TLG 7052 003 :: ANTHOLOGIAE GRAECAE APPENDIX :: Epigrammata demonstrativa ANTHOLOGIAE GRAECAE APPENDIX Epigr. Epigrammata demonstrativa Epigr. 3.1–422 Citation: Epigram — (line) | ||
1(t) | ΑΡΧΙΛΟΧΟΥ. | |
1 | Ἐν δορὶ μέν μοι μάζα μεμαγμένη, ἐν δορὶ δ’ οἶνος Ἰσμαρικός· πίνω δ’ ἐν δορὶ κεκλιμένος. | |
---|---|---|
2(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Ἔς τε μέσον πεδίον Στενυκλήριον ἔς τ’ ὄρος ἄκρον εἵπετ’ Ἀριστομένης τοῖς Λακεδαιμονίοις. | |
3(t) | ΑΛΛΟ. | |
1 | Πάντως ὁ χρόνος εὗρε δίκην ἀδίκῳ βασιλῆι· εὗρε δὲ Μεσσήνης σὺν Διὶ τὸν προδότην ἠιδίως· χαλεπὸν δὲ λαθεῖν θεὸν ἄνδρ’ ἐπίορκον. Χαῖρε, Ζεῦ βασιλεῦ, καὶ σάω Ἀρκαδίαν. | |
4(t) | ΑΛΛΟ. | |
n | Τὰ ἐπὶ τῇ τοῦ Κυψέλου λάρνακι ἐπιγράμματα. | |
a1 | Ἴδας Μάρπησσαν καλλίσφυρον, ἅν οἱ Ἀπόλλων | |
a2 | ἅρπασε, τὰν ἐκ ναοῦ ἄγει πάλιν οὐκ ἀέκουσαν. | |
b | Μήδειαν Ἰάσων γαμέει, κέλεται δ’ Ἀφροδίτα. | |
c1 | Λατοίδας οὗτος τάχ’ ἄναξ ἑκάεργος Ἀπόλλων, | |
c2 | Μοῦσαι δ’ ἀμφ’ αὐτόν, χαρίεις χορός, αἷσι κατάρχει. | |
d | Ἄτλας οὐρανὸν οὗτος ἔχει, τὰ δὲ μᾶλα μεθήσει. | 287 |
e1 | Τυνδαρίδα Ἑλέναν φέρετον, Αἴθραν δ’ Ἀθάναθεν | |
e2 | ἕλκετον. | |
f,n | Ὑπὲρ τοῦ Ἰφιδάμαντος νεκροῦ. | |
f | Ἰφιδάμας, οὗτός τε Κόων περιμάρναται αὐτοῦ. | |
g,n | Ἐπὶ τῇ ἀσπίδι τοῦ Ἀγαμέμνονος. | |
g | Οὗτος μὲν φόβος ἐστὶ βροτῶν, ὁ δ’ ἔχων Ἀγαμέμνων. | |
h1 | Ἑρμείας ὅδ’ Ἀλεξάνδρῳ δείκνυσι διαιτῆν | |
h2 | τοῦ εἴδους Ἥραν καὶ Ἀθάναν καὶ Ἀφροδίταν. | |
i | Αἴας Κασσάνδραν ἀπ’ Ἀθαναίας Λοκρὸς ἕλκει. | |
5(t) | ΣΟΛΩΝΟΣ. | |
1 | Παῖς μὲν ἄνηβος ἐὼν ἔτι νήπιος ἕρκος ὀδόντων φύσας, ἐκβάλλει πρῶτον ἐν ἕπτ’ ἔτεσι. Τοὺς δ’ ἑτέρους ὅτε δὴ τελέσει θεὸς ἕπτ’ ἐνιαυτούς, ἥβης ἐκφαίνει σήματα γιγνομένης. | |
5 | Τῇ τριτάτῃ δὲ γένειον ἀεξομένων ἐπὶ γυίων λαχνοῦται, χροιῆς ἄνθος ἀμειβομένης. Τῇ δὲ τετάρτῃ πᾶς τις ἐν ἑβδομάδ’ ἐστὶν ἄριστος ἰσχύν, οἵ τ’ ἄνδρες σήματ’ ἔχους’ ἀρετῆς. Πέμπτῃ δ’ ὥριον ἄνδρα γάμου μεμνημένον εἶναι, | |
10 | καὶ παίδων ζητεῖν εἰσοπίσω γενεήν. Τῇ δ’ ἕκτῃ περὶ πάντα καταρτύεται νόος ἀνδρός, οὐδ’ ἔρδειν ἔθ’ ὁμῶς ἔργ’ ἀπάλαμνα θέλει. Ἑπτὰ δὲ νοῦν καὶ γλῶσσαν ἐν ἑβδομάσι μέγ’ ἄριστος, ὀκτώ τ’ ἀμφοτέρων τέσσαρα καὶ δέκ’ ἔτη. | |
15 | Τῇ δ’ ἐνάτῃ δύναται μὲν ἔτι, μαλακώτερα δ’ αὐτοῦ, πρὸς μεγάλην ἀρετὴν σώματι καὶ σοφίῃ. Τῇ δεκάτῃ δ’ ὅτε δὴ τελέσει θεὸς ἕπτ’ ἐνιαυτούς, | |
οὐκ ἂν ἄωρος ἐὼν μοῖραν ἔχοι θανάτου. | 288 | |
6(t) | ΣΙΜΩΝΙΔΟΥ. | |
1 | Μέσσοι δ’ οἵ τ’ Ἔφυραν πολυπίδακα ναιετάοντες, παντοίης ἀρετῆς ἴδριες ἐν πολέμῳ, οἵ τε πόλιν Γλαύκοιο Κορίνθιον ἄστυ νέμοντες, οἰ ** καλλίστων μάρτυν ἔθεντο πόνων | |
5 | χρυσοῦ τιμήεντος ἐν αἰθέρι· καί σφιν ἀέξει αὐτῶν τ’ εὐρεῖαν κληδόνα καὶ πατέρων. | |
7(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Αἵδ’ ὑπὲρ Ἑλλάνων τε καὶ ἀγχεμάχων πολιητᾶν ἔστασαν εὐχόμεναι Κύπριδι δαιμονίᾳ. Οὐ γὰρ τοξοφόροισι ἐβούλετο δῖ’ Ἀφροδίτα Μήδοις Ἑλλάνων ἀκρόπολιν δόμεναι. | |
8(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Δημόκριτος τρίτος ἦρξε μάχης, ὅτε πὰρ Σαλαμῖνα Ἕλληνες Μήδοις σύμβαλον ἐν πελάγει· πέντε δὲ νῆας ἕλεν δηίων, ἕκτην δ’ ὑπὸ χεῖρα ῥύσατο βαρβαρικὴν Δωρίδ’ ἁλισκομένην. | |
9(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Ἀρτέμιδος τόδ’ ἄγαλμα, διηκόσιαι δ’ ἄρ’ ὁ μισθὸς δραχμαὶ ταὶ Πάριαι, τῶν ἐπίσημα τράγος. Ἀσκητὸς δ’ ἐποίησεν Ἀθηναίης παλάμῃσιν ἄξιος Ἀρκεσίλας υἱὸς Ἀριστοδίκου. | |
10(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Ἦ μέγ’ Ἀθηναίοισι φόως γένεθ’ ἡνίκ’ Ἀριστο‐ γείτων Ἵππαρχον κτεῖνε, καὶ Ἁρμόδιος. | |
11(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Ἦρχεν Ἀδείμαντος μὲν Ἀθηναίοις, ὅτ’ ἐνίκα Ἀντιοχὶς φυλὴ δαιδάλεον τρίποδα· Ξεινοφίλου δέ τις υἱὸς Ἀριστείδης ἐχορήγει πεντήκοντ’ ἀνδρῶν καλὰ μαθόντι χορῷ. | |
5 | Ἀμφὶ διδασκαλίᾳ δὲ Σιμωνίδῃ ἕσπετο κῦδος | |
ὀγδωκονταέτει παιδὶ Λεωπρεπέος. | 289 | |
12(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Μνήμην δ’ οὔ τινά φημι Σιμωνίδῃ ἰσοφαρίζειν ὀγδωκονταέτει, παιδὶ Λεωπρεπέος. | |
13(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Ἴσθμια δίς, Νέμεα δίς, Ὀλύμπια ἐστεφανώθην, οὐ πλάτεϊ νικῶν σώματος, ἀλλὰ τέχνᾳ, Ἀριστόδαμος Θράσιδος, Ἀλεῖος, πάλᾳ. | |
14(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Χἀλλάδι καὶ Μεγαρεῦσιν ἐλεύθερον ἆμαρ ἀέξειν ἱέμενοι θανάτου μοῖραν ἐδεξάμεθα· τοὶ μὲν ὑπ’ Εὐβοίᾳ [ναυσικλύτῳ] ἔνθα καλεῖται ἁγνᾶς Ἀρτέμιδος τοξοφόρου τέμενος, | |
5 | τοὶ δ’ ἐν ὄρει Μυκάλας, τοὶ δ’ ἔμπροσθεν Σαλαμῖνος, [νηῶν Φοινισσῶν ἐξολέσαντες Ἄρην], τοὶ δὲ καὶ ἐν πεδίῳ Βοιωτίῳ, οἵτινες ἔτλαν χεῖρας ἐπ’ ἀνθρώπους ἱππομάχους ἱέναι. Ἀστοὶ δ’ ἄμμι [πόρον] γέρας ὀμφαλῷ ἀμφὶ πόληος | |
10 | νεικέων ἡμετέρων ἀλλοδαπῶν παρ’ ὅρων. | |
15(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | .................... Πυθαγόραν θ’ ὃν τίκτε Διὶ φίλῳ Ἀπόλλωνι Πυθαΐς, ἣ κάλλος πλεῖστον ἔχεν Σαμίων ... | |
16(t) | ΑΛΛΟ. | |
n | Εἰς Πυθαγόραν Σάμιον τὸν πύκτην. | |
1 | Οὗτος πυκτεύσων ἐς Ὀλύμπια παισὶν ἄνηβος ἤλυθε Πυθαγόρας ὁ Κράτεω Σάμιος. | |
17(t) | ΙΠΠΟΔΑΜΑΝΤΟΣ. | |
1 | Ὦ θεῖοι, πόθεν ἐστέ; πόθεν τοιοίδ’ ἐγένεσθε; Ἄνθρωποι, πόθεν ἐστέ; πόθεν κακοὶ ὧδ’ ἐγένεσθε; | |
18(t) | ΦΡΥΝΙΧΟΥ. | |
1 | Σχήματα δ’ ὄρχησις τόσα μοι πόρεν, ὅσς’ ἐνὶ πόντῳ | |
κύματα ποιεῖται χείματι νὺξ ὀλοή. | 290 | |
19(t) | ΦΙΛΙΑΔΟΥ ΜΕΓΑΡΕΩΣ. | |
n | Ἐπὶ τοῖς ἀναιρεθεῖσιν ὑπὸ Περσῶν. | |
1 | Ἄνδρες τοί ποτ’ ἔναιον ὑπὸ κροτάφοις Ἑλικῶνος, λήματι τῶν αὐχεῖ Θεσπιὰς εὐρύχορος. | |
20(t) | ΠΑΡΡΑΣΙΟΥ. | |
1 | Ἁβροδίαιτος ἀνήρ, ἀρετὴν δὲ σέβων τόδ’ ἔγραψεν Παρράσιος, κλεινῆς πατρίδος ἐξ Ἐφέσου· οὐδὲ πατρὸς λαθόμην Εὐήνορος, ὅς νιν ἔφυσε γνήσιον, Ἑλλήνων πρῶτα φέροντα τέχνης. | |
21(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Εἰς τὸν ἐν Λίνδῳ Ἡρακλέα. | |
1 | Οἷος δ’ ἐννύχιον φαντάζετο πολλάκι φοιτῶν Παρρασίῳ δι’ ὕπνου, τοῖος ὅδ’ ἐστὶν ὁρᾷν. | |
22(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Εἰ καὶ ἄπιστα κλύουσι, λέγω τάδε· φημὶ γὰρ ἤδη τέχνης εὑρῆσθαι τέρματα τῆσδε σαφῆ χειρὸς ὑφ’ ἡμετέρης· ἀνυπέρβλητος δὲ πέπηγεν οὖρος· ἀμώμητον δ’ οὐδὲν ἔγεντο βροτοῖς. | |
23(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Γράμματα Παρρασίοιο, τέχνα Μυός· ἐμμὶ δὲ ἔργον Ἰλίου αἰπεινᾶς, ἃν ἕλον Αἰακίδαι. | |
24(t) | ΑΛΛΟ. | |
1 | Ἐνθάδ’ ἄναξ ἥρως Φύταλός ποτε δέξατο σεμνὴν Δήμητραν, ὅτε πρῶτον ὀπώρας καρπὸν ἔφηνεν, ἣν ἱερὰν συκῆν θνητῶν γένος ἐξονομάζει· ἐξ οὗ δὴ τιμὰς Φυτάλου γένος ἔσχεν ἀγήρως. | |
25(t) | ΑΛΛΟ. | |
1 | Ἑλλήνων προμαχοῦντες Ἀθηναῖοι Μαραθῶνι | |
ἔκτειναν Μήδων ἐννέα μυριάδας. | 291 | |
26(t) | ΑΛΛΟ. | |
1 | Σβεννύντας ποτὲ τούσδε τυραννίδα χάλκεος Ἄρης εἷλε· Σελινοῦντος δ’ ἀμφὶ πύλας ἔθανον. | |
27(t) | ΕΥΡΙΠΙΔΟΥ. | |
1 | Ὦ τὸν ἀγήραντον πόλον αἰθέρος, Ἥλιε, τέμνων, ἆρ’ εἶδες τοιόνδ’ ὄμματι πρόσθε πάθος; Μητέρα παρθενικήν τε κόρην, δισσούς τε συναίμους, ἐν ταὐτῷ φέγγει μοιριδίῳ φθιμένους. | |
28(t) | ΑΛΛΟ. | |
n | Εἰς εἰκόνα Φαύλλου πεντάθλου Κροτωνιάτου. | |
1 | Πέντ’ ἐπὶ πεντήκοντα πόδας πήδησε Φάυλλος· δίσκευσεν δ’ ἑκατὸν πέντ’ ἀπολειπομένων. | |
29(t) | ΖΕΥΞΙΔΟΣ. | |
1 | Ἡράκλεια πατρίς, Ζεῦξις δ’ ὄνομ’· εἰ δέ τις ἀνδρῶν ἡμετέρης τέχνης πείρατά φησιν ἔχειν, δείξας νικάτω ............ ..... δοκῶ δ’ ἡμᾶς οὐχὶ τὰ δεύτερ’ ἔχειν. | |
30(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Σισυφίαν δὲ μολεῖν χθόν’ ἐκώλυεν ἀνέρα νείκη ἀμφὶ Μολιονιδᾶν οὐλομένων θανάτῳ. | |
31(t) | ΑΛΛΟ. | |
1 | Τῶν δ’ ἱερογλώσσων Κλυτιδᾶν γένος εὔχομαι εἶναι μάντις, ἀπ’ ἰσοθέων αἷμα Μελαμποδιδᾶν. | |
32(t) | ΑΛΛΟ. | |
n | Εἰς τοὺς ἀπὸ Φυλῆς τὸν Ἀθηναίων δῆμον καταγαγόντας. | |
1 | Τούσδ’ ἀρετῆς ἕνεκα στεφάνοις ἐγέραιρε παλαίχθων δῆμος Ἀθηναίων, οἵ ποτε τοὺς ἀδίκοις θεσμοῖς ἄρξαντας πρῶτοι πόλεως καταπαύειν | |
ἦρξαν, κίνδυνον σώμασιν ἀράμενοι. | 292 | |
33(t) | ΠΛΑΤΩΝΟΣ. | |
n | Εἰς Ἀριστοφάνην. | |
1 | Αἱ χάριτες τέμενός τι λαβεῖν ὅπερ οὔτι πεσεῖται ζητοῦσαι, ψυχὴν εὗρον Ἀριστοφάνους. | |
34(t) | ΑΔΗΛΟΝ. | |
1 | Τοὺς δύ’ Ἀπόλλων φῦς’ Ἀσκληπιὸν ἠδὲ Πλάτωνα, τὸν μὲν ἵνα ψυχήν, τὸν δ’ ἵνα σῶμα σάοι. | |
35(t) | ΘΕΑΙΤΗΤΟΥ. | |
n | Εἰς Πυθαγόραν τὸν πύκτην. | |
1 | Πυθαγόρην τινά, Πυθαγόρην, ὦ ξεῖνε, κομήτην, ᾀδόμενον πύκτην εἰ κατέχεις Σάμιον, Πυθαγόρης ἐγώ εἰμι· τὰ δ’ ἔργα μου, εἴ τιν’ ἔροιο Ἠλείων, φήσεις αὐτὸν ἄπιστα λέγειν. | |
36(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Πάτρα Μίλητος τίκτει Μούσαισι ποθεινὸν Τιμόθεον, κιθάρας δεξιὸν ἡνίοχον. | |
37(t) | ΑΛΛΟ. | |
1 | Ἡμετέραις βουλαῖς Σπάρτη μὲν ἐκείρατο δόξαν, Μεσσήνη δ’ ἱερὴ τέκνα χρόνῳ δέχεται, Θήβης δ’ ὅπλοισιν Μεγάλη πόλις ἐστεφάνωται, αὐτόνομος δ’ Ἑλλὰς πᾶς’ ἐν ἐλευθερίῃ. | |
38(t) | ΑΛΛΟ. | |
1 | Ἦν ἄρα κἀκεῖνοι ταλακάρδιοι, οἵ ποτε Μήδων παισὶν ἐπ’ Ἠιόνι, Στρυμόνος ἀμφὶ ῥοάς, λιμόν τ’ αἴθωνα, κρατερόν τ’ ἐπάγοντες Ἄρηα, πρῶτοι δυσμενέων εὗρον ἀμηχανίην. | |
39(t) | ΑΛΛΟ. | |
1 | Ἡγεμόνεσσι δὲ μισθὸν Ἀθηναῖοι τάδ’ ἔδωκαν, ἀντ’ εὐεργεσίης καὶ μεγάλης ἀρετῆς· μᾶλλόν τις τάδ’ ἰδὼν καὶ ἐπεσσομένων ἐθελήσει ἀμφὶ πάτρας ξυνοῖς πράγμασι μόχθον ἔχειν. | 293 |
40(t) | ΑΛΛΟ. | |
1 | Ἔκ ποτε τῆσδε πόληος ἅμ’ Ἀτρείδῃσι Μενεσθεὺς ἡγεῖτο ζάθεον Τρωικὸν ἐς πεδίον, ὅν ποθ’ Ὅμηρος ἔφη Δαναῶν πύκα θωρηκτάων κοσμητῆρα μάχης ἔξοχον ὄντα μολεῖν· | |
5 | οὕτως οὐδὲν ἀεικὲς Ἀθηναίοισι καλεῖσθαι κοσμηταῖς πολέμου τ’ ἀμφὶ καὶ ἠνορέης. | |
41(t) | ΑΛΛΟ. | |
n1 | Ξενοκράτης, | |
n2 | Θεόπομπος, | |
n3 | Μνασίλαος. | |
1 | Ἁνίκα τὸ Σπάρτας ἐκράτει δόρυ, τηνάκις εἷλεν Ξεινοκράτης κλάρῳ Ζηνὶ τρόπαια φέρειν, οὐ τὸν ἀπ’ Εὐρώτα δείσας στόλον οὐδὲ Λάκαιναν ἀσπίδα· Θηβαῖοι κρείσσονες ἐν πολέμῳ· | |
5 | καρύσσει Λεύκτροις νικαφόρα δουρὶ τρόπαια οὐδ’ Ἐπαμεινώνδα δεύτεροι ἐδράμομεν. | |
42(t) | ΑΛΛΟ. | |
1 | Καὶ μετὰ λαοφ[ό]νον ξίφος υἱέ[ος] ἤρκεσα πάτρῃ, κτεῖνα δ’ Ἀχιλῆα γήραος εὐφραδίῃ. Ἐς δέκατον δ’ ἐκράτησα Π[αν]ελλήνω[ν] ἐνιαυτόν, πρὸς δὲ μί[τ]ον Μοιρ[ῶν] οὔτις ἔχει δύνασιν. | |
43(t) | ΑΣΤΥΔΑΜΑΝΤΟΣ. | |
1 | Εἴθ’ ἐγὼ ἐν κείνοις γενόμην, ἢ κεῖνοι ἅμ’ ἡμῖν, οἳ γλώσσης τερπνῆς πρῶτα δοκοῦσι φέρειν, ὡς ἐπ’ ἀληθείης ἐκρίθην ἀφεθεὶς παράμιλλος· | |
νῦν δὲ χρόνῳ παρέχους’, οἷς φθόνος οὐχ ἕπεται. | 294 | |
44(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Ἅλμα ποδῶν, δίσκου τε βολή, καὶ ἄκοντος ἐρωή, καὶ δρόμος, ἠδὲ πάλη· μία δ’ ἔπλετο πᾶσι τελευτή. | |
45(t) | ΑΛΛΟ. | |
1 | Νεβρὸς ἐὼν ἑάλων, ὅτ’ ἐς Ἴλιον ἦν Ἀγαπήνωρ. | |
46(t) | ΑΛΛΟ. | |
1 | Ἡ πόλις] ἔστησ[έν με β]ροτ[οῖς] μνημεῖον ἀληθές, πᾶσιν] σημαίνειν μέτρον ὁδοιπορίας· ἔστιν γὰρ τ]ὸ μεταξὺ θεῶν πρὸς δώδεκα βωμὸν ... τεσσαράκοντ’ ἐκ λιμένος στάδιοι. | |
47(t) | ΑΡΙΣΤΟΤΕΛΟΥΣ(?) | |
n | Εἰς Πλάτωνα. | |
1 | Βωμὸν Ἀριστοτέλης ἐνιδρύσατο τόνδε Πλάτωνος, ἀνδρός, ὃν οὐδ’ αἰνεῖν τοῖσι κακοῖσι θέμις· ὃς μόνος ἢ πρῶτος θνητῶν κατέδειξεν ἐναργῶς, οἰκείῳ τε βίῳ καὶ μεθόδοισι λόγων, | |
5 | ὡς ἀγαθός τε καὶ εὐδαίμων ἅμα γίγνεται ἀνήρ· οὐ νῦν δ’ ἔστι λαβεῖν οὐδενὶ ταῦτά ποτε. | |
48(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Τόνδε ποτ’ οὐχ ὁσίως παραβὰς μακάρων θέμιν ἁγνὴν ἔκτεινεν Περσῶν τοξοφόρων βασιλεύς, οὐ φανερῶς λόγχῃ φονίοις ἐν ἀγῶσι κρατήσας, ἀλλ’ ἀνδρὸς πίστει χρησάμενος δολίου. | |
49(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
n | Εἰς τὸν Ἀριστοτέλην. | |
1 | Φαιστίδος ἦν μητρὸς καὶ Νικομάχου γενετῆρος τῶν Ἀσκληπιαδῶν, δῖος Ἀριστοτέλης. | |
50(t) | ΑΡΧΕΛΑΟΥ. | |
1 | Εἰς ὑμᾶς κροκόδειλον ἀποφθίμενον διαλύει, σκορπίοι, ἡ πάντα ζωοθετοῦσα φύσις. | |
51(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Ἐκ νέκυος ταύτην ἵππου γράψασθε γενέθλην, | |
σφῆκας· ἴδ’ ἐξ οἵων οἷα τίθησι φύσις. | 295 | |
52(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Πάντα δι’ ἀλλήλων ὁ πολὺς σφραγίζεται αἰών· ἀνδρὸς γὰρ κοίλης ἐκ μυελοῦ ῥάχεως δεινὸς γίνετ’ ὄφις, νέκυος δειλοῖο σαπέντος, ὃς νέον ἐκ τούτου πνεῦμα λάβῃ τέραος, | |
5 | τεθνεότος ζωὴν ἕλκων φύσιν· εἰ δὲ τόδ’ ἐστὶν, οὐ θαῦμα βλαστεῖν τὸν διφυῆ Κέκροπα. | |
53(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
n | Εἰς εἰκόνα Ἀλεξάνδρου. | |
1 | Αὐδασοῦντι δ’ ἔοικεν ὁ χάλκεος εἰς Δία λεύσσων· «Γᾶν ὑπ’ ἐμοὶ τίθεμαι, Ζεῦ· σὺ δ’ Ὄλυμπον ἔχε.» | |
54(t) | ΑΛΛΟ. | |
1 | Ἔπτηξαν βασιλῆες ἐμὸν δόρυ ἔθνεά τ’ αὐτῶν ὅσσα πέριξ γαίης Ὠκεανὸς νέμεται. Εἰμὶ δ’ ἀφ’ Ἡρακλέους, Διὸς ἔκγονος, υἱὸς Φιλίππου, Αἰακιδῶν γενεῆς, μητρὸς Ὀλυμπιάδος. | |
55(t) | ΑΛΛΟ. | |
1 | ................. Ὑσμίνην δεδάηκας ἀμετροβίων ἐλεφάντων· Ἰνδοφόρων κρατεροὺς οὐ τρομέεις πολέμους. | |
56(t) | ΑΡΚΕΣΙΛΑΟΥ. | |
n | Εἰς Ἄτταλον. | |
1 | Πέργαμος οὐχ ὅπλοις κλεινὴ μόνον, ἀλλὰ καὶ ἵπποις, πολλάκις αὐδᾶται Πῖσαν ἀνὰ ζαθέην. Εἰ δὲ τὸν ἐκ Διόθεν θεμιτὸν θνατῷ νόον εἰπεῖν, ἔσσεται εἰσαῦτις πολλὸν ἀοιδοτέρη. | |
57(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Εἰσοράᾳς δείκηλον, ὅπως περὶ νῶτον ἀείρας κριὸν ἀεξίκερων ἔμπνοον ἀχθοφορεῖ. Πάτρων Νέου. | |
58(t) | ΑΛΛΟ. | |
n | Ἐπὶ τῷ Δημοσθένους ἀνδριάντι. | |
1 | Εἴπερ ἴσην ῥώμην γνώμῃ, Δημόσθενες, εἶχες, οὔποτ’ ἂν Ἑλλήνων ἦρξεν Ἄρης Μακεδών. | 296 |
59(t) | ΠΤΟΛΕΜΑΙΟΥ. | |
1 | Πάνθ’ Ἡγησιάναξ τε καὶ Ἕρμιππος τὰ κατ’ αἴθρην τείρεα, καὶ πολλοὶ ταῦτα τὰ φαινόμενα βίβλοις ἐγκατέθεντο· ἀποσκόπιοι δ’ ἀφάμαρτον· ἀλλὰ τὸ λεπτολόγου σκῆπτρον Ἄρητος ἔχει. | |
60(t) | ΑΝΤΑΓΟΡΑ. | |
n | Εἰς Ἔρωτα. | |
1 | Ἐν δοιῇ μοι θυμός, ὅ τοι γένος ἀμφίσβητον, ἤ σε θεῶν τὸν πρῶτον ἀειγενέων, Ἔρος, εἴπω, τῶν ὅσσους Ἔρεβός τε πάλαι βασίλειά τε παῖδας γείνατο Νὺξ πελάγεσσιν ὑπ’ εὐρέος Ὠκεανοῖο· | |
5 | ἤ σέ γε Κύπριδος υἷα περίφρονος, ἠέ σε Γαίης, ἢ Ἀνέμων· τοῖος σὺ κακὰ φρονέων ἀλάλησαι ἀνθρώποις ἠδ’ ἐσθλά, τὸ καὶ σέο σῶμα δίφυιον. | |
61(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Θεῖος Ὅμηρος ὅδ’ ἐστίν, ὃς Ἑλλάδα τὴν μεγάλαυχον πᾶσαν ἐκόσμησεν καλλιεπεῖ σοφίῃ, ἔξοχα δ’ Ἀργείους, οἳ τὴν θεοτείχεα Τροίην ἤρειψαν, ποινὴν ἠυκόμου Ἑλένης· | |
5 | οὗ χάριν ἔστησεν δῆμος μεγαλόπτολις αὐτὸν ἐνθάδε, καὶ τιμαῖς ἀμφέπει ἀθανάτων. | |
62(t) | ΑΡΙΣΤΩΝΟΣ ΤΟΥ ΧΙΟΥ (?) | |
n | Ἐπὶ Ἀρκεσιλάου. | |
1 | Πρόσθε Πλάτων, ὄπιθεν Πύρρων, μέσσος Διόδωρος. | |
63(t) | ΚΑΛΛΙΜΑΧΟΥ. | |
1 | Κρεωφύλου πόνος εἰμί, δόμῳ ποτὲ θεῖον ἀοιδὸν | |
δεξαμένου· κλαίω δ’ Εὔρυτον, ὅσς’ ἔπαθε, καὶ ξανθὴν Ἰόλειαν. Ὁμήρειον δὲ καλεῦμαι γράμμα· Κρεωφύλῳ, Ζεῦ φίλε, τοῦτο μέγα. | 297 | |
64(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Οὔπω Σκέλμιος ἔργον ἐύξοον, ἀλλ’ ἐπὶ τεθμὸν δηναῖον γλυφάνων ἄξοος ἦσθα σανίς. Ὧδε γὰρ ἱδρύοντο θεοὺς τότε· καὶ γὰρ Ἀθήνης ἐν Λίνδῳ Δαναὸς λᾶαν ἔθηκεν ἕδος. | |
65(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Τίμων μισάνθρωπος ἐσοικέω· ἀλλὰ πάρελθε. — Οἰμώζειν εἴπας πολλά; —Πάρελθε μόνον. | |
