TLG 7052 004 :: ANTHOLOGIAE GRAECAE APPENDIX :: Epigrammata exhortatoria et supplicatoria ANTHOLOGIAE GRAECAE APPENDIX Epigr. Epigrammata exhortatoria et supplicatoria Epigr. 4.1–54, 56–143 Citation: Epigram — (line) | ||
1(t) | ΣΟΛΩΝΟΣ. | |
n | Σκολιόν. | |
---|---|---|
1 | Πεφυλαγμένος ἄνδρα ἕκαστον, ὅρα μὴ κρυπτὸν ἔγχος ἔχων κραδίῃ, φαιδρῷ προσεννέπῃ προσώπῳ, | |
5 | γλῶσσα δέ οἱ διχόμυθος ἐκ μελαίνης φρενὸς γεγωνῇ. | |
2(t) | ΣΙΜΩΝΙΔΟΥ. | |
1 | Ἦν ἄρ’ ἔπος τόδ’ ἀληθὲς, ὅτ’ οὐ μόνον ὕδατος αἶσαν, ἀλλά τι καὶ λέσχης οἶνον ἔχειν ἐθέλει. Οὐ γὰρ ἀπόβλητον Διονύσῳ, οὐδὲ γίγαρτον. | |
3(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Οὐδὲν ἐν ἀνθρώποισι μένει χρῆμ’ ἔμπεδον αἰεί. Ἓν δὲ τὸ κάλλιστον Χῖος ἔειπεν ἀνήρ· «Οἵα περ φύλλων γενεὴ, τοιήδε καὶ ἀνδρῶν.» Παῦροί μιν θνητῶν οὔασι δεξάμενοι | |
5 | στέρνοις ἐγκατέθεντο. Πάρεστι γὰρ ἐλπὶς ἑκάστῳ, ἀνδρῶν ἥ τε νέων στήθεσιν ἐμφύεται. Θνητῶν δ’ ὄφρα τις ἄνθος ἔχῃ πολυήρατον ἥβης, κοῦφον ἔχων θυμόν, πόλλ’ ἀτέλεστα νοεῖ. Οὔτε γὰρ ἐλπίδ’ ἔχει γηρασσέμεν οὔτε θανεῖσθαι, | |
10 | οὐδ’, ὑγιὴς ὅταν ᾖ, φροντίδ’ ἔχει καμάτου. | |
Νήπιοι, οἷς ταύτῃ κεῖται νόος, οὐδέ τ’ ἴσασιν, ὡς χρόνος ἔσθ’ ἥβης καὶ βιότου ὀλίγος θνητοῖς. Ἀλλὰ σὺ ταῦτα μαθὼν βιότου ποτὶ τέρμα ψυχῇ τῶν ἀγαθῶν τλῆθι χαριζόμενος. | 390 | |
4(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Οὐκ ἔστιν μείζων βάσανος χρόνου οὐδενὸς ἔργου, ὃς καὶ ὑπὸ στέρνοις ἀνδρὸς ἔδειξε νόον. | |
5(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Τήν ῥά ποτ’ Οὐλύμποιο περὶ πλευρὰς ἐκάλυψεν ὠκὺς ἀπὸ Θρῄκης ὀρνύμενος Βορέης, ἀνδρῶν δ’ ἀχλαίνων ἔδακε φρένας, αὐτὰρ ἐθάφθη ζωὴ, Πιερίην γῆν ἐπιεσσαμένη, | |
5 | ἔν τις ἐμοὶ καὶ τῆς χεέτω μέρος· οὐ γὰρ ἔοικε θερμὴν βαστάζειν ἀνδρὶ φίλῳ πρόποσιν. | |
6(t) | ΣΙΜΩΝΙΔΟΥ Η ΕΠΙΧΑΡΜΟΥ. | |
1 | Ὑγιαίνειν μὲν ἄριστον ἀνδρὶ θνατῷ, δεύτερον δὲ φυὰν καλὸν γενέσθαι, τὸ δὲ τρίτον πλουτεῖν ἀδόλως, τέταρτον δὲ ἡβᾷν μετὰ τῶν φίλων. | |
7(t) | ΑΝΑΞΑΝΔΡΙΔΟΥ. | |
n | Πρὸς τοῦτο Ἀναξανδρίδης οὕτω παρῴδησεν. | |
1 | Ὁ τὸ σκόλιον εὑρὼν ἐκεῖνος, ὅστις ἦν, τὸ μὲν ὑγιαίνειν πρῶτον, ὡς ἄριστον ᾖ, ὠνόμασεν ὀρθῶς, δεύτερον δ’ εἶναι καλὸν, τρίτον δὲ πλουτεῖν. Τοῦθ’, ὁρᾷς, ἐμαίνετο· | |
5 | μετὰ τὴν ὑγίειαν γὰρ τὸ πλουτεῖν διαφέρει, καλὸς δὲ πεινῶν αἰσχρόν ἐστι θηρίον. | |
8(t) | ΚΛΕΟΒΟΥΛΙΝΗΣ. | |
1 | Ἄνδρ’ εἶδον κλέπτοντα καὶ ἐξαπατῶντα βιαίως· καὶ τὸ βίᾳ ῥέξαι τοῦτο δικαιότατον. | |
9(t) | ΑΝΑΚΡΕΟΝΤΟΣ. | |
1 | Οὐ φίλος, ὃς κρητῆρι παρὰ πλέῳ οἰνοποτάζων | |
νείκεα καὶ πόλεμον δακρυόεντα λέγει· ἀλλ’ ὅστις Μουσέων τε καὶ ἀγλαὰ δῶρ’ Ἀφροδίτης συμμίσγων, ἐρατῆς μνήσκεται εὐφροσύνης. | 391 | |
10(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Ἄμες ποτ’ ἦμες ἄλκιμοι νεανίαι· —Ἄμες δέ γ’ ἐσμέν· αἰ δὲ λῇς, αὐγάσδεο. —Ἄμες δέ γ’ ἐσσόμεσθα πολλῷ κάρρονες. | |
11(t) | ΑΛΛΟ. | |
1 | Νῦν ἄμμες, πρόσθ’ ἄλλοι ἐθάλλεον, αὐτίκα δ’ ἄλλοι, ὧν ἄμμες γενεὰν οὐκέτ’ ἐποψόμεθα ... Οἳ θάνον, οὐ τὸ ζῆν θέμενοι καλὸν, οὐδὲ τὸ θνήσκειν, ἀλλὰ τὸ ταῦτα καλῶς ἀμφότερ’ ἐκτελέσαι. | |
12(t) | ΣΟΦΟΚΛΕΟΥΣ. | |
1 | .... κούρα περιώνυμε μᾶτερ ἀλεξιπό[νου .. ...ς ἀκειροκόμα[ς; ...]ναριθμι; .... ...ε... εὐεπ..... | |
13(t) | ΕΥΗΝΟΥ. | |
1 | Πολλάκις ἀνθρώπων ὀργὴ νόον ἐξεκάλυψε κρυπτόμενον, μανίας πουλὺ χερειότερον. | |
14(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Πολλοῖς ἀντιλέγειν μὲν ἔθος περὶ παντὸς ὁμοίως· ὀρθῶς δ’ ἀντιλέγειν οὐκέτι τοῦτ’ ἐν ἔθει. Καὶ πρὸς μὲν τούτους ἀρκεῖ λόγος εἷς ὁ παλαιός· —Σοὶ μὲν ταῦτα δοκοῦντ’ ἔστω, ἐμοὶ δὲ τάδε. | |
5 | Τοὺς ξυνετοὺς δ’ ἄν τις πείσειε τάχιστα λέγων εὖ, οἵπερ καὶ ῥᾴστης εἰσὶ διδασκαλίης. | |
15(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Πρὸς σοφίᾳ μὲν ἔχειν τόλμαν μάλα σύμφορόν ἐστι, χωρὶς δὲ, βλαβερὴ καὶ κακότητα φέρει. | |
16(t) | ΣΩΚΡΑΤΟΥΣ (?). | |
1 | Αἴσωπός ποτ’ ἔλεξε Κορίνθιον ἄστυ νέμουσι· Μὴ κρίνειν ἀρετὴν λαοδίκῳ σοφίῃ. | 392 |
17(t) | ΑΣΠΑΣΙΑΣ (?). | |
1 | Σώκρατες, οὐκ ἔλαθές με πόθῳ δηχθεὶς φρένα τὴν σὴν παιδὸς Δεινομάχης καὶ Κλεινίου. Ἀλλ’ ὑπάκουσον, εἰ βούλει σοι ἔχειν εὖ παιδικά· μηδ’ ἀπιθήσῃς ἀγγέλῳ, ἀλλὰ πιθοῦ· καί σοι πολὺ βέλτιον ἔσται. | |
5 | Κἀγὼ, ὅπως ἤκουσα, χαρᾶς ὕπο σῶμα λιπαίνω ἱδρῶτι, βλεφάρων δὲ γόος πέσεν οὐκ ἀθελήτως. Στέλλου, πλησάμενος θυμὸν Μούσης κατόχοιο, ᾗ τόνδ’ αἱρήσεις ᾠδῶν δεινοῖσι πόθοισιν. Ἀμφοῖν γὰρ φιλίας ἥδ’ ἀρχή· τῇδε καθέξεις | |
10 | αὐτὸν προσβάλλων ἀκοαῖς ὀπτήρια θυμοῦ. | |
18(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
n | Ἐπὶ τῇ εἰσόδῳ τοῦ ἐν Ἐπιδαύρῳ νεώ. | |
1 | Ἁγνὸν χρὴ νηοῖο θυώδεος ἐντὸς ἰόντα ἔμμεναι· ἁγνείη δ’ ἔστι φρονεῖν ὅσια. | |
19(t) | ΑΛΛΟ. | |
1 | Πολλοὶ θριοβόλοι, παῦροι δέ τε μάντιες ἄνδρες. | |
20(t) | ΑΛΛΟ. | |
1 | Ἀγρότα, σὺν ποίμναις τὸ μεσαμβρινὸν ἤν σε βαρύνῃ δίψος ἀν’ ἐσχατιὰς Κλείτορος ἐρχόμενον, τῆς μὲν ἀπὸ κρήνης ἄρυσαι πόμα, καὶ παρὰ Νύμφαις αὔρη Ὑδριάσι στῆσον πᾶν τὸ σὸν αἰπόλιον. | |
5 | Ἀλλὰ σὺ μήτ’ ἐπὶ λουτρὰ βάλῃς χροῒ, μή σε καὶ πημήνῃ, τερπνῆς ἐντὸς ἐόντα μέθης. Φεῦγε δ’ ἐμὴν πηγὴν μισάμπελον, ἔνθα Μελάμπους ῥυσάμενος λύσσης Προιτίδας ἀρτεμέας πάντα καθαρμὸν ἔβαψεν ἀπόκρυφον, εὖτ’ ἄρ’ ἀπ’ Ἄργους | |
10 | οὔρεα τρηχείης ἤλυθεν Ἀρκαδίης. | |
21(t) | ΑΛΛΟ. | |
1 | Ἐν μέσσῳ γε Θρίης τε καὶ ἄστεος, ἄνερ, ὅθ’ Ἑρμῆς, Μνῆμα τόδ’ Ἱππάρχου· στεῖχε δίκαια φρονῶν. | 393 |
22(t) | ΑΛΛΟ. | |
1 | Ἦν Λακεδαιμόνιος Χείλων σοφὸς, ὃς τάδ’ ἔλεξε· «Μηδὲν ἄγαν· καιρῷ πάντα πρόσεστι καλά.» | |
23(t) | ΑΛΛΟ. | |
1 | .................... Ταῦτ’ ἔλεγεν Σώδαμος Ἐπηράτου, ὅς μ’ ἀνέθηκεν· «Μηδὲν ἄγαν· καιρῷ πάντα πρόσεστι καλά». | |
24(t) | ΑΛΛΟ. | |
1 | Τοιάδε τις δείξας παραδείγματα παισὶν ἑαυτοῦ, μᾶλλον ὀρέξασθαι τῆς ἀρετῆς προτρέπει. | |
25(t) | ΗΔΥΛΟΥ. | |
1 | Ἐξ ἠοῦς εἰς νύκτα, καὶ ἐκ νυκτῶν Πασισωκλῆς εἰς ἠοῦν πίνει τετραχόοισι κάδοις· εἶτ’ ἐξαίφνης που τυχὸν οἴχεται· ἀλλὰ παρ’ οἶνον Σικελίδου παίζει πουλὺ μελιχρότερον. | |
5 | Ἐστὶ δὲ δὴ πουλὺ στιβαρώτερος· ὡς δ’ ἐπιλάμπει ἡ χάρις! ὥστε φίλει καὶ γράφε καὶ μέθυε. | |
26(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Πίνωμεν· καὶ γάρ τι νέον, καὶ γάρ τι παρ’ οἶνον εὕροιμεν λεπτὸν καί τι μελιχρὸν ἔπος. Ἀλλὰ κάδοις Χίου με κατάβρεχε, καὶ λέγε· Παῖζε, Ἡδύλε· μισῶ ζῇν εἰς κενὸν, οὐ μεθύων. | |
27(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Χαῖρέ μοι, ὦ Δ]ήλου μεδέων, φαεσίμ[βρ]οτε Τιτὰν, ἄντροις ὀ]μφαίοισι Κλάρου Βράγχου τε ἱ[ε]ροῖ[σιν τιόμεν’, ὡρομέδων, μουσηγέτα, χρυσοέθειρε, | |
Δελφῶν] ὦνα πε[τρ]ῶν, πάτερ ἄφθ[ιτ]ε, δεῦρ’ ἐ[πάρηξον | 394 | |
5 | εὐχομένοις μερό[π]εσσιν τῆς Τήνου ν[αέταισιν, καὶ κλύ]ε θειοπρόποιο φίλου μακάρων [τε βροτῶν, τε, χει]ρῶν [δ]υσ[με]νέ[ων] τε τεὸν βρέτα[ς] εἴ[ρυσαι αὐτὸς· ............... πη]κ[τί]δα δ’ οὐρανίων ἑτάρην θαλίης τ[ε χορῶν τε. | |
28(t) | ΑΛΛΟ. | |
1 | Νουσολύτα, κλυτόμητι, φερέσ[βιε, δέσποτα Παιάν, σὴ δύναμις κακόεργον ἀνακρο[ύει τ’ ἐπιπομπὴν ἀνθρώπων, τρομέει τε πάλιν [Δέσποινά τ’ ἐπαινὴ ᾍδης τ’ εὐρυθέμειλος, ὅταν ζωαλ[κέα χεῖρα | |
5 | ἀντανύσῃς, βιοδῶτα, φερεσσιπό[νοις μερόπεσσιν. Νῦν οὖν πάντα δόμον γενέτα[ς τε καὶ ἀγλαὰ τέκνα σῶζε, μάκαρ Παιάν, ἀκεσώδυν[ε, δῶτορ ἐάων. Πατρωίνου. | |
29(t) | ΑΔΗΛΟΝ. | |
1 | Ἔγρεο, Παιήων Ἀσκληπιὲ, κοίρανε λαῶν, Λητοίδου σεμνῆς τε Κορωνίδος ἠπιόφρων παῖ· ὕπνον ἀπὸ βλεφάρων σκεδάσας εὐχῶν ἐπάκουε σῶν μερόπων, οἳ πολλὰ γεγηθότες ἱλάσκονται | |
