TLG 9020 001 :: STEPHANUS :: In artem rhetoricam commentaria

STEPHANUS Gramm.
(fort. Constantinopolitanus: A.D. 12?)

In artem rhetoricam commentaria

Source: Rabe, H. (ed.), Stephani in artem rhetoricam commentarium [Commentaria in Aristotelem Graeca 21.2] Berlin: Reimer, 1896: 263–322.

Citation: Page — (line)

in Rh
.

263

(1t)

ΕΤΕΡΑ ΣΧΟΛΙΑ ΤΟΥ ΚΥΡΟΥ ΣΤΕΦΑΝΟΥ
2 [1357 a 22] Ἐπεὶ δ’ ἔστιν ὀλίγα τὰ ἀναγκαῖα. ἅπαξ εἰπὼν τὰ κατὰ τὴν ῥητορικὴν παρεοικέναι τῇ φιλοσοφίᾳ (συλλογισμός τε γὰρ ἐκεῖ ἐστιν, ἀλλὰ καὶ παρὰ τῇ ῥητορικῇ ἐνθύμημα· ἐπαγωγὴ ἐκεῖ, ἀλλὰ
5καὶ παρὰ τῇ ῥητορικῇ παράδειγμα) νῦν πάλιν καὶ ἄλλην τινὰ φιλοσοφίας κοινωνίαν καὶ ῥητορικῆς πολυπραγμονεῖ καὶ λέγει ‘ὥσπερ παρὰ τοῖς ἐν φιλοσοφίᾳ συλλογισμοῖς ἡ γένεσις αὐτῶν ἐστιν ἢ ἐξ ἀναγκαίων καὶ γίνεται ὁ ἀποδεικτικὸς ἢ ἐξ ἐνδεχομένων καὶ γίνεται ὁ διαλεκτικός, οὕτως εὑρή‐ σεις λοιπὸν καὶ παρὰ τῇ ῥητορικῇ προτάσεις οἷον ἐνδεχομένας τὰ εἰκότα,
10οἷον δὲ ἀναγκαίας τὰ τεκμηριώδη σημεῖα‘· τριχῶς γὰρ τὸ σημεῖον. [1357 a 28] Ἐκ τοιούτων ἀνάγκη καὶ ἑτέρων. καλῶς προσέ‐ θηκε τὸ ἑτέρων· ὁ μὲν γὰρ ἀναγκαῖος συλλογισμὸς ὁ περὶ τοῦ ἡ ψυχὴ φέρε εἰπεῖν ἀθάνατος ἐκ τῶν αὐτῶν ἀεὶ προτάσεων γίνεται καὶ οὐχὶ ἐξ ἑτέρων νῦν καὶ πάλιν ἐξ ἑτέρων καὶ αὖθις ἐξ ἑτέρων (οὐδὲ γὰρ
15ἂν ἦν ἀναγκαῖος, ἄλλοτ’ ἄλλως ἔχων), ὁ δὲ ἐνδεχόμενος συλλογισμὸς ὁ περὶ τοῦ ἡ ἡδονὴ ἀγαθὸν ἢ φαῦλον ἐξ ἄλλων καὶ ἄλλων καὶ ἑτεροίων πολλάκις πολυειδῶς συλλογισθήσεται. [1357 a 33] Ὥστ’ ἀνάγκη τούτων ἑκάτερον ἑκατέρῳ, ἤγουν τὸ εἰκὸς καὶ τὸ σημεῖον ἔσται ταὐτὸν τὸ μὲν ταῖς ἐνδεχομέναις προτάσεσι,
20τὸ δὲ ταῖς ἀναγκαίαις, ἀλλ’ οὐκ ἀπολύτως καὶ ἀορίστως πᾶν, μόνον δὲ τὸ ἄλυτον, ὃ καὶ τεκμήριον λέγεται. τὸ μὲν οὖν ἐξ εἰκότων ἐνθύμημα ἀναλογεῖ τῷ ἐνδεχομένῳ συλλογισμῷ, τὸ δὲ ἐκ σημείων τῷ ἀναγκαίῳ. [1357 a 34] Οὐχ ἁπλῶς δ, καθάπερ ὁρίζονται τινές. οἱ Στωικοί, ὡς καὶ ἐν τῷ Περὶ ἑρμηνείας, εἰ σὺν προσοχῇ ἀναγινώσκεις,
25εὑρήσεις, τὸ ἐπὶ τὸ πολύ ἐταύτιζον τῷ ἀναγκαίῳ· πάντα γὰρ κατὰ τὸ263
in Rh
.

264

ἀναγκαῖον γινόμενα δογματίζοντες ἀνῄρουν τὸ ἐνδεχόμενον ἤγουν τὸ ὁπότερ’ ἔτυχε, τὸ ἐπ’ ἴσης ἐνδεχόμενον. λέγεται οὖν ὧδε, ὅτι τὸ ὡς ἐπὶ τὸ πολύ ἐνδεχόμενόν ἐστι (διακόπτεται γὰρ ποτέ), οὐχ ἁπλῶς δὲ ἤγουν ἀεὶ καὶ ἀναγκαίως γινόμενον, ὡς οἱ Στωικοὶ ἴσως ὡρίζοντο. διαιρεῖ οὖν τὸν
5λόγον καὶ λέγει τοιοῦτον ‘λέγω ἐπὶ πολύ τὸ εἰκὸς οἷον ἄρα τὸ ἐπ’ ἴσης ἐνδεχόμενον, οὐ μὴν δὲ ὡς τὸ ἀναγκαῖον, ὡς τινὲς ἔλεγον‘. [1357 a 36] Οὕτως ἔχον πρὸς ἐκεῖνο, πρὸς ὃ εἰκός, ὡς τὸ καθ’ ὅλου πρὸς τὸ κατὰ μέρος. τὸ εἰκὸς πρός τι λέγεται εἰκός, οἷον εἰκὸς λέγεται τὸ τὸν νύκτωρ πλανώμενον κλέπτην εἶναι Ἀλκιβιάδην· ἐξ
10εἰκότος ἐστὶν οὗτος ἐνθυμηματικὸς συλλογισμός. ἴδε οὖν ὧδε, τί τὸ εἰκὸς καὶ πρὸς τί λέγεται εἰκός· οἷον ἐξ εἰκότος τινὸς κρίνω τὸν δεῖνα κλέπτην εἶναι· ποίου εἰκότος; τοῦ νύκτωρ πλανᾶσθαι· εἰκὸς οὖν τὸ νύκτωρ πλανᾶ‐ σθαι. πρὸς ὃ δὲ ἤτοι πρὸς τὸ κλέπτην εἶναι τὸν δεῖνα. καθολικώτερον ἄρα τὸ εἰκὸς τοῦ πρὸς ὅ· οὐδὲ γὰρ πᾶς ὁ νύκτωρ πλανώμενος κλέπτης,
15ἀλλὰ ἢ μεμηνὼς ἢ ξένος καὶ ἀγνοῶν τὴν εὐθεῖαν λεωφόρον. ἐπεὶ οὖν τὸ νύκτωρ πλανᾶσθαι λέγεται κατὰ τριῶν ἴσως, τοῦ μεμηνότος, τοῦ ἀγνοοῦν‐ τος ξένου, τοῦ κλέπτου, σὺ δὲ κατὰ μόνου ὁ ῥήτωρ τοῦ κλέπτου τοῦτο ἐξελάβου, καθολικώτερον ἄρα ἐστὶ τὸ εἰκὸς τοῦ κλέπτου, ὡς τὰ τρία τοῦ ἑνός εἰσι πλείω· οὐ γὰρ πᾶς ὁ νύκτωρ πλανώμενος κλέπτης.
20 [1357 b 1] Τῶν σημείων τὸ μὲν οὕτως ἔχει, ὡς τῶν καθ’ ἕκαστά τι πρὸς τὸ καθ’ ὅλου, ὅτε δηλαδὴ τὸ καθ’ ὅλου δεικνύεται ἀπὸ τῶν μερικῶν· οἷον τὸ ‘πᾶς σοφὸς σπουδαῖος, διότι ὁ Πιττακὸς σοφὸς ὢν ἦν καὶ σπουδαῖοσ‘· τοῦ γὰρ ὅτι οἱ σοφοὶ σπουδαῖοι σημεῖόν ἐστιν ὁ Πιττακὸς μερικόν τι ὤν. τοῦτο τὸ σημεῖον λυτόν ἐστιν· ἀσυλλόγιστος γὰρ
25ὁ συλλογισμὸς οὗτος ὁ φαινόμενος, ὅτι ἀπὸ δύο μερικῶν συνήχθη, καὶ διὰ τοῦτο οὐκ ἔστι συλλογισμός. ἀλλὰ καὶ τὸ συμπέρασμα ψευδὲς καὶ κατὰ τὴν ὕλην, ἀλλὰ γὰρ καὶ κατὰ τὸ εἶδος· ἐν γὰρ τῷ τρίτῳ σχήματι μερικὰ συνάγεις. τοῦτο μὲν οὖν τὸ σημεῖόν ἐστιν ὡς τῶν καθ’ ἕκαστόν τι πρὸς τὸ καθ’ ὅλου. τίθησι δὲ καὶ ἕτερον ἐνθυμηματικὸν συλλογισμὸν
30τεκμηριώδη καὶ ἀναγκαῖον ἐν πρώτῳ σχήματι συναγόμενον καὶ αὐτὸν τοι‐ οῦτον ἔχοντα τὸ σημεῖον ὡς τῶν καθ’ ἕκαστόν τι πρὸς τὸ καθ’ ὅλου [1357 b 15] ‘αὕτη τέτοκε· γάλα γὰρ ἔχει· τὸ γάλα ἔχειν σημεῖόν ἐστι τοῦ τετοκέναι‘. ἄλυτόν ἐστι τοῦτο· ἀληθής τε γάρ ἐστιν ὁ συλλογισμὸς καὶ καλῶς ἔχων κατά τε ὕλην κατά τε εἶδος·
35[Start of a diagram][Start of a diagram section]τέτοκε[End of a diagram section] [Start of a diagram section]γάλα ἔχει[End of a diagram section] [Start of a diagram section]αὕτη[End of a diagram section] [Logical Relationship in a Diagram start mark]ἄρα[Logical Relationship in a Diagram end mark][End of a diagram]
καὶ αὖθις οὗτος νοσεῖ· πυρέττει γάρ· σημεῖον ὁ πυρετὸς τῆς νόσου.264
in Rh
.

265

τεκμήριον τοῦτο καὶ ἄλυτον, ὡς δὴ καὶ τὸ γάλα ἔχειν· καλῶς γὰρ καὶ οὗτος ὁ συλλογισμὸς ἔχει καὶ κατὰ τὴν ὕλην καὶ κατὰ τὸ εἶδος· [Start of a diagram][Start of a diagram section]νοσεῖ[End of a diagram section] [Start of a diagram section]πυρέττει[End of a diagram section] [Start of a diagram section]οὗτος[End of a diagram section] [Logical Relationship in a Diagram start mark]ἄρα[Logical Relationship in a Diagram end mark][End of a diagram]
5νόησον οὖν ὧδε· πῶς ταῦτα τὰ δύο σημεῖα, ἃ καὶ τεκμήρια καὶ ἄλυτα, ὡς μερικά εἰσι πρὸς καθ’ ὅλου τὸ πυρέττειν, ὃ σημεῖον μερικώτερόν ἐστι τοῦ νοσεῖν; πῶς; ὅτι πᾶς μὲν πυρέττων νοσεῖ, οὐ μὴν δὲ πᾶς νοσῶν πυρέττει· εἰσὶ γὰρ καὶ ἕτεραι νόσοι παρὰ τὸν πυρετόν. καὶ αὖθις· τὸ γάλα ἔχειν σημεῖον ὂν τοῦ σημειωτοῦ ἤτοι τοῦ τετοκέναι μερικώτερόν
10ἐστι τοῦ τετοκέναι· πᾶσα μὲν γὰρ γάλα ἔχουσα καὶ τέτοκεν, οὐ μὴν δὲ πᾶσα τετοκυῖα καὶ γάλα ἔχει. καλῶς ἄρα τοῦτο ἐξήγηταί μοι σὺν θεῷ, τῶν ἄλλων ἀποπλανηθέντων ὅλῳ πήχει τῆς ἀληθείας. [1357 b 3] Τὸ δ’ ὡς τῶν καθ’ ὅλου τι πρὸς τὸ κατὰ μέρος· ὅταν δηλαδὴ τὸ σημεῖον εὑρίσκηται τὸ τάχα λαμβανόμενον καθολικώτερον
15τοῦ σημειωτοῦ· οἷον εἴ τις εἴπῃ ‘ὁ παρὼν πυρέττει, πνευστιᾷ γάρ‘. καὶ οἱ μὲν ἄλλοι οὕτως αὐτὸ συνελογίσαντο πάντες ἐν πρώτῳ σχήματι [Start of a diagram][Start of a diagram section]πυρέττει[End of a diagram section] [Start of a diagram section]πνευστιᾷ[End of a diagram section] [Start of a diagram section]οὗτος[End of a diagram section] [Logical Relationship in a Diagram start mark]ἄρα[Logical Relationship in a Diagram end mark][End of a diagram] ἐγὼ δὲ ἐν δευτέρῳ σχήματι τοῦτο συνελογισάμην ἀκολουθῶν Ἀριστοτέλει
20ἐν τῷ τέλει τοῦ δευτέρου τῶν Προτέρων ἀναλυτικῶν λέγοντι μόνα τὰ ἄλυτα τεκμήρια ἐν τῷ πρώτῳ σχήματι συλλογίζεσθαι, τὰ δὲ ἄλλα σημεῖα ἃ μὲν ἐν τῷ δευτέρῳ, ἃ δὲ ἐν τῷ τρίτῳ, ἃ καὶ λύσιμα ἢ ὡς ψευδῆ καὶ κατὰ τὸ εἶδος ἡμαρτημένα ἢ καθ’ ἕν τι τούτων. ποῖον; τὸ κατὰ τὸ εἶδος ἡμαρτῆσθαι δηλαδή, κἂν κατὰ τὴν ὕλην ἀληθῶς ἔχῃ·
25[Start of a diagram][Start of a diagram section]πυκνὸν ἀναπνεῖ α[End of a diagram section]
25[Logical Relationship in a Diagram start mark]π[Logical Relationship in a Diagram end mark] [Start of a diagram section]πυρέττει β[End of a diagram section] [Start of a diagram section]γ οὗτος[End of a diagram section][End of a diagram] τοῦτο εἰ οὕτως σχηματισθῇ, συλλογισμός ἐστιν, οὐ μὴν ἐνθυμηματικός. σχημάτισον οὖν αὐτὸ ἐνθυμηματικῶς καὶ ῥητορικῶς, τὴν αβ εὐθεῖαν περιελὼν καὶ οὕτως ἐνθυμηματισάμενος· ἡ γὰρ μείζων πρότασις ἐνθυμη‐
30ματικῶς σοι νοεῖται. εἰ οὖν τὸ ἐνθύμημα τέλειον συλλογισμὸν ποιήσεις,265
in Rh
.

266

λυτὸν τοῦτον εὑρήσεις. ‘οὗτος πυρέττει· καὶ γὰρ πυκνὸν ἀναπνεῖ‘· ψευ‐ δῶς τέως εἶπας. ἔχει δὲ ἔμφασιν οὗτος ὁ συλλογισμὸς πρώτου σχήματος καί τι καινόν· τὰ γὰρ ἐν τῷ δευτέρῳ σχήματι συλλογιζόμενα διὰ τοῦ πρώτου τελειοῦνται. εἰ μὲν οὖν οὕτως ὡς ἐν τῷ πρώτῳ σχήματι τελειῶν
5εἴπῃς ‘οὗτος πυκνὸν ἀναπνεῖ, πᾶς ὁ πυκνὸν ἀναπνέων πυρέσσει‘, ψευδὴς εὑρίσκεται ἡ μείζων πρότασις· εἰ δὲ οὕτως εἴπῃς ὡς ἐν δευτέρῳ σχή‐ ματι, ἵνα ἡ ὕλη φανῇ ἀληθής, ‘οὗτος πνευστιᾷ, πᾶς ὁ πυρέττων πνευστιᾷ, οὗτος ἄρα πυρέττει‘, ἀληθὴς μὲν ὁ συλλογισμὸς κατὰ τὴν ὕλην, κατὰ δὲ τὸ εἶδος ἠχρείωται· ἐν γὰρ τῷ δευτέρῳ σχήματι ἀπὸ δύο καταφατι‐
10κῶν καταφατικὸν συνήγαγες· λυτὸν ἄρα· καταφατικῶς γὰρ συνάγεται ἀεὶ τὰ διὰ σημείων ἀποδεικνύμενα. [1357 b 17] Μόνον γάρ, ἂν ἀληθὲς , ἄλυτόν ἐστι. τοῦτο εἶπεν, ἐπεὶ τὸ ἐν τῷ δευτέρῳ σχήματι συλλογισθὲν τὸ ‘οὗτος πυκνὸν ἀναπνεῖ, πυρέττει ἄρα‘ τελειωθὲν ἐν πρώτῳ σχήματι οὐ φαίνεται ἀληθὲς
15καὶ λοιπὸν οὐκ ἔστι τεκμήριον. [1357 b 19] Λυτὸν γὰρ καὶ τοῦτο, κἂν ἀληθὲς ᾖ· κἂν γὰρ ἀληθὲς ᾖ τὸ ‘οὗτος πυρέττει ὁ νῦν ὁρώμενός μοι πνευστιῶν‘, ἀλλὰ λύσι‐ μος ὁ συλλογισμός, ὅτι ἐν τῷ δευτέρῳ σχήματι ἀπὸ καταφατικῶν τῶν δύο προτάσεων καταφατικὸν συνήγαγες.
20 Ἰστέον καὶ ἐπὶ τινῶν πῂ μὲν τὰ σημεῖα προηγοῦνται ὧν εἰσι σημεῖα, οἷον ἡ ἶρις τοῦ ὑετοῦ, ὃ καὶ πολλάκις καὶ διαψεύδεται (φαίνεται γὰρ ἡ ἶρις, ὑετὸς δὲ οὐ γίνεται), πῂ δὲ τὸ οὗ σημεῖον προηγεῖται, ὡς τὸ πῦρ τῆς τέφρας, πῂ δὲ ἅμα τὸ σημεῖον καὶ τὸ σημειωτόν, ὃ καὶ κυρίως τεκμήριον, οἷον ἅμα πῦρ καὶ καπνός· ἐὰν οὖν εἴπῃς, ὅτι σημεῖον τοῦ εἶναι ἐνταῦθα πῦρ τὸ εἶναι
25ἐνταῦθα τέφραν, ψεῦδος· ἔστι γὰρ τέφρα ἔν τινι τόπῳ καὶ οὐκ ἐγένετο ἐνταῦθα πῦρ, ἀλλ’ εἰκὸς ἦν μετενηνέχθαι ἀλλαχόθεν ἐνταῦθα τὴν τέφραν. [1357 b 26] Ἔστι δὲ τὸ παράδειγμα οὔτε ὡς μέρος πρὸς ὅλον· ἦν γὰρ ἂν σημεῖον, ὃ ἦν ὡς τῶν καθ’ ἕκαστόν τι πρὸς τὸ καθ’ ὅλου. ἀλλ’ οὐδὲ ὡς ὅλον πρὸς μέρος· ἦν γὰρ ἂν ὡς τὸ ἕτερον αὖθις ση‐
30μεῖον ἢ καὶ ὡς τὸ εἰκός, ὅπερ ἦν ὡς τῶν καθ’ ὅλου τι πρὸς τὸ κατὰ μέρος. τὸ δὲ οὔτε ὡς ὅλον πρὸς ὅλον εἶπε δηλῶν, ὅτι οὐδὲ συλλογισμός ἐστι. διὰ μὲν οὖν τῶν ἀνώτερον δυεῖν ἔδειξεν, ὅτι τὸ παράδειγμα οὐκ ἔστιν ἐνθύμημα (τὸ γὰρ ἐνθύμημα ἦν ἐξ εἰκότων καὶ σημείων, ἃ ἀνῄρη‐ κεν, ὅτι οὐκ ἔστι τὸ παράδειγμα), διὰ δὲ τοῦ τρίτου τοῦ οὔθ’ ὡς ὅλον
35πρὸς ὅλον ἀνῄρηκεν, ὅτι οὐδὲ συλλογισμός ἐστιν, ἀπὸ τῶν καθ’ ὅλου
ἢ καὶ ἀντιστρεφόντων συνάγων τὸ καθ’ ὅλου.266
in Rh
.

267

[1358 a 2] Τῶν δὲ ἐνθυμημάτων μεγίστη διαφορά. ὥσπερ εἰσὶ διαλεκτικοὶ συλλογισμοὶ παρὰ τῇ διαλεκτικῇ, ἀλλὰ εἰσὶ καὶ περὶ φυσι‐ κῶν παρ’ αὐτῇ καὶ περὶ ἠθικῶν διαλέξεις, ἀλλὰ ὅσα μὲν ἀπὸ κοινῶν τόπων δείκνυνται, κἂν φυσικὰ εἶεν, κἂν ἠθικά, οὐ μὴν μόνον διαλεκτικά,
5οἷον ἀπὸ τοῦ μᾶλλον, ἀπὸ τοῦ ἧττον, ἀπὸ ἴσου, ἀπὸ δυνατοῦ, ἀδυνάτου, ἐνδόξου, ἀδόξου, ταῦτα λέγονται διαλεκτικά, ὅσα δὲ τῶν ἰδίᾳ καὶ ἰδίᾳ τεχνῶν, ἤγουν φυσικῆς, ἰατρικῆς, ἠθικῆς, δείκνυνται ἀπὸ ἰδίων καὶ οἰκείων αὐταῖς καὶ μόναις προτάσεων, ταῦτα λέγονται οὐ διαλεκτικὰ ἀλλ’ ἢ ἠθικὰ ἢ φυσικὰ ἢ ἰατρικά (αἱ γὰρ προτάσεις τῆς ἰατρικῆς οὐκ ἐφαρμόσουσι τῇ
10ἠθικῇ οὐδ’ αἱ τῆς ἠθικῆς ἐφαρμόσουσι τῇ φυσικῇ), οὕτω καὶ ἐν τῇ ῥη‐ τορικῇ εἰσιν ἐνθυμηματικοὶ συλλογισμοὶ καὶ ποτὲ μὲν λέγονται τὰ προβλή‐ ματα ῥητορικά, ὅταν ἀπὸ κοινῶν τινων ῥητορικῶν τόπων δεικνύωνται, οἷον ἀπὸ τοῦ δυνατοῦ, τοῦ μᾶλλον καὶ τοιούτων τινῶν, ποτὲ δὲ οὐ λέγονται ῥητορικὰ ἀλλὰ ἢ συμβουλευτικὰ ἢ δικανικὰ ἢ ἐπιδεικτικὰ ἢ περὶ εἰρήνης
15ἢ περὶ πολέμου ἢ περὶ πόρων ἢ περὶ φυλακῆς χώρας ἢ νομικά, εἰ περὶ πολιτειῶν εἶεν καὶ νόμων. εἰ οὖν τὰ τρία τῆς ῥητορικῆς εἴδη μετιὼν καὶ συμβουλευόμενος ἢ καὶ δικανευόμενος ἢ καὶ πανηγυρίζων ἀπὸ τοῦ μᾶλλον ἐν τοῖς τρισὶν ἐπιχειρήσεις ἢ τοῦ ἧττον ἢ τοῦ δυνατοῦ, ῥητο‐ ρικὰ ταῦτα εἰπὲ τὰ προβλήματα· ἀπὸ γὰρ τῶν κοινῶν τῆς ῥητορικῆς
20τόπων ὥρμησας. εἰ δὲ τὸ συμβουλευτικὸν μόνον νῦν μεταχειρισάμενος καὶ τούτου τὸ περὶ πόρων εἶδος μόνον ἐπιχειρήμασιν οἰκείοις αὐτῷ καὶ μόνῳ τῷ περὶ πόρων προβλήματι χρᾷ, τὸ τοιοῦτον ῥητορικὸν εἴπῃς, ἀλλὰ ἢ συμβου‐ λευτικὸν μερικεύσας ἐκεῖνο ἢ περὶ πόρων ἢ οὕτω πως μερικῶς καὶ εἰδικῶς. [1358 a 7] Τὰς δὲ οὔπω κατειλημμένας, οἷον περὶ τοῦ τετραγωνί‐
25ζεσθαι τὸν κύκλον ἢ καὶ ἡ καθ’ ἡμᾶς θεία γραφὴ μεγίστη ἐπιστήμη καὶ καλὴ καὶ τιμία καὶ ἀκριβὴς ἀκριβῶς. [1358 a 7] Διὸ καὶ λανθάνουσι τοὺς ἀκροατάς, εἰ εἶεν διαλεκτι‐ κοί· καλῶς γὰρ τὴν ἠθικὴν μεταχειριζόμενοι ἢ τὴν ἰατρικὴν καὶ μετα‐ βαίνοντες ἀπὸ τῶν κοινῶν τῆς διαλεκτικῆς τόπων, τὰ δὲ ἠθικὰ ἢ τὰ
30ἰατρικὰ δεικνύντες ἀπό τινων ἰδίων καὶ οἰκείων ἰατρικῇ ἢ ἠθικῇ ἰατροὶ μᾶλλον δοκοῦσιν ἄριστοι ἢ ἠθικοὶ φιλόσοφοι. [1358 a 14] Οὐδὲν γὰρ μᾶλλον ἔσται ἐκ τούτου τοῦ κοινοῦ τόπου ἤγουν τοῦ μᾶλλον περὶ φυσικῶν εἰπεῖν παρ’ ὃ περὶ δικαίων. [1358 a 30] Τῶν ἐνθυμημάτων τά τε εἴδη, λέγω δ, φησ,
35τὰς καθ’ ἕκαστον γένος ἰδίας προτάσεις. γένος ἢ τὸ ὑποκείμενον
εἶπε ἢ τὸ εἶδος· εἶδος γὰρ τῆς ῥητορικῆς τὸ συμβουλευτικόν, εἶδος τῆς267
in Rh
.

268

ῥητορικῆς τὸ δικανικόν. γίνωσκε οὖν τοὺς οἰκείους καὶ ἰδίους τῇ συμ‐ βουλῇ τόπους, ἀφ’ ὧν οὐδέποτε δείξαις τὰ δικανικὰ προβλήματα, γίνωσκε εἰδικῶς τοὺς οἰκείους τῷ δικανικῷ μερικοὺς τόπους, ἀφ’ ὧν οὐδέποτε τὰ συμβουλευτικὰ κατασκευάσαις. τόπους δὲ λέγει τοὺς κοινούς, ἀφ’ ὧν
5κοινῶς μέν, οὐ μὴν ἐπιχειρήσεις ἰδίως περὶ τοῦδε ἢ τοῦδε οἰκείως καὶ εἰδικῶς καὶ αὐτάρκως. [1358 b 7] Τρία γένη τῆς ῥητορικῆς· ἀλλὰ μὴν ἄνω εἴδη εἶπε. γένη οὖν τὰ ὑπάλληλα ἄκουσον· διαιρεῖται γὰρ τὸ δικανικὸν εἰς κατηγορίαν καὶ ἀπολογίαν, ὡς καὶ τὰ λοιπὰ εἴδη τὰ δύο.
10 [1358 b 17] Κυριώτατος μὲν ὁ παρὼν χρόνος τῷ πανηγυρικῷ. ἴδε τὸν μέγαν Θεολόγον πανηγυρίζοντα “Χριστὸς γεννᾶται, δοξάσατε”. [1359 a 6] Φανερὸν δ’ ἐκ τῶν εἰρημένων. δεῖ, φησίν, ἰδίας καὶ ἰδίας ἔχειν τὰς προτάσεις τὸν ἐνθυμηματικὸν ῥήτορα, οἰκείας τῇ συμβουλῇ τὸν συμβουλευτικόν, οἰκείας τῇ δίκῃ τὸν δικανικόν, οὐ μὴν κοινάς· οὐ
15γὰρ συμβουλεύσει καλῶς περὶ τοῦδέ τινος ὁ ἀπὸ κοινῶν μελετῶν. [1359 a 11] Ἐπεὶ δ’ οὔτε πραχθῆναι. νῦν φησιν, ὅτι μετὰ τὸ εὑρεῖν σε εἰδικῶς τὰς ἰδίας καὶ ἰδίας περὶ ἑκάστου προτάσεις καὶ οἰκείας ἑκάστῳ τῷδέ τινι δεῖ σε, φησί, καὶ κοινούς τινας ἔχειν τόπους, οἳ δρά‐ σουσιν ἐπὶ σέ, καὶ ἐν συμβουλῇ καὶ δίκῃ καὶ πανηγύρει· οἷός ἐστιν ὁ τοῦ
20δυνατοῦ καὶ [οὐκ] ἀδυνάτου, ὁ τοῦ ἐνδόξου, ἀδόξου, ὁ τοῦ εἰ ἐγένετο ἢ οὔ, ὁ τοῦ μικροῦ. [1359 b 5] Οὐ δεῖ τὸν παρόντα καιρόν, καθ’ ὃν τὴν ῥητορι‐ κὴν διαγράφω, ζητεῖν ἐμὲ ὑμᾶς εἰπεῖν, μέχρι τίνος καὶ ὅπως τὰ πάντα πραχθήσεται· οὐ γὰρ ῥητορικῆς τὸ τὰ τοιαῦτα τελέως πολυπραγμονεῖν,
25ἀλλὰ μᾶλλον φιλοσοφίας καὶ τῆς λογικῆς. ὑμεῖς οὖν, ὦ οἱ περὶ Πῶλον καὶ Γοργίαν, πολλὰ τιμῶντες τὴν ῥητορικήν, εἰ τὰ πάντα αὐτῇ χαριεῖσθε, λήσεσθε ἀπολέσαντες αὐτήν· γενήσεται γὰρ φιλοσοφία ἢ μισεῖτε φιλοσο‐ φίαν καὶ πάνθ’ ὑμῖν ἀπολεῖται τὰ τίμια. [1359 b 20] τὰ πέντε ταῦτα, περὶ ὧν τῇ πόλει συμβουλεύσεται ὁ
30δημηγόρος, καὶ ὁ καθ’ ἕνα ὑμῶν συμβουλευέτω τῷ οἴκῳ αὐτοῦ καὶ οὐκ ἀπὸ τοῦ καλοῦ χωρήσοι. [1359 b 33] Τὸ δὲ περὶ πολέμου καὶ εἰρήνης τοῦτο δηλοῖ, τίσι δεῖ πολεμεῖν ἡμᾶς καὶ πρὸς οὓς εἰρηνεύειν. [1359 b 39] Ἐπίδοξον πολεμεῖν ἢ τὸ ἔνδοξον ἢ μᾶλλον τὸ προσ‐
35δοκήσιμον εἰπέ. [1360 a 1] Πρὸς δὲ τοὺς ἥττους ἐπ’ αὐτοῖς ᾖ τὸ πολεμεῖν. οὐ προτρέπεταί σε πολεμεῖν τοῖς ἥττοσιν ὁ φιλόσοφος ὢν ἀγαθός, ἀλλὰ
τότε, φησί, πολέμει αὐτοῖς, ὅταν ἐκεῖνοι ἄρχωνται κατὰ σοῦ.268
in Rh
.

269

[1360 a 11] Καὶ τοὺς ἐπιτηδείους τόπους φυλάττειν δεῖ ἢ τοὺς ἀνοχύρους καὶ ἀναγκαίους φυλάττεσθαι ἤ, ὃ καὶ μᾶλλον, τοὺς βοηθοῦντάς σοι τόπους, οἷον τὰς ἰδιωτικῶς παρὰ πολλοῖς λεγομένας κλεισούρας, οἷον τὴν τῆς Κερκύρας κορυφαίαν ἀκρόπολιν, ἵνα μὴ τὰ τοιαῦτα προκατα‐
5λαβὼν ὁ πολέμιος ὡς ἀπὸ ἐρυμνῶν κρησφυγίων ὁρμώμενος βλάβης σοι μυρίας πρόξενος γίνοιτο. [1359 b 19] Ἐπισκευάζων αὐτὰς ἤγουν τὴν διαλεκτικὴν καὶ τὴν ῥητορικὴν εἰς ἐπιστήμας ὑποκειμένων ἤτοι ὡρισμένων τινῶν πραγ‐ μάτων, ἀλλὰ μὴ μόνων λόγων· ἡ γὰρ διαλεκτικὴ καὶ ἡ ῥητορικὴ
10ποριστικαί εἰσι λόγων κοινῶν. εἴπωμεν οὖν ὧδε τῇ ἀναλυτικῇ τῇ ῥητορικῇ, τὰ λοιπὰ ἐπισκέψασθαι δόντες τῇ πολιτικῇ· ἐκείνης γὰρ τὸ περὶ πάν‐ των τούτων αὐτάρκως εἰπεῖν. [1360 a 14] Ἵνα πρὸς τούτους καὶ αἱ συμβολαί. ἁρμόζει, φησίν, ἡμᾶς ἔχειν φίλους τοὺς κρείττονας ἡμῶν καὶ τοὺς χρησίμους ἡμῖν
15ὡς τοὺς ἀγχιαλίτας διὰ τὸ πολὺ τοῦ σίτου. συμβολαὶ δὲ λέγονται οἱ ὅρκοι, οἱ ὅμηροι, αἱ εἰρηνικαὶ συμφωνίαι καὶ φιλίαι. [1360 a 22] Καὶ οἰκείων τῆς πολιτείας. φθείρεται τὸ φθειρό‐ μενον καὶ ὑπὸ τοῦ ἐναντίου, ἀλλὰ καὶ ὑπὸ τοῦ οἰκείου· ὡς τὸ πῦρ φθεί‐ ρεται καὶ ὑπὸ τοῦ ὕδατος σβεννύμενον, ἀλλὰ καὶ ὑπ’ αὐτοῦ ὡς ἐπὶ τοῦ
20πνιγέως καταμαραινόμενον. ἡ δημοκρατία αὖθις φθείρεται ὑπὸ τοῦ ἐναντίου (τῆς μοναρχίας δηλαδή), ἀλλὰ καὶ ὑπὸ τῆς ἐπιτάσεως αὐτῆς· ἢν γὰρ καὶ οἱ χυδαῖοι καὶ οἱ ἀγοραῖοι πάντῃ πάντες κρατῶσι, λυποῦνται οἱ ἄριστοι καὶ κρατήσουσιν ἴσως τῆς πόλεως καὶ γενήσεται ἀριστοκρατία καὶ ἡ δημοκρατία ἀναιρεθήσεται. ὥστε καὶ ὑπὸ τῆς ὑπερβολῆς αὐτοῦ καὶ
25ὑπὸ τῆς ἐλλείψεως αὐτοῦ φθείρεται τὸ φθειρόμενον. βελτίστη δὲ πολιτεία ἢ ἡ βασιλεία ἢ ἐκείνη, ἐν ᾗ συντρέχει τὸ καὶ βασιλείαν εἶναι καὶ δημο‐ κρατίαν καὶ ἀριστοκρατίαν· ἄρχει γὰρ ὁ βασιλεύς, ἀλλὰ καὶ οἱ ἄριστοι τῶν ἀνδρῶν παραδυναστεύουσιν αὐτῷ φρόνιμοι ὄντες καὶ τὰ συμφέροντα ὑποτιθέμενοι. ἀλλὰ καὶ δημοκρατίαν ἔστιν ἰδεῖν· παρὰ γὰρ τῷ ἐπάρχῳ
30τάξις τις παραδυναστεύει καὶ ἄρχει τῆς πόλεως. [1360 a 34] Αἱ τῆς γῆς περίοδοι. ἀναγκαῖον γὰρ περιιέναι πᾶσαν τὴν οἰκουμένην, ὡς τοὺς νόμους πάντων μαθεῖν τῶν ἐθνῶν. [1360 b 6] Ἐναντία τῇ εὐδαιμονίᾳ ἡ κακοδαιμονία, εἰς ἣν συν‐ τείνουσι λύπη, νόσος, γῆρας.
35[1360 b 7] Τὸ δὲ ὡς ἁπλῶς εἰπεῖν ἢ τοῦτο δηλοῖ τὸ συντετμη‐
μένως ἢ τὸ παχυλῶς καὶ οὐ πρὸς ἀκρίβειαν.269
in Rh
.

