TLG 7052 005 :: ANTHOLOGIAE GRAECAE APPENDIX :: Epigrammata irrisoria ANTHOLOGIAE GRAECAE APPENDIX Epigr. Epigrammata irrisoria Epigr. 5.1–31, 34–42, 46–82 Citation: Epigram — (line) | ||
1(t) | ΑΡΧΙΛΟΧΟΥ. | |
1 | Ἀσπίδι μὲν Σαίων τις ἀγάλλεται, ἣν παρὰ θάμνῳ ἔντος ἀμώμητον κἄλλιπον οὐκ ἐθέλων. Αὐτὸς δ’ ἐξέφυγον θανάτου τέλος· ἀσπὶς ἐκείνη ἐρρέτω· ἐξαῦθις κτήσομαι οὐ κακίω. | |
---|---|---|
2(t) | ΑΣΙΟΥ. | |
1 | Χωλὸς, στιγματίης, πολυγήραος, ἶσος ἀλήτῃ, ἦλθεν ὁ κνισοκόλαξ, εὖτε Μέλης ἐγάμει, ἄκλητος, ζωμοῦ κεχρημένος· ἐν δὲ μέσοισιν ἥρως εἱστήκει, βορβόρου ἐξαναδύς. | |
3(t) | ΣΙΜΩΝΙΔΟΥ. | |
1 | Φημὶ τὸν οὐκ ἐθέλοντα φέρειν τέττιγος ἄεθλον, τῷ Πανοπηιάδῃ δώσειν μέγα δεῖπνον Ἐπειῷ. | |
4(t) | ΕΜΠΕΔΟΚΛΕΟΥΣ. | |
1 | Ἄκρον ἰητρὸν Ἄκρων’ Ἀκραγαντῖνον πατρὸς ἄκρου κρύπτει κρημνὸς ἄκρος πατρίδος ἀκροτάτης. | |
5(t) | ΣΟΦΟΚΛΕΟΥΣ. | |
1 | Ἥλιος ἦν, οὐ παῖς, Εὐριπίδη, ὅς με χλιαίνων γυμνὸν ἐποίησεν· σοὶ δὲ φιλοῦνθ’ ἑτέραν Βορρᾶς ὡμίλησε· σὺ δ’ οὐ σοφός, ὃς τὸν Ἔρωτα, | |
ἀλλοτρίαν σπείρων, λωποδύτην ἀπάγεις. | 442 | |
6(t) | ΑΣΠΑΣΙΑΣ (?) | |
1 | Τίπτε δεδάκρυσαι, φίλε Σώκρατες; ἦ ς’ ἀνακινεῖ στέρνοις ἐνναίων σκαπτοῖς πόθος, ὄμμας’ ἐλασθεὶς παιδὸς ἀνικήτου; τὸν ἐγὼ τιθασόν σοι ὑπέστην ποιῆσαι ...... | |
7(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Ἀνδρὶ μὲν αὐλητῆρι θεοὶ νόον οὐκ ἐνέφυσαν· ἀλλ’ ἅμα τῷ φυσᾶν νόος ἐκπέταται. | |
8(t) | ΑΔΗΛΟΝ. | |
n1 | Τὸ παρὰ Μεσσηνίοις | |
n2 | λεχθήσεται πρὸς τοὺς δανειστάς. | |
1 | Ἔστι Πύλος πρὸ Πύλοιο, Πύλος γε μέν ἐστι καὶ ἄλλος· Ἔστι τόκος πρὸ τόκοιο, τόκος γε μέν ἐστι καὶ ἄλλος. | |
9(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
n1 | Ἐπὶ τοῦ μνήματος Θρασυμάχου τοῦ σοφιστοῦ | |
n2 | ἐν Χαλκηδόνι. | |
1 | Τοὔνομα Θῆτα, Ῥῶ, Ἄλφα, Σὰν, Ὑ, Μῦ, Ἄλφα, Χὶ, Οὒ, Σὰν· πατρὶς Χαλκηδών· ἡ δὲ τέχνη, σοφίη. | |
10(t) | ΦΙΛΙΠΠΟΥ, | |
n | τοῦ Μακεδόνων βασιλέως. | |
1 | Ἄφλοιος καὶ ἄφυλλος, ὁδοιπόρε, τῷδ’ ἐπὶ νώτῳ Ἀλκαίῳ σταυρὸς πήγνυται ἠλίβατος | |
11(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
n | Εἰς τὸν Ἀριστοτέλην. | |
1 | Σμικρὸς, φαλακρὸς, τραυλὸς ὁ Σταγειρίτης, λαγνὸς, προγάστωρ, παλλακαῖς συνημμένος. .............. | |
12(t) | ΑΛΛΟ. | |
n | Πρὸς τὸν γράψαντα τὸ πρὸ τούτου ἐπίγραμμα. | |
1 | Ἀναλφάβητος οὑτοσὶ στιχογράφος, ἄνους, ἄφρων, ἄγροικος, αὐθάδης, λάλος. | |
13(t) | ΚΡΑΤΗΤΟΣ. | |
1 | Πήρη τις πόλις ἐστὶ μέσῳ ἐνὶ οἴνοπι τύφῳ, καλὴ καὶ πίειρα, περίρρυπος, οὐδὲν ἔχουσα, εἰς ἣν οὔτε τις εἰσπλεῖ ἀνὴρ μωρὸς παράσιτος, οὔτε λίχνος πόρνης ἐπαγαλλόμενος πυγῇσιν· | 443 |
5 | ἀλλὰ θύμον καὶ σκόρδα φέρει καὶ σῦκα καὶ ἄρτους, ἐξ ὧν οὐ πολεμοῦσι πρὸς ἀλλήλους περὶ τούτων, οὐχ ὅπλα κέκτηνται περὶ κέρματος, οὐ περὶ δόξης. | |
