TLG 9006 001 :: GREGORIUS :: Paroemiae GREGORIUS Paroemiogr. Paroemiae Citation: Centuria — section — (line) | ||
t1 | ΠΑΡΟΙΜΙΑΙ ΣΥΛΛΕΓΕΙΣΑΙ ΠΑΡΑ ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΥΡΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΥΠΡΙΟΥ | |
5 | ΚΑΤΑ ΑΛΦΑΒΗΤΟΝ. | |
---|---|---|
1.1 | Αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπασεν: ἀπὸ τῶν ἁλιευτῶν τῶν μηδὲν ἑλκυσάντων εἴρηται. | |
1.2 | Ἀφροδίσιος ὅρκος. οὐκ ἐμποίνιμος. | |
1.3 | Ἀγορὰ Κερκώπων: ἐπὶ τῶν πονηρῶν καὶ κα‐ κοήθων. Κέρκωπες γάρ τινες ἀπατεῶνες ἐγίνοντο ἐν Ἐφέσῳ. | |
1.4 | Ἀετοῦ γῆρας, κορύδου νεότης. | |
1.5 | Ἀγαθὰ Κιλίκων: ἐπὶ τῶν οὐ καλῶς πλουτούν‐ των· προδότης γὰρ Κίλιξ τις Μίλητον προδοὺς εὐπόρησεν. | |
1.6 | Ἀγροίκου μὴ καταφρόνει ῥήτορος. | 349 |
1.7 | Ἀδώνιδος κῆπος: ἐπὶ τῶν ὀλιγοχρονίων καὶ ἀώρων. | |
1.8 | Ἄλλοτε δ’ ἀλλοῖον τελέθειν καὶ χώρᾳ ἕπε‐ σθαι: ὅτι προσήκει ἐξομοιοῦν ἑαυτὸν τοῖς ἤθεσι τῶν πόλεων καὶ τόπων, ἐν οἷς ἂν γένοιτο· εἴρηται δὲ ἀπὸ τῶν πολυπόδων. | |
1.9 | Ἄλλην δρῦν βαλάνιζε: ἐπὶ τῶν ἀπαγορευόν‐ των δώσειν ἔτι τὴν αἴτησιν εἰώθασι λαμβάνειν. | |
1.10 | Ἄιδεις ὥσπερ εἰς Δῆλον πλέων: ἐπὶ τῶν ἀφροντίστως καὶ φιληδόνως βιούντων. | |
1.11 | Ἅλα καὶ κύαμον: ἐπὶ τῶν μὴ εἰδότων καὶ προσ‐ ποιουμένων· οἱ γὰρ μάντεις ἅλα καὶ κύαμον τιθέασι. | |
1.12 | Αἴρειν μασχάλην: ἀντὶ τοῦ εὐωχεῖσθαι· εἴρη‐ ται ἀπὸ τῶν ἀγροικικῶς ὀρχουμένων. | |
1.13 | Αἲξ τὴν μάχαιραν. | |
1.14 | Ἄδακρυς πόλεμος, καὶ Καθεύδοντος τρο‐ παῖον: ἐπὶ τῶν ῥᾷστα καὶ παρ’ ἐλπίδα κατορθούντων. | |
1.15 | Ἀεὶ κολοιὸς πρὸς κολοιόν: καί· Ἀεὶ τὸν | |
ὁμοῖον ἄγει θεὸς πρὸς ὁμοῖον. | 350 | |
1.16 | Ἀμαλθείας κέρας: ὅτι τῇ τροφῷ αὐτοῦ Ἀμαλ‐ θείᾳ ὁ Ζεὺς ἐξ αἰγὸς τρεφούσης αὐτὸν παρέσχε κέρας, δι’ οὗ ἐπέβλυζεν αὐτῇ πᾶν ὃ ἂν ᾐτήσατο. | |
1.17 | Ἀετὸν ἵπτασθαι διδάσκεις. | |
1.18 | Ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι: ἐπὶ τῶν ἀξίως τιμωμένων. | |
1.19 | Ἀγὼν πρόφασιν οὐκ ἐπιδέχεται οὐδὲ φιλία. | |
1.20 | Ἀετὸς ἐν νεφέλαις: ἐπὶ τῶν δυσαλώτων. | |
1.21 | Ἀληλεσμένος βίος: ἐπὶ τοῦ ἑτοίμου καὶ ἀπόνου. | |
1.22 | Ἀνάγυρον κινεῖς: ἐπὶ τῶν προξενούντων ἑαυ‐ τοῖς κακά· Ἀνάγυρος γάρ τις ἥρως ἐκάκου τοὺς γεί‐ τονας. | |
1.23 | Ἀεί με τοιοῦτοι πολέμιοι διώκοιεν: ἐπὶ τῶν καταπεφρονημένων καὶ οὐδενὸς ἀξίων. | |
1.24 | Ἀετὸς θρίπας ὁρᾷ: ἐπὶ τῶν καταφρονούντων τινῶν. | |
1.25 | Ἅλμη οὐκ ἔστιν ἐν αὐτῷ: ἐπὶ τοῦ ἀηδοῦς. | |
1.26 | Ἀλώπηξ οὐ δωροδοκεῖται: ἐπὶ τῶν οὐ ῥᾳδίως ἁλισκομένων. | |
1.27 | Ἀεὶ φέρει τι Λιβύη κακόν: ἐπὶ τῶν ἀεὶ ἐξευ‐ ρισκόντων τι νέον κακόν. | |
1.28 | Ἄνω ποταμῶν χωροῦσι πηγαί: ἐπὶ τῶν ἐναν‐ | |
τίως λεγομένων. | 351 | |
1.29 | Ἀεὶ ὁ πόρνος λέγει τὸν σώφρονα πόρνον. | |
1.30 | Ἀργύρου κρῆναι λαλοῦσιν: ἐπὶ τῶν διὰ πλοῦτον ἐμφανιζομένων ἢ εὐημερούντων. | |
1.31 | Ἄλευ’ ἀπὸ μείζονος ἀνδρός: ἤτοι φυλάττου, ἰωνικῶς. | |
