TLG 9022 004 :: Joannes TZETZES :: Versus de poematum generibus Joannes TZETZES Gramm.
Poeta Versus de poematum generibus
Citation: Section — (line) | ||
poem(1t) | ΣΤΙΧΟΙ ΙΩΑΝΝΟΥ ΤΟΥ ΤΖΕΤΖΟΥ | |
1 | ποιητικῶν μέλλουσιν ἄρχεσθαι λόγων χρεὼν διδάσκειν πρῶτα τὰς διαιρέσεις· οὕτω γὰρ εὐσύνοπτον ἔσται τοῖς νέοις. καὶ δὴ τὸ λοιπὸν ἐγκαταρκτέον λέγειν. | |
---|---|---|
5 | ποιητικὸν γίνωσκε σὺ γένος, νέε, πολλὰς τομὰς φέρον τε καὶ διαιρέσεις· τὸ μὲν γὰρ αὐτῶν λυρικὴν κλῆσιν φέρει, ἄλλο τραγικήν, κωμικήν, μονῳδίαν καὶ σατυρικήν, καὶ διθύραμβον πάλιν· | |
10 | ἰαμβογραφία τε τούτοις συντρέχει ποιητικόν τε πᾶν ἀνώνυμον γένος. καὶ δὴ τὸ πᾶν γνώρισμα σαφηνιστέον. | |
τῶν λυρικῶν γνώρισμα πρῶτον ἡ λύρα· πρὸς γὰρ λύραν ἔμελπον αὐτοὶ τὰ μέλη· | 84 | |
15 | εἶχον δὲ πεντήκοντα τοὺς χοροστάτας καὶ βοῦς τὸ δῶρον κυκλικῶς ἑστηκότων, ὅθενπερ αὐτούς τις καλεῖ ταυροσφάγους. τοῦ λυρικοῦ κύκλου δὲ σύστημα τόδε· Κόριννα, Σαπφώ, Πίνδαρος, Βακχυλίδης, | |
20 | Ἀνακρέων, Ἴβυκος, Ἀλκμάν, Ἀλκαῖος, Στησίχορός τε καὶ Σιμωνίδης ἅμα, δεκὰς ἀρίστη παντελὴς πληρεστάτη. τὴν τραγικὴν μάνθανε καὶ κωμῳδίαν. ἄμφω πρὸς ὠφέλειαν εὕρηνται βίου· | |
25 | τὴν δ’ εὕρεσιν μάνθανε πῶς ἐφευρέθη. πένητες ἄνδρες ἀττικοὶ γῆς ἐργάται ἀδικίας πάσχοντες ἐν γεωργίαις, ἐξ Ἀττικῶν μὲν εὐγενῶν δὲ τῷ γένει, ἀντιλέγειν δὲ μὴ σθένοντες μηδ’ ὅλως, | |
30 | συνεργὸν ἐξεύραντο τὸν νυκτὸς χρόνον· κώμαις γὰρ αὐτοί, ταῖς στενωποῖς τριόδοις, | |
κῶμα κατ’ αὐτὸ καὶ γλυκὺν ὕπνου χρόνον περιτρέχοντες καὶ λέγοντες τὰς βλάβας θόρυβον εἰργάσαντο τοῖς πέριξ μέγαν, | 85 | |
35 | ὡς ἡλίου τρέχοντος ἡμέρας δρόμον ζητεῖν, ἐρευνᾶν πανταχοῦ τοὺς αἰτίους καὶ τοὺς γεωργοὺς τοὺς παθόντας τὰς βλάβας. ἐπεὶ δ’ ἐφευρέθησαν οἱ γῆς ἐργάται, ᾔτησεν αὐτοὺς ἀττικὴ γερουσία | |
40 | κώμοις παρ’ αὐτοῖς καὶ πότοις Διονύσου τελουμένοις κώμαις τε καὶ τοῖς χωρίοις βλάβας κατειπεῖν, ἃς ἔλεξαν ἐννύχως· οἱ δ’ αὖ θέλοντες ἅμα καὶ δεδοικότες τρυγὶ καταχρίσαντες αὐτῶν τὰς θέας | |
45 | ἀγνωστοφανῶς εἶπον, ὡς πρίν, τὰς βλάβας. ἐπεὶ δ’ ἐσωφρόνισε τὸ πρᾶγμα πόσους, ἔδοξε πᾶσι τοῖς σοφοῖς βουληφόροις πρὸς σωφρονισμὸν τοῦτο παντὸς τοῦ βίου ἀεὶ τελεῖσθαι τοῖς ἐτησίοις κύκλοις, | |
poem(50) | ἐαρινῷ μάλιστα καιρῷ δὲ πλέον. καὶ πρῶτον αὐτά πως μετῆλθον ἀγρόται, κωμῳδίαν δή φημι καὶ τραγῳδίαν καὶ σατυρικὴν τῶνδε τὴν μεσαιτάτην. ἄνδρας μετ’ αὐτοὺς ἀξιοῦσι πανσόφους | |
55 | ἅπαντα πράττειν εὐγενῶς καὶ κοσμίως, | |
