TLG 9012 002 :: IGNATIUS :: Vita Nicephori IGNATIUS Biogr.
Poeta, Diaconus
Magister
Metropolita, vel Ignatius Diaconus Hagiae Sophiae
vel Ignatius Melodus Vita Nicephori Citation: Page — (line) | ||
139(1t) | ΒΙΟΣ | |
2t | τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν | |
---|---|---|
3t | ΝΙΚΗΦΟΡΟΥ | |
4t | ἀρχιεπισκόπου Κωνσταντινουπόλεως καὶ νέας Ῥώμης | |
5t | συγγραφεὶς ὑπὸ ΙΓΝΑΤΙΟΥ διακόνου καὶ σκευοφύλακος | |
6t | τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας τῆς ἁγίας Σοφίας. | |
7 | Εἰ μέν, ὦ ἄνδρες, μὴ δακρύων πρὸς συντριμμὸν καρ‐ δίας ἐκάλει καιρὸς καὶ λύπης ὠδὶς τὰ τῆς ψυχῆς κατέτρυ‐ χεν αἰσθητήρια, τάχα διὰ λείας ὁδοῦ καὶ κατὰ ῥοῦν ὁ λόγος | |
10 | φερόμενος τὸ ἑαυτοῦ, καὶ εἰ κατόπιν τοῦ προκειμένου, ὅση δύναμις ἀπεπλήρωσε πρόθυμον. νυνὶ δὲ ὑπὸ τοιούτοις ἀπαρ‐ αίτητα τυραννούμενος πάθεσιν, οἷα ναρκήσας εἰς εὐφη‐ μίαν τὴν γλῶτταν καθεῖναι, τὴν μονῳδίαν προείλετο καὶ πρὸς τὴν τῶν ἐπαίνων ἀπαγορεύσας ἐπίδοσιν ὅλος τῆς κατ‐ | |
15 | ηφείας ἐγένετο. καὶ τίς ἄρα, ὦ φιλότης, ἀπέκρουσε; τίς ἡ τὴν κατήφειαν μαιευσαμένη ὑπόθεσις, καὶ τὸν σάλον καὶ σκότον τοῖς λογισμοῖς ἐνεισκρίνασα πρόφασις; θεοφόρου πα‐ τρός, ὦ τὰν, ἀποδημία καὶ στέρησις, ἡ τοῦ παμφαοῦς φωσφόρου τῆς ἐκκλησίας ἀπόσβεσις, ἡ τοῦ κήρυκος τῆς μό‐ | |
20 | νης πρὸς θεὸν λατρείας ἀπότευξις, ἡ τῆς μεγαλοφώνου πρὸς τὴν ἀληθῆ πίστιν διεγειρούσης σάλπιγγος σιγή, ἡ τοῦ πολυ‐ τίμου θησαυροῦ τῆς ἀΰλου διδασκαλίας ἀποκρυβή, ἡ τῶν | |
ὑποπτέρων χειλέων πρὸς θήραν τῆς κουφώδους καὶ ἀνε‐ | 139 | |
140 | μιαίας ἀπιστίας κατάπαυσις, ὁ τῆς νίκης ὄντως (εἰ καὶ τῷ θανάτῳ, ἅτε ἄνθρωπος, ἡττήθη) φερώνυμος. τοῦτο τὴν γλῶσσαν ναρκᾷν πρὸς εὐφημίαν ἠκόνησε, τοῦτο τῷ λόγῳ τὴν ἀφασίαν ἐκίνησε, τοῦτο πρὸς τὸ τῆς μονῳδίας ἀτόπημα | |
5 | τὸν λογισμὸν ἐξεκύλισε. διὰ τοῦτο (εἰ μὴ τῶν ἀγνωμόνων ἐδεδίειν τὸ ἔγκλημα, πατρὸς ἀποιχομένου παῖδα σιγᾷν προαι‐ ρούμενον, καὶ παραπέμπειν οὕτω μέγα θαῦμα μηδαμῶς τῷ μοδίῳ τῆς λήθης κρυβῆναι δυνάμενον) ἔπεισα ἂν ἐμαυτὸν τῷ τῆς ἀμαθίας νέφει ἐγκαλυπτόμενον καὶ τῇ θυέλλῃ τῆς ἁμαρ‐ | |
10 | τίας ὡς ὁ παλαιὸς ἐκεῖνος λαὸς ἀνειργόμενον, μὴ προσβῆναι τῷ ὄρει τῶν ἀρετῶν τοῦ ἀνδρὸς μηδὲ θιγεῖν τι αὐτοῦ τῷ ἀναξίῳ τοῦ ἐγχειρήματος, θηριώδης τῇ τόλμῃ δεικνύμενος καὶ λίθοις ἢ βολίσι καταλευστούμενος ἢ βαλλόμενος. ὅμως δ’ οὖν τὸ τῆς προαιρέσεως εὐτελὲς ἐνδεικνύμενος καὶ τὴν | |
15 | καρδίαν ἐντὸς ὑπὸ τοῦ πόθου φλεγόμενος καὶ τὸ κατὰ δύ‐ ναμιν φίλον ὂν θεῷ παιδευόμενος, ἑαυτὸν, ὡς οἷόν τε, εἰς τὸν τῶν ἐγκωμίων βυθὸν τοῦ πανευφήμου καθῆκα πατρός. ἀλλά μοι εἴη διὰ τῶν ὑμετέρων πρὸς τὸ κρεῖττον ἐντεύξεων τὸν κεκρυμμένον ἐν αὐτῷ μαργαρίτην ἑλεῖν καὶ ἀκινδύνῳ | |
20 | νοῒ ἀνανήξασθαι καὶ πλοῦτον τοῖς ποθοῦσιν ἡμῖν ἀπεμπο‐ λῆσαι ἀκήρατον. ἀδικοίην γὰρ ἑαυτὸν, εἰ παρ’ αὐτοῦ τὴν ἀφορμὴν τοῦ λέγειν δρεψάμενος μὴ τὴν ἐκ λόγων ἀντί‐ δοσιν εἰσενέγκοιμι. Δεῦρο δὴ οὖν, τὸν θρῆνον ἀφέντες τῷ λόγῳ προσίωμεν | |
25 | καὶ τὰ τῷ θεοφόρῳ βεβιωμένα ὥσπερ τινὰ κοινὸν ἀρετῆς πίνακα τοῖς φιλοκάλοις προθήσωμεν. πᾶσι γὰρ ἔσται πρὸς ἡδονῆς καὶ ὠφελείας, οἷς ἐν ἔρωτι τὸ ἀγαθὸν διεσπού‐ δασται καὶ τὰ τῆς ἀκραιφνοῦς πίστεως στέργεται δόγματα, τὸ ἰσχυρὸν τῆς ἀληθείας καταφανὲς προδεικνύντα καὶ τὰ | |
30 | νεῦρα τῶν οὐκ ὀρθῶς πρὸς ταύτην ὁρώντων ἐκκόπτοντα. περιέξει γὰρ καὶ ἀμηγέπη μεμνήσεται οὐ μόνον ὅσα ἐν ἤθεσι καὶ τρόποις αὐτῷ σεμνοτέροις κατώρθωται, ἀλλὰ καὶ | |
ὅσα ὑπὲρ αὐτῆς ἀληθείας μέχρις αἵματος κατηγώνισται. πάν‐ | 140 | |
141 | τας δὲ τοὺς τῆς ὀρθοδοξίας τροφίμους εἰς ἀκρόασιν ἔχειν ἐθέλω καὶ ἥδομαι καὶ οὓς ἡ ἐκκλησία τὴν ἑαυτῆς θηλήν, τὴν διδασκαλίαν, φημί, τῶν κρειττόνων γυμνώσασα τῆς πνευ‐ ματικῆς καὶ τελείας τροφῆς πρὸς διάκρισιν τοῦ καλοῦ τε | |
5 | καὶ χείρονος ἐνεφόρησεν. ἐκείνους δὲ διωθοῦμαι καὶ ἀπο‐ πέμπομαι, ὅσοι δόξῃ μοχθηρᾷ προκατειλημμένοι ἀπεναντίας τῷ πατρὶ παρεφρόνησαν, ὥσπερ ἀμέλει τὸν θεμέλιον τῆς ἐκκλησίας τηνάλλως παρασαλεύειν πειρώμενοι, καὶ, προ‐ φητικῶς εἰπεῖν, τὴν ἑαυτῶν ἐλπίδα τῷ ψεύδει πιστεύσαν‐ | |
10 | τες· οὐδὲ γὰρ περὶ αὐτὸν πονηρῶς διακείμενοι καὶ πᾶν ὅ τι οὖν κατ’ αὐτοῦ δεινὸν μελετήσαντες, τοῖς εἰς αὐτὸν ἐπαί‐ νοις ἡσθεῖεν ἂν ἢ συγκατάθοιντο πώποτε. βδέλυγμα γὰρ ἁμαρτωλοῖς, ὡς Σολομῶντι καὶ τῇ ἀληθείᾳ δοκεῖ, θεοσέ‐ βεια. ταῖς γὰρ ἄρκυσι τῶν ἀφύκτων λόγων αὐτοῦ ἀεὶ πιε‐ | |
15 | ζόμενοι καὶ τῷ λαβυρίνθῳ τῶν ἐλέγχων ἀδιεξίτητα περι‐ θέοντες, ὑπ’ ἀπορίας ὠθούμενοι πρὸς κακουργίας ἐτράποντο, καὶ κυνῶν ἐνεῶν δίκην τοῦ ἁγίου καθυλακτεῖν οὐχ ὑφίεν‐ ται. ἄτεγκτον γὰρ καὶ ἀνένδοτον αἱρετικὴ μοχθηρία, κἂν μυριάκις τοῖς ἐλέγχοις καταποθῇ, τοσαυτάκις ἀναισχυντεῖ. | |
20 | Τοιγαροῦν τούτων ὁ λόγος ἐκκλίνων τὸ δύσαντες τῆς εὐθείας ἔχεται τρίβου, φέρων εἰς μέσον τὸν εὐφημούμενον. τὸ μὲν δὴ γένος καὶ περιφάνειαν βίου, πατρίδα τε καὶ περιουσίαν, καὶ οἷς οἱ τῶν ἔξωθεν νόμοι ποιεῖσθαι τοὺς λόγους ὁρίζουσι, θαυμάζειν τε καὶ καθιστορεῖν τοῦ μηδε‐ | |
25 | μίαν περὶ ταῦτα σχολὴν ἔχειν θελήσαντος, μόνοις δὲ τοῖς τῆς εὐσεβείας σεμνολογήμασιν ἑαυτὸν ὡς τὸ εἰκὸς ὡραΐ‐ σαντος, οὐκ εὐαγὲς οὐδὲ ὅσιον οἶμαι τοῖς ἀρετὴν ἐπαινεῖν ᾑρημένοις ἐπιεικῶς καταφαίνεται. σοφιστικῆς γὰρ ἐρεσχελίας κανόσιν οὐχ ἕπεται ὁ διὰ τῶν ἔργων κανὼν καὶ γνώμων | |
30 | τῶν ἀρετῶν γνωρισθεὶς ἀπαρέγκλητος. ἀλλ’ ἐπειδὴ καὶ τὸ εἰδέναι τούτου τῆς ἐπιγείου πατρίδος τὴν εὔκλειαν τῶν τε φυσάντων τὴν κατὰ θεὸν εὐδοκίμησιν ὁδὸς εἰς θυμηδίαν | |
καθέστηκε φέρουσα, καὶ τὸ τῆς ὑποθέσεως πρόσωπον τίθησι | 141 | |
142 | τηλαυγές, καθά πού τις τῶν λυρικῶν διηγόρευσε· φέρε τῆς ἐκ τοῦ γένους τοῦ ἀνδρὸς σκιαγραφίας καὶ τῶν τῆς ὕλης τοῦ βίου προχαραγμάτων ὅλον ὑμῖν τὸν ἀνδριάντα οὐράνιον καὶ πνευματικὸν διαγράψωμεν. | |
5 | Τοῦτον μὲν οὖν ἡ πρώτη καὶ βασιλὶς τῶν πόλεων πό‐ λις ἠνέγκατο ὑπὸ θεοσεβέσιν ὄντως γεννήτορσιν, ὥς τινα ζωτικὸν σπινθῆρα ἐξ αὐτῶν σπαργάνων τὸν κόσμον πυρ‐ σεύοντα καὶ τῆς ὅσον οὔπω διαρθείσης αἱρετικῆς φλογὸς τὴν δυσσέβειαν σβέσοντα· γεννήτορσιν, οἷς καὶ ἡ κλῆσις τὸ | |
10 | φερωνύμοις εἶναι μαρτύρεται. Θεοδώρῳ γὰρ Εὐδοκία πρὸς γαμικὴν συνάφειαν ὁμιλήσασα τὸν ἀληθῶς εὐδόκιμον καὶ θεοδώρητον Νικηφόρον ἐβλάστησε καὶ ὡς οὐράνιον τοῦτον φυτὸν διεδένδρωσεν· ὧν ὁ μὲν τοσοῦτον ἐν εὐσεβείᾳ τὸ ἐπί‐ σημον ἔσχε καὶ γνώριμον, ὡς ὑπὲρ ἀληθείας ἑλέσθαι κιν‐ | |
15 | δύνους καὶ ὑπερορίας καὶ μάστιγας. οἶμαι δὲ προφητεία τις ἦν τῆς εἰς τὸν παῖδα μελλούσης ἐκβάσεως καὶ οἷον προ‐ χαρακτὴρ καὶ εἰκόνισμα ἐφ’ ὁμοίῳ μέν, οὐ κατὰ ταὐτὸν δὲ παῖδά τε καὶ γενέτην διακινδυνεύειν φρονήματι. Ἔλαχε γὰρ αὐτὸν κατ’ ἐκεῖνο καιροῦ Κωνσταντίνῳ τῆς | |
20 | βασιλείου ἀρχῆς ἐπειλημμένῳ τοὺς οἴακας τὴν τοῦ ὑπο‐ γραφέως ἀποπληροῦν χρείαν καὶ τοῖς βασιλείοις μυστηρίοις ὑπηρετεῖσθαι, ὃς δὴ τῷ ἀκραιφνεστάτῳ φωτὶ τῆς πρὸς θεὸν ὀρθῆς ὁμολογίας καὶ πίστεως ὡς ἄλλος Ἀβραὰμ ὁ πατριάρ‐ χης κοσμούμενος πρὸς τὸν ταύτην τυραννοῦντα πικρῶς δια‐ | |
25 | βάλλεται, ὡς Χριστὸν ἐν εἰκόνι καὶ τὴν αὐτοῦ μητέρα τὴν ἄχραντον καὶ πάντας τοὺς ἁγίους σεβάζεται. ὁ δὲ οἷα τῆς ἀληθείας ἐχθρὸς τῷ παραλόγῳ τῆς ἀκοῆς ἐξογκωθεὶς τὴν διάνοιαν παρέσεσθαι τοῦτον ὡς αὐτὸν 〈κελεύει〉 καὶ περὶ τῶν ἠκουσμένων ὡς τάχιστα διευθύνεσθαι. καὶ ὃς παρῆν | |
30 | ὡς εἰς εὐωχίαν, οὐ δίκην καλούμενος, καὶ τὴν ἀκοὴν ἐδείκνυ | |
ἐξ ἅπαντος ἀληθεύουσαν. καὶ ἐπειδὴ βασιλεῖ τὰ περὶ αὐτὸν | 142 | |
143 | κατάφωρα γέγονε καὶ ἡ τοῦ ἀνδρὸς ἀνένδοτος ἔνστασις τὴν ἐκείνου ὑποσμύχουσα ἐξῆπτε κακόνοιαν, ἀπειλαῖς ἀδοκήτοις καὶ μάστιξιν ὡς κατάκριτος ὑπεβάλλετο· ὡς δὲ μὴ καταμαλα‐ κισθέντα ταῖς αἰκίαις ὁ δικάζων ὑπέβλεπε, καθῄρει τῆς περι‐ | |
5 | κειμένης χλαίνης καὶ ἀξίας καὶ ὑπερορίᾳ ἐπιεικῶς χαλεπῇ κατεδίκαζε. Καὶ εἶτα χρόνου τινὸς διιππεύσαντος ἐκ Πημολίσσης μετάπεμπτον ἄγει (τοῦτο γὰρ ἦν κατακριθεὶς πρὸς φυγα‐ δείαν τὸ φρούριον) καὶ τῶν βασιλείων εἴσω γενέσθαι προσ‐ | |
10 | έταττε τεθαρρηκώς, ὡς ἐγᾦμαι, τῇ τῆς κακώσεως αὐστηρίᾳ μεταμαθεῖν, ὡς ἐκεῖνος τὸ ἀγαθὸν ὑπετόπαζεν. ἐνέτυχε δὲ ὄντως ἀδάμαντος πρὸς ἀντιτυπίαν στερρότερον καὶ τῶν ἀπει‐ λῶν ἑαυτοῦ καὶ τοῦ θράσους ἀνώτερον καὶ πρὸς ἑτέρας, εἰ τύχοι, δεινοτέρας ἐπινοίας ἑτοιμότερον. ταῦτα γὰρ προ‐ | |
15 | τροπάδην ἐδίωκεν καὶ διὰ τῶν στιγμάτων Χριστοῦ ἑαυτὸν καλλωπίζειν ἐβούλετο, ἢ τῆς ἐκκλησιαστικῆς θεσμοθεσίας δια‐ μαρτήσεσθαι, τῆς Χριστὸν τὸν ἀληθινὸν θεὸν ἡμῶν ἀπο‐ στολικῷ καὶ πατρικῷ ἔθει κατὰ τὸ ἀνθρώπινον ἀναστηλοῦ‐ σθαι καὶ προσκυνεῖσθαι δικαιωσάσης εὐκαιρότατα. ὡς δὲ | |
20 | στόματι τὴν σωτηρίαν ὁ ἅγιος ὡμολόγησε καὶ εἰς ἀντίπαλον μοῖραν ἑαυτὸν τοῦ τυραννοῦντος ἀπέκρινε, πρὸς ἑτέρας ἐκίνει τοῦτον βασάνων ἰδέας, ὧν τὴν πληγὴν ὑποίσας ὡς μάλιστα καρτερώτατα κατὰ τὴν Βιθυνίδα ὑπ’ αὐτοῦ ἐξοστρακίζεται Νίκαιαν, ἐν ᾗ τὸ τοῦ βίου ἐπίλοιπον θεοσεβῶς ἐμπολιτευ‐ | |
25 | σάμενος καὶ πᾶσι τύπον δοὺς τῆς περὶ τὴν ἀληθῆ πίστιν ἐνστάσεως, πρὸς τὴν ἐκεῖσε λῆξιν καὶ μακραίωνα μετετάξατο βίωσιν, τὰ γέρα τῶν πονηθέντων ἐν τῇ τῶν βεβιωμένων διαγνώσει ληψόμενος. Ἡ δὲ νόμῳ θείῳ τούτῳ προσομιλήσασα σύνευνος, ἅτε | |
30 | φιλόθεος ἀποδειχθεῖσα καὶ φίλανδρος, ἐν πᾶσι τῷ συζύγῳ | |
συνείπετο, ἐν κινδύνοις, ἐν ὑπερορίαις, ἐν θλίψεσιν, ἐν | 143 | |
144 | τοῖς τῆς δικαιοσύνης, κατὰ τὸν θεῖον ἀπόστολον, δεξιοῖς καὶ ἀριστεροῖς, λυπηροῖς τε, φημί, καὶ τοῖς ἥδουσιν. ξυνωρὶς γὰρ ὄντες πρὸς τὰ κρείττω ἑαυτοὺς παραθήγοντες, οὐχ ἧττον τῷ πνεύματι συνεκράθησαν ἢ τὰ σώματα. αὕτη μετὰ τὴν | |
5 | τοῦ συνοίκου μακαρίαν τελείωσιν ἐφ’ ἱκανὸν χρόνον τῷ παιδὶ συμβιώσασα, ἄρτι τότε τῆς ἐγκυκλίου παιδείας ἐφαπτομένῳ καὶ τὴν διὰ χειρῶν καὶ μέλανος τέχνην πονουμένῳ. ᾑρέθη γὰρ ὑπογραφεὺς τοῖς τῶν κρατούντων μυστηρίοις ὑπηρετού‐ μενος, οὕτω γὰρ παρὰ τῇ Αὐσονίδι διαλέκτῳ τὸ Ἀσηκρήτης | |
10 | ὄνομα, ὁ ἐπὶ τῶν μυστηρίων μεθερμηνεύεσθαι βούλεται. ἀλλὰ μὴν καὶ ἐν τῇ τῆς ἀρχιερωσύνης λυχνίᾳ τὸν ἑαυτῆς δᾳδοῦ‐ χον φωστῆρα ἐπιτεθέντα, καὶ φῶς ταῖς τρίβοις ἡμῶν ἀει‐ φανὲς ἀναλάμψαντα τεθέαται καὶ τῆς γονεῦσιν ὀφειλομένης παρ’ αὐτοῦ μετὰ θεὸν τιμῆς ἕως γήρως καὶ πρεσβείου ὡς | |
15 | τὸ εἰκὸς ἐναπέλαυσεν. ἥτις τὸ μὴ βέβαιον τοῦ βίου ὡς ἀραχνίων νημάτων ἡγησαμένη μηρύματα, ἐπὶ τὸ τῆς ἀσκη‐ τικῆς παλαίστρας ἑαυτὴν ἐκδέδωκε στάδιον, κατὰ τοῦ ἀντ‐ αγωνιστοῦ κονισαμένη καὶ τοῦτον ἡττήσασα καὶ τοῦ ἐπαγγέλ‐ ματος τὸν δρόμον ἀξίως τελέσασα τὸν τῆς ἀθανασίας διὰ | |
20 | θανάτου ἀνεδήσατο στέφανον, ἐκεῖ μετὰ τῶν ἐν τῷ νυμφῶνι παρθένων χορεύουσα καὶ τὴν ἑαυτῆς λαμπάδα τηροῦσα τῷ ἐλαίῳ τῆς εὐποιΐας ἀκοίμητον. ὢ παιδὸς τοιαύτης πατέρων εὐτυχήσαντος εὐσεβοῦς ἀναρρήσεως. ὢ πατέρων τοιούτου παι‐ δὸς εὐμοιρησάντων εἰς ἀρετὴν ἐπιτεύξεως. | |
25 | Ἀλλ’ ὁ περὶ μὲν τῶν φυσάντων τὸν δίκαιον λόγος κατὰ πολὺ τῆς ἐκείνων ἀξίας ἡττώμενος ἐνταῦθα μεινάτω. αὐτὸς δ’ ὅπως ἐπὶ τῷ τῆς ἀρετῆς θεμελίῳ ἑαυτὸν ἐπῳκοδόμησε καὶ ἀναβάσεις ἐν τῇ καρδίᾳ, προφητικῶς εἰπεῖν, διέθετο ὑπολείπεται λέγειν, εἰ καὶ ὁ λόγος ἰλιγγιᾷ τὸ παρ’ ἀξίαν | |
30 | εἰπεῖν ὑφορώμενος καὶ τὸ κατ’ ἀξίαν ὅ γε δίκαιος ἀκροατὴς | |
ἀπαιτεῖν οὐ βουλόμενος. οὐκοῦν διὰ μικρᾶς τινος καὶ λεπτῆς | 144 | |
145 | ὁδοῦ τὸ τῆς ἀπορίας δαψιλὲς ἐπαγόμενος πειράσομαι πρὸς ἕν τι τῶν αὐτῷ κατωρθωμένων διαβλέψαι καὶ ἐκ μέρους ὅλον ὑμῖν γνωρίσαι ὡς ἐξ ὀνύχων τὸν λέοντα. Εἶχε μὲν οὖν αὐτὸν βασιλεύς τε καὶ ἡ τῶν βασιλείων | |
5 | αὐλὴ οἷά τινα θείαν περιστολὴν καὶ κλέος, λόγον ἐπίσημον, ἢ τὸν Παιανιέα ῥήτορα Φίλιππος. οὐ γὰρ στωμύλος τις ἦν τὸν θῶπα λόγον ὑποκρινόμενος, ὡς ἂν τὸ πρὸς χάριν λέ‐ γων θηρῷτο τὸν ἔπαινον· λόγῳ δὲ κατὰ λόγον κινουμένῳ τὸν λόγον προυβάλλετο, οὐκ ἐν κομψείᾳ λέξεων τὸν ἀκροα‐ | |
10 | τὴν ἐφηδύνοντα, τῷ ἀφελεῖ δὲ καὶ ἀνειμένῳ ἐπινοοῦντα τρανῶς τὴν ὠφέλειαν. οὗτος ἐπειδή τι μέρος τῶν περὶ τὴν ὑγιᾶ πίστιν ναυαγίῳ περιπεσὸν 〈εἶδεν〉 ἐκ τῶν κατ’ ἐκεῖνο καιροῦ τὰ τῆς Ῥωμαϊκῆς ἀρχῆς οἰακιζόντων βασίλεια, ὅσον ἐφ’ ἑαυτῷ τὴν ζάλην ἔστησε. τὴν γὰρ ἀνέκαθεν ἐξ ἀπο‐ | |
15 | στολικῆς καὶ πατρικῆς θεσμοθεσίας τῇ ἀμωμήτῳ ἐκκλησίᾳ παράδοσιν, φημὶ δὴ τῶν ἱερῶν εἰκόνων τύπωσιν καὶ προσ‐ κύνησιν, περιελεῖν βρενθυόμενοι καὶ ὥσπερ ἀμέλει δεδοι‐ κότες βλέπειν Χριστὸν σωματικοῖς χαρακτηρίζεσθαι ἰδιώμασι, συῶν δίκην ὁμόσε κατὰ τῆς αὐτῆς εὐπρεπείας ἐχώρησαν. | |
20 | πᾶσαν θεανδρικὴν ἀναστήλωσιν τοῦ τὰς ἀσθενείας ἡμῶν διὰ σαρκὸς ἀνατλάντος Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν τῆς τε παναμώμου αὐτοῦ μητρὸς καὶ τῶν ἀπ’ αἰῶνος αὐτῷ εὐ‐ αρεστησάντων ἁγίων σωματικὰ ἀπομιμήματα χράναντες, τοπι‐ κὴν ἐπισκόπων ἀποσπάδα, τἀληθὲς φάναι Φαρισαϊκὸν συν‐ | |
25 | έδριον, ἐν τῇ τῶν πόλεων βασιλίδι συλλέξαι ᾠήθησαν. ἐκεῖνο γὰρ κατὰ Χριστοῦ μανὲν θεοκτονίας ἠνέγκατο ἔγκλημα· οὗτοι δὲ κατὰ τοῦ σωματικοῦ χαρακτῆρος αὐτοῦ ὀφθαλμῷ διαστρόφῳ προσβλέψαντες χριστομαχίας ἀξίωμα προεκτήσαντο, μηδὲν ἐξ ἀκολούθου τοῦ τῆς θείας γραφῆς προγράμματος συνειλη‐ | |
30 | χότες δικαίωμα, πατρικῶν δὲ λογίων τῶν κατὰ τῶν εἰδώλων | |
ἀγορευόντων ἀποκνίσαντες ἀνοήτως ῥησείδια, καὶ τὸ ζητού‐ | 145 | |
146 | μενον αὐτοῖς ὑποκλέψαντες ὁρισμῷ ἀτελεῖ καὶ τὰ τῶν πατέ‐ ρων γραφικῶς μεταίροντες ὅρια, τῆς ἑαυτῶν βδελυρίας τὸ φρόνημα διεχάραξαν. Ἀλλ’ ἐπειδὴ ἡ τῆς ἄνω ῥοπῆς μισοπόνηρος δίκη τοὺς | |
5 | κατὰ τῆς ἐκκλησίας λυττήσαντας, μᾶλλον δὲ κατὰ τῆς σεπτῆς ὁμολογίας ἡμῶν πονηρίαν καττύσαντας καὶ τοῦ βίου πέπαυκε καὶ τῆς ἀξίας, καὶ ἡ τῆς εἰρήνης ἐπώνυμος ἅμα τῷ υἱεῖ Κωνσταντίνῳ ἅτε κλῆρον πατρῷον τὸ τῆς βασιλείας ἐκ θεοῦ σκῆπτρον κομίζεται· Εἰρήνη, τὸ κραταιόφρον ἐκεῖνο καὶ φιλό‐ | |
10 | θεον γύναιον· εἴπερ γυναῖκα θέμις καλεῖν τὴν καὶ ἀνδρῶν τῷ εὐσεβεῖ διενεγκοῦσαν φρονήματι, δι’ ἧς θεὸς τὴν τότε τῇ ἐκκλησίᾳ παρερπύσασαν ὄφεως δίκην σκολιωτάτην διχό‐ νοιαν πρὸς ὀρθοτομίαν οἴκτῳ φιλανθρωπίας συνήλασεν. αὕτη τοιγαροῦν ὁμήγυριν ἱερῶν ἀνδρῶν ἐκ τῶν τῆς οἰκουμένης | |
15 | τερμάτων συναγηγέρθαι ἐν τῇ κατὰ Νίκαιαν τῆς Βιθυνίας μητροπόλει ἐπ’ ἀναιρέσει τῆς λοιμώδους ταύτης νόσου θεσπί‐ σασα, θεοῦ λοιπὸν ἐπαμύνοντος ἐτέλει τὸ βούλημα. ἧς ἡγεῖτο μὲν Ταράσιος ὁ τῆς βασιλίδος ἱερώτατος πρόεδρος, Ἀδριανοῦ τε τοῦ τῆς πρεσβυτέρας Ῥώμης, καὶ Πολιτιανοῦ τοῦ τῆς | |
20 | Ἀλεξανδρείας, Θεοδωρήτου 〈τε τοῦ τῆσ〉 Ἀντιοχείας, καὶ Ἡλία τοῦ τῆς Αἰλίας ὑπῆρχον τοποτηρηταὶ ὁσιώτατοι. τούτοις δὴ τοῖς προκρίτοις ἐξάρχουσι καὶ Νικηφόρος ὑπὲρ πολλοὺς συν‐ ηλικιώτας συνοδοιπορεῖν προτετίμητο, τὸ κατὰ τὴν ἱερὰν ἐκείνην σύνοδον ἐγχειρισθεὶς βασιλικὸν ἐπιφώνημα, δι’ οὗ | |
25 | τὸ εἰλικρινὲς τῆς πίστεως πᾶσιν ἐπικηρυκευσάμενος καὶ ὡς ἐξ ἀπόπτου περιωπῆς τὴν τῶν σεπτῶν εἰκόνων ἐπιβοήσας καὶ τρανώσας ἀρχαϊκὴν ἱερογραφίαν τε καὶ προσκύνησιν, συγκάθεδρος τῷ ἱερῷ συλλόγῳ καὶ πρὸ τῆς ἱερᾶς ἀμπεχό‐ νης γεγένηται. οὗτος ὁ περὶ τὴν εἰς θεὸν εὐσέβειαν ἀγὼν | |
30 | τῷ μακαρίῳ διήνυσται· τοῦτο πρῶτον ἆθλον καὶ στέφος αὐτῷ | |
ἀναφαίρετον, πολλῷ τῶν ἐξ ἐρίου καὶ κοτίνου καὶ σελίνου | 146 | |
147 | καὶ οἷς γεραίρειν οἱ παλαιοὶ τοὺς ἐκπαλαίοντας ᾤοντο, τιμαλ‐ φέστερον. Καὶ ἐπεὶ δὲ τὸ πατρικὸν ἐκεῖνο καὶ θεόλεκτον σύστημα, ταῖς τοῦ θείου πνεύματος ἐμπνευσθὲν αὔραις, ἐπὶ λιμένα | |
5 | ὀρθοδοξίας τὸ τῆς ὁμολογίας διεσώσατο σκάφος, καὶ ὁ τῆς ἐκκλησίας αὖθις ταῖς ἱεροτυπίαις χιτὼν ἐποικίλλετο, καὶ ἡ τῆς αἱρέσεως ὠδὶς νεκρὰν ἐξέρρηξε τὴν ἀπότεξιν, τότε δὴ καὶ ὁ μέγας Νικηφόρος, τὰ νίκης ἐπιφερόμενος σήμαντρα, κατὰ τῶν τῆς πίστεως ἀντιπάλων τορόν τι καὶ ἐνυάλιον | |
10 | ἀνεκρούετο μέλος, Χριστὸν εἶναι πιστούμενος ἀπερίγραπτον μὲν κατὰ τὸ τῆς θεότητος ἁπλοῦν καὶ ἀνέπαφον, περιγρα‐ πτὸν δὲ καὶ γραπτὸν κατὰ τὸ τῆς ἀνθρωπότητος ἁπτόν τε καὶ σύνθετον, οἷς τὸ εἰκονίζεσθαι ἀραρότως ἐπακολουθήσοι, ὡς ἂν τῆς φαντασιώδους τῶν τὰ Μάνεντος πρεσβευόντων | |
15 | ἀποπηδήσαιμεν ὀνειρώξεως. ταῦτα λέγων καὶ οὕτω φρονῶν διετέλει ἐν τῇ μυστικῇ τῶν κρατούντων, ὡς εἴρηται, ὑπη‐ ρεσίᾳ στρεφόμενος καὶ τοῖς δημοσίοις ἐπιζυγούμενος πράγμασιν. Ἀλλ’ ἐπειδὴ μυστικωτέραν τὴν ἑαυτῷ προσέχειν καὶ μόνῳ θεῷ προσανέχειν κελεύουσαν ἐντολὴν ἐξηπίστατο (οὕτω | |
20 | γὰρ τῶν ὑλικῶν ἔστι χωρίζεσθαι καὶ πρὸς θεὸν ἤδη φέρε‐ σθαι), ἐπὶ τὸ τῆς ἐρωμένης ἡσυχίας μονότροπον ὑποκλέπτειν ἑαυτὸν διεσπούδαζεν, ἀντιβολῶν καὶ πάντα τρόπον ἱκεσίας ἐπινοῶν, ὡς ἂν τοὺς πρὸς τὴν περιφορὰν τοῦ βίου ἀνθέλ‐ κοντας πείσειεν ἀνεῖναι τοῦ βουλήματος ἔχεσθαι. καὶ μέντοι | |
25 | καὶ ἔπεισεν, καὶ ὅσον οὐκ ἀπετετέλεστο τῶν βεβουλημένων ἀπώνατο. ὅθεν τῆς ὀχληρᾶς ἀγορᾶς καὶ τῶν ἐν μέσῳ στρο‐ βούντων θορύβων μικρὰ φροντίσας, τήν τε τοῦ ἀξιώματος δόξαν ἐρίῳ στέψας καὶ χαίρειν πᾶσιν ὑπειπὼν ὅσα πρὸς βλακείαν καὶ θρύψιν ἐκκαλεῖται καὶ σωματικὴν ἡδυπάθειαν, | |
30 | ἐπί τινα λοφιὰν ἀντικρὺ τοῦ Θρᾳκικοῦ Βοσπόρου μετανα‐ στεύει οὐδὲν πλέον τῆς Ἡλιοῦ μηλωτῆς, τῆς ἀκτησίας φημί, πρὸς τὸν ὅμοιον ἐπιφερόμενος Κάρμηλον· ἀκτησίαν, τὴν ὄν‐ | |
τως τὸ πρῶτον τεκταινομένην εἰς ἀρετὴν καταγώγιον, ἣν ὁ | 147 | |
148 | κτησάμενος ἀφθαρτίζεται καὶ τὴν τῶν ἀγγέλων ἀσπάζεται δίαιταν. ταύτην οὖν συνέμπορον ὁ μεγαλέμπορος οὗτος κτη‐ σάμενος καὶ στέργων ἐκ πολλῶν, ἢ τῶν ἐκ Σουφεὶρ λίθων καὶ Σηρῶν νημάτων ἕτεροι, ἐπὶ τὸν, ὡς εἴρηται, νέον Κάρ‐ | |
5 | μηλον ἵετο· τραχύτητι μὲν καὶ δυσχωρίᾳ τὸ ἀκαλλὲς ἐνδει‐ κνύμενον, τῷ ἀνάντει δὲ τῆς ἀκρωρείας πολλὴν πρὸς καρ‐ πογονίαν ὑποφαίνοντα στείρωσιν, πολυδίψιόν τε καὶ ἄτεγκτον καὶ εἰ μὴ φορητόν, αὐτῆς τῆς ἐκ νεφῶν ἐπιρροῆς διὰ τὸ πρανὲς στερισκόμενον. | |
10 | Καὶ τί δεῖ τὸ ἀντιτυπὲς τοῦ χώρου καὶ πρὸς θέσεως εὐμοιρίαν ἀσύμφορον ἐπὶ πολὺ τῷ λόγῳ ἐνδαψιλεύεσθαι, ἐνὸν ἐκεῖσε γενόμενον τὸν βουλόμενον πρὸ τοῦ λόγου τὰ τοῦ τόπου γνωρίσαι καὶ τεκμήρασθαι, οἷος ἦν καὶ οἷος ἐκ τούτου γεγένηται; ὡς γὰρ διεφθορὸς καὶ ῥακῶδες ἱμάτιον | |
15 | ἀπεκδυσάμενος τὸ ἀγροικικὸν καὶ ἀνήμερον, καὶ τῷ γόνιμος χρηματίσαι τὸ ἄκαρπον διωσάμενος, τό τε διψαλέον τῇ ἄνω‐ θεν ἐπομβρίᾳ, διὰ σηράγγων ὑποτρεχόντων δεξαμενὰς ἐκ δεξαμενῶν ἀλληλούχῳ δαψιλείᾳ πιαινόμενος, τῆς Ἀλκινόου αὐλῆς καὶ τῆς χρυσῆς Ξέρξου πλατάνου τὸ τερπνὸν ὑπερ‐ | |
20 | ήλατο, ὁπόσον μυθικῶν πλασμάτων σεμνότερόν ἐστιν ἀλή‐ θεια. σηκοῖς τε μαρτύρων καθαγιασθεὶς τοῖς τούτων ἱεροῖς ἐντελῶς διαποικιλθεῖσιν ἀθλήμασι τὸν τοῦ θεοῦ, κατὰ τὸ λόγιον, ἐκμιμεῖται παράδεισον. τὸ γὰρ τῆς διαίτης διαρκὲς καὶ πρὸς οἴκησιν ἀμφιδέξιον τίς οὐκ ἂν καὶ πρὸ τῆς πεί‐ | |
25 | ρας ἀγάσαιτο; τοιγαροῦν σεμνεῖον ἱερῶν ἀνδρῶν τὸν χῶρον διώρισε πρὸς ἄληκτον ὑμνολογίαν τοῦ κρείττονος, μεθ’ ὧν καὶ αὐτὸς ἀδιαστάτως νύκτωρ τε καὶ μεθ’ ἡμέραν ταῖς εὐκτι‐ καῖς ἱερολογίαις ἐγκαρτερῶν καὶ τῷ ἀρίστῳ μέτρῳ τῆς ἐγκρα‐ τείας κατεντρυφῶν τῇ ἀναγνώσει τῶν θείων προσεῖχε καὶ | |
30 | τοῖς μαθήμασι, τράπεζαν μὲν Συρακουσίαν καὶ μέχρις αὐτῆς | 148 |
149 | ἀκοῆς εἰσδέξασθαι παραιτούμενος, τῇ δὲ συγκρατούσῃ πρὸς ζωὴν αὐταρκείᾳ τρεφόμενος. Ἀλλ’ ἐπειδὴ μαθημάτων ἐμνήσθην, οὐκ ἄχαρι οὔτε μὴν παρέλκον ἡγοῦμαι καὶ τῆς περὶ ταῦτα τοῦ ἀνδρὸς ἐπι‐ | |