1.32 | Ἀράβιος αὐλητής: ὃς ηὔλει μὲν δραχμῆς, ἐπαύετο δὲ τεττάρων. | |
1.33 | Ἄϊδος κυνῆ. | |
1.34 | Ἄκρῳ ἅψασθαι δακτύλῳ. | |
1.35 | Αἵματι κλαίειν: καθ’ ὑπερβολὴν ἐπὶ τῶν σφό‐ δρα δακρυόντων. | |
1.36 | Αἱ χάριτες γυμναί: ὅτι δεῖ [τὴν] δωρεὰν [ἀκε‐ νοδόξως] εὐεργετεῖν. | |
1.37 | Ἀκόνην σιτίζεις: ἐπὶ τῶν τρεφομένων καὶ οὐκ ἐπιδιδόντων. | |
1.38 | Ἄλλοι κάμον, ἄλλοι ὤναντο: ἐπὶ τῶν παρ’ ἐλπίδα τὰ ἀλλότρια κληρονομούντων. | |
1.39 | Ἄλλο γλαὺξ ἄλλο κορώνη φθέγγεται: ἐπὶ τῶν μὴ συμφωνούντων ἀλλήλοις. | |
1.40 | Ἀλωπεκίζειν πρὸς ἑτέραν ἀλώπεκα: ἐπὶ τῶν | |
ἐξαπατᾶν βουλομένων τοὺς ὁμοίους. | 352 | |
1.41 | Ἄλλοισι μὲν γλῶσσα, ἄλλοισι δὲ γόμφιοι: ἐπὶ τῶν λάλων καὶ φάγων. | |
1.42 | Ἀνδρὸς γέροντος σταφὶς τὸ κράνιον: ἐπὶ τῶν εἰς οὐδὲν χρησιμευόντων. | |
1.43 | Ἄλλα μὲν Λεύκων, ἄλλα δὲ Λεύκωνος ὄνος [φέρει]: ἐπὶ τῶν ἐχόντων τοῖς λόγοις ἀσύμφωνα τὰ ἔργα. | |
1.44 | Ἄλλην μὲν ἐξηντλοῦμεν, ἣ δ’ ἐπεισρέει: ἐπὶ τῶν μάτην πονούντων. | |
1.45 | Ἄμας ἀπῄτουν, οἱ δ’ ἀπηρνοῦντο σκάφας. | |
1.46 | Ἅμ’ ἠλέηται καὶ τέθνηκεν ἡ χάρις: ἐπὶ τῶν ἀχαρίστων. | |
1.47 | Ἂν μὴ παρῇ κρέας, ταρίχῳ στερκτέον: ὅτι δεῖ τοῖς παροῦσιν ἀρκεῖσθαι. | |
1.48 | Ἄμμες ποτ’ ἦμεν· ἀεὶ τὰ πέρυσι βελτίω. | |
149a | Ἀνὴρ ὁ φεύγων οὐ μένει κτύπον λύρας: ἐπὶ τῶν ταχέως ὀφειλόντων ἕκαστα πράττειν. | |
149b | Ἀνδρὶ Λυδῷ πράγματα οὐκ ἦν, ἀλλ’ αὐτὸς ἐλθὼν ἐπρίατο: ἐπὶ τῶν κακὰ ἑαυτοῖς ἐπισπωμένων. | |
1.50 | Ἄπληστος πίθος. | |
1.51 | Ἀνέμους γεωργεῖν: ἐπὶ τῶν πονούντων καὶ μη‐ | |
δενὸς μεταλαγχανόντων. | 353 | |
1.52 | Ἀνάγκῃ οὐδὲ θεοὶ μάχονται. | |
1.53 | Ἀντὶ πέρκης σκορπίον: ἐπὶ τῶν τὰ χείρω αἱ‐ ρουμένων. | |
1.54 | Ἁλιεὺς πληγεὶς νοῦν οἴσει: Παθὼν δέ τε νήπιος ἔγνω. | |
1.55 | Ἄλλοι σπείρουσι, ἄλλοι δὲ ἀμήσονται. | |
1.56 | Ἄρκτου παρούσης ἴχνη ζητεῖς: ἐπὶ τῶν προ‐ δήλων. | |
1.57 | Ἀετὸν κάνθαρος μαιεύεται: ἐπὶ τῶν ὑπό τινων εὐτελῶν πασχόντων· ὁ γὰρ κάνθαρος τὰ τοῦ ἀετοῦ ὠὰ ἀφανίζει κυλίων. | |
1.58 | Ἀνδρὸς γέροντος αἱ γνάθοι βακτηρία. | |
1.59 | Ἀνδρὸς καλῶς πράσσοντος ἔγγιστα φίλοι. | |
1.60 | Ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι. | |
1.61 | Ἀλώπηξ τὸν βοῦν ἐλαύνει: ἐπὶ τῶν δολερῶν καὶ μικρῶν, ὅμως δὲ μεγάλους καταγωνιζομένων ἄφρονας. | |
1.62 | Ἄλλοτε μητρυιὴ πέλει ἡμέρη, ἄλλοτε μή‐ τηρ: ἐπὶ τῶν ποτὲ μὲν εὐημερούντων, ἄλλοτε δὲ δυση‐ μερούντων. | |
1.63 | Ἅμα δίδου καὶ λάμβανε: ὅταν πρὸς ἄπιστον συναλλάσσωμεν. | |
1.64 | Ἄνθρακες ὁ θησαυρὸς γέγονεν: ἐπὶ τῶν ἐφ’ οἷς ἤλπισαν διαψευσθέντων. | |
1.65 | Ἀπὸ τῶν βραδυσκελῶν ὄνων ἵππος ὤρουσεν. | |
1.66 | Ἅπαντα τοῖς σοφοῖς εὔκολα: ἐπὶ τῶν διὰ | |
φρόνησιν καὶ τῶν δυσκόλων περιγινομένων. | 354 | |
1.67 | Ἀργυρέαις λόγχαισι μάχου καὶ πάντα κρα‐ τήσεις. | |
1.68 | Ἅπας ἐχῖνος τραχύς. | |
1.69 | Ἀσκὸν δέρεις: ἐπὶ τῶν ἀνοήτως τι πραττόντων. | |
