TLG 7052 001 :: ANTHOLOGIAE GRAECAE APPENDIX :: Epigrammata dedicatoria ANTHOLOGIAE GRAECAE APPENDIX Epigr. Epigrammata dedicatoria Epigr. 1.1–372 Citation: Epigram — (line) | ||
1(t) | ΟΡΦΕΩΣ (?). | |
1 | Ἀργὼ τὸ σκάφος εἰμί, θεῷ δ’ ἀνέθηκεν Ἰάσων, Ἴσθμια, καὶ Νεμέοις στεψάμενον πίτυσιν. | |
---|---|---|
2(t) | ΟΜΗΡΟΥ? | |
1 | Φοῖβε ἄναξ, δῶρόν τοι Ὅμηρος καλὸν ἔδωκα σῇσιν ἐπιφροσύναις, σὺ δ’ ἐμοὶ κλέος αἰὲν ὀπάζοις. | |
3(t) | ΑΡΙΟΝΟΣ (?). | |
n | Ἐπὶ τῷ τοῦ Ἀρίονος ἀναθήματι ἐπὶ Ταινάρῳ. | |
1 | Ἀθανάτων πομπαῖσιν Ἀρίονα Κυκλέος υἱὸν ἐκ Σικελοῦ πελάγους σῶσεν ὄχημα τόδε. | |
4(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
n | Εἰς τὸ Κυψελιδῶν ἀνάθημα ἐν Ὀλυμπίᾳ. | |
1 | Αὐτὸς ἐγὼ χρυσοῦς σφυρήλατός εἰμι κολοσσός. Ἐξώλης εἴη Κυψελιδῶν γενεά. | |
5(t) | ΑΛΛΟ. | |
1 | Νῆα μέλαιναν τήνδ’ ἱδρύσατο τῇδ’ Ἀγαμέμνων Ἑλλήνων στρατιῆς σῆμα πλοϊζομένης. | |
6(t) | ΑΛΛΟ. | |
1 | Ζηνί μ’ ἄγαλμ’ ἀνέθηκαν Ὀλυμπίῳ ἐκ Χερονήσου | |
τεῖχος ἑλόντες Ἀράτου· ἐπῆρχε δὲ Μιλτιάδης σφίν. | 1 | |
7(t) | ΑΛΛΟ. | |
1 | Κου[φαγόρας ἀνέθη]κεν Διὸς γ[λ]αυκώπιδι κούρῃ. | |
8(t) | ΑΛΛΟ. | |
1 | Νικάνδρη μ’ ἀνέθηκεν ἑκηβόλῳ ἰοχεαίρῃ, κούρη Δεινοδίκεω τοῦ Ναξίου, ἔξοχος ἀλ[λ]έων, Δεινομένεος δὲ κασιγνήτη, Φράξου (?) δ’ ἄλοχος μ[ήν. | |
9(t) | ΑΛΛΟ. | |
1 | Νάξιος Εὔεργός με γένει Λητοῦς πόρε, Βύζεω παῖς, ὃς πρώτιστος τεῦξε λίθου κέραμον. | |
10(t) | ΑΛΛΟ. | |
1 | Κλειοσθένης μ’ ἀνέθηκεν ὁ Πόντιος ἐξ Ἐπιδάμνου, νικήσας ἵπποις καλὸν ἀγῶνα Διός. | |
11(t) | ΑΛΛΟ. | |
1 | Ὄγκας νηὸς ὅδ’ ἐστὶν Ἀθηνᾶς, ὅν ποτε Κάδμος εἵσατο, βοῦν θ’ ἱέρευσεν, ὅτ’ ἔκτισεν ἄστυ τὸ Θήβας. | |
12(t) | ΑΛΛΟ. | |
1 | Μνάματ’ Ἀπολλωνίας ἀνακείμεθα, τὰν ἐνὶ πόντῳ Ἰονίῳ Φοῖβος ᾤκις’ ἀκερσεκόμας· οἳ γᾶς τέρμαθ’ ἑλόντες Ἀβαντίδος ἐνθάδε ταῦτα ἔστασαν σὺν Θεοῖς ἐκ Θρονίου δεκάταν. | |
13(t) | ΑΛΛΟ. | |
1 | Ἡρακλέης τεμένισσα Κυθήρᾳ πασιφαέσσῃ, Γηρυονέως ἀγέλας ἠδ’ Ἐρύθειαν ἄγων, τᾶς μ’ ἐδάμασσε πόθῳ πασιφάεσσα θεά. Τῇδε δέ μοι τεκνοῖ παῖδ’ Ἐρύθοντα δάμαρ, | |
5 | νυμφογενὴς Ἐρύθη· τῇ τόδ’ ἔδωκα πέδον | |
μναμόσυνον φιλίας φηγῷ ὑπὸ σκιερᾷ. | 2 | |
14(t) | ΑΛΛΟ. | |
n | Ἀνάθημα Διομήδους. | |
1 | Τυδείδης ἀνέθηκε βοὴν ἀγαθὸς Διομήδης, νικήσας ἵπποισιν ἐπὶ πλατὺν Ἑλλήσποντον. | |
15(t) | ΑΛΛΟ. | |
1 | Δήμῳ Ἀθηναίων ἀ[νέθηκεν ἐὼν Ἑ]κάληθεν Ἀλκίφρων· [ὁ δὲ τ]όνδε δρόμον ποίησεν [ἄρισ]τον Δήμητρός τε χάριν [καὶ] ..... | |
16(t) | ΑΛΛΟ. | |
1 | Δέξο, ἄναξ, Κρονίδα Ζεῦ Ὀλύμπιε, καλὸν ἄγαλμα ἱλάῳ θυμῷ τοῖς Λακεδαιμονίοις. | |
17(t) | ΑΛΛΟ. | |
1 | Παῖ Διὸς, Ἐκφάντου δέξαι τόδ’ ἀμεμφὲς ἄγαλμα· σοὶ γὰρ ἐπευχόμενος τοῦτ’ ἐξετέλεσσε τροπῇον. | |
18(t) | ΑΛΛΟ. | |
1 | [Ἐνθάδ’] Ἐχέμβροτος Ἀρκὰς ἐθήκατο Ἡρακλῆϊ νικήσας τόδ’ ἄγαλμ’ Ἀμφικτυόνων ἐν ἀέθλοις Ἕλλης’ αὐλῳδῶν μέλπεα καὶ ἐλέγους. | |
19(t) | ΑΛΛΟ. | |
1 | Λαοδίκης ὅδε πέπλος· ἑᾷ δ’ ἀνέθηκεν Ἀθηνᾷ πατρίδ’ ἐς εὐρύχορον Κύπρου ἀπὸ ζαθέας. | |
20(t) | ΑΛΛΟ. | |
1 | Ὑβλαίῳ κήρυκι τόδ’ Ἀρχίᾳ, Εὐκλέος υἱῷ, δέξαι ἄγαλμ’ εὔφρων, Φοῖβ’, ἐπ’ ἀπημοσύνῃ, ὃς τρὶς ἐκήρυξεν τὸν Ὀλυμπίᾳ αὐτὸς ἀγῶνα, οὔτ’ ὑποσαλπίζων, οὔτ’ ἀναδείγματ’ ἔχων. | |
21(t) | ΘΑΛΟΥ (?) | |
1 | Θαλῆς με τῷ μεδοῦντι Νειλέω δήμου δίδωσι, τοῦτο δὶς λαβὼν ἀριστεῖον. | |
22(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Εὐτελίδας καὶ Χρυσόθεμις τάδε ἔργα τέλεσσαν | |
Ἀργεῖοι, τέχναν εἰδότες ἐκ προτέρων. | 3 | |
23(t) | ΣΙΜΩΝΙΔΟΥ. | |
1 | Πατρὶς μὲν Κόρκυρα, Φίλων δ’ ὄνομ’· εἰμὶ δὲ Γλαύκου υἱός, καὶ νικῶ πὺξ δύ’ Ὀλυμπιάδας. | |
24(t) | ΤΟΥ ΑΥΤΟΥ (?) | |
n | Εἰς Ὄρριππον. | |
1 | Ὀρρίππῳ Μεγαρεῖ μεγαλόφρονι τῇδ’ ἀρίδηλον μνῆμα θέσαν, φάμᾳ Δελφίδι πειθόμενοι· ὃς δὴ μακίστους μὲν ὅρους ἀπελύσατο πάτρᾳ, πολλὰν δυσμενέων γᾶν ἀποτεμνομένων. | |
5 | Πρῶτος δ’ Ἑλλήνων ἐν Ὀλυμπίᾳ ἐστεφανώθη γυμνός, ζωννυμένων τῶν πρὶν ἐνὶ σταδίῳ. | |
25(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Δῆμος Ἀθηναίων σε, Νεοπτόλεμ’, εἰκόνι τῇδε τίμης’, εὐνοίης εὐσεβίης θ’ ἕνεκα. | |
26(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Καὶ γὰρ ἐγὼ κλεινῶν εἰμ’, ὦ ξένε, λείψανον οἴκων, στυλὶς ἐν Οἰνομάου πρίν ποτ’ ἐοῦσα δόμοις· νῦν δὲ παρὰ Κρονίδην κεῖμαι τάδ’ ἔχουσα τὰ δεσμὰ τίμιος· οὐδ’ ὀλοὴ δαίσατο φλόξ με πυρός. | |
27(t) | ΑΛΛΟ. | |
1 | Εὔθυμος Λοκρὸς Ἀστυκλέους τρὶς Ὀλύμπι’ ἐνίκων· εἰκόνα δ’ ἔστησεν τήνδε βροτοῖς ἐσορᾶν. | |
28(t) | ΑΛΛΟ. | |
1 | Ὧδε στὰς ὁ Πελασγὸς ἐπ’ Ἀλφειῷ ποκα πύκτας τὸν Πολυδεύκειον χερσὶν ἔφανε νόμον, ἆμος ἐκαρύχθη νικαφόρος· ἀλλὰ, πάτερ Ζεῦ, καὶ πάλιν Ἀρκαδίᾳ καλὸν ἄμειβε κλέος, | |
5 | τίμασον δὲ Φίλιππον, ὃς ἐνθάδε τοὺς ἀπὸ νάσων τέσσαρας εὐθείᾳ παῖδας ἔκλινε μάχᾳ. | |
29(t) | ΑΛΛΟ. | |
1 | Ἀρξάμενοι πρῶτοι τειχίζειν οἵδ’ ἀνέθηκαν | |
βουλῆς καὶ δήμου δόγμασι πειθόμενοι. | 4 | |
30(t) | ΑΛΛΟ. | |
n | Ἄλ[κων ἀνέθηκε [τἤ]ντεα. | |
1 | Ἰσχύ[λ]λου, θ[ε]οῦ ὃς τοῖς δαμοσίοις ἐν ἀέθλοις τετράκι τε [σ]τάδιον νίκη κα[ὶ] δὶς τὸν ὁπλίτα[ν. | |
31(t) | ΑΛΛΟ. | |
n | Ἐπὶ τῷ Ἀθήνῃσιν πρὸς τῇ Ἀκαδημίᾳ Ἔρωτι. | |
1 | Ποικιλομήχαν’ Ἔρως, σοὶ τόνδ’ ἱδρύσατο βωμὸν Χάρμος ἐπὶ σκιεροῖς τέρμασι γυμνασίου. | |
32(t) | ΑΛΛΟ. | |
1 | Παρ]θένῳ Ἐκφάντου με πατὴρ ἀνέθηκε καὶ υἱὸς ἐνθάδ’ Ἀθηναίῃ μνῆμα πόνων Ἄρεος, Ἡγέλοχος· μεγάλη[ν] δὲ φιλοξενίης ἀρετῆς τε πάσης μοῖραν ἔχων τήνδε πόλιν νέμεται. | |
33(t) | ΑΛΛΟ. | |
1 | Πότνι’, ἀπαρχὴν τήνδε Μένανδρο[ς θῆκ’ ἀπὸ τέχνης, εὐχωλὴν τελέσας, σοὶ χάριν ἀντ[ιδιδούς, Αἰγιλιεύς, υἱὸς Δημητρίου, ᾧ [πολὺν ὄλβον σῶζε, Διὸς θύγατερ, τῶνδε χάρ[ιν θεμένη. | |
34(t) | ΑΛΛΟ. | |
1 | Πύθων Ἑρμῇ ἄγαλμα Ἑρμοστράτου Ἀβδηρίτης ἔστησεν πολλὰς θησάμενος πόληας. Εὔφρων ἐξεποίης’ οὐκ ἀδαὴς Πάριος. | |
35(t) | ΑΛΛΟ. | |
1 | τεῦξέ με Κλειοίτας υἱὸς Ἀριστοκλέους. | |
36(t) | ΑΛΛΟ. | |
1 | Τὴν ὑπάτην ἄφεσιν .....της στῆσεν, Ἀθηνᾶν εὐχόμενος πάτρῃ τὴν γλυκερὴν ὑγίην. | |
37(t) | ΑΛΛΟ. | |
1 | Ἑλλάδος εὐρυχόρου σωτῆρες τόνδ’ ἀνέθηκαν, δουλοσύνης στυγερᾶς ῥυσάμενοι πόλιας. | |
38(t) | ΑΛΛΟ. | |
1 | Μνᾶμ’ ἀρετᾶς ἀνέθηκε Ποσειδάωνι ἄνακτι Παυσανίας, ἄρχων Ἑλλάδος εὐρυχόρου, Πόντου ἐπ’ Εὐξείνου, Λακεδαιμόνιος γένος, υἱὸς Κλευμβρότου, ἀρχαίας Ἡρακλέος γενεᾶς. | 5 |
39(t) | ΑΛΛΟ. | |
1 | Παντοδαπῶν ἀνδρῶν γενέας Ἀσίας ἀπὸ χώρας παῖδες Ἀθηναίων τῷδε ποτ’ ἐν πελάγει ναυμαχίᾳ δαμάσαντες, ἐπεὶ στρατὸς ὤλετο Μήδων, σήματα ταῦτ’ ἔθεσαν παρθένῳ Ἀρτέμιδι. | |
40(t) | ΑΛΛΟ. | |
1 | Μνᾶμά τ’ ἀλεξάνδρου πολέμου, καὶ μάρτυρα νίκας Δελφοί με στᾶσαν, Ζανὶ χαριζόμενοι, σὺν Φοίβῳ πτολίπορθον ἀπωσάμενοι στίχα Μήδων, καὶ χαλκοστέφανον ῥυσάμενοι τέμενος. | |
41(t) | ΑΛΛΟ. | |
a1 | Τῷ Διὶ τἀχαιοὶ τἀγάλματα ταῦτ’ ἀνέθηκαν, | |
a2 | ἔγγονοι ἀντιθέου Τανταλίδα Πέλοπος. | |
b1 | Πολλὰ μὲν ἄλλα σοφοῦ ποιήματα καὶ τόδ’ Ὀνάτα | |
b2 | ἔργον, ὃν Αἰγίνῃ γείνατο παῖδα Μίκων. | |
42(t) | ΑΛΛΟ. | |
1 | Υἱὸς μέν με Μίκωνος Ὀνάτας ἐξετέλεσσεν, αὐτὸς ἐν Αἰγίνῃ δώματα ναιετάων. | |
43(t) | ΑΛΛΟ. | |
1 | Πραξιτέλης ἀνέθηκε Συρακόσιος τόδ’ ἄγαλμα καὶ Καμαριναῖος· πρόσθ’ ἄρ’ ἐν Μαντινέᾳ Κρίνιος υἱὸς ἔναιεν ἐν Ἀρκαδίᾳ πολυμήλῳ ἐσλὸς ἐὼν καί ϝοι μνᾶμα τόδ’ ἐστ’ ἀρετᾶς. | |
44(t) | ΑΛΛΟ. | |
1 | Σόν ποτε νικήσας, Ζεῦ Ὀλύμπιε, σεμνὸν ἀγῶνα τεθρίππῳ μὲν ἅπαξ, μουνοκέλητι δὲ δίς, δῶρ’ Ἱέρων τάδε σοι ἐχαρίσσατο· παῖς δ’ ἀνέθηκε Δεινομένης πατρὸς μνῆμα Συρακοσίου. | 6 |
45(t) | ΑΛΛΟ. | |
n | Εἰς ἐγχειρίδιον. | |
1 | Θάησαί μ’· ἐτεὸν γὰρ ἐν Ἰλίου εὐρέϊ πύργῳ ἦν, ὅτε καλλικόμῳ μαρνάμεθ’ ἀμφ’ Ἑλένῃ. Καί μ’ Ἀντηνορίδης ἐφόρει κρείων Ἑλικάων· νῦν δέ με Λητοΐδου θεῖον ἔχει δάπεδον. | |
46(t) | ΑΛΛΟ. | |
1 | Κλευ]θέρσης ἀνέθηκεν Ἀθηναίῃ πτολιούχῳ πα[ῖς] Ζωίλου· Νήτης δ’ ἔ[ργο[ν] [ἔ]τευξε τόδε. | |
47(t) | ΑΛΛΟ. | |
1 | Οἰνία Οἰβώτας στάδιον νικῶν ὅδ’ Ἀχαιοῖς πατρίδα Πάλειαν θῆκ’ ὀνομαστοτέραν. | |
48(t) | ΑΛΛΟ. | |
1 | Ἀρχέδημος ὁ Θηραῖος, ὁ νυμφόληπτος φραδαῖσι Νυμφῶν τἄντρον ἐξηργάξατο. | |
49(t) | ΑΛΛΟ. | |
1 | Τερπῶν εἰμι θεᾶς θεράπων σεμνῆς Ἀφροδίτης· τοῖς δὲ καταστήσασι Κύπρις χάριν ἀνταποδοίη. | |
50(t) | ΑΛΛΟ. | |
1 | Ὠκυδρόμας Λύκος Ἴσθμι’ ἅπαξ, δύο δ’ ἐνθάδε νίκαις Φειδώλα παίδων ἐστεφάνωσε δόμους. | |
51(t) | ΑΛΛΟ. | |
n | Ἐπὶ τοῦ Ἀθήνῃσιν ἐν Πυθίου Ἀπόλλωνος βωμοῦ. | |
1 | Μνῆμα τόδ’ ἧς ἀρχῆς Πεισίστρατος Ἱππίου υἱὸς | |
Θῆκεν Ἀπόλλωνος Πυθίου ἐν τεμένει. | 7 | |
52(t) | ΑΛΛΟ. | |
1 | Υἱὸς Δινύττα, Δάμαρχος τήνδ’ ἀνέθηκεν εἰκόν’ ἀπ’ Ἀρκαδίας Παρράσιος γενεάν. | |
53(t) | ΑΛΛΟ. | |
1 | Ναὸς μὲν φιάλαν χρυσέαν ἔχει, ἐκ δὲ Τανάγρας τᾶς Λακεδαιμονίοις συμμαχίδος γε τεθὲν δῶρον, ἀπ’ Ἀργείων καὶ Ἀθηναίων καὶ Ἰώνων τὰν δεκάταν νίκας εἵνεκα τῶ πολέμω. | |
54(t) | ΑΛΛΟ. | |
1 | Πυθαγορέω φίλος υἱὸς Ἀρίμνηστός μ’ ἀνέθηκε, πολλὰς ἐξευρὼν εἰνὶ λόγοις σοφίας. | |
55(t) | ΑΛΛΟ. | |
1 | Ἄρτεμί, σοι τόδ’ ἄγαλμ’ [ἱέρως’ ὠδῖνα φυγοῦσα Ἀσφαλίω μήτηρ [Φ]έρσι[ς, Ὄρω θυ]γάτηρ. Τῶ Παρίω ποίημα Κ[ολώτ]ο[υ, ὃς ἦν τᾷ[δε φεύγων. | |
56(t) | ΑΛΛΟ. | |
1 | Ζηνὶ θεῶν βασιλεῖ μ’ ἀκροθίνιον ἐνθάδ’ ἔθηκαν Μενδαῖοι, Σίπτην χερσὶ βιασσάμενοι. | |
57(t) | ΑΛΛΟ. | |
n | Ἐπὶ τῷ Ὀξύλου ἀνδριάντι ἐν τῇ ἀγορᾷ τῶν Ἠλείων. | |
1 | Αἰτωλός ποτε τόνδε λιπὼν αὐτόχθονα δῆμον κτήσατο Κουρῆτιν γῆν δορί, πολλὰ καμών· τῆς δ’ αὐτῆς γενεᾶς δεκατόσπορος Αἵμονος υἱὸς Ὄξυλος ἀρχαίην ἔκτισε τήνδε πόλιν. | |
58(t) | ΑΛΛΟ. | |
n | Ἐπὶ τῇ εἰκόνι Αἰτωλοῦ ἐν Θερμοῖς τῆς Αἰτωλίας. | |
1 | Χώρης οἰκιστῆρα παρ’ Ἀλφειοῦ ποτε δίναις, τρεφθέντα σταδίων γείτον’ Ὀλυμπιάδος, Ἐνδυμίωνος παῖδ’ Αἰτωλὸν τόνδ’ ἀνέθηκαν Αἰτωλοὶ σφετέρας μνῆμ’ ἀρετῆς ἐσορᾷν. | 8 |
59(t) | ΑΛΛΟ. | |
1 | Ἥγνισα δ’ Ἑρμείαο δόμους, μεγάλης τε κέλευθα Ματρὸς καὶ δὴ πρωτογόνου κούρας, ὅθι φασὶ Μεσσήνην θεῖναι μεγάλαισι θεαῖσιν ἀγῶνα Φλυάδεω Κλείνοιο γόνου Καύκωνι ἁδοῦσαν. | |
5 | Θαύμασα δ’ ὡς σύμπαντα Λύκος Πανδιόνιος φὼς Ἀτθίδος ἱερὰ ἔργα παρ’ Ἀνδανίῃ θέτο κεδνῇ. | |
60(t) | ΑΛΛΟ. | |
1 | Κλειτόριοι τόδ’ ἄγαλμα θεῷ δεκάταν ἀνέθηκαν πολλᾶν ἐκ πολίων, χερσὶ βιασσάμενοι. Καὶ ταύτης μετρηταὶ Ἀρίστων ἠδὲ Τελεστὰς αὐτοκασίγνητοι χἄμα Λάκωνες ἔσαν. | |
61(t) | ΑΛΛΟ. | |
1 | Μαινάλιος Ξενοκλῆς νίκασα Εὐθύφρονος υἱός, ἀπτὴς μο[υ]νοπαλᾶν τέ[σ]σαρα σώμαθ’ ἑλών. | |
62(t) | ΑΛΛΟ. | |
1 | Ὄ.....ος ς’ ἱέρως’ Ἀσκληπιῷ ἠδὲ ὁμοβώμοις πρῶτος ἱδρυσάμενος θυσίαις θείαις ὑποθήκαις. | |
63(t) | ΑΛΛΟ. | |
1 | ...θάνης μ’ ἀνέθηκεν Ἀθηναίᾳ [πολιούχῳ ....ρίου δεκάτην τοῦ τέκνου εὐξ[αμένου. | |
64(t) | ΑΛΛΟ. | |
1 | Ὃς τόδ’ ἄγαλμ’ ἀνέθηκε, Φιλόστρατός ἐστ’ ὄνυμ’ αὐτοῦ· πατρὶ δὲ τῷ τήνου Δαμοφόων ὄνυμα. | |
65(t) | ΑΛΛΟ. | |
1 | Ὦ τροφὲ Πουλυδάμαντος ἀνικάτου Σκοτόεσσα. | |
66(t) | ΑΛΛΟ. | |
1 | Οἵδ’ ἀπὸ πεντήκοντα νεῶν θάνατον προφυγόντες πρὸς σκοπέλοισιν Ἄθω σώματα γῇ πέλασαν δώδεκα, τοὺς δ’ ἄλλους ὄλεσεν μέγα λαῖτμα θαλάσσης νῆάς τε στυγεροῖς πνεύμασι χρησάμενας. | 9 |
67(t) | ΑΛΛΟ. | |
1 | Ξυνὸν Ἀθανοδώρου τε καὶ Ἀσωποδώρου τόδε ϝέργον· χὠ μὲν Ἀχαιός, ὁ δ’ ἐξ Ἄργεος εὐρυχόρου. | |
68(t) | ΑΛΛΟ. | |
1 | Δειναγόρης μ’ ἀνέθηκεν ἑκηβόλῳ Ἀπόλλωνι. | |
69(t) | ΑΛΛΟ. | |
n | Ἐπὶ τῇ Κλέωνος τοῦ ᾠδοῦ εἰκόνι ἐν Θήβαις. | |
1 | Πυθέα υἱὸς ὅδ’ ἐστὶ Κλέων Θηβαῖος ἀοιδός, ὃς πλείστους θνητῶν ἀμφέθετο στεφάνους κρατὸς ἐπὶ σφετέρου, καί οἱ κλέος οὐρανόμηκες. Χαῖρε, Κλέων, Θήβας πατρίδ’ ἐπευκλεΐσας. | |
70(t) | ΑΛΛΟ. | |
1 | Ἐν πολυθαήτῳ τεμένει Διὸς ὑψιμέδοντος ἕστηκ’, ἀνθέντων δημοσίᾳ Σαμίων. | |
71(t) | ΑΛΛΟ. | |
1 | Ἀθάνατον πάτρᾳ καὶ Ἀριστοκρίτῳ κλέος ἔργων, Λύσανδρ’, ἐκτελέσας δόξαν ἔχεις ἀρετᾶς. | |
72(t) | ΑΛΛΟ. | |
n | Χαρμαντίδου Γοργίας Λεοντῖνος. | |
a1 | Τὴν μὲν ἀδελφὴν Δηικράτης τὴν Γοργίου ἔσχεν, | |
a2 | ἐκ ταύτης δ’ αὐτῷ γίγνεται Ἱπποκράτης, | |
a3 | Ἱπποκράτους δ’ Εὔμολπος, ὃς εἰκόνα τήνδ’ ἀνέθηκεν, | |
a4 | δισσῶν, παιδείας καὶ φιλίας, ἕνεκα. | |
b1 | Γοργίου ἀσκῆσαι ψυχὴν ἀρετῆς ἐς ἀγῶνας | |
b2 | οὐδείς πω θνητῶν καλλίον’ ηὗρε τέχνην, | |
