TLG 5052 001 :: SCHOLIA IN MAXIMUM CONFESSOREM :: Scholia

SCHOLIA IN MAXIMUM CONFESSOREM Schol.
(Incertum)

Scholia

Source: Laga, C., Steel, C. (eds.), Maximi confessoris quaestiones ad Thalassium, 2 vols. [Corpus Christianorum. Series Graeca 7 & 22] Turnhout: Brepols, 1980; 1990.

Cf. MAXIMUS CONFESSOR (2892 001)

Citation: Section — (line)

Epist

(t)

Scholia
11. Τὴν σάρκα φησὶν διὰ τῶν φαινομένων ἠθῶν εἶναι δεικτικὸν τῆς κατ’ ἀρετὴν τῆς ψυχῆς διαθέσεως ὄργανον, πρὸς ἔκφανσιν ἀρετῆς τῇ ψυχῇ συνεζευγμένην. 2. Τὴν αἴσθησιν λέγει παραπέμπουσαν τῷ νῷ τὴν τῶν
5ὁρατῶν φαντασίαν πρὸς κατανόησιν τῶν ἐν τοῖς οὖσι λόγων, ὡς ὄργανον τῆς τοῦ νοῦ πρὸς τὰ νοητὰ διαβά‐ σεως. 3. Τῆς ἀγάπης ἴδιόν φησι τῶν κατ’ αὐτὴν ζητούντων μίαν ἀποδείξαι τὴν γνώμην.
104. Ὅτι τῶν νοητῶν διαβὰς τὴν οὐσίαν ὁ νοῦς ἀνόητος γίνεται, θεῷ προσβάλλων ὑπὲρ πᾶσαν ὄντι κατ’ οὐσίαν καὶ γνῶσιν καὶ νόησιν. 5. Ὅτι πρὸς τὰς διαθέσεις τῶν ψυχῶν ὁ τοῦ θεοῦ λόγος ἐν τοῖς δεχομένοις αὐτὸν ποιεῖται τὴν τῶν χαρισμάτων διαφο‐
15ράν. 6. Ὅτι κατὰ διάνοιαν ὥσπερ παρουσῶν τῶν ὑλῶν τοὺς ἀφανεῖς ἐν ἡμῖν συμπλέκουσι πολέμους οἱ δαίμονες. 7. Ὅτι διὰ τὴν ἡδονήν, φησίν, ἀγαπῶμεν τὰ πάθη καὶ διὰ τὴν ὀδύνην τὴν ἀρετὴν ἀποφεύγομεν.
208. Ὅτι, καθάπερ ὁ λόγος, κρατῶν τῶν παθῶν, ἀρετῆς ὄργανον ποιεῖται τὰς αἰσθήσεις, οὕτω καὶ τὰ πάθη, κρα‐ τοῦντα τοῦ λόγου, μορφοῦσι τὰς αἰσθήσεις πρὸς ἁμαρτίαν. 9. Ὅτι καθ’ ἕξιν μετὰ τὴν ἀπαλλαγὴν τῆς πρὸς τὰ ὄντα φυσικῆς σχέσεως ἑνωθεῖσα τῷ θεῷ ἡ ψυχὴ τὴν περὶ τὸ
25καλὸν παγιότητα λαμβάνει ἀμετακίνητον. 10. Ὄντα λέγει τὰς τῶν ὄντων οὐσίας, εἶναι δὲ δοκοῦντα τὰς κατὰ ποιὸν καὶ ποσὸν ῥοάς τε καὶ ἀπορροάς, περὶ ἃς ἡ τῶν αἰσθήσεων πλάνη συνέστηκε, τὴν ἁμαρτίαν δημιουρ‐ γοῦσα.
3011. Ὅτι μέσος ὢν θεοῦ καὶ ὕλης ὁ ἄνθρωπος πρὸς τὸν θεὸν ὡς αἰτίαν καὶ τέλος τῆς οἰκείας γενέσεως μὴ κινηθείς, ἀλλὰ πρὸς τὴν ὕλην, εἰκότως τὸν θεὸν ἠγνόησε, τῇ πρὸς τὴν ὕλην ῥοπῇ τὸν νοῦν ἀπογεώσας. 12. Σύνθετον εἶπε γνῶσιν τὴν κατ’ αἴσθησιν πεῖραν τῶν
35αἰσθητῶν, ὡς κατὰ φύσιν ἔχουσαν ἡδονὴν διὰ τὴν γένεσιν καὶ πόνον διὰ τὴν φθοράν. 13. Ἡ κτίσις τῶν ὁρατῶν, φησίν, καὶ πρὸς νοῦν ἔχει λόγους πνευματικούς, καὶ φυσικὴν πρὸς αἴσθησιν δύναμιν· ὧν τὰ νοήματα καθάπερ ξύλα ἐν μέσῳ τῆς καρδίας,
40παραδείσου τροπικῶς νοουμένης, ὑπάρχουσιν. 14. Ἀγνοεῖ τις τὴν καθ’ ἡδονὴν καὶ ὀδύνην τῆς αἰσθήσεως πεῖραν, ὅταν τῷ θεῷ προσδήσῃ τὸν νοῦν, τῆς σωματικῆς
γενόμενον ἐλεύθερον σχέσεως.

1

(t)

Scholia
11. Ὅτι τοὺς διαφόρους περὶ ἡμᾶς τῆς προνοίας τρόπους τοῖς ἡμῖν ἐγνωσμένοις πάθεσιν ἡ γραφὴ διαπλάττεται. 2. Ὅτι τὴν περὶ θεὸν ποιὰν σχέσιν τῶν ἁγίων τοῖς ὀνόμασι
τούτοις ἡ γραφὴ διασημαίνει.

2

(t)

Scholia
11. Ἐν τῇ ὕλῃ, τουτέστι τῇ καθόλου τῶν ὄντων οὐσίᾳ, δυ‐ νάμει τυγχάνουσι τὰ κατὰ μέρος ἐκ τῆς ὕλης γινόμενα μερικά, ὧν τὴν γένεσιν, φησίν, ὁ θεὸς προδήλως ἐργάζεται. 2. Τὴν πρὸς τὰ καθόλου τῶν μερικῶν ἐξομοίωσιν λέγει τὴν
5πάντων ἀνθρώπων κατὰ μίαν τῆς γνώμης κίνησιν πρὸς τὸν λόγον τῆς φύσεως ἕνωσιν, ἣν ἐργάζεται διὰ τῆς προνοίας ὁ θεός, ἵνα γένηται πάντων, ὥσπερ μία φύσις, οὕτω καὶ γνώμη, πάντων θεῷ τε καὶ ἀλλήλοις συναφθέντων διὰ τοῦ
πνεύματος.

5

(t)

Scholium
11. Ἔργα λέγει τοῦ Ἀδὰμ τὰ πάθη τῆς ἀτιμίας· τὰς γὰρ ἀρετὰς ἐργάζεται μόνος ὁ θεὸς ἐν τοῖς βουλομένοις, πρὸς τὴν τῶν ἀρετῶν φανέρωσιν μόνην καθάπερ ὄργανον λαμ‐
βάνων τῶν βουλομένων τὴν πρόθεσιν.

6

(t)

Scholium
12. Ἡ ἀργὴ πίστις, φησίν, δυνάμει τὴν χάριν ἔχει τῆς υἱοθε‐ σίας, ὡς διὰ τῶν ἐντολῶν μὴ κινουμένων τῶν ἐχόντων
αὐτήν.

13

(t)

Scholium
11. Ὅτι ἐκ τῶν ὄντων, φησίν, τὸν τῶν ὄντων γινώσκομεν αἴτιον, καὶ ἐκ τῆς διαφορᾶς τῶν ὄντων τὴν ἐνυπόστατον τοῦ ὄντος διδασκόμεθα σοφίαν, καὶ τῆς τῶν ὄντων φυσικῆς κινήσεως τὴν ἐνυπόστατον τοῦ ὄντος μανθάνομεν
5ζωήν, τὴν τῶν ὄντων ζωοποιὸν δύναμιν, τὸ πνεῦμα τὸ
ἅγιον.

15

(t)

Scholia
11. Ὅτι ὡς πάντων ποιητικόν τε καὶ προνοητικὸν ἐν πᾶσίν ἐστι τὸ πνεῦμα τὸ ἅγιον. 2. Ὅτι ὡς νομοθετητικὸν καὶ προαγορευτικόν ἐστι τὸ πνεῦ‐ μα τὸ ἅγιον καὶ ἐν τοῖς κατὰ νόμον.
53. Ὅτι κατ’ ἐξαίρετον ἐν τοῖς Χριστιανοῖς ἐστιν ὡς θείας
υἱοθεσίας ποιητικὸν τὸ πνεῦμα τὸ ἅγιον.

21

(t)

Scholia
11. Γένεσιν λέγει τὴν ἐκ θεοῦ πρώτην τοῦ ἀνθρώπου διάπλασιν, γέννησιν δὲ τὴν ἐκ καταδίκης ὕστερον διὰ τὴν
παράβασιν ἐξ ἀλλήλων διαδοχήν. 7. Τὴν ἡμῶν καθ’ ἡδονὴν οἰκειοῦτο πεῖραν εἰς πρόσκλησιν
5τοῦ πειράζοντος ὁ φύσει καθ’ ἡδονὴν καὶ ὡς ἄνθρωπος ἀπαθὴς ὑπάρχων· παθητὸς γὰρ ἦν σαρκὶ κατὰ φύσιν, ὡς ἄνθρωπος, διὰ τὸ θνητόν, ἀλλ’ οὐκ ἐμπαθὴς κατὰ γνώμην, ὡς ἀναμάρτητος. 11. Φύσεως ἴδιον κέκληκε τὸ κατὰ γνώμην μετὰ τὴν
10παράβασιν πρὸς ἁμαρτίαν ἐξ ἀσθενείας ὀλισθηρόν, ὅπερ οὔτε κατὰ σάρκα φυσικῶς ἔσχεν ὁ κύριος, καὶ σαρκὶ κατ’ οὐ‐
σίαν ἀναμάρτητος ὤν.

22

(t)

Scholia
11. Ἡ πρὸς τὴν σάρκα τοῦ λόγου καθ’ ὑπόστασιν ἕνωσις τὸν ἀπόρρητον τῆς θείας βουλῆς ἐφανέρωσε σκοπὸν ἐν τῷ μὴ φῦραι τῇ ἑνώσει τῆς σαρκὸς τὴν οὐσίαν, μίαν δὲ δεῖξαι κἀν τῇ σαρκώσει τοῦ λόγου τὴν ὑπόστασιν, ἵνα καὶ μείνῃ
5σὰρξ κατὰ τὴν οὐσίαν ἡ σὰρξ καὶ γένηται θεία κατὰ τὴν ὑπόστασιν. 2. Τῶν αἰώνων, φησίν, οἱ μὲν θείας ἐκφαντικοὶ γεγόνασιν ἐνανθρωπήσεως, ὧν εἰς ἡμᾶς τὰ τέλη κατήντησεν, οἱ δὲ τῆς ἡμῶν ἀποδεικτικοὶ τυγχάνουσιν ἐκθεώσεως, ὧν οὔπω
10τῆς δόξης ὁ πλοῦτος ἐφανερώθη.
3. Βεβαία πίστωσίς ἐστιν, φησίν, τὴς πρὸς ἐκθέωσιν ἐλπίδος τῇ φύσει τῶν ἀνθρώπων ἡ τοῦ θεοῦ ἐνανθρώπησις, τοσοῦτον θεὸν ποιοῦσα τὸν ἄνθρωπον, ὅσον αὐτὸς γέγονεν ἄνθρωπος. Ὁ γὰρ χωρὶς ἁμαρτίας γενόμενος ἄνθρωπος
15δῆλον ὅτι χωρὶς τῆς εἰς θεότητα μεταβολῆς τὴν φύσιν θεοποιήσει καὶ τοσοῦτον ἀναβιβάσει δι’ ἑαυτόν, ὅσον αὐτὸς διὰ τὸν ἄνθρωπον ἑαυτὸν κατεβίβασεν. 4. Θεωρία, δι’ ἧς ἐν Χριστῷ κατὰ περιγραφὴν εἶναι δείκνυ‐ σιν ἀδιαστάτως τὴν ἀρχὴν καὶ τὴν μεσότητα καὶ τὸ τέλος
20τῶν αἰώνων· ὃς εἰς ἡμᾶς κατήντησεν ὡς αἰώνων τέλος διὰ σαρκώσεως, ἔχων φυσικῶς τὸ πλήρωμα τῆς πατρικῆς ἀγαθότητος, οὗπερ ἐν ἑαυτῷ κατὰ χάριν ἡμᾶς μετόχους κατέστησεν, πίστεως ἡμῖν θέμενος τὴν ἐλπίδα βεβαίωσιν. 5. Ὁ τοῦ ποιεῖν λόγος ἐστὶν ἡ φυσικὴ πρὸς ἀρετῶν
25ἐνέργειαν δύναμις, ὁ δὲ τοῦ πάσχειν λόγος ἐστὶν ἡ χάρις τῶν ὑπὲρ φύσιν ἢ σύμβασις τῶν παρὰ φύσιν. Ὡς γὰρ τοῦ ὑπερόντος φυσικὴν οὐκ ἔχομεν δύναμιν, οὕτως οὔτε τοῦ μὴ ὄντος ἔχομεν φύσει τὴν δύναμιν. Πάσχομεν οὖν, ὡς ὑπὲρ φύσιν οὖσαν κατὰ χάριν, ἀλλ’ οὐ ποιοῦμεν, τὴν
30θέωσιν· οὐ γὰρ ἔχομεν δεκτικὴν φύσει τῆς θεώσεως δύναμιν. Καὶ πάσχομεν πάλιν ὡς παρὰ φύσιν γνώμῃ κατὰ σύμβασιν τὴν κακίαν· οὐ γὰρ ἔχομεν πρὸς γένεσιν κακίας φυσικὴν δύναμιν. Ποιοῦμεν οὖν, ἐνταῦθα, φησίν, ὄντες, τὰς ἀρετάς, πρὸς τὸ ποιεῖν ταύτας ἔχοντες φύσει τὴν δύναμιν,
35πάσχομεν δὲ κατὰ τὸ μέλλον τὴν θέωσιν, τὴν πρὸς τὸ παθεῖν ταύτην κατὰ δωρεὰν χάριν δεχόμενοι. 6. Τὰς μὲν ἀρετὰς ποιοῦντες μετὰ τήνδε, φησίν, παυόμεθα τὴν ζωήν, τὴν δὲ κατὰ χάριν ὑπὲρ αὐτῶν οὐ παυόμεθα πάσχοντες θέωσιν. Τὸ γὰρ ὑπὲρ φύσιν πάθος ἀόριστον, ὅτι
40καὶ δραστικόν, τὸ δὲ παρὰ φύσιν ἀνύπαρκτον, ὅτι καὶ ἀδρανές. 7. Τοῦ τε θυμοῦ καὶ τῆς ἐπιθυμίας ἐπιστατῶν ὁ λόγος, φησίν, ποιεῖ τὰς ἀρετάς, ὁ δὲ νοῦς τοῖς λόγοις ἐπιβάλλων τῶν γεγονότων τὴν ἄπταιστον συλλέγεται γνῶσιν. Ὅταν
45οὖν ὁ λόγος μετὰ τὴν τῶν ἀντικειμένων ἀποβολὴν εὕρῃ τὸ κατὰ φύσιν ἐραστόν, καὶ ὁ νοῦς μετὰ τὴν τῶν γινωσκο‐
μένων διάβασιν λάβηται τῆς ὑπὲρ οὐσίαν καὶ γνῶσιν τῶν ὄντων αἰτίας, τηνικαῦτα τὸ τῆς θεώσεως κατὰ χάριν ἐπι‐ γίνεται πάθος, τὸν μὲν λόγον ἀπάγον τῆς φυσικῆς διακρί‐

22

(50)

σεως, ἔνθα τὸ διακρινόμενον οὐκ ἔστιν, τὸν δὲ νοῦν κατα‐ παῦον τῆς κατὰ φύσιν νοήσεως, ἔνθα μὴ ἔστι τὸ γινω‐ σκόμενον, καὶ ποιοῦν τῇ κατὰ τὴν στάσιν ταὐτότητι θεὸν τὸν ἀξιούμενον τῆς θείας μεθέξεως. 8. Τῶν θείων φησὶν ἀγαθῶν τύπους εἶναι τούς τε κατ’ ἀ‐
55ρετὴν τρόπους καὶ τοὺς τῶν ὄντων λόγους, οἷς ὁ θεὸς διαπαντὸς ἄνθρωπος γίνεται, ὡς μὲν σῶμα τοὺς τρόπους ἔχων τῶν ἀρετῶν, ὡς δὲ ψυχὴν τοὺς ἐν πνεύματι λόγους τῆς γνώσεως, οἷς τοὺς ἀξίους θεοποιεῖ, χαρακτῆρα διδοὺς ἀρετῆς ἐνυπόστατον καὶ ἀπλανοῦς γνώσεως ἐνούσιον χαρι‐
60ζόμενος ὕπαρξιν. 9. Πλοῦτον ἡρμήνευσεν εἶναι χρηστότητος τὴν εἰς ἡμᾶς τοῦ
θεοῦ διάθεσιν τῆς ἀγαθότητος.

23

(t)

Scholia
11. Ἐπὶ τοῦ Ἰεροβοὰμ ἀπέστη ὁ Ἰσραὴλ τοῦ οἴκου Δαυίδ, ἀπιστήσας τῷ θεῷ. 2. Ἀπαρίθμησις τῶν ἀπὸ τοῦ αἰῶνος ἐκβεβλημένων πρωτο‐ τόκων, οἷς εἰκαζόμενος καὶ ὁ Ἰσραηλίτης λαός. Κἂν δῶμεν
5περὶ αὐτοῦ συμπεριφορικῶς εἰρῆσθαι τὸ υἱός μου πρῳτότο‐ κος Ἰσραήλ, ὡς πρωτότοκος ἀποβέβληται διὰ τὴν τοῦ μετ’ αὐ‐ τὸν εἰσποιηθέντος λαοῦ τῶν ἐθνῶν διὰ πίστεως κλῆσιν. 3. Τοὺς ἐπιβουλευθέντας ὑπὸ τῶν πρωτοτόκων ἀδελφοὺς
φέρειν τύπον φησὶ τοῦ κυρίου καὶ τοῦ κατὰ πίστιν νέου λαοῦ.

24

(t)

Scholium
11. Φυλακὰς εἶπεν τὴν ἕξιν τῆς κακίας καὶ τὴν ἐνέργειαν— χαρακτὴρ γὰρ τῆς ἕξεως ἡ συγκατάθεσις—, ὑφ’ ἃς ὁ πονηρὸς ποιεῖν ἀγωνίζεται τοὺς ἁγίους, πύλην δὲ σιδηρὰν τὴν πρὸς τὰ αἰσθητὰ φυσικὴν τῶν αἰσθήσεων σχέσιν, ὧν,
5καθάπερ ἄγγελος, ἐξαιρεῖται τὸν ἀληθῶς πιστὸν ὁ τῆς
πρακτικῆς γνώσεως λόγος.

25

(t)

Scholia
11. Ὅτι ἀνήρ ἐστι καὶ ὁ τὴν πρακτικὴν φιλοσοφίαν μετερχό‐ μενος νοῦς. 2. Κεφαλὴν εἶπεν τὸν Χριστόν, ὡς ὑπόστασιν τῶν μελ‐ λόντων ἀγαθῶν· ἡ γὰρ πίστις, κατὰ τὸν θεῖον ἀπόστολον,
5μελλόντων ἐστὶν ὑπόστασις καὶ πραγμάτων ἔλεγχος οὐ βλεπο‐ μένων, ὅπέρ ἐστιν αὐτός, ἐν ᾧπέρ εἰσιν οἱ θησαυροὶ τῆς σοφίας ἀπόκρυφοι καὶ τῆς γνώσεως. 3. Ἐνυπόστατος πίστις ἐστὶ ἡ ἐνεργὴς καὶ ἔμπρακτος, καθ’ ἣν ὁ τοῦ θεοῦ λόγος ἐν τοῖς πρακτικοῖς δείκνυται ταῖς ἐντο‐
10λαῖς σωματούμενος, δι’ ὧν ὡς λόγος πρὸς τὸν ἐν ᾧ
κατὰ φύσιν ἐστὶν ἀνάγει πατέρα τοὺς πράττοντας. 4. Ὅτι ἀνήρ ἐστι καὶ ὁ τὴν φυσικὴν θεωρίαν εὐσεβῶς ἀσκούμενος νοῦς, τὸν κατὰ πίστιν τῇ διανοίᾳ θεωρητὸν τοῦ θεοῦ λόγον κεφαλὴν ἔχων, ὡς αἴτιον τῆς τῶν ὁρω‐
15μένων γενέσεως. 5. Ἐπειδή, φησίν, συνεπινοεῖται πάντως τῷ γενεσιουργῷ τῶν ὄντων λόγῳ καὶ νοῦς, πρὸς ὃν ἔχει κατ’ αἰτίαν τὴν ἀναφορὰν ὁ λόγος, κεφαλὴν τοῦ Χριστοῦ κέκληκε τὸν Πατέρα, ὡς νοῦν λόγου κατὰ φύσιν γεννήτορα.
206. Ὅτι ἀνήρ ἐστι καὶ ὁ τὴν μυστικὴν διδασκόμενος θεολο‐ γίαν. 7. Καθ’ ὑπεροχὴν ἐκδέχου τὸ ἀνοήτως· ὑπὲρ νόησιν γὰρ τὸ πιστευόμενον, ὅπέρ ἐστιν ὁ θεός. 8. Ὁ τὴν ἄμεσον τῇ καθ’ ὑπεροχὴν στερήσει τῶν γενητῶν
25πρὸς τὸν ἐπέκεινα παντὸς λόγου λόγον ἀγνώστως λαβών, φησίν, αὐτοψίαν, αὐτὸν ἔχει κεφαλὴν τὸν πάντη μονώτατον λόγον, ὑπὲρ ὃν ἢ μεθ’ οὗ ἢ μεθ’ ὃν ἕτερος φύσει καθάπαξ οὐχ ὑφέστηκε λόγος, οὗ ὁ εἷς φύσει νοῦς ὑπάρχει γεν‐ νήτωρ, πρὸς ὃν ὡς κεφαλὴν ἀνάγων διὰ τοῦ συμφυοῦς
30κατ’ οὐσίαν πνεύματος τὸν ἑπόμενον συνίστησι νοῦν. 9. Τοῦ μὲν πρακτικοῦ γυναῖκά φησιν εἶναι τὴν ἕξιν, ὡς τῶν κατ’ ἀρετὴν τρόπων γεννητικήν, τοῦ δὲ φυσικοῦ τὴν ἐξευγενισθεῖσαν τοῖς λόγοις τοῦ πνεύματος αἴσθησιν, ὡς τίκτουσαν τὰς τῶν ὄντων ἀπαθεῖς φαντασίας, τοῦ δὲ
35θεολογικοῦ τὴν καθαρὰν διάνοιαν, ὡς τοῦ ἑνὸς τρισσοφαοῦς φωτὸς μοναδικῶς δεκτικήν. 10. Χριστὸν λέγει τὸν ὑπερούσιον καὶ ὑπερουσίως σαρκω‐ θέντα λόγον, ὅτι μηδὲ τὴν σάρκωσιν αὐτοῦ λόγῳ φυσικῷ κατέλαβε νοῦς. Τούτου δὲ κεφαλὴν εἶναί φησι τὸν κατὰ
40φύσιν αἴτιον νοῦν, κατ’ αἰτίαν φύσει τῷ λόγῳ συνεπινοού‐ μενον. Ὁ γὰρ τῇ πίστει τὸν λόγον ἑωρακὼς ἀχρόνως ἅμα τῷ λόγῳ τὸν τοῦ λόγου γεννήτορα νοῦν, ὡς ἐν αὐτῷ κατ’ οὐ‐ σίαν ὄντα, μυστικῶς συνεώρακεν. Φασὶ δέ τινες Χριστὸν μὲν λέγεσθαι τοῦ Χριστοῦ τὸ ἀνθρώπινον, ὡς τοῦ παντός,
45ἤγουν τῆς ὅλης φύσεως, κεφαλήν· οὗπερ ἀνθρωπίνου δῆλον ἡ τοῦ Χριστοῦ θεότης καθέστηκε κεφαλή· τῇ γὰρ ὀνομασίᾳ τοῦ ὅλου τὰ μέρη καλέσαντες, τὴν ὀρθὴν ἐκδεδώ‐ κασιν ἔννοιαν. 11. Ἡ πρὸς τὸν θεὸν τοῦ τελειωθέντος νοῦ κατὰ χάριν

25

(50)

ταὐτότης ἐστὶν ἡ περὶ τὸ φύσει ταὐτὸν ἁπλῆ καὶ ἀδιαίρετος κίνησις, περὶ ἣν νοητῶν ἀνάληψις οὐκ ἔστι ποσῷ τε τῷ κατ’ οὐσίαν καὶ τῷ κατὰ δύναμιν ποιῷ διαφερόντων, ἀλλ’ ἀ‐ πόλαυσις ἄρρητος, αἴσθησιν ἔχουσα τὴν ὑπὲρ νόησιν. 12. Προσευχὴν λέγει τοῦ μὲν πρακτικοῦ τὴν τῶν ἀρετῶν
55αἴτησιν, προφητείαν δὲ τῶν ἐν αὐταῖς λόγων τὴν ἀληθῆ διδασκαλίαν· τοῦ δὲ φυσικοῦ προσευχήν φησιν εἶναι τὴν περὶ τῶν ὄντων ἐπιστημονικῆς γνώσεως αἴτησιν, προ‐ φητείαν δὲ τὴν ταύτης κατὰ τὴν ἀληθῆ διδασκαλίαν εἰς ἄλλους μετάδοσιν· τοῦ δὲ θεολογικοῦ προσευχὴν εἶναι
60λέγει τὴν ἀπόρρητον σιγήν, καθ’ ἣν ὁ νοῦς ὑπεροχικῶς τῇ στερήσει τῶν ὄντων ἄξιος γίνεται τῆς ὑπὲρ νόησιν καὶ γνῶσιν ἑνώσεως, προφητείαν δὲ τὴν ἄλλων περὶ ταύτην μυσταγωγίαν. Ἡ γὰρ προσευχὴ πρὸς θεὸν ποιεῖται τοῦ προσευχομένου τὴν ἕνωσιν, ἡ δὲ προφητεία διὰ θεὸν τοῖς
65ἀνθρώποις κοινωνῆσαι τῶν δοθέντων καλῶν πείθει τὸν προφητεύοντα. 14. Ὅταν τὸ θεῖον καταφάσκωμεν, φησίν, συνεπινοοῦμεν μὲν αὐτὸ τοῖς οὖσιν, ἀλλ’ ὡς αἰτίαν ποιητικήν· ὅταν δὲ τῶν ὄντων αὐτὸ παντελῶς ἀποφάσκωμεν, οὔτε κατ’ αἰτίαν
70αὐτὸ συνεπινοοῦμεν τοῖς οὖσιν, ὅτι μηδεμίαν, ἀληθῶς εἰπεῖν, ἔχει πρὸς τὰ ὄντα σχέσιν, καθ’ ἣν τὴν ἐπ’ ἀμφοῖν ὧν ἐστι σχέσις ἔννοιαν ἅμα συναναφέρειν πεφύκαμεν. Οὐκοῦν ὁ καλὸς θεολόγος τὴν καθ’ ὑπεροχὴν ἀγνωσίαν θέσιν γνώσεως ἀληθοῦς ποιεῖται τοῦ θεοῦ τὸ παντελῶς
75ἀνεννόητον.

26

(t)

Scholia
11. Κατὰ ποῖον τρόπον φησὶν ἐχθρός ἐστι τοῦ θεοῦ καὶ ἐκδικητὴς ὁ διάβολος. 3. Ὅτι κατιωθεῖσαν ψυχὴν τῷ ῥύπῳ τῆς ἡδονῆς, φησίν, ἀποκαθαίρει πόνος, καὶ ἀφηλοῖ παντελῶς αὐτῆς τὴν σχέσιν
5τῶν ὑλικῶν, τῆς πρὸς αὐτὰ φιλίας τὴν ζημίαν μεταμαθοῦ‐ σαν· δι’ ἣν αἰτίαν ὁ θεὸς συγχωρεῖ τῷ διαβόλῳ κατὰ κρίσιν δικαίαν τοὺς ἀνθρώπους βασάνοις καταπιέζειν. 5. Ὁ πάσχων, φησίν, ὑπὲρ χάριτος θεοῦ παραβαθείσης, ἐὰν ἐπιγνῷ τῆς ἰωμένης αὐτὸν θείας προνοίας τὸν λόγον, τήν
10τε συμφορὰν εὐχαρίστως δέχεται χαίρων καὶ τὴν ὑπὲρ ἧς παιδεύεται διορθοῦται πλημμέλειαν· ὁ δὲ ταύτης ἀναι‐ σθητῶν τῆς ἰατρείας τῆς τε δοθείσης ἐνδίκως ἀπάγεται χάριτος καὶ τῇ συγχύσει τῶν παθῶν παραδίδοται, πρὸς τὴν πρᾶξιν ἐλθεῖν καταλιμπανόμενος ὧν ἐνδιαθέτως εἶχε τὴν
15ἔφεσιν. 6. Τὴν μὲν εἰρήνην κατὰ προσηγορίαν εἶχε τοῦ ὀνόματος, τὴν δὲ σοφίαν κατὰ θείαν δωρεὰν ὡς προσευχῆς καρπὸν
εἶχεν ὁ Σαλομῶν. 7. Εἰς τὸν φυσικὸν νόμον ἐνταῦθα μεταλαμβάνει τὸν Να‐
20βουχοδονόσορ καὶ εἰς τὴν ἕξιν αὐτοῦ τοῦ φυσικοῦ νόμου τὸν υἱὸν αὐτοῦ Βαλτάσαρ. 8. Ἐκ τῆς εὐχῆς δῆλόν ἐστι, φησίν, ὅτι τὸν φυσικὸν νόμον καὶ τὴν ἐξ αὐτοῦ τικτομένην ἕξιν ἐνταῦθα σημαίνουσι Ναβουχοδονόσορ τε καὶ Βαλτάσαρ, ἀλλ’ οὐ τὸν διάβολον.
25Οὐδεὶς γὰρ εὐχὴν ὑπὲρ τοῦ διαβόλου γίνεσθαι παντελῶς ἐξαιτεῖται· ἣν γὰρ οὐ διέβαλεν εὐχὴν ὁ τῆς προφητείας λόγος, οὐ χρὴ νομίζειν ὑπὲρ τοῦ διαβόλου ταύτην τῷ θεῷ
προσενηνέχθαι.