1.70 | Αὐλητοῦ βίον ζῇς: ἐπὶ τῶν ἐξ ἀλλοτρίων βι‐ ούντων. | |
1.71 | Ἀποτίσεις χοῖρε γίγαρτα: ἤτοι ἃ ἔφαγες ἀπο‐ δώσεις. | |
1.72 | Ἀπήντησε κακοῦ βουλὴ πρὸς ὑπερτάτην ἄτην: ἐπὶ τῶν πασχόντων ἄξια ὧν ἔδρασαν. | |
1.73 | Ἄθως καλύπτει πλευρὰ Λημνίας βοός. | |
1.74 | Ἀπὸ κώπης ἐπὶ βῆμα: ἐπὶ τῶν ἀθρόως μεγί‐ | |
στοις ἐγχειρούντων. | 355 | |
1.75 | Αὑτὸν οὐ τρέφων κύνας τρέφεις: ἐπὶ τῶν ἀπορούντων μὲν ἑαυτοὺς τρέφειν, ἄλλους δὲ ἐπαγγελλο‐ μένων. | |
1.76 | Ἁλῶν μέδιμνον ἀποφαγών: ἐπὶ τῶν ἀχαρίστων. | |
1.77 | Ἅμαξα τὸν βοῦν ἕλκει: ἐπὶ τῶν ἀντιστρόφως τι ποιούντων. | |
1.78 | Ἁμαξιαῖα ῥήματα: ἐπὶ τῶν μεγάλων λόγων. | |
1.79 | Ἄνθρωπος εὔριπος καὶ ψυχὴ καὶ διάνοια καὶ τρόπος: ἐπὶ τῶν ῥᾷστα μεταβαλλομένων. | |
1.80 | Ἀπόλωλεν ἡ ὗς καὶ τὸ τάλαντον καὶ ἡ γνάθος. | |
1.81 | Ἀκλητὶ κωμάζουσιν ἐς φίλους φίλοι: ὅ‐ μοιον καὶ τό· Αὐτόματοι δ’ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτα ἴασι. | |
1.82 | Ἀνεῳγμέναι Μουσῶν θύραι. | |
1.83 | Ἀρχὴ ἄνδρα δείκνυσιν. | |
1.84 | Ἁλῶν δὲ φόρτος ἔνθεν ἦλθεν, ἔνθ’ ἔβη: ἐπὶ τῶν κακῶς κτηθέντων καὶ ἀποκτηθέντων· ἔμπορος γὰρ ἅλας ἐπιφερόμενος ἐν νηῒ κλύδωνος ἐπιγενομένου | |
τοὺς ἅλας ἐν τῇ θαλάττῃ ἀπέβαλεν. | 356 | |
1.85 | [Ἀρίγνωτος σμάραγδος] ἐν μὲν τῷ φάει σκοτεινός, ἐν δὲ τῷ σκότει φωτεινός. | |
1.86 | Ἀργαλέον φρονέοντα παρ’ ἄφροσι πόλλ’ ἀγορεύειν. | |
1.87 | Ἂν ἡ λεοντῆ μὴ ἐξίκηται, τὴν ἀλωπεκῆν πρόσαψον: ἐπὶ τῶν φανερῶς μὲν βλάπτειν μὴ δυνα‐ μένων, πανουργίᾳ δὲ χρωμένων. | |
1.88 | Ἀρότρῳ ἀκοντίζεις: ἐπὶ τῶν ἀσκέπτως τι ποι‐ ούντων. | |
1.89 | Αὐτὰρ ἡ πάγη ἔοικε λήψεσθαι πάγην. | |
1.90 | Αὐτοῦ Ῥόδος, αὐτοῦ πήδημα. | |
1.91 | Βοιώτιος νοῦς: ἐπὶ τῶν ἀπαιδεύτων· εἰς τοῦτο γὰρ ἀεὶ ὠνειδίζοντο οἱ Βοιωτοί. | |
1.92 | Βοιώτιος νόμος: ἐπὶ τῶν κατ’ ἀρχὰς ἠρεμούν‐ των, ὕστερον δὲ ταρασσόντων. | |
1.93 | Βάσανος λίθος: ἐπὶ τῶν ἐξεταζομένων ἐν λό‐ | |
γοις, παρόσον ἡ Λυδία λίθος τὸν χρυσὸν δοκιμάζει. | 357 | |
1.94 | Βοιώτια αἰνίγματα: ἐπὶ τῶν ἀσυνέτων· Βοι‐ ωτὴ γὰρ ἡ Σφίγξ. | |
1.95 | Βοῦς ἐπὶ γλώσσης: ἐπὶ τῶν δωροδοκουμένων· διὰ τὸ τῶν Ἀθηναίων νόμισμα βοῦν ἔχειν. | |
1.96 | Γόνυ κνήμης ἔγγιον: ἐπὶ τῶν ἑαυτοὺς μᾶλλον ἑτέρων ἀγαπώντων. | |
1.97 | Γέροντα δ’ ὀρθοῦν φλαῦρον, ὃς νέος πέσῃ. | |
1.98 | Γλυκεῖ ὀπώρα φύλακος ἐκλελοιπότος: ἐπὶ τῶν ἄνευ μόχθου τὰ ἀλλότρια καρπουμένων. | |
1.99 | Γραῦς βακχεύει: ἐπὶ τῶν παρ’ ὥραν τι διαπρατ‐ τομένων. | |
1.100 | Γραῶν ὕθλοι. | |
2.1 | Γαστέρα μοι προφέρεις κάλλιστον ὄνειδος ἁπάντων, Ἣ πλήρης μὲν ἐλαφροτέρα, κενεὰ δὲ βαρεῖα. | |
2.2 | Γῆς βάρος: ἐπὶ τῶν ἀχρήστων. | |
2.3 | Γλυκὺς ἀπείρῳ πόλεμος. | |
2.4 | Γραῦς ἀνακροτήσασα πολὺν κονιορτὸν ἐγεί‐ ρει: ἐπὶ τῶν δι’ ἐμπειρίαν πολλὰ πράγματα κινούντων. | |
2.5 | Γύγου δακτύλιος: ἐπὶ τῶν πολυμηχάνων. | |
2.6 | Γυμνότερος παττάλου. | |
2.7 | Γυνὴ στρατηγεῖ, καὶ, Γυνὴ στρατοπεδεύε‐ | |
ται: ἐπὶ τῶν παραδόξων. | 358 | |