14(t) | ΜΝΑΣΑΛΚΟΥ. | |
1 | Ἅδ’ ἐγὼ ἁ τλάμων Ἀρετὰ παρὰ τῇδε κάθημαι Ἡδονῇ, αἰσχίστως κειραμένα πλοκάμους, θυμὸν ἄχει μεγάλῳ βεβολημένα, εἴπερ ἅπασιν ἁ κακόφρων Τέρψις κρεῖσσον ἐμοῦ κέκριται. | |
15(t) | ΠΟΣΕΙΔΙΠΠΟΥ. | |
1 | Φυρόμαχον, τὸν πάντα φαγεῖν βορόν, οἷα κορώνην παννυχικὴν, αὕτη ῥωγὰς ἔχει κάπετος, χλαίνης ἐν τρύχει Πελληνίδος. Ἀλλὰ σὺ τούτου καὶ χρῖε στήλην, Ἀττικέ, καὶ στεφάνου, | |
5 | εἴ ποτέ σοι προκύων συνεκώμασεν. Ἦλθε δ’ ἀμαυρὰ βλέψας ἐκ πελίων νωδὸς ἐπισκυνίων, ὁ τριχὶ, διφθερίας, μονολήκυθος· ἐκ γὰρ ἀγώνων τῶν τότε Ληναϊκῶν ἦλθ’ ὑπὸ * Καλλιόπην. | |
16(t) | ΗΔΥΛΟΥ. | |
1 | Ὀψοφαγεῖ, Κλειώ· καταμύομεν· ἢν δὲ θελήσῃς, ἔσθε μόνη· δραχμῆς ἐστιν ὁ γόγγρος ἅπας. Θὲς μόνον ἢ ζώνην, ἢ ἐνώτιον, ἤ τι τοιοῦτον σύσσημον· τὸ δ’ ὁρᾶν μὴ μόνον οὐ λέγομεν. | |
5 | Ἡμετέρη σὺ Μέδουσα· λιθούμεθα ὡς τὰ πάλαι που, οὐ Γοργοῦς, γόγγρου δ’ οἱ μέλεοι λοπάδι. | |
17(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Ἑφθὸς ὁ καλλίχθυς· νῦν ἔμβαλε τὴν βαλανάγραν· ἔλθῃ μὴ Πρωτεὺς Ἄγις ὁ τῶν λοπάδων· γίγνεθ’ ὕδωρ, καὶ πῦρ, καὶ ὃ βούλεται· ἀλλ’ ἀπόκλειε. ............. | |
5 | Ἥξει γὰρ τοιαῦτα μεταπλασθεὶς τυχὸν ὡς Ζεὺς | |
χρυσορόης, ἐπὶ τήνδ’ Ἀκρισίου λοπάδα. | 444 | |
18(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | ...... Φαίδων δὴ φύκιά τ’ αἰνείει καὶ χορδὰς ὁ ψάλτης· ἔστι γὰρ ὀψοφάγος. | |
19(t) | ΚΑΛΛΙΜΑΧΟΥ. | |
1 | Τίμων μισάνθρωπος ἐσοικέω· ἀλλὰ πάρελθε. — Οἰμώζειν εἴπας πολλά. —Πάρελθε μόνον. | |
20(t) | ΔΑΦΙΤΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ. | |
1 | Πορφύρεοι μώλωπες, ἀπορρινήματα γάζης Λυσιμάχου, Λυδῶν ἄρχετε καὶ Φρυγίης. | |
21(t) | ΡΙΑΝΟΥ. | |
1 | Ἥμισυ μὲν πίσσης κωνίτιδος, ἥμισυ δ’ οἴνου, Ἀρχῖν’, ἀτρεκέως ἥδε λάγυνος ἔχει· λεπτότερον δ’ οὐκ οἶδ’ ἐρίφου κέρας· ἀλλ’ ὅγε πέμψας αἰνεῖσθαι πάντων ἄξιος Ἱπποκράτης. | |
22(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
n | Εἰς Μάρκον Κάτωνα. | |
1 | Πύρρον, πανδακέτην, γλαυκόμματον, οὐδὲ θανόντα Πόρκιον εἰς Ἀίδην Φερσεφόνη δέχεται. | |
23(t) | Παροιμία. | |
1 | Οὐ δύναμαι τὴν αἶγα φέρειν, ἐπί μοι θέτε τὸν βοῦν. | |
24(t) | ΑΔΗΛΟΝ. | |
1 | Ἑρμῆν τὸν κλέπτην τίς ὑφείλετο; θερμὸς ὁ κλέπτης, ὃς τῶν φηλητέων ᾤχετ’ ἄνακτα φέρων. | |
25(t) | ΗΡΩΔΙΚΟΥ. | |
1 | Φεύγετ’ Ἀριστάρχειοι ἐπ’ εὐρέα νῶτα θαλάσσης Ἑλλάδα, τῆς ξουθῆς δειλότεροι κεμάδος, γωνιοβόμβυκες, μονοσύλλαβοι, οἷσι μέμηλε τὸ σφίν, καὶ σφῶϊν, καὶ τὸ μίν, ἠδὲ τὸ νίν. | 445 |
5 | Τοῦθ’ ὑμῖν εἴη, δυσπέμφελοι· Ἡροδίκῳ δὲ Ἑλλὰς ἀεὶ μίμνοι, καὶ θεόπαις Βαβυλών. | |
26(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
n | Εἰς φιλοσόφους. | |
