TLG 9008 001 :: Macarius CHRYSOCEPHALUS :: Paroemiae Macarius CHRYSOCEPHALUS Paroemiogr. Paroemiae Citation: Centuria — section — (line) | ||
t1 | ΜΑΚΑΡΙΟΥ ΙΕΡΟΜΟΝΑΧΟΥ ΤΟΥ ΧΡΥΣΟΚΕΦΑΛΟΥ ΡΟΔΩΝΙΑ. ΠΑΡΟΙΜΙΑΙ ΚΑΤΑ ΣΤΟΙΧΕΙΟΝ. | |
11t | ΤΟ Α. ΑΒ. | |
1.1 | Ἀβυδηνὸν ἐπιφόρημα: ἐπὶ τῶν ἀηδῶν καὶ ὀχληρῶν. | |
1.2 | Ἅβρωνος βίος: ἐπὶ τῶν πολυτελῶν· τοιοῦτος γὰρ ὁ Ἅβρων, ἐξ οὗ καὶ τὸ ἁβρὸς καὶ ἁβροδίαιτος. | |
1.3 | Ἀγροῦ πυγή: ἐπὶ τῶν λιπαρῶς καὶ ἐπιμόνως ᾡτι‐ νιοῦν ἔργῳ προσκαθημένων. | |
1.4 | Ἀγορὰ Κερκώπων: ἐπὶ τῶν πονηρῶν καὶ κακοήθων. | |
1.5 | Ἀγαθῶν ἀγαθά: καί· Ἀγαθῶν ἀγαθίδες: ἐπὶ τῶν σφόδρα εὐδαιμονούντων. | |
1.6 | Ἀγαθὰ Κιλίκων: λείπει τὸ ἔχει. προδότης γὰρ ὁ Κιλίκων Μιλήσιος· καὶ προδοὺς Μίλητον εὐπόρησεν. | |
1.7 | Ἀγαθὴ καὶ μᾶζα μετ’ ἄρτον: ἐπὶ τῶν τὰ δευτε‐ ρεῖά τισι διδόντων. | |
1.8 | Ἀγαθῶν θάλασσα: ἐπὶ πλήθους ἀγαθῶν. | 135 |
1.9 | Ἀγαμέμνονος θυσία: ἐπὶ τῶν δυσπειθῶν καὶ ἀνυ‐ ποτάκτων. Δήμων γὰρ ἱστορεῖ, ὡς Ἀγαμέμνονος θύοντος ἐν Τροίᾳ, ἔφυγεν ὁ βοῦς καὶ μόλις ληφθεὶς ἤχθη. | |
1.10 | Ἀγαθῶν σωρός: ἐπὶ πολλῆς εὐδαιμονίας. | |
1.11 | Ἀγορὰ λύκιος: ἐπὶ τῶν ταχέως πιπρασκομένων. | |
1.12 | Ἀγαθοὶ δ’ ἀριδάκρυες ἄνδρες: ἐπὶ τῶν σφόδρα πρὸς ἔλεον ῥεπόντων. | |
1.13 | Ἀγαθῶν μυρμηκιά: ἐπὶ πλήθους εὐδαιμονίας. | |
1.14 | Ἀγνοεῖ δ’ ἀράχνη παῖδας ὡς παιδεύεται· θρέ‐ ψασα γὰρ τέθνηκε πρὸς τῶν φιλτάτων: ἐπὶ τῶν καθ’ ἑαυτῶν τι πραγματευομένων. | |
1.15 | Ἀγόμενος διὰ φρατέρων κύων: ἐπὶ τῶν ὅπου μὴ δεῖ εὑρισκομένων καὶ τιμωρουμένων· παρόσον κύων εὑρισκό‐ μενος ἐν φράτερσι μαστιγοῦται. | |
1.16 | Ἀγὼν γὰρ οὐ μέλλοντος ἀθλητοῦ μένει Ἀλ‐ κήν: ἐπὶ τοῦ μὴ ὑπερβάλλοντος. | |
1.17 | Ἀγροίκου μὴ καταφρόνει ῥήτορος: ὅτι οὐδὲ τῶν εὐτελῶν δεῖ καταφρονεῖν. | |
1.18 | Ἀγάλματα Ἑκάτης: ἐπὶ τῶν οἱστισινοῦν ἀγαλλο‐ μένων. κύνας δὲ λέγει ἡ παροιμία. | |
1.19 | Ἁγνὴ γάμων: ὡς· τὸ κανοῦν τῆς θεοῦ φέρειν· ἐπὶ τῶν σωφρόνων γυναικῶν· κατ’ εἰρωνείαν δὲ καὶ ἐπὶ τῶν μὴ σωφρόνων. | 136 |
1.20 | Ἁγνότερος πηδαλίου: ἐπὶ τῶν ἁγνῶς βεβιωκότων. | |
1.21 | Ἀγὼν πρόφασιν οὐκ ἀναμένει: δῆλον. | |
1.22 | Ἀγρὸς ἡ πόλις: ἐπὶ τῶν ἀτακτούντων. | |
1.23 | Ἀγναπτότατος βάτος αὖος: ἐπὶ τοῦ σκληροῦ καὶ αὐθάδους. | |
1.24 | Ἀγρία μέλιττα: ἐπὶ τῶν σφόδρα πονηρῶν καὶ ὠμῶν. | |
125t | ΑΔ. | |
1.25 | Ἄδακρυς πόλεμος: ἐπὶ τῶν ἀκινδύνως τὰ πράγματα κατορθούντων. | |
1.26 | Ἀδύνατα θηρᾷς: ἐπὶ τῶν τοῖς ἀδυνάτοις ἐπιχει‐ ρούντων. | |
1.27 | Ἀδεὲς δέος: δήλη ἡ παροιμία. | |
1.28 | Ἀδράστεια Νέμεσις: ἐπὶ τῶν πρότερον μὲν εὐ‐ δαιμονησάντων, ὥσπερ ὁ Ἄδραστος, ὕστερον δὲ δυστυχη‐ σάντων. | |
1.29 | Ἀδελφὸς παρείη: ὅτι προτιμητέον τοὺς οἰκείους εἰς βοήθειαν. | |
130t | ΑΕ. | |
1.30 | Ἀετοῦ γῆρας, κορύδου νεότης: παρόσον καὶ γη‐ ράσκων ἀετὸς ἀμείνων ἐστὶ παντὸς ** ὄρνιθος. | |
1.31 | Ἀεὶ τὰ πέρυσι βελτίω: τοῦτο ἐπεφώνουν Ἀθηναῖοι | |
ταπεινούμενοι πρὸς τῶν Μακεδόνων. | 137 | |
1.32 | Ἀεί τις ἐν Κύδωνος: Κορίνθιος οὗτος ἦν φιλοξε‐ νώτατος. | |
1.33 | Ἀεὶ Λεοντῖνοι περὶ τοὺς κρατῆρας: ἐπὶ τῶν περί τι σπευδόντων καὶ διὰ τοῦτο ἁλισκομένων. Φάλαρις γὰρ κατῃχμαλώτευσε τοὺς ἐν Σικελίᾳ Λεοντίνους περὶ πό‐ τους ἐσπουδακότας καὶ τοῖς κρατῆρσι τῆς Αἴτνης ἐνέβαλεν. | |
1.34 | Ἀεὶ γεωργὸς εἰς νέωτα πλούσιος: ἐπὶ τῶν ἐν ταῖς ἐλπίσι καυχωμένων. | |
1.35 | Ἀεὶ κολοιὸς παρὰ κολοιὸν ἱζάνει: ἐπὶ τῶν ὁμοίοις συνεδριαζόντων. | |
1.36 | Ἀετὸν κάνθαρος μαιεύσομαι: ἐπὶ τῶν τιμωρου‐ μένων τοὺς ἄρξαντας. | |
1.37 | Ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι: ἐπὶ τῶν ἀξίως εὐδαιμονούντων. | |
1.38 | Ἀεὶ τρὶς ἓξ πίπτουσιν οἱ Διὸς κύβοι: ἐπὶ τῶν [εἰς] ἅπαντα εὐδαιμονούντων. | |
1.39 | Ἀετὸν ἵπτασθαι διδάσκεις: δήλη ἡ παροιμία. | |
1.40 | Ἀετὸς ἐν νεφέλαις: ἐπὶ τῶν δυσαλώτων. | |
1.41 | Ἀετὸς ἐν κοπρίᾳ οὐχ ἵπταται: ἐπὶ τῶν μὴ εὐτε‐ λέσιν ἑαυτοὺς ἐπιδιδόντων πράγμασιν. | |
1.42 | Ἀεὶ φέρει τι Λιβύη κακόν: ἐπὶ τῶν κακουργοτά‐ των. θηρία γὰρ τῶν ἄλλων χαλεπώτερα τρέφει ἡ Λιβύη. | |
1.43 | Ἀετὸς θρίπας ὁρῶν: ἐπὶ τῶν ἀφροντιστούντων καὶ καταφρονούντων. | |
144t | ΑΖ. | |
1.44 | Ἀζάνια κακά: ἐπὶ τῶν κακοῖς προσπαλαιόντων. Ἀζανία | |
γὰρ τόπος Ἀρκαδίας λεπτόγεως καὶ γεωργοῖς ἀσυντελής. | 138 | |
1.45 | Ἀηδόνες λέσχαις ἐγκαθήμεναι: πρὸς τοὺς ἀδο‐ λεσχοῦντας. | |
1.46 | Ἄθως καλύπτει πλευρὰ Λημνίας βοός: ἐπὶ τῶν βλαπτόντων ἐκ γειτνιάσεως. ἐπειδὴ τὴν ἐν Λήμνῳ ἐκ μαρμάρου βοῦν τὸ ὄρος ὁ Ἄθων ἐπισκιάζει. | |
1.47 | Ἀθηνᾷ τὸν αἴλουρον: λείπει τό· παραβάλλει τις. ἐπὶ τῶν ἀσυγκρίτως ὑπερεχόντων. | |
1.48 | Αἰγύπτου γάμος: ἐπὶ τῶν ἀλυσιτελῶς γαμούντων. Αἴγυπτον γὰρ καταλιπόντα τὴν γαμετὴν δι’ αἰσχρότητα ὁ κηδεστὴς ἀνεῖλε Δαναός. | |
1.49 | Αἵματι κλαίειν: δήλη. | |
1.50 | Αἱ Ἰβύκου γέρανοι: ἐπὶ τῶν ἀπροσδοκήτως ἀνθ’ ὧν ἥμαρτον κολασθέντων. Ἴβυκος γὰρ ὑπὸ λῃστῶν ἀναι‐ ρούμενος καὶ γεράνους ὑπεριπταμένας ἰδὼν ἐμαρτύρατο. χρόνου δὲ παρελθόντος οἱ λῃσταὶ ἐν θεάτρῳ θεώμενοι ἐν | |
5 | Κορίνθῳ γεράνους ὑπεριπταμένας ἰδόντες πρὸς ἀλλήλους ἔλεγον· Αἱ Ἰβύκου γέρανοι. εἶτα ἐκ τούτου ἁλόντες ἐκολάσθησαν. | |
---|---|---|
1.51 | Αἰθέρα νήνεμον ἐρέσσεις: ἐπὶ τῶν μάτην πο‐ νούντων. | |
1.52 | Αἰεὶ δὲ γέροντι νέαν ποτίβαλλε κόρην: παρεγ‐ γυᾷ ὁ λόγος πρεσβυτέροις τὰς ἀκμαζούσας συνευνάζειν. | |
1.53 | Ἄϊδος κυνῆ: πρὸς τοὺς ἐπικρύπτοντας ἑαυτοὺς διά τινων μηχανημάτων· τοιαύτη γὰρ ἡ τοῦ Ἅιδου κυνῆ, ᾗ | |
γε χρησάμενος ὁ Περσεὺς τὴν Γοργόνα ἐδειροτόμησεν. | 139 | |
1.54 | Αἲξ οὔπω τέτοκεν, ἔριφος δ’ ἐπὶ δώματα παί‐ ζει: ἐπὶ τῶν οὔπω τεχθέντων καὶ ὅμοιόν τι λεγόντων. | |
1.55 | Αἰάντειος γέλως: ἐπὶ τῶν παραφρόνως γελώντων. | |
1.56 | Ἄειδε τὰ Τέλληνος: ἐπὶ τῶν σκωπτικῶν. Τέλλης γὰρ ποιητὴς ὢν μέλη κατέλιπε πλείστην χάριν ἔχοντα καὶ σκώμματα. | |
1.57 | Αἲξ τὴν μάχαιραν: λείπει τὸ ἐπεσκάλευσεν. καὶ λέ‐ γεται ἐπὶ τῶν ἑαυτοῖς τὰ κακὰ ἐπισπωμένων. | |
1.58 | Αἲξ Σκυρία: ἐπὶ τῶν ἀνατρεπόντων τὰς εὐεργεσίας· αἱ γὰρ κατὰ Σκῦρον αἶγες πολὺ γάλα ἀφιεῖσαι, εἶτα ἀνα‐ τρέπουσι τὸ ἀγγεῖον. | |
1.59 | Αἱ Οἰδίποδος ἀραί: ἐπὶ τῶν μεγάλως δυστυχούντων. | |
1.60 | Αἰσώπειον αἷμα: ἐπὶ τῶν δυσαπονίπτοις ὀνείδεσι καὶ κακοῖς συνεχομένων. πολλὰ γάρ φασι τὸ θεῖον τιμωρή‐ σασθαι τοὺς ἀνελόντας τὸν Αἴσωπον. | |
1.61 | Αἱ ἐν Ἅιδου τριακάδες: ἐπὶ τῶν περιέργων καὶ τὰ ἀποκεκρυμμένα γινώσκειν ἐθελόντων· ἡ τριακὰς δὲ μυστή‐ ρια τῆς Ἑκάτης. | |
1.62 | Αἰθίοπα σμήχειν: ἐπὶ τῶν μάτην πονούντων. | |
1.63 | Ἀκαρπότερος Ἀδώνιδος κήπου: ἐπὶ τῶν μηδὲν γενναῖον τεκεῖν δυναμένων. | |
1.64 | Ἄκαιρος εὔνοι’ οὐδὲν ἔχθρας διαφέρει: ταῦτα Ἱππόλυτόν φασιν εἰπεῖν διὰ τὴν Φαίδραν. | |
1.65 | Ἄκουε τἀπὸ καρδίας: ἐπὶ τῶν ἃ φρονοῦσι διεξιόντων. | |
1.66 | Ἀκίνητα κινεῖν: καθ’ ὑπερβολήν· ὅτι οὐ δεῖ τὰ ὁρισθέντα παραβαίνειν. | |
1.67 | Ἀκέσεως καὶ Ἑλικῶνος ἔργα: ἐπὶ τῶν θαύματος ἀξίων· οὗτοι γὰρ πρῶτοι τὸν τῆς Ἀθηνᾶς πέπλον εἰρ‐ γάσαντο. | 140 |
1.68 | Ἀκόνην σιτίζειν: ἐπὶ τῶν τροφῇ μὲν πολλῇ χρω‐ μένων, μηδὲν δὲ εἰς σῶμα ἐπιδιδόντων. | |
1.69 | Ἀκλητὶ κωμάζουσιν ἐς φίλων φίλοι: ὅμοιον τῇ· Αὐτόματοι δ’ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτας ἴασιν. | |
1.70 | Ἀκέφαλος μῦθος: ἐπὶ τῶν ἀτελῆ λεγόντων. | |
1.71 | Ἀκαρπότερος ἀγρίππου: ἐπὶ τῶν πάνυ πενομένων. Λάκωνες γὰρ τὴν ἀγρίαν ἐλαίαν ἄγριππον καλοῦσιν. | |
1.72 | Ἄκρῳ ἅψασθαι δακτύλῳ: ἐπὶ τῶν οὐκ ἀκριβῶς τι ἠσκημμένων. | |
1.73 | Ἅλας καὶ τράπεζαν μὴ παραβαίνειν: τὴν Θέ‐ μιν φασὶν χρηστηριάζουσαν παραινεῖν, ὅτι τοῖς κοινωνήσασι τούτων φίλοις χρῆσθαι δεῖ. | |
1.74 | Ἀθυμοῦντες ἄνδρες οὔπω τρόπαιον ἔστη‐ σαν: δήλη. | |
1.75 | Ἅλμη οὐκ ἔνεστιν αὐτῷ: ἐπὶ τῶν ἀηδῶν. | |
1.76 | Ἄλλως ἀναλίσκεις ὕδωρ: ἐπὶ τῶν ματαιολογούντων. | |
1.77 | Ἄλλοι κάμον, ἄλλοι ὤναντο: ἐπὶ τῶν παρ’ ἐλπίδα κληρονομησάντων. | |
1.78 | Ἄλλοι μὲν σπείρουσιν, ἄλλοι δὲ ἀμήσουσιν: ἐπὶ τῶν οὐχ ἑαυτοῖς, ἀλλ’ ἑτέροις πονούντων. | |
1.79 | Ἀλλ’ ἦ λύκος τὰς αἶγας αἰκάλλεις μολών: ἐπὶ τῶν ὑποκρινομένων καὶ πειρωμένων ἐξαπατᾷν. | |
1.80 | Ἄλλο γλαῦξ, ἄλλο κορώνη φθέγγεται: ἐπὶ τῶν κρείττοσιν ἐριζόντων. | |
1.81 | Ἀλλότριον ἀμᾷς θέρος: ἐπὶ τῶν τὰ ἀλλότρια καρ‐ | |
πουμένων. | 141 | |
1.82 | Ἁλῶν μέδιμνον καταφαγών: ἐπὶ τῶν ἀμνημο‐ νούντων τῶν φίλων. | |
1.83 | Ἀληλεσμένον βίον: καί· Μεμαγμένον βίον: ἐπὶ τοῦ ἑτοίμου καὶ προχείρου καὶ ἀκόπου. | |
