TLG 7052 002 :: ANTHOLOGIAE GRAECAE APPENDIX :: Epigrammata sepulcralia

ANTHOLOGIAE GRAECAE APPENDIX Epigr.
(Varia)

Epigrammata sepulcralia

Source: Cougny, E. (ed.), Epigrammatum anthologia Palatina cum Planudeis et appendice nova, vol. 3. Paris: Didot, 1890: 94–224.

Epigr. 2.1–775

Citation: Epigram — (line)

1

(t)

ΑΔΕΣΠΟΤΟΝ.
1Σᾶμα τόδ’ Ἀρνιάδα· χαροπὸς τόνδ’ ὤλεσεν Ἄρης βαρνάμενον παρὰ ναυσὶν ἐπ’ Ἀράθθοιο ῥοϝαῖσι πολλὸν ἀριστεύϝοντα κατὰ στονόϝεσσυν ἀϝυτάν.

2

(t)

ΑΛΛΟ.
1Στάλα Ξενϝάρεος τοῦ Μείξιος εἴμ’ ἐπὶ τύμ[β]ῳ.

3

(t)

ΑΛΛΟ.
1Οἰκείοις δακρύοις ἁ γειναμένα κατακλαίει Πιττακὸν ἥδ’ ἱερὰ Λέσβος ἀποφθίμενον.

4

(t)

ΣΙΜΟΝΙΔΟΥ.
1Ὦ ξειν’, εὔυδρον ποτ’ ἐναίομεν ἄστυ Κορίνθου, νῦν δ’ ἄμμ’ Αἴαντος νᾶσος ἔχει Σαλαμίς. Ἐνθάδε Φοινίσσας νῆας καὶ Πέρσας ἑλόντες καὶ Μήδους, ἱερὰν Ἑλλάδα ῥυόμεθα.

5

(t)

ΤΟΥ ΑΥΤΟΥ.
1Ἀνδρὸς ἀριστεύσαντος ἐν Ἑλλάδι τῶν ἐφ’ ἑαυτοῦ Ἱππίου Ἀρχεδίκην ἥδε κέκευθε κόνις, ἣ πατρός τε, καὶ ἀνδρὸς, ἀδελφῶν τ’ οὖσα τυράννων, παίδων τ’, οὐκ ᾔρθη νοῦν ἐς ἀτασθαλίην.

6

(t)

ΤΟΥ ΑΥΤΟΥ.
1Ἦ σεῦ καὶ φθιμένας λεύκ’ ὀστέα τῷδ’ ἐνὶ τύμβῳ ἴσκω ἔτι τρομέειν θῆρας, ἀγρῶστι Λυκάς· τὰν δ’ ἀρετὰν οἶδεν μέγα Πήλιον, ἅ τ’ ἀρίδαλος
Ὄσσα, Κιθαιρῶνός τ’ οἰονόμοι σκοπιαί.94

7

(t)

ΑΔΕΣΠΟΤΟΝ.
1Υἱοῦ Τλασίαϝο Μενεκράτεος τόδε σᾶμα, Οἰανθέως γενεάν· τόδε δ’ αὐτῷ δᾶμος ἐποίει. Ἦς γὰρ πρόξενϝος δάμου φίλος, ἀλλ’ ἐνὶ πόν[τῳ ὤλετο, δαμόσιον δὲ καθ[ίκετο πένθος Οἰάνθην].
5Πραξιμένης δ’ αὐτῷ [πρόφρων] ἀπὸ πατρίδος ἐνθὼν, σὺν δάμῳ τόδε σᾶμα κασιγνήτοιο πονήθη.

8

(t)

ΑΛΛΟ.
1Τοὐ]πικλέος παιδὸς Δαμασιστράτου ἐνθάδε σῆμα Πεισιάναξ κατέθηκε· τὸ γὰρ γέρας ἐστὶ θανόντων.

9

(t)

ΑΛΛΟ.
1Σῆμ]α τόδ’ [ἐ]γ[γ]ὺς ὁδοῦ Θεοσήμου [στῆσα ... ἀν]δρὸς ἐμο[ί τ]ε φίλου κἀγαθοῦ ἀμφ[ότερον.

10

(t)

ΠΙΝΔΑΡΟΥ.
1Χαῖρε δῖς ἡβήσας, καὶ δὶς τάφου ἀντιβολήσας, Ἡσίοδ’, ἀνθρώποις μέτρον ἔχων σοφίης.

11

(t)

ΑΔΕΣΠΟΤΟΝ.
1Εἴτ’ ἀστό]ς τις ἀνὴρ εἴτε ξένος ἄλλοθεν ἐλθών, Τέ[ττ]ιχον οἰκτείρας ἄνδρ’ ἀγαθὸν παρίτω, ἐν πολέμῳ φθίμενον νεαρὰν ἥβην ὀλέσαντα· ταῦτ’ ἀποδυράμενοι νεῖσθ’ ἐπὶ πρᾶγμ’ ἀγαθόν.

12

(t)

ΑΛΛΟ.
1Σῆμα τόδε Κύλων παίδων ἐπέθηκε θανόντων· μνῆμα φιλημοσύνης ..........

13

(t)

ΑΛΛΟ.
1[Ἐνθά] δὲ [Φ]..... κατέθηκε θανοῦσαν Λαμπίτω αἰδοίην, γῆς ἀπὸ πατρῴης.

14

(t)

ΑΛΛΟ.
1Λοι]μῷ θανούσης εἰμὶ [σῆμα] Μυρίνης.

15

(t)

ΑΛΛΟ.
1Σῆμα φίλου παιδὸς τόδε Δημάνθης ἀνέθηκεν Στησίου, ὃν θάνατος δακρυόεις κατέχει.

16

(t)

ΑΛΛΟ.
1Ἑλλάδι καὶ Μεγαρεῦσιν ἐλεύθερον ἆμαρ ἀέξειν ἱέμενοι θανάτου μοῖραν ἐδεξάμεθα. τοὶ μὲν ὑπ’ Εὐβοίᾳ [ναυσικλύτῳ], ἔνθα καλεῖται
ἁγνᾶς Ἀρτέμιδος τοξοφόρου τέμενος,95
5τοὶ δ’ ἐν ὄρει Μυκάλας, τοὶδ’ ἔμπροσθεν Σαλαμῖνος, [νηῶν Φοινισσῶν ἐξολέσαντες Ἄρην·] τοὶ δὲ καὶ ἐν πεδίῳ Βοιωτίῳ, οἵτινες ἔτλαν χεῖρας ἐπ’ ἀνθρώπους ἱππομάχους ἱέναι. Ἄστοι δ’ ἄμμι [πόρον] γέρας ὀμφαλῷ ἀμφὶ πόληος
10νεικέων ἡμετέρων ἀλλοδαπῶν παρ’ ὅρων.

17

(t)

ΑΙΣΧΥΛΟΥ.
1Αἰσχύλον Εὐφορίωνος Ἀθηναῖον τόδε κεύθει μνῆμα καταφθίμενον πυροφόροιο Γέλας· ἀλκὴν δ’ εὐδόκιμον Μαραθώνιον ἄλσος ἂν εἴποι, καὶ βαρυχαιτήεις Μῆδος ἐπιστάμενος.

18

(t)

ΑΔΕΣΠΟΤΟΝ.
1Εὐχίδας Πυθῶδε θρέξας ἦλθε τᾷδ’ αὐθημερόν.

19

(t)

ΑΛΛΟ.
a1Ἀθάνατόν με θα[νοῦσιν ἔθηκαν σῆμα πολῖται
a2σημαίνειν ἀρετ[ὴν τῶνδε καὶ ἐσσομένοις,
a3καὶ προγόνοις ....... ἀρετῆς δὲ
a4νίκην εὐπόλεμον μνῆμ’ ἔλαβον σφ[ετέρας.
b1Αἰθὴρ μὲν ψυχὰς ὑπεδέξατο, σώ[ματα δὲ χθὼν
b2τῶνδε Ποτιδαίας δ’ ἀμφὶ πύλας ἔδ[αμεν·
b3ἐχθρῶν δ’ οἱ μὲν ἔχουσι τάφου μέρος, ο[ἱ δὲ φυγόντες
b4τεῖχος πιστοτάτην ἐλπίδ’ ἔθεντο [βίου.
c1Ἄνδρας μὲν πόλις ἥδε ποθεῖ καὶ δ[ῆμος Ἐρεχθέως,
c2πρόσθε Ποτιδαίας οἳ θάνον ἐν προμάχοις·
c3παῖδες Ἀθηναίων, ψυχὰς δ’ ἀντίρρο[πα θέντες,
c4ἠ[λλ]άξαντ’ ἀρετὴν καὶ πατ[ρίδ’] εὐκλ[είσαν.

20

(t)

ΑΛΛΟ.
1Προκλεῖδας τόδε σᾶμα κεκλήσεται ἐγγὺς ὁδοῖο, ὃς περὶ τᾶς αὐτοῦ γᾶς θάνε μαρνάμενος.

21

(t)

ΑΛΛΟ
1Ἡρόδοτον Λύξεω κρύπτει κόνις ἥδε θανόντα, Ἰάδος ἀρχαίης ἱστορίης πρύτανιν, Δωριέων πάτρης βλαστόντ’ ἄπο, τῶν ἄρ’ ἄπλητον μῶμον ὑπεκπροφυγὼν Θούριον ἔσχε πάτρην.

22

(t)

ΕΥΡΙΠΙΔΟΥ.
1Οἵδε Συρακοσίους ὀκτὼ νίκας ἐκράτεσαν ἄνδρες, ὅτ’ ἦν τὰ θεῶν ἐξίσου ἀμφοτέροις.96

23

(t)

ΑΛΛΟ.
1Μνᾶμ’ ἐπ’ Ὀλ[αϝ]είδᾳ μ’ ὁ πατὴρ ἀνέθηκε θανόντι Ὄσσιλος, ᾧ πένθος θῆκεν ἀποφθίμενος.

24

(t)

ΑΛΛΟ.
1Ἀστοῖ[ς κ]αὶ ξείνοισι φανεὶς φίλο[ς εἰμί nomen defuncti ὅ]ς ποτ’ ἀριστεύων ἐν προμάχοις ἔπεσον.

25

(t)

ΑΛΛΟ.
1Σοῦ μὲν δὴ πατρὶς δὴν, Κέρκινε, Φοξίου υἱέ, Ποντιὰς Ἡράκλει’, ἕξει ἄχος φθιμένου ἡμ[ετέρ]ων ἐν χερσὶ φίλων· ὅ[θεν οὔ] ποτ’ ἐπαίνου λήσομεθ’· ἦ μάλα γὰρ [σὴν φ]ύσιν ἠγησάμην.

26

(t)

ΙΠΠΙΟΥ ΗΛΕΙΟΥ (?)
1Σύζυγος ἦν μία πᾶσι πατρὶς, καὶ μοῖρα δὲ πάντας ὤλεσεν ἠϊθέους, ὦ παροδῖτα, μία. Πάντας τ’ αὐτὸς ἔχει πόντος, καὶ εἰκόνας αὐτὸς τεῦξε λυγροῖς πορθμοῦ ὀλλυμένων ῥοθίοις
5οὗ τὸ καλὸν κοσμεῖ περικείμενον οὔνομα τύμβους, οὗ γλυκύς ἐσθ’ ἡμῖν κἀν φθιμένοισιν ἔρως.

27

(t)

ΑΔΕΣΠΟΤΟΝ.
nἈρίστων.
1Ἦ μάλα δή σε φίλως ὑπεδέξατο γαῖα ὑπὸ κόλπους ὄλβιον αἰῶνος μᾶκος ἀμειψάμενο[ν· καί σοί γε ὡραία χάρις ἤλυ[θεν α]ὕτη, Ἀρίστων, δεινοῦ (?) [ἐλευθ]ερίαν (?) τοῦ δεσμο[ῦ (?) ...
5......................

28

(t)

ΘΕΑΙΤΗΤΟΥ.
nΠερὶ Κράντορος.
1Ἥνδανεν ἀνθρώποις, ὁ δ’ ἐπιπλέον ἥνδανε Μούσαις Κράντωρ, καὶ γήρως ἤλυθεν οὔτι πρόσω. Γῆ, σὺ δὲ τεθνειῶτα τὸν ἱερὸν ἄνδρ’ ὑπόδεξαι· ἦ ῥ’ ὅγε καὶ κεῖθι ζώει ἐν εὐθυμίῃ.

29

(t)

ΑΔΕΣΠΟΤΟΝ.
1......... ἐλθόντα ποθ’ ὧδε κέκευθε ἁ κόνις] Ἀργείων θυμὸν ἀφέντα πόλει.

30

(t)

ΙΠΠΩΝΟΣ.
1Ἵππωνος τόδε σῆμα, τὸν ἀθανάτοισι θεοῖσιν
ἴσον ἐποίησεν Μοῖρα καταφθίμενον.97

31

(t)

ΑΔΕΣΠΟΤΟΝ.
1Σῆμα τόδ’ Οἰναίου Διονυσίου· τῶν δ’ ἔτι πρόσθεν, Πείθωνος πατρὸς οὗ, καὶ Φειδίππου τόδε θείου τούτου, τῶν τ’ ἄλλων ὧν τύπος εἰκόν’ ἔχει.

32

(t)

ΑΛΛΟ.
1Ὢ τὸν ἀειμνήστου ς’ ἀρετᾶς παρὰ πᾶσι πολίταις κλεινὸν ἔπαινον ἔχοντ’, ἄνδρα ποθεινότατον παισὶ φίλῃ τε γυναικί· τάφου δ’ ἐπὶ δεξιὰ, μῆτερ, κεῖμαι σῆς φιλίας οὐκ ἀπολειπόμενος.

33

(t)

ΑΛΛΟ.
1Ἐνθάδε [Π]υθοκλῆς κεῖται πολλοῖσι ποθεινὸς καὶ Σάτυρος νέος ὢν ἔσχεν ἐπωνυμίαν. Παῖς Ἡρακλείδου, μητρὸς δ’ Ἀριαστίδος ἐστί· [π]ατρὶς δ’ ἔστ’ Ἔφεσος κλεινοτάτη πόλεων.
5Θρεφθεὶς δ’ ἐν χθονὶ τῇδε θάνεν μέγα πῆμα φίλοισ[ι τῇ τε κασιγνήτῃ πένθεα πλεῖστα λιπών. Ἀριαστίς. Πυθοκλῆς.

34

(t)

ΑΛΛΟ.
1Ἐνθάδε τὴν ἀγαθὴν καὶ σώφρονα γαῖ’ ἐκάλυψεν Ἀρχεστράτην ... ἀνδρὶ ποθεινοτάτην.

35

(t)

ΑΛΛΟ.
1Οὔνομα μὲν τοὐμὸν καὶ ἐμοῦ πατρὸς ἥδ’ ἀγορεύει στήλη καὶ πάτραν, πιστῶν δ’ ἔργων ἕνεκ’ ἔσχον Πιστὸς ἐπωνυμίαν, οὗ σπάνις ἀνδρὶ τυχεῖν.

36

(t)

ΑΛΛΟ.
nΓλυκέρα Θουκλείδου.
1Οὗ σπάνις ἐστὶ γυναικὶ, ἐσθλὴν καὶ σώφρονα φῦναι τὴν αὐτὴν δοκίμως, τοῦδε τύχεν Γλυκέρα.

37

(t)

ΑΛΛΟ.
nΣωσῖνος Γορτύνιος χαλκόπτης.
1Μνῆμα δικαιοσύνης καὶ σωφροσύνης ἀρετῆς τε Σωσίνῳ στῆσαν παῖδες ἀποφθιμένῳ.

38

(t)

ΑΛΛΟ.
1Ἐνθάδε γῆ κατέχει τιτθὴν παίδων Διογείτου ἐκ Πελοποννήσου τήνδε δικαιοτάτην.

39

(t)

ΑΛΛΟ.
a1Εἰ] τοιῶνδ’ ἀνδρῶν εἴη πόλις, οὔποτ’ ἂν αὐ[τῆς
a2ἐχθροὶ στήσαιεν Ζηνὶ τρόπαιον ἕδος.98
b1Κ]τ[ώμ]ενον εὔκλειαν [δ]ορὶ καὶ χερὶ τόνδε πρὸς ἀ[νδ]ρὸς
b2ἐχθροῦ Ἀρι]σ[τ]όκ[ριτ[ον ὤλεσε θοῦρος Ἄρης.
b3.......................

40

(t)

ΑΛΛΟ.
nΜνησαρχίδης Μνησάρχου Ἁλαιεύς.
1Εἰ τὰ θεῶν τιμᾶν χρηστῶν τ’ ἔργων ἐπιθυμεῖν καὶ τὸ δικαιοσύν[ῃ τε φίλον] τε φίλοισι προσεῖναι δόξα ἀρετή τε βροτοῖς, καὶ ἀνεγκλήτως βιοτεῦσαι, πάντα σὺ ταῦτ’ ἔσχες, Μνησαρχίδη, ἀπροφασίστως.

41

(t)

ΑΛΛΟ.
nΚ[υδίμαχ]ος [Θ]οραε[ύς.
1Κυδίμαχο[ν] χθὼν [ἥδε τ]αφῆς στε[γέεσ]σι καλύ]πτει ὄλβιον, εὐαίωνα, βί[ου] πλεύσαντα πρὸς ὅρμον· παῖδα[ς γὰρ] παίδω[ν ἐ]σιδὼν καὶ γῆρα[ς ἄ]λ[υπον τὴν πάντων κοινὴν μοῖραν [ἔχει] φθίμενος.

42

(t)

ΑΛΛΟ.
nΕὐ]θύκριτος [Οἰν]αῖος (?)
1Ἐνθάδε τὸν πάσης ἀρετῆς ἐπὶ τέρμα μολόντα Εὐθύκριτον πατρία χθὼν ἐκάλυψε τάφῳ, μητρὶ φίλον καὶ πατρὶ, κασιγνήταις τε ποθεινὸν πᾶσί θ’ ἑταίροισιν σύντροφον ἡλικίας.

43

(t)

ΑΛΛΟ.
1Ἐνθάδε τὴν πάσης ἀρετῆς ἐπὶ τέρμα μολοῦσαν Φαναγόραν κατέχει Φερσεφόνης θάλαμος.

44

(t)

ΑΛΛΟ.
1Ἐνθάδε Θέρσανδρον καὶ Σίμυλον, ἄνδρε ποθεινὼ πατρίδι Κερκύρᾳ δέξατο γαῖα τάφῳ. Πρέσβεις ἐλθόντας κατὰ συντυχίαν δὲ θανόντας παῖδες Ἀθηναίων δημοσίᾳ κτέρισαν.

45

(t)

ΑΛΛΟ.
1Ἥδε χθὼν κόλποισι Φασηλίτην Θεοδέκτην κρύπτει, ὃν ηὔξησαν Μοῦσαι Ὀλυμπιάδες· ἐν δὲ χορῶν [τραγικῶν] ἱεραῖς τρισὶ καὶ δέχ’ ἁμίλλαις ὀκτὼ ἀγηράντους ἀμφεθέμην στεφάνους.

46

(t)

ΘΕΟΚΡΙΤΟΥ ΤΟΥ ΧΙΟΥ.
1Ἑρμείου εὐνούχου ἠδ’ Εὐβούλου ἅμα δούλου, σῆμα κενὸν κενόφρων τεῦξεν Ἀριστοτέλης. Ὃς διὰ τὴν ἀκρατῆ γαστρὸς φύσιν, εἵλετο ναίειν
ἀντ’ Ἀκαδημείας βορβόρου ἐν προχοαῖς.99

47

(t)

ΑΔΕΣΠΟΤΟΝ.
nΜακαρεὺς Λακιάδης. Ἀρχέβιος.
1Εἴ σε τύχη προὔπεμψε καὶ ἡλικίας ἐπέβησεν, ἐλπίδι γ’ ἦσθα μέγας τῷ τε δοκεῖν, Μακαρεῦ, ἡνίοχος τέχνης τραγικῆς Ἕλλησιν ἔσεσθαι· σωφροσύνῃ δ’ ἀρετῇ τ’ οὐκ ἀκλεὴς ἔθανες.

48

(t)

ΑΛΛΟ.
1Πότνια σωφροσύνη, θύγατερ μεγαλόφρονος αἰδοῦς, πλεῖστά σε τιμήσας εὐπόλεμόν τ’ ἀρετήν, Κλείδημος Μελιτεὺς Κλειδημίδου ἐνθάδε κεῖται. ....................

49

(t)

ΑΛΛΟ.
n1Διιτρέφης Ζωΐλου Παριηνὸς στρατιώτης,
n2Δημοφῶν Μητροδώρου Παριηνὸς στρατιώτης.
1Μνῆμα φίλη μήτηρ με Διιτρέφει ἐνθάδ’ ἔθηκεν καὶ Περικλεῖ φθιμένοιν Μητρίχη αἰνόμορος· Ἀγνής τ’ ἐνθάδε οἱ θυγάτηρ καὶ ἀδελφὸς ἔχουσιν μοῖραν Δημοφῶν τῆς μέτα πᾶσι βροτοῖς.

50

(t)

ΑΛΛΟ.
1Μνῆμα Μνησαγόρας καὶ Νικοχάρους τόδε κεῖται· αὐτὼ δ’ οὐ παραδεῖξαι ἀφείλετο δαίμονος αἶσα πατρὶ φίλῳ καὶ μητρὶ, λιπόντε ἀμφοῖν μέγα πένθος, οὕνεκα ἀποφθιμένω βήτην δόμον Ἄϊδος εἴσω.

51

(t)

ΑΛΛΟ.
nΣύμμαχος Σίμωνος Χῖος.
a1Πλεῖστα μὲν εὐφρανθεὶς βιότῳ, λύπαις δ’ ἐλαχίσταις
a2χρησάμενος, γήρως τέρμα μολὼν πρὸς ἄκρον,
a3Χῖος μὲν γενεὰν βλαστὼν, πατρὸς δὲ Σίμωνος
a4Σύμμαχος ἐν δαπέδοις Κεκροπίας ἐκλίθην.
b1Ἡ μὲν καλλικόμοις πτόρθοις βοτρυώδεος οἴνης
b2Χῖος ἀγαλλομένη Συμμάχῳ ἐστὶ πατρίς,
b3αἱ δὲ θεοῖσι μάλιστα φίλαι θνητοῖσι τ’ Ἀθῆναι
b4σῶμα σὸν ἐν κόλποις κρύψαν ἀποφθίμενον.

52

(t)

ΑΛΛΟ.
1Οἵδε πάτρας ἕνεκα σφετέρας εἰς δῆριν ἔθεντο ὅπλα καὶ ἀντιπάλων ὕβριν ἀπεσκέδασαν· μαρνάμενοι δ’ ἀρετῆς καὶ λήματος οὐκ ἐσάωσαν ψυχὰς, ἀλλ’ Ἀΐδην κοινὸν ἔθεντο βραβῆ,
5οὕνεκεν Ἑλλήνων, ὡς μὴ ζυγὸν αὐχένι θέντες δουλοσύνης, στυγερὰν ἀμφὶς ἔχωσιν ὕβριν. Γαῖα δὲ πατρὶς ἔχει κόλποις τῶν πλεῖστα καμόντων σώματ’, ἐπεὶ θνητοῖς ἐκ Διὸς ἥδε κρίσις. Μηδὲν ἁμαρτεῖν ἐστι θεῶν καὶ πάντα κατορθοῦν·100
10ἐν βιοτῇ Μοῖραν δ’ οὔτι φυγεῖν μερόπων.

53

(t)

ΑΛΛΟ.
1Μνᾶμα [βλέπεις ἐ]πὶ σώματι κείμενον ἀνδρὸς ἀρίστου· Πυθίων ἐκ Μεγάρων δαιώσας ἑπτὰ μὲν ἄνδρας, ἑπτὰ δ’ ἀπορρήξας λόγχας ἐνὶ σώματ’ ἐκείνων εἵλετο τὰν ἀρετὰν, πατέρ’ εὐκλεΐζων ἐνὶ δήμῳ.
5Οὗτος ἀνὴρ ἐσάωσεν Ἀθηναίων τρεῖς φυλὰς, ἐκ Παγᾶν ἀγαγὼν διὰ Βοιωτῶν ἐς Ἀθήνας· εὐκλέϊς’ Ἀνδοκίδαν δισχιλίοις ἀνδραπόδοισιν. Οὐδένα πημάνας δ’ ὅ γ’ ἐπιχθονίων ἀνθρώπων εἰς Ἀΐδα κατέβα, πᾶσιν μακαριστὸς ἰδέσθαι.

54-119t

ΑΡΙΣΤΟΤΕΛΟΥΣ (?)
nΕἰς τοὺς παρ’ Ὁμήρῳ ἥρωας ἐπιτάφια.

54

(n)

Ἐπὶ Πηνέλεω κειμένου ἐν Βοιωτίᾳ.
1Τόνδ’ ἐπὶ Κηφισῷ ποταμῷ θέσαν ὠκὺ ῥέοντι παῖδες Βοιωτῶν σώφρονα Πηνέλεων.

55

(n)

Ἐπὶ Ἀσκαλάφου καὶ Ἰαλμένου.
1Ἀσκαλάφου Τροίῃ φθιμένου καὶ Ἰαλμένου ἥδε ὀστέα πληξίππων γῆ Μινυῶν κατέχει.

56

(n1)

Ἐπὶ Αἴαντος τοῦ Ὀϊλέως, κειμένου ἐν
n2Μυκόνῳ τῇ νήσῳ.
1Ἐνθάδε τὸν Λοκρῶν ἡγήτορα γαῖα κατέσχεν Αἴαντ’ Οἰλιάδην ἐν πελάγει φθίμενον.

57

(n)

Ἐπὶ Ἐλεφήνορος κειμένου ἐν Τροίῃ.
1Νήσου ἀπ’ Εὐβοίης Ἐλεφήνορα ἀρχὸν Ἀβάντων
ἐνθάδ’ ἐνὶ Τροίῃ μοῖρα κατέσχε βίου.101

58

(n)

Ἐπὶ Μενεσθέως κειμένου Ἀθήναις.
1Ταξίλοχος λαῶν, υἱὸς Πετεῶο Μενεσθεὺς ἐνθάδ’ ἐνὶ κλεινῇ πατρίδι μοῖραν ἔχει.

59

(n)

Ἐπὶ Αἴαντος Τελαμωνίου κειμένου ἐν Τροίῃ.
1Ἅδ’ ἐγὼ ἁ τλάμων Ἀρετὰ παρὰ τῷδε κάθημαι Αἴαντος τύμβῳ, κειραμένα πλοκάμους, θυμὸν ἄχει μεγάλῳ βεβολημένα, εἰ παρ’ Ἀχαιοῖς ἁ δολόφρων Ἀπάτα κρέσσον ἐμεῦ δύναται.

60

(n)

Ἐπὶ Τεύκρου κειμένου ἐν Σαλαμῖνι τῆς Κύπρου.
1Ἰῶν ὠκυμόρων ταμίην Τελαμώνιον ἥδε Τεῦκρον ἀποφθίμενον γῆ Σαλαμὶς κατέχει.

61

(n)

Ἐπὶ Διομήδους κειμένου ἐν τῇ ὁμωνύμῳ νήσῳ.
1Αἰνητὸν πάντεσσιν ἐπιχθονίοις Διομήδη· ἥδ’ ἱερὰ κατέχει νῆσος ὁμωνυμίη.

62

(n)

Ἐπὶ Σθενέλου καὶ Εὐρυάλου κειμένων ἐν Ἄργει.
1Ἀργεῖος Σθένελος Καπανήϊος ὧδε τέθαπται τύμβῳ, καὶ τούτου πλησίον Εὐρύαλος.

63

(n)

Ἐπὶ Ἀγαμέμνονος κειμένου ἐν Μυκήναις.
1Λεύσσεις Ἀτρείδεω Ἀγαμέμνονος, ὦ ξένε, τύμβον, ὃς θάν’ ὑπ’ Αἰγίσθου κοὐλομένης ἀλόχου.

64

(n)

Ἐπὶ τοῦ αὐτοῦ.
1Μνῆμα τόδ’ Ἀτρείδεω Ἀγαμέμνονος, ὅν ῥα κατέκτα δῖα Κλυταιμνήστρη Τυνδαρὶς οὐχ ὁσίως.

65

(n)

Ἐπὶ Μενελάου.
1Ὄλβιος, ὦ Μενέλαε, σύ τ’ ἀθάνατος καὶ ἀγήρως
ἐν μακάρων νήσοις, γαμβρὲ Διὸς μεγάλου.102

66

(n)

Ἐπὶ Νέστορος κειμένου ἐν Πύλῳ.
1Τὸν βαθύνουν, ψυχήν τε νόημά τε θεῖον ἔχοντα, ἄνδρ’ ἀγαθὸν κατέχω, Νέστορα τὸν Πύλιον.

67

(n)

Ἐπὶ τοῦ αὐτοῦ.
1Νέστορα τὸν Πυλίων ἡγήτορα ἥδε θανόντα γῆ κατέχει, βουλῇ φέρτατον ἡμιθέων.

68

(n)

Ἐπὶ Ἀντιλόχου κειμένου ἐν Τροίᾳ.
1Μνῆμ’ ἀρετῆς υἱοῦ τοῦ Νέστορος, Ἀντιλόχοιο, ὃς θάνεν ἐν Τροίῃ ῥυσάμενος πατέρα.

69

(n)

Ἐπὶ Ἀγαπήνορος.
1Ἀρχὸς ὅδ’ ἐκ Τεγέης Ἀγαπήνωρ, Ἀγκαίου υἱὸς, κεῖθ’ ὑπ’ ἐμοὶ, Ταφίων πελτοφόρων βασιλεύς.

70

(n)

Ἐπὶ Ἀμφιμάχου καὶ Διώρου.
1Ἀρχός τ’ Ἀμφίμαχος, Κτεάτου πάϊς ἠδὲ Διώρης, ἐνθάδ’ ἐνὶ Τροίῃ μοῖραν ἔχουσι βίου.

71

(n)

Ἐπὶ Θαλπίου καὶ Πολυξένου ἐν Ἤλιδι.
1Οἵδε Πολύξεινος καὶ Θάλπιος Ἤλιδι δίῃ δμηθέντες κρυεροῦ δῶμ’ Ἀΐδαο ἔβαν.

72

(n)

Ἐπὶ κενοταφίου Μέγητος ἐν Δουλιχίῳ.
1Μνῆμα Μέγητι θοῷ, μεγαθύμου Φυλέος υἱῷ, Δουλίχιοι τεῦξαν· σῶμα δὲ πόντος ἔχει.

73

(n)

Ἐπὶ Ὀδυσσέως κειμένου ἐν Τυρρηνίᾳ.
1Ἀνέρα τὸν πολύμητιν, ἐπὶ χθονὶ τῇδε θανόντα, κλεινότατον θνητῶν τύμβος ἐπεσκίασεν.

74

(n)

Ἐπὶ τοῦ αὐτοῦ.
1Οὗτος Ὀδυσσῆος κείνου τάφος, ὃν δία πολλὰ
Ἕλληνες πολέμῳ Τρωϊκῷ εὐτύχεσαν.103

75

(n)

Ἐπὶ Θόαντος.
1Υἱὸν ὑπερθύμου Ἀνδραίμονος ἠδὲ θυγατρὸς Γόργης τῆς Οἰνέως ἥδε κόνις κατέχει.

76

(n1)

Ἐπὶ Ἰδομενέως καὶ Μηριόνου κειμένων
n2ἐν Κνωσσῷ.
1Κνωσσίου Ἰδομενῆος ὁρᾷς τάφον· αὐτὰρ ἐγὼ τοῦ πλησίον ἵδρυμαι Μηριόνης ὁ Μόλου.

77

(n)

Ἐπὶ Τληπολέμου κειμένου ἐν Ῥόδῳ.
1Ἅδ’ Ἡρακλείδην ῥηξήνορα θυμολέοντα Τληπόλεμον κατέχει κυματόεσσα Ῥόδος.

78

(n)

Ἐπὶ Δηϊπύλου.
1Δηϊπύλου κόρσης εὐειδέος Ὀρμενίοιο μνῆμα τόδ’ εὐκλεινόν· γείνατο Τληπόλεμος.

79

(n)

Ἐπὶ Νιρέως κειμένου ἐν Τροίᾳ.
1Ἐνθάδε τὸν κάλλιστον ἐπιχθονίων ἔχε γαῖα, Νιρέα, τὸν Χαρόπου παῖδα καὶ Ἀγλαΐης.

80

(n)

Ἐπὶ Φειδίππου καὶ Ἀντίφου.
1Φείδιππον Τροίην πέρσαντ’ ἠδ’ Ἄντιφον ἥρω γαῖα πατρὶς, κώμη ἥδ’ Ἐφύρα κατέχει.

81

(n)

Ἐπὶ Ἀχιλλέως κειμένου ἐν Τροίᾳ.
1Παῖδα θεᾶς Θέτιδος Πηληϊάδην Ἀχιλῆα ἥδ’ ἱερὰ Προποντὶς ἀμφὶς ἔχει πεδίῳ.

82

(n)

Ἐπὶ τοῦ αὐτοῦ.
1Θεσσαλὸς οὗτος ἀνὴρ Ἀχιλεὺς ἐν τῷδε τέθαπται τύμβῳ· ἐθρήνησαν δ’ ἐννέα Πιερίδες.

83

(n)

Ἐπὶ Πατρόκλου κειμένου μετὰ Ἀχιλλέως.
1Πατρόκλου τάφος οὗτος· ὁμοῦ δ’ Ἀχιλῆϊ τέθαπται·
ὃν κτάνεν ὠκὺς Ἄρης Ἕκτορος ἐν παλάμαις.104

84

(n)

Ἐπὶ Ποδάρκους κειμένου ἐν Σικυῶνι.
1Σῆ μὲν Ἀχαιῒς ἔθρεψε Ποδάρκην Ἄκτορος υἱὸν· ὀστέα δ’ αὖ Σικυὼν γῆ κατέχει φθιμένου.

85

(n)

Ἐπὶ Φιλοκτήτου.
1Τόξων Ἡρακλέους ταμίην, Ποιάντιον υἱὸν, ἥδε Φιλοκτήτην γῆ Μινυὰς κατέχει.

86

(n)

Ἐπὶ Εὐμήλου.
1Υἱὸς ὅδ’ Ἀδμήτοιο Φερητιάδης Εὔμηλος νέρθ’ ὑπ’ ἐμοὶ κεῖται, μοῖραν ἔχων θανάτου.

87

(n1)

Ἐπὶ κενοταφίου Ποδαλειρίου καὶ Μαχάονος
n2ἐν Τρίκκῃ.
1Οἱδ’ Ἀσκληπιάδαι Ποδαλείριος ἠδὲ Μαχάων, πρόσθεν μὲν θνητοὶ, νῦν δὲ θεῶν μέτοχοι.

88

(n)

Ἐπὶ Εὐρυπύλου κειμένου ἐν Ὀρχομενῷ.
1Πάτρῃ ἐν Ὀρχομενῷ Εὐαίμονος ἀγλαὸν υἱὸν, Εὐρύπυλον, κρύπτει δακρυόεσσα κόνις.

89

(n)

Ἐπὶ Πολυποίτου καὶ Λεοντέως.
1Ἄρχοντες Λαπιθῶν Πολυποίτης ἠδὲ Λεοντεὺς ἐν γαίῃ Μήδων τέρμ’ ἀφίκοντο βίου.

90

(n)

Ἐπὶ Γουνέως.
1Σῆμα τὸ μὲν Γουνῆος ὁρᾷς· ψυχὴ δὲ θανόντος ἀέρ’ ἐς ὑγρὸν ἔβη, σῶμα δὲ πόντος ἔχει.

91

(n)

Ἐπὶ κενοταφίου Προθόου.
1Σῶμα μὲν ἐν πόντῳ Προθόου Τενθρηδόνος υἱοῦ κεῖται· ἀνοίκτιστον δ’ οὔνομα τύμβος ἔχει.

92

(n)

Ἐπὶ Ταλθυβίου κειμένου ἐν Μυκήναις.
1Ταλθύβιον θεράποντα, θεῶν κήρυκα καὶ ἀνδρῶν,
ὧδε Μυκηναίων δῆμος ἔθαψεν ἅπας.105

93

(n)

Ἐπὶ Αὐτομέδοντος κειμένου ἐν Τροίῃ.
1Αὐτομέδοντ’, Ἀχιλῆϊ ἐῢν καὶ πιστὸν ἑταῖρον, ἥδε κατεσκίασε Τρωὰς ἄρουρα τάφῳ.

94

(n)

Ἐπὶ Ἕκτορος κειμένου ἐν Θήβαις.
1Ἕκτορι τόνδε μέγαν Βοιώτιοι ἄνδρες ἔτευξαν τύμβον ὑπὲρ γαίης, σῆμ’ ἐπιγιγνομένοις.

95

(n)

Ἐπὶ Πυραίχμου κειμένου ἐν Τροίᾳ.
1Ἐλθὼν ἐξ Ἀμυδῶνος ἀπ’ Ἀξίου ὧδε Πυραίχμης ὠκύμορος πάντων νόσφι φίλων ἔθανεν.

96

(n)

Ἐπὶ Λαομέδοντος.
1Ἐνθάδε Περγαμίδην κεύθει χθὼν Λαομέδοντα, ἵππων ὠκυπόδων εἵνεκ’ ἀποφθίμενον.

97

(n)

Ἐπὶ Αἰήτου κειμένου ἐν Κολχίδι.
1Αἰήτην Κόλχοισι πολυχρύσοισιν ἄνακτα ἐνθάδε πανδαμάτωρ Μοῖρα θεῶν κτέρισεν.

98

(n)

Ἐπὶ Ζήθου κειμένου ἐν Θήβαις.
1Ἑπταπύλων Θηβῶν βασιλεὺς ὅδε κεῖται ὑπόχθων Ζῆθος, ὃν Ἀντιόπη γείνατο παῖδ’ ἀγαθόν.

99

(n)

Ἐπὶ Ὀρφέως κειμένου ἐν Κικονίᾳ.
1Θρήϊκα χρυσολύρην Οἰάγρου παῖδα θανόντα Ὀρφέα ἐν χώρῳ τῷδε θέσαν Κίκονες.

100

(n)

Ἐπὶ Πυλάδου κειμένου Φωκίδι.
1Υἱὸς ὅδε Στροφίου Πυλάδης ἐν Φωκίδι γαίῃ κεῖται, ἐπεὶ παντὸς μοῖραν ἔπλησε βίου.

101

(n)

Ἐπὶ Ἀταλάντης ἐν Ἀρκαδίᾳ.
1Κούρης Ἰασίοιο πολυκλείτης Ἀταλάντης
σῆμα, πέλας στείχων, ἀτρεκές ἐστι τόδε.106

102

(n)

(Ἐπὶ Πρωτεσιλάου ἐν Χερρονήσῳ ἀναιρεθέντι.)
1Τόνδ’ ὄχθον μνήμην ἀρετῆς χάριν ἐξετέλεσσαν Ἑλλήνων παῖδες Πρωτεσίλᾳ φθιμένῳ.

103

(n)

(Ἐπὶ Πανδάρου.)
1Τηλεβόλου ῥυτῆρα, Λυκάονος ἀγλαὸν υἱὸν, ἐκ Ζελέας, κατέχει Πάνδαρον ἥδε κόνις.

104

(n)

(Ἐπὶ Δόλωνος.)
1Πατρὶς μὲν κρύπτει με Δόλων’ Εὐμήδεος υἱόν· πᾶσιν ἀπαγγέλλω τοῖς παριοῦσι μαθεῖν.

105

(n)

(Ἐπὶ Ῥήσου.)
1Ὕπνῳ καὶ καμάτῳ δεδμημένον ἐνθάδε Ῥῆσον Τρῶες δὴ θάψαν Τευκρίδος αἰγιαλῷ.

106

(n)

(Ἐπὶ Σαρπηδόνος.)
1Κᾶρες καὶ Λύκιοι βασιλεῖς Σαρπηδόνα δῖον Ξάνθου ἐπὶ προχοαῖς ἀενάου ἔθεσαν.

107

(n)

(Ἐπὶ Γλαύκου.)
1Εὐώδης κυπάρισσος ὁμοῦ καὶ λάϊνος ὄχθος, ἐνθάδε τὸν Λύκιον Γλαῦκον ἔχει φθίμενον.

108

(n)

(Ἐπὶ Μέμνονος.)
1Μέμνων Τιθωνοῦ τε καὶ Ἠοῦς ἐνθάδε κεῖμαι ἐν Συρίῃ Βήλου πὰρ ποταμοῦ προχοαῖς.

109

(n)

(Ἐπὶ Πείρωος καὶ Ἀκάμαντος.)
1Πελτοφόρου Θρῄκης Ἀκάμας καὶ Πείροος ἥρως ἕδραν ναίοντες τήνδ’ ἔλαχον φθίμενοι.

110

(n)

(Ἐπὶ Τληπολέμου κειμένου ἐν Τροίῃ.)
1Τόνδ’ Ἡρακλείδην εὐήνορα τηλόθι πάτρης Τληπόλεμον κρύπτει χῶρος ὅδ’ ἀνθεμόεις.

111

(n)

(Ἐπὶ Πυλαιμένους κειμένου ἐν Τροίῃ.)
1Ἑρμεία, στερεᾶς πέτρης τέκος, ἔννεπε πᾶσιν Παφλαγόνος μοῖραν τοῦδε Πυλαιμένεος.

112

(n)

(Ἐπὶ Αἰνείου.)
1Αἰνείαν Κύπριδός τε καὶ Ἀγχίσου φίλον υἱὸν ἐνθάδε μοῖρα θεῖον ἤγαγεν εἰς Ἀΐδην.

113

(n1)

(Ἐφ’ Ἕκτορος κειμένου ἐν Ὀφρυνίῳ λόφῳ
n2τῆς Τροίας.)
1Ἕκτορι τόνδε τάφον Πρίαμος μέγας ἐξετέλεσσεν, ὄχθον ὑπὲρ γαίης, μνῆμ’ ἐπιγιγνομένοις.

114

(n)

(Ἐπὶ Πενθεσιλείας.)
1Στήσω σε σπεύδοντα, δορυσσόε, Πενθεσιλείας
αἰπὺν ἐσαθρῆσαι τύμβον Ἀμαζονίδος.107

115

(n)

(Ἐπὶ Κύκνου.)
1Θυμὸν δὴ Κύκνου καὶ ὑπερφιάλους ἐπινοίας αἰθὴρ λαμπρὸς ἔχει, σῶμα δὲ τύμβος ὅδε.

116

(n)

(Ἐπὶ Ἀσίου.)
1Ἵππων ὠκυπόδων ἐλατὴρ θρασυκάρδιος ... ....................

117

(n)

(Ἐπ’ Ἀλεξάνδρου.)
1Ἐνθάδε πῦρ τὸ Τρώων, Ἑλλάδος ἄλγος ἁπάσης, ὁ Πριάμοιο Πάρις ψύχομαι ἀκρολόφοις.

118

(n)

(Ἐπ’ Ἀχιλλέως καὶ Πατρόκλου.)
1Ἄνδρε δύω φιλότητι καὶ ἐν τεύχεσσιν ἀρίστω χαίρετον, Αἰακίδη, καὶ σὺ, Μενοιτιάδη.

119

(n)

(Ἐπὶ Νέστορος.)
1Ἡδυεπὴς Νέστωρ Πύλιος, Νηλήϊος ἥρως, ἐν Πύλῳ ἠγαθέῃ τύμβον ἔχει τριγέρων.

120

(t)

ΤΟΥ ΑΥΤΟΥ.
1Νώτῳ μὲν μαλάχην τε καὶ ἀσφόδελον πολύριζον, κόλπῳ δ’ Οἰδιπόδαν Λαΐου υἱὸν ἔχω.

121

(t)

ΑΔΕΣΠΟΤΟΝ.
1Εὐρυμάχου ψυχὴν καὶ ὑπερφιάλους διανοίας αἰθὴρ ὑγρὸς ἔχει, σῶμα δὲ τύμβος ὅδε.

122

(t)

ΑΛΛΟ.
a1Οὐθεὶς μόχθος ἔπαινον ἐπ’ ἀνδράσι τοῖς ἀγαθοῖσι
a2ζητεῖν, ηὕρηται δ’ ἄφθονος εὐλογία,
a3ἧς σὺ τυχὼν ἔθανες, Διονύσιε, καὶ τὸν ἀνάγκης
a4κοινὸν Φερσεφόνης πᾶσιν ἔχεις θάλαμον.
b1Σῶμα μὲν ἐνθάδε σὸν, Διονύσιε, γαῖα καλύπτει,
b2ψυχὴν δ’ ἀθάνατον κοινὸς ἔχει ταμίας.
b3Σοῖς δὲ φίλοις καὶ μητρὶ κασιγνήταις τε λέλοιπας
b4πένθος ἀείμνηστον σῆς φιλίας φθίμενος·
b5δισσαὶ δ’ αὖ πατρίδες ς’, ἡ μὲν φύσει, ἡ δὲ νόμοισιν,
b6ἔστερξαν πολλῆς εἵνεκα σωφροσύνης.

123

(t)

ΑΛΛΟ.
1Ἅδ’ ἐγὼ ἁ Φοίβοιο σαφηγορίς εἰμι Σίβυλλα, τῷδ’ ὑπὸ λαϊνέῳ σάματι πυθομένα, παρθένος αὐδάεσσα τὸ πρὶν, νῦν δ’ αἰὲν ἄναυδος, μοίρᾳ ὑπὸ στιβαρᾷ τάνδε λαχοῦσα πέδαν.
5Ἀλλὰ πέλας Νύμφαισι καὶ Ἑρμῇ τῷδ’ ὑπόκειμαι,
μοῖραν ἔχοις’ Ἑκάτω τᾶς τότ’ ἀνακτορίας.108

124

(t)

ΦΙΛΙΣΚΟΥ.
1[Νῦν,] ὦ Καλλιόπης θύγατερ, πολυηγόρε Φρόντι, δείξεις εἴ τι φρονεῖς καί τι περισσὸν ἔχεις· τῷ γὰρ ἐς ἄλλο σχῆμα μεθαρμοσθέντι καὶ ἄλλοις ἐν κόσμοισι βίου σῶμα λαβόνθ’ ἕτερον,
5δεῖ ς’ ἀρετῆς κήρυκα τεκεῖν τινα Λυσίᾳ ὕμνον, δύντα κατὰ φθιμένων καὶ στέφος ἀθάνατον, ὡς τό τ’ ἐμῆς ψυχῆς δεῖξαι φιλέταιρον ἅπασι καὶ τὴν τοῦ φθιμένου πᾶσι βρότοις ἀρετήν.

125

(t)

ΑΔΕΣΠΟΤΟΝ.
1Ἐσλῆ[ς] τοῦτο γυναικὸς ὁδὸν παρὰ τήνδε τὸ σῆμα λεωφόρον Ἀσπασίης ἐσ[τ]ὶ καταπθιμ[έν]ης (sic)· ὀργῆς δ’ ἀ[ντ]’ ἀγαθῆς Εὐω..δης τόδε μν[ῆ]μα αὐτῇ ἐπέστησεν τοῦ παράκοιτις ἔην.

126

(t)

ΑΛΛΟ.
a1Ψυχὴ μὲν προλιποῦσα τὸ σὸν, [Δημήτριε, σῶμα
a2οἴχεται εἰς Ἔρεβος· σωφροσύν[η δὲ τρόπων
a3θάλλει ἀγήρατος· τύμβῳ δέ σ[ε θῆκεν ἑαυτῇ
a4Ἔρξις ἴσον στέρξας’ οἷσί τε ἴ[σον τέκεσιν.
b1Ἄφθονον εὐλογίας πηγὴν, Δημ[ήτριε, καλὸν
b2ἀσκήσας κόσμον σωφροσύνη[ς, ἔλαβες·
b3ὧν σε χάριν στέρξας’ Ἔρξις.......
b4μνημεῖον φιλίας τεῦξε τάφ[ον φθιμένῳ.

127

(t)

ΑΛΛΟ.
1Τοὺς ἀγαθοὺς ἔστερξεν Ἄρης ἐφίλησε δ’ ἔπαινος καὶ γήρᾳ νεότης οὐ παρέδωχ’ ὑβρίσαι· ὧν καὶ Γλαυκιάδης δηΐους ἀπὸ πατρίδος εἴργων ἦλθ’ ἐπὶ πάνδεκτον Φερσεφόνης θάλαμον.

128

(t)

ΑΛΛΟ.
1Ὃν μεγάλ’ αὐ]χήσασα πατρὶς Θή[β]η ποτ’ ἐ[ϝ]ώλπει πρωτεύσειν πάσης Ἑλλάδος εἰς ἀρετὴν, πρὶν [διά]νοιαν τέρμα λαβεῖν, βίον, ᾧ κε[χάρητο, ὤλ[εσεν ἡ φ]θονερὰ τ[οῖς ἀ]γαθοῖσι τύχ]η.
5.....οχων ἔθανεν Διογείτον[ος υἱὸς, ἐν πολέμῳ κοσμ]έων γῆς πατρίας δύναμιν. Ν..... οἰκείᾳ γνώμῃ Θηβαῖος ἔτευξεν.

129

(t)

ΑΛΛΟ.
1Ἀσπασίας ναόν τε καὶ εὔγραπτον θέτο μορφὰν
Διογενὶς στοργᾶς ἀντιτίνουσα χάριν.109

130

(t)

ΑΔΕΣΠΟΤΟΝ Η ΧΟΙΡΙΛΟΥ.
1Εὖ δεδαὼς ὅτι θνητὸς ἔφυς, ὃν θυμὸν ἄεξε τερπόμενος θαλίῃσι· θανόντι τοι οὔτις ὄνησις. Καὶ γὰρ ἐγὼ σποδός εἰμι, Νίνου μεγάλης βασιλεύων. Ταῦτ’ ἔχω, ὅσς’ ἔφαγον καὶ ἐφύβρισα, καὶ μετ’ ἐρώτων
5τέρπν’ ἔπαθον· τὰ δὲ πολλὰ καὶ ὄλβια κεῖνα λέλειπται· ἡ δὲ σοφὴ βιότοιο παραίνεσις οὐδέποτ’ ἐσθλὴ, κεκτήσθω δ’ ὁ θέλων σοφίης τὸν ἀπείρονα πλοῦτον.

131

(t)

ΧΡΥΣΙΠΠΟΥ Η ΚΡΑΤΗΤΟΣ ΠΑΡῼΔΙΑ.
1Εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς, σὸν θυμὸν ἄεξε, τερπόμενος μύθοισι. Φαγόντι τοι οὔτις ὄνησις. Καὶ γὰρ ἐγὼ κακός εἰμι, φαγὼν ὡς πλεῖστα, καὶ ἡσθείς. Ταῦτ’ ἔχω ὅσς’ ἔμαθον καὶ ἐφρόντισα, καὶ μετὰ τούτων
5ἔσθλ’ ἔπαθον· τὰ δὲ λοιπὰ καὶ ἡδέα πάντα λέλειπται.

132

(t)

ΑΔΗΛΟΝ.
1Προξενίας ἀρετῆς τε χάριν προγόνων τε καὶ αὐτοῦ ἐνθάδ’ Ἀθηναῖοι Πυθαγόρην ἔθεσαν υἱὸν δημοσίᾳ Διονυσίου, ἱππόβοτον δὲ πατρίδα Σαλυβρίαν ἵκετ’ ἄχος φθιμένου.

133

(t)

ΑΛΛΟ.
1Οὐχὶ πέπλους, οὐ χρυσὸν ἐθαύμασεν ἐν βίῳ ἥδε, ἀλλ’ ἐπὶ σωφροσύνῃ σπούδασεν ἠδ’ ἀρετῇ· ἀντὶ δὲ σῆς ἥβης, Διονυσία, ἡλικίας τε τόνδε τάφον Μοιρῶν νῦν γε λέλογχας ὕπο.

134

(t)

ΗΔΥΛΟΥ.
1Τοῦτο Θέων ὁ μόναυλος ὑπ’ ἠρίον ὁ γλυκὺς οἰκεῖ αὐλητὴς, μίμων κὴν θυμέλῃσι χάρις.
Τυφλὸς ὑπαὶ γήρως οἴχωκε, Σκιρπάλου υἱὸς, νήπιον ὅν γ’ ἐκάλει Σκίρπαλος Εὐπάλαμον,110
5κυδαίνων αὐτοῦ τὰ γενέθλια· τοῦτο γὰρ εἶχε, τὰν παλαμᾶν ἀρετὰν αἴσιμα σημανέων. Ηὔλει δὲ Γλαύκης μεμεθυσμένα παίγνια Μουσέων, καὶ τὸν ἐν ἀκρήτοις Βάτταλον ἡδυπότην, ἢ τὸν Κώταλον, ἢ τὸν Πάγκαλον· ἀλλὰ Θέωνα
10τὸν καλαμαυλήτην εἴπατε, χαῖρε Θέων.

135

(t)

ΑΔΗΛΟΝ.
1Σοφὴ μὲν ἤμην, ἀλλὰ πάντ’ οὐκ εὐτυχής.

136

(t)

ΑΛΛΟ.
1Σῶμα σὸν ἐν κόλποις, Καλλιστοῖ, γαῖα καλύπτει, σῆς δ’ ἀρετῆς μνήμην σοῖσι φίλοις ἔλιπες.

137

(t)

ΑΛΛΟ.
1Σῶμα μὲν ἐνθάδ’ ἔχει σὸν, Δίφιλε, γαῖα θανόντο[ς, μνῆμα δὲ σῆς ἔλιπες πᾶσι δικαιοσύνης.

138

(t)

ΑΛΛΟ.
1..................... σ[ῆς δ’ ἀρετῆς καὶ σωφροσύνης μνημεῖον ἅπασιν λείπ[εις, οἰ[κτρ[ὰ παθὼν μοίρας ὕπο δαίμονος ἐχθροῦ.

139

(t)

ΑΛΛΟ.
1Ὁστέα μὲν καὶ σάρκας ἔχει χθὼν, παῖδα τὸν ἡδύν, ψυχὴ δ’ εὐσεβέων οἴχεται εἰς θάλαμον· εἰ δ’ ὄνομα ζητεῖς, Θεογείτων, Θυμούχου παῖς, Θηβαῖος γενεὰν κεῖμαι κλειναῖς ἐν Ἀθήναις.

140

(t)

ΑΛΛΟ.
1Εἰκὼν μνῆμα χρόνου, τιμὴ δὲ κασιγνήταισιν τοῖν ................ Καλλιστοῦς τε Φίλης τε, οἷν ἡ πίστις διέμεινεν ἀρ.................

141

(t)

ΑΛΛΟ.
1Τηλοῦ πατρίδος ὣς ἔθανον κλειναῖς ἐν Ἀθήναις Ἐρσηΐς, γνωστοῖσιν πᾶσι λιποῦσα πόθον.

142

(t)

ΑΛΛΟ.
1Σῆς ἀρετῆς μνημεῖα, Θεοφίλη, οὔποτε λήσει, σώφρων καὶ χρηστὴ, πᾶσαν ἔχους’ ἀρετὴν,
καὶ ἐργάτις.111

143

(t)

ΑΛΛΟ.
n1Πολυκράτης Πολυαράτου Κριωεύς.
n2Πο[λύμν]ηστος Πολυαράτου Κριωεύς.
n3Νικοπτολέμη Νικοκράτους Κεφαλῆθεν.
n4Πο]λυαράτου Κριωέως γυνή.
1Σῆς ἀρετῆς, Νικοπτολέμη, χρόνος οὔποτε λύσει μνήμην ἀθάνατον σῷ πόσει ἣν ἔλιπες. Εἰ δέ τις εὐσεβίας παρὰ Περσεφόνῃ χάρις ἐστίν, καί σοι τῆςδε μέρος δῶκε τύχη φθιμένῃ.

144

(t)

ΑΛΛΟ.
nΝικόβολος Μυννίχου Ἰτεαῖος.
1Σῆς ἀρετῆς ἕστηκεν ἐν Ἑλλάδι πλεῖστα τροπαῖα ἔν τ’ ἀνδρῶν ψυχαῖς, οἷος ἐὼν ἔλιπες, Νικόβολ’, ἠελίου λαμπρὸν φῶς, Περσεφόνης δὲ δῶμα ποθεινὸς ἐὼν σοῖ[σι φίλοι]ς κατέβης.

145

(t)

ΑΛΛΟ.
1Οὗτος ὃς ἐνθάδε κεῖται ἔχει μὲν τοὔνομα Κρῖον, φωτὸς δὲ ψυχὴν ἔσχε δικαιοτάτου.

146

(t)

ΑΛΛΟ.
1Πένθος κουριδίῳ τε πόσει καὶ μητρὶ λιποῦσα καὶ πατρὶ τῷ φύσαντι Πολυξένη ἐνθάδε κεῖται.

147

(t)

ΑΛΛΟ.
1Ζηλοῖ ς’ Ἑλλὰς πᾶσα, ποθεῖ θ’ ἱεροῖς ἐν ἀγῶσιν, Εὐθία, οὐκ ἀδίκως, ὃς τέχνῃ, οὐχὶ φύσει, ἐν βοτρυοστεφάνῳ κωμῳδίᾳ ἡδυγέλωτι δεύτερος ὢν τάξει πρῶτος ἔφυς σοφίᾳ.