1 | Ὀφρυανασπασίδαι, ῥινεγκαταπηξιγένειοι, σακκογενειοτρόφοι, καὶ λοπαδαρπαγίδαι, εἱματανωπερίβαλλοι, νηλιποκαιβλεπέλαιοι, νυκτιλαθραιοφάγοι, νυκτιπαταιπλάγιοι, | |
5 | μειρακιεξαπάται, καὶ συλλαβοπευσιλαβηταί, δοξοματαιόσοφοι, ζηταρετησιάδαι. | |
27(t) | ΑΛΛΟ. | |
1 | Συκάμινον ἔσθ’ ὁ Σύλλας ἀλφίτῳ πεπασμένον. | |
28(t) | ΑΛΛΟ | |
n | Ἐπὶ Φιλοστράτῳ Αἰγυπτίῳ. | |
1 | Πανσόφου ὀργὴν ἴσχε Φιλοστράτου, ὃς Κλεοπάτρᾳ νῦν προσομιλήσας τοῖος ἰδεῖν πέφαται. | |
29(t) | ΙΟΒΑ. | |
1 | Μή με Λεοντῆος τραγικοῦ κιναρηφάγου ἦθος λεύσσων, Ὑψιπύλην ὡς κακὸν ἦτορ ἔλα· ἤμην γάρ ποτ’ ἐγὼ Βάκχῳ φίλος, οὐδέ τιν’ ὧδε γῆρυν χρυσολόβοις οὔασιν ἠγάσατο. | |
3 | Νῦν δέ με χυτρόποδες κέραμοι καὶ ξηρὰ τάγηνα | |
χήρωσαν φωνῆς, γαστρὶ χαριζόμενοι. | 446 | |
30(t) | ΠΟΛΕΜΩΝΟΣ. | |
1 | Τοῦ πολυκώθωνος τοῦτ’ ἠρίον Ἀρκαδίωνος, ἄστεος ὤρθωσαν τᾷδε παρ’ ἀτραπιτῷ υἱῆες Δόρκων καὶ Χαρμύλος· ἔφθιτο δ’ ὡνὴρ, ἄνθρωπ’, ἐκ χανδῆς ζωροποτῶν κύλικος. | |
31(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Χαίρετ’ Ἀριστείδου τοῦ ῥήτορος ἑπτὰ μαθηταί, τέσσαρες οἱ τοῖχοι, καὶ τρία συψέλια. | |
34(t) | ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ. | |
n | Εἰς Πυθαγόραν. | |
1 | Ἦν ἄρα Πυθαγόρας τοῖος σοφός, ὥστε μὲν αὐτὸς μὴ ψαύειν κρειῶν καὶ λέγειν ὡς ἄδικον, σιτίζειν δ’ ἄλλους· ἄγαμαι σοφόν· αὐτὸς ἔφα μὲν οὐκ ἀδικεῖν, ἄλλους δ’ αὐτὸς ἔτευχ’ ἀδικεῖν. | |
35(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Εἰς Πυθαγόραν. | |
1 | Τὰς φρένας ἢν ἐθέλῃς τὰς Πυθαγόραο νοῆσαι, | |
ἀσπίδος Εὐφόρβου βλέψον ἐς ὀμφάλιον. Φησὶ γὰρ οὗτος, Ἐγὼν ἦν πρόβροτος· ὃς δ’ ὅτε οὐκ ἦν, φάσκων ὥς τις ἔην, οὔτις ἔην ὅτ’ ἔην. | 447 | |
36(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Αἰνῶ Κλεάνθην, ἀλλὰ μᾶλλον Ἀίδην· ἰδὼν γὰρ αὐτὸν πρέσβυν οὐκ ἠνέσχετο τὸ μὴ οὐ τὸ λοιπὸν ἄνεσιν ἐν φθιτοῖς ἔχειν τοσοῦτον ἀντλήσαντα τοῦ βίου χρόνον. | |
37(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Βίωνα, τὸν Βορυσθένης ἔφυσε γῆ Σκύθισσα, λέγειν ἀκούομεν θεοὺς ὡς οὐδέν εἰσιν ὄντως. Κεἰ μὲν τὸ δόγμα τοῦτ’ ἔχων ἔμιμνεν, ἦν ἂν εἰκὸς λέγειν, φρονεῖν ὅπως δοκεῖ· κακῶς μέν, ἀλλ’ ἔδοξε. | |
5 | Νῦν δ’ ἐς νόσον πεσὼν μακρὴν καὶ μὴ θάνῃ δεδοικὼς ὁ μὴ θεοὺς εἶναι λέγων, ὁ νηὸν οὐδὲ βλέψας, ὁ πολλὰ χλευάσας βροτοὺς, ὅσοι θεοῖς ἔθυον, οὐ μοῦνον ἐσχάρης ὕπερ, βωμῶν τε καὶ τραπέζης κνίσῃ, λίπει, θυλήμασιν θεῶν ἔδαισε ῥῖνας. | |
10 | Οὐδ’ εἶπε μοῦνον· Ἤλιτον, σύγγνωτε τοῖς πρίν· ἀλλὰ καὶ γραὶ δῶκεν εὐμαρῶς τράχηλον εἰς ἐπῳδὴν καὶ σκυτίσιν βραχίονας πεπεισμένως ἔδησε· ῥάμνον τε καὶ κλάδον δάφνης ὑπὲρ θύρην ἔθηκεν, ἅπαντα μᾶλλον ἢ θανεῖν ἕτοιμος ὢν ὑπουργεῖν. | |
15 | Μωρὸς δ’ ὃς ἤθελέν τινος μισθοῦ τὸ θεῖον εἶναι, ὡς τῶν θεῶν ὄντων ὅταν Βίων θέλῃ νομίζειν. Τοιγὰρ μάτην φρονῶν, ὅτ’ ἦν ἅπας ὁ λέμφος ἄνθραξ, | |
