TLG 9021 001 :: STEPHANUS :: De magna et sacra arte (sub nomine Stephani Alexandrini philosophi) STEPHANUS Alchem., fiq Stephanus Phil. De magna et sacra arte (sub nomine Stephani Alexandrini philosophi)
Citation: Volume — page — (line) | ||
2.199(1t) | Στεφάνου Ἀλεξανδρέως οἰκουμενικοῦ φιλο‐ | |
2t | σόφου καὶ διδασκάλου τῆς μεγάλης καὶ ἱερᾶς | |
---|---|---|
3t | τέχνης. Περὶ χρυσοποιΐας Πρᾶξις σὺν | |
4t | Θεῷ πρώτη. | |
6 | Θεὸν τὸν πάντων ἀγαθῶν αἴτιον καὶ βασιλέα τῶν ὅλων, καὶ τὸν ἐξ αὐτοῦ πρὸ τῶν αἰώνων ἐκλάμψαντα μο‐ νογενῆ υἱὸν σὺν τῷ ἁγίῳ πνεύματι ὑμνήσαντες, καὶ τὸ τῆς αὐτοῦ γνώσεως λαμφθὲν ἡμῖν καθικετεύσαντες, τῆς | |
10 | ἐν χερσὶ πραγματίας, τοῦδε τοῦ συγγράμματος ἀπαρξώ‐ μεθα τὰ κάλλιστα δρέπεσθαι, καὶ τὰ ἀληθῆ ἀνιχνεύειν ἐπιστωσάμεθα. νυνὶ δὲ ἐκ τῆς ἀληθοῦς φυσικῆς θεωρίας κατασκευαστέον τὸ πρόβλημα· ὦ φύσις ὑπὲρ φύσιν νι‐ κῶσα τὰς φύσεις, ὦ φύσις ὑπὲρ αὐτὴν γινομένη οἰκονο‐ | |
15 | μηθεῖσα, ὑπεραίρουσα καὶ ὑπερβαίνουσα τὰς φύσεις, ὦ φύσις μία καὶ ἡ αὐτὴ ἐξ αὐτῆς τὸ πᾶν φέρουσα καὶ ἀπο‐ πληροῦσα, ὦ ἕνωσις πληθυνομένη καὶ διάκρισις ἡνωμένη, ὦ ἡ αὐτὴ καὶ οὐκ ἀλλὴ φύσις, ἐξ αὐτῆς τὸ πᾶν ἀποσώ‐ ζουσα, ὦ ὕλη ἄϋλος τὴν ὕλην διακρατοῦσα, ὦ φύσις φύ‐ | |
20 | σιν νικῶσα καὶ τέρπουσα, ὦ φύσις οὐρανίη πνευματικὴν ἀποστίλβουσα ὕπαρξιν, ὦ ἀσώματον σῶμα, τὰ σώματα ἀσωματοποιοῦν, ὦ σελήνης διαδρομὴ πᾶσαν τὴν διακόσμη‐ σιν περιλάμπουσα, ὦ γενικώτατον εἶδος καὶ εἰδικώτατον γένος, ὦ φύσις ἀληθῶς ὑπὲρ φύσιν νικῶσα τὰς φύσεις, | |
25 | ποῖα φύσις εἰπέ, ἡ ἐξ αὐτῆς ἑαυτὴν οἰκείως αὖθις ἀσπα‐ ζομένη, ἤτοι ἡ τὸ ἄπυρρον φέρουσα θεῖον καὶ πυρίμαχον | |
ἔχουσα τὸν τόνον, ἡ πολυώνυμος ἰδέα καὶ πολύειδος | 199 | |
2.200 | ἐπωνυμία, ἡ ἔμπειρος φύσις τε καὶ ἐξάπλωσις, ἡ πολύ‐ χρωμος ἐξανθίζουσα ἶρις, ἡ τὸ πᾶν ἐξ ἑαυτῆς ἀνακαλύ‐ πτουσα, ὦ φύσις ἡ αὐτὴ καὶ οὐκ ἐξ ἄλλης τὴν φύσιν δια‐ φαίνουσα, ὦ ὅμοιον ἐξ ὁμοίου ἀναφαῖνον, ὠκεανίζουσα | |
5 | θάλασσα ποικιλοχρὼς ἀναθυμουμένη μαργαρίτας, ὦ σύλληψις τετρασωμίας ἐν ἐπιπέδῳ ὡραϊζομένη, ὦ τριττῆς τριάδος ἐπίγραμμα καὶ ὁλικῆς σφαγίδος ἐξάρτισμα, ὦ μαγνησίας σῶμα δι’ ἧς τὸ πᾶν ἐπιφέρεται μυστήριον. ὦ χρυσόρροφον οὐρανίης νάμα, καὶ ἀργυρόλοφον ἐκ θαλάσσης | |
10 | ἀναπεμπόμενον πνεῦμα, ὦ ἀργυροθώρακον ἔχουσα χιτῶνα, καὶ χρυσοζώμιον κομίζουσα βόστρυχον, ὦ σοφωτάτων ἐν‐ νοιῶν καλὴ γυμνασία, ὦ θειοτάτων ἀνδρῶν σοφὴ παντ‐ ουργία, ὦ ἀμυήτων ἀνθρώπων ἀνεξυχνίαστον πέλαγος, ὦ κενοδόξων ἀνδρῶν προκαταλαμβανομένη ἀπειρία, ὦ | |
15 | ὑπερηφάνων μερόπων ἀναθυμουμένη ἔξαψις, ὦ εὐσεβῶν ἀνθρώπων ἀπερικάλυπτος ἁφή, ὦ ἐναρέτων ἀνδρῶν θεω‐ ρουμένη ὄψις, ὦ πρακτικῶν φιλοσόφων ἡδύπνοον ἄνθος, ὦ τελεία μονοειδὴς ἀποσκευή, ὦ σοφίας ἔργον, νοοσύνθε‐ τον φέρουσα κάλλος, ὦ πᾶν ἐκ μιᾶς οὐσίας τὴν τοσαύτην | |
20 | αὐγὴν ἐξαστράπτουσα, ὦ σελήνη ἐκ τοῦ ἡλιακοῦ φωτὸς φῶς ἀπολαμβάνουσα, ὦ μία φύσις ἡ αὐτή, καὶ οὐκ ἄλλη φύσις, τέρπουσα καὶ τερπομένη, κρατοῦσα καὶ κρατουμένη, σωζομένη τε καὶ διασώζουσα, τί ὑμῖν καὶ τῇ πολλῇ ὕλῃ, ἑνὸς ὄντος τοῦ φυσικοῦ καὶ μιᾶς φύσεως νικώσης τὸ πᾶν, | |
25 | ποίας ταύτης εἰπέ· ποίας; ὑμῖν τοῖς εὖ φρονοῦσιν ἀνατί‐ θημι τὸ μέγα τοῦτο δῶρον, τοῖς τὴν ἀρετὴν ἠμφιεσμέ‐ νοις, τοῖς θεωρητικὴν πρᾶξιν κεκοσμημένοις, καὶ πρακτη‐ κὴν θεωρίαν ἐνιδρυμένοις· ποίας ταύτης, φράσσον, τοιοῦ‐ τον ἡμῖν προμηνύων ἔσεσθαι τὸ δῶρον. ποίας, λέγω καὶ | |
30 | οὐκ ἀποκρύψω. ὁμολογῶ τῆς ἄνωθεν φωτοδοσίας τὴν χά‐ ριν, ἣ παρὰ τοῦ πατρὸς τῶν φώτων ἡμῖν δεδώρηται. ἀκούσατε ὡς ἰσάγγελοι νόες. ἀπόθεσθε τὴν ὑλώδη θεω‐ ρίαν, ὅπως τοῖς νοεροῖς ὑμῶν ὀφθαλμοῖς ἰδεῖν ἀξιωθῆτε τὸ ἀποκεκρυμένον μυστήριον· ἑνὸς γὰρ τοῦ φυσικοῦ χρεία | |
35 | καὶ μιᾶς φύσεως νικώσης τὸ πᾶν. ποίας ταύτης, ἤδη ὑμῖν σαφῶς λελέχθαι, ὅτι ἡ φύσις τὴν φύσιν τέρπει καὶ ἡ φύ‐ | |
σις τὴν φύσιν κρατεῖ, καὶ ἡ φύσις τὴν φύσιν νικᾷ. τέρ‐ | 200 | |
2.201 | πεται μὲν ὑπὸ τῆς ἰδίας οὔσης φύσεως, κρατεῖται δὲ τὴν ἐξ αὐτῆς ἔχουσα συγγένειαν, νικᾷ δὲ ὑπὲρ φύσιν τὴν φύ‐ σιν ὅταν τὴν ἔνσωμον τῆς οἰκονομίας ἀποπληρώσῃ μυ‐ σταγωγίαν. ὅταν ἄφθαρτον ἀποθανατώσῃ τὸ σῶμα, ὅταν | |
5 | τὴν πνευματωθεῖσαν μεταποιήσῃ συμπλήρωσιν, τότε ὑπὲρ φύσιν ἔσται θαυμαζόμενον ὡς πνεῦμα, τότε κρατεῖ τὸ κινούμενον σῶμα, τότε τέρπει ὡς ἴδιον οἰκητήριον, τότε νικᾷ ἀσωμάτως κατεμβατεῦον ὅλον ἐξ ὅλου τοῦτο γινόμε‐ νον ὑπὲρ φύσιν θαυμαζόμενον. τί εἴπω πρὸς σὲ περιεκτικὴ | |
10 | μαγνησία· τίς μὴ θαυμάσει τὸν ἐκ σοῦ ἀποτελούμενον χρυσοκόραλλον; ἐκ σοῦ γὰρ τὸ πᾶν τελεσιουργεῖται μυ‐ στήριον, σὺ τεθάρρησαι μόνη τῆς τοιαύτης τὴν γνῶσιν, ἐν σοὶ ἐφήπλωται ἡ ἀνατολικὴ αὕτη περιλάμπουσα νεφέλη, ὁμοδίαιτον φέρεις ἐν σοῖ τὴν πολύμορφον τῆς Ἀφροδίτης | |
15 | εἰκόνα, οἰνοχόον δὲ πάλιν διακονοῦντα τὸν πυρίβολον ἀν‐ θρακοβάτην (τοσαύτην οὖν ἐπιφέρουσα τὴν τηλαυγίαν νυμφικῶς ἑαυτὴν περικαλύπτεις, τὸ ἔναγνον τῆς φύσεως ἀναλαμβάνεις μυστήριον), δείξω λοιπὸν καὶ τοῦ σοῦ χα‐ ρακτῆρος τὴν λαμπηδόνα. ἄρξομαι τὰς πολυμόρφους ἐκεί‐ | |
20 | νας μηνύειν εἰκόνας. τότε γάρ σέ τις νοερῶς καθυφαίνων ἔνφλογον τὴν πυρώδη ἐξανάπτει. τὴν σὴν γὰρ θεωρῶν πολύχρωμον φαντασίαν, ἀρκεῖν οὐκ εὐτονοῦμαι περιθέων αὐτῆς τὰ κάλλη. ὁ σὸς γὰρ περιλάμπων μαργαρίτης ἀμαυ‐ ροῖ μου πρὸς θέαν τὰς κόρας. ὁ σὸς ἐξανάπτων φεγγίτης | |
25 | πᾶσαν μου καταπλήττει τὴν ὅρασιν, ἡ σὴ ἀποστίλβουσα αἴγλη ὅλην εὐφραίνει μου καρδίαν, ὦ φύσις ἀληθῶς ὑπὲρ φύσιν νικῶσα τὰς φύσεις. σὺ τὸ πᾶν ἡ μία φύσις. ἡ αὐτὴ δι’ ἧς καὶ τὸ πᾶν γίνεται ἔργον. περιττῷ γὰρ ἀριθμῷ ἡ σὴ τεχνολογεῖται πανκοσμία· τότε γὰρ γνωρίζῃ, ἐν οἷς | |
30 | προσδοκᾶσαι, τότε ἀνακαλύπτῃ, ἐν οἷς περιδρομεῖσαι, τότε ἀποπαύεις τῆς στάσεως τοὺς ἀγῶνας, τότε μηνύεις βασι‐ λικὴν ἀλουργίδα, ἣν καὶ διὰ τῆς σῆς παιδίσκης ἐπικοπίζῃ· τότε οὐκ ἔναγχος κάματος, ἀλλὰ χρυσόρροφος θάλαμος, τότε οὐ πολύτροπος ἐπιτηδειότης, ἀλλὰ πάνσοφος ἀγχί‐ | |
35 | νοια, τότε οὐ στέρησις τῶν ἐναρέτων ἀνδρῶν εὑρίσκεται, ἀλλὰ ἀπόλαυσις τῶν τελείων ἀνδρῶν ἀναδείκνυται· τοιοῦ‐ | |
τος γὰρ αὐτῆς ὁ ἐν περιττῷ ἀριθμῷ εὑρισκόμενος ὅρος. | 201 | |
2.202 | οὕτως αὐτὴν ἐπιγνώσονται οἱ τῆς ἀρετῆς ἀνάπλεοι, ἀκού‐ σατε οἱ τῆς σοφίας ἐρασταὶ καὶ εἴσεσθε τὰ μεταλία τοῦ παντοκράτορος θεοῦ. αὐτὸς γάρ ἐστιν ὁ πάσης σοφίας χορηγός, φῶς οἰκῶν ἀπρόσιτον, φῶς, ὃ φωτίζει πάντα ἄν‐ | |
5 | θρωπον ἐρχόμενον εἰς τὸν κόσμον. οὐδὲν γάρ ἐσμεν, ἄτερ τῆς αὐτοῦ θεαρχίας, οὐδὲν ὅλως ἐστὶ τὸ ζητούμενον τοῦτο δῶρον πρὸς τὴν αὐτοῦ μακαριότητα. προσεγγίσατε ὦ φί‐ λοι ἀρετῆς πρὸς τὴν ἄϋλον ἐκείνην ἔφεσιν. μάθετε ὡς γλυκὺ θεοῦ φῶς, οὐκ ἄξια τὰ νῦν θαυμαζόμενα πρὸς τὴν | |
10 | μακαρίαν ἐκείνην λῆξιν, μόνον οἰκειωθῶμεν αὐτῷ δι’ ἀγά‐ πης, καὶ ληψόμεθα παρ’ αὐτοῦ τὴν ἐξ ἀβύσσου ἄβυσσον πηγάζουσαν σοφίαν, ἵνα δυνηθῶμεν διὰ τῆς χάριτος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποταμοὺς ἀναβλῦσαι ὕδατος ζῶντος, ὅπως θαυμάσας τοῦ δημιουργοῦ τὴν τοσαύτην | |
15 | σοφίαν ὑμνήσῃς αὐτοῦ τὴν εἰς ἡμᾶς μεγάλην φιλανθρω‐ πίαν, τί θαυμάζειν δεῖ χρυσοκόραλλον εἶδος. θαυμάζειν δὲ δεῖ πλέον τὸ ἀπερίγραπτον κάλλος· ὅμως καὶ τὸν πό‐ θον ὑμῶν πληρώσω, ἵνα τοσοῦτον ἐρᾷν ἀξιωθῆτε μεθ’ ὑμνωδίας θεολογεῖν τὴν ὑπεράγαθον τοῦ θεοῦ ἀγαθότητα. | |
20t | Τοῦ αὐτοῦ Στεφάνου σὺν θεῷ Πρᾶξις | |
21t | δευτέρα. | |
22 | Τὸ τῶν ἀριθμῶν συγκείμενον πλῆθος ἐκ μιᾶς τῆς ἀτόμου καὶ φυσικῆς μονάδος τὴν ὕπαρξιν ἔχει, ἄπειρον αὐτὴ συντείνουσα τὴν τῶν ἀλλήλων σχέσιν, ὡς ἐξ αὐτῆς | |
25 | προσεληλυθότα περιέχει καὶ περικρατεῖ. μονὰς γὰρ εἴρηται διὰ τὸ μένειν αὐτὴν ἄτρεπτον καὶ ἀμετακίνητον. τὴν γὰρ κυκλικὴν καὶ σφαιροειδῆ τῶν ἀριθμῶν θεωρίαν, ὅμοιαν ἑαυτῆς ἀναδείκνυσιν ἀποκατάληξιν τῶν πέντε ἀριθμῶν φημὶ καὶ τῶν ἕξ· ἐκ γὰρ αὐτῶν εἰς ἑαυτὰ πάλιν ἀνακυκλοῦνται. | |
30 | καὶ πᾶσα μὲν τετραγωνικὴ πλευρὰ ἐξ ἰδιομηκοῦς γινομένη συγγένειαν ἔχει πρὸς τὸ ὅμοιον, ἵνα τελείαν ἀποκαταστήσῃ | |
συμπλήρωσιν. παντὸς δὲ χύματος καὶ μορίων ἐξήκουστον, | 202 | |
2.203 | ἐξ αὐτῆς τὴν γένεσιν ἔχοντα καὶ ἀνακυκλοῦντα πάλιν εἰς ἑαυτὴν συστελλόμενα τὴν φυσικὴν ἀποπληροῦσι μονάδα. πάσης δὲ κυκλικῆς σφαίρας τὸ σημεῖον κέντρον ἐστίν, ὁμοίως δὲ καὶ παντὸς τριγώνου καὶ ἐπιπέδου καὶ στερεοῦ | |
5 | σχήματος διὰ γραμμῶν τιθέντος, τὸ αὐτὸ συννοείσθω. καὶ τῆς μουσικῆς δὲ ἱστορίας οἵ τε νέατοι καὶ παρυπάτοι, εἰ δὲ ἐκ τεσσάρων, εἰδὲ ἐπὶ τρίτῳ λόγῳ, τότε πρὸ αὐτοῦ πρόλογον εἶναι καὶ τὸν ὑπ’ αὐτοῦ ὑπόλογον, δι’ ἧς τὰς τοιαύτας τῶν ἀναλογιῶν συνδέσεις, καὶ διὰ πασῶν αὐτῶν | |
10 | συμφωνίας ἐκ τῆς τοσαύτης αὐτῶν ἀνασώζομεν μουσικῆς ἱστορίας. Ὀρφέα γάρ φησι ληχάνοντες ῥυθμικοῖς ἐνηρ‐ μόσθαι φθόγγοις, ὥστε καὶ τῆς ὁμοταγοῦς οὐσιῶν κινή‐ σεως ἡ συμφωνία ὑπηχεῖται, καὶ τὴν ᾄδουσαν ἐμμελῶς ἐκτελεῖ μελωδίαν. ἐξ ἑνὸς γὰρ τῆς τοῦ ὀργάνου ἡ τούτων | |
15 | συνίσταται κατασκευή, ὅθεν καὶ τὴν ἔναρθρον τοῦ σώμα‐ τος κατασκευὴν οὕτως διακεῖσθαι ὀστέοις τε καὶ ἄρθροις καὶ μορίοις καὶ νεύροις, καὶ διὰ τοῦ πλήκτρου ἀναδιδομέ‐ νου ἀέρος δίκην ὀργάνου κινοῦντος τὴν φωνὴν ἀποπέμ‐ πεσθαι εἰς ἕν τι τῆς οὐσίας συναρμοσθέντα καὶ ἑαυτῆς | |
20 | βίᾳ κρατούμενα καὶ συνιστάμενα· τὸν αὐτὸν δὴ τρόπον καὶ τὴν τοῦ ἀέρος σύγκρασιν. δύο γὰρ ἄκρων ποιοτήτων, εἷς μεσίτης καὶ διαλλάκτης εὑρίσκεται, σώζων αὐτῶν τὰ ἑκάτερα, διὰ τὴν πρὸς αὐτὰς γειτνίασιν καὶ πολλὴν συγ‐ γένειαν. ἀλλὰ καὶ τῆς σφαιροειδοῦς καὶ ἀπλανοῦς ταύτης | |
25 | τῆς τοῦ πόλου κινήσεως, ἐκ τῆς τοῦ ὑπὲρ γῆν ἡμισφαι‐ ρίου παρὰ τοῦ ὁρίζοντος τὸν ἐγκόσμιον τοῦτον καὶ δια‐ φανῆ πόλον, καὶ τοῦ ἡλιακοῦ φωτὸς ἐκ τῆς πᾶσι τούτοις ἐπιχορηγοῦντος τὰ φῶτα καταυγάζει. ἐξ αὐτῆς γὰρ οὐ μό‐ νον οἱ ἀστέρες τὴν τοῦ φωτὸς μετέχουσι τάξιν, ἀλλὰ καὶ | |
30 | ἡ τῆς σελήνης ἐπιφάνεια τὴν ἐκ τοῦ φωτὸς ἐπιλαμβάνουσα αὐγήν, φαίνει τε πᾶσαν τὴν νυκτερινὴν λαχοῦσαν δᾳδου‐ χίαν. καὶ ἕξεις πάντα ἁπλῶς εἰπεῖν τὰ τοιαῦτα ἐκ τοῦ ἑνὸς αὐτῶν καὶ πρωτίστου τὴν οὐσίαν εἰληχότα, σώζουσι τὰ τῆς φύσεως καὶ ἀποπληροῦσι θεωρίας. καιρὸς ἂν εἴη | |
35 | λοιπόν, τὴν ἐν τῷ προάγοντι τοῦ προοιμίου σκέψασθαι διάλεξιν, καὶ τὸ τῆς σεληνιακῆς ἀπορροίας πῖπτον, πῶς δὲ | |
εὑρίσκεται, καὶ πῶς οἰκονομεῖται, καὶ πῶς ἄκαυστον ἔχει | 203 | |
2.204 | φύσιν. ὦ διδασκαλίας σοφία τῆς τοιαύτης κατασκευῆς δια‐ σημαίνουσα τὸ ἔργον, ὦ λευχημονοῦσα σελήνη ἀποστίλβουσα λευκότητα, μάθωμεν τίς αὕτη ἡ σεληνιακή, ἵνα τὸ ἀπο‐ ρούμενον μὴ διαλάθωμεν. ἔστι δὲ αὕτη ἡ λευκοφόρος | |
5 | χιών, τὸ πολύφωτον ὄμμα τῆς λευκασίας, ἡ νυμφαγωγὸς στολὴ τῆς οἰκονομίας, ὁ ἄφθαρτος χιτών, τῆς εὐμορφίας τὸ νοοσύνθετον κάλλος, τῆς τελειώσεως τὸ λευκότατον σύνθεμα, τῆς ἀποπληρώσεως τὸ πηκτὸν γάλα, τῆς θαλάσ‐ σης τὸ ἀφροσέληνον ἑῴας, ἡ μαγνησία τῆς Λυδίας, τὸ | |
10 | ἰταλικὸν στῆμι, τῆς Ἀχαΐας ὁ πυρίτης, ὁ ἀπὸ Ἀλβανίας, τὸ πολυώνυμον τῆς ἀγαθοεργίας, ἡ τὸ πᾶν ἐπικοιμίζουσα, ἡ τὸ ἓν πᾶν φέρουσα, ἡ τὸ θαυμαστὸν ἔργον ἀποπληροῦσα· τί δέ ἐστιν ἡ ταύτης ἀπόρροια; οὐκ ἀποκρύψω, ἀλλ’ ἐμ‐ φανὲς δείξω τὸ ζητούμενον κάλλος. ἔστιν οὖν αὐτῆς. ἡ | |
15 | ἀπόρροια τὸ ἐν αὐτῇ κεκρυμμένον μυστήριον, ὁ πολύτιμος μαργαρίτης, ὁ φλογοφόρος φεγγίτης, ὁ χρυσοράντιστος χι‐ τών, τὸ χρυσοζώμιον βρῶμα, ὁ χρυσόκοσμος σπινθήρ, ὁ νικηφόρος ἀνθαγαθεὺς, τὸ βασιλικὸν περιβόλαιον, ἡ ἀλη‐ θινὴ πορφύρα, τὸ πολυτίμητον στέμμα, τὸ ἄπυρρον θεῖον, | |
20 | ὁ εἰσκριτὴρ τῶν σωμάτων, τὸ ξανθὸν ὅλον εἶδος, ὁ ἐγκε‐ κρυμμένος θησαυρός, ὁ θάλαμον ἔχων τὴν σελήνην, ὁ ἐν αὐτῇ τῇ σελήνῃ γνωστικῶς θεωρούμενος, [Unknown Alchemical Character]ὁ[Unknown Alchemical Character]‵τ′[Unknown Alchemical Character]‵κ′[Unknown Alchemical Character] n αγς ρ[Unknown Alchemical Character]ω. ὁ λευκὸς μὲν θεωρούμενος, ξανθὸς δὲ γνω‐ ριζόμενος. ὁ τῇ λαχούσῃ σελήνῃ νυμφίος, ἡ ἐξ αὐτῆς | |
25 | χρυσῆ σταγών, ἡ ἀπ’ αὐτῆς ἔνδοξος ἀπόρροια, ἡ ἀναλ‐ λοίωτος συμπλοκή, ἡ ἀνεξάλειπτος περιδρομή, ἡ θεοδώρη‐ τος ἐργασία, ἡ θαυμαστὴ χρυσοποιΐα, καὶ ἵνα μὴ ταύτην παραδράμω, ἐπὶ τὸ προκείμενον αὖθις ἐπάνειμι τοῦ λό‐ γου. μετὰ τὴν τοῦ χαλκοῦ ἐξίωσιν καὶ ἐξίσχνωσιν καὶ μέ‐ | |
30 | λανσιν ἐφ’ ὕστερον λεύκωσιν, τότε ἔσται βεβαία ξάνθωσις. ὦ σοφίας ἔργον ὑπὲρ φύσιν θαυμαζόμενον, ὦ ἄφθονος χάρις δαψιλῶς ἐκπηγάζουσα, οὐ φθονεῖ ὁ σοφώτατος, ἀλλ’ ὑποδείκνυσι σαφῶς τὴν ἐξήγησιν. [μετὰ τὴν τοῦ χαλκοῦ ἐξίωσιν καὶ ἐξίσχνωσιν καὶ μέλανσιν, εἰς ὕστερον λεύκωσιν, | |
35 | τότε ἔσται βεβαία ξάνθωσις.] τί λέγεις φιλόσοφε μετὰ τὴν τοῦ χαλκοῦ ἐξίωσιν; ποίαν ταύτην; εἰπέ, φράσσον ἡμῖν | |
τῆς ἐργασίας τὰ ἀπόκρυφα. μετὰ τὴν τοῦ χαλκοῦ ἐξίωσιν, | 204 | |
2.205 | καὶ πῶς ἐστιν ἐξιῶσαι χαλκὸν τὸν ἰὸν ὅλον φέροντα; πῶς; ἐγὼ ὑμῖν λέξω τοῦ λόγου τὴν ἀκρίβειαν, τὴν διὰ νεφέλης βαδίζουσαν Ἀφροδίτην. μετὰ γὰρ τὴν τοῦ χαλκοῦ ἐξίωσιν, τουτέστιν καλῶς οἰκονομηθεῖσαν λείωσιν καλῶς προβιβα‐ | |
5 | σθεῖσαν περίσκεψιν, μετὰ γὰρ τὴν τοῦ χαλκοῦ αὐτοῦ καὶ ἐξίσχνωσιν τουτέστιν λεπτοτέραν τῆς λειώσεως διάθεσιν, καὶ ἔτι τὴν ἐπακολουθοῦσαν τούτοις ἐπιφερομένην μελα‐ νίαν εἰς ὕστερον εἴρηται λεύκωσιν, τότε ἔσται βεβαία ξάν‐ θωσις. ὅταν γὰρ τὴν τῆς ῥυτίδος ἀποπτύσῃ μελανίαν, εἰς | |
10 | λευκότητα λίαν μεταφέρεται. καὶ ὅταν εἰς λευκότητα λίαν μεταφέρηται, τότε τοῦ στιλπνοῦ φωτὸς ἡ σελήνη ἀπαυγά‐ ζει τὰς ἀκτῖνας, τότε πότε, εἰς ὕστερον λεύκωσιν, ὅτε λευ‐ κὸν ἴδῃς τὸ σύνθεμα· ὅτε γὰρ πλησίον σελήνης φανῇ, τότε τὸ πανσέληνον αὐτῆς μηνύει τὸ φῶς. τότε βεβαία | |
15 | ἡ ξάνθωσις. ποία αὕτη; εἰπέ. ἡ θεωρουμένη λευκή. καὶ πῶς τὸ λευκὸν ξανθὸν ἀποτελεῖς; ὦ σοφώτατοι, ὑπερβαί‐ νει λογισμόν, τοῦτο κρύφιόν ἐστιν τὸ ἐρώτημα, μυστικὴ λέξις καὶ ἡ ἐπίσκεψις. ἐγὼ φράσω τὸ μυστήριον τὸ ἀπό‐ κρυφον καθὼς ἀνωτέρω ὑμῖν προλέλεκται· μετὰ τὴν τοῦ | |
20 | χαλκοῦ ἐξίωσιν καὶ ἐξίσχνωσιν καὶ μέλανσιν εἰς ὕστερον λεύκωσιν, τότε ἔσται βεβαία ξάνθωσις. ὅτε ἴδῃς τὴν γινο‐ μένην λεύκωσιν ἔνδον αὐτῆς, ἐπιγίνωσκε τὴν περικεκα‐ λυμμένην ξάνθωσιν, τότε ξανθὴν νόει τὴν λεύκωσιν οὖ‐ σαν, τότε καὶ λευκὴ οὖσα, ξανθοῖ διὰ τὴν ἐν αὐτῇ ἀπο‐ | |
25 | κεκρυμμένην ξάνθωσιν, διὰ τὸ ἐμβατεύειν αὐτῆς τὰ τῆς καρδίας βάθη διὰ τὸ ἔνσωμον ἔχειν τὴν τῆς ★ λεύκωσιν, καὶ ἀρρήτως ἐν αὐτῇ τὴν ξάνθωσιν διήκουσαν. τότε βε‐ βαία ἔσται ξάνθωσις· ποῖα; ἡ γινομένη λευκή· αὕτη ἐστὶν ἡ ξανθή. αὕτη μὲν τῷ χρώματι λευκὴ φαίνεται, ἡ δὲ φύ‐ | |
30 | σις ξανθὴ ὑπάρχει, οὐδὲν ὑπολέλειπται, οὐδὲν ὑστερεῖ, πλὴν τῆς νεφέλης καὶ τοῦ ὕδατος ἡ ἄρσις. βλέπεις τὸν ἀρχαιότατον. οὐχ ὁρᾷς τί ἀπεφήνατο ὁ σοφός; οὕτως αἰ‐ νίττεται ὡς τελείως. οὕτως ἀπεφήνατο ὡς καθηγητὴς τὸ πᾶν ἀποδείκνυσι λέγων, οὐδὲν ὑπολέλειπται, οὐδὲν ὑστερεῖ, | |
35 | πλὴν τῆς νεφέλης καὶ τοῦ ὕδατος ἡ ἄρσις· δείξας ἐν τούτῳ τὴν τοῦ ὅλου κατασκευήν, ἀποδοὺς δι’ ὀλίγου τὸ | |
