TLG 7052 008 :: ANTHOLOGIAE GRAECAE APPENDIX :: Epigrammatis addenda

ANTHOLOGIAE GRAECAE APPENDIX Epigr.
(Varia)

Epigrammatis addenda

Source: Cougny, E. (ed.), Epigrammatum anthologia Palatina cum Planudeis et appendice nova, vol. 3. Paris: Didot, 1890: 587–602.

Epigr. 1.10b–c, 67b, 86b, 101b, 126b, 128b, 174b, 224b–c, 242b, 249b, 253b, 266b–c, 287b, 292b, 300b, 319b, 329b, 331b, 347b; 2.53b–c, 121b, 131b, 173b–c, 181b, 182b, 198b–e, 242b, 247b, 254b, 255b–c, 257b–c, 320b, 361b, 367b, 371b, 372b–c, 379b, 424b, 447b, 462b, 539b, 641b–c, 671b–d, 680b, 704b, 705b, 712b; 3.66b, 81b, 103b, 115b–c, 138b, 256b–f; 4.62b; 5.6b, 13b, 19b; 6.24b, 30b, 104b, 107; 7.10b

Citation: Epigram — (line)

1,10b

Παντάρης μ’ ἀνέθηκε Μενεκράτιος, Διὸ[ς ἆθλον] [ἅρματι (?) νικάσας, πέδου ἐκ κλει]τοῦ Γελοαίου.

1,10c

[Π]α[ν]θέρσης ἀνέθηκεν Ἀθηναίῃ πτολιούχῳ πα[ῖς] Ζωίλου· Νήτης δ’ ἔ[ργο]ν [ἔ]τευξε τόδε.

1,67b

Πύκτα[ς] τόνδ’ ἀνέθηκεν ἀπ’ εὐδόξοιο Κυνίσκος Μαντινέας νικῶν πατρὸς ἔχων ὄνομα.

1,86b

Πλ]είστοις δὴ Σικυῶνα πάτραν, [Σω]σιστράτου υἱέ, Σώστρατε, καλλίστοις τ’ ἠγλαΐσας στεφάνοις· ν]ικῶ[ν] παγκράτιον τρὶς Ὀλύμπια, δὶς δ’ ἐνὶ Πυθοῖ, δώδεκα δ’ ἐξ Ἰσθμοῦ [καὶ Νεμ]έας στεφάνους,
5τ]οὺς δ’ ἄλλους ἄπο[ρον στεφά]νους [ἐπι]δεῖξαι ἀριθμὸν, πα]ύσας δ’ ἀντι[πάλους πάν]τα [ἐ]κράτεις ἀμάχει.

1,101b

Ποντίῳ ἱππομέδοντι Ποσειδῶνι Κρόνο(υ) υἱεῖ ἡ πόλις εὐξαμένη τούσδ’ ἀνέθηκε θεῷ ἡμιθέους σωτῆρας ὑπὲρ προγόνων τε καὶ αὐτῶν καὶ γῆς καὶ τεκέων καὶ σφετέρων ἀλόχων.

1,126b

Δόξα μὲν Ἑλλήνων ἱεροῖς ἀναθήμασιν αὔξει τόνδε, τέχνης δ’ εἰκὼν ἥδε δίδωσι κρίσι[ν· νικήσας δὲ ἵππων τε δρόμοις ἔργων τε ἐν ἁμίλλα[ις τὴν ἱερὰν στεφανοῖ πατρίδα Κεκροπίαν.

1,128b

Τόνδε ποτ’ ἱδρύσαντο θεῷ [π]ερικαλλέϊ Φοίβῳ
Ἀπ[ο]λλῶνις ἠδὲ κασίγνητοι, παῖδες Αὐλουζένεω. Ἔ[σ]κε δὲ τῶν πατρῶος ἀνὰ Σαπάμκην ἐρίβωλον, [α]ὐτ[ὰρ] οἳ [σ]τήσαντο κατὰ χθόνα Δωδοπάροιο.587

1,174b

Τόνδε νεώ[ν] σοι, ἄναξ, Διονύσιος εἵσατο τῇδε καὶ τέμενος θυόεν καὶ ξόαν’ εἴκελά σοι καὶ πάντ’ οὐ πλοῦτον κρίνας πολυάργυρον αὔξειν ἐν δόμῳ, ὡς τὸ σέβειν, Βάκχε, τά σοι νόμιμα.
5[Ἀν]θ’ ὧν, ὦ Διόνυς’, ὢν ἵλαος, οἶκον ἅμ’ αὐτοῦ [καὶ] γενεὴν σώζοις πάντα τε σὸν θίασον.

1,224b

Σῶν σηκ[ῶ]ν π[ρ]όπολοι, Λ[ητοῦς υ]ἱέ (?), τοξότα Φοῖβε, κόσμησα[ν] ν[α]όν, κύδεϊ γηθόμενοι, δυσμενέ[ων ἐν ὄχ]λοισ[ι] τροπαιοφόρον καταγόν[τ]ε[ς] νίκην, ἣν πάτρη πᾶσα θυη[π]ο[λέει].

1,224c

(n)

Πεπλασμένον.
1Οἱ ξεῖνοι τάδε σοι χρυσήλατα τεύχε’ ἔθηκαν, Ἄνθεια Ἁβροκόμης θ’, ἱερῆς Ἐφέσοιο πολῖται.

1,242b

Μητρὶ θεῶν ἱκέτης κατ’ ὄναρ Μελανωπὸς ἔτευξεν.

1,249b

Τόνδε Φίλων ἀν[έθηκεν] Ἀθηναίᾳ τριποδίσκον θαύμασι νικήσας Ἴσπολιν Ἀρεσίου.

1,253b

Ἡρακλεῖ τόδ’ ἄγαλμα Κροβίλου παῖς ἀνέθηκ[εν Ἄσπασις Ἰνώπου γείτονι καλλιρόου.

1,266b

Ἔκγονον ἠδὲ θύγατρα δυοῖν ὑπάτων Ἀρριανῶν, οἳ σοφίᾳ πλοῦτον καὶ γένος ἠγλάϊσαν, μύστιν Ἀθηναῖοι Κλημεντιανὴν παρὰ Δηοῖ στῆσαν σωφροσύνης καὶ σοφίας ἕνεκα.

1,266c

Οὔνομα Καλ[λι]στώ· μήτηρ δέ με Καλλίκλεια θυγατέρ’ ἰφθίμην εἵσατο Καλλιμάχου· τοῦτο δὲ πατρὶ φίλῳ μοι Ἀρήιος ὤπασεν Ἕδρη.
Ἐς γέρας ἀθανάτων ἱστάμεθ’ ἀγχίθυροι588
5Δηοῦς καὶ Κούρης δαιδηφόρου. οὐδέ με νύκτες λή]σοντ’ ἠελίου κάλ[λιον] [λα]μπ[όμ]εναι.

