TLG 7052 007 :: ANTHOLOGIAE GRAECAE APPENDIX :: Problemata et aenigmata ANTHOLOGIAE GRAECAE APPENDIX Epigr. Problemata et aenigmata Epigr. 7.1–81 Citation: Epigram — (line) | ||
1,1(t) | ΗΣΙΟΔΟΥ. | |
1 | «Θαῦμά μ’ ἔχει κατὰ θυμὸν, ὅσους ἐρινειὸς ὀλύνθους οὗτος ἔχει, μικρός περ ἐὼν· εἴποις ἂν ἀριθμόν;» «Μύριοί εἰσιν ἀριθμὸν, ἀτὰρ μέτρον γε μέδιμνος· εἷς δὲ περισσεύει, τὸν ἐπελθέμεν οὐκ ἂν δύναιο.» | |
---|---|---|
5 | Ὣς φάτο· καί σφιν ἀριθμὸς ἐτήτυμος εἴδετο μέτρου· καὶ τότε δὴ Κάλχανθ’ ὕπνος θανάτοιο κάλυψε. | |
2,2(t) | ΕΥΚΛΕΙΔΟΥ. | |
1 | Ἡμίονος καὶ ὄνος φορέουσαι σῖτον ἔβαινον· αὐτὰρ ὄνος στενάχιζεν ἐπ’ ἄχθεϊ φόρτου ἑοῖο· τὴν δὲ βαρυστενάχουσαν ἰδοῦς’ ἐρέεινεν ἐκείνη· «Μῆτερ, τί κλαίους’ ὀλοφύρεαι, ἠύτε κούρη; | |
5 | εἰ μέτρον ἕν μοι δοίης, διπλάσιον σέθεν ἦρα· εἰ δὲ ἓν ἀντιλάβοις, πάντως ἰσότητα φυλάξεις.» Εἰπὲ τὸ μέτρον, ἄριστε γεωμετρίης ἐπίιστορ. | |
3,3(t) | ΔΙΟΦΑΝΤΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ (?). | |
1 | Ὀκταδράχμους καὶ πενταδράχμους χοέας τις ἔμιξε, τοῖς προπόλοις ποιεῖν χρηστὸν ἐπιστάμενος· καὶ τιμὴν ἀπέδωκεν ὑπὲρ πάντων τετράγωνον· | |
τὰς ἐπιταχθείσας δειξάμενον μονάδας, | 563 | |
5 | καὶ ποιοῦντα πάλιν ἕτερον σφαῖρον τετράγωνον κτησάμενον πλευρὰν σύνθεμα τῶν χοέων· ὥστε διάστειλον τοὺς ὀκταδράχμους, πόσοι ἦσαν, καὶ πάλι τοὺς ἑτέρους, παῖ, λέγε πενταδράχμους. | |
4,4(t) | ΠΕΡΣΕΩΣ (?). | |
1 | Τρεῖς γραμμὰς ἐπὶ πέντε τομαῖς εὑρὼν ἑλικώδεις Περσεὺς, τῶνδ’ ἕνεκεν δαίμονας ἱλάσατο. | |
5,5(t) | ΠΡΟΒΛΗΜΑ | |
n1 | ὅπερ Ἀρχιμήδης ἐν ἐπιγράμμασιν εὑρὼν τοῖς ἐν Ἀλεξαν‐ | |
n2 | δρείᾳ περὶ ταῦτα πραγματευομένοις ζητεῖν ἀπέστειλεν, | |
n3 | ἐν τῇ πρὸς Ἐρατοσθένην τὸν Κυρηναῖον ἐπιστολῇ. | |
1 | Πληθὺν Ἠελίοιο βοῶν, ὦ ξεῖνε, μέτρησον, φροντίδ’ ἐπιστήσας, εἰ μετέχεις σοφίης. Πόσση ἄρ’ ἐν πεδίοις Σικελῆς ποτ’ ἐβόσκετο νήσου Θρινακίης, τετραχῆ στίφεα δασσαμένη; | |
5 | Χροίην ἀλλάσσοντα, τὸ μὲν λευκοῖο γάλακτος, κυανέῳ δ’ ἕτερον χρώματι λαμπόμενον· ἄλλο γε μὲν ξανθὸν, τὸ δὲ ποικίλον· ἐν δὲ ἑκάστῳ στίφει ἔσαν ταῦροι πλήθεσι βριθόμενοι, συμμετρίης τοιῆσδε τετευχότες· ἀργότριχας μὲν | |
10 | κυανέων ταύρων ἡμίσει ἠδὲ τρίτῳ καὶ ξανθοῖς σύμπασιν ἴσους, ὦ ξεῖνε, νόησον· αὐτὰρ κυανέους τῷ τετράτῳ τε μέρει μικτοχρόων καὶ πέμπτῳ, ἔτι ξανθοῖσί τε πᾶσιν. Τοὺς δ’ ὑπολειπομένους ποικιλόχρωτας ἄθρει | |
15 | ἀργεννῶν ταύρων ἕκτῳ μέρει ἑβδομάτῳ τε καὶ ξανθοῖς αὖτις πᾶσιν ἰσαζομένους. Θηλείαισι δὲ βουσὶ τάδ’ ἔπλετο· λευκότριχες μὲν ἦσαν συμπάσης κυανέης ἀγέλης τῷ τριτάτῳ τε μέρει καὶ τετράτῳ ἀτρεκὲς ἶσαι. | |
20 | Αὐτὰρ κυάνεαι τῷ τετράτῳ τε πάλιν μικτοχρόων καὶ πέμπτῳ ὁμοῦ μέρει ἰσάζοντο· σὺν ταύροις πάσης δ’ εἰς νομὸν ἐρχομένης ξανθοτρίχων ἀγέλης πέμπτῳ μέρει ἠδὲ καὶ ἕκτῳ ποικίλαι ἰσάριθμον πλῆθος ἔχοντ’ ἀτρεκές. | |
25 | [Ξανθαὶ δ’ ἠριθμεῦντο μέρους τρίτου ἡμίσει ἶσαι ἀργεννῆς ἀγέλης ἑβδομάτῳ τε μέρει.] | |
Ξεῖνε, σὺ δ’ Ἠελίοιο βοῶν πόσοι ἀτρεκὲς εἰπών, χωρὶς μὲν ταύρων ζατρεφέων ἀριθμόν, χωρὶς δ’ αὖ θήλειαι ὅσαι κατὰ χρῶμα ἕκασται, | 564 | |
30 | οὐκ ἄϊδρίς κε λέγοι’, οὐδ’ ἀριθμῶν ἀδαής. Οὐ μὴν πώ γε σοφοῖς ἐναρίθμιος· ἀλλ’ ἴθι φράζευ καὶ τάδ’ ἔτ’ ἄλλα βοῶν Ἠελίοιο πάθη. Ἀργότριχες ταῦροι μὲν ἐπεὶ μιξαίατο πληθὺν κυανέοις, ἵσταντ’ ἔμβαδον ἰσόμετροι | |