οὕσπερ τὸ λοιπὸν καὶ διδασκάλους ἔφαν, κλῆσις δὲ τοῖς σύμπασιν ἦν τρυγῳδία· χρόνῳ διῃρέθη δὲ κλῆσις εἰς τρία, κωμῳδίαν ἅμα τε καὶ τραγῳδίαν | 86 | |
60 | καὶ σατυρικὴν τῶνδε τὴν μεσαιτάτην. ὅσον μὲν οὖν ἔσχηκε τὴν θρηνῳδίαν, τραγῳδίαν ἔφασαν οἱ κριταὶ τότε· ὅσον δὲ τοῦ γέλωτος ἦν καὶ σκωμμάτων, κωμῳδίαν ἔθεντο τὴν κλῆσιν φέρειν. | |
65 | ἄμφω δὲ πρὸς σύστασιν ἦσαν τοῦ βίου· ὁ γὰρ τραγικὸς τῶν πάλαι πάθη λέγων, Ῥήσους, Ὀρέστας, Φοίνικας, Παλαμήδεις, τοὺς ζῶντας ἐξήλαυνεν ἀγερωχίας. ὁ κωμικὸς δέ πως γελῶν κωμῳδίαις | |
70 | ἅρπαγά τινα καὶ κακοῦργον καὶ φθόρον τὸ λοιπὸν ἡδραίωσεν εἰς εὐκοσμίαν. οὕτω λύει μὲν ἡ τραγῳδία βίον, βαθροῖ δὲ καὶ πήγνυσιν ἡ κωμῳδία καὶ σατυρικὴ σὺν ἅμα κωμῳδίᾳ | |
75 | ὁμοῦ σκυθρωποῖς τῇ χαρᾷ μεμιγμένῃ. διαφορὰν ἔφημεν αὐτῶν ἀρτίως, τοὺς εὑρετὰς δὲ τοιγαροῦν μοι λεκτέον. | |
τριττὴν νόει πρῶτον δὲ τὴν κωμῳδίαν· πρώτην, μέσην, ἔπειτα καὶ τὴν ὑστέραν. | 87 | |
80 | πρώτης μὲν ἦν ἴδιον ἐμφανὴς ψόγος, ἧς ἦν κατάρξας εὑρετὴς Σουσαρίων. τῆς δευτέρας ἦν ὁ ψόγος κεκρυμμένος, ἧς ἦν Κρατῖνος, Εὔπολις, Φερεκράτης, Ἀριστοφάνης, Ἕρμιππός τε καὶ Πλάτων· | |
85 | καὶ τῆς τρίτης ἦν ὁ ψόγος κεκρυμμένος, πλὴν κατὰ δούλων καὶ ξένων καὶ βαρβάρων, ἧς ἦν Μένανδρος ἐργάτης καὶ Φιλήμων. τραγῳδίας μάνθανε τοὺς διδασκάλους· Θέσπιν, Φρύνιχον, Αἰσχύλον, Σοφοκλέα· | |
90 | ὕστατος αὐτῶν Εὐριπίδης Μνησάρχου, κἄνπερ κατεῖδε τὸν σοφὸν Σοφοκλέα. σατυρικὸν δὲ Πραττίναν οἶδα μόνον· ἄλλους δ’ ἐφευρών, εἰ θέλεις, τέκνον, γράφε. εἰ δ’ ἀκριβῶς ἅπαντα μανθάνειν θέλεις, | 88 |
95 | Ὅμηρός ἐστι καὶ πατὴρ κωμῳδίας καὶ σατυρικῆς ἅμα καὶ τραγῳδίας ἄλλης τε πάσης ἐν λόγοις εὐτεχνίας. τούτοις δὲ κοινὸν τοῖς τρισὶ χοροστάταις ἐν τετραγώνῳ τῇ στάσει καθεστάναι | |
poem(100) | τράγον τε πρὸς δώρημα τῆς νίκης φέρειν καὶ δημοσίαν τὴν τροφὴν ἐσχηκέναι μιμητικῶς τε πάντα δρᾶν τῇ θυμέλῃ, ὅθενπερ ἐσχήκασι κλῆσιν “δραμάτων”· μίμους γὰρ ἐκτρέφοντες ἄνδρας θυμέλης | |
105 | μιμητικοῖς ἔπραττον ἅπαντα τρόποις ἀνδρῶν, γυναικῶν ἐκμιμούμενοι θέας. ταῦτα τὰ κοινὰ τῶνδε καὶ μεμιγμένα. διαφορὰν μάνθανε τῆς κωμῳδίας, ἧς εἰκοσιτέσσαρες οἱ χορεργάται, | |
110 | ἑκκαίδεκα δὲ σατύρων, τραγῳδίας. | |
κωμῳδίας ἔφημεν εἶναι τὸν γέλων, τραγῳδίας πάλιν δὲ τὴν θρηνῳδίαν, τῶν σατύρων γέλων δὲ καὶ θρηνῳδίαν. κλῆσιν δὲ νῦν μάνθανε τῆς κωμῳδίας· | 89 | |
115 | κώμαις, στενωποῖς, κώματος πρὶν ἐν χρόνῳ ἐφευρέθη μέν, ὡς ἔφην ἀνωτέρω, ἀγρῶν δὲ κώμαις ἐκτελουμένη τότε, κώμοις παρ’ αὐτοῖς καὶ πότοις Διονύσου, κωμῳδίας εὕρισκε κλῆσιν εὐλόγως. | |