τὴν χεῖρα τείνας ὧδέ πως, «Χαῖρ’, εἶπε, χαῖρε, Πλουτεῦ.» | 448 | |
38(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Τί δὴ γέρων ὢν καὶ φάλανθος, ὦ ’ρίστων, τὸ βρέγμ’ ἔδωκας ἡλίῳ κατοπτῆσαι; τοιγὰρ τὸ θερμὸν πλεῖον ἢ δέοι ζητῶν, τὸν ψυχρὸν ὄντως εὗρες οὐ θέλων ᾍδην. | |
39(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Εἰς Καρνεάδην. | |
1 | Τί με Καρνεάδην, τί με, Μοῦσα, θέλεις ἐλέγχειν; Ἀμαθὴς γὰρ ὃς οὔτι κάτοιδεν ὅπως δεδοίκει τὸ θανεῖν· ὅτε καὶ φθισικήν ποτ’ ἔχων κακίστην νόσον, οὐκ ἔθελεν λύσιν ἰσχέμεν· ἀλλ’ ἀκούσας | |
5 | ὅτι φάρμακον Ἀντίπατρός τι πιὼν ἀπέσβη, «Δότε τοίνυν, ἔφησέ, τι κἀμὲ πιεῖν.» —«Τί μέντοι; τί;» —«Δότ’ οἰνόμελι.» Σφόδρα τ’ εἶχε πρόχειρα ταυτί· «Φύσις ἡ συνέχουσά με καὶ διαλύσεται δή.» Ὁ μὲν οὐδὲν ἔλασσον ἔβη κατὰ γῆς, ἐνῆν δὲ | |
10 | τὰ πλέω κακὰ κέρδε’ ἔχοντα μολεῖν ἐν ᾍδου. | |
40(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Εἰς Μενέδημον. | |
1 | Ἔκλυον, Μενέδημε, τεὸν μόρον, ὡς ἑκὼν ἀπέσβης ἐν ἡμέρῃσιν ἑπτὰ μηδὲν ἐσθίων. Κᾆτ’ ἔργον ἔρεξας Ἐρετρικὸν, ἀλλ’ ὅμως ἄνανδρον· ἀψυχίη γὰρ ἡγεμὼν ἔπειγέ σε. | |
41(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Εἰς Μένιππον. | |
1 | Φοίνικα τὸ γένος, ἀλλὰ Κρητικὸν κύνα, ἡμεροδανειστήν—τοῦτο γὰρ ἐπεκλῄζετο— οἶσθα Μένιππον ἴσως. Θήβῃσιν οὗτος ὡς διωρύγη ποτὲ | 449 |
5 | καὶ πάντ’ ἀπέβαλεν οὐδ’ ἐνόει φύσιν κυνός, αὑτὸν ἀνεκρέμασεν. | |
42(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Εἰς Στίλπωνα. | |
1 | Τὸν Μεγαρέα Στίλπωνα, γιγνώσκεις δ’ ἴσως, γῆρας, ἔπειτα νόσος καθεῖλε, δύσμαχον ζυγόν· ἀλλ’ οἶνον εὗρε τῆς κακῆς συνωρίδος | |
φέρτερον ἡνίοχον· (χανδὸν) πιὼν γὰρ ἤλασεν. | 450 | |
46(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Ἄσβολος οὔτε θεῶν τρομέων ὄπιν οὔτ’ ἀνθρώπων ὀξυκόμοιο κρεμαστὸς ἀπ’ εὐλιπέος κατὰ πεύκης ἄγκειμαι μέγα δεῖπνον ἀμετροβίοις κοράκεσσιν. | |
47(t) | ΑΔΗΛΟΝ. | |
1 | Ἀσπίδα, φροῦνον, ὄφιν, καὶ Λαδικέας περίφευγε καὶ κύνα λυσσητὴν, καὶ πάλι Λαδικέας. | |
48(t) | ΑΥΣΟΝΙΟΥ. | |
n | Περὶ Χρήστου καὶ Ἀκινδύνου ἀδελφῶν. | |
1 | Χρῆστος, Ἀκίνδυνος εἰσὶν ἀδελφεοὶ, οἰκτρὰ δὲ τέκνα, moribus ambo malis nomina falsa gerunt. Οὐδ’ οὗτος χρηστὸς, οὐδ’ οὗτος ἀκίνδυνός ἐστιν· una potest ambos littera corrigere: | |
5 | Αἴκεν Χρῆστος ἕλῃ, καὶ Ἀκίνδυνος ἄλφ’ ἀπολέσσῃ· Κίνδυνος hic fiet; frater Ἄχρηστος erit, | |
49(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Εἰς Ἀντισθένην κυνικὸν φιλόσοφον. | |
1 | Discipulus melior nulli, meliorve magister, εἰς ἀρετὴν συνέβη καὶ κυνικὴν σοφίην. Dicere me novit verum, qui novit utrumque, καὶ θεὸν Ἀλκείδην, καὶ κύνα Διογένην. | |