1.84 | Ἀληθέστερα τῶν ἐπὶ Σάγρᾳ: εἰς τὸν ἐπὶ Ἰτα‐ λίαν ποταμὸν Σάγραν νικησάντων μάχῃ Λακεδαιμονίων, αὐθημερὸν ἡ φήμη κατέλαβε τὴν Σπάρτην. | |
1.85 | Ἄλλος οὗτος Ἡρακλῆς: ἐπὶ τῶν βίᾳ τι πραττόντων. | |
1.86 | Ἄλλος βίος, ἄλλη δίαιτα: ἐπὶ τῶν εἰς ἀμείνονα βίον μεταβαλλόντων. | |
1.87 | Ἄλλην δρῦν βαλάνιζε: ἐπὶ τῶν ἐνδελεχῶς αἰ‐ τούντων. | |
1.88 | Ἅλις δρυός: ἐπὶ τῶν αἰσχρῶς μέν τι καὶ ἀηδῶς ἐσθιόντων, ὕστερον δὲ βέλτιόν τι εὑρόντων. | |
1.89 | Ἀλλ’ ἕπου χώρας τρόποις: ὅτι δεῖ χώρας ἑκάστης μιμεῖσθαι τὰ ἔθη. | |
1.90 | Ἄλλοτε μητρυιὴ πέλει ἡμέρα, ἄλλοτε μήτηρ: | |
ἐπὶ τῶν ποτὲ μὲν δυσπραγούντων, ποτὲ δὲ εὖ πραττόντων. | 142 | |
1.91 | Ἀλωπεκίζειν πρὸς ἑτέραν ἀλώπεκα: ἐπὶ τῶν τοὺς ὁμοίους ἐξαπατᾶν ἐγχειρούντων. | |
1.92 | Ἄλλως ᾄδεις: ἐπὶ τῶν μάτην πονούντων. | |
1.93 | Ἀμεινόνων οἰωνῶν τυχεῖν: ἐπὶ τῶν ἐκ κακῶν εἰς ἀγαθὰ μεταβαινόντων. | |
1.94 | Ἅμ’ ἔπος, ἅμ’ ἔργον: δήλη. | |
1.95 | Ἄμυρις μαίνεται: ἐπὶ τῶν καθῆκον μέν τι πρατ‐ τόντων, δόξαν δὲ μανίας τισὶ διδόντων. | |
1.96 | Ἄμμον μετρεῖν: ἐπὶ τῶν ἀδυνάτων. | |
1.97 | Ἅμα δίδου καὶ λάμβανε: ἐπὶ τῶν ἀπίστων καὶ ἀγνωμόνων. | |
1.98 | Ἀμφοῖν χεροῖν: δήλη. | |
1.99 | Ἀμαλθείας κέρας: ἐπὶ τῶν εὐσθενούντων καὶ εὖ πραττόντων. Ἀμαλθείᾳ γὰρ τῇ τροφῷ κέρας ἔδωκεν ὁ Ζεὺς, παρακελεύσας γενέσθαι αὐτῇ ὃ ἂν παρὰ τοῦ κέρατος αἰτήσηται, διότι μὴ ἔχουσα αὐτὴ γάλα αἰγὶ αὐτὸν ὑπέβαλεν. | |
1.100 | Ἄμμες ποτ’ ἦμες: ἀντὶ τοῦ· ἡμεῖς ποτὲ ἦμεν. | |
2.1 | Ἄμας ἀπῄτουν, οἱ δ’ ἀπηρνοῦντο σκάφας: δήλη. | |
2.2 | Ἀνδρὶ Λυδῷ πράγματα οὐκ ἦν, ἀλλ’ αὐτὸς ἐξελθὼν ἐπρίατο: ἐπὶ τῶν κακὰ ἑαυτοῖς ἐπισπωμένων, παρόσον Κροῖσος ἑαυτῷ πολέμιον ἐπεσπάσατο Κῦρον. ὅμοιον καὶ τό· Ἀνάγυρον κινεῖ. | |
2.3 | Ἀντρώνιος ὄνος: ἐπὶ τῶν παμμεγέθη σώματα ἐχόντων. | |
2.4 | Ἀντ’ εὐεργεσίης Ἀγαμέμνονα δῆσαν Ἀχαιοί: | |
δήλη. | 143 | |
2.5 | Ἀνδρὸς γέροντος ἡ γνάθος βακτηρία: ἐπὶ τῶν πρὸς τὸ γῆρας πολλὰ ἐσθιόντων. | |
2.6 | Ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι: δήλη. | |
2.7 | Ἄνω ποταμῶν χωροῦσι πηγαί: ἐπὶ τῶν τὰ ἑαυ‐ τοῖς προσόντα ἐλαττώματα ἑτέροις προσανατιθέντων. καὶ ἐπὶ τῶν τὰ ἐναντία καὶ παρὰ φύσιν ἐγχειρούντων πράττειν. | |
2.8 | Ἀνεῤῥίφθω κύβος: ἐπὶ τῶν ἑαυτοὺς καθιέντων εἰς κίνδυνον. | |
2.9 | Ἀνεπαρίασαν: ἐπὶ τῶν μεταγινωσκόντων. Πάριοι γὰρ ὑποκύψαντες Ἀθηναίοις δι’ ἀσθένειαν, αὖθις ἔλυσαν | |
τὰ ὁμολογηθέντα συμμαχίας εὐπορήσαντες. | 144 | |
2.10 | Ἀντ’ ἀγαθῶν ἀγαθίδες: ἐπὶ τῶν εὖ πασχόντων ἀνθ’ ὧν εὐηργέτησαν πρότερον. | |
2.11 | Ἀνέμου παιδίον: ἐπὶ τῶν εὐμεταβόλων. | |
2.12 | Ἀντιπελαργεῖν: ἐπὶ τῶν χάριτας ἀνταποδιδόντων. | |
2.13 | Ἀνδρὸς γέροντος ἀσταφὶς τὸ κρανίον: ἐπὶ τῶν εἰς μηδὲν χρησιμευόντων. | |
2.14 | Ἀνδρὶ πεινῶντι κλέπτειν ἔστ’ ἀναγκαίως ἔχον: ἐπὶ τῶν ἐξ ἀνάγκης τι ποιούντων. | |
2.15 | Ἀντλεῖν ἀμφοτέραις: ὁμοία τῇ· Πάντα κάλων σείειν. | |
2.16 | Ἄνθρακες ὁ θησαυρὸς πέφυκεν: ἐπὶ τῶν ἐφ’ οἷς ἤλπισαν διαψευσθέντων. | |
2.17 | Ἄξιος τοῦ παντός: ταύτης ἐναντία· Οὐ δενὸς ἄξιος καὶ Ἄξιος τριχός. | |
2.18 | Ἀπὸ γραμμῆς: ἤγουν ἐξ ἀρχῆς. Ὅμοιον τῷ· Ἀπὸ πρώτης ἀφετηρίας. | |
2.19 | Ἀπ’ ὄνων ἐφ’ ἵππους: ἐπὶ τῶν εἰς τὰ μείζω μετα‐ τιθεμένων. | |
2.20 | Ἄπληστος πίθος: ἐπὶ τῶν ἀκορέστων. | |
2.21 | Ἀπὸ βαλβῖδος: ἤγουν ἀπ’ ἀρχῆς. | |
2.22 | Ἅπαντα τοῖς σοφοῖσιν εὔκολα: δήλη. | 145 |
2.23 | Ἀπὸ Ναννάκου: ἐπὶ τῶν σφόδρα παλαιῶν. | |
2.24 | Ἄπαγ’ ἐς κόρακας: ἀρὰ Βοιώτειος. | |
2.25 | Ἅπαντα τοῖς καλοῖσιν ἀνδράσι πρέπει: δήλη. | |
2.26 | Ἀπόλογος Ἀλκίνου: ἐπὶ τῶν φλυάρων καὶ μακρὸν ἀποτεινόντων λόγον. | |
2.27 | Ἀπὸ καταδυομένης: λείπει, ὅ τι ἂν λάβῃς κέρδος. Δήλη. | |
2.28 | Ἀργεῖοι φῶρες: ἐπὶ τῶν προδήλως πονηρῶν. οἱ γὰρ Ἀργεῖοι ἐπὶ κλωπείᾳ κωμῳδοῦνται. | |
2.29 | Ἀργυρέαις λόγχαισι μάχου καὶ πάντα νική‐ σεις: τὴν Πυθίαν φασὶ τοῦτο χρησμῳδῆσαι πρὸς Φίλιππον. | |
2.30 | Ἀρεοπαγίτης: ἐπὶ τῶν σκυθρωπῶν καὶ ὑπερσέμνων καὶ σιωπηλῶν. | |
2.31 | Ἄρεως νεοττός: καὶ Ἄρεως παιδίον: ἐπὶ τῶν θρασυτάτων. | |
2.32 | Ἁρμοδίου μέλος: ἐπὶ τῶν σκολιῶν. | 146 |
2.33 | Ἀρᾶς ἱερόν: ἐπὶ τῶν πολλὰ ἀρωμένων. | |
2.34 | Ἀρίγνωτος σμάραγδος, ἐν τῷ σκότει φαεινὸς, ἐν τῷ φάει σκοτεινός: πρὸς τοὺς ἀποκρύπτοντας ἑαυ‐ τοὺς ὅπου οὐκ ἐχρῆν. | |
2.35 | Ἀργαλέον φρονέοντα παρ’ ἄφροσι πόλλ’ ἀγο‐ ρεύειν: δήλη. | |
2.36 | Ἄρτι μῦς πίττης γεύεται: ἐπὶ τῶν ὀψὲ εἰς αἴσθη‐ σιν ἐρχομένων. | |
2.37 | Ἀράβιος αὐλητής: καὶ Ἀράβιος ἄγγελος: ἐπὶ τῶν ἀπαύστως διαλεγομένων. | |
2.38 | Ἀργείους ὁρᾷς: ἐπὶ τῶν [πρὸς] ὁτιοῦν ἀποβλεπόν‐ των καταπληκτικώτατα. καὶ ἐπὶ τῶν ἐπὶ κλοπῇ ὑπονοουμέ‐ νων ἰδίως, παρόσον εἰς τοῦτο κωμῳδοῦνται Ἀργεῖοι. | |
2.39 | Ἄρης τύραννος: ἐπὶ τῶν μετὰ βίας τι διαπρατ‐ τομένων. | |
2.40 | Ἄριστα χωλὸς οἰφεῖ: ἐπὶ τῶν τὰ οἰκεῖα κακὰ μᾶλ‐ λον αἱρουμένων ἢ τὰ ἀλλότρια ἀγαθά. ἐκ τῶν Ἀμαζόνων συντεθεῖσα. | |
2.41 | Ἀρκάδας μιμήσομαι: ἐπὶ τῶν ἑτέροις πονούντων. Ἀρκάδες γὰρ ἰδίᾳ οὐδένα ἐνίκησαν, ἑτέροις δὲ προστιθέ‐ μενοι καὶ σύμμαχοι γενόμενοι εὐδοκίμουν. | |
2.42 | Ἄρκτου παρούσης τὰ ἴχνη ζητεῖς: ἐπὶ τῶν προ‐ | |
δήλων. | 147 | |
2.43 | Ἀρχὴ Σκυρία: ἐπὶ τῶν εὐτελῶν. πενιχρὰ γὰρ νῆσος ἡ Σκῦρος. | |
2.44 | Ἀρχὴ ἄνδρα δείκνυσιν: δήλη. | |
2.45 | Ἀρχὴν μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον, μηδ’ ἐπιδεῖν αὐγὰς ὀξέος ἠελίου· φύντα δ’ ὅπως ὤκιστα πύλας Ἀίδαο περῆσαι: Θεόγνιδος· ἐπὶ τῶν δυστυχῶς βεβιωκότων. | |
2.46 | Ἀρότρῳ ἀκοντίζειν: ἐπὶ τῶν καθ’ ἑαυτῶν πρα‐ γματευομένων· παρόσον οἱ ἀρότροις ἀκοντίζοντες τοὺς πέ‐ λας βάλλουσιν. | |
2.47 | Ἀρχὴ ἥμισυ παντός: ἐπὶ τῶν εἴς τι προκοπτόντων. | |
2.48 | Ἀρχαιότερα διφθέρας λέγεις: ἐπὶ τῶν σαθρὰ καὶ παλαιὰ λεγόντων. | |
2.49 | Ἀρχαιότερος Κόδρου: ἐπὶ ὑπερβολῇ ἀρχαιότητος καὶ εὐγενείας. | |
2.50 | Ἄστροις σημειοῦσθαι: ἐπὶ τῶν μακρὰν ὁδὸν καὶ ἔρημον πορευομένων. | |
2.51 | Ἀσκὸν δέρεις: ἐπὶ τῶν ἀνοήτως σφόδρα τι ποι‐ ούντων. | |
2.52 | Ἀσκῷ μορμολύττεσθαι: ἐπὶ τῶν εἰκῆ δεδιτ‐ τομένων. | |
2.53 | Ἀτρέως ὄμματα: ἐπὶ τῶν ἀναιδῶν καὶ ἀδικωτάτων. | |
2.54 | Ἀττικοὶ τὰ Ἐλευσίνια: ἐπὶ τῶν καθ’ ἑαυτούς τι ποιούντων. | |
2.55 | Ἀττικὸς εἰς λιμένα: ἐπὶ τῶν εὐτονωτέρως διά | |
τινας παρόντας ἐργαζομένων. ἐπεὶ τοὺς Ἀθηναίους φασὶν πλησίον ὄντας τοῦ λιμένος εὐτονωτέρως διὰ τοὺς ἀπὸ γῆς σκοποῦντας ἐρέσσειν. | 148 | |
2.56 | Ἀτενὲς ὁρᾷς ὥσπερ αἲξ τὴν θάλασσαν: ἐπὶ τῶν φιληδούντων τισὶν ὡς ἡ αἲξ τῇ θαλάσσῃ. | |
2.57 | Ἄτλας τὸν οὐρανόν: λείπει ἀπεδέξω. καὶ λέγεται ἐπὶ τῶν μεγάλῳ μὲν πράγματι ἐπιβαλλομένων, κακῷ δὲ περιπιπτόντων. Ἄτλας γὰρ Οὐρανῷ ἐπιβουλεύσας καὶ συλληφθεὶς εἰς τὸ Ἀτλαντικὸν πέλαγος ἀπεῤῥίφη. | |
2.58 | Ἄτης λόφος: ἐπὶ τῶν βαρυσυμφορωτάτων. | |
2.59 | Ἀττικὸς πάροικος: ἐπὶ τῶν κακῶν γειτόνων. | |
2.60 | Ἀττικὴ πίστις: ἐπὶ τῶν βεβαίαν φυλαττόντων τὴν πίστιν. | |
2.61 | Ἀττικὸς μάρτυς: ἐπὶ τοῦ πιστοτάτου καὶ ἀληθε‐ στάτου. | |
2.62 | Αὐτὸς αὑτὸν αὐλεῖ: ἐπὶ τῶν ἑαυτοὺς δεικνυόντων. | |
2.63 | Αὐτοῖ Ῥόδος, αὐτοῦ πήδημα: ἐπὶ τῶν ἀλαζο‐ νευομένων ἐπὶ τινί. εἴρηται δὲ ἀπὸ Ῥοδίου πεντάθλου ἀλαζονευομένου ἐπὶ τῷ ἅλλεσθαι. | |
2.64 | Αὐτὸ δείξει: ἐπὶ τῶν ἀπιστούντων τι μὴ γίνεσθαι. | |
2.65 | Ἄφθονοι Μουσῶν θύραι: ἐπὶ τῶν ἥκιστα φθονε‐ ρῶς διακειμένων. | |
2.66 | Ἀφ’ ὑψηλοῦ μου καταγελᾷς: οἱονεὶ πάνυ μου καταφρονεῖς. | |
2.67 | Ἀφ’ ἑστίας ἄρχεσθαι: ἐπὶ τῶν ἐν δυνάμει γενο‐ | |
μένων καὶ πρώτους ἀδικούντων τοὺς οἰκείους. | 149 | |
2.68 | Ἁ φιλοχρηματία Σπάρταν ἕλοι, ἄλλο δὲ οὐ‐ δέν: ἐπὶ τῶν ἀργυρίζεσθαι προαιρουμένων. μετενήνεκται δὲ ἀπὸ χρησμοῦ. | |
2.69 | Ἀφροδίσιος ὅρκος οὐκ ἐμποίνιμος: ἐπὶ τῶν δι’ ἔρωτα ἐπιορκούντων. | |
2.70 | Ἀφροδισία ἄγρα: ἐπὶ τῶν ἔρωτι ἁλισκομένων. | |
271t | ΤΟ Β. | |
2.71 | Βάττου σίλφιον: ἐπὶ τῶν μεγάλων καὶ πολυτελῶν. τὸν γὰρ σιλφίου καυλὸν Κυρηναῖοι ** ἐξαίρετον ἔδοσαν Βάττῳ. | |
2.72 | Βάλλ’ ἐς ὕδωρ: ἐπὶ τῶν ὀλέθρου ἀξίων. ἤγουν κατα‐ πόντισον. βάλλ’ ἐς ὄλεθρον· καὶ, βάλλ’ ἐς φθόρον· | |
καὶ, Βάλλ’ ἐς κόρακας: ὅμοια. | 150 | |
2.73 | Βακτηρία καὶ σχῆμα καὶ τριβώνιον: τοῦτο ἐπέ‐ σκωπτον τοὺς Ἀθήνησι δικαστάς. | |
2.74 | Βάλλ’ εἰς ἔχοντα τὴν ἐπιστήμην: ἐπὶ τῶν λοι‐ δορούντων τοὺς ὁμοτέχνους. | |
2.75 | Βατράχοις οἰνοχοεῖς: πρὸς τοὺς ταῦτα νέμοντας, ὧν οὐ χρῄζουσιν οἱ λαμβάνοντες. | |