5 | μνησθῆναι ἀκριβείας τε καὶ ἀκρότητος. πρὸς γὰρ τῇ τῶν θείων λογίων μελέτῃ καὶ τὴν τῆς θύραθεν 〈παιδείασ〉 εἰσ‐ εποιήσατο μέθεξιν· τῇ μὲν τὸ ἐν διδαχαῖς καταπλουτίσαι θέλων πειθήνιον, τῇ δὲ τὸ τῆς πλάνης διελέγχειν ἀπίθανον. ὡς γὰρ ἀρετὴ νόμου δικαίου τε καὶ ἀδίκου κατάληψιν ἐπ‐ | |
10 | αγγέλλεται, ἵνα τὴν ἀξίαν ἀντίδοσιν τοῖς ἐπαΐουσιν ὁπότερον ταλαντεύσειεν, οὕτω καὶ τὸ τῆς παιδεύσεως ἐντελὲς ἑκατέρας πρὸς διδασκαλίαν προσήκει φέρειν τὴν εἴδησιν. οὐχ ὅτι παράλληλα τίθεμεν ἄμφω, μὴ γένοιτο· οὐ γὰρ ἐφάμιλλος δεσποίνῃ θεράπαινα, οὐδὲ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παι‐ | |
15 | δίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας, ἵνα καὶ τῶν πρὸς Ἀβραὰμ λεχθέντων μνησθῶ. ὅσος γὰρ περί τε γραμματικὴν ἦν καὶ τὰ μέρη ταύτης καὶ ὄργανα, ὑφ’ ὧν τὸ τῆς γραφῆς ὀρθὸν, καὶ μὴ, διακρίνεται καὶ ἡ Ἑλληνὶς γλῶσσα εὐθύ‐ νεται καὶ ἡ τῶν μέτρων βάσις ῥυθμίζεται, καὶ αὐτοῖς γοῦν | |
20 | τοῖς καὶ μετρίως τῆς τέχνης ἐπῃσθημένοις καθέστηκε γνώ‐ ριμον. ὅσος τε περὶ τὴν τῶν ῥητόρων ἐφάνη πολύφθογγον φόρμιγγα ἡδυεπὴς καὶ μειλίχιος οὐ χαλεπὸν συνιδεῖν· τὸ γὰρ κατεγλωττισμένον ταύτης καὶ λάλον, καὶ ὅσον πρὸς σο‐ φιστικὴν ἀπονεύει εἰκαιομυθίαν τε καὶ φληναφίαν παρωσά‐ | |
25 | μενος, δι’ εὐκρινείας τε καὶ καθαρότητος τὸ τῆς συνθήκης ἡδὺ καὶ χαρίεν ἐπετήδευε. Περί τε τὴν τῆς μαθηματικῆς τετρακτύος ἀνάληψιν, ἥτις ἐκ πεπερασμένων συνεχῶν καὶ πεπερασμένων διωρισμέ‐ νων τὴν σύστασιν εἴληφεν (ἢ γὰρ κινεῖται καὶ ποιεῖ τὴν | |
30 | ἀστρονομίαν· ἢ ἀκίνητός ἐστι καὶ ποιεῖ τὴν γεωμετρίαν· ἢ | 149 |
150 | πάλιν ἐν σχέσει τυγχάνει καὶ ποιεῖ τὴν μουσικήν· ἢ ἄσχετός ἐστι καὶ ποιεῖ τὴν ἀριθμητικήν), ἐπὶ τοσοῦτον οὗτος δι’ ἐπιμελείας ἀφίκετο, ὡς ἀντὶ πάντων ἕν, καὶ ἀντὶ ἑνὸς ἅπαντα ἐξασκήσας ἐν πᾶσι τὸ πρωτεῖον πορίσασθαι. μουσικὴν δὲ | |
5 | ἡρμόσατο λύραν οὐχ οἵαν Πυθαγόρας ὁ Σάμιος, οὐχ οἵαν ὁ ἀπατηλὸς Ἀριστόξενος, μᾶλλον δὲ τὴν ἑκατονκαιπεντη‐ κοντάχορδον· καὶ ταύτην κρούων ἀεὶ τῶν ὑπηκόων ποτὲ Σαοὺλ τὴν νόσον ἀπήλασε, καὶ τὸν ὠμότατον τύραννον τῷ τῆς κακοδοξίας καταγχόμενον πνεύματι καὶ ἀμεταμέλητα κατὰ | |
10 | τῆς Χριστοῦ οἰκονομίας ἐμπαροινήσαντα, ᾠκειώσατο μέν, τῆς δὲ τούτου λύμης τὸ ποίμνιον διεσώσατο. Ταύταις ταῖς τέσσαρσι θεραπαινίσι τῆς ὄντως ἐπιστή‐ μης προσομιλήσας σαφέστατα, ἐπὶ τὴν τούτων δέσποιναν, τὴν φιλοσοφίαν φημί, καὶ τὰ ταύτης ἐξ ἑτοίμου ἐβάδισεν | |
15 | ἀπλανῶς θεωρήματα. τίνες γὰρ ὅροι ταύτης καὶ πόσοι ἐπι‐ εικῶς ἠκριβώσατο, καὶ τίς ἰδιότης αὐτῶν, ποῖος ὑπόκειται, καὶ τί τὸ κατηγορούμενον, καὶ τοῦτο ἄρα κατὰ παντός, ἢ οὐδενός, ἢ ἐν ὅλῳ, καὶ τὰ ὅμοια. τί ποτε δὲ τὰ στοιχεῖα θέλει δηλοῦν παρ’ αὐτοῖς, καὶ εἰ τῶν φυσικῶν ἢ γεωμε‐ | |
20 | τρικῶν ταῦτα μόνων ὁμώνυμα· προτάσεις δὲ πόσαι, καὶ πῶς ἀντιστρέφουσι· τίς ἀντιφάσεως δύναμις· τὰ προσκατηγορού‐ μενα δὲ ποῖα, προσδιορισμοὶ δὲ τίνες, καὶ τίσιν ἀναλογεῖ τὸ κατ’ ἐκείνους ἀόριστον, τρόποι δὲ πόσοι τῶν συλλογι‐ σμῶν· ὁποῖα καὶ πόσα τὰ σχήματα· ποῖος ὑποθετικὸς, ποῖος | |
25 | δὲ κατηγορικὸς, καὶ τί διαφέρουσι· καὶ εἰ πάντας ἡ εἰς ἀδύνατον ἀπαγωγὴ βεβαιοῖ· ὅπως δὲ καὶ ποσάκις ταῦτα κεράννυται, πῶς συμπεραίνεται καὶ ἀναλύεται· τίς παραλο‐ γισμοῦ σύνθεσις, τίς σοφιστικὸς καὶ πῶς ψευδής τε ἅμα καὶ πιθανός· καὶ οἷος ὁ μονολήμματος· ὁ λεκτικὸς δὲ ὅπως | |
30 | ἐνδεχόμενος συνάγει τὰ ἔνδοξα, καὶ τίς ἡ τούτων ἐπαγωγή· | |
ποίαν ἀνάγκην ἔσχεν ὁ ἀποδεικτικὸς ἐκ τῶν χειρόνων θη‐ | 150 | |
151 | ρεύειν ἀλήθειαν· τὰ προβλήματα δὲ τούτων ὁποῖα, τὰ ἀξι‐ ώματα, τὰ ὡς ἐν ἀξιώμασιν· ὕλην δὲ τίνα λαμβάνουσι, μίξεις τε καὶ συμπλοκάς· τίνες τε πρῶται τῶν φυσικῶν ἀρχαὶ καὶ πῶς ἀναπόδεικτοι· τίς ἡ στάσις, ἡ ταυτότης δὲ ποσαχῶς, | |
5 | ἑτερότης δὲ ποῦ, καὶ πρὸς τί καὶ πῶς καὶ πότε· συνεχὴς δὲ ἆρα τῶν ἀρχῶν ἡ πρόοδος, καὶ πρὸς τὸ συνεχὲς οὐχ ὁρίζεται· τίς ὁ κινήσας ποιὸν ὀργανικὸν, τί τὸ γόνιμον, τὸ προοδεῦσαν, καὶ ποιὸν ἐκπυρηνισθὲν, καὶ διὰ τίνος, καὶ περὶ τί συννεύει κατὰ αἵρεσιν, κατὰ βίαν δὲ ἆρα· τί τὸ | |
10 | συγκρατοῦν τὰς ποιότητας· ἐκ ποίας δὲ ταῦτά φασιν ἐκεῖνοι στερήσεως, καὶ εἰ ἐκ τοῦ μηδαμῆ μηδαμῶς· καὶ ὅπως εἰς γένεσιν καὶ οὐσίωσιν ἐξ ἐναντίων ἐλαύνεται, ὅπως δὲ πάλιν τοῖς ἐναντίοις ἀφανίζεται καὶ συμφθείρεται. Ταῦτα καὶ τὰ τοιαῦτα προσοχῇ νοὸς καὶ νήψει τελείᾳ | |
15 | κατὰ τὸ δυνατὸν ἐξετάσας, καὶ τῆς τούτων ὠφελείας ἄκρῳ δακτύλῳ γευσάμενος ἐφιλοσόφει σιγὴν πολυΰμνητον, καὶ πρὸς οὐρανὸν ὑψοῦσαν ταπείνωσιν ἐπεδείκνυτο. τελεία γὰρ γνῶ‐ σις ἀνδρός, τὸ τὴν τελείαν κατάληψιν εὐχαρίστως ἀποδιδό‐ ναι τῷ κρείττονι, καὶ γινώσκειν, ὅτι μὴ τὰ ὄντα, ὡς αὐτὰ | |
20 | κατ’ οὐσίαν ἐστὶ, κατείληφεν. οὕτω φύσεως δυνάμει καὶ γνώμης βουλήσει καὶ χάριτος ἐπινεύσει θείας ἐν περιλήψει τῶν μαθημάτων γενόμενος πρὸς ἐπίβασιν τῶν θείων ἀρε‐ τῶν οὐχ ἧττον ἠπείγετο. οὐ γὰρ ἔκρινε τὸ ἐν ἐκείνοις εὐ‐ δόκιμον πρὸς ἀρετὴν αὐτῷ γενέσθαι ἐμπόδιον· ἀλλ’ ὁδῷ | |
25 | καταλλήλῳ καὶ τάξει χρησάμενος ταῖς ἐπ’ ἄμφω προκοπαῖς ἐπεκτείνετο, καὶ πρὸς τὴν ἑκατέρας ἔφθασε τελειότητα. Σωφροσύνην μὲν τὴν τῆς φύσεως ἀντίφυτον δι’ ὀλι‐ γαρκείας καὶ ἐγκρατείας σύνοικον ποιησάμενος καὶ τὰ τῶν ἐπ’ ὀμφαλοῦ γαστρὸς ἐπιτιθεμένων ἀκαθέκτων παθῶν ἀπο‐ | |
30 | λεπτύνων οἰδήματα, ἀοργησίαν δὲ τῇ ἐμφύτῳ πραότητι προσ‐ | |
κτησάμενος καὶ ὅλον ἑαυτὸν ἐμπαρέχων τοῖς πᾶσι μειλίχιον, | 151 | |
152 | τὸ τῆς ὀργῆς εἰδεχθὲς ἀπερράπιζε πρόσωπον. ὁ γὰρ θυμὸς οὐ κατὰ τὴν τοῦ ὄφεως ὁμοιότητα προσῆν αὐτῷ, κατὰ μό‐ νου δὲ τοῦ τὴν πτῶσιν ἡμῖν προξενίσαντος δράκοντος ἐπε‐ τείνετο. ἀφιλαργυρίαν δέ, τὴν πρὸς ἀϋλίαν τὸν ἄνθρωπον | |
5 | ἐπαλείφουσαν, οὐκ ἐν πίθῳ κατὰ τὸν Κυνικὸν ἐκεῖνον φιλό‐ σοφον ἐθησαύριζεν· τῇ δὲ πρὸς τοὺς πένητας ἀεννάῳ χορη‐ γίᾳ διὰ παντὸς πλατυνόμενος χρημάτων κατεφρόνει καὶ τὴν πρὸς αὐτὰ φέρουσαν ὁδὸν ἐξετρέπετο. τὸ γὰρ μή τι ποιεῖν κατ’ ἐπίδειξιν εὐκαίρως φιλοσοφήσας καὶ τὸ συνειδὸς | |
10 | ἀθόλωτον ἐν τούτῳ κτησάμενος, οὐ μόνον τὴν δεξιὰν πρὸς ἐλεημοσύνην καθώπλιζεν, ἀλλὰ καὶ τὴν ταύτης γνῶσιν τῇ ἀριστερᾷ προσεθάρρησεν, ὡς εἰς παντελῆ ἀπάθειαν τοῦ ἀκο‐ ρέστου τοῦδε φθάσαι νοσήματος. Ὅθεν καὶ τοῦ μεγίστου πτωχείου τῶν κατὰ τὴν βασι‐ | |
15 | λίδα ἐπιτροπεύειν προτροπῇ βιαίᾳ τῶν κρατούντων ἡ χάρις ἠξίωσε, προευτρεπίζουσα τούτῳ, καί, ὡς ἔπος εἰπεῖν, ἐγχει‐ ρίζουσα τῇ μερικῇ διεξαγωγῇ τὴν τῆς καθολικῆς ἐκκλησίας κυβέρνησιν. ἀλλὰ μὲν ταῦτα καὶ περὶ τούτων καθιστορούν‐ των ἕτεροι, οἷς ἐν ἔρωτι καὶ πόθῳ τὰ ἐκείνου μελίττης δί‐ | |
20 | κην ὡς ἐκ πολυανθοῦς ῥοδωνιᾶς ἐρανίζεσθαι προτερήματα, καὶ πρὸς κηρίου γλυκύτητα, ζήλου φημὶ θείου, τὴν τούτων λογικῶς ἀποθησαυρίζειν ποιότητα. οἶμαι γὰρ ὡς οὐκ ἀπο‐ ρήσει τις τῶν εἰς τοῦτο φερόντων, πολλῶν ὄντων καὶ με‐ γάλων καὶ μὴ ἐώντων ἕτερον ἑτέρου προληφθῆναι διὰ τὸ | |
25 | πάντα εἰσφέρεσθαι τὸ ἀκρότατον. ἡμεῖς δὲ τὸ τοῦ λόγου προσκορὲς οἷα δὴ τὸν ἀκροατὴν πρὸς ἀηδίαν ἕλκον ἀφιέμε‐ νοι, πρὸς τὰ ἑξῆς, ἢν διδῷ θεός, βαδιούμεθα. Ἄρτι μὲν Ταράσιος ὁ τῆς ἐκκλησίας φωσφόρος ἀκοί‐ μητος, ὁ τὴν ὁλκάδα καλῶς πηδαλιουχήσας τῆς πίστεως καὶ | |
30 | ὑπερτέραν δείξας τοῦ τῆς αἱρέσεως κλύδωνος, καὶ τοῖς τῆς | |
ὀρθοδοξίας ἀγωγίμοις βριθομένην ἐλλιμενίσας ὡς ἄριστα, ἐκ | 152 | |
153 | τῶν ἐπικήρων πρὸς τὴν ἀμείνω λῆξιν ἀπάρας, προσετέθη τοῖς πατράσιν ὁ πατήρ, τοῖς πατριάρχαις ὁ ὑπὲρ ἀληθείας τὴν πατριαρχίαν δεξάμενος, τοῖς ὁσίοις ὁ τὸ ὅσιον διὰ βίου ὁσίως δεξιωσάμενος, τοῖς ἀληθέσι ποιμέσιν ὁ τὸν ἀρχιποί‐ | |
5 | μενα Χριστὸν μιμησάμενος καὶ κατ’ ὄνομα καλῶν καὶ γινώ‐ σκων τὰ πρόβατα καὶ τῇ τῶν λόγων βακτηρίᾳ τοὺς λύκους ἀποσοβῶν καὶ πρὸς τὰς ἐπαύλεις τῆς ὀρθῆς ὁμολογίας εἰσ‐ ελαύνων καὶ πίστεως. οὗτος οὖν ἐκεῖνος ὁ αἰθέριος ἄνθρω‐ πος, ὁ ἐν γῇ βιοὺς καὶ ἀγγέλων ἁμιλληθεὶς ὅση δύναμις, | |
10 | σὺν τῇ ἀλήπτῳ ψυχῇ καὶ τὰς τῆς ἱερατείας ἡνίας χειρὶ θεοῦ παραθέμενος, ἐλιπάρει διὰ καθαρᾶς, ὡς ἐγῷμαι, τὸ θεῖον ἐντεύξεως, τὸν ἄξιον τῆς ἀρχιερωσύνης ἡγήσασθαι, καὶ τῆς πλησίον Χριστοῦ ἐκκλησίας περιλάλητον ἀναδειχθή‐ σεσθαι κήρυκα. πόνοις γὰρ πολλοῖς καὶ ἱδρῶσι τὴν ἐν | |
15 | αὐτῇ φυεῖσαν τῆς αἱρέσεως ἄκανθαν προθέλυμνον ἐκτεμὼν καὶ τὰ ἐν μέσῳ σκῶλα καὶ σκάνδαλα τῇ χειραγωγίᾳ τοῦ πνεύματος ὑφελόμενος καὶ τῷ λογικῷ ἀρότρῳ νεώσας τὴν τῆς πίστεως ἄρουραν, καὶ σπείρας οὐκ ἐφ’ ὁδοῦ καὶ πέτρας καὶ ἀκανθῶν τὰ τῆς Χριστοῦ οἰκονομίας θεοπαράδοτα σύμ‐ | |
20 | βολα, ἀλλ’ ἐπὶ γῆν ἀγαθήν τε καὶ γόνιμον, καί, οἵαν τὰ λόγιά φασιν, ἑκατοστεύουσαν, τὸν ἀντιληψόμενον τῇ αὐτοῦ γεωρ‐ γίᾳ καὶ μετὰ τελευτὴν ἰδεῖν ἐπόθει καὶ ἔστεργεν. καὶ οὐκ ἐψεύσθη γε τῆς αἰτήσεως· ὁ γὰρ τοῖς ζητοῦσιν ἀεὶ θεὸς εὑρισκόμενος, καὶ τοῖς κρούουσι θύραν ἀνοίγων, καὶ τὰς | |
25 | ἀληθεῖς αἰτήσεις ἀποπεραίνων δακτύλῳ θείῳ καὶ πνεύματι τὸν τῆς ἱερᾶς χρίσεως ἄξιον Νικηφόρον τρανῶς ὑπεδείκνυε, καὶ τῷ τότε κρατοῦντι ὁμωνύμῳ βασιλεῖ τὰ περὶ τὴν ἀληθῆ πίστιν τελείῳ τυγχάνοντι λευκότερον ὑπεμήνυεν. Ὅς (καὶ γὰρ ἦν ἀγχινούστατος εἰ καί τις ἄλλος) δι’ | |
30 | ἐρεύνης εἶχε πολλῆς ἐγκαθιδρῦσαι τῇ ἀνάνδρῳ νυμφίον τε | |
καὶ προμνήστορα ἱκανῶς ἔχοντα τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ | 153 | |
154 | λόγου ἀνθέξεσθαι καὶ βαδιεῖσθαι κατ’ ἴχνος τοῦ προποιμά‐ ναντος λογικώτατα. διὸ καὶ πᾶσιν ἀνεκοινοῦτο ἱερεῦσί τε καὶ μονάζουσι καὶ τῆς συγκλήτου βουλῆς ὅσον ἔγκριτον καὶ προὖχον ἠπίστατο, ὡς ἂν τῇ τῶν πλειόνων ἐκλογῇ δι‐ | |
5 | καιοτάτῃ οὔσῃ, καὶ τῇ τοῦ θείου πνεύματος ἐπινεύσει τὸ βέβαιον λαμβανούσῃ καὶ ἡ αὐτοῦ ἐφέψοιτο βούλησις. οἱ δὲ (καὶ γὰρ ἀνθρώπους ὄντας διαδρᾶναι τὸ πρὸς χάριν ἀδύνατον) τῇ ἀπ’ ἀλλήλων διαστάσει τὸ ὁμόγνωμον διαλύ‐ σαντες ἄλλος ἄλλον ἐψηφολόγει καὶ εἷλκεν, οὐχ ὃν ἡ τῆς ἄνω | |
10 | ῥοπῆς ὑπέγραφε πρόγνωσις, τὸ ἑκάστου δὲ θέλειν ἀνετυ‐ ποῦτο καὶ ἔπειθεν. τῷ δὲ βασιλεῖ τὸ τοῦ νοῦ δραστήριον Νικη‐ φόρον ὑπεζωγράφει ποιμνίαρχον, καὶ πρὸς ἐκεῖνον ὁρᾶν πάντας συνήλαυνεν, ὑπομιμνήσκων τῶν ἀρετῶν τοῦ ἀνδρὸς τὰ αὐχήματα, τὸ ἐν λόγοις, τοῖς τε πνευματικοῖς καὶ τοῖς | |
15 | θύραθεν, καίριον, τὸ ἐν ἤθει ταπεινὸν καὶ μειλίχιον, τὸ ἐν συνειδήσει πρὸς πάντας εἰλικρινὲς καὶ ἀπρόσκοπον. καὶ ἁπαξ‐ απλῶς, οἷα νιφάδι τῷ συνεχεῖ τῶν βασιλικῶν ἐκείνων λο‐ γίων τὰς πάντων ἀκοὰς κατακλύσας, μηδεμιᾶς ὑπούσης βίας, εἰς μίαν ψῆφον ὡς εἰς σαγήνην τοὺς πάντας ἐζώγρησεν· ἐξ | |
20 | ἐκείνου τε γὰρ ἐν παντὶ χείλει καὶ γλώσσῃ πάσῃ Νικηφό‐ ρος πατριάρχης ἀνηγορεύετο. Στέλλει γοῦν βασιλεὺς ὡς αὐτὸν ἄνδρας ἀπαγγελοῦν‐ τας, παντὸς ὄκνου καὶ πάσης ἄτερ ἀναβολῆς τὴν ἑαυτοῦ παρουσίαν τῇ βασιλίδι χαρίσασθαι. ὁ δὲ τὴν ἐπαινουμένην | |
25 | ὑπακοὴν μᾶλλον τῆς ἐπιψόγου παρακοῆς ἀνθελόμενος, καὶ οὐχ ἑκὼν τοῖς ἄγειν ἐθέλουσιν εἵπετο. καὶ ἐπεὶ τῷ αὐτο‐ κράτορι τὸ ζητούμενον ἤνυστο καὶ κατ’ ὄψιν εἶχεν ὁρᾷν τὸ ποθούμενον, ταῦτα πρὸς αὐτὸν διειλέχθαι λέγεται· ἐμοὶ μέν, ὦ ἄνερ θεῷ μεμελετημένε, εἴπερ ἦν τῶν θείων κατολιγωρεῖν | |
30 | προστάξεων καὶ ἀμελείᾳ τῆς τούτων ἐργασίας ἐπιλελῆσθαι, ἦν ἄρα τις πρανής τε καὶ πλατεῖα ὁδὸς, δι’ ἧς καὶ τὸν τυχόντα καὶ ἄξιον μηδὲν προεισενεγκόντα τοῦ βήματος πλὴν | |
τοῦ βούλεσθαι, ἀρχιερέα τῇ βασιλίδι προστήσασθαι. ἀλλ’ | 154 | |
155 | ἐπειδὴ παρὰ τῆς θείας γραφῆς νενουθέτημαι, οἷον εἶναι δεῖ τὸν ἱερᾶσθαι μέλλοντα καὶ ἄλλους εἰς τοῦτο προάγειν ὀφεί‐ λοντα, ὅτι ὑψηλὸν ἀρετῇ καὶ ἀνέπαφον χείλεσι, γνῶσιν φυ‐ λάσσοντα καὶ νόμον ἐκζητούμενον ἐν στόματι φέροντα καὶ | |
5 | διὰ τοῦτο χρηματίζοντα κυρίου παντοκράτορος ἄγγελον, δέδια μὴ τὸ ἱερὸν ἐκεῖνο παραβλέψας νουθέτημα ἀμελείας ὑποίσω δίκην, καὶ τὴν ἀπειλουμένην ἀρὰν εἰς ἐμαυτὸν ἐκκαλέσωμαι. νῦν οὖν θεοῦ τὴν ἱερωσύνην καὶ τὰς ἡνίας τοῦ οὐρανίου τούτου διαύλου ὑμῖν ἐγχειρίζοντος, μὴ ἀπαναίνεσθαι τὴν | |
10 | κλῆσιν, ἀλλ’ ὑποδύντα τὸν θεῖον ἀγῶνα πρὸς τὸ κοινῇ λυσι‐ τελοῦν ἀφορᾷν. ἴσμεν γὰρ ὡς κατὰ τὸν σὸν καὶ κοινὸν καθ‐ ηγεμόνα Παῦλον, μὴ πρὸς ἀέρα τὴν πυκτικὴν ἐπιδείξασθαι, μηδὲ δραμεῖσθαι ὑμᾶς τεθαρρήκαμεν ἀκατάληπτα· διὰ δὲ τῆς προανυσθείσης δουλαγωγίας τοῦ σώματος πρὸς τὸ τοῖς | |
15 | ἄλλοις κηρύξαι καὶ τὸ ὑμέτερον δόκιμον ὑπὲρ χρυσίον ἐκλάμ‐ ψειεν. μὴ δὴ μόνοι σωθῆναι τὴν ἱκετείαν πρὸς τὸ θεῖον ποιεῖσθαι βιάζεσθε, μηδὲ τῷ μονοτρόπῳ τοῦ βίου τὸ καθ’ ἑαυτοὺς ζητεῖν, ἀλλὰ τὸ πάντας τῆς σωτηρίας τυχεῖν ἐπι‐ σπεύδοιτε. νύμφην ὡραιοτάτην τὴν ἐκκλησίαν ἡγεῖσθαι ἁρμό‐ | |
20 | διον τῷ μαργαρίτῃ μὲν τῶν ὀρθῶν καὶ ἀθολώτων δογμάτων τὸ εὐήκοον οὖς περισφίγγουσαν, τῷ στεφάνῳ δὲ τῶν χαρί‐ των ὡς ὑπερτίμοις λίθοις τοῖς πατρικοῖς λογίοις καταυγα‐ ζομένῳ τὴν κορυφὴν περιστέλλουσαν, κόσμον δὲ τὸν ἐν στέρνοις ἅτε μηνίσκῳ παγχρύσῳ τῷ ἑπταρίθμῳ τῶν θεο‐ | |
25 | πνεύστων συνόδων ὅρῳ τῷ ἑαυτῆς αὐχένι μυστικῶς ἀναρ‐ τήσασαν, ἔσωθέν τε τὴν δόξαν πᾶσαν περιβεβλημένην καὶ εὐαγγελικῶς πεποικιλμένην τοῖς ἱεροῖς καὶ σεμνοῖς ἐκτυπώ‐ μασι. μὴ πορνικός τις τὸν τρόπον ταύτην μνηστεύσηται, αἱρετικῆς ἐν αὐτῇ γονῆς ἐπισπείρων ζιζάνια καὶ τὸ κάλλος | |
30 | τῶν αὐτῆς γνησίων καὶ τέκνων νοθεύσειεν, μηδὲ τῷ ἡμέρῳ | |
κωδίῳ τὴν ὑγιᾶ πίστιν ὑποκρινόμενος, τὸν ἔνδοθεν λύκον | 155 | |
156 | τῆς ἀπιστίας γυμνώσειεν καὶ πρὸς ὄρη καὶ τόπους, οὓς οὐκ ἐπισκοπεῖ κύριος, τὴν ποίμνην ἐξώσειεν. ἔχων οὖν τὸν τοῦ θεοῦ ἀμνὸν Χριστὸν τὸν ἀληθινὸν θεὸν ἡμῶν πρὸς ποιμαν‐ τικὴν ἐπιστήμην συνέριθον, καὶ βακτηρίαν τὸν αὐτοῦ σταυ‐ | |
5 | ρὸν πρὸς ὀρθοτομίαν τὴν ποίμνην ἐρείδουσαν, μὴ ἀποτρέπου τὴν κλῆσιν μηδὲ τὸν ἱκέσιον ἡμῶν λόγον ἐλέγξῃς, μή σοι πρὸς θεὸν μήνιμα γένηται. Ὁ δὲ ταῖς βασιλέως ὑποθήκαις, οἷα βολίσιν ἐκ καρ‐ δίας πεμφθείσαις τυπεὶς τὴν διάνοιαν ἔφη· ἀλλ’ ἐμοί, φησίν, | |
10 | ὦ βασιλεῦ, ποίμνης ἐπιστατεῖν λογικῆς ἐκεῖνος ἄξιος κατα‐ φαίνεται, ᾧ μηδὲν τῇ γῇ καὶ αὐτῷ προσῳκείωται, αὐτῶν δὲ τῶν οὐρανίων ἁψίδων μηδεμιᾶς καταπτώσης σαρκικῆς ὕλης πόθος ἀπλανὴς ἐντέτηκεν ἐπιλήψεσθαι, ὃς μὴ ταῖς προφητικῶς ἀπειλουμέναις ἀραῖς κατὰ τῶν ποιμένων ἐδείχθη | |
15 | ὑπεύθυνος, ὃς τῇ τοῦ ἀρχιποίμενος καὶ μόνου ἀρχιερέως Χριστοῦ μιμήσει ὑπὲρ τῆς ποίμνης τὴν ἑαυτοῦ ψυχὴν προ‐ ήσεσθαι πρόθυμος, ὃς μὴ πρὸς τὸ θύειν καὶ ἀπολλύειν κλο‐ πιμαίοις διδασκαλίαις διὰ τῆς παραθύρου τῇ μάνδρᾳ τῆς ἐκκλησίας ἐπέρχεται, πρὸς τὸ ζωοῦν δὲ καὶ σώζειν καὶ ἐν | |
20 | τοῖς τῆς πίστεως σηκοῖς ἐγκισσᾷν τὰ θρέμματα μεμελέτηκεν, ὃς πρὸς πᾶν ἦθός τε καὶ βῆμα καὶ βλέμμα καὶ ἐπιτήδευμα τῶν ποιμαινομένων μερίζεται καὶ πρὸς τὴν ἑκάστου θερα‐ πείαν ποιμαντικαῖς φροντίσι ποικίλλεται, τῇ μὲν βακτηρίᾳ τὸ πλεῖον διδοὺς ἐπαναγούσῃ καὶ ὑπερειδούσῃ τοῦ πτώμα‐ | |
25 | τος, ὀλίγα δὲ τῇ ῥάβδῳ προσχρώμενος ἀπλήγως πληττούσῃ καὶ πάσης ἀντιπαθείας τηρούσῃ τὸν νοῦν ἀπαράτρωτον. πρὸς τοῦτον ἀπαράσκευος τυγχάνων ἐγὼ τὸν πόλεμον, ἐμαυτὸν καθεῖναι οὐ βούλομαι πρὸς ἀοράτους καὶ ἀδιαλλάκτους καὶ ἀδιαλείπτως παρατεταγμένους ὁπλίτας. σὰρξ ὑπάρχων ὅπλα | |
30 | πνευματικὰ κινεῖν οὐχ ἱκανῶμαι, ὧν, εἰ καὶ πάντοθεν ἑαυ‐ τόν τις ὅση δύναμις ἀσφαλίσαιτο, τὴν ἔφοδον λαθεῖν οὐ | |
δυνήσεται. | 156 | |
157 | Ὁ δὲ δὴ βασιλεὺς πρὸς αὐτὸν ὑποβλήδην ἠμείβετο· μηδείς σοι πρὸς ἀφηνιασμὸν τῆς ἱερᾶς Χριστοῦ ζεύγλης ἀντι‐ λογίας ἔστω λόγος ἢ πρόφασις· αὐτὸς γάρ, ὡς ἔφθην εἰπών, ὁ λόγος ἐπαμύνων συμποιμανεῖ καὶ συμπροθυμηθήσεται, καὶ | |
5 | πᾶσαν ὑμῖν πρὸς τὰ δοκοῦντα τέως δυσχερῆ παρέξει εὐμά‐ ρειαν. πείθεται τούτοις ὁ πᾶσιν ἀεὶ τοῖς θείοις πειθαρχή‐ σας οὐχ ἥκιστα, καὶ τὸ μὲν σχῆμα τοῦ λαϊκοῦ πρὸς τὴν τοῦ μονήρους μεταμεῖψαι ἀγγελοειδῆ πολιτείαν τὸν βασιλέα εὐθὺς παρῃτήσατο, τῇ ἀκριβείᾳ τὴν ἀκρίβειαν καὶ τοῖς καλῶς προ‐ | |
10 | διανυσθεῖσι πόνοις ἐπιπονωτέραν προστιθεὶς τελειότητα. ὁ δὲ καὶ κατένευσε καὶ τὰ τῆς ἱερᾶς ἐκείνης κεφαλῆς ἀποκάρ‐ ματα ταῖς τοῦ υἱοῦ καὶ συμβασιλέως χερσὶν, ὡς τῆς περι‐ κειμένης αὐτοῖς ἁλουργίδος σεμνολογήματα, ὑποδεχθῆναι σο‐ φῶς ἐδικαίωσεν· ἔδει γὰρ τὴν ἐξ ἀκρότητος τῶν θείων ἀρετῶν | |
15 | τραφεῖσαν κόμην ταῖς πρώταις τῶν ἀξίων δορυφορεῖσθαι ἀκρότησι καὶ τῷ πρὸς ἀρχιερατικὴν ἐπανιέναι μέλλοντι δό‐ ξαν τῇ ὑπερανεστηκυίᾳ δόξῃ λαμπρύνεσθαι. τῆς οὖν θείας ἐπ’ αὐτῷ τελετῆς τοῦ μοναχοῦ προβάσης κατὰ τὸν ἱεροτελε‐ στὴν καὶ σοφὸν Διονύσιον, καὶ τῆς ἱερατικῆς κατὰ βαθμὸν | |
20 | καὶ τάξιν προελθούσης κατὰ τὸν ἱερὸν θεσμὸν τελειώσεως, τούτοις ἤδη καὶ ἡ τῆς ἀρχιερατικῆς ἁγιαστείας ἐπηκολούθησε διακόσμησις· πηνίκα δὲ καὶ πῶς, λέξων ἔρχομαι. Ἡνίκα γὰρ βασιλεύς τε καὶ ἡ περὶ τὰ βασίλεια σύγκλη‐ τος ἐν τῷ μεγίστῳ νεῲ παρῆν τὰ τῆς φρικτῆς ἀναστάσεως | |
25 | ἐπιτελέσοντες ὄργια, ἡνίκα τὸν ἱερὸν χῶρον ἐκεῖνον ἡ χρυ‐ σήλιος φωτοχυσία δαψιλῶς σελαγίζουσα τῆς ἐλπιζομένης ἀδια‐ δόχου λαμπρότητος τὰς μαρμαρυγὰς ὑπεκήρυττεν, ἡνίκα πᾶς ὁ τῆς ἐκκλησίας λευχειμονῶν συνέρρεεν ὅμιλος· τότε δὴ τότε τὸν τῆς πίστεως ὑπ’ αὐτοῦ προταγέντα καὶ διομολογηθέντα καρ‐ | |
30 | δίᾳ καὶ στόματι, εἶτά τε καὶ τῷ κατ’ αὐτὸν κλήρῳ προσφωνη‐ | |
θέντα θεῖον τόμον χερσὶν ἐπειλημμένος ἐπὶ τὴν θείαν χειρο‐ | 157 | |
158 | θεσίαν ἵετο· τοῦτον ἀπαρέγγραπτον ἐπιβοώμενος μάρτυρα, εἰ παρατρώσαι τι τῶν ἐν αὐτῷ σεσημασμένων, ἀλλὰ μετὰ ταύ‐ της τῆς ἀληθινῆς καὶ εἰλικρινοῦς λατρείας ἐν τῇ φοβερᾷ καὶ ἐνδόξῳ ἐλεύσει τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν | |
5 | παραστῆναι· ὃν καὶ μετὰ τὴν τελεσιουργὸν ἐπ’ αὐτῷ μυστ‐ αγωγίαν ἔνερθε τῆς ἱερᾶς τραπέζης ἀπεθησαύρισε καθαγια‐ σθησόμενον καὶ παρὰ θεῷ τὸ βέβαιον εἰς ἀποδοχὴν κληρω‐ σόμενον. τῆς οὖν ἱερᾶς τελετῆς ἐπιπνοίᾳ θείᾳ τὴν περαίωσιν εἰληφυίας, ὁ λαὸς τήν, “ἄξιος ἐπὶ τῷ ἀξίῳ”, κατ’ ἀξίαν | |
10 | φωνὴν τρισσῶς ὑπεκρίνατο. ἔνθεν ἐπὶ τὴν ἱερὰν τοῦ θρόνου περιωπὴν, ὡς ἐπί τινα σκοπιὰν ὑπερτάτην, ἣν καὶ θείαν φυλακὴν ὁ θαυμάσιος Ἀμβακοὺμ νοερῶς ὑπεμήνυεν, ἀνα‐ βὰς καὶ τῷ λαῷ παντὶ τὸ τῆς εἰρήνης ἐπιφθεγξάμενος ἀγα‐ θὸν καὶ ἀντιλαβὼν ἐπὶ τὰ ἑξῆς τῆς θείας ἱεροθυσίας αὐτουργὸς | |
15 | αὐτὸς ἀπεδείκνυτο. Οὕτω θεός, ὁ τοῖς ταπεινοῖς ἐπιμετρῶν χάριν, ὡς ἐρα‐ στῇ καὶ αὐτῷ πνευματικῆς ἀναβάσεως τῶν τῆς ἐκκλησίας ὑψέων ἐπιλαβέσθαι οὐχ ἥκιστα κέκρικεν, ὧν κρατήσας καὶ ἀξίως τοῦ εὐαγγελίου ἐποικοδομεῖν αὐτοῖς ἐναρξάμενος, τῇ | |
20 | τῆς πίστεως κρηπίδι τὸ ἀσφαλὲς διετήρησεν. ἐν ἀστασιάστῳ γὰρ τὴν ἐκκλησίαν εὑρὼν καταστήματι ἐκ τοῦ προκαταλεαν‐ θῆναι τὰ τῆς αἱρέσεως σκώμματα ὑπὸ τῆς, ὡς εἴρηται, πα‐ τρικῆς ὁμηγύρεως, ἐν ἀκυμάντῳ λοιπὸν γαλήνῃ καὶ αὐτὸς τὸ τῆς ἐκκλησίας διέφερεν πέλαγος, μηδεμίαν κατ’ αὐτῆς | |
25 | αἱρετικὴν ἀντίπνοιαν ὑφορώμενος. ὅθεν ἐφ’ ἑτέραν ὁδὸν αὐ‐ τὸν ὁ ζῆλος ἐκίνει κατὰ τῶν ἀπίστων τραπέσθαι καὶ ἀλλο‐ κότων αἱρέσεων ἄρτι τότε τῆς ἑαυτῶν ἐμβροντησίας ἀπηρυ‐ θριασμένως τὰ πλήρη μύσους ἐπιτελούντων μυστήρια, Ἰου‐ δαίους τέ φημι καὶ Φρύγας, καὶ τοὺς ἐκ τῆς τοῦ Μάνεντος | |