50(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
n | Εἰς Λυκόφρονα. | |
1 | Λόγους ἀτερπεῖς πολλὰ μοχθήσας γράφεις, ἀνιστορήτως βάρβαρα πλέξας ἔπη, γωλειὰ, γρῶνας, οὖσα, καὶ τυκίσματα, σὺν ὀρθάγῃ τε, κρίμνα καὶ λυκοψία, | |
5 | μόνον νέοις ἱδρῶτα, μωρὲ Λυκόφρων· οὐδὲν γὰρ ἄλλο, πλὴν κενοὶ ληρῶν λόγοι. | |
51(t) | ΑΛΛΟ. | |
n | Εἰς αὐτόν. | |
1 | Λυκόφρονος δύσφραστα πληρώσας ἔπη, ἐνθουσιασμοὺς παρθένου φοιβαστρίας αἰνιγματωδῶς καὶ σοφῶς εἰρημένους, θεῷ τὸν αἶνον, ὡς συνεργῷ, προσφέρω. | |
5 | ᾞ δόξα τῷ συνεργῷ τοῦ τέλους ... | |
52(t) | ΑΔΗΛΟΝ. | |
1 | Τυνδαρέη κρητῆρα κερασσαμένη παρὰ δεῖπνον | |
δάκρυα Τηλεμάχοιο κατέσβεσεν ἐς μίαν ὥρην. Εἰ δὲ ῥόδα προσέμιξε παρηγορέοντι κυπέλλῳ, εἶχε μένειν ἄκλαυστος, ἕως νόστησεν Ὀδυσσεύς. | 451 | |
53(t) | ΑΛΛΟ. | |
1 | Ἠράσθη Κίτυός τις, ὃν οὐκ ἴδεν, οὔατα πεισθείς· Φεῦ κάλλους· ἡμεῖς δ’ ὄμμασι μεμφόμεθα. | |
54(t) | ΑΛΛΟ. | |
1 | Ἄκουε ταῦτα, γῆ, θάλασσα, καὶ πόλος· ψυχαὶ σοφῶν τε καὶ στρατηγῶν τῶν πάλαι· Ἰσοκράτης ὥρισε ῥώμην καὶ φρένας, Θουκυδίδης ἔμιξεν ὅπλα καὶ λόγους, | |
5 | ῥήτωρ, στρατηγὸς καὶ Περικλῆς καὶ Κίμων, Ἀλκιβιάδης καὶ Θεμιστοκλῆς μέγας, ἄμφω τέλειοι· Φωκίων κρηπὶς λόγων. Ἕλληνες ἄλλοι μυρίοι Ῥώμης πρόμοι· ἔφησε πρώτην τακτικὴν μαθημάτων | |
10 | Πλάτων ὁ κλεινός, Σωκράτης τολμητίας εἶχεν τὰ πρῶτα τῶν ἀριστέων γέρα. Ἥρωες ἄρδην πάντες ἐξησκημένοι Νέστωρ, Ὀδυσσεὺς, ἀλλ’ Ἀχιλλεὺς καὶ πλέον, δεινὸς θεωρεῖν τῶν ὅλων καὶ τὰς φύσεις, | |
15 | κίνησιν ἄστρων καὶ φορὰν δι’ ἄερος, καὶ ῥυθμικῆς ἔμπειρος εὐαρμοστίας, ἰατρικός τε καὶ μαθητὴς Κενταύρου. Ἀλλ’ οἱ σοφοὶ νῦν, πλὴν ἐγὼ μωροὺς λέγω, τὴν γνῶσιν εἶπον ἐμποδὼν τῆς ἀνδρίας. | |
55(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν Μαίανδρον ποταμόν. | |
1 | Τὸ τῆς δίκης πῦρ ὧδε, μηδὲν διστάσῃς, ὁ Κωκυτὸς Μαίανδρος· ἀλλ’ ἀπεσφάλην οὐαὶ γὰρ ἀνδρῶν ἐστίν, Αἴανδρον λέγω. | |
56(t) | ΑΛΛΟ. | |
n1 | Εἴς τινα πάνυ μικρὸν κελευσθεὶς εἰπεῖν | |
n2 | στίχον σχέδιον. | |
1 | Οὐ δύναμαι ἰδέειν τὸν σκωπτόμενον· σύγγνωτε. | |
57(t) | ΑΛΛΟ. | |
n1 | Εἰς βοῦν καὶ τράγον ἐπὶ πίνακος ἀργυροῦ | |
n2 | ἐγκεκολαμμένους. | |
1 | Πῶς βοῦς ὑπάρχων, αὔλακας γῆς οὐ τέμνεις, ἀλλ’ ὡς πάροινος ἀγρότης ἀνεκλίθης; —Πῶς οὐχὶ καὶ σὺ πρὸς νομὰς ἀποτρέχεις, ἀλλ’ ἀργυροῦν εἴδωλον ἕστηκας, τράγε; | |
5 | —Ἕστηκα τὴν σὴν ἐξελέγχων ἀργίαν. | |
58(t) | ΛΕΟΝΤΟΣ ΦΙΛΟΣΟΦΟΥ. | |
n | Ἰαμβεῖοι τούτου στίχοι. | |
1 | Ἔρρει τὰ σεμνὰ τῷ χρόνῳ τῷ παμφάγῳ, | |
διέφθορε τὰ χρηστὰ καὶ τὰ τίμια, ὄλωλεν ἡ παίδευσις, ἔσβη καὶ λόγος, φροῦδος δὲ καὶ νοῦς, οἴχεται θεωρία, | 452 | |
5 | λέλοιπεν εὐσέβεια, καὶ τελεστική· θέμις δ’ ἀπέστη καὶ δίκη καὶ πᾶν καλόν, παρρησιάζεται δὲ νῦν πανουργία, καὶ ψεῦδος ἄρχει, καὶ τυραννὶς καὶ βία· ἕρπει δὲ πρὸς πᾶν θεῖον ἔργον ὁ φθόνος, | |
