TLG 9023 002 :: THOMAS MAGISTER :: Poemata de Arato [Dub.]

THOMAS MAGISTER Philol., vel Theodulus
(Thessalonicensis Constantinopolitanus: A.D. 13–14)

Poemata de Arato [Dub.]

Source: Martin, J. (ed.), Scholia in Aratum vetera. Stuttgart: Teubner, 1974: 558–559.

Citation: Poem — (line)

1

(t)

Στίχοι ὑπεραπολογητικοὶ Ἀράτου
1εἰ κατάρατος Ἄρατος ἄρα, φίλος, οὐκ ἂν σοφὸς γένοιτο ταῦθ’ ὁ μανθάνων ὅσων Ἄρατος συγγραφεύς σοι τυγχάνει. εἰ δ’ ὃς πονήσας ὑπεράντλους τοὺς πόνους
5εἰς σὴν σοφὴν προὔθηκε μάθησιν λόγους λαβὼν συνεργὸν ὡς ἐγὼ θεὸν λέγω ἦν ἄρα κατάρατος ὡς σὺ λέγεις, σχολῇ γ’ ἂν ἄλλος ἐκφυγὼν τὴν κατάραν ῥάθυμος ὤν τις εὐλογηθείη τάχα.
10εἰ δ’ ὡς πλάνην πάσχοντι σεπτῶν δογμάτων αὐτῷ προσῆψας ἰταμῶς τὴν κατάραν, ὡς δύσκολός τις καὶ τραχὺς εἶ, γεννάδας κριτὴς καταστὰς πρὶν θεὸς στήσῃ κρίσιν, τὴν ἀπόφασιν προφθάνων τοῦ δεσπότου,
15ἣν οὐ γινώσκεις πῶς γένοιτο καὶ πότε. ἐγὼ δὲ τοῦτον οὐ κατάρατον λέγω, τὸν μὴ προφητῶν συμβαλόντα τοῖς λόγοις,
τὸν μὴ τυχόντα Μωσέως νομοθέτου, τὸν Χριστὸν αὐτὸν οὐκ ἰδόντα τοῖς κάτω,558
20κηρύγματός τε τῶν σοφῶν ἀποστόλων ὃς οὐ κατηξίωτο, φεῦ τῆς ζημίας. οἴκτου δὲ τοῦτον ἀξιοῦν μᾶλλον πρέπει· σὺ δὲ φθονεῖν ἔοικας Ἀράτῳ, φίλος.

2

(t)

Ἕτεροι ἀντιβατικοὶ Ἀράτου
tΘωμᾶ
1οὐ μὴν Ἄρατος κατάρατος, ὦ φίλος; τίς γὰρ σοφὸς γένοιτ’ ἂν αὐτὰ μανθάνων ἃ δὴ συνεγράψατο γνῶσις Ἀράτου; ἐπεὶ πονήσας ὑπεραπείρους πόνους
5προὔθηκεν ἀνόνητον ἔκθεσιν λόγων, ὡς μὴ σύνεργον τοῖς πόνοις θεὸν φέρων. ἦν γὰρ Ἄρατος κατάρατος, ὡς λέγω. ἄλλος δὲ σύμπας ἐκφύγοι τὴν κατάραν, ἐπευλογηθεὶς οἷς προσέσχεν ἐν θεῷ.
10ὡς γὰρ πρὸς ὀρθὴν μὴ τραπέντι τὴν τρίβον αὐτῷ προσάπτω τὴν κατάραν εὐλόγως, σαφὴς ἀληθὴς ὢν πρὸς αὐτόν, γεννάδας οὐχὶ κριτής, τὰ πλὴν θεοῦ κρίσιν λέγω, τὴν ἀπόφασιν ἀνάγων τῷ δεσπότῃ,
15ἣν οἱ κατ’ αὐτόν, οἶδα, δέξονται τότε. ἐντεῦθεν αὐτὸν τρισκατάρατον λέγω, τὸν μὴ λόγοις οἷς εἶχε γνόντα τὸ πρέπον, τὸν μὴ δραμόντα πρὸς νόμους θεογραπτούς, τὸν οὐκ ἰδόντα καὶ Χριστοῦ σεπτοῖς τύποις
20οἷς προὔγεγραπτο καὶ στῖφος τῶν κηρύκων, ὧν οὗτος οὐχ ἥψατο, φεῦ ἀγνωσίας. οἶκτος δὲ τούτῳ τίς πρέπων; μὴ κατάρα,
εἰ μὴ συναίρειν Ἀράτῳ δοκεῖς, φίλος;559