66(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | .................. Ἄρνες τοι, φίλε κοῦρε, συνήλικες, ἄρνες ἑταῖροι ἔσκον· ἐνήριθμοι δ’ αὔλια καὶ βοτάναι. | |
67(t) | ΗΔΥΛΟΥ. | |
1 | Ζωροπόται, καὶ τοῦτο φιλοζεφύρου κατὰ νηὸν τὸ ῥυτὸν αἰδοίης δεῦτ’ ἴδετ’ Ἀρσινόης, ὀρχηστὴν βήσαν Αἰγύπτιον, ὃς λιγὺν ἦχον σαλπίζει, κρουνοῦ πρὸς ῥύσιν οἰγομένου, | |
5 | οὐ πολέμου σύνθημα, διὰ χρυσέου δὲ γεγωνεῖ κώδωνος κώμου σύνθεμα καὶ θαλίης, Νεῖλος ὁποῖον ἄναξ μύσταις φίλον ἱεραγωγοῖς εὗρε μέλος θείων πάτριον ἐξ ὑδάτων. Ἀλλ’ εἰ Κτησιβίου σοφὸν εὕρεμα τίετε τοῦτο, | |
10 | δεῦτε, νέοι, νηῷ τῷδε παρ’ Ἀρσινόης. | |
68(t) | ΕΡΑΤΟΣΘΕΝΟΥΣ. | |
1 | Οἶνός τοι πυρὶ ἶσον ἔχει μένος, εὖτ’ ἂν ἐς ἄνδρα ἔλθῃ· κυμαίνει δ’ οἷα Λίβυσσαν ἅλα βορρᾶς ἠὲ νότος· τὰ δὲ καὶ κεκρυμμένα φαίνει | |
βυσσόθεν, ἐκ δ’ ἀνδρῶν πάντ’ ἐτίναξε νόον. | 298 | |
69(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | ................... Σῆμα Φρασικλέας· κούρη κεκ[όρευ]μαι Ἄρηι, ἀντὶ γάμου παρὰ θεῶν τοῦτο λαχοῦς’ ὄνομα. | |
70(t) | ΑΛΛΟ. | |
n | Ἀγαθῇ τύχῃ. | |
1 | Τὸν κρατερὸν πτολέ(μ)οισι καὶ ἄτρομον ἀσπιδιώτην. .................... | |
71(t) | ΜΝΑΣΑΛΚΟΥ. | |
1 | Ἅδ’ ἐγὼ ἁ τλάμων Ἀρετὰ παρὰ τῇδε κάθημαι Ἡδονῇ, αἰσχίστως κειραμένα πλοκάμους, θυμὸν ἄχει μεγάλῳ βεβολημένα, εἴπερ ἅπασιν ἁ κακόφρων Τέρψις κρεῖσσον ἐμοῦ κέκριται. | |
72(t) | ΣΑΜΟΥ ἢ ΣΑΜΙΟΥ. | |
1 | Ὁρᾷς τὸ δῖον οὗ βέλος διέπτατο. | |
73(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
n | Εἰς τοὺς λυρικοὺς ποιητὰς ἡρωελεγεῖοι. | |
1 | Ἐννέα τῶν πρώτων λυρικῶν πάτρην γενεήν τε μάνθανε, καὶ πατέρας, καὶ διάλεκτον ἄθρει. Ὧν Μιτυληναῖος μὲν ἔην, γεραρώτερος ἄλλων, Ἀλκαῖος πρότερος, ἠχικὸς Αἰολίδος. | |
5 | Ἡ δ’ ἐπὶ τῷ ξυνὴν πάτρην φωνήν τε δαεῖσα Σαπφὼ, Κληίδος καὶ πατρὸς Εὐρυγόρου. Στησίχορος Σικελός· πάτρη δέ οἱ Ἱμέρα ἐστίν· Εὐφήμου πατρός, Δωρικὸς ἁρμονίην. Ἴβυκος Ἰταλὸς αὖ ἐκ Ῥηγίου ἠὲ Μεσήνης, | |
10 | Ἠελίδα πατρός, Δωρίδα δ’ ἡρμόσατο. Παρθενίου δὲ πατρὸς λιγυρὸς πάις Ἠετίης τε ἦν ἄρα μελπόμενος Τῇος Ἀνακρεΐων. Πίνδαρος ἦν Θηβαῖος, ἀτὰρ πατρὸς Σκοπελίνου, Δώριον αἰνήσας ἁρμονίην ἐπέων. | |
15 | Ἠδὲ Σιμωνίδεω Κείου, Δωριστὶ λαλοῦντος, τὸν πατέρ’ αἰνήσας ἴσθι Λεωπρεπέα. Ἶσα δαείς, καὶ Κεῖος ἐὼν γενεῇ, μελοποιός, Μείδωνος πατέρος ἔπλετο Βακχυλίδης. Ἀλκμὰν ἐν Λυδοῖσι μέγα πρέπει· ἀλλ’ Ἀδάμαντος | |
20 | ἐστὶ καὶ ἐκ Σπάρτης, Δωρίδος ἁρμονίης. | |
74(t) | ΑΛΛΟ. | |
n | Γένος Πινδάρου διὰ στίχων ἡρωικῶν. | |
1 | Πίνδαρον ὑψαγόρην, Καδμηίδος οὔδεϊ Θήβης, Κλευδίκη εὐνηθεῖσα μενεπτολέμῳ Δαϊφάντῳ γείνατο, ναιετάουσα Κυνὸς κεφαλῆς περὶ χῶρον, οὐκ οἶόν γ’· ἅμα τῷ καὶ Ἐρείτιμον, εἰδότα θήρην | 299 |
5 | εἰδότα πυγμαχίην τε παλαισμοσύνην τ’ ἀλεγεινήν. Τὸν μὲν ὅτε κνώσσοντα ποτὶ χθόνα κάτθετο μήτηρ, εἰσέτι παιδίον ὄντα, μέλισσά τις, ὡς ἐπὶ σίμβλῳ, χείλεσι νηπιάχοισι τιθαιβώσσουσα ποτᾶτο. Τῷ δὲ λιγυφθόγγων ἐπέων μελέων θ’ ὑποθήμων | |
10 | ἔπλετο δῖα Κόριννα· θεμείλια δ’ ὤπασε μύθων τὸ πρῶτον· μετὰ τὴν δ’ Ἀγαθοκλέος ἔμμορεν αὐδῆς, ὅς τέ ῥά οἱ κατέδειξεν ὁδὸν καὶ μέτρον ἀοιδῆς· Εὖτε δ’ Ἀλεξάνδροιο Φιλιππιάδαο μενοινῆς, Καδμείων ἀφίκοντο Μακηδόνες ἄστεα πέρσαι, | |
15 | Πινδαρέων μεγάρων οὐχ ἥψατο θεσπιδαὲς πῦρ. Ἀλλὰ τὸ μὲν μετόπισθεν· ἔτι ζώοντι ἀοιδῷ Φοῖβος ἄναξ ἐκέλευσε, πολυχρύσου παρὰ Πυθοῦς, ἤια καὶ μέλι λαρὸν ἀεὶ Θήβηνδε κομίζειν. Καὶ μέλος, ὡς ἐνέπουσιν, ἐν οὔρεσιν ἠύκερως Πὰν | |
20 | Πινδάρου αἰὲν ἄειδε, καὶ οὐκ ἐμέγῃρεν ἀείδων. Ἦμος δ’ ἐν Μαραθῶνι καὶ ἐν Σαλαμῖνι παρέσταν αἰναρέται Πέρσαι μετὰ Δάτιδος ἀγριοφώνου, τῆμος ἔτι ζώεσκεν, ὅτ’ Αἰσχύλος ἦν ἐν Ἀθήναις. Τῷ Τιμοξείνη παρελέξατο δῖα γυναικῶν· | |
25 | ἣ τέκεν Εὔμητιν μεγαλήτορα καὶ Δαΐφαντον, Πρωτομάχην δ’ ἐπὶ τοῖσιν· ἔμελψε δὲ κῦδος ἀγώνων τῶν πισύρων, μακάρων παιήονας ἐνδεδεγμένους, καὶ μέλος ὀρχηθμοῖσι, θεῶν τ’ ἐρικυδέας ὕμνους, ἠδὲ μελιφθόγγων μελεδήματα παρθενικάων. | |
30 | Τοῖος ἐὼν καὶ τοῖα πορὼν καὶ τόσσα τελέσσας κάτθανεν ὀγδώκοντα τελειομένων ἐνιαυτῶν. | |
75(t) | ΑΛΛΟ. | |
1 | Οὐλύμπου κορυφῆς ἔπι Πυθίου Ἀπόλλωνος ἱερὸν ὕψος ἔχει (πρὸς τὴν κάθετον δ’ ἐμετρήθη·) πλήρη μὲν δεκάδα σταδίων μίαν, αὐτὰρ ἐπ’ αὐτῇ πλέθρον τετραπέδῳ λειπόμενον μεγέθει. | |
5 | Εὐμήλου δέ μιν υἱὸς ἐθήκατο μέτρα κελεύθου | |
Ξειναγόρης· σὺ δ’, ἄναξ, χαῖρε, καὶ ἐσθλὰ δίδου. | 300 | |
76(t) | ΑΛΛΟ. | |
n | Ἀμφιλόχου τοῦ Λάγου Ποντωρέως. | |
1 | Ἥκει καὶ Νείλου προχοὰς καὶ ἐπ’ ἔσχατον Ἰνδὸν τέχνας Ἀμφιλόχοιο μέγα κλέος ἄφθιτον ἀεί. | |
77(t) | ΠΟΣΕΙΔΙΠΠΟΥ. | |
1 | Δωρίχα, ὀστέα μὲν σὰ πάλαι κόνις, οἵ τ’ ἀπόδεσμοι χαίτης, ἥ τε μύρων ἔμπνοος ἀμπεχόνη, ἥ ποτε τὸν χαρίεντα περιστέλλουσα Χάραξον σύγχρους ὀρθρινῶν ἥψαο κισσυβίων. | |
5 | Σαπφὼ, σαὶ δὲ μένουσι φίλης ἔτι καὶ μενέουσιν ᾠδῆς αἱ λευκαὶ φθεγγόμεναι σελίδες. Οὔνομα σὸν μακαριστόν, ὃ Ναύκρατις ὧδε φυλάξει, ἔστ’ ἂν ἵκῃ Νείλου ναῦς ἔφαλος τενάγη. | |
78(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Καὶ περὶ συνθεσίης ἔφαγόν ποτε Μῃόνιον βοῦν· πάτρη γὰρ βρώμην οὐκ ἂν ἔπεσχε Θάσος Θευγένει· ἅσσα φαγὼν ἔτ’ ἐπῄτεον· οὕνεκεν οὕτω χάλκεος ἑστήξω χεῖρα προϊσχόμενος. | |
79(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Οὐ ποταμὸς κελαδῶν ἐπὶ χείλεσιν, ἀλλὰ δράκοντος εἶχέ ποτ’ εὐπώγων τόνδε λίθον κεφαλή, λευκὰ φαληριόωντα. Τὸ δὲ γλυφὲν ἅρμα κατ’ αὐτοῦ τοῦθ’ ὑπὸ λυγκείου βλέμματος ἐγλύφετο, | |
5 | ψεύδεϊ χειρὸς ὅμοιον· ἀποπλασθὲν γὰρ ὁρᾶται γλύμμα, κατὰ πλατέος δ’ οὐκ ἂν ἴδοις προβόλου. Ἦ καὶ θαῦμα πέλει μόχθου μέγα, πῶς ὁ λιθουργὸς τὰς ἀτενιζούσας οὐκ ἐμόγησε κόρας. | |
80(t) | [ΠΟΣ]ΕΙΔΙΠΠΟΥ. | |
1 | Ἑλλήνων σωτῆρα, Φάρου σκοπόν, ὦ ἄνα Πρωτεῦ, Σώστρατος ἔστησεν Δεξιφάνους Κνίδιος. Οὐ γὰρ ἐν Αἰγύπτῳ σκοπιωροὶ ὡς ἐπὶ νήσων, | |
ἀλλὰ χαμαὶ χηλὴ ναύλοχος ἐκτέταται. | 301 | |
5 | Τοῦ χάριν εὐθεῖάν τε καὶ ὄρθιον αἰθέρα τέμνειν, πύργος ὅδ’ ἀπλάτων φαίνετ’ ἀπὸ σταδίων ἤματι, παννύχιός τε φόως ἐν κύματι ναύτης ὄψεται, ἐκ κορυφῆς πῦρ μέγα καιόμενον· καί κεν ἐπ’ αὐτὸ δράμοι Ταύρου κέρας, οὐδ’ ἂν ἁμάρτοι | |
10 | σωτῆρος, Πρωτεῦ ξείνιε, τῇδε πλέων. | |
81(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Μέσσον ἐγὼ Φαρίης ἀκτῆς στόματός τε Κανώπου ἐν περιφαινομένῳ κύματι χῶρον ἔχω, τῆς δὲ πολυρρήνου Λιβύης ἀνεμώδεα χηλὴν τὴν ἀνατεινομένην εἰς ἰταλὸν ζέφυρον. | |
5 | Ἔνθα με Καλλικράτης ἱδρύσατο καὶ βασιλίσσης ἱερὸν Ἀρσινόης Κύπριδος ὠνόμασεν. Ἀλλ’ ἐπὶ τὴν Ζεφυρῖτιν ἀκουσομένην Ἀφροδίτην Ἑλλήνων ἁγναὶ βαίνετε θυγατέρες, οἵ θ’ ἁλὸς ἐργάται ἄνδρες· ὁ γὰρ ναύαρχος ἔτευξεν | |
10 | τοῦθ’ ἱερὸν παντὸς κύματος εὐλίμενον. | |
82(t) | ΑΡΧΙΜΗΛΟΥ. | |
1 | Τίς τόδε σέλμα πέλωρον ἐπὶ χθονὸς εἵσατο; ποῖος κοίρανος ἀκαμάτοις πείσμασιν ἠγάγετο; πῶς δὲ κατὰ δρυόχων ἐπάγη σανίς; ἢ τίνι γόμφοι τμηθέντες πελέκει τοῦτ’ ἔκαμον τὸ κύτος, | |
5 | ἢ κορυφαῖς Αἴτνας παρισούμενον, ἤ τινι νάσων, ἃς Αἰγαῖον ὕδωρ Κυκλάδας ἐνδέδεται, τοίχοις ἀμφοτέρωθεν ἰσοπλατές; ἦ ῥα Γίγαντες τοῦτο πρὸς οὐρανίας ἔξεσαν ἀτραπιτούς. Ἄστρων γὰρ ψαύει καρχήσια καὶ τριελίκτους | |
10 | θώρακας μεγάλων ἐντὸς ἔχει νεφέων. Πείσμασιν ἀγκύρας ἀπερείδεται, οἷσιν Ἀβύδου Ξέρξης καὶ Σηστοῦ δισσὸν ἔδησε πόρον. Μανύει στιβαρᾶς κατ’ ἐπωμίδος ἀρτιχάρακτον γράμμα, τίς ἐκ χέρσου τάνδ’ ἐκύλισε τρόπιν. | |
15 | Φησὶ γὰρ ὡς Ἱέρων Ἱεροκλέος Ἑλλάδι πάσῃ καὶ νάσοις καρπῶν πίονα δωροφόρον, Σικελίας σκαπτοῦχος ὁ Δωρικός. Ἀλλὰ Πόσειδον, | |
σῶζε κατὰ γλαυκῶν σέλμα τόδε ῥοθίων. | 302 | |
83(t) | ΑΔΗΛΟΝ. | |
1 | Λυσιστράτη, καλέσασα τὰς πολίτιδας, ὑπέθετο φεύγειν, μηδὲ μίγνυσθ’ ἄρρεσιν, ὅπως, γενομένης νῦν στάσεως ἐμφυλίου, τὸν πρὸς Λάκωνας πόλεμον αἴρωσιν λόγῳ, | |
5 | μένωσί τ’ οἴκοι πάντες. Ὡς δὲ συνέθετο, τινὲς μὲν αὐτῶν τὴν ἀκρόπολιν διεκράτουν· τινὲς δ’ ἀπεχώρουν· αἵ τ’ ἀπὸ Σπάρτης πάλιν ταυτὸν διεβουλεύοντο. Κήρυξ ἔρχεται λέγων περὶ τούτων· τῆς δ’ ὁμονοίας γενομένης, | |
10 | σπονδὰς τιθέμενοι, τὸν πόλεμον ἐξέρρησαν. | |
84(t) | ΑΛΛΟ. | |
1 | Μαθὼν παρ’ Ἡρακλέους Διόνυσος τὴν ὁδόν, πρὸς τοὺς κατοιχομένους πορεύεται, λαβὼν τὸ δέρμα καὶ τὸ σκύταλον, ἀναγαγεῖν θέλων Εὐριπίδην· λίμνην δὲ διέβαινεν κάτω· | |
5 | καὶ τῶν βατράχων ἀνέκραγεν εὔφημος χορός. Ἔπειτα μυστῶν ἐκδοχή· θεράπων δ’ ἰδών, ὡς Ἡρακλεῖ προσέκοπτε διὰ τὸν Κέρβερον. Ὡς δ’ ἀνεφάνη, τίθεται τραγῳδίας ἀγών· καὶ δὴ στεφανοῦταί γ’ Αἰσχύλος· τοῦτον δ’ ἄγει | |
10 | Διόνυσος εἰς φῶς, οὐ μὰ Δία γ’ Εὐριπίδην. | |
85(t) | ΑΡΙΣΤΟΦΑΝΟΥΣ ΓΡΑΜΜΑΤΙΚΟΥ. | |
1 | Λιπὼν Κόρινθον Οἰδίπους, πατρὸς νόθος πρὸς τῶν ἁπάντων λοιδορούμενος ξένος, ἦλθεν πυθέσθαι Πυθικῶν θεσπισμάτων, ζητῶν ἑαυτὸν καὶ γένους φυτοσπόρον. | |
5 | Εὑρὼν δὲ τλήμων ἐν στεναῖς ἁμαξιτοῖς, ἄκων ἔπεφνε Λάιον γεννήτορα. Σφιγγὸς δὲ δεινῆς θανάσιμον λύσας μέλος, ᾔσχυνε μητρὸς ἀγνοουμένης λέχος. Λοιμὸς δὲ Θήβας εἷλε καὶ νόσος μακρά. | |
10 | Κρέων δὲ πεμφθεὶς Δελφικὴν πρὸς ἑστίαν, ὅπως πύθηται τοῦ κακοῦ παυστήριον, ἤκουσε φωνῆς μαντικῆς θεοῦ πάρα τὸν Λαΐειον ἐκδικηθῆναι φόνον. Ὅθεν μαθὼν ἑαυτὸν Οἰδίπους τάλας | |
15 | πόρπαισι δισσὰς ἐξανάλωσεν κόρας, αὐτὴ δὲ μήτηρ ἀγκόναις διώλετο. | |
86(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Ἐν τοῖς Σκίροις τὰ γύναι’ ἔκρινεν ἐν στολαῖς ἀνέρων προκαθίζοντα, γενομένης ἐκκλησίας, περιθέμεναι πώγωνας ἀλλοτρίων τριχῶν. Ἐποίησαν οὕτως. Ὑστεροῦντες οὖν στολαῖς | |
5 | ἄνδρες γυναικῶν ἐκάθισαν· καὶ δὴ μία δημηγορεῖ περὶ τοῦ λαβούσας τῶν ὅλων | |
τὴν ἐπιτροπὴν βέλτιον ἄρξειν μυρίῳ· ἐκέλευσέ τ’ εἰς τὸ κοινὸν εἰσφέρειν ὅλα τὰ χρήματ’ ἄνδρας· ὣς κεκρῖσθαι τοῖς νόμοις. | 303 | |
87(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Ἐκκλησίας οὔσης, παραγίνονταί τινες παρά τε Βασιλέως, καὶ παρὰ Σιτάλκους πάλιν· οἱ μὲν στρατιὰν ἄγοντες, οἱ δὲ χρυσίον. Παρὰ τῶν Λακεδαιμονίων δὲ μετὰ τούτους τινὲς | |
5 | σπονδὰς φέροντες· οὓς Ἀχαρνεῖς οὐδαμῶς εἴασαν, ἀλλ’ ἐξέβαλον· ὧν καθάπτεται σκληρῶς ὁ ποιητής. Αὐτὸ τὸ ψήφισμά τε Μεγαρικὸν ἱκανῶς φησὶ καὶ τὸν Περικλέα, ὁὐκ τῶν Λακώνων τῶνδε πάντων αἴτιον, | |
10 | σπονδάς, λύσιν τε τῶν ἐφεστώτων κακῶν. | |
88(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Παράγει τινὰ Κλέωνα, τὸν καλούμενον Παφλαγόνα, κἄτι βυρσοπώλην, πικρότατα κατεσθίοντά πως τὰ κοινὰ χρήματα· κᾀν παραλογισμοῖς διαφέροντ’ ἐρρωμένως | |
5 | ἀλλαντοπώλην, εὐθέως τε σκατοφάγον, πεισθέντα τ’ ἐπιθέσθαι σὺν ἱππεῦσίν τισι, τοῖς ἐν χορῷ παροῦσι, τῇ τῶν πραγμάτων ἀρχῇ, Κλέωνός τ’ ἐν μέσῳ κατηγορεῖν. Ἐγένετο τοῦτ’· ἐξέπεσεν ὁ Κλέων παγκάκως· | |
10 | ὁ δὲ σκατοφάγος ἔτυχε προεδρίας καλῆς. | |
89(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Διὰ τὰς δίκας φεύγουσιν Ἀθήνας δύο τινές· οἳ πρὸς τὸν Ἔποπα, τὸν λεγόμενον Τηρέα, ἐλθόντες, ἠρώτων ἀπραγμόνων πόλιν. Εἷς πρέσβυς Ἔποπι συμπαρὼν μετὰ πλειόνων | |
5 | πτηνῶν, διδάσκει τί δύνατ’ ὀρνίθων γένος, καὶ πῶς, ἐάνπερ κατὰ μέσον τὸν ἀέρα πόλιν κτίσωσι, τῶν θεῶν τὰ πράγματα αὐτοὶ παραλήψοντ’· ἐκ δέ τού γε φαρμάκου πτέρυγας ἐποίουν· ἠξίωσαν δ’ οἱ θεοί, | |
10 | ἐπίθεσιν οὐ μικρὰν ὁρῶντες γενομένην. | |
90(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Φιλοῦντα δικάζειν πατέρα παῖς εἵρξας ἄφνω αὐτὸς ἐφύλαττεν ἔνδον οἰκοῦντά γ’, ὅπως μὴ λανθάνῃ, μηδ’ ἐξίῃ, διὰ τὴν νόσον. Ὁ δ’ ἀντιμάχεται παντὶ τρόπῳ καὶ μηχανῇ. | |
5 | Εἶθ’ οἱ συνήθεις καὶ γέροντες, λεγόμενοι σφῆκες, παραγίνονται βοηθοῦντες σφόδρα, ἐπὶ τῷ δύνασθαι κέντρον ἱέναι τισὶ φρονοῦντες ἱκανόν· ὁ δὲ γέρων τηρούμενος ξυμπείθετ’ ἔνδον διαδικάζειν καὶ βιοῦν, | |
10 | ἐπεὶ τὸ δικάζειν κέκρικεν ἐκ παντὸς τρόπου. | |
91(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Χρύσης Ἀθηνᾶς βωμὸν ἐπικεχωσμένον, ἐφ’ οὗπερ Ἀχαιοῖς χρησθὲν ἦν θῦσαι, μόνος Ποίαντος ᾔδει παῖς ποθ’ Ἡρακλεῖ συνών· ζητῶν δὲ τοῦτον ναυβάτῃ δεῖξαι στόλῳ, | 304 |
5 | πληγεὶς ὑπ’ ἔχεως, ἐλίπετ’ ἐν Λήμνῳ νοσῶν. Ἕλενος δ’ Ἀχαιοῖς εἶφ’ ἁλώσεσθ’ Ἴλιον τοῖς Ἡρακλέους τόξοισι, παιδί τ’ Ἀχιλλέως. Τὰ τόξ’ ὑπῆρχε παρὰ Φιλοκτήτῃ μόνῳ· πεμφθεὶς δ’ Ὀδυσσεὺς ἀμφοτέρους συνήγαγεν. | |
92(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν ἐν Κυζίκῳ ναόν. | |
1 | Ἐκ δαπέδου μ’ ὤρθωσεν ὅλης Ἀσίας [ἐϋτέχνων ἀφθονίῃ χειρῶν δῖος Ἀρισταίνετος. | |
93(t) | ΑΛΛΟ. | |
1 | Νᾶμα τὸ Διηνόν, γλυκερὸν ποτόν· ἢν δέ γε πίνῃς, παύσῃ μὲν δίψης, εὐθὺ δὲ καὶ βιότου. | |
94(t) | ΑΛΛΟ. | |
1 | Ἡδεῖα ψυχροῖο ποτοῦ λιβάς, ἣν ἀναβάλλει πηγή· ἀλλὰ νόῳ πέτρος ὁ τῆσδε πιών. | |
95(t) | ΔΩΡΙΕΩΣ. | |
1 | Τοῖος ἔην Μίλων, ὅτ’ ἀπὸ χθονὸς ἤρατο βρῖθος, τετραετῆ δαμάλην, ἐν Διὸς εἰλαπίναις, ὤμοις δὲ κτῆνος τὸ πελώριον, ὡς νέον ἄρνα, ἤνεγκεν δι’ ὅλης κοῦφα πανηγύρεως. | |
5 | Καὶ θάμβος μέν· ἀτὰρ τοῦδε πλέον ἤνυσε θαῦμα πρόσθεν Πισαίου, ξεῖνε, θυηπολίου. Ὃν γὰρ ἐπόμπευσεν βοῦν ἄζυγον, εἰς κρέα τόνδε κόψας, πάντα κατ’ οὖν μοῦνος ἐδαίσατό νιν. | |
96(t) | ΑΛΛΟ. | |
1 | ....................... ὤλετο καὶ Θήβης τείχεα [περθόμενα. Τοῦτο δὲ τεῖχος ἐμὸν πολ[εμόκλονον ἔχθει Ἄρηα οὐδ’ οἶδεν δηίων ἔργα τε καὶ ῥ[αθάγους· | |
5 | αἰεὶ δ’ εἰλαπίναισι καὶ εὐχω[λαῖσι τέθηλεν ἠιθέων τε χοροῖς πάντοθ[εν ἀγρομένων. Αὐλῶν, οὐ σάλπιγγος ἀκ[ούεται ἐνθάδ’ ὁμοκλή· | |
ταύρων, οὐκ ἀνδρῶν δεύε[ται αἶα φόνῳ. Εἵμασι δ’ ἀνθ’ ὅπλων κοσμο[ύμεθα καὶ διὰ χειρῶν | 305 | |
10 | οὐ ξίφος, ἀλλὰ κύλιξ δαινυμένοισι πρέπει. Παννυχίοις δ’ ὑμνοῦμεν ὑ[π’ εὐφροσύναις θεὸν ἄλλον Ἄ]ρμαχιν στεφάνοις κρᾶτα [πυκαζόμενοι. ....................... | |
97(t) | ΑΛΛΟ. | |
1 | Τοῦδ’ ἀρετὰ καὶ δόξα καθ’ Ἑλλάδα, πολλὰ μὲν ἀλκαῖς, πολλὰ δὲ καὶ βουλαῖς ἔργα πονησαμένου, Ἀρκάδος αἰχμητᾶ Φιλοποίμενος, ᾧ μέγα κῦδος ἕσπετ’ ἐνὶ πτολέμῳ δούρατος ἁγεμόνι. | |
5 | Μανύει δὲ τρόπαια τετυγμένα δισσὰ τυράννων Σπάρτας· αὐξομέναν δ’ ἄρατο δουλοσύναν. Ὧν ἕνεκεν Τεγέα μεγαλόφρονα Κραύγιδος υἱὸν στᾶσεν ἀμωμήτου κράντορ’ ἐλευθερίας. | |
98(t) | ΑΛΛΟ. | |
n1 | Ἐπὶ τῷ Μαρκέλλου ἀνδριάντι ἐν τῷ ἱερῷ τῆς Ἀθηνᾶς | |
n2 | ἐν Λίνδῳ. | |
1 | Οὗτός τοι Ῥώμης ὁ μέγας, ξένε, πατρίδος ἀστήρ, Μάρκελλος κλεινῶν Κλαύδιος ἐκ πατέρων, ἑπτάκι τὰν ὑπάταν ἀρχὰν ἐν Ἄρηι φυλάξας, καὶ πολὺν ἀντιπάλων ἐγκατέχευε φόνον. | |
99(t) | ΑΜΦΙΚΡΑΤΟΥΣ. | |
1 | Ἀβρότονον Θρήισσα γυνὴ γένος· ἀλλὰ τεκέσθαι τὸν μέγαν Ἕλλησιν φασὶ Θεμιστοκλέα. | |
100(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Πιὲν, φαγὲν, καὶ πάντα τᾷ ψυχᾷ δόμεν· κἀγὼ γὰρ ἕστακ’ ἀντὶ Βακχίδα λίθος. | |
101(t) | ΑΛΛΟ. | |
1 | Ὕδατα κηραίνοντα βλέπεις, ξένε, τῶν ἄπο χερσὶ λουτρὰ μὲν ἀνθρώποις ἀβλαβῆ ἐστιν ἔχειν· ἢν δὲ βάλῃς κοίλης ποτὶ νηδύος ἀγλαὸν ὕδωρ, ἄκρα μόνον δολιχοῦ χείλεος ἁψάμενος, | |
5 | αὐτῆμαρ πριστῆρες ἐπὶ χθονὶ δαιτὸς ὀδόντες | |
πίπτουσιν, γενύων ὀρφανὰ θέντες ἕδη. | 306 | |