10 | τῆς δυσσεβείας ἠνέωκται τὸ στόμα· ῥοιβδεῖ δὲ χανδὸν ἡ Χάρυβδις τῆς πλάνης, ἐμεῖ δὲ πᾶς τις δόγματα βλασφημίας. | |
59(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
n | Εἰς τοὺς σοφοὺς τῶν Ἀθηνῶν. | |
1 | Οἱ τῶν Ἀθηνῶν εὐστομεῖτε τοὺς πάλαι σοφοὺς, Πλάτωνας, Σωκράτεις, Ξενοκράτεις, Ἐπικούρους, Πύρρωνας, Ἀριστοτέλεις· Οὐκ ἔστιν ὑμῖν, πλὴν Ὑμηττὸς καὶ μέλι, | |
5 | θῆκαί τε νεκρῶν, τῶν σοφῶν τὰ πνεύματα· πολεῖ παρ’ ἡμῖν πίστις, οὐ σοφοὶ λόγοι. | |
60(t) | ΑΛΛΟ. | |
n | Εἰς νέους φιλοσόφους. | |
1 | Οὐκ ἔστιν ἀνὴρ ὃς σοφός· σοφὸς δ’ οὔτις ὅστις μετ’ ἀνδρῶν ἵσταται· καινὴ μάχη τῶν ἀρετῶν· τί φημὶ δ’ αὐτὸς ὡς βραχύ; —Εἰ πᾶς σοφὸς δειλός τις, ὃς δειλὸς σοφός. | |
61(t) | ΑΛΛΟ. | |
1 | Ὤ μοι ἐγὼ μέλεος· τί γυναικὸς κύντερον ἄλλο, ἢ μᾶλλον τί τύχης; τίνα με χρῆν αἰτιάσασθαι; Ἀμφοτέρας χρὴ μισεῖν, ἀμφότεραι θήλειαι. Ἀλλὰ τύχης μὲν ἐμῆς, Θεὲ ἄμβροτε, μὴ μεταδοίης | |
5 | ἀνδράσιν ἐχθροῖς, εἰς ἐμὲ πόλλ’ ἐξυβρίσασι, πλείονα δυστυχίης τὴν εὐτυχίην παρεχούσης· τὴν δὲ σύνευνον ταύτην καὶ ἀγαθὴν παράκοιτιν ἐχθροῖς καὶ τέκνοις ἐχθρῶν παρέχοις ὁμόκοιτιν. | |
62(t) | ΑΛΛΟ. | |
n | Εἴς τινα κατελθόντα εἰς Ἑλλάδα καὶ ἀγροικισθέντα. | |
1 | Οὐ βαρβάρων γῆν, ἀλλ’ ἰδὼν τὴν Ἑλλάδα, ἐβαρβαρώθης καὶ λόγον καὶ τὸν τρόπον. | |
63(t) | ΑΛΛΟ. | |
1 | Τὴν ἀρετὴν χθὲς εἶδον ἐν μέσῃ πόλει μελαμφοροῦσαν καὶ κατηφείας ὅλην· «Τί δ’,» ἠρόμην, «πέπονθας;» Ἡ δέ· «νῦν ἔγνως· «τόλμα, φρόνησις, γνῶσις ἐν ταῖς γωνίαις· | |
5 | «ἄγνοια δ’ ἄρχει καὶ μέθη καὶ δειλία.» | 453 |
64(t) | ΑΛΛΟ. | |
n | Πρὸς τὸν σχολιογράφον οἱ στίχοι, ξένε. | |
a1 | Ὁ τίς ὑβρίζεις; τὸν τίνα; βαβαὶ θράσους; | |
a2 | ὁ μηδὲ καὶ μῦς τὸν λέοντα πρὸς μάχην | |
a3 | τῶν αἱρετικῶν, τῆς Ἀρείου δὲ πλέον, | |
a4 | καὶ τῆς Γαλατῶν Φωτεινοῦ καὶ Μαρκέλλου. | |
b1 | Ἔοικας, ὦ ’τάν, εἰδέναι γράφειν ὕβρεις, | |
b2 | λυσιτελῶν δὲ μηδαμῶς διειδέναι. | |
b3 | Ἦ γὰρ ἂν ᾔδεις Εὐσεβίου τοὺς πόνους | |
b4 | καὶ τοὺς ἀγῶνας, οὓς καθ’ Ἑλλήνων ἔτλη | |
b5 | φλυαρίαν τὰ τῶνδε μακρὰν δεικνύων· | |
b6 | ὅπως Ἰουδαίων τε δυσσεβῆ πλάνην | |
b7 | ἀναιρετικοῖς ἐκθριαμβεύει λόγοις, | |
b8 | τῶν μαρτύρων ἀγῶνας ὡς μεγαλύνει, | |
b9 | τῶν αἱρετικῶν ὡς ἀναιρεῖ τὸ στίφος, | |
b10 | πρὸς πᾶν ὅπως χρήσιμος εἰς Θεοῦ σέβας. | |
b11 | Ἔδει σε ταῦτα γιγνώσκοντα καὶ πλέω | |
b12 | μὴ λεξιθηρεῖν κατ’ Ἰουδαίους ἴσως, | |
b13 | καὶ μὴ νοοῦντα τὸν νόον τῶν λέξεων, | |
b14 | ὕβρεις καταχεῖν τοῦ τοσούτου τὸν λόγον. | |
65(t) | ΑΔΗΛΟΝ. | |
n | Εἰς τὰς εʹ φωνὰς καὶ τὰς ιʹ κατηγορίας. | |