27

(t)

Scholia
11. Ζωῆς μετάθεσίν φησι καὶ λατρείαν ἀγγελικὴν καὶ πρὸς σῶμα ψυχῆς ἑκούσιον ἀλλοτρίωσιν, καὶ τῆς ἐν πνεύματι θείας μεταποιήσεως γένεσιν τὸ τῆς νέας διαθήκης καταγ‐ γέλλει μυστήριον.
52. Ἕτερος, φησίν, ὁ τῆς ἐντολῆς ἐστι λόγος καὶ ἕτερος ὁ τοῦ γίνεσθαι τὴν ἐντολὴν τρόπος. Λαβὼν οὖν ὁ μέγας Πέτρος τὴν περὶ τῶν ἐθνῶν τοῦ κηρύγματος ἐντολὴν ἀγνοῶν διὰ τῆς ὀθόνης τῆς ἐντολῆς ἐδιδάσκετο τὸν τρόπον, ὅτι δίχα περιτομῆς καὶ τῶν λοιπῶν τοῦ νόμου
10σωματικωτέρων ἐθῶν χρὴ τῶν ἐθνῶν γενέσθαι τὴν κλῆσιν. Πνευματικὴν γὰρ οἶδεν ὁ λόγος περιτομὴν ἐμπαθοῦς σχέ‐ σεως πρὸς σῶμα τῆς ψυχῆς ἐκτομήν. 3. Ὁ μὴ τοῖς σχήμασι τῶν ὁρατῶν ἐναπομένων διὰ τὴν αἴσθησιν, ἀλλὰ κατὰ νοῦν τοὺς λόγους αὐτῶν ἀναζητῶν,
15ὡς νοητῶν τύπους, ἢ λόγους αἰσθητῶν θεώμενος κτι‐ σμάτων, οὐδὲν ἀκάθαρτον εἶναι τῶν ὁρωμένων διδάσκεται. Πάντα γὰρ φύσει καλὰ λίαν καθέστηκεν. 4. Ὁ τῇ κινήσει, φησίν, τῶν αἰσθητῶν μὴ συναλλοιούμενος ἀκίβδηλον τὴν τῶν ἀρετῶν μετέρχεται πρᾶξιν· ὁ δὲ τοῖς
20αὐτῶν σχήμασι μὴ διατυπώσας τὸν νοῦν τὴν ἀληθῆ περὶ τῶν ὄντων ἀπείληφε δόξαν· ὁ δὲ καὶ αὐτὴν τὴν οὐσίαν τῶν ὄντων τῇ διανοίᾳ παραδραμὼν ὡς ἄριστος θεολόγος μετὰ ταύτην ἀγνώστως τῇ μονάδι προσέβαλεν. Οὐκοῦν ὁ τρίτον ἐν ἑαυτῷ καταθύσας τὴν κτίσιν τῶν ὁρωμένων τῆς
25τῶν τελείων ἄξιος γέγονε τάξεως. 5. Ἰόππη μὲν ἕξις ἐστὶν ἀρετῆς, φησίν, τὴν ἐκ τῶν παρακειμένων αἰσθητῶν φυλαττομένη βλάβην· ἡ δὲ Σιὼν ἕξις ἐστὶ γνωστική, τὴν τῶν νοητῶν σκοπεύουσα χαρι‐
σμάτων ὑποδοχήν.

28

(t)

Scholia
11. Ἑκάστῳ, φησίν, κατὰ τὴν ὑποκειμένην αὐτῷ περὶ θεοῦ δόξαν ὁ θεὸς ἐμφανίζεται. Τοῖς μὲν κατ’ ἔφεσιν τὴν ὑλικὴν περάσασι σύνθεσιν καὶ τὰς δυνάμεις τῆς ψυχῆς ἰσονομού‐ σας ἀλλήλαις κατὰ μίαν καὶ τὴν αὐτὴν περὶ θεὸν ἀεικι‐
5νησίαν 〈...〉 ὡς μονὰς ἐκφαίνεται καὶ τριάς, ἵνα καὶ τὴν
οἰκείαν ὕπαρξιν παραδείξειε καὶ τὸν αὐτῆς τρόπον μυστικῶς ἐκδιδάξειεν, τοῖς δὲ περὶ μόνην τὴν ὑλικὴν σύνθεσιν ἔχουσι κινουμένην τὴν ἔφεσιν καὶ ἀλλήλαις ἀσυν‐ δέτους τὰς τῆς ψυχῆς δυνάμεις κεκτημένοις οὐχ ὡς ἔστιν
10ἀλλ’ ὡς εἰσὶν ἐμφανίζεται, δεικνὺς ὅτι τῆς ὑλικῆς δυάδος ἀμφοῖν ἐπελάβοντο ταῖν χεροῖν, καθ’ ἣν ὁ σωματικὸς ὡς ἐξ ὕλης καὶ εἴδους συνέστηκε κόσμος. 2. Ὁ φυσικὴν εἶναι λέγων, φησίν, ἐπὶ θεοῦ τὴν τῶν ἰδιωμάτων ἀλλ’ οὐχ ὑποστατικὴν διαφοράν, οὐκ ἔνθεος ὁ
15τοιοῦτος ἀλλὰ πολύθεος, οὐσιῶν ἰδιότησιν ἀλλ’ οὐχ ὑπο‐
στάσεων ἐπιδέχεσθαι φάσκων τὸ θεῖον τὴν ἐξαρίθμησιν.

29

(t)

Scholia
11. Τὸ διαφόρως ἐνεργοῦν ἐν ἑκάστῳ τῶν ὑπ’ αὐτοῦ διαφόρως ἐνεργουμένων ὅλον ἐστὶ καὶ ἐν ὅλοις ἅμα μὴ διαιρούμενον. Ἀμιγῶς γάρ, φησίν, ἐν ὅλοις καὶ τὸ καθ’ ἕ‐ καστον ἀδιαιρέτως κατὰ μίαν καὶ τὴν αὐτὴν ἐκφαίνεται
5δύναμιν ἐνεργοῦν τὸ πνεῦμα τὸ ἅγιον, ὅτι καὶ πάντων ἐστὶ τῶν ὄντων πληρωτικόν· θεὸς γάρ, καὶ πᾶσιν ἀχώρητον τοῖς οὖσιν· ὑπερούσιον γάρ. 2. Πᾶσαν ἐντολῆς ἕξιν ἐνεργουμένην πνεύματος εἶναι χάρι‐ σμα λέγει.
103. Ὁ τὸν θεὸν ἀγαπῶν ἐξ ὅλης καρδίας καὶ ψυχῆς καὶ δυνάμεως τοῦ τὸν πλησίον ἀγαπῶντος, φησίν, μείζων ἐστίν. Οὐκ ἔστιν οὖν λόγου νομοθετεῖσθαι τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος, ἀλλ’ ἄγεσθαι μᾶλλον τὸ ἧττον ὑπὸ τοῦ μείζονος. Διὸ τὴν ἀποστολικὴν ἀξίαν τε καὶ τάξιν ὑπ’ ἐ‐
15κείνων ὧν ἄρχει βαθμῶν ἄρχεσθαι δικαίως οὐ συνεχώρη‐ σεν ὁ θεῖος ἀπόστολος, μήπως ἡ πάντων τῶν ὄντων εὐκοσμία καὶ μάλιστα τῶν θείων τάξις λυθῇ.
4. Μέσα φησὶν τὰ εἴδη τῶν πειρασμῶν ἅπερ προγνωστικῶς ἑώρων διὰ τοῦ πνεύματος οἱ προφητεύοντες τῷ ἁγίῳ
20Παύλῳ τὴν ὑπὲρ ἀληθείας ἄθλησιν· ὧν παντελῶς οὐκ ἐ‐ φρόντιζεν, ἑνωθῆναι σπεύδων τῷ Χριστῷ κατὰ τὴν ἐν εἴδει τῶν ἀγαθῶν ὑπόστασιν μετὰ τὴν ἐν πίστει τῶν ὄντων
διάβασιν.

30

(t)

Scholia
11. Τὸ τοῦ κυρίου βάπτισμα, φησίν, ἐστὶν ἡ παντελὴς πρὸς τὸν αἰσθητὸν κόσμον τῆς ἡμῶν προαιρέσεως νέκρωσις, τὸ δὲ ποτήριον καὶ αὐτῆς ἡμῶν τῆς παρούσης ζωῆς ὑπὲρ ἀληθείας καθέστηκεν ἄρνησις.
52. Ἀλήθειαν μὲν εἶναι λέγει τὴν θείαν γνῶσιν, ἀρετὴν δὲ τοὺς ὑπὲρ αὐτῆς τῶν αὐτῆς ἐφιεμένων ἀγῶνας. Ὁ τοίνυν γνώσεως ἕνεκεν ἀρετῶν ὑπομένων πόνους οὐ κενοδοξεῖ, γινώσκων ἀπερίληπτον εἶναι φύσει τοῖς πόνοις τὴν ἀλή‐ θειαν· τοῖς δευτέροις γὰρ οὐ περιγράφεται φύσει τὸ
10πρῶτον. Ὁ δὲ τὴν γνῶσιν διὰ τοὺς ὑπὲρ αὐτῆς ἀγῶνας ἐπιτηδεύων πάντως κενόδοξος, ὡς εἰληφέναι δοκῶν τοὺς στεφάνους πρὸ τῶν ἱδρώτων, οὐκ εἰδὼς ὅτι διὰ τοὺς στεφάνους οἱ πόνοι, ἀλλ’ οὐ διὰ τοὺς πόνους οἱ στέφανοι· φύσει γὰρ ἀμελέτητος πᾶσα καθέστηκε μέθοδος τοῦ δι’ ὃ
15πέφυκεν ἐπιτηδεύεσθαι ἐξανυσθέντος ἢ ἐξανυσθῆναι δόξαν‐
τος.

31

(t)

Scholium
12. Ὁ μόνην τῆς γνώσεως τὴν μορφήν, ὅπέρ ἐστιν ὁ ψιλὸς λόγος, καὶ ὁ τὴν εἰκόνα τῆς ἀρετῆς, ὅπέρ ἐστι τὸ ψιλὸν ἦθος, ἐπιτηδεύων, Ἰουδαῖός ἐστιν, φησίν, καὶ αὐτὸς ἀλη‐
θείας τύποις φυσιούμενος.

32

(t)

Scholium
11. Ὁ μόνον, φησίν, τῆς γραφῆς τὸ πνεῦμα δίχα τῶν τύπων καὶ τῆς κτίσεως δίχα τῶν σχημάτων τοὺς λόγους κατὰ μόνον τὸν νοῦν, τῆς κατὰ τὴν αἴσθησιν ἐνεργείας ἀπηλ‐ λαγμένον, ἑωρακὼς εὗρεν θεόν, ἐν μὲν τῷ πνεύματι
5τῆς γραφῆς ὡς ἀγαθότητος, ἐν δὲ τοῖς τῶν ὄντων λόγοις ὡς δυνάμεως, ἐν ἑαυτῷ δὲ ὡς σοφίας αἴτιον. Οἱ γὰρ τῶν ἐξ οὐκ ὄντων λόγοι τὴν δύναμιν ἀφηγοῦνται τοῦ κτίσαντος, καὶ τὸ τῆς γραφῆς πνεῦμα, πρὸς θέωσιν ἐπανάγον τοὺς πλανηθέντας, τὴν ἀγαθότητα διαγγέλλει τοῦ γράψαντος, καὶ
10τὸ καθ’ ἡμᾶς νοερόν, ἀδιαστάτως τοὺς τῶν γεγονότων λόγους χωροῦν, ἀναφανδὸν τὴν τοῦ τεχνίτου κηρύττει σο‐
φίαν.

33

(t)

Scholia
11. Τὴν ψιλὴν πίστιν λέγει βασιλείαν ἀνείδεον, οὐκ ἔχουσαν τὴν ἐκ τῶν ἀρετῶν θείαν ὁμοίωσιν· βασιλείαν δὲ λέγει τὴν ἔχουσαν διὰ τῶν ἔργων τὴν θείαν μορφὴν τῆς ἀγαθότητος πίστιν.
52. Ἡ πίστις, φησίν, ἀναπόδεικτος γνῶσίς ἐστιν. Εἰ δὲ γνῶ‐ σίς ἐστιν ἀναπόδεικτος, ἄρα σχέσις ἐστὶν ὑπὲρ φύσιν ἡ πίστις, δι’ ἧς ἀγνώστως, ἀλλ’ οὐκ ἀποδεικτικῶς, ἑνούμεθα τῷ θεῷ κατὰ τὴν ὑπὲρ νόησιν ἕνωσιν. 3. Τὴν ἄμεσον λαβὼν πρὸς τὸν θεὸν ἕνωσιν ὁ νοῦς τὴν
10τοῦ νοεῖν καὶ νοεῖσθαι κατὰ φύσιν παντελῶς δύναμιν ἔχει
σχολάζουσαν. Ὁπηνίκα γοῦν ταύτην λύσει, νοήσας τι τῶν μετὰ θεόν, διεκρίθη, τεμὼν τὴν ὑπὲρ νόησιν ἕνωσιν, καθ’ ἥν, ἕως ἐστὶ τῷ θεῷ συνημμένος ὡς ὑπὲρ φύσιν καὶ τῇ μεθέξει θεὸς γεγενημένος καθάπερ ὄρος ἀκίνητον ἑαυ‐
15τοῦ τὸν τῆς φύσεως μετατίθησι νόμον. 4. Προσυπακουστέον φησὶ τῷ πάντα δυνατὰ τῷ πιστεύοντι τὸ ὅσσα κόσμου καὶ σαρκὸς τὸν νοῦν ἀλλοτριοῖ. Ταῦτα γάρ
εἰσι τὰ δυνατὰ τῷ πιστεύοντι παρὰ θεῷ.

35

(t)

Scholia
11. Ἀπόρρητός ἐστι θεολογία ἡ παντελὴς καθ’ ὑπεροχὴν ἀγνω‐ σία, ἥτις τοσοῦτον ἠγνόηται ὅσον ἔγνωσται τὰ φυσι‐ κῶς γινωσκόμενα. 2. Τὸ αἷμα εἰς τὴν θέωσιν ἔλαβεν, ὡς ζωὴν ἐσομένην τῶν
5ἀξιωθησομένων αὐτῆς· ζωῆς γὰρ τὸ αἷμα σύμβολον.

36

(t)

Scholia
11. Τὰ φαινόμενα τῶν ἀρετῶν εἶπεν τὴν ἠθικὴν παιδαγωγίαν. 2. Τὸ αἷμα κατὰ θεωρίαν εἰς τὴν γνῶσιν ἔλαβεν, ὡς ὑπο‐
τρέφουσαν τὸ σῶμα τῶν ἀρετῶν.

37

(t)

Scholia
11. Ἡ πίστις τῶν δεομένων ἰάσεως, φησίν, προεκαλεῖτο τὴν ἐν τοῖς ἁγίοις τοῦ πνεύματος δύναμιν, ἵνα διὰ τῆς πίστεως ἡ τέως λανθάνουσα φανερὰ γένηται δύναμις καὶ ἡ κεκρυμ‐ μένη πίστις διὰ τῆς δυνάμεως γένηται πᾶσι διάδηλος.
5Τηνικαῦτα γὰρ ὁ τῶν ἰαμάτων ἀληθὴς πέφυκε διαδείκνυ‐ σθαι τρόπος, ὁπηνίκα τῇ τῶν ἐνεργουμένων πίστει συμβαί‐ νει διὰ πάντων ἡ τῶν ἐνεργούντων ἐν πνεύματι δύναμις. 2. Ὁ γνώμῃ, φησίν, τῆς καθ’ ἁμαρτίαν καθαρεύων φθορᾶς φθείρει τὴν τῶν φθείρειν πεφυκότων φθοράν. Ἡ γὰρ
10ἀφθαρσία τῆς προαιρέσεως τὴν φθορὰν συντηρεῖν τῆς φύσεως πέφυκεν ἄφθαρτον, κατὰ πρόνοιαν διὰ τῆς ἐν αὐτῇ τοῦ πνεύματος χάριτος μὴ συγχωροῦσα ταῖς ἐναντίαις ποιό‐ τησιν αὐτὴν δυναστεύεσθαι. 3. Ἐπειδὴ φύσεως, φησίν, καὶ χάριτος εἷς καὶ ὁ αὐτὸς οὐκ ἔ‐
15στι λόγος, οὐκ ἔστιν ἀπορίας ἄξιον πῶς τινες τῶν ἁγίων ποτὲ μὲν τῶν παθῶν ὑπερεῖχον, ποτὲ δὲ μᾶλλον ὑπέπιπτον πάθεσιν, γινωσκόντων ἡμῶν ὅτι τὸ μὲν θαῦμα τῆς χάριτος ἦν, τὸ δὲ πάθος τῆς φύσεως. 4. Ὀσμὴ ἦν ἀπὸ ζωῆς εἰς ζωὴν ὁ ἀπόστολος, ὡς τοὺς
20πιστοὺς τῷ καθ’ ἑαυτὸν παραδείγματι διὰ πράξεως πρὸς τὴν εὐωδίαν τῶν ἀρετῶν κινεῖσθαι παρασκευάζων, ἢ τοὺς πειθομένους τῷ λόγῳ τῆς χάριτος ὡς κήρυξ ἀπὸ τῆς κατ’ αἴ‐ σθησιν ζωῆς εἰς τὴν ἐν πνεύματι μετάγων ζωήν, ὀσμὴ δὲ ἀπὸ θανάτου εἰς θάνατον τοῖς ἀπὸ τοῦ θανάτου τῆς ἀ‐
25γνοίας εἰς τὸν τῆς ἀπιστίας ἐλάσασιν θάνατον, διδοὺς αὐτοῖς αἴσθησιν τῆς μενούσης αὐτοὺς κατακρίσεως· ἢ πάλιν, ὀσμὴ ἀπὸ ζωῆς εἰς ζωὴν τοῖς ἀπὸ πράξεως εἰς θεωρίαν ἀναγομένοις, ὀσμὴ δὲ ἀπὸ θανάτου εἰς θάνατον τοῖς ἀπὸ τοῦ νεκρῶσαι τῇ καθ’ ἁμαρτίαν ἀργίᾳ τὰ μέλη τὰ
30ἐπὶ τῆς γῆς εἰς τὴν τῶν ἐμπαθῶν νοημάτων τε καὶ φαντα‐ σιῶν ἐπαινουμένην μεταβαίνουσι νέκρωσιν. 5. Ὁ διὰ μιμήσεως, φησίν, τὴν μνήμην ἔχων τῆς τῶν ἁγίων ἀναστροφῆς τὴν μὲν τῶν παθῶν ἀποτίθεται νέκρω‐
σιν, τὴν δὲ τῶν ἀρετῶν ζωὴν ὑποδέχεται.

39

(t)

Scholia
11. Λόγον θυμὸν ἐπιθυμίαν λέγει· τῷ γὰρ λόγῳ ζητοῦμεν, τῇ ἐπιθυμίᾳ δὲ ποθοῦμεν τὸ ζητηθὲν ἀγαθόν, τῷ δὲ θυμῷ ὑπεραγωνιζόμεθα. 2. Καὶ τὰς δυνάμεις τῆς ψυχῆς κέκληκεν ἡμέρας, ὡς
5δεκτικὰς τοῦ φωτὸς τῶν θείων προσταγμάτων, καὶ τοὺς τρεῖς γενικωτέρους νόμους, ὡς φωτιστικοὺς τῶν δεκτικῶν, δηλονότι ψυχῶν. Ὥσπερ γὰρ τὸ φῶς ἐκάλεσεν ἡμέραν ἡ γραφὴ τῆς Γενέσεως, φάσκουσα καὶ εἶδεν ὁ θεὸς τὸ φῶς ὅτι καλόν· καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν, καὶ πάλιν τὸν
10πεφωτισμένον ἀέρα, φήσασα καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα μία, οὕτως οὐ μόνον τὰς δυνάμεις τῆς ψυχῆς ἐκάλεσεν ἡμέρας, ἀλλὰ καὶ τοὺς ταύτας φωτίζοντας νόμους. Ἡ γὰρ διόλου τούτων εἰς ἄλληλα περιχώρησις τὴν σύνθε‐ τον ποιεῖ τῶν ἀρετῶν ἡμέραν, μὴ διακρίνουσα τοῦ κατὰ
15τὸν λόγον θείου φωτὸς τὰς ποιωθείσας αὐτῷ διόλου δυνά‐ μεις. 3. Λύχνος ἐστὶ κατὰ ταὐτὸν ὁμοῦ καὶ φῶς ὁ τοῦ θεοῦ λόγος, καὶ ὡς φωτίζων τοὺς κατὰ φύσιν λογισμοὺς τῶν πιστῶν, καὶ ὡς καίων τοὺς παρὰ φύσιν, καὶ ὡς λύων τὸν
20ζόφον τῆς κατ’ αἴσθησιν ζωῆς τοῖς διὰ τῶν ἐντολῶν πρὸς τὴν ἐλπιζομένην ἐπειγομένοις ζωήν, καὶ ὡς κολάζων τῇ καύσει τῆς κρίσεως τοὺς ταύτης τῆς σκοτεινῆς τοῦ βίου νυκτὸς κατὰ γνώμην διὰ φιληδονίαν σαρκὸς ἀντεχομένους. 4. Ὁ νόμος, φησίν, μετὰ τῶν συμβόλων νοούμενος, λύχνος
25ἐστίν, διὰ πράξεως τῶν παθῶν φθείρων τὴν μοχθηρίαν, δίχα δὲ τῶν συμβόλων κατανοούμενος, φῶς ἐστιν, διὰ θεωρίας πρὸς τὴν θείαν ἀναβιβάζων ἐν χάριτι τοὺς ἀγομέ‐ νους συγγένειαν. 5. Ὁ μὴ πρὸς ἑαυτόν, φησίν, πρότερον ἀναχθεὶς διὰ τῆς ἀπο‐
30βολῆς τῶν παρὰ φύσιν παθῶν, πρὸς τὴν ἰδίαν αἰτίαν,
ἤγουν τὸν θεόν, διὰ τῆς ἐν χάριτι τῶν ὑπὲρ φύσιν ἀγαθῶν ἐπικτήσεως οὐκ ἀναχθήσεται· τῶν γὰρ πεποιημένων χω‐ ρισθῆναι δεῖ κατὰ διάνοιαν τὸν πρὸς θεὸν ἀληθῶς συναγό‐ μενον.
356. Τοῦ μὲν γραπτοῦ νόμου, φησίν, ἔργον ἐστὶν ἡ τῶν παθῶν ἀπαλλαγή, φυσικοῦ δὲ νόμου ἡ κατ’ ἰσοτιμίαν πρὸς πάντας ἀνθρώπους ἰσονομία, πνευματικοῦ δὲ νόμου τελείωσις ἡ
πρὸς τὸν θεόν, ὡς ἔστιν ἀνθρώπῳ δυνατόν, ἐξομοίωσις.

40

(t)

Scholia
11. Δύναμιν λέγει τὴν οὐσιωδῶς μὲν κατεσπαρμένην τῇ φύσει πρὸς ἀρετῶν ἐνέργειαν κίνησιν, γνωμικῶς δὲ πρὸς τὴν τοῦ κεκτημένου βούλησιν κατὰ τὴν χρῆσιν ἐκφαινο‐ μένην.
52. Τὴν κενωθεῖσαν τῆς δοθείσης γνώσεως φύσιν γενόμενος ἄνθρωπος ὁ τοῦ θεοῦ λόγος πάλιν ἐπλήρωσε γνώσεως, καὶ στομώσας πρὸς ἀτρεψίαν, οὐ φύσει, ποιότητι δὲ ταύτην ἐθέωσεν, ἀνελλιπῶς αὐτὴν τῷ οἰκείῳ χαρακτηρίσας πνεύ‐ ματι, καθάπερ ὕδωρ οἴνου ποιότητι πρὸς τόνον μετακερά‐
10σας. Διὰ τοῦτο γὰρ καὶ γίνεται κατ’ ἀλήθειαν ἄνθρωπος, ἵνα κατὰ χάριν ἡμᾶς καταστήσῃ θεούς. 3. Τὸν καλὸν οἶνον λέγει τὸν πρὸς θέωσιν ἐκστατικὸν τῆς φύσεως λόγον· ὃν ἡ παράβασις μὲν τὸν Ἀδὰμ πρότερον πιεῖν οὐ συνεχώρησεν, αὐτὸς δέ, χάριτι διὰ φιλανθρωπίαν
15ὡς θεὸς ἑαυτὸν κενώσας, ὕστερον διὰ σαρκώσεως, ὡς οἶδεν μόνος αὐτός, κατέστησεν πότιμον. Αὐτὸς γάρ ἐστι καὶ πρόνοια, ὡς συνοχὴ τῶν ὄντων, καὶ προνοίας λόγος, ὡς μέθοδος τῆς τῶν προνοουμένων ἰατρείας, καὶ προ‐ νοητής, ὡς πάντα τοῖς ἑαυτῶν τοῦ εἶναι λόγοις συνέχων.
204. Τῆς μὲν τῶν σωμάτων καὶ ἀσωμάτων γνώσεως δεκτικὴ κατὰ φύσιν ἐστὶν ἡ τοῦ νοῦ δύναμις, φησίν, τῆς δὲ τῆς
ἁγίας τριάδος κατὰ μόνην τὴν χάριν δέχεται τὰς ἐμφάσεις, ὅτι ἐστὶ μόνον πιστεύουσα ἀλλ’ οὐ τίποτε κατ’ οὐσίαν ἐστὶ ζητεῖν αὐθαδιζομένη.
255. Ὅτι καὶ ἡ καθόλου δύναμις τῆς φύσεως εἰς ἓξ διαιρεῖται τρόπους καὶ ἐνεργείας, καὶ ἡ καθόλου ἀγάπη εἰς ἓξ ἀρετῶν εἴδη μερίζεται. Πεῖναν γὰρ καὶ δίψαν καὶ γύμνωσιν καὶ ξενιτείαν καὶ ἀσθένειαν καὶ φυλακὴν τῶν τούτοις κατειλημ‐ μένων εἴτε σωματικῶς εἴτε πνευματικῶς ὁ παραμυθούμενος
30τὴν ἐκ τῶν ἓξ ἀρετῶν συνισταμένην πεπλήρωκεν πρός τε τὸν θεὸν καὶ τὸν πλησίον ἀγάπην, ὡς μόνῳ τῷ θεῷ πεποιωμένην, τῆς ψυχῆς διατηρήσας τὴν ἔφεσιν. 6. Αἰτίαν τοῦ λόγου φησὶ τὸν θεόν· ὃν ζητεῖν τοῦ λόγου τὴν δύναμιν ὁ ἄνθρωπος εἴληφεν.
357. Εἰς ταῦτα τὸ τῆς ἀγάπης διαιρεῖται χρῆμα, ἐν οἷς καὶ συνίσταται. 8. Ὁ κατ’ ἀρετὴν τῇ γνώμῃ, φησίν, ἴσος πρὸς πάντας γενόμενος ἀπροσωπόληπτον ἐν ἑαυτῷ δείκνυσι τὸν θεόν, ὥσπερ πάντων καθ’ ἕνα καὶ τὸν αὐτὸν λόγον μίαν δη‐
40μιουργήσαντα τὴν φύσιν, οὕτω καὶ πᾶσι νομοθετήσαντα μίαν τῆς γνώμης τὴν κίνησιν, καθ’ ἣν ὁ δοκῶν ἐσκορπί‐ σθαι τῆς φύσεως συνάγεσθαι πέφυκε λόγος. 9. Μεσότητα λέγει τὴν ἀπηλλαγμένην μὲν τῶν παρὰ φύσιν παθῶν, οὔπω δὲ τῶν ὑπὲρ φύσιν ἀγαθῶν ἐπειλημμένην
45κατάστασιν· ἰσονομοῦσαν γὰρ τῇ φύσει τὴν γνώμην δείκνυ‐ σιν, μηδὲν ἔχουσαν αὐτορρεπὲς καὶ τῷ λόγῳ τῆς φύσεως ἐμφερόμενον, καὶ διὰ τοῦτο πάντας ἀνθρώπους ὡς ἕνα γινώσκουσαν, ἅτε δὴ βίβλον θεόγραφον ἔχουσαν τὸν νόμον τῆς φύσεως.

40

(50)

10. Ὅτι φυσικὸν ἔχομεν κριτήριον τὸν κατὰ φύσιν νόμον, διδάσκοντα ἡμᾶς ὅτι πρὸ τῆς ἐν ὅλοις σοφίας ἔδει πρὸς τὴν τοῦ ποιητοῦ τῶν ὅλων μυσταγωγίαν ἡμῶν κινηθῆναι
τὴν ἔφεσιν.

41

(t)

Scholium
11. Τὸ φρέαρ τοῦ Ἰακώβ ἐστιν ἡ γραφή, τὸ δὲ ὕδωρ ἐστὶν ἡ ἐν τῇ γραφῇ γνῶσις, τὸ δὲ βάθος ἡ τῶν γραφικῶν αἰνιγμάτων δυσδιεξίτητος θέσις, τὸ δὲ ἄντλημά ἐστιν ἡ διὰ τῶν γραμμάτων τοῦ θείου λόγου μάθησις, ἣν οὐκ εἶχεν ὁ
5κύριος, αὐτολόγος ὑπάρχων καὶ οὐ τὴν ἐκ μαθήσεως καὶ
μελέτης γνῶσιν διδοὺς τοῖς πιστεύουσιν, ἀλλὰ τὴν ἐκ χάριτος πνευματικῆς ἀένναον σοφίαν καὶ μηδέποτε λήγουσαν τοῖς ἀξίοις δωρούμενος. Τὸ γὰρ ἄντλημα, τουτέστιν ἡ μάθησις, μέρος ἐλάχιστον λαμβάνουσα γνώσεως, τὸ πᾶν ἐᾷ
10μηδενὶ λόγῳ κρατούμενον· ἡ δὲ κατὰ χάριν γνῶσις ὅλην ἔχει, καὶ δίχα μελέτης, τὴν ἐφικτὴν ἀνθρώποις σοφίαν πρὸς
τὰς χρείας ποικίλως βλυστάνουσαν.

42

(t)

Scholia
11. Ἁμαρτίαν φύσεως εἶναί φησι τὸν θάνατον, καθ’ ὃν τοῦ
εἶναι καὶ μὴ θέλοντες ἀπογινόμεθα, ἁμαρτίαν δὲ προαιρέ‐ σεως τὴν τῶν παρὰ φύσιν αἵρεσιν, καθ’ ἣν τοῦ εὖ εἶναι θέλοντες ἀποπίπτομεν.
52. Ὅτι φθαρτὸς μὲν κατὰ φύσιν σαρκωθεὶς ὡς ἄνθρωπος ὑπῆρχεν ὁ κύριος, καθ’ ὃ καὶ ἁμαρτία γεγονέναι λέγεται, φησίν, ἄφθαρτος δὲ φύσει κατὰ προαίρεσιν, ὡς ἀναμάρτη‐ τος. 3. Ὁ τοῦ κυρίου θάνατος, φησίν, ἀφθαρσίας ἀρχὴ τῆς ὅλης
10φύσεως γέγονεν. 4. Ἡ δι’ ἡμᾶς ἐστιν ἁμαρτία τὸ τῆς φύσεως φθαρτόν, ἡ δὲ ἡμῶν ἐστιν ἁμαρτία τὸ τρεπτὸν τῆς προαιρέσεως· διὸ γέγονε θνητὸς ὁ ἄνθρωπος, κατὰ δικαίαν κρίσιν τὸν φυσικὸν ὑπομείνας θάνατον, εἰς ἀναίρεσιν τοῦ θανάτου τῆς προαιρέ‐
15σεως. 5. Πρώτην ἁμαρτίαν φησὶ τὴν τροπὴν τῆς προαιρέσεως, ἣν οὐκ ἔσχεν ὁ κύριος, καίτοι λαβὼν ἀληθῶς τὸ κατὰ φύσιν παθητόν, ἐπιτίμιον ὑπάρχον τῆς τραπείσης τοῦ Ἀδὰμ προαιρέσεως· διὸ καὶ μόνος ἐν νεκροῖς ἐλεύθερος, οὐκ ἔχων
20τὴν δι’ ἣν ὁ θάνατος γέγονεν ἁμαρτίαν.

43

(t)

Scholium
11. Νοῦ μὲν γὰρ καλόν ἐστιν ἡ ἀπαθὴς πρὸς τὸ πνεῦμα διάθεσις, κακὸν δὲ ἡ ἐμπαθὴς πρὸς τὴν αἴσθησιν σχέσις· αἰσθήσεως δὲ καλόν ἐστιν ἡ καθ’ ἡδονὴν ἐμπαθὴς πρὸς σῶμα κίνησις, κακὸν δὲ ἡ κατὰ στέρησιν ταύτης ἐπιγινο‐
5μένη διάθεσις.

