TLG 9022 003 :: Joannes TZETZES :: Prolegomena de comoedia Aristophanis

Joannes TZETZES Gramm. Poeta
(Constantinopolitanus: A.D. 12)

Prolegomena de comoedia Aristophanis

Source: Koster, W.J.W. (ed.), Prolegomena de comoedia. Scholia in Acharnenses, Equites, Nubes [Scholia in Aristophanem 1.1A] Groningen: Bouma, 1975: 22–38.

  • Ἀλέξανδρος ὁ Αἰτωλὸς καὶ Λυκόφρων ὁ Χαλκιδεὺς μεγαλοδωρίαις (prooemium i): pp. 22–31
  • Ἀλέξανδρος ὁ Αἰτωλὸς καὶ Λυκόφρων ὁ Χαλκιδεύς, ἀλλὰ (prooemium ii): pp. 31–38

Citation: Section — (line)

t

PROLEGOMENA TZETZAE ΒΙΒΛΟΣ ἈΡΙΣΤΟΦΑΝΟΥΣ ΤΖΕΤΖΗΝ ΦΟΡΕΟΥΣ’ ὙΠΟΦΗΤΗΝ

1

(t)

Prooemium I
1 Ἀλέξανδρος ὁ Αἰτωλὸς καὶ Λυκόφρων ὁ Χαλκιδεὺς μεγαλοδωρίαις βασιλι‐ καῖς προτραπέντες Πτολεμαίῳ τῷ Φιλαδέλφῳ τὰς σκηνικὰς διωρθώσαντο βίβλους, τὰς τῆς κωμῳδίας καὶ τραγῳδίας καὶ τὰς τῶν σατύρων φημί, συμπαρ‐ όντος αὐτοῖς καὶ συνανορθοῦντος καὶ τοῦ τοιούτου βιβλιοφύλακος τῆς τοσαύτης
5βιβλιοθήκης Ἐρατοσθένους· ὧν βίβλων τοὺς πίνακας Καλλίμαχος ἀπεγράψατο. Ἀλέξανδρος ὤρθου τὰ τραγικά, Λυκόφρων τὰ κωμικά· νεανίαι ἦσαν Καλλίμαχος καὶ Ἐρατοσθένης. οὗτοι μὲν τὰς σκηνικὰς διωρθώσαντο βίβλους, ὡς τὰς τῶν ποιητῶν ἐπεσκέψαντο Ἀρίσταρχοί τε καὶ Ζηνόδοτοι. ὕστερον δὲ ταύτας ἁπάσας πολλοὶ ἀνεφάνησαν ὑποφητεύοντες καὶ ἐπεξηγούμενοι, Δίδυμοι,22
10Τρύφωνες, Ἡρωδιανοί, Ἀπολλώνιοι, Πτολεμαῖοί τε Ἀσκαλωνῖται καὶ οἱ Κυθήριοι. πρότερος δὲ ἦν Ζηνόδοτος ὁ Ἐφέσιος, πέμπτος δὲ ἢ τέταρτος μετ’ αὐτὸν ὁ Ἀρίσταρχος· ”ἄλλη τ’ ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώ‐ πων”· μεθ’ οὓς καὶ οἱ φιλόσοφοι Πορφύριος, Πλούταρχος, Πρόκλος, ὡς καὶ πρὸ πάντων αὐτῶν καὶ πρὸ τῶν χρόνων τῶν Πτολεμαίων φιλοσόφων ἑτέρων
15μερὶς οὐ μετρία καὶ ὁ ἐκ Σταγείρων αἰθέριος νοῦς, ὁ τοῖς νέοις σοφοῖς τοῖς ἀνεγνωκέναι μαθήματα λέγουσι—τὰς τούτου βίβλους οὕτω κατονομάζουσι— διδάξας τὰς νυκτερίδας λέγειν εἶναι τετράποδας, καὶ ὡς ὀστέον ἔχουσιν αἱ τῶν ἵππων καρδίαι, καὶ βοῶν δέ τινων, καὶ ὡς ἕτερον τὸ πῖόν ἐστι καὶ ἄλλο τὸ πιμελές, καὶ ὅτι τὰ γαμψώνυχα οὐκ ὀχευτικὰ τῆς ἱέρακος τεσσαρακοντάκις