270

[1360 b 12] Μεῖζον ἀντ’ ἐλάττονος ποιοῦντα, οἷον ἡ ὑγεία μόριον οὖσα τῆς εὐδαιμονίας μεῖζον γίνεται, εἰ προσλάβῃ καὶ πλοῦτον. [1360 b 13] Φθείρει τὴν εὐδαιμονίαν ἡ κακία, ἡ Πριαμικὴ συμφορά, ἐμποδίζει δὲ ἡ ἔνδεια καὶ τὸ μὴ πλουτεῖν. ἐν μὲν τοῖς Ἠθικοῖς ὡρίσατο
5ἐν μὲν τῷ πρώτῳ τὴν πρακτικὴν εὐδαιμονίαν, ἐν δὲ τῷ Κ τὴν θεωρητι‐ κήν, ἐνταῦθα δὲ τὴν πολιτικήν· διὸ καὶ περὶ εὐγενείας καὶ εὐτεκνίας λέγει πόλεων καὶ ἐθνῶν. λέγει οὖν ἐνταῦθα τὰ δοκοῦντα περὶ εὐδαιμονίας πᾶσι πολλῇ σπουδῇ σοφοῖς. [1360 b 15] Ἡδὺς βίος μετ’ ἀσφαλείας, ὅταν πλούσιος ὢν οὐ
10δεδίττηται ὀργὴν βασιλέως ἢ ἐθνῶν ἐπιδρομὴν καὶ πολεμίων ἔφοδον. [1360 b 16] Εὐσθένεια σωμάτων καὶ κτημάτων μετὰ δυνά‐ μεως τὸ κτήματα ἔχειν εὐσθενῆ καὶ μεγάλα καὶ σῶμα εὐσθενές, ἀλλὰ καὶ δύναμιν καὶ πλῆθος καὶ δυναστείαν ὑπηκόων τὴν μέλλουσαν ταῦτα συντηρεῖν, ὥστε μὴ ταῦτα διάρπαγμα γίνεσθαι παρὰ πολεμίων ἢ ἄλλως
15δυναστῶν. εἶπε δὲ καὶ δύναμιν πρακτικὴν τὸ ἔχειν δούλους γεωργούς, κηπωρούς, ποιμένας καὶ τοιούτους πολλοὺς χειροκμῆτας. [1360 b 31] Αὐτόχθονας εἶναι καὶ μὴ μετανάστας καὶ ἀποίκους ἄλλης χώρας ἤ, κἂν ἀπὸ ἄλλης χώρας ἦλθον, ἀλλ’ οὖν χρόνους πολλοὺς ἐπιμεῖναι ταύτῃ τῇ χώρᾳ, ἵνα εἶεν ἀρχαῖοι καὶ κατὰ τοῦτο πλησίον τῶν
20αὐτοχθόνων, ὡς οἱ πλησίον τῶν ἐν Κωνσταντινουπόλει. [1361 a 11] Ἀτυχεῖς περὶ γυναῖκας οἱ Λακεδαιμόνιοι· ποτὲ γὰρ αὐ‐ τῶν πολεμούντων τοῖς ἐχθροῖς ἔνδον αἱ γυναῖκες ἐθορυβοῦντο· αἰσθόμενοι δὲ οὗτοι τοῦ θορύβου καὶ ὑποπτεύσαντες τοὺς πολεμίους ποθὲν εἰσελθεῖν τὴν πόλιν ἔδωκαν νῶτα τοῖς ἐχθροῖς ὡς εἰς τὴν πόλιν φεύγοντες, ἵν’ ἴδωσι τοῦ
25θορύβου τὸ αἴτιον, καὶ οὕτως ἡττήθησαν κατὰ κράτος καὶ κατεσφάγησαν. [1361 a 15] Ἀσφαλῆ κτήματα ἔχειν ἤγουν πλησίον τῆς αὐτῶν πόλεως καὶ μὴ ἐν Περσίᾳ ἢ Αἰγύπτῳ, ἵν’, ὅταν ἐθέλωσιν, ἐξῇ ἀπολαύειν αὐτῶν· ἐλευθέρια δὲ ὡς αἱ μυρίναι, ἐξ ὧν κἂν καρπὸς γένηται, ἀλλ’ οὐκ ἔστιν ἀξιόλογος, ἀλλ’ ἄγαν εἰς τιμὴν μικρότατος· πόσος γὰρ καρπὸς
30ἐκ μυρσινῶν συναχθήσεται, ὥστε κέρδος ἐκεῖθεν γενέσθαι, ὅτι καὶ ἄξιον ἤτοι ἀξιόλογον; [1361 a 27] Τιμὴ δὲ ἔστι μὲν σημεῖον· τιμῶ γὰρ τόνδε τινὰ ἢ ὡς εὐεργετήσαντά με ἢ ὡς εὐεργετῆσαι δυνάμενον· ἐλπίζω γὰρ ὅτι, ὅτε δεήσομαι αὐτοῦ, εὐεργετηθήσομαι. ἡ τιμὴ οὖν ἐν τῷ εὐεργετεῖν θεωρεῖ‐
35ται· ὥστε ὁ μὲν τιμώμενος καὶ δοξάζεται· ἔνθα γὰρ τιμή, ἐκεῖ καὶ δόξα, οὐ μήν, ἔνθα δόξα ἐστίν, ἐκεῖ καὶ τιμή· ὡς μὲν γὰρ ἔχοντές τινες πλοῦ‐ τον δοξάζονται, ὡς δὲ μὴ εὐεργετοῦντες οὐ τιμῶνται. [1361 a 32] Ὧν μὴ ῥᾳδία ἡ κτῆσις ἢ ὅλως ἤγουν μηδ’ ὅλως
ῥᾳδίως κτᾶται ἡ φιλοσοφία ἢ οὐκ ἔστιν ἐνταῦθα ῥᾳδία ἡ κτῆσις, ὡς ἐν270
in Rh
.

271

Αἰγύπτῳ οἱ καρποὶ τῶν μυρσινῶν ἢ τὰ φύλλα τῆς δάφνης, ἢ ποτέ, οἷον εἴ τις εἴη ἐν εἱρκτῇ λιμαγχονούμενος καὶ ἐγὼ δώσω αὐτῷ ἄρτον λαθὼν εἰσελθεῖν, ἄρτον ὀλίγον. [1361 a 35] Τέμενος ἢ ὁ ναὸς λέγεται ἢ καὶ ἡ ἀποτετμημένη χώρα
5καὶ διδομένη τοῖς ἀριστεῦσι. [1361 a 36] Τῶν βαρβάρων ἴδιον τὸ προσκυνεῖν, οὐχὶ τῶν Ἑλλή‐ νων· οἱ γὰρ Ἀθηναῖοι οὐ προσεκύνουν· διὸ καὶ εἴρηται παρ’ Ἕλληνος ‘ἐγώ σε προσκυνήσω, βάρβαρε‘. [1361 b 3] Ὥστε ἀνόσους εἶναι χρωμένους τοῖς σώμασιν·
10εἰσὶ γάρ τινες ὑγιαίνοντες μέν, οὐ χρώμενοι δὲ τοῖς σώμασιν, ἀλλὰ καὶ παρ’ ἄλλων λουόμενοι, οὐδὲ βαδίζοντες, ἀλλ’ ἐπὶ σκίμποδος ἢ θρόνου φερόμενοι· οἷος ἦν καὶ ὁ Ἡρόδικος, ὃς ὑγιὴς μὲν ἦν, ἀλλ’ οὔποτε τῷ σώματι πρὸς ὑπηρεσίαν ἐχρᾶτο, ἀλλὰ παρ’ ἄλλων τῷ στόματι αὐτοῦ ἡ τροφὴ ἐδίδοτο, φοράδην ἐφέρετο, οὐδὲ τὴν ἀμίδα ὥστε οὐρῆσαι ταῖς οἰ‐
15κείαις χερσὶ κατεῖχεν, ἀλλ’ ἄλλοις καὶ αὐτὴ ὑπεκρατεῖτο. διὰ τοῦτο εἶπε τόδε ἀνθρωπίνων· ἀνθρώπινα γὰρ ταῦτά εἰσι τὰ ἀναγκαῖα ἡμῖν, ὡς τὸ περιπατεῖν, τὸ ἐσθίειν, τὸ λούεσθαι, τὸ ζώννυσθαι. [1361 b 10] Πένταθλόν ἐστι πυγμή, πάλη, δίαλμα, δίσκος καὶ δίφρος. [1361 b 11] Ὁ δὲ ἀκμάζων ἡδὺς δοκείτω μετὰ φοβερότητος·
20μὴ γὰρ ἔστω γυναικοειδὴς καὶ τεθηλυμένος, ἀλλ’ οἷος ὁ Ἀχιλλεύς· διὸ καὶ Πρίαμος αὐτὸν ἰδὼν ἐθαμβήθη. ἐμβριθὴς οὖν, φησίν, ἔστω μετὰ ἡδύτητος. [1361 b 17] Πιέζειν ἐστὶ τὸ λαβεῖν τι ἓν μόριον καὶ καταθλῖψαι αὐτό, οἷον ἢ σιαγόνα ἢ οὖς ἢ χεῖρα, συνθλίβειν δὲ τὸ συσφίγξαι τὸ ὅλον τινὸς σῶμα τὰς δύο χεῖρας περιπλεξάμενον καὶ μέσον αὐτῶν τὸν συνθλιβό‐
25μενον κατασχεῖν καὶ ἄγξαι τὰ μέλη αὐτοῦ καὶ τὰ νεῦρα, οἷον καὶ τὰ ὀστᾶ, ὃ δὴ ποιοῦσιν ἔνιοι τῶν παλαιστῶν. [1361 b 28] Ἔστιν εὐγηρία καὶ ἐκ τῶν τοῦ σώματος ἀρετῶν. ἀρετὴ σώματος ἡ εὐκρασία· εἰ δὲ καὶ εἴδομέν ποτέ τινα μακρόβιον μὲν κατάνοσον δὲ ἀεί, ἀλλ’ οὐ χρὴ περὶ τοιούτων σπανίων ἡμᾶς ἀκριβολογεῖ‐
30σθαι νῦν ἄλλης ὑποθέσεως ἐχομένους. [1361 b 36] Φίλος ἐστίν, ὃς τῷ φίλῳ βούλεται ὑπάρχειν τόδε καὶ τόδε τῶν ἀγαθῶν, εἶτα καὶ αὐτὰ τὰ ἀγαθὰ πραγματεύεται καὶ ἐργάζεται παντὶ τρόπῳ, οὐχ ἵνα αὐτὸς ταῦτα ἔχῃ. ἀλλ’ ἵνα ὁ φιλούμενος. ὁ γοῦν τοιούτους πολλοὺς φίλους ἔχων πολύφιλος. εἰ δὲ καὶ ἐνάρετοι οὗτοι
35εἶεν καὶ σπουδαῖοι καὶ ἄγαν χρηστοί, χρηστόφιλος ὁ τοιοῦτος λέγεται· πολλάκις γάρ εἰσί τινος φίλοι τινὲς ὑπὲρ ἐκείνου τὰ πάντα καὶ ποιοῦντες
καὶ μηχανώμενοι, εἰσὶ δὲ ὅμως τὸ ἦθος ἀνάγωγοι καὶ ἄλλως ἀπαίδευτοι.271
in Rh
.

272

[1361 b 39] Εὐτυχία δέ ἐστι τὸ γίνεσθαι πάντα τά, ὧν αἰτία ἡ τύχη, οἷον γεωργημάτων ἀφθονίαν παντοίων, πλούτου πλησμονήν, χρη‐ μάτων αὔξησιν, νομισμάτων πλεονασμόν, δυναστείας εὐημερίαν. [1362 a 2] Αἰτία δέ ἐστιν ἡ τύχη καὶ τῶν τοιῶνδε πολλάκις, ὧν
5φύσις αἰτία, οἷον εἰ ἐγέννα τις μήτηρ ἀεὶ ἑξαδάκτυλα βρέφη, εἶτα ποτὲ ἐγέννησε καὶ πενταδάκτυλον. [1362 a 3] Ἐνδέχεται δὲ καὶ παρὰ φύσιν γενέσθαι ἀπὸ τύχης, οἷον ἐάν τις ἀεὶ ἐγέννα πενταδάκτυλα, εἶτα ποτὲ ἐγέννησε καὶ ἑξαδάκτυλον. [1362 a 4] Κάλλους δὲ καὶ μεγέθους φύσις, οἷον εἰ ἀεὶ ἔτικτέ
10τις μέλανα βρέφη καὶ πυγμαῖα, εἶτα ἐγέννησε καὶ παιδίον καλὸν καὶ μεγέθους ἀξιολόγου ὕστερον καταστάν· ταῦτα γὰρ καὶ τὰ τοιαῦτα, ὅσα εἰσὶ τοῦ εἴδους καὶ τοῦ ἀγαθοῦ μετειληχότα, φύσεώς εἰσι καὶ κατὰ φύσιν γινόμενα, τὰ δὲ ἀμβλώματα παρὰ φύσιν. τέως οὖν ἐπικρίνει κυρίως ἐκεῖνα λέγεσθαι τυχηρά, φ’ οἷς ὁ φθόνος ἐκβάλλεται.
15 [1362 a 7] Παρὰ λόγον. γράφεται καὶ μικρὸν ἤγουν τῶν παρὰ τὴν ἀκολουθίαν· οἷον εἰ Αἰθιόπισσα τέξει ποτὲ Νιρέα. [1362 a 10] Ἢ εἰ μὴ ἦλθε μόνος ἀεὶ φοιτῶν, οἷον εἰ ὁ Πλά‐ των ἀεὶ καθ’ ἑκάστην ἡμέραν ἀπήρχετο μονώτατος εἰς τόνδε τὸν τόπον ἐπὶ ἐνιαυτοὺς πεντήκοντα, εἶτα κατὰ τὴν τρίτην τοῦ Ἀπριλλίου μηνὸς ἐκεῖνος
20μὲν οὐκ ἦλθεν εἰς τὸν τόπον ἐκεῖνον κατὰ τὸ ἔθος, ἄνδρες δὲ ἑκατὸν ἦλθον ἐπὶ τὸν τόπον ἐκεῖνον καὶ χάσμα γέγονε γῆς καὶ κατεπόθησαν ἁπαξά‐ παντες, εὐτυχὴς ὁ Πλάτων, ὅτι ἀεὶ ἐρχόμενος σήμερον οὐκ ἦλθεν ἢ οὐ συνῆλθε κἂν ἐκείνοις τοῖς ἀπολομένοις ἀνθρώποις. [1362 a 15] Ὧν μὲν οὖν δεῖ στοχάζεσθαι. ἐτελείωσεν ὃ προὔ‐
25θετο θεώρημα· εἶπε γὰρ ἀνώτερον “περὶ ὧν μὲν οὖν ἔχειν δεῖ τὸν μέλ‐ λοντα συμβουλεύειν, τὰ μέγιστα τοσαῦτ’ ἐστίν” ἤγουν πέντε, εἶτα ἐπιλέγει “ἐξ ὧν δὲ δεῖ καὶ περὶ τούτων καὶ περὶ ἄλλων προτρέπειν, λέγωμεν” καὶ εἶπε περὶ εὐδαιμονίας καὶ περὶ τῶν μερῶν αὐτῆς· οὐ γὰρ περὶ τῶν πέντε μόνων ἐκείνων ἐρεῖ ὁ συμβουλευόμενος ἐν πόλει, ἀλλὰ καὶ περὶ
30ἄλλων πολλῶν, οἷον περὶ εὐγενείας, εὐτεκνίας, πολυφιλίας, χρηστοφιλίας, ἀγωνιστικῆς δυνάμεως, πάλης, πυγμῆς, δίσκου βολῆς καὶ τῶν ἄλλων, ἃ εἴρηκε· νῦν οὖν φησιν ὅτι, ὧν δεῖ στοχάζεσθαι τὸν συμβουλευόμενον, ταῦτά εἰσι τά τε πέντε καὶ τὰ λοιπὰ ἤγουν ἡ εὐδαιμονία καὶ τὰ μέρη αὐτῆς· προτρέπεται γὰρ τὴν πόλιν, ἵνα φυλάττῃ τοὺς νέους αὐτῆς τοιῶσδε, ὡς ἂν
35ᾖ παρ’ αὐτῇ εὐτεκνία, εὐεργετεῖν, ὃ μάλα τιμᾶται, φίλους ἔχειν, ἵνα δι’272
in Rh
.

273

ἐκείνων ὁ φιλούμενος καὶ κοιμώμενος, ἵν’ οὕτως εἴπω, κτᾶται πάντα καὶ θαυμάσια, ὧν ἐπιθυμεῖ καὶ ὀρέγεται· τὰ γὰρ ἐναντία τούτων ἐστίν, ἃ ἀποτρεπόμεθα, οἷον τὸ ἀσύμφορον, τὸ βλαβερόν. [1362 a 21] Ἔστω δὴ ἀγαθόν. ὥσπερ ἀνώτερον τὴν εὐδαιμονίαν
5διωρίσατο, οὕτω καὶ νῦν λέγει διορισμούς τινας τοῦ ἀγαθοῦ, ἵνα τούτους μαθὼν εὐχερῶς ἔχῃς δεικνύειν τόδε ἢ τόδε ἀγαθὸν ἢ ὡς ποιητικὸν ἀγαθοῦ ἢ ὡς φυλακτικὸν ἢ ὡς καθ’ αὑτὸ ἢ ὡς δι’ ἕτερον ἀγαθόν. [1362 a 24] Καὶ ὅσα ὁ νοῦς ἑκάστῳ ἀποδοίη, ἢ ὁ δημι‐ ουργικὸς νοῦς ἢ ὁ ἐν ἡμῖν θεωρητικὸς ἢ πρακτικός. καὶ μή τις εἴποι
10ὅτι ‘εἰ δὲ ὁ νοῦς σοι ὁ θεωρητικὸς ἀποδώῃ κακόν τι, ἆρα ἐκεῖνο ἀγαθόν;‘ φημὶ οὖν· ὁ νοῦς ἐκεῖνος ἀποδοίη ἄν τι φαῦλον ὁ βυθισθεὶς θυμῷ ἢ ἐπι‐ θυμίᾳ, ὁ δὲ μᾶλλον λογίσας τὸ ἄλογον τῆς ψυχῆς νοῦς τέ ἐστι καὶ ἄρχων καὶ ὀρθῶς ἀποδιδούς. [1362 a 28] Καὶ ᾧ ἀκολουθεῖ τὰ τοιαῦτα. τοῦτο τινὲς οὕτως
15εἶπον, ὅτι καὶ ἐκεῖνο ἀγαθόν, ᾧ ἀκολουθεῖ τὰ τοιαῦτα ἤγουν τὸ ποιητικὸν καὶ τὸ φυλακτικόν· εἶτα ὡς ἀπ’ ἄλλης ἀρχῆς εἰς τὸ τὰ τοιαῦτα στίξαντες ἀναγινώσκουσιν οὕτω δυνάμει, ὅτι καὶ ἐκεῖνα ἀγαθὰ τὰ κωλυτικὰ τῶν ἐναντίων καὶ τὰ φθαρτικά. ἐγὼ δὲ ταῦτα ἀποδέχομαι, λέγω δὲ καὶ οὕτως ὡς ἓν ἀναγινώσκων ᾧ ἀκολουθεῖ τὰ τοιαῦτα καὶ τὰ κωλυ‐
20τικὰ τῶν ἐναντίων καὶ τὰ φθαρτικὰ ἤγουν ἓν πρὸς ἓν τιθεὶς τὸ ποιητικὸν τῶν ἀγαθῶν καὶ τὸ φθαρτικὸν τῶν ἐναντίων, τὸ φυλακτικὸν τῶν ἀγαθῶν καὶ τὸ κωλυτικὸν τῶν ἐναντίων. εἰς δὲ τὴν τοιαύτην ἐνάγομαι ἔννοιαν ἀπ’ αὐτοῦ ποδηγούμενος τοῦ Ἀριστοτέλους· φησὶ γὰρ μετὰ ταῦτα ἀκολουθεῖ δὲ διχῶς· οὐκ ἂν γὰρ μεταξὺ ἔθηκε τὸ καὶ τὰ κωλυτικὰ
25τῶν ἐναντίων καὶ τὰ φθαρτικά, εἶτα εἶπε τὸ [1362 a 29] ἀκο‐ λουθεῖ δὲ διχῶς, εἰ ἄλλος τόπος ἦν ὁ καὶ τὰ κωλυτικὰ τῶν ἐναν‐ τίων καὶ τὰ φθαρτικ. [1362 a 37] Καὶ ἡ ἀντ’ ἐλάττονος ἀγαθοῦ μείζονος. ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνὸς ὑποκειμένου τὸ λεγόμενον ἐνταῦθα χρωμάτισον. ἔστω· ὁ
30Χαβρίας σήμερον ὤφειλε λαβεῖν μὲν ἀπὸ τοῦ βασιλείου δύο νομίσματα, δοῦναι δὲ ὡς εἰσφορὰν χάριν ναυπηγίας τριήρεων δέκα νομίσματα. εἰ οὖν ὁ βασιλεὺς οἰκτείρας αὐτὸν ἀντὶ τῶν ὀφειλομένων αὐτῷ δύο νομισμάτων δέκα νομίσματα ἐπιδοίη φιλοτιμίαν, ἀντὶ δὲ τῶν δέκα νομισμάτων τῆς εἰσφορᾶς κελεύει δοῦναι τὸν Χαβρίαν μόνα δύο νομίσματα, ἄρα τὰ ὀκτὼ νομίσματα,
35καθ’ ἃ ὑπερέχει ὁ δέκα τοῦ δύο, εἰσὶ λῆψις μὲν τοῦ ἀγαθοῦ (δέον γὰρ δύο λαβεῖν, ὁ δὲ δέκα ἔλαβεν), ἀποβολὴ δὲ τοῦ κακοῦ τῷ αὐτῷ Χαβρίᾳ (δέον
γὰρ δοῦναι ζημίαν ἑαυτοῦ δέκα νομίσματα, ὁ δὲ δύο μόνα ἔδωκε).273
in Rh
.

274

[1362 a 30] Περὶ δὲ τοῦ ‘ᾧ ἀκολουθεῖ, ἢ ἅμα‘, ὃ πρὸ μικροῦ ἀνώτερον εἴρηται, ἀνάγνωθι ἐν τοῖς Τοπικοῖς τόπον κʹ τοῦ τρίτου βιβλίου ἀναγκαῖον πάνυ ὡς τεχνικώτατον. [1362 b 2] Καὶ τὰς ἀρετὰς δὲ ἀνάγκη ἀγαθὸν εἶναι. εἰπὼν ἄνω
5τόπους στοιχειώδεις τοῦ ὅτι τὸ ἀγαθὸν ἢ τόδε ἐστὶν ἢ τόδε νῦν πάλιν οἷον δι’ ὑποδειγμάτων ἐκεῖνα μεταχειρίζεται. αἱ ἀρεταί, φησίν, ἀγαθόν εἰσιν. ἀλλ’ ἀπὸ ποίου τόπου ὁρμᾶται τὸ ὅτι αἱ ἀρεταὶ ἀγαθόν; ἀπὸ τοῦ πέμπτου δηλαδὴ καὶ τοῦ ἕκτου. [1362 b 5] καὶ τὴν ἡδονὴν ἀγαθὸν εἶναι πόθεν δείξεις; ἀπὸ τοῦ τρίτου τόπου. καὶ τὴν εὐδαιμονίαν ἀπὸ ποίου τόπου;
10ἀπὸ τοῦ πρώτου, δευτέρου καὶ ἕκτου. καὶ οὕτως ἐφίστανε περὶ τῶν ἀγαθῶν. [1363 a 1] Καὶ οὗ μὴ ἔστιν ὑπερβολ, τοῦτο ἀγαθόν, ἤγουν τὸ σύμ‐ μετρον· ἡ γὰρ σύμμετρος ἀσπὶς ἀγαθόν, ἡ δὲ καθ’ ὑπερβολὴν μεγάλη βλαβερόν. [1363 a 7] Ἐπὶ θύραις τὴν ὑδρίαν. οἱ μὲν εἰπόντες τοῦτο εἶπον, ὡς ἄρα καὶ εἶπον, καὶ ἀνάγνωθι καὶ αὐτό· ἐγὼ δὲ λέγω οὕτως· εἶπεν ὁ
15Ἀριστοτέλης, ὅτι τὸ κοπιᾶσαί τινας ἐπί τινι πράγματι πολὺν χρόνον ὡς τοὺς Ἕλληνας εἰς τὴν Ἴλιον καὶ πρὸ τοῦ φθάσαι τὸ τέλος τὸ δι’ ὃ ὁ πολὺς πόνος καὶ τὰ πολλὰ τῶν ἀναλωμάτων θελῆσαι ὑποχωρῆσαι οὕτω μηδὲν ἀνύσαντας φορτικόν ἐστιν, ὥσπερ καὶ εἴ τις μακρόθεν ὑδρευσάμενος καὶ πολλὰ κεκο‐ πιακώς, ὥστε τὸ ὕδωρ ἀγαγεῖν, καὶ πολλὴν ὁδὸν ἐξανύσας ἐν τῇ θύρᾳ γεγονὼς
20ἐξ ἀπροσεξίας θραύσει τὸ ἀγγεῖον τοῦ ὕδατος· μάτην γὰρ ἐκεῖνος ἐκακο‐ πάθησεν ἐν αὐτῷ σχεδὸν τῷ τέλει ῥᾳθυμήσας καὶ ἀπροσεκτήσας. [1363 a 26] Ἐὰν ἢ λανθάνῃ ἡ τιμωρία ἢ μικρὰ ᾖ. ἐν γὰρ πολέμῳ κἂν τραυματίζωνται οἱ μαχόμενοι, ἀλλ’ οὖν ἀποκρύπτονται αὐτοῖς τὰ τραύματα ὑπὸ τῶν βασιλικῶν ἀναρρήσεων καὶ ἀξιωμάτων καὶ φιλοτιμιῶν.
25 [1363 a 27] Καὶ τὰ ἴδια καὶ ἃ μηδείς. οὕτως ἐγὼ ὡς ἓν ταῦτα νοῶ· ἡ γὰρ βασιλεία ἰδία ἐστὶ μόνῳ τῷ βασιλεῖ, ἄλλος δὲ οὐδέ τις ἔχει αὐτήν. [1363 b 9] Καὶ μεῖζον μὲν ἀεὶ καὶ πλεῖον ἀεὶ πρὸς ἔλαττον. ὡς λήμματα ταῦτα προλαμβάνει· τέως δὲ κατὰ ἀκρίβειαν ἔχε τὸ μεῖζον μὲν πρὸς μεῖζον λεγόμενον, τὸ δὲ πλεῖον πρὸς ἔλαττον.
30 [1363 b 17] Αὐτῷ δὲ ἀγαθὸν τὸ πρὸς αὐτὸν ταῦτα πεπονθός. γράφεται καὶ οὕτως· αὐτὸ δὲ ἀγαθὸν τὸ πρὸς αὐτὸ ταῦτα πεπονθός, ἤγουν ὁ μέλλων γενέσθαι εὐδαίμων πρῶτον γίνεται σώφρων, δίκαιος, πολύ‐ παις, καλλίπαις, πλούσιος, εἶτα πάντα τὰ ψυχικά, τὰ σωματικά, τὰ ἐκτὸς ἀγαθὰ εὐτυχήσας φθάνει εἰς τὸ τέλος τὴν εὐδαιμονίαν καὶ ἔστιν εὐδαίμων.
35ἑαυτῷ οὖν ἀγαθόν ἐστιν ὁ εὐδαίμων ὁ δι’ ἑαυτὸν ταῦτα πάντα πεπονθὼς τὰ274
in Rh
.

275

ἀπηριθμημένα· ἔπαθε γὰρ τοιῶσδε δρῶν τὸ σωφρονίζεσθαι, τὸ σωφρονεῖν, τὸ δικαιοπραγεῖν, ἐπάλαισε πρὸς ἡδονάς, ἐνίκησεν, ἔμαθεν ἐπιστήμας, ἐν πολέμοις πολλὰ ἐπόνησεν, ἠνδρίσατο. ἐγὼ μὲν ἐπὶ τοῦ τὰς ἕξεις ἔχοντος ἐποιησάμην τὸν λόγον, σὺ δὲ καὶ ἐπὶ ἑκτοῦ ὁμοίως εἰπέ. ἀγαθὸν οὖν
5ἐστιν ἑαυτῷ τὸ πεπονθὸς ταῦτα πρὸς ἑαυτὸ ἤτοι τὸ ἔχον τὰ ἄλλα ἀφο‐ ρῶντα καὶ νεύοντα πρὸς αὐτό· ἡ γὰρ εὐδαιμονία ἀγαθὸν ἡ παθοῦσα τὰ προειρημένα ἀγαθά. σαφέστερος δὲ ὁ λόγος ἐπὶ τοῦ εὐδαίμονος. [1363 b 18] Μεῖζον ἀγαθόν ἐστι τὰ πλείω τοῦ ἑνός, ἀλλὰ καὶ αὐτοῦ τοῦ ἑνὸς συναριθμουμένου τοῖς πλείοσι· καὶ μεῖζον ἀγαθὸν τὰ πλείω
10τῶν ἐλαττόνων συναριθμουμένων τοῖς πλείοσι καὶ τῶν ἐλαττόνων καὶ μὴ ἀπολύτως λεγομένων· εἰ γὰρ μὴ συναριθμήσεις, ψευδῆ εὑρεθήσῃ λέγων· οἷον τί φημι; τὸ κάλλος, ἡ ποδώκεια, ὁ πλοῦτος, ἡ δικαιοπραγία, ἡ εὐγέ‐ νεια μεῖζον ἀγαθόν εἰσι μετὰ τῆς εὐδαιμονίας παρ’ ὃ ἡ εὐδαιμονία μόνη καὶ ἡ εὐγένεια πάλιν καὶ τὸ κάλλος καὶ ἡ ἀνδρία μετὰ τῆς βασιλείας
15μεῖζον ἀγαθόν εἰσι παρ’ ὃ ἡ βασιλεία μόνη. συναρίθμει οὖν καὶ τὴν βασιλείαν αὐτοῖς· εἰ γὰρ μή, ἁμαρτήσεις· οὐ γὰρ εἰ πλείονά εἰσι ταῦτα τοῦ ἑνός, τῆς βασιλείας δηλαδή, ἤδη καὶ ταῦτα ἰδίᾳ τὰ πλείονα μεῖζον ἀγαθὸν τῆς βασιλείας εἰσίν, ἀλλὰ μᾶλλον τὸ ἓν ἤγουν ἡ βασιλεία μεῖζόν ἐστι τῶν πολλῶν αὐτῶν ἀγαθόν. τοῦτο δὲ εἰπὲ καὶ ἐπὶ εὐδαιμονίας.
20 [1364 b 11] Καὶ ὃ κεκρίκασιν οἱ φρόνιμοι ἢ οἱ πάντες φρό‐ νιμοι ἢ οἱ πλείονες ἢ οἱ κράτιστοι, τοῦτο μεῖζον ἀγαθὸν παρὰ τὸ κριθὲν ἢ παρὰ οὐ φρονίμων ἢ οὐ πάντων καὶ τὰ ἑξῆς· κεκρίκασι δέ, φησίν, οἱ φρόνιμοι ἢ ἁπλῶς ἢ κατὰ φρόνησιν. ὃ δὲ λέγει, τοιοῦτό ἐστι· πολλάκις οἱ φρόνιμοι κρίνουσιν ἁπλῶς ὡς ἄνθρωποι, πολλάκις οὐ μόνον καθ’ ὃ ἄνθρω‐
25ποι, ἀλλὰ καθ’ ὃ φρονιμώτατοι· οἷον τί λέγω; ὅταν λέγωσι ‘τίμα τὸν θεόν‘, ‘ἀγάπα τοὺς φίλους σου‘, ‘σέβου γονέασ‘, ταῦτα ἂν ὡς ἁπλῶς ἄνθρωποι εἴποιεν· οὐδὲ γὰρ δυσκολίαν ἔχει τὸ λεγόμενον οὐδὲ ἀνάγκης δεῖται ἀπο‐ δεικτικῆς αὐτοφυῶς ἔχον παρ’ ἡμῖν. ὅταν δὲ λέγωσι ‘τὸ ἀδικεῖσθαι κρεῖττόν ἐστι τοῦ ἀδικεῖν‘, τότε κατὰ φρόνησιν τοῦτο καὶ ὡς φρονιμώτατοι λέγουσι.
30 [1364 b 15] Καὶ γὰρ τὶ ἤγουν οὐσίαν καὶ ποσὸν καὶ ποιόν, ἤτοι εἴ τις οὐσία τοῖς φρονίμοις δόξει μεῖζον ἀγαθόν, ἢ ὃ σύμμετρον αὐτοῖς φανείη, τότε καὶ ἡμῖν ᾗ τοιοῦτον στερχθήσεται. [1364 b 17] Ἀγαθόν ἐστιν, ὃ λαβόντα τὰ ὄντα πάντα νοῦν καὶ φρόνησιν, ἤγουν ὁ λίθος, τὸ φυτόν, ὁ βοῦς, ἕκαστον τούτων (τῶν
35ὄντων δηλαδή) ἕλοιτο· τὸ γὰρ ἕκαστον ἐπὶ τῶν πραγμάτων λαμβάνω, οὐ μὴν ἐπὶ τοῦ ἀγαθοῦ· εἰ δὲ καὶ οὕτως, οὐ διαμαρτήσεταί τις. [1364 b 19] Καὶ τὸ τοῖς βελτίστοις ὑπάρχον ἢ ἁπλῶς ἢ ᾗ
βελτίοσιν. εἰ δὲ βέλτιστοι οἱ στρατηγοὶ παραβαλλόμενοι πρὸς τοὺς ἁπλῶς275
in Rh
.

276

στρατιώτας, εἰσὶ δὲ καὶ τῶν βελτίστων ἤτοι τῶν στρατηγῶν βελτίους ἢ οἱ στρατηγικώτεροι ἢ οἱ ἀνδρειότεροι, ἡ οὖν ἀνδρία ὑπάρχει καὶ ἐνθεωρεῖται τοῖς στρατηγοῖς ἢ τοῖς στρατηγικωτέροις, μεῖζον ἄρα ἀγαθὸν τῆς ἰσχύος. καὶ ἀντιστρέψας αὖθις εἰπέ. καὶ ὃ ἕλοιτο πάλιν ὁ βελτίων ἁπλῶς ἢ
5ὁ βελτίων τοῦ ἁπλῶς βελτίονος, ἤτοι ὅπερ ἕλοιτ’ ἂν ἢ ὁ δίκαιος ἢ ὁ δικαιότερος, ἐκεῖνο μᾶλλον ἀγαθόν, οἷον τὸ ἀδικεῖσθαι ἴσως ὁ δίκαιος οὐκ ἂν ἕλοιτο· τοῦ γὰρ ἴσου ἐστὶ φύλαξ, τοῦ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι δηλαδή· τοῦτο δὲ τὸ ἀδικεῖσθαι ὁ δικαιότερος τῶν δικαίων ἕλοιτο, ὑπὲρ τὸ δίκαιον ζῶν, ὡς οἱ τοῦ Χριστοῦ καὶ τοῦ εὐαγγελίου παρ’ ἡμῖν.
10 [1365 a 8] Καὶ ὧν αἱ ζημίαι μείζους· ἐπὶ τοῦ ἀπολέσαντος χρυσὸν παρ’ ὃ ἄροτρον ἢ χαλκόν. [1365 a 10] Ἡ πολιορκία κακόν, ἀλλ’ ἔτι δοκεῖ μεῖζον κακόν, εἰ διαιρεθείη εἰς τὰ μόρια, ἐξ ὧν σύγκειται. μόρια δὲ αὐτῆς τὸ τὴν πόλιν ἐμπρησθῆναι, τὸ αἰχμαλώτους ἀχθῆναι τοὺς πολίτας, τὸ δεσμίους, τὸ παραν‐
15άλωμα ξίφους πάντας γενέσθαι. [1365 a 16] καὶ ἡ σύνθεσις δὲ τὰ αὐτὰ τῇ διαιρέσει δύναται· ὑπεροχὰς γὰρ καὶ αὕτη ποιεῖ, οἷον ἐπὶ πολιορκίας ἢ μᾶλλον ἐπὶ ἁλώσεως οὐ μόνον τὸ πῦρ ἀμαθύνει τὴν πόλιν, ἀλλὰ καὶ οἱ λαοὶ φθινύθουσι, καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ τὰ τέκνα δέσμια ἄγονται καὶ αἰχμά‐ λωτα, καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ αἱ γυναῖκες τοῖς πολεμίοις δοῦλαι.
20 [1365 a 28] Ἐξ ὧν ὑπῆρξε ταῦτα, ἤγουν ἐξ οἵων γονέων εὐτελῶν ὢν ὑπῆρξεν ὁ Ἰφικράτης ταῦτα ἤγουν τὸ στρατιώτης, τὸ ἀνδρεῖος, τὸ ὑπερπολεμῶν τῆς πατρίδος. [1365 a 30] Ὁ ποιητὴς Πίνδαρος ἦν αὐτοδίδακτος, ἤτοι ‘ἐκ γενετῆς εἰμι σοφόσ‘, φησί, ‘καὶ οὐκ ἀπὸ διδασκάλου τοιοῦτος γέγονα‘.
25 [1365 a 12] Ὁ Μελέαγρος ἐγεννήθη τῷ Οἰνεῖ ἀπὸ τῆς Ἀλθαίας. τούτου δ’ ὄντος ἡμερῶν ἑπτὰ παραγενομένας τὰς Μοίρας φασὶν εἰπεῖν ὅτι ‘τότε τελευτήσει Μελέαγρος, ὅταν ὁ καιόμενος οὗτος ἐπὶ τῆς ἐσχάρας δαλὸς κατακαῇ‘. τοῦτο ἀκούσασα τὸν δαλὸν ἀνείλετο ἀπὸ τῆς πυρᾶς ἡ Ἀλθαία καὶ κατέθετο ἐν λάρνακι θησαυρίσασα. γέγονεν ὁ Μελέαγρος γενναῖος.
30ἐτησίων οὖν καρπῶν τοῖς θεοῖς παρὰ τοῦ Οἰνέως ἀνατεθειμένων οὐκ ἐδόθη θυσία καὶ τῇ Ἀρτέμιδι. ἐμήνισεν ἡ θεὸς καὶ ἐπαφῆκε κατὰ Αἰτωλίας καὶ Καλυδῶνος κάπρου τι χρῆμα ἐξαίσιον, ὃς τήν τε γῆν ἄσπορον ἐποίει καὶ τὰ δένδρα ἐξέταμε καὶ τοὺς ἀνθρώπους ἀπέκτεινε. συνήχθησαν οὖν οἱ ὁμοροῦντες γενναῖοι ἄνδρες τοῦ Οἰνέως συγκαλεσαμένου, ὃς ἔθετο καὶ
35τῷ ἀποκτενοῦντι τὸν σῦν ἀριστεῖον τὸ δέρμα. ὁ γοῦν Μελέαγρος ἀπο‐ κτείνας τὸν κάπρον ἔλαβε τὴν δοράν, ἣν καὶ τῇ αὐτοῦ ἐρωμένῃ Ἀταλάντῃ
συγκυνηγετούσῃ αὐτῷ ἐδωρήσατο. ἐλυπήθησαν οὖν καὶ οἱ ἀδελφοὶ τῆς276
in Rh
.

