TLG 9023 001 :: THOMAS MAGISTER :: Ecloga nominum et verborum Atticorum THOMAS MAGISTER Philol., vel Theodulus Ecloga nominum et verborum Atticorum Citation: Alphabetic letter — page — (line) | ||
t1 | ΘΩΜΑ ΕΚΛΟΓΗ. | |
alpha1(t) | Α. | |
1 | Αἰχμάλωτον ποιῶ καὶ αἰχμάλωτος γίνομαι Ἀττικοὶ λέγουσιν· αἰχμαλωτίζω δὲ καὶ αἰχμαλωτίζομαι καὶ πάντες οἱ ἀπὸ τούτων χρόνοι ἀδόκιμοι παρ’ αὐτοῖς. Ἀπαντικρὺ τοῦ δεῖνος καὶ καταντικρύ, λογογράφοι. Λιβά‐ | |
---|---|---|
5 | νιος ἐν τῇ εἰς τὴν Νικομήδειαν μονῳδίᾳ· ἀπαντικρὺ τῆς νῦν οὔσης, μᾶλλον δὲ τῆς οὐκέτ’ οὔσης. ἀντικρὺ δὲ ποιηταί· ὃ δὴ ἀντὶ τοῦ ἄντικρυς παρά τισι τιθέμενον ἀμαθές. Ἀνθέων, οὐκ ἀνθῶν. Φιλόστρατος ἐν εἰκόσιν· ἡ γὰρ τῶν | |
10 | ἀνθέων ἐλευθερία. | |
Ἀκρατεύεσθαι μηδαμῶς εἴπῃς, ἀλλὰ οὐκ ἐγκρατεύεσθαι. | 1 | |
alpha2 | Αὐτοχειρίᾳ καὶ αὐτουργίᾳ πράττειν [λέγε], οὐκ αὐτουργεῖν· αὐτουργὸς δέ. Ἀκρατία, ἀδυνασία καὶ ἀνοητία παρὰ Θουκυδίδῃ μόνῳ· ἀκρα‐ σία δὲ, ἀδυναμία καὶ ἄνοια καὶ παρ’ ἐκείνῳ καὶ παρὰ τοῖς | |
5 | λοιποῖς. Ἀφωνία, οὐκ ἀφασία. Ἀτάρ, λογογράφοι ἀντὶ τοῦ δέ· αὐτάρ, ποιηταί. οἱ δὲ ἀντὶ τοῦ διὰ τοῦτο χρώμενοι τῷ ἀτάρ πάνυ εἰσὶν ἀμαθεῖς καὶ Ἑλλήνων ἄγευστοι. | |
10 | Ἄθυρμα κρεῖττον ἢ παίγνιον. εὕρηται δὲ παρὰ Πλάτωνι καὶ ἀθυρμάτιον. Ἀκεστὴς ἱματίου καὶ ἀκούμενος ἱμάτια, λογογραφικόν. Λου‐ κιανὸς ἐν νεκυομαντείᾳ· μισθοῦ ἀκούμενος τὰ σαθρὰ τῶν ὑποδημάτων. ἠπητὴς δὲ ποιητικώ‐ | |
15 | τερον. Ὅμηρος ἐν μυοβατραχομαχίᾳ· | |
ὁ δὲ ἠπητὴς ἐπέστη. | 2 | |
alpha3 | τὸ δὲ ῥάπτης κοινόν. καὶ ἀκέσασθαι μέντοι καὶ ἠπήσα‐ σθαι Ἀττικόν. Ἀριστοφάνης ἐν δαιταλεῦσι· καὶ κόσκινον ἠπήσασθαι. καὶ Ἀριστείδης ἐν τῇ κοινῇ ἀπολογίᾳ· τῶν ἱματίων | |
5 | τῶν ἠπημένων οὐδὲν διαφέροντες. καὶ ἀκέστρα ἡ βελόνη. Λουκιανὸς ἐν τῷ Χάρωνος καὶ Ἑρμοῦ δι‐ αλόγῳ· καὶ ἀκέστραν ὑπὲρ τοῦ ἱστίου. Ἀργὸς ἡμέρα καὶ ἀργὸς γυνὴ κρεῖττον ἢ ἀργή. Ἀριστοφάνης ἐν νεφέλαις· | |
10 | οὐ μὴν ἐρῶ γ’, ὡς ἀργὸς ἦν, ἀλλ’ ἐσπάθα. Λουκιανὸς ἐν τῷ τῆς μυίας ἐγκωμίῳ· ἀργὸς δὲ αὐτὴ καὶ ἄνετος οὖσα τὰ ὑπὸ τῶν ἄλλων ποιού‐ μενα καρποῦται. Αἰδοῦς ἄξιος κρεῖττον ἢ σεβάσμιος. | |
15 | Ἄχαρις ὀσμή, οὐ δυσοσμία. Ἀπόνιπτρον καὶ ἀπονίψασθαι, οὐ νίμμα οὐδὲ νίψασθαι, ὡς | |
ὁ πολὺς λέγει. ἀπονίψασθαι δέ φασιν οἱ τεχνικοὶ μετὰ | 3 | |
alpha4 | τὸ φαγεῖν· πρὸ μέντοι τοῦ φαγεῖν ὕδωρ κατὰ χειρὸς δέξασθαι. Ἀριστοφάνης ἐν σφηξίν· ὕδωρ κατὰ χειρός· τὰς τραπέζας εἰσφέρειν· [δειπνοῦμεν·] ἀπονενίμμεθ’· ἤδη σπένδομεν. | |
5 | Ἀναπεσεῖν βέλτιον ἐπὶ τοῦ ἀδημονῆσαι καὶ ἀθυμῆσαι ἢ ἐπὶ τοῦ ἀνακλιθῆναι. Ἀρτοπόπος κάλλιον ἢ ἀρτοποιός καὶ σιτοποιός. Λιβάνιος ἐν τῷ κατὰ Ἰκαρίου· ἐχθροὺς δὲ ἐχθροῖς προὔ‐ τεινεν ἀρτοπόπους. καὶ πάλιν ἐν τῷ αὐτῷ· ἐπὶ | |
10 | τὰς τῶν ὀρέων κορυφὰς τοὺς ἀρτοπόπους ἀνήγαγεν. καὶ ἐν τῷ αὐτῷ πάλιν· διὰ πάντων ᾔει ὥσπερ χειμάρρους τῶν ἀρτοπόπων. Ἀλεκτρυὼν καὶ ἐπὶ ἄρρενος καὶ ἐπὶ θήλεος, λογογράφοι· τὸ δὲ ἀλεκτορὶς ποιητικόν, εἰ καὶ Συνέσιος χρῆται ἐν τῇ | |
15 | Λύσαντες ἐκ Βενδιδείου ἐπιστολῇ· λέγει γὰρ ἀλεκτο‐ | 4 |
alpha5 | ρίδας, ὠὰ ἀλεκτόρεια. τὸ δὲ ἀλέκτωρ οὐχ Ἑλλη‐ νικὸν ὅλως. Ἄνωθέν σοι φίλος εἰμὶ, ἀλλ’ οὐκ ἀνέκαθεν ἐρεῖς. τὸ γὰρ ἀνέκαθεν ἐπὶ τόπου λαμβάνουσιν Ἀττικοὶ, οἷον, ἀνέ‐ | |
5 | καθεν κατέπεσεν. Πλούταρχος περί τινος χαλκῆς πέλ‐ της ἐξ οὐρανοῦ κατενεχθείσης εἰς τὰς τοῦ Νομᾶ χεῖρας· δύναιτο δ’ ἂν, φησὶ, τῆς ἀνέκαθεν φορᾶς πρῶτον ἐπώνυμος γεγονέναι. εἰ δὲ ὑπὸ Ἡρο‐ δότου φήσει τις καὶ ἐπὶ χρόνου λαμβάνεσθαι, ἀληθῆ | |
10 | μὲν φήσει· οὐ μὴν τὸ ὑφ’ Ἡροδότου εἰρῆσθαι τὸ δόκι‐ μον τῆς χρήσεως αὐτῷ παρέχεται. ἵνα ἀγάγωσιν, οὐχ ἵνα ἄξωσιν. καὶ ἁπλῶς εἰπεῖν, ὁ μὲν πρῶτος ἀόριστος καὶ οἱ ἐξ αὐτοῦ ἄχρηστοι τοῖς λογο‐ γράφοις, ὁ δὲ δεύτερος ἀόριστος καὶ οἱ ἀπ’ αὐτοῦ χρό‐ | |
15 | νοι ἐν χρήσει. Ἀπαραίτητον, οὐκ ἀπαράβατον. Ἀγωγὸς οἱ ὕστερον ἐπὶ τῶν ὀχετῶν, οἱ δὲ παλαιοὶ ἐπὶ τοῦ | |
ἡγουμένου ὁδόν τινα ἐκλαμβάνουσι. Θουκυδίδης· οὐκ | 5 | |
alpha6 | εὔπορον ἦν διιέναι ἄνευ ἀγωγοῦ. καὶ Ἀρι‐ στείδης ἔν τινι τῶν ἱερῶν. ἐγὼ δὲ καὶ τοὺς ἀγω‐ γοὺς αὐτοὺς ἀνεζήτουν. εὕρηται δὲ τὸ ἀγωγὸς καὶ ἀντὶ τοῦ ἐπαγωγὸς, καὶ ἐπὶ τῶν τριῶν γενῶν. | |
5 | Ἀσπίς, οὐ θυρεός. Ἀποτετέλεκα καὶ ἀποτετέλεσμαι, οὐκ ἀπήρτικα οὐδ’ ἀπήρτι‐ σμαι· ἀδόκιμα γὰρ ταῦτά τε καὶ τὰ ἐξ αὐτῶν. Ἀλήλειπται καὶ κατορώρυκται, οὐκ ἤλειπται οὐδὲ κατώρυκται, ὡς ἀλλότρια Ἀττικῶν. | |
10 | Ἀλκαιικὸν ᾆσμα, οὐκ Ἀλκαϊκὸν, ὡς καὶ τροχαιικὸν, οὐ τρο‐ χαϊκόν. Ἀρτύομαι, οὐκ ἀρτύω. Ἁλιεύομαι, οὐχ ἁλιεύω· εἰ καὶ Λουκιανὸς ἅπαξ ἐχρήσατο. Αἰκίζομαι ὑπὸ σοῦ καὶ αἰκίζομαί σε· τὸ δὲ αἰκίζω ποιητικώ‐ | |
15 | τερον. Ἀκούσματα κάλλιον ἢ ἀκροάματα. ἀκρόασις δὲ, οὐκ ἄκουσις· | |
κοινὸν γάρ. | 6 | |
alpha7 | Ἀποφοιτήσομαι κάλλιον ἢ ἀποφοιτήσω, ἀπολαύσομαι ἢ ἀπο‐ λαύσω, ἀγνοήσομαι ἢ ἀγνοήσω, καὶ ἄξομαι, ἢ ἄξω· ὡσαύτως καὶ ἐπὶ τῶν ἄλλων τῶν ἐχόντων μέσους μέλ‐ λοντας. | |
5 | Ἀνάθημα, οὐκ ἀνάθεμα· εἰ καὶ Φιλόστρατος ἀνάθεμα τῆς Σμυρναίων ἀγορᾶς λέγει. Ἄπεισιν Ἀττικοὶ, οὐκ ἀπελεύσεται, καὶ ἀπῆν, οὐκ ἀπήμην· κοινὸν γάρ. Ἀφανίζεται ἀντὶ τοῦ ἀπόλλυται καὶ φθείρεται παντελῶς. ἀφα‐ | |
10 | νίζεται καὶ ἀντὶ τοῦ ἀφανὴς ἐπὶ καιρὸν γίνεται. Φιλό‐ στρατος ἐν ταῖς εἰκόσιν· οὐχ ὡς ἀπόλοιντο, ἀλλ’ ὡς ἀφανισθεῖεν εἰς μίαν ἡμέραν. καὶ ἀφανίζει τις τόδε καὶ ἐπὶ τῶν δύο τούτων σημαινομένων. Ἀλλᾶς, οὐκ ἀλλάντιον. | |
15 | Ἀποσκοποῦμαι κάλλιον ἢ ἀποσκοπῶ. Ἀωρὶ νυκτὸς, οὐκ ἀωρίᾳ. Λουκιανὸς ἐν Δημοσθένους ἐγκω‐ μίῳ· ἀωρὶ τῶν νυκτῶν ἐξαναστάς. | |
Ἁλμάδες ἐλαῖαι, οὐ κολυμβάδες. | 7 | |
alpha8 | Οἱ ἅλες καὶ τοὺς ἅλας δεῖ λέγειν, οὐ τὸ ἅλας. Ἁλοάσω, οὐχ ἁλοήσω. Ἁλοίη Ἀττικοὶ, οὐχ ἁλῴη. Ἀναβασμός, οὐκ ἀναβαθμός. Συνέσιος ἐν τῷ Δίων ἢ περὶ | |
5 | τῆς κατ’ αὐτὸν διαγωγῆς· ἔπειτα μέντοι ἀναβα‐ σμῷ χρήσῃ. Ἀριστείδης ἐν πέμπτῳ τῶν ἱερῶν· καὶ ἔδει ἀναβαίνειν ἀναβασμούς τινας πρὸς τὸ ἱερόν. Ἀπέκτονα κάλλιον ἢ ἀπέκτεινα· ἀπέκτανον δὲ ἀδόκιμον πάντη. | |
10 | Ἀνοίγνυμι κάλλιον ἢ ἀνοίγω· καὶ ἀναπεμπάζομαι, τὸ ἀναλο‐ γίζομαι, ἢ ἀναπεμπάζω. Συνέσιος ἐν τῷ περὶ βασιλείας· ἀναπέμπασαι τὸν πατέρα. Ἀνεβαλόμην, οὐχ ὑπερεθέμην. Ἀριστείδης ἐν Θεμιστοκλεῖ· εἰς τὴν ὑστεραίαν, ὡς ἔοικεν, ἀνεβάλου. | |
15 | Ἀνεβαλόμην ἐπὶ μέλους κάλλιον ἢ ᾖσα. ὡς τὸ Ἀφθονίου | |
ἐκ τῶν προγυμνασμάτων· οἱ μὲν τέττιγες μουσι‐ | 8 | |
alpha9 | κὴν ἀνεβάλοντο σύντονον. ὡσαύτως καὶ ἀνεβαλό‐ μην χιτῶνα, ἢ ἐνεδύθην. Ἀοίκητον, τὸ μὴ οἰκούμενον· ἄοικον δὲ, τὸ μὴ οἰκοῦν. Ἀρι‐ στείδης ἐν τῷ Παναθηναϊκῷ· οὐ γάρ ἐστι γένος, | |
5 | ὃ τῆσδε τῆς πόλεως ἀπείρατόν ἐστιν, οὐδ’ ἄοικον ἐπὶ καιρῶν. Ἀξιῶ, τὸ ἄξιον κρίνω, οὐ καταξιῶ. Ἀθρόος Ἀττικοὶ, οὐκ ἄθρους· ἄθρους δὲ, ὁ μὴ θόρυβον ποιῶν, δόκιμον. Λουκιανὸς ἐν δευτέρῳ τῶν ἀληθινῶν· | |
10 | βοὴ σύμμικτος ἠκούετο ἄθρους καὶ [οὐ] θορυβώδης. καὶ ἀντίξοος, οὐκ ἀντίξους. Ἀναψυχῆναι καὶ ἀναψυχθῆναι, οὐκ ἀναψυγῆναι, οὐδ’ ἀνα‐ | |
ψῦξαι. | 9 | |
alpha10 | Ἀναπετῶ ἀντὶ τοῦ ἀναπετάσω, Ἀττικοί· τὸ δὲ ἀναπετάσω, ἁπλῶς Ἕλληνες. Ἀντίγραφα κάλλιον ἢ ἀντίγραφον. Λιβάνιος ἐν ἐπιστολῇ· ἐμοὶ μὲν οὖν συνεροῦντα ἥκοι τὰ τῆς ἐπι‐ | |
5 | στολῆς ἀντίγραφα. Ἄσβολος καὶ αἴθαλος οἱ δοκιμώτατοι, οὐκ ἀσβόλη οὐδ’ αἰθάλη. Ἀπέδομεν Ἀττικοὶ, οὐκ ἀπεδώκαμεν. Ἀπολλὺς, οὐκ ἀπολλύων. | |
10 | Ἀσελγὴς ἐπὶ ἀρσενικοῦ, ἐπὶ δὲ θηλυκοῦ οὐκέτι. Ἀμυγδάλαι ἐπὶ τῶν καρπῶν, οὐκ ἀμύγδαλα· ἀμυγδαλαῖ δὲ τὰ δένδρα. Ἄλλοθι, ἄλλοθεν, ἄλλοσε δοκιμώτερα ἢ ἀλλαχόθι, ἀλλαχόθεν, ἀλλαχόσε. | |
15 | Αὔξην καὶ ἄνθην Ἀττικοὶ, οὐκ αὔξησιν οὐδὲ ἄνθησιν. Ἀρι‐ στείδης ἐν τῷ Αἰγυπτίῳ· ἀλλ’ ἐν αὔξῃ καὶ φθίσει ῥέων ὁμαλῶς. ἐπὶ δὲ πληθυντικοῦ αὐξήσεις, ἀν‐ | |
θήσεις. | 10 | |
alpha11 | Ἀπήλλαξεν ὁ δεῖνα τῶν κακῶν, κάλλιον λέγειν ἢ ἀπηλλάγη· καὶ ἀπαλλαξείοντες, ἢ ἀπαλλάξειν μέλλοντες. Θουκυ‐ δίδης· ἀπαλλαξείοντες δὲ καὶ τοῦ Μηδικοῦ πολέμου. ὡσαύτως καὶ ἐπὶ τοῦ γελασείοντες καὶ τῶν | |
5 | ὁμοίων. καὶ ἀπαλλάττω τὸν δεῖνα μέμψεως, ἤτοι ἐλευ‐ θερῶ. καὶ ἀπαλλάττω, τὸ ἀπάγω καὶ ἀφίστημι. Ἀρι‐ στείδης ἐν τῷ πρὸς Ἀθηναίους ὑπὲρ τῆς πρὸς Λακεδαι‐ μονίους εἰρήνης· ὅτε Παυσανίαν μὲν ἀπαλ‐ λαξάντων, ὑμᾶς δ’ ἑλομένων συνεχώρησαν | |
10 | αὐτοί. καὶ ἐν τῷ πρὸς Θηβαίους περὶ τῆς συμμαχίας πρώτῳ· λακεδαιμονίους ὑποσπόνδους ἀπηλ‐ λάξαμεν. Ἀροῦν Ἀττικοὶ, οὐκ ἀροτριᾶν. Ἄνοργος, οὐκ ἀνόργητος. | |
15 | Ἀλεῖς, οὐκ ἀλέσεις. Ἀπείρατος κάλλιον ἢ ἄπειρος· καὶ ἐπὶ τῶν τριῶν γενῶν. Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ, ὡς προεκτέθειται· τὸ | |
[τῆσδε] τῆς πόλεως ἀπείρατόν ἐστιν. | 11 | |
alpha12 | Ἀνθρωπεία φύσις, οὐκ ἀνθρωπίνη. Ἀδολέσχης, οὐκ ἀδόλεσχος. Ἀμβλυωπεῖν μὴ εἴπῃς, ἀμβλυώττειν δέ. Ἀθήναζε κάλλιον ἢ εἰς Ἀθήνας· Ἀθήνηθεν, οὐκ ἐξ Ἀθη‐ | |
5 | νῶν· Ἀθήνησιν, οὐκ ἐν Ἀθήναις. Καὶ ἀπειπάμην, καὶ ἀπεῖπον. Ἀνυπόδετος οὐκ ἐρεῖς, ἀνυπόδητος δέ. Ἀποκτιννύναι βέλτιον ἢ ἀποκτιννύειν. Ἀνίστω Ἀττικοὶ, οὐκ ἀνίστασο. Λιβάνιος ἐν μελέτῃ τῇ | |
10 | ἔχων τις γυναῖκα καὶ ὢν ὑπὸ πατρί· ἀνίστω, φη‐ σὶν, ὦ κακόδαιμον. Ἀχθέσομαι κάλλιον ἢ ἀχθεσθήσομαι. ὡσαύτως καὶ ἐπὶ τοῦ ἀχθεσόμενος. | |
Ἄκναπτον, οὐκ ἄγναφον, ὥσπερ καὶ κναφεὺς, οὐ γναφεύς. | 12 | |
alpha13 | Συνέσιος ἐν ἐπιστολῇ τῇ Ὥσπερ ἄλλοτε πολλάκις· ἣν οἱ κναφεῖς ἐπὶ τοῖς ἱματίοις τοῖς πιναροῖς. καὶ πάλιν ἐν τῇ αὐτῇ· τί ἂν οἴει πάσχειν αὐτὰ λακτιζόμενα καὶ νιτρούμενα καὶ πάντα τρό‐ | |
5 | πον κναπτόμενα. Ἀπόλλω Ἀττικοὶ, οὐκ Ἀπόλλωνα. Ἀριστείδης ἐν τῷ Παν‐ αθηναϊκῷ· καὶ τὸν πατρῷον Ἀπόλλω τῇ πόλει. Ἄχρι καὶ μέχρι Θουκυδίδης ἀεὶ λέγει, οὐ μόνον ἐπαγομένου συμφώνου, ἀλλὰ καὶ φωνήεντος. οἱ δ’ ἄλλοι, ἐπαγομένου | |
10 | μόνον φωνήεντος, καὶ μετὰ τοῦ ς καὶ χωρὶς τοῦ ς γράφουσιν· οἷον, ἄχρις οὗ καὶ ἄχρι οὗ. Καὶ ἀσταφὶς, καὶ σταφίς. Ἀρύτομαι κάλλιον ἢ ἀρύομαι. Ἀριστείδης ἐν τῷ εἰς τὸ φρέαρ τοῦ Ἀσκληπιοῦ· μάλα ἀκμῆτας εἶναι δεῖ | |
15 | τοὺς ἀρυτομένους καὶ κενοῦντας. Καὶ ἁρ‐ | |
μόττω, ἢ ἁρμόζω. | 13 | |
alpha14 | Ἀποδρὰς, οὐκ ἀποδράσας. ὡσαύτως ἀπέδραν, καὶ ἐπὶ πρώ‐ του τῶν ἑνικῶν καὶ ἐπὶ τρίτου τῶν πληθυντικῶν, οὐκ ἀπέδρων. Σοφοκλῆς ἐν Αἴαντι· ἀλλ’ ὅτε γὰρ τὸ σὸν ὄμμ’ ἀπέδραν. | |
5 | [εἰ καὶ ἐσφαλμένον ἀπέδρων εὕρηται. ἀπὸ γὰρ τοῦ ἀπο‐ δράω, ἀποδρῶ εἰς παρατατικὸν κανονίζεται. τὸ δὲ ἀπο‐ δράς, ἀπὸ τοῦ ἀπόδρημι εἰς δεύτερον ἀόριστον· ὅθεν ἐστὶ καὶ τὸ ἀποδραίην καὶ τὸ ἀποδρᾶναι, ὡς σταίην καὶ στῆναι.] | |
10 | Ἀνέστησα τεῖχος, ἤγουν ἀνήγειρα καὶ ἀνῳκοδόμησα. καὶ ἀνέ‐ στησα δῆμον, ἤγουν ἀνάστατον ἐποίησα. Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ· Σκιωναίους μὲν ἀνέστησαν. καὶ ἀνέστησα τὸν δεῖνα ἐπὶ ἔργον, καὶ ἀνέστην ἐγὼ ἐπὶ τοῦτο. οἱ δὲ ἐπὶ τοῦ ὕπνου τὸ ἀνέστην καὶ ἀνέστησα λέ‐ | |
15 | γοντες ἁμαρτάνουσι· δεῖ γὰρ ἐξήγειρα καὶ ἐξηγέρθην λέγειν. Ἀπομάχομαι δοκιμώτερον λέγειν, ἢ μάχομαι· καὶ ἀποκνῶ, | |
ἢ ὀκνῶ· καὶ ἀποδειλιῶ, ἢ δειλιῶ. | 14 | |
alpha15 | Ἀφετηρία καὶ βαλβίς, οὐχ ἵσπληξ· ποιητικὸν γὰρ τοῦτο. Ἀμφορεὺς λέγε, μὴ στάμνος μηδὲ μετρητὴς, εἰ καί τινες. Ἀμφίετες, οὐ κατ’ ἔτος· ἔστι δὲ ἀντὶ τοῦ κατ’ ἐνιαυτόν. ὡσαύ‐ τως καὶ ἀμφημερινὸν, τὸ καθημερινόν. | |
5 | Ἄθλιος κάλλιον ἢ ἀτυχής· τὸ δὲ ἀτυχὴς ἐπαίνων ἀντὶ τοῦ ἀμέτοχος, κάλλιστον· ὡσαύτως καὶ τὸ εὐτυχὴς ἐπαίνων. Ἔστι δὲ καὶ τὸ ἀδωρότατος χρημάτων κρεῖττον ἢ ἀδωρό‐ τατος μόνον. Θουκυδίδης ἐν τῇ δευτέρᾳ· χρημάτων τε διαφανῶς ἀδωρότατος γενόμενος. | |
10 | Ἀποσχεδιάζω, αὐτοσχεδιάζω καὶ σχεδιάζω. Ἀκκισμὸς τὸ λεγόμενον ἰδίωμα, ἤγουν ἡ προσποίησις, καὶ ἀκκίζομαι τὸ προσποιοῦμαι. Λιβάνιος ἐν ἐπιστολῇ· εἰ καί τινα ἀκκισμὸν ἐμοὶ φέρει. Συνέσιος ἐν ἐπιστολῇ τῇ Ὀδυσσεὺς ἔπειθε τὸν Πολύφημον· σὺ δὲ | |
15 | ἀκκιῇ καὶ κατειρωνεύσῃ. | 15 |
alpha16 | Ἀμηγέπη κάλλιον ἢ ἀμωσγέπως· δηλοῖ δὲ τὸ καθ’ ἕνα τινὰ τρόπον. ἀμὼς γὰρ τὸ τὶς κατὰ γλῶσσαν· ὅθεν καὶ τὸ οὐδαμῶς. Ἀγώγιμα κάλλιον ἢ φορτία. εἰσὶ δὲ ἀγώγιμα οὐ μόνον τὰ | |
5 | φορτία, ἀλλὰ καὶ τὰ ἁπλῶς κομιζόμενα. Συνέσιος ἐν τῇ αὐτῇ ἐπιστολῇ· πολλαῖς ἴυγξι γενομένην ἀγώ‐ γιμον. καὶ πάλιν ἐν ἐπιστολῇ· τίνα τὰ ἀπὸ Πτο‐ λεμαΐδος ἀγώγιμα. Ἀποφθάρηθί μου λέγουσιν Ἀττικοὶ, οὐκ ἀπαλλάγηθί μου. | |
10 | δηλοῖ δὲ τὸ μετὰ φθορᾶς ἀπόστηθί μου. Οὐκ ἐρεῖς ἀπηγορευμέναι ἡμέραι, ἀλλὰ ἀποφράδες μόνον. εὕ‐ ρηται δὲ καὶ ἐπὶ ἀρσενικοῦ παρὰ Συνεσίῳ ἐν ἐπιστολῇ· ἀποφρὰς ἄνθρωπος, ἤτοι ἀποτρόπαιος καὶ ἀπη‐ γορευμένος. | |
15 | Ἀργυραμοιβὸς, οὐ κολλυβιστής. δηλοῖ δὲ τὸν ἰδιωτικῶς λε‐ | 16 |
alpha17 | γόμενον καταλλάκτην, ὃν καὶ ἀργυρογνώμονα λέγουσιν, ἤγουν τὸν τὸ ἀργύριον συνιέντα καὶ δοκιμάζοντα. Λι‐ βάνιος ἐν [τῇ] μελέτῃ τῇ περὶ τῆς λάλου γυναικός· τοὺς ἀργυρογνώμονας συκοφαντεῖσθαι λέ‐ | |
5 | γουσιν. Ἄνω, ὡσαύτως καὶ κάτω, ἔξω, πόρρω, δεῦρο, ὧδε, τῇδε, καὶ ὅσα τοιαῦτα, ποτὲ μὲν ἐπὶ στάσεως τίθεται, ποτὲ δὲ ἐπὶ κινήσεως. ἔτι δὲ καὶ τὸ ἐνταῦθα· οἷον, ἐν‐ ταῦθα διάγω, καὶ ἐνταῦθα ἀφικόμην. τὸ δὲ αὐτόθι | |
10 | ἀεὶ ἐπὶ στάσεως. Ἀνειμένον, τὸ ἀπολελυμένον καὶ ἐλεύθερον. καὶ ἀνειμένον, τὸ ἀνατεθειμένον. Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ· ἀλλὰ καὶ Δῆλος ἀνεῖται τοῖς θεοῖς. Μὴ εἴπῃς ἀλφιτοπώλης, ἀλλὰ ἀλφιταμοιβός. Ἀριστοφάνης | |
15 | ἐν νεφέλαις· ὑπ’ ἀλφιταμοιβοῦ παρεκόπην διχοινίκῳ. | |
Ἁλουργόν, οὐ πορφυροῦν. Λιβάνιος ἐν τῷ ὑπατικῷ· ἐν | 17 | |
alpha18 | θρόνοις βασιλικοῖς, ἢ τοῖς ἁλουργοῖς ἐσθή‐ μασιν. Ἀξιώτερον εἴποις, οὐ πλείονος τιμῆς ἄξιον· κοινότερον γάρ· οὐδὲ εὐωνότερον. ἔστι δὲ καὶ ἀξιώτερον τὸ δικαιότερον· | |
5 | ὅπερ ἐστὶ κρεῖττον τοῦ δικαιότερον. ἰστέον δὲ, ὅτι ἐπὶ τῆς αὐτῆς σημασίας τὰ ἁπλᾶ καὶ ἄμφω δόκιμα· οἷον, ἄξιος ἐγκωμίων, καὶ δίκαιος ἐγκωμίων. Αὐτοδικεῖν [λέγε], οὐκ αὐθεντεῖν· κοινότερον γάρ. Ἀφυπνίζω καὶ διυπνίζω, οὐκ ἐξυπνίζω. | |
10 | Ἄγχει κάλλιον ἢ πνίγει. Ἀναριχᾶται, Ἀττικόν· δηλοῖ δὲ τὸ ταῖς χερσὶ καὶ τοῖς ποσὶν ἀντεχόμενον ἀναβαίνειν· γράφεται δὲ δι’ ἑνὸς ρ. Ἀνακραγεῖν καὶ ἐγκραγεῖν κάλλιον ἢ ἀναφωνῆσαι. Συνέ‐ σιος ἐν ἐπιστολῇ τῇ Δάπιδα μεγάλην τῶν Αἰγυπτίων· καὶ | |
15 | τοῦτον πόρρωθεν ἐγκραγών. | 18 |
alpha19 | Ἀπάτη καὶ ἐξαπάτη, καὶ ἀπατῶ καὶ ἐξαπατῶ. Ἀθλοθέτης κρεῖττον, ἢ ἀγωνοθέτης. Ἀναθεῖναι τὸν φόρτον, οὐκ ἐπιθεῖναι. Ἀριστείδης ἐν τε‐ τάρτῳ τῶν ἱερῶν· μὴ κρίσεως νόμῳ τὴν ἀρχὴν | |
5 | ἀνατιθέντος. καὶ ἀναθεῖναι ἀντὶ τοῦ ἀφιερῶσαι. ὁ αὐτὸς ἐν τῷ αὐτῷ· ἐδόκει χρῆναι ἀναθεῖναι τρίποδα ἀργυροῦν. Ἀνιμᾶν λέγε ἐπὶ ὑγροῦ, μὴ ἀνέλκειν. Ἀνθοσμίας οἶνος, οὐκ εὔοσμος. | |
10 | Ἀνεμιαῖον, οὐχ ὑπηνέμιον. Τὸ ἅττα ἀντὶ τοῦ ἅτινα ἐν ἀρχῇ κώλου μόνον εὕρηται, προϋ‐ πάρχοντος τοῦ ὀνόματος ἐν τῷ πρὸ αὐτοῦ κώλῳ, ἐφ’ ᾧ ὀνόματι τοῦτο ἐπιφέρομεν. οἷον, πάντα ποιῶ, ἅττα ἂν | |
βούλωμαι. τὸ δὲ ἄττα ἀντὶ τοῦ τινὰ καὶ προηγεῖται τοῦ | 19 | |
alpha20 | ὀνόματος ἅπαξ ἐν τῷ αὐτῷ κώλῳ, καὶ ἕπεται ἀεί. ἕπεται μὲν, ὡς τὸ ἕτερ’ ἄττα καὶ πός’ ἄττα· προηγεῖται δὲ, ὡς ἔχει τὸ τοῦ Πλάτωνος ἐν τῷ Φαίδωνι· ἦν γὰρ δὴ ἄτ‐ τα τοιάδε, ἀντὶ τοῦ τοιαῦτά τινα. | |
5 | Ἀμφιγνοῶ κάλλιον ἢ ἀμφιβάλλω. Πλάτων ἐν Γοργίᾳ· ἀμφι‐ γνοῶ μέντοι, ὦ Πῶλε, ἐφ’ ἑκάστου ὧν λέ‐ γεις. Ἀφηλικεστέρα, οὐ πρεσβυτέρα. εὕρηται δὲ καὶ ἐπὶ τοῦ νεω‐ τέρα, πλὴν οὐ παρὰ τοῖς δοκίμοις. καὶ ἀφῆλιξ, καὶ ἔξω | |
10 | τῆς ἡλικίας, ὁ γέρων, οὐ πρεσβύτερος. Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ· παῖδας δὲ καὶ γυναῖκας καὶ τοὺς ἔξω τῆς ἡλικίας. Ἀπείρηται κάλλιον ἢ ἀπηγόρευται. Ἀπρὶξ ἐλάβετο λέγε, ἀλλὰ μὴ ἀμφοτέραις χερσὶ καὶ διόλου. | |
15 | Ἀφροντιστεῖν καὶ ἀφροντίστως ἔχειν οἱ δόκιμοι, οὐκ ἀμρι‐ | 20 |
alpha21 | μνεῖν, οὐδ’ ἀμερίμνως ἔχειν. ἀπεριμερίμνως δὲ ἀντὶ τοῦ ἀσκόπως παρ’ Ἀριστοφάνει ἐν νεφέλαις· ἀπεριμερίμνως τὴν θύραν λελάκτικας. Ἀτενὲς ἦθος λέγειν κάλλιον ἢ σκληρὸν καὶ ἀκαμπές. Πλού‐ | |
5 | ταρχος· ἀτενοῦς ἤθους τοῦτ’ ἔγωγε τίθεμαι. καὶ ἀτενὲς καὶ ἀτενῶς ἐπιρρήματα ἀντὶ τοῦ ἀτρέπτως καὶ διόλου. Λουκιανὸς ἐν τῷ δὶς κατηγορούμενος· ἐπεὶ ἐδόκει μοι εὐμαθὴς εἶναι καὶ ἀτενὲς ὁρᾶν εἰς ἐμέ. | |
10 | Ἀπαναισχυντῶ καὶ ἀπαναιδεύομαι Ἀττικοὶ, οὐ χωρὶς τῆς προθέσεως. Ἀναδάσασθαι, οὐκ ἀναμερίσασθαι. καὶ ἀναδασμός, οὐ με‐ ρισμός. Ἀλεῖν, οὐκ ἀλήθειν. Ἀριστοφάνης ἐν νεφέλαις· | |
15 | ὡσπερεὶ κάγχρυς γυναῖκ’ ἀλοῦσαν. Καὶ ἀναλέγομαι καὶ ἐκλέγομαι. Πλάτων ἐν Γοργίᾳ· οὐκ εἰκῆ ἐκλεγόμενος προσφέρει. καὶ ἐκλέγω δὲ Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ· οἶμαι μὲν οὖν εἰ | |
καὶ ταῦτα μόνα ἐκλέξας ἐπεπαύμην. ὡσαύτως | 21 | |
alpha22 | δὲ καὶ ἀπολέγω. Ἡρόδοτος ἐν τῇ τρίτῃ· καὶ ἄλλας παρθένους ἀπολέξας ἀνδρῶν τῶν πρώτων. καὶ ἐπιλέγομαι τὸ αὐτὸ, καὶ τὸ ἀναγινώσκω. Λουκιανὸς ἐν τῷ φιλοψευδὴς ἢ ἀπιστῶν· ἐπιλεγόμενος τῶν | |
5 | τεθνηξομένων τὰ ὀνόματα. ἀναλέγων δὲ Θουκυ‐ δίδης μόνος φησὶν, ἀντὶ τοῦ ἀπαγορεύων. Ἀφίσταμαι τῷ δεῖνι τοῦδε κάλλιον ἢ παραχωρῶ. ὅθεν ὥσπερ λέγεις, τοσοῦτον αὐτῷ τὸ παρὰ πάντων συγ‐ κεχωρηκὸς ἐν ἅπασιν, οὕτω λέγε, τοσοῦτον | |
10 | αὐτῷ τὸ παρὰ πάντων ἀφεστηκὸς ἐν ἅπασιν. Οὐ λέγουσιν οἱ κυρίως Ἀττικοὶ ἄρσενα, ἀλλ’ ἄρρενα. Ἀνεῖλεν ἀντὶ τοῦ ἐφόνευσε, καὶ λογογράφοι καὶ ποιηταί. ἀντὶ δὲ τοῦ ἔλαβε, ποιηταὶ μόνοι, καὶ Θουκυδίδης ἅπαξ. Σοφοκλῆς ἐν Αἴαντι· | |
15 | δύο δ’ ἀργίποδας κριοὺς ἀνελὼν. τοῦ μὲν κεφαλὴν καὶ γλῶσσαν ἄκραν ῥιπτεῖ θερίσας. | |
Θουκυδίδης ἐν τῇ πρώτῃ· τῶν τεθνεώτων τὰ ὀστᾶ | 22 | |
alpha23 | ἀνελόντες ἐξέβαλον. Ἀνειλόμην δὲ ἀντὶ τοῦ ἀνέ‐ λαβον, λογογράφοι, ὡς τὸ ἀνελόμενος τὰ χρήματα. πά‐ λιν, ἀνεῖλεν ἀντὶ τοῦ ἐξέβαλεν, ὡς τὸ ἀνεῖλε πᾶσαν αἰ‐ τίαν. καὶ ἐπὶ τοῦ ἐμαντεύσατο. Λιβάνιος ἐν τῷ Ἀχιλ‐ | |
5 | λέως ἀντιρρητικῷ· ὁ δὲ ἀνεῖλε παρὰ τῷ τρώσαν‐ τι καὶ τὴν ἴασιν ζητεῖν. Ὡσαύτως καὶ ἀναιρῶ οὐ μόνον τὸ φονεύω, ἀλλὰ καὶ τὸ μαντεύομαι. Πλάτων ἔν τινι τῶν πολιτειῶν· τότε δεῖν ποιεῖν, ἐὰν καὶ ἡ Πυθία συναναιρῇ. καὶ ἀναιροῦμαι οὐ μόνον τὸ | |
10 | φονεύομαι, ἀλλὰ καὶ τὸ ἀναλαμβάνω καὶ τὸ ἀνέλκω, ὡς τὸ, καὶ ἀναιρεῖται τὸν βωμὸν βαρὺ στενά‐ ξας· καὶ τὸ, πάντας εἰς ἔπαινον ἀνῄρηται. καὶ ἀναιροῦμαι τὸ μαντείαν δέχομαι. Ἀριστείδης· πῶς οὐκ εὔλογον ἐκ προχείρου παρὰ θεῷ κριτῇ σο‐ | |
15 | φώτατον ἀνῃρῆσθαι, ἤτοι μεμαντεῦσθαι. Ἀμαθῶς οὐ μόνον ἀντὶ τοῦ ἀνοήτως, ἀλλὰ καὶ ἀντὶ τοῦ ἀ‐ νεξετάστως. Ἀριστείδης· ἀμαθῶς εἰσάπαξ ὑπο‐ χωρεῖν τοῖς πρεσβυτέροις. Καὶ ἀληθεύω καὶ ἀληθίζω. Ἡρόδοτος ἐν τῇ πρώτῃ· ἱπ‐ | |
20 | πεύειν καὶ τοξεύειν καὶ ἀληθίζεσθαι. | 23 |
alpha24 | Καὶ ἀτρεμῶ καὶ ἀτρεμίζω. Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ· ἐξῆγεν ἀτρεμιζούσῃ τῇ ψυχῇ καὶ τοῖς λογι‐ σμοῖς ἑστῶσιν. Ἀνέχω τὸν δεῖνα, ἤγουν ἀναφέρω. ἀνέχω δὲ καὶ τὸ ἄνω | |
5 | ἵσταμαι. Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ· τρίτη δὲ ἀκόλουθος τούτων ἀνέχει περιφανὴς ἄνω. καὶ ἀνέχω τὸ ἀναφέρομαι καὶ ἀνακουφίζομαι, οὐ μόνον ἐπὶ ὕδατος τιθέμενον, ἀλλὰ καὶ ἐπὶ ἄλλων ἁπλῶς, ὡς ὁ αὐτός· τοὺς δ’ ἐπὶ τῶν λόγων ἀνέχοντας. | |
10 | Ἀποκρίνασθαι τὸ ἀπολογήσασθαι· ἀποκριθῆναι δὲ τὸ χωρι‐ σθῆναι. οὐ γὰρ εὕρηται ὅλως παρὰ ῥήτορσι τοῦτο ἀντὶ τοῦ ἀπολογήσασθαι. ἀποκρίνω δὲ τὸ ἀποσκυβαλίζω, καὶ ἀποκρίνω τὸ χωρίζω. ὁ αὐτὸς Ἀριστείδης· ὧν ἀποκρῖ‐ ναι τοὺς ἑτέρους οὐκ ἔστιν. | |
15 | Ἀπαρκεῖ κάλλιον ἢ ἀρκεῖ. Σοφοκλῆς· ἀπαρκούντως ἐμοί. | |
Ἀνδρόγυνος ἐρεῖς, οὐ γύννις. | 24 | |
alpha25 | Ἄγεται γυναῖκα, οὐκ ἄγει, ἤγουν λαμβάνει. καὶ ἄγεται δὲ καὶ ἄγει ἀντὶ τοῦ φέρει. Πλάτων ἐν τῇ ἀπολογίᾳ Σω‐ κράτους· ᾤχοντο εἰς Σαλαμῖνα καὶ ἤγοντο Λέοντα. | |
5 | Ἀπέχω τὴν χάριν κάλλιον ἢ λαμβάνω. Συνέσιος ἐν ἐπιστο‐ λῇ· ἀπέχω τὴν χάριν. Καρνᾶς ἱκέτης μου γέγονεν. Αὐθέκαστος ὁ ἰδιόρρυθμος. Λουκιανὸς ἐν τῷ Φάλαρις πρῶ‐ τος· βίαιον δὲ ἢ σκαιὸν ἢ ὑβριστικὸν ἢ αὐ‐ | |
10 | θέκαστον οὐδεὶς ἀπεκάλει με. Αὐτὸς, οὐκ αὐτότατος· πέπαικται γὰρ τοῦτο παρ’ Ἀριστο‐ φάνει ἐν Πλούτῳ, ὥσπερ καὶ τὸ μονώτατος. | |
Ἀπαυθαδίζομαι κάλλιον ἢ αὐθαδίζομαι καὶ αὐθαδιάζομαι. | 25 | |
alpha26 | Ἀνεῖπον τοῦτον αὐτοκράτορα κάλλιον λέγειν ἢ ἀνηχόρευσαν· καὶ ἀνερρήθη ἢ ἀνηγορεύθη. ἔστι δὲ τὸ ἀνεῖπε καὶ ἀντὶ τοῦ ἁπλῶς ἀνεβόησε. Θουκυδίδης ἐν τῇ δευτέρᾳ· καὶ ἀνεῖπεν ὁ κήρυξ. λαμβάνεται δὲ καὶ ἐπὶ ἐξαγγελίας | |
5 | χρησμῶν ἢ μυστηρίων. τὰ δεινότατα τούτοις ἀνατεινάμενος κάλλιον εἰπεῖν ἢ ἀπειλή‐ σας. ὡσαύτως καὶ ἀνατεινάμενος ῥόπαλον ἢ ἀνασχών· καὶ ἀναδησάμενος ἢ ἀναρτήσας. Ἀριστείδης· ᾧ πάν‐ τας ἡ θεὸς ἀναδεῖται. καὶ πάλιν· πάντας τοῖς | |
10 | λόγοις ἀναδησάμενος. καὶ ἀναδῶν ἢ στεφανῶν. Ἀριστοφάνης ἐν Πλούτῳ· λήροις ἀναδῶν τοὺς νικῶντας τὸν πλοῦ‐ τον ἐᾷ παρ’ ἑαυτῷ. ὅθεν καὶ ἀνάδημα ὁ στέφανος. Λιβάνιος ἐν τῷ ὑπατι‐ | |
15 | κῷ· τὸ τὴν κεφαλήν σου παρὰ τῶν κρειττό‐ | |
νων ἄγεσθαι πρὸς ἀνάδημα. καὶ ἀναδούμενος ἢ | 26 | |
alpha27 | ἐξάπτων. Θουκυδίδης· καί τινας ἀναδούμενοι κε‐ νὰς εἷλκον. Ἀποζῆν, οὐκ ἐστενωμένως ζῆν· κοινότερον γάρ. Ἀγάλλω κάλλιον ἢ λαμπρύνω. Ἀριστείδης ἐν τῷ Ἀπελλᾶ | |
5 | γενεθλιακῷ· οἷς δ’ ἄν τις ἀγήλαι τήνδε τὴν ἡ‐ μέραν. καὶ ἀγάλλομαι, ἢ λαμπρύνομαι. Θουκυδίδης· καὶ τοῖς ἄλλοις, οἷς ὁ πόλεμος ἀγάλλεται. ἔστι δὲ ἀγάλλομαι καὶ ἀντὶ τοῦ χαίρω. Αἴσχιον, οὐκ αἰσχρότερον. Ἀριστείδης ἐν Λευκτρικῷ τε‐ | |
10 | τάρτῳ· καὶ τί γένοιτ’ ἂν αἴσχιον. καὶ αἰσχυντη‐ ρός, οὐκ αἰσχυντηλός. Πλάτων ἐν Γοργίᾳ· αἰσχυν‐ τηροτέρω μᾶλλον τοῦ δέοντος. Ἅτερος, οὐ θάτερος· βάρβαρον γάρ· εἰ καὶ Λυκόφρων καί τινες ἄλλοι τοῦτο γράφουσιν. ὁ ἕτερος γάρ ἐστι, καὶ | |
15 | κατὰ κρᾶσιν ἅτερος· οὐκ ἔχει οὖν χώραν ἐνταῦθα τὸ θ, ὥσπερ ἐπὶ τῶν ἄλλων πτώσεων. ἐκεῖ γὰρ τὸ τοῦ ἄρθρου τ εἰς θ τρέπεται, οἷον θατέρου καὶ θατέρῳ· ἐπὶ δὲ τῶν ἄλλων αὖθις πτώσεων, ἔνθα μεσοσυλλαβοῦν ἔχει σύμφω‐ | |
νον, ν λέγω ἢ ς, οὐ γίνεται ἡ τοιαύτη συναλοιφή, οἷον | 27 | |
alpha28 | τὸν ἕτερον, τοῖν ἑτέροιν, τῶν ἑτέρων, τοῖς ἑτέροις, τοὺς ἑτέρους, ἅτεροι δὲ· ὡσαύτως καὶ ἐπὶ θηλυκοῦ ἁτέ‐ ρα, οὐ θατέρα. ἀλλ’ ἐπὶ δοτικῆς θατέρᾳ, καὶ ἅτεραι ἐπὶ πληθυντικοῦ. ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τοῦ οὐδετέρου, | |
5 | ὃν ἔφαμεν ἐπὶ τοῦ ἀρσενικοῦ. Ἀσύνετος καὶ ὁ μὴ νοῶν καὶ ὁ μὴ νοούμενος· ὡσαύτως καὶ συνετὸς, καὶ ὁ νοῶν καὶ ὁ νοούμενος. τοῦ δευτέρου μαρ‐ τυρία παρὰ Συνεσίῳ· οἷον οὐ γὰρ ἅπασιν ἡ Πυ‐ θία φθέγγεται συνετά. καὶ παρὰ Λιβανίῳ ἐν τῷ | |
10 | περὶ τῆς ἑαυτοῦ τύχης· κεκρατῆσθαι τῇ βαφῇ καὶ Φιλάγριον λέγων· ἡμῖν γε οὐ συνετὰ λέγων. Ἄμεμπτος καὶ ὁ μὴ μέμψιν δεχόμενος, καὶ ὁ μὴ μεμφόμενός τινι. τῷ δευτέρῳ δὲ χρῶνται κυρίως οἱ Ἀττικοί. Ὡσαύ‐ τως οὖν καὶ ἀθέατος, ὁ μὴ βλέπων κρεῖττον ἢ ὁ μὴ βλε‐ | |
15 | πόμενός τινι. Λιβάνιος ἐν τῷ περὶ τῆς ἑαυτοῦ τύχης· ἀθέατος ἔμεινα μονομαχιῶν ἐκείνων. | |
Ἀνανεοῦμαι τῇ μνήμῃ τόδε, κάλλιον λέγειν ἢ εἰς μνήμην λαμ‐ | 28 | |
alpha29 | βάνω. ὁ αὐτὸς Λιβάνιος· ἀνανεοῦμαι τῇ μνήμῃ τὸν Ὀθρυάδην ἐκεῖνον. καὶ ἀνανεοῦμαι τὴν οἰ‐ κίαν, ἤγουν ἀνακαινίζω. ἀνανεῶ δὲ ἐπὶ ἐνεργητικοῦ ἀδόκιμον. | |
5 | Ἀπὸ τοῦ διακειμένου ὁμιλεῖν τις λέγεται, ἤγουν κατὰ φύσιν καὶ ὡς διάκειται. Φιλόστρατος· ἀπὸ τοῦ διακει‐ μένου καὶ ἵλεω ἀκροασάμενος. ὡσαύτως ἐπὶ τῆς αὐτῆς σημασίας λέγε καὶ τὸ ἀπὸ τοῦ διατεθειμένου καὶ πεφυκότος. | |
10 | Ἀκανθοπλὴξ, οὐκ ἀκανθόπληξ. Ἄρτι ἥξω οὐκ εἴποις, ἀλλ’ ἄρτι ἔρχομαι καὶ ἄρτι ἀφικόμην. Ἀμύνομαι μὲν, οὐκ ἄμυνα δέ. Ἀπολείπει ἡ γυνὴ τὸν ἄνδρα. Ἀριστοφάνης ἐν νεφέλαις· | |
ἀπολιποῦσά γ’ αὐτὸν ᾤχετο. | 29 | |
alpha30 | ἐκβάλλει δὲ ὁ ἀνὴρ τὴν γυναῖκα. Λιβάνιος ἐν μελέ‐ τῃ τῇ περὶ τῆς λάλου· ἔκβαλε τὸ γύναιον. Ἀποκρίνεται ὁ ἐρωτώμενος, ἀπολογεῖται δὲ ὁ ἐγκαλούμενος. Ἀσπαίρω Ἀττικοὶ, οἱ δὲ ἄλλοι σπαίρω. | |
5 | Ἀνέῳγεν ἐπὶ μὲν τοῦ παρατατικοῦ ἀντὶ τοῦ ἤνοιγεν. Ἀρι‐ στείδης ἐν τῶ Παναθηναϊκῷ· ἱερά τε γὰρ πάντα ἀνέῳγε καὶ τὰ τῶν ἱερέων γένη συνῆγε καὶ διεπρεσβεύετο πρὸς τοὺς θεοὺς τὸν ἀρχαῖον τρόπον. καὶ Δημοσθένης· ἢ γράμματ’ ἔκλεπτεν | |
10 | ἢ ὑπανέῳγεν. ἀπὸ γὰρ τοῦ ἀνοίγω, ἀνέῳγον, ἀνέῳ‐ γες, ἀνέῳγεν. ἐπὶ δὲ μέσου παρακειμένου τὸ ἀνέῳγεν ἀντὶ τοῦ ἀνεῴχθη· ἀνοίγω γὰρ ἀνοίξω, ἀνέῳχα, ἀνέῳγα, ἀνέῳγας, ἀνέῳγε. Συνέσιος ἐν ἐπιστολῇ τῇ Ἀγαθὸν πεποιθέναι ἐπὶ κύριον· τίνες οἰκίαι τοῖς λῃσταῖς | |
15 | ἀνεῴγασι. Λουκιανὸς ἐν τῷ Μίκυλλος ἢ ἀλεκτρυών· | |
καὶ ἐνδιατρίβει ἀνεῳγόσι τοῖς ὀφθαλμοῖς. | 30 | |
alpha31 | καὶ ἐν τῷ Χάρωνος καὶ Ἑρμοῦ διαλόγῳ· ὡς ἐπι‐ πλάσαι τοῦ σκαφιδίου τὰ ἀνεῳγότα· ὥστε ἁμαρτάνει Φρύνιχος διϊσχυριζόμενος εἶναι τὸ ἀνέῳγε καὶ ἀντὶ τοῦ ἤνοιξεν, ὅπερ ἀδύνατον. ἀντὶ γὰρ τοῦ ἀνεῴχθη | |
5 | καὶ ἤνοιγεν, ὡς ἔφημεν, λαμβάνεται· ἔστι δὲ τὸ μὲν ἤνοιγε καὶ τὸ ἀνεῴχθη κοινά, τὸ δὲ ἀνέῳγεν Ἀττικόν. ὅτι δὲ καὶ τὸ ἀνέῳξε κάλλιστον, Ἀριστοφάνης ἐν Πλούτῳ· εἶτ’ ἀνέῳξάς με φθάσας. | |
10 | καὶ Λιβάνιος ἐν ἐπιστολῇ τῆ Σέβων ἐστὶ μὲν Κρής· ἀνέῳξε γὰρ τοῖς ξένοις τὴν οἰκίαν. καὶ Θου‐ κυδίδης ἐν τῇ δευτέρᾳ· καὶ ἀνέῳξαν τὰς πύλας Πλαταιέων ἄνδρες. [σημείωσαι δὲ καὶ τοῦτο· τὸ ἀνέῳγεν ἀντὶ τοῦ ἠνεῴχθη ἅπαξ εὑρίσκεται.] | |
15 | Οὐ μόνον ἄκρα πόλις ἡ ἀκρόπολις, ἀλλὰ καὶ ἄκρα μόνον. | 31 |
alpha32 | Ἀξιῶ τὸ παρακαλῶ, τὸ ἄξιον κρίνω, καὶ τὸ τιμῶ· ἀφ’ οὗ καὶ ἀξιούμενος ὁ τιμώμενος. Εὐριπίδης ἐν Ἑκάβῃ· τύμβον δὲ βουλοίμην ἂν τὸν ἐμὸν ἀξιού‐ μενον Ὁρᾶσθαι. | |
5 | Καὶ ἀξίωμα ἡ τιμὴ καὶ ἡ παράκλησις παρὰ τῇ θείᾳ γραφῇ, οἷον ἐν τοῖς ψαλμοῖς τὸ, εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου· καὶ τὸ μέγεθος. Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ· τὸ μὲν οὖν ἀξίωμα τοῦ παρόν‐ τος ἀγῶνος, ἤγουν τὸ μέγεθος τοῦ ἀγῶνος. ἀξίωσις | |
10 | δὲ οὐ μόνον ἡ παράκλησις, ὡς Θουκυδίδης ἐν τῇ τρίτῃ· καὶ οὐκ ἄδικος αὕτη ἡ ἀξίωσις, ἀλλὰ καὶ τὸ μέ‐ γεθος, ὡς ὁ αὐτός· καὶ τὴν ἀξίωσιν τῆς ἀρετῆς ὡς ἐλευθερῶν τὴν Ἑλλάδα φέρεται· καὶ ἡ τι‐ μὴ, καὶ τὸ προσόν τινι ἀξίωμα, ὡς ὁ αὐτὸς· ἔχων | |
15 | ἐπ’ ἀξιώσει καὶ πρὸς ὀργὴν ἀντειπεῖν. καὶ Ἀριστείδης· οὐ τοὺς ἐν ἀξιώσει προὔχοντας. | |
ἔστι δὲ ἀξίωσις καὶ ὅπερ ἀξιοῖ τις, ὡς Θουκυδίδης ἐν τῇ | 32 | |
alpha33 | δευτέρᾳ· ἐν σφίσιν αὐτοῖς τὴν ἀξίωσιν ταύ‐ την εἰλήφεσαν, μηδένα ὄχλον Πελοποννη‐ σίων νεῶν ὑποχωρεῖν. ἀξίωμα δὲ παρὰ φιλοσόφοις ἡ λεγομένη κοινὴ ἔννοια, οἷον, ἀξιοῦσι πάντες σφαιρο‐ | |
5 | ειδῆ τὸν οὐρανὸν εἶναι. Καὶ ἀφαιρῶ καὶ ἀφαιροῦμαι. συντάσσεται δὲ καὶ ἀπὸ γενι‐ κῆς εἰς αἰτιατικὴν καὶ ἀπὸ αἰτιατικῆς εἰς γενικὴν καὶ ἀπὸ αἰτιατικῆς εἰς αἰτιατικὴν καὶ ἀπὸ δοτικῆς εἰς αἰτι‐ ατικήν· οἷον ἀφαιρῶ σου τόδε, ἀφαιρῶ σε τοῦδε, ἀφαι‐ | |
10 | ρῶ σε τόδε, καὶ ἀφαιρῶ σοι τόδε. παραδείγματα τοῦ ὑστέρου παρὰ μὲν Ἀριστείδῃ· ἀφεῖλε πολλοῖς νό‐ σον· παρὰ δὲ Φιλοστράτῳ· μέγαν ἆθλον ἀφῃρη‐ μένης αὐτῷ τῆς τύχης. [Καὶ ἀφαιροῦμαι οἱ δόκι‐ μοι μετὰ αἰτιατικῆς ἀμφοῖν καὶ τοῦ πράγματος καὶ τοῦ | |
15 | προσώπου μόνον· τὸ δὲ ἀφαιρῶ πρὸς μὲν πρᾶγμα μό‐ | |
νον λεγόμενον μετὰ γενικῆς· καὶ νοεῖται μέρος. πρὸς δὲ | 33 | |
alpha34 | ὁμοῦ καὶ πρᾶγμα καὶ πρόσωπον, τὸ μὲν αἰτιατικῇ, τὸ δὲ πρόσωπον δοτικῇ, ὡς καὶ τὸ Ἀριστείδου καὶ Φιλο‐ στράτου.] Ἅρμα ἐν ᾧ ἵπποι ζεύγνυνται· οἱ δὲ ἐπὶ ὅπλων λαμβάνοντες | |
5 | οὐ καλῶς χρῶνται. Ἀπήνη ἐπὶ ἵππων, ἅμαξα ἐπὶ βοῶν. Ἀπειλῶ οὐ μόνον ἐπὶ ὀργῆς, ἀλλὰ καὶ ἀντὶ τοῦ μεγαλαυχοῦ‐ μαι. Ἀριστοφάνης ἐν Πλούτῳ· ἐγὼ γὰρ ὢν μειράκιον ἠπείλης’ ὅτι. | |
10 | καὶ Λιβάνιος ἐν ἐπιστολῇ· μιμνήσκου δὲ ὧν ἠπεί‐ λεις ἐξιών. Ἀκαιρία, ἔνδεια καιροῦ ἐπιτηδείου· ἀσχολία ἡ περί τι ἀνα‐ στροφή. Ἀληθὲς τὸ ἐναντίον τῷ ψεύδει, ἄληθες δὲ παρὰ ποιηταῖς τὸ | |
15 | κατ’ εἰρωνείαν ἀντὶ τοῦ ὄντως λαμβανόμενον, ὡς τὸ παρ’ Ἀριστοφάνει ἐν Πλούτῳ· ἄληθες; ὦ δειλότατε πάντων δαιμόνων. | |
Ἀποπέμπω τὸ ἀποστέλλω, ἤγουν τὸ ἀπὸ τῶν ἐνταῦθα ἑτέ‐ | 34 | |
alpha35 | ρωσε πέμπω. Λιβάνιος ἐν ἐπιστολῇ· ἀποπέμπομεν ὑμῖν Διάνιον. ἐκ τούτου καὶ ἀποπομπή. Λουκια‐ νὸς ἐν τῷ Ἀλεξάνδρου βίῳ· πιστεύσας τῇ ἀποπομ‐ πῇ τοῦ μισθοῦ. καὶ ἀποπέμπω τὸ ἀποδιώκω. | |
5 | Ἀνακείμενος ὁ ἀναπεπτωκὼς καὶ ῥαθυμῶν· καὶ ἀνακείμενος ὁ ἀνατεθειμένος, οἷον ἀνακείμενος ἀνδριάς. Θουκυδί‐ δης· τὰ δὲ νῦν ἀνακείμενα ἐν τοῖς Ἀττικοῖς ἱεροῖς. Ἀναβαίνω ἵππον, οὐκ ἐπιβαίνω. Ἀχιλλεὺς ὁ ῥήτωρ ἐν Λευ‐ | |
10 | κίππῃ· τούτοις ἐσκευασμένος ἀναβαίνω τὸν ἵππον. ἐπιβαίνω δὲ νεώς. Ἀνατυποῦταί τις, ὅταν φαντάζηται ἃ ἑώρακεν· ἀναπλάττει δὲ, ἃ οὐδέποτε εἶδεν. Ἀναγκάζειν ἐπὶ ἐμψύχου μόνον· βιάζειν δὲ καὶ ἐπὶ ἀψύχου, | |
15 | οἷον, ἐβιάσατο τὸ ῥεῦμα τοῦ ποταμοῦ [τὴν ναῦν.] Ἀνάπαυλα ἡ ἀνάπαυσις. Λιβάνιος ἐν ἐπιστολῇ τῇ Καὶ ὅτε ἀσθενεῖν σοι τὴν γυναῖκα ἠκούομεν· κἀγὼ μὲν ἀνα‐ | |
παύλης ἐδεόμην. καὶ πάλιν ἐν τῇ εἰς τὸν νεὼν τοῦ | 35 | |
alpha36 | Ἀπόλλωνος μονῳδίᾳ· οἵαν, ὦ Ζεῦ, γνώμης κα‐ μνούσης ἀφῃρέθημεν ἀνάπαυλαν. τὸ δὲ παῦλα ἀδόκιμον. [ἀνάπαυσις καὶ κατάπαυσις γράφεται· ἀνά‐ παυλα δὲ μόνον, οὐχὶ κατάπαυλα.] | |
5 | Ἄτοπον οὐ μόνον τὸ ἄλογον, ἀλλὰ καὶ τὸ θαυμαστὸν καὶ πα‐ ράδοξον. Πλάτων ἐν Φαίδωνι· ὡς ἄτοπον, ἔφη, ὦ ἄνδρες, ἔοικέ τι εἶναι τοῦτο. καὶ πάλιν ἐν Θεαιτήτῳ· οὐδὲν γὰρ ἄτοπον, ἀλλὰ πολὺ θαυμαστότερον ἦν· ἐσαφηνίσθη γὰρ διὰ τῆς ἀντι‐ | |
10 | θέσεως. καὶ Θουκυδίδης· δοῦλοι ὄντες τῶν ἀεὶ ἀτόπων. Ἄξονες τετράγωνοι ὄντες εἶχον ἰδιωτικοὺς νόμους ἐγγεγραμ‐ μένους· κύρβεις δὲ τρίγωνοι οὖσαι εἶχον δημοσίους νό‐ μους καὶ ἱεροποιΐας. | |
15 | Ἀναμιμνήσκομαι ὑπ’ ἐμαυτοῦ. Λιβάνιος ἐν ἐπιστολῇ τῇ Κράτιστον μὲν· ἀναμιμνησκόμενος οὖν ὅπως ἤλγεις προπέρυσιν. ἀναμιμνήσκω δὲ ἕτερον. Ἀριστείδης ἐν δευτέρῳ τῶν ἱερῶν· ἀνεμίμνησκέ με τῆς Ὀδυσσείας. καὶ ἀναμιμνήσκομαι ὑπ’ ἄλλου. | |
20 | Ἀποκέκλεισμαι τροφῆς λέγε, μὴ ἀποτετείχισμαι μηδὲ κεχώ‐ | |
ρισμαι. | 36 | |
alpha37 | Ἀποστασίου δίκην ἔλεγον, ὁπότε ἀπελεύθερος κρίνοιτο ὡς ἀποστὰς τοῦ δεσπότου· ἀπροστασίου δὲ, ὁπότε μέτοικος ἐγκαλοῖτο μὴ ἔχων προστάτην. Ἀποκήρυκτος ὁ ἐπὶ ἀδικήματι ἐκβληθεὶς τῆς οἰκίας παρὰ | |
5 | τοῦ πατρὸς μετὰ ψήφου δικαστικῆς. καὶ ἀποκηρύττειν τὸ τοῦτο ἐργάζεσθαι, καὶ τὸ διὰ κηρύγματος πωλεῖν. Λουκιανὸς ἐν τῷ βίων πράσεις· ἀποκηρύξομεν δὲ βίους φιλοσόφους. καὶ ἀποκήρυκτος ὁ οὕτω πω‐ λούμενος. ἀπόκληρος δὲ ὁ ἐν διαθήκαις πατρὸς μὴ τυ‐ | |
10 | χὼν κλήρου· ἐκποίητος δὲ ὁ δοθεὶς εἰς υἱοθεσίαν ἄλλῳ, ᾧ λέγεται ὁ τοιοῦτος εἰσποίητος. Ἀποφέρεσθαι οὐ μόνον τὸ πόρρω φέρεσθαι, ἀλλὰ καὶ τὸ κερδαίνειν. [παράδειγμα τοῦ πόρρω φέρεσθαι παρὰ Λι‐ βανίῳ· εἰ μὲν γὰρ φιλοσοφίας ἁπτόμενος | |
15 | ἀπεφέρετο τοῦ σχήματος, καὶ ἦν ἐν προση‐ γορίᾳ φιλοσοφίας.] ἀποφέρειν δὲ καὶ ἀποφορὰ τὰ | |
παρὰ τῶν ἡττόνων τοῖς μείζοσι παρεχόμενα χρηστά. | 37 | |
alpha38 | Θουκυδίδης ἐν τῇ πέμπτῃ· τάλαντον ἔταξαν τῷ Διὶ τῷ Ὀλυμπίῳ ἀποφέρειν. λέγεται μέντοι ἀποφορὰ καὶ ἡ δυσώδης ὀσμή. Ἀπόδοσις ἀψύχου. Ἰουλιανὸς ἐν ἐπιστολῇ· ἀποδέδωκας | |
5 | Ἀριστοφάνει τὰς ἀμοιβάς. ἀποκατάστασις δὲ ἐμψύχου ἀγομένου. Ἄρχειν ἀνθρώπων, κρατεῖν δὲ καὶ ἀνθρώπων καὶ θηρίων. Ἀράχνη τὸ ὕφασμα, ἀράχνιον τὸ νῆμα, ἀράχνης τὸ ζῶον. Ἡσίοδος· | |
10 | ἀερσιπότητος ἀράχνης. Ἄρνες οἱ νεογνοί, ἀρνειοὶ οἱ προήκοντες τῇ ἡλικίᾳ. Ἀστεῖος ὁ πιθανὸς καὶ ὁ χαρίεις. Ἀτέλεστον τὸ ἀδύνατον τελεσθῆναι, ἀτελὲς δὲ τὸ μήπω τετε‐ λεσμένον. τὸ μέντοι τετελεσμένον λαμβάνεται παρ’ Ὁμή‐ | |
15 | ρῳ ἐν Ἰλιάδι καὶ ἐπὶ τοῦ μήπω μὲν τελεσθέντος, φύσιν | |
δὲ ἔχοντος τελεσθῆναι· οἷον | 38 | |
alpha39 | εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμέ‐ νον ἐστίν. ἀνήνυτον δὲ κάλλιον ἢ ἀτέλεστον. ἔστι δὲ καὶ ἀτέλεστος ὁ μὴ μυηθείς· καὶ ἀτελὴς ὁ ἀμέτοχος. Λουκιανὸς ἐν | |
5 | Μενίππου καὶ Χείρωνος διαλόγῳ· ἀλλ’ ἀτελεῖς τού‐ των πάντων ἐσμέν. Αὐχὴν τὸ ὄπισθεν τοῦ τραχήλου. Φιλόστρατος ἐν εἰκόσιν· αὐχὴν εὐπαγής. δέρη δὲ τὸ ἔμπροσθεν. Λιβάνιος ἐν τῇ εἰς τὸν νεὼν τοῦ Ἀπόλλωνος μονῳδίᾳ· ἁπαλότη‐ | |
10 | τα δέρης ἐν λίθῳ. Ἀσφόδελος τὸ φυτόν, ἀσφοδελὸς δὲ ὁ τόπος ὁ ἔχων ἀσφοδέ‐ λους, ὡς παρὰ τῷ θεολόγῳ Γρηγορίῳ ἐν τῷ εἰς τὸν μέ‐ γαν Βασίλειον ἐπιταφίῳ· οὓς ἀσφοδελῶν λειμώ‐ νων καὶ Ἠλυσίων πεδίων ἠξίωσαν Ἕλληνες. | |
15 | Αἴτιαι, αἱ πρόξενοι, ἐπειδὴ καὶ ἡ πληθυντικὴ εὐθεῖα τοῦ ἀρσε‐ νικοῦ τὸ αἴτιοι προπαροξύτονός ἐστι· ταύτῃ γὰρ ἀεὶ ἐν τοῖς τριγενέσιν ἀκολουθοῦσι καὶ αἱ πληθυντικαὶ εὐθεῖαι | |
τοῦ θηλυκοῦ καὶ τοῦ οὐδετέρου. αἰτίαι δὲ, αἱ ἀφορμαὶ | 39 | |
alpha40 | καὶ αἱ μέμψεις, παροξυτόνως. οὕτω καὶ ὅσιαι γυναῖκες, ὁσίαι δὲ αἱ ταφαὶ, διὰ τὸ μὴ ἔχειν ταῦτα ἀρσενικὸν ᾧ παρακολουθήσωσιν. Ἀγροῖκος ὁ ἐν τῷ ἀγρῷ οἰκῶν παρὰ τοῖς Ἕλλησιν ἁπλῶς· | |
5 | ἄγροικος δὲ ὁ ἰδιώτης καὶ ἀπαίδευτος. οἱ Ἀττικοὶ δὲ καὶ ἐπὶ τοῦ ἐν τῷ ἀγρῷ οἰκοῦντος καὶ ἐπὶ τοῦ ἰδιώτου καὶ ἀπαιδεύτου καὶ ἀναισθήτου προπαροξυτόνως ἄγροικος λέγουσιν. Ἀριστοφάνης ἐν Πλούτῳ· λέγεις ἄγροικον ἄρα σύ γ’ εἶναι τὸν | |
10 | θεόν, ἤγουν ἀναίσθητον. καὶ πάλιν ἐν νεφέλαις· ἔπειτ’ ἔγημα Μεγακλέους τοῦ Μεγα‐ κλέους, ἀδελφιδῆν ἄγροικος ὢν ἐξ ἄστεος, | |
15 | ἤγουν ἐν τῷ ἀγρῷ οἰκῶν. ἔστι δὲ καὶ ῥῆμα ἀγροικί‐ ζομαι, τὸ ἀπαιδεύτως πρός τινα διατίθεμαι. Λιβάνιος ἐν τῷ λόγῳ τῷ πρεσβευτικὸς πρὸς τὸν Ἀχιλλέα· εἰ ἠγροικισάμην πρὸς ὁντινοῦν ἢ τῶν νέων ἢ | |
τῶν πρεσβυτέρων. | 40 | |
alpha41 | Ἀθυροστομεῖν μὴ εἴπῃς, ἀλλὰ λοιδορεῖν. Αἰτοῦμαι λέγουσιν, ὅταν ζητῇ τις ὃ μέλλει ἀποδώσειν, οἷον ἐπὶ δανείου· αἰτῶ δὲ ἄρτον, ὃν δηλονότι οὐκ ἀποδώσω. εὕρηται δὲ καὶ αἰτοῦμαι Ἀττικῶς ἀντὶ τοῦ ἁπλῶς αἰτῶ. | |
5 | Αἰσχύλος· σωτὴρ γενοῦ μοι σύμμαχός τ’ αἰτου‐ μένῳ. καὶ Λιβάνιος ἐν ἐπιστολῇ τῇ Οἶσθά που Μάρκελλον· τί τοίνυν αἰτοῦμαι; Μάρκελλος ὀψέ ποτε γί‐ | |
10 | νεται πατήρ. ἔστι δὲ αἰτοῦμαι καὶ τὸ παρά τινος ζη‐ τοῦμαί τι, ὡς ὁ αὐτὸς ἐν ἐπιστολῇ [καὶ τοῦτο]· πολ‐ λάκις ἔφασκες ἀδικεῖσθαι μηδὲν αἰτούμενος παρ’ ἡμῶν. Ἀλάβαστον δίχα τοῦ ρ Ἀττικοὶ, μετὰ δὲ τοῦ ρ ἁπλῶς Ἕλ‐ | |
15 | ληνες. | |
Ἀνάλωκα καὶ ἀνάλωσα Ἀττικοί· τὸ δὲ μετὰ αὐξήσεως ταῦτα | 41 | |
alpha42 | λέγειν, οἷον ἀνήλωσα [καὶ ἀνήλωκα], κοινόν. Λιβάνιος ἐν τῇ προρρηθείσῃ εἰς τὸν ἐν τῇ Δάφνῃ νεὼν τοῦ Ἀπόλ‐ λωνος μονῳδίᾳ· σμικρῷ σπινθῆρι πάντα ἀνά‐ λωσεν. ὡσαύτως καὶ ἐπὶ πάντων τῶν χρόνων τοῦ τοι‐ | |
5 | ούτου ῥήματος τῶν δεχομένων αὐξήσεις. Ἀνέραστος καὶ ὁ μὴ ἐρῶν καὶ ὁ μὴ ἐρώμενος. Λιβάνιος ἐν μελέτῃ τῇ Ἔχων τις γυναῖκα καὶ ὢν ὑπὸ πατρὶ ἀπεδή‐ μησεν· ἐρωτικόν· ἐγὼ δὲ ἀπ’ ἐκείνης τῆς ἡμέ‐ ρας ἀνέραστος. Λουκιανὸς ἐν Τίμωνι· ἐρῶντες | |
10 | ἀνεράστων καὶ ἀμόρφων πραγμάτων. καὶ αὖθις ἐν Μενίππου καὶ Χείρωνος διαλόγῳ· τίς δέ σε τοῦ θανάτου ἔρως ἔσχεν, ἀνεράστου τοῖς πολλοῖς χρήματος; ἐπέραστος δὲ ἀεὶ ὁ ἐρώμενος. | |
Ἀνακαθαίρομαι οὐ μόνον τὸ κάθαρσιν δέχομαι, ἀλλὰ καὶ τὸ | 42 | |
alpha43 | καθαίρω. Λιβάνιος ἐν τῷ πρὸς Κωνστάντιον καὶ Κών‐ σταντα· πάντα τὸν ἐκείνῃ τόπον ἐπῆλθεν ἀνακαθαιρόμενος γῆν τε καὶ θάλατταν. Ὥσπερ ἀστεῖος, οὕτω καὶ ἀστειοσύνη, ὡς ὁ αὐτὸς ἐν τῷ | |
5 | Ἀντιοχικῷ· ἀστειοσύνη δὲ ἡ διὰ πάντων. Οὐ μόνον Ἀχερουσία λίμνη, ἀλλὰ καὶ Ἀχερουσιάς. Φιλό‐ στρατος ἐν τοῖς ἡρωικοῖς· τοὺς δὲ Κωκυτούς τε καὶ Πυριφλεγέθοντας καὶ τὴν Ἀχερου‐ σιάδα. | |
10 | Τὸ μὲν αὔξει ἐπὶ ἐνεργητικοῦ· οἷον, αὔξει ὁ ἥλιος καὶ ἡ ὑγρό‐ της τὰ φυτά. Δημοσθένης ἐν τῷ ὑπὲρ τοῦ στεφάνου· τὰς εὐδοξίας τῆς πατρίδος θεραπεύειν, ταύ‐ τας αὔξειν. καὶ αὔξει ἀντὶ τοῦ αὔξεται. Ἀριστείδης | |
ἐν τῷ εἰς Ῥώμην· ἀλλὰ καὶ εἰκότως ηὔξησεν ἡ | 43 | |
alpha44 | ἀρχή. αὐξάνει δὲ ἐπὶ παθητικοῦ, οἷον αὐξάνει τὰ φυ‐ τά ἤγουν αὔξησιν δέχεται. καὶ αὐξάνομαι ἐπὶ τοῦ αὐτοῦ σημαινομένου. ὁ αὐτὸς Δημοσθένης ἐν τῷ αὐτῷ λόγῳ· ἐπί γε οἷς ἡ πατρὶς ηὐξάνετο. | |
5 | Τὸ ἀεὶ ἐπὶ τῶν τριῶν χρόνων· τὸ δὲ ἐσαεὶ ἐπὶ μέλλοντος, καὶ ἐπὶ ἐνεστῶτος δὲ ὅταν διηνέκειαν δηλοῖ. Ἀριστείδης ἐν τῷ εἰς Δία· ἀλλ’ ἦν τε ἄρα ἐξ ἀρχῆς καὶ ἔσται ἐσαεί. καὶ Θουκυδίδης ἐν [τῇ] πρώτῃ· κεί‐ σεταί σοι εὐεργεσία ἐν τῷ ἡμετέρῳ οἴκῳ | |
10 | ἐσαεὶ ἀνάγραπτος. Λουκιανὸς ἐν τοῖς ἀληθινοῖς· θάλλουσα ἐσαεί. Ἄρτι οὐ μόνον ἀντὶ τοῦ πρὸ ὀλίγου, ἀλλὰ καὶ ἀντὶ τοῦ ποτέ. Λουκιανὸς ἐν τῷ Διογένους καὶ Ἀλεξάνδρου διαλόγῳ· ἐπαινῶν ἄρτι μὲν ἐς τὸ κάλλος, ἄρτι δὲ ἐς | |
15 | τὰς πράξεις καὶ τὸν πλοῦτον. | 44 |
alpha45 | Ἀπώμοτος ὁ ἀπηγορευμένος, ἀνώμοτος δὲ καὶ ὁ μὴ ἐν ὅρκῳ παραληφθεὶς καὶ ὁ μὴ ὀμόσας, ὡς ὁ αὐτὸς ἐν τῷ Ἴριδος καὶ Ποσειδῶνος διαλόγῳ· ἀνώμοτός ἐστιν· ἀφανὴς γὰρ ἦν. | |
5 | Ἀποσοβῶ οὐ μόνον τὸ ἀποδιώκω, ἀλλὰ καὶ τὸ σεσοβημένως καὶ θαρραλέως ἀπέρχομαι· [ὡς ὁ αὐτὸς] Λουκιανὸς ἐν τῷ πλοῖον, ἢ εὐχαί· εἰκὸς γὰρ ἤδη παρεληλυθέναι ἐκεῖνον ἀποσοβοῦντα ἐς τὸ ἄστυ. καὶ πάλιν ἐν τῷ ὑπὲρ τῶν εἰκόνων· καὶ ὡς ὁρᾷς ἤδη ἀποσο‐ | |
10 | βῶ παρ’ αὐτήν. περισοβῶ δὲ τὸ περιέρχομαι. ὁ αὐ‐ τὸς ἐν τῷ συμπόσιον ἢ Λαπίθαι· συνεχῶς περιε‐ σοβεῖτο ἡ κύλιξ. ἀνασοβῶ δὲ τὸ ἀναταράσσω. σοβῶ δὲ καὶ τὸ πεπαρρησιασμένως χωρῶ, ὡς Συνέσιος ἐν ἐπι‐ στολῇ· ὁ γὰρ ἰδὼν τὸν πορνότριβα σοβοῦντα | |
15 | διὰ τῆς ἀγορᾶς. καὶ τὸ ἀναταράσσω καὶ ἀνεγείρω. Ἀντίπαλον καὶ τὸ ἐναντίον καὶ τὸ ἴσον. ἀμφοτέρων παραδεί‐ γματα παρὰ Θουκυδίδῃ, τοῦ μὲν ἴσου ἐν τῇ δευτέρᾳ· πόλιν μεγάλην οἰκοῦντας καὶ ἐν ἤθεσιν ἀν‐ | |
τιπάλοις αὐτῇ τεθραμμένους· τοῦ δ’ ἐναντίου ἐν | 45 | |
alpha46 | τῇ τρίτῃ· ἴσοι μὲν τῇ γνώμῃ ὄντες καὶ εὐνοίᾳ, ἀντίπαλοι δὲ τῇ παρασκευῇ καὶ δυνάμει. Ἀρρωστία οὐ μόνον ἡ νόσος, ἀλλὰ καὶ ἡ ἁπλῶς ἀδυναμία, ἐπειδὴ καὶ ὁ νοσῶν ἀδυνάτως ἔχει χρῆσθαι ἑαυτῷ. Θου‐ | |
5 | κυδίδης ἐν τῇ τρίτῃ· ἐν καρποῦ ξυγκομιδῇ ἦσαν καὶ ἀρρωστίᾳ τοῦ στρατεύειν. Οὐ μόνον ἀπόγνωσις, ἀλλὰ καὶ ἀπόγνοια. ὁ αὐτὸς ἐν [τῇ τρίτῃ]· ὅπως ἀπόγνοια ᾖ τοῦ ἄλλο τι ἢ κρα‐ τεῖν τῆς γῆς. | |
10 | Ἄπεδος χώρα ἡ ὀρεινὴ καὶ πετρώδης καὶ μὴ πεδίον ἔχουσα· καὶ ἄπεδος ἡ ὁμαλὴ καὶ οἷον ὁμόπεδος. Ἡρόδοτος ἐν τῇ πρώτῃ· ἡ δὲ ἄλλη Μηδικὴ χώρη ἐστὶ πᾶσα ἄπεδος. καὶ Θουκυδίδης ἐν τῇ ἑβδόμῃ· κατέβησαν ἐς χωρίον ἄπεδόν τι. | |
15 | Ἀθυμία καὶ ἡ λύπη καὶ ὁ πρὸς τοὺς πολέμους ὄκνος. Ἡρό‐ δοτος ἐν τῇ πρώτῃ· οὔτε τινὰ δειλίην μοι παρι‐ | |
δὼν οὔτε ἀθυμίην. ἄθυμος δὲ μόνον ὁ ὀκνηρὸς εἰς | 46 | |
alpha47 | μάχην. Συνέσιος ἐν ἐπιστολῇ· καὶ ἄλλως οὐκ ἄθυ‐ μος στρατιώτης. Ἀμηχανῶ τὸ ἀπορῶ καὶ οὐχ εὑρίσκω μηχανήν· καὶ ἀμηχανῶ τὸ ἀποτυγχάνω. Ἡρόδοτος ἐν τῇ πρώτῃ· ἔνθα ἀμη‐ | |
5 | χανήσεις χρήματος οὐδενός. Καὶ ἀπεικότως καὶ ἀπεοικότως. Θουκυδίδης ἐν τῇ ἕκτῃ· οὐ‐ δὲ τοῦτο ἀπεοικότως. Οὐ μόνον ἀγὼν, ἀλλὰ καὶ ἀγωνισμός. ὁ αὐτὸς ἐν τῇ ἑβδόμῃ· πολλὴ δὲ ἡ ἀντιτέχνησις τῶν κυβερνητῶν | |
10 | καὶ ἀγωνισμὸς πρὸς ἀλλήλους. Καὶ ἀντιβόλησις καὶ ἀντιβολία. ὁ αὐτὸς ἐν τῇ αὐτῇ· πρὸς | |
ἀντιβολίαν καὶ ὀλοφυρμὸν τραπόμενοι. | 47 | |
alpha48 | Ὥσπερ ἐκ τοῦ λογίζομαι λογισμὸς, οὕτω καὶ ἐκ τοῦ ἀναλογί‐ ζομαι ἀναλογισμός. ὁ αὐτὸς ἐν τῇ ὀγδόῃ· ὄντων δ’ αὐ‐ τῶν ἐν τοιούτῳ ἀναλογισμῷ. Ὥσπερ ἐγεννησάμην ἀντὶ τοῦ ἐγέννησα καὶ ἐθρεψάμην ἀντὶ | |
5 | τοῦ ἔθρεψα λέγομεν, οὕτω καὶ ἠγανακτησάμην ἀντὶ τοῦ ἠγανάκτησα. Λουκιανὸς ἐν τῷ ἐνυπνίῳ· ἀγανακτη‐ σαμένης δὲ τῆς μητρός. ὡσαύτως καὶ ἐθαψά‐ μην ἀντὶ τοῦ ἔθαψα. Ἡρόδοτος ἐν τῇ πρώτῃ· καὶ εἶ‐ δον δι’ ἐκείνων καὶ ἐθαψάμην. | |
10 | Ἃ μὲν, Ἃ δὲ μὴ εἴπῃς, ἀλλὰ τινὰ μὲν, τινὰ δὲ, εἰ καὶ Λουκια‐ νὸς λέγει, οὐκ οἶδα εἴτε παίζων εἴτε σπουδάζων· λέγει γὰρ ἐν τῷ ῥητόρων διδάσκαλος· ἔπειτα δὲ καὶ αὐ‐ τὸς ἃ μὲν προϊόντι ἐπιδεικνὺς κατὰ τὴν ὁδὸν, ἃ δὲ καὶ παραινῶν. καὶ πάλιν ἐν Τίμωνι· | |
15 | διδοὺς ἅπασι τοῖς δεομένοις, ᾧ μὲν πέντε | |
δραχμὰς, ᾧ δὲ μνᾶν, ᾧ δὲ ἡμιτάλαντον. ὁ δὲ | 48 | |
alpha49 | αὐτὸς οὗτος ἐξελέγχει τοῦτο ἐν τῷ ψευδο[σοφιστῇ ἢ] σο‐ λοικιστῇ αὐτοῦ. Ἀφῆκεν εἰς τὸ πέλαγος, οὐκ ἐφῆκεν. Ἀριστείδης ἐν τῷ Αἰ‐ γαίῳ· ἀλλὰ διεξελθὼν ἐπ’ ἄλλην ἀκτὴν κατά‐ | |
5 | ρας ἐκεῖθεν ἀφιέναι. Καὶ ἀνακαλοῦμαι καὶ ἀνακαλῶ. Θουκυδίδης ἐν τῇ πρώτῃ· οἱ δὲ Λακεδαιμόνιοι αἰσθόμενοι τό τε πρῶ‐ τον δι’ αὐτὰ ταῦτα ἀνεκάλεσαν αὐτόν. Ἀναισθητεύομαι μὴ εἴπῃς, ἀλλ’ ἀναισθήτως ἔχω καὶ οὐκ αἰ‐ | |
10 | σθάνομαι καὶ ἀναισθητῶ. Δημοσθένης· ἐπεπείσμην δὲ ὑπὲρ ἐμαυτοῦ τυχὸν μὲν ἀναισθητῶν. Ἀπολύομαι μέμψεως καὶ ἀπολύομαι τὴν μέμψιν, ἢ ἀπολύω. Ἀριστείδης ἐν τῷ πρὸς Θηβαίους περὶ συμμαχίας δευ‐ τέρῳ· οἷς ἀπολύεσθε τὴν μέμψιν. | |
15 | Ἀπόστολος ὁ ἀπεσταλμένος. Δημοσθένης· ἀλλ’ οἱ μὲν | |
ἐχθροὶ καταγελῶσιν, οἱ δὲ σύμμαχοι τε‐ | 49 | |
alpha50 | θνᾶσι τῷ δέει τοὺς τοιούτους ἀποστόλους. καὶ ἀπόστολος αὐτὴ ἡ ἀποστολή. Ἀριστείδης ἐν τῷ περὶ τοῦ μὴ πέμπειν βοήθειαν τοῖς ἐν Σικελίᾳ· χρήματα δ’ ἡμῖν τὰ μὲν εἰς τὸν ἀπόστολον τὸν καλὸν | |
5 | ἐξανήλωται. Αὐτομολία κάλλιον ἢ αὐτομόλησις. ὁ αὐτὸς ἐν τῷ περὶ τοῦ πέμπειν βοήθειαν τοῖς ἐν Σικελίᾳ· καὶ πρὸς αὐτὰς τὰς αὐτομολίας. Ἀνεβίωσα ἐγὼ ἀμεταβάτως· μεταβατικῶς δὲ Πλάτων ἅπαξ | |
10 | εἶπεν ἐν τῷ Φαίδωνι· ἐάν πέρ γε ἡμῖν ὁ λόγος τελευτήσῃ καὶ μὴ δυνώμεθα αὐτὸν ἀναβι‐ ώσασθαι. Ἀποδέχομαι καὶ αἰτιατικῇ καὶ γενικῇ. Δημοσθένης ἐν τῷ περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν· ἄξιον ἀποδέ‐ | |
15 | χεσθαι, ὦ Ἀθηναῖοι, σφόδρα τῶν τοῖς ὅρ‐ κοις καὶ ταῖς συνθήκαις διακελευομένων ἐμμένειν. Πλάτων ἐν Φαίδωνι· οὐκ ἀποδέχομαι ἐμαυτοῦ οὐδὲ ὥς. καὶ Συνέσιος ἐν τῇ Λύσαντες ἐκ Βενδιδείου ἐπιστολῇ· καὶ ἡμεῖς ἀποδεχόμεθα λέ‐ | |
20 | γοντος. | 50 |
alpha51 | Ἀπρονόητος καὶ ὁ μὴ προνοῶν καὶ ὁ μὴ προνοούμενος παρά τινος. Λουκιανὸς ἐν τῷ Ζεὺς τραγῳδός· ἢ ὄντας ἀπρονοήτους εἶναι αὐτῶν. Καὶ ἀγὼν καὶ ἀγωνία. Πλάτων ἐν Γοργίᾳ· δεῖ μέντοι, | |
5 | ὦ Σώκρατες, τῇ ῥητορικῇ χρῆσθαι καθάπερ τῇ ἄλλῃ πάσῃ ἀγωνίᾳ· καὶ γὰρ τῇ ἄλλῃ ἀγω‐ νίᾳ οὐ τούτου ἕνεκα δεῖ πρὸς ἅπαντας χρῆ‐ σθαι ἀνθρώπους. [ἐκ δὴ τῆς ἀγωνίας ταύτης τῆς τὸν ἀγῶνα δηλούσης καὶ ἡ ἀγωνία ἤγουν ὁ φόβος παρή‐ | |
10 | χθη.] Ἀμφίεσμα τὸ ἔνδυμα, καὶ ἀμφίεσις. ὁ αὐτὸς ἐν τῷ αὐτῷ· καὶ τὰ αὐτῶν ἀμφιέσματα καὶ τὰ τῶν κρι‐ νομένων. Ἀναγινώσκω τὸ βιβλίον διέξειμι· καὶ ἀναγινώσκω τὸ ἀνα‐ | |
15 | γνωρίζω, ἀφ’ οὗ καὶ ἀνάγνωσις ἡ τῶν πρώτων μαθημά‐ των τῆς ψυχῆς ἀναγνώρισις ὡς προειδυίας ταῦτα, ὡς ὁ | |
φιλόσοφος λόγος. εὕρηται δὲ καὶ παρ’ Ἡροδότῳ ἀναγι‐ | 51 | |
alpha52 | νώσκω τὸ ἀναπείθω, ὡς ἐν τῇ πρώτῃ· οἵ μιν ἀνέ‐ γνωσαν μετεῖναι Κῦρον. Ἄφθονος ὁ πολὺς καὶ ὁ μὴ φθονούμενος καὶ ὁ μὴ φθονῶν. Ἡρόδοτος ἐν τῇ τρίτῃ· ἄνδρα γε τύραννον ἄ‐ | |