30 | τερθρείας τὸν τῆς ἀπιστίας κυκεῶνα προπίνοντας. διεξοδι‐ κώτερον τοιγαροῦν τὰ τῆς αὐτῶν ἀτόπου θρησκείας δι’ ἐγ‐ γράφου τόμου τῷ βασιλεῖ γνώριμα καταστήσας καὶ ὡς τῷ | |
κοινῷ παντὶ γαγγραίνης δίκην λώβην παρέξοντα, εἰ ἐπὶ πλεῖον | 158 | |
159 | συγχωρηθεῖεν πράττειν, ἃ βούλοιντο, δι’ ἐντεύξεως ἐνδειξά‐ μενος, βάλλει μὲν τὴν Ἰουδαϊκὴν κυριοκτονίαν, βάλλει δὲ καὶ τὴν τῶν Φρυγῶν τερατώδη ἐρεσχελίαν, τιτρώσκει δὲ τὴν Μανιχαϊκὴν ὀνείρωξιν, ὡς μηδὲ χειλέων ἐκτὸς τὰ ἑαυτῶν | |
5 | ἄγη προέρχεσθαι, ἐν ἀπορρήτῳ δὲ καὶ παραβύστῳ τὰ τῆς ἀπάτης αὐτῶν ὑπολαλεῖσθαι ληρήματα. τὸ γὰρ παρρησιά‐ ζεσθαι ὑπὸ τῆς ἐξουσίας ἀφῃρημένοι εἰς τὸ μηδὲ λαθραίως τι ποιεῖν οἱ δυσσεβεῖς περιέστησαν. Οὕτω τῶν ἀθέσμων αἱρέσεων κατὰ μικρὸν ὑπελώφα | |
10 | κλυδώνιον, καὶ ἡ ὀρθοτομία τῆς ἀληθοῦς ὁμολογίας ἡμῶν εἰλικρινῶς αἰθριάζουσα σαββατισμὸν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ ὑπέγραφεν. ἀλλ’ ἐπειδὴ τὰ τῶν ἔξω καλῶς εἶχεν αὐτῷ, ἐπὶ τὰ ἔνδον, λέγω δὴ τὰ τῆς μοναχικῆς ἀκριβείας, τὸν νοῦν μετατίθησιν. ἄνδρες γὰρ τὸν οὐρανομήκη βίον τοῦτον ἑλό‐ | |
15 | μενοι ἢ καὶ ἑλέσθαι εὐξάμενοι, προφάσει δῆθεν ἀγχιστείας ἢ καὶ τῆς ἄλλης τῶν ὀνομάτων εὐνοίας ἄγχι πῃ τῶν παρ‐ θενώνων τὰ ἑαυτῶν καταπηγνύναι δεῖν ᾠήθησαν ἀσκητήρια, τὴν μὲν πρόδηλον συνοίκησιν φεύγοντες, τὴν ἐκ τῶν λογι‐ σμῶν δὲ συγκατάθεσιν διαδρᾶναι παντελῶς οὐ δυνάμενοι. | |
20 | ἦν γὰρ αὐτοῖς πάντα κοινὰ καὶ κτήματα καὶ ὑπάρξεις, ἐναν‐ τίως ἢ τὸ περὶ τῶν πιστευόντων πάλαι λεγόμενον. ἐκείνοις μὲν γὰρ ἐν τῷ καλῶς ἀποκτᾶσθαι τὰ ὄντα τὸ κοινὸν προ‐ τετίμητο, ἐνταῦθα δὲ τῷ τὰ πάντα κακῶς κοινοῦσθαι τὸ μὴ ἀποκτᾶσθαι καλῶς πεπραγμάτευτο· καὶ ἦν σύγχυσίς τις τοῦ | |
25 | ὑψηλοτάτου βίου, καὶ πᾶς ὅστις ἐν ὑποψίᾳ πορνείας τὸ τῆς παρθενίας εἶχεν ἐπάγγελμα. τοῦτο σκοπῶν ἐκεῖνος ὁ καθα‐ ρώτατος νοῦς οὐδεμίαν παράτασιν χρονικὴν ὑπέμεινεν, ἢ τῷ πτώματι ἐνδέδωκε παντελεῖ περιπαρῆναι κηλίδα καὶ ἐξ‐ οκεῖλαι πρὸς ἡδυπαθείας ἐμπάθειαν. ἀλλὰ τῇ ἀποστολικῇ | |
30 | αὐθεντίᾳ χρησάμενος τοὺς ἐπὶ φυλακῇ ταύτης ὁρῶντας καὶ | |
τὸν Φινεὲς ζῆλον ἐγκάρδιον ἔχοντας ἀρχιερεῖς ἀπολεξάμενος, | 159 | |
160 | ὡς ἐπὶ δεύτερον ἐξαπέστειλε κήρυγμα, τὸ τοῦ πάθους ἐκκεν‐ τῆσαι μύσος τῷ κανονικῷ σειρομάστῃ, καὶ στῆσαι τὴν θραῦ‐ σιν διὰ τῆς παραινετικῆς ἐξιλάσεως. οἱ δὲ κατὰ πάσης τῆς οὕτω νοσούσης οἰκουμένης γενόμενοι καὶ τοῖς σωτηρίοις φαρ‐ | |
5 | μάκοις εὐκαίρως χρησάμενοι τὸ τοῦ μώλωπος δυσαλθὲς εἰς συνούλωσιν συνελάσαι κατέσπευσαν, πόρρω μὲν ἀνδρῶν τὴν γυναικωνῖτιν δίαιταν ἀφορίσαντες καὶ ἀφθονίᾳ τῶν ἐπιτη‐ δείων ἐπιτειχίσαντες, ὡς ἂν μὴ τῇ τούτων ἐνδείᾳ πιέζοιντο καὶ ἀκολασίας ὑπόμνημα δέχοιντο καὶ γένοιτο τὰ ἔσχατα χείρω | |
10 | τῆς πρώτης αὐτῶν συναλίσεως. πρὸς δὲ τὰ ἑαυτῶν ἤθη τε καὶ ἀσκητήρια, μᾶλλον δὲ πρὸς τὰ τῆς ἑκάστου ψυχῆς αἰσθη‐ τήρια τοὺς ἄνδρας ἀπέκριναν καὶ προτροπάδην φεύγειν ὡς ἐκ δήξεως ὄφεως τὴν τῶν γυναικῶν κατέπεισαν συνδιαίτη‐ σιν, μήπως διὰ τῆς τῶν λογισμῶν θυρίδος ἡ τῶν ἡδονῶν | |
15 | συγκατάθεσις παρακύψασα βέλος ἐπαφήσοι καὶ τρῶσιν ψυχι‐ κὴν ἐνεργάσοιτο. οὕτω τῆς ἱερᾶς τῶν μονοτρόπων ἀγέλης οἱ τῆς σωφροσύνης κτίλοι ἐμμελῶς ἡγησάμενοι, τὰ ψυχο‐ κερδῆ τῆς ἐργασίας αὐτῶν ἐμπορεύματα σὺν ἐπαινουμένῳ τόκῳ πρὸς τὸν ἀρχιποίμενα διεσώσαντο. | |
20 | Ἀλλὰ δὴ καὶ εἰς πᾶσαν ἥντινα οὖν καὶ πόλιν καὶ χώ‐ ραν, εἰ ταυτηνὶ τὴν νόσον ἀκμάζουσαν εὕρισκεν, καλάμῳ καὶ μέλανι τὴν θεραπείαν αὐτῆς κεραννὺς ἐπραγματεύετο. ὁποῖόν τι καὶ καθ’ ἓν τῶν Ταυρικῶν κλιμάτων πεπραχὼς ἀναφαί‐ νεται· ὁ γὰρ τὴν τότε τοῦ ἔθνους ἡγεμονίαν ἐπανῃρημένος, | |
25 | τῷ αἴσχει τούτῳ καταποθείς, ἐπ’ εἰσαγωγῇ τινος ἑταίρας τῆς ἑαυτοῦ συζύγου διάστασιν ἐμελέτησεν· ὃν ἀποσμῆξαι τοῦ ἐπι‐ ψόγου μολύσματος ἔργον θέμενος, γραφικαῖς ὑποθήκαις τε καὶ ἀπειλαῖς κατὰ πρόσωπον αὐτῷ τὴν ἁμαρτίαν παρέστη‐ σεν, καὶ ὡς εἰ μὴ βούλοιτο ταύτης ἀποσχέσθαι ἐκείναις ὑπό‐ | |
30 | δικος ἐνδίκως γενήσοιτο. καὶ ταῦτα μὲν οὕτω πῃ ἔσχεν, | |
Ἐπειδὴ δὲ τὸ εἰλικρινὲς τῆς ἑαυτοῦ ὀρθοτόμου πίστεως | 160 | |
161 | τοῖς τῶν πατέρων ὅροις ἀκριβοῦν κατηπείγετο, τῷ τε κανο‐ νικῷ καὶ ἀρχαϊκῷ ἔθει ἀκολούθως ἑπόμενος, τῷ τοῖς ἀποστολι‐ κοῖς θρόνοις τὰ περὶ τὴν πίστιν ἀνακοινοῦσθαι κελεύοντι, ταύτην συνοδικοῖς ἐνσημηνάμενος καὶ πιστωσάμενος γράμ‐ | |
5 | μασι πρὸς τὸν τηνικαῦτα τῆς Ῥωμαίων πάπαν ἐκπέπομφε Λέοντα, στηλίτευμα μὲν τῶν ἑτεροδόξων οὖσαν αἱρέσεων, στήλην δὲ τῆς ὀρθοδόξου ὑπάρχουσαν πίστεως. καὶ εἴ τῳ φίλον τῆς τοῦ λόγου δυνάμεως τοῦ ἀνδρὸς πεῖραν λαβεῖν, ἐντευξάσθω ταύτης, καὶ εἴσεται τὸ περὶ τὰ θεῖα δόγματα | |
10 | τούτου δαψιλές τε καὶ καίριον. ταῦτα καὶ ὁ ἱερὸς ἐκεῖνος ἠγάσατο Λέων, καὶ ἀσμενέστατα δεξάμενος καὶ περιπτυξά‐ μενος σὺν τοῖς κορυφαίοις Πέτρου δόγμασιν ἀνεκήρυξε τρανό‐ τατα. τὸ γὰρ τῆς ὁμοουσίου τριάδος συμφυὲς καὶ ὁμότιμον οὕτως ἐν αὐτοῖς ἀνεῖπε λευκότατα, ὡς τῇ τῶν ἐν θεολογίᾳ | |
15 | τὸ κράτος ἐχόντων ἀκριβείᾳ μηδὲν ἀπολείπεσθαι. τήν τε τοῦ ἑνὸς τῆς ἁγίας τριάδος ἐπ’ ἐσχάτων τῶν χρόνων φανέρωσιν ἐκ τῆς πανάγνου καὶ ἀμώμου παρθένου καὶ θεοτόκου Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν οὕτω διεσάφησέ τε καὶ ἀνεκήρυξε ταῖς οἰκουμενικαῖς συνόδοις ἑπόμενος, ὡς μηδὲν τῶν εἰς | |
20 | λατρείας ἡκόντων σεβασμιότητα ὑπάρχειν ἀνήκοον. τάς τε πρὸς θεὸν ἐντεύξεις καὶ πρεσβείας τῆς τε σεμνῆς θεομήτο‐ ρος τῶν τε οὐρανίων δυνάμεων ἀποστόλων προφητῶν κλει‐ νῶν τε μαρτύρων καὶ πάντων ὁσίων καὶ δικαίων καὶ τὰ τούτων προσκυνητὰ λείψανα τούς τε ἱεροὺς αὐτῶν χαρακτῆ‐ | |
25 | ρας ἐπὶ τοσούτῳ τιμῆς ἀξίους ἀπέφηνεν, ὅσῳ δίκαιον ἦν τοὺς οὕτω βιώσαντας καὶ οὕτω παρὰ θεῷ θαυμαστωθέντας καὶ τιμᾶσθαι καὶ μεγαλύνεσθαι. οὕτω τὸ ἐν πνεύματι καὶ ἀληθείᾳ μόνῳ λατρεύειν θεῷ τῷ ἀληθινῷ προσκυνητῇ ἀρα‐ ρότως κατώρθωτο, οὕτω τὸ περὶ τὴν ὑγιᾶ θρησκείαν αὐτῷ | |
30 | διειδέστατον πόμα κεκέραστο, οὐ καθά τισι κεραποικιλλό‐ | |
μενον ταῖς δὲ θεοπαραδότοις ὑποτυπώσεσι κεραννύμενον καὶ | 161 | |
162 | πᾶσαν ἀνατροπὴν αἱρέσεως θολερᾶς τῷ πλησίον βλαστάνου‐ σαν ἐξιώμενον. ἆρ’ οὖν ὁμολογίᾳ μόνῃ ψιλῇ τὸ τῆς ἀλη‐ θοῦς πίστεως ὁ μέγας οὗτος διετράνου κεφάλαιον; οὐχὶ δὲ καὶ ζῆλος τῇ ὁμολογίᾳ προσῆν; ἢ τοῦτο μὲν ἀναμφίλεκτον, | |
5 | κινδύνων δὲ ταύτην χωρὶς διεσώσατο; ἢ τούτοις ὡς ἀδάμας ἐστόμωτο, ὑποστολῇ δὲ τοῦ λέγειν τὸ μὴ εὐδοκεῖσθαι παρὰ θεῷ προτετίμηκεν; οὐ μὲν οὖν, ἀλλὰ σὺν ὁμολογίᾳ καὶ ζήλῳ καὶ κινδύνοις λόγος αὐτῷ βιωφελὴς μαχαίρας τομώτερος ταῖς φρεσὶν ἀπῃώρητο, τῶν τὰ θεῖα τυραννεῖν ᾑρημένων ἐκκό‐ | |
10 | πτων ἐπιεικῶς τὰ φρονήματα. Ταῦτα σκοπῶν ὁ τοῖς καλοῖς ἀεὶ βασκαίνων ἀντίπαλος, ὁ τοῖς καθεστῶσι ζάλην ἐπινοῶν πολυκλύδωνα, ὁ τῇ γαλήνῃ καὶ τῇ τῆς εἰρήνης εὐσταθείᾳ ἔχθραν ἐπιμετρῶν ἀκατάλλα‐ κτον, ὁ τῷ τῆς πίστεως ἀρραγεῖ χιτῶνι παρυφαίνων τὰ τῶν | |
15 | αἱρέσεων ὑπόσαθρα ῥάκια, οὐκ ἐβουλήθη τὸ ἠρεμαῖον τῆς ἐκκλησίας καὶ βασιλείας ἐν ἀταραξίᾳ καθορᾷν ἰθυνόμενον, ἀλλ’ ἀταξίαν ἐπινοήσας τῷ ἑαυτοῦ θράσει ἀντίρροπον, ἀκή‐ ρυκτον κατ’ ἄμφω κεκίνηκε πόλεμον· οὐ βέλη χαλκεύσας ἠκονημένα καὶ φάσγανα, ὡς τοῖς ἀντιταττομένοις ἔθος πρὸς | |
20 | σώματα, γλώσσας δὲ πονηρὰ μελετᾷν εἰδυίας τῇ τῆς αὐτοῦ κακίας ἀκόνῃ παραθήξας πρὸς ψυχικῶν κινδύνων παράταξιν διανίστησι, βασιλέα μὲν ἄρτι τῇ τυραννίδι γαυρούμενον εἰσ‐ ποιησάμενος Λέοντα· Λέοντα τὸν τῇ ποικιλίᾳ τῆς ἀσεβείας φανέντα πολυειδῆ χαμαιλέοντα, τὸν ἐξ αὐτῆς ἀναρρήσεως | |
25 | ἀποβαλόντα τὸν λογισμὸν, 〈τὸν〉 τοὺς βελτίονας πρὸς τὸ τῆς δυσσεβείας μεταταξάμενον φρόνημα, τὸν ὅσον ἐπὶ τῷ γένει τὸν παλαιὸν Ἰσραὴλ ἐπὶ Μωϋσέως ἐκθλίψαντα νυνὶ δὲ Ἀμα‐ ληκιτῶν δεινότερα τῷ νέῳ Ἰσραὴλ ἐνδειξάμενον, τὸν τοῦ Σενναχηρεὶμ ὠμότερον καὶ Ῥαψάκου βδελυρώτερον καὶ Να‐ | |
30 | βουζαρδὰν τοῦ γαστριδούλου αἰσχρότερον. | |
Ὃς κατὰ τοῦ τετιμηκότος αὐτοκράτορος (καὶ γὰρ ὑπ’ | 162 | |
163 | αὐτοῦ δημαγωγὸς τοῦ πρώτου καταλόγου τῆς στρατιωτικῆς τῶν λεγομένων θεμάτων καθίστατο φάλαγγος), εἰς οὐδὲν τὴν τιμὴν καὶ τὸν τιμήσαντα θέμενος πρὸς τυραννίδος ἐξέπεσεν ὄλισθον. πρὸς γὰρ τοὺς ἐπὶ Θρᾴκην Οὔννους πολλὴν τὰ | |
5 | ἐκείνῃ πολίσματα τὴν βλάβην εἰσφέροντας πόλεμος τῷ βασιλεῖ συγκεκρότητο, ἐν ᾧ τῆς ἥττης Λέων πρωτεργάτης γενόμε‐ νος παντὶ τῷ στρατοπέδῳ τὴν μετ’ αἰσχύνης φυγὴν ἐμαι‐ εύσατο. ὅθεν τὸν μὲν βασιλέα ἡ πόλις εἶχε μηδὲν τῶν ἐκ τῆς νίκης καλῶν ἀπονάμενον· αὐτὸς δὲ λόγοις ἀνταρσίας | |
10 | τὸν λαὸν ὑποφθείρας καὶ κεναῖς ἐλπίσιν ὑποσυλήσας καὶ ὑφελόμενος διὰ τυραννίδος ὑπέδυ τὸ τῆς βασιλείας ἀξίωμα. μεθ’ οὗ τάχει πολλῷ τὴν βασιλίδα καταλαβὼν καὶ εἴσω τει‐ χῶν (ὡς μὴ ὤφελεν) ὁ τάλας γενόμενος, ταῖς ἐξ ἔθους τιμαῖς διὰ τῆς λεωφόρου πρὸς τὴν βασίλειον αὐλὴν προ‐ | |
15 | επέμπετο, καὶ τὸν μὲν πρὸ αὐτοῦ τῆς ἀξίας ἀπέπαυσεν ἄν‐ δρα τῷ ἁπλοϊκῷ τῆς ἀκακίας ὑπὲρ τὴν πορφυρίδα κοσμού‐ μενον· ὃς ἡνίκα τὸν ἀγνώμονα Λέοντα ἐπωρυόμενον ᾔσθετο καὶ κατὰ τῆς ἀρχῆς λεόντειον βρέμοντα, τὴν τῆς βασιλείας ἐσθῆτα περιρρηξάμενος καὶ τὴν κόμην ἀποθριξάμενος μελαν‐ | |
20 | είμων ἀντὶ χρυσείμονος γίνεται καὶ τῷ ἱερῷ περιβόλῳ σὺν γυναικὶ καὶ τέκνοις φέρων ἑαυτὸν ἐγκαθείργνυσι. τοῦτο τὸν Λέοντα ὀψὲ καὶ μόλις ἐπέκλινε τοῦ μὴ κατ’ αὐτὸν χωρῆ‐ σαι ὠμότατα· ὑπερορίᾳ δὲ θᾶττον ἢ λόγος παραπεμψάμενος αὐτὸς διὰ σπουδῆς εἶχε τῇ κεφαλῇ τὸ βασίλειον περιθεῖναι | |
25 | διάδημα. Ταύτης οὖν τῆς συμφορᾶς ὁ θεοφόρος Νικηφόρος αἰσθό‐ μενος καὶ τὸ πολύγνωμον καὶ πολυκλινὲς τοῦ ἀνδρὸς ἐννο‐ ούμενος ταῖς ἐξ ἔθους ἐγγράφοις τῆς πίστεως ὑπαγαγεῖν αὐτὸν ὁμολογίαις ἐσκόπει· καὶ δὴ τόμον συντάξας τὸ τῆς | |
30 | ἀμωμήτου λατρείας ἡμῶν περιέχοντα σύμβολον ὑποσημήνα‐ σθαι χερσὶν οἰκείαις διά τινων ἀρχιερέων τὸν βασιλέα προ‐ έτρεπεν. ὁ δὲ μάλιστα μὲν τοῖς λεγομένοις κατένευεν, ὑπερ‐ | |
ετίθετο δὲ τοῦτο ποιεῖν, μέχρις ἂν ἡ τοῦ διαδήματος ἐπ’ | 163 | |
164 | αὐτὸν ἀναβαίη τιμή, ἐπὰν δὲ τύχοι ταύτης, τοῖς ἐκκλησια‐ στικοῖς ζυγοῖς ἑαυτὸν ὑποκλίνειν ἕτοιμον εἶναι. ὁ δέ γε τῷ τῆς συνειδήσεως κέντρῳ καὶ ζόφῳ νυττόμενος, καὶ τούτοις οἷα μέλανι καὶ καλάμῳ κακῶς ἀποχρώμενος, ἐν τῷ τῆς αἱρέ‐ | |
5 | σεως καὶ πρὸ τοῦ διαδήματος καθυπέγραφε πίνακι, ὅλον ἑαυτὸν ἐμπαρέχων τοῖς ἄγουσι δαίμοσιν, ἢ τοῖς πρὸς σωτη‐ ρίαν ὁδηγεῖν ἐσπουδακόσι πατράσι πειθόμενος. Ἧκεν οὖν ἐπὶ τὸ τῆς Σοφίας ἱερὸν ἀναληψόμενος τὸ διάδημα. τότε δὴ τότε αὐτουργῷ τῆς ἀναρρήσεως τῷ με‐ | |
10 | γάλῳ ἀρχιερεῖ τυγχάνειν μέλλοντι, ὁ τὰ ἔμπροσθεν ποιῶν βλέπειν ἀκοίμητος ὀφθαλμός, καὶ τὰ κατ’ αὐτὸν τῷ δικαίῳ τεκμήρασθαι καλῶς ἐδικαίωσεν. ἐδόκει γὰρ ὁ ἅγιος μετὰ τὴν τῆς εὐχῆς ἐπίκλησιν καὶ τὴν τοῦ στεφάνου ἀνάληψιν, ἡνίκα ψαύειν τῆς κορυφῆς τοῦ τελουμένου καιρὸς ἦν, ὡς εἰς ἀκάν‐ | |
15 | θας καὶ τριβόλους ἐρεῖσαι τὴν χεῖρα καὶ οὕτως τὸν στέφα‐ νον ἐπαφεῖναι, ὥστε καὶ ὀδύνης ἐπαισθάνεσθαι διωμολόγει τρανότατα. τὴν γὰρ ὅσον οὐκ ἤδη ἄθεσμον αὐτοῦ κατὰ τῆς ἐκκλησίας τραχύτητα προσρήγνυσθαι μέλλουσαν ἡ ἀκανθο‐ πλὴξ ἐκείνη κορυφὴ τῇ τοῦ ἁγίου ἐπαφῇ προμαντεύεται. | |
20 | Ἀλλ’ ᾤχετο τὴν κάραν τῷ βασιλείῳ στεφάνῳ δεσμού‐ μενος, ἐν ᾗ καὶ τὴν ἐσχάτην ὑπέδυ ἐνδίκως πληγήν, ἐπεὶ τῶν ἐνδίκων ὑπερόπτης γεγένητο. δευτέρᾳ τοίνυν τῆς βασι‐ λείας ἡμέρᾳ καὶ αὖθις ὁ θεοφόρος τῷ τῆς ὀρθοδοξίας τόμῳ τὸν ἀρτιφανῆ βασιλέα κατήπειγεν ἐνσημήνασθαι, ὁ δὲ κρα‐ | |
25 | ταιῶς ἀπηρνεῖτο. τῷ γὰρ ψεύδει τὴν πορφυρίδα χρώσας καὶ τὸ Πρωτέως προσωπεῖον ἐμμαξάμενος ἀλλοπρόσαλλος τοῖς ἐντευξομένοις ἐφαίνετο. ὢ τῆς δεισιδαίμονος ἐκείνης ψυχῆς, δι’ ἧς ἡ τῆς πίστεως δονεῖται κρηπίς. ὢ τῆς ἀκαθέκτου περιπλανήσεως τῶν ἐκείνου φρενῶν, ὑφ’ ὧν τὸ τῆς ὀρθῆς | |
30 | ὁμολογίας παραλελόγισται φρόνημα. ὢ τῆς τοῦ ψεύδους πολυσχιδοῦς ἐμπλοκῆς, δι’ ἧς τὸ τῶν ὀρθῶν δογμάτων ἀποί‐ κιλον συμποδίζεται. οὐ γὰρ πρὸς ἀντιπάλους, οὐ πρὸς ἐχθροὺς | |
τηνικάδε τῇ πόλει περιθέντας χαράκωμα ὁ πρῶτος ἀγὼν αὐτῷ | 164 | |
165 | γίνεται, κατ’ αὐτοῦ δὲ τοῦ τὰς ἡνίας τῆς ἐξουσίας οἷς οἶδε κρίμασι δόντος τὴν παράταξιν ἐγχειρίζεται. τῶν γὰρ ἐχθρῶν, ὡς φθάσας εἶπον, οὐδὲν ἢ ὀλίγα φροντίσας, ὡς οὐ συμμί‐ ξαι ἢ ἀντωπῆσαι πρὸς τούτους ἱκανωμένος διὰ τὴν πρόσθεν | |
5 | τῆς ἥττης αὐτουργηθεῖσαν παρ’ αὐτοῦ μηχανορράφον ἐπί‐ νοιαν, κατὰ τοῦ παμβασιλέως ἐχώρει τῶν ὅλων, πάντα κά‐ λων καὶ κύβον ἐπανατείνων περιαιρεθῆναι τὸ αὐτοῦ τῆς ἐκκλη‐ σίας εἰκόνισμα. δέον γὰρ τὸ αἰδέσιμον εὐλαβηθῆναι τοῦ πράγματος, δέον τὸ τῆς παραδόσεως Ὠγύγιον ἐνστερνίσασθαι | |
10 | σέβας, δέον τῆς οὕτω θεοστιβοῦς ὁδοῦ ἐφ’ ἧς τὰ τῶν ἁγίων ἴχνη προώδευσαν ἐπιμετρῆσαι τὸ βέβαιον, δέον ἐκπλαγῆναι τοῦ θεοφόρου ποιμένος τὴν ἔνστασιν· ὁ δὲ τῆς μανίας τὸν ὄφιν ὑπερεῖδεν, καὶ κατιωθεὶς τὴν φρένα τῷ δολίῳ φρονή‐ ματι, εἴχετο τοῦ βουλήματος. πάντα μὲν λόγον παλαιῶν ὡς | |
15 | ὁ δοῦλος ἐκεῖνος Ἱεροβοὰμ καὶ βουλὴν συνετῶν ἐξ αὐτῆς ἐντεύξεως τὸ χρήσιμον φέρουσαν ἀπωσάμενος, ἐπὶ δὲ νεωτέ‐ ρων λογύδρια καὶ γραΐδων μυθάρια, οὐκ ἄνωθεν, ἀπὸ γῆς δὲ φθεγγομένων ἐτράπετο, χρόνων μήκη καὶ νίκας ἐπι‐ μετροῦντα, εἰ τῇ ἀρχαίᾳ καταστάσει τὴν ἀσέβειαν ἐξεμέσειεν. | |
20 | Ἄγεται τοίνυν ἐφ’ ἑαυτῷ μέρος ὅσον ὑποπτώσει κανο‐ νικῇ τῆς ἱερᾶς λειτουργίας ἀνείργετο, ὅσον καὶ μὴ βουλό‐ μενον ταῖς ὑπαγωγαῖς τῆς βίας ἐκάμπτετο, οἷς καὶ τόπον εἴσω τῶν βασιλείων ἀποκληρώσας καὶ τὸ πρὸς τρυφὴν συῶν δίκην ἀποτάξας αὐτοῖς σιτηρέσιον, νέαν πίστιν συντάττειν | |
25 | ὁ νεόφρων ἀποστάτης ἐκέλευσεν. οἱ δὲ τῷ βασιλείῳ θράσει ὡς ὁ μυθικὸς ἐκεῖνος Αἰγαίων γαυρούμενοι, σχεδὸν κατὰ πάσης ἐκκλησίας ὠμότατα θέοντες, βίβλους ἀνηρεύνων, τὰς δὲ ἀφῄρουν· καὶ τὰς μὲν κατ’ εἰδώλων ἔστεργον ὡς συνηγο‐ ρούσας αὐτῶν τῷ φρονήματι, τὰς δὲ ὑπὲρ εἰκόνων ἐπίμ‐ | |
30 | πρων ὡς ἐλεγχούσας αὐτῶν τὰ μυθεύματα. | |
Εἰσκαλεῖται δὲ καὶ τῶν ἐπισκόπων τοὺς πλείονας τῷ | 165 | |
166 | νεωτεροποιῷ τούτῳ συνηγορήσοντας σκέμματι· οἵτινες ἡνίκα τοῖς ἀντιπέραν ἐπινείοις τοῦ Βυζαντίου προσήγγιζον οὐχ ἑκουσιότητι κατὰ τὸ κρατῆσαν ἔθος πρὸς τὸν ἀρχιποίμενα στέλλοντες ὡς αὐτὸν διεπορθμεύοντο· τὴν βασιλικὴν δὲ ῥο‐ | |
5 | πὴν ἀντιστατοῦσαν ὑπαντιάζοντες καὶ βίᾳ δεσμούμενοι, πρὸς τὰς Ἐχέτου καὶ Φαλάριδος ποινὰς παρεπέμποντο· καὶ εἰ μὲν τὸ δοκοῦν ἐκείνοις ἐτίθεντο, λύσις τῶν δεινῶν ἐπηκολούθει καὶ ἄνεσις· εἰ δέ τις τῷ τῆς ἀληθείας κέντρῳ νυττόμενος πρὸς τὴν ἀσέβειαν ποσῶς ἀπεμάχετο, εἱρκταῖς καὶ λιμοῖς καὶ | |
10 | χθονίοις κατεκρίνετο δείμασιν, οὐδὲν τῶν τῆς Ἐμπούσης ἀνεκτότερον φαντασμάτων ὑπάρχοντα. οὕτω [τὸ] τοῦ δευ‐ τέρου Καϊάφα συνίστη τὸ βουλευτήριον, οὕτω τῆς Ἰαννοῦ καὶ Ἰαμβροῦ μεγαλορρημοσύνης κατὰ τοῦ νέου Μωϋσέως ἐπιτε‐ τήδευτο τὸ ἀγώνισμα, οὕτως ὁ τῆς ἱερωσύνης ἀστὴρ καὶ | |
15 | τῆς οἰκουμένης Νικηφόρος πατὴρ ὑπὸ τῶν τοῦ σκότους εὑ‐ ρετῶν καὶ τοῦ Ἀντιχρίστου προστατῶν καὶ προδρόμων ἠθέ‐ τητο. τῷ γὰρ διδασκάλῳ σιγὴν ἀπειλήσαντες τοῖς μηδὲ μαθη‐ τῶν βαθμὸν εἰληχόσι τὸ διδάσκειν ἐπ’ ἐκκλησίαις προτρέπουσι· καὶ τὸν τοῦ λόγου χρυσόρρειθρον ποταμὸν κατὰ λόγον κω‐ | |
20 | λύουσι φέρεσθαι, τοῖς δὲ βόθρον ἑαυτοῖς ἀπωλείας ὀρύξασι καὶ ὕδωρ σοφίας οὐκ ἔχουσιν ἐπιστημονικῶς τὴν ἐκκλησίαν ἄγειν οὐ φρίττουσι· τὸν ἀρχιερέα τῆς ἱερᾶς ἔχεσθαι τρα‐ πέζης ἀπείργουσι, καὶ οἷς μηδὲ εἰς οἶκον εἰσιέναι θεοῦ θεμι‐ τὸν τὰ τῶν ἁγίων ἐγχειρίζουσιν ἄδυτα· τοὺς τῆς ἐκκλησίας | |
25 | στύλους ᾗ δοκοῦσι σαλεύουσι, καὶ ἀντερείδειν τοῖς ἀνεμιαίοις καὶ ἀστάτοις αὐτῶν ταύτην αὐχοῦσι ληρήμασι. Ταῦτα ὁ τοῦ θεοῦ θεράπων Νικηφόρος θεώμενος πᾶ‐ σαν ἱκετηρίας ἰδέαν πρὸς θεὸν ἐπενόει, ἀντιβολῶν καὶ πρὸς συμμαχίαν καλῶν τῇ μὲν ἐκκλησίᾳ διασώσασθαι τὸ ἀμώμη‐ | |
30 | τον, καὶ τὸ τοῦ ποιμνίου ἀκίβδηλον μὴ χρανθῆναι τοῖς | 166 |
167 | τῆς ἑτεροδοξίας μιαροῖς ἀλισγήμασι. διὰ τοῦτο πρὸς ἑαυτὸν πάντας εἷλκεν ἐνουθέτει παρεκάλει τῇ ζύμῃ μὴ συμφύρεσθαι τῶν αἱρετιζόντων ἀπέτρεπεν ὡς ἰὸν καὶ ὡς κύημα ἐχιδνῶν τὰ τῆς διδασκαλίας αὐτῶν ἀλλόφυλα προφεύγειν ἀμβλώματα. | |
5 | “οὐ γάρ”, ἔλεγε, “σωματικὸν ἐπάγουσι μώλωπα φαρμά‐ κοις ἰατρικῆς ὑπείκειν δυνάμενον· τοῖς τῆς ψυχῆς δὲ μυχοῖς ἐνιεῖσι τὸν κίνδυνον, τὴν ἐξ ἐπιπολῆς ἀναινόμενα μότωσιν. μὴ τοίνυν ἐνδῶμεν τῇ τοῦ καιροῦ ῥοπῇ μηδὲ τῇ τοῦ κρά‐ τους φορᾷ· εἰ γὰρ καὶ βασιλέα καὶ πολὺ σμῆνος σὺν αὐτῷ | |
10 | κακοφρόνων ἡ αἵρεσις ἐπισύρεται, ἀλλ’ εἰς οὐδὲν αὐτοῖς ἡ ἰσχὺς ἀποβήσεται, οὐδὲ εἰς ἐκκλησίαν θεοῦ λογισθήσεται. οὐ γὰρ ἐπὶ πλήθει θεὸς εὐδοκεῖ, ἀλλ’ ἐφ’ ἑνὶ φοβουμένῳ καὶ τρέμοντι τοὺς λόγους αὐτοῦ ἐπισκοπεῖ, καὶ ὅλην ἐκκλησίαν τὸν ἕνα σαφῶς ἀποδείκνυσι. τούτου διὰ προσευχῆς ἱλεω‐ | |
15 | σώμεθα τὴν εὐμένειαν· τοῦτον παννύχῳ στάσει δυσωπήσαν‐ τες ἐκμειλιξώμεθα· τοῦτον αἰτήσωμεν μὴ παθεῖν ἡμᾶς ὅσα σπεύδουσι καθ’ ἡμῶν οἱ διώκοντες.” ταῦτα ἔλεγε, καὶ πάν‐ τας εἶχε τὸ ἱερὸν τὴν πάννυχον ἐπιτελέσοντας σύναξιν. Καὶ ἐπεὶ βασιλεῖ κατάφωρα τὰ τῆς ὑμνῳδίας ἐγένετο, | |
20 | δέος αὐτὸν καὶ δειλία συνεῖχε, μή τι ἄρα καὶ νεωτερισθείη κατ’ αὐτοῦ, αἰδοῖ τῇ πρὸς τὸν ἀρχιερέα καὶ σχέσει κινού‐ μενον. περὶ οὖν ᾠδὰς ἀλεκτρυόνων στέλλει πρὸς τὸ ἱερὸν δυσπαθῶν καὶ ἀγανακτῶν, ἐπίκλημα περὶ τούτου φέρων τῷ ἀρχιποίμενι ὡς ταραχῆς αἰτίῳ τυγχάνοντι. “οὐ γὰρ ἔδει”, | |
25 | φησί, “βασιλέως πρὸς εἰρήνην τὸ πᾶν συνελαύνοντος, διά‐ στασιν μελετᾷν καὶ διχόνοιαν καὶ τῆς εἰρήνης κατεύχεσθαι. ἀλλ’ ἐπειδὴ τὰ παρὰ γνώμην τῷ βασιλεῖ πράσσοντες πεφώ‐ ρασθε, ἐπιλαβούσης λοιπὸν ἡμέρας τὴν πρὸς τὰ βασίλεια ποιεῖσθε πορείαν, ὡς ἂν καὶ αὐτὸς τὰ περὶ τούτων διαγνοίη | |
30 | σαφέστερον. ἐπειδὴ δὲ τὸ πλῆθος τῆς ἀγγελίας ἐπῄσθοντο, προθυμίαν ἀκοῆς ἐπεδείξαντο κρείσσονα. οὐ γὰρ ἦν οὐδείς, | |
ὃς οὐ δάκρυον ἐκ καρδίας ἐξεκαλεῖτο ἱκέσιον, καὶ τὸν ἔφο‐ | 167 | |
168 | ρον τῶν πάντων κριτὴν ἐβιάζετο διαιτῆσαι καὶ τηρῆσαι τῇ καθολικῇ πίστει τὸ δίκαιον. τέλος γοῦν τῆς εὐχῆς λαβού‐ σης ἐκκλησιάσας τὸν ἱερὸν ὁ πανίερος σύλλογον καὶ καταστὰς εἰς μέσους, ἔλεξεν ὧδε. | |
5 | “Ἔδει μέν, ὦ θεόλεκτον ἄθροισμα, μηδὲ ἐν ὀνειρά‐ των ὄψει τὴν ἐκκλησίαν ὁρᾷν, ἐν οἷς ἐστι σήμερον, καὶ οἷα τὰ κατ’ αὐτῆς δεινὰ μελετώμενα, ὅτι ἐκ φαιδρότητος τὸ κατ‐ ηφὲς ἐπενδύεται, ὅτι ἐκ βαθείας εἰρήνης πρὸς στάσεις ἐπεί‐ γεται, ὅτι πάντας ἑκουσιότητι τελείᾳ ποιμαίνουσα, ἀκούσιον | |
10 | ἁρπαγὴν τῶν ποιμαινομένων ὑφίσταται, ὅτι πᾶσι ὁμογνωμο‐ νεῖν ἐπιτρέπουσα, διαφόροις δόξαις διίσταται, ἣν ὁ Χριστὸς τῷ ἰδίῳ περιεποιήσατο αἵματι, ἣν παντὸς μύσους καὶ κηλί‐ δος τετήρηκεν ἄμωμον, ἣν ἀποστόλοις καὶ προφήταις καὶ μάρτυσι καὶ πᾶσι δικαίων πνεύμασι περιστοιχήσας τετειχι‐ | |
15 | σμένην ἔδειξεν ὡς παράδεισον. νυνὶ δὲ ταῦτα βλέπομεν πάσχουσαν, ὑπὸ τῶν τὸ δοκεῖν ἐχόντων ἡμέτερον, τὸ δὲ εἶναι καὶ λίαν ἀλλότριον, ὅσα καὶ παρ’ ἐχθρῶν παθεῖν ἀπευχό‐ μεθα. σήμερον γὰρ τῇ τοῦ Χριστοῦ εἰκόνι συνατιμοῦται καὶ τὸ ἀρχέτυπον, εἴγε ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον | |
20 | διαβαίνει, σήμερον ἡ ἀνέκαθεν τῇ ἐκκλησίᾳ διὰ λόγου καὶ γράμματος συντηρηθεῖσα παράδοσις ἐκκοπὴν καὶ παῦλαν ὅσον ἐπὶ τοῖς ἐχθροῖς τῆς ἀληθείας λαμβάνει καὶ παράδοσιν ἣν οὐκ ἤκουσεν ἐνωτίζεται. ἀλλὰ μὴ 〈δεῖ〉 καταπίπτειν ταῖς ἐκείνων ἀπειλαῖς μηδὲ ὑποχαλᾷν τι τῆς προθυμίας, μᾶλλον | |