πᾶν, ἵνα μὴ πολλῇ ὕλῃ καταχώσητε τὰ κινούμενα, ἵνα μὴ | 205 | |
2.206 | Κιλικίας τὸν κρόκον, καὶ ἀναγαλλίδος βοτάνη καὶ τὸ Πόν‐ τιον αὐτοῖς ῥᾶ, καὶ τῶν ἄλλων ὀπῶν, χολῆς τετραπόδων καὶ κνωδάλων τινῶν, λίθον τε καὶ μετάλλων φθαρτικῶν νοήσωσι, τὰ τῆς τελεσιουργικῆς καὶ ἑνικῆς καὶ μιᾶς φυ‐ | |
5 | σέως τὰ ἀνόμοια, ἵνα μὴ πλανηθέντες ἄνθρωποι ἀπο‐ στῶσι τῆς ἀληθείας, ἵνα μὴ ἐπὶ τῆς φυσικῆς ὑπάρξεως ἀνύπαρκτον διάθεσιν μετέλθωσιν. τί λοιπόν; ὁ ἐξοχώτατος καὶ πάσης ἀρετῆς σύμβουλος, περιάγων αὐτοὺς καὶ ἕλκων πρὸς τὸν τῆς ἀληθείας σκοπόν, ἵνα μὴ ὡς ἔφην εἰς ὑλι‐ | |
10 | κὰς καμίνους καὶ διοργανισμοὺς ὑελῶν, ἀμβύκων, λωπάδων τινῶν καὶ κηροτακίδων καὶ αἰθάλων. καὶ οἱ εἰς τὰ τοιαῦτα ἐπασχολούμενοι εἰς κενὸν αὐτοῖς ὁ τοῦ καμάτου πόνος ἐξαγορευθῇ· ἀλλ’ ὅρα πῶς ἐν τῇ φράσει τὸ πᾶν ἀπεπλή‐ ρωσεν. οὐδὲν ἀπολέλειπται, οὐδὲν ὑστερεῖ πλὴν τῆς νεφέ‐ | |
15 | λης καὶ τοῦ ὕδατος ἡ ἄρσις. ποία νεφέλη; εἰπέ. τίς ἡ νεφέλη καί τι τὸ ἐξ αὐτῆς ἐκτελούμενον ἔργον; δεῖξον ἡμῖν φανερώτατα, ὅπως ἐπιγνωσώμεθα τοῦ λόγου τὴν δύναμιν. καὶ πρὸς ταῦτα ὁ φιλόσοφος· νεφέλη ἐστίν, τοῦ ὅλου συν‐ θέματος ἔργον, ἡ διὰ τοῦ θείου ὕδατος καλῶς ἀποστίλ‐ | |
20 | βουσα, ἡ ἐμφυῶς τὴν λείωσιν ποιησαμένη, ἡ οἰκονομικῶς φαινομένη, καὶ νοητῶς καταλαμβανομένη. νεφέλη ἐστὶν ἡ τῆς ἐργασίας ἐξάπλωσις, ἡ ἐπίπεδος ἐπιφάνεια, ἡ ἀργυρώ‐ νητος στήμων, ἡ ἀεροΰφαντος περιπλόη, ἡ Κελτικὴ νάρ‐ δος, τὸ Ἀτλαντικὸν πέλαγος, ἡ Βρεττανικὴ μέταλλος, ὁ | |
25 | στεφανόκοσμος ὠκεανὸς, ἡ ἀμέτρητος ἄβυσσος, ἡ σφαιρό‐ μορφος κτίσις, τὸ οὐράνιον σῶμα, ἡ τὸ πᾶν περιέχουσα καὶ περιλαμβάνουσα, αὐτὸ τὸ εἶδος τὸ ἀτίμητον, ἡ πο‐ θουμένη θεωρία, τὸ ζητούμενον θέαμα, τὸ ἓν ὅλον καὶ ὅλον ἕν, ἡ ἱερὰ λεύκωσις τοῦ παντὸς τιμίου ἔργου, ἡ ὅλη | |
30 | κατασκευή, τὸ ἐνεπίστημον ἔργον, τὸ συμπέρασμα τῆς συμπληρώσεως, τὸ λειωθὲν καὶ καλῶς οἰκονομηθέν, τὸ τελείως πληρωθέν. οὐδὲν γὰρ ὑπολέλειπται, πλὴν τῆς νε‐ φέλης καὶ τοῦ ὕδατος ἡ ἄρσις. τὸν τῆς νεφέλης σαφῶς ἐφοδηγηθέντες τρόπον, ἐπὶ τὴν τοῦ ὕδατος ἄρσιν μετε‐ | |
35 | λεύσω μου τὸν λόγον. τί ἄρα ἐστὶ τοῦτο τὸ ἐπαγόμενον; τίς ἡ τοῦ ὕδατος αὕτη ἄρσις; εἰπὲ ὦ καθηγητά· πλήρω‐ | |
σον σοῦ τῆς χάριτος τὰς δωρεάς· καταύγασον ἡμῶν τὰς | 206 | |
2.207 | ἀμβλυώπους κόρας, σαφήνισον τὴν τοῦ λόγου ἔναρθρον σύστασιν, τίς ἡ τοῦ ὕδατος αὕτη ἄρσις; καὶ περὶ τούτου οὐκ ἀπεσιώπησεν· εἶπεν, τὸ ἀμιγὲς κάλλος ὕλην οὐχ ὑπο‐ δέχεται, ἡ ἄϋλος οὐσία, ἁπλὴ μέν ἐστι καὶ σύνθετος, τὸ | |
5 | μυριώνυμον τοῦτο ἀγαθόν. μιᾶς γὰρ ὕπαρχον οὐσίας, εἰς ἑαυτὴν συστέλλεται, περὶ αὐτὴν ἰναπαύεται τὴν μίαν αὐ‐ γὴν τὰς ὑγροποιοὺς ὅλως οὐκ ἐντίθεται ἰκμάδας. ἀποβο‐ λὴν δὲ ἔληθεν τῶν ῥευμάτων τὴν βίαν· ἀποθεῖται τῶν ὑδάτων τὰς ῥύσεις· πῶς γάρ ἐστιν αὐτῆς ἰδεῖν τὴν κίνη‐ | |
10 | σιν, μὴ οὕτως ταῦτα ἀποσεισαμένης; οὐ δύναταί τις αὐ‐ τῆς ἐμπλησθῆναι, εἰ μὴ πρῶτον ἐξάρῃ ἀπ’ αὐτῆς τὰ πε‐ ριπολεύοντα ὕδατα. δεῖ οὖν νηχομένην αὐτὴν τοῖς ὕδασι, μὴ ἐὰν αὐτὴν ἔνυγρον, ἵνα μὴ ἀποφρενωθῇ, ἵνα μὴ δύνῃ ἀφ’ ἡμῶν, ἵνα τι τῇ ὑγρᾷ οὐσίᾳ ἐνύγρως ἀπομείνῃ. ἀλλ’ | |
15 | ἄρωμεν ἀπ’ αὐτῆς τὴν τῶν ὑδάτων περιοχήν, ἵνα θεασώ‐ μεθα τοῦ κάλλους αὐτῆς τὴν πολλὴν εὐοπτίαν. πῶς οὖν τὴν τοῦ ὕδατος ἄρσιν ποιησόμεθα; πῶς ἀπώσομεν ἐκ τῆς τοῦ ὕατος μετουσίας; πῶς αὐτὴν διασπάσομεν, ἵνα οὕτως εὐχερῶς τοῦ ὕδατος γένηται ἄρσις; πανοπλίας χρὴ καὶ ἀνδρα‐ | |
20 | γαθίας. τίς ἱκανὸς πρὸς τοῦτο; τίς δυνατὸς ἐξάραι τὴν πλημμυρίζουσαν τῶν ὑδάτων διαδρομήν; τίς οὕτως εὑρί‐ σκεται πρὸς ἀντίστασιν; τίς πρὸς διακονίαν εὐτρεπίζεται; εὕρηται ἡ εὐλυσία τοῦ πράγματος, ἵνα φανερῶς ἴδωμεν τῆς νεφέλης τὴν ὡραιότητα. αὕτη ἐστὶν ἡ διὰ τοῦ θείου ἔμ‐ | |
25 | πειρος παρόπτησις. ὥσπερ γὰρ ἡ διὰ τοῦ ὕδατος ἐπὶ νῷ ἐστιν ἀπόπλυσις, οὕτω καὶ διὰ θείου ἀποκάθαρσις τοῦ παντὸς γίνεται. τοῖς γὰρ θείοις ὕδασιν ἀποπλύνοντες νῦν καὶ κα‐ λῶς οἰκονομήσαντες, πάλιν διὰ πυρὸς καὶ θείου ἀποκαθα‐ ρίσομεν, ἵνα ἀποκαλυφθῇ τὸ τῆς ☾ σῶμα, ἵνα ἴδωμεν | |
30 | ἡλιόδωρον νεφέλην. ὦ σοφίας θεοῦ ἀνέκφραστα μυστήρια, ὦ πλουσίαι δωρεαὶ τοῖς ἠγαπηκόσι τὸν κύριον, ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως μυστηρίων. εἰ τὰ παρ‐ όντα τοιαῦτα θαυμαστὰ καὶ ἐξαίσια, ποταπὰ τὰ αἰώνια, ἃ οὐδεὶς νοῦς ἐξηγήσασθαι δύναται, εἰ τὸ ἔνυλον ἔργον | |
35 | ὀρρήτῳ τινὶ λόγῳ τοιοῦτον ἡμῖν φαίνεται, ποταπὰ τὰ ἀκή‐ ρατα ἀγαθὰ καὶ ἀνεξιχνίαστα κάλλη, ἃ οὐδεὶς ἰσχύει θεά‐ | |
σασθαι, ὑμνῶ καὶ προσκυνῶ καὶ δοξολογῶ σε, τρίας ὑπε‐ | 207 | |
2.208 | ρούσιε καὶ ὑπεράγαθε καὶ ὑπέρθεε, τίς ἐξειπεῖν δύναται πρὸς ὕμνον τῶν θαυμασίων σου, ὡς ἐμεγαλύνθη. τὰ ἔργα σου, κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας. | |
4t | Τοῦ αὐτοῦ Στεφάνου ἐπιστολὴ πρὸς Θεόδωρον. | |
5 | Περὶ τοῦ ἀγροῦ γνῶθι ὡς πολλοὺς γεωργοὺς ἀχρή‐ στους ἔχει, καὶ εἰ μὴ τούτους ἐκβάλῃς ἔξω, οὐ δύνασαι πρόσοδον ἀπὸ τοῦ ἀγροῦ λαβεῖν. εἰσὶν δὲ οἱ περὶ Κλαυ‐ διανὸν καὶ τοὺς ἄλλους ὁμοῦ πάντες ἀδελφοὶ ἕξ· εἰ μὴ δύο χρήσιμοι μόνον οὐκ εἴσιν. καὶ ἡ λευκάργενος πᾶσα | |
10 | ἄχριστος. τί γὰρ ἢ δράκοντα ἔχει ὁ ἀγρός, καὶ διὰ τοῦ φυσήματος ἀναξηραίνει τὸν τόπον, ἔνθα καὶ ἄτονοι ὑπάρ‐ χουσιν. ἐγὼ δὲ αὐτὸν εἶδον καὶ τὰς ποικίλας τοῦ σώμα‐ τος αὐτοῦ φολίδας. καὶ ἡ μὲν ἀρχὴ τῆς οὐρᾶς αὐτοῦ λευκὴ ὡς γάλα, ἡ δὲ κοιλία καὶ ὁ νῶτος κροκοειδής, καὶ ἡ κε‐ | |
15 | φαλὴ μελάγχλωρος. δεῖ δέ σοι εἰς τρία διελεῖν τὸν ἀγρόν, τοὺς τέσσαρας ἀδελφοὺς ἓν μέρος καὶ τὸν μέγα λίθον εἰς ἓν μέρος, οὕτως γὰρ πειρῶνται οἱ παλαιοὶ τοῦ ἀγροῦ ποι‐ εῖν ὡς εὗρον. οὕτως ποιεῖ ὁ μαγιστριανὸς Θεόδωρος καὶ Ἰάκωβος ὁ καβιδάριος διδασκαλεῖ. ἀληθής ἐστιν αἰθάλη | |
20 | τις ὑγρὰ καὶ αἰθάλη ξηρά. καὶ ἡ μὲν ὑγρὰ αἰθάλη ἀνα‐ σπᾶται διὰ τῶν φανῶν, τῶν ἐχόντων τοὺς μασθούς. ἡ δὲ ξηρὰ αἰθάλη διὰ χύτρας καὶ πώματος χαλκοῦ, ὡς ἀπὸ κιν‐ ναβάρεως αἰθάλη λευκή. ἐὰν οὖν τὴν ξηρὰν αἰθάλην πο‐ τίσῃς διὰ τῆς ὑγρᾶς αἰθάλης, θεῖον ἔργον ἀποτελεῖς. γί‐ | |
25 | νωσκε δὲ ὅτι πᾶσαι αἱ οὐσίαι καὶ τὰ μέταλλα καὶ αἰθάλαι εἰσίν, μᾶλλον δὲ γίνονται. αὗται γὰρ ποτισθεῖσαι γίνονται αἰθάλαι ὑγραί. ἡ Σκυθικὴ κώμαρις, ἥτις συνκραθεῖσα τῇ νέᾳ αἰθάλῃ πάντα ἀποτελεῖ. καὶ ἄλλο ἐστὶν ἡ μυθικὴ χημία, καὶ ἄλλο ἡ μυστικὴ καὶ κρυπτή. καὶ ἡ μὲν μυθικὴ πολυ‐ | |
30 | πληθίᾳ λόγων συχέεται, ἡ δὲ μυστικὴ λόγῳ δημιουργίας κόσμον μεθοδεύεται, ἵνα ὁ θεόφρων καὶ ὁ θεογενὴς ἄν‐ θρωπος διὰ τῆς εὐθείας ἐργασίας καὶ θεολογιῶν καὶ μυ‐ | |
στικῶν λόγων μάθῃ. | 208 | |
2.209 | Τοῦ αὐτοῦ Στεφάνου περὶ τοῦ ἐνόλου κόσμου. | |
2t | Πρᾶξις σὺν θεῶ γʹ. | |
3 | Πῶς διοργανοῦται καὶ πῶς ἐν αὐτῷ τὰ θεῖα μόρια ἐκκαθαιρόμενα, ἀνίπτανται ἐπίπεδα ἐπιπεδέστερα ἀγόμενα· | |
5 | ἡ γὰρ μέθοδος τῆς μυστικῆς χημίας εἰκόνες εἰσὶν (Ω) καί τι δεῖ, μεθοδεύεται. οὕτως καὶ τὰ σώματα μεταλλευόμενα καὶ μεταλλοιούμενα ὑπὸ τῆς ἐναντίας φύσεως, μεθόδῳ τινὶ γίνεται ἐπίπεδος καὶ αἰθερώδης. ὦ σπέμα σπειρόμα‐ νον εἰς γῆν τῆς ☾ καὶ ἀποτελεῖ ☉ καὶ διὰ τῆς θείας ἐρ‐ | |
10 | γασίας ἡ τέφρα καὶ ἡ καδμεία καὶ ἡ σποδὸς τῶν λευκί‐ νων ξύλων. καὶ τὰ θειώδη οὕτω τεφρωθέντα θεῖον πάλιν ἔργον καὶ ὕδωρ θεῖον ἄθικτον διὰ τῆς αὐτῶν τέφρας ποι‐ οῦσιν εἰς παλιγγενεσίαν. ἔστιν οὖν ἀντὶ πολλῶν κατανοή‐ σαντα ὡρεῖν, ὅτι ἡ τέφρα ἡ πολλὰ ποιοῦσα ἔργα μάλιστα | |
15 | τὰ βαφικὰ ἐὰν μὴ ὀλίγον ἡ τίτανος καὶ ἡ ἄσβεστος καὶ ἡ γύψος καὶ ἡ φέκλη καλουμένη, καὶ τὸ ἀφροσέληνον καὶ ὅσα τοιαῦτα εἴδη καιόμενα καὶ ἀποτεφρούμενα ποιοῦσι σποδὸν λευκὴν, ἔργα μεγάλα ἐπαγγέλλονται καὶ εἰς ἰα‐ τρείας καὶ εἰς χρωΐσεις πάσας τὰς βαφικὰς μέχρι καὶ ὑέ‐ | |
20 | λων καὶ μαρμάρων· καὶ ἵνα μὴ δειλανθῇς ἀπὸ ἀπειρίας, καὶ γὰρ τοῦ Ἑρμοῦ λέγοντος, ἐὰν ἴδῃς τὰ πάντα σποδὸν γινόμενα, νόει ὅτι καλῶς ἐσκεύασται· ἡ γὰρ σποδὸς δυ‐ νάμεώς ἐστιν πλήρης καὶ ἐνεργείας. ὥσπερ γὰρ τὰ ξύλα τὰ ποιοῦντα στακτὴν ἄκαυστα γίνεται, τουτέστιν ἀποκε‐ | |
25 | καυμένα, καὶ ἀποτεφρούμενα, καὶ συμμιγέντα τῷ χρυσο‐ ζωμίῳ μηκέτι καιόμενα, ἀλλὰ ἐνεργοῦντα εἰς πάσας τὰς βαφάς, μέχρι καὶ ἔργων καὶ μαρμάρων καὶ ὑέλων καὶ λί‐ θων καὶ ξύλων καὶ δερμάτων καὶ πάντων ὁμοῦ τῶν χυ‐ τῶν σωμάτων, καὶ ὑποτεφρωθέντα πολλὰ ἔργα καὶ θεῖα | |
30 | ποιοῦσιν. καὶ χρώματα διάφορα ὅσα ἀπὸ [Unknown Alchemical Character] κρόκου καὶ ὅσα ἀπὸ λιθαργύρου καὶ πάμμου τεφρούμενα καὶ ἐξαγα‐ γόντα ἔξω τὴν φύσιν πάλιν εἰς τὸ φανερόν, τὰ μὲν ἐνεργά, τὰ δὲ δύναμιν δι’ ἑτέρας ὁμιλίας δεικνύοντα τὴν ἐνέρ‐ | |
γειαν. καὶ ὅσα μὲν οὖν ἔχει ὑμῖν ἀποδεῖξαι ἀπὸ τῶν τε‐ | 209 | |
2.210 | φρωμένων καὶ σποδωμένων, ἔσται ἰατρικῆς ἐπιστήμονος. ὅσα δὲ καὶ εἰς παλιγγενεσίαν ἄρχονται, εἰς εὐσύνετον τέ‐ χνην. μάλιστα οἱ τὴν σποδὸν τῶν ἀγοραίων βοτανῶν τῇ ἴσῃ συνεψοῦντες· καὶ τὰς σποδοὺς τῶν σωμάτων καὶ ὑε‐ | |
5 | λῶν τῇ ἴσῃ συγχωνεύοντες· ὡς οὐ δεῖ δειλιᾷν ἐπὶ τῶν και‐ ομένων καὶ τεφρουμένων τούτων τῶν σωμάτων. πάλιν γὰρ ἔχονται εἴς τινα δύναμιν καὶ ἐνέργειαν καὶ παλιγγε‐ νεσίαν, φύσιν ἔχοντα μιμητικὴν τοῦ παντὸς κόσμου καὶ τῶν στοιχείων αὐτῶν ὅθεν καὶ τὴν παλιγγενεσίαν ἔχοντα, | |
10 | πνεύματός τινος μετουσίαν, ὡς ὑλαίῳ πνεύματι γινομέ‐ νων. οὕτω καὶ ὁ χαλκὸς ὡς ἄνθρωπος καὶ ψυχὴν καὶ πνεῦμα ἔχει· ταῦτα γὰρ τὰ χυτὰ σώματα καὶ τὰ μεταλ‐ λικά. ὡς δ’ ἂν ἀποτεφροθῶσιν ὁμιλήσαντα τῷ πυρί, πάλιν πνευματοῦνται, πυρὸς αὐτοῖς χαριζομένου τὸ πνεῦμα. | |
15 | μεταλαμβάνοντα δηλονότι καὶ ἀπὸ τοῦ ἀέρος τοῦ τὰ πάντα ποιοῦντος, ὡς καὶ τοὺς ἀνθρώπους, καὶ τὰ πάντα ἐκεῖθεν δίδοται τὸ ζωτικὸν πνεῦμα καὶ ἡ ψυχή, οὕτως καὶ τὰ χυτὰ σώματα σὺν τῶν μεταλλικῶν ἀποτεφρωθέντα, μεθόδῳ τινὶ ἀνακομίζονται τὸ πνεῦμα, τῷ συγγενῆ πυρὶ | |
20 | ὥσπερ ἀναγινόμενα. πάντα δ’ ὁμοῦ τὰ στοιχεῖα καὶ γενέ‐ σεις καὶ φθορὰς καὶ μεταβολὰς καὶ ἀνακάμψεις ἔχουσιν ἀπὸ ἑτέρου εἰς ἕτερον. οὕτως καὶ ὁ χαλκὸς καυθεὶς καὶ ἀνακαμφθεὶς ῥοδίνῳ ἐλαίῳ καὶ ἐκτιναχθείς, καὶ πολλάκις τοῦτο παθών, χρυσοῦ κρείττων ἀσκίαστος γίνεται. τοῦτο | |
25 | δὲ τριπλοῦν χρὴ ἐκδέχεσθαι εἴς τε τὸ ἄβαφον καὶ τὸ βαπτόμενον, καὶ τὸ βάπτον. καὶ γὰρ διὰ βαφῆς ἀνα‐ κάμπτεται, κἄν τε θείως, κἂν τε ἰατρικῶς. καὶ ἐπὶ τῆς τοῦ βαπτομένου δὲ τοῦτο νόει τὴν ἀνάκαμψιν, ὡς ὅταν ἀπὸ σποδοῦ καὶ τέφρας ἐπὶ ἐνέργειαν βαφικὴρ ἐρχόμενος | |
30 | τὴν ἐν δυνάμει καὶ τῆς δι’ ἐνεργείας. εἰσὶ γάρ τινα τῶν πασχόντων ἀνακάμπτεσθαι. τοῦτο δὲ εἶπεν ὅτι [Unknown Alchemical Character] τῆς ἀληθοῦς συντέχνης καίεται καὶ πυρὶ φευκτόν ἐστιν, ἀλλὰ πάσχει ἀπὸ τοῦ πυρὸς καὶ αὐτὸ ἂν διαβὰς οὐ συγχέεται καὶ αἱ ὀπτήσεις τῶν κατ’ Αἴγυπτον ἐπιβολῶν οἷς κέχρηται | |
35 | καὶ οὐ συγχέεται τὸ φάρμακον τῇ βαφῇ. ὥσπερ γὰρ εἶπεν ὁ κριτικὸς διδάσκαλος καὶ φιλόσοφος καὶ καθηγητής, ὅτι | |
ὥσπερ σφενδόνη παρερχομένη ἀκοῦσαι μέν τινα, οἴχεται | 210 | |
2.211 | δὲ πετομένη τοῦ βάλλοντος ἰσχύει, οὕτως οὖν οἴχεται τοῦ ἀντιτιθέντος τὸ τραῦμα, ἀλλ’ ὁ ἔχων ἔχει ὁ ποῖος, κἂν ἀληθῶς οἴχεται· οὕτω καὶ ἡ σποδὸς αὕτη ἔδραμεν καὶ βάπτει ἀνεξαλείπτως καὶ ἀνεξάλειπτον ποιεῖ τῆς βαφῆς τὸ | |
5 | αἴτιον ἢ τὸ φάρμακον εἰς τὸ συγγενὲς πῦρ καὶ ἀέρα ἀνα‐ λύεται, ὡς ἐν κόλποις γονέων φεῦγον καὶ ἀποκαιόμενον. εἶτα ἔχομεν ὑμῖν ἑτέρους μεγάλους [Unknown Alchemical Character] συγγράψιν πολλὰ καὶ πλείονα. οὗτος ὁ χαλκὸς ♀ ὁ πάντα πάσχων τὸ πλέον παροπτούμενος γίνεται λίθος ἐτήσιος τῷ χρώματι ὥς τι | |
10 | σφίγγον ἐτήσιος. μετὰ οὖν τὸ ὀπτηθῆναι ἀποσβέννυται τῷ θείῳ ὑγρῷ, ὃ καλοῦσιν ὕδωρ θεῖον τὸ ἀπολυόμενον ἔλαιον, καὶ γίνεται οἶνος πάχος καὶ μείνας ἐκεῖ μάλιστα ἡμέραν θέρμην πραότητα ἀδιαπνεύστου ὀργάνου, ἡ ὕλη φθαρεῖσα λοιπὸν τὸ ἐμφανὲς μυστήριον τοῦ ὕδατος τοῦ | |
15 | θείου τὸ ἄθικτον τὸ ζητούμενον ἀποτελεῖ. καὶ αὐτό ἐστιν ὁ λίθος, ὁ ταῦτα ποιῶν. ὥσπερ γὰρ ἡμεῖς τὰς τέσσα‐ ρας δυνάμεις, τουτέστι ἐσεκτική, δεκτική, τονοτική, ἀλ‐ λοιωτική, τότε ποιοῦμεν τὸ ὕδωρ τοῦ θείου τὸ ἄθικτον. τὸ πανβάφιον αἷμα ὡς δι’ ὀργάνου διὰ τὸ τοῦ ἥπα‐ | |
20 | τος ὑποκείμενον τῇ γαστρί, καὶ τὸ σῶμα σχοῦν καὶ θάλπον αὐτῷ καὶ καῖον καὶ τὰ πάντα τὰ δύο θεῖα. τὸ γάλα ξανθὸν δὲ ἐν ἥπατι ἐξαιματούμενον πλέον ἀποζόν‐ των τῶν φυτῶν. καὶ τοῦτο πάλιν τὸ εἰλικρινὲς ἔργον νεφροῖς ἐξαφριζόμενον ποιεῖ τὴν σπορὰν καὶ παλιγγενε‐ | |
25 | σίαν. ὡς καὶ ἡ τέχνη μετὰ τὴν τῶν λευκῶν καὶ τῶν ξαν‐ θῶν ποιεῖ τὴν σύνθεσιν ἐπὶ ὀλίγων βολβήτων τουτ‐ έστι τὰς τῆς τέχνης ἐξαφρίσεις καὶ παλιγγενεσίας σπορά, ἵνα μετ’ ὀλίγον χρόνον ἀποτεχνῇ ζητούμενον, σχήματι καὶ χρωμάτει καὶ μεγέθῃ. καὶ ὧδε μὲν ἡ τέχνη ἔχει. ἐμεῖ | |
30 | δὲ διὰ τῶν στοιχείων. εἰ καὶ δι’ αὐτῶν τὸ ζητούμενον τοῦ θήλειος καὶ τοῦ ἄρρενος ὁμοῦ ἐκθοροῦνται καὶ πλεοῦ‐ ται τὸ γενόμενον. παρατήρει οὖν καὶ ἐν τῇ τέχνῃ τὸ πῦρ καὶ τὸ ἐκθόρημα τοῦ πνεύματος οὐκ ἀναμένοντος. ἔνθα καὶ τὰ πταίσματα γίνονται προερεθισμοί, τὴν ψυχρότητα | |
35 | τὴν θήλειαν, τὴν δυσκίνητον, τὴν ἐκτρωμανῆν. ᾧ δὴ καὶ καπρώδη καὶ ἄθικτον καὶ ἀνδροκαθίστρια μήτρα, παντὶ | |
ἐπιθυμουμένη ὁπόταν τάχειον ποιήσῃ, ὅ ἐστι χαρᾶς καὶ | 211 | |
2.212 | ἔρωτος ἀφροδισιακὸν σύμβολον ὅ ἐστιν καχασμός. τοῦτο καὶ οἱ χρυσοχόοι εἰδότες ὃ λέγουσιν, τοῦτό φασιν ἐγέλα‐ σαν, καὶ τότε χρῶνται τῶν κατ’ Αἰγύπτου ἐπιβολῶν, ἅτινα ἐκφαυλιζόμενα αὐτὸς ὁ λίθος ὁ ἐτήσιος οἰκονομούμενος | |
5 | ποιεῖ ὅσα καὶ ἡμεῖς, καὶ μὴ θαυμάσῃς, εἰ ἐκ πολλῶν λί‐ θων καὶ ἑτέρων εἰδῶν εἷς ὢν λίθος γίνεται καὶ λέγεται. ἡ οὐχ ὁρᾶς τοὺς τὴν μοῦσαν ἀπεργαζομένους καὶ τὰ καλά, ἵνα καὶ τὰ ζώδια καὶ τοὺς θηλούς, καὶ τὰς βαφάς, ὅτι ἐκ πολλῶν εἰδῶν ἕνα λίθον ποιοῦσι. μάλιστα οἱ διὰ [Unknown Alchemical Character] κρό‐ | |
10 | νου καὶ χαλκόειδον γινόμενον, ὥστε καὶ γλυφῆς ἐπιδέεσθαι καὶ πάντα ὅσα ἂν οἱ λίθοι οἱ τοιοῦτοι οἱ χρήσιμοι, ἐκ πολλῶν λίθων ἕνα λίθον ποιοῦσιν, ὅντινα καλοῦσιν ἐτή‐ σιον. διὰ τοῦτο τοῖς ἐτησίοις σκευάζεσθαι τὴν γραφὴν ὄπτοντες καὶ ἀποσβεννύοντες τὸ ἀπολελυμένον ὕδωρ, ὥσπερ | |
15 | ἔφην, καὶ σήποντες ποιοῦσιν τὸ ὕδωρ τοῦτο τὸ θεῖον ἄθικτον τὸ ἀπὸ μόνου θείου. οὗτός ἐστιν ὁ λίθος ὁ ἐτή‐ σιος. σὺν τούτοις ἔχει πᾶσιν ὀνόμασιν. οὗτος ὁ πορφυ‐ ρῷος, ὁ ἐν τῷ πορφύρῳ μετάλλῳ εὑρισκόμενος, ὁ διακασ‐ σιτήρου πορφυρόχρωμος μακεδονικός, καὶ εἴ τι ἄλλο λέ‐ | |
20 | γεται ἢ γράφεται ἢ σημαίνεται ἐν ταῖς θείαις καὶ ἀλλη‐ γορικαῖς γραφαῖς ὥστ’ εἴ τι δ’ ἂν σημαίνωσιν αἱ γραφαὶ περὶ πολλῶν ἀλληγοροῦσιν. οὗτός ἐστιν ὁ ἐτήσιος ὁ πάρερ‐ μος ὁ πολύχρωμος, ὁ ἐν τῷ κλειδίῳ ἐκδοθεὶς πρὸς ἕκαστον χρῶμα οἰκονομούμενος, καὶ σὺν χαλκῷ ἀναδειχθεὶς καὶ | |
25 | ἐλαίῳ τοῦ φανοῦ ἀναλαμφθείς. οὗτος εὐτυχεῖς ἐποίησε τοὺς τῆς Αἰγύπτου ἐπιμελητὰς καὶ τοὺς αὐτῶν προφήτας. καὶ ταῦτα μὲν περὶ τῶν ἀποτεφρωμένων καὶ σποδωμένων, καὶ ἀκαυστούμενον ποιούντων ἔργων. περὶ δὲ τοῖς ἔργοις ἐλαιώσεως (μάλιστα γὰρ αὕτη εἴωθεν ποιεῖν τὰ πάντα) | |
