TLG 9007 001 :: APPENDIX PROVERBIORUM :: Appendix proverbiorum APPENDIX PROVERBIORUM Appendix proverbiorum Citation: Centuria — section — (line) | ||
1.1 | Ἀγάλματα Ἑκάτης. | |
1.2 | Ἀγνοεῖ δ’ ἀράχνη παῖδα ἔως παιδεύει, θρέ‐ ψασα γὰρ τέθνηκεν: ἐπὶ τῶν καθ’ ἑαυτῶν τι δια‐ | |
πραγματευομένων. | 379 | |
1.3 | Ἀγραφίου δίκη: ἐπὶ τῶν ἀποδοκιμασθέντων πραγμάτων τῷ δημοσίῳ καὶ κατὰ χάριν μὴ εἰσγραφέν‐ των ἐλέγετο. | |
1.4 | Ἀγροῦ πυγή: ἡ παροιμία ἐπὶ τῶν λιπαρῶς προσ‐ κειμένων· μεταφορικῶς ἀπὸ τῶν ὀρνέων. Μαλακώτατα γὰρ τὰ πρὸς τῇ πυγῇ τῶν ὀρνέων. | |
1.5 | Ἄιδεις πρὸς μυῤῥίνην: ἔθος τὸν μὴ δυνάμε‐ νον ἐν συμποσίῳ ᾆσαι, δάφνης κλάδον ἢ μυῤῥίνης λα‐ βόντα πρὸς τοῦτον ᾄδειν. | |
1.6 | Ἀεὶ γεωμόρος εἰς νέωτα πλούσιος. | |
1.7 | Αἰγαῖαν ἐμβολήν: ἐπὶ τῶν εὐτελῶν φορτίων. | |
1.8 | Αἰγῶν ὀνόματα: οἷον ἄχρηστα πράγματα· ὅμοιαι | |
γὰρ αἱ αἶγες. | 380 | |
1.9 | Αἰδὼς δ’ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ προ‐ ΐκτῃ: ἐπὶ τῶν δι’ ἐπιείκειαν βλαπτομένων. | |
1.10 | Αἰδὼς ἐν ὀφθαλμοῖς: ἢ ὅτι οἱ τοὺς ὀφθαλ‐ μοὺς κεκομμένοι οὐκ αἰδοῦνται, ἢ ὅτι τοὺς παρόντας αἰ‐ δοῦνται μᾶλλον οἱ ἄνθρωποι ἢ τοὺς ἀπόντας. | |
1.11 | Αἰσώπου γελοῖα: οὕτως ἔλεγον τοὺς Αἰσώπου μύθους ἐν τοῖς δικαστηρίοις. | |
1.12 | Ἀκάνθιος κύων: ταχεῖα, ὀνομαστικῶς. Τινὲς δὲ ἐπὶ τῶν προπετῶς τι πραττόντων, παρόσον τυφλὰ τίκτει ἡ κύων. | |
1.13 | Ἀκόλλητα χείλη οὐ σύκῳ βύσεις: παρεγγυᾷ ὁ λόγος τοῖς πράγμασιν ἐῤῥωμένως χρῆσθαι. | |
1.14 | Ἄκουε δὴ κακοῦ λόγου: ἐπὶ τῶν τοὺς μύθους | |
διηγουμένων. | 381 | |
1.15 | Ἅλις δὲ δρυόχων: ἐπὶ τῶν πολλάκις ἀρχομένων λόγων καὶ μὴ περαινόντων. | |
1.16 | Ἀλλὰ γὰρ ἀθυμοῦντες ἄνδρες οὔπω τρο‐ παῖον ἔστησαν: ἐπὶ τῶν δι’ ἀθυμίαν μηδὲν πραττόν‐ των γενναῖον. | |
1.17 | Ἄλλα μαρτυρεῖ τρία καὶ ἄλλα λήψει τρία: ἐπὶ τῶν πανοτιοῦν ποιούντων κέρδους ἕνεκα. | |
1.18 | Ἀλλ’ ἦ λύκος καλεῖ τὰς αἶγας μολών: ἐπὶ τῶν ἐν ὑποκρίσει ἐξαπατᾶν πειρωμένων. | |
1.19 | Ἄλλος ἐχθρὸς πολέμιος καὶ ἄλλη γυνὴ ἡ πολεμία. | |
1.20 | Ἀλλ’ ἕπου χώρας τρόποις: ὅτι δεῖ τὰ ἑκά‐ στης χώρας ἔθη μιμεῖσθαι τὸν ἐν ἑκάστῃ διατρίβοντα. | |
1.21 | Ἀλλ’ οὐκ ἐστὶ συκοφάντου δήγματος. | |
1.22 | Ἅλμη ἰχθύων, κρεῶν δὲ ζωμός. | 382 |
1.23 | Ἀλογίου δίκη: ἣν φεύγουσιν οἱ ἄρχοντες λόγον τῆς ἀρχῆς οὐ διδόντες. | |
1.24 | Ἅμα κνέφας ἅμ’ ὄρθρος. | |
1.25 | Ἃ μὴ κατέθου, μὴ ἀνέλῃ: παρεγγυᾶται τῶν ἀλλοτρίων ἀπέχειν. | |
1.26 | Ἀμύνει, ὡς ἔοικεν, ἡ πάγη: παρόσον καὶ ἡ δολιότης βοηθεῖ. | |
1.27 | Ἀνδριὰς σφυρήλατος: ἐπὶ τῶν ἀναισθήτων. | |
1.28 | Ἀνεῤῥίφθω κύβος: ἐπὶ τῶν ἀνελπίστοις ἑαυτοὺς ἐπιῤῥιπτόντων ἢ ὑπό τινος βίας συνωθουμένων. | |
1.29 | Ἀνίπτοις ποσὶν ἀναβαίνων ἐπὶ τὸ στέγος: ἐπὶ τῶν ἀμαθῶς ἐπί τινα ἔργα ἐρχομένων. | |
1.30 | Ἀνίπτοις χερσίν: [ἐπὶ τῶν σκωπτικῶν τίθεται. Τέλλην γὰρ αὐλητὴς ἐγένετο καὶ μελῶν ποιητὴς καταλε‐ λοιπὼς παίγνια εὐρυθμότατα καὶ σκώμματα κομψότατα. Οἱ δὲ ὅτι μελῶν ἦν ἀνυποτάκτων ποιητής. Μέμνηται | |
5 | αὐτοῦ Δικαίαρχος ὁ Μεσήνιος.] | |
---|---|---|
1.31 | Ἄννας κρίβανος: Ἄνναν Αἰγυπτίαν φασὶν ἐπι‐ νενοηκέναι τὸν κρίβανον εἰς τὴν τῶν ἄρτων ὄπτησιν. | |
Ἀφ’ ἧς ἡ παροιμία. | 383 | |
1.32 | Ἀντ’ ἰσχάδος: ἐπὶ τῶν μηδενὸς ἀξίων. παρ‐ όσον εὐτελέστατον ἡ ἰσχάς. | |
1.33 | Ἄξιος ὀβελίσκου καὶ ἀπὸ ὀβελίσκου: ἀπὸ τῶν ἰχθυδίων. Καὶ ἄξιος τοῦ παντός, ἐπὶ τῶν σφό‐ δρα τιμίων. | |
1.34 | Ἁπαλοὶ θερμολουσίαις: ἀντὶ τοῦ τρυφηλοὶ καὶ τὴν σάρκα διαῤῥέοντες. | |
1.35 | Ἅπαντα τόλμης καὶ ἀναισχυντίας: ὅτι ἡ ἀναισχυντία νικᾷ τὰ πολλά. | |
1.36 | Ἅπερ τὴν γλαῦκα θηρᾶν: ἐπὶ τῶν εὐτελές τι ζητούντων, παρόσον ἡ γλαὺξ μικρὰ καὶ γλίσχρα θηρᾶ. | |
1.37 | Ἁπλοῦν θύλακον πάτει: ἐπὶ τῶν εὐκαταφρο‐ νήτων. | |
1.38 | Ἀπὸ ἵππων ἐπ’ ὄνους: ἐπὶ τῶν ἀπὸ σεμνῶν εἰς εὐτελῆ μεταβαινόντων οἷον ἀπὸ γραμματικῆς εἰς χαλ‐ | |
κευτικήν. | 384 | |
1.39 | Ἀργυρὰν λιμόν: τοῖς ἀπειθοῦσιν ὁ Ἀπόλλων ἠπείλησε πολλάκις ἀργυρὰν λιμὸν ἀποπέμπειν, ὡς μέλ‐ λουσιν ἀργυρίου σῖτον ὠνήσεσθαι. | |
1.40 | Ἀρουραία μάντις: ἀκρίς ἐστι δυσκίνητος. Ταύ‐ της ταῖς κινήσεσιν οἱ ἀγροῖκοι μαντεύονται. Τίθεται τοί‐ νυν ἐπὶ τῶν νωθρῶν καὶ δυσκινήτων. Οἱ δὲ ἐπὶ τῶν εἰκῆ ταῖς μαντείαις φλυαρούντων. | |
1.41 | Ἀρχὴ δήπου παντὸς ἔργου χαλεπώτερον ἐστί. | |
1.42 | Ἀφαιρεῖν κροκύδας: ἐπὶ τῶν πάντα ποιούν‐ των ἕνεκεν κολακείας, ἢ Οὗτος ἀφαιρεῖται καὶ κρο‐ κύδας, ἐπὶ τῶν διὰ κολακείας μέχρι καὶ τῶν σμικροτά‐ των καταγινομένων αἰτεῖν. | |
1.43 | Ἀφ’ ἑστίας: ἐπὶ τῶν ἐξ ἀρχῆς τι πραττόντων. | |
1.44 | Ἄχνη πυρός: καπνός. Καὶ Ἄχνη ὕπνου. Ὁ δὲ Ἱπποκράτης καὶ Ἄχνη λιμοῦ. Δηλοῖ δὲ καὶ λεπτὸν ξύσμα. Ἄχνη Λυδῆς κερκίδος: τὸ ἄκρον· ἀπὸ τοῦ | |
τὴν ἐργασίαν ἄκρως ἔχειν· ἢ ἀπὸ τῆς θαλαττίας ἄχνης. | 385 | |
1.45 | Ἄχρι κόρου φενακίζει: ἤτοι ἀναισθητεῖ. | |
1.46 | Βάβυος χορός: ἐπὶ τῶν ἀτακτότερον καὶ ἀφυ‐ έστερον τῆς μουσικῆς χρωμένων. | |
1.47 | Βακτηρία καὶ σχῆμα καὶ τριβώνιον: γρ. καὶ τριώβολον. Τοῦτο ἐπέσκωπτον τοὺς Ἀθηναίους δικα‐ στὰς, ἐπεὶ τούτῳ τῷ τρόπῳ ἐδίκαζον. | |
1.48 | Βάλλ’ εἰς φθόρον: ἐπὶ τῶν ὀλέθρου ἀξίων. Βασίλειος ὀφθαλμός: τὸν ἐπί τινα ἀρχὴν | |
1.49 | πεμπόμενον οὕτως ἐκάλουν. Βάτα Κάρας: ἐπὶ τῶν παχέων λέγεται τοῦτο. | |
1.50 | Τινὲς οὖν ἐνόμισαν ἓν ὄνομα τοῦτο εἶναι καὶ ἐχρήσαντο τῇ παροιμίᾳ ἐπὶ τῶν παχέων. Ἔστι δὲ υἱὸς ὁ Κάρας τοῦ Βάτα, ὡς ἐν τῷ Ἡραίῳ τῷ Σαμίῳ ἐπιγέγραπται. Βάττου σίλφιον: ἐπὶ τῶν μεγάλων καὶ πολυ‐ | |
1.51 | τελῶν. Οἱ γὰρ Κυρηναῖοι τὸ σίλφιον μέγα τι καὶ ἐξαί‐ ρετον ἔχοντες ἔδοσαν Βάττῳ, καὶ οὐκ ἐξῆν ἄλλῳ κεκτῆ‐ σθαι, ἐχάραττον δὲ καὶ ἐπὶ μὲν τοῦ ἑνὸς μέρους τοῦ νο‐ μίσματος τὸν Ἄμμωνα, ἐπὶ δὲ τοῦ ἑτέρου τὸ σίλφιον, ὡς | 386 |
5 | μέγα· τὸ δὲ σίλφιον βότανόν ἐστι θεραπευτικὸν, ἡδύο‐ σμον καὶ πολύτιμον. | |
1.52 | Βδελύττομαι τὸν λεπρὸν ἀπὸ Μελανθίου: ὁ Μελάνθιος λέπραν εἶχε. Λέγει οὖν ἰδὼν τὸν Μελάν‐ θιον οἷόν ἐστι κακόν, βδελύττομαι τὸν λεπρόν. Λήψῃ δὲ τὸν λόγον ἐπὶ τῶν ὁμοίων κακῶν. | |
1.53 | Βέμβικος δίκην: ῥόμβου τρόπον· ἀπὸ τοῦ τὸν φεύγοντα μὴ ἐπ’ εὐθείας τὴν φυγὴν ποιεῖσθαι, ἀλλ’ εἱ‐ λεῖσθαι. | |
1.54 | Βησᾶς ἕστηκας: οἷον ἀχανής. Οὗτος ἕστηκεν ἀχανὴς παταγώδης καὶ ὑπόμωρος. | |
1.55 | Βιβλίον τοὐμὸν μέθυ: πρὸς τοὺς διαφθείρον‐ τάς τινα ἔργα· ἢ ἐπὶ τῶν φιλολόγων. | |
1.56 | Βλίτυρι καὶ σκινδαψός: ταῦτα παραπληρώ‐ ματα λόγων, εἰσὶ δὲ καὶ παροιμιώδη. Ἰόβας δὲ τὸν σκιν‐ δαψὸν ὄργανον λέγει μουσικόν, τὸ δὲ βλίτυρι χορδῆς μί‐ μημα. | |
1.57 | Βοίδιον Μολοττικόν: ἐπὶ τῶν καλλίστων, ἐπει‐ | |
δὴ διαφέρουσιν οἱ ἐν Ἠπείρῳ βόες. | 387 | |
1.58 | Βολίτου δίκην: πρὸς τοὺς ἀξίους καὶ ἐπὶ μι‐ κροῖς τιμωρίαν ὑπέχειν. Ἐν γὰρ τοῖς Σόλωνος ἄξοσιν ὁ νόμος καὶ τοὺς βόλιτον ὑφελομένους κολάζει. | |
1.59 | Βόσκουσι τοὺς κάμνοντας: ἐπὶ τῶν εἰς ἀλ‐ λοτρίας βλεπόντων τρυφάς. Παρὰ τὸ Αἱ δ’ ἐλπίδες βόσκουσι τοὺς κενοὺς βροτῶν. | |
1.60 | Βότρυς πρὸς βότρυν πεπαίνεται: ἐπὶ τῶν ἐξισοῦσθαι φιλονεικούντων. | |
1.61 | Βουζύγης: ἐπὶ τῶν πολλὰ ἀρωμένων. Ὁ γὰρ Βουζύγης Ἀθήνησιν ὁ τὸν ἱερὸν ἄροτον ἐπιτελῶν ** ἄλλα τε πολλὰ ἀρᾶται καὶ τοῖς μὴ κοινωνοῦσι κατὰ τὸν βίον ὕδατος ἢ πυρὸς ἢ μὴ ὑποφαίνουσιν ὁδὸν πλανωμένοις. | |
1.62 | Βουμύκου νῆες: ἐπὶ τῶν παραλογιζομένων. Φασὶ γὰρ Κυρηναίους οὔσας τὰς ναῦς προσεποιεῖτο ἰδίας ἔχειν. | |
1.63 | Βοῦς ἐναύλιος: ἐπὶ τῶν μηδὲν χρησιμευόντων. | 388 |
1.64 | Βοῦς ἐπὶ φάτνην: ἐπὶ τῶν ἐπὶ τὰ συνήθη καὶ ἥδιστα ἀφικνουμένων. | |
1.65 | Βύας: εἶδος ὀρνέου νυκτερινοῦ· καὶ Βύας ὤφθη καὶ Βύαι ὤφθησαν ἀντὶ τοῦ συμφοραί· προμηνύει γὰρ τὸ ὄρνεον κακά. | |
1.66 | Βύβλος: νῆσος. Βύβλινον τοὐμὸν μέθυ: παροιμία πρὸς τοὺς διαφθείραντας τινὰ ἔργα. | |