2.76 | Βατράχῳ ὕδωρ: ὡς, Γαλῇ στέαρ: ἐπὶ τῶν ταῦτα διδόντων, οἷς χαίρουσιν οἱ λαμβάνοντες. | |
2.77 | Βάτραχος Σερίφιος: ἐπὶ τῶν ἀφώνων. | |
2.78 | Βίος μεμαγμένος: ἐπὶ τῶν ἀπόνως τρεφομένων. | |
2.79 | Βοιωτία ὗς: ἐπὶ τῶν ἀναισθήτων καὶ ἀπαιδεύτων. | |
2.80 | Βοιώτιος νόμος: ἐπὶ τῶν τὰς ἀρχὰς μὲν ἠρεμούν‐ των, ὕστερον δὲ ἐπιτεινόντων. | |
2.81 | Βοῦθος περιφοιτᾷ: ἐπὶ τῶν εὐήθων καὶ παχυτάτων. | |
2.82 | Βουλίας δικάζει: ἐπὶ τῶν τὰς κρίσεις ὑπερτιθεμένων | |
ἀεὶ δικαστῶν. | 151 | |
2.83 | Βουλήσεταί τις μᾶλλον ἢ δυνήσεται: ἐπὶ τῶν προαιρουμένων μὲν ἀδικῆσαι, οὐ δυναμένων δέ. | |
2.84 | Βορβόρῳ θ’ ὕδωρ λαμπρὸν λαμβάνων οὔποθ’ εὑρήσεις ποτόν: ἐπὶ τῶν τὰ καλὰ μιγνύντων τοῖς αἰ‐ σχίστοις. | |
2.85 | Βοῦς ἐπὶ φάτνην: ἐπὶ τῶν ἐς τὰ συνήθη καὶ ἥδι‐ στα ἀφικνουμένων. | |
2.86 | Βοιώτια αἰνίγματα: ἐπὶ τῶν ἀσυνέτων. ἐκ μεταφο‐ ρᾶς τῆς Σφιγγός. | |
2.87 | Βοῦς ἐναύλιος: ἐπὶ τῶν εἰς μηδὲν χρησιμευόντων. | |
2.88 | Βοῦς ἐπὶ γλώσσῃ: ἐπὶ τῶν μὴ δυναμένων ἐκ δωρο‐ δοκίας παῤῥησιάζεσθαι. | |
2.89 | Βοῦς ἕβδομος: ἐπὶ τῶν ἀναισθήτων· οἱ γὰρ πένη‐ τες τῶν Ἀθηναίων ἓξ ἀεὶ θύοντες ἔμψυχα πρόβατον, ὗν, αἶγα, ὄρνιν, ** χῆνα, ἕβδομον ** ἐπέθυον, πέμμα τετρά‐ γωνον. ἐπειδὴ τοίνυν ἀναίσθητον ἐδόκει τὸ ζῷον, ἐπι‐ | |
5 | σκώπτοντες τοὺς ἀνοήτους ἐκάλουν βοῦν ἕβδομον. | |
290t | ΤΟ Γ. | |
2.90 | Γαλῆ Ταρτησία: ἐπὶ τῶν πονηρῶν καὶ λίαν ἀναιδῶν. Ταρτησσὸς γὰρ πόλις μεγάλη πρὸς τῷ ὠκεανῷ. | |
2.91 | Γαλῇ χιτώνιον: ἐπὶ τῶν ἀχρήστων. | |
2.92 | Γαλλιστὶ τεμεῖν: ἐπὶ τῶν ἀφροντίστως ἀπαλλαγὴν | |
πραγμάτων ποιήσασθαι βουλομένων. Γάλλοι γὰρ καλοῦν‐ ται οἱ ἀποτετμημένοι, ἤτοι ἀπὸ τοῦ ποταμοῦ Γάλλου ἢ ὅτι ἀποπεπτώκασιν εἰς ἑτέραν φύσιν. | 152 | |
2.93 | Γέρων ὁ βοῦς, τὰ δ’ ἔργα πολλὰ τῷ βοΐ: ἐπὶ τῶν γεγηρακότων καὶ μηκέτι χρησιμευόντων. | |
2.94 | Γέλως Ἰωνικός: ἐπὶ τῶν κιναίδων καὶ ἐκλελυμένων. | |
2.95 | Γενναῖος εἶ ἐκ βαλαντίου: ἐπὶ τῶν διὰ πλοῦτον εὐδοκιμούντων. | |
2.96 | Γέλως συγκρούσιος: ὁ ἄκοσμος καὶ ἄτακτος. ἀπὸ τοῦ κρούειν τὰς χεῖρας. | |
2.97 | Γέρων ἐρινὸς εὐφρανεῖ τοὺς γείτονας: ὁ λόγος ἐπὶ γεγαμηκότος γέροντος. | |
2.98 | Γῆς βάρος: ἤγουν ἄχρηστος. | |
2.99 | Γῆς ἔντερον: ἐπὶ τῶν μηδενὸς ἀξίων. | |
2.100 | Γλαύκου τέχνη: ἐπὶ τῶν λίαν ἐντέχνων. | |
3.1 | Γλυκὺς ἀπείρῳ πόλεμος: δήλη. | |
3.2 | Γλαῦκες Λαυριωτικαί: ἐπὶ τῶν πολλὰ χρήματα ἐχόντων· ἐν γὰρ Λαυρίῳ τῆς Ἀττικῆς χρυσοῦ μέταλλα ἦν. ἐχάραττον δὲ γλαῦκας ἐν τοῖς νομίσμασιν. | |
3.3 | Γνῶθι σαυτόν: Χείλωνος εἶναί φασι τὸ ἀπόφθεγμα. | 153 |
3.4 | Γραῦς βακχεύει: ἐπὶ τῶν παρ’ ὥραν τι διαπραττο‐ μένων. | |
3.5 | Γραῶν ὕθλοι: ἐπὶ τῶν μάτην ληρούντων. | |
3.6 | Γραῦς ἀνακροτήσασα πολὺν κονιορτὸν ἐγεί‐ ρει: ἐπὶ τῶν δι’ ἐμπειρίαν πολλὰ πράγματα κινούντων. | |
3.7 | Γυμνότερος λεβηρίδος: ἀντὶ τυφλότερος. ἐπὶ τῶν πάνυ πενήτων. | |
3.8 | Γυμνότερος παττάλου: ἐπὶ τῶν σφόδρα ἀπορωτάτων. | |
3.9 | Γύγου δακτύλιος: ἐπὶ τῶν πολυμηχάνων καὶ πα‐ νούργων. | |
3.10 | Γυπὸς σκιά: ἐπὶ τῶν μηδενὸς λόγου ἀξίων. | |
3.11 | Γυνὴ εἰς Ἡρακλέους οὐ φοιτᾷ: πρὸς τοὺς ἀνα‐ ξίους τινῶν πράξεων· παρόσον Ἡρακλῆς ἐδούλευσεν Ὀμφάλῃ. | |
3.12 | Γυνὴ στρατηγεῖ: καί· Γυνὴ στρατεύεται: ἐπὶ τῶν παραδόξων. | |
3.13 | Γυναικὶ μὴ πίστευε μηδ’ ἂν ἀποθάνῃ: δήλη ἡ παροιμία. | |
314t | ΤΟ Δ. | |
3.14 | Δαιδάλου ποίημα: ἐπὶ τῶν τεχνικῶς κατασκευα‐ σθέντων. | |
3.15 | Δαιδάλου πτερά: ἐπὶ τῶν διὰ τὸ ἄπορον τοῦ λόγου παρελκούσῃ χρωμένων προσθήκῃ. | |
3.16 | Δαναΐδων πίθος: ἐπὶ τῶν ἀεὶ ἐκλιπόντων καὶ μὴ | |
πληρουμένων. | 154 | |
3.17 | Δαφνίνην φορῶ βακτηρίαν: τοῦτο εἰώθασι λέγειν οἱ ὑπό τινων ἐπιβουλευόμενοι, παρόσον ἀλεξιφάρμακον ἡ δάφνη. | |
3.18 | Δαίμων Κιλίκιος: ἐπὶ τῶν ἀποτροπαίων. καὶ Δαί‐ μων Αἴνειος ὅμοιον, ἀπὸ Αἴνου πόλεως Θρᾴκης. | |
3.19 | Δέχεται καὶ βῶλον Ἀλήτης: ἐπὶ τῶν πάντα δε‐ χομένων. | |
3.20 | Δεύτερος πλοῦς: ἐπὶ τῶν ἀσφαλῶς τι πραττόντων· παρόσον οἱ διαμαρτόντες κατὰ τὸν πρότερον πλοῦν ἀσφα‐ λίζονται περὶ τὸν δεύτερον. | |
3.21 | Δεινοὶ πλέκειν τοι μηχανὰς Αἰγύπτιοι: ἐπὶ τῶν σφόδρα κακουργοτάτων. | |
3.22 | Δελφικὴ μάχαιρα: ἐπὶ τῶν φιλοκερδῶν. | |
3.23 | Δειλοῦ μήτηρ οὐ κλαίει: δημώδης καὶ φανερά. | |
3.24 | Δελφὸς ἀνὴρ στέφανον μὲν ἔχει, δίψῃ δ’ ἀπό‐ λωλεν: παρόσον οὗτοι διὰ μὲν τὸ ἱερᾶσθαι ἐστεφανωμένοι ἦσαν, τῶν δὲ ἐπιτηδείων ἠπόρουν. | |
3.25 | Δελφῖνα νήχεσθαι διδάσκεις: ἐπὶ τῶν ἐν ἐκείνοις | |
τινὰ παιδοτριβούντων, ἐν οἷς ἤσκηται. | 155 | |
3.26 | Δειλότερος εἶ αὐτῆς τῆς δειλίας: ἐπὶ τῶν σφόδρα δειλῶν. | |
3.27 | Δειλὸν ὁ Πλοῦτος: παρόσον οἱ πλούσιοι τὰς οἰκίας ἀσφαλίζονται καὶ κύνας τρέφουσιν. | |
3.28 | Δεινὰ τὰ δεινά: ἐπὶ τῶν σφόδρα χαλεπῶν. τὸ δὲ τέ‐ λειον, Δεινὰ τὰ δεινὰ καὶ δεινότερα Δεινίου. | |
3.29 | Δῆλόν ἐστι καὶ τυφλῷ: ἐπὶ τῶν προφανῶν. | |
3.30 | Δικαιότερος σταχάνης: ἐπὶ τῶν τὰ δίκαια ἀγαπών‐ | |
των· σταχάνη γάρ ἐστιν ἡ τρυτάνη. | 156 | |
3.31 | Δὶς παῖδες οἱ γέροντες: ἐπὶ τῶν πρὸς τὸ γῆρας εὐηθεστέρων εἶναι δοκούντων. | |
3.32 | Διωλύγιον κακόν: ἐπὶ τῶν μέγα τι καὶ δεινὸν ὑφι‐ σταμένων. | |
3.33 | Δι’ ἀχύρου καὶ θύμου καὶ τρυτάνης: ἐπὶ τῶν φειδωλῶν καὶ γλίσχρων. | |
3.34 | Διὰ κενῆς: λείπει κώπης: οἱ δὲ νευρᾶς τόξου. | |
3.35 | Δουλότερος Μεσσήνης: ἐπὶ τῶν ἐσχάτῃ καὶ πικρᾷ δουλείᾳ ἐνεχομένων. Λακεδαιμόνιοι γὰρ τοῖς Μεσσηνίοις ὡς δούλοις χρώμενοι καὶ ἐμαστίγουν καὶ τῶν ἄλλων πό‐ λεων ὡς ἰδίους ὄντας δούλους ἀπῆγον. | |
3.36 | Δοῦλε, δεσποτῶν ἄκουε καὶ δίκαια κἄδικα: αὕτη τῶν περιφερομένων. | |
3.37 | Δοίδυκος σκιά: ἐπὶ τοῦ μηδενός. | |
3.38 | Δόρυ κηρυκείου μᾶλλον δάκνει: ἐπὶ τῶν αὐστη‐ | |
ρότερον προσιόντων τοῖς μὴ διὰ πειθοῦς εἴκουσιν. | 157 | |
3.39 | Δρυὸς πεσούσης πᾶς ἀνὴρ ξυλεύεται: ἐπὶ τῶν ῥᾳδίως λαμβανόντων ἃ πρότερον μόλις ἠδύναντο. | |
3.40 | Δρυὸς καὶ πέτρας λόγοι: ἐπὶ τῶν ἀδολεσχούντων | |
καὶ μυθολογούντων παράδοξα. | 158 | |
3.41 | Δυσριγότερος χελώνης: ἐπὶ τῶν εἰς ὁτιοῦν γλι‐ σχρευομένων. | |
3.42 | Δωδωναῖον χαλκεῖον: ἐπὶ τῶν ἀδολέσχων καὶ φλυαρῶν. | |
3.43 | Δῶρα καὶ θεοὺς πείθει: Ἡσιόδου εἶναι φασίν. | |
344t | ΤΟ Ε. | |
3.44 | Ἐὰν μὴ πάθῃς, οὐ μὴ μάθῃς: παραπλησία τῇ | |
Ἁλιεὺς πληγεὶς νοῦν φύσει. | 159 | |
3.45 | Ἐγένετο καὶ Μάνδρωνι συκίνη ναῦς: ἐπὶ τῶν παρ’ ἐλπίδα καὶ ἀναξίως εὐπραγησάντων. | |
3.46 | Ἐγὼ ποιήσω πάντα κατὰ Νικόστρατον: ἐπὶ τῶν ὀρθῶς πάντα ποιούντων· ἦν γὰρ ὁ Νικόστρατος ὑπο‐ κριτὴς τραγικὸς ἄριστος. | |
3.47 | Ἐγγύα, πάρα δ’ ἄτα: ἐπὶ τῶν ῥᾳδίως ἐγγυωμένων καὶ κακῶς ἀπαλλαττόντων. | |
3.48 | Εἰ ἐγὼ ταῦτα ἐποίουν, ὅσος ἂν ἦν θόρυβος: λύκος ἰδὼν ὑπὸ ποιμένος πρόβατον ἐσθιώμενον τοῦτο εἴρηκεν. | |
3.49 | Εἰπὼν ἃ θέλεις ἄκουε καὶ ἃ μὴ θέλεις: δήλη. | |
3.50 | Εἰκῆ τὸν Ἄβυδον πατεῖς: ἐπὶ τῶν μάτην τι φυ‐ λαττόντων. παρόσον ἐκεῖ αἱ γυναῖκες πρὸς τὴν τῶν ἀνδρῶν ὁμιλίαν καταφυλαττόμεναι οὐ ῥᾳδίως ἐξάγονται. | |
3.51 | Εἰς ἀρχαίας φάτνας: ἐπὶ τῶν εἰς τὴν ἀρχαίαν ἐπανελθόντων δίαιταν. | |
3.52 | Εἷς ἀνὴρ οὐδεὶς ἀνήρ: παρόσον ὑφ’ ἑνὸς οὐδὲν κα‐ τορθοῦται. | |
3.53 | Εἰς πάγας ὁ λύκος: ἐπὶ τῶν εἰς κίνδυνον προὖπτον | |
ἡκόντων. | 160 | |
3.54 | Εἰσὶ καὶ κυνῶν Ἐριννύες: παρεγγυᾷ ὁ λόγος, μηδὲ κυνῶν ἀμελεῖν. | |
3.55 | Εἰς ὕδωρ σπείρειν: ἐπὶ τῶν μάτην πονούντων. | |
3.56 | Εἰς ὄνου πόκας: πρὸς τοὺς εἰς τὰ ἀδύνατα ἀνα‐ βαλλομένους. | |
3.57 | Εἰς τὸν τετρημένον πίθον: ἐπὶ τῶν μάτην ἀνα‐ λισκόντων. | |
3.58 | Εἴη μοι τὸ μεταξὺ Κορίνθου καὶ Σικυῶνος: ἐπὶ τῶν τὰ κάλλιστα ἑαυτοῖς εὐχομένων. | |
3.59 | Εἰς αἶγας ἀγρίας: ἐπὶ τῶν τὰ κακὰ ἀποτροπιαζομένων. | |
3.60 | Εἰς οὐρανὸν τοξεύει: ἐπὶ τῶν διακενῆς πονούντων. | |
3.61 | Εἰς πῦρ ξαίνεις: ἐπὶ τῶν μάτην κακοπαθούντων. | |
3.62 | Εἰς τὸ δέον ἀπώλεσε: λείπει ὡς Περικλῆς. ἐκεῖνος γὰρ ἐν λογισμοῖς κατεχρῆτο τῇ εἰς τὸ δέον προφάσει. | |
3.63 | Εἰς Τροφωνίου μεμάντευται: ἐπὶ τῶν ἀγελάστων. | 161 |
3.64 | Εἰς μακάρων νήσους: ἐπὶ τῶν εἰς εὐδαίμονά τινα τόπον ἀποστελλομένων. | |
3.65 | Ἐκ τῆς πληρεστάτης εἰς τὴν κενοτέραν: ὅτι χρὴ μεταλαγχάνειν τοὺς οὐκ ἔχοντας παρὰ τῶν ἐχόντων. | |
3.66 | Ἐκ τοῦ γεύματος γινώσκω: ὁμοία τῇ· Ἐκ τοῦ κρασπέδου τὸ ὕφασμα. | |
3.67 | Ἐκτὸς πηλοῦ πόδα ἔχεις: ἐπὶ τῶν ἔξω κινδύνου καθεστηκότων. | |