1 | Μόλις διαδρὰς τῶν σοφιστῶν τὰς δίκας, σοφοῖς δὲ μᾶλλον προσβαλὼν ὡς ἡμέροις, φωνῶν ἐπλήσθην καὶ κατηγορημάτων· «οὐκ ἔστιν, ἔστι, πρός τι, ποιόν, ποῦ, πότε, | |
5 | «πάσχουσι, δρῶσιν»· ὡς θέλουσι, μυρία. Στρέφουσι πάντα, συγχέουσι τὰς φύσεις, ὡς ἐξ ἑαυτῶν πλάττουσι τραγελάφους, τὸν οὐρανὸν γῆν, τὸ ξύλον φασὶ λίθον, ὕλην ἄμορφον εἶδος ὕλην οὐκ ἔχον, | |
10 | κόσμους ἀπείρους ἰδέας πρὸ τῶν ὅλων. Οἱ τῆς Στοᾶς βάλλουσιν Ἀκαδημίαν, Πύρρωνας οὗτοι, πάντας ὁ Σταγειρίτης, ἄλλοι δὲ τοῦτον Φοίνικές τε καὶ Σύροι. Τίς νοῦς τοσαύτας ἐνστάσεις διαδράμοι, | |
15 | ἔθνη τοσαῦτα καὶ φάλαγγας δυσμάχους, γνῶναι τὰ κρυπτὰ τῶν ὅλων ζητῶν βάθη; καὶ τὰ σαφῶν τις ἔσχε φυρμὸν αὐτίκα. Ἓν γνώσεως φῶς, Χριστέ, μου, σύ μοι μόνος γνῶσις τελεία, μᾶλλον εἰδέναι μόνον· | |
20 | Σὲ δημιουργὸν οὐσιῶν, χρόνων, τόπων, ἄρρητον ὡς ἄληπτον, ἕν τε καὶ τρία, | |
ἀφεὶς τὰ πάντα, τοῦτο καὶ μόνον λέγω. | 454 | |
66(t) | ΑΛΛΟ. | |
1 | Λεύκιππος ἀνὴρ τὴν ὁδὸν παρατρέχων, εὖ θρύπτεται μὲν τὴν πυγὴν μεταφέρων, ἀκκίζεται δὲ τῇδε κἀκεῖσε βλέπων. Καὶ νῦν μὲν αὐτὸς ὑπτιάζων τὼ πόδε | |
5 | καὶ εἰς ἑαυτὸν κεκλικὼς περιβλέπει· νυνὶ δὲ τὸν φέροντα πλήττων θρασέως, οὐκ οἴεται γῆν, ἀλλ’ ἐπ’ αἰθέρος τρέχειν. | |
67(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
n1 | Εἴς τινα ῥῦπον φοβοῦντα θάλασσαν· πῶς παλαισθέντα | |
n2 | ἀντέστρεψεν αὐτόν. | |
1 | Ἰδοῦσα καινὸν οὐδὲν ὡς Ἰορδάνης, πῶς ἐστράφης, θάλασσα, νῦν εἰς τοὐπίσω; Οἶμαι, ῥῦπον φεύγουσα τὸν σὸν ἐστράφης· κἂν καὶ στραφεῖσα τοῦτον οὐκ ἀπεξέσω. | |
68(t) | ΑΛΛΟ. | |
n | Εἰς τὴν νοητὴν οὐσίαν. | |
1 | Ζητῶν ἀπεῖπον τὴν νοητὴν οὐσίαν, τίς ἐστιν αὕτη· πῶς δὲ τέμνει τὰς δύο, ἀσώματον καὶ σῶμα· πῶς δ’ ἄμφω μόνη ἔχουσα, τῶν δυοῖν δὲ μηδὲν τυγχάνει· | |
5 | πῶς πάντα δ’ ἐστὶν, ἔστι πάντων δ’ οὐδέ τι. | |
69(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
n | Εἰς τοὺς ἁγίους ἀποστόλους. | |
1 | Ὧν καθεὶς ἔσωσεν ἀνθρώπων ἔθνος, νῦν πάντες οὐ σώσουσι Μιχαὴλ μόνον. | |
70(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν σπόγγον. | |
1 | Ὕδωρ πέτρας ἀφῆκα καὶ πόλου μέλι· τῶν ἡδέων ἔπλησα, λαὸς, σὸν στόμα· πρὸς τῇ σφαγῇ δὲ καὶ χολὴν δίδως σύ μοι. Ὦ σπλάγχνα πικρὰ, πλὴν τὰ χρηστά μου πάθη | |
5 | πᾶσαν καθαίρει σῶν παθῶν τὴν πικρίαν. | |
71(t) | ΑΛΛΟ. | |
n | Εἰς τὴν λόγχην. | |
1 | Πλευρᾶς ἔπλασα πλάσμα σῆς, Εὔαν, πάλαι, | |
πλευρὰν δὲ ῥήσσεις τὴν ἐμὴν λόγχῃ σύ μοι· ὅμως τὸ τραῦμα φάρμακον κεραννύει τῶν τραυμάτων σου καὶ τὰ ῥεῖθρα βλυστάνει. | 455 | |
72(t) | ΑΛΛΟ. | |
n | Εἰς τὴν χλαμύδα. | |
1 | Τὸ φῶς στολή μοι, νῦν δὲ χλαμὺς ἐνδύει, στολὴν ἀπεκδύουσα τὴν σὴν αἰσχύνης. | |
73(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸ ΔΙΕΜΕΡΙΣΑΝΤΟ ΤΑ ΙΜΑΤΙΑ ΜΟΥ. | |
