TLG 9006 004 :: GREGORIUS :: Paroemiae (e cod. Vat.) GREGORIUS Paroemiogr. Paroemiae (e cod. Vat.) Citation: Centuria — section — (line) | ||
t1 | ΠΑΡΟΙΜΙΑΙ. | |
11t | ΑΡΧΗ ΤΟΥ Α. | |
1.1 | Ἀρχαικὰ φρονεῖς: ἤτοι εὐήθη. | |
1.2 | Ἀβυδηνὸν ἐπιφόρημα: τὸ ἀηδές, διὰ τὸ τοὺς Ἀβυδηνοὺς μετὰ δεῖπνον προσάγειν τοὺς ἑαυτῶν παῖδας τοῖς εὐωχουμένοις κεκραγότας καὶ θορυβοῦντας καὶ ἀηδὲς ἐμποιοῦντας τοῖς δαιτυμόσι. | |
1.3 | Ἅβρωνος βίος: ὁ πολυτελής. Ἅβρων γάρ τις ἐγέ‐ νετο πλούσιος· ὅθεν καὶ ἁβροδίαιτος. | |
1.4 | Ἀεὶ γεωμόρος ἐς νέωτα πλούσιος. | |
1.5 | Ἀδεὲς δέος: ἐπὶ τῶν μάτην δεδοικότων. | |
1.6 | Ἀγαμεμνόνεια φρέατα: Ἀγαμέμνων γὰρ παρὰ τὴν Αὐλίδα καὶ τὴν ὅλην Ἑλλάδα φρέατα ὤρυξεν. | |
1.7 | Ἀγαμέμνονος θυσία: ἐπὶ τῶν δυσπειθῶν καὶ σκλη‐ ρῶν· θύοντος γὰρ Ἀγαμέμνονος ὁ βοῦς φυγὼν μόλις ἐλήφθη. | |
1.8 | Ἀγαθὴ καὶ μᾶζα μετ’ ἄρτου: ἐπὶ τῶν τὰ δεύτερά τισι διδόντων. | |
1.9 | Ἀγαθώνειος αὔλησις: ἡ ἡδίστη καὶ εὐφραντική. | |
1.10 | Ἀνδριὰς σφυρήλατος: ἐπὶ τῶν ἀναισθήτων. | |
1.11 | Ἀγέλαστος πέτρα: ἐπὶ τῶν λύπης προξένων. ἐφ’ ᾗ Δημήτηρ ὅτε τὴν κόρην ἐζήτει ἐκάθισεν. | |
1.12 | Ἀγαθῶν θάλασσα· καί· Ἀγαθῶν θησαυρός· καί· Ἀγαθῶν ἀγαθίδες· καί· Ἀγαθῶν μυρμηκιά: | |
ἐπὶ πλήθους ἀγαθῶν λέγεται. | 131 | |
1.13 | Ἁγνότερος πηδαλίου: παρόσον ἐν θαλάττῃ τὸ πηδάλιον ἄττον καθαρὸν ἐστίν. | |
1.14 | Ἀγροίκου μὴ καταφρόνει ῥήτορος: ὅτι οὐδὲ τῶν εὐτελῶν χρὴ καταφρονεῖν. | |
1.15 | Ἀδώνιδος κῆπος: ἐπὶ τῶν ὀλιχρονίων καὶ ἀώρων καὶ μὴ ἐῤῥιζομένων. | |
1.16 | Ἄλλος οὗτος Ἡρακλῆς: ἐπὶ τῶν ἰσχυρῶν. | |
1.17 | Ἅλις δρυός: ἐπὶ τῶν εἴς τινα δίαιταν βελτίονα με‐ ταβαλλομένων. παυσάμενοι γὰρ τῶν βαλάνων οἱ παλαιοὶ μετεῖχον σίτου καὶ οἴνου. | |
1.18 | Ἅλα καὶ κύαμον: ἐπὶ τῶν εἰδέναι μὲν προσποιουμέ‐ νων, οὐκ εἰδότων δέ. οἱ γὰρ μάντεις ἅλα καὶ κύαμον τιθέασι. | |
1.19 | Ἄκαιρος εὔνοι’ οὐδὲν ἔχθρας διαφέρει: ταύτην Ἱππόλυτος πρὸς Φαίδραν εἶπε φάσκουσαν φιλεῖν αὐτὸν σφόδρα. | |