b3 | οὗ καὶ Ἀπόλλωνος γυάλοις εἰκὼν ἀνάκειται, | |
b4 | οὐ πλούτου παράδειγμ’, εὐσεβείας δὲ τρόπων. | 10 |
73(t) | ΑΛΛΟ. | |
n | Πόλυλλος Πολλυλίδου Παιανιεύς. | |
1 | Εἰκόνα τήνδ’ ἀνέθηκε Πολύστρατος, αὑτοῦ ἀδελφόν, μνημοσύνην θνητοῦ σώματος ἀθάνατον. | |
74(t) | ΑΛΛΟ. | |
1 | Ἡδυγέλωτι χορῷ Διονύσια [Σ]ῖμ[ος] ἐνίκα, μνημόσυνον δὲ θεῷ νίκης τόδε δῶρον [ἔθηκεν, δήμῳ μὲν κόσμον, ζῆλον πατρὶ κισσοφο[ροῦντι. Τοῦδε δ’ ἔτι πρότερος στεφανηφόρον [εἵλετ’ ἀγῶνα. | |
75(t) | ΑΛΛΟ. | |
a1 | Τοιῶνδ’ ἀνδρῶν ἡ πόλις ὁππόταν αὖτ[ις ἁμάρτῃ, | |
a2 | ἐ]χθροὶ στήσαιεν Ζηνὶ τροπαῖον ἔδος. | |
b1 | Κ]τώμενον εὔκλειαν δορὶ καὶ χερὶ τόνδε πρὸς ἀνδρὸς | |
b2 | .....σ[τ]όκρ[ιτ]ον ὤλεσε θοῦρος Ἄρης. | |
76(t) | ΑΛΛΟ. | |
1 | Ἐξ οὗ Κέκροπα λαὸς Ἀθηναίων ὀνομάζ[ει καὶ χώραν Παλλὰς τήνδ’ ἔκτισε δήμῳ Ἀ[θηνῶν, οὐδεὶς Σωσιβίου καὶ [Π]ύρ[ρ]α μείζονα θνητ[ῶν φυλὴν Κεκροπιδῶν ἔργῳ ἔδρας’ ἀγαθά. | |
77(t) | ΑΛΛΟ. | |
1 | Κήρυκ’ Ἀθανάτων Ἑρμῇ στῆσάν μ’ ἀγοραίῳ, σοὶ μὲν, ἄναξ, δῶρον, κόσμου δ’ αὐτοῖσι τιθέντες αὐτοκασίγνητοι παῖδες πατρὸς ἐξ Ἀγασίππου, Πασικράτης Εὐωνυ[μεύς], Ἀγασικλῆς Εὐωνυμεύς]. | |
78(t) | ΑΛΛΟ. | |
1 | [Ἀργαλέου πολέμου κρυερὸν νέφος οἵδε φυγόντες] κλειναῖς οἰκ]οδομαῖς Τᾶνον θεὸν ἱδρύσαντο. | |
79(t) | ΑΛΛΟ. | |
1 | Εἰκόνα Φοίβῳ στῆς’ ἀντιστὰς Φανόμαχος Σό[ου, ἀθάνατον θνητῷ πατρὶ γέρας τελέσας, Παιρισάδεος ἄρχοντος, ὅσην χθόνα τέρμονες ἄκροι Ταύρων Καυκάσιός τ’ ἐντὸς ἔχουσιν ὅροι. | |
80(t) | ΑΛΛΟ. | |
1 | Σ]ωθεὶς ἐκ μεγάλων κινδύνων, εἰκόνα τήνδε στῆσεν Λυσίμαχος Παλλάδι Τριτογενεῖ. | |
81(t) | ΑΛΛΟ. | |
1 | «Ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι,» εἶπε μ[ελιγ]λώσσων ἴδρις ὁ Πιερίδων· τοῦτ’ ἐτύμως ἐπ’ ἐμοὶ, φίλε, κέκριται· ἃν γὰρ ἀνεῖλεν μνάμαν ἁ κακία, παῖς πάλιν εἰργάσατο. | 11 |
5 | Καλὰν δ’ ἐκσώζων γενέτᾳ χάριν, οὐ βιότου φῶς δεύτερον, ἀλλὰ κλέους ἧψ’ ἱερὸν βίοτον. Αἰνῶ Μουσάων σεμνὸν γένος· εἰς ἀρετὰν γὰρ δῶκαν ἐμοὶ τέκνου ζῶσαν ἐϋφροσύναν. | |
82(t) | ΑΛΛΟ. | |
1 | Ἑλλήνων ἦρχον τότ’ Ὀλυμπία, ἡνίκα μοι Ζεὺς δῶκεν νικῆσαι πρῶτον Ὀλυμπιάδα ἵπποις ἀθλοφόροις· τὸ δὲ δεύτερον αὖτις ἐφεξῆς ἵπποις· υἱὸς δ’ ἦν Τρώϊλος Ἀλκινόου. | |
83(t) | ΑΛΛΟ. | |
1 | Ἐξ οὗτ’ Εὐρώπην Ἀσίας δίχα πόντος ἔνε[ιμεν, οὐδείς πω Λυκίων στήλην τοιάνδ’ ἀνέθηκεν δώδεκα θεοῖς ἀγορᾶς ἐν καθαρῷ τεμένει, νει]κέων καὶ πολέμου μνῆμα τόδ’ ἀθάνατον· | |
5 | Χέρσ]ις δ’ Ἁρπάγου υἱός, ἀριστεύσας τάδε πάντων χερσὶ πάλην Λυκίων τῶν τότ’ ἐν ἡλικίᾳ. Πολλὰς δ’ ἀκροπόλεις σὺν Ἀθηναίᾳ πτολιπόρθῳ πέρσας συγγενέσιν δῶκε μέρος βασιλείας. Ὧν χάριν ἀθάνατόν οἱ ἀπεμνήσαντο δικαίαν· | |
10 | ἑπτὰ δ’ ὁπλίτας κτεῖνεν ἐν ἡμέρᾳ [Ἀρ]κάδας ἄνδρας, Ζηνὶ δ’ ἔπει τροπαῖ’ ἀπὸ τῶν δ’ ἔστησεν ἁπάντων, καλλίστοις δ’ ἔργοις κατὰ καὶ γένος ἐστεφάνωσεν. | |
84(t) | ΜΑΜΕΡΚΟΥ. | |
1 | Τάσδ’ ὀστρειογραφεῖς καὶ χρυσελεφαντηλέκτρους ἀσπίδας ἀσπιδίοις εἵλομεν εὐτελέσιν. | |
85(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Τιμόθεος φιλίας τε χάριν, ξύνεσίν τε προτιμῶν Ἰσοκράτους εἰκὼ τήνδ’ ἀνέθηκε θεαῖς. | |
86(t) | ΑΛΛΟ. | |
1 | Ἰσοκράτους Ἀφαρεὺς πατρὸς εἰκόνα τήνδ’ ἀνέθηκε Ζηνί, θεούς τε σέβων καὶ γονέων ἀρετήν. | |
87(t) | ΑΛΛΟ. | |
1 | Τοιάδε τις δείξας παραδείγματα παισὶν ἑαυτοῦ μᾶλλον ὀρέξασθαι τῆς ἀρετῆς προτρέπει. | |
88(t) | ΑΛΛΟ. | |
1 | Κόσμον Ἄρης πατρίδι στῆσε ἐνθάδε παῖδα Πίδωνος Τιμαγόραν, νίκης ναυμάχου ἡγεμόνα | 12 |
89(t) | ΑΛΛΟ. | |
1 | Παμμάχον, ὦ Θήβα, κρατέοντά με παῖδα[ς ἀγῶνα καὶ τὸ πάλιν μεσάταν ἁλικίαν τίς ἐρεῖ τοίας ἐκ προβολᾶς εὐάγκριτον; Ἅδε Νέμειος νίκα μοι λεκτῶν ἦλθεν ἀπ’ ἠϊθέων | |
5 | πατρὸς δῶμα Τρίακος· ἄεθλα γὰρ οἱ παρὰ Δίρκᾳ ἀμφαδὸν Ἑλλάνων πλεῖστα φέροντι νέοι. | |
90(t) | ΑΛΛΟ. | |
1 | Τήνδε Φιλωνίδεω τιμὴν ἱδρύσατο πατρίς, εἰκόνα τὴν ἀρετῆς πὰρ Διὶ δεικνυμένη, κοσμήσασα θεῷ θεῖον βροτῶν, οὗ βίος ἁγνός καὶ λόγος ἔστεπται Νεστορέαις χάρισι. | |
91(t) | ΑΛΛΟ. | |
1 | Ὦ Λίνε, πάντα θεοῖσι τετιμένε, σοὶ γὰρ ἔδωκαν Ἀθάνατοι πρώτῳ μέλος ἀνθρώποισιν ἀείδειν ἐν ποδὶ δεξιτερῷ, Μοῦσαι δέ σε θρήνεον αὐταὶ μυρόμεναι μολπῇσιν, ἐπεὶ λίπες ἡλίου αὐγάς. | |
92(t) | ΒΟΙΣΚΟΥ. | |
1 | Βόϊσκος ἀπὸ Κυζικοῦ, παντὸς γραφεὺς ποιήματος, τὸν ὀκτάπουν εὑρὼν στίχον, Φοίβῳ τίθησι δῶρον. | |
93(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Εἰκόνα τήνδ’ ἀνέθηκε Φορύστας παῖς ὁ Τρίακος κήρυξ νικήσας καλὸν ἀγῶνα Διός· ἄλλους τ’ ἀθλοφόρους πτανοῖς ποσὶν εἷλον ἀγῶνας, εὐόλβου δὲ πάτρας ἄστυ καλὸν στεφανοῖ. | |
94(t) | ΑΛΛΟ. | |
1 | Τίκτε Τέχνα τὸν ἄριστον ἀμύντορα πατρίδος αἴης, οἷον Ζεὺς ὦρσεν, οἷον Ὅμηρος ἔφη .... | |
95(t) | ΑΛΛΟ. | |
1 | Σῆς ἕνεκεν, Λητοῦς τοξαλκέτα κοῦρ’, ἐπιπνοίας τήνδ’ ἕλε Νικοκρέων τετράκερων ἔλαφον. | |
96(t) | ΑΛΛΟ. | |
1 | Ματρόπολίς μοι χθὼν Πέλοπος, τὸ Πελασγικὸν Ἄργος, | |
Πνυταγόρας δὲ πάτηρ, Αἰακοῦ ἐκ γενεᾶς· Εἰμὶ δὲ Νικοκρέων, θρέψεν δέ με γᾶ περίκλυστος Κύπρος, θειοτάτων ἐκ προγόνων βασιλῆ. | 13 | |
5 | Στᾶσαν δ’ Ἀργεῖοί με χάριν χαλκοῖο τίοντες Ἥρᾳ ὃν εἰς ἔροτιν πέμπον ἄεθλα νέοις. | |
97(t) | ΑΛΛΟ. | |
1 | Εἰκὼν ἥδ]ε σαφὴς δηλοῖ [τύπον· ἔργ]α δὲ καὶ νοῦς νῦν ζ]ώει παρὰ πᾶσι σαφῆ· [σεμ]νὴ δέ με μοῖρα ἤγαγεν εἰς ναὸν περικαλλέα Παλλάδος ἁγνῆς, καὶ] πόνον οὐκ ἀκλεᾶ τόνδ’ ἐλάτρευσα θεᾷ. | |
98(t) | ΑΛΛΟ. | |
n | Ἐπί τινος ἔργου ἐπιγεγραμμένον ἐν Πυθοῖ. | |
1 | Τεῦξ’ Ἑλικὼν Ἀκεσᾶ Σαλαμίνιος, ᾧ ἐνὶ χερσὶ πότνια θεσπεσίην Παλλὰς ἔτευξε χάριν. | |
99(t) | ΑΛΛΟ. | |
1 | Σοὶ τόδ’ Ἀλέξανδρος Μακεδὼν κέρας ἄνθετο, Παιάν, κάνθωνος Σκυθικοῦ χρῆμά τι δαιμόνιον, ὃ Στυγὸς ἀχράντῳ Λουσηΐδος οὐκ ἐδαμάσθη ῥεύματι, βάσταξεν δ’ ὕδατος ἠνορέην. | |
100(t) | ΑΛΛΟ. | |
1 | Οὐδὲ Τύχης σε δάμασσε παλιγκλίναντα τάλαντα, δυσμενέων ὀλοὴν ὕβριν ἀλευάμενον· ..... ᾗ σε τέλος θανάτοιο κίχανεν, ὡς παύρους προτέρων ἀνέρας ἀγχιθέων· | |
5 | τῷ ῥα καὶ ἁζόμενος σοφίης ἑὸν ἡγητῆρα στῆσεν Ἀλέξανδρος κλεινὸν ἅπασι θεόν. | |
101(t) | ΑΛΛΟ. | |
1 | Υἱ]ὸν Νικομ[άχ]ου σοφίη[ς ἐ]πιίστορα πάσης στῆσεν Ἀλέξανδρος θεῖον Ἀριστοτέλην. | |
102(t) | ΑΛΛΟ. | |
1 | Μουνοπάλης νικῶ δὶς Ὀλύμπια Πύθιά τ’ ἄνδρας, τρὶς Νεμέᾳ, τετράκις δ’ Ἰσθμῷ ἐν ἀγχιάλῳ, Χείλων Χείλωνος Πατρεύς, ὃν λαὸς Ἀχαίων | |
ἐν πολέμῳ φθίμενον θάψ’ ἀρετῆς ἕνεκεν. | 14 | |
103(t) | ΑΛΛΟ. | |
1 | Ὑπνώδης Φίλιος Κύπριος γένος ἐκ Σαλαμῖνος, υἱὸς Ἀριστῶνος, Ναόλοχον εἶδεν ὄναρ, Θεσμοφόρους τ’ ἁγνὰς, ποτνίας, ἐν φάρεσι λεοκοῖς· ὄψεσι δ’ ἐν τρισσαῖς, ἥρωα τόνδε σέβειν | |
5 | ἤνωγον πόλεως φύλακον χῶρον τ’ ἀπέδειξαν ὧν ἕνεκα ἵδρυσεν τόνδε θειὸν Φίλιος. | |
104(t) | ΑΛΛΟ. | |
1 | Εἴ τις ἄρ’ ἀνθρώπων μὴ πείθεται οἷα παρ’ ἡμῖν γίνεται, εἰς τήνδε γνώτω ἰδὼν ὑδρίαν· ἣν οὐχ ὡς ἀνάθημα θεοῦ καλόν, ἀλλ’ ἐπίδειγμα χειμῶνος μεγάλου θῆχ’ ἱερεὺς Στράτιος. | |
105(t) | ΑΛΛΟ. | |
1 | Νικίας με ἀνέθηκεν Ἀπόλλωνι, υἱὸς Θρασυμήδεος, ἔργων ὧν ὁ πατὴρ ἠργάσσατο τὴν δεκάτην σοι. | |
106(t) | ΑΛΛΟ. | |
1 | Ἐμπεδίωνος παῖδες Ἀθηναῖοι δύ’ ἐνίκων, Διοφάνης ἀγένειος [ἐν] Ἰσθμῷ παγκρατι[αστής, καὶ πρόγονος Στέφ[ανος]· ῥώμην δὲ χερῶν ἐπέδειξαν. | |
107(t) | ΑΛΛΟ. | |
1 | Εἰκόνα τήνδ’ ἀνέθηκεν [Ἀπή]μων πατρὸς ἑαυτοῦ ἀθανάτοισι θεοῖς, κοσμῶν ἱερὰν Σαλαμῖνα. | |
108(t) | ΑΛΛΟ. | |
1 | Οὔριον ἐκ πρύμνης τις ὁδηγητῆρα καλείτω Ζῆνα, κατὰ προτόνων ἱστίον ἐκπετάσας· εἴτ’ ἐπὶ Κυανέας δίνας δρόμος, ἔνθα Ποσειδῶν καμπύλον εἱλίσσει κῦμα παρὰ ψαμάθοις, | |
5 | εἴτε κατ’ Αἰγαίην πόντου πλάκα νόστον ἐρευνᾷ, νείσθω, τῷδε βαλὼν ψαιστὰ παρὰ ξοάνῳ. Ὧδε τὸν εὐάντητον ἀεὶ θεὸν Ἀντιπάτρου παῖς στῆσε Φίλων, ἀγαθῆς σύμβολον εὐπλοΐης. | |
109(t) | ΑΛΛΟ. | |
1 | Αἵδε ποτ’ Ἀσίδα γαῖαν ἐπόρθησαν πολύχρυσον, αἵδε καὶ Ἕλλασιν δουλοσύναν ἔπορον. Νῦν δὲ Διὸς ναῶ ποτὶ κίονας ὀρφανὰ κεῖται τὰς μεγαλαυχήτω σκῦλα Μακεδονίας. | 15 |
110(t) | ΑΛΛΟ. | |
1 | Ἡ μάλα δὴ ποθέουσα νέαν ἔτι Κυδίου ἥβην ἀσπὶς ἀριζήλου φωτός, ἄγαλμα Διί, ἇς διὰ δὴ πρώτας λαιόν ποτε πῆχυν ἔτεινεν, εὖτ’ ἐπὶ τὸν Γαλάταν ἤκμασε θοῦρος Ἄρης. | |
111(t) | ΑΛΛΟ. | |
1 | ....................... .................... Πεζοὶ δ’ ἱππῆές τε γέρας θέσαν, οὓς προέηκεν δᾶμος ὁ Βοιωτῶν τοῦδε μεθ’ ἁγεμόνος | |
5 | ῥυσομένους Ὀπόεντα, βαρὺν δ’ ἀπὸ δεσμὸν ἑλόντες φρουρᾶς Λοκροῖσι τεῦξαν ἐλευθερίαν. | |
112(t) | ΑΛΛΟ. | |
1 | Ἐσθ]λοῖς οὐ κενεὰ μόχθων [χ]άρις· ἔργα [δ]ὲ χειρ[ῶν] τᾶς γν]ώμας μύθων πολλὸν ἀφαυρότερα· οἷς καὶ] Ἀγεστράτου υἱὸς ἐν ἀστοῖσιν Ξενόφαντος καὶ] ξείνοις ἀρετᾶς ἄξια πόλλ’ ἔκαμε. | |
5 | Φ]αντὶ καὶ οἱ ταύταν νόστου χάριν εἰκόνα θέντες, τ]αῦτα καὶ εὐκλειῶν γράμματα πιερίδων. | |
113(t) | ΑΛΛΟ. | |
1 | Βαιὸν ὁδοιπορίης ἔτι λείπεται· ἀλλὰ πρὸς αἶπος τὴν ὀλίγην ἀνύσεις ἀτραπιτὸν διέπων χειρὸς ἀφ’ ἡμετέρης λαιῆς, ξένε· κἀμὲ προσείπας χαίρειν, εἰσστείχεις πρὸς φιλίου τέμενος | |
5 | ἥρωος Ἀντιγόνου. Μοῦσαι δέ σοι εἴ τι νέμουσιν ἐσθλὸν, ἀπάρχεσθαι δαίμοσιν ἐκ μελέτης· καὶ γὰρ ἀοιδοῖσιν θυμέλη καὶ σηκὸς ὑπ’ ἄγκει τῷ ἐπιγόνου κούρῳ ξυνὸς ὁμευνετίδος, καὶ δρόμος ἠιθέοισιν ἱδρύεται ἠδὲ παλαίστρη | |
10 | λουτρά τε καὶ ταρσῷ Πὰν ὁ μελιζόμενος. Ἀλλ’ ἀσινὴς ἔρχευ καὶ ἀπ’ Ἀρκαδίης τεμενουρὸν Ἑρμῆν οὐ μέμψει τρηχέος ἐκ Φενέου. | |
114(t) | ΚΑΛΛΙΜΑΧΟΥ. | |
1 | Κόγκος ἐγὼ, Ζεφυρῖτι, παλαίτερον· ἀλλὰ σὺ νῦν με, Κύπρι, Σεληναίης ἄνθεμα πρῶτον, ἔχεις ναυτίλον· ὃς πελάγεσσιν ἐπέπλεον, εἰ μὲν ἀῆται, τείνας οἰκείων λαῖφος ἀπὸ προτόνων, | 16 |
5 | εἰ δὲ Γαληναίη, λιπαρὴ θεός, οὖλος ἐρέσσων ποσσί νιν, ὡς ἔργῳ τοὔνομα συμφέρεται. Ἔκ τ’ ἔπεσον παρὰ θῖνας Ἰουλίδος, ὄφρα γένωμαι σοί τε περίσκεπτον παίγνιον, Ἀρσινόη, μηδ’ ἐμοὶ ἐν θαλάμῃσιν ἔθ’, ὡς πάρος (εἰμὶ γὰρ ἄπνους) | |
10 | τίκτηται νοτερῆς ὤεον Ἀλκυόνης. Κλεινίου ἀλλὰ θυγατρὶ δίδου χάριν· οἶδε γὰρ ἐσθλὰ ῥέζειν, καὶ Σμύρνης ἐστὶν ἀπ’ Αἰολίδος. | |
115(t) | ΗΔΥΛΟΥ. | |
1 | Ἡ διαπινομένη Καλλίστιον ἀνδράσι (θαῦμα, κοὐ ψευδὲς) νῆστις τρεῖς χόας ἐξέπιεν· ἧς τόδε σοί, Παφίη, ζωροῖς μέτροισι θυωθὲν κεῖται πορφυρέης Λέσβιον ἐξ ὑέλου· | |
5 | ἥν γε σάου πάντως, ὡς καὶ πάλι τῶν ἀπ’ ἐκείνης σοὶ τοῖχοι γλυκερῶν σῦλα φέρωσι πόθων. | |
116(t) | ΠΟΣΕΙΔΙΠΠΟΥ. | |
1 | Τοῦτο καὶ ἐν ποταμῷ καὶ ἐπὶ χθονὶ τῆς Φιλαδέλφου Κύπριδος ἱλάσκεσθ’ ἱερὸν Ἀρσινόης, ἣν ἀνακοιρανέουσαν ἐπὶ Ζεφυρηΐδος ἀκτῆς πρῶτος ὁ ναύαρχος θήκατο Καλλικράτης. | |
5 | Ἡ δέ τοι εὐπλοΐην δώσει, καὶ χείματι μέσσῳ τὸ πλατὺ λισσομένοις ἐκλιπανεῖ πέλαγος. | |
117(t) | ΦΑΛΑΙΚΟΥ. | |
1 | Χρυσωτὸν κροκόεντα περιζώσασα χιτῶνα τόνδε Διωνύσῳ δῶρον ἔδωκε Κλεώ, οὕνεκα συμποσίοισι μετέπρεπεν· ἶσα δὲ πίνειν οὔτις οἱ ἀνθρώπων ἤρισεν οὐδαμά πω. | 17 |
118(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Δεξιτερήν,] πα]ράγ]ω[ν κῆπον, ξ[ένε, τοῦτο χαράδρης ... χ]εῦμα λιπών, ἀτ[ραπὸν] ἐξανάβα. Εἰ δ’ ......... καὶ πατρὶ ἐπείγῃ ἱερά, τῆ[ς] λαίης βαῖνε [δι’] αἱμασιέων. | |
5 | Οὗτοι κ[α]ί μ’ ἐκάμοντο τὸν ἐν γονάτεσσι Πρίηπον ἔργα καὶ βωμοὺς συγγενέων ἐφορᾶν. | |
119(t) | ΕΡΑΤΟΣΘΕΝΟΥΣ. | |
1 | Εἰ κύβον ἐξ ὀλίγου διπλήσιον, ὦ ’γαθέ, τεύχειν φράζεαι, ἢ στερεὴν πᾶσαν ἐς ἄλλο φύσιν εὖ μεταμορφῶσαι, τόδε τοι πάρα, κἂν σύ γε μάνδρην, ἢ σιρόν, ἢ κοίλου φρείατος εὐρὺ κύτος, | |
5 | τῇδ’ ἀναμετρήσαιο, μέσας ὅτε τέρμασιν ἄκροις συνδρομάδας δισσῶν ἐντὸς ἕλῃς κανόνων. Μηδὲ σύ γ’ Ἀρχύτεω δυσμήχανα ἔργα κυλίνδρων, μηδὲ Μενεχμείους κωνοτομεῖν τριάδας δίζηαι· μηδ’ εἴ τι θεουδέος Εὐδόξοιο | |
10 | καμπύλον ἐν γραμμαῖς εἶδος ἀναγράφεται. Τοῖςδε σύ γ’ ἐν πινάκεσσι μεσογράφα μυρία τεύχοις ῥεῖά κεν, ἐκ παύρου πυθμένος ἀρχόμενος. Εὐαίων Πτολεμαῖε πατήρ, ὅτι παιδὶ συνηβῶν πάνθ’ ὅσα καὶ Μούσαις καὶ βασιλεῦσι φίλα | |
15 | αὐτὸς ἐδωρήσω· τὸ δ’ ἐς ὕστερον, οὐράνιε Ζεῦ, καὶ σκήπτρων ἐκ σῆς ἀντιάσειε χερός. Καὶ τὰ μὲν ὣς τελέοιτο· λέγοι δέ τις ἄνθεμα λεύσσων· Τοῦ Κυρηναίου τοῦτ’ Ἐρατοσθενέους. | |
120(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