20μιᾷ ῥοπῇ ἐπιβαινομένης, καὶ ὅτι τῶν ὀρνέων βαρὺ καὶ πτητικὸν ἡ περιστερά, καὶ ὅτι τῶν ἀναίμων οὐδὲν ᾠοτοκεῖ τοῦ πολύποδος ἀναίμου τε ὄντος καὶ τόσον γόνον ᾠοτοκοῦντος, ὡς ὁ ἐχῖνός τε ᾠὰ πέντε γεννᾷ, ἓν δὲ τὸ ὄστρεον, καὶ ὡς
ὀδόντας ἔχει ἡ μέλισσα, καὶ ἄλλ’ ἅττα τοιαῦτα μυρία ἔν τε θεωρητικοῖς, πρακτικοῖς καὶ ὀργανικοῖς τούτου συγγράμμασιν· ἃ μόνοις τοῖς ἀνεγνωκέναι23
25βοῶσι μαθήματα δοκοῦσι θεσπέσιά τε εἶναι καὶ ἀτρεκέστατα, ἀπὸ δ’ αὐτῶν τῶν ἔργων ἐληλεγμένοις ἢ μηδὲ ὅλως ταῦτα θεάσασθαι ἢ καὶ θεασαμένοις καὶ ἀναγνοῦσιν ἀναισθήτως ἔχειν τὰ μάλιστα· ταῦτα τοῖς τοιούτοις κομψοῖς καὶ οὐρανοβάμοσι σοφά τε καὶ ὄντως ὄντα δοκείτων καὶ ἀληθέστατα, ἡμῖν δὲ τοῖς περιπεζίοις τε καὶ ὑλαίοις καὶ μηδαμῇ μηδαμῶς μηδὲ ἓν βιβλιδάριον ἀναγνοῦσι
30πάντῃ ἔκφυλά τε δοκοῦσι καὶ ἀποδάσμια καὶ ἀληθείας πορρωτάτω ἐκτρέχοντα καὶ κωμῳδίας ἐπάξια ὡς ”τρισάθλια καὶ τρισταλαίπωρα” ἔκγονα φρενὸς ἐξεστηκυίας, πεπαταγμένης καὶ ἀπαγοῦς. δεινὸν γὰρ ἂν εἴη καὶ ἄτοπον, εἰ Εὐριπίδης οὐκ ὢν φιλόσοφος ἐκωμῳδήθη ”σώφρων μᾶλλον” εἰπών, ὁ παν‐ δαὴς δὲ καὶ αἰθέριος καὶ πάντας ἁπλῶς σοφοὺς διασύρων “ψυχὴν ἀθανατωτέραν”
35εἰπὼν καὶ μυρία μυριάκις ἕτερα ἄτοπα, εἰ μὴ κἄν, ὡς ἀφιλόσοφος Εὐριπίδης, ††. ἀλλά μοι παρατροχάσαντι τόσον πάλιν ἀναληπτέον τοῦ λόγου τὰ καίρια. αἱ σκηνικαὶ βίβλοι, ὧν καὶ αἱ τῆς κωμῳδίας εἰσίν, ὡς καὶ προλαβὼν πρότερον εἴρηκα, καὶ ὠρθώθησαν καὶ πολλοῖς ἀνδράσιν ἐπεξηγήθησαν, καὶ ἥκιστον ἢ ἐλάχιστον τὸ ἐπιλήψιμον ἔχουσιν. ἐπεὶ δὲ Σαπφὼ σὺ τὴν ἐμὴν ἐθέλεις τῷ νῦν
40ἐμφιλοχωρῆσαι συγγράμματι καὶ τὴν Γοργὼ δέ, τὸ Κλεομένους θυγάτριον, Πειθώ τε καὶ τὴν μεγαλοπρεπεστάτην Πολύμνιαν καὶ Ἀφροδίτην λόγου καὶ Χάριτας περιχορεῦσαι τὸ ἐναρμόνιον,
τοὶ μὲν ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον. ἱστορία. ἡ Σαπφὼ μελῶν λυρικῶν ὑπῆρχε ποιήτρια Μιτυληναία οὖσα τῷ
45γένει, Σκαμανδρωνύμου θυγάτηρ. Χάραξος δὲ ἦν αὐτῆς ἀδελφός, ὃς τὴν Ῥοδῶπιν τὴν ἑταιρίδα ἐκ Ξάνθου ὠνήσατο, Ἰάδμονος δούλην ὑπάρχουσαν, σύνδουλον δὲ τοῦ λογοποιοῦ καὶ μυθογράφου Αἰσώπου, καὶ ταύτῃ συνῆν· καὶ τούτου ἕνεκεν ἡ ἀδελφὴ τούτου Σαπφὼ μέλει ἑνὶ τῶν αὑτῆς καθάπτεται οὐ μετρίως.24

