TLG 9010 002 :: SUDA :: Onomasticon tacticon Onomasticon tacticon Citation: Section — (line) | ||
t | Ὅσαι ὀνομασίαι ἀρχῶν τε καὶ τάξεων καὶ πλήθους τῶν ἐν ταῖς πολεμικαῖς παρασκευαῖς καὶ χρείαις. | |
1 | Καταλοχίσαι: τὸ εἰς λόχους καταμερίσαι τὸ πλῆθος τοῦ στρατοῦ. | |
2 | Λόχος: ἔνιοι μὲν τὸ σύστημα τὸ ἐξ ἀνδρῶν ὀκτώ· οἱ δὲ τὸ ἐξ ἀνδρῶν ιβʹ, οἱ δὲ τὸ ἀπὸ ἑκκαίδεκα ἀνδρῶν πλῆθος, ὃ καὶ τέλειόν φασι καὶ σύμμετρον. | |
3 | Λοχαγός, πρωτοστάτης καὶ ἡγεμὼν ὁ αὐτός ἐστι. ἔστι δὲ ὁ πρῶτος καὶ ἄριστος τοῦ λόχου. | |
4 | Οὐραγός: ὁ τελευταῖος τοῦ λόχου. | |
5 | Στίχος καὶ δεκανία καὶ λόχος τὸ αὐτό ἐστιν. οἱ δὲ καὶ ἐνωμοτίαν αὐτὸ καλοῦσιν. οἱ δὲ τὸ ἥμισυ λέγουσι τοῦ λόχου τὴν ἐνωμοτίαν, οἱ δὲ τὸ τέταρτον. | |
6 | Ἐνωμοτάρχης: ὁ τῆς ἐνωμοτίας ἄρχων. | |
7 | Διμοιρίαν καὶ ἡμιλοχίαν τὸ αὐτὸ φασί. | |
8 | Διμοιρίτης καὶ ἡμιλοχίτης, ὁ ἄρχων τῆς διμοίρας καὶ ἡμιλοχίας. | |
9 | Ἐπιστάτης: ὁ τοῦ λόχου ὀπίσω τεταγμένος. ὁ δὲ μετ’ αὐτὸν πρωτοστάτης, ὁ δὲ μετὰ τοῦτον πάλιν ἐπιστάτης, ὡς εἶναι τὸν ὅλον στίχον ἐκ πρωτοστατῶν καὶ ἐπιστατῶν συγκείμενον. ἔνιοι δὲ λοχαγὸν μὲν τὸν πρωτοστάτην λέγουσιν· ὥσπερ καὶ οὗτοι· καὶ οὐραγὸν τὸν | |
5 | ἐπιστάτην. τοὺς ἐν μέσῳ δὲ οὐχ ὡσαύτως· ἀλλ’ ἐπιστάτην μὲν τὸν μετὰ τὸν πρωτοστάτην, ἤτοι τὸν δεύτερον· τὸν δὲ τρίτον ἀπὸ τοῦ πρωτοστάτου ὑποστάτην. | |
---|---|---|
10 | Συλλοχισμός ἐστιν, ὅταν τῷ πρώτῳ λόχῳ ἕτερος λόχος ἐπι‐ τεθῇ· ὥστε λοχαγὸν λοχαγῷ καὶ οὐραγὸν οὐραγῷ καὶ τοὺς μεταξὺ | |
τοῖς ὁμοζύγοις παρίστασθαι. | 855 | |
11 | Παραστάται: οἱ ὁμόζυγοι τῶν λόχων πρωτοστάται καὶ ἐπιστάται, διὰ τὸ παρ’ ἀλλήλοις ἵστασθαι. | |
12 | Διλοχία: δύο λόχοι. καὶ ὁ ἡγούμενος αὐτῶν διλοχίτης. | |
13 | Τετραρχία: οἱ τέσσαρες λόχοι, ἀνδρῶν ξδʹ. καὶ ὁ ἡγούμενος τετράρχης. | |
14 | Τάξις: αἱ δύο τετραρχίαι, ἀνδρῶν ρκηʹ. καὶ ὁ ἡγούμενος πάλαι μὲν ταξίαρχος, νῦν δὲ ἑκατοντάρχης. | |
15 | Σύνταγμα, ὃ ἔνιοι παράταξιν, αἱ δύο τάξεις, ἄνδρες σνϛʹ. καὶ ὁ ἡγούμενος συνταγματάρχης. τοῦτο δὲ ἔνιοι καὶ ξεναγίαν καλοῦσι, καὶ ξεναγὸν τὸν ἡγούμενον. | |
16 | Πεντακοσιαρχία: τὰ δύο τάγματα, ἄνδρες φιβʹ. καὶ ὁ ἡγού‐ μενος πεντακοσιάρχης. | |
17 | Ἔκτακτοι, ἢ ἔκτατοι. τούτους τὸ μὲν παλαιὸν ἡ τάξις εἶχεν, ὡς καὶ τοὔνομα δηλοῖ, διότι τῆς τάξεως ἐξάριθμοι ἦσαν. εἰσὶ δὲ πέντε· στρατοκήρυξ, σαλπιγκτής, σημειοφόρος, ὑπηρέτης, οὐραγός. νῦν δὲ καὶ τοῦ συντάγματος λέγονται καὶ τῶν ἄλλων. ἔχειν δὲ δεῖ τούτους τὴν | |