1.67 | Γαλλιστὶ τεμεῖν: ἐπὶ τῶν ἀφροντίστως ἀπαλ‐ λαγὴν πραγμάτων ποιήσασθαι βουλομένων. Γάλλοι γὰρ καλοῦνται οἱ ἀποτετμημένοι, ἢ ἀπὸ Γάλλου τοῦ ποταμοῦ [ἡσύχως ῥέοντος] ἢ ὅτι μεταπεπτώκασιν εἰς ἑτέραν φύσιν. | |
1.68 | Γελοιότερον ἀπεργάζῃ τῶν τὰς κέγχρους ἀποτορεύειν ἐπιχειρούντων: ἢ καθάπερ τὸν Μυρ‐ μηκίδην ἀντιπραττόμενον τῇ Φειδίου τέχνῃ. Φειδίας γὰρ ἄριστος ζωγράφος, Μυρμηκίδης δὲ κάκιστος. | |
1.69 | Γέραιρε σαυτόν: ἐν ἤθει, ἀντὶ τοῦ, εὔφραινε σαυτόν. | |
1.70 | Γέρανοι λίθους φέρουσιν: ἐπὶ τῶν προνοη‐ τικῶς τι ποιούντων. αἱ γὰρ γέρανοι διὰ τὸ ἐν ὕψει πέ‐ τεσθαι καὶ τῇ εἰς εὐθὺ ὁρμῇ τὴν ἐπὶ τὰ κάτω θέαν ἐμποδίζεσθαι, λίθους βαστάζουσιν, ὅπως κάμνουσαι τῇ | 389 |
5 | πτήσει ῥίπτοιεν καὶ αἴσθοιντο, πότερον ἐπὶ γῆς ἢ θα‐ λάττης φέρονται. Καὶ εἰ μὲν ἐπὶ θαλάττης ἥκοι ὁ λί‐ θος, ἀνύουσι τὴν ὁδόν· εἰ δὲ ἐπὶ γῆς, ἀναπαύονται. τοῦτό φησιν Ἀριστοφάνης· Γέρανοι λίθους καταπεπτωκυῖαι. | |
1.71 | Γέροντες εἰς ἄχυρον ἀποδεδρακότες: ἐπὶ τῶν ἑαυτοὺς ἀσφαλιζομένων. Τοῦ γὰρ Πέρσου κατιόν‐ τος εἰς ὀχυρόν τινα τόπον τοὺς γέροντας οἱ Ἀθηναῖοι κατέστησαν. Οἱ δὲ παρεφθάρθαι φασὶ τὴν παροιμίαν | |
5 | ἀπὸ τῆς Ὄνος εἰς ἄχυρα ἐπὶ τοῦ ἑκάστῳ χρηστοῦ καὶ ἡδέος λεγομένης. | |
1.72 | Γέῤῥα Νάξια: Γέῤῥα Σικελοὶ λέγουσι τὰ ἀν‐ δρεῖα καὶ γυναικεῖα αἰδοῖα. Ἦν δὲ ἐν τῇ Σικελικῇ Νά‐ ξῳ τέμενος ἐπιθαλάσσιον Ἀφροδίτης, ἐν ᾧ μεγάλα αἰδοῖα ἀνέκειτο. | |
1.73 | Γέρων ἐρινὸς εὐφραίνει τοὺς γείτονας: πρὸς τοὺς μὴ δυναμένους χρῆσθαι τοῖς ἰδίοις ἀγαθοῖς· ὁ δὲ λόγος ἐπὶ γεγαμηκότος γέροντος. | |
1.74 | Γῇ θάλατταν συναναμίγνυσιν: ἐπὶ τῶν σφό‐ δρα ὀργιζομένων. | |
1.75 | Γλαῦκες Λαυρεωτικαί: ἐπὶ τῶν πολλὰ χρή‐ | |
ματα ἐχόντων. Ἐν γὰρ Λαυρίῳ τῆς Ἀττικῆς χρύσεια μέταλλα ἦσαν. Ἐπεχάραττον δὲ γλαῦκας ἐν τοῖς νομί‐ σμασιν. | 390 | |
1.76 | Γλαὺξ ἐν πόλει: ὑπὸ Φαίδου ἀνετέθη γλαὺξ ἐν ἀκροπόλει. | |
1.77 | Γλυκὺ μέλι καὶ πνιξάτω: Τέρπανδρος γὰρ σῦκα ἐσθίων ἐπνίγη· ἢ γλυκὺ ἤτω. | |
1.78 | Γλῶσσα γὰρ οἰκεῖ ὅπου ὁ κουρεύς: ἐπὶ τῶν δυναμένων σωφρονίζειν τοὺς πέλας. | |
1.79 | Γλώττης δ’ ἔνεστι καὶ παρ’ αὐληταῖς ψό‐ φος: ὅτι καὶ οἱ τυχόντες εἰπεῖν τι καὶ πρᾶξαι δύνανται. | |
1.80 | Γνῶθι σαυτόν: ἐπὶ τῶν ὑπὲρ δύναμιν κομπα‐ ζόντων. Ἔστι δὲ ἀπόφθεγμα ἑνὸς τῶν ἑπτὰ σοφῶν, ἤτοι Σόλωνος ἢ Θάλου. | |
1.81 | Γνῶθι σαυτόν καὶ Τὸ νόμισμα παραχάρα‐ ξον: παραγγέλματα Πυθικά, τουτέστι τῆς τῶν πολλῶν δόξης ὑπερόρα καὶ παραχάραττε μὴ τὴν ἀλήθειαν, ἀλλὰ | |
τὸ νόμισμα. | 391 | |
1.82 | Γραίας ἐρείκης ἅψαντες πυρί: ἐπὶ τῶν ἀχρή‐ στως καὶ ὀξέως γινομένων. Ἐρείκη γὰρ φυτὸν ἄγριον ὃ γινόμενον αὖον ῥᾳδίως ἐξάπτεται. | |
1.83 | Γραφή τε καὶ Λευκαῖος οὐ ταὐτόν: ἐπὶ τῶν ἀνόμοια γραφόντων. Τὸν γὰρ Λευκαῖον γραφῇ τις ποι‐ ήσας ἀνόμοιον ἐποίησε. Δύναται δὲ καὶ ἑτέρως ἀκούε‐ σθαι, ὅτι οὐχὶ αὑτὴ φύσις γραφῆς καὶ αὐτοῦ τοῦ γρα‐ | |
5 | φομένου σώματος. | |
1.84 | Γύης οὐκ ἔνεστ’ ἐν τούτῳ: ἐπὶ τῶν ἔν τινι ἀχρήστων· ἐκ μεταφορᾶς τοῦ ἀρότρου. | |
1.85 | Γυμνῇ τῇ κεφαλῇ: ἐπὶ τῶν ἀναισχύντως χω‐ ρούντων πρὸς πᾶν τὸ τυχόν. | |
1.86 | Γυμνότερος Ἰαλέμου: ἐπίῤῥημα θρήνου. Τάτ‐ τεται δὲ ἐπὶ τῶν οἰκτρῶν. | |
1.87 | Γυναικὸς πυγή: ἐπὶ τῶν ἀργῶν· ἢ ὅτι οἴκοι γυναῖκας μένειν χρή. | |
1.88 | Γυνὴ εἰς Ἡρακλέους οὐ φοιτᾷ: πρὸς τοὺς ἀναξίους τινῶν πράξεων, παρόσον Ἡρακλῆς ἐδούλευσεν Ὀμφάλῃ. | |
1.89 | Γύργαθον φυσᾷς: ἐπὶ τῶν μάτην πονούντων. | |
1.90 | Γὺψ κόρακα ἐγγυᾶται: ἐπὶ τῶν ὁμονοούντων | |
κακίᾳ. | 392 | |
1.91 | Δαιδάλεια ποιήματα: ἐπὶ θαυμαστῶν. | |
1.92 | Δέκα ἡ κύων τέκοι καὶ πάντα λευκά: ἐπὶ τῶν ἐπιτυχῶν. | |
1.93 | Δέκα τοῦ ὀβολοῦ: ἐπὶ τῶν μηδενὸς ἀξίων, ἐπειδὴ τὰ δέκα τοῦ ὀβολοῦ πιπρασκόμενα πάνυ ἐστὶν εὐ‐ τελῆ. | |
1.94 | Δελφικὴ μάχαιρα: ἐπὶ τῶν φιλοκερδῶν καὶ ἀπὸ παντὸς λαμβάνειν προαιρουμένων, παρόσον οἱ Δελφοὶ τὸ μέν τι τῶν ἱερείων ἐλάμβανον, τὸ δέ τι ὑπὲρ τῆς μα‐ χαίρας ἐπράττοντο. | |
1.95 | Δελφοῖσι θύσας αὐτὸς οὐ φαγῇ κρέας: ἐπὶ τῶν πολλὰ μὲν δαπανώντων, μηδενὸς δὲ ἀπολαυόντων. Παρόσον τοὺς ἐν Δελφοῖς θύοντας συνέβαινε διὰ τὸ πλῆθος τῶν ἑστιωμένων αὐτοὺς μηδενὸς γεύεσθαι. | |
1.96 | Δεσμοὶ Τυῤῥηνοί: οἷς ἐχρῶντο κατ’ ἐκεῖνο και‐ ροῦ εἰς τὰς τῶν δεσμωτῶν κακουχίας. λέγεται δὲ ἐπὶ τῶν δεσμευθέντων ἀφύκτως. | |
1.97 | Διὰ φρατόρων κύων: ἐπὶ τῶν ὅπου μὴ δεῖ εὑ‐ ρισκομένων καὶ διὰ τοῦτο κολαζομένων, παρόσον κύων εὑρεθεὶς ἐν φράτορσιν ἐμαστιγοῦτο. | |
1.98 | Διωλύγιον κακόν: ἐπὶ τῶν μέγα τι κακὸν ὑφι‐ σταμένων. | |
1.99 | Δοίδυκος σκιά: ἐπὶ τῶν μηδενός. | 393 |
1.100 | Δοῦλε, δεσποτῶν ἄκουε καὶ δίκαια κἄδικα. ἐπὶ τῶν ἀπειθῶν δούλων. Οἱ δὲ οὕτως αὐτὴν λέγουσιν· Κρεισσόνων γὰρ καὶ δίκαια κἄδικ’ ἐστ’ ἀκούειν. | |
2.1 | Δρυὸς πεσούσης πᾶς ἀνὴρ ξυλεύεται: γρ· καὶ ξυλοχίσδεται Δωρικῶς. | |
2.2 | Δύο τοίχους ἀλείφειν: ἐπὶ τῶν ἐπαμφοτερι‐ ζόντων καὶ διὰ μέσου χωρούντων ἐν μάχαις ἢ φιλίαις. | |
2.3 | Ἔαρος χρῄζει, ἐπεὶ παλαιὸν χιτῶνα ἔχει: ἐπὶ τῶν τὰ πρόσφορα θελόντων. | |
2.4 | Ἑαυτῷ νουμηνίας κηρύττει: ἐπὶ τῶν βουλο‐ μένων αὑτοῖς τὶ ἀγαθὸν γενέσθαι ἀταλαιπώρως, ἤτοι ἐπὶ τῶν ἀνέσεις ἑαυτοῖς ποριζόντων. | |
2.5 | Ἐγγύῃ πάρα δ’ ἄτα: πάρεστι φησὶ τῇ ἐγγύῃ | |
ἄτη καὶ βλάβη. | 394 | |
2.6 | Ἐγένοντο καὶ φίλοι ἐχθροί: ἐπὶ τῶν εὐμε‐ ταβόλων ἢ ἐπὶ τῶν ἐνδεχομένων γενέσθαι. | |
2.7 | Ἐγκιλικίζεται: κακοηθεύεται, κακοποιεῖ. Δια‐ βάλλονται οἱ Κίλικες ἐπὶ πονηρίᾳ. Ὅθεν καὶ λέγεται Κι‐ λίκιος ὄλεθρος. | |
2.8 | Ἔγκλητοι δίκαι: αἱ ἐπὶ ξένης λεγόμεναι καὶ οὐκ ἐντὸς πόλεως. | |
29a | Ἐγὼ ποιήσω πάντα κατὰ Νικόστρατον: ὁ Νικόστρατος τραγικὸς ὑποκριτὴς δοκῶν κάλλιστα εἰρη‐ κέναι. | |
29b | Ἐγώ τοι πάντα ποιήσω θέρος: ἐπὶ τῶν ἀγα‐ θὰ ὑπισχνουμένων δώσειν. | |
2.10 | Ἔθυσας; ἀντιθύσῃ: τοῦτο ὁ Κύκλωψ λέγει | |
πρὸς τὸν Ὀδυσσέα. | 395 | |
2.11 | Εἰ καὶ λίθον εἶχες: λείπει τὸ ἔβαλες. Ἐπὶ τῶν προχείρως ὀνειδιζόντων. | |
2.12 | Εἴ κε πάθοι τά γ’ ἔρεξε, δίκη δ’ ἰθεῖα γέ‐ νοιτο: ἐπὶ τῶν ἀντιδιδόντων τιμωρίαν, ἐφ’ οἷς ἔπραξαν. | |
2.13 | Εἰ μὴ πατὴρ ἦσθα: λείπει τό· εἶπον ἄν ς’ οὐκ εὖ φρονεῖν. | |
2.14 | Εἰ μὴ ταχέως ἀπολοίμεθα, οὐκ ἂν ἐσώθη‐ μεν: ἐπὶ τῶν διὰ φόβον μικρῶν εἰς μείζονα κακὰ ἑκου‐ σίως πιπτόντων, ὡς οἱ κρημνιζόμενοι. | |
2.15 | Εἶμι γὰρ ἤδη ἐπ’ αὐτὸν τὸν κολοφῶνα τοῦ λόγου: ἐπὶ μεγάλων καὶ ἀναντιῤῥήτων καὶ μεγάλην ἰσχὺν | |
ἐχόντων· ἱστόρηται γὰρ, ὡς τῶν ἐν τῇ Ἀσίᾳ πόλεων ἐκ‐ κλησιαζουσῶν καὶ ψήφους καταβαλλομένων μηδὲν τέως | 396 | |
5 | ἰσχύειν αὐτὰς, εἰ μὴ καὶ ἡ τοῦ Κολοφῶνος καταβληθεῖσα τὸ κῦρος τοῖς ἐψηφισμένοις ἐδίδου. | |
2.16 | Εἴπερ ἐκ πεύκης κἀγὼ ἐκ ξύλων ἐπηγνύμην: εἴπερ δηλαδὴ ἐξ ἀνθρώπων καὶ ἐγὼ ἄνθρωπός εἰμι. ἡ προσωποποιΐα δὲ ὡς ἀπὸ νηῶν μικρῶν πρὸς μεγάλας. | |
2.17 | Εἰπὼν ἃ θέλεις, ἀντάκουε ἃ μὴ θέλεις: ἐπὶ τῶν ἀκουόντων κακὰ, εἰπόντων τοιαῦτα. | |
2.18 | Εἰς ἀγρὸν Μάνης: παραβολὴ ἐπὶ τῶν εὐχρήστων. | |
2.19 | Εἰς βόλον ἐλθεῖν: ἐπὶ τῶν εἰς καιρὸν ἐπί τι ἀφικνουμένων· ἐκ μεταφορᾶς τῶν ἰχθύων. | |
2.20 | Εἰσὶ καὶ κυνῶν Ἐριννύες: παρεγγυᾷ, μηδὲ τῶν μικρῶν καταφρονεῖν. | |
2.21 | Εἰς ἴχνια κυνῶν: ἐπὶ κατάρᾳ τίθεται. | 397 |
2.22 | Εἰς κόπρον θυμιᾷς: ἐπὶ τῶν τὰ κακὰ μεταβα‐ λεῖν ἐπιχειρούντων. | |
2.23 | Εἰς Κορυβάντιον: ἐπὶ τῶν καθαρῶν καὶ ἔξω αἰτίας, ἐπείπερ οἱ εἰς Κορυβάντων εἰσιόντες παναγεῖς εἰσιν. | |
2.24 | Εἰς Κυνόσαργες: εἴρηται ἐπὶ ὕβρει καὶ ἀρᾷ. Ὠνόμασται δὲ οὕτως ἀπὸ κυνὸς ἀργοῦ, τουτέστι λευκοῦ. Λέγεται γὰρ ὅτι τῷ Ἡρακλεῖ θύοντι ἁρπάσαι κύνα λευ‐ κὸν ἢ ταχὺν κρέας τῶν θυομένων καὶ φαγεῖν, καὶ διὰ | |
5 | τοῦτο κολαζόμενον καὶ μὴ ἐώμενον, ἐλθεῖν τὸν Ἡρακλῆ εἰς τὸ χρηστήριον, τὸν δὲ, ἀνέδωκε τὸ μαντεῖον, ἐς Κυ‐ νόσαργες ἐλθεῖν καὶ κτίσαι ναὸν, ἤτοι ἔνθα ὁ ἀργὸς καὶ λευκὸς ἐκεῖνος κύων ἢ ὁ ταχὺς τὸ κρέας ἁρπάσας κατέ‐ θετο, ἐπὶ τούτῳ πολλὰ παθεῖν τὸν Ἡρακλέα τὸν τόπον | |