148

(t)

ΑΛΛΟ.
1Μουσάων πρόπολον τῇδ’ Ὀρφέα Θρῇκες ἔθηκαν, ὃν κτάνεν ὑψιμέδων Ζεὺς ψολόεντι βέλει, Οἰάγρου φίλον υἱὸν, ὃς Ἡρακλῆν ἐδίδαξεν, εὑρὼν ἀνθρώποις γράμματα καὶ σοφίην.

149

(t)

ΑΛΛΟ.
1Πολλά σε ἔπαινος ἐπευκλέϊσεν νεότητος ἐν ἀκμῇ παῖδα μὲν ὄντα νέων κοσμιότητι τρόπων, ἥβῃ δ’ αὐξηθέντα νόμων πατρίων θεραπείᾳ, ἐν συνό[δοις] ὅ[τ]’ Ἄρης ἀντιπάλους συνάγοι,
5ἱππομαχοῦντα· ἀρετῇ γὰρ ἐτόλμησας στεφανῶσαι πατρίδα καὶ προγόνους· μνῆμα δὲ σῆς ἀρετῆς στ[ῆσε] πατὴρ Θεο[κλ]ῆς, ἀειμνήστοισι δ’ ἐπαίνοις
κόσμησε ἥδε πόλις καὶ κατὰ γῆς φθίμενον.112

150

(t)

ΑΛΛΟ.
1Ἡ μάλα δὴ περὶ σεῖο λυγρὸν πότμον ἔκλυε πάτρα, ἀλκίμη Ἀμφιλόχων γαῖα θρασυπτολέμων, οὕνεκεν Ἰλλυριοῖσιν ὑφ’ ἱππομάχοισι δαμάσθης· ὀστέα δ’ ἐν νάσῳ τᾷδ’ ἕταροι κτέρισαν.
5Καὶ σοῦ ἀποφθιμένου πιστοὶ φίλοι οὐκ ἐλάθοντο, Σίννα, φυλόπιδος δ’ ἐξέρυσαν στυγερᾶς Ἀμφίλοχοι θρασέων εὖ εἰδότες ἔργον ἀκόντων, οἵ σε μέγ’ ἀχνύμενοι συγγενῆ ἐκτέρισαν.

151

(t)

ΑΛΛΟ.
1Κρήτα μὲν πατρίς μου, ὁδοιπόρε, τίκτε δὲ μάτηρ Νικὼ, Σωσιάναξ δ’ [ἦεν ἐ]μὸς γενέτας· [ἀνδρῶν Πραξαγόρας δ’ ὄνομ’ ἔσχον ἐπικλέες· ὃν πρὶν ἐπ’ θήκατο Λαγείδας κοίρανος ἡγεμόνα.

152

(t)

ΑΛΛΟ.
1Ἀνθεμίδος τόδε σῆμα κύκλῳ στεφανοῦσιν ἑταῖροι μνημείων ἀρετῆς οὕνεκα καὶ φιλίας.

153

(t)

ΑΛΛΟ.
1Τοὺς δέ ποτε φθιμένους ὑπὲρ Ἑλλάδος ἀντία Μήδων, μητρόπολις Λοκρῶν κεύθει ὁμοῦ Ὀπόεις.

154

(t)

ΑΝΥΤΗΣ.
1Ὤλεο δήποτε, Μαῖρα, πολύρριζον παρὰ θάμνον, Λοκρὶ, φιλοφθόγγων ὠκυτάτη σκυλάκων, τοῖον ἐλαφρίζοντι τεῷ ἐγκάτθετο κώλῳ ἰὸν ἀμείλικτον ποικιλόδειρος ἔχις.

155

(t)

ΑΔΕΣΠΟΤΟΝ.
nἘπὶ τῷ Λαΐδος τάφῳ παρὰ τῷ Πηνειῷ.
1Τῆς δέ ποθ’ ἡ μεγάλαυχος, ἀνίκητός τε πρὸς ἀλκὴν Ἑλλὰς ἐδουλώθη κάλλεος ἰσοθέου Λαΐδος, ἣν τέκνωσεν Ἔρως, θρέψεν δὲ Κόρινθος· κεῖται δ’ ἐν κλεινοῖς Θετταλικοῖς πεδίοις.

156

(t)

ΠΥΘΕΑ.
1Πυθέα μνῆμα τόδ’ ἔστ’ ἀγαθοῦ καὶ σώφρονος ἀνδρὸς, ὃς κυλίκων ἔσχεν πλῆθος ἀπειρέσιον ἀργυρέων χρυσοῦ τε καὶ ἠλέκτροιο φαεινοῦ, τῶν προτέρων πάντων πλείονα πασάμενος.

157

(t)

ΑΔΕΣΠΟΤΟΝ.
1Ἐσλὸς ἐὼν Πολύειδος Ἐχέ[φρωνος] φίλος υἱὸς οἶκον ἀμαυρώσας ὤλετ’ ἄωρος ἐών.113

158

(t)

ΑΛΛΟ.
1Ἦν χρόνος ἡνίκα τόνδε σοφώτατον Ἑλλὰς ἔκλειζεν Γαστρωμιαίταν παῖδα Δαμασσαγόρα, ᾧ Πά[φος ἦν μὲ]ν ἕδος, πρόγονοι δ’ ὀνομαστοὶ ἀπ’ αὐτῆς, ἔκγονοι Ἀτρειδᾶν Ἑλλάδος ἁγεμόνων.

159

(t)

ΑΛΛΟ.
1Μητρὸς παντοτέκνου πρόπολος σεμνή τε γεραιρὰ τῷδε τάφῳ κεῖται Χαιρεστράτη, ἣν ὁ σύνευνος ἔστεργεν μὲν ζῶσαν, ἐπένθησεν δὲ θανοῦσαν· φῶς δ’ ἔλιπ’ εὐδαίμων παῖδας παίδων ἐπιδοῦσα.

160

(t)

ΑΛΛΟ.
1Μαῖα καὶ ἰατρὸς Φανοστράτη ἐνθάδε κεῖται οὐθενὶ λυπηρὰ, πᾶσιν δὲ θανοῦσα ποθεινή.

161

(t)

ΑΛΛΟ.
1Γοῦργος χρυσοχόος κεῖμαι πολλοῖσι ποθεινός.

162

(t)

ΑΛΛΟ.
1Ὤλεο δὴ στυγερῷ θανάτῳ προλιποῦσα τοκῆας, Πωτάλα ἐν γαστρὸς κυμοτόκοις ὀδύναις· οὔτε γυνὴ πάμπαν κεκλημένη, οὔτε τε κούρη, πένθος πατρὶ λίπες, μητρί τε τῇ μελέᾳ.

163

(t)

ΑΛΛΟ.
1Ο]ὐκ ἐπόνης’ Ἀίαντος ἐγὼ πλέον οὐδὲ Ἀχιλῆο[ς, οὐδὲ ἀρετὴν ἔσχον μείζονα τῶν πρότερον, ξ]εῖνε, πολυπλάγκτου δὲ Ἄρεος ἐγραφόμαν πιστὸς ἀεὶ προμάχεσθαι, ἐπεὶ ῥυτῆρά με τόξῳ
5 α]ἴνεσε καὶ Κρῆτα πᾶσα κατ’ εὐστοχίαν. Εὐκλειὲς δέ με γῆρας ἐδέξατο τὸν Διδυμάνδρο[υ παῖδα Κίμωνα· χρόνος δὲ εἷλέ με ὁ πανδαμάτω[ρ.

164

(t)

ΑΛΛΟ.
1Εἷλε σὸν, Ἡράκλειτε, καὶ αἰνετὸν υἷα [Λ]εαί[ν]ης εἷλεν θαρραλέης [αἶσ]α Λέοντα μάχης· ἀγχιάλου Σαλαμῖνος ὃ γὰρ κλήροισιν ἀμύνων δυσμενέων ὀλοὸν τραῦμα κατηγάγετο.
5Ζηλοῦτ’ ἀλλὰ νέοι τὸν ὁμήλικα· [κά]θθανε γάρ που μηδοφόνων ἀρετᾶς μνωόμενος πατέρων.

165

(t)

ΑΛΛΟ.
1Τήνω τοι τόδε σᾶμα τὸ λαϊνὸν, ὦνερ, Εὐθυδάμω,
ὅς ποκ’ ἐν ἀμφιάλῳ πρᾶτος ἔγεντ’ Ἰθάκᾳ καὶ βουλᾷ καὶ χερσὶν ἐς Ἄρεα· Τιμέᾳ δὲ παιδὶ ἔλλιπε καὶ κτῆσιν καὶ κλέος ἀθάνατον.114

166

(t)

ΑΛΛΟ.
1Ὀστέα μὲν κρύπτει Τμῶλος νεάταισιν ὑπ’ ὄχθαις Ἑρμίου, ὀγκωτὰ δὲ ἀμφιβέβακε κόνις τηλεφαής· ξεστὰ δὲ πέτρα καθύπερθε ἀγορεύει τὸν νεκὺν ἀφθόγγῳ φθεγγομένα στόματι.
5Τοῦτο δέ οἱ κενέωμα τάφου ποθέοντες ἑταῖροι Σμύρνης ἀγχιάλοις χεῦαν ἐπ’ ἀϊόσιν.

167

(t)

ΑΛΛΟ.
1Χαῖρε, Κρίτων· σοὶ μέν γε καὶ εἰν Ἀΐδαο δό[μοισιν ὄντι τεῆς ἀρετῆς οὐχὶ λέλοιπε κλέος· τοιγάρτοι παίδων σε φίλαι χέρες, ὡς θέμις ἐστὶ, κρύψαν, ἐπεὶ γήρως ὄλβιον ἦλθε τέλος.

168

(t)

ΑΛΛΟ.
1Ἥδε πέτρος κεύθει Γραφικοῦ δέμας· εἰς μακάρων δὲ ψυχὴν θεσπεσίην θῆκε θεὸς πέδιον, οὕνεκ’ ἦν πανάριστος· ἐν ἠγαθέοις δὲ πολίταις πρῶτα φέρων πινυτῆς κῦδος ἐκαρπίσατο.
5Εὔξατο δ’ αὖ μακάρεσσι καὶ ἱμερτὴν παράκοιτιν τοῦδε λαχεῖν τύμβου, γήραος εὖτε τύχοι.

169

(t)

ΑΛΛΟ.
1Ἄρτι με νυμφιδίων κραδίην πεπληθότα λέκτρων Ζωΐ]λον αἰακτῷ τῷδ’ ὑπένασσε τάφῳ, καλ]ή τε γνωτή τε παναιδοίη Στρατονίκη ξυν]ά τ’ Ἀλέξανδρον κοῦρον ὁμηγενέα,
5ἀστ]οῖς καὶ ξείνοισι προσηνέας, ἐσθλὰ μὲν εἰπεῖν, ἐσθλὰ δὲ καὶ ῥέξαι πάντας ἐπισταμένους. Λητογενὲς, σὺ δὲ παῖδας ἐν ἡρωεσσὶ φυλάσσοις, εὐσεβέ]ων αἰεὶ χῶρον ἐπερχόμενος.

170

(t)

ΑΛΛΟ.
1Μικκὸς Μυρσινὼν, παῖς Μυρσίνου, Ἀστακίδου δὲ χρηστοῦ γραμματικοῦ θρέμμα ποθεινότατον.

171

(t)

ΑΛΛΟ.
1Ἐσθλὸν τῇδ’ ἱερῆα καὶ εὐσεβῆ ἀμφικαλύπτει χθὼν ἥδε Κλιτοφῶντα τὸν Ἐρασισθένους· στήλην δ’ ἔστησεν θυγάτηρ ἐπὶ σήματι τήνδε αὔξουσα φήμην πατρὸς εὐκλεᾶ γραφῇ·

172

(t)

ΑΛΛΟ.
1Μηθεὶς ἀνθρώπων θαυμαζέτω εἰκόνα τήνδε, ὡς περὶ μέν με λέων, περὶ δ’ ἐκ πρῴρας τετάνυσται· ἦλθε γὰρ ἐχθρολέων τἀμὰ θέλων σποράσαι·
ἀλλὰ φίλοι τ’ ἤμυναν καί μου κτέρισαν τάφον οὐ τῇ115
5οὗ γ’ ἔθελον φιλέων, ἱερᾶς ἀπὸ νηὸς ἰόντες· Φοινίκην δὲ λιπὼν τῇδε χθονὶ σῶμα κέκρυμμαι.

173

(t)

ΑΛΛΟ.
1Παῖδά τοι ἰφθίμαν Δαμαινέτου ἅδε Κρατίσταν, Ἀρχεμάχου δὲ φίλαν εὔνιν ἔδεκτο κόνις· ἅ ποθ’ ὑπ’ ὠδίνων στονόεντι κατέφθιτο πότμῳ ὀρφανὸν ἐν μεγάροις παῖδα λιποῦσα πόσει.

174

(t)

ΑΛΛΟ.
1Χαίρειν τὸν κατὰ γᾶς εἴπας, ξένε, Διογένη με, βαῖν’ ἐπὶ σὰν πρᾶξιν, τύγχανέ θ’ ὧν ἐθέλεις. Ἐννεακαιδεκέτης γὰρ ὑπὸ στυγερᾶς ἐδαμάσθην νούσου, καὶ λείπω τὸν γλυκὺν ἀέλιον,
5ἁνίκ’ ἔδει με γονεῦσι τίνειν χάριν· ἡ δὲ συνήμων λάθα εἰς ἀφανῆ τόνδε [μ’ ἔκρυφε τάφον.

175

(t)

ΑΛΛΟ.
n1Φανοστράτη Ἐξηκεστίδου ἐξ (Αἰξωνέων)
n2πρ[εσβυτέρα].
1Αὐτοὶ υἱωνοί μ’ ἐ[πὶ σή]μ[ατ]ι τῇδ’ ἀνέθηκαν, ζηλωτὸν στέφανον τοῖς παριοῦσιν ὁδόν.

176

(t)

ΑΛΛΟ.
1Μυρί’ ἀποφθιμένοιο τάφῳ περὶ τῷδε χυθεῖσα παιδὸς Ἀλεξάνδρου μύρατο Καλλιόπα, ὠκύμορον καὶ ἄτεκνον ἐπεὶ θέτο τάνδ’ ὑπὸ γαῖαν, ἑπτακαιεικοσέτους πνεῦμα λιπόντα βίου,
5ἵστορα παιδείας, τόξῳ κλυτὸν, ᾧ ποκα λῃστὰς ἀνδροφόνους ἁλίαις κτεῖνεν ἐπὶ Στροφάσιν. Ἀλλ’ ἴθι νῦν, παροδῖτα, τὸν ἐκ χθονὸς Ἀλκινόοιο Χαῖρ’ εἰπὼν, ἀγαθοῦ παῖδ’ ἀγαθὸν Σατύρου.

177

(t)

ΑΛΛΟ.
1Εἴ τινα γῆ κατέχει χρηστὴν, καὶ τήνδε γυναῖκα, οὐδεμιᾶς θνητῆς λειπομένην ἀρετῇ· εὐδαίμων δ’ ἔλιπεν βίοτον καὶ πᾶσι ποθεινή.

178

(t)

ΑΛΛΟ.
1Εἴ τις ἐν ἀνθρώποις ἀρετῆς ἕνεκ’ ἐστεφανώθη, πλεῖστον ἐγὼ μετέχων τοῦδ’ ἔτυχον στεφάνου χρυσοῦ· Ἀθηναίων δ’ ἐστεφάνωσε πόλις· εὐδαίμων δ’ ἔθανον, παίδων παίδας καταλείπων.

179

(t)

ΑΛΛΟ.
1Ὦ]μοι κάλλιστε καλῶν ἠϊθέων Πολύστρατε,
δί]ῳ μάλιστα πάντων Ἡρακλεῖ τετιμένε· ὃς οὐ] δαμεὶς ὑπ’ αἰχμῇ θουρίων Μολινιδᾶν, ἀλλ’] Ἀλκείδῃ, κορύσσων οὐλαμὸν, παραστάτης116
5θάνες ὀξ]ύνας σίδηρ[ον τ]ὸ πρὶν ἐστομωμένον· πᾶσι δὲ] παρ’ ὄσσων οὐ πάρος δεδευμένων πικρὸν κατῆλθε δάκρυ, καὶ γοερὸν ἴαχε, ..... ἕκτον ἐς κ[ὴρ] θίξε φασγάνῳ.

180

(t)

ΑΛΛΟ.
1Ὅστις, καὶ τίνος εἰμὶ, τὰ πρόσθεν γράμματα φράζει· ἀμφὶ δ’ ἐμῆς μοίρης πᾶς ἐδάκρυσε λεώς· οὕνεκεν οὐκ ἔφθην χλαῖναν περὶ αὐχένι θέσθαι κώμῳ ἐν ἠγαθέῳ, παυσάμενος βιότου.

181

(t)

ΑΛΛΟ.
1Τέχνας μὲν παράσαμον ἔχει τάφος· εἰμὶ δὲ Χρύσω[ν, πατρὶς δ’ ἐστὶ Κνίδος, γᾶ δέ μ’ ἔχει Ῥοδία.

182

(t)

ΑΛΛΟ.
1Μνῆμα τόδ’ εἰ]σάθρησον, ὁδοιπ[όρε], Καλλιρο[είης, ἡλικίης] κεδνῆς ἣν ἕλε προσθ’ Ἀΐδης· πατρίδα] δὲ φράζευ Σέλγην· γυάλοις δ’ ἐνὶ Τήλου προσφι]λὲς ἐνναέταις ἤνυσα τέρμα βίου·
5τοὔνεκ]α λοιβαῖσιν [π]άρ[εδ]ρος θυσίαισί τε θάσσω, τίμι]α τ’ εὐσεβίης πᾶσιν ἔθη[κ]α [γ]έρα.

183

(t)

ΑΛΛΟ.
1Εὔδιον ἐκ μακάρων ἀνύσαντά σε τὰν ἀόρατον, Γοργία εὐγήρως, ἀτραπιτὸν βιότου, ὄλβου τηλεθάοντος, ἐκοίμισεν ὕπνος ὁ λήθης, κἄντα πρὸς ἑπταπόρου στᾶσέ σε Πληϊάδος.
5Ἔξοχα δ’ αἰνήσασα θεόκτιτος ἅδε σε γαῖα φροντίδι πανδήμῳ σὸν δέμας ἐκτέρισεν, οὕνεκα καὶ πατέρων ἐπὶ γυμνάδος ἠδὲ φιλόπλου πρόσθε νέων ἀγέλας ἔδρακεν ἁγεμόνα, ἄλλα τ’ ἐνὶ ζωᾷ τελέσαντά σε μυρία δάμῳ
10 καρύσσει φάμα φέγγος ὑπ’ ἀελίου, ἐσθλὸν ἐν ἁμερίοισιν, Ἀριστέου ὑὸν ἄριστον, δόξαν ἑὰν ἁπαλοῖς παισὶ λιπόντα φίλαν.

184

(t)

ΑΛΛΟ.
nΦιλίστ[ιον χαῖρε.
1Δοιαὶ μὲν δεκάδες σε τελειοτόκων ἐνιαυτῶν ἤδη καὶ τριτάτου κύκλος ἐπεῖχεν ἔτευς μισγομέναν φθιμένοισι, Φιλίστιον, ἁνίκα π[ένθος] ματρὶ πολυθρήνῳ κάλλιπες Ἁρπαλίᾳ,
5δῶμα δ’ Ἀριστάνδροιο λελογχότος ἄκριτον αἶ[σαν] καὶ τέκνα κρυερᾷ θῆκας ἐν ὀρφανίᾳ. Ἀγῆνος κλυτὸν αἷμά σε δ’ ὕστατον ὕπνον ἑλό[ντος]
πικρὸς ὅδε ζοφερᾷ τύμβος ἔδεκτο κόνει.117

185

(t)

ΑΛΛΟ.
1................... ὁ μουσοτέχνας μ’ ἐκ[τρ]έφει Καλλίκ[ριτ]ος πᾶσαν μάθησιν ὑμνο[π]ο[ι]ὸν ἐνδιδούς· εἰς μέτρα θ’ ἥβης ὡς ἀνη[γ]όμην, τότε
5ἄωρος εἰς ἄ[κα]μπτον [ᾠχό]μην τρ[ίβ]ον· ἔχεις ἅπαντα μῦθον· εὐόδει, ξένε.

186

(t)

ΑΛΛΟ.
1Ἐνταῦθα κεῖται Μίμας Μακεδὼν στρατηγέτης.

187

(t)

ΑΛΛΟ.
1Τὸν θρ[ασὺν ἐν θή[ρ]αις Δαμάρατον, [ξένε, λεύσσεις λαμπρὰ κυναγεσίας ἔργα πονη[σάμενον· ὃν γενέτας ἔσπειρε Ἀμμώνιος, ἐσ[θλὸν ἐν ὅπλοις κ]αὶ βουλᾷ, πίστει δ’ ἔξοχον ἁμερ[ίων.
5Εἰκοσ]έτη δ’ ἔκλαυσαν ὁμήλικες· ὄν[τι δὲ τοίῳ, ὡς θέμις] εὐσεβέων, πατρὶς [ἔτευξε τάφον.

188

(t)

ΑΛΛΟ.
1Τύμβον μὲν, Φι[λάδελφε, Γλύκων] σοι δείματ’ ἑτα[ῖρος, ὅν τ’ ἔλιπες τῆς [σῆς ἔξοχον] υἷα τέχνης. Ὅσσον γὰρ σὺ κράτιστος ἰητρῶν ἔπλεο πάντων, τόσσον τῶν ἄλλων ἔξοχός ἐστι Γλύκων.
5Ψυχὴ δ’ ἐκ ῥεθέων πταμένη μ[ε]τὰ δαίμονας ἄλλους ἤλ[υ]θε σὴ, ναίεις δ’ ἐν μακάρω[ν] δαπέδῳ. Ἵλαθι καί μοι ὄπαζε νόσων ἄκος ὡς τὸ πάροιθεν, νῦν γὰρ θειοτέρην μοῖραν ἔχεις βιότο[υ. Ἄξιον, ὦ Φιλάδελφε, ἀρετ[ῆς πό]τμον ἔλλαχες αἴσῃ,
10 [τῆς τ’] ἰητορίης ἔξοχε καὶ σ[οφίης. Οὐ γὰρ δὴ νοῦσος ...........

189

(t)

ΑΛΛΟ.
1................ωνδε γον...α....ην ν[οῦσ]ος ἔλυ[σε μέ]νος. Οἷον δὲ ὑπνώο[ντος] ἐρεύθεται ἄνθεα μήλ[ων, τοῖος καὶ νέκυς ὢν κ[εῖσο] κατὰ [λ]εχέων.
5Νῦν σ[ε, φίλος], δύναμαι θαρρῶν εὐδαίμονα κλῄζειν, ὄλβιε καὶ ζωῆς, ὄλβιε καὶ θανάτου. Εἰ θάνεν Ἱπποκράτης αλα..... οὐδ’ ἄρ’ ἐγώ γε τοῦ πάλαι Ἱπποκ[ρά]τους οὐδὲν ἀσημότερος. Ἀλλ’ ἔτυμον ψυχὴ μένει [ἀθανάτ]η Φιλαδέλφου,
10σῶμα δὲ [θνητὸν ἐ]ὸν χθὼν ἱερὴ κατέχει.

190

(t)

ΑΛΛΟ.
1Χαῖρε, γύναι, Πάνθεια, παρ’ ἀνέρος, ὃς μετὰ μοῖραν σὴν ὀλοοῦ θανάτου πένθος ἄλαστον ἔχω. Οὐ γάρ πω τοίην ἄλοχον ζυγίη ἴδεν Ἥρη
εἶδος καὶ πινυτὴν ἠδὲ σαοφροσύνην.118
5Αὐτή μοι καὶ παῖδας ἐγείναο πάντας ὁμοίους, αὐτὴ καὶ γαμέτου κήδεο καὶ τεκέων, καὶ βιοτῆς οἴακα κατευθύνεσκες ἐν οἴκῳ καὶ κλέος ὕψωσας ξυνὸν ἰητορίης. Οὐδὲ γυνή περ ἐοῦσα ἐμῆς ἀπελείπεο τέχνης·
10 τοὔνεκά σοι τύμβον τεῦξε Γλύκων γαμέτης, ὅς γε καὶ ἀθ[ανά]τοιο δέμας κεύθει Φιλαδέ[λφου [ἔ]ν[θα] καὶ αὐτὸς ἐγὼ κείσο]μαι. .....ισμου...........

191

(t)

ΑΛΛΟ.
1Ἔστ]ιν τοὔνομά μοι Ἀφροδίσιος, ὦ παροδῖτα, εἰμὶ δ’ Ἀλεξανδρεὺς, τῶν δὲ χορῶν ὁ μέσος. Θν]ήσκω δ’ οἰκτροτάτῳ θανάτῳ διὰ τὴν ἄλοχόν μου, κ]λεψίγαμον, μιερὰν, ἣν περὶ Ζεὺς ὀλέσει.
5Ταύτης γὰρ λάθριος γαμέτης καὶ ἀμὸν γένος αὐχῶν εἷλξέ με κἀφ’ ὕψους δισκοβόλησε νέον. Δὶς δέκατον γὰρ ἔτος κατέχοντά με, κάλλος ἔχοντα κλώσασαι Μοῖραι πέμψον ἄγαλμ’ Ἀΐδῃ.

192

(t)

ΑΛΛΟ.
1Τὸν πινυτὸν κατὰ πάντα, καὶ ἔξοχον ἐν πολιήταις ἀνέρα, γηραλέου τέρματ’ ἔχοντα βίου, Ἀΐδεω μυχίοιο μέλας ὑπεδέξατο κόλπος, εὐσεβέων θ’ ὁσίην εὔνασεν ἐς κλισίην·
5μνῆμα δ’ ἀποφθιμένοιο παρὰ τρηχεῖαν ἀταρπὸν τοῦτο πάϊς κεδνῇ τεῦξε σὺν εὐνέτιδι. Ξεῖνε, σὺ δ’ ἀείσας Δημοκλέος υἱέα χαίρειν Δημοκλέα, στείχοις ἀβλαβὲς ἴχνος ἔχων.

193

(t)

ΑΛΛΟ.
1Ἕβδομον εἰς δέκατόν τε βίου λυκάβαντα περῶντα Μοῖρά με πρὸς θαλάμους ἅρπασε Φερσεφόνας. Λαμπάδα γὰρ ζωᾶς με δραμεῖν μόνον ἤθελε δαίμων, τὸν δὲ μακρὸν γήρως οὐκ ἐτίθει δόλιχον.
5Ἄρτι δ’ ἐφηβείας θάλλων Διονύσιος ἀκμαῖς καὶ σελίσιν Μουσῶν, ἤλυθον εἰς Ἀΐδαν. Ἀλλὰ, πάτερ μᾶτέρ τε, προλείπετε πικρὸν ὀδυρμὸν, τέρμα γὰρ Μοῖρ’ ἐπέκρανε τόδε.

194

(t)

ΑΛΛΟ.
1Ἰκαρίου μὲν παῖδα πολυζήλωτον Ὅμηρος ὕμνης’ ἐν δέλτοις ἔξοχα Πηνελόπην.
Σῶμ’, ἀρετὴν, καὶ κῦδος ὑπέρτατον οὔτις ἔπαι[νος ἰσ[χύει] λιγυρῶν ᾆσαι ἀπὸ στομάτων·119
5οὕνεκ’ ἄ[ρ’] εἰς ἔ[δρ]ας [σ]ε, Νομων[ία, ἤγαγ’ Ὀλύμπου τηκεδόνι στυγερ[ῇ Ζεὺς φθιμένην Κρονίδης.

195

(t)

ΑΛΛΟ.
1Τούσδε θανόντας ἔχει ξείνους τάφος, οἳ περὶ Δῆλον μαρνάμενοι ψυχὰς ὤλεσαν ἐν πελάγει, τὴν ἱερὰν ὅτε νῆσον Ἀθηναῖοι κεράϊζον κοινὸν ἄρη βασιλεῖ Καππαδόκων θέμενοι.

196

(t)

ΑΛΛΟ.
1Βιττὼ καὶ Φαινὶς φίλη ἡμέρη, αἱ συνέριθοι, αἱ πενιχραὶ γραῖαι, τῇδ’ ἐκλίθημεν ὁμοῦ· ἀμφότεραι Κῷαι, πρῶται γένος· ὦ γλυκὺς ὄρθρος, πρὸς λύχνον ᾧ μύθους ᾔδομεν ἡμιθέων.

197

(t)

ΑΛΛΟ.
1Ἄρτι σε τὸν θάλλοντα νέοις ἐπὶ γυμνάδος ἔργοις, ἅβας καλλίστοις ἄνθεσι τερπόμενον, ἠΐθεον, Πρώταρχε, πατὴρ ἐκαλύψατο τύμβῳ, ὀστέα δ’ ὀγκωθεὶς οὗτος ἔδεκτο τάφος·
5πρόσθεν δ’ ὁ πρέσβυς πυκινῷ δεδμημένος ἄλγει Ἰσιάδ’ ὠκύμορον μύρετο θυγατέρα· αἰάξας δ’ ἄπληστα παλίνδρομον ἔλλαβε πένθος· Πρώταρχος γαμετὴν γὰρ στονάχησε λίην. λάϊνα δ’ ὄγκωσεν τάδε σήματα· τὰς γὰρ ἀφ’ ὑμῶν
10ᾍδης γηροτρόφους ἐλπίδας ὠρφάνισεν.

198

(t)

ΑΛΛΟ.
1Ἥν] ποτ’ Ἀθηναίη .............. ἔτρεφεν ἀλλοτρίων ἀμ[φί]πολον ταλάρων, ἔδρ]αμε παιδὸς ἕκητι καὶ ἐς βασιλῆος ἱκέσθαι, ὅς] ῥα καὶ ἀφνειῶν εἷσεν ἐπὶ κτεάνων·
5ἔμ[πης δ’ οὐ ζώουσαν ἀπήγαγ[εν· ἀλλὰ τάφους γε Κεκρ]οπίους Λιβυκῶν ἀντ[ὶ λάχεν ψαμάθων. ......................

199

(t)

ΑΛΛΟ.
1Ἅδ’ ἀρετὰν στέρξασα καὶ ἔνδικα λέκτρα ξυνεύνου, Νικίου ἱμερτὰ παῖς, ξένε, Θειοφίλα κεῖται ὑπὸ σκιερὰν Σύρου κόνιν, ἁ βαρυπενθὴς ὀρφανὸν ἐν ζωοῖς παῖδα λιποῦσα πατρὸς,
5ὑστάτιον τελέσασα τὸν ἐκ Μοιρέων ἐνιαυτὸν πέμπτον, ἐπὶ τρισσαῖς πλησαμένα δεκάσιν· τοὔνεκά μιν τὰν πρόσθε περίφρονα, καὶ μακαριστὰν
Ἑστιαῖος φθιμέναν τῷδ’ ὑπέθηκε τάφῳ.120

200

(t)

ΑΛΛΟ.
1Ἤλυθες οὐκ ἀβόατος ἐνὶ τρισσαῖς δεκάδεσσιν, Θεύδοτε, τὰν ζώοις οἶμον ὀφειλομέναν, καὶ σὲ τὸν ἐν σπονδαῖσι γεγαθότα πουλὺ μετ’ ἀστῶν μάτηρ αἰάζει μυρομένα πρύτανιν.
5Πέτρος ὅδε ξείνοισι βοάσεται, ὡς ἀΐδαλος ἀσφαλὲς ἀνθρώποις οὐδὲν ἔνειμε Τύχα. Εἴης τοι σὺν πατρὶ κεχαρμένος, ὄφρ’ ἂν ἐς αἰῶ Σώστρατος ἐν φθιμένοις μυρίον αἶνον ἔχῃ.

201

(t)

ΑΛΛΟ.
nΛυσίμαχε, υἱὲ Εὐχαρίωνος, χαῖρε.
1Λυσίμαχον, μύθοισι προσηνέα πᾶσι πολίταις καὶ ξείνοις, Νομάδων ἔκτανε θοῦρος Ἄρης· ᾧ ἔπι πᾶς ἐλεεινὸν ἐπεστενάχησε θανόντι, οἰκτείρων θαλερὴν ἀνέρος ἡλικίην.

202

(t)

ΑΛΛΟ.
1Ἰσ[θμὲ, π]αλαι[γ]ενέος νήσου πέδον, ἄφθι[τ]ε δῆμ[ε, σοὶ μεγάλων δώρων καὶ νέκυς οἶδα χάριν· εἰκόνι καὶ στεφάνοισιν ἀειμνήσθοισι [γερασθεὶς] σῆμά τι τοῦ πικροῦ ῥῦσιν ἔχω θανάτου.

203

(t)

ΑΛΛΟ.
1Λάϊνα σοι τύμβῳ δωρήματα Θεῖος ἔτευξα, Ἀτθὶς, ὁ δὶς τῆς σῆς ἡλικίης προγέρων, εὐξάμενος χειρῶν ἀπὸ σῶν κόνιν· ἄκριτε δαῖμον, ἀμφοτέροις ἡμῖν ἔσβεσας ἠέλιον.

204

(t)

ΑΛΛΟ.
1Ἀτθὶς ἐμοὶ ζή[σ]α[σ]α καὶ εἰς ἐμὲ πνεῦμα λιποῦσα, ὡς πάρος εὐφροσύνης, νῦν δακρύων πρόφασιν, ἁγνὰ, πουλυγόης, ἔτι πένθιμον ὕπνον ἰαύεις, ἀνδρὸς ἀπὸ στέρνων οὔποτε θεῖσα κάρα,
5Θεῖον ἐρημώσασα σὸν οὐκέτι· σοὶ γὰρ ἐς ᾍδαν ἦλθον ὁμοῦ ζωᾶς ἐλπίδες ἁμετέρας.

205

(t)

ΑΛΛΟ.
1Οὐκ ἔπιον Λήθης Αἰδωνίδος ἔσχατον ὕδωρ, ὥς σε παρηγορίην κἀν φθιμένοισιν ἔχω, Θεῖε πλέον δύστηνε, γάμων ὅτι τῶν ἀμιάντων νοσφισθεὶς κλαίεις χηροσύνην θαλάμων.

206

(t)

ΑΛΛΟ.
1Τοῦτο σαοφροσύνης γέρας Ἀτθίδι τᾷ πολυκλαύτῳ, οὐκ ἴσον, οὐδ’ ἀρετᾶς ἄξιον· ἀλλ’ ἐθέμαν μνάμαν εἰς αἰῶνα φερώνυμον αὐτὸς ἀνάγκᾳ Θεῖος νηπιάχῳ πνεῦμα χαριζόμενος.
5Οἴσω γὰρ καὶ τοῦτο χάριν σέο, καὶ τὸν ἀπηνῆ
ὄμμασι τοῖς στυγνοῖς ὄψομαι ἠέλιον.121

207

(t)

ΑΛΛΟ.
1Σῆμα Φίλωνος ἄθρησον, ὁδοιπόρε, Καλλιπο[λ]είτο[υ εὐνέτιδος κεδνῆς, ἣν ἕλε πρόσθε Ἀΐδης· πάτρην δὲ φράζου Σέλγην· γυάλοις δ’ ἐνὶ Τήλου προσφιλὲς ἐνναέταις ἤνυσα τέρμα βίου·
5οὕνεκα λοιβαῖσιν πάρεδρος θυσίαισί τε θάσσων, δεῖξα μετ’ εὐσεβίης πᾶσιν ἔθη πάτρια.

208

(t)

ΑΛΛΟ.
1Ὀκτωκαιδε[κέ]τιν με χυτὴ κ[όν]ις ἥδε καλύπτει Καλλιστὼ μητρὸς δεξαμένην ὄνομα, ᾗ λείπω πανόδυρτον ἐνὶ μεγάροισιν ἀνίην, πατρί τ’ ἐμῷ Ζώ[ῳ] δάκρυα λυγρότατα·
5ναίω δ’ εὐσεβέων ἁγνὸν περικαλλέα χῶρον σ[ύ]νθρονος ἡρώων εἵν[ε]κα σωφροσ[ύ]ν[η]ς. Ἀκμὴν δ’ οὐ γενετῆρες ἐμὴν, οὐκ ἐσθλὸς ὅμαιμος, οὐ πόσις, ἀλλ’ Ἀΐδης λυγρὸς ἐκαρπίσατο. Τοῖός τοι θνητῶν μογερὸς βίος, ὧν ἀτέλεστοι
10 ἐλπίδες, αἷ[ς] μοιρῶν νήματ’ ἐπικρέμαται. Ἀλλά μοι, ὦ γενετῆ[ρε]ς, ἐσαθρήσαντες ὁ θνητῶν ὡς φέρεται πάντων λυγροπαθὴς βίοτος, ἤδη δυστήνου κατὰ δώματα λήγετε πένθους· καὶ φθιμένᾳ γὰρ ἐμοὶ τοῦτο ποθεινότατον.

209

(t)

ΑΛΛΟ.
1Ἡλικίης χοϊκῶν, ὁ δὲ δαίμων ἔφθασε τοὺς χοῦς.

210

(t)

ΑΛΛΟ.
1Ἡλικίαν μὲν ἐμὴν ταύτην δεῖ πάντας ἀκοῦσαι· εἰκοστῷ καὶ πέμπτῳ ἔτει λίπον ἡλίου αὐγάς· τοὺς δὲ τρόπους καὶ σωφροσύνην ἣν εἴχομεν ἡμεῖς, ἡμέτερος πόσις οἶδεν ἄριστ’ εἰπεῖν περὶ τούτων.

211

(t)

ΑΛΛΟ.
1Ἀ]θάνατος φιλία σῆς ψυχῆς ἐστι παρ’ ἀνδρί ....................

212

(t)

ΑΛΛΟ.
1Μοῖρ]α καὶ Εἰλείθυια καὶ ὠδ[ῖν]ες τὸ περισσὸν Μοισάων μελέδημ’ ἄγαγον εἰς Ἀΐδαν, γαστρὸς ἀπωσαμέναν μόρον ἔγκυον· ἁ δὲ νεανὶς Ἡραῒς εὐτεύκτῳ τῷδ’ ὑπένεστι τάφῳ.

213

(t)

ΑΛΛΟ.
1Ἀμ]ίσου πολιῆτιν, ἀρίζαλον Κλεο[νίκαν, Β]ιθυνὰν ἀρετᾶς εἵνεκα Πανελόπα[ν ἅρπασε] δυσπενθὴς Ἀΐδας· σεμνὸν δὲ τὸ [κούρας σκᾶν]ος ὑπὸ στάλᾳ κρύπτεται αἰενάῳ·
5τὰν ἁπα]λὰν κεύθει μορφὰν τάφος, ἀλλ’ ἀμ]άραντον
πνεῦμα μένει κείνας ἐς φάος ἀθάνατον.122

214

(t)

ΑΛΛΟ.
1Θευδότα, ἁ μάτηρ σε κατέστολε· δακρυόεις γὰρ ἁρπάξας ς’ Ἀΐδας σὰν ἐμάρανεν ἀκμάν· Συγκέχυται γενέτας δὲ Ποσείδιππος, κλυτὸν ἔρνος ζαλωτὸν πέμψας Περσεφόνας θαλάμοις,
5γυμνάδος αὐστηρὸν διετῆ πόνον ἐκτελέσαντα, ἀρτίχνουν, γονέων ἐλπίδα γηραλέην.

215

(t)

ΑΛΛΟ.
1Ξεῖνε, Φιλητᾶς εἰμί· λόγων ὁ ψευδόμενός με ὤλεσε, καὶ νυκτῶν φροντίδες ἑσπέριοι.

216

(t)

ΑΛΛΟ.
1Ἁδίστας Μενέδημος ἔην πόσις· ἤροσε δ’ αὐτὰν Βούτιχος· Αἰανὴ κρύψε καταφθι[μέ]ναν, τίκτε δ’ ἐνὶ κλ[άρ]οις Κερκίνιον· ἐκ δὲ Φιλίππου υἱοῦ τῶν ὁσίων ἀντίασεν κτερέων·
5τοίγαρ Κρηταιεῖ Ῥαδαμάνθυι τοῦτο παρ’ Ἅιδᾳ εἶπεν, ὅτ’ ὠδίνων παιδὸς ἔχει χάριτας.

217

(t)

ΑΛΛΟ.
1Ξεῖν’, ἔπεχε παρ]ίων ἴχνος, εἰ θέλεις γνῶναι τίς ἐσθ’ ὑποταφε]ὶς τῇδε λαΐνῃ στήλῃ. Ἐνταῦθα κεῖται] χρηστὸς ἐν φθίτοις ἀνὴρ, γλύκιστον ὃς] λέλοιπεν ἡλίου φέγγος
5ὅλον δρόμον ἐτ]ῶν μηδέπω τελειώσας. Πολλοῖς ἀρέσα]ι δέδοκτο, μοῦνος ἀνθρώπων, ὃς πάντας] ἀρετῇ τοὺς ὁμήλικας προῦχεν εὔνους, δί]καιος, θεοσεβὴς, φιλάνθρωπος. Πᾶς οὖν ἑτ]αίρων τὸν τεὸν μόρον κλαίει·
10πολὺς] μὲν ὄχλος οἰκετῶν σε δακρύει, ἄθλιε·] τί δ’ ἦσθα σεμνὸς ὡς δοκεῖν εἶναι κἂν ὄν]τα παῖδα τοῖς νοήμασιν πρέσβυν; Δειν]ὸν, ποθητὴ μῆτερ, εὔνασον θρῆνον πέ]νθους τιθηνὸν, ὃς μάτην σε πημαίνει·
15οὐδεὶς γὰρ ἐξήλυξε τὸν μίτον Μοιρῶν, οὐ θνητὸς, οὐκ ἀθάνατος, οὐδ’ ὁ δεσμώτης οὐδ’ αὖ τύραννος βασιλικὴν λαχὼν τιμὴν θεσμοὺς ἀτρέπτους διαφυγεῖν ποτ’ ᾠήθη. Φαέθοντα Τιτὰν οὐκ ἔκλαυς’ ὅτ’ ἐκ δίφρων
20ἀπ’ οὐρανοῦ κατέπεσεν εἰς πέδον γαίης; Ἑρμῆς δ’ ὁ Μαίας οὐκ ἔκλαυσεν ὃν παῖδα Μύρτιλον ἀπὸ δίφρων κύμασιν φορούμενον; οὐδ’ αὖ Θέτις τὸν στεναρὸν ἔστενεν παῖδα ὅτ’ ἐκ βελέμνων θνῆσκε τῶν Ἀπόλλωνος;
25ο[ὐ]δ’ αὖ βροτῶν τε καὶ θεῶν πάντων ἄναξ Σαρπήδον’ οὐκ ἔκλαυσεν, οὐκ ἐκώκυσεν, οὐδ’ αὖ Μακηδὼν ὁ βασιλεὺς Ἀλέξανδρος
ὃν τίκτεν Ἄμμων θέμενος εἰς ὄφιν μορφήν;123

218

(t)

ΑΛΛΟ.
1Οὐκ ἔστ’ οὐδὲν τέρμα βίου θνητ[ῶν ἐπι]νοί[α]ις, ἀλλὰ τύχη κρείσσων ἐλπίδος ἐξεφάνη, ἣ καὶ Τιμοκλέην Ἀσωπίχου ἠφάνις’ υἱὸν πρόσθε, πρὶν ἐνδείξασθ’ ἔργα πρέποντα φύσει·
5ὃς Βασίλεια Διὸς καὶ ἐν Ἡρακλέους τρὶς ἐνάθλοις ἵπποις νικήσας δώματ’ ἐπηγλάϊσεν.

219

(t)

ΑΛΛΟ.
1Ὄντως δίζηαι, ξένε φίλτατε, τίς, πόθεν εἰμί, Κῶ[ς] μέν μοι πατρίς ἐστιν· ἐγὼ δ’ ὄνομα Νικομήδης, Μουσάων θεράπων, ᾄδων θυμέλαισιν Ὁμήρῳ, δόξαις ἐγγελάσας, περίκειμαι νήδυμον ὕπνον.

220

(t)

ΑΛΛΟ.
1Ἐνθάδε τὸν πάσῃσι κεκασμένον ἀγλαίῃσιν εἷλε φθόνος, δυνατῶν μήτι· καὶ οὐκ ἐθέλων ...

221

(t)

ΑΛΛΟ.
1Νούσων ἰητῆρα ... Κράτωνα Κυιντ... ...... Γαργήττιον ἥδε κ[αλύπτει χθὼν, φιλίους δὲ τ[ύπους δείκνυ[σιν ὁ λάϊνος Ἑρμῆς.

222

(t)

ΑΛΛΟ.
1Στὰς, ξένε, τάνδ’ ἄθρησον ἐπὶ στάλᾳ Κλεοπάτραν, ἃν φθόνος εἰς Ἀΐδαν, οὐ χρόνος ἠγάγετο, μορφᾶς ᾇ πρωτεῖον ἔχειν δωρήσατο Κύπρις, ἔργα δ’ Ἀθαναία τερπνὰ σαοφροσύνας,
5Μοῦσα δὲ καὶ σοφίαν, καὶ πακτίδα τὰν φιλέραστον συμφωνεῖν ἐρατοῖς δειξαμένα μέλεσι· καὶ γνοὺς ὡς θανάτοιο οὐδὲν γλυκερώτερον αὐγᾶς, ζῆθι κάλων τείνας οὔριον εὐφροσύνας.

223

(t)

ΑΛΛΟ.
1Εἰ καί σου κεύθει κάλλος νέον, ὦ Κλεοπάτρα, τύμβος, καὶ φροῦδον σῶμα λέλογχε κόνις, ἀλλ’ ἀρετὰ βιοτᾶς αἰεὶ ζωοῖσι μέτεστι, ψυχᾶς μανύους’ εὐκλέα σωφροσύναν.

224

(t)

ΑΛΛΟ.
1Τὴν τρίβον ὃς παράγεις, ἀλύπως τόδε σῆμα νοήσας μὴ, δέομαι, γελάσῃς, εἰ κυνός ἐστι τάφος. Ἐκλαύσθην. Χεῖρες δὲ κόνιν συνέθηκαν ἄνακτος,
ὅς μου καὶ στήλῃ τόνδ’ ἐχάραξε λόγον.124

225

(t)

ΑΛΛΟ.
1Οὗτος ὁ γῆς τέμνων σταχυηφόρον αὔλακα Δηοῦς Εὔτυχος, ἡ γονέων ἐλπὶς, ἔπειτα γόος, εἴκοσι τῶν πάντων ἐτέων ὑπὸ τῷδε κέκρυμμαι σήματι, μήτε νόσῳ μήτ’ ὀδύνῃσι τακείς.
5Τεθνειὼς δ’ οὐκ οἶος ὀδύρομαι· ἄλλοτι πένθος ἀμφοτέροις ἔλιπον λυγρὸν ἐμοῖς τοκέσι.

226

(t)

ΑΛΛΟ.
1Δοιὼς Ἱππομέδοντας ὁμᾶ χθὼν ἅδε καλύπτει, παῖδά τε καὶ γενέταν, ἄμφω ἀποφθιμένως, παῖδα μὲν ἐς λαιὰν ἐσιόντων χεῖρα τεθέντα· δεξιὰ δ’ ἀντετάφη γηραὸς Ἱππομέδων.
5Ἀμφοτέροις δ’ ἐπέθηκε χυτὰν κόνιν Ἱπποδάμεια μάτηρ Ποικιλίω, ἐκγόνω ἀμφοτέρων, ὅς σφισι τώσδε τάφως ἐνεώσατο, τείχισε δ’ Ἀΐδαν, πάππῳ καὶ θείῳ λοισθοτάτας χάριτας.

227

(t)

ΑΛΛΟ.
nΘ. Κ.
1Μητρὶ φίλῃ Ἀγέλῃ καὶ Λαρέτᾳ ἐσθλῇ ἀδελφῇ Ἰούλιος Ἀντιγένης μνῆμ’ ἐπόησε τόδε.

228

(t)

ΑΛΛΟ.
nΘ. Κ.
1Φιλήτῳ τόδ’ Ἀβασκαντὶς γαμετὴ συνομεύνῳ σῆμα κατοιχομένῳ μνημοσύνης ἕνεκεν.

229

(t)

ΑΛΛΟ.
1Ὁδῖτα, βαιὸν σάματι σταθεὶς πάρα μάθοις κεν ἀτρέκειαν. Ἴσθι δ’ ὡς πατρὸς Ἀθηνίωνος ὁὐν ταφῇσι κλῄζεται, καὶ Μνασέαν αὔδασον οὔνομα φθιτοῦ·
5καὶ γνῶθι μύθους, οἷς σοφῶς ἐτέρπετο. ᾏ μὲν τὰ κόσμου σεμνὰ καὶ δι’ ἀστέρων δι[ῆλθ]ε τὰν πυρωπὸν αἰθεροδρόμων κέλευθον, ᾇ δὲ] καὶ γεωμόρον τέχναν γραμμαῖσιν ἰχνεύτειραν· εὐ[ο]δεῖν δέ οἱ
10κατεῖδ’ Ὁμήρου δέλτον, ἇς ἐνὶ πτυχαῖς ὅ[τε] πλανάτας ἐστὶ Λαρτίου γόνος καὶ μῆνις Αἰακίδαο· τῶν ἐπ’ ἀτρεκές δ[ῆ]θ’ ἐξ ἁπάντων ἐσθλὸν ἄρατο κλέος. Νέον δ’ ἐν ἀκμᾷ κοῦρον, ᾧ πόρεν τέχναν,
15ὄνυ[μ]’ Εὔν[ομον λιπών με, τε]τρώκοντα δὴ ὑπ’ ἀλίῳ πλειῶνας εἰσιδὼν φάος
ποθεινὸς ἀστοῖς τάνδ’ ὑπήλυθε χθόνα.125

230

(t)

ΑΛΛΟ.
1Εἰ, φίλε,] πυνθάνεαι τίς ἔφυν, ξένε, τίς [τ’] ἐγενήθην, ὦ] παροδῖτα, μάθε, στὰς ὀλίγον πρὸ τάφων. Γεννᾷ μὲν Γλαῦκός με πατὴρ, τίκτει δέ με μήτηρ Χρυσογόνη, καί μευ δύσμορος οὐκ ὄνατο.
5Τηλόθι γὰρ πάτρης Βιθυνίδος ὤλεσα θυμὸν, ναυτιλίῃ [λυγρῇ] νηΐ τ’ ἐμῇ πίσυνος· κεῖμαι δ’ ἐν Σχερίῃ παρὰ θῖν’ ἁλὸς ἠνεμόεσσαν, ὕστατα λυγρὸν ἐμοὶ δερκόμενος πέλαγος.

231

(t)

ΑΛΛΟ.
1ᾯ, σοφία καὶ μοῦσα, συνέσπετε, [βάσ]κ[α]νος ἡμῶν φύντα τις ἑπταετῆ ὤλεσε μοῖρα νόσῳ· ᾧ γόον οὐχ ὑμέναιον ἐδᾳδουχήσατο, μητὴρ οἰκτρὰ σὺν γενέτῃ χρύσιον ὠλέσατο.
5Κόσμος γὰρ γενέταισι τραφεὶς φιλίοις τε συναίμοις ὤλετο, καὶ γοερὸν πένθος ἔλειπε δόμοις· ἄρκεο, μοῖρα, θανόντι νέῳ, δίσσων δὲ συναίμων φείδεο, καὶ γονέων λυγρὸν ἄπειργε δοκόν.

232

(t)

ΑΛΛΟ.
1Βαιόν σοι τὸ μεταξὺ βίου θανάτοιό τ’ ἔθηκε καὶ τύμβου, Καπίτων, καὶ θαλάμοιο Τύχη, νύκτα μίαν ψεῦστιν καὶ ἀνηλέα, τὴν ἄνις αὐλῶν, τὴν δίχα σοι παστῶν, τὴν ἄτερ εἰλαπίνης·
5αἲ αἲ τὴν ἐπὶ πέπλα καὶ εἰς ἀμύριστα πεσοῦσαν στέμματα καὶ βίβλους σεῖο, πρόμοιρε, τέφρην, οἲ θρήνοισι βοητὸν ὑμήναον, οἲ προκελεύθους λαμπάδας ὑστατίου καὶ κενεοῖο λέχους.

233

(t)

ΑΛΛΟ.
1Πάτρω]ν [εἰμί]· πατρὶς Λυ[κίων μ’] ἐλοχεύσατο γαῖα. Ῥώμ]α δ’ ἐν τιμαῖς πρά[γματά μου δέχ]εται. Ὦ] μάκαρ, [ἐς φάος] ἀελίου πάλιν [οὔ μ’ ἀπο]πέμπεις, εὐπά[τριδ’ ἀλλ’ ἐφορᾷς τηλό]θι θαπτόμενον.

234

(t)

ΑΛΛΟ.
nΕἰς τὸν αὐτόν.
1Οὐ βάτοι, οὐ τρίβολοι τὸν ἐμὸν τάφον ἀμφὶς ἔχουσιν οὐδ’ ὀλολυγαία νυκτερὶς ἀμπέταται· ἀλλά με πᾶν δένδρος χαρίεν περὶ ῥίσκον ἀνέρπει κυκλόθεν εὐκάρποις κλωσὶν ἀγαλλόμενον.126
5Ποτᾶται δὲ πέριξ λιγυρὴ μινυρίστρι’ ἀηδὼν καὶ τέττιξ γλυκεροῖς χείλεσι λιρὰ χέων, καὶ σοφὰ τραυλίζουσα χελιδονὶς, ἥ τε λιγύπνους ἀκρὶς ἀπὸ στήθο[υς ἡδὺ χέουσα μέλος]. Πάτρων ὅσσα βροτοῖσιν ἐράσμια πάντ’ ἐτέλεσσα
10 ὄφρα καὶ εἰν Ἀΐδᾳ τερπνὸν ἔχοιμι τόπον· τἆλλα δὲ πάνθ’ ἃ λέλοιπα καὶ ἐν νεότητι κατέκτην ᾤχετο πλὴν ἃ πρὶν ζῶν ἀπεκαρπισάμην.

235

(t)

ΑΛΛΟ.
1Πατὴρ Πάτρων μὲν, Ἀπποληΐα δ’ ἐγώ· τεκνῶ δὲ δισσὰ τέκνα, πατέρα δ’ εὖ λέγω.

236

(t)

ΑΛΛΟ.
1Εἰς ἴα σου, Πώμπτιλλα, [κ]αὶ [εἰ]ς κρίνα βλα[σ]τ[ή]σειεν ὀστέα κα[ὶ] θαλλο[ὺ]ς ἐν πετάλοισ[ι] ῥόδων ἡδυπνόου τε κρόκου καὶ ἀγηράντου ἀμαράντ[ου, κεἰς καλὰ βλαστήσαις ἄνθεα λευκοΐου,
5ὡς ἴσα Ναρκίσσῳ τε πολυκλαύτῳ θ’ Ὑακίνθῳ κ]αὶ σὸν ἐν ὀψιγόνο[ις] ἄνθος ἔχοι τι χρόνος. Ἥδε γ[ὰ]ρ, ἡνίκα πνεῦμα μέ[λ]ων ἀπέλυε Φίλιππος σιγὴ]ν ἀκροτάτοις χε[ίλ]εσι προςπελάσας, σ[τᾶ]σα λι[π]οψυχ[ο]ῦντος ὑπὲρ γαμέτου Πώμπτιλλ[α
10 τὴν κείνου ζωὴν ἀντέ[λα]βεν θα[ν]ά[τ]ου. Τ]οίην [συ]ζυ[γί[η]ν ἔτεμεν θεὸς ὥστε θανεῖν μὲν Πώμπτιλλαν γλυκεροῦ λῦτρον ὑπὲρ γαμέτου, ζῆν δ’ ἄ[κ]οντα Φίλ[ιπ]πον ἐπευχόμενον διὰ παντὸ[ς συγκεράσαι ψυχ[ῇ] πνεῦμα φιλανδροτάτῃ.

237

(t)

ΑΛΛΟ.
1Ἔστρεψεν Μοιρῶν μία νήματα· τῆς δ’ ἀνέπλησεν ταῖς ἰδίαις εὐχαῖς θυμὸν ἱλασσαμένη ἡ περίφρων Πώμπτιλλα [Φιλίππου κεδνὴ ἄκοιτις ἥτις ὑπὲρ γαμέτου [τὸν βί]ον ἐξέλιπεν.

238

(t)

ΑΛΛΟ.
1Ἄνθεα πολλὰ γένοιτο νεοδμήτῳ ἐπὶ τύμβῳ,
μὴ βάτος αὐχμηρὴ, μὴ κακὸν αἰγίπυρον, ἀλλ’ ἴα, καὶ σάμψυχα, καὶ ὑδατίνη νάρκισσος, Οὐίβιε, καὶ περὶ σοῦ πάντα γένοιτο ῥόδα.127

239

(t)

ΑΛΛΟ.
1Τόνδ’ ὁ παλαιστροφύλαξ Ἀμμώνιος εἵσατο βωμὸν αὐτὸς ἔτι ζωᾶς τὸ γλυκὺ φέγγος ὁρῶν, ἠρίον ὄφρα γένοιτο· τὸν, ὦ Μαίας κλυτὲ κοῦρε, Ἑρμείη, πέμποις χῶρον ἐπ’ εὐσεβέων.