25 | μὲν οὖν καὶ διανίστασθαι, ὅσον μετὰ συμμαχίας ὁ πόλεμος· ἐοίκασι γὰρ οἱ τῆς ἀληθείας ἐχθροὶ τοῖς φιλοπονοῦσι τῶν ποταμῶν τοὺς ῥαγδαίους ἐναντίως τῷ ῥεύματι διανήξασθαι. ἐκεῖνοι γὰρ ἐπὶ τὰ πρόσω χωρεῖν ἁμιλλώμενοι τῷ ποταμῷ καὶ μὴ θέλοντες συναπέρχονται· οὗτοί τε μυρία κατ’ αὐτῆς | |
30 | φλυαρήσαντες ἐκείνῃ καὶ ἄκοντές εἰσιν ὁμογνώμονες. ἀκατ‐ | |
αγώνιστον γὰρ πρᾶγμα καὶ πάντα δυνάμενον ἡ ἀλήθεια καὶ | 168 | |
169 | μεγάλην τὴν ῥοπὴν ἐφ’ ἑκάτερα χαριζόμενον. οἶδε στεφα‐ νοῦν ἐν ἑκάστῳ τιμώμενον, οἶδε χειροῦσθαι πανταχοῦ πολε‐ μούμενον. μετὰ ταύτης καὶ ὁ ἄνοπλος ἄτρωτος, ἄνευ δὲ ταύτης καὶ ὁ ὁπλίτης εὐάλωτος. μάρτυρες δὲ τῶν εἰρημέ‐ | |
5 | νων οἱ πρὸς οὓς ἡμῖν ὁ λόγος· οὐδὲν γὰρ τῆς ἀληθείας φροντίσαι σπουδάζοντες καὶ αὐτοῖς τοῖς τὰ στοιχεῖα παιδευ‐ ομένοις γεγόνασι παίγνια, αὐτοὶ ἑαυτοῖς πρὸς ἀντιλογίαν ἀρκοῦντες καὶ τῶν οἰκείων κατὰ τοὺς μαινομένους σαρκῶν ἐμφορούμενοι.” | |
10 | Τοιαῦτα τοίνυν ἐπιτροχάδην ἀγορεύσας καὶ τὸ ἱερὸν ῥάκος ἐπὶ τῶν ὤμων περιθεὶς τὴν βασιλέως αὐλὴν σὺν παντὶ τῷ τῆς ἐκκλησίας καταλαμβάνει πληρώματι· ὃν οὐχ ὡς εἰώθει χειρὶ καὶ ἀσπασμῷ βασιλεὺς προσεδέχετο, τεκμηρίοις οὖσιν εἰλικρινοῦς διαθέσεως, ἀλλὰ διάστροφόν τι καὶ μανικὸν ὑπο‐ | |
15 | βλέψας προηγεῖτο καὶ τῆς βασιλείου καθέδρας ἐπείληπτο, τῷ δὲ δικαίῳ τόπον ἐδίδου τὰ δευτερεῖα τῆς καθέδρας ἐπέχοντα. ἃ δὲ βασιλεῖ μόνος τότε μόνῳ διείλεκται καὶ ταῖς ἐκ τῶν θείων γραφῶν νιφάσι κατέκλυσε καιροῦ καλοῦντος ἤδη λελέ‐ ξεται. καὶ γὰρ αἱρήσειν τὸν ἅγιον ᾤετο τὸ πεπολιορκημένον | |
20 | ἐκεῖνο ὑπὸ ἀσέβειαν ἀνδράριον, εἰ μόνῳ προσβάλοι συμμα‐ χίας καὶ ὅπλων ἐστερημένῳ. ἄρχεται τοίνυν, ὡς ἐκ κατω‐ τάτου βυθοῦ τοῦ θυμοῦ τὸν νοῦν ὑπεκκαίοντος, λέγειν τοιάδε. “τίς, ὦ οὗτος, ἡ παρ’ ὑμῶν τεκταινομένη διχόνοια, μᾶλλον δὲ κατὰ τῆς βασιλείας νεανικὴ ἐπισύστασις; ὁ γὰρ τοῦ ἡμε‐ | |
25 | τέρου κράτους ἐκτὸς συνάγειν καὶ ἑτεροδιδασκαλεῖν καὶ κατ‐ εντεύξεις πρὸς τὸ κρεῖττον ἐπινοεῖν πειρώμενος οὐδὲν ἢ κατὰ τῆς κοινῆς σωτηρίας ἑαυτὸν ἐπαφίησιν. εἰ μὲν γὰρ ἐπ’ ἀναιρέσει τῶν ὀρθῶν δογμάτων τὸ ἡμέτερον κράτος ποιεῖν τι προῃρεῖτο καὶ τὴν τούτων διασαλεύειν ἐπειρᾶτο, ὡς ὑμεῖς | |
30 | φατε, παλαιότητα, εἶχεν ἄν τις καὶ καιρὸν καὶ τρόπον μομ‐ φαῖς ἡμᾶς περιαντλεῖν καὶ ἑτεροδοξίας εἰσφέρειν ἐπίκλημα· ἐπεὶ δὲ τῆς τούτων ὀρθοτομίας ἐρῶμεν, καὶ πᾶσαν διχόνοιαν | |
ἐκτρέπεσθαι προαιρούμεθα, καὶ ὁμογνωμονεῖν ἐπὶ τῇ πίστει | 169 | |
170 | πάντας βουλοίμεθα, τί ἀδικεῖν ἐν τούτῳ φαινοίμεθα, τὸ εἰρη‐ ναῖον τῇ ἐκκλησίᾳ πρυτανεύειν ἐθέλοντες; οὐκ οἶσθα, ὡς οὐκ εὐαρίθμητον μέρος διενοχλύει καὶ τῆς ἐκκλησίας διίστα‐ ται τῆς τῶν εἰκόνων ἕνεκεν γραφῆς τε καὶ στάσεως, ῥήσεων | |
5 | γραφικῶν περὶ τῆς τούτων ἀποτροπῆς ἐπικομιζόμενον δια‐ τάγματα; ὧν ἀδιερεύνητα εἰ παροφθείη τὰ προτεινόμενα, οὐδὲν κωλύει μὴ τὸ τῆς πίστεως σύμφωνον εἰς διαιρέσεις λυθῆναι, καὶ μὴ πρὸς ἕνωσιν ὀρθοτόμου τὸ λοιπὸν ἰδεῖν συνουλώσεως. τοῖς οὖν περὶ τούτων διαμφιβάλλουσι πάσης | |
10 | ἄτερ ἀναβολῆς ὑμᾶς διαλεχθῆναι προτρέπομεν, καὶ πείσειν ἢ πεισθῆναι κεκρίκαμεν, ὡς ἂν καὶ ἡμεῖς τὰ δικαίως ἐγνω‐ κότες λεγόμενα μετὰ τοῦ δικαίου γενοίμεθα καὶ τούτῳ τὴν ῥοπὴν χαρισαίμεθα. εἰ δὲ μὴ τοῦτο ποιεῖν κατανεύσοιτε, τῇ δὲ σιγῇ τὸ δίκαιον ἑαυτοῖς θηρᾶσθαι θελήσοιτε, οὐκ ἄδη‐ | |
15 | λον ὅποι τετάξεται τὸ ὑμέτερον”. Ὑπολαβὼν δὲ ὁ τῆς ἀληθείας φωσφόρος Νικηφόρος ἀντέφησεν· “οὐ τέκτονες ἡμεῖς, ὦ βασιλεῦ, τῶν πρὸς διχό‐ νοιαν καὶ στάσιν ὁρώντων ὑπάρχομεν, οὐδὲ κατὰ τῆς σῆς ἀρχῆς ὅπλα τὴν ἡμετέραν εὐχὴν κεκινήκαμεν· εὔχεσθαι γὰρ | |
20 | ὑπὲρ βασιλέων, οὐ κατεύχεσθαι παρὰ τῆς γραφῆς νουθετού‐ μεθα. οὐδέ γε πρὸς ἑτεροδιδασκαλίας νόσον τὸν ὑγιᾶ λόγον τῆς πίστεως παρεκκλίνομεν· τοῖς τοιούτοις δὲ καὶ χαίρειν ἐκ τοῦ τῆς ἀληθείας καθηγεμόνος ἐντεταλμένων ἡμῖν εἰπεῖν παραιτούμεθα. τοῦτο δὲ ἴσμεν καὶ ὑμῖν εἰδόσι ἐπιβοησό‐ | |
25 | μεθα, ὡς πρῶτον ἀγαθὸν τὴν εἰρήνην εἶναι ὁμολογεῖται παρὰ πάντων ἀνθρώπων, οἷς τι καὶ κατὰ βραχὺ λογισμοῦ πάρεστιν, ὥστε εἴ τις διαλυτὴς ταύτης γένοιτο, τῶν κακῶν αἰτιώτατος ἄν, οὐ τῶν πέλας μόνον, ἀλλὰ καὶ ὁμογενέσι τοῖς αὑτοῦ εἴη. βασιλεὺς οὖν ἄριστος οὗτος ἐκεῖνός ἐστιν, ὃς ἤδη ἐκ πολέ‐ | |
30 | μου εἰρήνην διατίθεσθαι ἱκανὸς πέφυκεν· σὺ δέ, τῶν πρα‐ | |
γμάτων εὖ καθεστώτων ταῖς ἐκκλησίαις, πόλεμον ἐπάγειν ἡμῖν | 170 | |
171 | αἰτίαν οὐκ ἔχοντα ἔγνωκας· καὶ τῶν ὀρθῶν δογμάτων, ἐν οἷς ὁ τοῦ Χριστοῦ κηρύσσεται σταυρός, διαλαμπόντων (καὶ γὰρ οὐχ ἑῴα, οὐχ ἑσπέρα, οὐ βορρᾶς, οὐ θάλασσα τῆς τού‐ των τηλαυγίας ἔξω καθέστηκεν) ἀμυδράν τινα φθοροποιῶν | |
5 | ἀνδρῶν διδασκαλίαν ἀντεγείρειν οὐχ ἥκιστα κέκρικας. τίς γὰρ ὑμῖν Ῥώμη, τὸ πρωτόκλητον τῶν ἀποστόλων ἕδος, ἐπ’ ἀθετήσει τῆς Χριστοῦ σεπτῆς εἰκόνος συνέπνευσεν; ἡμῖν δὲ ἐπὶ τῇ ταύτης τιμῇ συμπονεῖ καὶ συνήδεται. τίς Ἀλεξάν‐ δρεια, τὸ τοῦ εὐαγγελιστοῦ Μάρκου σεβάσμιον τέμενος, τὴν | |
10 | τῆς θεομήτορος σαρκικὴν δι’ ὕλης ἐμφέρειαν ἀναστηλοῦσθαί ποτε συναπείπατο; ἐν τούτῳ δὲ ἡμῖν συνεργεῖ καὶ συμφέ‐ ρεται. τίς Ἀντιόχεια, ὁ τοῦ κορυφαίου Πέτρου μεγαλώνυ‐ μος θᾶκος, ἐφ’ ὕβρει τῆς τῶν ἁγίων συνέδραμεν ἐκτυπώσεως; ἡμῖν δὲ τὸ τούτων ἀρχαϊκὸν συνεργάζεται γέρας. τίς Ἱερο‐ | |
15 | σόλυμα, τὸ τοῦ ἀδελφοθέου κλεινὸν ἐνδιαίτημα, ἐπ’ ἀναι‐ ρέσει τῶν πατρικῶν συμπεφρόνηκε παραδόσεων; τίς ὑμῖν τῶν ὑπὸ τὴν ἀρχὴν ὑμῶν τελούντων ἑκουσιαζόμενος ἱερεύς, ἀλλ’ οὐχὶ βίαν ὑποστὰς ἀκούσιον συνέπεται καὶ συντίθεται; ποία δὲ τῶν καθολικῶν συνόδων, ὑφ’ ὧν τὸ τῆς πίστεως εἰλι‐ | |
20 | κρινὲς πνεύματι θείῳ τετράνωται σύμβολον, ἐπὶ τούτοις ὑμῖν συνεφθέγξατο; ὁ γὰρ τῆς τούτων γυμνητεύων συννεύσεως τῇ ἐκκλησίᾳ δογμάτων ὑφαίνειν περιστολὴν οὐ δυνήσεται. ἀλλά, βασιλεῦ, μὴ δῷς τῇ αἱρέσει χεῖρα κάτω κειμένῃ, μηδὲ τῇ εὐλόγῳ σιγῇ καταδικασθείσῃ φωνὴν κατὰ τῆς ἐκκλησίας | |
25 | ἐμπνεύσειας διὰ φωνῆς. αὐτὴ μετὰ τῶν αὐτῆς εὑρετῶν ἀπερρί‐ φθω ἐς μακράν, οἰχέσθω ἐς κόρακας, ἀποπεμπέσθω ἐς Κυνό‐ σαργες· ἡ δὲ τῆς ἐκκλησίας ἀσύγκριτος ἀεὶ μενέτω μεγαλο‐ πρέπεια. οὐδὲν μέρος τῇ ὑφηλίῳ, ὡς φθάσαν τὸ ὑμέτερον εἴρηκε κράτος, ἕκατι τῶν ἱερῶν εἰκόνων ταύτην παραλυπεῖν | |
30 | προτεθύμηται, οὐδὲν κατὰ τῆς μονίμου αὐτῆς εὐταξίας ἀτα‐ | |
ξίαν ποτὲ μεμελέτηκεν· πάντοθεν γὰρ τὸ ἠρεμαῖον καὶ στάσι‐ | 171 | |
172 | μον ἔχουσα καταιγίδων καὶ σάλων καὶ αὐτῶν τῶν τοῦ ᾅδου πυλῶν κατισχύουσα φαίνεται. μὴ τὰς νεωτεροποιοὺς διδα‐ σκαλίας κατὰ τῆς προβεβηκυίας ἡμῶν ἐπαφήσητε παραδόσεως· αὗται γὰρ πρὸς χάριν, οὐ τὰ τοῦ κυρίου λαλεῖν μεμαθήκασιν, | |
5 | αὗται τῶν ἀπὸ κοιλίας φωνούντων εἰσὶν ἐξαμβλώματα. εἰς δέ τι τῶν ἑτεροδόξων τὴν ὑμετέραν ὀρθὴν παρεσάλευσε νῆψιν (ἴσμεν γάρ σε καὶ πρὸ τοῦ στέφους τῇ ἀμωμήτῳ πίστει προσ‐ κείμενον), καὶ λόγος χραίνειν ἀκοὰς δυνάμενος τὸ ὑμέτερον οὖς διελάσας παρέπεισε καὶ σκῶλον ὑμῖν ἀπεγέννησεν, εὑρέ‐ | |
10 | σθαι δὲ τὴν τούτου λύσιν εἰ ἱμείρεσθε, ταύτην ἐπιφύσει θεοῦ παρέξειν ὑμῖν βεβαιούμεθα. χρέος γὰρ ἡμῖν τοῦτο καὶ χρεῶν ἁπάντων ἀναγκαιότατον, τὸ τὸ σκάνδαλον ὑμῖν ἐπαφέντα, θεοῦ διδόντος, ἀναστεῖλαι προθέλυμνα. διᾶραι δὲ στόμα καὶ τὰ τοῦ πνεύματος μετὰ τῶν ἔξω τοῦ πνεύματος συζητεῖν οὐκ ἀναγ‐ | |
15 | καῖον τιθέμεθα, κἂν εἰ πάσης ἀνάγκης πειραθείημεν αἴτια, οὐδὲ ταῖς ὑπ’ ἐκείνων ἀποκνισθείσαις γραφικαῖς καὶ πατρι‐ καῖς ὑπείκομεν ῥήσεσι. πάλαι γὰρ ὑπὸ πολλῶν ἐλεγχθεῖσαι καὶ πατέρων τεθνήκασι”. Καὶ ὁ βασιλεὺς ὑποφθάσας φησίν· “ἀλλ’ οὐδὲ Μωϋσῆς | |
20 | σοι περὶ τούτων τῆς ἀληθοῦς πεφροντικέναι φαίνεται ῥή‐ σεως; οὐκ ἂν δὲ ἀμφιγνοίης ὡς θεοῦ λόγοι τοῦ Μωϋσέως οἱ λόγοι, μήτε εἴδωλον, μήτε ὁμοίωμα ποιεῖν ἐπιτρέποντος, οὐκ ἀνθρώπου μόνον, ἁπλῶς δὲ οὕτω καὶ ἀορίστως, μὴ τῶν κατ’ οὐρανὸν ἀεροπορούντων, μὴ τῶν ἐν γῇ διαιτωμέ‐ | |
25 | νων, μὴ τῶν ἐν ὕδασι νηχομένων; πῶς οὖν ὑμεῖς εἰκόνας δημιουργοῦντες προσάγετε αὐταῖς τιμάς, ἃς ὁ νομοθέτης ἀπηγόρευσεν; Ο ΠΑΤΡΙΑΡΧΗΣ. ὡς εἰς βαθύ τε καὶ ἀχα‐ νὲς ζητήσεως πέλαγος ἀνάγεις ἡμᾶς, ὦ βασιλεῦ, ὃ πολλοὶ μὲν πολλάκις διέπλευσαν, οὐδεὶς δέ γε, ὅσα ἴσμεν ἡμεῖς, | |
30 | ἐπὶ τὸν λιμένα τῆς ἀκριβείας ἀφίκετο. οἱ μὲν γάρ, καίτοιγε | |
ἄτοπόν τι οἰόμενοι τὰς εἰκόνας χρῆμα καὶ Ἑλληνικῆς ἔκγονον | 172 | |
173 | πλάνης, ἐν μὲν τῷ ἀφανεῖ τῆς ψυχῆς κριτηρίῳ διαβάλλουσί τε αὐτὰς καὶ τοῖς κατηγόροις συντίθενται· ἐπὶ δὲ τῶν πραγ‐ μάτων ἐλθόντες πρύμναν τε ἐκρούσαντο καὶ ἐναντία δρῶ‐ σιν οἷς ἔγνωσαν· εἰκόνες τε γὰρ αὐτοῖς εἰσι καὶ ἐν ταῖς | |
5 | ἐκκλησίαις καὶ ἐν ταῖς ἀγοραῖς καὶ ἐν τοῖς οἴκοις, ἤδη δὲ καὶ ἔνιοι καὶ συνοδοιπόρους ἔχουσι καὶ ὁμοδιαίτους καὶ πεζο‐ ποροῦντες καὶ πελαγίζοντες· οἱ δὲ τελέως πρὸς τὴν ἀπορίαν ὀκλάσαντες, εὐθὺς ἐκ πρώτης συμπλοκῆς τὰ ὅπλα τῆς ψυχῆς ἀπορρίψαντες νῶτα τῷ πολεμίῳ παρέσχοντο· καὶ οὔτε προ‐ | |
10 | φητῶν αὐτοῖς τιμῶνται εἰκόνες οὔτε ἀποστόλων μορφαὶ οὔτε μαρτύρων γραφαί· ἀλλὰ τούτων ἁπάντων ἀπηλλαγμένας τὰς ἐκκλησίας συστήσαντες, ἀσχηματίστους καὶ τύπων ἐκτὸς τῷ ἀοράτῳ τε καὶ ἀσωμάτῳ θεῷ τὰς ἑαυτῶν ἱκεσίας ἀνάγουσιν. ἀλλ’, εἰ δοκεῖ, μὴ περὶ τὴν ζήτησιν ἀποκάμωμεν, μηδὲ ἀμε‐ | |
15 | λῶμεν τῆς θήρας, εἰ μὴ ἐν κύκλῳ περιιόντες καὶ ἰχνηλα‐ τοῦντες τῷ λόγῳ ἐν δικτύοις αὐτὴν ἀληθείας ἐμβάλωμεν. ἄκουε δῆτα τοῦ λόγου, εὖ μάλα σοφοῦ τε καὶ ἀληθοῦς, ὃν ἀποδέξῃ καὶ ἐπαινέσεις, εἰ τῷ ὄντι τοῦ ὄντος ἐρᾷς καὶ τῆς ἀληθείας ἐφίεσαι. | |
20 | Οὐκ οἶσθα, οἵα τις πρώην περὶ θεὸν τὰς Αἰγυπτίων ψυχὰς ἐπενέμετο πλάνη, καὶ ὡς τὴν ἀκτιστόν τε καὶ ἄϋλον τοῦ δεσπότου δόξαν καταγαγόντες εἰς ὕλην καὶ εἶδος, ἀν‐ δρείκελόν τε ταύτην καὶ ἀνθρωποειδῆ τετιμήκασιν; οἷος ἦν ἄρα ἐκεῖνος ὁ Ὄσιρις, ὁ Τυφώς, ὁ Ὧρος, ἡ Ἶσις, καὶ τῶν | |
25 | ἄλλων ἀνθρώπων θεῶν ὁ κατάλογος, ὧν διελέγχει καὶ ἀπο‐ δείκνυσι τὴν ἀκρασίαν ὁ βίος, τὴν δὲ πλεονεξίαν ὁ πόλε‐ μος, τὴν φύσιν ὁ θάνατος. τί δή; ἄχρι τούτου τὸ θεῖον ἔστησαν, ἢ καὶ εἰς ἄλογα ζῷα καὶ ἀλόγων εἴδη τὸ θεῖον εἶδος τετύπωτο αὐτοῖς καὶ μεμόρφωτο; καὶ προσεκύνουν μὲν | |
30 | ὡς θεὸν τὸν κύνα, ὑμνεῖτο μόσχος ὁ Ἆπις, τράγος ὁ Ἑρμῆς, | |
καὶ ἰχθὺς ἡ Ἀθηνᾶ, καὶ γνώμῃ ἀλόγῳ τὸ ἄλογα θεοὺς | 173 | |
174 | ἀνηγόρευον· ἤδη δὲ αὐτὰ καὶ ἐν ἀλλήλοις συνθέντες πολυ‐ μόρφους τινὰς καὶ πολυειδεῖς θεοὺς ἀνεπλάσαντο· τὸν μὲν τραγόπουν δημιουργοῦντες· (ὁ Πᾶν οὗτος ἦν) τῷ δὲ πρόσ‐ ωπον κυνὸς περιάπτοντες· (Ἄνουβις, οἶμαι, ἐλέγετο,) μήτε ἀνὴρ | |
5 | εἶναι ὁλόκληρος μήτε κύων ἐντελὴς συγχωρούμενος. πότερον ψεύδομαι ταῦτα διεξιών, ἢ ὡς ἀληθέσι συντίθεσαι; Ο ΒΑΣΙ‐ ΛΕΥΣ. Ἀληθεύεις. Ο ΠΑΤΡΙΑΡΧΗΣ. ἐπεὶ οὖν ἐκεῖνος ὁ νομοθέτης τὸν παραδεδομένον αὐτῷ παρὰ τοῦ θεοῦ λαὸν ἀπὸ τῆς Αἰγύπτου ἐξάγων τὰς ἐντακείσας ἐκεῖθεν ταῖς αὐτῶν | |
10 | ψυχαῖς δευσοποιοὺς κηλίδας ἀποσμήχειν τε καὶ ἀποκαθαί‐ ρειν βουλόμενος, ἵνα μὴ ἀνθρωποειδὲς καὶ ἀνδρείκελον ἡγῶν‐ ται τὸ θεῖον, ἢ ἑτέρας ζῴων ἰδέας, παραινεῖ ὡσαύτως καὶ νομοθετεῖ τῷ λόγῳ τοιάδε· μὴ κατὰ τὸν ἐν Αἰγύπτῳ πολι‐ τεύεσθε τρόπον, ὦ ἄνθρωποι, μηδὲ ἐξ ἐκείνων ἀτόπως | |
15 | μαθόντες θεοῦ εἰκὼν ἐν ὑμῖν τελείτω, ἢ ἐκ τῶν ἐν ἀέρι δι‐ ιπταμένων ἢ ἐν γῇ κινουμένων ἢ ἐννηχομένων τοῖς ὕδασιν· οὐ γὰρ ταῦτα θεός, καὶ εἰ τοῖς Αἰγυπτίοις δοκεῖ, οὐδὲ ἐν εἰκόνι γραπτέον τὸ μὴ θεωρηθῆναι δυνάμενον. ἀνείδεον γὰρ τὸ θεῖον καὶ ἀσχημάτιστον καὶ ἀόρατον καὶ τῶν φαινο‐ | |
20 | μένων καὶ ὀφθαλμοῖς ἀνθρώπων ἐγνωσμένων οὐδέν· ἀλλὰ νῷ μόνῳ θεωρητόν, εἴ πού τις καὶ τοῦτο δυνήσαιτο. εἰ γὰρ δημιουργὸς τῶν πάντων, οὐκ ἂν ἓν αὐτὸς εἴη τῶν πάν‐ των· καὶ εἰ διὰ πάντων διήκει, οὐκ ἂν ἐν ἑνὶ περικλείοιτο. ὁ οὖν νομοθέτης ἐπὶ μόνου θεοῦ δημιουργεῖν εἰκόνας ἐκώ‐ | |
25 | λυσε. καὶ ὅτι τοῦτο σαφές, πρῶτον αὐτὸς τοῦτο δηλώσει τοῖς ἐπαΐειν ὀρθῶς τῶν γεγραμμένων ἐθέλουσιν· ὡς γὰρ περὶ θεοῦ τὸν λόγον προφέρων καὶ πρὸς μόνον αὐτὸν ἀναφέρων τὸ ἔπος, ἐπάγει που λέγων· “οὐ γὰρ προσκυνήσεις αὐτοῖς, οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς· ἐγὼ γάρ εἰμι κύριος ὁ θεός | |
30 | σου, θεὸς ζηλωτής”. ἡ μὲν γὰρ ἀσεβής τε προπέτεια καὶ | 174 |
175 | ἄτοπος ἔννοια, ἥτις ἄρα ποτὲ τὸν πάσης ἐπέκεινα φύσεως καὶ οὐσίας καὶ γνώσεως, ὃν οὐδεὶς ἑώρακεν, οὔτε μήποτε θεά‐ σασθαι δύναται, τούτου μορφὴν καὶ τύπον ἐκ τῶν φαινο‐ μένων τὰς ἐννοίας λαβών, ἑαυτῷ τολμηρῶς ἀναπλάσεται· | |
5 | οἷα παρ’ Ἕλλησιν ἀσεβῶς ἐτολμήθη, καὶ θεὸν ζητοῦντες οὐκ ἄνω τὸ ὄμμα τῆς ψυχῆς ἔτειναν οὐδὲ ὑπὲρ αἰθέρα καὶ οὐ‐ ρανὸν τῷ νῷ κουφισθέντες ἐκεῖ διηρευνήσαντο τὸ ποθού‐ μενον· ἀλλ’ εἰς γῆν καὶ ὕλην κατενεχθέντες καὶ πᾶσαν αὐτῶν τὴν σοφίαν κάτω κενώσαντες τὰ φανέντα θεὸν ἀνηγόρευσαν. | |
10 | εἰ δέ τις ἀνὴρ ἢ βασιλέα τιμῶν ἢ στρατηγὸν ὑμνῶν ἢ ἀρι‐ στέα θαυμάζων εἰκόνας αὐτῶν ἀπεργάζηται, ἀδικῆσαι οἶμαι οὐδέν, εἰ, ὃν ἐπαινεῖ τῇ ψυχῇ καὶ εἶδεν ὀφθαλμοῖς, παρα‐ στήσει τοῖς χρώμασι· μόνον μὴ τιμάσθω κατὰ τοὺς ἐκείνων φληνάφους καὶ λήρους ὡς θεός ποτε τὸ γινόμενον· τοῦτο | |
15 | γὰρ ἤδη ἐστίν, ὃ καὶ Μωϋσῆς ἀπείργει, καὶ ὁ χριστιανῶν νόμος μισεῖ, καὶ θεὸς γενέσθαι οὐ βούλεται· “τὴν γὰρ ἐμήν”, φησί, “δόξαν ἑτέρῳ οὐ δώσω”. ὃς μὲν οὕτως ἐπαΐοι τῶν τοῦ νομοθέτου λογίων, ἀκραιφνὲς μὲν αὐτῷ τηρεῖται τῆς διανοίας τὸ ὄμμα, ἀτρέπτως δὲ τὸ ἄτρεπτον καθορῶν, οὐ | |
20 | τύπον, οὐ χρῶμα περιιέναι ἐννοεῖ, οὐ τόπον ἢ χρόνον ἢ ὅσα τοιαῦτα σωμάτων ἴδια, πρὸς ἑαυτὰ τὸν νοῦν διὰ τῶν ὀφθαλμῶν ἐπισπώμενα· ἀλλ’ αὐτοῦ που περὶ τὸ ἀσώματον ἑαυτὸν ἐρείδων ἀκίνητός τε καὶ ἀτρεμὴς περὶ τὸ ἀγαθὸν ἕστηκεν, ἀθόλωτόν τε καὶ ἀπαθῆ τὴν ἑαυτοῦ φυλάττων ἐνέρ‐ | |
25 | γειαν. ὁ δὲ ἄλλως αὐτῶν ἀκροώμενος καὶ πρὸς τὸ ἀειδές τε καὶ νοερὸν ἰλιγγιάσας ἀτονίᾳ ψυχῆς, τῆς περὶ θεοῦ ἀπο‐ λισθήσας ἐννοίας ἀνὰ τὸ Λήθης πεδίον ἀλᾶται, περὶ σώ‐ ματα καὶ γῆν εἰλυσπώμενος. Τί οὖν, εἰ καὶ αὐτοὺς ἐκείνους τοὺς κατὰ Μωϋσέως | |
30 | πολιτευσαμένους ἄνδρας ὁσίους μὴ πεφυλαχότας τόνδε ἐπε‐ | |
δείξω τὸν νόμον, μηδὲ πεφευγότας τῶν οὐρανοῦ καὶ ἐπὶ | 175 | |
176 | γῆς ἢ τῶν ἐν θαλάσσῃ ποιεῖν τὰ ἰνδάλματα, εἰ κατὰ τὰς σὰς ἀορίστους ἐννοίας νοοῖτο ὁ λόγος; Ο ΒΑΣΙΛΕΥΣ. πῶς καὶ τίνα τρόπον; Ο ΠΑΤΡΙΑΡΧΗΣ. μῶν οὐκ ἀκήκοας, ὦ βασιλεῦ, ὡς οἰκοδομῶν τὸν νεὼν Σολομὼν τὴν χαλκῆν ἐκεί‐ | |
5 | νην τοῦ ἱεροῦ περιβόλων ἐντὸς ἐτεκτήνατο θάλασσαν, ἐν ᾗ τὰς χεῖρας οἱ ἱερεῖς αἵματι καὶ λύθρῳ πεπαλαγμένας ἐκά‐ θαιρον; ἐπὶ τίνων οὖν ταύτην ἀπῃώρησεν; οὐχὶ δυοκαίδεκα βόας χαλκεύσας καὶ τούτους ὑποθείς, ἐπ’ αὐτῶν τὴν θά‐ λασσαν ἥπλωσεν; πῶς οὖν φυλάττει τὸν νόμον, ὁμοίωμα | |
10 | βοῶν ἐν τοῖς τελουμένοις αὐτῷ ποιησάμενος; δι’ ὧν, οἶμαι, ὑπέγραφεν, ὡς τῶν ἀποστόλων ἰσάριθμος χορός, οἱ σοφοὶ τοῦ λόγου βοεργάται, τόνδε τὸν κόσμον, τὴν θάλασσαν, εἰς ὕψος αἴροντες τῇ γεηπονίᾳ τῆς εὐσεβείας, μεμολυσμένας αἵ‐ μασι θυσιῶν τῶν ἱερέων τὰς χεῖρας ἐκάθαιρόν τε καὶ ἔσμη‐ | |
15 | χον τῆς διδασκαλίας τοῖς νάμασιν, ἵνα ἐκείνων ἀπαλλαγέντες ἀναίμακτον θυσίαν τῷ δεσπότῃ προσφέρωσι. τί δέ, ποικί‐ λους καὶ πολυτελεῖς κατασκευάσας θάκους, οὐ λεόντων ἐν αὐτοῖς ἐτίθει μορφάς, τοὺς μὲν ἄνωθεν ἐπὶ τοὺς ἀγκῶνας ἐρείσας, τοὺς δὲ ἔνερθεν ἀνὰ τοὺς βαθμοὺς ἁρμοσάμενος; | |
20 | ἐλέφας δὲ ἦν τῶν λεόντων ἡ ὕλη. Καὶ τί ἂν ταῦτα περὶ ἑτέρων σοι φαίην, ἐξὸν καὶ αὐτὸν ἐπιδεικνύναι τὸν νομοθέτην, εἰ οὕτω νοοῖτο, τοῖς οἰ‐ κείοις θεσμοῖς οὐχ ἑπόμενον; οὐκ οἶσθα γὰρ ὡς ἱλαστήριον ἐκ καθαροῦ χρυσίου κατεσκεύασε καὶ τοῦτο ἄνωθεν τῆς χρυ‐ | |
25 | σῆς ἐπέθηκε κιβωτοῦ, καί, ὡς ὁ Παῦλος, εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν τὸ ἱλαστήριον εἴληφεν; τί δέ; οὐχ ὕπερθε τοῦ ἱλαστηρίου δύο Χερουβὶμ κατεσκεύασεν, ἃ διιέντα τὰς πτέρυγας ἐπισκιάζουσί τε αὐτὸ καὶ συγκαλύπτουσι καὶ ἀφθέγ‐ κτῳ βοῇ σιωπῶντα κηρύττουσι τὴν κρυφίαν καὶ ἄγνωστον | |
30 | τοῦ ἐπὶ γῆς φανέντος θεότητα; νοερὰς δὲ εἶναι ταύτας οὐ | |
συντίθῃ δυνάμεις, ἀνὰ τὰς οὐρανίους σελασφόρους πτυχὰς | 176 | |
177 | περιπολοῦντα περὶ θεὸν καὶ χορεύοντα, τῇ οἰκείᾳ γανυμένας γαλήνῃ καὶ τῷ πλήθει τῆς γνώσεως, ἣν ἀμφὶ τὸ ποθού‐ μενον ἔχουσι; πῶς οὖν εἰκόνας τούτων ὁ νομοθέτης, ὁ τὰς εἰκόνας, ὡς ἔφης, ἀπαγορεύων, εἰργάσατο; ἤδη δὲ ἄρα καὶ | |
5 | πίπτοντά ποτε τὸν Ἰσραηλίτην λεὼν ἐν τῇ ἐρήμῳ θεώμενος (τὸ δὲ πάθος ἦν ἐξ ἀφανῶν χωρίων ὄφεις ἕρποντες καὶ ἑαυτοὺς βέλη θανάσιμα τοῖς ὁδοιποροῦσιν ἐπάγοντες), τὸν χαλκοῦν ἐκεῖνον ἐδημιούργησεν ὄφιν ἐπὶ σημείου τε αὐτὸν ἐπῃώρησεν, εἰς ὃν ἀφορῶντες αἱ ἐναντίαι δυνάμεις οἱ ὄφεις, | |
10 | οἱ μὲν ἐνεκροῦντο, οἱ δὲ ἀφανῶς τιτρωσκόμενοι ἀθρόον τῶν πληγῶν ἠλευθεροῦντο. τοῦτο δὲ ἄρα ἐκεῖνο τὸν ἐμὸν Ἰησοῦν ἐδήλου, φασίν, καὶ ἐσήμαινεν, ὃν ἐπὶ ξύλου κατιδοῦσαι τοῦ σταυροῦ αἰωρούμενον αἱ μὲν αὐτίκα νενέκρωντο καὶ ἄπνοι γεγόνασι καὶ τὸν κατὰ ἀνθρώπων αὐταῖς σεσωρευμένον τῆς | |
15 | κακίας ἰὸν εἰς κενὸν ἐμοῦσι καὶ ἀποπτύουσιν· οἱ δὲ εἰς αὐτὸν ἡμεῖς ἀποβλέποντες τὰς ἐξ αὐτῶν φερομένας πυρφόρους ἀκί‐ δας, οἱ μὲν παντελῶς οὐ δεχόμεθα, οἱ δὲ καὶ βληθέντες σωζόμεθα. ὁ δὲ τῶν ὄφεων προστάτης δράκων, τοῦ κρε‐ μασθέντος ἐπὶ ξύλου τὴν ἰσχὺν ἐννοῶν καὶ τῶν ἐκεῖθεν | |
20 | ἀφεθέντων αὐτῷ μεμνημένος βελῶν, ἄψορρος οἴχεται, φόβῳ πληγῆς παλαιᾶς νέαν ἀεὶ συμφορὰν ὀδυρόμενος. ὁρᾷς, ὡς οὐκ ἀσφαλές, οὕτως εἰκῇ τε καὶ ἀορίστως νοεῖν τὰ ὑπὸ τοῦ νομοθέτου λεγόμενα; Εἴσῃ δὲ κἀκεῖνο, ὦ βασιλεῦ, εἴ γέ που μέμνησαι, ὅτου | |
25 | χάριν ποτὲ πρὸς τὸν Ἰσραηλίτην ὁ νομοθέτης λεὼν ἐχαλέ‐ πηνεν; Ο ΒΑΣΙΛΕΥΣ. οἶδα ὡς πολλάκις, ὅτου δὲ νῦν ἐμνήσθης οὐκ οἶδα. Ο ΠΑΤΡΙΑΡΧΗΣ. ὅτε τὴν χρυσῆν τοῦ μόσχου κεφαλὴν ἐσχεδίασεν, ὡς ὀρθότατα αὐτοῖς ἐχαλέ‐ πηνεν. ἐπιλαθόμενοι γὰρ τὴν ἐν Αἰγύπτῳ θαυματοποιίαν | |
30 | τὴν ἐν θαλάσσῃ μεσοπορείαν, τὴν πρωτοτόκων ἀθρόαν τελευ‐ | 177 |
178 | τήν, τὴν τῶν στοιχείων μεταβολήν, ὡς ὁ νομοθέτης ἐπ‐ έτρεπε τοῦ μόσχου τὸ κάρα θεὸν ἀνηγόρευσαν. μή τι οὖν τοῦτό σοι πλημμελεῖν δοκῶσιν, ἢ ὁ νομοθέτης αὐτοῖς ἐγκα‐ λεῖ, ὅτι μόσχον εἰκῇ καὶ ἁπλῶς ἀνετυπώσαντο; Ο ΒΑΣΙ‐ | |
5 | ΛΕΥΣ. διὰ τί; Ο ΠΑΤΡΙΑΡΧΗΣ. ὅτι εἴπερ ἐκείνοις κατὰ τοῦτο μεμψώμεθα, καὶ Σολομῶντος κατηγορήσωμεν, ὡς βόας καὶ αὐτοῦ πλαστουργήσαντος. οὐκοῦν κατ’ ἐκεῖνο καὶ ἡμεῖς τοῖς ἀνδράσι μεμφόμεθα καὶ ὁ νομοθέτης ἐγκέκληκεν, ὅτι τὸν βοῦν θεὸν ἀνηγόρευσαν καὶ τὴν ἐπ’ Αἰγύπτου σωτη‐ | |
10 | ρίαν εἰς αὐτὸν ἀσεβῶς ἀνετίθεσαν. οὐχ ὁμοίωμα γοῦν ποιεῖν ἁπλῶς διεκώλυσεν, ἀλλὰ θεοῦ ποιεῖν ὁμοίωμα. διὰ τοῦτο καὶ ὁ λόγος γέγραφεν, ὡς τὰ χρυσᾶ τῶν γυναίων ἀφελόντες ἐλλόβια τὴν χρυσῆν ἐκείνην εἰργάσαντο κεφαλὴν τοῦ μόσχου· ὑποδηλῶν, ὡς οἶμαι, καὶ αἰνιττόμενος, ὡς ἡ τῶν ἀνθρώπων | |
15 | ἐκείνων ἀκοὴ παραλαβοῦσα τοὺς περὶ θεοῦ ἀκιβδήλους λό‐ γους, εἶτα εἰς ἑτέρας ἐκπεσοῦσα δόξας ἀπεκόσμησε καὶ ἐγυ‐ μνώθη, καὶ τὸν ἐκβληθέντα τοῖς αὐτῶν ὠσὶ κόσμον ἀφ‐ ῄρηται. ἀλλὰ καὶ ὁ νομοθέτης, ὡς αὐτός φησιν ὁ λόγος, καταλεάνας τὸν μόσχον καὶ ἐπισπείρας τῷ ὕδατι, ἐπότισεν | |