10 | εὑρεῖν καὶ τὴν παροιμίαν ἐκτεθῆναι. Ἐξ οὗ καὶ τοὺς νό‐ θους ἐκεῖ συντελεῖν, ὅτι καὶ Ἡρακλῆς νόθος ἦν, ἴσα θεοῖς ἐτιμήθη. | |
2.25 | Εἰς κυνὸς πυγὴν βλέπει καὶ τριῶν ἀλωπε‐ κῶν: ἐπὶ τῶν ὀφθαλμιώντων καὶ αἰσχρῶν. | |
2.26 | Εἰς λατομίας: παροιμία ἐπὶ τῶν προκρινόντων τοὺς χείρονας τόπους ἢ τοὺς καλοὺς οἰκεῖν, ἐπὶ τῷ ἐκφυ‐ γεῖν κακά· ὅτι Φιλόξενος ὁ διθυραμβοποιὸς μὴ ἀνεχόμε‐ νος τῶν Διονυσίου τοῦ τυράννου ποιημάτων ὡς φαύλων, | |
5 | εἰς λατομίας ἦλθε, φαυλότατον χωρίον. | 398 |
2.27 | Εἰς μελίττας ἐκώμασεν: ἐπὶ τῶν κακουμένων ἀθρόως. | |
2.28 | Εἴ σοι Μυσὸν ἥδιον καλεῖν: Μῦσός τις μυ‐ σὸς ἐβούλετο καλεῖσθαι· ἀπὸ τούτου ἡ παροιμία, ἐπὶ τῶν μὴ τὰ οἰκεῖα ἀλλὰ τὰ ἐπίθετα προτιμώντων. | |
2.29 | Εἰς ὄνου πόκους: πρὸς τοὺς εἰς τὰ ἀδύνατα ἀναβαλλομένους, παρόσον ἀπὸ ὄνου πόκοι οὐ γίνονται· οἱ δὲ ἐπὶ κατάρας τοῦτο λέγουσιν· ἤτοι ἄπιθι εἰς ὄνου πόκους, ἤγουν ἔνθα οἱ ὄνοι σήπονται καὶ τὰ αὑτῶν | |
5 | ἔρια ὡς πόκοι γίνονται. | |
2.30 | Εἰς πάγας ὁ λύκος: ἐπὶ τῶν ἁρπαζόντων μὲν, κατασχεθέντων δέ. | |
2.31 | Εἰς τὴν ἀμίδα ἀπουρεῖν: ἐπὶ τῶν εἰς τοὺς ἀξίους ὑβριζόντων. | |
2.32 | Εἰς τὴν πυγὴν ἐξεῤῥύηκε ἡ σοφία: ἐπὶ τῶν μηδὲν χρηστὸν λεγόντων ἢ φρονούντων. | |
2.33 | Εἴ τις ἐν Αἰγύπτῳ σῖτον ἄγοι καὶ ἐν Κιλι‐ κίᾳ κρόκον: λείπει, οὐ φρονεῖ ἤ τι ἄλλο τοιοῦτον· λέγεται γὰρ ἐπὶ τῶν κομιζόντων πρός τινας ἃ κέκτηναι, | |
καὶ ὅμοιόν ἐστι τῷ, Γλαῦκα Ἀθήναζε. | 399 | |
2.34 | Εἰς τὸν ἀγρὸν ἀποβλέπει: ἐπὶ τῶν ἄνεσιν ζη‐ τούντων καὶ ἀμελῶν. Οἱ γὰρ πολεμούμενοι καὶ πολιορ‐ κούμενοι ἐπὶ τὸν ἀγρὸν ἀποβλέπουσιν, ἐπιθυμοῦντες ἐν αὐτῷ εἶναι. | |
2.35 | Εἰς τὴν Ἡροδότου σκιάν: ἐπὶ τῶν μὴ τελε‐ σιουργούντων ἃ προείλοντο. Φασὶ γὰρ Ἡρόδοτον τὸν λογογράφον Ὀλυμπίασι δεῖξαι βουληθέντα τὴν ἑαυτοῦ ἱστορίαν, ἀναβάλλεσθαι ἡμέραν ἐξ ἡμέρας, φάσκοντα | |
5 | σκιᾶς εἰ ἐπιλάβοιτο ἐν τῷ τεμένει τοῦ Ὀλυμπίου, δείξειν τὴν ἱστορίαν· ἐστὶ γὰρ δεινῶς προσήλιον τὸ χωρίον· ἔλα‐ θεν οὖν αὐτὸν διαλυθεῖσα ἡ πανήγυρις οὐκ ἐπιδειξάμε‐ νον τὰς ἱστορίας. | |
2.36 | Εἰς Τροιζῆνα δεῖ σε βαδίζειν: ἐπὶ τῶν κακο‐ γενειῶν καὶ σπανοπωγώνων εἴρηται. Πώγων γάρ ἐστι λι‐ μὴν Τροιζήνιος. Ἐπισκώπτοντες οὖν τοὺς κακογενείους ἔλεγον· Βάδιζε εἰς Τροιζῆνα. | |
2.37 | Ἕκαστος τὸν ἑαυτοῦ ὀβελίσκον τρέφει: ἐπὶ τῶν φροντίδα τῶν οἰκείων ποιουμένων. | |
2.38 | Ἐκ βορβόρου φιλολογεῖς: ἐπὶ τῶν ὠφελείας πειρωμένων λαμβάνειν, οὐκ ἐκ δικαίων. | |
2.39 | Ἐκ κοινοῦ πλείστη δὲ χάρις δαπάνη τ’ ὀλι‐ γίστη: ἐπὶ τῶν ἐρανιζόντων. | |
2.40 | Ἐκ μητρὸς αὐλεῖς: ἐπὶ τῶν εἰς μητέρα ἁμαρ‐ τανόντων, ἢ εἰς οἰκεῖόν τινα, ἢ ἐπὶ τοῦ κατὰ ζῆλον τὶ ποιοῦντος. | 400 |
2.41 | Ἐκ παντὸς πρόφασις: ἐπὶ τῶν προφάσεως οὐκ ἀπορούντων. | |
2.42 | Ἐκ πόντου κόνιν κυλινδεῖς: ἤτοι ἐπὶ τοῦ ἀδυνάτου, ἢ ἐπὶ τοῦ ἰσχυροῦ καὶ δυνατοῦ. | |
2.43 | Ἐκποτέον καὶ τὴν τρύγα: ἐπὶ τῶν καὶ τὰ μὴ χρηστὰ λαμβανόντων· Φερεκράτης. | |
2.44 | Ἐκποτέον τὴν τούτου: ἐπὶ τῶν ἐξ ἀνάγκης τὰ ἑτέρων κακὰ ὑπομενόντων. | |
2.45 | Ἔκ τε φέρει γενεή τ’ ἀγαθὴ καὶ πατρὶς ἄ‐ ρουρα: εἴρηται ἐκ τοῦ Αἰθίοπος, ὃς οὐκ ἐβούλετο συν‐ ευνάζεσθαι τῇ τοῦ δεσπότου γυναικὶ, ὅμως δὲ ἀναγκα‐ σθεὶς ἔπραξε, καὶ ἀπέτεκεν ἡ γυνὴ ὅμοιον τῷ Αἰθίοπι· | |
5 | ἀγανακτῶν οὖν ὁ ἀνὴρ ἐπὶ τῷ γενομένῳ, ἐξεφώνησε τὸ προκείμενον, καὶ παρήχθη εἰς παροιμίαν. | |
2.46 | Ἕκτη ἡμέρα: ἐπὶ τῶν ἀγαθῶν ἡμερῶν. Ἐν ταύτῃ γὰρ μυθεύεται τοὺς θεοὺς νενικηκέναι τοὺς Γί‐ γαντας. | |
2.47 | Ἐκ τῆς αὐτῆς ψιάθου γεγονώς: ἐπὶ τῶν πα‐ ραπλησίων καὶ ὁμοίων. | |
2.48 | Ἐκ τῆς πληρεστάτης εἰς τὴν κενοτέραν: χρὴ μεταλαγχάνειν τοὺς οὐκ ἔχοντας παρὰ τῶν ἐχόντων. | |
Πλάτων. | 401 | |
2.49 | Ἐκ τοῦ βοὸς ἡ μάστιξ: ἐπὶ τῶν καθ’ ἑαυ‐ τῶν πραγματευομένων. | |
2.50 | Ἐκ τῶν περιττῶν καὶ ἵπποι ἐμπίπλανται. | |
2.51 | Ἑκὼν ἀέκοντί γε θυμῷ: ἐπὶ τῶν κατ’ ἀνάγ‐ κην ποιούντων τί. | |
2.52 | Ἐλάφειος ἀνήρ: ὁ δειλός. | |
2.53 | Ἐμαυτῷ βαλανεύσω: ἀντὶ τοῦ διακονήσω. | |
2.54 | Ἔμβαρός εἰμι: ἐπὶ τῶν παραπαιόντων καὶ με‐ μηνότων. Λιμοῦ γάρ ποτε κατασχόντος τοὺς Ἀθηναίους προεῖπεν αὐτοῖς ὁ θεὸς ἔσεσθαι τούτου λύσιν, εἰ ἐπιδοίη τις εἰς σφαγὴν τὴν ἑαυτοῦ θυγατέρα τῇ Μουνυχίᾳ Ἀρ‐ | |
5 | τέμιδι. Ὁ Ἔμβαρος τοίνυν εἰς ἀμοιβὴν τὴν ἱερωσύνην τῆς θεοῦ ἑαυτῷ καὶ τοῖς ἐγγόνοις αἰτήσας, ὑπέσχετο δώ‐ σειν τὴν θυγατέρα. Ψηφισαμένων δὲ τῶν Ἀθηναίων τοῦτο, αἶγα ἀντὶ τῆς θυγατρὸς κοσμήσας εἰς θυσίαν ταύ‐ την τῷ βωμῷ προσήγαγεν. Ἐχρήσαντο γοῦν τῇ παροι‐ | |
10 | μίᾳ οἱ Ἀθηναῖοι ἐπὶ τῶν παραπαιόντων. | 402 |
2.55 | Ἐμοὶ μελήσει ταῦτα καὶ λευκαῖς κόραις: βαρβάρων τινῶν στρατευομένων ἐπὶ Δελφοὺς ἐρωτώμενος ὁ θεὸς ταῦτα ἔφη. Ὕστερον δὲ ἐφάνη μετὰ Ἀθηνᾶς καὶ Ἀρτέμιδος, ὧν καὶ ἱερὰ ἐστὶν ἐν Δελφοῖς, προσιόντων | |
5 | ὑπαντῶν τοῖς πολεμίοις. | 403 |
2.56 | Ἐμοῦ θανόντος γαῖα μιχθήτω πυρί: ὅτι οὐ δεῖ περὶ τῶν μελλόντων φροντίζειν ἢ δεδιέναι. | |
2.57 | Ἓν ἀνθ’ ἑνός: ἐπὶ τῶν ποιούντων κακῶς ἀνθ’ ὧν ἔπαθον. | |
2.58 | Ἐν ἀοῖ τὰ σπουδαῖα: ἐπὶ τῶν προδιαφθειρο‐ μένων διὰ τὸ ῥᾳθύμως ἔχειν πρὸς τὰς πράξεις. Λακε‐ δαιμονίων γὰρ τὰς Θήβας φρουρᾷ κατασχόντων, καί τι‐ νος πρὸς Ἀρχίαν κομίσαντος ἐπιστολὴν τινὸς μηνύουσαν | |
5 | ἐπιβουλὴν, ὑπερθέσθαι φασὶν τὴν ἐπιστολὴν ἀναγνῶναι, νυκτὸς οὔσης· καὶ εἰπεῖν, Ἐν ἀοῖ τὰ σπουδαῖα, ἀντὶ τοῦ εἰς ἡμέραν περὶ τῶν σπουδαίων διαληπτέον. Νυκτὸς δὲ τῆς ἐπιβουλῆς τελεσθείσης, αὐτὸν ἀναιρεθῆναι. | |
2.59 | Ἔνθα ἂν οἱ πόδες φέρωσιν, ἐκεῖς’ ἄπιμεν: | |
ἐπὶ τῶν ἀπεγνωκότων καὶ ὡς ἔτυχε τὶ ποιούντων. | 404 | |
2.60 | Ἐν Καρὸς μοίρᾳ: ἤγουν ἐν δούλου τάξει. Κᾶ‐ ρες δὲ ἔθνος εὐτελὲς, αἰχμαλωτιζόμενον ἀεὶ καὶ δουλού‐ μενον, ἐξ οὗ καὶ οἱ δοῦλοι Κᾶρες ἐλέγοντο. | |
2.61 | Ἐν Κέῳ τίς ἡμέρα: ἐπὶ τῶν ἀγνώστων. Οὐ‐ δεὶς γὰρ οἶδεν ἐν Κέῳ τίς ἡ ἡμέρα, ὅτι οὐχ ἑστᾶσιν αἱ ἡμέραι, ἀλλ’ ὡς ἕκαστοι θέλουσιν, ἄγουσιν. Ὅθεν λέ‐ γεται, Σαυτῷ νουμηνίαν κηρύσσεις. | |
2.62 | Ἓν κηρίον: ἐπὶ πολλῶν ὁμοφωνούντων. | |
2.63 | Ἐν λευκώμασιν ἐγράφης: ἔθος ἦν τὰ πιπρα‐ σκόμενα χωρία ἢ σώματα δημοσίᾳ ἐγγράφεσθαι ἐν σανίσι | |
λευκαῖς ἢ πυξίναις κεχρισμέναις λευκῇ γῇ καὶ τὰ ὀνόματα καὶ τῶν κτημάτων καὶ τῶν ἀνδραπόδων καὶ τῶν πριαμέ‐ | 405 | |
5 | νων αὐτὰ, ἵνα εἴ τις αἰτιάσασθαι βουληθείη ἐπ’ ἀδείας ἔχῃ ἐντυχὼν τῷ λευκώματι. | |
2.64 | Ἐν μύρτου κλαδὶ τὸ ξίφος κρατήσω: διὰ τὸ ἀνύποπτον καὶ † τοῦ ὀμνύειν. Ἁρμόδιος γὰρ καὶ Ἀρι‐ στογείτων κτεῖναι θέλοντες Ἵππαρχον τὸν τύραννον, ἐν μύρτοις τὸ ξίφος ῥίψαντες, τὸν φόνον εἰργάσαντο. | |
2.65 | Ἐν παντὶ μύθῳ καὶ τὸ Πέρδικος σκέλος: ἐπὶ τῶν κατὰ ἀπορίαν λόγου παρελκούσῃ χρωμένων τῇ προσθήκῃ. Πέρδιξ γὰρ ἦν τις Ἀθήνησι χωλὸς κάπηλος, οὗ διαβεβοημένου Ἡγήμων ὁ Θάσιος ὁπότε παρῳδῶν ἀπο‐ | |
5 | ρήσειε, προσετίθει, Καὶ τὸ Πέρδικος σκέλος. | |
2.66 | Ἐν Πυθίῳ κρεῖττον ἦν ἀποπατῆσαι: Πει‐ σίστρατος ᾠκοδόμει τὸν ἐν Πυθίῳ ναόν· τῶν δὲ Ἀθη‐ ναίων παριόντων καὶ μισούντων αὐτὸν ἐπὶ τῇ τῆς δεκά‐ της εἰσφορᾷ, (εἰσέφερον γὰρ ἅπαντες δεκάτην τῶν ἐν τῇ | |
5 | χώρᾳ γινομένων,) οὐδὲν ἐχόντων ποιεῖν, ἐνίους προσουρεῖν καὶ πλησίον ἀφοδεύειν τοῦ περιφράγματος, ὥστε διοχλεῖ‐ σθαι τοὺς ἐργαζομένους. Ἔγραψε γοῦν ὁ Πεισίστρατος, ὡς ἐάν τις ἁλῷ θακεύων ἐν τῷ τεμένει τοῦ Ἀπόλλωνος ἑαυτὸν αἰτιάσεται. Τῶν δὲ οὐ παυομένων ἀλλὰ καὶ κα‐ | |
10 | ταγελώντων τοῦ πράγματος καὶ πλειόνων ταῦτα ποιούν‐ των, φύλακας κατέστησε. Ληφθέντος δέ τινος οὐ τῶν | |
πολιτῶν ἀλλὰ τῶν μετοίκων ἐκέλευσε δήσαντας αὐτὸν μα‐ στιγοῦν, κηρύσσοντας, Ἀποθανεῖται ὃς κατολιγωρεῖ τοῦ γράμματος. Τοὺς γοῦν κακοπαθοῦντας διά τινα πλημ‐ | 406 | |
15 | μέλειαν ἔλεγον οἱ Ἀθηναῖοι, Κρεῖττον ἦν αὐτοῖς ἐν τῷ Πυθίῳ ἀποπατῆσαι. | |
2.67 | Ἐξ ἀξίου τοῦ ξύλου κἂν ἀπάγξασθαι: δεῖ ἐκ καλοῦ παθεῖν τὰ δεινὰ, ἢ ἐκ κακοῦ. | |