2.8 | Γυναικὶ μὴ πίστευε, μηδ’ ὅταν θάνῃ. | |
2.9 | Γέλως Ἰωνικός: ἐπὶ τῶν ἐκλελυμένων· εἰς τοῦτο γὰρ Ἴωνες διεβάλλοντο. | |
2.10 | Γέρων ἀλώπηξ οὐχ ἁλίσκεται. | |
2.11 | Γλαῦκα εἰς Ἀθήνας: ἐπὶ τῶν ἐπιδεικνυμένων πρὸς τοὺς εἰδότας, ἅπερ ἄμεινον αὐτοῦ ἴσασιν· ὅτι πολ‐ λαὶ εἰς Ἀθήνας γλαῦκες. | |
2.12 | Γέρων βοῦς ἀπένθητος ἐν δόμοισιν. | |
2.13 | Δίκην ὑφέξει κἂν ὄνος δάκῃ κύνα: ἐπὶ τῶν ἐπὶ μικρῷ συκοφαντουμένων. | |
2.14 | Δίκη δίκην ἔτικτε καὶ βλάβη βλάβην: ἐπὶ τῶν φιλοδίκων καὶ συνειρόντων δίκαις δίκας· καὶ ἐπὶ τῶν πυκναῖς προσπιπτόντων συμφοραῖς. | |
2.15 | Δὶς πρὸς τὸν αὐτὸν αἰσχρὸν προσκρούειν λίθον. | |
2.16 | Δωδωναῖον χαλκεῖον: ἐπὶ λάλου. | |
2.17 | Διὰ δακτυλίου δεῖ σε ἑλκυσθῆναι: ἐπὶ τῶν διὰ νόσον ἢ λύπην ἰσχνῶν γενομένων. | |
2.18 | Δῶρα θεοὺς πείθει καὶ αἰδοίους βασιλῆας. | |
2.19 | Δεινοὶ πλέκειν μηχανὰς Αἰγύπτιοι. | |
2.20 | Δέδοται καὶ κακοῖς ἄγρα. | |
2.21 | Δεύτερος πλοῦς. | 359 |
2.22 | Δελφῖνα λεκάνη οὐ χωρεῖ. | |
2.23 | Ἐπιμενίδου ὕπνος: ἐπὶ τῶν πολλὰ κοιμωμένων· πεντήκοντα γὰρ ἔτη ἐκάθευδεν. | |
2.24 | Ἐς Τροφωνίου μεμάντευσαι: ἐπὶ τῶν σκυ‐ θρωπῶν καὶ ὠχρῶν. | |
2.25 | Ἐν ἅλῳ δρασκάζεις: ἤγουν κρύπτῃ· ἐπὶ τῶν μὴ δυναμένων λαθεῖν. | |
2.26 | Ἔστω ταμίας, τἄλλα δ’ εἰ βούλει κύων: ἐπὶ τῶν παρ’ ἀξίαν εὐημερούντων καὶ μάλιστα εὐνούχων. | |
2.27 | Ἐκ παντὸς ξύλου κύφων ἂν γίνοιτο: λέγεται ἐπὶ τῶν τὸ εἶδος εὐτελῶν, εἰς χρείας δὲ ἀναγκαίων. | |
2.28 | Εἰς ἀρχαίας φάτνας: ἐπὶ τῶν ἐλθόντων εἰς | |
ἅπερ πρότερον ὄντες ἐξέπεσον. | 360 | |
2.29 | Ἐν δυοῖν τρία βλέπεις: ἐπὶ τῶν ἄλλα ἀντ’ ἄλλων ὁρώντων. | |
2.30 | Ἐκπερδικίσαι: ἤτοι ἐκκλῖναι. ἐπὶ τῶν διαδιδρα‐ σκόντων τοὺς θηρευτάς. | |
2.31 | Ἐλέφαντα ἐκ μυίας ποιεῖς: ἐπὶ τῶν τὰ μι‐ κρὰ ἐπαιρόντων τῷ λόγῳ. | |
2.32 | Ἐμαυτῷ βαλανεύσω: ἐμαυτῷ διακονήσω. | |
2.33 | Εἰς ἀσθενοῦντας ἀσθενῶν ἐλήλυθας: ἐπὶ τῶν ὅμοια πασχόντων. | |
2.34 | Εὕδοντι κύρτος αἱρεῖ: ἐπὶ τῶν εὐτυχούντων. | |
2.35 | Ἔνεστι καὶ μύρμηκι χολή: ὅτι μηδὲ τοῦ μι‐ κροῦ δεῖ καταφρονεῖν. | |
2.36 | Ἑρμῆς ἀμύητος. | |
2.37 | Ἐκ τετρημένης κύλικος πιεῖν: ἐπὶ τῶν ἐψευ‐ σμένων φίλων. | |
2.38 | Ἐν μέλιτι σαυτὸν κατακρύπτεις: ἐπὶ τῶν | |
συζώντων ἡδυπαθείαις. | 361 | |
2.39 | Ἐνδύεται τὴν λεοντῆν. | |
2.40 | Ἐνδυμίωνος ὕπνον ὑπνώττει: ἐπὶ τῶν πολλὰ κοιμωμένων. | |
2.41 | Εἴληφεν ἡ παγὶς τὸν μῦν: ἐπὶ τῶν ἀξίως ἁλισκομένων. | |
2.42 | Ἐν τριόδῳ εἰμὶ λογισμῶν: ἐπὶ τῶν ἀπο‐ ρούντων. | |
2.43 | Ἐν φρέατι κυσὶ μάχεσθαι. | |
2.44 | Ἐκδεδαρμένον δέρεις: ἐπὶ τῶν μάτην πονούν‐ των· βέλτιον δὲ ἐπὶ τῶν κακούντων τοὺς ἐν συμφοραῖς. | |
2.45 | Ἔπειτα πλουτῶν οὐκέθ’ ἥδεται φακῆ. Πρὸ τοῦ δ’ ὑπὸ τῆς πενίας ἅπαντ’ ἐπήσθιεν. | |
2.46 | Ἐν θέρει τὴν χλαῖναν κατατρίβεις: ἐπὶ τῶν μὴ καθ’ ὥραν τοῖς ἀναγκαίοις χρωμένων. | |
2.47 | Ἔνθ’ οὔτε μίμνειν ἄνεμος οὔτ’ ἐκπλεῖν ἐᾷ: ἐπὶ τῶν δυσχρήστοις περιπεσόντων. | |