3.68 | Ἐκ τῶν Διὸς δέλτων ὁ μάρτυς: ἐπὶ τῶν τἀληθῆ μαρτυρούντων. | |
3.69 | Ἐκ τοῦ βοὸς ἡ μάστιξ: λείπει· καὶ βοῦν δέρει. | |
3.70 | Ἐκ λύκου στόματος: ἐπὶ τῶν ἐξ ἀνελπίστου τι λαμβανόντων. | |
3.71 | Ἐκ κοινοῦ πλείστη μὲν χάρις, δαπάνη δ’ ὀλιγίστη. | |
3.72 | Ἐκ τοῦ εἰσορᾶν γίνετ’ ἀνθρώποις ἐρᾶν. | 162 |
3.73 | Ἕκτη ἡμέρα: ἐπὶ τῶν ἀγαθῶν· ἐν ταύτῃ γὰρ οἱ θεοὶ τοὺς Γίγαντας ἐνίκησαν. | |
3.74 | Ἐλάφειος ἀνήρ: ἐπὶ τοῦ δειλοῦ. | |
3.75 | Ἐλέφας μῦν οὐ διώκει: ἐπὶ τῶν τὰ μικρὰ καὶ φαῦλα ὑπερορώντων. | |
3.76 | Ἐλεύθεραι αἶγες ἀρότρων: ἐπὶ τῶν βάρους τινὸς ἢ κακῶν ἀπηλλαγμένων. | |
3.77 | Ἐμαυτῷ βαλανεύσω: ἐπὶ τῶν ἑαυτοῖς διακονούντων. | |
3.78 | Ἓν ἀνθ’ ἑνός: ἐπὶ τῶν ποιούντων καλῶς ἀνθ’ ὧν ἔπαθον. | |
3.79 | Ἐν γῇ πένεσθαι μᾶλλον ἢ πλουτοῦντα πλεῖν. | |
3.80 | Ἕνεκα ὄττης: ὅ φασι νῦν οἰωνοῦ χάριν. | |
3.81 | Ἔνεστι κἂν μύρμηκι χολή: ὅτι οὐδὲ τῶν μικρῶν δεῖ καταφρονεῖν. | |
3.82 | Ἔνεισιν ἐν δειλοῖσιν ἀνδρεῖοι λόγοι. | |
3.83 | Ἐγκαθιζόμενοι τρίποδι Μουσῶν: ἐπὶ τῶν λό‐ γους ἀσκούντων. | |
3.84 | Ἐν ἅλῳ δρασκάζεις: τὸ δρασκάζεις ἀντὶ τοῦ κρύπτῃ. ἐπὶ τῶν μὴ δυναμένων λαθεῖν. | |
3.85 | Ἐν τοῖς ἐμαυτοῦ δικτύοις ἁλώσομαι: ἐπὶ τῶν | |
ὑπὸ τῶν ἰδίων πανουργιῶν ἁλισκομένων. | 163 | |
3.86 | Ἐν κοινῷ κεῖται: ἐπὶ τῶν κοινὴν ψῆφον φερόντων. | |
3.87 | Ἐν νυκτὶ λαμπρός, ἐν φάει δ’ ἀνωφελής. | |
3.88 | Ἐν τῷ σκάφει τῷ δ’ ἔνεστιν ἀγύρτης: λέγοιτ’ ἂν ὅτι ἐν παντὶ πράγματι ἔνεστι καὶ συκοφαντικόν τι. | |
3.89 | Ἐνδυμίωνος ὕπνος: ἐπὶ τῶν ἐπιπολὺ κοιμωμένων. | |
3.90 | Ἐν πίθῳ τὴν κεραμείαν μανθάνειν: ἐπὶ τῶν ἐν τοῖς τελειοτέροις τὰ εἰσαγωγικὰ μανθανόντων. | |
3.91 | Ἐν διχοστασίῃσι καὶ Ἀνδροκλέης πολεμαρχεῖ: ἐπὶ τῶν εὐτελῶν τῶν διὰ περιπέτειάν τινα τιμῆς ἀξιουμένων. | |
3.92 | Ἐν παντὶ μύθῳ καὶ τὸ Δαιδάλου μύσος: ἐπὶ | |
τῶν ἐν τοῖς ἀλλοτρίοις κακοῖς καὶ τὰ οἰκεῖα διηγουμένων. | 164 | |
3.93 | Ἐξαιρῶ λόγου: ἐπὶ τῶν διὰ τιμὴν ἐξαιρουμένων καὶ ἀτελείας τυγχανόντων. | |
3.94 | Ἐξ ἑνὸς πηλοῦ: ἐπὶ τοῦ ὁμοίου καὶ παραπλησίου. | |
3.95 | Ἐξ ὄνυχος τὸν λέοντα: ὁμοία τῇ· Ἐκ τοῦ γεύ‐ ματος ἡ πηγή. | |
3.96 | Ἐξηπάτησεν ἡ χάραξ τὴν ἄμπελον: ὅταν ὑπὸ τοῦ σώζοντος τὸ σωζόμενον ἀπατηθῇ. | |
3.97 | Ἐξ ἄμμου σχοινίον πλέκει: ἐπὶ τῶν ἀδυνάτων. | |
3.98 | Ἑορτῆς κατόπιν ἡδύσματα φέρων: ἐπὶ τῶν τινος ὑστεριζόντων. | |
3.99 | Ἐπαίνων σκιαί: ἐπὶ τῶν μάτην ἐπαινουμένων. | 165 |
3.100 | Ἐπὶ τἀλλότρια Παυσανίας: ἐπὶ τῶν ἁρπαζόν‐ των βίᾳ τὰ ἀλλότρια καὶ ληϊζομένων. | |
4.1 | Ἐπισκύθισον: ἐπὶ τῶν ἀκράτῳ χρωμένων. οἱ γὰρ Σκύθαι ἀκρατοπόται. | |
4.2 | Ἐπ’ αὐτὸν ἥκεις τὸν βατῆρα τῆς θύρας: ἤτοι ἐπὶ τὴν ἀρχήν· ἢ ἐπὶ τὴν ἀλήθειαν. | |
4.3 | Ἐπὶ ῥιπὸς πλεῖν: ἐπὶ τῶν εἰς κίνδυνον ἑαυτοὺς ἐμβεβληκότων. | |
4.4 | Ἐπὶ τέγει λήϊον: ἐπὶ τῶν ἀνωφελῶν. | |
4.5 | Ἐπιδαύριος ἵππος: καί· Ἐρετριακὸς κύων: ἐπὶ τῶν ἀξίων ἐπαίνου. | |
4.6 | Ἕπεσθε μητρὶ χοῖροι: ἐπὶ τῶν κολακευτικῶς τισιν ἑπομένων τροφῆς ἕνεκα. | |
4.7 | Ἐπὶ ξυροῦ ἕστηκε τὸ πρᾶγμα: ἐπὶ τῶν ἔσχατα | |
κινδυνευόντων. | 166 | |
4.8 | Ἐῤῥέτω μέλαιν’ ὀπώρα· πᾶσι γὰρ χαρίζεται: ἐπὶ τῶν ῥᾳδίως τυγχανόντων καὶ ἀποσκορακιζόντων αὐτὸ τὸ ῥᾳδίως τυγχάνειν. κυρίως ἐπὶ μάχλων γυναικῶν. | |
4.9 | Ἔῤῥει τὰ καλά· Μίνδαρος ἀπεσσύα: ἐπὶ τῶν κακόν τι γεγονὸς βουλομένων συντόμως δηλῶσαι. | |
4.10 | Ἑρμῆν μήτ’ ἀλείψῃς μήτ’ ἀπαλείψῃς: ἐπὶ τῶν διὰ προσποιητῆς χάριτος ἀφαιρουμένων τι μᾶλλον ἢ διδόν‐ των. ἐν βαλανείῳ γάρ τινι Ἑρμῆς ἦν ἱδρυμένος, ὃν οἱ πολλοὶ τῶν λουομένων ἤλειφον· πένης δέ τις προφάσει τοῦ | |
5 | ἀλείφειν ἐκεῖνον περιαιρούμενος τὸ ἔλαιον ἑαυτὸν ἤλειφεν. | |
4.11 | Ἔργα νεῶν, βουλαὶ δὲ μέσων, πορδαὶ δὲ γε‐ ρόντων: τὸ δὲ λέγειν εὐχαὶ γερόντων κρεῖττον καὶ εὐφημότατον. | |
4.12 | Ἐῤῥέτω φίλος σὺν ἐχθρῷ: ἐπὶ τῶν δι’ ἐχθρὸν καὶ | |
φίλους βλαπτόντων. | 167 | |
4.13 | Ἐῤῥίφθω κύβος: ἐπὶ τῶν διακινδυνευόντων. | |
4.14 | Ἔργον ὄνον ἀποτρέψαι κνώμενον: ἐπὶ τῶν ἀπάγειν τινὰς βουλομένων, ἀφ’ ὧν φιλοῦσιν ἔργων. | |
4.15 | Ἐρεβίνθινος ζωμός: ἐπὶ τῶν εὐτελῶν καὶ μηδενὸς ἀξίων. | |
4.16 | Ἐρετρικὸς κατάλογος: ἐπὶ τῶν σφόδρα πλουσίων. | |
4.17 | Ἑρμώνιος χάρις: ἐπὶ τῶν κατὰ χάριν ἐκεῖνα διδόναι δοκούντων, ὧν ἀσμένως ἀπαλλάττονται. | |
4.18 | Ἔσο καὶ λέων ὅπου χρὴ καὶ πίθηκος ἐν μέρει: ἐπὶ τοῦ πρὸς τὰ πράγματα καλῶς μεταβαλλομένου. | |
4.19 | Εὐριπίδειος ὅρκος: ἴσως τὰ κατὰ χηνὸς καὶ κυνός. | |
4.20 | Εὐγενέστερος Κόδρου: ἐπὶ τῶν πάνυ εὐγενῶν. | 168 |
4.21 | Εὐμεταβολώτερος κοθόρνου: ἢ εὐρίπου: ἐπὶ τῶν εὐμεταβόλων καὶ εὐμεταθέτων. | |
4.22 | Εὖ πράττε· τὰ φίλων δ’ οὐδὲν, εἰ σὺ δυστυχῇς: τοῦτο Εὐριπίδου ἐστὶ Φοινισσῶν. | |
4.23 | Ἐφέσια γράμματα: ἐπὶ τῶν ἀσύνετα λεγόντων. | |
4.24 | Ἐχῖνος ἐν χειμῶνι: ἐπὶ τῶν παρ’ ὥραν φαινομένων ἢ πραττομένων. | |
4.25 | Ἐχῖνος τὸν τόκον ἀναβάλλεται: ἐπὶ τῶν διὰ τὸ ἀναβάλλεσθαι κακῶς ἀπαλλαττόντων. οἱ γὰρ ἐχῖνοι δοκοῦσι κεντούμενοι ἀνέχειν τὸν τόκον, εἶθ’ ὕστερον παχυτέρων γινομένων τῶν ἀκανθῶν ὑπὸ τοῦ ἐμβρύου χεῖρον ἀπαλ‐ | |
5 | λάττειν ἐν τῷ τόκῳ. | |
4.26 | Ἔχεται δ’ ὥσπερ πολύπους πέτρας: ἐπὶ τῶν ὀχυροῦ τινος ἐχομένων ἐπὶ σωτηρίᾳ. | |
4.27 | Ἐχθρὸς κἂν χρηστὰ ποιήσῃ κακὰ ἐστίν. | |
4.28 | Ἐχίδνης καρδίαν ἐδήδοκεν: ἐπὶ τῶν ὀργίλων καὶ χαλεπῶν. | |
429t | ΤΟ Ζ. | |
4.29 | Ζαλεύκου νόμοι: ἐπὶ τῶν ἀποτόμων. Ζάλευκος γὰρ Λοκροῖς ὠμότερον ἐνομοθέτησεν. | |
4.30 | Ζεῖ χύτρα, ζεῖ φιλία: ἐπὶ τῶν ἀπὸ δείπνου συναρ‐ | |
τώντων φιλίαν. | 169 | |
4.31 | Ζῶμεν οὐχ ὡς ἐθέλομεν, ἀλλ’ ὡς δυνάμεθα. | |
4.32 | Ζωπύρου τάλαντα: ἐπὶ τῶν φορτικά τινα διὰ πλοῦ‐ τον ὑπομεινάντων. | |
433t | ΤΟ Η. | |
4.33 | Ἡ ἅμαξα τὸν βοῦν πολλάκις ἐκφέρει: ἐπὶ τῶν πασχόντων, ἃ πολλάκις αὐτοὶ ἐποίουν. | |
4.34 | Ἡβῶντος ἀνδρὸς οὐ βραδέα δρομήματα: ἐπὶ εὐσθενούντων. | |
4.35 | Ἢ καλῶς ζῇν ἢ τεθνηκέναι. | |
4.36 | Ἡ γλῶττ’ ἀνέγνωχ’, ἡ δὲ φρὴν οὐ μανθάνει: ἐπὶ τῶν ἀμαθῶν. | |
4.37 | Ἡδὺ τἀπόῤῥητα λιχνεύειν: ἐπὶ τῶν πολυπρα‐ γμόνων. | |
4.38 | Ἢ δέος ἢ λύπη παῖς πατρὶ πάντα χρόνον. | |
4.39 | Ἡδὺ περίδειπνον πατρός: ἐπὶ τῶν μακρότερον | |
γηρώντων πατέρων καὶ χαλεπῶν. | 170 | |
4.40 | Ἤθη φίλων γίνωσκε, μιμήσῃ δὲ μή: ὅτι οὐ δεῖ παντὸς φίλου ἕπεσθαι τῇ γνώμῃ. | |
4.41 | Ἡ κέρκος τῇ ἀλώπεκι μαρτυρεῖ: ἐπὶ τῶν δεικνύν‐ των ἀπὸ μικρῶν πράξεων τὸ αὐτῶν ἦθος. | |
4.42 | Ἡ κύων ἐν τῷ γάμῳ: ἐπὶ τῶν ἢ παρενοχλούντων ἢ ἀνοίκειόν τι πραττόντων. | |
4.43 | Ἡ κύων ἐν τῇ φάτνῃ: ἐπὶ τῶν μήτε ** χρωμένων μήτε ἄλλους ἐώντων. | |
4.44 | Ἢ λέγε τι σιγῆς κρεῖττον ἢ σιγὴν ἔχε. | |
4.45 | Ἡλιάδων δάκρυα: ἐπὶ τῶν πολλὰ ἐχόντων χρήματα· παρόσον αἱ τοῦ Φαέθοντος ἀδελφαὶ ἀποδενδρωθεῖσαι καὶ δακρύουσαι ἀπέσταζον τὸ ἤλεκτρον. | |
4.46 | Ἠλιθιώτερος Λευκολόφου: οὗτος ἀποδόμενος τὴν οἰκίαν ἀντεποιεῖτο τοῦ φρέατος. | |
4.47 | Ἧλον ἥλῳ ἐκκρούει: ὅμοιον τῇ· Πάσσαλος πασ‐ σάλῳ ἐκκρούεται. | |
4.48 | Ἧλιξ ἥλικα τέρπει. | |
4.49 | Ἠλίβατον κακόν: ἐπὶ τῶν σφόδρα δεινῶν. | |
4.50 | Ἥν τις ἔμαξε μᾶζαν ταύτην καὶ ἐσθιέτω. | |
4.51 | Ἡ Περγαία Ἄρτεμις: ἐπὶ τῶν ἀγυρτῶν καὶ πλανητῶν. | |
4.52 | Ἡ πεῖρα διδάσκαλος. | |
4.53 | Ἡρακλῆς καὶ πίθηκος: ἐπὶ τῶν ἀνομοίων. | 171 |
4.54 | Ἡρακλεία λίθος: πρὸς τοὺς ἑαυτοῖς τι ἐπαγομένους, παρόσον καὶ ἡ λίθος ἐπισπᾶται τὸν σίδηρον. | |
4.55 | Ἠρινὸς πόκος: ἐπὶ τῶν καθ’ ὥραν δρεπομένων. | |
4.56 | Ἡρακλεία νόσος: ἐπὶ τῶν μετὰ πολὺν κάματον ἐμπιπτόντων εἰς νόσον. ὁ γὰρ Ἡρακλῆς μετὰ μυρίους κα‐ μάτους τῇ ἱερᾷ ἐνέπεσεν. | |
4.57 | Ἡράκλειος ψώρα: ἐπὶ τῶν δυσαποτρέπτοις συνεχο‐ μένων κακοῖς. | |
4.58 | Ἦσάν ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι: ἐπὶ τῶν ἀδοξησάντων. | |
4.59 | Ἡ Συρακούσιος δεκάτη: ἐπὶ τῶν σφόδρα πλουσίων καὶ πολυτελῶν. | |
4.60 | Ἡ Φάνου θύρα: ἐπὶ τῶν μεγαλοφώνων. | |
461t | ΤΟ Θ. | |
4.61 | Θάλασσα καὶ πῦρ καὶ τρίτον κακὴ γυνή. | 172 |
4.62 | Θάλατταν σπείρειν: ἐπὶ τῶν μάτην πονούντων. | |
4.63 | Θάσιος παῖς Ἀγλαοφῶντος: ἐπὶ τῶν θαῤῥούντων ἐφ’ οἷς λέγουσιν ἢ πράττουσιν· ὁ γὰρ Ἀγλαοφῶντος παῖς Θάσιος τὸ γένος ἄριστος ἦν γραφεύς. | |
4.64 | Θαλάττης χόες: ἐπὶ τῶν ἀμέτρων καὶ ἀνεφίκτων. | |
4.65 | Θεὸς ἡ Ἀναίδεια: ἐπὶ τῶν δι’ ἀναίδειαν εὐδοκι‐ μούντων. | |
4.66 | Θετταλὸν σόφισμα: ἐπὶ τῶν τι σοφιζομένων ἢ τεχναζομένων. | |
4.67 | Θετταλικὴ ἔνθεσις: ἐπὶ τῶν ἀδηφαγούντων. | |