n | Ἐπὶ τῇ Ἀράτου εἰκόνι χαλκῇ. | |
1 | Βουλαὶ μὲν καὶ ἄεθλα, καὶ ἁ περὶ Ἑλλάδος ἀλκὰ τοῦδ’ ἀνδρὸς στάλαις πλάθεται Ἡρακλέους· ἄμμες δ’ εἰκόν’, Ἄρατε, τεάν, νόστοιο τυχόντες, στάσαμεν ἀντ’ ἀρετᾶς ἠδὲ δικαιοσύνας | |
5 | σωτῆρος, σωτῆρσι θεοῖς, ὅτι πατρίδι τᾷ σᾷ δᾶμον ἴσον, θείαν τ’ ὤπασας εὐνομίαν. | |
121(t) | ΑΛΛΟ. | |
1 | Πατρὸς ἀριζήλοιο Πολυκρίτου υἷα σὺν ἵππῳ δέρκεο Βοιωτῶν ἀρχὸν ἀεθλοφόρων· δὶς γὰρ ἐνὶ πτολέμοις ἁγήσατο τὰν ἀσάλευτον νίκαν ἐκ πατέρων τηλόθεν ἀρνύμενος, | 18 |
5 | καὶ τρίτον ἱππήων· Ὀπόεντα δὲ πολλάκι τάνδε καὶ χερὶ καὶ βουλᾷ θῆκ’ ὀνομαστοτέραν, ἐν δ’ ἀρχαῖς ἀχάλινος ὑπ’ ἀργύρου ἔπλετο πάσαις, ἀστῶν εὐνομίας θέσμια παρθεμένων· τῷ καὶ ἀείμναστον Νικασιχόρῳ κλέος ἔσται, | |
10 | πίστις ἐπεὶ πάντων κοίρανος ἁγνοτάτα. | |
122(t) | ΑΛΛΟ. | |
1 | Ἀρχία υἱὸς ὅδ’ ἔστ’ Ἀλκαίνετος, ὃς δορὶ σώ[ζων πατρίδος ἀκρόπολιν τέρμ’ ἔλαβεν βιότου. | |
123(t) | ΑΛΛΟ. | |
1 | Ἀντιπάτροιο θύγατρα νέην ἔτι Καλλικλείαν Λίνδος ἀνέστασεν πρεσβυτάτα πολίων, μάμμης ἠυκόμοιο χαριζομένη γεράε[σσιν ἥ ποτε καὶ χρυσῆν εἰκόνα θῆκε Κόρη[ς. | |
124(t) | ΑΛΛΟ. | |
1 | Εὐρυδίκη Ἱεραπολιῆτις τόνδ’ ἀνέθηκε Μούσαις, εὔιστον ψυχῇ ἑλοῦσα πόθον. Γράμματα γὰρ, μνημεῖα λόγων, μήτηρ γεγαυῖα παίδων ἡβώντων, ἐξεπόνησε μαθεῖν. | |
125(t) | ΑΛΛΟ. | |
1 | Χαῖρέ] μοι, κάλλιστε καλῶν ἠιθέων Πολύστρατε, ἀλκίμ]ῳ μάλιστα πάντων Ἡρακλεῖ τετιμένε, ὃς πάλαι] δάμης ὑπ’ αἰχμῆς θουρίων Μολινιδᾶν, πυκνὸν] Ἀλκίδῃ κορύσσων οὐλαμὸν παραστάτης, | |
5 | ἔγχος ὀξ]ύνας σιδήρῳ τὸ πρὶν ἐστομωμένον. Ἀλλ’ ἔθνησκες· ἐκ δ’] ἄρ’ ὄσσων οὐ πάρος δεδευμένων Ἡρακλεῖ κατῆλ]θε δάκρυ καὶ γοηρὸν ἴαχεν, χαλκέῳ χαίτην δ’ ἄπλ]εκτον ἐσκύθιξε φασγάνῳ ..... | |
126(t) | ΑΛΛΟ. | |
n | Σωκρά]της (?) Σωκράτους Θορίκιος. | |
1 | Οὐ δοῖεν σεμνᾶς ἂν ἀπὸ φρενὸς ἄξια Μοισᾶν δῶρά σοι Ὠγυγίων υἷες Ἐριχθονιδᾶν· τοὔνεκά] σοι τέχνας ἔδοσαν τέρας· αἱ γὰρ Ἀθ[ᾶναι | |
σπεύδουσιν] τοιῷδ’ ἀνδρὶ τεκεῖν χάριτα. | 19 | |
127(t) | ΑΛΛΟ. | |
1 | Χερσί τε καὶ [τέχνα]ις ἔργων τόλμαις τε δικαίαις, θρεψαμένη τέκνων γε[νεά]ν, ἀνέθηκε Μέλιννα σοὶ τήνδε μνήμην, θεὰ Ἐργάνη, ὧν ἐπόνησεν, μοῖραν ἀπαρξαμένη κτεάνων, τιμῶσα χάριν σήν. | |
128(t) | ΑΛΛΟ. | |
1 | Ἐπὶ νεοπολιτᾶν προστατᾶν ἀφικόμαν Ἑρμᾶς Ἀφροδίτᾳ πάρεδρος· ἀλλὰ χαίρετε. Οἵτινες δ’ οἱ προστάται, γραφὴ παροῦσα σημανεῖ· Τιμοκλείδας, Κριταγόρας, Ἀριστάγαθος, Σιλεωνίας, | |
5 | Τιμοτέλης, Πάννικος, Εὐκλῆς, Κρέων, Φίλων, Ἀρχέστρατος, Ἀγαθόδωρος, Ξενόκριτος, Τελέσων, Πολιάνθης, Σωσικλῆς. | |
129(t) | ΑΡΙΣΤΟΚΡΕΟΝΤΟΣ. | |
1 | Τόνδε νέον Χρύσιππον Ἀριστοκρέων ἀνέθηκε, τῶν Ἀκαδημιακῶν στραγγαλίδων κοπίδα. | |
130(t) | ΑΔΕΣΠΟΤΟΝ | |
1 | Ζηνὸς ἰὼ κραιπναῖσι γεγαθότες ἱπποσύναισι, κοῦροι ἰὼ Σπάρτας Τυνδαρίδαι βασιλεῖς, Αἰνεάδας Τίτος ὔμμιν ὑπέρτατον ὤπασε δῶρον, Ἑλλήνων τεύξας παισὶν ἐλευθερίαν. | |
131(t) | ΑΛΛΟ. | |
1 | Τόνδε σοι ἀμβροσίοισιν ἐπὶ πλοκάμοισιν ἔθηκε κεῖσθαι, Λατοΐδα, χρυσοφαῆ στέφανον, ὃν πόρεν, Αἰνεαδᾶν ταγὸς μέγας· ἀλλ’ Ἑκάεργε, ἀλκᾶς τῷ θείῳ κῦδος ὄπαζε Τίτῳ. | |
132(t) | ΑΛΛΟ. | |
1 | Νόσσος Μυρμιδόνος κούραν Διὸς ἄνθετο παῖδα Ἄρτεμιν εὐόλβῳ τῷδε παρὰ προπύλῳ, Φοίβῳ Ἀγυεῖ τάνδε νέμων χάριν, οὗ περὶ κρατὶ | |
δάφνας εὐσάμους κλῶνας ἀναστρέφεται, | 20 | |
5 | ἄλλας τοι τιμὰς] ἐπιθήσων, Φοῖβ’ ἐπὶ τῷδε, ὡς ἄ[ρα] τᾷ μεγάλᾳ [τέρψῃ] ἐπ’ εὐσεβίᾳ. | |
133(t) | ΑΛΛΟ. | |
1 | Τεῦξεν Ἀριστομένης Μεσσάνιος Ἀγία υἱός. | |
134(t) | ΟΝΕΣΤΟΥ. | |
n | Ὠρανία. | |
1 | Ἀστέρας ἠρεύνησα σοφῇ φρενὶ πατρί τ’ ἐοικὸς οὔνομ’ ἔχω· λέγομαι δ’ ἡ Διὸς Οὐρανίη. | |
135(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n1 | Πολύμνια. | |
n2 | Θεί | |
1 | Ἡ Ζηνὸς Διὶ τόνδε Πολύμνια νέκταρος ἀτμὸν πέμπω, τὴν ὁσίην πατρὶ τίνουσα χάριν. | |
136(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n1 | Θάλεια. | |
n2 | σπι | |
1 | Θάλει’ ἐπ’ εἰρήνης σοφίη ..... γαῖα πᾶσα· εἰρήνῃ λοιβὰς τάσδε Θάλεια χέω. | |
137(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
n1 | Τερψιχόρα. | |
n2 | δες | |
1 | Κ]ισσὸς Τερψιχόρῃ, Βρομίῳ δὲ πρέψεν ὁ λωτός, τῇ μὲν ἵν’ ἔνθεος ᾖ, τῷ δ’ ἵνα τερπνότερος. | |
138(t) | ΑΔΗΛΟΝ. | |
1 | Αὕτη Μνημοσύνη, Διὸς εὐνέτις, ἣ τέκε Μούσας. | |
139(t) | ΑΛΛΟ. | |
1 | Θεῖον Ἀλέξανδρον, τὸν ὁμώνυμον, ἄλσεϊ μέσσῳ ὁ γνώριμός μ’ ἔστησε τὸν διδάσκαλον. | |
140(t) | ΑΛΛΟ. | |
1 | Ὦ μάκαρ, ὦ Φιλέταιρε, σὺ καὶ θείοισιν ἀοιδοῖς καὶ πλάστῃσιν, ἄναξ, εὐπαλάμοισι μέλεις, οἳ τὸ σὸν ἐξενέπουσι μέγα κράτος, οἱ μὲν ἐν ὕμνοις, οἱ δὲ χερῶν τεχνὰς δεικνύμενοι σφετέρων, | |
5 | ὥς ποτε δυσπολέμοις Γαλάταις θοὸν Ἄρεα μίξας ἤλασας οἰκείων πολλὸν ὑπέρθεν ὅρων, ὧν ἕνεκεν τάδε σοι Νικηράτου ἔκκριτα ἔργα Σωσικράτης Δήλῳ θῆκεν ἐν ἀμφιρύτῃ, μνῆμα καὶ ἐσσομένοισιν ἀοίδιμον· οὐδέ κεν αὐτὸς | |
10 | Ἥφαιστος τέχνην τῶνγε ὀνόσαιτ’ ἐσιδών. | |
141(t) | ΑΛΛΟ. | |
1 | Τοῦτο Λυκόρτα παιδὶ πόλις περικαλλὲς ἄγαλμα | |
ἀντὶ καλῶν ἔργων εἵσατο Πουλυβίῳ. | 21 | |
142(t) | ΑΛΛΟ. | |
1 | Παλλὰς Ἐρεχθειδᾶν ἀρχαγ[έτι, σὸ]ν κατὰ ναὸν ἅδε το[ι ἱ]δρύθη φιλτέρα Ἡρ[ακλέ]ους, Βουταδέων ἐτύμων ἐξ αἵμ[ατος], ἇς [γ]ενέτωρ μὲν ταγὸς ἔφυ στρατιᾶς πεντάκι Παυσίμαχος, | |
5 | τοὶ πρόγονοι δ’ ἄνθησαν ἐν Αἰγείδαισι Λυκοῦργος χὠ χθονὶ τιμάεις Ἀτθίδι Διογένης, ὧν τῷ μὲν ῥήτωρ λόγος ἅνδανεν, τοῦ δὲ δι’ ἔργα ἔδρακεν ἀρχαίαν πατρὶς ἐλευθερίαν. | |
143(t) | ΑΛΛΟ. | |
1 | Εἴ τι πάθος μερόπων γεραὸς νόος εὗρ’ ἐνὶ τέχνᾳ φαμὶ σέ νυν κατιδεῖν εὐξυνέτοις πραπίσι, κρίναντ’ ἰητρῶν σοφὰ δόγματα καὶ τὸ περισσὸν ἐκ βύβλων ψυχῆς ὄμματι δρεψάμενον, | |
5 | Εὐϊάδος τ’, Ἀργαῖε, πορεῖν γάνος ἁμερίοισιν οἴνας, γυιοπαγεῖς ῥυόμενον καμάτους· ἀνθ’ ὧν σοῦ τέχνας ἐρατὸν κλέος οὔποτ’ ὀλεῖται, λαμπρότερον δ’ ἄστρων ἔσσεται οὐρανίων. | |
144(t) | ΑΛΛΟ. | |
1 | Εἰκόνα σου, Πολύκλεις, ἀνὰ παστάδα τάνδε πολῖται θῆκαν· ὁ μυριέτης δ’ οὐ μαρανεῖ σε χρόνος· ἐν βουλαῖς μὲν ἄριστον, ἀγῶσι δὲ τοῖς περὶ πάτρας ἄλκιμον, ἐν δὲ βίῳ σώφρονα δερκόμενοι. | |
145(t) | ΑΛΛΟ. | |
1 | Εἷς δρόμος, εἷς στέφανος· νίκης κρίσις ἀμφοτέροισιν ἔλλαχεν ἰσοταχής· οὔνομα δ’ Ἱππόλυτος. Ταῦτα δὲ κηρύσσοντος ἀκούσας Εὔαγρος ἡμῶν στῆσεν ἀγωνοθέτης εἰκόνας ἀμφοτέρων. | |
146(t) | ΑΛΛΟ. | |
1 | Εὐσεβέσιν κλήροις, Ποσιδώνιε, τρίς σε λαχόντα δέρκομαι, ἐν Διδύμοις στέμμασιν ἀθανάτοις, τοῖον ὃν Ἀπόλλων σε προφήτην ἠσπάσατ’ αὐτός, λῆμμα, κρίσιν μητρός τ’ εὐσεβίην δικάσας· | |
5 | οὗ κλέος οὐδ’ αἰὼν ἐπιλήσεται· ἄνδρα γὰρ εἶδεν | |
τῶν πρὶν λειτουργῶν οὐδενὶ λειπόμενον. | 22 | |
147(t) | ΑΛΛΟ. | |
1 | Σοῦ λάμπει μὲν δόξα, καλοῖς δ’ ἐσθλὰν χάριν ἔργοις ὤπασεν ἁ κλεινὰ πρεσβυτέρων ξύνοδος, εἰκόν’ ἀναστήσασα σέθεν, μορφᾶς τύπον ἔμπνου, καί ς’ ἐν Ὁμηρείῳ γυμνασίῳ θεμένα, | |
5 | πᾶσιν δ’ ἔγν]ωσεν Θεογείτονος υἷα Μεγακλέα, ἀνδριάν]τα καλὸν δεῖγμ’ ἀρετᾶς θεμένα. | |
148(t) | ΑΛΛΟ. | |
1 | Πρῶτος ἐγὼ Τρώων Πισάτιδος ἔρνει ἐλαίας στεφθεὶς καρύχθην, τοὔνομ’ Ἀκεστορίδης. Καὶ μὰν καὶ Λουσοί με κατέστεφον ἠδ’ Ἐπίδαυρος καὶ Φενεὸς Νεμέα τ’ ἴαχεν ἀθλοφόρον· | |
5 | ἦ ῥα τόθ’ Ἑρμοκρέοντος ἐς υἱέα λείπετο πώλων αἷμα παλαιγενέων κραιπνοῦ Ἐριχθονίου. | |
149(t) | ΑΛΛΟ. | |
1 | Λαμπάδα νικήσας σὺν ἐφήβοις τήνδ’ ἀνέθηκα Εὐτυχίδης, παῖς ὢν Εὐτυχίδου Ἀσθμονεύς. | |
150(t) | ΑΛΛΟ. | |
1 | Διφίλου Ἀνθεμίων τόνδ’ ἵππον θεοῖς ἀνέθηκεν. θητικοῦ ἀντὶ τέλους ἱππάδ’ ἀμειψάμενος. | |
151(t) | ΑΛΛΟ. | |
1 | Ἀμφότερ’, ὠρχεύμην τε καὶ ἐν Μώσαις ἐδίδασκον ἄνδρας· ὁδ’ αὐλητὰς ἦν Ἄνακος Φιαλεύς. Εἰμὶ δὲ Βακχείδας Σικυώνιος· ἦ ῥα θεοῖσιν τᾷ Σικυῶνι καλὸν τοῦτ’ ἀνέκειτο γέρας. | |
152(t) | ΑΛΛΟ. | |
a1 | Ἀσπ]ίδα καὶ Νίκην Παλλὰς χερὶ θ[ῆκ]α γελῶσα· | |
a2 | ἄλ[λων οὐ χρῄζω πρὸς Κύπριν ἐρχομένη· | |
b1 | Κεκρο]πίδης μ’ ἀνέθηκε πάτρης ἄπο πατρίδ’ ἐς ἄλλην | |
b2 | Ἑρ]μόδοτος Παφίοις Φειδιακὴν χάριτα. | |
153(t) | ΚΟΡΝΗΛΙΟΥ ΣΥΛΛΑ. | |
1 | Τόνδε σοι αὐτοκράτωρ Σύλλας ἀνέθηκ’, Ἀφροδίτη, ὥς ς’ εἶδον κατ’ ὄνειρον ἀνὰ στρατιὴν διέπουσαν, τεύχεσι τοῖς Ἄρεος μαρναμένην ἔνοπλον. | 23 |
154(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Ὑπέρτατε κ]ο[ίραν[ε κό[σ]μου καὶ χθον[ός, Σάραπι, ὀχοῦσά τε κρατὶ σελήνην ἀμφίκυρτο[ν, Ἴσι, ὑμῖν τάδε καίρια τέχνης χαλκὸν εἲς καμούσης ἱδρύσατο τῆς Θεοπείθους εἰκόνος τύπωμα | |
5 | Ἐνυαλίου κατ’ ἔνοπλον σχῆμα Μητρόδωρος, νέοισι τὸν ἄρσενα τέκνου θ[υμ]ὸν ἐκκαλύπτων ὃν ἔσχε δὶς ἐννέα πλήθων [τ]οὺς ἐτῶν ἀριθμοὺς πάτρας ὕπερ εἰς φονόεσσαν δηίων φάλαγγα. | |
155(1t) | ΑΔΗΛΟΝ. | |
1 | Νείλου περάσας καρποφόρον μέγαν πόρον Δημήτριος ἥκω πρὸς μεγάλην Ἴσιν θεάν, μνείαν ἐπ’ ἀγαθῷ τῶν γονέων ποιούμενος καὶ τῶν ἀδελφῶν καὶ φίλων μου κατ’ ὄνομα. | |
156(1t) | ΑΛΛΟ. | |
1 | Εὔοδε Πάν, σοὶ τόνδε πάϊς Γλαύκου πόρε κόσμον Ζηνόδοτος σωθεὶς γῆς ἀπὸ τῆς Ἀράβων. | |
157(1t) | ΑΛΛΟ. | |
1 | Ξεῖνον τιμήσαντες, ὁδοιπόροι, ἥρωα τόνδε εὔοδον, εἶτ’ αὐτοὶ στείχετε σωζόμενοι. Φείδων Ἀμβρύωνος ὁ Κρὴς ἀνέθηκε τὸ γράμμα καὶ τιμάς, ἥρως, ᾧ δίδου εὐτυχίαν. | |
158(1t) | ΑΛΛΟ. | |
1 | Ἔστησεν Βρομίῳ Διοκλῆν [Τιμ]οστ[ρά]το[υ υἱὸν ἐν]θά[δε] τεχνιτῶν μουσοπόλων σύνοδος. | |
159(1t) | ΚΑΤΙΛΙΟΥ. | |
1 | Καίσαρι ποντομέδοντι καὶ ἀπείρων κρατέοντι Ζανί, τῷ ἐκ Ζανὸς πατρός, Ἐλευθερίῳ, δεσπότᾳ Εὐρώπας τε καὶ τῆς Ἀσίδος, ἄστρῳ ἁπάσας Ἑλλάδος, ὃς σωτὴρ Ζεὺς ἀνέτειλε μέγας, | |
5 | Ἴσιδος ἐν νάσῳ Κατίλιος ἁγνὸν ἔθηκε γράμμ’ ἀπ’ Ἀλεξάνδρου δεῦρο μολὼν πόλιος, καὶ μέγαν ἐκ μεγάλων Τουρράνιον, ἄνδρα δίκαιον, Αἰγύπτω πάσας φέρτατον ἁγεμόνα, στάλᾳ ἐνεστάλωσεν, ἵν’ εἰς τόδε νάσω ἔδεσθλον | |
10 | πᾶς ὁ μολὼν ὑμνῇ τὸν χθονὸς ὀλβοδόταν· τᾷδε Φίλαι φωνεῦντι· καλὸν πέρας Αἰγύπτοιο ἐμμὶ καὶ Αἰθιόπων γᾶς ὅριον νεάτας. | |
160(1t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | ΚΑ Κἀμὲ τὸν εὐτέχνου φωτὸς στίχον, ὦ φίλε, βῆμα ΤΙ τίμιον ἀμπαύσας ἔκμαθε καὶ χάρισαι ΛΙ λιταῖς ἱστορίαις λιτὸν πόνον, οἷα πέπαιγμαι ΟΥ οὐδένα μηνύων, οὗπερ ἔφυν γενέτου. | 24 |
5 | ΤΟΥ Τοῦ δὲ καλοῦ πλώσας, φησί, ξένε, χεύματα Νείλου ΚΑΙ καιρὸν ἔχω φωνεῖν· χαίρετε πολλὰ, Φίλαι. ΝΙ Νικῶμαι πέτραις τε καὶ οὔρεσιν, ὦ καταράκται· ΚΑ κἀγὼ ἔχω τεύχειν ἱστορικὴν σελίδα ΝΟ νοστήσας καὶ ἰδὼν Νικάνορα καὶ γένος, ἄλλο | |
10 | ΡΟΣ ρος κατάλοιπον ἔχω· τοῦτο γάρ ἐστι τέλος. | |
161(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | ........... καὶ Φίλαι .......... κατὰ ψ[υχὰν χάριν· Νείλου δ’ ἐ]πε[λ]θὼν ἀμβολὰς Κατίλιος σοφὸν λαβὼ]ν γραφεῖον εἰς μνάμαν τόδε | |
5 | μναμεῖον] ἁγνὸν ἐνεκόλαψ’ ἐν ἱαρῷ, ἐμοῖς προσώ]ποις τὰς καλὰς δρακὼν Φίλας. Τὸ σεμνὸν εἴ] τῳ μὴ συνέζευκται, ξένε, μισητὸς ἀ]στ[οῖς ἐσ]τ’, ἀ[νιη]ρὸς θεοῖς· ὁ δ’ εὐσεβὴς ὢν] οὐδὲ κάρφος ἐβλάβη, | |
10 | ................... φίλος βροτοῖσι] καὶ θεοῖς τ[ιμ]ωμένος· Ἑρμῆς δὲ τ]ό[νδε] καὶ κα[λὴ] σώζοι Κύπρις. | |
162(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Ἤλθομεν Αἰγύπτοιο πέρας, περικαλλέα νῆσον, Ἴσιδος Ἰναχίης γαῖαν ἐποψόμενοι καὶ Νείλου βαθὺ χεῦμα, ὃς Αἴγυπτον πολύολβον αἰὲν ἔτος σώζει Καίσαρος εὐτυχίαις. | |
5 | Χαῖρε, ἄνασσα Φιλῶν· χαίροις θ’ ἅμα καὶ σύ, Σάραπι, γαῖαν ἐναντιπέρα ναίων, Ἄβατον πολύσεμνον, καὶ πέμψαις σώους ἐς Κρόνου ἐμπόριον. | |
163(t) | ΑΛΛΟ. | |
1 | Νῆσον ἔς, Αἰγύπτοιο πέρας, περικαλλέα, σεμνήν, Ἴσιδος, Αἰθιόπων πρόσθεν, ἀφιξάμενοι, εἴδομεν ἐν Νείλῳ ποταμῷ νέας ὠκυπορούσας ἀξιθέους αἳ ναοὺς ἤγαγον Αἰθιόπων | |
5 | γαῖαν ἐς ἡμετέρην πυρηφόρον, ἀξιθέωρον, ἣν πάντες βροτοὶ ἄνδρες ἐπὶ χθονὶ σεμνύνυσιν | |
164(t) | ΑΛΛΟ. | |
1 | Φθέγξαο, Λατοίδα· σὸν γὰρ μέρος ὧδε κάθηται Μέμνων, ἀκτῖσιν βαλλόμενος πυρίναις. | |
165(t) | ΚΕΛΣΟΥ. | |
1 | Ἴσιδι καρποτόκῳ Κέλσος τόδε γράμμ’ ἀνέθηκα μνησθεὶς ἧς ἀλόχου καὶ τεκέων φιλίων, καὶ πάτρης γλυκερῆς Πτολεμαΐδος, ἣν ἐπόλισσεν Σωτὴρ Ἑλλήνων Νιλογενὲς τέμενος. | 25 |
166(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Ἰούνιος ἔνθα Σαβῖνος ἔχων ἱ[ππ]αΐδα πόρπαν ἷκτο Συηναίας ἑσμὸν ἄγων στρατιᾶς, ἃ πανεορτεύουσαν ἑοῖς ἐγάνωσεν ἰάκχοις Ἶσιν τὰν σώζειν κόσμον ἐπισταμέναν ..... | |