20 | αὐτὸν τὸν λεών. τί τοῦτο δηλῶν; ἰδών, ὡς οἶμαι, τοῦτον τὴν περὶ εἰδώλων ἀγνοοῦντα πλάνην καὶ μὴ νενοηκότα τὸ μέγεθος ὅσον ὑπάρχει τῆς βλάβης, τοὺς περὶ αὐτῆς λόγους λεπτύνας καὶ περιξύσας καὶ καταληπτοὺς ποιησάμενος ἐδί‐ δαξεν αὐτούς, καὶ τὸν λεὼν ἐπότισε, καὶ ταῖς καρδίαις γε | |
25 | ἔνδον ἐνέβαλεν, ἵνα μὴ ἄγνοιά τις ἀσεβείας ῥᾳδίως αὐτοῖς περιπίπτοι. Ἀλλὰ γὰρ ἐρομένῳ μοι κἀκεῖνο λέγειν. Ο ΒΑΣΙΛΕΥΣ. ποῖον δή; Ο ΠΑΤΡΙΑΡΧΗΣ. οὐκ ἀνθρώποις ἔθος καὶ δημιουργοῦσι πολλάκις λέοντας βλοσυροὺς δεινὸν ὑποβλέπον‐ | |
30 | τας, ἢ σῦς ἀγρίους τὴν χαίτην ἐπιφρίσσοντας, ἢ ὡς ἐν πεδίῳ καὶ ὄρεσιν ἵππους ἐμπρεπῶς διαθέοντας, ἢ ὀρνέων εἴδη κελα‐ δεῖν δοκούντων, ὡς τὴν ἀκοὴν ὑποσχεῖν πολλάκις ἵνα τῆς | |
φωνῆς ἐπακροάσειαν; καὶ ταῦτα ἄνθρωποι οἱ μὲν τοίχοις | 178 | |
179 | ἐγγράφουσιν, οἱ δὲ πέπλοις ὑφαίνουσιν, ἤδη δὲ ἔνιοι καὶ χαλκοῦς καὶ χρυσοῦς πλαστουργήσαντες θυμηδίας καὶ ὥρας χάριν, ἢ ἐν οἴκοις ἱστῶσιν, ἢ ἐν ἀγοραῖς ἀνατίθενται. τί οὖν; ταῦτα ἀνθρώπους ἢ τῶν ἀνθρώπων ἐλυμήναντο βίον, | |
5 | εἰ μὴ κατὰ τὴν τῶν Ἑλλήνων ἀσεβῆ τερθρείαν τὰ πεποιη‐ μένα θεὸν ὀνομάσωσιν; εἰ δέ τις ἄφρων ἀνὴρ δαιμόνων πλάνῃ πειθόμενος θεόν τι τούτων ἡγήσεται, οὐκ ἂν αὐτίκα ἢ λίθοις βαλούμεθα ἢ πυρὶ καταφλέξομεν ἢ θηρίων στό‐ μασιν ὠμοβόροις παρέξομεν; | |
10 | Μία οὖν ἐστιν ὁδός, ὦ βασιλεῦ, τοῦ καλῶς βουλεύ‐ εσθαι εἰδέναι τε καὶ ἐπίστασθαι, ὡς ἐπὶ μόνου θεοῦ τὰς εἰκόνας τελεῖν ὁ νομοθέτης εἶρξέ τε ἡμᾶς καὶ ἐκώλυσε. καὶ εἰ τοῦτό φαμεν, οὔτε τοῖς πάλαι κατὰ τὸν νόμον πολιτευ‐ σαμένοις μεμψόμεθα, οὔτε Χριστιανοὶ πλημμελοῦμεν, μαρτύ‐ | |
15 | ρων ἢ ἄλλως ἀνθρώπων ὁσίων τελοῦντες εἰκόνας καὶ τῷ φαινομένῳ δηλοῦντες αὐτῶν τὰ μὴ φαινόμενα. καί, εἴ μοι πείθηται πᾶς εὐσεβεῖν βουλόμενος, οὕτω διακριτέον καὶ δι‐ οριστέον τόνδε τὸν λόγον, καὶ ὡς δύο τινὰς ὅρους θετέον, οὓς ἀνατρέπειν τε καὶ συγχεῖν οὐχ οἷόν τε. Ο ΒΑΣΙΛΕΥΣ. | |
20 | πῶς καὶ τίνα τρόπον; Ο ΠΑΤΡΙΑΡΧΗΣ. ὡς θεοῦ εἰκό‐ νας οὐ ποιητέον, ἀλλὰ καὶ εἴ τις ἐγχειροῖ τι τῶν τοιούτων, ὡς τῶν Ἑλληνικῶν κοινωνὸν δογμάτων ποιναῖς ὑποβάλλειν ἐσχάταις· ἀνθρώπους δὲ ὁσίους γραπτέον, τῇ πρὸς θεὸν παρρησίᾳ καὶ τῷ καθαρῷ τῆς ζωῆς ἐναβρυνομένους καὶ μέ‐ | |
25 | σους πως ἡμῖν καὶ πορθμέας πρὸς αὐτὸν ἐσομένους καὶ ἀνάγοντας μὲν τῷ θεῷ τὰ αἰτούμενα, κατάγοντας δὲ ἡμῖν ἀπὸ θεοῦ τὰ διδόμενα. οὐ γάρ ἐστιν, οὐκ ἔστιν εἷς, ὦ βασιλεῦ, τῶν θεῷ προσιόντων, ἢ ἀπὸ θεοῦ τιμωμένων ὁ τρόπος· ἀλλ’ ἡ παρρησία συμμετρεῖται τῷ βίῳ, καὶ τῇ πολιτείᾳ κατάλληλος | |
30 | ἡ ἀντίδοσις ἕπεται. θεὸς μὲν γὰρ ὢν ἀεί, γένεσίν τε οὐκ | |
ἔχων· τὸ δὲ οὐκ ὂν ἀεί, γενόμενον δὲ ὕστερον, τὴν γένεσιν | 179 | |
180 | ἐκ τοῦ ὄντος ἐδέξατο. καὶ κατὰ τόνδε μὲν τὸν λόγον, δοῦ‐ λον ἂν καλοῖτο θεοῦ πᾶν τὸ ἀεὶ γινόμενον· τὸ γὰρ γεγονὸς δοῦλον ἂν δικαίως τοῦ πεποιηκότος νομίζοιτο. τῇ δὲ πρὸς θεὸν οἰκειώσει καὶ τῇ διαφορᾷ τῆς ἐκεῖθεν αἴγλης, διάφορός | |
5 | τε καθ’ ἕτερον τρόπον προσηγορία καὶ κλῆσις τοῖς προσερχο‐ μένοις ἐντίθεται. ὅσοι μὲν γὰρ φόβῳ κολάσεως τῶν πλημ‐ μελημάτων ἀπέχονται, οὗτοι θεράποντες ἂν λέγοιντο θεοῦ, μαστιγίαι τινὲς ἀληθῶς καὶ δοῦλοι, πληγῶν καὶ εἱρκτῆς καὶ τῶν ἐπ’ αὐταῖς ἀπειλῶν, ἵνα μὴ ἁμάρτωσι, χρῄζοντες· οἱ | |
10 | δὲ μελλόντων ἀγαθῶν ἐλπίδι πρὸς τὸ ἀγαθὸν νεύσαντες, οἰκέται μὲν οὐκ ἂν ὀνομάζοιντο, μισθωτοὶ δ’ ἂν εἶεν, ὡς ἄν τις φαίη, θεοῦ κέρδους ἕνεκά του καὶ μισθοῦ τὰ δέοντα πράσσοντες. ὅσοι δ’ αὖ τούτοις ὑπεραναβεβηκότες καὶ πρὸς τὸ καλὸν ἀκραιφνῶς φανέντες, οὐ προσδοκωμένης φόβῳ | |
15 | κολάσεως, οὐ τῶν μελλόντων ἀγαθῶν ἐλπίδι πρὸς τὸ ἀγαθὸν ᾄττουσιν, ἀλλὰ δι’ αὐτὸ τὸ καλὸν τὸ καλὸν κατεργάζονται, οὗτοι τῶν ἀκηράτων τῆς σοφίας θησαυρῶν ἐμπλησθέντες υἱοὶ θεοῦ καλοῖντ’ ἂν δικαίως, θεοῦ κληρονόμοι καὶ συγκληρονόμοι Χριστοῦ χρηματίζοντες· οἳ καὶ ἄνθρωποι πεφυκότες ὑπὲρ | |
20 | ἀνθρώπων θεὸν τῶν ἁπάντων πλέον ἱκετεύοντες πείθουσι, καὶ τόνδε μὲν ἔτι πολοῦντες τὸν ἀλήμονα καὶ ἄτακτον χῶ‐ ρον, μάλιστα δὲ τότε γυμνωθέντες ῥακίων, καὶ τὴν ὀστεΐνην καὶ βρίθουσαν ἀποτιναξάμενοι κόνιν, τῇ ὕλῃ τὴν ὕλην προσ‐ ρίψαντες πρὸς τὸν ἵλεών τε καὶ ἀγαθὸν δεσπότην καθαροὶ | |
25 | καθαρῶς ἀναδράμωσιν. Ο ΒΑΣΙΛΕΥΣ. τί οὖν; τῶν Ἑλληνικῶν οὐ κοινωνοῦσι δογμάτων οἱ τῶν ὁσίων, ὡς ἔφης, ἀνθρώπων δημιουργοῦντες εἰκόνας; Ο ΠΑΤΡΙΑΡΧΗΣ. οὐχ οὕτως ἁπλῶς κατηγορητέον αὐτῶν, ἀλλὰ σκοπητέον καὶ διερευνητέον. Ο ΒΑΣΙΛΕΥΣ. | |
30 | πῶς Χριστιανοὶ τὰς τοιαύτας δημιουργοῦσιν εἰκόνας; πῶς | |
γράφουσιν; Ο ΠΑΤΡΙΑΡΧΗΣ. μή, βασιλεῦ, τῆς ἀρρήτου | 180 | |
181 | καὶ ὑπὲρ οὐσίαν μεταδιδόασι τοῖς γραφομένοις οὐσίας; Ο ΒΑΣΙΛΕΥΣ. Οὐδαμῶς. Ο ΠΑΤΡΙΑΡΧΗΣ. Τί δέ; ὡς τῆς πρώτης καὶ ἀνωτάτω λαχόντας τιμῶσιν αἰτίας; Ο ΒΑΣΙ‐ ΛΕΥΣ. Οὐ δῆτα. Ο ΠΑΤΡΙΑΡΧΗΣ. Θνητοὺς δὲ αὐτοὺς | |
5 | φρονοῦσιν ἀνθρώπους; Ο ΒΑΣΙΛΕΥΣ. Ναί. Ο ΠΑΤΡΙ‐ ΑΡΧΗΣ. Τίς οὖν ἡ μέμψις, εἰ ὡς ἀνθρώπους εἰδότες, ὡς ἀνθρώπους γραφῇ παραδίδομεν; καὶ τὴν θεὸς προσηγορίαν, ἐξαίρετον οὖσαν καὶ τοῖς γεγονόσιν ἐπιτεθῆναι κυρίως φύσιν οὐκ ἔχουσαν, ἐπὶ τῆς πάντων ἐξῃρημένης ἐῶντες οὐσίας, ὡς | |
10 | αὐτῷ μόνῳ μόνην ἁρμόζουσαν, ἐκείνην μὲν οὐ τύποις καὶ χαρακτῆρσι συγγράψομεν; πῶς γὰρ γράψομεν ὃ τοῖς ὀφθαλ‐ μοῖς οὐ γινώσκομεν; μαρτύρων δὲ ἢ ἄλλως ἀνδρῶν ὁσίων ταῖς εἰκόσι χρησόμεθα, οὐ θεοὺς φρονοῦντες (μὴ οὕτω τῶν δεόντων ἐκπέσοιμεν), ἀλλὰ θεοῦ οἰκέτας εὐγνώμονας, ἵνα καὶ | |
15 | τῆς ἀνδρείας αὐτοὺς ἀμειψώμεθα, καὶ ὅσα δεῖσθαι τοῦ βασι‐ λέως ἀδυνατοῦμεν ὑπὸ πλημμελημάτων ἀγόμενοι, ὡς δορυ‐ φόροι τοῦ βασιλέως ὑπὲρ ἡμῶν ἐκπροσώπως ἀνάγωσιν. Εἰ δέ σοι δοκεῖ καὶ ἐξ ἀνθρωπίνων ἐξεταζέσθω παρα‐ δειγμάτων ὁ λόγος. ἆρα οὐχ ὁμολογεῖσθαι φής, ὡς ὁ τόδε | |
20 | τὸ πᾶν τεκτηνάμενος, κυβερνήτης ὢν ἀγαθὸς καὶ τῆς τῶν ἐν αὐτῷ πλεόντων προνοῶν γαλήνης, ἵνα μὴ ἀνερματίστου δίκην ὁλκάδος ὑπὸ τῶν ἀνθρώπων ὠθούμενοι ἐν τοῖς τοῦ βίου πλέξοιντο κύμασιν, ὥσπερ εἰκόνα ἑαυτοῦ καὶ τύπον ἐπὶ γῆς βασιλέα ἔστησεν; Ο ΒΑΣΙΛΕΥΣ. Ναί. Ο ΠΑΤΡΙΑΡ‐ | |
25 | ΧΗΣ. Ὁ δὲ (θεὸς μὲν οὐκ ὤν, μιμεῖσθαι δὲ θεόν, ὡς δυ‐ νατὸν ἀνθρώπῳ, βουλόμενος, ἐπειδὴ περιγραπτός τέ ἐστι καὶ ἁπλῶς ἄνθρωπος) χειροτονίαις ἀρχόντων ἑτέρων τῆς ἑαυτοῦ παρουσίας τὴν πολιτείαν ἐμπίμπλησιν, ἵνα καὶ ἀπὼν πᾶσι παρῇ καὶ πόρρω διεστὼς παρόντα ἐπάγει τοῖς ἀρχομένοις | |
30 | τὸν φόβον. τί οὖν; ἀνέξεται πώποτε, εἰ τοὺς ἐξ αὐτοῦ πρὸς | |
τὸ ἄρχειν ἀρχθέντας βασιλέας προσείποιμεν, ἢ τῆς προσηγο‐ | 181 | |
182 | ρίας αὐτοῦ μεταδοίημεν; Ο ΒΑΣΙΛΕΥΣ. Οὐ δῆτα. Ο ΠΑ‐ ΤΡΙΑΡΧΗΣ. Μέμψεται δὲ ἡμῖν, εἰ τοῖς ἐξ αὐτοῦ χειρο‐ τονηθεῖσι καὶ ὡς αὐτῷ δοκεῖ τὰ πράγματα ἄγουσι πρόσιμεν καὶ ἱκετεύομεν, καὶ ὅσας αὐτῷ προσάγειν οὐχ οἷοί τέ ἐσμεν | |
5 | αἰτήσεις δι’ ἐκείνων αὐτῷ προσάγομεν; Ο ΒΑΣΙΛΕΥΣ. Οὐδαμῶς. Ο ΠΑΤΡΙΑΡΧΗΣ. Οὕτως οὖν, βασιλεῦ, καὶ θεὸν νοητέον, χαλεπαίνοντα μὲν εἰ ἑτέρῳ τῆς θεοῦ τιμῆς μετα‐ δοίημεν, ἐπαινοῦντα δὲ καὶ ἡδόμενον, εἰ τοὺς αὐτοῦ οἰκέτας τιμᾷν προελοίμεθα. | |
10 | Ἀλλὰ γὰρ ταύτης τῆς δόξης συγγενέσθαι καὶ ὁ σοφώ‐ τατος φανεῖταί σοι Παῦλος, ἐν οἷς πρὸς Ῥωμαίους ἐπ‐ έστελλεν, οὐχ ἁπλῶς εἰκόνας καταιτιώμενος οὐδὲ τοῖς εἰκόσι κεχρημένοις μεμφόμενος, ἀλλ’ ὅτι ἠλλάξαντο τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου. | |
15 | τῷ ὄντι γὰρ οὗτοι τολμητέοι τέ εἰσι καὶ ἀνόητοι, οἳ θεοῦ μὲν τύπον ἢ μορφὴν καὶ εἶδος οὔτε εἶδον οὔτ’ ἐννοεῖν ἠδυ‐ νήθησαν (γηγενεῖς γὰρ ὄντες καὶ σπαρτοὶ καὶ ἀνήροτοι καὶ αἰσθήσεως δοῦλοι καὶ σάρκες, ὡς εἰπεῖν, ἄψυχοί τινες καὶ ἀκίνητοι, ἀποροῦντες, ὅπως ἀΰλως τῷ ἀΰλῳ προσβάλωσι, καὶ | |
20 | μὴ δυνηθέντες τῶν ὁρωμένων ὑπερβῆναι τὴν φύσιν), ἅπερ εἶδον μόνον ὡς θεὸν τετιμήκασιν. ἔνθα καὶ θαυμάσεις ὄν‐ τως τοῦ ἀποστόλου εὖ μάλα τὸ βούλημα· τὸ γὰρ ἤλλαξαν, ἴσον ἐκείνῳ, οἶμαι, δηλοῖ καὶ παρίστησιν, ὡς αἱ περὶ θεοῦ ἐνσπαρεῖσαι ταῖς ψυχαῖς ἔννοιαι, ἐξ ἀρχῆς τε καὶ ἄνωθεν | |
25 | παραδόσεις τῶν πρώτων ἀνθρώπων, ἕνα θεὸν ἀληθῆ μόνον ἐγίνωσκον· οἱ δὲ τῆς χθονίας ἐρασταὶ σοφίας ἀφιλοσόφῳ φιλοσοφίᾳ καὶ λόγῳ ἀλόγῳ τῆς εὐσεβείας τὰς ῥίζας τολμη‐ ρῶς ἀνασπάσαντες, ἤλλαξάν τε αὐτὰς καὶ ἑτέραν ἐτράποντο, καὶ πολυθεΐας ἐμβεβληκότες φυτὰ προὔδωκαν ἣν εἶχον ἀλή‐ | |
30 | θειαν, ἀνθρώπου ὁμοίωμα καὶ πετεινῶν καὶ ἑξῆς τῷ θεῷ | |
παρασχόμενοι. ἐναλλάττει γὰρ ὃ πρότερον εἶχεν ἀντὶ τοῦ | 182 | |
183 | ὄντος τὸ μὴ παρὸν αὐτῷ προαιρούμενος· ὃ δὲ μὴ εἶχεν, οὐκ ἂν ἐναλλάττειν πώποτε ἕλοιτο. Ο ΒΑΣ. Ἆρα οὐ τοῦτό ἐστιν ὃ διεξῄεις, ὡς ἐπὶ μό‐ νου θεοῦ παραδεκτέον τὸν τοῦ νομοθέτου λόγον, καὶ ὡς | |
5 | ἐπὶ τούτου τὰς εἰκόνας γράφειν ἐκώλυσεν; Ο ΠΑΤΡ. Τοῦτό γε ἔφην καὶ λέγειν οὐδέποτε παύσομαι. Ο ΒΑΣ. Τί δή; οὐ θεὸν ἀληθῆ τὸν Χριστὸν κηρύττεις; Ο ΠΑΤΡ. Ἔγωγε. Ο ΒΑΣ. Χριστοῦ δὲ εἰκόνας οὐ γράφεις; Ο ΠΑΤΡ. Πάνυ γε. Ο ΒΑΣ. Πῶς οὖν εἰ θεὸν ἀληθῆ τὸν Χριστὸν κηρύττεις, | |
10 | Χριστοῦ δὲ γράφεις εἰκόνας, εἰ θεοῦ γράφειν εἰκόνας ὁ νομο‐ θέτης ἐκώλυσεν; Ο ΠΑΤΡ. Εὖ σοι γένοιτο, ὦ βασιλεῦ· τὸ γὰρ παρὰ σοῦ κινηθὲν παραστήσει τὸ δόγμα λαμπρότερον. εἰπὲ γάρ, οὐ θεὸν ἀληθῆ καὶ ἄνθρωπον ἀληθῆ τὸν Χρι‐ στὸν κηρύττεις; Ο ΒΑΣ. Οὕτως ἔχω. Ο ΠΑΤΡ. Ἄνθρωπος | |
15 | γεγονὼς ὁ Χριστὸς οὐ τέλειός ἐστιν ὡσαύτως τοῦτο κἀκεῖνο, καὶ οὔτε τὴν οἰκείαν φύσιν ἐμείωσεν οὔτε ὃ προσέλαβεν εἰς θεότητος φύσιν μετέβαλεν; Ο ΒΑΣ. Καὶ μάλα. Ο ΠΑΤΡ. Οὐ συνομολογεῖς δὲ καὶ φής, ὡς ἄλλον μὲν καὶ ἄλλον τὸν Χριστὸν οὐκ ἄν ποτε φαίημεν· τὸν αὐτὸν δὲ ἕνα κατ’ ἄλλο | |
20 | καὶ ἄλλο, καὶ ἀπαθῆ καὶ παθητὸν λέγομεν· καθ’ ὃ μὲν θεός, τοῦτο, καθ’ ὃ δὲ ἄνθρωπος ὁ αὐτός, ἐκεῖνο; τί δή; οὐ καθ’ ὃ μὲν θεός, ἀόρατός τέ ἐστι καὶ ἀναφὴς καὶ νοού‐ μενος· καθ’ ὃ δὲ ἄνθρωπος, καὶ ὁρατὸς καὶ ἁπτὸς καὶ φαινό‐ μενος; οὐχὶ οὖν καὶ θεὸν ἴσμεν ἀληθῆ τὸν γραφόμενον; | |
25 | θεὸς γὰρ ἀληθῶς, καὶ σαρκωθεὶς ὁ Χριστός. ἀλλ’ οὐ καθ’ ὃ θεὸς τὸν Χριστὸν γράφομεν οὐδὲ κατὰ τοῦτο τὰς εἰκόνας αὐτῷ ἀνατίθεμεν· καθ’ ὃ δὲ ἄνθρωπος ἦν ὁ αὐτὸς καὶ ἐπὶ γῆς ἐφάνη ταῖς εἰκόσι κεχρήμεθα. καὶ οὔτε τὸ ὁρατὸν καὶ περίγραπτον τοῖς τῆς ἀορασίας καὶ ἀπεριγραψίας ἀνακομί‐ | |
30 | ζομεν μέτροις, ὡς ἂν μὴ τὴν σωτηρίαν διαψευσθείημεν; οὔτε δ’ αὖ τὸ ἀναφὲς αὐτοῦ καὶ ἀόρατον καὶ ἀπερίγραπτον τοῖς τῆς ἐπαφῆς καὶ περιγραφῆς καὶ ὁράσεως κατακομίζοντες λό‐ | |
γοις μανιωδῶς διαμορφοῦν ἐπιχειροῦμεν· μᾶλλον δὲ εἰδότες, | 183 | |
184 | ὅτι τοῦ ἑνὸς Χριστοῦ πρόσεστι τό τε ὁρατὸν καὶ ἀόρατον, περίγραπτον καὶ ἀπερίγραπτον ἀδιαιρέτως τε καὶ ἀσυγχύτως κατά γε τὰ τῶν, ἐξ ὧν ἐστι, φύσεων ἴδια, ἑκάστῳ κατὰ τὰ προαποδεδομένα τὸ οἰκεῖον ἀπονέμειν μεμαθήκαμεν. καὶ | |
5 | τοῦτο δείξει τῶν γραφομένων εἰκόνων ὁ τρόπος· ἢ γὰρ ἐν φάτνῃ κείμενον γράφουσιν ἢ ὑπὸ τῆς μητρὸς θεοτόκου τρε‐ φόμενον ἢ ὁμιλοῦντα τοῖς μαθηταῖς ἢ παρεστῶτα Πιλάτῳ ἢ ἐπὶ ξύλου κρεμάμενον ἢ ὅσα ἄλλα τοιαῦτα τὴν ἐπὶ γῆς αὐτοῦ παρουσίαν δείκνυσιν· ὧν οὐδὲν ἦν, καθ’ ὃ θεὸς ἦν, καθ’ ὃ | |
10 | δὲ ὁ αὐτὸς ἄνθρωπος ἦν. εἰ μὲν γὰρ ἄνθρωπος οὐκ ἐγε‐ γόνει ποτὲ οὐδὲ ἀνθρώπου μορφὴν ἢ εἶδος ἐπὶ γῆς ἑκου‐ σίως ἀνέλαβεν, οὐκ ἂν ταῦτα ἐγράφετο οὐδὲ ἐπ’ αὐτοῦ χώραν γενέσθαι ἐδέχετο· εἰ δὲ σὰρξ ὁ λόγος ἐγένετο καὶ ἐπὶ γῆς ἐφάνη καὶ ὤφθη ἀνθρώποις ὡς ἄνθρωπος ὁ πρώην | |
15 | ἄσαρκος θεὸς καὶ ἀσώματος, οὐκ ἂν ἀδικοῖμεν, ὡς οἶμαι, ἃ ἑωράκαμεν τῇ γραφῇ σημαίνειν ἐθέλοντες. Ο ΒΑΣ. Τί δὲ βούλει περὶ τῆς τῶν ἀγγέλων εἰκονο‐ γραφίας λέγειν; οὐδὲ γάρ, οἶμαι, ἐρεῖς, ὡς καὶ τὰς ἀγγέλων οἱ ζωγράφοι γινώσκουσι μορφὰς καὶ πρὸς εἶδος ἐκείνας ἀπο‐ | |
20 | βλέποντες γράφουσιν. Ο ΠΑΤΡ. Εἶδος μὲν ἔγωγε ἢ μορ‐ φὴν ἀγγέλων οὐτ’ ἂν εἰδέναι φαίην αὐτούς, οὔτε ὡς εἰδότας ποιεῖν τὰ γραφόμενα, ἀνθρώπων δὲ αὐτοῖς περιτιθέασιν εἶδος, τῇ γραφῇ, ὡς οἶμαι, πειθόμενοι. Ο ΒΑΣ. Πόθεν τοῦτο φής; Ο ΠΑΤΡ. Οὐκ οἶσθα, ὡς περὶ τῶν τῷ Ἀβραὰμ | |
25 | παρὰ τὴν δρῦν 〈ὀφθέντων〉 ἀγγέλων γραφή πού φησιν, ὡς ἀναβλέψας τοῖς ὀφθαλμοῖς Ἀβραὰμ τρεῖς ἄνδρας αὐτῷ παρ‐ εστῶτας εἶδε; τί δή; οὐ τοὺς ἐν Σοδόμοις ἀγγέλους ὡς ἄν‐ δρας φαινομένους εἰσήγαγεν; οὐκοῦν οὐκ αὐτοὶ πλάττονται οὐδὲ ἀλόγου τόλμης ἔγγονον αὐτοῖς τὰ γραφόμενα, ἀλλ’ οἷοι | |
30 | ὤφθησαν, τοιούτους ταῖς εἰκόσιν ἐγγράφουσιν. Ο ΒΑΣ. Καὶ | |
πόθεν αὐτοῖς ἡ τῶν πτερῶν προσθήκη ἐφεύρηται; Ο ΠΑΤΡ. | 184 | |
185 | Οἶμαι ὅλως, ἵνα μὴ ἄνθρωποι τελείως νοοῖντο, τῇ προσθήκῃ τὸ διαλλάττον ἐδήλωσαν. οὐδέ γε αὐτήν, ὡς δοκῶ, τὴν προσ‐ θήκην ἀλόγῳ θεωρήσαντες γνώμῃ, ἀλλὰ τὸ ἀεροπόρον αὐ‐ τῶν αἰνιττόμενοι καὶ τὴν κατ’ οὐρανὸν ἐν θεῷ δίαιταν καὶ | |
5 | τὰς ἐκεῖθεν δι’ ἡμᾶς συντόνους καθόδους καὶ τὰς εἰς οὐ‐ ρανὸν ἐξ ἡμῶν ἑτοίμους ἀνόδους, ἐπτερωμένους αὐτοὺς ὑπο‐ γράφουσιν. ἤδη δὲ καὶ Μωϋσέως πτέρυγας ἔχοντα τυπω‐ σομένου τὰ Χερουβὶμ (ἄγγελοι δὲ καὶ ταῦτα· καὶ γὰρ ἁπλῶς τὰς οὐρανίους τε καὶ νοερὰς δυνάμεις ἀγγέλους καλοῦσιν, | |
10 | ὡς Διονυσίῳ δοκεῖ), οὐκ ἀπεικότως, ἡγοῦμαι, τῷ παραπλη‐ σίῳ τῶν παραδειγμάτων ἐχρήσαντο. καὶ νυνί, ὦ βασιλεῦ, μνημονευτέον ἐκείνων καὶ ἀπρὶξ τῇ ψυχῇ φυλακτέον, ὡς, εἰ καὶ ἀγγέλων εἰκόνας γράφομεν, κτίσμα πάλιν ἡμῖν τὸ γρα‐ φόμενον, καὶ πρόσειμι αὐτοῖς οὐχ ὡς τὴν ἀνωτάτω καὶ | |
15 | πρώτην κληρωσαμένους οὐσίαν (μὴ οὕτω μανείην, ὡς θεὸν νοεῖν τὸ κτιζόμενον), ἀλλ’ ὡς συνδούλοις πολλὴν πρὸς τὸν κοινὸν δεσπότην παρρησίαν κεκτημένοις διὰ τὸ πλούσιον τῆς ἀρετῆς”. Καὶ ὁ βασιλεὺς τῇ πρὸς ἀπόκρισιν ἀφασίᾳ πιεσθεὶς | |
20 | μόλις νεκρόν τι καὶ ἀπηχὲς ἐφθέγξατο. “ἀλλὰ καὶ πατρι‐ κῶν χρήσεων ἐσμὸν οἱ τἀναντία φρονοῦντες ὑμῖν ἐπιφέρου‐ σιν· ὧν μὴ ὑποστείλησθε κατὰ πρόσωπον αὐτῶν τε καὶ ἡμῶν τὴν λύσιν ποιήσασθαι.” καὶ ὁ θεσπέσιος πατὴρ ἀπεκρίνατο· “εἴρηται ἡμῖν, ὦ βασιλεῦ, καὶ πάλιν εἰρήσεται, ὡς τοῦ ὑμε‐ | |
25 | τέρου προμηθούμενοι κράτους καὶ γραφικῶν καὶ πατρικῶν ῥήσεων τὰς λύσεις θεοῦ διδόντος παρέξομεν· τοῖς δὲ τῆς ἐκκλησίας ἑαυτοὺς ἐξωθήσασι καὶ τῷ ἀναθέματι ἑαυτοὺς παρα‐ πέμψασιν εἰς ὁμιλίαν οὐχ ἥξομεν· οὐδὲ γὰρ ἀποσυλᾷν ἢ ἀποκινεῖν τι τῶν συνοδικῶν ὅρων ἢ σφραγίδων βουλοίμεθα. | |
30 | εἰ δέ γε σαφῶς διαγνῶναι θελήσειας, ὡς οὐ πρόπαλαι μό‐ νον ταῦτα πεφρονήκαμεν οὐδὲ μὴν νυνὶ μόνοι λαλεῖν ἐπει‐ γόμεθα, πολὺ δὲ σὺν ἡμῖν ἐπισκόπων τε καὶ μοναζόντων | |
πλῆθος οὐκ ἄσημον ἐπὶ τῇ ὀρθῇ ταύτης τῆς ὁμολογίας ὁδῷ | 185 | |
186 | τὸν πόδα ἐρείδουσιν, ἰδοὺ οὗτοι ἐπὶ τῶν πυλῶν τῆς ὑμε‐ τέρας αὐλῆς ἑστᾶσιν, οὓς εἰ παρέσεσθαι κατανεύσοιτε, εἴσεσθε καὶ δι’ αὐτῶν, μηδεμίαν πρὸς τὸ ἡμῶν διάστασιν ἔχοντας φρόνημα”. | |
5 | Κατανεύει οὖν τούτοις τὴν εἴσοδον· συνεισιέναι δὲ αὐ‐ τοῖς τῶν ἐν τέλει κελεύει τοὺς προὔχοντας ἀπῃωρημένα τοῖς μηροῖς, ὡς ἕκαστος εἶχε τάξεως, τὰ ξίφη κατέχοντας, οἰό‐ μενος ἐκφοβεῖν τῇ στρατιωτικῇ χειρὶ τοὺς ἀπτοήτους ὁ δεί‐ λαιος. εἰσελαύνει οὖν ὁ ἱερὸς ἐκεῖνος ὅμιλος τῆς ἐκκλησίας | |
10 | πρὸς τὰ χρυσόροφα ἀνάκτορα, πολλῇ καὶ ἀρρήτῳ τῇ προ‐ θυμίᾳ γαυρούμενος καὶ οἱονεὶ θείῳ κέντρῳ τῇ παρρησίᾳ νυσσόμενος· καὶ ἐπεί, ἔνθα θαάσσων ἔτι ὁ τύραννος, ἤγγι‐ ζον, ὁρῶσι τὸν ἀρχιποίμενα γεγωνότερόν πως ἀντιφθεγγό‐ μενον καὶ συλλογισμῷ τὸν βασιλέα ὡς νεογνὸν ἤδη παιδά‐ | |
15 | ριον παίοντα· ἔνθεν καὶ πρὸς τὸ λέγειν ἐπερρώσθησαν καὶ πᾶσαν ἐξ ἑαυτῶν δειμαίνουσαν δειλίαν ἀπώσαντο. Πρὸς οὓς ὑπόδρα ἰδὼν ὁ θυμολέων φησίν· “καὶ ὑμῖν, ὡς ὁρᾶτε, καὶ πᾶσιν ἀλάθητόν ἐστιν, ὡς ὑπὸ θεοῦ μεσι‐ τεύειν ἐπὶ ταυτηνὶ τὴν μεγαλώνυμον καὶ λογικὴν ποίμνην | |
20 | ἐτάχθημεν, πᾶν σκῶλον ἐν αὐτῇ φυόμενον ὁμαλίζειν καὶ λύειν διὰ σπουδῆς καὶ προθυμίας τιθέμενοι. ἐπεὶ οὖν τινες περὶ τῆς τῶν εἰκόνων καὶ νυνὶ συζητοῦσιν ὑπάρξεώς τε καὶ προσκυνήσεως χρήσεις γραφικὰς ἀντιλεγούσας τούτοις προ‐ φέροντες, πᾶσα λοιπὸν ἀνάγκη τὴν τούτων λύσιν ποιήσασθαι· | |
25 | ὡς ἂν τὸ ἡμῖν σπουδαζόμενον (σπουδάζεται δέ, ὡς ἴστε, πάν‐ τως ἡμῖν τὸ τῆς εἰρήνης ἐπὶ πάντας ὁμόγνωμον), περαίωσιν δέξηται. τοῖς οὖν διαποροῦσι καὶ τὰς προτάσεις ἐπάγουσι | |
τὸ συμπέρασμα προτείνειν ἐπάναγκες· περὶ γὰρ τούτων καὶ | 186 | |
187 | τῷ ἀρχιερεῖ προανεκοινωσάμεθα, νυνὶ δὲ καὶ συμπαρουσιά‐ ζοντες ὑμῖν ἐντελλόμεθα, τῶν κεκριμένων ταχεῖαν δοῦναι λύσιν, μήπως ἡ βραδυτὴς σιγῆς ὑμῖν παραιτία γένοιτο καὶ οὐκ εἰς καλὸν ὡς ἀπειθοῦσιν ὑμῖν ἀποβήσεται”. οἱ δὲ τοῦ | |
5 | καλοῦ ἀρχιποίμενος ὀπαδοὶ καὶ συμποιμένες κατὰ τοῦ θηριω‐ νύμου καὶ λυκόφρονος Λέοντος τὴν τῶν θείων λογίων φαρέ‐ τραν ἑλκύσαντες καὶ τὰ ἐν αὐτῇ τῶν ἐλέγχων βέλη ἀμοιβαδὸν ἐκκενώσαντες ὁλοσώματον αὐτῷ πληγὴν ἀπειργάσαντο. καὶ ἵνα μὴ τὰ ὑφ’ ἑκάστου τότε λελεγμένα κατὰ λεπτὸν διεξίοι‐ | |
10 | μεν, μίαν ἐκ πάντων, ὡς ἐν περιλήψει, φωνὴν ἐκθησαίμεθα, ἔχουσαν ὧδε. “Ὅτι μέν, ὦ βασιλεῦ, κρίμασιν οἷς ἀγνοοῦμεν, ἐπὶ τὴν μεγίστην Χριστοῦ ποίμνην μεσιτεύειν ἐτάχθητε, καὶ ἡμῖν καὶ πᾶσιν, ὡς ἔφης, ἀλάθητόν ἐστιν. ὅτι δὲ τὰ ζυγὰ τῆς μεσι‐ | |
15 | τείας ἐξ αὐτῆς ἀρχῆς ὑμῖν ἑτερορρεπῆ διεσκεύασται ἥκιστα τοῖς κρίνειν ὀρθῶς ἐπισταμένοις ἠγνόηται. μεσίτης γὰρ ἐκεῖ‐ νος οὐχ ὁ τῇδε ἢ τῇδε παρέλκων καὶ τὴν ἑαυτοῦ θατέρῳ ῥοπὴν χαριζόμενος· ἀλλ’ ὁ τὸ ἴσον τοῖς ἐφ’ ἑκάτερα προμη‐ θούμενος. εἰ οὖν διαιτῆσαι καὶ λῦσαι τῇ ἐκκλησίᾳ τὰ σκάν‐ | |
20 | δαλα προτεθύμησαι, τί μὴ πρὸς πάντας ἀκλινῆ τὴν ῥοπὴν ἐπιδέδειξαι; ὁρᾷ γὰρ πᾶς ὁ βουλόμενος τοὺς μὲν τὸν ὀρθὸν λόγον πρεσβεύοντας ἀπεληλαμένους καὶ τοῖς κακουργοῦσιν ἐξ ἴσου τὸν κίνδυνον ὑπομένοντας, τοὺς δὲ τἀναντία θρησκεύον‐ τας ὑμῖν στεργομένους καὶ πάσης τημελείας φαιδρᾶς ἀπο‐ | |
25 | λαύοντας. ἢ οὐχ οὗτοι μὲν ἐν χρυσορόφοις αὐλίζονται δώ‐ μασιν, ἡμᾶς δὲ καθειργνύντα στενοχωρεῖ τὰ δεσμωτήρια; οὐ τὰ ἐδώδιμα τούτοις τῆς ἀνακτορικῆς δαψιλείας ἀποκεκλή‐ ρωται, ἡμᾶς δὲ λιμὸς πιέζει καὶ κόρος ἐνδείας ἐμπίμπλησιν; οὐχὶ πᾶσα βίβλος τούτοις ἀνεῖται πρὸς ἔρευναν, δίκη δὲ τοῖς | |
30 | ἐπιχορηγεῖν ταύτας ἡμῖν ἐπικρέμαται; τί γνωρίζεται μεσιτείας | |
ἐν τούτοις ἐμπύρευμα; τίς ἰσονομίας ἐμπολιτεύεται τούτοις | 187 | |
188 | ἀρρέπεια; τίς ἀτρεψία νοὸς ἰσορρόπως τούτοις ἐπιστατεῖ καὶ τηρεῖ τὸ συνειδὸς ἀπαρέγκλιτον; ταῦτα τοίνυν ὁρῶντες καὶ τὸ πολυκλινὲς τῆς ὑμετέρας νεύσεως ἐννοούμενοι καὶ ὡς ἐκ πρώτης ἤδη ἐπιβολῆς ἐρήμην καταδιαιτηθείημεν, τὸ τῆς | |
5 | καθολικῆς ἐκκλησίας σιγῇ τιμῶμεν αἰδέσιμον, ὡς ἂν μὴ τῷ βορβόρῳ τῆς βλασφημίας ἁλῶναι καὶ χρανθῆναι λόγοις ἀκό‐ ρεστα κατὰ τῆς οἰκονομίας Χριστοῦ ἀσελγαίνουσιν. ἐπὶ οὖν τῇ οἰκουμενικῇ καταστροφῇ τίς ὑμῖν σώφρονος λογισμοῦ συν‐ έψεται κύριος; ἀφ’ ἡλίου γὰρ ἐκβολῶν καὶ μέχρι Γαδείρων | |
10 | καὶ Ἡρακλείων στηλῶν ἡ τῶν ἱερῶν εἰκόνων σεβάζεται ποί‐ ησις, ἣν οὐ χθιζή τις ἐπίνοια, ἡ Χριστοῦ δὲ πρὸς ἀνθρώ‐ πους ἐπιδημία τὸ εἶναι σαφῶς ἐπιφέρεται. ἐπὶ τούτῳ τοίνυν τῷ θεμελίῳ προφήτας, ἀποστόλους καὶ διδασκάλους ἐποικο‐ δομεῖν δεδιδάγμεθα· βασιλεῖς δὲ ὑπείκειν μὲν καὶ στέργειν | |
15 | τοῖς παρ’ αὐτῶν κεκριμένοις ἐπέγνωμεν, νομοθετεῖν δὲ καὶ ὅρους τῇ ἐκκλησίᾳ σεσυλημένους πηγνύναι πάμπαν οὐκ ἔγνω‐ μεν. καὶ ὅτι μὲν ἀληθῆ ταῦτα τῷ συνειδότι τῶν ἀκροατῶν ἀφίεμεν τὸ τοιοῦτον κριτήριον. ἐπὶ τοῦ φοβεροῦ γὰρ ἐκεί‐ νου καὶ ἀπαραλογίστου δικαστηρίου τοὺς ἑαυτῆς ἐπαινέτας | |