120 | τραγῳδία δὲ παρὰ τὴν οἴνου τρύγα, ἐν ᾗπερ ἐξέχρισαν αὐτῶν τὰς θέας, ἢ παρὰ τὴν τρύγα δὲ τὴν δωρουμένην | |
ἤτοι τὸν οἶνον ἀττικῷ πάντως λόγῳ, ἢ τὸν τράγον δὲ καὶ τετράγωνον στάσιν, | 90 | |
125 | ἢ τὴν τραχῳδίαν τε καὶ θρηνῳδίαν. τὸ σατυρικὸν ἐκ σατύρων εὑρέθη· τοὺς ἀγρότας δὲ πρὶν ἐκάλουν σατύρους· ἐκ τῶνδε γοῦν εὕρηκε τὴν κλῆσιν τόδε. ἔσχηκε καὶ κλῆσιν δὲ ταῦτα “δραμάτων,” | |
130 | οὐ μὴν δὲ λοιπὸν ὡς τὰ λοιπὰ “γραμμάτων”· ἐδρῶντο καὶ γὰρ ἐν μίμοις πρὶν ἀνδράσιν εἰς Τηλέφου μίμημα καὶ Φιλοκτήτου οὐδ’ ἐν μόνοις γράμμασιν εἶχε τὴν στάσιν. μονῳδίαν μάνθανε σὺν αὐτοῖς, τέκνον· | |
135 | γίνωσκε κυρίως δὲ τὴν μονῳδίαν, ὅταν μόνος λέγῃ τις ἐν θρηνῳδίαις, κατὰ δὲ παράχρησιν, ἂν λέγῃ μόνος, ὥσπερ Λυκόφρων εἰς Ἀλεξάνδραν γράφει· ἄλλοις γάρ ἐστι τραγικὸς χορεργάτης | |
140 | πολλὰς γεγραφὼς καὶ σοφὰς τραγῳδίας. ἔφην τὸ λοιπὸν καὶ μονῳδούς σοι, τέκνον· τοὺς διθυράμβους τοιγαροῦν μοι λεκτέον. οὗτοι λυρικὸν καὶ χορὸν καὶ τὴν στάσιν καὶ δῶρον εἶχον· τὰ δὲ λοιπά μοι μάθε. | 91 |
145 | οἱ πρὸς τὸν Διόνυσον γράφοντες λόγους παμπλειστοσυστρόφητον ἔγραφον μέλος, οἷόνπερ αὐτὸς στίχον ἀρτίως ἔφην, ἀσματοκομπῶν πλειστοποικίλῳ τρόπῳ ταῦτα δ’ ἐποίουν ἐκμιμούμενοι τρόπους | |
poem(150) | τοὺς βακχικούς τε καὶ στροφὰς πολυστρόφους· κλῆσιν δὲ διθύραμβον ἔσχον, ὦ τέκνον, ἐκ Διονύσου βακχικῶν χοροστάτου, ὅστισπερ ἐξέδραμε τὰς δύο θύρας, μηρὸν Διός τε καὶ Σεμέλης γαστέρα. | |
155 | Φιλόξενον δὲ τὸν Κυθήριον λέγε τῶν διθυράμβων εὑρετὴν συγγραμμάτων. | |
ἰαμβογράφους γλωττοτοξότας νόει Πάριον Ἀρχίλοχον, αἰσχρὸν ἐν λόγοις, καὶ δεινὸν Ἱππώνακτα πικρίας πλέων, | 92 | |
160 | οὗπερ παρεισέγραψέ τις τύμβῳ τάδε· “οὐ βότρυν, ἀλλ’ ἄχερδον ἐν τάφῳ φέρει, “στύφοντα, πικραίνοντα πικρίᾳ λόγων· “ἀλλά τις Ἱππώνακτος ἐλθὼν ἐς τάφον “τὸν ἄνδρα κνώσσειν εὐμενῶς εὔχου κάτω.” | |
165 | ἰὸν δέ πως βάζοντες ἐν πικροῖς λόγοις κλῆσιν κατεπλούτησαν ἰαμβογράφων. ποιητικὸν δὲ πᾶν ἀνωνύμως λέγε, ὅπουπερ εὑρήσειας αὐτό μοι, τέκνον, ἡρωικὸν μέτρον τε καὶ μύθους ἅμα | |
170 | λέξιν τε ποιὰν ἱστορικήν τε φράσιν. πεντὰς δὲ τούτων ἐστὶν ἐξῃρημένη | |
Ὅμηρος, Ἡσίοδος, Πάνυσις τρίτος, Πείσανδρος, Ἀντίμαχος, οἱ δ’ ἄλλοι νέοι, ὧνπερ τὸν ἐσμὸν τίς διαγράψει λόγος; | 93 | |
175 | οὕτω τὰ πάντα σὺ μαθὼν κατ’ ἀξίαν γίνωσκε καλῶς καὶ διάκριναι βίβλους καὶ τεχνικῶς βάδιζε πρὸς λόγων τρίβους. | |
comed(1t) | ΤΟΥ ΑΥΤΟΥ ΙΑΜΒΟΙ ΤΕΧΝΙΚΟΙ | |
2t | ΠΕΡΙ ΚΩΜΩΙΔΙΑΣ | |
