TLG 9022 006 :: Joannes TZETZES :: De Pleiadibus (excerptum) Joannes TZETZES Gramm.
Poeta De Pleiadibus (excerptum) Source: Martin, J. (ed.), Scholia in Aratum vetera. Stuttgart: Teubner, 1974: 547–551. Citation: Page — (line) | ||
547(1t) | EXCERPTUM DE PLEIADIBUS | |
2t | TZETZIANUM | |
---|---|---|
2u | 1 | |
1 | φασὶν οἱ μῦθοι περὶ τῶν Πλειάδων ὅτι ἀπὸ τοῦ Ἄτλαντος ἐγεννήθησαν καὶ Πλειόνης τῆς τοῦ Ὠκεα‐ νοῦ θυγατρός. ὁ δὲ Ἄτλας, μεθ’ οὗ καὶ ὁ Προμηθεὺς καὶ ὁ Ἐπιμηθεύς, ἐγεννήθη ἐκ τοῦ Οὐρανοῦ καὶ Κλυ‐ | |
5 | μένης τῆς τοῦ Ὠκεανοῦ θυγατρός. γεννηθεῖσαι δὲ οὕτως ἀπὸ τοῦ Ἄτλαντος καὶ τῆς Πλειόνης, ἐδιώ‐ κοντο πέντε ὅλους ἐνιαυτοὺς κατὰ Βοιωτίαν ὑπὸ τοῦ Ὠρίωνος μετὰ καὶ τῆς μητρὸς αὐτῶν συγγενέσθαι ζητοῦντος αὐταῖς, καὶ τοῖς θεοῖς εὐξάμεναι πρὸς πε‐ | |
10 | λειάδας ἠμείφθησαν. εἶτα οἰκτείρας αὐτὰς ὁ Ζεὺς τῆς κακοπαθείας ἐν τῷ οὐρανῷ κατηστέρισεν. ἐκ τούτου δὴ τοῦ Ἄτλαντός φασιν οἱ μῦθοι καὶ τὰς Ὑάδας γενέσ‐ θαι καὶ υἱὸν Ὕαντα, ὃν ἐν Λιβύῃ θηρῶντα ἐπειδὴ ὄφις ἀνεῖλεν, αἱ ἀδελφαὶ τῷ θρήνῳ νικηθεῖσαι ἀπώλοντο. | |
15 | Ζεὺς δὲ ἀστέρας αὐτὰς πεποίηκε τὰς καλουμένας Ὑά‐ | |
δας. ὧν τὰ ὀνόματα Ἡσίοδος ἐν τῇ Ἀστρικῇ αὑτοῦ | 547 | |
548 | βίβλῳ διδάσκει λέγων· Φαισύλη ἠδὲ Κορωνίς, εὐστέφανός τε Κλέεια, Φαιώ θ’ ἱμερόεσσα καὶ Εὐδώρη τανύπεπλος. ἀλλὰ ταῦτα μὲν τὰ μυθικά. ἀλληγορικῶς δὲ Ἄτλαντα | |
5 | νόησον τὸν ὁρίζοντα καὶ Πλειόνην τὸν Ὠκεανόν. ἐκ τούτων γενέσθαι δοκοῦσι καὶ αἱ Πλειάδες καὶ αἱ Ὑάδες καὶ τὰ λοιπὰ τῶν ἄστρων ὅτι ἐξ αὐτῶν ἀνερχόμενα φαίνονται. καλοῦνται δὲ αἱ Πλειάδες τῷ ὀνόματι τούτῳ ἀπὸ Πλειόνης τῆς ἑαυτῶν μητρός, ἢ ἀπὸ τοῦ πελειάδας | |
10 | γενέσθαι φευγούσας τὸν Ὠρίωνα, ἢ ἀπὸ τοῦ εἰς πολλὰ χρησιμεύειν (σημαντικαὶ γὰρ καὶ θέρους καὶ σπόρου), ἢ ὅτι πλησίον ἀλλήλων κεῖνται παρὰ τὸ λαιὸν γόνυ τοῦ Περσέως, ἢ ὅτι χρήσιμοί εἰσι τοῖς πλέουσιν. ἰστέον ὡς ἡ ἑῴα ἀνατολὴ τῶν Πλειάδων γίνεται | |
15 | ἀπὸ Μαίου ιγʹ ἕως κγʹ τοῦ Ἰουνίου, ἡ δὲ ἑσπερία ἀνα‐ τολὴ ἀπὸ Ὀκτωβρίου μέχρι Δεκεμβρίου ιθʹ. 2 τοῦ Οὐρανοῦ παιδὸς Ἰαπετοῦ καὶ Κλυμένης ἢ Ἀσίας τῆς Ὠκεανοῦ θυγατρὸς γεννῶνται, ὡς οἱ μυθογράφοι | |
20 | φασί, Προμηθεύς, Ἐπιμηθεύς, Μενοίτιος, καὶ ὁ νῦν ἡμῖν προκείμενος Ἄτλας· ὃν καὶ μυθεύονται κίονας φέρειν μακράς, | |
αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσι. | 548 | |
549 | τούτου καὶ Πλειόνης τῆς Ὠκεανοῦ θυγατρὸς γεννῶνται θυγατέρες ἑπτά, περὶ ὧν φησὶν Ἄρατος ἐν τοῖς Φαινο‐ μένοις ὧδέ πως· ἑπτὰ δ’ ἐκεῖναι ἐπιρρήδην καλέονται, | |
5 | ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσιν (258) Ἁλκυόνη Μερόπη τε Κελαινώ τ’ Ἠλέκτρη τε καὶ Στερόπη καὶ Τηϋγέτη καὶ ποτνία Μαῖα. | |
9 | ταύτας, φασί, τὰς Πλειάδας μετὰ τῆς μητρὸς αὐτῶν | |
10 | τῆς Πλειόνης κατὰ Βοιωτίαν πέντε ὅλους ἐνιαυτοὺς Ὠρίων ἐδίωκεν ὡς συγγένοιτο, αἱ δὲ τοῖς θεοῖς εὐξά‐ μεναι πρὸς πελειάδας μετήμειψαν. Ζεὺς δὲ τῆς κακο‐ παθείας οἰκτείρας αὐτὰς ἐν τῷ ζῳδιακῷ κατηστέρισεν. ἄλλοι δέ τινες δώδεκα θυγατέρας φασὶ γενέσθαι τῷ | |
15 | Ἄτλαντι καὶ υἱὸν Ὕαντα, ὃν ἐν Λιβύῃ θηρῶντα ὄφις ἀνεῖλεν. καὶ αἱ μὲν πέντε τὸν ἀδελφὸν τοῦτον θρηνοῦσαι ἀπώλοντο, Ζεὺς δὲ ἀστέρας ταύτας πεποίηκε, τὰς λεγομένας Ὑάδας, ὧν τὰ ὀνόματα ὁ Ἀσκραῖος οὗτος Ἡσίοδος ἐν τῇ Ἀστρικῇ αὑτοῦ βίβλῳ διδάσκει λέγων· | |
20 | νύμφαι Χαρίτεσσιν ὁμοῖαι, Φαισύλη ἠδὲ Κορωνίς, εὐστέφανός τε Κλέεια, Φαιώ θ’ ἱμερόεσσα καὶ Εὐδώρη τανύπεπλος, ἃς Ὑάδας καλέουσιν ἐπὶ χθονὶ φῦλ’ ἀνθρώπων. αἱ δὲ Πλειάδες προείπομεν ὅπως κατηστερίσθησαν. | |
25 | ἀλλὰ καὶ τὰ περὶ Ἄτλαντος καὶ τὴν τούτου κατα‐ στέρισιν ἀλληγορίᾳ καὶ ἱστορίᾳ δεούσῃ σαφηνιστέον | |
μοι. Ἄτλας ἐστὶν ἀλληγορικώτερον ὁ ἄξων ὁ ὁρίζων | 549 | |
550 | καὶ διακρίνων τὸ ὑπὲρ γῆν καὶ ὑπὸ γῆν ἡμισφαίριον. Ἰαπετοῦ δὲ, ἤτοι κινήσεως οὐρανοῦ, παῖς, ὅτι κατ’ ἀρχὰς συγκεχυμένου τοῦ παντὸς κοσμικοῦ σώματος, συνέβη τὸν ἀέρα καθ’ Ἕλληνας σφοδροτέρας κινήσεως | |
5 | τετυχηκέναι, καὶ οὕτω διορίσαι τὸ ἄνω καὶ κάτω ἡμι‐ σφαίριον καὶ διαρθρῶσαι τὸ πᾶν. θυγατέρες δὲ Ἄτλαν‐ τος αἱ Πλειάδες καὶ Ὑάδες καὶ τὰ λοιπὰ τῶν ἄστρων καὶ τῶν ἀστέρων ὅτι μετὰ τὸ διορισθῆναι τὰ ἡμισφαίρια καὶ διαρθρωθῆναι τὸ πᾶν οἱ ἀστέρες ἐφάνησαν καὶ | |
10 | πᾶν τὸ τῶν ἄστρων σύστημα. κίονες δέ, ἃς ὁ ἄξων οὗτος Ἄτλας κατέχει, ὁ βόρειος πόλος ἐστὶ καὶ ὁ νό‐ τιος. καὶ ταῦτα μὲν περὶ τοῦ στοιχειακοῦ Ἄτλαντος, τοῦ καὶ ἄξονος. γέγονε δὲ καί τις Λίβυς ἀνὴρ μαθη‐ ματικώτατος, Ἄτλας τὴν κλῆσιν, ὃς ἐμυθεύθη τὸν | |