5 | αὐτὰ δ’ Ἴσις ἐθαυμασάμην ......... ... ἱππεί]ας ἧκεν ἔχων ἀγέλας, οὗτος γὰρ κατὰ μ[ῶλον ἕεις τότε καὶ [π]άρος ἀνὴρ ....... καὶ στέφος ἁρμόσατο. | |
167(t) | ΑΣΚΛΗΠΙΟΔΟΤΟΥ. | |
1 | Ζώειν, εἰναλίη Θέτι, Μέμνονα, καὶ μέγα φωνεῖν μάνθανε, μητρῴῃ λαμπάδι θαλπόμενον, Αἰγύπτου Λιβυκῇσιν ὑπ’ ὀφρύσιν, ὧν ἀποτάμνει καλλίπυλον Θήβην Νεῖλος ἐλαυνόμενος, | |
5 | τὸν δὲ μάχης ἀκόρητον Ἀχιλλέα, μήτ’ ἐνὶ Τρώων φθέγγεσθαι πεδίῳ, μήτ’ ἐνὶ Θεσσαλίῃ. | |
168(t) | ΑΛΛΟ. | |
1 | Ἁ νίκα πύκταισι δι’ αἵματος· ἀλλ’ ἔτι θερμὸν πνεῦμα φέρων σκληρᾶς παῖς ἀπὸ πυγμαχίας ἔστα παγκρατίου βαρὺν ἐς πόνον· ἁ μία δ’ ἀὼς δὶς Δωροκλείδαν εἶδεν ἀεθλοφόρον. | |
169(t) | ΑΛΛΟ. | |
a1 | Π(όπλιος) Κορνήλιος, Εἰρηναίου υἱὸς, Ἀρίστων Ἐφήσιος, | |
a2 | παῖς παγκρατιαστὴς, νικήσας Ὀλυμπιάδι σξʹ, Διὶ Ὀλυμπίῳ. | |
b1 | Οὗτος, ὁ παιδὸς ἀκμὴν ἀνδρὸς δ’ ἐπικείμενος ἀλκή[ν, | |
b2 | οὗτος, ἐφ’ οὗ τὸ καλὸν καὶ σθεναρὸν βλέπεται, | |
b3 | τίς, πόθεν εἶ, τίνος, εἰπέ, τίνων ἐπινείκια μόχθων | |
b4 | αὐχήσας ἔστης Ζηνὸς ὑπὸ προδόμοις; | |
b5 | —Εἰρήναιος ἐμοὶ γενέτης, ξένε, τοὔνομ’ Ἀρίστων, | |
b6 | πατρὶς Ἰωνογενὴς ἀμφοτέρων Ἔφεσος· | |
b7 | ἐστέφθην ἀνέφεδρος Ὀλύμπια παγκρατίῳ παῖς, | |
b8 | τ[ρ]ισσὰ κατ’ ἀντιπάλων ἆθλα κονισάμενος. | |
c1 | Ἀσίδι μὲν πάσ[ῃ] κηρύσσομαι, εἰμὶ δ’ Ἀρίστων | |
c2 | κεῖνος, ὁ παγκρατίῳ στεψάμενος κότινον, | |
c3 | Ἑλλὰς ὃν εἶπε τέλειον, ὅτ’ εἶδέ με παιδὸς ἐν ἀκμῇ | |
c4 | τὴν ἀνδρῶν ἀρετὴν χερσὶν ἐνεγκάμενον· | |
c5 | οὐ γὰρ ἐν εὐτυχίῃ κλήρου στέφος, ἀλλ’ ἐφεδρείης | |
c6 | χωρὶς, ἀπ’ Ἀλφειοῦ καὶ Διὸς ἠσπασάμην· | |
c7 | ἑπτὰ γὰρ ἐκ παίδων παλάμας μόνος οὐκ ἀνέπαυσα, | |
c8 | ζευγνύμενος δ’ αἰεὶ πάντας ἀπεστεφάνουν· | 26 |
c9 | τοίγαρ κυδαίνω γενέτην ἐμὸν Εἰρήναιον | |
c10 | καὶ πάτρην Ἔφεσον στέμμασιν ἀθανάτοις. | |
170(t) | ΑΛΛΟ. | |
1 | Ἦλθον δὲ καὶ ἐγὼ πρὸς σέ, Πᾶν, Θηβῶν [ἄπο Ἀθηνίωνος ἔκγονος Ποσείδη[ος. | |
171(t) | ΑΛΛΟ. | |
1 | Τᾶς με[λέ]τας ἄνθημα διάκτορον ἔνθα με κεδνοὶ θ[έντ]ο παλαι[σ]τριτᾶν ἠιθέων φ[ύ]λα[κ]α, ἔργμ]ασιν εὐτάκτοισι μεμαλό[τε]ς ἄκρον ἔφηβοι καὶ φιλί[αι] Χαρίτων τε ἄμμιγ’ ὁμοφροσύναι, | |
5 | τοὶ περὶ γυμνασίαρχον ἀεὶ μεδέοντα Φίλισκον σ[ω]φροσύνα[ς], Σῖμον [τ’ ἔ]γγ[ονο]ν Ἀρχαγόρου, οὕνεκ’ ἐ[γὼ πι]νυτ[ᾶ]τα καὶ ἀγλαὸν ἤθεσι κόσμον δῶ[κ]α καὶ ἐκ μώμου πάντοθεν εἰρυσάμην. | |
172(t) | ΑΛΛΟ. | |
1 | Δόξαν συν[εφή]βοις. χρηστότητος εἵνεκεν Κάλλιπ[π]ος Ἀντιφῶν τε [τὸν κο]σμήτορα. | |
173(t) | ΑΛΛΟ. | |
1 | Τόνδε ἀπὸ δᾳδούχων ἱερῆς μητρός τε γεγῶτα, ἣ τελετὰς ἀνέφαινε θεοῖν παρ’ ἀνάκτορα Δηοῦς, Αἴλιον Ἀπολλώνιον, κλεινὸν κοσμήτορα παίδων, στῆσεν ὁμώνυμος υἱός, ὃς ἄρχων ἦεν ἐφήβων. | |
174(t) | ΑΛΛΟ. | |
1 | Ἱππέα Ῥωμαίων τὸν ἐν ἠιθέοισιν ἔφηβον, Κήρυκος Ζήνωνος ἀφ’ αἵματος υἱέος υἱόν, Ζήνωνος Ζήνωνα, κλυτῶν προγόνων κλυτὸν ἔρνος, πατρὸς καὶ μητρὸς Στρατόλας παραμύθιον εἶναι. | |
175(t) | ΑΛΛΟ. | |
1 | Φουνισουλανὸς ἐνθαδὶ Χαρίσιος στρατηγὸς Ἑρμώνθιός τε καὶ Λάτων πάτρης, ἄγων δάμαρτα Φουλβίαν ἀνήλυθεν σοῦ, Μέμνον, ἠχήσαντος ἕν[εκ’, ἐπεὶ] μήτηρ | |
5 | ἡ σὴ χυθεῖσα σὸν δέμας ἀ[μφ’ Ἠὼς σ]τέφει· θύσας τε καὶ σπείσας τε κα[ὶ κλύων σαφ]ῶς τοῦτ’ αὐτὸς ἠύτησεν εἰς σεῖο κλ[έος· Λάλον μὲν Ἀργὼ παῖς ἐὼν ἐ[γὼ ’μάθον, λάλον δὲ φηγὸν τὴν Διὸς [Πελασγι]κοῦ, | |
10 | σὲ δ’ αὐτὸν ὄσσοις μοῦνον ἐδρά[κη]ν [ἐμοῖς, ὡς αὐτὸς ἠχεῖς καὶ βοήν τιν’ [ἐκχέεις. Τοῦτον δέ σοι χάραξε τὸν στίχων [χόρον, | |
ὅς’ εἶπες αὐτῷ, φίλτατος, τε[λῶν πάλιν. | 27 | |
176(t) | ΑΛΛΟ. | |
1 | Εὐφράτης πάϊς ἦλθον, ἔθ’ αἱ πλοκαμῖδες ἐπῆσαν· ἑξάκι νικήσας πατρίδ’ ἐπη[υ]κλείσα. | |
177(t) | ΙΟΥΛΙΑΣ ΒΑΛΒΙΛΛΗΣ. | |
1 | Μέμνονα πυνθανόμαν Αἰγύπτιον ἁλίω αὔγᾳ αἰθόμενον φωνῆν Θηβαϊκῶ ’πὺ λίθω· Ἀδριανὸν δ’ ἐσιδὼν τὸν παμβασιλῆα πρὶν αὔγας ἀελίω, Χαίρην εἶπέ ϝοι, ὡς δυνοτόν. | |
5 | Τιτὰν δ’ ὅττ’ ἐλάων λευκοῖσι δι’ αἰθέρος ἵπποις ἐν] σκίᾳ ὡράων δεύτερον ἦχε μέτρον, ὡς χαλκοῖο τυπέντος ἴη Μέμνων πάλιν αὐδὰν ὀξύτονον χαίρων, καὶ τρίτον ἆχον ἴη. Κοίρανος Ἀδριανὸς χάρε, δὶς δ’ ἀσπάσσατο καὖτος | |
10 | Μέμνονα· καὶ Βαλβίλλα κάμε ϝοισι πόνοις γρόππατα σαμαίνοντά τ’ ὄς’ εὔϝιδε κὤσς’ ἐσάκουσε· δᾶλον παῖσι δ’ ἔγεντ’ ὤς ϝε φίλεισι θέοι. | |
178(t) | ΤΗΣ ΑΥΤΗΣ. | |
1 | Ἔκλυον αὐδήσαντος ἐγὼ ’πὺ λίθω Βάλβιλλα φωνὰς τᾶς θείας Μέμνονος ἢ Φαμένωθ. Ἦνθον ὔμοι δ’ ἐρατᾷ βασιληΐδι τῇδε Σαβίννᾳ· ὥρας δὲ πρώτας ἅλιος ἦχε δρόμου. | |
5 | Κοιράνω Ἀδριάνω πέμπτῳ δεκότῳ τ’ ἐνιαυτῷ. φῶτα δ’ ἔχεσκεν Ἄθυρ εἴκοσι καὶ πέσυρα εἰκόστῳ πέμπτῳ δ’ ἄματι μηνὸς Ἄθυρ. | |
179(t) | ΤΗΣ ΑΥΤΗΣ. | |
1 | Χθίσδον μὰν [κλύομες τῷ] Μέμνονος [ἀντιάσαντες, ὂς πάλιν ἀλλοτρίως λᾶξεν ἄναυδος [ἔων· πρήσθη γὰρ σέπτα μόρφα βασιληΐδος, αἰ μὴ ἐλθοίσᾳ γ’ αὔτᾳ θήϊον ἆχον ἴῃ. | |
5 | Μὴ καί τοι βασίλευς κοτέσῃ, ὄ νυ δᾶρον ἀνία τὰν σέμναν κατέχει κουριδίαν ἄλοχον. Χὠ Μέμνων τρέσσαις μεγάλως μένος ἐκ βασι[λήων ἐξαπίνας αὔδας· ἂ δ’ ὀίοις’ ἐχάρη. | |
180(t) | ΤΗΣ ΑΥΤΗΣ. | |
1 | Χαῖρε, καὶ αὐδάσαις πρόφρων ἔμε ....., τὰν................. γλῶσσαν μέν τοι τ............. Καμβύσαις ἄθεος ........... | |
5 | δῶκέν τοι ποίναν τῷ σῷ οἰκτ[ίρματος ἠδ’ ἇς τόλμας, ἇς Ἆπιν ......... ἀλλ’ ἔγω οὐ δοκίμωμι σέθεν τό ...... ψύχαν δ’ ἀθανάταν ......... Εὐσέβεες γὰρ ἐμοὶ γένεται σέ ..... | |
10 | Βάλβιλλός τε σόφος κἀντίοχος ..... Βάλβιλλος γένετ’ ἐκ μᾶτρος βασιλήιδος Ἄκ[μας, τῶ πάτερος δὲ πάτηρ Ἀντίοχος βασίλευς· κήνων ἐκ γενέας κἄγωλόχον αἷμα τὸ κᾶλον, | |
Βαλβίλλας δ’ ἔμεθεν γρόπτα τόδ’ εὐσέβ[εος, | 28 | |
181(t) | ΤΗΣ ΑΥΤΗΣ(?) | |
1 | Αὐτὸς καὶ γεραρῶ, Μέμνον, πάϊ Τιθωνοῖο, Θηβάας θάσσων ἄντα Διὸς πόλιος ἢ Ἀμένωθ, βασίλευ Αἰγύπτιε, τὼς ἐνέποισιν ἵρηες μύθων τῶν παλάων ἴδριες. | |
4 | ............ | |
182(t) | ΓΕΜΕΛΛΟΥ. | |
1 | Θῆκέ σε φωνήεντα θεὰ ῥοδοδάκτυλος Ἠώς, σὴ μήτηρ, κλυτὲ Μέμνον· ἐελδομένῳ μοι ἀκοῦσαι σῆς φωνῆς· λυκάβαντι περικλυτοῦ Ἀντωνίνου δωδεκάτῳ καὶ μηνὶ Παχὼν τρισκαίδεκ’ ἔχοντι | |
5 | ἤματα δίς, δαῖμον, τεῦ ἐσέκλυον αὐδήσαντος, ἠελίου λίμνης περικαλλέα ῥεῖθρα λιπόντος. Τὸν πάλαι ἀντολίης βασιλῆά σε θῆκε Κρονίων οἰκουρὸν πέτρου, φωνὴν δ’ ἀπὸ πέτρου ἕηκας. Ταῦτα δ’ ἔγραψε Γέμελλος, ἀμοιβαδὶς ἐνθάδ’ ἀνελθὼν | |
10 | σὺν κεδνῇ ἀλόχῳ Ῥουφίλλῃ καὶ τεκέεσσι. | |
183(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Τούτοις τοῖς ἐλέγοις Πετρωνιανός σε γεραίρω αὐδήεντι θεῷ μουσικὰ δῶρα διδούς, πατρόθεν οὔνομ’ ἔχων Λουκίλιος, Ἰταλὸς ἀνήρ. Ἀλλὰ σύ μοι ζώειν δηρόν, ἄναξ, χαρίσαι. | |
5 | Πολλοὶ ἅμα στείχουσι δαήμεναι, ἦ ῥ’ ἔτι Μέμνων τοῦ λοιποῦ γῆρυν σώματος ἐντὸς ἔχει. Αὐτὰρ ὅ γε στείνων κεφαλῆς τ’ ἄτερ ἥμενος αὐδᾷ ὕβριν Καμβύσεω μητέρι μεμφόμενος· εὖτ’ ἂν δ’ Ἠέλιος φαέθων ἀκτῖνας ἀνίσχῃ, | |
10 | ἦμαρ σημαίνει τοῖς παρεοῦσι βροτοῖς. | |
184(t) | ΚΑΙΚΙΛΙΑΣ ΤΡΕΒΟΥΛΛΗΣ, | |
n | δεύτερον ἀκουσάσης Μέμνονος. | |
1 | Αὐδῆς τὸ πρόσθεν μοῦνον ἐξακούσαντας νῦν ὡς συνήθεις καὶ φίλους ἠσπάζετο Μέμνων ὁ παῖς Ἠοῦς τε καὶ Τιθωνοῖο. Αἴσθησιν ἆρα τῷ λίθῳ καὶ φθέγματα | |
5 | ἡ φύσις ἔδωκε δημιουργὸς τῶν ὅλων; | |
185(t) | ΤΗΣ ΑΥΤΗΣ. | |
1 | Ἔθραυσε Καμβύσης με τόνδε τὸν λίθον, βασιλέως ἑῴου εἰκόν’ ἐκμεμαγμένον. Φωνὴ δ’ ὀδυρμὸς ἦν πάλαι μοι, Μέμνονος τὰ πάθη γοῶσα, ἣν ἀφεῖλε Καμβύσης. | |
5 | Ἄναρθρα δὴ νῦν κἀσαφῆ τὰ φθέγματα ὀλοφύρομαι τῆς πρόσθε λείψανον τύχης. | |
186(t) | ΑΛΛΟ. | |
1 | Μάρκιος Ἑρμογένης ἔκλυον μέγα φωνήσαντος Μέμνονος, ἀντέλ[λουσαν ἰδ]όντος [μητέρα σεμνήν. | |
187(t) | ΠΑΙΩΝΟΣ. | |
1 | Αὐδήεντά σε, Μέμνον, ἐγὼ Παίων ὁ Σιδήτης | |
τὸ πρὶν ἐπυνθανόμην, νῦν δὲ παρὼν ἔμαθον. | 29 | |
188 | ΜΕΤΤΙΟΥ ΠΑΙΩΝΟΣ. Εἰ καὶ λωβητῆρες ἐλυμήναντο δέμας σόν, ἀλλὰ σύ γ’ αὐδήεις, ὡς κλύον αὐτὸς ἐγώ. Μέττιος, ὦ Μέμνον, Παίων τάδ’ ἔγραψε Σιδήτης. | |
189(t) | ΚΑΤΟΥΛΟΥ. | |
1 | Εἰ καὶ λωβητῆρες ἐλυμήναντο κολοσσόν, θειοτάτου νύκτωρ ὀμφὴν ἔπι Μέμνονος ἦλθον· ἔκλυον ἧς Κάτουλος ταγὸς ὁ Θηβαΐδος. | |
190(t) | ΠΑΡΔΑΛΑ. | |
1 | Ὁ Σαρδιηνὸς Παρδαλᾶς δὶς ἤκουσα· μεμνήσομαί σου κἀν ἐμῇσι βύβλοισιν. | |
191(t) | ΦΑΛΕΡΝΟΥ. | |
1 | Μέμν]ων οἶδε λαλεῖν ὅσ[α] ῥήτωρ, οἶδέ τε σιγᾶν, εἰδὼς καὶ φωνῆς νεῦρα καὶ ἡσυχίας· καὶ γὰρ ἰδὼν Ἠῶ τὴν μητέρα, τὴν κροκόπεπλον ἤχησεν λιγυρῆς ἡδύτερον λαλίης. | |
5 | Ταῦτα Φάλερνος ἔγραψε ποιητὴς ἠδὲ σοφιστὴς ἄξια καὶ Μουσῶν, ἄξια καὶ Χαρίτων. | |
192(t) | ΑΡΕΙΟΥ. | |
1 | Ὦ πόποι, ἦ μέγα θαῦμα τόδ’ ὀφθαλμοῖσιν ὁρῶμαι. Ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν, ἤϋσεν φωνῇ κατὰ δ’ ἔσχεθε λαὸν ἅπαντα. Οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο. | |
5 | Ἀρείου Ὁμηρικοῦ ποιητοῦ ἐκ Μουσείου ἀκούσαντος. | |
193(t) | ΑΡΡΙΑΝΟΥ. | |
1 | Σ]ὸν δέμας εὔσκευον τεῦξαν θεοὶ αἰ[ὲν ἐόντες] φεισάμενοι χώρης πυρίδα μαζο[μένης], ἐς μέσον εὐθύναντες ἀρουραίο[ιο τραπέζης], νήσου π[ετ]ραίης ψάμμον ἀπωσάμενοι. | |
5 | Γείτον[α] πυραμίδων τοίην θέσαν εἰςοράασθαι, οὐ τὴν Οἰδιπόδαο βροτοκτόνον, ὡς ἐπὶ Θήβαις, [τῇ δὲ θεᾷ] Λητοῖ πρόςπολον ἁγνοτά[την,] [τὴν ἐπιτη]ροῦσαν πεποθημένον ἔσθλον Ὄσειριν, γαίης Αἰγύπτοιο σεβάσμιον ἡγητῆρα, | |
10 | οὐράνιον, μέγαν, αὐτομέδοντα ..... εἴκελον Ἡ[φαίστῳ], μεγαλήτορα ..... .................... γαῖαν ἀθυρῶσθαι ............ | |
194(t) | ΟΥΡΑΝΙΟΥ. | |
1 | Θηβαίας σύριγγας ἐγὼ καὶ Μέμνονα σεμνὸν | |
θαύμασα τῆς τέχνης Οὐράνιος κυνικός. | 30 | |
195(t) | ΗΡΑΚΛΕΙΟΥ. | |
1 | Πάσας μὲν σύριγγας ἐθαύμασεν Ἡράκλειος· ἀλλὰ λέγει πάντων Μέμνονα θειότατον. | |
196(t) | ΚΑΤΥΛΛΙΝΟΥ. | |
1 | Ἔνθ’ ἀναβὰς ἐχάραξε Κατυλλῖνος ἐν προθυραίοις τέχνην θαυμάζων λατομιῶν ἱερῶν. | |
197(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
n | Ἀγαθῇ τύχῃ. | |
1 | Τήρης Παίων (?) ... Ἀπόλλωνος ἑταῖρον Ὀρφέα δαιδαλέης θῆκεν ἄγαλμα τέχνης, ὃς θῆρας καὶ δένδρα καὶ ἑρπετὰ καὶ πετεηνὰ φωνῇ καὶ χειρῶν κοίμισεν ἁρμονίῃ. | |
198(t) | ΑΔΗΛΟΝ, | |
1 | Ἀμφὶ παραστάσι ταῖσδε Σαραπίδος ἑστίαι ἁγναί· βωμὸν Βαρκαιὸς Καρνεάδης ἔθετο, Εὐκρίτου υἱός, ξεῖνε, νεώκορος ἅ θ’ ὁμόλεκτρος Πύθιας ἁ τήνου καὶ θυγάτηρ Ἐράσω. | |
5 | Ἀνθ’ ὧν ὦ κραίνουσα Διὸς μεγαλαυχέας οἴκους, θυμάρην βιοτᾶς ὄλβον ἔχοιεν ἀεί. | |
199(t) | ΙΟΥΝΙΩΡΟΣ. | |
1 | Ἀκταῖς τὴν ὅμορον Σινοητίσιν Ἀφρογένειαν, ξεῖνε, πάλιν πελάγους βλέψον ἀνερχομένην· ναοί μοι στίλβουσιν ὑπ’ Ἤιονος, ἥν ποτε κόλποις Δρούσου καὶ γαμετῆς θρέψεν ἄθυρμα δόμος. | |
5 | Ἐκ δὲ τρόπων Πειθώ τε καὶ Ἵμερον ἔσπασε κείνης πᾶς τόπος, εἰς ἱλαρὴν ἄρτιος εὐφροσύνην· Βάκχου γὰρ κλισίαις με συνέστιον ἐστεφάνωσεν, εἰς ἐμὲ τῶν κυλίκων ὄγκον ἐφελκομένη· πηγαὶ δ’ αὖ περὶ πέζαν ἀναβλύζουσι λοετρῶν, | |
10 | παῖς ἐμὸς ἃς καίει σὺν πυρὶ νηχόμενος· μή με μάτην, ξεῖνοι, παροδεύετε γειτνιόωσαν Πόντῳ καὶ Νύμφαις, Κύπριδα, καὶ Βρομίῳ. | |
200(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Τόνδε Λυκο[κλείδης καὶ Ξειναγόρας] κατ’ ὄνειρον τῷ ξείνων ἐφόρῳ βωμὸν ἔθεντο Διί. | |
201(t) | ΑΛΛΟ. | |
1 | Ὑψιμέδων, ὕπατε πάτερ εἰρήνης βαθυκά[ρπου, σὸν Ἐλαίου βωμὸν ἱκετεύομεν ἡμεῖς, Θρήϊκες οἱ ναίοντες ἀγακλυτὸν ἄστυ τὸ ..... Ἀρτεμίδωρος σὺν ἀδελφῷ τε καὶ τεκέεσσιν, | |
5 | οὕνεκά οἱ ἐπένευσας ἰδεῖν [ἁ]λὸ[ς ἔκτοθε γαῖαν. | 31 |
202(t) | ΑΛΛΟ. | |
n1 | Λατυέων ἁ πόλις | |
n2 | Σώσανδρον Τολμαίου εὐεργέτην τοῖς θεοῖς. | |
1 | Τὸν μέγαν ἐν βουλαῖς τε καὶ ἤθεσι καὶ φρενὸς ἀλκῇ Σώσανδρον, κλεινῶν ἔκγονον Αἰνιέων, Τολμαίου κλυτὸν υἷα πόλις Λάτυια φιλόπλου χάλκεον ἀντ’ ἀρετᾶς εἵσατο τᾷδε θεοῖς· | |
5 | τόνδε γὰρ ἁγητῆρα δι’ εὐξυνέτοιο μερίμνας σωτῆρα, κτίστην, ἄλλον ἔδεκτο Δία. Ἡρώων θρέπτειρ’, ἐναρηφόρε, πότνι’, ἀγώνων σὸν κλέος, εἰ τοιούσδ’ ἄνδρας ἔχεις, Ὑπάτα. | |
203(t) | ΑΛΛΟ. | |
1 | Κούρᾳ καὶ Δάματρι οἶκον καὶ ἄγαλμ’ ἀνέθηκεν Χρυσογόνης μήτηρ, Ἱπποκράτους δ’ ἄλοχος, Χρύσινα, ἐννυχίαν ὄψιν ἰδοῦς’ ἱεράν· Ἑρμῆς γάρ νιν ἔφησε θεαῖς Ταθνῇ προπολεύειν. | |