1 | ἐπείπερ ἡμῶν τοῖς ἀτέχνοις πρὶν στίχοις τριπλῆν τελεῖν εἴρηκα τὴν κωμῳδίαν, πρώτην ὁμοῦ μέσην τε καὶ τὴν ὑστέραν, ἔφην δὲ καὶ γνώρισμα τῶν τριῶν τότε, | |
5 | οὐκ ἀκριβῶς ἔφην δὲ πᾶν μέχρι τέλους. τὰ νῦν φέρε γράψωμεν ἠκριβωμένως, πόσα μέρη τε τυγχάνει κωμῳδίας καὶ τῆς παραβάσεως ὁπόσα δὲ τὰ μέρη, τίνα δὲ ταῦτα τεχνικῶς τε πῶς πρέπει | |
10 | κωμῳδίας γράφειν τε καὶ τραγῳδίας. μέρη μέν εἰσι τέσσαρα κωμῳδίας· πρῶτον πρόλογος, τὸ μέχρι χοροῦ τῆς εἰσόδου· τὸ τοῦ χοροῦ μέλος δὲ δεύτερον λέγω· | |
ἐπείσοδος τρίτον δὲ τῇδε τυγχάνει· | 94 | |
15 | λόγος μεταξὺ πλὴν μελῶν χορῶν δύο· τέταρτόν ἐστιν ἔξοδος ταύτης μέρος, λόγος χοροῦ τις τῷ τέλει λελεγμένος. τόσα μέρη μέν εἰσι τῆς κωμῳδίας. ἑπτὰ δὲ τῆς παραβάσεώς εἰσι τὰ μέρη, | |
20 | ἃ νῦν σαφῶς ἄκουε λεπτῷ τῷ λόγῳ. ὁ κωμικὸς χορὸς μὲν ὀρχήστρας τόποις, τὴν ἣν λογεῖον νῦν καλοῦμεν, ἠγμένος, ὑποκριταῖς μὲν προσλαλῶν ἄλλοις μέτροις σκηνὴν πρὸς αὐτὴν ἦν ὁρῶν κωμῳδίας, | |
25 | αὐτῶν ἀπελθόντων δὲ πρὸς δῆμον βλέπων, ὃ καὶ στροφὴν ἔσχηκε τὴν κλῆσιν φέρειν· ἐκ τετραμέτρων ἕξ τε καὶ δέκα στίχους, ἀναπαιστικοὺς δὲ τοῖς μέτροις, ἐφθέγγετο, ἀντίστροφον δ’ ἔφασκεν εἶτα δευτέρως | |
30 | τοιῷδε μέτρῳ καὶ ποσῷ τόσων στίχων. τοὺς δ’ αὖ στροφῆς λόγους τε σὺν ἀντιστρόφῳ ἅπας παλαιός πως ἐπίρρημα λέγει, ἡ πάροδος ὅλη χοροῦ δὲ καλεῖται παράβασις. | |
ἂν οὖν ἐπὶ θέατρον ἐκ πολισμάτων | 95 | |
35 | ἐδείκνυ δῆθεν τὴν ὁδὸν ποιούμενος, ἀριστερᾶς ἔβαινεν ἁψίδος τόπων· εἰ δ’ ὡς ἀπ’ ἀγροῦ, δεξιᾶς διὰ τόπων, ἐν τετραγωνίζοντι τοῦ χοροῦ τύπῳ ὑποκριταῖς τὸ βλέμμα δεικνύων μόνοις· | |
40 | ὧν ἐκδραμόντων ἑπτάκις ἐστραμμένος χορὸς καθώρα πρὸς διπλῆν δήμου στάσιν. τὸ δ’ ἑπτασυστρόφητον ὄρχημα τόδε παράβασιν ἔσχε τῷ γένει κλῆσιν φέρειν ὄρχησις ἡ πρώτη τε τὴν κλῆσιν γένους, | |
45 | μακρὸν δὲ δὴ πνῖγός τε τὸ τρίτον πάλιν, τέταρτον “ᾠδή” καὶ “στροφή” κλῆσιν φέρει· τὸ πέμπτον αὖτέ τις “ἐπίρρημα” λέγει, τὸ δ’ ἕκτον ἔσχε κλῆσιν ἀντῳδῆς φέρειν, ἀντιστροφῆς ἅμα τε σὺν αὐτῇ λέγω. | |
comed(50) | τὸ δ’ ἕβδομόν τις “ἀντεπίρρημα” λέγει· Τζέτζῃ δ’ ἀρεστὸν οὐδαμῶς ἐστι τόδε οὐδ’ αὖ τὸ πέμπτον, ἀλλά σοι ταῦτα λέγω· τὰς πρακτικὰς μὲν συστροφὰς χοροῦ δύο, σκηνὴν πρὸς αὐτὴν πρός τε τὸν δῆμον, νόει | |
55 | στροφὰς καλεῖσθαι, σὺν δὲ μὴν ἀντιστρόφους· τῶν τετραμέτρων οὓς ἔφη δὲ τῶν στίχων, | |
τρανῶς ἐπίρρημά τι τοὺς πρώτους λέγει, τοὺς δευτέρους αὖ ἀντεπίρρημα πάλιν· Τζέτζης μὲν αὐτὰ τῶν μερῶν τῆς ἑπτάδος | 96 | |