35 | εἰς βάθος, εἰς εὖρός τε· τὰ δ’ αὖ περιμήκεα πάντη πίμπλαντο πλῆθυς Θρινακίης πεδία. Ξανθοὶ δ’ αὖτ’ εἰς ἓν καὶ ποικίλοι ἀθροισθέντες ἵσταντ’ ἀμβολάδην ἐξ ἑνὸς ἀρχόμενοι, σχῆμα τελειοῦντες τὸ τρικράσπεδον, οὔτε προσόντων | |
40 | ἀλλοχρόων ταύρων, οὔτ’ ἐπιλειπομένων. Ταῦτα συνεξευρὼν καὶ ἐν πραπίδεσσιν ἀθροίσας, καὶ πληθέων ἀποδοὺς, ὦ ξένε, πάντα μέτρα, ἔρχεο κυδιόων νικηφόρος, ἴσθι τε πάντως κεκριμένος ταύτῃ γ’ ὄμπνιος ἐν σοφίῃ. | |
6,1(t) | ΕΥΜΕΤΙΔΟΣ (?). | |
1 | Ἄνδρ’ εἶδον πυρὶ χαλκὸν ἐπ’ ἀνέρι κολλήσαντα οὕτω συγκόλλως ὥστε σύναιμα ποιεῖν. | |
7,2(t) | ΑΝΤΙΦΑΝΟΥΣ. | |
1 | Ἔστι φύσις θήλεια βρέφη σώζους’ ὑπὸ κόλποις αὑτῆς γ’ ἄν· τὰ δ’ ἄφωνα βοὴν ἵστησι γεγωνεῖν καὶ διὰ πόντιον οἶδμα καὶ ἠπείρου διὰ πάσης οἷς ἐθέλει θνητῶν· τοῖς δ’ οὐ παρέουσιν ἀκούειν | |
5 | ἔξεστιν, κωφὴν δ’ ἀκοῆς αἴσθησιν ἔχουσιν. | |
8,3(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Θήλεια μὲν γοῦν ἔστι φύσις ἐπιστολὴ, βρέφη δ’ ἐν αὐτῇ περιφέρει τὰ γράμματα· | |
ἄφωνα δ’ (ἂν τὰ δ’) ὄντα τοῖς πόρρω λαλεῖ οἷς βούλεθ’· ἕτερος δ’ ἂν τύχῃ τις πλησίον | 565 | |
5 | ἑστὼς, ἀναγιγνώσκοντος οὐκ ἀκούσεται. | |
9,4(t) | ΕΥΒΟΥΛΟΥ. | |
n | Εἰς πρωκτόν. | |
1 | Ἔστι λαλῶν ἄγλωσσος, ὁμώνυμος ἄρρενι θῆλυς, οἰκείων ἀνέμων ταμίας, δασύς, ἄλλοτε λεῖος, ἀξύνετα ξυνετοῖσι λέγων, νόμον ἐκ νόμου ἕλκων· ἓν δ’ ἐστὶν καὶ πολλὰ, καὶ ἂν τρώσῃ τις, ἄτρωτος. | |
10,5(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Εἰς πάππον ἀκάνθης. | |
1 | Οἶδ’ ἐγὼ, ὃς νέος ὢν ἐστὶν βαρὺς· ἂν δὲ γέρων ᾖ, ἄπτερος ὢν κούφως πέταται, καὶ γῆν ἀφανίζει. | |
11,6(t) | ΑΛΕΞΙΔΟΣ. | |
n | Εἰς ὕπνον. | |
1 | Οὐ θνητὸς, οὐδ’ ἀθάνατος, ἀλλ’ ἔχων τινά σύγκρασιν, ὥστε μήτ’ ἐν ἀνθρώπου μέρει μήτ’ ἐν θεοῦ ζῆν· ἀλλὰ φύεσθαί τ’ ἀεὶ καινῶς, φθίνειν τε τὴν παρουσίαν πάλιν, | |
5 | ἀόρατος ὄψιν, γνώριμος δ’ ἅπασιν ὤν. | |
12,7(t) | ΘΕΟΔΕΚΤΟΥ. | |
n | Περὶ τῆς σκιᾶς. | |
1 | Τίς φύσις οὔθ’ ὅσα γαῖα φέρει τροφός, οὔθ’ ὅσα πόντος, οὔτε βροτοῖσιν ἔχει γυίων αὔξησιν ὁμοίαν· ἀλλ’ ἐν μὲν γενέσει πρωτοσπόρῳ ἐστὶ μεγίστη· ἐν δὲ μέσαις ἀκμαῖς μικρά· γήρᾳ δὲ πρὸς αὐτῷ | |
5 | μορφῇ καὶ μεγέθει μείζων πάλιν ἐστὶν ἁπάντων. | |
13,8(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Φημὶ τὸν οὐκ ἐθέλοντα φέρειν τέττιγος ἄεθλον τῷ Πανοπηϊάδῃ δώσειν μέγα δεῖπνον Ἐπειῷ. | |
14,9(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Περὶ τῆς νυκτός τε καὶ τῆς ἡμέρας. | |
1 | Εἰσὶ κασίγνηται διτταὶ, ὧν ἡ μία τίκτει | |
τὴν ἑτέραν, αὐτὴ δὲ τεκοῦς’ ὑπὸ τῆσδε τεκνοῦται. | 566 | |
15,10(t) | ΚΛΕΑΡΧΟΥ. | |
1 | Αἶνός τίς ἐστιν ὡς ἀνήρ τε κοὐκ ἀνήρ ὄρνιθα κοὐκ ὄρνιθ’ ἰδών τε κοὐκ ἰδὼν, ἐπὶ ξύλου τε κοὐ ξύλου καθημένην λίθῳ τε κοὐ λίθῳ βάλοι τε κοὐ βάλοι. | |
16,11(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Ἄνθρωπος οὐκ ἄνθρωπος, ἄνθρωπος δ’ ὅμως, ὄρνιθα κοὐκ ὄρνιθα, ὄρνιθα δ’ ὅμως, ἐπὶ ξύλου τε κοὐ ξύλου καθημένην λίθῳ βαλών τε κοὐ λίθῳ διώλεσεν. | |
17,12(t) | ΑΛΛΟ. | |
n | Ἐπὶ τοῦ κοχλίου. | |
1 | Ζῶον ἄπουν, ἀνάκανθον, ἀνόστεον, ὀστρακόνωτον· ὄμματά τ’ ἐκκύπτοντα, προμήκεα κεἰσκύπτοντα. | |