2.68 | Ἐξ ἑνὸς πηλοῦ: ἐκ τοῦ ὁμοίου καὶ παραπλη‐ σίου, ὁμοία τῇ, Ἐκ τῆς αὐτῆς κεραμίας. | |
2.69 | Ἐξ ἑνὸς τὰ πάνθ’ ὁρᾶν: ἐπὶ τῶν ἐξ ἑνὸς πολ‐ | |
λὰ καταλαμβανόντων. | 407 | |
2.70 | Ἐξηκεστίδης εἰς ὁδόν: παροιμία. Οὗτος εὐ‐ μήχανος ὁδοὺς ἐφευρίσκειν καὶ μὴ πλανᾶσθαι ὁδοιπορῶν, ὅθεν ἡ παροιμία ἐπὶ τῶν τὰς ὁδοὺς ἀκριβῶς εἰδότων. | |
2.71 | Ἐξηπάτησεν ἡ χάραξ τὴν ἄμπελον: ὅταν τὸ σωζόμενον ὑπὸ τοῦ σώζοντος ἐξαπατηθῇ. | |
2.72 | Ἔξω γλαῦκες: παροιμία ἐπὶ ἐαρινοῦ καιροῦ· οἱ γὰρ γλαῦκες χειμῶνα σημαίνουσιν οἱ θαλάττιοι. | |
2.73 | Ἔοικα βοῦς ἐπὶ σφαγὴν μολεῖν. | |
2.74 | Ἐοίκασι τοῖς ἐκ Πύλου ληφθεῖσι τοῖς Λα‐ κωνικοῖς: παροιμία ἐπὶ τῶν ὠχριώντων καὶ ἰσχνῶν. Πύλος δὲ χωρίον τῆς Λακωνικῆς, ἔνθα Κλέων στρατηγή‐ σας τοὺς αἰχμαλώτους ἀπὸ Σφακτηρίας ἔλαβεν, οἳ ἀπὸ | 408 |
5 | τοῦ τῆς αἰχμαλωσίας φόβου καὶ τῆς πολυημέρου πολιορ‐ κίας καὶ τῆς τῶν ἐπιτηδείων πρὸς τροφὴν στερήσεως ἰσχνοὶ καὶ ὠχροὶ ἦσαν καὶ δυσειδεῖς. | |
2.75 | Ἔοικα τῷ τοὺς ἅλας καὶ τὸ ἕλος πριαμένῳ: ἐπὶ τῶν ἀμηγέπη δυοῖν ὄντοιν διὰ θατέρου βλαπτομένων. Ἀντίκεινται γὰρ ἀλλήλοις τὰ κτήματα, καὶ οὐδενὶ τῶν κεκτημένων λυσιτελεῖ ἑκάτερον· εἰ μὲν γάρ τις καρποῖτο | |
5 | ἐκ τοῦ ἕλους, οἱ ἅλες διατήκοιντο· εἰ δὲ ἔμπαλιν ἡλίῳ ὁ τόπος ἐκδιδοῖτο, ἐκ μὲν τῶν ἁλῶν πολὺ ἂν καρποῖτο, ἐκ δὲ θατέρου βλάπτοιτο τοῦ ἕλους αὐαινομένου. | |
2.76 | Ἑορτὴ πολλὰ ἔχουσα: ἐπὶ τῶν πολλὰ ἀνατι‐ θεμένων φορτία. Ἐπειδὴ οἱ πρὸς τὰς ἑορτὰς ἐπειγόμε‐ νοι φορτία πολλὰ ἐπιφέρονται. | |
2.77 | Ἑορτὴ πόδας ἔχουσα: ἐπὶ τῶν ἅπαντα πρὸς τὴν ἑορτὴν ἀχθοφορούντων· ἵνα γὰρ μηδενὸς, φησὶν, ὑστερῶσιν ἄμασις†, σκεύη, ἱερὰ, ἱμάτια, οἶνον, ἄρτους, ξύ‐ λα παραρτώμενοι ἐβάδιζον, ὥστε τοὺς βλέποντας ἐπιφω‐ | |
5 | νεῖν, Ἑορτὴ πόδας ἔχουσα. | |
2.78 | Ἐπ’ ἀμφότερα καθεύδει τὰ ὦτα: ἐπὶ τῶν | |
ἔξω φροντίδος. | 409 | |
2.79 | Ἕπεσθε μητρὶ χοῖροι: ἐπὶ τῶν κολακευτικῶς τισιν ἑπομένων τροφῆς ἕνεκα. | |
2.80 | Ἐπὶ βύρσης ἐκαθέζετο: τοῦτο παρὰ Σκύθαις ἐτελεῖτο· ἐπειδὰν γὰρ ἠδικεῖτό τις πρὸς ἑτέρου, ἀμύνα‐ σθαι βουλόμενος, οὐκ ἀξιόμαχον μόνον ἑαυτὸν ᾤετο, ὅθεν καὶ βοῦν ἱερεύσας τὰ μὲν κρέατα κατακόψας ἥψει, ἐκπε‐ | |
5 | τάσας δὲ τὴν βύρσαν χαμαὶ, ἐκάθητο ἐπ’ αὐτῆς εἰς τοὐ‐ πίσω παραγαγὼν τὰς χεῖρας. Καὶ τοῦτό ἐστι Σκύθαις ἡ μεγίστη ἱκετηρία. Τῶν δὲ κρεῶν τοῦ βοὸς ὁ βουλό‐ μενος μοῖραν λαμβάνων καὶ ἐπιβαίνων τῇ βύρσῃ τὸν δε‐ ξιὸν πόδα, ὑπισχνεῖτο κατὰ δύναμιν συμμαχήσειν. Καὶ | |
10 | ἦν αὐτοῖς τοῦτο ὅρκων ὁ βεβαιότατος. | |
2.81 | Ἐπὶ κνάφου ἕλκων: διαφθείρων. Τὸ γὰρ πρό‐ τερον οἱ κναφεῖς ἀκανθῶν σωρὸν συστρέψαντες τὰ ἱμά‐ τια ἔκναφον. Ἐλέγετο δὲ ὁ σωρὸς κνάφος· οὗ Κροῖσος τῶν ἐχθρῶν ἔξαινε τὰς σάρκας καὶ οὕτως διέφθειρεν. | 410 |
2.82 | Ἐπὶ Χαριξένης: οἱ μὲν αὐτὴν ἐπὶ μωρίᾳ διαβε‐ βλῆσθαί φασι, ἔνιοι δὲ ποιήτριαν ἐρωτικὴν λέγουσιν. Ἔστιν οὖν παροιμιῶδες Ἐπὶ Χαριξένης. | |
2.83 | Ἔπος πρὸς ἔπος ἠρειδόμεθα: τουτέστιν ἀντ‐ εβάλομεν, ἐφιλονεικοῦμεν. | |
2.84 | Ἐστὶ καὶ δούλων πόλις: ἐπὶ τὼν πονηρῶς πο‐ λιτευομένων. Μνασέας γὰρ γράφει εἶναι δούλων πόλιν ἐν Λιβύῃ. | |
2.85 | Ἔσχατος Μυσῶν πλεῖν: ἐπὶ τῶν ποῤῥωτάτω που κατοικούντων. Τήλεφος γὰρ ἀποκτείνας τοὶς τῆς μητρὸς ἀδελφοὺς νέος ὢν, ἔφυγεν ἐκ Τεγέας, χρόνῳ δὲ ὕστερον μὴ γνωρίζων ὧν ἐστιν ἦλθεν ἐρησόμενος τὸν θεὸν | 411 |
5 | τίνων εἴη γεγεννημένος. Ἡ δὲ Πυθία ἐκέλευσε πλεῖν αὐ‐ τὸν πρὸς τὸν ἔσχατον Μυσῶν, καὶ ἐλθὼν εἰς Τευθρανίαν εὗρε τὴν μητέρα, καὶ τῆς χώρας ἐβασίλευσε. Λέγοιτο οὖν ἐπὶ τῶν ὑπερηφάνως τισὶ κεχρημένων. Καὶ εἰώθασι λέγειν, ὡς ἐσχάτῳ Μυσῶν κέχρηταί μοι. | |
2.86 | Εὕδουσι λαγώ: πρὸς τοὺς νωθεῖς μὲν εἶναι δο‐ κοῦντας, τοῖς δὲ ἔργοις δραστηρίους. | |
2.87 | Εὖ μὲν, ἀλλ’ οὐδὲν πρὸς τὴν Παρμένοντος ὗν: ἐπὶ τῶν πειρωμένων τὶ μιμεῖσθαι, οὐκ ἐφικνουμέ‐ νων δέ. Παρμένων γὰρ ὁ ζωγράφος ὗν γράψας ἀνέθη‐ | |
κεν, ἣν καὶ φωνὴν ἀφιέναι οἱ θεώμενοι ἐδόκουν. | 412 | |
2.88 | Εὐορκότερος Τενεάτου, ἢ Γενεάτου: ἐπὶ τῶν εὐορκούντων. | |
2.89 | Εὖ εἰπεῖν θάλατταν: ἐπὶ τῶν μάτην εὐεργε‐ τούντων. | |
2.90 | Εὖ πράττε· τὰ φίλων δ’ οὐδὲν, ἢν σὺ δυσ‐ τυχῇς: ἐπὶ τῶν παρὰ φίλων μὴ ὠφελουμένων. | |
2.91 | Εὐριπίδειος ὅρκος: ἴσως ὁ κατὰ κυνὸς ἢ χηνός. | |
2.92 | Ἐφ’ ὕδωρ ἔλαχεν: ἐπὶ τῶν φαύλας καὶ εὐτε‐ λεῖς ἀρχὰς λαχόντων· ἐν γὰρ τοῖς δικαστηρίοις φαυλότα‐ τον ἦν τὸ ἔργον τὸ διαμετρεῖν ὕδωρ τοῖς δικαζομένοις, ὅθεν καὶ κλήρῳ τοῦτο ἐποίουν. | |
2.93 | Ἐχενηΐς: ἡ κρατοῦσα τὴν ναῦν ἄγκυρα. Ἔστι δὲ καὶ εἶδος ἰχθύος, ὃς δύναμιν ἔχει ἐπέχειν τὰς ναῦς. Καλεῖται δὲ καὶ ναυκράτης· ὅθεν καὶ παροιμία· ἐχενηΐ‐ | |
δος δίκην ἔχεται, πρὸς τὸν τινὸς ἐχόμενον. | 413 | |
2.94 | Ἐχθρὸς δὲ κἂν καλὰ ποιήσῃ, κακά ἐστιν. | |
2.95 | Ἐχῖνος ἐν χειμῶνι: ἐπὶ τῶν παρ’ ὥραν φαι‐ νομένων ἢ πραττομένων. | |
2.96 | Ἔχω τὸ σχῆμα τοῦ τεθνεῶτος: ἐπὶ τῶν ἑαυ‐ τοὺς ἀπεγνωκότων. | |
2.97 | Ζῆ καῖε πῦρ: ἐπὶ τῶν μόλις γινομένων. | |
298a | Ζήνωνος ἐγκρατέστερος: οὗτος γὰρ ἀκριβῆ εἶχε δίαιταν καὶ λιτήν. Καὶ, Ζήνωνος ὑγιέστερος: οὗτος γὰρ ὀκτὼ πρὸς τοῖς ἐννενήκοντα ἔτη βιοὺς, οὐκ | |
ἐνόσησεν. | 414 | |
298b | Ἡ ἀφύη πῦρ: ἐπὶ τῶν ταχέως λαμβανόντων, παρ‐ όσον ἡ ἀφύη ταχέως ἕψεται. | |
2.99 | Ἡ γὰρ τυραννὶς ἀδικίας μήτηρ ἔφυ. | |
2.100 | Ἡ γλῶττ’ ἀνέγνωχ’, ἡ δὲ φρὴν οὐ μανθά‐ νει: ἐπὶ τῶν ἀμαθῶν. | |
3.1 | Ἡ γλῶττα τῷ κήρυκι τέμνεται: τουτέστιν, ἡ γλῶττα τῶν θυομένων τῷ Ἑρμῇ δίδοται. Καλλίστρα‐ τος δέ φησι, τῶν θυομένων τὰς γλώσσας τοῖς κήρυξιν ἀπονέμεσθαι. Ἡ γλῶττα τῷ κήρυκι τοῦτο γίνε‐ | |
5 | ται· αἰτία, ἐπὶ τῶν βλάσφημα λεγόντων. | |
3.2 | Ἡ γραῦς τὰς ἀγαθίδας ** ἐκπίνουσα, ταῦτα μὲν ἀγαθίδες. Ἐπὶ τῶν ἄγαν μεθύσων. Καὶ πάλιν· Ἡ γραῦς τὸ ἄροτρον ἐκπίνουσα, φησί, οἷα κακὸ τὴν γῆν ἀναστρέφει. | 415 |
3.3 | Ἦδ’ ὅς: τίθεται ἡ λέξις ἐπὶ πλήθους καὶ ἐπὶ θηλειῶν· οὐ μόνον δὲ ἀντὶ τοῦ ἔφη, ἀλλὰ καὶ ἀντὶ τοῦ ἔφασαν· ὁ δὲ Κράτης μὴ δασύνειν λέγει τὸ ὅς. | |
3.4 | Ἤθη φίλων γίνωσκε, μιμήσῃ δὲ μή: ὅτι οὐ δεῖ πάντα φίλῳ ἕπεσθαι. | |
3.5 | Ἡ Θρᾷττα ἐπὶ τῷ ταρίχει: ἐπὶ τῶν κρυπτόν‐ των τὰ ἴδια πάθη, ἢ ἐπὶ τῶν προφασιζομένων ἵνα τύ‐ χοιεν τινός. Καὶ γὰρ ἡ Θρᾷττα φίλοινος οὖσα, διψῆν ἔφασκε διὰ τὸ φαγεῖν τάριχος. | |
3.6 | Ἡ Καυνία βοῦς: ἐπὶ τῶν ὅσα πονήσουσιν ἀπολ‐ λύντων· ταύτῃ γὰρ πολὺ μὲν ἠμέλχθη γάλα, λακτίσασα δὲ ἀνέτρεψεν. | |
3.7 | Ἢ λέγε τι σιγῆς κρεῖττον, ἢ σιγὴν ἔχε: ἐπὶ τῶν οὐκ ἄξια λεγόντων. | |
3.8 | Ἡλιάδων δάκρυα: ἐπὶ τῶν πολλὰ ἐχόντων χρή‐ | |
ματα, παρόσον τὰς Ἡλιάδας αἰγείρους ** Φαέθοντα θρηνούσας τὸν ἀδελφὸν, στάζειν δάκρυα τὸν ἤλεκτρον οἱ Ἕλληνες ἐμυθεύσαντο, ἡλίου δὲ τέκνα Φαέθων καὶ αἱ | 416 | |
5 | αἴγειροι. | |
3.9 | Ἡλίβατον: τὸ ὑψηλὸν ὄρος, τῷ ἡλίῳ ὂν μόνῳ βατόν. Καὶ παροιμία, ἡλίβατον κακόν, ἐπὶ τῶν σφόδρα δεινῶν. | |
3.10 | Ἠλιθιώτερος Λευκολόφου: οὗτος ἀποδόμενος τὴν οἰκίαν, ἀντεποιεῖτο τοῦ φρέατος. | |
3.11 | Ἡμένη πελειάς: ἐπὶ τῶν ἁπλουστάτων· κατὰ ἀντεξέτασιν τὴν πρὸς τὰς παλευτρίας, αἳ ἐξιπτάμεναι καὶ ἄλλας ἀπατῆσαι προάγονται. Παλεῦσαι γὰρ τὸ ἀπατῆ‐ | |
σαι φασίν. | 417 | |
3.12 | Ἡ μωρία μάλιστα ἀδελφὴ πονηρίας ἔφυ. | |
3.13 | Ἡ συκάμινος συκαμίνῳ ῥύπτεται: πρὸς τοὺς ἐν ἑαυτοῖς τὰ ὠφέλιμα λαμβάνοντας ἐξ ἑαυτῶν. | |
3.14 | Ἡ Συρακοσίων δεκάτη: ἐπὶ τῶν σφόδρα πλου‐ σίων. | |
3.15 | Ἤτοι σύνδεσμος ἰσοδυναμῶν τῷ δέ· Ἤτοι ὅγ’ ὣς εἰπών. Ὅμηρος οὐ διαζευκτικῶς αὐτῷ χρῆται. Τι‐ νὲς δὲ καὶ ἀντὶ τοῦ μέν. | |
3.16 | Ἡφαίστου δεσμὸς ἢ Ἡφαίστειος δεσμός: ἐπὶ τῶν ἀφύκτων καὶ ἀλύτων δεσμῶν. Ἥφαιστος γὰρ | |
τὸν Προμηθέα στεῤῥῶς ἐδέσμευσεν. | 418 | |
3.17 | Ἡ ψελλὴ οὐ πιττεύω: ἐπὶ τῶν τὰ οἰκεῖα ἐλατ‐ τώματα πειρωμένων ἀποκρύπτειν. | |