2.48 | Ἐλέφας μυὸς οὐκ ἀλεγίζει. | |
2.49 | Ἐκτὸς πηλοῦ πόδα ἔχεις: ἐπὶ τῶν ἔξω κιν‐ δύνων ὄντων. | |
2.50 | Ἐκ τριχὸς κρέμαται: ἐπὶ τῶν κινδυνευόντων. ὅμοιον τῷ Ἐπὶ ξυροῦ. | |
2.51 | Εὐγενὴς ἐκ βαλαντίου: ἐπὶ τῶν διὰ πλούτου | |
τιμωμένων. | 362 | |
2.52 | Ἔγχος ἐπὶ τῷ ἔγχει: γραῦν φασι τοῦτο εἰπεῖν καπήλῳ ἐνεχυράζουσαν ἔγχος. | |
2.53 | Ἐλεύθεραι αἶγες ἀρότρου: ἐπὶ τῶν βάρους ἀπηλλαγμένων. | |
2.54 | Εἰς κόλπον πτύεις: ἀντὶ τοῦ, οὐ μεγαλοῤῥη‐ μονεῖς. | |
2.55 | Ἐν πίθῳ τὴν κεραμείαν: ἐπὶ τῶν μὴ κατὰ τρόπον τοῖς μαθήμασι προβαινόντων. | |
2.56 | Ἐν σκότει ὀρχεῖσθαι: ἐπὶ τῶν ἀμαρτύρως μο‐ χθούντων. | |
2.57 | Ζωὸς γενήσῃ κρομμύου μοῖραν λαβών: ἐπὶ τῶν ἐκ μικρᾶς αἰτίας μεγάλην δόξαν καρπουμένων. | |
2.58 | Ζῶμεν γὰρ οὐχ ὡς θέλομεν, ἀλλ’ ὡς δυνά‐ μεθα. | |
2.59 | Ζητῶν γὰρ ὄψον θοιμάτιον ἀπώλεσα: ἐπὶ τῶν ἀτυχεστάτων. | |
2.60 | Ἧλος τὸν ἧλον, πάτταλος τὸν πάτταλον ἐξέκρουεν: ἐπὶ ἰωμένων δι’ ἁμαρτημάτων ἁμαρτήματα. | |
2.61 | Ἡ κύων ἐν τῇ φάτνῃ: πρὸς τοὺς μήτε ἑαυτοῖς χρωμένους, μήτε ἄλλους ἐῶντας· παρόσον ἡ κύων κριθὴν | |
οὐκ ἐσθίει μένουσα ἐν φάτνῃ, καὶ τὸν ἵππον οὐκ ἐᾷ. | 363 | |
2.62 | Ἦσαν ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι. | |
2.63 | Ἠλιθιώτερος Ἀδώνιδος τοῦ Πραξιτέλους: Ἄδωνις γάρ τις Πραξιτέλους ὑιὸς ἀποθανὼν καὶ ἐρωτη‐ θεὶς πρὸς τῶν ἐν Αἵδου, τί κάλλιστον ἄνω κατέλιπεν, ἀπεκρίνατο Ἥλιον, Σελήνην, σῦκα, μῆλα. ἔδοξε γοῦν ἠλί‐ | |
5 | θιος ταῦτα ἐξισῶν Ἡλίῳ. | |
2.64 | Ἡρακλέους θυσία: ἐπὶ τῶν εἰκῆ ταῖς θυσίαις χρωμένων. | |
2.65 | Ἡ ἀφύη τὸ πῦρ: ἐπὶ τῶν ταχέως λαμβανόντων τέλος· παρόσον ἡ ἀφύη ταχέως ἑψεῖται. | |
2.66 | Θυμὸς ἔσχατον γηράσκει: λέγεται διὰ τοὺς πρεσβυτέρους· ὅσον γὰρ γηράσκουσι, τὸν θυμὸν ἐῤῥωμε‐ νέστερον ἔχουσι. | |
2.67 | Θαλάττῃ ἐκ χαράδρας ὕδωρ: ἐπὶ τῶν τοῖς μεγάλοις τὰ μικρὰ προσφιλοτιμουμένων. | |
2.68 | Θάσος ἀγαθῶν: ἐπὶ τῶν εὐδαίμονα καὶ λαμ‐ | |
πρὸν ἀποδεῖξαί τινα ἐπαγγελλομένων. | 364 | |
2.69 | Ἱερὰ ἄγκυρα: ἡ μεγάλη βοήθεια. | |
2.70 | Ἰσότης φιλότης. | |
2.71 | Ἴσος πόλεμον οὐ ποιεῖ. | |
2.72 | Ἰλιὰς κακῶν. | |
2.73 | Ἱππόλυτον μιμήσομαι: ἐπὶ τῶν σωφρόνως βι‐ ούντων. | |
2.74 | Ἱππέας εἰς πεδίον προκαλεῖ: ὅπερ ἔστι τοὺς εὐδοκιμοῦντας εἰς ἅπερ εὐδοκιμοῦσιν ἔργα. | |
2.75 | Κακοῦ κόρακος κακὸν ὠόν. | |
2.76 | Κόσμει Σπάρταν ἣν ἔλαχες: ὅτι δεῖ στέργειν τῇ δεδομένῃ τύχῃ καὶ ἀνέχεσθαι. | |
2.77 | Καδμεία νίκη: ἡ ἐπὶ κακῷ τῶν νενικηκότων. | |
2.78 | Κύκνειον ᾆσμα: ἐπὶ τῶν ἐγγὺς θανάτῳ ὄντων· οἱ γὰρ κύκνοι θνήσκοντες ᾄδουσιν. | |
2.79 | Κορώνη τὸν σκορπίον: ἐπὶ τῶν βλαβεροῖς ἐπι‐ χειρούντων. | |
2.80 | Κιλίκιοι τράγοι: οἱ δασεῖς· ὅθεν καὶ τὰ ἐκ τριχῶν ἱμάτια κιλίκια λέγονται. | |
2.81 | Κρητίζειν: ἀντὶ τοῦ ψεύδεσθαι καὶ ἀπατᾶν. τοι‐ οῦτοι γὰρ οἱ Κρῆτες. | |
2.82 | Καθώσπερ αἱ τίτθαι σιτίζεις κακῶς. | 365 |
2.83 | Κύων ἐπὶ τὸν ἴδιον ἔμετον. | |