1 | Χιτῶνα τείνω τῇ κτίσει τὸν ἀέρα, πνοὴν μερίζω, νῦν δ’ ἐμῶν ἐνδυμάτων ἐμὸς μεριστὴς κλῆρος· ἀλλ’ ἄφες περῶν. | |
74(t) | ΑΛΛΟ. | |
n | [Εἰς τὸ αὐτό]. | |
1 | Πνοὴν μερίζω, νῦν μερὶς κλῆρος τ’ ἐμός· κλήρῳ μερισταὶ τῶν ἐμῶν ἐνδυμάτων. | |
75(t) | ΑΛΛΟ. | |
n | [Εἰς τὸ αὐτό]. | |
1 | Ἀφθαρσίας ἔνδυμα τὸ πρὶν ἐνδύω· νῦν σάρκα τὴν σὴν αὐτὸς ἐνδεδυμένον ἀπεκδύεις, ἄνθρωπε, πλὴν ἀλλὰ στέγω, μᾶλλον δὲ τὴν θέωσιν αὐτὸς ἐνδύω. | |
76(t) | ΑΛΛΟ. | |
n | Εἰς τὰ σπάργανα. | |
1 | Εἰ καὶ ταπεινὸν ἐνδέδυμαί σοι ῥάκος, τὸ λαμπρὸν ἐξύφηνα τοῦ πόλου πλάτος. | |
77(t) | ΑΛΛΟ. | |
n | Εἰς τὰ δεσμά. | |
1 | Δεσμεῖτε χεῖρας αἷς παθῶν ἐγὼ λύσας ὑμᾶς τέθεικα γῆθεν αἰθεροδρόμους. | |
78(t) | ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ. | |
n | Εἰς τὸν ἅγιον Λοῦπον. | |
1 | Ἔκλεψε Λοῦπος δεσποτικὴν σφενδόνην, μεθ’ ἧς ἐνεργεῖ πλεῖστα τῶν τεραστίων. Οὐκοῦν ὑπέσχεν ἀξίαν καὶ τὴν δίκην τμηθεὶς κεφαλὴν, καὶ συνὼν τῷ δεσπότῃ. | |
79(t) | ΤΟΥ ΦΙΛΗ. | |
n | Πρὸς ἰατρόν. | |
1 | Ἰατρέ, μὴ δίωκε τὸν τύφον μάτην. Εἰ γὰρ σιωπήσας ἀκριβῶς ἀνακρίνῃς ὅθεν πορίζῃ τὰς ἀφορμὰς τοῦ βίου, αὐτὸς σεαυτὸν καὶ μυσαχθήσῃ τάχα, | |
5 | τροφῆς χορηγοὺς οὖρα καὶ κόπρον ἔχων. | |
Χρὴ οὖν ὀφρὺν ῥίψαντα τὴν ἐπηρμένην κόπρου σκάφας βλέπειν σε καὶ τὰς ἀμίδας, ὅθεν τραφήσῃ καὶ πόρους ἕξεις βίου. | 456 | |
80(t) | ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΔΗ. | |
n | Στίχοι εἰς τοὺς ὑποκριτὰς ἡρωελεγεῖοι. | |
1 | Μηκέτι μηδεὶς προσφερέτω παραμύθιον ἀνδρὶ, ἢ τέκνον ἢ γαμετὴν γῇ κατορωρυχότι. Καὶ γὰρ νῦν εἰ πρός τινα τούτων αὐτὸς ἀπέλθοις ὡς πενθοῦντι φράσῃς ῥῆμα παρηγορίας, | |
5 | δόξαι σπουδάζων ἀπαθέστατος, εὐθὺς ἐκεῖνος ὡς ἀπὸ Πυθαγόρου φθέγγεται ἢ νεφέων· καί σε σοφιστεύων ἀναλαμβάνει, ὡσπερὰν εἰ σὺ τέκνον ἔχοις, ὁ δὲ σοὺς ἦλθε γόους στορέσων. Ἐντὸς ὅμως τὸ πάθος τοῦτον κατακάρδια πλήττει, | |
10 | ὡς ξίφος ὀξύτατον πάντα διερχόμενον. Εὖγε, Ὑπόκρισις, εὖγε! σὺ φιλτάτῃ ἐσσὶ θεάων· σὴν κεφαλὴν τιμᾶν ἄξιον ἐν στεφάνοις· τοῖς γὰρ σοῖς θεράπουσιν ἐπάξια δῶρα χαρίζῃ, ἀλγεῖν, κοὐ φράζειν, ὡς ἀνιῷντο πλέον. | |
81(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Εἰς τὸν ναὸν τῶν ἁγίων Μαρκιανοῦ καὶ Μαρτυρίου. | |
1 | Ἄρειε, πῶς φής; πῶς τὸν Υἱὸν εἰς κτίσιν τολμᾷς καθέλκειν, καὶ θεὸν δοκῶν σέβειν, σαυτὸν λέληθας κτίσματος φύσιν σέβων; Οὐ κτίσμα ταυτὸν καὶ θεός. Μήπω τόσον | |
5 | ἔξω φρενῶν πέσοι τις, ὡς ἕποιτό σοι, μεμνημένος σου τοῦ θεηλάτου μόρου. | |
82(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Ἕτεροι. | |
1 | Κακῶς Ἀρείῳ ταὐτὰ πεφρονηκότες, ἄνδρες φονῶντες, πλῆρες αἱμάτων στίφος, καλῶς θεοῦ προὔπεμψαν ὑμᾶς εἰς δόμους· καὶ γὰρ Θεοῦ μὲν οἶκος ὑμᾶς ἀμφέπει, | |
5 | τοῖς δ’ οἶκος ᾅδης καὶ τὸ μυρίον σκότος. | 457 |