204(t) | ΑΛΛΟ. | |
1 | Κοσμη]τεύοντος Ἀθηναίου, [σύσ]τρεμμ’ ἀνέθηκεν τῶν ἰδίων πολέμαρχος Ἀπολλοφάνης συνεφήβων. | |
205(t) | ΑΛΛΟ. | |
1 | Ἑρμᾶν Ἀλέξανδρος μ’ Ἀλεξάνδρου πατρός ἔστας’ ἐφήβων εὐκλεᾶ κοσμήτορα. | |
206(t) | ΑΛΛΟ. | |
1 | Ἆθλα τὰ τῆς νίκης Ὡράριος Ἡρα[κλείτου λαμπάδας Ἑρμείᾳ θῆκε καὶ Ἡρακ[λέϊ. | |
207(t) | ΑΛΛΟ. | |
1 | Διονυσόδωρος ἦρχε, Δεξικλῆς μ’ ὅτε νίκης ἄεθλον ἔλαβεν ηἰθέων χορῷ. | |
208(t) | ΑΛΛΟ. | |
1 | Ἄρχων Διονυσόδωρος Εὐκάρπου τέχνης πάσης με κῦδος κωμικῆς, τραγικῆς, χορῶν, τὸν διθύραμβον τρίποδα θῆκ’ Ἀσκληπιῷ. | |
209(t) | ΑΛΛΟ. | |
1 | Ἰητῆ[ρι νόσων], φαεσιμ[βρό]τῳ Ἀπό[λλ]ωνι ἄνασσα[ν] Ἐφέσου, Κρησίαν φαεσφόρον, εὐχὴν ἔθηκεν Εὔτυ[χος τέκνων ὕπερ. | |
210(t) | ΑΛΛΟ. | |
1 | Ὃν βασιλῆς ἔστεψαν ἐπ’ εὐδικίῃ βιότοιο καὶ σταδίοις ἱεροῖς στῆσαν ἀεθλοθέτην, ξυστάρχην Κεκρόπεσσι καὶ ἀθλητῆρσι Τρύφωνα, | |
πάτρη κοσμητὴν παισὶν ἑοῖς ἔθετο, | 32 | |
5 | κλεινότατον Κεκρόπων ἐρικύδεος ἕρμα πόληος, σωφροσύνης παίδων ῥύτορα καὶ βιότου. | |
211(t) | ΑΛΛΟ. | |
1 | Νίκας Ἀλκιβιάδου σημήιον ἐνθάδε κεῖμαι· στᾶσε δέ μ’ οὐ μολπᾶς, ἀλλ’ ἀρετᾶς ἄεθλον. | |
212(t) | ΑΛΛΟ. | |
1 | Φοίβῳ ἀκειρεκόμῃ καὶ υἱεῖ βωμὸν ἔθηκεν ἀρητὴρ Μαΐωρ α........... | |
213(t) | ΑΛΛΟ. | |
1 | Φ]οῖβον ἀκερσεκόμην, ἑκατηβόλον Ἀπόλλωνα ἱ]δρυσάμην Σή[μων], κόσμον [ἐμῇ] πατρ[ίδι. | |
214(t) | ΑΛΛΟ. | |
1 | Σ]οὶ τόδε, συρικτά, ὑ[μνη]πόλε, μείλιχε δαῖμο[ν, ἁγνὲ λοετροχόων κοίρανε Ναϊάδων, δῶρον Ὑγεῖνος ἔτε[υξε]ν, ὃν ἀργαλέης ἀπὸ νούσου αὐτός, ἄνα[ξ], ὑγιῆ θήκαο προσπελ[ά]σ[ας· | |
5 | πᾶσι γὰρ [ἐν τεκέ]εσσιν ἐμοῖς ἀνα[φ]ανδὸν ἐπέστης οὐκ ὄναρ, ἀλλὰ μέσου ἤματος ἀμφὶ δρόμους. | |
215(t) | ΑΛΛΟ. | |
1 | Ἄνθετο μέν μ’ Ἐπίδαυρος Ἀριστείδαο Φίλιππον Περγαμόθεν, θείας κοίρανον ἱστορίας· ἀγλάϊσαν δέ μ’ ἄνδρες, ἐπεὶ πολεμογράφον αὐδὰν ἔκλαγον ἁμερίων κόσμον ἐπερχόμενος. | |
216(t) | ΑΛΛΟ. | |
1 | Καὶ τόνδ’ ἠλύσιός τε δόμος καὶ χω..... Γλαυκίου υἷα μιῆς δεύτερον ..... Ζηνὸς ἐνὶ προὔχοντα χοροστασίῃ ..... αὐτοκασιγνήτῳ ξύνδρομον ..... | |
5 | Ἀλλ’ ἐπὶ καὶ τῷ στῆσε πόλις τόδ’ ..... λάϊνον ἀτμήτου σᾶμα θε..... | |
217(t) | ΑΛΛΟ. | |
1 | Σοὶ πλάκα τήνδ’ ἀνέθηκα, κόρη Διὸς ὑδατόεσσα, πηγὴ Νυμφάων ἄφθιτε, νᾶμα φίλον· ἔνθα πάλαι βασιλῆες ἀπὸ πτολέμοιο καμόντες ἔγχεα καὶ κόρυθας κάτθεσαν ἱππολόφους, | |
5 | ἐξ οὗ δὴ Δορύκναμα τεὸς λάχεν οὔνομα χῶρος, χῶρος ὅδε χλιαρῇ τερπόμενος λιβάδι. Πάντα δέ σοι νῦν ταῦτα διεργατίναις παλάμαισι τρισσὸν ὑπὸ λυκάβαντ’ ἀκάματος τελέω. | |
218(t) | ΑΛΛΟ. | |
1 | Εἰκόνα κοσμητοῦ Ἑρμείου παῖς Θεόδωρος | |
Ἡρακλέους ἱερῆος ἀνέστησεν σὺν ἐφήβοις. | 33 | |
219(t) | ΑΛΛΟ. | |
1 | Σχῆμα τόδ’ Ἑρμείαο καὶ εἰκόνας Ἡλιοδώρου κεστροφόροι ξυνῷ τῷδ’ ἀνέθεντο τύπῳ· τοῦ μὲν, ἐπεὶ θεός ἐστι καὶ [εὔα]δε παισὶν ἐφήβοις, τοῦ[δ’, ὅ]τι κοσμητῶν ἔξοχον εἷλ[ε κλέος]. | |
220(t) | ΑΛΛΟ. | |
1 | Εἰκόνα τήνδε Ποθεινὸς ἐν ἐφήβοισι παλαίστραν τεύξας κοσμητοῦ θήκατο Νυμφοδότου. | |
221(t) | ΑΛΛΟ. | |
1 | Ἦρχε μὲν Ἡρώδης, κοσμήτεε δ’ ἐσθλὸς [Ἰάκχο]υ ἱροπόλος νυχέων μυστιπόλ[ων] **οδων· Διογένης δ’ ἐχάραξ’ ἑτάρου [’νεκα] Μαρκιανοῖο, τάνδε γραφάν, φιλίης μνημόσυνον θέμενος· | |
5 | τῶν δ’ ἄρ’ ὁ μὲν Πτολεμαῖον ἐπώνυμον ἔλλαχε φυλᾶς, χἅτερος] Ἡρακλέους ἔγγονον Ἀντίοχον. | |
222(t) | ΑΛΛΟ. | |
1 | Ἑρμῆν Χρυσίππου κοσμήτορος ἐσθλοὶ ἔφηβοι ἀντ’ ἀρετῆς πάσης θῆκαν ἀριπρεπέως. | |
223(t) | ΑΛΛΟ. | |
n | Συνέφηβοι Δαμοκράτους. | |
1 | Δαμοκράτη, νέον Ἑρμείαν, υἱὸν Διοκλῆος, ἀμφὶ παλαίστραισιν στήσαμεν ἡμετέραις, παῖδες ἀνίκατοι, σθεναροὶ, κρατεροὶ συνέφηβοι, Ἑρμάωνι θεῷ πλεῖον ἀγαλλόμενοι· | |
5 | βουλαῖσι πινυτοῖο Φιλουμένου, ὃς πλέον ἄλλων ἐστὶν ἐπιστατέων γυμνασίαις πρύτανις. | |
224(t) | ΑΛΛΟ. | |
1 | Μήτηρ Μαρκιανοῦ, θυγάτηρ Δημητρίου εἰμί. Τοὔνομα σιγάσθω· τοῦτ’ ἀποκλῃζομένη, εὖτέ με Κεκροπίδαι Δηοῖ θέσαν ἱεροφάντιν, αὐτὴ ἀμαιμακέτοις ἐγκατέκρυψα βυθοῖς· | |
5 | οὐκ ἐμύησα δ’ ἐγὼ Λακεδαιμονίης τέκνα Λήδης, οὐδὲ τὸν εὑράμενον παυσινόσους ἀκέσει[ς· οὐδὲ τὸν Εὐρυσθῆϊ δυώδεκα πάντας ἀέθλ[ους ἐξανύσαντα μόγῳ καρτερὸν Ἡρα[κλέα· | |
10 | τὸν χθονὸς εὐρυχόρου δὲ καὶ ἀτρυγέτ[ης μεδέοντα, τὸν καὶ ἀπειρεσίων κοίρανον ἡμερί[ων, ἄσπετον ὃς πάσαις πλοῦτον κατέχευε πόλεσσιν, Ἀδριανόν, κλεινῆς δ’ ἔξοχα Κεκροπίης. | |
225(t) | ΑΛΛΟ. | |
1 | Σοί, Παιῆον ἄναξ, Ἀσκληπιέ, τήνδ’ ἀνέθηκεν | |
εὐξάμενος στήλην λαϊνέην ὁ Βάλης, νούσου ἐπεί μ’ ἀκέσω βαρυαλγέος, οὕνεκα τῶν πρὶν, ὧν πάθον, ἰαθεὶς ἐκ σέθεν, οἶδα χάριν. | 34 | |
5 | Τοῦ δ’ αὖ μέλλοντος λοιποῦ βίου, ὅν [γε διάξω, ἕξω σοι ψυχὴν αἰεὶ ὀφειλέτιδα.] | |
226(t) | ΑΛΛΟ. | |
1 | Σωτῆρ’ ἀνθρώπων Ἀσ[κληπιὸν ἰητῆρα, ὃς] φρενὸς ἐξ ἰδίης γράμ[ματ’ ἐφεῦρε σοφά, Πλειστάρχου Δοκιμεὺς Ἀσκληπιάδης ἀνέ[θηκε πατρὶ τέκος, Παιὰν ὡς ἐκέλευσεν ἄναξ. | |
5 | Ἱλήκοις, ὦ Φοῖβε, σὺν υἱεῖ τῷδ’ Ὑγίειαν, δοίη θ’ ὑμετέρην ὑμνολογοῦντι χάριν. | |
227(t) | ΑΛΛΟ. | |
1 | Ἀμφὶ λίθῳ, σωτὴρ Ἀσκληπιέ, χρυσὸν ἔχευεν ...νος ὑπὲρ τέκνων [Σ]ιλουίου εὐξάμενος. | |
228(t) | ΑΛΛΟ. | |
1 | Ἀσκληπιῷ ἰητῆρι Διὸς Σωτῆρος ἄγαλμα σὺν βάσει ἀργυρέῃ γύψου μεστῇ ἀνέθηκεν, ἄσταθμον ὡς εἴη καὶ ἀτίμητον καὶ ἄχραντον. | |
229(t) | ΑΛΛΟ. | |
1 | Ζ]ηνὸς καὶ Μαίας ἐρικυδέος ἀγλαὸν Ἑρμῆ[ν εὐκάρπου [στ]ῆ[σ]εν τόνδ’ ἐπὶ φυταλίης Βάκχων Ζωοῦς υἱ[ός, ὅπως ῥαδ]ινὴ διὰ παντὸς ἄμπελος ὡραῖον καρπὸν ἔχῃ βοτρύων. | |
5 | Ἀλλ’ ἵλαος, ὦναξ, Ζωοῦς γένος εὔφρονι θυμῷ σῶζε, διδοὺς αὐτοῖς ἄφθονον ὄλβον ἀεί. | |
230(t) | ΑΛΛΟ. | |
1 | Πισαῖοι Σπερχειὸν ἀμύμονος εἵνεκα μολπῆς. | |
231(t) | ΑΛΛΟ. | |
1 | Δῆμος Ἐρεχθείδης με Νέρωνα δὶς εἵσατ’ ἐφήβων σωφροσύνης ἄρχοντα, κλέος τέ μοι ὤπασεν ἐσθλόν, στέμμασιν ἰφθίμοισιν ἐπασσυτέροισι πυκάσσας. | |
232(t) | ΑΛΛΟ. | |
1 | Ἄλλοτε μ[ὲν σταδίοις με κατέ]στεφεν Ἑλλὰς ἅ[πασα ἅρματι νικήσαντα Δ[ιὸς Πισαῖον ἀγῶνα. ἄ]λ[λο]τε δ’ ἐν Νεμέῃ, Πυθοῖ [δίς, πέμπτ]ον ἐν Ἰσθμῷ, εὐμ]όχθ[ου] νίκης ἆθλα [φέ]ροντα πάτρῃ, | |
5 | ἑξ]ήκονθ’ ἱ[ερ]ῶν ὧν ἔλαβον στεφάνων ἐν] πλείστοις ἱεροῖς, οἷς [θ]έμα κεῖτο μόνον. | |
233(t) | ΑΛΛΟ. | |
1 | Ἄλλ]οις παυσαμένοισιν, [ἀεθλεύοντι δὲ μούνῳ Πο]ρ[φ]υρίῳ βασιλεὺς τοῦτο [δέδωκε γέρας· πολλάκι νικήσας γὰρ ἑοὺς π[όρεν ὠκέας ἵππους, λάζετο δ’ ἀντιπάλων καὶ πά[λιν ἐστέφετο. | 35 |
5 | Ἔνθεν ἔην Πρασίνοις ἔρις ἄσπε[τος, ἔνθεν ἀϋτή· «ὡς Βενέτους, τέρψῃ, κοίρανε, κα[ὶ Πρασίνους.» | |
234(t) | ΑΛΛΟ. | |
1 | Ἑρμῆν Ναιάδων συνοπάονα θῆκέ με τῇδε ἐσθλὸς ἀνὴρ κρήνης Κάρπος ἐπ’ ἀενάου. | |
235(t) | ΑΛΛΟ. | |
1 | Ἑρμῆ τετρακέφαλε, καλὸν Τελεσαρχίδου ἔργον, πάνθ’ ὁράᾳς. | |
236(t) | ΑΛΛΟ. | |
1 | Ἑρμῆς δίκαιος εἰμί, καί με Σ[ώστρατο]ς ἔστης’ ἔλεγχον τῶν δικαίων καὶ ἀδίκων. | |
237(t) | ΑΛΛΟ. | |
1 | Οὔρεσι Ταλλαίοισιν ἱδρυμένε Μαιάδος Ἑρμῆ, σπονδὴν καὶ θυσίην δέξο φιλοφρόσυνος, ἥν σοι Σαλούϊος Μηνᾶς λοιβαῖσι γεραίρει, κτήσεος ἐξ ὁσίης ψυχικὰ δῶρα διδούς. | |
5 | Καὶ πρὶν μὲν ζώσης ἀλόχου φάος εἰσοροώσης, σὺν κείνῃ κατ’ ἔτος σοὺς ἐγέραιρε τόπους. Ἀνθ’ ὧν δ’ ἐγχρονίσας ἐπετήσιον οὐκ ἀπέδωκε, συμβίου ἁγνοτάτας τοῦδε καταφθιμένας, ἀλγήσας φρένα πολλά, μαθὼν δ’ ὅτι δεῖ τά γε θεῖα | |
10 | τιμᾷν, διπλῆν σοι τήνδ’ ἔπορεν θυσίην. Καὶ σὺ δὲ παντοκράτωρ Ἐριούνιε, τόνδε φυλάσσοις ζωόν, ὅπως τιμᾷ σὸν δι’ ὅλου τέμενος. | |
238(t) | ΑΛΛΟ. | |
1 | Εὐσεβίης ἅμα καὶ πινυτῆς τήνδ’ οὕ[νεκα δῆμος σ[τῆσεν Καλλιρόην, Ἀρτέμιδος πρόπολον. | |
239(t) | ΑΛΛΟ. | |
1 | Ἐρρηφόρον πατήρ με, πότνα, σ[οί, θεά, Σαραπίων μήτηρ τ’ ἔθηκ[ε Χ]ρη[σίμη τὴν σὴν Θεανὼ πέντε καὶ [συνομαίμονες· δὸς δ’ οἷς μὲν ἥβην, οἷς [δὲ γηράσκειν καλῶς. | |
240(t) | ΑΛΛΟ. | |
1 | Κούρην υἱῆος περιώνυμον ἱεροφάντις | |
θῆκε θεαῖς ἰδίαις μύστιν Ἀθηναΐδα. | 36 | |
241(t) | ΑΔΡΙΑΝΟΥ. | |
1 | Παντοίης ἀρετῆς στάθμην, ῥυσίπτολιν ἄνδρα, ἔξοχον Ἑλλήνων πρόκριτον Αὐσονίων, κλεινοῦ Κοδράτοιο φίλον πατέρ’, ᾧ βασιλεῖον Ἁρμονίη θάλαμον πήξατ’ ἐπ’ εὐγαμίῃ, | |
5 | Ἀδριανὸς Μούσαισι μέλων ἀνέθηκε Σεούηρον, εἰκὼ χαλκείην, οὕνεκα προστασίης. Ὑ[μῖν δ’,] ἄνδρες Ἴωνες, ἀγάλματα καλὸν ὁρᾶσθαι αἰὲν, ὅτ’ ἔστεπται πλησίῳ ἐν τεμένει. | |
242(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Ὦ παῖ τοξότα Κύπριδος λιγείης, Θεσπιαῖς Ἑλικωνίαισι ναίων Ναρκίσσου παρὰ κῆπον ἀνθέοντα, ἱλήκοις· τὸ δέ τοι δίδωσι δέξο, | |
5 | ἀκροθίνιον Ἀδριανὸς ἄρκτου, ἣν αὐτὸς κάνεν ἱππόθεν τυχήσας. Σὺ δ’ αὐτῷ χάριν ἀντὶ τοῦ σαόφρων πνέοις οὐρανίας ἀπ’ Ἀφροδίτης. | |
243(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Κλευνίκη Ἑρμαγόρου δεκάτην μ’ ἀνέθηκε Ἀφροδ[ίτῃ. | |
244(t) | ΑΛΛΟ. | |
1 | Ἀμφότερον ῥητῆρα δικῶν μελέτῃσί τ’ ἄριστον Λολλιανὸν πληθὺς εὐγενέων ἑτάρων. Εἰ δ’ ἐθέλεις τίνες εἰσὶ δαήμεναι οὔνομα πατρὸς καὶ πάτρης, αὐτῶν τοὔνομα δίσκος ἔχει. | |
245(t) | ΑΛΛΟ. | |
1 | Παῖς μὲν ἐὼν ὄνομ’ ἔσχεν Ἀθήναιος, αὐξόμενον δὲ ὠνόμασαν τοκέες δῖον Ἀθηνόφιλον. | |
246(t) | ΑΛΛΟ. | |
1 | Νίκαν μὲν Πτολεμαίου ἐπώνυμοι, Ἀτταλίδας τε λαὸς ἕλεν, φυλᾶς τ’ ἔκγονοι Ἀδριανοῦ, Αἰγεΐδας τε φερεστέφανος, Πανδιονίδαι τε αἷμά τ’ Ἐρεχθειδᾶν, κοῦροι ἐγερσιβόαι, | |
5 | ῥυθμοῖσιν δ’ ἕσποντο πολυπτύκτοις ἀγαθοκλεῖς ..ρσοις αὐλοβόαν Ζώσιμον ὀσσόμενοι· ..... ἆρχεν Ἀθανάοις, ἔντυνε δὲ μολπὰν ...νος ψαλμοῖς ἀμφικρότοισι Τρύφων, .......ανασσα χοραγία· ἀμφὶ δ’ ἐνίκα | |
10 | .....ιατ’ ἀγλαΐα τρίποδος. | |
247(t) | ΝΙΚΟΜΗΔΟΥΣ (?) | |
a1 | Τὰν παιδὸς καλλίσταν εἰκὼ τάνδε θεοῖο, | |
a2 | Παιᾶνος κούρου ματρὸς ἀπ’ ἀρτιτόκου, | 37 |
a3 | δαιδάλλων μερόπεσσιν ἐμήσαο, σεῖο, Βοηθέ, | |
a4 | εὐπαλάμου σοφίης μνᾶμα καὶ ἐσσομένοις. | |
a5 | Θῆκε δ’ ὁμοῦ νούσων τε κακῶν ζωάγρια Νικο‐ | |
a6 | μήδης, καὶ χειρῶν δεῖγμα παλαιγενέων. | |
b1 | Οἷον ἐμαιώσαντο νέον τόκον Εἰλήθυιαι | |
b2 | ἐκ Φλεγύου κούρης Φοίβῳ ἀκερσεκόμῃ, | |
b3 | τοῖόν τοι, Παιὰν Ἀσκληπιέ, σεῖο Βοηθὸς | |
b4 | χειρὸς ἄγαλμ’ ἀγαθῆς τεῦξεν ἑαῖς πραπίσιν. | |
b5 | Νηῷ δ’ ἐν τῷδε ζωάγρια θῆκεν ὁρᾶσθαι, | |
b6 | πολλάκι σαῖς βουλαῖς νοῦσον ἀλευάμενος, | |
b7 | σὸς θεράπων, εὐχῆς ὀλίγην δόσιν, οἷα θεοῖσιν | |
b8 | ἄνδρες ἐφημέριοι τῶνδε φέρουσι χάριν. | |
248(t) | ΜΑΞΙΜΟΥ ΑΠΑΜΕΩΣ (?) | |
1 | Ποιητὴν ἔστησαν Ἀπαμέα Μάξιμον ἀστοί ἀράμενον δοιῶν στέμματ’ Ὀλυμπιάδων. | |
249(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Κυρήνην πολίων μητρόπολιν ἣ στέφει, αὕτη ἠπείρων Λιβύη τρισσὸν ἔχουσα κλέος· ἐνθάδ’ ὑπὲρ μελάθροιο λεοντοφόνον θέτο Κάρπος ἐυ[ξ]άμενος, μεγάλης σῆμα φιλοξενίης. | |
250(t) | ΑΛΛΟ. | |
1 | Τ]ίμ[ω]ν Τιμαίο[υ θέτ’ Ἀναξίθε]μιν θεοτί]μου, τὸν φίλο[ν, εὐνοί]α[ς μνη[μοσύνης θ’ ἕνεκεν. | |
251(t) | ΑΛΛΟ. | |
1 | Πάντες χοραγοὶ πᾶς τε φυλέτας χορός ἄγαλμα δήμῳ Κέκροπος ἐστάσαντο με, ἑκούσιοι μεθέντες ἐξ ἀγωνίας, ὡς μὴ φέροι τις αἶσχος ἀποκισσούμενος· | |
5 | ἐγὼ δὲ ἑκάστῳ τόσσον εὐκλείας νέμω, καθ’ ὅσσον αὐτῷ ξυνὸς ὢν ὀφείλομαι. | |
252(t) | ΑΛΛΟ. | |
1 | Σοὶ τόδ’ ἔτευχε, Φιλόργιε, βῆμα θεήτρου Φαῖδρος Ζωΐλου βιοδώτορος Ἄτθιδος ἄρχος. | |
253(t) | ΑΛΛΟ. | |
1 | Σοὶ τάδ’ Ὀνήτ]ωρ μῆλα, πατρώιε, σήματα νίκης Πυθῴης ἱερῆς τ’ ἀντίθεμ’ εὐεπίης· τὸν Νεμέη Θήβη τε καὶ εὐρύχορος Λε[βάδεια μηδοφόνος τε Πλάται’ ἠγλά[ισεν στεφάνοις, | |
5 | ἀσπίς τ’ Ἀργείη, θώρηξ ............ δισσάκι Ῥαριά[δος ........... Φοῖβε, σὺ δ’ εὐ............... | |
.................... | 38 | |
254(t) | ΑΛΛΟ | |
1 | Ὦ Διὸς Ἀλκμήνης τε μεγασθενὲς ὄβριμον αἷμα, ἵστορ ἀταρβήτων, Ἡράκλεες, καμάτων, ἠνίδε, τοὶ τόδ’ ἄγαλμα φέρων κρητῆρος ἀγητόν θῆκα θοῶν ἀέθλων πλεῖον [εὐ]γλυφέων, | |
5 | οὕς ποτ’, ἄναξ, ἐτέλεσσας, ὑπερφιάλους ἀδίκους τε ἄνδρας ἰδ’ ὠμηστὰς θῆρας ἐναιρόμενος· τῷ σε καὶ υἷα Δίκῃ Κρονίδης θετὸν ἐγγυάλιξε, εὖτέ μιν ὑβρισταὶ φῶτες ἄτιμον ἄγον. Ἤπιος εὐμενέων τε πέλοις, ἐπειή νύ μοι αἰεί | |
10 | εὐχομένῳ τε πάρει χεῖρά θ’ ὕπερθεν ἔχεις· καὶ δὴ νῦν μ’ ἐσαῶσας ἀμεί[βον]τα κλυτὰ φῦλα Κελτῶν καὶ Λιγύων ἄστυ πρὸς Αὐσόνιον. Αὐτὸν ἀλεξητῆρα κακῶν, αὐτόν σε δοτῆρα παντοίης ἀρετῆς κληίζομεν, Ἡράκλεες. | |