18,13(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
n | Περὶ Ἀπόλλωνος Δηλίου. | |
1 | Ἐν φανερᾷ γενόμην, πάτρην δ’ ἐμοῦ ἁλμυρὸν ὕδωρ ἀμφὶς ἔχει· μήτηρ δ’ ἔστ’ ἀριθμοῖο πάϊς. | |
19,14(t) | ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ. | |
n | Εἰς Διόδωρον Κρόνον. | |
1 | Κρόνε Διόδωρε, τίς σε δαιμόνων κακῇ ἀθυμίᾳ ξυνείρυσεν, ἵν’ αὐτὸς αὑτὸν ἐμβάλῃς εἰς Τάρταρον, Στίλπωνος οὐ λύσας ἔπη | |
5 | αἰνιγματώδη; τοιγὰρ εὑρέθης Κρόνος, ἔξωθεν τοῦ ῥῶ κάππα τε. | |
20,15(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Μιξονόμου τε πατὴρ ἐρίφου, καὶ σχέτλιος ἰχθὺς πλησίον ἠρείσαντο καρήατα, παῖδα δὲ νυκτὸς δεξάμενοι βλεφάροισι, Διωνύσοιο ἄνακτος βουφόνον οὐκ ἐθέλουσι τιθηνεῖσθαι θεράποντα. | |
21,16(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
n | Εἰς Σάραπιν. | |
1 | Ἑπτά με φωνήεντα θεὸν μέγαν ἄφθιτον αἰνεῖ γράμματα, τὸν πάντων ἀκάματον πατέρα· εἰμὶ δ’ ἐγὼ πάντων χέλυς ἄφθιτος, ἢ τὰ λυρώδη ἡρμοσάμην δίνης οὐρανίοιο μέλη. | 567 |
22,17(t) | ΙΟΥΛΙΑΝΟΥ ΤΟΥ ΒΑΣΙΛΕΩΣ. | |
n | Εἰς κοντοπαίκτην. | |
1 | Ἔστι τι δένδρον τῶν ἀνακτόρων μέσον, οὗ ῥίζα καὶ ζῇ, καὶ λαλεῖ καρποῖς ἅμα, μιᾷ δ’ ἐν ὥρᾳ καὶ φυτεύεται ξένως, καὶ καρπὸν αὔξει, καὶ τρυγᾶται ῥιζόθεν. | |
23,18(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | «Κούρη Ἰκαρίοιο περίφρων Πηνελόπεια,» ἓξ ποσὶν ἐμβεβαυῖα, τριδάκτυλος ἐξεφαάνθη. | |
24,19(t) | ΤΟΥ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ. | |
1 | Ὡς ἐθέλει τὸ φέρον σε φέρειν, φέρου· ἢν δ’ ἀπιθήσῃς | |
3 | καὶ σαυτὸν βλάψῃς, καὶ τὸ φέρον σε φέρει. | |
25,20(t) | ΣΙΒΥΛΛΗΣ. | |
1 | Ἐννέα γράμματ’ ἔχω· τετρασύλλαβός εἰμι· νόει με. Αἱ τρεῖς αἱ πρῶται δύο γράμματ’ ἔχουσιν ἑκάστη, ἡ λοιπὴ δὲ τὰ λοιπὰ, καὶ εἰσὶν ἄφωνα δὲ πέντε. Τοῦ παντὸς δ’ ἀριθμοῦ ἑκατοντάδες εἰσὶ δὶς ὀκτὼ, | |
5 | καὶ τρεῖς τρὶς δεκάδες, σύν γ’ ἑπτά. Γνοὺς δὲ τίς εἰμι, οὐκ ἀμύητος ἔσῃ τῆς παρ’ ἐμοὶ σοφίης. | |
26,21(t) | ΣΙΒΥΛΛΗΣ. | |
n | Χριστοῦ ὄνομα. | |
1 | Τέσσαρα φωνήεντα φέρει· τὰ δ’ ἄφωνα ἐν αὐτῷ [δισσὰ ἓν ἀγγέλλοντ’]· ἀριθμὸν δ’ ὅλον ἐξονομήνω· | |
ὀκτὼ γὰρ μονάδας, τόσσας δεκάδας δ’ ἐπὶ ταύταις, ἠδ’ ἑκατοντάδας ὀκτὼ, ἀπιστοκόροις ἀνθρώποις | 568 | |
5 | οὔνομα δηλώσει· σὺ δ’ ἐνὶ φρεσὶ σῇσι νόησον ἀθανάτοιο Θεοῦ Χριστὸν παῖδ’ ὑψίστοιο. | |
27,22(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Ἦν ὅτ’ ἔην βροτῷ εἴκελος ἄψεα ἠδὲ νόημα, καὶ νόος ἐστύγεεν πᾶσαν ἀγηνορίαν· αὐτὰρ ἔπειτ’ ἐδάην κενεὴν σοφίην καὶ τῦφον, καὶ πάντ’ ἤμειψα, χρῶτα, νόον, μέλεα. | |
5 | Δάκτυλον ἐκπάγλως πόδα, καὶ πόδα δάκτυλον ἴσχω· ὄμματά μοι ποῦς καὶ δάκτυλος, ἀνθερεὼν ποῦς, καὶ ξύμπαντα μέλη ποῦς, αὐτὰρ ὁ ποῦς οὔ μοι ποῦς· καὶ κεφαλὴν φορέω δακτύλῳ ἀντίθετον. | |
28,23(t) | ΑΛΛΟ. | |
1 | Ἐγκύρσας νεπόδεσσιν ἀνὴρ δείλαιος ἀέλπτως, καὐτὸς ἐν οὐ πολλαῖς ὥραις νέπος ἐξεφαάνθη. καὶ φωνῆς μὲν ὅδ’ ἦν ἐπιδευὴς ἔλλοπι ἶσα· Αὐγασάμην δ’ ἕτερον νέποδα βροτῷ εἴκελον αὐδήν, | |
5 | καὶ θαῦμ’ ἦεν ἀκούειν ἀφραδέεσσιν ἄπιστον. | |
29,24(t) | ΑΛΛΟ. | |
1 | Ἢν ἐθέλῃς, λαλέω φωνῆς δίχα· σοὶ γὰρ ὑπάρχει φωνή, ἐμοὶ δὲ μάτην χείλε’ ἀνοιγόμενα. | |
30,25(t) | ΑΛΛΟ. | |