2.84 | Κἂν ἐπὶ τοῦ νεκροῦ κερδαίνειν. | |
2.85 | Κατόπιν ἑορτῆς ἥκεις: ἐπὶ τῶν καλοῦ πρά‐ γματος ἀπολιμπανομένων. | |
2.86 | Κολοφῶνα ἐπέθηκας: ἤτοι τὸ τέλειον καὶ πλῆρες. | |
2.87 | Κατὰ ῥοῦν φέρεται. | |
2.88 | Καρκίνος λαγωὸν αἱρεῖ: ἐπὶ τῶν ἀδυνάτων. | |
2.89 | Κενοὶ κενὰ βουλεύονται. | |
2.90 | Κεστρεὺς νηστεύει: ἐπὶ τῶν λαιμάργων· ἄπλη‐ | |
στον δὲ τὸ ζῶον. | 366 | |
2.91 | Κριὸς τὰ τροφεῖα ἀπέτισεν: ἐπὶ τῶν ἀχαρί‐ στων· οἱ γὰρ κριοὶ καὶ τὰς φάτνας πλήττουσι καὶ τοὺς θρέψαντας. | |
2.92 | Κακὰ μὲν θρίπες, κακὰ δ’ ἴπες: ἄμφω γὰρ λυμαντικοί· καὶ οἱ μὲν τὰ ξύλα, οἱ δὲ κέρατα ἐσθίουσιν. | |
2.93 | Λήμνια κακά: ἀπὸ τῶν ἐν Λήμνῳ γυναικῶν, αἳ τοὺς ἄνδρας αὐτῶν ἀπέκτειναν. | |
2.94 | Λαγωὸς περὶ κρεῶν: ἐπὶ τῶν κινδυνευόντων καὶ [πρὸς τοῦτο] ἀγωνιζομένων, ἐπειδὴ κἀκεῖνος περὶ τῶν ἑαυτοῦ κρεῶν τρέχει. | |
2.95 | Λύκος χανών· καὶ, ἡ λύκος περὶ φρέαρ χο‐ ρεύει: ἐπὶ τῶν μάτην πονούντων. | |
2.96 | Λύκου πτερὸν ζητεῖς: ἐπὶ τῶν ἀδυνάτων. | |
2.97 | Λίνον λίνῳ κλώθεις: ἐπὶ τῶν τὰ αὐτὰ [διὰ τῶν αὐτῶν] πραττόντων ἢ λεγόντων, ἢ τῶν κατάλληλα. | |
2.98 | Λύκος ἀετὸν φεύγει: ἐπὶ τῶν ἀφύκτων. | |
2.99 | Λύδιον ἅρμα: ἐπὶ τῶν ταχυτάτων. Καὶ, παρὰ | |
Λύδιον θέεις. | 367 | |
2.100 | Λευκῷ λίθῳ λευκὴ στάθμη. | |
3.1 | Μία λόχμη δύο ἐριθάκους οὐ τρέφει. | |
3.2 | Μηδικὴ τράπεζα. | |
3.3 | Μέλιτος μύελον: ἐπὶ τοῦ ἄγαν ἡδέος. | |
3.4 | Μηδὲ μέλι μηδὲ μελίσσας: ἐπὶ τῶν παραιτου‐ μένων ἀγαθόν τι παθεῖν διὰ τὸν κίνδυνον τὸν ἐν αὐτῷ. | |
3.5 | Μὴ πρὸς λέοντα δορκὰς ἅψωμαι μάχης. | |
3.6 | Μυσῶν λεία: οἱ γὰρ περίοικοι τοὺς Μυσοὺς ἐλήϊζον. | |
3.7 | Μὴ κίνει Καμάριναν: λίμνη, ἣν ἀπηγόρευεν ὁ χρησμὸς μετοχετεῦσαι· οἱ δὲ χρησάμενοι παρακούσαντες ἐβλάβησαν. | |
3.8 | Μωμήσεται μᾶλλον ἢ μιμήσεται: ἐπὶ τῶν ἀπαιδεύτων. | |
3.9 | Μὴ παιδὶ μάχαιραν. | |
3.10 | Μὴ τοῖς ἀπείροις ἐγχειρίζειν πράγματα. | |
3.11 | Μία χελιδὼν ἔαρ οὐ ποιεῖ, οὐδὲ μέλισσα μέλι. | |
3.12 | Νεκρῷ μῦθον εἰς οὖς ἔλεγεν: ἐπὶ τοῦ μὴ ἐπαΐοντος· καὶ ἐπὶ τῶν ἀναισθήτων. | |
3.13 | Νεφέλας ξαίνεις: ἐπὶ τῶν ἀδυνάτων. | 368 |
3.14 | Ναῦς ἱκετεύει πέτραν: ἐπὶ τῶν σφόδρα ἀναι‐ σθήτων. | |
3.15 | Ξυρὸς εἰς ἀκόνην. | |
3.16 | Ξύλον ἀγκύλον οὐδέποτ’ ὀρθόν: ἐπὶ τῶν ἀδιορθώτων. | |
3.17 | Οὐ παρὰ βωμὸν δεῖ τὰς ἐπινοίας: ὅτι πρὸ τῶν πραγμάτων δεῖ βουλεύεσθαι καὶ μὴ ἐν αὐτοῖς· ὥσπερ καὶ οἱ τὰ ἱερὰ προσάγοντες οὐ μετὰ τὸ θῦσαι βουλεύον‐ ται περὶ αὐτῶν. | |
3.18 | Οὐκ ἂν αὖθις ἀλώπηξ: λείπει τὸ ἁλώσεται· αὕτη γὰρ ἅπαξ διαφυγοῦσα τὰς πάγας, οὐ δεύτερον ἁλίσκεται. | |
3.19 | Ὄνος ἄγει μυστήρια: ἐπὶ τῶν ἀναξίως τι ἐμ‐ πεπιστευμένων. | |
3.20 | Ὄνου γνάθοι: εἰς πολυφάγον. | |
3.21 | Ὅπου ἔλαφοι τὰ κέρατα ἀποβάλλουσι: τό‐ ποι δύσβατοι. Ἐπὶ τῶν ἐργώδεις εὑρεῖν τὰς διατριβὰς ποιουμένων. | |
322a | Οἱ μὲν γὰρ οὐκέτ’ εἰσὶν, οἱ δ’ ὄντες κακοί. | |