60 | παρεξελών τε καὶ διώξας μακρόθεν ᾠδὴν διαιρεῖ καὶ στροφὴν ὡς πρὸς δύο, ἀντιστροφὴν αὐτήν τε κἀντῳδὴν ἅμα, οὕτω τε πληροῖ σοι πάλιν τὴν ἑπτάδα, ᾠδὴν καλεῖ δὲ πρὸς θεούς τινας λόγους, | |
65 | στροφὴν πάλιν δὲ τοὺς πρὸς ἀνθρώπους λόγους· τὴν δ’ ἀντοῳδὴν εἰς θεοὺς πάλιν λέγει, ἀντιστροφὴν δὲ πρὸς γονὰς βροτησίους. ταῦτα μὲν οὕτω· καὶ ταδὶ δέ μοι μάθε, ὡς ἡ παλαιὰ συγγραφὴ κωμῳδίας | |
70 | ἦρτο πρὸς ὄγκον ἀττικῆς γλώττης λόγοις, ἐχρῆτο καὶ μέτροις δὲ ποικίλοις στίχων χορῶν τε χρείαν εἶχεν· ἡ νέα δέ γε γλώττης σαφοῦς πρῶτα μὲν ἥρμοσται λόγοις, πλείστῳ δὲ χρῆται τῶν ἰάμβων τῷ μέτρῳ· | |
75 | καὶ δὴ σὺν αὐτοῖς καὶ χορῶν ἀποτρέχει. | |
τὸ τοῦ σκοποῦ δὲ πλάσμα καὶ λέξις ἅμα παρεισφοροῦσιν ἡδονὴν κωμῳδίαις καὶ τὸν γέλωτα τοῖς ὁμωνύμοις πλέον ἐσχηματισμένον τε καὶ παρῳδίαις· | 97 | |
80 | καὶ κλήσεων πλάσεις δὲ καὶ μεταπλάσεις, σὺν οἷς κορισμοὶ καὶ καταχρήσεις ἅμα. σκαμβῶν μετ’ αὐτὰ νῦν μελῶν κλῆσιν μάθε. λέγοντες ἦσαν ταῦτα καιροῖς τῶν πότων· σκαμβὰ δ’ ἔφασκον ὡς ἁπλᾶ μᾶλλον τάδε· | |
85 | ἄλλοι δέ φασιν, ὡς ἀναγκαῖον πότοις ᾄδειν ὑπῆρχε πρὸς ψαλάγματα λύρας· ὅσοις ἐνῆν δὲ μηδαμῶς λύρας τέχνη, δάφνης λαβόντες εἴτε μυρσίνης κλάδους ᾖδον καλοῦντες σκαμβὰ τὰ λύρας μέλη· | |
90 | ἄλλοι δὲ τοὺς ᾄδοντας εἶπον τὴν λύραν οὐχὶ κατ’ εὐθύ, συστροφαῖς δὲ λαμβάνειν· | |
οὕτω τὸ λοιπὸν κλῆσιν ἔσχε τὰ μέλη. | 98 | |
trag(1t) | ΠΕΡΙ ΤΡΑΓΙΚΗΣ ΠΟΙΗΣΕΩΣ | |
1 | ἄκουε λοιπὸν καὶ τὰ τῆς τραγῳδίας πόνοις περισσοῖς πρὶν ἡμῖν συνηγμένα, ἐξ ὧν ὁ Εὐκλείδης τε καὶ λοιποὶ πόσοι ἔγραψαν ἄνδρες ἐν λόγοις διηρμένοι. | |
5 | τραγῳδία τί ἐστι πρὶν μαθὼν ἔγνως καὶ πῶς ἐφευρέθη δὲ καὶ διδασκάλων κλῆσιν ὁμοῦ πράξεις τε, πῶς λύει βίον· νόει διαιρέσεις δὲ νῦν τραγῳδίας. κατὰ τύπον πρῶτον μὲν εἰς μέρη δύο, | |
10 | εἰς σκηνικόν τε καὶ χοροῦ δὲ τὸν τρόπον. ἕκαστον αὐτῶν αὖ διαιρεῖσθαι νόει ᾠδὴν πρὸς αὐτήν, ἀλλὰ καὶ λέξιν λέγω· ὑποκριτὴς ᾄδει γὰρ ἔν τινι χρόνῳ χοροῦ λαλοῦντος, ἃ λαλεῖν θέλει τότε. | |
15 | ἡ λέξις αὖ δίχασμα διπλοῦν λαμβάνει ὡς πρὸς μέτρον τε καὶ σὺν αὐτῷ περίοδον· | |
μέτρον τροχαίους σὺν ἰάμβοις μοι νόει, ἰαμβικοὺς δὲ καὶ ἀναπαίστους περίοδον. τομὴν τὸ μέτρον καὶ διαίρεσιν φέρει | 99 | |
20 | εἴς τε προλόγους, ἐπεισόδια καὶ ἔξοδον. πρόλογος μέν ἐστι τὸ μέχρι χοροῦ τῆς εἰσόδου, ἐπείσοδος δέ ἐστιν, ὡς καὶ πρὶν ἔφην, λόγος μεταξὺ πλὴν μελῶν χορῶν δύο. ἡ δ’ ἔξοδός τις τυγχάνει χοροῦ λόγος, | |
25 | μεθ’ ὃν χοροῖς οὐκ ἔστι τι λέγειν μέλος. ἡ λέξις οὕτω τὴν διαίρεσιν φέρει τὰ ἃ διῃρέθη τε λέξεως λέγω. τὴν σκηνικὴν ἄτμητον ᾠδήν μοι νόει, τὴν τοῦ χοροῦ δὲ πενταχῇ τετμημένην· | |