1 | Ἔλεγχος εἰμὶ τῶν φίλους ἀρνουμένων, βρότους ἐγείρω, πρὸς πόνους παροτρύνω. Τέμνεις κεφαλὴν, ἐκθερίζεις αὐχένα, καὶ γίνομαι παῖς αὐτίκα βασιλέως, | |
5 | ἀνὴρ αὐστηρὸς, ἀκλόνητος ἐν μάχῃ. | |
31,26(t) | ΑΛΛΟ. | |
1 | Πέντ’ ἄνδρες δέκα νηυσὶ κατήλυθον εἰς ἕνα χῶρον, ἐν δὲ λίθοις ἐμάχοντο, λίθον δ’ οὐκ ἦν ἀνελέσθαι· δίψῃ δ’ ἐξώλλυντο, ὕδωρ δ’ ὑπερεῖχε γένεια. | |
32,27(t) | ΑΛΛΟ. | |
1 | Σκέπτεο μῦθον ἐμεῖο, ὃν ἐξ ἀφανοῦς ἀγορεύω, καὶ ποθέουσιν δεῖξον ἐμὴν ἀψευδέα μορφήν, εἰ σοφίη σε φιλεῖ καί σοι λόγος ἔπλετο μούσης. Ξείνης εἰμὶ φύσεως ζῶον, πνείω δίχα πνοιῆς· | |
5 | δοιά μοι ὄμματ’ ὄπισθε παρ’ ἐγκεφάλῳ ἐπέασσιν, | |
οἷσιν ὑφ’ ἡγεμόνεσσιν ὁδοιπορέω τὰ πρόσθεν. Κυανέην ἐπὶ γαστέρα βαίνω, ἧς ὕπο γαστὴρ λευκόχροος κατακεύθεται οἰκτή τε κλειστή τε. Ὄμματα δ’ οὐ πάρος ὄψεαι οἰγόμεν’, οὐδὲ πορείης | 569 | |
10 | ἡμμένον, εἵως λευκὴ κοιλίη ἔνδον ἔπεστιν. Αὐτὰρ ἐπὴν αὕτη γε κορεσσαμένη φαίνηται ὀφθαλμοῖσιν ἀριπρεπὲς εἶδος ἔχουσα, τότ’ ἤδη δέρκεται ὄμματ’, ἐπειγομένως δὲ μνώομ’ ὁδοῖο· ἄφθογγον δέ τ’ ἐόν γε, πολύφθογγον ἐξεφαάνθην. | |
33,28(t) | ΑΛΛΟ. | |
1 | Σὺ, τετράγραμμον, συλλαβὰς δύο φέρον δηλοῖς καθαρῶς τὴν γυναικείαν φύσιν· ἂν ἄκρα δύο τῶν γραμμάτων ἐξέλῃς, ἐν σοὶ καλεῖται τοῦ Θεοῦ κλῆσις μία. | |
34,29(t) | ΨΕΛΛΟΥ. | |
n | Δέρμα προβάτου. | |
1 | Ἔζων ὅτ’ ἔζων, πλὴν λόγου παντὸς δίχα· ἔθανον ἄρτι, καὶ γέμω παντὸς λόγου. | |
35,30(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Τὸ ἐν τῇ Ἐρυθρᾷ θαῦμα τοῦ Μοϋσέως. | |
1 | Ξύλου μὲν ἡ κλεὶς, ἡ δὲ κιγκλὶς ὑδάτων. Διέδρα λαγὼς, καὶ κύων συνεσχέθη. | |
36,31(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Ἔρως. | |
1 | Πτερωτός εἰμι, τοξότης καὶ πυρφόρος. Διπλῆ με συντέθεικε δυὰς γραμμάτων, μονάς τε διπλῆ συλλαβῶν. Τὸ πᾶν μάθε· τῆς γοῦν κορυφῆς ἠρμένης τῶν γραμμάτων, | |
5 | τοῖς βαρβάροις πέφυκα συντεταγμένος· ἂν δ’ ἡμισευθῷ, σώματος δηλῶ μέρος. | |
37,32(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Γραφίς. | |
1 | Οὐδεὶς σπορεύς μου, καὶ φύω σπορᾶς δίχα· τρέφει με πέτρα, καὶ καλοῦμαι πρὸς τόδε. Τέμνει σίδηρος· εἰς δέον τε λεπτύνας, ἀνὴρ χαραγμὸν εὐφυῶς ποιεῖ μέσον. | |
5 | Ὑγρὸν ζοφῶδες ἐκρέει μου συχνάκις· τὸ δ’ ἐκτελεσθὲν τίμιον βροτοῖς πέλει. | |
38,33(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Τέντα. | |
1 | Ἄπετρός εἰμι καὶ κινούμενος δόμος, | |
ἐν γῇ βεβηκὼς, γῇ δὲ μὴ συνημμένος· οὐ πηλὸς, οὐκ ἄσβεστος ἐξήγειρέ με. Πρίων δὲ καὶ σκέπαρνον οὐ τέτμηκέ με, | 570 | |
5 | εἰ μὴ κορυφὴν καὶ τὰ βάθρα μου λέγεις. Φῶς ἔνδον ἕλκω, καίπερ ὢν πεφραγμένος. Λοξοὺς συνιστῶντάς με κίονας φέρω. Τῶν κιόνων μου πάντοθεν κλονουμένων, τὸ σχῆμα σώζων, ἀβλαβὴς, ἑστὼς μένω. | |
10 | Τὸ καινὸν· εἴ με καὶ καταστρέφεις βίᾳ, οὐκ ἂν καταρράξῃς με· σῶός εἰμί σοι· ἀνίσταμαι γὰρ, καὶ πάλιν μένω δόμος. | |
39,34(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Ὁ προφήτης Ἀμώς. | |
1 | Εἷς τοῦ χοροῦ πέφυκα τῶν θεοπρόπων. Δισυλλαβῶν δὲ γραμμάτων τετρακτύϊ τὴν πῆξιν ἔσχον· ἂν δὲ τὴν κάραν τέμῃς, νηφάλιον θήσεις με τοῖς βροτοῖς πόμα, | |
5 | καὶ σωματικῶν ῥυπτικὸν μολυσμάτων. Διχῆ δὲ διελών με καὶ τεμὼν μέσον, μέρος μὲν τοῦ σώματος αὐτίκα νόει. Ἀντιστρόφως δὲ τὴν ἀνάγνωσιν δράσας, ἐναντίον θήσεις με τοῖς ἀσωμάτοις. | |