1

(50)

ἱστορία. Γοργὼ δὲ θυγάτηρ ἦν Κλεομένους τοῦ Σπαρτιατῶν βασιλέως, γυνὴ δὲ Λεωνίδου ἐκείνου τοῦ βασιλέως καὶ στρατηγοῦ, πάνυ ἐχέφρων καὶ νουνεχής. καὶ γὰρ ἐνναετὴς οὖσα ἔπεισε πατέρα τὸν ἑαυτῆς μὴ πεισθῆναι Ἀρισταγόρᾳ τῷ Ἱστιαίου γαμβρῷ καὶ ἀνεψιῷ, εἰποῦσα· “ἀπατήσει σε ὁ ξένος, πάτερ, εἰ μὴ ἀποστῇς ἀπ’ αὐτοῦ.” καὶ ὕστερον δὲ παρὰ Δημαράτου γράμμα
55σταλὲν πίνακι κεκηρωμένῳ διὰ φόβον ὁδοφυλάκων, δηλοῦν δὲ τοῖς Λάκωσι πάντα τὸν Ξέρξου σκοπόν, μηδενὸς δέ τι γνῶναι ἰσχύοντος, αὕτη τοῖς Λάκωσιν εἶπε, καὶ ξέσαντες τὸν κηρὸν εὗρον γράμματα δηλοῦντα τὸν Ξέρξου σκοπόν. τοιαύτη μὲν ἦν ἡ Γοργώ· ὁ δὲ ταύτης πατὴρ Κλεομένης μανεὶς μεληδὸν ἑαυτὸν κατέτεμεν ἀπὸ κνημῶν ἀπαρξάμενος μέχρι γαστρὸς καὶ ἐντοσθίων αὐτῶν.
60 ἱστορία. ἡ Πειθὼ μία ἐστὶ τῶν Χαρίτων, ἡ Πολύμνια δὲ μία ἐστὶ τῶν Μουσῶν. οὕτω μὲν ταῦτα καθ’ ἱστορίαν καὶ πραγματικῶς ἔχουσιν· ἐγὼ δὲ χαριεντιζόμενος παρεγκλιτικῶς οὕτως εἶπον τὰς τέσσαρας χάριτας τοῦ λόγου καὶ ἀρετάς, τήν τε σαφήνειαν καὶ τὴν συντομίαν, τὸ πιθανόν τε καὶ αὐτὴν τὴν μεγαλοπρέπειαν. ὁ γὰρ τῶν ὀνομάτων ἑλληνισμὸς καὶ τῶν λέξεων ἐργάτης τῆς
65σαφηνείας ἐστίν. περὶ ποιητῶν πολλάκις ὑμῖν ἐδιδάξαμεν καὶ περὶ τῆς ἀγοραίας καὶ ἀγυιάτιδος
κωμῳδίας καὶ ἀγυρτρίδος, ὅτι τε γεωργῶν εὕρημα καὶ ὅτι τραγῳδίας μήτηρ ἐστὶ καὶ σατύρων· νῦν δὲ περὶ τῆς λογίμης ἡμῖν κωμῳδίας μόνης ἐστὶ διδακτέον. αὕτη ἡ κωμῳδία τριττή ἐστι· πρώτη, μέση καὶ ὑστέρα, ὧν τῆς μὲν πρώτης ἦν25
70γνώρισμα λοιδορία συμφανὴς καὶ ἀπαρακάλυπτος· τῆς μέσης δὲ καὶ δευτέρας ἦν γνώρισμα τὸ συμβολικωτέρως, μὴ καταδήλως λέγειν τὰ σκώμματα, οἷον τὸν ῥίψασπιν στρατηγὸν ἀετὸν ὄφιν ἀσπίδα κρατήσαντα καὶ δηχθέντα ὑπ’ αὐτῆς αὐτὴν ἀπορρίψαι. ἐχρᾶτο δὲ αὕτη ἡ μέση τοῖς συμβολικοῖς τούτοις σκώμμασιν ὁμοίως ἐπί τε ξένων καὶ πολιτῶν. καὶ ἡ τρίτη δὲ καὶ ὑστέρα συμ‐
75βολικῶς ὁμοίως ἐχρᾶτο τοῖς σκώμμασιν, ἀλλὰ κατὰ δούλων καὶ ξένων, οὐ μέντοιγε κατὰ πολιτῶν· ἤδη γὰρ οἱ πολίται ἀδικεῖν ἀναιδέστερον ἤρξαντο καὶ οὐκ ἤθελον παρὰ ποιητῶν, τῶν καὶ διδασκάλων καλουμένων, ἐλέγχεσθαι. τῆς οὖν κωμῳδίας τῆς καλουμένης πρώτης πρῶτος καὶ εὑρετὴς γέγονεν ὁ Μεγαρεὺς Σουσαρίων ὁ Τριποδίσκιος, υἱὸς ὢν Φιλίννου, ὃς φαύλῃ γυναικὶ
80συνοικῶν ἀπολιπούσῃ αὐτὸν Διονυσίων ἠγμένων εἰσελθὼν εἰς τὸ θέατρον τὰ τέσσαρα ἰαμβεῖα ταυτὶ ἀνεφθέγξατο, ἃ μόνα τῶν ἐκείνου συγγραμμάτων ἐφεύρηνται τῶν ἄλλων ἁπάντων ἠφανισμένων·
ἀκούετε λεῴ· Σουσαρίων λέγει τάδε,
υἱὸς Φιλίννου, Μεγᾰρόθεν Τρῐποδίσκιος·
85κακὸν γυναῖκες, ἀλλ’ ὅμως, ὦ δημόται,
οὐκ ἔστιν εὑρεῖν οἰκίαν ἄνευ κακοῦ. οὕτως ἡ πρώτη κωμῳδία τὸ σκῶμμα εἶχεν ἀπαρακάλυπτον· ἐξήρκεσε δὲ τὸ ἀπαρακαλύπτως οὑτωσὶ κωμῳδεῖν μέχρις Εὐπόλιδος. ἐπεὶ δ’ οὗτος εἰς Ἀλκι‐ βιάδην τὸν στρατηγὸν ἀπέρριψε σκῶμμα καὶ φανερῶς τὴν τραυλότητα τούτου
26
90διελοιδόρησεν—ἔτυχον δὲ τότε καὶ ταῖς τριήρεσιν ὄντες ὡς ναυμαχίας προσ‐ δοκωμένης—κελεύει τοῖς στρατιώταις, καὶ ἢ ἅπαξ ἐκβράττουσιν αὐτὸν εἰς τὴν θάλατταν καὶ ἀπώλετο, ἢ σχοίνῳ δεδεμένον ἀνάγοντες καὶ κατάγοντες ἦσαν εἰς θάλατταν καὶ τέλος περιέσωσαν τοῦτον τοῦ Ἀλκιβιάδου εἰπόντος αὐτῷ· “βάπτε με σὺ θυμέλαις, ἐγὼ δέ σε κατακλύσω ὕδασιν ἁλμυρω‐
95τάτοις”. καὶ ἢ οὕτως ἢ παντελῶς διεφθαρμένος τοῖς κύμασι τῆς τε φανερᾶς καὶ τῆς συμβολικῆς κωμῳδίας ἐπαύθη, ἢ τοῦ τοιούτου θανάτου περισωθεὶς οὐκέτι κωμῳδίαν μετῆλθεν ἀπαρακάλυπτον, ἀλλὰ ψήφισμα θέντος Ἀλκιβιάδου κωμῳδεῖν ἐσχηματισμένως καὶ μὴ προδήλως αὐτός τε ὁ Εὔπολις Κρατῖνός τε καὶ Φερεκράτης καὶ Πλάτων, οὐχ ὁ φιλόσοφος, Ἀριστοφάνης τε σὺν ἑτέροις

1

(100)