30 | τῶν τμημάτων κλήσεις δὲ πάροδος καὶ στάσιμον ἥ τ’ ἐμμέλεια, κομμὸς ἐξόδου μέτα. ἐπὶ τὸ πλεῖστον εἶχε μὴν οὕτως τάδε, καιροῖς μετετρέποντο δ’ αἱ τάξεις ποτέ· ἕκαστον αὐτῶν ἀκριβῶς δέ μοι μάθε. | |
35 | ἡ μὲν πάροδος δὴ τοῖς θεαταῖς δεικνύει δι’ ἣν ἀφορμὴν ἡ χοροῦ κοινωνία ἐγγίνεταί πως εἰς τὸ δράματος πάθος, | |
ἀλλ’ οὐ χοροῦ λέξις δὲ πρώτη τυγχάνει, ᾠδὴν ὁ Εὐκλείδης δέ, λέξιν οὐ λέγει, | 100 | |
40 | ᾠδὴν χοροῦ πρώτιστον αὐταῖς εἰσόδοις, ὡς “σίγα σίγα λεπτὸν ἴχνος ἀρβύλης”, ταὐτὸν τάχα λέγοντες ἐν πολλοῖς λόγοις. μετὰ πάροδον Εὐκλείδης ἐπιπάροδον λέγει, ἄλλου χοροῦ δ’ ἔλευσιν αὐτήν μοι λέγε | |
45 | χοροῦ μετ’ ἐξέλευσιν, ὃς πρὶν ἦν λέγων. ἔγνως μὲν αὐτά· τὸ στάσιμον δέ μοι μάθε. μετ’ εἴσοδον μὲν ἔσχε τὴν τάξιν φέρειν, ὅταν τὸ πρῶτον ἐπεισόδιον μὲν γίνεται, τῷ δράματι δ’ οὔπω τι τῶν σκυλμῶν μέρος, | |
trag(50) | εἴτ’ οὖν μετ’ αὐτῶν ἀξιόχρεων πάθος. ἄλλοι δὲ τὸ στάσιμον χοροῦ φασι μέρος ἄνευ ἀναπαίστου καὶ τροχαίου τῶν μέτρων. | |
πάλιν ὅ γ’ Εὐκλείδης δέ φησιν ὧδέ πως· ὅταν χορὸς στάς τι κατάρχηται λέγειν, | 101 | |
55 | ὡς δράματι μὲν υἱοῦ Θησέως γράφει “Ὠκεανοῦ τις ὕδωρ στάζουσα πέτρα λέγεται,” καὶ ταὐτὰ πολλοῖς ἐντελοῦσι τοῖς λόγοις. τὴν ἐμμέλειαν τοιγαροῦν μοι λεκτέον· ἤδη προκοπτούσης δὲ τῆς τραγῳδίας | |
60 | τὴν ἐμμέλειαν ᾖδον ᾠδῆς τι μέρος, τὴν ἣν ὁ Εὐκλείδης μὲν οὐδαμῶς γράφει. μετ’ ἐμμέλειαν κομμὸς ἦν λελεγμένος ἀκμὴν πρὸς αὐτὴν ἠρμένης τραγῳδίας. οὗτος δ’ ὁ κομμὸς τοῦ χοροῦ τελῶν μέρος | |
65 | ὑποκριταῖς ἦν ὡς πολὺ συνηγμένος· κομμὸς δὲ θρήνου πενθικώτερον πλέον, ὁ θρῆνός ἐστι δ’ ἠρεμέστερον μέρος. κομμὸν πάλιν ἄλλος δέ τις θρῆνον λέγει κοινὸν χοροῦ σκηνῆς τε τυγχάνειν λέγων | |
70 | καὶ τἄλλα ταὐτά. τί πλατύνομεν λόγους; τὰ τέσσαρα νῦν τοῦ χοροῦ μαθὼν μέρη τὴν ἔξοδον τὸ πέμπτον ἀκροῶ μέρος, ὅπερ μετ’ ἐμμέλειάν ἐστιν εἰς τέλος· | |
τραγῳδίας δ’ ὄρχησις αὕτη τυγχάνει. | 102 | |
75 | μέρη τὰ πρῶτα τῆς τραγῳδίας ἔγνως, τὸν σκηνικόν τε καὶ χοροῦ λέγω τρόπον, ἄμφω δὲ τούτων τὴν διπλῆν τομὴν πάλιν ᾠδὴν πρὸς αὐτήν, ἀλλὰ καὶ λέξιν λέγω, τῆς λέξεως δὲ μέτρα καὶ τὴν περίοδον | |
80 | καὶ τὴν τομὴν μέτρου δὲ τὴν τρισσουμένην, τὴν εἰς πρόλογον, ἐπεισόδιον καὶ ἔξοδον. ἐπείπερ ἔγνως ἀκριβῶς πάντα τάδε, ᾠδῆς χοροῦ τε πενταπλᾶς διαιρέσεις, ἅπερ εἰσὶν ἡ πάροδος ὁμοῦ καὶ τὸ στάσιμον | |
85 | ἥ τ’ ἐμμέλεια, κομμὸς ἐξόδου μέτα —ἡ σκηνικὴ γὰρ οὐ διαίρεσιν φέρει—, ἐπείπερ ἔγνως ἀκριβῶς πάντα τάδε, ἄκουε πάντα νῦν μέρη τραγῳδίας, ἃ πρὶν ὁ Εὐκλείδης τε καὶ λοιποὶ πόσοι | |