5 | σὸν σθένος, ἠπιόφρον Ἀσκληπιέ, πρῶτον, Ὑγίειαν. Ἔγρεο καὶ τεὸν ὕμνον, ἰήιε, κέκλυθι· χαῖρε. | |
30(t) | ΑΡΙΦΡΟΝΟΣ ΣΙΚΥΩΝΙΟΥ. | |
1 | Ὑγίεια, πρεσβίστα μακάρων, μετὰ σεῦ ναίοιμι τὸ λειπόμενον βιοτᾶς, σὺ δέ μοι πρόφρων σύνοικος εἴης. | |
5 | Εἰ γάρ τις ἢ πλούτου χάρις, ἢ τεκέων, τᾶς ἰσοδαίμονός τ’ ἀνθρώποις βασιληίδος ἀρχᾶς, ἢ πόθων, οὓς κρυφίοις Ἀφροδίτας ἄρκυσιν θηρεύομεν, ἢ εἴ τις ἄλλα θεόθεν ἀνθρώποισι τέρψις, | |
10 | ἢ πόνων ἀμπνοὰ πέφανται, μετὰ σεῖο, μάκαιρ’ Ὑγίεια, τέθαλε πάντα καὶ λάμπει Χαρίτων ἔαρ. Σέθεν δὲ χωρὶς οὔ τις εὐδαίμων [ἔφυ]. | |
31(t) | ΑΔΗΛΟΝ. | |
1 | Ἤδη χαῖρέ μοι, ὦ ἰώμενε, ὦ πολύ[σεμν]ε, φίλε Τελ]εσφόρε, παῖζε, ἐπεὶ σύ γε γηθοσύ[νοισι σοῦ] περὶ φαιδρὰ πρόσωπα γέλωθ’ [ἵ]εις ἱερε[ῦσι]ν· ὑμνέωμέν σε, μάκαρ, φαεσίμβροτε, δῶτορ ἐάω[ν, | |
5 | Παιᾶνος ἵδρυμα, Τελεσφόρε, κλεινὲ, δ[αῆμον· καί ς’ Ἐπιδαύρειοι μὲν ἀλεξιχόροισιν ἀοι[δ]αῖς γηθόσυνοι μέλπουσιν, ἄναξ, Ἄκεσιν καλέοντες, οὕνεκ’ ἄκος θνητοῖσι φέρεις στυγερῶν ὀδυνάων· Κεκροπίδαι δὲ σέβουσι Τελεσφόρον, ἐξότε [νηλ]ῆ | 395 |
10 | νοῦσον ἀπωσάμενος πυροφθόρον, εἰς τέλος αὐτοῖς εὐτοκίην ταχέως σὺ θεουδέα, δαῖμον, ἔθηκας. Οὐ μὰν τοῦδε χάριν σε, Τελεσφόρος, ᾄδομεν οἶον, ἀλλ’ ὅτι κ[αὶ] Παιᾶ[νο]ς ἀκειρεκόμου θεραπείαις ζωοφόρον σε ἔθηκεν (ἰὼ μάκαρ), αὐτὸς ὁ Βάκχος. | |
32(t) | ΑΛΛΟ. | |
1 | Αἰγύπτου βασίλεια λινόστολε, [τ]ᾷ γονοέσσας αὔλακος ἀρχαία μέλεται πολύπυρος ἀγυιὰ, σειστροφόρος Βούβαστος, ἀμαλλοτόκοισί τε Μέμφις γαθομένα πεδίοισιν, ὅπᾳ στάλαν ἀσάλευτον | |
5 | εἷσε φιλοθρήσκων ἱερὸς νόμος ἐκ βασιλήων, σᾶμα τεᾶς, δέσποινα, μοναρχείας, ἱκέταισιν λαοῖς ἀπύοισαν· Ἐγὼ χρυσόθρονος Ἶσις, ῥωμαλέα σκάπτροισιν, ὅσαν πυριλαμπέος ἀκτίς ἀελίω σελάγεσκε βολαῖς φορβάμονα γαῖαν. | |
10 | Διφαλέω δ’ Ἑρμᾶνος ἀπόκρυφα σύμβολα δέλτων εὑρομένα γραφίδεσσι κατέξυσα, ταῖσι χάραξα φρικαλέον μύσταις ἱερὸν λόγον, ὅσσα τε δᾶμος ἀτραπὸν ἐς κοινὰν κατεθήκατο, πάντα βαθείας ἐκ φρενὸς ὑφάνασα διακριδόν· ἅδε τυράννων | |
15 | πρέσβα, Κρόνω θυγάτηρ, Ἶσις, δάμαρ εὐρυμ[έδοντος ἔμμι πολυζάλωτος Ὀσείριδος, ᾧ ποτ’ ὀ[παδὸς τὰν αὐτὰν ἀνέλυσα γενέθλιον [ὀργάδα νηδύν, βριθομένα σοβαροῖς ἑλινότροπος [ἐν πλοκάμοισιν, αἰπυνόω βασιλῆος ὃν ὠ[ρα]νὸς ἐ[π]ρέσ[βευσεν, | |
20 | θεσμοθέτις μερόπων, [τ]ὼς οὐκ ὀλέσει νόος ἀνδρῶν οὐδ’ ἀπαμαυρώσει πο[λιὸς χρόνος, οὐδέ ποτέ σφιν ἐμπετάσει λά[θαν ............... ἀστροφόροι .................. θῆλύ τε γάρ ................. | |
25 | ἐξέκαμον ................... Ἶσις ἐγὼ πολύβουλος .............. καὶ χθόνα μυδαλέαν .............. ἐς κρίσιν ὠ[ρ]ανίοισι κα............. ἀτραπιτὸν πλαγκτ[ῆρ .............. | |
30 | λοξοπόρου σελάγες....α καὶ πυροέντων ἀέλιον πώλων ἁγήτορα φαίνο[π]α κύκλων ἐς πόλον ἰθύνεσκον, [ἵ]ν’ εὐκόσμοισι πορείαις ἄξονες ἰλίγγοισι περικτυπέοντι διαύλῳ νύκτα διακρίνωσιν ἀπ’ ἤματος· ἅδε θαλάσσας | |
35 | πρᾶτον ἐν ἀνθρώποισι περάσιμον ᾔνεσα μόχθον, ἅδε δικασπολίᾳ ῥώμαν πόρον, ἅδε γενέθλας ἀρχὰν ἀνδρὶ γυναῖκα συνάγαγον, εὖ τε σε[λάν]ας ἐς δεκάταν ἁψῖδα, τεθαλότος ἄρτιον ἔργου φέγγος, ἐπ’ ἀρτιγόνον βρέφος ἄγαγον, ἅδε γονήων | 396 |
40 | ἁζομένως τιμὰν ἔτι νηπιάχως ὑπὸ μαζῷ κωρισμοῖς ἐδίδαξα μελίφροσι· φοιτάδι δ’ ὀργᾷ μᾶνιν ἐρεισαμένα μυκάμονος ἄχρις ἐπ’ εὐνάς Ἄϊδος ἠπείλησα, μελαμφα[έω]ν τε βερέθρων ἀστόργοις φυλακὰν βαρυπάμοσιν· ἔμμι δ’ ἀρούρας | |
45 | πυρνοτόκω μεδέοισα, δαιξάνδρων ἀπὸ [χ]ειρῶν ἐχθομένα βρώμαν, ἃν φωλάδες ἔστυ[γ]ον ἄρκτοι, τὰν λύκος ὠρυκτάς, λιμῷ τεθυωμένος ἀλκάν. Ἀελίω βασιλῇον ὁμᾷ συν........ καί με καλεῦσι πάρεδρον· ἐλα....... | |
32(50) | συμφέρομ’ ἀκτίνεσσι κατω......... ὅσσα δ’ ἐμὸς γνώμων νόος εἴσιδ[ε, χειρὶ κρατούσᾳ ἐς πέρας ἰθύνω· τὰ δ’ ὑπείροχ[α] πάν[τα .... κῦρος ὑποκλάζοις’, ὑπάταν βασιληίδα τ[ιμάν πτήσσονθ’ ἁμετέραν· δεσμῶν δ’ ἀέκουσαν ἀν[άγκαν | |
55 | ἀνλύω· πλωτὰ δὲ φιλεύδιος Ἀμφιτρίτα νηυσὶ μελαμπρώροισιν ὑπαὶ παχνώδεος αὐχμῶ, ἁνίκα μειδάμων, ἱλαρὰν ἐρύθοισα παρειάν, ἀμπετάσω Τηθὺν γλαυκώλενον· ἐν δ’ [ἀ]περ[ά]τοις βένθεσιν ἀστιβέα πλαγκτὰν ὁδόν, εὖτέ με θυμὸς | |
60 | κορθύσῃ, κλονέω· παντᾷ δὲ μελανθέι ῥοίζῳ σπερχόμενος βαρὺ πόντος ἐνὶ σπήλυγξι βαθείαις μυκᾶτ’ ἐξ ἀδύτων. Πράτα δ’ ἐνὶ σέλματι δούρων κολπωτὰν ὀθόναισι θοὰν τρόπιν ἰθύνεσκον, οἶδμα καθιππεύοισα, δαμαζομένας δὲ θαλάσσας | |
65 | ὠκυπόροις ἐλάταις ἑλικτὰν ἔστασε χορείαν Δωρίδος εὐλοχία· περιπάλλετο δ’ ἐν φρεσὶ θάμβος εἰρεσίαν ἀδάητον ἔτ’ ὄμμασι παπταινοίσαις. Ἴσις ἐγὼ πολέμω κρυερὸν νέφος ἕρκεσι μόχθων ἀμφέβαλον κληίζοισι πολυκτέανον βασιλείαν | |
70 | θεσμοφόρον· νάσως δὲ βαθυνομένας ἀπὸ ῥιζᾶν ἐς φάος ἐκ βυθίας ποτανάγαγον ἰλύος αὐτά, ὤρεα καὶ πε[δίω]ν σπορίμαν βάσιν, ὀργάδα τ’ ἄκραις στηρικταῖ[ς ζείδω]ρον ὑπερτείνοισα, βοαύλοις μαλοκόμοι[ς τε....αν· ἐπ’ ἀφριόεντι δὲ Νηρεὺς | |
75 | πλάζετ’ [ὕδει, τεύ]χων περιμάρμαρον ἄνθεσιν ἄχνας | |
φλο[ῖσβ[ο]ν ἐριβ]ρεμέθοντα, [π]οτὶ [κρ]οκάλαισιν ἀράσσων χοιράδας. Ἀμφὶ λό]φως δὲ κατ’ ὀφρύος ἐρσάεσσαν, κεκλιμέναν φέρ]βω ποτὶ ματέρα, περκάζοισαν βότρυν χαρμοδ]ότειραν· ὑπερ[φι]άλοις δὲ κεραυνῶ | 397 | |
80 | ἀστράπτοισα β]ολαῖς στιβαρὰν θνατοῖσιν ἀπειλὰν ............... | |
33(t) | ΚΡΑΤΗΤΟΣ ΘΗΒΑΙΟΥ. | |
1 | Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἀγλαὰ τέκνα, Μοῦσαι Πιερίδες, κλῦτέ μοι εὐχομένῳ. Χόρτον ἐμῇ συνεχῶς δότε γαστέρι, ἥ τέ μοι αἰεὶ χωρὶς δουλοσύνης λιτὸν ἔθηκε βίον. | |
5 | *************** ὠφέλιμον δὲ φίλοις, μὴ γλυκερὸν τίθετε. [οἶτον, Χρήματα δ’ οὐκ ἐθέλω συνάγειν κλυτά, κανθάρου μύρμηκός τ’ ἄφενος, χρήματα μαιόμενος· ἀλλὰ δικαιοσύνης μετέχειν, καὶ πλοῦτον ἀγινεῖν | |
10 | εὔφορον, εὔκτητον, τίμιον εἰς ἀρετήν. Τῶν δὲ τυχὼν Ἑρμῆν καὶ Μούσας ἱλάσομ’ ἁγνάς· οὐ δαπάναις τρυφεραῖς, ἀλλ’ ἀρεταῖς ὁσίαις. | |
34(t) | ΚΛΕΑΝΘΟΥΣ. | |
1 | Ἄγου δέ μ’, ὦ Ζεῦ, καὶ σύγ’, ἡ Πεπρωμένη, ὅποι ποθ’ ὑμῖν εἰμι διατεταγμένος, ὡς ἕψομαί γ’ ἄοκνος· ἢν δὲ μὴ θέλω, κακὸς γενόμενος οὐδὲν ἧττον ἕψομαι. | |
35(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Ὅστις δ’ ἀνάγκῃ συγκεχώρηκεν καλῶς, σοφὸς παρ’ ἡμῖν, καὶ τὰ θεῖ’ ἐπίσταται. | |
36(t) | ΦΙΛΗΤΑ. | |
1 | Οὐ κλαίω, ξείνων, σε, φιλαίτατε· πολλὰ γὰρ ἔγνως καλά· κακῶν δ’ αὖ σοι μοῖραν ἔνειμε θεός. | |
37(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Αἰπεινὴν ἐλάτην ἔρις ὤρορεν αἴσυλα φᾶσθαι. ............ Αἰπειναῖς ἐλάταις ἔρισεν βάτος· ἡ μὲν ἔειπε ............ | |
5 | *************** | |
38(t) | ΕΡΑΤΟΣΘΕΝΟΥΣ. | |
n | Εἰς ἀκρασίαν. | |
1 | Οἶνός τοι πυρὶ ἶσον ἔχει μένος, εὖτ’ ἂν ἐς ἄνδρα | |
ἔλθῃ, κυμαίνει δ’ οἷα Λίβυσσαν ἅλα Βορρᾶς ἠὲ Νότος· τὰ δὲ καὶ κεκρυμμένα φαίνει βυσσόθεν, ἐκ δ’ ἀνδρῶν πάντ’ ἐτίναξε νόον. | 398 | |
39(t) | ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ. | |
1 | Εὔθυμος ὢν ἔρεσσε τὴν ἐπ’ Ἄϊδος ἀταρπὸν ἕρπων· οὐ γάρ ἐστι δύσβατος, οὐδὲ σκαληνός, οὐδ’ ἀνάπλεως πλάνης, ἰθεῖα δ’ ᾗ μάλιστα, καὶ κατακλινὴς | |
5 | ἅπασα, κἠκ μεμυκότων ὁδεύεται. | |
40(t) | ΝΙΚΑΙΝΕΤΟΥ. | |
1 | Οὐκ ἐθέλω, Φιλόθηρε, κατὰ πτόλιν, ἀλλὰ παρ’ Ἥρῃ δαίνυσθαι, Ζεφύρου πνεύμασι τερπόμενος. Ἀρκεῖ μοι κοίτη μὲν ὑπὸ πλευροῖσι χαμεύνα· ἐγγὺς γὰρ προμάλου δέμνιον ἐνδαπίης· | |
5 | καὶ λύγος, ἀρχαῖον Καρῶν στέφος. Ἀλλὰ φερέσθω οἶνος, καὶ Μουσέων ἡ χαρίεσσα λύρη, θυμῆρες πίνοντες ὅπως Διὸς εὐκλέα νύμφην μέλπωμεν, νήσου δεσπότιν ἡμετέρης. | |