τὰ συμβολικὰ μετεχειρίσαντο σκώμματα, καὶ ἡ δευτέρα κωμῳδία τῇ Ἀττικῇ ἀνεσκίρτησεν. ὡς δ’ ἐπὶ πλέον ἐπεχείρουν οἱ Ἀττικοὶ ἀδικεῖν καὶ οὐδὲ συμ‐ βόλοις ἐλέγχεσθαι ἤθελον, ἐψηφίσαντο συμβολικῶς μὲν γίνεσθαι κωμῳδίας, πλὴν κατὰ μόνων δούλων καὶ ξένων· κἀντεῦθεν καὶ ἡ τρίτη κωμῳδία ἐφάνη, ἧς ἦν Φιλήμων καὶ Μένανδρος. ἀλλ’ ἐπεὶ τὰς διαφορὰς τῆς λογίμης κωμῳδίας
105εἰρήκαμεν, λεκτέον ἤδη καὶ πόσα μέρη αὐτῆς.
μέρη τῆς κωμῳδίας εἰσὶ τέσσαρα· πρόλογος, μέλος χοροῦ, τρίτον ἐπεισόδιον καὶ τέταρτον ἔξοδος. καὶ πρόλογος μέν ἐστι τὸ μέχρι τοῦ χοροῦ τῆς εἰσόδου, ἡ δὲ ἅμα τῇ εἰσόδῳ τοῦ χοροῦ λεγομένη ῥῆσις μέλος καλεῖται χοροῦ· ἐπεισόδιον δέ ἐστι λόγος μεταξὺ μελῶν καὶ ῥήσεων δύο χορῶν· ἔξοδος δέ ἐστιν ἡ πρὸς τῷ27
110τέλει τοῦ χοροῦ ῥῆσις. καὶ ταῦτα μέν εἰσι τὰ μέρη τῆς κωμῳδίας· μέρη δὲ παραβάσεως ἑπτά. πρῶτα δὲ τὰ Διονυσίου καὶ Κράτητος καὶ Εὐκλείδου ῥητέον μοι, ἔπειτα δὲ τὰ ἡμέτερα ταῦτα σαφῶς ἐκδιδάξοντι. οὐδὲ γὰρ οὐδ’ ἁβρὰ τράπεζα μὴ μετὰ τροφῆς ἔνδειαν, οὐδὲ γαλήνη μὴ μετὰ τρικυμίας καὶ κλύδωνα, οὐδ’ ἡ ὡραιότης καὶ ἀρετὴ καὶ χάρις τοῦ λόγου σαφηνείᾳ τοσοῦτον οἶδεν
115εὐφραίνειν, εἰ μὴ μετὰ τὴν κατ’ Ἐμπεδοκλέα “μελάγκουρον”, κατὰ δὲ Τζέτζην κουτοῦλαν καὶ κερκεσύραν περιεπεστάτην ἀσάφειαν, καὶ μᾶλλον εἰ σφοῖς
λόγοις αὐτὴ ἑαυτῇ ἀντιβαίνουσα γίνοιτο ὁτὲ μὲν ἀρνίον, ὁτὲ δὲ τραγίον, ὁτὲ δὲ κόνδουρον, 〈ὅτε δὲ〉 ἀειδούριον. καὶ δὴ κριτικωτάταις ἀκροᾶσθε ταῖς ἀκοαῖς. ὁ χορός, φασίν, ὁ κωμικὸς εἰσήγετο τῇ ὀρχήστρᾳ, ἣν καὶ λογεῖον καλοῦμεν, καὶ28
120διαλεγόμενος μὲν τοῖς ὑποκριταῖς μέτροις ἑτέροις πρὸς τὴν σκηνὴν ἑώρα τῆς κωμῳδίας. ἀπελθόντων δὲ τῶν ὑποκριτῶν πρὸς τὸν δῆμον ὁρῶν ἐκ τετραμέ‐ τρων ιϙʹ στίχους ἀναπαίστους ἐφθέγγετο, καὶ τοῦτο ἐκαλεῖτο στροφή· εἶτα ἑτέρους ἑκκαίδεκα τοιούτους ἐφθέγγετο, καὶ ἐκαλεῖτο τοῦτο ἀντίστροφος· ἅπερ ἀμφότερα οἱ παλαιοὶ ἐπίρρημα ἔλεγον. ἡ ὅλη δὲ πάροδος τοῦ χοροῦ καλεῖται
125παράβασις. ἂν οὖν ὡς ἐκ πόλεως ἐβάδιζε πρὸς τὸ θέατρον, διὰ τῆς ἀριστερᾶς ἁψῖδος ἔβαινεν· εἰ δ’ ὡς ἀπ’ ἀγροῦ, διὰ τῆς δεξιᾶς, ἐν τετραγωνίζοντι τοῦ χοροῦ τύπῳ, πρὸς μόνους ὁρῶν τοὺς ὑποκριτάς· ὧν ἐξελθόντων ὁ χορὸς ἑπτάκις στρεφόμενος πρὸς ἀμφότερα τὰ μέρη τοῦ δήμου ἑώρα. τὸ δ’ ἑπτάστροφον ὄρχημα τοῦτο παράβασις ἐκαλεῖτο τῷ γένει, καὶ ἡ πρώτη δὲ ὄρχησις ὁμωνύμως
130τῷ γένει παράβασις, τὸ τρίτον μακρὸν καὶ πνῖγος, τὸ τέταρτον ᾠδὴ καὶ στροφή, τὸ πέμπτον ἐπίρρημα, τὸ ἕκτον ἅμα ἀντῳδὴ καὶ ἀντίστροφος, τὸ δ’ ἕβδομον ἀντεπίρρημα. ταυτὶ μὲν τῶν ἀνδρῶν εἰσιν, ὧνπερ ἔφημεν· κἄνπερ ἡμεῖς συντό‐ μως καὶ ταῦτα καὶ σαφεστέρως εἰρήκειμεν, τὸ ἀρνίον δὲ καὶ τραγίον σκοπεῖτε.
τούτοις ἡ στροφὴ καὶ ἀντίστροφος ἀνωτέρω μὲν ἐπίρρημα ἐκαλεῖτο, νῦν δὲ ἡ29
135ᾠδὴ καλεῖται καὶ στροφή, τὸ δὲ μετ’ αὐτὴν πέμπτον μέρος ἐπίρρημα, ἡ ἀντῳδὴ δὲ καὶ ἀντίστροφος, ἀντεπίρρημα δὲ τὸ ἕβδομον μέρος, ὥστε συμβαίνειν τὸ ἐπίρρημα πεντώνυμον γίνεσθαι· ἔχειν μὲν τὴν ἑαυτοῦ κλῆσιν, καλεῖσθαι δὲ καὶ στροφὴν καὶ ἀντίστροφον· ἡ δὲ ᾠδὴ κατ’ αὐτοὺς καλεῖται καὶ στροφή, ὡς ἡ ἀντῳδὴ καὶ ἀντίστροφος.
140 ἀλλὰ ταῦτα μὲν οἱ κομψοπρεπεῖς ἐξηγηταὶ καὶ διδάσκαλοι· οἷς εἴ που κἂν 〈μέχρι〉 μιᾶς λέξεως ἀβασανίστως ἐπείσθην, εὐθὺς κατ’ αὐτοὺς ἀνηρτημένος μετέωρος ἰκρίων τοῦ ψεύδους ἀρίδηλος γέγονα
τόργοισιν αἰώρημα φοινίοις δέμας· ὡς ἄρτι ποτὲ τὴν ἔφηβον ἡλικίαν πατῶν καὶ τὸν αἰθέριον ἐξηγούμενος Ὅμη‐
145ρον πεισθεὶς Ἡλιοδώρῳ τῷ βδελυρῷ εἶπον συνθεῖναι τὸν Ὅμηρον ἐπὶ Πεισι‐ στράτου ἑβδομηκονταδύο σοφούς, ὧν ἑβδομηκονταδύο εἶναι καὶ τὸν Ζηνόδοτον καὶ Ἀρίσταρχον. καίτοι τεσσάρων ἀνδρῶν ἐπὶ Πεισιστράτου συνθέντων τὸν Ὅμηρον, οἵτινές εἰσιν οὗτοι· Ἐπικόγκυλος, Ὀνομάκριτος Ἀθηναῖος, Ζώπυρος Ἡρακλεώτης καὶ Ὀρφεὺς Κροτωνιάτης· Ζηνοδότου δὲ χρόνοις ὑστέροις ἐπὶ τοῦ