90 | γράψαντες, ὡς γράφουσι, συμπεφυρμένως καὶ συνθολοῦσι πάντας ἠκροαμένους μέρη λέγοντες ἐννέα πεφυκέναι, | |
ἄλλα μὲν ἄλλος· ἃ τὰ νῦν μοι λεκτέον. καὶ δὴ κατ’ Εὐκλείδην μὲν ἀκροῶ, τίνα· | 103 | |
95 | πρόλογος, ὁ ἄγγελός τε καὶ ἐξάγγελος, πάροδος, ἐπιπάροδος, μεθ’ ὧν καὶ τὸ στάσιμον, ἕβδομον ὑπορχηματικόν, ἀμοιβαῖον, ἔπειτα τὸ σκηνικὸν τάττει δὲ πάντων ἐσχάτως. πρῶτον λόγον δὲ τυγχάνειν γίνωσκέ μοι, | |
trag(100) | τῶν ὧν θέλει λέγειν τις, ἐκθέσεις λόγων· ὃς δ’ ἂν τὰ ἔξω τοῖς ἔσωθεν μηνύῃ, εἴληχε, φησίν, ἀγγέλου κλῆσιν φέρειν, ἐκ δεξιῶν βαίνει δὲ πρὸς λαιὸν μέρος. ἐξάγγελος πάλιν δὲ τὴν κλῆσιν φέρει, | |
105 | τοῖς ἐκτὸς ὅστις μηνύει τὰ τῶν ἔσω, διὰ στοᾶς δ’ ἔβαινε τῆς λαιᾶς τότε. πάροδος δὲ ᾠδὴ τοῦ χοροῦ ἅμ’ εἰσόδῳ, ὥσπερ τὸ “σίγα λεπτὸν ἴχνος ἀρβύλης”. ἐπιπάροδος ἔλευσις δὲ δευτέρου χοροῦ, | |
110 | μετ’ ἐξέλευσιν τοῦ χοροῦ τοῦ πρὶν λέγω. ὅταν χορὸς στὰς δ’ ἐμπαρᾴδῃ τι μέλος, | |
ὡς “Ὠκεανοῦ τις ὕδωρ λέγεται στάζειν πέτρα”, στάσιμον τὸ μέρος εἴληχε τὴν κλῆσιν φέρειν. τὴν δ’ ἐμμέλειαν οὗτος ὑπόρχησιν λέγει, | 104 | |
115 | ᾠδὴν χοροῦ τελοῦσαν ὀρχησμοῦ μέτα, ἣ μᾶλλόν ἐστι πρέπουσα δράμασι τῶν σατύρων· αὐτοὶ σὺν ὀρχήσει γὰρ ᾖδον τῷ πάλαι. τὸ δ’ ἐξ ἀμοιβῆς πρὸς λόγους ἐστὶ λόγος· τὸ σκηνικὸν δὲ τυγχάνειν εἶναι νόει, | |
120 | ὑποκριτοῦ πρόσωπον ἂν ᾠδὴν λέγῃ. τραγῳδίας μέρη μὲν Εὐκλείδῃ τάδε· ἄλλοι δέκα λέγουσι τῇ κλήσει τάδε· πρόλογόν τε ῥῆσιν καὶ ἀμοιβήν, ἄγγελον ἐξάγγελόν τε, σκηνικὴν ᾠδὴν ἅμα, | |
125 | πρὸς οἷσπερ ἄλλη τῶν μερῶν τετρὰς μέτρῳ· κούρισμα, σάλπιγξ καὶ σκοπὸς χοροῦ μέτα· ὧν πέντε πρὶν ἔγνωκας Εὐκλείδου λόγοις, πρῶτον λόγον μέν, ἀγγέλους, ἐξαγγέλους, πρὸς οἷς ἀμοιβήν, σκηνικῆς ᾠδῆς τρόπον, | |
130 | τὰ πέντε λοιπόν σοι κατ’ αὐτοὺς λεκτέον, τί ῥῆσίς ἐστι καὶ τὰ λοιπὰ δ’ αὖ μέρη, κούρισμα, σάλπιγξ καὶ σκοπὸς χοροῦ μέτα, | |
ἅπερ παρειάθησαν Εὐκλείδου λόγοις, καθὼς τὰ Εὐκλείδου μὲν αὐτῶν τοῖς λόγοις. | 105 | |
135 | ἄκουε λοιπὸν τῶν μερῶν τὴν πεντάδα· ῥῆσις λόγος τίς ἐστιν ἐξηγημάτων ὑποκριτοῦ λέγοντος ὡς πρὸς τοὺς ὄχλους, ὡς ἔστι τοῦτο τοῖς Εὐριπίδου λόγοις “τὰ μὲν πυλωρῶν κλεῖθρά μ’ εἰσεδέξατο”. | |
140 | κούρισμα δ’ ᾠδὴ συμφορᾶς πληρεστάτη ταύτην ᾀδόντων τὰς τρίχας κεκαρμένων. σάλπιγξ λόγος δὲ προσβολὰς μαχῶν λέγων, σκοπὸς δ’ ὁ δηλῶν ἐκ ξένης παρουσίαν πόρρωθεν αὐτοὺς εἰσορῶν καὶ προβλέπων. | |