44

(t)

Scholia
11. Ὅτι πρὸς ἣν ἔσχεν περὶ θεότητος ἔννοιαν ὑπὸ τοῦ διαβόλου διδαχθεὶς ὁ Ἀδάμ, διαλέγεται πρὸς αὐτὸν ὁ θεός. 2. Ὁ τὸ ψεῦδος ἀγαπῶν αὐτῷ παραδίδοται πρὸς ἀπώλειαν, ἵνα γνῷ πάσχων ὅπερ ἑκὼν περιεῖπεν, καὶ μάθῃ, κατὰ τὴν
5πεῖραν γενόμενος, ὡς ἐλάνθανεν ἀντὶ ζωῆς περιπτυσσόμε‐ νος θάνατον. 3. Ὅτι μόνην ἔχει τοῦ καλοῦ τὴν γνῶσιν ὁ θεός, ὡς κατ’ οὐ‐ σίαν τοῦ καλοῦ φύσις τε καὶ γνῶσις ὑπάρχων, τοῦ δὲ κακοῦ τὴν ἄγνοιαν, ὡς τὴν αὐτοῦ ἔχων ἀδυναμίαν· ὧν γὰρ
10ἔχει τὴν δύναμιν φυσικῶς, τούτων οὐσιωδῶς κέκτηται τὴν γνῶσιν. 4. Ὅτι κατὰ πάθος παρὰ φύσιν ἐπισυμβαῖνον, ἀλλ’ οὐ κατὰ δύναμιν φυσικήν, τοῖς λογικοῖς ἐνθεωρεῖται κακία. 5. Ἀνὰ μέρος, φησίν, ἡ τῶν ἀντικειμένων ἐν τοῖς δεκτικοῖς
15θεωρεῖσθαι πέφυκεν ὕπαρξις. 6. Ὁ πείσας τὸ συνειδός, ὡς φύσει καλὸν πραττόμενον, ἔχειν τὸ κάκιστον, οὗτος, χειρὸς δίκην τῆς ψυχῆς ἐκτείνας τὸ πρακτικόν, ἔλαβε ψεκτῶς τοῦ ξύλου τῆς ζωῆς, ἀθάνα‐ τον ἡγησάμενος φύσει τὸ κάκιστον. Διόπερ, τὴν κατὰ τὸ
20συνειδὸς τοῦ κακοῦ διαβολὴν τῷ ἀνθρώπῳ φυσικῶς ἐνθέ‐ μενος ὁ θεὸς διέκρινεν αὐτὸν τῆς ζωῆς, κακὸν τῇ προαιρέ‐ σει γενόμενον, ἵνα μή, τὸ κακὸν πράττων, δύναται πεῖσαι
τὴν ἰδίαν συνείδησιν ὅτι φύσει καλὸν ὑπάρχει τὸ κάκιστον.

45

(t)

Scholia
11. Θεωρίας μὲν τὸ στηθύνιον, πράξεως δὲ ὁ βραχίων σύμβολον. Ἕξις γὰρ τοῦ διανοητικοῦ πέφυκεν ὑπάρχειν ἡ θεωρία, καὶ ἡ πρᾶξις ἐνέργεια· δι’ ἀμφοτέρων δὲ τούτων ἡ
ἀληθὴς ἱερωσύνη χαρακτηρίζεται.
52. Ὁ ἱερουργῶν τῷ θεῷ δι’ εὐσεβοῦς λόγου τὰς ἄλλων καρδίας, αἷς ἀναλογεῖ τὸ στηθύνιον, καὶ τὴν πρακτικὴν αὐτῶν δύναμιν, ᾗ ἀναλογεῖ ὁ βραχίων, ἀφορίζων ταῖς ἐνεργείαις τῶν ἐντολῶν, γέγονεν ἱερεύς, λαμβάνων παρὰ τῶν ἑαυτοὺς θυσίαν τῷ θεῷ προσαγόντων τὸ στῆθος καὶ
10τὸν βραχίονα.

46

(t)

Scholium
11. Ὅτι τὸ μὲν ἔσοπτρον τῶν τῇ πρακτικῇ προσφυῶν ἀγαθῶν ἐστιν ἐμφαντικόν, τὸ δὲ αἴνιγμα τῶν ἐπὶ τῇ γνώσει
μελλόντων μυστηρίων ἐστὶν ἐνδεικτικόν.

47

(t)

Scholia
11. Ὁ τὴν γνῶσιν ἐστεατωμένην ταῖς ἀρεταῖς, τουτέστιν ἔμπρακτον, μετιών, οὗτος γέγονεν Ἄβελ, ἔχων τὸν θεὸν ἐπ’ αὐτὸν καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ ἐπιβλέποντα. 2. Ὁ γνοὺς καὶ ἀληθῶς ἐλπίσας τὰ μέλλοντα τῆς κατὰ τὴν
5πρᾶξιν ὑπὲρ ὧν ἤλπισεν ἐπικλήσεως οὐδέποτε παύεται καὶ γίνεται νέος Ἐνώς, τὸν θεὸν ἐπικαλούμενος. 3. Ὁ διὰ πράξεως εὐαρεστήσας τῷ θεῷ διὰ θεωρίας πρὸς τὴν τῶν νοητῶν χώραν τὸν νοῦν δηλαδὴ μετατίθησιν, ἵνα μὴ διὰ φαντασίας τινὸς τὸν ἐν τοῖς πάθεσι κατὰ τὴν
10αἴσθησιν θεάσηται θάνατον, ὡς ὑπὸ μηδενὸς τῶν ἑλεῖν βουλομένων παντελῶς εὑρισκόμενος. 4. Ὁ διὰ τὴν μέλλουσαν ὀργήν, φησίν, τὴν διὰ τῆς κα‐ κουχίας μετελθὼν ἀγωγὴν γέγονε Νῶε, τῇ μικρᾷ τῆς σαρκὸς στενοχωρίᾳ τὴν μέλλουσαν τῶν ἀσεβῶν φεύγων
15κατάκρισιν. 5. Γῆν λέγει τὴν σάρκα, συγγένειαν τὰς αἰσθήσεις, οἶκον πατρὸς τὸν αἰσθητὸν κόσμον, ἀφ’ ὧν ὁ πατριάρχης ἐκβέ‐ βηκεν, τὴν πρὸς αὐτὰ σχέσιν τῆς ψυχῆς ἀποθέμενος. 6. Μόνος ὁ Ἰσαὰκ γέγραπται μὴ μεταβὰς τῆς γῆς τῆς
20ἐπαγγελίας, τοῦ πατρὸς αὐτοῦ Ἀβραὰμ καὶ τοῦ υἱοῦ αὐτοῦ Ἰακώβ, τοῦ μὲν ἐξελθόντος ἐκ Μεσοποταμίας καὶ εἰσελθόν‐ τος εἰς Αἴγυπτον, τοῦ δὲ διωχθέντος εἰς Μεσοποταμίαν καὶ μετὰ ταῦτα παροικήσαντος εἰς Αἴγυπτον, ἐν ᾗ καὶ τέ‐ θνηκεν.
257. Τὰς γυναῖκας εἰς τὰς ἕξεις τῆς ἀρετῆς τε καὶ τῆς γνώσεως, τὰς δὲ παιδίσκας εἰς τὰς τούτων ἐνεργείας, ἀφ’ ὧν γεννᾷ καθάπερ υἱοὺς τοὺς ἐν φύσει καὶ χρόνῳ λόγους. 8. Ὥσπερ γίνεται φάραγξ ἡ σάρξ, ταῖς τῶν παθῶν βαλλο‐ μένη φοραῖς, οὕτω, φησίν, καὶ ἡ ψυχὴ γίνεται φάραγξ, τοῖς
30τῶν πονηρῶν λογισμῶν ῥεύμασι κοιλαινομένη. 9. Ἡ τῶν παρὰ φύσιν ἀποβολὴ παθῶν καὶ ἡ τῶν κατὰ φύσιν ἀρετῶν ἐπιβολὴ τὴν φαραγγωθεῖσαν ψυχὴν ἀναπλη‐ ροῖ καὶ τὴν ὀρινομένην τῶν πονηρῶν πνευμάτων ταπεινοῖ
δυναστείαν.
3510. Σκολιὰ κέκληκεν τὰ παρὰ φύσιν τῶν αἰσθήσεων κινήμα‐ τα, ἰθυνόμενα ὅταν ὁ νοῦς αὐτὰ πρὸς τὴν ἰδίαν αἰτίαν, λέγω δὲ τὸν θεόν, κατὰ φύσιν κινεῖσθαι διδάξειεν. 11. Τὰς τραχείας κέκληκεν τὰς τῶν ἀκουσίων πειρασμῶν συμβάσεις, εἰς ὁδοὺς λείας διὰ τῆς κατὰ τὴν εὐχαριστίαν
40ὑπομονῆς μεταπιπτούσας. 12. Τοῦ μὲν θανάτου μήτηρ ἐστὶν ἡ ἡδονή, τῆς ἡδονῆς δὲ θάνατός ἐστιν ὁ πόνος, ὅ τε προαιρετικὸς καὶ ὁ παρὰ προαίρεσιν. 13. Ὁ τὴν ἀρετὴν ἀγαπῶν τὴν τῶν ἡδονῶν ἑκουσίως
45ἀπομαραίνει κάμινον, ὁ δὲ τῇ γνώσει τῆς ἀληθείας πεποιω‐ μένος τὸν νοῦν ἀκουσίοις οὐκ ἐπέχεται πόνοις, τῆς κατὰ τὴν ἔφεσιν πρὸς τὸν θεὸν φερούσης ἀεικινησίας. 14. Ὅτι διὰ τῆς παραβάσεως ἡ ψυχὴ κοιλανθεῖσα τοῖς δαίμοσι καθάπερ ὄρεσι τὸ ὕψος δέδωκεν, τουτέστι τὸ καθ’ ἑ‐

47

(50)

αυτῆς κράτος. 15. Ἀρετὴ κατὰ τὴν πρᾶξιν ἐνεργουμένη φωνὴ γίνεται τῆς βοώσης γνώσεως, ὡς ἐν ἐρήμῳ, τῇ παθῶν ἐστερημένῃ καταστάσει τῆς ψυχῆς· πρόδρομος γὰρ τῆς ἀληθοῦς σοφίας ἡ ἀρετή, μηνύουσα τὴν μετ’ αὐτὴν κατ’ οἰκονομίαν φανησο‐
55μένην ἀλήθειαν, πρὸ αὐτῆς κατ’ αἰτίαν ὑπάρχουσαν.

48

(t)

Scholia
11. Σκηνὴν λέγει θαυμαστὴν τὴν ἐξ ἡμῶν ἁγίαν τοῦ θεοῦ σάρκα, ὡς δίχα σπορᾶς ἐν αὐτῷ τὸ εἶναι λαβοῦσαν, οἶκον δὲ τὴν νοερὰν ψυχήν· σάρκα γὰρ νοερῶς ἐψυχωμένην ἀρρήτως ἥνωσεν ἑαυτῷ γενόμενος ἄνθρωπος ὁ λόγος, τῷ
5ὁμοίῳ τὸ ὅμοιον ἀνακαθαίρων. Τόπος δὲ αὐτός ἐστιν ὁ λόγος ὁ καθ’ ὑπόστασιν ἀτρέπτως ἐν ἑαυτῷ τὴν φύσιν πη‐ ξάμενος. Πρὸς ταύτην οὖν τὴν σκηνὴν σάρκα διερχόμεθα, τῆν ἡμετέραν διὰ τῶν ἀρετῶν ἁγιάζοντες σάρκα, δι’ ὧν σύμμορφος πέφυκεν γίνεσθαι τῷ σώματι τῆς δόξης αὐτοῦ
10κατὰ τὴν χάριν τοῦ πνεύματος, καὶ ἕως τοῦ οἴκου τοῦ θεοῦ διὰ τῆς ἀμιγοῦς θεωρίας κατὰ τὴν ἁπλῆν καὶ ἀδιαίρετον γνῶσιν πρὸς αὐτὴν ἀφικνούμενοι τὴν νοερὰν τοῦ κυρίου ψυχήν, ἵνα καὶ ἡμεῖς νοῦν Χριστοῦ, κατὰ τὸν ἀπόστολον, τῇ μεθέξει τοῦ πνεύματος ἔχωμεν, γινόμενοι
15κατὰ χάριν δι’ αὐτὸν ὅσαπερ αὐτὸς φύσει κατ’ οἰκονομίαν γέγονεν δι’ ἡμᾶς. 2. Τὸν ἀκρογωνιαῖον λίθον σύνδεσμον κέκληκεν τῆς γωνίας, ἤγουν ἐκκλησίας. 3. Πύλην γωνίας τὴν σάρκωσιν λέγει, πύλην οὖσαν τῆς
20ἐκκλησίας, πύργους δὲ τὰ ὀρθὰ περὶ σαρκώσεως δόγματα. 4. Φάραγγος γωνίαν εἶπεν τήν τε πρὸς τὴν ψυχὴν κατὰ φύσιν ἕνωσιν τῆς σαρκὸς τήν τε κατὰ πνεῦμα πρὸς αὐτὴν τῆς ψυχῆς ὡς ἀρετῆς ὑπουργὸν συνάφειαν. 5. Γωνίας ἁπλῶς λέγει τὰς τῶν ὄντων διαφόρους ἑνώσεις,
25ἤγουν τὰς τῶν διαφόρων καὶ γενικωτέρων φύσεων πρὸς ἀλλήλας εἰς μίαν σύννευσιν ἑνώσεις.
6. Ὅτι πᾶσα ἕνωσις τῶν εἰρημένων κτισμάτων λόγον ἔχει σοφίας, καθ’ ὃν γίνεται· οὕστινας πύργους γωνιῶν εἶπεν ὁ λόγος· ὀχύρωμα γὰρ καὶ πύργωσίς ἐστιν ἑκάστου τῶν
30ὄντων ὅ τε κατ’ οὐσίαν τῆς ἐπ’ αὐτὰ γνώσεως καὶ ὁ πρὸς ἄλληλα πάντων συνδετικὸς εἰς μίαν σύννευσιν λόγος. 7. Πύργους ἐν τῇ ἐρήμῳ φησὶ τοὺς περὶ φύσεως λόγους. 8. Λάκκους ἐκάλεσεν τὰς δεκτικὰς τῶν οὐρανίων χαρι‐ σμάτων τῆς ἁγίας γνώσεως καρδίας, λατομουμένας τῷ
35στερρῷ λόγῳ τῶν ἐντολῶν καὶ ἀποβαλλομένας καθάπερ πορώματα τήν τε πρὸς τὰ πάθη φιλίαν καὶ τὴν πρὸς τὰ αἰσθητὰ τῆς φύσεως σχέσιν καὶ πληρουμένας τῆς ἄνωθεν φερομένης ῥυπτικῆς τε τῶν παθῶν καὶ ζωοποιητικῆς καὶ οἷον θρεπτικῆς τῶν ἀρετῶν ἐν πνεύματι γνώσεως.
409. Τὰ κτήνη τῆς Σεφιλᾶ τοὺς τὴν ἠθικὴν παιδευομένους διὰ πολλῶν θλίψεων φιλοσοφίαν, δεομένους τῶν ὑπομονὴν διδασκόντων λόγων, φησίν. 10. Τὰ κτήνη τῆς πεδινῆς φησι τοὺς εὐδρομοῦντας ἐν ἀρεταῖς καὶ ἀπαθεῖς τοῦ χείρονος διαμένοντας, δεομένους
45τῶν περὶ εὐχαριστίας λόγων τε καὶ διδαγμάτων. 11. Τὴν ἁπλῶς ὀρεινὴν λέγει τὴν ὑψηλὴν ἐν πνεύματι θεωρίαν τῆς φύσεως, ἣν γεωργοῦσιν οἱ τῶν αἰσθητῶν ἀπογενόμενοι φαντασιῶν καὶ πρὸς τοὺς αὐτῶν νοητοὺς διὰ μέσων τῶν ἀρετῶν διαβάντες λόγους.

48

(50)

12. Κάρμηλος μέν ἐστιν ὕψος τῆς κατὰ τὴν περιτομὴν ἐπιγνώσεως, περιτομὴ δὲ καθέστηκεν, εἴτε τῆς κατὰ φύσιν πρὸς γένεσιν ἀφαίρεσις διαθέσεως εἴτε τῆς τοῦ νοῦ πρὸς τὰ ὄντα κατὰ διάθεσιν σχέσεως ἀπογένεσις· ταύτης δὲ προδήλως ἄμπελός ἐστι τῆς καταστάσεως ὁ τὴν σώφρονα
55διδοὺς ἔκστασιν τῆς προνοίας λόγος, ὃν γεωργοῦσιν οἱ περὶ μόνην τὴν ἁπλῆν καὶ ἄναρχον μονάδα κινούμενοι ἄνδρες καὶ λογισμοί. Ὁ γὰρ πρὸς μόνην ταύτην κινούμε‐ νος ὥσπερ ἀκροβυστίαν ἀπέτεμεν ἑαυτοῦ τὴν καλύπτουσαν τὴν αἰτίαν τῆς γενέσεως τῶν ὄντων διάθεσιν.
6013. Φόβον κυρίου κέκληκε τὴν πρακτικὴν φιλοσοφίαν, ἐκ
τῆς ἀρχῆς τὸ τέλος· ἀρχὴ γὰρ σοφίας φόβος κυρίου. 14. Ὁ περὶ θεότητος ὑψηλὸς λόγος πύργος ἐστὶ κατὰ ψυχὴν ταῖς τῶν ἐντολῶν ἐνεργείαις ὀχυρούμενος. 15. Οἱ τῶν ἐπὶ μέρους λόγοι, φησίν, τοῖς καθόλου προσχω‐
65ροῦντες, τὰς τῶν διῃρημένων ἑνώσεις ποιοῦνται, διότι τῶν μερικωτέρων ἑνοειδῶς οἱ καθολικώτεροι τοὺς λόγους περι‐ λαμβάνουσι, πρὸς οὓς φυσικῶς τὴν ἀναφορὰν ἔχει τὰ κατὰ μέρος. 16. Ὅτι καὶ τούτων ἐστί τις σχετικὸς ἐν πνεύματι λόγος,
70τὴν πρὸς ἄλληλα διδοὺς αὐτοῖς ἕνωσιν. 17. Ὁ τὴν εὐσεβῆ περὶ ἕκαστον δόξαν κτησάμενος οὐ δέδοικε τοὺς διὰ τῶν φαινομένων τοὺς ἀνθρώπους πλα‐ νῶντας δαίμονας. 18. Ἡ ἄμπελος οἶνον ποιεῖ, ὁ οἶνος μέθην, ἡ μέθη ἔκστα‐
75σιν. Οὐκοῦν καὶ ὁ ἐνεργὴς λόγος, ὅπέρ ἐστιν ἄμπελος, γεωργούμενος ταῖς ἀρεταῖς, γεννᾷ τὴν γνῶσιν, ἡ δὲ γνῶσις γεννᾷ τὴν καλὴν ἔκστασιν, τὴν τὸν νοῦν τῆς κατ’ αἴ‐
σθησιν σχέσεως ἐξιστῶσαν.

49

(t)

Scholia
11. Ἡ τῶν ὄντων ἀπλανὴς θεωρία παθῶν ἀπηλλαγμένης δεῖται ψυχῆς· ἥτις Ἱερουσαλὴμ λέγεται διά τε τὴν ἄρτιον ἀρετὴν καὶ τὴν ἄϋλον γνῶσιν· ἥτις οὐ μόνον κατὰ στέρη‐ σιν παθῶν ἀλλὰ καὶ φαντασιῶν αἰσθητῶν ἐπιγίνεται, ἅσπερ
5ὕδατα τῶν ἔξω πηγῶν κέκληκεν ὁ λόγος. 2. Ἡ πίστις παραμυθεῖται τὸν νοῦν πολεμούμενον, βοηθείας ἐλπίδι ῥωννύμενον· ἡ δὲ ἐλπίς, ὑπ’ ὄψιν ἄγουσα τὴν πιστευθεῖσαν βοήθειαν, ἀποκρούεται τὴν τῶν ἀντικειμένων καταδρομήν· ἡ δὲ ἀγάπη νεκρὰν καθίστησι τῷ φιλοθέῳ νῷ
10τῶν πολεμίων τὴν προσβολήν, τῇ πρὸς θεὸν ἐφέσει παντελῶς ἀμαυρουμένην. 3. Πρώτη ἐν ἡμῖν ἀνάστασις, φησίν, τοῦ διὰ τῆς ἀγνοίας ἡμῖν νεκρωθέντος θεοῦ ἡ πίστις ἐστί, καλῶς τοῖς ἔργοις τῶν ἐντολῶν οἰκονομουμένη.
154. Συνᾴδει, φησίν, τὰ πράγματα τοῖς ὀνόμασιν· χωρὶς γάρ τινος προσδοκίας ἢ δυσχεροῦς ἢ εὐχεροῦς ἐπιστροφὴ πρὸς τὸ καλὸν οὐδενί ποτε πέφυκε γίνεσθαι. 5. Οὐδὲν ὡς ἡ ἀγάπη, φησίν, συνάγει τοὺς ἐσκορπισμέ‐
νους καὶ μίαν αὐτοῖς δημιουργεῖ τὴν γνώμην συμπνοίᾳ
20κρατουμένην· ἧς χαρακτὴρ τὸ τῆς ἰσοτιμίας καθέστηκε κάλλος. 6. Ὅτι δίχα λογικῆς δυνάμεως, φησίν, ἐπιστημονικὴ γνῶσις οὐκ ἔστιν· καὶ γνώσεως χωρὶς οὐ συνίσταται πίστις, ἀφ’ ἧς τὸ καλὸν γέννημα πρόεισιν ἡ ἐλπίς, καθ’ ἣν ὡς
25παροῦσιν συγγίνεται τοῖς μέλλουσιν ὁ πιστός· καὶ δίχα τῆς κατ’ ἐπιθυμίαν δυνάμεως οὐ συνίσταται πόθος, οὗ τέλος ἐστὶν ἡ ἀγάπη—τὸ γὰρ ἐρᾶν τινος ἴδιον ἐπιθυμίας ἐστίν —· καὶ δίχα θυμικῆς δυνάμεως νευρούσης τὴν ἐπιθυμίαν πρὸς τὴν τοῦ ἡδέος ἕνωσιν οὐδαμῶς γίνεσθαι πέφυκεν
30εἰρήνη, εἴπερ ἀληθῶς εἰρήνη ἐστὶν ἡ ἀνενόχλητος καὶ παντελὴς τοῦ καταθυμίου κατάσχεσις. 7. Ὁ λόγος, φησίν, ἄρχει τῶν γνωστικῶν λογισμῶν, ὥσπερ καὶ τῶν θυμικῶν καὶ ἐπιθυμητικῶν ὁ θυμὸς καὶ ἡ ἐπιθυμία. 8. Τὸν Ἐζεκίαν κατὰ τὴν ἀναγωγὴν ἐθεώρησε τὸν κατὰ τὴν
35πρᾶξιν φιλόσοφον νοῦν, πόλιν δὲ τὴν ψυχήν, πηγὰς δὲ τὰ ποικίλα εἴδη τῶν αἰσθητῶν, ὕδατα δὲ τὰς αὐτῶν φαντασίας ἢ τὰ νοήματα, ποταμὸν δὲ τὴν ἐξ αὐτῶν συναγομένην δόξαν, ἤγουν ὑπόληψιν, πρὸς ἃ δεῖ μύσαι παντελῶς τὰς αἰσθήσεις, ἡνίκα στασιάσῃ πρὸς τὸν λόγον τὰ πάθη.
409. Οὐ δεῖ, φησίν, τὸν μὴ καθαρθέντα παθῶν φυσικῆς ἅπτεσθαι θεωρίας διὰ τὰς εἰκόνας τῶν αἰσθητῶν δυναμέ‐ νας τυπῶσαι πρὸς πάθος τὸν νοῦν τοῦ μὴ τελείως ἀπαλλαγέντος παθῶν. 10. Ὁ κατὰ τὴν φαντασίαν ταῖς ἐπιφανείαις τῶν αἰσθητῶν
45ἐναπομένων διὰ τὴν αἴσθησιν νοῦς ἀκαθάρτων γίνεται παθῶν δημιουργός, διὰ θεωρίας πρὸς τὰ συγγενῆ νοητὰ μὴ διαβαίνων. 11. Ὅταν ἄνους ὁ λόγος γένηται καὶ προπετὴς ὁ θυμὸς καὶ ἄλογος ἡ ἐπιθυμία, ἄγνοια καὶ τυραννὶς καὶ ἀκολασία

49

(50)

κρατοῦσι τῆς ψυχῆς· ἐξ ὧν ἡ τῆς κακίας ἕξις γίνεσθαι πέφυκεν ἔμπρακτος, συμπλακεῖσα τῇ διαφόρῳ τῶν αἰσθή‐
σεων ἡδονῇ. Ταύτην γὰρ ὁ ἀριθμὸς δηλοῖ τῶν ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδων· τρὶς γὰρ ἑξήκοντα συνθεὶς διὰ τὴν ἑκάστης δυνάμεως ἐν τῷ κακῷ τελείαν κίνησιν, καὶ
55προσεπάγων καὶ πέντε διὰ τὴν ἐπ’ αἰσθήσεσι κατ’ ἐνέργειαν ἡδονήν, τοῦτον πληροῖς δηλονότι τὸν ἀριθμὸν τὴν ποιη‐ τικὴν τῆς κακίας ἕξιν σημαίνοντα· ἣν ἔχων ἐπιφύεται τῇ ψυχῇ τυραννικῶς ὁ διάβολος· ἣν ὁ θεός, ὡς δι’ ἀγγέλου τοῦ κατὰ τὴν γνωστικὴν σοφίαν λόγου, καταφονεύει καὶ
60σῴζει τὴν ψυχήν, τὴν ἀληθῶς Ἱερουσαλήμ, καὶ τὸν ἐν τῇ ψυχῇ νοῦν πρὸς τὴν κακίαν ἀδούλωτον. 12. Ἐμφύτους λογισμοὺς λέγει τὸν ἐπὶ τὰ τείχη λαόν. 13. Ἐνταῦθα φίλος ἐστὶν ὁ κύριος, τραύματα δὲ τούτου τυγχάνουσι τὰ εἴδη τῆς ἐπαγομένης ἑκάστῳ πρὸς σωτηρίαν
65παιδείας εἰς κόλασιν τῆς σαρκός, ἤγουν τοῦ σαρκικοῦ φρονήματος, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου. Ἐχθρὸς δέ ἐστιν ὁ διάβολος, φιλήματα δὲ τούτου καθέστη‐ κε τὰ εἴδη τῶν κατ’ αἴσθησιν ἡδονῶν· δι’ ὧν ἀπατῶν τὴν ψυχὴν πείθει χωρισθῆναι τῆς ἀγάπης τοῦ κτίσαντος αὐτήν.
7014. Πειρασμὸς ξηρασίας ἑρμηνεύεται Σενναχειρίμ, καθ’ ἓν μὲν ὅτι ξηραίνει τὰς καρδίας τῶν ἀνεχομένων αὐτοῦ, χωρίζων τῆς πηγαίας χάριτος τῶν ἁγίων λογισμῶν, καθ’ ἕ‐ τερον δὲ ὅτι αὐτὸς ξηρός ἐστιν ὡς πένης καὶ ἄπορος καὶ μηδὲν ἔχων ἴδιον καὶ διὰ τοῦτο δολερῶς, οἷά τις κλέπτης,
75ταῖς ἐπιφανείαις τῶν αἰσθητῶν ἐγκρυπτόμενος εἰς τὴν καθ’ ἡ‐ μῶν ἐπανάστασιν. 15. Πᾶν τὸ περιττὸν καὶ ὑπὲρ τὴν χρείαν τὴν φυσικὴν ἀκρασίαν εἶναί φασιν· ἥτις ὁδὸς καθίσταται τοῦ διαβόλου πρὸς τὴν ψυχήν· δι’ ἧς ὑποστρέφει μετ’ αἰσχύνης εἰς τὴν
80ἑαυτοῦ γῆν, ἐγκρατείας τὴν φύσιν παιδαγωγούσης. Ἢ πάλιν, ὁδός ἐστιν αὐτὰ τὰ φυσικὰ πάθη, τῷ μὲν ὑπὲρ τὴν χρείαν τρόπῳ τῆς χρήσεως ἄγοντα πρὸς τὴν ψυχὴν τὸν διάβολον, τῷ δὲ κατὰ τὴν χρείαν τρόπῳ τῆς χρήσεως δι’ ἑ‐ αυτῶν εἰς τὴν ἑαυτοῦ γῆν αὐτὸν ὑποστρέφοντα· γῆ δὲ
85τούτου ἐστὶν ἡ παγία τῆς κακίας ἕξις καὶ σύγχυσις, εἰς ἣν ἀεὶ βέβηκε καὶ πρὸς ἢν ἄγει τοὺς ἡττημένους τῇ φιλίᾳ τῶν ὑλικῶν. 16. Ὁ πρὸς τὴν ἀρετὴν μετενέγκας τοὺς λογισμοὺς ἀνέ‐ παυσεν αὐτούς, μακρὰν ποιήσας τῆς τῶν παθῶν ἀστάτου
90συγχύσεως. 17. Νοῦς, ἑαυτῷ κατὰ φύσιν διὰ μέσου λόγου συνάψας τὴν αἴσθησιν, τὴν ἐκ τῆς φυσικῆς θεωρίας ἀληθῆ συλλέγεται γνῶσιν, ἥτις ποταμὸς ἐκλήθη, τὴν ψυχὴν διορίζων διὰ τὴν ἐπ’ αἰσθήσει διάνοιαν.
9518. Παράκειται τῇ γνώμῃ φυσικῶς ἡ κατ’ ἐπιτηδειότητα δύναμις, ἐπίκειται δὲ ἡ ἕξις—τῇ γὰρ ἐπιτηδειότητι ἐπιγίνεται—, σύγκειται δὲ ἡ ἐνέργεια διαπαντὸς τῇ ἕξει. κἂν προχείρως ἀεὶ μὴ δείκνυται διὰ τὴν τῶν ὑλῶν πολλάκις ἀπορίαν.