102(t) | ΑΛΛΟ. | |
1 | Εἰμὶ Νεοπτόλεμος Κρεσσοῦ, τρισσῶν δ’ ἕν’ ἀδελφῶν ἔστασαν Τλωεῖς, κῦδος ἐμοῦ δόρατος· οὕνεκ’, ὢν Πισίδης καὶ Ἀρκτάνας ἠδ’ Ἀγριᾶνας καὶ Γαλάτας τόσσους ἀντιάσας στόρεσα. | |
103(t) | ΑΛΛΟ. | |
1 | Ἄθρει Κεκροπίδην Ἀμμώνιον, ὃν διὰ τέχνην Μάγνος ἔχει ζωῆς πιστότατον φύλακα. | |
104(t) | ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ. | |
1 | Τῆνος ὅδε Ζήνων Κιτίῳ φίλος, ὅς ποτ’ Ὄλυμπον ἔδραμεν, οὐκ Ὄσσῃ Πήλιον ἀνθέμενος, οὐδὲ τά γ’ Ἡρακλῆος ἀέθλεε· τὰν δέ ποτ’ ἄστρα ἀτραπιτὸν μοῦνος εὗρε σαοφροσύνας. | |
105(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
n | Εἰς Πομπήιον. | |
1 | Ἐφ’ ὅσον ὢν ἄνθρωπος οἶδας, ἐπὶ τοσοῦτον εἶ θεός. Προσεδοκῶμεν, προσεκυνοῦμεν· εἴδομεν, προπέμπομεν. | |
106(t) | ΠΟΛΕΜΩΝΟΣ. | |
n | Εἰς τοὺς Ἠλείους. | |
1 | Ἦλις καὶ μεθύει καὶ ψεύδεται· οἷος ἑκάστου οἶκος, τοίη δὴ καὶ ξυνάπασα πόλις. | |
107(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Κλασθείσας πάτρας σεισμῷ ποτε, Κάνταβριν ἐς γᾶν Χαιρήμων ἔπτα, πατρίδα ῥυσάμενος· Καίσαρι δ’ εἱλιχθεὶς περὶ γούνασι, τὰν μεγάλαυχον ὤρθωσε Τράλλιν, τὰν τότε κεκλιμέναν. | |
5 | Ἀνθ’ ὧν συγγενές οἱ τοῦτο βρέτας, ὄφρ’ ἐπὶ βωμῷ, οἷά γε δὴ κτίστας, τάνδε φέροιτο χάριν. | |
108(t) | ΑΛΛΟ. | |
1 | Ἀμφιτρύων ὅτ’ ἔμελλ’ ἀγαγέσθαι δεῦρο γυναῖκα Ἀλκμήνην, θάλαμόν γ’ εἱλίξατο τοῦτον ἑαυτῷ, Ἀγχάσιος δ’ ἐποίησε Τροφώνιος ἠδ’ Ἀγαμήδης. | 307 |
109(t) | ΑΛΛΟ. | |
1 | Νεόνυμφον Νέρων ἰδίαν μητέρ’ ἀπέκτεινεν. | |
110(t) | ΑΛΛΟ. | |
1 | Μνήματα Καιφρῆνός τε καὶ ἀντιθέου Μυκερήνου καὶ Χέοπος κατιδὼν Μάξιμος ἠγασάμην. | |
111(t) | ΑΙΛΙΑΝΟΥ. | |
n | Ὅμηρος. | |
1 | Ἡρώων κάρυκ’ ἀρετᾶς μακάρων τε προφήταν, Ἑλλάνων δόξης δεύτερον ἀέλιον, Μουσέων φέγγος, Ὅμηρον, ἀγήρατον στόμα κόσμου παντός, ὁρᾷς τοῦτον δαίδαλον ἀρχέτυπον. | |
112(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Οὐκ ἔθος ἐστὶν ἐμοὶ φράζειν γένος, οὐδ’ ὄνομ’ νῦν δ’ ἕνεκ’ Αἰλιανοῦ πάντα σαφῶς ἐρέω. [αὐτό· Πατρὶς ἐμοὶ χθὼν πᾶσα, τὸ δ’ οὔνομά φασιν Ὅμηρον· ἔστι δὲ Μουσάων, οὐκ ἐμὸν οὐδὲν ἔπος. | |
113(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Εἰ μὲν θνητὸς ἔφυς, πῶς ἀθάνατόν ς’ ἐποίησαν Μοῦσαι, καὶ Μοιρῶν νῆμ’ ἀνέκλωσαν, ἄναξ; εἰ δ’ ἦσθ’ ἀθάνατος, πῶς ἐν θνητοῖς ς’ ἀριθμοῦσιν; οὐ μὰ σὲ ταῦτ’ ἐχρῆν, σεμνὲ ποιητά, φρονεῖν. | |
5 | Ἀλλ’ ἔγνων τἀληθές· ἐπεὶ τὸ σαφὲς διαφεύγει, ἄνθρωπόν φασιν, θεῖέ ς’ Ὅμηρε, πέλειν. | |
114(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
a1 | Ἐχρῆν μὲ]ν στῆσαι σὺν Ἔρωτι φίλῳ σε, Μένανδρε, | |
a2 | ᾧ συζῶν] ἐτέλεις ὄργια τερπνὰ θεοῦ· | 308 |
a3 | δῆλος δ’ εἶ] φορέων αἰεὶ θεόν, ὁππότε καὶ νῦν | |
a4 | σὴν μορ]φὴν κατιδὼν αὐτίκα πᾶς σε φιλεῖ. | |
b1 | Φαιδρὸν] ἑταῖρον Ἔρωτος ὁρᾷς, σειρῆνα θεάτρων, | |
b2 | τόνδε Μ]ένανδρον, ἀεὶ κρᾶτα πυκαζόμενον, | |
b3 | οὕνεκ’ ἄρ’ ἀν]θρώπους ἱλαρὸν βίον ἐξεδίδαξεν, | |
b4 | ἡδύνας] σκηνὴν δράμασι πᾶσι γάμων. | |
c1 | Οὐ φαύλως] ἔστησα κατ’ ὀφθαλμούς σε, Μένανδρε, | |
c2 | τῆσδέ γ’ Ὁ]μηρείης, φίλτατέ μοι, κεφαλῆς· | |
c3 | ἀλλά σε δεύτ]ερ’ ἔταξε σοφὸς κρίνειν μετ’ ἐκεῖνον | |
c4 | γραμματι]κὸς κλεινὸς πρόσθεν Ἀριστοφάνης. | |
115(t) | ΑΛΛΟ. | |
1 | Τὸν παρθενῶνα τόνδ’ ἔτε[υξεν Ἀλκίδας (?) πορὼν θεῆς Δήμητρος ἱερείαις [ἕδος, ἐπὶ στρατηγοῦ τοῦ νέου Πα[λλαντίδου. | |
116(t) | ΑΛΛΟ. | |
1 | Εὐκλείδης νόον ὄξυν’ ἀειζώοις γραμμαῖσι, βροτοῖς, πάντα τε ἀτρεκέως ἐξερέεινε ὁππόσα μήσατο τηλεθόωσα φύσις συμβαίνειν σχήμασιν ἠδ’ ὄγκοις, θειμέλιόν γε τόδε | |
5 | πάσης μὲν τεκτῃνάμενος σοφίης, κόσμῳ δὲ παντὶ ἑῆς προλιπὼν σύμβολον εὐμαθίης. | |
117(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | ............. τὴν δ’ ἀρετὴν κρήνης πολλὴν [μοῖρ’] ἐξανέδειξεν υἱέος Ἀσπούργου, εὐσεβέος Κότυος, γαίας καὶ προγόνων πατρώιον ἀραμένοιο | |
5 | κῦδος, κοίν’ Ἀχαιῶν [σ]κῆπτρά [τ’] ἔχοντος ὅλα. | |
118(t) | ΑΛΛΟ. | |
1 | .................... φρούρια καὶ σκολιὰν ἀ[τραπὸν εἰργάσατο]· ὧν ἕνεκεν Λευκὰς τὸν ἀεὶ σωτῆ[ρα ἑαυτῆς] εἰκόνι καὶ πίστει καὶ φιλίᾳ στεφανοῖ. | |
5 | Ὦ πόλι, γιγνώσκεις γὰρ ὅλᾳ χερὶ καὶ διανοίᾳ | |
τοῖς ἀγαθοῖς ὀρέγειν ἀθανάτους χάριτας. | 309 | |
119(t) | ΑΛΛΟ. | |
1 | Εἰμὶ Χάραξ ἱερεὺς γεραρῆς ἀπὸ Περγάμου ἄκρης, ἔνθα ποτὲ πτολέμιζεν Ἀχιλλῆι πτολιπόρθῳ Τήλεφος Ἡρακλῆος ἀμύμονος υἱὸς ἀμύμων. | |
120(t) | ΠΤΟΛΕΜΑΙΟΥ. | |
n | Ἐπίγραμμα, ὃ εἶπε Πτολεμαῖος πρὸς ἑαυτόν. | |
1 | Οὐρανίων ἄστρων πορείην καὶ κύκλα σελήνης ἐξεθέμην σελίδεσσι πολύφρονα δάκτυλα πάντων. | |
121(t) | ΑΔΗΛΟΝ. | |
1 | Τοῖα παθόντ’, οἶμαι, καὶ Τάνταλον αἴθοπος ἰοῦ μηδαμὰ κοιμῆσαι διψαλέην ὀδύνην· καὶ Δαναοῖο κόρας τοῖον πίθον οὐκ ἀναπλῆσαι, αἰὲν ἐπαντλούσας ὑδροφόρῳ καμάτῳ. | |
122(t) | ΑΛΛΟ. | |
1 | Ἀρκὰς, ἐτήτυμον] εὐόπλου Φιλοποίμενος αἷμα, τάνδ]ε Μεγακλείας αἴνεσον εὐσεβίαν, ἃ]ν ἀπὸ Δαμοκράτους λέκτρων ἠνέγκατο μ[άτηρ Οὐρ]ανίας [ἁγ]ν[ὰν] Κύπριδος ἱροπόλον. | |
5 | Τέρ]μονι γὰρ ναοῖο πέριξ εὐεργέα θριγκὸν θήκατο καὶ ξυνοῖς [θαῦμ]α [καὶ ἁ]γεμόσι. Εἰ δὲ, γυνὰ, π[λούτ]οιο κλ[έος ....]ξατο φάμα οὐ θαῦμ’· [ἐξ ἀγαθῶν αὐτὰ ἔγεντ’ ἀγαθά. | |
123(t) | ΗΡΟΦΙΛΗΣ ΣΙΒΥΛΛΗΣ. | |
1 | Εἰμὶ δ’ ἐγὼ γεγαυῖα μέσον θνητοῦ τε θεᾶς τε, νύμφης ἀθανάτης, πατρὸς δ’ αὖ κητοφάγοιο, μητρόθεν Ἰδογένης, πατρὶς δέ μοί ἐστιν ἐρυθρὴ Μάρπησσος, μητρὸς ἱερή, ποταμός τ’ Ἀϊδωνεύς, | |
124(t) | ΠΑΡΜΕΝΩΝΟΣ. | |
1 | Ἀνὴρ γὰρ ἕλκων οἶνον, ὡς ὕδωρ ἵππος, Σκυθιστὶ φωνεῖ, οὐδὲ κόππα γιγνώσκων· κεῖται δ’ ἄναυδος ἐν πίθῳ κολυμβήσας, κάθυπνος, ὡς μήκωνα φάρμακον πίνων. | |
125(t) | ΚΟΡΝΗΛΙΟΥ ΦΡΟΝΤΩΝΟΣ. | |
n | Εἰς Ἡσίοδον. | |
1 | Ποιμένι μῆλα νέμοντι παρ’ ἴχνιον ὀξέος ἵππου Ἡσιόδῳ Μουσέων ἐσμὸς ὅτ’ ἠντίασεν, | |
..................... | 310 | |
126(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Ἀμφιτρύων ὑπὲρ Ἀλκαίου τρίποδα Ἀπόλλωνι. Οὕς ποθ’ ὑπ’ Εὐρυσθεῖος ἀναγκασθεὶς τέλες’ ἄθλους· Πρῶτα μὲν ἐν Νεμέᾳ βριαρὸν κατέπεφνε λέοντα, δεύτερον ὕδραν Λερναίαν ἔκτεινε, τρίτον δὲ | |
5 | κάπρον ἐν Ἀρκαδίᾳ, στικτὴν ἔλαφον δὲ τέταρτον, πέμπτον δὲ στρουθοὺς Στυμφαλίδος ἤλασε λίμνης, ἕκτον δ’ Αὐγείαο ἐφόρει κόπρον, ἕβδομον ἐλθὼν ἐκ Κρήτης ταῦρον μέγαν ἤγαγεν, ὄγδοον ἵππους Θρῄκης ἐξέλασεν Διομήδεος, Ἱππολύτης τε | |
10 | ζω]στῆρ’ ἐξεκόμισσεν Ἀμαζονίδος, δέκατον δὲ Γηρυόνην ἔκτεινε [καὶ ἤ]γαγε βοῦς ἀγελαίας· ἑνδέκατον δ’ ἐξ Ἀίδου ἀνήγαγε [Κέρβερον ἐλθών, Ἑσπερίδων δ’ ἤνεγκε μολὼν [εἰς ἔσχατα χώρας χρύσεα μῆλα, δράκοντα λαθ[ὼν ἑκατοντακάρηνον. | |
15 | Δώδεκα μὲν τούςδ’ ἐξανύων ἄθλους, κτάνε πολλούς· Βούσιριν μὲν ἐν Αἰγύπτ[ῳ, Λιβυκαῖς δ’ ἐν ἀρούραις Ἀνταῖον, Φολόῃ Κεντ[αύρους, ἐν δὲ περαίᾳ Κύκνον ἰδ’ Ἀετόν, ὃς τὸ [Προμηθέος ἤσθιεν ἧπαρ· ἐν Λυδοῖς πυμάτοι[ς κτάνε Συλέα καὶ Λιτυέρσην, | |
20 | Οὐ τὸν ................... | |
127(t) | ΑΛΛΟ. | |
1 | Πάντες, Μιλτιάδη, τὰ ς’ ἀρήια ἔργα ἴσασιν Πέρσαι, καὶ Μαραθὼν σῆς ἀρετῆς τέμενος | |
128(t) | ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ. | |
1 | Τὸν κλεινὸν Φερεκύδην, ὃν τίκτει ποτὲ Σῦρος, ἐς φθεῖρας λόγος ἐστὶν ἀλλάξαι τὸ πρὶν εἶδος, | |
5 | θεῖναί τ’ εὐθὺ κελεύειν Μαγνήτων, ἵνα νίκην δοίη τοῖς Ἐφέσοιο γενναίοις πολίταις. Ἦν γὰρ χρησμός, ὃν ᾔδει | |
10 | μοῦνος, τοῦτο κελεύων· καὶ θνήσκει παρ’ ἐκείνοις. | |
Ἦν οὖν τοῦτ’ ἄρ’ ἀληθές· ἢν ᾖ τις σοφὸς ὄντως, καὶ ζῶν ἐστιν ὄνησις, | 311 | |
15 | χὤταν μηδὲν ὑπάρχῃ. | |
129(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Εἰς Ἀλεξῖνον. | |
1 | Οὐκ ἆρα μῦθος ἦν ἐκεῖνος εἰκαῖος, ὡς ἀτυχής τις ἐὼν τὸν πόδα κολυμβῶν περιέπειρέ πως ἥλῳ. Καὶ γὰρ ὁ σεμνὸς ἀνήρ, | |
5 | πρὶν Ἀλφεόν ποτ’ ἐκπερᾶν, Ἀλεξῖνος θνῆσκε νυγεὶς καλάμῳ. | |
130(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Ζηνὶ μὲν οἱ Πισάται κότινον καὶ Ὀλύμπια θέντο, καὶ Πυθεῖς μετὰ τούσδε τὰ Πύθια μῆλά τε Φοίβῳ· Ἴσθμια καὶ πίτυν αὖτε Κορίνθιοι Ἐννοσιγαίῳ· καὶ Νέμεα τρινύχῳ Νεμεᾶται, ἠδὲ σέλινα. | |
131(t) | ΑΛΛΟ. | |
1 | Εἴθε μή], ὦ πανάριστε Βοκόντιε, σαῖς ἀτέλεστον ἔργον ἔοι πραπίσιν τοῖα πονησαμένῳ. | |
132(t) | ΛΟΥΚΙΑΝΟΥ. | |
n | Εἰς τὴν ἑαυτοῦ βίβλον. | |
1 | Λουκιανὸς τάδ’ ἔγραψα, παλαιά τε μωρά τε εἰδώς, μωρὰ γὰρ ἀνθρώποις καὶ τὰ δοκοῦντα σοφά. Οὐδὲν ἐν ἀνθρώποισι διακριδόν ἐστι νόημα· ἀλλ’ ὃ σὺ θαυμάζεις, τοῦθ’ ἑτέροισι γέλως. | |
133(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Τέρπεο καὶ σκηνῆς πολυγηθέος ἔκτοθι μίμνων, Μεσσαλίνου δεινοῖς ἔργμασιν ἡδόμενος, οἷς θεάτρου [κύ]κλον περιώσιον ἐξεσάωσεν· πανδαμάτωρ δὲ χρόνος εἶξεν ἀρηγοσύνῃ. | |
134(t) | ΑΛΛΟ. | |
1 | Φλωρεντῖνος, ἄριστος ἀνὴρ καὶ ὑπείροχος ἄλλων, οἶκον ἐδείματο τόνδε μετ’ εὐκλείης σοφίης τε. | 312 |
135(t) | ΑΛΛΟ. | |
1 | Ἐνθάδε τὸ πρόθυρον δωμήσατο τείχεος ἐντὸς ὑψηλὸν ζαθέης Ἴσιδος ἀρχιερεύς· πρὸς δ’ ἔτι καὶ τὸν ἄνυσσε πυλῶν ἱρῇ ἐνὶ Κύσει, οὗ πάρος ἐνναέτης ἔρδε νομιζομένοις, | |
5 | ἆθλα ποθεινὰ καλοῖς ἔπεσιν ὑπὸ πᾶσι δεδέχθαι τὴν θεὸν εὐκάρποις τερπομένην πεδίοις. Πᾶσι γὰρ ὀψιγόνοισιν ἀοίδιμον ἔργον ἔτευξεν Ἠπιότολμος ἐὼν υἱὸς ὁ Οὐαλετίου. | |
136(t) | ΑΛΛΟ. | |
1 | ... Ἰσόδ[ημ]ος Ὀλύμπιον ὕμνον ἀείσας ἵδρυμαι βουλῆς ψήφῳ Ὀλυμπιάδος. | |
137(t) | ΑΛΛΟ. | |
1 | Ἑπτάκι τοὺς ἑκατὸν πήχεις εἰς μῆκος ὁ τήνδε τὴν Ἱβὶ κοσμήσας στρώματι τῷ λιθίνῳ Ἑρμόλεως, ὁ γυναικὶ σὺν Ἀνθούσῃ μεθοδεύσας, πατρίδος ἐξ Ἑρμοῦ, υἱὸς ὁ Ἑρμοφίλου. | |
138(t) | ΑΛΛΟ. | |
1 | Οὐ τάδε θελξιμελὴς Ἀμφιονὶς ἤραρ[ε φόρμιγξ, οὐδὲ Κυκλωπείας χειρὸς ἔδ[ειμε βία. .............. ............ | |
139(t) | ΑΛΛΟ. | |
n | Εἰς Ἀθήνας. | |
1 | Αἱ δ’ εἰς’ Ἀθῆναι, Θησέως ἡ πρὶν πόλις. Αἱ δ’ εἰς’ Ἀδριανοῦ, κοὐχὶ Θησέως πόλις. | |
140(t) | ΑΛΛΟ. | |
n | Εἰς Ὀππιανόν. | |
1 | Οὐδὲ σέθεν γεραρὴν ἴδ’ ἐγὼ πυκτηίδ’ ἐραστὴν ἡμιτελῆ παρέθηκα, σοφίης ὄρχαμε ὦσχε, Ὀππιανὲ θρυλλούμενε κλυτῆς εἵνεκ’ ἀοιδῆς· ἀλλ’ ἤνυσα θεησάμενος σέο καλλιέπειαν. | |
141(t) | ΑΛΛΟ. | |
n | Εἰς τὰ Ὀππιανοῦ Ἁλιευτικά. | |
1 | Ἐνθάδε πάντων ἰχθύων πάντα γένη ὁ γράψας οὗτος καὶ συναθροίσας τοῖς νέοις | |
μόχθον δ’ ἔδωκε καὶ κόπον τοῦ μανθάνειν. | 313 | |
142(t) | ΑΛΛΟ. | |
1 | Τὰς Ὀππιανοῦ τῆς κυνηγίας βίβλους ἐκ τῆς σκοτεινῆς τοῦ μέτρου δυσφωνίας εἰς πεζὸν εἶδος τοῦ λόγου μεθαρμόσας προὔθηκά σοι, μέγιστε Καῖσαρ, ἐνθάδε, | |
5 | θηρατικῆς μάθημα πάγκαλον τέχνης. Ἐντυγχάνων οὖν εὐκόπως τὸ βιβλίον, καὶ τὴν ἀπ’ αὐτοῦ συλλέγων εὐκαρπίαν πονῶν με πεῖθε μὴ κατοκνεῖν εἰς πόνους. | |
143(t) | ΑΛΛΟ. | |
n | Θ. Κ. | |
1 | Κλαύδιος Αὐρεόλῳ μετὰ δήιον ἄρεα Καῖσαρ τὰ κτέρεα, θνητῶν ὡς θέμις, ἐνδίδοσι· τῷ γ’ ἂν καὶ ζωήν· ἀλλ’ οὐκ ἐθέλησε φρόνημα πᾶσιν ἐπιρρήτοις τοῦ στρατοῦ ἀντίβιον. | |
5 | Κεῖνος δ’ οἰκτίρμων καὶ σώματος ἔσχατ’ ὀπίζων, Αὐρεόλου γέφυραν στήσατο τήν τε ταφήν. | |
144(t) | ΑΛΛΟ. | |
n | Εἰς Πολύαινον. | |
1 | Ἑλλαδικῶν Χαρίτων τὸ [πάλαι] κλέος ὤλεσεν αἰὼν βαρβαρικῆς ἐφόδου συχνὰ ἐπερχομένης. Ἔμπης ἐν βιβλίοις κεῖται πάνθ’ ὅσσα ἔρεξαν Ῥωμαίων υἱεῖς καὶ Δαναοὶ μάκαρες. | |
5 | Πάντα δὲ ἐν ταύτῃ τῇ δέλτῳ, ὄλβιε, δήεις ἔργματα Ῥωμαίων καὶ Δαναῶν καμάτους. | |
145(t) | ΑΓΑΘΙΟΥ Η ΠΑΛΛΑΔΑ. | |
1 | Μῆνιν ἄειδε μαθὼν καὶ Μῆνιν ἄειδε διδάξας, οὐλομένην, γαμετὴν ἠγαγόμην ὁ τάλας· πᾶν δ’ ἦμαρ μάχεται, καὶ παννυχίη πολεμίζει, ὡς παρὰ τῆς μητρὸς προῖκα λαβοῦσα μάχην. | |
5 | Ἢν δὲ θέλω σιγᾷν, καὶ μαρναμένῃ ὑποείκειν, ὅττι περ οὐ μάχομαι, τοῦδ’ ἕνεκεν μάχεται. | |
146(t) | ΘΕΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ. | |
1 | Γαίης ἐν νώτοισιν ὀχούμενος, ὦ Πτολεμαῖε, | |
καὶ βροτέης φύσιος δεσμούμενος ἔνδοθι τεθμῶν, οὐκ ἄστρων δὴ μοῦνον ἀειδίνητον ἀνάγκην. οὐδὲ πόλοιο φορὰν σὺ διέγνως ἀστατέουσαν· | 314 | |
5 | ἀλλὰ καὶ αὐτά περ ὅττι τελεῖ σημήια φαίνεις. Τοὔνεκα δὴ χρειὼ καλέειν σέ τιν’ οὐρανιώνων, αἰθέριόν τε νόον φορέειν, οὐ γήινον ἔμπης. Εἰ γὰρ καὶ μερόπεσσι χαμερπέσι συμβιότευσας, καὶ φύσιος θνητῶν περ ἀλυκτοπέδῃσιν ἐδέσμου, | |
10 | ἀλλὰ νόον παθέων ἐν τοῖσι πόνοις ἐκάθηρας, ἔξω σαρκὸς ἔβης δὲ καὶ ἀχλύος ἰλυοέσσης, καὶ τελέσεις προέειπας ἐς ὕστερα τέρμα λαχούσας. | |
147(t) | ΤΟΥ ΑΥΤΟΥ Η ΕΡΜΟΥ. | |
1 | Ἑπτὰ πολυπλανέες κατ’ Ὀλύμπιον ἀστέρες οὐδὸν εἱλεῦνται, καὶ τοῖσιν ἀεὶ κανονίζεται αἰών· νυκτιφανὴς Μήνη, στυγνὸς Κρόνος, Ἥλιος ἡδύς, παστοφόρος Παφίη, θρασὺς Ἄρης, εὔπτερος Ἑρμῆς, | |
5 | καὶ Ζεὺς ἀρχιγένεθλος, ἀφ’ οὗ φύσις ἐβλάστησεν. Οἱ δ’ αὐτοὶ μερόπων ἔλαχον γένος· ἔστι δ’ ἐν ἡμῖν Μήνη, Ζεύς, Ἄρης, Παφίη, Κρόνος, Ἥλιος, Ἑρμῆς. Τοὔνεκ’ ἀπ’ αἰθερίου μεμερίσμεθα πνεύματος ἕλκειν δάκρυ, γέλωτα, χολήν, γένεσιν, λόγον, ὕπνον, ὄρεξιν. | |
10 | Δάκρυ μέν ἐστι Κρόνος· Ζεὺς δ’ ἡ γένεσις· λόγος Ἑρμῆς· θυμὸς Ἄρης· Μήνη δ’ ἄρ’ ὕπνος· Κυθέρεια δ’ ὄρεξις· Ἠέλιος δὲ γέλως· τούτῳ γὰρ ἅπασα δικαίως | |
καὶ θνητὴ διάνοια γελᾷ, καὶ κόσμος ἀπείρων. | 315 | |
148(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Ἔγλυψέν με σίδηρος, ἐποίησαν δέ με χεῖρες τέχνῃ πειθόμεναι· εἰμὶ δ’ ἄγαλμα Δίκης. | |
149(t) | ΑΛΛΟ. | |
1 | Εἴ με φιλοῦντα φιλεῖς, δισσὴ χάρις· εἰ δέ με μισεῖς, τόσσον μισοίης, ὅσσον ἐγώ σε φιλῶ. | |
150(t) | ΑΛΛΟ. | |
1 | Ἐνταῦθ’ ἀρχιερεὺς ἐγώ ποτ’ ᾤκο[υ]ν, ἄνθος ξυράμενος νέων ἰούλων, ψυχὴν εὐσεβίης ὕπερ τεθηλὼς καὶ σεμν[ῆ]ς μακάρων ὑπηρετείας. | |
5 | Ἀ[λλ]’ εἰς γῆρας ἵκοισθε πάντες ἑξῆς, μνείαν Μητροφάνους ὅσοι ποιεῖσθε. Νὴ τὸν Δία συντηρήσω. | |
151(t) | ΑΛΛΟ. | |
1 | Κυκλοτερὴς κόσμοιο τύπος, βασιλεῦ, σε κο[μίζει, ἔθνεα πάντα λαχόντα σοφαῖς φρεσὶν ἡνιοχ[εύειν. ........................ | |
152(t) | ΑΛΛΟ. | |
1 | Οἵδε Βίτων Κλέοβίς τ’ ἐπὶ σώμασιν οἰκείοισι ζεύγλαν ζευξάμενοι, μητέρα ἣν ἀγέτην, Ἥρας εἰς ἱερόν· λαοὶ δέ μιν ἐζήλωσαν εὐτεκνίας παίδων· ἡ δὲ χαρεῖσα θεᾷ | |
5 | εὔξατο παῖδε τυχεῖν τοῦ ἀρίστου δαίμονος αἴσης, οὕνεκ’ ἐτίμησαν μητέρα τὴν σφετέρην. Αὐτὼ δ’ εὐνηθέντε, λίπον βίον ἐν νεότητι, ὡς τόδ’ ἄριστον ἐὸν καὶ μακαριστότατον. | |
153(t) | ΑΥΣΟΝΙΟΥ. | |
n | Λυαίῳ πατρί. | |
1 | Αἰγύπτου μὲν Ὄσιρις ἐγώ, Μυσῶν δὲ Φανάκης, Βάκχος ἐνὶ ζωοῖσιν, ἐνὶ φθιμένοις Ἀϊδωνεύς, πυρογενής, δίκερως, Τιτανολέτης, Διόνυσσος. | |
154(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | In Corydonem marmoreum. | |
1 | Αἴξ, χίμαρος, πήρη, ποιμήν, ῥαβδοῦχος, ἐλαίη, | |
εἷς λίθος· ἐκ πάντων λιτὸς ἐγὼ Κορύδων. | 316 | |
155(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | In simulacrum Sapphus. | |
1 | Lesbia Pieriis Sappho soror addita Musis, Εἴμ’ ἐνάτη Λυρικῶν, Ἀονίδων δεκάτη. | |
156(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n | Περὶ δόδρας πότου. | |
1 | Δόδρα πότος καὶ ἀριθμὸς ἔχω μέλι, οἶνον, ἔλαιον, ἄρτον, ἅλας, βοτάνην, ζωμόν, ὕδωρ, πέπερι. | |
157(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Ἀμφίων μούσαις κιθάρης ἐξήνυσε Θήβης τείχεα· νῦν δ’ ἐπ’ ἐμᾶς πατρίδος Ἰλλύριος ἁδυλόγον μοῦσαν μέθεπον· τῷ καὶ δοκέουσιν ἀκμῆτες ῥέξειν πείρατα πάντα τέχνας. | |