240

(t)

ΑΛΛΟ.
1Τοὔνομα Εὐριπίδ[ης τοὐμῷ π]ατρί. Ἐνθάδε κεῖμαι οὐ πολὺ μικροχρόνῳ τῷδε βίῳ παραβάς.

241

(t)

ΑΛΛΟ.
1Ὀκτωκαιδεκάτου με καταρχόμενον λυκάβαντος, ἄρτι τε ῥητορικῆς ἔργα διδασκόμενον, Λέσβῳ ἐν εὐδένδρῳ βαρυαλγὴς νοῦσος ἐδάμνα, κοὐκέτ’ ἐς ἱμερτὴν γαῖαν ἔβην Ἐφέσου.
5Αὐτοκασίγνητος δὲ καμὼν μάλα πολλὰ, τοκεῦσι πένθος ἐπ’ ὠκυάλου νηὸς ἔδωκε φέρειν. Ναίω δ’ ἡρώων ἱερὸν δόμον, οὐδ’ Ἀχέροντος· τοῖον γὰρ βιότου τέρμα σοφοῖσιν ἔνι.

242

(t)

ΑΛΛΟ.
a1Τὸν Ἑστιαίου τῆς τραγῳδίας γραφῆ
a2Εὐανδρίδαν κέκρυφ’ ὁ τυμβίτας πέτρος
a3ζήσαντα πρὸς πάντ’ εὐσεβῶς ἀνὰ πτόλιν
a4ἔτων ἀριθμὸν ὀγδοήκοντ’ ἀρτίων.
b1Οὐχὶ κεναῖς δόξαις ἐζηκότα τόνδε δέδεκται
b2τύμβος ὅδ’ ἐκ προγόνων, ταῖς δ’ ἀπὸ τῆς σοφίας,
b3ταῖς ἀπὸ Σωκράτεω πινυταῖς μαλὰ, τοῦ τε Πλάτωνος,
b4κοὐκ Ἐπικουρείοις, ἡδονικαῖς, ἀθέοις,
b5Ἑστιαῖον, τὸν φύντα πατρὸς κλεινοῖο Μενάνδ[ρου(?)]
b6ἐσθλοτάτην βιοτᾶς ἐξανύσαντος ὁδόν.
b7Κούφη γαῖα, χυθεῖς’ ὁσίως, κρύπτοις σὺ τὸν ἄν[δρα(?)
b8[κλίνοντ’ εὐσεβέων εἰς (?) ἱεροὺς θαλάμο[υς.

243

(t)

ΑΛΛΟ.
1Μνῆμα φιλοφροσύνης Ἄστῃ τόδε Δάφνις ἔτευξε
καὶ ζῶσαν στέρξας, καὶ φθιμένην ποθέων.128

244

(t)

ΑΛΛΟ.
1Τοὔνομα μὲν Χαρίας, Θήβη πατρὶς, ἀλλὰ θανόντα Ποιμάνδρου χυδανὴ γαῖα κατεσκίασε.

245

(t)

ΑΛΛΟ.
1Κἂν τροχάδην βαίνῃς, φίλ’ ὁδῖτα, βαιὸν ἐπίσχ[ες]. Ἥγισεν ἀ[θ]ανά[των με] χορός· τὸ δὲ σῶμα καλύπτει γαῖα, λαβοῦσα γέρας τοῦθ’, ὃ δέδωκε, πάλιν. Β]ῆ γάρ μοι ψυχὴ μὲν ἐς αἰθέρα καὶ Διὸς αὐλάς,
5 ὀστέα δ’ εἰς Ἀΐδην ἄτροπος εἷλε νόμος. Τοῦτ’ ἔλαχον μέγα δῶρον ὑπ’ αὐτῶν Οὐρανιώνων Εὐλάλιος γαμικὸς, μοῦνος ἐνὶ φθιμένοις.

246

(t)

ΑΛΛΟ.
1Τύμβε, τίνος τόδε σῆμα τεὰν ὑπὸ λισσάδα κε[ῖται]; τίς φράσον οἰκτροτάτην μοίραν ἐνεγκάμενο[ς; —Δημῶναξ, Σαλαμὶς ὃν ἐθρέψατο παῖδα φέριστον, ἐμπορίαις πικρὸν δ’ εἰς Ἀχέροντ’ ἔμολεν,
5πόντον ἐπιπλώσας ἁλιμυρέα καὶ πολυκλαύτῳ ματέρι καὶ γενέτᾳ στυγνὰ λιπὼν δάκρυα. Οὐχ ἧψαν φῶς γὰρ τὸ γαμήλιον, οὐδ’ ὑμέναιον ἔκλαγον, ἀλλὰ γόους ὀκτακαιεικοσέτους. Οὐ κακός ἐστ’ Ἀΐδας· πάριθι, ξένε, χαῖρε προσείπας,
10κοινὸς ἐπεὶ θνατοῖς ὁ πλόος εἰς φθιμένους.

247

(t)

ΑΛΛΟ.
1Τέθαμμ’ ὁ Μακρόσειρις ἐν νήσῳ μακρᾷ, ἔτη βιώσας πεντάκις τὰ χίλια.

248

(t)

ΑΛΛΟ.
1Ἡ γενεῇ δόξῃ τε καὶ ἐν Μούσῃσι Τύριννα ἔξοχος, ἡ πάσης ἄκρα φέρους’ ἀρετῆς, ἐννεάδας τρισσὰς ἐτέων ζήσασα, τοκεῦσιν δυστήνοις ἔλιπον δάκρυα καὶ στοναχάς.
5Πᾶς γὰρ ἐμοῦ φθιμένης χῆρος δόμος· οὔτε γὰρ αὐτὴ λείπομαι, οὔτ’ ἔλιπον βλαστὸν ἀποιχομένη. Ἀντὶ δὲ πατρῴου καὶ ὑψορόφοιο μελάθρου λιτὴ τοὐμὸν ἔχει σῶμα λαχοῦσα πέτρη. Εἰ δ’ ἦν εὐσεβέων ὅσιος λόγος, οὔποτ’ ἂν οἶκος
10οὑμὸς ἐμοῦ φθιμένης ταῖσδ’ ἐνέκυρσε τύχαις.

249

(t)

ΑΛΛΟ.
1Ὀστέα μὲν καὶ σάρκας ἐμὰς σπιλάδες διέχευαν ὀξεῖαι, κρημνῶν ἅλμ’ ὑποδεξάμεναι· ψυχὴ δ’ αἰθέριον κατέχει πόλον· ἀξυνέτων δὲ
βουλαῖς ἀνθρώπων τοῦδ’ ἔτυχον θανάτου.129

250

(t)

ΑΛΛΟ.
1Κλαύδιος ἰητὴρ Ἀγαθήμερος ἐνθάδε κεῖμαι, παντοίης δεδαὼς κραιπνὸν ἄκεσμα νόσου· ξυνὸν τοῦτο δ’ ἐμοὶ καὶ Μυρτάλῃ εἷσα συνεύνῳ μνῆμα· μετ’ εὐσεβέων δ’ ἐσμὲν ἐν Ἠλυσίῳ.

251

(t)

ΑΛΛΟ.
1Ἀλκείδου με τραφέντα φίλοις ἐν γυμνασίοισιν λυπηρὸς δαίμων ἥρπασεν ἀφ]ν[ιδί]ως· εἴκοσι γὰρ καὶ πέντε μόνους λυκάβαντας ὁδεύσας σκῆνος νῦν κεῖμαι Πλουτέος ἐν μελάθροις.
5Ἀφθάρτοις Μούσαις γὰρ ἐπίστιον αὐτὸς ἐς αἰὲν ἣν ὁ λεὼς νεῦεν, νύμφιος ᾦξα μονήν· Μουσ]ῶν γὰρ κλῃδοῦχον Ἔρως φύγε κοὐκ ἐθέλοντα Ῥήμιος ἐκ μητρὸς καὶ πατρὸς ἐξ Ὁμαλοῦ οἳ νῦν οὔκετ’ ἔχουσιν ἐμὸν θάλος. Ἀλλὰ παρέρχου,
10φίλε ὁδοιπόρε, πᾶς τοὔνομα διζόμενος.

252

(t)

ΑΛΛΟ.
1Μναμεῖον τόδε σεῖο πατὴρ ἐποίησεν ἑαυτοῦ χερσὶν πᾶσιν ὁρᾶν σᾶς ἀρετᾶς ἕνεκεν· καὶ ἐγὼ ὕπερθ’ ἑστῶσα προσημαίνω παριοῦσιν ὡς υἱὸν Μόσχου τόνδ’ ἔχω Ἑρμοκράτην
5Χαλκιδέων χώρας ἐνθάδ’ ἀποφθίμενον.

253

(t)

ΑΛΛΟ.
1Ὁ] πρὶν ἐνὶ ζωοῖσι φίλοις φίλος, ὁ πρὶν ἐν ἀστοῖς ἡδὺς, ὁ Πιερίδων γυμνασίου τε φίλος, Κλειογένης, υἱὸς Θεοδώρου, τῷδ’ ὑπὸ τύμβῳ κεῖ]ται Ἀλεξάνδρᾳ μητρὶ λιπὼν δάκρυα·
5τὰς γὰρ] ἀεὶ γενέταισιν ὀφειλομένας ὑπὸ τέκνων [πρὶν τῖσαι χάριτας κάτθαν’ ἄωρος ἐών.]

254

(t)

ΑΛΛΟ.
1Φαρνάκεω στάλαν δέρκευ, ξένε, τὸν βαρὺς ᾍδης ἔκλασεν ἀγρεύσας δύσμορον ἡλικίην, τέχνῃ παιδοτρίβαν, ἔτεσιν νέον, ἐκ δὲ Σινώπας πατρίδος, ἐξ ἀρετᾶς πρὸς δύσιν οἰχόμενον.
5Οὐ κάλπιν κρύπτει γῆ Βοσπορὶς, οὐδὲ λέληθεν γυμνάσιον κωφοῖς δάκρυσι μυρόμενον. Αἱρετίσας δὲ πατὴρ στοργᾷ φύσιν ἐπροτέρησεν, σχημάτιον τύμβῳ σᾶμα λίθου θέμενος.

255

(t)

ΑΛΛΟ.
1Ἰχνεύεις, ὦ ξεῖνε, τίς εἰμ’ ἐγὼ ἡ κατὰ γαίης, ἢ τίνες οἱ πατέρες τὴν μελέην ἔτεκον; Πεύσῃ· ἐγὼ γὰρ ἐραστὸν Ὀλυμπιὰς οὔνομ’ ἐκλήθην, παῖς ἡ Πατροκλέους, μητρὸς Ὀλυμπιάδος·130
5λυγρὴν δ’ οἷμον ἔβην ἐτέων κύρσασα δὶς [ἑπτά παρθένος, ἓν δ’ ἔλαχον σῆμα τόδ’ ἀντὶ γάμου.

256

(t)

ΑΛΛΟ.
1Ῥηνῷ πὰρ ποταμῷ γενόμην, Πόλλιττα δὲ μήτηρ, Κυϊντιανὸς δὲ πατὴρ, Προυσιάδος δὲ πάτρης, Καλπουρνιανὸς δ’ οὔνομ’· ἔτη δ’ ἐπὶ πέντε λόγοισιν εἰν Ἐφέσῳ σχολάσας εἰκοσετὴς ἔθανον.

257

(t)

ΑΛΛΟ.
1Σεμνὸν ἀεὶ ζήσας βίοτον, μάκαρ Ἀρτεμίδωρε, σωφροσύνην διὰ σὴν χαῖρε καὶ ἐν φθιμένοις.

258

(t)

ΑΛΛΟ.
1Τὴν σὴν εὔνοιαν καὶ πίστιν, Φαῖδρε, λαλοῦντες ἐν βιοτῆς μέτροις οὔ ποτε παυσόμεθα.

259

(t)

ΑΛΛΟ.
1Εἰ καὶ μοιρίδιον τέλος ἦγέ σε γῆς ὑπὸ κόλπους, Σώπατρε σεμνὲ, θανὼν, χαῖρε καὶ ἐν φθιμένοις.

260

(t)

ΑΛΛΟ.
1[Ἐλθόντες] πρὸς τοὺς Καρπαιέος ὀρθὰ φρονεῦντας [ἀστοὺς ἐν] τούτῳ σήματι κεκλίμεθα. [Ἡ μὲν γὰρ] Ξενώ εἰμ’· ὁ δ’ ἐμὸς πόσις ἐγγύθ’ ἐμεῖο [κεῖται· ὁμοῦ δ’ ὁσ]ίως, ὡς βίον ἐπνέομεν,
5ἔζημεν σεμν]οί· μακάρων [δὲ] μοῖραν ἔχοντες κείμεθα], κεὐσεβέων ἐν σκιεροῖς θαλάμοις.

261

(t)

ΑΛΛΟ.
1Ἡ πολὺ Σειρήνων λιγυρωτέρη, ἡ παρὰ Βάκχῳ καὶ θοίναις αὐτῆς χρυσοτέρη Κύπριδος, ἡ λαλίη φαιδρή τε χελιδονὶς, ἔνθ’ Ὁμόνοια κεῖμαι, Ἀτιμήτῳ δάκρυα λειπομένη,
5τῷ πέλον ἀσπασίη βαιῆς ἄπο· τὴν δὲ τοσαύτην δαίμων ἀπροϊδὴς ἐσκέδασεν φιλίην.

262

(t)

ΑΛΛΟ.
a1Ἐνθάδε Διάλογος καθαρῷ πυρὶ γυῖα καθήρας,
a2ἀσκητὴς σοφίης ᾤχετ’ ἐς ἀθανάτους.131
b1Ἐνθάδε Διαλόγοιο σαόφρονος ὀστέα κεύθει
b2γυμνὰς, ὃς ἀμφ’ ἀρετὴν ἔπλετο καὶ σοφίην.
b3Ἀλλὰ τὰ μὲν κεύθει μικρὰ κόνις ἀμφιχυθεῖσα,
b4ψυχὴν δ’ ἐκ μελέων οὐρανὸς εὐρὺς ἔχει.

263

(t)

ΑΛΛΟ.
1Ἐνταῦθ’ ἀρχιερεὺς ἐγώ ποτ’ ᾤκουν, ἄνθος ξυράμενος νέων ἰούλων, ψυχὴν εὐσεβίης ὕπερ τεθηλὼς καὶ σεμνῆς μακάρων ὑπηρετείας.
5Ἀλλ’ εἰς γῆρας ἵκοισθε πάντες ἑξῆς, μνείαν Μητροφάνους ὅσοι ποιεῖσθε· νὴ τὸν Δία συντηρήσω.

264

(t)

ΑΛΛΟ.
1Ὁ κλεινὸς ἶνις βασιλέως Ἀμάζασπος, ὁ Μιθριδάτου βασιλέως κασίγνητος, ᾧ γαῖα πατρὶς Κασπίας παρὰ κλῄθρας, Ἴβηρ Ἴβηρσιν ἐνθαδὶ τετάρχυται,
5πόλιν παρ’ ἱρὴν, ἣν ἔδειμε Νικάτωρ, ἐλαιόθηλον ἀμφὶ Μυγδόνος νᾶμα. Θάνεν δ’ ὀπαδὸς Αὐσόνων ἀγακλειτῶν μολὼν ἄνακτι Παρθικὴν ἐφ’ ὑσμίνην, πρίν περ παλάξαι χεῖρα δηΐῳ λύθρῳ,
10ἴφθιμον αἰαῖ χεῖρα δουρὶ καὶ τόξῳ καὶ φασγάνου κνώδοντι, πεζὸς ἱππεύς τε. Ὁ δ’ αὐτὸς ἶσος παρθένοισιν αἰδοίαις .................... ....................

265

(t)

ΑΛΛΟ.
1Σῆμα μὲν ἐν στήλῃ γλυπτῇ θέσαν, ἡνίκ’ ἐγὼ μὲν ἀελίου γλυκερὴν λεῖπον ἐπεσχαρίην· Ῥηνείης δέ μ’ ἔδεκτο μυχὸς καὶ ἀλάμπετον οὖδας Ἀΐδεω, μάρ[ψαν (?) γαῖαν] ὑπὸ σκοτίην,
5πατρὸς μὲν Δημοσθένεος, [ἐτέων] δύο κεἴκοσι μ’ Ἴστε δέ· με τριτάτην αἵματος ὀλλυμένην [οὖσαν. (Ω μητρὸς στυγερῆς καὶ ἀδελφεοῦ εἵνεκ’ ἐμεῖο)·
νοῦσος ἀκωλύτῳ μόρσιμον εἷλε τύχῃ.132

266

(t)

ΑΛΛΟ.
1Εὐτύχου ἠρίον εἰμὶ, καὶ οὐ κενόν· ὀστέα γάρ μοι πέμψεν ἀδελφειοῦ φροντὶς ἀπ’ Ἰταλίης· ἄλγεα δ’ ἔλλιπε πατρὶ, πολὺ πλεῖον δὲ τεκούσῃ, ἃ τρίτον ὠδίνων οὐκέτ’ ἀριθμὸν ἔχει.
5Στοργὴν δ’ οἰχομένοιο περικλαίουσιν ἀδελφοί, παῖδες δ’ ὀρφανίην, χηροσύνην δὲ γυνή. Εἰ δὲ τριήκοντα ζωῆς μόνον ἔσχ’ ἐνιαυτοὺς καὶ δύο, τῷ φθονερῷ δαίμονι μεμφόμεθα.

267

(t)

ΑΛΛΟ.
n1Κ(οΐντου) Σουλπικίου Μαξίμου καίριον.
n2Τίσιν ἂν λόγοις χρήσαιτο Ζεὺς ἐπιτιμῶν Ἡλίῳ
n3ὅτι τὸ ἅρμα ἔδωκε Φαέθοντι.
1Ἡμετέρου κόσμοιο φαεσφόρον ἁρμελατῆρα οὐχ ἕτερον πλὴν σεῖο θεοὶ ποίησαν ἄνακτες· τίπτε κακόφρονα θῆκας ἐφ’ ἁψίδεσσιν Ὀλύμπου υἱέα καὶ πώλων ἄφατον τάχος ἐγγυάλιξας,
5ἡμετέρην οὐδ’ ὅσσον ὑπό(δ) δείσας ἐπαρωγήν; Οὐ τάδε πιστὰ θεοῖς σέο δήνεα· ποῖ Φαέθοντος εὐσταθὲς ἅρμα φορεῖτο; τί σοῦ πυρὸς ἀκ[α]μάτοιο φλὸξ ἄχρι καὶ θρόνον ἦλθεν ἐμὸν καὶ ἐπ’ εὐρέα κόσμον; Μίγνυτο καὶ κύκλοισι ὑπερμενὲς ἄχθος ἀπ’ εἴλης·
10Ὠκεανὸς χέρας αὐτὸς ἐς οὐρανὸν ἠέρταζε. Τίς ποταμῶν οὐ πᾶσαν ἀνεξηραίνετο πηγήν; Καὶ σπόρος ἐς Δήμητρα καταίθετο, καί τις ἄπλατον ἀζαλέην ἔκλαυσε παρὰ δρεπάναισι γεωργός, σπείρων εἰς ἀχάριστα μάτην θ’ ὑπὸ κυφὸν ἄροτρον
15ταῦρον ὑποζεύξας ὑπό τ’ ἀστέρα βουλυτοῖο κάμψας ἄρρενα γυῖα σὺν ἀχθεινοῖσι βόεσσι· γαῖα δ’ ὑπέστενε πᾶσα κακόφρονος εἵνεκα κούρου· καὶ τότ’ ἐγὼ πυρὶ φέγγος ἀπέσβεσα· μηκέτι παιδὸς μύρεο λυγρὸν ὄλεθρον, ἑοῦ δ’ ἔχε φροντίδα κόσμου,
20μή ποτε χειρὸς ἐμῆς φλογερώτερον ἔγχος ἀθροιήσῃς. Γίνωσκ’ οὐρανίοιο Διὸς νόον· οὐ μὰ γὰρ αὐτὴν Ῥείην ἄλλο τ[ι τ]οῦδε κακώτερον ἶδεν Ὄλυμπος· κόσμος ἐμὸς σὴ πίστις ἔφυ μεγακύδεος ἔργου. Οἰχέσθω τὰ πάροιθε, τὰ δ’ ὕστερα φροντίδι κεῦθε·
25οὐ σὸς ἔφυ· πώλων γὰρ ἀπείριτον [ο]ὐ σθένος ἔγνω, ῥυτήρων οὐδ’ ἔσχε πολυφραδὲς ἔργον ἀνύσσαι. Ἔρχεο νῦν, πάλι κόσμον ἐποίχεο, μὴ τεὸν εὖχος ἀλλοτρίαις παλάμαισι πόρῃς ἀμένηνα πονήσας·
μούνῳ σοὶ πυρόεντος ἐπειγομένῳ κύκλοιο133
30ἀντολίη καὶ πᾶσα (καλὸς δρόμος) ἔπλετο δυσμή· σοὶ τόδε πιστὸν ἔδωκε φέρειν νόος, ἄφθιτον εὖχος. Φείδεο γῆς καὶ παντὸς ἀριπρεπέος κόσμοιο, ἴσχε δρόμον μεσάταισιν ἐπ’ ἀψίδεσσιν Ὀλύμπου· ταῦτα πρέποντα θεοῖς, ταῦτ’ ἄρκια· μαίεο, δαῖμον
35μειλίχιον πάλι φέγγος, —ὁ σὸς παῖς ὤλεσε πουλύ· — καὶ τὸν ἀπειρέσιον μέγαν οὐρανὸν αὐτὸς [ὅ]δευε, ἥμισυ μὲν γαίης νέρθεν, τὸ δ’ ὕπερθε τανύσσας· οὕτω γὰρ πρέψειε τεὸν φάος Οὐρανίδαισι, καὶ φωτῶν ἀκάκωτος ἀεὶ λειφθήσεται εὐχή,
40πρηυμενῆ δ’ ἕξεις Ζηνὸς νόον· ἢν δ’ ἑτέρη τις λείπεταί σευ φροντὶς ἀταρβ[έ]ος, ἵστορες αὐτοὶ ἀστέρες ὡς πυ[ρό]εντος ἐμοῦ μ[έ]νος αἶψα κεραυνο[ῦ] ὠκύτερον πώλων ..... δέμας .......

267ep

(n)

Ἐπιγράμματα
a1Μοῦνος ἀπ’ αἰῶνος δύο καὶ δέκα παῖς ἐνιαυτῶν
a2Μάξιμος ἐξ ἀέθλων εἰς Ἀΐδην ἔμολον·
a3νοῦσος καὶ κάματός με διώλεσαν· οὔτε γὰρ ἠοῦς,
a4οὔτ’ ὄρφνης μουσέων ἐκτὸς ἔθηκα φρένα.
a5Λίσσομαι, ἀλλὰ στῆθι δεδουπότος εἵνεκα κούρου,
a6ὄφρα μάθῃς σχεδίου γράμματος εὐεπίην,
a7εὐφήμου καὶ λέξον ἀπὸ στόματος τόδε μοῦνον
a8δακρύσας· «Εἴης χῶρον ἐς ἠλύσιον·
a9ζωούσας ἔλιπες γὰρ ἀηδόνας, ἃς Αἰδωνεύς
a10οὐδέποθ’ αἱρήσει τῇ φθονερῇ παλάμῃ.
b1Βαιὸν μὲν τόδε σῆμα, τὸ δὲ κλέος οὐρανὸν ἵκει,
b2Μάξιμε, Πιερίδων ἐκ σέο λειπομένων·
b3νώνυμον οὐδέ σε Μοῖρα κατέκτανε νηλεόθυμος,
b4ἀλλ’ ἔλιπεν λήθης ἄμμορον εὐεπίην.
b5Οὔτις ἀδακρύτοισι τεὸν παρὰ τύμβον ἀμείβων
b6ὀφθαλμοῖς σχεδίου δέρξεται εὐστιχίην·
b7ἄρκιον ἐς δόλιχον τόδε σοι κλέος· οὐ γὰρ ἀπευθὴς
b8κείσεαι οὐτιδανοῖς ἰδόμενος νέκυσι·
b9πουλὺ δὲ καὶ χρυσοῖο καὶ ἠλέκτροιο φαεινοῦ
b10ἔ(σ)σετ’ ἀεὶ κρέσσων ἣν ἔλιπες σελίδα.

268

(t)

ΑΛΛΟ.
1Οὐχ ὁσίως ἥρπαξας ὑπὸ [χθόνα], κοίρανε Πλουτεῦ, πενταέτη νύμφην πᾶσιν ἀγαλλομένην·
οἷα γὰρ ἐρχομένου ῥόδον εὔπνοον εἴαρος ὥρῃ ἐξέτεμες ῥίζης, πρὶν χρόνον ἐκτελέσαι.134
5Ἀλλ’ ἄγ’· Ἀλέξανδρα κἂν φίλατο, μηκέτ’ ὀδυρμοὺς ἱμερτῇ κούρῃ σπένδετε μυρόμενοι. Εἶχεν γὰρ, χάριν εἶχεν ἐφ’ ἡδυχρόοισι προσώποις, αἰθέρος ὥστε μένειν ἀθανάτοισι δόμοις. Τοῖς πάρος οὖν μύθοις πιστεύσατε· παῖδα γὰρ ἐσθλὴν
10ἥρπασαν, ὡς τερπνὴν, Ναΐδες, οὐ θάνατος.

269

(t)

ΑΛΛΟ.
1Εὕδεις, ὦ φιλότεκνε Μελάνθιε, καὶ βαθὺν ὕπονον εὕδεις, ἰατρὼν ὦ πολυπειρότατε· ἀλ]λ’ Ἀΐδας ζωοῖσιν ἐναντίος, ὃς τὸν ἀρωγόν νούσων εἰς μερόπων οὐκ ἐφύλαξεν ἄκη.

270

(t)

ΑΛΛΟ.
nΕἰς ἑαυτόν.
1Τὸν τέχνῃ λάμψαντα Μελάνθιον ἰητῆρα χθώ[ν με Κό]ως κρύπτει πρέσβυν ἀλυπότατον.

271

(t)

ΑΛΛΟ.
nD. M.
1Νύμφαι κρηναῖαί με συνήρπασαν ἐκ βιότοιο, καὶ τάχα που τιμῆς εἵνεκα τοῦτ’ ἔπαθον, νηπίη, οὐδὲ δυοῖν ἐτέοιν τέλος ἐξανύσασα, Φιλησίη τὴν κλῆσιν, Αὐσονὶς γένος.

272

(t)

ΑΛΛΟ.
nΘ. Κ.
1Εἴκοσί με ζήσαντα καὶ ἑπτὰ μόνους ἐνιαυτοὺς Παυλῖνον γαίη δέξατο νερτερίη· καί μοι ἀδελφειὴ κεῖται νέη ἐγγὺς Ὑγείη ἑπταέτις· τῆς δ’ ἦν οὔ τι γλυκειότερον.

273

(t)

ΑΛΛΟ.
1Τὴν Διὸς ἀμφίπολόν με Χελιδόνα, τὴν ἐπὶ βωμοῖς σπένδειν ἀθανάτων γρῆυν ἐπισταμένην, εὔτεκνον, ἀστονάχητον, ἔχει τάφος· οὐ γὰρ ἀμαυρῶς δαίμονες ἡμετέρην ἔβλεπον εὐσεβίην.

274

(t)

ΑΛΛΟ.
1Ἤματι μὲν γενόμην ᾧ καὶ κλυτότοξος Ἀπόλλων, τεσσαρακαιδεκέτης δ’ ἐξέλιπον βιότην· ταυτῷ δ’ ᾧ γενόμην θάνον ἤματι, τηνίκα Φοίβῳ
ἀστοὶ πανδήμους ἐξετέλουν θυσίας.135

275

(t)

ΑΛΛΟ.
1Ἅδ’ Ἡρακλείδην κατέχει κόνις, ὃν βαρὺς Ἀίδας εἴρυσεν ἀϊθέων ἥλικος ἐξ ἀγέλας· ἄρτι γὰρ εὐμόχθου ἐπὶ γυμνάδος ἁγνὸν ἐφήβου σχῆμα λαχὼν ἐρατὰν ὤλεσεν ἁλικίαν·
5ἄρτι δ’ ἀριθμὸν ἐτῶν ἓξ καὶ δέκα τερπνὸς ἀμείβων Σμερτομάρᾳ στυγερὸν ματρὶ λέλοιπε γόον.

276

(t)

ΑΛΛΟ.
1Δέρκεο τόνδε, ξεῖνε, καταφθιμένοιο Φίλωνος τύμβον, ὃς ἐμμούσοις γράμμασιν εὐξυνέτως παιδείαν ἤσκησεν, ἅπασι δὲ κοινὸν ἐν ἀστοῖς ἦθος Λαρύμνης προσφιλέως ἔθετο·
5τὸν καὶ ἐτ’ ἀκμαῖον βίοτον λείποντα καθ’ ἥβην κῆδος ὁμοφρονέως πᾶς’ ἐδάκρυσε πόλις.

277

(t)

ΑΛΛΟ.
1Ἄγγελε Φερσεφόνης, Ἑρμῆ, τίνα τόνδε προπέμπεις εἰς τὸν ἀμείδητον Τάρταρον Ἀΐδεω; —Μοῖρά τις αἰκέλιος τὸν Ἀρίστων’ ἥρπας’ ἀπ’ αὔρης ἑπταετῆ· μέσσος δ’ ἔστιν ὁ παῖς γενετῶν.
5—Δακρυχαρὴς Πλούτων, οὐ π[αιγνί]α ἅπαντα βρότεια σοὶ νέμεται; τί τρυγᾷς ὄμφακας ἡλικίης;

278

(t)

ΑΛΛΟ.
1Ἡ Ῥώμη ξ]είνῳ κούφη πέλεν, ἥ σε μάκαιρα εὔνων εἰ]ς οἶκον δεσποτέων ἔθετο. Ὧν ζῶσαν καὶ μνῆ]στιν ὁρᾷς Σατύροιο θανόντος, οὕνεκεν οὐ] πίστις σῆς κατέδυ πόλεως.

279

(t)

ΑΛΛΟ.
a1Τύμβον ὁρᾷς, παροδῖτα, περικλειτῆς Ῥοδογούνης,
a2ἣν κτάνεν οὐχ ὁσίως λάεσι δεινὸς ἀνήρ·
a3κλαῦσε δὲ καὶ τάρχυς’ Ἀβιάνιος ἣν παράκοιτιν,
a4καὶ βαιὴν στήλῃ τῇδ’ ἀπέδωκε χάριν.
b1Ὄνομα τὸ πρίν με πᾶς ἔκλῃσεν Ἐπαγαθώ·
b2νῦν δὲ Ῥοδογούνην βασιλίδος τὸ ἐπώνυμον.

280

(t)

ΑΛΛΟ.
1Οἳ στύγιον χῶρον ὑποναίετε, δαίμονες ἐσθλοί, δέξασθ’ εἰς Ἀΐδην κἀμὲ τὸν οἰκτρότατον, οὐ κρίσει ἐκ Μοιρῶν ἡρπασμένον, ἀλλὰ βιαίως αἰφνιδίῳ θανάτῳ μήνιος ἐξ ἀδίκου,
5ἄρτι μὲν ἐν προκοπῆς τάξει παρὰ δεσπότῃ ὄντα· ἄρτι δὲ καὶ γονέων ἐλπίδ’ ἐμὴν στερέσας, οὐ δέκα πέντ’ ἐτέων, οὐδ’ εἴκοσι τέρμ’ ἐνιαυτῶν ἐκτελέσας, γοερὸς οὐκ ἐσορῶ τὸ φάος. Τοὔνομά μοι Ὕπατος· λίτομαι δ’ ἔτι τὸν συνόμαιμον,
10τοὺς δὲ γονεῖς κλαίειν μηκέτι τοὺς τάλανας.136

281

(t)

ΑΛΛΟ.
1Ξανθίππην Ἀκύλα μνήμῃ βιότου παρέδωκε, βωμῷ τιμήσας σεμνοτάτην ἄλοχον, παρθένον ἧς ἀπέλυσε μίτρην, ἧς ὥριον ἄνθος ἔσκεν, ἐν ἡμιτελεῖ παυσάμενον θαλάμῳ.
5Τρεῖς γὰρ ἐπ’ εἴκοσιν οὗ τελέωσε βίου ἐνιαυτούς, καὶ μετὰ τούσδ’ ἔθανεν τοῦτο λιποῦσα φάος.

282

(t)

ΑΛΛΟ.
1Ἡ πατρὶς μὲν μοὔστι Λύκων πόλις· εἰμὶ δ’ Ἀπολλᾶς ἐν Φαρίῃ γαίῃ θυμὸν ἀποφθίμενος νήπιος· ἡρπάσθην δ’ ἑκκαιδεκάτου ἐνιαυτοῦ ἕκτον ἀωροσύνῃ μῆνα παρερχόμενος.
5Νῦν δ’ Ἀβυδηναίου τὸν Ὀσείριδος ἀμφιπολεύω θῶκον καὶ φθιμένων οὐκ ἐπάτησα δόμους· ἀθανάτων καὶ τέκνα μεμορμένον οἶτον ἔπεισιν, ἀλλ’ οἰκεῖ μακάρων Ἠλύσιον πεδίον· ἔνθ’ ἅμα παισὶ θεῶν μ’ ἀγαγὼν Κυλλήνιος Ἑρμῆς
10ἵδρυσε καὶ Λήθης οὐκ ἔπιον λιβάδα.

283

(t)

ΑΛΛΟ.
1Πατρὶς μὲν Κασσώπα, πατὴρ δέ μοι ἦν Μενέδημος, μάτηρ δ’ ἐξετέκνωσεν Ἀριστοκράτει’ Ἐχενίκαν· δισσὰ δὲ τέκνα λιποῦσαν ὁ παντοβαρὴς λάβε μ’ ᾍδης ἄκριτον, ἄστοργον θηρὸς ἔχων κραδίην.
5Ἀνδρὶ δὲ τέκν’ ἔλιπον Λυσιξένῳ, ἠδὲ γονεῦσιν ὀρφανὰ ταῦτα τρέφειν ματρὸς ἔρημα νέας, ἡμετέραν δ’ ἀρετὰν οὐ φθέγξομαι, ἁ γὰρ ἀτέρμων πᾶσά τοι Ἤπειρος γαῖα φέροπλος ἐρεῖ.

284

(t)

ΑΛΛΟ.
1Ἥδ’ Εὐνοστιδέων θήκη, ξεῖνε, Εὔφρονα κρύπτει χρηστὸν, ὃς ἐν ζωοῖς ἤπι’ ἔκευθε νόῳ καὶ δὲ σέο κρύπ[τει κάλλος ν]έον [ἡ κόνις ἥδε χρηστὴν, ἣ ...........

285

(t)

ΑΛΛΟ.
1Ἄρτι γενειάσκων Μούσαις φίλο[ς, ἐσθλὸς ἑ]τ[αίροις κεῖμαι ἀδελφειῶν ὕστατος α........ ὧν ὁ μὲν ἐν Κύπρῳ μοῖραν λάχε.........

286

(t)

ΑΛΛΟ.
1Ἄρτι ν]έας βαίνουσαν ἐς ἐλπίδας, ἄρτι τὰ θεῖα στέμματα Κα[ρν]ε[ί]αις δερκομέ[νην θυσίαις Μοῖρα θοὴ μάρψασα παρ’ ἀνέρος ἥρπασε κόλπων, οἷά τις ἰοβόρος διψὰς ἔχι[δνα φιλεῖ,
5Σμύρναν τὰν φιλότεκνον· ἐπ’ ἀνδρὶ δὲ παῖδα λέλοιπα ὀκταέτιν· θνήσκω δ........... μναμόσυνον προλιποῦσα πόσι κατὰ δῶμα θύγατρα
Μαινίῳ· ὑψίστου δ’ ἠρίον ἄ]γχι Διός· ἐνθάδε γάρ με σύνευνος ἔθηκ’ Ἀπολλώνιος καὶ137
10 τοῦτό μου ἐν νούσοις δῶρον [ἄριστον ἔην. Ἥρ]πακεν οὖσαν ἄμεμπτον, ἀφ’ οὗ σέβας εἶχον ἄνακτος ζῶσα καὶ ἐν φθιμένοις τοῦτό γε δασα[μένη. Τοίνυν οὐ τύμ[βο]ν κατὰ γῆς, μακάρων δὲ λέλογχα χῶρον καὶ τὰ θεῶν δώματα χρυσοπαγῆ.

287

(t)

ΑΛΛΟ.
nΘ. Κ.
1Μαργαρίδος τόδε σῆμα ἑῆς Εὔηνος ἔτευξεν εἵνεκα μνημοσύνης τῆς φιλίης ἀλόχου. Κούρην γάρ μιν ἔγημεν ἔτη τρία καὶ δέκ’ ἔχουσαν· πεντήκοντα γάμων δ’ ἔτεα πλησαμένη
5κάτθανεν, ἑξήκοντα τριῶν ἐτέων γεγαυῖα, εὐφράνασα πόσιν παντὶ ἑῷ βιότῳ.

288

(t)

ΑΛΛΟ.
1Μάγνης ἐκ Φρυγίης· Σκυθίη δέ με παρθένος ἁγνή ἔτρεφ’ ἐλαιηρῷ Μανθίῳ ἐν πεδίῳ παλίσκιον λιπόντα Μαγνήτων πόλιν.

289

(t)

ΑΛΛΟ.
1Πωπιλίης τάφος οὗτος· ἀνὴρ δ’ ἐμὸς αὐτὸν ἔτευξεν Ὠκεανὸς, πάσης ἐμπέραμος σοφίης. Κούφη τοίγαρ ἐμοὶ πέλεται κόνις· ἐν δ’ Ἀχέροντι ὑμνήσω τὴν σὴν, ὦ ἄνερ, εὐσεβίην.
5Μέμνεο κἠν ζωοῖς ἐμέθεν, καὶ πολλάκι τύμβῳ σπεῖσον ἀπὸ βλεφάρων δάκρυ’ ἀποιχομένῃ, καὶ λέγε Πωπιλίην εὕδειν, ἄνερ· οὐ θεμιτὸν γὰρ θνήσκειν τοὺς ἀγαθοὺς, ἀλλ’ ὕπνον ἡδὺν ἔχειν.

290

(t)

ΑΛΛΟ.
1Οὐ φιλία κέκληκε τριακοστῷ λυκάβαντι ἡ Μοῖρ’ ὠδίνων φόρτον ἀειρομένην Πώλλαν πολλὰ λιποῦσαν ἀπεχθέα δάκρυα μητρί· μητέρα τὴν μήπω πικρὸς ἔμαρψ’ Ἀΐδης.

291

(t)

ΑΛΛΟ.
nΚ. Θ.
1Ἐνθάδε Κυμαίων κεῖμαι καλῆς ἐπὶ γαίης ἡλικίης τελέσας δὶς δέκα καὶ δύ’ ἔτη.

292

(t)

ΑΛΛΟ.
1Θειοτέλου[ς] τόδε Σᾶμα, τὸν ἤροσεν ἁ φερέκαρπος Ποιμάνδρου γενεὴ, τίμιον Ἐννεότα· τ]ὸν καὶ χθὼν ἐδάκρυσεν, ἐπεὶ φάος ἔσβεσεν ᾍ[δης λαμπρὸν ἀριζάλου φαινόμενον σοφίης.
5Ἆ θνατοὶ, κραδίην φ[αύ]λην ἔχετ’, ἢν δὲ νοῆτε
κρέσσονα, [β]ασκαίνει τοῖς ἀγαθοῖ[ς Ἀΐδης.138

293

(t)

ΑΛΛΟ.
1Τὸν Χαρίτων με [γ]έμοντ’ ἐσορᾷς κλεινὸν Χαρίτωνα, μοῖραν ἀναπλήσαντ’ Αὐσονίῃ ἐνὶ γῇ· τίκτε δὲ Σαρδονίη με [πε]ρίρρυτος, ἐν δ’ ἄρα Τάρσῳ πίστιν ἔχον ταβούλης χρήματος Αὐσονίου.
5Ἀλλ’ ἄρ’ ἐσαθρήσας φωτὸς δέκα τρὶς λυκάβαντας πρὸς πέντε, φθίμενος τήνδ’ ἐπίκειμαι κόνιν.

294

(t)

ΑΛΛΟ.
1Χρῆμα τὸ πᾶν Θείας, βαῖας κυνὸς, ἠρία κεύθει, εὐνοίας, στοργῆς, εἴδεος ἀγλαΐαν· κούρη δ’ ἁβρὸν ἄθυρμα ποθοῦς’ ἐλεεινὰ δακρύει τὴν τροφίμην, φιλίας μνῆστιν ἔχους’ ἀτρεκῆ.

295

(t)

ΑΛΛΟ.
1Ὤλετ[ο πον]τοπόροις θυμὸ[ν τέρ]ψασα δ’ ἀηδὼν ἀθανάτοις, κόλπῳ Κυπρί[δος ᾀ]σομένη.

296

(t)

ΑΛΛΟ.
1Δακρυόεις ἀλόχῳ Γλυκέρᾳ τόδε σῆμα προμοίρῳ τεῦξα Γαλακτῖνος ἀρτιθαλεῖ φθιμένῃ.

297

(t)

ΑΛΛΟ.
1Τραϊανοῦ τάφος οὗτος, ὃς εὐσεβὲς εἶχε νόημα.

298

(t)

ΑΛΛΟ.
1Βάσσος ἐγὼν ὅδ’ ἐκεῖνος, ὃν ἔκτανε Δύσφορος ἀνήρ.

299

(t)

ΑΛΛΟ.
1Καλλίτεκνον σεμνὴν ὅδε τύμβος ἔχει σε, Ἀφροδίτη.

300

(t)

ΑΛΛΟ.
nΘ(εοῖς) Κ(αταχθονίοις).
1Εὕρεσιν ἐνθάδε γῆ κατέχει θανάτοιο λαχοῦσαν μητέρα τὴν εὔτεκνον· εὐδαίμονες παροδῖται.

301

(t)

ΑΛΛΟ
nΘ(εοῖς) Κ(αταχθονίοις).
1Μήτηρ μοι σεμνὴ Διδύμα παρακοιμηθεῖσα· ἑπτὰ δὲ δίς μ’ ἐτέων Δημήτριον αἶα κέκευθεν.

302

(t)

ΑΛΛΟ.
a1Γῆρας ἐρημώσασα πατρὸς νέκυς ἐνθ[άδε κεῖμαι
a2Καλλιτύχη, φθονερῷ δαίμονι χρησαμ[ένη·
a3Μοῦσαι δὲ εὐχωλαῖσι ἐπήκοοι οὐ]κ ἐγένοντο
a4πατρὸς ἐμοῦ ζακόρου· μοῖρα δ’ ἔχει με [πέδῳ
a5Ἀσκραίῳ κρύψασα· τίς ἐλπίδας οὐ[κ ἐδάκρυσεν
a6τὰς ἀτελεῖς γονέων, εἰς ἐμὲ δερκόμε[νος;139
b1Σουλπικίου ζακόροιο λυγρὰ παῖς ἐνθ[άδε κεῖται
b2Καλλιτύχη, δύ’ ἐτῶν πλησαμένῃ [δεκάδας.

303

(t)

ΑΛΛΟ.
1Ἦν τις ἐμὰν μετὰ μοῖραν ἐμὸν βίον ἐξερεήνῃ, χὥτις ἔην, τί δ’ ἔρεξα, καὶ οὔνομα πατρίδος ἁμῆς, μανύσ[ει λίθ]ος ἅδε καὶ ἐσσομένοισιν ἀκούην· πάτρα μοι πέλεται ματρόπολις Εὐξείνοιο,
5ἄστυ περικλήϊστον ἐϋμελίαο Τόμ[οιο. Οὔνομα δ’ ἦν Σκλάδατος, τέχναν δεδάη[μαι ἄνακτος Ἱπποκράτους θείοιο καὶ ἐσσομένοισιν ἀκούην.

304

(t)

ΑΛΛΟ.
1Καππαδόκων ἔθνους πολυανθέας οἴδατ’ ἀρούρας· κεῖθεν ἐγὼ φυόμην ἐκ τοκέων ἀγαθῶν· ἐξ[ό]τ[ε] τοὺς λιπόμην, δύσιν ἤλυθον ἠδὲ καὶ ἠῶ· οὔνομά μοι Γλάφυρος καὶ φρενὸς εἴκελον ἦν.
5Ἑξηκοστὸν ἔτος πανελεύθερον ἐξεβίωσα καὶ καλὸν τὸ τύχης καὶ πικρὸν οἶδα βίου.

305

(t)

ΑΛΛΟ.
1.......φίλα δέ με γεί[νατο μήτηρ, Πρῖμος δ’ οὔνομά μοι, [Μαντινέη] δὲ πάτρη. Εἰκοστὸν λυκά[βαντα καὶ] ὄγδοον οὐκ ἔτι πλήσας, ἥρπασμαι, γαμετῇ παῖδα λιπὼν Ἰόλην.
5Οὐδὲ λα]θεῖν εἴα με [τ]αχὺς δρόμος οὐδὲ [παλαίστρης κῶμος· ἐν εἰλαπίναις δ’ ἐσθλὸς [ἀεὶ κλέο]μαι. Ταῦτα μαθὼν, ξένε, πῖνε, γ[έλα, κώμ]αζε, μυρίζου· κοινὰ γάρ ἐστι [βροτο]ῖς ταῦτα τὰ συνθέματα.

306

(t)

ΑΛΛΟ.
1Σπενδοφόρῳ τόδε σᾶμα κλυτοὶ τεύξαντο τροφῆες, δωδεκέτους Μοιρῶν οἶμον ἀμειβομένου.

307

(t)

ΑΛΛΟ.
1Μητρὸς καὶ θυγατρὸς παιδός τ’ ἔτι τύμβος ὅδ’ εἰμί, οἳ λάχον ὠκίστην ἄτραπον εἰς Ἀΐδην, ὧν ὁ μὲν ἐν κούροισιν Ἀλεξάνωρ ἐκαλεῖτο, ἡ δ’ Ὑγίεια, γάμου πρόσθεν ἀποφθιμένη.
5Ἄρρενι δ’ ἠϊθέῳ παιδείην ὤπασε Μοῦσα, ἣν Ἀΐδης φθονερὸς νόσφισεν αὐξομένου. Καὶ μήτηρ μὲν ἔχει παῖδας δύο, τρισσὰ δὲ πένθη νῦν κλαίει γαμέτης ἄμμιγα καὶ γενέτης.

308

(t)

ΑΛΛΟ.
1Κεκροπία μὲν ἐμοὶ σαόφρων πέλει, ὦ ξένε, μήτηρ, ξυνὸν γῆς πατρίας οὔνομ’ ἐνεγκαμένη, ἐκ δὲ πατρὸς γενόμην μεγακύδεος ἐν Κεκρόπεσσι
Θειοφίλου προγόνοις καὶ γένει εὐπατρίδου.140
5Οἷς βρε]φέων καὶ πρὶν μὲν ἀνήρπασεν ἄγριος αἶσα τερπνῶν] παρθενικὴν ἄνθος Ἀθηναΐδα· ἀμφὶ δ’ ἐμεῦ καὶ δῆμος ἅπας ἐδάκρυσεν Ἀθήνης, εἵνεκεν ἡλικίας τ’ ἠδὲ σαοφροσύνης, καὶ κάλλευς μελέων ἀνδρηΐου· ὥς τε μάλιστα
10 παιδείᾳ πινυτῇ καὶ σοφίῃ μελόμην. Δάκρυα δ’ οὐ ψύχει γενέτης ἐμὸς οἰκτρὸς, ὀλέσσας εὐφροσύνην βιότου καὶ χέρα γηροκόμον. Μέτρον μοι ζωῆς ἔτη εἴκοσιν, οὔνομα Φαῖδρος· χήρας Λευκείας λέκτρ’ ἀλόχου λιπόμην.
15Κούρην δ’, ἣν τέκομεν, γεραροὶ κομέουσι τοκῆες βαιὴν ἀντὶ τόσης δύσμοροι ἀγλαΐης.

309

(t)

ΑΛΛΟ.
1Ἄρτι με νυμφιδίων ἀπὸ δύσμορον ἥρπασε παστῶν δαίμων ἐς τριτάτην νεισόμενον δεκάδα, ἀρτιβίου περόωντα κατ’ εὐκλέα θέσμια δόξας στυγνὸς ἄπαιδα δόμοις ἀμφεκάλυψ’ Ἀΐδης
5Ἀντιφόωντα, γοναῖσι Σοφοκλέος ὃν τέκε μάτηρ Ἥρω, τᾷ λιπόμαν οὐ τέκος, ἀλλὰ τάφον. Αἰαῖ, τίπτε, Τύχα, με τὸν εὐκλέα πατρίδι κόσμον, τλάμονα δυσπενθὴς ὠρφάνισας βιότου;

310

(t)

ΑΛΛΟ.
1Ὁ τύμβος ἐσθλὸν υἷα τὸν Σοφοκλέος Εὐρυμενίδην κέκευθεν, ᾧ βίου μόνα ἐτῶν διεξάμειπτο διπλόα δεκάς· κατεῖδε δ’ οὔτι νυμφικῶν ἐφίμερον
5παστὸν γάμων πάρεδρον, ἀλλ’ ὑπ’ ὀλβίων σφαλεὶς μελάθρων στυγνὸν ἦλθ’ ὑπ’ Ἀΐδαν, δυσπενθὲς Ἡροῖ ματρὶ καὶ συναίμοσι λιπὼν φίλαισιν ἄλγος· ἁ δ’ ἁλιστεφὴς δόξας ἕκατι τῷδε πατρία Θάσος
10τὰ σεμνὰ τιμᾶς δῶρ’ ἔνειμεν εὐκλέους.

311

(t)

ΑΛΛΟ.
1Οὐ γάμον, οὐχ ὑμέναιον ἐμοὶ [φίλα ἄνυσε μάτηρ Ἥρω, ἀποφθίμενον δ’ ἐστενάχησε γόοι[ς, εἰκοστὸν τανύσαντ’ ἐτέων δρόμον· ἄμμε δ’ ὁμ[αίμους, τλάμονες, ἐν δισσοῖς μησὶν ὅδ’ ἔσχε τάφος·
5πατρὸς δ’ εὐόλβοιο Σοφοκλέος ἄρσενα γ[ένν]αν ὠκύμορον φθιμέναν ἐστενάχησε Θάσος· μάτηρ δ’ ἁ μεγάλ[αυχος] ἐφ’ υἱάσιν, ἁ πάρος εὔπαις, οὐχὶ τέκη, κω[φοὺς δ’] ἀντὶ δέδορκε τάφους.

312

(t)

ΑΛΛΟ.
1Ἴδριν Ἀθηναίης πάντων Διονύσιον ἔργων
ἡ ξείνη Πατάρων γῆ με λαβοῦσα κρατεῖ Τμώλου ἀπ’ ἀμπελόεντος· ἔχω δὲ κλέος καὶ ἐν αὐτοῖς ὠδείῳ μεγάλην ἀμφιβαλὼν ὀροφήν.141

313

(t)

ΑΛΛΟ.
n[Αὐρη]λία Ζμύ[ρ]να, χαῖρε.
1Ζμύ]ρνης οὗτος ὁ τύμβος, ὃν εἰσοράᾳς, π]αροδῖτα, ἔστι π]αρὰ φθιμένοις [ἀέ]ναος θάλαμος· ἣν γονέες πενθοῦντες ἐπὶ τριόδου κατέθαψαν, ἑξαέτη λυ[γ]ρὴ[ν] μοῖραν ἐνεγκαμένην.

314

(t)

ΑΛΛΟ.
1Πᾶσι θεοῖς θύσας καὶ σωθεὶς πάντοθ’ ὑπ’ αὐτῶν εἰς τύμβον κεῖμαι ἐννέ’ ἔχων δεκάδ[α]ς.

315

(t)

ΑΛΛΟ.
1Πάνθ’ ὅσα τοῖς χρηστοῖς φθιμένοις νόμος ἐστὶ γενέσθαι, τῶνδε τυχὼν κἀγὼ τόνδε τάφον κατέχω.

316

(t)

ΑΛΛΟ.
1Οὔνομα Θεσμοφάνην με πατὴρ φίλος ἡ δ’ ἅμα μήτηρ κίκλησκον, δυεροῦ πρὶν θανάτοιο τυχεῖν· ἑπτὰ δέ μοι Μοῖραι περιτελλομένους ἐνιαυτοὺς ἐκλώσαντο μίτοις, ἄτροπα γραψάμεναι.
5Ν]αὶ [μὴ]ν καὶ πάντων με καλῶν, ὅσα παισὶ φερίστοις, πλῆσεν προφρονέως κλεινὸς ἐμεῖο πατήρ. Πάσας γὰρ λοιβάς τε καὶ ὅσσα μέμηλε θεοῖσιν; εἵνεκ’ ἐμῆς ψυχῆς οὐ λίπε, μειλιχίοις. Καὶ γάρ μ’ Εὐμ[όλποιο] θυηπόλοι, εἰρεσιώνην
10 τε]ύξαντες, [μεγάλην ὤπ]ασαν εὐκλεΐην· στέμμα δὲ [καὶ κισσοῖο] Διωνύσου θιασῶται πυρφόρ[οι] ἐ[ς τόδε μοι μνῆμα] κατεξετέλουν. Ἦ] ῥα καλὸν [σ]έ[βας εἴμ’, εἰ μὴ ψευδ]ὴς λόγος ἀνδρῶν παῖδας [ἀποθνήσκειν, οὓ]ς φιλέουσι θεοί.
15Τοὔνεκά μοι, πάτερ ἐσθλὲ, φανήσει· μηκέτι σεῖο τειρόμενος γλυκερὴν τρῦχε χρόνῳ κραδίην.

317

(t)

ΑΛΛΟ.
1Τερπνῆς ἄνθος ἐφηβείης] φίλον ὤλεσα Πρίσκος, ἕβδομον [ἡν]ίκ’ ἔτος κακὸν ἤλυ[θε]· δὴ τότε γάρ με δακρυόεις Ἀΐδης σὺν [Ὀ]ρειάσιν ἠΐστωσεν· τύμβος δὲ στονόεις ὅδε [μ’] ἴσχει, ὅς ῥα τέτυκται
5ἀγχοῦ Νυμφάων, ὅθεν α[ἰεὶ] ἄστυ Ἀθήνης πᾶσιν [ἀπ]αγγελέει [μ]ε παρο[ῦσιν τ’] ἐσσομένοις τ[ε.

318

(t)

ΑΛΛΟ.
1Ἀττικοῦ Ἡρώδης Μαραθώνιος, οὗ τάδε πάντα
κεῖται τῷδε τάφῳ, πάντοθεν εὐδόκιμος.142

319

(t)

ΑΛΛΟ.
1Τόνδ’ ἀρετῇ προὔχοντα νέων, φίλον ἀθανάτοισι, μουσοπόλον Φιλότιμον, ὁμώνυμον υἱέα πατρί, Σύμφορος ἐσθλὸν ἑταῖρον ἀνέστησεν συνέφηβος, πίστιν καὶ ζώοντι φέρων, μνήμην τε θανόντι.

320

(t)

ΑΛΛΟ.
1Ζήσας ὡς δεῖ ζῇν ἀγαθὸς δ’ ἐν ἅπασι νομισθεὶς Θρέπτος ἀκμὴν νέος ὢν ᾤχετ’ ἐς ἡμιθέους.

321

(t)

ΑΛΛΟ.
1Θρέπτος ὁ παῖς Μούσαις ἀρέσας, ὃν ἐπῄνεσεν Ἑλλὰς καὶ περίφρων Ἀσίη καὶ νοεροὶ βασιλεῖς, οὐκέτι ταῖς θυμέλαις ταῖς εὐστεφάνοις παρεδρεύω, τερπνὰ μέλη κελαδῶν τοῖς λιγυροῖσι χοροῖς·
5οὐδὲ σύνευνον ὁρῶν φιλοσύγγαμον οὐδὲ τὰ τέκνα, κεῖμαι τοῦτον ἔχων οἶκον ὑπαΐδιον. Παροδῖτα, χαῖρε.

322

(t)

ΑΛΛΟ.
1Ὧδ’ Ἐπάφου γέννημα σοφοῖς ἐπιείκελος ἀνήρ, κεῖμαι, Ῥωμαίων σπέρμα πολυκτεάνων, κλῃζόμενος Δέκιμος Σερουΐλιος, εἰς ἔτη ἐλθὼν ἐννέα που δεκάδων καὶ τρία, ὡς ἔλεγον.

323

(t)

ΑΛΛΟ.
1Ἑκτόρεον τύμβον [τ]ὸν ἐθαύμασε θεῖος Ὅμηρος. ..................

324

(t)

ΑΛΛΟ.
1Ἶσόν τοι τοκεέσσι Θράσων γέρας ὤπασε [τιμᾷ Θευγένει ἀντ’ ἀγαθᾶς τοῦτο διδασκαλίας, ἐσθλὰ δαεὶς Παίωνος ἀλεξητήρια νούσων, οἷς πολλοὺς θανάτου ῥύσατο καὶ καμάτων.
5Ἀλλά τις αἰνείτω τὸν ἀεὶ χρόνον ἀνέρα τοῦτον, ὅς κε φίλου λάθαν μηδὲ θανόντος ἔ[τλα.