5 | φθονον ἔδει εἶναι. Ἀλογία ἡ τοῦ λόγου στέρησις καὶ ἡ ἀφροντισία· ὡς ὁ αὐτὸς ἐν τῇ τετάρτῃ· ἀλογίην εἶχον τοῦ χρηστηρίου. Ἀρὰ οὐ μόνον ἡ κατάρα, ἀλλὰ καὶ ἡ εὐχή. ὁ αὐτὸς ἐν τῇ ἕκτῃ· ἀρὴν ἐποιήσαντο παῖδα γενέσθαι. | |
beta52(post9t) | Β. | |
10 | Βῶλος ἐπὶ θηλυκοῦ, εἰ ἐπὶ γῆς λαμβάνεται. Συνέσιος ἐν ἐπιστολῇ τῇ Οἶμαί σου τὴν θεσπεσίαν ψυχήν· τὴν πατρῴαν βῶλον ὑποτελῆ τῇ συγκλήτῳ δεξά‐ μενος. ἐπὶ δὲ ἁπλῶς λίθου καὶ ἀρσενικῶς καὶ θηλυκῶς | |
ἐκφέρειν δεῖ. Εὐριπίδης ἐν Ὀρέστῃ· | 52 | |
beta53 | φερομέναν βῶλον ἐξ Ὀλύμπου. Σοφοκλῆς ἐν Αἴαντι· ὑγρᾶς ἀρούρας βῶλον ὃς ἔμελλε. Βαλαντιοκλέπτης, οὐ βαλαντοκλέπτης. καὶ βαλαντιοτόμος, οὐ | |
5 | βαλαντοτόμος. Βλάβος ἐπὶ οὐδετέρου δοκιμώτερον ἢ βλάβη. Βλήχων, οὐ γλήχων. ἔστι δὲ εἶδος βοτάνης ἡ ἰδιωτικῶς λε‐ γομένη βλησκούνη. Βιβλιογράφος, οὐ βιβλιαγράφος. Λιβάνιος ἐν τῷ περὶ τῆς | |
10 | ἑαυτοῦ τύχης· τρέπει μὲν ἐπὶ τοῦτο τῶν βι‐ βλιογράφων δέκα. Βυρσοδέψης, οὐ βυρσεύς. Βὴξ καὶ ἐπὶ θηλυκοῦ καὶ ἐπὶ ἀρσενικοῦ. Ἀριστείδης [ἐν τρί‐ | |
τῳ τῶν ἱερῶν·] βὴξ βαρεῖα. Θουκυδίδης ἐν τῇ δευ‐ | 53 | |
beta54 | τέρᾳ· κατέβαινεν ἐς τὰ στήθη ὁ πόνος μετὰ βηχὸς ἰσχυροῦ. Βομβύκιον, οὐ βαμβύκιον. Οἱ κυρίως Ἀττικοὶ ἐπὶ ἀρσενικοῦ ὁ βάτος λέγουσιν, οὐχἡ βά‐ | |
5 | τος. Βραγχᾶν, οὐ βραγχιᾶν· καὶ βράγχος οὐδετέρως. Βραδύτερον, οὐ βράδιον· ποιητικὸν γάρ. καὶ Ἡσίοδος ἐν ἡμέραις· βράδιον δὲ Πανελλήνεσσι φαείνει. | |
10 | ἐκείνου δὲ μάρτυς Λιβάνιος ἐν ἐπιστολῇ· καί σε εἰ καὶ βραδύτερον, ἀλλὰ καὶ σεμνότερον ὄψομαι. Βλὰξ καὶ ὁ τρυφῇ χαίρων, καὶ ὁ ἀναίσθητος καὶ πρὸς τὰ καλὰ ἀκινήτως ἔχων καὶ νωθρῶς. Ἀριστείδης ἐν τῷ πρὸς τοὺς αἰτιωμένους ὅτι μὴ μελετῴη· ἦ γὰρ ἂν | |
15 | παντάπασι βλὰξ εἴην τις. ὡσαύτως καὶ βλακεία καὶ ἡ τρυφὴ καὶ ἡ ἀναισθησία. Βάρος νοῦ λέγειν βέλτιον ἢ μέγεθος. Βλαβεῖμεν, βλαβεῖτε, βλαβεῖεν, οὐχὶ βλαβείημεν, βλαβείητε, βλαβείησαν. οἱ γὰρ Ἀττικοὶ ἐν πᾶσι πληθυντικοῖς τῶν | |
20 | εὐκτικῶν βαρυτόνων τε καὶ περισπωμένων καὶ τῶν εἰς μι | 54 |
beta55 | παραληγομένοις τῷ η ἀποβάλλουσιν αὐτό, οἷον τυφθεῖ‐ μεν, ποιοῖμεν, βαῖμεν. πλὴν φυλάττεσθαι δεῖ τὸ κακό‐ φωνον, ἔνθα ἂν τύχῃ, ὡς ἐπὶ τοῦ βαῖτε καὶ σταῖτε καὶ τῶν ὁμοίων. | |
5 | Βέβαιος ἐπὶ θηλυκοῦ κρεῖττον ἢ βεβαία Ἀριστείδης· βέ‐ βαιον τὴν αἰτίαν ἔχοιεν ἄν. Ἡ βοῦς, οὐχ ὁ βοῦς. ἀρσενικῶς δὲ μόνον τὸν τῆς παροιμίας ἐκφέρομεν βοῦν, οἷον τὸν βοῦν ἐπὶ γλώττης φέρει. ὡσαύτως ἐπὶ θηλυκοῦ καὶ τὸ τῶν βοῶν λέγο‐ | |
10 | μεν ἄθροισμα, οἷον τὴν βοῦν ἐληίσαντο. [λέγε δὲ ἐπὶ μὲν τῆς εὐθείας τῶν πληθυντικῶν βόες, εἰ καὶ Ἀριστοφάνης κἂν ἀναγκασθεὶς ἅπαξ βοῦς εἶπεν· ἐπὶ δὲ τῆς αἰτιατικῆς βοῦς.] Βόλιτα λέγε τὴν τῶν βοῶν κόπρον, μὴ βόλβιτα. | |
15 | Βαλάντιον καὶ πήρα ῥήτορες, οὐ μαρσίπιον. | |
Βρωμᾶται ὄνος, οὐκ ὀγκᾶται. Λιβάνιος ἐν τῇ περὶ τῆς λάλου | 55 | |
beta56 | μελέτῃ· ὄνοι βρωμώμενοι. τὸ δὲ ὀγκᾶται οὐδεὶς τῶν ῥητόρων εἶπε. Βατὶς θηλυκῶς ὁ ἰχθὺς, οὐχὶ βάτος. Βραβεὺς, οὐ βραβευτής. Σοφοκλῆς ἐν Ἠλέκτρᾳ· | |
5 | ὅσων γὰρ εἰσεκήρυξαν οἱ βραβεῖς δρόμων διαύλων. ἔστι δὲ ὁ ἀγωνοθέτης, ὁ τὰ βραβεῖα τοῖς νικῶσι δι‐ δούς. Βιασάμενος κόρην λέγε, μὴ φθείρας. καὶ βεβιασμένη, οὐκ | |
10 | ἐφθαρμένη. Βόθρος, οὐ βόθυνος οὐδὲ λάκκος· ταῦτα γὰρ οὐκ ἴσασιν Ἀττικοί. Βλαφθέντες δοκιμώτερον ἢ βλαβέντες· ὡσαύτως καὶ βλαφθῆ‐ ναι ἢ βλαβῆναι. Θουκυδίδης· τῷ μεγίστῳ τοῦ | |
15 | ὁπλιτικοῦ βλαφθῆναι. Βελόνη καὶ βελονοπώλης ἀρχαῖα, ἡ δὲ ῥαφὶς ἀδόκιμον· ῥά‐ πτω μέντοι καὶ ῥάμμα, αὐτὸ τὸ ἐρράφθαι, ἐν χρήσει. Ἀριστείδης ἐν Διονύσῳ· καλέσας τὰς νύμφας λύει τὸ ῥάμμα. | |
20 | Βάκηλος· ἁμαρτάνουσιν οἱ τιθέντες αὐτὸ ἐπὶ τοῦ βλακός. ση‐ | 56 |
beta57 | μαίνει γὰρ τὸν ἀποτετμημένον τὰ αἰδοῖα, ὃν Βιθυνοί τε καὶ Ἀσιανοὶ Γάλλον καλοῦσι. λέγε οὖν βλάκα καὶ βλά‐ κιον, ὡς οἱ ἀρχαῖοι. Βάτταλος ἐπὶ μαλακοῦ τάττεται, ἀπό τινος ὑποκριτοῦ Βατ‐ | |
5 | τάλου γυναικείοις πεδίλοις χρησαμένου. ὅθεν καὶ Δημο‐ σθένης σκωπτόμενος παρὰ τῶν ἐχθρῶν εἰς μαλακίαν βάτ‐ ταλος ἐκαλεῖτο. Βρέχειν οὐδεὶς τῶν ἀρχαίων εἶπεν ἐπὶ ὑετοῦ, ἀλλὰ ὕειν. Ἀριστοφάνης ἐν νεφέλαις· | |
10 | ἀλλὰ τίς ὕει; καὶ ὕεσθαι παθητικῶς. Ἀριστείδης ἐν τῷ Αἰγυπτίῳ· πάντες γὰρ ὕονται· καὶ οὐκ εἰκάσαι γε ἡμᾶς ὅτι ὕονται. τὸ βρέχω μέντοι ἐπὶ τῶν ἁπαλυνομένων ὑπὸ ὕδατός φασι· σημείωσαι δὲ, ὡς ἐπὶ τοῦ παθητικοῦ | |
15 | παρακειμένου καὶ τῶν ἐξ αὐτοῦ πάντων χρόνων χώραν ἔχει τὸ βρέχω καὶ ἐπὶ ὑετοῦ λαμβάνεσθαι. Ἀριστοφάνης | |
ἐν νεφέλαις· | 57 | |
beta58 | πρὶν ἂν τουτὶ πτύξωμαι μὴ καταβρε‐ χθῶ. καὶ Ἀριστείδης ἐν τῷ αὐτῷ· ὅπου γὰρ καὶ ἡ γῆ ψιλὴ βρεχθεῖσα. | |
5 | Βαβαὶ λογογραφικόν, βαβαιὰξ ποιητικόν. Ἀριστοφάνης ἐν βατράχοις· βαβαιὰξ μυριάκις ἐν τῷ βίῳ. Βασίλεια γυνή, Αἰσχύλος ἐν Πέρσαις· βασίλεια γύναι, | |
10 | καὶ βασιλίς. βασιλὶς μέντοι καὶ βασίλειος πόλις καὶ οἰ‐ κία καὶ ναῦς, οὐ μὴν καὶ βασιλεία· βασίλειος δ’ αὖ μόνον δημηγορία καὶ ἐπιστολή. Φιλόστρατος ἐν σοφιστῶν βί‐ οις· διῆγε τὰς βασιλείους φροντίδας. βασί‐ λισσα δὲ γυνὴ οὐδεὶς τῶν ἀρχαίων εἶπε. | |
15 | Βασίλεια κρεῖττον ἢ ἀνάκτορα· τὸ δὲ παλάτια ἀδόκιμον. ἀρχεῖα δὲ παρά τισιν εὕρηται. Βαρὺς τὴν ὀφρὺν κάλλιον ἢ σκυθρωπός. Ἐκ βαθέων ἐστὶν ὁ δεῖνα οἴκων λέγε, ἢ ἐκ γονέων πλουσίων. Βεβὼς Ἀττικοὶ λέγουσιν, οὐ βεβηκώς, καὶ βεβᾶσιν, οὐ βεβή‐ | |
20 | κασι. | 58 |
beta59 | Βρώματα πληθυντικῶς, οὐ βρῶμα οὐδὲ βρῶσις. Τὸν βίον ἐκ χειρῶν ποιεῖται ἐρεῖς, οὐ τὰ πρὸς τροφήν. Λι‐ βάνιος ἐν τῇ Οἷα τετόλμηται ἐπιστολῇ· εἰ τὸν βίον ἐκ χειρῶν ποιουμένη συγκατακλίνοιτο τῷ | |
5 | δοῦναι δυναμένῳ. Βασιλεὺς κυρίως ὁ πατρόθεν ἢ ἄλλως ἀπὸ γένους ἔχων τὴν ἀρχήν· κοίρανος ὁ πρὸς καιρὸν τὸ τοῦ βασιλέως ἔργον ποιῶν· ἡγεμὼν δὲ ὁ τάξεως στρατιωτικῆς ἡγούμενος. τὸ δὲ ἄρχων καὶ ἐπὶ τῶν τριῶν λαμβάνεται· τὸ μέντοι κρα‐ | |
10 | τῶν ἐπὶ μόνου τοῦ βασιλεύοντος. Βουλευτήριον, οὐ βουλεῖον δῆθεν ἀπὸ τοῦ βουλή. ἔστι δὲ βουλευτήριον οὐ μόνον ὁ τόπος ἐν ᾧ βουλεύονται, ἀλλὰ καὶ αὐτοὶ οἱ βουλευταί. Συνέσιος ἐν ἐπιστολῇ· ἐπει‐ δή μοι παρὰ παντὸς συνέστη τοῦ βουλευτη‐ | |
15 | ρίου. ἀλλὰ δὴ καὶ τὸ σχολεῖον ἐν ᾧ ἐδίδασκον καὶ ἠγω‐ νίζοντο οἱ διδάσκαλοι. Ἀριστείδης ἐν τῇ ἐπὶ Σμύρνῃ μονῳδίᾳ· ποῦ μοι τὸ βουλευτήριον; ποῦ νέων καὶ πρεσβυτέρων σύνοδοι καὶ θόρυβοι; Λι‐ βάνιος ἐν ἐπιστολῇ· τοῦτον ἥκοντα μὲν εὐθὺς | |
20 | εἰσήγομεν εἰς τὸ βουλευτήριον. | 59 |
beta60 | Βάραθρος ἀρσενικῶς ὁ βαράθρου ἄξιος ἄνθρωπος· βάρα‐ θρον δὲ ὄρυγμά τι, εἰς ὃ τοὺς κακούργους ἔβαλλον. κρεῖττον δὲ λέγειν βαράθρου ἄξιος ἢ ὀλέθρου. Βιοῦν ἐπὶ ἀνθρώπων, ζῆν δὲ καὶ ἐπὶ ἀνθρώπων καὶ ἐπὶ ἄλ‐ | |
5 | λων ζώων. ἐντεῦθεν Ἀριστοτέλης τὸν βίον ὡρίσατο οὕ‐ τως· βίος ἐστὶ λογικὴ ζωή. Βλέπειν τὸ ἁπλῶς ὁρᾶν· θεᾶσθαι δὲ καὶ τὸ ὁρᾶν τι τῶν ἐν τῷ θεάτρῳ γινομένων, οἷον πάλην, πυγμὴν καὶ τὰ τοι‐ αῦτα. ἐξ οὗ καὶ θέατρον, ὁ ἀγών. ἔστι δὲ θεᾶσθαι καὶ | |
10 | τὸ κατανοεῖν. Εὐριπίδης ἐν Ὀρέστῃ· θεᾶσθαι δ’ ὧδε χρὴ τὸν προστάτην. Βασκαίνω οὐ μόνον ἀντὶ τοῦ φθονῶ, ὅπερ πρὸς δοτικὴν συν‐ τάσσεται, ἀλλὰ καὶ ἀντὶ τοῦ μέμφομαι καὶ διαβάλλω παρὰ τοῖς παλαιοῖς εὕρηται, καὶ συντάσσεται πρὸς αἰτι‐ | |
15 | ατικήν. Δημοσθένης ἐν τῷ περὶ τῶν ἐν Χερρονήσῳ· ταύτην βασκαίνειν καὶ διαλύειν πειρᾶσθαι. καὶ πάλιν ἐν τῷ αὐτῷ λόγῳ· ἀλλὰ βασκαίνομεν | |
καὶ σκοποῦμεν, πόθεν καὶ τί μέλλει ποι‐ | 60 | |
beta61 | εῖν. καὶ Ἀριστείδης ἐν τῷ περὶ τοῦ πέμπειν βοήθειαν τοῖς ἐν Σικελίᾳ· ὅσον φιλονεικίας ἢ τοῦ βα‐ σκαίνειν τὸν ἄνδρα ἀφέστηκα. Βοηθεῖ μὲν ὁ συνών τινι, ἐπικουρεῖ δὲ ὁ ἔξωθεν εἰς βοήθειαν | |
5 | ἥκων· καὶ συμμαχεῖ δὲ ὁ αὐτόθεν, ὑπερμαχεῖ δὲ ὁ ἀδυ‐ νάτῳ χρησιμεύων, ἀμύνει δὲ ὁ ὑπὲρ τοῦ πεπονθότος κα‐ κῶς τῷ δεδρακότι μαχόμενος. πάντα δὲ ταῦτα καὶ ἀντὶ τοῦ βοηθεῖν ἁπλῶς λαμβάνεται. Βουκολεῖν τὸ τρέφειν· ἀποβουκολεῖν δὲ τὸ ἀποπλανᾶν, ὡς | |
10 | ἔφη τις τῶν σοφῶν· φθάνει τις ταῖς ἐλπίσιν ἡ‐ μᾶς ἀποβουκολῶν. καὶ Λουκιανὸς ἐν Ἑρμοῦ καὶ Πλούτωνος διαλόγῳ· εὖ μάλα διαβουκολεῖ αὐ‐ τοὺς καὶ [ἐπ]ελπίζει. ἤγουν ἀπατᾷ καὶ εἰς ἐλπί‐ δας ἄγει. | |
15 | Βρύχειν τοὺς ὀδόντας, οὐ τρύζειν. | |
Βαρβαροκτόνος ὁ κτείνων τοὺς βαρβάρους, βαρβαρόκτονος | 61 | |
beta62 | δὲ ὁ ὑπὸ βαρβάρων κτανθείς· ὥσπερ καὶ πενθερόκτονος καὶ πενθεροκτόνος, καὶ ὅσα τοιαῦτα. Βύειν ἐπὶ ὤτων, καταμύειν ἐπὶ ὀφθαλμῶν, συμμύειν ἐπὶ στό‐ ματος, μύειν δὲ ἐπὶ πασῶν τῶν αἰσθήσεων, ὡς τὸ τοῦ | |
5 | θεολόγου· μύσαντα τὰς αἰσθήσεις. Βωμολόχος ὁ φλύαρος, ἐκ μεταφορᾶς τῶν τοῖς βωμοῖς ἐλλο‐ χώντων πενήτων ἵνα τι τῶν θυομένων ἢ ὑφέλωσιν ἢ ἁρ‐ πάσωσιν· εἰς τοῦτο δ’ ἰόντες οἱ τοιοῦτοι καὶ ἄθεσμά τινα ἔλεγον. | |
10 | Οὐ μόνον βαρβαρικὸς πόλεμος, ἀλλὰ καὶ βάρβαρος. Θουκυ‐ δίδης· βάρβαρον ἢ Ἕλληνα πόλεμον. Τὸ βασανίζειν ἐπὶ δοκιμασίας λαμβάνεται, καὶ τῆς διὰ λόγων καὶ τῆς διὰ τιμωρητικῶν ὀργάνων. μὴ λέγε οὖν βεβα‐ σάνισται ὑπὸ νόσου, ἀλλ’ ἐξήτασται. | |
15 | Βαρύνειν χρήσιμον, βαρεῖν δὲ ἄχρηστον παρὰ τοῖς δοκιμω‐ | |
τάτοις τῶν παλαιῶν. πλὴν ἐπὶ τοῦ παρακειμένου οὐ βε‐ | 62 | |
beta63 | βάρυγκα λέγουσιν, ἀλλὰ βεβάρηκα εἰς παθητικοῦ σημα‐ σίαν. Ἀριστείδης ἐν τετάρτῳ τῶν ἱερῶν· οἱ δ’ ἧκον οἴνῳ βεβαρηκότες οἱ ναῦται. Τὰ εἰς κος τινὰ μέν εἰσι κτητικά, οἷον βασιλικὸς λόγος, ἢ ὃν | |
5 | ἔγραψε βασιλεὺς ἢ ὃν ἔγραψέ τις εἰς βασιλέα· [Πλατω‐ νικὸν βιβλίον·] τινὰ δὲ δηλοῦσιν ἐπιτηδειότητά τινος εἰς τι, οἷον δρομικὸς ὁ ἐπιτηδειότητα ἔχων εἰς δρόμον, κἂν μηδέπω ἔδραμε, καὶ πυκτικὸς ὁ ἐπιτηδειότητα ἔχων εἰς τὸ πυκτεύειν· τὰ δὲ λέγονται ἐνεργείᾳ, οἷον μουσικὸς ὁ | |
10 | εἰδὼς μουσικὴν, καὶ γραμματικὸς ὁ εἰδὼς γραμματικήν· τὰ δὲ φύσει, οἷον λογικὸς ὁ λόγῳ χρώμενος. Βέλος τὸ πεμπόμενον, καὶ αὐτὴ ἡ βολὴ, καὶ τὸ ἐκ τῆς βολῆς τραῦμα. Ὅμηρος δὲ καὶ τὴν ὠδίνουσαν ὀξὺ βέλος ἔχειν φησίν. | |
15 | Οὐ μόνον βουλεύομαι, ἀλλὰ καὶ βουλεύω. Λιβάνιος ἐν τῷ Ἀντιοχικῷ· ἐν ᾗ τινες ἦσαν τῆς εὑρέσεως ἐλ‐ πίδες, οὕτως ἐβούλευσαν. καὶ βουλεύω ἀντὶ τοῦ | |
βουλευτής εἰμι. ἐπιβουλεύω δὲ τὸ ἐπιβουλὴν ἀρτύω κα‐ | 63 | |
beta64 | τά τινος· καὶ αὖ ἐπιβουλεύω τὸ μετά τι βουλεύομαι Ἀριστοφάνης ἐν Πλούτῳ· τί δὲ ταῦτ’ ἐπιβουλεύει ποιεῖν ἡμᾶς; | |
5 | καὶ Θουκυδίδης ἐν τῇ τρίτῃ· ἐπιβουλεύουσιν αὐ‐ τοί τε καὶ Ἀθηναίων οἱ ξυμπολιορκούμενοι πρῶτον μὲν πάντες ἐξελθεῖν. Ἰστέον δὲ ὅτι τὸ βούλομαι μετὰ παρῳχημένου καὶ ἐνεστῶ‐ τος μόνον τίθεται, οὐδέποτε δὲ μετὰ μέλλοντος. | |
10 | Ὅμηρος ἐν αʹ Ἰλιάδος· βούλομ’ ἐγὼ λαὸν σόον ἔμμεναι ἢ ἀπο‐ λέσθαι. Θουκυδίδης ἐν [τῇ] ἑβδόμῃ· βουλόμενοι ἐκ τῶν οἰκιῶν λαβεῖν τι ἐδώδιμον. Λουκιανὸς ἐν τοῖς | |
15 | ἀληθινοῖς· βούλομαι αὖθις ἐξενεγκεῖν. Ὡσαύτως καὶ τὸ θέλω καὶ ἐθέλω, ὡς ὁ αὐτὸς ἐν τῷ αὐτῷ λόγῳ· ὁμήρους ἐπὶ τούτοις δοῦναι | |
ἤθελε. | 64 | |
beta65 | Καὶ τὸ βιάζω δὲ καὶ τὸ ἀναγκάζω. Θουκυδίδης ἐν τῇ πρώτῃ· ὁμολογίᾳ ἀναγκάσαντες ἀποδοῦναι τὴν πόλιν. καὶ αὖθις ἐν τῇ τετάρτῃ· οὐκ ἀνέ‐ μειναν ἀνάγκην σφίσι γενέσθαι. | |
5 | Καὶ τὸ ἐπιθυμῶ δὲ καὶ τὸ ἀξιῶ καὶ τὸ δέομαι καὶ τὸ ἱκετεύω καὶ τὸ ποθῶ. ὁ αὐτὸς ἐν τῇ ἕκτῃ· ἑτέρους ἐπιθυμεῖν ἐκεῖσε πλεύσαντας δεύτερον ἐπα‐ γαγέσθαι. ὁ αὐτὸς αὖθις ἐν τῇ πέμπτῃ· ἠξίουν σφίσιν ἀποδοῦναι. καὶ αὖθις ἐν τῇ αὐτῇ· ἐδέ‐ | |
10 | οντο σφίσι Πάνακτόν τε καὶ τοὺς Ἀθηναί‐ ων δεσμώτας παραδοῦναι. Λουκιανὸς ἐν τῷ ῥη‐ τόρων διδάσκαλος· ἐπιθυμῶν δηλαδὴ ὅτι τά‐ χιστα γενέσθαι ἐπὶ τῆς ἄκρας. ὁ αὐτὸς ἐν τοῖς ἀληθινοῖς· ἠξίουν ἀποπεμφθῆναι κάτω. | |
15 | καὶ αὖθις ἐν τοῖς αὐτοῖς· ἱκέτευον εἰπεῖν τὰ μέλλοντα. καὶ πάλιν ἐν τῷ ῥητόρων διδάσκαλος· οἷπερ ἐξ ἀρχῆς ἐπόθεις ἐλθεῖν. | |
Ὡσαύτως καὶ τὸ μαντεύομαι καὶ τὸ ἐῶ καὶ τὸ παραι‐ | 65 | |
beta66 | τοῦμαι καὶ τὸ ὀρέγομαι καὶ τὸ κελεύω καὶ τὸ δύναμαι καὶ τὸ ζητῶ καὶ τὸ ὀφείλω καὶ τὸ ἀγωνίζομαι καὶ τὸ παραινῶ καὶ τὸ τολμῶ. Λουκιανὸς ἐν τοῖς νεκρικοῖς διαλόγοις· οὐδὲ πώποτε προμαντευομένους | |
5 | οὕτω γενέσθαι ταῦτα. ὁ αὐτὸς ἐν τοῖς ἐναλίοις· ἐάσατε ῥῖψαι ἐμαυτόν. καὶ αὖθις ἐν τοῖς αὐ‐ τοῖς· τὸ βρέφος δὲ παρῃτεῖτο μὴ ἀποθανεῖν. καὶ αὖθις ἐν τῷ θεῶν κρίσις· καὶ τούτων ὀρέγε‐ σθαι τυχεῖν. καὶ αὖθις ἐν τοῖς νεκρικοῖς· τὸν | |
10 | Ἑρμῆν κέλευσον ἀπεργάσασθαι αὐτὸν, οἷος ἦν ἐκ τοῦ παστοῦ. Ἀριστείδης ἐν δευτέρῳ τῶν ἱε‐ ρῶν· κελεύει καταβάντα εἰς τὸν ποταμὸν τὸν πρὸ τῆς πόλεως ῥέοντα λούσασθαι. ὁ αὐτὸς ἐν τῷ αὐτῷ· τίς ἐνδείξασθαι δυνηθείη; | |
15 | καὶ αὖθις ἐν τῷ αὐτῷ· ἔδοξεν οὖν ἡμῖν οὐ χεῖ‐ ρον εἶναι μεταπέμψασθαι καὶ τὸν νεωκό‐ | |
ρον. Θουκυδίδης ἐν τῇ τρίτῃ· πρὸς Ἀθηναίους | 66 | |
beta67 | ἐκελεύετε τραπέσθαι. ὁ αὐτὸς ἐν τῇ αὐτῇ· ἐζή‐ τησάν τε μετὰ τῶν πολεμιωτάτων ἡμᾶς στάντες διαφθεῖραι. ὁ αὐτὸς αὖθις ἐν τῇ τετάρ‐ τῃ· ὀφείλων ἤδη ὁ ἐναντίος μὴ ἀνταμύνε‐ | |
5 | σθαι ὡς βιασθεὶς ἀλλ’ ἀνταποδοῦναι ἀρε‐ τήν. καὶ αὖθις ἐν τῇ τετάρτῃ· καὶ ἀγωνίσασθε τοῖς Ἕλλησιν ἄρξαι πρῶτοι ἐλευθερίας. καὶ ἐν τῇ ὀγδόῃ· ἠγωνίζετο οὖν εἷς ἕκαστος αὐ‐ τὸς πρῶτος προστάτης τοῦ δήμου γενέσθαι. | |
10 | καὶ ἐν τῇ τρίτῃ· παραινούντων Ἀθηναίων σφᾶς ἐᾶσαι πρῶτον ἐκπλεῦσαι. καὶ ἐν τῇ ἑβ‐ δόμῃ· τολμῆσαι πρὸς τὸ Ἀθηναίων ναυτι‐ κὸν ἀντιστῆναι. Καὶ τὸ τάττω δὲ καὶ πείθομαι καὶ κινδυνεύω καὶ ἔπω | |
15 | τὸ λέγω καὶ ἐπείγομαι καὶ ὁρμῶ καὶ ὠθῶ καὶ διανοοῦ‐ μαι καὶ ἔχω καὶ ἐπιστέλλω τὸ προστάσσω καὶ κωλύω καὶ ψηφίζομαι καὶ ὀκνῶ καὶ σπεύδω. ὁ αὐτὸς Θουκυδίδης | |
ἐν τῇ δευτέρᾳ· ταξάμενοι κατὰ χρόνους ἀπο‐ | 67 | |
beta68 | δοῦναι. καὶ αὖθις ἐν τῇ τρίτῃ· ἔργῳ δὲ πε‐ πεισμένοι Κερκυραίοις Κόρινθον προσποι‐ ῆσαι. καὶ Ἀριστείδης ἐν τῷ Ῥοδίοις περὶ ὁμονοίας· ἐπεὶ δὲ λόγῳ ψιλῷ δεῖ πείσαντα καταστή‐ | |
5 | σασθαι τὰ πράγματα. Θουκυδίδης ἐν τῇ τρίτῃ· καὶ ἡ πόλις ἐκινδύνευσε πᾶσα διαφθαρῆναι. καὶ αὖθις ἐν τῇ τετάρτῃ· εἶπον δὲ τούτοις καὶ Κερκυραίων τῶν ἐν τῇ πόλει ἐπιμεληθῆναι. καὶ πάλιν ἐν τῇ αὐτῇ· ἠπείγοντο φθῆναι τοὺς | |
10 | Λακεδαιμονίους. καὶ ἐν τῇ αὐτῇ αὖθις· ὥρμηντο διακινδυνεῦσαι. καὶ πάλιν ἐν τῇ αὐτῇ· ὤσασθαι ἐπειρῶντο. καὶ ἐν τῇ πέμπτῃ· διενοεῖτο ἀνα‐ νεώσασθαι. καὶ ἐν τῇ ἕκτῃ· οὔτε γένος ἔχω εἰπεῖν. καὶ ἐν τῇ ὀγδόῃ· καὶ ἐπεκηρυκεύετο | |
15 | αὐτοῖς ἀποστῆναι. καὶ αὖθις ἐν τῇ αὐτῇ· ἐπι‐ στείλαντες ξυναλλαγῆναι πρὸς τοὺς Λακε‐ δαιμονίους. καὶ ἐν τῇ αὐτῇ αὖθις· ἢ Πελοποννη‐ σίοις γε κωλύσειν ἐλθεῖν. καὶ πάλιν ἐν τῇ αὐτῇ· | |
ἐψηφίσαντο τὰ πράγματα παραδοῦναι. καὶ | 68 | |
beta69 | Ἀριστείδης ἐν τῷ Ῥοδίοις περὶ ὁμονοίας· τοῖς δὲ ἀποκνήσασι μέχρι τούτου μνησθῆναι πρὸς ὑμᾶς περὶ τούτων. καὶ Θουκυδίδης ἐν τῇ δευτέ‐ ρᾳ· καὶ μὴ κατοκνήσειν περιιδεῖν αὐτὴν | |
5 | τμηθεῖσαν. Ὡσαύτως καὶ τὸ ἐχρῆν, τὸ ἔδει, τὸ εἰκός ἐστι, τὸ ἀνάγκη ἐστὶ καὶ τὸ ἔξεστι. Θουκυδίδης ἐν τῇ τετάρ‐ τῃ· ἔξεστι καλῶς θέσθαι. καὶ ἐν τῇ πέμπτῃ· οὐκ εἰκὸς εἰς νῆσόν γε αὐτοὺς περαιωθῆ‐ | |
10 | ναι. Τὸ δὲ φημὶ ἀεὶ πρὸς μέλλοντα καὶ ἐνεστῶτα. ὁ αὐ‐ τὸς ἐν τῇ δευτέρᾳ· καὶ αὐτὸς ἔφη ξυλλήψεσθαι. καὶ ἐν τῇ τετάρτῃ· ταῦτα δὲ ἔχων ἔφη ἢ ἄξειν Λακεδαιμονίους ζῶντας ἢ αὐτοῦ ἀποκτε‐ | |
15 | νεῖν. καὶ Ἀριστείδης ἐν πέμπτῳ τῶν ἱερῶν· ἀντὶ πάντων ἔφη τιμᾶσθαι χρημάτων αὐτούς. εἰ δὲ περὶ παρῳχημένου πράγματος δεῖ λέγειν, τότε καὶ τὸ ἔφην πρὸς παρῳχημένον τίθεται. | |
Ὡσαύτως τὸ ὁμνύω καὶ τὸ ὁρκῶ καὶ ἐπὶ μέλλοντος | 69 | |
beta70 | καὶ ἐνεστῶτος. Λουκιανὸς ἐν τοῖς νεκρικοῖς· ἐλεύ‐ θερον ἐπωμοσάμην ἀφήσειν αὐτόν. καὶ Θου‐ κυδίδης ἐν τῇ ἕκτῃ· ὁρκώσαντες μηδὲν μνησι‐ κακήσειν. | |
5 | Τὸ δὲ εὔχομαι, εἰ μέν ἐστιν ἀντὶ τοῦ ὑπισχνοῦμαι, ἀεὶ πρὸς μέλλοντα. Πλάτων ἐν Φαίδωνι· τῷ οὖν Ἀπόλλωνι εὔξαντο, ὡς λέγεται, τότε εἰ σω‐ θεῖεν ἑκάστου ἔτους θεωρίαν ἀπάξειν εἰς Δῆλον. εἰ δὲ ἀντὶ τοῦ παρακαλῶ, πρὸς παρῳχημέ‐ | |
10 | νον. Πλάτων ἐν τῷ Ἀξίοχος ἢ περὶ θανάτου· εὐ‐ ξάμενοι τὸ κράτιστον αὐτοῖς γενέσθαι. καὶ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου· πρῶτον μὲν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς θεοῖς εὔχο‐ μαι πᾶσι καὶ πάσαις, ὅσην εὔνοιαν ἔχων | |
15 | ἐγὼ διατελῶ τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν, το‐ σαύτην ὑπάρξαι μοι παρ’ ὑμῶν. Τὸ δὲ προσδοκῶ καὶ τὸ ἐλπίζω ἁπλᾶ μὲν οὕτω τι‐ θέμενα μέλλοντι συντάσσονται καὶ ἐνεστῶτι. εἰ δὲ διαλελυμένως, οἷον ἐλπίδα ἔχω καὶ προσδοκίαν ἔχω, | |
20 | καὶ πρὸς παρῳχημένον καὶ πρὸς μέλλοντα. Ἀριστεί‐ | |
δης ἐν Λευκτρικῷ τρίτῳ· προσδοκίαν τινὰ ἕξου‐ | 70 | |
beta71 | σι δι’ ἡμῶν πάλιν σωθήσεσθαι. Θουκυδίδης ἐν τῇ τετάρτῃ· ἐν ἐλπίδι εἶναι ἀναλαβεῖν Νί‐ σαιαν. καὶ ἐν τῇ πέμπτῃ· ἐλπὶς γὰρ μάλιστα αὐτοὺς οὕτω φοβηθῆναι. καὶ αὖθις ἐν τῇ αὐ‐ | |
5 | τῇ· ἔτι καὶ στῆναι ἐλπὶς ὀρθῶς. καὶ ἐν τῇ ἕκτῃ· οὐκ ἀνέλπιστον τὸ τοιοῦτον ξυμβῆ‐ ναι. Καὶ τὸ φοβοῦμαι δὲ μέλλοντι συντάσσεται. ὁ αὐτὸς ἐν τῇ πέμπτῃ· οὐ φοβούμεθα ἐλασσώσεσθαι. | |
10 | Τὸ δὲ δοκῶ καὶ τὸ νομίζω καὶ τὸ οἴομαι καὶ τοῖς τρισὶ χρόνοις συντάσσονται. ὁ αὐτὸς ἐν τῇ ἑβδόμῃ· ἔδοξε τῷ Δημοσθένει πρότερον ἀποπειρᾶ‐ σαι. καὶ αὖθις ἐν τῇ τετάρτῃ· αὐτοὶ κυριώτε‐ ροι νομίζοντες εἶναι δοῦναι. καὶ Ἀριστείδης | |
15 | ἐν τῷ περὶ ὁμονοίας ταῖς πόλεσιν· ἐάσειν μοι | |
δοκῶ. | 71 | |
gamma72(t) | Γ. | |
1 | Γάμους ποιεῖν Ἀττικοὶ λέγουσιν, οὐχὶ γάμον. Αἱ γραῦς, οὐχ αἱ γρᾶες, οὐδὲ αἱ γραῖαι· ποιητικὸν γάρ· [γραΐδια δέ.] Γῆμαι, οὐ γαμῆσαι. Λιβάνιος ἐν μελέτῃ τῇ περὶ τῆς λάλου· | |
5 | ἔδει μὲν, ὦ βουλὴ, τεθνάναι με πρὶν ἢ γῆ‐ μαι. Γαστρίδουλο μὴ εἴπῃς, ἀλλὰ γαστρὸς δοῦλος ἢ γαστρὶ δου‐ λεύων ἢ γαστρὸς ἥττων. Γνωσιμαχῶ τὸ διά τι προγεγονὸς ἐμαυτῷ μάχομαι, ὅπως | |
10 | τοῦτο εἰργασάμην. λέγε οὖν γνωσιμαχῶ καὶ μὴ ἐμαυτῷ κατὰ νοῦν μάχομαι. Γαργαλισμὸς μὴ εἴπῃς, γάργαλος δέ. Λουκιανὸς ἐν τῷ Μί‐ κυλλος ἢ ἀλεκτρυών· τοιοῦτον γάργαλον πα‐ | |
ρείχετό μοι τὰ ὁρώμενα. γαργαλίζω μέντοι Ἀρι‐ | 72 | |
gamma73 | στείδης ἐν τῷ κατὰ ἐξορχουμένων· καὶ τὰ ὦτα γαρ‐ γαλίζουσι. Γιγνόμενον οὐ μόνον τὸ ἐνεργούμενον, ἀλλὰ καὶ τὸ ἀνῆκόν τινι καὶ ἁρμόζον, οἱονεὶ τὸ πρὸς αὐτὸν ἐρχόμενον καὶ | |
5 | αὐτῷ συμβαῖνον. [Ἀριστείδης· καὶ τιμᾶν τοῖς γιγνομένοις τὴν πόλιν. καὶ] Λιβάνιος ἐν τῇ Δι‐ κάζεται Ποσειδῶν Ἄρει ὑπὲρ Ἁλιρροθίου μελέτῃ· θεῖος γὰρ οὗτος καὶ τιμῶ τὰ γιγνόμενα, ἤγουν ὅσον ἀνήκει καὶ ἐπιβάλλει τῷ θείῳ. καὶ ἡ γιγνο‐ | |
10 | μένη τινὶ εὐφημία, ἤγουν ἡ πρέπουσα καὶ ἐπιβάλλουσα. Γεγυμνασμένος ῥητορικῆς καὶ ῥητόρων δοκιμώτερον ἂν εἴποις ἢ μέτοχος. Φιλόστρατος ἐν τοῖς βίοις τῶν σοφιστῶν· γεγύμναστο δὲ ἱκανῶς τῆς ἀττικιζούσης λέ‐ ξεως. καὶ πάλιν· ἄνδρα γεγυμνασμένον τῆς | |
15 | τοιᾶσδε ἰδέας. εἰδέναι δὲ χρὴ, ὅτι τὸ ἕνεκα λαμβά‐ νεται ἔξωθεν, ὡς εἶναι τὸ ἐντελὲς τῆς ἐννοίας, ὅτι ὅσον εἰς τοῦτο γεγυμνασμένος ἦν. | |
Γυναικὸς ἀδελφὸς, οὐ γυναικάδελφος· κοινὸν γάρ. | 73 | |
gamma74 | Γαστρίζειν καὶ ἐπὶ τοῦ τὴν γαστέρα τύπτειν οἱ ὕστερον· οἱ δὲ ἀρχαῖοι ἐπὶ τοῦ τὴν γαστέρα ἐμπίπλασθαι. Οὐ μόνον ἄγεται γυναῖκα, ἀλλὰ καὶ γαμεῖ. Γρυλίζειν Ἀττικοὶ δι’ ἑνὸς λ. | |
5 | Γογγύλη οἱ μὲν παλαιοὶ ἐπὶ τοῦ στρογγύλου τιθέασιν· οἱ δὲ νῦν ἐπὶ τοῦ λαχάνου, ὅπερ γογγυλὶς, οὐ γογγύλη γρά‐ φεται. Γεννήματα ἐπὶ καρπῶν τινες τιθέασιν, ἀδοκίμως. σὺ δὲ καρ‐ ποὺς λέγε. | |
10 | Γράψαι καὶ λέγειν Ὅμηρος λέγει, γράμμα δὲ καὶ λόγον οὐχί. Γραφεὺς κάλλιον ἢ ζωγράφος. Εὐριπίδης ἐν Ἑκάβῃ· ὡς γραφεύς τ’ ἀποσταθείς. Γράφομαί σε τοῦ δεῖνος, οὐ γράφω, εἰ καὶ Συνέσιος ἐνεργητι‐ κῶς τε ἅμα καὶ οὕτως ἁπλῶς προήγαγεν ἐν [τῇ] ἐπιστολῇ | |
15 | τῇ Σὺ γὰρ δὴ καὶ φιλόσοφος εἶ καὶ φιλάνθρωπος λέγων· | |
ἐφ’ ᾧ Γεννάδιον ἔγραψε. καὶ Λουκιανὸς ἅπαξ ἐν | 74 | |
gamma75 | τῷ δὶς κατηγορούμενος· γράψαι μὲν αὐτὴν μοι‐ χείας οὐκ ἐδοκίμαζον. Ἔγημεν ὁ ἀνὴρ λέγε, ἐγήματο δὲ ἡ γυνή. Γενέθλια δόκιμον, οὐ γενέσια. καὶ γενεθλιακὸς λόγος, οὐ γε‐ | |
5 | νεσιακός. Γενηθεὶς ἀντὶ τοῦ γενόμενος οὐδεὶς τῶν δοκίμων· ἐγεγόνειν γὰρ καὶ ἐγενόμην ῥήτορες λέγουσιν. ἐγενήθην δὲ καὶ τοὺς καθεξῆς ἅπαντας χρόνους παρ’ οὐδενὶ τούτων εὑ‐ ρήσεις. εἰ μὴ Ἀριστείδης ἅπαξ ἐν τῷ πρὸς βασιλέα εἶπε | |
10 | λόγῳ, ὅπερ μοι δοκεῖ ἁμάρτημα εἶναι τῶν γραφέων. λέγει δὲ οὕτω· πολλοῖς δὲ ἀνηκέστων συμφο‐ ρῶν αἴτιοι γενηθέντες. Γελοῖος ὁ καταγέλαστος, γέλοιος δὲ ὁ γελωτοποιός· γελοῖον δὲ οὐδετέρως μόνον τὸ γέλωτος ἄξιον. Δημοσθένης ἐν | |
15 | δευτέρῳ τῶν Ὀλυνθιακῶν· μίμους γελοίων καὶ ποιητὰς αἰσχρῶν ᾀσμάτων. | |
Γοργὼ, Γοργοῦς Ἀττικοὶ, ὡς Σαπφὼ, Σαπφοῦς· Γοργὼν | 75 | |
gamma76 | δὲ, Γοργόνος, ἁπλῶς Ἕλληνες. Εὐριπίδης ἐν Ὀρέ‐ στῃ· τὸ Γοργοῦς δ’ οὐ κάτοιδ’ ἐγὼ κάρα. Λουκιανὸς ἐν τῷ περὶ εἰκόνων· ἀλλ’ ἦ τοιοῦτό τι | |
5 | ἔπαθον οἱ τὴν Γοργὼ ἰδόντες. Λιβάνιος ἐν τῇ μελέτῃ τοῦ τρισαριστέως· ὥσπερ τινὰ Γοργὼ τὴν ἐμὴν ὁρῶντες ἀσπίδα. Γάνος ἡ χάρις. Ἀριστείδης ἐν τῇ μονῳδίᾳ τῆς Σμύρνης· τὸ ὑπὲρ πάσης τῆς πόλεως ἑστηκὸς γάνος. | |
10 | καὶ γανοῦμαι τὸ ἡδονῆς καὶ χάριτος πληροῦμαι, ὡς ὁ αὐτός· τίς οὐχὶ καὶ ἐν ταῖς τριόδοις ἰδὼν ἐγανώθη. καὶ γεγανωμένα πρόσωπα τὰ χάριτος γέ‐ μοντα. Γαμβρὸς ποιητικώτερον· κηδεστὴς δὲ παρὰ τοῖς ῥήτορσι. | |
15 | Γείτων εἰμὶ τοῦ δεῖνος καὶ γείτων εἰμὶ τῷ δεῖνι, τῆς μὲν γενι‐ κῆς πρὸς τὸ γείτων, τῆς δὲ δοτικῆς πρὸς τὸ ὑπαρκτικὸν ῥῆμα εἴτε ὂν εἴτε νοούμενον. μάρτυς ἀμφοτέρων Αἰσχύ‐ λος λέγων ἐν τῷ ἑπτὰ ἐπὶ Θήβαις· γείτονας πύλας ἔχων | |
20 | Ὄγκας Ἀθάνας. | 76 |
gamma77 | καὶ πάλιν ἐν τῷ αὐτῷ δράματι· ἥτ’ ἀγχίπολις πύλαισι γείτων. Τὸ γοῦν καὶ ἀντὶ τοῦ οὖν καὶ ἀντὶ τοῦ τἄν καὶ ἀντὶ τοῦ γάρ· | |
5 | ὡς Ἀριστοφάνης ἐν Πλούτῳ· κρατοῦσι γοῦν κἀν τοῖς πολεμίοις ἑ‐ κάστοτε. καὶ ἀργὸν δὲ, χάριν κόσμου τοῦτο τιθέασιν οἱ ποιηταί. Σοφοκλῆς ἐν Ἠλέκτρᾳ· | |
10 | τὰ γοῦν σά. Ὡσαύτως καὶ τὸ γέ οὐ μόνον ἀργὸν εὑρίσκεται, ἀλλὰ καὶ ἀντὶ τοῦ γάρ. Ἀριστοφάνης ἐν Πλούτῳ· ἔγωγέ τοι διὰ μικρὸν ἀργυρίδιον δοῦλος γεγένημαι. | |
15 | Λιβάνιος ἐν ἐπιστολῇ· τοῖς μέν γε κάλλος οὐκ ἔπεστι. καὶ Ἀριστείδης ἐν τῷ ὑπὲρ ῥητορικῆς πρώτῳ· βαδίζουσί γε εἰς Δελφοὺς καὶ πυνθάνονται περὶ τῶν πολιτειῶν. | |
Γαλῆ Ἀττικόν, οὐ γαλέα. | 77 | |
gamma78 | Γηρᾶναι καὶ καταγηρᾶναι ἀρχαιότερον· οἱ δ’ ὕστερον γηρᾶ‐ σαι καὶ καταγηρᾶσαι. Τὰ παρὰ τὸ γῆρας καὶ κρέας καὶ κέρας γινόμενα ὀνόματα διὰ τοῦ ω μεγάλου γραφόμενα, τὰ μὲν παρὰ τὸ γῆρας | |
5 | καὶ κρέας κατὰ ἀποβολὴν τοῦ ς κλίνεται, οἷον εὔγηρως, εὔγηρω, καλόγηρως, καλόγηρω· τὰ δὲ παρὰ τὸ κέρας οἱ μὲν κοινοὶ διὰ τοῦ τος κλίνουσι· μονόκερως, μονο‐ κέρωτος, αἰγόκερως, αἰγοκέρωτος· οἱ δὲ Ἀττικοὶ κατὰ ἀποβολὴν τοῦ ς καὶ ταῦτα, χρυσόκερως, χρυσόκερω. | |
10 | Ἀριστείδης ἐν τῷ εἰς Ῥώμην· ποιητὴς μὲν οὖν ἤδη τις εἶπε σκώψας εὔξασθαι κατὰ χρυσό‐ κερω λιβανωτοῦ. Γεννᾷ ἀνὴρ παῖδα, καὶ γεννᾷ ὁ Πλάτων τὸν οὐρανόν ἀντὶ τοῦ γεννητὸν λέγει. | |
15 | Τὸ γελάσω καὶ ὅσα δευτέρας συζυγίας τῶν περισπωμένων ὄν‐ τα πρὸ τοῦ α σύμφωνον ἔχουσι πλὴν τοῦ ρ, βραχὺ τὸ α | |
ἔχουσιν. ὅσα δὲ πρὸ τοῦ α φωνῆεν ἢ τὸ ρ, μακρὸν ἔχει | 78 | |
gamma79 | τὸ α, οἷον ἐῶ, ἐάσω, ἐᾶσαι· περῶ, περάσω, πε‐ ρᾶσαι. Γαμεῖ τις ἀμεταβάτως ἀντὶ τοῦ γάμον ἔχει, τουτέστι συνημ‐ μένος ἐστὶ γυναικί· καὶ γαμεῖ τήνδε μεταβατικῶς ἀντὶ | |
5 | τοῦ εἰς γάμον λαμβάνει ἢ λαβὼν ἔχει. Γέγονα ἔτη τοσαῦτα κάλλιον ἢ γέγονα ἐτῶν. Πλάτων ἐν τῇ τοῦ Σωκράτους ἀπολογίᾳ· ἔτη γεγονὼς πλείω ἑβδομήκοντα. καὶ Ἡρόδοτος ἐν τῇ τρίτῃ· ταῦτα εἰπεῖν αὐτὸν ἔτεα ὡς δέκα γεγονότα. | |
delta79(post9t) | Δ. | |
10 | Διαθήκας γράφειν τις λέγεται, οὐ διαθήκην. Καὶ διακονοῦμαι καὶ διακονῶ. Λουκιανὸς ἐν τῷ φιλοψευ‐ δὴς ἢ ἀπιστῶν· δεξιῶς ὑπηρέτει καὶ διηκο‐ νεῖτο ἡμῖν. Δικροῦν, οὐ δίκρουν· ἀπὸ τοῦ δικρόον γάρ. | |
15 | Δεσμὰ κάλλιον ἢ δεσμοί. ἐπὶ δὲ τῶν ἑνικῶν τὰ τοῦ ἀρσενι‐ κοῦ μόνα ἐν χρήσει· ὁ δεσμὸς γὰρ καὶ τοῦ δεσμοῦ καὶ | |
ὅσα μέχρι τῶν πληθυντικῶν. | 79 | |
delta80 | Δεδεμένος κάλλιον ἢ δεθείς, καὶ δέων ἢ δεσμῶν. Δημοσθέ‐ νης· δέων, ἀπάγων, βοῶν. Διηλλάγη δοκιμώτερον ἢ κατηλλάγη. καὶ διαλλαγαὶ πληθυν‐ τικῶς, οὐ διαλλαγή· τὸ δὲ καταλλαγὴ εἰ καὶ εὕρηται, | |
5 | ἀλλ’ οὐ δόκιμον. ὡσαύτως καὶ ἐπὶ τοῦ διαλλάττω καὶ καταλλάττω νόει. Θουκυδίδης δὲ καὶ ἐνηλλάγη ἀντὶ τοῦ διηλλάγη λέγει· ὅσοι μὲν Ἀθηναίοις ἤδη ἐνηλ‐ λάγησαν. καὶ συνηλλάγη ὡσαύτως ἐν τῇ ὀγδόῃ· ἐπι‐ στείλαντες ξυναλλαγῆναι πρὸς τοὺς Λακε‐ | |
10 | δαιμονίους. καὶ πάλιν ἐν τῇ τρίτῃ· καὶ ὅρκοι εἴ που ἄρα γένοιντο ξυναλλαγῆς. διαλλαχθή‐ σομαι δὲ κάλλιον ἢ διαλλαγήσομαι· ὡς ἐπιτοπολὺ γὰρ οἱ μέλλοντες πρῶτοι προτιμῶνται τῶν δευτέρων μελ‐ λόντων. | |
15 | Διαπαίζει, οὐ καταπαίζει. | 80 |
delta81 | Διαφῆκε δοκιμώτερον ἢ ἀφῆκε· καὶ διακούει ἢ ἀκούει· δια‐ λοιδορεῖται καὶ λοιδορεῖται ἢ λοιδορεῖ· συντάσσεται δὲ ἀεὶ τὸ παθητικὸν πρὸς δοτικὴν, εἰ καί τινες πρὸς αἰτι‐ ατικὴν πλὴν ἀδοκίμως. καὶ διαλυμαίνεται καὶ λυμαίνε‐ | |
5 | ται. Δισκοβόλος οὐ δεῖ λέγειν, ἀλλὰ δισκευτής. Δουλοῦμαι τὸν δεῖνα Ἀττικοὶ, οὐ δουλῶ. Δημοσθένης· δο λοῦται τὰς πόλεις. Διαχρῶμαι τὸν δεῖνα καὶ διαχειρίζομαι καὶ διεργάζομαι κρεῖτ‐ | |
10 | τον ἢ φονεύω. Λιβάνιος ἐν διηγήματι δραματικῷ τῷ Ἤρα τῆς ἑαυτοῦ γυναικὸς ὁ Κανδαύλης· διαχρησά‐ μενος τὸν δεσπότην. καὶ πάλιν ἀλλαχοῦ· διεχει‐ ρίσατο ἑαυτόν. Εὐριπίδης ἐν Ἑκάβῃ· ἄγ’ οὖν Ὀδυσσεῦ καὶ διέργασαί μ’ | |
15 | ἄγων. | |
ὡσαύτως καὶ διαχείρισις· διέργασις μέντοι καὶ διεργα‐ | 81 | |
delta82 | σμὸς οὐχ εὕρηται. ἔστι δὲ καὶ διαχείρισις ἡ διοίκησις. Θουκυδίδης· πολέμῳ τε καὶ διαχειρίσει πρα‐ γμάτων. καὶ διαχειρίζω τὸ διεξάγω. Ἡρόδοτος δὲ καὶ καταχρῶμαι ἀντὶ τοῦ φονεύω λέγει ἐν τῇ πρώτῃ· | |
5 | αὐτοῦ μιν ἐν τῇσι Θυρέῃσι καταχρήσασθαι ἑωυτόν. καὶ αὖθις ἐν τῇ αὐτῇ· τέῳ δὴ μόρῳ τὸν παῖδα κατεχρήσαο, τόν τοι παρέδωκα. ὁ αὐ‐ τὸς δὲ καὶ διαχρῶμαι πρὸς δοτικὴν λέγει ἀντὶ τοῦ χρῶ‐ μαι, ὡς ἐν τῇ αὐτῇ· οὗτοι μὲν τῶν Φωκαιέων | |
10 | τοιούτῳ μόρῳ διεχρήσαντο. καὶ πάλιν ἐν τῇ αὐτῇ· καὶ τῷ ὀνόματι τῷ αὐτῷ αἰεὶ διαχρε‐ ωμένους τῷπερ νῦν. Διαπεπραγμένον καὶ τὸ γεγενημένον καὶ τὸ ἠφανισμένον. Αἰ‐ σχύλος ἐν τῷ ἑπτὰ ἐπὶ Θήβαις· | |
15 | διαπεπραγμένου στρατοῦ. | |
Πλούταρχος ἐν παραλλήλοις περὶ Δημάδου· ὥσπερ | 82 | |
delta83 | ἱερείου διαπεπραγμένου ἡ γλῶσσα καὶ ἡ κοιλία λείπεται. ὅθεν καὶ Συνέσιος ἐν ἐπιστολῇ λαβὼν χρῆται οὕτω πως· ὥσπερ ἱερείου διαπε‐ πραγμένου τοῦ ἔνδον τὸ δέρμα λείπεται | |
5 | γνώρισμα τοῦ πάλαι ζώου. Δίκη ἡ ἰδία, γραφὴ ἡ δημοσία. Πλάτων ἐν τῷ Εὐθύφρων ἢ περὶ ὁσίου· οὔ τοι δὴ Ἀθηναῖοί γε, ὦ Εὐθύ‐ φρον, δίκην αὐτὴν καλοῦσιν, ἀλλὰ γραφήν. [εἰσάγει γὰρ πρῶτον τὸν Εὐθύφρονα δίκην τὴν ἰδίαν λέ‐ | |
10 | γοντα, εἶτα τὸν Σωκράτην ἐπιδιορθούμενον τὸ ὄνομα διὰ τῶν τοιούτων.] Διάπειρα κρεῖττον ἢ πεῖρα. Πίνδαρος· | |
διάπειρά τοι βροτῶν ἔλεγχος. | 83 | |
delta84 | Διέχει δοκιμώτερον ἢ ἀπέχει, οἷον, δέκα σταδίοις διέχει. καὶ Θουκυδίδης· διεῖχον δὲ πολὺ ἀπ’ ἀλλήλων. καὶ διέχω τὸ διϊστῶ. Ἡρόδοτος ἐν τῇ ἐνάτῃ· ῥέει κάτω ἐς τὸ πεδίον, διέχων ἀπ’ ἀλλήλων τὰ ῥέ‐ | |
5 | εθρα. Διαγράφω, οὐκ ἀπαλείφω. Δεῖγμα, οὐ δεῖξις· ἀπόδειξις δέ. καὶ δῆγμα διὰ τοῦ η, οὐ δῆξις. Διελέχθη κάλλιον ἢ διελέξατο. | |
10 | Δύναμαι, δύνασαι· δύνῃ δὲ οὐδεὶς τῶν δοκίμων εἶπεν, εἰ καὶ Συνέσιος ἐν ἐπιστολῇ· σὺ μὲν οὖν καὶ δύνῃ καὶ δύναιο. ἐὰν δύνῃ δέ. Πλάτων ἐν Φαίδωνι· ἀλλὰ πειρῶ ὡς ἂν δύνῃ ἀκριβέστατα διελθεῖν πάντα. | |
15 | Διχῆ διελὼν, ἢ δίχα. Διενειμάμην καὶ ἐνειμάμην, οὐ διειλόμην. Ἀριστείδης ἐν τῇ πρὸς τοὺς βασιλέας ἐπιστολῇ· πρὸς δὲ τοὺς στρα‐ τιώτας τοὺς χιτῶνας ἐνείματο. | |
Διέπαυσέ τίς τινα καὶ διεπαύσατο αὐτὸς, καὶ ἔπαυσε καὶ | 84 | |
delta85 | ἐπαύσατο, καὶ ἀνέπαυσε καὶ ἀνεπαύσατο. Λιβάνιος ἐν μελέτῃ τῇ Διέσωσέ τις ἐμπρησμοῦ γενομένου τὸν ἑαυτοῦ πατέρα· μόλις, ὦ ἄνδρες δικασταὶ, τῶν ἐπὶ τῷ πατρὶ θρήνων [ὀλίγον] ἀναπαυσάμε‐ | |
5 | νος. τὸ δὲ μετὰ τῆς κατά ἐκφέρειν ταῦτα ἀδόκιμον. Δικάζω φόνον, ὡς Εὐριπίδης ἐν Ὀρέστῃ· ἐν οὐ καλῷ μὲν ἐμνήσθην θεῶν, φόνον δικάζων. καὶ δικάζω ἀνθρώποις. δικάζομαι δὲ τῷ δεῖνι φόνου | |
10 | ἀντὶ τοῦ παρὰ δικασταῖς ἐγκαλῶ. ὡς ἔχει τὸ παρὰ Λι‐ βανίῳ ἐν ἐπιγραφῇ μελέτης· καὶ δικάζεται Ποσει‐ δῶν Ἄρει ὑπὲρ Ἁλιρροθίου. Δάκρυσι λέγε, μὴ δακρύοις· ποιητικὸν γάρ. Λιβάνιος ἐν μελέτῃ τῇ Φιλαργύρου παῖς ἀριστεύσας· τοῖς τῶν | |
15 | δανειζομένων δάκρυσι μηδὲν ἐνδιδόναι. Δεδίττομαι τὸν δεῖνα, ἤγουν ἐκφοβῶ, καὶ παρὰ ποιηταῖς καὶ παρὰ λογογράφοις· ἀντὶ δὲ τοῦ ἐκφοβοῦμαι παρὰ ποιηταῖς μόνοις. Ὅμηρος ἐν βʹ Ἰλιάδος· | |
οὔ ς’ ἔοικε κακὸν ὣς δειδίσσεσθαι. | 85 | |
delta86 | Δευσοποιὸς καὶ ὁ βαφεὺς καὶ ἡ εἰς βάθος βεβαμμένη βαφή. λέγε οὖν δευσοποιὸς βαφὴ, μὴ ἀναπόνιπτος, εἰ καὶ Συ‐ νέσιος ἐν ἐπιστολῇ τῇ Ὥσπερ ἄλλοτε πολλάκις χρῆται καὶ ἀμφοτέροις λέγων· ὅταν ἁμάρτῃ δευσοποιά | |
5 | τε καὶ ἀναπόνιπτα. Δικαστήριον καὶ ὁ τόπος ἐν ᾧ αἱ δίκαι τελοῦνται, καὶ αὐτοὶ οἱ δικάζοντες καὶ ὁ τῆς πόλεως ἄρχων ἀπὸ τοῦ τὰς ἐν αὐτῇ δίκας διοικεῖν οὕτω καλούμενοι. Συνέσιος περὶ Μαρκελλίνου τοῦ ἄρχοντος τὸν λόγον ποιούμενος οὕτω | |
10 | λέγει· παρεῖναι μὲν οὖν ἡμῖν καὶ τὸ δικα‐ στήριον ἐβουλόμεθα· ἐπεὶ δὲ τυγχάνει ὢν ὑπερόριος. Δεκέτες παιδίον κάλλιον εἰπεῖν ἢ δεκάετες, καὶ δεκέτης πόλε‐ μος ἢ δεκαέτης. Λιβάνιος ἐν τῷ ὑπὲρ τῆς Ἀντιοχέων | |
15 | ὀργῆς· οὔτ’ αὐτὸς οὗτος ὁ δεκέτης πόλεμος. δεκαετὲς μέντοι διάστημα χρόνου, οὐ δεκετὲς, καὶ δε‐ | |
καετὴς χρόνος, οὐ δεκετής. ὡσαύτως δὲ καὶ πεντάετες | 86 | |
delta87 | καὶ ἑξάετες. Ἀριστείδης ἐν δευτέρῳ τῶν ἱερῶν· οὐ γὰρ πεντάετες, οὐχ ἑξάετες ἀρκεῖ. Δεδήσομαι, οὐ δεθήσομαι. ἀπορήσειε δ’ ἄν τις, πῶς ἀπὸ τοῦ δέδεμαι, δέδεσαι, τὸ δεδήσομαι γινόμενον οὐ δεδέ‐ | |
5 | σομαι γράφεται. φαμὲν οὖν, ὅτι τοῦ δέω, δῶ τὸ δε‐ σμῶ οἱ μέλλοντες διὰ τοῦ η ἐκφέρονται· δήσω γὰρ καὶ δήσομαι, διὰ τοῦτο καὶ δεδήσομαι· οἱ δὲ ἄλλοι χρόνοι διὰ τοῦ ε, δέδεκα, δέδεμαι, ἐδέθην καὶ οἱ ἐξ αὐτοῦ, πλὴν τοῦ ἐνεργητικοῦ ἀορίστου τοῦ ἔδησα καὶ τῶν ἐξ αὐ‐ | |
10 | τοῦ. τοῦτο δὲ γίνεται διὰ τὸ τὴν πρώτην συζυγίαν [τῶν περισπωμένων] ἐπὶ τοῦ μέλλοντος ἔχειν ἢ τὸ η ἢ τὸ ε, ποτὲ δὲ καὶ ἀμφότερα. Ἀριστείδης ἐν Διονύσῳ· οὐ‐ δὲν ἄρα οὕτως βεβαίως δεδήσεται. καὶ Συ‐ νέσιος ἐν ἐπιστολῇ· ἂν ἐκεῖνοι σωφρονῶσι, δε‐ | |
15 | δήσεται. Τὸ δυσωποῦμαι παρὰ μὲν τοῖς ἀρχαίοις ἀντὶ τοῦ ὑφορῶμαι καὶ ὑποπτεύω τίθεται, καθὰ καὶ Πλάτων ἐν Φαίδρῳ | |
χρῆται. [Δημοσθένης ἐν τῷ κατὰ Φιλίππου τρίτῳ· | 87 | |
delta88 | ἢ γὰρ ἐπίτηδες, ἢ δι’ ἄγνοιαν εἰς χαλεπὸν πρᾶγμα ὑπάγουσι τὴν πόλιν. ἀλλὰ δυσω‐ ποῦμαι ἢ γὰρ ἐξεπίτηδες.] παρὰ δὲ τοῖς ὕστε‐ ρον ἀντὶ τοῦ ἐντρέπομαι καὶ οὐκ ἀντέχω δι’ αἰδῶ, ὃ | |
5 | βούλεται καὶ Πλουτάρχῳ τὸ περὶ δυσωπίας βι‐ βλίον. Διέφθορεν ἀντὶ τοῦ ἐφθάρη. Λουκιανὸς ἐν τῷ Ἡρακλέους καὶ Ἀσκληπιοῦ διαλόγῳ· ὑπ’ ἀμφοῖν διεφθορὼς τὸ σῶμα. καὶ ἀντὶ τοῦ ἔφθειρε. Σοφοκλῆς ἐν Ἠλέ‐ | |
10 | κτρᾳ· τὰς οὔσας τέ μοι καὶ τὰς ἀπούσας ἐλπίδας διέφθορεν. ἔστι δὲ καὶ ὁ παρακείμενος ἐν χρήσει. Ἀριστείδης ἐν Περικλεῖ· ἢ πῶς Ἀθηναίους εἴη διεφθαρκώς. | |
15 | Διαιτητὴς λέγε καὶ μὴ αἱρετὸς κριτής. | 88 |
delta89 | Δένδρεσιν, ὡς Θουκυδίδης καὶ ἕτεροι, οὐ δένδροις, ὡς Ξε‐ νοφῶν. Διακεκναισμένος τὸ χρῶμα, ποιηταί. Ἀριστοφάνης ἐν νεφέ‐ λαις· | |
5 | οὐ γὰρ ἂν τλαίην ἰδεῖν τοὺς ἱππέας τὸ χρῶμα διακεκναισμένος. διεφθαρμένος λογογράφοι. Καὶ διεβίβων καὶ διεβίβαζον. Ἀριστείδης ἐν τῷ Παναθη‐ ναϊκῷ· καὶ διεβίβαζεν εἰς τὴν Ἀσίαν τὰς | |
10 | πολλὰς καὶ μεγάλας ἀποικίας. Ἰστέον ὅτι ἡ τετάρτη συζυγία τῶν εἰς μι προτιμοτέρα τοῖς Ἀττικοῖς τῆς βαρυτόνου. δείκνυμι γὰρ καὶ ζεύγνυμι λέγουσιν, οὐ δεικνύω οὐδὲ ζευγνύω. Δρεπάνη, οὐ δρέπανον. | |
15 | Δελφὶς, οὐ δελφὶν, καὶ ὅσα τῆς αὐτῆς εἰσι κλίσεως· πλὴν τοῦ θὶς καὶ θίν· καὶ ἀμφότερα γὰρ ἐν χρήσει· τὸ μὲν | |
γὰρ τὸν σωρὸν, τὸ δὲ θὶν τὸν αἰγιαλὸν σημαίνει. ἔστι | 89 | |
delta90 | μέντοι δελφὶς οὐ μόνον τὸ ζῶον, ἀλλὰ καὶ μολίβδινόν τι ὄργανον ναυμαχουσῶν νεῶν, ὅθεν καὶ Θουκυδίδης νῆας δελφινοφόρους. Διῆρες, οὐχ ὑπερῷον. Εὐριπίδης ἐν Φοινίσσαις· | |
5 | ἐς διῆρες ἔσχατον. Δίαιτα, οὐ διαγωγὴ οὐδὲ διατροφή· καὶ ἀμφότερα γὰρ ση‐ μαίνει ἡ δίαιτα. καὶ διαιτώμενος δὲ καὶ διάγων, οὐ μὴν καὶ διατρεφόμενος. Διεῖναι ἐλαίῳ ἢ ὄξει ἢ ἄλλῳ τῳ, οὐκ ἀνεῖναι, ὡς ἰατροὶ λέ‐ | |
10 | γουσιν. Ἀριστείδης ἐν δευτέρῳ τῶν ἱερῶν· καὶ ἀψίν‐ θιον προσευρὼν προστάξειε πιεῖν ὄξει δι‐ ειμένον. καὶ διεῖναι ἀντὶ τοῦ ἀφεῖναι. ὁ αὐτὸς ἐν τῷ πρὸς Θηβαίους περὶ συμμαχίας δευτέρῳ· ἢ συνεμ‐ βαλεῖν εἰς τὴν Ἀττικὴν, ἢ διεῖναι. | |
15 | Δυοῖν, οὐ δυσίν. ὅσα γὰρ μὴ συνεμφαίνει γένος, οὐδὲ πτῶ‐ σιν δέχεται. ὥσπερ τὸ οἱ τρεῖς, τῶν τριῶν, τοῖς τρι‐ σὶν, ἔχει τὴν κλίσιν· παράκειται γὰρ αὐτοῖς οὐδέτερον | |
τὰ τρία· ὁμοίως καὶ τῷ τέσσαρες τὰ τέσσαρα. καὶ | 90 | |
delta91 | ταῦτα μὲν Φρύνιχος, ἀπαγορεύων καθάπαξ τὸ δυσίν. εὕρηται μέντοι καὶ τοῦτο παρὰ τοῖς ῥήτορσι. Θουκυδί‐ δης· ἐπισιτισάμεναι δυσὶν ἡμέραις. καὶ Ἀριστείδης ἐν τῷ περὶ ῥητορικῆς πρώτῳ· ἀλλ’ ἀπέ‐ | |
5 | δωκε δυσὶ καὶ τρισὶν ἀντειπεῖν. κρεῖττον μέν‐ τοι τὸ δυοῖν. γίνωσκε δὲ καὶ τοῦτο, ὅτι τὸ δύο οὐ μό‐ νον ἐπὶ εὐθείας καὶ αἰτιατικῆς, ἀλλὰ καὶ ἐπὶ γενικῆς καὶ δοτικῆς τίθεται. Θουκυδίδης· διελθόντων δύο ἐ‐ τῶν. καὶ Λιβάνιος· δύο λιμέσι τοὺς εἰς αὐ‐ | |
10 | τὸν καταφεύγοντας ἐδέξατο. Διδῴη καὶ δῴη εὐκτικῶς, φησὶ Φρύνιχος, οὐδεὶς τῶν ἀρχαίων εἶπεν, ἀλλὰ διδοίη καὶ δοίη· τὸ μέντοι διδῴη καὶ δῴη ἐπὶ ὑποτακτικοῦ τιθέασι. τεκμηριοῖ δὲ Ὅμηρος, ἐὰν μὲν ὑποτακτικῷ χρῆται, διὰ τοῦ ω ἐκφέρων, οἷον | |
15 | εἰ δέ κεν αὐτὸς | |
δῴη κῦδος ἀρέσθαι. | 91 | |
delta92 | ἔστι γὰρ, εἰ δ’ ἄν σοι δῷ αὐτὸς, ἤγουν ὁ Ζεύς. εἰ δὲ εὐκτικῶς, οὕτως· σοὶ δὲ θεοὶ τόσα δοῖεν, ὅσα φρεσὶ σῇσι μενοινᾷς. | |
5 | οὐ καλῶς δὲ ταῦτά φησιν ὁ τοιοῦτος Φρύνιχος. ὥσπερ γὰρ ἀπὸ τοῦ βιούς, βιόντος οὐ βιοίη φαμὲν, ἀλλὰ βιῴη Δωρικῷ ἔθει (ἐκεῖνοι γὰρ τὴν οι δίφθογγον εἰς ω μέγα τρέπουσιν), οὕτω καὶ ἀπὸ τοῦ δούς, δόντος δοίη καὶ δῴη, ὡς καὶ ἁλούς, ἁλόντος, ἁλοίη καὶ ἁλώῃ. Ἡρόδοτος ἐν | |
10 | τῇ ἐνάτῃ· οὔτε γὰρ ἄν τοι δῴην θυγατέρα τὴν ἐμήν. ὥστε οὐκ ἔδει λέγειν, ὅτι ὑποτακτικὰ ταῦτά ἐστιν, ἀλλ’ ὅτι τὸ διδοίη καὶ δοίη ἐν χρήσει μᾶλ‐ λον τοῦ διδῴη καὶ δῴη. καὶ Ἀλέξανδρος γὰρ ὁ σοφι‐ στὴς καὶ Λιβάνιος καὶ ἕτεροι ἐπὶ εὐκτικοῦ τούτοις εὑρί‐ | |
15 | σκονται χρώμενοι. | |
Διώκω τοὺς πολεμίους, ἤγουν ἀπελαύνω· διώκω τὸν δεῖνα | 92 | |
delta93 | κλοπῆς, ἤτοι κατηγορῶ· διώκω λόγους, ἤτοι ζητῶ. καὶ διώκω τὸ κινῶ ποιητικῶς. Αἰσχύλος ἐν τῷ ἑπτὰ ἐπὶ Θήβαις· σπουδῇ διώκων πομπίμους χνόας | |
5 | ποδῶν. Διάστροφοι φρένες τοῦ μαινομένου, καὶ διάστροφος μορφὴ ἡ ἕτερον εἶδος μετειληφυῖα. Αἰσχύλος ἐν Προμηθεῖ· εὐθὺς οὖν μορφὴ καὶ φρένες διά‐ στροφοι. | |
10 | καὶ διάστροφοι ὀφθαλμοὶ οὐ μόνον οἱ παρὰ τὸ πεφυκὸς ἔχοντες, ἀλλὰ καὶ οἱ τοιοῦτοι μὲν μὴ ὄντες, λοξοβλε‐ πτοῦντες δέ. ἀπόστροφοι δὲ οἱ ἀπεστραμμένοι, οὐ μό‐ νον ἐπὶ ὀφθαλμῶν, ἀλλὰ καὶ ἐπὶ ἀνθρώπων. Συνέσιος ἐν ἐπιστολῇ τῇ Αἱ κακοποιοὶ δυνάμεις· αἱ δὲ τιμω‐ | |
15 | ροὶ φύσεις εἰσὶν αἱ παντάπασιν ἀπόστρο‐ φοι τοῦ θεοῦ. Δημόκοινος καὶ βασανιστὴς ὁ στρεβλῶν καὶ βασανίζων. Πλούταρχος ἐν τῷ περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τι‐ μωρουμένων· ἐνίοις γὰρ καὶ κολασταῖς ἑτέ‐ | |
20 | ρων πονηρῶν οἷον δημοκοίνοις ἀπεχρήσατο | 93 |
delta94 | τὸ δαιμόνιον. ὡσαύτως καὶ δημόσιος, ὡς παρ’ Αἰ‐ σχίνῃ· παρέσται δὲ ὁ δημόσιος καὶ βασα‐ νιεῖ ἐναντίον ὑμῶν. ἔνιοι δὲ βασανιστὴν λέγουσιν τὸν ἐπὶ τῆς βασάνου, ἢ τὸν τὰ πρὸς τὴν βάσανον ἐνερ‐ | |
5 | γοῦντα. Διώρυξ, διώρυχος, καὶ ἅπασα ἡ κλίσις διὰ τοῦ χ, οὐ διὰ τοῦ γ. Ἀριστείδης ἐν τῷ Αἰγυπτίῳ· καὶ διώρυχες εἰς αὐτὰς φέρουσιν. ὡσαύτως καὶ διωρυχὴ οὐ διω‐ ρυγή. ὁ αὐτὸς Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ· καὶ | |
10 | τῆς περὶ τὸν Ἄθω διωρυχῆς. καὶ ἐν τῷ Σμυρ‐ ναϊκὸς πολιτικός· διωρυχὴ νυμφῶν ἐκ πηγῶν εἰς θάλατταν. Δραχμὴ, οὐ δραγμή. | |
Διφρηλάτης, οὐ διφρελάτης. | 94 | |
delta95 | Δρόμος καὶ ἐπὶ τοῦ τρέχοντος καὶ ἐπὶ τοῦ προκειμένου τόπου τῷ βουλομένῳ τρέχειν. Ὥσπερ λέγομεν δοκῶ μοι, οὕτω καὶ μοὶ δοκοῦμεν ἐπὶ πληθυν‐ τικοῦ. Πλάτων ἐν Θεαιτήτῳ· καί μοι δοκοῦμεν τῇ‐ | |
5 | δε ἄν πη τάχιστα εὑρεῖν. καὶ Δημοσθένης [Ὀλυν‐ θιακῷ πρώτῳ·] ἡμεῖς δὲ οὐκ οἶδ’ ὅντινά μοι δοκοῦμεν τρόπον ἔχειν πρὸς αὐτά. Διαφορὰ πάντες λέγουσι, διαφορότης δὲ Πλάτων μόνος ἐν Θεαιτήτῳ. | |
10 | Δημούμενος κάλλιον ἢ γελοιάζων· γελοιαστὴς δέ. Μὴ εἴπῃς σπιθαμὴ, ἀλλὰ δόχμη, ὡς οἱ ἀρχαῖοι. Δρῦν κοινότερον πᾶν ἐκάλουν δένδρον οἱ παλαιοί. οὕτω καὶ | |
ἀκρόδρυα πᾶσαν ὀπώραν. καὶ δρυφάκτους οὐ μόνον | 95 | |
delta96 | τοὺς ἐκ δρυΐνων, ἀλλὰ καὶ τοὺς ἐξ ὁτουδηποτοῦν ξύλου. καὶ δρυπετεῖς ἐλάας ὁμοίως. Δημότης Ἀττικοὶ ἄνευ τῆς σύν. Ἀριστοφάνης ἐν Πλούτῳ· ἄνδρες φίλοι καὶ δημόται. | |
5 | ὡσαύτως καὶ πολίτης καὶ ἡλικιώτης καὶ στασιώτης· συμ‐ πότης δέ. Διφρεία Ἀττικοὶ, δίφρευσις κοινοί. Διήγησις ὅλον τὸ σύγγραμμα, ἤγουν ἡ Ἰλιὰς ἢ ἡ Ὀδύσσεια, διήγημα δὲ μέρος τι, οἷον ἡ τοῦ Ἕκτορος καὶ Αἴαντος | |
10 | μονομαχία· ὥσπερ καὶ ποίησις καὶ ποίημα. παραχρῶν‐ ται δέ τινες. Διπλοῦν κατὰ μέγεθος, διπλάσιον δὲ ἐπὶ ἀριθμοῦ. Διαβόητος ὁ ἐπὶ κακίᾳ ἁπλῶς φημιζόμενος. Συνέσιος ἐν ἐπι‐ στολῇ τῇ Ὥσπερ ἄλλοτε πολλάκις· ὁ διαβεβοημέ‐ | |
15 | νος Σπάταλος. ἐπιβόητος ὁ ἐφ’ ἑνί τινι κακῷ. Θουκυδίδης ἐν [τῇ] ἕκτῃ· ὧν γὰρ πέρι ἐπιβόητός εἰμι. περιβόητος δὲ ὁ ἐπὶ ἀρετῇ ἐγνωσμένος. ἰστέον | |
δὲ ὅτι ἁπλᾶ μὲν ταῦτα τιθέμενα οὕτως ὡς ἔφημεν ἔχουσι· | 96 | |
delta97 | μετὰ δὲ προσθήκης ἐνίοτε καὶ ἐναλλάττουσι. Λουκιανὸς ἐν τῷ Μένιππος ἢ νεκυομαντεία· μετὰ πολλῶν καὶ σοφῶν καὶ σφόδρα ἐπὶ συνέσει διαβεβο‐ ημένων. | |
5 | Διορθοῦν κυρίως ἐπὶ δοράτων βολῆς· ἐπανορθοῦν ἐπὶ λόγων. Διδάσκαλος λόγων καὶ ἀρετῆς, ἐπιστάτης δὲ ἔργων. Δοῦλοι οἱ ταῖς ἡδοναῖς κάτοχοι καὶ οἱ ὑποτασσόμενοι βασι‐ λεῦσιν· οἰκέται δὲ δεσποτῶν. | |
10 | Δαμάλη ὁ ἄρρην μόσχος, δάμαλις δὲ ἡ θήλεια· μόσχος δὲ κοινῶς ἐπ’ ἀμφοτέρων. Δασὺ Ἀττικοί· τὸ δὲ δάσος κοινοί. Διέδρα τις φυλακήν· ἀπέδρα, ὅταν ἀφύλακτος ᾖ. Διαβόλιμον Θουκυδίδης λέγει τὸ διαβεβλημένον· καὶ οὐ | |
15 | πάνυ διαβόλιμον ὂν ἀπὸ τῶν Μεγάρων | 97 |
delta98 | τὴν Σαλαμῖνα παραπλεῖν. σὺ δὲ διαβεβλημέ‐ νον λέγε. Δυσπρόσοδος ἀγρὸς, ὅθεν δυσκόλως προσόδους ἤτοι κέρδη οἱ δεσπόται ἀποφέρονται. καὶ δυσπρόσοδος ἄνθρωπος ὁ | |
5 | δύσκολος καὶ δυσέντευκτος. Θουκυδίδης· δυσπρόσο‐ δόν τε αὑτὸν παρεῖχε καὶ τῇ ὀργῇ οὕτω χα‐ λεπῶς ἐχρῆτο ἐς πάντας. καὶ δυσπρόσοδον χω‐ ρίον τὸ δύσκολον περὶ τὴν εἴσοδον, ὡς ὁ αὐτός· ἐρυ‐ μνόν τε καὶ δυσπρόσοδον. λέγει δὲ πάλιν καὶ | |
10 | δύσοδος χώρα ἐπὶ τῆς αὐτῆς σημασίας, οἷον· δύσο‐ δος γὰρ ἡ Γεράνεια. κάλλιον δὲ τούτου τὸ δυσπρόσ‐ οδος. καὶ πάλιν ἑτέρως· ταύτῃ γὰρ δυσεκβολώ‐ τατος ἡ Λοκρίς. καὶ πάλιν· προσιὼν τῷ λόφῳ ὄντι δυσπροσβάτῳ. | |
15 | Διάγω τὸ διατρίβω, καὶ διάγω τὸ διεξάγω. Φιλόστρατος· διῆγε τὰς βασιλείους φροντίδας. καὶ διάγω | |
σε τούτου ἀντὶ τοῦ ἀφιστῶ, ὡς ὁ αὐτὸς ἐν [τοῖς] ἡρω‐ | 98 | |
delta99 | ικοῖς· μὴ καὶ θρύπτεσθαί με φῂς διάγοντά σε ἀπ’ αὐτοῦ. διάγω καὶ τὸ βραδύνω. Θουκυδίδης· διῆγε καὶ προὐφασίζετο. καὶ διάγω τὸ διαβιβά‐ ζω. ὁ αὐτὸς ἐν τῇ τετάρτῃ· ἀξιοῦντος διάγειν | |
5 | ἑαυτὸν καὶ τὴν στρατιάν. καὶ διάγω τὸ διαζῶ, ὡς Δημοσθένης ἐν τῷ περὶ τῶν ἐν Χερρονήσῳ· ἀφ’ ὧν ἀγείρει καὶ προσαιτεῖ καὶ δανείζεται, ἀπὸ τούτων διάγει. Δίδωμί σοι δίκας οὐ μόνον ἀντὶ τοῦ κολάζομαι ὑπὸ σοῦ, ἀλλὰ | |
10 | καὶ ἀντὶ τοῦ συνάπτω μετὰ σοῦ κρίσιν περὶ οἵου δή τινος ἀμφιβαλλομένου. Εὐριπίδης ἐν Ὀρέστῃ· *** Θουκυ‐ δίδης· δίκας μὲν τῶν διαφορῶν ἀλλήλοις δι‐ δόναι καὶ δέχεσθαι, ἤγουν κριτικὰς ἐξετάσεις, ὅθεν κἀκεῖνο παρῆκται· κολάζεται γὰρ ὁ ἐν τῇ τοιαύτῃ | |
15 | κρίσει ἀναφανεὶς ὑπεύθυνος. | 99 |
delta100 | Διαγνώμη Ἀττικοὶ, οὐ διάγνωσις λέγουσι. Θουκυδίδης ἡ δὲ διαγνώμη αὕτη τῆς ἐκκλησίας. Δουλεία οὐ μόνον αὐτὸ τὸ δουλεύειν, ἀλλὰ καὶ τὸ ἄθροισμα τῶν δούλων, ὡς ὁ αὐτός· ἢν δὲ ἡ δουλεία ἐπανι‐ | |
5 | στῆται, ἤγουν ἐὰν οἱ δοῦλοι ἐπανιστῶνται. Δρῶ σε τόδε Ἀττικοὶ, οὐ δρῶ σοι. Ἀριστοφάνης ἐν Πλούτῳ· ὁ Ζεύς με ταῦτ’ ἔδρασεν ἀνθρώποις φθονῶν. | |
10 | οὕτω καὶ ἐργάζομαί σε τόδε καὶ ποιῶ σε τόδε. Δῖνος ἡ κύκλῳ στροφὴ, ἀφ’ οὗ καὶ τὸ κύκλῳ στρεφόμενον σῶ‐ μα δῖνος, οἷον ὁ οὐρανός. καὶ τὸ κυκλικὸν μέντοι σῶμα, οὐ μὴν [δὲ] καὶ στρεφόμενον κύκλῳ, δῖνος λέγεται διὰ τὸ κυκλοτερῆ ὡσαύτως εἶναι πάντα τὰ στρεφόμενα κύ‐ | |
15 | κλῳ. | |
Δεσποτεία καὶ Λιβάνιος ἐν τῷ πρὸς Ἰουλιανὸν ὑπατικῷ·οὐκ | 100 | |
delta101 | ἐμὸν ἐνδυναστεῦσαι παρ’ αὑτῷ τὴν δεσπο‐ τείαν τῶν ἡδονῶν. αὐθεντία δὲ παρ’ οὐδενὶ τῶν δο‐ κίμων ῥητόρων εὕρηται ἐπὶ τοῦ τῆς δεσποτείας ὀνόματος, εἰ καὶ Συνέσιος λέγει· τὸ γὰρ αὐθέντης οἱ παλαιοὶ ἐπὶ | |
5 | τοῦ φονέως τάττουσιν. Ἡρόδοτος ἐν τῇ πρώτῃ· μήτε θυγατρὶ τῇ σῇ μήτε αὐτῷ σοι εἴην αὐ‐ θέντης. Δυνάστης καὶ ὁ τύραννος καὶ ὁ βασιλεύς. ὡσαύτως καὶ δυνα‐ στεία οὐ μόνον ἡ τυραννὶς, ἀλλὰ καὶ ἡ βασιλεία. Αἰ‐ | |
10 | σχίνης· ἐξήλασε Παυσανίαν ἐκ Μακεδονίας καὶ τὴν δυναστείαν ὑμῖν ἔσωσε. τὰ αὐτὰ δὲ καὶ περὶ τοῦ δυναστεύω γίνωσκε. παραδυναστεύω δὲ τὸ τοῖς δυνάσταις παρεδρεύω, ὅπερ καὶ δυναστεύω παρὰ τῷ δεῖνι γράφεται. Συνέσιος ἐν ἐπιστολῇ τῇ Τῆτες ἐξήνεγκα | |
15 | δύο βιβλία· πρὸς ἄνδρα παρὰ βασιλεῖ δυνα‐ στεύοντα. εὕρηται δὲ τὸ δυνάστης καὶ δυναστεία καὶ ἐπὶ τοῦ ἁπλῶς βιαίου. Δυοκαίδεκα λέγε· τὸ δὲ δυώδεκα ποιητικώτερον. | |
Ἰστέον ὅτι οἱ ἀκριβολογούμενοι περὶ τὰ τῶν λέξεων σημαινό‐ | 101 | |
delta102 | μενα τὴν δόξαν ἀπὸ τοῦ κλέους διώρισαν καί φασι τὴν μὲν δόξαν εἶναι τὸν ἀπὸ τῶν πολλῶν ἔπαινον, τὸ δὲ κλέος τὸν ἀπὸ τῶν ἀγαθῶν. ὁμοίως καὶ τὴν τιμὴν δι‐ αιροῦσι [τοῦ γέρως,] φάσκοντες τὴν μὲν ἀστείαν τινὰ | |
5 | εἶναι καὶ ἐπὶ τῶν σπουδαίων πίπτειν, γήρως οὖσαν ἀξίωσιν· τὸ δὲ γέρας ἆθλον ἀρετῆς τίθενται· τὴν δέ τινα παρὰ τῶν τυχόντων τοῖς οὐ πάνυ ἀποδεκτέοις γι‐ νομένην ἀντίδοσιν. Δείλης ἑῴας καὶ δείλης μεσημβρίας καὶ δείλης ὀψίας, Ἀτ‐ | |