40,35(t) | ΤΟΥ ΑΥΤΟΥ | |
n | Κηρίον. | |
1 | Τρισύλλαβον πέφυκα. Σὺ δέ μοι σκόπει· Ζῶόν με γεννᾷ· ζῶον οὔκουν τυγχάνω. Ἄν μου τὸ πρῶτον ἀφέλῃς τῶν γραμμάτων, εὕρῃς με κατάπαυσιν ἀνθρώπων γένους· | |
5 | τὸ δεύτερον δὲ γράμμα συναφανίσας, γῆς πρὸς θάλατταν ὀξὺ κατίδῃς τέλος· κἂν τὸ τρίτον γράμμα δὲ πάλιν ὑφέλῃς, εὐωδίαν ἔχον με πολλὴν κατίδῃς· εἰ γράμμα μου τέταρτον πάλιν ἐκβάλοις, | |
10 | ὄντως ὂν εὑρήσεις με, κἂν δίχα τόνου. | |
41,36(t) | ΤΟΥ ΑΥΤΟΥ | |
n | Ναῦς. | |
1 | Ζῶόν τι πεζὸν, ἀλλὰ νηκτὸν, εὑρέθη ἔμψυχον, ἀλλ’ ἄψυχον, ἔμπνουν, ἀλλ’ ἄπνουν, ἕρπον, βαδίζον, καὶ πτεροῖς κεχρημένον. Ἄκουε, καὶ θαύμαζε, καὶ δίδου λύσιν. | |
42,37(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Τρυτάνη. | |
1 | Δίκαιός εἰμι, καὶ δικαίων ἀκρότης· ἓξ τὰ σκέλη μου, κἄνπερ οἱ πόδες δύο. | |
43,38(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Ἰωάννης. | |
1 | Κλῆσις πέφυκα καὶ Θεοῦ δηλῶ χάριν. Ἐκ σχετλιασμοῦ συλλαβὰς φέρω δύο. Πτῶσίς με θῆλυς συμπεραίνει δευτέρα ὑπὲρ γυναικὸς, εἰ διαιρεῖν με θέλεις. | 571 |
44,39(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Εὖα. | |
1 | Ἀνήρ με γεννᾷ καὶ πατὴρ ὑπὲρ φύσιν· ζωὴν καλεῖ με, καὶ θάνατον προσφέρω. | |
45,40(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Αἱ Ὧραι. | |
1 | Ἡμεῖς ἀδελφαὶ γνήσιαι ψυχῶν δίχα. Ἄλλη μὲν ἄλλης τῷ χρόνῳ πρεσβυτέρα, ἴσαι δὲ πᾶσαι τοὺς διαύλους τῶν χρόνων. Αἳ καὶ καλοῦμεν, οὐκ ἀνοίγουσαι στόμα, | |
5 | βαδίζομεν δὲ, μὴ πόδας κεκτημέναι. Ἐνταυθά σοι λαλοῦμεν, ὡς ὁρᾶν ἔχεις, καὶ πανταχοῦ πάρεσμεν, εἰ σκοπεῖν θέλεις. | |
46,41(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
n | Εἰς τὴν ἐν οὐρανῷ ἶριν. | |
1 | Στοὰ ξύλων ἄμοιρος εἰμὶ καὶ λίθων, ὕλης τε λοιπῆς καὶ γηΐνης οὐσίας· οὐδεὶς καταστρέφει με, καὶ παρατρέχω· οὐδεὶς ἐγείρει, καὶ συνίσταμαι πάλιν. | |
47,42(t) | ΒΑΣΙΛΕΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΜΥΤΟΥ. | |
n | Φθόνος. | |
1 | Φυτοσπόρος τις τῶν κακῶν τῶν ἐν βίῳ ἐγὼ τὰ πάντα συλλαβὼν περιφέρω. Ζητεῖς δὲ μαθεῖν καὶ τίνα κλῆσιν φέρω; Μήτηρ ἐμὴ μὲν συλλαβῶν δυὰς μία· | |
5 | διπλῆ δὲ φωτίζει με τριὰς γραμμάτων. Καὶ πρῶτον ἕν μου, δεύτερον, γράμμα ξέσας, πανευφυῶς εὕρῃς με χεῖρα θανάτου· καὶ δεύτερον δὲ καὶ τὸ πρῶτόν μου πάλιν, ζῶον βροτοῖς χρήσιμον εὕρῃς τετράπουν. | |
48,43(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Φῶς. | |
1 | Οὐδεὶς καθαρῶς τὸν φύσαντά με βλέπει, ἃ δὲ βλέπει τις δι’ ἐμοῦ ταῦτα βλέπει. Κἀγὼ τὸ μόχθειν τοῖς ὁρῶσι παρέχω. Ἐμὴν δὲ κλῆσιν συλλαβὴ πληροῖ μία, | |
5 | ταύτην δὲ πάλιν γράμματα μόνα τρία. Θνήσκω καθ’ ἡμέραν δὲ καὶ βιῶ πάλιν. | |
49,44(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Χείρ. | |
1 | Μέλος πέφυκα σώματος βροτησίου. | |
μονοσύλλαβον, βαρὺν τὸν τόνον φέρον. Τοῦ γοῦν κατ’ ἀρχὴν γράμματος κρατουμένου, κλῆσιν ποταμοῦ λαμβάνω παραυτίκα. | 572 | |
50,45(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Κηρίον. | |
1 | Πτηνόν με γεννᾶ, καὶ βροτὸν μαῖαν φέρω, οὗ πρέσβις οὐράνιος ἄπτιλος πέλω. Ἂν δ’ ἀποτάμῃς τὴν κατ’ ἀρχάς μου κάραν, δάκρυα κινῶ καὶ μόνης ἐκ τῆς θέας· | |