49

(100)

19. Ἀριθμοῦ συνάφειαν λέγει τὴν τῶν ἁπλῶν ἀριθμῶν τῶν ἐντὸς δεκάδος ἐκφώνησιν τῷ «καί» συνδέσμῳ διακρινο‐ μένην, οἷον ἓξ καὶ πέντε, καὶ δηλοῖ, εἴτ’ ἐπὶ κακῷ κεῖται τῇ γραφῇ εἴτ’ ἐπὶ καλῷ, τὴν δυνάμει ποιητικὴν ἐπιτηδειότητα τῆς ἀρετῆς ἢ τῆς κακίας.
105 Ἀριθμοῦ δὲ πρόσθεσιν λέγει τὴν τῷ πολυπλασιασθέντι εἰς ἑαυτὸν ἀριθμῷ γενομένην τοῦ ἐκ μονάδων ἁπλοῦ ἀριθμοῦ προσθήκην τῷ «καί» συνδέσμῳ διακρινομένην, οἷον ἑξήκοντα καὶ πέντε ἢ ἑκατὸν εἴκοσι καὶ πέντε ἢ ἑκατὸν ὀγδοήκοντα καὶ πέντε, καθὼς ὁ παρὼν ἔχει ἀρι‐
110θμός, καὶ δηλοῖ οὐ μόνον τὴν ἐπ’ αἰσθήσεσιν ἐπιτηδειότητι ποίησιν, ἀλλὰ καὶ τὴν ἐπ’ αἰσθήσεσι ποιητικὴν ἕξιν τῆς ἀρετῆς ἢ τῆς κακίας. Ἀριθμοῦ δὲ σύνθεσιν λέγει τὴν τῶν ἐξ ἑαυτῶν εἰς ἑαυτοὺς πολυπλασιασθέντων ἀριθμῶν εἰς ἀλλήλους σύνο‐
115δον, τῷ «καί» συνδέσμῳ διακρινομένην, οἷον ἑξήκοντα καὶ πεντήκοντα ἢ ἑξακόσιοι καὶ πεντακόσιοι καὶ τοὺς τοιού‐ τους, καὶ δηλοῖ οὐ μόνον τὴν κατ’ ἐπιτηδειότητα δυνάμει ποίησιν καὶ τὴν ἕξιν, ἀλλὰ καὶ τὴν ἐπ’ αἰσθήσεσι κατὰ τὴν
ἕξιν ἐνέργειαν τῆς ἀρετῆς ἢ τῆς κακίας.
120 Ὁ τοίνυν γινώσκων ἑκάστου τῶν ἐντὸς δεκάδος ἀριθμοῦ τὴν δύναμιν, ὡς ἡ μονὰς δηλοῖ τὸ ἀμιγές, ἡ δὲ δυὰς τὸ διάφορον, ὁ δὲ τρεῖς ἐστιν ἴσος τε καὶ νοητός, ὁ δὲ τέσσαρα αἰσθητός, ὁ δὲ πέντε αἰσθητικός τε καὶ κυκλικός, ὁ δὲ ἓξ δραστικός τε καὶ τέλειος, ὁ δὲ ἑπτὰ περιφερής τε
125καὶ ἀμιγής, ὁ δὲ ὀκτὼ βάσιμος καὶ ἀκίνητος, ὁ δὲ ἐννέα μεταίχμιος ὕλης καὶ εἴδους, ἤγουν αἰσθητῶν καὶ αἰσθή‐ σεως, ὁ δὲ δέκα πληρέστατος, εἴσεται τί σημαίνει κατὰ τὴν γραφὴν ἕκαστος ἀριθμός, εἴτε κατὰ συνάφειάν ἐστιν εἴτε κατὰ πρόσθεσιν εἴτε κατὰ σύνθεσιν.
13020. Κάϊν ἐστὶν ὁ νόμος τῆς σαρκός, ὃν πρῶτον γεννᾷ, παραβὰς τὴν θείαν ἐντολήν, ὁ Ἀδάμ. Ἀβὲλ δέ ἐστι τὸ φρόνημα τοῦ πνεύματος, ὃν ὕστερον γεννᾷ μὲν διὰ μετα‐ νοίας ὁ αὐτός, ἀποκτείνει δὲ πρὸ τῆς τελείας ἕξεως τοῖς φυσικοῖς ἐμβατεύοντα θεάμασιν ὁ Κάϊν· ὃν ἀποκτείνας, ἑπτὰ
135παρέλυσεν ἐκδικούμενα, φησὶν ὁ θεός. Τοῦτον πνεῦμα πονη‐ ρὸν ἐν τοῖς εὐαγγελίοις ὁ αὐτὸς προσηγόρευσε καὶ τῶν αὐτοῦ πονηροτέρων ἑπτὰ πνευμάτων συμπαραληπτικόν. Τοῦτο δὲ τυχόν ἐστιν ὁ φίλαυτος ἤγουν γαστρίμαργος λογισμός, ᾧ παρέπεται πάντως ὁ τῆς πορνείας λογισμὸς
140καὶ ὁ τῆς φιλαργυρίας καὶ ὁ τῆς λύπης καὶ ὁ τῆς ὀργῆς καὶ ὁ τῆς ἀκηδίας καὶ ὁ τῆς κενοδοξίας καὶ ὁ τῆς ὑπερηφανίας. Ὁ γοῦν ἀποκτείνας κατὰ τὴν θείαν ψῆφον τὸν Κάϊν, τουτέστι τὴν γαστριμαργίαν, συναπέκτεινεν αὐτῇ καὶ τὰ δι’ αὐτὴν παρυφιστάμενα πάθη, κατὰ τὸ ὁ ἀποκτείνας
145Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. 21. Ὅτι ὁ πρὸς γένεσιν καὶ φθορὰν τοῦ σώματος, φησίν, νόμος ὕστερον ἐπεβλήθη τῇ φύσει τῶν ἀνθρώπων, καθ’ ὃν γεννῶμέν τε καὶ γεννώμεθα, διὰ τὴν παράβασιν μὴ φυλά‐ ξαντες τὸν κατὰ τὴν πρώτην ἐντολὴν θεοποιὸν νόμον τοῦ

49

(150)

πνεύματος.

50

(t)

Scholia
11. Ὅτι, καθάπερ ὁ θεὸς κατ’ οὐσίαν οὐχ ὑποπέπτωκε γνώ‐ σει, οὕτως οὔτε ὁ λόγος αὐτοῦ γνώσει τῇ καθ’ ἡμᾶς περι‐ λαμβάνεται. 2. Οἱ μόνῳ τῷ γράμματι προσδήσαντες ἰουδαϊκῶς τὴν
5διάνοιαν, φησίν, κατὰ τὸν αἰῶνα τοῦτον ἐκδέχονται τὰς ἐπαγγελίας τῶν ἀκηράτων ἀγαθῶν, ἀγνοοῦντες τὰ κατὰ φύσιν τῆς ψυχῆς ἀγαθά. 3. Ὁ τὴν εἰκόνα φορέσας τοῦ ἐπουρανίου, φησίν, τῷ πνεύματι διὰ πάντων ἕπεσθαι σπεύδει τῆς ἁγίας γραφῆς, ἐν
10ᾧ δι’ ἀρετῆς καὶ γνώσεως ἡ τῆς ψυχῆς ὑπάρχει συντήρη‐ σις· ὁ δὲ τὴν εἰκόνα φέρων τοῦ χοϊκοῦ τὸ γράμμα μόνον περιέπει, ἐν ᾧ ἡ κατ’ αἴσθησιν πρὸς σῶμα λατρεία συνέ‐ στηκεν, τὰ πάθη δημιουργοῦσα. 4. Ἡ πρᾶξις γεννᾷ τὴν ἀρετήν, φησίν, ὡς Ἄχας τὸν
15Ἐζεκίαν. 5. Ἡ θεωρία, φησίν, γεννᾷ τὴν γνῶσιν, ὡς Ἀμὼς τὸν Ἡσαΐαν.
6. Ὁ μετὰ πράξεως γινώσκων, φησίν, καὶ μετὰ γνώσεως πράττων, θρόνος καὶ ὑποπόδιόν ἐστι τοῦ θεοῦ· θρόνος
20μὲν διὰ τὴν γνῶσιν, ὑποπόδιον δὲ διὰ τὴν πρᾶξιν. 7. Παρεμβολὴ βασιλέως Ἀσσούρ ἐστιν ἡ συναγωγὴ τῶν πονηρῶν λογισμῶν, ἐν ᾗ δυνατός ἐστιν ὁ πρὸς ἡδονὴν τὰς φυσικὰς ὀρέξεις κινῶν, πολεμιστὴς δέ ἐστιν ὁ τὸ θυμικὸν εἰς τὴν τῶν ἡδονῶν φυλακὴν διεγείρων, ἄρχων δὲ ὁ ταῖς
25ἐπιφανείαις τῶν ὁρατῶν τὰς αἰσθήσεις διερεθίζων, στρατη‐ γὸς δὲ ὁ εἰδοποιὸς τῶν παθῶν καὶ τῶν ὑλῶν καὶ τρόπων τῆς αὐτῶν ἐνεργείας ἐπινοητικός. 8. Ὅτι χωρὶς αἰσθητοῦ πράγματός φησιν οὐ συνίσταται πάθος· μὴ γὰρ οὔσης γυναικός, οὐκ ἔστι πορνεία, καὶ
30βρωμάτων οὐκ ὄντων, οὐκ ἔσται γαστριμαργία, καὶ χρυ‐ σίου μὴ ὄντος, φιλαργυρίας οὐκ ἔσται πάθος. Οὐκοῦν πάσης ἐμπαθοῦς κινήσεως τῶν ἐν ἡμῖν φυσικῶν δυνάμεων ἄρχει τὸ αἰσθητόν, ἤγουν ὁ δι’ αὐτοῦ τὴν ψυχὴν διερεθίζων πρὸς ἁμαρτίαν δαίμων.
359. Ἡ τρίψις, φησίν, τὴν ἐνέργειαν, ἡ ἔκτριψις δὲ καὶ αὐτὴν ἀφανίζει τῆς κακίας τὴν ἐνθύμησιν. 10. Ὡς γὰρ ὁ βορρᾶς, φησίν, ἥλιον οὐκ ἔχει διοδεύοντα, οὕτως οὔτε ἡ κακὴ ἕξις, ἣν οἰκεῖ ὁ διάβολος, γνώσεως
φωτισμὸν ἐπιδέχεται.

51

(t)

Scholia
11. Μέσα θεοῦ καὶ ἀνθρώπων εἰσὶ τὰ αἰσθητὰ καὶ τὰ νοητά, ὧν ὑπεράνω γίνεται, χωρῶν πρὸς θεόν, ὁ ἀνθρώπινος νοῦς, τοῖς μὲν αἰσθητοῖς κατὰ τὴν πρᾶξιν μὴ δουλούμενος, τοῖς δὲ νοητοῖς κατὰ τὴν θεωρίαν μηδόλως κρατούμενος.
52. Ὅτι κατήγορος ἡ κτίσις γίνεται, φησίν, τῶν ἀσεβῶν ἀνθρώπων, διὰ μὲν τῶν ἐν αὐτῇ λόγων τὸν ἑαυτῆς κηρύττουσα ποιητήν, διὰ δὲ τῶν ἐν αὐτῇ κατ’ εἶδος ἕκα‐ στον φυσικῶν νόμων πρὸς ἀρετὴν παιδαγωγοῦσα τὸν ἄνθρωπον· οἱ μὲν οὖν λόγοι ἐν τῇ συνοχῇ τῆς τοῦ καθέ‐
10καστον εἴδους γνωρίζονται μονιμότητος, οἱ δὲ νόμοι ἐν τῇ ταὐτότητι φαίνονται τῆς τοῦ καθέκαστον εἴδους φυσικῆς ἐνεργείας· οἶς μὴ ἐπιβάλλοντες κατὰ τὴν ἐν ἡμῖν νοερὰν δύναμιν τήν τε τῶν ὄντων ἠγνοήσαμεν αἰτίαν καὶ πᾶσι τοῖς παρὰ φύσιν προστετήκαμεν πάθεσιν.
153. Ὁ ἄνθρωπος τοὺς πνευματικοὺς τῶν ὁρωμένων λόγους κατανοῶν διδάσκεται ὡς ἔστι τις τῶν φαινομένων ποιητής, τὴν τοῦ ὁποῖός ἐστιν ἔννοιαν, ὡς ἀνέφικτον, ἀφεὶς ἀνεξέ‐ ταστον· τὴν γὰρ ὅτι ποιητής, ἀλλ’ οὐχ ὁποῖός ἐστιν ὁ ποιητής, ὁρωμένη σοφῶς ἡ κτίσις παρέχει κατάληψιν.
20Διόπερ δῶρα μὲν κέκληκεν ἡ γραφὴ τοὺς λόγους τῶν ὁρωμένων, ὡς τῆς κατὰ πάντων δεσποτείας μηνυτικούς, δόματα δὲ τοὺς φυσικοὺς αὐτῶν νόμους, δι’ ὧν ὁποῖόν τι τῶν ὄντων ἕκαστον ὑπάρχει κατ’ εἶδος γνωριζόμενον, διδάσκει τὸν ἄνθρωπον ἀλλοτρίῳ νόμῳ μὴ παραφθείρειν
25τὸν κατὰ φύσιν. 4. Κατὰ δωρεάν, φησίν, τὴν εἰς θεὸν εἰλήφαμεν πίστιν, γνῶσιν ὑπάρχουσαν ἀμέσως περὶ θεὸν ἱδρυμένην· ἥτις ἀναπόδεικτον ἔχει τὴν ἐπιστήμην. Ἐλπιζομένων γάρ ἐστιν ὑπόστασις πραγμάτων, οὔπω γνώσει τῶν ὄντων τινὸς
30περιληφθέντων. 5. Ἀρετῆς μὲν προεισφέρεται πίστις, φησίν, ἀρετὴ δὲ
γνώσεως, πίστεως δὲ παντελῶς οὐδέν. Ἀρχὴ γὰρ τῶν ἐν ἀνθρώποις καλῶν ἡ πίστις· ἧς οὐδὲν παρ’ ἡμῶν προεισά‐ γεσθαι πέφυκεν.
356. Οὐδέν, φησίν, ἔστι πίστεως ἰσοστάσιον. 7. Συνηγόρους τῆς εἰς τὸν θεὸν πίστεως τοὺς τῶν ὄντων ὁ γνωστικὸς νοῦς δέχεται λόγους, φησίν, ἀλλ’ οὐ ποιητικοὺς πίστεως. Οὐκ εἰσὶ γὰρ ἀρχὴ τῆς πίστεως οἱ λόγοι τῶν γεγονότων, ἐπεὶ καὶ περιγραπτὸν ἔσται τὸ πιστευόμενον.
40Οὗ γὰρ ἡ πρὸς ἀπόδειξιν ἀρχὴ γνώσει περιλαμβάνεται, τοῦτο δηλαδὴ γνώσει κατὰ φύσιν ὑπάρχει περιληπτόν. 8. Οὐρανοῦ νόμος ἐστὶ τὸ κατὰ κύκλον ὡσαύτως φέρεσθαι· παρ’ οὖ λαμβάνει τὴν ἐν τῷ καλῷ παγίαν κίνησιν ὁ γνωστικός, περὶ τὸ ταὐτὸν τῆς ἀρετῆς τὴν οὐρανοῦ
45μιμούμενος ἀεικινησίαν. 9. Ἡλίου νόμος ἐστὶ φυσικὸς τὸ ταῖς μεταβάσεσιν ἐργάζε‐ σθαι τὴν τῶν χρόνων διαφοράν· παρ’ οὗ λαμβάνει τὸ πρὸς τὰς διαφόρους ἁρμόζεσθαι συμβάσεις ὁ γνωστικός, λόγῳ φυλάττων τῆς ἀρετῆς τὴν λαμπρότητα μηδενὶ τῶν ἀβου‐

51

(50)

λήτως συμβαινόντων ἀμαυρουμένην. 10. Ἀετοῦ νόμος ἐστὶ φυσικὸς τὸ δέχεσθαι κατὰ τῆς κόρης τοῦ ἡλίου τὴν ἀκτῖνα προσβάλλουσαν· παρ’ οὗ λαμβάνει κατὰ γνώμην ὁ γνωστικὸς διαπαντὸς τῷ θείῳ φωτὶ τὸν νοῦν ἐναστράπτεσθαι.
5511. Τί διδάσκεται κἀκ τοῦ φυσικοῦ νόμου τῶν ἐλάφων ὁ γνωστικός, τὴν τῶν ὄντων φύσιν διασκεπτόμενος; 12. Τί κἀκ τῆς δορκάδος καὶ τοῦ ὀρνέου κατὰ μίμησιν λαμβάνων ἀνάλωτον φυλάττει τὴν ἀρετὴν ὁ κατὰ πρᾶξιν τὴν ὁδὸν τέμνων τῆς γνώσεως.
6013. Ποῖον διδάσκεται καλὸν ὁ τὰ θεῖα φιλοσοφῶν, τὴν φυσικὴν τοῦ λέοντος θεωρίαν εἰς ἑαυτὸν κατὰ γνώμην λογικῶς μεταφέρων; 14. Πῶς δεῖ μιμούμενον τὸν ὄφιν καὶ τὴν περιστερὰν γενέσθαι φιλόσοφον;
6515. Τί κἀκ τῆς τρυγόνος ὠφελεῖσθαι δυνάμεθα; 16. Ὁ πρὸς τὸν ἑαυτοῦ νόμον τοὺς τῶν ὄντων κατὰ
μίμησιν μεταφέρων νόμους, ἐνάρετος, λογίζων τῶν ἐστερη‐ μένων λόγου τὴν κίνησιν· ὁ δὲ τὸν ἑαυτοῦ πρὸς τοὺς νόμους τῶν ἄλλων κατὰ μίμησιν μεταβάλλων, ἐμπαθής,
70πρὸς ἀλογίαν ἐκφέρων τοῦ λόγου τὴν δύναμιν. 17. Σώματα λέγει φυσικὰ πάντα τὰ ὑπὸ γένεσιν καὶ φθοράν. 18. Καλὴ παρατήρησις ὅτι δεῖ μὴ τὴν κτίσιν πολεμεῖσθαι παρ’ ἡμῶν, ἧς ἐστι δημιουργὸς ὁ θεός, ἀλλὰ τὰς ἐπ’ αὐτῇ τῶν ἐν ἡμῖν κατ’ οὐσίαν δυνάμεων ἀτάκτους καὶ παρὰ
75φύσιν κινήσεις καὶ ἐνεργείας. 19. Ἡ πρακτικὴ φιλοσοφία τὸν πρακτικόν, φησίν, ὑπεράνω ποιεῖ τῶν παθῶν· ἡ θεωρία δὲ τὸν γνωστικὸν καὶ ὑπεράνω τῶν ὁρωμένων καθίστησιν, ἀναβιβάσασα τὸν νοῦν πρὸς τὰ
συγγενῆ νοητά.

52

(t)

Scholia
11. Ὅτι τὸν ἐπαιρόμενον ἐπὶ πράξει παθῶν ἀτιμία διαδέχεται, τὸν δὲ ἐπὶ γνώσει ὑψούμενον περὶ τὴν ἀληθῆ θεωρίαν πταίειν ἡ δικαία κρίσις συγχωρεῖ. 2. Ὅρον καὶ νόμον ἐνυπάρχοντα θείως τοῖς οὖσι λέγει τὴν
5τῶν ὄντων συνεκτικὴν πρόνοιαν, κατὰ κρίσιν δικαίαν τῇ σπάνει τῶν ἀγαθῶν παιδεύουσαν πρὸς εὐγνωμοσύνην τοὺς ἐπὶ τῇ ἀφθονίᾳ τῶν ἀγαθῶν πρὸς τὸν ταύτης χορηγὸν φανέντας ἀγνώμονας, διὰ τῶν ἐναντίων αὐτοὺς πρὸς συναίσθησιν ἄγουσαν τῆς τοῦ χαριζομένου τὰ καλὰ
10διαγνώσεως. Ἡ ἐπ’ ἀρετῇ γὰρ οἴησις, ἀπαιδαγώγητος μέ‐ νουσα, τὸ τῆς ὑπερηφανίας γεννᾶν πέφυκε νόσημα, τὸ
τὴν ἀντικειμένην τῷ θεῷ φέρον διάθεσιν. 3. Ὁ τὴν ἀπειρίαν, φησίν, τῆς ἀρετῆς διαγνοὺς οὐδέποτε τοῦ κατ’ αὐτὴν παύεται δρόμου, ἵνα μὴ ζημιωθῇ αὐτὴν τῆς
15ἀρετῆς τὴν ἀρχὴν καὶ τὸ τέλος, τὸν θεὸν λέγω, περὶ ἑαυτὸν στήσας τὴν κίνησιν τῆς ἐφέσεως, καὶ λάθῃ, νομίζων ἐπειλῆφθαι τῆς τελειότητος, ὑπομένων τοῦ ἀληθῶς ὄντος τὴν ἔκπτωσιν, πρὸς ὅπερ ἐπείγεται πᾶσα σπουδαίου κίνη‐ σις.
204. Ὅτι πρὸς ἀσέβειαν, φησίν, πρανὴς καθέστηκεν ὁδὸς ἡ περὶ τὴν ζημίαν τῶν ἀρετῶν ἀναισθησία. Ὁ γὰρ ἐθίσας ἑαυτὸν διὰ τὰς ἡδονὰς τῆς σαρκὸς θεοῦ παρακούειν καὶ αὐτὸν ἀρνήσεται τὸν θεόν, καλούσης προφάσεως, θεοῦ τὴν τῆς σαρκὸς ζωὴν προτιμῶν, ἦς καὶ μόνας τὰς ἡδονὰς τῶν
25θείων κρείττους ἔσχηκε θελημάτων. 5. Ὑποκείμενον λέγει τὸν νοῦν, ὡς ἀρετῆς καὶ γνώσεως δεκτικόν, ἐν ὑποκειμένῳ δὲ τὴν πρᾶξιν καὶ τὴν θεωρίαν, αἵτινες πρὸς τὸν νοῦν συμβεβηκότων λόγον ἐπέχουσιν· διὸ κατὰ πάντα τρόπον καὶ συμπάσχουσι πάσχοντι, τὴν αὐτοῦ
30ποιὰν κίνησιν ἀρχὴν τῆς οἰκείας ἀλλοιώσεως ἔχουσαι. 6. Τὰ ἔμφυτα πάθη τοῦ σώματος, λόγῳ μὲν κυβερνώμενα, οὐκ ἔχει διαβολήν, κινούμενα δὲ τούτου χωρὶς φέρει διαβολήν. Τούτων οὖν λέγει γίνεσθαι δεῖν τὴν ἀποβολήν, ὧν ἔμφυτος μὲν ἡ κίνησις, παρὰ φύσιν δὲ γίνεται πολλάκις
35ἡ χρῆσις, λόγῳ μὴ κυβερνωμένη. 7. Ὀργὴ σωτήριός ἐστιν ἡ πρὸς τὸ πολεμεῖσθαι τὸν ὑ‐ ψηλόφρονα νοῦν τοῖς πάθεσιν ὑπὸ τῶν δαιμόνων θεία συγ‐ χώρησις, ἵνα γνῷ πάσχων ἀτίμως ἐπ’ ἀρεταῖς μεγαλαυ‐ χούμενος τίς ὁ τούτων ὑπάρχει δοτὴρ ἢ γένηται τῶν
40ἀλλοτρίων γυμνός, ἅπερ ὡς μὴ λαβὼν ἔχειν ἐνόμιζεν. 8. Πρᾶξιν λέγει καὶ θεωρίαν κατὰ τὸν τῆς ἀναγωγῆς λόγον τὴν Ἰουδαίαν καὶ τὴν Ἱερουσαλήμ. 9. Ἥλιος δικαιοσύνης ἐστὶν ὁ κύριος καὶ θεὸς καὶ τῶν
ὅλων σωτὴρ Χριστὸς Ἰησοῦς.

53

(t)

Scholia
11. Πεντάπηχύς ἐστιν ὁ διάβολος, φησίν, διὰ τὰς αἰσθήσεις· τούτων γὰρ χωρὶς προκοπὴν οὐ δέχεται τῆς καθ’ ἁμαρτίαν αὐξήσεως ἡ περὶ ψυχὴν τῆς αὐτοῦ κακίας ἀλόγιστος κίνησις.
52. Τὸ δόρυ μὲν τοῦ κατ’ ἀρετήν ἐστι κράτους σύμβολον, φησίν· ὁ δὲ φακὸς τοῦ ὕδατος τοῦ κατὰ τὴν γνῶσιν
ὑπάρχει μυστηρίου τεκμήριον. 3. Σπήλαιον λέγει τὸν κόσμον τοῦτον καὶ τὸ γράμμα τὸ νομικόν, τὸν δὲ Σαοὺλ εἶναι τὸν λαὸν τῶν Ἰουδαίων, ὧν ὁ
10νοῦς, τοῦ θείου τῶν νοητῶν ἀπονεύσας φωτός, τῷ σκότει τῶν αἰσθητῶν καὶ τῇ σκιᾷ τοῦ γράμματος ἐγκαθέζεται, πρὸς γένεσιν φθορᾶς τὴν κτίσιν τοῦ θεοῦ καὶ τὸν νόμον ποιούμενος. Ὁ γὰρ μόνῳ τῷ γράμματι καὶ ταῖς ἐπιφανείαις τῶν αἰσθητῶν τὰς ἀθανάτους περιγράφων ἐπαγγελίας τῇ
15φθορᾷ καθάπερ βρώματι κατάλληλον ποιεῖται τὴν ἔκκρισιν, ἐκ τοῦ τέλους τὴν ἀρχὴν τῆς οἰκείας περὶ θεοῦ δόξης δεικνύς. Τὴν διπλοΐδα δὲ λέγει τὴν περιβολὴν τῶν νομικῶν αἰνιγμάτων, τὸ δὲ πτερύγιον αὐτῆς τὸ κατ’ ἐξο‐ χὴν ἐν νοήμασιν ὑψηλὸν τῆς πνευματικῆς θεωρίας, πε‐
20ρικοπτόμενον τῶν πρὸς μόνην τὴν αἴσθησιν τὴν ἁγίαν ἐκδεχομένων γραφήν. 4. Ὅτι ποιμὴν ὁ κύριος λέγεται τῶν διὰ τῆς φυσικῆς θεωρίας πρὸς τὴν ἄνω μάνδραν ὁδηγουμένων, βασιλεὺς δὲ τῶν ὑποταγέντων τῷ νόμῳ τοῦ πνεύματος καὶ τῷ θρόνῳ
25τῆς χάριτος τοῦ θεοῦ διὰ τῆς κατὰ τὴν ἀμερῆ γνῶσιν τοῦ νοὸς ἁπλῆς προσβολῆς παρισταμένων. 5. Τοὺς κατ’ ἀρετὴν τῆς πράξεως τρόπους λέγει τοὺς οἰκοῦντας τὴν Ἰουδαίαν· τοὺς δὲ κατὰ τὴν θεωρίαν λόγους τῆς γνώσεως λέγει τοὺς οἰκοῦντας τὴν Ἱερουσαλήμ.
306. Νοῦ λέγει θάνατον ἐπαινούμενον τὴν πρὸς πάντα τὰ ὄντα γνωμικὴν ἀπογένεσιν, μεθ’ ἣν τὴν θείαν χάριτι ζωὴν ὑποδέχεσθαι πέφυκεν, ἀντὶ τῶν ὄντων τὸν αἴτιον τῶν ὄντων ἀνεννοήτως ἀπολαβών. 7. Δόξαν λέγει τὴν ἀόριστον γνῶσιν καὶ μηδενὶ περατου‐
35μένην λόγῳ, τιμὴν δὲ τὴν κατ’ ἀρετὴν πρὸς τὴν φύσιν τῆς γνώμης ἀκάθεκτον κίνησιν. 8. Ἡ ἄληστος γνῶσις, ἀόριστον, φησίν, ἔχουσα περὶ τὴν θείαν ἀπειρίαν τὴν κατὰ νοῦν ὑπὲρ νόησιν κίνησιν, εἰκονί‐ ζει διὰ τῆς ἀοριστίας τὴν ὑπεράπειρον δόξαν τῆς ἀληθείας·
40ἡ δὲ τῆς κατὰ τὴν πρόνοιαν σοφῆς ἀγαθότητος αὐθαίρετος μίμησις τιμὴν φέρει τὴν πρὸς τὸν θεὸν τοῦ νοῦ κατὰ τὴν
διάθεσιν ἀρίδηλον, ὡς ἔστι δυνατόν, ἐξομοίωσιν. 9. Κατὰ τὴν ἀναγωγὴν τὸν Δαυὶδ εἶναί φησι τὸν Χριστόν, τὴν δὲ ταφὴν αὐτοῦ τὴν ἐν δικαιοσύνῃ μνήμην, ἀσύγκριτον
45οὖσαν πάσῃ τῇ λογικῇ φύσει. Οὐ γὰρ τοῖς κατὰ φύσιν τῆς σαρκὸς νόμοις τὴν δικαιοσύνην ἐμέτρησε γενόμενος ἄν‐ θρωπος ὁ τοῦ θεοῦ λόγος, ἀλλὰ τὴν ὡς θεῷ φυσικῶς προσοῦσαν αὐτῷ δικαιοσύνην ἐνήργησε διὰ σαρκός, φυ‐
σικῆς ἐνεργείας οὐκ ἀμοιρούσης.