322b | Οἴκοι τὰ Μιλήσια· μὴ γὰρ ἐνθάδε: ἐπὶ τῶν ὅπου μὴ προσήκει ἐπιδεικνυμένων τὰ ἤθη, ἢ ἐπιτηδεύματα διαβεβλημένα. Μιλήσιος γὰρ παρὰ Λακεδαιμονίοις δη‐ μηγορῶν καὶ τὴν οἴκοι τρυφὴν ἐπαινῶν ἤκουσε ταῦτα. | |
3.23 | Οἶνος, ὦ παῖδες, ἀλήθεια. | 369 |
3.24 | Ὄνος εἰς ἄχυρα. | |
3.25 | Οὔθ’ ὕεται οὔθ’ ἡλιοῦται: ἐπὶ τῶν ἀναι‐ σθήτων. | |
3.26 | Οὐκ ἐπαινεθείης οὐδ’ ἐν περιδείπνῳ: ἐπὶ τῶν φαυλοτάτων καὶ οὐδενὸς ἀξίων· εἰώθασι γὰρ ἐν τοῖς ἀπὸ τῶν ἀποθανόντων δείπνοις αὐτοὺς ἐπαινεῖν, κἂν ἔτυ‐ χον ὄντες φαυλότατοι. | |
3.27 | Οἴκοθεν ὁ μάρτυρ: ἐπὶ τῶν καθ’ ἑαυτῶν φε‐ ρόντων μάρτυρας. | |
3.28 | Ὄνος ἐν μελίσσαις: ἐπὶ τῶν ἐν κακοῖς περι‐ πεσόντων. | |
3.29 | Ὄνος λύρας ἀκούων: ἐπὶ τῶν ἀξυνέτων. | |
3.30 | Ὄνῳ τις ἔλεγε μῦθον, ὁ δὲ τὰ ὦτα ἐπέ‐ σειεν. | |
3.31 | Πολλῶν ἀχύρων ὀλίγον καρπὸν ἀνήγαγον. | |
3.32 | Παρὰ κωφῷ διαλέγῃ. | |
3.33 | Πρὸς σῆμα μητρυιᾶς κλαίει: ἐπὶ τῶν προσ‐ ποιουμένων. | |
3.34 | Πολλαῖσι πληγαῖς δρῦς δαμάζεται: ἐπὶ τῶν δυσαλώτων. | |
3.35 | Πρὶν τοὺς ἰχθῦς λαβεῖν, τὴν ἅλμην κυκᾷς: | |
ἐπὶ τῶν τοὺς καιροὺς προλαμβανόντων. | 370 | |
3.36 | Πολλαὶ κυνὸς ἄῤῥενος εὐναί: ἐπὶ τῶν κατω‐ φερῶν εἰς τὰ τὴς Ἀφροδίτης ἔργα. | |
3.37 | Πολλάκι μωρὸς ἀνὴρ κατακαίριον εἶπε. | |
3.38 | Πολλὰ μεταξὺ κύλικος καὶ χείλεος ἄκρου. | |
3.39 | Πλίνθον πλύνεις: ἐπὶ τῶν ἀδυνάτων. | |
3.40 | Πτωχοῦ πήρα οὐ πίμπλαται: ἐπὶ τῶν ἀ‐ πλήστων. | |
3.41 | Ποικιλότης ὕδρας: ἐπὶ τῶν δολερῶν. | |
3.42 | Πολλοί σε μισήσουσιν, ἂν σαυτὸν φιλῇς. | |
3.43 | Πῦρ ἐπὶ δαλὸν ἐλθόν. | |
3.44 | Πόλλ’ οἶδ’ ἀλώπηξ, ἀλλ’ ἐχῖνος ἓν μέγα. | |
3.45 | Πολλοί τοι ναρθηκοφόροι, παῦροι δέ τε βάκχοι. | |
3.46 | Πρὸς κέντρα λακτίζειν. | |
3.47 | Προφάσεως δεῖται μόνον ἡ πονηρία. | |
3.48 | Πρὸ τῆς νίκης ᾄδεις ἐγκώμιον. | |
3.49 | Πολλὰ ψεύδονται ἀοιδοί. | |
3.50 | Ποταμὸς πρὸς θάλατταν ἐρίζει: ἐπὶ τῶν | |
ἀδυνάτων. | 371 | |
3.51 | Πολλῶν ἐγὼ θρίων ἀκήκοα ψόφους. | |
3.52 | Πεινῶσαν ἀλώπεκα ὕπνος ἐπέρχεται. | |
3.53 | Πενίη σοφίην ἔλαχεν. | |
3.54 | Πάντα πέτρον κινήσω. | |
3.55 | Πάντα κάλων. | |
3.56 | Πρὸς λέοντα δορκάδες συνάπτουσι μάχας. | |
3.57 | Ῥόδιοι τὴν θυσίαν: ἐπὶ τῶν ἐν ἱεροῖς βλασ‐ φημούντων. | |
3.58 | Ῥαχίας λαλίστερος: ἐπὶ τῶν ἀδολέσχων· ψόφον γὰρ ἀποτελεῖ βαλλομένη τοῖς κύμασιν. | |
3.59 | Ῥαδαμάνθυος κρίσις: ἡ δικαιοτάτη. | |
3.60 | Ῥόδον παρελθὼν μηκέτι ζήτει πάλιν. | |
3.61 | Ῥεχθὲν δέ τε νήπιος ἔγνω. | |
3.62 | Ῥηγίνων δειλότερος. | |
3.63 | Σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει. | |
3.64 | Συνῆλθεν ἀτταγᾶς νουμηνίῳ. | |
3.65 | Σύμβουλός ἐστιν ὁ χρόνος τῶν πραγμάτων. | |
3.66 | Συγγνώμη πρωτοπείρῳ: ἐπὶ τῶν ἐν πρώτοις | |
ἁμαρτανόντων. | 372 | |
3.67 | Σαρδώνιος γέλως: ὁ προσποιητὸς καὶ μὴ ἐκ χαιρούσης καρδίας. | |
3.68 | Σικελικὴ τράπεζα, καὶ, Συβαριτική. | |
3.69 | Σοφία μωροῦ: ἐπὶ τῶν ἀσύνετα λαλούντων. | |