41(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Ὁ παυσίλυπος οἶκος οὗτος ἄστομος· ἔστιν δὲ καὶ σιγᾷν ἀκίνδυνον γέρας. | |
42(t) | ΑΛΛΟ. | |
1 | Ἄνθρωπε, πολλῶν ............ .............. Ἀλλὰ εἰ μάτην οὐ πάντα βουλεύῃ, σαφῶς ἐτά τ’ εἰσάκουε, καὶ λόγοις πεῖραν μαθὼν | |
5 | ζῆθι τὸν ἐπίλοιπον ἐν βίῳ χρόνον καλῶς, εἰδὼς ὅτι κάτω Πλουτέως τὰ δώματα πλούτου γέμουσι, μηδενὸς χρῄζοντα ὅλως. | |
43(t) | ΑΘΗΝΑΙΟΥ. | |
1 | Ἄνθρωποι, μοχθεῖτε τὰ χείρονα, καὶ διὰ κέρδος ἄπληστον νεικῶν ἄρχετε καὶ πολέμων· τὰς φύσιος δ’ ὁ πλοῦτος ὅρον τινὰ βαιὸν ἐπίσχει, αἱ δὲ κεναὶ κρίσιες τὰν ἀπέραντον ὁδόν. | 399 |
5 | Τοῦτο Νεοκλῆος πινυτὸν τέκος ἢ παρὰ Μουσῶν ἔκλυεν, ἢ Πυθοῦς ἐξ ἱερῶν τριπόδων. | |
44(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Πᾶσιν δὲ θνητοῖς βούλομαι παραινέσαι τοὐφήμερον ζῇν ἡδέως· ὁ γὰρ θανὼν τὸ μηδέν ἐστι καὶ σκιὰ κατὰ χθονός. Μικροῦ δὲ βιότου ζῶντ’ ἐπαυρέσθαι χρεών. | |
45(t) | ΑΡΙΣΤΟΚΛΕΟΥΣ. | |
1 | Δάματερ πολύκαρπε, σὺ κἠν Σικελοῖσιν ἐναργὴς καὶ παρ’ Ἐρεχθείδαις· ἓν δέ τι [θαῦμα] μέγα κρίνετ’ ἐν Ἑρμιονεῦσι· τὸν ἐξ ἀγέλης γὰρ ἀφειδῆ ταῦρον, ὃν οὐκ αἴρους’ ἀνέρες οὐδὲ δέκα, | |
5 | τοῦτον γραῦς στείχουσα μόνη μόνον οὔατος ἕλκει τόνδ’ ἐπὶ βωμόν· ὁ δ’, ὡς ματέρι παῖς, ἕπεται. Σὸν τόδε, Δάματερ, σὸν τὸ σθένος· ἵλαος εἴης, καὶ πάντων θάλλοι κλᾶρος ἐν Ἑρμιόνῃ. | |
46(t) | ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ. | |
1 | Μή ποτε λυπήσῃ σε τὸ μή σε τυχεῖν τινος, ἀλλὰ τέρπεο πᾶσιν ὁμῶς οἷσι δίδωσι θεός. καὶ γὰρ ἀθυμήσας ὁ σοφὸς Περίανδρος ἀπέσβη, οὕνεκεν οὐκ ἔτυχεν πρήξιος ἧς ἔθελεν. | |
47(t1) | ΕΡΜΟΥ ΤΟΥ ΤΡΙΣΜΕΓΙΣΤΟΥ | |
t2 | ἐν ἄλλῳ ΟΡΦΕΩΣ. | |
n | Περὶ σεισμῶν. | |
1 | Φράζεο δὴ καὶ τόνδε λόγον, τέκος, ὁππότε κεν δὴ | |
γαῖαν κινήσῃ σεισίχθων Κυανοχαίτης, ὅττι βροτοῖς ἐπί τ’ εὐτυχίην κακότητά τε φράζει. Ὁππόταν εἰαρινὴν ἐπ’ ἰσημερίην ἀφίκηται | 400 | |
5 | ἠέλιος, Κριόν τε διεκτρέχῃ, ἐν δ’ ἄρα τῷδε γαῖαν νυκτερινὸς Γαιήοχος ἀμφελελίξῃ, σῆμα τόδ’ ἐστὶ πόληος ἀπόστασις οὐκ ἀλαπαδνῆς· εἰ δέ κεν ἡμερινὸς, φράζει τόδε λυγρὰ καὶ ἄτας πήματος ὁρμήσαντος ἐπ’ ἀλλοδαποὺς ἀνθρώπους | |
10 | ἔσσεσθαι, σφετέραις ἐπὶ πημοσύναις ἰδὲ λύπαις. Εἰ δ’ ἀνὰ Ταῦρον ἰόντος, ἐφορμήσει διὰ νύκτα σεισμὸς, πήματα μέν τε καταφθινύθουσιν ὀπίσσω, εὐφροσύνη δ’ ἀνὰ ἄστυ καὶ εἰρήνη τεθαλυῖα· ἡμερινὸς δὲ φέρει πολέμου μεγάλοιο πόληϊ | |
15 | ἔργον ἐπερχομένου τοῖς κρείττοσιν· ἀλλὰ φυλάσσου. Εἰ δέ κεν, ἐν Διδύμοις στρωφωμένου ἠελίοιο, νυκτερινὴ μῆνις ἐλελίζηται κατὰ γαῖαν, [σημαίνει ὅτι] δυσμενέες βροτοὶ ἐγχεσίχειρες ὑμετέρην πελάσουσιν ἐπ’ ἄλγεσι γαῖαν ἅπασαν· | |
20 | εἰ δέ κεν ἡμερινὴ, τότε κεν βασιλῆες ἄτιμοι ἔσσονθ’, ἡγεμόνες τε, θεῶν διομηνίῃ ἐχθρῶν. Εἰ δ’, ἀνὰ τὴν μοίρην τοῦ Καρκίνου ἠελίοιο στείχοντος, ὅθι δὴ θερινὴ τροπὴ, ἔννυχος ἔσται γῆς ἔνοσις, τοῦτο φράζει κακότητα βαρεῖαν | |
25 | ἀργαλέην πενίην ἀλλαξέμεν· ἡμερινὸς δὲ φράζει πῆμ’ αὐτοῖς καὶ ἀνάστασιν ὠλεσίοικον. Εἰ δέ κεν, ἠελίοιο Λέοντος μοῖραν ἰόντος, νύκτερος ὁρμηθῇ γαίης σάλος, αὐτίκα πένθη, κλαυθμοί τε στοναχαί τε πόλιν καὶ λαὸν ἅπαντα | |
30 | ἕξους’· ἡμερινὸς δὲ φανεὶς καὶ ταὐτὰ πιφαύσκει. Εἰ δέ κεν, ἠελίου σὺν Παρθένῳ ἐρχομένοιο, ἑσπερινὸς σεισμὸς, λαοῖς τότε λοιμὸς ἅπασιν ἔσσεται· ἡμερινὸς δὲ φανεὶς καρποὺς καταβλάψει. Εἰ δ’ ἂν ὀπωρινὴν ἐπ’ ἰσημερίην ἀφίκηται | 401 |
35 | ἠέλιος, χηλαῖς διαφαίνων, νυκτερινὸς δὲ κινήσῃ, καρπῶν δηλοῖ φθόρον ἐξαναφύντων γαίης· ὥραις δ’ ἡμεριναῖς, χαλεπῆς τόδε φράζει ἔργα μάχης· πολλοὺς δ’ αὐτῶν κατὰ γαῖα καλύψει. Εἰ δέ κεν, ἠελίου τὸν Σκορπίον ἀμφιθέοντος, | |
40 | νύκτερος ὁρμηθῇ γαίης σάλος, ἔργα μάταια ἀνδράσιν ἔσσονται, κακοφραδμοσύνῃσι νόοιο· ἡμερινὸς δὲ φανεὶς, τότε δὴ τότε ἄλγεα φράζει ἔσσεσθαι πολέεσσιν ἀπὸ πτολέμου κρυεροῖο, ἔργα ματαιότατα, Ζηνὸς μεγάλου διὰ βουλάς. | |
45 | Εἰ δέ κεν, ἐν μοίρῃ τοῦ Τοξότου ἠελίοιο στρωφῶντος, γαῖαν κινήσῃ Κυανοχαίτης νυκτερινὸς, σημεῖον ὀλέθριον ἔσσεται ἀνδρῶν πολλῶν· ἡμερινὸς δὲ φανεὶς, πόλεων βασιλῆϊ σημαίνει μεγάλην τιμὴν καὶ σκῆπτρα λιπόντα | |
47(50) | ἄλλῃ ἐποίχεσθαι φεύγοντ’ ἀπὸ πατρίδος αἴης. Εἰ δ’ ἂν, ἐν Αἰγοκέρωτι, ὅθι τροπαὶ ἠελίοιο χειμεριναὶ, στείχοντος, ἕδος χθονὸς ἔννυχος ἐλθὼν Σεισίχθων γαῖαν κινήσῃ πνεύματι λάβρῳ, φράζεο δὴ πόλεμον καὶ δάκρυα τοῖσι γενέσθαι, | |
55 | καὶ στᾶσιν· ἡμερινὸς δὲ φανεὶς καρποφθόρος ἔσται. Εἰ δ’ ἂν, ὅθ’ Ὑδροχόον διανίσσεται ἠελίοιο φέγγος, νυκτερίη ἐλελιχθῇ γαῖα περιχθὼν, ἁρπαγαὶ ὠλεσίοικοι ἀνὰ πτόλιν εὐρυάγυιαν ἔσσονται, δήμου τε κακοφροσύναι τε καὶ ὕβρεις· | 402 |
60 | εἰ δέ κεν ἡμερινὴ, δήμου κράτος ἔμπεδον ἔσται. Εἰ δ’ ἀνὰ τοὺς Ἰχθῦς στρωφωμένου ἠελίοιο, γῆς ἔνοσις γίνοιτο θοὴν διὰ νύκτα, τότ’ ἔσται πάσαις ἐν πολίεσσι περίστασις· εἰ δέ κεν ἠοῖ γῆς κινηθείη πέδον ἱερὸν, αὐτίκα πάσαις | |
65 | εὐφόρβοισι βοῶν ἀγέλαις, ὀίων τε καὶ ἄλλων τετραπόδων φθόρος ἔσται ἀν’ ἄστεα καὶ κατὰ χώρας. | |
48(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
n | Εἰς τοὺς ἑπτὰ Σοφούς. | |
1 | Ἑπτὰ Σοφῶν ἀίοις ἐριηχέα δόγματα, κοῦρε, οἷσιν ἐνιθύνοις οἴακα σῆς βιοτῆς. Πρῶτα Σόλων μὲν Μηδὲν ἄγαν φάτο Κεκροπίηθεν· δεύτερος αὖ Χίλων Γνῶθι σεαυτὸν ἔφη. | |
5 | Λίνδιος αὖ Κλεόβουλος, ἐῢς πάις Εὐαγόραο, Μέτρον ἄριστον ἔφη ἔμμεναι ἀτρεκέως. Καιρὸν δ’ Ὑρράδιος κέλεται πάντεσσι δαῆναι Πιττακὸς ἐκ Λέσβου. Τῷ δ’ ἐπὶ Κυψελίδης Τὴν μελέτην Περίανδρος ἔφη πᾶν ἔμμεναι ἔργον. | |
10 | Ἕκτος δ’ αὖτε Βίας Τευταμίδης ἔφατο Οἱ πλεῖστοι θνητῶν σκολιοὶ, παῦροι δέ τε καλοί. Ὕστατος αὖτε Θαλῆς εἶπεν ἀπηλεγέως· Ἐγγύῃ ἀγχίθυρος ναίει κακομήχανος ἄτη. | |
49(t) | ΑΛΛΟ. | |
1 | Οὐρανίων πάντων βασιλεῦ, χαῖρ’, ἄφθιτ’ Ἄνουβι, σός τε πατὴρ χρυσοστέφανος πολύσεμνος Ὄσιρις, αὐτὸς ζεὺς Κρονίδης, αὐτὸς μέγας ὄβριμος Ἄμμων, κοίρανος ἀθανάτων, προτετίμηται δὲ Σάραπις, | |
5 | σὴ δὲ μάκαιρα θεὰ μήτηρ, πολυώνυμος Ἶσις, | |
ἣν τέκεν Οὐρανὸς εὐφρονίδης ἐνὶ κύμασι πόντου μαρμαρέοις, θρέψεν δ’ Ἔρεβος φῶς πᾶσι βροτοῖσι, πρεσβίστην μακάρων ἐν Ὀλύμπῳ σκῆπτρον ἔχουσαν, καὶ γαίης πάσης καὶ πόντου δῖαν ἄνασσαν | 403 | |
10 | πανδερκῆ· μεγάλων [ἀγα]θῶν [σκ]άπτειρα βροτοῖσι ..... | |
50(t) | ΑΛΛΟ. | |
1 | Χαῖρ’, Ἑρμῆ πατρῷε, δίδου δ’ ἀρετὴν Ἀχιλῆι καὶ κλέος ἐς λιπαρὸν γῆρας ἀνερρομένῳ. Τρὶς μάκαρ Ἑρμεία, οἶμον τριτάτην ἀνύσας σοι αἰτέομαι τρισσῶν τέρμ’ ἐσιδεῖν ἀγαθῶν. | |
51(t) | ΑΛΛΟ. | |
1 | Χαῖρε, μάκαρ, πολύολβε θεῶν, Ὑπερεῖον, ἁπάντων. Πάντων γὰρ φίλος ἐσθλὸς [ἐὼν] πρόμος ἐνθάδε ναίεις· πατρὶς ἐμὴ [π]οιεῦ [σχ]ῇ [π]άν[τ]α γε πλ[ού]σια, καρποὺς ..... | |
52(t) | ΔΙΟΦΑΝΤΟΥ, ΣΦΗΤ[ΤΙΟΥ]. | |
1 | Τάδε σοι ζάκορος φίλιος λέγω, Ἀσκληπιὲ Λητοίδου παῖ· Πῶς χρύσεον ἐς δόμον ἵξομαι τὸν σὸν, μάκαρ ὦ πεποθημένε, | |
5 | θεία κεφαλά, πόδας οὐκ ἔχων, οἷς τὸ πρὶν ἐς ἱερὸν ἤλυθον, εἰ μὴ σὺ πρόφρων ἐθέλοις ἐμὲ ἰασάμενος [π]άλιν εἰσάγειν, ὅπως ς’ ἐσίδω τὸν ἐμὸν θεὸν, | |
10 | τὸν φαιδρότερον χθονὸς εἰαρινᾶς; Τάδε σοι Διόφαντος ἐπεύχομαι· σῶσόν με, μάκαρ σθεναρώτατε, ἰασάμενος ποδάγραν κακήν, πρὸς σοῦ πατρός, ᾧ μεγάλ’ εὔχομαι· | |
15 | οὐ γάρ τις ἐπιχθονίων βροτῶν τοιῶνδε πόροι λύσιν ἀλγέων. Μόνος εἶ σύ, μάκαρ θεῖε, σθένων· σὲ γὰρ θεοὶ οἱ πανυπείροχοι δῶρον μέγα τὸν φιλελήμονα | |
20 | θνητοῖς ἔπορον λύσιν ἀλγέων. Ὦ] μάκαρ, ὦ Παιὰν Ἀσκληπιέ, σῆς ὑπὸ τέχνης ἰα]θεὶς Διόφαντος ἀνίατον κακὸν ἕλκος, οὐκέτι καρκινόπους ἐσορώμενος, οὐδ’ ἐπ’ ἀκάνθας ὡς ἀγρίας βαίνων, ἀλλ’ ἄρτιπος, ὥσπερ ὑπέστης. | |