158(t) | ΑΛΛΟ. | |
n | Λουτροῦ ἔπαινος. | |
1 | Πολλῶν τὸ λουτρὸν αἴτιον δωρημάτων· χυμοὺς κατασπᾷ, φλέγματος λύει πάχος, χολῆς περισσὸν ἐκκενοῖ τῶν ἐγκάτων, τὰς θελξιπίκρους κνησμονὰς κατασθενεῖ, | |
5 | τὴν βλεπτικὴν αἴσθησιν ὀξύνει πλέον, ὤτων καθαίρει τοὺς πόρους δυσηκόοις, μνήμην φυλάττει, τὴν δὲ λήθην ἐκφέρει, τρανοῖ τε τὸν νοῦν πρὸς νοήσεις εὐθέως, τὴν γλῶτταν εὐκίνητον εἰς λόγους ἔχει, | |
10 | ὅλον τὸ σῶμα τῇ καθάρσει λαμπρύνει. | |
159(t) | ΑΛΛΟ. | |
1 | Λ]ουτρὸν μὲν [π]ροχέω Νύμφαι[ς, θ]νητοῖσι δ’ ὑγείην, ὧ[ν] χάριν [ἐκτελέσ]ας θῆκ’ Εὔνο[μο]ς ἰθυντήρ με. | |
160(t) | ΑΛΛΟ. | |
1 | Μέμφις καὶ Γελάσις Χαρίτων λουτρὸν τόδ’ ἔτευξαν. | |
161(t) | ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΝΑΖΙΑΝΖΗΝΟΥ. | |
1 | Ἔστιν Ἐπικτήτοιο μέγα κλέος ἐν προτέροισιν, ἔστιν Ἀναξάρχου· ὧν ὁ μὲν ἀγνύμενος τὸ σκέλος οὐκ ἀλέγιζεν· ὁ δ’, ὅλμου κῆρας ἔχοντος, κοπτόμενός τ’ ἐβόα· πτίσσετε τὸν θύλακον. | |
162(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
n | Εἰς [τὸν] ἑαυτοῦ πατέρα. | |
1 | Ἐκ γενετῆς πολύμοχθος ἐς ἔσχατον ἤλασα γῆρας, ὀτρηρὸς θεράπων, κοιρανίης στέφανος | |
Αἶαν ἐπῆλθον ὅσην! Ἀσιάτιδα δ’ ὕστατα ἔσχον, πόρρω συγγενέων, τῆλε φίλης ἀλόχου. | 317 | |
5 | Ἀλλά με τέκνων ζεῦγος ἐς ἱερὸν ἤγαγεν ἄστυ αὖθις, καὶ χερσὶν θῆκαν ἀριστολόχοις. Εἴξατ’ ἐμῶν τεκέων δυάδι, Κλέοβίς τε Βίτων τε, οἳ μικροῖς σταδίοις ἤγετε γειναμένην. | |
163(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν Νικηφόρον τὸν διδάσκαλον. | |
1 | Ἢ κλῆσιν ἔσχεν Ἑρμῆς τὴν Νικηφόρου, ἢ Νικηφόρος ἔσχεν Ἑρμοῦ τὴν φύσιν. | |
164(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν ἑαυτοῦ διδάσκαλον. | |
1 | Καλλιόπης μὲν Ὅμηρος, σοὶ δέ οἱ ἔπλετο αὐτὴ γλῶττα μὲν Εὐτέρπη, Οὐρανίη δέ [γε] φρήν. | |
165(t) | ΑΛΛΟ. | |
1 | Ἀσίδος εὐρείης προφερέστατον οὖδας ἁπάντων, χαίροις, χρυσόπολι Ἱεράπολι, πότνια Νυμφῶν, νάμασιν ἀγλαίῃσι κεκασμένη .......... | |
166(t) | ΠΡΟΚΛΟΥ. | |
1 | Ῥηγίνου μελάθροισι τὸν εὐαστὴν Διόνυσον δέρκεο, δεξιτερῇ χειρὶ κυπελλοφόρον, ξανθὴν μὲν σφίγγοντα καρήατος αἴθοπι κισσῷ χαίτην, καὶ λαιῇ θυρσοφόρον παλάμῃ, | |
5 | βαπτὰ δὲ πέπλα φέροντα κατὰ χροὸς αἵματι κόχλου, καὶ στικτὴν νεβρίδων ἀμφικρεμῆ χλαμύδα· αὐτὸν Βάκχον ἄνακτα δόμων ἔντοσθε δέδορκας, εὐξείνων εὐχαῖς ἵλαον ἑσταότα. | |
167(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
n | Ἐπιγραφαὶ ἔμμετροι. | |
1 | Ἄλφα θεῶν ἀγορήν, Ὀδυσείδῃ Παλλάδα θάρσος. Βῆτ’ ἀγορὴν ἔχει, ἤια γρηὸς, πλοῦν μετ’ Ἀθηνᾶς. Γάμμ’, Ὑπὸ Νέστωρ δέκτο, συνῶρθ’ υἱὸς υἷι, θεὰ πτῆ. Δέλτα, Μάθ’ ἀμφὶ πατρὸς παρ’ Ἀτρεῖδα λοχώμενος υἱός. | |
5 | Ἐ, Πλεῖ ἐπὶ σχεδίης Ὀδυσεὺς πόντῳ κεαθείσης. Ζῆτα δὲ, Ναυσικάα κόμις’ ἐν Σχερίῃ Ὀδυσῆα. Ἦτα δ’, ἐῢ φρονέους’ Ὀδυσεῖ Σχερίης βασιλῆες. Θῆτα δ’, ἄθλοις Φαίηκες Ὀδυσσῆος πείρηθεν. | |
Ἰῶτα τὰ Λωτοφάγων Κικόνων τε, Κυκλώπεσσι ξύν. | 318 | |
10 | Κάππα δὲ Λαιστρυγόνων ἔχει, Αἰόλου, ἔργα τε Κίρκης. Λάμβδα δ’, ἐν Ἀΐδεω ἔτυχ’ ἐν ψυχαῖσιν Ὀδυσσεύς. Μῦ Σειρῆνας ἔχει, Πλαγκτὰς βοῦς τ’ Ἠελίοιο. Νῦ, Ἰθάκης ἐπέβη, Φαιήκων πομπῇ, Ὀδυσσεύς. Ξῖ δ’, Ὀδυσῆ Εὔμαιος ἀγρῷ ξείνισσεν ὑφορβός. | |
15 | Ο δ’, Ἐπέβη Ἰθάκης, Λακεδαίμονος ἔξ, Ὀδυσείδης. Πῖ δ’, ἄρα Τηλέμαχος ἀναγνωρίζει πατέρα ὅν. Ῥῶ, Βάλες, αἰπόλε τε μνηστήρ τε· κύων ὃν ἀνέγνω. Σῖγμ’ ἔριν Ἴρου, εὖχος Ὀδυσσεῦς, δῶρά τ’ ἀνάκτων. Ταῦ δ’, ἀναγνωρίζει γρηῦς ἐξ οὐλῆς Ὀδυσῆα. | |
20 | ῏Υ δὲ, Θεοκλύμενος κακὰ δὴ μαντεύετ’ Ἀχαιοῖς. Φῖ δὲ, βιὸν προτίθησιν ἄεθλον Πηνελόπεια. Χῖ δ’, Ὀδυσεὺς μνηστῆρας ἐκαίνυτο νηλέϊ χαλκῷ. Ψῖ δ’, ἀναγνωρίζει πόσιν ὅν ποτε Πηνελόπεια. Ὦ δ’, Ὀδυσεὺς σὺν πατρὶ καὶ υἱέι μάρνατ’ Ἀχαιοῖς. | |
168(t) | ΑΛΛΟ. | |
1 | Ὄντως σῆς ἀρετῆς, Αὐξέντιε, καὶ τόδε θαῦμα, δείμασθαι ποταμοῦ χειμερίοισι δρόμοις ἄρρηκτον κρηπῖδα σιδηροδέτοισι θεμείλοις, ὧν ὕπερ εὐρείην ἐξετάνυσσας ὁδόν, | |
5 | ἣν πολλοὶ καὶ πρόσθεν * ἀπειρίῃσι νόοιο Κυδναίων ῥείθρων τεῦξαν ἀφαυροτέρην. Σοὶ δ’ ὑπὲρ ἁψίδων αἰώνιος ἐρρίζωται, καὶ ποταμὸς πλήθων πρηύτερος τελέθει. Αὐτὸς τήνδε γέφυραν ἀνασχόμενος τελέσασθαι | |
10 | ἡγεμόνος πειθοῖ τοῦ διασημοτάτου, ὄφρα σε καὶ μετόπισθεν ἔχοι κλέος ἶσον ἐκείνοις, οἳ Νείλου προχοὰς ζεῦξαν ἀπειρεσίους. | |
169(t) | ΑΛΛΟ. | |
1 | Οἷος ἀποστάζει μηρῶν πόθος· οἷον ἀκραίων ὥριον ἐκ λαγόνων ἄνθος ἀποκρέμαται· οἷον δ’ οἱ δροσόεντες ὑποιδαίνουσιν ἀκμαίως μαστοὶ ἐρυθραῖοι φαιδρὰ σαλευόμενοι. | |
5 | Τίς πλάστης τοιοῦτο τεχνήσατο; Τρισμακάριστος | |
κεῖνος ὃς ἐργοπόνους τῷδ’ ἐπέθηκε χέρας. | 319 | |
170(t) | ΑΛΛΟ. | |
1 | Ὑπνώοις ἐπὶ πουλύν, Ἔρως, χρόνον· ἄχρι γὰρ ἂν [σὺ] εὕδῃς, εἰρήνην σῶν ἔχομεν βελέων· ἢν δέ ς’ ὁ λυσιμελὴς προφύγῃ κόπος, οἰκτρὸς ἐκεῖνος ὃς πρῶτος σὸν ἴδοι κανθὸν ἀνοιγόμενον. | |
171(t) | ΑΛΛΟ. | |
1 | Τηρῶ σου τὸ φίλημα τὸ χρύσεον, ὡς ἀπὸ σίμβλου κηρίον, ὡς μήλου πνεῦμα πεπαινομένου. Τηρῶ καὶ συνέχω τοῖς χείλεσι, κἢν προσίῃ τις «χαῖρε» λέγων, εὐθὺς τοῦτον ἀποστρέφομαι. | |
5 | Τοῦτο γὰρ αὐτὸ καθ’ αὑτὸ κακὸν μέγα συμβάλλεσθαι ἐστὶ τὸ σὺν τούτῳ τῷ πυρὶ πῦρ ἕτερον. | |
172(t) | ΑΛΛΟ. | |
1 | Οὗτος Ἔρως· τί γὰρ ἄλλο καὶ ἔπρεπεν οὔνομα χώρῳ, πάντοθεν ἱμερτῶν πληθομένων χαρίτων; | |
173(t) | ΑΛΛΟ. | |
1 | Περσεὺς κῆτος ὄλεσσε, καὶ Ἀνδρομέδην ἐσάωσεν. | |
174(t) | ΑΛΛΟ. | |
1 | Τοσοῦτον ὁ πλοῦς, καὶ μάτην· καὶ ποῦ πλέω; ἐρυθριῶ γὰρ ὀλέσας τὴν φιλτάτην αἰσχρῶς φανῆναι τοῖς φίλοις ἐν πατρίδι. Ἆρ’ οὖν τις αὐτὴν ἐξέκλεψε τῶν θεῶν | |
5 | τεθαυμακὼς τὸ κάλλος; ὤμοι τῶν κακῶν· πάλιν τέτρωμαι τῷ πόθῳ διπλασίως, τὸ κάλλος εἰπών· τοιγαροῦν σιγητέον. | |
175(t) | ΑΛΛΟ. | |
n | Εἴς τινας νυκτὸς ἀλοῶντας, ὡς ἀπὸ τῆς Σελήνης. | |
1 | Ἅρματος ἡμετέρου τίς ἔβησεν ἐλάστορας ἄλλους, δῖνον ἀειστρεφέα πάντος’ ἐλαυνομένους; Ἥλιε, τεθρίπποις νεμεσήσῃς μηκέτι μούνοις· οἵδ’ ἐπιτολμῶσιν ἡμετέροις τε δίφροις. | |
176(t) | ΑΛΛΟ. | |
n | Εἰς Αἰνείαν τὸν Γαζαῖον. | |
1 | Αἰνείου πόνος οὗτος, ὃς ἔξοχος Ἀτθίδι μούσῃ ῥητήρων γεγαὼς καὶ θειοτέροις ἐνὶ μύθοις τοὺς νῦν καὶ τοὺς πρόσθε παρέδραμεν, ὡς τόδε γράμμα ἀτρεκέως ἤλεγξε [σοφῶν φρένα] μηκέτι πυκνήν. | |
5 | Γάζα, μέγα φρονέοις, ὅτι τοίου πατρὶς ἐτύχθης, ὅστις καὶ ῥητῆρ’ Ἐπιφάνιον ἐξεδίδαξεν. | |
177(t) | ΟΛΥΜΠΙΟΔΩΡΟΥ. | |
n | Εἰς τὸν Πλάτωνος Φαίδωνα. | |
1 | Εἰ μὴ γράμμα Πλάτωνος ἐμὴν ἐπέδησεν ἐρωήν, | |
ἤδη λυγρὸν ἔλυσα βίου πολυκηδέα δεσμόν. | 320 | |
178(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Ῥεῖθρα Κασωλίνου ποταμοῦ βεβαρημένα νεκροῖς δέξατο Τυρσηνῆς ἠϊόνος κροκάλη, ἡνίκα Φραγγικὰ φῦλα κατέκτανεν Αὐσονὶς αἰχμή, ὁππόσα δειλαίῳ πείθετο Βουτελίνῳ. | |
5 | Ὄλβιον ἂν τόδε ῥεῦμα, καὶ ἔσσεται ἀντὶ τροπαίου αἵματι βαρβαρικῷ δηρὸν ἐρευθόμενον. | |
179(t) | ΙΟΥΛΙΑΝΟΥ ΤΟΥ ΑΙΓΥΠΤΙΟΥ. | |
1 | Ἄγριος οὗτος Ἄδωνις, ὃς εἰς κύνας ὄμματα βάλλει, σχέτλι’ Ἔρως, Παφίης ἄγχι παρισταμένης. | |
180(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
n | Εἰς Σιμπλίκιον. | |
1 | Ῥήτωρ ὁ Σιμπλίκιος, ἢ φιλόσοφος; Ἄμφω δοκεῖ μοι, καὶ, μὰ τοὺς λόγους, ἄκρος. | |
181(t) | ΑΛΛΟ. | |
n | Εἰς Σιμπλίκιον, τὸν ἐξηγητὴν τῶν δέκα κατηγοριῶν. | |
1 | Σιμπλίκιος μέγ’ ἄϊσμα κατηγορίαισι φαάνθη, ἐκ δ’ ὃ κατηγορίας λῦσεν Ἀριστοτέλους. | |
182(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν αὐτόν. | |
1 | Σιμπλίκιος μέγα φῶς φύσιος περὶ κύκλον ἀνῆψε, νοῦν δέ γ’ Ἀριστοτέλους εὗρεν ἀριστοπόνως. | |
183(t) | ΑΛΛΟ. | |
1 | Ἔνθεν σελήνης ἀφθίτου καθημέραν θεῖος δρόμος τάχιστος ἐξιχνεύεται, ἐπὰν μετρήσῃς ἡμέρας ὅσας ἔχει, ἀφ’ οὗ προσῆλθεν ἡλίῳ παμφαεῖ· | |
5 | ταύτας δ’ εἰσάξας ἐν πρώτῃ θέσει, στίχων ζῶον κατ’ ἰθὺ τοῦ ζώου τεταμένων δέδεξο νέρθεν ἡλίου περισκοπῶν ἐν ᾧ περ αὐτὸς ἡνιοστροφεῖ παρών. | |
184(t) | ΑΛΛΟ. | |
1 | Εἰσορόων τόδε θαῦμ’ Ἀμνήιον ἡγε[μ]ονῆα | |
πολλὸν [ἐπαινήσας] μέλπε πορευόμενος· δίψῃ τειρομένοισι μελισταγὲς ἤγαγεν ὕδωρ, καί ῥ’ ὑπ’ ἀμηχανίης ὕδασιν εὗρε πόρον· | 321 | |
5 | καὶ τά[δε] μὲν κατέθηκεν ἐπὶ σκοπέλοις κελαρύζειν τὸ πρὶν ξηροτέροις καύμασι τειρομένοις· τῷ νῦν μηδ’ ἀπόληγε, κέλευε δὲ πᾶσιν ὁδίταις μίμνειν θαρσαλέως τῇδε πορευομένοις. ᾟ χαρίτων πόρον ἔσχεν, ἐπιτρέψαντος Ἀρίστου, | |
10 | ὅς γέ μιν ἡμερίοις δεῖξεν ἀγαλλομένην. | |
185(t) | ΑΛΛΟ. | |
1 | Πάντα μὲν ἐσθλὰ τέλεσσε θεοῖς ἐναλίγκιος ἥρως πᾶσιν ὁμοῦ ναέταις, ἄστεϊ θ’ ἡμετέρῳ, Εὐθεῖος κλυτόμητι[ς] ἀγασθενέων βασιλήων ἀνδράσιν εὐνομίης ἔργα φυλασσόμενο[ς· | |
5 | θήκατο δ’ ἄλλο φέριστον ἀλιτρονόων μόθον εἴργων χαλκῷ ἐπιζεύξας τάσδ’ ἐπίπροσθε θύρας. | |
186(t) | ΑΛΛΟ. | |
n | Εἰς τὴν Ἀπολλοδώρου Βιβλιοθήκην. | |
1 | Αἰῶνος σπειρήματ’ ἀφυσσάμενος ἀπ’ ἐμεῖο παιδείης, μύθους γνῶθι παλαιγενέας· μηδ’ ἐς Ὁμηρείην σελίδ’ ἔμβλεπε, μηδ’ ἐλεγείην, μὴ τραγικὴν μοῦσαν, μηδὲ μελογραφίην, | |
5 | μὴ κυκλίων ζήτει πολύθρουν στίχον· εἰς ἐμὲ δ’ ἀθρῶν εὑρήσεις ἐν ἐμοὶ πάνθ’ ὅσα κόσμος ἔχει. | |
187(t) | ΑΛΛΟ. | |
1 | Βίβλος ἐκείνη ἔχει Χάριτας, Μούσας, Ἀφροδίτην, κόσμον, ἐπιστήμην, ἡδυπαθῆ τε πόθον. Φεύγετε δ’ ἐντεῦθεν θλιβίαι, καὶ φεύγετ’ ἐνόρχαι· μηδὲν ὅθ’ ὑμέτερον βίβλος ἐκείνη ἔχει. | |
188(t) | ΑΛΛΟ. | |
n | Εἰς τὴν ἰατρικὴν βίβλον Παύλου Αἰγινήτου. | |
1 | Τοὔνομά μοι Παῦλος, πατρὶς Αἴγινα· πολλὰ μογήσας πᾶσαν ἀκεστορίην βίβλον ἔτευξα μίαν. | |
189(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸ θέρος. | |
1 | Ὥρια πάντα τέθηλε, καὶ ἄμπελος εἰς τόκον ὀργᾷ, σμήνεα δ’ ἄρτι μέλι χλωρὸν ὑπεκπρορέει· οὔθατα δὲ σφαραγεῦσι, καὶ ἄρνες ἀεὶ σκαίροντες, | |
αἶγες δ’ εὐγλαγέες, λήια κεκλιμένα· | 322 | |
5 | ὄρνεα δ’ εὐφωνοῦσι, καὶ ἄλσεα, εὔσκια δένδρα· ὕδασι δὲ κρυεροῖς ἀμφιγέγηθε πέτρα. Τέττιξ σύντονον ἠχεῖ, ἀκανθυλὶς ἥδιον ᾄδει· ᾆσον, Ἰωάννη, καὶ σύ τι, κἂν μογέῃς. | |
190(t) | ΑΛΛΟ. | |
n | Σχέδια εἰς ἀναδενδράδα ὑψωθεῖσαν δρυΐ. | |
1 | Ἐκ δρυὸς οἶνος, τοὔνεκα ἐκ Διὸς ἔδραμε μηρῶν Διόνυσος· μῦθος φθέγξατο πρεσβυτέρων. | |
191(t) | ΑΛΛΟ. | |
1 | Βίβλον Ἰουστινιανὸς ἄναξ τεχνήσατο τήνδε, τήν ῥα Τριβωνιανὸς μεγάλῳ κάμε παμβασιλῆϊ, οἷά τις Ἡρακλῆι παναίολον ἀσπίδα τεύξας, ᾗ ἐπιμαρμαίρωσιν ἀγάλματα πάντα θεμίστων, | |
5 | ἄνθρωποι δ’ Ἀσίης τε δορικτήτου τε Λιβύσσης Εὐρώπης τε πίθωνται ὅλου σημάντορι κόσμου. | |
192(t) | ΑΛΛΟ. | |
n | Περὶ γυναικός. | |
1 | Θάλασσα καὶ πῦρ καὶ γυνὴ κακὸν τρίτον. Ἐγὼ δέ φημι· πρῶτον ἡ κακὴ κακῶν· τῆς δ’ αὖ καλῆς κάλλιον οὐδὲν ἐν βίῳ. | |
193(t) | ΑΛΛΟ. | |
1 | Ἄναξ Λέων ἔστησε πύργον ἐνθάδε λύχνῳ προφαίνειν τοὺς λόχους τῶν βαρβάρων. | |
194(t) | ΑΛΛΟ. | |
n | Εἰς Φωκυλίδην. | |
1 | Ὁ Φωκυλίδης εὐπρεπῆ ζήσας βίον, ὡς Χριστομύστης, ὡς ἀπόστολος μέγας, ὡς ἀκροατὴς τῶν Θεοῦ θεσπισμάτων, εὐαγγελικῶς ταῦτα λαλεῖ καὶ γράφει | |
5 | εὔχρηστα τυγχάνοντα τοῖς ἐν τῷ βίῳ. | |
195(t) | ΑΛΛΟ. | |
1 | Ταῦτα δίκῃς ὁσίῃσι Θεοῦ βουλεύματα φαίνει Φωκυλίδης ἀνδρῶν ὁ σοφώτατος ὄλβια δῶρα. | |
196(t) | ΑΛΛΟ. | |
1 | Ἄνθρωπε, ζητεῖς τίνες οὗτοι οἱ δύο οἱ πατράδελφοι καὶ ταχύμοροι τάχα; Οἰδίποδος, φεῦ, τοῦ πανοικτίστου γόνοι· πληροῖ κατάρας πατρικὰς πεπρωμένη | |
5 | αἵματι κληρώσασα Λαΐου δόμον τοῖς πατραδέλφοις συγγόνοις Λαβδακίδαις, οἷς οἶκος ᾍδης Ἀχέρων, Λίμνη, Χάρων, καὶ τὸ στυγητὸν τῆς Στυγὸς σκηπτὸν νᾶμα, | |
κτανθεῖσι καὶ κτείνασιν ἀλλήλους ξίφει. | 323 | |
197(t) | ΑΛΛΟ. | |
1 | Ὁ γαυριῶν μέγιστα Περσικῷ στίφει, καὶ Βόσπορον πλοῦν ξηρὸν δείξας καθάπερ Ξέρξης βασιλεύς, Δαρίου παῖς κἈτόσης, ἄθυρμα (ἰού) δείκνυται Ἰαόνων. | |
198(t) | ΑΛΛΟ. | |
1 | Λέαιναν ἢ δράκαιναν, ἀλλ’ οὐ μητέρα, καὶ τὸν σύνευνον ἄνδρα τὸν πατροκτόνον, ὁ τοῦ πατρὸς τιμωρὸς ἐκτελῶν ὄπα τὴν τοῦ Θεοῦ κρατίστου, ἄσκευον, μόνην | |
5 | κτανὼν ἔθαλλεν, ὡς ὀνείροις τοῖς πάλαι εἶδε θανοῦσα, πρὶν θάνῃ, τελεσφόρα. Ἡ δ’ αὐταδέλφῃ χαρμονῆς πεπλησμένη ἀφῆκε λυπρὸν πένθος, ἀστεγὲς δάκρυ. | |
199(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν Σοφοκλέα. | |
1 | Δηλῶν τὰ πικρὰ τῷ γλυκεῖ τῶν ῥημάτων ἀψίνθιον μέλιτι κιρνᾷς, Σοφόκλεις. | |
200(t) | ΑΛΛΟ. | |
1 | Εὗρες, Σοφόκλεις, ἐν σοφοῖς μέγα κλέος. Ἀλλοτρίας γὰρ συμπλέκων θρηνῳδίας ἅπαντας ἡμᾶς πενθίμους ἀπειργάσω. | |
201(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν Αἴαντα Σοφοκλέους. | |
1 | Ὁ κλεινὸς Αἴας τῶν Ἀχιλλείων ὅπλων χόλῳ βαρυνθείς, Ἕκτορος θνήσκει ξίφει· αἰαγμάτων ἄξιος Αἴας τυγχάνει· σκότῳ γὰρ ὄντως ἐκμελανθεὶς τὰς φρένας | |
5 | ἑαυτὸν ἀπέσφαξεν Ἕκτορος ξίφει. | |
202(t) | ΑΛΛΟ. | |
1 | Σοφῶν τοσαῦται τῶν παλαιῶν αἱρέσεις· Πυθαγόρειοι, Στωϊκοί, Παρμενίδαι, Κυρηναϊκῶν ἐσμός, οἱ τῶν Μεγαρέων, χορὸς Πλάτωνος, οἵ τε τοῦ περιπάτου· | |
5 | Ἐπικούρειοι, Κυνικοί, Πυρρωνίδαι, δεκὰς τελεία, τῶν δέκα στύλοι γενῶν. | |
203(t) | ΑΛΛΟ. | |
n | Εἰς τοὺς τρεῖς φιλοσόφους. | |
1 | Τρεῖς σοφίης πολυΐστορος ἔκκριτοι ἀστέρες οἶοι ἐνθέμενοι βίβλοις ὄλβον ἀπειρέσιον· Ἀρχύτας ἦρξε, Πλάτων πλάτυνε· τέλος δ’ ἐπὶ πᾶσιν, ὡς ἔτυχε κληθείς, θῆκεν Ἀριστοτέλης. | |
204(t) | ΑΛΛΟ. | |
n | Εἰς Πλάτωνα. | |
1 | Ψυχὴν ἀνειπὼν ἀθάνατον ὁ Πλάτων ἀφῆκε δόξαν ἀθάνατον ἐν βίῳ. | 324 |
205(t) | ΑΛΛΟ. | |
1 | Πλάτων ὁ κλεινὸς ὁ πλατύνων τὰς φρένας, ὡς ἐπλάτυνε τῆς ψυχῆς δόγμα μέγα, εἰς πᾶσαν ἐπλάτυνε τὴν δόξαν χθόνα. | |
206(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν Ξενοφῶντα. | |
1 | Ξενοφῶντος ἡ γλῶσσα πρῶτα ῥητόρων· Ψυχὴ δὲ καὶ νοῦς πρῶτα τῶν φιλοσόφων. | |
207(t) | ΑΛΛΟ. | |
n | Ἵππων ἐναργεῖς εὐγενεστάτων τύποι. | |
1 | Ἵππος κράτιστος εἰς θέατρα καὶ μάχας εὔπους τὸ πρῶτον, τὴν ὁπλὴν στερρὰν ἔχων, κοίλην, παχεῖαν, ἠρμένην, ψοφουμένην· ἄνω δὲ τούτων καὶ κάτω κυνηπόδων, | |
5 | ἔστωσαν ὀστᾶ μήτε πάμπαν ὄρθια, μήτ’ αὖ ταπεινά, πρὸς δὲ μέτρον ἠγμένα. Σκέλη πάχιστα μὴ φλεβῶν ὀγκώμασι, μὴ σαρξὶ τοῦτο, πλὴν μόνοις τοῖς ὀστέοις. Μηροὶ δ’ ὁμοίως εἰς πάχος προηγμένοι. | |
10 | Τὸ στέρνον εὐρὺ καὶ διϊστῶν τὰ σκέλη. Τράχηλος ὀρθὸς ὥσπερ ἀλεκτρυόνος, μηδ’ εἰς τὸ πρόσθεν ὡς κάπρου τεταμένος. Ἄσαρκος ὀστώδης τε σιαγὼν μικρά· ἄμφω δ’ ἐπίσης ὑγροκαμπεῖς αἱ γνάθοι· | |
15 | τὸ δ’ ὄμμα γοργόν, ἐκκρεμές, πόρρω βλέπον. Εὐρεῖα ῥίν, μυκτῆρες ἠνεῳγμένοι· μικρὰ λαγών· εὔσαρκον, εὐρὺ δ’ ἰσχίον· μηροὶ διεστῶτες [δὲ] τῶν ὀπισθίων. | |
208(t) | ΑΛΛΟ. | |
n | Εἰς Ἀριστοτέλην. | |
1 | Τὸν νοῦν ὁ νοῦς ἔγραψε, τὴν φύσιν φύσις· Ἀριστοτέλην εἶπον, ὡς τούτων ὅρον. | |
209(t) | ΑΛΛΟ. | |
1 | Ὠκεανὸς γενόμην γαιήοχος· εἰ δ’ ἀπιθήσῃς, εἰπὲ τίς ἡμετέρας οὐκ ἀλέγει δεκάδος; Παγκρατὲς ὢ δεκάδος μεταδίκτυον! ὢ τόσον ἕρκος! ὢ φύσις! ὢ πινυτὴ μῆτις Ἀριστοτέλους! | |
210(t) | ΑΛΛΟ. | |
1 | Σοφοῖσιν ἐξέδωκας ὄντων τὴν φύσιν λόγοις ἄριστα, τάξιν αὖτε καὶ θέσιν, εὔσχημον κόσμον καλλονῆς ἀσυγκρίτου χρυσοῦν, Ἀριστότελες, ὄργανον λόγων. | |
211(t) | ΑΛΛΟ. | |