325

(t)

ΑΛΛΟ.
nὉ δῆμος Ληναῖον Ἀρτεμιδώρου.
1Καὶ τὸ πρὶν ἐν πολέμοις τηρῶν πύργον, παροδῖτα, καὶ νῦν τηρήσω, ὡς δύναμαι, νέκυς ὤν.

326

(t)

ΑΛΛΟ.
1Τρινακρίη γαίη με λοχεύσατο, τοὔνομα Οὐήραν, σωφροσύνης βιότῳ κῦδος ἐνεικαμένην· κουρίδιος δὲ πόσις κρύψε χθονὶ τῇδε καλύψας δακρυχέων ἐπ’ ἐμοὶ συχνὸν ἀπὸ βλεφάρων,
5κηδεύσας ἀρετῇς ἀντάξιον ἡμετέρῃσιν
ἡλικίης ἐτέων εἴκοσι καὶ τετόρων. Ὦ θνητῶν ὀλίγος τε βίος καὶ ἄφευκτος ἀνάγκη, ὥς με τάχος βιότου νόσφισε καὶ γαμέτου.143

327

(t)

ΑΛΛΟ.
1Ἀντιοχῆ Θεμίσωνος ἀεθλοφόρον κόνις ἥδε κεύθει δωδεκέτη παῖδα Θεμιστοκλέα, ὃς βουλὰν καὶ θάρσος ἔχων ἴς’ ὁμωνύμῳ ἀνδρί θν]ήσκει τὴν Μοιρῶν οὐ προφυγὼν δύναμιν.

328

(t)

ΑΛΛΟ.
1Δμωῒς δρηστοσύνῃσι κεκασμένη οἷσι ποθεινή θρεψαμένοις, τύμβου τοῦδε θανοῦς’ ἔλαχεν.

329

(t)

ΑΛΛΟ.
n1Ἀρτεμίδωρος Εἰαρίνῳ καὶ Σπόρῳ τοῖς ἀδελφοῖς
n2μνείας χάριν.
1Τῇδε καταφθιμένους διδύμους δύο φῶτας ἀρίστους Εἰάρινον τύμβος καὶ Σπόρον εἷς ἔλαχεν· πατρὶς δ’ Ἡράκλεια, καὶ Ἀρτεμίδωρος ὁ τεύξας λάϊνον ἀμφοτέροις βωμὸν ὕπερθε τάφου.

330

(t)

ΑΛΛΟ.
1Σῆμά με Νυκτελίοιο νεοστεφὲς οἰχομένοιο δυστήνων ὁράᾳς δακρυόεν τοκέων.

331

(t)

ΑΛΛΟ.
1Ἐξ ἀγαθῶν πατέρων ἀγαθὸς φὺς ἐνθάδε κεῖται.

332

(t)

ΑΛΛΟ.
1Ἦλθον ἐς ἀθανάτους πολλοὶ κατ’ Ὀλύμπιον ἕδρην ἀλλὰ θεὸς τούτων ἐστὶ πατὴρ ὁ μέγας, ὃς κόσμον διέταξε, Σελήνην νυκτὶ κελεύσας πείθεσθαι, Τιτᾶν’ ἡμεριναῖς χάρισιν·
5ᾧ πεισθεῖσα δέμας μὲν ἐπὶ χθονὸς ἧς ἀπετέχθην λείπω, τὴν ψυχὴν δ’ ἀθανάτην ἔλαχον. Ἐν γαίῃ μὲν σῶμα τὸ συγγενὲς, οὐράνιος δὲ ἤλυθεν ἡ ψυχὴ δῶμα κατ’ οὐ φθίμενον. Κεῖται μὲν γαίῃ φθίμενον δέμας, ἡ δὲ δοθεῖσα
10 ψυχή μοι ναίει δώματ’ ἐπουράνια. Ἀθάνατος ψυχὴ τὰ μὲν οἰκία τῶν ἐν Ὀλύμπῳ ναίω, σῶμα δ’ ἐμὸν γαῖα φέρει φθίμενον. Ἓν μὲν ὑπ’ ἀγκαλίσιν φέρομαι τέκνον ἑνδεκέτηρον Εὐόδῳ, ὃς πόσις ἦν ὁππότ’ ἔναιε δόμους,
15τεσσαρακονταέτης δὲ πρὸς οὐρανὸν ἀστεροέντα ἤλυθον, ἐν γαίῃ σῶμ’ ἐμὸν ἐνθεμένη.

333

(t)

ΑΛΛΟ.
nΕἰς τὸν αὐτόν.
1Τοῦτ’ Εὔοδος βροτοῖς πᾶσι παραινῶ· Τὴν ψυχὴν μεγάλως καλόν τ’ ἔκθες, καὶ τρυφῇ βίοτον παρηγόρησον,
εἰδὼς ὡς καταβὰς ἐς πῶμα Λήθης,144
5οὐδὲν τῶν ἐπάνω κάτω ποτ’ ὄψει, ψυχῆς ἐκ μελέων ἀποπταθείσης.

334

(t)

ΑΛΛΟ.
1Ἡρπάχθη Μεγάρα Μάρκου· αἰεὶ δὲ προσεῖπεν κουρίδιον γαμετὴν, [σ]ῶμα φίλον, φθαμένη. Ἡρπάχθη, δαίμων δὲ πικρῆς οὐ λήθετο μοίρης, ἅμα καὶ ἐν μεγάροις υἱέα λειπόμενον
5Ῥοῦφον ἄφνω ἥρπαξε, δόμους δ’ [ἔκδ]υς’ ἐλεεινούς· κήδεσι καὶ γοερὴ πᾶς’ ἐδάκρυσε πόλις. Ἀλλὰ τύχης οὐκ ἔστι φυγεῖν ἀμε[τά]τροπα δῶρα, Μάρκε· τ[ί]ς ἀπλήστου πένθεος ὠφελίη; Τέτλαθι, καὶ γὰρ ἄνακτες, ἀ[μει]δήτῳ ποτε πένθει
10κύρσαντες, τοίης ἄλγος ἔχους’ ὀδύνης.

335

(t)

ΑΛΛΟ.
1Νυμφιδίου θαλάμοιο λιπὼν δυσπενθέα κόσμον, καὶ γονέων οἰκτρῶν δακρυόεντα δόμον, κεῖμαι ἐς αὐχμηροὺς καὶ ἀλαμπέας Ἀΐδος εὐνάς, εἰκοσιτέσσαρ’ ἔχων Κασσιόδωρος ἔτη.
5Ἀπροϊδὴς νοῦσός με συνήρπασε· μουνογενῆ δὲ νηπίαχον κούρην λείπω ὑπ’ ἠέλιον.

336

(t)

ΑΛΛΟ.
1Τὸν τάφον ἠργάζοντο γεραιοτέροις· ὁ δὲ δαίμων νηπίου ἀντεβόλης’ ἑπταετε[ῖ] κλίματι. Συγγενέες γενέται τε ὁμοῦ ὃν ἔθρεψαν ἔθαψαν Γάϊον· ὦ μερόπων ἐλπίδες οὐ μόνιμοι.

337

(t)

ΑΛΛΟ.
1Ἄρτι με γευόμενον ζωᾶς βρέφος ἥρπασε δαίμων, οὐκ οἶδ’ εἴτ’ ἀγαθῶν αἴτιος, εἴτε κακῶν. Ἀπλήρωτ’ Ἀΐδα, τί με νήπιον ἥρπασας ἄφνω; τί σπεύδεις; οὔ σοι πάντες ὀφειλόμεθα;

338

(t)

ΑΛΛΟ.
1Ἄρτι γενειάζοντά μ’ ὁ βάσκανος ἥρπασε δαίμων· ὀκτωκαιδεκέτης ἔστιχον εἰς Ἀΐδην· μῆτερ ἐμὴ, θρήνων ἀποπαύεο, λῆξον ὀδυρμῶν καὶ κοπετῶν· Ἀΐδης οἶκτον ἀποστρέφεται.

339

(t)

ΔΙΟΝΥΣΙΟΥ ΜΑΓΝΗΤΟΣ.
1Φράζε τίνος γονέος, σέο τ’ οὔνομα καὶ πόσιν αὔδα, καὶ χρόνον εἰπὲ, γύναι, καὶ πόλεως ὅθεν εἶ. —Νίκανδρος γενέτωρ, πατρὶς Πάρος, οὔνομα δ’ ἦν μοι Σωκρατέα· φθιμένην Παρμενίων δ’ ἔθετο145
5σύλλεκτρος τύμβῳ με· χάριν δέ μοι ὤπασε τήνδε, εὐδόξου ζωᾶς μνῆμα καὶ ἐσσομένοις. Καί με πικρὰ νεαροῖο βρέφους ἀφύλακτος Ἐριννὺς αἱμορύτοιο νόσου τερπνὸν ἔλυσε βίον· οὔθ’ ὑπ’ ἐμαῖς ὠδῖσι τὸ νήπιον ἐς φάος ἦγον,
10ἀλλ’ ὑπὸ γαστρὶ φίλᾳ κεύθεται ἐν φθιμένοις. Τρισσᾶς ἐκ δεκάδος δὲ πρὸς ἓξ ἐτέων χρόνον ἦλθον, ἀνδρὶ λιποῦσα τέκνων ἀρσενόπαιδα γονάν· δισσὰ δὲ πατρὶ λιποῦσα καὶ ἱμερτῷ συνομεύνῳ, αὐτὰ ὑπὸ τριτάτῳ τόνδε λέλογχα τόπον.
15Ἀλλὰ σὺ παμβασίλεια θεὰ, πολυώνυμε Κούρα, τήνδ’ ἄγ’ ἐπ’ εὐσεβέων χῶρον, ἔχουσα χερός· τοῖς δὲ παρερχομένοισι θεὸς τέρψιν τινὰ δῴη, εἴπασιν χαίρειν Σωκρατέαν κατὰ γῆς.

340

(t)

ΑΔΕΣΠΟΤΟΝ.
nὉ δῆμος Λεοντεῖ Εὐρυδίκου ἥρωι.
1Τὸν δ’ ἀρετὰν ἀμείψασα Λεοντέα Εὐρυδίκοιο τίμησεν πάτρα γυμνάδος ἐν τεμένει· ἄρτι γὰρ ἐκ χλαμύδος νεοπενθὴς ὤχετ’ ἐς ᾍδα ὀκτωκαιδεκέτης, ματρὶ λιπὼν δάκρυα·
5ὃν στεφάνῳ τίμησε πόλις καὶ σήματι τῷδε μανύους’ ἀγαθῶν καὶ προγόνων ἀρετάν. Ὦ Μοίρας ἄτρυτοι ἀναγκαστῆρες ἄτρακτοι, τὸν ἱερὸν πέμψαιτ’ εἰς δόμον εὐσεβέων.

341

(t)

ΑΛΛΟ.
1Ἐνθάδε Σώτηρον Χαιρωνέα χαλκεοτέχνην Αἰδηψοῦ δ[άπε]δον τὸν φίλιον κα[τέχ]ει, ἀντ’ ἰδίας πατρί[δος γ]ὰρ ἐπῄνεσεν ἐνθ[άδε ναί]ειν ταῖς ἱλαραῖς αἰ[ὲν ᾐόσι τερπόμενος.

342

(t)

ΑΛΛΟ.
1Σῆμα τόδ’ ἥρωος [ὁ] πατὴρ παρὰ ταῖσδε πύλαισιν Πυθικὸς ἵδρυσεν παιδὸς ἐπὶ φθιμένου, Ῥήτρου πᾶ[σι φί]λου, [κα]λοῦ, πινυτοῖο καὶ ἐσθλοῦ,
τοῦ νεα]ροῦ, βιοτῆς τυτθὸν [ἐπαυρομένου].146

343

(t)

ΑΛΛΟ.
1Κόδρου τοῦτο πέσημα Μελανθείδαο [ἄνακτος, ξεῖνε, τὸ καὶ μεγάλην Ἀσίδα τειχίσα[το, σῶμα δ’ ὑπ’ ἀκροπόληι φέρων τάρχυσεν Ἀθήνης λαὸς, ἐς ἀθανάτους δόξαν ἀειράμε[νος.

344

(t)

ΑΛΛΟ.
1Ἐλπὶς ἐμοίγ’ ὄνομ’ ἐ[στὶ], πατρὶς δ’ Ἀσίης προὔχουσα Λαοδίκει’, ἔθανον δ’ ὀκ[τω]καιδεκέτις.

345

(t)

ΑΛΛΟ.
1Παρθενόπην κύνα θάψεν ἄναξ ἑὸς ᾗ συνάθυρεν, ταύτην τερπωλῆς ἀντιδιδοὺς χάριτα. Ἔστ’ ἆθλον στοργῆς ἄρα καὶ κυσὶν, ὥς νυ καὶ ἥδε εὔνους οὖσα τροφεῖ σῆμα λέλογχε τόδε.
5Ἐς τόδ’ ὁρῶν χρηστὸν ποιοῦ φίλον, ὅς σε προθύμως καὶ ζῶντα στέργοι καὶ νεκρὸν ἀμφιέποι.

346

(t)

ΑΛΛΟ.
1 .................. ....... βιοτὴν [γ]αίῃ ἐν Αὐσονίῃ. Αἰεὶ δὲ μνήμῃ σε φυ[λά]ξομεν ὡς παρέοντα εἵνεκεν ἰ[θ]είας εἵνεκά τ’ ἀγλαΐης·
5ο[ὐ]δὲ μὲν ἐν θαλίῃ σέο λησόμεθα, οὐδὲ παλαίστρᾳ, ἀμφοτέρης ἀρετῆς σῆς ἐ[π]ιδευόμενοι. Οἲ ὡς μὲν θαλίῃσι λυροκτύπος, ὡς δὲ κραται[ῇ ἀμφὶ π[ά]λῃ βιότου [ἄν]θος ἔχων ἔθανες.

347

(t)

ΑΛΛΟ.
nΣαββίων Στεφάνου.
1Ἐφθάσθης, δύστανε, τύχης δηλήμασι, καί σευ πάντα λέλειπτ’ ἀρετῆς, οἷς ἔπι τρυχόμεθα, ἦθος, νοῦς, ἀκμή· Μοῦσαι δέ ς’ ἀειδέμεν ἡμῖν τέρπουσαι νυνὶ θρηνολογοῦσι, τάλαν.
5Ματέρι πένθος ἔφυς, λύπα πατρί· οἷα δὲ δένδρου κλὼν νῦν ἐκλάσθης ἔνδρομος εἰς Ἀΐδαν, Σάββιον· ἀλλ’ ἔστω σοὶ ὁ πᾶς κοῦφος λίθος, ὥστε πᾶσι πάρος ζώων ἦς σὺ προσηνότατος.

348

(t)

ΑΛΛΟ.
a1Ἐτῶν δ]εκοκτὼ, μονογενῆ καὶ παρθένον
a2Θεοδο]σίαν ἔθαψε Δωρόθεος πατὴρ,
a3ἣν μ]ελλόνυμφον Τυβὶ μηνὸς εἰκάδι
a4νηλεὲς, ἀνῄρεις, δαῖμον, ὃς τὸν ἔμπαλιν
a5οἷ νόστον οὐκ ἔκλωσας, ὥσπερ ἤλπισεν.147
b1Ὀκτω]καιδεκέτης ἔτι παρθένος, οἰογένεια
b2Θευ]δοσία κεῖται Δωροθέου θυγάτηρ.
b3Μοῖρα δὲ, ν]ηλεόθυμε Χάρων, τί σε τόσσον ἐνηὴς
b4τέρ]ψε λιποῦσα πατρὶ πένθος ἀπειρέσιον;

349

(t)

ΑΛΛΟ.
1Σεμνὴν Πηνελόπην ὁ πάλαι βίος, ἔσχε δὲ καὶ νῦν σεμνὴν Φηλικίταν, οὐ τάχα μειοτέρην· βουλομένης δὲ θανεῖν ἀνδρὸς προτέρην σφετέροιο ἔκλυες, ὦ δαῖμον, πολλάκις εὐχομένης.
5Τοιγάρτοι καὶ ἐμεῖο δικαιοτέρην ὄπ’ ἄκουσον εὐχομένου, Πλούτων, ἢν εἰς Ἀΐδαο περήσω, εὑρεῖν τὴν ἰδίαν Φηλικίταν παρά σοι. Κλαύδιος ἰητὴρ Ἀγαθῖνος τήνδ’ ἀνέθηκεν εἰκόνα, Φηλικίτας μάρτυρα σωφροσύνης.

350

(t)

ΑΛΛΟ.
nἸόπη χρηστὴ χαῖρε.
1Τίς τοὐμὸν δύστηνον ἐπ’ οὔνομα γράψε τὸ χαῖρε; τίς κωφὴν ματέως θήκατό μοι χάριτα; Οὔτε γὰρ εἰσορόω λαμπρὸν φάος, οὔτ’ ἐσακούω, ὄστεα καὶ σποδιὴ κειμένη ἐν χθονίοις.
5Π..... δ’ ἄλλα, πάτερ, θρήνων, φίλε, παύεο· μῆτερ Πρειμιγένει’, ἀπόθου θυμοδακεῖς ὀδύνας. Τῆς ἐν ἐμοὶ λύπης παραμύθιον ἐν φρεσὶ θέσθε τοῦτό γε· Καὶ μακάρων παῖδες ἔνερθεν ἔβαν.

351

(t)

ΑΛΛΟ.
nΤιμόθεος Δασεῖος χαῖρε.
1Τιμόθεος ὁ Πάτρας ὅσιος φῶς, παῖς δὲ Δασεῖος, τρεῖς δεκάδας ἐτέων τερματίσας ἔθανες. Ἆ τάλαν, οἰκτείρω σε, πολυκλαύστῳ ἐπὶ τύμβῳ, η[ὒν δὲ συνηρώων χῶρον ἔχοις φθίμενος.

352

(t)

ΑΛΛΟ.
1Ἡδίστης τόδε σῆμα θυγατρὸς παιδικὸν ἐστίν.

353

(t)

ΑΛΛΟ.
nΦιλοκράτης Φιλοκράτους Σιδώνιος.
1Οὐ νόθον ἐκ προτέροιο, Φιλόκρατες, ᾔνεσας ἥβ[αν]. σεῖο βίου, πινυταῖς θηγόμενος πραπίσιν· ἦ γὰρ ἀπὸ πράτας μεμελημένος ἦς Ἐπικούρου δόγμασιν εὐξυνέτοις, [ὡ]ς θ]έμις, ἁλικίας·148
5αὖθι τύχης δ’ οἴακι παλιμπλανέος βιότοιο εἴκων, ἐν Μινυαῖς φωτὰς ἐπαθλοκομεῖς· κεῖσαι δ’ ἀγχόθι παιδὸς ἑοῦ, ψαύων μελέεσσιν, ἀσμένος ἐκ ζωᾶς εἰς προθανόντα μολών.

354

(t)

ΑΛΛΟ.
1Ἣ πᾶσιν μακάρεσσι βροτοῖσι τε προσφιλὲς αἰεὶ, ἀσπασίοισι λόγοις τὸν παριόντα νέμω· εἰ δὲ θέλεις γνῶναι στήλης τύπον, ὦ παροδῖτα, Θαλλοῦσάν μ’ ἐσορᾷς· μητρὶ δὲ τήνδε χάριν
5μνήμης Θάλλος ..... ἀρετῆς εἰδὼς ἱερὸν δὴ ... .................

355

(t)

ΑΛΛΟ.
1Τίς Μοιρῶν μίτον ὔμμιν ἐκλώσατο, παῖδες, ἄωρον, Ἐλπίδος ἐκ μητρὸς καὶ πατρὸς Ἀρχιτέλεος; Πρῶτον δ’ ἀνθήσαντας ὑπὸ κροτάφοισιν ἴουλον ἥρπασεν ἡ προπετὴς Μοῖρα διωξαμένη,
5Θειοφάνη Νῖρόν τε, νέους δ’ ἐμαρήνατο δαίμων ἄμφω πρωθήβας, ἔρνεσιν εἰδομένους.

356

(t)

ΑΛΛΟ.
1Εἷσεν ἀ]ν[ὴρ πινυ]τὸς Μῖσις [τ]ήνδ’ εἰκόνα τεύξας μνημοσύνης ἕνεκεν νυμφιδίας ἀλόχου· τοὔνομ’ Ἀθηναΐς εἰμι καὶ ἐν φθιμένοις μετὰ λύπης εἶμι, λιποῦσα πόσιν καὶ τέκνα μοι φίλια.
5Μοίρης μοι φθονερὸς τοῦτ’ ἐπέκλωσε μίτος.

357

(t)

ΑΛΛΟ.
1Θρέψε πάτρῃ Ῥώμῃ κλυτὸς ἡνίοχος Πολυνείκης υἷε δύω Μακάριν Τατιανόν τε κάσιν.

358

(t)

ΑΛΛΟ.
nΣεμπρώνιος Νικοκράτης.
1Ἤμην ποτὲ μουσικὸς ἀνὴρ, ποιητὴς καὶ κιθαριστὴς, μάλιστα δὲ καὶ συνοδίτης. Πολλὰ βυθοῖσι καμὼν,
5ὁδοιπορίαις δ’ ἀτονήσας, ἔμπορος εὐμόρφων γενόμην, φίλοι, μετέπειτα γυναικῶν. Πνεῦμα λαβὼν δάνος οὐρανόθεν, τελέσας χρόνον, ἀνταπέδωκα·
10καὶ μετὰ τὸν θάνατον
Μοῦσαι τὸ σῶμά μου κρατοῦσιν.149

359

(t)

ΑΛΛΟ.
1Εὐφρανθεὶς συνεχῶς, γελάσας, παίξας τε, τρυφήσας καὶ ψυχὴν ἱλαρῶς πάντων τέρψας ἐν ἀοιδαῖς, οὐδένα λυπήσας, οὐ λοίδορα ῥήματα πέμψας, ἀλλὰ φίλος Μουσῶν, Βρομίου, Παφίης τε βιώσας,
5ἐξ Ἀσίης ἐλθὼν Ἰταλῇ χθονὶ ἐνθάδε κεῖμαι, ἐν φθιμένοις νέος ὢν, τοὔνομα Μηνόφιλος.

360

(t)

ΑΛΛΟ.
1Εἰς θρήνους ἐφύλαξας Ἀτίνιαν, ὦ κακὲ δαῖμον, οὐχ ὁσίως ποινὴν εὐσεβίης κατέθου· Ῥουστικὸν ἡγεμονῆα πόσιν, καὶ παῖδα τιθηνὸν Πομπήϊον, μαζῷ θελγόμενον γλυκερῷ,
5μητέρα δ’ Ἀργογενῆ Πομπήϊαν, ἠδὲ Πούδεντας υἱὸν καὶ πάππον· φεῦ θανάτων ἀνίσων. Πάππος μὲν γενεῆς προπάτωρ πέλεν· ἠΐθεος δὲ ᾤχετ’ ἔχων οὐδὲν πλὴν δάκρυον πρὸ τάφου.

361

(t)

ΑΛΛΟ.
1Τὴν κύνα Λεσβιακῇ βώλῳ ὑπεθήκατο Βάλβος —εὐξάμενος κούφην τῇ κατὰ γῆς σκύ[λα]κι, — δουλίδα καὶ σύμπλουν πολλῆς ἁλός· ᾖ κε παράσχοις ἀνθρώποις ἀλόγοις ταὐτὰ χαριζομένη.

362

(t)

ΑΛΛΟ.
1Γαῖα κατ’ ἐμπ]ορίην ς’ ἐλθόντα πο[τ’ ἥ]δε κέκευθεν, Σώγενες,] Ἀργείων θυμὸν ἀφέντα πόλει.

363

(t)

ΑΛΛΟ.
1Υἱὸς ἐγὼ γενόμην Ἀγαπωμένου, ᾧ με μιγεῖσα Κουῖντα τέκεν θαλερὴ Ῥηγίῳ ἐν διερῷ· ἐνδυκέως δὲ τρέφοντες Ἀτίμητόν μ’ ἐκάλεσσαν· δῶρα δὲ Μουσάων καὶ βρέφος ὢν ἀγαπῶν,
5δωδεκατὴς ἦλθον Ῥώμην, φίλε, τῆς με καλύπτει ἥδε νέον βῶλος, πατρὶ λιπόντ’ ἄχεα.

364

(t)

ΑΛΛΟ.
a1Κατίλλι[ος θύγατρ’ ἔθαψεν ἐν χθονὶ,
a2Δημητρίᾳ τόδ’ αἰπὺ [δω]μήσας λίθου150
a3ἀγλ]άϊσμα λέκτρων· ἀλλ’ ἄγαν σμικρὸν μέρος
a4ζωῆς παρέσχεν ἐν [βρ]οτοῖς Μοιρῶν νόμος.
b1Εἰ καὶ χηλὸς ἔχει δέμας ἀγλαὸν, αὐτὰ[ρ ἐ]ς αἴ[θρη]ν
b2ψυχὴ ἔβη ἐμέθεν· φθέγξομ’ ἀριφραδέως·
b3ἠϊθέοις γὰρ ἔδωκε θεὸς μετὰ μοῖραν ὀ[λέθρου
b4ὡς ζώουσι λαλεῖν πᾶσιν ἐπιχθονίοις.
b5Οὔθ’ ἅμα παρθενικῇσιν ἐγὼ χορὸν εὐρὺν [ἄθ]υρον,
b6(ἤκαχε γάρ με λυγρὰν μητέρ’ ἀποφθίμεναι),
b7οὔτε με νυμφοκόμοις θαλάμοισιν ἐσήγαγε Νόσ[σος
b8κουρίδιον γενέτης πρὸς πόσιν ἐρχομένην·
b9ἀλλ’ ἔτι μ’ ἀδμήτην, ἀταλάφρονα, Μοῖρ’ ἐκίχανεν
b10Χρυσίδα καὶ γαμίης ἐλπίδος ἐστέρεσεν.
b11Ἀϊδίου μνήμης τύμβον ἐπαι[ρόμεθα.

365

(t)

ΑΛΛΟ.
nἸσίων Προθύμου Μιλήσιος.
1Μοιρίδιοι κλωστῆρες, ἰὼ, πανάφυκτον ἀνάγκῃ ζεῦγμ’ ἐπὶ δυστήνοις παισὶ βροτῶν θέμενοι, τοῦ με χάριν προφυγόντα πικρὰν ὠδῖνα τεκούσης ἠγάγετ’ ἱμερτοῦ πρὸς φάος ἠελίου;
5[Νῦν μέν] τοι σπείρασι λιπὼν αἰώνια πένθη εἰκοσέτης φθιμένων στύγ[ν’ ὑπὸ δώματ’ ἔβην.]

366

(t)

ΑΛΛΟ.
1Τύμβος Ὀνασικράτειαν Ὀνασάνδροιο σύνευνον κρύπτει, λείπουσαν μοῦνον ἐπ’ ἠέλιον υἱὸν Ὀνάσανδρον γαμέτου μέτα· ἀλλὰ σὺ, δαῖμον, τῇ φθιμένῃ κούφην γαῖαν ὕπερθεν ἔχοις.

367

(t)

ΑΛΛΟ.
1Ο]ὐλιάδης κεῖται, παροδοιπόρε, τῷδ’ ὑπὸ τύμ[βῳ ὃς κλέος ἐν τῷ ζῆν πᾶσιν ἔδειξε ἀρε[τῆς· ἦν γὰρ ἐν ἐργασίῃ τε μέγας καὶ πᾶσιν [ἐρασ]θεὶς, οὕνεκεν εἰς Ἀΐδου τήνδε χάριν φέρ[εται.

368

(t)

ΑΛΛΟ.
1Νίκην ἐνθάδ’ ὁρᾶς, παροδῖτα, τήνδε θανοῦσαν ᾗ [τε]ῦξεν τύμβον κλεινὸς ἐμοὶ γαμέτης, ᾧ λείπω κατὰ δῶμα καλῶν βλαστήματα τέκνων, τιμῆς εἵνεκ’ ἐμῆς μνημοσύνης τε χάριν.

369

(t)

ΑΛΛΟ.
1Μ[η]νογένης ὅ [δ’ ἐγώ·] τέχνην δ’ ἵπποι[σιν] ὀχεῖσθαι εὖ εἰ[δὼς] ἔθανον λοιμοῦ [νε]φ[έλῃ] καταλη[φ]θείς.

370

(t)

ΑΛΛΟ.
1Ὀστέα [ἐπὶ ξ]είνης τ[ά]δ[ε] δέρκεο τῷδ’ ἐνὶ τύμβῳ
Σιλουανοῦ μελέου [λί]ψ[α]να [π]υ[ρ]καϊῆς· πόντος καὶ γαίη δάσσαντό με κα[ὶ τ]ρ[ίτ]ατον πῦ[ρ· ἦτορ ὕδω[ρ, γαίη δ’ ὀστέα, σῶμα πυρή.151

371

(t)

ΑΛΛΟ.
1Σήματα συνθραυσθέντα παλαιγενέων ἡρώων ἐν μακροῖσι χρόνοις Λούκιος ἡρμόσατο. Τοιγὰρ ὅσοι τιμᾶτε τάφους νεκύων, παροδῖται, Λούκιον εὐφήμως τίετ’ ἀμειβόμενοι.

372

(t)

ΑΛΛΟ.
1Πόπλιο[ν .... γή]ρως ἐπὶ τέρμα μολόντα εὐσεβ[έ]ων χῶρος δέξατο, πᾶσι φίλον. Ἀσπάζεσθ’ ἥρωα, τὸν οὐκ ἐδαμάσσατο λύπη.

373

(t)

ΑΛΛΟ.
1Αὐτὸς Ζεὺς Κρονίδης ὑψίζυγος αἰθέρι ναίων σῶμα πυρὶ φλέξας στέρνων ἐξείλετο θυμόν. Οὐκ ἤμην βροτός· ἰθὺ παρέστην μητέρι σεμνῇ νυκτὶ μελαινοτάτῃ ἑρμηνεύουσα τάδ’ οὕτως·
5Μῆτερ Μειλιτίνη, θρῆνον λίπε, παῦε γόοιο, ψυχῆς μνησαμένη, ἥν μοι Ζεὺς τερπικέραυνος τεύξας ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα ἁρπάξας ἐκόμισς’ εἰς οὐρανὸν ἀστερόεντα.

374

(t)

ΑΛΛΟ.
1Χαῖρε, Συρακοσία Μελίτη, πολύκλαυτε Μενίσκῳ ἀνδρὶ, θανοῦσα τεᾶς οὕνεκα σωφροσύνας.

375

(t)

ΑΛΛΟ.
1Μητρᾶν Ε..... ἔχει τάφος οὗτος ἄλυπον, ἄσβεστον λύπην πᾶσι λιπόντα φίλοις.

376

(t)

ΑΛΛΟ.
1Καίαμος εὐφρονέων πολυλήϊος ἐνθάδε κεῖται, ἐξ ἰδίης στρατιῆς σῆμα πο[νη]σάμενος.

377

(t)

ΑΛΛΟ.
1Ἔξοχο]ν οὐδ’ ἐπίελπτον ἔην κάλλος τε νόος τε καὶ σθέν]ος ἠνορέη θ’ ἑξαέτους βρέφεος Νικοκρ]άτευς, ὃν τίκτε γυνὴ καλή τε καὶ ἐσθλὴ .... αἰδοίη Νικοκράτευς ἄλοχος,
5ἀνδρὸς τ]οῦ κλέος εὐρὺ Πανέλλησίν τε καὶ αὐτοῖς Αἰνεά]δαις σοφίης εἵνεκεν ἠδ’ ἀρετῆς. Πατρὶς δ’] Ἀντιόχεια κλυτῆς ἀλόχοιο παρ’ ὄχθαις Μαιάν]δρου ποταμοῦ καλλινάου χθαμαλαῖς· οὕνε]κεν ἁρπάξας Ἐριούνιος Εὐβουλῆϊ
10 κεῖνον] ἄθυρμα φέρεν Φερσεφόνῃ τ’ ἀλόχῳ, πικρὸν] ἄχος λείπων πάππῳ μεγακύδεϊ φωτὶ
Μουσαί]ῳ πάτραις τ’ ἠδὲ γονεῦσι φίλοις.152

378

(t)

ΑΛΛΟ.
1Ἐνθάδε τὴν ἱερὰν [κεφ]αλ[ὴν κατὰ γαῖα καλύπτει Ἀμπέλιον λο................ Μουσαῖος φιλόπατρις ............ αἰνοπαθὴς Παυλῖνα τε μ[ήτηρ ἐνθάδ’ ἔταψαν
5καλὴν ἠδ’ ἀγαθὴν καὶ μείλιχον ἠδὲ θεουδῆ, μουνολεχῆ προτέραις ἐναρίθμιον ἡρωίναις· οὕνεκα δὴ σοφίῃ τε σαοφροσύνῃ τε [νόοιο πουλύ τι πασάων προφερεστάτη ἔσκε [γυναικῶν. Καὶ δ’ αὐτὴ πάτρη μιν ὑπείροχα κυδαίνο[υσα
10πᾶς’ ἅμα μυρομένη τε τάφοις ἐνεθήκατ[ο τοῖσδε.

379

(t)

ΑΛΛΟ.
nἸου[λίᾳ].
1Μύσιδι Δημοκράτης ἀλόχῳ περικαλλέα τεῦξε τόνδε τάφον, μνήμης σωφροσύνης [θ’] ἕνεκεν.

380

(t)

ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ.
nΕἰς Πολέμωνα.
1Οὐκ ἀΐεις; Πολέμωνα κεκεύθαμεν, ὃν θέτο τῇδε ἀρρωστίη, τὸ δεινὸν ἀνθρώποις πάθος οὐ μᾶλλον Πολέμωνα, τὸ σῶμα δέ· τοῦτο γὰρ αὐτὸς βαίνων ἐς ἄστρα διάβορον θῆκεν χαμαί.

381

(t)

ΤΟΥ ΑΥΤΟΥ.
nΕἰς Κράντορα.
1Ἐπέκλυσε καί σε, Κράντορ, ἡ νόσων κακίστη, χοὕτω μέλαν κατῆλθες Πλουτέως ἄβυσσον. Καὶ σὺ μὲν ἐκεῖθι χαίρεις, σῶν λόγων δὲ χήρη ἕστηκεν Ἀκαδήμεια καὶ Σόλοι, πατρίς σευ.

382

(t)

ΑΡΚΕΣΙΛΑΟΥ.
nΕἰς Μηνόδωρον.
1Τηλοῦ μὲν Φρυγίη, τηλοῦ δ’ ἱερὴ Θυάτειρα, ὦ Μηνόδωρε, σὴ πατρὶς, Καδανάδη. Ἀλλὰ γὰρ εἰς Ἀχέροντα τὸν οὐ φατὸν ἶσα κέλευθα,
ὡς αἶνος ἀνδρῶν, πάντοθεν μετρεύμενα.153
5Σῆμα δέ τοι τόδ’ ἔρεξεν ἀριφραδὲς Εὔδαμος, ᾧ σὺ πολλῶν πενεστέων ἦσθα προσφιλέστερος.

383

(t)

ΜΕΝΕΚΛΕΟΥΣ.
1Ὁ τᾶς ἀοιδᾶς ἁγεμὼν ἀν’ Ἑλλάδα, ὁ παντάπασιν ἐξισώσας τἀν λόγῳ καὶ ἀτάραχον ἐν βροτοῖς θεύσας ὁδὸν Πυρρωνιαστὰς Μενεκλέης ὅδ’ ἤμην ἐγώ.

384

(t)

ΑΔΕΣΠΟΤΟΝ.
1Φλῶρος Καικιλίου Στάκτης θ’ ἅμα δεῦρ’ ὑπόκειται, ἐξ ἄλλου τύμβου δεύτερα κλαιόμενος, ἓξ ἐτέων ὥρης, ὀλίγον δέμας, ἀλλὰ τέλειον, θρεπτῆρσιν λείπων ἡλικίης ἔλεον.
5[Δεύτερα] δ’ οὐκ ἄκλαυτον ἔχων τάφον· οὐδὲ γὰρ ἔνθα φείσαντο, προτέρων μνησάμενοι δακρύων. Δειλαῖαι τροφέων κεῖναι χέρες, αἳ συνέλεξαν τὴν ὀλίγην σποδιὴν οὐκ ὀλίγης ὀδύνης.

385

(t)

ΑΛΛΟ.
1Μείλιχος ἡδυεπὴς πολιῷ τε κάρῃ πολιόφρων ἦς στέφανος χαρίτων, ἀγλαΐη βιότου· ἀλλά σε πόρρω πατρίδος ἠδ’ ἀλόχου καὶ τέκνων μοῖρ’ ὀλοὴ μερόπων ἔσπασεν εἰς Ἀΐδαν.

386

(t)

ΑΛΛΟ.
1Εὐσεβὲς εἰς θρέψασαν, Διοκλῆ, ὁσιώτατε πάντων· κουφοτάτης φίλτρον, ἆ λίθος, [εἶ φιλίης.

387

(t)

ΑΛΛΟ.
n1Εἰς ἔλαφον διωκομένην καὶ καταφυγοῦσαν
n2πρὸς θάλασσαν, καὶ ὑπὸ σαγηνευτῶν κρατηθεῖσαν.
1Ἥ μ’ ἔτεκ’, ἔκφυγον, εἰς ἅλα δ’ ἔδραμον· ἦ ῥα ματαία κρέσσονα μητρὸς ἔχειν μητρυιὰν ἐλπομένη. Κτείνει δ’ ἰχθυβόλος, φεῦ αἴσχεος· οὐδὲ κυνηγός, οὐδὲ δρομάς με κύων, ἀλλὰ λίνον κατέχει.
5Οὐδ’ ἀδίκως ἐδίκασσε δίκη· τί γὰρ ἔλλιπον αἶαν τὴν φιλίην, μούνων εἵνεκα θηροφόνων;

388

(t)

ΑΛΛΟ.
nΕἰς εὐνοῦχον.
1Ἐνθάδε τὴν μιαρὰν κεφαλὴν κατὰ γαῖα καλύπτει, ἄρρενα καὶ θῆλυν, εἰς τέλος οὐδέτερον.154

389

(t)

ΑΛΛΟ.
1Τίκτε Τύχη, σπεῖρεν δὲ Σεραπιακὸς—ταχύποτμοι ἄμφω—θηλυτέραν παῖδα Σεραπιάδα· κεῖμαι δ’ ἑξαέτης· τύμβον δέ μοι, ὅς μ’ ἀτίτηλεν, τεῦξεν, νικήσας πάντας ἐπ’ εὐσεβίῃ,
5κλεινὸς ἐν ἀνθρώποισι Δομεστικὸς, ὅς μ’ ἔτι τυτθὴν οὖσαν δουλοσύνης ἐξάγαγεν στυγερῆς.

390

(t)

ΑΛΛΟ.
1Τιμάνδρα Κυπάρης κεῖτ’ ἐνθάδε, κάτθανεν, αἰαῖ, μηδὲ τὸν ἑξαέτη πλησαμένη βίοτον.

391

(t)

ΑΛΛΟ.
1Κρί]σπιον εἰκοσέ[τη] χρυσ[έης θεοῦ ὄντα πολίταν, Κυ]προγενῆ, τοκέων βά[κτρον ........ ἔκλα]σε συνθραύσας δαίμων βαρὺς, οἱ δ’ ἐφ]έρον]το ὡς] σκίπωνι γονῆς γῆρας ἐρειδόμενοι
5Τερτία [ἠ]δ’ ὁ τάλας Διονύσιος· αἰσίμ[ου ἤθους δεῖγμα Τύχη θνητοῖς θῆκεν ἀνωμαλίην. Ἦ ῥα θεοῖς οὐκ ἔστι βροτῶν λόγος, ἀλλὰ τ[υχό]ντες αὐτόματ[οι] ζωὴν εὑρόμε[θ’] ἢ [θ]άνα[τον.

392

(t)

ΑΛΛΟ.
1Εἴ τι παρ’ Αἱμονιεῦσι γένος πολιοῖο Φέρητος, εἴ τι παρ’ Εὐρώτᾳ κόμπασαν Οἰβαλίδαι ἀνδράσιν ἐν προτέροις καθαρώτατον, οἳ βασιλήων παῖδες καὶ μεγάλων ἦσαν ἀπ’ ἀθανάτων·
5τοῦτο λαχὼν Ἄδμητος ἴ[σ]ο[ν πι]νυτῆτι [καὶ] αἰδοῖ μοῖραν ἀνέπλησεν ῥιγεδανοῦ βιότου, μητρὶ λιπὼν ἀλόχῳ τε βαρὺν πόνον· ἀλλὰ τί θαῦμα; καὶ Θέτις Αἰακίδην κλαῦσεν ἀποφθίμενον.

393

(t)

ΑΛΛΟ.
1Οὐ μόνον [ἠ]υχούμην Λακεδαίμονος ἐκ βασιλήων, ξ]υνὰ δὲ Θετταλίης ἐκ προγόνων γενόμην· σώζω δ’ Ἀδμήτου κατ’ ἴσον κλέος, ὡς ὄνομ’ ἔ[σ]χ[ον. Εἰ δὲ δύω λείποντα τριηκοστοῦ ἔτεός με
5 Θευκλείδα πατρὸς νόσφισε μοῖρ’ ὀλοὴ, τετλάτω ὡς Πηλεὺς, ὡς προπάτωρ τε Φέρης· οὐδὲ γὰρ ἄρ[κε]σιν ἔσχεν· ἐπεὶ πάντως ἂν ὑπέστη δὶς θανέε[ι]ν [αὐ]τὸς [ζῶν]τ’ ἐ[μὲ] λειπόμενος.

394

(t)

ΑΛΛΟ.
1Τύμβῳ τῷδε Βόηθον Ἀριστόδικος κτερέϊξε
παῖδα φίλον· τροφέων δ’ ὤλετο πᾶσα χάρ[ις.155

395

(t)

ΑΛΛΟ.
1Τὰ[ν] μεγάλαυχον ὁ[ρ]ᾶ[ς .... οὔνο[μ’] ἀνέγ[νως, ἇς κλ[έ]ος ἐν Κρήτᾳ μίμνεται ἀθάνατον· δόξῃ γὰρ γονέων, ἀρετᾷ [δ’] ἀνδρὸς συνο[μα]ίμου Φείδωνος γεν[ε]ᾶς ἔκκριτον ἀθανάτων
5μναστῆρα σὺ δέδεξαι ἐπίφθονον. —[Ἀλλ’] ἐτέκνωσας σᾶς ἀλόχου, Πείσω[ν], ἔγγονον ἰσόθεον. Ἀλλὰ [Ζ]εῦ Κρονίδα, σώζοις γόνον ὃν κατέλειπ[ον, Σων[α]ύταν δεκέτη, δόξαν ἔχοντ’ ἀρετᾶς.

396

(t)

ΑΛΛΟ.
nD. M.
a1Χρηστὸς τέθαπτ’ Εὔβουλος ἐνθάδε ξένος,
a2ἑταῖρος ἀγαθὸς, χρυσοχόος Κορίνθιος.
b1Εὔβουλος μὲν ἔγωγε· πατρὶς δέ μοί ἐστι Κόρινθος·
b2καὶ προχοαῖς χαίρω ταῖς ἀπ’ ἐμῶν ἑτάρων.

397

(t)

ΑΛΛΟ.
nΘ. Κ.
1Ἔν τε φίλοισι φίλοιο, καὶ ἰητῆρος ἀρίστου, παιδείης θ’ ἱερῆς ἐγγύθεν ἁψαμένου, σῶμ’ Ἀσκληπιάδου καὶ υἱέος ἐνθάδε Βήρου, ὡς ἐπέτελλε φίλοις, εἷς ὅδε τύμβος ἔχει.

398

(t)

ΑΛΛΟ.
1Φλαβιανῷ ἥρωι πατὴρ Δῶρος τόδε σῆμα ἓξ ἐπὶ τοῖς δέκ’ ἔτη μοῦνα βιωσαμένῳ. Μοῖρα γὰρ Αἰολίδος πάτρης ἀπάνευθε Μυρίνης θάψε τε καὶ Μουσῶν εὖνιν ἔθη κἀρετῆς.

399

(t)

ΑΛΛΟ.
1 Γλαυκία ἐστὶ τάφος· παῖς δ’ ἀνέθηκε νέος, δείξας ἐκ μικροῦ πρὸς πατέρ’ εὐσεβίην. Οὐκ ἔφθης, ὦ τλῆμον, ἰδεῖν γόνον, οἷος ἂν ἦν σοι γηραιῷ τεύχειν οὐ τάφον, ἀλλὰ βίον.
5 Ἡ φθονερὰ δ’ ὑμᾶς πάντ’ ἀδικοῦσα τύχη μητρὶ μὲν ἐν γήρᾳ δάκρυ θήκατο, τῇ δὲ γυναικὶ χηρίαν, δυστήνου παιδὸς ἅμ’ ὀρφανίῃ.

400

(t)

ΑΛΛΟ
1Ὀππιανὸς κλέος εἷλον ἀείδιον· ἀλλά με Μοίρης βάσκανος ἐξήρπασε μίτος, κρυερός τ’ Ἀΐδης με
καὶ νέον ὄντα κατέσχε, τὸν εὐεπίης ὑποφήτην. Εἰ δὲ πολύν με χρόνον ζωοῖς μίμνειν φθόνος αἰνὸς156
5εἴας’, οὐκ ἄν τίς μοι ἴσον γέρας ἔλλαχε φωτῶν.

401

(t)

ΑΛΛΟ.
1Ἀφλέκτους Ὑμέναιος ἐμῶν ἠείρατο πεύκας ἀμφὶ διπλῶν, ὅτε μοι φέγγος ἀνεῖχε, γάμων· ἅγε δυσὶν ζευχθεῖσα φίλοις ξυνάοσι τέκνων οὐδὲ σὺν ὁπλοτέρῳ μακρὸν ἔτεινα βίον·
5ἀλλ’ ὁ μὲν ἀκμαῖος στέργων ἐμὸν ὤλετο λέκτρον, τρισσὰ ἐν ἐμοῖς κόλποις ὀρφανὰ τέκνα λιπών· εἰς δὲ δόμους ἀέκουσα φίλου πάλιν ἤλυθον ἀνδρός, ὡς θέμις, ἀρχαίων κηδομένη λεχέων· ἀλλὰ καὶ ὃν ποθέουσα πλέον, φιλέοντα δὲ μεῖζον
10 προὔλιπον ἀμφὶ διπλοῖς νηπιάχοισι πόσιν· τὸν δ’ ἐμὸν ἐχθαίρων ἄδικον μόρον οἰκτρὰ γοᾶται ἧς ζωῆς τέκνων οὕνεκα φειδόμενος. Τίς δὲ κόρας ἀδάκρυτος, ὅταν φρενὶ πότμον ἀ[νέσχ]οι τὸν βαρὺν, ὥς με τρίτῳ νὺξ ἐμάρανε φάει;
15Ἡ δέ με πρὶν σώζουσα πολύστονος Εἰλείθυια πάσας ἀπρήκτους λοίσθιον ἔσχε λιτάς, ἀμφὶ δέ μ’ ὠδίνεσσι δυηπαθέσιν μογέουσαν θῆκ’ Ἀΐδης ἔμπνουν εἰς μυχὸν εὐσεβέων. Οὕνεκα καὶ πρὸς τέκνα καὶ ἀνέρας, οἷσσιν ἀνέσχον
20εὐχὴν ἐξ ὁσίου, τέρμ’ ἐπέβην βιοτῆς.

402

(t)

ΑΛΛΟ.
1Πρωθήβην ἔτι κοῦρον, ἔτι χνοάοντος ἰούλου δευόμενον, φθονερὴ Μοῖρα καθεῖλε βίου, πολλὰ σοφῆς χερὸς ἔργα λελοιπότα. Βάσκανε δαῖμον, οἵας οὐχ ὁσίως ἐλπίδας ἐξέταμες.
5Ἀλλὰ σὺ, Γαῖα, πέλοις ἀγαθὴ κούφη τ’ Ἀκυλίνῳ, καὶ δὲ παρὰ πλευρὰς ἄνθεα λαρὰ φύοις, ὅσσα κατ’ Ἀραβίους τε φέρεις, ὅσα τ’ ἐστι κατ’ Ἰνδοὺς, ὡς ἂν ἀπ’ εὐόδμου χρωτὸς ἰοῦσα δρόσος ἀγγέλλῃ τὸν παῖδα θεοῖς φίλον ἔνδοθι κεῖσθαι,
10 λοιβῆς καὶ θυέων ἄξιον, οὐχὶ γόων. Εἰκοσετῆ τὸν παῖδα θοὴ κατενήρατο Μοῖρα, κἄστιν ἐν εὐσεβέων ἣν διὰ σωφροσύνην.

403

(t)

ΑΛΛΟ.
nΘ. Κ.
1Ἐνταῦθα κεῖμαι τῆς Ἀθηναίων χθονὸς Ἑρμῆς πολίτης εἴκοσι ζήσας ἔτη· μνήμης δὲ τύμβον τεῦξε Κάλλιστος φίλος.

404

(t)

ΑΛΛΟ.
nἈλέξανδρος τοῦ Ἀγαθ[ίνου.
1Μνή]μης ἕκατι τήνδε ὁ Ἀλέξανδρος σορόν ἀΐδι]ον οἶκον τευξάμη[ν τῇ φιλτάτῃ σεμ]νῇ συνεύνῳ· οὓς συνή[γ]αγεν γάμῳ Κύπρ]ις, κυροῦντα[ς] ἄλλον ἐξ ἄλλ[η]ς χθο[νός,157
5λέκ]τρον τ’ ἔδωκε μέχρι τέλους ἐπήρατον. Βάλ]λε, ὦ παροδῖτα, [δά]κ[ρυ]ο[ν] ἐντυχὼν γραφαῖ[ς.

405

(t)

ΑΛΛΟ.
1Πόλεων μέν εἰμι δύο πολίτης ἐπιφανῶν, Πρυμνησσέων τε καὶ σοφῶν Κοτιαέων, θρεπτὸς γενόμενος Ζωτικοῦ, Λεωνίδης Ψόφαξ ὁ κληθείς· ταῦτα τοῖς φίλοις λέγω·
5Παῖξον, τρύφησον, ζῆσον· ἀποθανεῖν σε δεῖ.

406

(t)

ΑΛΛΟ.
1Ἑπταέτους ὁ τάφος παιδὸς πατρός τε σὺν αὐτῷ· Μαρκελλῖνος ἔην ἀμφοτέρων ὄνομα· ἄλλοι μὲν στεφάνοισι, χοαῖς, δακρύοις τε καὶ ᾠδαῖς τιμῶσιν τὸν σὸν, Μαρκελλῖνε, τάφον·
5ἀντὶ χοῶν δ’ ὁ πατὴρ ψυχὴν ἰδίαν ἐπέδωκεν, κοινὸν ἔχειν ἐθέλων οὔνομα καὶ θάνατον.

407

(t)

ΑΛΛΟ.
1Ἐνθάδε Σωσιπάτρα κεῖμαι ἐπὶ σήματι τῷδε, Μοίρης ἀμβροσίης ἐκτελέσασα μίτον.

408

(t)

ΑΛΛΟ.
1Τίκτομαι ἐν Παγαῖς καὶ οὔνο[μα τοῦτο κ]αλοῦμαι κ]αὶ [θ]νήσκω π[η]γᾶς δυσμ[ενέεσσι ῥοα]ῖς.

409

(t)

ΑΛΛΟ.
1Ἑστὼς διστάζεις τίς ὕπεστιν τῷδ’ ὑπὸ τύμβῳ; —Ἀνὴρ εὖ ζήσας τρεῖς ἐτέων δεκάδας, τοὔνομ’ Ἀπολλοφάνης, πίστει μέγας ἠδ’ ἔτι δόξῃ, ὃς προλέγει θνητοῖς εὐφροσύνης μετέχειν.
5Τὴν δ’ ἐπιτυμβίδιον θῆκεν χάριν, ὃν τρέφε παῖδα· τοὔνομα καὶ τέχνην ἦν Διόδωρος ὅδε.

410

(t)

ΑΛΛΟ.
a1Κλαίει μέν ς’ ὁ τεκνῶν, κλαίει δ’ Ἀγαθάγγελος ὡνήρ
a2μυρόμενος φιλίην τερπνοτάτην ἀλόχου,
a3μύρονται ς’ ἀδελφοὶ Μηνᾶς καὶ Δάψιλος ἄμφω
a4ἠδ’ ὅσσοι ς’ ἐφίλουν κἠπόθεον διόλου.
a5Γηραλέη δὲ, κόμην πολιὴν πάλλουσα, καθ’ ὥραν
a6ἠρίον ἀμφὶ τεὸν, Μοῦσα, χέω δάκρυα158
b1Κεῖσαι δὴ, τέκνον καλὸν, προλιποῦσα τοκῆας
b2ἠδὲ κασιγνήτους καὶ πόσιν ἀμφιθαλῆ,
b3νούσου ὑπὸ στυγερῆς δεδαμασμένη· αὐτὰρ ἔμοιγε
b4πένθος ἀνίητον κάλλιπες οἰκτροτάτῃ.
b5Γραῖα δ’ ἀνήκεστον πένθος κατὰ μοῖραν ἔχουσα
b6ἀμφὶ τεὴν στήλην, Μοῦσα τέκνον, χέομαι.

411

(t)

ΑΛΛΟ.
1Ἐνθάδε Νεῖλος κεῖται, ἀνὴ[ρ π]ροφερέστατος ἀνδρῶν ῥητορικὸς, μέγα θαῦμα, φέρων σημεῖον ἐφ’ αὑτῷ, ἡσύχιος, κεδνὸς καὶ μείλιχος ἠδὲ σοφιστής.

412

(t)

ΑΛΛΟ.
1Αἰαῖ συλλέκτροιο σαόφρονος, αἰαῖ ἀνιγροῦ δαίμονος, ὃς ζωᾶς εἷλε φίλαν ἄλοχον· καὶ σὺ μὲν, ὦ πάντιμε, γόων ἀπάτερθεν ἰαύεις, μοχθηρὸν μερόπων ἐκπρολιποῦσα βίον·
5σὸς δὲ πόσις δύστλητα πανημέριος τολυπεύσει, ὄσσων ἀέναον δάκρυον ἐκπροχέων· οὐ γὰρ ἀμειλίκτους κραδίης ὀδύνας ἀκ[έοι]το ἀθάνατος παλάμῃ κρᾶτ’ ἐπαφησά[με]νο[ς, ἐς δ’ ὅσον ἐμπνείει βίοτόν τε ἐπὶ ἦμαρ ἐρύκε
10δύσμορος ἀντλήσει πένθος ἀεξίβιον.

413

(t)

ΑΛΛΟ.
1Σῆμα Φιλίνῳ τοῦτο φίλῳ δεῖμεν θεράποντι Ἱπποκράτης πάσης εἵνεκεν εὐνοΐης.

414

(t)

ΑΛΛΟ.
1Τύμβος ὅδε κρύπτει κούρης σεμνῆς καὶ ἀμέμπτου σῶμα κατοιχομένης, περικαλλέος, ἧς ἐπιγείων παρθενικὴν ζώνην οὔ τις ἔλυσε βροτῶν.

415

(t)

ΑΛΛΟ.
1Παῖδά με τεθνειῶτ’ Ἰταλὴ κατὰ γαῖα καλύπτει νηπίαχον, γνωτοῖς πᾶσιν ἄχος φιλίης, πατρί τ’ ἐμῷ μέγα πῆμ’ ἔλιπον καὶ μητρὶ ταλαίνῃ, οἷς ἔπορον δεινὴν ἄλγεσιν ἀμπεχόνην.
5Εἰ δὲ θέλεις γνῶναι, τίς καὶ πόθεν, οὔνομα τοὐμόν· Ἔκλεκτός τοι ἐγὼ κικλήσκομαι· αὐτὰρ ἔπειτα
Παλλάς μοι μήτηρ, Ταΰγετος γενέτωρ.159

416

(t)

ΑΛΛΟ.
1Ἐνθ]άδ’ ἐγὼ κεῖμαι καί με χ[θ]ὼν ἥδε καλύπτει Ὀ]νάσου ...ας...τος μ[ή]πω οἰόμενος· οὐ γὰρ πο[ν]ηρὸς ἐὼν, [ἀ]λλὰ δικαιότατος, τήνδ’ ἐ[θ]έ[μην] ἀ[ρ]ετὴν τοῖς παριοῦσιν ὁρᾶν.

417

(t)

ΑΛΛΟ.
1Ἄνδρα σοφὸν, Μούσαισι τετιμένον, ἐσθλὸν ἑταῖρον πᾶσι φίλοις, ἀγαθῷ χρησαμένον βιότῳ Εἰρήναιον ἔδεκτο πάτρης Μεροπηΐδος ὄντα Σύρος.

418

(t)

ΑΛΛΟ.
1Πλῶτις ὁ πολλὰ καμὼν ἐν γυμνασίοισι φιλάθλοις κεῖμαι ἁλικλύστῳ πὰρ χθονὶ Πειραέως, ζωῆς καὶ καμάτων τέρμα δραμὼν ταχινόν· οὕτω γὰρ Μοῖραι κλωστὸν ἔθεντο μίτον.

419

(t)

ΑΛΛΟ.
1Συνναδεὺς θεράπων Ἀπολλώνιος ἐνθάδε Μόσχου λιτῇ ὑπὸ στήλῃ κέκλιμαι ὠκύμορος· ἣν παρίοις εὔφημος ἀεὶ, ξένε, μηδ’ ἐπὶ λύμῃ χεῖρα βάλοις· φθιμένων ὠκυτάτη Νέμεσις.