20 | ἡ ἀλήθεια στεφανώσει, τοὺς ἀντιπάλους δὲ τῶν εὐσεβῶν δογμάτων εἰς τὴν τοῦ ψεύδους αἰσχύνην ἀποκρινεῖ καὶ ἀπο‐ ~κρούσεται”. Τούτοις οὖν καὶ πλείστοις ὅσοις καταβροντηθεὶς τὴν διάνοιαν καὶ ὥσπερ ἐκκεκωφωμένος τὰ ὦτα ὑπὸ τῆς τῶν | |
25 | θεσπεσίων ἐκείνων φανεὶς ἀπηχήσεως, ὡς εἰς αὐτὸν ἤδη προσκεκρουκότας ὑποτοπήσας ἀσύγγνωστα, καὶ καθάπερ συκο‐ φαντίαν προφανεστάτην ῥαψῳδηθείς, οὕτω φυγὰς ἀνάνδρως τοῦ ἰδίου λόγου γενάμενος, καθαρὰν τὴν ἧτταν καθωμο‐ λόγησεν· οὐ γὰρ εἶχεν ὀρέξαι χεῖρα τῷ ἑαυτοῦ λόγῳ οὐδὲ | |
30 | μὴν ἀντιβλέψαι τολμᾷν πρὸς τὴν τῶν λεγομένων ἀντίρρησιν. καὶ μάλα εἰκότως· ἡ γὰρ ἀλαζονεία καὶ βραχείας ἐξουσίας ἐπειλημμένη τελέως ἔμπληκτον ποιεῖ τὸν ἁλόντα καὶ ἐξίστησι | |
τοῦ φρονεῖν. ἅμα δὲ καὶ ἠπίστατο ἑαυτὸν ἁλώσιμον τῇ τοῦ | 188 | |
189 | λόγου συνεξετάσει· ἄληπτον γὰρ ᾔδει κἀκεῖνος οὖσαν καὶ ἀήττητον τὴν ἀλήθειαν. ὅθεν φλυαρίας μὲν ἐξαγωνίους πρὸς ὑπόπτωσιν τῶν ζηλωτῶν ἐκείνων συμφορήσας, οὐ δυνηθεὶς δὲ τὴν ἑαυτοῦ ἧτταν ἀνακαλέσασθαι, τηνικαῦτα τούτους ἀπει‐ | |
5 | λαῖς σὺν τῷ μυσταγωγῷ τῶν βασιλείων ἐξώθησεν. ὢ τῆς πρὸς τὸ χεῖρον τοῦ ἀνδρὸς ἀπονεύσεως. ὢ τῆς τοῦ βελτίονος ἀποπτώσεως. ἐξ ἐκείνου γάρ, ᾗ φησιν ἡ παροιμία, τὴν κατὰ τῆς ἐκκλησίας ἐνδύεται λεοντὴν καὶ φανερῶς τοῖς κατ’ αὐτῆς ὁπλιζομένοις συμφράττεται· αὐτίκα γὰρ τοὺς ὅσον ἐπ’ αὐτοῖς | |
10 | ἀθλητὰς ἐθελοντὰς ὑπερορίᾳ παρέπεμπεν, ἄλλον ἄλλοσε κατα‐ μερίσας καὶ πόρρω που τῶν τῆς ἐκκλησίας ἀποξενώσας ἐπαύ‐ λεων· ἔπειθε γὰρ αὐτὸν αὐτοβοεὶ τὸν ἀρχιερέα τοῖς τῆς αἱρέ‐ σεως βρόχοις ἑλεῖν καί, εἰ μὴ τοῦτό γε γνώμης, ἑκουσιότητι τὴν τῆς ἱερατείας καταλιπεῖν προστασίαν, ἔχοντα μηδένα τοῦ | |
15 | ἱεροῦ καταλόγου συνέριθον. μόνος οὖν λοιπὸν τὸ τοῦ και‐ ροῦ διαφέρων ἐπίπονον πρὸς τὴν ἄνω συμμαχίαν ἀπέβλεπεν, ταύτην αὐτῷ μονωθέντι συνάρασθαι καὶ ἠπορημένῳ συλλα‐ βέσθαι ὡς μάλιστα. Ὁρῶν δὲ τὸν ἄνδρα τὰ πρὸς τὴν ἀληθῆ πίστιν ἐξομνύ‐ | |
20 | μενον καὶ ἀπειθῆ τὰ πρὸς θεὸν ἤδη δεικνύμενον, γράφει τῇ ἐκείνου συνεύνῳ, ἅτε γυναικί, περὶ τῆς ὀρθῆς ὑπομιμνή‐ σκων αὐτὴν τῶν Χριστιανῶν θρησκείας καὶ πίστεως, καὶ ὡς ἂν πείσοι τὸν βασιλέα καὶ σύνευνον ἀποσχέσθαι τῆς τοιαύ‐ της δεινῆς ἐγχειρήσεως. γράφει δὲ καὶ πρὸς τὸν τηνικαῦτα | |
25 | τῶν δημοσίων χρημάτων ταμίαν ᾠκειωμένον παρ’ αὐτῷ τῇ τε παρρησίᾳ καὶ τῷ φρονήματι, μὴ κατὰ τῆς ἐκκλησίας ἐπι‐ νοεῖν ἢ κινεῖν τινα σάλον, ἤδη τὸ εἰρηναῖον ἐχούσης καὶ ἀστασίαστον, μᾶλλον μὲν οὖν καὶ τὴν ἐξαφθεῖσαν αὐτῇ παρὰ τῶν τοῦ αἰωνίου πυρὸς ἀξίων φλόγα καταπαύειν καὶ τὴν βασι‐ | |
30 | λέως καθημεροῦν ἀγριότητα. γράφει δὲ καὶ τῷ πρώτῳ τῶν | |
βασιλικῶν ὑπογραφέων τότε τυγχάνοντι (Εὐτυχιανὸς οὗτος | 189 | |
190 | ἦν), συναιρομένῳ τοῖς αἱρετίζουσι καὶ τὰ τῆς ὀρθοτόμου πί‐ στεως παραναγινώσκοντι λόγια, ὡς εἰ μὲν οὐ παύσηται δια‐ στρέφων τὰς ὁδοὺς κυρίου τὰς εὐθείας, ἀλλ’ Ἐλύμᾳ τῷ μάγῳ συμπροαιρεῖται πορεύεσθαι, παρὰ τῆς ἐφόρου δίκης | |
5 | πείσεσθαι λώβην τὰς πρὸς τὸ ζῇν ἀφορμὰς δεινῶς ἐπαλγύ‐ νουσαν. ᾧ καὶ ἀνουθετήτῳ φανέντι τὰ τῆς ἀπειλῆς κατ‐ ελάμβανε. πᾶσα γὰρ ἡ ἐξ ἐκείνου τῷ τάλανι ἐπιμετρηθεῖσα ζωὴ συνεχεῖς ἀλγηδόνας ἐπάγουσα νεκρὸν ἔμπνουν πρὸς τὰ τοῦ θανάτου καθ’ ἡμέραν παρίστη προπύλαια. οὕτω θερα‐ | |
10 | πεύειν οἶδε θεὸς τοὺς ἀρρωστίαν τῇ ἐκκλησίᾳ δυσίατον ὑπο‐ γράφοντας. Τούτοις οὖν τοῖς βιωφελέσι τοῦ διδασκάλου καὶ σοφοῖς νουθετήμασι μὴ βελτιωθεὶς ὁ βασιλεὺς τὴν διάνοιαν πρὸς ἓν τοῦτο μόνον ἑώρα, τοῦ καὶ αὐτὸν ἐξῶσαι καὶ τῇ νύμφῃ | |
15 | Χριστοῦ ταλασιουργῆσαι χιτῶνα χηρεύσεως· ἐγχειρίζει γοῦν τὰ τοῦ λόγου τῆς ἐκκλησίας καὶ τὰ τῶν ἱερῶν σκευῶν ἀνα‐ θήματα ἀνδρὶ τὴν τοῦ πατρικίου ἀξίαν διέποντι καὶ πάσης τῆς περὶ ταῦτα τὸν ἀρχιερέα δεικνύει φροντίδος ἀλλότριον· οὐ γὰρ ἐνεδίδου, πάντα λίθον, τὸ τοῦ λόγου, κινῶν, ὡς | |
20 | ἂν τὸ τῆς ἐκκλησίας διασαλεύσειεν ἔρεισμα. ὢ πῶς ἐπὶ τὰ ἑξῆς ὁ λόγος, οὐκ ἔχων ὅποι προβήσεται, σιγῆς καταστορέ‐ σαι κλίνην προείλετο, καὶ πρὶν ἢ τὰ τῆς νόσου διαγγεῖλαι τοῦ μακαρίου, ἑαυτὸν νοσηλευόμενον δείκνυσιν. εἶχεν οὖν αὐτὸν ὁ σκίμπους ἀσθμαίνοντα ἔκ τινος ἐπισκηψάσης ἐπιρ‐ | |
25 | ροίας τῷ σώματι καὶ πρὸς τὸ τῆς νόσου δυσαλθὲς ἐκπαλαί‐ οντα. ἀλλ’ οὐδὲν οὕτω τὸν δίκαιον ἤλγυνεν, ὡς ἡ κατὰ τῆς ἐκκλησίας ἐπινοουμένη παρὰ τῶν ἐχθρῶν ἐπισύστασις· ἐκείνην γὰρ μόνος αὐτὸς τὴν διαμάχην ὑφίστατο, ταύτῃ δὲ καὶ τὸ τοῦ κοινοῦ παντὸς ἐκινδύνευε πλήρωμα. | |
30 | Ὠφρύωτο οὖν τὸ κατὰ τῆς ἐκκλησίας συνέδριον καὶ τῇ | |
τοῦ ψεύδους ἀεὶ πιμελῇ λιπαινόμενον ἐζήτει τὴν ἔκρηξιν. | 190 | |
191 | ὅθεν πείθουσιν αὖθις τὸν παντὶ ἀνέμῳ κακοδοξίας βασιλέα φερόμενον πρὸς διάλεξιν κατασπεῦσαι συνελθεῖν τὸν διδά‐ σκαλον· ὃς ἐπὶ τούτῳ στέλλει Θεοφάνην, τὸν τῆς βασιλίσσης ὁμαίμονα, ᾧ καὶ τὸ βασιλικὸν περιέκειτο ξίφος, ὡς ἂν τὸν | |
5 | ἀρχιερέα πρὸς τὸ τῆς συνωμοσίας ἐκείνης μιαιφόνον ἑλκύ‐ σειε σύνταγμα. πρὸς ὃν τοῖς προλαβοῦσιν εἰς ἀπολογίαν χρησάμενος, ἤδη δὲ καὶ τὴν νόσον ἔχων συνήγορον, τοῦ πρὸς διάλεξιν συνελθεῖν τοῖς ἀνιέροις ἀπείπατο. οὐ γὰρ ποι‐ μήν, φησί, προβάτων ἔρημος πρὸς λύκους ὁπλίζεται οὐδὲ τῆς | |
10 | ἑαυτοῦ σωτηρίας μόνος προμνώμενος θηριομαχεῖν κατεπεί‐ γεται· ἀλλ’ ἢ πρὸς μάνδραν ἀσφαλῆ τὸ ποίμνιον σφραγισά‐ μενος καὶ φόβον οὗ ἐστι φόβος μακρὰν ἀπωσάμενος, οὕτω πρὸς τὰ τῶν λύκων συμφράττεται θήρατρα. πῶς οὖν ἐμὲ τῶν ἐμῶν θρεμμάτων χηρώσαντες καὶ ταῦτα βίᾳ τῆς ἀλη‐ | |
15 | θοῦς νομῆς ἀπελάσαντες, πρὸς θῆρας μόνον ὑμᾶς προ‐ καλεῖσθε δεινοὺς ἀπομάχεσθαι; οὐ κλέος τοῦτο ποιμαντικῆς κατασχέσεως· ἀλλ’ εἰ βούλησθε τῶν πλασμάτων ὑμῶν ἐπι‐ τεύξεσθαι (πλάσμα γὰρ τὰ ὑφ’ ὑμῶν πρὸς ἡμᾶς ἀεὶ προ‐ τεινόμενα καὶ οὐδεμιᾶς ἀληθείας ἐχόμενον), δότε τῇ ἑκάστου | |
20 | ῥοπῇ τὸ ἑκούσιον, γενέσθω πᾶς τῆς ἑαυτοῦ βουλήσεως κύ‐ ριος, λελύσθω τὰ δεσμωτήρια, ἀναζευξάτωσαν οἱ ἐν ἐξορίᾳ πικρᾷ πιεζόμενοι, ἀνακαλυφθήτω ὑμῶν τὰ ὑπόγεια βάραθρα, καὶ ἀναδοθήτωσαν οἱ λιμοῦ τραυματίαι καὶ δίψης γενόμενοι παίγνια, καὶ νύκτα φωτισμόν, κατὰ τὸ ᾀδόμενον, ἐν τῇ τρυφῇ | |
25 | ἑαυτῶν ἐντρυφῶντες ὁσημέραι· λαβέτω παῦλαν ἡ μάστιξ, τὰ τῶν θεοφρόνων ἐπιξαίνουσα σώματα. ὡς εἰ ταῦτα γένοιτο καὶ τῷ παντὶ τὴν ἐλευθερίαν ἐγγράψοιτε καὶ τῇ βίᾳ μὴ δῶτε τὰ ἑαυτῆς διαπράττεσθαι, τότε τῶν τῆς ἐκκλησίας προδήλων ἐχθρῶν καὶ τῶν μηδὲν ἱερωσύνης ἐπιφερομένων λείψανον | |
30 | καὶ διὰ τοῦτο ἐπὶ ζητήμασιν ἐκκλησιαστικοῖς ἐγκρίνεσθαι μὴ | |
δυναμένων ἀπεληλαμένων, τοῖς λοιποῖς (εἰ καί τις, ὅπερ | 191 | |
192 | ἀπέστω, λελείψεται) εἰς λόγους ἐλθεῖν ἡμᾶς ἑαυτοὺς πείσομεν. οὐ γὰρ ἀνιέροις θέμις πρὸς ἔρευναν ἱερῶν καταλέγεσθαι. εἰπάτωσαν γὰρ οἱ τὰ Κωνσταντίνου πάλαι σεσιγηκότα καὶ κατᾴδοντα περιέποντες δόγματα, τίς αὐτοῖς ἀξίαν ἐπιτέθεικεν | |
5 | ἱεράν; ἐκ τίνος ἱεροφαντικῆς χειροτονίας γνωριζομένης τοῖς ἐκκλησιαστικοῖς νόμοις κατατετάχθαι φασὶν εἰς βαθμὸν τῶν ἱερουργούντων; εἰ οὖν τάξις αὐτοῖς ἐκκλησιαστικὴ τὸ ἀνα‐ ξίοις εἶναι μαρτύρεται, τίς αὐτοὺς ἐπ’ ἐκκλησίας λέγειν ἀνέ‐ ξεται; ταῦτα τοῖς στείλασιν ὑμᾶς γνωρισθήτω, καὶ εἰ τοῖς | |
10 | ἡμετέροις καταπεισθέντες ὀφθεῖεν λόγοις, ἰδοὺ καιρὸν καὶ τόπον τοῖς, πρὸς οἷς εὔκαιρόν ἐστι, διαλεχθῆναι ὁρίζομεν· καὶ καιρός, ἡνίκα ἂν θεῷ φίλον τὰ τῆς νόσου ἡμῖν ἐπιλω‐ φῆσαι, καὶ ὑπολειφθῆναι τοῖς ζῶσι δῷ θεός, συνομιλεῖν καὶ συμφθέγγεσθαι· τόπος δὲ τὸ τοῦ θείου λόγου διώνυμον τέμε‐ | |
15 | νος, ἐν ᾧ θεὸς κάθηται τὰ τῇ καθολικῇ πίστει ἀνήκοντα διεσμιλευμένως διαιτῶν καὶ τρανῶν δικαιότατα”. Ταῦτα τοῦ ἀγγελιαφόρου τοῖς ὠσὶ τοῦ πέμψαντος ἐν‐ ηχήσαντος, καὶ αὐτοῦ δὲ τοῖς τἀναντία συμφρονοῦσι κατὰ μηδὲν ἀποκρύψαντος, πρὸς πᾶσαν αὐτῶν ἀφασίαν τὴν γλῶτ‐ | |
20 | ταν διήγειρε καὶ τὴν καρδίαν ἐπάχνωσεν, ὡς περὶ ἀδυνάτων καὶ μὴ τελεσθῆναι ἱκανῶς ἐχόντων πραγμάτων ὑπάρχοντα. ὅθεν πρὸς βουλὴν ἑαυτοὺς συναθροίσαντες τοιαῦτα τῷ βασι‐ λεῖ κατὰ τοῦ τῆς ἐκκλησίας προβόλου λέγοντες ἀπέπτυον ῥήματα. “οὐκ ἔστι κατὰ τοῦτον τὸν λόγον τὰ τῷ κράτει | |
25 | σου δεδογμένα καὶ τῇ ἐνδημούσῃ συνόδῳ κεκριμένα πέρας λαβεῖν ἀμφιδέξιον· εἰ γὰρ εὕροι καιρὸν ἡ ἑκάστου ῥοπή, ὅποι τρέπεσθαι βούλοιτο, καὶ οἱ τῇ ἐξορίᾳ κατακριθέντες ἀνακομιδῆς ἐπιτεύξαιντο, καὶ πᾶς τις τῆς οἰκείας αἱρέσεως μηδεμιᾶς ὑπούσης βίας γένοιτο κύριος, τάχα γυμνοὶ καὶ μόνοι | |
30 | περιλειφθείημεν. ἐκείνῳ γὰρ πᾶσα γνώμη ἑκουσιαζομένη ὡς | 192 |
193 | τάχος συνέψεται καὶ τὰ καθ’ ἡμᾶς πάσης βοηθείας ἐκτὸς περιστήσεται, καὶ μάλιστα τὴν πρὸς τοὺς προκρίτους ἀναι‐ νομένῳ διάλεξιν· τοῦτο γὰρ οὐ τὴν τυχοῦσαν ἀνατροπὴν ἡμῖν προξενήσειεν. ἅλις οὖν τῆς προκλήσεως· ἤδη γὰρ τρίτην | |
5 | ταυτηνὶ προτροπὴν πεποιήμεθα πρὸς αὐτόν, καὶ αὐθαδείᾳ πειθόμενος οὐκ ἀπήντηκεν. ἀλλ’, εἰ δοκεῖ, συνοδικῇ αὐθεν‐ τίᾳ χρησάμενοι τὰ τοῖς ἀπειθοῦσι δῆλα διὰ γράμματος αὐτῷ καταστήσαιμεν, ἀπαντῆσαι καὶ ἀπολελογῆσθαι, ὑπὲρ ὧν ἡ σύνοδος κατ’ αὐτοῦ ἐγκέκληται”. γράφουσιν οὖν τινα ταπει‐ | |
10 | νὸν καὶ χωλεύοντα τόμον πρὸς τὸν τῆς ἐκκλησίας ἀρχηγόν, τοῖς ἀχειροτονήτοις παρεστάναι κελεύοντα καὶ περὶ τῶν βε‐ βουλημένων αὐτοῖς διευθύνεσθαι. ὃν ἐπιφορτίσαντες ἐπι‐ σκόποις τισὶ καὶ κληρικοῖς χειροτονίας ἄτερ τυγχάνουσι πρὸς τὸν λαμπτῆρα τῆς ὀρθοδοξίας ἐκπέμπουσι, συζεύξαντες αὐτοῖς | |
15 | ὄχλον ἀγυρτώδη καὶ ἀγοραῖον καὶ τῆς αὐτῶν βδελυρίας ἐπάξιον. ὡς δὲ πρὸ πυλῶν τοῦ τῆς ἀρχιερωσύνης σκηνώ‐ ματος ἔστησαν, ἀνηνέχθη τῷ μεγάλῳ ἀρχιερεῖ τὸ τῆς παρ‐ ουσίας αὐτῶν φορτικώτατον μήνυμα. ὁ δὲ καὶ πρὸς αὐτὴν τὴν τῶν κακοφρόνων θέαν ἀχθόμενος (τοιοῦτον γὰρ αἱ καθ‐ | |
20 | αραὶ φύσεις πρὸς πᾶν ὁτιοῦν ἀλλοτρίως τῆς ἀληθείας ἔχον ἀηδιζόμεναι), οὐκ εἶχε γνώμης αὐτοῖς εἰς ὁμιλίαν ἐλθεῖν. ἀκουσίῳ δὲ βίᾳ ὑπὸ τοῦ πεπιστευμένου τὴν αὐτοῦ φρουρὰν πατρικίου νυσσόμενος, μὴ ἀποπέμπειν τούτους εἰς τοὐπίσω ἀπράκτους καταινοῦντος, ὀψὲ καὶ μόλις αὐτοῖς ἐπαφῆκε τὴν | |
25 | εἴσοδον. Εἴσω δὲ γενομένους οὐδὲ τὸ τῆς νόσου τοὺς δειλαίους κατῄδεσε δυσαλθές, ἀλλὰ τῇ συντρόφῳ ἀναιδείᾳ χρησάμενοι τὰ τῷ ἀτόμῳ ἐκείνῳ τόμῳ κεχαραγμένα τραγικῶς εἰπεῖν ὑπ‐ εκρίναντο. “κατά σου”, φησίν, “λιβέλλους ἡ σύνοδος δεξα‐ | |
30 | μένη, πρὸς λύσιν τούτων πάσης ἐκτὸς ἀμφιλογίας παρέσε‐ | |
σθαι καὶ ἀπολογεῖσθαι τρανῶς ἐδικαίωσεν. πρὶν ἢ οὖν ἡ | 193 | |
194 | τῆς ἀποφάσεως αὐστηρία διαβᾶσα καθαιρέσεως ἐγκλήμασιν ὑποβάλοι σε πρὸς τὸ τῇ συνόδῳ καὶ τῷ βασιλεῖ δοκοῦν μετα‐ τίθεσο φρόνημα, συμφθεγξάμενος ἡμῖν καὶ ὁμογνωμονήσας περὶ τῆς τῶν εἰκόνων ἀποτροπῆς τε καὶ ἀπαρνήσεως· οὕτω | |
5 | γὰρ ἔσται τὸν τῶν λιβέλλων ἀποδιοπομπεῖσθαι μῶμον· ἢ ἐς πλεῖστον ἀπαναινόμενον καὶ ἑτεροφρονοῦντα τῆς τῶν ἐγκα‐ λούντων ἔνοχον εἶναι σαφῶς ἐπικλήσεως, ἣν οὐκ ἄλλως ἀπο‐ τρίψασθαι δυνατόν, μὴ οὐχὶ κατὰ πρόσωπον στῆναι καὶ περὶ ὧν οἱ ἔλεγχοι διευθύνεσθαι”. ταῦτα οἱ ἀντὶ ποιμένων λύκοι | |
10 | τῷ ἀρχιποίμενι τὰ παλίμφημα παραφθεγξάμενοι καὶ ὑπ’ ὀδόντα πως διαψιθυρίσαντες παίγνια (οὐ γὰρ ἔσθενον ἐκείνῳ τῷ καθαρωτάτῳ νοῒ μετὰ παρρησίας ἀντωπεῖν ἢ προσφθέγ‐ γεσθαι), σιγῇ τὸ τῆς ἐντροπῆς ἐγκαλύψαντες αἶσχος, τὴν βεβυσμένην ἔστησαν αὐτῶν ἀκοήν, ἱμειρόμενοι, καὶ εἰ δυσμε‐ | |
15 | νεῖς τυγχάνοιεν, εἰσδέξασθαι τὸ παρὰ τῆς ἐκείνου γλώσσης ἡδυεπὲς ἐπιφώνημα. Ὁ δέ, καίτοι τῇ νόσῳ τρυχόμενος, πρὸς αὐτοὺς ὑπο‐ φθάσας ἔλεξεν ὧδε· “τίς οὗτος ὁ λιβέλλους ἡμῖν ἐπισείων καὶ τὰς καθ’ ἡμῶν ἐναγωγὰς εἰσδεχόμενος; ποίας πατριαρ‐ | |
20 | χικῆς εἶναι καθέδρας εὔχεται πρόεδρος; ποίας ποιμαντικῆς φροντίδος ἐπειλημμένος κανονικαῖς ἐνοχαῖς ἡμᾶς ὑποβέβλη‐ κεν; εἰ ὁ τῆς πρεσβυτέρας Ῥώμης πηδαλιουχῶν ὁσίως τοὺς οἴακας ἐπικαλεῖ, παρέσομαι· εἰ ὁ τῆς Ἀλεξάνδρου ἱεροκήρυξ ἐπαιτιᾶται, οὐκ ἀπειθήσας ἐφέψομαι· εἰ ὁ τῆς Ἀντιόχου | |
25 | ἱεροποίμην ἕλκει πρὸς κρίσιν, οὐκ ἀπολειφθήσομαι· εἰ ὁ τὰ Ἱεροσόλυμα διέπων εἰς εὔθυναν ἡμᾶς καταστῆναι προσκέκλη‐ ται, οὐκ ἀπολείψομαι. εἰ δέ γε λύκοι βαρεῖς τὴν ποίμνην ταράξαι προθέμενοι προβάτων δορὰν ὑποκρίνονται καὶ κατὰ τοῦ ποιμένος ὑβρίζουσι, τίς αὐτοῖς καὶ μόνον εἰς θέαν ἐλ‐ | |
30 | θεῖν κατανεύσειεν, οἷς καὶ ὁ θεῖος ἀπόστολος τὸ τοῦ κρί‐ ματος ἐπεφόρτισεν ἄχθος; ἀλλ’ εἰ καί, κατὰ τὸν ὑμέτερον φλήναφον, τῷ τῶν κρατούντων καὶ ὑμῶν προστεθείημεν | |
δόγματι, τὸν τῶν καθ’ ἡμῶν λιβέλλων μῶμον ἀποτριψαί‐ | 194 | |
195 | μεθα· καὶ ποία τάξις ἡμῖν ἀπονεμηθήσεται ὑπευθύνοις οὖσιν, ὥς φατε, καὶ κανονικοῖς ἑαλωκόσιν ἐγκλήμασι; τίς οὖν ὁ αὐθημερὸν καθαιρῶν καὶ ἀνάγων εἰς ὕψος τὸν οὐδὲ κάτω στῆναι δυνάμενον; ἢ ἀμυήτους καὶ ἀνεπιστήμονας περὶ τὴν | |
5 | τῶν θείων ἔρευναν ἡμᾶς ὑπειλήφατε; τὸ μὴ τοῖς ἱερωμένοις οἷόν ἐστι κρῖμα λογίζεσθαι; ἀλλ’ ὄντως πρὸς τὴν τούτων παρόρασιν καὶ πρὸς μόνην παράβασιν ἕτοιμον ἡ ἀσέβεια τοὺς αὐτῇ πειθομένους εἰς ᾅδου καθέλκουσα πέταυρον. ἀπο‐ χωρεῖτε οὖν ἀφ’ ἡμῶν, ἐργάται τῆς ἀνομίας· πρὸς τὸν ἴδιον | |
10 | ὑμῶν ἔμετον ἀποστράφητε, πρὸς τὰ τῆς λῃστείας ὑμῶν ἀνα‐ τράπητε σπήλαια. οὐ γὰρ αἱρήσετε τοὺς ἐπὶ τῇ πέτρᾳ τῆς ὀρθῆς ὁμολογίας τὸν νοῦν ἀπερείσαντας, οὐ καταβαλεῖτε τοὺς ἐν τῷ ὕψει τῶν συνοδικῶν ὅρων ἑαυτοὺς ἐπιστήσαντας· ἀλλ’ ἐν ὑμῖν αὐτοῖς συντριβήσεται τὰ τῆς αἱρέσεως κύματα, μη‐ | |
15 | δεμίαν τῇ καθολικῇ ἐκκλησίᾳ κατάκλυσιν προσπελάσαντα”. Ταῦτα πρὸς τοὺς κενοὺς μὲν φρενῶν, πλήρεις δὲ ἀφρο‐ σύνης δυναμένους διεξελθὼν ὁ μακάριος προσετίθει καὶ ταῦτα· “εἰ μὲν ἐρημίᾳ ποιμένος ἀπρομήθευτος ὁ θρόνος οὑτωσὶ καταλέλειπτο, οὐδενὶ τῶν πάντων ἐξῆν εὐπρόσωπον σόφισμα | |
20 | παραδιδάσκειν ἢ παρασυνάγειν, καὶ ἐξ ἀλλοδαπῆς ἐπὶ τὰ μὴ προσήκοντα αὐτῷ μετέρχεσθαι ὅρια· ἐπειδὴ δὲ καὶ παρ‐ ουσίᾳ ποιμένος μεγαλαυχεῖ καὶ τοῦ προστατοῦντος αἰσίως οὐ διαμαρτάνει, τίς ὑμᾶς τῆς ἐκ τῶν κανόνων ἐπιτιμίας ἐξαι‐ ρήσεται λόγος, ἐπὶ κεχρυσωμένῳ καὶ ἠργυρωμένῳ καὶ τιμίοις | |
25 | λίθοις, ἀποστολικοῖς καὶ πατρικοῖς, φημί, λογίοις, θεμελίῳ πεποικιλμένῳ, ξυλώδη καὶ χορτώδη καὶ καλαμίνην ἐποικοδο‐ μεῖν κακοπιστίαν ἐθέλοντας; ὥστε δίκαιον ἂν εἴη καὶ αὐτῆς τῆς τῶν ἱερῶν κανόνων ἀκριβείας ὑποδίκους ὑμᾶς ἀποφῆναι οὕτω πρὸς τὰ ἐναργῆ καὶ δῆλα μαχομένοις καὶ ἀνοηταίνουσι | |
30 | καὶ δεσμοῖς ἀϊδίοις ὑποβαλεῖν εὐκαιρότατα”. τὸν οὖν κανόνα | |
τούτοις ὑπαναγνοὺς καὶ καθαιρέσεως κατακρίσει περιδεσμήσας, | 195 | |
196 | ἔξω τοῦ θείου περιβόλου γενέσθαι προσέταττεν. οἱ δὲ ὡς ὑπὸ μάστιγος ἐλαυνόμενοι, λύπῃ καὶ μανίᾳ γενόμενοι κάτ‐ οχοι, σὺν τοῖς ἑπομένοις αὐτοῖς κωμολόγοις καὶ ἀγύρταις αὐτόν τε καὶ Ταράσιον, τοὺς τῆς ἐκκλησίας ἑδραιοτάτους | |
5 | στύλους, τοῖς ἀναθέμασιν ἔβαλον· οὕτω τε λοιπὸν διὰ τῆς λεωφόρου ἐνασχημονοῦντες οἱ μιαρώτατοι καὶ πρὸς τὰ βασί‐ λεια σὺν τοῖς κατὰ τῶν ἁγίων σκώμμασιν ἤδη φερόμενοι, ἀπήμουν ἐνώπιον τοῦ τε βασιλέως καὶ τοῦ τῆς αἱρέσεως φορυτοῦ, ὅσα ἤκουσαν καὶ ὅσα ἐποίησαν. | |
10 | Ὡς οὖν τῆς ἑαυτῶν καταδίκης ἐκ τῆς κανονικῆς ἀκρι‐ βείας ἐπῄσθοντο καὶ τὸ ἀπότομον τῆς ἱερᾶς ἐκείνης ψυχῆς ὑπὸ τῶν οἰκείων ψευδαγγέλων ἀνέγνωσαν, ὑφῆκαν τοῦ θρά‐ σους καὶ τῆς πρὸς αὐτὸν ὁμιλίας ἐθελουσίως ἀπείπαντο· ἐφ’ ἑτέραν δὲ ἀνοδίαν τραπόμενοι βίᾳ καθελεῖν ἐθρύλλουν τὸν | |
15 | ἅγιον, ἢ λαθραίῳ ὑπεξαγαγεῖν θανάτῳ μελέτην ἐτίθεντο. καὶ εἰ μή τις τῶν τῇ ὀρθῇ δόξῃ προσκειμένων καὶ τῷ κλήρῳ κατειλεγμένων, τὰ τῆς ἐπιβουλῆς ἐκ τῶν τῆς ἀληθείας πεπυ‐ σμένος σαφῶς, ἀπεγύμνωσε καὶ τὰ τῆς ἀσφαλείας προιδέ‐ σθαι κατέσπευσε, τάχα μετὰ τραγῳδίας ἐχαροτυπήθη καὶ | |
20 | νῦν ὀλοφύρματα. ὡς δὲ καὶ περὶ ταύτην οἱ φονῶντες τὴν δραματουργίαν ἐσφάλησαν (ἡ γὰρ ἄνω θεία ῥοπὴ τὸν ἑαυ‐ τῆς ἐφρούρει θεράποντα), τὴν περί γε τοῦ θρόνου βίᾳ καθ‐ ελεῖν σπουδὴν οὐχ ὑφίεντο, θάνατον ἀπειλοῦντες, κάκωσιν, τὴν τῶν πρὸς τὴν ἀσθένειαν συνοισόντων ἀναίρεσιν· (ἀλλ’ οὐκ | |
25 | ἐνδόσιμος ἦν,) στερίσκοντες αὐτὸν τῆς ἐκ τῶν ἔξωθεν τημε‐ λείας τῆς ἐν ταῖς συνάξεσι νενομισμένης μνήμης. οὕτω γὰρ τὸ μορμολυκεῖον ἐκεῖνο (ἐκκοπτέσθω γὰρ τὸ βασιλέα καλεῖν αὐτὸν) Ἰουδαϊκῶς τοῖς ἱερᾶσθαι λαχοῦσιν ἐπηπείλησεν, ὡς ἐάν τις αὐτὸν ἀρχιερέα τρανῶς ὀνομάσειεν, ἀποσυνάγωγος | |
30 | γένηται. | |
Μόνος οὖν λοιπὸν ἐπ’ ἐλπίδι κατοικισθεὶς καὶ ταῖς | 196 | |
197 | θλίψεσιν ὑπὸ θεοῦ πλατυνθεὶς ὡς Δαβὶδ ὁ θειότατος, ἐν τούτῳ καὶ μόνον φέρειν οὐκ ἔσθενεν, ἐν τῷ τὴν ποίμνην ὁρᾷν ἠθετηκυῖαν τὸν ἀρχιποίμενα καὶ τοῖς λύκοις γενομένην ὑπόφορον. τί οὖν ἔδει ποιεῖν [ὧ] πρὸς τῆς ὑμῶν αὐτῶν | |
5 | σωτηρίας; τί διαπράττεσθαι; μέχρι τίνος τῇ δαψιλείᾳ τῶν δυσχερῶν ἐπινήχεσθαι, οὐκ ἐνδιδόναι, οὐ τῷ πονηρῷ καιρῷ παραχωρῆσαι, οὐ τῇ πονηροτέρᾳ ἐξουσίᾳ καὶ τοῖς ταύτην ἄγουσι δοῦναι τόπον, ὡς μή, τόγε εἰς αὐτὸν ἧκον, ἁμαρτίᾳ περιπεσεῖν; καὶ γὰρ καὶ ὑπὲρ τῶν ἐπηρεαζόντων καὶ διω‐ | |
10 | κόντων ἐφρόντιζε, τὸν διδάσκαλον Χριστὸν ἐν τούτῳ μιμού‐ μενος. ἀλλ’ οὐκ ἐκεῖνοι τοιοῦτοί ποθεν, οἵγε κατὰ τοῦ εὐεργετεῖν πειρωμένου ἐπιτιθέμενοι σπουδὴν ἐπεδείκνυντο. οὐ γὰρ καθυφῆκαν κατ’ αὐτοῦ κενὰ μελετᾷν καὶ θανάτους ἐπαπειλεῖν, μεσφ’ ὅτε τῆς πύλης ἔξω (τῆς ἐκκλησίας φημὶ) | |
15 | ἐξῶσαι καὶ ἀποκτεινύναι ὁμοθυμαδόν, κατ’ ἐκείνην καὶ αὐτοὶ τὴν κυριακὴν παραβολὴν λέγοντες, Δεῦτε, ἀποκτείνωμεν αὐ‐ τόν, καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ. ὅθεν τῷ ἀθο‐ λώτῳ νοῒ προφητικός τις ὢν καὶ βλέπων τὰ ἔμπροσθεν, τὴν πεπωρωμένην αὐτῶν καρδίαν ὁρῶν πρὸς αἵματα λοιπὸν ἀπο‐ | |
20 | βλέπουσαν, ἐπιστέλλει τῷ κρατοῦντι διὰ λέξεως ἐχούσης ὧδε. Καιρὸς ἀπαιτεῖ τὴν ἡμετέραν ταπείνωσιν, εἰς τὴν περί‐ στασιν ταύτην καὶ τὴν σωματικὴν ἀσθένειαν ἐλθόντας, ταῦτα πρὸς τὸ φιλοδίκαιον ὑμῶν κράτος ἀναγαγεῖν. ἕως τοῦ νῦν ἠγωνισάμεθα κατὰ τὴν δύναμιν ἡμῶν ὑπὲρ τῆς ἀληθείας | |
25 | καὶ τῆς εὐσεβείας· καί, ὡς δοκοῦμεν, οὐδὲν παρελίπομεν τῶν κεχρεωστημένων ἡμῖν, μήτε πρὸς διάλεξιν τῶν αἰτούντων, μήτε πρὸς διδασκαλίαν τῶν δεχομένων καθυστερήσαντες. ἐπειδὴ δὲ διὰ τοῦτο πᾶσαν θλίψιν καὶ στενοχωρίαν καὶ κά‐ κωσιν ὑπεμείναμεν, ἀτιμίας, φυλακάς, δημεύσεις, τῶν ὑπηρε‐ | |
30 | τούντων ἡμῖν τὴν βλάβην· τὸ τελευταῖον ἦλθόν τινες δο‐ | |
κοῦντες εἶναι ἐπίσκοποι καὶ πλείονα τῶν προλαβόντων τὴν | 197 | |
198 | ἀτιμίαν ἡμῖν προσήγαγον, ἐπιφερόμενοι ὄχλον ἀγυρτώδη καὶ δημοτικὸν μετὰ μαχαιρῶν καὶ ξύλων, ἐπιστήσαντες ἡμῖν αὐ‐ τούς. καὶ αὐτοὶ μὲν πᾶσαν ὕβριν ἀναισχύντως καὶ ἀναιδῶς προσήνεγκαν, μήτε τὸν φόβον τοῦ θεοῦ ἐν νῷ λαβόντες, | |
5 | μήτε ὡς ἀρχιερέα αὐτῶν ποτε γεγονότα εὐλαβηθέντες, καὶ ταῦτα ἐν ἐσχάτῃ ἀσθενείᾳ κείμενον καὶ τὴν πνοὴν μόνον ἔχοντα· οἱ δὲ ὄχλοι ἐμέ τε καὶ τὸν προλαβόντα ἀρχιερέα τοῖς ἀναθέμασιν ἔβαλλον, ὅπερ ἡμῖν γέγονεν εὐφημία καὶ ἐγκώ‐ μιον μέγιστον. μετὰ ταῦτα πάντα τὰ κακὰ ἠκούσαμεν, ὅτι | |
10 | οἱ τῆς ἀληθείας ἐχθροὶ ἔνεδρα καθ’ ἡμῶν συσκευάζουσι βουλόμενοι ἐπιθέσθαι ἡμῖν, καὶ ἢ ἀναίρεσιν ἢ κατένεξιν βιαίαν καὶ θανατικὴν ποιήσασθαι εἰς ἡμᾶς. ἵν’ οὖν ἄτοπον μὴ γένηται μηδὲ ἁμαρτία ἀναδράμῃ εἰς τὸ κράτος ὑμῶν (ἐπειδὴ πλείονα διωγμὸν ἐπινοηθῆναι καθ’ ἡμῶν οὐκ ἔστιν), | |
15 | ἄκοντες καὶ μὴ βουλόμενοι καὶ διωκόμενοι ὑπὸ τῶν ἐπη‐ ρεαζόντων, ἀνάγκη πᾶσα μεταστῆναι ἡμᾶς τοῦ θρόνου ἡμῶν· καὶ ὡς ὁ θεὸς κρινεῖ καὶ οἰκονομήσει τὰ καθ’ ἡμᾶς, στέρ‐ γομεν καὶ εὐχαριστοῦμεν τῇ ἀγαθότητι αὐτοῦ. Ταύτην ὡς πληγὴν ὑστάτην ὁ κοπρόνους τὴν ἐπιστο‐ | |