1 | Ἥδ’ ἡ βίβλος Ἀριστοτέλους λογικῆς παιδείης, Ὄργανον ἣν ἐκάλεσαν σοφίης εἰδήμονες ἄνδρες. Ἀλλά μιν αἰθομένῳ πυρὶ λαμπετόωντι ἐΐσκω. Φῶς γὰρ ἀληθείης παρέχει, ψεῦδος πιμπρᾷ δέ. | 325 |
212(t) | ΑΛΛΟ. | |
1 | Εὐστρατίοιο πόνος τάδε πρωτοέδροιο Νικαίης κρύψιν Ἀριστοτέλους ἀσαφείης ἐξανελίσσων, τὴν τεκτῄνατο κεῖνος Ἀναλυτικῶν ἐνὶ λοίσθῳ ἔνθα κεν ἀμφὶ μέσου καὶ ὅροιο πινυτὰ διδάσκει, | |
5 | τόσσου μέχρι προήκων ὄφρ’ ἀποδείξει ἐῴκει. | |
213(t) | ΑΛΛΟ. | |
1 | Ὄργανόν εἰμι, μηδαμῶς μοι ψαυέτω ἀγνώς, ἀμαθής, ἀδαής τις τυγχάνων. Τεχνῶν, ἐπιστημῶν τε γνῶσις τυγχάνω τὴν ὀργανικὴν ἅπασαν χρείαν φέρον· | |
5 | ὄργανόν εἰμι φιλοσοφίας ὅλης. Ἔγνωμεν ὄντως δημιουργίας φύσεις, ἅσπερ σθένει τέτευχεν εἷς θεὸς μόνος, ἄστρων πόλου τε καὶ θαλάσσης, ἀέρος, τῶν ὑδάτων πυρός τε καὶ ζώων ὅλων, | |
10 | κόσμου τε παντὸς αἰτίας, παθῶν τρόπους, δρᾷν οὕσπερ οἶδε γῆ τ’, ἀὴρ σὺν αἰθέρι ὁ πάνσοφος νοῦς, ἡ θάλασσα τῶν λόγων, Ἀριστοτέλης, τῶν διδασκάλων κλέος. | |
214(t) | ΟΛΟΒΟΛΟΥ. | |
n | Εἰς τὴν Σύριγγα Θεοκρίτου. | |
1 | Ἤχημα Μουσῶν ἡ Θεοκρίτου Σύριγξ. | |
215(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Δῶρον λόγος πᾶς· ἂν δὲ τοῦ Σταγειρίτου, διπλοῦν τὸ δῶρον· ἂν δὲ καὶ τῶν ἐκκρίτων, τριπλοῦν τὸ καλόν· ἂν δὲ πρὸς λόγου φίλον, ἡλίκον ἐστίν! ἂν δὲ πρὸς φιλούμενον, | |
5 | θαυμαστὸν ὄντως· ἂν δὲ πρὸς κρείττω φύσιν, συμφυὲς ἄγαν· ἂν δὲ πρὸς βασιλέα, τὸ πᾶν συνήχθη τῶν καλῶν καὶ τιμίων. | |
216(t) | ΑΛΛΟ. | |
1 | Γράψας τὰ πεντήκοντα ταῦτά σου, πάτερ, ἐν οἷς διδάσκεις ἠκριβωμένοις λόγοις γενῶν ἁπάντων τὰς ὅλας διαιρέσεις, καθ’ ἃς πρὸς εἴδη κατατέμνονται ξένως· | |
5 | ἥ τις πέφυκεν εἰδικωτάτου φύσις, ἥ τις πέφυκεν ἀτόμων θεωρία, ὁμωνύμων τε καὶ συνωνύμων πάλιν, καὶ γνῶσιν, ὡς ἔσχηκε, τὴν ὄντων φράσας, ὅπερ κεχρημάτικε φιλοσοφία, | |
10 | ἑνώσεώς τε καθ’ ὑπόστασιν λόγους, | |
καὶ πάντα τἄλλα πατρικῶς, οὐ φλυάρως· τὴν γὰρ θύραθεν ἐβδελύξω σοφίαν· οὐ μὴ δεηθῶ τῶν Σταγειρίτου λόγων τῶν δυσνοήτων τῇ πολυσχιδεῖ φράσει. | 326 | |
217(t) | ΑΛΛΟ. | |
1 | Τῶν πρωτοτύπων οὐρανοῦ κινημάτων καὶ τῶν ἐν αὐτῷ προσφυῶν παθημάτων εὕροις παρ’ ἡμῖν εἰκόνας κεκρυμμένας. Ὁ νοῦς γὰρ ἡμῖν, οἷα λαμπρὸς φωσφόρος, | |
5 | τὸν ἥλιόν πως εἰκονίζει πανσόφως. | |
218(t) | ΑΛΛΟ. | |
1 | Αἴτνη τίς ἐστιν Ἰταλῶν ὄρος μέγας, ἐξ ἧς καταρρεῖ παμφάγου πυρὸς νᾶμα μέχρι πολίχνης Κατάνης λεγομένης, ῥοιβδεῖ δὲ δεινῶς, ὡς ποταμὸς ἐκρέων· | |
5 | πνεῦμα γὰρ ἐκ γῆς ἐκπεσὸν ταῖς κοιλάσι κισσήρεως νάφθης τε πεπληρωμέναις, χωροῦν σοβαρῶς ἐκπυροῦται τῇ ῥοπῇ, εὑρὸν δὲ ταῖς σήραγξιν ὕδωρ ἐκρέον τὸ πνεῦμα παντάπασιν ἠραιωμένον | |
10 | ἀναφλογωθὲν ἐξανάπτει πῦρ ῥέον. | |
219(t) | ΑΛΛΟ. | |
1 | Πέφυκε διδάσκουσα τοὺς φιλίστορας, ἃ συνέβησαν τοῖς Ἰουδαίοις πάλαι κατά τε τὴν Αἴγυπτον καὶ Παλαιστίνην, καὶ Συρίαν τε, βίβλος ἡ προκειμένη· | |
5 | πεπόνθασιν ὅσα τε παρ’ Ἀσσυρίων, Βαβυλωνίων, Περσῶν καὶ Μακεδόνων, ὅσα μετὰ τούτους γε Ῥωμαίων πάρα. Ἁπλῶς γὰρ οὐδὲν τῶν κατὰ τούτους πέλει, ὃ καταλιπὼν συγκεκαλύφθαι χρόνῳ | |
10 | ὁ θαυμάσιος Ἰώσηπος τυγχάνει. | |
220(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν Πλούταρχον. | |
1 | Ἡ σὴ βίβλος πάρεστι τοῖς αἱρουμένοις λόγους ἀπαντλεῖν καὶ καταρδεύειν φρένας, βρύουσα πηγὴ δαψιλέστατον πόμα. | |
221(t) | ΑΛΛΟ. | |
n | Εἰς Ἑρμογένην. | |
1 | Ἔρρωσο, ῥητήρ, τῇ μελιρρύτῳ τέχνῃ, τέρπου, χόρευε, ῥητόρων ἡ φαιδρότης· | |
222(t) | ΑΛΛΟ. | |
1 | Χρυσοῦ μεταλλεῦ, καὶ γεωργὲ σπερμάτων, τρέφεις, κατολβίζεις με καμάτων δίχα. Ἀνηρότως ηὔλησα τὴν πανσπερμίαν· Ἀμαλθίας εὕρηκα τὴν βίβλον κέρας. | |
5 | Κάμνεις ὀρύττων τὰς πολυχρόνους φλέβας, ὡς αὐτὸς ἀκάμαντον ἕξω τὴν πόσιν. Τὴν γοῦν ἀμοιβὴν χάριν ὑψόθεν λάβοις, ἂν εὐσέβειαν τοῖς πόνοις κεραννύῃς. | 327 |
223(t) | ΑΛΛΟ. | |
1 | Ἔλαβε τέρμα βίβλος ἡ Πολυδεύκους Ἰουλίου, Καίσαρος Κομμόδου χάριν. Ἡ χεὶρ μὲν ἡ γράψασα τήνδε τὴν βίβλον οἰχήσεται, ναί· κἂν φθαρῇ καθὰ κόνις, | |
5 | ὁ λαμβάνων δὲ τήνδε χερσὶ καὶ βλέπων θάνατον εἰς νοῦν καὶ κρίσιν λαμβανέτω, μνήμην τε κᾀμοῦ, κἂν μακράν εἰμι λίαν. | |
224(t) | ΑΛΛΟ. | |
n | [Εἰς Λουκιανόν.] | |
1 | Ῥήτωρ, σοφιστής, ἀλλὰ καὶ λογογράφος, ῥήτωρ μέγιστος ὅλων τε τῶν ῥητόρων, ῥήτωρ ἀγαθός, πρηστήριος τὴν φύσιν, ῥήτωρ δεξιός, ἔμπλεως κομπασμάτων, | |
5 | ῥήτωρ ἀληθὴς τοὺς θεωνύμους ὅλους πιμπρῶν, ἀναιρῶν, ἐκτεφρῶν πολυτρόπως λόγοις μυρίοις ἐν συνετῇ καρδίᾳ. | |
225(t) | ΑΛΛΟ. | |
n | Εἰς Φιλόστρατον Λήμνιον. | |
1 | Τέττιξ, ἀηδὼν καὶ χελιδὼν καὶ κύκνος μικρὰ βροτοὺς τέρπουσιν ᾠδαῖς ἐμφύτοις· ὡς πρίν, τὰ καινὰ καὶ τετεχνιτευμένα, ῥῆτορ, μέλη σὰ τοῦ μέλιτος ἡδίω. | |
226(t) | ΑΛΛΟ. | |
n | [Εἰς τὸν αὐτόν.] | |
1 | Οὐ πῦρ πόλου πέπτωκεν εἰς Λῆμνον πάλαι, ἐξ οὐρανοῦ ῥήτωρ δὲ πῦρ ἧκε πνέων. Ἴσασι, ῥῆτορ, οἱ λόγους σοὺς εἰδότες. | |
227(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν Λιβάνιον. | |
1 | Ἡ κλῆσις ἁρμόζουσα, Λιβάνιέ, σοι· ὥσπερ λιβὰς μέλιτος ἐκ λόγων ῥέει. | |
228(t) | ΑΛΛΟ. | |
n | Εἰς τὰς Ἀθήνας καὶ τὴν Κωνσταντινούπολιν. | |
1 | Ἐρεχθέως ἀνῆκεν ἡ γῆ τὴν πόλιν, ἀλλ’ οὐρανὸς ἀνῆκε Ῥώμην τὴν νέαν· κρεῖττον τὸ κάλλος γῆς, ὅσον λαμπρὸς πόλος. | |
229(t) | ΑΛΛΟ. | |
n | Εἰς τὴν Νίκαιαν. | |
1 | Ἡ τῶν Ἀθηνῶν, ταῖς ἐλαίαις μὴ φρόνει· | |
Νίκαια ταύταις, καὶ πρὸ τούτων ἀμπέλοις, λειμῶσι, κήποις, δένδρεσι, ζώοις, λίμνῃ, νικῶσα πᾶσι, καὶ κέκληται προσφόρως. | 328 | |
230(t) | ΑΛΛΟ. | |
n | [Εἰς τὴν αὐτήν.] | |
1 | Τρεῖς εἰς ἐλαίαν εἰσὶν εὐφυεῖς πόλεις, Νίκαια καὶ Πραινεστὸς ἥ τ’ Ἐρεχθέως. | |
231(t) | ΑΛΛΟ. | |
1 | Εἰς ἓν λαβὼν ἅπαντα πολλῷ τῷ πόνῳ, ἅπερ παριστᾷ δυσχερῶς τὸ πυκτίον, τέθεικα σαφῆ τοῖς ποθοῦσι μανθάνειν, ἄμοχθον αὐτοῖς τ’ εὐχερῆ διδοὺς χάριν, | |
5 | πίνακα χειρὶ τοῦ παρόντος βιβλίου γράψας σαφῆ, κάλλιστον, ἠκριβωμένον. Ἀφ’ οὗ χάρις νάμασιν ἀφθονεστάτοις ἐκρεῖ προφανὴς σὺν Θεῷ ξενοτρόπως, λυτροῦσα δεινῶν, δυσχερῶν νοσημάτων, | |
10 | πολλοὺς ῥύπους πλύνουσα τῶν παθημάτων σοφὸν Γαληνὸν εὐσθενῆ πρὸς τοὺς λόγους αὐχοῦντας εὑρεῖν εὐφυῆ συγγραφέα· οὗ τὸ κλέος μέγιστον ἀρθὲν ἀσχέτως, ἅπασιν ἐξέλαμψεν ἀρρητοτρόπως | |
15 | ἱὲν φαεινὰς τὰς βολὰς τὰς τῶν λόγων λαμπρῶς, καθαρῶς, εὐπρεπῶς καὶ κοσμίως ψυχαῖς βροτῶν ἄριστα προσδεδεγμένων, ὡς αἰγλοειδὴς, ἐκφανής τις φωσφόρος. | |
232(t) | ΑΛΛΟ. | |
1 | Εὐκλεέος Γαληνοῖο μετὰ σοφίῃ τε λόγῳ τε ἄνθεα δρεψάμενος πολυανθέος ἔξοχα τῆσδε βίβλου ἐκ μεγάλης, ἐρικυδέος, ἀφθίτοιο, ἴδει πόλλ’ ἐμόγησα τετηγμένος ἀμφὶ πόνοισι, | |
5 | θῆκά τ’ αὐτὸς σαφέ’ ἐελδομένοισι μέροψιν. | |
233(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν φιλόσοφον Πορφύριον. | |
1 | Ὁ Πορφύριος λευκὸν Ἀριστοτέλους τὸ πορφυροῦν ἔδειξε γνώσεως βάθος. | |
234(t) | ΑΛΛΟ. | |
1 | Τὸ δραστικὸν κλόνου τε καὶ νοῦ δριμύτης τὴν ὀξυτάτην δριμύτητά μοι νόει· νοημάτων δύναμίς ἐστι δριμύτης, ἰσχὺν χορηγεῖ τοῖς λέγουσι δριμύτης. | |
235(t) | ΑΛΛΟ. | |
1 | Ὄρνις πτερωτός, πῦρ δὲ κοῦφον τὴν φύσιν· ἀνωφερὴς δὲ νοῦς Ἰαμβλίχου πλέον, εἰ μὴ τιθεῖ τις οὐσίας ἀσωμάτους. Τὰ τοῖς σοφοῖς δοκοῦντα τῶν ὄντων γένη, | |
5 | ἐλεγχέτω τὸν ἄνδρα. Τίς μήπω λέγων· | |
—Ἰάμβλιχος ἄκρατος ἦν νοῦς καὶ μόνον; | 329 | |
236(t) | ΑΛΛΟ. | |
n | Εἰς Ἰάμβλιχον. | |
1 | Οὐδὲν τὸ πεῖσαν, ὡς δοκῶ, τοὺς πρὶν λέγειν ὡς οὐρανοῦ κάτεισι τῶν ψυχῶν γένος, ἀλλ’ ἢ πτερωτὸς καὶ τρέχων τὸν αἰθέρα καὶ πᾶν περῶν ὕψωμα νοῦς Ἰαμβλίχου. | |
237(t) | ΑΛΛΟ. | |
n | [Εἰς Ἑρμείαν τὸν φιλόσοφον.] | |
1 | Ὁ πρῶτος Ἑρμῆς μνημονευτὸς ἐν βίῳ τρίτος γενέσθαι καὶ σοφὸς τοσαυτάκις, ἐπωνομάσθη Τρισμέγιστος εἰκότως· ὁ δεύτερος δέ, πανσόφως σαφηνίσας | |
5 | τὸν τοῦ Πλάτωνος Φαῖδρον ἐν τρισὶ βίβλοις, τρισόλβιος καλοῖτ’ ἂν οὐκ ἀπὸ τρόπου. | |
238(t) | ΑΛΛΟ. | |
1 | Τρεῖς οἶδα πρώτους τῆς ἐπιστήμης στύλους, Ἀριστοτέλην, Πλάτωνα, Πυθαγόραν. | |
239(t) | ΑΛΛΟ. | |
n | Εἰς τὰ ιβʹ Ζώδια. | |
1 | Κριὸς προηγός ἐστιν ἀρχή τε χρόνου· Ταῦρος δέ, ταύρων οἶστρος εἰς ἀφροδίτην· ζώων δὲ πάντων ζεῦξις ἐν τοῖς Διδύμοις. Καρκῖνος ἐστὶ φωσφόρος δ’ ὀπισθόπους· | |
5 | Λέων δ’ ὁ θερμός, ἐκπύρωσις τοῦ πόλου· ἡ Παρθένος δὲ δεῖγμα τῆς γεωργίας· Ζυγὸς μερισμὸς ἡμέρας πρὸς ἑσπέραν· σκορπισμός ἐστι τῆς σπορᾶς ὁ Σκορπίος· ὁ Τοξότης δὲ σύμβολον κυνηγίας· | |
10 | ὁ δ’ Αἰγόκερως, ἀγρίων παρρησία· Ὑδροχόος δέ, χεῦμα τῶν ὄμβρων κάτω· οἱ δ’ Ἰχθύες, δήλωσις ἰχθύων γένους. | |
240(t) | ΑΛΛΟ. | |
1 | Ἑπτὰ βροτῶν νόμιζε τὰς ἡλικίας κατ’ ἀστρικὴν ἔννοιαν, ὥσπερ ἂν μάθοις· πρώτην βρεφικὴν μέχρι τεττάρων χρόνων; ἀναλογοῦσαν τῆς σελήνης τῷ δρόμῳ. | |
5 | καὶ παιδικὴν δ’ ἔπειτα μέχρι τῶν δέκα Ἑρμῇ λογίῳ συμπαρατεταγμένην· καὶ μειρακικὴν μέχρις ὀκτὼ καὶ δέκα κατασκοποῦσαν τὴν φίλην Ἀφροδίτην. Τρέχει νεανίας τετάρτην ἑπτάδα, | |
10 | τὸν ἡλίου κάλλιστα προσβλέπων κύκλον· ἀνὴρ δ’ ἐν πεντήκοντα καὶ δύο τρέχει, τὴν Ἀρεϊκὴν ἐκμιμούμενος στάσιν. Γηραιὸς ἐξέδραμεν ἑπτάκις δέκα, καὶ τέσσαρα δὲ τὸν Δία σπεύδων φθάσει· | |
15 | ἀναλογῶν δὲ τῷ παλαιτάτῳ Κρόνῳ | |
ὁ πρεσβύτης ἔδραμε, μέχρις ἂν θάνοι. Ταύτας νομίζειν χρή σε τὰς ἡλικίας· περαιτέρω δὲ μηδαμῶς ἄλλην σκόπει. | 330 | |
241(t) | ΓΕΩΜΕΤΡΟΥ. | |
n | Εἰς τὸν οἶνον ὑφαντοί. | |
1 | Σὺ θάρσος, ἥβη, δύναμις, πλοῦτος, πόλις δειλῶν, γερόντων, ἀσθενῶν, πτωχῶν, ξένων. | |
242(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
n | Εἰς Λέοντά τινα ἄρχοντα. | |
1 | Λέοντος ὑπνώττοντος ὀφθαλμὸς βλέπει· σὸς νοῦς δὲ πάντα [καὶ] βλέπει καὶ προβλέπει, κἂν ὄμμα μύῃ· τίς τὸ φῶς τοῦ νοῦ σβέσει; | |
243(t) | ΑΛΛΟ. | |
n | Εἰς Θέωνα τὸν φιλόσοφον. | |
1 | Τρέχων ἁπάσας τὰς ἐπιστήμας, Θέων τὴν κλῆσιν εὗρε πράξεως ἐπαξίαν· Θέων ὁ κλεινός· καὶ κέκληται προσφόρως, ὡς ἂν πτερωτὸς καὶ δι’ αἰθέρος τρέχων. | |
244(t) | ΑΛΛΟ. | |
1 | Τῆς μουσικῆς ἔλεξε Βακχεῖος γέρων τόνους, τρόπους, μέλη τε καὶ συμφωνίας. Τούτῳ συνῳδὰ Διονύσιος γράφων τὸν παμμέγιστον δεσπότην Κωνσταντῖνον | |
5 | σοφὸν ἐραστὴν δείκνυσι τεχνημάτων. Τὸν τῶν ἁπάντων γὰρ σοφῶν τεχνημάτων ἐφευρετήν τε καὶ δότην πεφηνότα ταύτης προσῆκεν οὐδαμῶς εἶναι ξένον. | |
245(t) | ΑΛΛΟ. | |
n | Εἰς τὰς Μούσας. | |
1 | Μουσάων ποθέω δύο μούνας, ὧν δέ γε κοσμεῖ Καλλιόπη γλῶτταν, Οὐρανίη δὲ φρένας. | |
246(t) | ΑΛΛΟ. | |
1 | Εὖθ’ ὑπὸ γῆν, Φαέθων, χρυσαυγέα δίφρον ἑλίσσεις, τῇ μεγάλῃ ψυχῇ Καίσαρος εἶπε τάδε· Ἴστρος ἕλε στέφανον Ῥώμης· ὅπλα λάμβανε θᾶττον· τόξα Μυσῶν δοράτων κρείττονα Αὐσονίων. | |
247(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸ πάθος Ῥωμαίων τὸ ἐν τῇ Βουλγαρικῇ κλείσει. | |
1 | Οὐκ ἐφάμην ποτ’ ἔσεσθαι, οὐδ’ ἢν ἥλιος ἀρθῇ, τόξα Μυσῶν δοράτων κρείττονα Αὐσονίων. Ἔρρετε δένδρα, κάκ’ οὔρεα, ἔρρετε ἄορνοι πέτραι, κεμμάσιν ἔνθα λέων πέφρικεν ἀντιάαν. | |
248(t) | ΑΛΛΟ. | |
n | Εἴς τινα ἐν Βουλγαρίᾳ ἀποθανόντα. | |
1 | Ἔρνος ἐμὸν περικαλλές, δένδρεον ὑψικάρηνον, ὤλεο Θρηϊκίων ἐξ ἀνέμων ἀπίνης. | 331 |
249(t) | ΑΛΛΟ. | |
n | Εἰς τὰς τῶν Ἰβήρων ἁρπαγάς. | |
1 | Οὐ Σκυθικὸν πῦρ, ἀλλ’ Ἰβηρικὴ βία πρὸς τὴν ἑῴαν νῦν κλονεῖ τὴν ἑσπέραν. Γῆς τοῦτο σεισμοί, τοὺς δὲ φαῦσις ἀστέρων καινῶν ἐδήλου. Μακέτις γῆ, τί Σκύθαις | |
5 | μέμφῃ ματαίως, ὁππόταν τοὺς συμμάχους τοιαῦτα δρῶντας καὶ φίλους τοὺς σοὺς βλέπῃς; | |
250(t) | ΑΛΛΟ. | |
n | Εἰς οἶνον τῆς Πραινέστου. | |
1 | Ὢ καρπὸς ἡδὺς Πραινεστοῦ πανταινέτου· ὢ νέκταρ· οὐχ ὃ τοῖς θεοῖς Γαννυμίδης κιρνᾷ νέος τις; ὧδε γάννυνται φρένες. Τούτου πιών τις αἷμα φήσει Κυρίου. | |
5 | Τοῦ Κυριώτου ταῦτα μικραὶ φροντίδες· ὁ Κυριώτης μετρεῖ ταῦτα καὶ σχέδην. | |
251(t) | ΑΛΛΟ. | |
n | Εἴς τινα καλόν, ὡς ἐκ τῶν αὐτοῦ φίλων. | |
1 | Οὐκ ἔστι κάλλους σύγκρισις πρὸς ἀστέρας τοῦ σοῦ, ποθεινέ· λαμπάδα κρινῶ λύχνοις, κρινῶ πρὸς αὐτὸν τὸν φαεινὸν φωσφόρον. Πλὴν φωσφόρον ζῶ μὴ βλέπων, ἂν σὲ βλέπω· | |
5 | σὲ μὴ βλέπων δέ, κἂν βλέπω τὸν φωσφόρον, σκότον βλέπω, τέθνηκα, χωρῶ πρὸς τάφον. | |
252(t) | ΑΛΛΟ. | |
n | Εἰς δακτύλιον το***. | |
1 | Τί; κόσμος, εἰπέ, δακτύλοις ἡ σφενδόνη, ἢ μᾶλλον οἱ σοὶ δάκτυλοι τῇ σφενδόνῃ; | |
253(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν τοῦ βασιλέως δακτύλιον. | |
1 | Γύγης μὲν ηὔχει σφενδόνῃ, σὺ δακτύλοις, οἷς καὶ δίδως φῶς οἷς θέλεις, οἷς δὲ σκότος. | |
254(t) | ΤΟΥ ΠΙΣΙΔΟΥ. | |
n | Περὶ ἡλικιῶν. | |
1 | Πρώτη βρεφική· παιδικὴ δὲ δευτέρα· τρίτη δέ τις πέφυκε τοῦ μειρακίου· ἡ δ’ αὖ τετάρτη τοῦ νεανίσκου πάλιν· ὠμοῦ τινὸς γέροντος ἡ πέμπτη πέλει· | |
5 | ἕκτη γέροντος, ἑβδόμη δὲ πεμπέλου. | |
255(t) | ΛΕΟΝΤΟΣ ΦΙΛΟΣΟΦΟΥ. | |
n | Οἷον δὴ καὶ τοῦτο τὸ ἡρωικοελεγεῖον αὐτοῦ. | |
1 | Ἔρρε μοι, ὦ τριάλαινα Πολύμνια· ἔρρετε, Μοῦσαι, αὐτὰρ ἐγὼν ἀπὸ νῦν ῥητορικῆς ἔραμαι, Φώτιον ἀρχιερῆα γεροντοδιδάσκαλον εὑρών, ὅς με γάλακτι ἔτρεφεν θειοτέρων μαθέων. | 332 |
256(t) | ΑΛΛΟ. | |
n | Εἰς Εὐφήμιον. | |
1 | Ταῦτά σοι ἐσθλὰ νοῶν, Εὐφήμιε, ἐσθλὰ χαράττει μουσοπόλος ξεῖνος ἀμφαγαπαζόμενος· ὃς προλέλοιπε πάτρην ἠδ’ Ἑλλάδα καλλιγύναικα καὶ γλυκερὴν καλύβην Θετταλικῆς Ὑπάτης· | |
5 | καὶ νῦν ἄστυ κλυτὸν Βυζάντιον ἀμφιπολεύει πιστὸς ἐὼν θεράπων κοιρανίης μεγάλης, ἥν ῥα Λέων μεθέπει ὁ σοφώτατος ἐν βασιλεῦσιν ἐν δίκῃ, ἐν σοφίῃ, ἐν πυκιναῖς πραπίσιν. | |
257(t) | ΑΛΛΟ. | |
n | Ἄλλα εἰς τὸν αὐτόν. | |
1 | Βαιὰ μὲν ἐξ Ἑλικῶνος ἀπηνθισάμην, πάνυ βαιὰ λείρια, μουσάων, Εὐφήμιε, πάγκλυτα δῶρα. | |
258(t) | ΑΛΛΟ. | |
n | Εἰς ὄρος τὸν Ὄλυμπον. | |
1 | Τὸν οὐρανὸν μὲν ἄγγελοι, βροτοὶ χθόνα, ἄμφω δὲ κοινὸν ὡς ὅρον γῆς καὶ πόλου Ὄλυμπον ἔσχον, πείθομαι μίξιν βλέπων. Οὓς καὶ θεοὺς Ὅμηρος, ὡς δοκῶ, λέγων, | |
5 | κοινὴν ἀφῆκε πᾶσι τούτων ἑστίαν· προφητικῶς Ὄλυμπον εἶπε τὸν πόλον. | |
259(t) | ΑΛΛΟ. | |
1 | Κῦτος χαλινοῖ τῆς θαλάσσης ἐνθάδε, καὶ τῷ βυθῷ δίδωσιν ἀσφαλῆ τρίβον, τὸ κῦμα χερσῶν, τοῦ τῇδ’ ἀστάτου σάλου χερσῶν τὸ ῥευστὸν καὶ ῥέον τέχνης βίᾳ | |
5 | ὁ πρωτοσπαθάριος Ἑλλαδοκλέης. | |
260(t) | ΑΛΛΟ. | |
1 | Μικρὸν χρόνον τὸ κέρδος εὑρὼν τοῦ βίου ἔκτεινας ἄνδρα καὶ σὺν αὐτῷ τὰς πόλεις. Τί σοι τὸ μέλλον; ἀντὶ ῥευστοῦ γὰρ βίου κεῖσαι τάφῳ· νῦν δεξιὰν ᾑμαγμένος | |
5 | κοιμώμενον λέοντα πυγμαῖος πίθηξ. Μένει τὰ φρικτά· φεῦ κακῶν βουλευμάτων! | |
261(t) | ΑΛΛΟ. | |
1 | Τῶν χειμερείων ῥεῖθρον Εὔκτιστος πάλιν βλέπειν δέδωκεν ἀρραγές τε καὶ νέον χρυσὸν παρασχὼν Σωσίβιός τε μέγας. Ὕδωρ τε νῦν πάρεστι πηγαῖον πόλει | |
5 | εὐχαῖς Θεοδότου τοῦ ὁσίου ἐπισκόπου. | 333 |
262(t) | ΑΛΛΟ. | |
1 | Ζῆθι, κυρὰ κορῶν, ἀνδράριστος Λακεδαίμων· τοὐπίκλην Κρεβατᾶς, κυδρὸς κἀγχίνοος ἀνήρ, προστατέει πόλεως· καὶ γὰρ παρακλήσεσι πάντων ἐκ βάθρων ἀνέγειρεν κρουνοὺς τούσδε ἅπαντας, | |
5 | συντρήσας τε ὄρη τάδε πηγὰς εἰς πόλιν ἦγε. | |
263(t) | ΑΛΛΟ. | |
1 | ....... ἀρραγὲς κεκτημένος ἄναξ Θεόφιλος εὐσεβὴς αὐτοκράτωρ ἤγειρε τοῦτο τεῖχος ἐκ βάθρων νέων, ὅπερ φύλαττε τῷ κράτει σου, παντάναξ, | |
5 | καὶ δεῖξον αὐτὸ μέχρις αἰώνων τέλους ἄσειστον, ἀκλόνητον, ἐστηριγμένον. | |