255(t) | ΑΛΛΟ. | |
1 | Τὸν Διὸς Ἀλκμήνης τε γόνον τιμαῖσιν ἀέξων υἱὸς Λασθενέος στῆσεν ἄγαλμα τόδε, μνήμην ἀθάνατον σώζων πατρός τε καὶ αὐτοῦ Λαφανέος, κλεινῷ Λοξίου ἐν τεμένει. | |
256(t) | ΑΛΛΟ. | |
1 | Ἴσιδος εὐπλοκάμοιο καὶ Ἄμμωνος κεραοῖο, Ἁρποκράτου τε διπλοῦ εἴδεϊ φαινομένου βωμὸς ἐγώ. Σὺν παῖσι δ’ ἔθηκεν Κλῖνος Ἀνουβίων ἄγγελον εὐσεβίης ἠδὲ θυηπολίης. | |
257(t) | ΑΡΙΣΤΕΙΔΟΥ. | |
1 | Ποιητὴς ἀέθλων τε βραβεὺς αὐτός τε χορηγός, σοὶ τόδ’ ἔθηκεν, ἄναξ, μνῆμα χοροστασίης. Οὐκ ἀφανὴς Ἕλλησιν Ἀριστείδης ἀνέθηκε μύθων ἀενάων κύδιμος ἡνίοχος. | |
258(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
n | Ἀγαθῇ τύχῃ. | |
1 | Αὕτῃ παρθενίκη ἐλαφηβόλος ἀρήτειραν θήκατο κυδ[αλίμ]ην Γ[λα]υκίεω θύγατρα, ὑδροφόρον Βήραν Πατνίην παραβώμι’ ἐφέξαι σπαιρόντων αἰγῶν ἔμβρυα καλλιθύτων. | |
5 | Εἰν Ἄργει δ’ ἐτράφη γε]ρ[α]ρὴ π[α]ῖς, ἠδὲ τιθήνης ἐ[κ γενεῆς Β]ή[ρου] ἔκτροφός ἐστι Πάτνος, νῆσος ἀ[γα]υ[ο]τάτη Λητωίδος ἧς προβέβηκε β]ένθεσιν [εἰν ἁλίης] ἕδρανα ῥυομένη· εἰς ὅτε μιν Σκυθ[ίηθεν ἀρήϊος εἷσεν Ὀρέστης | |
10 | ῥυσαμένην στυγερ]ῆς μητροφόνου μανίης· κἀν] δεκά[τῃ κούρη θυγ[άτηρ σοφοῦ ἰητῆρος Γλαυκί[εω ’ν α[ὐλαῖς Ἀρτέμιδος Σκυθίης, Αἰγαίου πλεύσασα ῥόου δυσχείμερον οἶδμα, ὄργια κ[αὶ θαλίην, ὡ]ς θέμις, ἠγλάϊσεν. | 39 |
15 | Εὐτυχῶς. | |
259(t) | ΑΛΛΟ. | |
1 | Ἀλκίδου Βάσσον γενεῆς, ἐρικυδέα φῶτα, βουλὴ καὶ δῆμος, ναέται ζαθέης Ἐπιδαύρου, ἀντ’ εὐεργεσίης, τὴν πολλάκι δῶκε πόληϊ, εἰκόνι τῇδε γέρηραν, θεῶν βουλαῖον ἀνάκτων. | |
5 | Ψηφίσματι βουλῆς. | |
260(t) | ΑΛΛΟ. | |
1 | Οὐδὲν ἀφαυρότερος χρυσοῦ λίθος, εἰ πλέον ἀνθῇ παρθενίης αἰδοῖ πεπυκάσμενος· εἰμὶ δὲ γείτων Ῥιπάνη καθαροῖο Σαράπιδος, ἔνθα με βουλὴ, θῆκε χαρισσαμένη ἀρετῇ πατρός, ὃν περὶ πάντων | |
5 | τίμησαν βασιλῆες, ἐλευθε[ρίῃ] βιότοιο μάρτυρι πιστεύσαντες ἐ[πιστασ]ίην Ἀμίσοιο ........ ἀπαιδείῃσι ......... ........................ | |
261(t) | ΑΛΛΟ. | |
1 | Τὸν πρὸ πύλαις ἥρωα, τὸν ἄλκιμον ἐν τριόδοισι, τὸν κλεινὸν ναέτου θῆκαν ἐρισθενέος Κλαυδιανοῦ πρὸ δόμοισι σοφοτεχνήιες ἄνδρες· τεῦξαν ὁμῶς γλυφικῆς ἀμφὶ καὶ εὐγραφίης, | |
5 | Κλεῖτος ὁ σὸς Καπίτων γλύψας, γράψας δὲ φίλος σοι Ἰανουάριος θεράπων εἵνεκεν εὐσεβίης. Ζώγρει, δέσποτ’ ἄναξ, τὸν σὸν ναετῆρα μετ’ ἡμῶν Κλαυδιανόν, Θρῃκῶν πρῶτον ἐν εὐσεβίῃ. | |
262(t) | ΑΛΛΟ. | |
1 | Λεὼς ἐφήβων τόνδε κοσμητὴν θέτο Ὄνασον Ἑρμάωνι κυδήνας ἴσον. | |
263(t) | ΜΑΡΚΕΛΛΟΥ. | |
1 | Πότνι’ Ἀθηνάων ἐπιήρανε, Τριτογένεια, ἥ τ’ ἐπὶ ἔργα βροτῶν ὁράᾳς, Ῥαμνουσιὰς Οὖπι, γείτονες ἀγχίθυροι Ῥώμης ἑκατονταπύλοιο, πίονα δὴ καὶ τόνδε, Θεα[ί], τιμήσατε χῶρον, | |
5 | δῆμον Δηώοιο φιλόξεινον Τριόπαο, τόφρα κε καὶ Τριόπειαι ἐν ἀθανάτοις ἀλέγησθον. Ὡς ὅτε καὶ Ῥαμνοῦντα καὶ εὐρυχόρους ἐς Ἀθήνας ἤλθετε, δώματα πατρὸς ἐριγδούποιο λιποῦσαι, | |
ὣς τήνδε ῥώεσθε πολυστάφυλον κατ’ ἀλωήν, | 40 | |
10 | λήϊά τε σταχύων, καὶ δένδρεα βοτρυόεντα, λειμώνων τε κόμας ἁπαλοτρεφέων ἐφέπουσαι. ῎Υμμι γὰρ Ἡρώδης ἱερὴν ἀνὰ γαῖαν ἕηκε, τὴν ὅσσην περὶ τεῖχος ἐΰτροχον ἐστεφάνωται, ἀνδράσιν ὀψιγόνοισιν ἀκινήτην καὶ ἄσυλον | |
15 | ἔμμεναι. Ἡ δ’ ἐπί οἱ ἐξ ἀθανάτοιο καρήνου σμερδαλέον σείσασα λόφον κατένευσεν Ἀθήνη, μή τῳ νήποινον βῶλον μίαν ἢ ἕνα λᾶαν ὀχλίσσαι, ἐπεὶ οὐ Μοιρέων ἀτρῆες ἀνάγκαι, ὅς κε θεῶν ἑδέεσσιν ἀλιτροσύνην ἀναθείη. | |
20 | Κλῦτε περικτίονες καὶ γείτονες ἀγροιῶται· ἱερὸς οὗτος ὁ χῶρος, ἀκινητοί τε θέαιναι, καὶ πολυτίμητοι, καὶ ὑποσχεῖν οὖας ἑτοῖμαι· μηδέ τις ἡμερίδων ὄρχους, ἢ ἐς ἄλσεα δένδρων, ἢ ποίην χιλῷ εὐαλδέϊ χλωραθέουσαν | |
25 | δμωὴν κυανέου Ἄϊδος ῥήξειε μάκελλαν, σῆμα νέον τεύχων, ἠὲ πρότερον κεραΐζων. Οὐ θέμις ἀμφὶ νέκυσσι βαλεῖν ἱρόχθονα βῶλον, πλὴν ὅ κεν αἵματος ᾖσι, καὶ ἔκγονος ἑσσαμένοιο, (κείνοις δ’ οὐκ ἀθέμιστον) ἐπεὶ τιμάορος ἵστωρ. | |
30 | Καὶ γὰρ Ἀθηναίη [ποτ’] Ἐριχθόνιον βασιλῆα νηῷ ἐγκατέθηκε, συνέστιον ἔμμεναι ἱρῶν. Εἰ δέ τῳ ἄκλυτα ταῦτα, καὶ οὐκ ἐπιπείσεται αὐτοῖς, ἀλλ’ ἀποτιμήσει, μή οἱ νήτιτα γένηται· ἀλλά μιν ἀπρόφατος Νέμεσις, καὶ ῥόμβος ἀλάστωρ | |
35 | τίσονται, στυγερὴν δὲ κυλινδήσει κακότητα. Οὐδὲ γὰρ ἴφθιμον Τριόπεω μένος Αἰολίδαο ὤναθ’, ὅτε νηὸν Δημήτερος ἐξαλάπαξεν. Τῷ ἤτοι ποινὴν καὶ ἐπωνυμίην ἀλέασθαι χώρου, μή τοι ἕπηται ἔπι Τριόπειος Ἐρινύς. | |
264(t) | ΤΟΥ ΑΥΤΟΥ. | |
1 | Δεῦρ’ ἴτε, Θυβριάδες, νηὸν ποτὶ τόνδε, γυναῖκες, Ῥηγίλλης ἕδος ἀμφὶ θυοσκόα ἱρὰ φέρουσαι. Ἡ δὲ πολυκτεάνων μὲν ἔην ἐξ Αἰνεαδάων, Ἀγχίσεω κλυτὸν αἷμα καὶ Ἰδαίης Ἀφροδίτης. | 41 |
5 | Γήματο δ’ εἰς Μαραθῶνα, θεαὶ δέ μιν Οὐρανιῶναι τίουσιν, Δηώ τε νέη, Δηώ τε παλαιή, τῇσί περ ἱερὸν εἶδος ἐϋζώνοιο γυναικὸς ἄγκειται· αὐτὴ δὲ μεθ’ ἡρῴνῃσι νένασται ἐν μακάρων νήσοισιν, ἵνα Κρόνος ἐμβασιλεύει. | |
10 | Τοῦτο γὰρ ἀντ’ ἀγαθοῖο νόου εἴληχεν ἄποινον. Ὥς οἱ Ζεὺς ᾤκτειρεν ὀδυρόμενον παρακοίτην, γήρᾳ ἐν ἀζαλέῳ χήρῃ περικείμενον εὐνῇ· οὕνεκά οἱ παῖδας μὲν ἀμύμονος ἐκ μεγάροιο ἅρπυιαι Κλωθῶες ἀνηρείψαντο μέλαιναι | |
15 | ἡμίσεας πλεόνων· δοιὼ δ’ ἔτι παῖδε λιπέσθην νηπιάχω, ἀγνῶτε κακῶν, ἔτι πάμπαν ἀπύστω, οἵην σφιν νηλὴς κατὰ μητέρα πότμος ἔμαρψεν, πρίν περ γηραιῇσι μιγήμεναι ἠλακάτῃσι. Τῷ δὲ Ζεὺς ἐπίηρον ὀδυρομένῳ ἀκόρητον, | |
20 | καὶ βασιλεὺς Διῒ πατρὶ φυὴν καὶ μῆτιν ἐοικώς, Ζεὺς μὲν ἐς Ὠκεανὸν θαλερὴν ἔστειλε γυναῖκα αὔρῃσι Ζεφύροιο κομιζέμεν Ἠλυσίῃσιν· αὐτὰρ ὁ ἀστερόεντα περὶ σφυρὰ παιδὶ πέδιλα δῶκεν ἔχειν, τὰ λέγουσι καὶ Ἑρμάωνα φορῆναι, | |
25 | ἦμος ὅτ’ Αἰνείαν πολέμου ἐξῆγεν Ἀχαιῶν, νύκτα διὰ δνοφερήν· ὁ δέ οἱ περὶ ποσσὶ σαωτὴρ παμφανόων ἐνέκειτο σεληναίης κύκλος [αὐγῆς]· τὸν δὲ καὶ Αἰνεάδαι ποτ’ ἐνερράψαντο πεδίλῳ, [ἔμμεναι ὀψιγόνοισιν εὐ]ηγενέεσσι γερᾶα· | |
30 | οὔ μιν ὀνόσσηται καὶ Κεκροπίδην περ ἐόντα, Τυρσηνῶν ἀρχαῖον ἐπισφύριον γέρας ἀνδρῶν, Ἕρσης ἐκγεγαῶτα καὶ Ἑρμέω, εἰ ἐτεὸν δὴ | |
Κήϋξ Ἡρώδεω πρόγονος Θησηϊάδαο. Τοὔνεκα τιμήεις καὶ ἐπώνυμος, ἦ μὲν ἄνασσαν | 42 | |
35 | ἐς βουλὴν ἀγέρεσθαι, ἵνα πρωτόθρονες ἕδραι· Ἑλλάδι δ’ οὔτε γένος βασιλεύτερος, οὔτε τι φωνὴν Ἡρώδεω· γλῶσσαν δέ τέ μιν καλέουσιν Ἀθηνέων. Ἡ δὲ καὶ αὐτή περ καλλίσφυρος Αἰνειώνη, καὶ Γανυμηδείη, καὶ Δαρδάνιον γένος ἦεν | |
40 | Τρωὸς Ἐριχθονίδαο. Σὺ δ’, εἰ φίλον, ἱερὰ ῥέξαι, καὶ θῦσαι (θυέων ἀτὰρ οὐκ ἀέκοντος ἀνάγκη)· εἶκέ τοι εὐσεβέεσσι καὶ ἡρώων ἀλεγίζειν. Οὐ μὲν γὰρ θνητή, ἀτὰρ οὐδὲ θέαινα τέτυκται· τοὔνεκεν οὔτε νεὼν ἱερὸν λάχεν, οὔτε τι τύμβον, | |
45 | οὐδὲ γέρα θνητοῖς, ἀτὰρ οὐδὲ θεοῖσιν ὅμοια. Σῆμα μέν οἱ νηῷ ἴκελον δήμῳ ἐν Ἀθήνης· ψυχὴ δὲ σκῆπτρον Ῥαδαμάνθυος ἀμφιπολεύει. Τοῦτο δὲ Φαυστίνῃ κεχαρισμένον ἧσται ἄγαλμα δήμῳ ἔνι Τριόπεω, ἵνα οἱ πάρος εὐρέες ἀγροί, | |
264(50) | καὶ χορὸς ἡμερίδων καὶ ἐλαιήεντες ἄρουραι. Οὐ μὲν ἀτιμήσειε θεὴ βασίλεια γυναικῶν ἀμφίπολον γεράων ἔμεναι καὶ ὀπάονα νύμφην. Οὐδὲ γὰρ Ἰφιγένειαν ἐΰθρονος Ἰοχέαιρα, οὐδ’ Ἕρσην γοργῶπις ἀπητίμησεν Ἀθήνη· | |
55 | οὐδέ μιν ἡρῴνῃσι παλαιῇσιν μεδέουσα Καίσαρος ἰφθίμοιο παρόψεται ὄμπνια μήτηρ ἐς χορὸν ἐρχομένην προτεράων ἡμιθεάων, ἣ λάχεν Ἠλυσίῃσι χοροστασίῃσιν ἀνάσσειν, αὐτή τ’, Ἀλκμήνη τε, μάκαιρά τε Καδμειώνη. | |
265(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Παῖδα Ξειναγόρα καὶ Πραξαγόρας ἐσορᾷς με τὸν μύστην Δηοῦς Ξειναγόραν ὄνομα. | |
266(t) | ΑΛΛΟ. | |
1 | Μυστῶν ἡγητῆρα Πολύζηλον, πατρὸς ἐσθλοῦ Ξειναγόρου μητρός θ’ Ἑρμιππίδος, ἐν ζαθέοισιν εἷσε θεαῖν [δαπέδοισιν ἑὸν γεννητῆρα Νεό]φρων. | 43 |
267(t) | ΑΛΛΟ. | |
1 | Τοῦτον ὃν εἰσοράᾳς, τύπον ὄρθιον Ἀντωνίνου Δωρόθεος πτελέῃ θήκατο κρυπτόμενον. | |
268(t) | ΑΛΛΟ. | |
1 | Παίδων μὲν τὰ πρῶτα πάλην ἔστεψέ με πάτρη καὶ κύδηνε κλυτῇ εἰκόνι χαλκελάτῳ· παγκράτιον δ’ ἀνδρῶν κοινὸν Λυκίων μετέπειτα ἀράμενος πάτρῃ θῆκ’ ἐρατὸν ξόανον. | |
269(t) | ΑΛΛΟ. | |
1 | Γειαρότας δοιοὺς τούσδ’ ἐθέμην Σάγαρις ἀντὶ βοῶν ζώντων τοὺς Δοκιμεῖς ἀρότας, οὓς ἐσάωσε θεὸς ὅτε βούβρωστις κατὰ γαῖαν σαρκοβόρος δεινή τε φόνον βρίθουσα ἄλυκτον, | |
5 | κόσμον ἐπέσχεθε πάντα· ἐμοὶ φύγον ἐκ καμάτοιο ἐργατίναι, καλοί, ξανθοὶ γαίης ἀροτῆρες. Καὶ βόας ἐρρύσω, ψυχὰς δὲ βροτῶν ἐσάωσας, καὶ Γαλατῶν γαίης ἤγαγες ἐς πατρίδα· υἷά τ’ ἐμὸν κύδηνας ἐνὶ Τρώκμοις ζαθέοισι. | |
10 | Τοὔνεκεν οὐ μέγα δῶρον ἐγὼ τὸν βωμὸν ἔθηκα· τίς γὰρ δῶρον ἄνακτι θεῷ ἀντάξιον εὗροι; | |
270(t) | ΑΛΛΟ. | |
1 | Εὐβούλου Πολλίων κληΐζομαι· ἔστι δὲ πάτρη Νῦσά μοι εὐκλείης· πόλιος δ’ ἐγέρηρέ με δῆμος Τράλλεος εἰν ἀέθλοισιν ἀταρβέος Ἡρακλῆος. | |
271(t) | ΑΛΛΟ. | |
1 | Ἀσκληπιοῦ με δμῶα πυρφόρο[ν, ξένε, Πείσωνα λεύσσεις, ἱππικόν [θ’] ἡ[γήτορα, ἄρξαντ’ Ἀθηναίοις δὲ τὴν ἐπ[ώνυμον. | |
272(t) | ΑΛΛΟ. | |
1 | Ἄλσος μὲν Μούσαις ἱερὸν λέγε τοῦτ’ ἀνακεῖσθαι, τὰς βίβλους δείξας τὰς παρὰ ταῖς πλατάνοις, ἡμᾶς δὲ φρουρεῖν· κἂν γνήσιος ἐνθάδ’ ἐραστὴς ἔλθῃ, τῷ κισσῷ τοῦτον ἀναστέφομεν. | |
273(t) | ΑΛΛΟ. | |
1 | ..................... .................. καὶ μετὰ λαοφόνον ξίφος υἱέος ἤρκεσα πάτρῃ, κτεῖνα δ’ Ἀχιλλῆα γήραος εὐφραδίῃ· | |
5 | ἐς δέκατον δ’ ἐκράτησα Πανελλήνων ἐνιαυτόν· | |
πρὸς δὲ μίτον Μοιρῶν οὔτις ἔχει δύνασιν. | 44 | |
274(t) | ΑΛΛΟ. | |
1 | Ἦρχεν ὁ Μηνογένης (?) μὲν, ἐκοσμήτευε δ’ ἐφήβων Μάρκελλος, πινυτῆς σύντροφος εὐδικίης· ἐν δ’ ἆρ’ ἠϊθέοισιν ἐφήβοισιν κρατεροῖσιν τὴν πυμάτην τάξιν Μάξιμος ἦρε πάλης· | |
5 | τοῦ δὲ πανάξιος ὢν Ἀσκληπιάδης στεφανοῦτο τὴν πρώτην παίδων τάξιν ἀφ’ Ἡρακλέους. Φωνή ..... | |
275(t) | ΑΛΛΟ. | |
1 | Στῆσεν Ἀχ[εί]ριστος στήλην μεγακυδέσιν ἀστοῖς πατρὸς τοὔνομ’ ἔχων δημόθεν Εὐπυρίδης, ἐκπρεπέως ἀέθλοισιν ἐπασκήσας καὶ ἐφήβους, καὶ στεφάνου κῦδος μοῦνος ἐνεγκάμενος. | |
276(t) | ΑΛΛΟ. | |
1 | Δηοῦς καὶ Κούρης θεοείκελον ἱεροφάντην, κυδαίνων πατέρα, στῆσε δόμοις Κλεάδας, Κεκροπίης σοφὸν ἔρνος, Ἐρώτιον, ᾧ ῥα καὶ αὐτὸς Λερναίων ἀδύτων ἶσον ἔδεκτο γέρας. | |
277(t) | ΑΛΛΟ. | |
1 | Σωτῆρα] βουλῆς γενόμενον δήμου τε ἅμα ξανθαῖσί με] σταχύεσσιν ἠγλαισμένον καλῷ, π]ολυκάρπῳ βασιλέω[ν] μ[ητρ]ῶν στέφει, εἰκόνα ἀ]νέθηκε λαΐνην Φιλήμονος | |
5 | πόλις στρ]ατηγοῦ τήνδε κἄρχοντος θεοῖς. | |
278(t) | ΑΛΛΟ. | |
1 | Ἄλλην Πηνελόπειαν ἐγείνατο κυδαλίμη χθὼν Σπάρτη, Τισαμενοῦ θεσπεσίου θύγατρα. Τοίη μῆτιν ἔην ἠδ’ ἤθεα καὶ νόον ἐσθλόν, ἔργα τ’ Ἀθηναίης ἠδὲ σαοφροσύνην· | |
5 | ταύτῃ καὶ γένος ἔσχες ἐτήτυμον, Ἡράκλεια, Ἡρακλέους, Φοίβου, πρὸς δέ τ’ [Ὀλυ]μ[π]ιάδων, οἵ σε κατ[οιχομένην ἕδ]ραισιν ἀνηρείψα[νθ’] αἷς αὐτοκασιγν[ήτην θᾶκον ἐς ἀθανάτων]. | |
279(t) | ΑΛΛΟ. | |
1 | Βάκχῳ μὲ Βάκχον καὶ Προσυμναίᾳ θεῷ στάσαντο Δηοῦς ἐν κατηρεφεῖ δόμῳ, τὸν Ἀρχε[λά]ου παῖδα ὁμώνυμον πατρί. Ταὐτῷ δ[έ] με, ξεῖ[νε], ἐν χρόνῳ δέμας κλυτῷ | |
5 | Βάκχον Λ[υ]αίῳ, γῆς δὲ πυρφόροις θεα[ῖς Φοίβῳ Λυκεί[ῳ θ’] οὕνεκα ἀντίτων ..... Δά]μα[ρ τίθ[ει με καὶ προσύ[μνα]ιος λέ[ως | |
α[ὐτοῦ] τε Φοίβου [π]υρφόροι λυ[κοκτ]όνου. | 45 | |
280(t) | ΑΛΛΟ. | |
1 | Ἀ[γ]ρεῖ δ’ Ἄρτεμις ἀ[γροτέ]ρη, καλοῖς ἐνὶ [πέπλ]οις, Μαρκιανὴν ἱερῷ δερκομένη [θαλάμῳ· ο[ὗ Δ]ιὸς ἀρητὴρ [ἠρᾶ]το, πατὴρ ἱερήων, ἄρ]τ[ι πυ]κ[νὸ]ν Φιλίο[υ σ]τέμμ’ ἀναδησάμενος· | |
5 | ἡ] δ’ ἐφο[ρῶσα θεὸ[ς σὺν Μ[αρκ[ιανῇ γ]ενετῆρα, ................... | |
281(t) | ΑΛΛΟ. | |
1 | Τὸν σοφὸν ἐν ἀνδρέσσιν Ἰωνικὸν ἄνδρα μέγιστον Κύϊντον Ἰούλιον Μίλητον οἱ τεχνῖται ἀνέθηκαν. | |
282(t) | ΑΛΛΟ. | |
1 | Ἐλευσίνιον γόνῳ με παῖδα Μακαρέως στήσαντο παῖδες εὐκλεᾶ κοσμήτορα, Φοίβου προφήτην, Οἰνέως ἐπώνυμον. | |
283(t) | ΑΛΛΟ. | |
a1 | Ὁ προγόνοις ἐφάμιλλος, ὁ τὴν μεγάλην πλέον αὔξων | |
a2 | Ἀρχέλεως γενεὴν πράξεσι ταῖς ἰδίαις, | |
a3 | ἀντίδοσιν τελετῆς τῆς ταυροβόλου χάριν ἔγνω, | |
a4 | βωμὸν ἀναστήσας Ἄττεω ἠδὲ Ῥέης. | |
a5 | Οὗτος Κεκροπίην αὐχεῖ πόλιν, οὗτος ἐν Ἄργει | |
a6 | ναιετάει, βίοτον μυστικὸν εὖ διάγων· | |
a7 | αὐτόθι γὰρ κλειδοῦχος ἔφυ βασιληΐδος Ἥρης, | |
a8 | ἐν Λέρνῃ δ’ ἔλαχεν μυστιπόλους δαΐδας. | |