20 | λὴν δεξάμενος καὶ μανικόν τι καὶ σαρδάνιον προσμειδιάσας, ἐπὶ τῇ προδιηνυσμένῃ βίᾳ προστίθησι βιαιότερα. τῷ γὰρ φρουράρχῃ πατρικίῳ τοῦ θεοφόρου πατρὸς στρατιωτικὴν ἐγ‐ χειρίσας ἀπόμοιραν, μεσούσης ἤδη νυκτὸς τὸν τοῦ φωτὸς υἱὸν ἐξοστρακίζειν ἐκέλευεν. τί τοῦτο; οὐ τῆς κατὰ Χριστὸν | |
25 | ἐπισυστάσεως διαλλάττει τὸ δρᾶμα καὶ σύνταγμα· οὐδὲ γὰρ ἔξω νυκτὸς ἐκεῖνοι τὰς κατὰ Χριστὸν βολὰς ἢ ἐπιβουλὰς διετίθεσαν, καὶ οὗτοι νύκτα συνήγορον ἔχοντες ἐπ’ ἴσῃ προ‐ δοσίᾳ τοῦ καλοῦ ποιμένος ἐλέγχονται. ὁ δὲ τὴν ὥραν ἐλη‐ λυθυῖαν καὶ τὴν σπεῖραν ἐπ’ αὐτὸν ἐμπίδων δίκην καὶ παρ‐ | |
30 | νόπων ᾀττόντων θεώμενος, αἰτήσας φῶτα καὶ τῆς κλίνης | |
διαναστάς, ὑπερείδειν αὐτὸν ἑνὶ τῶν εἰωθότων προσέταττεν | 198 | |
199 | (ἔτι γὰρ τὸ τῆς νόσου ἤκμαζεν ἄλγημα, καὶ ἡ διοικοῦσα τὸ σῶμα ὑπέμυεν δύναμις)· καὶ τῇ μὲν λαιᾷ τὰ τῆς ἀσθε‐ νείας, ὡς ἔφην, ὑπήρειδεν, τῇ δεξιᾷ δὲ τοῦ θείου ἐπειλημ‐ μένος πυρείου τὰς τῶν ἱερῶν ἐκείνων ταμιείων εὐωδίαζε δώ‐ | |
5 | ματα. φθάσας οὖν εἰς τὸν τοῦ μεγίστου νεὼ περίπυστον κατηχούμενον, ἐν ᾧ πολλάκις παννύχοις ἐλιπάρει τὸ θεῖον ἐντεύξεσι, δυοῖν λαμπάδοιν ὑφῆπτε κηρῶν, εἶτα τὰ ἐν χερσὶ μεθεὶς ἀνωτέρω τε τῶν ὁρωμένων γενόμενος, τὸ μὲν σῶμα πρηνὲς εἰς γῆν καταβαλών, ὄρθιον δὲ τὴν ψυχὴν ἀνατείνας | |
10 | εἰς οὐρανόν· “καὶ σύ”, φησίν, “ὁ ὑπερμεγέθης καὶ ὑπερ‐ φυής, ὁ τῶν θαυμασιωτάτων κτισμάτων κύριος καὶ τῆς ἀν‐ εξερευνήτου σοφίας, ἧς βραχὺ μόλις ἐκ τούτων ὑποφαίεις ἴχνος, μόνος εὑρετής, ἐπιφάνηθι φιλανθρώπῳ κηδεμονίᾳ ἐπὶ τὴν μεγάλην καὶ ὑψηλὴν τοῦ ναοῦ σου θαυματοποιίαν, ἐν | |
15 | ᾧ τῶν ἀχράντων καὶ ἀκηράτων μυστηρίων τὰς ὁλοκαρπώσεις δεχόμενος ἁμαρτημάτων ἀπαλλαγὴν τοῖς ἀξίως μετειληχέναι παραστήσασιν ἑαυτοῖς χορηγεῖν ἐδικαίωσας. τοῦτον γὰρ παν‐ τὸς σπίλου καὶ μώμου πόρρω τυγχάνοντα τῇ παγκρατεῖ καὶ νῦν χειρί σου παρατίθημι, ὡς παρ’ αὐτῆς καὶ πιστευθεὶς | |
20 | τοῦτον καὶ διατηρήσας ὁσίως εἰς δύναμιν, ἐπὶ τῇ πέτρᾳ τῆς ἀληθοῦς ὁμολογίας ἐρηρεισμένον ἐφύλαξα· ὡς τόπος καὶ σκήνωμα τῆς σῆς δόξης τὴν ἑαυτοῦ παγκάλην εὐπρέπειαν διεσώσατο, υἱούς σοι καὶ κληρονόμους διὰ τῆς σεπτῆς κολυμ‐ βήθρας πολλοὺς ὑπηγάγετο, διὰ μετανοίας ἀνενδότου τῇ | |
25 | εὐσπλάγχνῳ εὐμενείᾳ σου κρείττους ἀριθμοῦ προσῳκείωσε. σοί, σῶτερ, τὴν παρακαταθήκην, εἰ καὶ ἀναξίαις χερσίν, ἐπι‐ δίδωμι, παραχωρῶ τῇ σῇ τῶν κριμάτων ἀβύσσῳ τὰ κατ’ αὐτήν, ὡς εὐδοκεῖ, διατίθεσθαι. λέων κατ’ αὐτῆς ἐπωρύ‐ εται ζητῶν ἁρπάσαι καὶ τοῖς ἑαυτοῦ σκύμνοις ἑτοιμάσαι δα‐ | |
30 | ψιλὲς οἰκητήριον· μὴ ἐπινυσταξάτω κατὰ τῆς αὐτοῦ τολμη‐ ρίας ὁ παμφαής σου καὶ ἀκοίμητος ὀφθαλμός· γνώτω, τίνι προσκέκρουκεν, καὶ πρὸς ὃν ἀκρατῶς πεπαρῴνηκεν. εἰς λύ‐ | |
κων θηριωδίαν τοὺς ποιμένας μετήμειψεν, τὴν πρὸς τοὺς | 199 | |
200 | καλῶς ἄγοντας τῶν προβάτων εὐπείθειαν πρὸς ἀπειθείας ἤλα‐ σεν ἀγριότητα· ἅρπασον τῆς αὐτοῦ πλάνης τὸ μὴ προστεθὲν αὐτῷ ποίμνιον· ἀνεθήτω τῶν δεινῶν, ἀπαλλαγήτω τῶν δυσ‐ χερῶν. τῆς σῆς χειρός ἐστι κτῆμα· μὴ τοῖς καταπιεῖν ζητοῦσι | |
5 | γένοιτο θήραμα. ἡμᾶς δὲ τοῖς σοῖς ἑαυτοὺς ἐπιρρίψαντας κρίμασι χειραγωγοίης καὶ ὁδηγοίης ὅποι φίλον τῇ σῇ κυβερ‐ νήσει παρίσταται. τὴν βίαν ὁρᾷς, ὅσην, κύριε· μὴ τῆς ἐξ αὐτῆς ἐγγινομένης ἀντιδόσεως ἡμᾶς ἀποκλείσειας, μὴ ὡς ἀπείρους καὶ ἀσκεύους ποιμένας ἐλέγξειας· σοὶ γὰρ μόνῳ | |
10 | τὸ ἐπιστημονικῶς ἄγειν καὶ ποιμαίνειν κεκλήρωται. μὴ ῥαθυ‐ μίαν κατακριθείημεν, ὡς ταύτῃ προδόντες τὰ τῆς διδασκα‐ λίας βιωφελῆ πρωτοτόκια· τῇ γὰρ κατὰ δύναμιν συνεισφορᾷ καὶ ταῦτά σοι, τῷ πρωτοτόκῳ πάσης τῆς κτίσεως, ἀλώβητα τετηρήκαμεν. χαῖρέ μοι, Σοφία, τὸ τοῦ θείου λόγου σαφῶς | |
15 | ἀμείλικτον τέμενος, σοὶ τὰ τῆς ὀρθοδοξίας ἐπιτίθημι κλεῖθρα μοχλοῖς αἱρετιζόντων οὐδαμῶς συντριβόμενα. σοί, τῇ σφρα‐ γῖδι τῆς εἰλικρινοῦς ὁμολογίας, τὰ τῶν πατέρων ἀσφαλι‐ σάμενος δόγματα καταπιστεῦσαι καλῶς προτεθύμημαι, μηδα‐ μῶς ταῖς αἱρετικαῖς ἀντιστροφαῖς συληθῆναι δυνάμενα. χαῖρέ | |
20 | μοι, καθέδρα, ἐφ’ ἣν οὐκ ἀβιάστως ἐπέβην, καὶ ἧς νῦν ὑποχωρῶ βιαιότερον. χαίρετε, σηκοὶ μαρτύρων θεόληπτοι, τοῖς εὐαγγελικοῖς καὶ ἀθλητικοῖς χαρακτῆρσιν ἐγκαλλυνόμενοι, ἐφ’ οἷς οἱ ἀφραίνοντες ἐπιβαλοῦσι μὲν βεβήλους χεῖρας, οὐχ ὑφελοῦσι δὲ τὴν ἐκ τῆς ἀηττήτου χειρὸς αὐτοῖς ἐπηρτημένην | |
25 | ἀντίδοσιν. χαῖρε καὶ σύ, θεοῦ μεγαλόπολι, καὶ ὅσοι τοῖς ὑγιέσιν ἐν σοὶ καὶ πατρικοῖς ἐπερείδονται δόγμασιν, οὓς τοῖς θεοῦ καὶ σοῖς ὑποβέβληκα πτέρυξιν, μή τι κακίας πτερὸν ἀπαγάγοι τῆς σῆς περιθάλψεως”. Οὕτω τὰ τῆς εὐκτικῆς ἱερολογίας ἀνενέγκας καρπώματα | |
30 | τῷ φορείῳ ἑαυτὸν ἐπιδίδωσι, καὶ τὴν ἐφ’ οἷς ἄγειν ἐβού‐ | |
λοντο πορείαν οἱ βιασταὶ καὶ ἄκων ἐστέλλετο. θάλασσα δὲ | 200 | |
201 | τὰ νῶτα ἑαυτῆς ὑφαπλώσασα ἀκατίῳ τὸν δίκαιον ὑπεδέχετο καὶ πρὸς τὴν ὑπ’ αὐτοῦ δομηθεῖσαν μονὴν τῶν Ἀγαθοῦ παρεπέμπετο. ἐν ᾗ μικρόν τινα προσδιατρίψαι χρόνον συγ‐ χωρηθεὶς αὖθις ὑπὸ τῶν τῆς βίας εὑρετῶν ἐπὶ τὴν πορρω‐ | |
5 | τέρω κειμένην καὶ ὑπ’ αὐτοῦ ἱδρυθεῖσαν ἱερὰν μονὴν τοῦ μεγάλου μάρτυρος Θεοδώρου μεθίσταται· οὐ γὰρ ἔφερον ἄγχι πῃ καθορᾷν τῆς ἑαυτῶν βδελυρίας κατῳκημένον τὸν δίκαιον. στέλλεται γοῦν ἐπὶ τούτῳ Βάρδας ὁ τοῦ Λέοντος ἀνεψιὸς οἰκειότατος· ὃς ἐπὶ τοῦ τόπου γενόμενος καὶ τῆς νηὸς ἐπι‐ | |
10 | βὰς καὶ καθέδρᾳ ἐφιδρυθεὶς τὸν μέγαν ἱεράρχην πρὸς ἑαυ‐ τὸν ἐξεκαλεῖτο, καὶ εἶτα τῶν δορυφόρων ἐπ’ ὄψεσιν αὐτοῦ ἑστάναι τοῦτον ἁμιλλωμένων, οὐδὲν αὐτὸς πρὸς τὸ ἐράσμιον τῆς ἱερᾶς παρουσίας ἐκείνης εὐλαβείας διέδειξε πρόσχημα, οὐδέ, εἰ μή τι ἄλλο, τὴν παροιμιακὴν ἐδυσωπήθη παραί‐ | |
15 | νεσιν, τήν, “ἐκ προσώπου πολιοῦ ἐξαναστήσῃ”, σοφῶς δι‐ αγγέλλουσαν· ἀπρὶξ δὲ εἴχετο τῆς καθέδρας. ὁ δὲ τὰς τοῦ νεανίου φρένας ἐωρημένας κατὰ τὴν ποίησιν ὑπιδών, ἄλλο μὲν οὐδέν, τοῦτο δὲ πρὸς αὐτὸν ἐπεφώνησεν. “ὦ καλὲ Βάρδα, γνῶθι ταῖς ἀλλοτρίαις συμφοραῖς τὰς ἑαυτοῦ καλῶς | |
20 | διατίθεσθαι”. καὶ ταῦτα εἰπὼν τῇ βουλῇ τῶν ἀγόντων ἑαυ‐ τὸν ἐπιδίδωσιν. ὢ τῆς διορατικῆς τοῦ παναγίου ἀνδρὸς καθαρότητος τὰ πόρρω βλεπούσης ἐγγίζοντα καὶ συναγούσης τοῖς ἐνεστῶσι τὰ μέλλοντα. οὐ γὰρ ἀγχίπους ἡ δίκη τῷ νέῳ συνείπετο, χρόνων δὲ τετρακτὺς μικροῦ παριππεύσασα | |
25 | αὐτῷ τὴν συμφορὰν ἀπεγέννησε· καὶ εἴ τῳ φίλον τὰ περὶ τούτου τελέως πιστώσασθαι, ἐντευξάσθω τοῦ ἀνδρός, καὶ τὸ πονηρὸν τῶν ὄψεων ἐποψόμενος τὴν ἐπ’ αὐτῷ συμβᾶσαν τραγῳδίαν οὐχ ἥκιστα τρανωθήσεται. καὶ περὶ μὲν τού‐ των ἅλις. | |
30 | Λέων δὲ πρὸς ἔρευναν λύκου μᾶλλον ἢ ποιμένος ἑαυ‐ τὸν διανίστησι καὶ τοῦτον οὐ πολλὰ καμὼν εἰσοικίζεται, ἄνδρα βιωτικῆς μερίμνης ἀπόζοντα καὶ στρατιωτικῷ πέλυκι τῷ Βου‐ | |
θοίνᾳ παραβαλλόμενον, πρὸς μόνην τὴν γαστέρα βλέποντα | 201 | |
202 | καὶ τὰ τῶν ζωμαρίων ἐπιεικῶς καρυκεύματα, πάσης ἐπιστη‐ μονικῆς ἐμπειρίας ἀλλότριον, τῆς δὲ σολοίκου καὶ βαρβάρου λέξεως καὶ λίαν ἐμπείραμον. τοῦτον, ἵνα τὰ ἐν μέσῳ παρεὶς 〈σιγῶ〉, αὐθημερὸν πλύνας καὶ σοφίσας ἐπὶ τὸν ἱερατικὸν | |
5 | καὶ φρικτὸν θρόνον ἐφίστησι καὶ ποιμένα τῆς ἑαυτοῦ λυκώ‐ δους ψυχῆς (οὐ γὰρ τῶν Χριστοῦ θρεμμάτων) ὁ βάρβαρος ἀνηγόρευσεν. ἐντεῦθεν λοιπὸν ἔκ τε τῶν πεισθέντων ἐπι‐ σκόπων ἐξ αἰκισμῶν ἢ καὶ ἑκουσιότητος ἔκ τε τῶν νεωτερι‐ ζόντων καὶ ἀνιέρων διδασκάλων συμφορήσας κολοιώδη λέσχην, | |
10 | τὸ κατὰ τῆς ἐκκλησίας ἐν τῇ ἐκκλησίᾳ συνίστησι βουλευτή‐ ριον· ἐν ᾗ πάσας τὰς προμελετηθείσας ἀνοήτως παραγραφὰς καὶ περικοπὰς προσεμέσαντες καὶ τὴν προκαττυθεῖσαν ἐν Βλαχέρναις Κωνσταντίνου σύνοδον ἐπίκουρον ἔχοντες, ἐπι‐ κυρωτικὴν ταύτην ἐκείνης ὠνόμασαν· καὶ λίαν εἰκότως. ἐκ | |
15 | γὰρ πατρικῆς συνηγορίας τὸ κῦρος οὐκ ἔχουσαν οὔτε ἐξ ἀπο‐ στολικῶν θρόνων συνέδρους, ὡς νόμος ἐστὶν ἐκκλησιαστικός, εὐπορήσασαν, ἐκ τῶν ὁμοίων αὐτῇ τὰ ἑαυτῆς ἐπικυροῖ καὶ τῷ ψεύδει πειρᾶται παραλογίζεσθαι τὴν ἀλήθειαν. ταῦτα τῇ πρώτῃ τῆς λυμώδους αὐτῶν καθέδρας ἡμέρᾳ θεσπίσαντες | |
20 | διελύοντο· τῇ δὲ μετὰ ταύτην ἐπὶ τὸ αὐτὸ συνέρρεον καὶ τῶν τοῦ ψεύδους δογμάτων ἀπήρχοντο, ἐν ᾗ καὶ τὸ ἀπη‐ νὲς τῆς αὐτῶν ἀτεράμονος κακότητος διεδείκνυτο. Καὶ ὁρᾶτε τὴν ὑπερβολὴν τῆς ὠμότητος. ἀπολεξάμενοι τῶν τῆς ὀρθῆς ὁμολογίας ἐπισκόπων τινάς, οὓς ἐτόπαζον | |
25 | ὑπὸ χεῖρας σφῶν ἐκ πρώτης ἐπιβολῆς ἄγειν, εἶτα τὰς ἱερὰς ἀμπεχόνας αὐτῶν εἰς ῥάκια μικρὰ περιρρήξαντες, πρὸ τῶν πυλῶν τοῦ μεγίστου νεὼ κατεχομένους ὡς δεσμώτας ἑστάναι προσέταττον, καὶ δὴ πολλὰ κατ’ αὐτῶν βατταρίσαντες καὶ βατράχων δίκην ἀσύμβατα καὶ ἄναρθρα θορυβήσαντες, διὰ | |
30 | μέσης τῆς ἑαυτῶν καθέδρας προστάττουσιν ἕλκεσθαι. ἐν ᾧ | 202 |
203 | δὲ τοῖς τῆς κακίας ἐξάρχοις προσήγγιζον, στῆναι διὰ βοῆς ἐπεκέλευον. ὡς δὲ τὸ ἑδραῖον αὐτῶν πρὸς τὰς ἐπηρείας ἀτίνακτον ἔβλεπον (πέτραις γὰρ στερραῖς ἢ δρυσὶ βαθυρρί‐ ζοις ἐῴκεσαν) τοιαῦτα πρὸς αὐτοὺς ἀπεδούπουν νηπιόλεκτα | |
5 | καὶ ὑπόσαθρα ῥήματα. “ἕως τίνος ἀπειθείᾳ ἑαυτοὺς ἐπερεί‐ δοντες πρὸς τὸ τῆς ἀληθείας καλὸν διαβλέψαι ἀπείπασθε, καὶ τὸ τοῦ ὀρθοῦ λόγου μεταμαθεῖν σεβάσμιον ἀπαναίνεσθε; νῦν οὖν, εἴ τι λείψανον σκληροκαρδίας πρόσεστιν ὑμῖν, ἀπορ‐ ρίψαντες πρόσιτε ἡμῖν καὶ τῇ καθ’ ἡμᾶς ἱερᾷ συνόδῳ· καὶ | |
10 | τῆς καθέδρας καὶ ἀξίας ὑμῶν μὴ πρόδοτε δι’ ἐλαφρίαν καὶ ἔριν τὸ δίκαιον.” Οἱ δὲ κατακρίτων τόπον ἐπέχοντες καὶ ὑπὸ τῆς πάν‐ των γλώττης βλασφήμως βαλλόμενοι, ὅμως δ’ οὖν πᾶσαν ὑπεριδόντες αἰκίαν καὶ κάκωσιν ὧδέ πως πρὸς αὐτοὺς ἀπ‐ | |
15 | εφθέγγοντο· “τὸ μὲν εἰς ὑμᾶς ἡμῶν ἀπειθὲς πολλὴν πρὸς τὴν ἀλήθειαν ἀποσώζει εὐπείθειαν· τὸ γὰρ ὑμῖν πείθεσθαι τῆς ἀληθείας ἡμᾶς πόρρω καθίστησι καὶ ἀλλοτριοῖ τῆς πρὸς θεὸν οἰκειώσεως. τὸ δέ γε καὶ τῇ καθ’ ὑμᾶς συνόδῳ τίθε‐ σθαι, ἀσυνθέτῳ μενούσῃ περὶ τὴν τῶν ἁγίων συνόδων ἀκρί‐ | |
20 | βειαν καὶ τὴν ἁγίαν εἰκόνα Χριστοῦ καὶ τῶν ἁγίων αὐτοῦ καθυβριζούσῃ καὶ τῷ ἀναθέματι τοῖς ποσῶς προσανέχουσιν αὐτῇ παραπεμπούσῃ, ἀπείρηται ἡμῖν καὶ τοῖς ὅσοι τὰ καθ’ ἡμᾶς φρονοῦσιν ἢ πεφρονήκασιν. ἡμεῖς γὰρ τοῖς ἀμετα‐ θέτοις καὶ ἀσύλοις ὅροις τῶν καθολικῶν συνόδων ἐπακο‐ | |
25 | λουθοῦντες καὶ ταῖς ἱεραῖς τῶν θεοφόρων πατέρων προτάσεσί τε καὶ συμπεράσμασι βεβαιούμενοι τὰς σεπτὰς εἰκόνας ἀπο‐ δεχόμεθα καὶ ἀσπαζόμεθα καὶ τοὺς μὴ οὕτως ἔχοντας τοῖς ἀναθέμασι βάλλομεν· τοὺς δὲ τῆς ὑμετέρας συμμορίας ὅρους τε καὶ προτάσεις καὶ γεωμετρικῆς ἀνάγκης ἐμβριθέστερα συμ‐ | |
30 | περάσματα καὶ τὴν ὑπεράνω τῶν κροτάφων τεταμένην ὑμῶν διδασκαλίαν ὡς ἐκκλησιαστικῆς ἀκολουθίας ἀλλότρια παρῃτή‐ | |
μεθα. ἔχει γὰρ ὅρους μὲν τὰς ὕβρεις, προτάσεις δὲ τὴν | 203 | |
204 | ποιὰν τούτων σύνθεσιν, συμπεράσματα δὲ τὰς ἀπειλάς· ἅπερ εἰ ληφθείη εἰς ἑτέρου συλλογισμοῦ λήμματα, οὐκ ἔτι ἕξει τὴν ἐπιφορὰν ἀπειλάς, ἀλλ’ ἐπιβουλὰς καὶ τὰ ταύταις ἑπόμενα. πρὸ γὰρ συντριβῆς ἡγεῖται ὕβρις· ἣν ἡμῖν μετὰ συντριβῆς | |
5 | ἐπιθέντες καὶ τὰ λειπόμενα, θεοῦ συνεπαμύνοντος, ζητεῖν προῃρήμεθα.” Οὕτως οὗτοι τὸ τοῦ ὄφεως ἐνστερνισάμενοι φρόνιμον ἐν μέσῳ τῶν ἀφρόνων τρανῶς ἀποφήσαντες ἔστησαν· οἱ δέ, ὡς τὸ ἐπὶ Στεφάνῳ τῷ πρωτάθλῳ συνέδριον, συσχόντες τὰ ὦτα | |
10 | πρηνεῖς τοὺς ἁγίους ῥιπτεῖσθαι καὶ συμπατεῖσθαι ὑπὸ τῶν τυχόντων κατὰ τῶν αὐχένων προσέταττον. παίξαντες δὲ καὶ τοῦτο τὸ δρᾶμα ὡς ἐπὶ σκηνῆς οἱ σκηνικοὶ καὶ ἐμβρόντητοι ἐξαναστῆναι τούτους καὶ παλίνορσον τὴν πορείαν ποιεῖσθαι, πὺξ κατὰ κόρρης πληττομένους καὶ σιάλοις κατὰ παντὸς ὑομέ‐ | |
15 | νους τοῦ σώματος ἀπελαύνεσθαι. οὕτως ἀτάκτως καὶ ἀνά‐ γνως ἐν τοῖς ἁγίοις κατὰ τῶν ἁγίων ἐμπαροινήσαντες, ἤδη τῆς ὥρας καλούσης πρὸς τράπεζαν, δι’ ἑνὸς ἀνθηροφώνου κληρικοῦ προλογίζοντος, τοὺς κρατοῦντας ἐπευφημήσαντες τούς τε τῆς ὀρθοτόμου πίστεως ἀρχηγοὺς τοῖς ἀναθέμασιν, | |
20 | ὡς ᾤοντο, παραπέμψαντες διελύοντο. Ἀλλ’ ἐπεὶ τὸ τῆς ἀνοίας αὐτῶν θυμῆρες κατὰ τῆς ἐκ‐ κλησίας ἐξέπλησαν, ὅρον συντάττουσι πόρρω τῶν τῆς ἀλη‐ θείας ὁρίων ἱστάμενον, ἐν ᾧ καθυπογράφειν εὐαγὲς εἶναι τὸν κρατοῦντα παρῄνουν. ὁ δὲ (καὶ γὰρ ἦν τὰ πρὸς θεὸν | |
25 | ἀλλοπρόσαλλος, εἰ καί τις ἄλλος) πείθεται τούτοις, καὶ συν‐ ελεύσεως ἐς αὖθις κηρυχθείσης, ὡς ἐπί τινος ὀκρίβαντος τὸν θρόνον αὐτοῦ μετεωρίσας ἀνέτρεχεν· οἵ τε τοῦ ψεύδους ὑπασπισταὶ τὰς ἑαυτῶν καθέδρας σπουδῇ κατελάμβανον· τοῦ δὲ πολυσφαλοῦς ταῖς ἁπάντων ἀκοαῖς ἐνηχηθέντος ὅρου, καὶ | |
30 | τοῖς παροῦσιν, εἰ καὶ μὴ πᾶσιν, ἀρέσαντος, συγκαταινεῖν | |
ἕκαστον οἰκείᾳ χειρὶ τὰ ἐν αὐτῷ σεσημασμένα προέτρεπον. | 204 | |
205 | τοίνυν καὶ τοῦτο τελέσαντες καὶ τὰς ἑαυτῶν προσηγορίας τε καὶ τύχας τῷ μέλανι συμμολύναντες, ταῖς εἰωθυίαις εὐφη‐ μίαις πρὸς τοὺς κρατοῦντας τοῖς τε ἀναθεματισμοῖς πρὸς τοὺς τῆς ἐκκλησίας λαμπτῆρας χρησάμενοι, δηλαδὴ τοῦ αὐτοῦ | |
5 | κληρικοῦ προλογίζοντος, ἐσκεδάννυντο. Ἐφ’ ᾧ οὐκ ἔμελλε τῷ τῆς μακροθυμίας πελάγει τοῖς τῶν ἁγίων τωθασμοῖς ἐπιμῦσαι ἡ μισοπόνηρος δίκη, ἐπιταχῦ‐ ναι δὲ καὶ τὴν ἐκδίκησιν διὰ θαυματουργίας ἐνδείξασθαι· μικρὸν γὰρ ἐν μέσῳ, καὶ τὸν προλογιστὴν ἐκεῖνον κληρικὸν | |
10 | ἐπὶ τῆς γλώσσης κατελάμβανε κόλασις, ἀργία καὶ νάρκωσις τῶν φωνητικῶν ὀργάνων αὐτῷ ἐπισκήψασα. καὶ ὁρᾶτε ὡς χαλεπή· ἡνίκα γὰρ αὐτῷ τὰ ψαλμικά τις ὑπεμίμνησκε λόγια, τὴν γλῶτταν εἶχεν ἀνειμένην καὶ διακονοῦσαν τοῖς ῥήμασιν· εἰ δέ τι πρός τινα κοινολογεῖσθαι συνέβαινε, παρεῖτο πάντο‐ | |
15 | θεν αὕτη καὶ πεπέδητο, καὶ ἄναρθρά πως καὶ ἄσημα καὶ ὑπότραυλα μινυρίζουσα, ἀδιανόητον πρὸς τὸν ἀκούοντα τὸν φθόγγον παρέπεμπεν. οὕτως ἡ κατὰ τῶν λαλούντων σοφίαν τῷ στόματι καὶ τῇ μελέτῃ τῆς καρδίας σύνεσιν ἐρευγομένων προαλεστάτη γλῶσσα παιδεύεται. ὅθεν ἐπὶ καιροῦ τὸ θεῖον | |
20 | ἐρεῖν ἔστι λόγιον, ὅτι “θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης, οἱ δὲ κρατοῦντες αὐτῆς ἔδονται τοὺς καρποὺς αὐτῆς”. Ἀλλ’ ἀπόχρη ταῦτα καὶ τὴν ἐκείνων ἐλέγξαι κακόνοιαν καὶ τὴν τῶν ἁγίων διαδεῖξαι πρὸς θεὸν οἰκειότητα. καὶ τὰ μὲν περὶ τῆς συνόδου καὶ τῶν ὅσα περὶ αὐτήν, ὡς κόρον | |
25 | ἀηδῆ ταῖς ἀκοαῖς ἐπεισάγοντα, πεπαύσθω. τὴν ἐξ ἐκείνου δὲ ταῖς ἐκκλησίαις ἐπεισπολάσασαν ζοφώδη σκοτόμαιναν οὐ χρεὼν βυθῷ διαρρυῆναι σιγῆς· πᾶσαν γὰρ εὐαγγελικὴν καὶ μαρτυρικὴν ἀνέκαθεν ἱστορουμένην εὐπρέπειαν κατορύξαντες τιτάνῳ διαβρόχῳ καταλεαίνειν οὐκ ἔδεισαν. ὅτῳ δὲ τρόπῳ | |
30 | πειρατέον εἰπεῖν τῆς ἐπινοουμένης ἰδέας τῇ αἱρέσει κακῶς ὑποκύψασι, τὸν ὑγιᾶ δὲ λόγον ἀπαράτρωτον ἐν τῷ τῆς συν‐ | |
ειδήσεως κριτηρίῳ συνέχουσι, τοῦτο δὴ κακοτρόπως ἐγχειρί‐ | 205 | |
206 | ζουσι τὸ ἀτόπημα; οἳ δὴ καὶ δάκρυον πολλάκις τῷ ἐκ τιτά‐ νου μίγματι συγκατέρραινον, τὸ τοῦ μύσους οὐ φέροντες ἄλ‐ γημα. παντὶ γὰρ βουλομένῳ τὸ κατὰ τῶν ἱερῶν ἐκτυπω‐ μάτων ἀνεῖτο θράσος· οἱ μὲν γὰρ τὰ τῶν κειμηλίων συνέκλων | |
5 | σεβάσμια, οἱ δὲ τῶν ἱερῶν ἐσθημάτων τὰ τίμια εἰς ῥάκια λεπτὰ καταρρηγνύντες τῷ ἐδάφει προσέρριπτον· ἕτεροι τὰς ἐν πίναξι γραφὰς πελέκεσι διαθρύπτοντες κατὰ μέσης ἀγορᾶς ἐπίμπρων ὠμότατα· ἄλλοι βολβίτοις καὶ ἀλοιφαῖς καὶ ὀδμαῖς ἀηδιζούσαις ἀντὶ τῶν πρόσθε θυμιαμάτων κατέχραινον. καὶ | |
10 | ἦν ἰδεῖν ὡς ἐν ἀπαγωγῇ συμπατούμενα τὰ τῶν θείων νεῶν ἀναθήματα· ἦν ἰδεῖν τὰ πολλοῖς ἄψαυστα καὶ ἀθέατα χερσὶ βεβήλοις ἑλκόμενα καὶ παντὶ προκείμενα θέατρον· ποιμένας τῶν ἐκκλησιῶν ἐξωθουμένους καὶ λύκους πιστευομένους τὸ ποίμνιον, τοὺς τὸν ὀρθὸν λόγον πρεσβεύοντας ἀπεληλαμένους | |
15 | καὶ τοὺς τὸν ὅσιον λόγον βδελυσσομένους ...., τοὺς ἀνευ‐ θύνους ὡς ἐνόχους εὐθυνομένους καὶ τοὺς μαστιγίας ἐπὶ θρόνων ἀντικαθεζομένους, κληρικοὺς ἐμπαιγμῶν καὶ μαστί‐ γων πεῖραν λαμβάνοντας καὶ εἱρκταῖς ἀδιεξόδοις ἐμμένοντας, τοὺς καθ’ ἡμᾶς Ναζηραίους αἰκίαις καὶ λιμῷ καὶ δίψει καὶ | |
20 | μακραῖς φρουραῖς καὶ πόνοις πιεζομένους καὶ μέχρις ἐσχά‐ των κινδύνων ἐγκαρτεροῦντας τοῖς πάθεσι, τοὺς μὲν τὸ ζῇν διὰ ξίφους ζημιουμένους, τοὺς δὲ σάκκοις ἐνδεσμουμένους καὶ δίκην λίθων καταδυομένους τοῖς ὕδασι, γυναῖκας ἐπ’ ὄψει γυμνουμένας ἀρρένων καὶ καταδίκοις ἴσα τεινομένας | |
25 | καὶ μαστιζομένας καὶ πάντα διὰ Χριστὸν φερούσας ἠνδρει‐ ωμένῳ φρονήματι. Καὶ ταῦτα μὲν περὶ τὰ θεῖα καὶ τοὺς διὰ τιμῆς ἄγοντας ταῦτα ὁ μισαλήθης ἐπεδείκνυτο Λέων· τὰς δὲ φιλοτησίας ἤτοι σπονδάς, ἃς πρὸς τοὺς ἀγχιτέρμονας Οὔννους ἐσπείσατο οὕτως | |
30 | αἰσχρῶς καὶ ἀκόσμως ἀποπερανθείσας, τίς οὐκ ἂν ἐπιδακρύ‐ | |
σοι θερμότατα; ὡς αὐτὸν μὲν τοῖς ἐκείνων, ἐκείνους δὲ τοῖς | 206 | |
207 | ἡμετέροις νομίμοις προσχρήσασθαι καὶ οὕτω τὰς πρὸς ἀλλή‐ λους συμβάσεις πιστώσασθαι· ἐν αἷς ἦν ὁρᾷν τὸν βασιλέα Ῥωμαίων χερσὶν ἐκ κύλικος ὕδωρ κατὰ γῆς ἐπιλείβοντα, ἐπι‐ σάγματα ἵππων αὐτουργῶς ἀναστρέφοντα, ἱμάντων ἐντρίτων | |
5 | ἁπτόμενον, καὶ χόρτον εἰς ὕψος αἴροντα, καὶ διὰ πάντων τούτων ἑαυτὸν ἐπαρώμενον· ἔθνη δὲ τῶν ἡμετέρων θείων συμβόλων ἀθεμίτοις χερσὶν ἐπιψαύοντα καὶ κατὰ τῆς αὐτῶν δυνάμεως ἐπομνύοντα. ταῦτα οὐκ ὠμότητος ἔγγονα; οὐχὶ σαφὴς κατὰ Χριστοῦ μανία καὶ πήρωσις; οὐκ ἐπαγωγὰ τῆς | |
10 | τοῦ θεοῦ δικαίας ἐπιτιμήσεως; καὶ μαρτυρεῖ τοῦ τότε και‐ ροῦ τὰ τερατώδη καὶ ἐξαίσια δείγματα, γῆς ἐντιναγμοὶ καὶ ἀνατιναγμοὶ καρδίαν προφητικῶς καταθραύοντες, αὐτάνδρους πόλεις βυθίζοντες, λιμοὶ ἐπὶ προσώπου τῆς γῆς πᾶσαν ἀπο‐ ρίαν ἐνσπείροντες, γεωργοὶ τοὺς στάχυας οὐ δρεπάναις ἀλλὰ | |
15 | χερσὶ μαρσίπποις συλλέγοντες, ἀέρος φλογώσεις ἐοικυίας ῥάβ‐ δοις ἀφιέντος καὶ πᾶσαν τοῖς ὁρῶσιν ἔκπληξιν φέροντος· θαλάσσης ἀκάρπου μενούσης καὶ πηγαζούσης σάλον ἀντ’ ὀψωνίων καὶ κλύδωνας, λήθης περὶ τὸ συγγενὲς καὶ οἰκεῖον πανταχόσε διαθεούσης καὶ στάσεις ἐμφυλίους ἀνὰ πᾶσαν χώ‐ | |
20 | ραν καὶ πόλιν ἀποτικτούσης. ἐξ ἐκείνου γὰρ καὶ μέχρι νῦν τὸ δεινὸν τῆς ἐμφυλίου συμφορᾶς ἐπικρατῆσαι συμβέβηκε νόσημα. Ἀλλ’ οὐδ’ οὕτως ἡ τοῦ ἀνδρὸς κακία ὑπελώφα καὶ ἔλη‐ γεν· ὀργῶσα δὲ καὶ σφαδάζουσα καὶ οἷα ῥῆξιν τῶν δρωμέ‐ | |
25 | νων ἀνιαρῶν ἐπαπειλοῦσα τὴν τῆς ἀνταρσίας ῥομφαίαν αὐτῷ ἐπεστίλβωσεν, οὐκ ἐν μέσῃ παρατάξει, οὐκ ἐν ἀλλοδαπῇ, οὐκ ἐν πολεμίᾳ γῇ (ὑπῆρξε γάρ, ὡς ὑπὲρ πατρίων ἠγωνισμένῳ, ψυχρά τις ἐπαίνων ἀφορμὴ τῷ τάλανι συνεισφέρεσθαι), ἀλλ’ οἴκοι τε καὶ ἰδίᾳ καὶ τὰ καθ’ ἑαυτὸν εὖ διατιθέντα, ὡς | |
30 | ᾤετο. καὶ γὰρ τόν, δι’ οὗ τὰ τῆς ἀνταρσίας ὠδίνετο, εἱρκτῇ καὶ πέδαις εἶχε τηρούμενον, μενοῦντα ἕως ὁ ἐν ποσὶν ἀγὼν τῆς γενεθλίου τοῦ σωτῆρος ἡμέρας διανυσθείη καὶ τὰ κατ’ | |
αὐτὸν ἐς τὸ ἀκριβὲς διασκέψαιτο. τὴν κατὰ τῆς ἐκκλησίας | 207 | |
208 | στεφανωθεῖσαν κορυφὴν καὶ τὴν ἐπ’ ἀναιρέσει τῶν ὀρθῶν δογμάτων ἐκταθεῖσαν χεῖρα τῷ τῶν ὑπασπιστῶν καὶ δορυ‐ φόρων ξίφει ἐνδίκως χειρουργηθείς, μέσον τοῦ θείου νεὼ τὴν πολλοὺς ἁγίων νεὼς ἀτιμάσασαν ψυχὴν ὁ δείλαιος ἀπ‐ | |
5 | εκάπυσεν. ἀλλ’, εἰ δοκεῖ, μικρὰ τῷ κειμένῳ προσείπωμεν, μὴ τοῦ πτώματος ἐφηδόμενοι, ἀλλὰ τῆς συμφορᾶς ἀλγυνό‐ μενοι. τί τοῦτο, ὦ λίαν ὑψηλὲ καὶ μετέωρε καὶ ἀναπνέων ἡμῖν καταιγίδας καὶ φυσῶν κατὰ τῆς ἐκκλησίας δρακόντειον; πῶς ἔπτη τὸ πνεῦμα τὸ λαίλαπας διωγμοῦ τεκταῖνον καὶ | |