264(t) | ΑΛΛΟ. | |
1 | Ὃν τῆς θαλάσσης θραυσμὸς ἐν μακρῷ χρόνῳ κλύδωνι πολλῷ καὶ σφοδρῷ ῥηγνυμένης πεσεῖν κατηνάγκασε, πύργον ἐκ βάθρων Βασίλειος [αὖθις] ἤγειρ’ εὐσεβὴς ἄναξ. | |
265(t) | ΑΛΛΟ. | |
1 | Τὸ τετράπλευρον θαῦμα τῶν μεταρσίων, χρόνῳ φθαρέν, νῦν Κωνσταντῖνος δεσπότης, ὁ Ῥωμανοῦ παῖς, δόξα τῆς σκηπτουχίας, κρεῖττον νεουργεῖ τῆς πάλαι θεωρίας. | |
5 | Ὁ γὰρ κολοσσὸς θάμβος ἦν ἐν τῇ Ῥόδῳ, καὶ χαλκὸς οὗτος θάμβος ἐστὶν ἐνθάδε. | |
266(t) | ΑΛΛΟ. | |
1 | Χρόνῳ κλόνῳ τε πρὸς φθορὰν νενευκότα ἄρδην Θεὸς μέδων τετεύχει σὺν τάχει σπουδῇ στρατοῦ μόγῳ τε τῶν παραλίας τὸν πύργον, ὃν φύλαττε, σωτὴρ τῶν ὅλων. | |
267(t) | ΜΙΧΑΗΛ ΤΟΥ ΨΕΛΛΟΥ. | |
n1 | Εἰς τὸν χαλκοῦν ἵππον, τὸν ἐν τῷ Ἱπποδρόμῳ, | |
n2 | ἀπῃωρημένον τὸν πόδα ἔχοντα. | |
1 | Ἔμπνους ὁ χαλκοῦς ἵππος οὗτος, ὃν βλέπεις, ἔμπνους ἀληθῶς, καὶ φριμάξεται τάχα· τὸν πρόσθιον δὲ τοῦτον ἐξαίρων πόδα, βαλεῖ σε καὶ λάξ, εἰ παρέλθῃς πλησίον. | |
5 | Δραμεῖν καθορμᾷ, στῆθι, μὴ προσεγγίσῃς· | |
μᾶλλον δὲ φεῦγε, μὴ λάβῃς τὸ τοῦ λόγου. | 334 | |
268(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Τῆς βασιλίσσης ἐννόημα Μαρίας. Ὁ δὲ τρυγήσας τοὺς μελιρρύτους λόγους ψυχῆς ἀληθῶς ἔργον εὐγενεστάτης, Θεοφύλακτος ποιμέναρχος Βουλγάρων. | |
269(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | ☩Σεβαστὸν ἤδη καὶ δομεστικὸν μέγαν Ἀλέξιον τὸν Κομνηνὸν δεικνύω. | |
270(t) | ΑΛΛΟ. | |
1 | ☩Σεβαστὸ[ν] Ἀλέξιον, μ[ῆ]τερ τοῦ Λόγ[ου, τὸν στρατ[ηγὸν βα]σιλέ[ω]ν ἐκ [γέ]νους σ[κέ]ποις. | |
271(t) | ΑΛΛΟ. | |
1 | ☩Δι’ εὐλάβειαν οὐ φέρει θείους τύπους Ἄννης Κομνηνῆς ἡ σφραγὶς ἅμα στίχοις. | |
272(t) | ΑΝΝΗΣ ΤΗΣ ΚΟΜΝΗΝΗΣ. | |
1 | Λῆξεν ὅπου βιότοιο Ἀλέξιος ὁ Κομνηνὸς ἔνθα καλὴ θυγάτηρ λῆξεν Ἀλεξιάδος. | |
273(t) | ΑΛΛΟ. | |
1 | Τῶν γραμμάτων σφράγισ[μ]α Μανουὴλ [πέλ]ω, Κομνηνοφυοῦς πορφυροβλάστου κλάδους. | |
274(t) | ΑΛΛΟ. | |
1 | Ὁμώνυμόν σου Κομνηνὴν σκέποις, κόρη. | |
275(t) | ΤΟΥ ΜΙΧΑΗΛ. | |
1 | Ὦ φρὴν μία πόσων φρενῶν φρένας φέρεις; χανδὸν πόσων πέπωκας ἐν βραχεῖ λόγους! Οὐκ ἔστιν οὐδεὶς ὃς πρὸς ἶσόν σοι λόγου ἐλθεῖν δυνηθῇ, κἂν θρασύνηται λίαν. | |
276(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Σειρὴν λόγων σῶν θελκτικωτάτη λίαν οὐ θῆρας αἱρεῖ καὶ λίθους, νεκρὰν φύσιν, ὡς μῦθος Ἕλλην ἱστορεῖ τὸν Ὀρφέα, κακῶς διδάσκων, οὐκ ἀλήθειαν λέγων· | |
5 | ἃ γὰρ στέρονται καὶ νοὸς καὶ τοῦ λόγου, ποίαν ἔχουσιν ἡδονὴν ἐν τοῖς λόγοις; ψυχὴν δὲ μᾶλλον, τὴν γέμουσαν τῶν λόγων, τέρπουσα, θέλγει τῷ μέλει τῶν σῶν λόγων. | |
277(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Ἄναξ Μιχαήλ, Αὐσόνων ὄντως κλέος, λύτρωσιν εὗρεν, υἱὸς ὢν Κωνσταντίνου, πύργωμα τεύχων κατέναντι βαρβάρων μάχαις πρὸς αὐτοὺς ἀπτόητον καθάπαξ. | 335 |
278(t) | ΑΛΛΟ. | |
1 | Ῥηγὸς κραταιοῦ τοῖς χρόνοις Ῥογερίου τοῦ πανοσίου Λουκᾶ τῶν μονοτρόπων ἄρχειν λαχόντος σκεῦος εἴργασται τόδε πέμπτῃ σαρακοστῇ πρὸς ἑξακοσίων | |
5 | ἕκτῃ τε χιλιάδι παρόδῳ χρόνων. | |
279(t) | ΑΛΛΟ. | |
1 | Τὸ θεῖον ἔργον ἐνθάδε φθαρὲν χρόνῳ καινοῖ Μανουὴλ εὐσεβὴς αὐτοκράτωρ. | |
280(t) | ΑΛΛΟ. | |
1 | Μαθών, θεατά, τίς ὁ πήξας ἐκ βάθρων τὸν πύργον, ὅνπερ καθορᾷς, κτίσμα ξένον, θαύμαζε τούτου τὴν ἀριστοβουλίαν. Παῖς οὗτος ἀνδρὸς εὐτυχοῦς Ἰωάννου, | |
5 | σεβαστοκρατοροῦντος, ἄνθους πορφύρας, Θεόδωρος, μέγιστος ἐν στρατηγίαις, Δουκᾶς, Κομνηνός, εὐσθενής, βριαρόχειρ, ἐχθροῖς ἀπροσμάχητος, ἀκάμας πόνοις, ἔτους τρέχοντος ἑξάδι μὲν χιλίων | |
10 | σὺν τοῖς ἑκατὸν ἑπτ[άκις ἐτῶν] κύκλοις τριπλῇ δεκάδι καὶ μοναπλῇ τριάδι, τρισκαιδεκάτης ἰνδικτιῶνος δρόμου λῆξιν φέροντος ἐν θεῷ παντεργάτῃ. | |
281(t) | ΑΛΛΟ. | |
1 | Τήνδε πόλιν τὸ πάροιθεν ἀγακλειτήν περ ἐοῦσαν, τείχεσι μαρμαίρουσαν ἐϋστεφάνοις ἐνὶ πύργοις, καὶ χάρισιν βρύουσαν ὅσαι πτολίεθρον ἄεξον, εὔστοον, εὐρυάγυιαν, ἐΰδρομον, εὐλοέτειραν, | |
5 | ἁλσὶ περισσομάχητον, ἰδὲ χθονὶ πουλυβοτείρῃ, χεὶρ ὀλοοῖο χρόνοιο διέσπασεν, ἠύτε νεβρὸν πόρδαλις ἀγριό[θυμος], ἔβαλλε δέ μιν κατὰ γαίης, γρηὶ δ’ ἐθήκατό μιν πάντ’ εἴκελον ἰσχνοπαρείῳ, κάλλος ἀμαλδύνασα καὶ ἀγλαΐην ἐρατεινήν. | |
10 | Ἀλλ’ ἄρα Ῥώμης κοίρανος ὁπλοτέρης Ἰωάννης, παῖς [τῶν] Δουκοφύτων ἐρικυδῶν [ὢν] βασιλήων, οἰκτείρας μογέουσαν ἀποφθιμένην τ’ ἐλεαίρων, γῆρας ἀπέξεσεν, ἠδ’ ἀκμῆτ’ ἀνετεύξατο γυῖα, πυκνώσας τε παρῇα, καὶ ἅψεα λυγρὰ τονώσας, | |
15 | θήκατο κουριδίην ἀπὸ γρηὸς πεντακορώνου· τόνδε τε καὶ βασίλειαν, ἄνα χθονὸς ἠδὲ πόλοιο, | |
κάλλιμον, εὐπατέρειαν, ἐπήρατον, εἶδος ἀρίστην, ὄψιν ἐπεικέλιον Χαρίτεσσιν λευκοπαρείοις, φυήν θ’ ὑψικόμοισιν ἐϊσκομένην κυπαρίττοις, | 336 | |
20 | θείης ἐς λυκάβαντας ἀπειρεσίους συνανάσσειν. | |
282(t) | ΑΛΛΟ. | |
1 | Ὁ πορφυρανθὴς καὶ ἀειθαλὴς κλάδος πάππου φυεὶς ἄνακτος ἐξ Ἀνδρονίκου ἐξ ὑποβάθρας ἐκδομεῖ πύργον νέον, καὶ συνεγείρει καταβληθεῖσαν χ[αμαὶ | |
5 | τὴν Ποντοηράκλειαν εὐτέχνως ὅλην. | |
283(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν μέγαν Βασίλειον. | |
1 | Κἂν σὸς μελιττόγλωττος ἔστη ῥοῦς περῶν, τοῦ θανάτου θᾶττόν σε καθηρπακότος, ἀλλὰ τὸ λεῖπον τῆς ῥοῆς ὑπερχέει, ὁ γρήγορος νοῦς, ἀπό σου καθὰ πάλιν | |
5 | ἄρδευμα, καὶ γὰρ σῶν ὅδε γλωττισμάτων ἐξ ὧν ἐπλήσθη χύμα λαβὼν τοῦ Λόγου. | |
284(t) | ΓΕΩΜΕΤΡΟΥ. | |
n | Εἰς εἰκόνα τοῦ Χρυσοστόμου. | |
1 | Σοὶ ζῶντι τοπρὶν ἡ πνοὴ παρῆν μόνη, γραφέντι δ’ αὖ νῦν ἡ πνοὴ λείπει μόνη. | |
285(t) | ΝΙΚΗΤΑ. | |
n | Εἰς τὸν ἅγιον Γρηγόριον. | |
1 | Βίβλος ἐγὼ μεγάλοιο ἀδελφοῦ τοῦ Βασιλείου Γρηγορίου τελέθω τέρματος εὐφυέος. Αὐτίκα γὰρ μετόπισθε τανηλεγέος θανάτοιο, οἷά τις ἡνίοχος ἅρμασι τῆς σοφίης | |
5 | αὐτὸς ἐπεμβεβαὼς ὠχήσατο ἰσόθεος φώς, οὗ καὶ ἀνεπλήρου τέρματα εὐφραδέως. Ἔπρεπε γὰρ πλάσιν ἀνθρώποιο κατασκευήν τε ᾗ πολυφραδμοσύνῃ ἐξερέειν κοσμίως. Τοῦ δὲ ἀπὸ στόματος καταλείβεται ὑγρὸν ἔλαιον | |
10 | ἦκα μάλα προχέον, ἄφθονον, ἡδύπλεον. | 337 |
286(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
n | Εἰς τὸν ἅγιον Γρηγόριον τὸν θεολόγον. | |
1 | Ἔνθεος ἦν ὁ Σύρος, πολυγράμματος ἦν δὲ ὁ Φοῖνιξ, Καππαδόκης δ’ ἄμφω καὶ πλέον ἀμφοτέρων. | |
287(t) | ΑΛΛΟ. | |
1 | Ὡς Νεῖλος ἄλλος, πλημμυρῶν τοῖς σοῖς λόγοις, ὦ Θευδώρητε, τῶν Ἀχαιῶν τὴν πλάνην πνίγων, καλὸν τὸν πίστεως αὔξεις σπόρον. | |
288(t) | ΑΛΛΟ. | |
1 | Νητρεκὲς, ὥσπερ ἔοικεν, ἐφήσατο θέσπιν ἀϋτὴν Δαβίδης Σολομὼν πολυγνώμων, ποικιλομήτης, ὡς κραδίη συνετὴ σὴς ὀστέα εἰλαπινάζων. Καὶ γὰρ ἐγὼ, φιλότης, πλεόνεσσί τε κηδοσύνῃσιν | |
5 | ἦτορ ἐμὸν καὶ ἔδαψα ῥᾳθυμοτόκοις μελεδώναις σπερχόμενος σοφίης περιώσια τέρμαθ’ ἱκέσθαι. Βουλομένῳ δὲ βίβλους ὁκόσας χρέος ἦεν ἀγεῖραι ὄλβος ἀπῆν· ἔγραφον δὲ κατ’ ἠῶ εὐφρονέην τε συνεχέως, ὁτὲ μὲν τὰ μαθήματα, ἄλλοτε βίβλους, | |
10 | εὐφρονέων μελέδαινον ἐπεξιέναι φιλοτίμως. Ἔσθ’ ὅτε καὶ ὁμοεργὸν ἐπεζήτουν φιλέοντα ἀντιάαν· ἐξ ὧν ἐνυπάρχει ὁ προκατάρξας βίβλου ἡμετέρης ἑτάρων ὁ φιλαίτατος ἄλλων Πάτροκλος, ὃν φιλέεσκον, ἄριστά τε κυδαίνεσκον. | |
289(t) | ΑΛΛΟ. | |
1 | Θεοστυγοῦς μάνθανε τόλμαν Ἀρείου· τὸν συμφυῆ τε καὶ συνάναρχον Λόγον, σχόντα μὲν ἀρχὴν τὴν κατ’ αἰτίαν μόνην, ὄντα δὲ ταὐτὸν οὐσίᾳ καὶ δυνάμει, | |
5 | κτιστὸν νόμισας πατρὸς ἀπ’ ἀλλοτρίου; Ἀλλ’ ἀπελέγχει σύνοδος θεηγόρων συνεργίαις ἄνακτος ἰσαποστόλου. Μακεδόνιος δεύτερος τολμητίας κτίσμα τὸ πνεῦμα Πατρός, Υἱοῦ, καὶ ξένον | |
10 | θρασυστόμως ἔφασκε, φεῦ φληναφίας; Ἀνδρῶν ἐλέγχει τοῦτον εὐσεβῶν στίφος ταῖς ὑποθήκαις τοῦ σοφοῦ Γρηγορίου, Θεοδοσίου σκηπτοκρατοῦντος τότε. Νεστόριος ἄνθρωπον ἁπλοῦν δοξάσας | |
15 | τὸν προσκυνητὸν καὶ θεάνθρωπον Λόγον, εἰπὼν Χριστοτόκον τε καὶ θεοτόκον, ἔλεγχον εὗρε τῶν ἑαυτοῦ δογμάτων, Θεοδοσίου βασιλεύοντος νέου. Τὴν δ’ αὖ ἀληθῆ τοῦ Θεοῦ παρουσίαν | |
20 | καὶ φυσικὴν γέννησιν ἐκ τῆς παρθένου, ὑπὲρ δὲ φύσιν ὡς συναφείας δίχα δύστηνος εἶπεν Εὐτυχὴς φαντασίαν, | |
καὶ τόνδε συνέλευσις ἀνδρῶν ἐνθέων ἠλλοτρίωσεν εὐσεβῶν συναυλίας, | 338 | |
25 | τοῦ Μαρκιανοῦ προσλαβόντος τὸ κράτος. Δίδυμος, Εὐάγριος, ὡς Ὠριγένους ἀνανεοῦντες τοὺς τερατώδεις λόγους, μοίρᾳ καθῃρέθησαν εὐσεβοφρόνων, κρατοῦντος Ἰουστινιανοῦ τοῦ πάνυ κλυτοῦ. | |
30 | Ἄνθρωπον ἔννουν προσλαβὼν Θεὸς Λόγος διπλῆν μὲν ἔσχεν ὡς θέλησιν καὶ φύσιν, ὑπόστασιν δὲ φύσεων δυοῖν μίαν, διπλῶς ἐνεργῶν ἐν διπλαῖς ταῖς φύσεσιν, ἀλλὰ συνῆψαν εἰς μίαν, ὡς οὐκ ἔδει, | |
35 | Διόσκορος μὲν ..... κακῶς φύσεις, τὰς δ’ αὖ θελήσεις, Σέργιός τε καὶ Πύρρος. Πληθὺς θεόπνους ἀπελᾷ τούτους ἅμα, Πωγώνατος δὲ τοῦ κράτους εἶχε στέφος Κώνσταντος υἱὸς εὐσεβὴς Κωνσταντῖνος. | |
40 | Τὸ δ’ ἕβδομον σύνταγμα τῶν θεοφόρων κατ’ ἀθετητῶν τῶν σεβασμίων τύπων. Ἄρχοντες ἦσαν Κωνσταντῖνος, Εἰρήνη, μόνα τὰ μήτηρ τε καὶ γόνος σύμφρονες, ἀντίφρονες ὄντες καὶ κακόφρονές σφισι. | |
45 | Τὰς ἑπτὰ σεπτὰς ἅπας ἡγοῦ συνόδους, καὶ δογμάτων σφῶν ἀντέχου σωτηρίων, ἐφ’ οἷς κἀγὼ πέποιθα τὴν σωτηρίαν, ἀκραιφνὲς ἐνθεὶς εἰς Θεοῦ πλοῦτον σέβας, κἂν προστέτηκα τοῖς κάτω κτήνους δίκην, | |
289(50) | κἂν πλημμελῶ συχνάκις ἐξ ἀβουλίας. | |
290(t) | ΑΛΛΟ. | |
n | Εἰς ἑαυτόν. | |
1 | Ἦν ὅτ’ ἔην ἔρνος περικαλλές, ἐϋσθενές, ἁβρόν, καὶ σοφίῃ θάλλων καὶ τόλμῃ κραδίης· ἀλλά με δαίμων ἢ θεὸς ἢ φθόνος ἄγριος ἐχθρῶν ἀμφοτέρων ἐλάσας παίγνια δῶκε βίῳ· | |
5 | Σαμψὼν ἀλλοφύλοις ἐμπαίζοντα, ἀλλ’ ἀνὰ νεκροὺς οἶδα λόγῳ δείξας καὶ πάρος ἐγρομένους *. | |
291(t) | ΑΛΛΟ. | |
n | Εἰς ἑαυτόν. | |
1 | Οὐρανίων ἐπιγείων [θ’] ἵστορά τις, λέγε, θῆκεν ὀκτωκαιδεκέτην εἰσέτι ς’, Ἰωάννη; —Θῆκέ με παμβασίλεια, καὶ ἠνορέην ἐπὶ τούτοις δῶκεν ἀριπρεπέα· ῥήγνυσο, μῶμος ἅπας. | |
292(t) | ΑΛΛΟ. | |
n | Ἡρωελεγεῖον. | |
1 | ..................... Ἄτρομος εὐκραδίως ἔδραμον εὖτ’ ἔθελον. Ἀλλ’ ἕνα τόνδ’ αἰνῶς δείδια, μήτι πάθοιμι πλοῦν ἀίδηλον, ὅτε στέλλομαι ἐκ βιότου. | |
5 | Οἶδ’ ὅτι [καὶ] μακρὸς καὶ ἀθέσφατος ἐς πόλον ἕρπει δύσπορος, ἀπροϊδής, οὐ περατὸς χθονίοις. Καὶ τόδε αὖ βρίθει με πάχος χοὸς εὖτέ περ ἰός, ὥς τε βάρος σιδάρω ὃ πλάσαν ἀργαλέαι τηκεδανή τε μέριμνα, κακοῦ βιότου μελεδῶναι, | 339 |
10 | ῥύπος θ’ ἡδυμόρου βρώματος ἀρχεγόνων. | |
293(t) | ΑΛΛΟ. | |
1 | Τρῶες μὲν καὶ Ἀχαιοὶ ἐπ’ ἀλλήλοισι θορόντες σώματος οὕνεχ’ ἑνὸς εἰς δέκ’ ἔπιπτον ἔτη· οἱ δὲ σοφοὶ καὶ ῥήματος ἢ καὶ γράμματος οἴου μάρναντ’ εἰς ἐτέων καὶ χιλίων δεκάδας. | |
5 | Ἀλλά τέ μ’ ἐκ βελέων θεὸς ἔξελεν ἔκ τε κυδοιμοῦ ἐς Τριάδος γνῶσιν, ἐν Τριάδος με φάει. | |
294(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν ἑαυτοῦ πατέρα. | |
1 | Ὃς καὶ νοσοῦντα χερσὶν ἠγκαλιζόμην· ὃς καὶ θανόντα, σὰς περιστείλας κόρας, ἔλουσα λουτροῖς ἐσχάτοις, τὰ θρέπτρα σοι, καὶ φόρτον ἡδὺν μῆνα βαστάσας ὅλον, | |
5 | μακρᾶς σε γῆς ἤνεγκα μυρίοις πόνοις· καὶ συζύγῳ δέδωκα καὶ τῇ πατρίδι, ἔκρυψα καὶ τύμβῳ δὲ καὶ τῇ καρδίᾳ, Ἰωάννης, σῶν φιλτάτων νεώτατος· ἔγραψα καὶ νῦν τῷδε τῷ τύπῳ· «Πάτερ, | |
10 | πάτερ, γλυκεῖα κλῆσις, ὄψις ἡδίων·» μικρὸν παραγόρημα τοῦ πολλοῦ πόθου. | |
295(t) | ΑΛΛΟ. | |
1 | Φίλης τὸ λαμπρὸν καὶ σοφὸν τὸ τῆς τέχνης, κάλλους τὸ τερπνόν, σχήματος τὸ ποικίλον, τῶν ἔνδον ἡ βλύζουσα θαυματουργία, τοῦ δημιουργήσαντος ὁ ζέων πόθος | |
5 | ὑπερφέρουσι τῆς κιβωτοῦ τῆς πάλαι. Ὅσῳ γὰρ αὐτὰ τῶν πρίν τ’ ἐξευρημένα μείζω, τοσούτῳ πίστις ἡ Θεοφανοῦς, προσευκτικὸν σκήνωμα τῶν αἰτημάτων τεύξασα, καλλύνασα τοῦτο ἐπισκόπου, | |
10 | εἰς ψυχικὴν κάθαρσιν, εἰς βίου σκέπην. | |
296(t) | ΑΛΛΟ. | |
1 | Κάλλος ἐμὸν [τ]όδε τεῦξε Γελάσιος, ὥσπερ ὁρᾶτε, | |
ψυχῆς ἠδὲ κακῶν λυτήριον ὄφρα πέλοιτο, τοίχου[ς] ἠδὲ θ[έ]μεθλα καὶ εὖ καθύπ[ερ]θ[εν] ἐρέψας, Δ]ωσι[θ]έου ἁγίου Βόστρης ἱερ[ητεύ]οντος. | 340 | |
297(t) | ΑΛΛΟ. | |
1 | † Αἰπεινὸς δόμος εἰμὶ βαθυκτεάνων ναετήρων, λαϊνέαισι πύλαισ[ιν] ἀπήμονα τέκνα φυλάσσων. | |
298(t) | ΑΛΛΟ. | |
1 | Ναοῦ τὸ σαθρὸν κήρυκος Κορνηλίου εἰς κάλλος ἦρεν σὺν πόθῳ τε καὶ μόχθῳ αἰτῶν ἀμοιβὴν λύσιν πολλῶν σφαλμάτων Ἄνθιμος ὁ προίερος Σκαμάνδρου πόθῳ· | |
5 | ναοῦ τὸ τερπνόν, τὴν θέσιν, τὸ ποικίλον ὑπερφυῆ τε λαμπρότητα πᾶς βλέπων τούτου νεουργὸν Ἄνθιμον, λάτρι, νόει καὶ λύσιν αἰτοῦ πταισμάτων τῶν ἐν βίῳ. | |
299(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν ναὸν τὸν Στουδίου. | |
1 | Ἄϋλα φῶτα πυρφλόγα πρὸ τῆς πύλης καὶ λύχνον ἐκλάμποντα φωτὸς Κυρίου, καὶ τοῦ πόλου μίμημα τὸν δόμον βλέπω. Τὸ πνεῦμα ῥυπῶν, στῆθι τῆς πύλης ἄπο· | |
5 | τὸν νοῦν δὲ λαμπρός, φαιδρὸς ὢν τὴν καρδίαν, ἴθι, πρόβαινε, φωτὶ φῶς προσλαμβάνων, πρὸς ναὸν ἁγνόν, ναὸς ἐμψυχωμένος. | |
300(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν αὐτόν. | |
1 | Εἰς ἓν τὰ κάλλη τῶν ὅλων ἠθροισμένα, ἄστρων, θαλάσσης, ἀέρος, γῆς καὶ πόλου ὧδε βλέπων, ἄνθρωπε, μὴ κάμοις βλέπων. | |
301(t) | ΑΛΛΟ. | |
1 | Τοῦ δεσπότου τὸ κάλλος, ἥλιε, βλέπων, φαίνεις τί λοιπὸν, ἢ λέγεις τρέχειν μόνος; Βραχὺν δὲ τοῦτον ἐμπεριγράφειν τόπον ὁρᾷς δραμόντα δυσμόθεν πρὸς τὴν ἕω. | |
5 | Ὅρα πάλιν τρέχοντα ταύτης πρὸς δύσιν, καὶ τοῖς ὅπλοις φλέγοντα καὶ πρὸ τῆς μάχης. Καί σε γνόφος μὲν καὶ θύελλα καὶ νέφος μικρὸν καλύπτει καὶ διασπᾷ πολλάκις. Οὗτος δὲ παντὸς ἐστὶ κρείττων καὶ πάθους. | |
10 | Τοῖς ὄμμασι σὺ καὶ μόνοις, ὃ καὶ λύχνος· οὗτος δὲ φαίνει τὸ πλέον ταῖς καρδίαις, καὶ πᾶν καθαίρει τῆς ἀθυμίας νέφος. Οὗτος διαρκὴς γῆν καταυγάζειν ὅλην, μᾶλλον δὲ καί σε καὶ τὸν ἀστέρων κύκλον· | |
15 | αὐτὸν δὲ μᾶλλον οὐρανοῦ τὸν δεσπότην | |
ψυχῆς τε κάλλει καὶ τρόποις καθηδύναι. | 341 | |
302(t) | ΑΛΛΟ. | |
n | Εἰς ναὸν τοῦ Σωτῆρος. | |
1 | Ὡς τοῦ πόλου μίμημα τὸν δόμον βλέπων ἐξ οὐρανοῦ κάτεισι Χριστὸς σὺν φίλοις· πίστις δὲ πείθει ταῦτα σὺν Γεωργίῳ. Ἢ καὶ πόλον τέθεικε τόνδε τὸν δόμον· | |
5 | ἔργον δὲ χειρὸς ταῦτα μὴ πιστευτέον. | |
303(t) | ΑΛΛΟ. | |
1 | Οὐκ ἔργα χειρὸς ταῦτα· μή τις ἐλπίσοι· ἀλλ’ οὐρανοῦ κάτεισι Χριστὸς σὺν φίλοις· Νικηφόρου νίκησε νοῦν τε καὶ λόγον. Ηὔχει μὲν ἄστροις καὶ φαεινῷ Φωσφόρῳ | |
5 | πόλος, τὰ πρῶτα τῶν καλῶν φέρων γέρα· ἀλλ’ ἐν δόμῳ νῦν, ὡς μὲν ἄλλον Φωσφόρον, τὸν Χριστὸν αὐτόν, τοὺς δ’ ὑπουργοὺς καὶ φίλους κυκλοῦντας αὐτόν, ἄστρα πάγκαλα, βλέπων, αὐτὸς καθ’ αὑτοῦ δεύτερα ψηφίζεται. | |
304(t) | ΑΛΛΟ. | |
1 | Κάλλεος ἦν ἔρις· οὐρανὸς ἄστρασιν εὔχετο νικᾶν· αἰθὴρ ἀστράπτων ᾔτεε πρῶτα γέρα. Ὡς δὲ δόμος προὐβάλλετο δεσποτικὴν μόνον αἴγλην, ἔσβεσθ’, οἷα λύχνος, κάλλεα οὐράνια. | |
305(t) | ΑΛΛΟ. | |
1 | Πόλου μὲν αἰθήρ, ἄστρα, μήνη, Φωσφόρος· δόμου δὲ Σωτήρ, ἄγγελοι, μήτηρ, φίλοι. Τίς ἰσότης πρὸς ταῦτα; ποία σύγκρισις; Τὴν ἧτταν εὗρες, Οὐρανέ, πλὴν προσκύνει. | |
306(t) | ΑΛΛΟ. | |
1 | Ἢ τοῦ πόλου κάτεισι Χριστὸς ἐς δόμον, ἢ καὶ πόλον τέθεικε τόνδε τὸν δόμον· ἄμφω δὲ μᾶλλον, καὶ κατῆλθε σὺν φίλοις, καὶ τὸν δόμον τέθεικεν οὐρανὸν νέον. | |
307(t) | ΑΛΛΟ. | |