5 | τάξιν ἢ τὸ σύνταγμα, τὸ μέν, ὅπως τῇ φωνῇ σημαίνῃ τὸ προσταττό‐ μενον· τὸν δέ, ὅπως τῷ σημείῳ, εἰ μὴ ἡ φωνὴ κατακούοιτο διὰ θόρυ‐ βον· τὸν δὲ σαλπιγκτήν, ὁπότε μηδὲ σημεῖον βλέποιεν διὰ κονιορτόν· καὶ τὸν ὑπηρέτην, ὥστε τι τῶν εἰς τὴν χρείαν παρακομίσαι. τόν γε μὴν ἔκτακτον οὐραγόν, πρὸς τὸ ἐπανάγειν τὸν ἀπολειπόμενον ἐπὶ τὴν | |
10 | τάξιν· ὃς τῶν τεσσάρων ἄνω τυπουμένων κατὰ μέτωπον κάτω τάσ‐ σεται. | |
18 | Ξεναγία: αἱ δύο πεντακοσιαρχίαι, ἀνδρῶν ͵ακδʹ. οἱ δὲ πλεῖστοι τοῦτο τὸ πλῆθος χιλιαρχίαν καλοῦσι. καὶ χιλίαρχον, τὸν ἡγού‐ μενον. | |
19 | Μεραρχία: αἱ δύο χιλιαρχίαι, ἀνδρῶν βμηʹ. οἱ δὲ καὶ τέλος ὀνομάζουσι. καὶ τὸν ἡγούμενον μεράρχην, οἱ δὲ τελετάρχην. | |
20 | Φαλαγγαρχία: αἱ δύο μεραρχίαι, ἄνδρες ͵δρϞϛʹ. τοῦτο ἔνιοι καὶ ἀποτομὴν κέρατος φασίν, οἱ δὲ μέρος. πάλαι δὲ καὶ στρατηγία ἐκαλεῖτο, καὶ ὁ ἡγούμενος στρατηγός· νῦν δὲ φαλαγγάρχης. | |
21 | Διφαλαγγία: αἱ δύο φαλαγγαρχίαι, ἄνδρες ͵ηρϞβʹ. τοῦτο δὲ καὶ μέρος ὑπ’ ἐνίων καλεῖται, ἀλλὰ καὶ κέρας, καὶ ὁ ἡγούμενος κερ‐ άρχης. | 856 |
22 | Φάλαγξ: ἡ τετραφαλαγγαρχία, αἱ δύο διφαλαγγίαι, ἄνδρες ͵ιϛτπδʹ. τοῦτο γὰρ ἡ τελεία καὶ εὔχρηστος φάλαγξ. | |
23 | Μῆκος φάλαγγος: τὸ πρῶτον ἐκ τῶν λοχάγων σύνταγμα· ὃ ὑπὸ μίαν εὐθεῖαν τάσσεται, ἀπὸ κέρατος εἰς κέρας διατεῖνον. καλεῖται δὲ τοῦτο καὶ πρόσωπον καὶ μέτωπον καὶ στόμα καὶ παράταξις καὶ πρω‐ τολοχία καὶ πρωτοστάται. ὁ δὲ κατόπιν τούτου στίχος καὶ παράλ‐ | |
5 | ληλος κείμενος δεύτερον ζυγὸν καλεῖται, καὶ ὁ τρίτος τρίτον· καὶ ἑξῆς ὁμοίως. | |
24 | Βάθος ἐστὶ φάλαγγος τὸ μετὰ τὸ μέτωπον ἅπαν· καὶ ὁ ἀπὸ λοχαγοῦ ἐπὶ οὐραγὸν στίχος κατὰ βάθος λέγεται. | |
25 | Ζυγεῖν ἐστι τὸ ἐπ’ εὐθείας τῷ κατὰ μῆκος στίχῳ κεῖσθαι, ἤτοι παραλλήλως ἔχειν. | |
26 | Στοιχεῖν ἐστι τὸ ἐπ’ εὐθείας κεῖσθαι τῷ κατὰ βάθος στίχῳ· τοῦτο γὰρ καὶ κυρίως λέγεται στίχος. | |
27 | Διχοτομία φάλαγγος: ἡ εἰς δύο ἴσα τομή. ταῦτα δὲ τὰ μέρη καλεῖται κέρατα, ὧν τὸ μὲν εὐώνυμον κέρας λέγεται καὶ οὐρά, τὸ δὲ λοιπὸν δεξιὸν κέρας καὶ κεφαλὴ καὶ δεξιὸν ἀκρωτήριον καὶ δεξιὰ ἀρχή. | |
28 | Ἄραρος καὶ ὀμφαλὸς καὶ συνοχή. πρᾶγμα, ὡς ἔνιοι, καὶ στόμα ὡς ἕτεροι, ἡ διχοτομία καλεῖται. | |
29 | Ὁπλῖται, πελτασταί, ψιλοὶ τῆς πεζικῆς εἰσὶ καὶ μαχίμου δυνά‐ μεως. ἔχουσι δὲ διαφοράν· ὁπλῖται μὲν γὰρ λέγονται οἱ βαρυτάτῃ κεχρημένοι καθοπλίσει κατὰ τὸν Μακεδονικὸν τρόπον, ἀσπίσι περι‐ φερέσι καὶ δόρασι περιμηκεστέροις· ψιλοὶ δέ, οἱ κουφοτάτῃ· κέχρηνται | |