54

(t)

Scholia
11. Πρακτικῆς ἀρετῆς τέλος εἶναί φασι τὸ ἀγαθόν· τοῦτο δὲ θείας ἐνεργείας ὑπάρχει συμπλήρωσις· πρὸς ἣν ἄγει τὸ λογικὸν τῆς ψυχῆς, τῷ τε θυμῷ καὶ τῇ ἐπιθυμίᾳ κατὰ φύσιν χρώμενον· ἐν ᾗ τὸ καθ’ ὁμοίωσιν πέφυκεν ἀναφαί‐
5νεσθαι κάλλος. Θεωρητικῆς δὲ φιλοσοφίας τέλος εἶναί φασι τὴν ἀλήθειαν· ἥτις ἀμερῶς τῶν περὶ θεὸν ἁπάντων ἑνοειδής ἐστι γνῶσις· πρὸς ἣν ὁ καθαρὸς φέρεται νοῦς, ἀποσβέσας ἑαυτοῦ παντελῶς τὴν κατ’ αἴσθησιν κρίσιν· ἐν ᾗ γνώσει δῆλον ἀκίβδηλον τὸ τῆς θείας εἰκόνος ἀξίωμα δείκνυται.
102. Τὰς μὲν γυναῖκας εἰς ἀρετάς, ὧν ἡ ἀγάπη τέλος ἐστίν, ἐθεώρησεν, τὴν ἀλήθειαν δὲ πρὸς τὴν ἄποσον ἀνήγαγε γνῶσιν· ὧν, ἀγάπης τέ φησι καὶ γνώσεως, ὁ βασιλεύων τῆς φύσεως ἐπιγνοὺς τὸν χαρακτῆρα νόμος ἀποβάλλεται, καθάπερ οἶνον, τὴν τῶν παθῶν τῆς σαρκὸς ἡδονὴν καί,
15ὥσπερ βασιλέα, τὴν πάντων ἀσχέτως κατοιομένην δοξομα‐ νίαν. 3. Ἡ κατ’ ἀρετὴν διάθεσις, φησίν, πρόσωπόν ἐστι τοῦ θεωρητικοῦ νοός, ὡς εἰς οὐρανὸν πρὸς τὸ ὕψος τῆς ἀληθινῆς ἐπαιρόμενον γνώσεως.
204. Ἄλλη περὶ τοῦ αὐτοῦ θεωρία, καθ’ ἣν τὴν ἐν οὐρανοῖς ἀπογραφὴν λέγει μόνων ἐκείνων εἶναι τῶν κατὰ πρόθεσιν ὅλους ἑαυτοὺς ἀπογράφεσθαι τῷ καλάμῳ παρεχόντων τοῦ πνεύματος· βουλομένους γάρ, ἀλλ’ οὐκ ἀναγκαζομένους ἐν
οὐρανοῖς ἀπογράφεται τὸ πνεῦμα τὸ ἅγιον.
255. Οὐδεὶς δύναται, φησίν, ἀληθῶς τὸν θεὸν εὐλογεῖν, μὴ τὸ σῶμα καθαγιάσας ταῖς ἀρεταῖς καὶ τὴν ψυχὴν καταφωτίσας ταῖς γνώσεσιν. 6. Τὴν μὲν νίκην τῶν κατὰ τὸ πρακτικὸν τῆς ψυχῆς θείων ἀγώνων πέρας εἶναί φησιν· ὅπέρ ἐστι τὸ ἀμιγὲς ἀγαθόν.
30Τὴν δὲ σοφίαν τῶν κατὰ τὸ γνωστικὸν τῆς ψυχῆς μυ‐ στικῶν ὑπάρχειν τέλος ἀποφαίνεται θεαμάτων· ὅπέρ ἐστιν ἡ ἁπλῆ ἀλήθεια· πρὸς ἅπερ νοῦς τε, γενόμενος τῆς κατ’ αἴ‐ σθησιν καθαρὸς φαντασίας, ἄγει καὶ λόγος, ὑποζεύξας ἑαυτῷ τὸ τῆς ψυχῆς ζωτικόν· ὧν, νίκης τέ φησι καὶ
35σοφίας, ἤγουν ἀγαθότητος καὶ ἀληθείας, ἡ σύνοδος μίαν δείκνυσιν οἷς ἂν ἐγγένηται δόξαν τοῦ καθ’ ὁμοίωσιν ἀκραι‐ φνοῦς ἀπαστράπτουσαν. 7. Οἱ κατὰ πνεῦμα πατέρες, φησίν, διὰ τῆς διδασκαλίας θελόντων υἱῶν θέλοντες καθίστανται πατέρες, λόγῳ καὶ βίῳ
40κατὰ θεὸν αὐτοὺς διαπλάττοντες· καὶ οἱ κατὰ πνεῦμα υἱοὶ κατὰ θέλησιν διὰ τῆς μαθήσεως αὐθαιρέτων υἱοὶ γίνονται πατέρων αὐθαίρετοι, γνωμικῶς κατὰ θεὸν ὑπ’ αὐτῶν λόγῳ τε καὶ βίῳ διαπλαττόμενοι. Ἡ γὰρ χάρις τοῦ πνεύματος γνωμικὴν τὴν τῶν κατ’ αὐτὴν γεννώντων καὶ γεννωμένων
45ἐργάζεται γέννησιν· ὅπερ οἱ κατὰ σάρκα πατέρες οὐκ ἔ‐ χουσιν, ἀκουσίων υἱῶν γινόμενοι πατέρες ἀκούσιοι· φύ‐ σεως γὰρ ἀλλ’ οὐ γνώμης ἔργον καθέστηκεν ἡ τῶν φυ‐ σικῶς γεννώντων τε καὶ γεννωμένων διάπλασις. 8. Ἡ δυὰς ἐνταῦθα τὴν ὕλην δηλοῖ καὶ τὸ εἶδος· ὧν ἡ μὲν

54

(50)

σύνοδος ποιεῖται σώματος γένεσιν, ἡ δὲ διάλυσις πέφυκε τοῦ αὐτοῦ ποιεῖσθαι φθοράν. Οὐκοῦν τὰ ἐξ ὕλης καὶ εἴδους ὄντα τῇ ἀρχῇ φυσικῶς ἀντικείμενον ἔχει τὸ τέλος, εἴπερ ἡ φθορὰ τῆς γενέσεώς ἐστιν ἀναίρεσις. Γενέσεως δὲ καὶ φθορᾶς ὑπερασπίζουσιν αἱ δύο δυνά‐
55μεις, ἥ τε κατ’ ἐπιθυμίαν καὶ ἡ θυμική· ἡ μὲν ἐφιεμένη δι’ ἑ‐ αυτῆς κρατῆσαι πρὸς τὸ εἶναι τὴν γένεσιν, ἡ δὲ τὴν ἐκ τῆς φθορᾶς ἀγωνιστικῶς ἀπωθουμένη διάλυσιν. Τούτων
συνήγοροι τῶν δυνάμεων οἱ πονηροὶ καθίστανται δαίμονες, οἱ μὲν τὴν κατ’ ἐπιθυμίαν τῆς ψυχῆς ἀπὸ τῶν θείων ἔκ‐
60στασιν, ἧς ὁ οἶνος ὑπάρχει σύμβολον, οἱ δὲ τὴν ἐπὶ τοῖς ὑλικοῖς τυραννίδα τῆς θυμικῆς δυνάμεως, ἧς εἰκὼν ἡ βασιλεία καθέστηκε, προβαλλόμενοι τῷ νόμῳ τῆς φύσεως, παραπεῖσαι βουλόμενοι τὴν κατ’ αὐτὰς ἐμπαθῆ ψηφίσασθαι ζωήν.
65 Ἡ δὲ μονὰς τὴν ἁπλῆν σημαίνει κατ’ οὐσίαν ψυχήν, ὡς εἰκόνα τῆς κατ’ οὐσίαν ὑπερφυοῦς τρισυποστάτου μονά‐ δος· ἧς ὁ νοῦς, φημὶ δὲ τῆς ψυχῆς, ὡς εἷς μιᾶς ὑπάρχει συνήγορος, τὴν εἰς τὸν θεὸν πίστιν διὰ τῆς ἀληθείας καὶ τὴν εἰς αὐτὸν ἀγάπην διὰ τῶν γυναικῶν, πάντων ἰσχυροτέ‐
70ραν ἀποδεικνὺς τῷ νόμῳ τῆς φύσεως, καὶ τὸ κατ’ αὐτὰς κράτος αὐτὸν πείθων ψηφίσασθαι. 9. Ὅτι τῇ καθ’ ὑπεροχὴν στερήσει τῶν πολλῶν ὡς ἓν καὶ μόνον ἡ ἀλήθεια πέφυκεν ἀναφαίνεσθαι, φησίν, καλύπτουσα πάντων τῶν νοεῖν ἢ νοεῖσθαι δυναμένων τὰς γνωστικὰς
75δυνάμεις, ὡς ὑπὲρ τὰ νοοῦντά τε καὶ τὰ νοούμενα καθ’ ὕ‐ παρξιν ὑπερούσιον οὖσα καὶ ἀπείρῳ δυνάμει τὰς κατὰ τὴν ἀρχὴν καὶ τὸ τέλος τῶν ὄντων ἀκρότητας περιγράφουσα, πᾶσαν πάντων πρὸς ἑαυτὴν συνέλκει κίνησιν, τοῖς μὲν παρεχομένη γνῶσιν ἀρίδηλον ἧς ἐστερήθησαν χάριτος, τοῖς
80δὲ δωρουμένη κατ’ αἴσθησιν ἄρρητον ἧς εἶχον τὴν ἔφεσιν ἀγαθότητος τῇ μεθέξει φανερὰν τὴν ἐπίγνωσιν. 10. Τὸν ἐν Βαβυλῶνι λαὸν ἀλληγορικῶς νοεῖ τοὺς εἰς δουλείαν παθῶν κεκρατημένους λογισμούς, τὸν δὲ Δαρεῖον τὸν φυσικὸν νόμον, τὸν δὲ Ζοροβάβελ τὸν γνωστικὸν νοῦν,
85τὴν Ἰουδαίαν δὲ τὴν ἀρετήν, τὴν Ἱερουσαλὴμ δὲ τὴν ἕξιν τῆς ἀπαθείας, τὸν δὲ ναὸν τὴν δεκτικὴν τῆς σοφίας γνῶσιν, τὴν δὲ πρὸς τὴν Ἰουδαίαν ἐκ Βαβυλῶνος ἀνάβασιν τὴν ἀπὸ τῶν σωματικῶν εἰς τὰ πνευματικὰ διὰ μετανοίας τῆς διανοίας μετάθεσιν.
9011. Αἴτιον εἶναι λέγει τῆς τῶν θείων διανομῆς ἀγαθῶν τὸ μέτρον τῆς ἑκάστου πίστεως· καθὼς γὰρ πιστεύομεν, καὶ τὴν ἐπὶ τὸ πράττειν τῆς προθυμίας ἐπίδοσιν ἔχομεν. Ὁ γοῦν πράττων κατὰ τὴν ἀναλογίαν τῆς πράξεως ἐπιδείκνυ‐ ται τὸ μέτρον τῆς πίστεως, δεχόμενος, ὡς ἐπίστευσεν, τὸ
95μέτρον τῆς χάριτος. Ὁ δὲ μὴ πράττων κατὰ τὴν ἀναλογίαν
τῆς ἀπραξίας ἐπιδείκνυται τὸ μέτρον τῆς ἀπιστίας, δεχόμε‐ νος, ὡς ἠπίστησεν, τὴν τῆς χάριτος στέρησιν. Οὐκοῦν κακῶς ποιεῖ βασκαίνων τοῖς κατορθοῦσιν ὁ φθονερός, ἐπ’ αὐ‐ τῷ σαφῶς ἀλλ’ οὐκ ἐπ’ ἄλλῳ κειμένης τῆς τοῦ πιστεύειν

54

(100)

τε καὶ πράττειν καὶ πρὸς τὸ μέτρον τῆς πίστεως ἐρχομένην δέξασθαι τὴν χάριν ἐπιλογῆς. 12. Καλῶς ἐδείχθη τῇ ἀληθείᾳ συμβαίνων ὁ τύπος. Ὥσπερ γὰρ ὁ Ζοροβάβελ οὐ γέγονεν αἰχμάλωτος, ἀλλ’ ἐκ τῶν αἰχμαλώτων ἐν Βαβυλῶνι τότε δεδουλωμένων ἐγεννήθη καὶ
105γέγονεν αὐτῶν λυτρωτής, οὕτως καὶ ὁ κύριος, ἀναμάρτη‐ τος ὤν, ἐξ ἡμῶν ἐν ἡμῖν ὡς εἷς ἐξ ἡμῶν κατελογίσθη, τὸ τῆς φύσεως ἡμῶν ἑκουσίως ὑποδὺς παθητόν, καθ’ ὅ, τῆς ἡμῶν πρὸς ἀλήθειαν φυσικῆς ἀνασχόμενος ἀσθενείας, τοῦ φθοροποιοῦ κράτους ἡμᾶς ἠλευθέρωσε καὶ εἰς οὐρανοὺς
110ἡμᾶς ἀνήγαγεν ἀπὸ γῆς, τῇ μὲν δυνάμει τῆς αὐτοῦ σαρκώσεως ὅλην ἀνελλιπῶς ἐν ἑαυτῷ καθ’ ἕνωσιν ἄρρητον τὴν φύσιν προσλαβών, τῇ δὲ κλήσει τῆς χάριτος μόνους ἐκείνους τοὺς δεξαμένους τε περιχαρῶς τὴν κλῆσιν καὶ διὰ τῶν ἔργων τὴν χάριν αἰδεσθέντας τῆς ἀναπλάσεως.
11513. Σὰρξ ἁμαρτίας ἐστὶν ἡ ἐκ σπορᾶς ἀνδρὸς τὴν γένεσιν ἔχουσα· κατὰ ταὐτὸν γὰρ ἔχει δυνάμει τὴν ἁμαρτίαν καὶ τὴν φθορὰν κατὰ φύσιν, τὴν μὲν ἀρχήν, τὴν δὲ τέλος ἔχουσα τῆς οἰκείας γενέσεως. Ἡ δ’ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ἐστὶ σὰρξ ἡ δίχα σπορᾶς ἀνδρὸς συστᾶσα τοῦ
120κυρίου σάρξ, κατὰ φύσιν μὲν ἔχουσα τὴν φθοράν, καθ’ ἣν ἡμῖν ὅμοιος ἦν, κατὰ δύναμιν δὲ φύσει τὴν ἀναμαρτησίαν, καθ’ ἣν ἡμῖν ἀνόμοιος ἦν. 14. Ἐπειδή, φησίν, ὡς πρὸς τὴν ἄκρατόν τε καὶ ἄκραν θεολογίαν δεύτερός ἐστιν ὁ τῆς σαρκώσεως λόγος—ἡ
125μὲν γὰρ τοῦ περὶ τὴν οὐσίαν ἄκρου καθέστηκε λόγου, ὁ δὲ τῆς κατὰ τὴν πρόνοιαν ἀκροτάτης ἐνεργείας ὑπάρχει συνε‐ κτικός—, ὑποκάτωθεν ἀνατολὴ προσηγορεύθη τῷ πνεύ‐ ματι· ἐν γὰρ τῷ λόγῳ τῆς θείας σαρκώσεως ἡ τῶν αἰώνων τε καὶ τῶν ἐν αἰῶνι περιέχεται γένεσις καὶ ἡ πρὸς
130ἀοριστίαν τῆς ὑπὲρ αἰῶνας κατὰ χάριν ζωῆς τῶν ὄντων
παράτασις. 15. Ὁ τῶν καλῶν, φησίν, ἐραστὴς κατὰ πρόνοιαν σοφίας λόγοις ἑκουσίως ἐπείγεται πρὸς τὴν τῆς θεώσεως χάριν, ὁ δὲ τούτων ἀνέραστος κατὰ τὴν δικαίαν κρίσιν παιδείας
135τρόποις ἀκουσίως κακίας ἀπάγεται, ὁ μὲν ὡς φιλόθεος διὰ τῆς προνοίας θεούμενος, ὁ δὲ διὰ τῆς κρίσεως ὡς φίλυλος εἰς κατάκρισιν ἐλθεῖν μὴ συγχωρούμενος. 16. Πῦρ μὲν ἡμῶν ὑπάρχει ψεκτὸν ὁ τῆς σαρκὸς νόμος, φῶς δὲ τούτου τοῦ πυρός ἐστιν ἡ κατὰ τοῦτον τὸν ψεκτὸν
140νόμον ἐν ἕξει τῶν παθῶν κίνησις, ἡ δὲ ψεκτὴ φλόξ ἐστιν ἡ διὰ τῆς ἐνεργείας ἔκκαυσις τῶν παθῶν. Ἢ πάλιν, πῦρ μέν ἐστι ψεκτὸν ἡ κακία, φῶς δὲ ψεκτὸν ἡ τῆς κακίας ἕξις, φλὸξ δὲ ἡ ἐνέργεια. Οὐ δεῖ οὖν τούτῳ τὸν νοῦν θερμαίνεσθαι τῷ πυρί, μηδὲ τούτῳ φωτίζεσθαι τῷ
145φωτί, μηδὲ ταύτῃ καταπίμπρασθαι τῇ φλογί· τὸ γὰρ καθ’ ἡ‐ δονὴν πρὸς αἴσθησιν φῶς πρὸς νοῦν σκότος ὑπάρχει βαθύτατον. 17. Ἡ μὲν ὄντως πίστις ἀληθείας ἐστὶν συστατική, ψεῦδος οὐκ ἔχουσα, ἡ δὲ ἀγαθὴ συνείδησις τὴν τῆς ἀγάπης ἐπι‐

54

(150)

φέρεται δύναμιν, ὡς μηδεμίαν ἔχουσα θείας παράβασιν ἐντολῆς. 18. Ἡ ἀνάστασις ἀνάπλασίς ἐστι τῆς φύσεως, πλεονεκτοῦ‐ σα τὴν τῆς φύσεως ἐν τῷ παραδείσῳ διάπλασιν, γενικῶς μὲν τῇ καθόλου τῶν ὅλων ἀτρεψίᾳ, ἰδικῶς δὲ τῇ κατὰ
155χάριν ἀρρήτῳ θεώσει τῶν ἁγίων. 19. Χεῖρας τυχὸν εἶπεν ὁ λόγος τοῦ νοητοῦ Ζοροβάβελ τήν τε δημιουργικὴν δύναμιν, καθ’ ἣν τὴν ἐπὶ τὸ εὖ εἶναι λαμβάνομεν γένεσιν, καὶ τὴν ἀνανεωτικήν, καθ’ ἣν τὴν ἐπὶ τὸ ἀεὶ εὖ εἶναι δεχόμεθα χάριν, ἢ τὴν ἐν ἡμῖν κατὰ τὴν
160πρᾶξιν τῶν ἀρετῶν ἀγαθουργὸν αὐτοῦ χάριν καὶ τὴν ἐπ’ αὐ‐ τῇ κατὰ τὴν θεωρίαν ἀδιασκέδαστον χύσιν τῆς γνώσεως. 20. Λίθος ἡ πίστις ἐκλήθη διὰ τὸ στερρὸν ἄτρεπτόν τε καὶ βάσιμον καὶ παντελῶς ἀκίνητον τῆς κατ’ αὐτὴν ἀληθείας καὶ μηδαμῶς ὑπεῖκον ψεύδους ἐπαναστάσεσιν, ἐν χειρὶ δὲ
165διὰ τὸ κατ’ ἐνέργειαν πρακτικὸν καὶ πασῶν κατὰ περι‐ γραφὴν τῶν ἀρετῶν συνεκτικόν, ἕπτα δὲ ὀφθαλμοὺς ἔχου‐ σα διὰ τὸ διακριτικόν τε καὶ θεωρητικὸν καὶ τῆς παν‐ τελοῦς τῶν ὑπὸ χρόνον ἀπταίστου γνώσεως περιεκτι‐ κὸν καὶ τῆς ἀμιγοῦς, ὡς ἐν ἀριθμοῖς, ἑπταπλῆς τοῦ
170παναγίου πνεύματος ἐνεργείας δεκτικόν. 21. Διάληψις ἀποδεικτικὴ τῆς ἰδιότητος ἑκάστου πνευματι‐ κοῦ χαρίσματος· φόβου γὰρ ἴδιον ἡ ἀποχὴ τῶν κακῶν, ἰσχύος δὲ ἡ πρᾶξις τῶν ἀγαθῶν, βουλῆς δὲ ἡ τῶν ἀντικειμένων διάκρισις, ἐπιστήμης δὲ ἡ τῶν καθηκόντων
175ἀνόθευτος εἴδησις, γνώσεως δὲ ἡ κατ’ ἐνέργειαν τῶν ἐν ταῖς ἀρεταῖς θείων λόγων περίληψις, συνέσεως δὲ ἡ πρὸς τὰ γνωσθέντα διόλου τῆς ψυχῆς συνδιάθεσις, σοφίας δὲ ἡ πρὸς θεὸν ἀδιάγνωστος ἕνωσις, καθ’ ἣν τοῖς ἀξίοις ἡ ἔφεσις ἀπόλαυσις γίνεται, μεθέξει ποιοῦσα θεὸν τὸν μετέ‐
180χοντα καὶ τῆς θείας αὐτὸν ὑποφήτην καθιστῶσα μακα‐ ριότητος κατὰ τὴν ἀένναον πρὸς τοὺς δεομένους τῶν θείων μυστηρίων ἀνεκπόμπευτον προβολὴν καὶ διέξοδον. 22. Τὸ πρὸς ἡμᾶς, φησίν, κατ’ ἐνέργειαν πρῶτον ἀγαθόν, ὅπέρ ἐστιν ὁ φόβος, τελευταῖον ἀπηριθμήσατο τῆς γραφῆς
185ὁ λόγος, ὡς σοφίας ἀρχήν· ἀφ’ ἧς κινούμενοι πρὸς τὸ τῆς σοφίας τέλος τὴν σύνεσιν ἀναβαίνομεν· μεθ’ ἣν προσεχεῖς αὐτῷ γινόμεθα τῷ θεῷ, μόνην τὴν σοφίαν τῆς πρὸς αὐτὸν ἑνώσεως μεσιτεύουσαν ἔχοντες. Οὐ γάρ ἐστι δυνατὸν ἐπιλαβέσθαι σοφίας τὸν μὴ πρότερον διὰ τοῦ φόβου καὶ
190τῶν διὰ μέσου λοιπῶν χαρισμάτων τήν τε λήμην τῆς ἀγνοίας καὶ τὸν τῆς κακίας κονιορτὸν ἑαυτοῦ παντελῶς ἀποσεισάμενον. Διὰ τοῦτο θεῷ μὲν προσεχῆ τὴν σοφίαν, ἡμῖν δὲ προσεχῆ τὸν φόβον ἡ γραφικὴ τάξις διέθηκεν, ἵν’ ἡ‐ μεῖς εὐταξίας μάθωμεν ὅρον καὶ νόμον.
19523. Ἡ σοφία, φησίν, μονάς ἐστιν, ταῖς ἐξ αὐτῆς διαφόροις ἀρεταῖς ἀτμήτως ἐνθεωρουμένη καὶ μονοειδῶς ταῖς τῶν ὅλων ἀρετῶν ἐνεργείαις ἐπισυναγομένη, καὶ πάλιν ἁπλῆ μο‐
νὰς ἀποδεικνυμένη ταῖς πρὸς αὐτὴν τῶν ἐξ αὐτῆς ἀρετῶν ἀποκαταστάσεσιν, ὅταν ἡμεῖς, δι’ οὓς κατὰ τὴν ἑκάστης

54

(200)

ἀρετῆς γένεσιν ποιεῖται τὴν πρόοδον, ἀνατατικῶς δι’ ἑ‐ κάστης ἀρετῆς πρὸς αὐτὴν συναγώμεθα. 24. Τυφλὴν ἔχει τὴν πίστιν, φησίν, ὁ τὰ κατὰ τὴν πίστιν θεῖα προστάγματα μὴ ἐργαζόμενος. Εἰ γὰρ φῶς εἰσι τὰ τοῦ κυρίου προστάγματα, δῆλον ὅτι δίχα θείου φωτός ἐστιν ὁ
205μὴ πράττων τὰ θεῖα προστάγματα, καὶ ψιλὴν ἀλλ’ οὐκ ἀ‐ ληθῆ τὴν τῆς πίστεως ἐπιφέρεται κλῆσιν. 25. Εἰ τὰς ἐνεργείας τοῦ πνεύματος, φησίν, ὀφθαλμοὺς κυρίου προσηγόρευσεν ὁ λόγος, ὁ μὴ τούτους τῇ πράξει τῶν ἐντολῶν διανοίγων ἐπιβλέποντα τὸν θεὸν ἐπ’ αὐτὸν
210οὐκ ἔχει. Δι’ ἄλλων γάρ, ὡς εἰκός, ἐπισκοπεῖν ὀφθαλμῶν τοὺς ἐπὶ γῆς οὐ πέφυκεν ὁ θεός, εἴπερ θείας ὁράσεως ἀκτίς ἐστιν ὁ κατ’ ἀρετὴν ἡμῶν φωτισμός. 26. Ὁ κασσίτηρος, φησίν, τήν τε τοῦ ἀργύρου καὶ τοῦ μολίβου φυσικῶς ἔχων ἰδιότητα, χαρακτηρίζει τὴν πίστιν·
215κολάζει γὰρ μὴ φυλαττομένη, μόλιβον ἔχουσα τὴν ἐπ’ αἰ‐ ῶσι τῶν μὴ φυλαξάντων αὐτὴν κατηγορίαν, καὶ δοξάζει τοὺς φυλάττοντας, ἄργυρον ἔχουσα διαφανῆ καὶ λαμπρὸν τὴν ἐπ’ αἰῶσι τῶν φυλαξάντων αὐτὴν συνηγορίαν. 27. Οὐδεὶς ἁμαρτάνων, φησίν, δύναται τῆς ἁμαρτίας συνή‐
220γορον ἔχειν τῆς σαρκὸς τὴν ἀσθένειαν. Ἡ γὰρ πρὸς τὸν θεὸν λόγον ἕνωσις ὅλην τὴν φύσιν τῇ λύσει τῆς κατάρας ἀνέρρωσεν, ἀπροφάσιστον ἡμῖν ποιησαμένη τὴν πρὸς τὰ πάθη τῆς γνώμης προσπάθειαν· ἡ γὰρ τοῦ λόγου θεότης, κατὰ χάριν ἀεὶ συνοῦσα τοῖς εἰς αὐτὸν πιστεύουσιν, τὸν ἐν
225τῇ σαρκὶ νόμον τῆς ἁμαρτίας ἀπομαραίνει. 28. Ὥσπερ, φησίν, ὁ κασσίτηρος μελαινόμενος λαμπρύνεται πάλιν, οὕτως καὶ οἱ πιστεύοντες, κἂν μελαίνονται ἁμαρτά‐ νοντες, λαμπρύνονται πάλιν μετανοοῦντες· δι’ ἣν αἰτίαν καὶ
κασσιτήρῳ τυχὸν ἡ πίστις παρεικάσθη.

55

(t)

Scholia
11. Πεπληρωμένη χάρις τοῦ πνεύματός ἐστιν ἡ κατὰ τὴν δύναμιν καὶ τὴν ἕξιν καὶ τὴν ἐνέργειαν περιληπτικὴ πασῶν τῶν εἰς ἀνθρώπους κατὰ Χριστὸν τελείους φθανουσῶν γνώσεων σοφία· δι’ ἧς ὁ νοῦς, τῶν κατ’ αἴσθησιν τύπων
5ἔξω γενόμενος, πάσης γυμνοῖς ποικιλίας προσβάλλει τοῖς τε τῶν γεγενημένων καὶ τῶν γεγραμμένων λόγοις, τοὺς ἐν αὐτοῖς θείους χαρακτῆρας εἰς μιᾶς περὶ ἑαυτὸν θεοπρεποῦς μορφῆς συνάγων συμπλήρωσιν· καθ’ ἣν πάντων, ὡς ἐφι‐ κτόν, τῶν ὄντων ἑνοειδῶς τὴν ἀδιαίρετον ὑποδέχεται γνῶ‐
10σιν, δι’ ἧς ἀστράπτον ὑποφαίνεσθαι πέφυκε τῆς ἀληθείας τὸ φέγγος. 2. Οἱ κατ’ ἀλήθειαν γνωστικοί, τῶν ἐν ταῖς γραφαῖς, φησίν, μυστηρίων τοὺς λόγους διδάσκοντες, ὡς παραδείγμασι τοῖς καθ’ ἱστορίαν κέχρηνται τύποις, πρὸς τὴν τῶν διδασκο‐
15μένων ἀναγωγὴν ἁρμόζοντες τῷ τῆς ἱστορίας γράμματι τὸ πνεῦμα τῆς θεωρίας, ἵν’ ὅ τε τύπος διὰ τὴν αἴσθησιν καὶ διὰ τὸν νοῦν ὁ λόγος περὶ τὸν ἄνθρωπον σῴζωνται τὸν ἐκ ψυχῆς καὶ σώματος, περὶ ἃ πέφυκεν ὑπάρχειν ὅ τε νοῦς καὶ ἡ αἴσθησις, ὡς ἑνὸς ἀνθρώπου τυγχάνοντα.
203. Αἶνός ἐστι λόγος θείας μηνυτικὸς καλλονῆς. Αἴνεσις δέ ἐ‐ στι σχέσις αἰνοῦντος καὶ αἰνετοῦ, τουτέστιν ἀφήγησις τῶν μηνυτικῶν τῆς θείας εὐπρεπείας λόγων· καθ’ ἣν ἡ τῆς γνώσεως ἕξις συνίστασθαι πέφυκεν, μεταποιοῦσα πρὸς τὸ αἰνετὸν τὸ αἰνοῦν. Θυσία δὲ ταύτης ἐστὶ τῆς αἰνέσεως οὐ
25μόνον ἡ τῶν παρὰ φύσιν παθῶν τελεία νέκρωσις καὶ τῶν κατὰ φύσιν ὑπέρθεσις, ἀλλὰ καὶ ἡ πρὸς τὸν θεὸν παντελὴς τοῦ αἰνοῦντος προσαγωγή. 4. Μὴ χαλινουμένη τῷ θείῳ φόβῳ κατὰ τὴν πρᾶξιν γνῶσις τῦφον ἐργάζεται, φησίν, ὡς οἰκεῖον τὸ δεδανεισμένον
30προβάλλεσθαι πείθουσα τὸν ἐπ’ αὐτῇ τυφωθέντα, πρὸς
οἰκεῖον ἔπαινον τὸν ἔρανον τοῦ λόγου ποιούμενον. Ἡ δὲ πρᾶξις τῷ θείῳ συναυξάνουσα πόθῳ, τῶν ὑπὲρ τὰ πρακτὰ μὴ λαμβάνουσα γνῶσιν, τὸν πρακτικὸν ἐργάζεται ταπεινό‐ φρονα, τοῖς ὑπὲρ τὴν οἰκείαν δύναμιν λόγοις πρὸς ἑαυτὸν
35συστελλόμενον. 5. Ὁ τῶν παρὰ φύσιν παθῶν διὰ τῆς εἰς θεὸν πίστεως καὶ ἀγάπης νικήσας τὰς παραλόγους κινήσεις καὶ αὐτοῦ τοῦ κατὰ φύσιν ἔξω γίνεται νόμου, φησίν, καὶ πρὸς τὴν χώραν τῶν νοητῶν ὅλος μεταβιβάζεται καὶ τὸ κατὰ φύσιν ὁμόφυ‐
40λον μετὰ τῶν προσγενομένων αὐτοῖς τῆς ἀλλοτρίας ἑαυτῷ συνεκβάλλει δουλείας. 6. Ὑπὸ φύσιν μέν ἐστι πᾶν ὃ καθοτιοῦν ἢ ὑποκείμενον ἢ καθ’ ὑποκειμένου ἢ ἐν ὑποκειμένῳ εἶναι πέφυκεν· ἐξ ὧν οἱ ὅροι συνάγονται τῶν ὁριστῶν. Τὰ γὰρ συμπληροῦντα τὰς
45διαφόρους τῶν ὄντων φύσεις εἰς τοὺς αὐτῶν συμπαραλαμ‐ βάνεσθαι πέφυκεν ὁρισμοὺς πρὸς τὴν ἀκριβῆ τοῦ σημαινο‐ μένου δήλωσιν, ὡς ἐν τῷ ὑποκειμένῳ καὶ σὺν τῷ ὑποκει‐ μένῳ φυσικῶς ὑφιστάμενα, καὶ ἐξ ὧν τὸ ὑποκείμενον καὶ ἐν οἷς ἔχει τὴν γένεσιν, ἀλλ’ οὐκ ἔξωθεν ἐπιθεωρούμε‐

55

(50)

να. Τὰ δὲ περὶ φύσιν ἐστὶ τὰ προεπινοούμενά τε καὶ συνεπινοούμενα· τὸ μὲν ὅτι ποῦ καὶ ποτὲ πάντως ἡ τῶν ὄντων ὑπέστη γένεσις, τὸ δὲ ὅτι ἅμα τῇ πρώτῃ γενέσει τῶν ὄντων συνεπεθεωρήθη καὶ ἡ καθόλου τῶν ὄντων θέσις καὶ κίνησις, ἅπέρ ἐστι χρόνος καὶ τόπος, ἐν οἷς κατὰ τὴν
55ἔξωθεν θέσιν καὶ τὴν πρὸς ἀρχὴν κίνησιν ἡ φύσις ἐστὶν ἀλλ’ οὐ καθ’ ὑπόστασιν· οὐ γὰρ ἐξ αὐτῶν ἡ φύσις ἀλλ’ ἐν αὐτοῖς ἔξωθεν ἔχει τὴν ἀρχὴν τοῦ εἶναι καὶ τὴν θέσιν. Ὅταν οὖν τῶν γενῶν καὶ εἰδῶν καὶ ἀτόμων μόνους τοῦ εἶναι σκοπῶμεν τοὺς λόγους, τὰς τούτων συστατικὰς τοῖς
60αὐτῶν κατ’ οὐσίαν λόγοις διαφορὰς συμπαραλαμβάνομεν· ὅταν δὲ γενεαλογῶμεν, τὸ ποῦ καὶ ποτὲ πάντως, τουτέστι χρόνον καὶ τόπον, ἐξ ἀνάγκης τοῖς οὖσι συμπαραλαμβάνο‐ μεν, ἀρχὴν καὶ θέσιν σκοποῦντες, ὧν ἄνευ τῶν γενητῶν οὐδὲν καθάπαξ ὑφέστηκεν· τῆς γὰρ κατὰ τὴν ἀρχὴν καὶ
65τὴν θέσιν περιγραφῆς οὐδέν ἐστι τῶν ὄντων ἐλεύθερον. 7. Ἱερουσαλὴμ καὶ οὐράνιον οἰκητήριόν ἐστιν ἡ κατ’ ἀρετὴν ἀπαθὴς ἕξις καὶ ἡ μηδὲν ἔχουσα πλάνης πολεμοῦν αὐτῇ νόημα γνῶσις. 8. Ἡ γλῶσσα τῆς κατὰ ψυχὴν γνωστικῆς ἐστιν ἐνεργείας,
70φησίν, σύμβολον, ὁ δὲ λάρυγξ τῆς πρὸς τὸ σῶμα φυσικῆς φιλαυτίας τεκμήριον. Ὁ γοῦν ταῦτα ψεκτῶς κολλήσας ἀλλήλοις μνησθῆναι τῆς κατ’ ἀρετὴν καὶ γνῶσιν εἰρηνικῆς ἕξεως οὐ δύναται, τῇ συγχύσει διὰ σπουδῆς τῶν σωμα‐ τικῶν ἡδόμενος παθῶν.
759. Ὁ Δαρεῖος, φησίν, εἰς τὸν νόμον ἐλήφθη τῆς φύσεως, ὁ δὲ νόμος τῆς φύσεως περιέχει καὶ τὴν φύσιν καὶ τὸν χρόνον, ὡς πάντων ἔχων τὴν ἐξουσίαν τῆς χρήσεως τῶν τε κατὰ φύσιν καὶ περὶ φύσιν. Ὁ τοίνυν, ὡς ἀπὸ Δαρείου, τοῦ νόμου τῆς φύσεως ἐξερχόμενος νοῦς ὑπεράνω δηλαδὴ
80γίνεται χρόνου καὶ φύσεως, μηδενὶ τῶν ὑπὸ φύσιν καὶ χρόνον νοημάτων κρατούμενος, ἵνα μή, τὰς τῶν φθαρτῶν εἰκόνας περιφέρων, γένηται ναὸς εἰδώλων ἀνθ’ ἑνὸς θεοῦ, πολλὰς ἔχων παθῶν ἀκαθάρτων προσκυνουμένας μορφάς. 10. Παῖδας ἐθεώρησε μὴ συναριθμουμένους μέν, συνεξιόν‐
85τας δὲ τοῖς κεκτημένοις, τοὺς τῶν οὐκ ἐφ’ ἡμῖν παθῶν λογισμούς, ὧν, κἂν εἰ μὴ ἡ γένεσις ἀλλ’ ἡ χρῆσις ἐφ’ ἡμῖν ὡς δεσπόταις οὖσα, καθέστηκε, γυναῖκας δὲ τὰς ἐκ τῶν οὐκ ἐφ’ ἡμῖν παθῶν ἐπιγινομένας χωρὶς διαβολῆς τῶν κατὰ φύσιν ὀρέξεις, ἃς ἑαυτῷ συνεξάγει πρὸς τὴν κατὰ θεὸν
90ἐλαύνων ζωήν, ἵνα μὴ γένωνται τῇ τῶν παρὰ φύσιν δουλείᾳ κατάσχετοι παθῶν. 11. Τὴν αἰτίαν λέγει, δι’ ἣν οὐ συνηρίθμησε τοῖς ἀνδράσιν ὁ λόγος τοὺς παῖδας καὶ τὰς γυναῖκας. 12. Ὥσπερ τέλος κινηθείσης μονάδος ἐστὶν ἡ μυριάς, καὶ
95ἀρχὴ μὴ κινηθείσης μυριάδος ἐστὶν ἡ μονάς—ἀρχὴ γὰρ παντὸς τέλους ἡ κατ’ αὐτὸ σαφῶς ἀκινησία καθέστηκε, καὶ τέλος πάσης ἀρχῆς ἡ τῆς κατ’ αὐτὴν κινήσεως ὑπάρχει συμπλήρωσις—, οὕτως καὶ ἡ πίστις, ἀρετῶν ἀρχὴ κατὰ φύσιν ὑπάρχουσα, τέλος ἔχει τοῦ δι’ αὐτῶν ἀγαθοῦ τὴν