5 | εἰ δ’ ἀφέλῃς μου καὶ κάραν τὴν δευτέραν, ποθητόν εἰμι ναυτίλοις ἐν ταῖς ζάλαις· εἰ δ’ αὖ κεφαλὴν ἀφέλῃς μου καὶ τρίτην, ἔαρ τὸ τερψίθυμον εἰς μέσον φέρω. Εἰ δ’ ἀποκόψεις καὶ τετάρτην μου κάραν, | |
10 | ὕπαρξιν ἐκ ῥήματος καὶ μόνην ἔχω· εἰ δ’ αὖ σὺν αὐταῖς καὶ πέμπτην διατέμῃς, γραμμαὶ συνιστῶσί με τρεῖς. Σοφὲ, νόει. | |
51,46(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Κοντοπαίκτης. | |
1 | Ἔστι τι δένδρον τῶν ἀνακτόρων μέσον, οὗ ῥίζα καὶ ζῇ καὶ λαλεῖ καρποῖς ἅμα. Ὥρᾳ δὲ μιᾷ καὶ φυτεύεται ξένως, καὶ πάλιν πίπτει καὶ τρυγᾶται ῥιζόθεν. | |
52,47(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Αἴξ. | |
1 | Ζῶον μέν εἰμι τετράπουν κερῶν δίχα· ἐν εἰρίοις πέφυκα πεπυκασμένον. Πρώτου δέ μου γράμματος ἐκλελοιπότος, μιᾷ συλλαβῇ καὶ τόνοις ἐν τοῖς ἴσοις | |
5 | κλῆσιν ἀπεχθοῦς εἰσφέρω ζωϋφίου. | |
53,48(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Ὄνυξ. | |
1 | Μέρος μέν εἰμι σώματος ἀνθρωπίνου· οὐκοῦν με καὶ σίδηρος ἐκτέμνει λίαν. Πέλω δὲ δισύλλαβον· ἀλλ’ οὖν, ὑστέρως ὀφθὲν μονοσύλλαβον ἐν διαιρέσει, | |
5 | δύνω παρευθὺς ἡλίου λαμπαδόνα. | |
54,49(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Καρίς. | |
1 | Θάλασσαν οἰκῶ, καὶ βροτοῖς βρῶσις πέλω. Ἂν δ’ ἀφέλῃς μου τὸ κατ’ ἀρχὰς στοιχεῖον, δόκιμον εὑρήσεις με ταῖς τεχνουργίαις. Εἰ γοῦν ἀφαιρησείας καὶ μετὰ τόδε | |
5 | τὸ δεύτερον, νόει με βρότειον μέλος Εἰ δ’ αὖ τὸ τρίτον ἐξέλῃς τῶν γραμμάτων, | |
ἴδῃς φέρον με ῥώσεως σημασίαν. | 573 | |
55,50(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Ποῦς. | |
1 | Κατώτερον μέν εἰμι τῶν ὅλων μέρος· ἀνώτερον δὲ γίνομαι πάλιν ὅλων, πρώτου γράμματος ἀφαιρεθέντος μόνου. Τοῦ δευτέρου δὲ πάλιν ἐκβεβλημένου, | |
5 | κλῆσιν παρευθὺς λαμβάνω τετραπόδου. | |
56,51(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Ποῦς. | |
1 | Ἐν γράμμασι τέσσαρσι συλλαβὴν μίαν εἰς κλῆσιν αὐχῶ· τῶν βροτῶν δ’ εἰμὶ μέλος. Ὁ γοῦν τὸ πρῶτον ἐξελὼν τῶν γραμμάτων, εὕρῃ με πάντως ἄλλο τι βροτῶν μέλος. | |
5 | Τούτων δὲ πάλιν τις τὸ πρῶτον ἐκξέσας, ἕξει με πάντως ζῶον ἓν τῶν χρησίμων, ἐν τῇ τελευτῇ καὶ μόνῃ βροτοὺς τρέφον. | |
57,52(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Ἔχω τραχηλὸν, καὶ κεφαλὴν οὐκ ἔχω· τετρασκελής τίς εἰμι καὶ ποδῶν δίχα, ἔμπνους τε νεκρὸς, ἀλλὰ χωρὶς ὀστέων. | |
58,53(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Βιβλίον. | |
1 | Λευκὸν πεφυκὸς, ὠὸν οὐδαμῶς πέλω· φύλλα φέρον δὲ, ῥαφανὶς οὐ τυγχάνω. Θείους δ’ ἐν αὑτῷ καὶ σοφοὺς λόγους φέρον, καὶ τραπέζῃ δὲ κείμενον καὶ πολλάκις, | |
5 | πρὸς βρῶσιν οὐκ ἔτ’ εἰμὶ τισὶν δεικτέον. | |
59,54(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Γύψ. | |
1 | Ἔστι τι πτηνὸν μονοσύλλαβον πέλον· κλώνοις κάθηται μονοσυλλάβου δένδρου, καὶ κατεσθίει μονοσύλλαβον θῆρα. | |
60,55(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Νοῦς ἢ Οὐρανός. | |
1 | Τοῦ παντὸς ἐκτὸς καὶ κινοῦμαι καὶ τρέχω· πάλιν, τὸν αὐτὸν οὐκ ἀφεὶς τόπον, τρέχω. Ὁρίζομαι δὲ καὶ τόπῳ μικρῷ τρέχων. Πῶς γοῦν κινοῦμαι, μὴ κινούμενος; λέγε. | |
61,56(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Κάλως. | |
1 | Διττὰς συλλαβὰς καὶ τόνον δ’ ἕνα φέρων, παντὶ βροτῶν χρήσιμος τυγχάνω γένει, | |