3.18 | Θεοὶ Μολοττικοί: οἱ κύνες· ἢ ὅτι ψυχοπομ‐ πεῖον ἐν Μολοττίᾳ. Ἐπὶ τῶν φοβουμένων τὰ φόβου ἄξια. | |
3.19 | Θερσίτειον βλέμμα, καὶ, Θερσίτειον εἴδω‐ λον: παροιμία ἐπὶ τῶν πάνυ δυσειδῶν, ἐπεὶ καὶ ὁ Θερ‐ σίτης τοιοῦτος ἦν. | |
3.20 | Θετταλικὸν σόφισμα: ἐπὶ τῶν πανούργων καὶ | |
εὐμεθόδων ἔργων. Λέγεται δὲ καὶ ἐπὶ τῶν ἀεὶ ἀναβαλ‐ λομένων τὸ παρ’ αὐτῶν ὑπεσχημένον, δι’ οἰκεῖον κέρδος. Ἀράτιος γὰρ ὁ ἐκ Θετταλίας ηὔξατο δοῦναι τῷ Ἀπόλ‐ | 419 | |
5 | λωνι, εἰ περιγένοιτο τῶν ἐχθρῶν, ἑκατόμβην ἀνδρῶν, καὶ τυχὼν οὐκ ἐποίει, διὰ τὸ μὴ ἱεροπρεπῆ εἶναι λέγων τὴν τοιαύτην θυσίαν. | |
3.21 | Θρᾳκεία παρεύρεσις: ἐπὶ τῶν δολίως τὶ μη‐ χανωμένων καὶ χαλεποῖς ἔργοις λόγους εὐπροσώπους ἐξευ‐ ρισκόντων· Θρᾷκες γὰρ ἡττηθέντες ὑπὸ Βοιωτῶν περὶ Χερώνειαν, † καὶ σπεισάμενοι, θύουσι τἀπινίκια τοῖς Βοι‐ | |
5 | ωτοῖς νυκτὸς ἐπέθεντο· καὶ πολλοὺς αὐτῶν ἀνεῖλον, τι‐ νὰς δὲ καὶ ἐζώγρησαν. Ἀγανακτούντων δὲ Βοιωτῶν ἐπὶ τῷ παρεσπονδῆσθαι, ἔφασαν οἱ Θρᾷκες, ὅτι τὰς ἡμέρας, ἀλλ’ οὐ τὰς νύκτας ἐσπεισάμεθα. | |
3.22 | Θυμόσοφος: τοὺς ἐκ φύσεως ὀξυμαθεῖς καὶ εὐ‐ φυεῖς οὕτως ἐκάλουν. | |
3.23 | Θύραθεν: ἐκ τῆς θύρας καὶ ἀντὶ τοῦ ἐγγὺς, καὶ ἀντὶ τοῦ ἐκτὸς, καθά φαμεν ἐκ τῶν θύραθεν ἢ ἀπὸ τῶν ἐκτός. Εἴληπται δὲ ἀπὸ τῶν αἰτούντων πτωχῶν καὶ ἔξω τῆς θύρας ἱσταμένων. | |
3.24 | Ἰάλεμος: εἶδος θρήνου, ἡ ἐπὶ τοῖς ἀπολωλόσιν ἀνία, καὶ ὁ υἱὸς Καλλιόπης, καὶ ὁ ὀρφανός· ἔνιοι δὲ καὶ τὸν κακοδαίμονα καὶ τὸ εὐτελές. Ἰαλεμώδη τὰ ψυχρὰ καὶ οὐδενὸς ἄξια, ἢ τὰ θρηνώδη. | 420 |
3.25 | Ἱερείας ἐνύπνιον: ἐπὶ τῶν ἐξ ἐνυπνίων κακὰ παθόντων· λέγεται δὲ καὶ Ἱμεραίας ἐνύπνιον. Ἱμε‐ ραία γάρ τις ἱέρεια καθ’ ὕπνους εἰς οὐρανὸν εἶναι ἔδοξε, καὶ τῷ τοῦ Διὸς θρόνῳ ἰδεῖν ἁλύσει δεδεμένον τινὰ, περὶ | |
5 | οὗ ἐρωτήτασαν μαθεῖν τὸν Σικελίας εἶναι ἄρχοντα, ὕστε‐ ρον δὲ ἰδοῦσα Διονύσιον τυραννήσαντα, αὐτὸν εἶναι εἶπεν ὃν καθ’ ὕπνους ἑώρακε. Καὶ ὀργισθεὶς ἀπέκτεινεν αὐ‐ τὴν ὁ Διονύσιος. | |
3.26 | Ἴθι ὀρθός: ἐπὶ τῶν τοῦ δικαίου ἐκτρεπομένων. | |
3.27 | Ἵνα μὴ φάγῃς σκόροδα, μηδὲ κυάμους: ἐπὶ τῶν ἡσυχῆ ζώντων. Ἔθος γὰρ ἦν τοῖς ἐν πολέμῳ ἀπι‐ οῦσιν ἐσθίειν σκόροδα, τοὺς δὲ δικαστὰς κυάμους, ἵνα μὴ κοιμηθῶσιν. Οἱ γοῦν δικάζοντες καὶ ἐν πολέμῳ ἀπήρ‐ | |
5 | χοντο βίας καλούσης. | 421 |
3.28 | Ἱππεῖς ἐν Θετταλίᾳ καὶ Θρᾴκῃ: παροιμία. | |
3.29 | Ἵππου γῆρας: ἐπὶ τῶν πρὸς τῷ γήρᾳ δυστυ‐ χούντων. | |
3.30 | Ἴσαι ψῆφοι: ἐπὶ τῶν ἐν δικαστηρίῳ ἀντικρινο‐ μένων, καὶ μηδενὸς καταβεβλημένου. Αἰσχίνης κατὰ Κτη‐ σιφῶντος. | |
3.31 | Ἴσως Ἐριννύς ἐστιν ἐκ τραγῳδίας: τὰ γὰρ ἀποτρόπαια τῶν φαντασμάτων τραγῳδοῖς μᾶλλον ἁρ‐ μόττει. | |
3.32 | Ἰχθὺν εἰς Ἑλλήσποντον. | |
3.33 | Κάβος: εἶδος μέτρου. Καὶ παροιμία, Κάβος | |
κάβου. | 422 | |
3.34 | Καθ’ ἑαυτοῦ τὴν κόνιν ἀμᾶται. | |
3.35 | Καὶ γὰρ Ἀργείους ὁρᾷς: αὕτη Σοφόκλειος· πεποίηται γὰρ Ἐριφύλη πρὸς Ἀλκμαίωνα λέγουσα, Καὶ γὰρ Ἀργείους ὁρῶ. Εἴρηται δὲ ἐπὶ τῶν ἐκτενῶς πρὸς ὁτιοῦν βλεπόντων καὶ | |
5 | καταπληκτικόν τι δοκούντων ὁρᾶν. Οἱ δὲ ἐπὶ τῶν εἰς κλοπὴν ὑπονοουμένων. Κωμῳδοῦνται γὰρ Ἀργεῖοι ἐπὶ κλοπῇ, ὥσπερ καὶ Σοφοκλῆς ἐχρήσατο. | |
3.36 | Καὶ κεραμεὺς κεραμεῖ κοτέει: ἐπὶ τῶν ὁμο‐ τέχνων διαφθονουμένων. | |
3.37 | Καὶ ταῦτ’ ἔχοντες κυμάτων ἐν ἀγκάλαις: ἀντὶ τοῦ ὄντες ἐν πολλοῖς κινδύνοις. | |
3.38 | Καὶ χερσὶ καὶ κόμαισι καὶ ποδῶν βάσει: ἀντὶ τοῦ παντὶ τρόπῳ, καὶ ἔργοις δηλαδὴ, ὃ δηλοῖ διὰ τοῦ χερσὶ, καὶ κατανεύσει, τοῦτο γὰρ σημαίνει τὸ κό‐ μαισι, καὶ βαδίσει, ὃ δηλοῖ διὰ τῶν ποδῶν καὶ τῆς βά‐ | |
5 | σεως. | 423 |
3.39 | Κακὰ κακῶν: τὰ ὑπερβολικὰ κακά. | |
3.40 | Καλλίου: πιθήκου. Τὰ δυσχερῆ γὰρ τῶν ὀνο‐ μάτων εὐφημότερον εἰώθασιν οἱ Ἀττικοὶ προφέρεσθαι, καὶ τὸν πίθηκον οὖν καλλίαν προσηγόρευσαν· οὕτω καὶ τὰς Ἐριννύας Εὐμενίδας λέγουσιν. | |
3.41 | Κανθάρου μελάντερος: ἐπὶ τῶν καθ’ ὑπερ‐ βολὴν λεγομένων. | |
3.42 | Κἂν ἴσαι ψῆφοι γένωνται: ἀπὸ τῶν ἐν τοῖς δικαστηρίοις ψήφων. Ἀπελύοντο δὲ οἱ κρινόμενοι, ὅτε | |
ἴσαι αἱ ψῆφοι ἐγίνοντο. | 424 | |
3.43 | Καπνίας ποιητής: ὁ μηδὲν λαμπρὸν γράφων. Καὶ οἶνος καπνίας ὁ κεκαπνισμένος, καὶ Κάπνιος ἄμπελος ἡ μέλαινα. | |
3.44 | Καπνοῦ σκιά: ἐπὶ τῶν λίαν ἰσχνῶν, καὶ ἐπὶ τῶν | |
ἀστάτων καὶ ἀφανῶν. | 425 | |
3.45 | Καρκίνου πορεία: ἡ ἀργὴ καὶ δυσδιόρθωτος. | |
3.46 | Κήρινος θάνατος: Κλεινίας ἐν Κρότωνι τυ‐ ραννίδα κατασκευασάμενος περὶ τῆς ἀρχῆς ἀνηρώτα τὸν θεόν· ὁ δὲ ἀνεῖπεν, ὡς κήρινος αὐτὸν ἀναμένει θάνατος. Ἐκ δὲ τῆς Θουρίας δύο νεανίσκοι ἐπέστησαν γραμματίδιον | |
5 | ἀναδιδόντες, ἐν ὅσῳ δὲ λύων τοῦτο ἀνεγίνωσκεν ὑπ’ αὐτῶν ἀνῃρέθη. | |
3.47 | Κόγχην διελεῖν: ἐπὶ τῶν ῥᾳδίως τι ποιούντων· καὶ Κόγχην διεῖλες, ἀντὶ τοῦ ἴσον ἐποίησας. | |
3.48 | Κόντῳ πλεῖν: ἐπὶ τοῦ προσηκόντως ζῆν. | |
3.49 | Κορδύλης οὐκ ἄξιος: κορδύλη πᾶν τὸ διεστραμ‐ μένον καὶ ἐξέχον· λέγεται καὶ περὶ τὸν ὦμον δεσμὸς κορ‐ δύλη. | |
3.50 | Κορίνθιος ξένος. | 426 |
3.51 | Κρότωνος ὑγιέστερος: κρότων ζῶόν ἐστι ἐν τοῖς κυσὶ καὶ βουσὶ γινόμενον. | |
3.52 | Κύλλου πήραν: κυλλοὺς Ἀττικοὶ καὶ ἐπὶ τῶν ποδῶν καὶ ἐπὶ τῶν χειρῶν ὁμοίως λέγουσιν. Οἱ δὲ κύλ‐ λου φασὶ βαρυτόνως, ἐπὶ τῶν τὴν φύσιν βιαζομένων ἐξ ἐπιτεχνήσεως. Ἔστι δὲ τόπος ἐν Ἀττικῇ Κύλλου πήρα, | |
5 | ἐν ᾧ καὶ κρήνη· πίνουσαι δὲ ἐξ αὐτῆς αἱ στερίφαι συλλαμ‐ βάνουσιν. | |
3.53 | Κύων ἐν προθύρῳ: ἐπὶ τῶν ἐν τοῖς δικαίοις τολμηρῶν. | |
3.54 | Κύων ἐν ῥόδοις: ἐπὶ τῶν μὴ αἰσθανομένων ἐν | |
μεγάλοις ὄντων· ἢ ἐπὶ τῶν μείζοσιν ἢ καθ’ αὑτοὺς ὄντων. | 427 | |
3.55 | Κύων κυνὸς οὐχ ἅπτεται: ἐπὶ τῶν τοὺς ὁμοί‐ ους φυλαττομένων. | |
3.56 | Κῶνος ἀρτοξύει: ἐπὶ τῶν ἀνταποδιδόντων. | |
3.57 | Λάβρακας Μιλησίους: ὅταν ἐν ἀγορᾷ εἰς πλῆθος φανῶσιν· ἐν γὰρ τῇ Μιλήτῳ πλεῖστοί τε καὶ μέ‐ γιστοι εἰσίν. | |
3.58 | Λεβηρίδος τυφλότερος: τὸ τοῦ ὄφεως δέρμα φασὶ λεβηρίδα· ἕτεροι δὲ τὸ τοῦ κυάμου λέπισμα. | |
3.59 | Λεπτὴν πλέκειν: ἐπὶ τῶν πενιχρῶν τοῦτο λέγε‐ ται· οἷον ἀκριβῆ, στενὴν, ἀσθενῆ. | |
3.60 | Λευκὴ ἡμέρα: ἡ ἀγαθὴ, καὶ ἐπ’ εὐφροσύνῃ, | |
καὶ λευκὸν ἀγαθὸν, ἐπὶ τοῦ ἡδέος. | 428 | |
3.61 | Λευκοὶ τοὺς δειλοὺς ὀνειδίζουσιν: ἐπὶ τῶν ἑτέροις τὰ προσόντα αὐτοῖς κακὰ προσφερόντων, παρόσον οἱ λευκοὶ δειλοί. | |
3.62 | Λευκόπυγος: ἐπὶ τῶν δειλῶν καὶ ἀνάνδρων. Τοι‐ οῦτοι γὰρ οἱ μὴ πονοῦντες ἐν ἔργοις. Τούτῳ δὲ ἐναν‐ τίον τὸ μελάμπυγος, ἐπὶ τῶν γενναίων. Οἱ γὰρ πο‐ νοῦντες ἔντριχον ἔχουσι τὴν πυγήν. | |
3.63 | Λεχὼ λέαιναν καὶ κακὸς κύων φοβεῖ: πρὸς τοὺς πεφοβημένους τὰ μὴ δέους ἄξια, παρόσον ἡ λέαινα τεκοῦσα καὶ τὰ μικρὰ φοβεῖται. | |
3.64 | Λέων ξίφος ἔχων: ἐπὶ τῶν φύσει μὲν ἀνδρείων, ἑτέραν δὲ προσλαμβανόντων ἔξωθεν βοήθειαν. | |
3.65 | Λήθαργος κύων: ὁ προσσαίνων μὲν, δάκνων δὲ λάθρα. | |
3.66 | Λήμνιον βλέπει: πυρῶδες, ἐπειδὴ τὸ πῦρ Λή‐ | |
μνιον. | 429 | |
3.67 | Λίθον ἕψεις: ἐπὶ τῶν ἀδύνατόν τι κατεργάζε‐ σθαι ἐπιχειρούντων. | |
3.68 | Λίθῳ λαλεῖς: ἐπὶ τῶν ἀναισθήτων. | |
3.69 | Λίθων χοαί: ἄργυρος καὶ χρυσός. Καὶ γὰρ Εὐριπίδης φησί, Λευκοὺς λίθους ἔχοντες αὐχοῦσιν μέγα. | |
3.70 | Λυγκέως ὅμοιος: οὗτος ὀξυδερκέστατος γέγονεν, ὡς καὶ τὰ ὑπὸ γῆν ὁρᾶν. | |
3.71 | Λυγκέως ὀξύτερον βλέπει: ἐπὶ τῶν ὀξυδορ‐ κούντων. Οὗτος γὰρ ὁ Λυγκεὺς εὗρε τὰ ὑπὸ γῆν μέ‐ ταλλα χρυσίου καὶ κασσιτέρου καὶ τῶν λοιπῶν· οἱ δέ φα‐ | |
σιν ὅτι ὁ λυγκεὺς θηρίον ἐστὶ ὀξυδερκέστατον. | 430 | |
3.72 | Λύκειος: Ἀπόλλωνος ἐπίθετον· καὶ τόπος, ἐν ᾧ κρῆναι ἀνεδόθησαν, ἡ μὲν οἴνου, ἡ δὲ μέλιτος, ἐν αἷς συνέβαινε τὰ ζῶα προσιζάνειν καὶ τοξεύεσθαι. | |
3.73 | Λύκος αἶγας ἐκκαλῶν: ἐπὶ τῶν καθυποκρινο‐ μένων φιλίαν ἐχθρῶν. | |
3.74 | Λύκος ἐν αἰτίᾳ γίνεται, κἂν φέρῃ κἂν μὴ φέρῃ: πρὸς τὸν ἐκ παντὸς τρόπου ἐν αἰτίᾳ γινόμενον. | |
3.75 | Λύκος κρέας νέμει: ἐπὶ τοῦ πλεονεκτεῖν καὶ δι‐ δόναι βουλομένου. | |