277

Ἀλθαίας κατὰ τοῦ ἀνεψιοῦ αὐτῶν Μελεάγρου ὡς μὴ αὐτοῖς συγκυνηγέταις οὖσι δωρησαμένου τὴν δοράν, ἀλλὰ τῇ παλλακῇ, καὶ συνάραντες λόγους ἀπεκτάνθησαν παρὰ Μελεάγρου. οἱ γοῦν Καλυδώνιοι (τῆς γὰρ Καλυδῶνος ἦρχον οἱ φονευθέντες) ἐστράτευσαν κατὰ τῆς Αἰτωλίας. ὁ γοῦν Μελέαγρος
5ἀναγκαζόμενος παρὰ τῆς μητρὸς ἐξελθεῖν εἰς τὸν πόλεμον οὐκ ἤκουσεν αὐτῆς οἷα φθασάσης αὐτὸν ὑβρίσαι ὡς ἀναιρέτην τῶν ἀδελφῶν αὐτῆς, ἀλλ’ ἡ γυνὴ τὰ τῆς ἁλώσεως προθεμένη τοῦτον εἰς τὸν πόλεμον ἀνέστησε. [1365 b 2] Τὸ εὖ πάσχειν αἱρήσεται πᾶς, κἂν μέλλῃ λαθεῖν· πρὸς ἀλήθειαν γὰρ ἀφορᾷ· οὐκ ἂν δὲ ἕλοιτό τις λαθεῖν, εἴ τινα εὖ ποιήσει.
10διὸ καὶ ὁ Ὀδυσσεὺς οἷα Οὔτις τυφλώσας τὸν Κύκλωπα καὶ ἐντὸς τῆς νηὸς αὐτοῦ γεγονὼς οὐκ ἠνέσχετο τὸ ἔργον αὐτοῦ λαθεῖν, ἀλλ’ ἐν μέσῳ γεγονὼς τῷ πελάγει ἐβόησε τὸ ‘Κύκλωψ, ἐγώ εἰμι Ὀδυσσεὺς ὁ τυφλώσας σε‘. [1365 b 6] Πᾶς, κἂν ἄδικος εἴη κἂν δίκαιος, αἱρεῖται δοκεῖν καὶ πᾶσι φαίνεσθαι δίκαιος παρ’ ὃ εἶναι· πῶς γὰρ ὁ ἄδικος ἂν εἴη δίκαιος;
15εἰ δὲ καὶ δίκαιος εἴη τις, ἀγαπᾷ τὸ παρὰ πᾶσιν ᾄδεσθαι δίκαιος καὶ κρεῖττον ἔχει τοῦ εἶναι τὸ φαίνεσθαι. [1365 b 16] Γράφεται καὶ οὕτως· καὶ τὸ ἀγαπητὸν τοῖς μὲν μόνον, τοῖς δὲ μετ’ ἄλλων. γράφεται καὶ οὕτως· ἀγαπητὸν γὰρ ἂν εἴη μᾶλλον, εἰ μόνον εἴη ἢ μετ’ ἄλλων.
20 [1365 b 31] Ἐπὶ τῆς δημοκρατίας ἕνα ἐκλέγονται ἢ τρεῖς ἢ τέσσαρας, οἳ καὶ κρίνουσι, καὶ οὐχὶ πάντας. διὰ τοῦτο εἶπε ‘μόριον τούτων τι ἂν εἴη‘, εἶτα εἶπεν “ἢ ὅλον τούτων”, ὡς ἐπὶ τῆς ἀριστοκρατίας ὅλον τὸ ἄρχον κρίνει ἤτοι οἱ ἄριστοι καὶ οἱ φρόνιμοι, ἀλλὰ καὶ ἐπὶ τῆς ὀλιγαρχίας τὸ ὅλον κρίνει ἤτοι οἱ ὀλίγοι ἐκεῖνοι οἱ ἄρχοντες καὶ ἐπὶ τῆς μοναρχίας ὁ
25εἷς. τὸ δὲ κλήρῳ καὶ οὕτως ἑρμηνεύεται ἀντὶ τοῦ κατὰ γενεὰν καὶ οἷον κλήρῳ πατρῴῳ· τελευτήσαντος γὰρ τοῦ πατρὸς ὁ υἱὸς διαδέχεται αὐτοῦ τὴν βασιλείαν, ὡς ἐπὶ τῶν Ἰβήρων ἔχει καὶ τῶν Κελτῶν βασιλέων. περὶ δὲ τῶν τοιούτων πολιτειῶν ἀνάγνωθι τὰ ἐν τοῖς Ἠθικοῖς μου σχόλια, ἀλλὰ καὶ τὸ ξυλοχάρτιον κοντάκιον τὸ ἐν τῇ περὶ μεθόδου δεινότητος.
30 [1366 a 1] Ἡ μὲν κατὰ τάξιν βασιλεία ἤγουν ἡ ὡρισμένη, ἐν ᾗ ὁ δῆμος καὶ οἱ στρατιῶται ἐκλέξονται βασιλέα τόνδε· ἢ τὸ κατὰ τάξιν ἔνιοι λέγουσιν ἀντὶ τοῦ κατὰ γένος καὶ κατὰ διαδοχήν, ὡς τὸ τοῦ πατρὸς βασιλέως θανόντος βασιλεύειν τὸν υἱόν. [1366 a 2] δ’ ἀόριστος τυραννίς, οἷον εἴ τις οὐ προβληθεὶς
35παρὰ τοῦ δήμου καὶ τῶν στρατιωτῶν ἄρχει παραλαβὼν τὴν βασιλείαν μετὰ
πολέμου καὶ αἵματος.277
in Rh
.

278

[1366 a 6] Τυραννίδος δὲ τέλος φυλακὴ ἤγουν αἱ λεγόμεναι παρα‐ μοναί, Πέρσαι, ξιφηφόροι. [1366 a 8] Ἧιπερ αἱροῦνται πρὸς τοῦτο ἐπαναφέροντες ἤγουν ἀναφέροντες πάντα, ὅσα ἂν καὶ συμβουλευώμεθα, πρὸς τοῦτο τὸ τέλος, οἷον
5αἱρούμεθα καὶ ᾗ (ἀντὶ τοῦ ὅπου) αἱρούμεθα, εἴτε ἀριστοκρατία εἴη, τὸ οἰκεῖον αὐτῇ τέλος ζητοῦντες, εἴτε ἄλλη τις πολιτεία. [1366 a 12] Δέοι ἂν τὰ ἤθη ἑκάστης πολιτείας μιμεῖσθαι καὶ ἔχειν τὸν συμβουλευόμενον, οἷον ἐν μὲν δημοκρατίᾳ μὴ ἐπηρμένον ἑαυτὸν δεικνύειν, ἀλλὰ κοινωνικὸν καὶ δημοτικὸν καὶ εὐλαβῆ καὶ μέτριον τὸ ἦθος,
10ἵνα μὴ τυραννικώτερος φανείη ὑποπτευθείς, ἐν ἀριστοκρατίᾳ ἐμβριθὴς καὶ ὑψηλὸς ἀπὸ τῶν νόμων καὶ τῶν ἐθῶν τῶν πολιτικῶν λαμβάνων τὸ παρρη‐ σιάζεσθαι, ἐν δημοκρατίᾳ ἐπηρμένος διὰ τὸν πλοῦτον καὶ ἀλαζονικώτερος, μὴ τοῖς πρέσβεσι τοῖς ποθὲν ἀπαντήσασι πειθόμενος τὰ πολλὰ καὶ αὐτοῖς ταπεινὸν ἑαυτὸν ὑπενδιδούς, ἀλλὰ τὸν Σθενελαΐδαν μιμούμενος ἐπὶ μάχην
15κινοῦντα, ἀλλὰ τὸν Περικλέα ζηλῶν πρεσβείαν Λακωνικὴν ἀτιμάζοντα. [1366 a 14] Ταῦτα δὲ ἤτοι τὰ ἤθη μιᾶς ἑκάστης πολιτείας ληφθή‐ σεται διὰ τῶν αὐτῶν ἤτοι τῶν πολιτειῶν. [1366 a 14] Τὰ μὲν γὰρ ἤθη φανερὰ γίνεται κατὰ τὴν προαί‐ ρεσιν ἤτοι ἐκ τῆς προαιρέσεως· ἀφ’ ὧν γὰρ προαιρεῖταί τις καὶ συμβου‐
20λεύει, φαίνεται τὸ ἦθος αὐτοῦ· ἡ δὲ προαίρεσις ἀναφαίνεται ἢ καὶ ἀναφέρεται πρὸς τὸ οἰκεῖον τέλος. [1365 a 29] Ἐν ὕμνῳ Θήρωνος Ἀκραγαντίνου φησὶν ὁ λυρικὸς Πίν‐ δαρος ἑαυτὸν ἐπαινῶν ὡς αὐτοφυῆ σοφὸν οὕτως “σοφὸς ὁ πολλὰ εἰδὼς φυᾷ· μαθόντες δὲ λάβροι
25 παγγλωσσίᾳ, κόρακες ὡς, ἄκραντα γαρύετον Διὸς πρὸς ὄρνιχα θεῖον”. λέγει οὖν ‘ὥσπερ κόρακες πρὸς ἀετὸν φιλονεικοῦσιν οἱ διδακτοὶ πρὸς τοὺς φύσει αὐτοδιδάκτουσ‘. αἰνίττεται δὲ εἴς τε ἑαυτὸν τοῦτο καὶ εἰς Σιμωνίδην. τὸ δὲ [1365 a 30] “αὐτοδίδακτος δ’ εἰμι” ἐν τῷ χʹ Ὀδυσσείας Ὅμηρος
30λέγει περὶ τοῦ κιθαρῳδοῦ Φημίου παρακαλοῦντος Ὀδυσσέα μὴ κτανθῆναι. τέως δ’ οὖν τὰ εἰρημένα εἶπεν ὁ Πίνδαρος πρὸς Βακχυλίδην τάχα ἀποτει‐ νόμενος τρόπον τινὰ ἀνταγωνιστὴν αὐτοῦ γεγονότα. [1366 a 29] Τὸ ἐπαινεῖν μετὰ σπουδῆς τινὲς τὸ μετὰ τέχνης εἶπον καὶ κανόνων ῥητορικῶν, τῶν ἐγκωμιαστικῶν δηλαδὴ κεφαλαίων. τὸ
35δὲ χωρὶς σπουδῆς ἤτοι ἐκ τοῦ παρατυχόντος. [1366 a 27] Δευτέρα πίστις τὸ ἦθός ἐστι, πρώτη δὲ τὰ ἐνθυμήματα· εἴρηκε γὰρ ἐν τῇ ἀρχῇ τοῦ βιβλίου τὸ “αἱ γὰρ πίστεις ἔντεχνόν ἐστι μόνον, τὰ δ’ ἄλλα προσθῆκαι”. ἴδωμεν δέ, εἰ δοκεῖ, τῶν πίστεων τὴν
διαίρεσιν· καὶ ἔστιν αὕτη·278
in Rh
.

279

(fig1)

[Start of a diagram][Start of a diagram section]τῶν πίστεων[End of a diagram section]
fig2[Start of a diagram section]αἱ μὲν ἔντεχνοι[End of a diagram section]
fig3[Start of a diagram section]αἱ μὲν ἐν
fig4τῷ ἤθει
fig5τοῦ λέ‐
fig6γοντος[End of a diagram section]
fig3[Start of a diagram section]αἱ δὲ ἐν τῷ
fig4τὸν ἀκροατὴν
fig5διαθεῖναί
fig6πως, ὃ ἐφεῦ‐
fig7ρον οἱ νῦν ὡς
fig8ἔφησαν τε‐
fig9χνολόγοι[End of a diagram section]
fig3[Start of a diagram section]αἱ δὲ ἐν
fig4αὐτῷ τῷ
fig5λόγῳ[End of a diagram section]
fig10[Start of a diagram section]παράδειγμα, ὃ ῥη‐
fig11τορικὴ ἐπαγωγή[End of a diagram section]
fig12[Start of a diagram section]ἢ ἐξ εἰκότος καὶ
fig13τῶν δύο σημείων
fig14τῶν ἀναλογούντων
fig15ταῖς ἐνδεχομέναις
fig16προτάσεσιν, ἐξ ὧν
fig17τὸ οἷον ἐνδεχόμενον
fig18ἐνθύμημα καὶ συμ‐
fig19πέρασμα τὸ λυτόν,
fig20ὃ ἐν δευτέρῳ ἢ
fig21ἐν τρίτῳ σχήματι
fig22γίνεται[End of a diagram section]
fig12[Start of a diagram section]ἢ ἐκ σημείου τοῦ
fig13ὡς τεκμηρίου ἐξ
fig14ἀναλογοῦντος τῇ
fig15ἀναγκαίᾳ προτάσει,
fig16ἐξ ἧς τὸ ἀναγκαῖον
fig17ἐνθύμημα συμπε‐
fig18ραίνεται τὸ ἄλυτον
fig19ἐν πρώτῳ δεικνύ‐
fig20μενον σχήματι[End of a diagram section]
fig10[Start of a diagram section]ἐνθύμημα, ὃ ῥητο‐
fig11ρικὸς συλλογισμός[End of a diagram section]
fig2[Start of a diagram section]αἱ δὲ ἄτεχνοι[End of a diagram section]
fig3[Start of a diagram section]νό‐
fig4μοι[End of a diagram section]
fig3[Start of a diagram section]μάρ‐
fig4τυρες[End of a diagram section]
fig3[Start of a diagram section]συν‐
fig4θῆκαι[End of a diagram section]
fig3[Start of a diagram section]βάσα‐
fig4νοι[End of a diagram section]
fig3[Start of a diagram section]ὅρ‐
fig4κοι[End of a diagram section][End of a diagram]279
in Rh
.

280

[1366 a 33] Καλὸν ἐκεῖνο τὸ ἀγαθὸν λέγεται τὸ καὶ ἡδύ, τὸ μεθ’ ἡδονῆς. ὥστε εἴ τι μὲν καλόν, καὶ ἀγαθόν ἐστιν, οὐ μὴν εἴ τι ἀγαθόν, καὶ ἡδύ· ἡ γὰρ ἐπίδειξις τῆς ἀνδρίας καὶ τὸ μανθάνειν ἡμᾶς ἀγαθὰ μέν εἰσιν, οὐ μὴν ἡδέα· πικρία γὰρ καὶ τραύματα ἔνεισι τούτοις.
5 [1366 b 3] Μεγίστη ἀρετή ἐστιν ἡ μὴ ἑνί τινι περιοριζομένη, ἀλλ’ εἰς πολλῶν ὠφέλειαν χεομένη. οὕτως ἡ μὲν δικαιοσύνη καὶ ἡ ἀνδρία μεγίστη ἀρετή, σμικρὰ δὲ ἡ σωφροσύνη· παρὰ γὰρ μόνῳ ἐστὶ τῷ ἔχοντι αὐτήν. ὥστε ὃ εἶπεν ἄνω, ὅτι καλόν ἐστιν, ὃ ἂν δι’ αὐτὸ αἱρετὸν ὂν ἐπαινετόν ἐστι, τοιοῦτον ἔχει τὸν νοῦν· ἐκεῖνό ἐστι καλόν, φησί, δι’ ὃ
10ἐπαινεῖταί τις ἤγουν τιμᾶται, προσκυνεῖται, ἀγαλματοποιεῖται. ἄρα ἡ ἀν‐ δρία ἐστὶ τοιοῦτον, οὐ μὴν ἡ σωφροσύνη· διὰ γὰρ τὴν ἀνδρίαν τοῦδέ τινος πάντες αὐτῷ ὑπεξιστάμεθα, προσκυνοῦμεν αὐτόν, ἀνδριάντας αὐτῷ χαλ‐ κεύομεν. ὥστε ἡ ἀνδρία ἐπαινετὸν μέν, οὐ μὴν ἡδύ. διὰ τοῦτο πολλοὺς τόπους καὶ διαφόρους δίδωσιν ὁ φιλόσοφος καὶ περὶ τοῦ καλοῦ νῦν, ὃ
15τέλος σκοπιμώτατον καὶ σκοπὸς δοκεῖ τελικώτατος τῷ πανηγυρίζοντι, ὡς δὴ ἔναγχος καὶ περὶ τοῦ συμφέροντος ἤτοι τοῦ ἀγαθοῦ πολυχουστέρους τόπους ἐξέδωκε τῷ συμβουλεύοντι. [1366 b 29] Σημεῖόν ἐστι τῆς ἀνδρίας τὸ μὴ ταράττεσθαι ἐν πολέμῳ, πάθος δὲ ἀνδρίας τὸ θυμοῦσθαι, τὸ σφάττεσθαι δὲ μᾶλλον ὧδε ἐγὼ λέγω,
20τὸ τραυματίζεσθαι, τὸ κατακόπτεσθαι. τὸ δὲ δικαίως πάσχειν, τὸ δικαίως τραυματίζεσθαι, τὸ δικαίως θνῄσκειν κακόν· τῶν γὰρ κακούργων τὸ οὕτω πάσχειν· ὃ καὶ Σωκράτης ἐν τῇ εἱρκτῇ φρουρούμενος πρὸς τὸν ἑταῖρον αὐτοῦ δακρύοντα καὶ λέγοντα ‘ἀδίκως ἀποθνῄσκεις, ὦ Σώκρατεσ‘ παρ‐ έδειξεν εἰπὼν ‘οἴει δέ με δικαίως ἀποθνῄσκειν;‘ τοῦτο γὰρ τῶν κακούρ‐
25γων ἐστί. [1366 b 38] Καὶ ἃ μὴ αὐτῷ ἀγαθά· οἷον ἐκεῖνά εἰσι καλὰ ἤτοι ἐπαινετά, ἃ ποιοῦμεν χάριν ἄλλων, οἷον εἰ σκέπω πτωχούς, εἰ τροφὰς αὐτοῖς δίδωμι· εἰ γὰρ ἑαυτοῦ χάριν τραπέζας πολυτελεῖς ἱστῶ, οὐκ ἔστι τοῦτο ἐπαινετὸν καὶ τιμώμενον καὶ ὑμνούμενον.
30 [1367 a 8] Εἴτε ὁ Ἀλκαῖος ὁ ποιητὴς ἤρα κόρης τινὸς ἢ ἄλλος τις ἤρα, παράγει οὖν ὅμως ἡ Σαπφὼ διάλογον· καὶ λέγει ὁ ἐρῶν πρὸς τὴν ἐρωμένην ‘θέλω τι εἰπεῖν πρὸς σέ, ἀλλὰ ἐντρέπομαι, αἰδοῦμαι, αἰσχύνομαι‘, εἶτ’ αὖθις ἀμοιβαδὶς ἡ κόρη λέγει πρὸς ἐκεῖνον ‘ἀλλ’ ἐὰν ἦς ἀγαθὸς καὶ ὃ ἔμελλες πρὸς μὲ εἰπεῖν ἦν ἀγαθόν, οὐκ ἂν ᾐδοῦ καὶ ᾐσχύνου οὕτως,
35ἀλλὰ μετὰ παρρησίας ἔλεγες ἂν βλέπων πρὸς μὲ ἀνερυθριάστωσ‘. [1367 a 34] Λέγε πολλάκις τὸν ἠλίθιον σώφρονα καὶ τὸν εὐλαβῆ
δειλόν. οὕτω καὶ παρὰ τῷ Θουκυδίδῃ “τόλμα μὲν γὰρ ἀλόγιστος280
in Rh
.

281

ἀνδρία φιλέταιρος ἐνομίσθη, μέλλησις δὲ προμηθὴς δειλία εὐπρεπής, τὸ δὲ σῶφρον τοῦ ἀνάνδρου πρόσχημα”. [1367 b 7] Σκοπὸν δὲ καὶ παρ’ οἷς· εἰ γάρ τις ἐπαινεῖ Ἀθη‐ ναίους ἐν Ἀθηναίοις, εὐπαράδεκτα καὶ καλὰ ἔσονται τὰ λεγόμενα ὡς
5καὶ εἰς αὐτοὺς τοὺς ἀκροατὰς διαβαίνοντα· εἰ δέ τις ἐπαινεῖ Ἀθηναῖον ἐν Λακεδαιμονίοις καὶ εἰσὶν εὐπαράδεκτα τὰ λεγόμενα Λακεδαιμονίοις καὶ ταῦτα ἀλλοτρίοις οὖσι καὶ ἐχθροῖς, καλὰ ἄρα ταῦτά εἰσι. σκώπτοντος δὲ τοῦ Σωκράτους οἶμαι τοὺς Ἀθηναίους ὡς συκοφάντας ὁ λόγος· δυνάμει γὰρ τοῦτο λέγει ‘οὐκ ἔστι θαυμαστόν, ἐὰν ἐπαινῆτε τοὺς Ἀθηναίους, ὦ
10Ἀθηναῖοι, ἀλλ’ ἐάν τις ἐπῄνει τοὺς Ἀθηναίους παρ’ ἄλλῃ πόλει καὶ ἄλλοις ἀκροαταῖσ‘· τότε γὰρ ἠλέγχθησαν ἂν παρ’ ἐκείνων τῶν ξένων οἱ ἐπαινοῦντες τοὺς Ἀθηναίους ὡς ψευδόμενοι· συκοφάντας γὰρ ἐπαινοῦσι καὶ ἀπανθρώ‐ πους καὶ σκληροὺς ἀνθρώπους καὶ μηδεμίαν πρός τινας ἀνθρώπους φιλίαν ἔχοντας.
15 [1367 b 9] Δεῖ δὲ τὸ παρ’ ἑκάστοις τίμιον καὶ ὂν καὶ εὐαπό‐ δεκτον φαινόμενον λέγειν, ὅτι ἔχουσι τοῦτο οὗτοι· οἷον ἐπεὶ Λακεδαιμο‐ νίοις τὸ κομᾶν ζηλωτόν, εἰπὲ ‘ὑμεῖς εὐχάριτες, ὦ Λακεδαιμόνιοι, ἐστέ, ἐμπρέποντες τῇ κόμῃ‘, ἐπεὶ Σκύθαις τὸ τοξεύειν, ἐπανατίθου τούτοις αὐτὸ εἰπὼν ὅτι ‘ὃ θαυμαστόν ἐστιν ὄντως, παρ’ ὑμῖν καὶ μόνοις ὑπάρχει οὕτω
20καλῶς τε καὶ εὐτυχῶσ‘. [1367 b 11] Πᾶν μὲν καλὸν καὶ τίμιον ἀγαθόν, οὐ μὴν πᾶν ἀγαθὸν καλόν. [1367 b 19] Καὶ τὸ τοῦ Σιμωνίδου. ἔνιοι ἔφασαν ὡς τῆς Ἑκάβης ταῦτα τὰ ἔπη
25
ἣ πατρός τε καὶ ἀνδρὸς ἀδελφῶν τ’ οὖσα τυράννων
δυσδαίμων γενόμαν πασῶν οἰκτροτάτα.” [1367 b 26] Ἔστι δὲ ἔπαινος. ἐπεὶ περὶ πανηγυρικοῦ λόγου ἐνταῦθα τεχνολογεῖ, ὁ δὲ πανηγυρικὸς διαιρεῖται εἰς ἐγκώμιον καὶ ψόγον, νῦν τέλειόν τι ποιῶν διδάσκει, τί διαφέρει ἐγκώμιον, ἔπαινος, μακαρισμός, ὡς
30δὴ καὶ ὁ ῥήτωρ ἐδίδαξεν ἡμᾶς διαφορὰν ἐγκωμίου, ὕμνου, ἐπαίνου. ἐνταῦθα οὖν λέγει ὁ Ἀριστοτέλης, ὡς καὶ ἐν τῷ τέλει τοῦ πρώτου τῶν Ἠθικῶν εἶπεν, ὅτι ὁ μὲν ἔπαινός ἐστι λόγος μέγεθος δεικνύων ἕξεώς τινος ἀρίστης, οἷον ἀνδρίας, δικαιοσύνης· ὡς ἐὰν εἴπῃς ‘δίκαιός ἐστιν ὁ Ἀριστείδης· τί λέγω δίκαιος; δικαιότατος ὑπὲρ ἅπαντα δίκαιον‘. ‘ἀνδρεῖος ὁ δεῖνα,
35μᾶλλον δὲ εἰπεῖν ἀνδρειότατος καθ’ ὑπεροχὴν ἔχων τήνδε τὴν ἀρετήν‘.
διὰ τοῦτο εἶπε μέγεθος· ὁ γὰρ λέγων ‘ὁ δεῖνα ἀνδρεῖοσ‘ οὐκ εἶπε μέγεθος281
in Rh
.

282

ἀρετῆς, ἀλλ’ ἀρετὴν μόνον, ὁ δὲ εἰπὼν “μὰ τοὺς ἐν Μαραθῶνι προκιν‐ δυνεύσαντας” καὶ ἀνδρείους ἐδήλωσε καὶ διὰ τὸν ὅρκον ηὔξησε σφίσι τὸν ἔπαινον τῆς ἀνδρίας· οἷα γὰρ θεοὺς αὐτοὺς ἐπῄνεσεν· εἰς γὰρ θεοὺς ὀμνύειν ἐστί. τοιοῦτον μὲν ὁ ἔπαινος. [1367 b 28] τὸ δὲ ἐγκώμιον,
5ὅταν καὶ τὰς πράξεις καὶ τὰ ἀποτελέσματα τῶν πράξεων ἤγουν τὰ ἔργα ἐξαίρῃς τῷ λόγῳ. τὰ δὲ κύκλῳ, φησίν, οἷον προγόνους, ἔθνος, πατρίδα, ἀνατροφήν, παιδείαν, πίστεις ἔχε τοῦ τοιοῦτον εἶναι κάλλιστον τὸν ἐγκωμια‐ ζόμενον, ὅτι καὶ ἐκ τοιούτων προγόνων ὥρμητο καὶ οὕτως ἐτράφη καὶ ἐπαιδεύθη. ὥστε ὅρα τί ἔμαθες παραλαμβάνειν ἐγκωμιάζων ἐν τῷ βιβλίῳ τῶν
10Προγυμνασμάτων προγόνους, πατέρας, πατρίδα, ἔθνος, ἀνατροφήν, πράξεις, σύγκρισιν. αἱ μὲν οὖν πράξεις εἰσὶ τὸ συνεκτικώτατον αἴτιον τοῦ ἐγκωμίου, τὰ δὲ λοιπὰ πίστεις τῶν πράξεων. ἡ δὲ αὔξησις ἤγουν ὁ ἔπαινος ἢ ἀπὸ τῆς συγκρίσεως παραλαμβάνεται ἢ ὁ ὑπέρ τινος κοινὸς λεγόμενος τόπος· οὕτως ὑπέγραψεν αὐτὸν καὶ ὁ ῥήτωρ εἰπὼν “κοινὸς τόπος ἐστὶ λόγος
15αὐξητικὸς τῶν προσόντων τινὶ καλῶν”. [1367 b 31] Τὰ δ’ ἔργα σημεῖα τῆς ἕξεώς εἰσιν. οὕτω γραπτέον καὶ μὴ πράξεως, ὡς παρ’ ἐνίοις τῶν ἀντιγράφων φέρεται. [1367 b 33] Μακαρισμὸς δὲ καὶ εὐδαιμονισμός, ὁ ὕμνος, ἐστὶ τῶν θεῶν, τῶν ἡρώων τῶν πᾶσαν ἀρετὴν συλλαβόντων.
20 [1368 a 7] Ὥσθ’ ὅταν ἐπαινέσαι βούλῃ, ἤτοι ὅρα τί ἂν συμ‐ βουλεύσῃς τῷ νῦν προκειμένῳ εἰς ἔπαινον, εἰ ἔλθοι καιρός, ὥστε αὐτῷ ταῦτα ἢ ἄλλῳ συμβουλεύσασθαι τὰ τοιαῦτα· καὶ ὅταν μέλλῃς τινὶ συμ‐ βουλεύσασθαι καὶ συμβουλεύῃς, ὅρα πῶς ἂν αὐτὸν εἰς ταῦτα καὶ διὰ ταῦτα ἐπῄνεσας, εἰς ἃ νῦν αὐτὸν προτρεπόμενος συμβουλεύεις.
25 [1368 a 8] Ἡ λέξις, φησίν, ἔστω ἀντικειμένη, ἐκεῖ μὲν κωλύουσα καὶ ἀποτρεπομένη τὸ πρᾶγμα, ἐνταῦθα δὲ οὐ κωλύουσα· ἐκεῖ μὲν γὰρ λέγεις “οὐ μοιχεύσεις, οὐ κλέψεις”, ἐκεῖ δὲ ‘οὐκ ἐμοίχευσεν, οὐκ ἔκλεψεν‘ ἢ ‘οὐ μοιχεύει, οὐ κλέπτει‘. εἶπεν ὅτι [1367 b 37] μετατεθέντα τῇ λέξει καὶ πάλιν εἶπε [1368 a 3] μετατιθέναι δεῖ, εἶτ’ εἶπε καὶ στρέ‐
30φειν, εἶτ’ ἐπὶ τούτοις εἶπεν ἡ δὲ λέξις ἀντικειμένη ἔσται ἐξ ἀνάγ‐ κης. μετάθεσιν οὖν καὶ στροφὴν οἶμαι λέγεις, ὅτε οὕτως εἴπῃς ‘οὐ δεῖ σε μέγα φρονεῖν ἐπὶ τῷ πλούτῳ‘ συμβουλεύων, καὶ αὖθις ἐπαινῶν οὕτω μεταθήσεις τὸ οὔ λέγων ‘μέγα φρονῶν Ἀλκιβιάδης οὐκ ἐπὶ τῷ
πλούτῳ‘. ἀντικειμένη δὲ ἡ λέξις τότε σοι νοεῖται, ὅταν ὧδε μὲν κωλύῃς282
in Rh
.

283

τὴν πρᾶξιν, ἐκεῖ δὲ οὐ κωλύεις. τὸ δὲ κωλύειν καὶ οὐ κωλύειν τόδε ἀντίθεσις. [1368 a 12] Καὶ τὰ ἐκ τῶν χρόνων καὶ τῶν καιρῶν, πῶς ταῦτα ἄλλα καὶ ἄλλα καὶ οὐχὶ τὰ αὐτά εἰσιν ἐνθυμήματα. ἢ τῶν καιρῶν
5μὲν εἰπὲ ὡς ‘ἐν καιρῷ πολέμου, λιμοῦ, χειμῶνος, θερινοῦ καύματος ὁ δεῖνα ἠνδρίσατο μὴ φεισάμενος ἑαυτοῦ‘, τῶν δὲ χρόνων εἰπὲ ‘καὶ τότε ὁ δεῖνα ἠνδρίσατο ἐν τοιούτοις καιροῖς νέος ὤν, παιδίον ιεʹ ἐνιαυτῶν‘. [1368 a 19] Κἂν μὴ καθ’ αὑτὸν εὐπορῇς ἤτοι κἂν ὁ ἐπαινού‐ μενος οὐδὲν ἀγαθὸν πώποτε ἔπραξεν οὐδ’ ἐπιχειρημάτων ἀφορμάς σοι
10ἐπιχορηγῇ, πρὸς ἄλλους αὐτὸν ἀντιπαράβαλλε λέγων ὅτι ‘τῶν ἄλλων πάντων φυγόντων τῶν ἐν τῷ πολέμῳ οὗτος μόνος οὐκ ἔφυγε‘. τὸ δὲ ἀντιπαρα‐ βάλλειν καὶ ὁ Ἰσοκράτης ἐποίει, ἡνίκα ὑπερηγόρει τινὸς ἐν δικαστηρίῳ· ἀδέξιος γὰρ ὢν δικάζεσθαι οὗτος ὁ πανηγυρικώτατος ἄνθρωπος, ὅτε ὑπερ‐ εμάχει τινός, παρέβαλλε τοῦτον τὸν αὐτῷ προσφυγόντα ἢ μετὰ τοῦ ἀντι‐
15δίκου αὐτοῦ ἢ καὶ μετ’ ἄλλων τινῶν. [1368 a 26] Ὅλως δὲ τῶν κοινῶν εἰδῶν ἅπασι. κοινὰ εἴδη μὴ νοήσῃς τὰ τρία τῆς ῥητορικῆς εἴδη, ὡς ἔνιοι εἶπον, ἀλλὰ γνῶθι, ὅτι εἰσί τινα πᾶσι τοῖς ῥητορικοῖς λόγοις κοινὰ καὶ χρήσιμα ἤγουν δικανικοῖς, συμβουλευτικοῖς, πανηγυρικοῖς. ποῖα ταῦτα τὰ κοινά; τὸ ἐνθύμημα, τὸ
20παράδειγμα, ἡ αὔξησις, οἱ ἀπὸ τοῦ μᾶλλον τόποι καί τινα τοιαῦτα· ἔστι γὰρ ἐν πανηγυρικῷ λόγῳ χρήσασθαί σε καὶ παραδείγμασι καὶ ἐνθυμήμασι καὶ τῇ αὐξήσει, ἔστι τοῖς τοιούτοις χρήσασθαί σε καὶ ἐν δικανικῷ λόγῳ καὶ συμβουλευτικῷ· ἀλλὰ νῦν φησιν, ὅτι πλεονάζει ἕκαστον ἐν τῷ οἰκείῳ, οἷον ἐν μὲν τῇ ἐπιδείξει καὶ τῷ πανηγυρικῷ λόγῳ μᾶλλον ἡ αὔξησις
25χρήσιμος παρ’ ὃ ἐν τοῖς ἄλλοις εἴδεσι. πῶς δὲ ἡ αὔξησις χρήσιμος; ὅτιπερ τὰς πράξεις ἐγκωμιάζεις τοῦ ἐπαινουμένου, αἱ δὲ ἀληθεῖς εἰσι πάντως κατεργασθεῖσαι παρὰ τοῦ ἐγκωμιαζομένου, λοιπόν, κἄν τε θέλῃ, κἄν τε μὴ θέλῃ ὁ ἐγκωμιάζων, αἱ πράξεις εἰσίν, οἷαι εἰσὶ καὶ οἷαι ἐγέ‐ νοντο. ἁρμόζει οὖν τῷ πανηγυρίζοντι μὴ οἷαι εἰσὶ ταύτας εἰπεῖν, ἀλλ’
30αὐξῆσαι αὐτὰς καὶ λαμπρῦναι, ὡς ὁ μέγας Θεολόγος ἐν τῷ Ἐπιταφίῳ μεγαλύνει· “τίς εἶδε; τίς ἤκουσε τοιοῦτον θήραμα; ἔλαφοι τῶν λόφων ποθὲν ὑπερφανέντες” καὶ τὰ ἑξῆς. [1369 b 16] Ἔστι δὲ καὶ τὸ σύνηθες καὶ τὸ ἐθιστὸν ἐν τοῖς ἡδέσι. σύνηθες λέγεται τὸ ἀποπερατωθὲν καὶ φθάσαν τὸ τέλος,
35ἐθιστὸν δὲ τὸ ἔτι ἐθιζόμενον καὶ οὔπω φθάσαν, ὥστε εἶναι καὶ λέγεσθαι σύνηθες. [1371 a 25] Καὶ τὸ μεταβάλλειν ἡδ· εἰς φύσιν γάρ. τὸ προσκορὲς ἀεὶ φορτικόν ἐστι καὶ οὐ φίλιον τῇ φύσει, οἷον τὸ ἐσθίειν ἀεὶ
κρέα ἀλεκτορίδων προσκορὲς γεγονὸς ἀνόρεκτόν ἐστι τῷ ἐσθίοντι καὶ ὁ283
in Rh
.

284

ἐσθίων αὐτὰ οὐδὲ δοκεῖ ἐσθίειν· ἄφιλον γὰρ βρῶσιν ἡ φύσις εἰς ἀναπλή‐ ρωσιν τοῦ σώματος οὐ προσίεται· διὸ μεταβληθήτω ἡ τροφή, ἵνα τὸ πρόσαρμα δέξηται ἡ φύσις καὶ τραφῇ τὸ σῶμα. ἡδὺ οὖν, φησίν, ἡ μετα‐ βολὴ τοῦ βρώματος· εἰς γὰρ φύσιν ἤγουν εἰς τὴν κατὰ φύσιν πλήρωσιν
5τοῦ σώματος ὁρᾷ· τὸ γὰρ αὐτὸ ὀρνίθειον κρέας ἀεὶ προσλαμβανόμενον κόρον καὶ ὑπερβολὴν ποιεῖ καὶ διὰ τοῦτο κακίαν τῆς καθεστηκυίας ἕξεως. [1371 b 10] Καὶ αἱ περιπέτειαι ἡδύ. περιπέτειαί εἰσιν αἱ ἀνω‐ μαλίαι τῆς τύχης· γέγονέ τις ἰδιώτης καὶ ταπεινὸς βασιλεὺς ἢ στρατηγὸς ἢ πλούσιος, εἶτα ἐκεῖθεν αὖθις ἐξεβλήθη τῆς βασιλείας, καθῃρέθη τῆς
10ἀρχῆς, ἐν πενίᾳ διόλωλε. περιπέτειά ἐστι καὶ τὸ ἀνελπίστως συμβάν, ὥσπερ ὁ μάρτυς Εὐστάθιος ὁ πολύαθλος θαυμασίως εὗρε παῖδάς τε καὶ γυναῖκα. [1372 a 10] Τὸ δυνατὸν καὶ ἀδύνατον κοινά ἐστι τοῖς τρισὶν εἴδεσι τῆς ῥητορικῆς· ὃν γὰρ ἐπαινεῖ ὁ πανηγυρικὸς ῥήτωρ, δείκνυσι δύναμιν
15ἔχοντα ποιῆσαι τόδε κατόρθωμα καὶ ποιήσαντα, ὅντινα δ’ αὖθις ψέγει, δείκνυσι δύναμιν ἔχοντα τόδε ποιῆσαι ὑπὲρ τῆς πόλεως καὶ μὴ ποιήσαντα ἢ ὡς ἀδυνάτοις ἐπιχειρήσαντα καὶ ἐντεῦθεν τὴν πόλιν βλάψαντα. [1372 a 32] Ἀδικοῦσι καὶ οἷς κρύψις ἐστὶν ἢ τρόπος, ὡς ὁ Σίσυφος ἐκεῖνος ἐποίει περὶ τὰ σύσσημα τῶν ζῴων βλέπων αὐτὰ καὶ μετα‐
20σχηματίζων· καὶ ἴδε τὴν ἱστορίαν ἀπὸ τοῦ Ὁμήρου. [1372 a 33] Καὶ εἰ εἰσὶν ἰδίᾳ που θέσεις εὔποροι, ἤγουν εἰ εἶεν λαβύρινθοί τινες καὶ κρύψεις ἐν αὐτοῖς τὰ φώρια. γράφεται καὶ διαθέ‐ σεις εὔποροι ἤτοι μηχαναὶ εὐφυεῖς καὶ πλούσιαι καὶ ποικίλαι τρόπων. [1372 b 8] Ἐναντίοι τοῖς ἤθεσιν εἰσὶν οἱ διὰ χρήματα ὀνείδη καὶ
25ἀτιμίας ὑφιστάμενοι καὶ οἱ ὑπὲρ γονέων καὶ φίλων ἑαυτοὺς κινδύνοις διδόντες καὶ διὰ τὴν ἐπ’ ἐκείνοις ἀγάπην καὶ αἰκιζόμενοι καὶ ζημιούμενοι καὶ ἐξοριζόμενοι· ἐκεῖνοι μὲν γὰρ φαύλου ἤθους εἰσὶ καὶ μικρόψυχοι, οὗτοι δὲ σπουδαίου τε ἤθους καὶ μεγαλόψυχοι. [1372 b 28] Ἀδικοῦσι καὶ τοὺς μὴ εὐλαβεῖς ἤγουν τοὺς μὴ φο‐
30βουμένους ἢ μὴ προσέχοντας, ὥστε μὴ ἀπολεσθῆναι τὰ πράγματα αὐτῶν, ἀλλὰ καταπιστεύοντας παντὶ ἀνθρώπῳ εἰσέρχεσθαι εἰς τὴν οἰκίαν αὐτῶν, ὅπου βιβλία ἢ εἰκόνες ἢ νομίσματα κεῖνται. οὕτως ἐγώ ποτε ἀπώλεσα βιβλίον μου, τὸν Φιλόστρατον τὸν νῦν ἐν Ἐφέσῳ, κοντάκιόν μου εἰς τὴν γεωμετρίαν καὶ εἰς ἄλλ’ ἄττα, καταπιστευόμενος μαθηταῖς καὶ φίλοις.
35ῥᾴδιον γάρ ἐστι λαθεῖν τοὺς τοιούτους πάντας τοὺς ἀφυλάκτους. [1372 b 37] Καὶ πρὸς οὓς ἔχουσι πρόφασιν. ἀδικοῦσι καὶ
ἐκείνους, εἰς οὓς ἔχουσι πρόφασιν, λέγοντες ὅτι ‘ἀπὸ τῶν προγόνων ὑμῶν284
in Rh
.