10 | τικοί· τὸ δὲ ἀντὶ τοῦ δείλης ὀψίας δείλης μόνον λέγειν ἁπλῶς Ἑλληνικόν. Οὐ μόνον διδάσκομαι παρ’ ἄλλου, ἀλλὰ καὶ διδάσκομαι ἕτερον ἀντὶ τοῦ διδάσκω. Λουκιανὸς ἐν τῷ ἐνυπνίῳ· καὶ δι‐ δάσκου παραλαβὼν λίθων ἐργάτην ἀγαθὸν | |
15 | εἶναι. | |
Τὸ δοκός καὶ ἐπὶ θηλυκοῦ καὶ ἐπὶ ἀρσενικοῦ εὕρηται. Λιβά‐ | 102 | |
delta103 | νιος ἐν τῇ εἰς τὸν νεὼν τοῦ Ἀπόλλωνος μονῳδίᾳ· δο‐ κοὶ δὲ ἐφέροντο κάτω φέρουσαι πῦρ. Λου‐ κιανὸς ἐν τοῖς ἀληθινοῖς· μεγάλοις δοκοῖς τὸ στό‐ μα διερείσαντες. | |
5 | Καὶ διασώζομαι ὑπὸ σοῦ καὶ διασώζομαί σε. Θουκυδίδης ἐν τῇ τρίτῃ· καὶ κακοπραγίαν ὡς εἰπεῖν ῥᾷον ἀπωθοῦνται ἢ εὐδαιμονίαν διασώζονται. Δεδρασμένον ὡς ἀπὸ τοῦ δέδρακα, δέδρασμαι, ὁ αὐτός φησιν ἐν τῇ αὐτῇ· τῶν εὖ δεδρασμένων ὑπόμνησιν | |
10 | ποιησόμεθα. Διακωχὴ ἤτοι διάλειμμά τινος πράγματος ἐνεστῶτος. ὁ αὐτὸς ἐν τῇ αὐτῇ· ἐγένετο δέ τις ὅμως διακωχή. ἀνα‐ κωχὴ δὲ πρόσκαιρος εἰρήνη πολέμου. ὁ αὐτὸς ἐν τῇ πρώτῃ· Κερκυραίοις δὲ οὐδὲ δι’ ἀνακωχῆς | |
15 | πώποτε ἐγένεσθε. Δάπανος ἡ δαπάνη καὶ ὁ δαπανηρός. ὁ αὐτὸς αὖθις ἐν τῇ πέμπτῃ· δάπανος γὰρ φύσει. | |
Διαβέβλημαι ὑπὸ σοῦ καὶ διαβέβλημαί σοι καὶ πρὸς σὲ, ἤγουν | 103 | |
delta104 | ἀντὶ τοῦ διεβλήθην ὑπὸ σοῦ καὶ ἀντὶ τοῦ διαβεβλημένως ἔχω πρὸς σέ. ὁ αὐτὸς ἐν τῇ ὀγδόῃ· καὶ πρότερον τῷ Τισσαφέρνει ἀπιστοῦντες πολλῷ δὴ μᾶλ‐ λον ἔτι διεβέβληντο. Δημοσθένης· χαριεῖται | |
5 | μὲν οὐδετέροις· διαβεβλήσεται δὲ πρὸς ἀμ‐ φοτέρους. καὶ Φιλόστρατος ἐν τῷ τοῦ Ἡρώδου βίῳ· διαβέβληται πρὸς τὸν υἱόν, ἀντὶ τοῦ κακὸν αὐτὸν ἡγεῖτο. καὶ διαβόλως ἀντὶ τοῦ κακῶς καὶ ἐπὶ δι‐ αβολῇ. Θουκυδίδης ἐν τῇ ἕκτῃ· καὶ ὅτι αὐτοῦ δι‐ | |
10 | αβόλως ἐμνήσθη. Διδόασι [λέγε,] οὐ διδοῦσιν. Διαλλάττω οὐ μόνον τὸ φιλιῶ, ἀλλὰ καὶ τὸ παραλλάττω. Ἀρι‐ στείδης ἐν τῷ Αἰγυπτίῳ· πλειόνως ὡς εἰπεῖν δι‐ αλλάττει ἢ ἄλλο ἔθνος πρὸς αὐτὴν Αἴ‐ | |
15 | γυπτον. | |
Οὐ μόνον διάκορος ἡ διακορισθεῖσα, ἀλλὰ καὶ ἡ κεκορεσμένη, | 104 | |
delta105 | ἥτις καὶ κατάκορος λέγεται. Ἡρόδοτος ἐν τῇ τρίτῃ· ἐπεὰν δὲ διάκορος ἡ γῆ σφέων γένηται. Διατίθεμαι παθητικῶς τὸ διάκειμαι καὶ τὸ πωλῶ, ὡς παρὰ τῷ θεολόγῳ Γρηγορίῳ· ὅπως ἢ διαθώμεθά τι | |
5 | τῶν ὄντων. διατίθημι δὲ ἐνεργητικῶς τὸ καθιστῶ καὶ οἰκονομῶ. Λουκιανὸς ἐν τῷ βίων πράσεις· σὺ μὲν διατίθει τὰ βάθρα. καὶ διαθέτης ὡσαύτως ὁ καθιστῶν καὶ οἰκονομῶν. Ἡρόδοτος ἐν τῇ ἑβδόμῃ· χρησμολόγον καὶ διαθέτην χρησμῶν τῶν | |
10 | Μουσαίου. Διαπρέπω τούτοις ἀντὶ τοῦ κάλλιστα καὶ πρεπόντως διάγω, ὡς τὸ διέπρεψε τῇ ἀρχῇ. καὶ διαπρέπω τὸν δεῖνα, ἤτοι καλλωπίζω. Πλάτων ἐν Γοργίᾳ· φύσιν ψυχῆς ὧδε γενναίαν μειρακιώδει τινὶ διαπρέπεις | |
15 | μορφώματι. | |
Διασκοπῶ καὶ διασκοποῦμαι. | 105 | |
epsilon106(t) | Ε. | |
1 | Ἐπὶ κόρρης πατάξαι λέγουσιν Ἀττικοὶ τὸ γνάθον πλατείᾳ πλῆξαι χειρὶ, οὐ ῥάπισμα δοῦναι. Πλάτων· τί δὲ χείρων ἐγὼ, ἂν ὁ δεῖνα ἐπὶ κόρρης [ἀδίκως] πατάξῃ με. καὶ Λιβάνιος ἐν τῇ πρὸς Ὀδυσσέα ἀπο‐ | |
5 | λογίᾳ Ἀχιλλέως· κἂν ἐπὶ κόρρης πατάξῃ τις, μὴ χαλέπαινε· κἂν ὁ αὐτὸς ἀλλαχοῦ ῥάπισμα λέγῃ ἀδοκίμως. Ἐδίδαξα αὐτὸς, ἐδιδαξάμην δι’ ἑτέρου. Ἀριστοφάνης ἐν νε‐ φέλαις· | |
10 | ἐδιδαξάμην ἄν ς’ ὦ μέλεε τοῖσι δικαίοις ἀντιλέγειν. Ἀριστείδης ἐν τῷ Ἀσκληπιάδαι· οὐκ ἐδιδάξατο τὴν τέχνην τὴν ἰατρικὴν, ἀλλ’ ἐδίδαξεν αὐτός. εὕρηται μέντοι παρά τισι καὶ ἀντὶ τοῦ ἁπλῶς ἐδίδαξα. | |
15 | Ἐνίστατο, οὐκ ἠνίστατο. Ἐκποδὼν τῷ δεῖνι ἐγένετο κρεῖττον ἢ ἐκποδὼν τοῦ δεῖνος. | |
Εὐριπίδης ἐν Ἑκάβῃ· | 106 | |
epsilon107 | γεραιᾷ δ’ ἐκποδὼν χωρήσομαι Ἑκάβῃ. Ἀριστείδης ἐν τῷ πρὸς Ἀχιλλέα πρεσβευτικῷ· ἐξίσου δὲ ἀμφοτέροις ἐκποδὼν ἕστηκας. γίνεται δὲ | |
5 | τοῦτο ἀποδιδομένης τῆς συντάξεως πρὸς τὸ ῥῆμα, οὐ πρὸς τὸ ἐκποδὼν· τοῦτο γὰρ γενικῇ συντάσσεται. Ἐξίσης κάλλιον ἢ ἐπίσης. Ἐνέχυρα Ἀττικοὶ, ἐνέχυρον Ἕλληνες. τὸ δὲ ἐνεχυριμαῖον λέγειν ὡς Ἱπποκλείδης, ἀδόκιμον. | |
10 | Οὐ μόνον ἀπέσχον. τοῦ δεῖνός φαμεν ἀντὶ τοῦ ἀπέσχοντο, ἀλλὰ καὶ ἔσχον. Θουκυδίδης· Ἑλληνικοῦ μὲν πο‐ λέμου ἔσχον οἱ Ἀθηναῖοι, ἑαυτοὺς δηλονότι. καὶ ἔσχον ἀντὶ τοῦ ἐνελιμένισαν. ὁ αὐτὸς ἐν τῇ δευ‐ τέρᾳ· σχόντες δ’ ἐν τῷ παράπλῳ ἐς Κεφαλλη‐ | |
15 | νίαν. καὶ αὖθις ἐν τῇ ἑβδόμῃ· ἔπλεο ἴσχοντες πρὸς ταῖς πόλεσιν. Εὔκολος ὁ ἀφελὴς καὶ ἕτοιμος εἰς ὅπερ ἄν τις αὐτῷ χρή‐ σασθαι βούλοιτο. Ἀριστοφάνης ἐν βατράχοις· | |
εὔκολος μὲν ἐνθάδε, εὔκολος δ’ ἐκεῖ. | 107 | |
epsilon108 | καὶ εὔκολον πρᾶγμα τὸ εὐμεταχείριστον. καὶ εὐκολίαν ἔχει τόδε, ἤγουν ἑτοιμότητα εἰς μεταχείρισιν. ἔστι δὲ καὶ εὐκολία τὸ εὐκόλως φέρειν τὰ συμπίπτοντα δυσχερῆ καὶ μὴ δυσφορεῖν μηδὲ καταπίπτειν ὑπ’ ἐκπλήξεως. | |
5 | Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ· καὶ τὴν μὲν τῶν τρόπων εὐκολίαν καὶ σωφροσύνην. δείκνυσι γὰρ διὰ τοῦ ἐπαγαγεῖν σωφροσύνην, ὡς εὐκολίαν λέγει τὴν γενναιότητα. Ἐλευθερία οὐ μόνον ἡ ἄνεσις, ἀλλὰ καὶ ἡ ἐν ταῖς μεταδόσεσιν | |
10 | ἑτοιμότης καὶ δαψίλεια. ὁ αὐτὸς ἐν τῷ αὐτῷ λόγῳ· ἐλευθερίας ἐφόδιον καὶ μεγαλοψυχίας πα‐ ρεσκευάσθαι τῆ πόλει. λέγεται δὲ τὸ αὐτὸ καὶ ἐλευθεριότης. Εὐθύνη ἡ ἐξέτασις, ὡς Δημοσθένης· ἐν ταῖς εὐθύναις | |
15 | τῶν στρατηγῶν· ὅθεν καὶ εὐθύνη ἡ τιμωρία διὰ τὸ τοὺς ἐξεταζομένους κολάζεσθαι ἀναφανέντας κακούς. καὶ εὐθύνω ῥῆμα τὸ εἰς ἐξέτασιν ἄγω καὶ τὸ κολάζω καὶ τὸ κατ’ εὐθεῖαν ἄγω. ὅθεν καὶ εὔθυνος παρὰ Λιβανίῳ ἐν τῷ Ἀντιοχικῷ· δικαιοσύνης ἀκρι‐ | |
20 | βὴς εὔθυνος ἵδρυται, ἡ τοῦ δικαίου οἱονεὶ ὀρθό‐ | 108 |
epsilon109 | της καὶ στάθμη. ἔτι δὲ εὐθύνω καὶ τὸ εὐθὲς ποιῶ, ὃ καὶ ἀπευθύνω λέγεται. καὶ εὐθύνομαι τὸ εἰς ἐξέτα‐ σιν ἄγομαι ἢ κολάζομαι. ἀπευθύνομαι δὲ ἀντὶ τού‐ των οὐκέτι. | |
5 | ἐδεδοίκειν, ἐδεδίειν, ἐπεφρίκειν, ἐπεπείθειν, παρατατικῶν ταῦτα σημασίαν ἔχουσιν, ἐπειδὴ καὶ οἱ τούτων παρα‐ κείμενοι ἀντὶ ἐνεστώτων λαμβάνονται. ὡσαύτως δὲ καὶ ὅσα ἕτερα τοιούτους ἔχει τοὺς παρακειμένους. ὁ δὲ μὴ ἀντὶ παρατατικῶν λαμβάνων ταῦτα, ἀλλὰ ἀντὶ ὑπερ‐ | |
10 | συντελικῶν ἁμαρτάνει. Ἐπεξελευσόμενος φασί τινες [καὶ ὁ Φαβωρῖνος]· σὺ δὲ ἐπεξιὼν καὶ ἐπέξειμι, ὡς Ἀττικά. Ἐμποδὼν ὁ δεῖνα τῷ δεῖνι γίνεται ἀντὶ τοῦ εἰς ἐμπόδιον. εἴρηται δὲ ἀπὸ τῶν ἐν ποσὶ κειμένων καθ’ ὁδὸν καὶ | |
15 | οὐκ ἐώντων βαδίζειν. εὕρηται δὲ καὶ ἕτερον ἐπίρρημα ἐμποδὼν ἀντὶ τοῦ ἐν ποσίν. Αἰσχύλος ἐν τοῖς ἑπτὰ | |
ἐπὶ Θήβαις· | 109 | |
epsilon110 | ἃ δ’ ἐμποδὼν μάλιστα, ταῦθ’ ἥκω φράσων, ἤγουν ἅτινά εἰσι προκείμενα. καὶ Ἡρόδοτος ἐν τῇ πρώτῃ· κτείνειν πάντα τὸν ἐμποδὼν γινό‐ | |
5 | μενον. Ἐξαμβλῶσαι καὶ ἄμβλωμα καὶ ἀμβλίσκειν καὶ ἀμβλωθρίδιον, οὐκ ἐκτρῶσαι οὐδ’ ἔκτρωμα οὐδ’ ἐκτιτρώσκειν. Ἐμβριθὴς ἐπὶ ἀνθρώπου, οὐ σταθερὸς οὐδ’ εὐσταθής· καὶ ἐμβρίθεια καὶ ἐμβριθὲς, οὐκ εὐστάθεια οὐδ’ εὐσταθές. | |
10 | σταθερὸς δὲ ἥλιος καὶ σταθερὰ μεσημβρία. Φιλόστρα‐ τος· ἐμβριθὴς δὲ καὶ τὸ ἦθος γενόμενος. Ἐφόδια τὰ ἐπὶ τῆς ὁδοῦ ἀναλώματα· καὶ ἐπιτήδεια τὰ ἁπλῶς ἀναλώματα. καὶ ἐφόδιον δὲ ἑνικῶς, οὐ μὴν καὶ ἐπιτή‐ δειον. ἔστι δὲ ἐφόδιον καὶ ἡ ὡσανεὶ πάροδος καὶ ἀφορμή. | |
15 | Ἀριστείδης· ἐλευθερίας ἐφόδιον καὶ μεγαλο‐ ψυχίας Λιβάνιος ἐν μελέτῃ τῇ Δικάζεται Ποσειδῶν Ἄρει ὑπὲρ Ἁλιρροθίου· τὸ Ποσειδῶνος εἶναι | |
παῖς ἐφόδιον εἰς τὸ ἀδικεῖν ἔχων. | 110 | |
epsilon111 | Ἐπῳδὴ, οὐκ ἐπαοιδή· καὶ ἐπῳδὸς, οὐκ ἐπαοιδός. Τὸ ἔξω καὶ ἐπὶ στάσεως καὶ ἐπὶ κινήσεως, οἷον ἔξω διατρίβει, καὶ ἐξῆλθεν ἔξω. τὸ δὲ ἐκτὸς ἐπὶ κινήσεως ἀεί. Ἀρι‐ στοφάνης ἐν βατράχοις· | |
5 | ἐκτὸς οἴσει τῶν ἐλαῶν. Σοφοκλῆς· σὺ δ’ ἐκτὸς ᾖξας πρὸς τί; εὕρηται δὲ καὶ ἅπαξ ἐπὶ στάσεως παρὰ Πλάτωνι, οἷον καὶ ὅσα ἐκτός ἐστιν. ἔστι δὲ τὸ ἐκτὸς καὶ ἀντὶ | |
10 | τοῦ χωρίς. Λουκιανὸς ἐν τῷ βίων πράσεις· ἐκτὸς εἰ μὴ κατὰ τὸν Θάμυριν ἐκεῖνον. ὡσαύτως καὶ τὸ ἔξω. Θουκυδίδης· ἔξω τῶν βασιλέων καὶ τῶν μάλιστα ἐν τέλει. Εἴσω καὶ ἐπὶ κινήσεως καὶ ἐπὶ στάσεως. Ἀριστείδης ἐν τῇ | |
15 | πρὸς τοὺς βασιλέας ἐπιστολῇ· εἴσω παρελθόντες, ὅπερ ἐστὶν ἐπὶ κινήσεως. ὁ αὐτὸς ἔν τινι τῶν ἱερῶν· ἔτυχον μὲν [εἰς τὸ] εἴσω τετραμμένος, ὅπερ ἐστὶ καὶ αὐτὸ ἐπὶ κινήσεως. καὶ πάλιν ὁ αὐτὸς ἐν | |
τῷ Παναθηναϊκῷ ἐπὶ στάσεως· πᾶσα δὲ εἴσω Γα‐ | 111 | |
epsilon112 | δείρων τε καὶ ἔξω Γαδείρων θάλασσα. καὶ Δημοσθένης ἐν τῷ ὑπὲρ τοῦ στεφάνου· οὐδεὶς ἂν οὔτε τῶν ἔξω Πυλῶν Ἑλλήνων οὔτε τῶν εἴ‐ σω. Λιβάνιος ἐν ἐπιστολῇ τῇ Οἷα τετόλμηται· καὶ ἦν | |
5 | εἴσω θυρῶν. ὥστε οὐ καλῶς λέγει Φρύνιχος ἀπαγο‐ ρεύων τοῦτο μὴ εἶναι ἐπὶ στάσεως παρὰ τοῖς παλαιοῖς. τὸ δὲ ἐντὸς καὶ ἔνδον ἀεὶ ἐπὶ στάσεως. Θουκυδίδης ἐν [τῇ] πρώτῃ· ἐντὸς αὐτὸν ἀπολαβόντες. Εὐαγγελίζομαι οἱ πάντες δοτικῇ· ἅπαξ δέ που καὶ αἰτιατικῇ | |
10 | συντασσόμενον εὕρηται, ὡς παρὰ Χαρικλείᾳ καὶ ἐν τῇ θείᾳ γραφῇ. σὺ δὲ δοτικῇ ἀεὶ σύντασσε. Ἕλξαι κάλλιον ἢ ἑλκύσαι, καὶ ἕλξω ἢ ἑλκύσω. Δημοσθένης ἐν τῷ περὶ τῶν ἐν Χερρονήσῳ· οὐ καθέλξετε τὰς ναῦς. | |
15 | Εὕρημα, οὐχ εὕρεμα. Εὐριπίδης ἐν Ἑκάβῃ· πολλῶν λόγων εὑρήμαθ’, ὥστε μὴ θανεῖν. Φιλόστρατος· οἷον οὔπω ἔγνωκα τῶν ἐμαυτοῦ | |
καιρῶν εὕρημα. | 112 | |
epsilon113 | Ἐξείλοχεν, οὐκ ἐκλέλοχε. Καὶ ἔνιπτε καὶ ἔνιζεν. Οὐδεὶς τῶν δοκίμων ἐξεπιπολῆς εἶπεν, ἀλλὰ πάντες χωρὶς τῆς ἐξ. Ἀριστείδης ἐν τῷ Αἰγυπτίῳ· ἐπειδή σοι | |
5 | διὰ βραχέων καὶ ἐπιπολῆς ἀπεκρινάμην. Θουκυδίδης ἐν τῇ ἕκτῃ· διὰ τὸ ἐπιπολῆς τοῦ ἄλ‐ λου εἶναι. Καὶ ἐπιστολὴ καὶ ἐπιστολαὶ πληθυντικῶς ῥητορικόν· ἐπιστό‐ λιον δὲ μόνοι οἱ σύρφακες. | |
10 | Ἐπίτηδες καὶ ἐξεπίτηδες. Ἐξαναχωρῶ καὶ τὸ ἐκφέρομαι καὶ τὸ παραβαίνω. Θουκυ‐ δίδης· ἐξανεχώρει τὰ εἰρημένα, ἤτοι παρέ‐ βαινεν. Ἐπίμαχον στράτευμα τὸ ἐπιτήδειον μάχεσθαι· ἐπίμαχον δὲ | |
15 | χωρίον ἐφ’ ᾧ δύναταί τις μάχην ἐπενεγκεῖν. Θουκυδί‐ | |
δης· ἐκ τῆς γῆς ἥκιστα ἐπίμαχον. | 113 | |
epsilon114 | Ἐπέχω τὸ κωλύω, καὶ τὸ ἐπί τινι ἔχω καὶ ἐφίστημι. Λου‐ κιανὸς ἐν τῷ τοῦ Ἀλεξάνδρου βίῳ· ἀλλ’ ἀεὶ τοῖς μεγίστοις ἐπέχειν τὸν νοῦν. καὶ ἐπίστασις ὄνο‐ μα ἐπὶ τοῦ αὐτοῦ. | |
5 | Καὶ ἐπὰν καὶ ἐπειδάν· εὕρηται δὲ ἐπὶ πλέον τὸ ἐπειδάν. Πλά‐ των ἐν [τῇ] δευτέρᾳ τῶν πολιτειῶν· ἐπὰν ἀνανεώσω‐ μαι τὸν Θρασυμάχου λόγον. Εἰ καὶ παρά τισι τῶν ποιητῶν καὶ τῶν ῥητόρων εὕρηται τὸ συντυγχάνω ἀντὶ τοῦ ἐντυγχάνω, ἀλλὰ σὺ ἐντυγχάνω | |
10 | λέγε ὡς κρεῖττον. τὸ γὰρ συντυγχάνω ἀντὶ τοῦ κατὰ τύχην συμβαίνω κυρίως εὑρίσκεται. Θουκυδίδης· οὕτω που ξυντυχόν. Καὶ ἐφόρμισις καὶ ἔφορμος, ὡς ὁ αὐτός· τόν τε ἔφορμον οὐκ εἶχον χωρίων ἀλιμένων ὄντων. καὶ ἐφορ‐ | |
15 | μῶ ῥῆμα. ὁ αὐτὸς ἐν τῇ ἕκτῃ· καὶ τῷ πεζῷ ἅμα | |
ἐκ γῆς ἐφορμεῖν. | 114 | |
epsilon115 | Ἐς νέωτα Ἀττικὸν, καὶ ἐσέπειτα· ἐς τοὐπιὸν δὲ κοινόν. Ἑρμηνέας, βασιλέας, ἱερέας καὶ ὅσα τοιαῦτα, Ἀττικοί· τὸ δὲ συνῃρημένως ταῦτα λέγειν οὐκ ἔστιν ἐκείνων. Ἐπίκλητος ὁ προσκληθεὶς παρά τινος. Θουκυδίδης· οἵ τ’ | |
5 | ἐπίκλητοι εὐπρεπῶς ἄδικοι ἐλθόντες. Ἐπιστρέφω ἐγὼ, ὡς Πλάτων [ἐν τῷ Ἀξίοχος ἢ περὶ θανά‐ του·] ἐπιστραφεὶς δὲ Κλεινίαν ὁρῶ τὸν Ἀξι‐ όχου. καὶ ἐπιστρέφω ἕτερον, οἷον τὸ τὰς ἁπάντων ὄψεις εἰς ἑαυτὸν ἐπιστρέψας. | |
10 | Ἔρρει, ἔπλει, ἔθει καὶ ἔχει, οὐκ ἔχεεν οὐδ’ ἔθεεν οὐδ’ ἔπλεεν οὐδ’ ἔρρεεν οὐδ’ ὅσα τοιαῦτα. Ἐωσάμην καὶ ἀπεωσάμην καὶ διεωσάμην· τὸ δὲ χωρὶς τοῦ ε λέγειν ταῦτα ἀναττικόν. Ἕως, οὐκ ἠώς. Θουκυδίδης· ἅμα ἕῳ. | |
15 | Ἐπίθημα, οὐκ ἐπίθεμα. Ἔφθακα πάντες. Συνέσιος ἐν ἐπιστολῇ· ἐφθάκεις γὰρ | |
ἄρα πυθόμενος. τὸ δὲ πέφθακα βάρβαρον. ὥσπερ | 115 | |
epsilon116 | γὰρ οὐ πέφθαρκα λέγομεν, ἀλλ’ ἔφθαρκα, οὕτω καὶ ἔφθακα, [μὴ δυναμένων ποτὲ δύο δασέων ἀναδιπλασι‐ ασμῷ συνελθεῖν.] Οὐ μόνον ἐνδέχεται ἀντὶ τοῦ ἐνδεχόμενόν ἐστιν, ἀλλὰ καὶ | |
5 | ἀντὶ τοῦ εὐμενῶς δέχεται. Θουκυδίδης· γνόντες νῦν μᾶλλον ἂν ἐνδεξαμένους. καὶ ἀντὶ τοῦ ἁπλῶς δέχεται. ὁ αὐτὸς ἐν τῇ τρίτῃ· λογισμὸν ἥκιστα ἐνδεχόμενα κινδύνου τοῦ ταχίστου προσδεῖται. | |
10 | Καὶ ἐπιλείπει μοι τόδε καὶ ἐπιλείπει με τόδε. Συνέσιος ἐν ἐπιστολῇ· οὐκ ἐπιλείψουσι τῷ θεῷ στρατι‐ ῶται. Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου· ἡ δὲ τόλ‐ μα ἤδη αὐτοὺς ἄρχεται ἐπιλείπειν. καὶ Λι‐ βάνιος ἐν μελέτῃ τῇ περὶ τῆς λάλου· δέος μὴ τὰ | |
15 | φρύγανα τοὺς ἀρτοποιοὺς ἐπιλίπῃ. Ἐνθύμιον ἡ ἐνθύμησις, ἐνθυμία δὲ ἡ ὑπόμνησις. Θου‐ κυδίδης· εἰς ἐνθυμίαν τοῖς Λακεδαιμονίοις | |
ἀεὶ προβαλλόμενος ὑπ’ αὐτῶν, ὁπότε τι | 116 | |
epsilon117 | πταίσειαν· τουτέστι προέτεινον Ἀθηναῖοι τοῖς Λα‐ κεδαιμονίοις τοῦτον καὶ ὑπεμίμνησκον, ὅτι δι’ αὐτὸν ἔπταισαν. Ἔρημος χώρα, ἐρήμη δὲ δίκη· ἐρήμη δὲ χώρα παρὰ ποι‐ | |
5 | ηταῖς. Εἰς γειτόνων βαδίζω, ἐν γειτόνων εἰμί. ἀεὶ γὰρ ἡ ἐν πρό‐ θεσις στάσιν δηλοῖ, ἡ δὲ εἰς κίνησιν, οἷον ἔρχομαι, βαδίζω, πορεύομαι, καταφεύγω καὶ ὅσα τοιαῦτα. Ἔμπνους ἄνθρωπος ὁ ζῶν καὶ πνοὴν ἔχων, καὶ ἔμπνους | |
10 | αὐλὸς ὁ ἐμπνεόμενος καὶ φυσώμενος. ἔστι δὲ τρι‐ γενές. Μὴ εἴπῃς ἑκοντὴς, ἀλλ’ ἐθελοντὴς, ὡς πάντες οἱ δοκιμώ‐ τατοι. ἐπὶ δὲ τοῦ ἐπιρρήματος καὶ ἀμφότερα λέγε· καὶ ἐθελοντὶ γὰρ καὶ ἑκοντὶ ῥητορικά. Ἀριστείδης· | |
15 | ἐπόντα ἐπιγράμματα ἑκοντὶ ἐξεκόλαπτον. καὶ ἐθελοντὴς πρὸς τὸν ἀγῶνα χωρεῖ λέγε, μὴ ἐθε‐ λουσίως. Ἔσται καὶ ἔσεται· ἐσεῖται δὲ ποιητικόν. | |
Ἐκβάλλει καὶ ἐκδίδωσιν ὁ ποταμὸς εἰς τὴν θάλατταν καὶ | 117 | |
epsilon118 | ἐξίησιν, οὐκ εἰσβάλλει οὐδὲ εἰσδίδωσιν οὐδὲ εἰσίησιν. ὡσαύτως καὶ ἐκβολὴ, οὐκ εἰσβολή. Ἀριστείδης ἐν τῷ Σμυρναϊκῷ πολιτικῷ· πρὸς δὲ ταῖς ἐκβολαῖς ἥκιστα βέβρυχε. καὶ Θουκυδίδης· ἡ Βόλβη | |
5 | λίμνη ἐξίησιν εἰς θάλασσαν. Ἐσβαίνω εἰς τὴν ναῦν καὶ ἐμβαίνω εἰς τὴν ναῦν· ἀμφό‐ τερα γὰρ Θουκυδίδης λέγει. ἐμβαίνω δὲ νηὶ ἀνατ‐ τικόν. Εὐπατρίδης καὶ εὖ γεγονώς· τὸ δὲ εὖ γεγὼς ποιητικόν. | |
10 | ἐκάλουν δὲ εὐπατρίδας τοὺς εὐγενεῖς, ὡς αὐτόχθονας· τοῦτο γὰρ πολλοῦ τινος ἄξιον ἔκριναν. Ἐλάω, ἐλῶ ἀντὶ τοῦ ἐλαύνω Ἕλληνες λέγουσιν, οἱ δὲ Ἀτ‐ τικοὶ ἀντὶ τοῦ ἐλάσω. Ἀριστοφάνης ἐν νεφέλαις· ἀλλ’ ἐξελῶ ς’ [ἐς κόρακας] ἐκ τῆς | |
15 | οἰκίας. Ἡρόδοτος ἐν τῇ πρώτῃ· οὐ τὸ ὀπίσω φεύξονται, | |
ἀλλ’ ἐπ’ ἀρχὰς τὰς σὰς ἐλῶσιν. ἑπόμενος οὖν | 118 | |
epsilon119 | Ἀττικοῖς μηδὲ ἐλάσω εἴπῃς ἢ ἐξελάσω, ἀλλ’ ἀντὶ τού‐ των ἐλῶ καὶ ἐξελῶ, ὡς εἴρηται· ὥσπερ καὶ ὀλῶ ἀντὶ τοῦ ὀλέσω, ὡς ὁ αὐτὸς Ἀριστοφάνης ἐν Πλούτῳ· ἀπό ς’ ὀλῶ κακὸν κακῶς. | |
5 | καὶ καλῶ ἀντὶ τοῦ καλέσω. Ἐξεῖλε τοῦτον αἰτίας κάλλιον λέγειν ἢ ἐξέβαλεν. εἷλε τὴν πόλιν καὶ ἐξεῖλε καὶ ἐξαιρεῖ καὶ ἐπόρθησε καὶ παρε‐ στήσατο. μαρτυρία τοῦ ἐξαιρεῖ παρὰ Δημοσθένει· ἀλλὰ καὶ νῦν ἐξαιρεῖ πολλὰ τῶν φρουρίων. | |
10 | καὶ τοῦ ἐξεῖλε παρὰ Θουκυδίδῃ· Σκιωναίους ἐξε‐ λεῖν καὶ ἀποκτεῖναι. οὐ μόνον γὰρ ἐπὶ πόλεων λαμβάνεται τὸ ἐξεῖλεν, ἀλλὰ καὶ ἐπὶ ἀνθρώπων. ὡσαύ‐ τως καὶ τὸ παρεστήσατο καὶ ἐπὶ γνώμης λαμβάνεται, οἷον παρεστήσατο τοῦδε τὴν γνώμην. τὸ δὲ εἷλεν ἐπὶ | |
15 | πόλεως ἀεὶ καὶ χωρίων· οὕτω γὰρ Θουκυδίδης χρῆ‐ ται. ἐξεῖλε τῷ δεῖνι γέρας καὶ ἐξῄρει. Θουκυδίδης· Δημοσθένει ἐξῃρέθησαν τριακόσιαι πανο‐ πλίαι. καὶ Ἀριστείδης ἐν τῷ εἰς Δία· τὰς ἀκρο‐ πόλεις ἐξεῖλον Διί. καὶ ἐξαίρω τὸ ὑπερβάλλω. | |
20 | ὁ αὐτὸς ἐν τῷ Ῥοδίοις περὶ ὁμονοίας· ἐξαίρει πᾶ‐ σαν ἀνθρώπων ἄνοιαν. | |
Ἐπίτιμος καὶ ὁ ἐκτιμώμενος ὑπό τινος, οἷον ἐπίτιμος ἀγρὸς | 119 | |
epsilon120 | ἢ οὐσία, ὡς Θουκυδίδης· ἐπιτίμους τὰς οὐσίας ἐποίουν· καὶ ἐπίτιμος ὁ ἐπὶ τιμῆς καὶ ἀξιώματος. ὁ αὐτός· μὴ ὄντες ἐπίτιμοι νεωτερίσωσιν. εὕρηται δὲ καὶ ἔντιμος. Ἀριστείδης ἐν τετάρτῳ τῶν | |
5 | ἱερῶν· καὶ μάλ’ ἔντιμα καὶ λαμπρά. καὶ ἐπι‐ τιμῶ καὶ τὸ μέμφομαι καὶ τὸ δοξάζω καὶ τὸ τιμωρίαν ἐπιτίθημι. Ἡρόδοτος ἐν τῇ τετάρτῃ· ἀνεσκολό‐ πισε τὴν ἀρχαίην δίκην ἐπιτιμῶν. ὡσαύτως καὶ ἐπιτιμῶμαι καὶ ἐπὶ τῶν τριῶν. | |
10 | Ἔγωγε καὶ ἐγώ τοι κάλλιον ἢ ἐγώ. Ἐλάα καὶ ἐπὶ τοῦ καρποῦ καὶ ἐπὶ τοῦ δένδρου κρεῖττον ἢ ἐλαία. Ἀριστοφάνης ἐν βατράχοις· ἐκτὸς οἴσει τῶν ἐλαῶν. Θουκυδίδης ἐν τῇ ἑβδόμῃ· κύκλῳ μὲν τειχίον πε‐ | |
15 | ριῆν, ἐλάας δὲ οὐκ ὀλίγας εἶχε. καὶ Ἀριστεί‐ δης· τῶν ἐλαῶν εἵνεκα τῆς συλλογῆς. | |
Ἔχθιστος, οὐκ ἐχθρότατος. | 120 | |
epsilon121 | Ἐνετειλάμην μὴ εἴπῃς, ἐπετειλάμην δέ· καὶ ἐπέστειλα παρὰ Θουκυδίδῃ· κατὰ τάχος ἔπλεον κατὰ τὰ ἐπε‐ σταλμένα ὑπὸ Δημοσθένους. καὶ, πάντα ἐπιστείλαντες ἀπέπεμψαν. καὶ Δημοσθένης δὲ | |
5 | καὶ οἱ ἄλλοι καὶ ἐπέσκηψα λέγουσι καὶ ἐπέστειλα. καὶ ἐπιτολὴ ἀντὶ τοῦ προσταγή· ὃ δὴ καὶ ἐπιστολὴ παρ’ Αἰ‐ σχύλῳ διὰ τὸ μέτρον ἐν Προμηθεῖ· ἐπιστολάς, ἅς σοι πατὴρ ἐφεῖτο. | |
10 | ἐπισκῆψαι μὲν γὰρ τὸ αὐτοπροσώπως προστάξαι· ἐπι‐ στεῖλαι δὲ οὐ μόνον τὸ διὰ γραμμάτων, ἀλλὰ καὶ τὸ αὐτο‐ προσώπως κελεῦσαι. καὶ ἐπιστολὴ ὡσαύτως. Ἐρρύπηνα καὶ ἐκάθηρα Ἀττικοὶ, οὐκ ἐρρύπανα οὐδ’ ἐκά‐ θαρα. | |
15 | Ἐπαγωγὸς οὐ μόνον ὁ ἕλκων εἰς εὔνοιαν, ὅπερ καὶ ἀγωγὸς | 121 |
epsilon122 | λέγεται, ἀλλὰ καὶ ὁ κομιστής. ἐν δὲ τοῖς θηλυκοῖς ἐπὶ μὲν τοῦ ἕλκειν εἰς εὔνοιαν ἀγωγὸς καὶ ἐπαγωγός, ἐπὶ δὲ τῆς κομιδῆς καὶ φορᾶς ἀγωγὴ [καὶ ἀπαγωγὴ] καὶ ἐπαγω‐ γή. Θουκυδίδης ἐν τῇ τετάρτῃ· οὐδ’ οἱ ἔσπλοι | |
5 | ἀσφαλεῖς ἦσαν τῆς ἐπαγωγῆς τῶν ἐπιτη‐ δείων, ἤγουν τοῦ κομίζειν τὰ ἐπιτήδεια. Ἑκασταχῆ καὶ ἑκασταχοῦ, ἔτι δὲ καὶ ἑκασταχόσε καὶ ἑκαστα‐ χόθεν κάλλιον λέγειν ἢ πανταχῆ, πανταχοῦ, πανταχόσε καὶ πανταχόθεν. τίθεται δὲ τὸ μὲν ἑκασταχόσε ἐπὶ κινή‐ | |
10 | σεως. Ἀριστείδης ἐν τῷ πανηγυρικὸς ἐν Κυζίκῳ περὶ τοῦ ναοῦ· οὓς ἀπέστειλεν ἑκασταχόσε. τὸ δὲ ἑκασταχῆ καὶ ἑκασταχοῦ ἐπὶ στάσεως. Οὐ μόνον ἄναντες τὸ ἀνωφερὲς, ἀλλὰ καὶ ἔπαντες. Θουκυ‐ δίδης ἐν τῇ ἕκτῃ· ἀπὸ τοῦ λόφου ἐπάντους ὄν‐ | |
15 | τος. | |
Εὐθὺ Ἀθηνῶν Ἀττικοὶ, οὐκ ἐπ’ εὐθείας. | 122 | |
epsilon123 | Ἔκδημος, οὐκ ἀπόδημος· καὶ ἐκδημῶ δὲ καὶ ἀποδημῶ. Ἀρι‐ στοφάνης ἐν βατράχοις· ποῖ γῆς ἀπεδήμεις; Ἔποικος καὶ ὁ ἁπλῶς κατοικῶν ἔν τινι πόλει καὶ ὁ ἐξελαθέν‐ | |
5 | τος τοῦ πρώην οἰκοῦντος αὐτὸς ἐπελθὼν καὶ οἰκήσας· ἢ καὶ ὥσπερ Θουκυδίδης λέγει· ἐποίκους ἔπεμψαν Ἀθηναῖοι. Εἰσῆχε κάλλιον ἢ εἰσαγήοχεν, ἀπὸ τοῦ εἰσάγω, εἰσάξω, εἰσ‐ ῆχα. | |
10 | Ἐπίκειμαί τινι ἀντὶ τοῦ βαρέως πρός τινα διάκειμαι· καὶ ἐπί‐ κειμαι ἀντὶ τοῦ πλησίον τινὸς κεῖμαι. Ἀριστείδης ἐν τῷ Σμυρναϊκῷ πολιτικῷ· ἐπικείμενα τοῖς λιμέσι τὰ νεώρια. Ἐπιμέλομαι κάλλιον ἢ ἐπιμελοῦμαι, καὶ μεταμέλομαι ἢ με‐ | |
15 | ταμελοῦμαι. Ἕρκος, οὐ περίφραγμα· κοινὸν γάρ. Εὐπρεπὴς καὶ ἀστεῖος τὴν ὄψιν κάλλιον λέγειν ἢ ὡραῖος· τὸ δὲ εὔμορφος κοινόν. Πλάτων μέντοι ἐν νόμοις καὶ Ξενο‐ φῶν εὐμορφίαν λέγουσι· σπανίως δὲ καὶ Ἀριστείδης, ἐν | |
20 | τῷ Αἰγαίῳ· καὶ τῶν ἐν τῇ γῇ πάντων οὗτος | 123 |
epsilon124 | ὡραιότατος, ὥστε καὶ σύμβολόν ἐστι τοῦ Αἰγαίου τὸ τῆς εὐμορφίας ἴδιον. Οὐ λέγουσιν Ἀττικοὶ εἰς τρίτην ἡμέραν, ἀλλ’ εἰς τρίτην μόνον. Συνέσιος ἐν ἐπιστολῇ· εἰς τρίτην ἥκειν ἐπήγ‐ | |
5 | γελε. καὶ πάλιν ἐν ἑτέρᾳ [τῇ] Τρίτη μὲν ἦν Αἰσχί‐ νῃ κειμένῳ· *** καὶ Ἀριστείδης· καὶ ἧκεν εἰς τρίτην. Ἑτερόφθαλμος ὁ τὸν ἕνα πηρωθεὶς τῶν ὀφθαλμῶν, οὐ μονό‐ φθαλμος. μονόφθαλμος γὰρ ὁ ἕνα ὀφθαλμὸν ἔχων φυ‐ | |
10 | σικῶς, οἷον μυθεύονται τὸν Κύκλωπα. Ἐπίτεξ, οὐκ ἐπίτοκος. Τὸ ἑκὼν εἶναι οἱ παλαιοὶ μετὰ ἀπαγορεύσεως τιθέασιν, οἷον οὐδεὶς ἑκὼν εἶναι, καὶ, τί τις ἂν ἑκὼν εἶναι ποιήσειε; τὸ γὰρ τί ἐνταῦθα ἀπαγόρευσιν δηλοῖ. καὶ Θουκυδίδης· | |
15 | οὐκ ἐν τῷ κόλπῳ ἑκὼν εἶναι τὴν ναυμαχίαν ποιήσομαι. ἅπαξ δὲ καὶ χωρὶς ἀπαγορεύσεως Ἀρι‐ | |
στείδης ἐν τῷ περὶ ὁμονοίας ταῖς πόλεσιν εἶπεν· οἵτι‐ | 124 | |
epsilon125 | νες ἂν τῆς ὁμονοίας ἄρξωσιν ἑκόντες εἶναι. καὶ Ἡρόδοτος ἐν Πολυμνίᾳ· ἑκών τε εἶναι καὶ δεινοῦ ἐπιόντος οὐδενὸς, ἀλλὰ ἀπὸ δικαι‐ οσύνης ἐς μέσον Κώοισι καταθεὶς τὴν ἀρ‐ | |
5 | χὴν οἴχετο ἐς Σικελίην. γράφεται δὲ καὶ ἑκόντες ὄντες. Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ· ἑκόντας ὄντας ταῦτα τιμῆσαι. καὶ Λουκιανὸς ἐν τῷ περὶ τῶν ἐπὶ μισθῷ συνόντων· καὶ ἑκόντες ὄντες ἐπι‐ λανθάνεσθαι ἑαυτῶν. | |
10 | Ἔγγιον ἐπὶ συγκριτικοῦ μὴ λέγε, ἀλλ’ ἐγγύτερον. ἔγγιον δὲ ἀντὶ τοῦ ἐγγὺς ἄριστον. Δημοσθένης· ἔγγιον τόκου. καὶ ἡ παροιμία· γόνυ κνήμης ἔγγιον, | |
ἐπὶ τῶν τοὺς οἰκείους εὐεργετούντων. | 125 | |
epsilon126 | Ἐξεκόπη τοὺς ὀφθαλμοὺς λέγων καὶ ἀνεκόπη κάλλιον ἐρεῖς ἢ ἀφῃρέθη. Ἀριστοφάνης ἐν νεφέλαις· εἴθ’ ἐξεκόπην πρότερον τὸν ὀφθαλμὸν λίθῳ. | |
5 | Φιλόστρατος ἐν ἡρωϊκοῖς· τὰς ὄψεις ἀνακοπείς. τὸ δὲ ἐτυφλώθη κοινόν. Ἔπιπλα τάττεται μὲν καὶ ἐπὶ ἱματίων, ὡς ἐπιτοπλεῖστον δὲ ἐπὶ παντοίων σκευῶν. Θουκυδίδης ἐν τῇ τρίτῃ· ἃ ἦν ἐν τῷ τείχει ἔπιπλα, χαλκὸς καὶ σίδη‐ | |
10 | ρος. καὶ Λιβάνιος ἐν τῇ περὶ τῆς λάλου μελέτῃ· καὶ κατάλογος ἐνταῦθα τῶν ἐπίπλων μέχρι τῆς ληκύθου καὶ τῆς ἐτνηρύσεως. Ἔδομαι καὶ κατέδομαι, οὐ βρώσομαι, ἀλλ’ οὐδὲ φάγομαι. Ἐνιαύσιον, οὐκ ἐνιαυσιαῖον. Θουκυδίδης· αἱ δ’ ἐνιαύ‐ | |
15 | σιοι σπονδαί. Ἐπωάζει, οὐκ ἐπικάθηται ὠοῖς. Μὴ εἴπῃς ἐριστικῶς ἐρωτᾶ ὁ δεῖνα, ἀλλ’ ἐρεσχελεῖ καὶ ἐρε‐ | |
σχελεῖται ὑπό τινος. ἔστι δὲ τὸ ἐρεσχελεῖ καὶ ἀντὶ | 126 | |
epsilon127 | τοῦ φλυαρεῖ, καὶ ἐρεσχελία ἡ φλυαρία· καὶ ἐρεσχελεῖν τὸ ἀτιμάζειν. Λιβάνιος ἐν τῇ τοῦ φθονεροῦ μελέτῃ· τὴν πενίαν ἐρεσχελῶν τὴν ἐμήν. Εἴθ’ ὤφελεν, οὐκ εἴθ’ ἔμελλεν. Ἀριστοφάνης ἐν νεφέλαις· | |
5 | εἴθ’ ὤφελ’ ἡ προμνήστρι’ ἀπολέσθαι κακῶς. Εὐριπίδης ἐν Μηδείᾳ· εἴθ’ ὤφελ’ Ἀργοῦς μὴ διαπτᾶσθαι σκά‐ φος. | |
10 | Ἔοικεν ἀντὶ τοῦ φαίνεται ἀπαρεμφάτῳ συντάσσεται, οἷον ἔοικεν ἀπιστεῖν τοῖς λεγομένοις. ἔοικε δὲ ἀντὶ τοῦ ὅμοιός ἐστι δοτικῇ, οἷον ἔοικεν ὁ δεῖνα τῷ δεῖνι. ἔοικε δὲ ἀντὶ τοῦ πρέπει ποιητικῶς ἀσύντακτόν ἐστιν. Ὅ‐ μηρος· | |
15 | ἐπεὶ οὐδὲ ἔοικεν. Ἐπίστω κάλλιον, ἢ ἐπίστασο. Σοφοκλῆς ἐν Αἴαντι μαστι‐ γοφόρῳ· εὖ μέντοι τοῦτ’ ἐπίστω. Ἔπιον οἴνου καὶ ἔφαγον σίτου Ἀττικοὶ, οὐκ οἶνον οὐδὲ | |
20 | σῖτον. | 127 |
epsilon128 | Ἐντρίβεται τὸ πρόσωπον, οὐ ψιμυθοῦται. καὶ ἐντρίμματα ἅπας ὁ τοιοῦτος φλήναφος λέγεται. Ἐπιτρίβεται πολλὰς λέγε, μὴ πολλὰς πληγὰς δέχεται. Ἀρι‐ στοφάνης ἐν νεφέλαις· | |
5 | ἐπετρίβετο πολλὰς ὡς τὰς Μούσας ἀφα‐ νίζων. ἐπὶ δὲ τῶν τὰς πληγὰς ἐπιφερόντων ξαίνει τὸν δεῖνα πολλὰς κατὰ τοῦ νώτου τυχὸν ἢ κατ’ ἄλλου τινὸς μέρους τοῦ σώματος· οὕτω γὰρ Δημοσθένης λέγει· | |
10 | καὶ προστρίβεται τῷ δεῖνι πληγάς. Ἀριστοφάνης ἐν ἱππεῦσι· πληγὰς ἀεὶ προστρίβεται τοῖς οἰ‐ κέταις. Ἐπεξενώθη, οὐκ ἐπεξενίσθη. | |
15 | Εὖ λέγει καὶ κακῶς λέγει κρείττω ἢ εὐλογεῖ καὶ κακολογεῖ· ὡσαύτως καὶ εὖ πράττει καὶ κακῶς πράττει ἢ εὐπρα‐ γεῖ καὶ κακοπραγεῖ. δυσπραγεῖ δὲ καὶ δυσπραγία καὶ κακοπραγία καὶ εὐπραγία καὶ εὐπραξία. Θουκυδίδης | |
ἐν τῇ τρίτῃ· καὶ κακοπραγίαν ὡς εἰπεῖν | 128 | |
epsilon129 | ῥᾷον ἀπωθοῦνται. καὶ πάλιν εὐλογία καὶ κα‐ κολογία. Ἐφῷ ἀντὶ τοῦ διότι εἰς παρῳχημένον. Συνέσιος ἐν ἐπι‐ στολῇ· ἐφῷ Γεννάδιον ἔγραψεν. ἐφῷ ἀντὶ τοῦ | |
5 | ἐπὶ τῷ εἰς ἀπαρέμφατον, οἷον ἐφῷ μεμνῆσθαι· καὶ ἐφῷ ἀντὶ τοῦ ἵνα εἰς μέλλοντα. Θουκυδίδης· ἐφῷ τοὺς ἄνδρας κομιοῦνται. καὶ Συνέσιος ἐν ἐπι‐ στολῇ· οὐκ ἐφῷ στρατεύσομαι μεμισθωμέ‐ νος. καὶ πάλιν ἐν ἑτέρᾳ· ἐφῷ θηρίον οὐκ ἐν‐ | |
10 | αλεῖται τῇ ποίμνῃ. Ἑταίρα Ἀττικοὶ καὶ οὐχ ἑταιρίς. ἑταιρῶ δὲ, ἑταιρήσω καὶ ἑταίρησις τὸ τοὺς ἄνδρας πάσχειν τὰ τῶν ἑταιρῶν. ἑταιρεῖ μὲν οὖν καὶ πορνεύεται ὁ πασχητιῶν, ἀλλ’ ἑταιρεῖ μὲν ὑπὸ τοῦ ἐραστοῦ, πορνεύεται δὲ ὑπὸ τοῦ | |
15 | τυχόντος. Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου· οὐκέτι | 129 |
epsilon130 | δήπου μόνον φαίνεται ἡταιρηκὼς, ἀλλὰ μὰ τὸν Διόνυσον οὐκ’ οἶδ’ ὅπως δυνήσομαι πε‐ ριπλέκειν ὅλην τὴν ἡμέραν, καὶ πεπορνευ‐ μένος. κυρίως δὲ πορνεύεται ἡ γυνή. Δημοσθένης | |
5 | ἐν τῷ περὶ τοῦ στεφάνου· τοῦ μὲν τὸν πατέρα ἡταιρηκέναι, τοῦ δὲ τὴν μητέρα πεπορνεῦ‐ σθαι. καὶ πορνεύει ὁ ταύτῃ χρώμενος. Ἡρόδοτος δὲ ἀντὶ τοῦ εἰς πορνείαν ἐκδίδωσι χρῆται τῷ ὀνόματι ἐν τῇ πρώτῃ· ὅτι τὰ θήλεα τέκνα καταπορ‐ | |
10 | νεύουσιν. Ἐβουλόμην καὶ ἐβουλήθην πλειστάκις οἱ δοκιμώτατοι λέγου‐ σιν, ἠβουλόμην δὲ καὶ ἠβουλήθην ἅπαξ. τοῦτο δὲ καὶ ἐπὶ τοῦ ἐδυνάμην καὶ ἐδυνήθην νόει. Ἔφησθα ῥητορικὸν, εἴπησθα δὲ καὶ ἐθέλησθα ποιητικόν. | |
15 | Ἐννεάζω λέγε, μὴ τὴν νεότητα διαβιβάζω. Συνέσιος ἐν ἐπιστολῇ· ὁ γὰρ ἐννεάσας τῇ κατὰ φιλοσοφίαν σχολῇ. Ἐπίταγμα κάλλιον ἢ πρόσταγμα, καὶ ἐπιτάττω ἢ προσ‐ | |
τάττω. | 130 | |
epsilon131 | Τὸ εἰ μετὰ ὁριστικοῦ καὶ εὐκτικοῦ ἀεὶ, καὶ ἐπὶ τῶν τριῶν χρόνων· οὐ μετὰ ὑποτακτικοῦ δὲ, πλὴν ἐπὶ τῶν αὐ‐ θυποτάκτων, οἷον εἰ λάβωμαι, εἰ τράπωμαι. εἰ δὲ Σο‐ φοκλῆς λέγει ἐν Ἀντιγόνῃ· | |
5 | κεἴ τις ᾖ σοφός, ἠνάγκασται διὰ τὸ μέτρον. τὸ δὲ ἐάν, τὸ ἄν, τὸ κἄν, τὸ ἤν καὶ τὸ ὅταν ἀεὶ μετὰ ὑποτακτικοῦ παρὰ τοῖς ἀκριβεστάτοις. εἰ γὰρ καὶ εὕρηται ἅπαξ παρὰ Θουκυ‐ δίδῃ ἐν τῇ τρίτῃ· ἤν τε καὶ ἔχοντές τι ξυγγνώ‐ | |
10 | μης εἶεν, καὶ παρὰ Λουκιανῷ ἐν τοῖς ἀληθινοῖς· ἐὰν καταχθείημεν εἰς τὰς νήσους, καὶ αὖθις ἐν τῷ βίων πράσεις· καὶ ταῦτα ἢν ἐθελήσειεν ἀπο‐ δόσθαι οὑτοσί, ἀλλ’ οὐ δεῖ ζηλοῦν τὸ ἅπαξ ῥηθέν. εἰ δὲ τῷ ἄν τὸ εἰ προστεθείη, μετὰ εὐκτικοῦ καὶ ὁριστι‐ | |
15 | κοῦ ἐκφέρεται. τὸ δὲ ἵνα καὶ τὸ ὅπως καὶ μετὰ ὑποτα‐ κτικοῦ καὶ μετὰ εὐκτικοῦ. Ἀριστείδης ἐν τῷ Ῥοδιακῷ· ἵνα πανταχοῦ τῶν μεγίστων τετυχηκυῖα ἡ πόλις φαίνηται. καὶ αὖθις ἐν τῷ Αἰγαίῳ· ἵν’ | |
εἶεν τέλειοι τὴν μουσικήν. καὶ Θουκυδίδης ἐν | 131 | |
epsilon132 | τῇ δευτέρᾳ· ὅπως μὴ κατὰ φῶς θαρσαλεωτέ‐ ροις οὖσι προσφέροιντο καὶ σφίσιν ἐκ τοῦ ἴσου γίγνωνται, ἀλλ’ ἐν νυκτὶ φοβερώτεροι ὄντες ἥσσους ὦσι τῆς σφετέρας ἐμπειρίας. | |
5 | τὸ δὲ κἄν μετὰ σφοδροῦ τόνου καὶ μετὰ εὐκτικοῦ καὶ μετὰ ὁριστικοῦ παρῳχημένου. Ἀριστοφάνης ἐν νεφέ‐ λαις· κἂν προσκαταθείην γ’, ὥστ’ ὀμόσαι, τριώβολον. | |
10 | Σοφοκλῆς ἐν Αἴαντι μαστιγοφόρῳ· κἂν ἐξέπραξεν, εἰ κατημέλης’ ἐγώ. ταῦτα περὶ τούτων καὶ μὴ ἄλλως φρόνει· ἀκριβῶς γὰρ ἄγαν ἐξήτασται καὶ μεμελέτηται. γίνωσκε δὲ καὶ τοῦτο, ὅτι οὐδέποτε ὑποτακτικὸς σύνδεσμος μέλλοντι συντάσσε‐ | |
15 | ται, οἷον ἂν ἔσται, ἢν γενήσεται καὶ ὅσα τοιαῦτα, κἂν Ἀριστείδης ἅπαξ ἐν τῇ κοινῇ ἀπολογίᾳ πρὸς μέλλοντα τὸ κἄν συνέταξε λέγων· κἂν μηδενὸς ἀνθρώπων μεμνήσονται, καὶ Πλάτων ἐν Γοργίᾳ τὸ ὅταν μετὰ μέλλοντος λέγων· ὅταν βουλήσεσθε παρ’ | |
20 | ἐμὲ ἥκειν οἴκαδε. καὶ Θουκυδίδης ἐν τῇ ὀγδόῃ· ἵνα, ἢν μὴ ὑπακούωσι, τεθνήξονται. οὐ μό‐ | |
νον δὲ ἐν τῇ ἀρχῇ τιθέμενος ὁ ἄν σύνδεσμος οὐ συντάσ‐ | 132 | |
epsilon133 | σεται μέλλοντι, ἀλλ’ οὐδὲ ἐν τῷ μέσῳ, οἷον ὅπερ ἂν ἔσται. Ἑβδόμη οὐ μόνον ἡ μετὰ τὰς ἓξ μονάδας μονὰς, ἀλλὰ καὶ ἅπας ὁ ἑπτὰ ἀριθμός. Αἰσχύλος ἐν τοῖς ἑπτὰ ἐπὶ Θή‐ | |
5 | βαις· ἐπτὰ δ’ ἀγήνορες πρέποντες στρατοῦ δορυσόοις σαγαῖς πύλαις ἑβδόμαις προσίστανται. ὥσπερ τοὐναντίον καὶ ἡ ἑβδομὰς οὐ μόνον τὰ ἑπτὰ, ἀλ‐ | |
10 | λὰ καὶ αὐτὴ ἡ μετὰ τὰς ἓξ μονάδας μονὰς, ὡς ἄλλοι τε πολλοὶ καὶ ὁ ἅγιος Γρηγόριος ὁ θεολόγος λέγων· τὴν ἑβδομάδα τιμῶσιν Ἑβραίων παῖδες, ἤγουν τὴν ἑβδόμην. Ἐπανορθοῦμαι κάλλιον ἢ ἐπανορθῶ. Πλάτων ἐν τῇ πρώτῃ | |
15 | τῶν πολιτειῶν· καὶ δεῦρο ἰὼν ἐπηνωρθούμην. Ἐνταῦθα, ἐντεῦθεν, ἐνθάδε, [ἐνθένδε,] δεῦρο, τῇδε καὶ ὧδε, πάντα ταῦτα ἐφ’ οὗ εὑρίσκεταί τις τόπου τίθεται· τὸ δὲ αὐτόθι, αὐτόθεν, αὐτοῦ, ἐφ’ οὗ εὑρίσκεται ὁ πρὸς ὃν τοὺς λόγους ποιεῖται [ὁ] γράφων. εἰ δέ ποτε τὸ ἐν‐ | |
20 | ταῦθα καὶ τὰ ἑξῆς ἐπ’ ἄλλου τόπου καὶ οὐκ ἐφ’ οὗ ἐστιν | 133 |
epsilon134 | ὁ λέγων τίθεται, ἀλλὰ τότε τοῦτο γίνεται, ὅτε ὁ τόπος προδηλωθῇ καὶ τὸ πρόσωπον πρὸς ὃ οἱ λόγοι, οἷον, ἐλ‐ θόντες τινὲς πρὸς ὑμᾶς πολλῶν ἀγαθῶν ἐνταῦθα ὤναν‐ το. καὶ Θουκυδίδης· ἕως ἀφίκοντο εἰς Ῥήγιον | |
5 | καὶ ἐνταῦθα ἠθροίζοντο. εὕρηται δὲ ἅπαξ καὶ μὴ προδηλωθέντος τοῦ τόπου, ὡς παρὰ Συνεσίῳ ἐν ἐπι‐ στολῇ· σοὶ μὲν οὖν εὐτυχούσης τῆς ἐνταῦθα παιδείας πολυανδρίαν σοφίας, ἤγουν τῆς αὐ‐ τόθι. οὐ δεῖ δὲ τῷ ἅπαξ εἰρημένῳ χρῆσθαι. ἔστι δὲ | |
10 | τὸ ἐνταῦθα καὶ ἀντὶ τοῦ τότε, ἔτι δὲ καὶ ἀντὶ τοῦ εἰς τοῦτο, οἷον ἐνταῦθα τύχης, ὡς καὶ ἐς δεῦρο τύχης. τὸ δὲ ἐκεῖ, ἐκεῖσε καὶ ἐκεῖθεν οὐ μόνον ἐπὶ ἄλλου τόπου, ἀλλὰ καὶ ἐφ’ οὗ ἐστιν ὁ πρὸς ὃν τοὺς λόγους ποιούμεθα, τιθέαμεν. Λιβάνιος ἐν ἐπιστολῇ· τῶν ἐκεῖθεν ἀνι‐ | |
15 | όντων ἕκαστον ἐρωτῶμεν, ὅπως ἔχει σοι τὸ σῶμα, ἤγουν τοὺς αὐτόθεν. καὶ πάλιν ἐν ἑτέρᾳ· ἀλλ’ ἐπεὶ τἀκεῖ τεθεράπευκας ἱκανῶς. Ἔννους ἁπλῶς ὁ ἔχων νοῦν, ὡς πᾶς ἄνθρωπος. κατεχρή‐ | |
σαντο δὲ τῇ λέξει ἐπὶ τοῦ συνετοῦ καὶ φρονίμου. | 134 | |
epsilon135 | Ἑκκαίδεκα, οὐχ ἑξκαίδεκα· διότι τὸ διπλοῦν μετὰ συμφώνου τιθέμενον τραχύτητα ποιεῖ τῆς φωνῆς. καὶ δῆλον ἀπὸ τοῦ ἕκτη. Ἔρρανται, οὐ ῥέρανται, διὰ τὸ εὐφωνότερον. ὁ αὐτὸς δὲ | |
5 | λόγος καὶ ἐπὶ τοῦ ἔρρευκε καὶ ἐρρητόρευκε καὶ τῶν ὁμοίων. Ἐπ’ ὄρνισι κάθηται, οὐκ ὀρνεοσκοπεῖ. Ἐρωτῶ τὸ ἀπόκρισιν ζητῶ τινα. τὸ ἐπερωτῶ δέ ἐστι μὲν καὶ ἀντὶ τοῦ ἁπλῶς ἐρωτῶ, κυρίως δὲ ὅταν ἐπὶ τῇ ἐρωτήσει | |
10 | ἑτέρᾳ ἐρωτήσει χρῶμαι. προσεπερωτῶ δὲ τὸ μετὰ τὴν δευτέραν καὶ τρίτην ποιοῦμαι ἐρώτησιν. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ εἶπον, ἐπεῖπον, προσεπεῖπον. Ἐξ ἐκείνου, οὐκ ἔκτοτε οὐδ’ ἀπότοτε· καὶ ἐκ παλαιοῦ, οὐκ ἔκπαλαι οὐδὲ ἀπόπαλαι οὐδὲ πρόπαλαι. καὶ καθόλου | |
15 | δὲ τοῖς χρονικοῖς ἐπιρρήμασιν οὐ συντάσσουσι τὰς προ‐ | |
θέσεις Ἀττικοί. | 135 | |
epsilon136 | Ἐδεῖτο, οὐκ ἐδέετο, καὶ ἐπλεῖτο, οὐκ ἐπλέετο· Ἰωνικὰ γάρ. Ἐκλιπὼν, οὐκ ἐκλείψας· ἀδόκιμον γάρ. Ἐσχάτως ἔχει ἐπὶ τοῦ μοχθηρῶς οἱ σύρφακες, οἱ δὲ παλαιοὶ | |
5 | ἐπὶ τοῦ ἄκρως τιθέασιν· ἐσχάτως φιλόσοφος. Ἔζων, οὐκ ἔζην, ὡς οἴονταί τινες. Συνέσιος ἐν τῷ Αἰγυ‐ πτίῳ ἢ περὶ προνοίας πρώτῳ λόγῳ· αἰσθήσει τε γὰρ ἔζων καὶ νοῦς ἀπῆν. ἔζης δὲ καὶ ἔζη. Ἐπίδοξος οὐχ ὁ ἔνδοξος, ὥς τινες, ἀλλ’ ὁ προσδόκιμος. ἔν‐ | |
10 | δοξος μέντοι γράφεται, καὶ εὔδοξος παρὰ Θουκυδίδῃ· καὶ ἅμα ἐλευθέραν καὶ εὐδοξοτάτην πόλιν διαπαντός. Τῇ ἐπιούσῃ ἐρεῖς, οὐ προσθεὶς τὸ ἡμέρᾳ· τῆς ἐπιούσης δὲ ἡμέρας. | |
15 | Εὐθενεῖν κάλλιον ἢ εὐθηνεῖν· εὐθενία δὲ οὐ λέγουσιν, οὐδ’ εὐθηνία, ἀλλ’ εὐετηρία. Εἰς τάχος γράφει λέγε καὶ εἰς κάλλος γράφει, μὴ ταχυγρά‐ | |
φος ἐστὶ μηδὲ καλλιγράφος. | 136 | |
epsilon137 | Ἐδάφων, οὐκ ἐδαφῶν· εἰ καὶ Λιβάνιος ἐν τῷ εἰς Κωνστάν‐ τιον καὶ Κώνσταντα· ὥστε τὰς προσοίκους ἐκεί‐ νοις πόλεις εὕροις ἂν τῷ μὲν χρόνῳ πρε‐ σβυτάτας, τῇ δὲ τῶν ἐδαφῶν κατασκευῇ νε‐ | |
5 | ωτάτας. Ἔτι, οὐκ ἀκμὴν, εἰ καὶ Ξενοφῶν ἅπαξ ἐχρήσατο. Ἔσχατον χρὴ λέγειν, οὐκ ἐσχατώτατον. Καὶ ἑρμηνεία καὶ ἀγγελία· ἑρμηνεύω δὲ, οὐ μὴν καὶ ἀγγέλ‐ λω. Φιλόστρατος [ἐν τοῖς βίοις τῶν σοφιστῶν·] ἡ δὲ | |
10 | ἐπίπαν ἑρμηνεία τοῦ λόγου. καὶ πάλιν· τὸ δὲ κατὰ φύσιν ἑρμηνεύειν. καὶ αὖθις· σεμνο‐ πρεπὴς τὴν ἀγγελίαν δοκεῖ καὶ βεβηκώς. ἡ δὲ φράσις κοινόν. | |
Ἐπερίσσευσεν, οὐ περιέσσευσεν. | 137 | |
epsilon138 | Ἐν χρῷ κουρίας φάθι, καὶ μὴ ψιλόκουρος. Συνέσιος ἐν τῷ περὶ φαλάκρας [λόγῳ·] καί τις ἐν χρῷ κουρίας ἀποθανών. Ἔναυλον τὸ ἔνηχον ἀπὸ τοῦ αὐλεῖν, καὶ ἔναυλον τὸ ἔνοικον | |
5 | καὶ ἐφέστιον ἀπὸ τοῦ αὐλή· ὡς τὸ ἔναυλός ἐστιν ἢ θυραῖος. Ἐπίκληρος καὶ ἐπὶ ἀρσενικοῦ καὶ ἐπὶ θηλυκοῦ ὁ ἐπὶ πάσῃ τῇ πατρικῇ περιουσίᾳ κληρονόμος καταλελειμμένος παῖς, μὴ ὄντος αὐτῷ δηλονότι ἀδελφοῦ. καὶ ἐπικληρῖτις δὲ θηλυ‐ | |
10 | κῶς μόνον εὕρηται. Τὸ ἔχω μετὰ ἐπιρρήματος συντεθὲν οὐ μόνον πρὸς γενικὴν, ἀλλὰ καὶ πρὸς αἰτιατικὴν ἔστιν ὅτε συντασσόμενον εὑρί‐ σκεται. ὡς Ἀριστείδης ἐν τῷ Ῥοδίοις περὶ ὁμονοίας· εἰ μὲν οὕτως εἶχον, ὦ ἄνδρες Ῥόδιοι, τὸ | |
15 | σῶμα. Εὐριπίδης ἐν Ὀρέστῃ· | |
ἅλις τὸ μητρὸς αἷμ’ ἔχω. | 138 | |
epsilon139 | τοῦτο δὲ γίνεται ἀποδιδομένης τῆς συντάξεως πρὸς τὸ ἔχω. ὅταν μέντοι πρὸς γενικὴν συντάσσηται, τὸ εἵνεκα ἔξωθεν νοοῦμεν, ὥσπερ ἔχει καὶ τὸ φρενῶν εὖ ἥκει, καὶ παρ’ Ὁμήρῳ τὸ τόξων εὖ εἰδώς. | |
5 | Ἐξενεγκεῖν καὶ ἀντὶ τοῦ ἁπλῶς ἐκβαλεῖν καὶ ἀντὶ τοῦ νεκρὸν ἐξαγαγεῖν, ὥσπερ καὶ τὸ ἐκφέρειν. ἐκφέρουσι μέντοι τὸν νεκρὸν ἐπὶ ἡμέρας καὶ οὐκ ἐπὶ νυκτὸς, ἵνα πάντες αὐτὸν ἴδωσι, μὴ φαρμάκοις ἢ τοιούτοις τισὶ καὶ οὐ θα‐ νάτῳ φυσικῷ τέθνηκεν. ἐξήνεγκε δὲ καὶ ἐξέφερέ τις | |
10 | μέμψιν κατά τινος. ἰστέον δὲ ὅτι τὸ ἐξαγωγὴ καὶ ἐπὶ τῶν τριῶν τούτων λέγεται· τὸ δὲ ἐκφορὰ ἐπὶ μέμψεως οὐ λέγεται, ἀλλ’ ἐπὶ νεκροῦ καὶ ἐπὶ ἁπλῶς ἐκβολῆς. Ἕδος οὐ μόνον τὸ ἔδαφος, ἀλλὰ καὶ ἡ εἰκών. Σοφοκλῆς ἐν Ἠλέκτρᾳ· | |
15 | πατρῷα προσκυνήσανθ’ ἕδη θεῶν. Ἀριστείδης ἔν τινι τῶν ἱερῶν· πρῶτον μὲν ὤφθη τὸ ἕδος τοῦ Ἀσκληπιοῦ, τρεῖς κεφαλὰς ἔχον. καὶ πάλιν· ἐν δὲ τῷ τοίχῳ οὗ τὰ ἕδη τῶν θεῶν. | |
Ἐκεῖ ἐπίρρημα τοπικὸν, ἀναφορικόν. ἀνταποδίδοται δὲ τὸ | 139 | |
epsilon140 | ἔνθα πρὸς αὐτὸ, τοῦτο δὲ ἀπαντᾷ πρὸς τὸ ποῦ ἐρωτη‐ ματικόν. λέγεται γὰρ πρὸς μὲν τὴν ἐρώτησιν τοῦ ποῦ τὸ ἐκεῖ ἀναφορικὸν, τῷ δὲ ἐκεῖ συνάπτεται τὸ ἔνθα· οἷον, ποῦ ἐστιν ὁ δεῖνα; ἐκεῖ ἔνθα ὁ δεῖνα. ἰστέον δὲ | |
5 | ὡς οἱ δοκιμώτατοι τῶν παλαιῶν ἐπὶ στάσεως τιθέασι τὸ ἐκεῖ, οἷον ἐκεῖ τυγχάνω καὶ ἐκεῖ εὑρίσκομαι· τὸ δὲ ἐκεῖσε ἐπὶ κινήσεως, οἷον ἐκεῖσε ἀπέρχομαι. οἱ δὲ ἐναλλὰξ ἀμφότερα γράφοντες ἁμαρτάνουσιν. Ὅμηρον γὰρ καὶ τοὺς ἄλλους δοκίμους τῶν ποιητῶν καὶ Θουκυδίδην καὶ | |
10 | Πλάτωνα καὶ Δημοσθένην καὶ Ἀριστείδην, εἴ τις ἀκρι‐ βῶς ἐξετάσει, οὕτως ὡς ἔφημεν εὑρήσει χρωμένους. εἰ δέ τις τὸ τοῦ Εὐριπίδου ἐν Φοινίσσαις προφέρει τό· λόγοισι χαίρει, τὸν δὲ νοῦν ἐκεῖς’ ἔ‐ χει, | |
15 | καὶ πάλιν τὸ τοῦ αὐτοῦ ἐν τῷ αὐτῷ δράματι τό· τὸν νοῦν οὐκέτι πρὸς αὐτὸν ἔχων, ἐ‐ κεῖσε δέ, | |
οὐδὲν ταῦτα ἐναντιοῦται τῷ λόγῳ· τὸ γὰρ ἐκεῖσε ἔχει | 140 | |
epsilon141 | τὸν νοῦν ἀντὶ τοῦ ἄγει καὶ φέρει, ὥστε κἀνταῦθα ἐπὶ κινήσεως τῇ ἐννοίᾳ καὶ τῇ ὁρμῇ τὸ ἐκεῖσέ ἐστι. Καὶ εἰσῄει με τόδε καὶ εἰσῄει μοι. Πλάτων ἐν τῷ Φαίδων ἢ περὶ ψυχῆς· διὰ δὴ ταῦτα οὐδὲν πάνυ μοι ἐλε‐ | |
5 | εινὸν εἰσῄει. καὶ πάλιν ἐν τῷ αὐτῷ· οὔτε ὡς θα‐ νάτῳ παρόντα με ἀνδρὸς ἐπιτηδείου ἔλεος εἰσῄει. Οὐ μόνον εἴργω σε τοῦδε καὶ εἴργω σου τόδε ἀντὶ τοῦ κωλύω, ἀλλὰ καὶ εἴργω σοι τόδε οἱονεὶ ἀποσοβῶ σου. Αἰσχύλος | |
10 | ἐν τοῖς ἑπτὰ ἐπὶ Θήβαις· εἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ. Ἕλκος κυρίως χρόνιον πάθος ἐκ σιδήρου γενόμενον, ὠτειλὴ δὲ ἡ ἐκ τοῦ σύνεγγυς ὑπὸ σιδήρου πληγή. | |
15 | Ἐμβάδες τὰ κωμικὰ ὑποδήματα, ἐμβάδια δὲ τὰ ἁπλῶς ὑπο‐ δήματα. Ἀριστοφάνης ἐν Πλούτῳ· τοῖς δ’ ἐμβαδίοις τί χρήσεταί τις; ἔμβατα δὲ καὶ ἐμβάται τὰ τραγικά. Ἐμπειρία ἡ ἐπὶ πολλῶν κατάληψις βεβαία, ὡς ἔχει καὶ ὁ τῆς | |
20 | γραμματικῆς ὅρος· ἐμπειρία τῶν παρὰ ποιηταῖς τε καὶ | 141 |
epsilon142 | συγγραφεῦσιν ὡς ἐπιτοπολὺ λεγομένων. πεῖρα δὲ ἡ ἐφ’ ἑνὸς ἢ δευτέρου γνῶσις δοκιμαζομένη. Ἐνθύμημα ποιοῦ λόγου σχῆμα· ἐνθύμιον δὲ ἡ ἐνθύμησις. Εὔχομαι τῷ θεῷ, ἤγουν εὐχὴν πρὸς αὐτὸν ὑπέρ τινος ποιοῦ‐ | |
5 | μαι· καὶ εὔχομαι ἀνθρώπῳ ἀντὶ τοῦ ὑπὲρ αὐτοῦ εὐχὴν πρὸς θεὸν ἀναπέμπω. εὔχομαι καὶ τὸ ὑπισχνοῦμαι. καὶ εὐχὴ ἡ ἐν ἱκετηρίαις ὑπόσχεσις. Ἀριστείδης ἐν τῷ εἰς Ῥώμην· εὐχὰς ποιεῖσθαι καθ’ ὧν ἂν ἕκαστος ἐπινοῇ. ὅπερ καὶ εὐχωλὴ παρὰ ποιηταῖς λέγεται. εὔ‐ | |
10 | χομαι δὲ τὸ καυχῶμαι παρὰ μόνοις τοῖς ποιηταῖς. Ἐπαγγέλλω ὡς ἐπιτοπολὺ τὸ αἰτῶ. Λιβάνιος ἐν ἐπιστολῇ τῇ Τὸ μὲν τοὺς σοφιστὰς διασύρειν· καὶ ἐπέστελ‐ λον καὶ ἐπήγγελλον εὖ παθεῖν. σπανίως δὲ τὸ ὑπισχνοῦμαι. ὁ αὐτὸς ἐν ἑτέρᾳ· συνουσίαν ἐς | |
15 | τὴν ὑστεραίαν ἐπήγγειλε. καὶ τὸ οἱονεὶ παραγ‐ | |
γέλλω. Συνέσιος ἐν ἐπιστολῇ· Δηώσταις ἀπαν‐ | 142 | |
epsilon143 | τᾶν ἐπὶ τὴν Κλεοπάτραν ἐπήγγειλα. καὶ πά‐ λιν ἐν ἑτέρᾳ· ἐπαγγείλας ἥκειν ἀκροασομέ‐ νοις ἐλλογίμων γραμμάτων. ἐπαγγέλλομαι δὲ ὡς ἐπιτοπολὺ μὲν τὸ ὑπισχνοῦμαι, σπανίως δὲ καὶ τὸ | |
5 | αἰτῶ. Σοφοκλῆς ἐν Ἠλέκτρᾳ· καλῶς ᾔδη ς’ ἀπορρίψουσαν, ἃ ’πηγγειλάμην, ἤγουν ἃ ᾔτουν. καὶ Ἀριστείδης ἐν τῇ παλινῳδίᾳ ἐπὶ Σμύρνῃ· καὶ ἐπηγγέλλοντο βουλομένους. | |
10 | Ἐρῶ καὶ ἔρως κυρίως ἐπὶ τῶν παρόντων, ποθῶ δὲ καὶ πόθος ἐπὶ τῶν ἀπόντων. Λιβάνιος ἐν ἐπιστολῇ· ἄκων δὲ ἐξέλιπον, ἐπόθουν δὲ καὶ οἴκοι καθήμε‐ | |
νος. Ἀριστοφάνης ἐν Πλούτῳ· | 143 | |
epsilon144 | ποθεῖς τὸν οὐ παρόντα καὶ μάτην κα‐ λεῖς. καταχρηστικῶς δὲ καὶ ἐναλλὰξ ἀμφότερα. Ἕτερος ἐπὶ δυοῖν, ἄλλος ἐπὶ πολλῶν. | |
5 | Εὐφυὴς ὁ εἰς πάντα δεξιὸς, εὐμαθὴς δὲ ὁ εἰς τὸ μαθεῖν ταχύς. Λουκιανὸς ἐν τῷ δὶς κατηγορούμενος· καὶ ἐπεὶ ἐδόκει μοι εὐμαθὴς εἶναι. καὶ εὐμαθὴς ὁ εὔγνωστος. καὶ εὐμαθὲς [ἐπὶ οὐδετέρου.] Εὐειδὴς ὁ τὸ εἶδος παντὸς τοῦ σώματος κάλλιστα διακείμε‐ | |
10 | νος, καλὸς δὲ ὁ τὴν ὄψιν ἀστεῖος. Ἐχθρὸς κυρίως ὁ πρώην φίλος καὶ ὕστερον καταστὰς εἰς ἔχθος, πολέμιος δὲ ἁπλῶς ὁ μεθ’ ὅπλων χωρῶν· δυσ‐ μενὴς δὲ ὁ χρόνιον πρὸς τόν ποτε φίλον τὸ μῖσος δι‐ ατηρῶν. | |
15 | Ἑστάτω Ἀττικοὶ, οὐχ ἑστακέτω. Σοφοκλῆς ἐν Αἴαντι μα‐ στιγοφόρῳ· | |
ἀλλ’ ἑστάτω μοι καὶ δέος τι καίριον. | 144 | |
epsilon145 | Τὰ πρὸς πεῖσιν ἢ δρᾶσιν αἰτιατικῇ συντάσσεται· ἔπαθον τὴν ψυχὴν, συνέτριψα τὴν λήκυθον. Οἱ Ἀττικοὶ καὶ ἐγείρομαι καὶ ἔγρομαι λέγουσι, καὶ ἠγειρό‐ μην καὶ ἠγρόμην, καὶ ἐγειρόμενος καὶ ἐγρόμενος. Ἀρι‐ | |
5 | στοφάνης ἐν βατράχοις· κᾆτ’ ἔγωγ’ ἐξηγρόμην. καὶ Λουκιανὸς ἐν τῷ Μίκυλλος ἢ ἀλεκτρυών· μὴ ὄναρ πλουτῶν λιμώττῃ ἀνεγρόμενος. Ἐρυγγάνει λέγουσιν οἱ τεχνικοὶ, ὅταν τις ἀπόσιτος ᾖ· ἐρεύ‐ | |
10 | γεται δὲ μετὰ τὴν τροφήν. Ἐς κόρακας Ἀττικοὶ, οὐκ εἰς κόρακας· καὶ ἐς μακαρίαν, οὐκ εἰς μακαρίαν. Ἔγχουσα, οὐκ ἄγχους. ἔστι δὲ ῥίζα τις ἐρυθρὰ, ᾗ τὰ πρόσωπα βάπτουσιν αἱ γυναῖκες. | |
15 | Ἐξήμεσε κάλλιον ἢ ἤμεσεν. | 145 |
epsilon146 | Ἔστιγκεν, οὐκ ἔστιζεν. Εὐνοῦχος· τὸ δὲ σπάδων ἀναττικόν. Ἑάλωκεν Ἀττικοὶ, οὐχ ἥλωκε· καὶ ἑάλω, οὐχ ἥλω. τὸ δὲ ἐλήφθη κοινότερον. | |
5 | Εἰσήρρησε κάλλιον ἢ εἰσεφθάρη. Ἀριστοφάνης ἐν ἱπ‐ πεῦσιν· ἐπεὶ γὰρ εἰσήρρησεν εἰς τὴν οἰκίαν. Ἐξήρτημαι ἀντὶ τοῦ ἐκκρέμαμαι οὐ μόνον πρὸς γενικὴν, ἀλλὰ καὶ πρὸς δοτικήν. Αἰσχύλος ἐν Προμηθεῖ· | |
10 | ἑκηβόλοις τόξοισιν ἐξηρτημένοι. ἐξήρτημαι δὲ ἀντὶ τοῦ εἰς ἑαυτὸ κρεμῶ αἰτιατικῇ. Συ‐ νέσιος ἐν τῇ Τρίτη μὲν ἦν Αἰσχίνῃ κειμένῳ ἐπιστολῇ· χρυσία καὶ λίθους ἐξήρτητο. καὶ πάλιν ἐν ἐπι‐ στολῇ τῇ Ἕως ἔτι περιῆν ὁ μακαρίτης Θεόδωρος· δι‐ | |
15 | αφερόντως δὲ τοὺς ἡμετέρους γονέας ἐξήρ‐ τητο. ἀπήρτημαι δὲ τὸ ἀποδιίσταμαι, κυρίως ἐπὶ θαλάσσης, γενικῇ. ὁ αὐτὸς ἐν τῇ Λύσαντες ἐκ Βενδι‐ δείου ἐπιστολῇ· τὸ ἀπηρτῆσθαι τοσοῦτον τῆς | |
γῆς. ἀπήρτημαι καὶ τὸ ἐκκρέμαμαι. Λουκιανὸς ἐν | 146 | |
epsilon147 | τῷ Ἰκαρομένιππος ἢ ὑπερνέφελος· ἄνω που τῆς διηγήσεως ἐκ τῶν ὤτων ἀπηρτημένον. Ἐσθὴς εὕρηται παρὰ λογογράφοις καὶ ἔσθημα· τὸ δὲ ἔσθη‐ σις παρὰ ποιηταῖς καί τισι τῶν ῥητόρων. ἰστέον δὲ ὅτι | |
5 | ἐσθὴς καὶ στολὴ διαφέρει τῷ τὴν μὲν ἐσθῆτα ἐπὶ τῶν ἁπλῶς ἐνδυμάτων τάττεσθαι, τὴν δὲ στολὴν ἐπὶ τῶν δι‐ αφόρων σχημάτων τῶν ἐσθήτων, οἷον ἄλλη στολὴ τῶν Ἑλλήνων καὶ ἄλλη τῶν βαρβάρων. Ἰστέον ὅτι ἡ ἐξ ἔστιν ὅτε καὶ ἀντὶ τοῦ ἔξω τίθεται, ὡς τὸ ἐξ | |
10 | ἀνθρώπων ἐγένετο. καὶ Ἡρόδοτος ἐν τῇ δευτέρᾳ· τε‐ τράκις ἔλεγον ἐξ ἠθέων τὸν ἥλιον ἀνατεῖ‐ λαι, ἤγουν ἔξω τῆς συνηθείας. Ἐληλάμενος δεῖ γράφειν προπαροξυτόνως, ὡς οὐτάμενος. ἐπειδὴ γὰρ ἐληλασμένος καὶ οὐτασμένος ἦσαν, ἔπαθον δέ | |
15 | τι, τὴν τοῦ ς λέγω ἀποβολὴν, διὰ τοῦτο δὴ καὶ περὶ τὸν τόνον ἐκαινοτομήθησαν· ὥσπερ καὶ τὸ ἄσμενος· ἠσμέ‐ νος γὰρ ὂν, εἶτα παθὸν τὴν τοῦ η εἰς α τροπὴν ἀνεβί‐ βασε τὸν τόνον. ἰστέον δὲ ὡς, ὅταν ἡ δευτέρα συζυγία | |
τῶν περισπωμένων ἢ καθαρὸν ἢ μετὰ τοῦ ρ ἔχῃ τὸ α, | 147 | |
epsilon148 | ἀναγκαίως ἀεὶ τὸν παθητικὸν παρακείμενον δίχα τοῦ ς ἐκφέρει, ὡς τεθέαμαι καὶ ἑώραμαι καὶ πεπείραμαι καὶ ὅσα τοιαῦτα· μὴ ἔχουσα δὲ οὕτω μετὰ τοῦ ς τοῦτον ποιεῖ, ὡς γεγέλασμαι καὶ τὰ παραπλήσια. οὕτω καὶ | |
5 | τὸ ἐλήλαμαι, ἐλήλασμαι ὂν, ὡς μήτε καθαρὸν ἔχον τὸ α μήτε μετὰ τοῦ ρ, ἐκβολῇ τοῦ ς ἐλήλαμαι γέγονε. καὶ διὰ τοῦτο καὶ ἐπὶ τῆς μετοχῆς ἀνεβιβάσθη ὁ τόνος, ὥστε οἱ ἐληλαμένος καὶ οὐκ ἐληλάμενος γράφοντες ἁμαρτάνουσιν. | |
10 | Ἐπ’ ἀμφότερα εἰπεῖν ἱκανὸς βέλτιον ἢ κατ’ ἄμφω. Ἐξειλεγμένος, οὐκ ἐκλελεγμένος. Ἔνθεος οἱ δόκιμοι, οὐκ ἔνθους. Ἕλξις, οὐχ ἕλκυσις. Οὐ μόνον ἐναρίθμιος, ἀλλὰ καὶ ἐνάριθμος, συντασσόμενα | |
15 | ἀμφότερα καὶ πρὸς δοτικὴν καὶ πρὸς γενικήν. Πλά‐ των γὰρ ἐνάριθμον τῶν πολλῶν λέγει. Εἰσῄει τὸν Ἀγαμέμνονα καὶ ὑπέδυ κάλλιον ἂν εἴποις ἢ ὑπε‐ κρίθη. Λουκιανὸς ἐν τῷ ἀναβιοῦντες ἢ ἁλιεύς· ἤν τις ὑποκριτὴς Ἀθηνᾶν ἢ Ποσειδῶνα ἢ Δία | |
20 | ὑποδεδυκώς. | 148 |
epsilon149 | Εὐκταῖον ἑνικῶς παρ’ οὐδενὶ τῶν παλαιῶν, εἰ μὴ παρὰ Πλά‐ τωνι ἐν νόμοις· ἀλλ’ εὐκταῖα καὶ εὐκταιότατα. Ἐγχυτρισμὸν ἔλεγον τὴν τοῦ βρέφους ἔκθεσιν, ἐπεὶ ἐν χύ‐ τραις ἐξετίθουν αὐτά. | |
5 | Εὔηθες κατ’ εὐφημισμὸν τὸ ἀσύνετον. παρὰ δὲ Δημοσθένει εἰς χρηστότητος τάξιν κεῖται· τὴν ὑμετέραν εὐή‐ θειαν καὶ φιλανθρωπίαν. καὶ Θουκυδίδης ἐν τῇ τρίτῃ· καὶ τὸ εὔηθες, οὗ τὸ γενναῖον πλεῖ‐ στον μετέχει. | |
10 | Καὶ τὸ εὐλαβεῖσθαι δὲ καὶ ἀντὶ τοῦ φοβεῖσθαι καὶ ἀντὶ τοῦ φυλάττεσθαι, ὡς Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς· καὶ εὐλάβεια ὡσαύτως. εὐλαβὴς μέντοι καὶ ἐπὶ ἀρσενικοῦ καὶ ἐπὶ θηλυκοῦ ὁ εὔληπτος· καὶ εὐλαβὲς ἐπὶ τοῦ αὐτοῦ. | |
15 | Ἐπιτροπεύω τὸν παῖδα κάλλιον ἢ ἐπιτροπεύω τοῦ παιδός. Ἐλαύνεται τὴν γνώμην βέλτιον λέγειν ἢ μαίνεται. | |
Ἐγκαλῶ τὸ κατηγορῶ καὶ ἔγκλημα καὶ ἐπικαλῶ καὶ ἐπί‐ | 149 | |
epsilon150 | κλημα. Θουκυδίδης· ἐπικαλοῦντες ἐπ’ ἐργασίᾳ τοῖς Μεγαρεῦσι τῆς γῆς τῆς ἱερᾶς. καὶ Εὐ‐ ριπίδης ἐν Ὀρέστῃ· ἐπίκλημ’ ἐχούσαις ὅτι τύχοι. | |
5 | ̓εκβολὴ λόγου λέγε καὶ μὴ παρέκβασις. Θουκυδίδης· καὶ τὴν ἐκβολὴν τοῦ λόγου ἐποιησάμην [διὰ ταῦτα.] Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ· καὶ τὰς ἐκβολὰς ὁπόσας ἔχει. Ἐξαπιναίως Θουκυδίδης, Φίλων καί τινες ἄλλοι· οἱ δὲ ῥη‐ | |
10 | τορικοὶ ἐξαπίνης. τὸ δὲ ἐξάπινα οὐχ Ἑλληνικόν. Φροντίζω καὶ ἐκφροντίζω γενικῇ καὶ αἰτιατικῇ. ὅτε μὲν γὰρ ἀντὶ τοῦ φροντίδα ἔχω κεῖται, γενικῇ συντάσσεται, ὅτε δὲ ἀντὶ τοῦ ἐννοῶ, αἰτιατικῇ. Θουκυδίδης· ὁ μὲν τὴν ἐπιβουλὴν ἐκφροντίζων. | |
15 | Ἐπίτηδες καὶ ἐξεπίτηδες. Ἐπίφορος ἄνεμος δεῖ λέγειν, οὐ πρόσφορος. | |
Οὐ μόνον ἐπανάστασις, ἀλλὰ καὶ ἐπαναχώρησις. Θουκυ‐ | 150 | |
epsilon151 | δίδης· ἐγένετο μέντοι καὶ ἐν Πεπαρίστῳ κύ‐ ματος ἐπαναχώρησίς τις· ὅπερ εὔδηλον ὡς ἀντὶ τοῦ ἐπανάστασις κεῖται. Καὶ ἕνεκα καὶ εἵνεκα Πλάτων, Δημοσθένης καὶ οἱ ἄλλοι· | |