55

(100)

συμπλήρωσιν, καὶ τὸ κατὰ φύσιν ἀγαθόν, ὡς ἀρετῶν τέλος. ἀρχὴν ἔχον τὴν πίστιν, πρὸς αὐτὴν ἐνδιαθέτως συνάγεται· πίστις γάρ ἐστιν ἐνδιάθετον ἀγαθὸν καὶ ἀγαθόν ἐστιν ἐνεργηθεῖσα πίστις. Πιστὸς δὲ κατὰ φύσιν καὶ ἀγαθός ἐστιν ὁ θεός, τὸ μὲν ὡς πρῶτον ἀγαθόν, τὸ δὲ ὡς ἔσχατον
105ὀρεκτόν. Ταὐτὸν δὲ ταῦτα παντὶ τρόπῳ καθέστηκεν ἀλ‐ λήλοις ὄντα, μηδενὶ λόγῳ πλὴν τοῦ κατ’ ἐπίνοιαν ἀλλήλων παντελῶς διαιρούμενα διὰ τὴν ἀπ’ αὐτοῦ τῶν ἀρχομένων καὶ εἰς αὐτὸν ληγόντων κίνησιν. Ἄρα ἡ μυριάς, ἐσχάτου ὀρεκτοῦ φέρουσα τύπον, τῶν πρὸς αὐτὸ κινουμένων τε‐
110λείαν περιγράφει τὴν ἔφεσιν· καὶ ἡ μονάς, πρώτου ἀγαθοῦ φέρουσα σύμβολον, τῶν ἀπ’ αὐτοῦ κινουμένων τελείαν ἐπι‐ φέρεται βάσιν. Οὐκοῦν τέσσαρες μυριάδες εἰσὶ τὸ καθ’ ἑκάστην γενικὴν ἀρετὴν ἀναλόγως κατ’ ἐνέργειαν δει‐ κνύμενον τέλειον ἀγαθόν.
11513. Ὁ μετὰ τὴν φυγὴν τῆς κακίας ἁπλῶς τῇ ἀργίᾳ τῆς ἁμαρτίας φυλάξας, φησίν, τὴν δεκάδα τῶν ἐντολῶν, καὶ πάλιν τὴν ἑκάστης πρᾶξιν ἐντολῆς τελείαν τῶν ἄλλων δείξας περίληψιν, ὡς πασῶν ἐν ἑκάστῃ κατὰ τὴν ἑκάστης πρᾶξιν θεωρουμένων, τὴν δεκάδα πεποίηκεν ἑκατοντάδα—
120ἡ γὰρ ἑκάστης ἐντολῆς τελεία κατ’ ἐνέργειαν τήρησις τῶν λοιπῶν ἐστι πρᾶξις πεπληρωμένη—, καὶ πάλιν τὴν κατὰ φύσιν τούτων τελείαν ἐπιστημονικῶς διάκρισιν ἐσχηκὼς τὴν ἑκατοντάδα πεποίηκε χιλιάδα, καὶ τέλος τοῖς τούτων κατὰ νοῦν γυμνοῖς προσβαλὼν κατὰ τὴν θεωρίαν λόγοις
125πεποίηκε μυριάδα τὴν χιλιάδα, ἀπὸ τῆς κατὰ τὴν πρᾶξιν διαστολῆς ἐπὶ τὴν κατὰ τὴν θεωρίαν ἑναδικὴν συναγόμενος μονάδα· καὶ συντόμως εἰπεῖν ὁ τῇ τελείᾳ τῆς κακίας ἀποφυγῇ τηρήσας ἀπαραβάτους τὰς ἐντολὰς καὶ τελείαν αὐτῶν τὴν πρᾶξιν ἐπιδειξάμενος καὶ πληρεστάτην αὐτῶν
130κατορθώσας τὴν κατὰ φύσιν διάκρισιν καὶ τελείαν αὐτῶν διανύσας τὴν πνευματικὴν θεωρίαν, οὗτος τὰς τέσσαρας ἔσχε μυριάδας, τῷ καθ’ ἑκάστην προκοπὴν τελείῳ λόγῳ συναγομένας· τὸ γὰρ τέλειον ἀδιαστάτως ὁμοῦ τούς τε τῆς
ἀρχῆς καὶ τοῦ τέλους ἔχει τοὺς λόγους.
13514. Ἠργμένον λέγει τὸ κακόν—ἀρχὴν γὰρ ἔχει τὴν ἡμῶν παρὰ φύσιν κίνησιν—, οὐκ ἠργμένον δὲ τὸ ἀγαθόν—πρὸ παντὸς γὰρ αἰῶνος καὶ χρόνου φύσει τὸ ἀγαθόν—· νοητὸν λέγει τὸ ἀγαθόν, ὅπερ δεῖ μόνον νοεῖν, οὐ νοητὸν δὲ τὸ κακόν, ὅπερ δεῖ μόνον μὴ νοεῖν· ῥητὸν δὲ λέγει τὸ ἀγαθόν
140—αὐτὸ γὰρ δεῖ μόνον λαλεῖσθαι—, οὐ ῥητὸν δὲ τὸ κακόν —αὐτὸ γὰρ δεῖ μόνον μὴ λαλεῖσθαι—· καὶ γινόμενον λέγει τὸ ἀγαθόν—κατὰ φύσιν γὰρ ὑπάρχον ἀγέννητον κατὰ χάριν διὰ φιλανθρωπίαν παρ’ ἡμῶν ἀνέχεται γίνεσθαι πρὸς τὴν ἡμῶν τῶν ποιούντων καὶ λαλούντων καὶ νοούντων
145ἐκθέωσιν—, ὅπερ δεῖ μονώτατον γίνεσθαι, οὐ ποιούμενον δὲ τὸ κακόν, ὅπερ δεῖ μόνον μὴ γίνεσθαι· φθαρτὸν λέγει τὸ κακόν—φθορὰ γάρ ἐστιν ἡ τοῦ κακοῦ φύσις οὐδαμῶς κατ’ οὐδὲν ὕπαρξιν ἔχουσα—, ἄφθαρτον δὲ τὸ ἀγαθόν, ὡς ἀεὶ ὂν καὶ μήποτε τοῦ εἶναι παυόμενον καὶ πάντων οἷς ἂν

55

(150)

ἐγγένηται φρουρητικόν. Τοῦτο γοῦν τῷ μὲν λογιστικῷ ζη‐ τοῦμεν, τῷ δὲ ἐπιθυμητικῷ ποθοῦμεν, τῷ δὲ θυμικῷ φυλάτ‐ τομεν ἄσυλον, τῷ δ’ αἰσθητικῷ κατ’ ἐπιστήμην ἀμιγὲς αὐτὸ τῶν ἐναντίων διακρίνομεν, τῷ δὲ φωνητικῷ λαλοῦντες αὐτὸ ποιοῦμεν φανερὸν τοῖς ἀγνοοῦσι, καὶ τῷ γονίμῳ πληθύνο‐
155μεν αὐτό, μᾶλλον δ’ ἀληθὲς εἰπεῖν ἡμεῖς κατ’ αὐτὸ πληθυνό‐ μεθα. 15. Πρώτην ἀπάθειαν λέγει τὴν πρὸς ἁμαρτίαν τοῦ σώματος κατ’ ἐνέργειαν ἀνέπαφον κίνησιν. 16. Δευτέραν ἀπάθειαν λέγει τὴν κατὰ ψυχὴν τῶν ἐμπαθῶν
160λογισμῶν τελείαν ἀποβολήν· δι’ ἧς ἡ τῶν παθῶν ἀπομαραί‐ νεται κατὰ τὴν πρώτην ἀπάθειαν κίνησις, ἐξάπτοντας αὐτὴν πρὸς ἐνέργειαν οὐκ ἔχουσαν τοὺς ἐμπαθεῖς λογισμούς. 17. Τρίτην ἀπάθειαν λέγει τὴν περὶ τὰ πάθη τελείαν τῆς ἐπιθυμίας ἀκινησίαν· δι’ ἣν καὶ ἡ δευτέρα γίνεσθαι πέφυκεν,
165τῇ τῶν λογισμῶν καθαρότητι συνισταμένη. 18. Τετάρτην ἀπάθειαν λέγει τὴν κατὰ διάνοιαν πασῶν τῶν αἰσθητῶν φαντασιῶν τελείαν ἀπόθεσιν· καθ’ ἣν ἡ τρίτη τὴν γένεσιν εἴληφεν, οὐκ ἔχουσα τὰς φαντασίας τῶν αἰσθητῶν
εἰδοποιούσας αὐτῇ τῶν παθῶν τὰς εἰκόνας.
17019. Ἡ χιλιὰς ἀπροσδεὴς τελειότητος ὑπάρχει μονάς· πασῶν γὰρ τῶν πρὸ αὐτῆς μονάδων καὶ ἑαυτῆς τὸν λόγον ἔχει πληρέστατον. Διὸ καὶ συντιθεμένη μονάδος πάλιν, ἀλλ’ οὐ δεκάδος ἐστὶ ποιητική· μονὰς γὰρ τὴν τῆς χιλιάδος δια‐ δέχεται σύνθεσιν, ὥς φασιν οἱ τῶν ἀριθμῶν ἠκριβωκότες
175τὴν δύναμιν. Εἰκότως οὖν τὸν κατὰ τὴν θεολογίαν τριαδι‐ κὸν σημαίνει λόγον ἡ τῶν χιλίων τριάς· ὃν μετὰ τῆς τελείας ἀρετῆς ὁ τὴν νοουμένην Βαβυλωνίαν ἀφεὶς ἔχων ἐξέρχεται. 20. Τὸ ταῦ γράμμα σταυροῦ τύπος ἐστίν, ἐν τῷ σχήματι
180σῴζων τοῦ σταυροῦ τὴν ἐκτύπωσιν· τὸ δὲ ἰῶτα, ὡς ἀκροστίχιον τοῦ Ἰησοῦ, τὸ φοβερὸν ὄνομα σημαίνει· τὸ δὲ ἦτα, ὡς ἀκροστίχιον καὶ αὐτό, ἀρετῆς ἦθος παραδηλοῖ παγιώτατον· ἅπερ πρὸς ἀριθμὸν μυστικῶς μετεγκλώσας, θαρρῶν ἐξῆλθε κατὰ τῶν ἐναντίων δυνάμεων Ἀβραὰμ ὁ
185πατριάρχης, ὡς οἰκογενεῖς ἔχων τριακοσίους δέκα καὶ ὀκτώ, τουτέστι τὸν τὸ πᾶν περιγράφοντα τῆς θεολογίας λόγον διὰ τοῦ τριακόσια, καὶ τὸ ἄρρητον μυστήριον τῆς θείας τοῦ λόγου σαρκώσεως διὰ τοῦ δέκα, καὶ τὸν τέλειον τῆς κατ’ ἀρετὴν παγίας ἕξεως τρόπον διὰ τοῦ ὀκτώ· ἅπερ
190οἰκογενεῖς προσηγόρευσεν ὁ λόγος, ὡς τῆς καρδίας ὄντα τοῦ κτησαμένου θεῖα κατὰ χάριν γεννήματα. 21. Ὁ ἑκατὸν ἀριθμὸς τῆς θείας τῶν ἐντολῶν δεκάδος ἐστὶ δεκαπλασιασμός· πασῶν γάρ ἐστι καθ’ ἑκάστην ἐνεργου‐ μένην δι’ ἀλλήλων τελεία περίληψις. Ἡ δὲ δι’ ἀλλήλων τῶν
195θείων ἐντολῶν καθ’ ἑκάστην ἐνεργουμένην περίληψίς ἐστιν ἡ παντελὴς καὶ ὁλόκληρος ἀρετή. Ἀρετὴ δὲ τελεία ἐστὶν ἡ σοφία. Σοφία δέ ἐστιν ἄπταιστος γνῶσις τῆς ἀληθείας. Ὁ τοίνυν ἀπταίστως γνοὺς τὴν ἀλήθειαν ἑκατονταέτης γέγονε κατὰ τὸν μέγαν Ἀβραάμ, κατανοῶν καὶ αὐτὸς τὸ ἑαυτοῦ

55

(200)

σῶμα νενεκρωμένον, τουτέστιν ἀπογενομένην ὁρᾷ τὴν κατ’ αἴσθησιν ζωὴν καὶ γεννᾷ τὴν ἐν πνεύματι ζῶσαν χα‐ ράν· τοῦτο γὰρ Ἰσαὰκ ἑρμηνεύεται. Προνοίας οὖν ἐστι μὴ μόνον φυλάξαι κατὰ τὸν ἑαυτῆς λόγον τὴν φύσιν ἀλλὰ καὶ
ποιῆσαι θείαν ταῖς ἀρεταῖς τελείως ποιωθεῖσαν τὴν γνώμην
205κατὰ τὴν ἐπίκτητον σοφίαν· μεθ’ ἧς ἡ φύσις θεωρουμένη τὸν τριακόσια πέφυκεν ἀποτελεῖν ἀριθμόν. 22. Ὁ ἓξ ἀριθμὸς τὴν τελείαν ἔχει τοῦ εἶναι τῶν ὄντων δήλωσιν, ὁ δὲ δέκα τὴν τοῦ εὖ εἶναι σημαίνει τῶν ὄντων σύστασιν. Δεκαπλασιάσας οὖν τὸν ἓξ ἢ ἑξαπλασιάσας τὸν
210δέκα τις, ποιεῖ τὸν ἑξήκοντα, δηλοῦντα τὴν κατ’ ἐνέργειαν τοῦ εὖ εἶναι τῶν ὄντων κατάστασιν. 23. Τῆς ἀπαθείας, φησίν, ἣν τὸ ἕβδομον ἔτος δηλοῖ, παραγενομένης, πρὸς τὴν τῶν συγγενῶν ἐπανέρχονται θεωρίαν ὅ τε λόγος καὶ ἡ διάνοια, λαβόντες ἐλευθερίαν τῆς
215ἐπὶ τοῖς σωματικοῖς τρόποις τῶν ἀρετῶν ὑπουργίας. 24. Ἀνάρχου βασιλείας ἐστὶν εἰκὼν ἡ τοῦ νοῦ περὶ τὴν ἀληθῆ γνῶσιν ἀτρεψία καὶ ἡ τῆς αἰσθήσεως περὶ τὴν ἀρετὴν ἀφθαρσία, τῆς ψυχῆς καὶ τοῦ σώματος κατὰ τὴν ἐν πνεύματι πρὸς τὸν νοῦν τῆς αἰσθήσεως μεταποίησιν μόνῳ
220τῷ θείῳ νόμῳ τοῦ πνεύματος ἀλλήλοις συνδεδεμένων· καθ’ ὃν τὴν ἀεικίνητον τοῦ λόγου καὶ ζῶσαν διαπαντὸς ἔχουσι διϊκνουμένην ἐνέργειαν· ἐν ᾗ πᾶσα παντελῶς ἄπεστι πρὸς τὸ θεῖον ἀπέμφασις. 25. Ἐνεργουμένην ἐπιθυμίαν φασὶν εἶναι τὴν ἡδονήν, εἴπερ
225παρὸν ἀγαθὸν κατὰ τὸν αὐτῆς ἐστιν ὁρισμόν, ἀνενέργητον δὲ ἡδονὴν τὴν ἐπιθυμίαν, εἴπερ μέλλον ἀγαθὸν κατὰ τὸν αὐτῆς ἐστιν ὁρισμόν, τὸν δὲ θυμὸν μανίας μελετωμένης κίνησιν καὶ τὴν μανίαν θυμὸν ἐνεργούμενον. Ὁ γοῦν ταύτας συνυποτάξας τῷ λόγῳ τὰς δυνάμεις εὑρήσει τὴν
230μὲν ἐπιθυμίαν αὐτῷ γινομένην ἡδονὴν κατὰ τὴν ἐν χάριτι πρὸς τὸ θεῖον τῆς ψυχῆς ἄχραντον συμπλοκήν, τὸν δὲ θυμὸν ζέσιν ἀκήρατον τῆς περὶ τὸ θεῖον ἡδονῆς φρουρη‐ τικὴν καὶ σώφρονα μανίαν τῆς κατὰ τὴν ἔφεσιν τῆς ψυχῆς περὶ τὸ θεῖον θελκτικῆς δυνάμεως, ἀπὸ τῶν ὄντων τελείως
235ἐκστατικήν. Οὐκοῦν, ἕως ἐν ἡμῖν ὁ κόσμος ζῇ κατὰ τὴν πρὸς τὰ ὑλικὰ τῆς ψυχῆς ἑκούσιον σχέσιν, οὐ δεῖ ταύταις παρέχειν ἐλευθερίαν ταῖς δυνάμεσι, μήπως, μιγεῖσαι τοῖς αἰσθητοῖς
ὡς ὁμοφύλοις, πολεμήσωσι τὴν ψυχὴν καὶ λάβωσιν αὐτήν,
240δορυάλωτον γεγενημένην τοῖς πάθεσιν, ὡς πάλαι τὴν Ἱερου‐ σαλὴμ οἱ Βαβυλώνιοι. Τὸν γὰρ αἰῶνα, καθ’ ὃν τοὺς ἀλλοφύλους παῖδας ὁ νόμος δουλεύειν ἐκέλευσε, τὴν πρὸς τὸν κόσμον τοῦτον, ἤγουν τὴν παροῦσαν ζωήν, γνωμικὴν τῆς ψυχῆς ἐσήμανε σχέσιν ὁ λόγος, διὰ τῶν
245ἱστορουμένων παραδεικνὺς τὰ νοούμενα. 26. Ὁ ἑπτακισχίλια ἀριθμός, ἐπαινετῶς ἐνταῦθα κείμενος, τὴν χρονικὴν καὶ παροῦσαν ζωὴν ἀρετῇ καὶ λόγῳ σημαίνει κεκοσμημένην. Εἰ γὰρ γραπτὸν καὶ φυσικὸν νόμον ὁ χίλια ἀριθμὸς κατὰ τὴν ἀποδοθεῖσαν ἐν ταῖς μυριάσιν ἔννοιαν

55

(250)

περὶ τὸν βίον ἀλλήλοις σημαίνει τοῦ φιλοθέου συμπρέπον‐ τας, δῆλον ἐντεῦθεν ὡς ὁ ἑπτακισχίλια πᾶσαν τούτοις φρουρουμένην τὴν ὑπὸ χρόνον δηλοῖ τοῦ φιλοθέου ζωήν· ὁ δὲ τριακόσια τὴν ἐπὶ τὸ εἶναι κατὰ φύσιν καὶ εὖ εἶναι κατὰ χάριν τῶν προνοουμένων δηλοῖ πρόνοιαν· ὁ δὲ ἑπτὰ
255τὴν ἐν τοῖς τρόποις ἀπάθειαν. Ὁ τοίνυν διὰ τῶν κατὰ φύσιν οἰκείων δυνάμεων ἀπαθῆ, καθὼς ἡ πρόνοια βούλε‐ ται, διατηρήσας τὴν οἰκείαν ζωήν, παῖδας ἔχων καὶ παιδί‐ σκας ἑπτακισχιλίους τριακοσίους ἑπτά, τὴν τῶν παθῶν ἐξέρ‐ χεται σύγχυσιν.
26027. Τέλος λέγει καὶ τὴν ἐνταῦθα κατὰ τὴν πρᾶξιν ἀπάθειαν καὶ τὴν ἐκεῖσε κατὰ χάριν ἐκθέωσιν. 28. Ψάλτας λέγει τοὺς κατὰ τὴν πρᾶξιν τὸν βίον ἔχοντας κράζοντα τοῦ θεοῦ τὰ θελήματα. 29. Ψαλτῳδοὺς εἶναί φησι τοὺς οὐ μόνον ποιητὰς τῶν
265θείων θελημάτων, ἀλλὰ καὶ τῶν ἐν αὐτοῖς μυστηρίων ἄλλοις γινομένους ἐξηγητάς. 30. Ὁ ὀκτὼ ἀριθμὸς καὶ στάσιν ἔχει καὶ κίνησιν· στάσιν μέν, καθ’ ἑαυτὸν θεωρούμενος—πᾶς γὰρ ἄρτιος ἀριθμὸς ἀκίνητος, κέντρον οὐκ ἔχων—, κίνησιν δέ, τῷ πρὸ αὐτοῦ
270ἢ τῷ μετ’ αὐτὸν συντιθέμενος· ποιεῖ γὰρ περιττὸν ἀριθμόν·
πᾶς γὰρ περιττὸς καθ’ ἑαυτὸν κινητός, κατὰ τὴν τῶν ἄκρων αὐτοῦ πρὸς τὸ μέσον ἴσην ἀπόστασιν. Ὅπερ οὖν ποιεῖ ἐν τοῖς ὑπὸ δέκα ἀριθμοῖς ὁ ὀκτώ, τοῦτο ποιεῖ καὶ ὁ ὀγδοήκοντα ἐν τοῖς ὑπὸ τὴν ἑκατοντάδα ἀριθμοῖς,
275ὡσαύτως δὲ καὶ ὁ ὀκτακόσια ἐν τοῖς ὑπὸ τὴν χιλιάδα ταττόμενος ἀριθμοῖς. Καθ’ ἑαυτὸν οὖν θεωρούμενος στάσιν ἔχει, περιγράφων τοῦ πρὸ αὐτοῦ περιττοῦ ὄντος τὴν κίνη‐ σιν· ὁ γὰρ ἑπτὰ καὶ ὁ ἑβδομήκοντα καὶ ὁ ἑπτακόσια χρο‐ νικῆς ἐμφαντικοὶ τυγχάνουσιν ἰδιότητος. Οὐκοῦν ἐπειδὴ
280τῶν ὑπὸ χρόνον καὶ γένεσιν ἔχει μᾶλλον ἡ αἴσθησις τὴν κατάληψιν, λείπεται τὴν τῶν αἰωνίων καὶ νοητῶν τὸν τε‐ λειούμενον νοῦν ἄπταιστον ὑποδέχεσθαι γνῶσιν ἤγουν ἐπιστήμην· τὴν γὰρ ἐπιστήμην ἄπταιστον ὁρίζονται τοῦ ὑποκειμένου γνῶσιν.
285 Ὁ δὲ πεντήκοντα ἀριθμός, μονάδα φέρων περιττὴν μετὰ τὸν εἰς ἑαυτὴν τῆς ἑβδομάδος ἑπταπλασιασμόν, τὸ πέρας δηλοῖ τῆς τῶν ἀρετῶν ἐν τοῖς ἀξίοις ποιήσεως. Οὐ γὰρ ἔτι κινεῖται περὶ τὴν τῶν ἀρετῶν ποίησιν ὁ τὸ κατὰ φύσιν φθάσας ἀγαθὸν καὶ ἐν αὐτῷ τὴν στάσιν λαβών· ἀρχὴ γὰρ
290καὶ τέλος πάσης κινήσεως ἡ μονάς. Ὁ δὲ πέντε ἀριθμὸς τὴν ἐπὶ τούτοις ἐπιστήμην δηλοῖ· περιέχει γὰρ νοητῶν τε καὶ λογικῶν, αἰσθητικῶν τε καὶ ζώντων καὶ ὄντων τοὺς λό‐ γους· οὓς μόνη περιγράφειν ἡ θεία πέφυκε σοφία, ἣν ἄπταιστον ἐπιστήμην τῆς ἀληθείας ὁρίζονται.
29531. Καμήλους Μαδιάμ φησιν, ὡς μὲν ἐκκρίσεως ἑρμηνευο‐ μένης, τὰς τῶν γινομένων καὶ ἀπογινομένων ἀληθεῖς θεωρίας, ὡς δὲ πηλοῦ αἱματώδους, τοὺς κατὰ ταύτην τὴν παροδικὴν καὶ ἄστατον ζωὴν τῆς προνοίας νενόηκε λόγους, ὡς δὲ ἱδρώτων ἀνθρωπίνων καὶ μητρός, τοὺς

55

(300)

ἐπὶ τῇ παρούσῃ ζωῇ τῆς θείας κρίσεως λόγους, οὓ συνάγουσιν οἵ τε κατὰ διάνοιαν λογισμοὶ καὶ ἡ κατ’ αἴ‐ σθησιν φαντασία τῶν ὁρατῶν· ἐξ ὧν, λογισμῶν φημι καὶ φαντασίας, ἡ τῶν ὄντων ἀληθὴς συνάγεται δόξα, τῆς ἐπ’ αἰ‐ σθήσεσι διανοίας ὑπάρχουσα καρπός. Ἀνθρωπίνους οὖν
305καὶ μητρὸς ἱδρῶτας τοὺς μετὰ πόνου προβληθέντας τῆς διανοίας λογισμοὺς καὶ τὰς φαντασίας τῆς, μητρὸς δίκην, ἡμᾶς τιθηνούσης αἰσθήσεως. Κάμηλοι δὲ Γεφάρ, τουτέστι τῆς κτήσεως τοῦ νώτου· νῶτος δέ ἐστι τῆς ψυχῆς ἡ σάρξ, ὡς διὰ τὴν ψυχὴν
310γενομένη. Ἐὰν οὖν κτησώμεθα τὴν σάρκα καλῶς, ἔχομεν αὐτὴν δουλεύουσαν τῇ ψυχῇ πρὸς γένεσιν ἀρετῶν, καὶ μόνους κατανοοῦμεν αὐτῆς τοὺς ἐφ’ οἷς γέγονε θείους λόγους· μεθ’ ὧν καὶ τοὺς τῶν ὁρατῶν ὡς καμήλους Μαδιὰμ ἀθροίσαντες λόγους, καλύπτομεν τὴν ἡμετέραν Ἱερουσαλήμ,
315τὴν ψυχὴν περιβάλλοντες τοῖς θείοις τῶν ὄντων θεω‐ ρήμασι καὶ ἀθέατον αὐτὴν ποιοῦντες τοῖς πάθεσι καὶ ἀνά‐ λωτον. 32. Ὁ τετρακόσια ἀριθμὸς τὴν τοῦ σωματικοῦ κόσμου φύσιν δηλοῖ· τέσσαρα γὰρ αὐτὴν στοιχεῖα συμπληροῦσιν.
320Ὁ δὲ τριακονταπέντε τὴν κατὰ χρόνον τῶν ἐναρέτων σὺν λόγῳ σημαίνει κίνησιν· ὁ γὰρ ἑπτὰ πεντάκις εἰς ἑαυτὸν συντεθεὶς τὸν τριακονταπέντε ποιεῖ ἀριθμόν. Ἔστιν οὖν ὁ ἑπτὰ κινήσεως χρονικῆς, ὁ δὲ πέντε λογικῆς ἐπιστήμης σημαντικός. Συνάψας οὖν τὸν τετρακόσια καὶ τριάκοντα καὶ
325πέντε, τὴν κατὰ φύσιν καὶ χρόνον τῶν ἐν αὐτοῖς ζώντων θείων ἀνδρῶν λογικὴν ἐπιστήμην ἐδήλωσας. 33. Συμφωνεῖ, τοῖς ἀριθμοῖς τὰ ἀριθμούμενα. Ὁ ἵππος περὶ τὸν δρόμον ταχύς, τὸ ἀεικίνητον καὶ ἀνωφερὲς στοιχεῖον ἔχων ἐν τοῖς ποσίν· ὁ χρόνος περὶ τὴν κίνησιν ὀξύς,
330ἀδιάστατον τὴν οἰκείαν ποιούμενος φοράν· ἡ πρᾶξις τῶν ἀριθμουμένων δραστική· κυκλικὸς γὰρ αὐτὴν ἀριθμὸς ποι‐ εῖται κατάδηλον· ὁ γὰρ ἓξ ἐφ’ ἑαυτὸν ἑξάκις συντεθεὶς ἑ‐ αυτὸν γεννᾷ ἑξαπλάσιον. Οὐκοῦν τὸ ταχὺ καὶ ὀξὺ καὶ δραστικὸν τῆς κατ’ ἀρετὴν ἕξεως τῶν μυστικῶς δηλου‐
335μένων θείων ἀνδρῶν διὰ τῶν ἵππων καὶ τοῦ αὐτῶν ἀριθμοῦ δεδήλωκεν ὁ λόγος τοῦ πνεύματος.
34. Ὁ πρόληψιν περὶ ἑαυτοῦ γνώσεως, φησίν, τοῖς θεωμέ‐ νοις διδοὺς κατὰ μόνην τὴν προφορὰν ὧν σεσύληκε λόγων, τὰς τῶν ἀσυνέτων ἀκοὰς ὡς ὁ Ἀβεσσαλὼμ
340παραπείθων, καὶ τῇ συνουσίᾳ τυραννικῶς τὰς καλὰς τοῦ διδάξαντος καὶ θεοφιλεῖς, ὥσπερ γυναῖκας, εἰς ἀκοὰς ἀμύστους μιαίνων θεωρίας κατὰ τὴν Ἀχιτόφελ συμβουλήν, ὅπέρ ἐστιν ἑρμηνευόμενον ἀδελφὸς κονιάζων, τουτέστιν ἀδελφὸς δόλῳ φιλιάζων, ἐλέγχεται δοξομανῶν, ὑπὸ τὴν
345χεῖρα πίπτων τῶν παίδων Δαυίδ, ἐν τῷ πλάτει τῆς τῶν φυσικῶν θεωρημάτων ποικιλίας τῷ κρείττονι μετὰ τῆς οἰκείας αὐθαδείας παραταττόμενος. Δείκνυται γὰρ μήτε γῆς ἐπιβαίνων, ὡς ἤθους ἀρετῆς πῆξιν οὐκ ἔχων, μήτε μὴν οὐρανοῦ παντελῶς ἐπιλαβόμενος, ὡς τῆς ἀληθῶς ὑψηλῆς