3.70 | Σὲ δ’ οἰωνίσαιτ’ ἄν τις ἰδών: καὶ τό, Τὸν δὲ ἡ νεότης ἐμίσουν τε καὶ οἰωνίζοντο. | |
3.71 | Τοιοῦτον Θεμιστοκλῆς οὔποτ’ ἐνόησε: σο‐ φίας γὰρ δόξαν οὗτος ἀπηνέγκατο. | |
3.72 | Τυφῶνος πολυπλοκώτερον. | |
3.73 | Ταντάλου τάλαντα: ἐπὶ τῶν σφόδρα πλουσίων. | |
3.74 | Τὸν Κολοφῶνα ἐπέθηκας: ἐπὶ μεγάλων πρα‐ γμάτων· καὶ ἐπὶ βεβαίου ψήφου. | |
3.75 | Τὸ ἐν τῇ καρδίᾳ τοῦ νήφοντος ἐν τῇ γλώσ‐ | |
σῃ τοῦ μεθύοντος. | 373 | |
3.76 | Τὸν καπνὸν φεύγων εἰς τὸ πῦρ ἐνέπεσεν. | |
3.77 | Τὸ κυνὸς κακὸν ὗς ἀπέτισεν: ἐπὶ τῶν ἄλλων ἁμαρτόντων, ἄλλων δὲ δόντων δίκην. | |
3.78 | Τὸν ξύοντα ἀντιξύειν: ἀπὸ μεταφορᾶς τῶν ὄνων· ἀλλήλους γὰρ ἀντικνήθουσιν. Ἐπὶ ὠφελούντων ἢ ἀντιβλαπτόντων ἀλλήλους. | |
3.79 | Τοῦ Κροίσου παιδὸς σιγηλότερος. | |
3.80 | Τί οὐκ ἀπήγξω, ἵνα Θήβησιν ἥρως γίνῃ: οἱ γὰρ ἑαυτοὺς διαχειρίζοντες ἐν Θήβαις ἐτιμῶντο. | |
3.81 | Τὸ Ἱππάρχου τειχίον: Ἵππαρχος ὁ Πεισιστρά‐ του παρὰ τὴν Πυθίαν τεῖχος ᾠκοδόμησε, πολλὰ τοὺς Ἀ‐ θηναίους εἰς τἀναλώματα ἀναγκάσας. | |
3.82 | Τὸν ἐγκέφαλον κατασεσεῖσθαί μοι δοκεῖς. | |
3.83 | Τὸ μὲν νόημα τοῦ θεοῦ, τὸ δὲ κλέμμ’ ἐμόν: οὕτω γὰρ οἱ δημαγωγοὶ ἀστεϊζόμενοι ἔλεγον· ὁ μὲν θεὸς | |
ὑπέβαλεν, ὁ ἐργασάμενος δὲ ἐγώ. | 374 | |
3.84 | Τοῦ σελίνου δεῖται: ἐπὶ τῶν ἰσχυρῶς νοσούν‐ των. εἰώθασι γὰρ στεφανοῦν σελίνοις τὰ μνήματα. | |
3.85 | Τραγικὸς πίθηκος: ἐπὶ τῶν παρ’ ἀξίαν σε‐ μνυνομένων. | |
3.86 | Ὕβρις ὕβριν ἔτικτε καὶ ψόγος ψόγον. | |
3.87 | Ὑπὲρ ὄνου σκιᾶς: ἐπὶ τῶν ὑπὲρ μηδὲν πο‐ νούντων. | |
3.88 | Ὑπὸ παντὸς λίθου σκορπίος εὕδει: ἐπὶ κα‐ κοήθων. | |
3.89 | Ὑπὲρ τὰ ἐσκαμμένα πηδᾶν: ὅμοιον τό, Ὑπερ‐ βάθμιον πόδα τείνεις. | |
3.90 | Ὑπὲρ τῶν ὅλων ἀναῤῥιπτεῖς: οἷον ὑπὲρ τῶν ὅλων ἀγωνίζῃ καὶ κινδυνεύεις. | |
3.91 | Ὑπηνέμια τίκτει: ψευδῆ καὶ ἀβέβαια. | 375 |
3.92 | Ὕδραν τέμνεις: ἐπὶ τῶν ἀμηχάνων. | |
3.93 | Ὗς λουσαμένη εἰς κύλισμα βορβόρου. | |
3.94 | Ὗς ὑπὸ ῥόπαλον: ἐπὶ τῶν ἑαυτοὺς εἰς ὄλεθρον ἐμβαλλόντων. | |
3.95 | Φρὺξ ἀνὴρ πληγεὶς ἀμείνων καὶ διακονέ‐ στερος: νωθροὶ γὰρ δοκοῦσι οἱ Φρύγες οἰκέται. | |
3.96 | Φρυνώνδας ἄλλος: ἐπὶ τῶν πονηρῶν. Λέγεται δὲ καὶ ἐπὶ μάγων. | |
3.97 | Χαλεπὸν χορίου κύνα γεύειν. | 376 |
3.98 | Χρήματ’ ἀνήρ· πενιχρὸς δ’ οὐδέποτ’ ἐσθλός. | |
3.99 | Χωρὶς τὰ Φρυγῶν καὶ Μυσῶν ὁρίσματα. | |
3.100 | Χροῒ δῆλα: φασὶ Φερεκύδην τὸν σοφὸν φθει‐ ριάσει τελευτῆσαι, εἰπεῖν δὲ πρὸς Πυθαγόραν περὶ τού‐ του πυνθανόμενον προβαλόντα τὸν δάκτυλον· Χροὶ δῆλα. | |
3bis1 | Χύτραις λημᾶν καὶ κολοκύνταις: ἐπὶ τῶν ἀμβλυωπούντων. | |
3bis2 | Χρυσῷ καταπάττων ἡμᾶς οὐ γινώσκεις: ἐπὶ τῶν εἰκῆ λοιδορουμένων· ἐπιφέρει γὰρ Νῦν δὲ κόσμος τοῦτ’ ἐστί μοι. | |
3bis3 | Ὡς ἥρως ἐν ἀσπίδι ξενίσαι βούλομαι: λέ‐ γεται ἐπὶ τῶν τοὺς φίλους τοῖς ἑαυτῶν ἔργοις εὐεργε‐ τούντων. | 377 |
3bis4 | Ὠσὶν ἑστῶσιν. | |
3bis5 | Ὤδινεν ὄρος, εἶτα μῦν ἀπέτεκεν: παρατό‐ | |
ξευσις ἡ ἔξω τοῦ σκοποῦ. | 378 |