5 | γὰρ τόξῳ καὶ ἀκοντίοις καὶ λίθοις ἐκ σφενδόνης ἢ ἐκ χειρός. οἱ δὲ πελτασταὶ μέσῃ πως κέχρηνται σκευῇ· ἥ τε γὰρ πέλτη μικρά τίς ἐστιν ἀσπιδίσκη καὶ κούφη· καὶ τὰ δόρατα πολὺ τῶν ὁπλιτῶν λειπόμενα· ἐστὶ δὲ καὶ τῆς ὀχηματικῆς δυνάμεως τρεῖς διαφοραί· ἡ μὲν γάρ ἐστιν ἱππική, ἡ δὲ δι’ ἁρμάτων, ἡ δὲ δι’ ἐλεφάντων. τοῦ δὲ ἱππικοῦ τὸ | |
10 | μὲν ἁπλῶς οὕτω καλεῖται ἱππεῖς, καὶ ἱππικόν· τὸ δὲ ἄμφιπποι. καὶ ἄμφιπποι μὲν οἱ ἐπὶ δυοῖν ἀστρώτοιν συνδεδεμένοιν ὀχούμενοι, οἳ καὶ | |
μεταπηδῶσιν ἀπ’ ἄλλου ἐπ’ ἄλλον, ὅταν ἡ χρεία καλῇ. [Start of a diagram][Logical Relationship in a Diagram start mark]τοῦ δὲ κυρίως ἱππικοῦ[Logical Relationship in a Diagram end mark] [Logical Relationship in a Diagram start mark]τὸ μέν ἐστι κατάφρακτον, ὁ καὶ τοὺς ἵπ‐ | 857 | |
15 | πους καὶ τὰς ἱππέας πεφραγμένους παρέχεται.[Logical Relationship in a Diagram end mark] | |
14 | [Logical Relationship in a Diagram start mark]τὸ δὲ ἀκατάφρακτον.[Logical Relationship in a Diagram end mark] | |
16 | [Start of a diagram section]οἱ μὲν δορατοφόροι ἢ κοντοφόροι ἢ ξυστοφόροι· καλοῦνται γὰρ τοῖς τρισὶν ὀνόμασιν. οὗτοι δέ εἰσιν οἱ ἀπὸ τῶν ἵππων καὶ πλήσιον τοῖς πολεμίοις | |
20 | δόρασι μαχόμενοι.[End of a diagram section] | |
16 | [Logical Relationship in a Diagram start mark]οἱ δὲ ἀκροβολισταί, οἷον οἱ πόρρωθεν βάλλοντες.[Logical Relationship in a Diagram end mark] | |
19 | [Logical Relationship in a Diagram start mark]οἱ μὲν δορατίοις | |
20 | χρῶνται, οἱ κα‐ λοῦνται Ταραντῖ‐ νοι.[Logical Relationship in a Diagram end mark] | |
19 | [Start of a diagram section]οἱ δὲ τό‐ | |
20 | ξοις, οἱ λέγονται ἱπποτο‐ ξόται.[End of a diagram section] | |
23 | [Logical Relationship in a Diagram start mark]τούτων δὲ[Logical Relationship in a Diagram end mark] [Start of a diagram section]οἱ μὲν θυρεοὺς | |
25 | ἔχοντες θυρε‐ οφόροι καλοῦν‐ ται.[End of a diagram section] | |
24 | [Start of a diagram section]οἱ δὲ ἁ‐ | |
25 | πλῶς δο‐ ρατοφό‐ ροι.[End of a diagram section] | |
24 | [Start of a diagram section]οἱ μὲν μόνον ἀκον‐ | |
25 | τίζουσιν, εἰς δὲ χεῖρας τοῖς πολε‐ μίοις οὐκ ἔρχονται, καὶ καλοῦνται ἱπ‐ πακοντισταὶ καὶ | |
30 | ἰδίως Ταραντῖνοι.[End of a diagram section] | |