55

(350)

κατὰ τὴν γνῶσιν ἕξεως οὐδ’ ὅλως ἁψάμενος· καὶ θνῄσκει τρία βέλη κατὰ τῆς καρδίας δεχόμενος, τήν τε τῆς εἰς τὸν διδάξαντα παρανομίας φημὶ μνήμην καὶ τὴν ἐπὶ τῇ οἰήσει τῆς οὐκ οὔσης γνώσεως αἰσχύνην καὶ τὴν ἐπὶ τούτοις ἄφυκτον τῆς μελλούσης κρίσεως ἐκδοχήν. Ταύταις γὰρ
355φωραθεὶς ὁ κενόδοξος ταῖς ἀκίσι θνῄσκει βαλλόμενος· ὃν προλαμβάνει, τὸν δι’ ἀγχόνης, ὡς δίκαιον ἦν, ἀποφερόμε‐ νος θάνατον, ὁ κακὸς σύμβουλος Ἀχιτόφελ, διδάσκων πατράσιν ἐπανίστασθαι παῖδας καὶ τὴν κακὴν βουλὴν διασκεδαζομένην ὁρῶν. Οὐ φέρει γὰρ ἔτι ζῆν τῆς τε πρὸς
360Δαυὶδ ψεκτῆς φιλίας ἄρας τὸ πέπλον καὶ τὸν δοξομανῆ ψευδώνυμον γνωστικόν, ἔχοντα τοῦ λόγου τὸ κράτος, ἀπο‐ δεῖξαι μὴ δυνηθείς. 35. Γαλαάδ, ὡς μὲν μετοικία πένθους ἑρμηνευομένη, φησίν, τὴν τῆς μετανοίας δηλοῖ κακοπάθειαν, ὡς δὲ
365μετοικία μαρτυρίας, τὸν ἐπὶ τοῖς πλημμεληθεῖσιν ἔλεγχον σημαίνει τῆς συνειδήσεως, ὡς δ’ ἀποκάλυψις αὐτῶν, τὴν
κατ’ εἶδος τυποῖ τῶν ἁμαρτηθέντων ἐξαγόρευσιν. Ταύτην ὑπελθὼν τὴν κατάστασιν ὁ τὴν οἴησιν ἐπί τινι καλῷ δι‐ ώκουσαν ἔχων νοῦς τὴν ἐξ αὐτοῦ κατὰ τὴν πρὸς τὴν
370ἀλλόφυλον αἴσθησιν ἕνωσιν γεννηθεῖσαν οἴησιν ἀποκτέννει καὶ πάλιν πρὸς τὴν Ἰουδαίαν καὶ τὴν Ἱερουσαλὴμ καὶ τὴν σκηνὴν ἐπανέρχεται, λέγω δὲ τὴν ἐξομολόγησιν τῶν ἐπ’ αὐ‐ τῷ θείων οἰκτιρμῶν καὶ τὴν ἐπ’ ἀρεταῖς τελείαν ἀπάθειαν καὶ τὴν εἰρηνικὴν ἐν πνεύματι θεωρίαν τῶν ὄντων καὶ τὴν
375ἐπ’ αὐταῖς, οἷα δὴ θείαν σκηνήν, μυστικὴν θεολογίαν, ἐν ᾗ μυστικῶς τὰ παντελῶς τοῖς ἄλλοις ἀθέατα περικαλύπτεται κάλλη. 36. Ὁ ὀκτώ, εἷς ὢν τῶν ἐντὸς δεκάδος ἀριθμῶν, καὶ ὁ ὀγδοήκοντα, τῶν ἐντὸς ἑκατοντάδος, καὶ ὁ ὀκτακόσια, τῶν
380ἐντὸς χιλιάδος, καὶ ὁ ὀκτακισχίλια, τῶν ἐντὸς μυριάδος, ἀκινησίαν, καθ’ ἑαυτοὺς θεωρούμενοι, δηλοῦσι κατὰ μέντοι τὴν ἄνεσιν τοῦ ποσοῦ καὶ τὴν ἐπίτασιν. Οὐκοῦν, ἐπαινετῶς τῇ γραφῇ κείμενοι, τὴν πρὸς τὰ πάθη τελείαν ἀκινησίαν δηλοῦσι, τουτέστι παθῶν ἀπογένεσιν. Τοῦτο δὲ τὴν τοῦ
385μέλλοντος αἰῶνος χαρακτηρίζει κατάστασιν, ἐν ᾧ παθῶν γένεσις οὐκ ἔστιν. Ὁ δὲ τεσσαράκοντα τῶν αἰσθητῶν εἰκόνα φέρει καὶ ὁ πέντε τῶν αἰσθήσεων, αἷς κατ’ ἐπι‐ στήμην φυσικὴν ὁ αἰσθητὸς ὑποπέπτωκε κόσμος. Εἰ‐ κότως οὖν τὴν περὶ κακίαν ἄγονον ἕξιν καὶ τὴν πρὸς τὰ
390αἰσθητὰ κατὰ τὴν πρὸς αὐτὰ τῶν αἰσθήσεων σχέσιν τελείαν τῶν θείων ἀνδρῶν ἀποδιάθεσιν ὁ παρὼν ἀριθμὸς δηλοῖ. 37. Σφαιρικὸν τὸν πέντε φησὶν ἀριθμόν, ὡς κυκλικὸν καὶ εἰς ἑαυτὸν κατὰ πᾶσαν αὐτοῦ πρὸς πάντα περιττὸν ἀριθμὸν γινομένην σύνθεσιν ἀποκαθιστάμενον. Ἑκάστῳ γὰρ περιττῷ
395τὸν πέντε πενταπλασίως συνθείς, εἰς τὸν πέντε λήγοντα τὸν συναγόμενον εὑρήσεις ἀριθμόν· οἷον πεντάει τρεῖς δεκα‐
πέντε, πεντάει πέντε εἰκοσιπέντε, πεντάει ἑπτὰ τριακον‐ ταπέντε, πεντάει ἐννέα τεσσαρακονταπέντε. Οὕτως οὖν ἐπ’ ἄ‐ πειρον προϊών, εὑρήσεις ἑκάστῳ περιττῷ ἀριθμῷ συντιθέ‐

55

(400)

μενον πεντάκις τὸν πέντε, καὶ πεντηκοντάκις τὸν πεντήκον‐ τα, καὶ πεντακοσιοντάκις τὸν πεντακόσια, καὶ πεντακισχι‐ λιοντάκις τὸν πεντακισχίλια, πρὸς ἑαυτὸν κατὰ τὸν συνα‐ γόμενον ἀριθμὸν ἀποκαθιστάμενον, ὅπερ κυκλικῆς ἴδιον καὶ σφαιρικῆς ὑπάρχει κινήσεως. Εἰκότως οὖν σφαιρικόν τε καὶ
405κυκλικὸν οἱ τὰ τοιαῦτα σοφοὶ τὸν πέντε κεκλήκασιν ἀριθμόν, ὡς μηδέποτε παντελῶς ἑαυτοῦ κατὰ τὴν πρὸς τοὺς λεγομένους περιττοὺς ἀριθμοὺς σύνθεσιν ἐξιστάμενον. Σημαίνει δὲ καὶ τὴν γενικὴν ἐπιστήμην, τὴν μηδαμῶς τῇ περὶ τὸ πᾶν ἀλήκτῳ κινήσει κατὰ τὴν γνῶσιν ἑαυτῆς
410ἐξισταμένην καὶ πάντα τῇ δυνάμει τοῦ λόγου περιλαμβά‐ νουσαν. 38. Ἐλπίδι κολάσεως παθῶν ἀπαλλάσσουσα, φόβον ἡ σοφία ποιεῖ, τῇ δὲ τῶν ἀρετῶν ἐπικτήσει τὸν νοῦν ἐθίζουσα, βλέπειν τὰ μέλλοντα πόθον ἐργάζεται.
41539. Ἡ σοφία φόβος ἐστίν, κατὰ τὴν ἀποφυγὴν γινομένη στέρησις, τοῖς οὐκ ὀρεγομένοις αὐτῆς· καὶ πόθος ἐστίν, ἕξις
ἀπολαυστικῆς ἐνεργείας εὑρισκομένη, τοῖς ἀγαπῶσιν αὐτήν.

56

(t)

Scholia
11. Ὅτι πᾶσα, φησίν, ἐξομολόγησις ταπεινοῖ τὴν ψυχήν, ἡ μὲν χάριτι θεοῦ δικαιωθεῖσαν, ἡ δὲ ῥαθυμίᾳ γνώμης οἰκείας ἐπ’ ἐγκλήμασιν ἐνεχομένην αὐτὴν ἐκδιδάσκουσα. 2. Ὁ πενθῶν ἐπὶ τοῖς προτέροις ἁμαρτήμασι καὶ δεξιῶς
5ἔχων γεννῶσαν αὐτὸν εἰς δικαιοσύνην τὴν εἰς θεὸν πίστιν καὶ πᾶσιν ἀρετῆς ὑποτύπωσιν τὸν ἑαυτοῦ παρεχόμενος βίον καὶ λόγον τῆς τοῦ Βενιαμὶν πνευματικῆς ἑαυτὸν κατέστησε φυλῆς, γνώμης ἔργον, ἀλλ’ οὐκ ἀνάγκης καρπὸν φυσικῆς, τὴν κατὰ θεὸν ὑπάρχουσαν δείξας γέννησιν· δε‐
10ξιᾶς γὰρ υἱός ἐστιν ὁ τὴν κατὰ θεὸν γνωμικὴν ἑκουσίως ὑπερχόμενος γέννησιν. 3. Τοὺς Βαβυλωνίους λέγει τὴν ὑπερηφανίαν, ὡς συγκεχυ‐ μένην ὑπάρχουσαν φρόνησιν. Τὸ γὰρ τῆς ὑπερηφανίας πάθος ἐκ δύο συνέστηκεν ἀγνοιῶν· δύο δὲ συνελθοῦσαι
15πρὸς ἕνωσιν ἄγνοιαι μίαν φρόνησιν συγκεχυμένην ἀποτε‐ λοῦσιν. Μόνος γὰρ ἐκεῖνός ἐστιν ὑπερήφανος ὁ καὶ τὴν
θείαν βοήθειαν καὶ τὴν ἀνθρωπίνην ἀγνοήσας ἀσθένειαν. Οὐκοῦν ὑπερηφανία ἐστὶ θείας καὶ ἀνθρωπίνης γνώσεως στέρησις· τῇ γὰρ τῶν ἀληθῶς ἄκρων ἀποφάσει μία ψευδὴς
20ὑπάρχει κατάφασις. 4. Τοὺς Χουθαίους λέγει τὴν κενοδοξίαν. Σκοποῦ γὰρ τοῦ κατὰ θεὸν ἔκστασις καὶ πρὸς ἄλλον σκοπὸν παρὰ τὸν θεῖόν ἐστιν ἡ κενοδοξία μετάβασις. Κενόδοξος γάρ ἐστιν ὁ τῆς οἰκείας ἀλλὰ μὴ τῆς θείας ἕνεκα δόξης τὴν ἀρετὴν ἐπιτη‐
25δεύων καὶ πόνοις οἰκείοις τοὺς ἐξ ἀνθρώπων ἀνυπο‐ στάτους ἐπαίνους ὠνούμενος. 5. Αἱμὰθ λέγει τὴν ἀνθρωπαρέσκειαν. Μόνων γὰρ ἐπιμε‐ λεῖται τῶν φαινομένων ἠθῶν ὁ ἀνθρωπάρεσκος καὶ μὴν καὶ λόγου τοῦ κόλακος, ἵνα τοῖς μὲν τὴν ὅρασιν, τῷ δὲ τὴν
30ἀκοὴν σφετερίζηται τῶν μόνοις ἡδομένων ἢ καὶ καταπλητ‐ τομένων τοῖς φαινομένοις τε καὶ ἀκουομένοις, καὶ μόνῃ τῇ αἰσθήσει περιγραφόντων τὴν ἀρετήν. Ἀνθρωπαρέσκειαν οὖν εἶναί φαμεν τὴν ὡς ἐπ’ ἀρετῇ δι’ ἀνθρώπους γινομένην τῶν ἠθῶν τε καὶ λόγων ἐπίδειξιν.
356. Εὐαίους λέγει τὴν ὑπόκρισιν. Ὑπόκρισις δέ ἐστι φιλίας προσποίησις ἢ μῖσος σχήματι φιλίας κεκαλυμμένον ἢ ἔχθρα δι’ εὐνοίας ἐνεργουμένη ἢ φθόνος ἀγάπης χαρακτῆρα μι‐ μούμενος ἢ φιλαμαρτήμων διάθεσις τῇ τῶν κατ’ ἀρετὴν ἠθῶν προβολῇ τοὺς θεωμένους λανθάνουσα ἢ βίος ἀρετῆς
40πλάσματι ἀλλ’ οὐ πράγματι τὸ κόσμιον ἔχων ἢ δικαιοσύνης προσποίησις τῇ τοῦ εἶναι δοκήσει συντηρουμένη ἢ τρόπος ἠθικῆς φιλοσοφίας τὴν κατ’ ἀρετὴν συγκαλύπτων τῆς γνώμης λανθάνουσαν στέρησιν ἢ ἀπάτη ἀληθείας ἔχουσα μόρφωσιν, ἣν οἱ τὸν ὄφιν τῇ τῶν ἠθῶν σκολιότητι μι‐
45μούμενοι ἐπιτηδεύουσιν. 7. Ἡ τῶν ὄντων αἰτία καὶ τῶν ἐν τοῖς οὖσιν ἀγαθῶν ἐστιν ὁ θεός. Ὁ τοίνυν περὶ τὴν ἀρετὴν ἢ τὴν γνῶσιν πονούμε‐ νος καὶ μὴ τῷ μέτρῳ τῆς ἐν χάριτι προκοπῆς συνεπεκ‐ τείνων τῆς οἰκείας ἀκιδνότητος τὴν ἐπιγνωμοσύνην τὸ τῆς

56

(50)

ὑπερηφανίας κακὸν οὐ διέφυγεν. Ὁ δὲ δόξης ἕνεκεν ἰδίας τὸ καλὸν ἐπιτηδεύων ἑαυτὸν τοῦ θεοῦ προτετίμηκεν, τῷ τῆς κενῆς δόξης ἥλῳ περιπαρείς. Ὁ δὲ πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις ποιῶν ἢ δοκῶν τὴν ἀρετὴν τῆς θείας πολλῷ τὴν ἀνθρωπίνην ἀποδοχὴν ὑπερέθηκεν, τῷ τῆς
55ἀνθρωπαρεσκείας πάθει νοσηλευόμενος. Ὁ δὲ μόνῃ τῇ κατ’ ἀρετὴν σεμνότητι πρὸς ἀπάτην κακούργως ἐπιχρώσας τὰ ἤθη καὶ τὴν πονηρὰν τῆς γνώμης διάθεσιν τῷ φαινο‐ μένῳ σχήματι τῆς εὐλαβείας ἐπικαλύπτων τῷ τῆς ὑπο‐ κρίσεως ἐξωνεῖται δόλῳ τὴν ἀρετήν. Οὐκοῦν ἐπ’ ἄλλα παρὰ
60τὴν αἰτίαν ἑκάστου τούτων ἀπήγαγε τὸν σκοπὸν ὁ νοητὸς Ἀσβακαφάθ. 8. Οἱ λόγοι τοῦ θεοῦ ψιλῶς κατὰ μόνην λαλούμενοι τὴν προφοράν, φησίν, οὐκ ἀκούονται, φωνήν, τὴν τῶν αὐτοὺς λαλούντων πρᾶξιν, οὐκ ἔχοντες. Εἰ δὲ τῇ πράξει τῶν
65ἐντολῶν ἐκφωνοῦνται, τούς τε δαίμονας ἔχουσι τῇ τοιαύτῃ διατηκομένους φωνῇ καὶ τοὺς ἀνθρώπους τῇ προκοπῇ τῶν ἔργων τῆς δικαιοσύνης εὐπειθῶς τὸν θεῖον τῆς καρδίας οἰκοδομοῦντας ναόν. 9. Τὸν Ζοροβάβελ ἐνταῦθα εἰς τὸν πρακτικὸν ἔλαβεν νοῦν,
70ὡς πολεμικώτερον, τὸν δὲ Ἰησοῦν εἰς τὸν θεωρητικόν, ὡς ἱερέα καὶ διαπαντὸς τὴν ἐντυχίαν πρὸς τὸν θεὸν ποιεῖσθαι τεταγμένον. 10. Μερισμὸν ψυχῆς καὶ πνεύματος λέγει τὴν διαφορὰν τῶν ἐκ φύσεως ἀρετῶν, ὧν φυσικῶς ἔχομεν τοὺς λόγους, καὶ
75τῶν ἐκ πνεύματος, ὧν κατὰ δωρεὰν δεχόμεθα τὴν χάριν· τούτων γὰρ εὐκρινῶς τὴν διαστολὴν ποιεῖται κρίνων ὁ λόγος. 11. Μυελός ἐστιν ὁ θεῖος λόγος, ὁ τοὺς ἐν ἡμῖν, ὥσπερ ὀστᾶ, θείους διατρέφων λογισμούς, τοὺς ὑποτρέφοντας τὸ
80σῶμα τῶν ἀρετῶν. Ἁρμὸς δέ ἐστιν ὁ τῆς πράξεως τρόπος, καθ’ ὃν ἡ πρὸς τοὺς θείους λόγους τῶν λογισμῶν γίνεσθαι πέφυκεν ἕνωσις πρὸς μίαν ἀρετῆς ἐκπλήρωσιν. 12. Τὰς ἐνθυμήσεις δὲ καὶ τὰς ἐννοίας, ὧν ἐστι κριτικὸς ὁ
λόγος, φησὶν εἶναι τὰς τῆς ψυχῆς ἐπί τε τοῖς θείοις λόγοις
85καὶ τοῖς λογισμοῖς σχέσεις καὶ τὰς αὐτῶν δηλαδὴ τῶν σχέσεων αἰτίας. Ἡ γὰρ ἐνθύμησις κινεῖ μνήμην, ἧς οἰκεῖον ἡ σχέσις, ἡ δὲ ἔννοια πέρας ἀποσκοπεῖ, ὅπερ αἰτίαν χαρακτηρίζει. 13. Εἰ κατ’ οὐσίαν, φησίν, γνῶσίς ἐστιν ὁ θεός, προηγεῖται
90δὲ σαφῶς πάσης γνώσεως νοῦς, ᾧ καὶ ὑποπίπτειν πέφυ‐ κεν, ἄρα καὶ ὑπὲρ ταύτην ἐστὶν ὁ θεός, ὅτι καὶ ὑπὲρ πάντα νοῦν, ᾧ γνῶσις καθοτιοῦν πέφυκεν ὑποπίπτειν, ὑπερα‐ πείρως καθέστηκεν. 14. Οἱ κατ’ ἔλλειψιν ἀρετῆς πολεμοῦντες δαίμονές εἰσιν οἱ
95πορνείαν καὶ μέθην φιλαργυρίαν τε καὶ φθόνον καὶ τὰ τοιαῦτα διδάσκοντες, οἱ δὲ καθ’ ὑπερβολὴν πολεμοῦντές εἰσιν οἱ τὴν οἴησιν καὶ τὴν κενοδοξίαν καὶ τὴν ὑπερηφα‐ νίαν καὶ τὰ τοιαῦτα διδάσκοντες, καὶ διὰ τῶν δεξιῶν τοῖς ἀριστεροῖς ἐπικεκρυμμένως ἐμπείροντες.

56

(100)

15. Ἀρετῆς ὅρος ἐστὶν ἡ τῆς ἀνθρωπίνης ἀσθενείας κατ’ ἐπίγνωσιν πρὸς τὴν θείαν δύναμιν ἕνωσις. Ὁ τοίνυν ἑαυτὸν τῇ ἀσθενείᾳ περιγράφων τῆς φύσεως, πρὸς τὸν ὅρον οὐκ ἦλθε τῆς ἀρετῆς καὶ διὰ τοῦτο πλημμελεῖ, μήπω λαβὼν τὴν τὸ ἀσθενὲς ἐνισχύουσαν δύναμιν. Ὁ δὲ τῆς
105θείας δυνάμεως τὴν οἰκείαν ἀσθένειαν ὡς ἰσχὺν αὐθαδῶς ἀντιπροβαλλόμενος τὸν ὅρον παρῆλθε τῆς ἀρετῆς καὶ διὰ τοῦτο πλημμελῶν, ὡς τοῦ κατόπιν ὑπερφερὴς παρ’ ἑαυτῷ γενόμενος, οὐκ ἐπιγινώσκει· ἀρετὴν γὰρ εἶναι νομίζει τὸ πλημμέλημα. Συγγνωστὸς οὖν μᾶλλον ὁ τῇ κατὰ φύσιν
110ἑαυτὸν ἀσθενείᾳ περιγράψας, παθὼν μᾶλλον ἐκ ῥαθυμίας τῆς ἀρετῆς τὴν ἔκπτωσιν, ἢ ὁ τὴν οἰκείαν ἀσθένειαν ὡς ἰσχὺν πρὸς τὴν τῶν καθηκόντων ποίησιν ἀντιπροβαλλόμε‐ νος τῆς θείας δυνάμεως, δράσας μᾶλλον ἐξ αὐθαδείας τῆς
ἀρετῆς τὴν ἔκπτωσιν.

58

(t)

Scholia
11. Τὴν κατὰ ψυχὴν λύπην τέλος εἶναί φησι τῆς κατ’ αἴσθησιν ἡδονῆς—ἐκ γὰρ ταύτης συνίσταται λύπη ψυχῆς—, ὥσπερ οὖν καὶ τῆς κατὰ ψυχὴν ἡδονῆς τέλος ἐστὶν ἡ κατὰ σάρκα λύπη· ψυχῆς γὰρ εὐφροσύνη σαρκὸς γίνεται κόλασις.
52. Διττὴν τὴν λύπην λέγει, τὴν μὲν περὶ τὴν αἴσθησιν κατὰ στέρησιν τῶν σωματικῶν ἡδονῶν συνισταμένην, τὴν δὲ περὶ νοῦν κατὰ στέρησιν τῶν τῆς ψυχῆς ἀγαθῶν γινο‐ μένην. Διττοὺς δὲ λέγει καὶ τοὺς πειρασμούς, τοὺς μὲν ἑκουσίους, τοὺς δὲ ἀκουσίους· καὶ τοὺς μὲν ἑκουσίους τῆς
10μὲν κατ’ αἴσθησιν σωματικῆς ἡδονῆς εἶναι πατέρας, τῆς δὲ κατὰ ψυχὴν λύπης εἶναι γεννήτορας—μόνη γὰρ πραχθεῖσα ταπεινοῖ τὴν ψυχὴν ἡ ἁμαρτία—, τοὺς δὲ ἀκουσίους, οἵτινες ἐν τοῖς παρὰ γνώμην δείκνυνται πόνοις, τῆς μὲν κατὰ ψυχὴν ἡδονῆς εἶναι πατέρας, τῆς δὲ κατ’ αἴσθησιν
15σωματικῆς ὀδύνης εἶναι γεννήτορας. 3. Ὁ μὲν κατὰ γνώμην πειρασμός, φησίν, τὴν μὲν κατὰ ψυχὴν λύπην συνίστησιν, τὴν δὲ κατ’ αἴσθησιν δημιουργεῖ σαφῶς ἡδονήν· ὁ δὲ παρὰ γνώμην τὴν μὲν τῆς ψυχῆς ἡδονήν, τὴν δὲ τῆς σαρκὸς λύπην ὑφίστησιν.
204. Ὁ μὲν κύριος, φησίν, ἀπεύχεσθαι τοὺς ἑκουσίους ἡμᾶς διδάσκει πειρασμούς, ὡς σαρκὸς μὲν ἡδονῆς, ψυχῆς δὲ ποιητικοὺς ὀδύνης· ὁ δὲ μέγας Ἰάκωβος ἐπὶ τοῖς ἀκουσίοις ἡμῖν παραινεῖ χαίρειν πειρασμοῖς, ὡς σαρκὸς μὲν ἡδονήν, ψυχῆς δὲ ὀδύνην ἀφαιρουμένοις.
255. Ὁ λύπης καὶ ἡδονῆς σαρκὸς πεῖραν λαβὼν λέγοιτ’ ἂν δόκιμος, ὡς εὐχερείας καὶ δυσχερείας τῶν περὶ σάρκα πραγμάτων πεπειραμένος, τέλειος δὲ ὁ τὴν ἡδονὴν τῆς σαρκὸς καὶ τὴν ὀδύνην τῇ τοῦ λόγου δυνάμει καταπα‐
λαίσας, ὁλόκληρος δὲ ὁ τὰς κατὰ τὴν πρᾶξιν καὶ τὴν
30θεωρίαν ἕξεις ἀτρέπτους τῇ περὶ τὸν θεῖον πόθον συντονίᾳ διατηρήσας. 6. Πάσης λύπης συνισταμένης κατὰ ψυχὴν ἡδονὴ σαρκός, φησίν, προηγεῖται. 7. Ὅτι χωρὶς τῆς κατὰ ψυχὴν ἐμπαθοῦς πρὸς αἴσθησιν
35σχέσεως ἐν ἀνθρώποις οὐκ ἔστι παντελῶς, φησίν, ἁμαρτία. 8. Ὅτι ψυχὴν πνευματικῶς εὐφραίνει, φησίν, ὁ τοῖς ἑκου‐ σίοις τὴν σάρκα πόνοις δαμάζων. 9. Ὅτι γένεσις ἀρετῆς ἐστιν ἀληθής, φησίν, ἡ πρὸς τὴν σάρκα τῆς ψυχῆς ἑκούσιος ἀλλοτρίωσις.
4010. Ἐπινοητικὴν λέγει τὴν νοερὰν τῆς ψυχῆς δύναμιν· ἥτις, χωριζομένη τῆς κατ’ αἴσθησιν σχέσεως, ἔρημον τῆς πρὸς ἡδονὴν τὴν σάρκα καταλιμπάνει προνοίας κατὰ τὴν ἐν γνώμῃ σχέσιν, οὐδὲ τὴν ὀδύνην τῆς σαρκὸς ἀνεχομένη παραμυθεῖσθαι διὰ τὴν ἐν σχέσει τῆς γνώμης ὁλικὴν πρὸς
45τὰ θεῖα σχολήν. 11. Ἡ τῆς ψυχῆς τῶν κατὰ φύσιν ἀπόθεσις, φησίν, τῆς κατ’ αἴσθησιν ἡδονῆς ἀρχὴ γίνεσθαι πέφυκεν· τῆς γὰρ ψυ‐ χῆς περὶ τὰ κατὰ φύσιν ἀγαθὰ πονουμένης οὐκ ἔστιν ἡ τὸν κατ’ αἴσθησιν τῆς ἡδονῆς τρόπον ἐφευρίσκουσα δύναμις.

58

(50)

12. Ὑπόκειται τῇ μὲν αἰσθήσει τὰ αἰσθητά, τῷ δὲ νῷ τὰ νοητά· πολλὴ γοῦν διαφορὰ νοητῶν ἐστι καὶ αἰσθητῶν. 13. Ὁ νοῦς, φησίν, ἅμα τὴν αἴσθησιν οἰκείαν κατὰ φύσιν ἡγήσηται δύναμιν, ταῖς τῶν αἰσθητῶν ἐπιπλεκόμενος ἐπιφα‐ νείαις, ἐπινοεῖ τὰς τῆς σαρκὸς ἡδονάς, οὐ δυνάμενος τῶν
55ὁρατῶν διαβῆναι τὴν φύσιν, τῇ πρὸς τὴν αἴσθησιν ἐμπαθεῖ σχέσει περισχεθείς. 14. Ὅτι κρατοῦντος ἐν ἡμῖν τοῦ λόγου, φησίν, ἐξ ἀνάγκης ἡ πρὸς ἀρετὴν αὐτῷ δουλωθεῖσα βασανίζεται σάρξ. 15. Ψυχῆς ἡ σάρξ, ἀλλ’ οὐ σαρκὸς ἡ ψυχή· τοῦ γὰρ κρείττο‐
60νός φησι τὸ ἧττον, ἀλλ’ οὐ τοῦ ἥττονος τὸ κρεῖττον.
Οὐκοῦν ἐπειδὴ τῇ σαρκὶ διὰ τὴν παράβασιν ἐνεφύρη τῆς ἁμαρτίας ὁ νόμος, ὅπερ ἐστὶν ἡ κατ’ αἴσθησιν ἡδονή, δι’ ἣν διὰ πόνων κατεκρίθη τῆς σαρκὸς ὁ θάνατος, εἰς τὴν τοῦ νόμου τῆς ἁμαρτίας ἀναίρεσιν ἐπινενοημένος, ὁ διαγνοὺς
65ὅτι διὰ τὴν ἁμαρτίαν εἰς τὴν αὐτῆς ἀναίρεσιν ἐπεισῆλθεν ὁ θάνατος ἀεὶ χαίρουσαν ἔχει τὴν ψυχήν, διὰ πόνων ποικίλων θεωμένην ἀπογινόμενον τῆς οἰκείας σαρκὸς τὸν νόμον τῆς ἁμαρτίας πρὸς ὑποδοχὴν τῆς μελλούσης ἐν πνεύματι μακαρίας ζωῆς· ἧς ἄλλως οὐκ ἔστι τυχεῖν, μὴ
70πρότερον κενωθέντος, ὡς ἐξ ἀγγείου τινός, τῆς σαρκὸς ἐν τῇ παρούσῃ ζωῇ, κατὰ τὴν πρὸς αὐτὴν σχέσιν τῆς γνώμης, τοῦ νόμου τῆς ἁμαρτίας. 16. Ἡδονὴν λέγει σωτήριον τὴν ἐπ’ ἀρετῇ χαρὰν τῆς ψυχῆς, ὠφέλιμον δὲ λύπην τὴν ὑπὲρ ἀρετῆς ὀδύνην τῆς σαρκός.
7517. Ὁ πάθεσι προστετηκὼς καὶ πράγμασιν ἐφ’ ἃ μὴ δεῖ τὰς ὁρμὰς ποιεῖται. 18. Ὁ τὰς ποιητικὰς τῆς τῶν παθῶν καὶ τῶν πραγμάτων στερήσεως συμβάσεις οὐκ ἀσπαζόμενος ἀφ’ ὧν μὴ δεῖ τὰς
ἀποφυγὰς ποιεῖται.