285

ἢ ὑφ’ ὑμῶν ἢ ὑπὸ συμμάχων καὶ φίλων ὑμῶν ἐζημιώμεθα ἢ ἐμέλλησαν καὶ ἐφρόντισαν οἱ ὑμέτεροι βλάψαι ἡμᾶς ποτε, κἂν οὐκ ἠδυνήθησαν‘. [1373 a 7] Καὶ οἷς μὴ λυσιτελεῖ. ἀδικοῦσι ξένους, Αἰγυπτίους φέρε εἰπεῖν ἢ Κορινθίους, οἳ οὐ δύνανται ἐπιμεῖναι τῇ Κωνσταντίνου καὶ
5ἐπιτηρῆσαι δίκαια κατὰ τοῦ ἀδικήσαντος καὶ ζητῆσαι ἀπ’ αὐτοῦ ποινὰς καὶ ἐκτίσεις ὑπὲρ ὧν ἠδικήθησαν, διότι πολλάκις καὶ μέχρι δύο ἐνιαυτῶν οὐ τελειωθήσεται τὰ δικαστήρια αὐτῶν· καὶ τί ἂν ποιήσωσι ξένοι ὄντες; ἀλλὰ καὶ οἱ γεωργοὶ συντόμως συμβιβάζονται· οὐδὲ γὰρ δύνανται καθ’ ἡμέραν παρίστασθαι τῷ δικαστηρίῳ καὶ ἕλκειν τὸν ἀδικήσαντα· τίς γὰρ
10αὐτοῖς τὴν ἄμπελον ἢ τὰ λήια ἐργάζοιτο καὶ φυλάττοι ἕτερος; [1371 a 21] Καὶ τοὺς ὑπ’ ἄλλων μέλλοντας, ἂν μὴ αὐτοί. ἀδικοῦσι καὶ τοὺς Βενετικοὺς τοὺς ὑπὸ τοῦ Σικελοῦ μέλλοντας ἀδικηθῆναι Ῥωμαῖοι· ἂν γὰρ μὴ οἱ Ῥωμαῖοι αὐτοὺς ἀνδραποδίσωνται, προφθάσας ὁ Σικελὸς ληίζεται τούτους.
15 [1373 a 21] Ὡς οὐκέτι ἐνδεχόμενον βουλεύσασθαι. τὸ ἐνδε‐ χόμενον ἀντὶ γενικῆς κατὰ Ἀττικὸν ἀρχαϊσμὸν ἐξενήνεκται ἀντὶ τοῦ ἐνδε‐ χομένου. [1373 a 23] Τὰ δὲ κοττάβια οἱ μέν φασιν, ὡς ἐν τῇ Σούδα εὕρηται, τύμπανα ἢ σκυλάκια ἢ ἐκπώματα ἢ κωμύδρια οὕτω λεγόμενα. “κότταβος
20γάρ ἐστι”, φασίν, “ἢ λάταξ χαλκῆ φιάλη, ἣν μεταξὺ τοῦ οἴνου ἐτίθεσαν οἴνου πεπληρωμένην, εἶτα εἰς μικρὰ ποτήρια ἐμβαλόντες ἀπὸ ὕψους ἐρρί‐ πτουν ἐπὶ τῷ ψόφον ἀποτελέσαι, ὃς ἐκαλεῖτο κότταβος· ἐπῃνεῖτο δὲ ὁ μείζονα ψόφον ποιῶν καὶ μεθυσοκότταβοι ἐλέγοντο οἱ τοῦτο ἐργαζόμενοι.” “κοτταβίζει ἤτοι ποτήριον ἀναρριπτεῖ, ὃ ἐποίουν οἰνιζόμενοι.” “κοττα‐
25βίζειν· παίζειν εἰς χαλκᾶς φιάλας.” καὶ φησὶν ὁ κωμικὸς
‘συνεπίνομέν τε ἀλλήλοις καὶ συνεκοτταβίζομεν‘. ὥσπερ ὁ Αἰνεσίδημος Γέλωνι τῷ Συρρακουσίων τυράννῳ ἔπεμψε σκυλάκια Μολοττικὰ λεγόμενα θηροκτόνα ἀνδραποδισαμένῳ τὴν Γέλαν, οὐ μὴν αὐτὴν κατασχόντι. ἔπεμψε ταῦτα ὡς χάρισμα, ὅτι ἔφθασεν
30ἤτοι προέλαβε τὸν Γέλωνα καὶ κατέσχε τὴν Γέλαν, ὡς καὶ αὐτὸς μέλλων ἤτοι ὁ Γέλων, εἰ ἠδυνήθη. τινὲς δὲ τὸ ἀνάπαλιν εἶπον ἐπὶ Αἰνεσιδήμου καὶ Γέλωνος. τὸ δ’ ἀληθέστατον τῆς ἱστορίας γραφήσεται κάτω ἐν τῷ τέλει τοῦ λόγου. ὁ Αἰνεσίδημος εἰδώς, ὅτι μέλλει αὐτῷ ὁ
Γέλων διὰ τὰ κοττάβια ἀδικεῖν, ἔφθασεν αὐτῷ ταῦτα προπέμψαι.285
in Rh
.

286

[1374 a 1] Ἐπίγραμμα λέγεται ἡ ἐπιτίτλωσις ἤγουν ἡ αἰτία‐ σις καὶ ἡ κατηγορία. διὸ καὶ ὁ Πιλάτος, φασίν, ἔθηκε τὴν αἰτίαν αὐτοῦ γεγραμμένην ἤγουν τὸ ἐπίγραμμα. [1374 a 2] Πολλάκις ὁμολογοῦμεν λαβεῖν τὰ βιβλία σου, ἀρνούμεθα
5δὲ τὴν αἰτίασιν, ἣν καθ’ ἡμῶν ἐνάγεις λέγων, ὅτι ταῦτα ἐκλέψαμεν· λέγομεν οὖν ‘τὰ βιβλία σου ἀνελαβόμην οὐχ ὡς κλέψας, ὡς σὺ λέγεις, ἀλλ’ ὡς ἐνέχυρα, ἐφ’ οἷς σε ἐδάνεισα‘. ἢ πολλάκις τὴν μὲν αἰτίασιν κατα‐ δέχομαι, τὸ δὲ ποσὸν ἀρνοῦμαι, ὃ λέγεις· οἷον λέγω οὕτως ‘ἀληθῶς ὑφῄ‐ ρηκα νομίσματά σου, ἀλλὰ τρεῖς λίτρας μόνας, οὐ μὴν ὅσας σὺ λέγεισ‘,
10τὰς ἓξ δηλαδή. [1374 a 3] ‘συγγενέσθαι τῇ Ξανθίππῃ ταύτῃ ὁμο‐ λογῶ, ἀλλὰ νόμῳ πορνείας, οὐ μὴν μοιχείας· ἀπολελυμένην γὰρ αὐτὴν ὑπελάμβανον καὶ ἠγνόουν ἄνδρα ἔχειν τὸν Σωκράτην.‘ [1374 b 24] Ἀδίκημα μεῖζόν ἐστι τὸ ἀπὸ μείζονος ἀδι‐ κίας· ὁ γὰρ τρεῖς ὀβολοὺς κλέψας ἀπὸ τοῦ ἱεροῦ τί ἂν οὐκ ἐποίησε
15κακὸν οὗτος μέγα, εἰ ἠδύνατο; μέγα δὲ δικαίωμα ἐκ τοῦ ἐναντίου πάλιν ἐστὶ τὸ ἀπὸ μείζονος δικαιοσύνης· ἐναντίον γὰρ δικαιοσύνῃ ἀδικία· οἷον ἡ χήρα ἡ δοῦσα τῇ γάζῃ τρεῖς ὀβολοὺς ἢ τὰ δύο λεπτὰ μείζονα δικαιοσύνην ἐποίησεν· εἰ γὰρ δύο λεπτὰ ἔχουσα ταῦτα ἔδωκε τῷ θεῷ, πόσα ἂν καὶ ποῖα ἀναθήματα προσέφερεν, εἰ πολύολβος ἡ τοιαύτη ἦν καὶ βαθύ‐
20πλουτος; [1374 b 27] Ἔστι δὲ ταῦτα ἐκ τοῦ ὑπερέχειν τῇ δυνάμει· εἰ γὰρ τὸ τριωβόλιον μικρόν ἐστι κατὰ τὴν περιγραφὴν καὶ τὸ ὑποκεί‐ μενον, ἀλλά γε τῇ δυνάμει τῆς φαύλης προαιρέσεως ὑπέρκειται· καὶ εἰ τὰ δύο λεπτὰ τῆς ἱερᾶς χήρας μικρά εἰσι τῷ σταθμῷ, ἀλλ’ ὑπερβάλλει τῇ
25ἀγαθῇ προαιρέσει καὶ τῇ δυνάμει τῆς ἀρετῆς. [1375 a 1] Ἢ οὗ ὁ παθὼν ἐτίμησεν ἑαυτόν. τὸ ἐτίμησεν ἀντὶ τοῦ ἀπετιμήσατο νόει. [1375 a 15] Καὶ ὁ περὶ τὰ ἄγραφα δίκαιος πολλῷ μᾶλλον περὶ τὰ ἔγγραφα· ὁ γὰρ περὶ τὰ ἔθη, οἷς οὐκ ἔστι νόμος, φυλάττων μὴ παρα‐
30βαίνειν τὰ δίκαια τὰ ἔθιμα πολλῷ μᾶλλον ἔσται δίκαιος περὶ τοὺς ἀναγ‐ καστικοὺς νόμους, οὓς οὐ δεῖ τὸν φρονοῦντα παραβαίνειν· ἀμείνονος γὰρ (ἢ ἀνθρώπου ἢ ἔθνους ἀκουστέον) τὸ μὴ δι’ ἀνάγκην δίκαιον εἶναι, ὃ περὶ τοὺς νόμους ἐστίν, ἀλλὰ παρὰ τῇ ἑαυτοῦ ἐξουσίᾳ κεῖσθαι καὶ τῇ
προαιρέσει ἀγαθὸν καὶ δίκαιον εἶναι, ὃ περὶ τὰ ἔθη φαίνεται.286
in Rh
.

287

[1375 a 17] Ἄλλον δὲ τρόπον, εἰ παρὰ τὰ γεγραμμένα. ἀνώ‐ τερον μὲν ἔδειξε μᾶλλον δίκαιον εἶναι τὸν τὰ ἔθη φυλάττοντα· πολλῷ γὰρ μᾶλλον οὗτος φυλάξει τὰ τοῦ νόμου· νῦν ὧδε τοὐναντίον ἀπὸ τοῦ ἀδικεῖν ἐπιχειρεῖ· εἰ γὰρ περὶ τοὺς νόμους ἀδικεῖ μὴ φοβούμενος αὐτοὺς διὰ τὰ
5ἐπικείμενα ἐπιτίμια, πολλῷ μᾶλλον ἀδικήσει οὗτος περὶ τὰ ἄγραφα, οἷς οὐ κεῖνται ἐπιτίμια καὶ ποιναί. [1375 a 27] Ἐὰν μὲν ἐναντίος ᾖ τῷ πράγματι ἤγουν τῇ ὑποθέσει σου ὁ γεγραμμένος νόμος, ὃν ὁ ἀντίδικος προβάλλεται κατὰ σοῦ, κάκιζε καὶ ἀναίρει αὐτὸν ἐπιχειρῶν ὅτι ‘ὁ φυσικὸς νόμος κρείττων ἐστὶ
10καὶ διὰ τοῦ φυσικοῦ νόμου θέλω δικασθῆναι‘· οἷον ἐδάνεισάς τινι ἑκατὸν νομίσματα, διῆλθε τριακονταετία, ζητεῖς αὐτὸν τὰ νομίσματά σου, ὁ δὲ χρώμενος τῷ νόμῳ τῷ γεγραμμένῳ περὶ οὐσουκαπτίωνος παραγράφεταί σε λέγων ‘διῆλθεν ἡ τριακονταετία· καὶ ἐὰν καὶ ἀληθῶς ἐχρεώστουν σοι, οὐ δώσω σοί τι‘· εἰπὲ οὖν σὺ ‘ἀλλ’ ἀπὸ τοῦ φυσικοῦ νόμου ἔνοχος εἶ δοῦναί
15μοι τὸ χρέος· δι’ οὗ φυσικοῦ νόμου θέλω δικάζεσθαι‘, καὶ πολλὰ ἂν εἴποις ἐπιχειρῶν πρὸς τὴν τοῦ γεγραμμένου νόμου ἀναίρεσιν πρῶτον μέν, ὅτι ὁ φυσικὸς νόμος κοινὸς Ἕλλησι καὶ βαρβάροις, δεύτερον, ὅτι, εἰ τοῖς ἐπιεικέσι πιστεύομεν, διαπίπτει ὁ γραπτὸς νόμος, τρίτον, ὅτι προτροπὴ κοινή ἐστιν, ὅτι δεῖ τὸν δικαστὴν γνώμῃ τῇ ἀρίστῃ χρώμενον δικάζειν·
20ἐπεὶ οὖν ὀφείλει ὁ δικάζων γνώμῃ τῇ ἀρίστῃ δικάζειν, λοιπὸν ὀφείλει, ὃ νοήσει δίκαιον, ἐκεῖνο προτιθέναι· ἀναιρήσει ἄρα οὗτος τὸν νόμον φορτι‐ κὸν ὄντα καὶ ἄδικον· εἰ γὰρ μὴ τοῦτ’ ἔμελλε ποιεῖν ὁ δικαστὴς ποτέ, οὕτως ἂν ἦν ἡ κοινὴ προτροπή, ὅτι δεῖ τὸν δικαστὴν κατὰ τοὺς κειμέ‐ νους ἐγγράφους νόμους ἀεὶ δικάζειν καὶ μηδέποτε παραβαίνειν αὐτούς.
25διαπίπτει ἄρα καὶ οὕτως ὁ γραπτὸς νόμος καὶ ἐκ τῶν εἰκότων δικάσει ὁ δικαστὴς ποτὲ τὸν νόμον παρακρουσάμενος. [1375 b 11] Καὶ εἰ ἀμφίβολός ἐστι νόμος, ὥστε στρέφεσθαι εἰς τὸ νοεῖσθαι καὶ κατὰ τοῦ Ἀλκιβιάδου οὕτως καὶ ὑπὲρ τοῦ Ἀλκιβιάδου ἄλλως καὶ ὁρᾶν, εἰς ποίαν διαγωγὴν δικαιοτέρως νοεῖται ἢ συμφερόν‐
30τως, εἶτα τούτῳ χρᾶσθαι καὶ τοῦτον προβάλλεσθαι. ῥιπτέσθω καὶ οὗτος ὁ νόμος διὰ τὸ ἀμφίβολον· βλάπτει γὰρ ἐνίους κακῶς ἐκλαμβανό‐ μενος, οἷός ἐστιν οὗτος ὁ νόμος ἀμφίβολος ‘δεῖ τὸν ξένον εὖ ποιεῖν τὴν πόλιν‘· διχῶς γὰρ νοεῖται καὶ χρήσαιο τούτῳ καὶ ὑπὲρ τοῦ ξένου καὶ κατὰ τοῦ ξένου. καὶ αὖθις καὶ οὗτος ὁ νόμος ‘ἑταίρα χρυσία εἰ φοροίη,
35δημόσια ἔστω‘ ἢ ‘δημοσία ἔστω‘. [1375 b 16] Ἐὰν δὲ ὁ γεγραμμένος. ἔμαθες ὅτι, ἐάν σε βλάπτῃ ὁ γεγραμμένος νόμος εἰς τὸ πρᾶγμά σου ἤτοι εἰς τὴν ὑπόθεσίν σου,
σπεῦδε αὐτὸν ἀναιρεῖν, αἷς ἔγνως ἐπιχειρήσεσιν· ἐὰν δὲ τὸ ἀνάπαλιν287
in Rh
.

288

ὠφελῇ σε μᾶλλον ὁ γεγραμμένος, βλάπτῃ δὲ τὸν ἀντίδικόν σου καὶ ὁρμᾷ ἐκεῖνος κατασεῖσαι τὸν νόμον, σὺ μᾶλλον ἐπιστήριζε τὸν νόμον δι’ ἐπιχει‐ ρήσεών τινων· καὶ ἐὰν προβάληται ὁ ἀντίδικός σου εἰς τὴν ἀναίρεσιν τοῦ νόμου τὴν κοινὴν προτροπήν, ἥτις ἐστίν, ὅτι δεῖ τὸν δικαστὴν γνώμῃ τῇ
5ἀρίστῃ χρώμενον δικανίζειν, ὥσπερ δὴ καὶ σὺ προεβάλου πρὸ μικροῦ εἰς τὴν τοῦ νόμου ἀναίρεσιν, ἀντίστηθι γενναίως εἰπὼν πρὸς τὸν ἀντίδικον ‘οὐ νοεῖς, ὡς ἔχει ἡ προτροπή, οὐδὲ συνίης, τί βούλεται τὸ γνώμῃ τῇ ἀρίστῃ· οὐδὲ γὰρ τοῦτο προτρέπεται ἡ προτροπή, ὅτι, ὦ δικαστά, ἐνίοτε καὶ παρὰ τὸν γεγραμμένον νόμον δίκαζε, ἀλλὰ τοῦτο δηλοῖ, ὅτι, ὦ δικα‐
10στά, πολλάκις ἀγνοεῖς τὸ τί λέγει ὁ νόμος περὶ ταύτης ἢ ταύτης τῆς ὑποθέσεως. μὴ οὖν ἀμαθῶς δίκαζε θαρρῶν εἰς τὸ ἀξίωμά σου καὶ αἴρων τὴν ὀφρῦν καὶ δικάζων, ὡς θέλεις· μὴ τοῦτο ποίει, ἀλλὰ γνώμῃ τῇ ὀρθῇ χρώμενος δίκαζε ἤγουν, ἐὰν ἀγνοῇς τὸν νόμον, ψηλάφα τὰς βίβλους τῶν νόμων, τὸν ἔγγραφον νόμον ἀνέλιττε καὶ τοῦτον εὑρὼν κατ’ ἐκεῖνον
15δίκαζε καὶ οὐκ ἂν ἐπιορκήσῃς, εἰ λέγεις, ὅτι μὰ τοὺς θεοὺς δίκαια ἐδίκασα ὑμῖν, ὦ οὗτοι. εἰ μὲν οὖν ἀναγνοὺς τὸν νόμον δικάσεις, οὐκ ἂν ἐπίορκος φανείης λέγων, ὅτι μὰ τοὺς θεοὺς ἀληθῶς μέλλω δικάσειν (ὅρκοι γὰρ τὸ παλαιὸν προέβαινον καὶ παρὰ τῶν δικαστῶν) ἢ ὅτι μὰ τοὺς θεοὺς ἀληθῶς ἐδίκασα. εἰ δὲ μὴ ἀναγνοὺς αὐτὸν δικάσεις, εἶ δὲ ἀμαθὴς τοῦ νόμου,
20οὔτε οὖν γνώμῃ ἀρίστῃ ἔκρινας, ἀλλὰ καὶ ἐπίορκος ὀπτάνῃ.‘ [1375 b 20] Καὶ ὅτι οὐδὲν διαφέρει μή. ‘ἄνθρωπε σὺ ὁ ἀναι‐ ρῶν τὸν γεγραμμένον τοῦτον νόμον, κακῶς λέγεις, ἵνα μὴ χρώμεθα τῷ νόμῳ τούτῳ τῷ τεθέντι παρὰ τῶν ἀρχαίων καὶ σοφωτάτων νομοθετῶν. εἰ οὖν κεῖται, δεῖ αὐτῷ χρᾶσθαι ἡμᾶς· εἰ γὰρ οὐκ ἐμέλλομεν αὐτῷ
25χρᾶσθαι, οὐδ’ ἂν ἔκειτο. ἐὰν οὖν κεῖται μέν, ὡς καὶ κεῖται κεκυρωμένος τοῖς ἀρχαίοις, οὐ χρώμεθα δὲ αὐτῷ, ἔστι λοιπόν, ὡς οὐδὲ κεῖται· οὐδὲν γὰρ διαφέρει τοῦ μηδὲ ὅλως κεῖσθαι τὸ μὴ χρᾶσθαι ἡμᾶς. καὶ πάλιν κακῶς λέγεις σοφιστικῶς ἀναιρῶν τὸν κείμενον νόμον· τὸ δὲ σοφί‐ ζεσθαι ἐπὶ τοῖς ἀναγκαίοις κακόν· ὥσπερ γὰρ εἰ ἄρρωστος ὢν καὶ παρά
30τινος ἰατροῦ θεραπευόμενος προσετάττου ὑπ’ ἐκείνου μὴ φαγεῖν ὑείων κρεῶν, σὺ δὲ κατήσθιες ἐκείνων, εἶτα ἐψεύδου καὶ παρελογίζου καὶ παρε‐ σοφίζου τὸν ἰατρόν, μᾶλλον ἑαυτὸν ἔβλαπτες, οὕτω καὶ σήμερον διὰ σοφι‐ στικῶν ἐπιχειρημάτων τὸν κείμενον νόμον παρασοφιζόμενος καὶ παραλογι‐ ζόμενος μᾶλλον ἑαυτὸν βλάπτεις, παρ’ ὃ ἐὰν ἠρρώστεις τὸ σῶμα, ποιῶν
35ἑαυτὸν ἀπειθῆ τῷ ἄρχοντι ἤτοι τῷ νόμῳ· [1375 b 22] οὐ γὰρ τοσοῦ‐ τον βλάπτει ἡ ἁμαρτία τοῦ ἰατροῦ ἤτοι ἡ εἰς τὸν ἰατρόν σου ἀνη‐
κοΐα σου καὶ ἁμαρτία σου καὶ ἀπείθειά σου καὶ ἀπροσεξία σου, ὅσον τὸ288
in Rh
.

289

τὴν ψυχήν σου κινδυνεῦσαι εἰς τὴν τῶν νόμων ἀπείθειαν. μὴ ζήτει οὖν εἶναι τοῦ νόμου σοφώτερος ἢ τοῦ κανόνος ὀρθότερος καὶ εὐθύτερος.‘ [1376 a 18] ‘Ἐκ τῶν εἰκότων δεῖ κρίνειν‘ εἰπέ, εἰ ἀπορεῖς μαρ‐ τύρων. οὕτω καὶ Αἰσχίνης εἶπεν ἐν τῷ κατὰ Τιμάρχου ὅτι ‘καὶ τοὺς
5ξένους οὐκ ἀπὸ τῶν μαρτύρων ἐν τοῖς δήμοις, ἀλλ’ ἀπὸ τῆς ἀληθείας εὑρίσκετε.‘ [1376 b 20] Οὔκουν τοῦτο σκεπτέον, ἤγουν μὴ τὰς συνθήκας δέχου, ἀλλ’ ὡς ἔνι τὸ δικαιότερον ποίει, ἤγουν ὡς ὁ δικαστὴς ὀρθῶς δικάσει.
10 [1377 a 7] Περὶ δὲ ὅρκων τετραχῶς ἔστι διελεῖν. ἄξιόν ἐστι πρὸ τοῦ ἐπεξιέναι τοῖς τοῦ Ἀριστοτέλους ῥητοῖς περὶ τῶν ἐνταῦθα χρησι‐ μευόντων ὅρκων τεχνολογίαν διαλαβεῖν ἤγουν τοῦ ἐπακτοῦ καὶ τοῦ ἀντεπ‐ ακτοῦ καὶ τοῦ συκοφαντικοῦ νομιζομένου καὶ λεγομένου καὶ αὐτοῦ ὅρκου. ἐνήγαγεν ὁ Πέτρος κατὰ τοῦ Παύλου διὰ χρέος ἑκατὸν νομισμάτων, ἠρνεῖτο
15ὁ Παῦλος, ἀπελύετο ὁ Πέτρος εἰς ἀποδείξεις (ὁ λέγων γάρ, οὐ μὴν ὁ ἀρνούμενος ἀποδείκνυσιν), ἠτόνησε περὶ τὰς ἀποδείξεις. ὁ ἐνάγων τότε λέγει πρὸς τὸν ἐναγόμενον ‘ἐπάγω σοι ὅρκον τὸν νεκεσσάριον παρὰ Ῥω‐ μαίοις λεγόμενον ἤγουν τὸν τέλειον ὡς πληροφορητικὸν καὶ τμητικόν, ἐπεὶ ἀτονῶ περὶ τὰς ἀποδείξεις, καὶ ὄμοσόν μοι ὅτι ‘μὰ τοὺς θεοὺς οὐ χρεωστῶ
20τὰ ἑκατὸν νομίσματα τῷ Πέτρῳ‘ καὶ ἐγώ σοι, εἰ βούλει, ὀμόσω πρώτως τὸν συκοφαντικὸν (οὗτος δὲ οὐ κυρίως ὅρκος, ἀλλὰ περιεκτικὸς μόνον τῆς ὑπολήψεως τοῦ ἐνάγοντος, οὐ μὴν τελειοῖ ὑπόθεσιν· οὐ γὰρ τῆς ὑποθέσεώς ἐστιν ὁ ὅρκος, ἀλλὰ τοῦ προσώπου) καὶ εἴπω ‘μὰ τὴν θείαν χάριν ταύ‐ την οὐ συκοφαντικῇ γνώμῃ ἐνάγω σοι τὸν ὅρκον‘‘. ἰδοὺ ἔμαθες περὶ τοῦ
25ἐπακτοῦ καὶ περὶ τοῦ συκοφαντικοῦ· ὁ γὰρ ἐνάγων ἐνάγει τῷ ἐναγο‐ μένῳ τὸν ὅρκον, ὁ δὲ ἐναγόμενος ἀπαιτεῖ τὸν συκοφαντικὸν ἀπὸ τοῦ ἐνάγοντος. εἶτα τῶν τοιούτων λόγων κροτηθέντων πολλάκις, εἰ βούλεται ὁ ἐναγόμενος, στρέφεται πρὸς τὸν ἐνάγοντα καὶ λέγει ‘οὔτε ἐγὼ ὀμόσω τὸν παρὰ σοῦ μοὶ ἐπαγόμενον τέλειον οὔτε σὲ ἀπαιτῶ τὸν συκοφαντικόν,
30ἀλλ’ ἀντεπάγω σοι ὅρκον τὸν καὶ ἀντεπακτὸν λεγόμενον, ἐπεὶ τὸ τὸν συκοφαντικὸν ᾑρετίσω ὀμόσαι, ὁμοῦ δὲ μέλλεις οὕτως εἰπεῖν ‘μὰ τὴν θείαν χάριν, οὐ συκοφαντικῇ σοι γνώμῃ ἐπάγω τὸν ὅρκον‘· πεπληροφόρησαι πάντως ἐν τῇ ψυχῇ σου, ὅτι ἀληθῶς ἐδάνεισάς μοι τὰ ἑκατὸν νομίσματα; καὶ λοιπὸν μὴ τὸν συκοφαντικόν, ἀλλὰ τὸν ἀντεπακτὸν ὄμοσον, ὃς καὶ αὐ‐
35τὸς νεκεσσάριος ἤτοι τμητικὸς τῆς ὑποθέσεως ὅρκος ἐστί, καὶ εἰπὲ ‘ὦ Πέτρε, μὰ τὴν θείαν χάριν ταύτην, ἐδάνεισα σοὶ τῷ Παύλῳ, ἃ λέγω,
ἑκατὸν νομίσματα‘ καὶ τότε ἀποδώσω σοι ταῦτα.‘ ἐὰν μὲν οὖν ὁ289
in Rh
.

290

ἀντεπακτὸς γένηται, οὔτε συκοφαντικὸς οὔτε ἐπακτὸς γίνεται· εἰ δὲ ἐπακτὸς γένηται, προήγηται ὁ συκοφαντικός. διὰ τοῦτο γράφεται ἐν τῷ παρεκβο‐ λαίῳ παρὰ τοῦ δικαστοῦ τὸ ‘χώραν ἔχοντος καὶ τοῦ ἀντεπακτοῦ‘. ἴδε οὖν μετὰ ταῦτα τὸν Ἀριστοτέλη· φησὶ γὰρ ὡς συλλήβδην ἐρεῖν τὴν ἅπα‐
5σαν τοῦ φιλοσόφου διάνοιαν· ἢ γὰρ δίδωσιν ὁ ἐνάγων τὸν ἐπακτὸν τῷ ἐναγομένῳ καὶ λαμβάνει καὶ οὗτος ὁ ἐνάγων ἢ τὸν συκοφαντικόν, ὡς εἴπομεν, ἢ τὸν ἀντεπακτόν, ἢ οὔτε δίδωσιν οὔτε λαμβάνει, ἀλλ’ ἢ ἄμφω συμβιβάζονται ἢ στέργουσιν ἄμφω τὸ δόξαν τοῖς δικασταῖς, ἢ οὐ δίδωσι μέν, λαμβάνει δὲ φοβούμενος ὅτι, ἐὰν ἐπαγάγῃ, ἴσως ὀμόσει ὁ ἀντίδικος
10αὐτοῦ ψευδῶς (ὁ ἐναγόμενος δηλαδή) καὶ ἀπολέσει ἐντεῦθεν τὰ πράγματα αὐτοῦ· διὰ τοῦτον τὸν φόβον μᾶλλον αὐτὸς αἱρεῖται ὀμόσαι τὸν ἀντεπακ‐ τὸν παρ’ ὃ δοῦναι τὸν ἐπακτὸν τῷ ἐναγομένῳ. ἢ δίδωσι μέν, οὐ λαμβάνει δέ, ὁ εὐσεβὴς δηλονότι καὶ δεισιδαίμων καὶ μὴ τοὺς ὅρκους ἐσθίων ὡς λάχανα, μᾶλλον αἱρετισάμενος ἀπολέσαι τὰ πράγματα αὐτοῦ ἀπὸ τῆς ἐπι‐
15ορκίας τοῦ ἀντιδίκου ἢ αὐτὸς ὀμόσαι ἀπηγορευμένου ὄντος τοῦ ὅλως ὀμνύειν παρὰ τοῖς σπουδαίοις· οὗτος ὁ εὐσεβὴς τοιγαροῦν ἐνάγων ἔχει τὸν ὅρκον τοῦ ἀντιδίκου αὐτοῦ (τοῦ ἐναγομένου δηλαδή) καὶ τὸ γενέσθαι τὸ θεῖον τιμωρὸν τοῦ ἀντιδίκου αὐτοῦ ἀντὶ τῶν χρημάτων αὐτοῦ. τετραχῶς οὖν περὶ τοὺς ὅρκους ἡ διαίρεσις ἐγένετο· ἢ δίδωσι καὶ λαμβάνει, ἢ οὔτε
20δίδωσιν οὔτε λαμβάνει, ἢ λαμβάνει μέν, οὐ δίδωσι δέ, ἢ δίδωσι μέν, οὐ λαμβάνει δέ. καὶ ἐσαφηνίσαμεν ταῦτα, ὡς δύναμις, παραλελοιπότες παντά‐ πασι τὰς ἐνταῦθα τοῦ χωρίου τούτου παρὰ τῶν πρὸ ἡμῶν φιλοσόφων ἐκδεδομένας ἐξηγήσεις. [1377 a 10] Ἔτι καὶ ἄλλως παρὰ ταῦτα, εἰ ὀμώμοσται. τὰ
25ἐπιχειρήματα, δι’ ὧν δείξει τις, † ὅταν λάβω ὅρκον, ὅτι οὐ λάβω ὅρκον, ἢ ὅτι δώσω ὅρκον ἢ οὐ δώσω ὅρκον, καὶ δι’ ὧν κατασκευάσει τὸ αὐτὸ καὶ ἓν καὶ αὖθις ἀνασκευάσει, εἴπῃ μὲν ὅσον οὐδέπω καὶ ὁ φιλόσοφος, ἀλλ’ οὖν καὶ ἐγὼ προέφθασα ταῦτα ἐκφῆναι ἐν τῇ τέτραχα γεγονυίᾳ περὶ τῶν ὅρκων διαιρέσει· νῦν δὲ ὃ λέγει ἄλλο τί ἐστι περὶ ὅρκους σκέμμα. ὃ δέ
30ἐστιν, ἄκουε. σήμερον ὁ Πέτρος καὶ ὁ Παῦλος, ἐνάγων καὶ ἐναχθείς, λαβεῖν ἢ δοῦναι ὅρκον διισχυρίζοντο, εἶτα ἀλλήλους διαβάλλουσιν ὡς ποτὲ ψευδορκήσαντας ἐπὶ ἄλλαις καὶ ἄλλαις ὑποθέσεσιν· εἰ γὰρ ποτὲ ὑπ’ αὐτοῦ ἢ ὑφ’ αὑτοῦ (τοῦ ἐνάγοντος δηλαδή) ὠμόθη ὅρκος (ὁ συκοφαντικὸς δηλαδὴ ἢ μᾶλλον εἰπεῖν ὁ ἀντεπακτός, ὃς καὶ κυρίως ὅρκος ἐστί) καὶ ἀπηνέχθη
35ψευδὴς ἐκεῖνος ὁ ὅρκος τότε καὶ ἐπιορκήσας ἐφωράθη ὁ Πέτρος, σήμερον, εἰ ζητεῖ λαβεῖν τὸν ἀντεπακτόν, οὐκ ἐπιτεύξεται τούτου· ἀκούσει γὰρ τοῦ Παύλου λέγοντος ‘οὐ δώσω σοί ποτε τὸν ἀντεπακτόν, διότι ἐπίορκος εἶ
καὶ ψευδῶς καὶ πάλιν ὀμόσεις καὶ ἀπολέσω τά, ἃ μέλλω καταβαλεῖν σοι‘.290
in Rh
.