5 | Θουκυδίδης δὲ ἀεὶ ἕνεκα. Ἐφολκὰ τὰ παρακολουθήματα. Θουκυδίδης· ἐφολκὰ καὶ οὐ τὰ ὄντα λέγεται. Ἐκπλήγνυσθαι ὁ αὐτὸς μόνος· ὅπερ φιλεῖ μεγάλα στρατόπεδα ἀσαφῶς ἐκπλήγνυσθαι. σὺ δὲ | |
10 | ἐκπλήττεσθαι λέγε. Εὐεπίθετος ὁ εὔκολος εἰς ἐπίθεσιν, ἤτοι ὁ εὐεπιχείρητος. Θουκυδίδης ἐν τῇ ἕκτῃ· καὶ ἡμῖν ἂν εὐεπίθετος εἴη. Τὸ ἐπεῖδεν ὡς ἐπιτοπολὺ ἐπὶ συμφορᾶς τίθεται. Λιβάνιος | |
15 | ἐν μελέτῃ τῇ Ἔχων τις γυναῖκα καὶ ὢν ὑπὸ πατρί· ἐπεῖδε χειμαζομένην τὴν ναῦν. ἅπαξ δὲ | |
καὶ ἐπὶ εὐθυμίας. Θουκυδίδης· καὶ τὴν ὑπάρ‐ | 151 | |
epsilon152 | χουσαν σφίσι πατρίδα νικήσαντες πάλιν ἐπιδεῖν. Ἔνεστιν ἀντὶ τοῦ ἐνυπάρχει καὶ ἀντὶ τοῦ δυνατόν ἐστιν. ἔξεστιν ἀντὶ τοῦ ἄδειά ἐστι. σύνεστιν ἀντὶ τοῦ συνυπάρ‐ | |
5 | χει καὶ διαλέγεται· λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ συνουσι‐ άζει. πρόσεστιν ἀντὶ τοῦ σὺν τῷδε ἔστι καὶ τόδε. μέτε‐ στιν ἀντὶ τοῦ μετουσία ἐστί. πάρεστιν ἀντὶ τοῦ παρὼν ἢ παροῦσά ἐστιν. ἔπεστιν ἀντὶ τοῦ ἐπ’ ἐμοί ἐστι, καὶ ἀντὶ τοῦ ἐνυπάρχει. Ἀριστοφάνης ἐν Πλούτῳ· | |
10 | τὰ ἐπόντα ἐπὶ τοῦ πίνακος. περίεστιν ἀντὶ τοῦ περιουσία ἐστὶν, ἤγουν πλῆθος, καὶ ἀντὶ τοῦ ζῆ, καὶ ἀντὶ τοῦ νικᾷ. ἄπεστιν ἀντὶ τοῦ μα‐ κράν ἐστι. Τὸ εἱμαρμένη ὄνομα μετοχικόν ἐστιν, οὐ μετοχὴ, ὥσπερ καὶ | |
15 | τὸ ἐρωμένη, ἐνίοτε δὲ καὶ τὸ ἄρχων· ὡσαύτως καὶ τὸ καύσων καὶ τὸ ἑκὼν καὶ ὅσα ἐξέπεσον τοῦ ἰδιώματος τοῦ ῥήματος. τὸ μὲν οὖν εἱμαρμένη καὶ τὸ ἐρωμένη παθη‐ τικὰ ὄντα καὶ ὀφείλοντα πρὸς δοτικὴν συντάσσεσθαι, ὡς τὰ τοιαῦτα παθητικὰ ῥήματα, ταῦτα πρὸς γενικὴν λέ‐ | |
20 | γονται· ἡ εἱμαρμένη γὰρ τοῦ δεῖνος λέγεται, καὶ ἡ ἐρω‐ | 152 |
epsilon153 | μένη τοῦ δεῖνος. τὸ δὲ ἄρχων, ὀφεῖλον ἐπίρρημα ἔχειν ἀεὶ ἐπαγόμενον, δηλοῦν τῆς ἀρχῆς τὴν ἐνέργειαν ὁποία ἐστὶν, ὅπερ ἀπαιτεῖ τὸ ῥῆμα, οἷον ἄρχει τις δικαίως· (ἐν γὰρ τῷ ἄρχειν δικαίως τὸ δικαίως οὐ πρὸς τὸ ἄρχειν | |
5 | τείνει, ἀλλὰ πρὸς τὸν ἔχοντα τὴν ἀρχήν·) τοῦτο ἐνίοτε μὲν ἐπίρρημα ἔχει ἐπαγόμενον, ὅτε καὶ μετοχή ἐστιν, ἐνίοτε δὲ ὄνομα ἐπίθετον, ὅτε ἐξ ἀνάγκης ὄνομά ἐστιν, ὡς ἐν τῷ ἄρχων τ’ ἀγαθὸς κρατερός τ’ αἰχμητής. τὸ δὲ ἑκὼν ὀφεῖλον ἀπαρεμφάτῳ συντάσσεσθαι, ὡς τὰ τῆς | |
10 | θελήσεως πάντα ῥήματα, οἷον θέλω σωθῆναι, τοῦτο δὲ οὐδέποτε οὕτω συντάσσεται. τὸ δὲ καύσων καὶ αὐτὸ ὀφεῖλον μεταβατικὸν εἶναι, ὡς τὸ κάω, τόδε οὐ μετα‐ βαίνει. Εὔκαρπα δένδρα ὧν ὁ καρπός ἐστι χρήσιμος ἀνδρώποις εἰς | |
15 | τροφήν· ἄκαρπα [δὲ] τὸ ἐναντίον, ἤγουν ὧν τοῖς καρ‐ ποῖς οὐ χρῶνται οἱ ἄνθρωποι. ἄκαρπον δὲ τὸ μὴ ποι‐ | |
οῦν καρπὸν παρ’ οὐδενὶ τῶν παλαιῶν εὕρηται, ἀλλ’ | 153 | |
epsilon154 | ἀντὶ τοῦ ἄκαρπόν ἐστιν οὕτω λέγουσιν, οὐκ ἔρρω‐ ται πρὸς καρποὺς, καὶ οὐκ ἐπιτηδείως ἔχει πρὸς καρ‐ πούς. Ἐπίκωποι οἱ ἔχοντες τὰς κώπας καὶ τὰ πηδάλια· ἐπιβά‐ | |
5 | ται δὲ κοινῶς μὲν οἱ ἐπ’ ἀλλοτρίας νεὼς τὸν πλοῦν ποιούμενοι διδόντες ναῦλον, Ἀττικῶς δὲ οἱ ἔνοπλοί τε ὄντες καὶ παρεσκευασμένοι εἰς μάχην. ἐν δὲ τοῖς ἅρ‐ μασιν ὁ μὲν μαχόμενος παραβάτης λέγεται παρ’ Ὁμή‐ ρῳ, ὁ δὲ τὰς ἡνίας ἔχων ἡνίοχος. | |
10 | Ἐπέθηκά τινι ἐπιστολὴν ἀντὶ τοῦ παρέδωκα ὥστε διακομίσαι. καὶ ἀντεπιτίθησιν ὁ ἀντὶ τῆς κομισθείσης αὐτῷ ἐπιστο‐ λῆς ἑτέραν διδούς· καὶ ἐπίθετος ἐπιστολὴ ἡ δοθεῖσά τινι ὥστε διακομίσαι αὐτήν. Ἰστέον ὅτι τὰ τροχαϊκὰ ῥήματα περισπώμενα τὰ μὲν ἐν ταῖς | |
15 | συνθέσεσι τῶν προθέσεων ἀναβιβάζει τὸν τόνον, οἷον οἶσθα σύνοισθα, οἶδα σύνοιδα, κεῖμαι πρόσκειμαι, καὶ ἕτερα· τὰ δὲ οὐκ ἀναβιβάζει, οἷον εἶπε κατεῖπεν, εἶχον κατεῖχον. | |
Οὐ μόνον ἐπίδειξις, ἀλλὰ καὶ ἐπίδειγμα. Ἀριστείδης ἐντῷ | 154 | |
epsilon155 | εἰς βασιλέα· καὶ ταῦτα οὐ μόνον πραότητός ἐστιν ἐπίδειγμα. Ποτήριον οὐδεὶς τῶν δοκίμων εἶπεν, ἀλλὰ ἔκπωμα καὶ φιάλη καὶ κύλιξ. | |
5 | Ἐπέκεινα ῥήτορες λέγουσιν. Ἀριστείδης ἐν τῷ πρὸς Καπί‐ τωνα· οὕτως ἐμοὶ φίλος ἀνὴρ καὶ φίλων ἐπέ‐ κεινα. ὑπερέκεινα δὲ μόνοι οἱ σύρφακες. Οὐδεὶς τῶν ῥητόρων εἶπεν ἐκ νέας ἡλικίας, ἀλλὰ μόνον ἐκ νέας. Συνέσιος ἐν ἐπιστολῇ· ὅτι δὲ ἀρετὴν ἐκ | |
10 | νέας ἀσκεῖ. σὺ δὲ καὶ ἐκ νέου λέγε καὶ ἐκ παιδὸς καὶ ἐκ μειρακίου. Εὔχομαι καὶ προσεύχομαι παρὰ τοῖς ῥήτορσιν ἀεί· εὐχὴ δὲ καὶ ἅπαξ προσευχὴ, ὡς ὁ Πλάτωνος λόγος Ἀλκιβιάδης ἐπιγραφόμενος ἢ περὶ προσευχῆ. συντάσσεται δὲ τὸ | |
15 | προσεύχομαι πρὸς δοτικὴν, ἅπαξ δὲ καὶ πρὸς αἰτιατικήν. Ἀριστοφάνης ἐν Πλούτῳ· | |
ἵνα προσεύξῃ τὸν θεόν. | 155 | |
epsilon156 | Ἐκπλήττω οὐ μόνον τὸ εἰς ἔκπληξιν ἄγω, ἀλλὰ καὶ τὸ ἐκ‐ πλήττομαι ἅπαξ. Λουκιανὸς ἐν τῷ Χάρων ἢ ἐπισκο‐ ποῦντες· ἐκπλήττειν ἐνίοτε καὶ ὑποπτήσσειν ποιεῖ. ἔστι δὲ ἐκπλήττω καὶ τὸ ἐξιστῶ καὶ ἐκβάλλω. | |
5 | Εὐριπίδης ἐν Ὀρέστῃ· ὅ μ’ ἐκπλήσσει φόβου. Θουκυδίδης ἐν τῇ δευτέρᾳ· ὧν καθ’ ἡμέραν ἡ τέρ‐ ψις τὸ λυπηρὸν ἐκπλήσσει. καὶ αὖθις ἐν τῇ αὐ‐ τῇ· φόβος γὰρ μνήμην ἐκπλήσσει. | |
10 | Εὑρίσκομαι οὐ μόνον ἐπὶ παθητικοῦ, ἀλλὰ καὶ ἐπὶ ἐνεργητι‐ κοῦ. Λουκιανὸς ἐν τῷ ἀναβιοῦντες ἢ ἁλιεύς· ἀεί τι‐ νας ἀποφυγὰς εὑρισκομένοις. Ἐλλέβορος ἐπὶ ἀρσενικοῦ, οὐ τὸ ἐλλέβορον. Λουκιανὸς ἐν τοῖς νεκρικοῖς· οὐδὲ τὸν ἐλλέβορον ἀναίνομαι | |
15 | πιεῖν. Ἐλπίζω οὐ μόνον τὸ προσδοκῶ, ἀλλὰ καὶ τὸ εἰς ἐλπίδας ἐμ‐ βάλλω. ὁ αὐτὸς ἐν τοῖς αὐτοῖς· εὖ μάλα διαβουκο‐ | |
λεῖ αὐτοὺς καὶ ἐλπίζει. Θουκυδίδης ἐν τῇ ὀγδόῃ· | 156 | |
epsilon157 | ὁπόσοι τότε αὐτοὺς θειάσαντες ἐπήλπισαν, ὡς λήψονται Σικελίαν. Ἐπιλανθάνομαι ὡς ἐπιτοπλεῖστον μὲν γενικῇ συντάσσεται· καὶ αἰτιατικῇ δὲ ἅπαξ παρὰ Λουκιανῷ ἐν τοῖς ἑταιρι‐ | |
5 | κοῖς· οἶσθα αὐτὸν ἢ ἐπιλέλησαι τὸν ἄν‐ θρωπον. Οὐ μόνον εὐπρόσοδος ἀγρὸς ὁ πολλὰς προσόδους ἔχων, καὶ εὐπρόσοδος ἄνθρωπος ὁ εὐέντευκτος, καὶ εὐπρόσοδον χωρίον τὸ ῥᾴστην εἴσοδον ἔχον, ὧν ἐναντία τὸ δυσπρό‐ | |
10 | σοδος ἀγρὸς καὶ ἄνθρωπος καὶ δυσπρόσοδον χωρίον, περὶ ὧν εἴρηται ἐν τῷ δέλτα, ἀλλὰ καὶ εὐπρόσοδος πά‐ λιν ἄνθρωπος ὁ τοῖς δεομένοις ἐπαρκῶν. Πλούταρχος· ὅτι πᾶσιν εὐπρόσοδος ἦν τοῖς δεομένοις καὶ τὴν οἰκίαν ἀνεῳγμένην ἀεὶ παρεῖχεν. | |
15 | Ἐπικαλοῦμαι οὐ μόνον τὸ πρὸς βοήθειάν τινα παρακαλῶ, ἀλλὰ καὶ τὸ ἐπονομάζομαι, ὡς παρ’ Αἰσχίνῃ ἐν τῷ κατὰ Τιμάρχου· Ἀριστείδης ὁ τὴν ἀνόμοιον ἔχων ἐπωνυμίαν Τιμάρχῳ τουτωὶ δίκαιος ἐπικα‐ λούμενος. | |
20 | Μὴ μόνον ἐπεστραμμένως λέγε, ἀλλὰ καὶ ἐπιστρεφῶς, ὡς ὁ | |
αὐτὸς Αἰσχίνης· ὅτι καὶ μάλα ἐπιστρεφῶς καὶ | 157 | |
epsilon158 | ῥητορικῶς. καὶ μὴ μόνον ἐπισταμένως, ἀλλὰ καὶ εἰ‐ δότως, ὡς ὁ αὐτός· καὶ μάλα εἰδότως καὶ σαφῶς διδάξας δὴ ταῦτα. Εὐφημία οὐ μόνον ὁ ἔπαινος, ἀλλὰ καὶ ἡ τῶν λόγων καλορ‐ | |
5 | ρημοσύνη, ἤγουν τὸ καλοὺς καὶ πρέποντας λόγους λέ‐ γειν, ὡς ὁ αὐτὸς πάλιν· Φίλιππον νῦν μὲν διὰ τὴν τῶν λόγων εὐφημίαν ἐπαινῶ. ὡσαύτως καὶ εὐφημῶ οὐ μόνον τὸ ἐπαινῶ, ἀλλὰ καὶ τὸ καλὰ καὶ πρέποντα λέγω, ὡς Ἀριστοφάνης ἐν νεφέλαις· | |
10 | εὐφημεῖν χρὴ τὸν πρεσβύτην καὶ τῆς εὐχῆς ὑπακούειν. Τὸ εὐνομεῖσθαι οὐκ ἐπὶ πόλεως μόνον καλῶς καὶ ὑπὸ νό‐ μων διοικουμένης τίθεται, ἀλλὰ καὶ ἐπὶ οἰκίας σωφρό‐ νως καὶ ὡς δεῖ οἰκονομουμένης. Αἰσχίνης· κατι‐ | |
15 | δὼν γὰρ οἰκίαν πλουσίαν καὶ οὐκ εὐνομου‐ μένην. | |
Οὐ μόνον περιδέξιος, ἀλλὰ καὶ ἐπιδέξιος, ὡς ὁ αὐτός· ἐπι‐ | 158 | |
epsilon159 | δέξιοι δ’ οἶμαι φύντες ἑτέρων μᾶλλον. καὶ πάλιν· τῆς ἐν τοῖς πότοις ἐπιδεξιότητος. Ἐπιψηφίζω ἐγὼ τοῖς παροῦσιν ἀντὶ τοῦ ἐπιβεβαιῶ· καὶ ἐπιψηφίζω ἕτερον ἀντὶ τοῦ μάρτυρα ἐφ’ οἷς λέγω καλῶ. | |
5 | Πλάτων ἐν Γοργίᾳ· μὴ οὖν μηδὲ νῦν με κέλευε ἐπιψηφίζειν τοὺς παρόντας. καὶ αὖθις ἐν τῷ αὐτῷ λόγῳ· καὶ ἕνα ἐπιψηφίζειν ἐπίσταμαι. Ἑταιρότερος οὐχ εὕρηται, ἐμοὶ δοκεῖν διὰ τὸ οὖκ εὔφωνον. ἑταιρότατος δὲ ὁ αὐτὸς ἐν τῷ αὐτῷ λόγῳ· ταῦτα ἐμοὶ | |
10 | συμβουλεύοντος, ἅπερ τοῖς σαυτοῦ ἑταιρο‐ τάτοις. καὶ ἐν Φαίδωνι· οὓς ἂν ἡγήσαιτο οἰ‐ κειοτάτους τε καὶ ἑταιροτάτους. Ἔνστασις οὐ μόνον τὸ ἐνίστασθαι πρὸς τὸν τοῦ κατηγόρου λόγον, ἤγουν μάχεσθαι καὶ ἀντιπίπτειν καὶ τἀναντία | |
15 | ἀντικατασκευάζειν, ἀλλὰ καὶ τὸ διατιθέναι καὶ οἰκονο‐ μεῖν, ὡς ὁ αὐτὸς Αἰσχίνης· ἡ μὲν τοίνυν ἐξ ἀρ‐ χῆς ἔνστασις τῶν ὅλων πραγμάτων. καὶ ἐνε‐ | |
στησάμην τὸν ἀγῶνα ἀντὶ τοῦ διέθηκα καὶ ᾠκονόμησα. | 159 | |
epsilon160 | Οὐ μόνον διαδοχὴ, ἀλλὰ καὶ ἐκδοχὴ, ὡς ὁ αὐτός· τὴνἐκ‐ δοχὴν ἐποιήσατο πρὸς τὴν πόλιν τοῦ πολέ‐ μου. Εὐστομεῖν ἀντὶ τοῦ εὐγλωττεῖν καὶ ἀντὶ τοῦ εὐφημεῖν. εὔ‐ | |
5 | στομα κείσθω παρ’ Ἡροδότῳ ἀντὶ τοῦ εὐφήμως εἰ‐ ρήσθω. Ἐροίην ἀντὶ τοῦ λέξοιμι. Λιβάνιος ἐν τῷ περὶ τῆς ἑαυτοῦ τύχης· *** Ἐρευνῶμαι κάλλιον ἢ ἐρευνῶ. ὁ αὐτὸς ἐν τῷ αὐτῷ λόγῳ· | |
10 | καὶ ἡ διερευνωμένη νοῦν τε ἔχοντα καταμα‐ θοῦσα τὸν φόβον. Ἐλπὶς ἐπὶ καλοῦ, προσδοκία καὶ ἐπὶ καλοῦ καὶ ἐπὶ κακοῦ. Συνέσιος ἐν τῇ Αἱ κακοποιοὶ δυνάμεις ἐπιστολῇ· ἐλ‐ πὶς ἀγαθῶν καὶ φόβος χειρόνων. ἅπαξ δὲ ἡ | |
15 | ἐλπὶς καὶ ἐπὶ κακοῦ. Λιβάνιος ἐν τῷ περὶ τῆς ἑαυτοῦ τύχης· ἐμοὶ δὲ ἡ τῶν δεινῶν ἐλπὶς ἧττον εἶ‐ ναι κακὸν τοιαύτης εὐχῆς ἐφαίνετο. | |
Εὔγνωμον μὴ λέγε, ὡς εὔδαιμον, ἀλλ’ εὐγνῶμον· ἄγνωμον | 160 | |
epsilon161 | δὲ καὶ σύγγνωμον. Λουκιανὸς ἐν τῷ δὶς κατηγορού‐ μενος· ἄγνωμον γὰρ ἐπ’ ἐμὲ τὴν ἐμὴν μά‐ χαιραν ἀκονᾶν. Θουκυδίδης· ξύγγνωμον δ’ ἐστὶ τὸ ἀκούσιον. εὐγνῶμον δὲ ἀνθρώπιον | |
5 | ὁ αὐτός φησιν. Οὐ μόνον ἐπιθαλάττιον, ἀλλὰ καὶ ἐπιθαλαττίδιον. Λιβάνιός ἐν τῷ Ἀντιοχικῷ· πόλιν γὰρ ἐπιθαλαττίδιον ναυτικῆς ἀπειροκαλίας ἀνάγκη γέμειν. Ἑλληνίζω οὐ μόνον ἐγὼ, ἀλλὰ καὶ ἄλλον Ἑλληνικῶς ἔχειν | |
10 | ποιῶ, ὡς ὁ αὐτὸς ἐν τῷ αὐτῷ λόγῳ· ἑλληνίζων δι‐ ετέλεσε τὴν βάρβαρον. Οὐ μόνον ἐκτάδην, ἀλλὰ καὶ ἐκταδὸν, ὡς ὁ αὐτὸς ἐν τῷαὐ‐ τῷ λόγῳ· ἐκταδὸν οὕτω στοαὶ τῶν οἰκιῶν προκείμεναι. | |
15 | Ἐπιτρέπει οὐ μόνον ὁ μείζων τῷ ἐλάττονι, ἀλλὰ καὶ τὸ ἐναν‐ τίον. Θουκυδίδης ἐν τῇ πρώτῃ· ἤθελον δὲ καὶ τῷ | |
ἐν Δελφοῖς μαντείῳ ἐπιτρέψαι. Ἀριστείδης ἐν | 161 | |
epsilon162 | τῷ Ῥοδίοις περὶ ὁμονοίας· ὑπὲρ μὲν τῶν κατ’ ἐμαυτὸν τοῖς θεοῖς ἐπιτρέπων. Εὔνοια καὶ ἀπὸ τοῦ ἐλάττονος πρὸς μείζονα καὶ ἀπὸ τοῦ μεί‐ ζονος πρὸς ἐλάττονα, εὐμένεια δὲ ἀεὶ ἀπὸ τοῦ μείζονος | |
5 | πρὸς ἐλάττονα· εὕρηται δὲ καὶ τὸ ἐναντίον. Αἰσχύλος ἐν τοῖς Πέρσαις· εὐμενεῖς δ’ ἡμᾶς καλεῖς. Θουκυδίδης ἐν τῇ πέμπτῃ· τῆς πρὸς τὸ θεῖον εὐ‐ μενείας. καὶ Ἀριστείδης ἐν τῷ περὶ τοῦ πέμπειν βο‐ | |
10 | ήθειαν τοῖς ἐν Σικελίᾳ· μὴ παντάπασιν ἔχειν εὐ‐ μενῶς τοῖς δεσπόταις. Ἑρμογλύφος καὶ ἑρμογλυφεὺς, οὐ λιθοξόος. Λουκιανὸς ἐν τῷ περὶ τοῦ ἐνυπνίου· ὁ πρὸς μητρὸς θεῖος, ἄρι‐ στος ἑρμογλύφος. καὶ αὖθις ἐν τῷ αὐτῷ λόγῳ· | |
15 | λίθων ἐργάτην ἀγαθὸν εἶναι καὶ συναρμο‐ στὴν καὶ ἑρμογλυφέα. Ἐνδεδυκὼς ὁ ἐνδεδυμένος, οὐχ ὁ ἐνδίσας. ὁ αὐτὸς ἐν τῷ αὐ‐ | |
τῷ· οὐκ ἔτι τὴν ἐσθῆτα ἐκείνην ἐνδεδυκότα. | 162 | |
epsilon163 | καὶ αὖθις ἐν τῷ δὶς κατηγορούμενος· κάνδυν ἐνδε‐ δυκότα ἐς τὸν Ἀσσύριον τρόπον. Ἐπιδρομή οὐ μόνον ἡ καταδρομὴ, ἀλλὰ καὶ ἡ συνδρομή. ὁ αὐτὸς ἐν τῷ Δημοσθένους ἐγκωμίῳ· καὶ μυρίαι γε‐ | |
5 | γόνασιν αὐτοῖς ἐπὶ ταυτὸν τῆς διανοίας ἐπιδρομαί. Ἐφιέμενος καὶ ὁ ὀρεγόμενος καὶ ὁ ἐντελλόμενος καὶ ὁ πέμ‐ πων. Θουκυδίδης ἐν τῇ πρώτῃ· ἐφιέμενος τῆς Ἑλ‐ ληνικῆς ἀρχῆς. καὶ αὖθις ἐν τῇ τετάρτῃ· ὁ δὲ ἐς | |
10 | τὴν Λακεδαίμονα ἐφιέμενος στρατιά τε προσαποστέλλειν ἐκέλευεν. Ἀπὸ τοῦ ἐνδοιάζω τὸ ἀμφιβάλλω καὶ ἐνδοιαστῶς ἀντὶ τοῦ ἀμφιβόλως. ὁ αὐτὸς ἐν τῇ ἕκτῃ· καὶ ἄλλοι τι‐ νὲς κατὰ τὰς ἠπείρους ἐνδοιαστῶς ἀκρο‐ | |
15 | ῶνται. Καὶ δοχή καὶ ἐπιδοχή. ὁ αὐτὸς ἐν τῇ αὐτῇ· ῥᾳδίας ἔχου‐ σι τῶν πολιτειῶν τὰς μεταβολὰς καὶ ἐπι‐ | |
δοχάς. | 163 | |
epsilon164 | Οὐ μόνον συμμαχῶ, ἀλλὰ καὶ ἐπιμαχῶ· καὶ συμμαχία καὶ ἐπιμαχία. ὁ αὐτὸς ἐν τῇ πέμπτῃ· πρὸς Ἀργείους ξυμμαχίαν ποιεῖσθαι, ὥστε τῇ ἀλλήλων ἐπιμαχεῖν. | |
5 | Ὥσπερ ἐξερῶ τὸ ἀκριβῶς λέξω, οὕτω καὶ ἐξερήσομαι τὸ ἀκριβῶς ἐρωτήσω. Ἀριστείδης ἐν Λευκτρικῷ πέμπτῳ· ἐξερήσομαι δὲ τοὺς ὑπὲρ ἑκατέρων εἰρη‐ κότας. Ἐπίνικος Ἀττικοὶ, ἐπινίκιος Ἕλληνες. Ἀριστείδης ἐν τῷ | |
10 | περὶ τοῦ παραφθέγματος· ὥσπερ [αὐτὸς] αὑτῷ τὸν ἐπίνικον ποιῶν. Λιβάνιος ἐν τῷ εἰς τὸν Ἰουλιανὸν ἐπιταφίῳ· καθήμενον ἐπὶ τοῦ βασι‐ λείου θρόνου δέχεσθαι τοὺς ἐπινίκους. τί‐ | |
θεται δὲ τὸ μὲν ἐπινίκιος καὶ μετὰ προσθήκης καὶ | 164 | |
epsilon165 | χωρὶς προσθήκης, οἷον ἐπινίκιος λόγος καὶ ἐπινίκιος μόνον· τὸ δὲ ἐπίνικος οὐδέποτε μετὰ προσθήκης. [Εὐθές τὸ ἀληθές παρὰ μόνῃ τῇ θείᾳ γραφῇ εὕρηται ἀπό τινος ἀρσενικῆς εὐθείας διὰ τοῦ η γραφομένης· παρὰ | |
5 | οὐδενὶ δὲ τῶν Ἑλλήνων εὕροις ἂν, ἀλλ’ εὐθύ τὸ ἐναν‐ τίον τοῦ σκαμβοῦ. ὡς γὰρ ὀξύς ὀξέος ὀξύ, καὶ ἡδύς ἡδέος ἡδύ, καὶ ὅσα τοιαῦτα, οὕτω καὶ διὰ τοῦ υ ψι‐ λοῦ εὐθύς εὐθέος εὐθύ.] [Τὸ ἕως ἂν καὶ μέχρις ἂν ὑποτακτικῷ ἀεὶ συντάσσονται· | |
10 | ἅπαξ δὲ καὶ εὐκτικῷ, ὡς ἐν τῷ περὶ στεφάνου Δημο‐ σθένους λόγῳ· ἕως ἂν τὰ τῆς στρατείας τῆς ἐπὶ τοὺς Φωκέας εὐπρεπεῖς ποιήσαιτο.] | |
zeta165(post12t) | Ζ. | |
13 | Ζῶμα ἡ ζώνη, οὐ ζῶσμα. Σοφοκλῆς ἐν Ἠλέκτρᾳ· καὶ ζῶμα τοὐμὸν οὐ χλιδαῖς ἠσκημένον. | |
15 | καὶ Θουκυδίδης· διαζώματ’ ἔχοντες περὶ τὰ αἰδοῖα οἱ ἀθληταὶ ἠγωνίζοντο. | |
Ζητήσομαι, οὐ ζητήσω. | 165 | |
zeta166 | Ζηλῶ Ἀττικοὶ λέγουσιν, οὐ ζηλοτυπῶ, ὡς τὸ ζηλοῖ δέ τε γείτονα γείτων παρ’ Ἡσιόδῳ. ἔστι δὲ τὸ ζηλῶ καὶ ἀντὶ τοῦ μιμοῦμαι, ἀφ’ οὗ καὶ ζῆλος καὶ ζηλωτὴς καὶ ζήλωσις. ἐκ μέντοι τοῦ | |
5 | ζηλῶ τὸ ζηλοτυπῶ οὐ ζῆλος καὶ ζηλωτὴς, ἀλλ’ ὡς ἀπὸ τοῦ ζηλοτυπῶ ζηλοτυπία καὶ ζηλότυπος. [Ἀριστοφάνης ἐν Πλούτῳ· οὕτω σφόδρα ζηλότυπος ὁ νεανί‐ σκος ἦν.] | |
10 | ζηλῶ καὶ τὸ πάσχω ὑπέρ τινος ἀδικουμένου ἢ ἀδίκου γι‐ νομένου· καὶ ζῆλος, ὅθεν φαμὲν καὶ ζήλου τὴν ψυχὴν ἐπλήσθην· καὶ ζηλωτής. ζηλῶ καὶ τὸ μακαρίζω ἀπὸ αἰ‐ τιατικῆς εἰς γενικὴν συντασσόμενον, ὡς τὸ ζηλῶ σε τοῦ νοῦ | |
15 | παρὰ Σοφοκλεῖ· καὶ ζῆλος, ὡς Δημοσθένης· καὶ ζή‐ λου καὶ χαρᾶς καὶ ἐπαίνων ἦν ἡ πόλις με‐ | |
στή· καὶ ζηλωτὸς ὁ μακαριστός. | 166 | |
zeta167 | Ζωννύς, οὐ ζωννύων. Ζωπυρῶ, οὐ πυρός τι ὑποκρύπτω· ἀφ’ οὗ καὶ ζώπυρον. Λουκιανὸς ἐν Τίμωνι· ζώπυρον τοῦ ἀνθρωπείου γένους, ἤγουν ὑπόλειμμα. εἴληφε δὲ [καὶ] τοῦτο ἐκ | |
5 | τοῦ Πλάτωνος λέγοντος· μικρὰ ζώπυρα τοῦ τῶν ἀνθρώπων γένους. Ζυγός ἀρσενικῶς ἐπὶ ἁμάξης, ἐπὶ δὲ σταθμοῦ οὐ ζυγός, ἀλλὰ τὰ ζυγά οὐδετέρως πληθυντικῶς· τὸ γὰρ ζυγόν ἀδό‐ κιμον. | |
10 | Ζώνιον κυρίως ἐπὶ γυναικός. Πλούταρχος ἐν συμποσίῳ τῶν ἑπτὰ σοφῶν· καὶ διαπλέκουσαν ὥσπερ ζώνια καὶ κεκρυφάλους προβάλλειν ταῖς γυναιξί. ζώνη δὲ ἐπὶ ἐπὶ ἀνδρὸς, καὶ ἐπὶ γυναικὸς δὲ καταχρηστικῶς. Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ· λυσαμένη τὴν ζώ‐ | |
15 | νην ἐν Ζωστῆρι τῆς Ἀττικῆς. | 167 |
zeta168 | Ζωνιοπλόκος, οὐ ζωνοπλόκος, διὰ τὸ ὡς ἐπιτοπλεῖστον οἶμαι τὰ τῶν γυναικῶν ζώνια εἶναι πεπλεγμένα. Ζάκορος καὶ νεωκόρος διαφέρει· ὁ γὰρ ζάκορος σεμνότερόν τι ἦν νεωκόρου. | |
5 | Ζάπλουτος κάλλιον ἢ μεγαλόπλουτος. οὐ μόνον δὲ ζάπλουτος, ἀλλὰ καὶ ζάχρυσος. Λιβάνιος ἐν τῷ Ἀντιοχικῷ· οὗ μὲν ἀμαθὴς ἡ βουλὴ, κἂν πάνυ ζάχρυσος ᾖ. Οὐ δεῖ λέγειν περὶ φίλου, ὡς πρὸς τὸν δεῖνα περὶ τοῦδέ τινος ἐζυγομάχουν, ἀλλὰ ἠμφισβήτουν καὶ ἤριζον καὶ ἐφιλο‐ | |
10 | νείκουν· τὸ γὰρ ἐζυγομάχουν ἐπὶ ἐχθροῦ λαμβάνεται. ὡσαύτως καὶ τὸ ἐδικαζόμην, οἷον ἐδικαζόμην τῷ δεῖνι πε‐ ρὶ τοῦδε. Ζεῦγμα καὶ τὸ ζευγνύον δύο τινὰ καὶ αὐτὸ τὸ ζεῦγος. γίνεται δὲ ἀπὸ τοῦ ἔξευγμαι, οὗ τὸ θέμα ἐστὶ τὸ ζεύγω, οὐκ ἐν | |
15 | χρήσει ὄν· ἀντ’ αὐτοῦ γὰρ τὸ ζεύγνυμι. Ζευγνύασι κάλλιον ἢ ζευγνῦσι· τὸ δὲ ζευγνύουσι κοινόν. | |
ὡσαύτως καὶ κτιννύασιν ἢ κτιννῦσι. Πλάτων ἐν Γορ‐ | 168 | |
zeta169 | γίᾳ· τί δ’; οὐχ ὥσπερ οἱ τύραννοι ἀποκτιν‐ νύασί τε, ὃν ἂν βούλωνται; καὶ δεικνύασιν ἢ δεικνῦσιν. Ἡρόδοτος ἐν τῇ δευτέρᾳ· ἐπεάν σφι κομισθῇ νεκρὸς, δεικνύασι τοῖσι κομί‐ | |
5 | σασιν. | |
eta169(post5t) | Η. | |
6 | Ἥρω Ἀττικοὶ, οὐχ ἥρωα, καὶ ἥρως ἐπὶ αἰτιατικῆς τῶν πλη‐ θυντικῶν, καὶ οὐχ ἥρωας· ἥρωες δὲ, οὐχ ἥρως· [εἰ καὶ] ἅπαξ Ἀριστοφάνης ὑπὸ τοῦ μέτρου βιασθεὶς οἱ ἥρως εἶπε· τῷ δ’ ἠναγκασμένῳ οὐ χρηστέον. | |
10 | Ἥδυσμα, οὐκ ἄρτυμα. Ἥκω καὶ ἀντὶ τοῦ ἔρχομαι, ὡς Αἰσχύλος· ἥκω γὰρ εἰς γῆν τήνδε καὶ κατέρ‐ χομαι, | |
καὶ ἀντὶ τοῦ ἦλθον, ὡς τό· | 169 | |
eta170 | ἥκω νεκρῶν κευθμῶνα [καὶ σκότου πύλας] λιπὼν παρ’ Εὐριπίδῃ ἐν Ἑκάβῃ. καὶ Λιβάνιος [δὲ] ἐν με‐ | |
5 | λέτῃ τῇ τοῦ ῥήτορος· ἥκω τοὺς ἐπιόντας ἐχ‐ θροὺς μόνος ὠθήσας τῇ γλώττῃ. οὕτως Ἀττι‐ κοὶ τῷ ἐνεστῶτι ἀντὶ [τοῦ] παρῳχημένου χρῶνται· τὸ δὲ ἧκον κοινότερον. Ἠφίει, οὐκ ἀφίει. | |
10 | Ἦσθα οὐκ ἀντὶ τοῦ ὑπάρχεις, ἀλλ’ ἀντὶ τοῦ ὑπῆρχες. Σο‐ φοκλῆς· οὐκ ἂν ἦσθα λυπηρὰ κλύειν. καὶ ἁπλῶς πάντες οἱ δοκιμώτατοι ἐπὶ παρῳχημένου τοῦτο λέγουσιν, ὥστε οἱ ἀντὶ ἐνεστῶτος χρώμενοι ἁ‐ | |
15 | μαρτάνουσι. Ἤμελλον Ἀττικοὶ, οὐκ ἔμελλον. Ἠρόμην, οὐκ ἠρώτησα. Ἠχή καὶ ἠχώ, οὐκ ἦχος. Συνέσιος ἐν ἐπιστολῇ· ἡ θαυ‐ | |
μαστή σου τῶν ἱερῶν λόγων ἠχώ. | 170 | |
eta171 | Ἥττους καὶ ἥττω οὐδετέρως ἐπὶ εὐθείας καὶ αἰτιατικῆς τῶν πληθυντικῶν Ἀττικοὶ λέγουσι· καὶ ἁπλῶς τὴν τοιαύτην κρᾶσιν ἐπὶ πᾶσι τοῖς εἰς ων συγκριτικοῖς καὶ ἐν τοῖς τρισὶ γένεσι ποιοῦσιν. | |
5 | Ἠλίθιος ἀνὴρ ὁ μαλακὸς καὶ ἀκίνητος τὴν γνώμην, οὐ μό‐ νον ὁ ἀνόητος. ἠλίθιος καὶ ὁ πρὸς τὰ ἀφροδίσια ἀκί‐ νητος. Ἡβᾶν καὶ ἀνηβᾶν κάλλιον ἢ ἡβάσκειν καὶ ἀνηβάσκειν. Φι‐ λόστρατος· καὶ τὰς αἰσθήσεις ἡβῶν. Συνέσιος | |
10 | ἐν ἐπιστολῇ· ὅν φασιν αἱ ποιήσεις δὶς ἀνη‐ βῆσαι. Ἡρπάσθην, οὐχ ἡρπάγην. Ἦλθε κοινὸν, ἐλήλυθε δὲ Ἀττικόν. Ἡρακλέα, ὡσαύτως δὲ καὶ Θεμιστοκλέα καὶ Περικλέα καὶ | |
15 | ὅσα τοιαῦτα, ἐπεκτείνων τὴν τελευταίαν συλλαβὴν λέγε, ἢ Ἡρακλῆ χωρὶς τοῦ ν καὶ Θεμιστοκλῆ, ἀλλὰ μὴ Ἡ‐ | |
ρακλῆν, Θεμιστοκλῆν, Περικλῆν. | 171 | |
eta172 | Ἠθέληκα Ἀττικοὶ λέγουσιν ἀπὸ τοῦ ἐθέλω, ἐθελήσω, ἠθέ‐ ληκα. τὸ δὲ τεθέληκα Ἀλεξανδρεωτικὸν, ἀπὸ τοῦ θέ‐ λω κανονιζόμενον. Ἁμαρτάνουσιν οἱ τὰ ἡμίση λέγοντες καὶ οὐ τὰ ἡμίσεα. τὰ | |
5 | γὰρ τριγενῆ τῶν ὀνομάτων ἐπὶ τῶν οὐδετέρων διῃρη‐ μένας ἔχουσι τὰς τοιαύτας πτώσεις, οἷον οἱ γλυκεῖς αἱ γλυκεῖαι τὰ γλυκέα, οἱ ὀξεῖς αἱ ὀξεῖαι τὰ ὀξέα· οὕτως ἄρα καὶ οἱ ἡμίσεις αἱ ἡμίσειαι τὰ ἡμίσεα. καὶ ἐπὶ τοῦ ἑνικοῦ δὲ ἡμίσεος λέγε, ὡς ὀξέος καὶ γλυκέος, | |
10 | ἀλλὰ μὴ ἡμίσους. Δίων οὖν ἡμίσους λέγων ἁμαρ‐ τάνει. Θουκυδίδης ἐν τῇ τετάρτῃ· τρίτον μέρος ἀνθ’ ἡμίσεος τῆς τροφῆς ἐδίδου. ἐπὶ δὲ τῆς αἰτιατικῆς τῶν πληθυντικῶν καὶ τοῦ ἀρσενικοῦ καὶ τοῦ θηλυκοῦ καὶ συνῃρημένως καὶ ἀσυναιρέτως ἐκφέρουσιν, | |
15 | ὡς ὁ αὐτό· τῶν πρέσβεων τοὺς ἡμίσεις. καὶ πάλιν· τὰς ἡμίσεας τῶν νεῶν. κάλλιον δὲ τὸ ἀσυναίρετον. Ἥρμοσται τὴν γλῶτταν ῥητορικῶς κάλλιον ἂν εἴποις, ἢ κα‐ | |
τὰ ῥήτορας λέγει ἢ γράφει. | 172 | |
eta173 | Ἥμαρτον δόκιμον καὶ ἁμαρτεῖν· ἡμάρτησα δὲ ἀδόκιμον καὶ ἁμαρτῆσαι, εἰ καὶ Ἀριστείδης ἅπαξ εἶπεν ἐν τῷ ὑπὲρ ῥητορικῆς πρώτῳ ἁμαρτήσασθαι. Ἡσυχαίτερον, οὐχ ἡσυχώτερον. Θουκυδίδης· μᾶλλον | |
5 | δὲ καὶ ἡσυχαίτερα καὶ τοῖς εἴδεσι διηλλα‐ γμένα. Ἠιών, ᾐόνος κάλλιον ἢ ἠϊών, ἠϊόνος. Ἡμωδία ἐπὶ τῶν ὀδόντων κάλλιον ἢ αἱμωδία. Ἦθος οὐ μόνον ἐπὶ ἀνθρώπου λέγεται, ἀλλὰ καὶ ἐπὶ | |
10 | πόλεως, ὡς Δημοσθένης· τὸ τῆς πόλεως ἦθος, ἤγουν τὴν κατάστασιν καὶ τὴν γενναιότητα. καὶ ἦθος ἡ εὔλογος αἰτία. Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ· οὐδὲ τὰ τολμήματα τῆς πόλεως ἀσπάσασθαι μᾶλλόν ἐστιν ἢ τὸ τῶν ἔργων ἦθος. | |
15 | Ἡνία καὶ ῥυτῆρες οἱ ἱμάντες τοῦ χαλινοῦ, οὓς κατέχουσι | 173 |
eta174 | ταῖν χεροῖν οἱ ἱππεύοντες. χαλινὸς δὲ ἰδίως μὲν τὰ ἐν τῷ στόματι τοῦ ἵππου λέγεται, καταχρηστικῶς δὲ καὶ τὸ ὅλον. φάλαρα δὲ τὰ ἐν τῷ μετώπῳ. Ἥλιος λέγεται καὶ μία ἑκάστη ἡμέρα διὰ τὸ τὸν ἥλιον τῇ | |
5 | τοῦ οὐρανοῦ φορᾷ ἀποκαθιστάμενον ὅθεν ἤρξατο νυ‐ χθήμερον ποιεῖν. [καὶ] Λιβάνιος ἐν ἐπιστολῇ τῇ Οὔπω μοι τῆς λύπης ὑφῆκας· αὐτὸς ἐν πολλοῖς ἡλίοις ἐφύλαξας. ἥλιος καὶ ὁ δωδεκάμηνος καιρὸς, ὅτι διὰ δώδεκα μηνῶν διέρχεται τὸν ἑαυτοῦ κύκλον ὁ | |
10 | ἥλιος. Τὸ ἤτοι ποτὲ μέν ἐστιν ἐπίρρημα διασαφητικὸν ἀντὶ τοῦ ἤγουν, ἐν ἄλλοις δὲ καὶ σύνδεσμός ἐστι, παρὰ μὲν τοῖς ποιηταῖς συμπλεκτικὸς, ὁ αὐτὸς τῷ μέν, τούτῳ μόνον διαφέρων αὐτοῦ, ὅτι ἐκεῖνος μὲν ὑποτάσσεται, | |
15 | οὗτος δὲ προτάσσεται, οἷον· ἤτοι ὅγ’ ὡς εἰπὼν κατ’ ἄρ’ ἕζετο· ἀνταποδοτικὸς δέ ἐστιν αὐτοῦ ὁ αὐτάρ, ὃς καὶ ἀτάρ | |
λέγεται, ὥσπερ ὁ δέ τοῦ μέν, τούτῳ καὶ οὗτος διαφέ‐ | 174 | |
eta175 | ρων τοῦ δέ, ᾧπερ ὁ ἤτοι τοῦ μέν, τἄλλα δὲ ὁ αὐτός· παρὰ δὲ τοῖς Ἀττικοῖς τὸ ἤτοι σύνδεσμός ἐστι διαζευ‐ κτικὸς ἀντὶ τοῦ ἤ, τοῦ τοί παραπληρωματικοῦ προσ‐ λαμβανομένου παρ’ αὐτοῖς ἐνταῦθα, ὥσπερ τοῦ γέ | |
5 | ἐν τῷ ἔγωγε καὶ ἄλλου ἐν ἄλλοις δι’ ἔπαρσιν τοῦ λόγου καὶ ὄγκον. σημείωσαι δὲ, ὡς καταρχὰς μὲν τὸ ἤτοι τί‐ θεται ἀεὶ, ὕστερον δὲ τὸ ἤ· οὕτω γάρ φαμεν· ἤτοι τόδε, ἢ τόδε. ἑτέρως δὲ οὐκ ἄν ποτε εὕροις πλὴν ἐν Πινδάρῳ ἅπαξ διὰ τὴν ἀνάγκην τοῦ μέτρου. | |
theta175(post9t) | Θ. | |
10 | Θαρρῶ Ἀττικοὶ, οὐ θαρσῶ· καὶ θάρρος, οὐ θάρσος· καὶ θαρρύνω, οὐ θαρσύνω. ὅπερ θαρρῶ, εἰ μὲν ἀντὶ τοῦ ἐλπίζω ἐστὶ, δοτικῇ συντάσσεται, εἰ δὲ ἀντὶ τοῦ τολμῶ, αἰτιατικῇ. Συνέσιος ἐν ἐπιστολῇ· καὶ οὓς ἔδει θαρ‐ ρῆσαι. | |
15 | Θριδακίνη, οὐ θρίδαξ. | |
Θημών, οὐ θημωνία. | 175 | |
theta176 | Θεσμός ὁ ἄγραφος [νόμος], νόμος δὲ ὁ ἔγγραφος. Θέρεται, οὐ θερμαίνεται. Θρυαλλίς, οὐκ ἐλλύχνιον. Θαμά, οὐ πυκνῶς. Ἡσίοδος· | |
5 | καὶ θαμὰ τοῦθ’ ἕρδοις. θαμινά, οὐ πυκνά. Ἀριστοφάνης ἐν Πλούτῳ· ἀλλ’ εἶα τέκεα θαμίν’ ἐπαναβοῶντες. Θαλῆς Θαλοῦ, οὐ Θάλης Θάλητος. Θοιμάτιον κάλλιον ἢ τὸ ἱμάτιον διαλελυμένως. | |
10 | Θᾶττον Ἀττικοὶ, τάχιον Ἕλληνες. ἔστι δὲ οὐ μόνον ἐπίρρη‐ μα, ἀλλὰ καὶ ὄνομα τριγενὲς, ὁ θάττων ἡ θάττων καὶ τὸ θᾶττον· ὥσπερ καὶ ἐπὶ τοῦ ῥᾷον. Καὶ θηλή καὶ μαστός. Θής Ἀττικοὶ, οὐ μισθαρνός· καὶ θητεύει, οὐ μισθαρνεῖ. | |
15 | Πλάτων ἐν Εὐθύφρονι· ὡς ἐγεωργοῦμεν ἐν τῇ Νάξῳ, ἐθήτευεν ἐκεῖ παρ’ ἡμῖν. καὶ θῆσσα, οὐ | |
θῆττα. | 176 | |
theta177 | Θήρατρον, οὐ παγίς. [γράφεται ἀντὶ τούτου πάγη, ἢ πληθυν‐ τικῶς τοὺς πάγας κάλλιον.] Θεῶ, οὐ θέα, εἰ καί τινες γράφουσιν. Ἀριστοφάνης ἐν βα‐ τράχοις· | |
5 | ἀφειμένην τὴν λαμπάδα θεῶ. Θᾶκος Ἀττικὸν, θρόνος Ἑλληνικὸν, θῶκος δὲ ποιητικόν. Ἀριστείδης ἐν τῷ εἰς τὸν Διόνυσον· οὐδ’ αὐτῷ θᾶ‐ κοι τούτου χωρίς. Θηλάζει τὸ θῆλυ μεταβατικῶς, ἃ ἔτεκε· καὶ θηλάζουσι τὰ | |
10 | τεχθέντα ἀμεταβάτως. Τὸ θάλλειν ἐπὶ δένδρων λέγεται, τὸ δὲ ἀνθεῖν ἐπὶ μόνων τῶν ἀνθέων· ὅθεν εὐθαλεῖς μὲν κλάδοι, εὐανεῖς δὲ λει‐ μῶνες. Θλάσις καὶ θλᾶν ἐπὶ τῶν χαυνουμένων καὶ παραλυομένων | |
15 | τῆς ἑαυτῶν συμπήξεως ἀπὸ πληγῆς ἢ τοιούτου τινὸς, ὃ | 177 |
theta178 | παρὰ τοῖς ποιηταῖς φλᾶν λέγεται, οὐκέτι δὲ καὶ ὄνομα φλάσις. Θεήλατον τὸ θεόθεν ἐλθόν· λέγεται δὲ ἀεὶ ἐπὶ κακοῦ, οἷον θεήλατος πληγή. εἰ δὲ εὕρηταί που ἀντὶ τοῦ ὑπὸ θεοῦ | |
5 | ἐλαθεὶς καὶ ἀποδιωχθεὶς, ἀλλ’ οὐκ ἔστιν Ἑλληνικόν. Θέσθαι τὸ θεῖναι καὶ τὸ ἀρεσθῆναι, ὡς τὸ τούτοις ἐθέμην ἀντὶ τοῦ ἠρέσθην καὶ συνῄνεσα. ὑποθέσθαι δὲ τό τε δοῦναί τι εἰς ὑποθήκην καὶ τὸ συμβουλεῦσαι καὶ τὸ ὡς ὁμολογούμενον θεῖναί τι τῶν δυναμένων γενέσθαι, ὡς τὸ | |
10 | ὑπόθου, ὅτι ὁ Σωκράτης καθεύδει. εἰ γὰρ καὶ μὴ καθεύδει, ἀλλὰ δυνατός ἐστι καθεύδειν. Θύειν ἐπὶ τῶν σφαττομένων ἱερείων, σφάττεσθαι δὲ ἐπὶ τοῦ τυχόντος ζώου. καὶ θύεται οὐ μόνον ἀντὶ τοῦ σφάττεται, ἀλλὰ καὶ ἀντὶ τοῦ θύει. Θουκυδίδης ἐν τῇ πέμπτῃ· | |
15 | περὶ τὸ ἱερὸν τῆς Ἀθηνᾶς θυομένου. καὶ αὖθις ἐν τῇ αὐτῇ· τὰ διαβατήρια θυομένοις οὐ προὐχώρει. | |
Θόρυβος οὐ μόνον ἐπὶ ὄχλου, ἀλλὰ καὶ ἐπὶ μεγίστου ἐπαίνου· | 178 | |
theta179 | ὡσαύτως καὶ θορυβῶ. Ἀριστείδης ἐν τῇ εἰς Σμύρναν μονῳδίᾳ· [ποῦ] νέων καὶ πρεσβυτέρων σύνο‐ δοι καὶ θόρυβοι διδόντων ἅπαντα; [Συνέσιος ἐν τῷ Δίων ἢ περὶ τῆς κατ’ αὐτὸν διαγωγῆς· βούλοιτο | |
5 | γὰρ ἂν ὁ διδάσκαλος ἀνὴρ εὐδοκιμεῖν ἐν τοῖς μαθηταῖς, καὶ θορυβεῖν ἐπὶ τοῖς λό‐ γοις αὐτοῦ τὰ παιδάρια.] Θερμότης καὶ θέρμη Ἀττικοὶ, θερμασία Ἕλληνες. Θῆλυ θήλεος, καὶ ὁ θῆλυς τοῦ θήλεος, οἷον ὁ θῆλυς ἀετός. | |
10 | λέγεται δὲ θῆλυς καὶ ὁ θηλυδρίας. καὶ ἡ θῆλυς δὲ παρ’ Εὐριπίδῃ· καὶ ἡ θήλεια πρὸς τούτοις. Θυμέλην οἱ ἀρχαῖοι ἀντὶ τοῦ θυσίαν ἐτίθουν, οἱ δ’ ὕστερον ἐπὶ τοῦ τόπου τοῦ ἐν τῷ θεάτρῳ, ἐφ’ ᾧ αὐληταὶ καὶ κι‐ θαρῳδοὶ καὶ ἄλλοι τινὲς ἀγωνίζονται μουσικήν. ἄλλοι δὲ | |
15 | εἶδος μουσικῆς τὴν θυμέλην λέγουσι. | 179 |
theta180 | Θαρσεῖα ἐλπὶς ἡ ὁμολογουμένη καὶ ἀναμφίβολος. Θουκυδί‐ δης· ἐλπὶς θαρσεῖα τοῦ μέλλοντος. Θεράπων καὶ θεραπαινίς καὶ θεραπαινίδιον, καὶ οἰκέτης, καὶ παῖς καὶ παιδάριον λέγε. | |
5 | Θριάσιον πεδίον τι ἐν τῇ Ἀττικῇ· ἐκλήθη δὲ ἀπὸ τῶν βλη‐ θεισῶν ἐν αὐτῷ θριῶν ὑπ’ Ἀθηνᾶς. θριαὶ δὲ αἱ μαντι‐ καὶ ψῆφοι. Θεοπρόπους ἐκάλουν τοὺς δι’ εὐλάβειαν πεμπομένους εἰς τὸ μαντεῖον, ἐφῷ δέξασθαι μαντείαν ὡς τῷ θεῷ πρέποντας | |
10 | καὶ ἁρμόζοντας διὰ τὴν προσοῦσαν ἐπιείκειαν. Αἰσχύ‐ λος ἐν Προμηθεῖ· ἔς τε Πυθὼ κἀπὶ Δωδώνης συχνοὺς θεοπρόπους ἴαλεν. καὶ θεοπρόπιον τὸ τούτοις διδόμενον μάντευμα. λέγεται | |
15 | δὲ θεοπρόπιον καὶ τὸ ἁπλῶς μάντευμα· θεοπρόπον δὲ τὸν μάντιν οὐδεὶς τῶν ἀρχαίων εἶπεν. | |
Θεατής [κυρίως] ἐπὶ ἀγῶνος· θεωρὸς δὲ ὁ τὴν θυσίαν ἀπά‐ | 180 | |
theta181 | γων εἰς τὸ ἱερὸν πρὸς τὸ θῦσαι καὶ θεραπεῦσαι τὸν θεόν. Ἀριστείδης· τῶν θεωρῶν ἡκόντων καὶ τεθυκότων. καὶ θεωρία ἡ θυσία. Πλάτων ἐν Φαί‐ δωνι· ἑκάστου ἔτους θεωρίαν ἀπάξειν εἰς | |
5 | Δῆλον. ὅθεν καὶ αἱ ὁδοὶ, δι’ ὧν ἐπορεύοντο οἱ θεω‐ ροὶ, θεωρίδες κέλευθοι ἐκαλοῦντο. καὶ θεωρίς ἡ ναῦς ἡ ἀπάγουσα Ἀθήνηθεν εἰς Δῆλον τῷ Ἀπόλλωνι θυσίαν. καταχρηστικῶς δὲ καὶ τὴν τοῦ Χάροντος ναῦν θεωρίδα Αἰσχύλος λέγει ἐν τοῖς ἑπτὰ ἐπὶ Θήβαις· | |
10 | ναύστολον μελάγκροκον θεωρίδα. καὶ θεωρός ὁ ἐπὶ τῇ τοιαύτῃ θυσίᾳ ἐπιθειάζων ἱερεύς. λέγεται δὲ θεωρία καὶ ἡ περὶ τὸν θεὸν σχολὴ καὶ διηνε‐ κὴς αὐτοῦ φαντασία. καὶ θεωρία ἡ πράγματός τινος κα‐ τανόησις, καθά φησιν ὁ θεολόγος Γρηγόριος· θεωρία | |
15 | γὰρ ἦν τὸ φυτὸν, ὡς ἡ ἐμὴ θεωρία. καὶ θεωρία ἡ ἐν τῷ θεάτρῳ θέα, καὶ αὐτὸς ὁ ἀγών. Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ· ὥσπερ ἐν θεωρίᾳ πάντα εἰς ἅμιλλαν κατέστη. [καταχρηστικῶς δὲ καὶ ἡ πανή‐ γυρις. ὁ αὐτὸς ἐν τῷ αὐτῷ λόγῳ· προσαγαγεῖν δ’ | |
20 | αὐτὴν κομίσασα ἡ μήτηρ ὡς εἰς θεωρίαν | 181 |
theta182 | πέμπουσα.] θέα μέντοι οὐ μόνον ἡ θεωρία τινὸς πράγματος, ἀλλὰ καὶ ὁ τόπος, ἐν ᾧ καθήμενοι ἐθεώρουν τὰ ἐν τῷ θεάτρῳ τελούμενα. ὁ αὐτὸς ἐν τῷ αὐτῷ· οἱ μὲν γὰρ ἄλλοι καθάπερ θέαν καταλαβόντες. | |
5 | καὶ ἅπαν τὸ θέατρον. Θηρίκλειον εἶδος ἐκπώματος ἀπό τινος Θηρικλέους τοῦ πρώ‐ του εὑρόντος τοῦτο, ὥς φησιν Εὔβουλος· καθαρώτε‐ ρον δὲ τῶν κεράμων εἰργάσμην ἢ Θηρικλῆς τὰ ἐκπώματα. | |
10 | Θερίζω καὶ ἐνθερίζω ἀμεταβάτως τὸ θέρους που διάγω· θε‐ ρίζω δὲ μεταβατικῶς τὸ λήιον τέμνω. Θυρεός παρὰ μὲν τοῖς πολλοῖς ἡ ἀσπὶς, παρὰ δὲ Ὁμήρῳ καὶ τοῖς [λοιποῖς] ἀρίστοις λίθος μέγας τὴν τῆς θύρας χρείαν παρέχων. [καὶ] Συνέσιος ἐν ἐπιστολῇ τῇ Ὀδυσ‐ | |
15 | σεὺς ἔπειθε τὸν Πολύφημον· μόνον ὑπόστηθι σὺ τὴν θύραν ἀποκινῆσαι, μᾶλλον δὲ τὸν θυ‐ | |
ρεὸν τοῦτον. | 182 | |
theta183 | Θεμέλιος οἱ κοινοί· τὸ θεμέλιον οὐδετέρως οἱ Ἀττικοί. Θύωμα οἱ δοκιμώτατοι, οὐ θυμίαμα. Ἀριστείδης ἐν τετάρ‐ τῳ τῶν ἱερῶν· ἀπολαύειν εὐωδίας θαυμαστῆς θυωμάτων. Ἡρόδοτος· λιβανωτοῦ καὶ σμύρ‐ | |
5 | νης καὶ τῶν ἄλλων θυωμάτων. Θεραπεία καὶ ἡ δουλεία καὶ τὸ τῶν θεραπόντων ἄθροισμα. ὁ αὐτὸς Ἀριστείδης ἐν πέμπτῳ τῶν ἱερῶν· θεραπεία τε οὐ παρῆν διὰ τὸ προεκπέμψαι. Θέρμος, οὐ θέρμιον. Λουκιανὸς ἐν τοῖς νεκρικοῖς· θέρ‐ | |
10 | μους εἰ θέλεις. Θηρᾶν καὶ θηρᾶσθαι ἐπὶ ἐνεργητικῆς καὶ παθητικῆς σημα‐ σίας, καὶ θηρατής λέγε· ἢ θηρεύειν καὶ θηρεύεσθαι, καὶ θηρευτής. Θύλακος καὶ θυλάκιον λέγε, ὡς τὸ παῖε, παῖε τὸν Ἀνα‐ | |
15 | ξάρχου θύλακον. καὶ Συνέσιος ἐν ἐπιστολῇ· τοῦ | |
θυλακίου τῶν κρεϋλλίων· οὐκ ἀσκός. ἀσκώματα | 183 | |
theta184 | δὲ πληθυντικῶς τὰ δέρματα. Ἀριστοφάνης ἐν βα‐ τράχοις· ἀσκώματα καὶ λίνα καὶ πίτταν διαπέμπων εἰς Ἐπίδαυρον. | |
iota184(post4t) | Ι. | |
5 | Ἰλύς μὴ εἴπῃς ἐπὶ οἴνου, ἀλλ’ ἐπὶ ποταμοῦ· ἐπὶ δὲ οἴνου τρύξ, ἥν τινες ὑποστάθμην καὶ ὑπόστασιν λέγουσιν. Ἐξιδιάζονται Φαβωρῖνος λέγει, σὺ δὲ [ἐξ]ιδιοῦνται. Τὰ ἴδια πράττω καὶ τὰ ἴδια πρᾶττε καὶ τὰ ἴδια πραττέτω μὴ λέγε, ἀλλὰ τἀμαυτοῦ πράττω καὶ τὰ σαυτοῦ πρᾶττε καὶ | |
10 | τὰ αὑτοῦ πραττέτω· οὕτω γὰρ οἱ Ἀττικοὶ λέγουσιν. Ἱέρεια ἀπὸ τοῦ ἱερεύς, ὥσπερ ἀπὸ τοῦ Ὀδυσσεύς Ὀδύσσεια παρώνυμόν ἐστιν. οἱ δὲ λέγοντες ἀπὸ τοῦ ἱερεύω ῥήμα‐ τος τοῦτο γίνεσθαι καὶ διὰ τοῦτο παροξυτόνως ἀξιοῦντες ἱερεία λέγεσθαι ὡς ἀριστεία, ἰατρεία, οὐκ ἴσασιν, ὅτι | |
15 | τὸ μὲν ἀριστεία, ὃ δηλοῖ τὴν ἀνδραγαθίαν, καὶ τὸ | 184 |
iota185 | ἰατρεία, ὃ δηλοῖ τὴν ἰάτρευσιν, ἔργου εἰσὶ δηλωτικά, τὸ δὲ ἱέρεια οὐκ ἔργον δηλοῖ· ἱερατεία γὰρ τὸ ἔργον. ὥστε οὐκ ἀπὸ τοῦ ἱερεύω γίνεται ἱέρεια, ἀλλ’ ἀπὸ τοῦ ἱερεύς, ὡς ἔφημεν. | |
5 | Ἴκτινος, οὐκ ἰκτῖνος· ἔστι δὲ εἶδος ἀετοῦ. Ἱμονιά, οὐκ ἀντλητήριον. Ἴσχειν κάλλιον ἢ ἔχειν. Ἰσοτελῆ ἐκάλουν τὸν τῶν νόμων καὶ πάντων τῶν πραττομένων μετέχοντα ξένον οἱ παλαιοὶ πλὴν ἀρχῆς. | |
10 | Ἰσότης, οὐκ ἰσοτής ὡς βραδυτής καὶ ταχυτής. ἐπὶ δὲ ἀρσενι‐ κοῦ Ἀττικοὶ μὲν ἰσώτης λέγουσιν ὡς ἀρότης, οἱ δὲ ἁπλῶς ἰσωτής ὡς βραβευτής. Ἰδιόξενος ὁ μὴ δημοσίᾳ προσκείμενος πόλει τινὶ, ἀλλ’ ἰδίᾳ τινὶ τῶν τῆς πόλεως· πρόξενος δὲ ὁ κοινῇ τῆς πόλεως | |
15 | φίλος. Λουκιανὸς ἐν τῷ Φάλαρις πρῶτος· οὔτε | |
Ἀκραγαντίνων, ὦ Δελφοὶ, πρόξενος ὢν [ὁ | 185 | |
iota186 | Ἀπόλλων] οὔτε ἰδιόξενος αὐτοῦ Φαλάριδος. δορύξενος δὲ ὁ κατὰ πόλεμον γενόμενος φίλος. Σοφο‐ κλῆς ἐν Ἠλέκτρᾳ· ὃ γὰρ | |
5 | μέγιστος αὐτοῖς τυγχάνει δορυξένων. Ἰσηγορία, οὐκ ἰσολογία. Ἱστάναι, οὐχ ἱστάνειν. Ἰλυσπώμενος οὐχ εἱλούμενος. Ἴσασιν, οὐκ οἴδασιν. | |
10 | Ἵνα ὦσι λέγε, οὐχ ἵνα ἔσονται· πάνυ γὰρ ἀμαθὲς ἐπὶ τοῦ μέλλοντος ἵνα ἢ ἐάν ἢ ἄν ἢ ἤν ἢ ὅταν τιθέναι. Καὶ ἱερεύεσθαι καὶ [καθ]ιερεύεσθαι ἐπὶ τῶν θυομένων ἱε‐ ρείων· ἱερᾶσθαι δὲ μόνον ἐπὶ τῶν εἰς ἱερέας τελούντων. | |
ἱερῶσαι μέντοι καὶ καθιερῶσαι ἐπὶ τῶν ἀναθημάτων. | 186 | |
iota187 | Ἱστορῶ τὸ πολὺν τόπον διέρχομαι· καὶ ἱστορῶ τὸ παλαιὰ πράγματα ἀφηγοῦμαι· καὶ ἱστορῶ ποιητικῶς τὸ ἐρωτῶ. Αἰσχύλος ἐν Προμηθεῖ· ἱστόρει τί σοι φίλον. | |
5 | καὶ ἱστορῶ τὸ ζητῶ. Εὐριπίδης ἐν Ὀρέστῃ· ὅδ’ εἴμ’ Ὀρέστης, ὅντιν’ ἱστορεῖς, ἤγουν ζητεῖς ἢ βλέπεις· ἀμφότερα γὰρ ἐπὶ τούτου νο‐ εῖται. Καὶ ἱκεσία καὶ ἱκέτευμα. Θουκυδίδης· μέγιστον ἦν ἱκέ‐ | |
10 | τευμα τοῦτο. Ὥσπερ ἀπὸ τοῦ ἴσου φαμὲν, οὕτω καὶ ἀπὸ τῆς ἴσης, οἷον ἀπὸ τῆς ἴσης τὸν δεῖνα φιλῶ, καὶ ἀπὸ τῆς ἴσης ἐχθρός εἰμι. Ἱδρύθη, οὐχ ἱδρύνθη. Θουκυδίδης· καὶ αὐτοῦ συλλε‐ | |
15 | γεὶς ἱδρύθη. καὶ πάλιν· τὸ ἐν τῇ κεφαλῇ πρῶ‐ | |
τον ἱδρυθὲν κακόν. | 187 | |
iota188 | Ἰάλεμος οὐ μόνον ὁ θρῆνος, ἀλλὰ καὶ ὁ ψυχρὸς καὶ ἔκλυτος ἄνθρωπος. Ἴκταρ ἀντὶ τοῦ ἐγγύς. Αἰσχύλος· ἴκταρ μελάθρων. | |
5 | ὡς ἔχει τὸ τῆς παροιμίας, οὐδ’ ἴκταρ βάλλει, ἐπὶ τῶν ἀποτυγχανόντων λεγόμενον ἐκ μεταφορᾶς τῶν τοξο‐ τῶν τῶν οὐχ ὅπως τοῦ σκοποῦ τυγχανόντων, ἀλλ’ οὐδ’ ἐγ‐ γὺς βαλλόντων. Ἰδοῦ Ἀττικοὶ λέγουσιν, οὐκ ἴδε. Εὐριπίδης ἐν Ἑκάβῃ· | |
10 | ἰδοῦ με κἀνάθρησον οἷ’ ἔχω κακά. Πέτομαι οὐχ ἵπταμαι. [καὶ Λιβάνιος ἐν τῇ Οἶδ’ ὅτι σε εὐ‐ φραίνει κῶμμα ἐμὸν ἐπιστολῇ· σὺ γὰρ ἐκεῖνος ὁ πετόμενος μὲν, ὅπως ἂν ἡμῶν ἀκούσαις, πε‐ τόμενος δὲ αὖθις ὑπὸ τῶν λόγων ἐν τῷ συλ‐ | |
15 | λόγῳ.] ἔπτη δὲ καὶ ἀπέπτη. | |
Ἰατταταί ἀντὶ τοῦ φεῦ, καὶ ἰατατταιάξ. | 188 | |
iota189 | Ἰδιαίτατον ἀπὸ τοῦ ἰδία, οὐκ ἰδιαίτερον δέ· ἀπὸ δὲ τοῦ ἴδιον καὶ ἰδιώτερον καὶ ἰδιώτατον. Ἀριστείδης ἐν τῷ Αἰγυπτίῳ· οὕτω δή τοι τό γε τοῦ Νείλου θει‐ ότερόν τε καὶ ἰδιώτερον ἔοικεν εἶναι. | |
5 | Ἰδέα ἡ μορφή. καὶ ἀπὸ τούτου ἰδέαι αἱ ὁδοὶ καὶ οἱ τρόποι. καὶ παρὰ Πλάτωνι ἰδέαι οἱ τύποι τῶν οὐσιῶν, ἀνθρωπό‐ τητος καὶ βοότητος καὶ τῶν ἄλλων. ἰδέαι καὶ παρὰ τοῖς ῥήτορσιν αἱ τῶν λόγων μορφαὶ καὶ ποιότητες, δεινότης, γλυκύτης, εὐκρίνεια καὶ τἄλλα. σημείωσαι δὲ, ὡς οὐδεὶς τῶν | |
10 | δοκιμωτάτων ἰδέαν ἐπὶ ἀνθρώπου λέγει, ἀλλὰ εἶδος καὶ ὄψιν, οἷον ἀγαθὸς τὸ εἶδος, καὶ ἀγαθὸς τὴν ὄψιν. Ἀ‐ ριστείδης δὲ ἐν τῇ εἰς Σμύρναν μονῳδίᾳ καὶ ἰδέαν ἐπὶ πόλεως λέγει· οἵαν ἰδέαν πόλεως ἐξευρὼν καὶ τεχνησάμενος. | |
15 | Ἱππασία λογοποιοὶ, ἱπποσύνη δὲ ποιηταί. Ἰάμβων ἐργάτης λέγε, μὴ στιχουργὸς μηδὲ στιχιστὴς μηδὲ στιχοπλόκος. ὅταν δὲ οὐκ ἰάμβους γράφῃ τις, ἀλλ’ ἕτερά τινα μέτρα, τότε λέγοιτ’ ἂν ὁ τοιοῦτος ποιητικὸς καὶ | |
ἐπῶν ἐργάτης καὶ ἐποποιὸς καὶ ὅσα τοιαῦτα. | 189 | |
iota190 | Ἰσχύω οὐ μόνον τὸ ἰσχυρός εἰμι, ἀλλὰ καὶ τὸ ἰσχυρὸν ἕτερον ποιῶ. Ἀριστείδης ἐν Λευκτρικῷ δευτέρῳ· οὓς αὐτοὶ καθ’ ὑμῶν αὐτῶν καὶ κατὰ τῶν ἄλλων ἰσχύ‐ σατε. | |
5 | Ἵστημι τόδε κινούμενον, καὶ ἵστημι τόδε ἀντὶ τοῦ ζυγοστατῶ. Λουκιανὸς ἐν τῷ τοῦ Δημώνακτος βίῳ· στῆσον, ἔφη, τὸν σποδόν. Τὸ ἰών καὶ ἰέναι καὶ ἐπὶ τῶν τριῶν χρόνων εὕρηται, ὡς Πλά‐ των ἐν Φαίδωνι ἐπὶ μὲν ἐνεστῶτος· ἀεὶ ἀνάπλεα | |
10 | τοῦ σώματος ἐξιέναι. ἐπὶ δὲ παρῳχημένου καὶ μέλλοντος· ὥστε μοι παρίστασθαι ἐκεῖνον, μήδ’ εἰς Ἅιδου ἰόντα ἄνευ θείας μοίρας ἰέ‐ ναι, ἀλλὰ καὶ ἐκεῖσε ἀφικόμενον εὖ πρά‐ ξειν. ἐνταῦθα γὰρ τὸ μὲν ἰόντα παρῳχημένος, τὸ δὲ | |
15 | ἰέναι μέλλων, ἐπειδὴ καὶ τὸ ἐπαγόμενον τὸ εὖ πράξειν. τὸ δὲ ἄπειμι καὶ δίειμι καὶ τὰ τοιαῦτα ἐπὶ ἐνεστῶτος μό‐ νον καὶ μέλλοντος· ἐπὶ δὲ παρῳχημένου ἀπῄειν καὶ διῄ‐ ειν. τὸ δὲ ἴθι ὡς ἐπιτοπλεῖστον μὲν ἐπὶ παρῳχημένου | |
ἀντὶ τοῦ ἐλθέ· εὑρίσκεται δὲ καὶ ἐπὶ ἐνεστῶτος ἀντὶ τοῦ | 190 | |
iota191 | ἔρχου. Πλάτων ἐν πρώτῳ τῶν πολιτειῶν· ἀλλὰ τοῖσδέ τε τοῖς νεανίαις ξύνιθι καὶ δεῦρο παρ’ ἡμᾶς φοίτα. | |
kappa191(post3t) | Κ. | |
4 | Κοινωσάμενος, οὐ κοινώσας. | |
5 | Κρέως Ἀττικοὶ, οὐ κρέατος. Κατάβα, οὐ κατάβηθι. Ἀριστοφάνης ἐν βατράχοις· κατάβα, πανοῦργε. Κατεαγέναι καὶ καταγῆναι καὶ κατάξαι. Πλάτων ἐν Γορ‐ γίᾳ· κἄν τινα δόξῃ μοι τῆς κεφαλῆς αὐτῶν | |
10 | κατεαγέναι δεῖν, κατεαγὼς ἔστι αὐτίκα. | |
οὐ κατεαγῆναι οὐδὲ κατεάξαι, βάρβαρα γὰρ ἀμφότερα. | 191 | |
kappa192 | ἀποβάλλειν γὰρ ** ὀφείλει τὸ ἀπαρέμφατον, ἐπεὶ τὸ κατέαξα αὔξησις οὖσα πρῶτον, κατῆξα γὰρ ἦν, κα‐ τὰ [τὴν] Ἀττικὴν διάλυσιν κατέαξα γέγονεν. ἴσμεν δὲ, ὡς αἱ μετοχαὶ καὶ τὰ ἀπαρέμφατα καὶ τὰ ὑποτακτικὰ | |
5 | τοῦ ἀορίστου καὶ ὅσα τοιαῦτα ἀποβάλλουσι τὰς αὐξή‐ σεις· ἔτυψα γὰρ τύψας, καὶ ἔτυπον τυπὼν λέγομεν· μόνου δὲ τοῦ παρακειμένου [καὶ τοῦ παθητικοῦ καὶ τοῦ μέσου] αἱ αὐξήσεις καὶ ἐν τοῖς λοιποῖς χρόνοις τη‐ ροῦνται· κατέαγα γὰρ καὶ κατεαγὼς καὶ τἄλλα, ὥστε | |
10 | καὶ ἐν εὐαγγελίῳ κατεάγωσι δεῖ λέγειν ὡς τετύπω‐ σιν, οὐ κατεαγῶσι. τοῦτο γὰρ ὡς ἐδείξαμεν βάρβα‐ ρον· [ὡς οἴονταί τινες κανονίζοντες τοῦτο ἀπὸ τοῦ κα‐ τεάγην παθητικοῦ ἀορίστου· ἐκεῖνος γὰρ ἀποβάλλει τὴν αὔξησιν ἐν τοῖς ὑποτακτικοῖς καὶ τοῖς ἄλλοις, ὡς ἔφη‐ | |
15 | μεν.] ἰστέον δὲ ὅτι κατέαγα τῆς κεφαλῆς Ἀττικοὶ λέ‐ γουσιν, οὐ τὴν κεφαλὴν, ἤγουν κατὰ τῆς κεφαλῆς τὴν πληγὴν ἐδεξάμην. Λουκιανὸς ἐν Τίμωνι· κατέαγα | |
τοῦ κρανίου. | 192 | |
kappa193 | Κολοκύντη, οὐ κολόκυνθα. Ἀριστοφάνης ἐν νεφέλαις· εἰ μὴ λημᾷς κολοκύνταις. Κεντεῖ, οὐ κεντᾷ. Σοφοκλῆς· κεντεῖτε, μὴ φείδεσθε πανδήμου στρα‐ | |
5 | τοῦ. καὶ Λιβάνιος ἐν μελέτῃ τῇ περὶ τῆς λάλου· καὶ κεν‐ τοῦμαι τοῖς φληνάφοις. Κονδυλίζω καὶ κονδυλισμὸς καὶ κόνδυλος. Λιβάνιος ἐν τῇ αὐτῇ· πρὸς ἀνάμνησιν ἑαυτὴν κονδυλίζει. τὸ | |
10 | δὲ κολαφίζειν καὶ κολαφισμός καὶ κόλαφος ἀνάττικα. Κουφότης καὶ κουφοτής Ἀττικὸν, ὡς βραδυτής. Κερασός τὸ δένδρον, κέρασος ὁ καρπός. Κλαδᾶν τὰς ἀμπέλους, οὐχὶ κλαδεύειν. Κάθοδος Ἀττικὸν, ἐπάνοδος δὲ Ἑλληνικόν. Συνέσιος ἐν | |
15 | ἐπιστολῇ τῇ Ἴθι παρὰ τὴν μητέρα τὴν ἐκκλησίαν, ἀ‐ | 193 |
kappa194 | δελφὲ Κύριλλε· αὐτὸν [οὖν] ἐκεῖνον [τὸν ὅσιον ἱερέα] νόμιζέ σοι δεδωκέναι τὴν κάθοδον. λέγεται δὲ κάθοδος καὶ ἐπὶ τῆς καταβάσεως. Λουκιανὸς ἐν τῷ Μένιππος ἢ νεκυομαντεία· τίς ἡ ἐπίνοιά σου | |
5 | τῆς καθόδου ἐγένετο. Καταλεχθείς κάλλιον ἢ καταλεγείς. Κεραία πλοίου, οὐ κέρας· εἰ καὶ Συνέσιος ἐν ἐπιστολῇ τῇ Λύσαντες ἐκ Βενδιδείου τὸ κέρας ἐτετρίγει λέγει. Λουκιανὸς ἐν τῷ Ζεὺς τραγῳδός· τὸν δὲ κατακο‐ | |
10 | λυμβῆσαί τε δεινὸν καὶ ἐπὶ τὴν κεραίαν ἀνα‐ πηδῆσαι ῥᾴδιον. κέρας μέντοι ἐπὶ ζώου καὶ ἐπὶ πολέμου. Θουκυδίδης ἐν τῇ τρίτῃ· περιέσχον τῷ κέρᾳ οἱ Πελοποννήσιοι. Κόπτει τὴν θύραν ἔξωθεν καὶ γεύεται τῆς θύρας. Ἀριστο‐ | |
15 | φάνης ἐν νεφέλαις· | |
τίς ἐσθ’ ὁ κόψας τὴν θύραν. | 194 | |
kappa195 | καὶ πάλιν [ἐν τῷ αὐτῷ·] γεῦσαι τῆς θύρας. ψοφεῖ μέντοι ἔνδοθεν, οὐ κροτεῖ. ἔστι δὲ καὶ κόπτω τὸ τέμνω, ἐξ οὗ καὶ κόμμα καὶ κομμάτιον, καὶ τὸ χαράσ‐ | |
5 | σω, ἐξ οὗ κόμμα μόνον. Κυκεῶ Ἀττικοὶ, οὐ κυκεῶνα. Καθεδεῖται καὶ καθιεῖται κάλλιον λέγειν ἢ καθίσει. Καθότι καὶ καθά· τὸ δὲ καθώς παρὰ τοῖς δοκίμοις οὐκ ἔστιν. | |
10 | Κατεσκέδασέ τινος ἤ τινί τι. καὶ κατέχεεν ὡσαύτως. Κατεδήδοκεν, οὐ καταβέβρωκε. Καττίτερος, οὐ κασσίτερος. Ἀριστείδης ἐν τῷ κατὰ ἐξορ‐ χουμένων· καὶ τὸ ξίφος ἀντὶ χαλκοῦ καττιτέ‐ ρινον. | |
15 | Καλιά, οὐ φωλεά. | |
Καταγλωττίσματα οἱ κομψοὶ λόγοι. Συνέσιος ἐν τῷ Δίωνι· | 195 | |
kappa196 | Ἀττικῶν καταγλωττισμάτων. χρῶνται δὲ τούτῳ τινὲς καὶ ἐπὶ τῶν περιέργων καὶ ἀσέμνων φιλημάτων. [καὶ] Ἀριστοφάνης ἐν νεφέλαις· μύρου, κρόκου, καταγλωττισμάτων. | |
5 | Κύει κάλλιον ἢ κατὰ γαστρὸς ἔχει. Κεραμεοῦν σκεῦος βέλτιον λέγειν ἢ ὀστράκινον. Κεκραγμός Ἀττικοὶ, οὐ κραυγμός οὐδὲ κραυγασμός· ἀλλ’ οὐδὲ κραυγή, βοή δέ. Κηδεσταί καὶ οἱ διδόντες καὶ οἱ λαμβάνοντες κόρας, οὐ | |
10 | πενθεροί οὐδὲ γαμβροί. εὕρηται δὲ τοῦτο καὶ ἐπὶ τοῦ τῆς γυναικὸς ἀδελφοῦ παρ’ Εὐριπίδῃ ἐν Ἑκάβῃ· φησὶ γὰρ· τοῦτον εὖ δρῶν ὄντα κηδεστὴν σέθεν εὖ δράσεις. | |
15 | λέγει δὲ τοῦτο περὶ Πολυδώρου ἀδελφοῦ τῆς Κασσάν‐ δρας ὄντος, ᾗ Ἀγαμέμνων ὡμίλει. | |
Κυρίττειν, οὐ κερατίζειν. | 196 | |
kappa197 | Κλεῖν, οὐ κλεῖδα. Λιβάνιος ἐν τῇ Δύσκολος ὤλισθε μελέτῃ· τὴν κλεῖν κατεάγην. Κλάειν καὶ κάειν Ἀττικὰ, κλαίειν δὲ καὶ καίειν κοινά. καὶ κλαύσομαι καὶ κλαήσομαι. Δημοσθένης ἐν τῷ περὶ | |
5 | παραπρεσβείας· καὶ τὰ παιδία κλαήσεται. [καὶ] Ἀριστοφάνης ἐν Πλούτῳ· οὐκοῦν κλαύσεται. Ὁ κάλως τοῦ κάλω, οὐχ ἡ κάλως [τῆς κάλω.] Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ· ὥσπερ κάλω ῥαγέντος | |
10 | ἀνεχώρησεν ὀπίσω. γράφεται δὲ καὶ καλώδιον. Συνέσιος ἐν τῇ Λύσαντες ἐκ Βενδιδείου ἐπιστολῇ· πα‐ ρεῖχεν ἡμῖν κεχρῆσθαι τοῖς καλωδίοις. Κάθησο κάλλιον ἢ κάθου, καὶ καθήμενος ἢ καθεζόμενος, καὶ καθῆστο ἢ ἐκάθητο. Ἀριστείδης· δικαστὴς αὐ‐ | |
15 | τὸς τῷ Περικλεῖ καθῆστο. καὶ καθῆντο ἢ ἐκά‐ | 197 |
kappa198 | θηντο. ὁ αὐτὸς ἐν τῷ Παναθηναϊκῷ· καθῆντο ἐκ‐ πεπληγμένοι. καὶ καθῆσθαι, οὐ καθεσθῆναι. Κνᾶσθαι τὸ οὖς, οὐ κνήθειν. Καθήκοντα, καὶ τὰ πρέποντα καὶ τὰ κατερχόμενα. Ἀρι‐ | |
5 | στείδης ἐν τῷ αὐτῷ Παναθηναϊκῷ· τείχη καθή‐ κοντά ποτε ἐπὶ θάλατταν. Κουροπλάθος, οὐ κοροπλάστης. Καὶ κηλῶ καὶ θέλγω ἀμφότερα. Κατὰ χειρὸς ὕδωρ ἐδέξατο [λέγε] ἢ κατὰ χειρῶν. | |
10 | Κότινος οὐκ ἀγριέλαιος. Καταπροΐξεται, ἤγουν κατά τινος προαχθήσεται καὶ κατα‐ φρονήσει. Καθεῖτο τὴν ὑπήνην [λέγε], οὐ μακρὰν εἶχε. Κατέρχομαι, ὅταν εἰς τὴν πόλιν, ἀφ’ ἧς ἐξῆλθον, ἐπανέλ‐ | |
15 | θω. Αἰσχύλος· | 198 |
kappa199 | ἥκω γὰρ εἰς γῆν τήνδε καὶ κατέρχομαι. Κατεκαύθη Ἀττικόν, κατεκάη Ἑλληνικόν. Κίβδηλος τὸν τρόπον λέγε ἐκ μεταφορᾶς τῶν κιβδήλων νο‐ μισμάτων, καὶ μὴ ἀδόκιμος. | |
5 | Κατόπιν, οὐ κατόπισθεν. Πλάτων ἐν Γοργίᾳ· κατόπιν ἑορτῆς ἥκομεν. Καὶ κωμῳδοποιός καὶ κωμῳδιοποιός. Κατώρυκται κοινὸν, κατορώρυκται Ἀττικόν. Καταγώγιον καὶ κατάγεσθαι. ὡσαύτως καὶ καταλύειν· κατά‐ | |
10 | λυμα δὲ οὐδεὶς εἶπε τῶν δοκίμων. Καταγνὺς τὸ σκέλος κάλλιον λέγειν ἢ συντρίβων. Καθυφείς καὶ καθυφέσθαι, ἢ ἐνδούς καὶ ἐνδοῦναι. Ἀριστο‐ φάνης ἐν βατράχοις· ὑφέσθαι μοι δοκεῖς. | |
15 | Κολούει τὴν προθυμίαν κάλλιον [λέγειν] ἢ ἀμβλύνει. | 199 |
kappa200 | Καταμικρὸν ἐγγίζει [λέγε,] οὐ ποσῶς. Συνέσιος ἐν ἐπιστολῇ [τῇ Τοὺς γεωμετρικοὺς ὅρους ἀληθεστάτους ἡγοῦ]· ἂν καταμικρὸν εἰς τὰς ἀποδείξεις αὐτῶν ἐκ γε‐ ωμετρίας τι συμπορίσωνται. | |
5 | Κατηγορῶ οὐ μόνον ἐπὶ κακοῦ, ἀλλὰ καὶ ἐπὶ καλοῦ ποτε. Φιλόστρατος [ἐν τῷ Ἰσοκράτους βίῳ]· εὐμουσίαν κατηγορεῖ τοῦ ἀνδρός, ἤγουν ἐπάνω αὐτοῦ ἀγο‐ ρεύει· ἐνταῦθα γὰρ ἡ κατά τὴν ἐπάνω σχέσιν δηλοῖ, ὡς ἔχει καὶ ἡ παρὰ τοῖς φιλοσόφοις κατηγορία. εὕρηται δὲ | |
10 | ἀεὶ μὲν ἐνεργητικῶς, ἅπαξ δὲ καὶ παθητικῶς κατηγοροῦ‐ μαι ἀντὶ τοῦ κατηγορῶ. Πλάτων ἐν Γοργίᾳ· εἰ αὐτοῦ τις κατηγοροῖτο. ἰστέον δὲ ὅτι, ὅτε τίθεται ἐπὶ κα‐ λοῦ ἡ κατά, δεῖ καὶ προσθήκης τινὸς ὀνόματος, οἷον τῶν ἐπαίνων τῶν κατὰ σοῦ· ἀπὸ γὰρ τῶν ἐπαίνων δηλοῦται καὶ | |
15 | ἡ δύναμις τῆς κατά. οὕτω γὰρ εὑρίσκεται πανταχοῦ· ἐγ‐ κώμια κατὰ τοῦ δεῖνος διέξειμι καὶ λόγους ἡδίστους καὶ ἐπαίνους καὶ τοιαῦτά τινα. εἰ δὲ εἴποι τις ἐπὶ τῆς αὐτῆς σημασίας λόγους κατὰ τοῦ δεῖνος διέξειμι, οὐ καλῶς | |
ἐρεῖ. | 200 | |
kappa201 | Κάλαμος ἐπὶ γραφίδος, οὐ δόναξ· τοῦτο γὰρ ἐπὶ τῶν εἰς ὀρο‐ φὰς καὶ αὐλοὺς συντελούντων καλάμων. Καταπτύω σου· ἐμπτύω σοι δὲ οὐδεὶς τῶν δοκίμων. Κόριον καὶ κορίδιον καὶ κορίσκη καὶ κόρη, οὐ κοράσιον. | |
5 | Κακοδαιμονεῖν οἱ νόθως ἀττικίζοντες· οἱ δὲ γνησίως κακοδαι‐ μονᾶν. καὶ θαυμάσαι ἄν τις, πῶς εὐδαιμονεῖν μὲν λέ‐ γουσιν, οὐκέτι δὲ καὶ κακοδαιμονεῖν. Κόρημα χρὴ λέγειν, οὐχὶ σάρον οὐδὲ σάρωτρον· καὶ κορεῖν καὶ παρακορεῖν καὶ ἐκκορεῖν, ἀλλὰ μὴ σαροῦν. Συνέ‐ | |
10 | σιος ἐν ἐπιστολῇ τῇ Ὀδυσσεὺς ἔπειθε τὸ Πολύφημον· καὶ ἐκκορήσειάς [τε καὶ ἐκπλυνεῖς καὶ ἐν‐ θυμιάσειας] τὸ δωμάτιον. Κυνίδιον, οὐ κυνάριον· εἰ καὶ Θεόπομπος ὁ κωμῳδὸς ἅπαξ τοῦτό φησιν. Λουκιανὸς ἐν τῇ θεῶν ἐκκλησίᾳ· τὸ ξύ‐ | |
15 | νηθες ἐκεῖνο καὶ ὅπερ ἠγάπα κυνίδιον. | |
Κρίβανος Ἀττικοὶ, οὐχὶ κλίβανος διὰ τοῦ λ, διὰ τὸ τὴν | 201 | |