53(t) | ΜΑΚΕ[ΔΟΝΙΟΣ?] ΕΠΟΙΗΣΕΝ. | |
1 | Δήλιον εὐφαρέτρα[ν ...... εὔφρονι θυμῷ εὐφημ[εῖτ’] ἱκτῆρα κλάδον παλά[μαισιν ἔχοντες, ἀ[γλ]αὸν ἔρνος, κοῦροι Ἀθη[ναι....υ..αμ... | |
..ος ὕμνος. ε... κλυτὸν ηγ..ον............. | 404 | |
5 | .... ἐπιτάρροθον ὅν ποτ’ [ἐγεί]νατο νούσων. .... δύης Ἀσκληπιὸν εὔφ[ρον]α κοῦρον. Τὸν δ’ ἀνὰ Πηλιάδας κορυ[φ]ὰς ἐδίδαξε τέχνην [τε] [καὶ] σοφίαν Κένταυρος ἀλεξίπονον [μ]ερόπεσσιν, παῖδα Κορωνίδος, ἤπιον ἀνδράσι, δαίμονα σεμνόν. | |
10 | Τοῦδ’ ἐγένοντο κόροι Ποδαλείριος ἠδὲ Μαχάων, (ἰὴ Παιάν.) Ἑλλη... λόγχης· ἠδ’ Ἰασὼ Ἀκεσώ τε καὶ Αἴγλη καὶ Πανάκεια Ἠπιόνης θύγατρες σὺν ἀριπρέπτῳ Ὑγιείᾳ. (ἰὴ Παιάν.) Χαῖρε βροτοῖς μέγ’ ὄνειαρ, δαῖμον κλεινότατ’, ὦ Ἀ‐ | |
15 | σκληπιέ, σὴν δὲ δίδου σοφίαν ὑμνοῦντας ἐς ἀεὶ θάλλειν ἐν βιοτῇ σὺν τερπνοτάτῃ Ὑγιείᾳ· (ἰὴ Παιάν.) Σώζοις δ’ Ἀτθίδα, Κεκροπίαν πόλιν, αἰὲν ἐπεργός· (ἰὴ Παιάν.) Ἤπιος ἔσσο, μάκαρ, στυγεράς τ’ ἀπέρυκε νόσους νῷν (ἰὴ Παιάν.) | |
54(t) | ΑΔΗΛΟΝ. | |
1 | Υἷα πάλαι φθίμενον, πάλιν ἄμβροτον, Ἀπόλλωνος κικλήσκω λοιβαῖσι μολεῖν ἐπίκουρον ἐμαῖσιν· ὅς ποτε καὶ νεκύων ἀμενηνῶν μυρία φῦλα, Ταρτάρου εὐρώεντος ἀεικλαύτοισι μελάθροις | |
5 | δύσνοστον πλώοντα ῥόον, κέλανόν τε δίαυλον πᾶσιν ἴσον τελέσαντ’ ἄνδρεσσι [κατα]θνητοῖσιν, λίμνῃ πὰρ γοόωντα καὶ ἄλλιτα κωκύοντα, αὐτὸς ἀμειδήτοιο ἐρύσαο Φερσεφονείης· εἴτ’ ἐφέπεις Τρίκκης ἱερῆς ἕδος, εἴτ’ ἐρατεινὴν | |
10 | Πέργαμον, εἴτ’ ἐπὶ τοῖσιν Ἰαονίαν Ἐπίδαυρον, δεῦρο, μάκαρ, καλέει σε μάγων [πρόμος] ὧδε [παρεῖναι]. | |
56(t) | ΑΛΛΟ. | |
1 | Ὦ φίλε παῖ, θεοδώρητον μάθε τάξιν Ὁμήρου, ὄφρα δαεὶς πάσης μέτρον ἔχῃς σοφίας. | |
57(t) | ΑΛΛΟ. | |
1 | Ὅταν ποιῶν πονηρὰ χρηστά τις λαλῇ καὶ τὸν παρόντα πλησίον μὴ λανθάνῃ, διπλάσιος αὐτῷ γίνεθ’ ἡ πονηρία. | 405 |
58(t) | ΑΛΛΟ. | |
1 | ᾯ μὴ δέδωκεν ἡ τύχη κοιμωμένῳ μάτην δραμεῖται, κἂν ὑπὲρ Λάδαν δράμῃ. | |
59(t) | ΑΛΛΟ. | |
1 | Τῆς τοῦ προσιόντος ἀνδρὸς ἐννοίας ἀεὶ σαφὴς ἔλεγχος ἡ πρόσοψις γίνεται. Δίδου προθύμως ὃ παρέχεις ἢ μὴ δίδου· παρὰ γὰρ τὸ μικρὸν γίνεται πλήρης χάρις. | |
60(t) | ΑΛΛΟ. | |
1 | Τὸ ΓΝΩΘΙ ΣΕΑΥΤΟΝ ἐν λόγοις οὐδὲν μέγα, ἔργῳ μόνος δὲ τοῦτ’ ἐπίσταται θεός. | |
61(t) | ΑΛΛΟ. | |
1 | Φεύγετε τοξοφόρον τοῦτον τὸν Ἔρωτα· τιτρώσκει, καὶ τούτου περάει σώματα πάντα βέλη. | |
62(t) | ΑΛΛΟ. | |
1 | Ἅπαντα πράξεις εὐτυχῶς, θεὸς λέγει. Βοηθὸν ἕξεις μετὰ τύχης τὸν Πύθιον. Γῆ σοι τέλειον καρπὸν ἀποδώσει πόνων. Δύναμις ἄκαιρος ἐν νόμοισιν ἀσθενής. | |
5 | Ἔρα δικαίων ἐκ γάμων ἰδεῖν σποράν. Ζάλην μεγίστην φεῦγε, μή τι καὶ βλαβῇς. Ἥλιος ὁρᾷ σε λαμπρός, ὃς τὰ πάνθ’ ὁρᾷ. Θεοὺς ἀρωγοὺς τῆς ὁδοῦ ταύτης ἔχεις. Ἱδρῶτές εἰσιν· πλὴν ἁπάντων περιέσῃ. | |
10 | Κύμασι μάχεσθαι χαλεπόν· ἀνάμεινον, φίλε. Λόγος διελθὼν πάντα σημαίνει καλῶς. Μοχθεῖν ἀνάγκη· μεταβολὴ δ’ ἔσται καλή. Νικηφόρον δώρημα τὸν χρησμὸν τελεῖ. Ξηρῶν ἀπὸ κλάδων καρπὸν οὐκ ἔσται λαβεῖν. | |
15 | Οὐκ ἔστι μὴ σπείραντα θερίσαι κάρπιμα. Πολλοὺς ἀγῶνας διανύσας λήψῃ στέφος. Ῥᾷον διάξεις ἔτι βραχὺν μείνας χρόνον. Σαφῶς ὁ Φοῖβος ἐννέπει· μεῖνον, φίλε. Τῶν νῦν παρουσῶν συμφορῶν ἕξεις λύσιν. | |
20 | Ὑπόσχεσιν τὸ πρᾶγμα γενναίαν ἔχει. Φαύλως τι πράξας μετὰ χρόνον μέμψῃ θεοῖς. Χρυσοῦν ποιήσεις χρησμὸν ἐπιτυχών, φίλε. Ψῆφον δικαίαν τήνδε παρὰ θεῶν ἔχεις. Ὠμὴν ὀπώραν ἢν λάβῃς, οὐ χρήσιμον. | |
63(t) | ΑΛΛΟ. | |
1 | Νῦν τοι πάντα τελεῖ δαίμων καὶ ἐς ὀρθὸν ὁδηγεῖ. Πράξεις πάντα κατὰ νοῦν· μηκέτι τρύχε σεαυτόν. Ἐπιτεύξῃ, σύ γ’ ἄμεμπτος ἐὼν, ὧν ἂν ἐπιθυμῇς. Ὅσσα θέλεις, πράξεις· εὑρήσεις ........ | 406 |
5 | Ἐν χειρί, ξένε, θαρσήσας παντὸς δ’ ἐπιτεύξῃ. Ἥσυχα βουλεύου, καὶ σοὶ θεὸς ἡγεμονεύσει. Εἰσὶ καλαὶ πράξεις· σπεύδειν χρή ...... Κρατήσεις καὶ γὰρ τὸν ἀλώμενον ἐν ξενίῃσιν. Ἐκφεύξῃ νούσου χαλεπῆς πάντως, θεὸς αὐδᾷ. | |
64(t) | ΑΛΛΟ. | |
1 | Δήσω ἐγὼ Σωσίκλειαν καὶ κτήματα καὶ μέγα κῦδος καὶ πρᾶξιν καὶ νοῦν, ἐχθρὰ δὲ φίλοισι γένοιτο. Δήσω ἐγὼ κείνην ὑπὸ Τάρταρον ἀερόεντα δεσμοῖς ἀργαλέοις σύν θ’ Ἑκάτῃ χθονίᾳ. | |
65(t) | ΑΛΛΟ. | |
1 | Ἥρη παμβασίλεια νεοζυγέων ὑμεναίων, δέρκεο λυγρὸν ἔρωτα μαραινομένης Γαλατείης· δέρκεο πικρὰ βέλεμνα κορυσσομένης Ἀφροδίτης· ὁ πρὶν ἐρωμανέων στυγέει Γαλάτειαν ἰδέσθαι. | |
66(t) | ΑΛΛΟ. | |
1 | Περπούρου τὸ πρόσωπον ἐμοὶ προσιόντος ἀπαρκεῖ, οὐκέτι δ’ ἐξόπισθεν καὶ παριόντα βλέπω. Οὕτω γὰρ καὶ ἄγαλμα θεοῦ καὶ νηὸν ὁρῶμεν ἀντίον, οὐ πάντως καὶ τὸν ὀπισθόδομον. | |
67(t) | ΑΛΛΟ. | |
1 | Σκέψαι Νάρκισσον, καὶ μηκέτι γαῦρα φρονήσῃς· τοῦθ’ ὑπερηφανίης ἄνθος ἔφυσεν ἔρως. Τίμα τὸν στέργοντα, παλίστροφα [δ’] ἔργα δεδορκὼς πειράθητι φρονέειν μηδὲν ὑπὲρ τὸ μέτρον. | |
5 | Τοῦθ’ ὃ βλέπεις στεφάνωμα παρὰ κρήνῃσιν ἐρασθέν, ἔκλαυσεν μορφῆς εἰκόνας ἀντιτύπους. | |
68(t) | ΑΛΛΟ. | |
1 | Ἑρμῆ, χαῖρε, Διὸς μεγάλου καὶ Μαιάδος υἱέ, οὐρανίων τε θεῶν ἄγγελε τῶν τε κάτω. Πρῶτα χέλυν εὑρὼν ἐρατήν, θέλγητρον Ὀλύμπου, ὡς γέγονας, ἔθελες δὲ κιθαριζέμεναι. | |
5 | Φράζειν δεινὰ θεῶν προὔχεις, Κυλλήνιε, πάντων· ἀνθρώποις πέφυκας κέρδεα πολλὰ φέρειν. Εὐφροσύνην παρὰ πάντα βίον, λιγέως τ’ ἀγορεύειν δός μοι, καὶ πλουτεῖν, ὥσθ’ ἅλις αἰὲν ἔχειν. | |
69(t) | ΑΛΛΟ. | |
1 | Ὕπνε, τί μ’ ἐξ ὕπνου φρενοθελγέος ἐξεβόησας; τίπτε δ’ ὀνειροπόλου νόσφισας ἀμβροσίης; Αὐτόθι γ’ ἂν γλυκεροῖς περιπλέγμασι παιδὸς ἐχρώμην, | |
ἀγκὰς ἔχων τὸν ἐμὸν καὶ φιλέων ἕταρον. | 407 | |
5 | Ἐξ οἵης μ’ ἀπάτης ἀπενόσφισας! Ὕπνε, σὺ πᾶσιν ὢν βαρύς, εἰς ἐμὲ νῦν ὠκυπέτης ἐγένου. | |
70(t) | ΑΛΛΟ. | |
1 | Εἶπεν Ἔρως τὸν καλὸν ἰδών [ποτε παῖδα] Μυίσκον· δωροῦμαι τάδε σοι τόξ’ ἐμὰ καὶ φαρέτρην· δωροῦμαι καὶ πτηνὸν [ἐμὸν βέλος·] εἰ δ’ ἐπὶ χείλεα χεῖλος ἐμὸν θείης, λάμβανε καὶ πτέρυγας. | |
71(t) | ΑΛΛΟ. | |
1 | Αὐτοῦ μοι, Κλεόβουλε, παρὰ στροφάλιγγα θυρα[ίαν] κλεπτομένην χάρισαι Κύπριδος εὐφροσύνην. Β[ρί]ξαι ἔρως οὐκ οἶδε ποθούμενος· ἡ γὰρ ἀνάγκης μίξις προστίμοις ἐνδέχεται πάθεσι. | |
5 | Καὶ γὰρ Ζεὺς θεὸς ἦν· ἀλλ’ ἡνίκα καιρὸν ἔκλεπτεν, αἰετὸς ἢ δαμάλης ἢ κύκνος ἐβλέπετο. | |
72(t) | ΑΛΛΟ. | |
1 | Κοῦρε, τί μοι λεπτός, θαλεραὶ δ’ οὐχ ὥς ποτε σά[ρκες], οὐδὲ τὸ πρὶν ἐραταῖς ἐν λαγόνεσσι γάνος; Ποῖαί σευ καλὸν ἄνθος ἀποσμύχου[σι] μέριμν[αι]; μή τι τὸ Ναρκίσσου νᾶμα κατωπτρίσαο; | |
73(t) | ΑΛΛΟ. | |
1 | Εἰ μὲν ἀεὶ θάλλεις, τήρει, φίλος· εἰ δὲ μαραίνῃ, τί φθονέεις τούτου τῷ σε θέλοντι γίσαι; | |
74(t) | ΣΥΝΕΣΙΟΥ. | |
1 | Ἡ σοφίη στίβον εὗρεν ἐς οὐρανόν· οὐ μέγα θαῦμα· καὶ νόος ἐξ αὐτῶν ἦλθεν ἐπουρανίων. Ἠνίδε καὶ γυρὰ σφαίρας ἐπετάσσατο νῶτα, ἶσα δὲ κύκλα τομαῖς οὐχ ὁμαλαῖσι τέμε. | |
5 | Σκέπτεο τείρεα πάντα πρὸς ἄντυγα, τῆς ἔπι Τιτὰν νύκτα ταλαντεύει καὶ φάος ἐρχόμενος. Δέξο ζωοφόρου λοξώσιας, οὐδέ σε λήσει κλεινὰ μεσημβρινῆς κέντρα συνηλύσεως. | |
75(t) | ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ. | |
n | Εἰς τὰ ἐν Πυθίοις θερμά. | |
1 | Βούλει μαθεῖν, ἄνθρωπε, θερμῶν ἄτεχνον ῥεῦμα; πῶς καὶ πόθεν νοσοῦσι φανὲν πρόκειται πᾶσιν | 408 |
5 | ἀνάργυρον δώρημα, καὶ προσφιλὲς γάνυσμα; Ἔγωγε τοῦτο δείξω, ἐγὼ φέρων διδάξω ὅσον σοφοὶ νοοῦσιν, | |
10 | ὅσον φύσις παιδεύει καὶ πεῖρα συνδικάζει. Πρόσχες· φράσων γὰρ ἥκω. Ἔνερθε γῆς σήραγγας εἶναι στενὰς νοοῦσιν, | |
15 | ὕδωρ δ’ ἐκεῖθεν ἔνθεν ἀντιτρέχον πιλεῖσθαι, πιλούμενον δὲ θέρμην οὐ τὴν τυχοῦσαν πάσχειν. Ἄλλοι λέγουσι τοῦτο· | |