3.76 | Λύκος λέοντι συμβάλλει πεφραγμένῳ: ἐπὶ τῶν ἀσθενῶν καὶ δυνατωτέροις συμβαλλόντων. | |
3.77 | Λύκου ῥήματα: ἐπὶ τοῦ καὶ λόγοις καὶ ἔργοις ἀδικοῦντος. | |
3.78 | Λύκου στέγη: ἐπὶ τοῦ πενιχροῦ παντάπασι καὶ οὐδὲν ἔχοντος ἀποκείμενον. | |
3.79 | Μάϊς καὶ Θίμβις: ταῦτα ὀνόματά εἰσι Φρυγικὰ, διὸ καὶ ἐπιφωνεῖται, εἷς Μάϊς ἐν Φρυγίᾳ. Τὸν δὲ Θίμ‐ βιν ὁ Μένανδρος συνεχῶς Τίβιον ὀνομάζει· καὶ ὅλη ἡ Φρυγία Τιβία καλεῖται. | |
3.80 | Μαντικὴ ψυχή: ἐπὶ τῶν τὰ μέλλοντα προορω‐ | |
μένων. Πλάτων Φαίδρῳ. | 431 | |
3.81 | Μέγα τοι ἄγγελος ἐσθλός: ἐπὶ τῶν ἀγαθὰ ἐπαγγελλόντων. | |
3.82 | Μέδιμνον μέτρον χοινίκων μη. | |
3.83 | Μεδίμνῳ ἀπομετρῶν παρὰ πατρὸς ἀργύ‐ ριον: ἐπὶ τῶν μεγάλην καὶ ἀθρόαν ὠφέλειαν προσδο‐ κούντων. | |
3.84 | Μελάντερος ζόφου καὶ Μελάντερος πίσσης: ἐπὶ τῶν καθ’ ὑπερβολὴν μεμελασμένων. | |
3.85 | Μελίπηκτον: εἶδος πλακοῦντος· καὶ παροιμία, Μελίπηκτα κύνες: ἐπὶ τῶν παρ’ ἀξίαν τὰ κάλλιστα ἀπολαυόντων. | |
3.86 | Μεμαγμένη μᾶζα: ἐπὶ τῶν ἑτοίμων ἀγαθῶν. | |
3.87 | Μετὰ νοσούντων μαίνεσθαί φασι καλόν: | |
ὅτι χρὴ συνεξομοιοῦσθαι. | 432 | |
3.88 | Μέτωνος ἐνιαυτός: Μέτων Ἀθηναῖος ἀστρο‐ λόγος, ὁ τὴν ἐννεακαιδεκαετηρίδα συνταξάμενος καὶ ὀνο‐ μάσας ἐνιαυτόν· τοὺς οὖν μακρὰς ὑπερθέσεις ποιουμένους ἐπισκώπτοντες ἔλεγον, Ἀναβάλλεσθαι εἰς τὸν Μέ‐ | |
5 | τωνος ἐνιαυτόν. | |
3.89 | Μέχρι τῶν ἀμφωτίδων: ἐπὶ τῶν ἄγαν πεπλη‐ ρωμένων, ἀντὶ τοῦ μέχρι τῶν ὤτων. | |
3.90 | Μηδὲν ὑπὲρ τὰ καλάποδα: ἀντὶ, μηδὲν ὑπὲρ τὸ μέτρον. Καλάποδον γάρ ἐστι τὸ τοῦ σκυτέως. Μύῤ‐ ῥιχον γὰρ τὸν σκυτέα φασὶ τοῦτο εἰπεῖν. | |
3.91 | Μὴ ἔνι δούλων πόλις: πόλις ἐστὶν ἐν Λιβύῃ Δούλων πόλις καλουμένη, ὡς Μνασέας ἱστορεῖ ὁ Πα‐ τρεύς· ** καὶ τὸν εἰς ἐλευθερίαν ** ἀναβοῶντα λέγειν. Οὐκ ἔστι δούλων οὐδ’ ἐλευθέρων πόλις· | 433 |
5 | ** ἐν ᾗ μόνος ἐλεύθερός ἐστιν ὁ τῆς Ἀρτέμιδος ἱερεύς. Καὶ Ἀρτεμίδωρος φησὶν, ὅτι ὁ Φίλιππος ἔκτισε Πονηρῶν πόλιν καλουμένην, ἐν ᾗ πάντας τοὺς πονηροὺς κολάζων καθείργυεν. | |
3.92 | Μήδων ἀμελῶ: ἐπὶ τῶν καταφρονουμένων. | |
3.93 | Μήλειος Ἡρακλῆς: ἐπὶ τῶν εὐτελῶν· ἦν γὰρ ἄγαλμα Ἡρακλέους, ᾧ μόνα μῆλα, καρποὺς ἔθυον. | |
3.94 | Μητίχου τέμενος: εἴη δ’ ἂν τὸ Μητιχεῖον δι‐ καστήριον μέγα, ἐν ᾧ προσεκληρώθησαν χίλιοι δικασταί. | |
3.95 | Μὴ ὥσπερ ἀπὸ λύκου θύρας: ἐπὶ τοῦ φαύλου. | |
3.96 | Μία ἡμέρα σοφὸν οὐ ποιεῖ. | |
3.97 | Μίασμα δρυός: παρ’ Εὐριπίδῃ ἐν Ἐρεχθεῖ αἰ‐ νιττόμενον τὸ Θηβαίων παρανόμημα εἰς τὸ ἐν Δωδώνῃ | |
μαντεῖον, ἀφ’ οὗ καὶ παροιμία Βοιωτοῖς μαντεύσαις. ** ἠσέβησαν γὰρ εἰς τὴν ἱέρειαν ἐμβαλόντες αὐτὴν εἰς | 434 | |
5 | τὸν ἐν Δωδώνῃ λέβητα ζέοντα, ἐρωτικῶς διατεθεῖσαν εἰς ἕνα τῶν θεωρῶν. | |
3.98 | Μίδας ἐν κύβοις εὐβολώτατος: βόλου ὄνομα ὁ Μίδας, οὗ καὶ Εὔβουλος ἐν Κυβευταῖς μέμνηται. | |
3.99 | Μόχθος οἱ τηλοῦ φίλοι: παροιμία· καὶ, Τηλοῦ φίλοι ναίοντες οὐκ εἰσὶν φίλοι. | |
3.100 | Ναὶ ναὶ μὰ μήκωνος χλόην: ἐπὶ χλευασμοῦ ὁ ὅρκος. | |
4.1 | Ναύσων Ναυκράτη: ἐπὶ τῶν ὁμοίως ἀποδιδόν‐ των ἀλλήλοις· ὠνοματοποίησαν τὸ Ναύσων παρὰ τὸ ναῦς καὶ ** τὸ κρατεῖ. Πολλὰ δέ ἐστι τοιαῦτα, οἷον Λευ‐ | |
κότερος Λεύκωνος καὶ Ἀγαθίδες ἀγαθῶν. | 435 | |
4.2 | Ναύφρακτον βλέπει: ἐπὶ τῶν ὀργίλως καὶ πο‐ λεμικῶς προσχόντων. | |
4.3 | Νεάτη: ἡ ἐσχάτη· καὶ ἡ Νήτη, χορδὴ ὑπὸ τῶν μουσικῶν, πρὸς ἀντιδιαστολὴν τῆς τε ὑπάτης καὶ τῆς μέσης. | |
4.4 | Νέα χελιδὼν: ἐπὶ τῶν ἐξαπατώντων τινάς. | |
4.5 | Νεμέας αὐλητρίδος: ἐπὶ τῆς καλῶς αὐλούσης, καὶ Νεμέας σέλινα: τὰ καλά. | |
4.6 | Νέοις μὲν ἔργα, βουλὰς δὲ γεραιτέροις. | 436 |
4.7 | Νήπιοι οὐδ’ ἴσασιν ὅσῳ πλέον ἥμισυ παν‐ τός: ἔσθ’ ὅτε πλειόνων τις ἐπιθυμῶν ἀποβάλλει καὶ ἃ ἔχει. Παραινεῖ γοῦν, μὴ ἐπιθυμεῖν πλειόνων. | |
4.8 | Νικᾷ τὸν ὀνηλάτην: πρὸς τὸν μὴ βουλόμενον ἀποστῆναι τοῦ κτήνους, ἀλλ’ ἑαυτὸν προϊέμενον εἰς ἀπώ‐ λειαν. Τοὺς οὖν φεύγοντας τὸν σωφρονιστὴν λόγον, διὰ ταύτης λοιδοροῦμεν λέγοντες, Νικᾷ τὸν ὀνηλάτην. | |
4.9 | Νύκτα δασεῖαν: τὴν χειμερίνην. | |
4.10 | Νῦν εἰς χορὸν ἦλθον: ἐπὶ τῶν ἀρνουμένων. | |
4.11 | Ὀβολὸν εὗρε Παρνύτης: Καλλίστρατος Ἀθή‐ νησι πολιτευσάμενος, ἐπικαλούμενος δὲ Παρνύτης, μισθὸν ἔταξε τοῖς δικασταῖς καὶ τοῖς ἐκκλησιασταῖς· ὅθεν σκω‐ πτόντων αὐτὸν τῶν κωμικῶν εἰς παροιμίαν ἦλθε τὸ γελοῖον. | |
4.12 | Ὁδοῦ παρούσης, τὴν ἀτραπὸν μὴ ζήτει: | |
ἐπὶ τῶν προδήλων. | 437 | |
4.13 | Ὁ ἐν Πάρῳ βωμός: ἐπὶ τῶν πολυτελῶς κατε‐ σκευασμένων. | |
4.14 | Οἴκοι γενοίμην: ἐπὶ τῶν ἐκφυγεῖν τὰ δεινὰ εὐ‐ χομένων. | |
4.15 | Οἶκος φίλος, οἶκος ἄριστος: ἔνιοι τὴν παρ‐ οιμίαν ἐπὶ τὸ γελοιότερον μεταφράζοντες, ταύτην ἐπὶ τῆς χελώνης φασίν. | |
4.16 | Ὄϊς τὴν μάχαιραν: ἐπὶ τῶν ἀλυσιτελῶς τοῖς πράγμασι χρωμένων. Λέγεται γὰρ ὅτι κτείνασα ἡ Μή‐ δεια τοὺς ἑαυτῆς παῖδας καὶ κατορύξασα παρὰ τὸ ἱερὸν τῆς Ἥρας τὸ ξίφος, μετεχώρησεν εἰς Ἀθήνας· μετὰ δὲ | |
5 | χρόνον θυσίας μελλούσης τελεῖσθαι, ὄϊς τοῖς ποσὶ σκα‐ λεύουσα τὸ ξίφος ἐφανέρωσε, μεθ’ οὗ καὶ ἐτύθη. | |
4.17 | Ὁ κάνης τῆς τύχης ὑπερέχει: ἐπὶ τῶν τὰ μὴ ἀναγκαῖα μείζω καὶ πλείω τῶν ἀναγκαίων κεκτημένων. Κοίτη γὰρ ἡ κίστη, εἰς ἣν τὰ βρωτὰ ἐμβάλλουσιν, κάνης δὲ, τὸ ἐπίθεμα τῆς κοίτης. | |
4.18 | Ὁ Λυδὸς τὸν ὄνον ἐλαύνει: ἐπὶ τοῦ παρ’ ἀ‐ ξίαν τὶ πράττοντος, παρόσον ἱππικώτατοι οἱ Λυδοί. Ὁ‐ | |
μοία ταύτῃ καὶ ἡ Ἀφ’ ἵππων ἐπ’ ὄνους. | 438 | |
4.19 | Ὀλυμπικὴ στοά: ἐπὶ τοῦ λάλου, ἢ ὅτι εἰκὸς ἔχειν τὴν στοὰν ἀντῳδὸν ἠχὼ, ἢ διὰ τὰς τῶν ἐκεῖ συνη‐ γμένων βοάς. | |
4.20 | Ὄμπνιος καρπός: ὁ σῖτος καὶ οἱ Δημητριακοὶ καρποί. Ὀμπνία γὰρ ἡ Δήμητρα. | |
4.21 | Ὄμφακας βλέπει: ἐπὶ τῶν δριμὺ βλεπόντων καὶ ὀργιζομένων. | |
4.22 | Ὄνος εἰς Ἀθήνας: ἐπὶ τῶν ἀπαιδεύτων. | |
4.23 | Ὄνος ἐν μύροις: ἐπὶ τῶν ἀναξίως ἐν τρυφαῖς διαγόντων. | |
4.24 | Ὄνος ἐν πιθήκοις: ἐπὶ τῶν αἰσχρῶν ἐν αἰ‐ σχροῖς. | |
4.25 | Ὄνος τὰ Μελιταῖα: πρὸς τοὺς κατὰ ζῆλον μη‐ δὲν μὲν ὅμοιον ποιοῦντας, παραπολαύοντας δὲ μᾶλλον κακῶν. Φασὶ γὰρ ὄνον ἰδόντα κυνίδιον προσπαῖζον τῷ δεσπότῃ, ἐθελῆσαι μιμήσασθαι, ἐπάραντα δὲ τὰ σκέλη | |
5 | πυδαρίζειν, συντρίψαι τὰ οἰκητήρια σκεύη, πληγὰς δὲ διὰ τοῦτο λαβεῖν πολλάς. | |
4.26 | Ὄνου σκιά: νεανίσκος Ἀθήνηθεν εἰς Δελφοὺς | |
ὄνον ἐμισθώσατο, καὶ μεσημβρίας καταλαβούσης, καὶ τοῦ ἡλίου σφοδρότερον ἐκκαίοντος, τῆς ὁδοιπορίας ** ἔστησαν, γυμνοῦ δὲ σκιᾶς ὄντος τοῦ τόπου, ὑπέδυ τὴν | 439 | |
5 | τοῦ ὄνου σκιὰν ὁ νεανίσκος. Ὁ δὲ ὀνηλάτης ἐκώλυε, ὄνον, οὐχὶ σκιὰν λέγων αὐτὸν μεμισθωκέναι. Λέγεται δὲ ἡ παροιμία ἐπὶ οὐθενείας καὶ ματαίας φιλονεικίας. | |
4.27 | Ὀξηρὸν ἄγγος οὐ μελιττοῦσθαι πρέπει: ἐπὶ τοῦ ἀναξίου. Σοφοκλῆς Ἰφιγενείᾳ. | |
4.28 | Ὄξος ἠκρατισμένον: ἐπὶ τῶν ὀργίλων καὶ δρι‐ μυτάτων. | |
4.29 | Ὄξος Σφήττιον: ἴσως οἱ Σφήττιοι ὀξεῖς ἦσαν. Εἰσὶ δὲ δῆμος Ἀττικῆς. | |
4.30 | Ὀξύτερον Λυγκέως βλέπει: ἐπὶ τῶν τὰ πόῤ‐ ῥωθεν ἀκριβῶς ὁρώντων. | |
4.31 | Ὀξύτερον οἱ γείτονες βλέπουσι τῶν ἀλω‐ | |
πέκων: ἐπὶ τῶν λανθάνειν μὴ δυναμένων. | 440 | |
4.32 | Ὁ περιφόρητος Ἀρτέμων: ἐπὶ τῶν πάνυ πο‐ θουμένων. Φασὶ γὰρ ὅτι νεανίσκος ὁ Ἀρτέμων ἐγένετο περιμάχητος γυναιξίν· ἄλλοι δὲ ὅτι μηχανοποιὸς ἐγένετο σοφώτατος κατὰ τοὺς Περικλέους χρόνους· χωλὸς δὲ ὢν | |
5 | περιεφέρετο ἐπὶ τῷ ὁρᾶν τὰς μηχανάς. | |
4.33 | Ὅρκος Ἀφροδίσιος συγγινώσκεται: παρό‐ σον οἱ ἐρῶντες εὐχερῶς ὀμνύουσι. | |
4.34 | Ὅταν τὸ ὕδωρ πνίγῃ, τί δεῖ ἐπιπνίγειν: παρεγγυᾶται μὴ τοῖς δυστυχοῦσι κατεπεμβαίνειν. | |
4.35 | Οὐδὲν ἀνδρῶν λευκῶν ὄφελος ἢ σκυτοτο‐ μεῖν: ἐπὶ τῶν εἰς μηδὲν λυσιτελούντων, παρόσον οἱ | |
μέλανες τῶν λευκῶν λυσιτελέστεροι. | 441 | |
4.36 | Οὐδὲν ἀρχαῖον ποιεῖ: ἐπὶ τῶν εἰς μηδὲν συν‐ τελούντων. | |
4.37 | Οὐδὲν ὄφελος ἀποῤῥήτου καὶ ἀφανοῦς Μού‐ σης: ἐπὶ τῶν τὴν σιωπὴν ἀσκούντων. | |