kappa202 | πρώτην [τῶν] ἀνθρώπων τροφὴν δοκεῖν κριθὰς εἶναι· ἀπὸ τοῦ κρῖ τὸ κριθάριον καὶ τοῦ βαῦνος τὸ πῦρ. Καθιερῶσαι λέγε, ἀλλὰ μὴ ἀφιερῶσαι, ὡς Φαβωρῖνος. Κόλλοπας ἐν τῇ λύρᾳ κάλλιον λέγειν ἢ κολλάβους. | |
5 | Ἐκαθέσθην, καθεσθείς, καθεσθήσομαι καὶ καθεσθῆναι καὶ ὅσα ἀπὸ τούτων, βάρβαρα· λέγε οὖν καθέζομαι, ἐκα‐ θεζόμην, καθεδοῦμαι, καθεδούμενος, καθεδεῖσθαι καὶ ὅσα ἀπὸ τούτων. Καθίζω ἐγὼ καὶ καθίζομαι, καὶ καθίζω δὲ ἕτερον. | |
10 | Κατ’ ἐκεῖνο τοῦ καιροῦ βέλτιον λέγειν ἢ κατ’ ἐκεῖνο καιροῦ· ἀεὶ γὰρ μετὰ τοῦ ἄρθρου Θουκυδίδης λέγει. Κατάδεσμος, οὐκ ἐπίδεσμος· ἐπίδεσμον δὲ οὐδετέρως καὶ ἐπίδεσμα οἱ ἀρχαῖοί φασιν. Ὁ κόρις, οὐχ ἡ κόρις· [καὶ κλίνεται κόρεως.] τὸ δὲ κό‐ | |
15 | ριζα ἰδιωτικόν. | 202 |
kappa203 | Κατὰ κοιλίας ποιεῖν οἱ γυμναστικοὶ λέγουσιν, οὐκ οἶδ’ ὅθεν λαβόντες· οἱ γὰρ παλαιοὶ τὴν γαστέρα ὑπάγειν λέ‐ γουσι. Καρῆναι καὶ ἐκάρη κυρίως [οἱ] Ἀττικοὶ λέγουσιν ἐπὶ ἀνθρώ‐ | |
5 | πων τοῦτο κατακριθέντων, τὸ δὲ κείρασθαι οὐκ ἐπὶ ἀτίμου. [καὶ] Λιβάνιος ἐν ἐπιστολῇ τῇ Οἶμαι καὶ δάκρυ‐ σιν ὑπὸ σοῦ τετιμῆσθαι Καισάριον· τὴν μὲν γὰρ πό‐ λιν καὶ δημοσίᾳ κείρασθαι νομίζω. τίθεται δὲ καὶ ἐπὶ προβάτων. | |
10 | Κατωφερής τινες μὲν λέγουσιν ἐπὶ τῶν πρὸς ἀφροδίσια ἀκο‐ λάστων, οὐκ οἶδα ὅθεν λαβόντες· σὺ δὲ ἀκόλαστος λέγε καὶ δοῦλος τῶν ὑπὸ γαστέρα. Κολλυβιστής ἐπὶ τοῦ ἀργυραμοιβοῦ φησιν ὁ Μένανδρος ἀδο‐ | |
κίμως· τὸ μὲν γὰρ κόλλυβος [ὅπερ ἐστὶν εἶδος νομί‐ | 203 | |
kappa204 | σματος] δόκιμον, τὸ δὲ κολλυβιστής παρασεσημασμέ‐ νον. Κίλιξ ἀνὴρ, Κίλισσα δὲ γυνὴ, ὥσπερ καὶ Λίβυς Λίβυσσα, Θρᾴξ Θρᾷσσα, Μάγνης Μάγνησσα, Κρής Κρῆσσα. | |
5 | Κάρ ὁ ἀπὸ Καρίας ἀνὴρ [καὶ ὁ δοῦλος ἁπλῶς, διὰ τὸ τοὺς Κᾶρας πρώτους μισθοφορῆσαι·] Κάειρα δὲ γυνή. Ὅμηρος ἐν τετάρτῃ ῥαψῳδίᾳ· γυνὴ —— Μῃονὶς ἠὲ Κάειρα. Κατορθῶσαι ἐπὶ πολέμου καὶ τῶν τοιούτων· κατόρθωμα δὲ | |
10 | οὐκέτι, εἰ καὶ Ἀριστείδης ἅπαξ· ἀλλ’ ἀντὶ τούτου κα‐ τωρθωμένον λέγε. Λιβάνιος ἐν τῇ τοῦ Νεοκλέους μελέ‐ τῃ· ἀποδίδωσί μοι τὰ κατωρθωμένα τὸν ὑιόν. ἐπανορθῶσαι δὲ ἐπὶ λόγων· ἅπαξ δὲ καὶ τὸ κα‐ τορθῶσαι ἐπὶ λόγων κεῖται. [Πλάτων ἐν πολιτείαις· | |
15 | καὶ δεῦρο ἰὼν ἐπηνωρθούμην.] τὸ δὲ διορθῶ‐ | |
σαι ἐπὶ τῶν διαστρόφων. | 204 | |
kappa205 | Κώμας τοὺς στενωποὺς, ἀφ’ οὗ καὶ ἐγκώμιον. ἐγκώμιον δὲ καὶ ἔπαινος εἰς ἀνθρώπους λέγεται· καὶ ὁ μὲν ἔπαινος ἐν βραχεῖ λόγῳ, τὸ δὲ ἐγκώμιον καὶ ἐπὶ τοῦ ἁπλῶς βραχέος λόγου ἐγκώμιον ἔχοντος λέγεται καὶ ἐπὶ τοῦ κατὰ τέχνην | |
5 | ἐγκωμιαστικοῦ λόγου. ὕμνος δὲ ἐπὶ θεοῦ μόνου· τὸ δὲ ὑμνῶ καὶ ἐπὶ θεοῦ καὶ ἐπὶ ἀνθρώπου. Αἰσχύλος ἐν τοῖς ἑπτὰ ἐπὶ Θήβαις· ὑμνεῖθ’ ὑπ’ ἀστῶν φροιμίοις πολυρ‐ ρόθοις. | |
10 | Καταβολή ἡ ἔκτισις, καὶ καταβάλλω ῥῆμα, ὡς τὸ κατέβαλε τἀργύριον· καὶ κατάθεσις καὶ κατατίθεμαι. καταβο‐ λή δὲ καὶ ἐπὶ νόσου. Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ· ἐν καθαρῷ τῆς μεσημβρίας ἐρρίγωσε τῆς καταβολῆς ἐπελθούσης. | |
15 | Καταχύματα τὰ καταχεόμενα ὕδατα ἐπὶ τοῦ λουτρῶνος καὶ | 205 |
kappa206 | τῶν ὁμοίων· καταχύσματα δὲ αἱ κατὰ τῶν νεωνήτων δούλων καταχεόμεναι ἰσχάδες καὶ τἄλλα τραγήματα, ὡς Ἀριστοφάνης ἐν Πλούτῳ· εἶτ’ οὐχὶ δέξῃ ταῦτα τὰ καταχύ‐ | |
5 | σματα. Κάδδος τὸ ἀντλητήριον· καδδίσκος δὲ ἀγγεῖόν τι, ἐν ᾧ τὰς ψήφους ἔβαλλον. Καθάρσια πόματα τὰ καθάρσεως ἕνεκα πινόμενα· καθάρ‐ ματα δὲ τὰ μετὰ τὸ καθαρθῆναί τινα ἀπορριπτούμενα | |
10 | ῥυπάσματα. καθάρματα [δὲ] καὶ τὰ εἰς ἀπαλλαγὴν ἐξαισίων κακῶν θυόμενα, ὅθεν καὶ κάθαρμα ὁ πάντων ἀηδέστατος· τοιοῦτον γάρ τινα ἐπικειμένου λιμοῦ ἢ ἄλ‐ λου τινὸς κακοῦ ζητοῦντες ἔθυον, καὶ εὐθὺς ἐπαύετο ταῦτα. | |
15 | Καιρός μέρος χρόνου ἢ μεμετρημένων ἡμερῶν σύστημα· χρό‐ | 206 |
kappa207 | νος δὲ πολλῶν καιρῶν περιοχὴ καὶ σύλληψις. ἄλλως τε ὁ μὲν καιρὸς δηλοῖ ποιότητα χρόνου, εἰ πόλεμος ἦν ἢ εἰ‐ ρήνη, χρόνος δὲ ποσότητα, ὡς τὸ πρὸ δέκα χρόνων. Κάλλαιά ἐστι τὰ τῶν ἀλεκτρυόνων· ἐπὶ δὲ τῶν ἀνθέων | |
5 | κάλλη. Κέδρος θηλυκῶς τὸ δένδρον· κέδρον δὲ οὐδετέρως ὁ καρ‐ πός. Κέλης ὁ μονόζυξ ἵππος, καὶ κέλης πλοιάριόν τι ταῖς ναυσὶν ἐφελκόμενον, ὅπερ καὶ κελήτιον λέγεται. ἐπακτροκέλης | |
10 | δὲ κακοῦργον καὶ λῃστρικὸν σκάφος. Κιβωτός καὶ κιβώτιον ἐκ ξύλου· κίστη δὲ ἡ πλεκτή. Κόρδαξ αἰσχρά τις ὄρχησις, καὶ κορδακίζω· κάρδαξ δέ τις στρατιώτης βάρβαρος. Κραιπάλη ἡ ἐκ τῆς χθὲς γενομένης οἰνοποσίας κάρωσις, μέθη | |
15 | δὲ ἡ ἐπὶ τῆς αὐτῆς ἡμέρας. | 207 |
kappa208 | Κεφαλή ἐπὶ τῶν ζώντων, κρανίον δὲ καὶ ἐπὶ τῶν ζώντων καὶ ἐπὶ τῶν ἀποθανόντων, ὅταν ἐπιλιπουσῶν τῶν σαρκῶν τὸ ὀστοῦν καταλίπηται μόνον. Λουκιανὸς ἐν Τίμωνι ἐπὶ ζώντων· κατέαγα τοῦ κρανίου. ὁ αὐτὸς ἐπὶ | |
5 | ἀποθανόντων· κρανία γυμνὰ τοῦ κάλλους. ἰστέον δὲ ὡς κεφαλή καὶ κρανίον καὶ κορυφή μόνοι λογο‐ γράφοι, ποιηταὶ δὲ ἡ κράς καὶ τὸ κάρα· ἐπὶ θηλυκοῦ δὲ ἡ κάρα παρ’ οὐδενὶ εὕρηται. Κόμη καὶ ἐπὶ ἀνθρώπου καὶ ἐπὶ φυτῶν· ὅθεν κομᾷ καὶ ἄν‐ | |
10 | θρωπος ἤγουν κόμην τρέφει, καὶ κομᾷ καὶ τόπος ἤγουν φυτὰ ἔχει, καὶ κομᾷ δέ τις ἐν ἀγαθοῖς ἤγουν θάλλει καὶ εὐθηνεῖ· καὶ κομᾷ ἀντὶ τοῦ τρυφᾷ καὶ ἐπαίρεται. Ἀρι‐ στοφάνης ἐν Πλούτῳ· μέγας δὲ βασιλεὺς οὐχὶ διὰ τοῦτον | |
15 | κομᾷ. Τοῦ κύκλου τῶν ῥητόρων ὁ δεῖνά ἐστι δοκιμώτερον λέγειν ἢ τοῦ χοροῦ. Καὶ κεκονιαμένος καὶ κεκονιμένος. | |
Κελεύω τὸ προστάσσω καὶ κελεύω τὸ ἁπλῶς λέγω. Λιβάνιος | 208 | |
kappa209 | ἐν ἐπιστολῇ [Αὐτήν τε ταύτην ἐθρήνησα τὴν πόλιν·] κε‐ λευόντων ἢ ἀναγινώσκειν ἢ ὁμολογεῖν ἀδι‐ κεῖν. συνέσιος ἐν ἐπιστολῇ τῇ Λύσαντες ἐκ Βενδι‐ δείου· ἔρρωσο καὶ τὸν υἱὸν Διόσκορον κέ‐ | |
5 | λευε μετὰ τῆς μητρὸς [ἐρρῶσθαι καὶ τῆς τίτθης.] Ὥσπερ συναινῶ φαμεν, οὕτω καὶ καταινῶ ἀντὶ τοῦ κατὰ πολὺ αἰνῶ καὶ ἀποδέχομαι καὶ τίθεμαι τοῖσδέ τισι. Θουκυδίδης· Ἀριστώνυμος δὲ τοῖς μὲν ἄλλοις | |
10 | κατῄνει. Καὶ κομπάζω καὶ κομπέω κομπῶ καὶ κομποῦμαι. Σοφο‐ κλῆς ἐν Αἴαντι· μέγ’ ἄν τι κομπάσειας. Θουκυδίδης ἐν τῇ ἕκτῃ· ὅσοι περ κομποῦνται, | |
15 | ἤγουν κομπαστικῶς λέγονται. καὶ αὖθις ἐν τῇ τετάρτῃ· ἄποθεν ἀπειλαῖς τὸ ἀνδρεῖον μελλήσει ἐπι‐ κομποῦσιν. | |
Οὐ μόνον ἐπὶ πολεμίων τὸ κατασκοπή τίθεται, ἀλλὰ καὶ | 209 | |
kappa210 | ἐπὶ [τῆς] ἁπλῶς θεωρίας. Θουκυδίδης· ἐς τὴν κα‐ τασκοπὴν τῶν χρημάτων. Καὶ κρύφα καὶ κρύβδην. Δημοσθένης· οὐ γὰρ εἰ κρύ‐ βδην ἐστὶν ἡ ψῆφος. | |
5 | Κίναιδος ἀρσενικῶς ὁ πόρνος· [Συνέσιος ἐν τῇ Ὥσπερ ἄλ‐ λοτε πολλάκις ἐπιστολῇ· καὶ λέγεταί τις αὐτοῖς μοῖρα κιναίδοις προσκεῖσθαι.] κίναδος δὲ οὐ‐ δετέρως ὁ ἀναιδὴς καὶ ἀναίσχυντος. Σοφοκλῆς ἐν Αἴ‐ αντι· | |
10 | ἦ τοὐπίτριπτον κίναδος ἐξήρου μ’, ὅπου; καὶ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου· τοῦτο δὲ καὶ φύσει κίναδος τἀνθρώπιόν ἐστι. Κνέφαλον Ἀττικοὶ λέγουσιν, οὐ γνέφαλον· ἔστι δὲ ἡ | |
15 | τύλη. Κρίνω καὶ τὸ δικάζω καὶ τὸ χωρίζω. Κλέπτης καὶ ὁ κλέπτων καὶ ὁ δυνάμενος κλέπτειν, ὅπερ καὶ κλεπτικός λέγεται καὶ κλεπτίστατος ὑπερθετικῶς. [λαμ‐ βάνεται δὲ καὶ ἐπὶ τῶν πανούργων.] Ἀριστοφάνης ἐν | |
20 | Πλούτῳ· | 210 |
kappa211 | τῶν ἐμῶν οἰκετῶν πιστότατον ἡγοῦμαί σε καὶ κλεπτί‐ στατον. Καταπτάμενος, οὐ καταπτάς. | |
5 | Κίρνημι Ἀττικοὶ, οὐ κιρνῶ. Κορυφαῖον, οὐ κορυφαιότατον δεῖ λέγειν. οὐ γὰρ πρὸς τῇ ὑπερθέσει καὶ ἑτέραν ὑπέρθεσιν δεῖ ἐπάγειν, κἂν ὁ Λουκιανὸς παίζων λέγῃ· αὐτὸς γὰρ ἐν τῷ σολοικιστῇ τοῦτ’ ἐλέγχει. | |
10 | Οὐ καθεῖς, ἀλλὰ καθέκαστος δεῖ λέγειν. Ἄλλο κάθισον καὶ ἄλλο κάθησο. τὸ μὲν γὰρ κάθισον πρός τινα ἱστάμενον λέγεται, ἵνα δηλονότι καθίσῃ· τὸ δὲ κάθησο πρὸς καθήμενον, ἵνα κάθηται καὶ μὴ ἐξανα‐ στῇ, ὡς τὸ παρ’ Ὁμήρῳ· | |
15 | ἧσο ξεῖν’, ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην. τὸ δὲ καθίζω οὐ μόνον ἀντὶ τοῦ ἕτερον ποιῶ καθίζειν, | |
ἀλλὰ καὶ ἐμαυτόν. | 211 | |
kappa212 | Κυκλέω κυκλῶ τὸ στρέφω, κυκλόω δὲ κυκλῶ τὸ περιλαμ‐ βάνω· κυκλοῦμαι δὲ καὶ τὸ περιλαμβάνω καὶ τὸ περι‐ λαμβάνομαι. Θουκυδίδης ἐν τῇ τετάρτῃ· περιέσχον τῷ κέρᾳ οἱ Πελοποννήσιοι καὶ ἐκυκλοῦντο | |
5 | τὸ δεξιὸν τῶν ἐναντίων. καὶ αὖθις ἐν τῇ πέμ‐ πτῃ· τὸ δεξιὸν τῶν Λακεδαιμονίων καὶ Τε‐ γεατῶν ἐκυκλοῦτο τοὺς Ἀθηναίους. Κύτος αὐτὴ ἡ κοιλότης καὶ διαχώρησις τοῦδέ τινος σκεύους. Κύβος πᾶν τετράγωνον κατὰ βάθος καὶ κατὰ πλάτος ἰσά‐ | |
10 | κις ἴσον· ὅθεν καὶ κύβοι λέγονται τὰ ἐστιγμένα ὀστᾶ, οἷς χρῶνται οἱ ταυλίζοντες. Κύθηρα πόλις θηλυκῶς, καὶ οὐδετέρως τὰ Κύθηρα, ὃ καὶ κρεῖττον. | |
Κυρόω κυρῶ τὸ βεβαιῶ, κυρέω [δὲ] κυρῶ τὸ περιτυγχάνω, | 212 | |
kappa213 | [ὅπερ μετὰ τῆς ἐν ἢ περί τίθεται·] τὸ δὲ ἀντὶ τοῦ ὑπάρχω ποιητικὸν, ὃ καὶ μετὰ ὑπαρκτικοῦ πάλιν ῥή‐ ματος τίθεται, οἷον κυρεῖ ὤν, ὥσπερ καὶ τυγχάνει ὤν. | |
5 | Κυνηγέτης Ἀττικοὶ, κυνηγός δὲ ἁπλῶς Ἕλληνες. Κυβιστῶ τὸ κολυμβῶ, καὶ κυβιστής. λέγεται δὲ κυβιστᾶν καὶ τὸ ἁπλῶς ἐν γῇ κυλιόμενον στρέφειν χεῖρας καὶ πόδας. κυβεύω δὲ τὸ κύβοις χρῶμαι· καὶ κυβευτής καὶ κυβιστής. | |
10 | Κηρίον τὸ σὸν μέλιτι· κηρός δὲ ὁ κεχωρισμένος τοῦ μέ‐ λιτος. Κόρυδος καὶ κορυδαλός καὶ κορυδαλίς τὸ στρουθίον τὸ ἔχον ἐπὶ τῆς κεφαλῆς ἀνεστηκότα πτερὰ ὥσπερ λόφον. ἔστι δὲ τὸ μὲν κόρυδος Ἀττικόν· Πλούταρχος ἐν τῷ περὶ | |
15 | ἀδολεσχίας· κόρυδος ὦπται πετόμενος· τὸ δὲ | |
κορυδαλός κοινὸν εἰ καὶ Εὔβουλος χρῆται. ἔστι δὲ καὶ | 213 | |
kappa214 | Κορυδαλός δῆμος Ἀθήνησι. τὸ δὲ κορυδαλίς ποιητικὸν, ὡς Θεόκριτος· ἐπιτυμβίδιοι κορυδαλίδες. Κατασκευάζω τὸ ἐργάζομαι καὶ ποιῶ· λέγεται δὲ ἐπὶ τῶν | |
5 | ποικίλως συνισταμένων. καὶ ὄνομα ἐκ τούτου κατα‐ σκευή ἡ ἐνέργεια τῶν κατασκευαζόντων καὶ τὸ ἔργον τὸ κατασκευασθέν. λέγεται δὲ κατασκευή καὶ τὸ ῥητο‐ ρικὸν προγύμνασμα, ᾧ ἐναντίον ἡ ἀνασκευή· καὶ κα‐ τασκευή ἡ αἰτία ἐπὶ λόγου. συσκευάζω δὲ τὸ σκαιωρῶ, | |
10 | ἀφ’ οὗ καὶ συσκευή ἡ σκαιωρία. μετασκευάζω τὸ με‐ ταποιῶ. παρασκευάζω τὸ εὐτρεπίζω καὶ οἰκονομῶ, ὅθεν καὶ παρασκευή. διασκευάζω τὸ λεπτομερῶς δι‐ ηγοῦμαι, καὶ διασκευή καὶ ἐνδιάσκευος λόγος. Κατα‐ σκευάζει ὁ ναυπηγὸς τὴν ναῦν, κατασκευάζεται δὲ ὁ | |
15 | ἐπὶ τῇ κατασκευῇ ταύτης τὰ ἀναλώματα διδούς. τοι‐ οῦτόν ἐστι καὶ τὸ οἰκοδομεῖ καὶ τὸ οἰκοδομεῖται. οὕ‐ τω γὰρ Δημοσθένης περὶ Φιλίππου λέγει [ἐν τῷ περὶ Ἁλονήσου]· ὅδ’ οὐδὲν δεόμενος τριήρεις κα‐ | |
τασκευάζεται καὶ νεωσοίκους οἰκοδομεῖται. | 214 | |
kappa215 | καὶ Λιβάνιος· τί μαθὼν, ὦ βασιλεῦ, τὰς δυ‐ νάμεις συνέχεις καὶ ὅπλα κατασκευάζῃ; Κλάσις ἐπὶ ὀστῶν ἢ τοιούτων τινῶν, καὶ τὸ κλᾶν ἐπὶ τού‐ των λέγεται· θραύειν δὲ καὶ συντρίβειν ἐπὶ ξηρῶν. | |
5 | ἔστι δὲ συντρίβειν κυρίως τὸ εἰς χνοῦν λεπτύνειν. Καταθέω οὐ μόνον τὸ κατατρέχω, ἀλλὰ καὶ τὸ κατέρχο‐ μαι. Ἀριστείδης ἐν τῷ πανηγυρικῷ ἐν Κυζίκῳ περὶ τοῦ ναοῦ· οἱ δ’ εἰς αὐτὴν καταθέουσί τε καὶ ἀναθέουσι. | |
10 | Καιρός οὐ μόνον ἐπὶ χρόνου ἁπλῶς τίθεται, ἀλλὰ καὶ ἐπὶ τοῦ ἁρμοδίου καὶ πρέποντος, ὡς Εὐριπίδης ἐν Ὀρέ‐ στῃ· ἃ δ’ εἰς ἀδελφὴν καιρὸς ἐκπονεῖν ἐμέ. καὶ Αἰσχίνης· οἱ δὲ λόγοι πρὸς τοὺς ἐφ’ ἡμέ‐ | |
15 | ραν καιροὺς λέγονται, ἤγουν πρὸς τὰ ἁρμόζοντα ἑκάστοτε καὶ πρέποντα. τινὲς δὲ ἐνταῦθα τὸ καιροὺς | |
ἀντὶ τοῦ χρείας φασίν. | 215 | |
kappa216 | Καὶ κατάσχεσις καὶ κάθεξις. Θουκυδίδης ἐν τῇ τρίτῃ· καὶ τοῦτο πολλῷ ξυμφορώτερον ἡγοῦμαι ἐς τὴν κάθεξιν τῆς ἀρχῆς. Καθίσταμαι ἄρχων ἤτοι γίνομαι, καὶ καθίσταμαι τὴν ἀρ‐ | |
5 | χὴν ἤτοι οἰκονομῶ. ὁ αὐτὸς ἐν τῇ τετάρτῃ· τῶν πόλεων ἄρχοντας καθιστάναι. καὶ αὖθις ἐν τῇ αὐτῇ· ἅ τε εἶχε τῶν χωρίων καθίστατο. Τὸ καταφρονῶ ὡς ἐπιτοπλεῖστον μὲν γενικῇ συντάσσεται· ἔστι δ’ ὅπου καὶ αἰτιατικῇ, ὡς ὁ αὐτὸς ἐν τῇ ἕκτῃ· | |
10 | τὸ μὲν καταφρονεῖν τοὺς ἐπιόντας ἐν τῶν ἔργων τῇ ἀλκῇ δείκνυσθαι. Οὐ μόνον κέκλεισμαι, ἀλλὰ καὶ κέκλειμαι ἄνευ τοῦ ς. Ἀρι‐ στείδης ἐν τῷ Αἰγυπτίῳ. καὶ ὑπὸ τῶν ὀρῶν συγ‐ κέκλειται. | |
15 | Κληρονομῶ ὡς ἐπιτοπλεῖστον μὲν γενικῇ συντάσσεται, ἅπαξ | |
δὲ καὶ αἰτιατικῇ. Ἀριστείδης ἐν Λευκτρικῷ πέμπτῳ· | 216 | |
kappa217 | πῶς ἀλλοτρίων γε κακῶν ἄξιον κληρονομῆ‐ σαι. Λουκιανὸς ἐν τοῖς νεκρικοῖς· ὡς κληρονομή‐ σαιμι τῆς βακτηρίας αὐτοῦ. ὁ αὐτὸς ἐν τοῖς αὐτοῖς· κληρονομεῖν ἀποθανόντος ἐμοῦ τὰ | |
5 | κτήματα. Οὐ μόνον καταλύομαι [ἐγὼ] ὑπό τινος, ἀλλὰ καὶ καταλύ‐ ομαι τὸν δεῖνα ἤγουν καταλύω. Θουκυδίδης ἐν τῇ ἕκτῃ· τὸν ἐκεῖ πόλεμον μήπω βεβαίως κα‐ ταλελυμένους. | |
10 | Κομίζομαι οὐ μόνον τὸ φέρομαι, ἀλλὰ καὶ τὸ ἀπολαμβάνω. Λιβάνιος ἐν ἐπιστολῇ· καὶ ἔδοξεν οὐ φαύλους κεκομίσθαι μισθούς. Κάτοπτα λέγε καὶ μὴ ὀπτά, ἤτοι θεατά. Θουκυδίδης ἐν τῇ ὀγδόῃ· ὥστε τὰ ἐν τῷ ἐπέκεινα αὐτοῦ μὴ κά‐ | |
15 | τοπτα εἶναι. [καὶ] Ἀριστείδης ἐν δευτέρῳ τῶν ἱε‐ ρῶν· καὶ πάντ’ ἦν κάτοπτα ἀπὸ τῆς γεφύ‐ ρας. ἄποπτα δὲ τὰ ὑψηλὰ καὶ περίβλεπτα, ἢ ἐφ’ ὧν τις ἱστάμενος δύναται μακρὰν βλέπειν. | |
Καθάπαξ ἀντὶ τοῦ παντελῶς· εἰσάπαξ δὲ καὶ ἀντὶ τοῦ ἅπαξ | 217 | |
kappa218 | καὶ ἀντὶ τοῦ παντελῶς καὶ διόλου. Δημοσθένη· ἀλλ’ εἰς μὲν ἅπαξ καὶ βραχὺν χρόνον ἀντέχει. Λουκιανὸς ἐν Τίμωνι· τὸ κεχηνὸς τοῦτο καὶ ἐς τὸ ἅπαξ ἀναπεπταμένον. Λιβάνιος ἐν μελέτῃ τῇ | |
5 | Ὅτε πρῶτον ὑμᾶς εἶδον· τῆς Ἀγαμέμνονος βδε‐ λυρίας εἰσάπαξ κατεγνωκότας. Κατέσχημαι· κατίσχημαι δὲ βάρβαρον. οὐ γὰρ ἔστιν ἰσχέω ἰσχῶ, ἀλλὰ σχέω σχῶ. ὡσαύτως καὶ κατεσχημένος καὶ συνεσχημένος καὶ ἐνεσχημένος καὶ περιεσχημένος. Λου‐ | |
10 | κιανὸς ἐν Τίμωνι· πρὸς ἄνδρα ὑπὸ τηλικούτου στρατοπέδου περιεσχημένον. Καὶ Κεγχρεαί καὶ Κεγχρειαί. Λουκιανὸς ἐν τῷ περὶ τοῦ πῶς δεῖ ἱστορίαν συγγράφειν· οὐδ’ ἄχρι Κεγχρεῶν ἀποδημήσας. καὶ Θουκυδίδης ἐν τῇ ὀγδόῃ· πλέων | |
15 | ἐκ τῶν Κεγχρειῶν. Οὐ μόνον κέκτημαι, ἀλλὰ καὶ ἔκτημαι χωρὶς τοῦ κ γράφουσιν. Αἰσχύλος ἐν Προμηθεῖ· κοινὸν ὄμμ’ ἐκτημέναι. | |
Φιλόστρατος ἐν τῷ τοῦ Ἀπολλωνίου βίῳ· ὁ τὴν ἀρχὴν | 218 | |
kappa219 | ἀπολωλυῖαν ἀνεκτημένος. καὶ ἐν πολλοῖς δὲ ἄλ‐ λοις τῶν λογοποιῶν ζητῶν εὑρήσεις. Καπνοδόκη, οὐ καπνοδόχη. Λουκιανὸς ἐν τῷ Ἰκαρομενίππῳ· σπένδειν τέ σοι ἐπὶ τῆς καπνοδόκης. | |
5 | Κατεύχομαι τὸ καταρῶμαι· παρ’ Ἡροδότῳ δὲ τὸ ἐπιπόνως εὔχομαι, ὡς ἐν τῇ πρώτῃ· πᾶσι Πέρσῃσι κατεύ‐ χεται εὖ γίνεσθαι. Οὐ μόνον καταστρέφομαι παρ’ ἄλλου, ἀλλὰ καὶ καταστρέφο‐ μαι τὸν δεῖνα. ὁ αὐτὸς ἐν τῇ αὐτῇ· ἅτε δὴ Μίνω τε | |
10 | κατεστραμμένου γῆν πολλήν. Οὐ μόνον καθάπτομαι τοῦ δεῖνος, ἀλλὰ καὶ ἅπτομαι ἐπὶτοῦ αὐτοῦ. ὁ αὐτὸς ἐν τῇ πέμπτῃ· ἀλλήλων ἅπτοντο καταιτιώμενοι. Οὐ μόνον κοινωνῶ σοι τοῦ δεῖνος ἀντὶ τοῦ συμμετέχω σοι, | |
15 | ἀλλὰ καὶ κοινωνῶ σοι ὧν ἔχω ἀντὶ τοῦ μεταδίδωμι. | 219 |
kappa220 | Πλάτων ἐν δευτέρᾳ τῶν πολιτειῶν· τετραπλάσιον χρόνον τε καὶ πόνον ἀναλίσκειν ἐπὶ σίτου παρασκευῇ καὶ ἄλλοις κοινωνεῖν, ἤγουν μετα‐ διδόναι τούτου. καὶ πάλιν ἐν τῇ αὐτῇ· καὶ μὴ ἄλλοις | |
5 | κοινωνοῦντα πράγματα ἔχειν. καὶ κοινωνῶ ἁπλῶς τὸ μετέχω, πρὸς γενικὴν μόνον συντασσόμενον. | |
lambda220(post6t) | Λ. | |
7 | Λαμπρὰ ἐσθής κάλλιον λέγειν ἢ λευκή. λαμπρὰ ἡμέρα, οὐ καθαρά. Λαγχάνω δίκην τῷ δεῖνι ἤγουν κρίσιν Ἀττικοὶ λέγουσιν, οὐκ | |
10 | ἐπιφέρω· διὰ κλήρου γὰρ τὰς δίκας ἐποίουν. Ἀριστεί‐ δης ἐν τῷ Παναθηναϊκῷ· καὶ λαγχάνει Ποσει‐ δῶν Ἄρει τὴν ὑπὲρ τοῦ παιδός. Λοῦμαι πάντες Ἀττικοὶ καὶ λούμενος καὶ λοῦσθαι. Λυσιτελές καὶ λυσιτελεῖν, οὐ λυσιτέλεια· ὠφέλεια δέ. | |
15 | Λαισήιον, οὐκ ἀσπιδίσκιον· ἀσπίς δέ. | 220 |
lambda221 | Λευκόχρως λευκοχρῶτος, οὐ λευκόχρους λευκόχρου. Λεώς, οὐ λαός. Λατόμος καὶ λιθουργός, καὶ λατομία καὶ λιθουργία, καὶ λα‐ τομῶ καὶ λίθον ξέω καὶ λαξεύω καὶ λαξευτής καὶ λίθων | |
5 | ἐργάτης καὶ λιθολόγος. Θουκυδίδης· ἔχουσαι καὶ λι‐ θεολόγους καὶ τέκτονας. τὸ δὲ λιθοκόπος ἀδόκι‐ μον, εἰ καὶ Ἀντιφῶν λέγει. Λοιμὸς ἀνὴρ καὶ φθόρος. Ἀριστείδης· λοιμοὶ καὶ φθό‐ ροι πόλεως. οὐ λυμεών οὐδὲ φθορεύς. | |
10 | Ληρῶ καὶ φλυαρῶ καὶ φλυαρία, οὐ ληρῳδία. Λοπάδιον, οὐχὶ λοπάς. Ἀριστοφάνης ἐν Πλούτῳ· ὀξὶς δὲ πᾶσα καὶ λοπάδιον καὶ χύτρα. Λεπάς ὀξυτόνως ὄστρεόν τι μονόπτυχον ταῖς πέτραις προσπε‐ φυκός· λέπας δὲ ἀπόσπασμα ὄρους. | |
15 | Λέμφος ἡ κόρυζα, ὡς τὸ κορύζης καὶ λέμφου ἔμπλε‐ ως παρὰ Λιβανίῳ. καὶ λέμφος ἀρσενικῶς ὁ κορυζώδης | |
καὶ μυξώδης. | 221 | |
lambda222 | Λέχος ἡ κλίνη· εὐνή δὲ ἡ ἐπὶ ταύτης στρωμνή. Λίβανος καὶ τὸ δένδρον καὶ τὸ θυμιώμενον· λιβανωτός δὲ μόνον τὸ θυμιώμενον. Λυχνοῦχον [οἱ ῥήτορες] καὶ λαμπτῆρά φασι, φανὸν δὲ τὴν | |
5 | λαμπάδα· καὶ οἱ μὲν κωμικοὶ διὰ τοῦ φ, οἱ δὲ τραγικοὶ διὰ τοῦ π πανόν. λυχνεῖον δὲ τὴν λυχνίαν. Λαγώς διὰ τοῦ ω μεγάλου Ἀττικοί· οἱ δὲ Ἴωνες μικρογρα‐ φοῦσιν. Ἡ λιμός οἱ λυρικοί· σὺ δὲ τὸν λιμὸν λέγε. | |
10 | Λύτρον, οὐχὶ λυτήριον. Λήθαργος καὶ ἡ ληθώδης νόσος καὶ ὁ ταύτην νοσῶν. Ἀττι‐ κοὶ μὲν οὖν λήθαργον ἐπὶ τῆς νόσου φασὶν, ἐπὶ δὲ τοῦ ταύτην νοσοῦντος ἐπιλήσμων· Μένανδρος δὲ καὶ τὸν νοσοῦντα λήθαργον λέγει. | |
15 | Λιθίδιον λέγε, ἀλλὰ μὴ λιθάριον. | |
Τὸν λάρυγγα ἀρσενικῶς Ἀττικοὶ, τὴν φάρυγγα δὲ θηλυκῶς, | 222 | |
lambda223 | εἰ καὶ Ἐπίχαρμος ἀρσενικῶς λέγει, καὶ Ἀριστείδης ἐν πέμπτῳ τῶν ἱερῶν ἅπαξ· ἦν δὲ τὸν χρόνον τοῦ‐ τον ἐργώδη τὰ περὶ τὸν φάρυγγα. Ἀριστοφά‐ νης ἐν βατράχοις· | |
5 | ὅσον χανδάνῃ ἡμῶν ἡ φάρυγξ. ἔστι δὲ φάρυγξ μὲν ἡ τῆς φωνῆς διέξοδος, λάρυγξ δὲ ἡ τῶν σιτίων εἴσοδος. ὡς ὁ αὐτὸς ἐν τῷ αὐτῷ δράματι· ἐγὼ δὲ τὸν λάρυγγ’ ἂν ἐκτέμοιμί σου, .... ᾧ τοὺς κόλικας κατήσθιες. | |
10 | καὶ θαῦμα, πῶς ἐκεῖ μὲν οὐ ποιοῦμεν ῥῆμα, ἐπὶ δὲ τοῦ λάρυγγος ποιοῦμεν, οὐ τὸ τούτου, ἀλλὰ τὸ τῆς φάρυγ‐ γος σημαινόμενον ἔχον· λαρυγγίζω γάρ φαμεν οὐ τὸ ἐσθίω, ἀλλὰ τὸ εὐήχως λέγω. Λευκὴν ἡμέραν διαγαγεῖν λέγουσιν, ἤγουν ἡδεῖαν καὶ ἱλαράν. | |
15 | Λειμών τόπος δίυγρος, ἀνθηρὰν πόαν ἔχων, τὸ κοινῶς λεγό‐ μενον λιβάδιον. κῆπος ὁ τῶν λαχάνων καὶ τῶν δένδρων. παράδεισος ὁ δένδρα ἥμερα ἔχων. ἄλσος δὲ καὶ δρυμών καὶ λόχμη ἐπὶ ἀγρίων δένδρων ἱσταμένων ἐπὶ ξηρᾶς· ἕλος | |
δὲ τόπος λιμνώδης καὶ καλαμώδης. | 223 | |
lambda224 | Λαλιά καὶ προσλαλιά καὶ προλαλιά δόκιμα· καταλαλιά δὲ οὐ‐ δεὶς εἶπε τῶν ἀρχαίων, ἀλλ’ ἀντὶ τούτου κατηγορία. ὡσ‐ αύτως καὶ ῥητέον, οὐ λαλητέον. Λῃστρικὸν πλοῖον, λῃστικὸν δὲ σύνταγμα. Θουκυδίδης· τό | |
5 | τε λῃστικὸν ὡς εἰκὸς καθῄρει. Λογογράφος οὐ μόνον ὁ λόγους γράφων, ἀλλὰ καὶ ἐπὶ διαβο‐ λῆς εὕρηται, οἱονεὶ ψευδογράφος. Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου· λογογράφους τοίνυν καὶ σοφιστὰς ἀποκαλῶν καὶ τοιαῦθ’ ὑβρίζων. | |
10 | καὶ Αἰσχίνης περὶ Δημοσθένους λέγων· τῷ λογογρά‐ φῳ τῷδε καὶ Σκύθῃ. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ λογο‐ ποιός· καὶ γὰρ καὶ λογοποιός ὁ λόγους τε γράφων καὶ ὁ ψεύδης συντιθείς. Συνέσιος ἐν ἐπιστολῇ τῇ Ὥσπερ ἄλλοτε πολλάκις· ὡς ὁ λογοποιὸς ὁ τιτρώσκων ἐξ ἀφα‐ | |
15 | νοῦς. Οὐ μόνον λειποτάξιον καὶ λειποταξία φαμὲν, ἀλλὰ καὶ λειπο‐ στρατεία καὶ λειποστράτιον. Θουκυδίδης· λειπο‐ | |
στράτιον εἴ τῳ ἐγένετο. | 224 | |
lambda225 | Λεπτὸν κυρίως τὸ μὴ πάχους μετέχον ξύλον, ἀλλ’ ἄγαν περι‐ εξεσμένον, ἀπὸ τοῦ λέπω λέψω λέλεφα λέλεμμαι λέλεψαι λέλεπται. ἐκεῖθεν δὲ εἰς διαφόρους σημασίας ἐξῆκται. λεπτὸν γὰρ νόημα λέγομεν τὸ μὴ τοῖς πολλοῖς εὔληπτον· | |
5 | καὶ λεπτότητα φρενὸς καὶ ὅσα τοιαῦτα. λεπτὸν καὶ τὸ μικρὸν καὶ ἀσθενὲς, ὡς Θουκυδίδης ἐν τῇ ἑβδόμῃ· οἱ ἐν τοῖς λεπτοῖς πλοίοις περιπλέοντες. Ἀρι‐ στείδης ἐν Θεμιστοκλεῖ· ὥστε καὶ περὶ τοῦ μέλ‐ λοντος λεπτὰς ἔχειν ἐλπίδας. καὶ Λιβάνιος ἐν | |
10 | ἐπιστολῇ· εἰ τῇ σῇ δυνάμει χρησαίμην· ἡ γὰρ ἐμὴ λεπτή τις. λεπτὸν καὶ τὸ δυσμεταχείριστον καὶ οὐκ εὐάγωγον. Φιλόστρατος· τὸ δὲ ἔθνος τοῦτο ἀγέρωχοι καὶ λεπτοὶ ἀρχθῆναι. Λύζω τὸ τῷ κοινῶς λεγομένῳ κλώξῳ κατέχομαι, ὡς Λιβάνιος | |
15 | ἐν τῇ περὶ τῆς λάλου μελέτῃ· οὔτε λύζων ἄνθρω‐ πος οὔτε χρεμπτόμενος. ὃ δὴ προερχόμενον εἰς παθητικὸν παρακείμενον ἀπὸ μὲν τοῦ πρώτου προσώπου | |
τὸν λυγμὸν ποιεῖ, ἀπὸ δὲ τοῦ δευτέρου τὴν λύγγα· ἀπὸ | 225 | |
lambda226 | γὰρ τοῦ λέλυξαι λύγξ, ὅπερ ἐστὶ κάλλιον τοῦ λυγμός. Θουκυδίδης ἐν τῇ πρώτῃ· λύγξ τε τοῖς πλείοσιν ἐνέπεσε καινή. Ἡ λαῖλαψ, οὐχ ὁ λαῖλαψ. Ἀριστείδης ἐν τετάρτῳ τῶν ἱερῶν· | |
5 | λαίλαπι ἀγρίᾳ. Λοιδοροῦμαί σοι καὶ διαλοιδοροῦμαι· λοιδοροῦμαι δὲ μόνον ὑπὸ σοῦ. Λωφᾷ τις κυρίως, ὅταν διαλίπῃ λυπούμενος καὶ λωφᾷ τὸ πά‐ θος. λέγεται δὲ καταχρηστικῶς καὶ ἐπὶ θυμοῦ καὶ νόσου | |
10 | καὶ τῶν ἄλλων. ὄντι δὲ ἀμεταβάτῳ μεταβατικῶς Αἰσχύ‐ λος χρῆται ἐν Προμηθεῖ· ὁ λωφήσων γὰρ οὐ πέφυκέ πω. Λυδίον πεδίον παροξυτόνως Ἀττικοὶ λέγουσιν, οὐχὶ Λύδιον· Λύδιον δὲ ἅρμα. | |
15 | Λινοπάξ ὡς ἀκανθοπλήξ, οὐ λινόπαξ. Λαμυρία ἡ εὐτραπελία. Πλούταρχος ἐν τῷ πῶς ἄν τις δια‐ | |
κρίνειε τὸν κόλακα τοῦ φίλου· ἂν ἔγγιστα φαίνων‐ | 226 | |
lambda227 | ται λαμυρίας καὶ θρασύτητος. λέγεται δὲ λα‐ μυρία καὶ ἡ κατάπληξις· καὶ ἡ ἡδύτης δὲ καὶ ἡ καθαρότης, ὅθεν καὶ λαμυρὰ πηγὴ ἡ καθαρὰ καὶ ἡδεῖα παρὰ Θουκυδίδῃ· ἕτεροι δὲ καὶ λαμυρὰ γραφὴ λέγουσιν. [οὐ‐ | |
5 | δεὶς μέντοι τῶν ῥητορικῶν τῷ ὀνόματι τούτῳ ὅλως ἐχρή‐ σατο.] Λογίους τοὺς πολυΐστορας οἱ ἀρχαίως ἀττικίζοντες, ὡς καὶ Ἡρόδοτος· λογίους δὲ τοὺς διαλεκτικοὺς οἱ ὕστερον. ἔστι δὲ καὶ λόγιος ὁ λόγου ἔφορος. Ἀριστείδης ἐν τῷ | |
10 | ὑπὲρ ῥητορικῆς πρώτῳ· καλῶ δ’ ἐπὶ τούτῳ τῷ τολμήματι καὶ Ἑρμῆν λόγιον. καὶ λογεῖον ὁ τόπος τοῦ θεάτρου. Συνέσιος ἐν τῷ ὑπὲρ φαλάκρας· μικρὸν ἀπερουθριάσασιν ἐν τῷ λογίῳ ἀπο‐ δοῦναι. καὶ λόγιμον καὶ ἐλλόγιμον τὸ λόγου ἄξιον. | |
15 | Ἡρόδοτος ἐν τῇ πρώτῃ· ὅτι γὰρ μὴ Ἀθῆναι, ἦν οὐδὲν ἄλλο πόλισμα λόγιμον. | |
Ὡσαύτως οἱ μὲν λῃτουργός διὰ τοῦ η ἤτοι ὁ τὰ λήιτα | 227 | |
lambda228 | ἔργον ἔχων· λήιτα γὰρ λέγεται τὰ δημόσια· οἱ δὲ διὰ διφθόγγου. Καὶ λαμπάς καὶ λαμπάδιον. Λοιδορισμός μὴ εἴπῃς, ἀλλὰ λοιδορία. | |
5 | Λύτρα καὶ σῶστρα λογογράφοι, ἄποινα δὲ ποιηταί· εἰσὶ δὲ ταῦτα τὰ ἐπὶ ἐλευθερίᾳ διδόμενα· ὑποφόνια δὲ, ἅπερ διδόασιν οἱ φονεῖς εἰς λύσιν τοῦ ἐγκλήματος. Ἀριστεί‐ δης ἐν τῷ πρεσβευτικῷ πρὸς Ἀχιλέα· πόσα τὰ ὑποφόνια καταθέντα εὐμενοῦς τυχεῖν. | |
mu228(post9t) | Μ. | |
10 | Μέλλω ποιεῖν καὶ μέλλω ποιήσειν· οὐ μέλλω ποιῆσαι, ἀλλὰ μετὰ τοῦ ἄν, ἤγουν μέλλω ποιῆσαι ἄν. προστιθέαμεν δὲ τὸ ἄν, ἵνα τὸν παρῳχημένον διὰ τούτου ὡς μέλ‐ λοντα δεξώμεθα. οἱ δὲ μὴ οὕτω γράφοντες ἁμαρτά‐ νουσιν· εἰ καὶ Αἰσχύλος ἐν Προμηθεῖ διὰ τὸ μέτρον | |
15 | ἀναγκασθεὶς ἐπὶ παρῳχημένου ἅπαξ εἶπε λέγων· μήτι με κρύψῃς τοῦθ’ ὅπερ μέλλω | |
παθεῖν, | 228 | |
mu229 | νοουμένου ἔξωθεν τοῦ ἄν. εὕρηται δὲ καὶ παρὰ Πλά‐ τωνι ἐν τῇ τοῦ Σωκράτους ἀπολογίᾳ· οὐδ’ εἰ πολ‐ λάκις μέλλω τεθνάναι, ὅπερ μοι δοκεῖ ἁμάρτημα τῶν γραφέων εἶναι διὰ τὸ μηδαμοῦ ἑτέρωθι τῶν αὐτοῦ | |
5 | λόγων τοῦτο εὑρίσκεσθαι. ὤφειλε γὰρ μετὰ τοῦ ἄν εἶναι, οἷον οὐδ’ εἰ πολλάκις ἂν μέλλω τεθνάναι. Μαιεύεται, οὐχὶ μαιοῦται. Μυήσεται κάλλιον ἢ μυηθήσεται· καὶ μαχοῦμαι ἢ μαχήσομαι. Μελίπηκτον καὶ πόπανον, οὐ μελίτωμα. μελίπηκτα δέ ἐστιν | |
10 | ἄλφιτα ἀναδεδευμένα μέλιτι, ὃ μελιτοῦττάν φασιν· ἀλλὰ σὺ τὸ μελίπηκτα ἀφεὶς τοῖς ποιηταῖς μελιτοῦτταν λέγε. | |
τινὲς δὲ μελιτοῦττά φασιν οὐ τὸ ἐξ ἀλεύρου καὶ μέλιτος | 229 | |
mu230 | φύραμα, ἀλλὰ τὸ ἁπλῶς πόπανον, ὡς Ἀριστοφάνης ἐν νεφέλαις· δός μοι μελιτοῦτταν ἐς τὼ χεῖρε. Μίνθη, οὐχ ἡδύοσμον. | |
5 | Μοιχᾶται ὁ ἀνὴρ, μοιχεύεται δὲ ἡ γυνή. Μεταπέμπομαι, οὐ μεταπέμπω, εἰ καὶ Θουκυδίδης ἐχρήσατο ἐν τῇ ἕκτῃ· αὐτῶν τῶν Λακεδαιμονίων μετα‐ πεμψάντων. καὶ ἐν τῇ ἑβδόμῃ· ἢ μὴ ὡς τάχι‐ στα ἢ σφᾶς μεταπέμψωσιν. | |
10 | Μηκύνω τὸν λόγον κάλλιον ἢ ἐκτείνω· ἐκτείνω δὲ τὴν χεῖ‐ ρα. καὶ Ἀριστείδης ἐν Περικλεῖ· τὴν χεῖρα ἐκτε‐ τακώς. Μεσέγγυος, οὐ μεσίτης. Μύλη, οὐ μύλος. | |
15 | Μεθύση γυνὴ Ἀττικὸν, ὡς Ἀριστοφάνης ἐν νεφέλαις· γραῦν μεθύσην τοῦ κόρδακος εἵνεκα. μέθυσος δὲ ἐπὶ μὲν ἀρσενικοῦ οὐδεὶς τῶν δοκίμων εἶπεν, | |
ἐπὶ δὲ θηλυκοῦ Λιβάνιος ἐν τῇ περὶ τῆς λάλου μελέτῃ· | 230 | |
mu231 | οὐκ ἔστιν ἡ γυνή μοι μέθυσος. σὺ τοίνυν Ἀτ‐ τικοῖς ἑπόμενος ἐπὶ μὲν ἀρσενικοῦ μεθύων λέγε καὶ μεθυστικός, ὡς Φιλόστρατος· ἑώρα δὲ αὐτὸν καὶ μεθυστικὸν καὶ ἀνοήτως ἐρῶντα· ἐπὶ δὲ θη‐ | |
5 | λυκοῦ μεθύουσα καὶ μεθύση. οὐ μόνον δὲ ἐπὶ οἴνου τὸ μεθύω λέγουσιν, ἀλλὰ καὶ ἐπὶ τοῦ ἁπλῶς ὑβρίζειν καὶ μὴ ἐθέλειν σωφρονεῖν ὑπό τινος τυχὸν ἐξουσίας ἢ πλούτου ἢ τοιούτου τινὸς ἄλλου, ὡς Δημοσθένης περὶ Φιλίππου λέγει· μεθύει τῷ μεγέθει τῶν πε‐ | |
10 | πραγμένων. καὶ Λιβάνιος ἐν τῇ τοῦ Ἀχιλλέως ἀπο‐ λογίᾳ· κατὰ στρατηγοῦ μεθύειν. Μεθύω ἐγὼ ἀμεταβάτως, καταμεθύω δὲ ἕτερον. Πλάτων ἐν Γοργίᾳ· ξενίσας αὐτὸν καὶ καταμεθύσας. Μαχλάς οὐδεὶς τῶν Ἀττικῶν, μάχλη δὲ Λουκιανός· ὑπὸ | |
15 | μάχλης γυναικὸς ἐπιβεβουλευμένος. Μεῖραξ καὶ μειρακίσκος ἀδόκιμα· μειράκιον δὲ οὐδετέρως πάντες οἱ ῥήτορες. μεῖραξ μέντοι ἐπὶ θηλυκοῦ καὶ μει‐ | |
ρακίσκη μόνος Ἀριστοφάνης ἐν Πλούτῳ· | 231 | |
mu232 | σὺ δ’ ἄπιθι χαίρων συλλαβὼν τὴν μεί‐ ρακα. καὶ πάλιν· ὦ μειρακίσκη, πυνθάνῃ γὰρ ὡρικῶς. | |
5 | σὺ δὲ μειράκιον θῆλυ λέγε. Μελάγχρως μελαγχρῶτος. Εὐριπίδης ἐν Ὀρέστῃ· μελαγχρῶτες Εὐμενίδες. οὐ μελάγχρους μελάγχρου. Μαίνεται περὶ λόγους κρεῖττον καὶ βακχεύει ἢ ἐνθουσιᾷ. | |
10 | Μελαίνεσθαι τὰς τρίχας λέγε, μὴ βάπτεσθαι. Μαθητρίς ὡς αὐλητρίς, οὐ μαθήτρια. Μύρου ὄζει Ἀττικοὶ, οὐ μύρον. Μύκης μύκητος, οὐκ ἀμανίτης. Μυρρίνη Ἀττικοὶ, οὐ μυρσίνη. | |
15 | Μεταβολεύς, οὐ μετάβολος. Μαστός ἐπὶ γυναικός. Εὐριπίδης ἐν Ἑκάβῃ· ὦ στέρνα μαστοί θ’, οἵ μ’ ἐθρέψαθ’ ἡ‐ δέως. | |
μαζός δὲ ἐπὶ ἀνδρὸς, ὡς τὸ | 232 | |
mu233 | νευρὴν μὲν μαζῷ πέλασε παρ’ Ὁμήρῳ [ἐν τῷ γʹ Ἰλιάδος.] εὕρηται δὲ καὶ μαζός ἐπὶ θήλεος καταχρηστικῶς. Θεόκριτος· ....... ἦ ῥα λεαίνης | |
5 | μαζὸν θήλασδε. φασὶ μέντοι οἱ τεχνικοὶ, ἐπὶ μὲν θήλεος διὰ τοῦ σι μα‐ στός ἐκφέρεται, οἱονεὶ μασητός, ἐπὶ δὲ ἀνδρὸς διὰ τοῦ σθ, ὁ μὴ ἐσθιόμενος. Μεγαλαυχῶ οὐδεὶς τῶν ἀρχαίων, ἀλλὰ μεγαλαυχοῦμαι. Λι‐ | |
10 | βάνιος ἐν ἐπιστολῇ· καὶ μεγαλαυχούμεθά γε Σύροι Ῥωμαίοις διδόντες ἄνδρα. Τὸ μή ἀπαγορευτικόν ἐστι, καὶ ἐπὶ μὲν ἐνεστῶτος προστα‐ κτικῷ συντάσσεται, ἐπὶ δὲ ἀορίστου καὶ τῶν ἄλλων ὑπο‐ τακτικῷ. οὐκ ἐρεῖς ἐπὶ ἐνεστῶτος μὴ τύπτῃς, ἀλλὰ μὴ | |
15 | τύπτε· μὴ τύψῃς δὲ ἐπὶ ἀορίστου καὶ τῶν ἄλλων χρό‐ νων. ἔδειξε δὲ ἀμφότερα Ἀριστείδης ἐν τῷ πρὸς Ἀχιλ‐ | |
λέα πρεσβευτικῷ εἰπών· μὴ δὲ ἀπέχου μὲν ὡς | 233 | |
mu234 | φίλων, πρόῃ δὲ ὡς πολεμίους, ἐπὶ τοῦ ἐνεστῶ‐ τος μὲν προστακτικὸν θεὶς τὸ ἀπέχου, ἐπὶ παρῳχημέ‐ νου δὲ ὑποτακτικὸν ἐπενεγκὼν τὸ πρόῃ. εἰ δὲ καὶ εὕρη‐ ται τὸ μή ἐπὶ ὑποτακτικοῦ ἐπὶ ἐνεστῶτος, ὡς τὸ | |
5 | μὴ δοκῶμεν δρῶντες παρὰ Σοφοκλεῖ ἐν Αἴαντι, καὶ παρὰ Λιβανίῳ ἐν τῇ εἰς τὸν ναὸν τοῦ Ἀπόλλωνος μονῳδίᾳ· μήτε καλὴν μήτε μεγάλην καλῶμεν ἔτι τήνδε τὴν πόλιν, ἀλλὰ τούτου χάριν γέγονε τοῦτο· ἐπειδὴ ὁ μὲν ἀπαγορεύων | |
10 | ἐπὶ ἐνεστῶτος προστακτικῷ ἐξ ἀνάγκης χρῆται, (ἑτέρῳ γὰρ ἀπαγορεύει,) ὁ δὲ πρὸς ἑαυτὸν τὴν ἀπαγόρευσιν ποιούμενος ἀδυνάτως ἔχει προστακτικῷ χρῆσθαι. οὗτοι τοίνυν ἐφ’ ἑαυτῶν τὴν ἀπαγόρευσιν ποιούμενοι καὶ κατὰ τοῦτο μὴ δυνάμενοι προστακτικοῖς χρῆσθαι, διὰ τὸ ἐν | |
15 | τοῖς προστακτικοῖς ἐπὶ παντὸς ἀριθμοῦ πρῶτον πρόσω‐ πον μὴ εὑρίσκεσθαι, (οὐδεὶς γὰρ ἑαυτῷ προστάσσει,) ἐξ ἀνάγκης ὑποτακτικοῖς ἐνεστῶσιν ἐχρήσαντο λέγοντες μὴ δοκῶμεν καὶ μὴ καλῶμεν. Γίνωσκε δὲ καὶ τοῦ‐ το, ὅτι ἐπὶ τῶν ἑνικῶν πρώτων προσώπων τοῦ ὑπο‐ | |
20 | τακτικοῦ ἀορίστου καὶ παρακειμένου καὶ τῶν καθεξῆς | |
χρόνων οὐ χρώμεθα μόνῳ τῷ μή, οἷον μὴ τύψω καὶ μὴ | 234 | |
mu235 | τυπῶ καὶ μὴ τετύφω, ἀλλὰ μετὰ τῆς προσθήκης τοῦ οὐ, οἷον οὐ μὴ τυπῶ. ἰστέον δὲ ὅτι καὶ τὸ μή καὶ τὸ οὐ μὴ οὐ μόνον ἐπὶ ὑποτακτικῶν τίθενται, ἀλλ’ ἔστιν ὅτε καὶ ἐπὶ μελλόντων ἁπλῶς, οἷον παρ’ Αἰσχύλῳ ἐν Προ‐ | |
5 | μηθεῖ· ὅπως μὴ σαυτὸν οἰκτιεῖς ποτε. καὶ παρ’ Ἀριστοφάνει ἐν βατράχοις· [ἀλλ’] ἐκεῖνο ὅπως μὴ ’ρεῖς. καὶ Πλάτων ἐν πρώτῃ τῶν πολιτειῶν· ἔπειτα, εἴ τι | |
10 | καὶ οἴεται περὶ τούτων, ἀπειρημένον αὐτῷ εἴη, ὅπως μηδὲν τούτων ἐρεῖ. καὶ παρὰ Συνε‐ σίῳ ἐν ἐπιστολῇ· οὐ μὴ ἐρεῖς, ὡς ἔλαθεν ὑμᾶς. τὸ τοιοῦτον δὲ μή οὐ μόνον ἐπὶ ὑποτακτικοῦ τίθεται, ἀλλὰ καὶ ἐπὶ εὐκτικοῦ. Ἀριστείδης ἐν πρώτῳ τῶν | |
15 | ἱερῶν· καὶ σφόδρα δεῖσαι, μὴ ἐπιθεῖντό μοι. εὕρηται δὲ παρὰ Λουκιανῷ ἅπαξ καὶ ἐπὶ ὁριστικοῦ ἐνε‐ στῶτος ἐν τοῖς νεκρικοῖς· ὅρα γοῦν, μὴ τὸ ἐναν‐ τίον ἐστί. | |
Μεγαλοψυχία καὶ ἡ γενναιότης καὶ ἡ ἐν ταῖς μεταδόσεσι | 235 | |
mu236 | δαψίλεια. Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ· ἐλευ‐ θερίας ἐφόδιον καὶ μεγαλοψυχίας. Μεσονύκτιον καὶ μεσονύκτιος ποιητικόν. Εὐριπίδης ἐν Ἑκάβῃ· | |
5 | μεσονύκτιος ὠλύμαν. σὺ δὲ μεσούσης νυκτός λέγε καὶ μέσης νυκτός καὶ μέ‐ σων νυκτῶν. Μάλη ἐπ’ εὐθείας οὐχ εὕρηται, ἀλλ’ ἐπὶ γενικῆς μόνον, ὡς τὸ ὑπὸ μάλης ἔκρυπτον τὰς ἀσπίδας παρὰ Συ‐ | |
10 | νεσίῳ ἐν τῷ περὶ προνοίας, ἤτοι μασχάλης. τὸ δὲ μασχάλη κοινὸν, ἀφ’ ἧς καὶ τὸ μασχαλιστήρ κατ’ Αἰσχύλον. Μεγιστᾶνες ἀδόκιμον· σὺ οὖν μέγα δυνάμενοι λέγε. Μάγειρος καὶ σιτοποιός καὶ ὀψοποιός δόκιμα, μαγειρεῖον | |
15 | δὲ ἀδόκιμον· καὶ τὸ ὀπτανεῖον μέντοι οὐδεὶς τῶν ῥη‐ τόρων εἶπε. Μιαρός καὶ Παμμίαρος καὶ Μιαρώτατος, ὡς Ἀρι‐ | |
στοφάνης ἐν βατράχοις· οὐ μιαρία δὲ, ἀλλὰ βδελυρία. | 236 | |
mu237 | Μάτην λέγε, μὴ ματαίως. Ἀριστοφάνης ἐν νεφέλαις· μάτην ἐμοὶ κεκλαύσεται. καὶ Σοφοκλῆς ἐν Ἠλέκτρᾳ· μάτην ἄρ’ ἡμεῖς ὡς ἔοικεν ἥκομεν. | |
5 | Μαχαιρίδες αἱ τῶν κουρέων, μάχαιραι αἱ τῶν μαγείρων καὶ τῶν ἄλλων. Μέσον ἡμέρας καὶ μεσημβρία καὶ μεσοῦσα ἡμέρα· μέση δὲ ἡμέρα κοινόν. Μάρτυς καὶ ἐπὶ ἀγαθοῦ καὶ ἐπὶ κακοῦ· ἔλεγχος δὲ ἐπὶ | |
10 | κακοῦ μόνον. Μνήμη κυρίως τῶν ἀπελθόντων, καταχρηστικῶς δὲ καὶ τῶν ζώντων· μνεία δὲ μόνον τῶν ζώντων. Μισθός ἀδιάβλητον, διαβεβλημένον δὲ τὸ μίσθωμα· ἐπὶ πόρνης γὰρ λέγεται, ὡς παρὰ τῷ θεολόγῳ Γρηγορίῳ | |
15 | ἐν τοῖς τετραστίχοις· μίσθωμα πόρνης ἁγνὸς οὐ μερίζεται. Οὐ λογογράφων τὸ λέγειν μᾶλλον πλουσιώτερος καὶ μᾶλλον | |
ἀνδρειότερος, οὐ μὴν οὐδὲ μάλιστα πλουσιώτατος· πε‐ | 237 | |
mu238 | ριτταὶ γὰρ καὶ ἄκαιροι αἱ τοιαῦται προσθῆκαι. τὸ γὰρ πλουσιώτερος συγκριτικὸν ὂν οὐ δεῖται ἑτέρου συγ‐ κριτικοῦ τοῦ μᾶλλον. ὡσαύτως καὶ τὸ πλουσιώτατος ὑπερθετικὸν ὂν οὐ δεῖται ἑτέρου ὑπερθετικοῦ τοῦ μά‐ | |
5 | λιστα. ποιηταὶ δὲ ὥσπερ καὶ ἕτερ’ ἄττα καινοτομοῦσι, καὶ τοῦτο ἔστιν ὅτε ποιοῦσιν. Αἰσχύλος ἐν τοῖς ἑπτὰ ἐπὶ Θήβαις· καλῶς τεθνάναι κάλλιον ἂν μᾶλλον ἢ σεσῶσθαι. | |
10 | καὶ Ἀριστοφάνης· τόδ’ ἂν γένοιτο μᾶλλον ὀλβιώτερον. οὐδεὶς δὲ τῶν δοκίμων ῥητόρων οὕτως εἶπε. Μαρτύριον κρεῖττον ἢ μαρτυρία. Θουκυδίδης· μετὰ ἀει‐ μνήστου μαρτυρίου. | |
15 | Μενετός ὁ δυνάμενος μένειν, ὡς ὁ αὐτός· τοῦ δὲ πο‐ λέμου οἱ καιροὶ οὐ μενετοί. Μαίνομαι τὸ τὸν νοῦν βεβλαμμένον ἔχω καὶ μὴ καθεστη‐ κότα· καὶ μανία τὸ πάθος. μαίνομαι καὶ τὸ ἐνθουσιῶ· | |
καὶ μανία. καὶ μανικὸς ἐραστής ὁ πρὸς τὸν ἔρωτα | 238 | |
mu239 | ἐξιστάμενος καὶ τοῦ ἐρᾶν ὅλος γινόμενος· καὶ μανικός ἁπλῶς ὁ ἔνθεος, ὡς ἔχει τὸ τοῦ Ἀριστείδου ἐν τῷ εἰς Δία· δότε μοι μανικὸν γενέσθαι τὸν λόγον. μαίνομαι δὲ καὶ τὸ δίχα νόσου ἁπλῶς μωραίνω· καὶ μα‐ | |
5 | νιώδης ὁ μωρός. Θουκυδίδης ἐν τῇ τετάρτῃ· καίπερ μανιώδης οὖσα ἡ ὑπόσχεσις ἀπέβη. Μάττω τὸ ζυμῶ, μάξω μέμαχα μέμαγμαι μεμαγμένος. Ἀρι‐ στοφάνης ἐν Πλούτῳ· μεμαγμένον σκὼρ ἐσθίειν. | |
10 | καὶ Θουκυδίδης ἐν τῇ τετάρτῃ· σῖτον ἐκπέμπειν τακτὸν καὶ μεμαγμένον. Καὶ μεταχειρίζομαι καὶ μεταχειρίζω. Μεταξύ ἀντὶ τοῦ διαμέσου· καὶ μεταξύ ἀντὶ τοῦ ἐν ὅσῳ. Λιβάνιος ἐν τῷ Ἦλθες Τηλέμαχε· καί σου δέομαι | |
15 | μὴ μεταξὺ λέγοντος ἀπαντᾶν. | |
Μόλις ἀντὶ τοῦ βραδέως, μόγις δὲ ἀντὶ τοῦ μετὰ βίας. | 239 | |
mu240 | Μονώτατος παρὰ ποιηταῖς· μονώτερος δὲ οὐκέτι. Ἀριστο‐ φάνης ἐν Πλούτῳ· μονώτατος γὰρ εἶ σὺ πάντων αἴτιος. Τὸ μήν παρὰ μὲν ποιηταῖς ἀργὸν, παρὰ δὲ ῥήτορσιν ἀντὶ τοῦ | |
5 | δέ, καὶ ἰδίᾳ τιθέμενον καὶ μετὰ τοῦ γέ ἢ προηγουμένου ἢ ἑπομένου· οἷον, τό γε μὴν εἰς πατέρας ἧκον, καὶ, οὐ μήν γε τόδε ἐγένετο. Μύσταξ, οὐχὶ μάσταξ. Μόχθηρος οὐ μόνον ὁ γεωργὸς, ἀλλὰ καὶ ὁ φαύλους ἔχων | |
10 | τρόπους, οὐ μοχθηρός. Μισητή ἡ μίσους ἀξία γυνή· μισήτη δὲ βαρυτόνως ἡ κατα‐ φερής. Μεδίμνος παροξυτόνως οἱ κυρίως Ἀττικοὶ λέγουσιν, οὐ μέδι‐ μνος. | |
15 | Μανοῦμαι κάλλιον ἢ μανήσομαι. Μίγνυται ὁ ἀνὴρ τῇ γυναικὶ, οὐχ ἡ γυνὴ τῷ ἀνδρί. | |
Ὅταν τεθῇ τὸ μά, ἢ προσκειμένην ἔχει τὴν ἄρνησιν ἢ νοου‐ | 240 | |
mu241 | μένην· καὶ τοῦτο μὲν εὕρηται διόλου. Λιβάνιος δὲ ἅπαξ ἐχρήσατο ἐπὶ συγκαταθέσεως ἐν τῇ περὶ τῆς λάλου γυ‐ ναικὸς μελέτῃ λέγων· ὀνείρατα διηγουμένη πλάτ‐ τουσα κἀκεῖνα μὰ τοὺς θεούς. καὶ πάλιν· | |
5 | πλειστάκις ὡρακίασα μὰ τὸν Ἀπόλλω. καὶ Λουκιανὸς ἐν τῷ περὶ ἀγνοίας· μὰ Δί’ ἐχλεύασέ σου Φιλόξενος τὰ ἔπη. ὅταν μέντοι προηγούμενον ἔχῃ τὸ ναί, τὴν ἰσχὺν ἅπασαν ἔχει τὸ ναί. Συνέσιος ἐν ἐπιστολῇ· ναὶ μὰ τοὺς λόγους τἀμὰ καὶ σὰ | |
10 | παιδικά. Ἐπὶ ἀνδρὸς τὸ μνᾶται, οἷον μνᾶται γυναῖκα· ἐπὶ δὲ γυ‐ ναικὸς τὸ μνηστεύεται, οἷον μνηστεύεται ἀνδρί. Μεῖζον φόβου πρόσωπον τὸ ἄφοβον καὶ μὴ ὑποπίπτον φόβῳ· | |
μεῖζον δὲ φόβου πράγμα τὸ ὑπερβολικὸν φόβον ποιοῦν. | 241 | |
mu242 | Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ· καὶ οὐκ ἠπείλησε μὲν οὕτως ἀήθη καὶ ὑπερόρια καὶ φόβου μείζω. δύναιτο δ’ ἂν καὶ ἐπὶ προσώπου τοῦτο λέγε‐ σθαι. | |
5 | Ἀρσενικῶς οἱ Ἀττικοὶ τὸν Μαραθῶνα λέγουσιν. Ἀριστεί‐ δης ἐν τῷ αὐτῷ· οὐ γὰρ ἔστιν ὅστις ἀκούσας τὸ τοῦ Μαραθῶνος ὄνομα. Ἴωνες δὲ θη‐ λυκῶς. Μνηστήρ, οὐ μνήστωρ. | |
10 | Μαρτυρία, ὅταν περὶ παρόντος τινὸς μαρτυρῇ· ἐκμαρτυρία δὲ, ὅταν περὶ ἀπόντος καὶ ἀποδήμου. ὡσαύτως καὶ μαρτυρῶ καὶ ἐκμαρτυρῶ. Αἰσχίνης· τὴν ἐκμαρ‐ τυρίαν ἀνάγνωθι τὴν Ἀριστοδήμου, καὶ κάλει πρὸς οὓς ἐξεμαρτύρησεν. ἔδειξε γὰρ διὰ | |
15 | τοῦ εἰπεῖν κάλει, ὅτι ἀπῆσαν. Μισθοφορῶ τὸ μισθὸν φέρω· καταμισθοφορῶ δὲ τόδε ἀντὶ τοῦ εἰς μισθὸν στρατιωτῶν καταδαπανῶ. ὁ αὐτός· ἐπειδὴ κατεμισθοφόρησαν τὰ ὑπάρχοντα. | |
Μήνυτρα ὁ διδόμενος μισθὸς τοῖς μηνύουσί τι, οὗ ζήτησις ἦν. | 242 | |
mu243 | Θουκυδίδης ἐν τῇ ἕκτῃ· μεγάλοις μηνύτροις δη‐ μοσίᾳ οὗτοί τε ἐζητοῦντο. Μερίτης, οὐ συμμεριστής. Ἀριστείδης ἐν δευτέρῳ τῶν Λευκ‐ τρικῶν· καλοῦ καὶ λαμπροῦ σχήματος ἡγεῖ‐ | |
5 | ται μερίτης ἔσεσθαι. Ὥσπερ μέλει μοι τοῦδε καὶ μέλει μοι τόδε φαμὲν, οὕτω καὶ μέτεστί μοι τοῦδε καὶ μέτεστί μοι τόδε. Ἀριστείδης ἐν τῷ εἰς Ῥώμην· ἔτι δὲ καὶ μέτεστιν αὐτῇ πᾶ‐ σιν ἄδεια τοῖς πλήθεσι. καὶ Θουκυδίδης ἐν τῇ | |
10 | δευτέρᾳ· μέτεστι δὲ κατὰ μὲν τοὺς νόμους πρὸς τὰ ἴδια διάφορα πᾶσι τὸ ἴσον. Μιμοῦμαι τὸν δεῖνα ἀντὶ τοῦ μιμητής εἰμι τούτου, καὶ μι‐ μοῦμαι ὑπὸ τοῦ δεῖνος ἀντὶ τοῦ μιμητὴν ἐμοῦ τοῦτον ἔχω. Πλάτων ἐν Γοργίᾳ· οὐκ οἶσθα, ὅτι οὗτος | |
15 | ὁ μιμούμενος τὸν μιμούμενον ἐκεῖνον ἀπο‐ | |
κτενεῖ, ἐὰν βούληται; | 243 | |
nu244(t) | Ν. | |
1 | Νεοττός, νεόττιον καὶ νεοττία Ἀττικοὶ, οὐ νεοσσός, οὐδὲ νοσσίον καὶ νοσσία. Νῆσαι πυρὰν λέγουσιν, οὐ συναγαγεῖν οὐδὲ συνθεῖναι. Νεῖν καὶ νήχεσθαι, οὐ κολυμβᾶν. Ἀριστείδης ἐν τῷ ὑπὲρ | |
5 | ῥητορικῆς· καὶ τάς γ’ ἐλάφους νεῖν φασιν ἐχο‐ μένας ἀλλήλων. Νικᾷ τὴν δίκην, οὐ νικᾷ ἐν τῇ δίκῃ. Νήτη χορδή, οὐκ ἐσχάτη. Ἐνειμάμην κάλλιον ἢ ἐμέρισα. Ἀριστείδης ἐν τῇ πρὸς τοὺς | |
10 | βασιλέα ἐπιστολῇ· πρὸς δὲ τοὺς στρατιώτας τοὺς χιτῶνας ἐνείμαντο. καὶ νομή ὁ στρατιωτι‐ κὸς μισθός. Συνέσιος ἐν ἐπιστολῇ· νομὴν στρα‐ | |
τιώταις κομίζοντα. | 244 | |
nu245 | Νῆες ἐπὶ εὐθείας, οὐ ναῦς· ἐπὶ δὲ αἰτιατικῆς ναῦς, οὐ νῆας. Τὸ νῶτον, οὐχ ὁ νῶτος, ὡς τὸ νῶτα τοῖς πολεμίοις ἔδωκε· τὸ μέντοι ῥάχις κοινόν. | |
5 | Νωδός, οὐκ ἀνόδους. Νουθέτησις, οὐ νουθεσία. Νάπυ, οὐ σίνηπι. Νενηφότως καὶ ἐγρηγορότως, οὐκ ἐγρηγόρως. οὐ γάρ ἐστιν ὁ ἐγρήγορος, ἀλλ’ ὁ γρήγορος, εἰ καὶ ἀσύνηθες· ἀντὶ | |
10 | γὰρ τούτου ὁ γρηγορῶν καὶ ὁ νήφων. Δίων οὖν ἐγρη‐ γόρως λέγων ἁμαρτάνει. ἐγρήγορσις μέντοι γράφεται. Ἀριστείδης· μέσως ἔχειν ὕπνου καὶ ἐγρηγόρ‐ σεως. Νεομηνία μὴ λέγε, τοῦτο γὰρ Ἰώνων, ἀλλὰ νουμηνία. Ἀρι‐ | |
15 | στοφάνης ἐν νεφέλαις· ἵν’ αἱ θέσεις γίγνοιντο τῇ νουμηνίᾳ. Νέμω νεμῶ, καὶ νέμω νεμήσω ὡς ἐθέλω ἐθελήσω. ἔστι δὲ τὸ νέμω ἀντὶ τοῦ παρέχω καὶ ἀντὶ τοῦ μερίζω καὶ ἀντὶ | |
τοῦ διοικῶ. Θουκυδίδης ἐν τῇ ὀγδόῃ· τὰ δὲ ἄλλα | 245 | |
nu246 | ἔνεμον κατὰ κράτος τὴν πόλιν. ἔστι δὲ ἀπὸ μὲν τοῦ νέμω νεμῶ τὸ ἔνειμα καὶ ἐνειμάμην, ἀπὸ δὲ τοῦ νέμω νεμήσω τὸ νεμηθέν. Συνέσιος ἐν ἐπιστολῇ· εὔχομαι τὸν γενόμενον νομέα τοῦ βίου, γε‐ | |
5 | νέσθαι καὶ τοῦ νεμηθέντος προστάτην. Ναός ἐπὶ θεῶν, σηκός ἐπὶ ἡρώων· οὕτω γὰρ καὶ Πολυδεύ‐ κης λέγει. Ναύκληροι ἐπὶ νηῶν· ναύκραροι δὲ παρ’ Ἀττικοῖς οἱ εἰσπρατ‐ τόμενοι τὰ δημόσια χρήματα. καὶ ναυκραρεῖα οἱ τόποι, ἐν | |
10 | οἷς ἀπέκειντο τὰ τοιαῦτα χρήματα ἢ κτήματα. ἐλέγοντο δὲ ὁμοίως ναύκραροι καὶ οἱ μισθωτοί. Νότιον μέρος τὸ πρὸς τὸν νότον· καὶ νότιον τὸ δίυγρον. νο‐ τίζειν γὰρ τὸ ὕειν φαμὲν καὶ νοτίδα τὴν ὑγρασίαν, ὡς τοῦ νότου ὑετὸν ἐπάγοντος. Ἀριστείδης ἐν τῷ Παν‐ | |
15 | αθηναϊκῷ· ὥστ’ ἀντὶ νοτίου ταῖς ναυσὶν εἶ‐ | 246 |
nu247 | ναι, ἤγουν ἀντὶ πλημμύρας εἰς τὸ ὑπανέχειν τὰς ναῦς. καὶ νοτερός ὁ δίυγρος. καὶ Θουκυδίδης· ὁπότε χει‐ μὼν εἴη νοτερός. Ναυαγία ἡ συντριβὴ τῆς νεῶς. Λουκιανὸς ἐν τῷ Ζεὺς τρα‐ | |
5 | γῳδός· διὰ τοῦτο αἱ ναυαγίαι μυρίαι. ναυ‐ άγια δὲ πληθυντικῶς ἐπὶ οὐδετέρου τὰ ἐξ αὐτῆς ὑπὸ τῆς θαλάττης ἐκβρασθέντα. Ἀριστείδης ἐν τῷ Παναθηναϊ‐ κῷ· ὡς δὲ ἑώρα τὴν θάλατταν αἵματι καὶ ῥοθίῳ ζέουσαν καὶ πάντα νεκρῶν καὶ ναυ‐ | |
10 | αγίων μεστά. εὕρηται δὲ καὶ ναυάγιον ὁ τῶν νεῶν κίνδυνος. Νεογόνον, οὐ νεογνόν. Νυμφεύτρια κυρίως ἡ προμνήστρια. Λιβάνιος ἐν τῇ περὶ τῆς λάλου μελέτῃ· ἀναστὰς ἔρχομαι παρὰ τὴν νυμ‐ | |
15 | φεύτριαν. καταχρηστικῶς δὲ καὶ ἥν φασι παράνυμ‐ | |
φον. τινὲς δὲ καὶ αὐτὴν τὴν νύμφην νυμφεύτριαν λέγουσι. | 247 | |
nu248 | Συνέσιος ἐν ἐπιστολῇ· οὐδὲ γὰρ, οἶμαι, νομίζε‐ ται νυμφευτρίαις βαδίζειν ἐπ’ ἐκφοράν. Τὸ νῦν ἀντὶ τοῦ ἀρτίως, ὃ καὶ νυνί λέγεται, ἐπὶ ἐνεστῶτος ἀεὶ τίθεται, καὶ ἐν ἀρχῇ καὶ ἐν μέσῳ καὶ ἐν τῷ τέλει τοῦ κώ‐ | |
5 | λου, ὅπως ἂν ὁ ῥυθμὸς διδῷ· τότε γὰρ μετὰ παρῳχη‐ μένου καὶ μέλλοντος, ὅταν συντομίαν ἔχωσιν ἄμφω οἱ χρόνοι καὶ ὥσπερ ἔμφασιν ἐνεστῶτος, ὡς τὸ νῦν ἔτυψα, καὶ, νῦν ἐλθὼν ὄψομαι. καὶ Πλάτων ἐν Φαίδωνι· ὦ Σώκρατες, ὕστατον δή σε προσεροῦσι νῦν | |
10 | οἱ ἐπιτήδειοι. καὶ Ὅμηρος ἐν πέμπτῃ Ἰλιάδος· νῦν αὖτ’ ἔγχεϊ πειρήσομαι, αἴ κε τύ‐ χοιμι. καὶ πάλιν ἐν τρίτῃ Ἰλιάδος· νῦν μὲν Μενέλαος ἐνίκησεν σὺν Ἀ‐ | |
15 | θήνῃ. εἰ δὲ παράτασιν δηλοῦσι, τότε τὸ νῦν τιθέμενον σολοι‐ | |
κισμὸν ποιεῖ, ὡς τὸ νῦν σοφὸς γενήσομαι· δεῖται γὰρ | 248 | |
nu249 | ἡ σοφία χρόνου· τὸ δὲ νῦν, ὅπερ ἀκολουθίαν σώζει προηγουμένου χρόνου καὶ οὐ χρόνον δηλοῖ, ἀεὶ ἐπαγόμε‐ νόν ἐστιν, οἷον, ἐγὼ μὲν ἐβουλόμην τὰ καὶ τὰ ποιῆσαι, νῦν δὲ τόδε γέγονε· καὶ, εἰ ἐποίησα τόδε, τόδε ἂν ἀπην‐ | |
5 | τήκει, νῦν δὲ οὐδὲν ὧν ἐχρῆν γέγονεν ἢ γενήσεται ἢ γί‐ νεται. συνάπτεται γὰρ τοῖς τρισὶ χρόνοις, ὅπως ἂν ἀκο‐ λουθίας ὁ λόγος ἔχῃ. ἔστι δὲ καὶ νῦν ἀντὶ τοῦ ποτέ, οἷον, νῦν μὲν ἀγαθὸς δοκεῖ, νῦν δὲ πᾶν τοὐναντίον. χρῶνται δὲ οἱ τραγικοί τε καὶ κωμικοὶ καὶ ἑτέρῳ νῦν, | |
10 | λαμβανομένῳ μὲν ἀντὶ τοῦ δή, ἔχοντι δὲ ἔμφασίν τινα χρόνου, ὡς παρὰ Σοφοκλεῖ ἐν Αἴαντι· σίγα νυν ἑστὼς [καὶ μέν’ ὡς κυρεῖς ἔχων]. καὶ παρ’ Εὐριπίδῃ ἐν Ἑκάβῃ· | |
15 | σῶσόν νυν αὐτόν. Νήφει τις, ὅταν ἐκτὸς μέθης ᾖ, σωφρονεῖ, ὅταν ἐκτὸς μανίας ᾖ, γρηγορεῖ, ὅταν ἐκτὸς ὕπνου ᾖ. Ἀπὸ τοῦ νέμομαι τὸ βόσκω νομή ἡ βοσκή, καὶ εὐνομία, ὅταν | |
νομῆς εὖ ἔχωσι τὰ ζῶα· ἀπὸ δὲ τοῦ νέμω τὸ μερίζω | 249 | |
nu250 | νόμος, καὶ διανομή ἡ πρὸς πολλοὺς δόσις καθ’ ἕνα· ὅθεν καὶ εὐνομία, ὅταν πόλις καλῶς ὑπὸ νόμων διοικῆται. Νυκτὸς καὶ ἡμέρας Ἀττικοὶ λέγουσιν, ἤγουν ἐπὶ τῆς νυκτὸς καὶ ἐπὶ τῆς ἡμέρας ἐλλειπτικῶς ἔξωθεν· ἢ νύκτα καὶ | |
5 | ἡμέραν, ἤγουν κατὰ τὴν νύκτα καὶ τὴν ἡμέραν. τὸ δὲ νύκτωρ καὶ μεθ’ ἡμέραν ἁπλῶς Ἕλληνες. Νοῦς καὶ αἴσθησις οὐ μόνον τὸ νοοῦν καὶ τὸ αἰσθανόμενον, ἀλλὰ καὶ τὸ νοούμενον καὶ τὸ ὑπὸ αἴσθησιν ὄν, ὡς παρὰ τῷ θεολόγῳ Γρηγορίῳ τὸ νοῦς μὲν ἤδη καὶ αἴ‐ | |
10 | σθησις, ἤγουν τὰ νοητὰ καὶ τὰ αἰσθητά. οὐ μόνον δὲ τὸ καθολικὸν ἡ αἴσθησις οὕτω διττῶς λέγεται, ἀλλὰ καὶ ἑκάστη τῶν αἰσθήσεων, οἷον ὅρασις καὶ ἡ ὁρατικὴ δύνα‐ μις καὶ τὸ ὁρώμενον, ὡς τὸ ὅρασις ἣν εἶδεν Ἠσαΐας. καὶ ὄσφρησις ἡ ὀσφραντικὴ δύναμις καὶ ἐπὶ τοῦ ὀσφρουμένου, | |
15 | οἷον ἡ τοῦ ῥόδου ὄσφρησις εὐώδης. καὶ γεῦσις ἡ γευ‐ στικὴ δύναμις καὶ ἐπὶ τοῦ γευστοῦ, οἷον ἡ γεῦσις τοῦ μέ‐ λιτος γλυκεῖα. καὶ ἀκοή ἡ ἀκουστικὴ δύναμις καὶ τὸ ἀκουόμενον, ὡς ἐν τῷ· τὰς σὰς ἀγγελίας θείαις μὲν φωναῖς οὐκ ἴσας ἡγοῦμαι, πάσης δ’ ἄλ‐ | |
20 | λης ἀκοῆς ἀνθρωπίνης νομίζω κρείττους. | 250 |
nu251 | καὶ ἁφή ἡ ἁπτικὴ δύναμις καὶ τὸ ὑποπίπτον αὐτῇ, οἷον ἡ ἁφὴ τῶν πτερῶν μαλακὴ, ἡ δὲ πέτρας σκληρά. Νηρηίς καὶ Νηρεΐς. Ἀριστείδης ἐν τῷ εἰς Ἀχιλλέα πρεσβευ‐ τικῷ· τὰς Νηρηίδας τὰς πρὸς μητρὸς συγ‐ | |
5 | γενεῖς. Λουκιανὸς ἐν τοῖς ἐναλίοις διαλόγοις· τὸ κῆ‐ τος ὑμῶν, ὦ Νηρεΐδες. Οὐ μόνον ὁ ναύσταθμος, ἀλλὰ καὶ τὸ ναύσταθμον. Θουκυ‐ δίδης ἐν τῇ τρίτῃ· ναύσταθμον δὲ μᾶλλον ἦν αὐτοῖς πλοίων καὶ ἀγορᾶς ἡ Μαλέα. | |
xi251(post9t) | Ξ. | |
10 | Ξυρέω ξυρῶ Ἀττικοὶ, οὐ ξυράω ξυρῶ. Ἀριστείδης ἐν Περι‐ κλεῖ· μὴ λέοντα ξυρεῖν δόξωμεν. Ξενοδόκος, οὐ ξενοδόχος. | |
Ξυλισμός ἡ τῶν ξύλων συλλογὴ, ὡς Θουκυδίδης καὶ ἕτεροι. | 251 | |
xi252 | Ξυστήρ, οὐ ξύστρον. Ξέναι ξένων, καὶ φίλαι φίλων καὶ ὅσα τριγενῆ, πλὴν τοῦ πόρ‐ ναι πορνῶν. Ξένον τὸ ἀλλότριον καὶ τὸ παρηλλαγμένον. Φιλόστρατος ἐν | |
5 | τοῖς βίοις τῶν σοφιστῶν· ξένως ἔχει τῆς λέξεως. καὶ ξενίζω οὐ μόνον τὸ ξένον ὑποδέχομαι, ἀλλὰ καὶ τὸ ἐκπλήττω. ξενίζομαι δέ τινι τὸ εἰς ξενίαν ὑπό τινος δέ‐ χομαι. σὺ δὲ ἐπιξενοῦμαι λέγε ἐπὶ τρίτης συζυγίας τῶν περισπωμένων. καὶ ξένισις ἡ ξενοδοκία, ὡς Θουκυδίδης | |