20 | Μέταλλά που θειώδη γῆς ἐν μυχοῖς ὑπάρχειν· τὸ γειτονοῦν οὖν νᾶμα, θέρμης τυχὸν βιαίας, κάτω μένειν οὐκ ἴσχον, | |
25 | ἄνω τρέχει τῷ πλήθει. Ποῖον δέχῃ; τὸ πρῶτον; Ἀλλ’ οὐ δέδεγμαι τοῦτο· τῷ δευτέρῳ σύμφημι. Ὀδμὴ γάρ ἐστιν, οἶδας, | |
30 | μυδῶσα, δυσπνοοῦσα. τρανόν τε μαρτυροῦσα. Οὕτω προῆλθε πᾶσι τὸ θερμόβλυστον ῥεῖθρον, Ἱπποκράτης ἄψυχος, | |
35 | τέχνης ἄνευ Γαληνός. Πίστις δὲ τούτου, νῆσος τὸ πῦρ ἄνω φυσῶσα πολλῷ βρέμον σὺν ἤχῳ, πολλῇ τε σὺν κινήσει. | |
40 | Οἶδεν φέρειν τοιαῦτ’ Ἀ‐ τιτανία Μηδείας, καὶ Περσικὴ Πιττάκη, καὶ Λυδία πλουτοῦσα μεταλλόχρυσον γαῖαν. | |
45 | Ἡρακλέων στηλῶν δὲ πόρρω πέφυκε πλεῖστα. Ἐν δ’ αὖ γε Πιθηκούσαις καὶ Λιπάρᾳ τῇ νήσῳ ἀφεγγές ἐστιν ἆσθμα | |
75(50) | ὃ νυκτί περ παμφαῖνον πέμπει λίθους θειώδεις πολυψόφους, βροντώδεις, ὄψει τὸ πᾶν δηλοῦντας. | |
Ἔστι δὲ μικρὰ ταῦτα | 409 | |
55 | πρὸς ἄλλα κρείττω, μείζω. Πηγὴ τελεῖ γὰρ λήθην, ἄλλη μέθην ποιεῖ δέ, ἄλλη δ’ ἔλαιον βλύζει, ἄλλη γάλα προτείνει· | |
60 | καί που τροχάζει νᾶμα πτηνῶν ἄκος νοσούντων· καί που ποθοῦσιν οἶνον μίσητρόν ἐστιν ὕδωρ. Καί που μέσον θαλάσσης | |
65 | πίδαξ ἀναρροιβδεῖται, καὶ χασμάτων ἐκπνεῖται προλεκτικόν που πνεῦμα. Ἄσφαλτον ἄλλη γῆ δέ πως ἐξάγει· τί τοῦτο; | |
70 | Ὦ θαυμάτων τὸ θαῦμα! πηγὴ ψόγῳ θολοῦται, αἰνουμένη δὲ λάμπει Ἄλλοι λέγουσιν ἄλλην κρυπτοὺς δόλους ἐλέγχειν· | |
75 | ἄλλην καθαρτικὴν δὲ χυμῶν μόνων θρυλλοῦσιν· ἄλλην δέμας κρατύνειν χαῦνον διϊστοροῦσιν. Ὕδωρ πικρὸν τελεῖ δὲ | |
80 | φῶς ἡλίου καυσῶδες, ὃ νὺξ γλυκαίνειν οἶδεν εἰς ἡδύληπτον ἕλξιν. Ὄλβος δὲ πηγῆς ἐστὶ φύσιν κάτω τὴν κούφην, | |
85 | ὁλκὴν δὲ τὴν βαρεῖαν ἄνω φέρων ὡς ἄχνην. Ἄλλος δὲ ῥοῦς μικρός σοι ὃς σωμάτων τὰς θλάσεις ὀστῶν τε τὰς κατάξεις | |
90 | σφίγγει, τρέφει, πιαίνει. Θέλεις προσοίσω πλείω; Ἔστιν, λέγουσι, νᾶμα, ὅπερ βαλὼν εἰς ἄγγος, εἰ νυξὶν αἰθριάζοις, | |
95 | κρυσταλλόπηκτον εὕροις. Ἔστιν, λέγουσιν, ἄλλο ἐξ οὗ πιεῖν προκύψας, δῦνον βλέπεις, σε φεῦγον, γῆς μητρὸς ὡς ἐν κόλποις. | |
75(100) | Ἔστιν δὲ ῥοῦς (ὢ θαῦμα!) ὃς, εἰ δεδέξεταί τι, λίθον τελεῖ τὸ πρᾶγμα ἐν ἡμέραις οὐ πλείσταις. Ἄλλην λέγουσι κρήνην | |
105 | βραχὺ βρύουσαν ὕδωρ, ἥτις, παρόντος ὄχλου, πλείω δίδωσι ῥεῖθρα. | |
Ἄλλην δέ που πιστοῦνται, ἣ, χείματος παρόντος, | 410 | |
110 | ἄνικμός ἐστι πᾶσα, προχεῖ θέρους δὲ νᾶμα. Ἄλλην ἀκούεις πάντως ὕδωρ φέρειν νιτρῶδες, ὡς ῥυμμάτων μὴ δεῖσθαι | |
115 | λελουμένους ἐκεῖθι. Θερμὰ προχεῖ δὲ λίμνη, ὡς μὴ πίνεσθαι ζώοις· ὄζει γὰρ ὥς τι πῦον ἢ σῆψις ἄλλης ὕλης. | |
120 | Ἐκεῖ λέγουσιν εἶναι πολλὰς φυτῶν αἰγείρους ἤλεκτρον ἐξαγούσας, τὸ χρυσόμορφον εἶδος· πίπτει δὲ τοῦτο πρῶτον | |
125 | ὡς δάκρυον γλοιῶδες, ἔπειτα δὴ πετροῦται· ὢ τοῦ ξένου μετάλλου! Δεῦρο φράσω καὶ τἄλλα. Φέρει τόπος τις λίμνην | |
130 | μικρὰν λίαν, κυκλώδη, πρὸς ἣν θέλων λουθῆναι πεπλησμένην εὑρήσεις· ἕως δὲ πεντήκοντα λελουμένους καθαίρει. | |
135 | Εἰ δ’ αὖ τις αὐτῇ πλείους ἄνδρας φέρει λουθῆναι, ἔξω τρέχουσα ῥίπτει τοὺς ἀκρίτως τρυφῶντας. Πέτρας καπνὸς δ’ ἐξέρπει | |
140 | κρύπτων ἔσω τὸ καῖον, ὅπερ σαφῶς ἀνάψεις, ἔλαιον εἴπερ στάξεις. Ἄλλη δέ τις βραχεῖα πῦρ ἐξέθαλψε πέτρα, | |
145 | εἰς ἣν ἔλαιον ῥαίνων πάντως σβέσεις τὸ φαῖνον. Δέλτοι φέρουσιν ἄλλην ὥρᾳ θέρους βαθείᾳ πῦρ ἐξ ὀπῆς ἀνίσχειν, | |
75(150) | χειμῶνος ὕδωρ ῥεῖν δέ. Λίθους ἔχει δὲ ῥεῖθρον ἅπτοντας ὡσεὶ δᾷδας, οὓς ῥιπίδι ψυχάζων τὸν φλογμὸν ἐκπραύνεις· | |
155 | εἰ δ’ αἷμα ῥαίνων σπείσεις, τὸ πῦρ πλέον τυφοῦται. Ἄλλης ὀπῆς ὠθεῖται ὕδωρ τε καὶ πῦρ μίγδην, καὶ τὴν φίλεχθρον μίξιν | |
160 | τετρακτύος πιστοῦται. Οὕτω φύσεις ἀπείρους | |
ὁ δεσπότης ἁπάντων κτίζων, ἄγων, ἰθύνων, κιρνῶν, πλέκων, ὡς οἶδε, | 411 | |
165 | πρὸς θαῦμα καὶ λατρείαν φύσεις σαφῶς ἐγείρει. Τοῦτον κάλει θεόν σου, τοῦτον φρεσὶ φαντάζου, μηδὲν τυπῶν πρὸς εἶδος, | |
170 | εἰ μὴ θέλεις γε πταίειν. Ἀγνωστόν ἐστι πνεῦμα, ἄρρητόν ἐστι πρᾶγμα, ἄληκτόν ἐστι θαῦμα, ἀναρχοφωτόμυστον, | |
175 | ἀρρητολεπτόπνευστον, κόσμους φέρον καὶ βίους ἐν πανσόφῳ χωρίῳ, ἐν ἐνδίκῳ προνοίᾳ. Οὕτω τὰ μὲν κατεῖδον, | |
180 | τὰ δ’ αὖ βίβλοι βοῶσιν, τὰ δ’ αὖ συνῆξε πεῖρα, καὶ πίστις ἐστὶ πάντως τὰ δῆλα τῶν ἀδήλων, τὰ μικρὰ τῶν μεγίστων. | |
185 | Τούτων σκοπῶν τὸ θαῦμα, οἶδα, πλέον ποθήσεις τὴν τρισσόφωτον φαῦσιν, ποθῶν δὲ καὶ ζητήσεις· ζητῶν δὲ καὶ θεώσεις | |
190 | μετουσίᾳ τὸ κρεῖττον. | |
76(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
n1 | Εἰς τὰ Ναυμαχικὰ συνταχθέντα παρὰ Βασιλείου | |
n2 | Πατρικίου καὶ Παρακοιμωμένου. | |
1 | Αὐσονίων σοφίης δεδιδαγμένος ἔξοχα ἔργα, καὶ στίχας ἠδὲ φάλαγγας ἰδ’ ἀρραγέας παρατάξεις ὁπλιτῶν, πρυλέων, κρατερῶν πάλιν ἱπποκορυστῶν, ἱστορικαῖς σελίδεσσιν, ὑπ’ εὐγενέων βασιλήων | |
5 | δειχθεὶς Αὐσονίων στρατιῆς πανυπέρτατος ἀρχός, Χαμβδᾶν ἡττήσας, Ἀράβων γένος ἐξεναρίξας· νηῶν δ’ ὠκυπόρων δεδαήμεναι εἴ ποτε βούλει, ἄνδιχα ναυμαχίης ὄφρ’ εὐκλέα μήσεαι ἔργα, βίβλου τῆσδε, φέριστε, νοήματα πάντα κατ’ αἶσαν | |
10 | ὄμμασι σοῖς σκοπίαζε, καὶ ἐν φρεσὶ βάλλεο σῇσιν. Ἔνθεν δὴ, Βασίλειε, πέδον Κρήτης ἀλαπάξεις, καὶ γενεὴν ὀλέσεις Καρχηδονίων μεγαθύμων. | |
77(t) | ΛΕΟΝΤΟΣ ΦΙΛΟΣΟΦΟΥ. | |
1 | Ψυχρὸν τὸ γῆρας, ἥ τ’ ἐμὴ κράσις φύσει φεῦ φλεγματώδης· μὴν δ’ ὁ φεβρουάριος ψυχρὸς μάλιστα· ζώδιον δ’ Ὑδρηχόου | |
τὸ νῦν πολεῦον καὶ συνὸν μεθ’ ἡλίου, | 412 | |
5 | πήγνυσι καὶ τὸν οἶνον ἔν τισι τόποις, τούς τ’ ἀμφορεῖς ῥήγνυσιν ἐκ τῆς ψύξεως. Ὁ δ’ οἶκος, ἔνθα νῦν κατασκηνῶ, πάλιν ἀγάννιφός τε καὶ λίαν δυσχείμερος. Ὁ Θρασκίας δὲ δριμύς ἐστι καὶ πικρός, | |
10 | ὀξύς, δυσαής, ταρτάρου πνοὰς ἔχων· ὁ γὰρ Νότος λέλοιπεν ἡμῶν τὸ κλίμα. Πῶς οὖν τοσούτων ψυχροτήτων ἐν μέσῳ ὁρῶν με συσχεθέντα τὸν ταλάντατον, ὕδωρ κελεύεις προσφέρεσθαι, φίλτατε; | |
15 | Εἰ γάρ με πείσῃς, ἢ χιὼν γενήσομαι ἢ καὶ χάλαζα· καὶ θανὼν νεκυοστόλοις ἄψαυστος ὡς κρύσταλλος ὢν φανήσομαι, τῇ σῇ πεποιθὼς ψυκτικῇ παραινέσει. Ἄπελθε τοίνυν εἰς τόπους τῆς Ἰνδίας, | |
20 | εἴς τ’ Ἀγησύμβων, εἴς τε Βλεμμύων πόλεις, ὅπου λέγουσιν ἀμπέλους μὴ βλαστάνειν· ἐκεῖσε δεῖξον σὴν ἰατρικὴν, σοφέ. Ἡμῖν γὰρ οὐκ ἔνεστι χρεία σῆς τέχνης, εἰ ζῆν θέλοιμεν καὶ τὸν ἥλιον βλέπειν. | |
78(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Ἐμοῦ θανόντος καὶ γυναικὸς καὶ τέκνων ὃς ἂν ἀνοίξει τύμβον ἢ βλάψει τάφον, πόνων ἀώρων περιπέσοιτο συμφοραῖς. | |
79(t) | ΑΛΛΟ. | |
n | Εἰς στρατιώτην ὑπὸ τόξου ἀναιρεθέντα. | |
1 | Οὐκ ἀγαθὸς μὲν ἔπεφν’, ἀγαθὸν δέ τιν’ ἐξενάριξεν ἀγχέμαχον τόνδε μείρακα μακροβόλος. Ὡς ἄδικος τελέθεις, Ἄρες· ὅς γ’ ἐν ἑαυτῷ κάρτος κρείττοσιν οὐ παρέχεις, πῶς ἑτέροις δικάσεις; | |
80(t) | ΑΛΛΟ. | |
1 | Ὡς ἀγαθὸν σταδίῃ πλατὺ φάσγανον, ἐν δέ γε τείχει τόξον ἀεὶ κρατέει· τοῦτ’ ἐβόησεν Ἄρης. | |
81(t) | ΑΛΛΟ. | |
1 | Πολλὴν ἐπῆλθον τῆς κάτω χθονὸς, Λόγε, δόξης ἀνῆλθον δεξιᾷ σῇ πρὸς μέγα· ἀλλ’ οὐ παρῆλθον τὸν τρίπηχυν νῦν λίθον· ἀλλ’ οὓς ἐφεῦρον ἐν βίῳ φῶς τοῦ βίου, | |
5 | τὸ φῶς τεκοῦσαν, φῶς σε, τοῦ φωτὸς γόνε, εὕροιμι κἀκεῖ φῶς τε καὶ λύσιν πόνων. | |
82(t) | ΑΛΛΟ. | |
1 | Κόλπους ἐπῆλθον καὶ τόπους γῆς μυρίους, θρόνους διῆλθον, ἀρχικὰς ἐξουσίας, ἀλλ’ οὐ παρῆλθον τὸν τρίπηχυν νῦν λίθον· | |
κεῖμαι δὲ νεκρὸς τῶν κόπων πεπαυμένος, | 413 | |
5 | δίκην φρικώδη προσμένων τὴν ἐσχάτην. Ἀλλ’ ἡ τὰ ῥευστὰ δοῦσα τοῦ κάτω βίου, αὐτὴ τὰ λαμπρὰ τῶν ἄνω μοι, παρθένε, καὶ νῦν παράσχοις, σὺν μαθητῇ παρθένῳ. | |