μᾶλλον δὲ τοῖς πλέουσι θαλάσσης πλατή. Τοῦ γοῦν κατ’ ἀρχὰς γράμματος λελοιπότος, | 574 | |
5 | συντάσσομαι γῇ, καὶ τρέφω πᾶσαν κτίσιν ἀφ’ ὧν νέμω ξύμπασι καρπῶν ἡδέων. Χωρὶς γὰρ αὐτῶν τὴν βροτῶν πᾶσαν φύσιν οὐκ ἔστι ζῆσαι καὶ φυγεῖν μοῖραν μόρου. | |
62,57(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Μῆλον. | |
1 | Καρπῶν ἁπάντων ἡδύτατόν τι πέλω, ἕνα τόνον φέρον τε συλλαβὰς δύο· ἐρωτικῶς δ’ ἔχουσι φιλοῦμαι πλέον. Ἀλλὰ τὸ πρῶτον ἀφελὼν τῶν γραμμάτων, | |
5 | εὕρῃς με δυσφόρητον σιδήρου γένος, πεπηγμένον τάχιστα καὶ πλῆττον ἄκρως. | |
63,58(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Κάστρον. | |
1 | Ἐμοῦ στίφη μένοντα τῶν βροτῶν ἔσω φρουρῷ μαχησμῶν, φυλάσσω καὶ κινδύνων, ἐν γῇ πεπηγὸς καὶ στερρῶς ἡδρασμένον. Ἀλλὰ παθὸν στέρησιν γράμματος μίαν | |
5 | ἐν τῷ πόλῳ δείκνυμι λαμπρὰν ἰδέαν, καὶ καταφωτίζω δὲ νυκτὸς τὸ σκότος, καλλωπίζον μάλιστα τοῦ πόλου πλάτος. | |
64,59(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Δίκαιός εἰμι καὶ δικαίων ἀκρότης· ἓξ τὰ σκέλη μου, κἂν οἱ ταρσοί μου δύο. | |
65,60(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Σημαντήριον. | |
1 | Τραφὲν ὄρεσι καὶ φάραγξιν ἀγρίαις, κήρυξ πέφυκα τῶν λόγων ὑμνῳδίας· φωνὴν μὲν οὐκ ἔναρθρον, εὔηχον δ’ ἔχω. | |
66,61(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Δοῦλος κελεύω σὺν τάχει τῷ δεσπότῃ, σαφῶς τὰ μέτρα δηλοποιῶν εὐφρόνης· «Ἀναστὰς ὕπνων, ἔργον εἰς χεῖρας φέρε.» | |
67,62(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Ἄρτος. | |
1 | Ἄπνους μέν εἰμι, τοὺς βροτοὺς δὲ ῥωννύω· τὴν κλῆσιν ἔσχον εὐαρίθμητον πάνυ· ἀσπάζομαι γὰρ τὸ τριακῶς δὶς μόνον, δὶς τριάκοντα καὶ μίαν πρὸς τοῖς δέκα. | |
68,63(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Σῦς. | |
1 | Ἔχω τρία γράμματα, καί τι τυγχάνω. Ἑνὸς στεροῦμαι· ταὐτὸ τυγχάνω πάλιν. Οὐκ ἔστι καινόν; Ἄλλο τι κρεῖττον μάθε· τὴν ἐσχατιὰν τῶν τριῶν μου γραμμάτων | 575 |
5 | ἔχω κατ’ ἀρχὰς, τὴν μέσην ἔχω μέσην, καὶ τὴν κατ’ ἀρχὴν ἀντὶ τοῦ τέλους φέρω. | |
69,64(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Γράμμασι τρισὶ συλλαβὴν μίαν φέρω· ἔχω δ’ ἀριθμὸν ἐννέα δὶς ἑπτάκις καὶ δώδεκα τρὶς καὶ δεκάκις τρὶς τρία, καὶ πεντάκις ἓξ καὶ τοὺς πέντε δὶς πάλιν, | |
5 | καὶ τετράκις δὶς καὶ πάλιν δὶς τὰ πέντε. Ὁ γοῦν ἀναγνοὺς τὴν γραφὴν, ἀντιστρόφως, κἂν τῷ μέσῳ γράμματα προσθήσει δύο, εὕρῃ πνοῆς ὄχημα τῆς βιοτρόφου. Ἐκ τῶν τριῶν δὲ γραμμάτων πρῶτον ξέσας, | |
10 | τῶν ἀρετῶν γνοίης με τῶν πρώτων μίαν. | |
70,65(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Μῦς. | |
1 | Ζῶόν τι μικρόν εἰμι τῶν οὐ βρωσίμων· τρία μόνον γράμματα τῇ κλήσει φέρω· ἂν γοῦν τὸ πρῶτον ἐξέλῃς τῶν γραμμάτων, ζῶον μέγα γνοίης με τῶν ἐδωδίμων. | |
71,66(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Νοῦς. | |
1 | Εἰμὶ μὲν ἀσώματος· ὁ φρονῶν, νόει· ἔχω δ’ ἀριθμὸν τριακοντάκις δέκα καὶ τὰ δέκα δίς, Συλλαβὴ δέ μοι μία· ἔχω δὲ καὶ γράμματα πάντα δὶς δύο. | |
5 | Ἂν γοῦν τὸ πρῶτον ἐξέλῃς τῶν γραμμάτων, αὐτίκα σῶμα γίνομαι ξένῳ τρόπῳ· ἢν δ’ αὖ τὸ πρῶτον ἐκξέσῃς τῶν δευτέρων εὐθύς με μάθῃς ζῶον ἓν τῶν ἀγρίων. Ἐμοῦ δὲ τὰ τέταρτα γράμματα πάλιν | |