1,287b

(n)

Ἀγαθῇ τύχῃ.
1Ἀν]τήρης Παιῶνι [τὸν] Ἀπόλλωνος ἑταῖρον Ὀρφέα δαιδαλέης θῆκεν ἄγαλμα τέχνης, ὃς θῆρας καὶ δένδρα καὶ ἑρπετὰ καὶ πετεην[ὰ φωνῇ καὶ χειρῶν κοίμισεν ἁρμονίῃ.

1,292b

(n)

Εὐτυχ[εῖ] ἡμέρ[ῃ].
1Ῥωμαίων ὕπατον μέγ[αν] ἔξο[χ]ον ἐν Κιλίκεσσιν εἵνεκα καὶ παιδὸς πανυπέρτατον ἐν πολιήταις (τούτῳ γὰρ Βασιλῆς δώκαν γέρας ὄφρα οἱ υἱὸς συγκλήτου βουλῆς μετέχοι πολυκηδέα τιμήν),
5τρεῖς στεφάνους ἑξῆς ἀναδησάμενον παναρίστους δημιουργὸν πα[τέ]ειν Κιλικάρχην, [γ]υμνασίαρχον, σύνδικον ἁγνότατον, βουλῆς στέφος, εὐγενὲς αἷμα, Δήμητρος θεράποντες ἀγακλέα τόνδ’ ἀνέθηκαν.

1,300b

(n)

Ἀγαθῇ τύχῃ.
1Ἡρωδιανὸς Νικίου πατρὸς ἔ[σ]τησεν χαλκεῖον ἀνδριάντα πατρίδος ψήφῳ γνώμης τε ἕκατι—μείλιχος γὰρ ἦν [π]ᾶ[σιν]— τερπνῶν τε μίμων οὓς ἔγραψεν ἀσ[τ]ε[ί]ως.

1,319b

Εἰκόν’ Ἀθηναίης χρυσαιγίδος ὀβριμοπάτρης ἄνθετο τὴν χρυσῆν Στώλιος Ἀντιδάμας· ὧδε θεῶν προὔστη, θηρῶν δὲ μεμαότα φῦλα ἔγχεϊ γηγενέων δάμνατ’ ἀλεξαμένη.

1,329b

Ἀσπασίας ναόν τε καὶ εὔγραπτον θέτο μορφάν Διογενὶς [σ]τοργᾶς ἀντιτίνουσα χάριν.

1,331b

Τόνδ’ ἐτεὸν Φιαλῆες ἐϋρ(ρ)έκτην Πολύχαρμον στήσαμεν ἕρμα δίκης Ζηνὶ παρ’ ἰθυδίκῳ· ᾔνησαν δ’ Ἕλληνες· ἐν αἰσιμίῃ γὰρ ἄνυσσεν
ἀρχὴν, παντοίης ἴδρις ἐὼν ἀρετῆς.589

1,347b

(n)

Ἀγαθῇ τύχῃ.
1Εἰκὼν Ἑρμολάοιο τὸν ἠέξησε πάρος μὲν Μαιονίη Τρίπολις, Ῥώμης δ’ ἐνικάθθετο βουλῇ. Εἰ δὲ θέλεις γενεὴν καὶ [ἐπήρ]ατα ἔργα [πύ]θ[εσ]θαι, μάρτυρες ἐνναέται πόλιος καὶ δώματα κλεινά.

2,53b

Ἐνθάδ’ Ἐρευθαλίωνα φίλοι περὶ τύμβον ἔθηκαν, Ἀρκαδίης βασιλῆ, γένος ἔξοχον Ἀμφιδάμαντος, οἵ ποτε Νέστορα καὶ λαοὺς πολέμῳ δαμάσαντο.

2,53c

Σώζων μὲν πίστιν, τιμῶν δὲ ἀρ[ετὰν], θάνες ὧδε, Καλία Σα....., πατρίδος ἐκ Τεγέας.

2,121b

Λήμνο(υ) ἀπ’ ἠγαθέας κεύθει τάφος ἐνθάδε γαίας ἄνδρα φιλοπρόβατον· Νικόμαχος δ’ ὄνομα.

2,131b

Πάντων ὧν θέμις ἐστὶ τυχεῖν εὐδαίμοσι θνητοῖς ζῶσά τε ἐκοινώνουν καὶ φθιμένη μετέχω· ἡλικίας δὲ πόθον νεαρᾶς μνήμην τε λιποῦσα σωφροσύνης ἔ[θ]ανον, Λογχὶς ἐπωνυμίαν.

2,173b

Ἦ μάλα δὴ φθίμενόν σε κλυτὰ πατρὶς, ἅδε Ἐλάτεια, καλοῖσι, Δαμότιμε, κυδαίνει λόγοις· ἐσθλὸς γὰρ καὶ ἄμωμος, ἀκ[μα]ῖς ἐνὶ σώφρονος ἥβας θνήσκεις δαμασθεὶς θυμὸν ὠκείᾳ νόσῳ·
5πολλά[κι] δ’ ἀμφὶ τεὸν μάτηρ τάφον οἰκτρὸν ἄϋσεν Δεξὼ στενάζουσα ὀρφανὰν τέκνου χάριν.

2,173c

Ὦ ξένε, τόνδ’ ἐ[σό]ρα Διονύσιον, ἠδὲ γυναῖκα δέρκεο τοῦδε, [Φ]ίλαν, πνεῦμα λιποῦ[σαν ... ἄμφω γηραλέω ... δὲ τέκνων τέκ[να ...οντα, ὀλβίστους θά[να]τος γλ......ος κατέχει.

2,181b

[Εἰκόνα Παρμενίδο]ς θυγατρὸς σφετέρας με Δαήμων [καὶ Κλεινὼ μ]άτηρ, μνᾶμ’ ἐπὶ παιδὶ, θέσαν.
.....ου δέ μ’ ἔχει τέμενος Διὸς, ὄ[φ]ρα (?) τ’ Ἀπόλλων .....ου ἄμειψεν ἑλὼν ἐκ πυρὸς ἀθάνατον.590
5[Ε]ἰκόνα Παρμενίδο[ς] στᾶσεν θυγατρὸς μ..... [κ]αὶ Κλεινὼ μάτηρ ............. ............