83(t) | ΑΛΛΟ. | |
1 | Ἀνθ’ ὧν τὸ πῦρ δέδωκας ἀνθρώπων γένει, τρύχῃ βίᾳ φάραγγι προσπεπηγμένος. Τὸ πῦρ, Προμηθεῦ, ὃ βροτοῖς ἐχαρίσω, ὕλη πρὸς ἀκάματον εὑρέθη φλόγα | |
5 | ὀργῆς κατά σου πρὸς θεῶν πυρσουμένης. Αἰσχύλε, τί φῆς· τοὺς θεούς σου προσφέρεις πάσχοντας αἰσχρῶς ἐκ θεῶν ὁμοτρόπων, καὶ πῶς ἄρα λέληθας σαὐτὸν εἰς τέλος θεοὺς σεβάζων τοὺς παθητοὺς τὴν φύσιν, | |
10 | καὶ μὴ δυνατοὺς ἐκφυγεῖν τιμωρίαν; Οὐαὶ, Προμηθεῦ κρώζων, οὐαί σοι μέγα· χάριν βροτῶν γὰρ ἠπάτησας τὸν Δία, καὶ λάθρα τούτου πως τὸ πῦρ ἐκεκλόφεις· εἶτ’ οὐδ’ ἐπείσθης ὤν περ ἐσταυρωμένος | |
15 | τὸν ἐκβαλόντα τοῦ θρόνου εἰπεῖν Δία· Τῷ τοι κεραυνὸς ἐκ πολλοῦ κατηγμένος ἔργον τίθησι συντριβῆς σε τὸν τάλαν. Αἴαζε τοίνυν, τοῦτο γὰρ πάρεστί σοι. | |
84(t) | ΑΛΛΑ. | |
1 | Δίστιχα παλαιὰ εἰς τὰ τοῦ Αἰσχύλου δράματα. αʹ. Εἰς τὸ Προμηθέως. Ὁ μὲν Προμηθεὺς δοὺς δίκην, καλὴ θέμις, δείκνυσιν ἡμῖν, ὡς κακὸν συλᾶν μέγα. | |
5 | βʹ. Εἰς τὸ τῶν Ἑπτὰ ἐπὶ Θήβας. Δεινοπροσωπήσασα τέμνεται ξίφει δυὰς ἀδελφῶν ἡ μιαιφονωτάτη. γʹ. Εἰς τὸ τῶν Περσῶν. Ξέρξης δὲ πάλιν δυσὶν ἡττηθεὶς μάχαις | |
10 | πέπεικεν ἡμᾶς ἀδικεῖν μὴ τὸν πέλας. δʹ. Εἰς τὸ τοῦ Ἀγαμέμνονος, Σφαγεὶς Ἀγαμέμνων δὲ συζύγου πάρα βοᾷ πρὸς ἡμᾶς ὡς κακὸν γυνὴ μέγα. εʹ. Εἰς τὸ τῶν Εὐμενίδων. | |
15 | Ὁ δ’ αὖ Ὀρέστης τὰς φρένας βλαβεὶς ὅλος σαφῶς παραινεῖ μὴ καθάπτεσθαι φόνου. | |
85(t) | ΑΛΛΟ. | |
1 | Ἥδε βίβλος σύμπασα Γαληνοῦ δείκνυσι τέχνην παισὶν ἰητήρων ἀτρεκέεσσι λόγοις. | |
Τῇδε γὰρ ἐν μιᾷ ἑπτά τε καὶ δέκα γράμματα τάξας, τοῖσιν ὑπεξέθετο χρείαν ὅλων μορίων. | 414 | |
5 | Καὶ μὴν εὐφρονέων τις ἀγαθὰ δαίδαλα ἔργα τῆσδε μαθὼν ὅσσα πλέξε φύσει θεός. | |
86(t) | ΑΛΛΟ. | |
n | Ἔμμετρος ὑπόθεσις τοῦ ἐπὶ Κολωνῷ Οἰδίπου. | |
1 | Ἤλυθεν ἐκ Θήβης ἀλαὸν πόδα βακτρεύουσα πατρὸς ὁμογνήτου τλήμονος Ἀντιγόνη ἐς χθόνα Κεκροπίην καὶ τὰς Δήμητρος ἀρούρας, σεμνῶν δ’ ἱδρύθη σηκὸν ἐς ἀθανάτων. | |
5 | Ὡς δὲ Κρέων Θήβηθεν ἔχων εἰσῆλθεν ἀπειλάς, Θησεὺς ταῖς ὁσίαις ῥύσατο χερσὶ βίᾳ. Φοιβείων παρέχων χρησμῶν φάτιν εἶπεν ἀληθῆ, ἔνθεν ἄρ’ ὁ πρέσβυς τόνδε κρατεῖν πολέμοις. Ἀργόθεν ἦλθεν [ἔπειθ’] ἱκέτης κρατερὸς Πολυνείκης· | |
10 | τῷ δὲ πατὴρ στυγερὰς ἐξεπέλασσεν ἀράς. Μοῖραι γὰρ δυσάλυκτοι ἀφ’ ἱππείοιο Κολωνοῦ ἤγαγον ἀνδραπόδων πνεῦμα πολυχρόνιον. Ὡς δ’ ἦν Αἰγείδης ἔφορος λογίων Ἑκάτοιο, σεισμοῖς καὶ βρονταῖς ἦν ἀφανὴς ὁ γέρων. | |
87(t) | ΑΛΛΟ. | |
n | [Ὑπόθεσις εἰς τὸν Σοφοκλέους Φιλοκτήτην.] | |
1 | Βουλαῖς ἔπεισεν Ἡρακλῆς Φιλοκτήτην εἰς Τροίαν ἐλθεῖν, καὶ τὰ τόξα δεῖν μόνα πορθεῖν τὸ Τροίας πέργαμον, καὶ τὴν νόσον, Ἀσκληπιοῦ φανέντος, ἰᾶσθαι τότε. | |
5 | Ἡ δὲ πρὶν βουλὴ τῆς Ὀδυσσέως βίας ἔμεινεν ἂν πράξασα μηδὲν ὧν πάρος ἐμυθοπλάστει κλοπικοῖς ἄγειν λόγοις, εἰ μὴ φανεὶς ἤγειρεν Ἡρακλῆς λέγων. | |
88(t) | ΑΔΗΛΟΝ. | |
n1 | Ἰαμβικοί. | |
n2 | Εἰς βουκολικήν. | |
1 | Ὥσπερ σκύφος γάλακτος ἢ καὶ κισσύβη, ἡ βουκολικὴ πᾶσιν ἔκκειται βίβλος· τοιγὰρ ῥοφῶμεν οἱ θέλοντες τὸν λόγον στόμασι λαύροις, εἰ κελεύουσι φρένες. | |
89(t) | ΟΛΟΒΟΛΟΥ. | |
1 | Σύριζε τὴν σύριγγα τήνδε συντόνως, εἴ τις λόγων πέφυκας ἔννουν τεκνίον, καὶ γάλα Μουσῶν ἐξαποθλίβειν θέλεις. | |
90(t) | ΑΔΗΛΟΝ. | |
n | Εἰς τὴν Βατραχομυομαχίαν. | |
1 | Ὅμηρος αὐτοῦ γυμνάσαι γνῶσιν θέλων, τῶν βατράχων ἔπλασε καὶ μυῶν μῦθον, | |
ἔνθεν παρορμῶν πρὸς μίμησιν τοὺς νέους. | 415 | |
91(t) | ΑΔΗΛΟΝ. | |
1 | Φιλῶ σε, κόρη, τῆς σωφροσύνης χάριν, φιλῶ σε, κόρη, τῆς φιλανδρίας χάριν, φιλῶ σε, κόρη, τῆς εὐβουλίας χάριν, φιλῶ σε, κόρη, τῆς καρτερίας χάριν, | |
5 | φιλῶ σε, κόρη, τῆς συνέσεως χάριν, τοῦ γνησίου ἔρωτος πρὸς σὸν νυμφίον. | |
92(t) | ΑΛΛΟ. | |
n | Περὶ τῆς ἐνταῦθα ματαιότητος ἡρωικοὶ στίχοι. | |
1 | Εἰπὲ ποῦ ἡ χθὲς ἔβη, ἡ δ’ αὔριον εἰπὲ ποῦ ἐστιν· εἰπὲ πόθεν προὔβης καὶ ποῦ ὁδοιπορέεις· καὶ τί μέγα ζώειν [σε] τὸν αὐτίκα νεκρὸν ἐόντα. Ὁ χρόνος ἀστατέει· φύλλῳ ἔοικε φύσις. | |
5 | Γαῖα βροτὸς καὶ ὕδωρ· τὰ ἀπ’ αὐτόφιν εἰς τάδε δύνει, ὥστε μάτην ὁ βίος καὶ ὅσα τις πονέει. | |
93(t) | ΑΛΛΟ. | |
1 | Εἰπεῖν τίς δύναται σκῆνος λιπόσαρκον ἀθρήσας, εἴπερ Ὕλας ἢ Θερσίτης ἦν, ὦ παροδῖτα; | |
94(t) | ΑΛΛΟ. | |
1 | Ὄμμασι πυρσοτόκοισιν ἀλάστορες εἴκετε πάντες· οὐ θέμις ἀντιθέους ἱερὸν δόμον ἀμφιπολεύειν. | |
95(t) | ΑΛΛΟ. | |
1 | Ἡ σωφροσύνη κἂν κυίσκῃ πικρίαν, ἀλλὰ μελιττόεσσαν ὠδίνει χάριν. | |
96(t) | ΑΛΛΟ. | |
1 | Πόνοι δάκνουσι τοὺς ἀσυνήθεις, φίλε, Καρχαρόδοντες κύνες ὥσπερ τοὺς ξένους. Τούτου δὲ σαφὴς δεῖξις ἐκ τῶν πραγμάτων. Σαὐτὸν μοχθεῖν ἔθιζε λοιπὸν, ὦ τέκνον, | |
5 | ὡσὰν φύγοις δήγματα χαλεπῶν πόνων. | |
97(t) | ΑΛΛΟ. | |
1 | Οὐ νέμεσις ἀπαφίσκειν οὐδὲ θεοῖς βασιλῆας οἷσι κακορραφίη τε μέλει καὶ ἔχθεα λυγρά· οἷα καὶ Ἀτρείωνι ἀνάρσια ἔργα τέτυκται εἰς Ἀχιλῆα περίφρονα, ὄρχαμον ἡγεμονήων. | |
5 | Τῷ ῥα καὶ ἐξαπάτηται καὶ πολὺν ὤλεσε λαόν. Οὕτως ἡ πλεονεξία ἔπλετο πᾶσι κακίστη. | |
98(t) | ΑΛΛΟ. | |
n | Ὅρος τῶν ὄντων. | |
1 | Ἕκαστον εἶναι τοῖς σοφοῖς τοῦτ’ οὐσία· ποσὸν δὲ, μέτρον κἀριθμὸς, ῥοπὴ, βάρος· τὸ πρός τι δ’ ἔστιν ἢ πρὸς ἄλλο τι σχέσις· ποιὸν, χαρακτὴρ, εἶδος, ἡ τοιουτότης· | |
5 | ποῦ, συμβεβηκὸς τοῦ τόπου· πότε, χρόνου· ποιεῖν, τό τι δρᾷν εἴτε νοῦν, εἴτ’ οὐσίαν· πάσχειν, δέχεσθαι τὰς παρ’ ἄλλων δὲ δράσεις· κεῖσθαι, κλίσις τις ἢ θέσις τῶν κειμένων· ἔχειν, ἕκαστον οὗπερ ἐστὶ τὸ πλέον. | 416 |
99(t) | ΑΛΛΟ. | |
n | Ἆθλα τοῦ Ὀλυμπιακοῦ ἀγῶνος. | |
1 | Πένταθλον ὧδε τῶν Ὀλυμπίων πέλει· πυγμή, δρόμος, δίαλμα, δίσκος καὶ πάλη. Αἰσθήσεων, ἄνθρωπε, νικῶν πεντάδα, Ὀλυμπίων πένταθλον ἧτταν προσδόκα· | |
5 | τὰ τῆς πάλης σκόπει πᾶς ἐνθάδε στέφη. | |
100(t) | ΑΛΛΟ. | |
1 | Τὸ γλυκύπικρον ἐκροφῶν βίου μέλι τῆς τοῦ θανάτου πικρίας οὐκ αἰσθάνῃ. Ἀλλ’ ὀψὲ νήψας, καὶ νοήσας τὴν πλάνην, ἄνθρωπε, φεῦγε τὸν ψυχώλεθρον βίον. | |
5 | Γῆν γὰρ ἅπασαν καὶ θάλασσαν ἂν δράμῃς, καὶ πάντα τῆς γῆς ἂν κερδήσῃς τὸν πλοῦτον, τάφος σε σήψει, κἂν θέλῃς, κἂν μὴ θέλῃς. | |
101(t) | ΑΔΗΛΟΝ. | |
1 | Φύσιος ἥψαο ἀκαμάτοισι νόοιο μενοιναῖς, ᾗτε τελῆεν σχὼν κέαρ ἐν νοΐ, σῶμά τε φύσει ὅσσα τε καπφύσιν· ὥσπερ ἑὴν φύσιν οὔτις ἀπέδρα, ὡς σὸς ἀλυκτοπέδας οὐκ ἔκφυγεν, ὥστ’ ἐγένοντο, | |
5 | ὥστε γεγῶτ’ ἔνι, καὶ ὡς φθιτῆς ἔμμορε μοίρης. Ταῦτ’ ἄρα θείαις μήτισι φύσιος ὄντα ἄποινα αἰὲν ἀθύρματα ἔασι παλιμπλάγκτοιο χρόνοιο, σεῖο δ’ ἐπιφροσύνης πυκινὰ σπουδάσματα κλυτά. Μετρεῖ ταῦτα φύσις, μετρεῖ χρόνος, οὐδέ σε λήθει | |
10 | μέτρον ἔχοντα χέρεσσιν ἀειμνήστοιο σοφίης, αὐτά γ’ ἔγνως, ἔγνως καὶ ὅς’ οὐκ ἔδαόν γε βέβηλοι. Καί γε τὸ σῆς σφεδανῆς διζήσιος ἆθλον ἀπηῦρας, | |
εὗρες καὶ πόλον, οὔτι γ’ ἔρημον ἐόντα προνοίης, εὗρες νώνυμον ἀίδιον κράτος ἀμερὲς αἰὲν | 417 | |
15 | ὡσαύτως ἔχον, ἠδ’ ἀκίνητον ὑπ’ οὐδενὸς ἄλκαρ, ἐκτὸς ἐὸν πόνου, ὡς πάσης μεταβλήσιος ἔξω· καὶ ἐκάθιζες ἄνω, ὅππου τιμιώτατον αὐτῷ. Στῆθι, πέραν μὴ ζήτεε, δυσβατόν ἐστι τὸ πόρσω, καί γε σοφοῖς πᾶσίν τ’ ἀσόφοις κενὸς ὅς γε ματεύσει· | |
20 | ἠύτε σὺ δὴ σοφὸς ὢν σοφίης μέτρα οἶσθα βροτείης, καί σοι προσκύρσας ὅς’ ἐρύματ’ ἀδηρίτῳ, ἔστης, στήσω καὶ γραφίδ’ αὐτὸς ἄρ’ ἐνθάδε, ἠύτε κώπαν, *ἅλα διερχόμενος μειλίγματ’ ἄγων πνοιῶν σῶν. Ὅττι κινῶν ἔστης, ἀμενηνὸς ἐγὼ γεγαώς τις | |
25 | πλεῖον ἔχω σου ὕμνον ἀείδειν πατρὶ ἁπάντων. Ταῦτ’ ἄρα σοι χριστώνυμος ἱερὸς αἰὲν ἀλιτρὸς ἀχρεῖός τε Γεώργιος, ἀλλ’ ἀγαθοῖο φυτουργοῦ, καὶ πάχος οὖλος, ὕλη τ’ οὐκ ἐκ μέρεος πλέα αἴσχους ἡμμένος ὀφφικίων ἱερῶν ῥιπαῖσιν ἀχράντοις· | |