4.38 | Οὐδ’ ἐν σελίνοις: ἐπὶ τῶν μακρὰν τοῦ τέλους ἀπεχόντων· βούλεται γὰρ ἡ παροιμία λέγειν, ὅτι οὐδὲ ἀρ‐ χὴν ἔχεις τοῦ πράγματος, καθάπερ οὐδὲ οἱ εἰς τοὺς κή‐ πους εἰσιόντες ἐν τοῖς σελίνοις εἰσὶν ἤδη. | |
4.39 | Οὐδ’ ἐν τοῖς ἰωροῦ: οὕτω τοὺς φυλακὰς ἐκά‐ λουν Ἀθηναῖοι· καὶ ὁ νόμος ὁ παρ’ αὐτοῖς ἐκτὸς ἰω‐ ροῦ ἐκέλευσεν εἶναι τοὺς ἀνδροφόνους· τουτέστι τῶν τό‐ πων ἐν ᾧ τὰ φυλακτήρια ἦν. Ἐπὶ τοίνυν τῶν ἀπειλούν‐ | 442 |
5 | των καὶ σοβαρευομένων ἡ παροιμία. | |
4.40 | Οὐδὲ τῶν τὰ Πυθαγόρου μυθολογούντων ἤκουσας: ἐπὶ τῶν πάσης ἀλλοτρίων παιδείας. | |
4.41 | Οὐδ’ ὅσον ἀηδόνες ὑπνοῖ: ἐπὶ τῶν ἀγρυπνούν‐ των· δήλη γὰρ οὖσα ἡ ἀηδὼν ἀγρυπνεῖ. | |
4.42 | Οὐκ ἀγαπᾷ γραῦς θανοῦσα, ἀλλὰ καὶ προσ‐ εκφέρειν κελεύει: ἐπὶ τῶν οὐκ ἀρκουμένων οἷς ἔλα‐ βον, ἀλλὰ καὶ πλείω ζητούντων. | |
4.43 | Οὐ καὶ χελῶναι διὰ μιᾶς πᾶσαι πλέαι: ἐπὶ τῶν διά τινος εὐεργετουμένων. Φασὶ γὰρ ὁπόταν μία χελώνη πίῃ, αἱ λοιπαὶ ἀπὸ τῆς οὐρᾶς αὐτῆς πίνουσι. Τὸ οὖν πλέαι ἀντὶ τοῦ πεπληρωμέναι. | |
4.44 | Οὐκ ἄξιον τὸ πρᾶγμα τῆς ἀγρυπνίας: ἐπὶ τῶν μεγάλα μοχθούντων ἐπὶ εὐτελεῖ. | |
4.45 | Οὐκ ἀπείρῳ προσέβαλες: ἐπὶ τῶν οἰομένων | |
μὲν ἐξαπατᾶν, φωραθέντων δέ. | 443 | |
4.46 | Οὐκ ἄσκιον: εἴρηται ἐπὶ τῶν τὰ κενὰ δεδοικό‐ των· Κράτης Ἥρωσιν· Οὐκ ἀσκίῳ γ’ ἐμορμολύττετ’ αὐτούς. | |
4.47 | Οὔτε γῆς οὔτε οὐρανοῦ ἅπτεται: ἐπὶ τῶν περιττῶν καὶ μηδὲν πρὸς τὸ πρᾶγμα συντελούντων. | |
4.48 | Ὀψὲ θεῶν ἀλέουσι μύλοι, ἀλέουσι δὲ λε‐ πτά: ἐπὶ τῶν ὀψιαίτατα καὶ βραδέως παρεχόντων δί‐ κην, ὧν ἐπλημμέλησαν. | |
4.49 | Ὄψ’ ἦλθες, ἀλλ’ ἐς τὸν Κολωνὸν ἵεσο: ἐπὶ τῶν καθυστεριζόντων καὶ βραδέως ἐρχομένων, παρόσον τῶν μισθωτῶν τοὺς ὀψὲ ἐλθόντας πάλιν ἀπέλυον ἐπὶ τὸ μισθωτήριον· τὸ δὲ ἦν ἐπὶ τῶν Κολωνῶν. | |
4.50 | Ὄψις ἀδήλων τὰ φαινόμενα: παροιμία. | 444 |
4.51 | Πάνθ’ ὅμοια καὶ Ῥοδῶπις ἡ καλή: ἡ Ῥο‐ δῶπις ἑταίρα ἦν περὶ Ναύκρατιν τῆς Αἰγύπτου, ἧς καὶ Σαπφὼ μνημονεύει καὶ Ἡρόδοτος. Τοὺς οὖν πολὺ ἀπο‐ λέσαντας ἀργύριον διὰ τὸ διάφορον τῆς μίξεως, πρὸς τὰς | |
5 | ἄλλας γυναῖκας συνορῶντας ἐπιφωνῆσαι τὸ λεγόμενον. | |
4.52 | Πάνθ’ ὑπὸ μίαν Μύκονον: ἐπὶ τῶν μιᾷ δίκῃ καταδικασθέντων. | |
4.53 | Παραλύομαι: ἐπεὶ ὑπὸ τῶν πλουσίων οἱ πένητες παραλύονται. | |
4.54 | Παρασάγγης: μέτρον ὁδοῦ λ σταδίων, σχοῖνος | |
δὲ ξ, ὡς δέ τινες, πεντήκοντα. | 445 | |
4.55 | Παρὼν ἀποδημεῖς. | |
4.56 | Πέρδικος καπηλεῖον: χωλὸς κάπηλος ὁ Πέρδιξ. Ὅθεν ἔνιοι τὴν παροιμίαν διαδοθῆναι φασὶ, καὶ τὸ Πέρ‐ δικος σκέλος. | |
4.57 | Πηλέως μάχαιρα: σωφροσύνης γέρας ἡ μάχαι‐ ρα τῷ Πηλεῖ δέδοται, Ἡφαιστότευκτος οὖσα. | |
4.58 | Πλίνθον πλύνεις, Χαμαὶ ἀντλεῖς, Φακὸν κό‐ πτεις, Θάλασσαν ἀντλεῖς: ἐπὶ τῶν ἀδυνάτων. | |
4.59 | Πόνῳ πονηρός: ἤτοι κατ’ ἐπίτασιν ὁ φαῦλος, | |
ἢ διὰ τὸν πόνον κατ’ ἐνέργειαν ὁ ἐπίπονος. | 446 | |
4.60 | Πράσου φύλλῳ τὸ τῶν ἐρώντων δέδεται βα‐ λάντιον: ἐπὶ τῶν δι’ ἔρωτα πολλὰ ἀναλισκόντων καὶ ἀσωτευομένων. Ἀσθενὲς γὰρ τὸ τοῦ πράσου φύλλον καὶ οὐκ ἀντέχον. | |
4.61 | Πρωκτὸς λουτροῦ περιγίνεται: ὅταν τις μὴ δύνηται ἀπονίψασθαι, ἀλλ’ ἡ κοιλία αὐτῷ ἐπιφέρηται· | |
** τῶν ἀνωφελῶν. | 447 | |
4.62 | Πτωχοῦ οὖλαι † ἀεὶ κεναί. | |
4.63 | Πύθου χελιδόνος: διότι ὀδυρτικὸν τὸ ζῶον. | |
4.64 | Ῥᾷον ἢ τὸ Ὄνειον ὑπερέβησαν οἱ Βοιωτοί: ἐπὶ τῶν τοὺς ὅρους καὶ τὸ μέτρον ὑπερβαινόντων· Ὄ‐ νειον γὰρ ὄρος, πρὸς ὃ οἱ τῶν Βοιωτῶν ὁρίζονται ὅροι. | |
4.65 | Ῥέας πόντος: Ἰόνιος κόλπος περὶ Ἀδρίαν, ἔν‐ | |
θα τιμᾶται ** ὁ Βόσπορος. | 448 | |
4.66 | Ῥήγματα ἀντὶ σχημάτων: ἐπὶ τοῦ παραπο‐ λαύοντος τινός, δι’ ὧν πράττει. | |
4.67 | Σαοὺλ ἐν προφήταις: οὗτος ἐχρίσθη ὑπὸ Σα‐ μουὴλ εἰς βασιλέα καὶ προφήτην· καὶ ἰδὼν αὐτόν τις ἔφη· Καὶ Σαοὺλ ἐν προφήταις; Καὶ ἐστὶ παροιμία· λαμ‐ βάνεται δὲ ἐπὶ τῶν μὴ ἀξίων. | |
4.68 | Σαρδαναπάλου τρυφηλότερος. Καταγηρά‐ σαις Τιθωνοῦ βαθύτερος. Κινύρου πλουσιώ‐ τερος. Δὶς παῖδες οἱ γέροντες: ὁ γὰρ Τιθωνὸς | |
τὸ γῆρας ἀποθέμενος κατ’ εὐχὴν εἰς τέττιγα μετέβαλεν· | 449 | |
5 | ὁ δὲ Κινύρας ἦν ἀπόγονος Φάρμη †, βασιλέως Κυπρίων, πλούτῳ διαφέρων. Σαρδανάπαλος δὲ, Ἀσσυρίων βασι‐ λεὺς, ὃς ἐπ’ ἀκολασίᾳ καὶ τρυφῇ κατέλυσε τὴν ἰδίαν ἀρ‐ χήν. ἦν δὲ υἱὸς Ἀνακυνδαράξου, βασιλέως Νίνου, χώρας Περσικῆς, καλλωπιζόμενος αἰσχρῶς καὶ τοῖς οἰκείοις μὴ | |
10 | ὁρώμενος, εἰ μὴ εὐνούχοις καὶ κόραις. Πεπυρπολημένου δὲ τοῦ οἴκου, ἔνδοθεν εὑρεθεὶς ἀπέθανε· καὶ ἔστιν ἐπί‐ γραμμα ἐπὶ τῷ τάφῳ αὐτοῦ Ἀσσυρίοις γράμμασι· Σαρ‐ δανάπαλος Ἀνακυνδαράξου παῖς, Ταρσόν τε καὶ Ἀγχιάλην ἔδειμεν ἡμέρῃ μιῇ· Ἔσθιε, πῖ‐ | |
15 | νε, ὄχευε, ὡς τά γε ἄλλα οὐδὲ τούτου ἐστὶν ἄ‐ ξια· τουτέστι τοῦ τῶν δακτύλων ἀποκροτήματος· τὸ γὰρ ἐφεστὸς τῷ μνήματι ἄγαλμα, ὑπὲρ τῆς κεφαλῆς ἔχον τὰς χεῖρας πεποίηται, ὡς ἂν ἀποληκοῦν τοῖς δακτύλοις. Ταὐ‐ τὸν καὶ ἐν τῇ Ἀγχιάλῳ τῇ πρὸς Ταρσὸν ἐπιγέγραπται, | |
20 | ἥτις νῦν καλεῖται Ζεφύριον. | 450 |
4.69 | Σήπινον γερόντιον: ἐπὶ τῶν ἀσθενῶν. | |
4.70 | Σιλφίου λειμών: εἶδός τι τῆς Λιβύης σίλφιον· καὶ παροιμία τὸ Βάττου σίλφιον. | |
4.71 | Σινδαρωνεύεσθαι. μέμνηται ταύτης Φερεκρά‐ της. Ἔστι δὲ ἀπὸ τοῦ τοὺς ἄνδρας σίνεσθαι. | |
4.72 | Σινωπίσαι: ἐπὶ τοῦ ἀσχημονῆσαι· ἀπὸ ἑταίρας | |
τινὸς ἐκ Σινώπης. | 451 | |
4.73 | Σιφνιάζειν: ὡς Κρητίζειν καὶ Λεσβιάζειν, ἀπὸ νήσου Σίφνου καλουμένης. Ἔστι δὲ τὸ ἅπτεσθαι τῆς πυγῆς δακτύλῳ· Λεσβιάζειν δὲ τὸ παρανομεῖν στόματι. | |
4.74 | Σκύθης τὸν ὄνον: ἐπὶ τῶν λόγῳ μὲν ἀκκιζο‐ | |
μένων, ἔργῳ δὲ ἐφιεμένων. Ἰδὼν γάρ τις νεκρὸν ὄνον, ἔφη [πρὸς Σκύθην παρόντα], Δεῖπνόν τοι, ὦ Σκύθα. Ὁ δὲ ἐβδελύξατο πρῶτον· αὖθις δὲ πολυπραγμονήσας πε‐ | 452 | |
5 | ρὶ αὐτὸν ἐπονεῖτο. | |
4.75 | Σκυθῶν ἐρημία: ἐπὶ τῶν ἐρημουμένων ὑπὸ τι‐ νῶν. Καὶ τὰ ἐρημότερά φασι τῆς Σκυθίας ἐρημίας εἶναι. | |
4.76 | Σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ. | |
4.77 | Συμβαλούμενος: κατ’ ἔλλειψιν καὶ αὕτη. Ἐν‐ δεῖ γὰρ εἰς ἔρωτα. Μέμνηται ταύτης Ἀλέξανδρος. | |
4.78 | Σύμβουλός ἐστιν ὁ χρόνος τῶν πραγμάτων. | |
4.79 | Τὰ ἐκ παλαιοῦ: λείπει τὸ Τύρου· Τῦρον γὰρ τὴν παλαιὰν Ἀλέξανδρος ὁ Μακεδὼν πολλῇ χειρὶ ἐπελ‐ θὼν διέθηκε τὰ χαλεπώτατα, ὥστε τὴν πόλιν κατασκά‐ ψαι, τοὺς δὲ πολίτας οὓς μὲν ἀνασκολοπίσαι, οὓς δὲ κα‐ | |
5 | τακαῦσαι. Ἐκ τούτου γοῦν ἡ παροιμία ἐπὶ τῶν κακῶς διακειμένων. | |
4.80 | Τὰ ἐκ τῶν ἁμαξῶν: ἐπὶ τῶν ἀσελγέστερα σκω‐ πτόντων τάττουσι ταύτην. Ἀθήνησι γὰρ ἐν τοῖς Διο‐ νυσίοις μεθυσθέντες κωμάζουσι, μεθ’ ἡμέραν δὲ τοὺς ἀπαντῶντας σκώπτουσι ἐφ’ ἁμαξῶν καθήμενοι. | 453 |
4.81 | Τὰ Κινησίου δρᾷ: ἐπὶ τῶν μαλακῶν. | |
4.82 | Τὰ μηδὲν πρὸς τὸν Διόνυσον: ἐπὶ τῶν τὰ ἀνοίκειά τισι προσφερόντων. | |
4.83 | Τὰ πολλὰ πράττειν οὐκ ἐν ἀσφαλεῖ βίῳ: ἐπὶ τῶν εἰς κίνδυνον ἐμπιπτόντων διὰ τὸ πολλὰ πράττειν. | |
4.84 | Τὰ Σαμίων ὑποπτεύσεις: ἐπὶ τῶν δεδιότων τινὰς ἀνηκέστους κακῶν προδοσίας. | |
4.85 | Τὰ τρίτα τῶν εἰς θάνατον: ἐπὶ τῶν λ τῷ καταγινωσκομένῳ θανάτῳ προσεφέρετο γ, ξίφος, βρόχος, κώνειον. | |
4.86 | Ταχυβάμονας ὅρκους: Ἀρίσταρχος κατὰ ἀν‐ τίφρασιν ἀκούει τοὺς βραδεῖς· βέλτιον δὲ τοὺς ἐν ἑτέρῳ † | |
τινι γενομένους νοεῖν. | 454 | |
4.87 | Τήνελλα: τοῦτο σημαίνει τὴν ἐν τοῖς ἀγῶσι νί‐ κην· μίμημα γάρ ἐστι τοῦ αὐλητικοῦ ἐνδοσίμου. | |
4.88 | Τὴν Συρακουσίων δεκάτην: Δήμων Συρα‐ κουσίους εὐδαιμονήσαντάς φησι ψηφίσασθαι τὴν δεκάτην τῶν ὑπαρχόντων ἀποδίδοσθαι εἰς ἐπισκευὴν ναῶν τε καὶ ἀναθημάτων καὶ θεωριῶν· πολλοῦ τε χρήματος συναχθέν‐ | |
5 | τος, εἰς παροιμίαν ἐλθεῖν, ὡς καὶ τὴν Πριηνέων δε‐ κάτην. | |
4.89 | Τιτανῶδες βλέπει: φοβερὸν, καταπληκτικόν. | |
4.90 | Τίς τῇδε: οἱ σπένδοντες ἔλεγον τοῦτο ’στὶ τοῦ, τίς πάρεστι. οἱ δὲ παρόντες ἐπευφημούμεναι ἀπεκρίνοντο, Καλοὶ κἀγαθοί. τοῦτο δὲ ποιοῦν [οἱ σπένδοντες], ἵνα οἱ συνειδότες ἑαυτοῖς τι ἄτοπον, ἐκχωροῖεν τῶν | |