b1 | Δαδοῦχός με κόρης Βασιλῆς Διὸς ἱερὸς ἥκων | |
b2 | Ἥρας κλεῖθρα φέρων βῶμον ἔθηκε Ῥέῃ | |
b3 | Ἀρχέλεως, τελετῆς συνθήματα κρυπτὰ χαράξας | |
b4 | ταυροβόλου πρῶτον δεῦρο τελειομένης. | |
284(t) | ΑΛΛΟ. | |
1 | Ἵππῳ νικήσαντα Θεόπροπον ἔστεφε Πίσα, εὐπατρίδην Ῥόδιον, συγκλητικῶν γενετῆρα. | |
285(t) | ΑΛΛΟ. | |
1 | Δεσποίνῃ Νεμέσει καὶ συννάοισι θεοῖσιν Ἀρριανὸς βωμὸν τόνδε καθιδρύσατο. | |
286(t) | ΑΛΛΟ. | |
a1 | Δοκτικίου μορφῆς μὲν ἔχω τύπον· εἰκόνα δ’ αὐτοῦ | |
a2 | θεσπεσίης ἀρετῆς φορέει στόμα φωτὸς ἑκάστου. | |
b1 | Τίς τόδε καλὸν ἄγαλμα; τίνος χάριν; ἢ τίνι φωτῶν; | |
b2 | —Ἡ πόλις ἀντ’ ἀγαθῶν Δοκτικίῳ μεγάλων. | 46 |
287(t) | ΑΛΛΟ. | |
1 | Εὐσεβέων κλυτὸν ἄστυ πανόλβιον ἄνδρ’ ἀνέθηκε Ζωσ[ι]μιανείδην, ἀγωνοθετῆρα Σέβηρον, ὄφρα καὶ ἐσσομένοισι ......... βρο[τοῖσιν. | |
288(t) | ΑΛΛΟ. | |
1 | Εἰκόνα λαϊνέην ἐρι[κύ]δεος ἀθλοθε[τῆ]ρος ἀντ’ ἀρετᾶς στῆσεν ........ ..................... | |
289(t) | ΑΛΛΟ. | |
1 | Εἰκόν]α Μόνδωνος παιδὸς πατρός τε Φιλίνου ἡ πόλις ἔστησεν σωφροσύνης ἕνεκα. | |
290(t) | ΑΛΛΟ. | |
1 | Ῥωμανοῦ πραπίδεσσι Συρακοσίων τόδε ἄστυ ἐκ καμάτων ἀνέπνευσε καὶ εἶδεν ὀνείατος ὥρην. Τοὔνεκα λαϊνέην μὲν ἀνεστήσανθ’ οἱ ἄριστοι εἰκόνα, τῆς σοφίης δὲ καὶ ἐν στήθεσσιν ἔχουσιν. | |
291(t) | ΑΛΛΟ. | |
1 | Παν]τακλῆς μ’ ἀνέθηκεν ἀδελφεός· εἰμὶ δὲ κεῖνος Πυθο]κλέης, πλείστων ἀντιτυχὼν ἀέθλων· Ἑλλαδικαὶ νῖκ[αι] τ[ρε]ῖς καὶ δέκα τὰς [Νεμέῃ τε καὶ π]αρὰ Πειρήνην Κασταλίην τ’ ἔλ[α]βον, | |
5 | τρεῖς δ’ ἔτι καὶ Ζεὺ]ς οἶδεν Ὀλύμπιος ὡς ἐτύμας [τοι εἰπεῖν ἐξ ἱ]εροῦ [φθ]εγγόμενος στόματος· ἄσπετα δ’ ἄλλων φ[ῦλ’ οὐκ ἄν τις ἀριθμήσειεν, οὓς ἀν’ Ἀχαιΐδα] γῆ[ν ἠ]γαγόμην στεφάνους. ἀλλ’ ὁπός’ αὐλῳ]δός τε καὶ ἐγκυκλίοισι χοροῖσιν | |
10 | ὅσσα τε κωμῳ]δός, ταῦτα καταγράφεται, ἡνίκα Βοιωτῶν] με παν[ήγ]υρι[ς] ἐστεφάνωσεν .......... πρῶτ’ ἀπενεγκάμενον. Ὁ στέφανος Μούσαις Ἑλι[κω]νίσι καὶ Διονύσῳ Κ]αδμείῳ, τριτάτην κῦδος ἐμοῖς γενέταις. | |
15 | Καὶ βασιλεῖς δώροισιν ἐτίμησαν τὸν ἀοιδόν, υἱὸν Ἀριστάρχου θεοῖς φίλον Ἑρμιονῇ. | |
292(t) | ΑΛΛΟ. | |
1 | Εὐθυντῆρι τύχης Βήλῳ Σέξστος θέτο βωμόν, τῶν ἐν Ἀπαμείᾳ μνησάμενος λογίων. | |
293(t) | ΑΛΛΟ. | |
1 | Ἡλικίην παῖς εἰμί, βρέτας δ’ ἐστήσατο Φῆλιξ, Ἡρακλέους εἰκώ· οἶσθά με καὶ Προδίκου. | |
294(t) | ΑΛΛΟ. | |
1 | Θειολόγου Λαίτοιο μετάρσιον ὕμνον ἀκούσας | |
οὐρανὸν ἀνθρώποις· εἶδον ἀνοιγόμενον· εἰ κατὰ Πυθαγόρην ψυχὴ μεταβαίνει ἐς ἄλλον, ἐν σοί, Λαῖτε, Πλάτων ζῇ πάλι φαινόμενος. | 47 | |
295(t) | ΑΛΛΟ. | |
1 | Ἰητρῷ Τροφίμῳ πίσυνοι θηρεύτο[ρε]ς ἄνδρες τῆς γλυκερῆς ὑγίης δῶρον ἀν]ε[ιλ]όμεθα· ἀνθ’ ὧν χαλκείην τήνδ’ εἰκόνα θήκαμεν ἀνδρός, ἐγγὺς θηρείων ἱστάμενοι στομάτων. | |
296(t) | ΑΛΛΟ. | |
1 | Τὸν θεράπων] πρῶτον Παιήονος, ἔξοχον ἐσθλῶν ἰητρῶ]ν, ἀρετῆς εἵνεκα καὶ σοφίης, .....μώρου Νικίαν Ἄρεος πάγος. | |
297(t) | ΑΛΛΟ. | |
1 | Δίς με σοφιστὴν πρῶτον Ἀθήνηθεν καλέσαντο Σώτηρον βουλῆς δόγμασιν Ἀνδροκλίδαι· πρώτῳ δ’ ἀντ’ ἀρετῆς τε βίου σοφίης τε λόγο[ιο ὥρισαν ἐν τιμαῖς μυρ[ία] δῶρα τελεῖν. | |
298(t) | ΑΛΛΟ. | |
1 | Ἀργολικοῖς ὅκα πάντες ἐ[νὶ σταδίοισιν ἀριστεῖς] ἤλασαν ἐκ δίφρων εἰς ἔριν ἁν[ίοχον], σοὶ καλόν, ὦ Διότιμε, Φορωνίδος [ἔκ ποτε γαίας] κῦδος, ἀειμνάστους δ’ ἦλθες ὑπὸ στεφάν[ους]· | |
5 | ἀστῶν γὰρ πράτιστος ἀφ’ Ἑλλάδος ἱππικὸν [ε]ὖχος ἄγαγες εἰς ἀγαθῶν οἶκον Ἀγηνοριδᾶν. Αὐχεῖ καὶ Θήβης Καδμήϊδος ἱερὸν ἄστυ δερκόμενον νίκαις εὐκλέα ματρόπολιν, πατρί τε σῷ τελέσει Διονυσί[ῳ ἱρὰ Δ]ίωνος, | |
10 | Ἑλλὰς ἐπεὶ τρανῆ τόνδ’ ἐβόασε [θρόον]· οὐ μόνον ἐν ναυσὶν μεγαλύνε[αι ἀμφιελίσσαις], ἀλλ’ ἔτι καὶ ζευκτοῖς ἀθλο[φορεῖς ὄχεσιν]. | |
299(t) | ΝΕΣΤΟΡΟΣ ΛΑΡΙΑΝΔΕΩΣ (?) | |
1 | Ἡ βουλὴ τίμησεν ἀγασσαμένη τὸν ἀοιδὸν Νέστορα καὶ μολπῆς εἵνεκα καὶ βιότου· εἰκόνα δ’ ἐξετέλεσσε καὶ εἵσατο πατρίδος ἄρχων Κορνοῦτος θαλερῆς ἐν τεμένεσσι Κόρης, | |
5 | ὄφρα καὶ ὀψίγονοί περ ἐν ἄστεϊ παῖδες ἔχοιεν σῆμα φιλοξενίης καὶ δέλεαρ σοφίης. | |
300(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Μαρκιανοῦ στίλβει τύπος Ἑλλάδος ἀνθυπάτοιο. | |
301(t) | ΑΛΛΟ. | |
1 | Οὗτος ὁ τῆς Ἀσίης ὑψαύχενα θῶκον ὑπάρχων πυργώσας καθαροῖς [λ]ούμασιν Ἀχόλιος· | |
ᾧ βουλὴ μεγάλων ἀγαθῶν χάριν εἰκόνα χαλκῆν στησαμέν[η τιμὴν ὤπασε θ]ειοτάτην | 48 | |
5 | ἠδ’ ὅτι λαϊνέων δαπέδων κρηπῖδα πορίσας τεῦξεν Ἐλευθερίης ἐνναέταις τέμενος. | |
302(t) | ΑΛΛΟ. | |
1 | Θεῷ μεγίστῳ καὶ καλῇ Μοίρᾳ Οὐάλης ἀρχὴν λαχὼν ἔπαρχον Μισηνῶν στόλου, ἔστησα βωμὸν ἐκτελῶν εὐχὴν ἐμήν. | |
303(t) | ΑΛΛΟ. | |
1 | Δοιούς σοι Διόδωρος ἐθήκατο, Σῶτερ, ὀνείρους ἀντὶ διπλῶν ὄσσων, φωτὸς ἐπαυράμενος. | |
304(t) | ΑΛΛΟ. | |
1 | Σωθεὶς ἐκ πολλῶν καὶ ἀμετρήτων μάλα μόχθων εὐξάμενος ἀνέθηκα Γενίου εἰκόνα σεμνήν. | |
305(t) | ΑΛΛΟ. | |
1 | Εἰκόνι χαλκείῃ σε Πρόβον, τὸν ὕπαρχον Ἀθήναις Ἀντόλιος [στῆ]σεν Ἑλλάδος ἀνθύπατος. | |
306(t) | ΑΛΛΟ. | |
1 | Βουλῆς μ’ Ἀρείας ψῆφος ἔστης’ ἐνθάδε Πομπωνιανὸν παῖδα τὸν Διονυσίου, γένους θ’ ἕκατι κἀρετῆς, ὅση νέῳ. | |
307(t) | ΑΛΛΟ. | |
1 | Ἄμφω ἀριστότοκος καὶ ἀγλαόπαις ἐστιν Τιβέριος, ὃς Μαρκελλῖνον τέκετ’ ἔξοχ[ον] ἀνδρῶν· οὗτος καὶ πατρίδ’ ἑὴν ἔσωσεν παρ’ ἄνακτος· εἴθε νῦν καὶ χρυσέοισιν ἀγάλμασιν ὧδε δυναίμην | |
5 | ἀνστήσειν, Μαρκελλῖνε, πεποθημένον πατρίδι κῦδος, ὃς τόδε σῆμα ποιήσας, ἀρετῆς μνήμην ἀνέγειρα αὐτῷ καὶ γενετῆρι καὶ υἱάσι κυδαλίμοισιν. | |
308(t) | ΑΛΛΟ. | |
1 | Εἴθε σε καὶ χρυσέῳ ἀγάλματι ὧδε δυναίμην Τιβέριον στήσειν, πεποθημένον πατρίδι κῦδος. | |
309(t) | ΑΛΛΟ. | |
1 | Εἰ καί τις προτέρων ἀνδρῶν τῷ Ἑρμῇ ἔρεξεν ἱερά, καὶ Νίκῃ τοιάδε δῶρα πρέπει· ἣν πάρεδρον Βρομίῳ κλεινοῖς ἐν ἀγῶσι τεχνιτῶν Πραξιτέλης δισσοῖς εἵσατ’ ὑπὸ τρίποσιν. | |
310(t) | ΑΛΛΟ. | |
a1 | Εἵσατο τήνδ’ Ἑκάτην πολυώνυμον Ἀρτεμίδωρος, | |
a2 | φωσφόρον ἣν τιμῶσιν ὅσοι χώραν κατέχουσιν· | |
a3 | μνημόσυνον Θήρας πόλεως παριοῦσιν ἔτευξεν | |
a4 | βάθρα τάδ’, ἔστησέν τε μέλαν λίθον Ἀρτεμίδωρος. | 49 |
b1 | Ἥκω Πριάπος τῇδε Θηραίων πόλει | |
b2 | ὁ Λαμψακηνὸς πλοῦτον ἄφθιτον φέρων, | |
b3 | [καὶ σύμμαχος] πάρειμι καὶ παραστάτης | |
b4 | [τοῖσιν] πολίταις τοῖς τ’ ἐνοικοῦσιν ξένοις. | |
311(t) | ΑΛΛΟ. | |
1 | Βωμὸν δορποφό[ροις ταῖς] νύμφαισιν μ’ ἀνέθ[ηκεν] ἡ Νίκα] Παπιανοῦ ἔκ τ’ ἄρα Μυρσινέας. | |
312(t) | ΑΛΛΟ. | |
1 | Ὀρθείῃ δῶρον Λεοντεὺς ἀνέθηκε βοαγός. βψλʹ μῶαν νικήσας, τάδε ἔπαθλα λαβών. βψλʹ καί μ’ ἔστεψε πατὴρ εἰσαρίθμοις ἔπεσι. βψλʹ | |
313(t) | ΑΛΛΟ. | |
1 | Ὀρ[θαγόρας εἰρήν[ης] ἄρξας στήσατο βώμους Φοίβῳ καὶ κούρῃ Ἀρτέμιδι εἵνεκεν εὐχῆς, μέτρον στήσας πλησθείσαις πηγαῖς ὑπὸ Νυμφῶν, ἄμφω ὅπως ποταμὸς λαγόνων ῥείθροισιν ὁδεύοι, | |
5 | ...................... | |
314(t) | ΑΛΛΟ. | |
1 | Εὐσεβίης τόπος οὗτος, ὃν ἔκτισεν ἐγγύθι λίμνης ἔξοχος ἐν στρατίῃ Ἀμμώνιος, ᾧπερ ἐΐσην ἀθάνατοι φιλέοντες ἐϋφροσύνην τε καὶ ὄλβον δῶκαν ἔχειν, στρατιῇ τε φέρειν κλέος αἰὲν ἀγαστόν. | |
315(t) | ΑΛΛΟ. | |
1 | Ἥδε κυρεῖ πάντως ἡ σφὶγξ καὶ θεῖον ὅραμα. Σῶμα γὰρ εἰ νοέεις ὕψος θ’ ὅπερ ἔπλετο τῇδε, πλάσματος εὐωποῖο νοήσεις κόσμον ἅπαντα, ἱερόν, ὡς ἐφύπερθε πρόσωπον ἔχει τὸ θεόπνουν, | |
5 | γυῖα δὲ καὶ δέμας οἷα λέων· βασιλεὺς ὅ γε θηρῶν· δεινὸν μὲν τὸ θέαμ’· ἀτρεκὲς δ’ εἴ τίς γε νοήσει, ὄψιν ἔχει δεινῶπος ἐπώνυμον Ἡφαιστείνας· ............... ἐκ τῆς θεότητος. Ἐσθλῆς αὐτὰρ ἔγωγε θέας ἀπιὼν ἐχάραξα. | |
316(t) | ΑΛΛΟ. | |
1 | Αὐλῆς νῦν [ἐσορᾷς] πρόθυρον μόνον· εὖτε δὲ πᾶ[σαν Μάξιμος ἐκτελέσῃ, αἶψα δὲ τοῦτο πέλοι, ὄψεαι Ἀλκινόου προφερέστερα δώματα πάντα· τέκνοις δ’ ἐκτελέοι καὶ τεκέων τέκεσιν. | |
5 | Τελείῳ. | |
317(t) | ΑΛΛΟ. | |
a1 | Ἵλαθί μοι Βαλμαρκώ[θ], κοίρανε κωμῶν, | 50 |
a2 | καὶ κλύε μου, δέσποτα, νῦν Ἱλάρου. | |
b1 | .............ρων ἀνέθηκα | |
b2 | τ]ήλοθεν ἐκ νήσοιο Ῥόδου τέχνασμα ποθεινόν, | |
b3 | Ἄμμωνος κεραοῦ χάλκεον ἀντίτυπον, | |
b4 | ... προχέοντα βροτοῖς ἱερόδρομον ὕδωρ. | |
318(t) | ΑΛΛΟ. | |
1 | Μνῆμα τόδ’ ὑψιφανὲς Δη[οῦ]ς [ζ]α[κόρ]οιο δέδορκας μυρίον ἐν σοφίῃ κῦδος ἐνεγκαμένου, ὃς τελετὰς ἀνέφηνε καὶ ὄργια πάννυχα μύσταις Εὐμόλπου, προχέων ἱμερόεσσαν ὄπα, | |
5 | ὃς καὶ δυσμενέων μόθον οὐ τρέσεν, ἀλλ’ ἐσάωσεν ἄχραντ’ ἀρρήτων θέσμια Κεκροπίδαις· ἆ μάκαρ, ὃν καὶ δῆμος ἐπεστεφάνωσε γεραίρων .................... | |
319(t) | ΑΛΛΟ. | |
1 | Ἀλκῇ καὶ μύθοισι καὶ ἐν μούσαισι κρατίστους ἄνδρας ἀγακλειτοὺς τέτροφε Κεκροπίη, ὧν ἕνα καὶ Δέξιππον, ὃς ἱστορίην ἐσαθρήσας αἰῶνος δολιχήν, ἀτρεκέως ἔφρασε. | |
5 | Καὶ τὰ μὲν αὐτὸς ἐπεῖδε, τὰ δ’ ἐκ βίβλων ἀναλέξας ηὕρατο παντοίην ἱστορίης ἀτραπόν. Ἦ μέγα κλεινὸς ἀνήρ, ὃς νοῦ ἄπο μυρίον ὄμμα ἐκτείνας, χρονίους πρήξιας ἐξέμαθε. Φήμη μὲν περίβωτος ἀν’ Ἑλλάδα, τὴν ὁ νεανθὴς | |
10 | αἶνος Δεξίππῳ δῶκεν ἐφ’ ἱστορίῃ. Τοὔνεκα καὶ παῖδες τὸν ἀγακλειτὸν γενετῆρα μορφήεντα λίθου θῆκαν ἀμειβόμενοι. | |
320(t) | ΑΛΛΟ. | |
1 | Νηὸν [μὲν] σιγαλόεντα Σαράπιδος ὑψιμέδοντος, ἠδ’ αὐτὸν χρυσοῦ παμφανόωντα βολαῖς, στήσαντο ζάκορός τε Διόσκορος, ἠδὲ Κυρίλλου εὐνέτις, ἡ μακάρων μή ποτε ληθομένη, | |
5 | καὶ δύο τῆς αὐτῆς γενεῆς ἕνα θεσμὸν ἔχοντες, οἷσι μέμηλε κλυτῆς ἔργα νεωκορίης. | |
321(t) | ΑΛΛΟ. | |
1 | Ἑσπερίης πάσης χθονὸς ὄβριμον ἰθυντῆρα, Μαρκελλῖνον ἄθρει θαρραλέως ταμίην, Ἑλλάδος ἀγλαὸν ἔρνος, ὃς εὐδοκίῃ καὶ ἀρωγῇ | |
κουφίζων πόλιας, θῆκεν ἐλαφροτέρας. | 51 | |
5 | Τοὔνεκα καὶ προθύροισι Δίκης, ἐπιμάρτυρα θεσμῶν βουλῆς καὶ Πύρρου στῆσεν ἐφημοσύνη. | |
322(t) | ΑΛΛΟ. | |
a,n | Ἀγαθῇ τύχῃ. | |
a1 | Ἀνθεμίου παῖς οὗτος, ὃς ἀνθυπάτων μέγ’ ἀμείνων, | |
a2 | ὑπάρχου πατρὸς ζηλῶν τρόπον ἠδ’ ὑπάτοιο, | |
a3 | ἶσα Διὸς θέμιδι φαίνων χραίσμη[σιν] ἅπασιν. | |
b,n | Ἀγαθῇ τύχῃ. | |
b1 | Ἀσίδος ἀνθύπατον, μεγαλήτορος υἱὸν ὑπάρχου | |
b2 | Ἀνθεμίδην Ἰσίδωρον ἐν εἰκόσι μαρμαρέῃσιν | |
b3 | Ὑπαίπων ναετῆρες ἐτίσαμεν εἵνεκεν ἀρχῆς. | |
323(t) | ΑΛΛΟ. | |
1 | Ἡ διασημοτάτη Ἐρύθρου πόλις, ἡ μακάρων γῆ Κεκροπὶς ἡλιόθεν κῦδος ἀειραμένη τῆς πανηγύρεως ἀγορανόμον οὔνομα Κάρπον τοῖς ἰδίοις ἔργοις εἶδεν ἀταλλόμενον· | |
5 | ἔστι δέ μοι γενέτης ᾧ εὔχομαι ἰσοφαρίζειν Ζωσιμίων τιμαῖς ἄγχι παριστάμενος. | |
324(t) | ΑΛΛΟ. | |
1 | Εἰκόνα τήνδ’ ἐσάθρει· πέλεται δὲ τοῦ ἁγνοῦ ὑπάρχου ἐς Κρητῶν πόλιν, ἣν μοῦνος ἔθηκα νέην. Ἀγχίθυρος δ’ ἕστηκα Δίκης πέλας· εἰμὶ Δίκης γὰρ ἤπιος ἰθυδίκοις, τοῖς δ’ ἀδίκοισι δέος. | |
5 | Στῆσε δὲ Καλλίνικος ἐνηής, δόγματι νήσου, γαίης Ἰλλυρίδος δεύτερον ἠελίον. | |
325(t) | ΑΛΛΟ. | |
1 | Διφίλου οὗτος ὅδ’ ἐστι τύπος τοῦ Διφίλου υἱοῦ, ὃς καὶ ἐπὶ στρατιὴν δόξαν ἔχεν μεγάλην. | |
326(t) | ΑΛΛΟ. | |
1 | Ἄττις τὸν Ἑρμῆν εἵσαθ’· Ἑρμῆς δ’ Ἀττίῳ ο[ἶκον φυλάττ]οι καὶ γένος φίλους θ’ ἅμα. ....... Ἑρμῇ δ’ ἐπ’ ἄλειφα χεύσομαι φυλαττομένῳ δῶμα τόδ’ Ἀττιάδων· | |
5 | ....... Ἑρμῆς [δ’ ἐρ]ιούνιος. | |
327(t) | ΑΛΛΟ. | |
1 | Σοὶ τόδ’ ἄγαλμα, θεά, Π.......... | |
................... Ν]ικιέης οὗ πατρὸς ὁμώνυμος, ἠδὲ σύν[ευνος. ................... | 52 | |
5 | Σεῖο δὲ καὶ νηοῖο θύρας τεύξαντο [φα]εινάς, ................... Οἱ δ’ αὐτοὶ δάπεδον πυκνοῖς στορέσαντ’ οὐδοῖσιν καὶ βωμοὺς ἱεροὺς τεῦξαν ἑαῖς δαπάναις, καὶ νηοῦ δ’ ἐπὶ κρατὶ μετήορ’ ἀγάλματα θῆκαν | |
10 | τρισσά, δύω Νίκας, μέσσα [δὲ] Π[ερσεφόνη]ν. Χαῖρε, θεὰ, τοῖσδεσσι καὶ ἱλήκοις Παρίοισιν, [δισσὰ]ς ἐν παλάμαις ἀραμένη δαΐδας, καὶ τοῖς μὲν φιλέουσι Πάρον γλυκερὸν φέρε φέγγος, τοῖς δ’ ἐθέλους’ ἀδικεῖν πυρσὸν ἄναπτε κακῶν, | |
15 | μᾶλλον δ’ ἐμπόδιον καὶ τοῖς κακοεργέσι θείης, μή τι κακὸν ῥέζειν, ἐσθλὰ δὲ πάντα πόλιν. Ἵλαθι πᾶσι, μάκαιρα, πολυλλίστη δὲ πόληϊ, κούραις καὶ κούροις, τοῖς καὶ ἐπεσσομένοις. Ἔξοχα δ’ ἱλήκοις, καί σφιν μάλα χάρματα δοίης, | |
20 | Νικίᾳ ἠδ’ ἀλόχῳ παισί τε τῶνδ’ ἐρατοῖς, καὶ παισὶν παίδων, τοί κεν μετόπισθε γένωνται· ἵλαθι, τοὔνεκα σεῦ νηὸν ἔ[θηκε γονεύς (?). Τόνδε σοι, ὦ δᾳδοῦχε Διὸς τέκος, ὕμνον ἔτευξεν Νικιάδης, ὃς σεῦ ἵλατο δᾷ[δα φέρων.] | |