2,182b

Πα[τρὶς μέν μ’ ἀπέ]πεμψε δικαστὴν Μυλασέεσσι. Ἤδη δ’ εὐδοκιμῶν ἐξέλιπον βιοτὰν, Ἀκρίσιος, πατρὸς μὲν Ἰάσονος, ἐκτέρισαν δὲ Μυλασέες, χρυσέοις στεψάμενοί με κλάδοις·
5ταῦρον δ’ ἀμφὶ πυρ’ ἔσφαξαν, τιμαῖσι σέβοντες, δαίμονί μου νέρθεν σὺν χθονίοισι θεοῖς. Υἱὸς δ’ Ἀκρίσιος συνομόπλοος ἤλυθε πατρὶ γραμματέως τά[ξιν] πειθόμενος πόλεϊ; καί μου πνεῦμα λιπ[όν]τος, ἐμᾶς ἀρετᾶς ἐφάμιλλος
10 Μυλάσεσιν δικά[σας] ἐκ]διέδεκτο κρίσεις. Ὀστέα δ’ ἱμερταῖς [μακ]ρὰν ἐκόμιζε χέρεσσι, τὸν Πάριον Παρίᾳ [γᾷ κ]αταθεὶς γονέα, ᾧ φυσικαὶ τοκέων [στ]οργαὶ πρὸς τέκνα ποθεινά ὡς ὁσίαν υἱῶν τ[ὰ]ν χάριν ἀντέλαβον.

2,198b

............. ἦδός σοι ............... Ἦν μὲν γὰρ γενεῆς ἰδίης .......... ὡς σέλας ἠελίου, ὡς ῥόδεος στέφανος,
5εἶδος ἔχους’ ἐρατόν, ἴκελον χρυσῇ Ἀ[φροδίτῃ], ἔργα δ’ Ἀθηναίῃ καὶ φρένας ἠδὲ νόον. Οὔ κέν τις ψεύσαιτο πρὸς Οὔλυμπον ... Κύπριδι νηοπόλον ἀθανάτους μ... ἦ καὶ Ἀθηναίης πάρεδρον θέμεν ἠδὲ [θεράπνην]
10 Ἀρτέμιτος καλῆς, τοξοφόρου, λοχίης, παντοίης ἀρετῆς καὶ εἴδεος εἵνεκε[ν ἁγνοῦ], καὶ πινυτῆς ἐρατῆς καὶ φρενὸς ἠγαθ[έου]. Τώρα μοτὸν κλαίοντες ἐν οἴκοις οὐπο.... αἰνοπαθῆ δακρύων πλήσουσι γενέτ[αι],
15σὴν ἀρετὴν τεά τ’ ἔργα σαοφροσύνην τε π.... εἶδος τε ἠγάθεον ἀρέσκουσα, κλυτή.

2,198c

........... Ἄϊδος εἰς εὐνὰς ὁ Λάκων δόλῳ ἔφθισεν Ἄρης λα.................. Αὐτὸς δ’ εἷλε μόρος καὶ σύγγονον, ἡνίκα Κρήτην
5.........................
ἄ[ψυ]χον δ’ ἐσορᾶν Ἀνδροσθένεος καὶ ὁμαίμου.591

2,198d

Ὦ παρ’ ἐμὸν [σ]πεύ[δ]ων τοῦτ’ ἠρ[ίον, ἵσταθι, ξεῖνε, χαίρειν εὐκλεί[ω]ς [εἰπὼν τὸν κατὰ γῆς. Θνήσκω δ’ ὀγδ[ώ]κοντα [δύω πλήσας λυκάβαντας καὶ παῖδας παίδων λ[ε]ιπό[με]ν[ος γλυκέας
5οὐκ ὄλβῳ ἐρίδοντας ἀρι[ζ]ήλῳ δ’ ἐπὶ δόξῃ· οἷς εἴη ταυτὸν τέρμα λαχεῖν βι[ό]του.

2,198e

..... ἥ]ρως οὗτος ἀρήϊον ἔργον ἀνύσσας ......μέζων τοῦτο Λεονίδεω. Ἄμφω γὰρ πάτρῃσιν ἀμύνετον [α]ἵμ[α]τ[ι ..... ἀλλ’ ὁ μὲν ἐν βαιοῖς ο[ἴχ]ε[ται] ἠ[λυ]σίο[ις (?)
5..............

2,242b

Οὔνομά μοι Φιλόστοργος ἔην· Νίκη (δέ) μ’ ἔθρεψεν ἄγκυραν γήρως· εἴκοσι δ’ ἔσχον ἔτη. Ἄρρητον δὲ θέαμ’ ἐσιδὼν, ἅρπασμ’ ἐγενήθην αἰφνιδίου μοίρης, κλώσματα θεῖα τελῶν.
5Μῆτερ, μή με δάκρυε· τίς ἡ χάρις; ἀλλὰ σεβάζου· ἀστὴρ γὰρ γενόμην θεῖος ἀκρεσπέριος.

2,247b

Γάϊος οὗτος ἐγὼ ................ ἄρτιος εὐδαίμων τ’ ἤλυθον εἰς Ἀΐδαν, ἐκπρολιπὼν ἄλοχόν τε σαόφρονα δες.... καὶ παίδας δισσοὺς ματέρι κηδεμόνας.
5Ναίω δ’ οὐκ Ἀχέροντος ἐφ’ .... οὐδὲ κελαινὸν ..............ων ἔλαχον ...

2,254b

(n)

Γάστεις καὶ Ἀδε[ίμαντος] οἱ Χορηγίωνος χ[αίρετε.
1Πρόσθε μὲν ἡδὺν ................ συμβίῳ κουριδίῳ τέσ[σαρα καὶ δέκ’ ἔτη. Νῦν δ’ ἐμὸν εἰς Ἀΐδαο [δέμας στυγερὸν δόμον ἦλθεν σεμνὴν θυ[γ]ατέρα κ[αὶ γαμετὴν προλιπόν.
5Θαυμασίους πάτρας μ............... αἰδίου τύχης .................