4.68 | Θετταλικὰ πτερά: ἐπὶ τῶν εὐπαρύφων καὶ καλλω‐ πιζομένων ἐσθῆτι· παρόσον αἱ Θετταλικαὶ χλαμύδες πτερὰ εἶχον. | |
4.69 | Θεοῦ θέλοντος κἂν ἐπὶ ῥιπὸς πλέοις. | 173 |
4.70 | Θρᾷκες ὅρκια οὐκ ἐπίστανται: ἐπὶ τῶν τοῖς ὅρ‐ κοις οὐκ ἐμμενόντων. | |
471t | ΤΟ Ι. | |
4.71 | Ἴδε πῦρ, ἴδ’ ἀφύη: ἐπὶ τῶν ὀξὺ τέλος λαμβανόν‐ των· παρόσον ἀφύη ταχέως ἕψεται. | |
4.72 | Ἱερὸν συμβουλή: ἐπὶ τῶν καθαρῶς καὶ ἀδόλως συμ‐ βουλευόντων. | |
4.73 | Ἱερὰ ἄγκυρα: ἤγουν ἰσχυρὰ καὶ γενναία. | |
4.74 | Ἴθι ὀρθός: ἐπὶ τῶν ἐκτρεπομένων τοῦ δικαίου. | 174 |
4.75 | Ἰλιὰς κακῶν: ἐπὶ τῶν πολλῶν καὶ σφοδρῶν. | |
4.76 | Ἴμβριος δίκη: ἐπὶ τῶν προφασιζομένων ἐν ταῖς δί‐ καις. οἱ γὰρ τὰς δίκας φεύγοντες ἐν Λήμνων † Ἴμβρον ἐσκήπτοντο. | |
4.77 | Ἴμβριος ἢ Λήμνιος: οἱ τὰς δίκας ἀποφεύγοντες Ἀθήνησιν ἐσκήπτοντο ἐν Ἴμβρῳ ἢ ἐν Λήμνῳ εἶναι. | |
4.78 | Ἱππόλυτον μιμήσομαι: ἐπὶ τῶν σωφρονεῖν ἐπαγ‐ γελλομένων. | |
4.79 | Ἱπποδάμου νέμεσις: πρὸς τοὺς ἐπὶ τὸ χεῖρον με‐ ταβάλλοντας. | |
4.80 | Ἵππου γῆρας: ἐπὶ τῶν πρὸς τῷ γήρᾳ δυστυχούντων. | |
4.81 | Ἰσχυρὸν ἡ ἀλήθεια. | |
4.82 | Ἰσότης φιλότης. | 175 |
4.83 | Ἰχθὺν νήχεσθαι διδάσκεις: ὡς τό· Ἀετὸν ἵ‐ πτασθαι διδάσκεις. | |
484t | ΤΟ Κ. | |
4.84 | Καδμεία νίκη: ἐπὶ τῶν ἑαυτοῖς ἀλυσιτελῆ τὴν νίκην ποιουμένων. | |
4.85 | Καθ’ αὑτοῦ Βελλεροφόντης: ἐπὶ τῶν ἐπ’ ὀλέθρῳ οἰκείῳ διακονούντων. | |
4.86 | Καὶ κεραμεὺς κεραμεῖ κοτέει: ἐπὶ τῶν ὁμοτέχνων διαφθονουμένων. | |
4.87 | Κακοῦ γὰρ ἀνδρὸς δῶρον ὄνησιν οὐκ ἔχει: ὅμοιον τῷ παρὰ Σοφοκλεῖ· Ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα. | |
4.88 | Κακοῦ κόρακος κακὸν ᾠόν: ἐπὶ τῶν κακῶν καὶ ἐκ γονέων κακωτέρων. | |
4.89 | Κακὸν Τενέδιον: ἐπὶ τῶν πάνυ σκληρῶν καὶ ἀπαραιτήτων. | |
4.90 | Κανθάρου σοφώτερος: ἐπὶ τῶν σφόδρα σοφῶν καὶ πανούργων· Κάνθαρος γάρ τις ἐγένετο κακοῦργος καὶ πο‐ νηρός, ὃς ἐπὶ προδοσίᾳ κριθεὶς Ἀθήνησιν ἀπέθανεν. | |
4.91 | Καὶ τυφλῷ δῆλον: ἐπὶ τῶν ἄγαν σαφεστάτων. | |
4.92 | Κανθάρου σκιά: ἐπὶ τῶν εὐτελῶν. | |
4.93 | Καρπὸν ὃν ἔσπειρας θέριζε: ἐπὶ τῶν τοιαῦτα πασχόντων, οἷα ἔδρασαν. | |
4.94 | Καρπάθιος τὸν λαγώ: ἐπὶ τῶν ἐφ’ ἑαυτοῖς ἐφελ‐ κομένων τὰ κακά. | |
4.95 | Καθ’ ὕδατος γράφει: ἐπὶ τῶν ἀνόνητα πονούντων. | |
4.96 | Κάθιζε ἐπὶ κώπην: παρεγγυᾷ ἔνεργον εἶναι. | |
4.97 | Κατὰ ποδὸς βάσιν: ἐπὶ [τῶν] κατὰ μικρόν τι πρατ‐ | |
τόντων. | 176 | |
4.98 | Καὶ ἀσχολίας ὑπέρτερον: ἐπὶ τῶν τἆλλα μὲν παρ‐ αιτουμένων, ἓν δέ τι προκρινόντων. | |
4.99 | Κἂν τοῖς λειψάνοις ἔνεστιν εὐωχία: ὅτι καὶ τὸ μικρὸν ἀντάξιον μείζονος. | |
4.100 | Κακὸν ἐπὶ κακῷ. | |
5.1 | Κάμηλον ἐπὶ καμήλῳ: ἐπὶ τῶν μεγάλοις μεγάλα προστιθέντων. | |
5.2 | Κανθαρίδας ἐδήδοκας: ἐπὶ τῶν δυσῶδες ἐχόντων στόμα καὶ κάκοσμον. | |
5.3 | Κατὰ ῥοῦν τἀγαθά: ἐπὶ τῶν εὐδαιμονίᾳ πολλῇ χρωμένων. | |
5.4 | Καπνοῦ σκιὰν δεδοικέναι: ἐπὶ τῶν τὰ μηδενὸς ἄξια φοβουμένων. | |
5.5 | Καὶ χειρὶ καὶ ποδὶ βοηθεῖ: ὁμοία τῇ· Πάντα κάλων σείειν. | |
5.6 | Καὶ βοῦς ἀρότης γέγονα: καὶ ἐπὶ πολυμαθοῦς καὶ | |
ἐπὶ πολλὰ πονήσαντος. | 177 | |
5.7 | Κακὸν ἀναγκαῖον τὸ πείθεσθαι γαστρί: ἐπὶ τῶν ἐξ ἀνάγκης καὶ οἷς οὐ χρὴ πειθομένων. | |
5.8 | Κακὸς μὲν κόρος, δεινὸς δὲ λιμός. | |
5.9 | Κάριος αἶνος: ἐπὶ τῶν ἀπορούντων τι διαπράξασθαι· ἁλιέα γάρ φασι τροφῆς ἀποροῦντα χειμῶνι εἰπεῖν· Κο‐ λυμβήσω, ἀλλὰ ῥιγήσω· μὴ κολυμβήσω, ἀλλὰ πεινάσω. | |
5.10 | Κακῶν ἐόντων δεῖ κύμινα πριστεῖν †: ὅτι δεῖ τὸν ἐν κακοῖς ὄντα ἀκριβολογεῖσθαι. | |
5.11 | Κακὸν κακῷ ἕπεται. | |
5.12 | Κενὴν ψάλλεις: ἐπὶ τῶν μάτην πονούντων. | 178 |
5.13 | Κέρδος αἰσχύνης ἄμεινον. | |
5.14 | Κηφῆνες μόχθους ἄλλων κατέδονται: ἐπὶ τῶν ἀργῶν καὶ τὰ ἀλλότρια δαπανώντων. | |
5.15 | Κιλίκιοι τράγοι: ἐπὶ τῶν δασυτάτων καὶ θρασυτά‐ των καὶ ἀγροίκων. | |
5.16 | Κλειτοριάζειν: ἐπὶ τῶν παιδεραστούντων. οἱ γὰρ Κλειτόριοι εἰς αὐτὸ διεβάλλοντο. | |
5.17 | Κοττᾶς Μάξιμος: ἐπὶ τῶν ὑπὲρ τὸ δέον φρονημα‐ τιζομένων. | |
5.18 | Κορινθιάζειν: ἐπὶ τῶν πορνευομένων· ἀπὸ τῶν ἐν | |
Κορίνθῳ ἑταιρῶν. | 179 | |
5.19 | Κορώνη τὸν σκορπίον: λείπει ἥρπασεν. ἐπὶ τῶν κακὰ σφίσιν αὐτοῖς ἐπαγομένων. | |
5.20 | Κοσκίνῳ ἀντλεῖς: ἐπὶ τῶν ἀνηνύτως καὶ μάτην πονούντων. | |
5.21 | Κοινὰ τὰ φίλων. | |
5.22 | Κόπος κόπον λύει: ἐπὶ τῶν ἄγαν κεκοπωμένων. | |
5.23 | Κολοφῶνα ἐπέθηκεν: ἐπὶ τοῦ ἰσχυροῦ καὶ ἀδυνά‐ του· Κολοφώνιοι γὰρ σύνταγμα εἶχον πολεμικὸν, ὃ τοῖς δεομένοις ἐπικουρεῖν ἔπεμπον. | |
5.24 | Κολοφωνία ὕβρις: ἐπὶ τῶν διὰ πλοῦτον ὑβρίζειν ἐπαιρομένων. | |
5.25 | Κοσκίνου γῆρας: ἐπὶ τοῦ ἀχρήστου καὶ φαύλου. | |
5.26 | Κορίνθιον κακόν: ἴσως διὰ τὰς ἑταίρας. | 180 |
5.27 | Κολοφώνιος χρυσός: ἐπὶ τῶν δοκιμωτάτων. | |
5.28 | Κρὴς πρὸς Αἰγινήτην: ἐπὶ τοῦ ὁμοίου κατὰ τὴν πανουργίαν. | |
5.29 | Κράμβην ἀλείφειν: ἐπὶ τοῦ μικρολόγου καὶ φειδωλοῦ. | |
5.30 | Κρητίζει ὁ κριτής: ἐπὶ τῶν ἐν τῷ κρίνειν ψευδομένων. | |
5.31 | Κριὸς τὰ τροφεῖα: ἐπὶ τῶν ἀχαρίστων. ἐπειδὴ τοὺς τρέφοντας ἐνίοτε κυρίττουσιν οἱ κριοί. | |
5.32 | Κύων σπεύδουσα τυφλὰ τίκτει: ἐπὶ τῶν διὰ σπουδὴν ἁμαρτανόντων. | |
5.33 | Κρότωνος ὑγιεινότερος: ἐπὶ τῶν πάνυ ἐῤῥωμένων καὶ ἰσχυρῶν. | |
5.34 | Κύων ἐν φάτνῃ: ἐπὶ τῶν μήτ’ ἀπολαυόντων μήτ’ ἄλλους ἐώντων. | |
5.35 | Κύων ἐν ῥόδοις: ἐπὶ τῶν ἐν μείζοσιν ἢ καθ’ ἑαυ‐ τοὺς διαιτωμένων. | |
5.36 | Κύων κυνὸς οὐχ ἅπτεται: ἐπὶ [τῶν] τοὺς ὁμοίους φυλαττομένων. | |
5.37 | Κυνὸς οὖς: ἐπὶ τῶν ὀξέως ἀκουόντων. | 181 |
5.38 | Κυνικὸς θάνατος: ἐπὶ τοῦ χαλεποῦ· παρόσον οἱ κύνες οὐ θάπτονται. | |
5.39 | Κύων παρ’ ἐντέροις: ἐπὶ τῶν μὴ δυναμένων ἀπο‐ λαύειν τῶν παρόντων· ἄχρηστα γὰρ ταῦτα καὶ δύσβρωτα καὶ δυσκατάποτα τοῖς κυσί. | |
5.40 | Κύκνειον μέλος: ἐπὶ τῶν τὰς τελευταίας φωνὰς ἀφιέντων. | |
5.41 | Κύλλου πήρα. | |
5.42 | ***: ἐπὶ τῶν μὴ δυναμένων ὧν ἔχουσιν ἀπολαύειν. | |
5.43 | Κύματα μετρεῖ: ἐπὶ τῶν ἀνωφελῶς τι διαπραττομένων. | |
5.44 | Κυκλώπιος βίος: καὶ ἐπὶ ἀγρίου καὶ ἐπὶ ἑτοίμου. | 182 |
5.45 | Κωφότερος καὶ ἀφωνότερος κίχλης. | |
546t | ΤΟ Λ. | |
5.46 | Λαγὼς καθεύδει: ἐπὶ τῶν προσποιουμένων. | |
5.47 | Λάθε βιώσας: παρεγγυᾷ ἰδιοπραγμονεῖν. ἔστι δὲ Δημοκρίτου. | |
5.48 | Λαγὼν κατὰ πόδας χρὴ διώκειν: ἐπὶ τῶν κατὰ τρόπον ὀφειλόντων γίνεσθαι. | |
5.49 | Λαλίστερος χελιδόνος: καί· Λαλίστερος τρυ‐ | |
γόνος. | 183 | |
5.50 | Λέοντα ξυρεῖν: ὁμοία τῇ Αἰθίοπα ῥύπτειν καὶ Εἰς ὕδωρ γράφειν. | |
5.51 | Λευκὴ ἡμέρα: ἤγουν ἀγαθή. | |
5.52 | Λευκὰς κορώνας: ἐπὶ τῶν ἀδυνάτων. | |
5.53 | Λευκὸς Ἑρμῆς: ἐπὶ τῶν ἄδικα μηχανωμένων καὶ λανθάνειν μὴ δυναμένων. | |
5.54 | Λέων ξίφος ἔχων: ἐπὶ τῶν προσθήκην λαβόντων ἧς εἶχον ἀνδρίας. | |
5.55 | Λευκῶν ἀνδρῶν οὐδὲν ὄφελος. | 184 |
5.56 | Λέων ἐν πέδαις. | |
5.57 | Λευκὴ ψῆφος: ἐπὶ τῶν νικώντων. | |
5.58 | Λερναία χολή: ἐπὶ τῶν ὀργίλων καὶ τραχέων. ἀπὸ τῆς Ὕδρας. | |
5.59 | Λήθαργος κύων: ἐπὶ τῶν λάθρα καὶ σιωπῇ κακῶς τινα διαπραττομένων. | |
5.60 | Λήμνιον κακόν: ἐπὶ τῶν σφόδρα ὠμῶν. καί· Λή‐ μνιον βλέπεις: τῇ πρὸ αὐτῆς ὁμοία. | |
5.61 | Λίθῳ λαλεῖς: ἐπὶ τῶν ἀναισθήτων. | |
5.62 | Λιβυκὸν θηρίον: ἐπὶ τῶν ποικίλων καὶ δολίων. | |
5.63 | Λίθον ἕψειν: ἐπὶ τῶν ἀδυνάτοις ἐπιχειρούντων. | 185 |
5.64 | Λιμοῦ πεδίον: ἐπὶ τῶν ὑπὸ λιμοῦ πιεζομένων. | |
5.65 | Λοκροὶ τὰς συνθήκας: ἐπὶ τῶν παραβαινόντων τὰς συνθήκας. | |
5.66 | Λοκρικὸς βοῦς: ἐπὶ τῶν εὐτελῶν. | |
5.67 | Λόγοι λόγους τίκτουσιν: ἐπὶ τῶν ἐκ πολυλογίας εἰς ἔριν καθισταμένων. | |
5.68 | Λύκου πτερά: ἐπὶ τῶν μηδενὸς ὄντων ἀξίων καὶ ἀδυνάτων, ὅταν μέχρι τῶν λόγων ὁ φόβος στῇ. | |
5.69 | Λύκου στέγη: ἐπὶ τῶν πενομένων. | |
5.70 | Λύκων φιλία: ἡ προσποιητός. | |
5.71 | Λύκος ἐν αἰτίᾳ γίνεται κἂν φέρῃ κἂν μὴ φέρῃ. | |
5.72 | Λύκων αὐλή: ἐπὶ τῶν πονηρῶν καὶ λεπτῶν. | |
5.73 | Λύκου ῥήματα. | |
5.74 | Λύκου δεκάς: ἐπὶ τῶν πονηρῶν καὶ προδοτῶν. | |
5.75 | Λυδία λίθος: ἐπὶ τῶν ἀκριβῶς ἐξεταζόντων καὶ δια‐ κρινόντων τὰ πράγματα. | |
5.76 | Λύκος ἔχανεν: ἐπὶ τῶν μάτην ἐλπισάντων. | 186 |
5.77 | Λύλλος εἶ: ἤγουν μωρός· τοιοῦτος γὰρ ὁ Λύλλος ἦν. | |
5.78 | Λυδὸς ἀποθνήσκει σοφὸς ἀνήρ: ἐπὶ Κροίσου τοῦτο εἴρηται. | |
579t | ΤΟ Μ. | |
5.79 | Μαγνῆτις λίθος: ἐπὶ τῶν πρὸς ἑαυτοὺς ἐπισπωμέ‐ νων τινάς. | |
5.80 | Μαντικὸν ψυχή: ἐπὶ τῶν τὰ μέλλοντα προορωμένων. | |