291

ἢ εἰ ἐφωράθη ποτὲ ψευδορκήσας ὁ ἐναγόμενος ἐπὶ τῷ ἐπακτῷ ὅρκῳ, σή‐ μερον δὲ ζητεῖ λαβεῖν τὸν ἐπακτόν, οὐ δώσει αὐτῷ τοῦτον ὡς ἐπιόρκῳ ἀποδειχθέντι. εἶπον ἂν ἐγὼ ἐνταῦθα καὶ τὰ ἐπιχειρήματα καὶ τὰς δικαιο‐ λογίας, δι’ ὧν ὁ καθ’ ἕνα τούτων ἐπὶ τῷ φανέντι ἐκείνῳ ψευδεῖ ὅρκῳ
5ὑπεραπελογήσαντο ἑαυτῶν· ἀλλ’ ἐπεὶ καὶ αὐτὸς ὁ φιλόσοφος μέλλει παρὰ πόδας ἐρεῖν τὰ τοιαῦτα, ἐκεῖ καὶ αὐτὸς αὐτοῖς ἐκθήσομαι τὴν σαφή‐ νειαν. [1377 a 11] Οὐ δίδωσι μὲν οὖν, ὅτι ῥᾳδίως ἐπιορκοῦσι καὶ τὰ ἑξῆς. συνδυάσας ἄνω τὰ κατὰ τὴν λῆψιν ἢ τὴν δόσιν τοῦ ὅρκου ὡς
10ἐν προθεωρίᾳ συνόλως καὶ παχυλῶς νῦν ἄρχεται τῆς τῶν ἐπιχειρημάτων δείξεως· καὶ ἐπεὶ τοῦ συνδυασμοῦ καὶ τῆς συζεύξεως καὶ συνθέσεως προή‐ γηται τὸ ἁπλοῦν, ἐπὶ τῶν ἁπλῶν τὴν διδασκαλίαν τῶν ἐπιχειρημάτων ἐκτίθεται· οὐδὲ γὰρ λέγει, πῶς ἐπιχειρήσει ὑπὲρ ἑαυτοῦ ὁ οὐ διδοὺς μὲν τῷ ἀντιδίκῳ ὅρκον, λαμβάνειν δὲ ἀξιῶν, ἀλλὰ ὅθεν κἀκ τίνων ἐπιχειρήσει
15ὁ οὐ διδοὺς ὅρκον τῷ ἐναντίῳ, εἶτα ἀπ’ ἄλλης αὖθις ἀρχῆς, ὅθεν κἀκ τίνων ἐπιχειρήσει ὁ οὐ λαμβάνων ὅρκον, εἶτα αὖθις, ὅθεν ἐπιχειρήσει ἰδίᾳ μὲν ὁ λαμβάνων, ἰδίᾳ δὲ ὁ διδούς· τέσσαρα γὰρ ταῦτα λαμβάνει· οὐ δίδωσιν ὅρκον, οὐ λαμβάνει ὅρκον, λαμβάνει ὅρκον, δίδωσιν ὅρκον. ὅταν δὲ συνδυασθῶσι, γίνονται συζυγίαι ἕξ, ὧν αἱ μὲν τέσσαρες συνίστανται, αἱ
20δὲ δύο ἀσύστατοι, ἥ τε λέγουσα ‘δίδωσιν ὅρκον, οὐ δίδωσιν ὅρκον‘ καὶ ‘λαμβάνει ὅρκον, οὐ λαμβάνει ὅρκον‘. [Start of a diagram][Start of a diagram section]α οὐ δίδωσιν ὅρκον[End of a diagram section]
22[Start of a diagram section]β οὐ λαμβά‐ νει ὅρκον[End of a diagram section]
22[Start of a diagram section]γ λαμβάνει ὅρκον[End of a diagram section]
25[Logical Relationship in a Diagram start mark]ἀντίφασις[Logical Relationship in a Diagram end mark]
22[Start of a diagram section]δ δίδωσιν ὅρκον[End of a diagram section]
26[Logical Relationship in a Diagram start mark]ἀντίφασις[Logical Relationship in a Diagram end mark][End of a diagram] [1377 a 11] 〈Οὐ〉 δίδωσι μὲν οὖν. οὕτως ἐπιχειρήσει ὁ μὴ ἐπά‐ γων ὅρκον τῷ ἐναγομένῳ ‘οὐκ ἐπάξω σοι ὅρκον κακῷ ὑπειλημμένῳ παρὰ πάντων· ἐπιορκήσεις γὰρ ῥᾳδίως καὶ ἀπολέσω τὰ πράγματά μου· ὁ γὰρ
30ὀμνύων οὐκ ἀποδίδωσι μετὰ ταῦτα. † ἐπεὶ δὲ μὴ ὀμόσαντας ἐλπίζω καταδικάσαι ἀπὸ δικαστηρίου ἢ ἐλπίζω μετ’ αὐτῶν ἐμβιβασθῆναι· καὶ ὅτι κρεῖττον ἡγοῦμαι καταδικασθέντα με παρὰ τῶν δικαστῶν ἀπολέσαι τὰ χρήματά μου, ἅ σοι δεδάνεικα, ἢ οὕτω γελασθῆναί με παρὰ σοῦ ψευδορ‐ κήσαντοσ‘. οὕτω μὲν οὖν καὶ τοσαῦτα τὰ ἐπιχειρήματα ἀπὸ μόνου τοῦ
35‘οὐ δίδωσιν‘ εὕρηται. ἴδε, πῶς ἐπιχειρήσει αὖθις καὶ ὁ οὐ λαμβάνων
ὅρκον ἤγουν τὸν ἀντεπακτόν, ὁ εὐσεβὴς δηλαδὴ ἄνθρωπος· ‘οὐκ ὀμόσω291
in Rh
.

292

ποτέ, ὃν ἀντεπάγεις μοι ὅρκον, ἀλλὰ σὺ ὄμοσον· κρεῖττον γὰρ ἔχω ἀπολέσαι με τὰ πράγματά μου μὴ ὀμόσαντα καὶ τὸ σοὶ εἶναι τὸ θεῖον ἐχθρόν τε καὶ τιμωρόν. ἔχω οὖν τὸν ὅρκον σου ἀντὶ τῶν χρημά‐ των μου‘.
5 [1377 a 16] Καὶ ὅτι, εἰ ἦν φαῦλος, κατωμόσατο ἄν. ἔνστασίν τινα λύει ὁ φιλόσοφος· ἐπεὶ γὰρ ὁ ἐναγόμενος ἀντεπάγει τῷ ἐνάγοντι ὅρ‐ κον, ὁ δὲ ἐνάγων οὐ λαμβάνει τὸν ὅρκον ὡς εὐσεβής, τάχα ὑποπτεύει ὁ ἐναγόμενος, ὅτιπερ οὐχ ὡς εὐσεβὴς ὁ ἐνάγων εὐλαβεῖται τὸν ὅρκον, ἀλλὰ μᾶλλον ὡς κακός τε καὶ ἄδικος φοβεῖται ὀμόσαι, εὖ εἰδώς, ὅτι ψεύδεται,
10εἰς ἃ λέγει κατ’ ἐμοῦ. ἀπαντᾷ οὖν πρὸς τοῦτο ὁ εὐσεβὴς ἐνάγων καί φησιν ὅτι ‘ὦ οὗτος, εἰ ἤμην ἄδικος καὶ πονηρός, καὶ κατωμοσάμην ἄν, ἤτοι οὐκ εἰς μόνα τὰ ἑκατὸν νομίσματα ὤμοσα, ἀλλ’ εἰς ἑκατὸν λίτρας ὤμοσα ἄν· ἐπεὶ γὰρ ἄδικος ἤμην, ὡς λέγεις, καὶ ἔμελλον ὀμόσαι, καὶ εἰς πλείω ἂν ὤμοσα· ὃ μᾶλλον κατομόσαι ἐστίν· κρεῖττον γὰρ ἦν ἐπὶ μείζοσι καὶ
15πολλοῖς φαῦλον εἶναί με καὶ ἐπίορκον παρ’ ὃ ἐν ὀλίγοις· ἔμελλον γὰρ ἀσε‐ βῆσαι ἐπιορκήσας. κἂν οὖν εἶχον ἀντὶ τῆς ἀσεβείας τὸν πολὺν πλοῦτον, ὃν ἔμελλον ἀπὸ σοῦ ἀναλαβεῖν κατομοσάμενος· ὥστε δι’ ἀρετὴν μᾶλλον καὶ εὐσέβειαν ἐγὼ προκρίνω τὸ μὴ ἤτοι τὸ οὐ λαβεῖν με τὸν παρὰ σοῦ μοι ἀντεπαγόμενον ὅρκον‘.
20 [1377 a 19] Καὶ τὸ τοῦ Ξενοφάνους. καὶ τοῦτο ἔνστασίν τινα ἀνακύπτουσαν λύει· εἶπε γὰρ ἂν ὁ ἐναγόμενος ὅτι ‘σὺ προκαλεῖς ἐμὲ εἰς τὸ ὀμόσαι με, ἐγὼ προκαλοῦμαι σὲ εἰς τὸ ὀμόσαι· σὺ δέδοικας ὀμόσαι· λοιπὸν ἄρα τὸ συνειδός σου κεκαυτηριασμένον φέρεις· ἄρα ψεύδῃ, ἐν οἷς ἐνάγεις κατ’ ἐμοῦ, καὶ διὰ τοῦτο εὐλαβῇ ὀμόσαι. ἐγὼ δὲ ὀμόσω· λοιπὸν
25ἀπὸ τούτου τοῦ μὴ δεδιέναι με περὶ τῷ ὅρκῳ φαίνομαι ἀληθεύων‘. πρὸς ταύτην τὴν ἔνστασιν τὸ τοῦ Ξενοφάνους προβάλλεται ὁ ἐνάγων καὶ λέγει ‘οὐκ ἔστιν ἴσον, ἐὰν σὺ προκαλῇς ἐμὲ εἰς ὅρκον καὶ ἐὰν ἐγὼ σέ· σὺ μὲν γὰρ ἔοικας ἰσχυρῷ παγκρατιαστῇ εἰς τὸ ὀμνύειν πολλάκις καὶ πολλάκις καὶ μυριάκις ὀμόσας, ἐγὼ δὲ ἔοικα ἀμαθεῖ καὶ δειλῷ καὶ ἄρτι τὴν κονί‐
30στραν εἰσιόντι· διὸ καὶ δέδοικα.‘ [1377 a 20] Ἀλλ’ ὁμοία. μὴ οὕτως ἀνάγνωθι “ὅτι οὐκ ἴση ἡ πρόκλησις αὕτη εὐσεβεῖ πρὸς ἀσεβ, ἀλλ’ ὁμοία”, μὴ οὖν ὧδε στίξῃς· ἀδιανόητος γάρ σοι ὁ λόγος ἀποβήσεται· ἀλλ’ οὕτως εἰπὲ “ἀλλ’ ὁμοία καὶ εἰ ἰσχυρὸς ἀσθενῆ πατάξαι ἢ πληγῆ‐
35ναι προκαλέσαιτο”. οὐκ ἔστι, φησίν, ἴση κατὰ πάντα ἡ τοῦ ἀσε‐ βοῦς πρὸς εὐσεβῆ καὶ ἡ τοῦ εὐσεβοῦς πρὸς ἀσεβῆ πρόκλησις, ἀλλ’ ὁμοία, εἰ καὶ ἰσχυρὸς ἀθλητὴς προκαλεῖται εἰς μονομάχιον τὸν ἀσθενῆ,
ὥστε ἢ πατάξαι ἢ παταχθῆναι ἢ πλῆξαι ἢ πληγῆναι· προκαλού‐292
in Rh
.

293

μενος γὰρ οὕτω λέγει ‘ἐλθὲ μονομαχήσων με, καὶ ἢ ἐγὼ σὲ πατάξω ἢ σὺ ἐμὲ πατάξεισ‘, τουτέστιν ‘ἢ ἐκδράσω ἢ πείσομαι‘. διὸ τὸ μὲν πατάξω ἐπὶ τοῦ δρᾶσαι ἔθηκε, τὸ δὲ πληγῆναι ἐπὶ τοῦ παθεῖν. [1377 a 21] Εἰ δὲ λαμβάνει, ὅτι πιστεύει αὐτῷ. ὁ λαμβάνων
5τὸν ἀντεπακτὸν ἀπὸ τοῦ ἐναγομένου, μὴ διδοὺς δὲ ἐκείνῳ τὸν ἐπακτὸν ἐπιχειρήσει ὅτι ‘σὲ οἶδα ἐπίορκον καὶ οὐκ ἂν δῴην σοι ὅρκον· ἐγὼ δὲ ὀμόσω· θαρρῶ γὰρ ἑαυτῷ‘. [1377 a 22] Καὶ ἐντεῦθεν μεταβλητέον τὸ τοῦ Ξενοφάνους καὶ ῥητέον, ὅτι ἴσον ἐστὶ καὶ προσφυὲς τὸ διδόναι μὲν τὸν ἀσεβῆ πρὸς τὸν
10εὐσεβῆ ὅρκον, ἐκεῖνον δὲ (τὸν εὐσεβῆ δηλαδή) λαμβάνειν. εἶπεν ἓν ἐπι‐ χείρημα ὁ ἐνάγων τὸν ἀντεπακτὸν καταδεξάμενος τὸ ὅτι ‘σοί, ὦ ἐναγόμενε, οὐ πιστεύω τὸν ὅρκον, ἀλλ’ ὡς ἑαυτῷ‘· τίθησι καὶ δεύτερον ἐπιχείρημα ὅτι ‘ὀμόσω καὶ καλῶς ποιήσω καὶ οὐκ ἀποφύγω τὸν ὅρκον ὡς κακόν τι· μάταιος γὰρ ἂν εἴην ἐγώ, εἰ τοὺς δικαστὰς ἀναγκάζω ὀμνύειν ἀπὸ τοῦ
15νόμου, ἵνα δίκαια κρίνωσιν, ἐγὼ δὲ τὸν ὅρκον παραιτοῦμαι‘. οἱ γὰρ δι‐ κασταὶ ὤμνυον τὸ παλαιόν, καὶ οἱ παρ’ ἡμῖν κειμένων τῶν ἁγίων εὐαγγε‐ λίων ἐδίκαζον, ἀλλὰ καὶ οἱ συνήγοροι· ‘δεινὸν οὖν‘, φησί, ‘τὸ μὴ θέλειν αὐτὸν τὸν ἐνάγοντα ὀμόσειν, ὑπὲρ ὧν τοὺς δικαστὰς καὶ τοὺς συνηγόρους ἀναγκάζει ὀμνύειν.‘
20 [1377 a 25] Εἰ δὲ δίδωσιν, ὁ εὐσεβὴς ἐπιχειρεῖ λέγων ‘οὐ λαμβάνω τὸν ἀντεπακτόν, ὦ ἐναγόμενε, ἀλλὰ δικασάτωσαν οἱ θεοὶ καὶ ὄμοσον καὶ γίνωσκε ὅτι, εἰ ψεύσῃ, οἱ θεοὶ τιμωρήσουσί σε, ἐμὲ δὲ πλουτίσουσιν.‘ [1377 a 27] Ἔνια οὖν τῶν ἀντιγράφων ἔχουσιν αὐτῷ γὰρ δίδωσι κρίνειν, ἄλλα δὲ ἔχουσιν αὐτοῖς γὰρ δίδωσι κρίνειν. τὸ μὲν οὖν
25αὐτοῖς νόει ἀντὶ τοῦ ‘τοῖς θεοῖσ‘ τὸ δὲ αὐτῷ νόησον οὕτω· λέγω ὁ ἐνά‐ γων ‘οὐκ ὀμόσω, ὦ ἐναγόμενε, ποτὲ ἐγώ, ἀλλὰ σὺ ποίησον τὴν κρίσιν· δίκασον ἐν τῷ συνειδότι σου καὶ ὄμοσον καὶ ἕπομαί σοι· εἰ γὰρ κατὰ τὸν ἔσω ἄνθρωπον ἐξετάσεις, οὐκ ἂν ὀμόσῃς πάντως, ἀλλὰ δώσεις μοι, ἅ μοι χρεωστεῖς, εἰ δὲ ὀμόσεις, ἕξεις τὸ θεῖον τιμωρόν‘.
30 [1377 a 29] Ἐπεὶ δὲ καθ’ ἕκαστον δῆλον. διδάξας τὰ ἁπλᾶ τέσ‐ σαρα νῦν συνδυάζει ταῦτα καὶ ποιεῖ ἓξ συζυγίας, ὧν αἱ δύο ὡς ἀντιφατικοὶ ἀσύστατοι. καὶ πρῶτον μὲν συνδυασμὸν τίθησιν ἀπολαμβάνειν καὶ μὴ διδόναι, δεύτερον τὸ διδόναι καὶ μὴ λαμβάνειν, τρίτον τὸ λαμβάνειν καὶ διδόναι (λαμ‐ βάνει γὰρ ὁ ἐνάγων τὸν συκοφαντικὸν καὶ δίδωσι τὸν ἐπακτόν), τέταρτον τὸ
35οὐδὲ λαμβάνειν οὐδὲ διδόναι· καὶ ἐσαφήνισα ταύτας τὰς συζυγίας ἐν ἀρχῇ τῆς
τοιαύτης θεωρίας καὶ ἐν τῷ τετραγώνῳ σχηματισμῷ· ἐκ τῶν εἰρημένων293
in Rh
.

294

γὰρ ἁπλῶν ὀνομάτων ἀνάγκη συγκεῖσθαι τὰς τοιαύτας συζυγίας, ὡς καὶ τοὺς λόγους ἤτοι τὰς ἐπιχειρηματικὰς δικαιολογίας, οἵας ἐν τοῖς ἁπλοῖς ἐποίεις, ποίησον ἐνταῦθα συνδυαζόντως. [1377 b 3] Ἐὰν δ’ ᾖ γεγενημένος. ὅπερ ἀνώτερον εἶπεν “ἔτι
5ἄλλως παρὰ ταῦτα, εἰ ὀμώμοσται”, τοῦτο νῦν διεξοδικῶς κατασκευάζει ἐὰν ᾖ γεγενημένος ποτὲ ὅρκος παρὰ τοῦ ἐνάγοντος, ἐφάνη δὲ ὁ ὅρκος ἐναντίος ἤτοι ψευδὴς καὶ διὰ τοῦτο ὡς ἐπίορκος σήμερον ὁ ἐνάγων δια‐ βάλλεται καὶ παρὰ τοῦτο οὐδὲ παραδεκτέος εἰς τὸ ὀμόσαι τῷ ἐναγομένῳ νομίζεται, πῶς ἐπιχειρήσει ὑπὲρ ἑαυτοῦ καὶ ὑπεραπολογήσεται τοῦ μὴ
10ἐπίορκος εἶναι;‘ καίτοι εἴπῃ ‘εἰ καὶ ψευδής, ὡς λέγεις, ὁ ὅρκος μου ἐκεῖ‐ νος ἐφάνη, ἀλλ’ ἐγὼ οὐκ ἐπιώρκησα· τὸ γὰρ ἐπιορκεῖν ἀδικεῖν ἐστι, τὸ δὲ ἀδικεῖν ἐστι τὸ ἑκουσίως καὶ εἰδότα τινὰ ἀδικεῖν, ἐγὼ δέ, εἰ καὶ ὤμοσα τότε, ἀλλ’ ἄκων καὶ βιασθεὶς ἢ παρὰ τυράννων ἢ παρὰ δικαστῶν παρανόμων· τοῦτο δὲ οὐδὲ ὀμόσαι ἐστίν‘. ‘ἐγὼ δέ, εἰ καὶ ὤμοσα τότε,
15ἀλλ’ ἁπλούστερος τὴν ψυχὴν ὢν ἠπατήθην ἢ παρὰ δικαστῶν ἢ παρ’ ὡντινωνοῦν‘. ‘ἐγὼ δέ, εἰ καὶ ὤμοσα τότε, ἀλλ’ οὐκ ᾔδειν τὴν δύναμιν τοῦ ὅρκου ἢ τὸ πῶς δεῖ ὀμνύειν.‘ καὶ συνάγαγε, ὅτι ἐπιορκεῖν ἐστιν οὐ τὸ στόματι μόνον λέγειν τὸν ὅρκον, ἀλλὰ καὶ εἰδότα, ἀλλὰ καὶ μὴ βια‐ σθέντα· ‘ἐγὼ δὲ οὐκ ᾔδειν, ἀλλὰ καὶ ἐβιάσθην, ἀλλὰ καὶ ἠπατήθην· οὐκ
20ἄρα ἐπιώρκησα, οὐκ ἄρα ἠδίκησα‘. [1377 b 7] Ἐὰν δὲ τῷ ἀντιδίκῳ ᾖ. ἐὰν δὲ ὁ ἐναγόμενος σήμερον ὤμοσέ ποτε καὶ ἐψεύσατο, καταδρομὴν κατ’ αὐτοῦ ποιήσει ὁ ἐνάγων ὅτι ‘οὐ δέχομαι αὐτὸν σήμερον μέλλοντα ὀμόσαι· ὁ γὰρ ἐπίορκος πάντα ἀναι‐ ρεῖ, δικαστήρια, πολιτείαν, νόμους· διὰ γὰρ τοῦτο καὶ οἱ δικασταὶ πρῶ‐
25τον ὀμόσαντες εἶτα δικάζουσι, τοῖς νόμοις χρώμενοι καὶ ὅταν ὀμνύ‐ ωσιν (ὁ νόμος γὰρ αὐτοῖς τοῦτο προσέταξε) καὶ ὅταν δικάζωσι, καὶ ἀπὸ τῶν νόμων ὁρμώμενοι οἱ δικασταὶ μετὰ τὴν περὶ τὰς ἀποδείξεις ἀτονίαν ἀπολύουσιν εἰς ὅρκους τοὺς ἀμφισβητοῦντασ‘. εἶτα πρὸς τοὺς δικαστὰς ὁ ἐνάγων στραφεὶς λέγει ‘καὶ ὑμᾶς μὲν ἀξιοῦμεν πρῶτον ὀμνύειν, εἶτα
30δικάζειν, καὶ τῷ ὅρκῳ ἐμμένοντες δικαίως κατὰ τοὺς νόμους καὶ τοὺς ὅρκους ὑμῶν δικάζετε, ἡμεῖς δὲ οὐκ ἐμμενοῦμεν οἱ ὑμῖν εἴκοντες, ἀλλὰ ψευδῶς ὀμόσομεν; καὶ τίς ἡμῖν ἔσται συγγνώμη; ἀσύγγνωστος ἄρα καὶ ὁ ἀντίδικός μου ἐπίορκος πολλάκις ἐλεγχθείς.‘ [1363 a 16] “Κορινθίοις δ’ οὐ μέμφεται τὸ Ἴλιον.
35οἶδας μέν, ὃ δηλοῦται. μάταιος δὲ ἦν ὁ οὕτως αὐτὸ ἐξηγησάμενος, ὅτι οὐ μέμφεται τὸ Ἴλιον τοῖς Κορινθίοις· οὐδὲ γὰρ συνεμάχησαν τοῖς Ἕλλησιν οἱ Κορίνθιοι κατὰ τῶν Τρώων· καὶ γὰρ τοῖς Ἀχαιοῖς Εὐχήνωρ
Κορίνθιος, υἱὸς Πολυΐδου τοῦ μάντεως, ἐπεκούρησε· καί φησιν Ὅμηρος294
in Rh
.

295

“ἦν δέ τις Εὐχήνωρ, Πολυΐδου μάντιος υἱός,
ἀφνειός τ’ ἀγαθός τε, Κορινθόθι οἰκία ναίων”. ὃ γοῦν ὁ Σιμωνίδης λέγει, τοῦτο ἐστίν, ὅτι Κορινθίοις οὐ μέμφεται τὸ Ἴλιον ὡς τάχα πολεμήσασιν αὐτοῖς διὰ τοῦ Εὐχήνορος, ὡς εἰρήκαμεν,
5ἀλλὰ ἑτέρωθεν καὶ εὐχαριστεῖ αὐτοῖς μᾶλλον ὡς συμμαχήσασι τῇ Ἰλίῳ διὰ Γλαύκου τοῦ εἰς Βελλεροφόντην τὸν Κορίνθιον τὸ γένος ἀναφέροντος τὸν Γλαύκου τοῦ Σισύφου, ὃς ἀνεγνώρισε Διομήδην. κάλλιστα δὲ τὴν θεωρίαν ταύτην ἐξαπλοῖ ὁ λυρικὸς Πίνδαρος ἐν τῷ εἰς Ξενοφῶντα Κορίν‐ θιον σταδιοδρόμον ἐπινίκῳ, ὅτε λέγει
10“τὰ δὲ καί ποτ’ ἐν ἀλκᾷ πρὸ Δαρδάνου τειχέων ἐδόκασαν ἐπ’ ἀμφότερα μαχᾶν τέμνειν τέλος, τοὶ μὲν γένει φίλῳ σὺν Ἀτρέος Ἑλένην ἀνακομίζοντες, οἱ δ’ ἀποπάμπαν
15
εἴργοντες· ἐκ Λυκίας δὲ Γλαῦκον ἐλθόντα τρόμεον Δαναοί. τοῖς μὲν
ἐξεύχετ’ ἐν ἄστεϊ Πειράνας σφετέρου πατρὸς ἀρχὰν
καὶ βαθὺν κλᾶρον ἔμμεν καὶ μέγαρον.” οὕτω δὲ καὶ Σιμωνίδης ἐποίησε
“Κορινθίοις δ’ οὐ μανίει οὐδὲ Δαναοῖς”,
20τὸ Ἴλιον δηλαδή. [1365 a 12] Οἱ Θεστιάδαι, οὓς Μελέαγρος ἀνεῖλεν, οὗτοί εἰσιν οἱ αὐτοῦ μητράδελφοι οὕτως ὠνομασμένοι· Πλήξιππος, Ἴφιτος, Εὐρύπυλος, Πολυφόντης, Φάνης. οὗτοι Θεστίου παῖδες· ὧν ἀδελφαὶ Λήδα, Ἀλθαία, Ὑπερμνήστρα, † Πολύξενος καὶ ἄλλαι. αἱ δὲ Μελεάγρου ἀδελφαὶ αὗται·
25Φοίβη, Ἀντιόπη, Ἐρατώ, Μενεσθώ, Εὐρυδίκη, Ἱπποδάμεια, αἳ καὶ μετε‐ βλήθησαν εἰς ὄρνιθας τὰς λεγομένας Μελεαγρίδας. [1373 a 23] Λάταξ ὁ ἦχος τῶν κοτταβίων παρὰ τοῖς ἀττικι‐ σταῖς ὠνόμασται. τὰ δὲ κοττάβια ἀγγεῖα ἐτύγχανον πλατέα χάλκεα ἢ κεράμεια, οἷς ἔχουσιν ἔνδον ὕδωρ ἐνέβαλλον οἱ βουλόμενοι σφαιρικοὺς
30λίθους, ὅσοι τε ἢ ἐρῶντες ἦσάν τινων ἢ ἁπλῶς ποθοῦντές τινας ἐν ἀλλο‐ τρίᾳ διάγοντας· ὧν κοτταβίων ποικίλως περιαγομένων ἐντὸς ἐκινοῦντο πολυ‐ ειδῶς καὶ οἱ βόλοι κἀντεῦθεν ποιός τις ἦχος ἐτελεῖτο, ὃς ἐκαλεῖτο λάταξ,
οἶμαι ποιά τις φωνὴ τῆς ἐκείνων συγκροτήσεως καὶ συγκρούσεως· ἐδήλου295
in Rh
.

296

δέ τινα περὶ τῶν ἀποδημούντων σημεῖα. ἐκαλοῦντο δὲ κότταβοι οὐ μόνον τὰ ἀγγεῖα, ἀλλὰ καὶ τὰ ἐμβαλλόμενα βόλια· οἷα καὶ νῦν ἐν τοῖς ἱππικοῖς θεάτροις δημοσιεύεται παρὰ τῷ ἀγγείῳ τῶν κλήρων τοῖν ἀντιθέτοιν μεροῖν ἢ καὶ ἐν ξυλίνοις κλιμακοειδέσι λαβυρίνθοις παιδιᾶς χάριν παρά
5τισι τρυφῶσιν οἴκοι τελεῖται. ἐκλήθη δὲ κότταβος, ὥς γε μοὶ δοκεῖ, παρὰ τὸν κόττον τὸν ἐν τοῖς κλήροις τυχηρῶς ἀποβαίνοντα. Θήρων υἱὸς Αἰνεσιδήμου ὁ τῆς Ἀκράγαντος κρατῶν θυγατέρα αὐτοῦ ἐξέδοτο Δημαρέτην, ἀφ’ ἧς καὶ τὸ Δημαρέτειον νόμισμα, πρὸς γάμον Γέλωνι τῷ ἀδελφῷ Ἱέρωνος τοῦ βασιλέως τῶν Αἰτναίων, λαβὼν καὶ αὐ‐
10τὸς γυναῖκα τὴν θυγατέρα Πολυζήλου τοῦ ἀδελφοῦ Γέλωνος. ἀποθνῄ‐ σκοντος δὲ Γέλωνος διάδοχος καὶ τῆς στρατηγίας αὐτοῦ καὶ τῆς γυναικὸς ὁ ἀδελφὸς αὐτοῦ Πολύζηλος ἐχρημάτισε κατὰ τὰς τοῦ Γέλωνος προστά‐ ξεις· ὥστε τὸ Θήρωνος εἰς Γέλωνα κῆδος εἰς Πολύζηλον μετατεθεῖσθαι. ἐπεὶ δὲ τοῦ Ἱέρωνος ἐγκοτοῦντος τῷ ἀδελφῷ Πολυζήλῳ ὑπεραγανακτήσας
15θυγατρὸς ἅμα καὶ γαμβροῦ ὁ Θήρων συνέρραξε μάχην Ἱέρωνι περὶ Γέλαν τὸν Σικελικὸν ποταμόν, ἐν τῇ πόλει Γέλᾳ πάλιν ἐγένοντο αἱ καταλλαγαὶ τούτων ὑποθήκαις τοῦ λυρικοῦ Σιμωνίδου· ὅτε καὶ γυναῖκα ἠγάγετο ἑαυτῷ ὁ Ἱέρων τὴν ἀδελφὴν Θήρωνος. Αἰνεσίδημος οὖν ὁ τῶν Ἀκραγαντίνων οἰκιστὴς τὴν Γέλαν ὑπέταξεν, ἧς ἦσαν ἄποικοι οἱ Ἀκραγαντῖνοι ἀνέκαθεν.
20ταῦτα ἀκριβέστερον ἂν γνοίης ἐντυχὼν Πινδάρῳ τὸν ὀλυμπιονίκην ἐπίνι‐ κον συγγεγραφότι ἐπὶ Θήρωνι τῷ υἱῷ Αἰνεσιδήμου. [1375 b 30] Βουλόμενος δεῖξαι Σόλων ὁ Ἀθηναῖος, ὅτι ἄνω‐ θεν ἡ Σαλαμὶς ὑπὸ Ἀθηναίους ἦν, ἔγραψεν εἰς τὴν δίκην καὶ στίχους ἀπὸ τῆς Βοιωτίας Ὁμήρου
25
“Αἴας δ’ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας,
στῆσε δ’ ἄγων, ἵν’ Ἀθηναίων ἵσταντο φάλαγγες.” ταῦτα οὕτω παρασημειοῦται καὶ Πλούταρχος ἐν τῷ τοῦ Σόλωνος παραλ‐ λήλῳ. [1375 b 31] καὶ Περίανδρος δὲ ὁ Κορίνθιος, οὗ καὶ αὐτοῦ πολὺν λόγον ποιεῖται οὗτος ὁ Χαιρωνεὺς ἐν τῷ τῶν ἑπτὰ σοφῶν Συμποσίῳ,
30σοφώτατος ἦν χιλίων ἐλεγείων ποιητὴς Σόλωνι συνακμάσας. [1377 a 7] Νεκεσσάριος ὅρκος λέγεται ὁ τέλειος ἤγουν ὁ ἐπακτὸς καὶ ἀντεπακτός. δεύτερος ὅρκος ὁ ἰουδικιάλιος, ὃς ἀπὸ τοῦ δικαστοῦ δίδοται. τρίτος ὁ βολουντάριος, ὁ θελήματι ἰδίῳ τῶν μερῶν ἀμφοῖν συνιστάμενος καὶ βουλήματι. τέταρτος ὁ ἰν λίτεμ, ὁ ποίνιμος, ὁ μονομερής· ὁ γὰρ ἐπη‐
35ρεαστικὸς ὅρκος ὁ καλουμνίας, ὁ λεγόμενος παρ’ Ἕλλησι συκοφαντικός,
κυρίως ὅρκος οὐκ ἔστιν.296
in Rh
.

297

(1t)

ΑΡΧΗ ΤΟΥ ΔΕΥΤΕΡΟΥ ΒΙΒΛΙΟΥ
2 Εἶπεν ἐν τῷ πρώτῳ ὁ φιλόσοφος, ὅτι ‘αἱ πίστεις ἔντεχνόν ἐστι μόριον ῥητορικῆς μόνον, τὰ δ’ ἄλλα προσθῆκαι‘ ἤγουν τὰ προοίμια καὶ τὰ περὶ αὐτά, καὶ ὅτι ‘τὰ ἐνθυμήματα σῶμα τῆς πίστεως· διαβολὴ γὰρ καὶ ἔλεος
5καὶ ὀργὴ καὶ τὰ τοιαῦτα πάθη τῆς ψυχῆς οὐ περὶ τοῦ πράγματός ἐστι‘ καὶ τὰ ἑξῆς. εἶπε δὲ καὶ περὶ νομοθεσίας ἐκεῖ, ὅτι ‘αἱ νομοθεσίαι ἐκ πολλοῦ χρόνου σκεψαμένων γίνονται‘· ὁ γὰρ Λυκοῦργος ἐν ἐννέα ὅλοις χρόνοις ἐσκέπτετο τοὺς οἰκείους νόμους, ἐρήμοις μόνος ἐνδιαιτώμενος χώραις, ὡς καὶ Πλούταρχος παρασημειοῦται καὶ Πλάτων ὁ μέγας ἐν
10Νόμοις παραδίδωσιν. οὕτω πρὸ Λυκούργου καὶ Μίνως τὰς νομοθεσίας συνε‐ τίθετο παρὰ τοῦ πατρὸς Διὸς διδασκόμενος· καὶ Ὅμηρος περὶ τούτου φησὶν “ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής”. εἶπε δὲ πάλιν ἐν τῷ πρώτῳ, ὅτι ‘ἔντεχνοι πίστεις εἰσίν, ὅπως γένοιτό τις ἐνθυμηματικόσ‘, καὶ ὅτι ‘τῶν διὰ λόγου ποριζομένων πίστεων (εἰσὶ γὰρ καὶ
15ἄλλαι πίστεις, αἱ ἄτεχνοι) τρία εἴδη ἐστίν· αἱ μὲν γάρ εἰσιν ἐν τῷ ἤθει τοῦ λέγοντος, αἱ δὲ ἐν τῷ τὸν ἀκροατὴν διαθεῖναί πως, αἱ δὲ ἐν αὐτῷ τῷ λόγῳ‘. καὶ πάλιν εἶπε “πάντες δὲ τὰς πίστεις ποιοῦνται διὰ τοῦ δεικνύναι, ἢ παραδείγματα λέγοντες ἢ ἐνθυμήματα”. “τὰ δὲ ἐνθυμήματα ἐξ εἰκότων καὶ σημείων.” ‘εἰσὶ δὲ καὶ κοινὰ ἐνθυμήματα, ὧν εἰσιν οἱ τόποι κοινοί,
20οἷον ὁ ἀπὸ τοῦ μᾶλλον, ὁ ἀπὸ τοῦ ἧττον καὶ τῶν τοιῶνδε. εἰσὶ δὲ καὶ ἴδια ἐνθυμήματα τὰ φυσικοῖς μόνοις φέρε εἰπεῖν προσήκοντα καὶ ἄλλα ἴδια τὰ ἠθικοῖς.‘ εἶπε καὶ ταῦτα ἐκεῖ ‘διαιρετέον τῶν ἐνθυμημάτων τά τε εἴδη καὶ τοὺς τόπους, ἐξ ὧν ληπτέον· λέγω δὲ εἴδη μὲν τὰς καθ’ ἕκαστον γένος ἰδίας προτάσεις, τόπους δὲ τοὺς κοινοὺς ὁμοίως ἁπάντων. πρῶτον δὲ
25λάβωμεν τὰ γένη τῆς ῥητορικῆς, εἶτα χωρὶς τὰ στοιχεῖα καὶ τὰς προ‐
τάσεις.‘ εἶπεν ὅτι ‘τὰ δὲ τεκμήρια καὶ τὰ εἰκότα καὶ τὰ σημεῖα προτάσεις297
in Rh
.

298

εἰσὶ ῥητορικαί, καὶ ὁ ἐκ τούτων δὲ συλλογισμὸς ἐνθύμημα λέγεται‘. εἰ τοίνυν ἐν τῷ πρώτῳ οὐ τοσοῦτον ἐφρόντισε τῶν προοιμίων ταῖς ἐνθυμημα‐ τικαῖς πίστεσι τὸ ἐνδύναμον κυρώσας τῶν ἀποδείξεων, ἀλλ’ οὖν ἐν τῷ παρόντι βιβλίῳ μέλει τῷ φιλοσόφῳ καὶ τούτου τοῦ μέρους, ὅπως ποιόν
5τινα θήσεις τὸν κριτὴν καὶ τὸν ἀκροατήν. [1377 b 16] Ἐκ τίνων μὲν οὖν δεῖ προτρέπειν καὶ ἀπο‐ τρέπειν· περὶ γὰρ ὧν βουλεύονται πάντες οἱ συμβουλεύοντες, πέντε εἰσίν, ὡς ἔμαθες ἐν τῷ πρώτῳ· ταῦτα δὲ αἱρούμεθα δι’ εὐδαιμονίαν. [1377 b 18] Καὶ ποῖαι δόξαι, δόξαι περὶ εὐδαιμονίας πολλαί· οἱ
10μὲν γάρ φασιν αὐτὴν εὐπραξίαν μετ’ ἀρετῆς ἢ αὐτάρκειαν ζωῆς καὶ τὰ προηριθμημένα· μέρη δὲ αὐτῆς εὐγένεια, πολυφιλία καὶ τὰ προειρημένα. ἴδε δὲ καὶ δόξας περὶ ἀγαθοῦ, τί ἐστι τὸ ἀγαθόν, κἀντεῦθεν ὁρμώμενος ὡς ἀπὸ λημμάτων προτάσεις ποιήσεις τοῦ ἐνθυμήματος. ὁ περὶ πανηγυρικοῦ λέγων περὶ ἀρετῆς καὶ κακίας εἴπῃ τὰ δέοντα, ἐξ ὧν καὶ ποιός τις κατὰ
15τὸ ἦθος φανεῖται· ἥπερ ἦν δευτέρα πίστις. οὗτος οὖν ἐρεῖ τὰς δόξας τὰς περὶ τοῦ καλοῦ καὶ τοῦ καλλίονος. ἀλλὰ καὶ ὁ περὶ τοῦ δικανικοῦ εἴποι, τί ἐστι τὸ ἀδικεῖν καὶ τίνες ἀδικοῦσι καὶ οἵους καὶ ὅσων χάριν. [1377 b 19] Περὶ γὰρ τούτων καὶ ἐκ τούτων τὰ ἐνθυμήματα λέγονται· περὶ γὰρ τῶν τριῶν εἰδῶν τῆς ῥητορικῆς τὰ ἐνθυμήματα λέγεται
20καὶ ἐκ τούτων, τῶν τριῶν δηλαδὴ δοξῶν καὶ τῶν τοιῶνδε προτάσεων· καὶ γὰρ τὰς συμβουλὰς κρίνομεν καὶ τὴν συμφέρουσαν ἐκλεγόμεθα, ἀλλὰ καὶ ἡ δίκη κρίνεται. διὰ τοῦτο καὶ ὁ Ἑρμογένης εἴρηκεν “ἐν προβλήμασι γὰρ ἢ κρίνομεν ἢ βουλευόμεθα” καὶ αὖθις “περὶ ὧν ἡ βουλὴ ἢ τὸ δικα‐ στήριον συνέστηκε”· καὶ πάλιν ἐν ταῖς Ἰδέαις φησὶν ὅτι “πολιτικὸν λέγομεν
25ἄνδρα καὶ ῥήτορα λέγομεν μόνον τὸν συμβουλευτικὸν ἢ δικανικόν, τὸν δὲ πανηγυρικὸν λογογράφον.” [1380 a 2]. Δῆλον δ’ ἄν, ὡς δέοι κατασκευάζειν τῷ λόγῳ τοὺς τοιούτους ἐν τῷ τέλει περὶ τῆς ὀργῆς· ἀποδείξει γάρ τις ἐχθρὸν τὸν κεκρυμμένον ἐχθρὸν ἀπὸ τῶν παραδοθέντων περὶ ἐχθροῦ τόπων καὶ
30αὖθις ἀποδείξει φίλον τῇ πόλει ἢ τῷδέ τινι ἢ τῷ δικαστῇ τὸν μὴ ὑπο‐ λαμβανόμενον φίλον· ἀφ’ ὧν τόπων ὁρμώμενος ποιήσεις τὸν Ἀλκιβιάδην μὴ ὄντα ἐχθρὸν ἐχθρόν· ‘τί γάρ, ὅτι δι’ ὀργήν, οὐ μὴν δι’ ἔχθραν ἔλεγε κατὰ τοῦ Περικλέους σπεύδων ἀντιλυπῆσαι αὐτὸν προλυπήσαντα;‘ ἢ πάλιν τὸν μὴ ὄντα φίλον τοῦδε ποιήσεις φίλον αὐτοῦ διά τινος τῶν ἀποδοθέντων
35τόπων· ‘πῶς γὰρ σοῦ, ὦ Περίκλεις, ἐχθρὸς ἂν νομισθείη Ἀλκιβιάδης ὁ298
in Rh
.