2,255b

Μυριάδος τόδε ς....λο...μ.υ... ψυχὰς ἐς μακάρων νᾶσον ἀποπταμένας Ἕρμ... ἀδάκρυτος· χάριτες γὰρ ἀνη...ακε.
ἔ]ργουσιν στοναχὰς καὶ γόον ὠγύγιον.592

2,255c

(a1)

Ζωὸς ἐὼν τοῦτον τύμβον ... ἔτευξεν ἑαυτῷ
a2μου[σαῖς ἀ]σκηθεὶς [Γά]ϊος γραμματικὸς,
a3ἠ]δ’ ἀλό[χ]ῳ [φ]ίλῃ Τατίῃ, τέκεσίν τε ποθητοῖς,
a4..α τὸν ἀΐδιον τοῦτον ἔ[χω]σι δόμον
a5ϹΥΝΡΟΥΒΗ μεγάλοιο .... θεράποντι.
b1Οὐκ εἶχ]ον πλοῦτον πολὺν εἰς βίον, οὐ πολὺ χρῆμα,
b2γράμμασι δ’ ἠσκήθην ἐκπ[ο]νέσας μετρίοις,
b3ἐξ ὧν τοῖσι φίλοισιν ἐπ[ήρ]κεον ὡς δύναμίς μοι,
b4σπουδὴν ἣν εἶχον πᾶσι χαριζόμενος.
b5Τοῦτο γὰρ ἦν μοι τερπν[ὸν] ἐπαρκεῖν, εἴ τις ἔχρῃζε,
b6ὡς ἄλλων [ὄλ]βος τέρψιν ἄγειν [ἀγαθῶν].
b7Μὴ ......... πλούτῳ .....
b8πᾶσι γὰρ εἷς ᾍδης, καὶ τ[έ]λος ἐστὶν ἴσον.
b9Ἐστίν τις μέγας ὢν ἐν κτήμασιν οὐ πλέον οὗτο[ϛ]·
b10ταὐτὸ μέτρον γαίης πρὸς τάφον ἐκδέ[χ]εται.
b11Σπεύδετε, τὴν ψυχὴν εὐφραίνετε πάντοτε, [θνητοὶ]·
b12ὡ]ς ἡδὺς βίοτος, καὶ μέτρον ἐστὶ ζόης.
b13Ταῦτα, λαοὶ· μετὰ ταῦτα [τί] γὰρ πλέον; οὐκέτι ταῦτα·
b14στήλλη ταῦτα λαλεῖ καὶ λίθος, οὐ γὰρ ἐγώ.

2,257b

Εἰ τὸ καλῶς ἐστὶ θανεῖν, κἀμοὶ τοῦτ’ ἀπένειμε τύ[χη· οὐδὲ φάος λεύσ[σ]ων ὅγε δαίμοσιν ἦν ἀγέραστος, πᾶσιν δ’ ἀνθρώποισι παρέσχον ἀνέγκλητον ἐμαυτό[ν· ἔντιμον χθονίοισι θεοῖς ὑπεδέξατο γαῖα.
5Καὶ ἐγὼ τοῦδ’ ἀνδρὸς ἔφυν, καὶ πάντα ὅμοια γήραϊ καὶ φροντίδι εὐσεβίας ἕνεκα.

2,257c

(n)

Τελεσφόρος Εὐκάρπου Μιλήσιος, ἐτῶν κϛʹ.
1Ἐξέφυγον πόλεμον δεινὸν καὶ ἦλθον ἄτρωτος, μοῖραν δ’ οὐκ ἴσχυσα φυγεῖν· ἀλλ’ ἐνθάδε κεῖμαι, παῖδα λιπὼν μηνῶν δέκα ὀρφανόν, οἴμοι.

2,320b

Τὰν μορφὰν φεῦ τάνδε Κύδωνος πλησίον, ὦνδρες,
θάμβος ἐοῦσαν ὑμῖν τέξε δόμος Γαλατῶν.593

2,361b,a

(n)

Μένανδρε Μενάνδρου, κάμμο[ρε], χαῖρε.
1Παιδοκομησαμένη Ποσιδώνιον ἡ ταλαπενθὴς ἤνδρως’ εἰς Ἀΐδην Μόσχιον υἷα φίλον, ἐλπίδας ἐνθεμένη πυρὶ καὶ τάφῳ· ἡ δ’ ἐπὶ τέκνῳ ὑψηλὴ τὸ πάρος καὶ φρονέουσα μέγα,
5νῦν ὀλίγη καὶ ἄπαις ἐνὶ πένθεσιν. Ὦ βίε θνητῶν ἄστατ’, ἐνὶ πτηνῇ κείμενε, λυπρέ, τύχῃ! Μοῖρα λυγρὰ μήπω με βίου σχεδὸν ἔνδοθι βάντα, εἰς ἀπαραιτήτους ἦγ’ Ἀΐδαο δόμους, πικρὰν δ’ ἀμφὶ τάφοισιν ἐθήκατο μήτερα πένθει,
10κωφὰ λίθοις κωφοῖς δάκρυα μυρομένην· κουφίζω δὲ τάλαιναν ὅσον χρόνον εἰς ὄναρ ἥκω, ἠὼς δ’ ἀντὶ χαρᾶς δάκρυα πορσύνεται.

2,361b,b

(n)

Ποσειδώνιε Μενάνδρου ἥρως, χαῖρε.
1Οὔποτε γηθόσυνος νεκύων τάφος, οὐδ’ ὁ πρὸ μοίρης θνήσκων μητρὶ φίλῃ τερπνὰ δίδωσιν ἄχη, π[ολ]λὰ δ’ ἀπὸ στέρνων ἠμέλξατο πικρὰ τροφήων πένθεα καὶ στοναχάς· Μόσχιον αἰνοτάτη
5ἠρέμα κωκύσει παρ’ ἐμὸν δόμον, οἷ’ ἀπὸ μούνου λειπομένη τέκνου· κείσομ’ ἐγὼ δὲ τέφρη. Τηλυγέτῳ ἐπὶ παιδὶ παναλγέα κωκύσασα μήτηρ, εἰνοδίην τήνδ’ ἀνέθηκε λίθον, τέρμα δ’ ἀνιηρὸν γήρως ἴδεν ἦ ῥα Μένανδρος
10ὄλβιος, ὃς τοίου πρῶτος ἔθνησκε τέκνου.

2,367b

Σός, Ἀ]φροδῖ[τ]α], ναὸς [ἐ]σ[τ]ί μ[ε]υ πέλας ποθῶ]ν Ἀνακρέοντα τὸν πόθων ἴδριν· ἐγὼ] δὲ παιδέρωσιν οὐκ ἐτερπόμαν· τὰ δ’] ἄσπιλ’ ἐν νέοισιν Ἀφροδίσια
5σεῦ ἀ]ντίμιμ’ ὁ τύμβος εὐχάρακτ’ ἔχει· ἅμα κ]νίσει με μῶμος, ἀντι[τάσσ]εται καλ’] ἐννέπων ἔπαινος, [οἷον ἔ]δρεπ[εν ὁ Ματροδώρου [ἆ]θ[λο]ς [ἐ]ς Μενεκράτην.