5.81 | Μακάρων νῆσοι: ἐπὶ τῶν ἔκπλεα τἀγαθὰ δοκούν‐ των ἔχειν. | |
5.82 | Μελαμπύγῳ συντύχοι: οἱ δὲ, δασυπρώκτῳ. | |
5.83 | Μερὶς οὐ πνίγει. | 187 |
5.84 | Μέλιτος μυελός: ἐπὶ τοῦ πάνυ ἡδέος. | |
5.85 | Μετὰ τὴν ἐν Μαραθῶνι μάχην: καί· Μετὰ τὸν πόλεμον ἡ συμμαχία. | |
5.86 | Μέγα φρονεῖ μᾶλλον ἢ Πηλεὺς ἐπὶ τῇ μαχαίρᾳ: ἐπὶ τῶν ἐπὶ τοῖς τιμίοις μεγαλαυχούντων· παρόσον σωφρο‐ σύνης ἕνεκα παρὰ θεῶν ἡφαιστότευκτος ἐδωρήθη τῷ Πηλεῖ μάχαιρα. | |
5.87 | Μεγαρέων δάκρυα: ἐπὶ τῶν σφόδρα κλαιόντων. | |
5.88 | Μηδὲν ὑπὲρ τὸν καλάποδα: παρεγγυᾷ, μηδὲν ὑπὲρ τὸ μέτρον πράττειν. | |
5.89 | Μὴ σπεῦδε πλουτεῖν καὶ † ταχέως πλουτεῖς. | |
5.90 | Μηδὲν ἄγαν: ἑνὸς τῶν ἑπτὰ σοφῶν τὸ ἀπόφθεγμα. | |
5.91 | Μὴ κινεῖν κακὸν εὖ κείμενον: ἐπὶ τῶν ἑαυτοῖς ἐξ ἀγνοίας πράγματα ἐγειρόντων. | |
5.92 | Μὴ μεγάλα λέγε: κατὰ παραίνεσιν. | 188 |
5.93 | Μὴ πῦρ ἐπὶ πῦρ: παρεγγυᾷ, μὴ κακοῖς ἐπισωρεύειν κακά. | |
5.94 | Μὴ παιδὶ ξίφος: ἐπὶ τῶν τὰ ἀσύμφορά τισι διδόντων. | |
5.95 | Μηδὲ μέλι, μηδὲ μελίσσας: ἐπὶ τῶν μὴ βουλο‐ μένων παθεῖν τι φαῦλον μετὰ ἀγαθοῦ. | |
5.96 | Μὴ πρὸς ἐμὲ τὰ ποικίλα: ἀντὶ τοῦ, τὰς τέχνας. | |
5.97 | Μὴ λόγους ἀντ’ ἀλφίτων. | |
5.98 | Μὴ κινεῖν ἀκίνητα. | |
5.99 | Μικρὸς ὄνος ἀεὶ πῶλος: ἐπὶ τῶν διὰ βραχύτητα ἡλικίας νέων ἀεὶ λογιζομένων. | |
5.100 | Μία μέλισσα μέλι οὐ ποιεῖ. | |
6.1 | Μία χελιδὼν ἔαρ οὐ ποιεῖ. | |
6.2 | Μικρὸν κακὸν, μέγα ἀγαθόν. | |
6.3 | Μυσῶν ἔσχατος: ἐπὶ τῶν ἐσχάτων καὶ ἀδόξων. | |
6.4 | Μῦθοι Καμαριναίων: οἱ μακροὶ λόγοι καὶ ληρώδεις. | |
6.5 | Μυσῶν λεία: ἐπὶ τῶν εὐαρπάκτων. | |
6.6 | Μῦς πίττης γεύῃ: ἐπὶ τῶν νεωστὶ κακοῖς ἐντυγ‐ χανόντων. | |
6.7 | Μωμήσεταί τις μᾶλλον ἢ μιμήσεται. | |
6.8 | Μωρότερος προβάτου: καί· Μωρότερος Μορύ‐ | |
χου: ἐπὶ τῶν εὐηθῶν καὶ ἀλογίστων. | 189 | |
69t | ΤΟ Ν. | |
6.9 | Ναῦς παλαιὰ πόντῳ οὐχὶ πλωΐμη: ἐπὶ τῶν εἰς μηδὲν συντελούντων. | |
6.10 | Νεκρῷ λέγουσα μύθους εἰς οὖς: ἐπὶ τῶν ἀναι‐ σθήτων. | |
6.11 | Νόμος καὶ χώρα: ἐπὶ τῶν ἰδίοις κεχρημένων ἤθεσι. | |
6.12 | Νοῦς οὐ παρὰ Κενταύροις: ἐπὶ τῶν ἐπιλησμόνων. | |
6.13 | Νὺξ ὑγρὰ: ἐπὶ τῶν συμβαινόντων χαλεπῷ. | |
6.14 | Νῷ πείθου: ὁμοία τῇ· Θεῷ ἕπου. | |
615t | ΤΟ Ξ. | |
6.15 | Ξένον ξένιζε κἀπιχώριον ποίει: πρὸς τοὺς δεξι‐ οὺς καὶ φιλοξένους. | |
6.16 | Ξυνὸς Ἐνυάλιος: ἐπὶ τῶν κοινῇ τι εὑρισκομένων. | 190 |
6.17 | Ξύλον ἀγκύλον οὐδέποτ’ ὀρθόν. | |
618t | ΤΟ Ο. | |
6.18 | Ὁ βωμὸς πρὸς τὸ ἱερόν: ἐπὶ τῶν ἀλλήλοις ἀξίων καὶ ὁμοίων. | |
6.19 | Ὀβολοῦ τάριχος, δύο δ’ ὀβολῶν ἀρτύματα: ἐπὶ τῶν ἵνα μικρὰ κατορθώσωσι πλείονα δαπανώντων. | |
6.20 | Ὀδυσσεὺς Σισύφῳ συνῆλθεν. ἐπὶ τῶν ἐν παν‐ ουργίᾳ ὁμοίων. | |
6.21 | Ὁδοῦ παρούσης τὴν ἀτραπὸν ζητεῖς: ἐπὶ τῶν προδήλων. | |
6.22 | Ὁ ἐν Πάρῳ βωμός: ἐπὶ τῶν πολυτελῶς κατεσκευ‐ ασμένων. | |
6.23 | Ὁ ἐκ διαμέτρου βίος. | 191 |
6.24 | Οἰδίποδος ἀραί: αἱ σφοδραί. | |
6.25 | Οἶνος ἄνωγε γέροντα καὶ οὐκ ἐθέλοντα χο‐ ρεύειν. | |
6.26 | Οἶνος καὶ ἀλήθεια: ἐπὶ τῶν ἐν μέθῃ τὴν ἀλή‐ θειαν λεγόντων. | |
6.27 | Ὅλῃ χειρί: λείπει ἢ εὐεργετεῖν ἢ ἀδικεῖν. | |
6.28 | Ὁ Λυδὸς τὴν ὄνον ἐλαύνει: ἐπὶ τῶν παρ’ ἀξίαν τι πραττόντων· παρόσον ἱππικώτατοι οἱ Λυδοί. ὁμοία δὲ ταύτῃ καὶ ἡ Ἀφ’ ἵππων ἐπ’ ὄνους. | |
6.29 | Ὁ λαγὼς καθ’ ἑαυτοῦ τὰ ἡδύσματα: ἐπὶ τῶν καθ’ ἑαυτῶν πραγματευομένων· ἐπείπερ ὁ λαγὼς αὐτὸς ἑαυτῷ γίνεται ἥδυσμα. | |
6.30 | Ὄμφακας βλέπει: ἐπὶ τῶν δριμὺ βλεπόντων καὶ ὀργιζομένων. | |
6.31 | Ὄνος εἰς Ἀθήνας: ἐπὶ τῶν ἀπαιδεύτων καὶ πλη‐ | |
σιαζόντων σοφοῖς. | 192 | |
6.32 | Ὄνος ἵππον μιμούμενος: ἐπὶ τῶν ἀμαθῶς τινα ζηλούντων. | |
6.33 | Ὄνου γνάθος: ἐπὶ τοῦ ἀδηφάγου. | |
6.34 | Ὄνος ἄγει μυστήρια: ἐπὶ τῶν ἑτέροις κακοπα‐ θούντων καὶ εὐφροσύνην παρεχόντων. | |
6.35 | Ὄνου πόκοι: ἐπὶ τῶν ἀχρήστων. | |
6.36 | Ὄνου παρακύψεως: ἐπὶ τῶν μάτην συκοφαντουμένων. | |
6.37 | Ὄνου σκιά: ἐπὶ τῶν μηδενὸς ἀξίων. | |
6.38 | Ὄνος λύρας ἀκούων καὶ σάλπιγγος ὗς: ἐπὶ τῶν ἀναισθήτων καὶ ἀμούσων. | |
6.39 | Ὄνος λυρίζων: ἐπὶ τῶν ἀμούσων. | |
6.40 | Ὀξύτερον οἱ γείτονες βλέπουσι τῶν ἀλωπέ‐ κων: ἐπὶ τῶν λανθάνειν μὴ δυναμένων. | |
6.41 | Ὀξύτερον Λυγκέως βλέπει: ἐπὶ τῶν τὰ πόῤῥω‐ θεν ἀκριβῶς βλεπόντων. | |
6.42 | Ὁ περὶ ψυχῆς ἀγών: ἐπὶ τῶν ἔσχατα ἢ περὶ τῶν μεγίστων κινδυνευόντων. | |
6.43 | Ὁ Πέρσης τὴν θυσίαν: ἐπὶ τῶν λιτῶς θυόντων. | 193 |
6.44 | Ὅπου αἱ ἔλαφοι τὰ κέρατα ἀποβάλλουσιν: ἐπὶ τῶν πανωλεθρίᾳ διαφθειρομένων. | |
6.45 | Ὅπου γὰρ εὖ πράσσει τις, ἐνταυθοῖ πατρίς. | |
6.46 | Ὄρτυξ ἔσωσεν Ἡρακλέα τὸν καρτερόν: ἐπὶ τῶν ἀνασωζομένων ὑφ’ ὧν οὐκ ἤλπισαν. | |
6.47 | Ὅρκος Ἀφροδίτης συγγινώσκεται: παρόσον οἱ ἐρῶντες εὐχερῶς ἐπιορκοῦσιν. | |
6.48 | Ὅρκους γυναικὸς εἰς ὕδωρ χρὴ γράφειν: Σο‐ φοκλέους αὕτη ἐστίν. | |
6.49 | Ὀρνίθιον γάλα: ἐπὶ τῶν ἀδυνάτων καὶ ἀμηχάνων. | |
6.50 | Ὅστις [δὲ] πρὸς τύραννον ἐμπορεύεται Κεί‐ νου ’στὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ: Σοφοκλέους | |
καὶ αὕτη. | 194 | |
6.51 | Ὁ Σκιωναῖος κολυμβᾷ: ἐπὶ τῶν ἐμπειρίαν εἰς πράγματα ἐχόντων. | |
6.52 | Ὁ Σικελὸς ὡς ἔοικε τὴν ἐξωμίδα: παρόσον οἱ Σικελοὶ κωμῳδοῦνται ὡς κλέπται. | |
6.53 | Ὅσῳ πλέον ἥμισυ παντός: βούλεται λέγειν ὅτι μετὰ δικαιοσύνης μεῖζον τοῦ ὁλοκλήρου τὸ ἥμισυ. | |
6.54 | Ὅταν τὸ ὕδωρ πνίγῃ, τί δεῖ ἐπιπνίγειν: ὅτι οὐ δεῖ ἐπεμβαίνειν τοῖς δυστυχοῦσιν. | |
6.55 | Ὅ τι σοὶ φίλον οὐδ’ ἐμοὶ ἐχθρόν: ἐπὶ τῶν τὰ αὐτὰ φρονούντων. | |
6.56 | Οὖθαρ ἀρούρης. | |
6.57 | Οὐχ εὕδει ποιμήν. | 195 |
6.58 | Οὐκ ἂν γένοιτο χωλὸς εὐσχήμων ἀνήρ: ἐπὶ τῶν ἀπρεπῶς τι ποιούντων. | |
6.59 | Οὐδ’ ὅσον κνήσασθαι τὸ οὖς σχολὴν ἄγει: ἐπὶ τῶν πράγμασι πολλοῖς συμπεπλεγμένων. | |
6.60 | Οὐδὲν ὄφελος ἀποῤῥήτου καὶ ἀφανοῦς Μούσης. | |
6.61 | Οὐδὲ πυρφόρος ἐλείφθη: ἐπὶ τῶν πανωλεθρίᾳ διαφθειρομένων. | |
6.62 | Οὐδὲν πέπονθας δεινὸν, ἂν μὴ προσποιῇ: ἐπὶ τῶν ὑποκρινομένων δεινὰ πεπονθέναι. | |
6.63 | Οὐδὲ κύαθον τόλμης ἔχει: ἐπὶ τῶν ἀνάνδρων. | |
6.64 | Οὔτε ψύχεται οὔτε θερμαίνει: ἐπὶ τῶν εἰς μη‐ | |
δὲν λυσιτελούντων. | 196 | |
6.65 | Οὐ πρέπει γαλῇ κροκωτὸς οὔτε πορφύρα: πρὸς τοὺς ὑπὲρ τὴν τύχην κοσμεῖσθαι θέλοντας. | |
6.66 | Οὐ πατρικὰ μέλη αὐλεῖ: ἐπὶ τῶν οὐχ ὁμοίως τοῖς γονεῦσιν ἀλλὰ χεῖρον βιούντων. | |
6.67 | Οὐδ’ οὗτος Ἑρμῆς οὐδ’ ἐκεῖνος Ἡρακλῆς: πρὸς τοὺς διαμαρτάνοντας ἐν οἷς οἴονται κατορθοῦν. | |
6.68 | Οὐκ ἀεὶ ποταμὸς ἀξίνας φέρει: ἐπὶ τῶν οὐκ ἀεὶ τὰ αὐτὰ δωρουμένων. | |
6.69 | Οὐδ’ ἀηδόνιον κατέδαρθον: πρὸς τοὺς φιλα‐ γρύπνους. | |
6.70 | Οὐ ταὐτὰ κώπης ἔργα καὶ ἀναξυρίδος: ἀπὸ πο‐ νοῦντος πρὸς τρυφῶντα. | |
6.71 | Οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν. | |
6.72 | Οὐδεὶς ἑκὼν πονηρὸς οὐδ’ ἄκων μάκαρ: ἐπὶ τῶν κατὰ προαίρεσιν ζώντων. | |
6.73 | Οὐδεὶς πεινῶν καλὰ ᾄδει. | |
6.74 | Οὐδεὶς κομήτης ὅστις οὐ βινητιᾷ: ὡς ἐν | |
διαβολῇ. | 197 | |
6.75 | Οὗτος τοῦ σελίνου δεῖται: ἐπὶ τῶν πάνυ γερόν‐ των καὶ ἐξησθενηκότων· ἐν γὰρ τοῖς πένθεσι σελίνου στε‐ φάνους ἐφόρουν. | |
6.76 | Οὐδὲν κακὸν ῥᾳδίως ἀπόλλυται. | |
6.77 | Οὐδ’ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγ’ ὄνειαρ: ἐπὶ τῶν οὐδὲν ἀκαρῆ χρησίμων γενομένων. | |
6.78 | Οὐ ποιήσεις λεῖον τὸν τραχὺν ἐχῖνον: ἐπὶ τοῦ ἀδυνάτου. | |
6.79 | Οὔτε τὸν καρκίνον ὀρθὰ βαδίζειν διδάξεις. | |
6.80 | Οὐκ ἔστιν ἐν νηῒ πεσόντα ξύλου ἁμαρτεῖν: | |
πρὸς τὸν ἐκ παντὸς τρόπου τυγχάνειν βουλόμενον. | 198 | |
6.81 | Ὁ φαλακρὸς τὸν κτένα εὑρών, οὐκ ἐμὸν τὸ χρῆμα, ἔφη: ἐπὶ τοῦ ἀχρήστου. | |
6.82 | Ὁ χρυσὸς οὐ μιαίνεται: ἐπὶ τῶν μὴ κακουμένων. | |
6.83 | Ὀχληρὸς δὲ ξένος ὄψιος μολών: αὕτη Εὐριπί‐ δου ἐστίν. | |
6.84 | Ὄψις ἀδήλων τὰ φαινόμενα: ἐπὶ τῶν τὰ μέλ‐ λοντα ἀπὸ τῶν παρεληλυθότων στοχαζομένων. | |
6.85 | Ὀψὲ θεῶν ἀλέουσι μύλοι, ἀλέουσι δὲ λεπτά. | |
686t | ΤΟ Π. | |
6.86 | Πάγην ἱστὰς ἐν πάγῃ ληφθήσῃ. | |
6.87 | Παρὰ μὲν πεδίον, παρὰ δ’ ἵππος: τοῦτό φασι τὸν Θετταλὸν τύραννον εἰπεῖν προκαλούμενον Βοιωτοὺς εἰς πόλεμον. | |
6.88 | Παρὰ χελώνης ὄστρακον: ἐπὶ τοῦ οὐκ ἂν μετα‐ | |
δόντος, ὥσπερ οὐδὲ χελώνη μεταδοίη τοῦ ἰδίου ὀστράκου. | 199 | |
6.89 | Παρὰ κωφὸν ἀποπαρδεῖν: καί· Παρὰ κωφοῦ θύρας ἀλεῖν: ἐπὶ τῶν μὴ προσεχόντων. | |
6.90 | Παρὰ χωλὸν οἰκῶν κἂν ἐπισκάζειν μαθήσῃ: πρὸς τοὺς παραπολαύοντας τῶν χαλεπῶν. | |
6.91 | Πᾶσα βοῦς ἀροτριᾷ: ἔοικεν ἐπ’ αἰσχρότητι πρὸς τὰς γυναῖκας εἰρῆσθαι. | |