10 | ἐν τῇ ἕκτῃ· ἰδίᾳ ξενίσεις ποιούμενοι. καὶ ξε‐ νία τὸ αὐτὸ, ὡς Φίλων ἐν τῷ περὶ Ἰωσήφ· τῶν εἰς τὴν ξενίαν ἡκόντων ἀδελφῶν. καὶ ξενία ὄνομα δίκης κατὰ τῶν ξένων τῶν ἐγγραφόντων ἑαυτοὺς εἰς πο‐ λίτας ὡς ἔτυχεν. Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ· οὔκ‐ | |
15 | ουν ξενίαν γέ ἐστι τῶν λόγων καταγνῶναι. ξενία δὲ ἡ ξενιτεία κοινόν. Ξαίνω τὸ διαλύω, ὡς τὸ ξαίνει ἔρια· καὶ ξαίνω τὸ μαστίζω. Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου· ξαίνει κατὰ | |
τοῦ νώτου πολλάς. | 252 | |
xi253 | Ξέω ἐπὶ ξύλων, ξύω δὲ ἐπὶ σαρκὸς, ὡς καὶ ἡ παροιμία· τὸν ξύοντα ἀντιξύειν. Ξυλίφιον, οὐ ξυλάριον. Γίνωσκε ὡς οἱ Ἀττικοὶ τὴν σύν πρόθεσιν ξύν λέγοντες τῷ ς | |
5 | προστιθέασι τὸ κ· τὸ γὰρ κ τῷ ς κραθὲν ξ γίνεται, οἷον συναυλία ξυναυλία, συμφέρει ξυμφέρει καὶ ὅσα τοι‐ αῦτα. | |
omicron253(post7t) | Ο. | |
8 | Ὁμόδουλος Ἀττικὸν, οὐ σύνδουλος. Ὀρεικὸν ζεῦγος, οὐχ ἡμιονικόν. Συνέσιος ἐν ἐπιστολῇ τῇ | |
10 | Τρίτη μὲν ἦν Αἰσχίνῃ κειμένῳ· ἐπὶ τὸ ζεῦγος ἀνα‐ βιβασαμένη τὸ ὀρεικόν. Ὄχλος καὶ τὸ πλῆθος καὶ ἡ ὄχλησις· λέγε οὖν ὄχλον καὶ μὴ ὄχλησιν. Ἡρόδοτος ἐν τῇ πρώτῃ· λιπαρεόντων δὲ αὐτῶν καὶ ὄχλον παρεχόντων. καὶ ὀχλῶ καὶ | |
15 | ἐνοχλῶ. Ὄνθος ἐπὶ βοῶν, οὐ κόπρος. Ὅμηρος ἐν ψʹ ῥαψῳδίᾳ Ἰλι‐ | |
άδος· | 253 | |
omicron254 | τῇ ῥα βοῶν κέχυτ’ ὄνθος ἀποκταμένων ἐριμύκων. Ὄψον, οὐ προσφάγιον. Ὀπτήρ ποιητικώτερον, κατάσκοπος δὲ ῥητορικόν. Σοφοκλῆς | |
5 | ἐν Αἴαντι· καὶ μοί τις αὐτὸν ὀπτὴρ εἰσιδών. Λιβάνιος ἐν τῷ εἰς Κωνστάντιον καὶ Κώνσταντα· κα‐ τασκόπων τινῶν κακία. Τὸ ὅπως καὶ ἀντὶ τοῦ ἵνα καὶ ἀντὶ τοῦ πῶς, οἷον, ὅπως ἔχει | |
10 | σοι τὸ σῶμα; καὶ ἀντὶ τοῦ ἐπεὶ, οἷον, ὅπως δ’ εἰς ταὐτὸν ἥκομεν· καὶ ἀντὶ τοῦ ὥσπερ, οἷον, ὅπως ἂν ἐξείη· καὶ ἀντὶ τοῦ οὕτως· Εὐριπίδης ἐν Ἑκάβῃ· ὁποῖα κισσὸς δρυὸς ὅπως τῆσδ’ ἕ‐ ξομαι. | |
15 | Ὄϊς τὸ πρόβατον. Ἀριστείδης ἐν δευτέρῳ τῶν ἱερῶν· εὑρί‐ σκει τετοκυῖαν ὄϊν αὐτονυχί. καὶ οἶς μονοσυλ‐ λάβως ἐπὶ θηλυκοῦ. | |
Ὀμοῦμαι, οὐκ ὀμόσω. | 254 | |
omicron255 | Ὄλβιος, οὐ μακάριος. Ὀψιαίτερον λέγε, μὴ ὀψαίτερον. Ὄφελον ἀντὶ τοῦ εἴθε, ὅπερ ἀεὶ εὐκτικῷ συντάσσεται ἢ πα‐ ρεληλυθότι χρόνῳ· εὐκτικῷ μὲν, ὡς τὸ ὄφελον κα‐ | |
5 | τευθυνθείησαν αἱ ὁδοί μου· παρεληλυθότι δὲ, ὡς παρὰ τῷ θεολόγῳ Γρηγορίῳ· ὡς ὄφελόν γε μηδὲ ἦν προεδρία. καὶ ἀπαρεμφάτῳ δὲ, ὅτε ἀντὶ τοῦ εἴθε ἔμελλον τίθεται. Ἡρόδοτος ἐν τῇ πρώτῃ· τὸ μήτε ἰδεῖν ὄφελον. | |
10 | Ὀξίς Ἀττικοὶ, οὐκ ἀγγεῖον ὄξους. Ἀριστοφάνης ἐν Πλούτῳ· ὀξὶς δὲ πᾶσα καὶ λοπάδιον. Ὀρθρεύω καὶ ὀρθρεύομαι· Λουκιανὸς ἐν τῷ Μίκυλλος ἢ ἀλεκτρυών· ὡς ἔχοις ὀρθρευόμενος προανύειν | |
15 | τὰ πολλὰ τῶν ἔργων· ἔστι δὲ ὄρθρος ὁ πρὸ τοῦ λυκαυγοῦς καιρὸς, ἐν ᾧ ἔτι λύχνῳ δύναταί τις χρῆσθαι· | |
Θουκυδίδης ἐν τῇ δευτέρᾳ· τηρήσαντες ἔτι νύκτα | 255 | |
omicron256 | καὶ αὐτὸ τὸ περίορθρον· οὐκ ὀρθρίζω. ὀρ‐ θριοῦμαι δὲ, οὐκ ὀρθρεύσομαι, ἀλλ’ οὐδ’ ὀρθρισθή‐ σομαι. Ὀρχηστρίς, οὐκ ὀρχήστρια. | |
5 | Ὄμνυμι, οὐκ ὀμνύω. Ὄσφρομαι κάλλιον ἢ ὀσφραίνομαι. Λιβάνιος ἐν τῇ μελέτῃ τοῦ φθονεροῦ· ὄσφρονται τῆς εὐδαιμονίας οἱ κόλακες. ὀσφρόμενος δὲ καὶ ἐπὶ ἐνεστῶτος ἀντὶ τοῦ ὀσφραινόμενος καὶ ἐπὶ μέσου ἀντὶ τοῦ ὀσφρησάμενος. | |
10 | ἔστι γὰρ οὐ μόνον ὄσφρω, ἀλλὰ καὶ ὀσφρέω ὀσφρῶ, οὗ ὁ δεύτερος ἀόριστος ὦσφρον, ὁ μέσος ὠσφρόμην καὶ ὀσφρόμενος· τὸ δὲ ὀσφρησάμενος ἀνάττικον. Ὄρνιθες ἁπλῶς μὲν πάντα τὰ πετόμενα· ἰδίως δὲ οἱ εἰς μαντείαν συντελοῦντες ὄρνιθες, ἀφ’ οὗ καὶ πᾶν τὸ εἰς | |
15 | μαντείαν συντεῖνον ὄρνιν ἔλεγον, οἷον πταρμὸν ἢ παλ‐ μὸν ἤ τι τοιοῦτον. καὶ τὴν ἁπλῶς δὲ μαντείαν ὄρνιν | |
ἐκάλουν. Ἀριστοφάνης ἐν Πλούτῳ· | 256 | |
omicron257 | δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν τοῦ θεοῦ. ὄρνις καὶ πᾶν τὸ κατὰ τύχην συμβαῖνον. Αἰσχύλος ἐν τοῖς ἑπτὰ ἐπὶ Θήβαις· | |
5 | φεῦ τοῦ συναλλάσσοντος ὄρνιθος βρο‐ τοῖς δίκαιον ἄνδρα τοῖσι δυσσεβεστέροις. Οἰδίπουν, οὐκ Οὐδίποδα. ὡσαύτως καὶ ὀξύπουν καὶ ταχύ‐ πουν καὶ ὠκύπουν καὶ ἀρτίπουν καὶ ἀντίπουν· πόδα | |
10 | μέντοι, οὐχὶ ποῦν. Οἶσθα κάλλιον ἢ οἶδας. Ὀστοῦν, οὐκ ὀστέον. Ὁσημέραι λέγε· ὅσαι δὲ ὧραι. Ὄστρεια, οὐκ ὄστρεα. | |
15 | Οὖς Ἀττικοὶ, οὐκ ὠτίον. | |
Ὀμόρξασθαι καὶ ἀπομόρξασθαι, οὐκ ἐκμάξασθαι. | 257 | |
omicron258 | Καὶ ὅρος καὶ ὅριον. Τὸ οὐκ ἐπέχει τὴν γλῶτταν δοκιμώτερον τοῦ ἀθυροστομεῖ. Οἴκων ἐργάτης καὶ τέκτων κάλλιον ἢ οἰκοδόμος. Ὄρθριος, οὐκ ὀρθρινός. | |
5 | Ὄψιος, οὐκ ὀψινός. Ὀσμή Ἀττικὸν, ὀδμή δὲ Ἰωνικόν. καὶ Ξενοφῶν τοίνυν Ἰω‐ νικῷ ἔθει ὀδμή λέγει. Οὐδείς Ἀττικοὶ, οὐθείς Ἕλληνες. Ὀπωρῶν ὠνήτωρ οἱ ἀγοραῖοι· σὺ δὲ ὀπωρώνης λέγε, ὡς | |
10 | καὶ βοώνης καὶ ὀψώνης. Λιβάνιος ἐν τῇ τοῦ φθο‐ νεροῦ μελέτῃ· ἕωθεν ὀψώνης κάτεισιν. Ὀνυχίζειν καὶ ἐξονυχίζειν ταυτόν. [Συνέσιος ἐν τῷ Δίων ἢ περὶ τῆς κατ’ αὐτὸν διαγωγῆς· ἀνάγκην ἔχων βιβλίον ἐξονυχίζειν.] τίθεται δὲ ἐπὶ τοῦ [πρὸς | |
15 | μνήμην διανίστασθαι ἢ] ἀκριβολογεῖσθαι. τὸ δ’ ἀπο‐ | 258 |
omicron259 | νυχίζειν τὸ τὰς ὑπεραυξήσεις τῶν ὀνύχων ἀφαιρεῖν ση‐ μαίνει. Οἰκίας δεσπότης ἐρεῖς, οὐχ ὡς Ἄλεξις οἰκοδεσπότης Οὑδηποτοῦν μὴ λέγε, ἀλλ’ οὑτινοσοῦν. | |
5 | Οἰκοδομή οὐ λέγουσιν Ἀττικοὶ, ἀλλ’ οἰκοδόμημα καὶ οἰκο‐ δομία. Οὐ χρὴ κατ’ ὄναρ λέγειν, ὥσπερ οὐδὲ καθ’ ὕπαρ, ἀλλὰ ὄναρ, ὡς καὶ ὕπαρ· οἷον, ὄναρ εἶδον τὸν δεῖνα· ἢ ἐξ ὄψε‐ ως ὀνείρου τόδε λέγει τις. | |
10 | Τὸ ὀξύ ἐπὶ μὲν μαχαίρας καὶ ὀφθαλμῶν λεγόμενον ἐναντίον ἔχει τὸ ἀμβλύ· ἐπὶ δὲ τῶν μετεχόντων ὀξώδους ποι‐ ότητος, ἔνθα δὴ τὸ ἀρσενικὸν οὐκ ὀξύς, ἀλλὰ ὀξώδης καὶ ὀξίνης, ἐναντίον ἔχει τὸ γλυκύ· ἐπὶ δὲ φωνῆς τὸ βαρύ· τὸ δὲ ὀξέως ἐμηνύθη καὶ ὀξέως ἀφῖκτο ἐναντίον | |
15 | ἔχει τὸ βραδέως. Τὸ οὐδέποτε καὶ ἐπὶ τῶν τριῶν χρόνων· τὸ [δὲ] οὐδε‐ πώποτε ἐπὶ παρῳχημένου μόνον, οἷον οὐδεπώποτε ἐποίησα. Λουκιανὸς ἐν τοῖς ἐναλίοις· οὐπώποτε πομπὴν ἐγὼ μεγαλοπρεπεστέραν εἶδον ἐν τῇ | |
20 | θαλάσσῃ. | 259 |
omicron260 | Ὄφλημα τὸ ἐκ καταδίκης κυρίως· ὀφείλημα τὸ ἐκ δανείου καὶ τὸ ἁπλῶς χρέος. Ἀριστείδης ἐν τῷ εἰς τὸ Αἰγαῖον πέ‐ λαγος· τῷ Αἰγαίῳ τὸ ὀφείλημα ἀποδώσο‐ μεν. | |
5 | Καὶ ὄφλω καὶ ὀφλισκάνω δίκην· ὀφείλω δὲ ὀφειλήσω, ὃ ἐδα‐ νεισάμην. Αἰσχίνης· ὃς ὠφείλησεν ἐκείνῳ πλεί‐ ους ἢ τριάκοντα μνᾶς. Ὄχθη ἐπὶ ποταμοῦ· ὄχθος δὲ ἐπὶ ἁπλῶς ἐπαναστήματος γῆς. | |
10 | Φασὶν οἱ ἀκριβεῖς τεχνικοὶ τὸ μὲν οἶμαι ἐπὶ ὁμολογουμένου τίθεσθαι, τὸ δὲ οἴομαι ἐπὶ ἀμφιβόλου. Ὁμώνυμος καὶ τοῦ δεῖνος καὶ τῷ δεῖνι· καὶ ἰσόρροπος ὡσ‐ αύτως. Τὸ ὅστις ἀόριστόν ἐστι, τὸ δὲ ὅστις ποτὲ ἀμφιβόλου λόγου, | |
15 | οἷον, ὅστις ποτὲ ἦν ὁ παράδεισος, ἤγουν εἴτε | |
νοητὸς εἴτε αἰσθητός. | 260 | |
omicron261 | Οἰκῶ οὐ μόνον τὸ κατοικῶ, ἤγουν οἰκῶ τόνδε τὸν τόπον ἢ τήνδε τὴν οἰκίαν, ἤγουν ἐν αὐτοῖς κατοικῶ, ἀλλὰ καὶ τὸ ὡσανεὶ διοικῶ. Αἰσχίνης· τὸν γὰρ τὴν ἰδίαν οἰ‐ κίαν κακῶς οἰκήσαντα καὶ τὰ κοινὰ τῆς πό‐ | |
5 | λεως παραπλησίως ἡγήσατο διαθήσειν. οἰ‐ κίζω δὲ τόπον τὸ οἰκεῖσθαι ποιῶ καὶ οἰκίζω τινὰ ἐν αὐτῷ. καὶ οἰκεῖται τόπος ἤγουν κατοικεῖται· οἰκίζε‐ ται δὲ ἤγουν εἰς κατοίκησιν ἐνεργεῖται καὶ κατασκευ‐ άζεται. | |
10 | Ὄζος καὶ ὁ κλάδος καὶ ἡ τούτου ἀρχὴ, ὅθεν φύεται. Ὀλυμπικός Ἀττικοὶ, οὐκ Ὀλυμπιακός. Θουκυδίδης ἐν τῇ πέμπτῃ· ἣν ἐν τῷ Ὀλυμπικῷ νόμῳ Ἠλεῖοι κατεδικάσαντο αὐτῶν. καὶ αὖθις ἐν τῇ αὐτῇ· ἐν ταῖς Ὀλυμπικαῖς σπονδαῖς ἐσπέμψαι. | |
15 | Παρὰ τοῖς λογογράφοις μὲν οὐδείς, οὐδ’ ὁστισοῦν, καὶ μη‐ | |
δείς, μηδ’ ὁστισοῦν· οὐδεμία, οὐδ’ ἡτισοῦν, καὶ μη‐ | 261 | |
omicron262 | Δεμία, μηδ’ ἡτισοῦν· οὐδέν, οὐδ’ ὁτιοῦν, καὶ μηδέν, μηδ’ ὁτιοῦν· οὐθέν, οὐθ’ ὁτιοῦν, καὶ μηθέν, μηθ’ ὁτιοῦν. παρὰ δὲ τοῖς ποιηταῖς οὔτις καὶ μήτις ἐπὶ ἀρ‐ σενικοῦ καὶ θηλυκοῦ, καὶ οὔτι καὶ μήτι ἐπὶ οὐδετέρου. | |
5 | γίνωσκε μέντοι, ὡς οὐδ’ ἂν εἷς καὶ μηδ’ ἂν εἷς δοκι‐ μώτερον λέγειν ἢ οὐδεὶς ἄν καὶ μηδεὶς ἄν. Ἀριστοφά‐ νης ἐν Πλούτῳ· οὐδ’ ἂν εἷς ἔτι θύσειεν. ὡσαύτως καὶ μὴ ἂν ἕνα, μηδένα τῶν πάντων, καὶ εἷς | |
10 | ἂν οὐδεὶς τῶν ἁπάντων, ἢ μηδένα τῶν ἁπάντων, καὶ μηδεὶς τῶν πάντων. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ οὐδε‐ τέρου. Τὸ οὕτως ἐπαγομένου μὲν φωνήεντος μετὰ τοῦ ς ἐκφέρεται, οἷον οὕτως ἔχω δόξης· ἐπαγομένου δὲ συμφώνου χω‐ | |
15 | ρὶς τοῦ ς, οἷον γέγονεν οὕτω ταῦτα. εἰ δὲ εὕρηται καὶ ἐπαγομένου συμφώνου μετὰ τοῦ ς, ἀλλ’ ἁμάρτημα τῶν γραφέων ἐστίν. γίνωσκε δὲ ὅτι, ἐὰν μετὰ τοῦ | |
οὕτω [τὸ] τοί ἢ δή. τοι θήσεις, ὡραϊσμὸν ἐργάσῃ τοῦ | 262 | |
omicron263 | λόγου. Φιλόστρατος· οὕτω τοι ἔμπνους. Λιβά‐ νιος· οὕτω δὴ κάλλους ἔχων. Συνέσιος ἐν τῷ ὑπὲρ φαλάκρας· οὕτω δή τοι λαμπρόν. Τὸ οὔπω ἀναιρεῖ τὸ ἐνεστὸς καὶ ἐπαγγέλλεται τὸ μέλλον, | |
5 | οἷον· οὔπω ἐστὶ καιρός, ἤγουν ἀκμὴν οὐκ ἐστὶν, ἀλ‐ λὰ ἔσται δηλονότι. τὸ δὲ οὐκέτι ἀναιρεῖ τὸ μέλλον, οἷον, οὐκέτι ἔσται καιρός, ἤγουν ἀπὸ τοῦ νῦν οὐκ ἔσται, ἀλλὰ παρῆλθε δηλονότι. Ὀψέ οὐ μόνον ἀντὶ τοῦ μόλις, ἀλλὰ καὶ ἀντὶ τοῦ ἐν ὑστέρῳ | |
10 | μετὰ προσθήκης ὀνόματος χρονικοῦ, οἷον, ὀψὲ τῆς ἡμέρας. χωρὶς δὲ προσθήκης ἀντὶ [τοῦ] ἑσπέρας κα‐ θαρῶς παρὰ Θουκυδίδῃ, οἷον· καὶ ἡ μὲν μάχη ἐτελεύτα ἕως ὀψέ. Ὀρῶν, οὐκ ὀρέων. | |
15 | Οὐ μόνον ὅσον οὔπω πάρεστι φαμὲν, ἀλλὰ καὶ ὅσον οὐ πά‐ | 263 |
omicron264 | ρεστιν, ὡς ὁ αὐτὸς Θουκυδίδης· ἀγγέλλεται αὐ‐ τοῖς τὰς ἐκ Πελοποννήσου ναῦς ὅσον οὐ πα‐ ρεῖναι. Ἐξοστρακίζομαι καὶ ὀστρακίζομαι, ὡς ὁ αὐτὸς ἐν τῇ δευ‐ | |
5 | τέρᾳ· ἔτυχε γὰρ ὠστρακισμένος, καὶ ἔχων δίαιταν ἐν Ἄργει. καὶ ἐν τῇ ἕκτῃ· μοχθηρὸν ἄνθρωπον ὠστρακισμένον. ἐγένετο δὲ ὁ ὀστρα‐ κισμὸς οὐκ ἐπὶ τῶν τυχόντων, ἀλλ’ ἐπὶ τῶν ἐνδόξων καὶ γένει λαμπρῶν. παρήχθη μέντοι ἡ λέξις ἀπὸ τῶν | |
10 | ὀστράκων, ἐν οἷς γράφοντες ἐδίδουν τὰς καταδίκας τοῖς ὑπευθύνοις. Ὁρμίζω τὸ ἐλλιμενίζω καὶ ὁρμέω ὁρμῶ· Θουκυδίδης πολ‐ λάκις. Εὐριπίδης ἐν Ἑκάβῃ· ἀκταῖσιν ὁρμεῖ. | |
15 | Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ· τοῖς αἰγιαλοῖς ἐφορμούντων. καὶ πάλιν ἐν τῷ αὐτῷ· ἐπὶ δυ‐ οῖν ὁρμεῖν ἔδοξαν οἱ Ἕλληνες. ἐντεῦθεν δο‐ | |
κεῖ παρῆχθαι καὶ τὸ ὑφορμῶ ἤγουν ὑποπτεύομαι, ἐκ | 264 | |
omicron265 | μεταφορᾶς τῶν ὑπὸ τοῖς ὅρμοις κρυπτομένων πετρῶν καὶ ὑπόπτων οὐσῶν τοῖς καταίρουσιν. Συνέσιος ἐν ἐπιστολῇ τῇ Λύσαντες ἐκ Βενδιδείου· καὶ ὑφώρμει δέος οὐκ ἔλαττον. καὶ Λιβάνιος ἐν προθεωρίᾳ | |
5 | μελέτης τῆς Ἔχων τις γυναῖκα καὶ ὢν ὑπὸ πατρὶ ἀπε‐ δήμησε· δεῖ τὸ ὑφορμοῦν θεραπεῦσαι, ἤγουν τὸ ὑποπτευόμενον. Ὅμορος ἐπὶ οἰκίας καὶ χωρίου· ἄλλοθι δὲ οὐκ ἐρεῖς. Ὁμότεχνος, οὐ σύντεχνος. | |
10 | Οἰκότριψ, οὐκ οἰκοτραφής. Ὁπωσοῦν Ἕλληνες ἁπλῶς· ὁπηοῦν δὲ καὶ ὁπωστοιοῦν καὶ ὁπητοιοῦν Ἀττικοί. Ὁ δεῖνα ἐπὶ τρίτου προσώπου μόνον λαμβάνεται καὶ ἐπὶ τῶν τριῶν γενῶν. Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφά‐ | |
15 | νου· ὁ δεῖνα τοῦ δεῖνος τὸν δεῖνα εἰσήγγει‐ λε. Γρηγόριος ὁ θεολόγος· ἐγὼ τοῦ δεῖνος καὶ | |
ἡ δεῖνά μοι μήτηρ. Φιλόστρατος ἐν τῷ τοῦ Ἀπολ‐ | 265 | |
omicron266 | λωνίου βίῳ· τὸ δεῖνα γιγνομένη καὶ τὸ δεῖνα αὖ. Τὸ οὖν καὶ τὸ δή καὶ μόνα καθ’ ἑαυτὰ τίθεται καὶ ὁμοῦ ἐκ παραλλήλου, θατέρου τούτων ἢ ἡγουμένου ἢ ἑπο‐ | |
5 | μένου· οἷον, ὅσα οὖν γέγονε, καὶ ὅσα δὴ γέγονε. καὶ πάλιν, ὅσα οὖν δὴ γέγονε καὶ ὅσα δὴ οὖν γέγονεν. Ὅπου καὶ ὅπη διὰ τοῦ η ἐπὶ στάσεως τίθενται, οἷον, ὅπη εὑρίσκομαι, καὶ ὅπου οἰκῶ, καὶ ὅποι διὰ τοῦ ο καὶ ι ἐπὶ κινήσεως, οἷον ὅποι ἔρχομαι. περὶ δὲ τοῦ ποῦ | |
10 | καὶ πῆ διὰ τοῦ η τοῦ τόπον δηλοῦντος (σημαίνει γὰρ καὶ τὸ πῶς) καὶ τοῦ ποῖ διφθόγγου οὕτω φρόνει· τὸ μὲν γὰρ ἐπὶ κινήσεως, ὡς τὸ ποῖ ἔβη Ἀνδρομάχη; παρ’ Ὁμήρῳ ἐν ζʹ Ἰλιάδος, καὶ | |
15 | ποῖ τις ἂν φύγοι; παρ’ Εὐριπίδῃ ἐν Ὀρέστῃ· καὶ ποῖ γῆς ἔδυτε παρ’ Ἀριστείδῃ ἐν μονῳδίᾳ τῇ ἐπὶ Σμύρνῃ. καὶ τὸ πῆ δὲ διὰ τοῦ η ἐπὶ κινήσεως, ὡς τὸ | |
πᾶ βῶ; | 266 | |
omicron267 | παρ’ Εὐριπίδῃ ἐν Ἑκάβῃ. τὸ δὲ ποῦ ἐπὶ στάσεως, ὡς παρ’ Ὁμήρῳ· ποῦ δεῦρο κιὼν λίπες Ἕκτορα; καὶ ποῦ γῆς μονῳδῶ παρ’ Ἀριστείδῃ ἐν τῇ ἐπὶ | |
5 | Σμύρνῃ μονῳδίᾳ. Ὀρειάλωτον μὴ εἴπῃς, βάρβαρον γὰρ, ἀλλ’ ἐν ὄρει πλα‐ νώμενον. τὸ γὰρ ἁλωτόν οὐ τὸ πλανώμενον δηλοῖ, ἀλ‐ λὰ τὸ κρατηθὲν, ὡς ἔχει καὶ τὸ δοριάλωτον. Οἴαξ [καὶ] τὸ ἄκρον τοῦ πηδαλίου· καὶ ὅλον τὸ πηδά‐ | |
10 | λιον. Ὥσπερ οὑτοσί, οὕτω καὶ οὑτοιί, ὡς τὸ τρισμύριοι δὲ οὑτοιῒ [παρ’ Ἀριστείδῃ] τὸν τῶν ἀνδροφόνων ἀπολώλασι τρόπον. καὶ ἐπὶ θηλυκοῦ καὶ [ἐπὶ] οὐδετέρου ὡσαύτως. | |
15 | Ὀφθαλμιῶ τὸ τοὺς ὀφθαλμοὺς νοσῶ. Ἀριστοφάνης ἐν βα‐ τράχοις· ἀλλ’ ἔτυχον ὀφθαλμιῶν. | |
καὶ ὀφθαλμία ἡ τοιαύτη νόσος. [Συνέσιος ἐν ἐπιστολῇ | 267 | |
omicron268 | τῇ Πῶς δοκεῖτε δέδηγμαι τὴν καρδίαν· ὅτι δεινῇ τινι καὶ πέρα δεινῆς ὀφθαλμίας παλαίεις.] ἔστι δὲ καὶ ὀφθαλμιᾶν τὸ ἀδίκοις ὀφθαλμοῖς γυναῖκα ὁρᾶν· ὁ γὰρ τοιοῦτος οὐκ ἐν τῷ καθεστηκότι τοὺς | |
5 | ὀφθαλμοὺς ἔχει, ἀλλ’ οἷον νοσοῦντας ὑπ’ ἔρωτος. Καὶ οἰμώζω καὶ οἰμώττω. Ἀριστοφάνης ἐν Πλούτῳ· οἴμωζ’ ἄρα σύ. Λιβάνιος ἐν τῷ περὶ τῆς ἑαυτοῦ τύχης· οἰμώττουσι δὴ τοῖς ὧδε πεπραγμένοις. | |
10 | Οἷον τὸ ὁποῖον· καὶ οἷον ἀντὶ τοῦ ὡσανεί, ὃ καὶ οἱονεί λέγεται· καὶ οἷον θαυμαστικὸν καὶ σχετλιαστικόν. Ὁμιλητής ὁ μαθητής, καὶ ὁμιλητικός. Φιλόστρατος ἐν τῷ τοῦ Ἀπολλωνίου βίῳ· νόμον τοῦτο οἱ ὁμιλητι‐ κοὶ ἡγοῦντο καὶ ἐτίμων αὐτὸν ὡς ἐκ Διὸς | |
15 | ἥκοντα. Ὄψις καὶ ὁ ὀφθαλμὸς καὶ αὐτὴ ἡ θεωρία. Φιλόστρατος· τὰς ὄψεις ἀνακοπείς. | |
Ὀψοποιός καὶ ὀψοποιικός καὶ ὀψοποιικὸν πρᾶγμα καὶ ὀψο‐ | 268 | |
omicron269 | ποιία καὶ ὀψοποιική κάλλιον ἢ ὀψοποιητικός καὶ ὀψο‐ ποιητική. Πλάτων ἐν Γοργίᾳ· ἓν δὲ καὶ ἡ ὀψο‐ ποιικὴ, ὃ δοκεῖ μὲν εἶναι τέχνη. καὶ αὖθις ἐν τῷ αὐτῷ· ἀκρίτων ὄντων τῶν τε ἰατρικῶν | |
5 | καὶ ὑγιεινῶν καὶ ὀψοποιικῶν· ὃ μὲν οὖν ἐγώ φημι τὴν ῥητορικὴν εἶναι, ἀκήκοας, ἀντίστροφον ὀψοποιίας ἐν ψυχῇ, ὡς ἐκεῖνο ἐν σώματι. Οὐ μόνον οὐδείς καὶ μηδείς, ἀλλὰ καὶ οὐδένες καὶ μηδένες καὶ | |
10 | ἐπὶ τῶν ἄλλων πτώσεων τῶν πληθυντικῶν Ἀττικοὶ λέ‐ γουσι. τὸ οὐδαμοί δὲ καὶ μηδαμοί Ἡρόδοτος ὡς Ἰωνι‐ κὸν, ὡς ἐν τῇ πρώτῃ· ἐβουλεύσαντο δὲ αὐτοῦ μεταδοῦναι μηδαμοῖσι ἄλλοισιν Ἰώνων, οὐδ’ ἐδεήθησαν δὲ οὐδαμοὶ μετασχεῖν. | |
15 | Καὶ ὅμοιον τῷ δεῖνι καὶ ὅμοιον τοῦ δεῖνος. ὁ αὐτὸς ἐν τῇ τρίτῃ· ἔστι δὲ καὶ ταῦτα ὁμοῖα τοῦ Ἡφαί‐ στου. ὡσαύτως καὶ ἴσον τῷ δεῖνι καὶ ἴσον τοῦ | |
δεῖνος. | 269 | |
omicron270 | Ὅπλα οὐ μόνον τὰ κοινῶς ἅρματα, ἀλλὰ καὶ τὰ εἰς ἑτέραν τινὰ κατασκευὴν συντελοῦντα. Ἡρόδοτος ἐν τῇ ἑβδόμῃ· καὶ ὕπερθε τῶν ὅπλων τοῦ τόνου. καὶ αὖθις ἐν τῇ αὐτῇ· παρεσκευάζοντο δὲ καὶ ὅπλα ἐς | |
5 | τὰς γεφύρας. Οἰκέται οὐ μόνον οἱ δοῦλοι, ἀλλὰ καὶ πάντες οἱ ἐν τῷ οἴκῳ, γυνὴ καὶ τέκνα. ὁ αὐτὸς ἐν τῇ ὀγδόῃ· ἢν κομίσας τοὺς οἰκέτας οἰκέῃ ἐκείνῃ, ὥστε ὑποδεξά‐ μενον τοὺς λόγους τὸν Πανιώνιον κομίσαι | |
10 | τὰ τέκνα καὶ τὴν γυναῖκα. [Τὸ οὐκ ἄν ἀεὶ ἐπὶ εὐκτικοῦ τίθεται, οὐδέποτε δὲ ἐπὶ ὑπο‐ τακτικοῦ, οἷον τὸ τοῦ Σοφοκλέους· οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτόν. | |
15 | τὸ δὲ ὅστις καὶ εἴ τις καὶ εἴ τι μετὰ τοῦ ἄν τιθέμενα καὶ ἐπὶ εὐκτικοῦ [καὶ ἐπὶ ὑποτακτικοῦ] τίθενται. Ἀριστεί‐ δης ἐν τῷ περὶ ὁμονοίας Ῥοδίων ἄμφω δῆλα ποιεῖ λέ‐ γων· οἶμαι δὲ ἅπαντας ἂν ὑμᾶς συμφῆσαι, | |
ὥσπερ τῶν ἐν δικαστηρίῳ λόγων τούτους | 270 | |
omicron271 | ἀληθεστάτους ἡγεῖσθε, ὧν ἂν πλεῖστοι καὶ γνωριμώτατοι μάρτυρες εἶεν, οὕτως ἂν καὶ τῶν εἰς συμβολὴν ἡκόντων, οἷς ἂν πλεῖστοι καὶ σπουδαιότατοι μάρτυρες ὦσι, τούτοις | |
5 | μάλιστα χρῆναι πιστεύειν.] | |
pi271(post5t) | Π. | |
6 | Παῖσαι Ἀττικοὶ, οὐχὶ παῖξαι. Ἀριστοφάνης ἐν Πλούτῳ· βούλει διὰ χρόνου πρός με παῖσαι. Προστροπή ὁ μολυσμός. Συνέσιος ἐν ἐπιστολῇ· ὁ θίγων ἐναγοῦς ἀπολαύει τῆς προστροπῆς. μίασμα | |
10 | δὲ οἱ ῥήτορες γράφουσι καὶ οὐ προστροπή. τὸ δὲ μολυ‐ σμός κοινόν· εἰ καὶ Συνέσιος καὶ τοῦτο λέγει παρὰ τῇ αὐτῇ ἐπιστολῇ· ὁ γὰρ μολυσμὸς διαδόσιμος γί‐ νεται. Πράττω πράξω πέπραχα ἔπραξα καὶ οἱ ἐξ αὐτῶν χρόνοι με‐ | |
15 | τὰ μὲν τῆς τοῦ εὖ ἢ κακῶς προσθήκης [ἢ τοῦ βέλτιον ἢ τοῦ χεῖρον] ἢ τοιούτου τινὸς ἄλλου πάθος δηλοῦσι, χω‐ | |
ρὶς δὲ προσθήκης ἐνέργειαν· τὸ δὲ πέπραγα καὶ οἱ ἐξ αὐ‐ | 271 | |
pi272 | τοῦ χρόνοι καὶ μετὰ προσθήκης καὶ χωρὶς προσθήκης ἀεὶ πάθος ἐμφαίνουσι. Πεπληγώς καὶ ἀντὶ τοῦ πλήξας καὶ ἀντὶ τοῦ πληγείς. ἔστι δὲ τὸ μὲν ποιητικὸν, ὡς τὸ ἀεικέϊ πληγῇ πεπληγώς | |
5 | παρ’ Ὁμήρῳ, τὸ δὲ ἀντὶ τοῦ πλήξας λογογραφικόν. Πτηνόν λέγε· τὸ δὲ πετεινόν ἀδόκιμον. Πηχέων, οὐ πηχῶν. Πλέων καὶ κατάπλεων δοκιμώτερον ἢ πλῆρες. [Πεπράξομαι ἢ πραχθήσομαι,] καὶ πεπράσομαι ἢ πραθή‐ | |
10 | σομαι. Πλεῖν ἢ μύριοι Ἀττικώτερον ἢ πλείους ἢ μύριοι. Ἀριστοφά‐ νης ἐν Πλούτῳ· | |
ἀποπατησόμενοί γε πλεῖν ἢ μύριοι. | 272 | |
pi273 | Καὶ πλημμελεῖν καὶ ἐξυβρίζειν ἐρεῖς. λαμβάνεται δὲ τὸ ἐξυ‐ βρίζειν καὶ ἐπὶ πλημμυροῦντος ποταμοῦ καὶ τὰ γειτο‐ νοῦντα παρασύροντος. Πιστεύω καὶ πέποιθα καὶ θαρρῶ καὶ θαρσῶ, καὶ θάρρος καὶ | |
5 | θάρσος· πεποίθησις δὲ οὐκέτι, ἀλλὰ πίστις καὶ πεποι‐ θέναι. Προτέλεια, οὐ προμύησις. Παροψίδα τὴν ποιὰν μάζαν καὶ τὸ ὄψον Ἀττικοί· ἐπὶ δὲ κύ‐ λικος ἢ τρυβλίου μὴ λέγε, ὥς τινες. | |
10 | Πρωί καὶ ὀψέ, οὐ πρωίας καὶ ὀψίας. Πλάτων ἐν Φαίδωνι· ἀνεῴγετο γὰρ οὐ πρωί. ἔστι δὲ πρωί καὶ ἀντὶ τοῦ πρὸ τοῦ δέοντος καιροῦ. Θουκυδίδης ἐν τῇ τε‐ | |
τάρτῃ· πρωὶ ἐσβαλόντες καὶ τοῦ σίτου ἔτι | 273 | |
pi274 | χλωροῦ ὄντος ἐσπάνιζον τροφῆς τοῖς πολ‐ λοῖς. Καὶ παραιροῦμαι καὶ ἀφαιροῦμαι· ἀφαίρεσις δὲ μόνον, οὐ παραίρεσις. | |
5 | Παραιτοῦμαι τὸ ἀφίημι, ὡς τὸ παρῃτήσατο τὴν ἀρχήν. πα‐ ραιτοῦμαι τὸ ἀπολύω καὶ ἐλευθερῶ, ὡς τὸ παραιτοῦ‐ μαί σε μέμψεως. παραιτοῦμαι τὸ ἀποπέμπω, ὡς τὸ παραιτοῦμαί σε τῆς οἰκίας. παραιτοῦμαι τὸ συγγνώ‐ μην αἰτῶν· καὶ τὸ ἀπολογοῦμαι. Ἀριστείδης ἐν τῷ | |
10 | ὑπὲρ τῶν τεσσάρων· παραιτεῖσθαι μὲν οὐκ οἶδ’ ὅτι δεῖ περὶ τῶν αὐτῶν πολλάκις. καὶ παραί‐ τησις ἡ συγγνώμης αἴτησις καὶ ἡ ἀπολογία. Τὸ πόθεν ἐνίοτε μέν ἐστιν ἐρωτηματικὸν καὶ λαμβάνεται ἀντὶ τοῦ ἀπὸ ποίου τόπου ἢ ἀπὸ ποίας αἰτίας· ἐνίοτε | |
15 | δὲ καὶ ἀπορηματικὸν, ὅτε καὶ ἀντὶ τοῦ οὐδαμῶς λαμ‐ βάνεται, ὡς παρ’ Εὐριπίδῃ ἐν Ἑκάβῃ· | |
ὡς μὲν ἀξίαν, πόθεν; | 274 | |
pi275 | Καὶ προὔτρεψε καὶ προὐτρέψατο. Παρῴκισμαι Ἀττικοὶ, οὐ παρῳκίσθην. Πλειστηριάζειν τὸ ὑπερβάλλειν τῇ τιμῇ. Πύραυνος καὶ πύραυγος τὸ περιπετόμενον τοῖς λύχνοις ζω‐ | |
5 | ύφιον. Προνομεύειν τὸ κατατρέχειν καὶ σκυλεύειν· καὶ προνομεία ἡ σκύλευσις. οὐχ εὑρίσκεται δὲ οὔτε τὸ προνομεύειν οὔτε ἡ προνομεία παρὰ ῥήτορσιν, ἀλλ’ ἀντὶ τούτων ληίζε‐ σθαι καὶ κατασύρειν καὶ καταδρομή· τὰ δὲ πράγματα | |
10 | λεία καὶ σκύλα πληθυντικῶς καὶ λάφυρα· λαφυραγωγῶ δὲ καὶ λαφυραγωγία ἀδόκιμα. Πεπωλέμωται καὶ ἐκπεπολέμωται ὁ εἰς ἔχθραν προαχθείς | |
τινι καὶ πολέμιος γενόμενος· ἐξεπολέμωσε δὲ ὁ πολέ‐ | 275 | |
pi276 | μιόν τινα ἑτέρῳ ποιήσας· πεπολέμηται δὲ ὁ πολεμη‐ θείς. Πνεύμων οἱ πλεῖστοι· Ἀριστοτέλης δὲ μόνος πλεύμων καὶ πολλαχοῦ. | |
5 | Πειρῶ ὡς ἐπιτοπολὺ τὸ συννεύω αἰτιατικῇ συντασσόμενον. εὕρηται δὲ καὶ ἀντὶ τοῦ δοκιμάζω αἰτιατικῇ καὶ αὐτὸ, ὡς παρὰ τῷ θεολόγῳ Γρηγορίῳ ἐν τῷ εἰς τὸν μέγαν Βασίλειον ἐπιταφίῳ· ἄλλον τινὰ πειρᾶν δεῖ τῶν ἀγενεστέρων. καὶ πρὸς γενικὴν παρὰ Θουκυδίδῃ | |
10 | ἀντὶ τοῦ ἀπόπειραν ποιοῦμαι, ὡς τὸ πειράσαντες τοῦ χωρίου. καὶ ἀντὶ τοῦ δοκιμάζω δὲ παρ’ αὐτῷ πολλάκις εὑρίσκεται. πειρῶμαι δὲ ἐπιτοπολὺ μὲν τὸ ἀπό‐ πειραν ποιοῦμαι, ἅπαξ δὲ καὶ τὸ συννεύω, ὡς παρὰ Πιν‐ δάρῳ· ἀμφότερα [δὲ] γενικῇ. καὶ πειρῶμαι τὸ συννεύ‐ | |
15 | ομαι. Θουκυδίδης ἐν τῇ ἕκτῃ· πειραθεὶς δὲ ὁ | 276 |
pi277 | Ἁρμόδιος ὑπὸ Ἱππάρχου τοῦ Πεισιστράτου καὶ οὐ πεισθείς. καὶ πείρασις ἡ σύννευσις, ὡς ὁ αὐτὸς ἐν τῇ αὐτῇ· ἀπαρνηθέντα τὴν πεί‐ ρασιν. | |
5 | Πέταμαι οὐδεὶς τῶν ῥητόρων [εἶπεν], ἀλλὰ πέτομαι. Πλινθίον οὐδεὶς Ἀττικίζων εἶπεν, ἀλλὰ πλαίσιον. Ἀριστεί‐ δης ἐν τῷ περὶ ὁμονοίας ταῖς πόλεσιν· ἀνέχει [μὲν] γὰρ ἐν πλαισίῳ. Παρασημαίνομαι καὶ ἐπισφραγίζομαι τὸ σφραγῖδα ἐπιτίθημι | |
10 | καὶ ἀσφαλίζομαι. ἔστι δὲ κάλλιον τὸ ἐπισημαίνομαι τοῦ ἐπισφραγίζομαι. Παρίσταται ἁπλῶς ἀντὶ τοῦ πλησίον ἵσταται· καὶ παρίσταται ἀντὶ τοῦ ὡς δοῦλος ἵσταται. παρίσταται καὶ ἀντὶ τοῦ συμβαίνει καὶ ἐπέρχεται, ὡς τὸ παρίσταταί μοι | |
15 | θαρρεῖν τε καὶ δεδιέναι παρ’ Ἀριστείδῃ ἐν τῇ | |
πρὸς τοὺς βασιλέας ἐπιστολῇ. | 277 | |
pi278 | Παράδειγμα ἐπὶ ἐμψύχου· παραβολή ἐπὶ ἀψύχου. Προβολή καὶ αὐτὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὡς Ἑρμογένης φησὶ, καὶ ἡ κατὰ τῶν ἀσεβούντων ἐν τοῖς Διονυσίοις κατηγορία. καταχρηστικῶς δὲ καὶ ἡ περὶ πάσης δίκης | |
5 | κατηγορία, ὡς Αἰσχίνης· δημοσίᾳ προβολὰς ποιούμεθα. Πωλητήριον, οὐ πρατήριον· πρᾶσις δὲ, οὐ πώλησις. Λι‐ βάνιος ἐν ἐπιστολῇ· ὁρῶν σε μαχόμενον περὶ τῆς πράσεως καὶ τῆς τῶν ῥητόρων φυγῆς. | |
10 | Πειραιῶς Ἀττικὸν, Πειραιέως κοινόν. Πλάνος κάλλιον ἢ πλάνη, ὡς ἄλλοι τε πολλοὶ καὶ Ἰσοκράτης· τοὺς φυγαδικοὺς πλάνους. Παραφρονῶ καὶ τὸ μαίνομαι καὶ τὸ ἀνοηταίνω ἁπλῶς. Ἀρι‐ στοφάνης ἐν Πλούτῳ· | |
15 | δοῦλον γενέσθαι παραφρονοῦντος δεσπότου. Οὐ μόνον πᾶς ὁστισοῦν, ἀλλὰ καὶ πᾶς τις ὁστισοῦν εὕρηταἐκ | |
παραλλήλου. | 278 | |
pi279 | Παιδίσκην καὶ τὴν ἐλευθέραν καὶ τὴν δούλην Ἀττικοί. ὡσαύ‐ τως καὶ παιδισκάριον. Λιβάνιος ἐν τῇ περὶ τῆς λάλου μελέτῃ· τίς ἄνευ παιδισκαρίων. ἐπὶ μόνης δὲ τῆς δούλης οἱ ἁπλῶς Ἕλληνες χρῶνται τῇ παιδίσκῃ. ὡσ‐ | |
5 | αύτως παιδάριον καὶ τὸ θυγάτριον Ἀττικοί· μόνον δὲ τὸ ἄρρεν Ἕλληνες. Πάντοτε οὐδεὶς τῶν Ἀττικῶν, ἑκάστοτε δέ. Παρασχήσομαι κάλλιον ἢ παρέξομαι, παρέξομαι δὲ ἢ πα‐ ρέξω. | |
10 | Πανοικί οὐδεὶς τῶν δοκίμων, πανοικεσίᾳ δὲ καὶ πανοικησίᾳ. Λιβάνιος ἐν ἐπιστολῇ· ἔρρωσο πανοικεσίᾳ. Θου‐ κυδίδης ἐν τῇ δευτέρᾳ· πανοικησίᾳ γενόμενοί τε καὶ οἰκήσαντες. Πόρκους Ἀττικοὶ λέγουσιν, οὓς κύρτους Ἕλληνες. | |
15 | Προστυχὴς ἐγενόμην ἄμεινον ἐρεῖς ἢ ἐνέτυχον. | 279 |
pi280 | Πεντετηρίς καὶ πεντέμηνον Ἀττικοί· πενταετηρίς καὶ πεντά‐ μηνον Ἑλληνικόν. Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ· οὐδ’ εἰς τὴν ἐπιοῦσαν πεντετηρίδα. ὡσαύ‐ τως ἔχει καὶ τὸ πεντέκλινον καὶ πεντάκλινον. | |
5 | Πίομαι καὶ πιόμενος καὶ πῖθι, ἢ πιοῦμαι καὶ πιούμενος καὶ πίε. [Λουκιανὸς ἐν τῷ δευτέρῳ τῶν ἀληθινῶν· νῦν μὲν αὐτὸν πιόμενον τοῦ ἐλλεβόρου.] Παρασίτους καὶ τοὺς δημοσίᾳ σιτουμένους ἐν τῷ πρυτανείῳ Ἀττικοὶ, οὐ μόνον τοὺς ἐν ταῖς τῶν πλουσίων τραπέζαις | |
10 | παρατρεφομένους κόλακας. Προσωπεῖα τὰ ὑπὸ τῶν ὑποκριτῶν ἐπιτιθέμενα τοῖς προσώ‐ ποις. λέγεται δὲ ταῦτα καὶ πρόσωπα. Πὺξ ἐνάλλεται λέγε καὶ μὴ πυκτικῶς. Συνέσιος ἐν ἐπιστολῇ [τῇ Πολλὰ κἀγαθὰ γένοιτο τοῖς ἱερεῦσιν]· ὥσπερ πὺξ | |
15 | ἐνθορών. | 280 |
pi281 | Παλίμβολος, οὐκ ἀλλοπρόσαλλος· ποιητικὸν γάρ. Παρήλλαξα οὐ μόνον τὸ ἐνήλλαξά τι, ἀλλὰ καὶ τὸ παρῆλθον. Συνέσιος ἐν [τῇ Λύσαντες ἐκ Βενδιδείου] ἐπιστολῇ· τὸν Φάριον Μύρμηκα παρηλλάξαμεν. | |
5 | Οὐ μόνον πολιτεύομαι, ἀλλὰ καὶ πολιτεύω. Θουκυδίδης· κα‐ κῶς ἔς τε σφᾶς αὐτοὺς καὶ τοὺς συμμάχους ἐπολίτευσαν. πολιτευτής δὲ οὐκέτι, ἀλλὰ δημαγω‐ γός. ἐστι δὲ καὶ πολιτεύομαι τὸ μάχομαι. Δημοσθέ‐ νης· πρότερον μὲν γὰρ εἰσεφέρετε κατὰ συμ‐ | |
10 | μορίας, νυνὶ δὲ πολιτεύεσθε κατὰ συμμο‐ ρίας. καὶ Συνέσιος ἐν ἐπιστολῇ [τῇ Ἂν γράψωμαί σοι φιλίας ἀδικουμένης·] ἐπειδὴ γὰρ ἐκεῖνος οὐδ’ ἐμοὶ δοκοῦν ἐπολιτεύετο κατὰ Σαββατείου τῷ μακαρίτῃ Φάῳ. | |
15 | Ποτνιῶμαι τὸ δυσφορῶ καὶ τὸ μετὰ δεινοπαθήσεως ἱκετεύω. | 281 |
pi282 | Συνέσιος ἐν ἐπιστολῇ [τῇ Τῶν ἐρώτων οἱ μὲν χαμαὶ ἐρχομένας καὶ ἀνθρωπικὰς τὰς ἀρχὰς ἔχοντες.] τί οὖν ποτνιᾷ καὶ ταῖς ἐπιστολαῖς τῶν δακρύων ἐγχεῖς; | |
5 | Πλυνεύς οἱ ὕστερον λέγουσιν ἀδοκίμως, οἱ δὲ Ἀττικοὶ κνα‐ φεύς· πλυνός δὲ ὁ ἄτιμος καὶ ὑβρισμένος ἐκ μεταφο‐ ρᾶς τῶν ἀγγείων τῶν δεχομένων τὰ τῶν πλυνομένων ῥυπάσματα. Ἀριστοφάνης ἐν Πλούτῳ· πλυνόν με ποιῶν ἐν τοσούτοις ἀν‐ | |
10 | δράσιν. Πιαίνει λέγε, μὴ σιτεύει· οὐ γὰρ ῥητορικόν. Πομπή ἡ ἐν ταῖς τῶν θεῶν πανηγύρεσι πρόοδος. καὶ πομ‐ πεῖα τὰ θυμιατήρια, οἷς ἐχρῶντο ἐν ταῖς πομπαῖς, καὶ αἱ χέρνιβες, ὡς Θουκυδίδης· πομπὴ καὶ ἡ με‐ | |
15 | τὰ τὴν νίκην ἐν θριάμβῳ πρόοδος. Συνέσιος ἐν ἐπιστολῇ [τῇ Ἔπεμψά σοι δῶρον ἵππον ἀκροφυέστα‐ | |
τον· καὶ] ὅταν κατάγῃς ἐπὶ τῷ Λιβυκῷ τρο‐ | 282 | |
pi283 | παίῳ πομπὴν ἐπινίκιον. πομπεία δὲ καὶ ἡ ὕβρις, ὡς Δημοσθένης· τῆς δὲ πομπείας ταύτης ὕστε‐ ρον. παρῆκται δὲ ἀπὸ τοῦ τοὺς πομπεύοντας χρῆ‐ σθαι πρὸς ἀλλήλους σκώμμασι. καὶ πομπεύω τὸ ὑβρί‐ | |
5 | ζω. πομπεία καὶ ὁ μετὰ κάλλους καὶ ὡραϊσμοῦ θε‐ ατρισμός. Συνέσιος ἐν τῷ ὑπὲρ φαλάκρας· θέα τὰ κάλλη καὶ τὴν πομπείαν τῆς φύσεως. καὶ πομπεύω τὸ δημοσίᾳ προέρχομαι. ὁ αὐτὸς ἐν ἐπιστο‐ λῇ [τῇ Τρίτη μὲν ἦν Αἰσχίνῃ κειμένῳ·] ἅπασι τοῖς | |
10 | παρασήμοις ἐπόμπευεν εὐθὺ Τευχείρων ἐ‐ λαύνουσα. Πομπός ὁ προπέμπων καὶ ὁδηγῶν. Εὐριπίδης ἐν Ἑκάβῃ· ἡμᾶς δὲ πομποὺς καὶ κομιστῆρας κό‐ ρης. | |
15 | καὶ πόμπιμος ὁ δυνάμενος προπέμπειν καὶ ὁδηγεῖν τι‐ να, ὡς ὁ αὐτὸς ποιητὴς ἐν Φοινίσσαις· πόμπιμος ὁ δαίμων. Παροινία καὶ ἡ ἁπλῶς ὕβρις καὶ ἡ ἐκ μέθης ἀσχημοσύνη. καὶ Αἰσχίνης· ἀναστῆναι λέγοντες, ὅτι τὸ ὅ‐ | |
20 | λον πρᾶγμα παροινία γέγονεν. | 283 |
pi284 | [Παύω ἕτερον, παύομαι δὲ ἐγώ.] Παύομαι ποιῶν, οὐ ποι‐ εῖν, τοῦ ποιεῖν δὲ, εἰ καὶ χωρὶς τῆς προσθήκης τοῦ ἄρθρου παρὰ ποιηταῖς εὑρίσκεται διὰ τὴν ἀνάγκην τοῦ μέτρου, ὡς Ὅμηρος ἐν μυοβατραχομαχίᾳ· | |
5 | παυσώμεσθα τούτοις ἀρηγέμεν. Προτέρα ἐπὶ τάξεως, προτεραία δὲ ἐπὶ μόνης ἡμέρας. Πλά‐ των ἐν τῷ Φαίδωνι· ἔτυχε γὰρ τῇ προτεραίᾳ τῆς δίκης. Πρῶτος ἐπὶ πολλῶν, πρότερος δὲ ἐπὶ δύο· καὶ τῷ μὲν | |
10 | πρώτῳ ἀκόλουθός ἐστιν ὁ ὕστατος, τῷ δὲ προτέρῳ ὁ ὕστερος. οὕτω καὶ ἐπὶ τοῦ πρώτη καὶ προτέρα. καὶ πρότερος μὲν ἐπὶ τάξεως, πρῶτος δὲ οὐ μόνον ἐπὶ ἀριθμοῦ, ἀλλὰ καὶ ἐπὶ ποιότητος, ὡς ὅταν λέγωμεν, πρῶτός ἐστι τὴν τέχνην. σημείωσαι δὲ, ὅτι ἐπὶ μὲν | |
15 | ἀριθμοῦ πρῶτος μόνον ὄνομα εὕρηται, οὐκέτι δὲ καὶ ἐπίρρημα πρώτως, ἀλλ’ ἀντ’ αὐτοῦ πρῶτον, ᾧ ἀκο‐ λουθεῖ τὸ ἔπειτα· ἐπὶ δὲ ποιότητος εὕρηται. Πλάτων γοῦν διαιρούμενος τὰς πολιτείας τὴν μὲν πρώτως ἔ‐ χειν φησὶ, τὴν δὲ ὑστέρως· δηλονότι ἡ μὲν προ‐ | |
20 | ηγεῖται τῇ ποιότητι, ἡ δὲ ἕπεται. | 284 |
pi285 | Παραπολύ οὐ μόνον ἀντὶ τοῦ καταπολύ, ἀλλὰ καὶ ἀντὶ τοῦ ἐπ’ ἔλαττον, οἱονεὶ ἐκτὸς τοῦ πολλοῦ. Φιλόστρατος· θέατρον παραπολὺ μὲν τοῦ Ἀθήνῃσιν, ἐν ὀλίγοις δὲ τῶν παρ’ ἄλλοις ἐπαινουμένων. | |
5 | καὶ παρὰ τῷ θεολόγῳ Γρηγορίῳ ἐν τῷ εἰς τὸν μέγαν Βασίλειον ἐπιταφίῳ· παραπολὺ τῆς ἀξίας. Συ‐ νέσιος δὲ ἐπὶ τῆς αὐτῆς σημασίας καὶ παραπλεῖστον λέγει ἐν τῷ ὑπὲρ φαλάκρας· παραπλεῖστον οὖ‐ σαν τῆς ἀκριβείας τοῦ σχήματος. [ὁμοίως ἔ‐ | |
10 | χει καὶ τὸ παρὰ τοσοῦτον. ἐπ’ ἀμφότερα γὰρ καὶ τοῦ‐ το λαμβάνεται, ὡς ὁ θεολόγος ἐν τῷ Τίς ἡ τυραννίς· μὴ παρὰ τοσοῦτον ἔλθωμεν τῆς θείας ἰσό‐ τητος, ἀντὶ τοῦ ἐπ’ ἔλαττον.] Πρόσχημα καὶ ἡ πρόφασις καὶ τὸ οἱονεὶ προκάλυμμα. Θου‐ | |
15 | κυδίδης· τὸ δὲ σῶφρον τοῦ ἀνάνδρου πρό‐ | |
σχημα. Συνέσιος [ἐν τῇ Ἀγαθὸν πεποιθέναι ἐπὶ κύ‐ | 285 | |
pi286 | ριον ἐπιστολῇ·] ἡ γὰρ δίκη πρόσχημα τῆς ἀσε‐ βείας ἐστίν. ἔτι δὲ καὶ τὸ καλλώπισμα. Σοφοκλῆς ἐν Ἠλέκτρᾳ· κεῖνος γὰρ ἐλθὼν εἰς τὸ κοινὸν Ἑλ‐ | |
5 | λάδος πρόσχημα. [καὶ] Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ· τὸ τῆς Ἑλ‐ λάδος πρόσχημα καθαρῶς ἀνῄρηται. ἐχρή‐ σαντο δὲ τούτῳ εἰς τὴν τοιαύτην σημασίαν διὰ τὸ τὸ | |
10 | σχῆμα τῆς ὕλης προέχειν εἰδοποιοῦν αὐτὴν καὶ εἰς κάλλος ἄγον. εὕρηται δὲ πρόσχημα καὶ ἁπλῶς τὸ σχῆμα. Ποῦ καὶ τοπικὸν καὶ ἐρωτηματικόν [ἐστι] καὶ ἀντὶ τοῦ ἴσως καὶ ἀργόν. | |
15 | Τὸ πῶς καὶ ἁπλῶς ἐρωτηματικόν ἐστιν, ὡς τὸ πῶς ἔχει | 286 |
pi287 | τὰ τῶν ἀγρῶν, καὶ ἔμφασιν πρὸς τούτῳ ἔχον τοῦ κα‐ ταπολύ. Ἀριστοφάνης ἐν Πλούτῳ· ἐγὼ δὲ τούτου τοῦ τρόπου πῶς εἰμ’ ἀεί; | |
5 | ἤγουν λίαν ἐμὸς οὗτος ὁ τρόπος. ἔστι δὲ καὶ ἀντὶ τοῦ κατά τινα τρόπον, ὅπερ καὶ ἀεὶ ἐγκλίνεται. Ἀριστεί‐ δης ἐν τῷ Παναθηναϊκῷ· δοκῶν γε δή πως εἰς Ἕλληνας τελεῖν. καὶ ἀμφότερα δὲ, τό τε ἁπλῶς ἐρωτηματικὸν καὶ τὸ κατά τινα τρόπον, καὶ πῶς καὶ ὅ‐ | |
10 | πως γράφονται καὶ ὅπη, ὡς ὁ ῥυθμὸς ἀπαιτεῖ. Προσήκει μοι τόδε ἀντὶ τοῦ πρέπει καὶ ἁρμόττει μοι, καὶ προσήκει μοι τοῦδε ἀντὶ τοῦ μετοχή ἐστί μοι. Ἀριστεί‐ δης ἐν τῷ πανηγυρικῷ ἐν Κυζίκῳ περὶ τοῦ ναοῦ· ἦ που ταύτῃ γε λαμπρῶς προσῆκε τῆς προση‐ | |
15 | γορίας. τὸ δὲ προσῆκεν ἀντὶ τοῦ προσήκει λαμ‐ βανόμενον Ἀττικόν ἐστιν, ὥσπερ καὶ τὸ ἔδει ἀντὶ τοῦ δεῖ. Τοὺς Πέρσας οἱ ὕστερον καὶ Μήδους καὶ Ἀρσακίδας καὶ Ἀχαιμενίδας λέγουσι. Λιβάνιος ἐν τῇ εἰς Ἰουλιανὸν | |
20 | μονῳδίᾳ· ὑπ’ Ἀχαιμενίδου τινὸς κατενήνε‐ | |
κται. Συνέσιος ἐν τῷ ὑπὲρ φαλάκρας· οὐ γὰρ μοι‐ | 287 | |
pi288 | ρίδιον ἦν τοὺς Ἡρακλείδας τοῖς Ἀχαιμενί‐ δαις παραχωρῆσαι τῶν σκήπτρων. Οὐ μόνον οἱ προσήκοντες τούτῳ, ἀλλὰ καὶ οἱ προσήκοντες τούτου. | |
5 | Παράδειγμα λέγε, μὴ ὑπόδειγμα. Προθεσμία ῥητορικὸν, διωρία κοινόν. Πηνίκα μὴ εἴπῃς ἐπὶ χρόνου· ἔστι γὰρ ὥρας δηλωτικὸν, οἷον εἰπόντος τινὸς πηνίκα ἀποδημήσεις; ἐὰν εἴπῃς μετὰ δύο ἢ τρεῖς ἡμέρας, οὐκ ὀρθῶς ἐρεῖς· ἐὰν δὲ εἴπῃς ἕωθεν | |
10 | ἢ περὶ μεσημβρίαν, ὀρθῶς ἐρεῖς. οὕτω γὰρ ὡς ἔφημεν εὕρηται παρὰ πᾶσι τοῖς δοκίμοις. ὡσαύτως καὶ τὸ τηνι‐ καῦτα καὶ τηνικάδε καὶ ἡνίκα λέγε. Πλάτων ἐν Κρίτωνι· τί τηνικάδε ἀφῖξαι, ὦ Κρίτων; ἢ οὐ πρωὶ ἔτι ἐστί; πάνυ μὲν οὖν. πηνίκα μάλιστα; | |
15 | ὄρθρος βαθύ. καὶ αὖθις ἐν Φαίδωνι· μὴ αὔριον τηνικάδε οὐκέτι ᾖ ἀνθρώπων οὐ‐ | |
δείς. | 288 | |
pi289 | Ἡ πηλός Συρακόσιοι λέγοντες ἁμαρτάνουσιν· ὁ πηλός γὰρ Ἀττικοί. Ποδαπός ἐπὶ γένους λέγων ὀρθῶς εἴποις, οἷον ποδαπός ἐστι, Θηβαῖος ἢ Ἀθηναῖος; ἔστι γὰρ οἷον ἀπὸ ποίου δαπέδου; | |
5 | καὶ Ἀριστοφάνης ἐν νεφέλαις· ταυτὶ ποδαπὰ τὰ θηρία; ἤγουν ἐκ ποίου γένους. γράφεται δὲ καὶ ὁ ποδαπός. Λιβάνιος ἐν ἐπιστολῇ· ἠρόμην τὸν καλὸν Φωσ‐ φόρον, ὁ ποδαπός τε εἴης καὶ τίς τοὺς τρό‐ | |
10 | πους. περὶ δὲ [τοῦ] τρόπου ἐρωτῶν οὕτως ἐρεῖς· πο‐ ταπὸς τὸν τρόπον Σωκράτης; ἐπιεικής. καὶ Λιβάνιος ἐν τῇ περὶ τῆς λάλου μελέτῃ· ποταπὴ τὴν γλῶτταν ἡ παρθένος; κάλλιον δ’ ἂν εἴη τὸ οὕτως ἐρωτᾶν, ὁ‐ | |
ποῖός σοί τις δοκεῖ εἶναι, ἢ ποταπός. | 289 | |
pi290 | Πεινῆν, διψῆν Ἀττικοὶ, οὐ πεινᾶν οὐδὲ διψᾶν. Προκόπτειν δόκιμον· τὸ δὲ ὄνομα ἡ προκοπή ἀδόκιμον. Πολίτης λέγε τῷ δεῖνι, ἤγουν συμπολίτης· πολίτης δὲ πό‐ λεως. | |
5 | Παλαιστρικός Ἄλεξις εἶπε· σὺ δὲ παλαιστικός. Λουκιανὸς ἐν τῷ θεῶν κρίσις· γυμνὰς τὰ πολλὰ καὶ πα‐ λαιστική. Προπετῶς δόκιμον· προάλως δὲ μόνος Φαβωρῖνος λέγει [καὶ Συνέσιος] ἀδοκίμως. | |
10 | Πρόγραμμα λέγε· τὸ δὲ ἔκθεμα ἄχρηστον. Παλαιστή θηλυκῶς τὸ μέτρον· παλαιστής δὲ ἀρσενικῶς ὁ ἀθλητής. Πτώματα νεκρῶν καὶ πτώματα οἴκων ἀρχαῖοι· οἱ δ’ ὕστε‐ | |
ρον πτῶμα ἤτοι νεκρὸν ἄνευ τινὸς προσθήκης. | 290 | |
pi291 | Περίστασιν τὴν συμφορὰν λέγουσιν οἱ Στωικοὶ φιλόσοφοι· οἱ δ’ ἀρχαῖοι τὴν διά τινα τάραχον παρουσίαν πλήθους, ὡς Τηλεκλείδης· τίς ἥδε κραυγὴ καὶ δόμου περίστασις; | |
5 | περίστασις καὶ ἡ αἰτία, ὡς δηλοῦσι καὶ τὰ τῶν ῥητό‐ ρων ἓξ περιστατικά. Παρατίλλεσθαι καὶ πιττοῦσθαι ἀρχαῖον· τὸ δὲ δρωπακίζειν ἀδόκιμον. Περιεσπάσθη τινὲς ἐπὶ τοῦ ἐν ἀσχολίᾳ γενομένου φασὶν ἀ‐ | |
10 | μαθῶς, δέον ἄσχολος γέγονε λέγειν. τὸ γὰρ περι‐ σπᾶσθαι ἐπὶ τοῦ παραιρεῖν καὶ παραιρεῖσθαι λέγουσιν οἱ ἀρχαῖοι. Λουκιανὸς ἐν τῷ Τόξαρις ἢ φιλία· ἃ εἶχε πιναρὰ καὶ ἐκτετρυχωμένα ῥάκη περι‐ σπάσας. | |
15 | Πορνοκόπος Μένανδρος λέγει, οἱ δ’ ἀρχαῖοι πορνότριψ, ὃ | |
καὶ κρεῖττον. τούτοις καὶ Συνέσιος ἑπόμενός φησιν ἐν | 291 | |
pi292 | ἐπιστολῇ [τῇ Ὁ καὶ τοὔνομα δοῦλος καὶ τὴν προαί‐ ρεσιν·] ὁ γὰρ ἰδὼν τὸν πορνότριβα σοβοῦν‐ τα διὰ τῆς ἀγορᾶς. Πύλαι ἐπὶ τείχους· θύραι ἐπὶ οἰκίας. | |
5 | Προσγελῶ αὐτὸν Ἀττικοὶ, οὐκ αὐτῷ· καὶ προσπαίζω τὸν κύνα, οὐ τῷ κυνί. [ὡς Φιλόστρατος ἐν πρώτῃ τῶν ἡρωικῶν.] καὶ Ἀριστείδης· προσπαίζειν γὰρ ἔξ‐ εστι δήπου σέ γε [δι’ αὐτό.] ἐπὶ μὲν γὰρ ἐμ‐ ψύχου αἰτιατικῇ· ἐπὶ δὲ ἀψύχου δοτικῇ, ὡς παρὰ τῷ | |
10 | θεολόγῳ Γρηγορίῳ· καὶ προσπαίζει ταῖς ἀκταῖς ἡδύ τι καὶ ἥμερον. Πάρεδρος, οὐ συγκάθεδρος· σύνεδρος δέ. | |
Πολίτης, δημότης φυλέτης ἄνευ τῆς σύν λέγων Ἀττικῶς ἐ‐ | 292 | |
pi293 | ρεῖς· συνέφηβος δὲ καὶ συνθιασώτης καὶ συμπότης, ὅτι καὶ πρόσκαιρος αὐτῶν ἡ κοινωνία· ἐπὶ δὲ τῶν προτέρων οὐχ ὁμοίως. Πλατὺς γέλως ἐρεῖς, οὐχὶ πολύς. | |
5 | Πίνει τις τοῦ οἴνου, πίνει δὲ τὴν κύλικα· τὸ δὲ προπίνω ἀεὶ αἰτιατικῇ. Δημοσθένης ἐν τῷ περὶ παραπρεσβείας· προὔπιε τὴν Ἑλλάδα. Λιβάνιος ἐν τῷ πρεσβευ‐ τικῷ· τὴν μὲν γὰρ φιλοτησίαν προπίνων. Περιβάλλω τινά ἤγουν περιπλέκομαι. καὶ περιβάλλω τὸ πε‐ | |
10 | ριτίθημι, ὅπερ οὐ μόνον δοτικῇ, ἀλλὰ καὶ αἰτιατικῇ εὕρηται. Ἡρόδοτος ἐν τῇ πρώτῃ· ἐδίδου σφι χρή‐ ματα τεῖχος περιβαλέσθαι τὴν πόλιν. καὶ περιβάλλω τὸν δεῖνα ἤγουν ἐνδύω, ὡς ἔχει καὶ τὸ ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις. ὅ‐ | |
15 | θεν καὶ περιβάλλω τὸ περικυκλῶ, ὡς τὸ περιβάλ‐ λει κακοῖς τὸ ἄστυ παρὰ Λουκιανῷ. περιβάλλο‐ μαι δὲ παθητικῶς τὸ ἐνδύομαι. [καὶ] Ἀριστοφάνης ἐν | |
νεφέλαις· περιβαλοῦ τὸ ἱμάτιον. ὅθεν καὶ πε‐ | 293 | |
pi294 | ριβολή τὸ ἔνδυμα. λέγεται δὲ περιβολή καὶ ἐπὶ λόγων τὸ ἐστραμμένως καὶ ποικίλως χρῆσθαι τῇ ἑρμηνείᾳ καὶ τοῖς σχήμασιν. Παλτόν δόρυ τι· πέλτη δὲ ἡ ἀσπὶς ἡ ἴτυν οὐκ ἔχουσα. | |
5 | καὶ πελτός καὶ πελτάριον· καὶ πελταστής ὁ χρώμενος τούτῳ. Παῖς ὁ ἐν τῇ παιδικῇ ἡλικίᾳ· ἀρτίπαις δὲ ὁ ἐκβεβηκὼς τὴν παιδικὴν ἡλικίαν· βούπαις δὲ ὁ μέγας παῖς. Παιδεία μέν ἐστι δύναμις θεραπευτικὴ ψυχῆς, ὥς φησι Πλά‐ | |
10 | των· παίδευσις δὲ παιδείας καὶ ἀρετῆς πα‐ ράδοσις. Προστρίβομαι οὐ μόνον ἐπὶ κακοῦ, ἀλλὰ καὶ ἐπὶ καλοῦ. ἐπὶ κακοῦ μὲν [γὰρ] πρὸς τοῖς ἄλλοις καὶ Ἀριστοφά‐ | |
νης ἐν ἱππεῦσι· | 294 | |
pi295 | πληγὰς ἀεὶ προστρίβεται τοῖς οἰκέ‐ ταις. ἐπὶ καλοῦ δὲ Δημοσθένης ἐν τῷ κατὰ Ἀνδροτίωνος· πλούτου τινὰ δόξαν προσετρίψατο τοῖς κε‐ | |
5 | κτημένοις. Πατρῷα τὰ ἐκ πατέρων εἰς υἱοὺς χωροῦντα· καὶ πατρῷοι φίλοι. πάτρια δὲ τὰ τῆς πόλεως ἔθη. Πεῖρα ἡ ἐπιστήμη, ἡ ἐμπειρία καὶ ἡ μετοχὴ καὶ ἡ ἀπόλαυ‐ σις· πήρα δὲ ἰατρικὸν ἐγχειρίδιον καὶ δέρμα τι ἀρ‐ | |
10 | τοφόρον. Ἀποπλεῖν τὸ ἐκ τόπου τινὸς ἀπαίρειν· παραπλεῖν δὲ τὸ τόπον τινὰ διέρχεσθαι πλέοντα καὶ τὸ εἴσω τινὸς πλεῖν· καὶ περιπλεῖν τὸ κύκλῳ τινὸς πλεῖν. Ἀριστεί‐ δης ἐν τῷ Παναθηναϊκῷ· ὥστε καὶ παραπλεῖν | |
15 | καὶ περιπλεῖν καὶ πεζεύειν. καὶ παράπλους καὶ περίπλους καὶ εἴσπλους, ὡς ὁ αὐτὸς ἐν τῷ πανη‐ γυρικῷ ἐν Κυζίκῳ περὶ τοῦ ναοῦ· καὶ παράπλοι καὶ περίπλοι καὶ εἴσπλοι ναυτῶν ἁπάντων | |
οὔποτε λείπουσι. | 295 | |
pi296 | Πλούσιος εὐπόρου, ἀφνειοῦ, ὀλβίου καὶ εὐτυχοῦς διαφέρει. πλούσιος μὲν γὰρ ὁ πολυούσιος ἤγουν ὁ πολλὴν ἔχων οὐσίαν· εὔπορος ὁ πρὸς τὰς ἐπιβαλλούσας χρείας ἀ‐ νενδεής· ἀφνειός δὲ ὁ ἀπ’ ἐνιαυτοῦ τὴν τροφὴν συλλέ‐ | |
5 | γων· ὄλβιος δὲ ὁ λίαν βιοὺς ἤγουν εὐδαιμόνως καὶ μετὰ δαψιλείας· εὐτυχής δὲ ὁ ζῶν ἡδέως καὶ ἀλύ‐ πως. Πλήμμας τὰς πλημμυρίδας τῶν ποταμῶν ποιηταί· σὺ δὲ πλημμύρας λέγε καὶ πλημμυρίδας. ἀπὸ μὲν γὰρ τοῦ | |
10 | πλημμυρῶ πλημμυρίς· ἀπὸ δὲ τοῦ πλημμύρω πλημμύ‐ ρα, οὗ τὸ ἐναντίον ἄμπωτις. Πόλις μὲν καὶ ὁ τόπος καὶ οἱ κατοικοῦντες. Εὐριπίδης ἐν | |
Ὀρέστῃ· | 296 | |
pi297 | ὦ πόλις Ἄργους, κλύεθ’ οἷα πάσχω. ἄστυ δὲ μόνον ὁ τόπος. Ὅμηρος ἐν πʹ Ἰλιάδος· φράζεο νῦν ὅπως καὶ πόλιν καὶ ἄστυ σαώσῃς. | |
5 | Πολύτιμον τὸ πολλοῦ τιμήματος ἠγορασμένον· πολυτίμη‐ τον δὲ τὸ πολλῆς τιμῆς ἤγουν δόξης ἀξιωθέν. Ἀρι‐ στοφάνης ἐν νεφέλαις· ὦ πολυτίμητοι νεφέλαι. Προσδοκῶ ἀπαλλαγήσεσθαι τῆς νόσου καὶ προσδοκῶ ἀπαλλα‐ | |
10 | γὴν τῆς νόσου· καὶ προσδοκῶ δὲ πείσεσθαι κακά καὶ προσδοκῶ κακά. ὡσαύτως καὶ ἐλπίζω ἐλευθερωθήσε‐ σθαι καὶ ἐλπίζω ἐλευθερίαν. Πάταγος κυρίως ἐπὶ ἀνέμου, ἦχος δὲ ἐπὶ μέλους καὶ βρον‐ τῆς. | |
15 | Προξενῶ οὐ μόνον τὸ αἴτιός τινι τοῦδε γίνομαι, ἀλλὰ καὶ τὸ ξενοδοχῶ γενικῇ συντασσόμενον. Δημοσθένης ἐν | |
τῷ περὶ παραπρεσβείας· παρὰ σοὶ κατέλυον, Αἰ‐ | 297 | |
pi298 | σχίνη, καὶ σὺ προὐξένεις αὐτῶν. ὡσαύτως καὶ πρόξενος ὁ ξενοδόχος. Σοφοκλῆς ἐν Ἠλέκτρᾳ· φίλης γὰρ προξένου κατήνυσαν. προξενία δὲ ἡ κοινὴ πρὸς πόλιν φιλία. Ἀριστείδης ἐν | |
5 | τῷ Παναθηναϊκῷ· ἔσωζεν αὐτὸν τὸ σχῆμα τῆς προξενίας. Πρυτανεῖον τὸ κοινὸν ταμιεῖον, ὅθεν αἱ κοιναὶ εὐεργεσίαι καὶ σιτήσεις ἐδίδοντο· πρυτανεῖα δὲ πληθυντικῶς τὰ καταβαλλόμενα ὑπὸ τῶν διωκόντων δίκην, ἦν δὲ τὰ ἐ‐ | |
10 | πιδέκατα τοῦ τιμήματος· πρυτανεία δὲ θηλυκῶς ὁ χρόνος. διῄρηται γὰρ παρὰ τοῖς Ἀθηναίοις ὁ χρόνος εἰς δέκα πρυτανείας, ὅσαι καὶ φυλαὶ ἦσαν, καὶ ἐπρυ‐ τάνευεν ἑκάστη φυλὴ κατ’ ἐνιαυτὸν ἅπαξ· ὅθεν καὶ τοὺς μισθοὺς καὶ τὰ ἐνοίκια κατὰ τὰς πρυτανείας, οὐ | |
15 | κατὰ μῆνα ἐτέλουν. Οὐ μόνον παράλιος χώρα, ἀλλὰ καὶ πάραλος· Θουκυδίδης. ἦν δὲ Ἀθήνησι καὶ ναῦς ἱερὰ πάραλος καλουμένη, ὅ‐ | |
θεν καὶ πάραλοι οἵ τε ἐν τῇ νηὶ τῇ παράλῳ πλέοντες | 298 | |
pi299 | καὶ οἱ τὴν πάραλον χώραν οἰκοῦντες. Ἡρόδοτος ἐν τῇ ἑβδόμῃ· πάραλον Ἑλλήνων στρατὸν εἴημεν ἐκτημένοι. Πρὸ μοίρας θανών ὁ βιαίως ἀποθανὼν, πρὸ ὥρας δὲ ὁ ἐν | |
5 | νεότητι. Πρεσβεύονται οἱ τοὺς πρέσβεις χειροτονοῦντες καὶ πέμπον‐ τες, καὶ διαπρεσβεύονται. Λιβάνιος ἐν τῇ τοῦ Πα‐ τρόκλου προθεωρίᾳ· πρεσβεύεται πρὸς αὐτὸν Ἀγαμέμνων. πρεσβεύουσι δὲ καὶ πρεσβεύονται οἱ | |
10 | πεμπόμενοι εἰς πρεσβείαν. Θουκυδίδης ἐν τῇ ὀγδόῃ· τοὺς ἐς τὴν Λακεδαίμονα πρεσβευομένους ἔπεμπον. πρεσβεύω καὶ τὸ παρακαλῶ δοτικῇ· καὶ πρεσβεύω τὸ τιμῶ αἰτιατικῇ· πρεσβεύω καὶ τὸ πρε‐ σβύτερός εἰμι γενικῇ. Θουκυδίδης ἐν τῇ ἕκτῃ· διὰ τὸ | |
15 | πρεσβεύειν τε ἀπ’ αὐτοῦ καὶ τυραννεῦσαι. καὶ Ἡρόδοτος ἐν τῇ ἑβδόμῃ· τῶν μὲν δὴ προτέ‐ ρων ἐπρέσβευεν Ἀρταβαζάνης. Οἱ πρέσβεις καὶ τοὺς πρέσβεις ἐρεῖς, ὁ πρεσβευτής δὲ καὶ τὸν πρεσβευτήν. Θουκυδίδης ἐν τῇ πέμπτῃ· πρε‐ | |
20 | σβευτὴς ὑπὸ τὸν αὐτὸν χρόνον ἐξέπλευσεν. | 299 |
pi300 | ὥστε ἁμαρτάνει ὁ λέγων ἐπὶ πληθυντικοῦ πρεσβευταί καὶ πρεσβευτάς· οὐδεὶς γὰρ τῶν δοκίμων εἶπε τοῦτο, εἰ καὶ Συνέσιος ἐν ἐπιστολῇ [τῇ Ἀνόητος ἂν εἴην, εἰ μὴ πολλὴν χάριν εἰδείην Πτολεμαίας·] οὓς πρεσβευτὰς | |
5 | ἡρῇσθαι παρὰ τοῦ δήμου πυνθάνομαι. πρέ‐ σβυς δὲ καὶ πρεσβύτης ὁ γέρων· πρέσβις μέντοι ὁ παρα‐ κλήτωρ παντελῶς ἀδόκιμόν ἐστι. Πρωτότοκος ὁ πρῶτος τεχθείς, πρωτοτόκος δὲ μήτηρ ἡ πρώ‐ τως τέξασα. | |
10 | Παλαμναῖον τὸ μέγα καὶ φρικτόν. Συνέσιος ἐν ἐπιστολῇ τῇ Λύσαντες ἐκ Βενδιδείου· ἐτραγῴδει τὰς παλα‐ μναιοτάτας ἀράς. καὶ παλαμναῖον τὸ φονικὸν, ὡς ὁ αὐτὸς ἐν ἑτέρᾳ ἐπιστολῇ [τῇ Οὐδὲν ἐγεγόνει χρήσιμος Εὐαγρίῳ τῷ πρεσβυτέρῳ]· παλαμναίᾳ χειρὶ καὶ | |
15 | γνώμῃ. | 300 |
pi301 | Προσείρηκε καὶ ἀντὶ τοῦ ὠνόμασεν, ὡς τὸ προσείρηκε τοῦτον εὐδαίμονα, καὶ ἀντὶ τοῦ ἐχαιρέτισεν, ὡς τὸ προσείρηκε τοὺς φίλους, καὶ ἀντὶ τοῦ ἐνεκωμίασεν. Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ· ἐν τοῖς ἐπιταφίοις λόγοις | |
5 | τῶν ἀποθανόντων ἐνίους προσειρήκασιν. οὕτω καὶ περὶ τοῦ προσεῖπε νόει καὶ τοῦ προσεφθέγξατο, καὶ περὶ τοῦ προσρήματος· πάντα γὰρ τὰ τοιαῦτα οὕτως ἔχουσι. Πανδοκεύς, πανδοκεύτρια, πανδοκεῖον διὰ τοῦ κ, καὶ οὐ διὰ | |
10 | τοῦ χ. Παραβάλλω τὸ πλησιάζω, τὸ ἔρχομαι καὶ τὸ παρεξετάζω, ὃ καὶ παραθεωρῶ παρὰ Λουκιανῷ εὕρηται ἐν τῷ Ἡρόδο‐ τος ἢ Ἀετίων· ἀλλ’ ἢν μὲν ὑμεῖς Πολυδάμαντι ἢ Γλαύκῳ ἢ Μίλωνι παραθεωρῆτέ με. καὶ | |
15 | παραβάλλομαι τὸ παρεξετάζομαι. Λιβάνιος ἐν ἐπιστο‐ | |
λῇ τῇ Ἰδοὺ πέπομφα τὸν λόγον ἱδρῶτι περιρρεόμενος· | 301 | |
pi302 | τὸ δὲ ἐμὸν τοιοῦτον, οἷον κώνωψ ἐλέφαντι παραβαλλόμενος. καὶ τὸ κατατολμῶ. Συνέσιος καὶ αὐτὸς ἐν ἐπιστολῇ τῇ Δάπιδα μεγάλην τῶν Αἰγυπ‐ τίων· πρὸς τὴν Θρᾳκῶν χιόνα παραβαλλό‐ | |
5 | μενος. παραβάλλεσθαι καὶ τὸ ἐξαπατῆσαι, [ὡς Θου‐ κυδίδης·] ὅθεν καὶ παραβλήδην ἀντὶ τοῦ ἀπατητικῶς καὶ παραλογιστικῶς. Παράγω τὸ εἰς μέσον ἄγω· καὶ παράγω τὸ μεταπείθω, καὶ παράγομαι τὸ μεταπείθομαι· ὅθεν καὶ εὐπαράγωγος | |
10 | ὁ εὐκόλως μεταπειθόμενος. Πηγαί λέγονται πληθυντικῶς ἐπὶ τῆς ἀρχῆς τῶν ποταμῶν, οὐ πηγή, οἷον αἱ πηγαὶ τοῦ Ἀχελῴου καὶ αἱ πηγαὶ τοῦ Νείλου· καὶ ἐκβολαί αἱ εἰσελεύσεις αὐτῶν εἰς τὴν θά‐ λασσαν. | |
15 | Πρόσχωρος [λέγε], οὐ πλησιόχωρος. | |
Ἐπικουρίαν τῷ δεῖνι καὶ οὐ τοῦ δεῖνος. | 302 | |
pi303 | Πατῶ, οὐ περιπατῶ [δέ]· περίπατος μέντοι, καὶ οὐ πάτος· ποιητικὸν γάρ. Πανοῦργος κυρίως μὲν ὁ πᾶσιν ἔργοις ἐπιβάλλων, ἤγουν ὁ δραστήριος καὶ ἐνεργής· κατεχρήσαντο δὲ τῇ λέξει ἐπὶ | |
5 | τοῦ ἐν κακοῖς νοήμασιν εὐεπηβόλου· ὥσπερ καὶ παν‐ τουργός ὁ πάντα ἐργαζόμενος καὶ διεξάγων. Σοφοκλῆς δὲ ἐπὶ τοῦ μηχανικοῦ χρῆται λέγων ἐν Αἴαντι· ἀνδρὶ παντουργῷ φρένας. Πώμαλα Δημοσθένης ἅπαξ εἶπε· σὺ δὲ ὡς ποιητικὸν πά‐ | |
10 | ρες. Πώγων καὶ ὑπήνη δοκιμώτερον ἢ γένειον· τὸ δὲ γενειάς κοινόν. Πρὸς ἱεροῖς ἱκετεύω Ἀττικοὶ λέγουσιν, οὐ πρὸς ἱερά. Θου‐ κυδίδης· πρὸς ἱεροῖς ἱκέτευσαν ἢ μαντεί‐ | |
15 | οις. Παράλογον Ἕλληνες οὐδετέρως, ὁ παράλογος δὲ Ἀττικοί. ὁ αὐτός· τοῦ δὲ πολέμου τὸν παράλογον, ὅσος | |
ἐστίν. | 303 | |
pi304 | Οὐ μόνον προΐσχω καὶ προΐσχομαι τὸ προβάλλομαι, ἀλλὰ καὶ τὸ προέχομαι. Σοφοκλῆς ἐν Ἀντιγόνῃ· σὺ μὲν τάδ’ ἂν προὔχοιο. καὶ Θουκυδίδης· ὅπερ μάλιστα προὔχονται. | |
5 | Προσποιοῦμαι τὸ ὑποκρίνομαι, καὶ προσποίησις. ἐπὶ τῆς αὐτῆς [δὲ] σημασίας ἔστιν ὅτε καὶ τὸ ποιοῦμαι εὕρη‐ ται. Συνέσιος ἐν τῷ Δίωνι· οὐ γὰρ ἐποιεῖτο Σωκράτης σοφὸς εἶναι. καὶ προσποιοῦμαι τὸ ἐπαγγέλλομαι, καὶ προσποίησις ἡ ἐπαγγελία. Θουκυ‐ | |
10 | δίδης ἐν τῇ δευτέρᾳ· οὐδ’ ἂν νῦν ἐχρησάμην κομπωδεστέραν ἔχοντι τὴν προσποίησιν. προσποιοῦμαι καὶ τὸ οἰκειοῦμαι, οἱονεὶ τὸ πρὸς ἐμαυ‐ τὸν ποιοῦμαι. Ἡρόδοτος ἐν τῇ πέμπτῃ· προσποι‐ ησάμενος δὲ ἑταιρηίην τῶν ἡλικιωτέων. ὅ‐ | |
15 | θεν καὶ προσποίησις ἡ οἰκείωσις. προσποιῶ δὲ τὸ ὑ‐ ποτάττω, ὡς Θουκυδίδης· καὶ τὴν πόλιν Θηβαί‐ οις προσποιῆσαι. Παρανόμων τὸν δεῖνα γράφομαι λέγουσιν Ἀττικοὶ, οὗ ἡ εὐ‐ | |