30 | σποδὸν ποιοῦσιν διαφόρως μετὰ τὸ λευκανθῆναι τὸ λευ‐ κὸν σύνθεμα. καὶ πρῶτον μὲν ἡλίῳ καὶ δρόσῳ ἅλμη θα‐ λάσσης, ἢ οὔρῳ ἢ ὀξάλμῃ ἡμέρας πολλὰς ἀναξηραίνοντες ἡλίου δυνάμει, καὶ ὀστράκων δαψιλέσι λειώσεσι. συνλειοῦσι τὴν ἴωσιν ὑδραργύρῳ, ἵνα καταποθῇ ἀπὸ τοῦ ξηρίου, καὶ | |
35 | ἐλαιώσαντες ἑψοῦσιν τῷ ἡλίῳ, ποτιοῦντες τῷ ὀργάνῳ ἐπὶ ἡμέρας καὶ ἀναξηραίνοντες λειοῦσι πάλιν καὶ ὑγροῦσι. πά‐ | |
λιν ἀναξηραίνοντες λαμβάνουσιν ὀξύμελι καὶ ἐποπτοῦσιν | 212 | |
2.213 | ἐπὶ ἡμέρας τρεῖς. καὶ καρτεροῦσι ζῶντες καὶ φυλάσσουσι καὶ λειοῦσι πάλιν καὶ ποιοῦσιν οἴνου ἢ ἐλαίου πάχος, καὶ σήπουοι πραστάτῳ πυρὶ ἐπὶ ἡμέρας μέγιστα καὶ λειοῦσι καὶ λαβόντες τὸ ἀργυροζώμιον καὶ τὸ θεῖον μετὰ τῶν | |
5 | δαφνῶν καὶ τῶν ἄλλων πάντων ὀπτοῦσι καὶ ἐπιβάλλουσι χαλκὸν ἐξιωθέντα, ὑέλῳ λαμπρῷ καὶ νίτρῳ καὶ μυσί. | |
7t | Τοῦ αὐτοῦ Στεφάνου εἲς τὸ κατ’ ἐνέργειαν | |
8t | πρᾶξις σὺν θεῶ τετάρτη. | |
9 | Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν | |
10 | ἐστι καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων. οὐκοῦν Ἰη‐ σοῦν ἐπικαλεσάμενοι τὸ πατρικὸν φῶς, τὸ ὂν τὸ ἀληθινὸν φωτὸς ἀπαύγασμα, φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. αὐτὸς γάρ ἐστι τὸ φῶς καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή, ὁ θεαρχικὸς τοῦ θεοῦ λόγος, ἡ σοφία καὶ δύ‐ | |
15 | ναμις, ἡ παντοποιὸς καὶ ἄρρητος τοῦ θεοῦ σοφία, ὁ ζῶν λόγος τοῦ πατρὸς, θεὸς ὢν καὶ πρὸς τὸν θεὸν ἀεὶ ὤν, ὁ δι’ οὗ τὰ πάντα ἐγένετο ὁ φῶς τοῖς πιστοῖς παρέχων πρὸς τὸ εἰδέναι τὴν τῶν ὄντων γνῶσιν καὶ ὑμνῆσαι τὰ μεγα‐ λεῖα τοῦ παντοκράτορος θεοῦ. αὐτὸς γάρ ἐστιν δοτὴρ καὶ | |
20 | σωτὴρ τοῦ κόσμου, αὐτὸς φωτίσειεν ἡμῶν τὸν νοῦν καὶ τὰς καρδίας καὶ ἀναλάμψαι ἡμῖν λαμπάδα, καταλάμπου‐ σαν ἡμῖν τὰ ἀνεξηρεύνητα βάθη τῆς αὐτοῦ γνώσεως καὶ σοφίας, πρὸς τὴν ἀληθῆ καὶ ἀπρανῆ γνῶσιν τοῦ γινώσκειν σε τὸν μόνον ζῶντα καὶ ἀληθινὸν θεὸν ἡμῶν, τὴν ἁγίαν | |
25 | καὶ ὁμοούσιον τριάδα καὶ πᾶν ζωοπάροχον πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. —δεὸν οὖν ἡμῖν ἐστι τὸ παρὰ τῶν ἀρχαίων καὶ ἐναρέτων ἀνδρῶν ἀλληγορικῶς καὶ ποικίλως ἐμπιπλεγμένα ἀνασκευάσαι, καὶ τοὺς αὐτῶν σπινθῆρας | |
30 | ἐν τοῖς τῶν αὐτῶν συγγράμμασιν ἀναγυμνῶσαι, διὰ τῆς ἄνωθεν ἡμῖν χάριτος. ζητῆσαί τε καὶ ἀνακαλύψαι καὶ | |
ἀναφάναι τὸ τοιοῦτον ἀποκεκρυμμένον μυστήριον. ἔλθω‐ | 213 | |
2.214 | μεν οὖν ἐπὶ τὸ προκείμενον καὶ τὴν πρότασιν τῆς αὐτῶν συντάξεως μετὰ νοερᾶς αἰσθήσεως ἀκροασάμενοι μάθω‐ μεν, τί ἄρα βούλεται ὁ φιλόσοφος προφθέγξασθαι. εἰπὲ ὦ φιλόσοφε καὶ λάλει ἡμῖν τὰ κρείττονα, περὶ ὧν πᾶς ὁ τῶν | |
5 | ἀνθρώπων βίος ἐπείγεται, περὶ ὧν οἱ πολλοὶ ἀσκόπως ἐπι‐ βαλλόμενοι, ἐματεοπόνησαν· λάλει ἡμῖν τὴν ἔμπειρον καὶ φλογώδη φλόγα, ἄρξαι τοῦ λόγου τὴν πρότασιν. ἀνακά‐ λυπτε τὰ χαρίσματα· ζῶντι γὰρ θεῷ λατρεύομεν. ἀλλ’ ὦ ἱερὰ ποίμνη καὶ σοφίας ἐρασταὶ οἱ τοῦτο εὑρεῖν βουλόμε‐ | |
10 | νοι τῇ πρὸς τὸν θεὸν ἐννοήσει διὰ τῆς τῶν ἀρετῶν ἐπι‐ κοσμήσεως ἐν ἑαυτοῖς ἀγωνιζεύθωσαν, καὶ τῇ πολλῇ ῥοῇ τῶν δακρύων ἑαυτὸν ἀρδευσάτωσαν. ἐν πίστει καὶ ταπει‐ νοφροσύνῃ καὶ ἀγάπῃ θεοῦ στηριζόμενοι, ἵνα μηδὲν τῶν ἐνύλων ὑμᾶς ξενίσῃ ἢ θαυμάσῃ, πλὴν τοῦ ἀγαπήσαντος | |
15 | ἡμᾶς θεοῦ. ἀλλὰ τί φησιν ὁ φιλόσοφος, περὶ οὗ ὁ λόγος προτείνεται, οὐκ ἀποκρύφω ὑμῖν τῆς φύσεως τὴν ἀλή‐ θειαν· ἓν τὸ πᾶν, δι’ οὗ τὸ πᾶν. ἕν ἐστι τὸ ὅλον, καὶ τὸ ὅλον ἕν ἐστιν. μία φύσις ἀποτελοῦσα τὸ ζητούμενον, οὐκ ἐκ πολλῶν εἰδῶν συγκείμενον, ἀλλ’ ἐκ μιᾶς τέχνης οἰκονο‐ | |
20 | μούμενον. ἓν οὖν τὸ πᾶν, δι’ οὗ τὸ πᾶν. ἓν διὰ τίς ἵνα μὴ ἀκούσωσιν τί ὑμῖν καὶ τῇ πολλῇ ὕλῃ· ἑνὸς ὄντος τοῦ φυσικοῦ. ἓν δέ ἐστι τὸ ἀπ’ αἰῶνος κεκρυμμένον μυστήριον. ἓν ἄτιμον καὶ πολύτιμον· ἄγνωστον πολ‐ λοῖς μὴ καταλαμβανόμενον, πολυώνυμον, μορφοποιόν, | |
25 | ἓν τὸ πᾶν δι’ οὗ τὸ πᾶν ἐξ αὐτοῦ τὸ πᾶν. οὐκ ἐναν‐ τίαι φύσεις τὸ ὅλον συμπληροῦσαι, ἀλλὰ μία ἡ αὐτὴ ἐξ αὐτῆς οἰκονομικῶς συμπληρουμένη καὶ κολακευτικῶς φανερουμένη. ἓν τὸ ζητούμενον, οὐκ ἄλλο καὶ ἄλλο, ἀλλ’ ἕν, αὐτὸ ἐξ αὐτοῦ γινόμενον καὶ πληθυνόμε‐ | |
30 | νον, καὶ πᾶσι θεωρούμενον καὶ γνωριζόμενον, οἰκονο‐ μεῖσθαι δὲ μὴ δυνάμενον καὶ διὰ τοῦτο τοῖς πᾶσι παρρυ‐ πτόμενον, παρὰ πολλῶν δὲ καταλαβέσθαι ὅλως μὴ δυνά‐ μενον· ἓν τὸ πᾶν. μὴ πλανῶ ταῖς τῶν φωνῶν ἀλληγορίαις, μηδὲ ἀπατηθῇς ἐπὶ ταῖς συνθέσεσι τῶν ὑλῶν. εἰ δὲ ἤκου‐ | |
35 | σας τοῦ φιλοσόφου λέγοντος· ἓν τὸν δι’ οὖ τὸ πᾶν, νό‐ ησον τοῦ λόγου τὴν δύναμιν καὶ σκόπει τὸ βάθος τῆς | |
νοήσεως. ἓν τὸ πᾶν δι’ οὗ τὸ πᾶν. τί ὑμῖν καὶ τῇ πολλῇ | 214 | |
2.215 | ὕλῃ, ἑνὸς ὄντος τοῦ φυσικοῦ καὶ μιᾶς φύσεως νικώσης τὸ πᾶν, ἑνὸς ὄντος τοῦ φυσικοῦ ἀληθίνου, ἑνὸς ὄντος τοῦ ἐγκεκρυμμένου καὶ ἐμφωλεύοντος, καὶ μιᾶς φύσεως τῆς κεκαλυμένης ἐντεριῶνος, ἐν ᾗ κολακευομένη καὶ ἐξαγο‐ | |
5 | μένη νικᾷ τὸ πᾶν, μιᾶς φύσεως οὔσης καὶ νικώσης τὸ πᾶν. ἡ γὰρ φύσις τὴν φύσιν τέρπει, καὶ ἡ φύσις τὴν φύσιν νικᾷ, καὶ ἡ φύσις τὴν φύσιν κρατεῖ, οὐχ ἑτέρα φύσις καὶ ἑτέρα, ἀλλ’ ἡ αὐτὴ μία ἐξ αὐτῆς δι’ οἰκονομίας πνευματουμένη, καὶ μορφοῦσα τὰς οὐσίας, τέρπουσα καὶ | |
10 | εἰσκρίνουσα καὶ μένουσα· ἐκ μονάδος γὰρ ἄρχεται καὶ εἰς μονάδα καταλήγει τὴν τελείωσιν τοῦ ζητουμένου. ᾧδε νό‐ ησον. πολλὰ γὰρ ὄντα ἓν λέγεται, ὁμοῦ καὶ θειότατον ὕδωρ μιᾶς φύσεως νικώσης τὸ πᾶν, οὐχὶ εἴδους, ἀλλὰ τέχνος μετὰ νοερᾶς ἐπιστήμης πολλοὺς διαλανθανούσης. | |
15 | ὦ τέχνη κατὰ νοερᾶς ἐπιστήμης πολλοὺς διαλανθάνουσα, ὦ φύσεις οὐρανίαι φύσεων δημιουργοί. τὴν ἀσώματον αἰ‐ νίττεται οὐσίαν. πάλιν ἐπὶ τὸ προκείμενον ἔρχεται. εἰ μὴ γὰρ τὴν ὕλην ἐξορφανίσεις, εἰ μὴ τὰ σώματα ἀσοματώσεις, εἰ μὴ διαφθορᾶς αὐτὰ ἀποτινάξεις καὶ διαλύσεις, τὸ ἐμ‐ | |
20 | φωλεῦον καὶ ἔμψυχον οὐκ ἐξάξεις. εἰ μὴ οὗτος οἰκονο‐ μῶν ἀσωματώσεις, οὐ σωματώσεις καὶ μορφώσεις τὰς οὐ‐ σίας. ὦ φύσεις οὐράνιαι. καθαρὰ γὰρ καὶ ἄυλος ἡ ψυχὴ οὖσα καὶ εἰς σῶμα εἰσκρίνουσα διὰ τῆς ἄνωθεν σοφίας μορφοποιεῖ τὸ σῶμα ἐν αὐτῷ μένουσα καὶ διακρατοῦσα. | |
25 | ὦ φύσεις οὐράνιαι, θαύμασον τῶν οὐρανίων τὰς φύσεις ὡς ἀσωμάτους οὔσας. δεῖ οὖν ἐξορφανίσαι τὴν ὕλην καὶ τὸ λεπτομερὲς καὶ ἔμψυχον αὐτῆς ἐξεώσαντας, δι’ αὐτῆς λοιπὸν ἀσωματῶσαι καὶ διακρατῆσαι καὶ μορφοποιῆσαι τὰ σώματα. δεῖ οὖν ἐξορφανίσαι τὴν ὕλην, ἵνα ἐπὶ τὸ ἔμψυ‐ | |
30 | χον μεταβῇ τελεσιουργούμενον. ὅρος φιλοσοφίας ἐστὶ κα‐ τάλυσις σώματος καὶ χωρισμὸς ψυχῆς ἀπὸ τοῦ σώματος. τοιοῦτόν τι παρόμοιον βούλεται εἶναι τοῦ παρακειμένου καὶ δηλωθησομένου τὸ ἴνδαλμα, κατάλυσις σώματος, δια‐ φθορᾶς διαλυόμενον. καὶ χωρισμὸς ψυχῆς ἀπὸ σώματος | |
35 | γινόμενον. οὗτος ὁ τρόπος, αὕτη ἡ θεωρία τοῦ προκειμέ‐ νου συντάγματος. ὦ φύσεις οὐράνιαι φύσεων δημιουργοί. | |
φύσις ἡ αὐτὴ ἐξ ἑαυτῆς καλῶς οἰκονομουμένη καὶ ἀνακα‐ | 215 | |
2.216 | λυπτομένη. οὐράνιαι δὲ αἱ ἀσώματοι οὐσίαι. εἰπέ, ὦ φι‐ λόσοφε, φράσον ἡμῖν τῶν αἰνιγμάτων τὰς τοιαύτας παρα‐ βολάς. ἄνοιγε τὰς κλεῖς τῆς μυστικῆς σου ταύτης φωνῆς. εἰπὲ σαφῶς καὶ φανέρωσον, τίνες εἰσὶν αἱ οὐράνιαι αὗται | |
5 | φύσεις. καὶ διὰ τί καὶ πῶς οὐράνιαι κέκληνται. φανέρωσον ἡμῖν τὴν πολύχρωμον ἶριν. δεῖξον ἡμῖν διὰ νεφέλης τὸν πολύτιμον μαργαρίτην, εἰπὲ καὶ περὶ φύσεων οὐρανίων ἡμῖν ὁ λόγος. οὐράνιαι φύσεις εἰσὶν αἱ ἀσώματοι οὐσίαι. τί οὖν ἐστι τὸ ζητούμενον, εἰ μὴ ἡ ἐκ σώματος ἀσωμά‐ | |
10 | τωσις. πῶς οὖν ἐνδέχεται ἀσωματῶσαι τὸ σῶμα· εἰ μὴ κατάλυσιν ποιῆσαι τοῦ σώματος διὰ τῆς νεκρώσεως καὶ χωρισμὸν ψυχῆς ἀπὸ σώματος. λέγε φανερώτατα καὶ φα‐ νέρωσον τὰ κεκρυμμένα. ἡ κατάλυσις τοῦ σώματός ἐστιν ἡ διὰ λειώσεως γινομένη. διὰ τί ταύτῃ κεχρήσει τῇ φωνῇ; | |
15 | διὰ τί; ἵνα τὸ ζητούμενον ἐξέλθῃ πνεῦμα, ἵνα τὸ βαπτικὸν εἰσκρίνῃ εἰς σῶμα, ἵνα ἡ τῆς φύσεως συγγένεια τέρπῃ τὴν φύσιν κρατοῦσα καὶ νικῶσα καὶ ἐν αὐτῇ μένουσα. πότε ταῦτα γίνεται; ὅτ’ ἂν ἐκ τῶν κάτωθεν ἄνω τερπομένη ἀπώθηται ὅλον τὸ γεῶδες. ὅτε πρὸ τούτου τὴν λεύκωσιν καὶ ξάνθω‐ | |
20 | σιν, καὶ ἴωσιν καὶ μέλανσιν ἐνδείξηται. ὅτε ἐν τῇ λειώσει τῶν σωμάτων τὴν πολύϋλον τῶν βοτανῶν ὕλην ἐξανθί‐ σηται· ὅτ’ ἂν τῶν μεταλλικῶν διὰ τοιαύτης τέχνης ὑπο‐ στήσῃ τὰ χρώματα· ὅτε καὶ τὴν διὰ τοῦ ὕδατος ἄρσιν ἔναυλον ποιήσῃς τὸ σύνθεμα, ὅτε ταῖς ὀπτήσεσι θεάσῃ | |
25 | ἀνασπωμένην τὴν αἰθάλην καὶ οὕτως ὡς διὰ νεφέλης φε‐ ρομένην. οὐ γὰρ δύναται ἡ ἀσώματος οὐσία εἰ μὴ τοῖς ἄνω προσομιλήσει. ἀνωφερὴς γὰρ οὖσα καὶ μετάρσιος οἰ‐ κειοῦται πρὸς τὸ ὅμοιον, φιλοῦσαι καὶ φιλουμένη τέρπουσα καὶ τερπομένη, καὶ ἐκλαμπρύνουσα, ἐὰν οὖν ἀκούσῃς ἑνὸς | |
30 | ὄντος τοῦ φυσικοῦ, καὶ μιᾶς φύσεως νικώσῃς τὸ πᾶν, τὸ ἓν καὶ τὴν μίαν σύνθετον νόμιζε. καὶ ποτὲ μὲν λέγεις ἓν τὸ πᾶν. τοῦτο δὲ τὸ ἕν. καὶ τὴν μίαν σύνθετον νόμιζε. τέχνη μὲν αὐτὴ μία ἐν τῇ συνθέτῳ οἰκονομίᾳ, ὥσπερ τὸ κρᾶμα ψυχῆς καὶ σώματος. τοῦτον αὐτὸν τὸν τρόπον δεί‐ | |
35 | ξει ἕνα τὸν ἀποτελεσθέντα ἄνθρωπον, ἐκ ψυχῆς καὶ σώ‐ ματος ἀποδεδεῖχθαι, καὶ εἰς ἕνα τελειούμενον, σύνθετος | |
δὲ ἡ φύσις, ὅτε τὸ ἀσώματον σώματι εἰσκρίνηται καὶ δια‐ | 216 | |
2.217 | κρατήσῃ καὶ μείνῃ. ἡ γὰρ ποιότης μόνη διαβᾶσα ἐποίη‐ σεν τὸ ζητούμενον. τί ἐστι διαβᾶσα; ἡ ἔνδοθεν διὰ κολα‐ κείας ἐξαγομένη, καὶ μετὰ τέχνης φανερουμένη καὶ ἀνακα‐ λυπτομένη καὶ θεωρουμένη. τί ἐστιν αὕτη; ἡ λευκὴ καὶ | |
5 | ἡ καθαρὰ σελήνη· ἐποίησέ φησι τὸ ζητούμενον ἐπὶ ὄρος ἓν καὶ ἀπεκατέστησε καὶ ἐτελείωσε τὸ ἔργον. τί ἐστιν ἡ σεληνοειδὴς καὶ καθαρὰ αὕτη; εἰπέ, ἀνακάλυπτε τὸ κάλ‐ λος, καὶ δεῖξον αὐτῆς τὴν εὐμορφίαν. ἡ αἰθάλη ἐστὶν ἡ διὰ τοῦ θείου ὕδατος καλῶς ἀποσμηχομένη καὶ ἀποπλυ‐ | |
10 | νομένη. καλῶς εἶπεν αἰθάλη ὡς θάλλουσα καὶ ἀνανεοῦσα καὶ ὡραΐζουσα. φησὶ γάρ, οὐδὲν ὑπολέλειπται, οὐδὲν ὑστε‐ ρεῖ πλὴν τῆς νεφέλης καὶ τοῦ ὕδατος ἡ ἄρσις· πάλιν ἐφαρμόζει τὰ ὄργανα, πάλιν ἡ συνημμένη τῇ διεζευγμένῃ συμπλέκεται, καὶ τῶν ὑδάτων τὰ χρυσόρειθρα νάματα | |
15 | ἀναφέρεται· οὐδὲν ὑπολείπεται οὐδὲ ὑστερεῖ, τὸ ἔργον διὰ τῆς οἰκονομίας ἐτελειώθη πλὴν τῆς νεφέλης ποίας νεφέ‐ λης; τῆς ἄνω ἀναφερομένης αἰθάλης τῆς δι’ ὑγρότητος συμπλεκομένης καὶ αἰθαλουμένης ἐπὶ τοῖς προαναφθεῖσιν· μεταβήσομαι τῶν λόγων. μηδεὶς ἀδιάκριτος ἐνθάδε εἰς‐ | |
20 | ίτω, μηδεὶς ἄνευ ἀρετῆς ἐγκύψῃ ἐνθάδε, λίθον τὸν πᾶσι γνωστὸν καὶ ἄγνωστον, τὸν ἄτιμον καὶ πολύτιμον. τίς οὗτος ὁ πᾶσι γνωστὸς καὶ ἄγνωστος λίθος, καὶ ποτὲ μὲν ἄτιμος, ποτὲ δὲ ἔντιμος. ἐκ μετάλλου βούλεται τὴν οἰκο‐ νομίαν ποιεῖσθαι. ἆρα ποῖός ἐστιν οὗτος ὁ λίθος; οὐκ | |
25 | ἀποκρύψω ὑμῖν τῶν τοιούτων μυστηρίων τὴν γνῶσιν. εἰς μέσον προάξω τὸ ζητούμενον καὶ δείξω ὑμῖν τῆς τοιαύτης κατασκευῆς τὴν ἀρχήν. μάχου ♀ μάχου ★ ζεῦξον ἄρρενα καὶ θήλειαν τουτέστι ♀ τὸν πυρρὸν εἴσκρινον καὶ κατά‐ βαψον ἰὸν ωʹ☉. ὁποῖον; τουτέστιν ἡ σῆψις τῆς Ἴσιδος, | |
30 | μέταλλα καὶ θαυμαστὰ ποιεῖ, μάχου ♀ χεμοὶ βοήθει ἡ μάχη ἐστὶν ἀντίστασις καὶ ἀντίθεσις, νικῶσα καὶ διαφθεί‐ ρουσα καὶ ἀπολλοῦσα, πάλιν ἐπὶ τὸ προκείμενον μετέρχε‐ ται ἀνακεφαλαιῶν τὸν λόγον. μάχου ♀ μάχου ★ ὁ ♀ διὰ τῆς σελήνης μαχόμενος φθείρεται, ἡ σελήνη διὰ τοῦ ♀ | |
35 | συμπλεκομένη πήγνυται, μάχου ♀ μάχου ★ φθεῖρον τὸ σῶμα τοῦ ♀ καὶ ἀσωμάτωσον διὰ τῆς ★ λείωσιν τελείως | |
εἰς φθορὰν τὴν τέχνην καὶ ζεῦρον ἄρρενα καὶ θήλειαν. | 217 | |
2.218 | εἴ τις γὰρ ξανθώσει κατὰ πνεῦμα τοῦτο τὸ σῶμα καὶ τὴν ἐνάρετον αὐτοῦ φύσιν κατὰ τέχνην κολακεύσας ἐξάξει, βάπτει πᾶν σῶμα, καὶ εἴ τις νεκρώσας τὸ σῶμα καὶ δια‐ λύσας κατὰ πνεῦμα διὰ τῆς αἰθάλης ξανθώσει βάπτει | |
5 | πᾶν σῶμα. πνευματοῦται γὰρ τουτέστι τὸ σῶμα ἐπὶ τοσ‐ οῦτον λεπτυνόμενον καὶ δαπανώμενον, ὥστε καὶ ἐκ φυ‐ λακῆς τοῦ σώματος ἡ ψυχὴ βίᾳ χωρίζεται τῆς ὕλης ἀπο‐ καθαριζομένη ἔμψυχος καὶ φωτιστικὴ τοῦ σώματος οὖσα κατὰ κέλευσιν θεοῦ τοῦ ταύτην κτίσαντος. ἢ οὐκ ἤκουσας | |
10 | τοῦ φιλοσόφου λέγοντος· λαβὼν ★ πῆξον τῷ τῆς μαγνη‐ σίας σώματι· τί βούλεται τοῦτο εἶναι. ὧδε ὅλον τὸ σύν‐ θεμα λέγει τὴν διὰ ★ καὶ σώματος μιγνυμένην καὶ καλῶς ὁθοὺν οἰκονομουμένην. τούτῳ τῷ τρόπῳ μίξαντας συλ‐ λειοῦν τὸ σῶμα, καὶ καλῶς οἰκονομήσαντας αἰθαλῶσαι καὶ | |
15 | ξανθῶσαι κατὰ πνεῦμα. εἴτις γὰρ τὴν ἐν τῷ σώματι ἐνά‐ ρετον φύσιν ἔνδον ἐμφωλεύουσαν κατὰ τέχνην κολακεύσας ἐξάξει, βάπτει πᾶν σῶμα. τί ἐστιν ἔνδον; εἰ μὴ τὸ ψυχι‐ κὸν πνεῦμα τὸ περιέχον καὶ διακρατοῦν τὸ σῶμα καὶ μορ‐ φοποιοῦν. πῶς οὖν ἐμφωλεύει; ἐν μέρει τινὶ ἢ ἐν ὅλῳ; | |
20 | ἐμφωλεύει βάθει τοῦ σώματος. καὶ διὰ τί ἐν τῷ βάθει; διὰ τὴν σκιὰν τῆς ὕλης. καὶ τίς αὐτοῦ ἡ ἐνάρετος φύσις; ἡ καθαρὰ καὶ ἀμίαντος, ἡ πᾶσαν τὴν τῶν σωμάτων σκιὰν ἀπελαύνουσα καὶ ἀποδιώκουσα. πῶς οὖν κολακεύσας ἐξά‐ ξοιμι; ποίῳ τρόπῳ αὐτῇ χρήσομαι. πῶς μετέλθω ἐπὶ τοῖς | |
25 | κολακεύμασι; πῶς μοι παρακολουθήσει τὸ πρᾶγμα; ποίοις εἴδεσι χρήσομαι, ἵνα μετεωρίσας τὴν ἐνάρετον αὐτῆς φύ‐ σιν ἐξάξω; λαβὼν σελήνην πῆξον, σώματι οὐδενὶ ἐπὶ τού‐ του κέχρηνται πλὴν τῆς ★. εἰώθασι γὰρ βαλεῖν τὸ ὅλον σύνθεμα. τὸ δι’ ἄρρενος καὶ θήλεως ἐκπληρούμενον ἔρ‐ | |
30 | γον. εἰ δὲ λέγεις τὸ ὅλον σύνθεμα, δεῖξον ταύτην ἡμῖν· ἔστιν ἡ ἐν τῷ σώματι μιγνυμένη καὶ συλλειουμένη ★. ἡ διὰ νεφέλης καὶ τῆς αἰθάλης συμπληρουμένη, αὕτη κατά‐ λογον οἰκονομουμένη τὴν ἐναίρετον ἔνδον ἐμφωλεύουσαν ἀνακαλεῖται φύσιν, βάπτουσαν πᾶν σῶμα τὸν ♀ λευκαί‐ | |
35 | νουσαν, καὶ τὸν ☿ ἄτριστον ποιοῦσαν καὶ τὰ ἑξῆς. εἴ τις οὖν οὕτως καλῶς διασκεψάμενος, οἰκονομήσει καὶ ποιήσει, | |
καὶ τὴν ἐνάρετον αὐτοῦ φύσιν τὴν ἔνδον ἐμφωλεύουσαν | 218 | |
2.219 | κολακεύσας ἐξάξει, βάπτει πᾶν σῶμα, μέγα ἐν τούτοις μυστήριον εἴληφεν, καὶ παράδοξα θεωρῶν γινόμενα, θαυ‐ μάσας ὑμνήσει θεὸν παντοκράτορα πατέρα, ἅμα τῆς παν‐ τοδυνάμου αὐτοῦ σοφίας, σὺν τῷ ζωοποιῷ πνεύματι. αὐ‐ | |
5 | τὸς γὰρ ὁ παντέλειος καὶ ὑπεράρχιος τοῦ θεοῦ λόγος, ἑνὶ φέρων πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, φωτίσειεν ὑμῶν τὸν νοῦν καὶ τὰς καρδίας καὶ διὰ τῆς ἀγάπης αὐ‐ τοῦ οἰκειωθῆναι, καὶ ἑνωθῆναι τῷ ἀληθινῷ φωτὶ τῆς αὐ‐ τοῦ θεογνωσίας, ἵνα διὰ τοῦ ἀληθινοῦ φωτὸς καταυγαζό‐ | |
10 | μενοι, δυνηθείημεν τὴν τῶν ὄντων γνῶσιν καταλαβεῖν καὶ θεάσασθαι τὰ ἔργα τοῦ θεοῦ τῶν ὅλων, ὅπως δοξά‐ ζηται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ἅγιον ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. | |
15t | Τοῦ αὐτοῦ Στεφάνου φιλοσόφου εἰς τὸ κατ’ | |
16t | ἐνέργειαν τῆς θείας τέχνης πρᾶξις | |
17t | σὺν θεῷ εʹ. | |
18 | Τίς μακάριος καὶ συνήσει τὰ κρίματα τοῦ παντοκρά‐ τορος θεοῦ; τίς σοφὸς καὶ συνετὸς καὶ διηγήσεσαι τὴν | |
20 | ὑπεράβυσσον σοφίαν τοῦ δημουργοῦ τῶν ὅλων; τίς εὔ‐ μοιρος καὶ κατανοήσει τὰς δυναστείας τοῦ παντεπόπτου καὶ καθολικοῦ θεοῦ, καὶ δοξάσειε τὴν ὑπεράγαθον αὐτοῦ ἀγαθότητα; ἐμοὶ μὲν ῥᾳδίως καὶ ἀπτώτως καὶ εὐχερῶς ὁμιλεῖν εὔδηλόν ἐστιν καὶ τὰς γρίφους ἐννοίας τῶν προ‐ | |