6.92 | Πάντα ἀγαθοὶ τολμῶσι: καί· πάντα κακοὶ τολ‐ μῶσι. | |
6.93 | Πάντα πλουσίοις καλὰ κοὐδὲν αὐτοῖς πρᾶγμα. | |
6.94 | Πάντων τοι μέτρον ἐστὶ τὸ ἐπιεικές. | |
6.95 | Πάγη παρ’ οὖας: πρὸς τοὺς δι’ ἀκουῆς θηρῶντας | |
τινάς. | 200 | |
6.96 | Πάππος ἀκάνθης: ἐπὶ τοῦ μηδενός. πάππος γάρ ἐστι τὸ φυόμενον ἐκ τῆς ἀκάνθης, ὃ προσπνέων ὁ ἄνεμος σκεδάζει πανταχοῦ. | |
6.97 | Πάντα λυπεῖ τὸν τυφλόν. | |
6.98 | Πάντ’ εἰς τὴν κερδαίνουσαν πήραν ὠθεῖν: ἐπὶ τῶν ἐκ παντὸς τρόπου κερδαίνειν βουλομένων. | |
6.99 | Πάσης ἅπτεσθαι κώπης: παρεγγυᾷ διὰ παντὸς ἔχεσθαι ἔργου. | |
6.100 | Παρὰ ποταμὸν φρέαρ ὀρύττειν: ἐπὶ τῶν μάτην πονούντων. | |
7.1 | Πᾶσα γῆ πατρίς. | |
7.2 | Παρὼν ἀποδημεῖ: ἐπὶ τῶν αἴσθησιν ἑαυτῶν οὐδε‐ μίαν παρεχομένων. | |
7.3 | Πάλαι ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι: ἐπὶ τῶν πρότερον μὲν ἐπ’ ἀνδρίαν δόξαν ἐχόντων, ἐλαττωθέντων δὲ ὕστερον. | |
7.4 | Πάντα λίθον καὶ πάντα κάλων κινεῖ: ἐπὶ τῶν | |
πάσῃ χρωμένων προθυμίᾳ. | 201 | |
7.5 | Παρακύπτων λίθος: ἐπὶ τοῦ δήλου. | |
7.6 | Πέτρας σπείρεις: ἐπὶ τῶν μάτην πονούντων. | |
7.7 | Πεύκης τρόπον: ἐπὶ τῶν πανωλεθρίᾳ διαφθειρομέ‐ νων· παρόσον ἡ πεύκη τμηθεῖσα οὐκέτι ἀναφύει. | |
7.8 | Περὶ ὄνου σκιᾶς: ἐπὶ τῶν ἐπ’ εὐτελέσι μαχομένων. | |
7.9 | Περσικὴ τιμωρία: ἐπὶ τοῦ ἀργαλέου καὶ ἀποτόμου. | |
7.10 | Πελαργικοὶ νόμοι: ἐπὶ τῶν τὰς εὐεργεσίας ἀμειβο‐ μένων· παρόσον οἱ τῶν πελαργῶν νεοττοὶ τοὺς πατέρας τρέφουσι γεγηρακότας. | |
7.11 | Πεζῇ βαδίζων μὴ φοβοῦ τὰ κύματα: χρησμὸς οὗτος Ἰάσονι δοθείς. | |
7.12 | Πίθηκος ὁ πίθηκος κἂν χρυσᾶ ἔχῃ σάνδαλα: | |
ἐπὶ τῶν οὐδὲν ἐξ ἐπεισάκτου κόσμου ὠφελουμένων. | 202 | |
7.13 | Πεινῶντι δὲ ὕπνος οὐκ ἐπέρχεται. | |
7.14 | Πίθηκος ὄμφακας σιτούμενος: παρόσον πονη‐ ρὸν μὲν τὸ ζῷον, πονηρὰ δὲ σιτεῖται. | |
7.15 | Πιθήκῳ πάτταλον: ἐπὶ τῶν κατ’ ἀξίαν τι πα‐ σχόντων. | |
7.16 | Πεινῶντος ἀνδρὸς ἰσχνὰ τἀντικνήμια. | |
7.17 | Πεινῶντι πᾶν ἐστι χρῆμα ἐδώδιμον. | |
7.18 | Πλοῦτος κεραμέως: ὁ μὴ βέβαιος, ἀλλὰ σαθρὸς καὶ διάκενος. | |
7.19 | Πολλὰ ψεύδονται ἀοιδοί: ἐπὶ τῶν κέρδους ἕνεκα καὶ ψυχαγωγίας ψευδῆ λεγόντων. | |
7.20 | Πολλοὶ ναρθηκοφόροι, παῦροι δὲ βάκχοι: ἐπὶ τῶν προσποιουμένων τι εἰδέναι καὶ μὴ εἰδότων. | |
7.21 | Πολύπους ὥσπερ πέτρας ἔχεται: ἐπὶ τῶν λιπα‐ ρῶς τισι προσκαθημένων. | |
7.22 | Πολλὰ μὲν ἀλώπηξ, ἀλλ’ ἐχῖνος ἓν μέγα. | |
7.23 | Πολλῶν θηρίων ἐγὼ ψόφους ἀκήκοα: ἐπὶ τῶν κενῶν ἀπειλῶν. | |
7.24 | Πολλῶν ὁ λιμὸς γίνεται διδάσκαλος. | 203 |
7.25 | Πολλαῖς πληγαῖς δρῦς δαμάζεται: πρὸς τοὺς δυσαλώτους. | |
7.26 | Πολλοί σε μισήσουσιν, ἐὰν σεαυτὸν φιλῇς. | |
7.27 | Πολύποδος τρόπον. | |
7.28 | Πολύποδος ὁμοιότης: πρὸς τοὺς ἐξομοιοῦντας ἑαυτοὺς οἷς ἂν πλησιάζωσιν. | |
7.29 | Πολλάκι τοι καὶ μωρὸς ἀνὴρ κατὰ μοῖραν ἔειπεν. | |
7.30 | Ποικιλώτερος ὕδρας: ἐπὶ τῶν δολερῶν, ἤτοι θαυ‐ μαζομένων. | |
7.31 | Πολλὰ μεταξὺ πέλει κύλικος καὶ χείλεος ἄκρου: ἐπὶ τῶν τὰ ἄδηλα ἐλπιζόντων. | |
7.32 | Πολλάκι δὴ ξύμπασα πόλις κακοῦ ἀνδρὸς | |
ἀπηύρα. | 204 | |
7.33 | Πρὶν τοὺς ἰχθῦς λαβεῖν τὴν ἅλμην κυκᾷς: ἐπὶ τῶν τοὺς καιροὺς προλαμβανόντων. | |
7.34 | Πράσου φύλλῳ τὸ τῶν ἐρώντων δέδεται βα‐ λάντιον: ὅτι οἱ ἐρῶντες πολλὰ ἀναλίσκουσιν. | |
7.35 | Πρὸς Κρῆτα κρητίζεις: ἐπὶ τῶν πρὸς τοὺς ὁμοίους ψευδομένων. | |
7.36 | Πρὸς Κᾶρα καρίζεις: ὅμοιον. | |
7.37 | Πρᾳότερος περιστερᾶς: ἐπὶ τῶν πάνυ ἐπιεικῶν. | |
7.38 | Πρὸς σῆμα μητρυιᾶς κλαίειν: ἐπὶ τοῦ ἀφροντίστου. | |
7.39 | Προσέχεται δ’ ὥσπερ λεπάς: ἐπὶ τῶν τινος ἐχο‐ μένων. | |
7.40 | Πρὸς λέοντα δορκὰς ἅπτεται μάχης: ἐπὶ τῶν πρὸς τοὺς κρείττονας ἐριζόντων. | |
7.41 | Πρεσβύτερος Κόδρου: ἤτοι Κρόνου. ἐπὶ τῶν | |
σφόδρα παλαιῶν. | 205 | |
7.42 | Πρὸς δύο οὐδὲ Ἡρακλῆς. | |
7.43 | Προμέρου κύνες: ἐπὶ τῶν σφόδρα ἀγρίων. | |
7.44 | Πρὸς κέντρα λακτίζειν: ἐπὶ τῶν μείζοσιν ἀντι‐ τεινόντων. | |
7.45 | Πτωχοῦ πήρα οὐ πίμπλαται. | |
7.46 | Πυθώδε ὁδός: ἐπὶ τῶν τὰ αὐτὰ πραττόντων· ὡς· Διὸς Κόρινθος. | |
7.47 | Πῦρ ἐπὶ δαλῷ: ἐπὶ τῶν ταχέως γινομένων. | |
7.48 | Πῦρ ἐπὶ πῦρ. | |
749t | ΤΟ Ρ. | |
7.49 | Ῥαδαμάνθυος ὅρκος: ἐπὶ τῶν κατὰ μικροῦ τινος ὀμνύντων, ἤγουν κριοῦ, κύκνου, λαχάνων καὶ τῶν ὁμοίων. | |
7.50 | Ῥαδαμάνθυος κρίσις: ἐπὶ τῶν δικαιοτάτων. | |
7.51 | Ῥήγματα ἀντὶ τῶν σχημάτων: ἐπὶ τοῦ παραπο‐ λαύοντός τινος, δι’ ὃ πράττει. | |
7.52 | Ῥήματα ἀντὶ ἀλφίτων. | |
7.53 | Ῥοδίων χρησμός: ἐπὶ τῶν περιεργότερον πυνθα‐ | |
νομένων. | 206 | |
7.54 | Ῥόδον ἀνεμώνῃ συγκρίνεις: ἐπὶ τῶν τὰ ἀνόμοια συμβαλλόντων. | |
755t | ΤΟ Σ. | |
7.55 | Σαμιακὴ λαύρα: ἐπὶ τῶν εἰς τρυφὴν ἐκκεχυμένων. | |
7.56 | Σαρδιανὸς κάπηλος: ἐπὶ τῶν εἰς τὰ χείρω μετα‐ βαλλόντων. | |
7.57 | Σαρδανάπαλος: ἐπὶ τῶν ἁβροδιαίτων. | |
7.58 | Σαπρότερος τρυγός: ἐπὶ τοῦ σφόδρα φαύλου. | |
7.59 | Σαρδόνιος γέλως: ἐπὶ τῶν ἐπ’ ὀλέθρῳ σφῶν αὐτῶν γελώντων. | |
7.60 | Σιβυλλιᾷ ὁ γέρων: ἐπὶ τῶν παραγεγηρακότων. | |
7.61 | Σιβύλλης ἀρχαιότερος: ὁμοία. | |
7.62 | Σικυώνιος ἐπαπέδυ: ἐπὶ τῶν τολμηρὸν μέν τι ποι‐ ούντων, οὐδὲν δὲ ἀνυόντων. | |
7.63 | Σικυώνιος δραπέτης: ὁμοία. | |
7.64 | Σικελὸς ὀμφακίζεται: ἐπὶ τῶν μηδενὸς ἄξια κλε‐ | |
πτόντων. | 207 | |
7.65 | Σικελὸς στρατιώτης μισθὸν διωθεῖται: ἐπὶ τῶν ἀπωθεῖσθαι προσποιουμένων, ἃ μηδεὶς αὐτοῖς δίδωσιν. | |
7.66 | Σκυθῶν ἐρημία: ἐπὶ τῶν ἐρήμων καὶ ἐξηγριωμένων τόπων. | |
7.67 | Σκιὰν δέδοικεν: ἐπὶ τῶν σφόδρα δειλῶν. | |
7.68 | Σκιᾷ μορμολύττεσθαι: ἐπὶ τῶν κενῶς ἐκφοβούντων. | |
7.69 | Σκαμβὸν ξύλον οὐδέποτ’ ὀρθόν: πρὸς τοὺς ἀκάμ‐ πτους καὶ σκληρούς. | |
7.70 | Σκύτη βλέπει: ἐπὶ τῶν ὑφορωμένων πείσεσθαί τι κακὸν καὶ διὰ τοῦτο σκυθρωπῶν. | |
7.71 | Σκιᾶς εἴδωλον: ἐπὶ τοῦ σφόδρα ἀσθενοῦς. | |
7.72 | Σκορπίους βέβρωκεν: ἐπὶ τῶν ὀργίλων. | 208 |
7.73 | Σμῆνος ἡδονῶν: ἐπὶ πλήθους εὐδαιμονίας. | |
7.74 | Σοφοκλέους μέλη: ἐπὶ τῶν ἡδύτατα λεγόντων· τὰ γὰρ Σοφόκλεια μέλη κομιδῇ ἡδέα. | |
7.75 | Σοφὸν ὁ βοῦς, ἔφασκε δ’ ἀστράβην ἰδών: οὐ προσήκειν αὐτῷ τὸ σκεῦος. | |
7.76 | Σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ. | |
7.77 | Σποδὸν φεύγων εἰς πῦρ ἐμπέπτωκα. | |
7.78 | Σπάρταν ἔλαχες, ταύτην κόσμει: ἐπὶ τῶν τὰ χείρονα λαγχανόντων. | |
7.79 | Στρέφε λόγον· οὐ γὰρ ἅμαξα: ὅτι ὁ λόγος ῥᾳδίως μεταστρέφεται. | |
7.80 | Στρηνιᾷ: ἐπὶ τῶν ἀναίδην σκωπτόντων. | 209 |
7.81 | Στησίχορος παλινῳδίαν ᾄδει: ἐπὶ τῶν μεταβαλ‐ λομένων ἐπὶ τοῖς βελτίοσιν. | |
7.82 | Συκίνη μάχαιρα: ἐπὶ τῶν ἀσθενεστάτων καὶ εὐτελῶν. | |
7.83 | Συκίνη βακτηρία: καί· Συκίνη ἐπικουρία: ἐπὶ | |
τῶν ἀσθενῶς βοηθούντων. | 210 | |
7.84 | Σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει. | |
7.85 | Σῦς ἀκοντίῳ βεβλημένος: ἐπὶ τῶν τοὺς ἀδικήσαν‐ τας μισούντων· ἐπείπερ οἱ ἀδικηθέντες μισοῦσι τὸν ἀδι‐ | |
κήσαντα, καθάπερ σῦς τὸν πλήξαντα. | 211 | |
7.86 | Συνεκποτέον ἐστί σοι καὶ τὴν τρύγα: ὅτι χρὴ οὐ μόνον τῶν ἡδέων κοινωνεῖν, ἀλλὰ καὶ τῶν λυπηρῶν. | |
7.87 | Συβαρίτης διὰ πλατείας πλατύνων: ἐπὶ τῶν ἀλαζονείᾳ ὑπερβαλλόντων· τοιοῦτοι γὰρ οἱ Συβαρῖται. | |
7.88 | Σύκινος νοῦς: ἐπὶ τῶν ἀνοήτων· παρόσον τὸ σύκι‐ νον ξύλον ἀσθενέστατον. | |
7.89 | Σὺν δορὶ σὺν ἀσπίσιν: ἐπὶ τῶν παντὶ τρόπῳ βοη‐ θούντων. | |
7.90 | Συνῆλθον Ἀτταγᾶς τε καὶ Νουμήνιος: ἐπὶ δύο πονηρῶν εἰς ταὐτὸ συνεληλυθότων· φασὶ δὲ γραῦν τοῦτο εἰπεῖν Ἐπιδαύρῳ ἐπὶ δύο κλεπτῶν. | |
7.91 | Σύρβα τύρβα: ἐπὶ τῶν ἀτάκτως καὶ μετὰ θορύβου | |
διαπραττομένων. | 212 | |
7.92 | Συρακουσίων τράπεζα: ἐπὶ τῶν ἁβροδιαίτων καὶ τρυφηλῶν· τοιοῦτοι γὰρ οἱ Συρακούσιοι. | |
7.93 | Σφήττιον ὄξος: ἐπὶ τοῦ ὀργίλου καὶ ὀξέος. οἱ γὰρ Σφήττιοι ἐπὶ τοῦτο κωμῳδοῦνται. | |
7.94 | Σφηκιὰν ἠρέθισας: ἐπὶ τῶν ἑαυτοῖς κακὰ κινούντων. | |
7.95 | Σφάλλειν σὺν ἐχθροῖς καὶ φίλους κέρδος φέ‐ ρει: ὁμοία ταύτῃ· Ἀπόλοιτο καὶ φίλος σὺν ἐχθροῖς. | |
7.96 | Σωρὸς ἀγαθῶν: ὥσπερ· θάλαττα ἀγαθῶν. ἐπὶ εὐδαιμονίας. | |
797t | ΤΟ Τ. | |
7.97 | Τὰ ἐκ τρίποδος: ἐπὶ τῶν ἀληθῶς λεγομένων. | |
7.98 | Τὰ ἐξ ἁμάξης: ἐπὶ τῶν ῥητὰ καὶ ἄῤῥητα λοιδορούντων. | 213 |
7.99 | Ταινάριον κακόν: ἐπὶ τῶν σφόδρα δεινῶν καὶ χαλεπῶν. | |
7.100 | Τὰ Κινύρου τάλαντα: ἐπὶ τῶν τὸ ἴσον καὶ τὸ δίκαιον φυλαττόντων. | |
8.1 | Τὰ Ταντάλου τάλαντα: ἐπὶ τῶν σφόδρα πλουσίων. | |