θεῖα τὸ παράνομον, οὐ παρανομίας. Δημοσθένης | 304 | |
pi305 | ἐν τῷ περὶ ἀτελείας· τὸ χάριν τούτων ἀποδι‐ δόναι παρανόμων γράφῃ. Περαιοῦμαι λέγε, καὶ μὴ περαιῶ, εἰ καὶ Θουκυδίδης λέγει· ὡς ἔμελλον τὸν Ἑλλήσποντον περαιώσειν. | |
5 | Τῷ πρός Ἀττικοὶ εἰς τὴν σημασίαν τοῦ ὑπέρ χρῶνται ἐνί‐ οτε. Ἀριστείδης ἐν τῷ περὶ τοῦ πέμπειν βοήθειαν τοῖς ἐν Σικελίᾳ· τοῦτο πρὸς ἡμῶν ἐστι, του‐ τέστιν ὑπὲρ ἡμῶν. [καὶ] Θουκυδίδης· οἱ δὲ μὴ ἐσ‐ πλεῖν ἐς τὰ στενὰ νομίζοντες πρὸς ἐκείνων | |
10 | εἶναι. Παραγινώσκω τόδε· Ἀττικοὶ δὲ πολλάκις καὶ γενικῇ τοῦ‐ το συντάσσουσιν, ὡς Φιλόστρατος· παραγινώ‐ σκοντες τοῦ δικαίου, ἤγουν παρὰ τὴν γνῶσιν τοῦ δικαίου πολιτευόμενοι. | |
15 | Πρόσοψις ἡ θεωρία. Θουκυδίδης· μὴ ἔχων τὴν πρόσ‐ | |
οψιν τῶν πολεμίων ἐκ πολλοῦ. | 305 | |
pi306 | Πρόσοδος ἡ προσένεγξις, οἷον χρημάτων πρόσοδος. πρόσο‐ δος καὶ ἡ πανήγυρις. Ἀριστείδης ἐν τῷ Παναθηναϊ‐ κῷ· καὶ πρόσοδοι θεῶν μετὰ τῶν καθεστη‐ κότων νόμων. καὶ πρόσοδος ἡ πρός τι ὁδός. Θου‐ | |
5 | κυδίδης· λάθρα ἐτήρουν τὴν πρόσοδον. Παιανίζω καὶ παιωνίζω· καὶ παιάν γὰρ καὶ παιών. Ἀρι‐ στείδης ἐν τῷ Παναθηναϊκῷ· ἐκ θεῶν ἀρξάμενοι καὶ τοῦ φίλου παιῶνος. σημείωσαι δὲ, ὅτι τὸ μὲν παιάν ἐπὶ ὕμνου τῶν θεῶν ἀεὶ τιθέασι καὶ μάλιστα τοῦ | |
10 | Ἀπόλλωνος ἐπὶ ἀπαλλαγῇ λοιμοῦ· τὸ δὲ παιών καὶ παι‐ ωνίζω, ἀλλὰ δὴ καὶ τὸ παιανίζω, ἐπὶ νίκης πολέμου κυ‐ ρίως, καταχρηστικῶς δὲ καὶ ἐπὶ ἁπλῶς εὐφροσύνης. Τὸ μὲν πρέπει ἀεὶ δοτικῇ· τὸ δὲ πρέπον οὐ δοτικῇ μόνον, ἀλλὰ καὶ γενικῇ. Θουκυδίδης· ὡς πρέπον ἡμῶν | |
15 | καὶ ὡς ἡ χρεία προάγει. ὡσαύτως καὶ τὸ οἰκει‐ | 306 |
pi307 | οῦμαι δοτικῇ πάντοτε, τὸ δὲ οἰκεῖός εἰμι καὶ δοτικῇ καὶ γενικῇ. Ἡ παρά ὅτε πλησιότητα δηλοῖ, ἐπὶ μὲν ἐμψύχου δοτικῇ συν‐ τάσσεται, οἷον παρὰ τῷ βασιλεῖ κάθηται, ἐπὶ δὲ ἀψύ‐ | |
5 | χου αἰτιατικῇ. Θουκυδίδης· ἐτάξαντο παρὰ τὴν θάλασσαν. Λουκιανὸς δὲ Ὁμηρικῷ ζήλῳ ἐπὶ ἐμψύ‐ χου εἰς αἰτιατικὴν εἶπεν ἐν δευτέρῳ τῶν ἀληθινῶν διηγη‐ μάτων· καὶ θρόνος αὐτῷ ἐτέθη παρὰ Κῦρον τὸν Πέρσην τὸν πρότερον. Ὅμηρος γὰρ οὕτω | |
10 | φησὶν ἐν αʹ Ἰλιάδος· νέοι δὲ παρ’ αὐτὸν ἔχον πεμπώβολα. ὡσαύτως καὶ Πλάτων ἐν Φαίδωνι· καὶ στὰς παρ’ αὐτὸν, ὦ Σώκρατες, ἔφη. ὅτε δέ ἐστιν ἀντὶ τῆς εἰς, οὐκ ἐπὶ κινήσεως ἀεὶ τίθεται, ἀλλ’ ἔστιν ὅτε καὶ χω‐ | |
15 | ρὶς κινήσεως. ὁ αὐτὸς ἐν τῷ αὐτῷ· καὶ παρὰ πάντα μοι τὸν χρόνον προσῄει καὶ διελέγετο ἐνί‐ οτε. καὶ Ἀριστείδης ἐν τῷ περὶ τοῦ μὴ πέμπειν βοή‐ θειαν τοῖς ἐν Σικελίᾳ· ὁ ταῦτα πείθων κἀκεῖνο συνέπειθεν, ἀρχὴν μὴ ἐπικτᾶσθαι παρὰ | |
20 | τὸν πόλεμον. | 307 |
pi308 | Καὶ παρακέλευσις καὶ παρακελευσμός. Θουκυδίδης· προ‐ θυμίᾳ τε πάσῃ χρώμενοι καὶ παρακελευ‐ σμῷ. Παρακαλῶ τὸ προτρέπω ὡς ἐπιτοπολύ, καὶ παράκλησις ἡ | |
5 | προτροπή· ἅπαξ δὲ καὶ τὸ δέομαι. Παρακομίζομαι τὸ παραγίνομαι· καὶ παρακομιδή ἡ προσ‐ έλευσις. Θουκυδίδης· ἐν δὲ τῇ παρακομιδῇ τῇ ἐς τὴν Σικελίαν καὶ πάλιν ἀναχωρήσει. Πρόσκειμαί σοι ἀντὶ τοῦ οἰκείως ἔχω σοι, καὶ πρόσκειμαί | |
10 | σοι ἀντὶ τοῦ ἐπίκειμαί σοι, ὡς ὁ αὐτός· προσκεί‐ μενον καὶ κατὰ τὸ εἰκὸς φοβοῦντα αὐτούς. καὶ πρόσκειμαι τὸ ἀνάκειμαι. Ἡρόδοτος ἐν τῇ πρώ‐ τῃ· παρέφερον, τοῖσι προσέκειτο, τὴν κε‐ φαλὴν τοῦ παιδός. | |
15 | Προσέχω σοι τὸν νοῦν κάλλιον ἢ προσέχω σοι μόνον. Ἀρι‐ στοφάνης ἐν Πλούτῳ· πρόσεχε τὸν νοῦν, ἵνα πύθῃ. Προστίθεμαί σοι ἀντὶ τοῦ μετὰ σοῦ γίνομαι, οἷον προστί‐ θεμαι τοῖς πολεμίοις· προστίθεμαι δέ σε ἀντὶ τοῦ μετ’ | |
20 | ἐμοῦ σε παραλαμβάνω. Θουκυδίδης· ἵνα δεῦρο ἀν‐ | 308 |
pi309 | τιβοηθῶσι προσεθέμεθα αὐτοὺς, τουτέστι συμμάχους πεποιήμεθα. Πεζὴ στρατιά λέγε, ὡς Δημοσθένης καὶ πάντες, καὶ μὴ πεζική, ὡς Θουκυδίδης ἐν **· στρατιᾷ ὥρμην‐ | |
5 | ται καὶ ναυτικῇ καὶ πεζικῇ. ποιητικώτερον γὰρ τοῦτο, ὡς Αἰσχύλος ἐν τοῖς ἑπτὰ ἐπὶ Θήβαις· πεζικὸς ὥρμηται λεώς. Οὐ μόνον πιθανὸς ῥήτωρ φαμὲν, ἀλλὰ καὶ πιθανὸν κάλλος τὸ ἡδὺ καὶ τοὺς ὁρῶντας πεῖθον θαυμάζειν. καὶ πι‐ | |
10 | θανὸς κόσμος, ὡς Ἀριστείδης ἐν τῷ πανηγυρικῷ ἐν Κυζίκῳ περὶ τοῦ ναοῦ· καλοὶ μὲν γὰρ οἱ τῶν οἰκοδομούντων οὗτοι κόσμοι καὶ θαυμα‐ στῶς πιθανοὶ τοῖς πλήθεσιν. | |
Πρωίτερον καὶ πρωίτατον, ἀμφότερα Θουκυδίδης· πρωί‐ | 309 | |
pi310 | τερον μέσων νυκτῶν· καὶ, πρωίτατα δὴ οἱ Λακεδαιμόνιοι καὶ οἱ ξύμμαχοι. καὶ Ἀρι‐ στείδης ἐν πέμπτῳ τῶν ἱερῶν· πάλιν γὰρ αὖ τὸ πρωίτερον τοῦ δέοντος ἢ λούεσθαι ἢ ἐσθί‐ | |
5 | ειν. κρείττω γὰρ ταῦτα τοῦ πρωιαίτερον καὶ πρωι‐ αίτατον. Οὐ μόνον προσέσχον τῷ λιμένι, ἀλλὰ καὶ ἔσχον, ὡς Θου‐ κυδίδης· ἐς Αἴγυπτον ἔσχον αἱ νῆες κατὰ τὸ Μενδήσιον κέρας, ἀντὶ τοῦ προσωρμίσαντο. | |
10 | ὥσπερ δέ φαμεν κατῆρεν ἡ ναῦς εἰς τὸν λιμένα, οὕτω καὶ κατέσχεν, ὡς ὁ αὐτός· ἀπὸ δὲ τοῦ αἰγια‐ λοῦ τούτου, ἔνθα αἱ νῆες κατέσχον. καὶ πά‐ λιν· ἐπετήρουν τοὺς Ἀθηναίους, ᾗ κατα‐ σχήσουσιν. ἐπὶ δὲ ἀναγωγῆς ἀνέσχον οὐχ εὕρη‐ | |
15 | ται. | |
Καὶ πανταχόθεν καὶ πάντοθεν. Δημοσθένης· οὕτω καὶ | 310 | |
pi311 | πάντοθεν καταπεφρονηκότως ἐκεῖνοι χρῶν‐ ται. Οὐ μόνον πρόβατον, ἀλλὰ καὶ προβάτιον Ἀττικοί. Ἀρι‐ στοφάνης ἐν Πλούτῳ· | |
5 | προβατίου βίον λέγεις. καὶ πάλιν ἐν τῷ αὐτῷ· προβατίων βληχώντων. καὶ πάλιν ἐν τῷ αὐτῷ δράματι· ἑπόμενον τοῖς προβατίοις. | |
10 | Παροίξας τῆς θύρας Ἀττικοὶ, τὴν δὲ θύραν ἁπλῶς Ἕλληνες. Μὴ εἴπῃς περιίσταμαι τὸν δεῖνα· πῶς γὰρ ἂν ὁ εἷς τινα πε‐ ρισταίη; ἀλλὰ περιιστάμεθα. Λιβάνιος ἐν ἐπιστολῇ· | |
καὶ περιιστάμεθα τὰς ἐπιστολάς. | 311 | |
pi312 | Πενθεῖν ἐπὶ τοῦ λυπεῖσθαι καὶ ἐπὶ τοῦ μελανειμονεῖν, θρηνεῖν δὲ ἐπὶ τοῦ κλαίειν. Οὐδεὶς τῶν ῥητόρων τὸ πολλάκις ἀντὶ τοῦ ἅπαξ εἶπε· κοι‐ νὸν γάρ ἐστιν. | |
5 | Ὡσαύτως οὐδὲ παιδεύειν ἀντὶ τοῦ κολάζειν· ἀλλὰ παρὰ μόνῃ τῇ θείᾳ γραφῇ τοῦτο εὑρίσκεται. Πλέω τὸ μετὰ νεὼς περῶ τὴν θάλασσαν· νέω δὲ τὸ κο‐ λυμβῶ. Παίω τὸ τύπτω· εἰσπαίω τὸ εἰσέρχομαι. Ἀριστοφάνης ἐν | |
10 | Πλούτῳ· ἀγαθῶν σωρὸς εἰσπέπαικεν εἰς τὴν οἰκίαν. καὶ ἐκπαίω τὸ ἐξέρχομαι, παραπαίω δὲ τὸ παρακρούω· καὶ συμπαίω τὸ συγκρούω, ὑπερπαίω μέντοι τὸ ὑπερ‐ | |
15 | βάλλω. | 312 |
pi313 | Προσοικῶ ἐπὶ μὲν ἐμψύχου δοτικῇ, ἐπὶ δὲ ἀψύχου αἰτιατικῇ. Ἀριστείδης ἐν τῷ Αἰγυπτίῳ· προσοικεῖ τὴν ὄ‐ χθην ἑκατέρα τῶν πόλεων. καὶ πάλιν ἐν τῷ αὐ‐ τῷ· προσοικοῦμεν ὡς ἔπος εἰπεῖν τὰς ὄ‐ | |
5 | χθας. Παραστάδες Ἀττικοὶ, οὐ παραστάτιδες. Εὐριπίδης ἐν Φοι‐ νίσσαις· Ἀδράστου δ’ ἦλθον εἰς παραστάδας. ἔστι δὲ θηλυκόν. | |
10 | Καὶ παραθήκη λέγε καὶ παρακαταθήκη, καὶ παρατίθεται καὶ παρακατατίθεται· οὕτω γὰρ οἱ ἀρχαῖοι λέγουσιν. Ἡ‐ ρόδοτος ἐν τῇ ἕκτῃ· παραθήκην παρατίθενται ἐς τοὺς ἐχθίστους Αἰγινήτῃσιν Ἀθηναίους. καὶ πάλιν· ἀνάγοντες δὲ σφέας εἰς τὴν Ἀτ‐ | |
15 | τικὴν παραθήκην παρατίθενται. Θουκυδίδης ἐν τῇ δευτέρᾳ· μέχρι τοῦδε ἕξομεν παρακατα‐ | |
θήκην. | 313 | |
pi314 | Οὐ μόνον προσβάλλω τοῖσδε, ἀλλὰ καὶ προσβάλλω τάδε εὕ‐ ρηται. Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ· καίτοι με‐ σοῦντας μὲν ἔτι τῆς πορείας προσέβαλεν ὥσπερ πνεῦμα ἀπὸ θαλάττης βοὴ συμ‐ | |
5 | μιγής. Πίνακες τὰ ἀγγεῖα, ἐν οἷς ἐσθίομεν, καὶ αἱ διὰ σανίδων εἰκόνες. πινάκια δὲ, οἷς ἐνεγράφετο τὰ κατὰ τῶν εἰσ‐ αγγελλομένων ἐγκλήματα, ὡς ἔχει καὶ τὸ κατὰ Με‐ γαρέων πινάκιον· καὶ ἐν οἷς τὰ δικαστήρια ἐγράφοντο | |
10 | καὶ αἱ ἀρχαὶ, ἃ καὶ ἐλάμβανον οἱ λαχόντες ἄρχειν. Πυθαγόρειος κάλλιον ἢ Πυθαγορικός. Περιεγένετο ἀντὶ τοῦ ἐνίκησε γενικῇ, ὅπερ καὶ περιγέγονεν | |
εὕρηται. Πλάτων ἐν τῇ τοῦ Σωκράτους ἀπολογίᾳ· τῷ | 314 | |
pi315 | αὐτῷ οἰόμενος περιγεγονέναι, ᾧπερ καὶ τῶν πολιτικῶν περιεγένετο. καὶ ἀντὶ τοῦ προσ‐ εγένετο, καὶ ἀντὶ τοῦ ἐπερίσσευσεν. [καὶ] Ἡρόδοτος ἐν τῇ πρώτῃ· λέγοντες οἱ μὲν, ὡς ἑωυτῶν | |
5 | πλεῦνες περιγεγόνασι. καὶ Ἀριστείδης· περι‐ γενομένων γὰρ τῇ πόλει χρημάτων ἐκ τῶν ἔργων τῶν ἀργυρείων. περιεγένετο καὶ ἀντὶ τοῦ ἐσώθη καὶ ἔζησε. Θουκυδίδης· καὶ εἴ τις ἐκ τῶν μεγίστων περιγένοιτο. καὶ [αὖθις] ἐν τῇ πέμ‐ | |
10 | πτῃ· καταφυγὼν ἐπὶ τὸν βωμὸν περιγίγνε‐ ται. Περιορῶ τὸ καταφρονῶ· περιορῶμαι δὲ οὐ μόνον ἀντὶ τοῦ καταφρονοῦμαι, ἀλλὰ καὶ πὴ μὲν ἀντὶ τοῦ καταφρο‐ νῶ· Θουκυδίδης ἐν τῆ δευτέρᾳ· μὴ περιορᾶσθε | |
15 | τοὺς πολεμικοὺς κινδύνους· πὴ δὲ ἀντὶ τοῦ | 315 |
pi316 | περισκοπῶ, ὡς ὁ αὐτὸς ἐν τῇ τετάρτῃ· καὶ τοὺς Μεγαρέας ἐπιστάμενοι περιορωμένους, ὁ‐ ποτέρων ἡ νίκη ἔσται. καὶ αὖθις ἐν τῇ ἕκτῃ· μέλλοντες ἔτι καὶ περιορώμενοι. πὴ δὲ καὶ | |
5 | ἀντὶ τοῦ φροντίζω γενικῇ συντασσόμενον. ὁ αὐτὸς ἐν τῇ τετάρτῃ· τῆς τε Μένδης περιορώμενος, μὴ τῶν Ἀθηναίων πρότερον ἐπιπλευσάντων τι πάθῃ. καὶ περιιδεῖν οὐ μόνον ἀντὶ τοῦ καταφρο‐ νῆσαι, ἀλλὰ καὶ ἀντὶ τοῦ περισκοπῆσαι. ὁ αὐτὸς ἐν | |
10 | τῇ αὐτῇ· ἀλλ’ ἀμφοτέροις ἐδόκει ἡσυχάσασι τὸ μέλλον περιιδεῖν. ὡσαύτως καὶ περιοπτέον, ὡς ὁ αὐτὸς ἐν τῇ ὀγδόῃ· σφίσι δὲ περιοπτέον εἶναι τοῦτο μάλιστα. Προστάττω οὐ μόνον τὸ κελεύω, ἀλλὰ καὶ τὸ ἔν τινι τάττω. | |
15 | ὁ αὐτὸς ἐν τῇ αὐτῇ· καὶ τοὺς ἄλλους Κλεαρί‐ δᾳ προστάξας. καὶ ἐν τῇ ἕκτῃ· καὶ Γύλιππον τὸν Κλεανδρίδου προστάξαντες ἄρχοντα τοῖς Συρακουσίοις. καὶ ἐν τῇ ἑβδόμῃ· καὶ ἄρ‐ χοντα Ἀλέξαρχον Κορίνθιον προστάξαν‐ | |
20 | τες. | 316 |
pi317 | Ἡ περί ὅταν ἀντὶ τοῦ ἕνεκα λαμβανομένη ἀναβιβάζῃ τὸν τόνον, οὐ μόνον ἐγγύς ἐστι τοῦ ὀνόματος, ᾧ ἕπεται, ἀλλὰ καὶ μεθ’ ἕτερά τινα τίθεται. Πλάτων ἐν τῇ τοῦ Σωκράτους ἀπολογίᾳ· ὧν ἐγὼ οὐδὲν οὔτε μέγα | |
5 | οὔτε σμικρὸν πέρι ἐπαΐω. Πράττω οὐ μόνον τὸ ποιῶ καὶ πάσχω, ἀλλὰ καὶ τὸ ἀπαι‐ τῶ, ὃ καὶ εἰσπράττω λέγομεν. Συνέσιος ἐν ἐπιστολῇ τῇ Ἀρίθμει καὶ Πέτρον· πρῶτον ἁρπάσας καὶ ὑφ’ ἑαυτὸν ποιησάμενος ἔπειτα πράττει τὴν | |
10 | δίκην. πράττομαι δὲ καὶ μετὰ τῆς προθέσεως καὶ χωρὶς τῆς προθέσεως καὶ τὸ ἀπαιτῶ καὶ τὸ ἀπαιτοῦ‐ μαι. Πλάτων ἐν τῇ τοῦ Σωκράτους ἀπολογίᾳ· ὡς ἐγὼ παιδεύειν ἐπιχειρῶ ἀνθρώπους καὶ χρήματα πράττομαι. | |
15 | Πρόσκρουμα ἡ μέμψις, οὐ πρόσκρουσμα. Ἀριστείδης ἐν τρίτῳ τῶν Λευκτρικῶν· καὶ πρὸς ἐκείνους ἐν προσκρούμασι καὶ μέμψεσιν εἶναι. | |
Ὥσπερ φαμὲν προσηγορία καὶ προσήγορος, οὕτω καὶ προ‐ | 317 | |
pi318 | ηγορία ἡ ὑπερηγορία καὶ τὸ πρὸ τῶν ἄλλων λέγειν· καὶ προήγορος ὡσαύτως καὶ προηγορῶ. Λουκιανὸς ἐν τῷ ἀναβιοῦντες ἢ ἁλιεύς· τὴν προηγορίαν δέ‐ χου καὶ ὑπὲρ ἁπάντων εἰπὲ τὰ εἰκότα. καὶ | |
5 | Συνέσιος ἐν ἐπιστολῇ τῇ Ἐγὼ καὶ βούλομαι· εὑρά‐ μενος κρηπῖδα καὶ ἐπαναβὰς αὐτῇ προήγο‐ ρος ἠξίωσεν εἶναι. Ἀριστείδης ἐν τῷ Ῥοδίοις πε‐ ρὶ ὁμονοίας· προηγορεῖν δὲ ἡμᾶς συνδεομέ‐ νους. | |
10 | Ἄμφω λέγε, καὶ περιπόθητος καὶ ποθεινότατος. Ἀρι‐ στείδης ἐν τῷ πρεσβευτικῷ εἰς Ἀχιλλέα· καὶ τὴν περιπόθητον ταύτην ἀποσφάξωσιν. Πατραλοίας καὶ μητραλοίας. Ἀριστοφάνης ἐν νεφέλαις· ὦ μιαρὲ καὶ πατραλοῖα καὶ τοιχω‐ | |
15 | ρύχε. | 318 |
pi319 | καὶ πατρολόας δὲ καὶ μητρολόας. Λουκιανὸς ἐν τῷ θεῶν ἐκκλησία· ἐναγοῦς ἀνθρώπου καὶ μητρο‐ λόου υἱὸς ὤν. Παρεῖδεν ἀντὶ τοῦ παρέβλεψεν, ὅπερ καὶ αἰτιατικῇ συντάσ‐ | |
5 | σεται. παρεῖδε καὶ ἀντὶ τοῦ ἐνεῖδεν ἀπὸ δοτικῆς εἰς αἰτιατικήν. Ἡρόδοτος ἐν τῇ πρώτῃ· οὔτε δειλίην οὔτε ἄλλο οὐδὲν ἄχαρι παριδών τοι ποιέω ταῦτα. Παρέστησαν ἀντὶ τοῦ πλησίον ἔστησαν καὶ ἀντὶ τοῦ εἰς τὸ | |
10 | μέσον ἔστησαν καὶ ἀντὶ τοῦ ἐπόρθησαν. ὁ αὐτὸς ἐν τῇ τρίτῃ· πολιορκούμενοι χρόνῳ παρέστη‐ σαν. παρεστήσαντο δὲ ἀντὶ τοῦ ἐπόρθησαν. Προορῶ καὶ τὸ [προ]βλέπω καὶ τὸ φροντίζω. ὁ αὐτὸς ἐν τῇ αὐτῇ· τοῦ σίτου προορέοντες. | |
15 | Προέδωκεν ὁ δεῖνα τοῖς πολεμίοις τὴν πόλιν ἀντὶ τοῦ λάθρα | 319 |
pi320 | καὶ ἐπιβούλως παρέδωκεν· ὅθεν καὶ προδοσία καὶ προδότης. καὶ προέδωκεν ὁ ποταμός ἀντὶ τοῦ ἐνέδω‐ κε καὶ ἐπέλιπεν. ὁ αὐτὸς ἐν τῇ ἑβδόμῃ· οὐδέν μοι θῶμα παρίσταται προδοῦναι τὰ ῥέεθρα | |
5 | τῶν ποταμῶν ἔστιν ὧν, ἤγουν ἐνδοῦναι καταπο‐ θέντα τῷ στρατοπέδῳ. λέγοιτο δ’ ἂν καὶ προδοσία ἡ τοιαύτη ὕφεσις καὶ ἔκλειψις, οὐ μὴν καὶ προδότης. Παρακελεύομαι καὶ διακελεύομαι καὶ ἐγκελεύομαι, κελεύω δὲ καὶ ἐπικελεύω. Πλάτων ἐν Φαίδωνι· ὅπερ ἔπρατ‐ | |
10 | τον, τοῦτο ὑπελάμβανον αὐτό μοι παρα‐ | |
κελεύεσθαί τε καὶ ἐπικελεύειν. | 320 | |
rho321(t) | Ρ. | |
1 | Ῥαΐσας τῆς νόσου λέγε, μὴ κουφισθείς. Ῥᾴων τριγενές. ἔστι γὰρ ὁ ῥᾴων, ὡς Δημοσθένης ἐν Ὀλυνθιακῷ πρώτῳ· ῥᾴονι καὶ πολὺ ταπεινο‐ τέρῳ νῦν ἂν ἐχρώμεθα τῷ Φιλίππῳ. καὶ ἡ | |
5 | ῥᾴων, ὡς Θουκυδίδης· ῥᾴονος ἂν μετέσχομεν τῆς διόδου· καὶ τὸ ῥᾷον, ὅπερ [ἔσθ’ ὅτε] καὶ ἀντ’ ἐπιρρήματος λαμβάνεται. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ θάτ‐ των· ὁ θάττων γὰρ καὶ ἡ θάττων καὶ τὸ θᾶττον. Ῥιγέω ῥιγῶ τὸ φοβοῦμαι, ὅπερ ἐστὶ ποιητικόν. Ὅμηρος | |
10 | ἐν μʹ Ἰλιάδος· Τρῶες δ’ ἐρρίγησαν, ἐπεὶ ἴδον αἰόλον ὄφιν. ῥιγόω δὲ ῥιγῶ ἐπὶ κρύους. Ἀριστοφάνης ἐν Πλού‐ τῳ· | |
15 | ἀλλ’ ἐνερρίγως’ ἔτη τριακαίδεκα. | 321 |
rho322 | καὶ Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ· ἤδη δέ τις ἐν καθαρῷ τῆς μεσημβρίας ἐρρίγωσε τῆς κα‐ ταβολῆς ἐπελθούσης. Ῥύπτεσθαι καὶ ῥύμμα Ἀττικοί· σμήχεσθαι καὶ σμῆγμα | |
5 | Ἕλληνες. Ὡσαύτως οἱ μὲν ῥήγνυμι, Ἕλληνες δὲ ῥηγνύω καὶ ῥήσσω. Ῥέγχω οὐδεὶς τῶν Ἀττικῶν, ἀλλὰ ῥέγκω. Ἀριστοφάνης ἐν νεφέλαις· οἱ δ’ οἰκέται ῥέγκουσιν. | |
10 | Ῥοιά κάλλιον ἢ ῥόα. σημαίνουσι δὲ ἀμφότερα καὶ τὸν καρ‐ πὸν καὶ τὸ δένδρον. Ῥοίδιον, οὐ ῥοΐδιον. Ἡ ῥάξ ἐρεῖς· ὁ ῥώξ δὲ παράλογον, εἰ καί τινες. ἔστι δὲ ῥάξ ἐπὶ σταφυλῆς· ῥώξ δὲ ῥωγός ἐπὶ θηλυκοῦ καὶ | |
15 | αὐτὸ ζωύφιον τὸ λεγόμενον φαλάγγιον. Ῥάφανον ἐπὶ τῆς ῥαφανίδος μὴ εἴπῃς· ῥάφανον γὰρ παρ’ Ἀττικοῖς ἡ κράμβη· ἀλλὰ ῥαφανίς καὶ ῥαφάνη λέγε. | |
ἀπὸ γὰρ τῆς ῥαφανίδος καὶ τὸ ἐραφανιδώθη. Συνέ‐ | 322 | |
rho323 | σιος ἐν τῷ ὑπὲρ φαλάκρας· οἱ δὲ κηπωροὶ τὰς Ἀττικὰς ῥαφανίδας φυτεύουσιν. οἱ δὲ Ἴωνες ῥέπανον τὴν ῥαφανίδα λέγουσιν. Ῥεῖθρον ἐπὶ τοῦ ῥεύματος οὐδεὶς τῶν ἀρχαίων εἶπεν, ἀλλ’ | |
5 | ἐπὶ τοῦ τόπου καθ’ οὗ ὁ ποταμὸς φέρεται· ῥεῦμα δὲ καὶ ῥόθιον αὐτὸ τὸ ὕδωρ. ῥόθιον μέντοι οὐ μόνον ἐπὶ ποταμοῦ, ἀλλὰ καὶ τὸ μετὰ κτύπου κῦμα. Ἀρι‐ στείδης ἐν τῷ Παναθηναϊκῷ· ὡς δὲ ἑώρα τὴν θάλατταν αἵματι καὶ ῥοθίῳ ζέουσαν. | |
10 | Ῥίς Ἀττικοὶ, ῥίν Ἕλληνες. ἔστι δὲ ῥίς ἡ ἀπὸ τοῦ μεσο‐ φρύου μέχρι τοῦ χείλους καταγωγή· μυκτῆρες δὲ αἱ τῶν ῥινῶν κατατρήσεις, δι’ ὧν τὸ ὑγρὸν ἔξεισιν ἀπο‐ ματτόμενον. Ῥύγχος ἐπὶ χοίρων, ῥάμφος ἐπὶ ὀρνέων. | |
15 | Ῥοδωνιά ὁ τῶν ῥόδων τόπος, ῥόδον δὲ τὸ ἄνθος· ῥοδή | |
αὐτὸ τὸ δένδρον. | 323 | |
rho324 | Ῥάμνος πᾶσα μὲν ἄκανθα, κυρίως δὲ ἡ τῶν ῥόδων. Ῥοῦς ῥοῦ λέγε, ὡς πλοῦς πλοῦ, καὶ μὴ ῥόος. λέγεται δὲ ῥοῦς ἐπὶ θαλάττης καὶ ἐπὶ ποταμοῦ· ῥύαξ μέντοι ἐπὶ μόνου ποταμοῦ· ῥοή δὲ ἐπὶ δακρύων καὶ αἵματος. | |
5 | Ἀριστείδης δὲ βουλόμενος ἐνδείξασθαι πολὺ τὸ χυθὲν αἷμα τῶν Περσῶν, ὅτε τοῖς Ἕλλησι συνέβαλον, φησὶν ἐν τῷ Παναθηναϊκῷ· ὥστε οἱ τοῦ αἵματος ῥύ‐ ακες ἤρκουν ἐν νοτίῳ ταῖς ναυσὶν εἶναι. Ῥᾳδιουργός καὶ ὁ πλαστογράφος καὶ ὁ κακοῦργος ἁπλῶς. καὶ | |
10 | ῥᾳδιουργία ἡ πλαστογραφία τε καὶ ἡ θρασύτης καὶ ἡ δο‐ λιότης. Λουκιανὸς ἐν δραπέταις· ἐμπέπλησται ἡ πόλις τῆς τοιαύτης ῥᾳδιουργίας. Ξενοφῶν δὲ καί τινες ἄλλοι ἐχρήσαντο τῇ λέξει καὶ ἐπὶ εὐκο‐ λίας. | |
15 | Ῥήτωρ τοπαλαιὸν ἐκαλεῖτο ὁ δήμῳ συμβουλεύων καὶ ὁ ἐν δή‐ | 324 |
rho325 | μῳ ἀγορεύων· ὕστερον δὲ καὶ ὁ παρ’ ἑνός τινος καλού‐ μενος ἐν δικαστηρίῳ λόγοις καὶ συνηγορίαις βοηθήσων, ἤγουν ὁ δυνάμενος ὑπεραπολογήσασθαί τινος ἐν ὑποθέ‐ σει, ὃς καὶ συνήγορος καὶ δικολόγος καλεῖται. ῥήτωρ | |
5 | καὶ ὁ κατὰ ῥήτορας γράφων, καὶ ῥητορικός, ὡς παρὰ Λιβανίῳ ἐν ἐπιστολῇ· οὐ τῶν ῥητορικῶν οὐδὲ τῶν εὐπόρων. ἔστι δὲ ὅτε τὸ ῥήτωρ καὶ ἐπὶ δι‐ αβολῆς λαμβάνεται. Ἀριστοφάνης ἐν Πλούτῳ· ἕτεροι δ’ ἐπλούτουν, ἱερόσυλοι, ῥή‐ | |
10 | τορες, καὶ συκοφάνται καὶ πονηροί. Ῥικνόν τὸ παλαιὸν καὶ σαθρόν, καὶ ῥικνοῦσθαι τὸ διέλ‐ κεσθαι καὶ παντοδαπῶς διαστρέφεσθαι κατ’ εἶδος. λέ‐ γεται δὲ ῥικνοῦσθαι καὶ τὸ καμπύλον γίνεσθαι ἀσχη‐ | |
15 | μόνως, καὶ κατὰ συνουσίαν καὶ κατὰ ὄρχησιν κάμπτον‐ τα τὴν ὀσφύν. Ῥοθοπυγίζειν τὸ σιμῷ ποδὶ παίειν τὰ γλουτὰ καὶ ῥόθον ἤτοι ἦχον ποιεῖν ἐν τῇ πυγῇ· καὶ ῥοθοπυγισμός τὸ αὐτό. | |
20 | Ῥᾳστώνη ἡ νωθρία, ὅθεν καὶ τὸ ἐρρᾳστωνευμένος ἀπὸ τοῦ | |
ῥᾳστωνεύω ἀχρήστου θέματος, καὶ ἐρρᾳστωνευμένως | 325 | |
rho326 | ἐπίρρημα ἀντὶ τοῦ ῥᾳθύμως. ῥᾳστώνη καὶ ἡ ἡδονή. Συνέσιος ἐν ἐπιστολῇ τῇ Ἀπέκτονε, φησί τις, Ἰωάν‐ νης Αἰμίλιον· ἀφελκόντων με τῆς ἐν φιλοσο‐ φίᾳ ῥᾳστώνης. ῥᾳστώνη καὶ ἡ ἄνεσις, ὡς τὸ ῥᾳ‐ | |
5 | στώνην ἔσχον τῶν δυσχερῶν. ῥᾳστώνη καὶ ἡ εὐκολία. Ἀριστείδης ἐν τῷ πανηγυρικῷ· ὁπόσον τὸ τῆς ῥᾳστώνης αὐτῷ περίεστι καὶ ἐν τοῖς καθά‐ παξ ἀπόροις εἶναι δοκοῦσι. Καὶ ῥῆμα καὶ ῥημάτιον. | |
10 | Ῥυπαίνω καὶ τὸ μολύνω καὶ τὸ ὑβρίζω, ὡς Φερεκράτης, διὰ τὸ τὴν ὕβριν ὡσπερεὶ μολυσμὸν εἶναι πρὸς ὅντινα λέγεται. Ῥᾴθυμος ἄνθρωπος ὁ ἀμελὴς καὶ νωθρός, ῥᾴθυμος δὲ παιδιά ἡ φαύλη καὶ ἠμελημένη. Φιλόστρατος· οὐ | |
15 | ῥᾴθυμον παιδιὰν, ἀλλ’ ἀγχίνουν τε καὶ εἴ‐ | |
σω σπουδῆς. | 326 | |
rho327 | Ῥιπτοῦμαι Ἀττικοὶ παθητικῶς, ῥίπτω δὲ ἁπλῶς Ἕλληνες. ἰστέον δὲ ὅτι ῥίπτω μὲν τὸ ἁπλῶς ῥίπτω, ῥιπτῶ δὲ περισπωμένως καὶ ῥιπτοῦμαι τὸ μετὰ σφοδρότη‐ τος. Θουκυδίδης· τοσόνδε κίνδυνον ἀνερρι‐ | |
5 | πτοῦντο. Ῥᾳθυμῶ ἐγὼ καὶ καταρρᾳθυμῶ, καὶ ῥᾳθυμῶ δὲ ἕτερον καὶ καταρρᾳθυμῶ ἤτοι ῥᾳθυμεῖν ποιῶ καὶ ἀνίημι. Φιλόστρατος ἐν εἰκόσιν· ἔοικε τοῦτο διαφεύγειν τὴν χεῖρα καταρρᾳθυμοῦντος αὐτὴν τοῦ | |
10 | ὕπνου. | |
sigma327(post10t) | Σ. | |
11 | Συνδεῖ κάλλιον ἢ δεσμεῖ. Ἀριστοφάνης ἐν βατράχοις· συνδεῖτε ταχέως τουτονὶ τὸν κυνο‐ κλόπον. Σχολὴν ἄγω καὶ εὖ σχολῆς ἔχω, οὐ σχολάζω. τὸ δὲ εὐ‐ | |
15 | καιρεῖν πάντη ἀδόκιμον. | 327 |
sigma328 | Καὶ συμφέρον λέγε καὶ σύμφορον, ὡς Αἰσχίνης· εἰ τοῦ‐ το εἶναι δοκοίη σύμφορον. Σῶς, οὐχὶ σῶος, καὶ σῶν, οὐχὶ σῶον, καὶ σῶς, οὐχὶ σώους· σῶοι δὲ μόνον. ἐπὶ δὲ τοῦ θηλυκοῦ ἡ αἰτι‐ | |
5 | ατικὴ τῶν πληθυντικῶν μόνη συναιρεῖται· σῶς γὰρ λέγομεν, οὐχὶ σώας. ὡσαύτως καὶ ἐπὶ τοῦ οὐδετέρου μόναι ἥ τε εὐθεῖα τῶν ἑνικῶν καὶ ἡ αἰτιατικὴ συναι‐ ροῦνται· σῶν γὰρ λέγομεν, οὐχὶ σῶον, σῶα δέ. Συλλαμβάνω δόκιμον, οὐ συνεπιλαμβάνω· συνεπιλαμβάνο‐ | |
10 | μαι δὲ καὶ συλλαμβάνομαι. συντάσσονται δὲ ἀπὸ δο‐ τικῆς εἰς γενικήν. Συβώτης Ἀττικοὶ καὶ συβωτεῖν, οὐ συφορβός οὐδὲ συφορ‐ βεῖν. Σέες Ἀττικοὶ καὶ σέας ἀπὸ τῆς σεύς ἀχρήστου εὐθείας, | |
15 | ὥσπερ καὶ υἱέας ἀπὸ τῆς υἱεύς. Λουκιανὸς ἐν τῷ πρὸς ἀπαίδευτον καὶ πολλὰ βιβλία ὠνούμενον· καὶ συμ‐ | |
βούλους τοὺς σέας ἐπὶ τὴν ἐξέτασιν παρα‐ | 328 | |
sigma329 | λαμβάνεις. σῆτες δὲ καὶ σῆτας Ἑλληνικὸν ἀπὸ τοῦ σής σητός. Σφέ καὶ αὐτόν παρὰ ποιηταῖς· σφεῖς καὶ αὐτοί παρὰ μό‐ νῳ τῷ Θουκυδίδῃ [καὶ παρὰ Πλάτωνι·] σφῶν δὲ καὶ | |
5 | σφίσι καὶ σφᾶς παρὰ πᾶσι τοῖς ῥήτορσιν. οὐ μόνον δὲ σφεῖς καὶ σφῶν καὶ σφίσι καὶ σφᾶς γράφεται, ἀλλὰ καὶ σφεῖς αὐτοί καὶ σφῶν αὐτῶν καὶ σφίσιν αὐτοῖς καὶ σφᾶς αὐτούς. δηλοῦσι δὲ ἁπλᾶ μὲν κείμενα τὸ αὐτοί, αὐτῶν, αὐτοῖς, αὐτούς, μετὰ δὲ τῆς προσθήκης πλὴν | |
10 | τῆς εὐθείας ἑαυτῶν, ἑαυτοῖς, ἑαυτούς· οὐδὲ γὰρ οἷόν τε ἑαυτός ἐπὶ τῆς εὐθείας ἢ ἑαυτοί λέγειν. καὶ διὰ τοῦτο οὐδὲ σφεῖς αὐτοί ἀντὶ τοῦ ἑαυτοί, ἀλλ’ ἀντὶ τοῦ αὐτοί μόνον ἐκ παραλλήλου λέγομεν. οἱ δὲ σφῶν ἑαυτῶν καὶ σφίσιν ἑαυτοῖς καὶ σφᾶς ἑαυτούς γράφον‐ | |
15 | τες ἁμαρτάνουσιν· οὐδεὶς γὰρ τῶν ἀντιποιουμένων ἀ‐ κριβείας μετὰ τοῦ ε εἶπε. τίθενται δὲ ταῦτα ἐπὶ τρί‐ του προσώπου· οἱ δὲ ἐπὶ δευτέρου τίθεντες σολοικί‐ ζουσιν. ὥσπερ δὲ ἀπὸ τοῦ ἡμεῖς ἡμέτερος ἡμετέρα ἡμέτερον, καὶ χρώμεθα τούτῳ ἐπὶ πληθυντικοῦ μό‐ | |
20 | νον· τὸ γὰρ ἡμέτερος κόσμος καὶ ἡμετέρα ἐπιστήμη | |
καὶ ἡμέτερον ἐγκαλλώπισμα ἀντὶ τοῦ ἡμῶν κόσμος καὶ | 329 | |
sigma330 | ἐπιστήμη καὶ ἐγκαλλώπισμά εἰσιν· οὕτω καὶ ἀπὸ τοῦ σφεῖς σφέτερος σφετέρα σφέτερον γίνεται. δεῖ δὲ χρῆ‐ σθαι τούτοις ἐπὶ πληθυντικοῦ. εἰ δὲ καὶ ἐπὶ ἑνικοῦ ἅπαξ εὕρηται, οἷον ὁ δεῖνα τὴν σφετέραν κακίαν ἐν‐ | |
5 | δείκνυται, ἀλλ’ οὐ δεῖ τῷ ἅπαξ εἰρημένῳ χρῆσθαι. τὸ δὲ λέγειν, ὡς ἀπὸ τοῦ σφέ σφέτερος γίνεται καὶ διὰ τοῦτο οὐδὲν κωλύει καὶ ἐπὶ ἑνικοῦ τὸ σφέτερος λέγε‐ σθαι, οὔ μοι δοκεῖ καλῶς λέγεσθαι. ὥσπερ δὲ αἱ πρωτότυποι τούτων ἀντωνυμίαι καὶ ἁπλῶς τίθενται καὶ | |
10 | μετὰ προσθήκης· λέγομεν γὰρ καὶ ἡμεῖς καὶ σφεῖς καὶ ἡμεῖς αὐτοί καὶ σφεῖς αὐτοί· οὕτω καὶ αἱ παρά‐ γωγοι αὗται ἔχουσιν. οὐ γὰρ μόνον ἡμέτερος καὶ σφέ‐ τερος, ἀλλὰ καὶ ἡμέτερος αὐτῶν καὶ σφέτερος αὐτῶν ἐκ παραλλήλου. | |
15 | Σταθεῦσαι Ἀττικοὶ, στατεῦσαι Ἕλληνες· δηλοῖ δὲ τὸ ἱστά‐ μενον φλέγεσθαι. ἔστι δὲ ποιητικὸν, ἐξ οὗ καὶ ὄνομα σταθευτός, ἀπὸ τοῦ στατός καὶ τοῦ εὕω τὸ καίω [τρε‐ πομένου τοῦ τ εἰς θ.]. Αἰσχύλος ἐν Προμηθεῖ· σταθευτὸς δ’ ἡλίου φοίβῃ φλογί. | |
20 | Σικελός ὁ ἐξ αὐτῆς τῆς Σικελίας ὤν· Σικελιώτης δὲ ὁ Σι‐ | 330 |
sigma331 | κελὸς μὲν μὴ ὢν, τὴν δὲ χώραν ταύτην οἰκῶν. Θου‐ κυδίδης ἐν τῇ ἑβδόμῃ· πορευομένων δ’ ἤδη τῶν Σικελιωτῶν Σικελοὶ, καθάπερ ἐδέοντο οἱ Ἀθηναῖοι, ἐνέδραν ποιησάμενοι. | |
5 | Σιτοῦμαι τὸ τρώγω· ἐπισιτίζομαι δὲ τὸ ἐφόδια ἁπλῶς λαμ‐ βάνω ἤγουν μετὰ τὸ φαγεῖν λαμβάνω καὶ οὕτως ἀπέρ‐ χομαι. Σιγηλός καὶ σιωπηλός οὐ ῥητορικά· σὺ οὖν σιγῶν λέγε. Σμινύη καὶ δίκελλα, οὐ σκαφεῖον. Ἀριστοφάνης ἐν νεφέ‐ | |
10 | λαις· ἢν ἡ σμινύη μὴ προδῷ τὰς ἐλπίδας. [καὶ] Λιβάνιος ἐν μελέτῃ τῇ Δύσκολος ὤλισθε· πε‐ πληγυῖαν ἐν ταῖς πέτραις τὴν δίκελλαν ἰα‐ σόμενος. | |
15 | Τὸ σίαλον Ἀττικοὶ, ὁ σίελος Ἕλληνες. Λουκιανὸς ἐν τῷ κατάπλους ἢ τύραννος· σιάλῳ χρίσας τοὺς ὀ‐ | |
φθαλμούς. | 331 | |
sigma332 | Σπάδων οὐκ ἐρεῖς, ἀλλὰ εὐνοῦχος. Σύνθημα, οὐ σύνθεμα. Σύμβολον καὶ σύμβολα τὰ σημεῖα. καὶ σύμβολα πληθυντι‐ κῶς μόνον αἱ περὶ τὰ συμβόλαια τῶν ἐμπόρων δίκαι. | |
5 | Δημοσθένης· συμβόλων οὐδὲν δέονται Μα‐ κεδόνες πρὸς Ἀθηναίους. καὶ πάλιν· ὁμο‐ λογούμενον ἐν τοῖς συμβόλοις καταστῆ‐ σαι. Στρωματεύς μὴ εἴπῃς ἐπὶ στρωμάτων, ἀλλὰ στρωματόδε‐ | |
10 | σμος καὶ στρωματόδεσμον οὐδετέρως. Αἰσχίνης· ἄν‐ θρωποι δύο στρωματόδεσμα φέροντες. Σαπρὸς οἶνός ἐστιν ὁ πρὸς τῷ τέλει ὑλώδης· σαπρὰ δὲ τρύξ ἡ σεσημμένη. Ἀριστείδης ἐν τῷ κατὰ ἐξορχου‐ μένων· οὐδ’ ἀντ’ οἴνου τρύγα καὶ ταύτην σα‐ | |
15 | πράν. Σαλπίζω σαλπίγξω, οὐ σαλπίσω· καὶ σαλπιγκτής, οὐ σαλ‐ πιστής. Θουκυδίδης ἐν τῇ ἕκτῃ· καὶ σαλπιγκταὶ | |
ξύνοδον ἐπώτρυνον τοῖς ὁπλίταις. | 332 | |
sigma333 | [Σκυτοτόμος κρεῖττον ἢ σκυτεύς.] Σκίμπους ῥητορικὸν, κράββατος κοινόν. Λιβάνιος ἐν τῇ τοῦ φθονεροῦ μελέτῃ· πεσὼν εἰς τὸν σκίμποδα τὸν οὐκ ἀμειφθέντα παρὰ τῆς τύχης. λέγε‐ | |
5 | ται δὲ σκίμπους καὶ τὸ σκαμνίον. Ἀριστοφάνη ἐν νε‐ φέλαις· κάθιζε τοίνυν ἐπὶ τὸν ἱερὸν σκίμ‐ ποδα. Ὁ σκότος καὶ τὸ σκότος· τὸ δὲ σκοτία οὐκ ἐν χρήσει. Εὐ‐ | |
10 | ριπίδης ἐν Φοινίσσαις· σκότος δεδορκώς. Σμῶμαι καὶ σμῆσαι καὶ σμῆμα Ἀττικῶν· σμήχομαι δὲ καὶ σμῆξαι καὶ σμῆγμα ἀνάττικα. Σαίρειν, οὐ σαροῦν. Εὐριπίδης ἐν Ἑκάβῃ· | |
15 | σαίρειν τε δῶμα κερκίσι τ’ ἐφεστάναι. | 333 |
sigma334 | Σπιλάς Ἀττικοὶ, ὕφαλος πέτρα Ἕλληνες· εἰ δὲ ὕφαλος μό‐ νον εἴποις ἄνευ τοῦ πέτρα, κάλλιστον. Σκευωρία καὶ σκευώρημα, οὐ σκευή. λέγεται δὲ σκευή καὶ ἡ διακόσμησις, οἷον ὅπλων σκευή, ὅπερ ἐστὶ κάλλι‐ | |
5 | στον. Στύραξ θηλυκῶς μὲν θυμίαμά τι. Λιβάνιος ἐν τῷ περὶ τῆς ἑαυτοῦ τύχης· στύρακος ἅμα ὀσμῇ θερα‐ πεύσας τὸν θεόν. ἀρσενικῶς δὲ ὁ συνέχων τὴν αἰχμὴν μετὰ τοῦ ξύλου κρίκος. καὶ στυράκιον οὐδετέ‐ | |
10 | ρως. Συνέσιος ἐν ἐπιστολῇ· μετὰ τῶν στυρα‐ κίων μέντοι τὰ βέλη. Σιτίζειν Ἀττικοὶ, οὐ σιτεύειν οὐδὲ ψωμίζειν· σιτευτός μέν‐ τοι, οὐ σιτιστός, οἷον σιτευτὸς ὄρνις. Σκαιός, οὐκ ἐπαρίστερος. σκαιὰ χεὶρ καὶ λαιά· τὸ δὲ | |
15 | ἀριστερά κοινότερον. ἀριστεροστάτης μέντοι ὁ ἐν ἀρι‐ | |
στερῷ ἱστάμενος κάλλιστον. Ἀριστείδης ἐν Μιλτιάδῃ· | 334 | |
sigma335 | πλὴν ὅσον οὐκ ἀριστεροστάτης ἀνὴρ, ἀλλὰ τοῦ δεξιοῦ τοῖς Ἕλλησι κέρως. ἔστι δὲ καὶ σκαιὰ γνώμη ἡ κακὴ καὶ ἀπαίδευτος. Σῶκκον τὸν Ἑρμῆν διὰ δύο κκ Δωριεῖς· Ἀττικοὶ δὲ δι’ | |
5 | ἑνός. Σιτομετρεῖσθαι μὴ λέγε, ἀλλὰ διαλελυμένως σῖτον μετρεῖ‐ σθαι. Στῆθος καὶ στηθίδιον λέγε ὑποκοριστικῶς, μὴ στηθύνιον. Συλῶ τὸ κλέπτω, ἀφ’ οὗ [καὶ] ἱερόσυλος· καὶ συλῶ τὸ | |
10 | βλάπτω ποιητικῶς, ὡς παρ’ Ὁμήρῳ ἐν πʹ Ἰλιάδος· κεῖται ἀνὴρ, ὃς πρῶτος ἐσύλα τεῖχος Ἀχαιῶν. Συγκαταβαίνειν οὐκ ἐρεῖς, ἀλλὰ συγκαθιέναι καὶ συγκαθῆ‐ | |
κεν εἰς τὸ παίζειν. | 335 | |
sigma336 | Συλλαμβάνει ὁ δεῖνα τῷ δεῖνι ἤγουν βοηθεῖ, ὃ καὶ συνεπι‐ λαμβάνει λέγεται. Θουκυδίδης ἐν τῇ δευτέρᾳ· καὶ λόγῳ καὶ ἔργῳ ξυνεπιλαμβάνειν αὐτοῖς. καὶ συλλαμβάνει ἡ γυνὴ παιδίον ἤγουν ἑαυτῇ ἕτερον λαμβά‐ | |
5 | νει. καθὸ λέγεται καὶ συλλαβή, ὅταν γράμμα ἕτερον γράμμα συλλάβῃ· καὶ γὰρ αἱ μονογράμματοι κατα‐ χρηστικῶς λέγονται συλλαβαί. συλλαμβάνειν λέγεται καὶ ὅταν τινά τις κρατήσῃ. Σύμμετρον τὸ μήτε ὑπερέχον μήτε ἐλαττούμενον, καὶ τὸ | |
10 | ἐξαρκοῦν καὶ ἁρμόζον. Ἀριστείδης ἐν τῷ Παναθηναϊ‐ κῷ· πᾶσι δὲ συλλόγοις καὶ βουλευτηρίοις σύμμετρος. Σκνιφός ἐπὶ τοῦ γλίσχρου καὶ μικροπρεποῦς περὶ τὰ ἀνα‐ λώματα· οἱ δὲ ἀρχαῖοι σκνιπός λέγουσιν ἀπὸ τοῦ | |
15 | ζωυφίου τοῦ σκνιπὸς τοῦ τὰ ξύλα καταβραχὺ ἐσθίον‐ | |
τος. | 336 | |
sigma337 | [Συ]σχολαστάς οὐκ ἐρεῖς, ἀλλὰ συμφοιτητάς. Στέμφυλα οἱ πολλοὶ τὰ τῶν βοτρύων μετὰ τὸ ἐκπιεσθῆναι, οἱ δ’ Ἀττικοὶ στέμφυλα τὰ τῶν ἐλαῶν. Ἀριστοφάνης ἐν νεφέλαις· | |
5 | βρύων μελίτταις καὶ στεμφύλοις καὶ προβάτοις. Σημεῖον λέγοντες σημειοῦσθαι οὐ λέγομεν, ἀλλ’ ἀποσημαί‐ νεσθαι, ὡς Ἀριστοφάνης ἐν πελαργοῖς· ἀπεσημηνάμην | |
10 | τὰς τῶν κακούργων οἰκίας. Μὴ μόνον σοφώτατος τῶν ἡλικιωτῶν λέγε, ἀλλὰ καὶ σο‐ φώτατος τῆς ἡλικίας ἀντὶ τοῦ πάντων τῶν εἰς τὴν αὐ‐ τὴν ἡλικίαν τελούντων. Σταθῆναι καὶ στῆναι διαφέρει. σταθῆναι μὲν τὸ ὑφ’ ἑτέ‐ | |
15 | ρου, οἷον ἐστάθη ὁ ἀνδριάς· ἔστη δέ τις κατ’ ἰδίαν ὁρμὴν καὶ προαίρεσιν. Καὶ σκηνή καὶ σκήνωμα παρὰ τῇ θείᾳ γραφῇ· οἱ ῥήτορες δὲ σκηνὴν μόνον γράφουσιν. καὶ σκηνόω σκηνῶ μόνον | |
παρ’ ἐκείνῃ· παρὰ δὲ τούτοις σκηνέω σκηνῶ ὡς ἐπι‐ | 337 | |
sigma338 | τοπολὺ, ἅπαξ δὲ καὶ σκηνόω σκηνῶ. Ἀριστείδης ἐν Θεμιστοκλεῖ· παρ’ αὐτὸν τὸν θάνατον ἐσκη‐ νῆσθαι. καὶ πάλιν· ὁμοῦ τοῖς ναύταις ἐ‐ σκηνωμένος. | |
5 | Σκῶμμα, γελοῖον, εὐτράπελον καὶ γεφυριασμός διαφέρει. σκῶμμα μὲν γάρ ἐστι τὸ ἐπὶ διασυρμῷ τοῦ πέλας λε‐ γόμενον· γελοῖον δὲ τὸ ἐπὶ διαχύσει τῶν ἀκροατῶν χωρίς τινος ὕβρεως· εὐτράπελον δὲ τὸ μετὰ σεμνότη‐ τος χαριέντως λεγόμενον, εἴρηται δὲ παρὰ τὸ εὖ τρέ‐ | |
10 | πεσθαι τὸν λόγον· γεφυριασμός δὲ ἀπὸ τοῦ ἐπὶ τῶν γεφυρῶν γράφειν ἤτοι ἔμμετρα ἢ καὶ δίχα μέτρων δι‐ ασυρμούς τινων ἔχοντα. Σπουδάζειν τὸ ἐναντίον τοῦ παίζειν· σπεύδειν δὲ τὸ ἀγω‐ νίζεσθαι. | |
15 | Συγγνωμονεῖν μὴ εἴπῃς, συγγινώσκειν δὲ καὶ συγγνώμης | 338 |
sigma339 | ἀξιοῦν. ὡσαύτως καὶ συγγνῶναι καὶ συγγνώμης ἀξι‐ ῶσαι, οὐ συγγνωμονῆσαι. Κατὰ συγγνώμην ἵσταται κάλλιον λέγειν ἢ συγγνώμης ἄξιόν ἐστι. | |
5 | Συνεργός μὲν ὀξυτόνως ὁ περί τι ἔργον συμπονῶν· σύνερ‐ γος δὲ προπαροξυτόνως ὁ τὸ αὐτὸ μετιὼν οἱονεὶ σύν‐ τεχνος. Συλλεχθείς κάλλιον ἢ συλλεγείς. Ἀριστείδης ἐν τῷ Πανα‐ θηναϊκῷ· πρός γε τὸν συλλεχθέντα τοῦ ναυ‐ | |
10 | τικοῦ ἀριθμόν. Συνίσταται καὶ ἀντὶ τοῦ πέπηγεν, ᾧ ἐναντίον τὸ χαυνοῦ‐ ται, οἷον συνέστη παρὰ τοῦ ψύχους κρύσταλος· ὅθεν καὶ ἀσύστατόν φαμεν τὸν χαῦνον καὶ μὴ ἐπὶ τῆς αὐτῆς πεπηγότα γνώμης, ὃν καὶ εὔριπον λέγομεν· καὶ συν‐ | |
15 | ίσταται ἀντὶ τοῦ ἀρχὴν λαμβάνει. Λιβάνιος ἐν ἐπι‐ | |
στολῇ τῇ Εἰ Μὴ καὶ αὐτὸς ᾔδεις· καὶ συνέστη καὶ | 339 | |
sigma340 | ηὐξήθη πρὸς τὸν χρηστὸν ἡμῖν Μακεδόνιον φιλία. ὅθεν καὶ ἀσύστατον ζήτημα τὸ μὴ ἀρχήν τινα καὶ λαβὴν δυνάμενον παρέχειν τοῖς μεταχειρίσασθαι βουλομένοις, ὡς τό· [ὁ] Ἀλέξανδρος εἶδεν ὄναρ, ὀ‐ | |
5 | νείροις μὴ πιστεύειν. καὶ συνίσταται ἀντὶ τοῦ συνέρ‐ χεται. Φιλόστρατος ἐν εἰκόσι· συνίσταται δὲ εἰς κολυμβήθραν παγκάλην. καὶ συνίσταταί τίς τινι ἀντὶ τοῦ γνώριμος γίνεται, οὗ τὸ ἐνεργητικὸν συνί‐ στημι. Συνέσιος ἐν ἐπιστολῇ· συνίστημι τῇ φι‐ | |
10 | λίᾳ καὶ τῇ προστασίᾳ τῇ σῇ τὸν θαυμάσιον Σωσηνᾶν. Συντίθημι τὸ συναρμόζω, καὶ συντίθεταί τι ἀντὶ τοῦ συν‐ αρμόζεται. καὶ συντίθημι τὸ συνάγω, ὡς τὸ πάντα συνθεὶς χρήματα. συντίθεμαι δὲ τὸ ὁμολογῶ. Λιβά‐ | |
15 | νιος ἐν τῷ περὶ τῆς ἑαυτοῦ τύχης· συνθέμενος ἥξειν εἰς τὴν ὑστεραίαν. Συμπεσεῖν τὸ ὁμοῦ γενέσθαι ἐπί τινων ἐρχομένων εἰς πό‐ | |
λεμον ἀλλήλοις καὶ συρρηγνυμένων, ὡς τό· συμπε‐ | 340 | |
sigma341 | σόντες ἐξ ἑωθινοῦ μέχρι δείλης ἐμάχοντο. καὶ συμπεσεῖν τὸ συμβῆναι. Οὐ μόνον συμφέρων ὁ ὠφέλιμος, ἀλλὰ καὶ σύμφορος. Θου‐ κυδίδης· ξύμφορος ἡμῖν ἀπαράσκευος ὤν. | |
5 | ἀπὸ γοῦν τοῦ συμφέρων συμφερόντως, ἀπὸ δὲ τοῦ σύμφορος συμφόρως. ὁ αὐτός· τούσδε ξυμφό‐ ρως δεῖ κολάζεσθαι. Συμφορά οὐ μόνον ἡ συμβᾶσά τινι δυσχέρεια, ἀλλὰ καὶ ἡ συνέλευσις. Σοφοκλῆς ἐν Ἠλέκτρᾳ· | |
10 | κἀπὶ συμφορᾷ γεγηθὸς ἕρπει δάκρυον ὀμμάτων ἄπο. καὶ συμφέρω οὐ μόνον τὸ εἰς συμφέρον τινὶ εὑρίσκο‐ μαι, ἀλλὰ καὶ τὸ συνέρχομαι, ὡς ὁ αὐτὸς ἐν τῷ αὐ‐ τῷ δράματι· | |
15 | τῷ γὰρ χρόνῳ νοῦν ἔσχον συμφέρειν τοῖς κρείτ‐ τοσιν. | |
καὶ συμφέρουσιν ἐπὶ πληθυντικοῦ τὸ ὁμοῦ πράγματά | 341 | |
sigma342 | τινα φέρουσιν. Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ· θεοὶ δὲ συμφέροντες παρεῖχον οἱ μὲν φυτὰ, οἱ δὲ σπέρματα. Σύνοιδά σοι χρηστόν τι, οὐ σύνοιδά σε ἀγαθὸν ὄντα, διὰ | |
5 | τὸ ἐκεῖσε μὲν δηλαδὴ συνάπτεσθαι τὴν σύν πρόθεσιν πρὸς τὸ σοί, ἐνταῦθα δὲ μὴ ἔχειν ὅπου συνταχθήσε‐ ται, αἰτιατικῆς οὔσης. ἐπὶ δὲ πλήθους καὶ ἀμφότερα, οἷον πολλοὶ συνίσασί σοι τὰ βέλτιστα, καὶ, πολλοὶ συνίσασί σε βέλτιστον, ἀντὶ τοῦ ὁμοῦ πάντες ἐπί‐ | |
10 | στανταί σε τοιοῦτον. Ἀριστείδης ἔν τινι τῶν ἱερῶν· ὡμολόγουν ἀεὶ δήποτε μηδένα πω τῶν πάν‐ των συνειδέναι τοσαῦτα τμηθέντα. Σοφίζομαι τὸ σοφιστικῶς λέγω, ἤγουν τὸ δι’ ἐπιχειρημά‐ των ἀποδείκνυμί τι, ὅπερ οὐ κυρίως τοιοῦτόν ἐστι· | |
15 | καὶ σοφιστής ὁ ῥήτωρ. καὶ σοφίζομαι τὸ παραλογί‐ ζομαί τινα, ὃ καὶ κατασοφίζομαι λέγεται· καὶ σοφι‐ στής ὁ ἀπατεών. καὶ τὸ ἐφευρίσκω καὶ μηχανῶμαι. καὶ σοφίζομαι ὑφ’ ἑτέρου ἀντὶ τοῦ διδάσκομαι, ὅπερ ἔχει ἐνεργητικὸν τὸ σοφίζω· καὶ σοφιστής ὁ διδάσκα‐ | |
20 | λος. ἐκάλουν δὲ οἱ παλαιοὶ σοφιστὰς καὶ τοὺς ἐννοί‐ αις μὲν φιλοσόφοις χρωμένους, δι’ εὐγλωττίαν δὲ σο‐ | |
φιστικὴν θαυμασθέντας. | 342 | |
sigma343 | Ἐν σπανίοις ἐτίθει κάλλιον λέγειν ἢ σπάνιον ἡγεῖτο. Σχολαίτερον κρεῖττον ἢ σχολαιότερον. γίνεται δὲ τὸ μὲν σχολαίτερον ἀπὸ τοῦ σχολή, τὸ δὲ σχολαιότερον ἀπὸ τοῦ σχολαῖον, τοῦτο δὲ ἀπὸ τοῦ σχολή. ἔστι δὲ τρι‐ | |
5 | γενές· σχολαῖος γὰρ καὶ σχολαία καὶ σχολαῖον. Θου‐ κυδίδης· σχολαῖοι κομισθέντες. Σταδεία μάχη ἡ κατὰ σύστασιν γινομένη καὶ οὐ κατὰ δί‐ ωξιν. Σύνθημα τὸ ἐπιφώνημα, ὃ λέγουσι τὰ στρατόπεδα ἐν | |
10 | ταῖς μάχαις γνώρισμα τῶν ὁμοφύλων· καὶ σύνθημα τὸ ἁπλῶς γνώρισμα. σύνθημα δὲ καὶ ἡ συμφωνία. Θουκυδίδης· ἐγίγνετο γὰρ ἀπὸ ξυνθήματος. ὃ καὶ συνθήκη γράφεται. λέγεται δὲ συνθήκη καὶ ἐπὶ λόγου, ἔτι δὲ καὶ σύνθεσις. | |
15 | Στασιωτικόν κάλλιον λέγειν τὸν στασιώδη λαὸν ἢ στασιαστι‐ κόν, ὡς ὁ αὐτός· ἀντειπόντος κατὰ τὸ στα‐ | |
σιωτικόν. | 343 | |
sigma344 | Συγγραφεύς οὐ μόνον ὁ συγγραψάμενος πόλεμόν τινα ἤ τι ἄλλο ἐφ’ ἑαυτοῦ γενόμενον, οἷος ἦν Θουκυδίδης, ἀλλὰ καὶ τοὺς γράφοντας ἢ ψηφίσματα ἢ ἄλλο τι τοιοῦτον συγγραφέας ἐκάλουν. Θουκυδίδης· καὶ εἰσήνεγκαν | |
5 | οἱ συγγραφεῖς ἄλλο μὲν οὐδέν. Σταυρός τὸ ὀρθὸν ξύλον· καὶ σκόλοψ τὸ αὐτό. ἀπὸ δὲ τοῦ σκόλοψ τὸ ἀνεσκολοπίσθη ταὐτὸν ὂν τῷ ἐσταυρώθη. Στεφανίτης ἀγών, ἐν ᾧ ἐδίδοντο οἱ στέφανοι, οἷον πάλη, δρόμος καὶ τὰ τοιαῦτα. Ἀριστείδης ἐν τῷ Παναθη‐ | |
10 | ναϊκῷ· καὶ πρῶτον μὲν τοὺς ἐν τοῖς στεφα‐ νίταις δρόμους ἀπέκρυψαν. στεφανίτης δὲ ἄν‐ θρωπος οὐκέτι, ἀλλὰ στεφανηφορῶν. Σήσαμα καὶ ὁ καρπὸς καὶ ὁ τόπος, ἐν ᾧ ἐπωλεῖτο. | |
Σάκος Ἀττικοὶ δι’ ἑνὸς κ, Ἕλληνες δὲ διὰ δύο. | 344 | |
sigma345 | Ἐπὶ δικαστηρίου συνεδικάζετο χρὴ λέγειν, οὐ συνεκρίνετο. συνεκρίνετο γὰρ ἀντὶ τοῦ ἡνοῦτο, ὡς ἔχει καὶ ἡ παρὰ τοῖς φιλοσόφοις σύγκρισις, ἧς τὸ ἐναντίον διάλυσις. ἐπεὶ καὶ ὅ φαμεν ἐν τῇ συνηθείᾳ συγκρίνειν ἀντὶ τοῦ | |
5 | πρὸς τὸν δεῖνα τόνδε παρεξετάζειν [καὶ ἀντεξετάζειν], οὐχ εὕρηται παρὰ τοῖς δοκιμωτάτοις τῶν παλαιῶν, ἀλλ’ ἀντὶ τούτου παραβάλλειν καὶ παρεξετάζειν [καὶ ἀντε‐ ξετάζειν] καὶ παρατιθέναι. Σχέδιον τὸ μὴ μετὰ σκέψεως γινόμενον· καὶ σχεδιάζω καὶ | |
10 | αὐτοσχεδιάζω τὸ ἀμελετήτως λέγω ἢ γράφω. λέγεται δὲ σχεδιάζω καὶ τὸ ψεύδομαι, καὶ κατασχεδιάζω τὸ καταψεύδομαι. Σταθμοί καὶ αἱ τῶν θυρῶν παραστάδες καὶ οἱ κοινῶς λεγό‐ μενοι σταῦλοι· ὅθεν σταθμοί καὶ οἱ κατὰ τόπους | |
15 | δημόσιοι ἀγροὶ, ἔνθα καὶ ἵπποι δημόσιοι ἐτρέφοντο. Λιβάνιος ἐν ἐπιστολῇ τῇ Πρότερον μὲν ἐθαύμαζον τὸν κράτιστον Ἑρμογένην· σταθμός ἐστι περὶ τὸν Εὐφράτην Καλλίνικος ὄνομα αὐτῷ. Σαπέρδης τὸ σεσαπρωμένον [καὶ παλαιὸν] τάριχος. | |
20 | Στέγος λέγε· τὸ δὲ τέγος ποιητικόν. | 345 |
sigma346 | Συμβουλεύω ἐνεργητικῶς ἀντὶ τοῦ εἰς συμβουλὴν τῷδε καθίσταμαι· συμβουλεύομαι δὲ παθητικῶς ἀντὶ τοῦ συμβούλῳ χρῶμαι. Λιβάνιος ἐν μελέτῃ τῇ τοῦ φιλαρ‐ γύρου· συνεβουλευόμην τοῖς ἐπιτηδείοις, ἥν‐ | |
5 | τινα αὐτῷ τέχνην δοτέον. Συνώμοτον οὐ μόνον τὸ ἐκ συνωμοσίας γινόμενον ἢ βού‐ λευμα ἢ ἔργον ἤ τι τοιοῦτον, ὅπερ καὶ τριγενές ἐστιν, ἀλλὰ καὶ αὐτὴ ἡ συνωμοσία. Θουκυδίδης ἐν τῇ δευ‐ τέρᾳ· ἐκλιπόντων δὲ τῶνδε πρότερον τὸ | |
10 | ξυνώμοτον. Οὐ μόνον κρύφα τοῦ δεῖνός φαμεν, ἀλλὰ καὶ σιγῇ τοῦ δεῖ‐ νος. Ἡρόδοτος ἐν τῇ δευτέρᾳ· σιγῇ τοῦ Αἰθί‐ οπος ἐς τὴν δωρεὴν κελεύειν σφέας καὶ σπο‐ δὸν κομίζειν. τίθεται δὲ ἐνταῦθα τὸ σιγῇ ἀντὶ | |
15 | τοῦ ἀγνοίᾳ. Στόλος οὐ μόνον ἡ διὰ θαλάσσης πορεία καὶ τὸ τῶν νεῶν πλῆθος, ἀλλὰ καὶ ἡ διὰ τῆς γῆς πορεία καὶ αὐτὴ ἡ | |
στρατιὰ παρ’ Ἡροδότῳ ἐν τῇ τρίτῃ· ἀπεὶς τὸν ἐπ’ | 346 | |
sigma347 | Αἰθίοπας στόλον ὀπίσω ἐπορεύετο. καὶ αὖ‐ θις ἐν τῇ αὐτῇ· ὁ μὲν ἐπ’ Αἰθίοπας στόλος οὕτως ἔπρηξε. Σύνθετον οὐ μόνον τὸ συγκείμενον ἔκ τινων, ἀλλὰ καὶ ἡ | |
5 | συμφωνία. ὁ αὐτὸς ἐν τῇ αὐτῇ· ὥσπερ ἐκ συν‐ θέτου τευ γενόμενα. [Σκύλακας οὐ μόνον ἐπὶ κυνῶν δεῖ λέγειν, ἀλλὰ καὶ τῶν ἄλλων θηρίων, τὰ οὔπω ἡλικίας ἡμμένα. οὕτω καλεῖ Λουκιανὸς ἐν τῷ διαλόγῳ Δωρίδος καὶ Γαλατείας· | |
10 | ἔφερε δ’ ἐν ταῖς ἀγκάλαις ἀθυρμάτιον ἄρ‐ κτου σκύλακα.] | |
tau347(post11t) | Τ. | |
12 | Τριακοντούτης ἄνθρωπος Ἀττικοὶ, οὐ τριακονταέτης, καὶ ἐπὶ τῶν ἑξῆς ἀριθμῶν ὁμοίως· τριακονταετὴς δὲ χρό‐ νος. Λουκιανὸς δὲ ἀντὶ τοῦ εἰπεῖν ἑβδομηκοντοῦτις | |
15 | γυνή ἑβδομηκοντίς εἶπε λέγων· ἐρᾶν προσποιού‐ | |
μενος γυναικὸς ἑβδομηκοντίδος. | 347 | |
tau348 | Τήμερον Ἀττικοὶ, οὐ σήμερον. τὸ δὲ τήμερον εἶναι καὶ τὸ τήμερον ἔχον κρείττω ἢ τὸ νῦν εἶναι καὶ τὸ νῦν ἔχον. Ἀριστείδης ἔν τινι τῶν ἱερῶν· τὸ τήμερον εἶναι ἀλουσία καὶ ἔμετος μετὰ ῥᾳστώνης. | |
5 | Τεύτλιον καὶ τεῦτλον Ἀττικοὶ, οὐ σεῦτλον. Ἀριστοφάνης ἐν βατράχοις· τευτλίοις μικροῖς. Τερατεία ἡ θαυματοποιία· τερθρεία δὲ ὁ μετὰ φλυαρίας τερατώδης λόγος. | |
10 | Τεῖχος οὐδετέρως τὸ τῆς πόλεως, τοῖχος δὲ ἀρσενικῶς ὁ τῆς οἰκίας. τειχίον μέντοι ἐπὶ τῆς οἰκίας λεγόμενον, οὐχ ὡς ὁ τοῖχος, ἀλλ’ ὡς τὸ τεῖχος γράφεται. Τετρημένον, οὐ τετρυπημένον. ὅθεν καὶ ἡ παροιμία εἰς τετρημένον πίθον ἀντλεῖ ἐπὶ τῶν ἀνηνύτοις ἐπι‐ | |
15 | χειρούντων λεγομένη. Τέρα καὶ τερῶν Ἀττικοὶ, ὡς κρέα κρεῶν· τέρατα δὲ καὶ τεράτων ἁπλῶς Ἕλληνες. Τυφώς τυφῶ τυφῷ τυφών. ὡσαύτως καὶ πάντων τῶν μο‐ | |
νοκλίτων αἱ αἰτιατικαὶ εἰς ν λήγουσι κατὰ τὸν κανόνα | 348 | |
tau349 | τὸν λέγοντα· πᾶσα εὐθεῖα εἰς ς λήγουσα, ὅταν ἔχῃ τὴν αἰτιατικὴν ἰσοσύλλαβον, εἰς ν αὐτὴν ἔχει λήγου‐ σαν. σεσημείωται ἐν μὲν τοῖς ἀρσενικοῖς τὸ Ἄθω, ἐν δὲ τοῖς θηλυκοῖς τὸ Κῶ. | |
5 | Τιμήσεται, οὐ τιμηθήσεται. Τὸ τάριχος δεῖ λέγειν, οὐχ ὁ τάριχος. Τελευταῖον· τελευταιότατον δὲ ἀδόκιμον, ὡς καὶ τὸ κορυ‐ φαιότατον. Τεῦχος ἐπὶ ἀγγείου Ἀττικοὶ, ἐπὶ δὲ βιβλίου Ἕλληνες. | |
10 | Τρῳαί κάλλιον ἢ Τρῳάδες. Ταμίαν Ἀττικοὶ, οἰκονόμον καὶ ἐπίτροπον Ἕλληνες. Ἀεὶ πάντα τὰ ἀπορηματικὰ ὑποτακτικῶς ἐκφέρονται, οἷον, τίσι χρήσωμαι; καὶ τίς γένωμαι; καὶ πῆ τράπω‐ μαι; | |
15 | Τυπτήσει κρεῖττον ἢ τύψει καὶ παίσει. | |
Τιμῶ οὐ μόνον τὸ δοξάζω, ἀλλὰ καὶ τὸ τιμωρίαν ἐπιτίθημί | 349 | |
tau350 | τινι ἀπὸ δοτικῆς εἰς γενικήν. Ἀριστείδης ἐν τῷ Παν‐ αθηναϊκῷ· φυγῆς αὐτῷ τιμῆσαν τὸ Περσικόν. Λιβάνιος ἐν ἐπιστολῇ· τιμᾶν αὐτῷ τῶν ἐσχά‐ των εἴ τις ἐξελέγξειεν. ἐξ οὗ καὶ τίμημα ἡ τι‐ | |
5 | μωρία. ὁ αὐτὸς ἐν ἐπιστολῇ τῇ Πρότερον μὲν ἐθαύ‐ μαζον· ἄλλως θ’ ὅτι τὸ μὲν τίμημα τηρεῖν ἂν ἔχοι, τὸν δ’ ἔξω τῆς αἰτίας ἀφιέναι. τιμῶ‐ μαι δὲ παθητικῶς καὶ ἐπὶ ἐνεργητικῆς σημασίας καὶ ἐπὶ παθητικῆς. Πλάτων ἐν τῇ τοῦ Σωκράτους ἀπο‐ | |
10 | λογίᾳ· τιμᾶται δ’ οὖν μοι ὁ ἀνὴρ θανάτου. καὶ πάλιν ἐν τῇ αὐτῇ· ἦ μὴ πάθω τοῦτο, οὗ Μέλιτός μοι τιμᾶται. καὶ πάλιν ἐν τῇ αὐτῇ· ἐγὼ δὲ δὴ τίνος ὑμῖν ἀντιτιμήσομαι, ὦ ἄν‐ δρες Ἀθηναῖοι. καὶ Δημοσθένης· ἢ ἐγὼ πά‐ | |
15 | σχειν ὁτιοῦν τιμῶμαι, ἂν μὴ τὰ δίκαια φῶ πρὸς ὑμᾶς. καὶ τιμῶμαι τὸν δεῖνα τοῦ δεῖνος, ὡς τὸ τοῦ παντὸς τιμῶμαι τὰ σά, ἤγουν εἰς λόγον τιμή‐ ματος τοῦ παντὸς ἄξια κρίνω. οὕτως ἔχει καὶ τὸ πό‐ σου τιμᾶται ταῦτα τὰ ὤνια; ἤγουν πόσου τιμήματός | |
20 | εἰσιν ἄξια; ὅθεν καὶ τίμημα ἡ τῶν ὠνίων ἀξία. λέ‐ | |
γεται τίμημα καὶ ἡ περιουσία, διὰ τὸ ἔθος εἶναι το‐ | 350 | |
tau351 | σοῦδέ τινος ποσοῦ τιμᾶσθαι τὰς τῶν παλαιῶν οὐσίας. Δημοσθένης· οἱ τὰ μεγάλα τιμήματα ἔχοντες. Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ· οὐ τοὺς ἀπὸ τῶν μεγάλων τιμημάτων, ἀλλὰ τοὺς ἐπιεικεστά‐ | |
5 | τους τὴν φύσιν. τίμημα δὲ καὶ ἡ πρόσοδος. Δη‐ μοσθένης· τὸ τίμημα τῆς πόλεως. Τέμαχος κρέως ἢ ἄρτου ἢ πλακοῦντος οὐκ εἴποις, ἀλλὰ τομός· τὸ γὰρ τέμαχος μόνον ἐπὶ ἰχθύος. Ἀριστοφάνης ἐν Πλούτῳ· | |
10 | πολύ τι χρῆμα τεμαχῶν καὶ κρεῶν ὠ‐ | |
πτημένων. | 351 | |
tau352 | διὰ γὰρ τοῦ εἰπεῖν καὶ κρεῶν ἐδήλωσεν, ὅτι τὸ τε‐ μαχῶν ἐπὶ ἰχθύων λέγει. καὶ πάλιν ὁ αὐτὸς σαφέστε‐ ρον τοῦτο ἐδήλωσεν ἐν νεφέλαις, λέγει γάρ· εἶτ’ ἀντ’ αὐτῶν κατέπινον | |
5 | κεστρᾶν τεμάχη. εἰ καὶ Συνέσιος ἐν τῷ περὶ βασιλείας εἶπε· τεμάχι’ ἄττα ταρίχη κρεῶν ὑείων ἀπολελαυκότα τοῦ χρόνου. Τὸ τυγχάνει ἀντὶ τοῦ ὑπάρχει μετὰ τοῦ ὤν τίθεται ἐκ παραλ‐ | |
10 | λήλου, οἷον φίλος μοι τυγχάνει ὤν, καὶ ἐχθρός μοι τυγ‐ χάνει ὤν. εὑρίσκεται δὲ καὶ χωρὶς τοῦ ὤν, ὡς παρ’ ἄλ‐ λοις τε πολλοῖς καὶ παρὰ Λιβανίῳ ἐν ἐπιστολῇ· ὥσπερ οὖν εἰ κυβερνήτης ἐτύγχανες, ἠξίουν ἄν σε. τοῦτο δὲ γίνεται καὶ ἐπὶ τοῦ κυρῶ παρὰ ποιηταῖς, ὡς | |
15 | προέφημεν. Ἐντέχνως λέγουσί τινες ἀμαθῶς· σὺ δὲ τεχνικῶς φάθι. | |
Τονθρίζω καὶ τονθρισμός Ἀττικοὶ, οὐ σὺν τῷ ο τονθορίζω | 352 | |
tau353 | καὶ τονθορισμός. ἔστι δὲ τονθρίζω τὸ κρύφα καὶ κατ’ ἐμαυτὸν μετὰ γογγυσμοῦ τι λέγω. Τί διαφέρει κάλλιον λέγειν ἢ τίνι διαφέρει· καθὰ καὶ Δημο‐ σθένης ἐν τῷ περὶ στεφάνου· τί δοῦλον ἢ ἐλεύ‐ | |
5 | θερον εἶναι διαφέρει; Τέτευχε τιμῆς ἀδόκιμον λέγειν· τὸ δὲ τετύχηκε δόκιμον. [τὸ γὰρ τέτευχεν ἀντὶ τοῦ κατεσκεύασέν ἐστιν.] Ἁμαρτάνουσιν οἱ λέγοντες ταμία ἐπὶ γενικῆς καὶ μὴ ταμίου· μόνα γὰρ τὰ ὑπὲρ δύο συλλαβὰς ἢ εἰς ας ἢ εἰς ρας τρέπει | |
10 | τὴν γενικὴν εἰς ου, οἷον Μειδίας Μειδίου, Διαγόρας Διαγόρου, καὶ ταμίας ταμίου. Τέχνη κυρίως ἡ ἄνευ λόγου μὴ δυναμένη εἶναι, οἷον γραμμα‐ | |
τική, ῥητορική. ἐπιστήμη ἡ μετὰ ἀποδείξεων, οἷον | 353 | |
tau354 | τὰ τέσσαρα μαθήματα. ἐπιτήδευμα δὲ τὸ λόγου χηρεῦον, οἷον χαλκευτική, τεκτονική. λέγονται δὲ καὶ αὗται κα‐ ταχρηστικῶς τέχναι. Τεχνήσασθαι τὸ μετὰ τέχνης τι κατασκευάσαι· τεχνάσασθαι | |
5 | δὲ τὸ κακουργῆσαι. καὶ τέχνημα τὸ ἀπὸ τέχνης, τέ‐ χνασμα δὲ τὸ κακούργημα. Τάπητες οἱ ἐξ ἑνὸς μέρους μαλὸν ἔχοντες, ἀμφιτάπητες δὲ οἱ ἐξ ἀμφοτέρων. λέγεται δὲ καὶ θηλυκῶς [ἡ] δάπις [τῆς] δάπιδος. Συνέσιος ἐν ἐπιστολῇ· δάπιδα με‐ | |
10 | γάλην τῶν Αἰγυπτίων. εὕρηται δὲ καὶ τάπις τάπιδος καὶ δάπης δάπητος, ἃ πάντα παρεὶς τάπης τά‐ πητος, ὡς Ἀττικοὶ χρῶνται, γράφε. Τιμωρῶ ἐνεργητικῶς ὡς ἐπιτοπολὺ μὲν τὸ βοηθῶ, σπανίως δὲ τὸ κολάζω παρὰ μόνοις ποιηταῖς. Εὐριπίδης ἐν Ὀ‐ | |
15 | ρέστῃ· | 354 |
tau355 | παλαμήδους σε τιμωρεῖ φόνος. τιμωροῦμαι δὲ ὡς ἐπιτοπολὺ μὲν τὸ κολάζω, σπανίως δὲ τὸ βοηθῶ· ἔστι δὲ καὶ τοῦτο μόνων ποιητῶν. Σοφο‐ κλῆς ἐν Ἠλέκτρᾳ· | |
5 | ἐμοῦ δὲ πατρὶ πάντα τιμωρουμένης. τιμωρία καὶ ἡ κόλασις καὶ ἡ βοήθεια. Θουκυδίδης ἐν τῇ τρίτῃ· καὶ ἀπὸ τῶν Ἀθηνῶν οὐδεμία ἐλπὶς ἦν τιμωρίας. καὶ ἀτιμώρητος [καὶ] ὁ ἀκόλαστος καὶ ὁ ἀβοήθητος. ὁ αὐτὸς ἐν τῇ αὐτῇ· καὶ περιεώ‐ | |
10 | σμεθα ἐκ πάντων Πλαταιεῖς ἔρημοι καὶ ἀτι‐ μώρητοι. Ἀπὸ τοῦ θανῶ μέλλοντος ἕτερον ῥῆμα παράγωγον θανέω θα‐ νῶ καὶ θνῶ κατὰ συγκοπὴν, ἐξ οὗ θνήσω τέθνηκα τέ‐ θνημαι ἐτέθνην τεθνείς τεθνείην καὶ τροπῇ Δωρικῇ τοῦ | |
15 | ε εἰς α τεθναίην· ἀπὸ δὲ τοῦ ἐτέθνην ἐτέθνης ἐτέθνη τεθνῆναι καὶ Δωρικῶς τεθνάναι. εἰσὶ δὲ, οἳ λέγουσι ταῦτα καὶ οὕτως· ἀπὸ τοῦ θανέω θανῶ καὶ θνῶ θνῆμι | |
ὁ δεύτερος ἀόριστος ἔθνην, ἡ μετοχὴ ὁ θνάς καὶ κατὰ | 355 | |
tau356 | ἀναδίπλωσιν τεθνάς τεθνάντος τεθνάναι, καὶ τεθναίην τὸ εὐκτικόν. Τριήρεος λέγε καὶ μὴ τριήρους, τριήρων καὶ μὴ τριηρῶν· ἠκολούθησε γὰρ τῷ συνήθων καὶ κακοήθων καὶ τοῖς ὁ‐ | |
5 | μοίοις. ταῦτα δὲ πάντα παρωξυτονήθησαν διὰ τὸ τὰ ἀπολελυμένα αὐτῶν προπαροξύτονα εἶναι· τριήρεων γὰρ καὶ συνήθεων καὶ κακοήθεων λέγομεν. Ἀριστείδης ἐν δευτέρῳ τῶν Λευκτρικῶν· ἢ πρὸς τὸν τῶν τρι‐ ήρων ἐμπρησμόν. | |
10 | Τεύξομαι ἀντὶ τοῦ ἐπιτυχὴς ἔσομαι· τευξοίμην τευξόμενος τεύξεσθαι. τὸ δὲ ἐτευξάμην ἀντὶ τοῦ κατεσκεύασα, ὥσ‐ τε οἱ τὸ τεύξασθαι ἀντὶ τοῦ ἐπιτυχεῖν γράφοντες ἁμαρ‐ τάνουσι. Τί τις ἂν εἴποι οἱ δόκιμοι· τὸ δὲ τί ἄν τις εἴποι κοινόν. | |