299

πάντας ἀεὶ τοὺς δημαγωγοὺς ἀγαπῶν καὶ τοὺς ὑπὲρ τῆς πόλεως;‘ καὶ αὖ φάσκοντος ὅτι ‘ἐχθρός εἰμι τοῦ Περικλέουσ‘ διαλύσεις λέγων ὅτι ‘οὐ πιστευ‐ τέος σύ· πῶς γὰρ ὁ ἀεὶ τοὺς βουλευτὰς καὶ τοὺς δημαγωγοὺς καὶ ζηλῶν καὶ θαυμάζων τῆς πόλεως;‘ καὶ ἐκ τοῦ ἐναντίου πάλιν, εἰ λέγει φίλος
5εἶναι τοῦ Περικλέους, διαλύσεις ὡς ‘οὐχί· πῶς γὰρ ὁ ἔχων τοὺς ἐχθροὺς τοῦ Περικλέους φίλους; ἐχθρὸς ἄρα σύ.‘ ἀπὸ τοῦδε τοῦ τόπου καὶ μετα‐ βαλεῖς, εἰ βούλει, τὰ τῆς ἔχθρας εἰς ὀργὴν καὶ τὰ τῆς ὀργῆς εἰς ἔχθραν συναρπάζων τὸν ἀκροατὴν ἀπὸ τῆς οἷον ὁμοιότητος ‘ὁ μὲν γὰρ δι’ ὀργὴν λυπούμενος συγγνωστός, ὁ δὲ δι’ ἔχθραν ματαίαν οὐχί‘· ὅταν γὰρ ὦσι
10περὶ τοῦ αὐτοῦ καὶ ἑνὸς διάφοροι τόποι, τὸ αὐτὸ καὶ ἀνασκευάσεις δι’ ἄλλου καὶ κατασκευάσεις δι’ ἑτέρου, ὡς ἐπὶ τῆς ὁδοῦ ἔγνως· δείξεις γὰρ αὐτὴν καὶ ἀγαθὸν καὶ οὐκ ἀγαθόν, τὸ μὲν διὰ τοῦ ‘οὗ πάντα ἐφίεται‘, τὸ δὲ διὰ τοῦ ‘κίνησιν ταύτην εἶναι καὶ λέγεσθαι.‘ [1388 b 5] Ὡς γὰρ προσῆκον αὐτοῖς ἀγαθοῖς εἶναι· ζη‐
15λοῦσι γὰρ οἱ ζηλοῦντες τοὺς τὰ ἀγαθὰ ἔχοντας ἀγαθούς, ὅτι καὶ ἑαυτοῖς ἀγαθοῖς οὖσι προσῆκεν αὐτὰ ἔχειν. συντακτέον οὖν καὶ οὕτως, εἰ βούλει, διὰ τὸ σαφέστερον· ‘ζηλοῦσι γάρ‘, λείπει ‘τοὺς τὰ ἀγαθὰ εὐτυχήσαντας ἔχειν‘, ‘ὡς προσῆκον αὐτοῖς ἀγαθοῖς εἶναι‘· διὰ τοῦτο γὰρ ζηλοῦσιν ὡς ἀγαθοὶ καὶ αὐτοί· εἶτα εἰπὲ ‘ὅτι προσῆκε τοῖς ἀγαθῶς ἔχουσι
20τὰ τοιαῦτα τῶν ἀγαθῶν‘ ἤγουν τὰ ζηλωτά. [1389 a 16] Ὥσπερ ἔχει τὸ τοῦ Πιττακοῦ πρὸς Ἀμφιά‐ ραον. ὁ Πιττακός, ὡς ἔοικε, τραγῳδίαν ἐμελέτησεν εἰς Ἀμφιάραον ἐκεῖνον τὸν στρατηγικώτατον καὶ μαντικώτατον· οὗτος γὰρ ἔγνω, ὡς ἐν τῷ Θηβαϊκῷ ἀναιρεθήσεται πολέμῳ, ὡς μάντις· διὰ τοῦτο μηνυόμενος παρὰ τοῦ Ἀδρά‐
25στου ἐλθεῖν εἰς τὸν πόλεμον οὐχ ὑπήκουεν, ἕως τῇ αὐτοῦ γυναικὶ Ἐρι‐ φύλῃ ἔστειλε χρυσέους κόσμους καὶ χρήματα πρὸς Ἀμφιάραον· ὁ δὲ ταῦτα οὐκ ἐδέξατο. τοῦτο γοῦν μελετῶν ὁ Πιττακὸς ἀπεφθέγξατο περὶ τοῦ χρυσοῦ. [1392 b 11] Ὥσπερ καὶ Ἰσοκράτης ἔφη δεινὸν εἶναι, εἰ ὁ μὲν Εὐθύνους. ἐν τῇ τυραννίδι τῶν τριάκοντα ὡς ἐχθρὸς αὐτῶν
30διαβληθεὶς ὁ Νικίας τοὺς οἰκέτας ἔξω τῆς γῆς ἐξέπεμψε, τὰ δὲ ἔπιπλα πρὸς Ἰσοκράτην ἐκόμισε, τρία δὲ τάλαντα ἀργυρίου Εὐθύνῳ παρέθετο τῷ ἀνεψιῷ, αὐτὸς δὲ εἰς ἀγρὸν διῃτᾶτο. ὕστερον ὁ Εὐθύνους τὰ μὲν δύο ἀπέδοτο τάλαντα, τοῦ δὲ ἑνὸς ἔξαρνος ἐγένετο. συνηγορεῖ τοίνυν ὁ Ἰσοκράτης ὁ ῥήτωρ τῷ Νικίᾳ κατ’ Εὐθύνου (γράφεται καὶ Εὔθυμος, ὄνομα κύριον)
35εἰπὼν ‘οὐ δύνασαί τι εὑρεῖν.‘ [1394 a 19] Ἡ γνώμη καθολικῶς ἐξήνεκται· οἷον πονηρὸν ὁ συκοφάντης, οὐ μὴν ὁ Αἰσχίνης.
[1394 a 22] Ἀπόφανσις. οὕτω καὶ ὁ Ἀφθόνιος ὡρίσατο.299
in Rh
.

300

[1394 a 27] Τὰ συμπεράσματα γνῶμαί εἰσιν, ἀλλὰ καὶ ἡ μείζων πρότασις, ἣ ἐνθυμηματικῶς παρείληπται. διὰ τοῦτο καὶ ἀρχὴν εἶπε ταύτην ἀφαιρεθέντος τοῦ συλλογισμοῦ· κυρίως γὰρ συλλογισμὸς τότε, ὅταν καὶ ἡ μείζων ληφθῇ καὶ ὅταν μέσος ᾖ· ὧδε δὲ ἐπὶ τῶν ἐνθυμημάτων
5οὐκ ἔστιν.
fig1,1[Start of a diagram][Start of a diagram section]οὐ ποιεῖ σοφοὺς πε‐
fig1,2ριττῶς καὶ κομψούς[End of a diagram section]
fig1,1[Start of a diagram section]οὐ θέλει τοὺς παῖδας ἀργοὺς τρέφειν
fig1,2καὶ φθονουμένους ὑπὸ τοῦ δήμου[End of a diagram section]
fig1,1[Start of a diagram section]ὁ ἀρτίφρων
fig1,2πατήρ[End of a diagram section]
fig1,3[Logical Relationship in a Diagram start mark]ἐνθύμημα μετὰ τοῦ μέσου[Logical Relationship in a Diagram end mark][End of a diagram]
fig2,1[Start of a diagram][Start of a diagram section]οὐ πάντα εὐδαιμονεῖ[End of a diagram section] [Start of a diagram section]ἔχει τινὰ δυστυχήματα[End of a diagram section] [Start of a diagram section]ὅδε[End of a diagram section]
fig2,2[Logical Relationship in a Diagram start mark]ἐνθύμημα μετὰ τοῦ μέσου[Logical Relationship in a Diagram end mark][End of a diagram]
fig3,1[Start of a diagram][Start of a diagram section]οὐκ ἐλεύθερος[End of a diagram section] [Start of a diagram section]ἣ χρημάτων δοῦλος ἢ τύχης[End of a diagram section] [Start of a diagram section]ὅδε[End of a diagram section]
fig3,2[Logical Relationship in a Diagram start mark]ἐνθύμημα μετὰ τοῦ μέσου[Logical Relationship in a Diagram end mark][End of a diagram]
fig4,1[1394 b 7] [Start of a diagram]Τῶν γνωμῶν
fig4,2[Start of a diagram section]αἱ μὲν μετ’ ἐπιλόγου, ὡς αἱ
fig4,3ἀποδείξεως δεόμεναι[End of a diagram section]
fig4,4[Start of a diagram section]αἱ μὲν ἐν‐
fig4,5θυμηματικαὶ
fig4,6αἱ καὶ τὸ αἴ‐
fig4,7τιον ἔχουσαι[End of a diagram section]
fig4,4[Start of a diagram section]αἱ δὲ ἐνθυμήματός
fig4,5εἰσι μέρος· λείπει
fig4,6γὰρ ἐν αὐταῖς τὸ
fig4,7αἴτιον[End of a diagram section]
fig4,2[Start of a diagram section]αἱ δὲ ἄνευ ἐπιλόγου, ὡς αἱ
fig4,3μὴ παράδοξοι[End of a diagram section]
fig4,4[Start of a diagram section]αἱ μὲν προε‐
fig4,5γνωσμέναι[End of a diagram section]
fig4,4[Start of a diagram section]αἱ δὲ ἅμα
fig4,5τῷ λέγεσθαι
fig4,6γινωσκόμεναι[End of a diagram section][End of a diagram]300
in Rh
.

301

[1394 b 13] Τὸ “ἀνδρὶ δ’ ὑγιαίνειν ἄριστον Σιμωνίδου ἐστὶν ἀπὸ τῶν σκολιῶν αὐτοῦ ἐπῶν· οἱ δ’ Ἐπιχάρμου. σκολιὸν δὲ ἐλέγετο τὸ ᾆσμα διὰ τὴν περίοδον τὴν μεταξὺ τῶν κλινῶν, ἐν αἷς ἀνέκειντο οἱ φίλοι εὐωχούμενοι, ἄλλος ὧδε καὶ ἕτερος ὧδε. οὕτως ὁ Πλάτων ἐν τῷ Πρω‐
5ταγόρᾳ. [1395 a 15] Τὸ “ξυνὸς Ἐνυάλιος εἴποι τις πρός τινα ἡττη‐ θέντα ἐν τῇ μάχῃ καὶ σήμερον δειλαινόμενον ἐξελθεῖν εἰς πόλεμον μετὰ ἐλαττόνων. [1395 a 18] Ἀττικὸς πάροικος. ἡ παροιμία ἐπὶ τῶν κακουρ‐
10γούντων. [1395 b 29] “Παρ’ ὄχλῳ μουσικωτέρους λέγειν”. φησὶν ὁ παρ’ Εὐριπίδῃ Ἱππόλυτος πρὸς τὸν πατέρα Θησέα
“ἐγὼ δ’ ἄκομψος εἰς ὄχλον δοῦναι λόγους,
εἰς ἥλικας δὲ κὠλίγους σοφώτερος.
15
ἔχει δὲ μοῖραν καὶ τόδ’· οἱ γὰρ ἐν σοφοῖς
φαῦλοι παρ’ ὄχλῳ μουσικώτεροι λέγειν.” [1396 b 17] Ὁ Κύκνος υἱὸς ἦν Ποσειδῶνος καὶ Χερρονήσου ἐβασί‐ λευε, κυκνόθρεπτος γεγονώς· διὸ καὶ Κύκνος ἐκλήθη παρὰ τῶν ἁλιέων “αἰθυόθρεπτος πορκέων λιναγρέτης”. βασιλεύων δὲ ἦν σὺν τῷ υἱῷ Τένῃ
20τῆς Τενέδου. ἄμφω οὖν, τὸν πατέρα καὶ τὸν υἱόν, ἀπέκτεινεν Ἀχιλλεύς. [1397 b 5] Ἡ Ἀλφεσίβοια ἢ γυνὴ ἦν Ἀλκμαίωνος ἢ ἀδελφὴ ἴσως. λυπουμένη οὖν ἐρωτᾷ τὸν Ἀλκμαίωνα, πῶς ἡ πόλις κατέκρινε τὴν Ἐριφύλην δικαίως ἀποκτανθῆναι· κατέκρινε δὲ ‘καὶ σὲ θανεῖν ὡς ἀποκτεί‐ ναντα ταύτην.‘ λύει οὖν ὁ Ἀλκμαίων ὡς ‘οὐχ ὑπ’ ἐμοῦ ἐχρῆν τὴν
25μητέρα μου θανεῖν, ἀλλὰ παρ’ ἑτέρου.‘ [1397 b 18] “Καὶ σὸς μὲν οἰκτρός. οἶμαι ταῦτα πρὸς τὴν Ἀλθαίαν λέγειν τὸν Οἰνέα λυπουμένην δι’ ἀδελφὸν αὐτῆς ἀναιρεθέντα παρὰ Μελεάγρου καὶ διὰ τὸν πατέρα αὐτῆς λυπούμενον. φησὶ γοῦν ‘εἰ λυπεῖται ὁ πατήρ σου διὰ τὸν υἱὸν αὐτοῦ, οὐ δεῖ κἀμὲ πάνυ λυπεῖσθαι ὡς ἀπολέ‐
30σαντα τὸν υἱόν μου Μελέαγρον;‘ [1397 b 17] Ἔτι εἰ μήτε μᾶλλον μήτε ἧττον, ἀλλ’ ὁμοίως δηλαδή. [1398 a 15] Τὸ δαιμόνιον ἆρα θεὸς ἢ θεοῦ ἔργον; οἷον ὁ Σω‐ κράτης κατηγορούμενος, ὅτι οὐκ οἴεται εἶναι θεούς, ἀλλὰ καινὰ καταγγέλλει
δαιμόνια, ἐπεχείρησεν ἀπὸ ὅρου δεικνύων ἐντεῦθεν, ὅτι ἔστι θεός.301
in Rh
.

302

[1399 a 4] Πατὴρ Νικοκλέους ἦν ὁ Εὐαγόρας. ἐπιτάφιον οὖν τῷ Εὐαγόρᾳ ποιήσας ὁ Ἰσοκράτης πέπομφε τῷ Νικοκλεῖ· ὑμνεῖ δ’ ἐν τούτῳ τῷ λόγῳ τὸν ἄνδρα, πρὸς ὃν καὶ Κόνων ἀρχηγὸς Ἀθηναίων κατέφυγε, τῶν Λακεδαιμονίων τυραννησάντων, οὓς Εὐαγόρας καταστρεψάμενος κατή‐
5γαγε πάλιν εἰς τὴν πατρίδα τὸν Κόνωνα. [1399 a 25] Τὸ ἕλος καὶ τὸ ἅλας, παροιμία ἐπὶ τῶν δυσὶν ἐναν‐ τίοις περιπεσόντων. αἱ ἁλυκαί εἰσιν ἀναγκαῖαι καὶ χρήσιμοι, κἄν τε ὀρυκτῶν ἁλῶν εἰσι, κἄν τε θαλαττίων. ἐπίπρασκεν οὖν τις ἁλυκήν, πλησίον δὲ ταύτης εἶχε καὶ τόπον ἑλώδη ἄχρηστον πάντως· βιάζεται γοῦν τὸν ἀγορά‐
10ζοντα τοὺς ἅλας, τὸν εὔχρηστον δηλαδὴ τόπον, ἀγοράσαι καὶ τὸ ἕλος, τὸν ἄχρηστον· μονώτατα γὰρ ἄν τις οὐ πρίαιτο τὸν ἑλώδη τόπον. [1399 a 26] τὸ μὲν οὖν ἓν λέγεται ἔσω, τὸ δὲ ἕτερον ἔξω, τὸ δημοκοπούμενον παροι‐ μιῶδες, ὃ καὶ βλαίσωσις λέγεται. [1399 b 11] ‘Εἴτε γὰρ τὸν Ξέρξην βασιλέα ὑμῶν ἡγεῖσθε, εἴτε τὴν
15αἴτησιν αὐτοῦ πληρώσετε, τὸ δοῦναι αὐτῷ γῆν καὶ ὕδωρ, τὸ αὐτὸ καὶ ἓν ὑμῖν ἀποτέλεσμα, τὸ δουλεύειν αὐτῷ‘. ληπτέον δέ, ὁποῖον χρήσιμον· εἰ γὰρ βούλει δεῖξαι μὴ καλὸν εἶναι τὸ δοῦναι γῆν καὶ ὕδωρ, λέγε, ἅπερ εἴπομεν, εἰ δὲ τοὐναντίον, ὅτι σύμβολον τοῦτο φιλίας μᾶλλόν ἐστιν. ἐζήτει δὲ ταῦτα ἐκεῖνος ἢ τῆς χώρας ἁπάσης καὶ τῆς ζωῆς αὐτῶν κυριεύειν
20μηχανώμενος ἐκ τῆς ἐκείνων θελήσεως ἢ καὶ τῶν σωμάτων αὐτῶν· ἅπασι γὰρ ἡ γένεσις ἐκ γῆς καὶ ὕδατος· διὸ καὶ ὁ μὲν τῶν ποιητῶν εἶπεν “ὕδωρ καὶ γαῖα γίνοισθε”, ὁ δὲ “γαῖαν ὕδει φύρειν”. καὶ πάλιν, εἰ τὴν εἰρήνην βούλει κωλῦσαι, εἰπέ, ὃ εἴρηται κατὰ Φιλίππου, εἰ δὲ μή, ὅτι τὸ ζητεῖν τὸν Φίλιππον εἰρήνην σημεῖον μᾶλλον ἀγάπης.
25 [1399 b 19] Τὸ οὗ ἕνεκα εἰ μὴ γένοιτο· ὡς ὁ Αἴας ἔλαβέ ποτε παρὰ τοῦ Ἕκτορος τὸ ξίφος, ὁ δὲ παρὰ τοῦ Αἴαντος τὸν ζωστῆρα, καὶ εἰς κακὸν ἀμφοῖν ταῦτα τὰ δῶρα γεγόνασι· ‘ἐχθρῶν γὰρ ἄδωρα δῶρα‘. [1399 b 30] Ἄλλος τόπος κοινὸς καὶ τοῖς δικανικοῖς καὶ τοῖς συμβουλευτικοῖς σκοπεῖν τά, δι’ ὧν προτρέπονται οὗτοι εἰς τὸ ἐρ‐
30γάσασθαι, καὶ τά, δι’ ὧν κωλύονται τόδε ποιῆσαι· οἷον εἰ ῥᾴδιον, εἰ δίκαιον τόδε τι, προτρεπόμεθά σε αὐτὸ ποιῆσαι. καὶ χάριν τίνος, οἷον φυλακῆς πόλεως. [1399 b 35] Ἢ ἐλάττων ἡ ζημία παρὰ τὸ πρᾶγμα τὸ πραχθέν, ὡς ἐπὶ τῆς ἀντιστάσεως ἔχει τὸ κόψαι τὸν στρατηγὸν τὸ τεῖχος, ἵν’ ἐξέλ‐
35θοιεν οἱ στρατιῶται καὶ ἄκοντες καὶ συμμίξωσι τοῖς πολιορκοῦσι καὶ νίκην
ἐργάσωνται.302
in Rh
.

303

[1400 a 2] Ἐκ μὲν τῶν ἀποτρεπόντων ἀπολογοῦνται, ἐκ δὲ τῶν προτρεπόντων κατηγοροῦσι· κατηγορῶ γάρ τινος λέγων ‘διὰ τί τόδε τι οὐκ ἐποίησας, καίτοι ῥᾴδιον καὶ συμφέρον;‘ πάλιν ἀπολογοῦμαι ὑπέρ τινος λέγων ‘δικαίως οὐκ ἐποίησεν ὅδε τόδε· ἀδύνατον γὰρ ἦν καὶ
5ἀσύμφορον‘. [1400 b 23] Ἀφροδίτη ἐξ ἀφροσύνης κέκληται. ἐν τῷ δράματι τῶν Τρωάδων ὑπὲρ ἑαυτῆς δημηγορησάσης τῆς Ἑλένης πρὸς Μενέλαον ἀπολο‐ γεῖται ἡ Ἑκάβη πρὸς αὐτὴν καὶ δείκνυσιν αὐτὴν ψευδομένην. [1400 b 18] Ἀλλὰ καὶ ἐν τοῖς τῶν θεῶν ἐπαίνοις, ὡς ὁ Ζεὺς
10ὀνομάζεται ὡς ζωῆς ἡμῖν αἴτιος· τὴν δὲ αἰτιατικὴν Δία λέγομεν διὰ τὸ προνοητικὸν αὐτοῦ πρὸς ἡμᾶς καὶ φυλακτικὸν διὰ τὴν διά πρόθεσιν· δι’ αὐτοῦ γὰρ συντηρούμεθα. [1401 a 1] Τὰ παρὰ τὴν λέξιν σοφίσματα ἑξαχῶς συμβαίνει. αὐτὸς δὲ ἓν μέρος τούτων τίθησι τὸ μὴ συλλογισάμενον συμπερασ‐
15ματικῶς εἰπεῖν τὸ τελευταῖον· ὡς ὁ Παρμενίδης ‘τὸ παρὰ τὸ ὂν οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν, ἓν ἄρα τὸ ὄν‘. τελευταῖον δὲ εἶπε καὶ οὐ συμπέ‐ ρασμα, ὅτι κυρίως συμπέρασμα τότε ἐστίν, ὅτε καὶ προτάσεις. [1401 a 5] Φαινομένως δὲ ἐνθύμημά ἐστι καὶ τὸ ἐν τοῖς ἐνθυμή‐ μασι τὴν μείζονα πρότασιν καὶ παραλελειμμένην, ἣν καὶ ἀντικεῖσθαί φησι
20τῇ ἀληθεῖ, ἀντικειμένως, τουτέστι ψευδῶς, εἰπεῖν· ψευδοῦς γὰρ ὄντος τοῦ ὅτι ‘πᾶς ὁ νύκτωρ πλανώμενος κλέπτησ‘ ἡ πρότασις καὶ μείζων καὶ παρελείφθη ἡ ἀντικειμένη ἀληθὴς ἡ ‘οὐ πᾶσ‘. [1401 a 4] Καὶ τὸ τοῖς ἐνθυμήμασι συνεστραμμένως. συνε‐ στραμμένον τὴν μείζονα πρότασιν λέγει ὡς παραλειφθεῖσαν μέν, συστρέ‐
25φουσαν δὲ καὶ ἐνάγουσαν τοὺς δικαστὰς πρὸς εὕρεσιν ἑαυτῆς. διὸ καὶ ἐν τῇ Ἀποδεικτικῇ εἶπε ‘συμπείθουσι‘· σὺν τῇ καθ’ ὅλου γὰρ τῇ παραλελειμ‐ μένῃ ἐκείνῃ ὅλον τὸν συλλογισμὸν οἷον ἀπαρτίσαντες ἐν ἑαυτοῖς οἱ δικασταὶ ἢ παρεῶσιν ἢ πείθονται. διὸ καὶ εἶπε πάλιν, ὅτι ἡ μείζων αὕτη καὶ παραλειφθεῖσα ψευδὴς οὖσα χώρα ἐστὶν ἐνθυμήματος, οὐ μὴν ἐνθύ‐
30μημα, ἀλλὰ τόπον οἷον ἐνθυμήματος ἀποπληροῖ. [1401 a 7] Τὸ δὲ ‘καὶ ἔοικε δὲ τὸ τοιοῦτον παρὰ τὸ σχῆμα εἶναι τῆς λέξεωσ‘ τοιοῦτόν ἐστιν, ὅτι ἐσχημάτισται κατὰ τὴν λέξιν ὁμοίως τῷ ἀληθεῖ, οὐ μὴν ἀληθῶς οὕτως ἔχει· ὥσπερ εἴ τις εἴπῃ ‘τὸ θῆλυ οὐδέτερον, τὸ ἄρρεν οὐδέτερον, τὸ ἄρρεν ἄρα θῆλυ‘.
35[1401 a 9] Ὅτι τοὺς μὲν ἔσωσε. κεφάλαιον ὧδε εἶπε τὰ προβλή‐
ματα δεόμενα τῆς τῶν οἰκείων ἑκάστῳ προτάσεων δείξεως.303
in Rh
.

304

[1401 a 11] Τὸ δὲ ‘ἐξ ἄλλων ἀπεδείχθη‘ ἀντὶ τοῦ ‘ἀποδειχθῆναι ἐχρῆν‘ εἴρηται. [1401 a 16] Τὸν ἐν τῷ οὐρανῷ ἤτοι τὸν κύναστρον ἢ τὸν τράγον ἐγκωμιάζων τὸν Πᾶνα τὸν θεὸν τὸν τραγοσκελῆ καὶ γενειήτην καὶ
5κερασφόρον εἰς τὸ ἐγκώμιον φέροι τοῦ χιμάρου. τὸ δὲ τοῦ Πινδάρου ᾆσμα οἱ μὲν εἰς τὸν Πᾶνα ἐκδεδώκασι κυνοειδῆ θεὸν ὄντα, ὡς ἔφησαν· παντοδαπὸν δὲ εἶπον ὡς συμμιγέντων πάντων τῶν θεῶν τῇ Ῥέᾳ ἢ τῇ Ἥρᾳ καὶ γεννηθέντος οὕτω τερατώδους τοῦ Πανός. ἐγὼ δὲ τὸν κύναστρον λέγω ὡς κύνα ἄλλον ἢ τῆς Ἀρτέμιδος ἢ ἄλλως· καὶ ἀνάγνωθι τὰ Φαινό‐
10μενα τοῦ Ἀράτου καὶ εὑρήσεις περὶ τοῦ κυνός. τινὰ δὲ τῶν βιβλίων κοινὸν μῖγμα καλέουσιν ἔχουσι· τότε γάρ, εἰ οὕτω γράφεται, τὸν Πᾶνα νόησον. [1401 a 18] Ἢ τὸ μηδένα εἶναι κύνα. ἢ τὸ τῶν φιλοσόφων κυνικὸν καὶ αὐστηρὸν καὶ φυλακτικὸν τῶν ὀρθῶν δογμάτων δηλοῖ ἢ τοῦ
15ζῴου φιλητικόν· κύω γὰρ τὸ φιλῶ λέγεται· φιλεῖ γὰρ τοὺς οἰκείους, καθυ‐ λακτεῖ δὲ τῶν ἀλλοτρίων. [1401 a 22] Οἱ ἀγαθοὶ οὐκ ἀξιοχρήματοι λέγονται ἀλλ’ ἀξιόλογοι. [1401 a 24] Ἄλλος τὸ διῃρημένον. καὶ οὗτος ὁ τόπος τῶν παρὰ τὴν λέξιν ἐστὶ σοφισμάτων· ἃ γὰρ ἐδίδαξεν ἐν τοῖς Σοφιστικοῖς ἐλέγχοις,
20ταῦτα, ἅ ἐστιν ὁμωνυμία, ἀμφιβολία, σύνθεσις, διαίρεσις, προσῳδία, σχῆμα λέξεως. [1401 a 29] Καὶ ἐπεὶ τὸ δὶς τοσοῦτον νοσῶδες. τὰ μὲν εἰρημένα παρὰ τὴν σύνθεσιν ἦσαν σοφίσματα, τὸ παρὸν δὲ παρὰ τὴν διαίρεσιν· εἰ γὰρ τὰ εἴκοσι κεράτια τῆς ἐντεριόνης βλαβερὸν φάρμακον τῷ προσιεμένῳ,
25οὐδὲ τὸ ἥμισυ τούτων ἤγουν τὰ δέκα ἀβλαβὲς καὶ ὑγιεινόν· πῶς γάρ, ἐπεὶ τὰ εἴκοσιν ἐδόθησαν βλαβερά; εἰ γὰρ τὰ δέκα τούτων ὑγιεινόν, λοιπὸν οὐχὶ τὰ εἴκοσιν ἐδόθησαν βλαβερόν. ἀλλὰ μὴν ἐδόθησαν· εἰ γὰρ τὰ δύο νομίσματα καλόν τι, ἐξ ἀνάγκης καὶ τὸ ἓν τούτων τοιοῦτον. [1401 a 31] Ἄτοπον γάρ, εἰ τὰ δύο ἀγαθὰ ἓν κακόν ἐστι.
30τοῦτο πολλὰ πράγματα παρέσχε τοῖς διδασκάλοις ἡμῶν καὶ ἐξηγηταῖς· ἐγὼ
δὲ ὡς ἔνι τὸ παρόν, ὡς οἶμαι, σαφηνίζω. ἀλλὰ πρῶτον ἄξιον προκατα‐304
in Rh
.

305

στῆσαι τὸ νόημα τοῦ προτέρου σοφίσματος τοῦ καὶ ἐπεὶ 〈τὸ〉 δὶς τοσοῦτον νοσῶδες, μηδὲ τὸ ἓν φάναι ὑγιεινὸν εἶναι. ἀντίστροφόν ἐστι τόδε· ἐκεῖ μὲν γὰρ ἐπὶ δύο ἐδόθη ὁ λόγος βλαβερῶν καὶ ἐξ ἀνάγκης καὶ τοῦ ἡμίσεος τοιούτου, ὧδε δὲ ὡς ἐπὶ δύο ἀγαθῶν καὶ ἐξ ἀνάγκης καὶ τοῦ
5ἡμίσεος τούτων τοιούτου ἤγουν ἀγαθοῦ· εἰ γὰρ τὰ δύο ἀγαθά, καὶ τὸ ἓν τούτων ἀγαθόν· οὐ γὰρ τὰ δύο λοιπὸν ἀγαθὰ δέδονται· ἀλλὰ μὴν δέδονται. συντακτέον οὖν οὕτως ‘ἄτοπον γάρ ἐστι καὶ ἀτόπαστον καὶ οὐδενὶ ὑπο‐ ληπτὸν τὸ ἓν κακόν, εἰ τὰ δύο εἰσὶν ἀγαθά‘. ὑποδιαστολὴν οὖν τίθει εἰς τὸ δύο καὶ ἑτέραν εἰς τὸ ἀγαθά καὶ ἑτέραν εἰς τὸ ἕν καὶ ἑτέραν
10εἰς τὸ κακόν, τοῦ ἐσχάτου δηλαδὴ τοῦ ἔστι τῷ ‘ἄτοπον γάρ‘ συνταττο‐ μένου. ἐμιμήσατο οὖν ὡς ἔοικεν ὁ δαιμόνιος τὸ παρὰ τὴν διαίρεσιν τοῦτο σόφισμα καὶ τοῖς πολλοῖς τούτοις διαιρετικοῖς σχήμασι ταῖς λεγομέναις ὑποδιαστολαῖς. [1401 a 27] Τὸ δὲ ‘τριήρης ἐν Πειραιεῖ‘ σόφισμα παρὰ τὴν σύν‐
15θεσίν ἐστιν, ἡ δὲ λύσις τούτου παρὰ τὴν διαίρεσιν γίνεται. ὁμοίως καὶ τὸ ‘τὸ ἔπος οἶδεν ὁ καὶ τὰ στοιχεῖα.‘ τὸ δὲ ‘ἐπεὶ τὸ δὶς τοσοῦτον νοσῶδεσ‘ καὶ τὰ ἑξῆς παρὰ τὴν διαίρεσιν μὲν ὡς σόφισμα, ἡ δὲ λύσις τούτου λοιπὸν παρὰ σύνθεσιν· εἰ γὰρ τὰ εἴκοσι κεράτια τὸ φάρμακον νοσο‐ ποιόν, τὸ ἥμισυ τούτων ἤγουν τὰ δέκα ὑγιεινόν· ἀλλὰ μὴν τὰ εἴκοσιν
20ἐδόθησαν νοσοποιόν· οὐκ ἄρα τὰ δέκα ὑγιεινόν. ὁρᾷς, πῶς ὁ ταῦτα λέγων σοφίζεται διαιρῶν τὰ εἴκοσιν εἰς δέκα καὶ δέκα καὶ τὴν μὲν μίαν δεκάδα τῆς εἰκοσάδος ἀγαθὸν τὴν δὲ ἑτέραν βλαβερὸν θέμενος· ὃ ἄτοπον, ὥς φησι· τὰ γὰρ εἴκοσι νοσερὸν ἐδόθησαν. ἀλλ’ οὐ δεῖ διαιρεῖν, ὦ οὗτος, τὰ εἴκοσιν, ἀλλὰ μενέτωσαν τὰ εἴκοσιν ἀδιαίρετα ὡς μέρος ἕν, εἶτα τίθει ἕτερα
25δέκα κεράτια ὑγιεινόν, ὡς ὁμοῦ τά τε βλαβερὰ τά τε ὑγιεινὰ τριάκοντα ἀριθμεῖσθαι· σὺ δὲ εἴκοσι τὰ πάντα ποιεῖς, ἀλλ’ οὐ τοῦτο. ἔστω οὖν ἡ σύνθεσις τῶν εἴκοσι σώα καὶ ἀδιαίρετος, τεθείσθω δὲ καὶ ἥμισυ τούτων ἕτερα δέκα καὶ μὴ ἡ ἐν αὐτοῖς δεκάς· ἡ γὰρ εἰκοσὰς σώα τηρείσθω, ὡς εἶπον· ὧδε δὲ δεικτέον.
30 [1401 a 32] Οὐ γάρ ἐστιν ἓν κακὸν δύο ἀγαθά. καὶ τοῦτο τὸ ῥητὸν ταραχὴν πεποίηκε τοῖς ἐξηγηταῖς· ἀλλ’ οὕτω καὶ τοῦτο ὡς οἶμαι κατορθωθήσεται. ‘τὰ δύο‘, φησίν, ‘ἀγαθὰ οὐκ ἔστιν ἓν κακόν‘· καὶ τοῦτο παρὰ τὴν διαίρεσιν, ὡς εἴρηται, τὸ σόφισμα. καὶ ἐὰν μὲν εἶχε τὸν εἴ συναπτικὸν σύνδεσμον, οὐκ εἶχεν ὄχλησιν τὸ ῥητόν, ἵνα ᾖ οὕτω ‘οὐ γάρ
35ἐστιν ἓν κακόν, εἰ δύο ἀγαθά‘· εἰ γὰρ τὸ διπλάσιον ἀγαθόν, οὐκ ἄρα κακὸν τὸ αὐτοῦ ἥμισυ ἤγουν τὸ ἓν τῶν δύο· τὰ γὰρ δύο δέδοται ἀγαθά· καὶ ἐπελυσάμεθα ἀνώτερον. ἰδοὺ τὸ σόφισμα διὰ τῆς συνθέσεως σόφισμα
μένον ἀπὸ τῆς διαιρέσεως. νῦν δέ, ἐπεὶ οὐκ ἔχει τὸν σύνδεσμον, δυσκο‐305
in Rh
.