328(t) | ΑΛΛΟ. | |
1 | Ὁ κρατερὸς πολιοῦχος ἄναξ ἠγείρατο ταύτην νεύματι τῷ σφετέρῳ χαλκοτύπου παλάμαις στήλην Εὐδάμοιο, τὸν εὖ ἐνοήσατο θεσμὸς πειθόμενον σκήπτροις αἰὲν ἀκηρασίοις. | |
5 | Δέρκεό μοι, φίλος, ὧδε νοήμονα τέκτονα χαλκοῦ Ἡφαίστου σοφίῃ σῶμα μιμησάμενον. | |
329(t) | ΑΛΛΟ. | |
1 | Ἐκ γενεῆς περίβωτον, ἀπ’ ἀνθυπάτων καὶ ὑπάρχων, Πλούταρχον, καθαρῇσιν ἀοίδιμον εὐνομίῃσιν, προφρονέως Μεγαρῆες ἀειμνήστοις ἐπὶ ἔργοις εἰκόνι λαϊνέῃ στῆσαν ἀγασσάμενοι. | |
5 | Πάντη Πλουτάρχοιο κλέος, πάντη δέ τε θαῦμα, πάντη δ’ εὐνομίης εὖχος ἀπειρέσιον, υἱέος Εὐρίοιο, τὸν Ἀλκαθόου ναετῆρες πολλῶν ἀντ’ ἀγαθῶν ἀμφὶ Δίκης τεμένει. | |
330(t) | ΑΛΛΟ. | |
1 | Δῆμος Ἐρεχθῆος βασιλῆα λόγων ἀνέθηκεν Πλούταρχον σταθερῆς ἕρμα σαοφροσύνης, ὃς καὶ τρὶς ποτὶ νηὸν Ἀθηναίας ἐπέλασσεν ναῦν ἐλάσας ἱεράν, πλοῦτον ὅλον προχέας. | |
331(t) | ΑΛΛΟ. | |
1 | Τὸν θεσμῶν ταμίην Ἑρκούλιον ἁγνὸν ὕπαρχον Πλούταρχος μύθων ταμίης ἔστησε σοφιστής. | |
332(t) | ΑΛΛΟ. | |
1 | Τὸν πρόμαχον θεσμῶν [Ἑρκού]λιο[ν, ἶσο]ν ἅπασιν, ἑζόμενον θώκων [ὑ]ψόθεν αἰπυτάτων, δεινὸς Ἀθηναίων Ἀπρωνιανός σε σοφιστὴς στῆσε παρὰ προμάχῳ Παλλάδι Κεκροπίῃ. | 53 |
333(t) | ΑΛΛΟ. | |
1 | Ἑρκόλιον τὸν ἔπαρχον ἀνέστησαν Μεγαρῆ[ες παντοίω[ν ἐθν]ῶν καὶ πόλεων φύλακα. Τείχεα δείμα[το κ]αὶ [πόρ]ον ἔμπεδον ὤπασε Νυμφῶν, ἄστεα καὶ βουλὰς π[άντ’ ἐφ]ορῶν σοφίῃ. | |
334(t) | ΑΛΛΟ. | |
1 | Φωσφόριον Μεγαρῆες Ἀριστονόοιο καμόντες εἰκόνα λαϊνέην στῆσαν ἐπ’ εὐδικίαις, οὕνεκα πυργώσας πόλιας, κρατεραλγέα, θοῦρον τεῦξεν ἀτάρβητον δήϊον ἐνναέταις. | |
335(t) | ΑΛΛΟ. | |
a1 | Ἀρχὸν ἐμὲ Θεόδωρον Ἀχαιῶν εἰκόνι τῇδε | |
a2 | στῆσε Θεμιστοκλέης νεύματι Κεκροπίης. | |
b1 | Ἀρχὸν ὁρᾷς Θεόδωρον, ὃς εὐδικίῃς ἀγανῇσι | |
b2 | σῶσε Πανελλήνων σώματα καὶ πόλιας. | |
b3 | Τοὔνεκά μιν κατὰ ἄστυ Θεμιστοκλέης ἀνέθηκεν | |
b4 | εἰκόνι λαϊνέῃ· τὼς γὰρ ἄνωγε πόλις· | |
b5 | εὐχόμενος μετέπειτα θεῷ γεννήτορι πάντων, | |
b6 | καὶ χαλκοῦν στῆσεν νεύματι Θευδοσίου. | |
336(t) | ΑΛΛΟ. | |
1 | Πιτθεῖδαι Θεόδωρον· ἐπεὶ πόλιν ἠέξησε πευκαλίμοις ἀγανῆς μήδεσι προστασίης, ναὶ μὴν καὶ κτεάτεσσιν· ἐπεὶ λίπε πᾶσι νέμεσθαι ἄργυρον ἐς γενεὴν πᾶσαν ἐπεσσομένην. | |
337(t) | ΑΛΛΟ. | |
1 | Τὸν κλυτὸν ἡγεμονῆα Χαρίσιον ἄνθετο κούρα, Σπάρτας ἁ πρώτα, Πηνελόπεια νέα, ἣν μέγα χάρμα πάτρᾳ Σπαρτιατικὸς ἠέξησεν, κυδάλιμος γενέτωρ κυδαλίμαν θύγατρα. | |
338(t) | ΑΛΛΟ. | |
1 | Στῆσε Σαβινιανὸν τὸν ἀοίδιμον ἡγεμονῆα ἀντ’ εὐεργεσίης ἡ πόλις ἡ σφετέρη. | |
339(t) | ΑΛΛΟ. | |
1 | Ἐκ δεκάπεντ’ ἀνδρῶν Φοίβου στεφανηφόρος ἱρεὺς Κρήσκηνς, ἠγάθεός τε Λεόντιος, ἔνσοφοι ἄνδρες, ὃς μὲν ἀπ’ ἀντολίης, ὃς δ’ ἄρ’ ἀφ’ ἑσπερίης, ὄργια συρρέξαντε θεᾷ παμμήτορι Ῥείῃ | |
5 | κριοβόλου τελετῆς καὶ ταυροβόλοιο φερίστης, | |
ἤμασι μυστιπόλοις βωμὸν ὑπερτίθεσαν. | 54 | |
340(t) | ΠΕΤΡΩΝΙΟΥ ΑΠΟΛΛΟΔΩΡΟΥ (?) | |
1 | Μητέρι τῇ πάντων Ῥείῃ, τεκέων τε γενέθλῳ, Ἄττει θ’ ὑψίστῳ καὶ συνιέντι τὸ πᾶν, τῷ πᾶσιν καιροῖς θεμερώτερα πάντα φύοντι, κριοβόλου τελετῆς ἠδ’ ἔτι ταυροβόλου | |
5 | μυστιπόλος τελέθων, τοῦτον συνθήκατο βωμόν, δῶρον Ἀπόλλωνος θεῖον ἔχων ἐπίκλην. | |
341(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | Εἷς Βαΐτ, εἷς Ἀθώρ, μία Τωμβία, εἷς δὲ Ἄκωρι, χαῖρε, πάτερ κόσμου, χαῖρε τρίμορφε θεός. | |
342(t) | ΑΛΛΟ. | |
1 | Πανί τε καὶ Νύμφαις Μαίης γόνον ἔνθ’ ἀνέθηκεν Ἑρμείαν Διὸς υἱὸν, ............. Οὐίκτωρ, Λυσιμάχου παῖς, Ἑρ[μαίο]υ δ’ ἅμα [Π]ανός ἀρητήρ .................. | |
343(t) | ΑΛΛΟ. | |
1 | Τήνδε θεὰν ἀνέθηκε φιλευήχῳ Διόπανι Οὐΐκτωρ ἀρητὴρ Λυσιμάχοιο γόνος. | |
344(t) | ΑΛΛΟ. | |
a1 | Τατι]ανὸς μετὰ δικανικὴ[ν τοῖς ἄ]ρχουσιν συγκαθεσθείς, | |
a2 | ἡγεμόνι, βικαρίῳ, ἀνθυπά[τῳ], δυσίν τε ἐπάρχοις, | |
a3 | ἀρχὴν Θηβαίων λάχεν, ε[ἶτ’] Αἰγύπτου πάσης, | |
a4 | κεῖθεν ὑπατικὸς Συρίης, ἠδ’ [ἔπ]αρχος ἑῴας, | |
a5 | θησαυρῶν τε θείων κόμ[ης], εἶτ’ ἔπαρχος μέγας φανείς· | |
a6 | ταῦτα δ’ ἔτι πράττων ἔτ[εσι] τριάκοντα καὶ τρισίν, | |
a7 | δέξατ’ ἀείδιον ὑπάτων [λάχος] εἵνεκα πάντων. | |
a8 | ...................... | |
b1 | Οἱ θ]εῖοι βασιλεῖς τοῖς ἔρ[γοισιν] χαίροντες | |
b2 | εἵνεκ’ ἀμοιβῆς ὑπατίας τί[μησαν] ἀφθάρτω[ς | |
b3 | ὡς ἂν αὐτῷ κῦδος καὶ τιμὴν ὀπάσοιεν | |
b4 | πάντας ἐπ’ ἀνθρώπους ἅμα τ[οὺς τότε] καὶ μετέπειτα, | |
b5 | οὕνεκ’ ἀπειρεσίους πόνους [ἐξή]νυσεν ἀρχαῖς. | |
345 | ΑΛΛΟ. | |
1 | Ἰταλίης ἄρχοντα φιλόπτολιν ἐστήσαντο | |
βουλὴ καὶ βασιλεύς, τὸν σοφὸν Εὐσέβιον. | 55 | |
346(t) | ΑΛΛΟ. | |
n | Εἰς ἄγαλμα Κλαυδιανοῦ. | |
1 | Εἰν ἑνὶ Βιργιλίοιο νόον καὶ μοῦσαν Ὁμήρου Κλαυδιανὸν Ῥώμη καὶ βασιλεῖς ἔθεσαν. | |
347(t) | ΑΛΛΟ. | |
1 | Δημοκύδης τόδ’ ἄγαλμα Τελεστοδίκη τ’ ἀπὸ κοινῶν εὐξάμενοι στῆσαν παρθένῳ Ἀρτέμιδι σεμνῷ ἐνὶ ζαπέδῳ κούρῃ Διὸς αἰγιόχοιο τῶν γενεὴν βίοτον τ’ αὔξησεν ἀπημοσύνῃ. | |
348(t) | ΑΛΛΟ. | |
1 | Ἁζομένη κούρην Λητωΐδα ἰοχέαιραν, Ἄρτεμιν Ὀρθωσίην, πόλεως περὶ τείχεα πάντα, εἰμ’ ἱερηῒς ἐγὼ Ἀσκληπιάς· ἐκ δὲ τοκήων πατρὸς Ἐϋκτιμένου Ἀσκληπιάδαο γενέσθην, | |
5 | μητρὸς σεμνοτάτης Νικηφόριδος γένος ἐσθλόν· οἱ δ’ εὖ γεινάμενοί με δόσαν ἱερῇδα [τῇδε] θεαίνῃ, βουλῆς καὶ δήμου ψηφισσαμένης περ’ ἐμεῖο. | |
349(t) | ΑΛΛΟ. | |
1 | Τῷ σεμνύνοντι τοῖς τρόποις τὴν ἀξίαν ὕπατος ὑπάρχων προσφέρω Φι[λό]ξε[νος. | |
350(t) | ΑΛΛΟ. | |
1 | Τουτὶ τὸ δῶρον τῇ σοφῇ γερουσίᾳ ὕπατος ὑπάρχων προσφέρω Φιλόξενος. | |
351(t) | ΑΛΛΟ. | |
a1 | Λάμπει καὶ φθιμένοις ἀρετῆς φάος, οἳ περὶ πάτ[ρης | |
a2 | πολλὰ [π]ονησάμενοι [ξυ]νὸν ἔθεντ’ ὄφελος· | |
a3 | Ἀσκληπιοδότῳ λόγος ἥρμοσεν, [ᾧ] πόλις ἥδε | |
a4 | οἷάπερ οἰκιστῇ τόνδ’ ἀνέθηκε τύπον. | |
b1 | Τήκει καὶ πέτρην ὁ πολὺς χρόνος, [ἀλλ’] ἀ[ρετάων | |
b2 | Ἀσκληπιοδότου τὸ κλέος ἀθάνατον, | |
b3 | ὅσσα καὶ οἷα πόρεν [γ]έρα πατρίδι· τοῖς ἐπὶ π[ᾶσιν | |
b4 | καὶ τόδε μετρείσθω ξυνὸν ἔρεισμα θόλου. | |
352(t) | ΑΛΛΟ. | |
1 | Ὅτι τὰ λεγόμενα ἑπτὰ θεάματα ἐστὶ ταῦτα· Κενὸν φρύαγμα τῶν πάλαι πυραμίδες, | |
Αἴγυπτος ὥσπερ εἶχε κόμπον ἡ πλάνος, καὶ πύργος ἄστροις ἐξισούμενος Φάρου, | 56 | |
5 | μέγας κολοσσὸς ὁ θρυλλούμενος Ῥόδου, | |
5 | καὶ Κυζίκου φέριστος ἀπραγὴς δόμος, τῆς Ἀρτέμιδος τῆς Ἐφεσίας δόμος, καὶ τύμβος ἐξάκουστος ὁ τοῦ Μαυσώλου, τὸν ὅνπερ ἐξήγειρεν Ἀρτεμισία, ἡ Μαυσώλου τάλαινα σύζυγος πάλαι, | |
10 | καὶ τὸ θέατρον Λυκίας τῆς τῶν Μύρων, ὅπερ κατεσπάραξεν Ἰσμαὴλ γόνος, καὶ Ῥουφίνιον ἄλσος ἐν τῷ Περγάμῳ, οὗπερ τὸ κάλλος πᾶσαν ἔδραμε χθόνα. | |
353(t) | ΑΔΕΣΠΟΤΟΝ. | |
1 | † Πίστιν ἔχων βασίλειαν ἐμῶν μενέων συνέριθον, σοί, μάκαρ Ὑψίμεδον, τόνδ’ ἱερὸν ἔκτισα νηόν, Ἑλλήνων τεμένη καὶ βωμοὺς ἐξαλαπάξας, χειρὸς ἀπ’ οὐτιδανῆς Ἰοβιανὸς ἔεδνον ἄνακτι. | |
354(t) | ΑΛΛΟ. | |
1 | Κίο]να πορφυρέην καὶ ἀργυρέην βασίλειαν δ]έρκεο, ἔνθα πόληι θεμιστεύουσιν ἄνακτες. Τοὔ]νομα δ’ εἰ ποθέεις, Εὐδοξία. Τίς δ’ ἀνέθηκεν; Σι]μπλίκιος, μεγάλων ὑπάτων γόνος, ἐσθλὸς ὕπαρχος. | |
355(t) | ΑΛΛΟ. | |
n | Εἰς τὸν ναὸν τοῦ Κύρου. | |
1 | Κῦρος μέν ς’ ἐδόμησεν, ἔθηκε δὲ κῦρος ἁπάντων, δεσπότις ἡμετέρη, τῶν ἐπὶ γῆς θαλάμων. Ἔνθεν ἐπορνυμένη Βυζαντίδος ἀμφιπολεύεις κύκλον ὅλον, χαρίτων νάμασι πληθομένη. | |
356(t) | ΑΛΛΟ. | |
1 | Παρθένε παμβασίλεια, τεὸς δόμος οὐρανός ἐστιν· ἔμπης τῶν χθονίων πρῶτα φέρων θαλάμων οὗτος ἐκεῖς’ ἀνάγει. Σὺ δὲ θῆκας, παρθένε, γῆθεν ἄντυγος οὐρανίης ἠερίην κλίμακα. | |
357(t) | ΑΛΛΟ. | |
1 | Δόξης] ὀρθοτόμου ταμίης καὶ ὑπέρμαχος ἐσθλός, ἀρχιερεὺς θεόπνευστος ἐδείματο κάλλος ἄμετρον [Ἀντίπατρ]ος κλυτόμητις ἀεθλοφόρους μετ’ ἀγῶνας, κυδαίνων μεγάλως θεομήτορα παρθένον ἁγνὴν | 57 |
5 | Μαρίαν πολύϋμνον, ἀκήρατον, ἀγλαόδωρον. | |
358(t) | ΑΛΛΟ. | |
1 | Ἄλλοι μὲν βασιλῆες ἐτιμήσαντο θανόντας ἀνέρας, ὧν ἀνόητος ἔην πόνος· ἡμέτερος δὲ εὐσεβίην σκηπτοῦχος Ἰουστινιανὸς ἀέξων Σέργιον αἰγλήεντι δόμῳ θεράποντα γεραίρει | |
5 | Χριστοῦ παμμεδέοντος· τὸν οὐ πυρὸς ἀτμὸς ἀνάπτων οὐ ξίφος, οὐχ ἑτέρη βασάνων ἐτάραξεν ἀνάγκη, ἀλλὰ θεοῦ τέτληκεν ὑπὲρ Χριστοῖο δαμῆναι, αἵματι κερδαίνων δόμον οὐρανοῦ. Ἀλλ’ ἐνὶ πᾶσιν κοιρανίην βασιλῆος ἀκοιμήτοιο φυλάξοι, | |
10 | καὶ κράτος αὐξήσειε θεοστεφέος Θεοδώρας, ἧς νόος εὐσεβίῃ φαιδρύνεται, ἧς πόνος ἀεὶ κᾀκ κτεάνων θρεπ]τῆρες ἀφειδέες εἰσὶν ἄγωνες. | |
359(t) | ΑΛΛΟ. | |
1 | Μείζονα τοῦ προτέροιο σὺν ἀσφαλέεσσι θεμέθλοις εἰς ἔδαφος νεύοντα Γεώργιος οἶκον ἔγειρεν, Ἀντιπάτρου γενετῆρος ἀμείνονα κόσμον ἀνύσας, μάρτυρι Σεργίῳ περικαλλέα νηὸν ὀπάσσας. † | |
360(t) | ΑΛΛΟ. | |
1 | Ἐξεπόνει τό]δε κάλλος ἑῇ θρεπτήρια [π]ά[τρῃ ἐξ ἰδίων κα]μάτω[ν ὁ] Φιλάγριος, ὄφρα σαώσῃ ἄστυ τε καὶ ν]αέτας, ὅτε χείματος ἵσταται ὥρ[η· πολλὸν Χριστὸς] ἄχραντος ἐπὶ χρόνον οὔνομα τοῦτο | |
5 | παντοκράτωρ ἀλό]χου τε μένειν νεύοι Θεοδώρης, ....................... | |
361(t) | ΑΛΛΟ. | |
1 | Ὡς οἷα ποιεῖ πίστις ἡ Κωνσταντίνου, τοῦ πατρικίου καὶ τριηράρχου, ξένα! Χρυσάργυρον γὰρ τὸν Γολγωθὰ δεικνύει, Γολγωθὰ τοῦτον· καὶ γὰρ ὁ σταυροῦ τύπος. | |
362(t) | ΑΛΛΟ. | |
1 | Ὡραῖον εἰς ὅρασιν ὀφθὲν τὸ ξύλον | |
γεύσει με νεκροῖ τοῦ θεοῦ κατ’ εἰκόνα· ὡραῖος ὤν, κάλλει δὲ θείας οὐσίας, ζωοῖ με Χριστὸς σαρκικῶς θανὼν ξύλῳ· | 58 | |
5 | οὗ τήνδε θήκην Ῥωμανός, γῆς δεσπότης ὡραιότησιν ἀρετῶν ἐστεμμένος, χάρισιν ὡράϊσε τιμίων λίθων ἡττῶν δι’ αὐτοῦ δαίμονας καὶ βαρβάρους. | |
363(t) | ΑΛΛΟ. | |
1 | Ὕλης τὸ λαμπρὸν καὶ σοφὸν τὸ τῆς τέχνης, κάλλους τὸ τερπνόν, σχήματος τὸ ποικίλον, τῶν ἔνδον ἡ βλύζουσα θαυματουργία, τοῦ δημιουργήσαντος ὁ ζέων πόθος, | |
5 | ὑπερφέρουσι τῆς κιβωτοῦ τῆς πάλαι· ὅσῳ γὰρ αὐτὰ τῶν πρὶν ἐξῃρημένα, μείζων τοσούτῳ πίστις ἡ Θεοφάνους, προσευκτικὸν σκήνωμα τῶν αἰτημάτων τεύξασα, καλλύνασα τοῦτο σὺν πόθῳ | |
10 | εἰς ψυχικὴν κάθαρσιν, εἰς βίου σκέπην. | |
364(t) | ΑΛΛΟ. | |
1 | Στύλος πυρὸς πρὶν Ἰσραὴλ ὁδηγέτης εἰς τὴν ἀγαστὴν γῆν ἀπὸ τῆς Αἰγυπτίας· καὶ νῦν στύλος σοι, Συμεών, θεῖε πάτερ, ἐκ γῆς ὁδηγὸς εἰς τρίβον οὐρανίαν. | |
5 | Κοσμῶ τὸ λοιπὸν σὴν σεβασμίαν κάραν ὁ βασιλικὸς Βασίλειος ἐκ πόθου. | |
365(t) | ΑΛΛΟ. | |
1 | Σὺ, Χριστὲ, κόσμου κοίρανος καὶ δεσπότης· σοί νυν προσηῦξα τὴν σὴν δούλην πόλιν, καὶ σκῆπτρα τάδε, καὶ τὸ τῆς Ῥώμης κράτος· φύλαττε ταύτην, σῶζέ τ’ ἐκ πάσης βλάβης. | |
366(t) | ΑΛΛΟ. | |
1 | Ὁ Μιχαὴλ πλουτῶ σε τὸν Χριστοφόρον, κράτει κράτος σου, μάρτυς, ἐστηριγμένος, καί σε στεφανῶ· σῶν δ’ ἀπαρχῶν τὸ στέφος. | |
367(t) | ΑΛΛΟ. | |
1 | Σὸς κόσμος ἐστὶ, σταυρὲ, πίστις καὶ πόθος· οὕτως σε κοσμεῖ καὶ βασιλὶς Μαρία· ὃν οἱ σταλαγμοὶ τοῦ θεοῦ τῶν αἱμάτων δόξαν θεϊκὴν ἐστόλισαν καὶ κράτος· | |
5 | πῶς δοξάζουσι μαργαρῖται καὶ λίθοι; | |
368(t) | ΑΛΛΟ. | |
1 | Καὶ τοῦτο γοῦν σοι προσφέρω πανυστάτως ἤδη προσεγγίσασα ταῖς Ἀΐδου πύλαις τὸ θεῖον ἀνάθημα, τὸ ζωῆς ξύλον, ἐν ᾧ τὸ πνεῦμα τῷ τεκόντι παρέθου | 59 |
5 | καὶ τῶν πόνων ἔληξας ὧν ἐκαρτερεῖς, οἷς τοὺς πόνους ἔπαυσας, οὓς κατεκρίθην, καὶ κρατεῖν ἐποίησας ἡμᾶς ἐν πόνοις. Ταύτην διδωμί σοι τελευταίαν δόσιν θνήσκουσα καὶ λήγουσα κἀγὼ τῶν πόνων, | |
10 | ἡ βασιλὶς Δούκαινα λάτρις Εἰρήνη, χρυσενδύτις πρίν, ἀλλὰ νῦν ῥακενδύτις, ἐν τριχίνοις νῦν ἡ τὸ πρὶν ἐν σουσίνοις, τὰ ῥάκια στέργουσα πορφύρας πλέον, πορφυρίδα κρίνουσα, τὴν ἐπωμίδα | |
15 | μελαμβαφῆ ἔχουσα ὡς δέδοκτό σοι. Σὺ δ’ ἀντιδοίης λῆξιν ἐν μακαρίοις καὶ χαρμονὴν ἄληκτον ἐν σεσωσμένοις. | |
369(t) | ΑΛΛΟ. | |
1 | Ἔχεις με Χριστὸν, αἷμα σαρκός μου φέρων. | |
370(t) | ΑΛΛΟ. | |
1 | Αἵματος ζωηφόρου τερπνὸν δοχεῖον ἐξ ἀκηράτου Λόγου πλευρᾶς ῥυέντος. | |
371(t) | ΑΛΛΟ. | |
1 | Ξύλῳ κρεμασθεὶς φῶς ἀμαυροῖς ἡλίου, τάφῳ δὲ κρυφθεὶς ἐνδύεις ἀφθαρσίαν, τυθεὶς πρόκεισαι ζωοποιὸς ἑστία. Χήρας δέδεξαι λεπτά, δέξαι καὶ τόδε. | |
372(t) | ΑΛΛΟ. | |
1 | Καὶ πρὶν ὑπούργει τὸ τρύβλιον δεσπότῃ κεῖνο, μαθητὰς ἑστιῶντι τοὺς φίλους, καὶ νῦν ὑπουργεῖ τοῖς μελιγμοῖς δεσπότου | |
μάρτυρι τοῦτο δῶρον εἰσειργασμένον. | 60 |