1

(150)

Φιλαδέλφου αὐτὸν ἀνορθώσαντος, ἔπειτα δὲ πάλιν τοῦ Ἀριστάρχου. ταῦτα μέν
μοι Ἡλιοδώρῳ συμπέπτωκε, τοῖς δὲ τραγικὰς βίβλους ἐξηγησαμένοις πεισθείς, οἷς καὶ οὗτοί φασι τὰ αὐτά, εἶπον Ὀρέστην καὶ Ἄλκηστιν Εὐριπίδου καὶ τὴν Σοφοκλέους Ἠλέκτραν εἶναι σατυρικὰ δράματα, ὡς ἀπὸ πένθους εἰς χαρὰν καταλήγοντα, καὶ οὕτω μέτροις τε καὶ λοιποῖς μου συγγράμμασιν γράφων30
155ἐδίδασκον, ἕως ἀναγνοὺς Εὐριπίδου πολλὰ δράματα εὗρον καὶ ἔγνων τὰ σατυρικὰ δράματα τέρψεις θυμελικὰς ἀμιγεῖς καὶ γέλωτα φέροντα. ἐῶ τοὺς πολλοὺς καὶ τοὺς λεξιγράφους Ὁμήρου, ἃ ἠγνόησαν εἴς τε λέξεις τινὰς καὶ ἱστορίας καὶ ἕτερα καὶ τοῦ ποιητοῦ κατεψεύσαντο, ὥσπερ καὶ οἱ προκείμενοι ἄνδρες τοῖς περὶ τῶν σκηνικῶν τῶνδε δραμάτων διδάγμασιν, ὡς ἀπ’ αὐτῶν τῶν βίβλων
160ἐλέγχονται. ἀλλὰ παρέντες τὰ περιττὰ σαφῶς, συντόμως καὶ ἀληθῶς καὶ ὡς ὁ νοῦς ἔχει τῆς βίβλου, ταῦτα ἐκθείημεν· πᾶς δὲ ἀληθείας ἐρῶν κριτικωτάτως βασανιζέτω τὸ σύγγραμμα.

2

(t)