25 | γενεστέρων ἐμφανῶς τὰς πεύσεις ποιοῦμαι, συνεργοῦντος τοῦ παντοκράτορος θεοῦ. ὑμῖν δὲ ἔοικεν ὡς ἐπέφροσιν ἀναχαιτίσασθαι καὶ σφετερίζειν τὰ ὑπὸ πολλῶν σοφῶν ἱδρυμένα καὶ καταντῆσαι τὰς ἐκείνων ἐννοίας, καὶ οὕτως πρὸς τὸ βραχύτατόν μου πόνημα ἀπιέναι, αἰτούμενοι τὸν | |
30 | μόνον ἀληθινὸν θεὸν ἡμῶν, ἵνα ὑμῶν φωτίσῃ τὸ τῆς διανοία ὄμμα, καὶ καταυγάσῃ τῷ ἀΰλῳ αὐτοῦ φωτὶ τὰς | |
καρδίας ἡμῶν πρὸς τὸ εἰδέναι τὰς δυναστείας τοῦ παν‐ | 219 | |
2.220 | τοκράτορος θεοῦ καὶ τῆς δόξης αὐτοῦ, ἧς ἐγγένητο ἡμᾶς ἐν καθαρᾷ ἐπιτυχεῖν καρδίᾳ καὶ ὑμνεῖν τὰ μεγαλεῖα τοῦ θεοῦ τῶν ὅλων καὶ δοξάζειν τὸ πανάγιον καὶ μεγαλοπρε‐ πὲς ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύ‐ | |
5 | ματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀπεράντους τῶν αἰώνων, ἀμήν. —Ἥκωμεν ἐπὶ τὸ προκείμενον καὶ μάθωμεν τί βούλονται οἱ φιλόσοφοι, περὶ ὧν ὁ λόγος ἡμῖν πεπραγμά‐ τευται κεκαλυμμένην φέρων τὴν ῥῆσιν διὰ τὸ πολλοὺς εἰς γυμνασίαν προτρέψασθαι βουλόμενοι, καί φασι περὶ τῶν | |
10 | θειωδῶν καὶ οὐσιῶν· „τὰ θειώδη ὑπὸ τῶν θειωδῶν κρα‐ τοῦνται καὶ τὰ ἑξῆς·“ ἀσθενείη τοίνυν ὁ ἔμφρων νοῦς περὶ τῶν οὐσιῶν καὶ γενῶν καὶ θειωδῶν καὶ τῶν φύσεων. καὶ ἅπερ εἰσὶ ταῦτα τὰ τέσσαρα στοιχεῖα ἅπερ ὁ θεὸς καὶ οὐκ ἄνθρωπος ἔθετο στοιχειώσας καὶ ἑνώσας πρὸς ἄλληλα. | |
15 | τῇδε γὰρ ἀπρακτέον περί τε ποιότητος αὐτῶν καὶ συγκρά‐ σεως καὶ ἑνώσεως, καθὼς καὶ ἐν τῷ ἀνθρώπῳ πεποίηνται. ἑνωθέντα οὖν, καθὼς καὶ ἐν τῷ ἀνθρώπῳ ἡ ἱερὰ καὶ θεία τέχνη τῶν φιλοσόφων, ἰσοτρόπως συνίσταται εἰς μὲν ἀέρος τὸ αἷμα θερμὸν καὶ ὑγρὸν ἔοικε τῇ ★. ὑπάρχει γὰρ θερμὴ | |
20 | καὶ ὑγρά· ἐκ δὲ πυρὸς ἡ ξανθὴ χολὴ θερμὴ καὶ ξηρὰ ἔοικε τῷ ♀ ὑπάρχοντι θερμῷ καὶ ξηρῷ. καὶ ἐκ μὲν γῆς ἡ μέλαινα χολὴ ἔοικε τῇ σκορίᾳ τῶν ἄμφω. ὑπάρχει γὰρ ξηρὰ καὶ ψυχρά. ἐκ δὲ ὕδατος τὸ φλέγμα ψυχρὸν καὶ ὑγρὸν ἔοικε τῷ ἀνερχομένῳ ὕδατι ☉ ὅπερ ἐστὶν αἱ ψυχραὶ τοῦ ♀. | |
25 | ὑπάρχει γὰρ ψυχρὸν καὶ ὑγρόν. ταῦτα οὖν τὰ τέσσαρα στοιχεῖα ἐναντία ὄντα οὐ δύνανται ἑνωθῆναι ὅλως εἰς ἄλ‐ ληλα, εἰ μὴ διά τινος μεσιτεύοντος ἔχοντος τῶν δύο ἄκρων τὰς ποιότητας, οἷον τὸ πῦρ ★ ἑνοῦται τῷ ὕδατι διὰ τῆς γῆς, ἤγουν τῆς σκορίας. ὥσπερ τὸ αἷμα ἑνοῦται | |
30 | τῷ φλέγματι διὰ τῆς μελαίνης χολῆς, ἥτις ἐστὶν πρώτη κλεὶς καὶ χωρισμὸς τῶν ὑγρῶν ἐκ τῶν ξηρῶν, τουτέστι χωρισμὸς τῶν ψυχῶν τοῦ ♀ ἐκ τῶν σωμάτων ἤγουν τῆς σελήνης, καὶ τὸ ὕδωρ ἑνοῦται τῷ πυρὶ ★ διὰ τοῦ ἀέρος ♀ ἤγουν τὸ ἐξερχόμενον ὕδωρ ἑνοῦται τῷ πυρί. ★ διὰ τοῦ | |
35 | ἀίρος ♀. ἤγουν τὸ ἐξερχόμενον ὕδωρ ἑνοῦται τῷ πυρὶ ★ διὰ τοῦ ♀, ὥσπερ τὸ φλέγμα ἑνοῦται τῷ φλέγματι διὰ τῆς | |
ξανθῆς χολῆς, ἥτις ἐστὶν ἀνάκαμψις τῶν ὑγρῶν, ἤγουν | 220 | |
2.221 | τῶν ψυχρῶν, μετὰ τῶν ξηρῶν ἤγουν τῶν σωμάτων, ὅπερ ἐστὶν ἕνωσις καὶ μῖξις τῶν ἄνω μετὰ τῶν κάτω. καὶ ἡ γῆ ἤγουν ἡ σκορία ἑνοῦται τῷ ἀέρι ☉ διὰ τοῦ πυρὸς★ ἤγουν ἡ σκορία ..... πυρός, ἤγουν διὰ τῆς ★, ὥσπερ ἡ | |
5 | μέλαινα χολὴ ἑνοῦται τῇ ξανθῇ χολῇ διὰ τοῦ αἵματος, ἥτις ἐστὶ δευτέρα κλεὶς διαχώσεως τῆς σηπίας, ὅπως ἑνωθῇ ἡ σκορία τῷ θείῳ ὕδατι διὰ τοῦ πυρός, ἤγουν διὰ τῆς★. καὶ ὁ ἀὴρ ☉ ἑνοῦται τῇ γῇ, ἤγουν τῇ σκορίᾳ διὰ τοῦ φλέγματος, ἥτις ἐστὶ τρίτη κλείς, ἕνωσις τοῦ ἀέρος μετὰ | |
10 | τῆς γῆς, ἤγουν λυομένης διὰ τῆς σήψεως καὶ ἑψήσεως τουτέστι τῶν ἑπτὰ ἀνακάμψεων, καὶ γινομένης ὕδωρ, καὶ ἑνουμένων πάντων ἐν τῷ ἅμα ἤγουν γενομένων ἐν τῇ ☉. εἶτα τούτων οὕτως ἐχόντων, τὸ μὲν πῦρ πάλιν θερμὸν καὶ ξηρὸν ὑπάρχον γεννᾷ τὸ θερμὸν τοῦ ἀέρος καὶ τὸ | |
15 | ξηρὸν τῆς γῆς, ὥστε δύο ποιότητας ἔχον γίνεται τρίστοι‐ χον. καὶ τὰ ἕτερα δύο στοιχεῖα ἅπερ κατέχει, ὡσαύτως δὲ καὶ τὸ ὕδωρ ὑγρὸν καὶ ψυχρὸν ὑπάρχον γεννᾷ τὸ ὑγρὸν τοῦ ἀέρος καὶ τὸ ψυχρὸν τῆς γῆς, ὥστε δύο ποιότητας ἔχον γίνεται τρίστοιχον. οὕτως δὲ καὶ ἡ γῆ ψυχρὰ καὶ | |
20 | ξηρὰ ὑπάρχουσα, γεννᾷ τὸ ψυχρὸν τοῦ ὕδατος καὶ τὸ ξη‐ ρὸν τοῦ πυρός, ὥστε δύο ποιότητος ἔχουσα γίνεται τρί‐ στοιχος. ὡσαύτως δὲ καὶ ὁ ἀὴρ θερμὸς καὶ ὑγρὸς ὑπάρ‐ χων, γεννᾷ τὸ θερμὸν τοῦ πυρὸς καὶ τὸ ὑγρὸν τοῦ ὕδατος, ὥστε δύο ποιότητας ἔχον γίνεται τρίστοιχος. συν‐ | |
25 | αγόμενα οὖν πάντα γίνονται δώδεκα ἐν τέσσαρσι τριαδι‐ κῶς, ὥστε οὖν δωδεκάπυργος ὑπάρχουσα ἡ μῶν ἡ ἱερὰ τέχνη, τροπῶν τεσσάρων ἀνὰ τριῶν πύργων, δωδεκάζωδος λέγεται εἶναι ἀνακυκλουμένη τὰς τροπὰς οὕτως· ἤγουν ἐαρινῆς, κριός, ταῦρος, δίδυμοι· θερινῆς, κάρκινος, λέων, | |
30 | παρθένος, γῆ μεθοπωρινῆς, ζυγός, σκορπίος, τοξότης ὕδωρ· χειμερινῆς, αἰγόκερως, ὑδροχόος, ἰχθύες. ἅπερ συν‐ αγόμενα ὁμοῦ γίνονται τροπαὶ τέσσαρες, ἐαρινή, θερινή, μεθοπωρινή, χειμερινή, ἤγουν τέσσαρα στοιχεῖα ἀέρος, πυ‐ ρός, ὕδατος, γῆς. ὡσαύτως πάλιν ἔχει τὰ σώματα καὶ τὰ | |
35 | χρώματα τῶν ἑπτὰ ἀστέρων τῶν λεγομένων πλανήτων τῶν αὐτῶν εἰδῶν τε καὶ σχημάτων, ἅπερ εἰσὶ τὰ ἑπτὰ | |
σώματα καὶ τὰ χρώματα τοῦ αὐτοῦ συνθέματος. ἅπερ | 221 | |
2.222 | γίνονται μετὰ τὴν τάξιν τῶν ἑπτὰ ἀστέρων. ὥσπερ γὰρ οὗτοι οἱ ἑπτὰ ἀστέρες ἤγουν οἱ πλανῆται εἰσερχόμενοι ἐν τοῖς ἀπλανέσι δωδεκαζωδίοις καὶ ἐξερχόμενοι φαίνονται μὲν γινόμενοι καὶ ἀπορινόμενοι, οὕτως καὶ ταῦτα τὰ | |
5 | ἑπτὰ σώματα καὶ τὰ χρώματα φαινόμενα μὲν γίνονται καὶ ἀπογίνονται ἐν τῷ αὐτῷ συνθήματι τῷ ἐκ τεσσάρων στοιχείων ἐκτεθέντι, ὡς διὰ τῶν ἑπτὰ ἀστέρων τῶν λεγο‐ μένων πλανήτων, καὶ δώδεκα ἀπλανῶν ζῳδίων τελεῖται τὸ τῶν φιλοσόφων ἀτρεκέστατον μυστήριον, ὅπερ κέκληται | |
10 | παρ’ αὐτοῖς — — — — — — τῶν φιλοσόφων ὅπερ κα‐ θαρῶς ἔφησαν. ἀλλ’ ὁ νοῦς τοῦ προφήτου ἐφεύρατο ὅστις ὑπάρχει οὕτως. ἐκ μὲν ποδῶν ἕως τῶν γονάτων τὸ τῆς γῆς στοιχεῖον ὑπάρχει καί ἐστι λευκὸν ὡσεὶ χιών, ἐκ δὲ τῶν γονάτων ἕως τοῦ ὀμφαλοῦ τὸ τοῦ ὕδατος στοιχεῖον | |
15 | ὑπάρχει τοῦ κατοχίμου καί ἐστι τηλαυγὲς καὶ διαυγὲς τῷ τε εἴδει καὶ τῇ θεωρίᾳ καὶ ἐκ τοῦ ὀμφαλοῦ ἕως τῆς καρ‐ δίας τὸ τοῦ πυρὸς στοιχεῖον ὑπάρχει τοῦ κατοχίμου, καί ἐστι ξανθὸν καὶ διάπυρον ὡς τὸ πῦρ, καὶ ἐκ τῆς καρδίας ἕως τοῦ αὐχένος τὸ τοῦ ἀέρος στοιχεῖον ὑπάρχει καί ἐστι | |
20 | κροκῶδες. τούτων οὕτως ἐχόντων καθὼς προείρηται, τὸ μὲν πῦρ θερμὸν καὶ ξηρόν, ἡ δὲ γῆ ψυχρὰ καὶ ξηρά, καὶ τὸ μὲν ὕδωρ αὖθις ψυχρὸν καὶ ὑγρόν, ὁ δὲ ἀὴρ θερμὸς καὶ ὑγρός. εἶτα μετὰ τὸ ἑνωθῆναι ταῦτα τὰ τέσσαρα στοιχεῖα εὐάλληλα, γίνεται ἐξ αὐτῶν ἄσβεστος καὶ κονία | |
25 | ἤγουν τῶν φιλοσόφων, ἵνα ὅπως ὁλοτελῶς τε καὶ ὁλοσχε‐ ρῶς ἑνωθῶσιν κατὰ ἄκραν ἕνωσιν λευκαινόμενα, δηλονότι διὰ τοῦ ἑνὸς μεσιτεύοντος, ἀποβάλλοντα τὴν ἐν αὐτοῖς οὖσαν μελανίαν τε καὶ σκότωσιν. καὶ ταῦτα μὲν οὕτως. κατανόησον δὲ πάλιν ὅτι διὰ μακροῦ τοῦ χρόνου λευκαί‐ | |
30 | νεται ὁ λευκόλινος καὶ ὁ λῖνος. πῶς οὐκ ἀποκάμνουσιν οἱ λευκαίνοντες αὐτόν, οὐδὲ ἀκηδιῶσιν οἰκονομοῦντος. οὕτως οὖν καὶ σύ, ὦ φίλτατε, ποίει. λευκαίνων καὶ ἀποσμήλων τὰ εἴδη τῆς τέχνης διὰ μακροῦ τοῦ χρόνου, καὶ μὴ ἐκκα‐ κήσῃς μηδ’ αὖ ἀποκάμῃς ἐργαζόμενος καὶ οἰκονομῶν, ἄχρις | |
35 | ἂν λευκανθῶσιν ὡς αὐτὴ ἡ χιών. τούτων δὲ οὕτως ἐχόν‐ των, προσέχετε, ὦ συνετοὶ καὶ σοφοὶ μετὰ πολλῆς ἀκρι‐ | |
βείας καὶ νήψεως νοῦ τοῖς ὑφ’ ἡμῶν λεγομένοις, καὶ μὴ | 222 | |
2.223 | εἰς πολλὰ καὶ ἀνωφελῆ καὶ μάταια ἀπασχοληθῆτε, ἐξ ὧν οὐκ ἐστιν ὄφελος, ἀλλὰ μᾶλλον βλάβη καὶ ζημία καὶ θλί‐ ψις· ἡ γὰρ ἱερὰ καὶ θεία τέχνη τῶν φιλοσόφων ἐξ ἑνὸς εἴδους συνίσταται καὶ τελεσιουργεῖται τοιούτῳ τρόπῳ, | |
5 | θείως τε καὶ εὐπρεπῶς. εἰ γὰρ ποιήσεις τὰ σώματα ἀσώ‐ ματα καὶ τὰ ἀσώματα σώματα, μεγάλως καὶ εὐπαραγώ‐ γως καὶ θαυμασίως ἐργάσῃ, ἐπιτευξόμενος δηλονότι τῆς ἐφέσεως δι’ ὧν στενούμενος τετραστοίχῳ σώματι τριαδικῇ οἰκονομίᾳ δωδεκαδιζωδιακῇ τροπῶν κινήσει, ἑπτὰ δή τ’ ἀστέ‐ | |
10 | ρων λεγομένων πλανήτων, σώμασί τε καὶ εἴδεσι καὶ θεω‐ ρίαις, μοναδικῇ τινι ἑνιαῖα ἄκρᾳ ἑνώσει, δοξάσεις τὸν ἐν τριάδι καὶ μονάδι υἱὸν λόγον θεὸν τὸν ἐκ τεσσάρων στοι‐ χείων τὸν ἅπαντα κόσμον τελεσιουργήσαντα πανσόφως καὶ εὐπρεπῶς, καὶ τέτρασι τροπαῖς κοσμήσαντα τὸν κύκλον | |
15 | τοῦ ἐνιαυτοῦ. καὶ μετὰ τοὺς ἑπτὰ αἰῶνας εἰσάξοντα τοὺς ἀξίως πολιτευσαμένους εἰς τὴν αὐτοῦ κατάπαυσιν ἐν τῇ τῶν οὐρανῶν ἀλήκτῳ βασιλείᾳ ὑμνοῦντας τὸ τῆς τριάδος ἑνιαῖον καὶ ἀκατάληπτον φῶς ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. | |
20t | Τοῦ αὐτοῦ Στεφάνου φιλοσόφου πρᾶξις | |
21t | σὺν θεῶ ϛʹ. | |
22 | Τὰ ἄτομα καὶ ἀμερῆ σώματα ἐν εἰδικωτάτοις σχή‐ μασι τὴν ὁμοιογενῆ φέροντα σύνοψιν (καθ’ ὧν αὐτῆς ἡ τῶν ὁρατῶν φύσις περιέχει ὅλας τὰς τῆς οὐσίας ἅσπερ | |
25 | ὁρίζει ἐκφανεῖς) ἄτομα οὖν τὰ τοιαῦτα λέγεται, ἐπειδὴ ἐξ ἰδιοτήτων συνέστηκε καὶ τὰ τριχὴ διαστατά, ἔκ τε μήκους καὶ πλάτους καὶ βάθους συνιστάμενα, στερεά τε παντοῖα σώματα, καὶ ἵνα οὕτως εἴπω τῶν στοιχείων αὐτῶν, ἡ ἐκ πυρὸς καὶ ὕδατος, ἀέρος τε καὶ γῆς. καὶ τούτων αἱ ἄκραι | |
30 | ποιότητες, πρὸς ἄλληλα μὲν αὐτῶν τῇ οἰκειότητι ὡς φίλα διακρατούμενα, πᾶσαν τὴν τοῦ παντὸς φύσιν διασώζου‐ | |
σιν· ἕκαστον γὰρ τῶν στοιχείων ὡς ἐν τόπῳ θέλει εἶναι | 223 | |
2.224 | προσεχῶς εἰδικώτερος αὐτοῦ. ἀεὶ γὰρ τὰ εἰδικώτερα τόποι γίνονται τῶν ὑλικωτέρων. τὰ γὰρ λεπτότερα εἴδους λόγον ἔχει πρὸς τὰ παχύτερα, τὰ δὲ παχύτερα πρὸς τὰ λεπτό‐ τερα ὕλης τόπον ἔχει. τὰ δὲ πάντα εἰσὶ μέρη. τὸ δὲ | |
5 | εἶδος ἐν τοῖς μέρεσιν ἐπιγίνεται, ἀλλὰ τὸ ὅλον εἶδος καὶ ἡ ὕλη μέρη ἐστὶ τοῦ συναμφοτέρου. τὰ δὲ αὐτῶν μέρη συνεχῶς ἔχει πρὸς ἄλληλα. δύο γάρ εἰσι τὰ ὑλικὰ καὶ αἴτια πάντων, ἡ ἀναφερομένη ἀτμίς, καὶ ἡ τῶν ξηρῶν καπνώ‐ δης ἀναθυμίασις, ἥτις καὶ προκειμένων ἐστὶν αἰτία πα‐ | |
10 | θῶν. ἔστι μὲν ἀτμὶς ὕλη ἀέρος, ὁ δὲ κάπνος ὕλη πυρός. καὶ ἐπὶ μὲν ἴριδος, ἐκ νέπους ἡ ἀνάκλασις, ὅσον οὔπω μεταβληθέντος εἰς ὕδωρ. ἐπὶ δὲ τῆς ἄλλης ἐκ παχυτέρας ἀτμίδος ἀέρος ἀποδεικτικῆς τῶν ἐν τοῖς μετεώροις συνι‐ σταμένων, εἴτε ἐκ τῶν ὑγρῶν σωμάτων ἐστὶ τὸ δεικνύναι, | |
15 | ποῖα ποίοις ὑπάρχει, καὶ ἐκ τῶν καθολικωτέρων κατα‐ σκευάζειν τὰ μερικώτερα, ὥστε ἔδει καὶ τὴν βασιλεύου‐ σαν τῶν μαθηματικῶν ἐπιστημῶν τῷ τελείῳ κεκοσμῆσθαι ἀριθμῷ. ἐχρῆν γὰρ εἶναι ἓξ τοὺς ἀριθμούς. ἐχρῆν δὲ καὶ τέσσαρας τὰς τούτων διαφορὰς ἀπό τε τοῦ ὑποκειμένου | |
20 | καὶ ἀπὸ τοῦ τέλους καὶ ἀπὸ τῆς ὑπεροχῆς καὶ ἀπὸ τῆς ἐτυμολογίας. ἑδραῖα γὰρ τὰ τετράγωνα· τὰ γὰρ τρίγωνα καὶ πεντάγωνα εὐκινητότερά εἰσι τοῦ τετραγώνου. διὰ τοῦτο τὸ τετράγωνον ἑδραῖον. ἐννέα δὲ ἐκλήθη ὡς ἓν ὤν. μόνος γὰρ ὁ ἐννέα τῶν πρὸ τῆς δεκάδος ἀριθμῶν ἐφ’ | |
25 | ἑαυτὸν πολυπλασιαζόμενος εἰς μονάδα καταντᾷ. πολλὴν οὖν συγγένειαν ἔχει τῶν θεωρημάτων, μάλιστα τοῦ θεοῦ πρὸς φιλόσοφον ψυχήν. τί γάρ ἐστι φιλοσοφία, ἀλλ’ ἡ ὁμοίωσις θοῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ. τρισὶ γὰρ τού‐ τοις δεῖ τὴν φιλόσοφον ψυχὴν χαρακτηρίζεσθαι, τῷ τε | |
30 | ἀγαθῷ καὶ τῷ γνωστικῷ καὶ δυνατῷ. τότε γὰρ ὁ τοιοῦτος θεωρητικὸς ὢν καὶ καταληπτικὸς τῶν τῆς φύσεως πραγμά‐ των, ἀνακρίνει πάντων τὰς θεωρίας, πᾶσαν μὲν ἐξετάζων φύσιν καὶ ἀναλόγως αὐτῶν συγκιρνῶν τὴν σύγκρασιν, τάς τε ἐμπλοκὰς καὶ μυρίας αὐτῶν συνθέσεις νοητικῶς ἀνα‐ | |
35 | λύων, καὶ τὴν εἰρημένην ἐντέχνως κατασκευάζει περιπλο‐ κήν, καὶ εἰς ἑνοειδῆ μονάδα περισυνάγει τὴν σύναψιν. | |
εἴσεται δὲ σαφῶς ἐν αὐταῖς τὴν θεωρητικὴν καὶ διαγνω‐ | 224 | |
2.225 | στικὴν ἀκρίβειαν. αἱ γὰρ τῶν σωμάτων ποικιλόχρως ἐξαν‐ θήσεις, σημαίνουσι τὰς τῶν ἐν βάθει καλῶς διηγουμένων πληρώσεις, ἀλλὰ καὶ τῶν μετάλλων ἡ ἀτμώδης αὕτη ἐκ γῆς ἀναθυμίασις, τῷ αὐτῷ τούτῳ οἶδεν ἐξομοιοῦσθαι, καὶ | |
5 | ἵνα μὴ τὰς τούτων θεωρίας παραδράμωμεν, φέρε λοιπὸν καὶ τὴν τῶν μεγίστων πραγμάτων παιδεύτριαν ἐξιχνεύ‐ σαντες, αὐτῆς τὰς πρακτικὰς θεωρίας ἐπὶ τὴν ἀπεμφαί‐ νουσαν ἀνακύψαντες, ἐξετάσωμεν τῆς σοφωτάτης ἐννοίας τὸ πρόβλημα· ἔστι δὲ οὕτως· ἐννέα γράμματα ἔχω, τε‐ | |
10 | τρασύλλαβός εἰμι· νόει με· αἱ τρεῖς γὰρ αἱ πρῶται δύο γράμματα ἔχουσιν, ἑκάστη ἡ λοιπὴ δὲ τὰ λοιπά· καί εἰσιν ἄφωνα τὰ πέντε, τοῦ παντὸς δὲ ἀριθμοῦ ἑκατονδάδες εἰσί, δὶς ὀκτώ, καὶ τρεῖς τρισκαιδεκάδες καὶ τέσσαρες. γνοὺς δὲ τίς εἰμι οὐκ ἀμύητος ἔσῃ τῆς παρ’ ἐμοῦ ὠφελείας· ἀμέ‐ | |
15 | τρητος ἢ ἄβυσσος· τὸ ῥηθὲν ὑπερβαίνει λογισμόν, βαθὺ τὸ ἐρώτημα. ὧδε δεῖξον τοῦ σοῦ στεφάνου τὸν ἔπαινον. ὧδε δεῖξον τὰ τῆς φύσεως ἔργα. δεῖξον, ὦ σοφώτατε, πῶς τὴν τοῦ βάθους σκοπήσομεν διόπτραν, ἵνα τοῦ τοιούτου μέτρου τὸ βαθύτατον καταφθάσωμεν, πῶς τοῖς ἐννέα | |
20 | γράμμασι προβάλλει τὸ τετρασύλλαβον τοῦτο νόημα. ἐκ‐ τεῖναι δεῖ τὰς ἀκουστινὰς τῶν ὀργάνων αἰσθήσεις, ἵνα ἄπταιστον εὕρωμεν τοῦ ὀνόματος τὴν δύναμιν. ἐννέα γράμματα ἔχω. τετρασύλλαβός εἰμι· νόει με. σοφίας ἔργον ἐστὶ τὸ θαυμαζόμενον, ἐνεργὸν πρᾶξιν συνιστᾷ τὸ νοού‐ | |
25 | μενον· πάλιν ἡ τῆς Ἀφροδίτης τὴν περσικὴν λαχοῦσα ἐῶαν, προηγεῖται τὰς τοῦ ἡλίου αὐγάς· πάλιν ὁ τοῦ Ἑρ‐ μοῦ ὑπὸ τὰς τοῦ ἡλίου αὐγὰς ἐπὶ τὰ ἑπόμενα εὑρίσκεται. πάλιν ὁ τοῦ Κρόνου διὰ τὴν τοῦ ὕψους βαθύτητα, ἀμυ‐ δρῶς προσφαίνεται· πάλιν ὁ τοῦ Ἄρεως τὴν πυρρώδη το‐ | |
30 | μὴν ἀπεργάζεται, ἐν οἷς ἡ νυμφικῶς διασκευασμένη προ‐ έρχεται σελήνη, τὰς ἐννέα τῶν τμημάτων ἀναλαμβάνει ὁλκάδας, δι’ ἧς τὸ συγκιρνώμενον τελειοῦται κρᾶμα. ὦ πλοῦτος σοφίας διὰ γραμμάτων καὶ τῶν ἀριθμῶν προ‐ φέρει τὰ δόγματα· ἐννέα γράμματα ἔχω. μόνος οὗτος ὁ | |
35 | ἀριθμὸς τῶν πρὸ τῆς δεκάδος ἀριθμῶν ἐφ’ ἑαυτὸν πολυ‐ πλασιαζόμενος εἰς μονάδα καταντᾷ. οὗτος μονάδος ἐστὶν | |
εἶδος. πολυπλασιαζομένη γὰρ ἡ μονὰς τὸ αὐτὸ εἶδος φυ‐ | 225 | |
2.226 | λάττει. τὰ δὲ φυσικὰ σώματα, οἷον τὰ τέσσαρα στοιχεῖα ἔχει τὴν ἀνάγκην τῆς ὁμολογίας διὰ τῆς μαθηματικῆς θεωρίας. οὐ γὰρ ἀπέσπασται αὐτῆς τὰ φυσικὰ πρὸς κατα‐ δοχὴν τῶν τελειωτέρων, προυποκεῖσθαι τὰ καταδεέστερα. | |
5 | ὥσπερ οὖν πρῶτον τὸ σωματοειδὲς ἔταξεν πρὸς καταδοχὴν ψυχῆς, εἶθ’ οὕτως ἐψύχωσεν αὐτὸς ὂν ἅμα ἑκάτερα οὕτως πάλιν ψυχώσας ὑπερτέραν αὐτῷ τελειότητα ὁμοταγῶς προσάπτει. ὦ διδασκαλίας ἐρώτημα πάσης σοφίας ἔχον τὰ σύμβολα, νοερῶς ἡμᾶς καὶ ἐπιστημονικῶς θέλει ζῇν ὑπερ‐ | |
10 | τέραν ζωὴν καὶ θεωρίαν καὶ οἰκειότητα πρὸς θεὸν μᾶλ‐ λον μαρτυρεῖ. ἀρχαὶ γὰρ ἐπιστήμης εἰσὶν αἴσθησις καὶ ἐμπειρία. ἡ μὲν γὰρ ἐμπειρία ἀρχὴν παρέχει τῆς πρακτι‐ κῆς φρονήσεως· ἡ δὲ αἴσθησις τὴν τοῦ φαινομένου κατα‐ νόησιν ἀφ’ ἧς εἴρηται πᾶσα φύσις λογία. ὅσοι γὰρ τού‐ | |
15 | των εἰσὶν ἀνάπλεοι πρὸς τὸ νοητὸν εὐτετραμμένοι, ἔχουσι μέντοι καὶ τὴν προνοητικὴν ἐνέργειαν· τοιοῦτος γὰρ ὁ τῶν σπουδαίων ἀνδρῶν νοῦς. περὶ γὰρ αὐτῆς τῆς νοερᾶς καὶ ἀχράντου νοήσεως ἡ τοῦ δημιουργικοῦ νόησις ἥτις πεπλή‐ ρωται τῶν ἀΰλων καὶ νοητῶν εἰδῶν. ἔστι δὲ καὶ ἡ νόησις | |