15 | οὐρανὸν ἔχειν διὰ τὸ ἀρίστως ἀστρολογεῖν καὶ περὶ τῶν οὐρανίων ἀκριβέστατα διδάσκειν, οὗ καὶ υἱοὶ Ἕσπε‐ ρος καὶ Ὕας, καὶ θυγατέρες Πλειάδες καὶ Ὑάδες φιλαδελφόταται· οὓς καὶ ἃς ἐν τοῖς ἄστροις σοφώτατος ὢν κατηστέρισεν, ὡς καὶ τοῖς ἀστρολόγοις οἱ ἀστέρες | |
20 | ὦσιν εὐσύνοπτοι ὀνόματα ἔχοντες, καὶ τῶν παίδων αὐτοῦ τοῖς ἄστροις παραμένῃ τὸ ὄνομα τῷ παντὶ αἰῶνι περιφερόμενον. τοῦτο δὲ καὶ μύριοι ἕτεροι πεποιήκεσαν, ὡς καὶ ἐπὶ Πτολεμαίου ὁ Κόνων καταστερίσας τῆς Βερενίκης τὸν πλόκαμον. οὕτω μὲν οὗτοι καὶ οἱ λοιποὶ | |
25 | πάντες ἀστέρες καὶ τὰ ἄστρα κατηστερίσθησαν. οὐ γὰρ ἐπειδὰν ἀποθάνωμεν, κατά τινας τῶν ἔξω σοφῶν, ἀστέρες γινόμεθα, οὓς ὁ κωμικὸς Ἀριστοφάνης ἐμπέ‐ παιχε. ἀλλὰ τὸ ψυχρὰ λέγειν καὶ κατασκευάζειν πα‐ ρέντες, τήν τε ἱστορίαν τὴν περὶ τῆς διώξεως τῶν Πλειά‐ | |
30 | δων ὑπὸ Ὠρίωνος ὕστερον πολλαῖς γενεαῖς τῶν Πλειά‐ δων ὑπάρχοντος, καὶ τὴν τῆς Ἠλέκτρας πυράκτωσιν ἐν τῇ πορθήσει τῆς Τροίας μετὰ ἑπτὰ γενεὰς γενομένῃ, μικρὸν δέ τι φάμενοι περὶ τοῦ πόθεν καλεῖται Πλειάς, | |
καὶ περί τινων ἑτέρων βραχυτάτων, χωρήσομεν πρὸς | 550 | |
551 | τὴν διδασκαλίαν τῶν ἀστρικῶν ἐπιτολῶν καὶ τῶν δύ‐ σεων. ἀρχαγγελικὰς δὲ δυνάμεις ὅστις ἱμείροιτο τὰς Πλειάδας μανθάνειν, ὡς καὶ τὰς Μούσας, προσεχέτω τῷ Πρόκλῳ. οὐδὲν γὰρ ἡμεῖς τοιοῦτο λαβρὸν οὐδὲ | |
5 | σοφὸν ἐπιστάμεθα, ἀλλὰ σαφές τε καὶ σύντομον καὶ τῆς ἀληθείας ἐχόμενον, εἰ μή που ἢ ψευδῆ τινὰ ἱστορίαν ἐλέγχοιμεν ἢ διορθοίημεν, ἤ τι μυθῶδες ἀλληγοροίη‐ μεν, ἢ ἀτέχνως γεγραμμένον τεχνικῶς διαγράφοιμεν, οὐ μεταρσίοις λόγων συνθήκαις, οὐ κόμπῳ ῥημάτων, | |
10 | ἀλλὰ σαφεῖ καὶ περιπεζίῳ τῇ λέξει, ὡς ὁ διδασκαλικὸς τρόπος παρακελεύεται. Πλειάδες λέγονται ἀπὸ Πλειόνης τῆς αὐτῶν μητρός, ἢ ἀπὸ τοῦ πελειάδας αὐτὰς γεγονέναι φευγούσας τὸν Ὠρίωνα, ἢ παρὰ τὸ εἰς πολλὰ χρησι‐ μεύειν, σημαντικαὶ γὰρ θέρους καὶ σπόρου, ἢ ὅτι πλη‐ | |
15 | σίον ἀλλήλων κεῖνται περὶ τὸ λαιὸν κέρας τοῦ Ταύρου. λήθῃ κατασχεθεὶς καὶ περὶ Ὑάδων γράφειν, εἶπον τὰς Πλειάδας παρὰ τὸ λαιὸν κέρας κεῖσθαι τοῦ Ταύρου· ἰστέον οὖν ὅτι αἱ Ὑάδες κεῖνται περὶ τὸ λαιὸν μέρος τὸ ῥηθέν, αἱ δὲ Πλειάδες περὶ τὸ οὐραῖον τοῦ αὐτοῦ | |
20 | Ταύρου, ὅπερ ἡμίτομόν ἐστιν. ἡ ἐπιτολὴ δὲ τῶν Πλειάδων γίνεται ἀπὸ Μαίου ἐνάτης μέχρις Ἰουνίου κγʹ, ἡ δὲ τούτων δύσις ἀπὸ | |
Ὀκτωβρίου ηʹ μέχρι Δεκεμβρίου ἐνάτης. | 551 |