24 | [Start of a diagram section]οἱ δὲ τὰ πρῶτα ἐλα‐ | |
25 | φροῖς ἀκοντίοις ἀκον‐ τίζουσιν πόρρωθεν. ἔπειτα δὲ καὶ πλησιά‐ ζοντες συγκόπτουσι τοὺς πολεμίους συμ‐ | |
30 | πλεκόμενοι τούτοις ἢ σπάθαις ἢ πελέκεσιν ἀπομαχόμενοι· οὕς φασιν ἐλαφρούς.[End of a diagram section] [Logical Relationship in a Diagram start mark]τῆς ἱππικῆς δυνάμεως[Logical Relationship in a Diagram end mark] | |
35 | [Start of a diagram section]κατάφρακτοι[End of a diagram section] [Start of a diagram section]θυρεοφόροι[End of a diagram section] [Start of a diagram section]ἱππακοντισταί[End of a diagram section] [Start of a diagram section]οἱ καὶ Ταραντῖνοι[End of a diagram section] | |
[Start of a diagram section]ἐλαφροί[End of a diagram section] [Start of a diagram section]ἱπποτοξόται.[End of a diagram section][End of a diagram] | 858 | |
30 | Πύκνωσις κατὰ παραστάτην καὶ ἐπιστάτην. τουτέστι πύκνωσις κατὰ μῆκος καὶ βάθος. κατέχει δὲ ὁ πεπυκνωμένος ἀνὴρ πήχεις δύο, ὁ δὲ ἁπλῶς τεταγμένος πήχεις δʹ. | |
31 | Συνασπισμός: ὅταν ἕκαστος ἀνὴρ τῶν ἐν τῇ φάλαγγι κατέχῃ πῆχυν ἕνα, τότε τοῦτο καλεῖται συνασπισμός. | |
32 | Πρόταξις ψιλῶν: ὅτε τῶν ἄλλων οὗτοι ἐν πολέμῳ προτάττονται ὑπόταξις δέ, ὅτε ὑποτάττονται. προσένταξις δέ, ὅτε καὶ ἐμπλεκόμενοι τῇ φάλαγγι παρ’ ἄνδρα τάττονται. λέγεται δὲ καὶ παρένταξις τοῦτο. | |
33 | Παρεμβολὴ παρεντάξεως διαφέρει. παρεμβολὴ μὲν γάρ ἐστιν ἡ τῶν ὁμοίων παρένθεσις, οἷον ὁπλιτῶν παρ’ ὁπλίτας, ἢ ψιλῶν παρὰ ψιλούς. παρένταξις δὲ ἡ τῶν ἀνομοίων, οἷον ὁπλιτῶν παρὰ ψιλούς, ἢ ψιλῶν παρὰ ὁπλίτας. | |
34 | Ὀνομασίαι τῶν τάξεων τῶν ψιλῶν καὶ ποσότης αὐτῶν. λόχος ἀνδρῶν ηʹ. σύστασις, τέσσαρες λόχοι, ἀνδρῶν λβʹ. πεντηκοντ‐ αρχία δύο συστάσεις, ἀνδρῶν ξδʹ. ἑκατονταρχία, δύο πεντηκονταρχίαι, ἀνδρῶν ρκηʹ. ἑκάστη δὲ ἑκατονταρχία ἐκτάτους ἔχει εʹ· σημειοφόρον, | |
5 | οὐραγόν, σαλπιγκτήν, ὑπηρέτην, στρατοκήρυκα. ψιλαγία, δύο ἑκατοντ‐ αρχίαι, ἀνδρῶν σνϛʹ. ξεναγία, δύο ψιλαγίαι, ἀνδρῶν φιβʹ. σύστρεμμα δύο ξεναγίαι, ἀνδρῶν ͵ακδʹ. ἐπιξεναγία, δύο συστρέμματα, ἀνδρῶν ͵βμηʹ. στῖφος, δύο ἐπιξεναγίαι, ἀνδρῶν ͵δϞϛʹ. ἐπίταγμα, δύο στίφη, ἀνδρῶν ͵ηρϞβʹ. τούτου ἔκτατοι ἄνδρες ηʹ, ἐπιξέναγοι μὲν δʹ, συστρεμματάρχαι | |
10 | δὲ οἱ λοιποί. | |
35 | Ἔμβολον: παρατάξεως ὄνομα τοιᾶσδε. ἔστι δὲ τὸ ἥμισυ τοῦ ῥόμβου ῥομβοειδὴς παράταξις. ὀνομάζεται καὶ σφηνοειδές. | |