20 | τῆς κοσμικῆς ψυχῆς καὶ ἡ τοῦ κόσμου φρόνησις. ἐξηρη‐ μένη γὰρ πάντων αὕτη οὖσα τὸν αἰσθητὸν κόσμον πλη‐ ροῖ, ὡς διὰ τῆς ἐν αὐτῇ νοήσεως αὕτη δὲ ἡ νόησις ἀμι‐ γῶς καὶ καθαρῶς καὶ διὰ τῆς ὕλης χωρεῖ. διὸ καὶ ἄχραντος λέγεται, ὡς τῶν νοήσεων αὐτῆς ἀκλινῶν καὶ ἀμιγῶν οὐ‐ | |
25 | σῶν πρὸς τὴν ὕλην. ἔλθωμεν ἐπὶ τὸ προκείμενον καὶ νοήσωμεν τίς ἡ τοῦ λόγου ἐξέτασις. ἐννέα γράμματα ἔχω. τετρασύλλαβός εἰμι· νόει με· ὡς ἐνοοῦσαν τὴν ἐννέα ταύ‐ την προβάλλεται πρότασιν, ἵνα τὴν ἔκθεσιν καινουργήσῃ τῆς θαυματουργίας. εἰς γʹ γὰρ τριαδικὰς καὶ τῶν ἀΰλων | |
30 | οὐσιῶν τὰς ἐννέα ἀποπληροῦσι τάξεις. τελεσιουργικὸν οὖν ἐστι τὸ νοούμενον. φοβερὸν ἄρα καὶ παράδοξον, νοητικὴν ὁρίζον τὴν περιγραφήν. χρυσοφωτοειδεῖς τὰς θεωρίας, ἐν‐ νέα γράμματα ἔχω· μέγας ὁ τούτου θησαυρός. κεκρυμ‐ μένον ἔχει οὖν τῆς ἀληθείας σκοπόν. γράμματα δὲ ἐκά‐ | |
35 | λεσεν ἵνα μυστικῶς διὰ τῶν στοιχειωδῶν γνώσεων ἐπινοῆται. ἐν αὐτοῖς γὰρ ἀπόκειται τὸ τῆς σοφίας ἔργον. ἐννέα γράμ‐ | |
ματα ἔχω, τετρασύλλαβός εἰμι, νόει με. ἐν γὰρ τοῖς τέσ‐ | 226 | |
2.227 | σαρσι κέντροις τὸ κοσμικὸν προσδιάκειται θέαμα, ὅλον ὁρίζον τὸν ὑφ’ ἥλιον κόσμον. ἄφυρτος γὰρ ἡ τῶν στοι‐ χείων ἀλληλουχία, τὴν τοῦ παντὸς σώματος σώζουσι φύ‐ σιν, οὐ κατενενηγμένη ἡ ἐξάρτησις, οὐκ ἀνύπαρκτος ἡ | |
5 | ἐννεάργαμμος αὕτη συλλαβή. θαυμαστὴν βούλεται νεάσαι τὴν γεωργίαν, ἀΰλῳ τῷ νῷ καταβάλλει τὰ σπέρματα, ἵν’ ἄφθαρτον δείξῃ τοῦ καρποῦ τὴν ἀπόλαυσιν, ἐννέα γράμ‐ ματα ἔχω, τετρασύλλαβός εἰμι· νόει με. πῶς νοήσω σε, ἐννεάριθμε; σῶμά τι ἢ ἀσώματον; ἀσώματος γὰρ τὴν φύ‐ | |
10 | σιν νοητῶς καταλαμβανόμενος καὶ ἐν σώματι θεωρούμε‐ νος. τίς ὁ ἔχων σέ; ἐπίνευσον, ὦ φίλη ποθεινοτάτη· τοῦτο θέλει εἶναι τὸ λεγόμενον· ἐν τίνι τὸν τοιοῦτον ἀριθμὸν ἐπιγράψω καὶ πρακτικὴ ἡ μυσταγωγία. πεπληρωμένην ἔχει τὴν διαγραφήν, ἐν ᾗ τὸ ὅλον ἐπιφέρει μυστήριον. αἱ τρεῖς | |
15 | αἱ πρῶται δύο γράμματα ἔχουσιν ἑκάστη. εἰπέ, τίνες αὗ‐ ται τῶν συλλαβῶν αἱ προάγουσαι συνθέσεις; ἐκ τριῶν πάλιν δηλοῖ τὸ μυστήριον, αἱ τρεῖς, ἡ λοιπὴ δὲ τὰ λοιπά, ἔστι δὲ τὰ ἄφωνα τὰ πέντε. αἱ τρεῖς εἰπέ, τίνες αὗται αἱ πρῶται, αἱ τὸ τρισόλβιον φέρουσαι τοῦτο, δύο ἔχουσιν | |
20 | ἑκάστη ἕνωσιν συμλήρωσιν οἰκονομίας. ἡ λοιπὴ δὲ τὰ λοιπά. ποία λοιπή; ἡ μία τοῖς τρισὶ τὸ ἓν ἀποσώζουσα. ποία μία; φανέρωσον ἡμῖν τὸ περατούμενον τοῦ ἔργου, τὴν ἀφ’ ἑνὸς πληρώματος ἐντελῆ ὑπάρχουσαν τελείαν αἰ‐ νίττεται ἀποκατάστασιν, ἵνα τοῖς αὐτοῖς συγκραθεῖσα ὡς | |
25 | ἓν ὄντα ἑνωθῇ· καὶ τί ἐστιν ἄφωνα τὰ πέντε; τί; ὅτε κενόφωνον αὐτὴν πεποίηκε τῇ ἀφωνίᾳ. καὶ πόθεν εἰσὶν ἄφωνα; ἀναλόγως τῶν τοιούτων πρὸς τὰς ἀλλοιωτικὰς τοῦ ὀνόματος. ὅτε γὰρ ἐπὶ τὸ φθοροποιὸν νεύσει, ἄφωνον τοῖς ὁρῶσιν εὑρίσκεται. κείμενον γὰρ θνητόν, φωνὴν ὅλως οὐκ | |
30 | ἐκπέμπει. ἐπειδὰν δὲ εἰς ἄφθαρτον μετέλθῃ σῶμα, τότε ἔμψυχον καὶ τὸ σῶμα γίνεται. τοῦ παντὸς δὲ ἀριθμοῦ ἑκατοντάδες εἰσὶ δὶς ὀκτώ, καὶ τρεῖς τρισκαιδεκάδες καὶ τέσσαρες. ὦ πλήρωμα πληρωματικὸν ἔχον τὸ πλῆρες τούτου τοῦ πληρώματος. ἑκατοντάδες εἰσὶ δὶς ὀκτώ· διὰ τί δὶς ὀκτὼ | |
35 | ἑκατοντάδες; πάσης γνώσεως τὸ ῥ δασύνεται, καὶ πᾶσαν ῥωννύσι δυνάμεως ἐνέργειαν. δεκατὶς γὰρ αὕτη πρὸ τῆς | |
δεκάδος. τὸ γὰρ δέκα πλήρωμα τῶν ἐκ μονάδος ἀριθμῶν, | 227 | |
2.228 | ἑκατοντάδες εἰσὶ δὶς ὀκτώ, ἐκ τοῦ πληρώματος δεικνύει τὸ πεπληρωμένον. ἑκατοντάδες εἰσὶ δὶς ὀκτὼ τουτέστιν ἐκ τοῦ πληρώματος τῶν τελείων. τὸ γὰρ ω πλήρωμα καὶ τέ‐ λος ὑπάρχει τῶν στοιχείων. τὸ δὲ δὶς ὀκτώ, ἐπειδὴ συμμε‐ | |
5 | τρικὴν θέλει τῇ ἐννοίᾳ τοῦ πληρώματος, ἵνα πεταστικὴν εὕροι διάκρισιν. τρεῖς τρὶς καὶ δεκάδες καὶ τέσσαρες. πάλιν εἷς διαλύει τὰ αἰνίγματα, καὶ τούτων ἀναπληροῖ τὴν θεω‐ ρίαν τοσαύτην γέμουσαν πιθανότητα, ἵνα δείξῃ δι’ ὅλου τὴν πᾶσαν συμπλήρωσιν, ἄνω καὶ κάτω τὴν αὐτὴν δεικνύει | |
10 | συμπλήρωσιν. τρεῖς τρὶς καὶ δεκάδες καὶ τέσσαρες. τί ἐστι τρεῖς καὶ διὰ τί τριάς. τρεῖς τὴν τοῦ ὅλου ὑπόστασιν λέ‐ γει. τριὰς γὰρ εἴρηται παρὰ τὸ στερρὸν στίγμα καὶ ἀκα‐ ταπόνητον. οὐκέτι γὰρ τέμνεται εἰς δύο, ἀλλὰ εἰς τρία, τῆς μονάδος μὴ διαιρουμένης, οὐδὲ ἡ ποιότης αὕτη τέμνε‐ | |
15 | ται, ἵνα μάθῃς τῶν ἀμφοτέρων τούτων τὴν τοῦ γένους ὁμοιότητα. τρεῖς τρὶς καὶ δεκάδες καὶ τέσσαρες. διὰ τί τρεῖς τρὶς ἐκ δευτέρου ποιεῖται τὴν προσφώνησιν; ἵνα πρὸς τὴν ἄϋλον ἀναδράμῃ τάξιν. εἰς τρεῖς γὰρ τριαδικὰς τούτων διέταξε τὰ γράμματα, ἵαν ὡς πρὸς μίαν τῆς μο‐ | |
20 | νάδος ἀπαρτίσωσι κατάλεξιν, ὅπως ἂν καὶ τῆς τῶν φώτων αὐτῶν μετέχουσι διαυγείας, ἵνα ὡς ἐξ αὐτῆς ὄντα, πρὸς αὐτὴν ἀναδράμωσιν. τρεῖς τρὶς καὶ δεκάδες καὶ τέσσαρες. τίς ἡ τῶν δωδεκάδων ἐπὶ τοῖς τρισὶ κυβέρνησις αὕτη καὶ ἐξάπλωσις; ἵνα πληρώσῃ τὴν δι’ αὐτῶν ἐπιφάνειαν· ὁ γὰρ | |
25 | ἀριθμὸς ἕως τῶν δέκα ἀνατείνεται. τρεῖς τρὶς καὶ δεκάδες καὶ τέσσαρες. ἐκ τρίτου τὰς τῶν δεκάδων ποιεῖται αἰτή‐ σεις, ἵνα τελείως πληρώσῃ τὸ ζητούμενον. τρεῖς τρὶς καὶ δεκάδες καὶ τέσσαρες, ἵνα τριῶν ὄντων τῶν τῆς καθόλου ἐργασίας, τετάρτην ἀναδείξῃ τὴν τετρασωμίαν βαδίζουσαν | |
30 | εὐτάκτως, καὶ διατρέχουσι πρὸς ὑπηρεσίαν τῆς καθαρωτά‐ της, ἵνα διὰ τῶν εὐτονούντων κεντήσωσι πρὸς τὰς τοῦ ἡλίου αὐγάς, ὅπως τὸ ἐκ τελείου τέλειον τελείοις συναφθῇ. ἀποδέδεικται σαφῶς ὡς τελείας οὔσης τῆς μονάδος ἀγχι‐ στεύουσαν ἔχει τὴν ἐξ ἰδίας ὑποστάσεως τριάδα, ἐξ ἧς καὶ | |
35 | ἡ ἐννέα καὶ ἡ δεκὰς τῆς τοιαύτης τετράδος ὡς ἐξ ἑαυτῆς προεληλυθότα, πᾶσαν αὐτῆς τὴν οὐσίαν μετέχουσι τῇ οἰ‐ | |
κειότητι. ἐν τούτοις οὖν οἰκονομικῶς προελθοῦσα ὅλην τὴν | 228 | |
2.229 | τῆς σελήνης ἐπανατέλλει θεωρίαν, πυρρόχρωον, θερμότα‐ τον ἐκ τῶν ἡλιακῶν ἀκτίνων ἐξανάπτουσα φεγγίτην. ὅλην οὖν τοῦ μυστηρίου περιφράσας τὴν δύναμιν, μετελεύσο‐ μαι λοιπὸν καὶ φυσικωτάτην φέρων θεωρίαν, ἵνα καὶ νεα‐ | |
5 | ροὶ παῖδες γευσάμενοι τῆς αὐτῆς γλυκασίας καὶ τῶν τῆς σοφίας μαζῶν γάλα ἐκθηλάσαντες καὶ καλῶς ἐκτραφέντες ἐπὶ τὰ κρείττω προβῶσι, καὶ εἰσελθεῖν δυνήσωνται εἰς τὰ τῶν προαυλίων προπύλαια, καὶ τῶν ἀδύτων προανακύψαν‐ τες τὰ μυστήρια ἰδεῖν δυνηθῶσι τὰ μεγαλεῖα τοῦ παντο‐ | |
10 | κράτορος, καὶ τὴν τοσαύτην δόξαν ἐκπλαγέντες ὑμνήσωσι τὴν ὑπεράβυσσον τοῦ θεοῦ σοφίαν. ἴδωμεν καὶ τῆς τοι‐ αύτης θεωρίας τὸ πρόβλημα, ἐπείπερ ἡ τοῦ σπερματικοῦ γόνου ἐν τρισὶ τούτοις νοεῖναι. καὶ διὰ τί ἀπεντεῦθεν ἤδη ἐν τρισὶ τῆς προτάσεως ποιεῖται τὴν θεωρίαν· ἵνα δι’ αὐ‐ | |
15 | τῶν τῶν προλεχθεισῶν ἐννέα γραμμάτων τὰς πρώτας τρεῖς συλλαβάς, μὴ παραδράμωμεν τὸ θαῦμα, δι’ ἧς τὸ πᾶν ἡμῖν ἀποδέδεικται μυστήριον. πῶς οὖν ἐν τρισὶ τμή‐ μασι τῶν συλλαβῶν τὴν τοῦ γόνου ἀποδεικτικῶς ποιεῖται μορφήν; πρῶτον μὲν γὰρ ἡ ἐπίτασις τοῦ σπερματικοῦ | |
20 | σπόρου ἐκ θερμότητος οὖσα, συμπλακεῖσα δὲ τῇ τῆς μήτρας ὑγρότητι, καὶ σηπτικὴ οὖσα, ὀκτὼ πεντάδων ὡρῶν ἐκταν‐ θεῖσα τὴν μόρφωσιν τοῦ δημιουργοῦντος θεοῦ τῶν ὅλων. ἐκ γὰρ θερμότητος καὶ ὑγρότητος τῷ σηπτικῷ τῆς ἀναλο‐ γίας χρόνῳ προσομιλήσαντα τὴν τελείαν τῆς διατυπώσεως | |
25 | εἰκόνα ἐργάζεσθαι ποιεῖ. ἔστι γὰρ ἰδεῖν καὶ ἐπὶ τῶν σω‐ μάτων αὐτῶν διαιτητικὴν συμμετρίαν. ποιότητι γὰρ τὸ πᾶν αὐτῶν ἐν συμμετρίᾳ εὐτακτοῦν τὴν εὔκρατον ἐξάνθησιν τοῦ παντὸς σώματος ἀναφαίνει. τὸ γὰρ γεῶδες καὶ ὀστρα‐ κῶδες τῆς τροφῆς, τοσοῦτον διὰ τοῦ ἀφεδρῶνος διαχωρῆ‐ | |
30 | σαν, καὶ τοῦ ποτίμου αὐτῆς ὕδατος διὰ τῆς οὐρηδόχου κύστεως ἐξουρηθὲν εἰς οὐδὲν ὅλως ἔσται. ὁ γὰρ ἄρτος βρωθεὶς θερμότατος ὤν, ἑνωθεὶς δὲ τῇ τοῦ ποτίμου ὕδα‐ τος ὑγρότητι οὐκ αὐτὰ ἐπὶ τῶν σωμάτων εἰσκρίνουσιν ὅλως οὐδὲ διαμένουσιν, ἀλλὰ ἡ τούτων πεπτοτέρα ποίησις | |
35 | εἰσκρίνασα μίγνυται τῇ ὅλῃ ὑποστάσει καὶ αἱματοῖ, καὶ τὴν πᾶσαν σύγκρασιν τὴν εὐκρασίαν ποιησαμένη διασώζει | |
τὴν τοῦ σώματος εὔχροιαν, καὶ λίθος μὲν ἐκ θερμοῦ καὶ | 229 | |
2.230 | ὑγρότητος τὴν στερεὰν τοῦ σώματος εἰληφώς, ὑγροῦ μὲν τὴν ἐκ τοῦ ὕδατος ἀπογεωθεῖσαν ὕλην, θερμοῦ δὲ τὴν ἐξοστρακισθεῖσαν διὰ τῆς ἄγαν τοῦ ἡλίου ἐκκαύσεως καὶ πλίνθος ἐκ θερμοῦ μὲν τῇ γεώδει οὐσίᾳ τοῦ χώματος, | |
5 | ὑγροῦ δὲ τῇ τοῦ ὕδατος ψυχρᾷ οὐσίᾳ συμμιγεῖσα καὶ τὴν τοσαύτην τῶν ὁρισμῶν ἐναποκειμένην πρὸς κτισμάτων οἰ‐ κοδομὴν ἐπιτηδείως, καὶ τῶν δένδρων οἱ καρποὶ ἐκ θερ‐ μότητος καὶ ὑγρότητος τὴν αὔξησιν ἔχουσιν ἐπὶ τοσοῦτον τοῦ δηλουμένου καιροῦ. καὶ ἰδιοποιούμενα ὡραῖα εἰς βρῶ‐ | |
10 | σιν καὶ τρόφιμα γίνεται· καὶ ἡ τοῦ παντὸς δὲ αὔξησις μάλιστα διὰ τὴν τοῦ χρόνου περιοχήν, τῆς τε χειμερινῆς ὥρας τῇ ὑγρότητι καὶ πολλῇ τοῦ θέρους θερμότητι, καὶ διὰ τῶν τοσούτων διαστάσεων καὶ ὡρῶν ἀποκαθίσταται καὶ ἀποπληροῖ, τῶν βλαστημάτων τὰ κάρπιμα δένδρα, | |
15 | καὶ τοσαύτην αὐτοῖς τὴν δι’ ὀσφρήσεως χρωματοῖ γεῦσιν, ὥστε καὶ διάφορον αὐτοῖς ὁ τῶν ὅλων δημιουργὸς ἐντέ‐ θεικε τὴν ἐνέργειαν, καὶ ἁπλῶς εἰπεῖν ἐπὶ τῶν λοιπῶν ὁμοίως ἡ ἄρρητος ἐκείνη τοῦ θεοῦ σοφία πάντα κατα‐ σκευάζουσα, ἐντίθησιν αὐτοῖς τὴν τοσαύτην διακόσμησιν, | |
20 | ἧς καὶ ἡ τοῦ σπερματικοῦ γόνου θεωρία ἐκ θερμότητος τῇ ὑγρᾷ ἑνωθεῖσα οὐσίᾳ, τὴν δηλουμένην τῶν ὁρισμῶν οἶδεν κατοικεῖν προθεσμίαν, ἵνα διαμεῖναν τὸ ἐμψυχοῦν τὴν ὁμοειδῆ τοῦ ζώου ἀποτελέσῃ μορφήν. οὕτω δὴ λοι‐ πὸν νόει καὶ τὸ χαλκόχρωον τῆς ἀφροδίτης σῶμα θερμὸν | |
25 | ὑπάρχον τῇ φύσει· πρὸς δὲ τὴν ἀπ’ ἐώας ἐκστίλβουσαν ἑνωθὲν ὑγρότητα, ὃ καὶ διὰ τοῦ πυραυγοῦς πυρίτου προ‐ βαῖνον εὐφυῶς, τὸν τῆς κεφαλῆς πλόκαμον τῷ μυρίσματι διασηπομένῳ πρὸς εὐκοσμίαν, εὔχρουν καὶ εὐπρεπὲς τὸ ἐξάνθημα ποιήσει· ἡ γὰρ τούτων ἄκρα ποιότης οἶδεν | |
30 | καὶ τὰς χρυσοφανεῖς τὰς χρυσοπλοκάμους ἀπεργάζεσθαι πρὸς πολλὴν εὐοπτίαν καὶ τοσαύτην διακόσμησιν τῆς συ‐ ζύγου ἑνώσεως. ἀρκεῖ πρὸς ταῦτα τοῖς εὖ φρονοῦσιν. ἀρ‐ κετὸν ὑμῖν ἔστω τῶν τοιούτων αἰνιγμάτων τὸ τοῦ λόγου σαφές. πᾶσαν γὰρ ὁμαλὴν διοδεύσας τρίβον τὸ μυστικὸν | |
35 | τοῦτο καὶ μέγα ἀπεφηνάμην μυστήριον, ἵνα τοιούτου ἐκ‐ πλαγέντες θεάματος καὶ ἐπὶ τὸ παράδοξον τοῦτο ἐρχόμε‐ | |
νοι ἔργον, εἰς ὄψιν θεάσησθε τὸν τῆς σοφίας χαρακτῆρα, | 230 | |
2.231 | καὶ διὰ ταύτης μᾶλλον τῆς ἀρετῆς διαπεράσαντες, ἔλθω‐ μεν ἐπὶ τὸ ἡδὺ τοῦ θεοῦ φῶς, καὶ μάθωμεν τὴν ἐξ αὐ‐ τοῦ τοσαύτην τῆς χάριτος σοφίαν, ἐκπλάττουσαν καὶ ἐκ‐ λάμπουσαν ἐπὶ τοὺς εἰς αὐτὸν πεποιθότας τὸν Ἰησοῦν | |
5 | θεὸν ἡμῶν. | |
6t | Τοῦ αὐτοῦ Στεφάνου φιλοσόφου πρᾶξις | |
7t | σὺν θεῷ ἑβδόμη. | |
8 | Θεὸν τὸν ἄρρητον τὸν σοφίας καὶ ἀληθείας πατέρα, τὸν ζωῆς καὶ φωτὸς δωτῆρα, τὸν τῶν ὅλων αἴτιον καὶ | |
10 | πάντων ἐπέκεινα καὶ τὸν ἐξ αὐτοῦ μονογενῆ υἱὸν σὺν τῷ θείῳ τῆς ἀληθείας πνεύματι τῷ παρ’ αὐτοῦ ἐκπορευο‐ μένῳ ὑμνῶ καὶ δοξολογῶ καὶ εὐχαριστῶ, ἵνα καὶ τὸ μετὰ χεῖρας τοῦτο ἕβδομον σύγγραμμα συνοδηγίᾳ τῇ παρ’ αὐτοῦ ἐκπεράνω. κατὰ δὲ τὸ ἔθος ἡμῶν ἐχέτω τὸ προοίμιον· | |
15 | γυμνάσια μέν εἰσι τῆς ψυχῆς τὰ μαθήματα ἐκ τῶν ἐνύ‐ λων ἡμᾶς ἐπὶ τὰ ἄϋλα ἀνάγοντα καὶ ἐκ τῶν συνθέτων ἐπὶ τὰ ἁπλὰ καὶ ἀσύνθετα ἐνθεαστικῶς ἀγλαΐζοντα. σο‐ φίας γάρ εἰσι νοήματα, καὶ φιλοσοφίας πράγματα. ἀλλ’ οὗτος ὁ τρόπος καὶ ταῦτα τὰ μαθήματα· οὗτος ὁ σκοπὸς | |
20 | καὶ αὕτη ἡ πρότασις, ἣ νῦν τὰς θεωρητικὰς ἀποκόπτει ἀκτῖνας, καὶ ὁ λόγος τὰς πρακτικὰς ἀποπληροῖ περατώσεις. οὗτος ὁ τρόπος ταῦτα τὰ μαθήματα, μέγας ὁ πλοῦτος τῆς χάριτος, πολλοὶ τῆς ἀρρήτου σοφίας οἱ θησαυροί· ἀνεκδιήγητα τὰ χαρίσματα, ποταμοὶ ὕδατος ζῶντος τὰ | |
25 | τοιαῦτα ὕδατα, πηγὴ σοφίας τοῦ θεοῦ ἡ ἄβυσσος, φῶς καθαρώτατον τοῦ ἁγίου πνεύματος ἡ ἐπιφοίτησις, οὐδὲν σοφίας ἀνώτερον· δι’ αὐτῆς γὰρ ὁ ὑπεράρχιος τοῦ θεοῦ λόγος τὰ πάντα ἐδημιούργησεν, δι’ αὐτῆς τὰς τῶν οὐρα‐ νίων νόων εὐπρεπεῖς ἐλλάμψεις ἐκόσμησεν. δι’ αὐτῆς ὁ | |
30 | νοητὸς παράδεισος εἰς ἀπόλαυσιν τῶν ἀεὶ ζωνίων εὐτρέ‐ πισται, δι’ αὐτῆς τὴν τῶν οὐρανῶν βασιλείαν ἡμῖν προη‐ | |
τοίμασεν. πόθεν οὖν ἡμῖν πρὸς τὴν σοφίαν ἡ ἄνοδος; | 231 | |
2.232 | πῶς αὐτὴν οἰκειωσόμεθα; πῶς αὐτῆς τὸν ἄφθαρτον χι‐ τῶνα περιβαλλόμεθα; μόνη τοῦ θεοῦ ἡ ἀγάπη πρὸς τὸν πόθον αὐτῆς ἕλκει. ἔλθωμεν ἐπὶ τὸ προκείμενον. μάθω‐ μεν τοῦ φιλοσόφου τὰ αἰνίγματα, ἵνα δυνηθῶμεν νοῆσαι | |
5 | πηλίκος ἐστὶν ἡ τῆς σοφίας ἄβυσσος. τί δὲ οἱ δοκοῦντες φιλοσοφεῖν, ἔργα δὲ φιλοσοφίας μὴ ἔχοντες, οἱ καὶ τὴν ἀρετὴν τοῦ σχήματος ἑνὸς τούτου μετερχόμενοι, ὧν ὁ θεὸς μὲν αὐτῶν ἡ κοιλία; οἱ καὶ τὴν πρόσκαιρον ἀποσκο‐ ποῦντες δόξαν, οἱ ὀκνηροὶ καὶ ῥᾴθυμοι· οἱ μήτε ὅλως | |
10 | κατ’ ἴχνος ἀρετῆς βαδίσαι ἐθέλοντες, ἀνόμματοι οἱ τοιοῦ‐ τοι καὶ ἀπαίδευτοι. λέγουσι γάρ, ὅτι δυσχερὲς πρᾶγμα ποι‐ ῆσαι χρυσόν, οἱ ἀλόγως ποιοῦντες, πῶς λέγουσιν ὅτι δυ‐ σχερές ἐστι ποιῆσαι ☉. μάθετε καὶ γνῶτε ὅτι οὐδὲν τῇ σοφίᾳ δυσχερές. πάντα γὰρ ἡ σοφία δύναται. αὕτη γὰρ τὰ | |
15 | ἀθεώρητα προφανῶς βλέπει, καὶ τὰ ἀδύνατα δύναται. καὶ πῶς οἱ τὸν ☉ φανταζόμενοι λέγουσιν ὅτι δυσχερὲς πρᾶγμα ποιῆσαι ☉; ἆρα οὐκ ἤκουσας αὐτοῦ τοῦ φιλοσόφου λέγον‐ τος, ὅτιπέρ ἐστιν εὐχερές· εὐχερὲς τῇ σοφίᾳ παρακολου‐ θῆσαν τὸ πρᾶγμα· παρὰ δὲ ἀμυήτων δυσχερές. οἱ γὰρ | |
20 | κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν, οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος. τὸ γὰρ φρόνημα τῆς σαρκός, θάνατος· τὸ δὲ φρόνημα τοῦ πνεύματος, ζωὴ καὶ εἰρήνη, ὅτι τῆς σοφίας ἀμέτοχοι οἱ ὅλως εἰρήνην ἐν ἑαυτοῖς μὴ ἔχοντες. πῶς ἐν τῇ θελώσει τοῦ νοῦ αὐτῶν καὶ τῇ τοῦ | |
25 | βίου βάλῃ τὸ τῆς σοφίας ἀναβλέπουσιν ὄμμα; τὸ γὰρ νοῆσαι δυσχερές. οἱ οὕτως ὄντες νωθροὶ καὶ ἀπαίδευτοι, καὶ τὸ νοῆσαι μὲν αὐτοῖς ἀδύνατον. οἱ δὲ ἐνάρετοι, ἀν‐ δρεῖοί τε καὶ φρόνιμοι. ἵσταιτο μὲν αὐτοῖς παρὰ τῆς ἄνω‐ θεν σοφίας τά τε ὄντα καὶ ἐσόμενα καὶ μέλλοντα, οἰ‐ | |
30 | κεῖον ἂν εἴη καὶ γνωριμώτιρον. ἀπέδειξε γὰρ ὁ φιλόσοφος ἐν τῷ μολίβῳ ♀ λέγων ποίῳ [Unknown Alchemical Character] ♀ τῷ ἡμετέρῳ δηλονότι ἐπίβαλλε, ἕως οὗ γένηται ἄρρευστος. καὶ πῶς τὸ φύσει ῥευ‐ στὸν ἄρρευστον εἶναι μέλλει; πῶς τὴν ὑγρὰν καὶ ἄστατον στερεοῖς οὐσίαν; ἐὰν γὰρ γένηται ἄρρευστος, οὐκέτι ἔσται | |
35 | μόλιβος. ὦ ξένα μυστήρια, ὦ παράδοξα ἔργα, ὦ σοφίας προβλήματα. ἐὰν γὰρ γένηται ἄρρευστος, οὐκέτι ἔσται [Unknown Alchemical Character]. | |
ἰδοὺ ἀπέδειξεν τὸ ἔργον καὶ οὐκ ἀπέκρυψεν, ἀλλ’ ἐφανέ‐ | 232 | |
2.233 | ρωσεν· αὐτὸς γὰρ δι’ αὐτοῦ μαρτυρεῖ λέγων, ὅτι εὐχερές ἐστι τὸ πρᾶγμα εὔκολον, σύντομον, οὐκ ἐκβατόν, δηλωτι‐ κόν, ἀλλ’ ὡς οἶμαι νοὸς χρήζει, καὶ γίνεται· νοὸς τοῦ τῆς σοφίας ὄμματος, τὴν θέαν τῆς φρονήσεως, τὸν φωτιστι‐ | |
5 | κὸν σπινθῆρα τῆς χάριτος, νοὸς χρήζει καὶ γίνεται. ποῦ εἰσιν οἱ ἀμαθέστατοι; ποῦ εἰσιν οἱ ἀφρονέστατοι, οἱ ἀλό‐ γων διώκοντες βίον; οἱ σοφίας περιφρονοῦντες καὶ φιλο‐ σοφίας καταφρονοῦντες, οἱ τὴν γνῶσιν μὴ ἔχοντες; οἱ κλεψίθηρες καὶ ἀμύητοι; οἱ πάσης ἀνοίας πεπληρωμένοι; | |
10 | οἱ ἐργαλείων πολλῶν χρεῖαν ἔχοντες, καὶ ἰαμβύκων καὶ καμίνων ἱερατικὸν κατασκευάζοντες; οἱ πολύειδα καὶ πο‐ λύχρωμα καὶ πολυμέταλλα ἐπιτηδεύοντες· ἐλεεινοὶ οἱ τοι‐ οῦτοι ἐλεεινότεροι τοῖς πράγμασιν. εἰ γὰρ τούτων ἦν χρεία, εἶχεν ἂν ὁ φιλόσοφος τοῦτο ἀπογράψασθαι, πάντως | |