420

(t)

ΑΛΛΟ.
1Πάσῃ κοσμηθεὶς ἀρετῇ, Τιτάνιε δῖε, ἔγγονε Παιῶνος, νῆσον ἔχεις μακάρων. Ὀστέα δ’ ἱερὰ σεῖο περικλυτὸς ἀμφιβεβήκει Φοῖβος, ἐπ’ ἠϊθέοις τίμια πάντα νέμων,
5ὄφρ’ Ὑακίνθῳ μὲν γουνὸς περίβωτος Ἀμύκλης, σοὶ δὲ Λυκαονίη ἔνδιον ᾖ Πιτάνη. —Πᾶσιν ἰητορίης ἀπ’ ἐμῆς Ἕλλησιν ἀμύνων, ὑῷ ἐπαρκέσσαι ὃς μόνον ο[ὐ δυνάμην ... .....................

421

(t)

ΑΛΛΟ.
1Ἐνθάδε κεῖμαι δάμαρ ὑπάτου ἥρωος ἀγαυοῦ, Ἀρρίου μοι φιλίου, τῷδε μιγεῖσα μόνῳ· ἦν δέ κεν ἐκ προγόνων ποτὲ τοὔνομα Πουβλιανή μου· —Σκιπιάδαι δ’ ἔπελον, εὐγενίῃ δ’ ἔπρεπον. —
5Χηρείᾳ τ’ αὐτὴ τὸν ἅπαντα χρόνον μείνασα, κὠκυμόρων τεκέων πένθεϊ τακομένη. Ἐν βιότῳ δὲ πόνον πουλὺν μάλ’ ἔτλην μογέουσα, Μούσαισιν μοῦνον τὴν φρένα θελγομένη.

422

(t)

ΑΛΛΟ.
1Σῶμα κόπῳ τὸ βαρηθὲν ὑπὸ κρηπῖδι ἐρείσας
δηναίης ἀποθοῦ φόρτον ὁδοιπορίης.160

423

(t)

ΑΛΛΟ.
1Κήρυξ καὶ τάφος εἰμὶ βροτοῦ πάρος ἀρχεχόροιο, Εὐτύχους αἰάζων κῆρα μινυνθάδιον, ὃς θνητοῖς ψυχὴν πείσας ἐπὶ σώμασιν ἐλθεῖν, τὴν αὑτοῦ μέλεος οὐκ ἀνέπεισε μένειν.

424

(t)

ΑΛΛΟ.
1Φρόντιζ’ ἕως ζῇς, πῶς καλῶς ταφήσεαι, καὶ ζῆσον, ὡς ζήσοις· κάτω γὰρ οὐκ ἔχεις οὐ πῦρ ἀνάψαι, οὐδὲ δειπνῆσαι καλῶς. Ἐγὼ λέγω σοι ταῦθ’ ἅπαντα πειράσας·
5ἐντεῦθεν οὐθεὶς ἀποθανὼν ἐγείρεται.

425

(t)

ΑΛΛΟ.
nΘ. Κ.
1Ἐνθάδε κεῖται ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων Πομπήιος Διοκλῆς τέρματ’ ἔχων σοφίης.

426

(t)

ΑΛΛΟ.
nΘ. Κ.
1Ἤμην ὡς ἤμην φωνὴν καὶ πνεῦμα καὶ εἶδος, ἀρτιτόκου φωτὸς ψύχιον ἔνδοθ’ ἔχων, αἴσιος ἐν φιλότητι καὶ ὄλβιος ἐν πραπίδεσσι, μηδὲν ἄγαν φρονέων, θνητὰ δὲ πάνθ’ ὁρόων.
5Ἦλθον, ἀπῆλθον ἄμεμπτος, ἃ μὴ θέμις οὐκ ἐδόκευσα, εἴτ’ ἤμην πρότερον εἴτε χρόνοις ἔσομαι. Παιδεύθην, παίδευσα, κύτος κόσμοιο πέδησα, θείας (ἐξ) ἀθανάτων φωσὶ φράσας ἀρετάς. Κεῦθε, γαῖα φίλη, με· τί δ’ ἁγνὸν ὅμως ὀνομ’; [ἤ]μην
10πᾶσι Φίλητος ἀνὴρ τῆς Λυκίης Λιμύρων.

427

(t)

ΑΛΛΟ.
a1Οὐκ ἤμην, γενόμην· ἤμην, οὐκ εἰμί· τοσαῦτα.
a2Εἰ δέ τις ἄλλ’ ἐρέει, ψεύσεται· οὐκ ἔσομαι.
a3Χαῖρε δίκαιος ὤν.
b1Ὦ παῖ, φυλάσσου, μὴ σφαλῇς· ἡ γλῶσσά τοι
b2αὐτὴ μὲν οὐδέν, ἡνίκ’ ἂν λέγῃ, πονεῖ,
b3ὅταν δ’ ἁμάρτῃ, πολλὰ προςβάλλει κακά.

428

(t)

ΑΛΛΟ.
1Φιλοστράτα βέβηκα πηγὰς εἰς ἐμάς,
λειποῦσα δεσμὸν ᾧ φύσις συνεῖχέ με. Ἐ]πὶ τοῖς δέκα γὰρ τέσσαρα ἐκπλήσας’ ἔτη, πέμπτῳ τὸ σῶμα καταλέλοιπα παρθένος,161
5ἄπαις, ἄνυμφος, ἠίθεος. Ὅτῳ γὰρ ἔρως ζωῆς ἔνεστιν, ἀφθόνως γηρασκέτω.

429

(t)

ΑΛΛΟ.
1Ὑστάτιον Γενέτειρα φίλου μεμνημένη ἀνδρὸς δεικνύω ἀλόχοις ἤθεα σωφροσύνης.

430

(t)

ΑΛΛΟ.
1Φῶτα θεοῖς ἴκελον, στυγερῶν ἰήτορα νούσων, Μοίρῃ ὑπ’ ἀτρέπτῳ Κίμβερα τύμβος ἔχει· ὃν πινυτὴ παράκοιτις ἀνιηρὸν ποθέουσα θάψεν ἀκοιμήτοις δάκρυσιν Ἀνδρομάχη.

431

(t)

ΑΛΛΟ.
1Φο[ί]βης [ἐνθάδε σῆμα ........ εἵνεκα κεδνο[σύνης· ...... τιομένη βασιλεῦσιν ἀγακλέσι, μητρὶ ποθητή ἤδη γηραλέη τέρμα λάχον βιότο[υ·
5ἐννεακαιδεκέτις γὰρ ἀπὸ χθονὸς Ἠ[λυσιόνδε ἐρχομένη πεδίον θνητὸν ἔλυσα [βίον. Ἀλλ’ Ἀίδης β]ουλῇσιν ἀκαμπέσιν ἅρπας’ ἀνά[γκης αἰθέρι δοὺς ψυχ]ήν, σῶμα δὲ Κεκροπίῃ.

432

(t)

ΑΛΛΟ.
1Ἦλθες ἐμῆς ζωῆς γλυκερώτερος, ὅς μ’ ἀπέλυσας νούσων καὶ καμάτων καὶ μογερᾶς ποδάγρας.

433

(t)

ΑΛΛΟ.
1Οὐ ξένος, ἀλλ’ ἀστὸς τύμβῳ ὑπὸ τῷδε τέθαμμαι, εἰκοσέτης Ἀκύλας πατρὶ λιπὼν ὀδύνας. [Ζῆθι], πατέρ, καὶ χαῖρε θυγατράσιν, ἃς φθονερός τοι δαίμων ἀντ’ ἐμέθεν ὤπασε γηροκόμους.

434

(t)

ΑΛΛΟ.
1Ἕκτον ἐπ’ εἰκοστῷ πλήσας ἔτος Ἄβγαρος ἔνθα ταρχύθη, Μοιρῶν ὡς ἐπέκλωσε μίτος, ᾧ φθόνος ὣς ἄδικός τις ἀπέσβεσεν ἀρχόμενον φῶς, λυπήσας τὸ γένος καὶ φιλίους ἑτάρους·
5τύμβον δ’ Ἀντωνῖνος ἑῷ θέτο τοῦτον ἀδελφῷ, οἷσιν ὁ πρὶν βασιλεὺς Ἄβγαρος ἦν γενέτης.

435

(t)

ΑΛΛΟ.
1Σ[ῶ]μα [π]έτρος κα[τ]έ[χει τ]ὸ Λεωνίδα .... σὺν γαμετῇ ἁγνῇ Ἀφροδισί[ᾳ]· ἆθλα δὲ τοῦδε παγκρατίων κρατέρων θέσπισε μοῖρα μ[ένειν· σῆμα δὲ τεῦξε γονεῦσι φίλοις Νεί[κις] καὶ ἑαυτῷ162
5Ἀμμιανῇ τε ἐρατῇ γαμετῇ.

436

(t)

ΑΛΛΟ.
1Εἰκόνα μὲν γραπτάν, οἷα πέλει ἀμφιπό[λοιο, θήκαμεν ἐ[ργ]οπόνου [Παλλ]άδος ἐν τεμένει, .....................

437

(t)

ΑΛΛΟ.
1Ἀχιλλέως παῖς, στωικὸς Θεόξενος ἐνταῦθα Πατρεὺς, ἀλλ’ ἄγαν κεῖται νέος.

438

(t)

ΑΛΛΟ.
1Πατρίδος ἐκ Σμύρνης βροτοί [μ’] Εὐθαλέα καλέεσκον, εἵνεκ’ ἐμῆς ὥρης καὶ μεγέθους ἐρατοῦ. Ἀλλά με Μοῖρ’ ὀλοή, πρὶν ἰούλοις πλῆσαι παρειάς, ἥρπασε πὰρ φιλίων, οὓς τροφέας ἐκάλουν.

439

(t)

ΑΛΛΟ.
1Βωμὸν τόνδ’ Ἀφρίκᾳ ἀνέθηκε Τιτιανός, πολλὰ περικλαύσας παῖδα ποθεινότατον.

440

(t)

ΑΛΛΟ.
1Νικαίης προλιπὼν Βιθυνίδος ὢν ἔτι κοῦρος ἄστυ κλυτὸν, γαίην ἦλθον ἐς Αὐσονίων, Ῥώμῃ δ’ ἐν ζαθέῃ ψήφους καὶ μέτρα διδάξας μνῆμ’ ἔλαχον Βασιλεὺς, ἔργον ἐμῆς πραπίδος.

441

(t)

ΑΛΛΟ.
1Ἠίθεον Καλόκαιρον ἔχει τόδε σῆμα, λιπούσης ψυχῆς ἀθανάτου σῶμα νέοιο κόρου. Σπεῦδεν ὁδὸν θείην γὰρ ἀποπρολιποῦσα μερίμνας πευκεδανοῖο βίου, ὡς ἀνίῃ καθαρή.

442

(t)

ΑΛΛΟ.
1Στήλλην Παρθενόπης ἴδιος γαμέτης ἐπόησεν λαΐνην, ἀλόχῳ τοῦτο χαριζόμενος.

443

(t)

ΑΛΛΟ.
1Τεῦ ς’ ἐνέπειν χρῆν τύμβον; —Ἀγακλειτοῖο Νέπ[ωτος. —Καὶ τίς Κεκροπιδῶν γείνατο τόνδε; φράσον.
—Οὐκ ἦν ἐκ γαίης Κεκροπηίδος, ἀλλ’ ἀπὸ Θρῄκης.163

444

(t)

ΑΛΛΟ.
1Σμικρὸς οὐ σμικρὸν καλύπτω τύμβος ἄνδρ’, ἐπεὶ σοφῶν δῶρα Μουσέων μέγιστα, τῶν ὅδ’ ἔξοχον λαχὼν Ἁρποκρατίων πρὸς ἀστῶν τρὶς μάκαρ κλ[είζεται, οὕνεκ’ ἦν ῥήτωρ μὲν εἰπεῖν, φιλόσοφος δ’ ἃ χρὴ νοεῖν.

445

(t)

ΑΛΛΟ.
1Βαιὸν ἐπιστήσας ἴχνος ἐνθάδε τύμβον ἄθρησον παιδὸς ἄφνω μαζῶν μητρὸς ἀποπταμένου· ᾤχετο δ’ ἐν νεκύεσσι λιπὼν πατρὶ πένθος ἄληκτον, δισσὴν πληρώσας πεντάδα τῶν συνόδων.
5Τοῖος δ’ ἦν γεγαώς, οἷος πότ’ ἔφυσεν Ἴακχος, ἢ θρασὺς Ἀλκείδης, ἢ καλὸς Ἐνδυμίων.

446

(t)

ΑΛΛΟ.
n1Αἰλίῳ Νέπωτι Ἀβάσκαντος καὶ Χαρίτι(ο)ν τῷ τέκνῳ
n2μνείας χάριν.
1Τίς πατρίς ἐστί σοι; —Νέπως ὄνομ’ ἐστί σοι; — Ἔστιν. Πατρὸς Ἀβασκάντου δωδεκέτης γενόμαν. —Τί στέφος ἐν τύμβοις; —Νικηφόρον· οὐκ ἀδαὴς γὰρ παγκρατίων γενόμην οὐδὲ πάλης ἱερᾶς.
5Στεφθεὶς δ’ ἐν πάτρῃ τόσσους ἀνέθηκα τοκεῦσι πρὶν στεφάνους, οὓς νῦν ἀντέλαβον τεθνεώς.

447

(t)

ΑΛΛΟ.
1Τέσσαρα τέκνα λιπὼν Νικήφορος ἐνθάδε κεῖμαι ἐν χρηστῆς ἀλόχου πνεῦμα λιπὼν παλάμαις· εὐδαίμων Ἑλένη παιδὸς μόρον οὐκ ἐσιδοῦσα, ἀλλ’ ὁ πατὴρ ἔτλη Λούκιος οὐχ ὅσια·
5εἶδε γὰρ ὀφθαλμοῖς τὸν ἐμὸν νέκυν, εἶδε δὲ τέκνου πώ[μα]τι λαινέῳ σῶ[μ]α κ[ατ]ι[σχό]μενον.

448

(t)

ΑΛΛΟ.
1Τὸν ἐν βροτοῖς φανέντα καὶ παίξαν[τα πρὶν ἐνθάδε μ’ ὁρᾶτε τῇδε σὺν ὁμαί[μονι λιπόντα τὸν μοχθηρὸν ἀνθρώπ[ων βίον, χῶρον δ’ ἔχοντα ζώσιμον θεοῖς [ὁμοῦ.
5Λοιπὸν παραινῶ πατέρα καὶ τὴν μ[ητέρα φέρειν τὰ Μοιρῶν Πλουτέως κελ[εύσματα.

449

(t)

ΑΛΛΟ.
1Μουσῶν προφῆτιν εὔ....ντεν.... κάλ]λει τ’ ἀκμαίαν πεντεκαιδε[κ.... δαίμων ὁ πικρὸς τῷδ’ ἔθηκεν [ἐν τάφῳ· στήλῃ δ’ ὁρῶν μου τοὔνομ’ ἐγ[γεγραμμένον
5κλαῦσόν με, παροδῖθ’, ὅτι θάλαμον ... λείπω δὲ δάκρυ[α κ]αὶ γόους τροφοῖς ἐμοῖς,
Μοιρῶν γὰρ ἄνισος τοῦτ’ ἐπέκλωσεν μίτος.164

450

(t)

ΑΛΛΟ.
n1Ἀπίας Λεωφάντου, φύσει δὲ Ἡροστράτου· χρηστὴ
n2χαῖρε.
n3Ἡρόστρατε Φιλώτου, χρηστὲ χαῖρε.
1Τίς ἦρα τύμβῳ τῷδ’ ὑπέσς’; —Ἡρόστρατος πατρὸς Φιλώτεω. —Τίς δέ τευ πάτρα; —Τέως. —Τέχνα; —Θαλασσοεργός. —Ἐντί τευ δόμοις παῖς; —Ὃν τύχᾳ γε τερπνὸν ἐς βίου τέλος
5γέρας ποδαγέτησα. —Ποῖ δ’ ἐτέων ἔβας; —Ἀριθμὸν ἑξάκοντα λειπόμαν τρισίν. —Κούφα κόνις τοι. —Τίν δὲ, ὀδῖτ’, ὁ λεὼς πέλοι.

451

(t)

ΑΛΛΟ.
1Πέντε καὶ ἑξήκοντα ἐτῶν μέγα σῆμα καλύπτει Εὔτυχον οἰκονόμον πολλὴν φιλίην πορίσαντα.

452

(t)

ΑΛΛΟ.
1...... ἴχνεσι ......ον, ὁδῖτα· κοῦρος ἐγὼ καλέω σε, θεῷ φίλος, οὐκέτι θνητός, ἠίθεος, κούροισιν ὁμηλικίῃ πανόμοιος πλωτήρων σωτῆρσιν, Ἀμυκλαίοισι θεοῖσιν,
5πλωτὴρ καὐτὸς ἐών· πόντου γ’ ἐνὶ κύμασιν ἥσθην. Εὐσεβίῃ τροφέων δὲ λαχὼν τόδε σῆμα πέπαυμαι νούσων καὶ καμάτοιο καὶ ἄχθεος ἠδὲ πόνοιο· ταῦτα γὰρ ἐν ζωοῖσιν ἀμείλιχα σάρκες ἔχουσιν· ἐν δὲ τεθνειῶσιν ὁμηγύριές γε πέλουσιν
10δοιαί, τῶν ἑτέρη μὲν ἐπιχθονίη πεφόρηται, ἡ δ’ ἑτέρη τείρεσσι σὺν αἰθερίοισι χορεύει· ἧς στρατίης εἷς εἰμί, λαχὼν θεὸν ἡγεμονῆα.

453

(t)

ΑΛΛΟ.
a1Μή μου παρέλθῃς τοὐπίγραμμ’, ὁδοιπόρε,
a2ἀλλὰ σταθεὶς ἄκουε, καὶ μαθὼν ἄπει.
a3Οὐκ ἔστ’ ἐν Ἀίδου πλοῖον, οὐ πορθμεὺς Χάρων,
a4οὐκ Αἰακὸς κλειδοῦχος, οὐχὶ Κέρβερος κύων.
a5Ἡμεῖς δὲ πάντες οἱ κάτω τεθνηκότες
a6ὀστέα τέφρα τε γεγόναμεν, ἄλλο δ’ οὐδὲ ἕν.
a7Εἴρηκα. Δι’ ὀρθῆς ὕπαγε, ὁδοιπόρε,
a8μὴ καὶ τεθνηκὼς ἀδόλεσχός σοι φανῶ.
b1Μὴ μύρα, μὴ στεφάνους στήλλῃ χαρίσῃ· λίθος
b2μηδὲ τὸ πῦρ φλέξεις· εἰς κενὸν ἡ δαπάνη. [ἐστίν·
b3Ζῶντί μοι, εἴ τι ἔχεις, μετάδος· τέφραν δὲ μεθύσκων
b4πηλὸν ποιήσεις, κοὐχ ὁ θανὼν πίεται.
b5Τοῦτ’ ἔσομαι γὰρ ἔγω· σὺ δὲ τούτοις γῆν ἐπιχώσας
b6εἴφ’ ὅτ’ ἐγὼ οὐκ ἦν, τοῦτο πάλιν γέγονα.165

454

(t)

ΑΛΛΟ.
1Τίς ἦν ς’ ὁ θρέψας; —ἦν Κίλιξ Ἀθήναιος. —Χρηστὸν τὸ θρέμμα, τίς καλῇ; —Νουμήνιος. —Πόσων δὲ θνήσκεις τῶν ἐτῶν; —Δὶς εἴκοσιν. —Ἐχρῆν ς’ ἔτι ζῇν. —Ἀλλὰ καὶ θανεῖν ἐχρῆν·
5—Γενναῖα σοῦ, καὶ χαῖρε. —Καὶ σύ γ’, ὦ ξένε· σοὶ γὰρ μέτεστιν ἔτι χαρᾶς, ἡμῖν δ’ ἅλις.

455

(t)

ΑΛΛΟ.
1Ψυχρὸν ὕδωρ δοίη σοι ἄναξ ἐνέρων Ἀϊδωνεὺς, ὦ Μέλαν, ἥβης γάρ σοι ἀπώλετο φίλτατον ἄνθος.

456

(t)

ΑΛΛΟ.
1Ἡλικίῃ, μορφῇ, φρεσὶ, Μούσαις, σωφροσύνῃ τε, ἐν πᾶσιν πρέψασα κατὰ χθόνα, φῶς λίπες ἠοῦς, κἄμ’ ἔφυγες ποθέοντα, καὶ οὐκ ἐσάθρησας ἰοῦσα.
5Τοιγὰρ ἐγὼ τόδε σῆμα φίλοις σταθμοῖσιν ἔτευξα, ὄφρα σε καὶ νέκυν οὖσαν ἐμοῖς μελάθροισιν ὁρῴην, οὔνομά μοι γλυκύ, Μέσσι’, ἀειμνήστη παράκοιτι.

457

(t)

ΑΛΛΟ.
1Τὸν σοφίῃ προὔχοντα, καὶ εὐτεκνίης ἀροτῆρα, τὸν πατέρ’ ἡμέτερον πολλοῖσι χρόνοις γεγαῶτα, τὸν τρὶς ἀριστεύσαντα, σὺν ἐντίμοισι φίλοισιν Εὐτόνιοι παῖδες πατέρ’ Εὐτόνιον τεθνεῶτα
5πολλάκις ὑμνήσωμεν ἐνὶ στήλαισι γραφέντα.

458

(t)

ΑΛΛΟ.
nΘ. Κ.
1Ἄνθος] ὁρᾷς γαίης τὸ ποθούμενον ἐν στεφέεσσιν οὔνομά μοι τόδ’ ἔφυ· Ὑάκινθος ἐνθάδε κεῖμαι.

459

(t)

ΑΛΛΟ.
1Μήπω γευσάμενος ἥβης ὤλισθον ἐς Ἀΐδου δάκρυα καὶ στοναχὰς λείψας αἰῶνι γονεῦσιν· δύσμορος οὐδ’ ἐνόησα βροτῶν ψαῦσαι βιότοιο. Ἑπτὰ μόνους λυκάβαντας δύω καὶ μῆνας ἔζησα,
5ὧν τρεῖς ἐξετέλουν Διονύσῳ ὄργια βάζων. Ἡρόφιλον δ’ ἐκάλουν με πατὴρ καὶ πότνια μήτηρ. Ἔγνως, ὦ παροδῖτα, τίς ἤμην· οὐκ ἐγενήθην.

460

(t)

ΑΛΛΟ.
1Ἀσίδος ἀρχιερῆος ἄγαν κλυτοῦ υἱέα Μίθρου Λούκιον ἀθλοθετῆρα πάτρης Σμύρνης ἐρατεινῆς, εὐγενίῃ σοφίῃ τε κεκασμένον ἔξοχον ἀνδρῶν,
Αὐσόνιον δάπεδον, βωμός θ’ ὅδε, σῆμά τε κρύπτει.166

461

(t)

ΑΛΛΟ.
1Οὐκ ἔθανες, Πρώτη, μετέβης δ’ ἐς ἀμείνονα χῶρον, καὶ ναίεις μακάρων νήσους θαλίῃ ἐνὶ πολλῇ, ἔνθα κατ’ Ἠλυσίων πεδίων σκιρτῶσα γέγηθας ἄνθεσιν ἐν μαλακοῖσι, κακῶν ἔκτοσθεν ἁπάντων·
5οὐ χειμὼν λυπεῖ ς’, οὐ καῦμ’, οὐ νοῦσος ἐνοχλεῖ, οὐ πείνη ς’, οὐ δίψος ἔχει ς’· ἀλλ’ οὐδὲ ποθεινὸς ἀνθρώπων ἔτι σοι βίοτος· ζώεις γὰρ ἀμέμπτως αὐγαῖς ἐν καθαραῖσιν Ὀλύμπου πλησίον ὄντος.

462

(t)

ΑΛΛΟ.
1Τοῦτο γὰρ ἐν ζωοῖσιν ἐπώνυμον ἔσκε γυναικί εἵνεκεν ἧς ἀρετῆς καὶ σωφροσύνης μάλ’ ἀρίστης. Τεῦξε δὲ τόνδε τάφον φίλιος πόσις Εὔτροπος αὐτῇ οἷ τ’ αὐτῷ, μετόπισθεν ὅπως ἔχοι ἀμπαύεσθαι
5σὺν φιλίῃ ξυνῶς ἀλόχῳ, κεκλωσμένον αὐτῷ τέρμ’ ἐσιδὼν βιότου ἀλύτοις ὑπὸ νήμασι Μοιρῶν.

463

(t)

ΑΛΛΟ.
1Χαίροις, ὦ παροδῖτα· τιμῆς εἰσάκουσον ἐμεῖο. Οὔνομα δὴ Γλυκίαν, ἐσορᾷς δέ με παρθένον οὖσαν· τὴν δ’ ἄρ’ ἐμὴν νεότητα πατὴρ Παίδερως ἐνέγραψεν, καὶ μήτηρ Γλυκία, καὶ Τιμογένης ὁ ἀδελφός,
5μήτρωες Μάρκος καὶ Νίκυς, αἱ δέ τε μάμμαι Τιμογενὶς καὶ Ψυχὴ τἤγγονον ἐκτίμησαν ...... ἔμ’ ἣν οὐπώποτ’ ἐέλπισα τιμήν.

464

(t)

ΑΛΛΟ.
1Μηνόφιλον τάφος οὗτος ἔχει, πολυπενθέα παῖδα, ὃν Χαρίτων τρισσῶν πανεπήρατον εἶδος ἔχοντα αἰνοτόκων γονέων φθόνος ἥρπασεν, ὃν καθορᾶτε ὀκτὼ μόνοις ἔτεσιν βεβιωκότα, μησί τε πέντε.

465

(t)

ΑΛΛΟ.
1............... βιό[τ]ε[υ]ον
Πάντες γά[ρ μ’ ἐπό]θουν, ἤμην γὰρ πᾶσι προσηνής, καὶ στεφάνους ἐφόρουν, πολλ[οῖς δὲ μύ]ροισιν ἐχρώμην, καὶ [μ]ε[τὰ δόρπον] ἐκοιμώμην κλισμῷ [ἐνὶ καλῷ,167
5ἐνδεδύμην δὲ τὸ σῶ[μ’ ἐν ἀθύρμα]σι χρώμασι θείοις, κάλλος ἔχουσα τύποισι, ταφῆς ἔτυχον μετὰ τοῦτο, καὶ ζῶ κοὐκ ἔθανον τοῖον [ἔχουσα] τάφον.

466

(t)

ΑΛΛΟ.
1Ἐνθάδε μὲν κεῖμαι, καὶ σώματος οὗτος ὁ τύμβο[ς· εἰ [μ]ὴ μνῆμα, μετὸν [τὸ] κλέος ἐστὶ τάφος.

467

(t)

ΑΛΛΟ.
1Οὗτος Σωκάρτης Γορτύνιος (nomen patris) παντοίης ἀρετῆς ἔξοχος ἡνίοχος, ὃν μήτηρ μὲν ἔτικτεν ἐνὶ Κρήτῃ εὐρείῃ ἠύκομος Σθενίη, φερτάτῳ Αὐσονίων
5εὐνηθεῖς’ ὑπ’ ἔρωτι, κασιγνήτους τε κρατίστους καὶ πλείστων ὑπάτων κρέσσονας ἡγεμόνας· ἀλλά ἑ νοῦσος ἔμαρψε κακὴ καὶ μοῖρα βαρεῖα ἥρωα, πρὶν ἰδεῖν παῖδας ἀεξομένους. Τούτου κουριδίη ἄλοχος καὶ [κεδ]νὰ εἰδυῖ[α
10 ἔστης’ Εὔπραξις, κῦδος ἑῇ πατρίδ[ι· οὐ γάρ τις κατὰ γαῖαν, ὅσαις Διόθεν γένος [ἐστί, μείζονα τῇδε πόλει κόσμον ἔθηκε γ[υνή.

468

(t)

ΑΛΛΟ.
1Σωφροσύνας αἰδοῦς τε ἐτύμου χάριν, ὦ μάκαρ Ἑρμᾶ, Νίκανδρος χαίροι καὶ παρὰ Φερσεφόνᾳ.

469

(t)

ΑΛΛΟ.
1Ἡρώων τὸν ἄριστον ὁρᾶτέ με Παρμενίωνα ὅν ποθ’ ὁ προπάτωρ ἔτρεφε Παρμενιών, πατρί τε καὶ πάπποις καὶ πατρίδι κῦδος ἄριστον, παιδείας ἀγαθαῖς ἡδόμενον μελέταις,
5υἱὸν Μνησιέπου καὶ Παγκλείτης νέον ἔρνος, κάλλει καὶ πινυταῖς τερπόμενον πράπισιν. Τὸν τρισκαιδεκέτη δὲ πρὸς ἡρώων χορὸν ἁγνὸν ἥρπασεν ἐξαπίνης πανδαμάτειρα τύχη.

470

(t)

ΑΛΛΟ.
1Τίς σε, γύναι, Παρίην ὑπὸ βώλακα θήκατο; τίς σου ξυνὸν ὑπὲρ τύμβου σᾶμα τόδ’ ἀγλάϊσεν; —Συγγαμέτας Αὖλος Βαβύλλιος ἔρσε μελίξας στοργὰν ἀέναον. —Τίς τίνος, εἰπέ, πάτρας;
5—Οὔνομ’ Ἐπαρχίδα μοι θέτο Σώστρατος ἠδ’ ὁμόλεκτρος Ἀρχίππη, κλεινὴν δόξαν ἐνεικάμενοι. Ἃν] Μύκονος μὲν ἔθρεψε πάτρα· πολιῆτιν Ἀθηνῶν Κέκροπος αὐτόχθων δᾶμος ἀναγράφεται. —Χαῖρε, γύναι, τοιοῦδ’ ὁμοσυγγενέταο γεγῶσα.
10—Καὶ σὺ χαρεὶς, ὤνθρωπε, ἕρπε σὺν εὐτυχίᾳ.168

471

(t)

ΑΛΛΟ.
1Παρ]θενίαν [λεί]πους’ ἐρατὴν θυγάτηρ Κλεαρίσ[τ]ης ἠδὲ Πολυγνώ[του] κεῖται Ἀρισταγόρα.

472

(t)

ΑΛΛΟ.
1 ................... [ἄλλοις. Οὐκ ἤρκει τὰ πά[λαι] γενέταις κακὰ πά[σχον] ἐπ’ οὐδ’ ὅσα νήπιος ὢ[ν] ἔπαθον νούσ[ων] κακότησι γαίῃ ἐν ἀλλοδαπ[ῇ], ὅσα δ’ ἐν πελάγε[σσι] μακροῖσιν·
5ἀλλ’ ὅτε βαιὸ[ν] ἐπ’ οὖδας ἔβη[ν] γαίης ἐρατειν[ῆς, ἡρπάσθην ὁ [πρό]μοιρος· ἔχουσ[ι δὲ] χείρονας ἄρτ[ι λύπας καὶ στεναχὰ[ς ἐπ’ ἐ]μοὶ δάκρυσιν π[υκι]νοῖσ[ιν ......................

473

(t)

ΑΛΛΟ.
1Νήπιον ὠκύμορον κατέχω χθὼν, ὦ ξένε, παῖδα, ζήσαντ’ ἐν μελάθροις ἐς λυκάβαντα τέταρτον, οὔνομα δ’ ἐν τοκέεσσι φίλοις κέκλητ’ Ἀσιάρχης· αὐτοὶ δ’ οἳ θρέψαν τήνδ’ ἐπέθεντο κόνιν
5καὶ δακρύοισιν ἔβρεξαν ὅλον τάφον· ἄστατος ὄντως θνητῶν ἐστι βίος καὶ βραχὺς οὐδ’ ἄπονος

474

(t)

ΑΛΛΟ.
1Ὀκταέτη μ’ ἔτι παῖδα κατέκτανεν ἡ βαρύμηνις Κλωθὼ Καλλικράτη καὶ παρέδωκε τάφῳ.

475

(t)

ΑΛΛΟ.
1Καλλικράτης κεῖμαι τύμβῳ τούτῳ, παροδῖτα, πεντήκοντα ἕνα ζήσας σεμνῶς λυκάβαντας. Χαίροις, παροδῖτα.

476

(t)

ΑΛΛΟ.
nΘεοῖς χθονίοις.
1Νῦν Βασίλειος ἐγὼ βρέφος αἴλινον ὧδε Μακρῖνος, πατρὸς Μακρίνου, Γλυκέρας μητρός με τεκούσης, ὀκτὼ ἔτη πλήσας, πρὸς τούτοις μῆν’ ἐβίων α.

477

(t)

ΑΛΛΟ.
1Τύμβον καὶ βωμὸν Μελεάγρῳ ἐνθάδ’ ἔτευξαν
Κυριακὴ μὲν τοῦδε πάρος γεγαῶσα σύνευνος, σὺν δὲ δύω υἱοὶ Δημάγνος καὶ Κλεόνικος γλυκυτάτῳ γενέτῃ μνημοσύνοιο χάριν.169

478

(t)

ΑΛΛΟ.
1Κλαυδιανὸν πύκτην λεντιάριοι ἐνθάδ’ ἔθηκαν, τιμῶντες καὶ νῦν εἰκόνι καὶ στεφάνοις.

479

(t)

ΑΛΛΟ.
1Σῶμα κόρης ἁρπαχθὲν ἀνηλίκῳ εὐθαλεῖ ὥρῃ παρθένου ἀνθοφόρου τύμβος ὅδ’ ἐγκατέχει· ψυχὴ δ’ ἀθανάτων βουλαῖς ἐπιδήμιός ἐστιν ἄστροις, καὶ ἱερὸν χῶρον ἔχει μακάρων.
5Οὐδὲ πικρὸν μοιρῶν μίτον ἔκ[φυγεν], οὐδ’ [ἐ]δυ[ν]ήθη ἀνθού[σ]η[ς] ὥρ[ης ........... ἀλλὰ τρισκαιδεκάτου π[ερ]ι[τελλο]μένου [ἐνι]αυτοῦ γειναμένο[ι]ς [μ]έγ[α] π[ένθ]ος ἑο[ῖ]ς [κατέ]λειψε τοκεῦσιν.

480

(t)

ΑΛΛΟ.
nΘ. Κ.
1Τύμβον μὴ παρίδῃς, παροδῖτα, τῆς Ἀφροδίτης. Τοῦτον ἐμοὶ Αἰνείᾳ τε τέκνῳ ποίησεν ὁ χρηστὸς σύμβιος Ἑρμαγόρα, μνημοσύνης ἕνεκεν.

481

(t)

ΑΛΛΟ.
1Στέργω καὶ φθιμένα τὸν ἐμὸν πόσιν· οὐ γὰρ ὀθνείαις φρόντισι θαητὸν τύμβον ἔτευξε βροτοῖς, καὶ τιμαῖς ἰσόμοιρον ἔθηκεν τὰν ὁμόλεκτρον ἥρωσιν, φίλτρων εἵνεκα τερπνοτάτων.
5Κλεινὸν δ’ οὔνομά μοι, ξένε, Κυδίλα· ἐσθλὰ δὲ ναίω δώματα Φερσεφόνας χώρῳ ἐν εὐσεβέων, πατρὸς κλῃζομένα Δαμαινέτου, ἐκ δέ γε ματρὸς Κλεισφύσσας, δοιῶν εὐγενετᾶν γονέων. Αἰνείσθω ξυνόμευνος· ἐπεί γε με κἀποθανοῦσαν
10ζηλῶν ἀθανάταις ἠγλάισεν χάρισιν.

482

(t)

ΑΛΛΟ.
1Ἀπατρίῃ γάθοντα κατέσχε με Ἰλιὰς αἶα, ἀλκὰν Ἑλλαδικὰν κευθομένα λαγόσιν.

483

(t)

ΑΛΛΟ.
1Ὠκύμο[ρ]ος παλάμα[ι]ς ἀλόχου ἔ]λιπ]ες φάος ἠοῦς ἀργαλέην λύπην σοῖς ἑτάροις θέμενος, Ἱστόρι[ε], οἱ ποθεόντες ἀεί σε φιλόφρονα θ[υ]μὸν ἔχοντες
5[μ]έλψουσιν μνήμαι[ς] πᾶσι βροτοῖσι φίλον.170

484

(t)

ΑΛΛΟ.
1Μικρὰ μὲν ἡ λίθος ἐστίν, ἔχει δ’ ἡδεῖαν ὀπωπήν ἔνδον τῶν μορφῶν, ὡς ἴον ἐν ταλάροις.

485

(t)

ΑΛΛΟ.
1Ὦ φίλε παῖ, σ]οῦ πατρὸς μὴ κλαύσῃς φθιμέ[νοιο. *ρήσας ὀγδοήκοντα δυσὶν ἔτεσιν, γαῖάν τε Κεκρόπων ἱερὰν βουλήν τε γε[ρόντων ηὖξον καὶ μελέτην εἶχον ἐλευθερίης.
5Ἑξήκοντ’ ἔτε[σιν μετ’ ἐμῆς ἐβίωσα γυναικός, ἐξ ἧς ἔσχα τέκνα γνήσια κοὐχὶ νόθα. ........... μο]ρφὴν ἐτύπωσεν. πᾶσιν ὁρᾶν με..........ς. Εἰ δὲ θέλεις θέλγειν ψυχὴν [τεθνηκότος ἀνδρός,
10θέλξο]ν ἐπισπείσας ὅσσα βροτοῖσι θέμις.

486

(t)

ΑΛΛΟ.
1Ἱερὸς οὗτος ὁ χῶρος, ὃν Αἰνείας ἀγανόφρων εἵσαθ’ ἑοῦ ἑτάροιο σεβάσμιον Ἠιθέοιο πάντα παλαιγενέεσσιν ἀλιγκίου ἡρώεσσιν κάλλος τ’ ἠνορέην τ’ ἀγανοφροσύνην τε νόον τε.
5Ἐνθάδε δέ[μνι’ ἔχ]ει καὶ Ὀλυμπιὰς ἱμερόεσσα, Ἠιθέοιο δάμαρ καὶ ἀδελφεὴ Αἰνείαο ἣ πάσας παράμειψε φιλάνδρους ἡρωίνας, Ἄλκηστιν πινυτῇ, μορφῇ δ’ ἐρατώπιδα Λήδην. Τοῦτ’ ἐτύμως νῆσοι μακάρων πέδον, ἔνθα τε φῶτες
10εὐσεβέες ναίουσι δικαιότατοι ἀγανοί τε, οἳ ξυνὸν ζώοντες ἔχον βίον ἀλλήλοισιν σὺν κόσμῳ σοφίῃ τε δικαιοσύνῃ τε καὶ αἰδοῖ. Ἀγγέλλω τάδε βωμὸς, ὃν Αἰνείας ἀνέθηκεν, ὄφρα κε κυδαίνωνται ὑπ’ ἀντιθέοις γεράεσσιν
15πᾶσιν ἐν αἰώνεσσιν ὑπ’ εὐσεβίῃσιν ἑταίρων.

487

(t)

ΑΛΛΟ.
1Ἰκαρίοιο τάφος νεοπενθέος· ὦ τάφος, ὅσσην συγκλείσας ἀρετῆς εὐκλείην κατέχεις. Οὐκ ἴδρις τραγικῆς μούσης, οὐκ εὔλυρος ἀνὴρ, οὐκ ἐπέων ῥητὴρ ἄξια σεῖο φράσει,
5οἷος ἔφυς πραπίδας, οἷος χρόα, οἷος ἰούλους, ὅσσων θ’, ὡς πρέσβυς, κοῦρος ἐὼν κράτεες. Νύμφην δ’ ἥν σοι ἐγὼ θεῖος τεὸς ἔτρεφον, οἲ οἴ, τλήμονα, νυμφεύσων ἥρπασε πρόσθ’ Ἀΐδης. Οὐδὲ γάμων ὑμέναιον ἀείσαμεν· ἀλλ’ ἄρα μούνω
10παρθενίην ἐρατὴν σώσατε κεἰς Ἀίδου.

488

(t)

ΑΛΛΟ.
1Παῖδά με] Πλουτάρχου Διονύσιο[ν ἅδε κέκευθε γαῖ]α, τὸν αἰθέρι ὡς ἀστέρα λαμπόμενον ἀθλοφόρον ταχύτητι· τί τὸ πλέον; εἰς Ἀΐδαο ἤλυθον ἡβήσας [ἐννεακ]α[ιδ]εκέτης,171
5οὐ τῶν ......... πόνος, ἀλλ’ ὁ... πένθος ἐφῆ[κε πικρὸν μοῖρ’] ὀλο[ὴ] γενέταις.

489

(t)

ΑΛΛΟ.
1Πλουτάρχου τόδε σῆμα σαόφρονος, ὃς πολυμόχθου κύδεος ἱμείρων ἤλυθεν Αὐσονίην· ἔνθα πόνοισι πόνους ἀνεμέτρεε τηλόθι πάτρης, μουνογενής περ ἐὼν καὶ πατέρεσσι φίλος.
5Ἀλλ’ ἑὸν οὐκ ἐτέλεσσε πόθον, μάλα περ μενεαίνων· πρόσθε γὰρ ἀστόργου μοῖρα κίχεν θανάτου.

490

(t)

ΑΛΛΟ.
1Οὐχὶ πόνῳ δολίῳ τὸ πρὶν, ἦλθ’ ὅ σοι νῦν ἐπιγράψας, ἀλλὰ νόσῳ λημφθεὶς, ἐσχ’ ἐπί σοι βίαιον· Νῦν δέ σοι τήνδε γραφὴν θήσω χάριν, ἧς ἀπὸ κηροῦ ἀντίτυπον ῥεύσει τοῖς δακρύοις χάριτα.
5Εἰ δέ τις ἐστι νόος παρὰ Ταρτάρῳ ἢ παρὰ Λήθῃ, ἧς ἔσχον σπουδῆς νῦν κατέχεις χάριτα. Τίς δ’ ἐπί σοι ἐτύπωσε τὰ γράμματα; εἰμὶ τὸ πρίν σου, αἷμα σὸν ἐν ζῶσιν· λυπεῖς με τέλος κατέχουσα. Ἀγάθων ἀδελφῇ Ἀτταλίδι μνείας χάριν.

491

(t)

ΕΝΝΟΙΟΥ (?)
1Βαιὸν ἐμὲ νύμφαις ἔργον κάμ[εν ..... οὐ γάρ μοι σθεναρὴν χεῖρ’ ἐπέ[οικε φέρειν Ἀλλ’ ἐν ἐμοὶ καμάτων εὗρεν τέλ[ος, εὗρε δὲ τύμβον ἀγχόθι λαϊνέης αὔλακος ὑδρο[φόρου,
5τὴν αὐτὸς ποίησεν ἐς ἠέρα πολλ[ὸν ἀείρας νᾶμα φέρειν καθαρὸν ἐνναέταις Κατάνης.

492

(t)

ΑΔΕΣΠΟΤΟΝ.
1Στήλη μαρμαρέη, τίνος εἶ τάφος; —Ὠκέος ἵππου, —Τίς δ’ ὄνομ’; —Εὐθύδικος. —Τί κλέος; —Ἀθλοφόρος. —Ποσσάκις ἐστέφθη δρόμον; —Πολλάκι. —Τίς δ’ ἔλαέν μιν; —Κοίρανος. —Ὦ τιμῆς κρέσσονος ἡμιθέων.

493

(t)

ΑΛΛΟ.
nΔιογένης Ἡρακλείδου Μακεδών.
1Ἦ ῥα ποθεινὸς πᾶσιν ἔβης δόμον Ἀίδος, οὔπω εἴκος’ ἐτῶν μῆνας δ’ ἓξ ἔτι λειπόμενος,
Διόγενες· πένθος δὲ λυγρὸν στυγνόν τε γονεῦσιν κάλλιπες ἀΐδιον γήραϊ τειρομένοις.172
5Ἀλλ’ οὐκ ἔστι τύχην προφυγεῖν καὶ δαίμονα θνητοῖς, οὐδὲ παρώσασθαι μόρσιμον ἦν τὸ χρεών.

494

(t)

ΑΛΛΟ.
1Εἰπεῖν τίς δύναται σκῆνος λιπόσαρκον ἀθρήσας εἴπερ Ὕλας ἢ Θερσίτης ἦν, ὦ παροδῖτα;

495

(t)

ΑΛΛΟ.
a1Καστρίκιόν με Φίλιππον ἐτύμβευσεν Τίτος υἱός
a2Εἰονίου πελάγους ἄγχι καταφθίμενον·
a3ὀστέα δ’ ἐνθάδ’ ἔνεικεν, ἐπεὶ γλυκὺ καὶ μετὰ μοῖραν,
a4οὐχὶ μόνον ζωοῖς πάτριόν ἐστ’ ἔδαφος.
b1Ἡδαίαν Εὐκλείας τὴν καὶ Μαρίαν με θανοῦσαν,
b2μητέρα τὴν ἰδίην υἱὸς ἔθαψε Τίτος,
b3ὀκτωκαιδεκέτης λειφθεὶς νέος, ὀστᾶ δὲ πατρός
b4εἰς ἓν ἔθηκεν ἐμοὶ Δυρραχίου κομίσας·
b5ᾗχι Φίλιππον ἔθαψεν, ἐμὸν πόσιν· ἀλλὰ τροφείων
b6μνησθεὶς ἀμφοτέροις τύμβον ἔχωσεν ἕνα.
c1Ὃς τὸν ἐμὸν παρὰ τύμβον ἄγεις, Τίτον ἴσθι Φιλίππου
c2πατρὸς Ἐδεσσαῖον παῖδά με καὶ Μαρίας.
d1Πατρὶς μέν μοι Ἔδεσσα, τὸ δ’ οὔνομα Κλαυδία Γράπτη·
d2κεῖμαι δ’ ἐνθάδ’ ἐγὼ σύγγαμος οὖσα Τίτου.

496

(t)

ΛΟΥΚΟΥΛΛΟΥ.
1Καὶ σὺ [π]άρος μούσῃσιν ἐνιπρέψας, Θεόδωρε, τὴν κοινὴν πάντων ἦλθες ἀταρπὸν ἔπι πάτρη σοι γένεος Βιθύνιον, ἐν δ’ ἀρ’ Ἀθήναις γραμματικῆς τέχνης οὔνομ’ ἔδεξο μέγα·
5Βύζαντος δὲ πόλει κλέος ἤραο, καί σε θανόντα μήτηρ ὡς λαγόσιν θήκατο δεξαμένη. Λούκουλλος φιλίας τάδε σοι μνημήι’ ἔγραψεν, σῆς γλυκερῆς ψυχῆς κέντρον ἄπαυστον ἔχων.

497

(t)

ΖΩΣΙΜΟΥ.
1 Μαρμαρέη λίθος εἰμὶ, φέρω δ’ ἐν γαστέρι φῶτα Νήδυμον ὕπνον ἔχοντα καὶ ἐν [φθιμέ]νοισι παρόντα, ὃν δῆμος χρυσῷ στεφάνῳ τίμησε γεραίρων· βουλὴ ταὐτὸν ἔπραξε παρη[γορίην υἱ]οῖο·
5κεῖται σῶμα λέοντος ἀ[ρηϊφίλῳ ἐπὶ φωτί. Ζώσιμος υἱὸς ἔγραψε, τὸ γὰρ γέ[ρας ἐστὶ θανοῦσιν· ἔμπνουν φθεγγομένην ἀδεῶς [μ’ ἐχάραξε] σιδήρῳ. Ὅστις δ’ ἂν τολμᾷ θέσθαι νέκυν εἰς ἐμὲ νηδύν, χωρὶς τοῦ παιδὸς πατέρος, οὗ ἔχω κατὰ γαστρός,
10δώσει τῇ τε πόλει καὶ τῷ ταμείῳ δ[η](νάρια) μυρία.

498

(t)

ΤΟΥ ΑΥΤΟΥ.
1 Σκῆνος μὲν γενετῆρες, ἐπεὶ γέρας ἐστὶ θανοῦσι, τιμῶντες κλαίεσκον ἀναίσθητον περὶ τύμβον· ψυχὴ δ’ ἐς τὸ δίκαιον ἔβη· ἦν δ’ οὔνομα τοὐμὸν Νήδυμος, Ἰταλικῆς Ἀδάης παῖς, ἵμερος ὄντως,173
5οὐκ ἤμην ἔμπροσθε πολὺν χρόνον· ἔστ ἐγενήθην, εἷς ὀλίγων ἐτέων ἐναρίθμιος, ἄστατος αἰών, οὐκ ἀνέδραστον ἔχων ἴδιον δρόμον· ἧς δ’ ἔλαχέν τις μοίρης, ταύτην ἐκτελέσει· καὶ γὰρ βασιλῆες. Ταῦτ’ ἐπέγραψε πατὴρ ὁ Ζώσιμος εἵνεκ’ ἐμεῖο,
10αἰείμνηστον ἔχων ψυχῆς πόθον ἀθανάτοιο.

499

(t)

ΑΔΗΛΟΝ.
1Πλήρης ὁ φόρτος ἐστί μοι· καλῶς ἔχει. Κεῖται γὰρ νηδὺν εἰς ἐμὴν ὁ Νήδυμος κἀκ τοῦδε παιδὸς παῖς γεγὼς ὁ Νήδυμος, τρίτος δὲ παιδὸς νῦν πατὴρ ὁ Ζώσιμος.
5Μύσιν θεῶν τίς μοι δότω καὶ σύμφυσιν· ἢν γὰρ θίγῃ τις εἰς ἄνοιξιν τὴν ἐμήν, μήτ’ ἐλπίδων ὄναιτο, μὴ τέκνων σπορᾶς, ἀλλ’ ἐγγένους ὄλοιτο πάνριζον γένος.

500

(t)

ΑΛΛΟ.
1Σοὶ τόδε σῆμα κ[αλὸν] Ἀσκληπιακὸς Φιλ[έρωτι πεντέτει ἱμερτ[ῷ] παιδὶ πατὴρ ἔκαμ[ον.

501

(t)

ΑΛΛΟ.
1Τὸν πάσης ἀρετῆς εἰδήμονα φῶτα, Φίλιππον, πρέσβυν, κ’ Ἀονίης ἐμπέραμον σοφίης, Αὐσονίων ὕπατον, πατέρα κλυτὸν Ἀντιγόνοιο, θρέψε Μακηδονίη, δέξατο δ’ Ἰταλίη.

502

(t)

ΑΛΛΟ.
1Τρεῖς δεκάδας ζήσασα ἐτέων σὺν πέντε ... Πάρδαλις ἦλθα θοῶς εἰς Ἀΐδαο δόμο[ν, ἐσθλὸν ἀπολιποῦσα φίλον Σωτήριχο[ν ἄνδρα καὶ παῖδας δοιοὺς ἄρρενας ἠδὲ κόρην.

503

(t)

ΑΛΛΟ.
1Ζωίλος ἡνιόχων προφερέστατος ἐνθάδε κεῖται.

504

(t)

ΑΛΛΟ.
1Μαρκέλλης τάφος εἰμί. Τίς αὐτὴ γράμματα λέξει, ἀρτίγαμος κούρη εἴκοσιν οὖς’ ἐτέων. Αὐτὴ ἡ γεννήσασα καὶ κηδεύσασα ἐπέγραψεν,
ἄχθος ἔχουσα κραδίῃ πένθεος οὐκ ὀλίγου.174

505

(t)

ΑΛΛΟ.
1Εἰκοσιὲξ λυκάβασιν ἐγὼ ζήσασα Σαβῖνα καὶ μησὶν τέτρασιν, εἶθ’ ἑνδέκατον πάλιν ἦμαρ, τῇδε σορῷ κεῖμαι θυγατρὸς μέτα, ἥ μ’ ἐδίωξεν δειξαμένη στοργὴν φιλομήτορα δόγμασι Μοιρῶν.

506

(t)

ΑΛΛΟ.
nΤελεσφόρε χαῖρε.
1Ἦν ὥρα συνέχουσα Τελεσφόρον, καὶ ἀπέδησε τὴν ζώνην αὑτοῦ· ......... ᾘόνος ἐξήρπαξε, καὶ οὐκέτι Μοῖρ’ ἀνέμεινε. Ὦ ταχ[ί]νου θανάτου καὶ γονέων ἀτυχῶν.

507

(t)

ΑΛΛΟ.
1Ἀμφοτέρων τόδε σῆμα Σαβίνης Αἰμιλιανοῦ τ’ ἀνδρὸς κυδαλιμοῦ καὶ πινυτῆς ἀλόχου.

508

(t)

ΑΛΛΟ.
1Υἱὸς Ἀ]ριστάρχου κεῖται πτολίαρχος [ἐχ]έφρων, ἔξοχα τόν ῥ’ ἀγάπησε δάμαρ Βασίλεια Λεώκιν.

509

(t)

ΑΛΛΟ.
1Οὐκέτι κηροχύτοισι κατ’ οὔρεα τέρπομαι αὐλοῖς πηκτίδος, οὔτ’ ἄντροις, οὐ δένδρεσιν ὑψιπετήλοις, ἠχὼ δ’ οὐ φιλέω, οὐ τέρπομαι ἀγρονόμοισιν· ἀνδρὸς δ’ ἰθυδίκου ποθέων περικαλλέα ἔργα
5Ἀμπελίου σκιρτῶ καὶ τέρπομαι, ἔνθα κε Μοῦσαι ἕστασι τερπόμεναι πλατάνοισι καὶ ὑδατίο[ισιν.

510

(t)

ΑΛΛΟ.
1Μοιράων με μίτος πικρὸς ὤλεσεν, οὐ βιότοιο οὐδὲ φάους γλυκεροῦ πολλὸν ἐπαυράμενον· εἰ δὲ μαθεῖν σὺ ποθεῖς, τίνα μ’ ἐνθάδε τύμβος ἔκευθεν, οὔνομά μοι Κέρδων πατρὸς ὅμοιον ἔην·
5τριάκοντα δέ μιν λυκάβαντας ἀναπλήσαντα δόγμασι Μοιράων εἷλε μέλας θάνατος.

511

(t)

ΑΛΛΟ.
1Τίς βροτὸς οὐκ ἐδάκρυς’ ὅτι τόσσον κάλλος ἀπῆλθεν εἰς ἀέρ’; ἥρπαξαν γονέων Μοῖραι κατ’ ἐνωπάν.

512

(t)

ΑΛΛΟ.
1Κλαύσατε πάντες ἐμὸν [γο]ερὸ[ν μό]ρον οἱ παριόντες στάντες ἐμῆς [μικ]ρὸν πρόσθε λυγρῆς σποδιῆς· κλαύσατε τὴν δύστηνον, ἐφ’ ᾗ μέγα πένθος ἔχουσι
νυκτὶ καὶ ἠελίῳ δυστοκέες τοκέ[ες],175
5ἧς ζυγὸν οὐκ εἶδον τὸ γαμήλιον, οὐδ’ ὑμέναιον ᾖσέ τις οἰνοχαρὴς πρόσθεν ἐμῶν θαλάμων.

513

(t)

ΑΛΛΟ.
nΘ. Κ.
1Τὴν πάντων γλύκιον τῶν οἴκαδε, τὴν ἀρίζηλον μητέρα τῆς γαμετῆς Ζωίλος ἔνθα θέτο.

514

(t)

ΑΛΛΟ.
1Σμυρναῖος Μοσχιανὸς, ἐπεὶ θάνον, ἐνθάδε κεῖμαι, κωμῳδὸς, καὶ τοῦτο διακρίνει γε τὸ σῆμα. Μαρκιανὸς δ’ ἐμ’ ἔθαψε καὶ ἐκήδευσεν, ὁδῖται, μήτε νέκυν προλιπὼν, μήτ’ ἐν ζωοῖς ἔτ’ ἐόντα·
5νοσφισθεὶς βιότου δὲ τέλος καὶ μοῖραν ἔπλησα.

515

(t)

ΑΛΛΟ.
1Κόσμησέν με φίλος πατρώιος· ἡ δὲ πατρίς μοι Πάτρα[ι]· ἀτὰρ κατέχω Πυλάκιον πεδίον.

516

(t)

ΑΛΛΟ.
1Θρέψε πάτρῃ Ῥώμῃ κλυτὸς ἡνίοχος Πολυνείκης υἷε δύο Μάκαριν Τατιανόν τε κάσιν. ...................

517

(t)

ΑΛΛΟ.
1Παρθενὶς ἐνθάδε κεῖται ἀγήρατος ἀθανάτη τε.

518

(t)

ΑΛΛΟ.
nD. M. S.
1Ἐνθάδε Γαιωνᾶς, ὃ κίστιβέρ ποτε Ῥώμης καὶ δείπνοις κρίνας πολλὰ μετ’ εὐφροσύνης, κεῖμαι, τῷ θανάτῳ μηδὲν ὀφειλόμενος.

519

(t)

ΑΛΛΟ.
1Τῇ[δε Ἀλεξάνδρεια κόρη πρόπολος Διονύσου, κι]στοφόρος τε θεᾶς Νειλώτιδος Ἴσιδος ἁγνῆς, εἴκοσι δὶς πλήσασα χρόνον κεῖται λυκαβάντων.