2,371b

(n)

Πεπλασμένον.
1Ἰππόθοος κλεινῷ τεῦξεν τόδε σῆμ’ Ὑπεράνθῃ, αὖ τάφον ἐκ θανάτου ἀγαθὸν ἱεροῖο πολίτου ἐς βάθος ἐκ γαίης, ἄνθος κλυτὸν, ὅν ποτε δαίμων
ἥρπασεν ἐν πελάγει μεγάλου πνεύσαντος ἀήτου.594

2,372b

Χαῖρε, Ἡρακλείδα θύγατερ, πολυαίνετε νύμφα, Νίκα, σοι μεγάλας ἀντὶ σαοφροσύνας, ἇς ἔτι τοι μνάμαν φέρεται πόσις, οὐδέ τις ἄλλα κείνου ἐς εὐναίους ἦλθε ἄλοχος θαλάμους.

2,372c

Εἰκὼν ἡ λίθος εἰμί· τίθησί με Σείκιλος ἔνθα μνήμης ἀθανάτου σῆμα πολυχρόνιον. Ὅσον ζῇς φαίνου· μηδὲν ὅλως σὺ λυποῦ· πρὸς ὀλίγον ἐστὶ τὸ
5ζῆν· τὸ τέλος ὁ χρόνος ἀπαιτεῖ.

2,379b

(n1)

Διονύσιον Ποσειδωνίου
n2ὁ Δῆμος.
1Ἑπτά που ἐξ ἐτέων δεκάδας καὶ βαίον ἐπόν τι εὑρήσεις ἀριθμέων μῆκος ἐμῆς βιοτῆς Βάκχου κυδίστοιο νεωκόρον· ἐκ δὲ πόλειος ἀρχὰς εὐθύνης ἐκτὸς ἐμῆς ἐθέμην,
5εἰς ἀρετὴν λεύσσων Διονύσιος· ἀντὶ δὲ τῶνδε χρύσεος ἐκ δήμου κεῖτ’ ἐπ’ ἐμοὶ στέφανος.

2,424b

.............. ἥτις ἐν ἀνθρώποις κλέος [ἤ]ρατο Πηνελοπείης σωφροσύνῃ· μοιρῶν δὲ μίτοις ὑπ’ ἀμε[ιλίκ]τοισιν ἔζης’ ἐννέα καὶ δέ[κα .....]εν δὲ πρόμοιρος· ....

2,447b

Ἦλθεν ἀπὸ ξείνης Κλεοφῶν χθόνος, ἦλθε δ’ ΕΠΑΙΔΟΣ, οἷς Μοῖρα προφάνη σχέτλιος ἠδ’ ἀλόχ[ου. Εἶδε γὰρ οὓς ἐπό[θησ]ε καὶ ὀρφναίην ἀνὰ νύκτα τοὺς τρισσοὺς νέκυας σταθμὸς ἔραζε δόμου.
5Σ]ώθη δ’ εἰς γο[ε]ροὺς θρηνοὺς, μῶνος ἀθρόα μύσας ὀρφανίην, εὐνήν, οἶκον .π.ὸς πολιήν. Υἱὸς ἐγὼ Κάλλιππος ἀνιηροῦ Κλεοφῶντος, ἐνθάδε καὶ μήτηρ κεῖται Ἀριστόπολις, οὐ κοινῇ μοίρῃ δεδμημένοι, ἀλλὰ πεσόντος
10 τρεῖς ἅμα λυγαίου κεκλιμένοι θαλάμου. Νύκτα δὲ πικροτάτην μεταδόρπιον ὑπνώσαντες οἰκοῦμεν μέλαθρον Πλούτωνος ζοφερόν.

2,462b

Κοινῆς γαστρὸς (?) ἀδελφὲ ... εἰς Ἀΐδαο
καὶ ..... τύμβου κοινὸν ἔχειν ἔλαχον. Ὑψί]νοον δ’ ἐκάλουν με, θάνοντα δὲ θάψε με μήτηρ Σεῖτι[ς] (?) ἀδελφεί[ῳ] κοινὰ χαριζομένη.595

2,539b

(n)

Ἑ[ρμῆς?] Κ[ομμαγηνός?]
1Καὶ δεκετῆ τις ἰδὼν τύμβῳ σκεφθέντ’ ὑπὸ μοίρης Ἑρμῆ Κομμαγηνὸν, ἔπος φρασάτω τόδ’ ὁδίτης· Χαῖρε σὺ, παῖ, παρ’ ὁδοῦ, κήνπερ θνητὸν βίον ἕρπες ὠκύτατ’· ἔπτης (?) γὰρ μερόπων ἐπὶ Κιμμερίων γῇ
5..... γὰρ ὁ παῖς Ἑρμῆς ....

2,641b

Φίλτατα τέκνα δύω κατεθήκαμε[ν] ἐν χθονὶ τῇδε, τῆς ἀπαθοῦς μοίρης ταῦτα τεχνησαμένης· σπλάγχνοις ἡμετέροις γὰρ ἀεὶ κατέθηκεν ἀνίαν ὠκυμόρων π[αί]δων πένθεσι τειρομένοις.

2,641c

Ὀκτωκαιδεκέτης κεῖμαι, φίλε, τῷδ’ ἐνὶ τύ[μ]βῳ Δῶρος Σαρδιανὸς δακτυλοκοιλογλύφος. Μαρίωνος Λύδοιο πατρὸς, μητρὸς δὲ Λακαίνης, σέμνον ἄτερ Κύπριδος* ζήσας [βί]ον, ἀλλά με καὶ
5ἄκ[λη]ρον ...

2,671b

Μνῆμ’ Ἀσκληπιάδ[ῃ] Πυλάδου τόδε τεῦξεν Ἀρείων πρῶτος καὶ φιλί[ῃ] καὶ γένει ἐγγύτ[ατος. Δεύτερος αὖθ’ ἑτάρων προφέρων Ἀσκληπιόδωρος οἰκεῖος φιλίην [ἠ]δὲ παρωνυμίην.
5Φαῖδρος δ’ αὖτ’ ἐπὶ τοῖσι τρίτος, φιλίῃ δ’ ἄρα πρῶτος δείματ’ ἀείμνηστον σῆμα φίλῳ ἑτάρῳ. Τέτρατος αὖ Μέμφις. Οὗτοι τάφον ἐξετέλεσσαν, τέσσαρες ἐκ πολλῶν μνήμονες εὐσεβίης.

2,671c

Σῆ]μα τόδε Στατία μνημήϊον Ἡλιοδώρῳ τεῦξα πόσει γλυκερῷ δύσμορος [ὠ]κυμ[όρῳ.