10 | βροντῶν κατὰ τῶν εὐσεβούντων, ὡς ἐκ βύρσης Σαλμωνεὺς μανικώτατα; ποῦ τὰ τῆς μαγγανείας ἀπέβη, οἷς ἐτελέσθης ἢ συνετελέσθης, καὶ χρόνους βασιλείας ἐγκυμονῆσαι ζητῶν ὠκυμόρου ζωῆς ἀπέτεκες ἀμβλωθρίδια; πῶς οἱ ἀπὸ κοιλίας φωνοῦντες γραμματικοὶ μισθοῦ τὴν βασιλείαν ὑμῖν καθορί‐ | |
15 | ζοντες καὶ μακρὰν εὐετηρίαν ὑμῖν ἐρευγόμενοι, τὴν κατὰ σοῦ τοῦ ξίφους βολὴν μαντικῶς οὐ προέβλεψαν; πῶς οἱ σπέκται καὶ ἀμαζάσπαι, τὰ τῆς σῆς ἀπειλῆς ἀκροθίνια, τὴν νῦν ὁρω‐ μένην ἀσχήμονα θέαν καὶ τῶν ὑφαίμων ὠτειλῶν τὰ αἴσχη παρέβλαψαν; ποῦ τὸ τῆς ἁλουργίδος διάδημα, ὃ παρὰ τῆς | |
20 | ἐκκλησίας λαβὼν τὸ ταύτης στέφος ἀπέκειρας; πῶς σήμερον νεκρός, ὁ χθὲς σοβαρός; πῶς πληγαῖς κατάστικτος, ὁ πάλαι κατὰ τῶν ἁγίων ἀκάθεκτος; ποῦ τὰ κατὰ τοῦ μεγάλου ποι‐ μένος τυρεύματα καὶ ὀνειρώδεις καὶ ἀνύπαρκτοι ἔρευναι, ἃς ἐξέλιπες ἐξερευνῶν ἀκατάληπτα; οὐ γὰρ ἐξίσχυσεν ἡ ζητη‐ | |
25 | τική σου ἐπίνοια, πολλὰ καμοῦσα καὶ πολλὰ μελετήσασα, ἐφικέσθαι πρὸς μόνην ἀκοὴν φέρουσαν κατ’ αὐτοῦ μολύσ‐ ματος ἄξιον. ἐπειδὴ δὲ ἀμοιροίη τοῦ πρὸς ἀπόκρισιν λόγου, τοῦτον ἀφέντες ἄπνουν τῷ ἑαυτοῦ συμμολυνόμενον πτώματι τῇ τοῦ αἵματος ῥαθάμιγγι βάλλεσθαι, ἐπὶ τὰ ἑξῆς τοῦ λόγου | |
30 | προΐωμεν. | 208 |
209 | Ἐπικοσμεῖται τοίνυν τῷ τῆς βασιλείας ὁ δεσμώτης μετ’ αὐτὸν διαδήματι, ὃς ἐν ἐλπίσιν ὢν σὺν τῇ τῆς ζώνης ἀπο‐ βολῇ καὶ αὐτῆς τῆς ζωῆς ὑπομεῖναι τὴν στέρησιν, ὡς ἐκ βυθοῦ τῶν δεσμῶν ἀνανηξάμενος στεφηφόρος ἀντὶ δεσμο‐ | |
5 | φόρου καθίσταται, καὶ ἑτεραλκέα τὴν νίκην ποιήσας τοῦ κρα‐ τεῖν ἐλπίσαντος ἐπικρατέστερος γίνεται· καὶ τὴν βασιλείαν ἐφ’ ἑαυτὸν μεταστήσας καὶ μικρόν τι τῆς προκατασχούσης κακίας ὑπενδούς, ὅσον τοὺς ἐν εἱρκταῖς καὶ πόνοις ἐλευθερίαν ὀνει‐ ρώδη φαντάζεσθαι, τὸ τοῦ θανόντος ὑπέθαλπε φρόνημα καὶ | |
10 | τῷ ἀμφιβλήστρῳ περιπαρεὶς τῆς αἱρέσεως ἰχθύος δίκην τοῖς τῶν δογμάτων σαθροῖς ἐναπέθανεν. Ταῦτα ὁ διαγνωστικώτατος νοῦς τοῦ μεγάλου Νικηφόρου διαγνούς, καὶ ὡς οὐ τῷ ὁλκῷ τοῦ ὄφεως συνενεκρώθη τὸ τῆς αἱρέσεως οὐραῖον, σκαίρει δὲ καὶ νεκρὰν ὥσπερ τὴν ζωὴν | |
15 | ὑποκρίνεται, τῇ τοῦ πνεύματος γραφίδι τὰ τῆς ὀρθοδοξίας ἐνσημηνάμενος δόγματα πρὸς τὸν νεοστεφῆ βασιλέα στεῖλαι προέθετο, ἐπ’ ὀφθαλμοῖς ἄγων αὐτῷ τὰ δεσμὰ καὶ τὸν σώ‐ σαντα καὶ τὴν τοῦ τυράννου διακενῆς ἀνομήσαντος αἰσχύνην τε καὶ καθαίρεσιν καὶ τὴν ἐν οἷς ἐξήμαρτε τόποις κατάλυσιν, | |
20 | σκιαγραφῶν αὐτῷ τὴν ἀληθῆ καὶ πατροπαράδοτον τῶν ἱερῶν μορφωμάτων ἐκτύπωσιν, ὡς οὐ χθιζῇ τινι καὶ νεωτέρᾳ ἐφευ‐ ρέσει τὸ βέβαιον ἐπιφέρεται, ἐξ οὗ δὲ τὸ τοῦ κηρύγματος μεγαλεῖον τῇ ἀποστολικῇ σάλπιγγι τὴν οἰκουμένην τρανῶς περιήχησε, τῷ σεβασμίῳ τετίμηται. | |
25 | Ὃν τῆς νουνεχείας θαυμάσας καὶ τῆς τῶν λόγων ἀκρι‐ βείας ὑπεραγάμενος, εἰ καὶ τῶν ἀμυήτων περὶ τὰ τοιαῦτα πρῶτος ἐτύγχανεν, ἀμαθίαν ἐκ πατρῴας ἀπαιδευσίας ὡς περι‐ ουσίαν ἱκανὴν κληρωσάμενος, οὑτωσί πως πρὸς τοὺς τὸ γράμμα διακομισαμένους λέγεται φάναι. “ὅσοι τῶν ἐκκλη‐ | |
30 | σιαστικῶν πρὸ ἡμῶν ἐν ἐρεύνῃ δογμάτων γενόμενοι, αὐτοὶ | |
τὸν περὶ αὐτῶν λόγον παρὰ θεῷ εἰσπραχθήσονται, εἰ εὖ ἢ | 209 | |
210 | καὶ ἑτέρως ἐθέσπισαν· ἡμεῖς δὲ ἐν ᾧ τὴν ἐκκλησίαν βαδί‐ ζουσαν εὕρομεν, ἐν τούτῳ καὶ διαφυλάττειν προκρίνομεν. τοῦτο δὲ ἐπακριβοῦντες διαβεβαιοῦμεν, ὡς μὴ θαρρεῖν τινα κατ’ εἰκόνων ἢ ὑπὲρ εἰκόνων παρρησίᾳ τὴν γλῶτταν κινεῖν· | |
5 | ἀλλ’ ἐκποδὼν ἔστω καὶ οἰχέσθω καὶ ἡ Ταρασίου σύνοδος καὶ ἡ Κωνσταντίνου τοῦ πάλαι καὶ ἡ νυνὶ ἐπὶ Λέοντος κροτη‐ θεῖσα, καὶ σιγὴ βαθεία τῆς τῶν εἰκόνων μνήμης ἕνεκεν ἐμ‐ πολιτευέσθω τὸ σύνολον. αὐτὸς δὲ ὁ ταῦτα λέγειν καὶ γράφειν σπουδὴν τιθέμενος, εἰ ἐπὶ τῇ δόξῃ ταύτῃ τῆς ἐκκλησίας καθ‐ | |
10 | ηγεῖσθαι βούλοιο, πᾶσαν περὶ τῆς τῶν εἰκόνων ὑπάρξεώς τε καὶ προσκυνήσεως ἀποσιώπησιν τὸ λοιπὸν ἐνδεικνύμενος πάρεσο.” Ἐπεὶ οὖν ὁ τῶν βασιλικῶν ἀτοπημάτων ἀπόλογος καὶ μέχρις ὤτων τοῦ μακαρίου διέβη πατρός, εἰς οὐδὲν τοῦτον | |
15 | θέμενος οὐδὲ ἐπὶ νοῦν βαλέσθαι προθέμενος, τῆς προτέρας ἀσφαλοῦς ἀκριβείας ἀντείχετο, λογικαῖς μεθόδοις καὶ ἀπο‐ δείξεσι τὰ τῶν ἀντιπάλων ἀνασκευάζων λογύδρια, μίαν καὶ ἑβδόμην συνιστῶν τῶν οἰκουμενικῶν συνόδων τὴν ἐπὶ Ταρα‐ σίου τοῦ ἀοιδίμου τῶν πανευφήμων πατέρων συνέλευσιν, | |
20 | τάς τε παλιμφήμους δόξας τὰς κατὰ τῶν ἱερῶν εἰκόνων Κωνσταντίνου φρούδους ἀποδεικνὺς τάς τε Λέοντος ἐπι‐ κυρωτικάς, καὶ αὐτὸν πᾶσι θρίαμβον προτιθείς, πάσης ἐπί‐ προσθεν ἄγων αἱρέσεως τὴν τῶν χριστιανοκατηγόρων ἀπό‐ νοιαν, οἷς τι μέλον περὶ τῆς ἀμωμήτου λατρείας καὶ πίστεως. | |
25 | Οὕτω φρονῶν καὶ διδάσκων καὶ τοῖς θείοις ἐνασχολού‐ μενος δόγμασι τῆς εἰλικρινοῦς πάντα τὸν κόσμον περὶ τὸ θεῖον ἐπλήρωσεν ὑπολήψεως, πάντων τῶν ἐν παλαιᾷ καὶ καινῇ διαθήκῃ μεγαλοφυῶν ἀνδρῶν, ὅσον ἐφικτόν, κατὰ πόδας ἰών. Ἀβραὰμ τὴν πίστιν ζηλῶν καὶ ταύτῃ πυρπολη‐ | |
30 | θεὶς τὴν διάνοιαν, καὶ τῇ τῶν λόγων δυνάμει ὡς ἄλλους ἐκείνους οἰκογενεῖς ὁπλισάμενος, τοὺς κατὰ τῆς ἐκκλησίας μανέντας βασιλεῖς λαφυραγωγήσας τρανῶς ἐχειρώσατο, καὶ | |
ταύτην, ὡς ἕτερον Λώτ, τῆς εἰς αἵρεσιν ἀπαγωγῆς ἐλυτρώ‐ | 210 | |
211 | σατο. Ἰσαὰκ δὲ τὴν μέχρις αἵματος ὑπακοὴν πρὸς τὸν τῶν ὅλων πατέρα θεὸν προσκτησάμενος καὶ τυθεὶς μὲν πλήθεσι πειρασμῶν, οὐ πειρασθεὶς δὲ τῆς δι’ αἵματος ὁλοκαυτώσεως· ἀλλ’ ἱερεὺς καὶ θύτης τῆς ἀληθινῆς καὶ ἀναίμου θυσίας | |
5 | γενόμενος, υἱοὺς θεοῦ καὶ κληρονόμους ἐκ τῆς ἁρμοσθείσης αὐτῷ πνευματικῶς, ὡς ἐξ ἄλλης Ῥεβέκκας, τῆς ἐκκλησίας σαφῶς ἀπεγέννησεν. Ἰακὼβ τὸ ἐν ποιμέσιν εὐδόκιμον ἐμ‐ μαξάμενος οὐκ ἐξ ἀσήμων ἀλλ’ ἐπισήμων καὶ λογικῶν θρεμ‐ μάτων τὴν ποίμνην ἐπλήθυνεν, ἣν καὶ ἐπευλογεῖσθαι ἐπὶ | |
10 | τῷ αὐτοῦ ποδὶ παρὰ κυρίου κεκαύχηται. Ἰωσὴφ δὲ οὐκ ἐπὶ σωφροσύνῃ μόνον ἐχαρακτήρισεν, ἀλλ’ ἤδη σὺν τῷ ψυχικῷ καὶ τῷ τοῦ σώματος κάλλει παρήμειψεν, ὡς ἐρασθεῖσαν αὐτοῦ τὴν νυνὶ Αἰγυπτίαν, φημὶ δὴ τὴν κακέμφατον αἵρεσιν, καὶ ἐπὶ κοινωνίᾳ τῶν ἀθεμίτων δογμάτων ἀνθέλκουσαν, συν‐ | |
15 | αποδύσασθαι μὴ τὸ ἱμάτιον μόνον ἀλλὰ καὶ τὴν ἱερὰν ἀμπ‐ εχόνην ᾑρέτισεν. Ἰὼβ δὲ τὸ τληπαθὲς καὶ πρὸς τὸν ἀντ‐ αγωνιστὴν καρτερικὸν ἐπεδείξατο, φιλοσοφῶν ἐν τοῖς δυσχερέσι καὶ ξέων οὐκ ὀστράκῳ τὰ τῆς ἐπηρείας ἕλκη, τὰ δὲ τῶν ἀντι‐ πάλων ἐξοστρακίζων πρὸς ἀφροσύνην ἐφέλκοντα ῥήματα. | |
20 | Μωϋσέως τῷ δημαγωγικῷ κακόνι ἐπηκολούθησε, λαὸν ἐξ Αἰγυπτιακοῦ σκότους τῆς αἱρετικῆς κενοφωνίας, σκόρδοις καὶ κρομμύοις, τοῖς ὀδωδόσι φημὶ διδάγμασι, τοὺς πειθομέ‐ νους αὐτῇ τρεφούσης, ἐξάγων, καὶ δι’ ἅλμης Ἐρυθρᾶς, στυ‐ φούσης, λέγω, διδασκαλίας, ἀποκλυσάμενος αὐτῶν τὸ ἀηδὲς | |
25 | καὶ πολύβρωμον ἄχθος, πρὸς δὲ γῆν βρύουσαν γάλα καὶ μέλι, τὴν λευκὴν καὶ ἄδολον καὶ ἡδονῆς πλήρη μετοχετεύ‐ σας τῶν θείων δογμάτων γλυκύτητα. Ἀαρὼν τὸν ἐν ἱερεῦσι σεβάσμιον ἐκληρώσατο, οὐ Μωϋσῆν τινα τὰ πρὸς θεὸν ἐξ‐ ηγούμενον ἔχων, ἐνώπιος δὲ ἐνωπίῳ ταῖς εὐκτικαῖς ἱερολογίαις | |
30 | ἀεὶ συγγινόμενος, οὐδὲ κιδάρει καὶ ἐπωμίδι καὶ κώδωσιν | |
ἐνιαύσια φθεγγομένοις εἰς τὰ ἄδυτα εἰσιών, τῇ δὲ τῶν ἀπο‐ | 211 | |
212 | στόλων δωδεκαχόρδῳ λύρᾳ πληττόμενος, εἰς τὰ τῶν ἁγίων ἅγια θαμινώτερον εἰσδυόμενος, τὴν τῶν θείων λογίων δή‐ λωσιν πᾶσιν ἀνέπτυσσεν εὐσημότατα. Ἰησοῦ τὸ στρατηγι‐ κὸν καὶ πρὸς πολεμίας ἐμβολὰς ἀπαράτρεπτον ἀνεμάξατο, οὐ | |
5 | φωστῆρας πεδήσας πρὸς τὴν τῶν ἀντιπάλων ἄμυναν, ἐν ἡμέρᾳ δὲ καὶ νυκτὶ τὰς πρὸς θεὸν ἐντεύξεις ὡς παρατάξεις ποιούμενος, ἕως τοὺς τῆς ἀληθείας ἐχθροὺς τοῖς ἑαυτῶν λελουμένους κατῴκτειρεν αἵμασι. μετὰ Φινεὲς ἐπὶ πορνοκτο‐ νίᾳ ἀνακηρυχθήσεται· καὶ οὗτος γὰρ τοὺς ἀπὸ ὄπισθεν κυ‐ | |
10 | ρίου κατὰ τὸ προφητικῶς ἀπειλούμενον ἐκπορνεύσαντας καὶ σπέρμα Χαλδαϊκὸν ἐν τοῖς τῆς ἐκκλησίας ἀποστολικοῖς νεώ‐ μασιν ἐγκρύψαι θελήσαντας, τοῖς τῶν δικαίων λογικοῖς βου‐ κέντροις ὡς σιρομάστῃ χρησάμενος, ἐξεκέντησε. Δαυῒδ τὸ πρὸ τῆς χρίσεως νεανικὸν πρὸς ποιμαντικὴν ἐξιχνίασε, προ‐ | |
15 | βάτων λογικῶν ἐπιστατῶν καὶ λεόντων καὶ ἄρκων μύλας συνθλῶν, τῶν κατὰ τῆς Χριστοῦ ποίμνης ὠρυομένων καὶ φρυαττομένων αἱρετικῶν γλωσσῶν ἀταμίευτα. Ἡλιοῦ καὶ Ἰωάν‐ νου τὸ φιλέρημον καὶ ἡσύχιον καὶ πρὸ τῆς ἀναδείξεως καὶ μετὰ τὴν ἱερὰν ἀνάδειξιν κατησπάσατο, καὶ μικρὰ ταῖς πό‐ | |
20 | λεσιν ὁμιλῶν, τούτοις τὸ πλεῖον ἔνεμεν, καθαρτικὴν ψυχῆς τὴν κατὰ θεὸν μόνωσιν εἰδὼς καὶ παντὸς ἀπαλλάττουσαν περιγείου φρονήματος, ὅθεν καὶ τὸ πρὸς ἔλεγχον καλῶς ἐξ‐ ήσκησεν ἕτοιμον, λαλῶν ἐναντίον βασιλέων καὶ μὴ δι’ αἰσχύ‐ νην τι ποιῶν ἢ πρὸς χάριν ἐγκαλυπτόμενος. | |
25 | Τίνα δὲ τῶν ἐν χάριτι μεγαλυνθέντων οὐκ ἐπ’ ἀρετῇ μιμητικῶς ἰχνηλάτησε; Πέτρου τοῦ τῶν ἀποστόλων καὶ τῆς ἐκκλησίας προβόλου τὸ μεγαλοφυὲς καὶ θερμὸν περὶ τὴν πίστιν ἐπιδειξάμενος, Παύλου τὸ ὑπὲρ πάντων μεριμνητικὸν καὶ τῶν καθ’ ἡμέραν ἐπισυστάσεων τὸ ἐπίπονον λογιζόμενος, | |
30 | πᾶσαν ἄνεσιν κατόπιν ἐτίθει τῶν κατὰ θεὸν ἐπερχομένων κακώσεων, πάντα εὐδοκῶν ὅσα θλίψιν ἐντίκτειν οἶδεν ὡς μάλιστα. τὸ δὲ ἐν φυλακῇ δαψιλὲς καὶ πλεῖον ἔσχε Παύ‐ | |
λου· ὅσῳ Παύλῳ μέν, τόπον ἐκ τόπου ἀμείβοντι καὶ τὴν | 212 | |
213 | τοῦ εὐαγγελίου πᾶσαν ἀποκαλύπτοντι δύναμιν ἐκ διαδοχῆς φρουρεῖσθαι συνέβαινεν, τούτῳ δὲ μία καὶ ἀδιάδοχος εἱρκτή, ἐξ οὗ τὸν θρόνον αὐτῷ παρακεχωρηκέναι συνηνέχθη, μέχρις ἡ τελευταία ταύτην εὐκλεῶς διεδέξατο. τῶν λοιπῶν τοῦ λό‐ | |
5 | γου μαθητῶν τὸ πρὸς ἀποστολικὴν 〈κηρυκείαν〉 ἀκριβὲς ἐν ἑαυτῷ ἐβεβαίωσε, πᾶσι τρανῶς ἀποκαλύπτων τὰ τῆς αὐτῶν κρυφιομύστου διδασκαλίας ζωαρχικὰ καὶ θεοπαράδοτα λόγια. τοῖς ὑπὲρ ἀληθείας κινδύνους ἀνατλᾶσι συνωμολόγησε μάρ‐ τυσι, πάντα πρότερον ἐνεγκεῖν τὰ εἰς ἀτιμίαν ἑλόμενος ὑπὲρ | |
10 | τοῦ μή τι παθεῖν τῆς ἀληθείας ἀνάξιον. τοῖς πρὸ τῶν ἐγκρίτων συνόδων καὶ τοῖς ἐν αὐταῖς καὶ μετὰ ταύτας δια‐ φανέσι πατράσι, καὶ ἐπὶ πᾶσιν ἐφ’ οἷς ἡ ἐκκλησία τὴν εὐ‐ κλεᾶ περὶ τὸ θεῖον δόξαν ἐπλούτησε διαλάμψασι κατ’ οὐδὲν ὑπελίπετο· πάντας ἐν πᾶσι καθ’ ὅσον οἷόν τε θείως καὶ | |
15 | ἱεροπρεπῶς μιμησάμενος, δι’ ἐμμελοῦς προσοχῆς καὶ συν‐ τόνου τῶν θείων μελέτης τῇ τε ἀκηλιδώτῳ τῆς ἱερωσύνης αἴγλῃ φωταγωγηθεὶς τὴν διάνοιαν, τῷ πρώτῳ καὶ μεγάλῳ ἀρχιερεῖ τὴν ἑαυτοῦ ψυχὴν ἀνέθηκε καλλιέρημα. Ἀλλ’ ἐπειδὴ τῷ τῆς φύσεως ἀπαραιτήτῳ ἄνθρωπον ὄντα | |
20 | λειτουργῆσαι χρεών, οἰκείαν θεῷ τὴν ἐκ τοῦ σώματος διὰ θανάτου ποιεῖται ἀνάλυσιν, ἣν οὐ θάνατον ἀλλὰ πρὸς κρείττω ζωὴν διάβασιν ὑποληπτέον καὶ λῆξιν, ἐν ᾗ τῶν πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων ἡ ἐκκλησία μετ’ ἤχου χορεύ‐ ουσα πανηγυρίζει ἑορτὴν τὴν μακραίωνα, μεθ’ ὧν χοροστα‐ | |
25 | τῶν καὶ τὸ τῆς ἁγιαστείας ἀγγελοπρεπῶς ὑποκρινόμενος ἅγιον, τῆς ἴσης αὐτοῖς τῶν ἐπαγγελιῶν κληρουχίας εὐμοίρησεν. ἐνάτῳ δὴ οὖν ἑνὸς δέοντι χρόνῳ μηνὸς τῆς ἱερᾶς αὐτοῦ καὶ ἀλή‐ πτου πατριαρχίας τὴν ὑστάτην ὑπελθὼν ἀρρωστίαν, ἐπιστάντα | |
τὸν ὅρον τοῦ τέλους οὐδαμῶς ἠγνόησεν, ἀλλ’ ὃν ἐδεδίει | 213 | |
214 | πάλαι διὰ τὸ φοβερὸν τῆς ἀπροόπτου καὶ ὠκυτάτης ἐλεύσεως, τότε περιχαρῶς προσεδέχετο, χάριν εἰδὼς τῷ δήσαντι καὶ ἀπαλλαγὴν τῶν ἀνιαρῶν διὰ λύσεως προξενήσαντι, καὶ αὖθις συνδήσοντι κρίμασιν οἷς ἐδικαίωσεν ὑψηλότερον. ἐν γοῦν ταῖς | |
5 | ῥωστικαῖς καὶ ἀνόσοις ἐκείναις τῆς αὐτοῦ κατακλίσεως ἡμέ‐ ραις οὐκ ἐνεδίδου πάντα τρόπον διδασκαλίας τοῖς προσιοῦ‐ σιν ἐπινοῶν, ἀπέχεσθαι μὲν τῆς αἱρετικῆς ἀναχύσεως, ξηραι‐ νούσης ὀστᾶ ψυχῆς καὶ ὀλλυούσης ἐλπίδας προφητικῶς τῶν προστετηκότων αὐτῇ, ἀντέχεσθαι δὲ τῆς μόνης διδασκαλίας | |
10 | καὶ πίστεως τῆς ὑπὸ τῶν ἑπτὰ σεβασμίων καὶ οἰκουμενικῶν συνόδων τρανωθείσης καὶ κυρωθείσης, ἣν ἡ καθόλου ἐκκλη‐ σία σεβαστικῶς περιπτύσσεται καὶ πᾶσαν ἐλπίδα τῶν πιστῶν πρὸς θεὸν διαπορθμεύει καὶ τοῦ ἐφετοῦ ποιεῖ περιδράττεσθαι. ἡ γὰρ εὐσεβὴς τῶν πατέρων πίστις, ὡς ἴστε, κενοτομίαις | |
15 | οὐδαμῶς ἀμβλύνεσθαι καταδέχεται, κρατύνεσθαι δὲ μᾶλλον ὀρθοτομίαις εἴωθεν ἀποστολικαῖς. Οὕτω ταῦτα καὶ πολλῷ πλείω τούτων ἐκ τοῦ θησαυροῦ τῆς ἑαυτοῦ θεοπλούτου σοφίας βιωφελῆ ἐπιφθεγξάμενος λό‐ για καὶ στηρίξας ὡς ἐξ ἄρτου πνευματικοῦ τὰς τῶν πιστῶν | |
20 | ἐπαϊόντων καρδίας, καὶ τό, “εὐλογητὸς ὁ θεὸς ὃς οὐκ ἔδω‐ κεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν, ἀλλὰ ῥυσάμενος ἡμᾶς τὴν παγίδα συνέτριψεν”, εἰς ἐπήκοον τῶν συνειλεγμέ‐ νων εἰπών, χερσὶν ἀνεπάφοις θεοῦ τὴν ὁσίαν καὶ ἱερὰν ψυχὴν ἐναπέθετο. ὁποῖον ἀνίας καὶ κατηφείας ἄλγημα λελοι‐ | |
25 | πὼς τοῖς θεόφροσιν, οὐδεὶς παραστῆσαι λόγος δυνήσεται· ὅσην δὲ θυμηδίας καὶ παρρησίας ἀφορμὴν δεδωκὼς τοῖς κακόφροσιν, ἐκ τῶν ὁρωμένων εὐπετὲς συνιδεῖν. ἅτε γὰρ θῶες καὶ κερδάλαι καὶ εἴ τι ζῷον ἐπὶ δειλίᾳ περίβλεπτον τὰ τῶν λεόντων οὐχ ὑφίσταται προσβλέπειν σκιρτήματα, ἀγαπᾷ δὲ | |
30 | λίαν μηδὲ τῆς πόρρωθεν αὐτῶν ἐρευγῆς ἐπαισθέσθαι τὸ σύν‐ ολον, ἥκιστα συντελούσης εἰς θάρσος καὶ γενναιότητα· οὕτως οἱ τῆς αἱρέσεως πτῶκες, τὸ λεόντειον καὶ πεποιθὸς τῆς τοῦ | |
ἁγίου γλώττης ἔτι περιούσης αἰδούμενοι καὶ τῶν τῆς καρδίας | 214 | |
215 | αὐτοῦ θείων ἐρευγμάτων πτοούμενοι τὸ βλοσυρὸν καὶ θαύ‐ ματος ἄξιον ὑποψίᾳ τε πολλῇ πιεζόμενοι, ὧν τε εἰς αὐτὸν ἔδρασαν, ὧν τε πρὸς τῆς ἀληθείας αὐτῆς ἀπηλέγχθησαν, οὐδὲ προβαίνειν ῥᾳδίως εἶχον ἐκ τῶν τῆς κακίας ἑαυτῶν | |
5 | καταδύσεων. ἐξ οὗ δὲ τὸ θεῖον ἐκεῖνο σκῆνος πρὸς τὴν ἀμείνονα διὰ ταφῆς καταλέλυκε σκήνωσιν καὶ σιγῇ τὰ τῆς ἱερᾶς ἐκείνης γλώττης διεδέξατο λόγια, ὡς ἐπί τι χαρᾶς ἀν‐ έδραμον σκοπευτήριον, καὶ πᾶσαν ὑπόκρισιν διὰ ζοφώδους ἀχλύος ἀπονιψάμενοι γυμνῇ τῇ κεφαλῇ, τὸ δὴ λεγόμενον, | |
10 | τὰ τῆς τερθρείας αὐτῶν ἀνακαλύπτουσι ῥαψῳδήματα, ἅπερ ταῖς πολυφώτοις τηλαυγίαις τῶν λόγων, εὖ οἶδα, τοῦ πατρὸς σκεδασθήσεται καὶ εἰς ἀνυπαρξίαν χωρήσει καὶ περιστήσεται. Ἐγὼ δὲ λοιπὸν τὸν τῆς ἐμῆς ἥττης καὶ πτώσεως διὰ τοῦ ἐπιλόγου ἀνοίσω πρὸς σὲ τὸν ἀήττητον, εἴπως τῶν πα‐ | |
15 | τρικῶν σου σπλάγχων τὴν στοργὴν κινήσω πρὸς ἔλεον, καὶ τὴν εἰς θεὸν μεσιτεύουσαν ὑμῶν κηδεμονικὴν πρεσβείαν ἑλκύ‐ σαιμι. σὺ δέ, ὦ τῆς θείας σκηνῆς ἐπόπτα καὶ μυσταγωγὲ καὶ μύστα τρανότατε, ὁ ταῖς ἄνω ἱεραρχικαῖς αὐλίαις συμ‐ περιπολῶν καὶ τῇ ἀνωλέθρῳ λήξει καὶ ταῖς ἀκηράτοις μοναῖς | |
20 | προσπελάσαι ἀξιωθεὶς καὶ τῶν ἡτοιμασμένων ἐμφορούμενος ἀγαθῶν τοῖς διὰ πράξεώς τε καὶ θεωρίας τὸ τῆς ἀρετῆς κεφάλαιον εὐπορήσασιν· τὸ τοῦ βίου χαμερπὲς ἡμῶν καὶ κεχερσωμένον καὶ ἔνυλον τῇ πρὸς τὸν μόνον γεωργὸν τῶν ψυχῶν ἐμμελεστάτῃ πρεσβείᾳ σου σιτοφόρον ἀντὶ σχοινοφόρου | |
25 | δεῖξον, πᾶσαν μοχθηρὰν καὶ πρὸς εὐεξίαν ἀντιτύπως ἔχου‐ σαν προθέλυμνον ὑφελόμενος ἄκανθαν, καὶ χειρὶ κλαπέντας καὶ κοινωνίᾳ χρανθέντας, ἀλλ’ οὐ τὸ τῆς συνειδήσεως συμμο‐ λυνθέντας κριτήριον, τοῖς διὰ μετανοίας καὶ πικρᾶς ἐπιτι‐ μίας ἀπονίψασθαι κατάνευσον δάκρυσι, τέμνειν τε καὶ αὖθις | |
30 | τὴν τῆς ἀληθείας ὁδὸν καταξίωσον, μόνης ἐπιστροφῆς ἀλλ’ | 215 |
216 | οὐ διδαχῆς δεομένους τὸ σύνολον. ταῖς γὰρ ἀναντιρρήτοις ὑποθήκαις καὶ ὑποτυπώσεσι τῶν ὑμετέρων εὐήχων λόγων τὴν φρένα παγίως ἐπὶ τῇ κρηπῖδι τῶν ἀποστολικῶν καὶ πατρι‐ κῶν θεσπισμάτων ἐρείσαντες ἀκλόνητον ὡς ἐπὶ μάρτυρι θεῷ | |
5 | τετηρήκαμεν τὸ τοῦ δόγματος εἰλικρινές, οἷά τι σπέρμα τοῖς τῆς καρδίας αἰσθητηρίοις τρανῶς διασώσαντες. καὶ μὴ τὸ τῆς ἀπολογίας ἀνάξιον, θωπεία τις καὶ ὑπόψυχρος φλυαρίας αἰτία φανείη τοῖς πλεῖστα παρὰ θεῷ δυναμένοις ὑμῖν, ἀλλ’ ὡς καρδίας ὀδυνωμένης γεννήματα καὶ ψυχῆς ἀλγυνομένης | |
10 | συντρίμματα. τόπον καὶ τρόπον ὑπολελειμμένον παρ’ ὑμῖν ἀφέσεως εὕροιμεν, ὡς ἂν μὴ παντελεῖ πιεζόμενος ὑποπτώσει ἀνιατρεύτῳ βληθείην ἀπογνώσει καὶ ἀπορριφείην ὡς ὁ πάλαι μικρᾶς ἡδονῆς ἀντιδοὺς τὰ ἑαυτοῦ πρωτοτόκια, ἐπεὶ μὴ πα‐ τρικῇ τραπέζῃ ἀνάλογα προσαγήοχε θύματα. πέπεισμαι γὰρ | |
15 | ὡς οὐκ ἐλάχιστα τοῦ τοιοῦδε χάριν πτώματος πείσομαι, ἀλλὰ πολλάς, ὡς ἐπεγνωκὼς τὸ τοῦ δεσπότου θέλημα καὶ μὴ ποι‐ ήσας, δαρήσομαι καὶ ἀπέραντα μετακλαύσομαι, ὡς οὐχ εὑρη‐ κὼς καίπερ ζητήσας μετάμελον. νῦν οὖν χεῖρά μοι βοηθείας ἐπόρεξον καὶ τῷ κλύδωνι καταβαπτισθέντα τῆς ἀπιστίας ἀνέλ‐ | |
20 | κυσον· μή με καταποντισάτω καταιγὶς ὑδάτων αἱρετικῶν μηδὲ καταπιέτω με βυθὸς ἀχανὴς ἀλλοτρίου τῆς ἀληθείας φρονή‐ ματος μηδὲ συσχέτω ἐπ’ ἐμὲ φρέαρ τὸ στόμα, πηγάζον ἀνα‐ τροπὴν θολερὰν καὶ θανάσιμον· ἀλλ’ ἱλέωσαί μοι τὸν κριτὴν τὸν ἐφ’ ἑνὶ κατακρίτῳ μετανοοῦντι μᾶλλον ἢ πολλαπλασίοις | |
25 | δικαίοις ταῖς ἀνωτάτω δυνάμεσι συνηδόμενον. ἐγγυητὴς γενοῦ τῆς ἐμῆς φρενὸς πρὸς τὸν κύριον καὶ διασάφησον τῷ πάντα εἰδότι καὶ πρὸ γενέσεως, ὡς οὐχ ἑκουσιότητι γνώμης τῷ τῆς αἱρέσεως Ἰταβυρίῳ προσέδραμον ἢ ταῖς ἐν αὐτῷ παγίσιν ἑά‐ λων καὶ δυσδιεξόδοις θηράμασιν, ἀλλὰ δριμείαις εἰ καὶ ὑπο‐ | |
30 | σάθροις [ἡ σκῆψις] ἀπειλαῖς καὶ πᾶσαν ἀτραπιτόν μοι φυγῆς προκαταλαβούσαις εἱρχθεὶς τοῖς λίνοις τῶν ψυχὰς ἀγρευόντων κακοτρόπως ἐζώγρημαι. ὅθεν τὸ τοῦ μώλωπος τῆς εὐχῆς | |
αὐστηρὸν περιαλγῆ ποιεῖ με καὶ πολυώδυνον καὶ ἐν μοίρᾳ | 216 | |
217 | τῶν κατακρίτων συνίστησιν· ἀλλὰ τῇ ὑγιαζούσῃ τῆς προσ‐ ευχῆς ὑμῶν μοτώσει τὸ δυσαλθὲς καὶ δυσανάγωγον πρὸς τὴν εὐκλεᾶ καὶ λείαν τῆς πίστεως τρίβον συνούλωσον, ὡς ἂν μὴ τῇ μακρᾷ παροράσει τῆς θεραπευτικῆς ὑμῶν ἐπισκοπῆς | |
5 | τὸ φλεγμαῖνον τῆς πληγῆς ἐντρεφόμενον δυσίατον ἢ καὶ παν‐ τελῶς διαφανείη ἀνίατον. μὴ τοίνυν τῆς σωστικῆς ἐπικουρίας ὑμῶν πόρρω που σταίην μηδὲ τῆς σεπτῆς ὁμολογίας ὑμῶν κριθείην ἀμέτοχος μηδὲ βληθείην ἔξω τῆς ὑμετέρας ψυχο‐ τρόφου διδαχῆς πεδηθεὶς χεῖρας καὶ πόδας, ὡς ἐκεῖνος ὁ | |
10 | πρὸς γαμικὴν εὐωχίαν ἐνδεδυμένος ἀνάξια; μηδὲ λιμῷ πιε‐ ζόμενος, οὐκ ἐξ ἄρτου μοι γεωργηθέν τι καὶ ὕδατος, ἀλλὰ τοῦ ἀκοῦσαι λόγον ὀρθοτόμου τῆς ἐκκλησίας προσρήματος, παροφθείην ὡς ἡ μακρᾷ νόσῳ Χαναναία συγκύπτουσα, καὶ δεηθείην ὡς ἐκείνη ὄπισθεν ἄπρακτα κράζουσα τῆς τῶν ἐφ‐ | |
15 | επομένων Χριστῷ παρακλήσεως. ἀλλὰ τοῖς τῆς ἱερᾶς ὑμῶν τοῦ λόγου τραπέζης λειψάνοις ὥς τι λιμῶττον διάθρεψόν με κυνάριον, καὶ τοῦ δεσμοῦ τῆς εἰς ἀπιστίαν διάλυσον κατα‐ νεύσεως· εἴπως ὀρθὰ βλέπειν δυνήσομαι, καὶ τό, “ἡ πίστις σου σέσωκέν σε πρὸς θεόν”, καὶ τῆς ὑμετέρας ἀκούσομαι | |
20 | μειλιχίας καὶ εὐκταίας ἐμοὶ προρρήσεως. ἰδοὺ γὰρ τὸ Χανα‐ ναῖος εἶναι κατήργηκα, καὶ ὅσα Χανανίτιδος φρενὸς ἀπο‐ βέβληκα δόγματα, τιθέμενος καὶ στοιχῶν τοῖς ὑμετέροις βιω‐ φελέσι διδάγμασιν, ἀποστυγῶν δὲ καὶ ἀποτρεπόμενος ἅπαν ξένον καὶ ὀθνεῖον καὶ τοῦ ἐκκλησιαστικοῦ διεστηκὸς ἐναυ‐ | |
25 | λίσματος σαθρὸν ἐπινόημα. τὸ γὰρ ὑμῖν συμφρονεῖν φρονεῖν ἐστιν εἰς τὸ σωφρονεῖν· καὶ τὸ σὺν ὑμῖν τετάχθαι, πολλὴν οἰκειότητα τὴν πρὸς θεὸν ἀποφέρεται. ταῦτα τῆς σῆς ἀλή‐ πτου βιοτῆς ὡς ἐν ἐπιδρομῇ τὰ γνωρίσματα, ταῦτα τῆς μέ‐ χρις αἵματος ὑπὲρ τῆς ἀληθοῦς ὁμολογίας ὑμῶν ἀγωνίσματα, | |
30 | ταῦτα τῆς πρὸς θεὸν διὰ τοῦτο παρρησίας ὑμῶν τὰ αὐχή‐ ματα. σὺ δὲ ἡμῖν, ὦ τιμία ψυχὴ καὶ ἰσάγγελε, τῆς μὲν προθυμίας ἀπόδεξαι διὰ τὴν τῆς σῆς διδασκαλίας πεποίθη‐ σιν τοῖς ὑπὲρ δύναμιν ἐγχειρήσαντας, τῇ δὲ ἰδιωτείᾳ τοῦ λόγου συγγνώμην πάρασχε καὶ συμπάθησιν· γινώσκων ὅτι | |
35 | τὸ μὲν ἐπιτυχεῖν ἀπροσδόκητον ἔχει τὸν ἔπαινον, τὸ δὲ | |
σφάλλεσθαι συγγνώμην εὐγνώμονα. | 217 |