Prooemium II
1Ἀλέξανδρος ὁ Αἰτωλὸς καὶ Λυκόφρων ὁ Χαλκιδεύς, ἀλλὰ καὶ Ζηνόδοτος ὁ
Ἐφέσιος τῷ Φιλαδέλφῳ Πτολεμαίῳ συνωθηθέντες βασιλικῶς ὁ μὲν τὰς τῆς τραγῳδίας, Λυκόφρων δὲ τὰς τῆς κωμῳδίας βίβλους διώρθωσαν, Ζηνόδοτος δὲ τὰς ὁμηρείους καὶ τῶν λοιπῶν ποιητῶν. ὁ γὰρ ῥηθεὶς βασιλεὺς Πτολεμαῖος31
5ἐκεῖνος, ἡ φιλοσοφωτάτη τῷ ὄντι καὶ θεία ψυχή, καλοῦ παντὸς καὶ θεάματος καὶ ἔργου καὶ λόγου τελῶν ἐπιθυμητής, ἐπεὶ διὰ Δημητρίου τοῦ Φαληρέως καὶ γερουσίων ἑτέρων ἀνδρῶν δαπάναις βασιλικαῖς ἁπανταχόθεν τὰς βίβλους εἰς Ἀλεξάνδρειαν ἤθροισε, δυσὶ βιβλιοθήκαις ταύτας ἀπέθετο, ὧν τῆς ἐκτὸς μὲν ἦν ἀριθμὸς τετρακισμύριαι δισχίλιαι ὀκτακόσιαι, τῆς δ’ ἔσω τῶν
10ἀνακτόρων καὶ βασιλείου βίβλων μὲν συμμιγῶν ἀριθμὸς τεσσαράκοντα μυριάδες, ἁπλῶν δὲ καὶ ἀμιγῶν βίβλων μυριάδες ἐννέα, ὡς ὁ Καλλίμαχος νεανίσκος ὢν τῆς αὐλῆς ὑστέρως μετὰ τὴν ἀνόρθωσιν τοὺς πίνακας αὐτῶν ἀπεγράψατο. Ἐρατοσθένης δέ, ὁ ἡλικιώτης αὐτοῦ, παρὰ τοῦ βασιλέως τὸ τοσοῦτον ἐνεπι‐ στεύθη βιβλιοφυλάκιον. ἀλλὰ τὰ Καλλιμάχου καὶ τὰ Ἐρατοσθένους μετὰ βραχύν
15τινα γέγονε χρόνον, ὡς ἔφην, τῆς συναγωγῆς τῶν βίβλων καὶ διορθώσεως, κἂν ἐπ’ αὐτοῦ τοῦ Πτολεμαίου τοῦ Φιλαδέλφου. τότε δὲ συνηθροισμένων ἁπασῶν τῶν βίβλων τῶν ἑλληνίδων καὶ ἔθνους παντὸς καὶ σὺν αὐταῖς τῶν Ἑβραίων,
ἐκεῖνος ὁ ἀφειδὴς βασιλεύς, ὢν ποταμὸς χρυσορρόας, ἀλλ’ ἑπταστόμως ἐκρέων, τὰς ἐθνικὰς μὲν ὁμογλώσσοις ἐκείνων ἀνδράσι σοφοῖς καὶ ἀκριβῶς ἑλληνίζουσιν32
20εἴς τε γραφὴν ὁμοῦ καὶ γλῶσσαν ἑλλάδα μετήμειψεν, ὡς καὶ τὰς ἑβραΐδας δι’ ἑβδομήκοντα δύο ἑρμηνέων ἑβραίων σοφῶν πεφυκότων καθ’ ἑκατέραν διάλεκτον. τὰς ἐθνικὰς μὲν οὕτω μετεποίησε βίβλους· τῶν ἑλληνίδων δὲ βίβλων, ὡς καὶ προλαβὼν ἔφην, τὰς τραγικὰς μὲν διώρθωσε δι’ Ἀλεξάνδρου τοῦ Αἰτωλοῦ, τὰς τῆς κωμῳδίας δὲ διὰ τοῦ Λυκόφρονος, διὰ δὲ Ζηνοδότου τοῦ Ἐφεσίου τὰς τῶν
25λοιπῶν ποιητῶν, τὰς ὁμηρείους δὲ κατ’ ἐξαίρετον, πρὸ διακοσίων καὶ πλειόνων ἐνιαυτῶν Πτολεμαίου τοῦ Φιλαδέλφου καὶ τῆς διορθώσεως Ζηνοδότου συντε‐ θείσας σπουδῇ Πεισιστράτου παρὰ τῶν τεσσάρων τούτων σοφῶν, Ἐπικογ‐ κύλου Ὀνομακρίτου τε Ἀθηναίου Ζωπύρου τε Ἡρακλεώτου καὶ Κροτωνιάτου Ὀρφέως. οὕτω μὲν ἐν χρόνοις τοῦ Πεισιστράτου τοῖς τέσσαρσι τούτοις σοφοῖς
30αἱ ὁμηρικαὶ συγγραφαὶ τεμαχίοις περιφερόμεναι συνετέθησαν καὶ βίβλοι ἐγένοντο· χρόνοις δ’, ὡς ἔφην, τοῦ Φιλαδέλφου παρὰ τοῦ Ζηνοδότου ὠρθώθησαν. μετὰ δὲ Ζηνόδοτον Ἀριστάρχῳ πάλιν ὠρθώθησαν τετάρτῳ ἢ πέμπτῳ ἀπὸ Ζηνοδότου τελοῦντι, κἂν ὁ πεφυρμένος καὶ βδελυρὸς Ἡλιόδωρος οὐκ εἰδώς, ὅ τι ληρεῖ, φύρῃ, καὶ πάντα σύμμικτον κυκεῶνα, μᾶλλον δὲ κοπρεῶνα ποιῇ,
35ἐπὶ Πεισιστράτου τὸν Ὅμηρον συντεθῆναι καὶ ὀρθωθῆναι ληρῶν παρὰ τῶν οβʹ, ἐπικριθῆναι δὲ πάντων τὴν Ζηνοδότου καὶ Ἀριστάρχου σύνθεσίν τε καὶ διόρθωσιν, καὶ ἡμᾶς ἔτι νεάζοντας καὶ “πρώτους ὑπηνήτας” τελοῦντας ἔπεισεν οὕτως εἰπεῖν ἐξηγουμένους τὸν Ὅμηρον, ὡς καὶ ἕτεροί τινες κομψοὶ καὶ αἰθερο‐
βάμονες· οἷς ἂν καὶ μέχρι μιᾶς λέξεως ἀβασανίστως ἐπείσθην καὶ μὴ ἐκ τοῦ33
40κειμένου τῆς παλαιᾶς βίβλου τὸ ἀληθὲς ἀπηκρίβωσα, κατ’ ἐκείνους παραληρῶν ἐφαινόμην· ἀλλ’ ἅπαξ καὶ δὶς τοῦτο παθὼν τῷ νεάζοντι “τῷ πάθει μάθος ἐθέμην”. καὶ τούτους μὲν ἥγημαι κομψοὺς αἰθερίους, αὐτὸς δ’ ἐκ τῶν κειμένων ἀνθέων τῶν βίβλων ὥσπερ τις “μέλισσα φιλεργὸς” ὁποῖα δυναίμην σιμβλοποιῶ, οἶμαι δὲ καὶ τῷ μέλιτι πολλοὺς διεκτρέφω, κἂν μυῖαί τινες δυσγενεῖς, ὡς οὐδὲ
45τῷ ἀττικῷ οὐδὲ τούτῳ ἱζῆσαι δυνάμεναι, ὅμως λάθρᾳ σὺν ὁμοτρόποις περιιπτά‐ μεναι περιβομβοῦσιν ἀνήκουστά τε καὶ παράληρα—ἀλλά μοι τόσον 〈παρα〉‐ τροχάσαντι ἀναληπτέον πάλιν τοῦ λόγου τὰ καίρια. περὶ ποιητῶν πολλάκις ὑμῖν ἐδιδάξαμεν καὶ διαρκῶς ἕκαστα ἐξεπίστασθε,
εἴδη τε τούτων καὶ τὰ γνωρίσματα, τῶν σκηνικῶν τε τοὺς χοροὺς ἐκ πόσων34

2

(50)