15 | εἶχε καὶ τοῦτο συντάξασθαι. αὐτὸς γὰρ πάλιν μαρτυρεῖ, τίς οὗτος ὁ σοφίας σύνοικος; ὁ σοφίας καὶ γνώσεως πε‐ πληρωμένος; ὁ ἀληθὴς φιλόσοφος πᾶσιν μαρτυρεῖ λέγων οὐδὲν ὑπολέλειπται, οὐδὲν ὑστερεῖ, πλὴν τῆς νεφέλης καὶ τοῦ ὕδατος ἡ ἄρσις· πάλιν ἡ τῆς νεφέλης ἀναφαίνεται | |
20 | ὡραιότης· πάλιν ἡ τοῦ ὕδατος ἄρσις διακρίνεται, ἵνα ξαν‐ θοῦντα δείξῃ τὸν [Unknown Alchemical Character] ♀ ἄνω καὶ κάτω συγκρίνων τοῖς στοι‐ χείοις τὰς προτάσεις, ἵνα ἐπὶ τὸν νοῦν ἔλθῃ τοῦ πράγμα‐ τος. ἐὰν γὰρ ἔσῃ νοήμων, καὶ ποιήσῃς ὡς γέγραπται, ἔσῃ μακάριος. ἀληθῶς ἐὰν ποιήσῃς ὡς γέγραπται ἔσῃ μακά‐ | |
25 | ριος. τὸν τέλειον ὧδε μακαρίζει νοῦν· τὸν φωτιστικὸν πά‐ σης τῆς διακριτικῆς γνώσεως. ἐὰν γὰρ ποιήσω, ὡς γέ‐ γραπται, οὐδὲν ὠφελήσω. ἐπειδὴ πάντα τὰ κάλλη καὶ τὰ ὀνόματα λέγει, τὴν μὲν θεωρίαν διὰ τὴς τῶν σωμάτων ἐπιφανείας, τὴν δὲ νόησιν διὰ τῆς τῶν ὀνομάτων ἀπο‐ | |
30 | δείκνυσιν ἀποκαταστάσεως. καὶ οὐκ οἶδα τὸ τί ἐπιβαλεῖν τῶν οὐσιῶν, ἢ ποιῆσαι τῶν ὀνομάτων. ὡς γὰρ δοκεῖ μοι πάντα ἕν τί εἰσιν. βαβαὶ τοῦ φιλοσόφου τὴν διδασκαλίαν, βλέπεις φιλοσοφίαν, βλέπεις μυστήρια, βλέπεις τὴν σύν‐ τομον ἀπόδειξιν· ὡς δοκεῖ μοι, ταῦτα πάντα ἕν τι ἔστι. | |
35 | καὶ αἱ δύο βαφαὶ ἐν οὐδενὶ διαφέρουσι χρώματι μόνον. βλέπεις μίαν αὐτήν, καὶ πῶς τὸ ὅλον ἐξ ἑνὸς εἴδους ποι‐ | |
εῖται. ἀλλὰ μὲν τοῦ ♀ καὶ ἄλλα τοῦ ☾ καὶ ἄλλα τοῦ ☉. | 233 | |
2.234 | ἄλλα μὲν ὡς ἐκ τῆς τῶν ὀνομάτων διαφορᾶς ἐπάλληλα αὐτὰ διαχωρίζει· ἀλλ’ ἓν δοκεῖ μοι τὸ εἶδος εἶναι ἀδιαιρέ‐ του μενούσης τῆς φύσεως, καὶ νομίζω ταῦτα πάντα οὕτως ἓν ὠφελῆσαν εἶναι. πάντες γὰρ οἱ ἀρχαῖοι βουλόμενοι κρύ‐ | |
5 | ψαι τὴν τέχνην, πάντα κατὰ μέρος ἐτίμησαν, καὶ πολυω‐ νομίαν ἐνέθηκαν, καὶ ὅλα δι’ ὅλου ἔγραψαν, κρῦψαι μὲν τὴν τέχνην διὰ τὴν τῶν ἀμυήτων ἀφροσύνην ἐβούλοντο, ἵνα μὴ ὑπ’ αὐτῶν καταβληθῇ ἡ πολύτιμος διακόσμησις. οὐ γὰρ θεμιτὸν εἰς ὕλας ἀπορρίψαι τὴν τῶν νοητῶν μαρ‐ | |
10 | γαριτῶν ἀμιγῆ καὶ φωτοειδῆ καὶ καλλοποιὸν εὐκοσμίαν· τούτου χάριν πάντα κατὰ μέρος ἐτίμησαν καὶ πολυωνυ‐ μίαν ἐνέθηκαν, καὶ ὅλον διόλου ἔγραψαν, ἀλλὰ καὶ τὸ πόντιον ῥᾶ προτιμήσαντες, μᾶλλον δὲ τὸ ὅλον σύνθεμα προσφάτως εἶπον χρήσασθαι, ὡς τέλειον αὐτοῖς μηνύοντες | |
15 | τὸ τοιοῦτον σύνθεμα· ἄνευ γὰρ τοῦ ὅλου παράχρησις ἡ χρῆσις. τὸ γὰρ ῥᾶ ἐκ τοῦ πόντου κομίζεται. πόντος γὰρ παρ’ αὐτοῖς καὶ τὸ πέλαγος ὠνόμασται. τιμιώτερον τὸ πόντιον, ῥᾶ τὸ ὅλον ἐν θυίᾳ τοῦ συνθέματος ἔργον. πόν‐ τον γὰρ ἐκάλεσαν τῆς θυίας τὸ μέταλλον, ὠκεανόχρωον | |
20 | ὄντα, ῥᾶ δὲ ἡ ἐν αὐτῷ ῥεόυσα τοῦ πελάγους ἐπιφάνεια. τοῦτο οὖν προτιμήσαντες τὸ τέλειον ἐν αὐτῷ τῆς οἰκονο‐ μίας ἔργον. πᾶσα γὰρ ἀρχὴ προτίμησιν ἔχει τῆς ὑφ’ αὐ‐ τὴν ποιήσεως. πόθεν γὰρ ἐδύναντο ὕδατα πλημμυρίζειν ὠκεανοῦ μὴ ὑπάρχοντα; πόθεν ὄγκων ἐπιχύσεις, μὴ τῶν | |
25 | νεφελῶν ἐξ αὐτοῦ ἀνασπωσῶν τὴν ἔνδροσον ὑετίαν; ἔχειν αὐτοὺς τὸ πόντιον προετίμησαν. ῥᾶ τὸ δι’ οὗ καὶ ἐν ᾧ ἀποπληροῦται τὸ ἔργον. ἴδια δὲ σοφίας ἐντελέσιν εἴδεσι. τὸ πᾶν ἐκ τοῦ παντὸς ἐποίησαν, καὶ ἓν χρῶμα ἀπέδειξαν. εἶδες σοφίαν ἀνδρῶν ἐναρέτων. εὐτελέσιν εἴδεσι τὸ πᾶν | |
30 | ἐκ τοῦ παντὸς ἐποίησαν καὶ ἓν χρῶμα ἀπέδειξαν. τὸ πόν‐ τιον ῥᾶ ἡ προτίμησις. εὐτελέσι γὰρ εἴδεσι. ποίοις ἄρα; ταῖς οἰκονομίαις τῆς φύσεως αἰνιττόμενος. ποίας φύσεως; τῆς μιᾶς φημι τὸ πᾶν ἐκ τοῦ παντός, τὸ ὅλον σύνθεμα ἐκ τοῦ ὅλου πληρώματος ἐποίησαν, τουτέστι κατέστησαν | |
35 | καὶ ἓν χρῶμα ἀπέδειξαν. ὁ δὲ παμμέγης ἐξ οὗ καὶ μόνου τὸ πᾶν ἀπέδειξε γενέσθαι ἔργον, εἰς πολλὴν ὕλην ἀπέδειξε | |
τὴν τέχνην, ἵνα μὴ εἰς ἀμυήτους ἐμπέσῃ, ποικίλην αὐτοῖς | 234 | |
2.235 | τὴν μέθοδον ἐνέδωκεν, δοκιμάζων αὐτῶν τὰς φρένας, πο‐ λυχρώμους ὑλῶν εἰδέας ἐνέθηκεν, ἵνα γυμνάσωσιν αὐτῶν τὰς αἰσθήσεις, ἵνα μὴ εἰς ἀμυήτους ἡ τέχνη ἐμπέσῃ. λέ‐ γει γάρ, ἐὰν ποιήσῃς ὡς γέγραπται, ἔσῃ μακάριος. πῶς | |
5 | ἔσομαι μακάριος, ὧ φιλόσοφε; ὅλα γὰρ διόλου ἔγραψας, ὅλα ἐνέθηκας, ὅλα ἐσαφήνισας, ὅλα γὰρ διόλου ἐδήλωσας· καὶ σὺ εἶπας, ποτὲ ἐπίβαλλε. ☉ καὶ ἔσται ☉ κόραλλος. ξένα τὰ ῥήματα, πολλῆς πυκνώσεως δεόμενα. ἆρα τί ἐστιν ὁ ☉; τί τὸ λεγόμενον; τί θέλει εἶναι τοῦτο; τί λέγεις, φι‐ | |
10 | λόσοφε; ὑπόδειξον τῆς σῆς μυσταγωγίας τὰ πράγματα· εἰπὲ φιλόσοφε. ἄρα τί ἐστι ☉ μὴ ὁ [Unknown Alchemical Character] ♀; εἰπὲ τί χρεῖαν ἔχει ὁ ☉ ἐν τῇ βαφῇ; πῶς ☉ ☉ βάπτει; ποίαν θέλει δεῖξαι τὴν ἐπιφάνειαν; ὅλως γὰρ ☉ ὤν, τίνος ἕνεκεν ☉ δεῖται; τί λέγεις φιλόσοφε; τί γνωμοσκοπεῖς ἡμῖν τοὺς | |
15 | τρόπους; σοφίας γάρ εἰσι ταῦτα τὰ αἰνίγματα, πολλῆς γέ‐ μοντα μαθήσεως. τί γὰρ χρείαν ἔχει ὁ ☉ ἐν τῇ βαφῇ; πῶς ☉ ☉ βάπτει; ποῖαν θέλει δεῖξαι ἐπιφάνειαν; ὅλως γὰρ ☉ ὤν. τίνος ἔνεκεν ☉ δεῖται; τί λέγεις φιλόσοφε· τί γνωμοσκοπεῖς ἡμῶν τοὺς τρόπους; σοφίας γάρ εἰσι ταῦτα | |
20 | τὰ αἰνίγματα, πολλῆς γέμοντα μαθήσεως· τί γὰρ χρεῖας ἔχει ὁ ☉ ἐν τῇ βαφῇ; τί χρήζει ὁ ἀνελλιπὴς πληρώματος; καὶ πάλιν λέγεις, λαβὼν ★ ἀπὸ ἄρρενος γύμναζε πῆξον ὡς ἔθος. ποία πάλιν αὕτη ἡ ★; ἐκ ποίου ἄρρενος; γύμναζε ἡμῶν τὰς φρένας, ὦ φιλόσοφε, ἵνα μὴ ἀγνοίας λήθην | |
25 | ἐπισπασώμεθα, ἵνα μὴ βυθῷ ἀπωλείας καταφθαρῶμεν, ἵνα μὴ κυμαινομένῃ ζάλῃ περιπέσωμεν. καλῶς ποιεῖς, φρονιμώτατε. δεῖξον ἡμῖν γνώμης προοίμιον, ἵνα συνέ‐ σεως ἐπιλαβώμεθα. λαβὼν ★ ἀπὸ ἄρρενος πῆξον ὡς ἔθος. ὧδε τῆς ὅλης ἐργασίας δεικνύεις τὰ πράγματα, ὧδε τῆς | |
30 | οἰκονομίας δεικνύεις τὴν ἔκφασιν. ★ τὴν ἀπὸ ἄρρενος, τουτέστι ταύτην ἐσομένην τὴν ἀπὸ Κρόνου συμπλήρωσιν. ἄρρενα γὰρ τὸν ♀ ἐκάλεσαν. πῆξον ὡς ἔθος· οἰκονόμησον ὧς οἶδας. πραγμάτευσαι ὡς ἐπίστασαι. λείοι, μάλα εὐ‐ τάκτως. ἅρμοσαι, ἵνα στερεωθῇ πρὸς τὸ ἔθος. μὴ τὴν | |
35 | ἀπὸ ☉ ἠβουλήθη λέγειν. ἡ γὰρ ἀπὸ ἄρρενος πάντως φεύ‐ γει. ὧδε νοήματα πάντως θέλει συνθεῖναι, ἵνα ἀποδείξῃ | |
τὰ πράγματα. ἄγε δὴ τὸν φιλόσοφον λέγοντα· λάβε ὑδράρ‐ | 235 | |
2.236 | γυρον, τὴν ἀπὸ ἄρρενος, καὶ πῆξον ὡς ἔθος. ἐπίβαλε ♀ ἢ ♂ θειωθέντι καὶ λευκανθήσεται, τὸ ἐξ ἰδίας φύσεως παρὰ πάσης καλῶς οἰκονομηθέν. συγγενείας τέρπει καὶ λευκαίνει τὰς φύσεις. τινὲς τῷ θειωθέντι καέντι λέγουσιν, | |
5 | ἀγνοοῦντες ὅτι τὸν ♀ θείῳ καίουσιν, καὶ τὸν ♂ καίουσι μαγνησίᾳ. οὗτοι δὲ ἔχοντες τὸν φιλόσοφον ἐν τούτῳ συν‐ ηγοροῦντα, τοῦτο ἐπιτηδεύοντες ποιοῦσιν οἱ ταῖς φρεσὶ νηπιάζοντες μηδὲν ὅλως ἐπιστάμενοι. τὴν γὰρ καῦσιν λέ‐ γει τὴν σύντομον, καὶ εὖ μάλα μετρίαν λείωσιν. μαγνη‐ | |
10 | σίαν δὲ τὸ ὅλον τοῦ συνθέματος ἔργον, τετρασωμίαν ἀπο‐ φαίνει τὸν ♀ θείῳ καίουσι καὶ τὸν ♂ μαγνησίᾳ. τὸ δὲ οὐκ εἰδότες τί ἐστι τὸ λεγόμενον, οὐ γάρ ἐστιν αὕτη καῦσις, ἀλλὰ φθορά. ἡ δὲ σὴ καῦσις διόλου λεύκωσις ἐν τούτω τῷ προκειμένῳ. ἐν δὲ τῷ δευτέρῳ ἡ ξάνθωσις ταύτῃ | |
15 | ἐστίν, ὦ φιλόσοφε· ἐν ποίῳ προκειμένῳ, καὶ ποῖον τὸ προ‐ κείμενον; ἐν δὲ τῷ δευτέρῳ ἡ ξάνθωσις γίνεται, ἔνθα ὑπο‐ δεικνύει λευκὴν τὴν πρώτην οὖσαν τῆς οἰκονομίας χάριν. ἐν ποίῳ τούτῳ; ἐν τῷ τῆς θυΐας λειωμένῳ συνθέματι. ἐν δὲ τῷ δευτέρῳ· ποίῳ δευτέρῳ ἑρμήνευσον τοῦ λόγου | |
20 | τὴν δύναμιν, ἵνα ἴδωμεν συνετῶς τὰ διακρινόμενα. ἐν δὲ τῷ δευτέρῳ ἡ ξάνθωσις, τουτέστιν ἐν τῷ τῆς ζηναχαϊκῆς καμίνου ἡ ξάνθωσις γίνεται. οὐχὶ σὺ καίεις τὸν ♀ ὕδατι θείῳ; οὐχὶ σὺ πάλιν λέγεις, ἐπίβαλλε τοῦ λευκοῦ φαρμά‐ κου τὸ ἥμισυ, καὶ ἔσται πρωτεῖον. τὸ δὲ ἄλλο ἥμισυ ἐν | |
25 | τῇ τελειώσει τηρούμενόν ἐστι. τί γὰρ λέγει Ἐπιβήχιος· δια‐ μερίσατε τὸ φάρμακον εἰς δύο καὶ καύσατε τὸν κρόνον ἐν δαφνίνοις ξύλοις. διαμερίσατε τὸ φάρμακον εἰς δύο οὐ μόνον ἐν τῇ λειώσει τὴν ἀρχὴν ποιεῖται, ἀλλὰ καὶ ἐν τῷ τέλει διὰ τῆς ζηναχαϊκῆς τὴν ἀποκατάστασιν ἔδειξεν, καύ‐ | |
30 | σατε τὸν κρόνον ἐν δαφνίνοις ξύλοις ἐν τῷ λευκῷ συνθέ‐ ματι. ποίῳ τούτῳ; τῷ δι’ ὕδατος τοῦ θείου τῷ καίοντι τὰ σώματα καὶ πάλιν ἰῶντι, ὁμοῦ δὲ καὶ λευκαίνοντι. τὸ γὰρ ἐπίβαλλε ♀ ἢ ♂ θειωθέντι καὶ λευκανθήσεται, τοῦτό ἐστιν. αὕτη γάρ ἐστιν ἡ καῦσις ἡ ἀπ’ αἰῶνος κηρυσσομένη· αἱ | |
35 | δὲ ἄλλαι καύσεις φθοραί εἰσιν. βάλε τοῦ Νείλου τὰ ῥεύ‐ ματα. ποίου Νείλου; ἆρα μὴ τοῦ ἀρχιερέως, τοῦ τὰ πάντα | |
ποιοῦντος ἐπιτήδεια, τὴν λεύκωσίν τε καὶ τὴν ξάνθωσιν; | 236 | |
2.237 | ἀληθῶς, φιλόσοφε, πάντα τὰ σὰ εὐνοήτα καὶ ἐν ἀληθείᾳ γινόμενα, πάντα πρὸς νοῦν εὔκολα, πάντα σαφῆ τε καὶ ἐνδιάθετα πράγματα, πάντα συμφώνως ἐνέθηκας, πάντα συστίχως ἀπέδειξας, μίαν αὐγὴν ἐκ μιᾶς λαμπρότητος, τὸ | |
5 | πᾶν ἐκ τοῦ παντός, ἐξ ὅλου τὸ ὅλον, ὦ σοφίας χάρις, ὦ συνέσεως ἔργον, ὦ νοήματος πρᾶγμα, ὦ λόγων συμπλή‐ ρωσις, ὦ χαρίσματα παρὰ τοῦ δημιουργοῦ τῶν ὅλων, ὦ πλουσιαὶ δωρεαὶ παρὰ τοῦ πατρὸς τῶν φώτων. τίς οὖν εἰπεῖν δυνήσηται πρὸς ὕμνον τῶν θαυμασίων σου δέσποτα; | |
10 | ποῖον στόμα ἱκανὸν πρὸς ἀξίαν ὑμνῆσαί σε τὸν πάντων δεσπότην καὶ κύριον; ποῖος νοῦς μεθ’ ὑμνωδίας οὐκ ἐκ‐ πλαγήσεται, τῶν ζητημάτων σου τὰς εὐκοσμίας θεωρῶν; τίς μὴ ὑμνήσει τὰ μεγαλεῖα τοῦ παντοκράτορος θεοῦ; μεγάλα τὰ θαυμάσια σου σωτήρ· πολλὴ ἡ φιλανθρωπία | |
15 | σοῦ δέσποτα, πλούσιον τὸ ἔλεος τῆς σῆς ἀγαθότητος, πηγὴ πάσης σοφίας τὰ σὰ χαρίσματα, σε ὑμνῶ τὸν πάντων δεσπότην καί σε δοξολογῶ τῶν πρὸ αἰώνων ἐκ πατρὸς γεννηθέντα τὸν δημιουργὸν πάσης κτίσεως. τὸ ἐκ τοῦ φω‐ τὸς ἀληθινὸν φῶς, τὸν ἐκ θεοῦ θεὸν καὶ πρὸς τὸν θεὸν | |
20 | ἀεὶ ὄντα, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν διὰ τῆς ἐνδόξου θεοτόκου καὶ ἀειπαρθένου Μαρίας ἐνανθρωπήσαντα διὰ τὴν ἡμετέραν σωτηρίαν, τὸν κύριον ἡμῶν Ἰησοῦν Χρι‐ στόν, τὸν ἀληθινὸν ἡμῶν θεόν· οὐ γὰρ ἔτι προστεθείσε‐ ταί σοι τῷ πλήρει καὶ τοῖς πᾶσι τῷ εὖ πράττειν ἐθελοντί, | |
25 | οὐ ζωή, οὐ θάνατος, οὐκ ἄγγελος, οὐ τὰ παρόντα περὶ ἧς ὁ λόγος, οὐκ ἀρχαί, οὐ δυνάμεις, οὐδέ τι τῶν ὄντων ἢ ἐσομένων, οὐδὲ τὰ μέλλοντα χωρίσει ἡμᾶς τῆς σῆς ἀγά‐ πης Χριστὲ ὁ θεὸς ἡμῶν, δι’ οὗ τῷ πατρὶ δόξαν, τιμήν, αἶνον, μεγαλοπρέπειαν ἀναπέμψωμεν σὺν τῷ παναγίῳ καὶ | |
30 | ζωοποιῷ καὶ προσκυνητῷ αὐτοῦ Πνεύματι, εἰς πάντας τοὺς | |
ἀπεράντους αἰῶνας τῶν αἰώνων, ἀμήν. | 237 | |
2.238(1t) | Τοῦ αὐτοῦ Στεφάνου οἰκουμενικοῦ φιλοσόφου | |
2t | πρᾶξις ηʹ περιτομῆς τῆς ἱερᾶς τέχνης. | |
3 | Ἐξομολογοῦμαί σοι, πάτερ ἅγιε, κύριε ὁ θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς ὁ καθολικὸς θεὸς καὶ παντοκράτωρ, | |
5 | ὁ τῶν ἁπάντων ἀγαθῶν αἴτιος καὶ δοτήρ, ὃν οἱ οὐράνιοι ἐξομολογοῦνται καὶ διηγοῦνται τὰ θαυμάσιά σου τοῦ παν‐ τοκράτορος θεοῦ καὶ τῆς δόξης σου, ἧς γένοιτο καὶ ἡμᾶς ἐν καθαρᾷ καρδίᾳ ὑμνεῖν, αἰνεῖν, δοξολογεῖν καὶ λατρεύειν τὰ μεγαλεῖά σου τοῦ θεοῦ τῶν ὅλων, τοῦ τῶν ὄντων ὄν‐ | |
10 | τος ἀγαθῶν αἰτίου καὶ προσκυνεῖν τὸ μεγαλοπρεπὲς καὶ πανάγιον καὶ ζωαρχικόν σου ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων, ἀμήν. —Ἔλθωμεν οὖν ἐπὶ τὸ προκείμενον καὶ ἴδωμεν τί βούλεται τοῦ τε‐ | |
15 | τάρτου τὴν πρότασιν ἐνάρξασθαι, περὶ ἧς ὁ λόγος ἡμῖν πεπραγμάτευται, κεκαλυμμένην φέρων τὴν ῥῆσιν, διὰ τὸ πολλοὺς εἰς γυμνασίαν προτρέψασθαι βουλόμενος καί φη‐ σιν οὕτως· ποίησον τὰ σώματα ἀσώματα καὶ τὰ ἀσώματα σώματα. ταῦτα οὕτως ποίησον ὥσπερ πρῴην, καὶ νῦν τῇ | |
20 | τέχνῃ μετεωρίζων, τὸ σύνθεμα καὶ τὴν ἐμφωλεύουσαν ἐξεώσας φύσιν καὶ διὰ τῆς ★ τὰ σώματα φθεῖρον καὶ διὰ τῆς μαγνησίας νεφέλης ἄρρεν καὶ θῆλυ ἔτι ζεῦξον, καὶ αὖθις τὴν ἐμφωλεύουσαν ἀνακαλέσας φύσιν, δι’ αὐτῆς λοιπὸν τὴν τῶν σωμάτων μόρφωσιν ποιήσεις, καὶ οὕτω | |
25 | τὰ σώματα ἀσώματα ποιοῦνται, καὶ τὰ ἀσώματα σωμα‐ τοῦνται. ἐὰν τὰ πάντα τῷ πυρὶ ἐκλεπτυνθῇ, καὶ ἡ αἰ‐ θάλη βασταχθῇ, ἔσται ποικίλα καὶ ἀρραγῆ τὰ σώματα. πῦρ νόησον τὴν ★ καὶ πύρινον φάρμακον καίουσα καὶ φθείρουσα καὶ λεπτύνουσα σώματα ἐν μιᾷ τῇ τέχνῃ. λει‐ | |
30 | ούμενα γὰρ καὶ συμμισγόμενα λεπτύνονται. λεπτύνονται γὰρ τὰ σώματα ὑπὸ τοῦ πυρός, ἤγουν ὑπὸ τῆς μγ φθα‐ ρέντα. λειούμενα γὰρ καὶ κατὰ λόγον βασταζόμενα, καὶ διὰ τῆς ἄρσεως ἐπὶ τῶν ἄνω ἀναφερομένων ἡ διὰ τούτων γινομένη αἰθάλη, ἡ φύσις ἡ καλὴ γλυκεῖα καὶ ἀρραγὴς ἡ | |
35 | τὰ χρώματα τουτέστιν ἄφυκτος τῷ πυρὶ γινομένη καὶ | 238 |
2.239 | ἑτοίμη εἰς χρώματα μένουσα καὶ νικῶσα καὶ κρατοῦσα. ὁ ♀ οὐ βάπτει, ἀλλὰ βάπτεται, καὶ ὅταν βαφῇ, βάπτει. οὐδὲν γὰρ δύναται ἀφ’ ἑαυτοῦ τὸ σῶμα βάψαι ἢ χωρίσαι ἑαυτὸ μὴ τοῦ πνεύματος τοῦ ἔσωθεν ἐμφωλεύοντος, τὴν | |
5 | ἐξάνθησιν ποιοῦντος. πῶς γὰρ ἐνδέχεται ἄνευ ψυχῆς συ‐ στῆναι σῶμα, εἰ μὴ διὰ τῆς ἐν αὐτῷ καλῆς φύσεως, τοῦ ψυχικοῦ πνεύματός φημι, τοῦ καὶ τὴν χρῴαν τῆς βαφῆς ἑαυτῷ ἐξανθοῦντος καὶ ἐπιφέροντος; ὁ ♀ οὐ βάπτει, ἀλλὰ βάπτεται. τὸ γεῶδες γὰρ τῆς ὕλης ὡς παχυμερὲς ὑπάρχον | |
10 | οὐ βάπτει, ἀλλ’ ἡ ποιότης τῆς λεπτομεροῦς οὐσίας ἐκείνη εἰσκρίνει εἰς σῶμα· ὅταν δὲ ὁ ♀, τουτέστι τὸ σῶμα, διὰ τῆς μγ καλῶς οἰκονομηθῇ καὶ τὴν ἑαυτοῦ ἐξάξῃ λεπτομερῆ οὐσίαν, τότε βαπτικὸν γίνεται καὶ βάπτει. τὸν γὰρ ♀ φησὶ βάπτεσθαι καὶ οὐ βάπτειν. ὁ δὲ ♀ ἔστι τὰ τέσσαρα σώ‐ | |
15 | ματα. αἱ δὲ βαφαὶ τὰ εἴδη τοῦ καταλόγου στερεὰ καὶ ὑγρὰ καὶ βοτάναι. στερεὰ μὲν ἀπὸ νεφέλης ἕως ☉. ὑγρὰ δὲ ὕδωρ θεῖον. τὰ γὰρ θεῖα ὑπὸ τῶν θειωδῶν κρατοῦν‐ ται καὶ τὰ ἑξῆς. τὸ δὲ ἀληθὲς τοῦτό ἐστιν. ἡ φύσις τὴν φύσιν τέρπει καὶ νικᾷ καὶ κρατεῖ. πάλιν ἡ τοῦ ♀ τετρα‐ | |
20 | σωμία διὰ μγ ἀναφαίνεται καὶ αἱ ποικιλόχρωοι τῶν εἰδῶν βοτάναι, ἐν τῇ τοῦ συνθέματος λειώσει ἐξανθίζουσιν, ὅταν κατάλογον αἱ λειώσεις γίνωνται, τότε καὶ χλοάζει ἐξανθοῦντα, βοτάναι τὰ τοιαῦτα πυρὶ ὑπομεῖναι. μόνον. οὐδὲ γὰρ δύνανται τὰ τοιαῦτα πυρὶ ὑπομεῖναι. | |
25 | στερεὰ γὰρ καὶ ὑγρὰ καὶ βοτάναι. στερεὰ μὲν καλεῖ σώ‐ ματα τὴν λεύκωσιν καὶ ξάνθωσιν καὶ τὰ ἑξῆς εἰσκρινό‐ μενα καὶ ἐν τοῖς σώμασι μένοντα καὶ ὅλως μὴ ἀναχω‐ ροῦντα, ἀλλὰ στερεῶς αὐτὰ διακρατοῦντα καὶ νικῶντα. ὑγρὰ δὲ ἐκάλεσεν, ὡς οὕτως αὐτὰ δι’ ὑγρῶν ἀποκαθί‐ | |
30 | στασθαι, τουτέστι δι’ ὕδατος θείου. τί ἄρα ἐστὶ τοῦτο τὸ θεῖον ὕδωρ, καὶ διὰ τί θεῖον αὐτὸ ἐκάλεσεν; μέγα ὄνομα καὶ ἄξιον τοῦτο ὑπὲρ πάντα τὰ λοιπά. οὐδὲν γὰρ ἄνευ τούτου, συντελεῖ πρὸς τὸ ἔργον. θεῖον ὕδωρ ἐστὶ τὸ ἀμι‐ γὲς καὶ διαυγὲς καὶ καθαρώτατον καὶ ἄσκιον ποιοῦν τὴν | |
35 | τῶν σωμάτων φύσιν, ὡς ἐν ἅλατι τὸ σῶμα καὶ σμῆχον, καὶ δρῶν ἐν τοῖς σώμασι, τὴν ἑαυτοῖς ἐμφωλεύουσαν φύ‐ | |
σιν. συμπλεκόμενον γὰρ τῇ φύσει, καθαρώτατον τῷ εἴδει | 239 | |
2.240 | καλῶς ἀπεργάζεται διὰ τῆς νεφέλης. ὀξὺ θεῖον ὕδωρ ἀνα‐ φερόμενον καὶ ἀνακαλούμενον. τὰ γὰρ θειώδη ὑπὸ τῶν θειωδῶν κρατοῦνται. θεῖα δέ εἰσι τὰ ἐμφωλεύοντα καὶ κολακευτικῶς ἐξαγόμενα, ψυχὴ καὶ πνεῦμα· ὑπὸ τῶν θειω‐ | |
5 | δῶν καὶ ὑπὸ τῶν αὐτῶν κρατοῦνται τῇ ποιότητι τὰ σώ‐ ματα εἰσκρίνοντα. τὸ δὲ ἀληθὲς τοῦτό ἐστιν· ἡ φύσις τὴν φύσιν τέρπει, καὶ ἡ φύσις τὴν φύσιν κρατεῖ, καὶ ἡ φύσις τὴν φύσιν νικᾷ. ὅτι γὰρ τὸ ἔνδον ἐμφωλεῦον διὰ τοῦ θείου ὕδατος καλῶς οἰκονομηθῇ, καὶ ἀποκαθαρισθῇ, | |