30 | καί γε φέρων ἐν ἱρῷ μεγάλῳ πρωτέκδικον αὖχος, ἔκδικος οὔποτε δειχθεὶς πρώτης εἰκόνος ἀμῆς· καὶ φυλακήν γε δικαίου πιστευθεὶς ἐν ἀνάκτων, οὔποτ’ ἐμαυτὸν ἀπ’ ἐχθρῶν ἐκδικάσας ὀλετήρων. | |
102(t) | ΑΛΛΟ. | |
1 | Οἴκου θεοῦ μέλλοντες εἰσβαίνειν πύλην ἔξω γένοισθε τῆς μέθης τῶν φροντίδων, ἱν’ εὐμενῶς εὕροιτε τὸν κριτὴν ἔσω. | |
103(t) | ΑΛΛΑ. | |
1 | αʹ. Ἔσχηκα Χριστοῦ σπαργάνων μικρὸν μέρος. βʹ. Ἥλων ἐγὼ δὲ τῶν σεβαστῶν τι τρύφος. γʹ. Ζωὴν κἀγὼ τὸ βλῦσαν αἷμα τῷ κόσμῳ. δʹ. Στέφους ἀκανθίνου δὲ κᾀγὼ τμῆμά τι. | |
5 | εʹ. Τίμιος λίθος ἐκ τοῦ κρανίου [τόπου]. Λίθος ἐκ τοῦ τάφου. Ἐκ τῆς τοῦ Χριστοῦ φάτνης. Οἱ τόνδε προσκυνοῦντες εὐσεβεῖ νόῳ καὶ τῷ Λόγῳ φέροντες ὕμνον εὐμενῆ | |
10 | εὔχεσθε κἀμοὶ τῷ μοναχῷ Τιμοθέῳ, ὅπως γένηταί μοι βοηθὸς καὶ λιμὴν | |
ῥύστης τε τῶν πολλῶν τάχει μου πταισμάτων. | 418 | |
104(t) | ΑΛΛΟ. | |
1 | Ἠερίης στρατιῆς ἐπὶ πᾶσιν χάσματα δεινὰ, βάσκανα, ἀγριόθυμα, δυσάντεα, αἴροπα*, πολλὰ, αἵματος ἡμετέροιο λιλαιόμενοι κορέσασθαι δαίμονες ὁπλοφόροι, σκοτοειδέες, ἀγριόμορφοι. | |
5 | Τίς τάδε γηθήσειεν ἰδών; ἦ πως γε περήσει εὔπτερος, ὠκυπέτης, πυρόεις, ἀκράτητος, ἀμεμφής, ἄσπιλον, εὐγενέα, φαιδρὰν, θεοειδέα μορφὴν κάλλεος ἀρχετύπου καὶ κήδεος ἡμετέροιο πάντοθεν ἀστράπτων, θείην θηεύμενος αἴγλην. | |
10 | Δείδω μὴ πάρος ἐν δειναῖς γενύεσσι δράκοντος βρῶμα τάλας ῥιφῶ, πρὶν ἐς οὐρανὸν εὐρὺν ἀερθῶ, ἢ λαγόσιν γῆς καὶ ἐς τάρταρον ἠερόεντα, ἔνθα μόθος τε δνόφου καὶ ἀμαιμακέτου πυρὸς ὁρμή. Ἀλλά με καὶ ἐλέαιρε καὶ εἰκόνα θεῖαν ὁδόου | |
15 | δεξιτερῇ ποτ’ Ὄλυμπον ἀνάτροπονʹ ἔνθα θόωκος μακραίων ὁ σὸς, ἔνθα φεραυγέα, κάλλιμα, πολλὰ εἴδεα ἀστραπόμορφα καὶ ἄφθιτα, εὔπτερα, χρυσᾶ, ὑμνοπόλοι κύδεος [σοῦ], εὔδρομοι ἀγγελιῆται, οἵ σε περισκαίροντες ἑὸν κλείουσιν ἄνακτα, | |
20 | ἔνθα σύ μοι Τριὰς ἀκρότατον φάος, ἄχρονον αἰεὶ αὐγάζεις σέλας, ἠδὲ μερίζεις ἥλιος ἄστροις. | |
105(t) | ΑΛΛΟ. | |
1 | *************** τῶν μνῆσαι καὶ ἄλαλκε, πικρὰς δ’ ἀπόπεμπε μερίμνας· πάντ’ ἄμυδις ζῶσον, πάντα τέθνηκε, μάκαρ, ψυχὴ, σῶμα, νόος, βίος, ἥβη καὶ λόγος αἰπύς. | |
5 | αἵμασιν ὑμετέροις πάντα πλύνοιτε ῥύπον. Ἀθλοφόρων δυάς, οἷς λαλέω, καὶ ζώω, δέρκομαί τ’ ὄσσοις, αἵμασι καὶ λιταῖς πάντ’ ἂν ἐφ’ ὑμετέραις νεύσειεν Θεὸς ἄλκιμος, ἠδ’ ἐλεήμων Κούρη, Παρθενίη μήτηρ, δεσπότις ὑμετέρη. | |
106(t) | ΝΙΚΟΛΑΟΥ. | |
n | Εἰς τὴν χρυσῆν εἰκόνα τὴν κεκλημένην ἐν τῷ τάφῳ. | |
1 | Τὸ τῆς ἐμῆς βλάστημα γαστρὸς ηὐχόμην τὸν κλεινὸν Ἀνδρόνικον ἄτμητον μένειν, | |
ῥίζῃ δ’ ἂν ἐλθεῖν τὴν τομὴν πρὸ τοῦ κλάδου. Ἐπεὶ δὲ τοῖς σοῖς ἀκαταλήπτοις λόγοις | 419 | |
5 | θάνατος ἐξέκοψεν ἄωρος, Λόγε, καὶ τάφος αὐτὸν συγκροτεῖ παρ’ ἐλπίδα, δέησιν οἰκτρὰν τῆς κυησάσης δέχου, καὶ τοῦτον ὡς εὔοσμον ἄνθος προσδέχου. | |
107(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Εἰς ἑτέραν [εἰκόνα]. | |
1 | Καὶ ζῶν ἐγώ σε, μάρτυς, ἐπλούτουν σκέπην, χειρὸς δὲ τῆς σῆς καὶ θανὼν ἐδεξάμην· σὺ σκορπιεῖς μοι πνεῦμα πᾶν πονηρίας, πικρούς, ἀπηνεῖς, ψυχικοὺς ὁδοστάτας· | |
5 | σὺ τοῦ νοός μου φωτιεῖς τὴν λυχνίαν. Ἰσχυρὸς εἶ τὰ πάντα, πάντα μοι γίνου μαρτυρικοῖς ἀγῶσιν ἐστομωμένος. | |
108(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Χριστὲ ἄναξ, σοφίης σῆς ἴχνια οὐ μαστεύσω, ὀστέα δ’ ὡς Ἀσίης νεύμασι σοῖς ἀνάγοις, οἷα πρὶν ἐξ Αἰγύπτου σοῦ θεράποντος Ἰωσήφ, ὡς δὲ καὶ οὐρανίοις πνεῦμα τεοῖσι θρόνοις. | |
109(t) | ΑΛΛΟ. | |
n | Ὡς ἐκ τοῦ ἁγίου Δημητρίου. | |
1 | Φεύγετε ῥομφαίαν, καὶ δαίμονες ἄλλα τε φῦλα, ἣν βάψας φορέω αἵμασι τοῖς ἰδίοις. | |
110(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν ἅγιον Θεόδωρον τὸν Τύρωνα. | |
1 | Ἐκ φλογὸς ἐς φῶς ἔδραμες, ἐκ λιμοῦ ποτὶ νέκταρ· ἐξ εἱρκτῆς θαλάμους ἔδραμες οὐρανίους, ἐκ βασάνων πικρῶν ποτ’ ἄεθλα καὶ ἄφθιτα κάλλη· κοίρανον ἐκπρολιπὼν, εἶδες ἄνακτα μέγαν. | |
5 | Ὧδ’ ἐμὲ καὶ καμάτων καὶ ἀργαλέων μελεδωνῶν, ὡς καμίνου καὶ εἱρκτῆς καὶ βασάνων λιμοῦ τε καὶ Φαραὼ κακομήτιδος ἐξερύσειας, μάρτυς, δύσμορον ὀψέ περ ὃς καὶ ἐν ὠμῷ γήραϊ θῆκεν· οἷα παθὼν ἰδίοις ἀγαθοῖς ἐπιμέμφεται οἶσθα. | |
111(t) | ΤΟΥ ΑΓΙΟΥ ΘΕΟΔΩΡΟΥ. | |
1 | Οὐτιδανὴ χεὶρ νεῦρα δ’ ἀπέτμαγεν, οἱ δέ μ’ ἐς ἆθλα ἐν σταδίοις καλέουσι νέοι, καὶ ἕστακε πάντα δῆμος ὅλος φιλοκέρτομος [ἔχθιστ’], ἐς δ’ ἐμὲ γλώσσας πικρὰς ἐντανύουσι, καὶ ὄμματα μυρία λοξά. | |
5 | Ἀλλά γ’, ἐμὸν κράτος, ἵλαθι, μάρτυ, καὶ ἅπτεο χειρὸς δεξιτερῆς, ἰθύνων ἐπ’ ἄεθλα καὶ ἄλγεα παύων. | |
Οἶσθα, μάκαρ, κέκμηκα· πανίλαος ἐλθὲ καλεῦντι. | 420 | |
112(t) | ΑΔΗΛΟΝ. | |
n | Εἰς τοὺς Ἑλληνικοὺς πολέμους. | |
1 | Μωροὶ τὰ πολλά, κἂν σοφοὶ πεφυκέναι δοκῶσιν, οἱ γῆς Ἑλλάδος πεφυκότες, οἳ βαρβάρων ἀφέντες ἐκφύλους μάχας αὐτοὶ καθ’ αὑτῶν ἐσπάσαντο τὰ ξίφη. | |
113(t) | ΑΛΛΟ. | |
1 | Δόξαν μεγίστην τοῦ Θεοῦ δεδορκότες ἔχοντες ὄμμα καὶ χέρας ἐπηρμένας, ἄραντες εὐλογεῖτε τὸν παντεργάτην, τὸν ἰσχὺν ἐνδύοντα καὶ κράτος μέγα | |
5 | τῷ εὐσεβεῖ καὶ Χριστομύστῃ δεσπότῃ, ἄνακτι πιστῷ Μιχαὴλ εὐεργέτῃ. Οἱ εἰσιόντες τὴν πύλην καὶ τὴν πόλιν λαλεῖτε πάντα θεῖα δεδοξασμένα· «Πόλις Κυρίου, χαῖρε, Σιὼν ἡ νέα, | |
10 | θεογράφοις πίναξιν ἐγγεγραμμένη.» | |
114(t1) | ΑΝΔΡΕΟΥ ΧΑΡΤΟΦΥΛΑΚΟΣ | |
t2 | ΤΟΥ ΛΙΒΑΔΙΝΑΡΙΟΥ. | |
n | Εἰς κριτήν. | |
1 | Τὸ τῆς δίκης πῦρ ἐνορῶν πρὸ τῆς δίκης, λόγοις, δικαστὰ, μὴ προληφθῇς τὴν φρένα. Πῦρ γὰρ πέφυκε τῶν λόγων ἡ λαμπρότης, τοὺς τὴν δίκην κλέπτοντας ἐνδίκως φλέγον. | |
115(t) | ΜΑΝΟΥΗΛ. | |
1 | Ξίφος γυμνώσας εἰς Θεοκτίστου φόνον, ὅπλιζε σαυτὸν εἰς σφαγὰς καθημέραν. | |
116(t) | ΕΥΣΤΑΘΙΟΥ ΤΟΥ ΙΚΟΝΙΟΥ. | |
a1 | Ὁρ... φύλασσε τοῦ νοός σου τὰς φρένας, | |
a2 | καὶ κοιλίαν δάμαζε καὶ γλῶσσαν πλέον, | |
a3 | καὶ τὴν στενὴν δίωκε τοῦ βίου πύλην, | |
a4 | καὶ φεῦγε κόσμον, καὶ νέος γένου γέρων. | |
b1 | Ἰχθὺν, ὕδωρ ἄρτον τε, κηρὸν καὶ μέλι | |
b2 | ἄριστον εἰδὼς τοῦ Θεοῦ καὶ Δεσπότου, | |
b3 | μὴ κάμνε, μὴ φρόντιζε, μὴ ζήτει πλέον. | |
c1 | Αἴνει πρὸ δείπνου, καὶ μετὰ βρῶσιν πάλιν, | |
c2 | εὐχαῖς ἀεὶ γέραιρε τὸν σὸν Δεσπότην. | 421 |
d1 | Τὸν ὅρκον, ὡς πῦρ καὶ τεθηγμένον ξίφος, | |
d2 | ἄνθρωπε, φεῦγε, μὴ μάχαιρα τῆς δίκης | |
d3 | στίλβουσα καὶ τέμνουσα ῥομφαίας πλέον | |
d4 | σφάξῃ, φάγῃ σε μέχρις αὐτῶν ὁστέων, | |
d5 | καὶ τὸ φλέγον φλέξῃ σε πῦρ αἰωνίως. | |
e1 | Ὁ σήμερον τύπτουσα τυγχάνων σφύρα | |
e2 | ὕψους ἐπάρσει καὶ βάρει τῆς ἀξίας, | |
e3 | τύφον κατασπῶν τῆς χαμερποῦς ὀφρύος, | |
e4 | τὸν ὄγκον ἐξόριζε τῆς ἐξουσίας· | |
e5 | στρέφει γὰρ εἰς ἄκμονα τὴν σφύραν χρόνος. | |
f1 | Πρόξενε καλῶν σὺ, Θεὲ πανοικτίρμων, | |
f2 | Εὐστάθιον φύλαττε τὸν Ἰκόνιον, | |
f3 | τὸν ποιμένα σου, καὶ λειτουργὸν, καὶ θύτην. | |
g1 | Θεῖε κριτὰ, βροτός εἰμι, σὺ δ’ ἄφθιτος, ἠδ’ ἐλεήμων· | |
g2 | ἵλαθι, ἵλαθί μοι ὄμματι εὐμενέϊ. | |
117(t) | ΛΕΟΝΤΟΣ ΤΟΥ ΒΑΡΔΑΛΗ. | |
n | Εἰς οἰνοχεῖον ἀργυροῦν. | |
1 | Ἄργυρος ἠχῶν οὑτοσὶ τάχα λέγει· «Δαιτυμόνες, μέμνησθε τῆς συμμετρίας· «ὑβριστικὸς γάρ ἐστι κἀνταῦθα κόρος, «πικρὰς ἐρυγὰς ἀναδιδοὺς ἐγγύθεν. | |
5 | «Τοῦ δ’ ἀκράτου μάλιστα τὴν ἀκρασίαν «φεύγοντες, ἡδύνοισθε σὺν εὐκρασίᾳ. | |
118(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Τὸ πτῶμα πάτει, τίς δὲ μὴ ζήτει, ξένε. Ἤμην τις, ἤμην· εἴθε μηδ’ ἤμην ὅλως! Εἰς φῶς προῆλθον, ἀλλ’ ἐπλανήθην σκότει. Οὐκοῦν ἀμέτρως προσκεκρουκὼς τῷ βίῳ, | |
5 | πᾶσι καταπάτημα κεῖμαι σὺν δίκῃ. Σὺ δὲ στενάζων διάβαινε τὸν βίον. | |