1.20 | Ἄϊδος κυνῆ: ἐπὶ τῶν ἐπικρυπτόντων ἑαυτοὺς διά τινων μηχανημάτων. τοιαῦτα γὰρ τοῦ Ἄϊδος. | |
1.21 | Αὐτοὶ χελώνας ἐσθίετε εἴπερ ἔχετε: ἁλιεῖς ἡλί‐ ευσαν μεγάλην χελώνην καὶ ἀνασπάσαντες αὐτὴν ἐμέριζον τὴν παροῦσαν. τὸν δὲ Ἑρμῆν παριόντα ἐπὶ τὴν ἑστίασιν ἐκάλουν. ὁ δὲ τὸ προκείμενον εἶπε. | |
1.22 | Ἂν οἶνον αἰτῇ, κόνδυλον αὐτῷ δίδου: ἐπὶ τῶν ἀγαθὰ μὲν αἰτούντων, δεινὰ δὲ λαμβανόντων. | |
1.23 | Αἱροῦντες ᾑρήμεθα: ἐπὶ τῶν ἐλπισάντων νικᾶν, εἶθ’ ὑπ’ ἐκείνων ἁλόντων. | |
1.24 | Αἰάντειος γέλως: ἐπὶ τῶν παραφρόνως γελώντων. | |
1.25 | Ἀνίπτοις χερσίν: ἐπὶ τῶν βεβήλοις χερσὶ τὰ ἱερὰ μεταχειριζομένων. | |
1.26 | Ἀκόνην σιτίζεις: ἐπὶ τῶν τροφῇ πολλῇ χρωμένων, μηδενὶ δὲ εἰς σῶμα ἐπιδιδόντων. | |
1.27 | Ἀκέφαλος μῦθος: ἐπὶ τῶν ἀτελῆ λεγόντων. | |
1.28 | Ἄλλως ᾄδεις: ἐπὶ τῶν μάτην πονούντων. | 132 |
1.29 | Ἅμ’ ἔπος, ἅμ’ ἔργον: ἐπὶ τῶν ὀξέως ἀνυομένων. | |
1.30 | Ἀνὴρ ὁ φεύγων οὐ μένει κτύπον λύρας: ἐπὶ τῶν ταχέως καὶ ὀξέως ὀφειλόντων ἕκαστα πράττειν. | |
1.31 | Ἀντιπελαργεῖν: ἀντιδιδόναι χάριτας. λέγεται γὰρ τοὺς πελαργοὺς γεγηρακότας τοὺς γονεῖς τρέφειν. | |
1.32 | Ἄπληστος πίθος: ἐπὶ τῶν γαστριμάργων. | |
1.33 | Ἀνέμους γεωργεῖς: πρὸς τοὺς πονοῦντας καὶ μη‐ δενὸς μεταλαγχάνοντας. | |
1.34 | Ἄνθρωπος ἀνθρώπου δαιμόνιον: ἐπὶ τῶν ἀπροσ‐ δοκήτως ὑπ’ ἀνθρώπου σωζομένων. | |
1.35 | Ἄξιος τοῦ παντός: ἐπὶ τῶν σφόδρα τιμίων. | |
1.36 | Ἀεὶ γέροντι νέαν ποτὶ βάλλει κούρην: ἐπὶ τῶν πρεσβυτέρων βουλομένων νέαις συνευνάζεσθαι. | |
1.37 | Ἄξιος εἶ τῆς ἐν Ἄργει ἀσπίδος: ἐπὶ τῶν εὐγενῶν. | |
1.38 | Ἀνέμου παιδίον: ἐπὶ τῶν εὐμεταβόλων καὶ κούφων. | |
1.39 | Ἀνίπτοις ποσὶν ἀναβαίνειν ἐπὶ τὸ στέγος ἐπὶ τῶν ἀμαθῶς ἐπί τινα ἔργα ἐρχομένων. | |
1.40 | Ἀπὸ βαλβῖδος: ἤτοι ἀπ’ ἀρχῆς δεῖ καλὸν εἶναι. | |
1.41 | Ἀντὶ κακῆς κυνὸς ὗν ἀπαιτεῖς: ἐπὶ τῶν κακὰ ἀντὶ κακῶν ἐπιδιδόντων. | |