520

(t)

ΑΛΛΟ.
1Ἱστορίας δείξας, καὶ χερσὶν ἅπαντα λαλήσας,
ἔμπειρος Βρομίοιο σοφῆς ἱερῆς τε χορείας, συμπάσχων κείνοις περ ὅσων κινεῖτο προσώποις, κοσμήσας πᾶσαν θυμέλην διδαχαῖς πολυδόξοις,176
5οὗτος ὁ παιδείας θαλερῆς ἐγκώμια λείψας, κεῖται δὴ γήρᾳ βεβαρημένος. Οὐκ ἔθανεν γὰρ ζώσης ἠυχόροιο τέχνης ἀρεταῖσι μαθητῶν.

521

(t)

ΑΛΛΟ.
1Ἀψευδεῖς] μούνη καὶ πρώτη [τοὺς πρὶν ἀοιδοὺς δεῖξα,] καὶ οὐκέτι μοι μῦθον [ἐρεῖτ’ ἀρετὴν, οὐκέτι· νικ]ῶ γὰρ πάσας τὰς σώ[φρονας οὔσας, κλεινήν τ’ Ἄλκησ]τιν καὶ Πηνελόπε[ιαν ἀρίστην
5... οὔτινα μείζον’ ............

522

(t)

ΑΛΛΟ.
1Ἁγνὴ μὲν μήτηρ μ’ ἐλοχεύσατο, παῖς ἔτι κεδνὴ, πρώτας ὠδίνας ῥηξαμένα λαγόνι. Φαῦστον δ’ ὠνόμασεν μήτηρ ἰδίης ἀπὸ μητρὸς, γείνατο δ’ ἠϊθέους τηλυγέτην τε κόρην.
5Πένθος δ’ οὔτι ἑκὼν καὶ λύπην δῶκα τεκούσῃ· μοῖρα γὰρ οὐδὲ γονὴν οὐλομένη πόρε μοι, ἀλλά με νηλειῶς τρισσῶν ἥρπαξεν ἀδελφῶν μητρός τε γλυκερῆς κουριδίης τ’ ἀλόχου.

523

(t)

ΑΛΛΟ.
1Δωδεκέτους τάφος εἰμὶ Φιλοκλέος, ὃν θέτο μάτηρ ἀχνυμένα λυγρὸν παῖδα Φιλοκρατέα· σχέτλιος οὐδ’ ἔφθη χλαμύδας περὶ χρωτὶ βαλέσθαι, οὐδ’ ἐσιδεῖν Ἑρμῆν γυμνασίου πρόεδρον.

524

(t)

ΑΛΛΟ.
1Ἐκ τῆς τῶν ..................... .................... δὶς] δέκα καὶ δύ’ ἐτῶν γεγενημένον· ἐν δὲ λίθῳ μου τοὔνομα [δυ]στήν[ου γράψ’] ἐλε[ῶν ὁ πάτηρ.
5Θνήσκω] δ’ οὐχὶ ν[όσ]ῳ βεβαρημένος, ἀλλὰ διώξας ἵππον ἐπὶ σπουδῆς, α[ἰφν]ιδίως ἔπεσον· ο[ὐδέ γ’ ἐθάλφθην] χερσὶ πατρὸς καὶ μητρὸς ὁ τλήμων κείμενος ἡμιθανής· [Μ]ο[ῖρ’ ἐπ]έ[κλ]ωσεν ἐμοῦ ὑστάτιον ξείν]ου[ς] δέ[χθ]αι λόγον ἀντὶ τροφήων.
10 Νικᾷ με σφαλερὰ Μο[ῖρ]α δὲ καὶ [δάμ]ασεν· οὔτε γονεῦσιν ἔην] τιμᾶς χάρις οὔτε γε πάππῳ βαιὸν [τυμβ]ήρει βῶλον ἐπισ[κ]εδάσαι.
Ἥδιστον γὰρ ἔχειν ἀπὸ σ[υγγενέων] στεφανοῦσθαι· σύμπαν πλῆθος ἐμὸν τύμβον ἔχευε τότε·177
15καὶ τοὺς εἰς αἰεὶ [γε]νέτ[ας ἐν] π[έ]νθ[ε]ι ἔθεντο, τοὔμου παγκλαύστου δαίμονος, ὡς ἀδικοῖ. Ἀνθ’ υἱοῦ γὰρ νῦν ὡς [τοὺς γονέ]ας σεβάσ[οιτο ἐγκ]α[τέχει] πυξὼν, οὐ τέκνον, ἀλλ’ ὀθό[νην.

525

(t)

ΑΛΛΟ.
1....... καὶ ὁμ· ........ Ἐπαγάθῳ σοι γένοιτο [νεκρῶν ἐν δόμοις] καλή σου πᾶσα ὥρα, εὐεργε[σίας χάριν.]

526

(t)

ΑΛΛΟ.
1Ἀθάνατος μερόπων οὐδεὶς ἔφυ· τοῦδε Σεβῆρα, Θησεὺς, Αἰακίδαι μάρτυρές εἰσι λόγου. Αὐχῶ σώφρονα τύμβος ἐμαῖς λαγόνεσσι Σεβήραν κούρην Στρυμονίου παιδὸς ἀμύμον’ ἔχων,
5οἵην οὐκ ἤνεικε πολὺς βίος, οὐδέ τις οὕτως ἔσχε τάφος χρηστὴν ἄλλος ὑπ’ ἠελίῳ.

527

(t)

ΑΛΛΟ.
1Τέρμα βίου τελέσας παῖς Γαίου ἐνθάδε κεῖμαι, ἀσκήσας μάλα πᾶν εἶδος ὑποκρίσεως, ὀκτωκαίδεκ’ ἔτη ζήσας Ἀσκληπιόδωρος. Γῆς ὢν πρόσθε γόνος μητέρα Γαῖαν ἔχω.

528

(t)

ΑΛΛΟ.
1Ἐννεακαιδεκάμηνος ἐγὼ κεῖμαι παρὰ τύμβῳ, ὃν ποίησε πάτηρ Πρόκλος, Συρίης ἀπὸ γαίης. Οὔνομα δ’ ἔστι Πρόκλα· γαίη πατρὶς, ᾗ παράκειμαι.

529

(t)

ΑΛΛΟ.
1Ἀνέρες οἵπερ ἐς Αὐσονίων πέδον ἵκετε, ξεῖνοι, βαιὸν ἐπὶ τραφερῇ χθονὶ δερκόμενοι τόδε δῶμα ἀνδρὸς ὀπιζομένου Ζηνὸς νόον αἰγιόχοιο· ὅς ποτ’ ἔδειξε βροτῶν πολυπλάγκτοισιν πραπίδεσσιν
5ψυχὴν ἀθανάτην κἀγήραον ἐκ Διὸς αἴσης μάρτυρα Φοῖβον ἀμυμόσιν ἐν σελίδεσσι χαράξας. Οὐδ’ ἄρα θνητὸς ἔην, ὑπ’ ἀνάγκης δ’ ὑψιμέδοντος τύμβῳ εἰναλίῳ πεπεδημένος ἤνυσεν οἶμον, ἐκ ῥεθέων δ’ ἀναστείχων σεμνὸν ἔβη Διὸς οἶκον,
10Λητοίδῃ καὶ Μούσαις βωμὸν ὑπ’ ἠέρι τεύξας· ἰητὴρ δ’ Ἀσκληπιάδης μακάρων τρίβον ᾔει,
χρημοσύνην δ’ ἔλιπεν πολυκήριον ἐν νεκύεσσιν.178

530

(t)

ΑΛΛΟ.
nΦιλοξένη.
1Γήρᾳ θανοῦσαν τάφος ἔχει Φιλοξένην.

531

(t)

ΑΛΛΟ.
1Κοινὸν φῶς ἰδοῦσα τὸ κοινὸν ἔχω τέλος αἰεί, πέντε λιποῦσα τέκνων καλλιγόνους σταχύας. Μὴ μύρου, φίλ’ ἄνερ, με· καὶ αὐτὸς ἐκεῖ γὰρ ὁδεύσας εὑρήσεις τὴν σὴν σύγγαμον Εὐτυχίην.

532

(t)

ΑΛΛΟ.
1Ἐνθάδε σῆμα Κλέανδρος ...φου Εὐτυχιανοῦ, ὃς Μουσῶν δώροις ἔσχε λόγον Χαρίτων.

533

(t)

ΑΛΛΟ.
1Κλεομάνδρου τόδε σῆμα, τὸν ἐν πόντῳ κίχε Μοῖρα· δακρυόεν δὲ πόλει πένθος ἔθηκε θανών.

534

(t)

ΑΛΛΟ.
1Σα[λ]ούιος (?) Ἀριστείδου λιθοδαίδαλος ἔνθα τέτευκται, ἐκτὸς ἐὼν δακρύων καὶ λυποτόκων ὀδυνάων· καὶ γὰρ ἐν εὐφρασίαις καὶ αὐλῶν ἡδέσι φωναῖς δωμηθεὶς, ἀνέλαμψε βροτοῖς λιθοκαλλέα μορφήν.

535

(t)

ΑΛΛΟ.
nΘ. Κ.
1Ἄνδρα φίλον φθίμενον Διονύσιον ἐνθάδ’ ἔθηκεν Δελφὶς ἑὸν τιμῶς’ εἵνεχ’ ὁμοφροσύνης. Καὶ φιλίῃ νίκησεν ἀδελφειῶν ὁμόνοιαν ἐσθλὸς Ἀθήναιος ἐν θαλάμοιο τέλει,
5ὃς τόδε σῆμ’ ἐτέλεσσε τεθνειότι θεσμὸν ἀέξων εἵνεκεν εὐνοίης, ἧς ἔχε, πιστοτάτης.

536

(t)

ΑΛΛΟ.
1Αἰλιανῷ τόδε [σῆμα] πατὴρ ἀγαθῷ πι[νυτῷ τε θ[νη]τὸν κηδ[εύσα]ς σῶμα· τὸ δ’ ἀθάνατον ἐς μακάρων ἀνόρο[υσ]ε κέαρ· ψυχὴ γὰρ ἀείζ[ως, ἣ τὸ ζῆν παρέχει καὶ θεόφιν κατέβη.
5Ἔσχεο [σὺ] στοναχῶν, πάτερ, ἴσχε δὲ, μητὲρ, ἀδελφούς· σῶμα χιτὼν ψυχῆς· τὸν δὲ θεὸν σέβε μου.

537

(t)

ΑΛΛΟ.
1Λείψανα Λουκίλλης διδυματόκου ἐνθάδε κεῖται,
ἧς μεμέριστο βρέφη, ζωὸν πατρὶ, θάτερον αὐτῇ.179

538

(t)

ΑΛΛΟ.
1Μήτηρ μοι Τατιᾶνα, παρ’ ἠρίον ὅστις ὁδεύεις, ἤγειρε στήλην σὺν πατρὶ Σωσθενέϊ, πολλ’ ὁλοφυρόμενοι μικρῷ ἔπι· ἦν γὰρ ἐμοὶ μεὶς ἕβδομος οὐ πλήρης· οὔνομ’ Ἰουλιανός.

539

(t)

ΑΛΛΟ.
1Τύμβος μὲν κρύπτει με τὸν ἐν κόλπ[οισι] τραφέντα, οὔνομα μὲν Πτολε[μαῖ]ον· ὁ γεννήσας δὲ Σέλευκος. Πενταετὴς δ’ ἱκόμην Ἄϊδος δόμον· οἱ δὲ γονεῖς με μύρονται κενεαῖς ἐλπίσι τειρόμενοι.
5Ὦ γονέες, τί μάτην κενεῷ προσψύχετε τύμβῳ; Μοιρῶν γὰρ κλωστῆρι τέλ[ος] βιότοιο τέτυκται.

540

(t)

ΑΛΛΟ.
1Λαΐνεος στήλη με πέριξ ἔχει· ἐκ δέ με παστῶν νύμφην κἀχ θαλάμων ἥρπας’ ἄφνως Ἀΐδας Πώλλαν, λυγρὰ γονεῦσι λιπὼν μνημήϊα τέκνου.

541

(t)

ΑΛΛΟ.
nΕὐτυχίδης Ζωίλου Μιλήσιος.
1Πραξιτέλους ἤνθουν λαοξόος οὔ τι χερείων, ἐς δ’ ἐτέων δισσὰς ἤλυθον ὀγδοάδας· οὔνομα δ’ Εὐτυχίδης ψευδώνυμον, ἀλλά με δαίμων θῆκεν ἀφαρπάξας ὠκύτατ’ εἰς Ἀΐδα.

542

(t)

ΑΛΛΟ.
1Λυσέᾳ ἐνθάδε σῆμα πατὴρ Σήμων ἐπέθηκε.

543

(t)

ΑΛΛΟ.
1Λευκὰς μὲν πατρίς ἐστιν ἐμοὶ, σπεῖρεν [δέ με Γόργοσ(?) τοὔνομα Δη[μόφιλον] (?)· κεῖμαι δ’ ἐν δήμ[ῳ Ἀθηνῶν.

544

(t)

ΑΛΛΟ.
1Σῆμα πατὴρ Κλεόβουλος ἀποφθιμένῳ Ξενοφάντῳ θῆκε τόδ’ ἀντ’ ἀρετῆς ἠδὲ σαοφροσύνης.

545

(t)

ΑΛΛΟ.
1Μεῖνον, ἄκουσον ἐμοῦ, [παρ]οδοίπορε, τίς ποτ’ ἔφυ με· Παρδάλας μ’ ἔσπειρε πάτηρ, γαστὴρ δέ με τίκτεν Εὐτυχίδος· οὔνομά μοι δὲ Εὐτυχιανός.
5Παιδείας γὰρ ἐγὼ πινυτῆς ἤλπισα γενέσθαι καὶ χάριτ’ ἂν δοῦναι μητρὶ καὶ πατρί· νῦν δέ με Μοῖρα
ἥρπασεν οὐχ ὁσίως ἕνδεκ’ ἔχοντα ἔτη.180

546

(t)

ΑΛΛΟ.
1Μὴ κίνει λίθον ἐκ γαίης, ἄνθρωπε πανοῦργε, μή ς’ ἄταφον, τλῆμον, κύνες ἑλκήσωσι θανόντα.

547

(t)

ΑΛΛΟ.
1Γάϊος εἱμαρτῇ ἀλόχῳ τόδε σῆμα θανούσῃ θῆκε Λυκειανῇ μνημοσύνης ἕνεκεν, ἣ συμ[βίω]σεν ἔτη δέκα πέντε δὲ μῆνας, σωφροσύνης [ἀρ]ετὴν ἤθεσιν [ἀραμένη.

548

(t)

ΑΛΛΟ.
1Ὡς ῥόδον εἰαρινόν σε βροτόφθορος ἥρπασεν ᾍδ[ης, Σέμνην· τλητὰ θεὸς ζωῆς * ἀφεῖλέ μ’ ἐν αὐτῇ. .....................

549

(t)

ΑΛΛΟ.
1 .................. ἐκθύμως φιλέων δίδυμον κορυφὴν ἀρετάων, εὐθυτάτην πίστιν ἠδὲ φιλοξενίην· τῶν μέτα καὶ συνάπηρεν ἀπὸ χθονὸς ἐς βίον ἄλλον,
5ξείνοισι προλιπὼν καί γε πένησι πόθον.

550

(t)

ΑΛΛΟ.
a1Τὴν κυανῶπιν Μοῦσαν, ἀηδόνα τὴν μελίγηρυν,
a2λιτὸς ὁδ’ ἐξαπίνης τύμβος ἄναυδον ἔχει,
a3καὶ κεῖται, λίθος ὥς, ἡ πάνσοφος, ἡ περίβωτος.
a4Μοῦσα καλὴ, κούφη σοὶ κόνις ἥδε πέλοι.
b1Τίς μου τὴν Σειρῆνα κακῶς κακὸς ἥρπασε δαίμων;
b2τίς μου τὴν γλυκερὴν ἥρπας’ ἀηδονίδα;
b3Νυκτὶ μιῇ ψυχαῖσιν ἄφαρ σταγόνεσσι λυθεῖσα
b4ὤλεο, Μοῦς’, ἐτάκη δ’ ὄμματ’ ἐκεῖνα σέο,
b5καὶ στόμα πέφρακται τὸ χρύσεον· οὐδὲν ἔτ’ ἐν σοὶ
b6λείψανον, οὐ κάλλους, οὐ σοφίης πέλεται.
b7Ἔρρετε μέρμηραι θυμαλγέες· ἄμμοροι ἐσθλῆς
b8ἐλπίδος ἄνθρωποι· πάντα δ’ ἄδηλα τύχης.

551

(t)

ΑΛΛΟ.
1Μή μου ἐνυβρίξῃς ἁγνὸν τάφον, ὦ παροδῖτα,
μή σοι μηνίσῃ πικρὸν ἔπ’ Ἀγεσίλας, Περσεφόνα τε κόρα Δαμάτερος· ἀλλὰ παρέρπων εἰπὸν Ἀρατείῳ· γαῖαν ἔχοις ἐλαφράν.181

552

(t)

ΑΛΛΟ.
1Πλείστην δὴ θνητῶν ἀρετὴν πατρὶ μητρί τε δείξας κεῖθ’ Ἡρακλείδης ὁ Φίλωνος Δήλιος ὧδε.

553

(t)

ΑΛΛΟ.
1Σῆμά τοι, [ὦ] γλυκερὴ Τελεσίλλα, ἐνθάδε [καλὸν τεῦξεν Ἴδας ἀλόχῳ, λάχεν ἣ οἱ πᾶν τὸ πε[ρισσὸν πίστεος, εὐνοίης, ἀρετῆς, ἀγα[νοφροσύνης τε, ὄφρα καὶ ἐσσομένοισι τεὸν κλεὸς ἄφθιτον [εἴη.

554

(t)

ΑΛΛΟ.
1Ὕπνος ἔχει σε, μάκαρ, πολυήρατε, δῖε Σαβῖνε, καὶ ζῇς ὡς ἥρως, καὶ νέκυς οὐκ ἐγένου· εὕδεις δ’ ὡς ἔτι ζῶν ὑπὸ δένδρεσι σοῖς ἐνὶ τύμβοις· ψυχαὶ γὰρ ζῶσιν τῶν ἄγαν εὐσεβέων.

555

(t)

ΑΛΛΟ.
1Εἴθε μὴ, ὦ πανάριστε Βοκόντιε, σαῖς ἀτέλεστον ἔργον ἔ[φυ] πραπίσιν τοῖα πονησαμένῳ.

556

(t)

ΑΛΛΟ.
n1Αὐρήλιος Εὐτύχης
n2τοῖς κατοιχομένοις μνείας χάριν.
n3Θ(εοῖς) κ(αταχθονίοις).
1Κύζικος ἦν μία πᾶσι πατρὶς καὶ μοῖρα δὲ πάντας ὤλεσεν ἠϊθέους, ὦ παροδῖτα, μία. Οὐδ’ ἡμᾶς [ἀνελών τις ἀνήγαγε συγγενέεσσιν θάψαι ὀδυρομένοις, ἀλλοτρίας δ’ ἐπὶ γῆς
5καὶ νέκυάς περ ἀνὴρ ξένος] αὐτὸς ἔχειν ἐπόθησεν χἡμῖν τεῦξε λυγροῖς μνήματα μυρόμενος· οὗ τὸ καλὸν κοσμεῖ περικείμενον οὔνομα τύμβους, οὗ γλυκὺς ἔσθ’ ἡμῖν κἀν φθιμένοισιν ἔρως.

557

(t)

ΑΛΛΟ.
1Οὔνομα Φιλοκύνηγος ἐμοί· τοῖος γὰρ ὑπάρχων θηρσὶν ἐπὶ φοβεροῖς κραιπνὸν ἔθηκα πόδα.

558

(t)

ΑΛΛΟ.
1Πατρίδος οἰκο[νόμον χερὶ καὶ βουλ]αῖσι κραταιὸν, Γ[αίον Ἀνδρομένους ἐν[θά]δ’ ἔχω φθίμενον· ᾧ τόδε σῆμα πόνησεν ἀδελφεὸς ἠδὲ καὶ αὑτῷ
ζώων Εὐφρόνιος, καὶ Ἰουλία ἄλοχ[ος,182
5καὶ παῖδες φθιμένοιο περικ[λείτ]ου Γ[αίο]ιο Εὐφρ[όνι]ος Εὐκτήμων θ’ εἵνεκεν εὐ[σεβίης· Κυίντα τε τῶν γενέτειρα, φίλου μεμνημένη ἀνδρός δεικνύω ἀλόχοις ἤθεα σωφροσύνης.

559

(t)

ΑΛΛΟ.
nΜαιανδρίης τῆς Βακχίου.
1Φερσεφόνα, τὺ φιλεργὸν ἀπέσπασας ἀνδρὸς ἀπ’ εὐνῆς ἄκριτον ἐς θνατοὺς ἁλικίαν θεμένα εἰκοσέτιν, τᾷ κάλλος ἀφώρισε Κύπρις ἐν ἀστοῖς, ἀλλὰ τύχη σκολιοῖς δόγμασιν ἠντίασεν,
5οὕνεκ’ ἀλλοδαπὰν Μαιανδρίη ἤλυθε γαῖαν ἀνδρὶ φιλοστόργους δεικνυμένα χάριτας, ἀνθ’ ὧν μοι τὸ μνῆμα πόσις κτίσεν, οὕνεχ’ ἅμ’ αὐτῷ ἔκδημος γενόμαν πατρίδα λειπομένα Φερσεφόνας δ’ ἀδίαυλον ὑπὸ στυγερὸν δόμον ἦλθον,
10παυσιπόνῳ λάθας λουσαμένα πόματι.

560

(t)

ΑΛΛΟ.
1Μίκκης οὔνομα μοῦνον ἔχει τάφος, εὐσεβέες δὲ ψυχὴν, καὶ πεδίων τέρμον’ ἐς ἠλυσίων τοῦτο σαοφροσύνης ἔλαχεν γέρας, ἀμβροσίην δέ. Σώματος ὑβριστὴς οὐκ ἐπάτησε χρόνος,
5ἀλλ’ [αὐτὴ] νύμφῃσι μετ’ εὐσεβέ[εσ]σι καθῆται ἀνέρος ἐν μνήμῃ κάρτα φυλασσομένη.

561

(t)

ΑΛΛΟ.
nΧαῖρε, Εὔνομε Εὐνόμου.
1Οὔνομα μοῦνον ἔχει στάλα, ξένε, σῶμα δὲ πόντος πάτρας καὶ Λέσβου μέσσον ὑποβρύχιον· μήτηρ δὴ πανόδυρτος ἐρημαῖον κατὰ δῶμα Εὔνομον αἰάζει μυρί’ ὀδυρομένα.

562

(t)

ΑΛΛΟ.
1Οὔνομά μοι Ἐλάτη· πατρίς τ’ ἐστὶν Θυάτειρα. ******************* ............. καὶ σὸν, ὁδῖτα, ὄλβιον εὐθύνοι πάντα Τύχη βίοτον.
5Ὅστις] ἐμεῦ στήλλαν καὶ τὸν λίθον οὐκ ἀδικήσῃ οὗτος τὰν αὐτὰν μοῖραν ἐμοὶ λαχέτω.

563

(t)

ΑΛΛΟ.
1Τάφον τὸν ὄντα πλήσιον, βωμὸν δ’ ἅμα ἔτευξα κατὰ γῆς Κλαυδία, ἡ καὶ Δεχὰς, Ἀθηνίωνι γλυκυτάτῳ καὶ φιλτάτῳ, ἁγνῷ γενομένῳ συμβίῳ, μνήμης χάριν.

564

(t)

ΑΛΛΟ.
1Πέτρην τήνδ’ ἐκόλαψε χάριν μνήμης ἔτι ζωὸς Ῥοῦφος ἐὼν προπάτωρ ἡμετέρης γενεῆς· ἐν νομικῇ προὔχοντα Κλεόμβροτον ἥρπασε Μοῖρα, πρῶτα συνεσπόμενον βήματι Βιθυνικῷ.183
5ὄστεα δ’ εἰς πάτρην ὁ πάτηρ ὠπάσσατο Ῥοῦφος, καὶ κατέθηκεν ἄ[ρας] ἔνθα [περ οἱ] πρόγονοι. Ἡρῴῳ δ’ ἐνὶ τῷδε καὶ ἄλλοι φίλτατοι κεῖνται, Τιμήεις Χρόνιος υἱός τε Πολυχρόνιος.

565

(t)

ΑΛΛΟ.
1Πάντη μὲν κῦδος Τερτύλλου .......... ἐκ τε σοφῶν ἔργων ἔκ τ’ ἀγαθῶν πατέρων· νῦν δ’ ἔτι που καὶ μᾶλλον, ἀρηϊφίλων ὅτε φωτῶν τόσσην ἐν σταδίοις ἐστόρεσεν στρατιὴν,
5ἄρκτους πορδάλιάς τε κατέκτανεν ἠδὲ λέοντας, σφῶν κτεάνων πάτρην πρεσβυτέρην θέμενος· τῷ μετὰ κλεινὸν Ἄρην ἐναγώνιός ἐστι καὶ Ἑρμῆς νίκην πορσύνων ἀνδράσιν ἀθλοφόροις. Τοὕνεκα καὶ βασιλῆες ἐπιστέλλειν ἐπένευσαν·
10 αἱ δ’ ἀρεταὶ τούτου καὶ προγόνων πλέονες. Σῆμα δέ, κεἰ τέχνη Φρύγιον λίθον ἔργῳ ἐλέ[γχει, ψεύδεται· ἐκ γαίης τῆσδε πέφυκε [λίθος.

566

(t)

ΑΛΛΟ.
1Οὐ τὸ θανεῖν ἀλγεινὸν, ἐπεὶ τόδε πᾶσι πέπρωται, ἀλλὰ πρὶν ἡλικίης καὶ γονέων πρότερον. Οὐ γάμον, οὐχ ὑμέναιον ἰδὼν, οὐ νύμφια λέκτρα, κεῖμαι, ἐρῶν πολλῶν, ἐράμενος πλεόνων.

567

(t)

ΑΛΛΟ.
1Οὔνομά μοι Μενέλαος· ἀτὰρ δέμας ἐνθάδε κεῖται, ψυχὴ δ’ ἀθανάτων αἰθέρα ναιετάει.

568

(t)

ΑΛΛΟ.
1..... γ]ενόμην Μ[αρεωτίδι γαίη, κεῖμ]αι δ’ ἠγαθέῳ Κέ[κροπος ἐ]ν δαπέδῳ.

569

(t)

ΑΛΛΟ.
a1Πατρὸς ἐπ’ εὐσε[βίῃ] με κενὸς τάφος ὧδε κατέσχεν,
a2ἀλ]λ’ οὐκ ἐν γαίῃ τῇδε θανὼν ἐτάφην·
a3Σμυρναία δὲ κόνις μ’ ἐκαλύψατο, γηραλέης δὲ
a4ἐλπίδος οὐκ ἦλθον πρὸς πολιὸν πλόκαμον·
a5παῖδα δ’ Ἀκινήτου με συνώνυμον ἥρπασε πατρὸς
a6Μοῖρα, κακὸν γονέων χηροσύνης δάκρυον.
b,nΝεωτέρου Ἀνικήτου ἐπιτάφιον.
b1Ὅστις νεκρὰν πρόσοψιν ἀφανίσει τέκνου
b2οὕτως ἀώροις περιπέσοιτο συμφοραῖς.

570

(t)

ΑΛΛΟ.
a1Ὃς δ’ ἂν προσοίσει χεῖρα τὴν βαρύφθονον,
a2οὕτως ἀώροις περιπέσοιτο συμφοραῖς.184
b1Ὃς ἂν δὲ χεῖρα προσαγάγῃ βαρύφθονον,
b2ταῖς αὐταῖς περιπέσοιτο συμφοραῖς.

571

(t)

ΑΛΛΟ.
n1Ἑρμῆς Ἀκμονεὺς καὶ Εὐμενεὺς τῷ υἱῷ μου Εὐκάρπῳ
n2καὶ ἑαυτῷ καὶ τῇ γυναικὶ Ἀφροδισίῃ.
1Ἐμοῦ θανόντος καὶ γυναικὸς καὶ τέκνων ὃς ἂν ἀνοίξει τύμβον ἢ βλάψει τάφον, πολλῶν ἀώρων περιπέσοιτο συμφοραῖς.

572

(t)

ΑΛΛΟ.
1Τὶς ἂν προσάξει χεῖρα τὴν βαρύφθονον, πολλαῖς ἀώροις περιπέσοιτο συμφοραῖς.

573

(t)

ΑΛΛΟ.
1Ὃς ἂν προσοίσει χεῖρα τὴν βαρύφθονον, Ἑκάτης μελαίνης περιπέσοιτο δαίμοσιν.

574

(t)

ΑΛΛΟ.
1Τύμβον σοι ποίησα, Παπίριε, Γοργὰς ἄτεκνος μήτηρ πρωτογόνῳ, ἕτερον παῖδ’ οὔτιν’ ἔχουσα· πρῶτος γάρ μ’ ἐκάλεσσας ἀμήτορα μήτερα, τλῆμον· καὶ πασάν ς’ ἐδίδαξα διδασκαλίην, ταχύμοιρε·
5ἀντὶ γάμων δ’ ἔστρωσα τάφους, χήρα δ’ ἀπελείφθην ἀνδρός τ’ ἠδὲ τέκνου, οὐδὲ πλέον ἢ δάκρυ οὖσα.

575

(t)

ΑΛΛΟ.
1Οὐκ ἀκλεῆ Δεκούρατον ὁρᾷς, ὃν ἀνεῖλε Σαγ[ίττας λαιῆς χειρὸς ἐμῆς οὐ προφυγὼν θάνατον.

576

(t)

ΑΛΛΟ.
1Νύσης εὐτάκτου τε καὶ ἐργατίδος τόδε σῆμα.

577

(t)

ΑΛΛΟ.
1Πραιτωριανὸν ἐμὲ στρατιώτην ἔνθα Φίλητον σωθέντ’ ἐκ καμάτων ἥδε κόνις κατέχει. Ἡ δ’ Ἀλκίμιλλα μελλόνυμφος δυστυχής.

578

(t)

ΑΛΛΟ.
1Πολλὰ πονησάμενος βιότου [τάδε τέρματ’ ἀφῖγμαι σὺν γαμετῇ ἀλόχῳ Λαο[δίκῃ καταβάς· κεῖμαι δ’ εἰν Ἀΐδῃ ζοφερὴν ἐπιει[μένος ἀχλὺν, μητρὶ λιπὼν πένθος λυγρὸν [ἐλεινοτάτῃ·
5ἀλλά γ’, ἐμαὶ ψυχαὶ, δυ’ ἀδελφιδέ[οι συνόμαιμοι, χαίροιτ’ εὐσεβίης εἵνεκεν εἰ[λικρινοῦς, στήλῃ τιμήσαντες ἐμὸν τά[φον ἀθανάτοις τε Πιερίσιν· πάπποι δ’ ἔλθετε π[ευσόμενοι. Ἀσκληπιόδωρε Δίωνος, χαῖρε.

579

(t)

ΑΛΛΟ.
1Ζητεῖς, ὦ παροδῖτα, τίς ἡ στήλη, τίς ὁ τύμβος, τίς δ’ ἐν τῇ στήλῃ εἰκὼν νεότευκτος ὑπάρχει. —Υἱὸς Τρύφωνος τοὔνομα Τάτον ἔχων, τεσσαρακαιδεκέτη δόλιχον βιότου σταδιεύσας·185
5τοῦθ’ ὅ ποτ’ ὢν γέγονα, στήλλη, τύμβος, λίθος, εἰκών.

580

(t)

ΑΛΛΟ.
1Ἤμην ἐν ζωοῖς· φάος [ἡδὺ δὲ] λεῖπον ἀγεννῶς. Οὔνομά μοι Χρηστῖνος τὸ πρὶν, ἀνέθρεψε δὲ γαῖα Βιθυνῶν πρώτη Νικομήδεια, κτεῖνε δ’ Ἀχιλλεύς· ταῦτα δὲ πάντα μίτοις Μοιρῶν πάθον, ὡς ἄνθρωπος.

581

(t)

ΑΛΛΟ.
1Ἐνθάδε γῆ κατέχει νέον ἀνέρα, ᾧ πατρὶς ἦεν καλὴ χθὼν Δοκίμοιο, τὸ δ’ οὔνομά οἱ τόδ’ ἔκειτο Παπίας Πασικράτους· κἄθθανε δ’ –⏑⏑–

582

(t)

ΑΛΛΟ.
1Ἀπολλωνίδη ἐσθλὲ, σε μὲν γοάοντε γονῆε μυρομένω θάψαν φέρτατον ἠΐθεον, δεξι]ὸν [ἰη]τῆρα· μέγα στενάχουσι δ’ ἑταῖροι ὀκτωκαιδεκέτες ἄνθος ὁμηλικίης·
5τόνδε δὲ βωμὸν ἔθηκε πανύστατα δῶρα Μένανδρος φίλος ἀδελφείου μηδενὶ λειπόμενος.

583

(t)

ΑΛΛΟ.
1Πατρὶς μὲν Μύνδος· γενέτωρ δέ μευ ἔπλετ’ Ἰάσων· στοργᾷ δ’ Εὐβούλου κούρα ἀνεγραφόμαν. Τέκνον δ’ ἀρτιγάλακτον Ἰάσονα ματρὶ λιποῦσα, ζωᾶς ἐστερόμαν εἰνεακαιδεκετίς.
5Αἰακτὰν δὲ θύγατρα κατεστενάχησε Στράτεια. οἷά τις εἰναλία δάκρυσιν ἁλκυονίς. Τοὕνεκα τὰν κατὰ γᾶς Μύρτον, ξένοι, αὐδήσαντες χαίρειν, τὰν αὐτὰν ἀντινέμεσθε χάριν.

584

(t)

ΑΛΛΟ.
1Αὑτῷ συγγενέσιν τέ μ’ ἐδείματο σῆμα φαεινὸν Αἰνείας βριαρῆς κῦδος ἔχων στρατιῆς, πρόσθε πύλης ἀείναον, ἄφθιτον, οὔτινος αὐτῷ αὐτοκασιγνήτων χεῖρας ὀρεξαμένου.
5Τοὕνεκα τῷδε μὲν ἐσθλὰ πόροι θεός· εἰ δέ τις αἰνῆς κερδοσύνης μετέχει, ἄλγεα τῷδε δότω.

585

(t)

ΑΛΛΟ.
1Ἥ μ’ αἰζηὸν ἀμείλικτος περιήρπασε Μοίρη ἄρτι κλυτῶν Παφίης ἁψάμενον θαλάμων· πένθεσι δ’ οὐχ ὁσίοισι δυσέκβατος ... ... στοναχεῖν παῖδ’ ἕτερον μελάθροις.
5Εἰ δὲ θέλεις γνῶναι τὸν ἐμὸν βίον, ὦ παροδῖτα, ἡ μέν μοι τέχνη λαοξόος, οὔνομα Μειδίας, ἐς δὲ θεοὺς ἀνέλυσα καὶ ἀθανάτοισι μέτειμι· ὅσσους γὰρ φιλέουσι θεοὶ θνήσκουσιν [ἄωροι.186

586

(t)

ΑΛΛΟ.
nΧαῖρε.
1Ἄνθος ἀνερχόμενον, Στεφανήφορος ἐνθάδε κεῖται πημαντὸς ................. ..... Νυμφῶν παρὰ λούτροις μοῖραν ἔπλησεν ἐτῶν γʹ

587

(t)

ΑΛΛΟ.
1Ἡ τὸν ἀπειρέσιον θνητῶν βίον ἐκτελέσασα Ἀβροσύνη, ἀρετῇ ἥ [ποτε] λαμπροτάτη, κεδνὴ ζήσας’ ἐνδόξως ἕκατον λυκάβαντας, ἐνθάδε [νῦν] κεῖμαι σήματι τῶν γενετῶν.

588

(t)

ΑΛΛΟ.
1Τίς, τίνος ἦν εἴρῃ· —Κλάδος οὔνομα. —Καὶ τίς ὁ θρέψας; —Μηνόφιλος· θνήσκω δ’. —Ἐκ τίνος; —Ἐκ πυρετοῦ. — Καὶ τὸ πόσων ἐτέων; —Τρισκαίδεκα. —Ἆρά γ’ ἄμουσος; — Οὐ τέλεον, Μούσαις δ’ οὐ μέγα φιλάμενος·
5ἔζων δ’ Ἑρμείῃ μεμελημένος, ἐν γὰρ ἀγῶσιν πολλάκις αἰνητὸν στέμμα πάλας ἔλαχον. Ἀπφία ἡ θάψασα δ’ ἐμ’ ἡ τροφὸς, ἥ μοι ἔτευξεν, εἰκόνα καὶ τύμβῳ σῆμ’ ἐπέθηκε τόδε.

589

(t)

ΑΛΛΟ.
1..... π]αίδων ἄωρον ......... καὶ] θρῆνος γονέων ἀπαρήγορον ἐνθάδ’ [ἀθρ]ήσας, γνῶθι τέλος βιότου· διὸ παῖζε τρυφῶν ἐπὶ κόσμῳ πρὶν σῶν παίδων πένθος τοῖον ἀθρῆσαι ἐπὶ τύμβοις.
5Τίς ἡμετέρων γονέων παρήγορος ἔσται ἐν οἴκῳ, ἢ θρῆνος παύσει πολυώδυνον ἐκ βιότοιο; Τίνα χερσὶ κρατήσ[ει] ἢ περιπτύξεται ἢ τίνα κλαύσει; Μηνόφιλον θρηνεῖ· [Τ]έρτυλλαν παρήγορον ἕξει ἢ Μαιάδων τὸν ἄριστον; πλείω πένθος ὤπασε τούτοις.
10Πᾶν γένος καὶ δῆμος ἡμετέρους γονεῖς στοναχ[ήσει τοὺς πολύπαιδας ἄπαιδας, ἐν στέρνοις ἰὸν ἔχοντας, ὧν βίος ἠμαύρωται παίδων χάριν ὧν τέκον αὐτοί.
Καὶ θρῆνος βαρύδουπον ἔχει πατὴρ Εἰλάσιος οἴκοις σὺν φιλίῃ συνεύνῳ, ἡμετέρῃ μητρὶ, Σωφρονίῃ.187
15Λείψατε νῦν θρήνους, γόους, στοναχὰς, ἱκνούμεθα νεκροὶ, καὶ σκέπ[τεσθε κε]νοῖς Μαιαδίου λείψανον οἴκοις τεχθεῖσαν Πρισκιανὴν, πενταμηνίαιον κατ[αθήκην.

590

(t)

ΑΛΛΟ.
1Παῖδες μὲν πατρὶ ταῦτ’, ἄλοχος γαμέτῃ δὲ ἔτευξεν ἀντὶ φιλοφροσύνης Τελεσφόρῳ Ἀλεξάνδρῳ· Χρήσιμος οὐνόμασιν, Ἀλεξάνδρεια δὲ μήτηρ, σῆμά τε καὶ βωμὸν τεῦξαν ἀποφθιμένῳ.

591

(t)

ΑΛΛΟ.
1Ἴδρις Ἀθηναίης Τρόφιμος τόδε σῆμ’ ἐποίησα αὑτῷ καὶ τεκέεσσιν· ἐς ἡμέτερον δ’ ἄρα τύμβον ὅς χ’ ἕτερον θάψῃ, ὅγε ποινῆς εἵνεκα δώσει τῷ ταμίᾳ χρυσοῦς ὀκτάκι τοι δεκάτους.

592

(t)

ΑΛΛΟ.
1Μήτηρ υἱεῖ Δόμνα πατήρ τ’ ἔστησεν Ἀπελλᾶς τόνδε πρὸ ἡλικίης βωμὸν ἀποφθιμένῳ, οὐ γάμον, οὐχ ὅσα τερπνὰ παρ’ ἀνθρώποισιν ἰδόντι, εἰκοσέτην δὲ φάους ἐκτελέσαντι δρόμον.
5Πατρὶ καὶ ὠκυμόρῳ ταὐτὸν πέλεν οὔνομα παιδὶ, λυπρὰ δυσ[τήνοις ............

593

(t)

ΑΛΛΟ.
1Τερσεὺς καὶ Πυλάδης Πυλάδῃ πατρὶ τύμβον ἔτευξαν καὶ Ἀμίῃ ζώσῃ μητέρι μειλιχίῃ.

594

(t)

ΑΛΛΟ.
1Κυρίλλῃ τόδε παῖδες ἀμύμονι σᾶμα τεκούσῃ τεῦξαν ἀποιχομένῃ σωφροσύνης ἕνεκεν.

595

(t)

ΑΛΛΟ.
1Μνῆμα τόδ’ Αὐ]ρηλία τεχνήσατο δῖα γυναικῶν ἀνδρὸς ἀρι[στ]ῆος ἔργμασι καὶ σοφίῃ, nomen defuncti ὃς] πᾶσι περικτιόνεσσι θεὸς ὣς τίετο, [πρὶ]ν βιότου [τοῦ]δ’ ἐπὶ τέρμ’ ἐπέβη.
5Ἦν γὰρ, ἐπεὶ καὶ δῆρις ἔην .......... μοῦ[ν]ο[ς] ἔτ’ ἀ[ντι]πάλοις δεῖμα κατε[ρχομένοις.

596

(t)

ΑΛΛΟ.
1Ἰουλιανὸς Ἀλεξάνδροιο ἀνὴρ σοφὸς ἐνθάδε μίμνω σὺν σεμνῇ ἀλόχῳ Ἀγαπήτῃ ἀνδρὶ ποθητῇ, σύν τε φίλοισι τοκεῦσι καὶ τέκνῳ αἰὲν ἐοῦσιν.

597

(t)

ΑΛΛΟ.
1Μεῖνόν μοι π[αράγων], μ[εῖ]νον, ξένε· μή με παρέλθῃς· Ἀντωνῖνος ἐγὼ, κεῖμαι δ’ ὑπὸ τύμβον ἄναυδος,
ὃν κόσμησε ..... ἔρως.188

598

(t)

ΑΛΛΟ.
1Βάσσος ἀνὴρ Βόστρης ἐρικυδέος ἄκρον ἄωτον τύμβον ἐϋξέστοις λάεσιν ἱδρυσάμην.

599

(t)

ΑΛΛΟ.
1Πάντα χθὼν φύει καὶ ἔμπαλιν ἀμφικαλύπτει· τοὔνεκα μὴ στοναχοῖ τις ἀπὸ χθονὸς εἰς χθόνα δύνων. Ὅταν κάμῃς, τοῦτο τὸ τέλος.

600

(t)

ΑΛΛΟ.
1Διονυσόδωρε, χαῖρε. —Καὶ σύ γ’, ὦ φίλε. —Τὸ νῦν ἔχον γίνωσκέ μ’ ὧδε κείμενον καλὸν καὶ ἀγαθὸν καὶ καλῶς ἐζωκότα, Λιμναγενῆ γεγονότα, πᾶσι προσφιλῆ.

601

(t)

ΑΛΛΟ.
1Κύδνῳ ἐπ’ ἀργυρόεντι, ἀπ’ Εὐφρήταο ῥοάων Περσίδος ἐκ γαίης ἀτελευτήτῳ ἐπὶ ἔργῳ κινήσας στρατιὰν, τόδε Ἰουλιανὸς λάχε σῆμα, ἀμφότερον βασιλεύς τ’ ἀγαθὸς, κρατερός τ’ αἰχμητής.

602

(t)

ΑΛΛΟ.
1Καὶ ζῶσαι πλούτου πατρικοῦ μέρος εἶχον· ὁμοίως τὴν αὑτῶν φιλίαν καὶ χρήματα ταῦτ’ ἐνόμιζον. Οὐδένα λυπήσασα τέκνων δ’ ἐπιδοῦσα ... παῖδας, τῆς κοινῆς μοίρας πᾶσιν ἔχει τὸ μέρος.

603

(t)

ΑΛΛΟ.
1Πολλὰ μεθ’ ἡλικίας ὁμοήλικος ἡδέα παίσας ἐκ γαίας βλαστὼν γαῖα πάλιν γέγονα. Εἰμὶ δ’ Ἀριστοκλῆς Πειραιεὺς, παῖς δὲ Μένωνος.

604

(t)

ΑΛΛΟ.
nὈλυμπιόδωρος· Πολεμώ· Σώτιος.
1Σώτιον ἐνθάδε γῆ κατέχει τέχνην τε κράτιστον ἣν εἶχεν πάντων ὄντα φύσιν τ’ ἀρετῆς, ἀστοῖσίν τε ποθεινόν· ἀεὶ γὰρ πᾶσιν ἀρέσκων ἦν, ψυχήν τε φίλοις ἔσχε δικαιοτάτην.

605

(t)

ΑΛΛΟ.
1Αὐτό με γευομέναν [γλυ]κεροῦ βιότου κατὰ δῶ[μα ἀνδρὸς κουριδίου μοίρη [σ]βέσεν, ὠκύμορος δὲ
πεντεκαιεικοσέτης δόμον Ἄϊδος ἀστυφελίκτου ἤλυθον, Ἀτρ.ο.. δοιοὺς παῖδας προλιποῦσα189
5ἄρτι νεηγενέας, [αὐτὴ δ’ Ἀ]πρώνια δύσμορός [εἰμι. (οἴμοι) Παίδων νηπ[ιάχων, π]όσιος θυμαρέος ἐ[σθλοῦ, ἠδὲ] νέας ὥρης καὶ φ..........

606

(t)

ΑΛΛΟ.
1Αἰνείᾳ τόδε σῆμα πάτηρ Τιμοκλῆς ἐπέθηκεν.

607

(t)

ΑΛΛΟ.
nΝικίας Νικίου Ἐρετριεύς.
1Σῆμα τόδ’ ἐν κενεῇ κεῖται χθονὶ, σῶμα δ’ ἐπ’ ἀγροῦ Ὠρειοῦ κρύπτει πυρκαϊὴ φθιμένου· τὸν δέ τι παπταίνοντ’ ἐπὶ γούνασι πατρὸς μάρψας Ἀΐδης ᾧ σκοτίας ἀμφέβαλεν πτέρυγας·
5ἡ δ’ ὁσίαν στέρξασα λέχους Κύπ[ριν χέ]εν ἡμῖν χῶμα καὶ ἐν ξεστῷ γράμμ’ ἐτύπωσε πέτρῳ. Δηλοῖ δ’ οὔνομα πατρὸς ἐμόν θ’ ὅδε τύμβος, ὁδῖται. ἀλλ’ ἴτε, τέρμ’ ἀγαθῆς τ’ ἐξανύοιτε τρίβου.

608

(t)

ΑΛΛΟ.
1Χαῖρε, τάφος Μελίτης· χρηστὴ γυνὴ ἐνθάδε κεῖται. (Φιλοῦντα) ἀντιφιλοῦσα τὸν ἄνδρα Ὀνήσιμον ἦσθα κρατίστη· τοιγαροῦν ποθεῖ θανοῦσάν σε, ἦσθα γὰρ χρηστὴ γυνή. Καὶ σὺ χαῖρε, φίλτατ’ ἀνδρῶν· ἀλλὰ τοὺς ἐμοὺς φίλει.

609

(t)

ΑΛΛΟ.
1Γαῖα μὲν εἰς φάος ἧκε, Σιβύρτιε, γαῖα δὲ κεύθει σῶμα, πνοὴν δ’ αἰθὴρ ἔλαβεν πάλιν, ὅσπερ ἔδωκεν· πατρὶ δὲ σῷ καὶ μητρὶ λιπὼν λύπας ὑπ’ ἀνάγκης ᾤχου ἀναρπασθεὶς ἑπτὰ ἔτη γεγονώς.

610

(t)

ΑΛΛΟ.
1Σῆμα τόδ’ Εὐδαίμων Διονυσίῳ ὅν ῥ’ ἕταρον ὣς φίλατο, καὶ Μούσαις ἔξοχα φιλαμένῳ. Εἰ καί μοι θυμὸς, Διονύσιε, τείρεται αἰνῶς ἀμφὶ σοὶ, ἀλλ’ ἔμπης, οἷα πάρεστι, δέχου
5ὕστατα δὴ, φίλε, δῶρα· τὰ δ’ ἄλλα τοι, ὅσσα ἔοικε, καὶ πάρος Εὐδαίμων δῶκε, καὶ οἰχομένῳ. Ζωὸν μὲν μεθέηκεν ἐλεύθερον, οὐδὲ πάροιθεν οὐ σύ γ’ ἐπειρήθης πώποτε δουλοσύνης.
Ἦ γὰρ ἔης αὐτῷ κεχαρισμένος ἐξ ἔτι παίδων,190
10 ἤπιος, ἐσθλὸς ἰδεῖν, εὔνοος, ἀγχίνοος, καρπαλίμως γράψαι σημήϊα διπλόα φωνῆς Ἑλλάδος εὖ εἰδὼς ἠδὲ καὶ Αὐσονίων.

611

(t)

ΑΛΛΟ.
1Γλήνῳ Νιγρῖνος παιδὶ καὶ νέκυν στέργων.

612

(t)

ΑΛΛΟ.
1Μνήμην τῆς ἰδίας γαμετῆς μετὰ μοῖραν ἄτρεπτον ἐν στέρνοισιν ἔχων, ἴδιος πόσις, ὢν ἔτι ζωὸς, ἥτις ἔφυ, στήλαις, παροδοιπόρε, τοῦθ’ ὑπέγραψα. Πρῶτον μὲν τύπος ἦν αὐτῇ χρυσῆς Ἀφροδίτης,
5εἶχε δὲ καὶ ψυχὴν ἀφελῆ στέρνοισι μένουσαν· ἦν ἀγαθὴ, νομίμοις δὲ θεοῦ παρεγίνετο πᾶσιν· οὐδὲν ὅλως παρέβαινε· χαρίζετο λειπομένοισιν· δουλὶς ὑπάρχουσα στέφανον τὸν ἐλεύθερον ἔσχεν· ζωοὺς τρεῖς ἐκύησε γόνους, μήτηρ ἐγενήθη
10δισσῶν ἀρρενικῶν· τὸ δὲ θῆλυ τρίτον κατιδοῦσα ἠοῦς ἑνδεκάτης ἔλιπε ψυχὴν ἀμερίμνως. Κάλλος δ’ αὖ μετὰ μοῖραν Ἀμαζόνος ἔσχεν ἄπιστον, ὥστε νεκρᾶς πλέον ἢ ζώσης ἐς ἔρωτα φέρεσθαι. Εἰκοστὸν δὲ βιώσασαν ἀφελῶς ἐνιαυτὸν
15Μαρκιανὴν Ἑλίκην ζοφερὸς τάφος ἔνθα καλύπτει.

613

(t)

ΗΡΩΟΝ.
nΕἰς τὸν Θεόδωρον τὸν δικασπόλον.
1Παρθένον αἰγλήεσσαν ἀπὸ χθονὸς αἰθέρα βᾶσαν, ἥν τε Δίκην καλέουσιν, ἀπ’ αἰθερίων πάλιν ἠθῶν ἰθυδίκης Θεόδωρος ἐπὶ χθόνα δεύτερον αὖθις ἤγαγεν ἰδμοσύναισι νόμων καὶ ἤθεσι χρηστοῖς.
5Τῷ δὲ παρεζομένη λαᾶσι δίκαζε τἀληθῆ, ὡς νύμφη ἀλίαστος, παρθένος ἄφθορος οἷα. Ἀλλ’ ὅτε Μοῖρ’ ὀλοὴ καὶ τόνδε φίλης αἰῶνος ἐκτέμνειν ἠβούλετο, λῖνα δὲ πάντα λέλοιπεν, οὐδ’ οὕτως ἀπάνευθεν ἀπῴχετο, ἀλλ’ ἐνὶ τύμβῳ
10τῷδε παρεζομένη μινύρεται· ἆ μέγα θαῦμα, ἄθρησον καὶ ἀστέρας εἰδώλοιο γυναικὸς φέγγος ἀμαυροτέρους, καὶ ἐς πόλον ἵκετο πένθος. Ἀλλὰ, Νόμοι, γοάειτε Δίκης ἀπάνευθεν ἐόντες·
τίς δὲ Δίκην παράκοιτιν ὁμοῦ καθαράν τε φυλάξοι;191

614

(t)

ΑΔΕΣΠΟΤΟΝ.
1Ὃς πάσας χάριτας καὶ τὰς φρένας ἐνθάδ’ ἔκλεισε, κεῖται Καρουέντις πολὺ φίλτατος οἷσι τοκεῦσι. Τρισμάκαρος δὲ λίθος τόσσον ἔχων ἀγαθόν.

615

(t)

ΑΛΛΟ.
1Πατρὶς μὲν ζαθέη Ῥώμη, Βασιλεὺς δὲ πατήρ μοι, Ἀττίκιλλα δ’ ἐγὼ λεγόμην καλὸν οὔνομα μητρός· κουριδίῳ δὲ πόσει παῖδας λίπον ἡβώοντας τέσσαρας, οἵ με νέαν τῷδ’ ὑπέθεντο τάφῳ.

616

(t)

ΑΛΛΟ.
nΘ. Κ.
1Πατρὶς ἐμοὶ Ζήνωνι μακαρτάτη ἔστ’ Ἀφροδισίας, πολλὰ δὲ ἄστεα πιστὸς ἐμαῖσι τέχναισι διελθὼν καὶ τεύξας Ζήνωνι νέῳ προτεθνηκότι παιδὶ τύμβον, καὶ στήλην καὶ εἰκόνας αὐτὸς ἔγλυψα,
5ταῖσιν ἐμαῖς παλάμαισι τεχνασσάμενος κλυτὸν ἔργον. Ἔνθα φίλῃ ἀλόχῳ Κλυμένῃ καὶ παιδὶ φίλοισιν τεῦξα τάφον· ζήσας δὲ ἐτῶν κεῖμαι ἑπτάκι δέκα. Ἐνθάδε νῦν κείμεσθ’ ἅμα οἱ ψυχὰς ὀλέσαντες, καὶ Κλυμένη ἄλοχος καὶ ἐγὼ τρίτος αὐτὸς ὑπάρχων.

617

(t)

ΑΛΛΟ.
1Κύριλλος τόδε σῆμα φίλῳ ποιήσατο παιδὶ Κλειοφόρῳ, τριετεῖ, ὃν ἀφείλατο Μοῖρα κραταιὴ, πρὶν γλυκεροῦ βιότοιο ἐς ἡλικίης τέλος ἐλθεῖν. Ἀλλ’ εἴ γ’ ἐν φθιμένοισί τις αἴσθησις, τέκνον, ἐστὶν,
5κοῦφον ἔχοις γαίης βάρος εὐσεβίης ἐνὶ χώρῳ.

618

(t)

ΑΛΛΟ.
nΘ. Κ.
1Ἠέλιον θνητῶν παίδων βέλτιστον ἁπάντων κάλλει τε γνώμῃ τε τρόποις τ’ αἰδημοσύνῃ τε εἰκοστῷ λυκάβαντι δόμους Ἀίδαο μολόντα σεμνὸς παῖς [ὁ] Μύρων τιμήσας ἔξοχ’ ἁπάντων
5τῷδε τάφῳ κοσμεῖ μνημοσύνης ἕνεκεν.

619

(t)

ΑΛΛΟ.
1Τυτθὸν ἐμὸν παρὰ τύμβον ἐπεὶ μόλες, ὦ ξένε, βαιὸν στῆσον ἴχνος παύροις γράμμασιν εἰσορόων. Ζωὸς ἐὼν [βασιλεῦσιν ὁ]μίλεον· ἐν δέ τε παίδων εὐγενέων ἱερῆς ἦρξα διδασκαλίης.
5Καὶ δὴ καλεύμην Ταξιάρχης ἐν βροτοῖς·
οὐ γὰρ ἐν ἑξαμέτροις ἥρμοσε τοὔνομ’ ἐμόν.192

620

(t)

ΑΛΛΟ.
nΘ. Κ.
1Μνῆμ’ ἀρετῆς, Μοίρας τὸ τέλος, φίλον οὔνομα, Χρηστή, σωφροσύνης ἱερᾶς ἥτις μέγαν ἔσχεν ἔπαινον, ἐνθάδε νῦν κατὰ γῆς σῶμ’ ἀνέπαυσε πόνων, τὴν συνετὴν ψυχὴν μακάρων εἰς ἀέρα δοῦσα
5πρόσθεν μὲν θνητὴ, νῦν δὲ θεῶν μέτοχος, αἰείμνηστος ἅπασι, φίλοισί τε καὶ τεκέεσσι· τόνδε τάφον σοφίης ἕνεκεν κυδνῇ παράκοιτι τεῦξ’ Ἐπαφρᾶς συνόμευνος, Ἀλεξάνδροιο πολίτης. Ἄγνετι, εὐψύχει· κἀμὲ μένει τὸ θανεῖν.

621

(t)

ΑΛΛΟ.
1Ὄλβιον ἐνθέμενος βίοτον, καρποῖς ἐπέχαιρον, βῶλον ἐπιψήχων πυροφόροις βοτάναις. Ἠδέ με χεῖρες ἔπαιον ἀπεργέες, ἡνίκα θέρμα ἀκτῖνα προλίποιεν ἐφ’ ἡμεριῶν καταδῦσα,
5γηθοσύνῃ Δήμητρος ἀγαλλόμενον ἐχέτλῃσιν. Ἄφνω δ’ ἐν προκοπαῖς ἔλιπον βίον εἵνεκα Μοίρης, ἁρπασθεὶς τέκνων καὶ γλυκερῆς ἀλόχου, ἥτις ἐμοί γε μένει, μετὰ ἔξοχα δῶρα, καμόντι, στεψαμένη καμάτῳ οἶκον ἐς ἀΐδιον,
10καὶ θρήνοις κλαύσασα πολὺν χρόνον [οὐ λάβεν ἄνδρα, ἠρεμίην κοίτης ἐς τέλος ἀραμένη. ....................