36 | [Start of a diagram][Logical Relationship in a Diagram start mark]Ἐφίππων ὀνόματα.[Logical Relationship in a Diagram end mark] [Start of a diagram section]ἴλη[End of a diagram section] [Start of a diagram section]ἱππέων ἐστὶν ξδʹ.[End of a diagram section] [Start of a diagram section]ἐπιλαρχία[End of a diagram section] [Start of a diagram section]δύο ἴλαι, ἱππέων ρκηʹ.[End of a diagram section] [Start of a diagram section]Ταραντιναρχία[End of a diagram section] [Start of a diagram section]δύο ἐπιλαρχίαι, ἱππέων σνϛʹ.[End of a diagram section] | |
5 | [Start of a diagram section]ἱππαρχία[End of a diagram section] [Start of a diagram section]δύο Ταραντῖνοι, ἱππέων φιβʹ.[End of a diagram section] [Start of a diagram section]ἐφιππαρχία[End of a diagram section] [Start of a diagram section]δύο ἱππαρχίαι, ἱππέων ͵ακδʹ.[End of a diagram section] [Start of a diagram section]τέλος[End of a diagram section] [Start of a diagram section]δύο ἐφιππαρχίαι, ἱππέων ͵βμηʹ.[End of a diagram section] | |
[Start of a diagram section]ἐπίταγμα[End of a diagram section] [Start of a diagram section]δύο τέλη, ἱππέων ͵δϞϛʹ.[End of a diagram section][End of a diagram] | 859 | |
37 | Κλίσις: ἡ κατὰ ἄνδρα κίνησις. κλίσις ἐπὶ δόρυ ἐστὶν ἡ ἐπὶ τὰ δεξιὰ κλίσις. | |
38 | Ἐπανάκλισις: ἡ ἐπὶ τὰ ἀριστερὰ κλίσις. Ἐπ’ ἀσπίδα κλίσις ἐστὶν ἡ ἐπὶ τὰ ἀριστερὰ ὁμοίως. | |
39 | Μεταβολή ἐστιν ἡ δὶς ἐπὶ τὸ αὐτὸ γινομένη κλίσις κατὰ νώτου τὰς τῶν ὁπλιτῶν ὄψεις μετατιθεῖσα· ἧς δύο διαφοραί, ἡ μὲν ἀπὸ τῶν πολεμίων, ἣν καὶ ἐπ’ οὐρὰν ὀνομάζουσιν, ἡ δὲ ἐπὶ τοὺς πολεμίους, ἀπ’ οὐρᾶς καλουμένη. ἔνιοι δὲ οὕτως καὶ αὐτὴν ὑπογράφουσι· μετα‐ | |
5 | βολή ἐστι μετάληψις τῆς προϋπαρχούσης ἐπιφανείας εἰς τὴν κατ’ οὐρὰν ἐπιφάνειαν, ἢ ἀπὸ ταύτης ἐπὶ τὴν ἐναντίαν. καὶ ἡ μὲν ἀπὸ τῶν πολεμίων μεταβολὴ δὶς ἐπὶ δόρυ κλινάντων γίνεται, ἡ δὲ ἐπὶ τοὺς πολεμίους δὶς ἐπ’ ἀσπίδα. | |
40 | Ἐπιστροφή ἐστιν, ἐπειδὰν τὸ πᾶν σύνταγμα πυκνώσαντες κατὰ παραστάτην καὶ ἐπιστάτην καθάπερ ἑνὸς ἀνδρὸς σῶμα ἐπὶ δόρυ ἢ ἐπ’ ἀσπίδα ἐγκλίνωμεν, καθάπερ ἐπὶ κέντρῳ τῷ λοχαγῷ παντὸς τοῦ τάγ‐ ματος περιενεχθέντος καὶ μεταλαβόντος τόπον μὲν τὸν ἔμπροσθεν, | |
5 | ἐπιφάνειαν δὲ τὴν ἐκ δεξιῶν, διαμενόντων ἑκάστῳ τῶν τε παραστατῶν καὶ τῶν ἐπιστατῶν. | |
41 | Ἀναστροφή ἐστιν ἡ ἀποκατάστασις τῆς ἐπιστροφῆς εἰς τὴν προ‐ τέραν χώραν. | |