306

λίαν φέρει τὸ ῥητόν· οὐ γάρ ἐστι κακὸν δύο ἀγαθά. φημὶ οὖν, ὡς οὐκ ἔστι τὰ δύο ἀγαθὰ διαιρούμενα πάντως εἰς ἓν καὶ ἓν ἓν κακόν (προσυπάκουε ‘καὶ ἓν ἀγαθόν‘)· οὐ δεῖ γὰρ τὴν δυάδα τὸ ἀγαθὸν διαιρῆσαι εἰς ἓν κακὸν καὶ εἰς ἓν ἀγαθόν, ὅ, εἰ καὶ σεσιώπηται, ἀλλ’ οὖν τῷ προσέχοντι εἴρηται·
5τὰ γὰρ δύο δέδοται ἀγαθὸν ἤγουν τὸ ἓν καὶ τὸ ἓν τῆς δυάδος ἀγαθόν, ὡς καὶ δέδοται. καὶ λοιπὸν ψεύδῃ λέγων τὸ ἥμισυ κακὸν ἢ τὸ ἓν καὶ τὸ ἓν τῆς δυάδος κακά, καὶ λοιπὸν καὶ πάλιν ψεύδῃ· τὰ γὰρ δύο δέδοται ἀγαθόν. κἂν τοίνυν τὸ ἓν τῆς δυάδος φυλαττέσθω ἀγαθόν, τὸ δὲ ἕτερον ἔστω κακόν, καὶ πάλιν ψεύδῃ· τὰ γὰρ δύο δέδοται ἀγαθόν. τοῦτο γοῦν
10τὸ μέρος τῆς διαιρέσεως ἐνταῦθα παρέλαβεν εἰπὼν ὁ φιλόσοφος οὐ γάρ ἐστιν ἓν κακὸν δύο ἀγαθά· ὥστε λυτέον καὶ τοῦτο, ὡς ἄνω παρ’ ἐμοῦ λέλυται· τὰ δύο φυλαττέσθωσαν κεράτια σῶα καὶ ἀδιαίρετα, εἶτα ἑτέρωθεν ἰδίᾳ λάμβανε ἕν, ἵν’ ᾖ, εἰ τὰ δύο ὑγιεινόν, τὸ ἕτερον ἓν ἐκεῖνο νοσῶδες, εἰ δὲ τὰ δύο νοσῶδες, τὸ ἕτερον ἓν ἐκεῖνο ὑγιεινόν. παρὰ τὴν
15διαίρεσιν οὖν τὸ ἁμάρτημα, λέλυται δὲ ἀπὸ τῆς συνθέσεως· ὃ ἔδει δεῖξαι. [1397 b 20] Καὶ ὅτι εἰ μὴ Θησεὺς ἠδίκησεν. ὄπισθεν εἴρηται τοῦτο εἰς τὸν τέταρτον τόπον. ἡρπάγη γὰρ πρὸ τοῦ Ἀλεξάνδρου ἡ Ἑλένη ὑπὸ Θησέως, Ἕλληνος σώφρονος καὶ μεγάλου, υἱοῦ Αἰγέως τῷ φαινομένῳ, τῇ δ’ ἀληθείᾳ Ποσειδῶνος, οὔπω μὲν ἀκμάζουσα, εἴδει δὲ
20τῶν ἄλλων ἀκμάζουσα. εἰς Ἄφιδναν δὲ πόλιν τῆς Ἀττικῆς ταύτην ἐκό‐ μισε παραθέμενος τὴν κόρην Αἴθρᾳ, τῇ Πιτθέως μὲν θυγατρί, μητρὶ δὲ ἑαυτοῦ· ὅτε καὶ οἱ Διόσκουροι λαφυραγωγοῦσι τὰς Ἀθήνας μὴ τυχόντες Θησέως, αἰχμαλωτίζουσι δὲ καὶ Αἴθραν τὴν αὐτοῦ μητέρα. [1397 b 21] Καὶ εἰ μὴ Τυνδαρίδαι, οὐδ’ Ἀλέξανδρος. Τυν‐
25δάρεως καὶ Ἀφαρεὺς καὶ Λεύκιππος ἀδελφοί. ὁ δὲ Λεύκιππος εἶχε θυγα‐ τέρας δύο, Φοίβην καὶ Ἱλάειραν, ἃς οἱ Διόσκουροι ἔτι παρθένους οὔσας ἐξήρπασαν. εἰ γοῦν μὴ οἱ Τυνδαρίδαι πρῶτοι περὶ τὰς ἐξαδέλφας αὐτῶν ἐμάνησαν, οὐδ’ ἂν Ἀλέξανδρος περὶ τὴν αὐτῶν ἀδελφήν. οὕτως ἐν τῷ γάμμα τὸ λεξικὸν τοῦ Ὁμήρου λέγει, εἰ καὶ ὁ Λυκόφρων ἄλλως λέγει
30περί τε τούτων ἀλλὰ καὶ περὶ τῶν τοῦ Ἀφαρέως υἱῶν, Ἴδου καὶ Λυγκέως. [1400 b 6] Περὶ δὲ τῆς Λευκοθέας τῆς ἐν τῷ κϛʹ τόπῳ μάνθανε, ὅτι ἡ Ἰνὼ Κάδμου θυγάτηρ ἦν, ἡ καὶ Λευκοθέα, ἣ καὶ Νηρηὶς γέγονε· περὶ ἧς καὶ Ὅμηρος ἐν Ὀδυσσείᾳ
“ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα,
35
νῦν δ’ ἁλὸς ἐν πελάγεσσι θεῶν ἐξέμμορε τιμῆς” καὶ Πίνδαρος ἐν τῷ ἐπινίκῳ Θήρωνος Ἀκραγαντίνου. [1401 a 33] Πάλιν τὸ Πολυκράτους εἰς Θρασύβουλον,
ὅτι τριάκοντα τυράννους κατέλυσεν, ὅμοιον εἴ τις εἴπῃ, ὅτι ὁ ὦμος306
in Rh
.

307

ἑκατὸν μεδίμνους ἐβάστασεν· οὐ γὰρ ἅμα, ἀλλὰ διῃρημένως ἀνὰ τέσσαρας ἢ ἀνὰ τρεῖς. τὸ δὲ σόφισμα γέγονε παρὰ τὴν σύνθεσιν. [1401 b 11] Οὗτοι γὰρ διὰ τὸν ἐπ’ ἀλλήλοις πόθον ὁμονοήσαντες ἀπέκτειναν τὸν τύραννον Ἵππαρχον.
fig1,1[Start of a diagram][Start of a diagram section]ταῖς πόλεσι συμφέρει[End of a diagram section] [Start of a diagram section]ἐρῶντες[End of a diagram section]
fig1,2[Start of a diagram section]Ἁρμόδιος καὶ Ἀριστογείτων[End of a diagram section][End of a diagram]
fig2,1[Start of a diagram][Start of a diagram section]μονότροπος[End of a diagram section]
fig2,2[Start of a diagram section]μεγαλόψυχος[End of a diagram section] [Start of a diagram section]ὁ Πάρις[End of a diagram section][End of a diagram]
fig3,1[Start of a diagram][Start of a diagram section]κλέπτης[End of a diagram section] [Start of a diagram section]πονηρός[End of a diagram section] [Start of a diagram section]Διονύσιος[End of a diagram section]
fig3,2[Logical Relationship in a Diagram start mark]π[Logical Relationship in a Diagram end mark][End of a diagram]
fig4,1[Start of a diagram][Start of a diagram section]ἐμήνισεν[End of a diagram section] [Start of a diagram section]ὑβρίσθη μὴ κληθείς[End of a diagram section] [Start of a diagram section]Ἀχιλλεύς[End of a diagram section][End of a diagram]
fig5,1[Start of a diagram][Start of a diagram section]μοιχός[End of a diagram section] [Start of a diagram section]καλλωπιστής[End of a diagram section] [Start of a diagram section]ὅδε[End of a diagram section][End of a diagram]
fig6,1[Start of a diagram][Start of a diagram section]κλέπτης[End of a diagram section] [Start of a diagram section]νύκτωρ πλανᾶται[End of a diagram section] [Start of a diagram section]ὅδε[End of a diagram section][End of a diagram]
fig7,1[Start of a diagram][Start of a diagram section]πτωχός[End of a diagram section] [Start of a diagram section]ἐν τοῖς ἱεροῖς ᾄδει[End of a diagram section] [Start of a diagram section]ὅδε[End of a diagram section][End of a diagram]
fig8,1[Start of a diagram][Start of a diagram section]φυγάς[End of a diagram section] [Start of a diagram section]ᾗ βούλεται οἰκεῖ[End of a diagram section] [Start of a diagram section]ὅδε[End of a diagram section][End of a diagram]307
in Rh
.

308

(fig1,1)

[Start of a diagram][Start of a diagram section]δοξαστόν ἐστιν[End of a diagram section] [Start of a diagram section]μὴ ὄν[End of a diagram section]
fig1,2[Start of a diagram section]τραγέλαφος[End of a diagram section][End of a diagram]
fig2,1[Start of a diagram][Start of a diagram section]ἐπιστητόν[End of a diagram section] [Start of a diagram section]ἐπιστητὸν ὡς ἄγνωστον[End of a diagram section] [Start of a diagram section]τὸ ἄγνωστον[End of a diagram section][End of a diagram]
fig3,1[Start of a diagram][Start of a diagram section]*[End of a diagram section] [Start of a diagram section]παρὰ τὸ εἰκὸς ἤτοι τὸ μὴ εἰκός[End of a diagram section]
fig3,2[Start of a diagram section]γίνεται[End of a diagram section][End of a diagram]
1 [1402 a 10] Εἰκός ἐστι πολλάκις καὶ τὸ μὴ εἰκὸς γίνεσθαι· οἷον τὸ μισεῖν τοὺς κακῶς πεπονθότας τὸν κακῶς ποιήσαντα εἰκός, ἀλλὰ πολλάκις ὁ κακῶς παθὼν ἀγαπᾷ τὸν κακῶς ποιήσαντα· ‘ἀγαπᾶτε‘ γάρ φησι τὸ λόγιον ‘τοὺς κακῶς ποιήσαντας ὑμᾶσ‘. πολλάκις οὖν (ὑπὸ τοῦ ἐναρέτου
5δηλαδή) καὶ τὸ μὴ εἰκὸς γίνεσθαι γίνεται· τὸ δὲ μὴ εἰκὸς παρὰ τὸ εἰκός· τὸ παρὰ τὸ εἰκὸς ἄρα εἰκός, ἀλλὰ πῂ καὶ ποτέ, οὐ μὴν ἁπλῶς· εἰ γὰρ τὰ πλεονάκις οὕτω, τοῦτ’ ἔστιν εἰκὸς μᾶλλον· οἷον εἴ τις εἴπῃ ‘εἰκὸς τὸν εὖ παθόντα μισεῖν τὸν εὖ ποιήσαντα‘, εἰπὲ ‘οὐκ εἰκὸς τοῦτο, ὃ λέγεις σύ, ἀλλὰ μᾶλλον, ὃ λέγω ἐγώ, ἐκεῖνό ἐστιν εἰκὸς τὸ τὸν εὖ παθόντα φιλεῖν
10τὸν εὖ ποιήσαντα· διότι καὶ τῷ χρόνῳ τῷ μακρῷ οὕτως ὃ λέγω γίνεται, ἀλλὰ καὶ ἡ φύσις αὐτοῦ τοῦ πράγματος αὐτὸ ὅ φημι ἀπαιτεῖ‘. [1403 b 6] ‘Ἐπεὶ δὲ τρία ἐστίν. ἓν μὲν ἐδιδάχθημεν κεφά‐ λαιον τὸ περὶ γνωμῶν, ἐνθυμημάτων, παραδειγμάτων καὶ ἁπλῶς εἰπεῖν, περὶ ὧν ἐμάθομεν ἐν ταῖς ἰδέαις τῆς Ἑρμογένους ῥητορικῆς ἐννοιῶν· ἃς ἐννοίας
15ὧδε ὁ Ἀριστοτέλης περὶ τὴν διάνοιαν κέκληκε· τὰ δὲ λοιπὰ δύο ἐν τῷ τρίτῳ βιβλίῳ διδαχθησόμεθα, ἅ ἐστι περὶ λέξεως. τοῦτο δεύτερον κεφά‐
λαιον, καὶ τρίτον τὸ περὶ τάξεως, ὃ ἔοικε τῇ παρὰ Ἑρμογένει μεθόδῳ.308
in Rh
.

309

(1t)

ΑΠΟ ΤΟΥ ΤΡΙΤΟΥ ΒΙΒΛΙΟΥ
2 [1403 b 9] Καὶ ἐκ πόσων, ὅτι ἐκ τριῶν, περὶ ὧν εἴρηκε καὶ ἐν τῇ ἀρχῇ τοῦ δευτέρου βιβλίου· τρία γὰρ ταῦτα καὶ ἐκεῖ λέγει, τό τε ποιόν τινα φαίνεσθαι τὸν λέγοντα ῥήτορα ἤγουν σπουδαῖον, εὐλαβῆ,
5εὔνουν τῇ πόλει, ἀλλὰ καὶ τὸ αὐτοὺς τοὺς δικαστὰς καὶ τοὺς ἀκροατὰς ποιοὺς εἶναι ἤγουν ἢ πρὸς ἔλεον παρακεκινημένους ὑπὸ τῶν προοιμίων ἢ πρὸς ὀργὴν καὶ τὰ τοιάδε πάθη, καὶ τρίτον τὸ καλῶς ἀποδεικνύειν τὰ περὶ ὧν λέγει πράγματα καὶ πιθανῶς· ἃ καὶ ἐν 〈τῷ〉 παρόντι παρασημει‐ οῦται τρίτῳ βιβλίῳ.
10 [1403 b 14] Εἴδη μὲν ἐνθυμημάτων τὸ δεικτικόν, τὸ ἐλεγκτικόν, τόποι δὲ ἐνθυμημάτων οἵ τε κηʹ ἀλλὰ καὶ οἱ δέκα. [1403 b 22] Ἡ ὑπόκρισις μέγιστόν ἐστιν ἔν τε ποιήσει καὶ ἐν πεζοῖς λόγοις· ὡς ὁ Χρυσόστομος τὰ κατὰ τὸν Ἀβραὰμ μελετήσας ἐμιμήσατό τε τοῦτον ἄριστα καὶ τὴν Σάρραν καὶ Ἰσαὰκ καὶ τοὺς δούλους καὶ τοὺς
15Ἰσμαηλίτας· ὡς καὶ ἐκ τῶν περὶ Αἰσχίνην καὶ Δημοσθένην δεδήλωται· ἐτραγῴδησε μὲν γὰρ παρὰ Φίλιππον ἰὼν Αἰσχίνης καὶ καλῶς ὑπεκρίθη καὶ νενίκηκε καὶ ἐστεφάνωται, ὁ δὲ Δημοσθένης μὴ ἔχων εἰς τὴν ὑπό‐ κρισιν ἡττήθη κἀντεῦθεν αὐτοῖς ἡ διαμάχη ξυνέπεσεν. [1403 b 27] ἔστιν οὖν ὑπόκρισις τὸ ἑκάστῳ πάθει κατάλληλον τὴν ἐξαγγελίαν διὰ τῆς ποιᾶς
20φωνῆς ποιεῖσθαι· εἰ μὲν γὰρ τύραννον ἢ Πολυμήστορα μιμοῖτο, δεῖ μεγάλῃ χρῆσθαι φωνῇ, εἰ δὲ γυναῖκα οἷον Ἑκάβην ἢ Πολυξένην, μικρᾷ καὶ οἷον ὑπὸ τοῦ πάθους διακοπτομένῃ. ἀλλὰ καὶ τοῖς τόνοις χρηστέον ἁρμοζόν‐ τως. διὰ τοῦτο καὶ οἱ τὰ ἅγια εὐαγγέλια ἀναγινώσκειν μανθάνοντες μυοῦνται πρῶτον τοὺς τόνους, ὀξεῖαν καὶ συρματικὴν καὶ βαρεῖαν καὶ
25λείαν ἐκπαιδευόμενοι. ἔστι μὲν οὖν ἁρμονία φθόγγος ἐξ ὀξέος καὶ βα‐
ρέος· ῥυθμοῦ δὲ ἴδιον τὸ ταχὺ καὶ βραδύ.309
in Rh
.

310

[1403 b 32] Τὰ μὲν οὖν ἆθλα οἱ σκηνικοὶ ἐλάμβανον καλῶς ὑπο‐ κρινόμενοι, οὐ μὴν οἱ ποιηταί· ὥσπερ καὶ σήμερον οἱ ᾄδοντες τὰς περισσὰς ταύτας ᾠδὰς ἐν ταῖς παρ’ ἡμῖν ἑορταῖς λαμβάνουσι τὰς τιμάς, οὐ μὴν οἱ στιχουργήσαντες ταύτας, ἀλλ’ οἱ μελίσαντες.
5 [1404 a 1] Ὅτι δὲ ἡ τῶν λέξεων ἐπιτήρησις οὔτ’ ἀναγκαῖον καὶ ὅτι ὕστερον οἷά τις λώβη τῷ λόγῳ ἐπεισεφθάρη καὶ ὅτι δεινὸς ῥήτωρ ὁ τὰ ἀληθῆ λέγων ἐστὶ μᾶλλον παρ’ ὃ ὁ διὰ λέξεων ἐξαπατῶν, ὁ Σωκράτης δηλοῖ ἐν τῇ πρὸς Ἀθηναίους ἀπολογίᾳ περὶ τῶν κατηγορησάντων αὐτοῦ λέγων “μάλιστα δὲ αὐτῶν ἓν ἐθαύμασα τῶν πολλῶν, ὧν ἐψεύσαντο, τοῦτο,
10ἐν ᾧ ἔλεγον, ὡς χρὴ ὑμᾶς εὐλαβεῖσθαι, μὴ ὑπ’ ἐμοῦ ἐξαπατηθῆτε ὡς δεινοῦ ὄντος λέγειν· τὸ γὰρ μὴ αἰσχυνθῆναι, ὅτι αὐτίκα ὑπ’ ἐμοῦ ἐξελεγχ‐ θήσονται ἔργῳ, ἐπειδὰν μηδ’ ὁπωστιοῦν φαίνωμαι δεινὸς λέγειν, τοῦτό μοι ἔδοξεν αὐτῶν ἀναισχυντότατον εἶναι, εἰ μὴ ἄρα καλοῦσιν αὐτοὶ δεινὸν λέγειν τὸν τἀληθῆ λέγοντα· εἰ μὲν γὰρ τοῦτο λέγουσιν, ὁμολογοίην ἂν ἔγωγε
15οὐ κατὰ τούτους εἶναι ῥήτωρ· οὗτοι μὲν γὰρ οὐδὲν ἀληθὲς εἰρήκασιν, ὑμεῖς δέ μου ἀκούσεσθε πᾶσαν τὴν ἀλήθειαν, οὐ μέντοι, μὰ Δί’, ὦ ἄν‐ δρες Ἀθηναῖοι, κεκαλλιεπημένους λόγους, ὥσπερ οἱ τούτων, ῥήμασί τε καὶ ὀνόμασιν οὐδὲ κεκοσμημένους, ἀλλ’ ἀκούσεσθε εἰκῇ λεγόμενα τοῖς ἐπιτυ‐ χοῦσιν ὀνόμασι· πιστεύω γὰρ δίκαια εἶναι ἃ λέγω”. καὶ μετ’ ὀλίγα “τοῦτο
20ὑμῶν, ὦ ἄνδρες, δέομαι, ἐὰν διὰ τῶν αὐτῶν λόγων ἀκούητέ μου ἀπολο‐ γουμένου, δι’ ὧνπερ εἴωθα λέγειν καὶ ἐν ἀγορᾷ ἐπὶ τῶν τραπεζῶν, ἵνα ὑμῶν οἱ πολλοὶ ἀκηκόασι, καὶ ἄλλοθι, μήτε θαυμάζειν μήτε θορυβεῖν τούτου ἕνεκα”. καὶ πάλιν μετὰ μικρὸν ‘δικαστοῦ μὲν γὰρ ἀρετὴ προσέ‐ χειν, εἰ δίκαια λέγω ἢ μή, ῥήτορος δὲ τἀληθῆ λέγειν‘.
25 [1404 a 12] Ἐκείνη μὲν οὖν ὅταν ἔλθῃ, ἡ τοιάδε λέξις καὶ ποιητική, ἐν τῷ πεζῷ ταὐτὸν δύναται τῇ ὑποκριτικῇ· ἀμφότερα γὰρ παρὰ τοῖς μοχθηροῖς ἀκροαταῖς εὐδοκιμοῦσιν. ἢ οὕτως· ἡ ἔντεχνος ὑπο‐ κριτική, ὅταν ἔλθῃ εἰς γνῶσιν ἡμῶν καὶ τεχνωθῇ, ταὐτὸν ποιήσει τῇ ἀτέχνῳ.
30 [1404 a 19] Ἤρξαντο μὲν οὖν. οὕτω σύνταξον ‘ἤρξαντο οἱ ποιη‐ ταὶ μετακινῆσαι καὶ μεταβαλεῖν τὸ πρῶτον, ὡς πέφυκε‘· συνάμα τοῦτο ἀναγνωστέον ἤγουν τὸ πρῶτον πεφυκὸς καὶ παρὰ τοῖς πράγμασιν αὐ‐ τοῖς ὄν· τὸ γὰρ φλοῖσβος καὶ τὸ δοῦπος παρὰ τοῖς πράγμασι μόνοις πρῶτον ἐπεφύκει, ὕστερον δὲ ἐμιμήσαντο ταῦτα καὶ οἱ ποιηταὶ διὰ
35τῆς γλώττης· μιμητικωτάτη γὰρ ἡ γλῶττα μιμουμένη καὶ μουσικὴν καὶ310
in Rh
.

311

σάλπιγγα καὶ κώδωνα Λατινικὸν καὶ ἀηδόνας καὶ βατράχους, ὡς σή‐ μερον παρ’ ἡμῖν οἱ ψάλται καὶ τότε ὁ κωμῳδὸς ‘βρεκεκεκέξ‘ καὶ τὸ ‘κοὰξ κοάξ‘ καὶ τὸ ‘τίο τίο‘ καὶ τὸ ‘θρεττανελό‘ καὶ τὸ ‘ὒ ὗ‘ καὶ ἄλλα μυρία τοιάδε.
5 [1404 a 26] Γοργίας ἢ καὶ ποιητὴς ἦν ἢ καὶ αὐτὸς ὁ ῥήτωρ· καὶ τότε γὰρ οἱ μοχθηρότεροι τῶν ἀκροατῶν τὰς Γοργιακὰς λέξεις ἐθείαζον. ἀλλ’ οὐ δεῖ τὰς ποιητικὰς λέξεις συνάπτειν τῷ πεζῷ λόγῳ· ἀνοίκειοι γὰρ αὗται τούτῳ. [1404 a 28] δηλοῖ δὲ ὃ λέγω τὸ συμβάν· εἰ γὰρ αὐτοὶ οἱ ποιηταὶ τὰ οἰκεῖα ἔθη παρεῖδον (εἴασαν γὰρ τὸν ἀρχαῖον αὐτῶν τρόπον
10τὰ τετράμετρα καὶ νῦν ἐπετηδεύσαντο τὰ ἰαμβικὰ ὡς λογοειδέστερα καὶ σαφέστερα καὶ ταῖς ὁμιλίαις ταῖς ἀνὰ χεῖρα συνήθη), πολλῷ μᾶλλον δεῖ ἡμᾶς τοὺς λογογράφους ἐᾶν τὸ ποιητικεύεσθαι ὡς οὐδὲ οἰκεῖον ἡμῖν τοῖς πεζοῖς. [1404 a 32] Οὕτω καὶ τῶν ὀνομάτων ἀφείθη παρὰ τῶν εὐδοκι‐
15μούντων σήμερον δηλαδὴ ῥητόρων, οἷον φέρε εἰπεῖν τῶν περὶ Πλάτωνα, ὅσα παρὰ τὴν διάλεκτόν εἰσι, τὴν τοῦ πεζοῦ δηλαδὴ λόγου. ἢ καὶ οὕτως· ὥσπερ οἱ τραγῳδοὶ τὰ ἀρχαῖα μέτρα κατέλειψαν, οὕτω καὶ τὰ ἀρχαῖα ὀνόματα κατέλειψαν οὗτοι, ὅσα ἦσαν παρὰ τὴν διάλεκτον, δηλαδὴ τήν, ᾗ χρῶνται σήμερον. ἐὰν δὲ τὴν παρά πρόθεσιν ἀντὶ τῆς διά προ‐
20θέσεως εἴπῃς, ἔσται καὶ οὕτως· ἀφῆκαν λοιπὸν οὗτοι καὶ τὰ ὀνόματα, ἀρχαῖα ὅσα ἦσαν διὰ τὴν διάλεκτον, τὴν ἀρχαίαν δηλαδή. [1404 a 31. 34] Τετράμετροί εἰσιν οἱ ἔχοντες ὀκτὼ πόδας, τρίμετροι δὲ οἱ ἔχοντες ἕξ, ἑξάμετροι οἱ ἔχοντες δώδεκα. [1404 a 35] Διὸ γελοῖον μιμεῖσθαι ἡμᾶς τοὺς λογογράφους ἐκεί‐
25νους τοὺς καὶ τὰ οἰκεῖα καταργήσαντας. ἐμφαντικὸν δὲ τὸ οἳ αὐτοί, ἤτοι αὐτοὶ αὐτότατοι. [1404 b 3] Εἶπεν ἄν τις ὡς ‘ἐπεὶ οὐ ταπεινὴν δεῖ λέξιν ἐντί‐ θεσθαι τῷ πεζῷ, οὐ ταπεινὴ δὲ ἡ ποιητική, πῶς αὐτὴν διώκεις;‘ λύων οὖν τὴν ἔνστασίν φησιν, ὅτι ταῦτα ὀφείλει ἔχειν ἡ πεζὴ λέξις καὶ τοσαῦτα·
30τὸ σαφές, τὸ οὐ ταπεινόν, τὸ μὴ ὑπὲρ τὸ ἀξίωμα καὶ τὸ πρέπον· ὥστε λοιπὸν ἡ ποιητικὴ οὐ πρέπουσά ἐστι τῷ πεζῷ. [1404 b 8] Τὸ ἐξαλαπάξαι ἐτυμολογεῖται ἀπὸ τῆς λαπάθου· κενω‐ τικὴ δὲ αὕτη βοτάνη χυμῶν. [1404 b 9] Ὥσπερ τοὺς ξένους τῶν ἀνθρώπων περιεργότερον ὁρῶ‐
35μεν παρὰ τοὺς ἐθάδας πολίτας, οὕτω καὶ τὴν ποιητικὴν ὡς ξενίζουσαν311
in Rh
.

312

λέξιν μᾶλλον οἱ ἄνθρωποι ἀποδέχονται καὶ ἐκπλήττονται· καὶ ἐνταῦθα συλλογισμὸς πλέκεται [Start of a diagram][Start of a diagram section]ἡδὺ καὶ θαυμαστόν[End of a diagram section] [Start of a diagram section]ἀπόν[End of a diagram section] [Start of a diagram section]ξενίζουσα λέξις[End of a diagram section] [Start of a diagram section]ἡ ποιητικὴ λέξις.[End of a diagram section][End of a diagram] [1404 b 18] Διὸ δεῖ τοὺς λογογράφους ποιοῦντας ἤτοι ποιητικῶς
5φθεγγομένους μὴ δοκεῖν, ὅτι δι’ αὐτὸ τὸ θέλειν ποιητικεύεσθαι εἶπον τὴν ποιητικὴν λέξιν, ἀλλὰ πεφυκότως, ὅτι κατὰ φύσιν καὶ ὡς ἔχουσιν ἔθος ποιεῖν περὶ τὴν ἀπαγγελίαν ἀπαγγέλλουσι συνέπεσε τὸ τοιόνδε ποιητίκευμα· καὶ πολλάκις λανθάνει τοῦτο τοὺς πολλούς, ὡς τὸ παρὰ τῷ Θεολόγῳ “ἔφεπε κλονέων τῷ λόγῳ τοὺς γεννάδας”. εἰς
10πεζὸν γὰρ κατέληξε· καὶ τὸ τοῦ Λιβανίου ἐπὶ Ἰουλιανῷ “ὦ πόποι, ἦ μέγα πένθος οὐκ Ἀχαΐδα γαῖαν” καὶ τὸ τοῦ Ἰουλιανοῦ πρὸς τὸν μέγαν Βασίλειον “ὦ χρυσὸν ἀγγείλας ἐπῶν” καὶ τὸ τοῦ Λιβανίου πρὸς Ἰουλιανὸν “ἤλυθας, Τηλέμαχε, γλυκερὸν φάος· μέχρι τούτου μοι χρηστέον τῷ ἔπει” καὶ τὰ ἑξῆς καὶ πολλὰ τοιαῦτα εὑρήσεις παρὰ τῷ Θεολόγῳ· καὶ
15Ἑρμογένης πῶς ποτε χρηστέον τοῖς ἔπεσιν ἐν πεζῷ λόγῳ διδάσκει. [1404 b 20] Ἐπιβουλεύοντας ἤτοι ἐπιβουλευομένους λέγει. [1404 b 24] Κλέπτεται δ’ ε, ἐάν τις ἐκ τῆς εἰωθυίας τῷ προσώπῳ ἐκείνῳ ὃ μιμεῖται διαλέξεως τινὰς φωνὰς ἐκείνῳ καταλλήλους συνθήσει, ὡς εἴ τις ἀναγινώσκων τὸ μαρτύριον τοῦ ἁγίου Εὐστρατίου καὶ
20ταῖς Ἀρμενίων φωναῖς μιμούμενος τὸν μέγαν Μαρδάριον χρήσαιτο, ὡς καὶ ὁ κωμικὸς τὸ τοῦ Σκύθου πρόσωπον ὑποκρινόμενος πολλὰ Σκυθικὰ καὶ βαρβαρικὰ εἶπεν, ἢ ἐὰν Ἀττικὸς ἀνὴρ λογογραφῶν πολλὰ τῆς Ἀτθίδος διαλεκτικὰ εἴπῃ· ἑρμήνευε γὰρ καὶ οὕτως. [1404 b 29] Διπλᾶ ὀνόματα τὸ ἀεροβάμων, αἰθεροβάμων.
25 [1405 a 9] Τὴν μεταφορὰν οὐκ ἔστι λαβεῖν παρ’ ἄλλου, ἀλλὰ παρ’ αὐτοῦ τοῦ πράγματος ἢ τοῦ εἴδους ἢ τοῦ γένους· ἀπὸ ἐμψύχου γὰρ εἰς ἔμψυχον ὁρμητέον μᾶλλον ἢ εἰς ἄψυχον· εἰπὲ γὰρ ‘ὡς ὁ λέων ἐβρυχή‐ σατο καὶ ὁ βασιλεὺς ὀργισθείσ‘· ὅ τε γὰρ λέων τὸ θηρίον ἔμψυχον καὶ ὁ βασιλεὺς ἔμψυχον, καὶ ὁ λέων βασιλεὺς θηρίων καὶ ὁ βασιλεὺς βασιλεὺς
30ἀνθρώπων. οὕτω καὶ ὁ Ἑρμογένης ἐν τῷ περὶ τροπῆς εἶπε “κοινὸν
εἶναι δυνάμενον καὶ τοῦ ὑποκειμένου καὶ τοῦ ἔξωθεν ἐμφαινομένου, ὃ κα‐312
in Rh
.

313

λεῖται καὶ μεταφορά”. δεῖ γοῦν τὴν μεταφορὰν ἐκ τοῦ ἀνάλογον οἰκο‐ νομεῖν καὶ μὴ εἰς ἀπρέπειαν ὁρᾶν. [1405 a 13] ‘Ὡς νέῳ φοινικίς. μὴ εἴπῃς ‘καὶ γέροντι φοινικὶς προσήκει‘· ὡς γὰρ νεότης καὶ γῆρας ἐναντία, οὕτω καὶ φοινικὶς καὶ
5μέλαινα ἐσθὴς ἀντίκειται· τὸ μὲν γὰρ λαμπρόν, τὸ δὲ σκοτεινόν. [1405 a 14] Καὶ ἐάν τε κοσμεῖν. “ἡμέρας ἄρτι διαγελώσης” εἶπεν ὁ Ἡλιόδωρος· ἐτίμησε τὴν ἡμέραν ἀπὸ τοῦ περιθεῖναι αὐτῇ ἀν‐ θρώπου ἰδίωμα τὸ γελᾶν. ‘ὡς ἡ θάλασσα κυμαίνεται, οὕτω καὶ ἡ τοῦδέ τινος ἀνθρώπου ψυχὴ ταράττεται‘· ὕβρισε τὸν ἄνθρωπον οὕτως
10εἰπών. [1405 a 18] Τὸν πτωχεύοντα εὔχεσθαι. εἰσέρχονται τοὺς ναοὺς καὶ ὁ δεῖνα καὶ ὁ δεῖνα, ὁ μὲν χάριν τοῦ αἰτεῖσθαι, ὁ δὲ χάριν τοῦ προσεύξασθαι· τὸν οὖν πτωχὸν ἐὰν θέλω ἀτιμῆσαι, λέγω ‘εἰσῆλθε χάριν τοῦ αἰτῆσαι‘, ἐὰν δὲ θέλω τιμῆσαι, λέγω ‘εἰσῆλθε χάριν τοῦ εὔξασθαι‘.
15 [1405 a 20] Ἐν τῇ ἑορτῇ τῶν Θεσμοφορίων τῇ Δήμητρι οἱ δουλεύ‐ οντες ἄλλοι μὲν λαμπάδας καὶ δᾷδας ἀνῆπτον αὐτῇ, ἄλλοι μιτραναδέσμους ἐπώλουν ὡς τῇ θεῷ τετελεσμένους τοῖς βουλομένοις εἰς ἀποτροπὴν φέρε εἰπεῖν κεφαλαλγίας ἢ ἄλλης νόσου. [1405 a 23] Τὸν Σικελὸν τύραννον Διονύσιον οἱ μὲν ἐκολάκευον ἄγαν
20λέγοντες αὐτὸν σοφὸν καὶ τραγικὸν ἄριστον καὶ ἀνδρεῖον, οἱ δὲ κακῶς ἔλεγον αὐτὸν ὡς τύραννον· οὓς καὶ ἀπέκτεινε καὶ ἐπίπρασκεν. ἐκεῖνοι μὲν οὖν ὡς ἀληθεῖς τάχα καὶ ἐνάρετοι ἔσκωπτον τοὺς διονυσιοκόλακας, οἱ δὲ ἐπαινοῦντες ἑαυτοὺς ἔλεγον ὅτι ‘ἡμεῖς μᾶλλον παρ’ ὑμᾶς ἐσμεν τεχνῖται τέχνῃ τιθασσεύοντες τὸν τοιοῦτον θῆρα, ὑμεῖς δὲ μωροὶ μὴ
25εἰδότες οἰκονομεῖν τοὺς καιρούσ‘. [1405 a 26] Ἀδικεῖν ἐστι τὸ ἑκόντα τινὰ κατὰ προαίρεσιν ποιῆσαι τόδε τὸ κακόν, ἁμαρτεῖν δὲ τὸ ἀκουσίως· ὡς εἴ τις κατὰ κυνὸς ῥίψας λίθον ἐκείνου μὲν ἀποτύχῃ, βάλῃ δὲ ἄνθρωπον. ἐὰν οὖν τινα ἀδικήσαντα μέλλῃς τάχα τιμᾶν, εἴποις ἂν ὅτι ‘ἥμαρτεν οὗτος καὶ δεῖ τάχα συγγνώ‐
30μην λαβεῖν‘· καὶ ἐάν τινα ἁμαρτήσαντα μέλλῃς βλάψαι, εἴποις ὡς ‘ὁ παρὼν ἠδίκησε‘. πολλάκις κλέπτει τις καὶ λέγω ὅτι ‘ὁ παρὼν ἔλαβεν‘, ὃ τάχα οὐ τοσαύτη ὕβρις· ἐὰν δὲ εἴπω ὅτι ‘ὁ παρὼν ἐπόρθησεν‘, ὕβρις τοῦτο. [1405 a 29] Διὰ τὸν Ἀχιλλέα λέγει τὸ ‘κώπης ἀνάσσων ἦλθεν‘.
35 [1405 a 31] Ἔστι δὲ καὶ ἐν ταῖς συλλαβαῖς. ὥσπερ ὁ Ἑρμογένης κατὰ πολλοὺς τοὺς τρόπους τὸ κακόζηλον λέγει γίνεσθαι, ἢ διὰ τὸ αἰσχρὸν
ἢ διὰ τὸ εὐτελὲς ἢ τὸ ἀνακόλουθον καὶ τὰ λοιπά, καθ’ ὅσα τὸ προγύμνασμα ἡ313
in Rh
.

314

ἀνασκευὴ γίνεται, οὕτω καὶ ὁ Ἀριστοτέλης ὧδε περὶ μεταφορᾶς διδάσκων καλῆς τε καὶ φαύλης λέγει, ὅτι οὐ μόνον ἐν ὀνόμασι καὶ ῥήμασι γίνεται φαυλότης ταύτης, ἀλλὰ καὶ ἀπὸ συλλαβῆς τραχείας καὶ σκληρᾶς καὶ ἀνηδύντου· οἷον καὶ ἐν τοῖς ἐλεγείοις τῆς χαλκῆς στήλης τοῦ τυράννου
5Διονυσίου εὕρηται· τοῦ γὰρ προσαγορεύει ἡ προ συλλαβὴ φαύλην ποιεῖ τὴν μεταφορὰν διὰ τὴν τραχύτητα τῆς φωνῆς, ἣν ἐποίησεν ἡ ἐπαλληλία τῶν συμφώνων τοῦ π καὶ τοῦ ῥω· μεταφορὰ δέ ἐστι τὸ προσαγορεύει· ἐπὶ γὰρ τοῦ ἀσπαζομένου καὶ χαιρετίζοντός τινας τοῦτο λέγεται, ἄνθρωπος δὲ ὁ προσφθεγγόμενος, ἡ δὲ χαλκῆ στήλη ἄψυχος. [1405 a 33] ἀλλὰ καὶ
10‘κραυγὴ Καλλιόπησ‘, ἡ ποίησις, μεταφορικόν ἐστιν· ἡ γὰρ κραυγὴ ζῴου ἐστὶ κραυγή, ἡ δὲ Καλλιόπη μουσικῆς ποιὰ δύναμις, μυθικῶς δὲ καὶ οὐκ ἀληθῶς ὡς θεὰ σωματοποιεῖται, ἀσώματον δὲ ἡ θεός, κἂν εἰ δοθείη αὕτη θεός. καὶ ἡ κραυ συλλαβὴ οὐκ ἔστιν ἡδεῖα ἀλλὰ τραχεῖα. [1405 a 34] ὅτι ἄμφω φωναί, καὶ ἡ προ καὶ ἡ κραυ, ἃς νῦν φωνάς, ἀνώτερον δὲ
15συλλαβὰς κέκληκε· φαύλη δὲ ἡ μεταφορὰ αὕτη διὰ τὸ ἄσημον καὶ δύσηχον τῆς φωνῆς. ἐν τῇ στήλῃ γοῦν οἶμαι τοῦ Διονυσίου ἐγράφησαν ἐλεγεῖα τοιόνδε ἔχοντα νοῦν ὅτι ‘ὦ ξένε, ὦ ὁδίτα, προσαγορεύω σε ἐγὼ ὁ χαλκοῦς Διονύσιος· ἐρωτᾷς δέ με, τίς εἰμι, ὦ ξένε· ἐγὼ ὁ βασιλεὺς Σικελῶν, τιμήσας καὶ τοὺς λόγους καὶ τὸν ποιητήν‘· ἀπέστελλε γὰρ οὗτος
20κατὰ τὸν νενομισμένον καιρὸν ἐν Ὀλυμπίᾳ δράματα αὐτοῦ τραγικὰ καὶ σκηνὴν ἀξιόλογον καὶ ἀνεγινώσκοντο· ὅθεν καί ποτε ὑποβρύχιος γέγονεν ἡ λέμβος ἡ τὴν σκηνὴν φοροῦσα καὶ ἀπέσκωψαν εἰς τὸ πρᾶγος τινὲς εἰπόν‐ τες ὡς, ἐπεὶ ἀναξία ἦν καὶ ἀπροσφυὴς ἡ δραματουργία τοῦ τυράννου, διὰ τοῦτο ἅμα αὐτοῖς καὶ τοῖς χοροῖς καὶ τοῖς σκεύεσι καὶ ἡ τραγῳδία ἀπώ‐
25λετο. φορτικοὶ δέ εἰσιν οἱ γράφοντες διὰ τῶν ι ι τὸ ἰδίας καὶ μὴ νοοῦν‐ τες καλῶς τὸν δαιμόνιον. ἄσημος λέξις ἐστὶ καὶ ἡ προ καὶ ἡ τρη καὶ ἡ τρα ἐν τῷ προσέβη, τρηχεῖ, ἀτραπόν, καὶ τὸ ἔπλαγξεν, ἔγναμψεν, ἔμαρψε. [1405 a 36] Μεταφέρειν δὲ δεῖ, φησί, καὶ τὰ ἀνώνυμα ὠνομασ‐ μένως, ὅπερ ἐπὶ τοῦ ὀνοματοποιεῖν ἐν Κατηγορίαις εἶπεν, ἵνα ἀπὸ τοῦ
30συγγενοῦς εὑρίσκωμεν καὶ ὀνοματοποιῶμεν τὰ ἀνώνυμα· ἀπὸ γὰρ τοῦ πηδαλίου γνωρίμου ὄντος τὸ πηδαλιωτὸν ὀνοματοποίησον καὶ ἀπὸ τῆς κεφαλῆς τὸ κεφαλωτόν. οὕτω δὴ καὶ ἀπὸ τῆς δήλης προσθέσεως μετάφερε τὴν κόλλησιν ἐπὶ τῆς σικυιάσεως· πρόσθεσις γάρ τις καὶ ἡ κόλλησις.
35 [1405 b 6] Τὸ κάλλος τῆς λέξεως καὶ τὸ αἶσχος ἢ ἐν τοῖς ψόφοις φησὶν εἶναι ἢ ἐν τῷ σημαινομένῳ· τὸ φλοῖσβος γὰρ καὶ τὸ ῥοῖζος, ὃ
ἐπὶ πυρὸς λέγεται ἠχοῦντος, καὶ τὸ δοῦπος ἐν μὲν τοῖς ψόφοις καὶ ταῖς314
in Rh
.