622

(t)

ΑΛΛΟ.
1Ζώσιμος Εὐτυχέους [Χ]ρομίῳ [θε]ίῳ Ἀρυκανδεὺς τύμβον ἑαῖς παλάμαις χῶσε κατοιχομένῳ, οὐ φα[ύλοις] ὃς πατρίδ’ ἑὴν κόσμησε πόνοισιν ναοδάμου τέχνης ἐργασίας τελέσας.
5Πρῶτον Ἀθηναίας [προκαθηγέτιδος πολύσεμνον δῶμα χαρισσάμενος θῆκε πάτρῃ δαπάνας. Δεύτερα ταρφειῆς δάφνης στέφανον περὶ κρατὶ τῷ πολιῷ στεφθεὶς εὐσεβίην τέλεσεν· ὃς διὰ μὲν παντὸς βιότου φιλίην πρὸς ἅπαντας
10αἰδοσύνην δείξας τέρμα τόδ’ εὗρε πόνων.

623

(t)

ΑΛΛΟ.
1Ἀπφία ἐγὼ κεῖμαι Μενεκλεῖ μίγα τῷδε σὺν ἀνδρί· καὶ γὰρ ζῶντες ὁμοῦ τοῦτο γέρας λάχομεν. Καὶ λίπομεν δύο τέκνα, νέον δέ γε Ἀρτεμίδωρον, ὃς χάριν εὐσεβίης τεῦξεν τύμβον φθιμένοισιν.193
5Χαίρετε δ’ οἱ παριόντες, κεὐχὰς θέσθ’ ὑπὲρ αὐτοῦ.

624

(t)

ΑΛΛΟ.
1Χαῖρε μάκαρ, πολύολβε θεῶν, Ὑπερεῖον ἐλ[αύνω]ν· πάντων γὰρ [φ]ίλο[ς] ἐσθλὸς, πάτρης πρόμος ἐνθάδ]ε ν[α]ίει. ................

625

(t)

ΡΟΥΦΟΥ.
1Τὸ ζῆν ὁ ζήσας καὶ θανὼν ζῇ [ζῶ]ν φίλοις· ὁ κτώμενος δὲ πολλὰ μὴ τρυφῶν σὺν τοῖς φίλοις οὗτος τέθνηκε περιπατῶν καὶ ζῇ νεκρ[οῦ βίον. Ἐγὼ δὲ ἐτρύφησα Μηνογένης ὁ καὶ [ε]ὐσταθὴς,
5μετέδωκα ἐμαυτοῦ πάντα τῇ ψυχῇ καλὰ, ἄμαχος ἐβίωσα με[τὰ φί]λων καὶ συγγενῶν, μηδέποθ’ ὑπούλως [ἢ] δολίως λαλῶν τινι. Οὗτος ὁ βίος μοι γέγονεν, ὅταν ἔζων ἐγὼ, ἐς πάντα δ’ ηὐτύχησα ἐμαυτὸν πιστεύσας θεῷ,
10τὸ δ’ ὀ[φ]ει[λ]όμενον ἀπέδωκα τῷ φύσει τέλος. Ῥοῦφος ἐπ[οίησ]α Μηνογενεῖ μου γλυκυτάτῳ πατρὶ καὶ Παυλίν[ῃ μητρὶ τῇ] φιλάνδρῳ μέχρι τέλους.

626

(t)

ΑΔΕΣΠΟΤΟΝ.
1Γαῖα μὲν ἥδε δέμας κεύθει κλείνοιο [nomen defuncti, βωμὸς δ’ ἀργύφεος λείψανα φωτὸς ἔχει.

627

(t)

ΑΛΛΟ.
1Ἤλυθον ἐκ Κρ[ή]της· [Κ]ίσαμος πόλις ἐ[σ]τὶ πατρίς μοι, οὔνομα [Κ]α[λλ]ιστώ· λέκτροις ἐδόθην δὲ πρὸς οἴκους ἄν[δ]ρος Ἐ[πι]κτήτου, ᾧ καὶ τέκνα δισσὰ λιποῦσα βουλομένων Μοιρῶν ἤλυθον εἰς Ἀΐδην·
5 σωφροσύνης δ’ ἀρετὴν οἶδεν ἐμὸς γαμέτης, ὃς καὶ τύμβον ἐμοὶ μνήμης χάριν ἵδρυσεν ἔνθα.

628

(t)

ΑΛΛΟ.
1Ζ[ώ]ν[ῃ] μὲν πρώ[τι]στα καὶ Ἀττικῷ ἀγλαὰ τέκνα Ἄφφη, Μένανδρος, Ἀσκληπᾶς καὶ Ἀττικὸς ζήσαντι ἀμέμπτως τὸν ἐπιμόχθητον βίον.

629

(t)

ΑΛΛΟ.
1Ἀλκιβιάδην Κλον[ίου] κατέχει τόδε σῆμα Κάλης τε χρηστότατον παίδων ἐ[ννε]ακαιδεκέτη.

630

(t)

ΑΛΛΟ.
1Θεσσαλονίκη μὲν πατρὶς ἔπλετο· οὔ[νομα] Ὕλη μ[οι· κἄμ’ Ἄσιος Βατάλου ὑὸς φίλτροισι δάμ[ασσεν εὐνοῦχός περ ἐὼν· [οὐδ’ ἔμπ]υρον ἦν λάχο[ς ἡμῶν· κεῖμαι δ’ ἔνθα [λάβον νοῦ]σον, ἄνευθε π[άτρης.194

631

(t)

ΧΕΙΡΙΣΟΦΟΥ (?)
nΘ. Κ.
1Στήλην ἔθηκαν Νικομήδει συγγενεῖς, ὃς ἦν ἄριστος ἰητρὸς, ἐν ζωοῖς ὅτ’ ἦν, πολλούς τε σώσας φαρμάκοις ἀνωδύνοις ἀνώδυνον τὸ σῶμα νῦν ἔχει θανών.

632

(t)

ΑΔΕΣΠΟΤΟΝ.
1Υἱὸς Βίωνος Ἀπίων μὲν ὁὐνθάδε, ἄτεκνος, ἄωρος, εἴκοσι πλήσας ἔτη καὶ τρί’ ἐπὶ τούτοις, οἰκτρὸς ἐν τρισὶ ἡμέραις θανὼν, ποθεινὸς τοῖς γονεῦσι γενόμενος.
5ᾯ παστὸν οὐθεὶς, οὐχ ὑμέναιον ᾖσέ τις, οὐ λαμπάδ’ ἧψε νυμφικὴν, γόοισι δὲ καὶ δακρύοις πολλοῖσιν ἐνθάδ’ ἤγαγον, οὗπερ κατοικεῖν δεῖ με τὸν λοιπὸν χρόνον. Μᾶλλον δὲ κλαύσας, πάροδε, τὴν ἐμὴν τύχην,
10βαῖν’, οὗ φίλον σοι, καὶ τύχοις ὅσων θέλεις.

633

(t)

ΑΛΛΟ
1Πύκτην Λασκέπιον λεύσ[σ]εις ἐμὲ, τὸν κατέπεφνεν πάρδος ὁμοιίου τευξάμενος θανάτου.

634

(t)

ΑΛΛΟ.
1Οἱ δισσοὶ συνόμαιμοι, ἰὼ ξένε, τῷδ’ ὑπὸ τύμβῳ ἄψαυστοι τέκνων κείμεθα κουριδίων· Ἱκέσιος κἀγὼ νεαρὰν πληρούμενος ἥβαν Ἕρμιππος κρυερὸν τόνδ’ ἔχομεν θάλαμον,
5Ἀΐδαν ἐγκύρσαντες ἀλάμπετον· εὐγενέτης δὲ Θεύδοτος οὐ στυγερὸν πένθος ἐφεῖδε πατήρ· μήτηρ δ’ ἡ δύστηνος ὀδύρεται οἷά τις ἀκταῖς ἀλκυονὶς, γοεροῖς δάκρυσι μυρομένα, Μητρὶς ἡ λιπάδελφος· ἐρημωθεῖσα δὲ τέκνων
10γηραιὸν βιοτᾶς τέρμ’ ἐνέπλησε κακῶν.

635

(t)

ΑΛΛΟ.
1Νὺξ μὲν ἐμὸν κατέχει ζωῆς φάος ὑπνοδοτείρη, ἀλγεινῶν λύσασα νόσων δέμας, ἡδέϊ ὕπνῳ, λήθης δῶρα φέρους’ ἐπ’ ἐμοὶ πρὸς τέρμασι μοίρης· ψυχὴ δ’ ἐκ γαίης δράμ’ ἐς αἰθέρ’ ἐπείκελος αὔρῃ,
5κοῦφον ἐπαιωροῦσα δρόμου πτερὸν ἠέρι πολλῷ· καί με θεῶν μακάρων κατέχει δόμος ἆσσον ἰόντα, οὐρανίοις τε δόμοισι βλέπω φάος Ἠριγενείης.
Τιμὴ δ’ ἐκ Διός ἐστι σὺν ἀθανάτοισι θεοῖσι Ἑρμείαο λόγοις, ὅς μ’ οὐρανὸν ἤγαγε χειρῶν,195
10αὐτίκα τιμήσας, καί μοι κλέος ἐσθλὸν ἔδωκεν οἰκεῖν ἐν μακάρεσσι κατ’ οὐρανὸν ἀστερόεντα, χρυσείοισι θρόνοισι παρήμενον ἐς φιλότητα. Καί με παρὰ τριπόδεσσι καὶ ἀμβροσίῃσι τραπέζαις ἡδόμενον κατὰ δαῖτα θεοὶ φίλον εἰσορόωσιν,
15κρατὸς ἀπ’ ἀθανάτοιο πατρὸς θεῶν μειδιόωντος [νέκταρ ὅτ’ ἐν] προχόαισιν ἐπισπένδω μακάρεσσιν.

636

(t)

ΑΛΛΟ.
a1Δμωὰν Δωροθέας μετὰ χείρ[εσ]ι τὴν ὁμόδουλον
a2παρθένον εἰς Ἀΐδην θάπτον ἀπερχομέναν·
a3ἄρτι δέ τοι, πανάωρε, χοὰς χείουσαι ἀπόδημον
a4νύμφιον ἐκ πελάγους εἶδον ἐπερχόμενον·
a5ἀλλ’ ὁ μὲν ἐγγὺς ἔτλη καὶ σ[τ]ήμεναι καὶ ἐπιδακρῦσαι,
a6τοῦ δὲ [σ]ὺ μηδ[ὲ]ν ἔβης αἰ[σ]θομένα εἰς Ἀΐδαν.
b1Οὔνομα μὲν Μακέταις ἐπιχώριον· οὕνεκα μεμφθῇ
b2μηδὲ ἑνί· Κοπρίαν μ’ ὠνόμασαν γενέται·
b3οὐ γὰρ ἄτιμος ἔην παρὰ δεσπόταις, ἀλλά μ’ ἔθρεψαν
b4αὐτοὶ, καὶ κοῖτον χερσὶν ἐμαῖς κομιεῖν
b5δῶκαν τιμήεντα· ταχὺς δέ με παρθέν[ον] οὖσαν
b6δαίμων εἰς Ἀΐδην πέμψεν ἀμειλιχίως.
b7Ἀλλὰ καὶ ὣς τεθνῶσαν ἐτίμεον ἐνταφίοισιν
b8καὶ τύμβον γράψαν μνημοσύνης ἕνεκεν.

637

(t)

ΑΛΛΟ.
1Νήπιός εἰμι τυχὼν τύμβου τοῦδ’, ὦ παροδῖτα, ὅσς’ ἔπαθον δὲ βαιῷ τέρματί μου βιοτῆς, ἐγκύρσας λαϊνέᾳ στήλλῃ, τάχα καὶ σὺ δακρύσεις· ματρὸς ἀπ’ ὠδίνων ὡς εἰς φάος ἤγαγον Ὧραι,
5ἐκ γαίης με πατὴρ ἐμὸς εἵλατο χερσὶ γεγηθὼς, καί μ’ ἀπέλουσε λύθρου κεἰς σπάργανά μ’ αὐτὸς ἔθηκεν· ηὔχετο δ’ ἀθανάτοις, ἅπερ οὐκ ἤμελλεν ἔσεσθαι· Μοῖραι γὰρ πρῶται περί μου κεκρίκεισαν ἅπαντα· καί μ’ ἔτρεφεν γενέτης μου τροφὸν εἱλάμενος,
10αὐτίκα δ’ ηὐξανόμην εὐερνὴς, πᾶσι ποθητός. Ἐν δ’ ὥραις ὀλίγαις Μοιρῶν σφραγῖδες ἐπῆλθον, αἵ με νόσῳ πῆξαν χαλεπῇ διδύμους περὶ ... Ἀλλ’ ὁ ταλαίφρων γεννήσας ἰάσσατο μοῦνος τοῦτο, δοκῶν ὅτι Μοῖραν ἐμὴν ἰάμασι θέλγει.
15[Καίτοι] καὶ τότε δή μ’ ἑτέρα νόσος εἷλε κακίστη, τῆς προτέρης νούσου πουλύ τι χειροτέρη· σῆψιν γὰρ λαιοῦ πεδίον ποδὸς εἶχεν ἐν ὀστοῖς· εἶτ’ ἔταμόν με φίλοι γενέτου, καί μ’ ὀστέ’ ἀνεῖλαν, λύπας καὶ στοναχὰς τοῖς μου τοκέεσσι διδόντα·
20καὶ ταῦθ’ ὡσαύτως ἰάθην πάλιν, ὡς τὰ πάροιθεν· οὐδ’ οὕτως γένεσις δεινὴ πλησθεῖς’ ἐκορέσθη· ἀλλ’ ἑτέραν πάλι μοι γαστρὸς νόσον ἤγαγε Μοῖρα, σπλάγχνα μοι ὀγκώσασα, καὶ ἐκτήξασα τὰ λοιπὰ, ἄχρις ὅτου ψυχὴν μητρὸς χέρες εἷλαν ἀπ’ ὄσσων.196
25Ταῦτ’ ἔπαθον βαιῷ τέρματί μου βιοτῆς, ............ ξένε, καὶ κατέλειπον τηκεδόνα σ[τυγερὴν] τοῖσί με γειναμένοις, αἰνόμορος, λείψας [τρεῖς] συνομαίμονας ἀστεφανώτους.

638

(t)

ΑΛΛΟ.
1Ἄνθρωπος τοῦτ’ ἐστί· τίς εἰ βλέπε, καὶ τὸ μένον σε. Εἰκόνα τήνδ’ ἐσορῶν, σὸν τὸ τέλος λόγισαι· καὶ βιότῳ χρῆσαι, μήθ’ ὡς ἐς αἰῶνας ἔχων ζῇν μήθ’ ὡς ὠκύμορος, μὴ γηράσαντά σε πολλοὶ
5μαστίξωσι λόγοις, θλιβόμενον πενίῃ.

639

(t)

ΑΛΛΟ.
1Νῦν κόσμος ἡδὺς, σχῆμά σοι θεῖον μέγα· νῦν οὖν βάδιζε πρὸς θεὸν στεφηφόρος.

640

(t)

ΑΛΛΟ.
1Ἔνθα σορὸς κατέχει κλυτὸν οὔνομα, παῖδα Τυφῶνα ὃν θρέψεν Τροφιμᾶς πολυώδυνος ἔλπισι λειφθείς· μαστοὺς δ’ Εὐτυχία κατεκόψατο, οἷς ἔτρεφέν σε Μοίραις καὶ φθιμένοις, [οἷς] ὀκταέτης ἐν[ε]πώλε[ι]ς.

641

(t)

ΑΛΛΟ.
1Ἰητὴρ μεθόδου, Ἀσιατικὲ, προστάτα, χαῖρε, πολλὰ μὲν ἐσθλὰ παθὼν φρεσὶ, πολλὰ δὲ [λυγρά.

642

(t)

ΑΛΛΟ.
1Πολλαῖς ἐν πο[λίεσσι τέχνην [ἤσ]κησα πρὸ πάν[των ψηφο[δ]έτας δώροις Παλλάδος [εὑρ]άμενος, υἷα λιπὼν βουλῆς σύνεδρον Πρόκλον ἰσότεχνόν μοι, ὀγδ[ω]κοντούτης [τοῦδε τάφοιο λαχών.

643

(t)

ΑΛΛΟ.
1Χρηστοῦ Τεχνᾶνος μνῆμα τοῦ Φρυγὸς τόδε, ὃς νῦν ποθεινὸς γέγονε τοῖς ἐν τῇ πόλει.

644

(t)

ΑΛΛΟ.
1Χαῖρε καλὴ, πασῶν προφερεστάτη εἵνεκα πάντων, σεμνοτάτη συνόμευνε, καλῶν ὑπόδειγμα φιλάνδρων, Φλαούϊα, τῶν Χαρίτων τοὔνομα κτησαμένη.
Εἰκόνα σῆς ἀρετῆς παῖδας γαμέτῃ προλιποῦσα197
5οὐκ ἔφθης μίγα τοῖς πατρὰν φίλιος τε σύναιμος, Ἀντιόχειαν ἰδεῖν, γενέτην θ’ ἅμα τόν σε ποθοῦντα.

645

(t)

ΑΛΛΟ.
1Μοῖραι καὶ Λήθη με κατήγαγον εἰς Ἀΐδαο, οὔπω νυμφείου θαλάμου καὶ παστάδος ὥρης γευσαμένην· ἀθιγὴς δ’ ἔλιπον φάος ἠελίοιο.

646

(t)

ΑΛΛΟ.
1Κύματα πορθμεύσας κεῖμαι νέκυς ἔνθα Σεκουνδίων, γῇ πατρίδι κρυφθεὶς, συνομαίμοσι δάκρυ προλείψας. [Τ]ρὶς δέκ’ ἀναπλήσας ἐτέων τὸ πᾶν, ὕστατ’ ἔβαινον· λύπην μέντοι ἔδων σύμπασι βροτοῖς ἐλεοῦσιν
5δίχα μάχης ζήσας· ἐν συσσίτοις δὲ π[ρ]όπασιν πολλοὺς ἐκφιλέων ἐκτήμην ἄνδρα[ς] ἑταίρους. Οὔτε πόσεις ἔλαβον, ἔζησα [δ’] ἐν εὐσεβίῃσιν. Δαίμον’ ἀπῃτήθην τὰ τέλη ἃ ἔδει ποτὲ λῦσαι· ἔλ]λαβον ὠρκωκὼς συνομαίμονας, οὓς προλέλοιπα.
10Μητέρ’ ἐν εὐσεβίῃ πολλῇ διασώσαθ’, ἱκνοῦμαι, εἰδότες ἀνθρώπων γενεὴ ταχέως ὅτι λήγει. Σώματα γὰρ κατέλυσε Δίκη, ψυ[χὴ] δὲ πρόπασα ἀθάνατος πωτωμένη ὑψοῦ πάντ’ ἐπακούει

647

(t)

ΑΛΛΟ.
1Εὐδαίμων ὁ Σεκουνδίων Θεσσαλονικεὺς ἐνθάδε μήτε δίκην εἴπας, μήτε γυναῖκα λαβών· [κεῖμαι, ἀλλ’ ἔθανον τριακοντ[α]έτης βιότου μέτρ’ ἀμείψας· καὶ φωνῆς ἐπάκουε φίλης· Χαίροις, παροδῖτα.

648

(t)

ΑΛΛΟ.
1Ὁ φθονερὸς ζωῆς με τὸν ἄθλιον ἔφθασε δαίμων ἀρτιθαλεῖς κ[λάσ]σας ἐλπίδας ἡλικίης. Καὶ [νῦν τύμ]βος ἔχει τὸ ἐμὸν δέμας ε...

649

(t)

ΑΛΛΟ.
1Σπεῖσον ἐμοὶ δακρύων ὀλίγον, ξένε, καί μ’ ἐλέησον, νηπίαχον κούρην ἐν χθονὶ κρυπτομένην· τέτρατόν ἐστι δ’ ἐμοὶ ζωῆς ἔτος· ἥ μ’ ἀνέθρεψεν θάψεν Ἐπίκτησιν τοὔνομα κλῃζομένην.

650

(t)

ΑΛΛΟ.
1Ἐνθάδε τήνδ’ ἀνέθηκα γραφὴν σημ[άν]τορα τύμβου υἱὸς εὐσεβίης, μητέρα τὴν ἰδίην· ἧς ζητεῖς εὑρεῖν τοὔνομα, καὶ τὸ τέκνον
εἴρῃ; [ἄν]θηκεν Μελ[ίτην, κλαῦ[σέν τε Κιανός.198

651

(t)

ΑΛΛΟ.
1Ἡραῒς ἐνθάδε κεῖμαι ἐτῶν, ξένε, πεντάκις ἑπτά· καὶ σοὶ παραινῶ συν[..... ὁδῖ]τά, με μὴ κλαῖε· Μοιρῶν γὰρ μίτος πάντας καλεῖ.

652

(t)

ΑΛΛΟ.
1Γαῖά μ’ ἔτικτεν ἄφωνον ἐν οὔρεσι παρθένον ἁγνὴν, ἡσύχιον τὸ πάροιθεν, νῦν αὐ[δήεσ]σαν ἅπασιν. Σμιλιγλύφοις τέχνῃσιν κῆρ’ εἰποῦσα θανόντος· Ἐνθάδε Μάξιμον γραμματικῆς ἐπιΐστορα τέχ[νη]ς,
5ἀνέρα σεμνὸν γῆ μήτηρ ἐκάλυψε θανόντα .....................

653

(t)

ΑΛΛΟ.
1Ὄλβ[ιος ὃν Μοῖραι παναεικέες ἐ[κπερόωντα νη]δύος ἀθρήσωσι γαληναίῃσι[ν ὀπωπαῖς· ὡς] καὶ ἐγὼ Πάνταρχος ἀγαυοτ[άτων ἀπὸ πατρῶν βλα]στήσας κῦδος μὲν ἐπὶ στρατ[ῷ ἄσπετον εἷλον·
5σῶ]μ’ ἀποδυσάμενος δ’ ἔλαχον [περικαλλέα τύμβον ἀγ[χινόοις πραπίδεσσι φιλοστόρ[γοιο γυναικός· ἥ] μοι καὶ παῖδας θυμηδέας, οὓς [τέκεν αὐτὴ, σκ[ύμνους αὐχήεντος ὅπως σ[υνέθρεψε λέοντος, καί με θεο[ῖσ]ιν ἔθηκεν ὁμοίϊον ἀθανάτοισιν·
10ἀτρεκέως Πάνταρχος ἐγὼ νῦν [μ’ αὐτὸς ἔθηκα ζηλ]ωτ[ὸ]ν παίδεσσιν ἐμοῖς, οὓς δ[ῖα γυναικῶν τίκ]τε καὶ ἠέξησεν ἐνὶ μεγάροις [πολυόλβοις, Πα[ντάρχ[ω]ν χαρίεντα καὶ ἱμερό[εντα γένεθλα. Τὸ[ν μὲν γὰρ στρατιῆς [ἐ]ναρίθμιο[ν ἡρώεσσιν
15τῇ σφ[ετέρῃ τιμῇ περιλαμπέα, τὸν δὲ ποθεινῆς θρε[ψαμένη πάτρης τηλέκλυτο[ν ἐλπίδ’ ἔθηκεν· νόσ]φι δ’ ἐμοὶ θεμένη σῆμα κλυτὸ[ν οἴω ἀπ’ ἄλλων θε]σπεσίης ἀρετῆς πάσης κλέο[ς εὐρὺ ἀνῆκεν, τιμ]ήεις ὡς ἔσκον ἐν ἀνδράσι κα[ὶ μακάριστος,
20μακ]ροῖς αἰώνεσσιν, ἕως μένει [οὐρανὸς εὐρὺς, λ]άμπει δ’ ἠέλιος φαέθων τροχο[ειδέϊ φέγγει.

654

(t)

ΑΛΛΟ.
1Ἄνθος ἐγὼ λεγόμην υἱὸς Ἑρμογένους τε καὶ Ὁρμῆς, ἀνθήσας δὲ καλῶς, ἔτεσιν δυσὶν οὐχ ὁλοκλήροις, φωτὸς ἀφαρπασθεὶς, πρόμοιρον βρέφος ἐνθάδε κεῖμαι, κοὐκ οἶδ’ εἴτε καλῶς εἴτε κακῶς ἔθανον.
5Ἀπλήρωτ’ Ἀΐδα, τί με νήπιον ἥρπασας οὕτως σπεύσας τοῦ ζῆν με στερέσαι; οὐ σοὶ πάντες ὀφειλόμεθα;

655

(t)

ΑΛΛΟ.
1Ἥ ποτε κυδιόωσα ξανθαῖς ἐπὶ κρατὸς ἐθείραις, καὶ χαριτοβλεφάροις ὄμμασι λαμπομένη, χιονέοις τε πρέπουσα προσώποις ἠδὲ παρειαῖς,
καὶ γλυκεροῦ στόματος ὄπα λειριόεσσαν ἱεῖσα199
5χείλεσι πορφυρέοις ἐλεφαντινέων δι’ ὀδόντων, παντοίην τ’ ἀρετὴν περικαλλέϊ σώματι θεῖσα, ἣν τέκεν Εὐτυχίδῃ σθεναρῷ Κιλικία χαριτῶπις, εἰκοσιπενταέτης Τρυφέρα τῇδ’ ἐν χθονὶ κεῖται. Ἑρμέρως δὲ Ἀριστομάχοιο πατρὸς καὶ μητέ[ρος ...
10μνῆμ’ ἀλόχῳ φιλίῃ θήκατο κουριδίῃ.

656

(t)

ΑΛΛΟ.
1Ῥουφίνης ἐμέθεν Πρόκλος βόσις ἐνθάδε κεῖται Μοιράων βουλῇσι λιπὼν βίον ἠδ’ ἐμὲ χήρην. Τεῦξα δέ τοι μέγα σῆμα περισκέπτῳ ἐνὶ χώρῳ θηητὸν πάντεσσι, θύρας δ’ ἐπέθηκα φαεινὰς,
5εἴδωλόν τ’ ἐθέμην πανόμοιον, σχῆμά τ’ ἔθηκα, οἷον ἔχων ῥητῆρσι μετέπρεπες Αὐσονίοισι, ἔν τ’ αὐτοῖς ὑπάτοις κλέος ἔλλαβες ἔξοχον ἄλλων. Ἀλλ’ οὔτοι νόσφιν γε σέθεν ποτικείσομαι αὐτὴ, ὡς πρὶν δ’ ἐν ζωοῖσιν ὁμὸς δόμος ἄμμι τέτυκτο,
10ὣς καὶ τεθνειῶτας ὁμὴ σορὸς ἀμφικαλύψει.

657

(t)

ΑΛΛΟ.
1Τὴν στήλην, παροδῖται, [ἀποφθιμένοιο ἰδόντες] εὐφήμῳ γλώσσῃ χαῖρε προςείπατέ με, αἰῶν’ ἐκ]προλιπόντα, ποθητὸν ἀεὶ γον[έεσσιν. Εἰ δὲ μαθὼν τὸν ἐμὸν μόρον, ὦ ξένε, ῥᾷστά με κλαύσεις,
5στέρ]ξω· καὶ θνήσκων γὰρ ἔχω νόον οὔ τινα βαιόν. Κουρέα τὴν τέχνην ἐςορᾷς ἐμὲ τὸν παρὰ μοῖραν πλήγματι δυστήνῳ πνεῦμ’ Ἀΐδᾳ θέμενον. Ἐξόπιθεν χεὶρ γάρ μ’ ἔβαλεν δύστηνον ἐς Ἀΐδην, κἤλυθον ἐκ ζωῆς ἐν δυσὶν ἑβδομάσιν.
10Τὸν βίοτ]ον δ’ οὐ πᾶσι τύχη δαίμων τ’ ἀλόγιστος, δῶκ’ ἀνύσαι· πρὸ γάμων ἀρτιφυὴς ἔθανον. Πολλὰ δὲ καὶ μάτηρ μ’ ὠδύρετο ὃν κατὰ οἶκον δειλ]αίη κ[ατ’ ἐμοῦ χεῖρα βαλ]οῦ[σα] ῥέθους, καὶ οἰκτροῖσιν] ἐμὰς θρήνοις φρένας [οἴσατε] παιδὸς
15 σὺν πατρὶ δυστήνῳ βαλλόμενοι ὀλέτην δαίμοσιν· ὢ Μοίρης πικρὰ λογιζομένης· οὓς γὰρ ἔδει ζῶντας τέκνου ὕπο [πρεσ]βεύεσθαι οὗτοι νῦν αὐτοὶ σῆμ’ ἐπέθ[ηκαν ἐμοί.

658

(t)

ΑΛΛΟ.
1Τὸν θρασὺν ἐν σταδίοις ἐσορᾷς με νέκυν, [παροδῖτα],
(ἒ) Χρυσεόμαλλον ῥητιάριον, τὸν πρὶν δὲ κυνηγὸν, θήραις ἐν πάσαις παλάμῃ τέχνης ἀρίδηλον. Ἔκτεινεν δέ με Ἰχθὺς, ὃν οὐκ ἴσχυσα πλανῆναι·200
5μοῖραν δ’ οὐκ ἔφυγον· ἐπεὶ ἦν μίτος οὗτος ὁ Μοιρῶν.

659

(t)

ΑΛΛΟ.
1Τ]ὸν θρασὺν ἐν σταδίοις ἐςορᾷς με νέκυν, παροδῖτα, τάγματι ῥητιάριν θ’ ἕτερον τε πάλῳ Μελάνιππον. Οὐκέτι χαλκελάτου φωνὴν σάλπιγγος ἀκούω, οὐδ’ ἀνίσων αὐλῶν, κέλαδον τ’ ἀνδρῶν ἀνεγείρω.
5Φασὶν δ’ Ἡρακλέα δύο καὶ δέκα ἆθλα τελέσσαι· ταῦτα δ’ ἐγὼ τελέσας τριςκαιδέκατον τέλος ἔσχον.

660

(t)

ΑΛΛΟ.
1Καιλεστῖνος πινυτός με ἐδείματο τῷδ’ ἐνὶ χώρῳ. Αὑτῷ καὶ τεκέεσσι φίλῃ τ’ ἀλόχῳ ἐποίησεν νηὸν Πλουτῆι καὶ ἐπαινῇ Φερσεφονείῃ ἐσθλῆς ἐκ στρατιῆς. Νῦν δ’ οὐδενός εἰμι τάφο[ς πω·
5οὕτω καὶ μείναιμι πολὺν χρόνον· εἰ δ’ ἄρα καὶ δεῖ, δεξαίμην γηράσκοντας, εὐδαίμονας, τεκνώσαντας.

661

(t)

ΑΛΛΟ.
1Ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει ἀνδρὸς θείου Πουβλίου Ἀττείου Καπίτωνος, ὃς περὶ μὲν νόον ἔσκε βροτῶν, περὶ δ’ ἷρα θεοῖσιν ἀθανάτοισι δέδωκε τοι οὐρανὸν εὐρὺν ἐχοῦσιν.
5Τεῦξε δὲ τόνδε τάφον ἑὸς θρεπτὸς Νώνιος Ἀρτμών.

662

(t)

ΑΛΛΟ.
1Εὐδαίμων ἐμὲ Μάλχος ὁ Μαίορος εἵσατο τύμβον τῆς ἰδιοκτήτου μνῆμα πανευτυχίης· ἡμιτελὲς δὲ λιπὼν ἔλαχεν μόρον· αὐτίκα δ’ υἱὸς Μαίωρ κρηπῖδ[ας τάσδ’ ἐπέθηκε τάφῳ.

663

(t)

ΑΛΛΟ.
1Ἔνθα βλέπε[ις] τύμβον κεν[όν]· ἄταφος ὧδ[ε γέ]γραμμαι· ἐ[λ]θὼν ἐν πεδ[ίῳ] λῃστῶν ὑπὸ [χερ]σὶ τέτρωμαι· οὔ]νομά μοι Δι[όνυ]σις, ὑὸς Ζωσίμου [κ(αὶ)] Λεαίνης.
Τὸν τ[ρια]κονταέτη κλα[ίο]ις μόρον, ὅστις [ἀ]νέγνως.201

664

(t)

ΑΛΛΟ.
1Ἀέναον τόδε σῆμα πατὴρ ἵδρυσε θυγατρὶ, ἀθανάτην τιμὴν, μνημόσυνον δακρύων. Μήτηρ δ’ ἡ βαρυπενθὴς ἐπὶ τέκνου ταχυμοίρου ἐνθ’ αὐτὴν ζῶσαν συγκατέθηκα τάφῳ,
5 εἰνὶ κόνει στοργῆς δάκρυσι μυρομένα. Χαίροις, ἐσθλὲ ὁδῖτα· σοφῶς σοι μάνυε τιμὰν Πλούτωνος βασιλῆος ἐπιχθονίων ἀνθρώπων, ᾧ, χωρὶς μακάρων, πάντες ὀφειλόμεθα. Ἔστι καὶ ἐν φθιμένοις Νέμεσις μέγα, ἔστ’ ἐπὶ τύμβοις.
10[Μὴ νοέων] τύμβον ἄλλ’ ἢ ἐμοῦ πάριθι.

665

(t)

ΙΟΜΗΔΟΥΣ.
1Εἰ κλύες Ε[ὐσεβ]ίης [τε καὶ ἐν π]ροτέροι[σι Φιλί]ππου, τῶν ἀπὸ Κε[ρτ]έννου (?), τῶν ποτ’ ἐγει[ρ]αμέν[ων μίλιον ἠδὲ Τύχης ἱερὸν ἀνάθημ’ ἅμα θέντων, κείνων ἡ σόρος ἥδ’, ἣν θέσαν ἐνναέται
5ἀντ’ εὐεργεσίης Ναμαρήσιοι ἄγχι πυλάων· ἀλλά μιν ἐκ γαίης πολλὸν ἀπεκρέμασεν, λείψανα τ’ ἄλλοθεν ἄλλα πάλαι φθιμένων συναγείρας θρεψαμένων θείων θῆκε παρὰ προγόνους οἴκου ὑπὲρ νεάτοιο ὑφ’ ἁψίδα τὴνδ’ Ἰομήδης,
10Αὐσονίων μούσης ὑψινόου πρύτανις.

666

(t)

ΑΔΕΣΠΟΤΟΝ.
1Τὸν κλυτὸν ἐν ζωοῖσι, τὸν ἔξοχον ἐν μερόπεσσι, τὸν πρώτιστον βουλῆς ἠδὲ πόληος ὅλης, τὸν πτωχοὺς φιλέ[ονθ’, εἵ]νεκεν εὐσεβίης, Εὐστοχίου φίλον υἷα, τὸν ἀθάνατοι φιλέεσκον·
5τοὔνεκα καὶ π[ηγαῖς] λοῦσα[ν] ἐν ἀθανάτοις καὶ μακάρων νήσ[ους] βάλλον [ἐς] ἀθανάτων Δόμνον ζήσαντα [πέντ’] ἐτέων δεκάδας.

667

(t)

ΑΛΛΟ.
1Ῥητορικῆς πόνος οὗτος ὃν ἤνυσε πολλὰ μογήσας Γαυδέντιος πινυτὸς ἄκρον ἔχων σοφίης· ἐνθάδε πατρὸς ἑοῦ καὶ μητέρος ὁστέα θῆκεν τῷ μὲν θρέπτρα διδοὺς, τῇ δὲ τόκου χάριτας·
5ὅσος οἷος μνημεῖον ἐτέλεσεν αὐτῷ καὶ γενέταις κτῆμα συνηγορίης.

668

(t)

ΑΛΛΟ.
1Τέκνα τέκνων ἐσιδὼν Ἑρμῆς Ἑσπέρου ἐτῶν ξʹ ἡροϊκῷ θανάτῳ τῷδε τέτευχε τάφῳ.

669

(t)

ΑΛΛΟ.
1Μνῆμά με ὁρᾶς περικαλλὲς, ἀοίδιμον αἰὲν ὁδῖταις· ἐστὶ δέ μου καθύπερθε πελειάων δόμος αἰπύς· Ῥουφῖνος δέ μ’ ἔτευξε, θεοῦ δ’ ἰότητι τέταγμαι γηραλέους δέξασθαι, ἀτὰρ νέον οὔποτε πάμπαν·202
5εἰμὶ δ’ ἀλυπότατος κλιντὴρ πάντεσσιν ἑτοῖμος, υἵασι θ’ υἱωνοῖς τε πολὺ προτὶ γῆρας ἰοῦσιν. Σάδος Νεοπολίτης οἰκοδόμησεν εὐτυχῶς.

670

(t)

ΑΛΛΟ.
1Τύμβος ὑπουδαίων μακάρων ὅδε· τῷ ἔνι κεῖται συγκλήτου φίλον ὄμμα σαόφρων Μαιουρῖνος, οὗ δύσις ἀντολίη τε μεσημβρίη τε καὶ ἄρκτοι πιστοτάτου βασιλεῦσιν ἀμωμήτοιό τ’ ἐ[πά]ρ[χ]ου
5εὐρύ τε καὶ μάλα καλὸν ἀεὶ κλέος ἀείδουσιν· τεῦξε δέ μιν ὥριστος ἐν ἡμερίοισι Φίλιππος, αὐτοκασιγνήτης πινυτόφρονος ἔκγονος ἥρως, καὐτὸς ἐὼν βασιλῆος ἀμύμονος ἐσλὸς ὀπάων, καὶ κτίσε πύργον ὕπερθεν ἐϋπτερύγεσσι πελείαις,
10λαοτύπων παλάμῃσιν ἐς οὔρανον εὐρὺν ἀείρας.

671

(t)

ΑΛΛΟ.
1Ἡ σορὸς ἡ μεσάτη λέχος ἀνέρος Ἀντιόχοιο, ὅς ποτ’ ἐνὶ στρατιῇ κλέος εἵλετο· τὰς δ’ ἑκάτερθε Μάξιμος εὐδαίμων καὶ Γαϊανὸς, δύο παῖδες, ἔκτισαν Ἀντιόχοιο, καὶ ἁψίδα τήνδ’ ἐπὶ πάσαις
5ἵστασαν ὄφρα πέλοιντο φίλῳ παρὰ πατρὶ θανόντες.

672

(t)

ΑΛΛΟ.
a1Ἀντί σε κυδαλίμας ἀρετᾶς, πολυήρατε κούρα,
a2ἦξεν εἰς Ἠλύσιον αὐτὸς ἄναξ Κρονίδης.
b1Τηλυγέτην με τοκῆες ἀνέτρεφον ἀλδήσκοντες,
b2Ἄπτυριν, ἠϊθέων πάμπαν ἀρειοτέρην·
b3ἀλλά με Μοῖρ’ ἐδάμασσεν, ἐπεὶ τόδε μόρσιμον ἦεν,
b4τύμβον δ’ αἶψα γονεῖς τεῦξαν ὀδυρόμενοι,
b5Ζηνωὶς μήτηρ τε πατήρ τέ μοι Νικό[δημος,
b6ἄμφω θυμοβόρῳ πένθεϊ τειρόμενοι.
c1Ἄπτυρι, κλεινὸν ἄγαλμα, καὶ ἐν φθιμένοισι φανείης
c2ὥσπερ ἐνὶ ζωοῖς κῦδος ὀπασσαμένα.

673

(t)

ΑΛΛΟ.
1Δέρκεο τὰν ἀρίσαμον, ὁδοιπόρε, τὰν Φερενίκας εἰκόνα τὰς μελέας, ἃν τάφος οὗτος ἔχει· ἃ τὸ πρὶν ἐν καλύβαις, νῦν δ’ εἰς Ἀχέροντα μολοῦσα, ἃ στερόμαν τῶν πρὶν νυμφιδίων θαλάμων
5πατρὶ γόους προλιποῦσα Φιλοξένῳ, ὃς τόδ’ ἔτευξεν εἴδωλον νύμφας μναμόσυνον θέμενος.

674

(t)

ΑΛΛΟ.
1Μάρκος τ’ ἀδελφὸς καὶ Τρόφιμος σὸς εὐνέτης σοὶ τόνδε τύμβον, ὦ καλὴ Κορινθία, λάϊνον ἔτευξαν ὠκυμόρῳ μνήμης χάριν. —Μόνους ἰδοῦσαν εἴκος’ ἐνιαυτῶν κύκλους203
5Ἀΐδης κέκευθε τὴν καλὴν Κορινθίαν.

675

(t)

ΑΛΛΟ.
1Γνῶθι μετ’ εὐσεβέεσι σαόφρονα Δωρίδα κεῖσθαι, ἀντ’ ἀρετῆς ἱερὸν χῶρον ἀνευρομένην. Οὐ γὰρ ἅπασιν ὁμῶς θάνατος βαρύς· ἀλλ’ ὅτις ἐσθλῶν, οὗτος καὶ θανάτου κοῦφον ἀπέσχε τέλος.

676

(t)

ΑΛΛΟ.
1Πατρὶς μέν μοί ἐστι Λύκων πόλις, εἰμὶ δ’ Ἀπόλλ[ων, ἐν Φαρίῃ γαίῃ θυμὸν ἀποφθίμενος, νήπιος· ἡρπάσθην δ’ ἑκκαιδεκάτου ἐνιαυτοῦ ἕκτον ἀωροσύνης μῆνα παρερχόμενος.
5Νῦν δ’ Ἀβυδηναίου τὸν Ὀσίριδος ἀμφιπολεύω θῶκον καὶ φθιμένων οὐκ ἐπάτησα δόμους· ἀθανάτων καὶ τέκνα μεμορμένον οἶτον ἐπισπ[εῖν], ἀλλ’ οἰκεῖ μακάρων Ἠλύσιον πεδίον. Ἔνθ’ ἅμα παισὶ θεῶν με φέρων Κυλλήνιος Ἑρμῆς
10ἵδρυσε, καὶ Λήθης οὐκ ἔπιον λιβάδα.

677

(t)

ΑΛΛΟ.
1Πατρὶς μέν μοί ἐστι Λύκων πόλις, εἰμὶ δ’ Ἐλήμων εἴκοσι καὶ ἑνὶ κῆρα κατασβεσθεὶς ἐνιαυτῷ· Φοίβου καὶ Μουσῶν ὁ θέραψ παντώνυμος ἤμην.

678

(t)

ΑΛΛΟ.
1Ὁ τύμβος οὐκ ἄσαμος· ἅδε τοι πέτρος τὸν κατθανόντα σαμανεῖ, τίς καὶ τίνος εἰς Ἀΐδαν βέβακεν· ἀλλά μοι σχάσας τὸ νεκραγωγὸν, ὦ φίλ’, ἐν πεδίῳ γόνυ,
5 κολαπτὸν ἄθρει γράμμα διπτύχοις κόραις. Πατὴρ μὲν Εἰρηναῖος, ἁ δέ τοι πατρὶς Μέμφις· τὸ δ’ οὔνομ’ ἀγορεύετ’ ἐκ βρέφους φαῦλον οὐ συνείπετο, τὰν Μοῖραν ὡς ἐπέδραμε.

679

(t)

ΑΛΛΟ.
1Ἐνθάδε τὴν ἀρετῆς πινυτὴν κατὰ γαῖα καλύπτει, Πρέμνου τὴν ἄλοχον, σεμνὸν θάλος, ἔξοχον ἄλλων Ἰουλιανὴν, τὴν μοῖρα φέρει Κρήτης ἀπὸ γαίης, εἴκοσι πέντε ἔτη ζήσασαν, ἴσον χρόνον ὡς ἐτέτακτο.
5Λοιπὸν νῦν, παροδῖτα, φίλον γενέτην ἀεὶ ἐλέαιρε, ὡς εἰδὼς ὅτι πᾶσι βροτοῖς τὸ θανεῖν ἀπόκειται.

680

(t)

ΑΛΛΟ.
1Πεντήκοντα τριῶν ἐτέων κύκλον ἠδ’ ἀνύσαντα αὐτὸς ὁ πανδαμάτωρ ἥρπασεν εἰς Ἀΐδην. Ὦ χθὼν ἀμμοφάνης, οἷον δέμας ἀμφικαλύπτεις Ἀββα..ου ψυχῆς τοῦ μακαριστοτάτου.204
5Οὐκ ἀγέραστος ἔφυ γὰρ ἀνὰ πτόλιν, ἀλλὰ καὶ ἀρχῇ πανδήμῳ ἐθνικῇ ἐστέφετ’ ἐν σοφίᾳ. —Δισσῶν γάρ τε τόπων πολιταρχῶν αὐτὸς ἐτιμῶ τὴν διμερῆ δαπάνην ἐξανύσας χάρισιν. Πάντα δέ σοι, ἐπέοιχ’ ὅσα τοι, ψυχὴ, πρὶν ἐκρύβης,
10 καὶ τέκνων ἀγαθῶν αὐ[ξάνου] ἐν γενεῇ. Ἀλλὰ σὺ, ὦ παροδῖτα, ἰδὼν ἀγαθοῦ τάφον ἀνδρὸς, τόνδε κατευφημῶν, τοῖα φράσας ἄπιθι· «γαῖαν ἔχοις ἐλαφρὰν ἐς τὸν ἅπαντα χρόνον.»

681

(t)

ΑΛΛΟ.
1Μητρὶ δέμας γαίῃ προλιπὼν θεοείκελος ἀνὴρ πάτρης ἐν ζαθέοις ὄρεσιν, πυκτῷ ὑπὸ τύμβῳ, οὐλόμενον γῆρας προφυγὼν μεσάτῃ ἐνὶ ἥβῃ, αἰθερίας ἀψῖδος ἔβη μακάρων μεθ’ ὅμιλον,
5πάτρην κυδήνας γέρασιν στεφάνοισί τε πολλοῖς, οὓς ἀναδησάμενος πρῶτος παρέδωκε τέκεσσι. Τίς ὅδ’ ἀνήρ; φήσει τις ὁδιτάων παριόντων· Τίς μάκαρ οὕτως ἐστὶ, τίς ὄλβιος ὅν τε σὺ κεύθεις; Τόνδε ἐγὼ σιγῇ τε καὶ οὐ λαλλοῦσα διδάξω·
10Ὠριγένους ἔρνος γλυκερὸν, Κάσιος μυροπώλης. Εὐτύχει.

682

(t)

ΑΛΛΟ.
1Ἀμμώνιον θεὸ[ν] ἐν χρηστῷ μεμελημένον εἶδον. Ἵλαθι, χρηστὲ πάτερ, χρύσεον γένος ἀνθυποφήνας.

683

(t)

ΑΛΛΟ.
1Τὸν σοφὸν ἐλλό[γιμον] καὶ παιδεύσαντα ἐφήβους, τὸν θρέ[ψαν]τα βροτοὺς καὶ ἐν στέρνοισι δικαίοις παρθενικᾶς τελέσαντ’ ἄ[ξ]ια νυμφιδί[ου, καὶ ζήσαντα καλῶς ἑβδομήκοντα ἔτη·
5Κατάγραφος ἐνθάδε κεῖται.

684

(t)

ΑΛΛΟ.
1Κουριδίους θαλάμου[ς] Γράπτη λύσασα πρ[ο]λείπω Ἰανουάριν τὸν [ἐμ]ὸν χρηστότατον γαμέταν· ὃν σὺ, θεὰ Κ[ύ]πρι, μοι φιλέοις σὺν τῷ πατρὶ [Κ]αί[κ]ᾳ, τέκνα δέ μοι καὐτὸν σώζοιτε, [Θεοὶ], ἱκετεύω·
5τούτους γὰρ προλιποῦς’ ὑπά[γ]ω πάντων ὑπὲρ αὐτῶν.

685

(t)

ΑΛΛΟ.
1Τὴν συνετὴν ἄλοχον Διονύσιαν ἐνθάδε κεῖσθαι τύμβῳ τῷδ’ ὑπ’ ἐμοὶ, ὃν πόσις ἠγλάϊσεν ὅππως τοῖς παριοῦσι πέλοι μνημήϊα ταῦτα,
ταῖς σεμναῖς ἀλόχοις μαρτυρία προφέρει.205

686

(t)

ΑΛΛΟ.
1Μικρὸν ἐν ἡσ]υχίῃ ζή[σας [χρό]νον εὔτροπον [ἄλλω]ς Ζωΐλος ὧδε τέθαπται, Ἀλεξάνδρου φίλος υἱός.

687

(t)

ΑΛΛΟ.
1Θάρσει, τέθνηκας γὰρ ἀπενθήτοις ἐπὶ τέκνοις, ζώουσαν προλιπὼν ἣν ἐπόθεις ἄλοχον.

688

(t)

ΑΛΛΟ.
nΜινακὼ Λίβυος χρηστή.
1Εἴ τις ὅλως γέγονεν χρηστὴ γυνὴ, ἥδ’ ἐγώ εἰμι πρός τε δικαιοσύνην καὶ τοῖς ἄλλοις ἅπασιν· οὖσα δὲ τοιαύτη χάριν οὐ δικαίαν κεκόνισμαι οὔτε παρ’ ὧν ᾤμην οὔτ’ ἀπὸ δαιμονίου.
5Οὐδ’ ἀπό]τιμος ἀπὸ μητρὸς ἐμῆς καὶ πατρὸς ἄπειμι, οὐδ’ ἀντιρρί]πτω οἵας χάριτάς μοι ἀπέδωκαν, κἄστι θέμις τοκέας π]αρὰ παίδων κομίσασθαι.

689

(t)

ΑΛΛΟ.
1Δὶς δέκα καὶ δισσοὺς πλήσας ζωῆς λυκάβαντας καὶ ποθέσας ἀρετὴν στεργομένην ὀλίγοις ἤλυθες εἰς Ἀΐδην ζητούμενος οἷς ἀπέλειπες· πᾶσι γὰρ ἀλγηδὼν ἐσθλὸς ἀποιχόμενος.
5Εἰ δέ τις ἐν φθιμένοις κρίσις, ὡς λόγος, ἀμφὶ θανόντων, Σώγενες, οἰκήσεις εἰς δόμον εὐσεβέων.

690

(t)

ΑΛΛΟ.
1Ἦν ὅτε μοῦνον Ὕγεινον ἀδελφεὸν οἵ με τεκόντες πένθεον, ἡνίκ’ ἐγὼ πενταετιζομένη παρθένος ἐν γονέεσσιν ἐθήλεον· ἡ δ’ ἀγαπητὴ ἤλυθα τὴν φρικτὴν εἰς Ἀΐδαο πόλιν.
5Ἡ δέ με γειναμένη μήτηρ πενθεῖ, Χαρίτωνος πολλάκι βοωμένου· Χαῖρε, Πρόκλα θύγατερ.

691

(t)

ΑΛΛΟ.
1Ἤμην στολάρχης Ποντικῶν νεῶν ἐγὼ ἑξηρέτμοις πτέρυξιν ἠγλαϊσμένων, ἀνὰ στρατὸν Κρισπῖνος εὐκλεὴς ἀνήρ· Ῥάβεννα δ’ ἦν μοι πατρὶς, ἀρχαία πόλις.
5Ἔγνως τίς ἤμην, καὶ τίνος γένους κυρῶ. Λοιπὸν φυλάσσου, μή τιν’ ἐνθήσῃς τάφῳ δίκην θ’ ὑφέξῃς παρανόμως τυμβωρυχῶν, φίσκῳ τε δώσῃς **** ͵β καὶ τῇ πόλει **** ͵α.

692

(t)

ΑΛΛΟ.
1Ἐπ’ ὠκυμοίρῳ οἶκον Ἀσκληπιοδότῳ πατὴρ Νόητος χῶσεν εὐερκῆ τάφον, καὶ ξεστὸν οἰκτροῦ παιδὸς ἄνω σήματι ἔθηκε βωμὸν, πενταέτους τ’ εἰκὼ τέκνου
5κένην ὄνησιν ὀμμάτων χαράξατο,
τὴν πᾶσαν εἰς γῆν ἐλπίδων κρύψας χαράν· μήτηρ δ’ ἐν οἴκοις ἁ τάλαιν’ ὀδύρεται νικῶσα θρήνοις πενθίμην ἀηδόνα.206

693

(t)

ΑΛΛΟ.
1Ἄν]δ[ρα] πολύκλαυτον κοινὸς [μὲν] ἀνείλατο δαίμων, καλλείψαντ’ ἄλοχον Δημήτριαν πολύδακρυν· τοῦ δὲ καταφθιμένου σκῆνος μέλεος χάδε τύμβος, τὸν νῦν δὴ κόσμησε περίφρων Στρατόνικος,
5γνωτῶν εἷς Ἀ[φ]είο[υ] σ[ὺ]ν ἀδελφῷ ἀδελφιδέῳ τε. Αἰδοῖαι δ’ ἀγαπηταὶ ἀνιάζουσι φίλον κῆρ θυγατέρες κάσιος τε μόρον πατρός τε .......

694

(t)

ΑΛΛΟ.
1Ῥουφῖνα Κέλερος ἐξ Ἀριστίνης τ’ ἔφυν, ζωὴ δὲ πλείων μητρὸς ἐν σπλάγχνοις ἐμὴ, ὠδῖνα λύπης δ’ ἡ τεκοῦς’ ἠλλάξατο· πρώτην ὁδὸν δὲ στέλλομαι πρὸς Ἀΐδαν,
5κλῆρον δὲ μητρὸς τῷδε κληρουχῷ τάφῳ στήλῃ δὲ φωνῶ ἀνταγωνίας βίου.

695

(t)

ΑΛΛΟ.
1..................... ἀλλ’ ὅτε μοιράων τριπλοῦς μίτος ἐξεκενώθ[η καὶ λοιπὸν θανάτῳ μετὰ τοῦτο τὸ φῶς μετέβαι[νον, ψυχὴ μὲν πρὸς Ὄλυμπον ἀνήλλατο, σῶμα δὲ πρ[ὸς γήν
5καλλυθὲν ἐξεπόθη καὶ οὐδὲν ἔχω πλέον ὀστῶν. Ὡς οὖν καιρὸν ἔχεις, λοῦσαι, μύρισαι, σπατάλησον καὶ χάρισαι, δαπάνησον, ἅπερ δύνασαι· τίνι τηρεῖ;

696

(t)

ΑΛΛΟ.
1Στέμματ’, ἀφ’ ὧν πτοίη, καὶ πρήξιες αἱ κενεαυχεῖς, ἄλλων σήματ’ ἔχοιτε, δικασπολίας τ’ ἐνέποιτε, τηκεδόνας βιοτῆς καὶ δουλείην ἐρίτιμον. Μοῦνον δ’ ἡμέτερον βαίη [λίθος] οὔνομα φωνοῖ.
5Ἀλέξανδρος ὅδ’ ἐστὶ, Βαλεντίνῃ δὲ συνεύδει κεἰν ἐνέρων λιμένεσσι μέγ’ αἰνητῇ παρακοίτει. Τοὺς δ’ ἄμφω χάριεν τέλος ἔλλαχεν· οὓς κτερέϊξε χερσὶ φίλαις θυγάτηρ γλυκερὴ Παυλῖνα τοκῆας, ἤδη οἱ θαλέθοντα τόκον κατὰ δῶμα λιπόντας,
10τριττύος ἐξ αὐτῆς, οἵ μευ μελάθρων μεδέοιεν. Νηλὴς ὦ θάνατος, πολὺ δή μοι ἀκαίριος ἥκεις. Χρῆν γὰρ ἐπ’ ὠδίνεσσιν ἔχειν χέρα καὶ τότ’ ὀλέσσαι· νῦν δὲ μετὰ πτολέμους κρυερῶν τε λαφύγματα νούσων
λευγαλέους τε φόβους καὶ θυμοβόρους μελεδῶνας207
15καὶ δίκας ἀμφιλόγους, ῥικνὸν καὶ κώδιον ἄξεις, λυπρὴν δαῖτα Χάρωνι· νέων δ’ ἔμπης πεφίδησο.

697

(t)

ΑΛΛΟ.
nΘ. Κ.
1Σῶμα μὲν ἥδε κόνις κεύθει θεομνήστορος ἀνδρὸς, Ναρκισσίωνος πινυτοῦ, ψυχὴ δὲ σύνεδρος ἀθανάτων· βωμὸν γὰρ ἐδωμήσαντο ταλάφρων μήτηρ Σαλβία Ματρώνα Σώτας τε ἀδελφός.

698

(t)

ΑΛΛΟ.
1Εἰ δὲ τολμήσει τις τούτῳ συνθαπτέμεν ἄλλον, θήσει τῷ φίσκῳ τρὶς δύο χιλιάδας· τόσσας καὶ Πόρτῳ καταθήσεται· ἀλλὰ καὶ αὐτῆς τίσει ἀτασθαλίης βλαψιτάφου κόλασιν.

699

(t)

ΑΛΛΟ.
nΓαῖος Οὐε[ν]οῦσ[τος.
1Παῖδά με πενταέτη ὀλίγη ἐκρύψατο κρωσσὸς ἀ]λλίστου ταχέως ἀντιάσαντ’ Ἀΐδεω· οὔ]νομα δ’ [εἰ] δίζησαι, ἐνὶ πρώτοισι Μένης [ἦν.