119(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Πάντες πατεῖτε πτῶμα, πατεῖσθαι δέον, πλείστοις ἁμαρτήμασιν ἐξωγκωμένον, σκεῦος ῥυπαρὸν, ἀκαθαρσίας γέμον. Ποσὶ γὰρ ἁγνοῖς συνθλίβοντες ἐκπόνως, | |
5 | χεῖρας δ’ ἀνατείνοντες ἱλαστηρίους, ὕλην ἀναλύσοιτε πρὸς γαῖαν τάχα, τὸ πνεῦμα κουφίσαντες ἐξ ἀχθηδόνος, ναὶ, πατέρες, ναὶ, ξυγγενεῖς, ξένοι, φίλοι. | |
120(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Νεκρὸν ψυχὴν κτείναντα, πατεῖτε, στίφη. | |
121(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Βραχὺν ὑπνώσας ὕπνον ἐν τριδενδρίᾳ | |
ὁ Παμβασιλεὺς καὶ θεάνθρωπος Λόγος, πολλὴν ἐπεβράβευσε τῷ δένδρῳ χάριν· ἐμψύχεται γὰρ πᾶς πυρούμενος νόσοις | 422 | |
5 | ὁ προσπεφευγὼς τοῖς τριδενδρίας κλάδοις. Ἀλλὰ φλογωθεὶς ἐν μέσῃ μεσημβρίᾳ, ἔδραμον, ἦλθον, τοῖς κλάδοις ὑπεισέδυν· καὶ σῇ σκιᾷ δέχου με καὶ καλῶς σκέπε, ὦ συσκιάζον δένδρον ἅπασαν χθόνα, | |
10 | καί τινα ἔρνων ἐνστάλαξόν μοι δρόσον ἐκ Δουκικῆς φυέντι καλλιδενδρίας, ἧς ῥιζοπρέμνον ἡ βασιλὶς Εἰρήνη, ἡ μητρομάμμη, τῶν ἀνάκτων τὸ κλέος, Ἀλεξίου, κρατοῦντος Αὐσόνων, δάμαρ. | |
15 | Ναί, ναί, δυσωπῶ τὸν μόνον φύλακά μου, σὸς δοῦλος Ἀλέξιος ἐκ γένους Δοῦκας. | |
122(t) | ΑΛΛΟ. | |
1 | Ἄκοσμε κόσμε, τί προβάλλῃ τὴν πλάνην τέρψει, βυθίζων σοῖς μυχοῖς ἀφεγγέσι, ἀποστερῶν τε τῆς ἀσυγκρίτου πάτρης τοὺς ἀπροσέκτως σοῖς βρόχοις πεδουμένους; | |
5 | Ὦ παντεπόπτα, τοὺς ποθοῦντας τὸν κόσμον σοφῶς ἀπείργοις τῆς Ἐδὲν τῶν ἀνθέων. Δόξα τῷ Θεῷ πάντων ἕνεκα. Ἀμήν. | |
123(t) | ΑΛΛΟ. | |
1 | Τῶν συλλογισμῶν ταῖςδε πλεκτάναις, φίλος, τραχηλιῶντας Ἰταλοὺς κρατῶν πνίγε. | |
124(t) | ΑΛΛΟ. | |
1 | Καὶ συλλογισμοὺς καὶ λογισμοὺς καὶ λόγους χαίρειν φράσας, τίς, «εἷς Θεὸς» γινωσκέτω, «ἄναρχον ἀρχὴ, πνεῦμα, φῶτα τὰ τρία.» | |
125(t) | ΑΛΛΟ. | |
1 | Ἰησοῦς. Τί, μῆτερ, αἰτεῖς; —Μαρία. Τὴν βροτῶν σωτηρίαν· —Ι. Παρώργισάν με. —Μ. Συμπάθησον, ὑέ μου. —Ι. Διὰ τί οὐκ ἐπιστρέφῃ; —Μ. Σήν, κυρέ [μου], σῶσον χάριν πρὶν ἢ πέτρα πεφηνέναι. | |
126(t) | ΑΛΛΟ. | |
1 | Ὥσπερ λόγῳ Λάζαρον ἤγειρας, Λόγε, οὕτως ἔγειρον κᾀμὲ τῆς ἀμαθίας. | |
127(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν ἅγιον Κήρυκον ἱστάμενον μέσον τῶν ἀμπέλων. | |
1 | Ὡς εὐγενές τι κλῆμα, μάρτυς ἀμπέλου Χριστοῦ φανείς, ἕστηκας ἀμπέλων φύλαξ. | |
128(t) | ΑΛΛΟ. | |
n | Εἰς ἑαυτόν. | |
1 | Ἄλλοις δυνάσται καὶ βασιλεῖς καὶ θρόνοι*, ἄλλοις γυναῖκες, συγγενεῖς, φίλοι, τέκνα, ἄλλοις δὲ πλοῦτος, οἰκίαι, συνοικίαι, ἄλλοις δὲ κάλλος, σεμνότης, ἀρχαὶ, θρόνοι· | 423 |
5 | ἐμοὶ δὲ Χριστὸς πάντα, καὶ πάντων πλέον. Ζῶ καὶ τέθνηκα· τίς σοφὸς συγκρινέτω· βίῳ τέθνηκα, ζῶ μόναις ταῖς ἐλπίσιν. | |
129(t) | ΑΛΛΟ. | |
n | Εἰς ἑαυτόν. | |
1 | Γῆ καὶ θάλασσα καὶ πόλος σὺ, Χριστέ μου· καὶ γῆν πατῶ σοῖς νεύμασιν καθημέραν, καὶ τὴν θάλασσαν σῇ κυβερνήσει πλέω, τὸ τοῦ νοὸς δὲ λαῖφος ἱστῶ πρὸς πόλον. | |
5 | Ὁρῶ δὲ τὸν πλοῦν πνευμάτων ἐναντίων γέμοντα, καὶ δέδοικα τὰς καταιγίδας, καὶ τῶν παθῶν πέφρικα τὰς τρικυμίας, καὶ τῶν λογισμῶν τὸ κλυδώνιον τρέμω. Πῶς οὖν περάσω καὶ τεμῶ τὸν ἀέρα, | |
10 | καὶ τὰς τοσαύτας ἐνστάσεις διαδράσω, ἵνα μὴ τοσοῦτον ναυαγήσω καὶ πέσω εἰς ἔσχατον γῆς, εἰς μυχοὺς τοῦ ταρτάρου, εἰ μὴ γένοιο χερσὶν οἰακοστρόφος, καὶ πνεύματός σου τὸ πτερὸν τῶν ἱστίων | |
15 | πλήσας πρὸς αὐτὸν ἰθύνοις τὸν σὸν θρόνον; | |
130(t) | ΑΛΛΟ. | |
n | Εἰς ἑαυτόν. | |
1 | Ἵλαθι, παντοκράτορ, ἤλιτον οὐκ ἐθέλων. Ἵλαθι ἀμπλακίης, στήλας ἐστήσατο μοιχὸς, νυμφίε, σῆς νύμφης ἔνδον ἐμῆς κραδίης. Πολλὰ παναισχέα δέργματα μὰψ ἀλάληντο | |
4 | ψυχῆς ἐν λαγόσιν, ἔξυπνος ὡς γενόμαν. | |
5 | Ἡ σὰρξ ὕβριος ἤρχετο, ἔγρετο κύματα γαστρός, πνεύματα λάβρον, ἔπνει, πρὸς βυθὸν ἐτραπόμαν. Ἦλθες, ἄναξ, παλάμῃ δὲ δίδως ἑτεραλκέα νίκην· καὶ νοῒ νοῦν παρέχεις, τῇ ψυχῇ δὲ λόγον. Ἵλαθι τῶνδε, καὶ εὔπτερον ἐς πόλον οἷά τε νῆα, | |
10 | λαίφεσι πεπταμένοις, πνεῦμα σὸν οἰακίσοις. | |
131(t) | ΑΛΛΟ. | |
n | Εἰς σαρκικὸν ἔρωτα. | |
1 | Εἰ πυρὶ πῦρ ἐπάγεις βρόμιον, μάλα πολλὸν ἀνάππτεις· εἰ δὲ πόθῳ σαρκὸς θεῖον, ἀποσβεννύεις. | |
132(t) | ΑΛΛΟ. | |
1 | Χάζεό μοι, βασιλεῦ, καὶ ἄπνοα πέφρικε ῥεῖθρα· ἅψομαι καὶ οὐρανίων ἁγνοτέρης κορυφῆς. —Χάζεο σοῦ βασιλῆος, καὶ σθένος ὕστατα δείξω. | |
Νῦν δὲ ὅλην ἐφετμὴν ἀνδρομέην τελέθω. | 424 | |
133(t) | ΑΛΛΟ. | |
1 | Οἴμοι, καθ’ ἡμῶν καὶ πάλιν τὰ πυρφόρα πέμπει φλογίζων καρδιῶν ὁ τοξότης βέλη τὰ πικρὰ καὶ μέλιτος ἡδίω, βέλη τὰ δεινὰ καὶ ποθεινά· τῇ νόσῳ | |
5 | ἕστηκα βληθεὶς, ἐξερύσαι δ’ οὐ θέλω, ὠθῶ καθ’ αὑτοῦ τὸ ξίφος, θανεῖν θέλω. Ποθῶ φλέγεσθαι, τραυματίζεσθαι πλέον. Ὦ δεινὰ δεινῶν, ποῖον ὕδωρ τὴν φλόγα σβέσει τὸ πικρόν; ποῖον ἑλκύσει βέλος; | |
10 | Ὕδωρ τὸ σὸν ζῶν, Χριστέ μου, καὶ σὸς λόγος. Χρῆσαι, λυτρωτὰ, συντόμως τοῖς φαρμάκοις. | |
134(t) | ΑΛΛΟ. | |
n | Εἰς ἑαυτόν. | |
1 | Λυσσᾷ μὲν ἡ σὰρξ, ἀλλὰ τὸ πνεῦμα φλέγει, κἀκεῖθεν ἔνθεν ἕλκομαι· Χριστὲ, κρίνον· τῷ κρείττονι πλέον τι χείρονος δίδου. | |
135(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν βίον. | |
1 | Ψυχὴ, τί φεύγεις τοὺς καθ’ ἡμέραν πόνους; Οὐκ ἔστιν εὑρεῖν τῆς ἀλυπίας τέχνην. Τὴν γῆν ἀκάνθας, τὸν βίον δὲ φροντίδας φέρειν ὁ Πλάστης ἐξεθέσπισε· φέρε. | |
136(t) | ΑΛΛΟ. | |
n | Εἰς τὴν βάπτισιν. | |
1 | Καὶ φρένα καὶ παλάμην τρομερὴν καὶ ἅψεα πάντα δέρκεο σοῦ θεράποντος. —Ἀπόστιχε· πῶς σε καθήρω; πῦρ ἀπνεὲς τελέθεις, ποταμὸς παλίνορσος ἀπέστη. Ἅπτεο σοῦ βασιλῆος· νῦν ἐπέοικεν ἅπαντα | |
5 | μορφῆς ἀνδρομέης τελέθειν, καὶ ἔμπαλιν αὐτὸς αἵμασιν αὐτοχύτοις παλάμαισιν ἐμαῖς σε καθήρω. | |
137(t) | ΑΛΛΟ. | |
1 | Ἀλλ’ ἡ βίου μοι προστάτις ῥευστοῦ, κόρη, καὶ νῦν με φρικτοῦ δεξιὸν παραστάτην δείξοις δικαστοῦ, σὺν μαθητῇ παρθένῳ. | |
138(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν Σταυρόν. | |
1 | Τὸν σταυρὸν ὑψοῖς ᾧ συνυψώθης ἄνω, καὶ τοῦτον αἴρεις ᾧ συνήρθης εἰς πόλον· καὶ ταῦτα τῷ γράφοντι τῶν κακῶν δίδου ἀποτρόπαιον τὸ τρόπαιον Κυρίου. | |
139(t) | ΑΛΛΟ. | |
1 | Τὴν ζῶσαν ὡς ἄϋλον ὕλῃ μὴ γράφε. | 425 |
140(t) | ΑΛΛΟ. | |
1 | Ἡ τῶν Ἀθηνῶν, προσκύνει τὴν δεσπότιν. Αὐχεῖς ἐλαίαν, σκῆπτρα δ’ αὕτη τοῦ κράτους· μέλι σύ, τοὺς μέλιτος ἡδίους λόγους αὕτη σοφιστῶν καὶ σοφῶν· σὺ τὸν Ξέρξην, | |
5 | αὕτη τέθεικε δοῦλα πάντα τῷ κράτει καὶ σὲ πρὸ πάντων· προσκύνει τὴν δεσπότιν. | |
141(t) | ΜΑΝ. ΦΙΛΗ. | |
n | Ἀμοιβαῖοι εἰς τὴν ἐλεημοσύνην. | |
1 | Οἶκτος πενήτων καλὸν ὑπερηρμένον. —Πῶς γνῶμεν αὐτό; —Δεσποτικῶν ἐκ λόγων. —Τῆς εὐστοχίας μὴ περαιτέρω λέγεις; —Οὔκ. —Ἀλλὰ σιγῶ. —Καὶ σιγῶν πτωχοτρόφει. | |
142(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
n1 | Εἰς τὸν ἀρχιστράτηγον ἑστῶτα πρὸ τῶν | |
n2 | πυλῶν καὶ σπάθην ἐπιφερόμενον. | |
1 | Ὁ ταξιάρχης στρατιωτῶν τῶν ἄνω ἐκ τῶν ἀδύτων οὐρανοῦ σφαιρωμάτων ἄρτι κατιὼν πτηνὸς αἰθεροδρόμος, Ἐδὲν, καθάπερ τοῦ ναοῦ, τηρεῖ πύλας, | |
5 | γυμνὴν (ἀβάλε) δεξιᾷ φέρων σπάθην, τί τοῦτο δηλῶν, ἢ τομὴν ὀλεθρίαν τοῖς μὴ καθαροῖς, μηδὲ χωρὶς σπιλάδων. Προσχῶμεν οὐκοῦν, μὴ διχασθῶμεν φίλοι. | |
143(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν ἄγγελον. | |
1 | Πρώτου φάους ὢν δεύτερον θεῖον σέλας τρίτου φωτὸς φώτιζε τὸν τριττὸν ζόφον καὶ τὴν τετρακτὺν τῶν θυρῶν καὶ πεντάδα, τὴν μὲν χαλίνου, τὴν δὲ σωφρονῶν δίδου. | |
5 | Τῆς ἑξάδος γοῦν τὴν διπλῆν ἀταξίαν μερῶν μελῶν τε μὴ δισέβδομον θέσιν | |
πρὸς τάξιν ἰθύνειας ἐν τῷ σῷ σθένει. | 426 |