315

ἐκφωνήσεσιν αἰσχρά (σκληρὰ γὰρ καὶ τὴν ἀκοὴν ἀποκναίοντα), ἀλλ’ ὅμως πάνυ σημαντικά εἰσι τῶν πραγμάτων, ἃ δηλοῦσι. [1405 b 9] ματαίως δὲ ἔλεγεν ὁ Βρύσων, ὡς οὐκ ἔστιν αἰσχρολογεῖν. ἀντὶ γὰρ τῆσδε τῆς λέξεως εἰ εἴπω ἑτέραν λέξιν τὸ αὐτὸ δηλοῦσαν, οὐκ αἰσχρολογῶ. καλῶς
5δὲ ἐν τοῖς περὶ μεταφορᾶς λόγοις συνέταξε καὶ τὸ αἶσχος καὶ τὸ κάλλος τῆς λέξεως ὁ φιλόσοφος· σὺ μὲν γάρ, ὦ Βρύσων, εἰ εἴπῃς γελῶσαν θά‐ λασσαν καὶ γαληνιῶσαν, ταὐτὸν δύνασθαι τὰς λέξεις εἴπῃς· ἀλλὰ τὸ μὲν γαληνιῶσαν οἰκειότερον ἐπὶ τῆς θαλάσσης, τὸ δὲ γελῶσαν πορρώτερον ἔχει τὸ μεταφορικὸν καὶ οὐχὶ πρὸ ὀμμάτων καὶ ἔγγιστα καὶ φανερόν.
10 [1405 b 15] Ἄμφω μὲν γὰρ αἱ λέξεις, τὸ ἡδὺ καὶ τὸ γλυκύ, τὸ αὐτό σοι δοκοῦσι σημαίνειν· ἀλλ’ οὐκ ἔστι τὸ αὐτό· τὸ μὲν γὰρ καλόν, εἰ δοκεῖ, τὸ δὲ κάλλιον· τὸ δὲ καλὸν ὡς πρὸς τὸ κάλλιον οὐ καλὸν ἀλλ’ αἰσχρόν πως· τὸ γὰρ γλυκὺ ἔχει τὴν αἰσχρότητα οἷον ἐν τῷ ψόφῳ. καὶ τὸ πρᾶον οὕτω καὶ τὸ ἥμερον· τὸ πρα τραχὺ καὶ οἷον κατὰ τόδε αἰσχρόν.
15τὸ ὀπύειν καὶ τὸ συμφθείρεσθαι αἰσχρὰ καὶ ἄμφω, ἀλλὰ τὸ μὲν καλὸν κατὰ τὴν ἐκφώνησιν (οὐ γὰρ ἔχει συγκρούσεις συμφώνων ἢ φωνηέντων, ἵνα ἢ χασμῳδία ἢ σκληρότης φανῇ), τὸ δὲ αἰσχρὸν καὶ κατὰ τὴν ἐκφώ‐ νησιν καὶ κατὰ τὸ σημαινόμενον, ὥστε τὸ ἔχον τὸ αἰσχρὸν κατὰ δύο αἰσχρότερον τοῦ κατὰ ἕν τι.
20 [1405 b 18] Ἀπὸ τῶν καλῶν αὕτη ἡ μεταφορὰ μετενήνεκται ὡς τὸ ῥόδον ἡδύ, καὶ τὸ κάλλος ἄρα καλόν. τῇ δυνάμει δέ·
“ὡς λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας”, οὕτω καὶ ὁ βασιλεὺς ἐχάρη τόνδε τὸν Πέρσην κατασχὼν καὶ τῇ βίᾳ τῶν χειρῶν ἄγχων. ἔστι δὲ καὶ τὸ “ἀποβὰς εἰς Μυσίαν” ἀπρεπές· ἀνώτερον
25εἴρηται τοῦτο περὶ τοῦ Ἀχιλλέως· ἀπρεπὲς δέ ἐστι διὰ τὸ τὴν ἀπόβασιν γίνεσθαι τότε, ὅταν τις ἀπὸ τῆς νεὼς πρῶτος ἐκβὰς πατήσῃ τηνικαῦτα εἰς τὸν αἰγιαλόν. ἡ δὲ Μυσία πορρωτάτη τῆς θαλάσσης ἐστίν. [1404 a 30] Ἀλλ’ ὥσπερ ἐκ τῶν τετραμέτρων εἰς τὸ ἰαμ‐ βεῖον μετέβησαν. τοῦτο ἀνώτερον εἴρηται, ὅτι οἱ ἀρχαιότεροι ποιηταὶ
30τροχαϊκοῖς ἐχρῶντο, ἃ λέγεται τετράμετρα διὰ τὸ μέχρις ὀκτὼ ποδῶν βαίνειν κατὰ διποδίαν μετρούμενα· ὧν τετραμέτρων ἀρετή ἐστι τὸ εἶναι τροχαϊκὸν τετράμετρον καταληκτικόν, οἷόν ἐστι παρὰ τῷ Ἑρμογένει παρα‐ μυθηθὲν τὸ “οὗτος ἀστράτευτος ἑάλω καὶ κέχρηται συμφορᾷ”. ‘οὗτος ἀστρά‘ διποδία τροχαϊκὴ ὡς ἓν μέτρον εἰλημμένη. ‘τευτος ἑάλω‘ ἑτέρα
35καὶ τοῦτο διποδία ὡς ἓν καὶ αὐτὴ μέτρον ἀπὸ τοῦ τροχαίου καὶ ἀντιδα‐315
in Rh
.

316

κτύλου ἤγουν ἀναπαίστου (οὗτος γὰρ καὶ ἀντιδάκτυλος λέγεται). ‘καὶ κέ‐ χρηται‘ ἑτέρα καὶ τοῦτο διποδία ἀπὸ τροχαίου καὶ σπονδείου. ἰδοὺ τὸ πᾶν τρίμετρόν ἐστι τὸ “οὗτος ἀστράτευτος ἑάλω καὶ κέχρηται”, τὸ δὲ ‘συμ‐ φορᾷ‘ ἑτέρα διποδία τάχα λειπομένη μιᾶς συλλαβῆς ἀπὸ τροχαίου συνιστα‐
5μένη καὶ μιᾶς συλλαβῆς τροχαίου, τῆς ρᾷ δηλαδὴ συλλαβῆς· διὰ τοῦτο καὶ καταληκτικὸν λέγεται τὸ ὅλον τετράμετρον τροχαϊκόν. εἰ δὲ εἶχε καὶ * τὴν ἑτέραν συλλαβήν, ἐλέγετο ἂν τροχαϊκὸν τετράμετρον ἀκατάληκτον· ἀλλ’ ἀρετὴ τοῦ τελείου τροχαίου αὕτη ἐστὶ τὸ εἶναι τροχαϊκὸν τετρά‐ μετρον καταληκτικόν, ὥσπερ καὶ τοῦ ἰάμβου ἀρετὴ τὸ ἰαμβικὸν τρίμετρον
10ἀκατάληκτον, ὡς τὸ
“ὦ παντὸς ἔργου καὶ θεηγόρου λόγου”· τρίμετρα γάρ εἰσι τὰ ἰαμβικά· οἷς καὶ οἱ νέοι ποιηταὶ χρῶνται, ὥς φησιν. [1404 a 34] Οἱ τὰ ἑξάμετρα ποιοῦντες. ἑξάμετρον τὸ ἡρωικόν
15ἐστι. τοῦτο οὐ κατὰ διποδίαν μετρεῖται. ἀρετὴ δὲ καὶ τούτου τὸ μὴ εἰς τέλειον ἡρωικὸν καταλήγειν, ἀλλὰ ἡρωικὸν ἑξάμετρον καταληκτικόν, ὡς πάντα σχεδὸν τὰ ἔπη τοῦ Ὁμήρου ἔχουσι· τὸ 〈δὲ〉 ἡρωικὸν ἑξάμετρον ἀκατάληκτον γίνεσθαι σπάνιόν ἐστιν, ὡς τὸ “καὶ πὺξ ἀγαθὸν Πολυ‐ δεύκεα”.
20 [1406 a 1] Τὸ κατευορκήσαντας τινὲς οὕτω λέγουσι ‘τοὺς κατά τινος εὐορκήσαντας ἤτοι ἀληθεύσαντας ἐν τῷ κατὰ τοῦδέ τινος εἰπεῖν‘. [1406 a 9] “Ἄθυρμα τῇ ποιήσει”, οἷον Θερσίτης. [1406 a 29] Ἀντίμιμον εἶπε, διότι τοῦ θυμικοῦ τὸ ἦθος καὶ ἡ τοῦ
25σώματος ἐμφαίνει διάθεσις· εἰ γάρ τις ἀνδρεῖός ἐστιν, ἀντιμιμεῖται καὶ ἡ ψυχὴ τὸ ἦθος τούτου. [1407 a 1] Οἱ Σάμιοι, ὡς ἔοικεν, ὑπόφοροι ὄντες τοῖς Ἀθηναίοις ἐλυποῦντο, εἰ καὶ πολλάκις εὐεργεσίας ἐκεῖθεν ἐλάμβανον. [1407 b 2] Τύχοι γὰρ ἄν τις ἐν τοῖς ἀρτιασμοῖς. ἀρτια‐
30σμὸς καὶ τὸ ἀρτιάζειν ἐστὶ τὸ δραξάμενον ἀστραγάλων ἤ τινων ἄλλων ἐξε‐ τάζειν τὸν συμπαίζοντα, πότερον ἀρτίους ἢ περιττοὺς κατέχει. οὕτω καὶ Πλάτων ἐν τῷ διαλόγῳ τοῦ Λύσιδος λέγει. [1408 a 1] Καὶ τὸ Ἀντιμάχου χρήσιμον. τοῦτο εἰπὲ καὶ
οὕτως κατ’ ἐμέ· τὸ ἐξ ὧν μὴ ἔχοι λέγειν τοιοῦτόν ἐστιν ἤτοι ἀφαιρε‐316
in Rh
.

317

ματικῶς ἢ ἐξ ἀναιρέσεως καὶ ἐκ τῶν στερήσεων λέγειν· οἷον εἴ τις εἴπῃ ἄλυρον τὸ μέλος τῆς σάλπιγγος καὶ τὸ τοῦ κώδωνος ἄχορδον, ἐκ τοῦ ἐναντίου δὲ πάλιν εἴποι τις ἀπὸ τῆς στερήσεως τὴν λύραν ἔχειν μέλος ἀσάλπιγκτον καὶ ἀκώδωνον. πῶς δὲ τοῦτο εἴποις ἐπὶ τοῦ Τευμησσοῦ;
5οἷον τὸ ὀλίγος στερητικόν ἐστι καὶ ἐξ ὧν οὐκ ἔχει· οὐ γὰρ πολύς ἐστι· στέρησις οὖν τις δοκεῖ τοῦ πολλοῦ τὸ ὀλίγος. [1408 a 16] Γράφεται καὶ πότνια σύ· τὸ γὰρ πότνια μέγα καὶ θαυμαστὸν καὶ θεῖον ὄνομα, τὸ δὲ σύ ἐφύβριστον καὶ εὐτελὲς ἄγαν. διὰ τοῦτο καὶ ἐν τοῖς ἱεροῖς λόγοις ὁ Χριστὸς λέγει ‘ὁ εἰπὼν τῷ ἀδελφῷ
10αὐτοῦ ῥακά ἔνοχος ἔσται τῇ γεέννῃ‘· τὸ γὰρ ὄνομα τοῦτο τὸ ῥακά κατ’ ἐνίους τῶν ἐξηγητῶν τὸ σύ δηλοῖ προσφώνημα μὴ καταδεχομένου κἂν τῷ οἰκείῳ ὀνόματι καλέσαι τὸν ἀδελφόν. [1408 b 9] Ἐὰν οὖν τὰ μαλακὰ σκληρῶς. ἔνστασίν τινα λύει· εἶπε γὰρ ἀνώτερον ὅτι ‘τὰ ὑβριστικὰ κατά τινος ῥήματα ἀπάγγελλε κἂν
15ἱλαρῶσ‘· εἶτα εἶπεν ἴσως ἄν τις ‘καὶ λοιπὸν ἄρα γε καὶ τὰ μαλακὰ καὶ προσηνῆ ῥήματα ἀπαγγελῶ ἐναντίωσ‘ ἤγουν τραχεῖᾳ καὶ ὀργίλῳ τῇ ἐκφω‐ νήσει. λύει οὖν τὸν λόγον ὁ φιλόσοφος· ‘οὐχί‘, φησί, ‘μελάγχολος γὰρ καὶ ἀνακόλουθος ὀφθήσῃ‘. παρακαλεῖ οὖν τὸν ἄνθρωπον μὴ εἶναι τραχύν, κἂν καὶ τὰ ὀνόματα ᾖ τραχέα· εἰ δὲ τὰ ὀνόματα ᾖ προσηνῆ, πολλῷ
20μᾶλλον καὶ προσηνῶς ταῦτα ἐκφωνήσεις. [1408 b 36] Τρία εἴδη ὀρχήσεων· σίκινις ἡ ἱερά, ᾗ χρῶνται ἐν τοῖς θείοις ναοῖς οἱ χειρονομοῦντες ἐρρωμένοι, πυρρίχη ἡ ἐνόπλιος, ᾗ χρῶνται οἱ στρατιῶται κατὰ ξιφῶν καὶ μετὰ ξιφῶν κυβιστῶντες καὶ οἱ ἐν ταῖς γαμηλίοις παιδιαῖς παίζοντες μετὰ σπάθης, τρίτη ὁ κόρδαξ, ᾧ οἱ
25ἀγοραῖοι ὀρχησταὶ κέχρηνται. ὁ τροχαῖος οὖν κορδακικώτερος τοῦ ἰάμβου ἐστὶν ἤγουν εὐκινητότερος ὡς ἀρχόμενος ἀπὸ μακρᾶς. [1409 a 1] Λείπεται δὴ παιάν. τέσσαρές εἰσιν οἱ παιᾶνες ἀπὸ τοῦ ποσοῦ τῆς μακρᾶς παρωνομασμένοι· πρῶτος ὁ ἔχων τὴν πρώτην μακρὰν καὶ τὰς λοιπὰς τρεῖς βραχείας, δεύτερος ὁ ἔχων τὴν δευτέραν
30μακράν, τὴν δὲ πρώτην καὶ τὰς τελευταίας δύο βραχείας, τρίτος ὁ ἔχων τὴν τρίτην μακράν, τὰς δὲ πρὸ αὐτῆς δύο καὶ τὴν τελευταίαν βραχείας, τέταρτος ὁ ἔχων τὴν τετάρτην μακράν, τὰς δὲ πρὸ αὐτῆς τρεῖς βραχείας, ὡς Στησίχορος, Ὀνήσιμος, Φιλόδημος, Ἐπιγένης. [1409 a 3] Ἔστι δὲ τρίτος ὁ παιάν· πρῶτος γὰρ ὁ ἡρῷος, δεύτε‐
35ρος ὁ τροχαῖος, ὧν ἐχόμενος ἤτοι ἐφεξῆς κείμενος ὁ παιάν, ὃς πεντά‐
χρονός ἐστιν ἐν ἡμιολίῳ λόγῳ θεωρούμενος· ὡς τρία γὰρ πρὸς δύο317
in Rh
.

318

ἐστίν, ὡς αἱ τρεῖς βραχεῖαι τοῦ πρώτου παιᾶνος πρὸς τὴν πρώτην τὴν μακράν, ἣ δύο χρόνων ἐστίν. ἐκείνων δὲ τῶν δύο ὁ μὲν ἡρῷός ἐστιν ἓν πρὸς ἓν ἤγουν ἴσον πρὸς ἴσον· αἱ γὰρ δύο βραχεῖαι συλλαβαὶ τὸν αὐτὸν λόγον ἔχουσιν, ὃν καὶ ἡ πρώτη ἡ δύο χρόνων οὖσα· τετράχρονος
5γὰρ ὁ ἡρῷος, δύο πρὸς δύο, ἴσον πρὸς ἴσον· ὃ ἐδήλωσε διὰ τοῦ εἰπεῖν ἓν πρὸς ἕν. ὁ δὲ τροχαῖός ἐστιν ἐν λόγῳ διπλασίῳ· δύο γὰρ χρόνοι πρὸς ἕνα χρόνον. [1409 a 5] ἔχεται δὲ τῶν λόγων τούτων ὁ ἡμιό‐ λιος ἤγουν ὁ παιὰν ἔχει παρ’ ἑαυτῷ καὶ τοὺς δύο τούτους λόγους –⏑⏑ ἤγουν τὴν ἰσότητα, ἣν ἀνώτερον εἶπεν ἓν πρὸς ἕν, ἥτις ἐστὶ τοῦ ἡρῴου·
10δύο γὰρ πρὸς δύο· ἀλλὰ καὶ τὸν διπλάσιον, ὃν ἀνώτερον εἶπε δύο πρὸς ἕν, ὅς ἐστι τοῦ τροχαίου· ἡ μὲν γὰρ μακρὰ καὶ αἱ τρεῖς βραχεῖαι παιάν, ἡ δὲ μακρὰ καὶ αἱ δύο βραχεῖαι ἡρῷος, ἡ δὲ μακρὰ καὶ ἡ βρα‐ χεῖα ὁ τροχαῖος, αἱ δὲ τρεῖς βραχεῖαι μόναι χορεῖος. τοσαῦτα μέτρα ὁ παιὰν περιέχει.
15 [1409 a 14] ‘Δαλογενὲσ‘ πρῶτος παιάν. ‘ἥ τε Λυκί‘ πρῶτος παιάν. ‘αν καὶ‘ σπονδεῖος. ‘χρυσεοκό‘ παιάν. ‘μα ἕκατε‘ παιάν. ‘παῖ Διόσ‘ δάκτυλος. ἑξάπους ὁ στίχος. εἴς τε τὴν Ἄρτεμιν ἢ καὶ τὴν Λυκίαν ἔχει ὁ ὕμνος εἴς τε τὸν Ἀπόλλω. [1409 a 16] ‘Μετὰ δὲ γᾶν‘ τέταρτος παιάν. ‘ὕδατά τ’ ὠ‘ τέταρ‐
20τος παιάν. ‘κεανὸν ἠ‘ τέταρτος παιάν. ‘φάνισε νύξ‘ καὶ τοῦτο ὁμοίως. [1409 a 24] Εἰρομένη λέξις ἡ τῷ συνδέσμῳ μία. σύνδεσμος λέγεται, ὡς καὶ ὄπισθεν ἔμαθες, καὶ ἡ ἀπόδοσις, ἥτις, εἰ μὴ αὐτόθεν ῥηθείη ἀλλὰ μακρόθεν, καὶ ἀναβολὴ λέγεται. καὶ παρὰ τοῖς διθυράμ‐ βοις δῆλον τὸ ὄνομα· τότε γὰρ τελειοῦται ἡ ἑλληνίζουσα φράσις, ὅταν ἡ
25ἀπόδοσις τεθῇ, ὡς τὸ “Ἡροδότου Θουρίου”· μέχρι τούτου ὁ λόγος ἔτι ἀτελής· εἰ δὲ προστεθείη καὶ τὸ “δ’ ἱστορίης ἀπόδειξις”, γέγονέ τε τῷ λόγῳ σύνδεσμος καὶ ἑνοείδεια. τοιοῦτον καὶ τὸ “ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην πάντα πράττων” καὶ τὰ ἑξῆς· ἡ γὰρ πρότασις καὶ ἡ ἀπόδοσις ὡς ἕν τι γίνεται. λέγονται δὲ τὰ τοιαῦτα ἀναβολαί, ἢ διότι ἀναβάλλε‐
30ται καὶ ὁ λέγων ἀλλὰ καὶ ὁ ἀκροατής, ὁ μὲν καὶ ἔτι τὴν ἀπόδοσιν, ὁ δὲ τὴν τοῦ λείποντος ἄκουσιν. [1409 a 26] Στροφὴ καὶ ἀντίστροφος καὶ ἐπῳδὸς παρὰ τοῖς λυρικοῖς λέγεται. ὀφείλει οὖν ἡ ἀντίστροφος ἢ ἐλάττων εἶναι τῆς στροφῆς ἢ συν‐
τομωτέρα. οὕτω καὶ ὁ Ἑρμογένης περὶ κώλων λέγων εἴρηκε.318
in Rh
.

319

[1409 a 17] “Μετὰ δὲ γᾶν ὕδατά τ’ ὠ.” ἐν ἀρχῇ γὰρ ἦν ἔρεβος καὶ χάος· καὶ ὡς ὁ θεολόγος Μωσῆς φησιν, ὅτι ἐγένετο ὁ οὐρανὸς καὶ ἡ γῆ μετὰ τῶν ὑδάτων καὶ σκότος ἦν ἐπάνω τῆς ἀβύσσου· ὃ δηλοῖ ὁ Ὀρφεὺς οἶμαι ἐνταῦθα νύκτα.
5 [1409 a 31] Ἔστι δὲ ἡ εἰρομένη λέξις, φησίν, ἀηδὴς διὰ τὸ ἄπειρον, διότι οὐκ ἔχει τὸ πέρας αὐτῆς τηνικαῦτα ἤτοι τὴν ἀπό‐ δοσιν. [1409 b 13] Ἀφελὴς λέγεται περίοδος ἡ μονόκωλος, ὡς ἡ παρὰ τῷ Δημοσθένει “εἶτα οὐκ αἰσχύνεσθε, εἰ μηδ’ ἃ πάθοιτ’ ἄν, εἰ δύναιτ’
10ἐκεῖνος, ταῦτα ποιῆσαι καιρὸν ἔχοντες οὐ τολμήσετε;” ἡ δέ ἐστι περίοδος ἐν κώλῳ, οἷον ἡ δίκωλος, ἡ τρίκωλος, ἡ τετράκωλος, καὶ περαιτέρω ἑτέρα οὐκ ἔστιν· ἥτις ὀφείλει εἶναι τετελειωμένη, τῇ τε προτάσει δηλαδὴ καὶ τῇ ἀποδόσει, καὶ διῃρημένη, φησί, κατά τε τὴν πρότασιν κατά τε τὴν ἀπόδοσιν, καὶ εὐανάπνευστος διὰ τὸ σύντομον ἀμφοῖν· οὐδὲ γὰρ σχοι‐
15νοτενής ἐστιν. οὐκ ὀφείλει δὲ διαιρεῖσθαι διὰ τῆς σῆς ἐν τῷ ἄσθματι στενοχωρίας, ἀλλὰ τῷ πράγματι καὶ τῇ ἀληθείᾳ αὐτῇ, ὁποία ἡ σύντομος περίοδος. [1409 b 29] ‘Ἡ δὲ μακρὰ ἀναβολὴ τῷ ποιητῇ κακίστη.‘ αὕτη ἡ ἀντιπαρῴδησις τοῦ Ἡσιοδείου στίχου ἐστὶ τὸ σκῶμμα τοῦ Χίου.
20ἁρμόττει δὲ τὸ τοιοῦτον σκῶμμα καὶ εἰς τὴν μακροκωλίαν λέγειν ‘ἡ δὲ μακροκωλία τῷ ποιήσαντι κακίστη‘. [1409 b 33] ‘Ἐθαύμασα πολλάκισ‘, φησὶν ἐν τῷ προοιμίῳ ὁ Ἰσοκράτης τοῦ Πανηγυρικοῦ, ‘τῶν τὰς πανηγύρεις συναγαγόντων καὶ τοὺς γυμνικοὺς ἀγῶνας καταστησάντων, ὅτι τὰς μὲν τῶν σωμάτων εὐεξίας οὕτω μεγάλων
25δωρεῶν ἠξίωσαν, τοῖς δὲ ὑπὲρ τῶν κοινῶν ἰδίᾳ πονήσασι τούτοις οὐδεμίαν τιμὴν ἀπένειμαν‘ ἤγουν τοῖς προγόνοις ἡμῶν ἐκείνοις. [1410 a 4] καὶ γὰρ ἐναντίον ἡ ὑπομονὴ ἡ ἐν οἴκῳ, ἡ ἀκολούθησις ἡ εἰς πόλεμον καὶ τὸ ἱκανόν· ὀλίγον γὰρ τῷ πλείονι τῆς περιουσίας. πάλιν ἦν ὅμοιον καὶ τοῦτο· [1410 a 5] ‘ὥστε καὶ τοὺς χρημάτων δεομένους ὤνησαν ἤγουν τοὺς
30πτωχοὺς ἀκολουθήσαντας εἰς τὸν πόλεμον καὶ τοὺς μὴ ἀναγκασθέντας ἀκο‐ λουθῆσαι ὤνησαν ἐάσαντες αὐτοὺς οἴκοι ἀπολαύειν τῶν χρημάτων‘· οἱ μὲν
οὖν ἐκτήσαντο, οἱ δὲ ἀπήλαυσαν, κτῆσις δὲ ἐναντίον τῇ ἀπολαύσει, εἴπερ319
in Rh
.

320

ἡ μὲν τοῖς πένησι προσεγένετο, τοῖς δὲ πλουσίοις ἡ ἀπόλαυσις· καὶ ταῦτα δὲ ἀπὸ τοῦ Πανηγυρικοῦ Ἰσοκράτους. ἐν τῷ αὐτῷ λόγῳ φησὶν Ἰσοκράτης ‘ὁρῶσα περὶ μὲν τὰς ἄλλας πράξεις ἡ πόλις ἡμῶν οὕτω ταραχώδεις οὔσας τὰς τύχας, ὥστε πολλάκις ἐν αὐταῖς καὶ τοὺς φρονίμους ἀτυχεῖν καὶ τοὺς
5ἀνοήτους κατορθοῦν‘ καὶ τὰ ἑξῆς. ἐνταῦθα τὸ ἐναντίον ἐδόθη τῷ ἐναντίῳ καὶ τὸ ἐναντίον τῷ ἐναντίῳ· τὸ τοὺς φρονίμους γὰρ ἀτυχεῖν ἐναντία τὰ δύο καὶ τὸ τοὺς ἄφρονας κατορθοῦν ἐναντία τὰ δύο. τὰ δὲ προλαβόντα παραδείγματα οὐχὶ τοιαῦτα, ἀλλὰ δυσὶν ἐναντίοις τὸ αὐτὸ καὶ ἓν ἐπέζευκται· ἀμφοτέρους γὰρ ὤνησαν, καὶ τοὺς πένητας καὶ τοὺς πλουσίους. ἀπὸ τοῦ
10αὐτοῦ λόγου καὶ τὸ ‘τῆς ἠπείρου, ἀλλὰ καὶ τῆς θαλάσσης παρὰ πάντων Ἑλλήνων ἔλαβον τὴν ἀρχὴν οἱ ἡμῶν πρόγονοι‘, δυσὶν ἐναντίοις κώλοις ἕν τι ἀποδέδοται ἡ ἀρχή· ἐναντίον γὰρ ἤπειρος καὶ θάλασσα καὶ τὸ εὐθύς καὶ τὸ οὐκ εὐθύς ἤγουν τὸ οὐ πολὺ ὕστερον. καὶ πάλιν [1410 a 10] ὁ Ξέρξης ἔνδοξος ἐγένετο πεζεύσας διὰ τῆς ὑγρᾶς καὶ πλεύσας διὰ τῆς ξηρᾶσ‘, δυσὶν
15ἐναντίοις κώλοις τὸ αὐτὸ καὶ ἓν ἀπεδόθη. ἀπὸ τοῦ αὐτοῦ καὶ τοῦτο λόγου [1410 a 12] ‘φύσει γὰρ ὄντες πολῖται οἱ ἡμέτεροι πρόγονοι νόμῳ τοῦ ὑπὲρ τῶν Ἑλλήνων πολέμου ἔξω τῶν ὁρίων τῆς πόλεως ἐστρατοπέδευον σφατ‐ τόμενοι καὶ προκινδυνεύοντες,‘ καὶ τοῦτο ἀπὸ τοῦ αὐτοῦ λόγου· τὰ δύο κῶλα ἐναντία, τὸ πολίτας εἶναι καὶ ἔχοντας ἐξουσίαν καὶ τὸ ἐξορίζεσθαι
20παρ’ ἑαυτῶν· φησὶ γὰρ ἀνώτερον ὁ Ἰσοκράτης “ἔτι δὲ κοινῆς τῆς πατρίδος οὔσης τοὺς μὲν τυραννεῖν, τοὺς δὲ μετοικεῖν”, εἶτα τὸ προειρημένον ἐπέ‐ θηκεν· ἐναντίον δὲ φύσις καὶ νόμος· ἀπόδοσις δὲ ἄλλη καὶ ἄλλη, ὡς οἶμαι· οἱ μὲν γὰρ ἀποικοῦντες καὶ ἐξορίζοντες ἑαυτοὺς ἦσαν θαυμαστοὶ καὶ γενναῖοι, οἱ δὲ ἀπομένοντες ἢ καὶ τυραννοῦντες κακοί. [1410 a 13] “οἱ μὲν γὰρ
25αὐτῶν κακῶς ἀπώλοντο”· ἀπὸ ἄλλου χωρίου τοῦτο. ἐναντίοις κώλοις μία ἀπόδοσις, ἡ δυστυχία. [1410 a 14] ‘καὶ ἰδίᾳ μὲν τοῖς βαρβάροις.‘ καὶ γάρ φησιν ‘αἰσχρὸν μὲν ἰδίᾳ τοῖς βαρβάροις οἰκέταις ἀξιοῦν χρῆσθαι, δημοσίᾳ δὲ τοσούτους τῶν συμμάχων περιορᾶν αὐτοῖς δουλεύοντασ‘· ἀπὸ τοῦ Πανηγυρικοῦ καὶ τοῦτο λόγου. ἄτοπόν φησιν ἡμᾶς ἔχειν οἰκέτας βαρ‐
30βάρους, παρορᾶν δὲ πολλοὺς τῶν συμμάχων ἡμῖν Ἑλλήνων δούλους εἶναι τῶν βαρβάρων· ἄξιον οὖν πολεμεῖν ἡμᾶς τοῖς Πέρσαις τοῖς δουλαγωγοῦσι τοὺς Ἕλληνας. ἐναντία οὖν ἐνταῦθα τὸ ἰδίᾳ, τὸ κοινῇ, τὸ βαρβάρους, τὸ Ἕλληνας. [1410 a 17] Ὥσπερ ὁ Λασθένης ῥήτωρ ἦν ἀλλὰ καὶ προδότης Ὀλυν‐
35θίων εἰς Φίλιππον καὶ ὁ Τιμόλαος Θηβῶν, οὕτω φέρε εἰπεῖν καὶ ὁ Πειθό‐
λαος καὶ ὁ Λυκόφρων τινῶν Ἑλληνίδων πόλεων ὑποφόρων ταῖς Ἀθήναις.320
in Rh
.

321

ὄντες οὖν ἐν ταύταις ταῖς πόλεσιν ἐπώλουν τοὺς ἐγχωρίους διὰ προδοσίας τοῖς ἐχθροῖς τῶν πόλεων, εἶτα οἱ πολέμιοι τοὺς πολίτας ὡς φίλοι ἀπα‐ τῶντες ἐχειροῦντο καὶ ᾐχμαλώτιζον. ἀπέστελλον οὖν τοὺς ἁλόντας οἱ πολέμιοι πρὸς τὴν μητρόπολιν τὰς Ἀθήνας, ἵν’ ἀγορασθεῖεν. πάλιν οὖν
5ἐρχόμενοι εἰς Ἀθήνας οἱ προδόται ἐκεῖνοι τὰ λήια ἠγόραζον ἐκείνους τοὺς αἰχμαλώτους, ἵνα καὶ πάλιν πλείω παρ’ ἐκείνων κερδήσωσι. τὶς οὖν ἐν δικαστηρίῳ παρὰ Ἀθηναίοις ὁρῶν τὰ δρώμενα εἶπεν ὅτι ‘οἱ ῥήτορες οὗτοι καὶ πωλοῦσιν ὑμᾶς οἴκοι καθήμενοι καὶ εἰς ὑμᾶς νῦν ἐλθόντες πάλιν ἀγο‐ ράζουσιν ὑμᾶσ‘.
10 [1410 a 21] Καὶ ὅτι ἔοικε συλλογισμῷ. ὥσπερ γὰρ ὁ ἔλεγχος τὸ ἀντικείμενον συνάγει τῷ συμπεράσματι, οὕτω καὶ ὁ παρὼν συλλογισμὸς ὥσπερ ἐν τρίτῳ σχήματι ‘οὗτοι πωλοῦσιν ὑμᾶς, οὗτοι ἀγοράζουσιν ὑμᾶς· ἅμα οὖν οἱ πωλοῦντες ὑμᾶς ἀγοράζουσιν ὑμᾶς καὶ οἱ ἀγοράζοντες ὑμᾶς ἅμα καὶ πωλοῦσιν ὑμᾶσ‘.
15 [1410 a 23] Πάρισόν ἐστιν, ἐὰν ἴσα τὰ κῶλα, οἷον τὸ Δημοσθε‐ νικόν· “τὸ λαβεῖν οὖν τὰ διδόμενα”, ἐννεασύλλαβον, “ὁμολογῶν ἔννομον εἶναι”, καὶ τοῦτο ἐννεασύλλαβον, “τὸ χάριν τούτων ἀποδοῦναι”, καὶ τοῦτο ὡσαύτως, εἶτα κομμάτιον “παρανόμων γράφῃ”. παρόμοιον δέ, ἐὰν ἔχῃ ὁμοιότητα κατὰ τὰς ἀρχὰς ἢ ὁμοιοτέλευτα ᾖ· κατ’ ἀρχὰς μέν, οἷον “προσ‐
20ήκει προθύμως” καὶ τὸ παρὰ Πλάτωνι ἀπὸ τοῦ Συμποσίου “Παυ‐ σανίου παυσαμένου”· πρὸ μὲν γὰρ τοῦ Παυσανίου ἔλεγεν ὁ Φαῖδρος, μετὰ δὲ Παυσανίαν Ἀριστόδημος ἐπιλέγει· ὁ δὲ λόγος τούτοις περὶ ἔρωτος ἦν. [1410 a 24] Εἶπεν ὁ Ἀριστοτέλης “ἐὰν ὅμοια τὰ ἔσχατα”, ἐπειδὴ
25δὲ καὶ ἡ ἀρχὴ ἔσχατον λέγεται καὶ τὸ τέλος, ὅρα σημειοῦται πάλιν περὶ ἀμφοῖν. [1410 a 26] Καὶ ἀρχὴ μὲν τὰ ὀνόματα ἢ ταὐτὰ τῇ ψοφήσει, ὡς τὸ ἀργόν καὶ τὸ ἀγρόν, ἢ ταὐτὰ καὶ πάντῃ, ὡς τὸ “Χριστὸς γεννᾶται,
δοξάσατε· Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε· Χριστὸς ἐπὶ γῆς, ὑψώθητε”·321
in Rh
.

322

ἰδοὺ Χριστός, Χριστός, Χριστός, ἃ ὁ Ἑρμογένης καὶ ἐπαναφορὰς λέγει. ἐν δὲ τῷ τέλει αἱ ἔσχαται συλλαβαί εἰσιν ὅμοιαι, ὡς τὸ δοξάσατε ἀπαν‐ τήσατε καὶ τὸ “τῇ τε πόλει βοηθεῖν οἴεται δεῖν καὶ δίκην ὑπὲρ αὑτοῦ λαβεῖν, τοῦτο κἀγὼ πειράσομαι ποιεῖν” καὶ τὸ τετοκέναι γεγονέναι, φρον‐
5τίσιν ἐλπίσιν· ἢ ἡ πτῶσις τοῦ αὐτοῦ, ὡς τὸ [1410 a 33] χαλκοῦς καὶ τὸ
χαλκοῦ· τὸ γὰρ χαλκοῦ πτῶσις322