2,671d

Τοῦτο τεῆς φιλίης μνημήϊον ἀμφί τε τύμβον χευάμενος καθύπερθε Λεοντεὺς θήκατο γαίῃ, Ζώσιμ’, ὑπηρεσίης ἕνεκεν καὶ ἀμέμφεος ἔργου·
ἀνθ’ ὧν δεσποσύνῳ τέλεσας πυμάτη χάρις ἥδε.596

2,680b

.............. ..... (?) σεμνὰ γ]ονεῖ, ὡς θέμις, εὖ ἔνεμον, ὡ[ς ζωῆ]ς γενετῇ θέμενοι χρέος [οὐκ ἀλαωπῷ, ἀλλ’ ἄρα] σῶος ἐγὼ καὶ παρὰ Φερσεφόνῃ.
5Θειόδοτον δῶρον καὶ ἄμεινον τῷ ὑπὸ παίδων ταρχυθέντι δόμους ε[ἰς Ἀ]ΐδα κατίναι· κα[ὶ σ]ὺ δ’, ὁδῖθ’, ἁγ[ί]ας χάριτας τίσασι τοκῆι ἐ[σθ]λὰ ἐπευξάμενος, ἕρπε δι’ ἀτραπιτοῦ.

2,704b

† Εὐτροπίου τάφος εἰμὶ περίφρονος· ἦ γὰρ ἀληθὲς οὔνομα τῆς ἀρετῆς εἶχεν ἀειδόμενον. Ἄτροπε Μοιράων, τί τὸν εὔτροπον ἥρπασας ἄνδρα ὃς φέρεν ἓξ μονάδας, τρεῖς δ’ ἐτέων δεκάδας;
5Πέτρος δὲ Γνωτὸς σταθερὴν τήνδε πλάκα χαράξας στῆσεν ἀποφθιμένῳ τοῦτο γέρας παρέχων.

2,705b

(n)

Θεοδώρου.
1Ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δ’ Ἀχιλλεὺς, ἔνθα δὲ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος· ἔνθα δ’ ἐπὶ τρισσοῖσι πανείκελος ἡρώεσσι ψυχὴν καὶ βιότοιο τέλος Μουσώνιος ἥρως.

2,712b

Μυστιπόλοι Δήμητρος, ἐμοῖό τις ἱερὴ ἔστω μνημοσύνη Δηοῦς παρ’ ἀνακτόρῳ· οὔνομα μέν μο[ι Εὐ]νείκη, τίκτεν δὲ Θάλειά με κυδήεσσα πατρὶ φίλῳ Καλλαίσχρῳ ἀγακλεῖ· τοῦ δ’ ἄρ[α μήτηρ (?)]
5Εὐνείκη· τῆς δ’ αὖτε σαόφρων ἱεροφ[άντις [?] ἦεν ἀπ’ Εἰσαίοιο φερώνυμος ἀντολι.... Ε]ἰσιδότη· τοῦ κῦδος ἀμύμον ...... ῥητήρων· πάππος δ’ ἀρ’ ἐμεῦ πέλεν ..... Ζώιλος, ὃς δοιοῖσιν ἀδελφειοῖς φρον......
10Τῷ μὲν ἀπ’ αἰγλήεντος ἀνακτόρου ἱερο[φάντῃ Γλαύκῳ· ἀτὰρ σοφίης ἡγήτορι τήν τε πλα.... δρέψατο, Καλλαίσχρῳ περιωνύμῳ· οὐ μὲν ἐμεῖο ....ου συγκλήτοιο πέλει γένος· ἀγχόθι γάρ μο[ι ....ηαδων ἕπεται κλέος Αὐσονίηθεν.

3,66b

(t)

ΦΙΛΟΣΤΕΦΑΝΟΥ.
1Γαίῃ δ’ ἐν Σικελῶν Τρινακρίδι χεῦμα δέδεικται αἰνότατον, λίμνη καίπερ ἐοῦς’ ὀλίγη, ἰσχυρὸν δίνῃσιν· ὃ πρὶν ποσὶ παῦρα τινάξῃς, αἰφνιδίως ξηρήν ς’ ἤλασεν ἐς ψάμαθον.597

3,81b

(t)

ΑΔΕΣΠΟΤΟΝ.
1Ὁ θρασὺς ἀνθέστακεν Ἔρως τῷ Πανὶ παλαίων, χἁ Κύπρις ὠδίνει, τίς τίνα πρῶτος ἑλεῖ· ἰσχυρὸς μὲν ὁ Πὰν καὶ καρτερός, ἀλλὰ πανοῦργος ὁ πτανὸς καὶ Ἔρως· οἴχεται ἁ δύναμις.

3,103b

Ἡρακ[λ]έε[ς], σοὶ [τ]όνδε Κλεόμβροτος εἵ[σ]ατ[ο π]ύρ[γο]ν καὶ δήμῳ, ποταμ[οῦ τ]οῦδε [πα]ρ’ ἠϊ[όνα], θαυμα[σ]τὸ[ν] μὲ[ν] ἰδεῖν, πολέμοιό τε πᾶσιν ἀ[ρωγὸ[ν ἀ]στοῖσι, προγόνων δόξαν ὑ[περ]θ[έμ]ενος.
5Οὕνεκ[α κ]αὶ τιμαῖσι[ν] ἀμείβετα]ι [ἀ]θανάτοισι[ν ε]ὐδαίμων [πα]τ[ρὶς Πα]ντακλέου[ς γ]ενέην.

3,115b

Ω μύσται, τότε μ’ εἴδετ’ ἀνακτόρου ἐκπροφανέντα νυξὶν ἐν ἀργενναῖς, νῦν δὲ μεθημέριον ἐκ προγόνων ῥητῆρα λόγοις ἐναγώνιον αἰεί· τῶν ἀποπαυσάμενος, θέσφατα νῦν ἰάχω.
5Οὔνομα δ’ ὅστις ἐγὼ μὴ δίζεο· θεσμὸς ἐκεῖνο μυστικὸς ᾤχετ’ ἄγων εἰς ἅλα πορφυρέην· ἀλλ’ ὅταν εἰς μακάρων ἔλθω καὶ μόρσιμον ἦμαρ, λέξουσιν τότε δὴ πάντες ὅσοις μέλομαι. Νῦν ἤδη παῖδες κλυτὸν οὔνομα πατρὸς ἀρίστου
10 φαίνομεν, ὃ ζωὸς κρύψεν ἁλὸς πεΛΛ.. οὗτος Ἀπολλώνιος ἀοίδιμος, ὃν φ....... σημαίνει μύσταις οὔνομα πατ[ρὸς .. σὺν δὲ Ποσειδάωνι φερώνυμος εὐπα.....

3,115c

Ὦ ξεῖν[οι], θηεῖσθε μετ’ εὐκλε’ ἀνάκτορα Δηοῦς καὶ γενεὴν πατέρων εὐκλεᾶ Πραξαγόρας, ἣν ἔτεκεν Μελιτεὺς Δημόστρατος ἠδὲ Φιλίστη φύντες δᾳδούχων ἀμφότεροι τοκέων·
5ἀλλά με καὶ παίδων κοσμεῖ χορὸς, οἳ τὸ προμυστῶν ἄλλων ἐν τελεταῖς στέμμα κόμαισι θέσαν.