42 | Περισπασμὸς δέ ἐστιν ἐκ δυοῖν ἐπιστροφῶν τοῦ τάγματος κίνησις, ὥστε μεταλαμβάνειν τὸν ὀπίσω τόπον. ἐκπερισπασμὸς δέ ἐστιν, ἐκ τριῶν ἐπιστροφῶν συνεχῶν τοῦ τάγματος κίνησις· ὥστε μεταλαμβάνειν, ἐὰν μὲν ἐπὶ δόρυ γίνηται, τὴν ἐξ ἀριστερῶν ἐπιφάνειαν· ἐὰν δὲ ἐπ’ | |
5 | ἀσπίδα, τὴν ἐκ δεξιῶν. | |
43 | Εἰς ὀρθὸν δέ ἐστιν ἀποδοῦναι τὸ ἐπὶ τὴν ἐξ ἀρχῆς θέσιν ἀποκατα‐ στῆσαι ἄνδρα ἕκαστον· ὥστε, εἰ ἐπὶ δόρυ κλίνειν ἐκ τῶν πολεμίων κελεύοιντο, εἶτα αὖθις εἰς ὀρθὸν ἀποδοῦναι δεήσει, ἐπὶ τοὺς πολεμίους πάλιν τρέπεσθαι. καλεῖ δὲ τοῦτο καὶ ἐπ’ ὀρθὸν ἀποκαταστῆσαι. | |
44 | Ἐξελιγμῶν διτταί εἰσιν ἰδέαι, ἡ μὲν κατὰ λόχους, ἡ δὲ κατὰ ζυγά. εἴδη δὲ ἀνὰ ἑκατέρου αὐτῶν τρία· καλεῖται γὰρ ὁ μὲν Μακε‐ | |
δών, ὁ δὲ Λάκων, ὁ δὲ Χόριος· ὃν καὶ Κρητικὸν καὶ Περσικὸν καλοῦσι. Μακεδὼν ἐξελιγμός ἐστιν ὁ κατὰ λόχους, ὁ μεταλαμβάνων τῆς φά‐ | 860 | |
5 | λαγγος τὸν ἔμπροσθεν τόπον· ἀντὶ δὲ τῆς κατὰ πρόσωπον ἐπιφανείας, τὴν ὄπισθεν. Λάκων δὲ ὁ μεταλαμβάνων τῆς φάλαγγος τὸν ὀπίσω τόπον· ὁμοίως δὲ καὶ ἀντὶ τῆς ἔμπροσθεν ἐπιφανείας τὸν ὄπισθεν. Χόριος δὲ ὁ τὸν αὐτὸν ἐπέχων τόπον τῆς φάλαγγος τῶν κατὰ μέρος ὁπλιτῶν ἀνθ’ ὧν προκατεῖχον τόπων ἑτέρους μεταλαμβανόντων, τοῦ | |
10 | μὲν λοχαγοῦ τὸν τοῦ οὐραγοῦ, τοῦ δὲ οὐραγοῦ τὸν τοῦ λοχαγοῦ, ἀντὶ δὲ τῆς κατὰ πρόσωπον ἔμπροσθεν ἐπιφανείας, τὴν ὄπισθεν. οἱ δὲ δὴ κατὰ ζυγὰ ἐξελιγμοὶ γίνονται, ἐπειδὰν ἀπὸ τῶν ἀποτομῶν βου‐ ληθῇ τις τὰ κέρατα καθιστάνειν, τὰς δὲ ἀποτομὰς ἐπὶ τῶν κεράτων, χάριν τοῦ τὰ μέσα ἰσχυροποιεῖσθαι. καὶ ὁμοίως τὰ δεξιὰ ἐν τοῖς | |
15 | εὐωνύμοις, καὶ τὰ εὐώνυμα ἐν τοῖς δεξιοῖς. | |
45 | Διπλασιάσαι διχῶς λέγεται. ἢ γὰρ τὸν τόπον, ἐν ᾧ ἡ φάλαγξ, μένοντος τοῦ πλήθους τῶν ἀνδρῶν· ἢ ἀριθμὸν αὐτῶν. γίνεται δὲ ἑκάτερον διχῶς, ἢ κατὰ λόχον ἢ κατὰ ζυγά. ταὐτὸν δ’ εἰπεῖν κατὰ μῆκος καὶ κατὰ βάθος. κατὰ μῆκος μὲν οὖν γίνεται διπλασιασμὸς | |
5 | ἀνδρῶν, ὅταν μεταξὺ τῶν προϋπαρχόντων λόχων παρεμβάλωμεν ἢ παρεμπλέκωμεν ἄλλους αὐτοῖς ἀριθμούς, τὸ μῆκος φυλάττοντες τὸ αὐτὸ τῆς φάλαγγος, ὥστε πύκνωσιν γενέσθαι μόνην ἐκ τῆς τῶν ἀνδρῶν διπλασιάσεως. κατὰ βάθος δέ, ὅταν μεταξὺ τῶν προϋπαρχόντων ζυγῶν παρεμβάλωμεν ἢ παρεμπλέκωμεν ἄλλα αὐτοῖς ἰσάριθμα· ὥστε κατὰ | |
10 | βάθος πύκνωσιν εἶναι μόνην. κατὰ μῆκος δὲ τόπου γίνεται διπλα‐ σιασμός, ὅταν τὴν προειρημένην κατὰ μῆκος πύκνωσιν μανότητι μετα‐ τάττωμεν ἢ οἱ παρεντεθέντες ἐξελίσωσι κατὰ μῆκος. κατὰ βάθος δὲ γίνεται τόπου διπλασιασμός, ὅταν τὴν προειρημένην κατὰ βάθος πύκ‐ νωσιν μανότητι μετατάττωμεν ἢ οἱ παρεντεθέντες ἐξελίξωσι κατὰ | |