1 | Ἄστρα μὲν αἰγλήεντα καὶ ἀστέρας ἠδὲ σελήνην, οὐρανέ, καὶ σὺ φέρεις, οἶδα, φαεινότατε. Ἀλλ’ ὅτε τόνδε χορὸν καὶ χρυσῆν ἄντυγ’ ἀθρήσω, μικρά, λέγω, φαίνεις καὶ σὺ καὶ ἠέλιος. | |
308(t1) | ΘΕΟΦΙΛΟΥ ΑΥΤΟΚΡΑΤΟΡΟΣ | |
t2 | ΕΙΚΟΝΟΜΑΧΟΥ. | |
1 | Πάντων ποθούντων προστρέχειν πρὸς τὴν πόλιν, ὅπου πάναγνοι τοῦ θεοῦ Λόγου πόδες ἔστησαν εἰς σύστασιν τῆς οἰκουμένης, ὤφθησαν οὗτοι τῷ σεβασμίῳ τόπῳ, | |
5 | σκεύη πονηρὰ δεισιδαίμονος πλάνης, ἐκεῖ τε πολλὰ λοιπὸν ἐξ ἀπιστίας, πράξαντες αἰσχρὰ δεινὰ δυσσεβοφρόνως, ἐκεῖθεν ἠλάσθησαν ὡς ἀποστάται. Πρὸς τὴν πόλιν δὲ τοῦ κράτους πεφευγότες | 342 |
10 | οὐκ ἐξαφῆκαν τὰς ἀθέσμους μωρίας. Ὅθεν γραφέντες ὡς κακοῦργοι τὴν θέαν, κατακρίνονται καὶ διώκονται πάλιν. | |
309(t) | ΘΕΟΦΑΝΟΥΣ. | |
1 | Τῷ ζῶντι νεκρῷ καὶ νεκρῷ ζωηφόρῳ, ναίοντι τὴν γῆν, καὶ πατοῦντι τὸν πόλον, Γραπτοὶ γράφουσι δέσμιοι τῷ δεσμίῳ. | |
310(t) | ΜΕΘΟΔΙΟΥ. | |
1 | Τοὺς ταῖς βίβλοισιν οὐρανῶν κλησιγράφους, καὶ πρὸς μέτωπα σωφρόνως ἐστιγμένους, προσεῖπεν ὁ ζώθαπτος ὡς συνδεσμίους. | |
311(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Τέρεμνον, ὅνπερ ὡραϊσμένον βλέπεις, Βασίλειος τέτευχεν ἐκ βάθρων πόθῳ. Δέχοιο τόνδ’ ἐμοῦ πονήματος δόμον, τὸ γρήγορον φῶς τῶν θεοῦ αὐγασμάτων, | |
5 | ἀντεισάγων μοι ἀμπλακημάτων λύσιν. | |
312-314(t) | ΑΛΛΑ. | |
n | Εἰς εἰκόνα ἀκριβῆ. | |
a1 | Οὐρανοῦ ἐγκατέπαλτο καὶ ἔμπνοον ἔθετο εἰκὼ | |
a2 | ἐνθάδε Χριστὸς ἑὴν μητέρος· ὡς δὲ φίλων, | |
a3 | ὡς νοερὸς χορός [ἐστι] περισταδὸν ἄλλοθεν ἄλλος | |
a4 | χεὶρ βροτέη μεγάλα ψεύσατο τούσδε τύπους. | |
b1 | Ὃς πόλον ἐξετάνυσσα καὶ ἀνδρομέην πλάσα μορφήν, | |
b2 | εἰς δόμον ἀνδρομέαις χείρεσιν ἐγγράφομαι. | |
b3 | Ταῦτα δ’ ὁμοῦ τελέθων, θεὸς ἄμβροτος, ὕστατα θνητός, | |
b4 | πλάττω βουληθείς, πλάττομαι ὡς ἐθέλω. | |
c1 | Ὃς δίφρῳ πυρόεντι ἐφέζομαι, ὃς φῶς οἰκῶ, | |
c2 | εἰς δόμον [εἶμι βροτῷ] χειρὶ χαραττόμενος. | |
c3 | Θάμβεε μή τις [ἐόντα μ’] ἐν ἀγκαλίδεσσι τιθήνης· | |
c4 | καὶ τὸ πρὶν φερόμαν, γαστέρα δ’ οἶκον ἔχω. | 343 |
315(t) | ΑΛΛΟ. | |
n | Εἰς τὴν εἰκόνα τοῦ Σωτῆρος. | |
1 | Νοῦς ὢν μέγιστος, σαρκὸς εἴληφας πάχος· ταύτην γράφω νῦν, τῆς δ’ ἄνω φύσιν σέβω, οὐ χερσὶ γραπτόν, οὐ περιγραπτὸν τόπῳ. | |
316(t) | ΑΛΛΟ. | |
1 | Σοὶ τῇ πανάγνῳ μητρὶ τοῦ Θεοῦ Λόγου προσῆξε Κωνσταντῖνος εἰς παθῶν λύσιν. | |
317(t) | ΑΛΛΟ. | |
1 | Γυμνούμενος μὲν γυμνὸν ἐνδύεις, Λόγε· κάραν δὲ βάπτων ἐξανιστᾷς με πλάνης· φαιδρύνεται μὲν ὠκεανὸς φωσφόρος, Ἰορδάνης δεσπότῃ λελουμένῳ | |
5 | ὡς φαιδρὰ μᾶλλον καὶ τὰ ῥεῖθρα δεικνύει, καὶ κάλλος ἐντίθησιν, οὐ γὰρ λαμβάνει· κάλλους πατὴρ πέφυκε, βλύζει φῶς ὅλως. | |
318(t) | ΑΛΛΟ. | |
1 | Εἰ τυγχάνει γῆς χῶρος ἐξῃρημένος, ὅπου γέεννα καὶ τόποι κατακρίτων, ἐκεῖνος οὗτος. Ἀλλὰ Πυριφλεγέθων ζήτει τίς οὗτος, οὗτος ἐγγύθεν ῥέων | |
5 | ὁ καυστικὸς Κάϋστρος· ὃς δ’ αἰασμάτων ἀνδρῶν ὅλος πέφυκεν, αἴανδρον λέγω, Κωκυτὸς ἄλλος τῶν πόνων ἐπάξιος. | |
319(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν ἅγιον Ῥωμανὸν τὸν μελῳδόν. | |
1 | Ὁ συγχορευτὴς οὐρανοῦ τῶν ἀγγέλων καὶ γῆθεν ᾄδει τὰς ἐκεῖ μελῳδίας. | |
320(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν Θεολόγον. | |
1 | Ἡ γνῶσις ὄντων, Γρηγόριος νῦν βλέπων. | |
321(t) | ΑΛΛΟ. | |
1 | Οἱ μὲν πάλαι θύουσιν ἄρνας καὶ βόας· ἐγὼ δὲ Χριστῷ τῷ Λόγῳ θύσω λόγον, τῷ νῷ τε τὸν νοῦν, πνεῦμα πνεύματι, τρία. | |
322(t) | ΑΛΛΟ. | |
n | Ὁ Ἔρως. | |
1 | Οὐκ ἀπὸ πανδήμου, ξένε, Κύπριδος, οὐδ’ ἀπὸ γαίης εἰμί, καὶ ὑλαίης ἔκγονος εὐφροσύνης. Ἀλλ’ ἐγὼ ἐς καθαρὴν μερόπων φρένα πυρσὸν ἀνάπτω εὐμαθίης, ψυχήν τ’ οὐρανὸν εἰσανάγω. [ἑκάστης | |
5 | Ἐκ δ’ ἀρετῶν στεφάνους πισύρων πλέκω, ὧν ἀφ’ | |
τούσδε φέρων πρώτῳ τῷ σοφίης στέφομαι. | 344 | |
323-325t | ΑΛΛΑ. | |
323 | Τῆς γῆς τὰ τερπνὰ καὶ τὰ λαμπρὰ τῶν ἄνω εἰς ἓν κέρασας, δημιουργὲ τῶν ὅλων· σὺ γὰρ συνήργεις ταῦτα τῷ σῷ Νικήτᾳ, ἄλλον πόλον τέθεικας ἐν γῇ τὸν δόμον· | |
5 | ἐξ ἀστέρων φῶς, ἐκ δὲ τῆς γῆς οἱ λίθοι. | |
324 | Τί κἀκ τίνων εἴληφας εἰς κάλλος δόμων; —Ἐκ γῆς μὲν ὕλην, ἐκ δὲ τοῦ πόλου τέχνην. | |
325 | Τίνος σε χεὶρ ἤγειρε, καὶ δῶρον τίνι; —Πόθος Νικήτα τῷ κρατοῦντι τῶν ὅλων. | |
326(t) | ΑΛΛΟ. | |
1 | Οὐ χεὶρ λιθουργὸς οὐδὲ χεῖρες ζωγράφου· σὴ, δημιουργέ, χεὶρ καὶ σὴ τέχνη εἰς ἓν τὰ κάλλη τῶν ὅλων κεραννύει. Λίθων μὲν αὐγὴ φῶς δοκεῖται ἀστέρων, | |
5 | ἁψὶς δὲ χρυσῆ, πῦρ τὸ λαμπρὸν αἰθέρος. ψηφὶς δὲ τερπνὴ καὶ βαφὴ τῶν χρωμάτων, λειμών τις ἄλλος γραπτὸς ἄνθεσι βρύων· ἡ τῶν τύπων τέχνη δὲ νικᾷ τὴν φύσιν, καὶ σχῆμα καὶ κίνημα καὶ βλέμμα γράφει | |
10 | καὶ πνεῦμα μικροῦ· τοῦτο δ’ οὐκ ἔχει μόνον· ὄρη μεθιστᾷ πίστις, ἔργοις νῦν βλέπω. Σοῦ γὰρ λάτρου Νικήτα φίλτρον καὶ πόθος, καὶ τοὺς τρόπους ἔδειξεν ὡς ζῶντας βλέπειν, καὶ τοὺς λίθους ἔπεισεν ἀστραπὰς φέρειν, | |
15 | καὶ πάντα σῆς μετέσχεν αἴγλης, Χριστέ μου. | |
327(t) | ΑΛΛΟ. | |
1 | Εἶχον τὸν ἀγρὸν ἡδονῶν τι χωρίον ἰδεῖν, φαγεῖν, πιεῖν τε, τερφθῆναι μέλει· ἀλλ’ ὡς τὸν ἁγνὸν ναὸν εἶδον Παρθένου, μέσον πατεῖν ἔδοξα τὸν λαμπρὸν πόλον. | |
328(t) | ΑΛΛΟ. | |
1 | Ἀέναος δ]όμος εἰμὶ ἀεθλοφόρου Θεοδώρου μάρτυρος ἀθα[νάτοιο, θεοῦ τε] καὶ ἀνθρώποιο· σῶμα γὰρ ἐν γαίῃ, ψυχὴ δ’ εἰς οὐρανὸν εὐρὺν ἀγγε[λ]ικ[ὴ] τελέθει κἀγήραον ἕρμα .... | |
5 | καὶ ναέ[τῃ]σι καὶ ἐσσομέν[οις μέγα θαῦμα ἰδέσθαι. | |
329(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν ἅγιον Θεόδωρον. | |
1 | Ῥῆτορ, στρατηγέ, μάρτυς, ἀνδρείας τύπε, ἄγαλμα κάλλους, ἀρετῶν κρᾶμα ξένον, σοὶ πάντα τἀμά, σοὶ πνοήν, σοὶ τοὺς λόγους, σοὶ χειρὸς ἄρσιν, σοὶ πορείαν, σοὶ στάσιν, | |
5 | Ἰωάννης δίδωμι· σὺ δὲ τὰ πάντα μοι· | |
φύλαξ, ὁδηγός, σύμμαχος γένοιό μοι. | 345 | |
330(t) | ΑΛΛΟ. | |
n1 | Εἰς τοὺς βασιλικοὺς στεφάνους τῆς χειρός, | |
n2 | αὐτοκράτωρ Ἰωάννης. | |
1 | Ἔθραυσεν ἐχθροὺς δεξιὰ σή, Χριστέ μου. Χριστοῦ δὲ τοῦ σοῦ δεξιᾶς ἐστεμμένης, σοὶ πᾶς προσάπτει τῶν προστροπαίων τὴν χάριν. | |
331(t) | ΑΛΛΟ. | |
n | Εἰς τὴν τιμίαν ζώνην. | |
1 | Ζώνη κόρης τὰ νεῦρα Ῥωμαίων γένους. | |
332(t) | ΑΛΛΟ. | |
n | Εἰς τὴν τιμίαν ἐσθῆτα. | |
1 | Κόρης ἀχράντοιο βασιλίδος ἄφθορον ἔσθος, ἄφθορος ὅττι τέκε Λόγον ἄφθορον, ἄχρονον υἷα. | |
333(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν κυρὸν Νικηφόρον τὸν βασιλέα. | |
1 | Ἑξάετες λαοῖο θεόφρονα ἡνία τείνας, τόσς’ ἐπ’ ἔτη Σκυθῶν ἄρεα δῆσα μέγαν. Ἀσσυρίων δ’ ἔκλινα πόλεις καὶ Φοίνικας ἄρδην, Ταρσὸν ἀμαιμακέτην εἷλον ὑποζύγιον· | |
5 | νήσους δ’ ἐξεκάθηρα, καὶ ἤλασα βάρβαρον αἰχμήν, εὐμεγέθη Κρήτην, Κύπρον ἀριπρεπέα· Ἀντολίη τε δύσις τε ἐμᾶς ὑπέτρεσσαν ἀπειλάς, ὀλβοδότης Νεῖλος καὶ κραναὴ Λιβύη. Πίπτω δ’ ἐν βασιλείοις μέσσοις, οὐδὲ γυναικὸς | |
10 | χεῖρας ὑπεξέφυγον, ἆ τάλας, ἀδρανέης. Ἦν πόλις, ἦν στρατός, ἦν καὶ διπλόον ἔνδοθι τεῖχος· ἀλλ’ ἐτεὸν μερόπων οὐδὲν ἀκιδνότερον. | |
334(t) | ΑΛΛΟ. | |
n | Εἰς τὴν δεξιὰν τοῦ βασιλέως Νικηφόρου. | |
1 | Ἡ δεξιὰ χεὶρ δεσπότου Νικηφόρου Πακτωλός ἐστιν καὶ ῥέει τὸ χρυσίον | |
335(t) | ΑΛΛΟ. | |
n1 | Τίνας ἂν εἴποι λόγους ὁ ἐν ἁγίοις βασιλεὺς Κυρὸς | |
n2 | Νικηφόρος, ἀποτεμνομένων τῶν εἰκόνων αὐτοῦ. | |
1 | Καὶ κεφαλὴν ἀπέκερσαν ἐμὴν ξίφει, ἥρπασε δ’ ἀρχὴν ἀνδροφόνῳ παλάμῃ κοίρανος ἐκ σκοτίης. Εἰς τί καὶ εἰκόσιν ὁ φθόνος, ἇ πάθος, αἷσιν ἀνάσσειν κἂν Φάλαρίν τις ἐᾷ, κἂν Ἐχέτου μανίας; | |
5 | Ἀλλ’ ἄγ’ ἐμὰς στήλας τίς ἀϊστώσειε μεγαίρων εὐγενέτιν Κρήτην, Κύπρον ἀριπρεπέα, Ταρσὸν ἀμαιμακέτιν, Κιλίκων πτολίεθρα κλιθέντα, | |
τείχεά τ’ Ἀντιόχου, ἄστεά τ’ Ἀσσυρίων, Πέρσας, Φοίνικας, Ἄραβας; Ἔθνεα μυρία γαίης | 346 | |
10 | πάνθ’ ὑπόειξεν ἐμῷ δουρὶ κραδαινομένῳ. Τίς τάδε σιφλώσειεν; Ἀνάσσετε, χαίρετε τοίχοις· αὐτὰρ ἐγὼ χώραις καὶ κραδίαις γράφομαι. | |
336(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν ἅγιον Δημήτριον. | |
1 | Θεσσαλονίκης πρόμος ἵσταται οὗτος ἐν ὅπλοις· ὃς δ’ ἄοπλος νικᾷ, πῶς ὅταν ὅπλα λάβοι; Οὐχ ὅπλοις κρατέων σοφίης πρόμος ἔπλετο μάρτυς. Ἀμφοτέροις ἀμύνων, θὲς φθόνον εἰς ἀνέμους. | |
337(t) | ΑΛΛΟ. | |
n | Εἰς τὴν λάρνακα τοῦ ἁγίου Παντελεήμονος. | |
1 | Πέτρας μέλι πρίν, νῦν δὲ θαύματα βρύει. | |
338(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν Χριστὸν ὑπνώττοντα ἐπὶ τοῦ σκάφους. | |
1 | Εἶ θεός, εἶ βροτός· ὑπνοῖς, ἀλλὰ καὶ εὔνασας οἶδμα· ὑπνοῖς, ἔγρεο. Ἔγρετο καὶ σάλον εὔνασε πόντου. | |
339(t) | ΑΛΛΟ. | |
1 | Σόδομα καὶ Γόμορρα πῦρ ὧδε φλέγει, κἀκεῖ τὰ φρικτὰ τῆς πυρώσεως μένει. Ποίων δοκεῖν χρὴ τῶν δικαιωτηρίων τυχεῖν ἐκεῖθεν μηδὲ τῆς δίκης μέρος | |
5 | ἐνταῦθα δόντας καὶ τρυφῶντας τὸν βίον; | |
340(t) | ΑΛΛΟ. | |
n | Εἰς τὴν Πόρνην. | |
1 | Ὁ Χριστὸς ὧδε τῷ πανεντίμῳ λόγῳ ψυχὴν μυρίζει τῆς μυριζούσης πόδας. Σώφρων ἡ πόρνη μύρῳ τὸ μῦρον θεραπεύει. | |
341(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν Λῃστήν. | |
1 | Ὁ λωποδύτης πίστιν ἐνδὺς τῷ ξύλῳ, τὰς τῆς Ἐδὲμ νῦν ἐξεμόχλευσε πύλας. | |
342(t) | ΑΛΛΟ. | |
n | Εἰς τὴν Χριστοῦ γέννησιν. | |
1 | [Πάντων πνοὴ σύ, κἂν ἑκὼν νῦν ἐκπνέῃς.] Γεννᾷ σελήνη, ἥλιος τοὐναντίον· ἐκ τῆς σελήνης τίκτεται νῦν φωσφόρος. | |
343(t) | ΑΛΛΟ. | |
1 | Νεοπτόλεμος ἦν νέος Χριστοφόρος· κεῖται δὲ βληθείς, φεῦ, ᾗ τις χερσί τινος, ὁ Πηλέως ἔκειτο Πάριδος βέλει. | |
Πίστευε· νεκρὸς ἐκ βέλους Χριστοφόρος. | 347 | |
344(t) | ΑΛΛΟ. | |
n | Εἰς σταυρὸν χρυσοῦν. | |
1 | Κἀνταῦθα Χριστός ἐστιν ὑπνῶν ἐν ξύλῳ· φέρει δὲ χρυσὸν τοῦ πάθους τὴν εἰκόνα, ἀνθ’ οὗ πραθεὶς ἔσωσε τοὺς κατ’ εἰκόνα. | |
345(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν Σταυρόν. | |
1 | Τοὺς οὐρανοὺς ἥπλωσα, τείνομαι χέρας, ἤρεισα τὴν γῆν, νῦν προσηλοῦμαι ξύλῳ· θάλασσαν ἐξέβλυσα, νῦν δὲ, πλάσμα μου, πλευρᾶς τὰ καινὰ ῥεῖθρα ταῦτα βλυστάνω· | |
5 | πῦρ δημιουργῶ, τανύω τὸν ἀέρα, λείπω τὸ θερμόν, ἐκπνέω. Τί σοι πλέον; γῆν νεκρὸς οἰκῶ, πλὴν ἀνιστῶ, καὶ τάφον ἑκὼν ὑπελθὼν, ἐξανοίγω σοι πόλον. | |
346(t) | ΑΛΛΟ. | |
n | Εἰς τὴν βάπτισιν. | |
1 | Ὕδωρ θαλασσῶν, τῆς ἀβύσσου πᾶν βάθος ἐγὼ συνῆξα, χεὶρ ἐμὴ δ’ ἐξ ὑδάτων τοῖς οὐρανοῖς ὕπερθεν ἥπλωσε στέγην. Κλύζω δὲ τὴν γῆν, ἀλλὰ νῦν βάπτω κάραν, | |
5 | καὶ συμβυθίζω τοῦ δράκοντος τὴν κάραν. Κλίνω δὲ δούλῳ δεσπότης τὸν αὐχένα, καὶ πλάσμα τοὐμὸν ἐξανυψῶ πρὸς πόλον. | |
347(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸ ΔΙΕΜΕΡΙΣΑΝΤΟ ΤΑ ΙΜΑΤΙΑ ΜΟΥ. | |
1 | Πνοὴν μερίζω, χόρτον ἀγρὸν ἐνδύω, καὶ νῦν μεριστὴς τῶν ἐμῶν ἐνδυμάτων, ἐμὴ μερὶς καὶ κλῆρος· ἀλλ’ ἄφες, πάτερ. | |
348(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν Ἰωήλ. | |
1 | Ἐξίσταται βλέπων τις ἐξεστηκότα, θαμβεῖ προφήτην εἰσορῶν τεθηπότα. Οὕτω τὸ θάμβος μέχρι καὶ τῶν χρωμάτων δείκνυσι τέχνη τὴν φύσιν μιμουμένη. | |
349(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν Εὐαγγελισμόν. | |
1 | Δοκῶ βροτοῦσθαι καὶ πάλιν τὸν δεσπότην· χαίρων ὁ πεμφθείς, ἡ κόρη θαμβουμένη ὠσὶν τὸ πνεῦμα, πατρὸς ἡ χεὶρ ὑψόθεν. Ἤκουσα πάντως καὶ τὸ ΧΑΙΡΟΙΣ ἀγγέλου, | |
5 | εἰ μὴ τὸ πρᾶγμα καὶ πάλιν λαθεῖν ἔδει. | |
350(t) | ΑΛΛΟ. | |
n | (Εἰς τὸν αὐτόν.) | |
1 | Χαίροις τὰ μνῆστρα· ταῦτα δ’ ἕδνα σοι, κόρη, | |
χθών, οὐρανός, θάλασσα, σύμπασα κτίσις, βροτοί, νόες τὸ πρῶτον ἢ πάντων πλέον· σὸς παῖς, Θεοῦ παῖς, δεσπότης σὸς νυμφίος. | 348 | |
351(t) | ΑΛΛΟ. | |
n | [Εἰς τὸν αὐτόν.] | |
1 | Ὁ νοῦς «τὸ χαῖρε,» καὶ Λόγος σὺν τῷ λόγῳ ὑπὲρ λόγον σὴν, μῆτερ, οἰκεῖ γαστέρα. | |
352(t) | ΑΛΛΟ. | |
n | [Εἰς τὸν αὐτόν.] | |
1 | Δέχου τὸ πῦρ χαίρουσα· χρυσᾶ λυχνία φλέγει Χερουβίμ, πλὴν σὲ καὶ τέρψει, κόρη. Ὁ μητρὸς ἐκτὸς σὴν προμήτορα πλάσας νῦν πατρὸς ἐκτὸς πλάττεταί σοι, παρθένε. | |
353(t) | ΑΛΛΟ. | |
n | [Εἰς τὸν αὐτόν.] | |
1 | Χαίροις· τὸ ῥῆμα καὶ τὸ πρᾶγμά σοι λέγων σὸς παῖς, Θεοῦ παῖς, δεσπότης, σὸς νυμφίος. | |
354(t) | ΑΛΛΟ. | |
n | [Εἰς τὸν αὐτόν.] | |
1 | «Χαίροις» ὁ νοῦς ἔφησας, ὢ τερπνοῦ λόγου! ἄρρητος ἡ σάρκωσις, ὢ καινοῦ τρόπου! γαστὴρ γυναικὸς οὐρανοῦ νικᾷ κύτος. | |
355(t) | ΑΛΛΟ. | |
n1 | Εἰς τὴν Θεοτόκον καὶ τοὺς ἀγγέλους καὶ τὸν ἅγιον Παῦ‐ | |
n2 | λον καὶ τοὺς ἀποστόλους τῷ Χριστῷ προσφέροντας τὸν | |
n3 | Χρυσόστομον. | |
1 | Σκεῦος τὸ χρυσοῦν χρύσεον δῶρον φέρει σοὶ, Χριστέ, Παῦλος, σὴ δὲ λυχνία, λόγον, φῶς αὐτολαμπές, πυρφλόγοι τὸν πυρπνόον, τὴν δ’ αὖ σαγήνην ἢ θάλασσαν τῶν λόγων | |
5 | οἳ πᾶν σαγηνεύσαντες ἐν λόγοις ἔθνος. | |
356(t) | ΑΛΛΟ. | |
n | [Εἰς τὸν αὐτόν.] | |
1 | Χρυσῆ σὺ πηγή, χρύσεον δέχου στόμα δι’ οὗ τὰ χρυσᾶ ῥεῖθρα, Χριστέ, σῶν λόγων κύκλῳ χυθέντα πᾶσαν ἀρδεύει χθόνα. | |
357(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν τάφον. | |
1 | ᾍδης νεκροῦται νεκρὸν ἁρπάσας κάτω σε τὸν νεκρῶν κρατοῦντα καὶ ζώντων, Λόγε, καί σοι συνεξέπνευσεν ἐκπεπνευκότι, ζωῆς χορηγὲ καὶ πνοῆς αὐτοκράτορ. | |
358(t) | ΑΛΛΟ. | |
1 | Τὸ πνεῦμα, τὸν νοῦν, τὴν πυρίστομον φλόγα πῶς σῶμα, πῶς χοῦς, πῶς σὺ χόρτος ὢν γράφεις; —Πείθει πόθου φλὸξ καὶ φλογὸς γράφειν τύπους. | 349 |
359(t) | ΑΛΛΟ. | |
1 | Ὁ νοῦς βλέπει νοῦν, πνεῦμα πῦρ· ἡ καρδία ἐν ὑλικοῖς ἄϋλος ἐν τόσῳ τόπῳ. | |
360(t) | ΑΛΛΟ. | |
1 | Ὁ γῆς κυκλῶν τε καὶ τὰ τοῦ πόλου πλάτη, εἷς γῆν ὁ πληρῶν καὶ πόλον, καὶ δεσπότης πάντων ἀΰλων ὑλικῶν τε κτισμάτων περιγραφεὶς ἕστηκε τῆς σαρκὸς τύπῳ. | |
5 | Τί καινὸν εἰ καὶ δοῦλος ὕλῃ τὸν τύπον δίδωσιν, αὐτὸς πνεῦμα καὶ νοῦς τυγχάνων; | |
361(t) | ΑΛΛΟ. | |
n | Εἰς ὑέλινον ἀγγελίην. | |
1 | Ἐξ ὑέλων μὲν φῶς ὁρατοῦ φωσφόρου, τοῦ δ’ αὖ θεουργοῦ φωτὸς ἀντανακλάσεις κάτω διαρρέουσιν οἱ θεῖοι νόες. | |
362(t) | ΑΛΛΟ. | |
n | [Εἰς τὴν αὐτήν.] | |
1 | Ἔσοπτρα φωτὸς ὕελοι μὲν ἡλίου, τοῦ δ’ ἥλιον κτίσαντος οἱ θεῖοι νόες. | |
363(t) | ΑΛΛΟ. | |
n | [Εἰς τὴν αὐτήν.] | |
1 | Ἐκ φοινικῆς μορφοῦσθε λευκῆς ὑέλου τοῦ φωτὸς ὡς ἔσοπτρα, τοῦ πυρὸς φλόγες. | |
364(t) | ΑΛΛΟ. | |
n | Εἰς τὴν Σαμαρῖτιν. | |
1 | Θάλασσαν ἐξέβλυσα, καὶ πόλῳ στέγην ἐξ ὑδάτων ἥπλωσα· νῦν δ’ αἰτῶ πόμα, ὁ γῆν πιαίνων νάμασι καθημέραν. | |
365(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν νιπτῆρα. | |
1 | Ψάμμον τίθημι τῇ θαλάττῃ τειχίον· χάος χαλινῶ, ῥεῖθρα τείνας ὑδάτων, πόλον στεγάζω, νάμασι τρέφω χθόνα· τόξῳ δὲ χρυσῷ ζωννύω τὸν αἰθέρα· | |
5 | νιπτῆρα νῦν τίθημι καὶ μικρὰν ῥύσιν κρήνης ἀπαντλῶ, ζώννυμαι δὲ λεντίῳ, τείνω τὰς χεῖρας, δουλικοὺς πλύνω πόδας. Σὺ δ’, ὦ μαθητὰ καὶ φονευτά, τοὺς πόδας ἐξευτρεπίζεις εἰς σφαγὴν τοῦ δεσπότου. | |
366(t) | ΑΛΛΟ. | |
n1 | Εἰς τὸν Πρόδρομον, τὸν Θεολόγον, | |
n2 | καὶ τὸν Χρυσόστομον. | |
1 | Τὴν ἐξ ἐρήμου μουσικὴν ἀηδόνα, χρυσήλατον σάλπιγγα καὶ βροντῆς γόνον Ἰωάννην ἵστησι καὶ νῷ καὶ τύπῳ. | 350 |
367(t) | ΑΛΛΟ. | |
n | Εἰς τὴν βίβλον τοῦ Θεολόγου. | |
1 | Ἐνταῦθα γλώττης ἀστραπαὶ τῆς πυρπνόου ὡς ἐκ δυοῖν ῥέουσι πηγῶν τῶν ἄνω φῶς ὀρθοδόξοις, αἱρετισταῖς καὶ φλόγα. | |
368(t) | ΑΛΛΟ. | |
n | [Εἰς τὴν αὐτήν.] | |
1 | Ἐνταῦθα σάλπιγξ ἡ θεόκτυπος λύρα βροντῆς λόγων πληροῦσα γῆν τε καὶ πόλον· ἐνταῦθα κινεῖ τὴν θεόκτυπον λύραν Ὀρφεὺς ὁ Χριστοῦ· πᾶν ἀπίτω θηρίον· | |