15 | Τὸ τρέφομαι καὶ ὅταν πρὸς τὸν τρέφοντα λέγηται καὶ ὅταν πρὸς τὴν τροφὴν, δοτικῇ συντάσσεται, οἷον τρέφομαί σοι ἤγουν ὑπὸ σοῦ τρέφομαι, καὶ τρέφομαι ἄρτῳ. σι‐ | |
τοῦμαι δὲ αἰτιατικῇ, ὡς παρ’ Ἀριστοφάνει· | 356 | |
tau357 | πῶς οὖν κυνὸς βορὰν σιτούμενος μάχῃ σὺ κυ‐ νοκεφάλῳ; Τάχα ἀντὶ τοῦ ταχέως ποιηταί· οἱ δὲ ῥήτορες ταχέως καὶ | |
5 | τάχιστα καὶ ἐν τάχει. τὸ δὲ τάχα ἀντὶ τοῦ ἴσως καὶ ἀμ‐ φότεροι· ὅπερ καὶ μόνον τίθεται καὶ μετὰ τοῦ ἴσως, ποτὲ δὲ καὶ μετὰ τοῦ πού τοῦ δηλοῦντος τὸ ἴσως ἐκ πα‐ ραλλήλου, οἷον τάχ’ ἂν γέγονε, καὶ τάχ’ ἴσως, καὶ τάχα που, καὶ ἴσως που. | |
10 | Τολμητής, οὐ τολμητίας· ἀνάττικον γὰρ τοῦτο. Θουκυδί‐ δης· καὶ παρὰ δύναμιν τολμηταὶ καὶ παρὰ γνώμην κινδυνευταί. Οἱ μὲν Ἀττικοὶ τελευτῶν ἐποίησα λέγουσι καὶ τελευτῶσα ἐποί‐ | |
ησα καὶ τελευτῶντες ἐποίησαν· ὡσαύτως καὶ ἐπὶ τῶν | 357 | |
tau358 | ἄλλων εὐθειῶν καὶ πασῶν τῶν αἰτιατικῶν. οἱ δὲ κοινοὶ τελευταῖον λέγουσι. Τέλεος καὶ τελέως ἐπίρρημα καὶ τελεῶ δοκιμώτερα ἢ μετὰ τοῦ ι. | |
5 | Ταὐτόν λέγε, μὴ τὸ ταὐτόν· τὸ γὰρ ταὐτόν τὸ αὐτό ὂν κα‐ τὰ συναλοιφὴν ταὐτό γέγονε. γράφεται δὲ καὶ ταὐτόν καὶ ταὐτό ἐπαγομένου τε συμφώνου καὶ ἐπαγομένου φω‐ νήεντος, οἷον ταὐτόν τι ποιεῖς καὶ ταὐτό τι ποιεῖς καὶ ταὐτὸν ἐποίησε καὶ ταὐτὸ ἐποίησε. ὡσαύτως καὶ τοι‐ | |
10 | οῦτόν τι λέγε καὶ τοιοῦτό τι καὶ τοιοῦτόν ἐστι καὶ τοιοῦ‐ τό ἐστι. τὸ δὲ ταὐτότης καὶ ταὐτίζεται οὐ ῥητορικά. Τετυφωμένος καὶ ὁ ἀλαζὼν καὶ ὁ ἐμβρόντητος καὶ ἔξω φρενῶν ἐκ μεταφορᾶς τοῦ κεραυνωθέντος Τυφῶνος. Δημοσθέ‐ νης· ληρεῖν καὶ τετυφῶσθαι δόξαιμι. | |
15 | Τίκτειν κυρίως ἐπὶ γυναικός· τὸ δὲ γεννᾶν ἐπὶ ἀνδρὸς, ὅθεν καὶ γεννήτωρ καὶ γεννήτης ὁ πατήρ. Ὅμηρος δὲ καὶ ἐπὶ | |
ἀνδρὸς τῷ τίκτειν ἐνίοτε χρῆται, ὡς ἔχει τὸ | 358 | |
tau359 | ὃν ἀθάνατος τέκετο Ζεύς, καὶ τὸ τίκτει μ’ ἀνὴρ πολλοῖσιν ἀνάσσων. Τίθην λέγουσι τὴν τοῦ πατρὸς ἢ τῆς μητρὸς μητέρα, ἀλλ’ | |
5 | οὐ μάμμην· οὐδεὶς γὰρ τῶν ἀρχαίων εἶπε. μᾶλλον μὲν οὖν τὴν μητέρα τινὲς αὐτῶν μάμμην καὶ μάμμιον ἐκάλεσαν· σὺ δὲ μητέρα λέγε. τὴν δέ γε τοῦ πατρὸς ἢ τῆς μητρὸς ἀδελφὴν τιθίδα φασίν. ἐδήλωσε δὲ Λι‐ βάνιος ἀμφότερα ἐν τῇ τοῦ Ἀχιλλέως ἀπολογίᾳ, λέ‐ | |
10 | γων περὶ τῆς τοῦ Ἀγαμέμνονος θυγατρός· τρόπων ἤσκησεν ἀρετήν; καὶ πότερον τὴν τίθην ἢ τὴν τιθίδα μεμίμηται; ἤγουν τὴν μάμμην αὐτῆς, | |
τὴν Ἀερόπην δηλαδὴ ἢ τὴν Λήδαν ἢ τὴν θείαν αὐτῆς | 359 | |
tau360 | Ἑλένην, τὴν τῆς μητρὸς ἀδελφὴν δηλονότι. ἀλλαχοῦ μέντοι τὴν προμάμμην διὰ τῆς τιθίδος ὁ αὐτὸς ἐμ‐ φαίνει Λιβάνιος, τὸν δὲ τοῦ πάππου ἢ τῆς μάμμης πατέρα ἐπίπαππον λέγει, ὡς ἐν τῇ περὶ τῆς λάλου με‐ | |
5 | λέτῃ· καὶ λέγει τίθας καὶ τιθίδας καὶ πάπ‐ πους καὶ ἐπιπάππους, καὶ εἰς εἰκοστὸν καὶ τριακοστὸν ἀναβαίνει πρόγονον. τινὲς δὲ οἴονται ἐπίπαππον λέγεσθαι καὶ τὸν τοῦ πάππου ἀδελ‐ φόν. τίτθη δὲ λέγεται ἡ μαστὸν παρέχουσα. Ἀρι‐ | |
10 | στείδης ἐν τῷ Αἰγυπτίῳ· τοὺς τοιούτους λόγους καὶ μύθους ταῖς τίτθαις ἄμεινον παριέναι τοῖς παιδαρίοις, ἐπειδὰν ὕπνου δέωνται, διηγεῖσθαι. τροφός δὲ καὶ τιθηνός ἡ τὴν ἄλλην ἐπιμέλειαν ποιουμένη τοῦ παιδὸς μετὰ τὸν ἀπογαλα‐ | |
15 | κτισμόν. ὁ μέντοι τοῦ πατρὸς πατὴρ οὐ μόνον πάππος, ἀλλὰ καὶ πάτρως λέγεται. Λιβάνιος ἐν τῇ [τοῦ] Δι‐ κάζεται Ποσειδῶν Ἄρει ὑπὲρ Ἁλιρροθίου μελέτῃ· πάν‐ τως οὐκ ἔμελλες ἐρυθριάσειν Ἁλιρροθίου | |
κηδεστὴς καλούμενος, οὐδέ γε πάτρως ἐκ | 360 | |
tau361 | τῶν τούτου φύντων, ἤτοι πάππος τῶν τούτου υἱέων. καὶ Ἡρόδοτος· ὁ μὲν δὴ πρεσβύτερος τῶν παίδων τῷ Κίμωνι Στησαγόρης ἦν τη‐ νικαῦτα παρὰ τῷ πάτρῳ Μιλτιάδῃ τρεφό‐ | |
5 | μενος, ἤγουν τῷ πάππῳ· πατὴρ γὰρ τοῦ Κίμωνος ὁ Μιλτιάδης. οὐ μόνον δὲ ὁ πάππος πάτρως λέγεται, ἀλλὰ καὶ ὁ τοῦ πατρὸς ἀδελφός· καὶ ὁ αὐτὸς Ἡρό‐ δοτος μάρτυς· Ἀρτάβανος ὁ Ὑστάσπεω πά‐ τρως ἐὼν Ξέρξῃ. ὁ γὰρ Ὑστάσπης υἱοὺς εἶχε τόν | |
10 | τε τοῦ Ξέρξου πατέρα Δαρεῖον καὶ τὸν Ἀρτάβανον. ὡσαύτως καὶ μήτρως οὐ μόνον ὁ τῆς μητρὸς πατὴρ, ἀλλὰ καὶ ὁ ταύτης ἀδελφός. πάτρων δὲ ὁ τοῦ νῦν ἀπελευθέρου δεσπόσας. ἔτι γε μὴν ἀνεψιός ὁ ἐξάδελ‐ φος, καὶ αὐτανέψιος ὁ πρωτεξάδελφος, καὶ ἐξανέψιος | |
15 | ὁ ἐξαδέλφου υἱός· ἀδελφιδοῦς δὲ ὁ ἀδελφόπαις. πρό‐ γονοι καὶ οἱ ἄνω τοῦ γένους, οἷον πρόπαππος καὶ οἱ ἀνωτέρω· καὶ δὴ καὶ οἱ ἐκ προϋπαρχούσης τινὶ γυ‐ ναικὸς παῖδες τῆς ὕστερον ληφθείσης πρόγονοι λέγον‐ ται. ἔκγονος ὁ υἱός· ἔγγονος δὲ ὁ υἱοῦ ἢ θυγατρὸς | |
20 | υἱός, καὶ ἐγγόνη ἡ τούτων θυγάτηρ. κυρίως δὲ θυ‐ | 361 |
tau362 | γατριδοῦς μὲν ὁ τῆς θυγατρὸς υἱός, καὶ θυγατριδῆ ἡ ταύτης θυγάτηρ. υἱωνός δὲ ὁ τοῦ υἱοῦ ὑιός, καὶ υἱ‐ ωνή ἡ τοῦ υἱοῦ θυγάτηρ. ἔστι δὲ κρεῖττον υἱδοῦς καὶ υἱιδῆ λέγειν, ὥσπερ καὶ ἀδελφιδοῦς ἢ ἀδελφοῦ υἱός, | |
5 | καὶ ἀδελφιδῆ ἢ ἀδελφοῦ θυγάτηρ. φυσικὸς υἱός ὁ ἐκ πορνείας γεγονώς τινι, ᾧ ἐναντίον ὁ γνήσιος, ᾧ πά‐ λιν ἐναντίον ὁ νόθος, ** ὃν λέγουσιν υἱοθετόν. κη‐ δεστής καὶ ὁ πενθερὸς καὶ ὁ γαμβρὸς, ἀλλὰ δὴ καὶ ὁ γυναικάδελφος, ὡς ἔχει καὶ τὸ τοῦ Εὐριπίδου ἐν | |
10 | Ἑκάβῃ· τοῦτον εὖ δρῶν ὄντα κηδεστὴν σέθεν εὖ δράσεις. ὁ γὰρ Πολύδωρος ἀδελφὸς ἦν Κασάνδρας, ᾗ Ἀγαμέ‐ μνων ἐχρῆτο. [ἔστι δὲ καὶ κηδεστής ὁ ἁπλῶς συγ‐ | |
15 | γενής.] | |
Τροφέα λογογράφοι· θρεπτῆρα ποιηταί. | 362 | |
tau363 | Τέλος οὐ μόνον τὸ πλήρωμα, ἀλλὰ καὶ ἡ δαπάνη. Θουκυ‐ δίδης ἐν τῇ τετάρτῃ· κακῶς τε ἡμᾶς αὐτοὺς ποιούντων τέλεσι τοῖς οἰκείοις. Ἀριστείδης ἐν τετάρτῳ τῶν ἱερῶν· ἰδίοις τέλεσι πλέων. τέλη | |
5 | πληθυντικῶς καὶ αἱ τῶν Λακεδαιμονίων καί τινων ἄλ‐ λων ἀρχαί. Συνέσιος ἐν ἐπιστολῇ· καὶ οἶδα τὴν πρὸς Λεωνίδαν ἐπιστολὴν τῶν τελῶν. τέλη καὶ τὰ στρατιωτικὰ τάγματα. Ἡρόδοτος ἐν τῇ ὀγδόῃ· μεταπεμψάμενος οὖν τοὺς ταξιάρχους τῶν | |
10 | τελέων. Τίλλω ἐνεργητικῶς τὸ ἀνασπῶ· τίλλομαι δὲ παθητικῶς καὶ τὸ ἀνασπῶ καὶ τὸ ἀνασπῶμαι. Λουκιανὸς ἐν τῷ ὄνειρος ἢ ἀλεκτρυών· τί τοῦτο; ἄμφω ἀπέτι‐ λας; ὁ αὐτὸς ἐν τῷ αὐτῷ· ὅταν ὁ Κροῖσος πε‐ | |
15 | ριτετιλμένος τὰ πτερὰ γέλωτα παρέχῃ. ὁ αὐτὸς αὖθις ἐν τῷ περὶ τῆς Περεγρίνου τελευτῆς· καὶ τὰς τρίχας ἐτίλλετο ὑποφειδόμενος μὴ πά‐ νυ ἕλκειν. καὶ ἐν τῷ περὶ τοῦ πένθους· παῦ‐ σαι τιλλόμενος τὴν κόμην. | |
20 | Τεθνήξεται ἐπὶ [τοῦ] μετολίγον μέλλοντος λέγε. Πλάτων | 363 |
tau364 | δὲ ἐν Γοργίᾳ ἐπὶ μέλλοντος ἐνεργητικοῦ λέγει· τε‐ θνήξει οὗτος ὃν ἂν δόξῃ. καὶ Λιβάνιος· εἰ μή τις ἄρτου μεταδοίη, τεθνήξει. ὅπερ καὶ Λουκιανὸς ἐν τῷ ψευδο[σοφιστῇ ἢ] σολοικιστῇ ἀπαγο‐ | |
5 | ρεύει. Τόξευμα οὐ μόνον ἡ τοξεία, ἀλλὰ καὶ αὐτὸ τὸ τόξον. Ἡ‐ ρόδοτος ἐν τῇ ἕκτῃ· οὔτε ἵππου ὑπαρχούσης σφι οὔτε τοξευμάτων. [Τὸ ταλαιπωρῶ καὶ ἀμεταβάτως καὶ μεταβατικῶς εὕρηται, | |
10 | οἷον οὐ μόνον ἐγὼ ταλαιπωρῶ, ἀλλὰ καὶ τὸν δεῖνα τα‐ λαιπωρῶ. Ἰσοκράτης ἐν τῷ περὶ εἰρήνης· καὶ πάν‐ τας τρόπους τεταλαιπώρηκεν ἡμᾶς. καὶ Λι‐ βάνιος ἐν μελέτῃ τῇ Νόμος τὸν εὑρόντα θησαυρὸν χι‐ λίας τῇ πόλει διδόναι δραχμάς· τοὺς οἰκέτας λι‐ | |
15 | μῷ ταλαιπωροῦντι.] | 364 |
upsilon365(t) | Υ. | |
1 | Ὕαλος Ἀττικοί. Ἀριστοφάνης ἐν νεφέλαις· τὴν ὕαλον λέγεις. ὕελος δὲ ἁπλῶς Ἕλληνες. Ὑφηνάμην κρεῖττον ἢ ὕφανα. | |
5 | Ὕσπληξ θηλυκῶς ἐρεῖς, οὐχ ὁ ὕσπληξ. Ὑγιᾶ κρεῖττον ἢ ὑγιῆ, διὰ τὸ τοὺς Ἀττικοὺς ἀεὶ εἰς α ποι‐ εῖν τὴν τῶν τοιούτων συναίρεσιν, οὔσης καθαρᾶς τῆς εὐθείας, τοὺς δὲ κοινοὺς εἰς η. τὸ αὐτὸ γίνεται καὶ ἐπὶ τῆς εὐθείας καὶ αἰτιατικῆς τῶν πληθυντικῶν τῶν | |
10 | οὐδετέρων· τὰ ὑγιᾶ γάρ φαμεν. ὡσαύτως καὶ ἐπὶ τοῦ χρέος καὶ κλέος. καὶ ταῦτα γὰρ εἰς α τήν τε εὐ‐ θεῖαν καὶ τὴν αἰτιατικὴν τῶν πληθυντικῶν ἔχουσι· χρέα γὰρ καὶ κλέα λέγομεν. Ὑπνομαχεῖν Ξενοφῶν, καὶ Συνέσιος ἐν ἐπιστολῇ· ὑπὸ | |
15 | μεσοπύργιον τεταγμένος ὑπνομαχῶ. σὺ δὲ ἀνθίστασθαι ἢ ἀντιπράττειν τῷ ὕπνῳ λέγε, ἢ ὕπνου κρατεῖν. | |
Καὶ ὕδερος καὶ ὕδρωψ. | 365 | |
upsilon366 | Ὑποκορίζομαι τὸ μετὰ σεμνολογίας σμικρύνω. Ἀριστοφά‐ νης ἐν Πλούτῳ· νιττάριον καὶ βάττιον ὑπεκορίζετο. Ἀριστείδης ἐν τῷ κατὰ τῶν ἐξορχουμένων· ἀνθρώ‐ | |
5 | πων ὑποκοριζομένων τὴν αὑτῶν φαυλότητα καὶ δυστυχίαν. 〈καὶ〉 Πλούταρχος ἐν τῷ περὶ τοῦ πῶς ἄν τις διακρίνειε τὸν κόλακα τοῦ φίλου· ἀστεί‐ ως ὑποκορίζεσθαι τὰς μὲν πόρνας ἑταίρας, τὰς δὲ συντάξεις φόρους, φυλακὰς δὲ τὰς | |
10 | φρουρὰς τῶν πόλεων. Ὑφίσταμαι ἀντὶ τοῦ ὑπομένω λογογράφοι. Λουκιανὸς ἐν Τίμωνι· ὑπόστηθι, ὦ Τίμων, δι’ ἐμέ. ἀντὶ τοῦ ὑπισχνοῦμαι δὲ ποιηταὶ, καὶ Θουκυδίδης ἅπαξ· ἤγαγε τοὺς ἄνδρας, ὥσπερ ὑπέστη. ὑφίστα‐ | |
15 | μαι καὶ ἀντὶ τοῦ κρυφίως ἵσταμαι. Λουκιανὸς ἐν τῷ | |
φιλοψευδεῖ· ἐν σκοτεινῷ ὑποστάς. καὶ ἀντὶ τοῦ | 366 | |
upsilon367 | ὑποχωρῶ. ὁ αὐτὸς ἐν Τίμωνι· ἐγὼ δὲ ὑμῖν ὑ‐ ποστήσομαι. ὑφίσταμαι καὶ τὸ ὑποκάτω τινὸς ἵ‐ σταμαι, καὶ ὑφίστημι τὸ ὑποβάλλω τι. Ὕπαιθρον μὴ λέγε, ἀλλ’ ὑπαίθριον. | |
5 | Υἱέα μηδαμῶς εἴπῃς, ἀλλ’ υἱόν· μηδὲ υἱεύς εἴπῃς, ἀλλ’ υἱός· μηδὲ υἱέϊ, ἀλλὰ υἱεῖ καὶ υἱῷ. υἱέος δὲ λέγων διὰ τοῦ ο μικροῦ γράφε, ὡς καὶ δρομέος. Θουκυδί‐ δης ἐν βιβλίῳ πρώτῳ· Καμβύσου τοῦ υἱέος αὐ‐ τοῦ. καὶ υἱέσι λέγε, μὴ υἱεῦσι· καὶ υἱεῖς υἱέων, | |
10 | υἱέας καὶ υἱεῖς, κρείττω γὰρ ταῦτα τοῦ υἱοὶ καὶ υἱῶν καὶ υἱοῖς καὶ υἱούς. Ὑποτίθησι μὲν τὰ ἐνέχυρα ὁ δανειζόμενος· ὑποτίθεται δὲ ὁ λαμβάνων ταῦτα ἤγουν ὁ δανείζων. καὶ ὑποτίθη‐ μι τὸ ὑποβάλλω καὶ τὸ συμβουλεύω. καὶ ὑποκείμενος | |
15 | λόγος ὁ κατὰ συμβουλὴν λεγόμενος. Ἡρόδοτος ἐν τῇ τρίτῃ· τρόπῳ τῷ ἐξ ἐμεῦ ὑποκειμένῳ ἀ‐ | |
κέο. | 367 | |
upsilon368 | Ὑπισχνεῖται κυρίως τις τὸ ἀξιωθὲν διδόναι· ἐπαγγέλλεται δὲ ὁ δίχα ἀξιώσεως παρέχειν βουλόμενος. Ὑπάρχω τὸ προκατάρχω, ὡς τὸ ὑπῆρξεν ἀδίκου μάχης. Ἀριστείδης ἐν δευτέρῳ τῶν Λευκτρικῶν· οὐ τὸ μὴ | |
5 | ἀντευποιεῖν τοὺς ὑπάρξαντας. καὶ ὑπαρχή ἡ προκάταρξις. καὶ ἀντὶ τοῦ εἰμί. Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ· ὑπῆρχον δὲ εἰς ἅπαντα νικῶν‐ τες. καὶ ὑπάρχω τὸ ἀρχήν τινα ἄρχω. Συνέσιος ἐν ἐπιστολῇ· τοὺς ὑπάρξαντας ὡς βελτίστους | |
10 | αἱρεῖσθαι. Τὸ ὑπάγω μὴ εἴπῃς ἀντὶ τοῦ ἀπέρχομαι, ἀλλ’ ἀντὶ τοῦ ὑπὸ ζυγὸν ἄγω. Ὅμηρος· ὕπαγε ζυγὸν ὠκέας ἵππους. οἱ δὲ βοηθοῦντες τῇ λέξει φασὶν, ὅτι ὑπάγειν λέγεται | |
15 | τὸ προάγειν, ὥσπερ ὑφηγητής ἀντὶ τοῦ προηγητής, καὶ ὑπογραμμός ἀντὶ τοῦ προγραμμός, ὥς φησι καὶ Ἀρι‐ στοφάνης· ἐγὼ ὑπαίρω τὸν ὅρκον, ἀντὶ τοῦ προαίρω· καὶ ὑποτίμησις ἡ προτίμησις, καὶ | |
20 | ὑπειπεῖν ἀντὶ τοῦ προειπεῖν, καὶ ὑπολαβών ἀντὶ τοῦ | 368 |
upsilon369 | προλαβών, ὡς Θουκυδίδης· οὐ γὰρ ἂν Κέρκυ‐ ραν ὑπολαβόντες βίᾳ ἡμῶν εἶχον. οὕτως οὖν καὶ ὑπάγειν λέγομεν ἀντὶ τοῦ προάγειν. Ἀριστοφάνης ἐν βατράχοις· | |
5 | ὑπάγεθ’ ὑμεῖς τῆς ὁδοῦ. καὶ Εὔπολις ἐν βαπταῖς· σὺ δ’ ὕπαγ’ εἰς τοὔμπροσθεν. καὶ Θουκυδίδης· παραινέσας ὑπῆγε τὸ στρά‐ τευμα. ὑπάγω καὶ τὸ ὑποβάλλω. Ἀριστείδης ἐν τῷ | |
10 | Αἰγυπτίῳ· καὶ τὰ δῆλα τοῖς ἀδήλοις ὑπά‐ γειν. Ὑπέχω τὸ ὑποτίθημι, ὡς τὸ ὑποσχὼν τὴν χεῖρα παρὰ τῷ θεολόγῳ, καὶ ὑπέχει τὰ ὦτα τοῖς λεγομένοις. καὶ τὸ δίδωμι, ὡς τὸ ὑπέχω δίκην. | |
15 | Ὑπισχνοῦμαι· τὸ δὲ ὑπόσχομαι βάρβαρον· ἐὰν ὑπόσχω‐ μαι δὲ ἐν χρήσει. | |
Ὑφηγοῦμαι τὸ διδάσκω καὶ τὸ παραινῶ· καὶ ὑφηγητής. | 369 | |
upsilon370 | καὶ ὑφηγοῦμαι τὸ προοδοποιῶ. Σοφοκλῆς ἐν Ἠλέ‐ κτρᾳ· ἀλλ’ ἕρφ’. ὑφηγοῦ. μὴ εἴπῃς δὲ ἐκ τούτου καὶ ὑφηγητής ὁ προοδοποιός. | |
5 | Ὑπολαμβάνω τὸ ὑποπτεύω· καὶ τὸ προλαμβάνω, ὡς ἔφα‐ μεν. καὶ ὑπολαμβάνω τὸ ἀποκρίνομαι. Θουκυδίδης· ὑπελάμβανον οὐ χρεὼν εἶναι αὐτοὺς ἐπαγ‐ γεῖλαι. καὶ ὑπολαμβάνω τὸ ὑποδέχομαι. Ἡρόδοτος ἐν τῇ πρώτῃ· νῦν ὦν μευ εὖ παραινεούσης ὑ‐ | |
10 | πόλαβε τὸν λύγον. καὶ αὖθις ἐν τῇ τρίτῃ· Μαι‐ άνδριος δὲ ὑπέλαβε τὸν λόγον. Ὑπερήφανος ἄνθρωπος ὁ ὑπέρφρων καὶ ἀλαζών· ὑπερή‐ φανος δὲ παρασκευή ἡ μεγάλη καὶ θαυμαστή. Πλά‐ των ἐν [τῷ] Φαίδωνι· ὑπερήφανον γάρ μοι ἐ‐ | |
15 | δόκει εἶναι εἰδέναι τὰς ἱστορίας ἑκάστου. καὶ ὑπερηφανωτέρα οἰκία ἡ τῶν ἄλλων μείζων. Δη‐ μοσθένης· τὰς ἰδίας οἰκίας κατεσκευάκασιν, | |
οὐ μόνον τῶν πολλῶν ὑπερηφανωτέρας. | 370 | |
upsilon371 | Ὑπολύω τὸν πόδα, καὶ ὑπολύω τὸν βοῦν ἤγουν ὑπὸ τὸν ζυγὸν ὄντα δεδεμένον λύω. Θουκυδίδης ἐν τῇ τετάρ‐ τῃ· τὰ μὲν ὑπολύοντες κατέκοπτον, τῶν δὲ οἰκείωσιν ἐποιοῦντο. | |
5 | Ὕειον κρέας μὴ λέγε, ἀλλ’ ὑὸς κρέας, καὶ ὑεικόν ὡς βο‐ εικόν· εἰ καὶ Συνέσιος λέγει, ὡς προέφημεν, τα‐ ρίχη κρεῶν ὑείων ἀπολελαυκότα τοῦ χρό‐ νου. Ὑπόστρωμα Ἀττικοὶ, οὐ περίστρωμα. | |
10 | Τὸ ὑπόγυον οἱ δοκιμώτατοι ἐπὶ τοῦ μέλλοντος τιθέασιν, ἤγουν ὑπόγυος κίνδυνος ὁ ὅσον οὔπω ἐσόμενος· τινὲς δὲ ἐπὶ τοῦ παρεληλυθότος, ὡς ἔχει καὶ τὸ παρὰ τῷ θεολόγῳ Γρηγορίῳ ἐν τῷ εἰς τὸν μέγαν Βασίλειον ἐ‐ πιταφίῳ· τὸ ὑπόγυον τῆς ὕβρεως αἰσχυνό‐ | |
15 | μενος. Ὑψιπέτης ὁ εἰς ὕψος πετόμενος· ὑψιπετής δὲ ὁ ἐξ ὕψους πεσών. ὡσαύτως καὶ δρυπέτης καὶ δρυπετής καὶ ὅσα | |
τοιαῦτα. | 371 | |
upsilon372 | Οὐ μόνον ὑβριστικώτερος καὶ ὑβριστικώτατός φαμεν, ἀλλὰ καὶ ὑβριστότερος καὶ ὑβριστότατος. Ἀριστείδης· πολ‐ λῷ προπετέστεροι καὶ ὑβριστότεροι πάντες οἱ τούτου τοῦ σχήματος μετασχόντες. | |
5 | Ὑπνώδης παρ’ οὐδενὶ τῶν δοκίμων, ὑπνηλός δὲ ἢ ὕπνῳ δουλεύων. Λιβάνιος ἐν τῷ πρὸς Ἰουλιανὸν ὑπὲρ τῆς τῶν Ἀντιοχέων ὀργῆς· ὑπνηλοῦ δὲ βασιλέως. Ὕβρις λέγε καὶ μὴ ὑβρισμός. Ὑπτιάζειν καὶ τὸ ὕπτιόν τινα καὶ ῥᾴθυμον εἶναι καὶ τὸ ὡσ‐ | |
10 | ανεὶ θρύπτεσθαι. Αἰσχίνης· ὑπτιάζων καὶ κα‐ τασκοπούμενος ἑαυτὸν ὡς ἐν παλαίστραις καὶ διατριβαῖς γεγονώς. καὶ Φιλόστρατος· ὑ‐ πτιάζει καὶ ὡραΐζεται. Ὑποστρέφω κάλλιον ἢ ἀναστρέφω. | |
15 | Ὑπερμαζῶ οὐ μόνον τὸ μεγάλους μαστοὺς ἔχω, ὡς Συνέ‐ σιος ἐν ἐπιστολῇ· αὗται γὰρ ὑπερμαζῶσι καὶ | |
ἀσυμμέτρως ἔχουσι τῶν στέρνων, ἀλλὰ καὶ τὸ | 372 | |
upsilon373 | ὑπερτρυφῶ, οἱονεὶ τὸ τραπέζῃ χρῶμαι οὐκ εὐτελεστάτῃ οἷον ἀπὸ μάζης, ἀλλὰ πλεῖστα σιτία ἐχούσῃ. Λου‐ κιανὸς ἐν τῷ πλοῖον ἢ εὐχαί· ὑπερμαζᾶς γὰρ, ὦ Ἀδείμαντε. | |
5 | Οὐ μόνον ὑφίσταμαι ἀντὶ τοῦ ὑπισχνοῦμαί φησι Θουκυδί‐ δης, ἀλλὰ καὶ ὑποδέχομαι ἐν τῇ δευτέρᾳ· τόν τε ἐπὶ Θρᾴκης πόλεμον ὑπεδέχετο καταλύσειν. καὶ ἐν τῇ ὀγδόῃ· Τισσαφέρνης αὐτῷ ὑπεδέ‐ ξατο, μὴ ἀπορήσειν αὐτοὺς τροφῆς. καὶ Ἡ‐ | |
10 | ρόδοτος ἐν τῇ δευτέρᾳ· ἄδειάν τε διδόντα καὶ μεγάλα ὑποδεκόμενον. ὁ αὐτὸς δὲ καὶ ἀναδέ‐ χομαι λέγει ἐπὶ τοῦ αὐτοῦ· ἀναδεκομένους ὑπο‐ χειρίας παρέξειν τὰς Ἀθήνας. Τὸ ὑπερορῶ ὡς ἐπιτοπολὺ μὲν γενικῇ συντάσσεται, παρ’ | |
15 | Ἀττικοῖς δὲ καὶ αἰτιατικῇ ἔστιν ὅτε. ὁ αὐτὸς ἐν τῇ | |
ἕκτῃ· ὑπεριδόντες τὴν ἐν τῷ παρόντι ἡσυ‐ | 373 | |
upsilon374 | χίαν. ὅπερ καὶ ἐπὶ τοῦ ὑπερφρονῶ γίνεται. Ἀρι‐ στοφάνης ἐν νεφέλαις· ἔπειτ’ ἀπὸ ταρροῦ τοὺς θεοὺς ὑπερ‐ φρονεῖς. | |
5 | καὶ Λιβάνιος ἐν ἐπιστολῇ τῇ Νῦν ἔγνων εἶναι, ὃ λέ‐ γομαι· οἷά τις ἀλαζὼν τοὺς πάντας ὑπερ‐ φρονῶν. Ὕποπτος καὶ ὁ ὑποπτευόμενος καὶ ὁ ὑποψίαν ὁτουοῦν ἔχων. Εὐριπίδης ἐν Ἑκάβῃ· | |
10 | ὕποπτος ὢν Τρωϊκῆς ἁλώσεως. ὑπόπτης δὲ μόνον ὁ ὑποπτεύων. Θουκυδίδης ἐν τῇ ἕκτῃ· χαλεπὸς ἦν τότε καὶ ὑπόπτης ἐς τοὺς περὶ τῶν μυστικῶν τὴν αἰτίαν λαβόντας. Καὶ ὑπολογίζομαι καὶ ὑπόλογον τίθεμαι. Ἀριστείδης ἐν | |
15 | Λευκτρικῷ τρίτῳ· καὶ περιίδωμεν μηδένα ὑπό‐ λογον θέμενοι. Ὑποκρίνομαι τὸ μετὰ προσποιήσεως καὶ σχηματισμοῦ τι ποιῶ· καὶ ὑπόκρισις αὐτὸ τὸ ἐπίπλαστον ἔργον. ὑ‐ ποκρίνομαι καὶ τὸ ἀποκρίνομαι, καὶ ὑπόκρισις τὸ αὐτό. | |
20 | Ἡρόδοτος ἐν τῇ πρώτῃ· Τελμησέες μὲν ταῦτα | 374 |
upsilon375 | ὑπεκρίναντο Κροίσῳ. καὶ αὖθις ἐν τῇ αὐτῇ· ταῦτα μὲν ἡ Πυθίη ὑπεκρίνατο τοῖσι Λυ‐ δοῖσι. καὶ πάλιν ἐν τῇ αὐτῇ· καὶ τῶν χρηστη‐ ρίων τὰς ὑποκρίσιας. | |
5 | Τὴν ὑπέρ πρόθεσιν τὴν ἐπάνω σχέσιν δηλοῦσαν πρὸς γενι‐ κὴν ἐκφέρουσιν Ἀττικοὶ, Ἕλληνες δὲ πρὸς αἰτιατικήν. Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ· τῷ ὑπὲρ κεφα‐ λῆς ἀέρι. ὡσαύτως καὶ τὴν ὑπό. Πλάτων ἐν τῇ τοῦ Σωκράτους ἀπολογίᾳ· τά τε μετέωρα φρον‐ | |
10 | τιστὴς καὶ τὰ ὑπὸ γῆς πάντα ἀνεζητηκώς. καὶ αὖθις ἐν τῷ αὐτῷ λόγῳ· ζητῶν τά τε ὑπὸ γῆς καὶ τὰ ἐπουράνια. Πλούταρχος· πᾶς γὰρ ὁ ὑπὸ γῆς τε καὶ ὑπὲρ γῆς χρυσὸς ἀρετῆς οὐκ ἀντάξιος κατὰ Πλάτωνα. | |
15 | Ὑπόψηφος καὶ ὑπὸ ψῆφόν ἐστι λέγε, μὴ ὑποψήφιος. Συ‐ νέσιος ἐν τῷ περὶ προνοίας πρώτῳ· τοὺς ὑποψή‐ | |
φους τῆς βασιλείας. | 375 | |
phi376(t) | Φ. | |
1 | Φαῦλον τὸ κακὸν καὶ τὸ εὐτελές· φλαῦρον δὲ μόνον τὸ κα‐ κόν. Φακῆ θηλυκῶς ἡ ἑψημένη· φακοί δὲ ἀρσενικῶς ἐπὶ πλη‐ θυντικοῦ οἱ ἀνέψητοι. λέγονται δὲ φακοί καὶ τὰ ἐπὶ | |
5 | τῶν τελμάτων χλοώδη, ἃ κοινῶς λέγονται βρύα. [καὶ παρὰ τῇ θείᾳ γραφῇ ἀγγεῖόν τι, ὡς ἐν τῷ τετάρτῳ βασιλείῳ· ζήτησον οὖν τὸ δορὺ καὶ τὸν φα‐ κὸν τοῦ ὕδατος.] Φροῦδος Ἀττικοί· ἀφανής Ἕλληνες. | |
10 | Φενακίζω, φενακισμός καὶ φέναξ λογογράφοι· φενάκη δὲ ποιητικώτερον. Φλήναφος καὶ ἡ φλυαρία καὶ ὁ φλυαρῶν, ὥσπερ λῆρος καὶ ἡ ληρῳδία καὶ ὁ ληρῶν. γράφεται δὲ καὶ φλυαρεῖν καὶ φληναφεῖν· ὡσαύτως καὶ φλυαρία. φλύαρος δὲ | |
15 | καὶ πολυλόγος καὶ πολυλογεῖν κοινά. | |
Φιλόγελως φιλόγελω Ἀττικοί· φιλογέλωτος δὲ Ἕλληνες. | 376 | |
phi377 | Φιλογύνης Ἀττικοὶ, οὐ φιλογύναιος. Ὁ φθείρ Ἀττικὸν, ἡ φθείρ δὲ κοινόν· [ὡς] Πλούταρχος τοὺς τοῦ Σύλλα φθεῖρας. Φάκελος δεδεμένον φορτίον. Συνέσιος ἐν ἐπιστολῇ· φά‐ | |
5 | κελον ἐπιστολῶν Διογένει δούς. Θουκυδίδης· φακέλους ὕλης ἀγρίας. σφάκελος δὲ ὁ μετὰ φλεγ‐ μονῆς σπασμός, καὶ σφακελίζω τὸ φλεγμαίνω. Ἀρι‐ στείδης ἐν Μιλτιάδῃ· τοῦ πάθους αὐτῷ σφακε‐ | |
λίσαντος. | 377 | |
10 | Φθείρου σκωπτικὸν ἀντὶ τοῦ μετὰ φθορᾶς ἀπαλλάττου. Ἀριστοφάνης ἐν Πλούτῳ· ἀλλὰ φθείρου καὶ μὴ γρύζῃς. Φθῆναι κάλλιον ἢ φθάσαι. | |
phi378 | Φερεφάττα Πλάτων μόνος· Φερσεφόνη καὶ Περσεφόνη οἱ λοιποί. Περσέφασσα δὲ ποιητικώτερον. Φθίνοντος μηνός Ἀττικοὶ, οὐχ ὑπολήγοντος. Συνέσιος ἐν ἐπιστολῇ· ἀλλὰ μή τι φθίνοντός γε μηνός. | |
5 | Φθινόπωρον κάλλιον ἢ μετόπωρον. Φαυλίζειν εἴποις, οὐκ εὐτελίζειν. Φύραμα, οὐ ζύμη· καὶ φυραθέντα ἄλευρα, οὐκ ἐζυμω‐ μένα. Φυή οὐ μόνον ἡ ἡλικία, ἀλλὰ καὶ ἡ φυσικὴ χάρις. Ὅμη‐ | |
10 | ρος ἐν αʹ Ἰλιάδος· οὐ δέμας, οὐδὲ φυὴν, οὔτ’ ἂρ φρένας, οὔτε τι ἔργα. Ἀριστείδης ἐν τῷ ἐπὶ Ἀλεξάνδρῳ ἐπιταφίῳ· ἀγα‐ θοῦ παντὸς φυὴν μετεσχηκυῖα. | |
15 | Φοινικίς ἔνδυμα Λακωνικὸν, ὁπότε εἰς πόλεμον ἴοιεν, ὁμό‐ χρουν αἵματι, ὡς ἂν, εἴποτε πληγῆναι συμβαίη, μὴ | |
εἰς φιλοψυχίαν αὐτοὺς ἐμβάλῃ τὸ αἷμα ὁρώμενον. | 378 | |
phi379 | Φάρμακα καὶ τὰ θεραπεύοντα καὶ τὰ φθείροντα· φαρμα‐ κεία δὲ ὡς ἐπιτοπολὺ ἡ διὰ δηλητηρίου τινὸς γινομένη βλάβη· φαρμακεύω μέντοι τὸ θεραπεύω μόνον, ὡς παρ’ Ἱπποκράτει τὸ πέπονα φαρμακεύειν καὶ | |
5 | κινέειν μὴ ὠμά. γοητεία δὲ τὸ ἐπικλήσεσί τε καὶ ἐπῳδαῖς χρῆσθαι. λαμβάνουσι δὲ [ἄμφω τό τε φαρ‐ μακεύω καὶ γοητεύω καὶ τὰ ἐξ αὐτῶν ὀνόματα καὶ ἐπὶ λόγων καὶ ἠθῶν καὶ τοιούτων τινῶν· εὕρηται δὲ] τὰ φάρμακα καὶ ἐπὶ τῶν χρωμάτων, οἷον πολλοῖς φαρ‐ | |
10 | μάκοις διηνθισμένη εἰκών. Ἡρόδοτος ἐν τῇ πρώτῃ· οἱ προμαχεῶνες ἠνθισμένοι εἰσὶ φαρμά‐ κοισι. Φαρμακὸς ἀνήρ, φαρμακὶς δὲ γυνή. Ἀριστοφάνης ἐν νε‐ φέλαις· | |
15 | γυναῖκα φαρμακίδα. Φοιτητής, ὁμιλητής καὶ πεπλησιακώς κάλλιον λέγειν ἢ μα‐ θητής. | |
Φονεύς Ἀττικοί· ἀνδροφόνος Ἕλληνες. | 379 | |
phi380 | Φανός ἐπὶ λαμπάδος, ἀλλὰ μὴ ἐπὶ κερατίνου λέγε, τοῦτον δὲ λυχνοῦχον. Φασιανοί ἵπποι. Ἀριστοφάνης ἐν νεφέλαις· τοὺς φασιανοὺς, οὓς τρέφει Λεω‐ | |
5 | γόρας. φασιανοί δὲ ὄρνεις. Φερέγγυος καὶ ὁ ἐγγυητὴς πράγματός τινος εἰς τὸ ἐκπλη‐ ρῶσαι αὐτό· Αἰσχύλος ἐν τοῖς ἑπτὰ ἐπὶ Θήβαις· ὧν ἐγὼ φερέγγυος, | |
10 | καὶ ὁ ἀσφαλὴς καὶ βέβαιος· ὁ αὐτὸς Αἰσχύλος ἐν τῷ αὐτῷ δράματι· φερέγγυον φρούρημα. Φάσκαλος ὁ ἐκ δέρματος ὁ λεγόμενος ἰδιωτικῶς τζαμανδᾶς, ἐν ᾧ τὰ ἱμάτια φέρομεν· φασκώλιον δὲ δερμάτινόν τι | |
15 | πηρίδιον. Λιβάνιος ἐν ἐπιστολῇ· λόγον τε κομί‐ ζων καὶ φασκώλιον κενὸν, ὅπως τὸν μὲν | |
εἴπῃ, τὸ δὲ μικρὸν ὂν ἐμπλήσῃ. | 380 | |
phi381 | Φάγαινα Ἀττικοὶ, οὐ φαγέδαινα. Φεύγω τὸ κατηγοροῦμαι· καὶ φυγή ἡ κατηγορία. ἀπο‐ φεύγω δὲ, ὅταν νικήσας ἀπολυθῶ τῆς κατηγορίας· καὶ ἀποφυγή ὡσαύτως. διώκω δὲ τὸ κατηγορῶ καὶ τὸ | |
5 | ζητῶ καὶ τὸ ἀπωθοῦμαι· καὶ δίωξις ἡ κατηγορία καὶ ἡ ζήτησις καὶ τὸ ἀπωθεῖσθαι. τὸ δὲ διωγμός ἀδό‐ κιμον. Φράσον ἀντὶ τοῦ εἰπέ· φράσαι δὲ ἀντὶ τοῦ διανοήθητι. Ὅμηρος ἐν αʹ Ἰλιάδος· | |
10 | σὺ δὲ φράσαι, εἴ με σαώσεις. Φριμάττεσθαι ἐπὶ τράγου· φρυάττεσθαι δὲ ἐπὶ ἵππου, καὶ φρύαγμα. Σοφοκλῆς ἐν Ἠλέκτρᾳ· φρυάγμαθ’ ἱππικά. Φθοῖς παρ’ Ἀττικοῖς πλακούντιόν [τι] πλατὺ καὶ περιφε‐ | |
15 | ρὲς, ὃ παρ’ Ἕλλησι λέγεται πόπανον. Ἀριστοφάνης ἐν Πλούτῳ· τοὺς φθοῖς ἀφαρπάζοντα καὶ τὰς ἰ‐ σχάδας. | |
Τὸ φθάνειν ὅταν μὲν πρός τινα ἐρίζοντα λέγηται, τὸ προ‐ | 381 | |
phi382 | λαμβάνειν δηλοῖ· ὅταν δὲ πρὸς τὸ τέλος τῆς κινήσεως ὁ κινούμενος ᾖ, τὸ καταλαμβάνειν. καθὸ σημαινόμε‐ νον λέγεται τὸ οὐκ ἂν φθάνοις ἰὼν εἰς τὸ δικαστήριον, ἤγουν οὐκ ἂν καταλαμβάνοις τοὺς ἕλκοντας, οὕτω σε | |
5 | ἕλξουσι συντόμως. ἀπὸ μεταφορᾶς τούτου λέγεται καὶ ἐφ’ ἑτέρων, οἷον οὐκ ἂν φθάνοιτε ἀποθνήσκοντες, ἤ‐ γουν ἀνάρπαστοι γενήσεσθε. ἀπὸ τούτου αὖθις κατὰ μεταφορὰν καὶ τὸ διαρκεῖν. Ἔστιν ὅτε οἱ ῥήτορες ὡραϊσμοῦ χάριν μεταφορικοῖς τισι | |
10 | χρῶνται ὀνόμασι, λέγοντες φρόνημα θαλάσσης καὶ χει‐ μῶνος αὐθάδεια καὶ κυνῶν ἀγορά καὶ ἔθνος κοράκων καὶ εἴ τι τοιουτότροπον. | |
Φίλιος ὁ τῆς φιλίας ἔφορος θεός, καὶ φίλιος ἀγρός ὁ φι‐ | 382 | |
phi383 | λικός· καὶ φίλιος πόλις· Θουκυδίδης δὲ φιλία πόλις λέγει, φησὶ γάρ· νομίζοντες πόλιν τε σφίσιν ἀπὸ παλαιοῦ φιλίαν, τουτέστι φίλην. καὶ πάλιν· ἐν γῇ φιλίᾳ τίθεται. | |
5 | Φανθείς καὶ ἀποφανθείς Ἀττικοὶ λέγουσιν, οὐ φανείς οὐδὲ ἀποφανείς. Ἀριστείδης ἔν τινι τῶν ἱερῶν· ταυτὶ ἦν τὰ φανθέντα. καὶ πάλιν ἐν τῷ Παναθηναϊκῷ· ὡς τὸ μὲν προσθήκην μικρὰν αὐτοῖς ἀπο‐ φανθῆναι. | |
10 | Φοβερόν τὸ φόβον ἐμποιοῦν, ἐπίφοβον δὲ τὸ φοβούμενον. ὥσπερ καὶ φθονερόν τὸ φθόνῳ χρώμενον, ἐπίφθονον δὲ τὸ φθονούμενον. Φύσις οὐσίας διαφέρει. οὐσία μὲν γάρ ἐστιν ἡ ἑκάστου ὕπαρξις, φύσις δὲ ἡ ἐνοῦσά τινι δύναμις, οἷον φύσις | |
15 | τῆς γῆς τὸ βλαστάνειν βοτάνας, καὶ φύσις τοῦ πυρὸς | |
τὸ θερμαίνειν. ἀφ’ οὗ καὶ εὐφυής ὁ εὖ ἔχων τῆς φύ‐ | 383 | |
phi384 | σεως, καὶ ἀφυής ὁ τούτῳ ἐναντίως ἔχων. καὶ εὐφυΐα καὶ ἀφυΐα. ἰστέον δὲ, ὡς οὐ μόνον ἐπὶ ἀνθρώπων ταῦτα λέγεται, ἀλλὰ καὶ ἐπὶ φυτῶν καὶ ἐπὶ γῆς· καὶ γὰρ καὶ εὐφυὲς καὶ ἀφυὲς φυτὸν λέγομεν καὶ τὸ τῆς | |
5 | γῆς εὐφυὲς καὶ ἀφυές. λέγεται φύσις καὶ τὸ φυσικὸν προτέρημα, οἷον κάλλος ἤ τι τοιοῦτον. Εὐριπίδης ἐν Ὀρέστῃ· ὦ φύσις, ἐν ἀνθρώποις ὡς μέγ’ εἶ κακόν, | |
10 | τὸ τῆς Ἑλένης ἐμφαίνων κάλλος. [ἐπὶ δὲ θεοῦ φύσις καὶ οὐσία ταὐτόν.] Φυσᾶν τὸ σφοδρῶς πέμπειν πνεῦμα ἐκ τοῦ στόματος· ἀφ’ οὗ καὶ φυσώδη ὄσπρια τὰ ἐμποιοῦντα πνεύματα. φυ‐ | |
σᾶν ἀπὸ τούτου [καὶ] τὸ ὀγκοῦσθαι καὶ ἐπαίρεσθαι. | 384 | |
phi385 | Λιβάνιος ἐν προθεωρίᾳ μελέτης τῆς Τῷ κατορθώσαντι πόλεμον· φυσᾷ καὶ σοβεῖ καὶ θυμοῦσθαι δοκεῖ. Φλοιός τὸ ἐκτὸς τοῦ δένδρου, φλιαί δὲ θηλυκῶς αἱ τῶν θυ‐ | |
5 | ρῶν παραστάδες. Φάσματα λέγεται τὰ ἐν ὕπνῳ φαινόμενα καὶ ὅσα φαντά‐ ζουσι τὰ δαιμόνια νύκτωρ ἢ μεθ’ ἡμέραν ἐν ταῖς ἐρη‐ μίαις ἀπὸ τοῦ ἀέρος λαμβάνοντα μορφὰς, οἵας ἂν ἐ‐ θέλωσι. λέγε οὖν φάσμα, ὡς Ἀττικοὶ, καὶ μὴ φάν‐ | |
10 | τασμα· φαντάζω δὲ καὶ φαντάζομαι. εὕρηται δὲ καὶ φαντάζομαι τὸ ἁπλῶς φαίνομαι. Εὐριπίδης ἐν Ὀρέ‐ στῃ· μή τις πολιτῶν ἐν τρίβῳ φαντάζεται, ἤγουν φαίνεται. λέγεται δὲ φαντάζεσθαι καὶ τὸ ἀνα‐ | |
15 | τυποῦσθαι καὶ ἀναπλάττειν, ὡς ἔχει καὶ ἡ φαντασία | |
καὶ τὸ φανταστικὸν πνεῦμα. | 385 | |
phi386 | Φροντιστήρια τὰ διδασκαλεῖα τῶν φιλοσόφων. λέγοιντο δ’ ἂν οὕτω καὶ τὰ παρ’ ἡμῖν μοναστήρια, ὡς τῆς ὄντως φιλοσοφίας ἐνταυθοῖ μελετωμένης. Φωνή λογογράφοι, αὐδή δὲ ποιηταί. | |
5 | Φορὸς ἄνεμος ὁ τοῖς πλέουσι δεξιός· καὶ φορὸς ἡ συκῆ σύκων ἤγουν φορὰν σύκων ἔχουσα. καὶ γῆ φορὸς καρ‐ πῶν, ὅθεν καὶ πάμφορος γῆ ἡ πάντα φέρουσα. Φορά ῥητόρων καὶ ἄλλων τινῶν· καὶ φορά ἡ εἰσφορά. Λιβάνιος ἐν ἐπιστολῇ· ἔπειθ’ ὑπὲρ ἀρχαίας ἐν‐ | |
10 | οχλεῖται φορᾶς. καὶ πάλιν ἐν ἐπιστολῇ· ἔ‐ πειτα ἐν ταῖς φοραῖς μὴ μεῖζον ἔστω τῆς νεὼς τὸ φορτίον. Τὸ φοβοῦμαι καὶ πρὸς ἀπαρέμφατον συντάσσεται καὶ πρὸς ὄνομα, οἷον φοβοῦμαι τεθνήξεσθαι καὶ φοβοῦμαι θά‐ | |
15 | νατον. | |
Τὸ φυτεύειν ἐπὶ φυτῶν λέγεται, ἤγουν τὸ τὴν ῥίζαν αὐτῶν | 386 | |
phi387 | καταβάλλειν εἰς γῆν. ἀπὸ τούτου παρὰ ποιηταῖς καὶ ἐπ’ ἀνθρώπων, ὡς παρ’ Εὐριπίδῃ ἐν Ὀρέστῃ· οὗτος φυτεύει Πέλοπα. καὶ ἁπλῶς ἐπὶ τοῦ καταβάλλεσθαι ἀρχὴν ἐν πράγμα‐ | |
5 | σιν. εὕρηται δὲ καὶ φιτύειν ἀντὶ τοῦ σπείρειν ἐπὶ πα‐ τρός, καὶ παράγεται ἀπὸ τοῦ φῖτυς ὁ πατήρ, ὡς πα‐ ρὰ Σοφοκλεῖ ἐν Αἴαντι μαστιγοφόρῳ· ἐφ’ ᾗ λαβὼν ἐπακτὸν ἄνδρ’ ὁ φιτύσας πα‐ | |
10 | τήρ. ἔστι δὲ δῆλον ἀπὸ τοῦ μέτρου, ὅτι τὸ φι ι γράφεται καὶ οὐ ψιλὸν ἀπὸ τοῦ φυτεύω. Φόρος κυρίως τὸ ὑπὲρ τῆς ἰδίας εἰσφερόμενον γῆς· τέλος δὲ ἡ ὑπὲρ τῆς ἐμπορείας συντέλεια. | |
15 | Φιλανθρωπία οὐ μόνον ἡ ἀπὸ τῶν ὑπερεχόντων εἰς τοὺς | |
ἐλάττους εὐμένεια, ὡς ἡ τοῦ θεοῦ φιλανθρωπία περὶ | 387 | |
phi388 | ἡμᾶς καὶ τοῦ βασιλέως περὶ τὸν ὑπήκοον καὶ τῶν ἀρ‐ χόντων περὶ τοὺς ὑπὸ χεῖρα, ἀλλὰ καὶ ἥ τινος ἁπλῶς πρὸς ὁντινοῦν φιλία καὶ διάθεσις ἀγαπητική. Αἰσχί‐ νης· τούτου προσποιησάμενος ἐραστὴς εἶ‐ | |
5 | ναι καὶ τὸ μειράκιον εἰς τὴν φιλανθρωπίαν ταύτην προσκαλεσάμενος. καὶ πάλιν· διὰ τὴν γνῶσιν καὶ φιλανθρωπίαν τῆς τέχνης. Φωρῶ τὸ ὑπονοῶ· καὶ καταφωρῶ τὸ κατάδηλον ποιῶ. Λουκιανὸς ἐν τῷ Μίκυλλος ἢ ἀλεκτρυών· ἀναβο‐ | |
10 | ήσαντά με καταφωρᾶσαι αὐτόν. καὶ φωρῶμαι παθητικῶς τὸ κατάδηλος γίνομαι. Φαῦλος ἐπὶ θηλυκοῦ κάλλιον ἢ φαύλη. ὁ αὐτὸς ἐν εἰκόσιν· οὐ φαύλου συνέσεως παράδειγμα. Φορταγωγὸν ναῦν φαμεν καὶ φορτίδα καὶ φορτητικήν. Θου‐ | |
15 | κυδίδης ἐν τῇ ἕκτῃ· ἐπὶ πλοίου φορτητικοῦ. | 388 |
phi389 | Φυγή καὶ ἡ δίωξις καὶ ἡ κατηγορία. Λιβάνιος ἐν ἐπιστο‐ λῇ· ὑπέρ τε τῆς πράσεως καὶ τῆς τῶν ῥητό‐ ρων φυγῆς. φυγή καὶ οἱ φυγάδες. Θουκυδίδης ἐν τῇ ὀγδόῃ· καὶ γὰρ καὶ φυγὴ αὐτῶν ἔξω ἦν | |
5 | ὑπὸ τῶν Ἀθηναίων παρὰ τοῖς Πελοποννη‐ σίοις. καὶ Ἀριστείδης ἐν τῷ πρὸς Θηβαίους περὶ συμμαχίας πρώτῳ· Φοιβίδου τὴν Καδμείαν καταλαβόντος τήν τε φυγὴν ἐδεχόμεθα. Τὸ φοιτᾶν οὐ μόνον ἐπὶ τῶν εἰς διδασκάλους ἰόντων λέγε‐ | |
10 | ται, ἀλλὰ καὶ ἐπὶ τῶν ἐπί τι ἕτερον συνεχῶς. Πλά‐ των ἐν Φαίδωνι· πολλάκις μοι φοιτῶν τὸ αὐ‐ τὸ ἐνύπνιον. καὶ πάλιν ἐν Γοργίᾳ· ἐάν τις εἰς παλαίστραν φοιτήσας εὖ ἔχων τὸ σῶμα. Ἰστέον ὅτι πάντα τὰ παρακελευσματικὰ ἐπιρρήματα, τὸ | |
15 | φέρε, τὸ δεῦρο, τὸ ἴθι καὶ τὸ ἄγε καὶ εἰς συμβου‐ λευτικὰ ὑποτακτικὰ καὶ εἰς προστακτικὰ συντάσσονται. | |
Ἀριστοφάνης ἐν νεφέλαις· | 389 | |
phi390 | φέρ’ ἴδω, τί ὀφείλω; ὁ αὐτὸς ἐν τῷ αὐτῷ· φέρε δή μοι φράσον· συνηγοροῦσιν ἐκ τίνων; | |
5 | καὶ πάλιν ἐν τῷ αὐτῷ· δεῦρ’ ἔλθ’, ἵνα κλάῃς. [καὶ] Πλάτων ἐν Γοργίᾳ· ἴθι δὴ καὶ τόδε ἐπισκε‐ ψώμεθα. καὶ πάλιν ἐν τῷ αὐτῷ· ἴθι δή μοι ἀ‐ πόκριναι οὕτως. καὶ πάλιν ἐν [ταῖς] πολιτείαις· | |
10 | ἀλλ’ ἄγ’ ἐπειδὴ τοῦτ’ ἀπετελέσαμεν, ἀνα‐ μνησθῶμεν, πόθεν δεῦρο ἐξετραπόμεθα. Ἀριστοφάνης ἐν νεφέλαις· ἄγε δὴ ταχέως τουτὶ ξυνάρπασον. τίθενται δὲ ἔστιν ὅτε τὸ ἄγε καὶ τὸ φέρε καὶ ἀσύν‐ | |
15 | τακτα ἐπιφερομένων ἐρωτήσεων. Πλάτων ἐν Γοργίᾳ· φέρε δὴ [ἡ] ῥητορικὴ περὶ τί τῶν ὄντων τυγχάνει οὖσα; Ἀριστείδης ἐν τῷ εἰς Δία· ἄγ’ ὦ πάντ’ εἰδυῖαι, πόθεν ἀρξώμεθα; εἰσὶ δὲ ταῦτα πάντα καὶ ῥήματα προστακτικά. τὸ δεῦρο δὲ | |
20 | καὶ ἀντὶ τοῦ ἐνταῦθα. | 390 |
chi391(t) | Χ. | |
1 | Χρήστης ὁ δανείζων. Ἀριστοφάνης ἐν νεφέλαις· ὑπὸ γὰρ τόκων χρήστων [τε] δυσκολω‐ τάτων. καὶ ὁ τὸ δάνειον δεχόμενος. Λιβάνιος ἐν ἐπιστολῇ· | |
5 | εἰ δεήσει με χρήστην ὄντα περινοστεῖν ἀδυ‐ νατοῦντα τὸ χρέος ἐκτῖσαι. δανειστής δὲ ὁ δα‐ νείζων μόνον. Χρυσοῦς χρυσῆ καὶ χρυσοῦν εἴποις, οὐ χρύσεος χρύσεα καὶ χρύσεον· Ἰωνικὰ γάρ. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ ἀρ‐ | |
10 | γυροῦς καὶ χαλκοῦς καὶ τῶν ἄλλων. Χρῆται, οὐ χρᾶται. Χρηστότης, οὐκ ἀγαθότης οὐδ’ ἀγαθοσύνη. Χθιζός, οὐ χθεσινός. Ἀριστείδης· ὁ χθιζὸς ἡμῖν ἑ‐ στιάτωρ. | |
15 | Καὶ ἐχθές καὶ χθές. Ἀριστοφάνης ἐν νεφέλαις· ἐχθὲς δέ γ’ ἡμῖν δεῖπνον οὐκ ἦν ἑ‐ | |
σπέρας. | 391 | |
chi392 | Συνέσιος ἐν ἐπιστολῇ· χθὲς καὶ πρώην ἐπὶ τῶν ἔναγχος ὑπάτων. Χαιρήσεις, οὐ χαρήσῃ. Ἀριστοφάνης ἐν Πλούτῳ· οὔ τοι μὰ τὴν Δήμητραν χαιρήσεις | |
5 | ἔτι. Χαίρειν οὐ μόνον ἐπὶ ἡδονῆς, ἀλλὰ καὶ ἐπὶ τοῦ φθείρε‐ σθαι. Ἀριστοτέλης· τὰ γὰρ εἴδη χαιρέτω, τε‐ ρετίσματα γάρ εἰσι. Χανδὸν πιεῖν Ἀττικοί. Συνέσιος ἐν τῷ περὶ προνοίας· | |
10 | ἀλλ’ οὐδὲ χανδόν ποτε Ὄσιρις ἔπιε. κεχη‐ νότως δὲ καὶ ἀθρόως Ἕλληνες. Χολή καὶ χολᾷ ἐπὶ μανίας. Ἀριστοφάνης ἐν νεφέλαις· σὺ δ’ εἰς τοῦτο τῶν μανιῶν ἐλήλυ‐ θας, | |
15 | ὥστ’ ἀνδράσι πείθῃ χολῶσιν. | 392 |
chi393 | Οὐ μόνον τρυφῶ καὶ τρυφή, ἀλλὰ καὶ χλιδῶ καὶ χλιδή. Αἰσχύλος ἐν Προμηθεῖ· χλιδᾶν ἔοικας τοῖς παροῦσι πράγ‐ μασι. | |
5 | Συνέσιος ἐν τῷ περὶ βασιλείας· γαύρους τε καὶ χλιδῶντας. Σοφοκλῆς ἐν Ἠλέκτρᾳ· καὶ ζῶμα τοὐμὸν οὐ χλιδαῖς ἠσκη‐ μένον. Χαμαί ἀντὶ τοῦ ἐν τῇ γῇ, ὡς τὸ χαμαὶ κάθηται· χα‐ | |
10 | μάζε δὲ ἀντὶ τοῦ εἰς τὴν γῆν. Ἀριστείδης ἐν Μιλτι‐ άδῃ· οὐ χαμάζε ἔπεσε τὸ κέρδος. χαμόθεν τὸ ἐκ τῆς γῆς. Συνέσιος ἐν τῷ περὶ προνοίας· τὴν μὲν χαμόθεν ἀναβλύζουσαν. οἱ δὲ κυρίως Ἀτ‐ τικοὶ χαμᾶθεν προπερισπωμένως λέγουσιν, οἷς καὶ αὐ‐ | |
15 | τὸς ἕπου. Ἡ χάραξ ἐπὶ ἀμπέλου, ὡς ἡ παροιμία ἡ χάραξ τὴν ἄμπελον ἐλυμήνατο ἐπὶ τῶν καθ’ ἑαυτῶν εἰσα‐ | |
γόντων βοηθούς· ὁ χάραξ ἐπὶ στρατοπέδου. | 393 | |
chi394 | Χάριν καὶ τὴν δωρεὰν καὶ τὴν ἀντίχαριν λέγε. Σοφοκλῆς ἐν Αἴαντι μαστιγοφόρῳ· χάρις χάριν γάρ ἐστιν ἡ τίκτους’ ἀεί. | |
5 | χάριν καὶ τὴν ἡδονὴν, ὡς ὅταν λέγωμεν τὴν τῶν λό‐ γων χάριν. Χάρις καὶ ὄνομα θεᾶς, οὗτινος ἡ αἰτι‐ ατικὴ οὐκ ἐκφέρεται δισυλλάβως, ὡς ἐπ’ ἐκείνων, ἀλ‐ λὰ τρισυλλάβως· οὐ γὰρ Χάριν λέγομεν, ἀλλὰ Χά‐ ριτα. | |
10 | Χαρίζομαι οὐ μόνον τὸ δωροῦμαι, ἀλλὰ καὶ τὸ χάριν τινὶ ποιῶ, οἷον χαριζόμενός σοι ἔπραξα τάδε. χρῆν καὶ ἀντὶ τοῦ ἔπρεπε κατὰ ἀφαίρεσιν τοῦ ε. Σοφο‐ κλῆς ἐν Ἠλέκτρᾳ· χρῆν δ’ εὐθὺς εἶναι τήνδε τοῖς πᾶσι | |
15 | δίκην· καὶ ἀντὶ τοῦ πρέπει. ὥσπερ γὰρ τὸ προσῆκε καὶ ἀντὶ τοῦ ἔπρεπε καὶ ἀντὶ τοῦ πρέπει ἐστὶν, οὕτω καὶ τὸ χρῆν καὶ ἀντὶ τοῦ ἔπρεπε καὶ ἀντὶ τοῦ πρέπει ἐστί. τὸ αὐτὸ δὲ γίνεται καὶ ἐπὶ τοῦ ἔδει. χρῆν καὶ ἐπὶ | |
20 | ἀπαρεμφάτου ἀντὶ τοῦ πρέπειν. Εὐριπίδης ἐν Ἑ‐ | |
κάβῃ· | 394 | |
chi395 | πότερα τὸ χρῆν σφ’ ἐπήγαγεν ἀνθρω‐ ποσφαγεῖν; χρῶνται δὲ τούτῳ ποιηταί· λογογράφοι δὲ τῷ χρῆ‐ ναι ἀεί. | |
5 | Χρυσίδες κυρίως αἱ ἀνατιθέμεναι τοῖς θεοῖς χρυσαῖς φιάλαι. Λιβάνιος ἐν ἐπιστολῇ· κάλλιον αὐτοῖς χρυσί‐ δων βότρυες ἐξημμένοι τῶν ἀγαλμάτων. κα‐ ταχρηστικῶς δὲ καὶ πᾶσα ἐκ χρυσοῦ φιάλη χρυσίς λέ‐ γεται. | |
10 | Χρή με ποιῆσαι πάντοτε [λέγε], οὐ χρή μοι, εἰ καὶ Σοφο‐ κλῆς ἅπαξ εἶπε. τὸ δὲ χρή ἀντὶ τοῦ χρεία ἐστὶν ἀπὸ δοτικῆς εἰς γενικήν. Εὐριπίδης ἐν Ὀρέστῃ· ὅταν δ’ ὁ δαίμων εὖ διδῷ, τί χρὴ φί‐ λων; | |
15 | τινὶ δηλονότι· ἔστι δὲ τοῦτο ποιητικώτερον. | |
Χρήσθων ἀντὶ τοῦ χρήσθωσαν Ἀττικοὶ λέγουσιν· ὡσαύ‐ | 395 | |
chi396 | τως καὶ ἐπὶ πάντων τῶν δυϊκῶν ἐν τοῖς προστακτικοῖς παθητικοῖς, οἷον ἐχέσθων, μεμνήσθων καὶ ὅσα τοι‐ αῦτα. ἐπὶ δὲ τῶν ἐνεργητικῶν οὐ δυϊκοῖς τῶν προσ‐ τακτικῶν χρῶνται, οἷον ποιείτων, λεγέτων, ἀλλὰ γε‐ | |
5 | νικαῖς τῶν πληθυντικῶν τῶν μετοχῶν· ποιούντων γὰρ λέγουσι καὶ λεγόντων, λαμβάνοντες ἔξωθεν τὸ ἔστω‐ σαν, ἀντὶ τοῦ ἔστωσαν τῶν ποιούντων ἢ τῶν λεγόν‐ των ἀντὶ τοῦ ποιείτωσαν ἢ λεγέτωσαν. Θουκυδίδης· ἢν δέ τι διάφορον ᾖ πρὸς ἀλλήλους, δικαίῳ | |
10 | χρήσθων· ἀποδόντων δὲ Ἀθηναίοις Λακε‐ δαιμόνιοι Ἀμφίπολιν. τίθεται δὲ ἡ τοιαύτη σύνταξις οὐ μόνον ἐπὶ τῶν ἀρσενικῶν, ἀλλὰ καὶ ἐπὶ τῶν θηλυκῶν, οὐ θηλυκοῦ γένους οὔσης τῆς τοιαύτης γενικῆς, ἀλλ’ ἀρσενικοῦ. Πλάτων ἐν [τῇ] δευτέρᾳ τῶν | |
15 | πολιτειῶν· μήδ’ αὖ ὑπὸ τούτων ἀναπειθόμε‐ | |
ναι αἱ μητέρες τὰ παιδία ἐκδειματούντων. | 396 | |
chi397 | Χοῦν καὶ προχοῦν Ἀττικοί. Ἀριστείδης ἐν τῷ Παναθη‐ ναϊκῷ· ἠκρωτηριασμένους προχοῦν εἰς τὸ πέλαγος. χωννύειν Ἕλληνες. Χοή εἶδος μέτρου ἐπὶ ὑγροῦ Ἀττικοὶ λέγουσιν. Ἀριστο‐ | |
5 | φάνης ἐν Πλούτῳ· ἓξ χοὰς χωρήσεται. χοῦς δὲ ἁπλῶς Ἕλληνες. προχοή δὲ ἡ τοῦ ὕδατος πρόχυσις· προχόη δὲ τὸ ἀγγεῖον, ὡς ὁ αὐτὸς ἐν νε‐ φέλαις· | |
10 | εἴτ’ ἄρα Νείλου προχοαῖς ὑδάτων χρυ‐ σέῃς ἀρύεσθε προχόῃσι. Χάριν οἶδά σοι καὶ χάριν ἔχω σοι καὶ χάριν ὁμολογῶ· εὐχαριστῶ δὲ οὐδεὶς τῶν δοκίμων εἴρηκεν. εὕρηται δὲ | |
τὸ χάριν ἔχω οὐ μόνον ἀντὶ τοῦ εὐχαριστῶ, ἀλλὰ καὶ | 397 | |
chi398 | ἀντὶ τοῦ εὐχαριστίαν δέχομαι. Θουκυδίδης ἐν τῇ ὀγ‐ δόῃ· χάριν ἂν δήπου ἐν τούτῳ μείζω ἔτι ἔ‐ σχεν, ἤγουν εὐχαριστήθη. Χύσις σοφίας ἐρεῖς, οὐ χύμα. | |
5 | Χαίρειν ἐν ἐπιστολῇ Πλάτων λέγεται γράψαι πρῶτος, καὶ Κλέων Ἀθηναίοις μετὰ τὸ λαβεῖν τὴν Πύλον. ἔνθεν καὶ τὸν κωμικὸν ἐπισκώπτοντα εἰπεῖν· πρῶτός γ’ ἡμᾶς, ὦ Κλέων, χαίρειν προσεῖπες πολλὰ λυπῶν τὴν | |
10 | πόλιν. ἰστέον δὲ, ὡς αἱ τῶν παλαιῶν προσρήσεις αἱ μὲν ἑ‐ ωθιναὶ χαῖρε, αἱ δὲ ἑσπεριναὶ ὑγίαινε, ὡς Λουκιανὸς ἐν τῷ ὑπὲρ τοῦ ἐν τῇ προσαγορεύσει πταίσματος· ἀ‐ φικόμενος παρὰ σὲ, ὡς προσείποιμι τὸ ἑ‐ | |
15 | ωθινὸν, δέον τὴν συνήθη ταύτην φωνὴν ἀφεῖναι καὶ χαίρειν κελεύειν, ἐγὼ δ’ ὁ χρυ‐ | |
σοῦς ἐπιλαθόμενος ὑγιαίνειν σε ἠξίουν. | 398 | |
chi399 | Χρησιμεῦσαι μὴ λέγε, ἀλλὰ χρήσιμον γενέσθαι. Ἀμφότερα λέγε, καὶ χωρὶς εἰ μὴ τόδε καὶ χωρὶς εἰ τόδε, εἰ καὶ Φρύνιχος ἀδόκιμον εἶναι λέγει τιθέμενον μετὰ τοῦ μή. ὥσπερ γάρ φαμεν πλὴν εἰ τόδε καὶ πλὴν εἰ | |
5 | μὴ τόδε, καὶ ἐκτὸς εἰ μὴ τόδε καὶ ἐκτὸς εἰ τόδε, οὕ‐ τω καὶ χωρὶς εἰ μὴ τόδε δεῖ λέγειν, οὐ μόνον χωρὶς εἰ τόδε· τὸ γὰρ πλήν καὶ τὸ ἐκτός τὸ χωρίς δηλοῦσι. Λουκιανὸς ἐν τῷ βίων πράσεις· πλὴν εἰ μὴ σκα‐ πανέα ἢ ὑδροφόρον. καὶ ἐν τῷ ἀναβιοῦντες ἢ | |
10 | ἁλιεύς· ἐκτὸς εἰ μὴ κατὰ τὸν Θάμυριν ἢ τὸν Εὔρυτον εἴη. κρεῖττον μέντοι, εἰ χωρὶς τοῦ μὴ λέ‐ γοιτο. Χλανίδιον καὶ χλανίσκιον. Εὐριπίδης ἐν Ὀρέστῃ· χλανιδίων δ’ ἔσω | |
15 | κρυφθείς. καὶ Αἰσχίνης· εἰ γάρ τίς σου τὰ κομψὰ ταῦτα χλανίσκια περιελόμενος. | |
Χλιήνας Ἀττικοὶ, οὐ χλιάνας. | 399 | |
chi400 | Καὶ χαμαιτύπη, οὐ χαμαιτυπίς. δηλοῖ δὲ τὴν ἄδοξον καὶ εὐτελῆ πόρνην. Ὥσπερ φαμὲν χρῶ τὸ μαντείαν δίδωμι, οἷον ἔχρησεν αὐτῷ ὁ θεός, οὕτω καὶ χρῶμαι τὸ μάντιν ποιοῦμαι. Λι‐ | |
5 | βάνιος ἐν τῇ τοῦ Ἀχιλλέως ἀπολογίᾳ· τῷ θεῷ χρη‐ σόμενος ὑπὲρ τοῦ τραύματος. καὶ ἀμφότερα δοτικῇ. Χρεία καὶ χρήσιμος Ἀττικοί· ὁ χρεῖος δὲ ἤγουν ὁ χρήσι‐ μος καὶ τὸ χρεῖον φιλοσόφων καὶ ποιητῶν. Σοφο‐ | |
10 | κλῆς· χρεῖ’ ᾖ λέγειν, ἤγουν χρήσιμα. φασὶ δὲ οἱ ποιηταὶ καὶ χρειώ τὴν χρείαν. Ὅμηρος· χρειώ με κατήγαγεν εἰς Ἀΐδαο | |
15 | ψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο. Χοῖρος καὶ σῦς καὶ ὗς ἐπὶ παντὸς χοίρου· χλούνης δὲ καὶ μονιός καὶ χαυλιόδους καὶ ἔτι κάπρος ὁ ἄγριος σῦς. ἔτι δὲ τὸ μὲν χλούνης καὶ μονιός καὶ χαυλιόδους ποι‐ | |
ητῶν, τὰ δ’ ἄλλα λογογράφων. | 400 | |
chi401 | Χλευάζω λέγε, χλευασμός δὲ μηκέτι, ἀλλὰ χλεύη καὶ χλευ‐ ασία. Λιβάνιος ἐν ἐπιστολῇ· τὰ γράμματα δὲ χλευασίαν οἰήσῃ. Χιτών ἐπὶ ἀνδρός. Ἀριστείδης ἐν τῇ πρὸς τοὺς βασιλέας | |
5 | ἐπιστολῇ· πρὸς δὲ τοὺς στρατιώτας τοὺς χι‐ τῶνας ἐνείμαντο. χιτώνιον δὲ ἐπὶ γυναικός. Ἀρι‐ στοφάνης ἐν Πλούτῳ· καὶ ταῖς ἀδελφαῖς ἀγοράσαι χιτώ‐ νιον. | |
10 | Λουκιανὸς ἐν τῷ Λεξιφάνης· τίς οὐκ οἶδεν, ὅτι χιτώνιον μὲν γυναικὸς ἐσθής; Χρηματίζω τὸ ὑπάρχω καὶ τὸ διαλέγομαι, ὅπερ ἐπὶ ὑπερ‐ έχοντος λέγεται. Λιβάνιος ἐν ἐπιστολῇ· ὡς γὰρ ἐχρημάτιζεν ὁ Πέρσης. εὕρηται δὲ ἅπαξ καὶ | |
15 | ἀπ’ ἐλάττονος πρὸς μείζονα παρ’ Ἡροδότῳ ἐν τῇ τρίτῃ· ἤθελεν ἐς τὰ βασιλήια ἐσελθὼν χρηματίσα‐ | |
σθαι τῷ βασιλεῖ. καὶ χρηματίζομαι παθητικῶς τὸ | 401 | |
chi402 | χρήματα συνάγω. καὶ χρηματιστής καὶ ὁ διαλεγόμενος καὶ ὁ χρήματα συνάγων. Θουκυδίδης ἐν τῇ ὀγδόῃ· ἵνα τοὺς Φοίνικας προαγαγὼν ἐς τὴν Ἄ‐ σπενδον ἐκχρηματίσαιτο ἀφείς. ἐξαργυρίζω | |
5 | δὲ τὸ ἀργύρου πωλῶ τι. ὁ αὐτὸς ἐν τῇ αὐτῇ· οὐδ’ ἂν δέῃ τελευτῶντα τὴν αὐτοῦ στρωμνὴν ἐξ‐ αργυρίσαι. | |
psi402(post7t) | Ψ. | |
8 | Ψάλλιον ὁ χαλινός. Εὐριπίδης ἐν Φοινίσσαις· | 402 |
psi403 | ψαλλίοις τετραβάμοσι μωνύχων πώ‐ λων. ψέλλιον δὲ γυναικεῖος κόσμος. Λουκιανὸς ἐν τῇ θεῶν ἐκκλησίᾳ· καὶ ἀντὶ Διὸς ἢ ὅρμος ἢ ψέλλιον ἢ | |
5 | ἐλλόβιον ἡμῖν γένῃ. Ψυχθῆναι καὶ ψυχῆναι, οὐ ψυγῆναι. Ψίθυρος, οὐ ψιθυριστής. Ψίλαξ ποιηταὶ, ὡς Ἀριστοφάνης· ψιλός δὲ καὶ λεῖος λο‐ γογράφοι. | |
10 | Ψυχή ἡ λογικὴ ἤγουν ἡ ἐν τῷ ἀνθρώπῳ, καὶ ἡ ἄλογος ἤ‐ γουν ἡ ἐν τοῖς ζώοις, καὶ ἡ ἐν τοῖς φυτοῖς θρεπτικὴ καὶ αὐξητικὴ δύναμις. ψυχή καὶ ἡ ζωὴ ἁπλῶς. Ἡ‐ | |
ρόδοτος ἐν τῇ τρίτῃ· ἔλεγον πρὸς τὰς γυναῖ‐ | 403 | |
psi404 | κας, ὡς βασιλεῖ οὗτος εἴη, ὃς τὴν ψυχὴν ἀπέδωκε. καὶ Εὐριπίδης ἐν Ἑκάβῃ· ἐπεὶ δὲ Τροία θ’ Ἕκτορός τ’ ἀπόλλυ‐ ται | |
5 | ψυχή. τινὲς δὲ ἐνταῦθα τὸ ἀπόλλυται κατὰ τὸ ἓν σημαινόμε‐ νον τῆς ἀπωλείας ἀντὶ τοῦ ἀφανὴς ἐγένετο λαμβάνουσι, περὶ τῆς λογικῆς ψυχῆς εἶναι τὸν λόγον φρονοῦντες, ἐξελθοῦσα δηλαδὴ [ἀπὸ] τοῦ σώματος. ψυχή καὶ ἡ | |
10 | φύσις, ὡς παρὰ Σοφοκλεῖ ἐν Ἠλέκτρᾳ· τῆς ἐμῆς ψυχῆς γεγώς. Καὶ ψάμμος καὶ ἄμμος. Ἀριστείδης ἐν τῷ Αἰγυπτίῳ· ὑ‐ περβαλόντι καταρράκτας ψάμμος ἔνθεν καὶ ἔνθεν ἐστὶ τοῦ Νείλου. καὶ πάλιν ἐν τῷ αὐτῷ· | |
15 | καὶ αἱ περὶ τὰς εἰσβολὰς τὰς ἐξ Ἀράβων | 404 |
psi405 | εἰς Αἴγυπτον ψάμμοι. καὶ αὖθις ἐν τῷ αὐτῷ· ἄμμοι δ’ ἐκεῖναι, καὶ γῆς χάσματα. καὶ ἐν τῷ αὐτῷ πάλιν· διὰ τῆς ἄμμου τῆς ἄνω διεξ‐ ῆλθε. καὶ Πλάτων ἐν Φαίδωνι· σήραγγες δὲ καὶ | |
5 | ἄμμος καὶ πηλὸς ἀμήχανος. Τὰ συγκριτικὰ καὶ πρὸς ἕνα ἔχει τὴν σύγκρισιν καὶ πρὸς πολλούς, οἷον τιμιώτερος τοῦδε καὶ τιμιώτερος τού‐ των· τὰ δὲ ὑπερθετικὰ ἀεὶ ἐπὶ πληθυντικοῦ. εἰ δέ που καὶ ἐπὶ ἑνικοῦ τάττονται, ἀλλὰ συγκριτικοῦ ση‐ | |
10 | μασίαν ἔχουσιν, ἐφ’ ἑαυτῶν τὴν συγκριτικὴν ταύτην ὑπέρθεσιν ἔχοντα. Ἀριστείδης ἐν τῷ εἰς τὸ φρέαρ τοῦ Ἀσκληπιοῦ· θέρους μὲν ψυχρότατον ὂν αὐτὸ ἑαυτοῦ. καὶ ἐν πέμπτῳ τῶν ἱερῶν· ἐρρωμενέ‐ στατα ἐμαυτοῦ διετέθην. καὶ ἐν τῷ Αἰγυπτίῳ· | |
15 | βιαιότατός ἐστιν αὐτὸς αὑτοῦ. | 405 |
psi406 | Ψεῦδος [λέγε], οὐ ψεῦσμα, εἰ καὶ ὁ αὐτὸς ἐν τῷ αὐτῷ ἅ‐ παξ· καὶ τί τούτου τραγικώτερον ψεῦσμα; | |
omega406(post2t) | Ω. | |
3 | Ὠνήσομαι κάλλιον ἢ ἀγοράσω· ὠνήμην ἢ ὠνάμην. Λου‐ κιανὸς ἐν τῷ Προμηθεῖ· ὤνησο διότι μὴ καὶ ὁ | |
5 | Ζεὺς ταῦτα ἐπήκουσέ σου. καὶ Ἡρόδοτος ἐν τῇ πρώτῃ· τὴν Τιμήσιος κτίσας οὐκ ἀπώ‐ νητο. Ὦχρος ποιητικόν. Ὅμηρος ἐν γʹ Ἰλιάδος· | |
ὦχρος δέ μιν εἷλε παρειάς. | 406 | |
omega407 | ὠχρίασις κοινόν· ὠχριᾶν δὲ λογογράφων. κάλλιον δὲ τὸ ὡρακιᾶν, ὅπερ ἐστὶ τὸ ἐκ λειποθυμίας ὠχριᾶν. Ὡσαύτως καὶ παραπλησίως καὶ κατὰ ταὐτά. Ὤμνυσαν κρεῖττον ἢ ὤμνυον. | |
5 | Ὠιδεῖον τόπος ἦν Ἀθήνησιν εἰς τὸ ἐπιδείκνυσθαι τοὺς μου‐ σικοὺς, ὅθεν καὶ ᾠδεῖον ἐκλήθη. διεμετρεῖτο δὲ ἐν τῷ τοιούτῳ τόπῳ καὶ ἄλφιτα. Ὤθω τὸ χερσὶν ἀπωθῶ. γράφεται δὲ καὶ ὠθέω ὠθῶ καὶ ὠθοῦμαι καὶ ἐπὶ ἐνεργητικῆς καὶ παθητικῆς ση‐ | |
10 | μασίας. Ὤμιλλα παιδιά τις ἦν, ἐν ᾗ ὁ εἰς τὸν κύκλον βαλὼν κά‐ ρυον, ὥστε ἐμμεῖναι, ἐνίκα. Ὠμογέρων λέγε καὶ μὴ παρ’ ἡλικίαν γεγηρακώς. Ὤνευον ἀντὶ τοῦ ἐκίνουν καὶ περιῆγον ἀπὸ τῶν τοὺς μύ‐ | |
15 | λωνας κινούντων ὄνων. Θουκυδίδης ἐν τῇ ἕκτῃ· ἔκ τε τῶν ἀκάτων ὤνευον ἀναδούμενοι τοὺς σταυρούς. Ὠτακουστεῖν τὸ τὰ κρύφια μανθάνειν διά τινων. καὶ ὠτα‐ | |
κουστής. | 407 | |
omega408 | Ὦτος ὄρνεον, ὅπερ ἐπαινούμενον καὶ ἀντορχούμενον, ὥσπερ ὁ νυκτικόραξ, ἁλίσκεται· διόπερ τοὺς χαύνους καὶ κενοδόξους οὕτω καλοῦσιν. Ὠφέλιμον τὸ ὠφέλειαν ἐμποιοῦν. τὰ γὰρ εἰς μος τὰ μέν | |
5 | εἰσιν ἐνεργητικὰ, οἷον ὠφέλιμος, τὰ δὲ παθητικὰ, οἷον τρόφιμος ὁ τρεφόμενος ὑπό τινος. καὶ πάλιν τὰ μὲν αὐτῶν εἰσι δυνάμει, οἷον ἰάσιμος ὁ δυνάμενος ἰαθῆναι, τὰ δὲ ἐνεργείᾳ, οἷον ἀοίδιμος ὁ ἀεὶ ᾀδόμενος καὶ ὑμνούμενος. | |
10 | Ὠφελῶ σε πάντες ῥήτορες· πρὸς δοτικὴν δὲ μόνοι ποι‐ ηταί. Αἰσχύλος ἐν Πέρσαις· ὡς τοῖς θανοῦσι χρήματ’ οὐδὲν ὠφε‐ λεῖ. καὶ Θουκυδίδης ἅπαξ ἐν τῇ πέμπτῃ· ὠφελεῖν Ἀ‐ | |
15 | θηναίους Λακεδαιμονίοις τρόπῳ ᾧ ἂν δύ‐ νωνται. Τὸ ὦ μετὰ τῆς κλητικῆς οὐδέποτε ὀξύνεται, εἰ καὶ ἔκπλη‐ | |
ξιν ὁ λόγος ἔχει καὶ θαῦμα, οἷον ὦ Ἡράκλεις, ὦ | 408 | |
omega409 | θαῦμα θαυμάτων. οὐ γὰρ τὸ ὦ μόνον ἐν τούτοις ἐμφαίνει τὴν ἔκπληξιν καὶ τὸ θαῦμα, ἀλλὰ μετὰ τῶν κλητικῶν. ὅτε δὲ ἐπάγεται γενικὴ, ἐξ ἀνάγκης ὀξύνε‐ ται· τότε γὰρ πάντως ἢ σχετλιαστικόν ἐστιν, οἷον ὢ | |
5 | τῆς ἐμῆς ἀθλιότητος, ἢ θαυμαστικὸν, οἷον ὢ τοῦ ξένου μετάλλου. διὸ καὶ τὴν γενικὴν ἔχει ἐπαγο‐ μένην λαμβανομένου ἔξωθεν τοῦ ἕνεκα. Οὐ μόνον ὥρα τὸ ἔαρ, ἀλλὰ καὶ ὡραία. Λιβάνιος ἐν τῷ περὶ τῆς ἑαυτοῦ τύχης· οὗτος νόμῳ μὲν τῆς ὡ‐ | |
10 | ραίας ἐτύγχανεν ἀφιγμένος οἴκαδε. Τὸ ὡς ἀντὶ τοῦ καθά, ἀντὶ τοῦ οὕτως, ἀντὶ τοῦ ὄντως, ἀντὶ τοῦ ἐπεί, ἀντὶ τοῦ λίαν καὶ ἀντὶ τοῦ ἵνα, ὅπερ καὶ εὐκτικῷ καὶ ὑποτακτικῷ συντάσσεται. Λουκιανὸς ἐν τῷ Χάρων ἢ ἐπισκοποῦντες· ὡς εἰδῶσιν ἄν‐ | |
15 | θρωποι ὄντες. καὶ ἐν τῷ Διογένους καὶ Ἡρα‐ κλέους διαλόγῳ· ὡς μὴ αἰσχύνοιτο καὶ αὐτὸς | |
λαμβάνων. λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ ὅτι· καὶ | 409 | |
omega410 | ἀντὶ τῆς εἰς προθέσεως ἐπὶ κινήσεως καὶ ἐπὶ ἐμψύ‐ χου. Ἀριστείδης ἐν τῷ πρὸς Θηβαίους περὶ συμμα‐ χίας πρώτῳ λόγῳ· τότε μὲν γὰρ ἐλθόντων ὑ‐ μῶν ὡς ἡμᾶς ἠκούσαμεν. ἅπαξ δὲ καὶ ἐπὶ ἀψύ‐ | |
5 | χου Θουκυδίδης εἶπεν ἐν τῇ ὀγδόῃ· ἀπέπλευσαν ὡς Ἄβυδον. τὸ δὲ ὡς ἄν ποτὲ μὲν τὸ καθά δηλοῖ· Σοφοκλῆς ἐν Αἴαντι· ὡς ἂν ποιήσῃς, πανταχοῦ χρηστὸς ἔσῃ· | |
10 | ποτὲ δὲ ἀντὶ τοῦ ἵνα· Ἀριστοφάνης ἐν Πλούτῳ· σὺ δ’ ὡς ἂν εἰδῇς, ὅσα, παρ’ ἡμῖν ἢν μένῃς, γενήσετ’ ἀγαθά. [ὅπερ ἐπὶ ὑποτακτικοῦ ἀεὶ τίθεται· ἅπαξ δὲ καὶ ἐπὶ | |
15 | εὐκτικοῦ.] ποτὲ δὲ ἀντὶ τοῦ ὡς μόνον, μηδεμίαν τοῦ | 410 |
omega411 | ἂν δύναμιν ἔχοντος, [τιθέμενον καὶ ἐπὶ μετοχῆς καὶ | |
ἀπαρεμφάτου.] | 411 |