8.2 | Τὰ Σαμίων ἄνθη: ἐπὶ τῶν μεθύσων. | |
8.3 | Τὰ Σαμίων ὑποπτεύεται: ἐπὶ τῶν δεδιότων κα‐ κῶν τινα προσδοκίαν. | |
8.4 | Τὰ ἐπὶ Ναννάκου: ἐπὶ τῆς ἀρχαιότητος τῆς πολλῆς. | |
8.5 | Τὰ γῆς ἔνερθε καὶ τὰ ἐπὶ πέδον: λείπει οἶδεν. ἐπὶ τῶν πολυπραγμόνων. | |
8.6 | Τὰς Προμηθίου μηχανάς: ἐπὶ τῶν ἐξαπατώντων ἐπὶ τέχνῃ τινί. Προμήθιον γὰρ τόπος ἦν ἐν Σικελίᾳ, ἐν ᾧ οἱ ὀρνιθοσκόποι διέτριβον. | |
8.7 | Τενέδιος πέλεκυς: ἐπὶ τῶν ἀποτόμως τι καὶ ὠμῶς διαπραττομένων. ἐν γὰρ Τενέδῳ τῇ νήσῳ δύο πελέκεις | |
ἀνέκειντο σεβάσμιοι, δι’ ὧν ἀνῃροῦντο οἱ μοιχοί. | 214 | |
8.8 | Τερμέρια κακά: ἐπὶ τῶν σφόδρα δεινῶν καὶ χαλε‐ πῶν. ἀπὸ Τερμέρου τινὸς θηριώδους τὴν φύσιν καὶ λῃστοῦ. | |
8.9 | Τετρὰς καὶ νουμηνία: ἐπὶ τῶν φύσει ἀργῶν παρό‐ σον ταύτας τὰς ἡμέρας ἀργὰς ἐνόμιζον. | |
8.10 | Τερπνὸν χρῆμα ἀλλήλοις ἡλικιῶται: ἐπὶ τῶν ὁμηλίκων. | |
8.11 | Τέττιγος ἀκούει: ἐπὶ τοῦ ἀφροντίστου· παρόσον ὁ τέττιγος ἀκούων ἥδεται. | |
8.12 | Τέττιγος ᾄδων νόμον: ἐπὶ τοῦ μηδενὸς ἀξίου. | |
8.13 | Τευμησσία ἀλώπηξ: ἐπὶ τῶν πολλῇ πανουργίᾳ χρωμένων. | |
8.14 | Τὴν αὑτοῦ σκιὰν δέδοικεν: ἐπὶ τῶν σφόδρα δειλῶν. | |
8.15 | Τῆς αὐτῆς κεραμίας: ἐπὶ τοῦ ὁμοίου καὶ παρα‐ | |
πλησίου. | 215 | |
8.16 | Τὴν λεοντῆν λάμβανε: ἐπὶ τοῦ γενναῖόν τι πράτ‐ τειν μέλλοντος. | |
8.17 | Τὴν ἀλωπεκῆν ὑπέδυ: ἐπὶ τῶν πανουργίᾳ χρωμένων. | |
8.18 | Τὴν αὐτὸς σαυτοῦ θύραν κρούεις λίθῳ: ἐπὶ τῶν εἰς τὰ οἰκεῖα πλημμελούντων. | |
8.19 | Τὴν ὑπὸ σκότους: ἤγουν τὴν λαθραίαν. | |
8.20 | Τῆς δευτέρας ἢ ὑστέρας ἐφόδου: ἐπὶ τῶν ἐκ δευτέρου τισὶν ἔργοις ἐπιχειρούντων. | |
8.21 | Τὴν ἐκ τῆς φαρέτρας: ἐπὶ τῶν ἀγαθὴν ἡμέραν ἀγόντων. τὴν δὲ αὐτὴν ταύτην καὶ λευκὴν καὶ εἰρηνικὴν λέγουσιν· ἐλήφθη δὲ ἡ παροιμία ἀπὸ τῶν Σκυθῶν. | |
8.22 | Τὴν ἀπὸ Σκυθῶν ῥῆσιν: ἐπὶ τῶν ὠμῶν καὶ ὑπερ‐ | |
ηφάνως ἀποκρινομένων. πολεμούντων γάρ ποτε πρὸς ἀλλή‐ λους Περσῶν καὶ Σκυθῶν καὶ βασιλέως τῶν Περσῶν πρε‐ σβευσαμένου πρὸς τοὺς Σκύθας περὶ εἰρήνης, οἱ Σκύθαι | 216 | |
5 | ἄλλο μὲν οὐδὲν ἀπεκρίναντο, μῦν δὲ καὶ βάτραχον καὶ βέλος τοῖς ἀπελθοῦσιν ἀποκομίζειν τῷ βασιλεῖ παρέδοσαν, αἰνιττόμενοι διὰ τούτων, ὅτι οὐδὲ ἐὰν ὡς βέλος διὰ τοῦ ἀέρος διαπτῇ, ἢ ὡς μῦς εἰς τὴν γῆν ὑποδύῃ, ἢ ὡς βάτρα‐ χος εἰς ὕδατα δύνῃ, διαφεύξεται αὐτούς. | |
8.23 | Τὴν ἐν Ἄργει ἀσπίδα: ἐπὶ τῶν σωφρόνως βεβιω‐ κότων. ἐπεὶ ἐν Ἄργει οἱ διαφυλάξαντες τὴν ἐν παισὶν ὥραν καλῶς ἱερὰν ἀσπίδα ἀναλαμβάνοντες ἐπόμπευον. | |
8.24 | Τὴν κατὰ σαυτὸν ἔλα: ἐπὶ τῶν μείζονα ἢ κατὰ τὴν ἑαυτῶν δύναμιν αἱρουμένων πράγματα. | |
8.25 | Τὴν Ὕδραν τέμνειν: ἐπὶ τῶν ἀμηχάνων· διὰ τὰ μυθευόμενα περὶ τῶν τῆς Ὕδρας φυομένων ἐν τῇ τομῇ κεφαλῶν. | |
8.26 | Τὴν ἐπὶ Λύσιδος πολιτείαν: ἐπὶ τῆς ἀναξίας. | |
φασὶ γὰρ Φασηλίτας ψηφίσασθαι τὸν βουλόμενον Φασηλί‐ την μνᾶν δόντα πολιτεύεσθαι, εἶτα πολλῶν ἐγγραφέν‐ των ἀναξίων γενέσθαι τὴν παροιμίαν. | 217 | |
8.27 | Τίκτει τοι κόρος ὕβριν, ὅταν κακῷ ἀνδρὶ παρ‐ είη: ἐπὶ τῶν ἐν ταῖς εὐτυχίαις ἀφορήτων. | |
8.28 | Τί κόθορνος καὶ ῥόπαλον ξυνηλθέτην: ἐπὶ τῶν ἀλλόκοτα διαπραττομένων. | |
8.29 | Τίς πατέρ’ αἰνήσει’, εἰ μὴ κακοδαίμονα τέκνα: ἐπὶ τῶν προγονικὰ ἀνδραγαθήματα προφερόντων. | |
8.30 | Τί πρὸς τὸν Ἑρμῆν: αὕτη ὁμοία ἐστὶ τῇ· Τί πρὸς τὸν Διόνυσον; | |
8.31 | Τί δεῖ παρεῖναι λήκυθον, ἢν ἔτνος παρῇ. | |
8.32 | Τί τὸν τάραντα πρός με ποικίλλεις ἔχων; αὕτη ὁμοία τῇ· Τί πρὸς ἐμὲ τὰ ποικίλα; τάρας δέ | |
ἐστι ὁ χαμαιλέων τὸ ζῷον. | 218 | |
8.33 | Τί δ’ ἂν κάπηλος παρὰ καπηλίδος λάβοι: ὅτι οὐδὲν ἢ οἶνον. | |
8.34 | Τί κυνὶ καὶ βαλανείῳ: ἐπὶ τῶν ἀσυνήθεις κατα‐ λαμβανόντων τόπους. | |
8.35 | Τίς καλοῦ μηχανή: ἐπὶ τοῦ μὴ ὁμοίου. | |
8.36 | Τιθωνοῦ γῆρας: ἐπὶ τῶν πάνυ παλαιῶν καὶ πολυ‐ χρονίων. | |
8.37 | Τίσιν ὁ Ἀπόλλων κεκιθάρικεν; | |
8.38 | Τιτᾶνας βοᾶν: ἐπὶ τῶν κεκραγότων τινὰς εἰς βοήθειαν. | |
8.39 | Τὸν φρουρὸν χρὴ φρουρεῖν, τὸν ἐρῶντα δ’ ἐρᾶν. | |
8.40 | Τὸ ἐν τῇ καρδίᾳ τοῦ νήφοντος ἐπὶ τῆς γλώτ‐ της ἐστὶ τοῦ μεθύοντος. | |
8.41 | Τὸ καλὸν φίλον. | 219 |
8.42 | Τὸν καπνὸν φεύγων εἰς τὸ πῦρ ἐνέπεσεν. | |
8.43 | Τοῦ πατρὸς τὸ παιδίον: ἐπὶ τοῦ ὁμοίου. | |
8.44 | Τὸν λύκον τῶν ὤτων ἔχειν: ἐπὶ τῶν ἐν κινδύνῳ καθεστώτων· οὔτε γὰρ κατέχειν οἷόν τε οὔτε ἀφεῖναι | |
ἀκίνδυνον. | 220 | |
8.45 | Τὸν Μίδου πλοῦτον ἔχειν: ἐν ὑπερβολῇ λέγεται. | |
8.46 | Τὸν αὐτὸν αἰνεῖν καὶ ψέγειν ἀνδρὸς κακοῦ. | |
8.47 | Τὸ Αἰσώπου αἷμα: ἐπὶ τῶν δυσαποτρίπτοις ὀνείδε‐ σιν ἢ κακοῖς ἐνεχομένων. | |
8.48 | Τὸ πολλὰ πράττειν οὐκ ἐν ἀσφαλεῖ βίου: ἐπὶ τῶν πολλὰ πραγματευομένων καὶ ὕστερον εἰς κίνδυνον ἐμπιπτόντων. | |
8.49 | Τὸ Ἡσιόδειον γῆρας: ἐπὶ τῶν πάνυ παλαιῶν. | |
8.50 | Τὸ Ἀλκισθένους ἱμάτιον: ἐπὶ τῶν πολυτελῶν. | |
8.51 | Τὸν Ἐνδυμίωνος ὕπνον καθεύδειν: ἐπὶ τῶν ἄγαν ὑπνηλῶν. | |
8.52 | Τὸν ἵππον ὁ Σκύθης: ἐπὶ τῶν κρύφα μέν τινος ἐφιεμένων, φανερῶς δὲ ἀπωθουμένων καὶ διαπτυόντων αὐτό. | |
8.53 | Τοῖς εὐτυχοῦσι καὶ τρίμηνα παιδία. | 221 |
8.54 | Τὸν Κολοφῶνα ἐπέθηκε. | |
8.55 | Τὸ αὐτῆς ὄνειδος ἡ κύων ἄλλοις φέρει. | |
8.56 | Τὸ κακὸν κυνὸς ὗς ἀπέτισεν: ἐπὶ τῶν ἀνθ’ ἑτέ‐ ρων δίκας ἀποτιννύντων. | |
8.57 | Τοῖς σαυτοῦ πτεροῖς ἥλως. | 222 |
8.58 | Τροχοῦ περιστείχοντος ἄλλοτε ἡ ἑτέρα ἁψὶς ἄνωθεν ἐστίν, ἄλλοτε ἡ ἑτέρα: ὅτι ἐπὶ τοῦ αὐτοῦ οὐδὲν μένει. | |
8.59 | Τρυγόνος λαλίστερος: ἐπὶ φλυάρων. | |
8.60 | Τυφλὸς ὁ πλοῦτος: ἐπὶ τῶν ἀναξίως εὐπραγούντων. | |
8.61 | Τυῤῥηνικὸν σανδάλιον: ἐπὶ τοῦ πολυτελοῦς. | |
8.62 | Τυῤῥηνικὸς ἀνδριάς: ἐπὶ τοῦ ἀκριβοῦς. | |
8.63 | Τυδεὺς ἐκ συφορβίου: ἐπὶ ἀπαιδεύτου ἀξίωμα | |
ἔχοντος. | 223 | |
864t | ΤΟ Υ. | |
8.64 | Ὑακίνθου κῶμος: ἐπὶ τῶν μετὰ δόξης τι πασχόντων. | |
8.65 | Ὗν κείρεις: ἐπὶ τῶν ἀνωφελῶν. | |
8.66 | Ὑπὲρ κάρα πτύειν: ἐπὶ τῶν ὑπερηφανευομένων. | |
8.67 | Ὑπὲρ τὰ ἐσκαμμένα. | |
8.68 | Ὑπὲρ τὰ Καλλικράτους: ἐπὶ τῶν καθ’ ὑπερβολήν τι ποιούντων. ἢ ἐπὶ τῶν τοὺς πρωτεύοντας ἔν τισιν ὑπερ‐ αιρόντων. | |
8.69 | Ὑπὸ παντὶ λίθῳ σκορπίος: ἐπὶ πολυπληθίας τῶν πανταχοῦ ὄντων πονηρῶν ἀνθρώπων. | |
8.70 | Ὕδραν τέμνεις: ἐπὶ τῶν ἀμηχάνων. | |
871t | ΤΟ Φ. | |
8.71 | Φακῆ δὲ κἂν θέρει κἂν χειμῶνι φακῆ: ἐπὶ τῶν | |
ἀεὶ τῶν αὐτῶν ὄντων. | 224 | |
8.72 | Φενακίζεις φένακα: ἐπὶ τῶν τοὺς ὁμοίους ἐξαπα‐ τώντων. | |
8.73 | Φιλίππου ἀλεκτρυών: ἐπὶ τῶν ἐν μικροῖς κατορ‐ θώμασιν ἀλαζονευομένων. | |
8.74 | Φοινίκων συνθῆκαι: ἐπὶ τῶν ἐπιβουλευόντων τισὶ διά τινος συνθήματος. *** νύκτα γὰρ καὶ ἡμέραν αἰτή‐ σαντες καὶ λαβόντες παρὰ Καρχηδονίων ἤθελον μένειν ἔστ’ ἂν ἄλλο τι παρὰ νύκτα καὶ ἡμέραν γένηται. | |
8.75 | Φρυνίχου πάλαισμα: ἐπὶ τῶν πονηρῶν καὶ δολίων ἀνθρώπων. | |
8.76 | Φωκαέων ἀρά: ἐπὶ τῶν ἰσχυρῶς καταρωμένων· ἢ | |
ἐπὶ τῶν μεταγινωσκόντων ἐφ’ οἷς ἔπραξαν. | 225 | |
877t | ΤΟ Χ. | |
8.77 | Χαλάσω τὴν ἱερὰν ἄγκυραν: ἐπὶ τῶν εἰς ἀσφά‐ λειαν ἐρχομένων. | |
8.78 | Χαλεπὰ τὰ καλά: Πιττακὸν ἀποτιθέμενον τὴν ἀρ‐ χὴν πρὸς τοὺς θαυμάζοντας φάναι· Χαλεπὸν ἐσθλὸν ἔμμεναι· Σόλωνα δὲ μαλακίαν αὐτοῦ καταγνόντα εἰπεῖν· Χαλεπὰ τὰ καλά. | |
8.79 | Χαλεπὸν χορίου κύνα γεύειν: τὸ ἔλυτρον τοῦ ἐμβρύου χόριον καλεῖται. οἱ δὲ κύνες γευσάμενοι τούτου καὶ τοῖς ἐμβρύοις διὰ τὸ λίχνον ἐπιβουλεύουσιν. | |
8.80 | Χάρητος ὑποσχέσεις: ἐπὶ τῶν εὐχείρως ἐπαγγελ‐ λομένων. | |
8.81 | Χειμὼν ὀρνιθίας: ἤγουν σφοδρός, ἐν ᾧ τὰ ὄρνεα φθείρεται. Λέγεται καὶ ἄνεμος ὀρνιθίας. | |
8.82 | Χθόνια λουτρά: τὰ τοῖς νεκροῖς ἐπιφερόμενα. | |
8.83 | Χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα. | |
8.84 | Χωρὶς τὰ Μυῤῥᾶς καὶ Σιλωὰμ ῥεύματα. | |
8.85 | ** πενιχρὸς δ’ οὐδέποτ’ ἐσθλός: ἐπὶ τῶν διὰ πλοῦτον εὐημερούντων. | |
886t | ΤΟ Ψ. | |
8.86 | Ψευδόπυρα: ὅσα διὰ νυκτὸς γίνεται πρὸς τὴν τῶν πολεμίων κατάπληξιν. | |
8.87 | Ψευδόπλουτος. | |
8.88 | Ψευδόπτωμα. | 226 |
8.89 | Ψευδέγγραφος δίκη. | |
8.90 | Ψήξει καὶ πέτρην ὁ πολὺς χρόνος. | |
8.91 | Ψάλλων κενήν: ἐπὶ τῶν μάταια κοπιώντων. | |
8.92 | Ψυχὴ πρόμαντις. | |
8.93 | Ψεκάς: ἡ δρόσος. | |
894t | ΤΟ Ω. | |
8.94 | Ὤδινεν ὄρος, εἶτα μῦν ἀπέτεκεν: ὅταν ἐλπίσας τις μεγάλα μικροῖς ἐντύχοι. | |
8.95 | Ὠσὶν ἑστῶσιν: ἐπὶ τῶν πρὸς τὸ ἀκοῦσαι τὰ ὦτα εὐ‐ τρεπιζομένων. | |
8.96 | Ὥσπερ ἥρως ἐν ἀσπίδι ξενίσαι βούλομαι: ὅτι | |
δεῖ καὶ δοκεῖ σὺν τῷ † εἶναι. | 227 |