700

(t)

ΑΛΛΟ.
1Σατορνῖνος ἐγὼ κικλήσκομαι, ἐκ δέ με παιδὸς εἰς Διονύσου ἄγαλμ’ ἔθεσαν μήτηρ τε πατήρ τε.

701

(t)

ΑΛΛΟ.
1Σωτηρί[χαν [μ]ε [τ]ύμ[βος] ἐνθάδε, ξεῖνε, οὗτος καλύπτει· ὣς γὰρ ἤθελεν δαίμων, τρὶς δέκα παρασχὼν ἔτεά μοι μόνον ζῆσα[ι.

702

(t)

ΑΛΛΟ.
1Σῆμα τόδ’ εἰσοράᾳς ἐπιτύμβιον, ὦ παροδῖτα· εἱ]μαρτὸν πᾶσιν, οὐχὶ δ’ ἐμοὶ δὲ μόνον. Εἰ δ’ ἐθέλεις σὺ μαθεῖν, [ὦ ξεῖν’,] ὅτις ἐστί μ’ ὁ τρώσας, δισσῶν σου ταρσῶν στήσας ἴχνος σὺ μάθε.
5Οὐκ ἔφυγον δ’ ἀτρεκῶς Μοιρῶν μίτον, ὅς μοι ἐπεκλώσθη· ναύτης γὰρ προλιπὼν φοβερὸν θύμωμα τὸ πόντου εἰς ἐμὲ τὴν ὀργὴν τοῦ πελάγους ἔθετο.

703

(t)

ΑΛΛΟ.
1Τρωΐλε, χαῖρε. Καμὼν πολλὴν ἄτροπον χθόν’ ἀν’ ἀνδρῶν καὶ πόντου σπεύσας συνεχῆ συχνὰ κύματα πλεῦσαι, ὡς ἵνα σοί τι τύχη δῴη καλὸν ἐξαπίνης που, οὐκ ἔλαβες χάριν ἐκ καμάτων, οὐδέ σε γαῖα
5σὴ κατέχει Σπάρτη πολὺ φίλτατον, ἀλλὰ Κορώνη γῆ σε κρατεῖ τύμβοις τὸ πεπρωμένον οὐ προφυγόντα τεσσαράκοντα μόνους ζήσαντα χρόνους ἐνιαυτῶν.208

704

(t)

ΑΛΛΟ.
1Ἀστακίης γαίης Ἀντώνιος ἐνθάδε κεῖμαι· εἰς χθόνα τὴν Κεκρόπων, ὡς ἔκφερον ἐνθάδε Μοῖραι, σωθεὶς ἐκ πελάγους τοῦτον ἔχω λιμένα. Κεντρίκις ἐν σίγνῳ οἰνοχαρής τε φίλοις.
5Σωζέσθω εἰς πατρίδα πᾶς ὁ πλοϊζόμενος.

705

(t)

ΑΛΛΟ.
1Δεύτερον εἰς ἔτος ἄρτι παρερχόμενόν με κραταιὴ Ἕλλαδιν Εἰκονίου νοῦσος ἔπαυσε βίου.

706

(t)

ΑΛΛΟ.
nΘ. Κ.
1Τὴν σεμνῶς ζήσασαν, ἀμώμητόν τε σύνευνον, Παυλῖναν φθιμένην ἐννέα καὶ δέκ’ ἐτῶν Ἀνδρόνικος ἰητρὸς ἀνὴρ, μνήμην ἁγιάζων, τήνδε πανυστατ[ί]ην στήσατο μαρτυ[ρίην.

707

(t)

ΑΛΛΟ.
1Τὴν πολλοῖς δήμοισι πάρος πολλαῖς τε πόλεσσι δόξαν φωνάεσσαν ἐνὶ σκηναῖσι λαβούσῃ παντοίης ἀρετῆς ἐν μίμοις, εἶτα χοροῖσι πολλάκις ἐν θυμέλαις, ἀλλ’ οὐχ οὕτω δὲ θανούσῃ
5τῇ δεκάτῃ Μούσῃ τὸ λαλεῖν σοφὸς Ἡρακλείδης μιμάδι Βασσίλλῃ στήλην θέτο βιολόγος φώς· ἣ δὴ καὶ νέκυς οὖσα ἴσην βίου ἔλλαχε τιμὴν, μουσικὸν εἰς δάπεδον σῶμ’ ἀναπαυσαμένη.

708

(t)

ΑΛΛΟ.
1Σώφρονα Κρησκέντειναν ἔχων τάφος ἐνθάδε κεύθω, τὴν πάσης ἀρετῆς κῦδος ἐνεγκαμένην· ἥτις ἐνὶ ζωοῖσι ὅκως ἀνέτελλεν Ἑῶος, νῦν δύνει δ’ ὑπὸ γῆν Ἕσπερος ἐν φθιμένοις.

709

(t)

ΑΛΛΟ.
1Ἐνθάδε κεῖμαι ἄναυδον, ἄπνουν, ξένον, ἐνθάδε κεῖμαι παιδίον ἐκπρολιπὼν γλυκερὸν φάος ἀελίοιο, ζήσας μὲν λυκάβαντας ἐγὼ δύο καὶ δύο μῆνας, ἑβδομάδας δισσὰς, μόνον ὥρας ἤματος ἔσχον·
5ἐκπρολιπὼν πάτραν Σινώπην τῷδε πρόκειμαι
τύμβῳ· ἐπὶ στήλης κεχαραγμένον οὔνομα τοὐμὸν Κορνουτίων κατάκειμαι λιπὼν, πένθος γονεοῖσι· τἀμὰ δὲ νηπιάχου δάκρυα πλης’ Ἀχεροντίδα λίμνην.209

710

(t)

ΑΛΛΟ.
1Τὸν πᾶσιν ἡλίκεσσι μειλιχώτατον, τὸν τοῖς καλοῖσι χρηστὸν, δυσμενῆ κακοῖς. δόξαις δ’ ἐν ἄστει μυρίαις αὐ[ξ]ούμενον, ἀστοῖσι καὶ ξένοισιν οἷσιν εὔνο[μ]ον,
5μάρψασα Μοῖρα, σῶμα τήνδ’ ὑπὸ χθόνα δ[έ]δωκ[ε]ν, ἦτορ δ’ ο[ὐ]ρανῷ μ[ετ]ά[ρσ]ιον· τοιοῦτον ἴ[σθι] π[άντ]α Νικοκράτους βίον.

711

(t)

ΑΛΛΟ.
1Εἰκοσιὲξ ἀνύσαντα δυσωνύμους ἐνιαυτοὺς σφῆλ’ ἄτροπος Κλωθὼ Νικοκράτην βιότου, Νικοκράτην κλυτόμητιν, ἀφ’ αἵματος ἀρχιερήων, πάππου Νικοκράτους, υἱέα Καλλιτύχου.

712

(t)

ΑΛΛΟ.
1Νικοκράτους [λ]αγόνεσσιν ὑπὸ χθονίαισι κέκρυπται σῶμα, κέαρ δ’ ἀνόρουσε πρὸς αἰθέρα δῖαν ἀερθέν. Σοὶ δὲ χάρις, Πλουτεῦ, ἀκάκῃ θεῷ, εἵνεκα μοίρης. Πρηὺν [κ]αὶ γλυκ[ύθ]υμον ἀγαλλόμενον μάλα πᾶσιν
5υἱὸν Καλλιτύχοιο μένει δῖον φάος ἄλλο. Πρὶν στυγερῆς ὑπὸ [γῆς ἴμεν ἀθανάτοισιν ἐσώθη.

713

(t)

ΑΛΛΟ.
1Ῥουφίνου τάφος οὗτος, ὃν Ἀστέριόν ποτ’ ἔκλῃζον, ὃς προλιπὼν Ῥώμης δάπεδον, Νείλου πόλιν ἐλθὼν, καὶ προκοπαῖς λάμψας, πολλοῖσι δὲ πολλὰ παρασχὼν, μηδένα λυπήσας, ἀλλ’ εἰς τὸ δίκαιον ἀθρήσας,
5Μοιρῶν οὐκ ἔφυγεν τρισσῶν μίτον, ἀλλὰ νεκρωθεὶς τὴν ψυχὴν ἀπέδωκεν ἐς ἀέρα, σῶμα δὲ πρὸς γῆν. Ἀλλὰ καὶ εὐσεβίης ἔσχεν κρίσιν ἐν φθιμένοισι, καὶ πάλιν εἶδε τὸ φῶς νεκρὸς ὢν, καὶ πόντον ἔπλευσε, καὶ χώρης ἰδίης ἐπέβη· σὺν παισὶ δὲ κεῖται,
10ὧν οὐκ εἶδε τέλος θανάτου, πρῶτος γὰρ ἔθνησκε. Ἡ δὲ τέκνων δισσῶν μήτηρ σέμν’ ἠδὲ φίλανδρος καὶ πέλαγος διέπλευσε, καὶ ἤγαγε σῶμα βυθοῖσι, καὶ καμάτους ὑπέμεινε, καὶ ἐν θρήνοις διέμεινε, καὶ τύμβῳ κατέθηκε, καὶ αἰῶσιν παρέδωκε.
15Δαμοστρατείας ταῦτα τῆς φιλανδρίας.210

714

(t)

ΑΛΛΟ.
1Δαίμοσιν εὐσεβέσιν Γαΐου Ἰουλίου Καρακουττίου. Ποίησεν Κάσια τῷ τιμίῳ καὶ ἀξίῳ ἀνδρί. Πᾶσι φίλος θνητοῖς, εἴς τ’ ἀθανάτους δεισιδαίμων κοιμᾶται Καρακούττις ἔχων μνήμην διαπαντὸς,
5τέρψας σύγκλητον, ματρώνας καὶ βασιλῆας, εὐφρανθεὶς ἐφ’ ὅσον Μοῖραι χρόνον ὥρισαν αὐτῷ, εὐσεβίης ἕνεκεν δοξασθεὶς καὶ μετὰ Λήθην.

715

(t)

ΑΛΛΟ.
1Τὸν Χαρίτων μετέχοντ’ ἐσορᾷς κλεινὸν Χαρίτωνα, μοῖραν ἀναπλήσαντ’ Αὐσονίῃ ἐνὶ γῇ. Τίκτε δὲ Σαρδονίη με περίρρυτος· ἐν δ’ ἄρα Ταρσῷ πίστιν ἔχον ταβούλης χρήματος Αὐσονίου.
5Ἀλλ’ ἄρ’ ἐσαθρήσας φωτὸς δέκα τρὶς λυκάβαντας πρὸς πέντε, φθίμενος τήνδ’ ἐπίκειμαι κόνιν.

716

(t)

ΑΔΕΣΠΟΤΟΝ.
1Ἐνθάδ’ ἐν εἰρήνῃ κεῖται Ῥουφίνος ἀμύμων, θειοσεβὴς, ἁγίων τε νόμων σοφίης τε συνίστωρ.

717

(t)

ΑΛΛΟ.
a1Φῶς πατρικὸν ποθέουσα, σύναιμε, σύνευνε σοφή μου,
a2λούτροις χρισαμένη Χριστοῦ μύρον ἄφθιτον, ἁγνὸν,
a3Αἰώνων ἔσπευσας ἀθρῆσαι θεῖα πρόσωπα,
a4βουλῆς τῆς μεγάλης μέγαν ἄγγελον, υἱὸν ἀληθῆ,
a5εἰς νυμφῶνα μολοῦσα καὶ εἰς κόλπους ἀνορούσας
a6[Αἰώνων πα]τρικοὺς καὶ ..........
b1Οὐκ ἔσχεν κοινὸν βιότου τέλος ἥδε θανοῦσα·
b2κάτθανε καὶ ζώει καὶ ὁρᾷ φάος ἄφθιτον ὄντως·
b3ζώει μὲν ζωοῖσι, θάνεν δὲ θανοῦσιν ἀληθῶς.
b4Γαῖα, τί θαυμάζεις νέκυος γένος; ἦ πεφόβησαι;211

718

(t)

ΑΛΛΟ.
1Ἰχθύος ο[ὐρανίου ἅγ]ιον γένος, ἤτορι σ[εμ]νῷ χρῆσαι· λαβὼ[ν πηγὴ]ν ἄμβροτον ἐν βροτέοις θεσπεσίων ὑδά[τω]ν τὴν σὴν, φίλε, θάλπεο ψυχὴν ὕδασιν ἀενάοις πλουτοδότου σοφίης·
5Σωτῆρος [δ]’ ἄγ’ ἰὼν μελιήδεα λάμβανε βρῶσιν, ἔσθιε πειν[άω]ν, ἰχθὺν ἔχων παλάμαις· Ἵλ[αθ]ι, ἰχθ[ύ· σὺ γ]ὰρ Γαλιλαίῳ, δέσποτα, σωτὴρ, εὐόδῳ ἰητήρ· σε λιτάζομαι φῶς τὸ θανόντων. Ἀσχάνδιε πάτερ, τὠμῷ κ[εχαρ]ισμένε θυμῷ,
10σὺν μ[ητρὶ γλυκερῇ καὶ ἀδελφει]οῖσιν ἐμοῖσιν ἰ[χθύος ἐν δείπν]ῳ μνήσεο Πεκτορίου.

719

(t)

ΑΛΛΟ.
1Ὁ Φωτίου παῖς Φώτιος τοῦ .....ος ἐκ Ζωΐλου θυγατρὸς ἦν Δημοστράτης· γῆ σῶμα κρύπτει τῇδέ γ’· ἀλλ’ εἰς αἰθέρα ψυχὴ διέπτη καὶ σύνεστιν οἷς τὸ πρίν·
5τὸ γὰρ γέρας τρόπου γε τοῦ χρηστοῦ λάχεν.

720

(t)

ΑΛΛΟ.
1Σκῆνος μέν σου τῇδε, διοτρεφὲς Ζωσιμιανὲ, κρῦψε γυνὴ στονόεσσα μητρὸς γαίης ἐνὶ κόλπ[οις, ἐκ στομάτων ἁπαλῶν φωνὴν πολύθρηνον ἱεῖ[σα· αὐτάρ τοι ψυχὴ εἰς οὐρανὸν εὐ[θ]ὺς ἀνή[κε]ι
5χαίρους’, ἵν’ ἀγγείλειε θεῷ πατρὶ σὴν φιλό[τητα, ὡς πάντας φ[ιλ]έεσκες, ποθεύμ[ενος αὐτὸς ἅπασιν.

721

(t)

ΑΛΛΟ.
1† Τυτθὸν γευσαμένη βιότου φωτὸς ἐνθάδε κεῖμαι καὶ σφετέρων τοκέων παῦσα παραιφασίην. Ἀλλ’ ἔμπης, ψυχὴ, μέγα γήθεο· δίκτυα λυγρὰ καὶ γοερὰς παγίδας προὔφυγον ἀμπλακίης.

722

(t)

ΑΛΛΟ.
1Μηκέτι σῶμα δέχου, σῆμα, μετὰ τούσδε κλιθέντας, οἵδε γὰρ ὥρκωσαν μερόπων μετόπισθε γενέθλην μηκέτι τόνδε λᾶαν κινεῖν τινα μηδὲ σαλεύειν· μάρτυς ἐστὶ δὲ τῶνδ’ ἀτρεκὴς ὁ ἅγιος μάρτυς
5ὡς καὶ ἐπὶ κάρατός γ’ ἐγράφη ἅτε ὄβριμος ὅρκος. Μήποτε κερτομέων ἐπὶ φθιμένοισι γελάσσῃς μηδ’ ἐκ θυμοῦ δολεροῦ ῥῆμά ποτ’ ἐξεμέσῃς μηδὲ κατ’ οὐκέτ’ ἐόντος ἔπος ψευδήγορον εἴπῃς·
μή σε λάβῃ πυρόεσσα κρίσις δεινήεσσα γεέννης212
10καὶ ταρτάρου ἐκ κρυεροῦ ψύχης πολυώδυνον ἄλγος. Ἄνθρωπε ἔτ’ ὕπερθεν ἐὼν, μὴ πάτει τοὺς ὑπένερθεν μηδέ μιν ἀμπαυόμενος ἐφίζανε τοῖς φθιμένοισιν. Τοῖον γὰρ καί σε σῆμα μένει ἥματι τελεσφόρῳ τῶν δ’ αὐτῶν καὶ σὺ μεθέξεις ὧν αὐτὸς δρᾶν οὐκ ἐφυλάξω,
15οἴσεις δὲ τάδε πάντα ὅταν σε λάβῃ ἔννυχος ἠώς. Ταῦτα.

723

(t)

ΑΛΛΟ.
1Μαριτίμα σεμνὴ, γλυκερὸν φάος οὐ κατέλειψας· ἔσχες γὰρ μετά σου πᾶν ἀθάνατον κατὰ πάντα· εὐσεβία γὰρ σὴ πάντοτέ σε προάγει.

724

(t)

ΑΛΛΟ.
1Ἐνθάδ’ Ἀκυλεινὸν καὶ (τοῦδε) Τιμαίαν συνόμευνον γαῖα φίλη κατέχει, ψυχῆς ἀποπ[τ]αμένης οὐρανόν· αἰνάρετον σῶφρον ἔχον ἤδε ποθεινὸν, θρησκ[ε]ύοντες ἁγνῶς θεὸν ἑτέρᾳ θυ[σί]ῃ.
5Ἴσην ἔχον στοργὴν ἀε[ὶ] βίῳ καὶ ὁμοίϊα ἔργα ...

725

(t)

ΑΛΛΟ.
1..................... ... μνημεῖον] δείματο Μαρκιανὴ υἱῶν παίδεσσιν ἀμύμωσίν τε θυγατέρων αὐτῆς, κυδαλίμων ἔξοχ’ ἐν ἡμερίοις·
5τῶν τινα μὴ δέξαιτο νέον παῖδ’, ἀλλὰ γέροντα, πλήσαντα λιπαρῶς κύκλον ἐτῶν ἑκατόν.

726

(t)

ΑΛΛΟ.
nἘπιτύμβιον ἐπὶ Κωνσταντίνῳ.
1Πλήρης κατέστην καὶ χρόνων τε καὶ πόνων περιτρέχων γῆν, τὴν ὑγρὰν περιπλέων. Λίθον δὲ τὸν τρίπηχυν οὐ παρατρέχω· κεῖμαι δὲ μακρῶν ἐκ κόπων πεπαυμένος,
5δίκην φρικώδη προσμένων τὴν ἐσχάτην, σὸς ὧδε, Σῶτερ, οἰκέτης Κωνσταντῖνος.

727

(t)

ΑΛΛΟ.
1Βάσσος, ἑῆς πάτρης μεγακυδέος ἀγλαὸν ὄμμα, ἐκ σφετέρου καμάτοιο γεωπονίης τέ μ’ ἔδειμεν, οἷ τ’ αὐτῷ παίδεσσί θ’ ὁμῶς κεδνῇ τε γυναικὶ μνῆμ’ ἀγανόν. Βουλαῖσι δ’ ἀειζώοιο θεοῖο
5γηραλέους πάντας μάλα δέξομαι, εὖτ’ ἂν ἕκαστος τέρμα ποτὶ σφέτερον βιοτῆς πεπρωμένον ἔλθῃ. Εὐτύχει, Βάσσε.

728

(t)

ΑΛΛΟ.
1Αὑτῷ καὶ τεκέεσσι καὶ ᾗ πινυτῇ δὲ γυναικὶ ἐξ ἰδίων κτεάνων πολλὰ πονησάμενος
Βάσσος τύμβον ἔτευξεν, ἐρισθενὲς ἕρμα πολῆος, ὃν βαθὺ γῆρας ἕλοι τέκνα τε γηθόμενον·213
5αὐτὰρ ὕπερθεν ἐμεῖο πελιάσι καλὸν ἔδειμεν κόσμου τηλεφανῆ πύργον ἀριπρεπέος.

729

(t)

ΑΛΛΟ.
1Βάσσος Ἀβουρίοιο πονήσατο τοῖς ἀγαθοῖς μὲν χάρματα, τοῖς δὲ κακοῖς εὑράμενος ὀδύνας· ἀλλά μιν παῖδάς τε ἑοὺς καὶ αἰδοίην παράκοιτιν δέχεο γηράσαντας ἐς ᾍδου, πότνια νύμφη,
5καὶ ψυχὰς προὔπεμπε, ὅθι ξανθὸς Ῥαδάμανθυς.

730

(t)

ΑΛΛΟ.
1Ἀσκληπιοδότης ἱερὸν, φίλε, δέρκεο κάλλος ψυχῆς ἀθανάτης καὶ σώματος· ἀμφοτέροις γὰρ ἓν φύσις ὤπασε κάλλος ἀκήρατον· εἰ δέ ἑ μοῖρα ἥρπασεν, οὐκ ἐδάμασσε· θανοῦσα γὰρ οὐ θάνε μούνη
5οὐδὲ πόσιν προλέλοιπε, καὶ εἰ λίπε, νῦν δέ τι μᾶλλον οὐρανόθεν μιν ὁρᾶ καὶ τέρπεται ἠδὲ φυλάσσει.

731

(t)

ΑΛΛΟ.
1† Ἀθηνοδώραν τὴν ἀγαθὴν τὴν Ἀττικὴν τὴν Θαυμασίου γυναῖκα τὴν φιλένθεον παιδία τεκοῦσαν καὶ τρέφουσαν νήπια ἡ γῆ λαβοῦσα τὴν νέαν τὴν μητέρα
5κατέχει, γάλακτος δεομένων τῶν παιδίων.

732

(t)

ΑΛΛΟ.
1Ἅδ’ ἐγὼ ἡ τριτάλαινα, καὶ ἀμφοτέρων βασιλήων Τιβερίου θυγάτηρ, Μαυρικίου δὲ δάμαρ, ἡ πολύπαις βασίλεια, καὶ ἡ δείξασα λοχείῃ, ὡς ἀγαθὸν τελέθει καὶ πολυκοιρανίη,
5κεῖμαι σὺν τεκέεσσι καὶ ἡμετέρῳ παρακοίτῃ, δήμου ἀτασθαλίῃ καὶ μανίῃ στρατιῆς. Τῆς Ἑκάβης ἔτλην πολὺ χείρονα, τῆς τ’ Ἰοκάστης, αἲ αἲ τῆς Νιόβης ἔμπνοός εἰμι νέκυς.
Ναὶ ναὶ τὸν γενέτην, τί μάτην τὰ νεογνὰ ἔκτειναν,214
10 ἀνθρώπων κακίης μηδὲν ἐπιστάμενα; ἡμετέροις πετάλοισι κατάσκιος οὐκέτι Ῥώμη, ῥίζα γὰρ ἐκλάσθη Θρηϊκίοις ἀνέμοις.

733

(t)

ΑΛΛΟ.
1Ποιμένος ἀρίστου τῶν θεορρήτων λόγων ἦν, παροδῖτα, μνῆμα τῆς μνήμης χάριν· Μαξιμίων ἔτευξε τοῦτο τοῖς πόνοις. Ἀλλ’ εἰς μείωσιν ἦλθε τῷ χρόνῳ ποτέ,
5ἥπερ συνυπάρχει τοῖς χρόνοις ὑπηρέτις. Ὁ δ’ Εὐνόμειος καινίσας τὴν σύστασιν ὡς σοφὸς ὑπάρχων ἰατρὸς καὶ γεννάδας ἤγειρεν αὐτὸ προγονικῆς φήμης χάριν, αὐτὸς προθύμως κληρονομήσας, ὡς πάλαι.

734

(t)

ΑΛΛΟ.
1Ἐνταῦθα κεῖται ὁ στρατηγήσας καλῶς, Ῥώμην τε φυλάξας ἀβλαβῆ καὶ τὴν Δύσιν τρὶς ἓξ ἐνιαυτοῖς τοῖς γαληνοῖς δεσπόταις Ἰσαάκιος, τῶν βασιλέων ὁ σύμμαχος,
5ὁ τῆς ἁπάσης Ἀρμενίας κόσμος μέγας· Ἀρμένιος ἦν γὰρ οὗτος ἐκ λαμπροῦ γένους. Τούτου θανόντος εὐκλεῶς ἡ σύμβιος Σώσαννα σώφρων τρυγόνος σεμνῆς τρόπῳ πυκνῶς στενάζει ἀνδρὸς ἐστερημένη,
10ἀνδρὸς λαχόντος ἐκ καμάτων εὐδοξίαν ἐν ταῖς ἀνατολαῖς ἡλίου καὶ τῇ δύσει· στρατοῦ γὰρ ἦρξε τῆς Δύσεως καὶ τῆς Ἕω.

735

(t)

ΑΛΛΟ.
1............. [τάφῳ τὸ γὰρ μ]ὲν σῶμα κρύπτεται κάτω, ἄνω δὲ πρ[ὸς τὸ θεῖον ἡ ψυχὴ μένει, [ποθοῦσα φ]ῶς ἄφθαρτον, ὃ τρανῶς βλέπει
5[τὸ πᾶν ῥύπ]ος φυγοῦσα τῆς ἁμαρτίας. [Παῖς μὲν γὰρ] οὗτος ἦν ἐτῶν ὡς ἕνδεκα, [πάγκαλος, ἀπλοῦς, εὐγενὴς, γλυκὺς λίαν· ὃν Ἰσαάκιος, ὅστις ἔξαρχος μέγας ἔργοις ἐδείχθη τῶν Ἰταλῶν στρατευμάτων,
10ἔκλαυσε πικρῶς ἐκ βάθους τῆς καρδίας, ὡς πρὸς πατρὸς μὲν θεῖος αὐτοῦ τυγχάνων,
ἔχων δὲ πρὸς αὐτὸν σπλάγχνα πατρικοῦ πόθου.215

736

(t)

ΑΛΛΟ.
nΕἰς τὸν Μαλεῖνον.
1Φύσις, Μιχαὴλ, ὧδε σὴ καὶ σὸς βίος ἔριν δικαίαν εὗρον· ἄγγελον βίος, ἡ δ’ αὖ φύσις θνητόν σε καὶ βροτὸν λέγει, συνήγορον λαβοῦσα τούτου τὸν τάφον.

737

(t)

ΑΛΛΟ.
1Ἄλλος ἔχει πλοῦτον, κἀγὼ τόδε σῆμ’ ὁ γεραιὸς Ἑρμιανὸς χάρταρις ἔσω κοίλης κατὰ πέτρας, πάντιμον, πολύτευκτον, ὅπερ ποίησα προκρίνας μᾶλλον ἔχειν πλούτου, καὶ τεθνεὼς ἄγαμαι.

738

(t)

ΑΛΛΟ.
1Τὸν νέον ὄντα, φίλοι, ζητήσατε, καὶ κατιδόντες τύμβον ἐμόν μ’ ἥρων ὀνομάζετε· ὦ φίλε, καὶ σὺ ἐρχόμενος παρ’ ὁδῷ, σοὶ φίλον ὄντα νόει. Πᾶσι δὲ χαῖρε λέγω τοῖσι παρερχομένοις.

739

(t)

ΑΛΛΟ.
nΕἰς τὴν βασιλίδα Ἑλένην.
1Κρύπτει σελήνην, ἀλλὰ λαμπρὸς, φωσφόρος. Νῦν Ἑλένην ἔκρυψεν ὁ στυγνὸς τάφος· ἀλλ’ εἰς τοσοῦτον μὴ κατισχύσῃ Χάρων· ταφεῖσα δ’ αὐτὴ πρὸς νοητὸν φωσφόρον,
5ἄνω πρὸς αὐτὸν, ὡς σελήνη πρὸς πόλον, τὸ φῶς ἀφῆκε· πρὸς δὲ τὴν χθόνα βρίθον νεύειν ἀνάγκη τὸ σκιῶδες σαρκίον.

740

(t)

ΑΛΛΟ.
1Ἄλλῃ μὲν ἄλλοι τῶν πάλαι βασιλέων τόπους προηυτρέπισαν εἰς ταφὴν ξένους· ἐγὼ δὲ Βασίλειος, πορφύρας γόνος, ἵστημι τύμβον ἐν μέσῳ γῆς Ἑβδόμου,
5καὶ σαββατίζω τοὺς ἀμετρήτους πόνους, οὓς ἐν μάχαις ἔστεγον, οὓς ἐκαρτέρουν. Οὐ γάρ τις εἶδεν ἠρεμοῦν ἐμὸν δόρυ, ἀφ’ οὗ βασιλέα θεὸς κέκληκέ με, καὶ μαρτυροῦσι τοῦτο Πέρσαι καὶ Σκύθαι,
10σὺν οἷς Ἄβασγος, Ἰσμαὴλ, Ἰβὴρ, Ἄραψ.

741

(t)

ΑΛΛΟ.
nΕἰς τὸν ἑαυτοῦ διδάσκαλον Νικηφόρον.
1Ἄμφω καλύπτει πράγματα, Νικηφόρε, λίθος τάφου σε· ζῶντας, ἀγνοίας λίθος.

742

(t)

ΑΛΛΟ.
1Ἐνταῦθα πᾶς τις ὣς ἀεὶ στὰς εἰπάτω· εὗρον γὰρ ὄντως Σισινεῖφον (?) εὐπλεκῆ πράξει, λόγῳ καὶ καρδίας εὐταξίᾳ·
ὃς εὐαρεστήσαντι τῷ παντεργάτῃ216
5ἄνακτι Χρίστῳ κατὰ Θεοῦ θεῖον λόγον, κατετέθη ἐν τούτῳ τῷ τύμβῳ μηνὶ Ὀκτουμβρίῳ ιʹ ἐν ἔτει ͵ςφξαʹ ἰνδ. ϛʹ.

743

(t)

ΑΛΛΟ.
1Αἰφνιδίως Ἅρπυια χαλεπὴ πότμου ἄωρον ἀφήρπασεν· ὦ δεινοῦ πάθους· κἀνταῦθα συνέκρυψεν, ὡς νέφει, λίθῳ τὸν ἐν γυναιξὶ λαμπρὸν ἄλλον φωσφόρον,
5τὴν μᾶλλον ἀστράψασαν ἄνθρακος λίθου, τὴν κατάκοσμον ἀρετῶν ταῖς ἰδέαις, τὸν εὐγενοῦς ὅρπηκα δένδρου καὶ κλάδον, εἰρηνικὸν ζήσασαν Εἰρήνην βίον· ἣν γαμετὴν ἔσχηκε παμφαεστάτην
10Γεώργιος, φρόνησις ἄκρα καὶ γέρας, ἀρχοντικῶν ὕπατος ἄρχων ταγμάτων· ἣ πραέως ᾤκησε γῆν ὡς Εἰρήνη.

744

(t)

ΑΛΛΟ.
1Ἐνταῦθα Λουκᾶν, κλεινὸν ἀρχιμανδρίτην, ταῖς ἀρεταῖς λάμψαντα φωσφόρου δίκην, πολλοῖς φανέντα πρόξενον σωτηρίας, μόνῳ θεῷ ζήσαντα τὸν πάντα χρόνον
5καὶ σῶμα νεκρώσαντα καὶ πρὸ θανάτου, ἔκρυψε λάρναξ, ὥσπερ ἥλιον νέφος, τῇ πρὶν καλανδῶν Μαρτίου μηνὸς τρίτῃ· ἦν δ’ ἡμέρα σάββατον, ὥρα δὲ τρίτη, ἓξ χιλιάσι τῶν παρελθόντων χρόνων,
10ἴσαις δ’ ἑκατοντάσιν ἀριθμουμένων καὶ σὺν δέκα πεντάσιν ἑβδόμῃ μόνῃ. Ἀλλ’, ὦ κορυφὴ καὶ πάτερ τῶν πατέρων, νῦν ὡς παρεστὼς ἀμέσως τῇ Τριάδι καὶ τὰς ἀμοιβὰς σῶν πόνων δεδεγμένος
15μνήσθητι παίδων πνευματικῶν ὠδίνων ἐξιλεῶν τὸ θεῖον ὑπὲρ σῶν τέκνων.

745

(t)

ΑΛΛΟ.
1Κύκλων μεγίστων ἡλίου δρομημάτων εἰκάδα διπλῆν σὺν μοναπλῇ πεντάδι τὸ τοῦ βίου τέτρωρον ἱππεύσας μόνον ἔπαθλον εὗρον τὸν βραχὺν τοῦτον λίθον
5ὃς τὴν ἐμὴν ἐνταῦθα καλύπτει κόνιν. Οἷς εἰσιτητόν ἐστι τοίνυν ἐνθάδε, εὐχὰς δότε ξύμπαντες ἱκετηρίους τῷ τὴν φύσιν μέλλοντι κρῖναι τῶν βροτῶν, ἵν’ ἵλεων εὕροιμι καὶ πρὸ τῆς δίκης
10καὶ βασάνων φύγοιμι τὴν καταδίκην. Ὑμεῖς δὲ, φίλοι σὺν μονασταῖς ποιμένες, ὀστῶν με τηρήσατε τῶν ἀλλοτρίων οἰκτρὸν Θεοστήρικτον ἐκ Θεοδώρου κληθέντα λοῖσθον Πεπαγωμένων γένους.
15Ὁ δὲ σπαράξας κἂν βραχύ μου τὸν τάφον ἔκπτωτος ἔσται τῆς Ἐδὲν κληρουχίας, καὶ τὰς ἀρὰς δέξαιτο τὰς τῶν πατέρων καὶ χεὶρ θεοῦ ποίνιμος αὐτὸν προφθάσοι.217

746

(t)

ΑΛΛΟ.
1Τὸν ναὸν ὅστις τοῦτον εἰσίεις, ξένε, δεῦρο πρόσελθε, τόνδε τὸν τάφον σκόπει ἀνδρὶ γὰρ ἔνδον οὐ κλέος μέγα φέρει, ἐκ μὲν γένους γὰρ οὗτος εὐκλεοῦς ἔφυ
5τῆς πατρικίων εὐφυοῦς ῥίζης κλάδος συγκλητικῶν τε πατέρων καὶ πλουσίων· ἐκ δ’ αὖ ψυχῆς πέφυκεν εὐγενεστέρας, πάσαις χάρισιν ἀρετῶν κεκασμένης. Ἐκάλλυνε δὲ τὴν φύσιν προαιρέσει
10καὶ κατεκόσμει λαμπρότητα τοῦ γένους τῶν ἀρετῶν χάρισι παντοιοτρόποις. Ἀλλ’ οὐδὲ πλοῦτος οὐδὲ λαμπρότης γένους, οὐκ ἀρετῶν χάριτες, οὐ δόξα βίου, ἴσχυσαν αὐτῷ τοῦ τέλους πεφθακότος
15θάνατον ἀμύνασθαι τὸν βροτοκτόνον, ἀλλὰ φθάνει καὶ τοῦτον αἴρει τοῦ μέσου καὶ τῷ παρόντι κατακαλύπτει τῷ τάφῳ φλόγα βαλὼν ἄσβεστον ἐν τῇ καρδίᾳ, καὶ σπλάγχνα τήξας τῆς ταλαίνης συζύγου
20στέρησιν ἀνδρὸς ἀγαθοῦ λυπουμένης καὶ τὴν μόνωσιν, πρὸς δὲ τὴν ἀτεκνίαν. Γείτωνες αὐτὸν δακρύουσι καὶ φίλοι, ζητοῦσι τὸν τροφῆα πτωχοὶ καὶ ξένοι. Ἀλλ’ οὐδὲ τὰ δάκρυα τὰ τῆς συζύγου,
25οὐ τοὺς ὀδυρμοὺς τῶν φίλων καὶ τῶν ξένων θάνατος οἰκτείρησεν, ἀλλὰ παρῖδεν· ἔχει γὰρ ἀμείλικτον ὄντως καρδίαν. Σὺ δ’ ὅστις εἶ καὶ τόνδε τὸν τάφον βλέπεις, τὸ τοῦ βίου μάταιον ἔνθα μανθάνων,
30τοῦ τεθνεῶτος ὑπερεύχου προφρόνως, ὅπως λύσιν εὕροιτο τῶν ἐπταισμένων καὶ στάσεως τύχοιτο τῆς δεξιτέρας ἐν τῇ δικαίᾳ τοῦ θεοῦ φρικτῇ κρίσει, θανὼν ἔτος τρέχοντος ἡλίου τότε
35τοῦ γυροκόσμου χιλιοστὸν ἑξάκις σὺν τοῖς ἑκατὸν ἀκολούθως ἑπτάκις χρόνοις πάλιν ἓξ τοῖσδε προστεθειμένοις. Ἔννατον ἦμαρ ἦν Ἰαννουαρίου, ἴνδικτος ἡ πρώτη δὲ συνισταμένη,
40ὅτε ψυχὴν δέδωκε χερσὶν ἀγγέλων.

747

(t)

ΓΕΩΡΓΙΟΥ.
1Οὐ δοξομανῶν ἀφρόνως ἐπηρμένον ἔστησα κακῶς λιθοσύνθετον τάφον. Τίς γὰρ λόγος σκώληκος εὐτελεστάτου, κἂν ἐν τόπῳ κρύπτοιτο κοσμιωτάτῳ;
5Ἀλλὰ συνειδὼς, ὡς ὑπόψιοι λίθοι γνώμην ἐμὴν κάμψουσιν εἰς κλήρου μνήμην
καὶ δακρύων ῥόθιον ἑλκύσουσί μοι, ἔστησα τοῦτον λιθοσύνθετον τάφον. Ἐᾶτε λοιπὸν κἂν κατὰ στράγγα ῥέειν218
10τὸ δάκρυόν μου, συμπαθέστατοι φίλοι, ἐᾶτε, συνθρηνεῖτε, συναίρεσθέ μοι πρὸς τοὺς στεναγμοὺς, πρὸς τὰς ἱκετηρίας, δι’ ὧν θεὸς δίδωσιν εὐμαρῆ λῦσιν δεσμῶν, ὅσους πλέκουσιν αἱ πονηρίαι.
15Ἓν τοῦτό μοι μέγιστον αἴτημα, φίλοι· τὸ δεύτερον δέ· καὶ μὴ παρόψεσθέ μου· μετὰ τελευτὴν καὶ τὴν ἐν τάφῳ θέσιν, μετὰ τὸ κατάπαυμα τῶν μακρῶν πόνων, κόνις ἀμυδρὰ τῶν ταπεινῶν ὀστέων
20ἄμικτος ἔστω, μὴ πρὸς ἄλλοις ὀστέοις δυσδιάκριτον ἀπολάβῃ τὴν θέσιν. Ἆρ’ οὐχὶ παράσχοισθε τὴν μικρὰν χάριν; ἆρ’ οὐχὶ ὑπάξοισθε τὸν βραχὺν λόγον; Ναὶ πρὸς τριάδος, ναὶ πρὸς αὐτῶν κηρύκων
25τῶν προστατούντων τῆσδε τῆς ἐκκλησίας, μηδεὶς παραλύσῃ μοι τὰ βουλητέα. Ἦ μὴν ὑφέξει τὴν ἐν ὑστέρῳ δίκην, ἐπὰν ὁ κοινὸς καὶ κριτὴς καὶ δεσπότης τὸ πλάσμ’ ἐπανάξειεν εἰς θείαν κρίσιν.
30Γεώργιος γέγραφε, ποιμὴν Κερκύρας, θυηπολίας πέμπτον ἀνύων χρόνον.

748

(t)

ΑΔΗΛΟΝ.
2Τὴν εὐτυχῶς τεκοῦσαν ἄνδρα γεννάδα Γεώργιον, πρώτιστον ἀρχόντων ὅλων, σεμνὴν μοναχὴν, εὐσεβῆ Θεοδούλην,
5ὁ λίθος οὗτος συγκαλύπτει τῷ τάφῳ θανοῦσαν ἐν γήρᾳ τῷ βαθυτάτῳ. Ὁ δ’ Ἰαννουάριος εἶχεν ἡμέραν τὴν ἐσχάτην τε καὶ τελευταίαν μονὴν, ἰνδικτιὼν δ’ ὑπῆρχεν ἡ τρίτη τότε
10ἔτους διιππεύοντος ἀκριβεστάτως, παραδραμούσης χιλιάδων ἑξάδος ἐτῶν, σὺν αὐταῖς ἑξακοσίων ὅλων, τεσσαρακοστοῦ σὺν ὀγδοάδι πάλιν. Καὶ χοῦν μὲν αὐτῆς ἐνθάδε κρύπτει τάφος,
15τὴν δὲ ψυχὴν φέρουσιν ἀγγέλων χέρες νύμφην ἄμωμον, ἁγίαν τῷ δεσπότῃ τῷ νυμφαγωγῷ καὶ καθαρῷ νυμφίῳ. Καὶ νῦν χορεύει νυμφικῶς ἐσταλμένη, τῶν ἀρετῶν τὸν πέπλον ἠμφιεσμένη
20καὶ τοῖς καλοῖς ἅπασιν ὡραισμένη καὶ τῶν θεικῶν ἀκτίνων πεπλησμένη. Ὡς δ’ εὐπρόσιτος πρέσβις ὑπὲρ τῶν τέκνων λιτὰς προσάγει τῷ θεῷ παρρησίᾳ.

749

(t)

ΑΔΕΣΠΟΤΟΝ.
1Ὄναρ τὰ πάντα καὶ σκιὰ κοὐδὲν πλέον· τὸ γὰρ φέρον τὰ πρῶτα τοῦ λαμπροῦ γένους καὶ βασιλικῆς ἐκ φυλῆς κατηγμένον
Κομνηνόβλαστον κλῆμα τῶν ἐκ πορφύρας219
5ἐκ γῆς ἀνίσχον τῆλε Σικελοκράτους κόνις καλύπτει καὶ θαλαμεύει σκότος, καὶ τάφον οἰκεῖ τῆς κατάρας χωρίον πρίγκηψ Μανουὴλ, τῶν χαρίτων ἡ βρύσις, τὸ τριακοστόπεμπτον ἀνύων ἔτος.
10Δεκὰς ἔην, ἑπτὰ δὲ τοῦ Ἰουνίου· φυτὸν μαραίνει τῆς ἀγαθοβρυσίας, κατὰ δισεπτάριθμον ἰνδίκτου κύκλον καὶ κατὰ χιλιοστὸν ἑξαπλοῦν ἔτος προσλαβὸν ἐκτὸς καὶ χρόνου περιόδους
15ἑπτακοσίας ἐννέα πρὸς ταῖς δέκα.

750

(t)

ΑΛΛΟ.
nΕἰς τὸν τῆς τραπέζης.
1Τῆς γῆς ὁ κόσμος ὁ γλυκὺς Κωνσταντῖνος ἐνταῦθα κεῖται, φεῦ πόσος! φρένες πόσαι!

751

(t)

ΑΛΛΟ.
1Πτωχῶν τράπεζα, δεσποτῶν ἡ φαιδρότης, κόσμος δυναστῶν, ταξέων εὐρυθμία, τῶν ἀρετῶν πρόγραμμα, τῶν καλῶν ὅρος, Ῥώμης τὸ κάλλος, δόξα τῶν πατρικίων,
5τὴν κοσμικὴν σύγχυσιν ὡς ἔγνω πάλιν, ἀπῆλθεν εὐθὺς ὁ γλυκὺς Κωνσταντῖνος, ἰδεῖν τὰ πικρὰ μὴ θελήσας τοῦ βίου.

752

(t)

ΕΠΙΤΥΜΒΙΑ.
nΕἰς τὸν πατριάρχην Κυρὸν Πολύευκτον.
1Τίνος σὺ, τύμβε; —Τῶν καλῶν πάντως τάφος. —Τὸ σῶμα πῶς δὲ φροῦδον; —Ἐξ ἀσιτίας.

753

(t)

ΑΛΛΟ.
1Ὁ τύμβος οὗτός σοι, Πολύευκτε, κλίμαξ, ἐφ’ ἧς σὺ βαίνων ἔδραμες πρὸς αἰθέρα.

754

(t)

ΑΛΛΟ.
1Ὁ νοῦν θεωθεὶς, ὡς ὄρει κρυβεὶς λίθῳ, δόξαν βροτῶν πέφευγεν, οὐ τέθνηκέ σοι.

755

(t)

ΑΛΛΟ.
1Τίνος σὺ, τύμβε; —Μὴ μάθοις, ἐπεὶ φράσεις· ὢ ποῖος οἷον, ὢ πόσος κρύπτει πόσον.

756

(t)

ΑΛΛΟ.
1Ὁ πᾶσι φευκτὸς εὐκτός ἐστι νῦν τάφος, τὸν εὐκτικὸν κλήσει τε καὶ τρόποις φέρων.

757

(t)

ΑΛΛΟ.
1Θνητὸς δυσὶν σὺ, τῷ τόκῳ καὶ τῷ τάφῳ·
δυσὶν δ’ ἄϋλος, τῷ βίῳ καὶ τῷ πόνῳ.220

758

(t)

ΑΛΛΟ.
1Τίνος σύ, τύμβε; —Νυκτὶ τοῦτό σοι φράσω, μήπως ἀκούσας ἥλιος λάμψῃ κάτω.

759

(t)

ΑΛΛΟ.
1Τὰ χρηστὰ πάντα τύμβος εἷς ἔνδον φέρει· εἷς εἶχε καὶ γὰρ πάντα πάντων ἐν βίῳ.

760

(t)

ΑΛΛΟ.
1Οὐ νεκρὸς εἶ σὺ, πλὴν κρυβεὶς λίθῳ μόνον, Θεοῦ πρόσωπον, οὐκ ὀπίσθια βλέπεις.

761

(t)

ΑΛΛΟ.
1Ἐν νυκτὶ κλέψας, μὴ μάτην αὔχει, Χάρων· οὐκ ἦν σὸς οὗτος, οὐδὲ Μοίρας τῆς κάτω.

762

(t)

ΑΛΛΟ.
1Ἐν νυκτὶ θνήσκεις, ἥλιον δὲ λανθάνεις, ὅπως συνεὶς τὸ πρᾶγμα μὴ λάμψῃ κάτω.

763

(t)

ΑΛΛΟ.
1Ὁ φωτὸς υἱὸς προφθάσας τὴν ἡμέραν, τὸν Χριστὸν εὗρεν ἥλιον, φῶς, ἡμέραν.

764

(t)

ΑΛΛΟ.
1Ὁ τύμβος εἰς τί; —Μαρτυρεῖ τεθνηκότι ὡς οὐδὲν ἔσχε πλὴν τρίπηχυν νῦν λίθον.

765

(t)

ΑΛΛΟ.
1Μάτην ὁ τύμβος· τῇ φύσει μάρτυς μόνον τοῦ μὴ δοκῆσαι φάσμα τὸν τεθνηκότα.

766

(t)

ΑΛΛΟ.
1Ὁ πρὶν στυγητὸς, νῦν πεφιλμένος τάφος. Κἂν γὰρ στυγητὸς, ἀλλὰ τοῦ πεφιλμένου.

767

(t)

ΑΛΛΟ.
1Σοὶ ζῶντι σῶμα τύμβος· ἐν τύμβῳ δέ γε θεὶς τοῦτο, νῦν ζῇς, τὸν τάφον κρύψας τάφῳ.

768

(t)

ΑΛΛΟ.
1Διπλοῦς ὁ τύμβος· εἷς φρενὸς, νοὸς, λόγων, καλῶν τε πάντων· εἷς δὲ τοῦ τεθνηκότος.

769

(t)

ΑΛΛΟ.
1Κἂν οὐδὲν ἔσχες, πλὴν ἐφωράθης, Χάρων,
κακοῦργος ὢν κλὼψ, νυκτὶ τοῦτον ἁρπάσας.221

770

(t)

ΑΛΛΟ.
1Μὴ συνθανεῖν σοι πάντας αἴτιος τάφος· τρίπηχυς ὢν γὰρ πάντας οὐ κρύπτειν σθένει.

771

(t)

ΝΙΚΟΛΑΟΥ ΤΟΥ ΚΑΛΛΙΚΛΕΟΥΣ.
n1Τοῦ σοφωτάτου διδασκάλου τῶν ἰατρῶν κυρίου Νικολάου
n2τοῦ Καλλικλέως (sic) ἐπιτύμβιοι Ἴαμβοι. —Τὰ πρό‐
n3σωπα· Ξένος καὶ Τύμβος.
1Ξ. Μέγαν ὁρῶ σε, Τύμβε. Τ. Μὴ πλανῶ, ξένε, τρισσοὶ μένουσιν ἔνδον. Ξ. Εἰπὲ καὶ τίνες. Τ. Μήτηρ, πατὴρ καὶ τέκνον, ἔμπικρος λόγος. Ξ. Γένος τὸ μητρὸς οἷον; Τ. Ἐκ Δουκῶν, ξένε.
5Ξ. Φῆς τὴν σεβαστὴν Ἄνναν; Τ. Αὐτήν σοι λέγω. Ξ. Ναὶ καὶ τὸ πατρὸς φράζε. Τ. Παλαιολόγος. Ξ. Γεώργιον φεῦ τὸν σεβαστόν μοι λέγεις. Εἰπεῖν ἔχεις τὸν παῖδα; Τ. Γνοὺς φεῦ δακρύσεις. Ξ. Ἆρ’ ἡλιῶσαν εἶχεν ἢ χρυσῆν κόμην;
10Τ. Χρυσῆν. Ξ. Ἐκυματοῦτο πρὸς τὸν αὐχένα. Τ. Ναὶ τῷ ζεφύρῳ παρπνέοντι πολλάκις. Ξ. Ἔστησας ἡμῖν πᾶσαν ὀρθὴν τὴν τρίχα. Τ. Ἂν γνῷς τὰ λοιπά. Ξ. Φράζε πρὸς τοῦ κειμένου, Τὸ βλέμμα τούτου ποῖον; Τ. Ὡς τόξου δόναξ.
15Ξ. Ἔπληττε πρὸς τὰ στέρνα; Τ. Ναὶ τὴν καρδίαν. Ξ. Μὴ πικρὸν ἦν τὸ τραῦμα; Τ. Γλυκάζον, ξένε. Ξ. Τὸ χρῶμα τούτῳ ποῖον; Τ. Ὀφθαλμοῦ δρόσος· ὡς γάλα λευκὸς, ἐξέρυθρος ὡς ῥόδον. Ξ. Πρόσθες τὸ λεῖπον. Τ. Πρόσχες ἐξηγουμένῳ.
20Ξ. Τὰ ῥεῖθρα τούτου πῶς ἐχεῖτο τοῦ λόγου; Τ. Ὡς ὄμβρος ἡδὺς, ὥσπερ αἰθρία δρόσος. Ξ. Ποταπὸς ἦν τὰ στέρνα; Τ. Σιδηροῦς, ξένε. Ξ. Ὁποῖος ἦν τὰς χεῖρας; Τ. Ἀρχαῖος Δοῦκας, ὡς Ἀνδρονῖκος ἄλλος ἦ Κωνσταντῖνος.
25Ξ. Ἐς ἀνδρὸς οὗτος ἦλθεν ἐντελῆ χρόνον; Τ. Ἴουλος οὔπω τὴν γένυν ἐζωγράφει. Ξ. Πῶς ἦν ἀριστεὺς καὶ πρὸ τῆς ἡλικίας; Τ. Ἐκ τῶν λεόντων τίκτεται βρέφος λέων. Ξ. Ἤδη νοῶ τὸν παῖδα· καὶ τίς ἦν, λέγε.
30Σεβαστὸς Ἀνδρονῖκος ἐκ Δουκῶν γένους; Τ. Αὐτὸν λέγεις ἐκεῖνον. Ξ. ᾯ θνήσκει τρόπῳ; Τ. Ἐκ συγκοπῆς. Ξ. Ἄφυκτα φεῦ! τὰ τῆς νόσου. Μὴ καὶ πρὸ πατρὸς οὗτος ἦλθεν ἐς τάφον; Τ. Ναὶ καὶ πρὸ μητρὸς, ἀλλὰ καὶ τῆς συζύγου.
35Ξ. Οἰκτρὸν λέγεις τὸ πρᾶγμα· πλὴν σώζοιντό μοι γῆν πραέων ὡς κλῆρον εἰσδεδεγμένοι. Τ. Καί σε, ξένε, θρηνοῦντα νεκροὺς τοὺς φίλους κατιθύναι τὸ θεῖον εἰς σωτηρίαν.

772

(t)

ΤΟΥ ΑΥΤΟΥ.
n1Εἰς τὸν τάφον τοῦ σεβαστοῦ μακαρίτου κυρίου
n2Ἀνδρονικοῦ.
1Πικρὸν τάφος πᾶς· εἰ δὲ καὶ τέκνου τάφος, διπλοῦν τὸ κακόν· εἰ δὲ καὶ χρηστοῦ τέκνου, πλεῖον τὸ δεινόν· εἰ δ’ ἀριστέως πάλιν, ἡ συμφορὰ πῦρ· εἰ δὲ νυμφίου νέου,222
5ἡ καρδία ῥάγηθι τῶν γεννητόρων. Προηρπάσας, παῖ, τῶν τεκόντων τὸν τάφον, ὡς πατρικόν τι κτῆμα καὶ κλῆρον μέγαν. Πεσὼν δ’ ἀφυπνοῖς ὥσπερ ἐκκόπων λέων, ἡμῖν λιπὼν τὸν θρῆνον ὡς κλῆρον νέον·
10πεπώκαμέν πως κρᾶμα κόνδυ πικρίας, ἐμύσαμεν πρὸς πάντα πάνθ’ ἡμῖν κόνις, καὶ θνήσκομεν τὸ μεῖζον· ἀλλ’ ἡμᾶς δέχου σοὶ συμμενοῦντας τὴν μακρὰν παροικίαν, μεθ’ ἣν μετασταίημεν εἰς τόπον χλόης,
15εἰς πραέων γῆν, εἰς ἀναψυχῆς ὕδωρ.

773

(t)

ΤΟΥ ΑΥΤΟΥ.
n1Εἰς τὴν εἰκόνα τὴν ἱσταμένην ἐπάνω τοῦ τάφου
n2(Ἀνδρονίκου).
1Στάχυν πάθει τμηθέντα, καὶ βότρυν νόσῳ, σπλαγχνῶν ἐμῶν τὸ τέκνον ἁρπαγὲν βίου σοὶ τῇ πανάγνῳ νῦν παριστῶ παρθένῳ. Τούτῳ γένου τὰ πάντα, φῶς, σωτηρία,
5Ἐδὲμ, τρυφῆς χωρίον, ἢ χλόης τόπος, καὶ ζῶν ὕδωρ, καὶ κόσμος εἰς θεῖον γάμον. Ἡ τοῦ πεσόντος ταῦτά σοι μήτηρ, κόρη, τὸν σοὶ τόπον κοσμοῦσα, κόσμε τοῦ γένους.

774

(t)

ΝΙΚΗΦΟΡΟΥ ΓΡΗΓΟΡΑ.
nΕἰς Θεόδωρον Μετοχίτην.
1Ὃς πάρος ἐν σοφίῃ θνητῶν μέγα κῦδος ἔνεγκε, βαιὸς ὡδὶ λάας τοῦγε κέκευθε νέκυν. Δῆμος σεμνῶν Μουσάων ὀλολύξατε πᾶσαι· ὤλετο κεῖνος ἀνὴρ, ὤλετο πανσοφίη.

775

(t)

ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΔΗ
nΣτίχοι ἐπιτάφιοι εἰς Ἰωάννην τὸν Χαμέαν.
1Τί σοι τὸ σεμνὸν, ὦ βροτῶν φύσις, γένος, εἰ καὶ σὺ πρὸς γῆν καὶ κόνιν καταστρέφεις, καὶ πρὸς τὸ μηδὲν ὥς τι πρὸς τέλος τρέχεις, ὡς καὶ τὰ λοιπὰ τῶν ὑπὲρ γῆς ἐμψύχων.
5Ἰδοὺ γὰρ ἀνὴρ οὗτος εὐκόσμου βίου, Θεοῦ φόβον σύνοικον ἐν ψυχῇ φέρων καὶ τῷδε πρᾶξιν πᾶσαν αὑτοῦ ῥυθμίσας, καὶ μέτριον φρόνημα καὶ χρηστὸν τρόπον, ἤθη τε χαρίεντα σὺν τούτοις ἔχων,
10καὶ βασιλικῆς ἑστίας ὑπηρέτης, ἡδὺς, προσηνὴς, πιστὸς, οἰκεῖος μένων, καὶ, συνελόντα πᾶν ὃ χρὴ φάναι λέγειν, ἐπάξιος ζῆν μυρίους ἐτῶν κύκλους, ὡς ἀρετῆς πρόθυμος ὄντως ἐργάτης,
15ἀπῆλθεν ἔνθεν καὶ πρὸ γήρως ἡρπάγη, ἓξ ὀρφανῶν σύστημα πάντη τεκνίων λιπὼν, ἐπειδὴ θάνατον τῆς συζύγου φθάσας μικρῷ πρὶν ἢ θανεῖν ἠκηκόει. Πρὸς τῷ τέλει πλὴν καὶ στολῇ μονοτρόπων223
20πρόσεισι, καὶ τὴν κλῆσιν ἀντ’ Ἰωάννου πρὸς τὴν Ἰωσὴφ ἐξαμείβει γνησίως, ὁ πᾶσι γνωστὸς Χαμέας Ἰωάννης καὶ πᾶσιν ἡδὺς καὶ ποθεινὸς, εἴ γέ τις. Πᾶς οὖν ὁρῶν στέναζε τὸν θνητῶν βίον
25καὶ τῷ θανόντι ψυχικὴν σωτηρίαν
εὔχου, τὰ κοινὰ τοῦ γένους μεμνημένος.224