1.42 | Ἅπας ἐχῖνος τραχύς: ἐπὶ τῶν δυσκόλων καὶ δυσ‐ τρόπων. ἐξαιρετῶς δὲ ἐπὶ τῶν κακωτικῶν ἢ εὐνούχων. | |
1.43 | Ἀρχαιότερα τῆς διφθέρας λέγεις: ἐπὶ τῶν μωρὰ διηγουμένων· ἡ γὰρ διφθέρα, ἐν ᾗ ὁ Ζεὺς ἐπεγράφετο τὰ γινόμενα, παμπάλαιος. | |
1.44 | Ἀφ’ ὑψηλοῦ μου καταγελᾷς: ἐπὶ τῶν ἐξ ὕψους διαλεγομένων· ὡσανεὶ, πάνυ μου καταφρονεῖς. | |
1.45 | Ἀργούντων χορός: ἐπὶ τῶν κακὰ ποιούντων. | |
146t | ΑΡΧΗ ΤΟΥ Β. | |
1.46 | Βασίλειος ὀφθαλμός: τὸν ἐπί τινα ἀρχὴν πεμπό‐ μενον οὕτως ἐκάλουν. | |
1.47 | Βάτραχος Σερίφιος: ἐπὶ τῶν ἀφώνων. | 133 |
1.48 | Βάλλ’ ἐς ὕδωρ: ἀντὶ τοῦ καταπόντισον. ἐπὶ τῶν ὀλέ‐ θρου ἀξίων. | |
1.49 | Βορβόρῳ ὕδωρ λαμπρὸν οὔποθ’ εὑρήσεις: ἐπὶ τῶν τὰ κάλλιστα μιγνύντων τοῖς αἰσχίστοις. | |
1.50 | Βὴξ ἀντὶ πορδῆς: ἐπὶ περδόντων καὶ προσποιουμένων. | |
1.51 | Βοῦς ἐν πόλει: ἐπὶ τῶν θαυμαζομένων. Λυσίας γὰρ ἐν ἀκροπόλει βοῦν ἔθηκεν. | |
1.52 | Βατράχῳ ὕδωρ· καί· στέαρ γαλῇ: ἐπὶ τῶν τυχεῖν ὧν ἐρῶσι βουλομένων. | |
1.53 | Βαλανεύς: ἐπὶ τοῦ πολυπράγμονος. οὗτοι γὰρ σχολὴν ἄγοντες πολυπράγμονες εἰσίν. | |
154t | ΑΡΧΗ ΤΟΥ Γ. | |
1.54 | Γνῶθι σαυτόν: ἐπὶ τῶν ὑπὲρ δύναμιν κομπαζόντων. | |
1.55 | Γνῶθι σαυτόν: ἀπόφθεγμα Χίλωνος. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν ὑπὲρ ὅ εἰσι κομπαζόντων. | |
1.83 | Ἐκ παντὸς ξύλου: εἰπὲ τὸ πλῆρες ὅτι Ἐκ παν‐ τὸς ξύλου κύφων ἂν γένοιτο. Λέγεται δὲ ἐπὶ τῶν τὸ μὲν εἶδος εὐτελῶν, εἰς δὲ χρείας ἀναγκαίων. | |
1.87 | Ἐν μέλιτι σαυτὸν κατακρύπτεις: ἐπὶ τῶν ἡδυ‐ παθείας μεταδιωκόντων. | |
1.88 | Εἴληφεν ἡ παγὶς τὸν μῦν: ἐπὶ τῶν ἀξίως ἑαλωκότων. | |
1.93 | Εἰς κόλπους πτύειν: ὅμοιον τῷ· οὐ μεγαλοῤῥη‐ μονεῖν. | |
2.19 | Κερκωπίζειν: ἀντὶ τοῦ δολιεύεσθαι καὶ ἀπατᾶν. με‐ τενήνεκται δὲ ἀπὸ τῶν Κερκώπων. | |
2.24 | Κρητίζειν: ἐπὶ τοῦ ψεύδεσθαι. ἀπατηλοὶ γὰρ οἱ Κρῆτες. | |
2.70 | Ὄνος λύρας ἀκούει: ἐπὶ τῶν ἀπαιδεύτων. | |
2.97 | Ὑπηνέμια τίκτει: τὰ ψευδῆ καὶ ἀβέβαια. | 134 |