3,138b

Γηραλέην ψυχὴν ἐπ’ ἀκμαίῳ σώματι Γλαῦκος καὶ κάλλει κεράσας κρείττονα σωφροσύνην, Ὄργια πᾶσιν ἔφαινε βροτοῖς φαεσίμβροτα Δηοῦς εἰναετές, δεκάτῳ δ’ ἦλθε πρὸς ἀθανάτους.598
5Ἦ καλὸν ἐκ μακάρων μυστήριον, οὐ μόνον εἶναι τὸν θάνατον θνητοῖς οὐ κακὸν, ἀλλ’ ἀγαθόν.

3,256b

(n)

Στίχοι ἰαμβικοὶ εἰς Ἀλέξανδρον.
1Οὐδὲν τὰ φαιδρὰ τοῦδε τοῦ κόσμου, φίλε. Πρὶν γὰρ φανοῦσιν, ἀφανίζονται τάχει, ὡς ἄνθος, ὡς ἄγρωστις, ὡς σκιᾶς ὄναρ. Τὰ χείρονα στέργουσι κρειττόνων πλέον.
5Θᾶττον πρὸ ὥρας τὰ καλὰ παρατρέχει. Οὐδὲν τὸ καινὸν τῆς τροπῆς ταύτης, ξένε· ἀνθεῖ μόλις, φθῆσι δὲ, φθάνει ταχέως ἄκανθα· δυσώδης γὰρ ἢ κεντροφόρος, ἐβλάστησε, τέθηλεν αὐτῆς τὸ κλέος.
10Ἓν ἦμαρ ἠφάνισε ταῦτα πολλάκις, κενούς τε κατέλειψεν αὐτῶν δεσπότας. Ἓν τυγχάνει μόνιμον, ἄφθιτον κλέος ἡ ἀρετὴ, ἧς καὶ χρόνος πανδαμάτωρ γνώμην ἀγαθὴν δαμάσαι οὐκ ἰσχύει.
15Θέλεις τοιγαροῦν παρ’ ἐμοῦ μαθεῖν, ξένε, πρὸς τί ταῦτα ἔλεξα πρός σε; νῦν μάθε· Βασιλεὺς Ἀλέξανδρος ὁ κοσμοκράτωρ, Ὀλυμπίας ὁ βλαστὸς, εὐανθὲς ῥόδον, ἐκ βασιλικῶν αἱμάτων βεβαμμένον,
20ἥρως βριαρὸς, γεννάδας, θυμολέων, οὗ μὴν σπάθην ἔφριξαν ἰταμῶν φῦλα, οὗ τὸ δόρ’ ἐτρόμαξε Περσῶν ἡ φάλαγξ, ὃς βαρβάροις ἅπασι πρηστὴρ ἐπῆλθεν, τετραμερῆ κλίματα, τὴν γῆν, οἰκοῦσιν·
25οὗτος φαεινὸς ὀφθεὶς τοῖς Μακεδόσι, βαβαί! πρὸ ὥρας ἐξέλιπεν, ἐκρύβη, ὡς ὑπὸ τὸν μόδιον ἔκλαμπρος λύχνος.

3,256c

(n)

Στίχοι πρὸς εὐφημίαν Ἀλεξάνδρου.
1Αὔχει, Φίλιππε· τέρπου, Μακεδονία. Ὁ μὲν γεννήτης ἐντυχὼν Ἀλεξάνδρου, ἡ δὲ πατρὶς τυχοῦσα τοιούτου κάλλους, αὐτὸν δ’ ὑπαντήσαντες στεφανώμενον,
5νικητὴν ἀήττητον γαοῦχον μέγαν· ἀνατείλας γὰρ κατηγλάισε ῥώμην, καὶ πάντας ἠμαύρωσε λοιποὺς ἀστέρας. Δέχου οὖν αὐτὸν, λαμπρὰ Μακεδονία, καὶ τοὺς ἐχθροὺς ἀμῦναι ἐν τούτῳ δίδου·
10Ἀλέξανδρος γάρ ἐστιν ὁ κοσμοκράτωρ.599

3,256d

Ὦ ’ναξ ῥωμανὲ τῆς ὅλης οἰκουμένης, ἀπῆλθες, ἐστράτευσας, ὡπλίσω πάλιν, ἀλλ’ ἀντανῆλθεν ἡ στράτευσις εἰς φόνους βουλῇ πονηρᾷ τῶν κρατούντων ἀνθρώπων·
5βέβηλος ὥσπερ ἐστερήθης ὀμμάτων, βίου τε τὴν στέρησιν ὑπέστης, ἄναξ· γελῶσι νῦν ἅπαντες ἐχθροὶ συντόμως γέλωτ’ ἄθεσμον, οὐχ ὅρον κεκτημένον. Ὅστις γὰρ οὐκ εἴωθε γεύεσθαι κακῶν
10φέρει μὲν, ἀλγεῖ δ’ αὐχέν’ ἐντιθεὶς ζυγῷ, θανῶν δ’ ἂν εἴην μᾶλλον εὐτυχέστερος [ἢ ζῶν]· τὸ γὰρ ζῆν μὴ καλῶς μέγας πόνος· κἀγὼ γὰρ ἦν ποτ’, ἀλλὰ νῦν οὐκ εἴμ’ ἔτι· τὸν πάντα δ’ ὄλβον ἦμαρ ἕν μ’ ἀφείλετο.

3,256e

Οὗτος βασιλεὺς ὁ Πτολεμαῖος, ξένε, ὃς εἶχεν ὠσὶ τάσδε προσκαθημένας ἄγνοιαν ἀπάτην τε, διττὴν κακίαν.

3,256f

(n)

Στίχοι οὓς εἶπεν Ἀλέξανδρος ὅτε ἐξέπνει.
1Ὃς τὴν ἅπασαν οἰκουμένην διῆλθον ἀοίκητόν τε καὶ σκοτεινώδη γαῖαν, φυγεῖν οὐκ ἐξίσχυσα τὴν εἱμαρμένην· κύλιξ δὲ μικρὰ τῷ θανάτῳ προδίδοι,
5νέκυσι προπέμπουσα φαρμάκου μίξει. Βλέπων δὲ στρατὸς θανεῖν βιαζόμενον βοηθῆσαι θέλοντες ἀδυνατοῦσι. Λοιπὸν ἐν ᾍδῃ κείσομαι τεθαμμένος.