145 | χορὸς δέ τι σύστημα πρὸς μέλος λέγων. οὕτω μὲν οὗτοί φασι συμπεφυρμένως. ὅταν ὁ Εὐκλείδης τε καὶ Κράτης γράφων ἄλλοι τε πολλοὶ τῶν λόγοις διηρμένων, ἄνθρωπε, κἂν κράξωσι τοῖς στρόφοις λόγων | |
trag(150) | τὰ σκηνικὰ γράφοντες ἐμπεφυρμένως, μάθῃς δὲ μηδὲν ἐξ ἐκείνων, ὧν θέλεις, Τζέτζῃ προσελθὼν ἀκριβῶς ἅπαν μάθε λόγῳ διαυγεῖ καὶ σαφεῖ καὶ συντόμῳ· | |
καὶ δὴ τὸ πᾶν ἄκουε λεπτῷ τῷ τρόπῳ. | 106 | |
155 | κατὰ τύπον πρῶτον μὲν εἰς μέρη δύο, εἴς τε πρόσωπα καὶ σὺν αὐτοῖς εἰς λόγους, τέχνην διαιρεῖ κωμικήν, τραγῳδίαν, καὶ τὴν τρίτην ποίησιν, ἣ τούτων μέση. τὰ δ’ αὖ πρόσωπα δευτέρᾳ διαιρέσει | |
160 | εἰς σκηνικόν τε καὶ χορὸν τέμνει πάλιν, ὑποκριτὴν ἕνα τε καὶ πολλοὺς λέγω. τὸ σκηνικὸν πρόσωπον αὖ τέμνει πάλιν εἴς τε σκοπούς, σάλπιγγας, εἰς τοὺς ἀγγέλους ἐξαγγέλους τε πρὸς τρισίν, οἷσπερ λέγω· | |
165 | τὰ τοῦ χοροῦ δ’ ἄτμητα παντελῶς λέγει. τὰ τῶν προσώπων ταῦτα· τοὺς λόγους πάλιν ἑξῆς διαιρεῖ πρὸς μέτρα καὶ περιόδους. μέτρα τροχαίους σὺν ἰάμβοις μοι νόει, τοὺς δ’ αὖ ἰάμβους σὺν ἀναπαίστοις περίοδον. | |
170 | τὰ μέτρα ταῦτα σὺν 〈ταῖσ〉 περιόδοις ἅμα πάλιν διαιρεῖ πρὸς τὰ τέσσαρα μέρη, προλόγους τε ῥῆσιν, ἐπεισόδιον καὶ ἔξοδον, | |
εἰς τὰς ἀμοιβάς, εἰς λόγους κουρισμάτων, εἰς σκηνικὴν ᾠδήν τε καὶ χορευμάτων. | 107 | |
175 | τὴν σκηνικὴν ἄτμητον ᾠδὴν αὖ λέγει, τὴν τοῦ χοροῦ δὲ τετραχῇ τετμημένην, εἰς πάροδον, ἐπιπάροδον, στάσιμον, ὀρχηματικόν· ἅπερ φέρει σύμπαντα καὶ κωμῳδία, καὶ τὴν παράβασιν ἐς πλέον τούτων φέρει· | |
180 | ἧς παραβάσεως ἑπτὰ τελοῦσι τὰ μέρη, ἃ πρὶν σαφῶς ἤκουσας ἐν λεπτῷ λόγῳ, ὡς πάντα τἄλλα, καὶ στραφεὶς βλέπων μάθῃς. ἐπεὶ δὲ καλῶς πάντα σοίπερ ἐγράφη, ἄκουε λοιπόν, τί τέλος τραγῳδίας· | |
185 | μίμησις ἠθῶν, πράξεων, παθημάτων ἡρωϊκοῦ τρόπου τε τῆς τραγῳδίας σεμνοπρεπὴς λέξις τε καὶ διηρμένη. χρῶνται δέκα μέτροις δὲ ταῖς τραγῳδίαις· διπλοῖς ἰάμβοις καὶ διπλοῖς τοῖς δοχμίοις, | |
190 | καὶ τοῖς τροχαίοις, κρητικοῖς καὶ δακτύλοις, βακχειακοῖς, ἁπλοῖς τε καὶ διπλοῖς λέγω, | |
καὶ τοῖς χορείοις προσοδιακοῖς τε τοῖς μέτροις, καὶ τοῖς προκελευσματικοῖς ἐπόλιζον αὖ μέτροις ἰωνικοῖς τε, τοῖς ἐλάττοσι λέγω. | 108 | |
195 | ἀντιστροφαῖς μὲν καὶ μελῶν χρῶνται στάσει, τοῖς οἷς δεκαπλοῖς νῦν ἐγράψαμεν μέτροις· τοῖς δ’ αὖ τροχαίοις, κρητικοῖς καὶ δοχμίοις ἄλλοις τε μέτροις, οἵπερ εὔδρομοι φύσιν, χορειομίκτοις σὺν ἰαμβείῳ μέτροις | |
trag(200) | χρῶνται πρὸς αὐτὰς συγγραφὰς τῶν κομμάτων. ἐπεὶ δὲ πάντα σοι σαφῶς νῦν ἐρρέθη, | |
καὶ τερματούσθω τοιγαροῦν τὸ βιβλίον. | 109 |