ἀνδρῶν καὶ τί ἑκάστῳ τὸ δῶρον καὶ πῶς ἐφευρέθησαν καὶ διὰ τί λέγονται δράματα καὶ οὐ γράμματα· ἀλλὰ καὶ νῦν ἐπιδρομάδην τῶν σκηνικῶν ποιη‐ μάτων τὰ καίρια διδακτέον μοι, ἵνα καὶ ψώραν ἐξηγητῶν ταῖς διαφοραῖς ἐκκαθάρωμεν καὶ τὸ Διονυσίου τε καὶ Εὐκλείδου καὶ Κράτητος σκολιῶς καὶ πεφυρμένως καὶ ἀπαρατηρήτως γραφὲν εἰς τὸ περὶ μερῶν κωμῳδίας καὶ
55παραβάσεως εὐθυτάτως τε καὶ ἀφύρτως μετ’ ἐπιστάσεως σαφῶς παρα‐ στήσαιμεν κατά τε τὴν πρᾶξιν αὐτὴν καὶ τὸν νοῦν τῶν βιβλίων καὶ τὴν ἀλήθειαν. καὶ δὴ πρῶτον ἀρκτέον μοι λέγειν τὰς διαφοράς. ἡ κωμῳδία μεμιγμένον τοῖς σκώμμασιν εἶχε τὸν γέλωτα, ἡ τραγῳδία πένθη καὶ συμφοράς· ἡ σατυρικὴ δὲ ποίησις οὐκ ἀπὸ πένθους εἰς χαρὰν καταντᾷ, ὡς
60ὁ Εὐριπίδου Ὀρέστης καὶ Ἄλκηστις καὶ ἡ τοῦ Σοφοκλέους Ἠλέκτρα, ὡς κἀμὲ οἱ ἀσκέπτως ληροῦντες ἐξηγηταὶ καὶ γράψαι καὶ διδάξαι ἠπάτησαν, ἀλλ’ ἀμιγῆ καὶ χαρίεντα καὶ θυμελικὸν ἔχει τὸν γέλωτα, οἷον· Ἡρακλῆς πραθεὶς τῷ Συλεῖ ὡς γεωργὸς δοῦλος ἐστάλη εἰς τὸν ἀγρὸν τὸν ἀμπελῶνα ἐργάσασθαι, ἀνεσπακὼς δὲ δικέλλῃ προρρίζους τὰς ἀμπέλους ἁπάσας νωτοφορήσας τε αὐτὰς
65εἰς τὸ οἴκημα τοῦ ἀγροῦ θωμοὺς μεγάλους ἐποίησε τὸν κρείττω τε τῶν βοῶν
θύσας κατεθοινᾶτο καὶ τὸν πιθεῶνα δὲ διαρρήξας καὶ τὸν κάλλιστον πίθον ἀποπωμάσας τὰς θύρας τε ὡς τράπεζαν θεὶς “ἦσθε καὶ ἔπινεν” ᾄδων, καὶ τῷ προεστῶτι δὲ τοῦ ἀγροῦ δριμὺ ἐνορῶν φέρειν ἐκέλευεν ὡραῖά τε καὶ πλακοῦντας· καὶ τέλος ὅλον ποταμὸν πρὸς τὴν ἔπαυλιν τρέψας τὰ πάντα κατέκλυσεν ὁ δοῦλος35
70ἐκεῖνος ὁ τεχνικώτατος γεωργός. τοιαῦτα τὰ σατυρικὰ δράματα, οὐχ οἷα γράφουσιν οἱ ἀσκέπτως ληροῦντες καὶ ἐμὲ αὐτὸν ἀπατήσαντες. ἀλλὰ ῥητέον καὶ τί τῷ βίῳ ταῦτα λυσιτελεῖ. ἡ τραγῳδία λύει τὸν βίον, ἡ κωμῳδία συνιστᾷ· θυμελικοῖς δὲ τοιούτοις οἱ σάτυροι καθηδύνουσι. λυρικοὶ δέ, οἱ καὶ κυκλικοὶ καὶ διθύραμβοι, ἢ ᾔνουν κυδαίνοντες ἀθλητὰς ἀγῶσι νικῶντας, ἢ ὕμνουν Διόνυσον
75ἢ καὶ ἑτέρους θεούς. ἐπεὶ ταῦτα σαφῶς ἡμῖν καὶ συντόμως ἐρρήθη, φέρε καὶ ὅπως ταῦτα τὰ δράματα ἐδιδάσκετο, διδακτέον μοι. πρῶτον μὲν ἐν ἐαρινῷ τῷ καιρῷ πολυανα‐ λώτοις δαπάναις κατεσκευάζετο ἡ σκηνὴ τριωρόφοις οἰκοδομήμασι, πεποικιλ‐ μένη παραπετάσμασι καὶ ὀθόναις λευκαῖς καὶ μελαίναις, βύρσαις τε παταγού‐
80σαις καὶ χειροτινάκτῳ πυρί, ὀρύγμασί τε καταγαίοις καὶ ὑπογαίοις καὶ ὑδάτων δεξαμεναῖς εἰς τύπον θαλάττης, Ταρτάρου, Ἅιδου, κεραυνῶν καὶ βροντῶν, γῆς καὶ νυκτός, οὐρανοῦ, ἡμέρας καὶ ἀνακτόρων, καὶ πάντων ἁπλῶς· αὐλάς τε οὐ μικρὰς εἶχεν ἐξειργασμένας καὶ ἁψῖδας εἰς τύπον ὁδῶν. διὰ μὲν οὖν ἀριστερᾶς ἁψῖδος ἐχώρουν, ἂν ὡς ἐκ πόλεως ἦσαν ὁδεύοντες ὡς πρὸς ἀγροὺς ἢ καὶ θέατρα·
85ἂν δὲ πρὸς πόλιν ὡς ἐκ θεάτρων ἢ ἀπ’ ἀγροῦ, διὰ δεξιᾶς. τοιαύτη μὲν ἡ τῆς σκηνῆς ἐργασία. τὰ σκηνικὰ δ’ ἀπ’ αὐτῆς καλούμενα δράματα καὶ πρακτικῶς ἐτελεῖτο καὶ
λογικῶς· σύστασις δὲ τούτων ὑπῆρχε τὰ τῶν ὑποκριτῶν πρόσωπα. πρόσωπα δὲ τοῖς μὲν τραγικοῖς καὶ σατυρικοῖς ἀνὰ δεκαὲξ ἦσαν, ὁ κωμικὸς δὲ εἶχεν36
90κδʹ· ἃ πρόσωπα ὑποκριτικὰ τῶν τριῶν σκηνικῶν ποιημάτων τὰ οἰκεῖα τῷ καθ’ ἑνὶ αὐτῶν καὶ οἰκείῳ ἠθροισμένως τι δρῶντα χορὸς ἐκαλεῖτο. διαιρεθεὶς δὲ ὁ χορὸς εἰς μὲν τμήματα δύο ἡμιχόρια ὠνομάζετο, παραχρηστικῶς δὲ καὶ χορός· εἰ δὲ εἰς ἕνα ἐτμήθη καὶ μερικόν, ὑποκριταὶ ἁπλῶς ἐκαλοῦντο κοινῷ τῷ ὀνόματι διὰ τὸ μὴ δύνασθαι μιᾷ κλήσει περιληφθῆναι, ὡς ὁ χορὸς καὶ τὰ ἡμιχόρια.
95διαιροῦνται γὰρ τὰ μερικὰ ταῦτα εἰς τόσα· εἰς προλογίζοντας, εἰς ἀγγέλους, εἰς ἐξαγγέλους, εἰς κατασκόπους, εἰς φύλακας, εἰς ἥρωας, εἰς θεούς, εἰς ἄλλα μυρία. τούτων οὖν τῶν προσώπων τὸ ὅλον ἄθροισμα, ὃ καὶ χορὸς ἐκαλεῖτο, εἰσελθὸν εἰς τὴν ὀρχήστραν, ἣν ἔφασαν καὶ λογεῖον—τὴν δὲ εἰσέλευσιν ταύτην οὐ μέλον