5 | σπονδῶν. | |
4.91 | Τὸ Δίωνος γρῦ: οὗτος ὁ Δίων, Ἀλεξανδρεὺς μὲν ἦν, ἐπὶ φιλοσοφίᾳ δὲ περιβόητος· ἔχων δὲ ἀδελφὸν παλαιστὴν Τ.ψ. καλούμενον, λοιδορούμενος ὑπό τινος τῶν ἀνταγωνιστῶν αὐτοῦ ἐπακολουθοῦντος καὶ ὄχλου πολ‐ | 455 |
5 | λοῦ, αὐτὸς μὲν οὐδὲν ἐφθέγξατο. πρὶν ἂν ἐντὸς τοῦ ἰδίου πυλῶνος γενόμενος καὶ μηδὲν ὀργῆς ὑπομείνας, εἶπεν· οὐδὲ γρῦ. ὁ δὲ ἀθυμήσας ἀπήγξατο. | |
4.92 | Τὸ Ἡσιόδειον γῆρας: Ἀριστοτέλης ἐν Ὀρχο‐ μενίων πολιτείᾳ δὶς τεθάφθαι φησὶ τὸν Ἡσίοδον, καὶ ἐπιγράμματος τοῦδε τυχεῖν· Χαῖρε δὶς ἡβήσας, καὶ δὶς τάφου ἀντι‐ | |
5 | βολήσας, Ἡσίοδ’, ἀνθρώποις μέτρον ἔχων σο‐ φίης. παρόσον τό τε γῆρας ἀπέβη, καὶ δὶς ἐτάφη. | |
4.93 | Τὸ Θετταλὸν σόφισμα: ἐπὶ τῶν σοφιζομένων καὶ κακουργούντων. Ἀπὸ Μένωνος τοῦ τῷ Κύρῳ τῷ νε‐ ωτέρῳ συναναβάντος, ὃς προὔδωκεν Ἀρταξέρξῃ τοὺς Ἕλ‐ ληνας. | |
4.94 | Τὸν αὐλητὴν αὐλεῖν: αὐλητὴς ἐγένετο μὴ πάνυ τοῖς αὐλητικοῖς ἐμμένων νόμοις, ἀλλὰ παρακινῶν· ὅθεν ἡ παροιμία. | |
4.95 | Τὸ δέ τοι κλέος ἐσσομένοιο: ἐπὶ τῶν δαιμο‐ | |
νίως γενέσθαι προδηλουμένων φήμῃ τινί. | 456 | |
4.96 | Τοῦ δ’ ἄρ’ ὁ Κωρυκαῖος ἠκροάζετο: πειρα‐ ταῖς τισί τινες τῶν ἐκ Κωρύκου συνέπραττον περιεργαζό‐ μενοι τῶν πλεόντων τὰ φορτία, καὶ καθ’ ἣν ἡμέραν ἀ‐ ποπλεύσουσιν ἐμήνυον ταῦτα τοῖς πειραταῖς. Τοῦτο μα‐ | |
5 | θόντες οἱ ἔμποροι ἀπέκρυπτον τὰ πολλά· ἐπειδὴ δὲ καὶ οὕτως ἔνια τοῖς πειραταῖς ἐμηνύετο, ἐκράτησεν ἡ παροι‐ μία ἐπὶ τῶν δοκούντων μὲν λάθρα πράττεσθαι, εἰς γνῶ‐ σιν δὲ ἐρχομένων. | |
4.97 | Τοὺς Κόσσα λόγους: Κόσσας ἀνὴρ δίκαιος, Πελληνεὺς τὸ γένος· οἱ δὲ Πελληνεῖς οὗτοι πόλεμον ἔχον‐ τες πρὸς Σαλαμινίους ἐπεκαλέσαντο συμμάχους τοὺς γεί‐ τονας, ὁμολογήσαντες αὐτοῖς μεταδώσειν τῆς χώρας. Νι‐ | |
5 | κήσαντες οὖν οὐ μετέδωκαν, τοῦ Κόσσα συμβουλεύοντος ταῖς ὁμολογίαις ἐμμένειν· ἀνθ’ ὧν λοιμῷ περιπεσόντες τοὺς Κόσσα λόγους ἐπῄνουν. | |
4.98 | Τὸ φέρον ἐκ θεοῦ καλῶς φέρειν χρή. | |
4.99 | Τρὶς ἓξ: νικητήριος βόλος· ἐπὶ τοῦ εὐστόχου. Ἀ‐ πὸ τῶν κυβευόντων· ὃ γὰρ βόλος ὁ πλήρης ἓξ ἦν· τὸ πά‐ λαι δὲ τρεῖς ἐβάλλοντο κύβοι. | 457 |
4.100 | Τροχὸς τὰ ἀνθρώπινα: ἤτοι εὐμετάβολα. | |
5.1 | Τυφογέρων: ἐπὶ τῶν τυφομανῶν γερόντων. | |
5.2 | Τῶν ἐπὶ κοσκίνῳ: μαντευομένων δηλονότι. Καὶ, Τῶν ἀπὸ τρίποδος, καὶ, Τῶν ἀπὸ δάφνης. | |
5.3 | Τῶν φιλτάτων τὰ φίλτατα: Μηλίοις ἀνεῖλεν | |
ὁ θεὸς φιλεῖν τῶν φιλτάτων τὰ φίλτατα· μέχρις οὖν ἐ‐ τῶν δέκα ἓξ γυμνοὺς περιέφερον τοὺς παῖδας καὶ κατε‐ φίλουν ἐν Ὀλυμπίᾳ. | 458 | |
5.4 | Ὕπερον κοσμεῖς: ὅμοιον τῷ, Χύτραν ποι‐ κίλλεις. | |
5.5 | Ὑπέρου περιστροφή: ἐπὶ τῶν τὰ αὐτὰ ποι‐ ούντων. | |
5.6 | Ὑπὲρ τὸν κατάλογον: ἐπὶ τῶν γεγηρακότων. | |
5.7 | Ὕπνος δ’ ἀπέστω γλυκύθυμος ὀμμάτων: ἐπὶ τῶν βουλομένων φιλοσοφεῖν. | |
5.8 | Ὑπόχαλκον τὸ χρυσίον: ἐπὶ τῶν κεκιβδηλευ‐ μένων. | |
5.9 | Ὗς ὑπέροπλον δραμεῖται: ἐπὶ τῶν ἑαυτοὺς εἰς ὄλεθρον ἐμβαλλόντων. | |
5.10 | Ὕφαλος φάτις: ἐπὶ τῶν κρυφίων. | |
5.11 | Φαέθοντα τόκον: ἐπιφανῆ καὶ καταπληκτικὸν τὴν πρόσοψιν. | |
5.12 | Φαλακρὸς κτένα, Εὐνοῦχος παλλακήν, Κω‐ | |
φὸς αὐλητήν, Κάτοπρον ὁ τυφλός, Ὁ ἠπειρώ‐ της κώπην, Ὁ κυβερνήτης ἄροτρον: πάντα ὅμοια ταῦτα. Λέγεται ἐπὶ τῶν ἀχρήστως τι ἑαυτοῖς ἐμπορευο‐ | 459 | |
5 | μένων. | |
5.13 | Φιλέψιος ὅδε: ἐπὶ τῶν φιλοπαιγμόνων· οὗτος γὰρ μεταξὺ τῶν δημηγοριῶν μύθους ἔλεγε· κεκωμῴδηται εἰς πανουργίαν. | |
5.14 | Φιλίππου Ἀλεκτρυών: ὄνομα στρατηγοῦ· ἐπὶ τῶν ἐν μικροῖς κατορθώμασιν ἀλαζονευομένων. | |
5.15 | Φιλοκτήτου τοξικώτερος. | |
5.16 | Φιλοξένου λόγον τέτευχεν: κατὰ τῶν στεῤ‐ ῥῶς ἀρνουμένων ἡ παροιμία. Φιλόξενος γὰρ ὁ Κυθήριος διαφυγὼν τὰς εἰς Συρακούσας λατομίας, εἰς ἃς ἐνέπεσεν, ὅτι Διονυσίου τοῦ τυράννου τὰς τραγῳδίας οὐκ ἐπῄνει, | 460 |
5 | διέτριβεν ἐν Τάραντι τῆς Ἰταλίας. Μεταπεμπομένου δὲ Διονυσίου αὐτὸν καὶ ἀξιοῦντος διὰ γραμμάτων [ἐλθεῖν], ὁ Φιλόξενος ἀντιγράψαι μὲν οὐκ ἔγνω, λαβὼν δὲ βιβλίον, τὸ στοιχεῖον τοῦ ο πολλάκις ἐν αὐτῷ περιέγραψε μόνον, εἰς μικρὰ καὶ μεγάλα τὸν τοῦ γράμματος χαρακτῆρα τυ‐ | |
10 | πώσας, καὶ ὅτι τὴν παράκλησιν διωθεῖται διὰ τοῦτο δη‐ λώσας. | |
5.17 | Ἡ φιλοχρημοσύνη μήτηρ κακότητος ἁπά‐ σης. | |
5.18 | Φόνου πτερὸν καὶ θανάτου πτερόν: ὀϊστός. | |
5.19 | Φρουρήσεις ἐν Ναυπάκτῳ: ὅτι ὀλίγος μι‐ σθὸς ἐδίδοτο τοῖς Ναύπακτον φρουροῦσι, τῶν ἐπιτηδείων πολλοῦ πιπρασκομένων. ** ὅτι Φίλιππος ἑλὼν τὸν Ναύ‐ πακτον Ἀχαιῶν γνώμῃ τοὺς φρουροὺς αὐτῆς ἀπέκτεινε | |
5 | πάντας. | |
5.20 | Χαίρειν: ταῖς ἐπιστολαῖς τὸ χαίρειν προσετίθε‐ σαν, ὡς καὶ Ἀριστοφάνης καὶ Σοφοκλῆς. Ἔστι δὲ καὶ | |
ἀπαλλασσομένων προσαγόρευσις. | 461 | |
5.21 | Χαῖρις ᾄδων ὄρθιον: ἐπὶ τῶν εὐφώνων. Ὁ γὰρ Χαῖρις αὐλητὴς Θηβαῖος ἦν, ὄρθιος δὲ αὐλητικὸς νό‐ μος οὕτω καλούμενος εὔτονος καὶ ἀνάτασιν ἔχων. | |
5.22 | Χαλεπὰ τὰ καλά: Πίττακον ἀποτιθέμενον τὴν ἀρχὴν πρὸς τοὺς θαυμάζοντας εἰπεῖν [φασί], χαλεπὸν ἐσθλὸν ἔμμεναι· Σόλωνα δὲ μαλακίαν αὐτοῦ κατα‐ γνόντα φάναι· χαλεπὰ τὰ καλά. Φασὶ δὲ Περίανδρον | |
5 | τὸν Κορίνθιον κατ’ ἀρχὰς μὲν εἶναι δημοτικὸν, ὕστερον δὲ τὴν προαίρεσιν μεταβαλόντα τυραννικὸν γενέσθαι. ὅ‐ θεν ἡ παροιμία. Οἱ δὲ τὰ χαλεπὰ ἀντὶ τοῦ ἀδύνατα τιθέασι, ὡς μηδὲ ἐκείνου δυνηθέντος τηρῆσαι τὴν ἑαυτοῦ γνώμην. | |
5.23 | Χαραδριὸς [ἕτερος]: ἐπὶ τῶν ἀποκρυπτομέ‐ νων· ἐπεὶ οὗτος τοὺς ἰκτεριῶντας ὠφελεῖ ὀφθείς· διὰ τοῦτο οἱ πωλοῦντες κρύπτουσι. Ἄλλοι δὲ τοὺς φαγόντες | |
ὠφελεῖν φασί. | 462 | |
5.24 | Χάρητος ὑποσχέσεις: ἐπὶ τῶν εὐχερῶς ἐπαγ‐ γελλομένων. Χάρης γὰρ ὁ στρατηγὸς Ἀθηναίων εὐχερής τε καὶ εὐκολώτατος πρὸς τὰς ὑποσχέσεις ἐγένετο. | |
5.25 | Χειμὼν ὀρνιθίας: ὁ σφοδρὸς, ἐν ᾧ τὰ ὄρνεα φθείρεται. | |
5.26 | Χειρώνειον ἕλκος: ἤτοι ἀνήκεστον. | |
5.27 | Χελώνη μυιῶν: ἐπὶ τῶν ἀφροντιστούντων τινός· τῷ δὲ Ἀγαμέμνονι τῆς Θερσίτου παῤῥησίας ἔ‐ λαττον ἔμελεν, ἢ χελώνῃ μυιῶν. | |
5.28 | Χῖος παραστὰς Κῷον οὐκ ἐᾷ λέγειν: ἀπὸ ἀστραγάλων παρῳδήθη ἡ παροιμία· καὶ ἐπὶ Θηραμένους, | |
ἐπεὶ ἐδόκει Χῖος εἶναι. | 463 | |
5.29 | Χοᾶς ἓξ χωρήσει: τουτέστι ὁ ἐγκέφαλος αὐτοῦ. | |
5.30 | Χορὸν δίδωμι: ἐπὶ τῶν σκώμμασι νικώντων. | |
5.31 | Χρόνου γὰρ ἄν σοι καιρὸς ἐξείργοι λόγος: ἐπὶ τῶν πολλὰ λεγόντων. | |
5.32 | [Χρυσοχοεῖν] ** Ἐγὼ δὲ ᾤμην χρυσοχοήσειν: κέχρηται Πλάτων τῇ παροιμίᾳ· Εὔβουλος· Ἡμεῖς ποτ’ ἄνδρας Κεκροπίδας ἐπεί‐ σαμεν | |
5 | Λαβόντας εἰς Ὑμηττὸν ἐξελθεῖν ὅπλα. | 464 |
5.33 | Χύτραν ποικίλλειν: ἐπὶ τῶν ἀδυνάτων. | |
5.34 | Χυτρεοῦς **: ὀστράκινος, εὐτελής. | |
5.35 | Χωρὶς τὰ Μεῤῥᾶς καὶ Σιλωὰμ ῥεύματα. | |
5.36 | Χωρὶς τό τ’ εἰπεῖν πολλὰ καὶ τὰ καίρια. | |
5.37 | Ψευδατραφάξυος πλέα: ἀντὶ τοῦ πλήρη ψευ‐ σμάτων· ἀτράφαξυς δὲ εἶδος λαχάνου, ὃ ταχέως εἰς μέ‐ γεθος αὔξεται· εἴρηται δὲ ἐπὶ τῶν μετεωριζομένων καὶ ὑψουμένων. | |
5.38 | Ψύλλων κενήν. | |
5.39 | Ψύρα τὸν Διόνυσον: ἀντὶ τοῦ εὐτελῆ. Νησί‐ διον γάρ ἐστι μικρὸν τὰ Ψύρα, μὴ δυνάμενον οἶνον ἐνεγ‐ κεῖν. Εἴρηται ἐπὶ τῶν ἐν συμποσίῳ κατακειμένων καὶ μὴ πινόντων. | 465 |
5.40 | Ψυχὴ πρόμαντις: ἐπὶ τῶν τὰ μέλλοντα προο‐ ρώντων. | |
5.41 | Ψωλὸν γενέσθαι δεῖ σε μεχρὶ τοῦ μυῤῥί‐ νου: μέμνηται ταύτης Ἀριστοφάνης ἐν Ἱππεῦσιν, ἐλέ‐ χθη δὲ ἐπὶ τῶν μέχρι πολλοῦ διειλκυσμένων. | |
5.42 | Ὠγύγια κακά: ἐπὶ τῶν ὀχληρῶν· ἐπεὶ συνέβη Κάδμον τὸν Ὠγύγου διὰ τὰς θυγατέρας κακοῖς περιπε‐ σεῖν. Ἄμεινον δὲ λέγειν ὠγύγια κακὰ τὰ παλαιά. | |
Τοῦτο γὰρ ἡ λέξις δηλοῖ. | 466 | |
5.43 | Ὦ Λακιάδαι: ἐπὶ τῶν μοιχῶν. δῆμος γὰρ τῆς Ἀττικῆς αἱ Λακιάδαι, ἐν ᾧ ῥαφανῖδες πολλαί, αἷς ἐχρῶν‐ το κατὰ τῶν ληφθέντων μοιχῶν ἐνυβρίζοντες· καὶ στε‐ | |
λεοῖς δὲ ἐχρῶντο μὴ παρουσῶν τούτων καὶ † ἀναβαστοῖς. | 467 |