15 | βάθος. ἔνιοι δὲ τοὺς τοιούτους διπλασιασμοὺς ἀποδοκιμάζουσι, καὶ μάλιστα ἐγγὺς ὄντων τῶν πολεμίων· ἐφ’ ἑκάτερα δὲ τῶν κεράτων τοὺς ψιλοὺς καὶ τοὺς ἱππέας ἐπεκτείνοντες τὴν ὄψιν τοῦ διπλασιασ‐ | |
μοῦ χωρὶς ταραχῆς τῆς φάλαγγος ἀποδιδόασιν. | 861 | |
46 | Πλαγία λέγεται φάλαγξ ἥτις ἔχει τὸ μῆκος τοῦ βάθους πολ‐ λαπλάσιον. ὀρθία δὲ λέγεται, ὅταν ἐπὶ κέρατος πορεύηται, πολλα‐ πλάσιον ἔχουσα τὸ βάθος τοῦ μήκους. καθόλου δὲ παρὰ μῆκος μὲν λέγεται πᾶν τάγμα, ὃ ἂν τὸ μῆκος ἔχῃ πλέον τοῦ βάθους. ὄρθιον | |
5 | δέ, ὃ ἂν τὸ βάθος τοῦ μήκους. | |
47 | Λοξὴ δὲ λέγεται φάλαγξ ἡ τὸ μὲν ἕτερον κέρας, ὁπότερον ἂν προῄρηται, πλησίον τῶν πολεμίων ἔχουσα καὶ ἐν αὐτῷ τὸν ἀγῶνα ποιουμένη, τὸ δὲ ἕτερον ἐν ἀποστάσει δι’ ὑποστολῆς ἔχουσα· δεξιὰ μὲν ἡ τὸ δεξιὸν προβεβλημένη, λαιὰ δὲ ἡ τὸ λαιόν. | |
48 | Παρεμβολὴ δὲ λέγεται, ἐπειδὰν προτεταγμένων τινῶν εἰς τὰ μεταξὺ διαστήματα ἐκ τῶν ἐπιτεταγμένων καθιστῶνται αὐτοῖς ἐπ’ εὐθείας. | |
49 | Πρόσταξις δέ, ὅταν ἐξ ἑκατέρων τῶν μερῶν τῆς τάξεως ἢ ἐκ θατέρου κατὰ τὸ κέρας αὐτὸ προστεθῇ τι στῖφος τῇ πάσῃ φάλαγγι, κατευθὺ τοῦ μετώπου τῆς τάξεως. | |
50 | Ἔνταξις δέ, ἐπειδάν τις προαιρῆται τοὺς ψιλοὺς εἰς τὰ διαστή‐ ματα τῆς φάλαγγος ἐντάσσειν, ἄνδρα παρ’ ἄνδρα. ἔνιοι δὲ τοῦτο καὶ παρένταξιν ὀνομάζουσιν. | |
51 | Ἐπαγωγὴ δὲ λέγεται, ὅταν τάγμα τάγματι ὑποτάσσηται, οἷον τετραρχίας ἡγουμένης αἱ λοιπαὶ τετραρχίαι ὑποτάσσωνται, ἢ ξεναγίας ἡγουμένης αἱ λοιπαὶ ξεναγίαι ἐπακολουθῶσι, καὶ καθόλου, ὅταν σύνταγμα συντάγματι ἐν πορείᾳ ἕπηται, ὥστε τοῖς τοῦ προηγου‐ | |
5 | μένου συντάγματος οὐραγοῖς τοὺς τοῦ ἑξῆς συντάγματος ἡγεμόνας συνάπτειν. | |
52 | Παραγωγὴ λέγεται, ὅταν ἡ φάλαγξ πορεύηται, τοὺς ἡγεμόνας ἐκ τῶν εὐωνύμων ἔχουσα ἢ ἐκ τῶν δεξιῶν. κἂν μὲν ἐκ τῶν δεξιῶν μερῶν ἔχῃ τοὺς ἡγεμόνας, εὐώνυμος παραγωγὴ λέγεται· ἐὰν δὲ ἐκ τῶν εὐωνύμων, δεξιὰ παραγωγή. εἴτε δὲ ἡ πορεία ἐν ἐπαγωγῇ γί‐ | |
5 | νεται εἴτε ἐν παραγωγῇ, ἐν μονοπλεύρῳ ἢ διπλεύρῳ ἢ τριπλεύρῳ ἢ τετραπλεύρῳ τάγματι βαδιεῖ. μονοπλεύρῳ μέν, ὅταν μοναχόθεν φο‐ βηθῇ· διπλεύρῳ δέ, ὅταν διχόθεν· τριπλεύρῳ δέ, ὅταν τριχόθεν· καὶ τετραπλεύρῳ, ὅταν πανταχόθεν οἱ πολέμιοι ἐπιτίθεσθαι ὑφορῶνται. | |
53 | Ἀμφίστομος φάλαγξ καλεῖται ἡ τοὺς ἡμίσεας τῶν ἐν τοῖς λόχοις | |