2

(100)

ἐστί μοι, ὅπως ἂν καὶ καλέσειας, εἴτε εἴσοδον ἢ εἰσέλευσιν ἢ ἐπήλυσιν ἢ ἐπίβασιν ἢ πάροδον ἢ παράβασιν ἢ ἄλλως πως σημαίνων ταὐτό—, εἰσελθὸν οὖν καὶ παρα‐ βὰν εἰς τὴν ὀρχήστραν τοῦτο τὸ σύστημα πᾶν, ὃ καὶ χορὸς ἐκαλεῖτο, πρὸς τοὺς ὑποκριτὰς λόγον ποιούμενον τὸ πρόσωπον βλέπον εἶχε πρὸς τὴν σκηνήν· ἐξελθόντων δὲ τῶν ὑποκριτῶν πρὸς τὸ τοῦ δήμου μέρος ἐστρέφετο ἢ τὸ δεξιὸν
105ἢ τὸ ἀριστερὸν καὶ πάλιν ἀντεστρέφετο πρὸς τὸ ἕτερον καὶ ἔλεγέ τι ἑκατέροις τοῖς μέρεσιν· εἶτα ἐξήρχετο καὶ τέλος τὸ δρᾶμα ἐλάμβανε. ταῦτα μὲν ἦσαν πρακτικὰ δʹ μέρη τοῦ δράματος· ἡ παράβασις, ἡ στροφή, ἡ ἀντίστροφος καὶ ἡ ἔξοδος. καὶ λογικὰ μέρη αὐτῆς δʹ· ἀντὶ παραβάσεως ἤγουν πρώτης βάσεως πρόλογος καὶ ἀντὶ τῆς στροφῆς καὶ τῆς ἀντιστρόφου λόγια, 〈ἃ〉 κἂν ᾠδὰς καὶ ἀντῳδὰς
110ἢ ἐπιρρήματα καὶ ἀντεπιρρήματα εἴποις, οὐ διαμάχομαι· καὶ ἡ ἔξοδος ἡ ᾠδὴ
καὶ τὸ ῥῆμα τοῦ δράματος τὸ ἐπιτελεύτιον· ἃ οἱ αἰθέριοι καὶ οὐρανοβάμονες λαλοῦσιν, ὥσπερ λαλοῦσιν. ἔχετε δὲ ταῦτα τῷ ἐαθέντι μοι προοιμίῳ, ἀλλὰ μακρὰν αὐτῶν ἀποτρέχοιτε, μὴ καὶ ἀκοὰς ὁμοῦ καὶ ψυχὰς λυμανθείητε. ταῦτα μὲν τὰ δʹ μέρη πρακτικῶς τε καὶ λογικῶς τῶν δραματικῶν ποιημάτων ὑπῆρχε·37
115τῶν δὲ λυρικῶν συγγραμμάτων τρία ἦσαν τὰ μέρη· στροφικὸν καὶ ἀντιστροφικὸν λόγια, ἑκάτερον ἑκατέρῳ ἰσαρίθμους ἔχον τοὺς στίχους, καὶ μέτρων δὲ τῶν αὐτῶν· πρὸς τοῖς στροφικοῖς δὲ καὶ ἀντιστροφικοῖς τρίτον ἦν μέρος τὸ ἐπῳδικὸν λόγιον, ὁμωνύμως καὶ ταῦτα λεγόμενα τοῖς ἑαυτῶν πρακτικοῖς, τῇ τε στροφῇ καὶ ἀντιστρόφῳ καὶ ἐπῳδῷ ἤτοι ἐξόδῳ καὶ ἐξελεύσει καὶ ἐπιλόγῳ. καὶ γὰρ καὶ
120οἱ λυρικοὶ πρὸς ἑκάτερον μέρος τοῦ δήμου ὁρῶντες ἐφθέγγοντο τὰ ποιήματα καὶ τέλει τοῦ δράματος μέλλοντος παύεσθαι τὸν ἐπῳδὸν ἐπεφθέγγοντο ἤτοι τὴν ὑστέραν ᾠδήν τε καὶ τὸν ἐπίλογον, εἰς εὐχὰς τὸ πλεῖστον αὐτὸν περικλείοντες. προοίμιον δὲ τούτοις οὐκ ἦν ὡς ἐκείνοις, ὅτι ἅμα τῷ εἰσελθεῖν εἰς τὸ θέατρον πρὸς τὸν δῆμον στραφέντες ἅμα τὸ αὐτὸ ἔλεγον καὶ στροφὴν καὶ προοίμιον.
125 ἕνεκα μὲν τῶν εὐχαρίστων ταῦτα ἐγράφη μοι, ἀποδρέπεσθε δὲ καὶ ὑμεῖς τούτων, “γεννήματα ἐχιδνῶν” καὶ ἀχάριστοι. φάμενοι δὲ καὶ τὸ γένος τοῦ ποιητοῦ καὶ τὸν σκοπὸν τὸν τοῦ δράματος χωρήσωμεν ἐπὶ τὴν τοῦ κειμένου
σαφήνειαν καὶ σχολίων τινῶν ἀναπλήρωσιν.38