10 | φέροντος, ἄν τις τὸ τρίτον πρῶτον τάμῃ, ἀντιστρόφως τε καὶ καλῶς συλλαβίσῃ, εὕρῃ με τριγράμματον ἓν μέρος λόγου. | |
72,67(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Πρίν. | |
1 | Τῆς ὀγδοάδος τῶν μερῶν σοι τοῦ λόγου ἕν τι πέφυκα· συλλαβὴ δέ μοι μία, καὶ γράμματα τέσσαρα· καὶ μέτρον τόσον, τετράκις πεντήκοντα, τετράκις δέκα. | |
5 | Ἂν ἀφέλῃς τέσσαρας ἀρχῆς εἰκάδας, εὕρῃς με κρατὸς διέξοδον ῥευμάτων· ἂν δὶς δὲ πεντήκοντα πάλιν ἀφέλῃς, | |
ἔχεις δύναμιν σὺν θεῷ σεσωσμένην. | 576 | |
73,68(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Καὶ τῶν Χερουβίμ εἰμι τιμιωτέρα, καὶ τῶν Σεραφὶμ ὑπερολβιωτέρα, καὶ στιλπνοτήτων ἡλίου πλέον φέρω. Μὴ Παρθένον τις ἐλπίσῃ με τυγχάνειν, | |
5 | γυναῖκά τινα τῶν ἐναρέτων μίαν. Ἔχω δὲ καὶ γράμματα πέντε καὶ μόνον. | |
74,69(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Ἰωάννης. | |
1 | Ἐξ ἑπτὰ συνέστηκα γραμμάτων (σκόπει) λύχνος φεραυγὴς τοῦ τρισηλίου φάους. Ἂν οὖν ἐν ἀρχῇ καὶ τέλει τῶν γραμμάτων διττὴν δυάδα προσφυῶς ἀποξέσῃς, | |
5 | αὖθις τὸν αὐτὸν ἐννόει με τὴν φύσιν. Καὶ θαῦμα πῶς, μου τῶν ἄκρων τετμημένων, σώζω τὸ σύμπαν ἀβλαβὲς τῆς οὐσίας. | |
75,70(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Οὐρανός. | |
1 | Στοὰ ξύλων ἄμοιρός εἰμι καὶ λίθων, ὕλης τε λοιπῆς γηΐνης πάσης ἅμα· οὐδεὶς περιστρέφει με, καὶ παρατρέχω· οὐδεὶς ἐγείρει, καὶ συνίσταμαι πάλιν. | |
76,71(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Νοῦς ἢ Ψυχή. | |
1 | Βαίνω κατὰ γῆς, καὶ πρὸς ὕψος αὖ τρέχω· χαίρω πρὸς ὕλην, οὐ φιλῶ δὲ τὴν ὕλην· εἰ γὰρ ἐφίλουν καὶ προσεῖχον ὡς φίλῳ, ὅμως δι’ αὐτῆς καὶ κορύσσομαι πλεόν· | |
5 | καὶ γῆθεν ὑψοῦ τὴν κεφαλὴν ἀνάγω. | |
77,72(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Κόρος. | |
1 | Ὄρεξιν ἐμπίμπλημι τῶν ζώων ὅλων. Πεντάγραμμον πέφυκα δισυλλαβίᾳ· ἂν οὖν κεφαλὴν ἀφέλῃς τῶν γραμμάτων, εὕρῃς με πάντων φυλακὴν τῶν πραγμάτων. | |
78,73(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Ψυχή. | |
1 | Τῶν θηλέων μέν εἰμι· σῆμα δ’ οὐ φέρω μέλος δι’ οὗ τὸ θῆλυ πᾶν γνωρίζεται. Τὰ κοσμικὰ στοιχεῖα μακράν μου πέλει· στοιχεῖα δ’ ἄλλα τέτταρα πρόσεισί μοι. | |
5 | Ποσοῦ τὸ μὲν πρόσεστι· πλῆθος γὰρ φέρω | |
καὶ τῶν ἀτμήτων οὐσιῶν ἀπειρίαν· τὸ πηλίκον δὲ παντελῶς ἀπεστράφην, ὡς μηδὲν οὐδαμοῦ λαβεῖν ἔχειν μέρος· καὶ γὰρ μεριστὴν οὐκ ἔχω τὴν οὐσίαν. | 577 | |
10 | Φωνὴν προΐσχω μηδαμῶς ὁρωμένη· ὁρῶ δὲ πάντα, καὶ τὰ πόρρω μου λίαν, ὡς μυθικῶς λέγουσι Λυγκέως χάριν. Κλῆσις δ’ ἀριθμὸν συμποσούμενον φέρει, κύβον τὸν ἐκ δὶς ἓξ, τετραπλῆς πεντάδος | |
15 | ἀφαιρεθείσης ἐξ ὅλων τῶν τοῦ κύβου. | |
79,74(t) | ΤΟΥ ΑΥΛΙΚΑΛΑΜΟΥ. | |
1 | Δίκορσος εἰμὶ, καίπερ ἀψυχουμένη, ἐνάλιός τε καὶ γεηρὰ τὴν φύσιν. Ἂν γοῦν τέμῃς μοῦ διπλοσύνθετον κάραν, ἤμειψας οὐ τὴν κλῆσιν, οὐδὲ τὴν φύσιν. | |
80,75(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Σὺ τετράγραμμον, συλλαβὰς φέρεις δύο· δηλοῖς καθαρῶς τὴν γυναικείαν φύσιν· ἂν ἄκρα δύο γραμμάτων συνεξέλῃς, ἐν σοὶ καλεῖται τοῦ θεοῦ κλῆσις μία. | |
81,76(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
n | Εἰς ἅλας. | |
1 | Ὕδατος ἐκγενόμην, τράφε δ’ ἥλιος αὖτις | |
ἀθάνατος· θνήσκω δέ γε μητέρι μούνῃ. | 578 |