ἀνδρῶν ἀπεστραμμένους ἀπὸ σφῶν ἔχουσα, ὡς ἀντινώτους εἶναι. | 862 | |
54 | Διφαλαγγία δὲ ἀμφίστομος, ἥτις ἐν τῇ πορείᾳ τοὺς ἡγεμόνας ἔχει ἐξ ἑκατέρων τῶν μερῶν ἐν παραγωγαῖς τεταγμένους, οὓς μὲν ἐν δεξιᾷ παραγωγῇ, οὓς δὲ ἐν εὐωνύμοις· τοὺς δὲ οὐραγοὺς ἔσω τεταγμένους. | |
55 | Ἀντίστομος διφαλαγγία, ἣ τοὺς μὲν ἡγεμόνας ἔχει μέσους τεταγ‐ μένους, τοὺς δὲ οὐραγοὺς ἔξω ἔχουσα ἐξ ἑκατέρων τῶν μερῶν ἐν παραγωγαῖς τεταγμένους. | |
56 | Ἑτερόστομος φάλαγξ καλεῖται, ἥτις ἂν πορεύηται τὸ μὲν ἡγούμενον ἥμισυ ἔχουσα ἐν εὐωνύμῳ παραγωγῇ, τουτέστι τοὺς ἡγε‐ μόνας ἐξ εὐωνύμου, τοῦ δὲ λοιποῦ ἡμίσεως τοὺς ἡγεμόνας ἐν δεξιᾷ παραγωγῇ. | |
57 | Ὁμοιόστομος ἐν πορείᾳ διφαλαγγία ἐστίν, ἥτις τοὺς ἡγεμόνας ἑκατέρας τῆς φάλαγγος ἐκ τῶν αὐτῶν μερῶν ἔχει τεταγμένους, οἷον ἐκ δεξιῶν ἢ ἐξ εὐωνύμων ἑκατέρας φάλαγγος. | |
58 | Ἔμβολον δὲ καλεῖται, ὅταν ἡ ἀμφίστομος διφαλαγγία τὰ μὲν ἡγούμενα κέρατα ἀλλήλοις συνάψῃ, τὰ δὲ ἑπόμενα διαστήσῃ. | |
59 | Κοιλέμβολον δὲ καλεῖται, ἐπειδὰν ἡ ἀντίστομος διφαλαγγία τὰ μὲν ἑπόμενα κέρατα συνάψῃ, τὰ δὲ ἡγούμενα διαστήσῃ. | |
60 | Πλαίσιον ὀνομάζεται, ὁπόταν πρὸς πάσας τὰς πλευρὰς παρα‐ τάξηταί τις ἐν ἑτερομήκει σχήματι. | |
61 | Πλινθία δὲ ἢ πλινθίον λέγεται, ὅταν ἐν τετραγώνῳ σχήματι ταὐτὸ τοῦτο πράξῃ, ὅπερ Ξενοφῶν ὁ τοῦ Γρύλλου διπλάσιον ἰσό‐ πλευρον καλεῖ. | |
62 | Πεπλεγμένη φάλαγξ ἐστίν, ἥτις τοῖς ὑποπίπτουσι τόποις ἀναγ‐ καζομένη ἐξομοιοῦσθαι τερηδόνος λόγον ἐπέχει· ξιφοειδὴς ἡ φάλαγξ ὅλη γίνεται καὶ πολυειδὴς τῇ τάξει. | |
63 | Ἐπικαμπὴς δέ, ἐπὰν τὰ μέσα τοῖς πολεμίοις προσπίπτῃ, τὰ δὲ κέρατα ἐκ τῶν ὀπίσω μερῶν ὄρθια ὑφ’ ἑαυτὴν ἔχει τεταγμένα. | |
64 | Ἐσπαρμένη δέ, ὅταν εἰς ὄγκους πλείονας διαλύηται ταγ‐ μάτων. | |
65 | Κυρτὴ δὲ καὶ κοίλη καὶ ἐπικάμπιος λέγεται εἰς τοὐπίσω τε καὶ πρόσω ἡ τὸ στόμα κοῖλον ἔχουσα ἢ κυρτὸν ἢ ἐπικαμπές· καὶ τοῦτο, | |
ὡς εἴρηται, ἢ εἰς τοὐπίσω ἢ εἰς τὸ πρόσω. ὥστε τὰ εἴδη αὐτῆς γίνεσθαι ἕξ, ἑκάστης τῶν τριῶν ἢ εἰς τοὐπίσω σχηματιζομένης ἢ εἰς | 863 | |
5 | τὸ πρόσω. | |
66 | Ὑπερφαλάγγισις λέγεται, ὅταν ἐξ ἑκατέρων τῶν μερῶν τῆς φάλαγγος ὑπερέχωμεν τῶν πολεμίων. | |
67 | Ὑπερκέρωσις δέ, ὅταν ἐκ τοῦ ἑτέρου μέρους μόνον ὑπερέ‐ χωμεν τῶν πολεμίων. | |
68 | Λεπτυσμός ἐστιν, ὅταν τὸ βάθος τῆς φάλαγγος συναιρῆται, καὶ | |
ἀντὶ δεκαὲξ τυχὸν ἀνδρῶν ἐλάττους γίνωνται. | 864 |