10 | τέρπεται πρὸς τὴν ἰδίαν τοῦ σώματος φύσιν εἰσκρίνουσαν ἑαυτὴν καὶ νικῶσαν καὶ ἐμμένουσαν τὴν ἰδίαν ἐν τούτοις ἀναγνωρίζουσα φύσιν. τέρπεται ἡνωμένη καὶ συμπλεκο‐ μένη τῇ ἀλληλουχίᾳ. ἀλλ’ ὡς ἐπὶ τὸ προκείμενον ἔλθωμεν, τὰ τέσσαρα σώματα βάπτονται καὶ οὐ βάπτουσιν. ἡ γὰρ | |
15 | μγ μαγνησία λευκανθεῖσα οὐκ ἐᾷ ῥήγνυσθαι τὰ σώματα, οὐδὲ τὴν σκιὰν τοῦ ♀ ἐπιφέρεσθαι· βλέπε, τί λέγει ὁ φι‐ λόσοφος. τὰ τέσσαρα βάπτονται καὶ οὐ βάπτουσιν, καὶ ἀπεσιώπησεν, καὶ οὐκ εἶπεν ὡς ἔθος αὐτῷ ἐστιν, καὶ ὅτε βάπτονται βάπτουσιν, ὧδε τὴν τῶν στερεῶν σωμάτων | |
20 | οὐσίαν. νόησον γὰρ μγ. μγ γάρ φησι λευκανθεῖσα οὐκ ἐᾷ ῥήγνυσθαι τὰ σώματα, οὐδὲ τὴν σκιὰν τοῦ ♀ ἐπιφέρεσθαι. ποῖα μγ, εἰ μὴ αὐτὸ τὸ ὅλον σύνθεμα; πῶς οὖν λευκαί‐ νεται; ὅταν καλῶς οἰκονομηθεῖσα καὶ ὀπτηθεῖσα καὶ σὺν θειώδει ἀνακαθαρισθεῖσα, ἕκαστον τῶν στερεῶν σωμάτων, | |
25 | οὕτως τὰ ἐν βάθει κείμενα ἀνακαλύπτει ἐμφωλεύουσα ἐν αὐτοῖς γλυκεῖαν ποιότητα. τὰ εὔχρωα βλαστήματα ἐξεώ‐ σαντες δι’ αὐτῶν τὴν τῶν σωμάτων βάπτεσθαι φύσιν. τὸ γὰρ σύνθεμα διὰ τοῦ θείου ὕδατος ποτιζόμενον, οὐκ ἐᾷ ῥήγνυσθαι τὰ σώματα. τὸ ☿, ἀλλὰ καὶ τὴν ἐνοῦσαν σκιὰν | |
30 | τῶν σωμάτων ἀπελαύνει τὸ ἀφ’ ☾ τῇ μγ μιγέν. πᾶν σῶμα λευκαίνει. ὁ ☿ ἅμα τῇ ★ πᾶν σῶμα λευκαίνει καὶ τὰ τού‐ των ὅμοια ἡ μγ ★ καλή. βλέπε καὶ θαύμασον τὸ πῶς τὸ ἓν πολυωνυμίαν φέρει. τὰ μὲν ἀπὸ μονάδος, τὰ δὲ ἀπὸ δυάδος, τὰ δὲ ἀπὸ τριάδος, καὶ ἔτι πλείονα ἐπεκτείνῃ, ἕως | |
35 | οὗ τὸ ὅλον αὐτοῦ ἀποσωθῇ· τὰ μὲν ἀπὸ μονάδος τὸ πύ‐ ρινον λέγω φάρμακον, τὰ δὲ ἀπὸ δυάδος, σὺν τῷ σώματι | |
αὐτῷ τὸ σὺν [Unknown Alchemical Character], τὰ δὲ ἀπὸ τριάδος ἤτοι ἡ σὺν τῷ θείῳ | 240 | |
2.241 | ὕδατι ἀποκάθαρσις καὶ εἴτι ἐπεκτείνει, καὶ διοπτήσεως διέλθῃ, ἕως οὗ ὅλη αὐτοῦ ἀποσωθῇ καθαριζόμενον καὶ πληρούμενον τελειωθῇ καὶ ἀποπληρωθῇ τὸ ζητούμενον. ἡ γὰρ εἰς ☉ποιΐαν ὕλη ἐστὶν αὕτη ★ ἡ ἀπὸ ☉ κιννα‐ | |
5 | βάρεως. ★ λέγει, ποτὲ μὲν ἀπὸ ☉ ποτὲ δὲ τὴν ἀπὸ τοῦ ☍. καὶ ἡ μὲν ἀπὸ ☉ ἐστὶν ἡ μγ. ἡ δὲ ἀπὸ τοῦ ☍ τὸ θεῖον ὕδωρ τὸ ἐκ τοῦ συνημμένου ὀργάνου ἀναφερόμε‐ νον. καὶ ταῦτά εἰσι τὰ μεταλλοίοντα τὴν ὕλην. ὁ ♀ ὡς ἄνθρωπος καὶ ψυχὴν καὶ σῶμα ἔχει. χρὴ οὖν ἐξορφανίσαι | |
10 | τὴν ὕλην τοῦ σώματος ἵνα ἀπομείναντος τοῦ πνεύματος, ὅ ἐστι τὸ βαπτικόν, ἁρμοσθῇ πρὸς παντὸς τοῦ ζητουμέ‐ νου τελείωσιν· τί ἐστιν ὁ ♀ ὥσπερ ἄνθρωπος τὸ ἔνυλον σῶμα τὸ τὴν σκιὰν ἔχον; τίς αὐτοῦ ἡ ψυχή, καὶ ποῖον τὸ σῶμα; ἡ ψυχὴ μὲν τὸ λεπτομερὲς ἐν αὐτῷ, τὸ δι’ οἰκο‐ | |
15 | νομίας προερχόμενον, τουτέστι τὸ βαπτικὸν πνεῦμα. τί δέ ἐστιν τὸ σῶμα; τὸ βαρὺ καὶ ἔνυλον καὶ γεῶδες καὶ σκιὰν ἔχον· χρὴ οὖν ἐξορφανίσαι τὴν ὕλην. πῶς ἐστιν ἐξορφανί‐ σαι τὴν ὕλην, εἰ μὴ τῷ πυρρίνῳ φαρμάκῳ; τί δέ ἐστιν ἐξορφανίσαι; ταπεινῶσαι καὶ φθεῖραι καὶ διαλύσαι καὶ θα‐ | |
20 | νατῶσαι, καὶ πᾶσαν αὐτοῦ τὴν ἔνυλον ὕλην ὑποσπάσαι, καὶ πολλὴν ταχύτητα, ἵνα ἀπομείναντος τοῦ πνεύματος καὶ ἀναφανέντος ὅ ἐστι τὸ βαπτικόν, ἁρμοσθῇ πρὸς τὴν τοῦ ζητουμένου τελείωσιν. τοῦτο γὰρ ἕτοιμον καὶ ἐπιτή‐ δειον πρὸς παντελῆ συμπλήρωσιν. ἐκ τῶν αἰσθητῶν με‐ | |
25 | τάβηθι ἐπὶ τὰ νοητὰ θεάματα, καὶ ἴδε τῶν οὐρανίων τὴν πολλὴν εὐκοσμίαν καὶ ἄϋλον. ὁ τὰς τούτων εὐπρεπείας θεασάμενος, ἐπέκεινα τὸν νοῦν ἀνυψώσας καὶ τὴν πολ‐ λὴν καὶ ὑπεραστράπτουσαν τῆς δόξης καὶ χαρᾶς τοσαύτης τῶν ἀγγέλων ἐννοῶν, μὴ παρατραπῇς τὸ λοιπὸν ἐπὶ τὴν | |
30 | ἔνυλον μόρφωσιν τῆς χαμαιζήλου ταύτης, τοῦ μετὰ χεῖρα ζηλουμένου καὶ ἀνακαλυπτομένου τῆς ἐμφιλοσόφου ☉ποι‐ ΐας. ἀλλ’ ὅλον σεαυτοῦ τὸν νοῦν ἐπὶ τὰ ἄνω αἶρε. καὶ φωτοειδῆ τῶν ὑπερτάτων οὐσιῶν ἀναπτερώσασθαι, ἂν νοεροῖς ὄμμασι τὰ ἀναρίθμητα καὶ ἀμήχανα τούτων κάλλη, | |
35 | καὶ πρὸς τὸ φῶς ἐκεῖνο τὸ ὑπὲρ πᾶν φῶς ἀτενίσας καὶ θαυμάσας τὰ ἔργα τε πάντα τὰ ἐν κόσμῳ ἀποθέμε‐ | |
νος. καὶ τὸν προαιρετικὸν μελετήσας θάνατον, καὶ ὅλον | 241 | |
2.242 | τὸ ἑαυτοῦ σῶμα κατανεκρώσας, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν ἀρνησάμενος, ὕμνοις ἀσιγήτοις τὸν παμβασιλέα τῶν ὅλων καὶ κύριον τῆς δόξης δοξολογήσας καὶ ὑμνήσας. τρόμῳ δὲ καὶ φόβῳ φρίξας τὴν παντοδύναμον δύναμιν, | |
5 | ἐννόησον αὐτοῦ τὴν ὑπεράγαθον ἀγαθότητα, πῶς τὰ πάντα παρήχθη διὰ τῆς ἀρρήτου αὐτοῦ σοφίας. ἠλιγ‐ γιᾷ δὲ γλῶττα καὶ νοῦς, καὶ οὐκ ἰσχύει φέρειν ἢ ὅλως ἐξερευνῆσαι καὶ εἰπεῖν τὰ μεγαλεῖα τοῦ παντοκράτο‐ ρος. ταῦτα δὲ πάντα ἐν ἑαυτοῖς κατανοήσαντες σπου‐ | |
10 | δάσωμεν καὶ ἡμεῖς, ὦ ἀδελφοί, διὰ πίστεως καὶ ἀγάπης ἑνωθῆναι καὶ οἰκειωθῆναι τῷ θεῷ λόγῳ, τῷ ἡμᾶς ἀγα‐ πήσαντι καὶ αὐτὸν τὸν κύριον καὶ θεὸν ἀγαπῆσαι ἐξ ὅλης ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας καὶ ἐξ ὅλης τῆς καρδίας καὶ αὐτὸν τὸν τῆς ζωῆς θησαυρὸν θαυμάσαντες δοξάσω‐ | |
15 | μεν ἀεὶ καὶ διὰ παντὸς ἐν παντὶ καιρῷ τε καὶ τόπῳ τῇ θεολογίᾳ ἐπευφραινόμενοι, καὶ τῆς τοῦ θεοῦ συνομιλίας ἀξιούμενοι τῆς χάριτος ἐμπλησθῶμεν, κατοικητήριον θεοῦ γενόμενοι, τὸ ἡδὺ φῶς τοῦ θεοῦ ἐναπολαύσωμεν, πρὸς ἐκεῖνο τὸ φῶς σπεύδοντες τὸ φωτιστικὸν πάσης τῆς λογι‐ | |
20 | κῆς φύσεως, τὸ φωτίζον καὶ καταυγάζον τὰς αἰσθήσεις καὶ καρδίας καὶ διανοίας πάντων τῶν ἀγαπώντων τὸν κύριον, ἧς γένοιτο ἡμᾶς διὰ πίστεως καὶ ἀγάπης θεοῦ ἐπὶ τὸν λιμένα καταντῆσαι τοῦ θελήματος αὐτοῦ, καὶ τῶν αἰω‐ νίων ἀπολαῦσαι ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μο‐ | |
25 | νογενοῦς υἱοῦ τοῦ θεοῦ, μεθ’ οὗ τῷ πάντων αἰτίῳ καὶ παμβασιλεῖ καὶ ἀφθάρτῳ θεῷ καὶ πατρὶ τῶν ὅλων, σὺν τῷ θείῳ καὶ προσκυνητῷ καὶ ζῳοποιῷ τῆς μεγαλοσύνης αὐτοῦ πνεύματι σέβας, κράτος, λατρεία, τιμή, δόξα, με‐ γαλοπρέπεια, ὕμνος ἀΐδιος, πρὸ πάντων τῶν αἰώνων, καὶ | |
30 | μετὰ πάντας τοὺς αἰῶνας καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς σύμπαντας καὶ ἀϊδίως διαιωνίζοντας αἰῶνας τῶν αἰώνων, | |
ἀμήν. | 242 | |
2.243(1t) | Τοῦ αὐτοῦ Στεφάνου φιλοσόφου διδασκαλία | |
2t | πρὸς Ἡράκλειον τὸν βασιλέα. πρᾶξις σὺν | |
3t | θεῷ ἐννάτη. | |
4 | Ὁ ἄναρχος καὶ ὑπεράρχιος θεός, ὁ ἀγαθὸς καὶ ὑπερ‐ | |
5 | άγαθος τῇ φύσει, καὶ φιλάνθρωπος τῷ τρόπῳ, ὁ ἀπερί‐ γραπτος καὶ ἀκατάληπτος, ὁ καθολικὸς θεὸς καὶ παντο‐ κράτωρ, ὁ δημιουργὸς πάσης τῆς κτίσεως, ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν τὰ πάντα, ὁ τῇ ἰδίᾳ δόξῃ καὶ βουλήσει καὶ δυνάμει καὶ σοφίᾳ κτίσας τὰ σύμπαντα, | |
10 | καὶ καθ’ ὁμοίωσιν καὶ κατ’ εἰκόνα πλάσας τὸν ἄνθρωπον λογικόν τε καὶ νοερὸν καὶ αὐτεξούσιον, καὶ ποιήσας αὐ‐ τὸν βασιλέα πάσης τῆς αὐτοῦ κτίσεως, αὐτός σε ὁ παν‐ τοκράτωρ καὶ βασιλεὺς τῶν βασιλευόντων οἰκουμενικὸν καὶ αὐτοκράτορα βασιλέα κατέστησεν ἐπὶ πάσης τῆς γῆς. καὶ | |
15 | ἄρχειν πάσης τῆς αὐτοῦ κτίσεως μετ’ εὐμενείας καὶ συν‐ ειδήσεως ἀνέδειξεν, καὶ ὑπὸ τῆς αὐτοῦ συνεκτικῆς τε καὶ ποιητικῆς δεξιᾶς τὸ νεῦμα ἐχαρίσατο, καὶ ἐκ τῆς ἀεννάου αὐτοῦ πηγῆς πᾶσα εὐφροσύνη καὶ δώρημα ἀγαθὸν ἔν σοι ἐβλάστησεν, καὶ τὰς πολυμερεῖς ἰδέας τῶν ἀγαθοεργιῶν | |
20 | τῆς θεοστέφου σου γαλήνης καὶ πολυτρόπου εὐσεβείας ὑπέ‐ δειξεν καὶ λάτρην καὶ ὁμολογητὴν τὸν μόνον ἀληθινὸν θεόν, καὶ ὃν ἀπέστειλεν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος ἀνέδειξεν. δίκαιον οὖν λοιπόν σοί ἐστιν, ὡς ἀληθῶς, ὦ θεόστεπτε βασιλεῖ, προσδραμεῖν μετ’ εὐ‐ | |
25 | μενείας καὶ φόβῳ θεοῦ καὶ ἀνυποκρίτῳ ἀγάπῃ, ἵνα δυνη‐ θῇς διὰ τῆς χάριτος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποταμοὺς ἀναβλύσαι ὕδατος ζῶντος, καὶ κληρονομῆσαι τῆς μεγάλης ἐκείνης ἐφέσεως τῆς ἐκ δεξιῶν τοῦ θεοῦ πα‐ ραστάσεως. ὧν οὗν ἄξια τὰ νῦν ὁρώμενα καὶ θαυμαζό‐ | |
30 | μενα πρὸς τὴν μακαρίαν ἐκείνην λῆξιν, μόνον οἰκειωθῶ‐ μεν αὐτῷ δι’ ἀγάπης καὶ ληψόμεθα παρ’ αὐτοῦ τὴν ἐξ ἀβύσσου ἄβυσσον πηγάζουσαν ἡμῖν ἔλεος, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς κατά σε καὶ τοῖς | |
35 | ἀγαπῶσιν αὐτὸν ἀπὸ καταβολῆς κόσμου, ᾧ τρέπει δόξα | 243 |
2.244 | τιμή τε καὶ καλοπρέπεια τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας καὶ τῶν αἰώνων καὶ ἐπαιώ‐ νων καὶ ἔτι, ἀμήν. —Πάλιν ἐπὶ τὸ προκείμενον ἐπανα‐ λεύσομαι, καὶ τὸν πόθον σου, ὦ πανάριστε βασιλεῦ, | |
5 | ἀνασπηλώσω καὶ ἐπιφανῶς τὰς ῥήσεις ποιοῦμαι, ἵνα τοσ‐ οῦτον ἐρᾷν ἀξιωθῇς μεθ’ ὑμνωδίας θεολογεῖν τὴν ὑπερά‐ γαθον τοῦ θεοῦ ἀγαθότητα, τὴν πολυπληθείαν τῶν ἐνύ‐ λων ἀπωσάμενος καὶ ὑπὸ τῆς εὐσπλαγχνίας τοῦ πάθους ἐπειγόμενος. καὶ τὴν τῶν ἀρχαίων εἰσβολὴν τυπικῶς ἐπι‐ | |
10 | σκέπτομαι, ἐφ’ ἧς οὐδὲν ὑπολέλειπται, οὐδὲν ὑστερεῖ, πλὴν τῆς νεφέλης καὶ τοῦ ὕδατος ἡ ἄρσις. ἐγὼ δὲ τῇ εἰκόνι χρησάμενος τῇ ἀληθινῇ εἶπον ὕδωρ χαλκάνθου αὐτό. καὶ γὰρ ἐκεῖ γένεσις τοῦ ♀ καὶ ἡ χάλκανθος ποιεῖ τὸ χρυσίον· ἰόν φησιν ὁ φιλόσοφος, καὶ αὐτὸς ἔφη ἐστὶν ὁ ἁρμόζων. | |
15 | ἐπὶ παντὸς τοῦ ζητουμένου τελείωσίν τε καὶ ἀπαρτισμόν. καὶ πόθεν δείξει, ὅτι ἰός ἐστι πνεῦμα ἀρσενοήτου, ὡς ἔχει ἡ βίβλος; οὕτως ἐκτίθεται καὶ Ἀγαθοδαίμων καὶ οἱ περὶ τοῦτον· καί φασι βάλε ἐκ τῆς οὐσίας τῆς ἀρυσθείσης ἀπὸ τοῦ ὑψίστου ἵνα θειοθεῖσα ἡ δύναμις καὶ ἐμπνευ‐ | |
20 | ματωθεῖσα θεῖον ἔργον ἀποτελέσῃ. ποίας δὲ χάριν αἰτίας ἅμα τοῦ θείου ζητῶ καὶ τίς ἡ διαφορὰ τοῦ ἀρυσθέντος πρὸς τὸ μὴ ἀναπαύεσθαι, ἵνα ἐξορφανισθῇ τῆς ὕλης, καὶ γένηται μόνη ψυχὴ καὶ πνεῦμα καὶ πῦρ ἀνωφερὲς καὶ χρῶμα λάβῃ καὶ πυριμαχώτερον γένηται, καὶ καθεκτικώ‐ | |
25 | τερον καὶ ἐπιδεικτικώτερον, ἅτε δὴ ὡς ἐπίπεδον σῶμα ὡς τὸ τῶν δαιμόνων καὶ τῶν ἐπεισερχομένων. ῥίζα γὰρ τοῦ στερεοῦ τὸ ἐπίπεδον. ὡς δὲ νοήμοσι καὶ ταῦτα πάντα ἐπισταμένοις ὑμῖν διαλέγομαι. πνευματωθὲν οὖν καὶ ἄνω φερόμενον ὡς πῦρ μεθόδῳ τρόπον τινὰ συνεξομοιοῦται | |
30 | τῷ πυρί, καὶ εἰσδυτικώτερον καὶ καθεκτικώτερον γίνεται. αὗται δὲ αἱ μέθοδοι ἀπὸ τῆς τοῦ κόσμου φύσεως ηὕρην‐ ται. ὥσπερ γὰρ τὰ τέσσαρα στοιχεῖα εἰς αὐτὰ μεταβάλ‐ λονται καὶ γίνονται ὃ οὐκ ἦσαν τῆς οὐσίας τῇ οὐσίᾳ μὴ οὔσης ἐναντίας (τὸ γὰρ πῦρ γίνεται γῆ, καὶ ἡ γῆ γίνεται | |
35 | ὕδωρ, καὶ τὸ ὕδωρ ἀὴρ καὶ πάλιν τὸ ὕδωρ γῆ καὶ ἀπὸ γῆς ἕως ἄνω) καὶ εἰς ἑαυτὰ μεταβαλλόμενα καὶ ἀναλυό‐ | |
μενα πάντα κατεργάζονται, ὡς ἔχει παρ’ Ἑρμῇ· αἱ γὰρ | 244 | |
2.245 | ποιότητες ἐν αὐταῖς ἐναντιοῦνται, ἀλλ’ οὐχὶ αἱ οὐσίαι οὕ‐ τως. τὸ σύνθεμα γῆ ὄν, γίνεται ὕδωρ καὶ ἐξ ὕδατος ἀήρ, καὶ ἐξ ἀέρος πῦρ. ὥσπερ οὖν ἐκ τοῦ οὐρανοῦ καμαροειδῶς τῇ γῇ ἐπικειμένου, ταῦτα πάντα εἰσὶν ἐκ τῶν ἀναθυμιά‐ | |
5 | σεων, οὕτως καὶ ἐκ τῆς κύθρας ἤτοι λωπάδος, ὡς ἐκ γῆς, καὶ ἐκ τοῦ ἐπικειμένου φανοῦ, ὡς ἐξ οὐρανοῦ σφοδραὶ γί‐ νονται αἱ μεταβολαί. καὶ ὥσπερ αἱ τῆς γῆς σήψεις ἀνα‐ θυμιώμεναι μεταβάλλονται, οὕτως καὶ ὁ ἰὸς συμμετα‐ βάλλεται ἀναθυμιώμενος. τὸ δὲ αὐτὸ κατανοήσεις καὶ ἐπὶ | |
10 | τῆς τοῦ ἀνθρώπου κεφαλῆς, οἰκίας δίκην ἐπικειμένης τῷ σώματι, καὶ τὰ ὑγρὰ μεταβαλλούσης τῷ ἐπικρατοῦντι πά‐ θει, ὡς αἱ τροπαί. ὥσπερ γὰρ οὐ μάτην εἶπεν λειούμενα, οὕτως καὶ ὧδε, οὐ μάτην ἔψεται πρᾴως, καὶ μετεωρίζεται ἄλληλα, τῇ μὲν πρᾳότητι τὸ πνεῦμα τὸ βαπτικὸν ἐκκα‐ | |
15 | λεῖται κρυβόμενον, τῇ δὲ μετεωρίσει τὸ παρ’ αὐτῶν δι‐ δάσκουσιν ἀνωφερὲς καὶ πνεῦμα ἀσώματον καὶ ψυχὴν τοῦ παντὸς συνθέματος ἤτοι σώματος. ὥσπερ οὖν ἡ ψυχὴ τοῖς σώμασι δείκνυσιν ἑαυτὴν ζυμοῦσαν τὸ πᾶν, ἔχουσαν ἐν αὐτῇ τὰς τρεῖς οὐσίας συνεργητικάς, κίνησιν, αἴσθη‐ | |
20 | σιν, πύρωσιν, οὕτως καὶ τοῦτο τὸ πνεῦμα τὸ πυρρινὸν γενόμενον, καὶ ψυχὴ ἀσώματος, ἐνδυσάμενον τὸ σῶμα τοῦ παμβαφίου ἐν αὐτῷ κρυβόμενον ὡς ἐπίπεδον, ἐν στε‐ ρεῷ. χαυνωθεὶς ὁ ἄσιμος ἀπὸ τοῦ πυρός, καὶ ἐπιβληθέν‐ τος τοῦ φαρμάκου τὸ κρυπτόμενον ἐν τοῖς σώμασι πνεῦμα | |
25 | τὸ πυρρινὸν τὸ ἀνωφερὲς εἰσπηδᾷ εἰς τὸν πύρρινον ἄσι‐ μον χαῖρον καὶ τὰ σώματα τὰ κατέχοντα αὐτὰ αὐτὸ ὡς ψυχήν, μὴ δυνάμενα εἰσελθεῖν τάχιον ἀδυνατοῦντα, διὰ σώματος διαβῆναι σώματα ὄντα, ἔνθεν οὐδὲ ἐπιστάθμην φέρει τὸ βαφέν, ὡς μὴ μετασχὸν σωμάτων. ἁρπασθέντος | |
30 | γὰρ τοῦ βαπτικοῦ πνεύματος ὑπὸ τοῦ ☾ ἀπὸ τοῦ παμ‐ βαφιαστικοῦ συνθέματος, τοῦ μὲν γίνεται θάνατος, τοῦ δὲ θατέρου ζωή· ἐξήφθησαν γὰρ ἀπ’ ἀλλήλων ὡς καὶ ὁ Πλάτων μαρτυρεῖ, τῆς γὰρ ποιοποιοῦ φύσεως αὐτῶν τὸ ποιοῦν ἁρπασθὲν ὑπὸ τοῦ ἀσίμου μηδενός φησιν κωλύ‐ | |
35 | οντος ἔβαψεν. καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον. περὶ δὲ τῆς διαφόρου αἰτίας τοῦ ἀνασπωμένου ὕδατος, μὴ τοῦτό σε | |
πτοήσῃ, κἂν γὰρ ὁ ἰός ἐστιν ὁ ἀνασπώμενος, οὐ μόνον | 245 | |
2.246 | ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ τρὶς κατὰ ἀρσενοήτας. ἐπειδὴ οὖν ἀπεδείχθη κατὰ τὸ ἐνδεχόμενον ἰὸς ὕδωρ θείου ἄθικτόν ἐστι πάντως καὶ πήξεως ἔχει χρείαν, ἐπεὶ πῶς ἔλεγεν καὶ κόμη ὀλίγον πᾶν σῶμα βάψεις. φέρε τοίνυν καὶ Μαριὰμ | |
5 | καὶ τὰς Ἰουδαικὰς γραφὰς ἀμφοτέρων σε διδασκούσας ἐξεί‐ πωμεν. οὕτως ἡ Μαρία· κάτοχος πάντων τῶν πυροφεύκτων ἀλάβαστρον, τὸν πάνυ λευκότατον λίθον, τὸ ἐγκέφαλον τῷ νῷ σῶζον ἔχοντα ὡς θέρμην. τοῦτον λαβὼν λείωσον καὶ ταρίχευσον ὄξει καὶ βαλὼν εἰς κωθώνιον μετὰ πάντα, | |
10 | φησίν, ἔγκρυψον εἰς κόπρον ἱππείαν ἢ ὀρνιθείαν μέχρι εἴκοσι ἡμερῶν καὶ τὰ ἑξῆς. τὰ δὲ αὐτὰ φράζει καὶ Θεόφι‐ λος ὁ Θεαγένους λέγων· ἔστι τι γεννώμενον ἐν Αἰγυπτιακῇ χώρᾳ λίθος κάλλιστος καὶ θεοφιλέστατος λοιπὸν καὶ τὸ πέρας τῆς ἀφθόνου γραφῆς εἰς σῆψιν καταλήγει, εἰς τὸ | |
15 | ἐμφανὲς μυστήριον, τὸ ὕδωρ τοῦ θείου τὸ ἄθικτον, ἰοῦ δ’ οὐδὲν ἀθικτότερον οὐδὲ διαβαπτικώτερον, ταύτῃ τῇ οἰ‐ κονομίᾳ ὁ Ἀγαθοδαίμων καὶ κατόχιμα ποιεῖ πάντα καὶ πυρίμαχα. φησὶ γὰρ καὶ ἕξεις κρόκον πυρίμαχον κάτοχον εἰληφότα φύσιν. τοῦτο ἐφ’ ἐκάστου σχεδὸν εἴδους λέγει τὴν | |
20 | σῆψιν ὑποτιθέμενος. τί γὰρ τούτου λαμπρότερον εἶχεν εἰπεῖν, εἰ μὴ καὶ ἀπ’ αὐτοῦ τοῦ ἰοῦ αἰθάλην αἴρεσθαι συμβουλεύων, καί φησιν, ἐν ταῖς αἰθάλαις αὐτοῦ, ὅτι αὕτη ἡ αἰθάλη καὶ τῇ ὑδραργύρῳ μιγεῖσα παραμονιμώτερον τηρεῖ τὸ πνεῦμα τῆς ★ καὶ περὶ μὲν τῶν ἀμφιβαλλομένων πό‐ | |
25 | τερον εἰ οὕτως ἔχει, ἢ ὡς ἄλλως οὐδὲν ἔχεται καμεῖν· τοῦτο γὰρ τὸ πρᾶγμα τὸ ζητούμενόν ἐστιν, ὅτι ὕδωρ τοῦ ♈ τὸ ἄθικτον καὶ ὁ ἰὸς ταὐτόν ἐστι καὶ τοιοῦτος. ἀλλ’ ὄντως ἡ σύμπασα ἀναλίσκεται τέχνη. ἐν αὐτοῖς γὰρ λοι‐ πὸν ἐπινοεῖται ὅτι ἐκ τοῦ ἑνὸς συνθέματος τὰ πάντα γί‐ | |
30 | νεται, καὶ τὸ βάπτον καὶ τὸ βαπτόμενον καὶ τὸ φεῦγον καὶ τὸ διῶκον, καὶ τὸ ἴδιον καὶ τὸ ἐναντίον, καὶ τὸ ἄρρεν καὶ τὸ θῆλυ καὶ τὸ γαμοῦν καὶ τὸ γαμούμενον, καὶ τὸ ποιοῦν καὶ τὸ πάσχον· εἷς γάρ ἐστιν ὁ ὄφις ὁ ἔχων τὰ δύο συνθέματα καὶ τὸν ἰόν. ἓν γὰρ τὸ πᾶν δι’ οὗ τὸ πᾶν | |
35 | δυνατὸς χίμης. καὶ εἰ μὴ τὸ πᾶν ἔχοι τὸ πᾶν, οὐδὲν τὸ πᾶν φησιν ὁ πᾶν δυνατὸς χίμης. καί φησιν ἡ φωνὴ ἡ | |
ἱερατικὴ ηὕρηται. ὁ πᾶν ὁ ἀπὸ κτίσεως Αἰγύπτου ζητού‐ | 246 | |
2.247 | μενος τὸ μέντοι ἀρρήκτους ποιεῖν τὰς οὐσίας καὶ ἀφεύκτους τὰς βαφάς. οὐκ ἔτι θείου ἐστὶ μόνου, ἀλλὰ καὶ τῶν οὐσιῶν τῶν λευκανθεισῶν καὶ μαλαχθεισῶν καὶ ἀρευστωθεισῶν. ὁπη‐ νίκα γὰρ αἱ οὐσίαι ἀπὸ τοῦ λευκοῦ θείου ἐν τελειώσει καὶ | |