4,62b

Δεσπότα Ἄπολλ[ον] καὶ ............ .............. χ]ρησ[μ]ῷ δ.................., γὰρ ἐκ προγόνων [μα]ντοσύνην, τὴν [θε]ὸ]ς ὤπασε
5Φοῖβος Ἀπόλλων. Ἅπαντα πράξεις καὶ κρατήσε[ις ὧν θέλεις. Βοηθὸν ἕ[ξει]ς [μ]ε[τὰ] Τύ[χης τὸν Πύθεον. Γλυκὺς [με]λισσ[ῶν ὁ πόνος, ἀλλ’ οὐκ εὐχερής. Δύναμις ἄκαιρος ἐν νόμοισιν ἀσθενής.
10Ἐγῷ]δά σοι [πά]ν[τ]’ ἐς τρ[οπ]ὰς] ἐλθεῖν καλάς. Ζῆσαι προσεύχου· τοῦτο ............. Ἢ μὴ προαιροῦ [τ]οὖργον, ἢ [π]ό[νους φέρε. Θεοὺς ἀρωγοὺς τῆς ὁδοῦ ταύτης ἔχεις. ...... μέμψῃ τοὖργον .........
15Κλυδ[ὼ]ν θαλάσσης ............. Λύπης πέπαυ[σ]ο, πρὸς ........... Μόχθειν, ἀνάγ[κ]η· [μεταβ]ο[λὴ δ’ ἔσται κ]αλ[ή·
ν]ικηφόρο[ν δώρημα τὸν χρησμὸν τελεῖ. Ξηρῶν] ἀπὸ [κλάδων καρπὸν οὐκ ἔσται λαβεῖν.600
20Ὅ]ταν ....................... Πειρῶ διαμε[ίνας ............... Ῥοδ....................... Σ[υν]οχή τι]ς ἔσται σοι κακῶν τε καὶ καλῶν. Τιμῶν τὸ [θεῖ]ον τ[ίμιος καὐτὸς φανεῖ.
25Ὑπόσχεσιν τὸ πρᾶγμα [γ]εν[ναί]αν [ἔ]χε[ι. Φ]αύλ[ως τ]ι πράξα[ς] μετὰ χρόνον μέμψῃ θ]ε]οῖς. Χρυσοῦν π]οιήσεις χρησμὸ[ν] ἐπιτυχών, ξένε. Φ]......................... Ω]........................

5,6b

(t)

ΑΛΚΙΒΙΑΔΟΥ (?)
1Βάπτες μ’ ἐν θυμέλῃσιν· ἐγὼ δέ σε κύμασι πόντου βαπτίζων ὀλέσω νάμασι πικροτάτοις.

5,13b

(t)

ΚΡΑΤΗΤΟΣ.
1Καὶ μὴν Στίλπων’ εἰσεῖδον χαλεπ’ ἄλγε’ ἔχοντα ἐν Μεγάροις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς. Ἐνθάδ’ ἐρίζεσκεν, πολλοὶ δ’ ἀμφ’ αὐτὸν ἑταῖροι· τὴν ἀρετὴν παρὰ γράμμα διώκοντες κατέτριβον.

5,19b

(t)

ΚΑΛΛΙΜΑΧΟΥ.
1............ αὑτὸς ὁ Μῶμος ἔγραφεν ἐν τοίχοις· ὁ Κρόνος ἐστὶ σοφός.

6,24b

(n)

Χρησμὸς Πύθιος. Λυκούργῳ.
1Εἰσὶν ὁδοὶ δύο πλεῖστον ἀπ’ ἀλλήλων ἀπέχουσαι, ἡ μὲν Ἐλευθερίας ἐς τίμιον οἶκον ἄγουσα, ἡ δ’ ἐπὶ Δουλείας φευκτὸν δόμον ἡμερίοισι. Καὶ τὴν μὲν διά τ’ Ἀνδροσύνης ἐρατῆς θ’ Ὁμονοίας
5ἔστι περᾶν· ἣν δὴ λαοῖς ἡγεῖσθε κέλευθον· τὴν δὲ διὰ στυγερῆς Ἔριδος καὶ ἀνάλκιδος ἄτης εἰσαφικάνουσιν· τὴν δὴ πεφύλαξο μάλιστα.

6,30b

(n)

Ἄλλος.
1Φράζεο, δῖε Καρανὲ, νόῳ δ’ ἐμὸν ἔνθεο μῦθον·
ἐκπρολιπὼν Ἄργος τε καὶ Ἑλλάδα καλλιγύναικα χώρει πρὸς πηγὰς Ἁλιάκμονος· ἔνθα δ’ ἂν αἶγας βοσκομένας ἐσίδῃς πρῶτον· τότε τοι χρέων ἔστιν601
5ζηλωτὸν ναίειν αὐτὸν γενεάν τε πρόπασαν.

104b

(n1)

Χρησμὸς τοῦ Πυθίου δοθεὶς Κλειτο[σ]θένει τῷ ἱερεῖ
n2τοῦ Διὸς ὑπὲρ τῆς σωτηρίας τῆς πόλεως.
1Χιλιετὲς μήνιμα πάτρης Διὸς ἐξανέλυσας μειλιχίῃ, Σεισίχθονι ἐν ἄλσεϊ βωμὸν ἐνείρας. Θύεο, —μὴ διερεύνω μ’, ὦ πόλις, —Εἰναλίῳ νῦν ἔννομα, μὴ Κρονίδῃ Φοίβῃ, χερὶ δὲ ἀρητῆρος,
5πυρῶν καὶ καρπῶν τ’ ἐπιδράγματα πάντα· καλείσθω [εἰν]άλιος τεμενοῦχος, ἀπότροπος, ἵππιος, ἀργῆς ὧδε· μόλις δὲ ὑμνεῖτε δεδραγμένον ἶφι βεβῶτα ...... κύκνειον ὅσοι γέρας ἀμφιπένεσθε, ἐν χόρῳ εὖ αἰνεῖν Σεισίχθονα καὶ Δία μῖλαξ.

6,107

(n)

Pythicum oraculum omissum.
1Εὔαδέ μοι χθιζὸς λίβανος κλυτοῦ ἑρμηνῆος.

7,10,5b

(t)

ΕΥΒΟΥΛΟΥ.
1Ἔστιν ἄγαλμ’, ὃ βεβηκὸς ἄνω, τὰ κάτω δὲ κεχηνὸς, εἰς πόδας ἐκ κεφαλῆς τετρημένον, ὀξὺ διαπρὸ, ἀνθρώπους τίκτει κατὰ τὴν πυγὴν ἕν’ ἕκαστον, ὧν οἱ μὲν μοίρας ἔλαχον βίου, οἱ δὲ πλανῶνται·
5αὑτὸ δ’ ἕκαστον ἔχειν αὐδῶ, κἄλλων γε φυλάττειν.602