5 | πᾶν θρέμμα Χριστοῦ τῶν κρότων ἀκουέτω. | |
369(t) | ΑΛΛΟ. | |
n | Εἰς τὰ ἅγια τῶν ἁγίων. | |
1 | Τὴν ἱερὰν νῦν, ἱερὸν, νύμφην δέχου, πύλην ἄδυτον, τῶν ἀδύτων ἡ πύλη. Σκίρτησον ἡ γῆ· λοιπὸν ἀστέρων οὐδέν· ἔμψυχος ἄλλος οὐρανὸς κάτω νέος· | |
5 | πυρσεύεται μὲν ἀστέρων ταῖς λαμπάσι· δίσκου δὲ ταύτης γαστρὸς ἥλιος νέος ἐξαυγάσει σοι, δημιουργὸς ἡλίου. | |
370(t) | ΑΛΛΟ. | |
1 | Κόρη πρόεισι νυμφικῶς ἐστεμμένη· παστὰς δὲ ταύτῃ ναός ἐστι Κυρίου, ἢ, μᾶλλον εἰπεῖν, ναὸς αὕτη Κυρίου. Αὐτὴ δ’ ἑαυτῆς παστάς ἐστι καὶ κόρη. | |
371(t) | ΑΛΛΟ. | |
n | Εἰς τὴν Μεταμόρφωσιν. | |
1 | Σκίρτησον, αἰθήρ, ἄστρα καὶ σύ, Φωσφόρε, εἰ καὶ τὸ φῶς ἔκρυψε λάμψας δεσπότης. Ἀλλ’ οὗτός ἐστιν ὅστις ὑμᾶς καινίσει, ὁ καὶ τὸ πρὶν δοὺς ἄστρα, σοι φῶς Φωσφόρῳ. | |
372(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν ἅγιον Βασίλειον. | |
1 | Τὸ τοῦ πόθου πῦρ ὁ στύλος πυρὸς δέχου· κἂν χόρτος ὢν τὸ ῥόδον ὑλικὸν φέρω. | |
373(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν ναόν. | |
1 | Κἂν μικρὸς ὧδε νῦν περιγράφει τύπος | |
τύπους προφητῶν, μαρτύρων, διδασκάλων, ἀλλ’ ἡ φέρουσα τὴν ἀλήθειαν μόνη πίστις, Μιχαήλ, μέχρι καὶ πόλου φθάνει. | 351 | |
374(t) | ΑΛΛΟ. | |
n | Εἰς Χριστοῦ γέννησιν. | |
1 | Ὁ μητρὸς ἐκτὸς πατρὸς ἀχρόνου τέκνον νῦν πατρὸς ἐκτὸς μητρὸς ἐγχρόνου βρέφος. | |
375(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν Χριστόν, τὴν Θεοτόκον, τὸν Πρόδρομον | |
n | καὶ τοὺς ἀγγέλους. | |
1 | Τὸ φῶς, ὁ λύχνος, οἱ νόες καὶ λυχνία ψυχὴν διαυγάζοντες καὶ βίον Πέτρου. | |
376(t) | ΑΛΛΟ. | |
n | Εἰς τὴν κοίμησιν τῆς Θεοτόκου. | |
1 | Καὶ τὴν πνοὴν ἔγραψεν, οἶμαι, ζωγράφος, εἰ μὴ θανοῦσαν τὴν Κόρην τυποῦν ἔδει· ταφῇ παρῆν σοι, καὶ γραφῇ παρῆν πάλιν υἱός, Κόρη, σός, ὡς δοκῶ, τῷ ζωγράφῳ. | |
377(t) | ΑΛΛΟ. | |
n | [Εἰς τὴν αὐτήν.] | |
1 | Ὁ πνεῦμα σὸν καὶ χεῖρα νῦν τοῦ ζωγράφου κρατῶν ἔγραψε σὴν μετάστασιν, Κόρη. | |
378(t) | ΑΛΛΟ. | |
n | [Εἰς τὴν αὐτήν.] | |
1 | Καὶ πῶς τέθνηκας, ἥν γε καὶ γεγραμμένην ὁρᾶν δοκοῦμεν τὴν ἀείζωον Κόρην οὐκ ἀκριβῶς θνήσκουσαν, ἀλλ’ ὑπνουμένην; | |
379(t) | ΑΛΛΟ. | |
n | [Εἰς] θυμιατ[ήριον.] | |
1 | Μὴ πῦρ ἀνάψῃς· χρυσός, ἄργυρος, λίθοι φλέγουσιν αὐγαῖς, χωρὶς ἀνθράκων, μύρα. | |
380(t) | ΑΛΛΟ. | |
n | [Εἰς τὸ αὐτό.] | |
1 | Ὀφθαλμὸν ὕλῃ, τὸν λογισμὸν τῇ τέχνῃ, τέρπου δὲ τὴν αἴσθησιν ὀδμῇ τῶν μύρων. | |
381(t) | ΑΛΛΟ. | |
n | [Εἰς τὸ αὐτό.] | |
1 | Αἰσθήσεων τρεῖς ἔργον ἓν τέρπει πλέον· Τριάς, σε πρώτην τῶν μύρων ἡ θυσία. | |
382(t) | ΑΛΛΟ. | |
n | [Εἰς τὸ αὐτό.] | |
1 | Τὸ μικρὸν ἔργον τῶν ὅλων μέγας τύπος· | |
αἰθήρ, ὁ χρυσός, ἄργυρος, φῶς, οἱ λίθοι, ἄστρων χορεῖαι· τοὺς ὕπερθεν καὶ πόλου τύπους παρεμφαίνουσιν ἄνθρακες, μύρα, | 352 | |
5 | ἣν πᾶς λατρεύει θυσίαν τῷ Δεσπότῃ. | |
383(t) | ΑΛΛΟ. | |
1 | Πεντάς, τετράς, τριάς τε καὶ δυὰς στίχων τριὰς μὲν ἡμῖν, ἡ δυὰς δ’ Ἐπικούρῳ, Πλάτωνι πεντάς, ἡ τετρὰς Πυθαγόρᾳ. Σοὶ δ’ ἂν γένοιτο πάντα τῷ φίλῳ φίλα· | |
5 | Τριὰς δὲ πρῶτα κἀνθάδε σχοίη γέρα. | |
384(t) | ΑΛΛΟ. | |
n | Εἰς τὴν Θεοτόκον φέρουσαν τὸν Χριστόν. | |
1 | Φέρεις τὸ πᾶν σύ, κἂν φέρῃ σε παρθένος· υἱὸς Θεοῦ σύ, κἂν βροτοῦ φαίνῃ τέκνον· ἁπανταχοῦ σύ, κἂν ὧδε βλέπῃς μόνον. | |
385(t) | ΑΛΛΟ. | |
n | Εἰς τὴν Θεοτόκον. | |
1 | Οὐδὲν ψυχῆς βέλτερον οὐρανὸς ἔλλαχε τῆς σῆς· οὐδὲν μορφῆς, παρθένε, φέρτερον ἔδρακεν ἡ γῆ. Τοὔνεκ’ ἐγὼ μὲν ἀμεμφέα σώματος εἰκόνα μορφῶ· πνευματόεσσαν δ’ οὐρανόθεν χάριν εἰ σὺ κεράσσεις, | |
5 | ὄλβιος οὗτος ὁ χῶρος, ὃς αἰθέρος ἔλλαχε πρῶτα καὶ χθονὸς ἔνδον ἔχειν γέρα· τοῖσδ’ ἐπίνευσον, Κούρη. | |
386(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν ἅγιον Στέφανον. | |
1 | Στέφανος ὄντως ὁ στέφανος μαρτύρων· ἀρχὴ παθῶν γὰρ καὶ νόμων ἔφυ τέλος, ὡς καὶ φονευταῖς συμπαθὴς ἐκ καρδίας. | |
387(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν αὐτόν. | |
1 | Ὡς λαμπρὸν ὁ Στέφανος ἔπλεξε στέφος λίθοις φονευτῶν, μαργάροις τῶν δακρύων, ἅπερ κατέρρει τοὺς φονευτὰς δακρύων· στέφανος οὗτος ἀρετῶν καὶ μαρτύρων. | |
388(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν αὐτόν. | |
1 | Οἱ φωτὸς ἐχθροί, τοῦ σκότους οἱ πρωτοστάται τοῖς μαργάροις σε χωννύουσι τοῖς λίθοις· αὐτὸς δὲ τούτους προσλαβὼν εἰς πᾶν μέλος, βάψας ἐρυθροὺς ἄνθεσιν τῶν αἱμάτων, | |
5 | ὅλος στέφανος ἐκ λίθων καὶ μαργάρων λαμπρὸς προήχθης αὐτοῦ καὶ τῶν μαρτύρων. | |
389(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν αὐτόν. | |
1 | Ἐξ οὐρανοῦ χθὲς Δεσπότης πρὸς τὴν χθόνα, ἐκ γῆς ὁ δοῦλος σήμερον πρὸς αἰθέρα ἄνεισι φαιδρός· ἀλλ’ ἐκεῖ τὸν Δεσπότην τῷ πατρὶ συγκάθεδρον ἔνσαρκον βλέπων, | 353 |
5 | πληροῖ πρὸ πάντων τὸ χρέος τῶν αἱμάτων. | |
390(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν αὐτόν. | |
1 | Λόγοις ὁ βάλλων καρδίας Χριστοκτόνων, βάλλῃ λίθοις τὸ σῶμα μαρτυροκτόνων· εὐχαῖς ἀμείβῃ τὰς βολὰς καὶ δακρύοις· ἀνθ’ ὧν στέφῃ, Στέφανε, τρίπλοκον στέφος | |
5 | τῶν δογμάτων, εὐχῶν τε καὶ παθημάτων. | |
391(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν αὐτόν. | |
1 | Ὁ πρὶν διώκτης καὶ φονευτὴς Στεφάνου, καὶ νῦν διώκων τὴν σφαγὴν τοῦ Στεφάνου, ζήλῳ δὲ ταύτης γῆς περιτρέχων κύκλα, εἴληφε ταύτην καὶ Στεφάνου τὸ στέφος. | |
392(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν αὐτόν. | |
1 | Ὁ συμφονευτὴς τοῖς φονευταῖς Στεφάνου, νῦν συγχορευτὴς καὶ σύναθλος Στεφάνου, ὤφθη διώκων τοὺς φονευτὰς Στεφάνου. | |
393-395(t) | ΑΛΛΑ. | |
n | Ὡς ἐκ τοῦ Λαζάρου. | |
a1 | Ἐδάκρυσας, βροτὸς γάρ· ἤγειρας δέμας· | |
a2 | Θεὸς γὰρ αὐτὸς καὶ πνοὴ πάντων ἔφυς. | |
b1 | Ἄπνους, σεσηπώς, κειρίαις ἐσφιγμένος, | |
b2 | ἔμπνους, νεάζων, ἅλλεται φωνῇ μόνῃ. | |
c1 | Ἄπνῳ, λυθέντι, κειρίαις ἐσφιγμένῳ, | |
c2 | λόγῳ, πνοὴν ῥῶσίν τε καὶ λύσιν δίδου, | |
c3 | ὄντως Λόγος σὺ καὶ τὸ πᾶν κτίζων λόγῳ. | |
396(t) | ΑΛΛΟ. | |
1 | Ἔρως ὁ δεινὸς ἐκτυφλοῖ μοῦ τὰς φρένας· ἀλλ’ αἰθριάζει σὸς πόθος με, Χριστέ μου | |
397(t) | ΑΛΛΟ. | |
n | Εἰς ἑαυτόν. | |
1 | Πέπονθα δεινά, πλὴν δίκαια, Χριστέ μου· πέπονθα δεινά, πλὴν ἐμῶν ἥττω κακῶν. Οὐκ ἔστι ποινὴ σφαλμάτων ἐμῶν ἴση. Δαίμων, νόσος, μάχαιρα, πῦρ, λύμη, σκότος, | |
5 | μάστιγες, ὕβρεις, λιμός, ἐμπαιγμός, γέλως, τὰ φρικτὰ πάντα τῆς ἐκεῖθεν ἡμέρας | |
αἰωνίως μένοντα· πῦρ φωτὸς δίχα, σκότος φλογίζον, τάρταρος, σκώληξ, πόνοι. ἅπαντα ταῦτα τῶν ἐμῶν ἥττω κακῶν· | 354 | |
10 | στήλῃ γεγράφθω ταῦτα μέχρι καὶ τέλους· βοῶσα μακρὰ πᾶσι μέχρι τερμάτων, κἂν πᾶν παρέλθοι τοῦτο, ταῦτα σαλπίσει καὶ τοῖς ἐκεῖθε πᾶσι, ὡς πᾶσι μόνος νικῶ κακοῖς ἅπαντα· πλὴν, ὦ Χριστέ μου, | |
15 | μόνον με νικᾷ σὸν πέλαγος θαυμάτων, εὐσπλαγχνίας ἄβυσσος οὐ μετρουμένη, οἴκτων ἀείρρους, δωρεῶν ἀπειρία. | |
398(t) | ΑΛΛΟ. | |
n | Εἰς τὴν εἰκόνα τοῦ Σωτῆρος. | |
1 | Εἰκὼν σὺ Πατρός, ἀλλ’ ἀμόρφωτος, Λόγε· αὕτη δὲ μορφὴ τῆς ἐμῆς μορφῆς τύπος, ἥνπερ φορῶν ἔσωσας· ὡς διπλοῦν, σέβω, σὺ πνεῦμα καὶ τὸ σῶμα, Μιχαήλ, σκέποις. | |
399(t) | ΑΛΛΟ. | |
n | Εἰς τύμβον. | |
1 | Μήτηρ, μαθηταί, μάρτυρες, νόες, φίλοι, ἄνω κυκλοῦσι τὸν θρόνον σου, Δέσποτα· τὸν τοῦ θρόνου τύπον δὲ τούτων οἱ τύποι φρουροῦσιν ὧδε· χεῖρας ἱκετηρίους | |
5 | αἵρουσι πρὸς σέ. Πᾶσι δὸς μίαν χάριν τοῦτον γενέσθαι τὸν τυποῦντα τοὺς τύπους. | |
400(t) | ΑΛΛΟ. | |
n | Εἰς τὴν Σταύρωσιν. | |
1 | Ὁ σταυρὸς εἶχε σῶμα, πνεῦμα Δεσπότου, καὶ φωσφόρον λάμποντα καὶ θείαν φύσιν· τούτων τὸ πάσχον ἓν μόνον τῶν τεσσάρων τὸ σῶμα, τἆλλα τοῦ πάθους ἀνώτερα. | |
401(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν ἀρχιστράτηγον. | |
1 | Πῶς ὑλικὴ χεὶρ τὴν ἀϋλίαν γράφει; τὸν νοῦν ὁ νοῦς ἔγραψεν, ἡ χεὶρ τὸν τύπον. | |
402(t) | ΑΛΛΟ. | |
1 | Ἣν βάρβαρος χεὶρ χεῖρα τὴν τοῦ Προδρόμου κατεῖχε τὸ πρίν, νῦν ἐκεῖθεν ἑλκύσας ἄναξ μετῆξε πρὸς πόλιν Κωνσταντῖνος· ταύτην δὲ τῇδε θησαυρῷ θησαυρίσας | |
5 | σκέπουσαν αὐτὸν ἐπλούτησεν τὸ κράτος. | |
403(t) | ΑΛΛΟ. | |
n | Εἰς τὴν εὕρεσιν τῆς κεφαλῆς τοῦ τιμίου Προδρόμου. | |
1 | Κρυφθεῖσα φαίνῃ, καὶ θανοῦσα γὰρ λέγεις· ἄμφω πέφυκας ταῦτα φωνὴ καὶ λύχνος· λέγεις θανοῦσα τοῦ Λόγου φωνή, σύγε | |
φαίνῃ κρυβεῖσα λύχνος ὄντως ἡλίου. | 355 | |
5 | Πρώτην τὸ πρῶτον τοῦ Θεοῦ παρουσίαν τοῖς ζῶσιν ἐν γῇ, τοῖς νεκροῖς κάτω λέγεις. Ἀνῆλθες αὖθις ἡ λάλος καὶ νῦν κάρα τί μηνύουσα; δευτέραν παρουσίαν. | |
404(t) | ΑΛΛΟ. | |
n | Εἰς τὴν εὕρεσιν τῆς κεφαλῆς τοῦ Προδρόμου. | |
1 | Ὡς πρὶν θανοῦσαν, λύχνε, νῦν κεκρυμμένην, πηγὴν ἐλέγχων, οὕτω Χριστὸς θαυμάτων τὴν σὴν κάραν τέθεικε τὴν πορνοκτόνον. | |
405(t) | ΑΛΛΟ. | |
n | Εἰς τὴν τιμίαν κεφαλήν. | |
1 | Σὺ τῶν παθῶν μάχαιρα, θαυμάτων βρύσις, φωνὴν ἀφῆκας, καὶ κεκομμένη πάλιν· νῦν θαυμάτων ῥοῦν, καὶ κεκρυμμένη κάρα, ὄντως σὺ φωνῆς γλῶττα καὶ φέγγος λύχνου. | |
406(t) | ΑΛΛΟ. | |
1 | Λαλεῖς θανὼν σὺ καὶ κρυβεὶς φαίνῃ, μάκαρ, σὺ φῶς ὄντως καὶ Λόγου φωνή, λύχνος. | |
407(t) | ΑΛΛΟ. | |
n | Περὶ Θεοῦ. | |
1 | Κάλλιστον ὄντων κόσμος, ἀρχαῖον χρόνος, τόπος μέγιστον, νοῦς τάχιστον, φῶς χάρις· Θεὸς δὲ πάντα ταῦτα καὶ πάντων ἄνω. | |
408(t) | ΑΛΛΟ. | |
1 | Οὐ κάλλος εἶχεν ὁ κρεμασθεὶς ἐν ξύλῳ· θεὸς γὰρ ὢν ἔπασχεν ἐν βροτῶν φύσει. ὃν Βασίλειος ὁ πρόεδρος ἐξόχως σέβων ἐκαλλώπισε τὴν θήκην ξύλου, | |
5 | ἐν ᾧ τανυσθεὶς εἵλκυσεν πᾶσαν κτίσιν. Ἀλλ’ ἦν ὡραῖος κάλλει Χριστὸς καὶ θνήσκων· οὐκ εἶδος εἶχεν, ἀλλ’ ἐκαλλώπιζέ μου τὴν δυσθέατον ἐξ ἁμαρτίας θέαν. | |
409(t) | ΑΛΛΟ. | |
1 | Θεὸς μὲν ἐξέτεινε χεῖρας ἐν ξύλῳ ζωῆς δι’ αὐτοῦ τὰς ἐνεργείας βρύων· Κωνσταντῖνος δὲ καὶ Ῥωμανὸς δεσπόται λίθων διαυγῶν συνθέσει καὶ μαργάρων | |
5 | ἔδειξαν αὐτὸ θαύματος πεπλησμένον. Καὶ πρὶν μὲν Ἀίδου Χριστὸς ἐν τούτῳ πύλας θραύσας ἀνεζώωσε τοὺς τεθνηκότας, κοσμήτορες τούτου δὲ νῦν στεφηφόροι θράση δι’ αὐτοῦ συντρίβουσι βαρβάρων. | |
410(t) | ΑΛΛΟ. | |
1 | Θάμβος ὁμοῦ καὶ θαῦμα παρερχομένοισιν ἐτύχθην. Πᾶν γὰρ ἀκοσμίης λέλυται νέφος, ἀντὶ δὲ λύμης τῆς προτέρης πάντη με Θεοῦ χάρις ἀμφιβέβηκεν. Καί ποτε τετραπόδων, ὁπόσα μογέοντα δαμείη, | 356 |
5 | ἐνθάδε ῥιπτομένων ὀδμὴ διεγείρετο λυγρή· πολλάκι καὶ παριών τις ἑῆς ἐδράξατο ῥινὸς καὶ πνοιῆς παρέθρεξε κακοσμίην ἀλεείνων. Νῦν δὲ δι’ ἀμβροσίοιο πέδου περόωντες ὁδῖται δεξιτερὴν παλάμην σφετέρῳ προσάγουσι μετώπῳ | |
10 | σταυροῦ τιμήεντι τύπῳ ψυχὴν προτελοῦντες. Εἰ δ’ ἐθέλεις καὶ τοῦτο δαήμεναι, ὄφρ’ εὖ εἰδῇς· Αἰνείας τόδε κάλλος ἐμοὶ πόρεν ἀξιέραστον, πάνσοφος εὐσεβίῃ μεμελημένος ἱεροφάντης. | |
411(t) | ΙΩΑΝΝΟΥ ΕΥΧΑΙΤΩΝ | |
n | [μητροπολίτου ἐπισκόπου.] | |
1 | Ἐνιστορήσας τοὺς σοφοὺς διδασκάλους, καὶ τὸν Θεοδώρητον αὐτοῖς συγγράφω, ὡς ἄνδρα θεῖον, ὡς διδάσκαλον μέγαν, ὡς ἀκράδαντον ὀρθοδοξίας στύλον. | |
5 | Ἂν δ’ ἐκλονήθη μικρὸν ἔκ τινος τύχης, ἄνθρωπος ἦν, ἄνθρωπε· μὴ κατακρίνῃς· οὐ γὰρ τοσοῦτον δυσσεβὴς ἦν ὁ κλόνος, ὅσον μετεῖχε τῆς ἐριστικῆς βίας. Τί γάρ; Κύριλλον πανταχοῦ νικᾶν ἔδει, | |
10 | καὶ δογματιστὴν ὄντα καὶ λογογράφον· ὅμως δὲ τούτῳ καὶ διώρθωται πάλιν· τὰ δ’ ἄλλα πάντα τῶν μεγίστων ποιμένων βλέπων τὸν ἄνδρα μηδενὸς λελειμμένον, ἐνταῦθα τούτοις εἰκότως συνεγγράφω. | |
412(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
n | Μήτηρ Θεοῦ ἡ ἀνίκητος. | |
1 | Ὕδωρ τὸ πρὶν μὲν ἐκ πέτρας ῥυὲν ξένως εὐχῇ προήχθη τοῦ προφήτου Μωσέως, τὸ νῦν δὲ τοῦτο Μιχαὴλ σπουδῇ ῥέει, ὃν σῶζε, Χριστέ, καὶ σύνευνον Εἰρήνην. | |
413(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν Ἀρχάγγελον Μιχαήλ. | |
1 | Φῶς, πνεῦμα καὶ πῦρ οἴδαμεν τοὺς ἀγγέλους, παντὸς πάχους τε καὶ πάθους ὑπερτέρους· ἀλλ’ ὁ στρατηγὸς τῶν ἀΰλων θαυμάτων ἕστηκε γραπτὸς ὑλικῶν ἐκ χρωμάτων. | |
5 | Ὦ πίστις, οἷα θαυματουργεῖν ἰσχύεις! ὡς ῥᾷστα μορφοῖς τὴν ἀμόρφωτον φύσιν! Πλὴν ἡ γραφὴ δείκνυσι τὸν γεγραμμένον, οὐχ ὡς πέφυκεν, ὡς δ’ ἔδειξε πολλάκις. | |
414(t) | ΑΛΛΟ. | |
n | [Εἰς τὸν αὐτόν.] | |
1 | Φῶς, πνεῦμα, νοῦς, πῦρ καὶ φλογῶδές σοι ξίφος. Ἐμοὶ μὲν οὖν φῶς, πνεῦμα, νοῦς, ἐναντίοις πῦρ καὶ ξίφος φάνηθι καὶ φλόξ, τὰς φύσεις καλῶς μερίζων, ὡς στρατηγὸς τῆς μάχης. | 357 |
415(t) | ΑΛΛΟ. | |
n | Εἰς Ἀρχιστράτηγον. | |
1 | Χρυσοῦ μὲν ὡς πῦρ, ὡς δὲ φῶς ἐξ ἀργύρου, μορφῶ σε, φῶς ἐμοὶ μέν, ἐχθροῖς δὲ φλόγα. | |
416(t) | ΑΝΝΗΣ ΤΗΣ ΚΟΜΝΗΝΗΣ (?) | |
1 | Ὁ καρπὸς ὀστοῦν, ἡ δὲ χεὶρ χρυσῆ· πόθεν; —Ἐκ τῆς ἐρήμου καρπός, ἐκ Παλαιστίνης. —Χρυσῆ παλαιστὴ χρυσοδάκτυλος ξένον. —Ὀστοῦν ὁ καρπὸς ἐκ φυτοῦ τοῦ Προδρόμου· | |
5 | τὴν χεῖρα δ’ ὠργάνωσε τέχνη καὶ πόθος Ἄννης ἀνάσσης ἐκγόνου τῆς πορφύρας. | |
417(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Ζητεῖς μαθεῖν, ὁδῖτα, τόνδε τὸν τρόπον; —Ἀρχὴν ἀποσκόπευσον αὐτοῦ καὶ τέλος. —Καὶ τίς ὁ τοῦτον τερματώσας ἐκ πόθου; —Νεόφυτος τοὔνομα, λάτρης Κυρίου. | |
5 | Αἴτησον αὐτῷ ψυχικὴν σωτηρίαν, ὅστις ποτ’ ἂν ᾖς καὶ παριὼν ἐνθάδε. | |
418(t) | ΛΕΟΝΤΟΣ ΤΟΥ ΒΑΡΔΑΛΗ. | |
n | Εἰς τὴν δευτέραν παρουσίαν. | |
1 | Στενὰς πύλη δείκνυσι σαφῶς εἰσόδους, ἐκ τῶν προθύρων ἐκφοβοῦσα καθάπαξ. Ἄνω ποταμὸς ἐκ ποδῶν κριτοῦ βρύων, καὶ δαπανηρὰν ἀλιτροῖς ἕλκων δίκην, | |
5 | κατὰ κεφαλῆς τοῦ προσιόντος φλέγει. Δυὰς παραστάτις δὲ πάλιν ἀγγέλων πλευρὰς ἀτεχνῶς διορύττουσιν ἄγαν· ὁ μὲν γὰρ ἀκμὴν ἀνατείνεται σπάθης· ὁ δ’ αὖ γραφικῆς ὀξυτάτῳ καλάμῳ | |
10 | κώδικα πικρὸν ἐγχαράττει πταισμάτων. Ἀλλὰ στενωθεὶς ἀνάδραμε ταχέως, ὄμματα καὶ νοῦν ἀνάγων καὶ καρδίαν, καὶ τῷ θρόνῳ πρόσδραμε τῷ τοῦ Δεσπότου, ψυχῆς τελῶν κάθαρσιν ἐκ τῶν δακρύων. | |
15 | Καὶ γὰρ κἀκεῖθεν ἐκδίδωσιν ἀφθόνως τὸ σωστικὸν πέλαγος τῆς εὐσπλαγχνίας, ψυχὰς προπέμπον ἐκ τρικυμίας βίου πρὸς τοὺς ἀκλύστους καὶ γαληνοὺς λιμένας. Ὡς ἂν δὲ τὸν πλοῦν ἀνύσας σεσωσμένως, | |
20 | τοὺς εὐχαρίστους ἀναπέμψειας λόγους, νεὼς ὅδ’ αὐτός, ἡ ξένη θεωρία, ψυχῶν ἱλαστήριον, ἐκ συμφωνίας τῶν ἀγγελικῶν ᾀσμάτων πεπλησμένον. | |
Εἴσιθι λοιπόν· μὴ δέδιθι τὴν πύλην. | 358 | |
419(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
n1 | Ἐπίγραμμα εἰς τὸν μακάριον Διονύσιον. | |
n2 | Περὶ τῆς οὐρανίας ἱεραρχίας. | |
1 | Ἀγγελικῆς σοφίης ἀμαρύγματα πολλὰ κιχήσας ἀνθρώποις ἀνέφηνας ἰδεῖν νοοσύνθετον ἄστρον. | |
420(t) | ΑΛΛΟ. | |
1 | Οὐρανίων θιάσων ἱεράρχια τάγματα μέλψας μορφοφανῶν τε τύπων κρύφιον νόον εἰς φάος ἕλκων ζωοσόφων λογίων θεοτερπέα πυρσὸν ἀνάπτεις. | |
421(t) | ΑΔΗΛΟΝ. | |
n | Εἰς εἰκόνα τοῦ μεγάλου Βασιλείου. | |
1 | Πολλή σε φροντίς, μάκαρ, ἐξ εἴδους ἔχει, πολλὴ μέλησις ἐξ ἄκρας θεωρίας· ῥίζης γὰρ ἐβλάστησας ἐξ Ἐμμελίας καὶ καρπὸν ἀνέδωκας ἐμμελεῖς λόγους. | |
422(t) | ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΔΗ. | |
n1 | Εἰς ἐγκόλπιον ἔχον τὸν ἅγιον Στέφανον τὸν | |
n2 | πρωτομάρτυρα. | |
1 | Ὡς μαρτύρων σε πρῶτον ἐκ βολῆς λίθων | |
χρυσὸς μετάλλων πρῶτος ἐν λίθῳ στέφει. | 359 |