5 | ὀπτήσει καὶ σήψει πάθωσι ταῦτα, τὸ τηνικαῦτα καὶ αὗται θεῖον γενόμεναι, ἄκαυστον μένει. καὶ ποιήσασαι ὅπερ πε‐ πόνθασι μετουσίᾳ δόσεως καὶ λήψεως, τότε ἄμφω θεῖα γενόμενα ποιοῦσιν ἀρρήκτους τὰς οὐσίας, τουτέστι μὴ ἀπορρηγνυμένας ἀλλήλων. λοιπόν τί φησιν τὴν πολύϋλον | |
10 | φαντασίαν μιᾶς φύσεως νικώσης τὸ πᾶν. ταύτην τὴν φύ‐ σιν ἀπ’ ἀρχῆς ἕως τέλους κατανοήσας, εὑρήσεις μυστήριον ἐμφανές, τουτέστι τὰ κυμβάλεια, τί γάρ φησιν λέγει εἰς τὴν τῶν εἰδῶν ἀναφώνησιν; ὦ φύσεις οὐρανίων φύσεων δημιουργοί, ταῦτα ἀναλυόμενα πάντα κατεργάζεται. τί | |
15 | οὖν ἐστι τοῦτο τὸ ἀναλύσαι; δεῦρο ἐπὶ τοὺς ζωμούς, καὶ μάθε. δέξαι κρόκον τὸν Κιλικίας ἅμα ἄνθει τοῦ κνίκου τῷ προσταγέντι χυλῷ τῆς ἀμπέλου καὶ κατὰ μίαν τάξιν τῶν ζωμῶν εὑρήσεις τὴν ἀνάλυσιν. δεῦρο καὶ ἐπὶ τὸ λευ‐ κὸν καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἡ ἀνάλυσις. ἀνάλυσις ὕδωρ | |
20 | σποδοῦ λευκίνων ξύλων. φησὶν οὖν τί ποιεῖ αὕτη ἡ ἀνά‐ λυσις; αὐτός σε διδάσκει λέγων. ἔα κάτω καὶ γενήσεται. ἆρα νὶ γίγνεται; οὐκ ἆρα ἰὸς νοερός; καί φησιν ἐν τοῖς ζωμοῖς. μετὰ τὸ ἔα κάτω, καὶ γέλεσαν καὶ ἀλήθεσαν, καὶ ἀλήθειαν εἶπον. ἕτεροι δὲ σώματα ἐκάλεσαν. ἄλλοι θεῖον | |
25 | καὶ οὐκ ἔπταισαν καὶ διὰ τοῦτο ἐσπάρη ἡ πλάνη ἐν τῷ κόσμῳ διὰ τὸ πλῆθος τῶν ἐπωνυμιῶν, καὶ οἱ ἄφρονες ἐπλανήθησαν καὶ ἐξωστρακίσθησαν τῆς ἀληθείας, περὶ τῶν τεσσάρων στοιχείων καὶ τῶν πέντε. εἰς αὐτὰ γὰρ ἀποσώζεται. τινὲς μὲν ἐκάλεσαν τὰ σώματα καὶ ἔθηκαν | |
30 | αὐτὰ κατέναντι ἀλλήλων, καθὼς ἔθηκεν αὐτὰ ὁ δημιουρ‐ γός. πρῶτον μὲν ἔθηκαν τὸν κρόνον, κατέναντι αὐτοῦ τὸν μόλιβδον ἐν τῷ στέγει τῷ ἀνωτάτῳ, καὶ μετεθείκασιν μετ’ αὐτὸν τὸν δία, καὶ κατέναντι αὐτοῦ τὴν ὑδράργυρον ἐν τῷ στέγει τῷ δευτέρῳ. καὶ τεθείκασι μετ’ αὐτὸν τὸν | |
35 | ἥλιον ἐν τῷ στέγει τῷ μέσῳ, καὶ τεθείκασι μετ’ αὐτὸν τὴν σελήνην ἐν τῷ στέγει τῷ ἐσχάτῳ, ἕκαστον πρὸς τὸν | |
ἕτερον, καθὼς ἔθηκεν αὐτὰ ὁ δημιουργός. καὶ τοῦ ἑτέρου | 247 | |
2.248 | ἕκαστον διΐσταται, καὶ ἑνὶ τροχῷ ὑποζευγνύονται, καὶ εἷς ἀνὴρ διακονεῖ αὐτοῖς, καὶ δι’ ἑνὸς πνεύματος στέργονται, καὶ ἐν ἀλλήλοις ἀτενίζουσιν καὶ ἐν ἀλλήλοις συνεκδημοῦ‐ σιν, καὶ σὺν ἀλλήλοις καταλύουσιν, καὶ ἐν ταῖς στέγαις | |
5 | αὐτῶν περιπατοῦσιν καὶ καλῶς ἔθηκεν αὐτὰ ὁ δημιουρ‐ γός. ἐν γὰρ τῇ γῇ εὑρίσκονται καὶ ἐν τῷ ἀέρι ὑπάρχουσι, καὶ ἐν ὕδατι καὶ πυρί εἰσιν, ὅλως εἰρήνην μετ’ ἀλλήλων ἔχουσιν, καὶ εἷς δημιουργὸς διακονεῖ αὐτοῖς καὶ διοικεῖ αὐτούς, καὶ ἑνὶ ζυγῷ ὑπεζεύχθησαν πάντες, καὶ ἓν πόμα | |
10 | πίονται. ἐκ γὰρ τῆς γῆς τρέφονται καὶ ἕκαστον αὐτῶν τὸ ἴδιον διακονεῖ καὶ ἐν τῇ στέγει τῇ ἰδίᾳ ἵσταται, καὶ τὸ θέλημα τοῦ πεποιηκότος ποιεῖ, καὶ ἕκαστον αὐτῶν ἐν τῇ γῇ κέκρυπται ἐν τῇ ἰδίᾳ δόξῃ. καὶ ὑμεῖς, ὦ φίλοι, ὅτ’ ἂν τὴν τέχνην ταύτην τὴν περικαλῆ βούλεσθε προσεγγίσαι, | |
15 | βλέπετε τὴν φύσιν τῶν βοτανῶν πόθεν ἔρχονται. τὰ μὲν γὰρ ἐκ τῶν ὀρέων κατέρχονται, καὶ τὰ μὲν ἐκ τῆς γῆς ἀναφύονται, καὶ τὰ μὲν ἐκ κοιλάδων ἀνέρχον‐ ται, τὰ δὲ ἐκ πεδίων ἄγονται. ἀλλὰ βλέπετε πῶς προσεγ‐ γίζετε αὐτοῖς. ἐν καιροῖς γὰρ καὶ ἐν ἰδίαις ἡμέραις τρυγή‐ | |
20 | σατε αὐτὰ καὶ ἐκλέξασθε ἐκ τῶν νήσων τῆς θαλάσσης, ἐκ τῆς χώρας τῆς ἀνωτάτης, καὶ βλέπετε τὸν ἀέρα τὸν δια‐ κονοῦντα αὐτοῖς καὶ τὸν σῖτον τὸν περικυκλοῦντα αὐτοῖς, μὴ λυμῄνη τε μηδὲ θανατώσηται. βλέπετε τὸ θεῖον ὕδωρ τὸ ποτίζον αὐτὰ καὶ τὴν νεφέλην τὴν βαστάζουσαν αὐτὰ | |
25 | καὶ τὸν ἀστέρα τὸν κυβερνῶντα αὐτά· καὶ ὅταν ἑνωθῶσι ἕν εἰσι καὶ οὐδεὶς δύναται διαχωρίζειν αὐτά, ἐπειδὴ ἐσω‐ ματώθησαν ἐν μιᾷ οὐσίᾳ. ἀποκριθεὶς Ὠστάνης καὶ οἱ σὺν αὐτῷ ὄντες εἶπον τῇ Κλεοπάτρᾳ, ἐν σοὶ κέκρυπται ὅλον τὸ μυστήριον τὸ φρικτὸν καὶ παράδοξον. σαφήνισον ἡμῖν | |
30 | τηλαυγῶς, καὶ περὶ τῶν στοιχείων, εἰπὲ πῶς κατέρχεται τὸ ἀνώτατον πρὸς τὸ κατώτατον, καὶ πῶς ἀνέρχεται τὸ κατώ‐ τατον πρὸς τὸ ἀνώτατον, καὶ πῶς ἐγγίζει τὸ μέσον πρὸς τὸ ἀνώτατον καὶ κατώτατον καὶ οὐκ ἀπαντοῦσι τὰ μέρη τοῦ προελθεῖν καὶ ἑνωθῆναι τὸ μέσον, καὶ τί τῶν στοι‐ | |
35 | χείων αὐτοῖς; καὶ πῶς κατέρχονται τὰ ὕδατα τὰ εὐλογη‐ μένα τοῦ ἐπισκέψασθαι τοὺς νεκροὺς παρειμένους καὶ πε‐ | |
πεδημένους καὶ τεθλιμένους ἐν σκοτώσει καὶ γνόφῳ ἐντὸς | 248 | |
2.249 | τοῦ ᾅδου, καὶ πῶς εἰσέρχεται τὸ φάρμακον τῆς ζωῆς καὶ ἀφυπνίζει αὐτοὺς ὡς ἐξ ὕπνου ἐγερθῆναι τοῖς κτήτορσιν; καὶ πῶς εἰσέρχονται τὰ νέα ὕδατα, ἅπερ ἐν τῇ ἀρχῇ τῆς κλίνης, καὶ ἐν τῇ κλίνῃ τικτόμενα, καὶ μετὰ τοῦ φωτὸς ἐρ‐ | |
5 | χόμενα καὶ νεφέλη βαστάζει αὐτά, καὶ ἐκ θαλάσσης ἀνα‐ βαίνει ἡ νεφέλη ἡ βαστάζουσα τὰ ὕδατα, τὰ ἐμφανι‐ σθέντα δὲ θεωροῦντες οἱ φιλόσοφοι χαίρονται. ἡ δὲ Κλεο‐ πάτρα ἔφη πρὸς αὐτούς· τὰ ὕδατα εἰσερχόμενα ἀφυπνί‐ ζουσι τὰ σώματα καὶ τὰ πνεύματα. ἐγκεκλεισμένα καὶ | |
10 | ἀσθενῆ ὄντα· πάλιν γάρ φησιν θλίψιν ὑπέστησαν καὶ πάλιν περικλεισθήσονται ἐν τῷ ᾅδῃ, καὶ κατὰ μικρὸν φύ‐ ονται καὶ ἀναβαίνουσι καὶ ἐνδύονται ποικίλα καὶ ἔνδοξα χρώματα, καθάπερ τὰ ἄνθη ἐν τῷ ἔαρι, καὶ αὐτὸ τὸ ἔαρ εὐφραίνεται καὶ γάννυται ἐν τῇ ὡραιότητι ἣν περίκεινται· | |
15 | ὑμῖν δὲ λέγω τοῖς εὖ φρονοῦσι· τὰς βοτάνας καὶ τὰ στοι‐ χεῖα καὶ τοὺς λίθους ὅταν ἐπαίρητε ἐκ τῶν τόπων αὐτῶν, ὡραῖοι μὲν φαίνονται λίαν καὶ οὐχ ὡραῖοι, ἐπειδὴ τὰ πάντα τὸ πῦρ δοκιμάζει· ὅταν δὲ ἐνδύσωνται τὴν δόξαν ἐκ τοῦ πυρὸς καὶ τὴν χροιὰν τὴν περιφανῆ, ἐκεῖ ὁράσεις μείζονες δόξᾳ | |
20 | κεκρυμμένῃ, τὸ σπουδαζόμενον κάλλος, καὶ χοότης μετα‐ βληθεῖσα εἰς θεότητα, ὅτι ἐν τῷ πυρὶ τιθήνησιν αὐτά, ὥσπερ τὸ ἔμβρυον ὑπὸ τῆς γαστρὸς τιθηνούμενον κατα‐ βραχὺ αὔξει. ὅτε δὲ προσεγγίσει ὁ μὴν ὁ νενομισμένος οὐ κωλύεται τοῦ μὴ ἐξελθεῖν. οὕτως ὑπάρχει καὶ ἡ τέχνη | |
25 | αὕτη ἡ ἀξιάγαστος· τιτρώσκουσιν αὐτὴν κλύδωνες καὶ κύ‐ ματα, ἀλλ’ ἐπάλληλα ἐν τῷ ᾅδει καὶ ἐν τῷ τάφῳ, ἐν ᾧ κατάκεινται. ὅταν δὲ ἀνεωχθῇ ἡ τάφος, ἀναβήσονται αὐτὰ ἐξ ᾅδου ὡς οἷα βρέφος ἐκ γαστρός. θεωρήσαντες οἱ φιλό‐ σοφοι τὸ κάλλος, οἷα φιλόστοργος μητὴρ τὸ τεχθὲν ἐξ | |
30 | αὐτῆς βρέφος, τότε ζητοῦσι πῶς ἵνα τιθηνήσωσιν ὡς βρέ‐ φος τὴν τέχνην ταύτην ἀντὶ γάλακτος τοῖς ὕδασιν. μιμεῖ‐ ται γὰρ ἡ τέχνη τὸ βρέφος, ἐπειδὴ καὶ ὡς τὸ βρέφος μορ‐ φοῦται, καὶ ὅτ’ ἂν τελειωθῇ ἐν τούτοις πᾶσιν, ἰδοὺ μυ‐ στήριον ἐσφραγισμένον. ἀπὸ τοῦ νῦν δὲ ἐρῶ ὑμῖν τηλαυγῶς, | |
35 | ποῦ κεῖνται τὰ στοιχεῖα καὶ αἱ βοτάναι· ἐν αἰνίγμασι δὲ ἄρξομαι τοῦ λέγειν. ἄνελθε εἰς τὴν στέγην τὴν ἀνωτάτω, | |
εἰς τὸ δασὺν ὄρος ἐν δένδροις, καὶ ἰδού, πέτρα ἐν τῇ | 249 | |
2.250 | ἀπρωρείᾳ, παὶ τῆς πέτρας λάβε ἀρσένικον, καὶ λεύκαναι θείως. παὶ ἰδοὺ ἐν τῇ μέσῃ τοῦ ὄρους κάτωθεν τοῦ ἀρ‐ σενικοῦ, ἐπεῖ ἐστιν ἡ ὁμόζυξ αὐτοῦ, ἐν ᾗ ἑνοῦται, μεθῆς ἔχει τὴν τέρψιν. παὶ χαίρεται φύσις ἐν φύσει καὶ ἐκτὸς | |
5 | αὐτοῦ οὐχ ἑνοῦται, κάτελθε εἰς τὴν αἰγυπτιακὴν θάλασ‐ σαν, καὶ ἀνάγαγε μεθ’ ἑαυτοῦ ἐκ τῆς ψάμμου ἐκ τῆς πη‐ γῆς τὸ λεγόμενον νίτρον. καὶ ἕνωσον αὐτὸ ἀλλήλοις, καὶ αὐτὸ ἐξάγει ἔξω τὸ παμβαφὲς κάλλος, καὶ ἐκτὸς αὐτοῦ οὐχ ἑνοῦται· μέτρον γάρ ἐστιν ἡ ὁμόζυξ. ἰδοὺ φύσις τῇ φύσει | |
10 | ἀνταποδίδοται, καὶ ὅτ’ ἂν τὰ πάντα ἰσομέτρως συναθροί‐ σῃς, τότε νικῶσιν αἱ φύσεις τὰς φύσεις καὶ τέρπονται ἐν ἀλλήλαις. βλέπετε σοφοὶ καὶ σύνετε. ἰδοὺ γὰρ τὸ πλήρωμα τῆς τέχνης τῶν συζευχθέντων νυμφίου τε καὶ νύμφης καὶ γενομένων ἕν. ἰδοὺ αἱ βοτάναι καὶ αἱ διαφοραὶ αὐτῶν. | |
15 | ἰδοὺ εἶπον ὑμῖν πᾶσαν τὴν ἀλήθειαν, καὶ πάλιν ἐρῶ ὑμῖν βλέπετε καὶ συνίετε, ὅτι ἐκ τῆς θαλάσσης ἀνέρχονται τὰ νέφη βαστάζοντα τὰ ὕδατα τὰ εὐλογημένα καὶ αὐτὰ πο‐ τίζει τὰς γέας, καὶ ἀναφύει τὰ σπέρματα καὶ τὰ ἄνθη. ὅμως καὶ τὸ ἡμέτερον νέφος ἐξερχόμενον ἐκ τοῦ ἡμετέρου | |
20 | στοιχείου βαστάζον τὰ θεῖα ὕδατα, καὶ ποτίζων τὰς βο‐ τάνας καὶ τὰ στοιχεῖα, καὶ οὐδενὸς χρῄζει ἐκ τῶν ἄλλων γεῶν. ἰδοὺ τὸ παράδοξον μυστήριον, ἀδελφοί, τὸ ἄγνωστον ὅλως, ἰδοὺ ἡ ἀλήθεια ὑμῖν πεφανέρωται, βλέπετε πῶς ποτίζετε τὰς γέας ὑμῶν καὶ πῶς τιθηνῖσθε τὰ σπέρματα | |
25 | ὑμῶν, ὅπως καρτοφορήσητε ὥριμον κάρπον. ἄκουσον τοί‐ νυν καὶ σύνες καὶ ἀνάκρινον ἀκριβῶς ἐν οἷς λέγω. λάβε ἐκ τῶν τεσσάρων στοιχείων ἀρσένικον ἀνώτατον καὶ κα‐ τώτατον, ἄσπρον τε καὶ ῥούσιον, ἰσόσταθμα ἄρσεν καὶ θῆλυ, ὅπως συζευχθῶσιν ἀλλήλοις. ὥσπερ γὰρ ἡ ὄρνις ἐν | |
30 | θερμότητι θάλπει καὶ τελειοῖ τὰ ὠὰ αὐτῆς, οὕτως καὶ ὑμεῖς θάλψατε καὶ λειώσατε καὶ ἐξενέγκαντες καὶ ποτί‐ ζοντες ἐν τοῖς θείοις ὕδασιν ἐν ἡλίῳ καὶ ἐν τόποις ἐγκαύ‐ στοις, καὶ ὀπτήσατε ἐν πυρὶ μαλακῷ μετακείμενον, τοῦ παρθενικοῦ γάλακτος, καὶ προσέχετε ἐκ τοῦ καπνοῦ· [ἐν γὰρ | |
35 | τῷ ἅδῃ κατάκλεισον αὐτὰ καὶ πάλιν ἐξαγαγόντες, ποτίσατε αὐτὰ κρόκον Κιλίκιον ἐν ἡλίῳ ααὶ ἐν τόποις ἐγκαύστοις | |
καὶ ὀπτήσατε ἐν πυρὶ μαλακῷ μετὰ γάλακτος παρθενικοῦ | 250 | |
2.251 | ἐκ τοῦ καπνοῦ] καὶ ἐν τῷ ᾅδῃ κλείσατε αὐτά, καὶ ἐν ἀσφαλείᾳ κινήσατε αὐτὰ μέχρις ἂν γένηται ἡ κατασκευὴ αὐτῶν στερεωτέρα καὶ οὐκ ἀποδιδράσκουσα ἐκ τοῦ πυρός. καὶ τότε λαβὼν ἐξ αὐτοῦ καὶ ὅτ’ ἂν ἑνωθῇ ἡ ψυχή, καὶ | |
5 | τὸ πνεῦμα, καὶ γίνωνται ἕν, τότε ἐπίρριψον ἐπὶ σῶμα σελήνης, καὶ ἔξεις ἥλιον, ὃν οὐκ ἔχουσιν αἱ τῶν βασιλέων ἀποθῆκαι. ἰδοὺ τὸ μυστήριον τῶν φιλοσόφων, καὶ περὶ αὐτοῦ ἐξόρκισαν ὑμῖν οἱ πάτρες ἡμῶν τοῦ μὴ ἀποκα‐ λύψαι αὐτό, καὶ δημοσιεῦσαι, θεῖον ἔχον τὸ εἶδος, θείαν | |
10 | καὶ τὴν ἐνέργειαν. θεῖον γάρ ἐστιν, ὅτι ἑνούμενον τῇ θεότητι, θείας ἀποτελεῖ τὰς οὐσίας, ἐν ᾧ τὸ πνεῦμα σω‐ ματοῦται καὶ τὰ θνητὰ ἐμψυχοῦνται, καὶ δεχόμενον τὸ πνεῦμα τὸ ἐξελθὸν ἐξ αὐτῶν κρατοῦνται καὶ κρατοῦσιν, ἄλληλα ὥσπερ γὰρ τὸ πνεῦμα τὸ σκοτεινὸν τὸ πλῆρες | |
15 | ματαιότητος καὶ ἀθυμίας τὸ κρατοῦν τὰ σώματα τοῦ μὴ λευκανθῆναι καὶ δέξασθαι τὸ κάλλος καὶ τὴν χροιάν, ἣν ἐνεδύσαντο ἐκ τοῦ δημιουργοῦ ( ἀσθενεῖ γὰρ τὸ σῶμα καὶ τὸ πνεῦμα καὶ ἡ ψυχὴ διὰ τὸ σκότος τὸ ἐκτεταμένον ) ἐπ’ ἂν δὲ αὐτὸ τὸ πνεῦμα τὸ σκοτεινὸν καὶ βρωμοῦν | |
20 | ἀποβληθείη ὥστε μὴ φανῆναι ὀσμήν, μέτε τὴν χροιὰν τοῦ σκότους, τότε φωτίζεται τὸ σῶμα καὶ χαίρεται ἡ ψυχὴ καὶ τὸ πνεῦμα ὅτε ἀπέδρα τὸ σκότος ἀπὸ τοῦ σώματος. καὶ καλεῖ ἡ ψυχὴ τὸ σῶμα τὸ πεφωτισμένον ἔγειραι ἐξ ᾅδου καὶ ἀνάστηθι ἐκ τοῦ τάφου, καὶ ἐξεγέρθητι ἐκ τοῦ | |
25 | σκότους. ἐνδέδυσαι γὰρ πνευμάτωσιν καὶ θείωσιν, ἐπειδὴ ἔφθακεν καὶ ἡ φωνὴ τῆς ἀναστάσεως, καὶ τὸ φάρμακον τῆς ζωῆς εἰσῆλθεν πρὸς σέ· τὸ γὰρ πνεῦμα πάλιν εὐφραί‐ νεται ἐν τῷ σώματι καὶ ἡ ψυχὴ ἐν ᾧ ἐστιν, καὶ τρέχει κατεπεῖγον ἐν χαρᾷ εἰς τὸν ἀσπασμὸν αὐτοῦ καὶ ἀσπά‐ | |
30 | ζεται αὐτὸ καὶ οὐ κατακυριεύει αὐτοῦ σκότος, ἐπειδὴ ὑπέ‐ στη φωτὸς καὶ οὐκ ἀνέχεται αὐτοῦ χωρισθῆναι ἔτι εἰς τὸν αἰῶνα, καὶ χαίρεται ἐν τῷ οἴκῳ αὐτῆς, ὅτι καλύπτουσα αὐτὸ ἐν σκότει, εὗρεν αὐτὸ πεπλησμένον φωτός. καὶ ἡνώθη αὐτῷ, ἐπειδὴ θεῖον γέγονεν κατ’ αὐτήν, καὶ οἰκεῖ | |
35 | ἐν αὐτῇ. ἐνεδύσατο γὰρ θεότητος φῶς καὶ ἡνώθησαν, καὶ ἀπέδρα ἀπ’ αὐτοῦ τὸ σκότος, καὶ ἡνώθησαν πάντες ἐν | |
ἀγάπῃ, τὸ σῶμα καὶ ἡ ψυχὴ καὶ τὸ πνεῦμα καὶ γεγόνα‐ | 251 | |
2.252 | σιν ἓν ἐν ᾧ κέκρυπται τὸ μυστήριον· ἐν δὲ τῷ συνεισελ‐ θεῖν αὐτά, ἐτελειώθη τὸ μυστήριον, καὶ ἐσφραγίσθη ὁ οἶκος, καὶ ἐστάθη ἀνδριὰς πλήρης φωτὸς καὶ θεότητος. τὸ γὰρ πῦρ αὐτοὺς ἥνωσεν καὶ μετέβαλεν καὶ ἐκ τοῦ | |
5 | κόλπου τῆς γαστρὸς αὐτοῦ ἐξῆλθεν. ὅμως καὶ ἐκ τῆς γαστρὸς τῶν ὑδάτων, καὶ ἐκ τοῦ ἀέρος τοῦ διακονοῦντος αὐτοῖς, καὶ αὐτὸ ἐξήνεγκεν αὐτοὺς ἐκ τοῦ σκότους εἰς φῶς, καὶ ἐκ πένθους εἰς φαιδρότητα, καὶ ἐξ ἀσθενείας εἰς ὑγείαν, καὶ ἐκ θανάτου εἰς ζωήν, καὶ ἐνέδυσεν αὐτοὺς θείαν δό‐ | |
10 | ξαν πνευματικήν, ἣν οὐκ ἐνεδύσκοντο τὸ πρίν, ὅτι ἐν αὐ‐ τοῖς κέπρυπται ὅλον τὸ μυστήριον, καὶ θεῖον ἀναλλοίωτον ὑπάρχει, διὰ γὰρ τῆς ἀνδρείας αὐτῶν συνεισέρχονται ἀλ‐ λήλοις τὰ σώματα, ἐξερχόμενα ἐκ τῆς γῆς ἐνδύονται φῶς καὶ δόξαν θεῖαν. ἐπειδὴ ηὐξήθησαν κατὰ φύσιν καὶ ἠλ‐ | |
15 | λοιώθησαν τοῖς σχήμασι καὶ ἐξ ὕπνου ἀνέστησαν, καὶ ἐκ τοῦ ᾅδου ἐξῆλθον. ἡ γαστὴρ γὰρ ἡ τοῦ πυρὸς ἔτεκεν αὐ‐ τούς, καὶ ἐξ αὐτῆς ἐνεδύσαντο δόξαν. καὶ αὕτη ἤνεγκεν εἰς ἑνότητα μίαν, καὶ ἐτελειώθη ἡ εἰκὼν σώματι καὶ ψυχῇ καὶ πνεύματι καὶ ἐγένοντο ἕν. ὑπετάγη γὰρ τὸ πῦρ τῷ | |
20 | ὕδατι, καὶ ὁ χοῦς τῷ ἀέρι, ὅμως καὶ ὁ ἀὴρ μετὰ τοῦ πυ‐ ρός, καὶ ὁ χοῦς μετὰ τοῦ ὕδατος, καὶ τὸ πῦρ καὶ τὸ ὕδωρ μετὰ τοῦ χοός, καὶ τὸ ὕδωρ μετὰ τοῦ ἀέρος, καὶ ἐγένοντο ἕν. ἐκ γὰρ βοτανῶν καὶ αἰθάλων γέγονε τὸ ἕν, καὶ ἐκ φύσεων καὶ ἀπὸ θείου θεῖον γεγόνασιν ἐνθηρεῦον πᾶσαν | |
25 | φύσιν καὶ κρατοῦν. ἰδοὺ ἐκράτησαν αἱ φύσεις τὰς φύσεις καὶ ἐνίκησαν, καὶ διὰ τοῦτο ἀλλοιοῦσι τὰς φύσεις καὶ τὰ σώματα, καὶ πάντα ἐκ τῆς φύσεως αὐτῶν. ἐπειδὴ εἰσῆλ‐ θεν ὁ φεύγων εἰς τὸν μὴ φεύγοντα, καὶ ὁ κρατῶν εἰς τὸν μὴ κρατοῦντα, καὶ ἀλλήλοις ἡνώθησαν. τοῦτο τὸ μυστή‐ | |
30 | ριον. ἐμάθωμεν ἀδελφοὶ ἐκ θεοῦ καὶ πατρὸς ἡμῶν κομε‐ ρίου τοῦ ἀρχαίου. ἰδοὺ εἶπον ὑμῖν ἀδελφοὶ πᾶσαν τὴν ἀλήθειαν κεκρυμμένην παρὰ πολλῶν σοφῶν καὶ προφη‐ τῶν. φασὶν δὲ πρὸς αὐτὴν οἱ φιλόσοφοι, ἐξέστησας ἡμᾶς, ὦ Κλεοπάτρα, εἰς ὃ λελάληκας ἡμᾶς. μακαρία γὰρ ὑπάρχει | |
35 | ἥ σε βαστάσασα κοιλία· καὶ πάλιν πρὸς αὐτοὺς ἔφη Κλεο‐ πάτρα· σώματα οὐράνια καὶ θεῖα μυστήρια ὑπάρχουσι | |
τὰ ὑπ’ ἐμοῦ ὑμῖν ῥηθέντα. ὑπὸ γὰρ τῆς διαστροφῆς καὶ | 252 | |
2.253 | ἀλλοιώσεως αὐτῶν μεταβάλλουσι τὰς φύσεις, καὶ ἐνδύου‐ σιν αὐτὰς δόξαν ἄγνωστον καὶ ἐπῃρμένην, ἣν πρότερον οὐκ εἶχον καί φησιν ὁ σοφός· εἰπὲ ἡμῖν, ὦ Κλεοπάτρα, καὶ τοῦτο· διὰ τί γέγραπται μυστήριον· τῆς λαίλαπος, σώματά | |
5 | ἐστιν ἡ τέχνη καὶ τροχοῦ δίκην ἄνωθεν αὐτῆς ὥσπερ τὸ μυστήριον, καὶ ὁ δρόμος καὶ ὁ πόλος, ἄνωθεν καὶ οἰκή‐ ματα καὶ πύργοι καὶ παρεμβολαὶ ἐνδοξόταται; καί φησι Κλεοπάτρα· καλῶς τεθείκασιν αὐτὴν οἱ φιλόσοφοι, ὡς ἐτέθη ἐκ τοῦ δημιουργοῦ καὶ δεσπότου τῶν ἁπάντων. καὶ | |
10 | ἰδοὺ λέγω ὑμῖν, ὅτι ὁ πόλος ἐκ τῶν τεσσάρων δραμεῖται, καὶ οὐ μὴ παύσηται. ταῦτα ἐτέχθησαν ἐν τῇ γῇ ἡμῶν ταύτῃ τῇ Αἰθιοπίδι, ἐξ ἦς λαμβάνονται βοτάναι καὶ λίθοι καὶ σώματα θεῖα, ἅτινα ἔθηκεν ὁ θεὸς καὶ οὐκ ἄνθρωπος. ἐν ἑκάστῳ δὲ ἐνέσπειρεν ὁ δημιουργὸς τὴν δύναμιν, τὸ ἓν | |
15 | χλωραίνει, καὶ ἄλλο οὐ χλωραίνει, ἓν ξηρόν, ἓν ὑγρόν, ἓν καθεκτικόν, καὶ ἓν κριτικόν, ἓν κρατοῦν, καὶ ἓν ἀναχω‐ ροῦν, καὶ ἐν τῷ ἀπαντῆσαι ἀλλήλοις κρατοῦσιν ἄλληλα, καὶ ἓν ἐν τῷ ἄλλῳ σωματοῖ, καὶ ἐν τῷ ἑτέρῳ καταγλαΐζει. καὶ γίνονται μία φύσις ἡ πάσας τὰς φύσεις θηρεύουσα | |
20 | καὶ κρατοῦσα, καὶ αὐτὸ τὸ ἓν νικᾷ πᾶσαν φύσιν τὴν τοῦ πυρὸς καὶ τοῦ χοός. καὶ ἀλλοιοῖ πᾶσαν τὴν δύναμιν αὐ‐ τῶν, καὶ ἰδοὺ λέγω ὑμῖν τὸ πέρας αὐτοῦ. ὅταν τελειοῦ‐ ται, γίνεται φάρμακον φονευτὸν ἐν τῷ σώματι τρέχον. ὥσπερ γὰρ εἰσέρχεται τῷ ἰδίῳ χρώματι καὶ διέρχεται εἰς | |
25 | τὰ σώματα. ἐν σήψει γὰρ καὶ θέρμῃ γίνεται φάρμακον | |
τρέχον εἰς πᾶν σῶμα ἀκωλύτως. | 253 |