59

(t)

Scholia
11. Οὔτε ἡ θεία χάρις, φησίν, ἐνεργεῖ φωτισμοὺς γνώσεως, οὐκ ὄντος τοῦ κατὰ δύναμιν φυσικὴν δεχομένου τὸν φωτισμόν, οὔτε μὴν τὸ δεκτικὸν δίχα τῆς χορηγούσης χάριτος τὸν φωτισμὸν ἐνεργεῖ γνῶσιν.
52. Ὁ δίχα πάθους αἰτῶν λαμβάνει τὴν τοῦ ἐνεργεῖν δύνασθαι χάριν κατὰ τὴν πρᾶξιν τὰς ἀρετάς, καὶ ὁ ζητῶν ἀπαθῶς εὑρίσκει κατὰ τὴν φυσικὴν θεωρίαν τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν, καὶ ὁ κρούων ἀπαθῶς τὴν θύραν τῆς γνώσεως ἀκωλύτως εἰς τὴν ἀπόκρυφον τῆς μυστικῆς θεο‐
10λογίας εἰσελεύσεται χάριν. 3. Ὁ νοῦς σοφίας ὄργανον, φησίν, ὁ λόγος γνώσεως, ἡ κατ’ ἄμφω φυσικὴ πληροφορία τῆς κατ’ ἄμφω συνισταμένης πίστεως, τοῦ δὲ τῶν ἰαμάτων χαρίσματος ἡ φυσικὴ φιλ‐ ανθρωπία. Πᾶν γὰρ χάρισμα θεῖον ἐπιτήδειον ἐν ἡμῖν ἔχει
15καὶ προσφυές, ὥσπερ δύναμιν ἢ ἕξιν ἢ διάθεσιν, ὄργανον δεκτικόν· οἷον ὁ τὸν νοῦν πάσης αἰσθητῶν φαντασίας ποιήσας καθαρὸν δέχεται σοφίαν, ὁ δὲ τὸν λόγον τῶν ἐμφύτων παθῶν, θυμοῦ λέγω καὶ ἐπιθυμίας, καταστήσας δεσπότην δέχεται γνῶσιν, ὁ δὲ τὴν κατὰ νοῦν καὶ λόγον
20περὶ τὰ θεῖα ἀσάλευτον πληροφορίαν ἔχων τὴν πάντα
δυναμένην δέχεται πίστιν, ὁ δὲ τὴν φυσικὴν κατορθώσας φιλανθρωπίαν μετὰ τὴν τελείαν τῆς φιλαυτίας ἀναίρεσιν ἰαμάτων δέχεται χαρίσματα. 4. Ὁ τοῦ εἶναι λόγος τὸν θεὸν ὡς ἀρχὴν φυσικῶς ἐπιφέρε‐
25ται, φησίν, καὶ ὁ τοῦ εὖ εἶναι λόγος τὸν θεὸν ὡς τέλος, πρὸς ὃν ἐπείγεται γνωμικῶς πᾶς ὁ τὴν ἔφεσιν εἰς θεὸν ἀναπαῦσαι γλιχόμενος· ὧν ἑνότης ἐστὶν ὁ τοῦ ἀεὶ εὖ εἶναι λόγος κατὰ χάριν παραγινόμενος καὶ τὸν θεὸν ἐπιφερόμε‐ νος, τὸν πάσης ἀρχῆς καὶ τέλους κατὰ φύσιν ἀνώτερον,
30ποιοῦντα τοὺς ἀρχὴν ἔχοντας κατὰ φύσιν καὶ τέλος ἀνάρχους κατὰ χάριν καὶ ἀτελευτήτους. 5. Ἡ κατὰ χάριν ἐν τῷ ποιῷ πρὸς θέωσιν μεταποίησις ἔκβασις τῶν ἀρχῇ τε καὶ τέλει φυσικῶς περιγεγραμμένων ἐστίν.
356. Πρῶτόν τις ζητεῖ, φησίν, τῇ προαιρέσει νεκρῶσαι τὴν ἁμαρτίαν καὶ τὴν προαίρεσιν τῇ ἁμαρτίᾳ, καὶ οὕτως ἐρευνᾷ πῶς δεῖ καὶ ποίῳ τρόπῳ νεκρῶσαι ταύτας ἀλλήλαις, καὶ πάλιν, μετὰ τὴν τούτων ἀλλήλαις τελείαν νέκρωσιν, ζητεῖ τὴν κατ’ ἀρετὴν τῆς προαιρέσεως καὶ τῆς ἀρετῆς τὴν κατὰ
40προαίρεσιν ζωήν, καὶ οὕτως ἐρευνᾷ πῶς δεῖ καὶ ποίῳ τρόπῳ τὴν ἐν ἀλλήλαις τούτων δημιουργῆσαι ζωήν. Ἔστιν οὖν, ὡς ἐν ὁρισμῷ λαβεῖν, ἡ μὲν ζήτησις ὄρεξις κατα‐ θυμίου τινός, ἡ δὲ ἐρεύνησις τρόπος τῆς πρὸς τὸ καταθύμι‐ ον ὀρέξεως ἀνυστικός.
457. Ὁ νεκρώσας, φησίν, τῇ ἁμαρτίᾳ τὴν προαίρεσιν σύμφυ‐ τος γέγονε τῷ ὁμοιώματι τοῦ θανάτου τοῦ Χριστοῦ, καὶ ὁ ταύτην ἀναστήσας τῇ δικαιοσύνῃ σύμφυτος γέγονε καὶ τῆς ἀναστάσεως αὐτοῦ. 8. Ἡ ἁμαρτία καὶ ἡ προαίρεσις, φησίν, ἀλλήλαις νεκρούμε‐

59

(50)

ναι, διπλῆν ἔχουσι πρὸς ἀλλήλας τὴν ἀναισθησίαν· καὶ ἡ δικαιοσύνη καὶ ἡ προαίρεσις, ἐν ἀλλήλαις ἔχουσαι τὴν
ζωήν, διπλῆν ἔχουσι τὴν ζωήν. 9. Ὁ μὲν νοῦς, φησίν, κατὰ μόνην τὴν ἔφεσιν ἀγνώστως πρὸς τὴν τῶν ὄντων αἰτίαν κινούμενος, ζητεῖ μόνον, ὁ δὲ
55λόγος τοὺς ἐν τοῖς οὖσιν ἀληθεῖς ποικίλως ἐφοδεύων
ἐρευνᾷ λόγους.

60

(t)

Scholia
11. Ὅρος μέν ἐστι περιοχῆς πέρας τῶν φύσει περιγεγραμ‐ μένων, τὸ δὲ μέτρον καθόλου ποσότητος περιγραφὴ καὶ τέλος αἰωνίων τε καὶ χρονικῶν φύσεων· τὸ δὲ πέρας ἐστὶ περιγραφὴ τῶν ἀρχῇ τε καὶ τέλει κατὰ γένεσιν πεπερα‐
5σμένων· ἡ δὲ κτίσις ἐστὶ τῶν κατὰ παραγωγὴν ἐξ οὐκ ὄν‐ των ὑπόστασις. Τούτων ἕνωσις καθ’ ὑπόστασιν προεπε‐ νοήθη, φησίν, κατὰ πρόνοιαν πρὸς τὸν ἐξ οὖ ταῦτα γε‐ γόνασιν, ἵνα καὶ τὸ εἶναι τῶν ὄντων φυλαχθῇ κατ’ οὐσίαν,
ὡς πέφυκεν, καὶ τὸ ὑποστῆναι, ἤγουν πῶς εἶναι, κατὰ
10χάριν δέξηται θείαν τῇ πρὸς τὸν θεὸν ἑνώσει πάντων πρὸς ἀτρεψίαν μεταποιηθέντων. 2. Διττὴν εἶναι λέγει τὴν γνῶσιν· τὴν μὲν ἐν λόγῳ κει‐ μένην καὶ θείοις νοήμασι, κατ’ εἶδος παροῦσαν τὴν αἴσθησιν τῶν νοηθέντων οὐκ ἔχουσαν, τὴν δὲ κατ’ ἐνέργειαν, μόνην
15ἔχουσαν, δίχα λόγου καὶ νοημάτων, τῶν ἀληθῶν τὴν κατ’ εἶδος ἀπόλαυσιν. 3. Ἐπειδή, φησίν, διὰ γνώσεως ὁ λόγος τὸ γνωστὸ πέφυ‐ κεν ὑποσημαίνειν, κινεῖ τὴν ἔφεσιν τῶν δι’ αὐτοῦ κινου‐ μένων πρὸς τὴν τοῦ σημανθέντος ἀπόλαυσιν.
204. Πρὸ πάσης πείρας, φησίν, λόγος ὑπάρχει γνώσεως, ὅτι
κατὰ τὴν πεῖραν μόνη πέφυκε δυναστεύειν ἀπόλαυσις.

61

(t)

Scholia
11. Ἡδονὴ καὶ ὀδύνη τῇ φύσει, φησίν, τῆς σαρκὸς οὐ συνεκτίσθησαν, ἀλλ’ ἡ παράβασις τὴν μὲν ἐπενόησεν εἰς φθορὰν τῆς προαιρέσεως, τὴν δὲ κατεδίκασεν εἰς λύσιν τῆς φύσεως, ἵνα ἡ μὲν ἡδονὴ ψυχῆς ἑκούσιον ἐργάσηται θάνα‐
5τον τὴν ἁμαρτίαν, ἡ δὲ ὀδύνη διὰ τῆς λύσεως τὴν κατ’ εἶδος ποιήσηται τῆς σαρκὸς ἀπογένεσιν. 2. Ὅτι κατὰ πρόνοιαν πρὸς κόλασιν τῆς κατὰ προαίρεσιν ἡδονῆς δέδωκεν ὁ θεὸς τῇ φύσει τὴν παρὰ προαίρεσιν ὀδύνην καὶ τὸν ἐπ’ αὐτῇ θάνατον.
103. Ἡ τῶν ἑκουσίων πόνων ἐπίνοια καὶ ἡ τῶν ἀκουσίων ἐπαγωγή, φησίν, ἀφαιροῦνται μὲν τὴν ἡδονήν, τὴν κατ’ ἐνέργειαν αὐτῆς καταπαύουσαι κίνησιν, οὐκ ἀναιροῦσι δὲ τὴν ὥσπερ νόμον τῇ φύσει πρὸς γένεσιν ἐγκειμένην αὐτῆς δύναμιν. Ἡ γὰρ κατ’ ἀρετὴν φιλοσοφία γνώμης
15ἀπάθειαν, ἀλλ’ οὐ φύσεως, ἐργάζεσθαι πέφυκεν· καθ’ ἥν, δηλαδὴ τὴν γνωμικὴν ἀπάθειαν, ἡ κατὰ νοῦν τῆς θείας ἡδονῆς ἐπιγίνεται χάρις. 4. Ἄδικον ἡδονὴν λέγει τὸν ἐκ τῆς παραβάσεως ἐμφυρέντα τῇ φύσει νόμον τῆς ἁμαρτίας.
205. Μέσον ὀφείλοντα πρὸς τὴν τῶν ἄκρων ἀναίρεσιν ἀνα‐ δειχθῆναι λέγει τὸν τοῦ κυρίου πόνον καὶ θάνατον, ὡς ἡδονῆς ἐσχηκότος ἐλευθέραν τὴν γένεσιν καὶ ζωῆς ἐμπα‐ θοῦς καθαρὸν τὸν θάνατον τῆς δι’ ἡμᾶς αὐτοῦ θείας σαρκός· καθ’ ἣν γένεσιν τε καὶ γέννησιν καὶ θάνατον δι’ ἡμᾶς ἑκου‐
25σίως ὑπέμεινεν, ἵνα τὴν ἡμῶν ἐξ ἡδονῆς γένεσιν καὶ τὸν ἐξ ἐμπαθοῦς ζωῆς θάνατον ἀνέλῃ, μέσος ἀναφανείς, καὶ πρὸς ἑτέραν ἡμᾶς μεταγάγῃ ζωήν, ἀρχῆς ἐλευθέραν χρο‐ νικῆς καὶ τέλους, ἣν οὐ φύσις ἀλλὰ χάρις δημιουργεῖ. 6. Ὅτι παντελῶς, φησίν, ἀμήχανον ἦν τὴν φύσιν, ὑποκλι‐
30θεῖσαν τῇ τε κατὰ προαίρεσιν ἡδονῇ καὶ τῇ παρὰ προ‐ αίρεσιν ὀδύνῃ, πάλιν πρὸς τὴν ἐξ ἀρχῆς ἀνακληθῆναι ζωήν, εἰ μὴ γέγονεν ἄνθρωπος ὁ δημιουργός, προαιρέσει δεχόμε‐
νος τὴν πρὸς κόλασιν τῆς κατὰ προαίρεσιν τῆς φύσεως ἡδονῆς ἐπινοηθεῖσαν ὀδύνην οὐκ ἔχουσαν προηγουμένην
35αὐτῆς τὴν ἐξ ἡδονῆς γένεσιν, ἵνα τῆς ἐκ καταδίκης ἐλευ‐ θερώσῃ τὴν φύσιν γεννήσεως, ἐξ ἡδονῆς ἀρχὴν οὐκ ἔ‐ χουσαν καταδεχόμενος γέννησιν. 7. Πῶς τῆς ὀδύνης πλέον τὸ κατὰ φύσιν ἐπιτείνομεν πρόστιμον, διὰ τῆς ἡδονῆς αὐτὴν παραμυθεῖσθαι σπου‐
40δάζοντες. 8. Τὸ μὲν σοφὸν τοῦ θεοῦ, φησίν, ἐν τῷ γενέσθαι φύσει κατ’ ἀλήθειαν ἄνθρωπον δείκνυται, τὸ δὲ δίκαιον ἐν τῷ τὸ παθητὸν κατὰ τὴν γένεσιν ὁμοίως ἡμῖν ἀνειληφέναι τῆς φύσεως, τὸ δὲ δυνατὸ ἐν τῷ διὰ παθημάτων καὶ θανάτου
45ζωὴν ἀΐδιον τῇ φύσει δημιουργῆσαι καὶ ἀπάθειαν ἄτρεπτον. 9. Ὅτι τὴν ἐκ τοῦ νόμου τῆς ἁμαρτίας ἡδονὴν εἰς ἀθέτησιν τῆς κατὰ σάρκα γεννήσεως τῶν ἐν αὐτῷ χάριτι διὰ Πνεύματος γεννωμένων ὁ κύριος ἀφελόμενος τὸν εἰς κατα‐ δίκην τὸ πρότερον ὄντα τῆς φύσεως εἰς τὴν τῆς ἁμαρτίας

61

(50)

κατάκρισιν αὐτοὺς συγχωρεῖ δέχεσθαι θάνατον. 10. Ἀρχὴν ἔσχεν μετὰ τὴν παράβασιν, φησίν, ἡ τῶν ἀν‐ θρώπων φύσις τῆς ἰδίας γενέσεως τὴν καθ’ ἡδονὴν ἐκ σπο‐ ρᾶς σύλληψιν καὶ τὴν κατὰ ῥεῦσιν γέννησιν, καὶ τέλος τὸν κατ’ ὀδύνην διὰ φθορᾶς θάνατον. Ὁ δὲ κύριος, ταύτην
55οὐκ ἔχων ἀρχὴν τῆς κατὰ σάρκα γεννήσεως, οὔτε τῷ τέλει, τουτέστι τῷ θανάτῳ, κατὰ φύσιν ὑπῆρχεν ἁλωτός. 11. Ὅτι τὴν εἰς τὸ μὴ ὂν ἀπογένεσιν δέξασθαι τὴν τῶν γεγονότων φύσιν προσδοκῶν ὁ διάβολος ἠγωνίσατο τῆς θείας ἐντολῆς παραβάτην δεῖξαι τὸν ἄνθρωπον.
6012. Ὅτι φθονῶν καὶ τῷ θεῷ καὶ ἡμῖν ὁ διάβολος, δόλῳ τὸν ἄνθρωπον ὑπὸ θεοῦ φθονεῖσθαι παραπείσας, παραβῆναι τὴν ἐντολὴν παρεσκεύασε, τῷ θεῷ μέν, ἵνα μὴ φανερὰ γένηται κατ’ ἐνέργειαν ἡ πανύμνητος αὐτοῦ δύναμις θεουργοῦσα τὸν ἄνθρωπον, τῷ δ’ ἀνθρώπῳ προδήλως, ἵνα μὴ γένηται τῆς
65θείας ἐν εἴδει κατ’ ἀρετὴν μέτοχος δόξης. 13. Ὅτι γενικὴ κατάκρισίς ἐστιν, φησίν, τοῦ κατὰ τὴν παράβασιν κρατήσαντος νόμου τῆς φύσεως ἡ τοῦ θεοῦ κατ’ ἀλήθειαν ἐνανθρώπησις, ἰδικὴ δὲ τούτου τοῦ νόμου κατάκρισίς ἐστιν ἡ κατὰ Χριστὸν γνωμικὴ τοῦ καθ’ ἕκαστον
70ἀναγέννησις. 14. Ἀγένητον εἶπε θέωσιν τὴν κατ’ εἶδος ἐνυπόστατον τῆς θεότητος ἔλλαμψιν, ἥτις οὐκ ἔχει γένεσιν ἀλλ’ ἀνεννόητον ἐν τοῖς ἀξίοις φανέρωσιν. 15. Ὁ μὴ καθαρὰν τὴν θείαν ληψόμενος ζωήν, φησίν, ἐν ᾗ
75περιγραφῆς λόγος τὸ παράπαν οὐκ ἔστιν, ὀδύνης ἐλεύθε‐ ρος οὐκ ἔσται, τὴν γενητὴν ἔχων διηνεκῶς τὴν αὐτοῦ περιγράφουσαν ἤγουν συνέχουσαν ὕπαρξιν, ἀλλ’ οὐ τὴν ἀγένητον καὶ πάσης ἐλευθέραν θέσεως τοπικῆς καὶ κινήσεως χρονικῆς, καὶ μηδεμίαν κατάληψιν ἔχουσαν καὶ
80διὰ τοῦτο μηδὲ περιγραφήν. Ἡ γὰρ θεία ζωὴ καὶ ἀνεν‐ νόητος, κἂν ἀπόλαυσιν δίδωσιν ἑαυτῆς τοῖς κατὰ χάριν μεθέξουσιν, ἀλλ’ οὐ κατάληψιν· μένει γὰρ ἀεί, κἀν τῇ μεθέξει τῶν ἀπολαυόντων αὐτῆς, ἀκατάληπτος, ὅτι κατὰ φύσιν ὡς ἀγένητος ἔχει τὴν ἀπειρίαν.
8516. Ὁ μὲν θεός, φησίν, κατὰ μίαν ἀπειροδύναμον τῆς ἀγαθότητος βούλησιν πάντας συνέξει καὶ ἀγγέλους καὶ ἀνθρώπους, ἀγαθούς τε καὶ πονηρούς, οὗτοι δὲ πάντες οὐκ ἴ‐ σως μεθέξουσι θεοῦ τοῦ διὰ πάντων ἀσχέτως χωρήσοντος, ἀλλ’ ἀναλόγως ἑαυτοῖς. Οἱ μὲν τῇ φύσει φυλάξαντες ἰσονο‐
90μοῦσαν διὰ πάντων τὴν γνώμην καὶ τῶν τῆς φύσεως λόγων κατ’ ἐνέργειαν δεικτικὴν αὐτὴν καταστήσαντες καθ’ ὅ‐ λον τὸν τοῦ ἀεὶ εὖ εἶναι λόγον διὰ τὴν πρὸς τὴν θείαν βούλησιν τῆς γνώμης εὐπάθειαν ὅλης μεθέξουσι τῆς ἀγα‐ θότητος κατὰ τὴν αὐτοῖς ἐπιλάμπουσαν, ὡς ἐν ἀγγέλοις ἢ
95ὡς ἐν ἀνθρώποις, θείαν ζωήν· οἱ δὲ τῇ φύσει ποιήσαν‐ τες ἀνισονομοῦσαν διὰ πάντων τὴν γνώμην καὶ τῶν τῆς φύσεως λόγων κατὰ τὴν ἐνέργειαν σκεδαστικὴν αὐτὴν
ἀποδείξαντες καθ’ ὅλον τὸν τοῦ εὖ εἶναι λόγον διὰ τὴν πρὸς τὴν θείαν βούλησιν τῆς γνώμης ἀντιπάθειαν ὅλης

61

(100)

ἐκπεσοῦνται τῆς ἀγαθότητος κατὰ τὴν ἐμφαινομένην αὐτοῖς πρὸς τὸ φεῦ εἶναι τῆς γνώμης οἰκείωσιν, καθ’ ἣν ἡ πρὸς τὸν θεὸν ἔσται τῶν τοιούτων διάστασις οὐκ ἐχόντων κατὰ τὴν πρόθεσιν τῆς γνώμης ταῖς ἐνεργείαις τῶν ἀγαθῶν τὸν τοῦ εὖ εἶναι λόγον ζωογονούμενον, καθ’ ὃν ἡ θεία ζωὴ
105διαφαίνεσθαι πέφυκεν. Ζυγὸς οὖν τῆς ἑκάστου γνώμης ἔσται κατὰ τὴν κρίσιν ὁ τῆς φύσεως λόγος, τὴν πρὸς τὸ φεῦ ἢ εὖ αὐτῆς διελέγχων κίνησιν, καθ’ ἣν ἡ τῆς θείας ζωῆς μέθεξις ἢ ἀμεθεξία γίνεσθαι πέφυκε· κατὰ γὰρ τὸ εἶναι καὶ ἀεὶ εἶναι πάντας συνέξει παρὼν ὁ θεός, κατὰ δὲ
110τὸ ἀεὶ εὖ εἶναι μόνους ἰδιοτρόπως τοὺς ἁγίους ἀγγέλους τε καὶ ἀνθρώπους, τὸ ἀεὶ φεῦ εἶναι τοῖς μὴ τοιούτοις ὡς
γνώμης καρπὸν ἀφεὶς ἐπικιρνώμενον.

62

(t)

Scholia
11. Οὐ λέγομεν, φησίν, ἐπὶ Χριστοῦ διαφορὰν ὑποστάσεων, ὅτι τριὰς μεμένηκεν ἡ Τριὰς καὶ σαρκωθέντος τοῦ Λόγου, προσθήκης προσώπου οὐ προσγενομένης τῇ ἁγίᾳ Τριάδι διὰ τὴν σάρκωσιν· λέγομεν δὲ φύσεων διαφοράν, ἵνα μὴ
5τῷ Λόγῳ κατὰ τὴν φύσιν ὁμοούσιον τὴν σάρκα πρε‐ σβεύωμεν. 2. Ὅτι φύσεων διαφορὰν ὁ μὴ λέγων, φησίν, οὐκ ἔχει πόθεν πιστώσασθαι τὴν ὅτι γέγονε σὰρξ ὁ Λόγος δίχα τροπῆς ὁμολογίαν, μὴ γινώσκων σῳζόμενον κατὰ τὴν
10φύσιν ἐν τῇ μιᾷ τοῦ ἑνὸς Χριστοῦ καὶ θεοῦ σωτῆρος ὑποστάσει μετὰ τὴν ἕνωσιν τὸ προσλαβὸν καὶ τὸ προσ‐ ειλημμένον. 3. Ἡ πίστις τὴν εἰς θεὸν διὰ τῆς ἐλπίδος τελείαν ἀγάπην συνίστησιν, ἡ ἀγαθὴ συνείδησις τὴν εἰς τὸν πλησίον διὰ
15τῆς φυλακῆς τῶν ἐντολῶν ἀγάπην ὑφίστησιν. Ἡ γὰρ ἀγαθὴ συνείδησις παραβαθεῖσαν ἐντολὴν οὐκ ἔχει κατήγο‐ ρον. Ταύτας δὲ μόνη καρδία πιστεύεσθαι πέφυκε τῶν ἐφιεμένων τῆς ἀληθοῦς σωτηρίας. 4. Ἐπειδή, φησίν, πρὸς τὴν γῆν ἔσχε τὴν ἔφεσιν κινου‐
20μένην ὁ ἄνθρωπος, εἰς τὴν γῆν ὠθεῖτο, καὶ μὴ θέλων, ὑπὸ τοῦ θανάτου. 5. Κλοπή ἐστι πονηρὰ ἡ δι’ ἀπάτης τῆς φύσεως ἅλωσις. Θυσία ἐστίν, ἣν θύει τοὺς ὑπ’ αὐτοῦ κλεπτομένους ὁ διάβο‐ λος, ἡ κατὰ τὴν ἔνθεον ζωὴν σφαγὴ τῆς προαιρέσεως καὶ
25ἡ κατ’ αὐτὴν τελεία τῆς μνήμης ἀναίρεσις. Ἀπώλειά ἐστιν ἡ κατὰ στέρησιν τῆς τοῦ θεοῦ γνώσεως ἐπισυμβαίνουσα τοῖς θυομένοις ἄγνοια. Διὰ τοῦτο γὰρ κλέπτει συναρπάζων τὸν λογισμόν, ἵνα τῆς κατ’ ἀρετὴν καὶ γνῶσιν ζωῆς ἐργάσηται στέρησιν.
306. Αἰτίαν τοῦ λῃστεύειν συγχωρηθῆναι τὸν διάβολον στοχαστικῶς ἐρεῖ τις τυχὸν τὸ καὶ τοῖς ἀνθρώποις διὰ
πείρας αὐτοῦ γνωσθῆναι τὴν κακίαν, ἵνα μισηθῇ πλέ‐ ον δεικνύμενος, καὶ τὸ πᾶσιν ἀλλήλων δειχθῆναι τοῖς ἀνθρώποις διὰ τῆς δοκιμασίας τὰς διαθέσεις, ἵν’ ἕκαστος
35ἑαυτῷ σύμφυτον ἐπιφέρηται συνηγορίαν ἢ κατηγορίαν τὴν οἰκείαν συνείδησιν. Ὁ γὰρ θεὸς οὐ δέεται τῆς κατὰ τὴν πεῖραν μαθήσεως, πάντων ἔχων οὐσιωδῶς, καὶ πρὸ τῆς αὐτῶν γενέσεως, τὴν γνῶσιν. 7. Ὅτι ἡ καταστροφὴ τοῦ οἴκου, τουτέστι τοῦ κόσμου, κατὰ
40τὴν πλάνην διὰ τῆς σαρκώσεως γέγονεν. 8. Ταύτην ἔθετο τὴν θεωρίαν τοῖς ἐμπαθέσιν ἁρμόδιον. Ὁ γὰρ τὴν παντελῆ περὶ τὸ καλὸν ἀκινησίαν νοσῶν περὶ τὸ κακὸν ὑπάρχει πάντως εὐκίνητος· κατ’ ἄμφω γὰρ ἀκίνητον ὑπάρχειν ἀδύνατον.
459. Συναπτομένη ἡ κατ’ αἴσθησιν κίνησις τῇ κατὰ νοῦν ἐνερ‐ γείᾳ ποιεῖ τὴν μετὰ γνώσεως ἀρετήν. 10. Καὶ ὡς λόγος, φησίν, μόνον νοούμενος ὁ κύριος εἴκοσι πήχεις ἔχει καὶ δέκα· εἴκοσι μὲν ὡς τοῦ σωματικοῦ κόσμου ποιητής, 〈δέκα δὲ ὡσ〉 τοῦ νοητοῦ ὑποστάτης.

62

(50)

11. Ὅτι συμφύεται ταῖς πρακτικαῖς τῆς ψυχῆς δυνάμεσιν ὁ λόγος, ὥσπερ τὸ δρέπανον τῇ χειρὶ τοῦ θερίζοντος, πρὸς ἀναίρεσιν παθῶν καὶ συγκομιδὴν ἀρετῶν. 12. Κλέπτης μέν, φησίν, ἔστιν ὁ διάβολος ὡς ἀγνοίας, ἐπίορκος δὲ ὡς κακίας δημιουργός, ἔχων καθάπερ οἰκίας
55τοῦ μὲν ἀγνοοῦντος τὴν πλανωμένην διάνοιαν, τοῦ δὲ κακοῦ τὴν φιλαμαρτήμονα γνώμην. 13. Καλὴ θεωρία καὶ πάνυ πρόσφορος ἡμῖν, τοῖς νοθεύου‐ σι διὰ τὴν κενὴν δόξαν τὸ κλέος τῆς ἀρετῆς καὶ τῆς γνώσεως.
6014. Κλέπτης ἐστίν, φησίν, καὶ ὁ τὴν ἀρετὴν κατὰ τὴν τῶν ἠ‐ θῶν ἀπατηλὴν διάπλασιν ὑποκρινόμενος καὶ τῷ φαινομένῳ σχήματι τὴν λανθάνουσαν συγκαλύπτων τῆς γνώμης πονη‐ ρίαν.
15. Ὁ κατὰ μόνην τὴν ἐν λόγοις προφορὰν γνῶσιν ὑποκρι‐
65νόμενος, φησίν, πρὸς δόξαν ἰδίαν τὴν τῶν ἀκουόντων κλέπτει διάνοιαν, καὶ ὁ τοῖς ἤθεσι τὴν ἀρετὴν ὑποκρινόμε‐ νος πρὸς δόξαν ἰδίαν κλέπτει τῶν θεωμένων τὴν ὅρασιν· καὶ δι’ ἀπάτης ἀμφότεροι κλέπτοντες πλανῶσιν, ὁ μὲν διάνοιαν ψυχῆς τῶν ἀκουόντων, ὁ δὲ τῶν θεωμένων
70σώματος αἴσθησιν.

63

(t)

Scholia
11. Οὐ πᾶς ἄνθρωπος εἰς τοῦτον ἐρχόμενος τὸν κόσμον, φησίν, ὑπὸ τοῦ λόγου πάντως φωτίζεται—πολλοὶ γὰρ ἀφώτιστοι διαμένουσι καὶ τοῦ κατ’ ἐπίγνωσιν ἀμέτοχοι φωτός—, ἀλλὰ δηλονότι πᾶς ἄνθρωπος κατ’ οἰκείαν γνώμην
5εἰς τὸν ἀληθῆ κόσμον τῶν ἀρετῶν ἐρχόμενος. Πᾶς γὰρ ὁ κατ’ ἀλήθειαν διὰ τῆς αὐθαιρέτου γεννήσεως εἰς τοῦτον ἐρχόμενος τῶν ἀρετῶν τὸν κόσμον ὑπὸ τοῦ λόγου πάν‐ τως φωτίζεται, λαμβάνων ἕξιν ἀρετῆς ἀμετακίνητον καὶ γνώσεως ἀληθοῦς ἐπιστήμην ἄπταιστον.
102. Εἰς τὴν αἴσθησιν τὴν γυναῖκα καὶ εἰς τὴν ἡδονὴν τὸν ὄφιν ἐθεώρησεν· ἄμφω γὰρ πρὸς τὸν λόγον κατὰ διάμε‐ τρον ἀφεστήκασιν. 3. Ὅτι λαβοῦσα τὸν νοῦν ἡ αἴσθησις ὑποχείριον διδάσκει πολύθεον, δι’ ἑκάστης αἰσθήσεως τῇ περὶ τὰ πάθη δουλείᾳ
15ὡς θεῖον τὸ προσφυὲς αἰσθητὸν θεραπεύουσα. 4. Τὴν πρακτικήν, φησίν, φιλοσοφίαν φόβος εὐσέβειά τε καὶ γνῶσις ἐργάζονται, τὴν δὲ φυσικὴν ἐν πνεύματι θεωρίαν ἰσχὺς καὶ βουλὴ καὶ σύνεσις κατορθοῦσιν, τὴν δὲ μυστικὴν θεολογίαν σοφία θεία μόνη χαρίζεται.
205. Μέσα καλεῖ τὴν τῶν αἰσθητῶν καὶ τῶν νοητῶν οὐσίαν, δι’ ὧν πρὸς τὸν θεόν, ὡς αἰτίαν τῶν ὄντων, ὁ ἀνθρώπινος νοῦς ἀνάγεσθαι πέφυκεν. 6. Ἡ παλαιά, φησίν, διαθήκη, πράξεως καὶ ἀρετῆς ὑπάρχου‐ σα σύμβολον, συμφωνεῖν τὸ σῶμα τῷ νοῒ παρασκευάζει
25κατὰ τὴν κίνησιν· ἡ δὲ νέα, θεωρίας καὶ γνώσεως οὖσα ποιητική, τὸν μυστικῶς αὐτῆς ἀντεχόμενον νοῦν τοῖς θείοις καταφαιδρύνει γνωρίσμασιν. 7. Ἐκείνων ὁ θεός, φησίν, λέγεταί τε καὶ γίνεται κατὰ τὴν χάριν πατήρ, τῶν μόνην ἐχόντων κατ’ ἀρετὴν γνωμικὴν ἐν
30πνεύματι γέννησιν· καθ’ ἥν, ὥσπερ ψυχῆς πρόσωπον, τὸν ἐν ἀρεταῖς τοῦ γεννήσαντος θεοῦ χαρακτῆρα φαινόμενον ἔχοντες κατὰ τὸν βίον, τοὺς θεωμένους τῇ μεταβολῇ τῶν τρόπων δοξάζειν τὸν θεὸν παρασκευάζουσιν, τὸν οἰκεῖον βίον πρὸς μίμησιν παρέχοντες αὐτοῖς ἐξαίρετον ἀρετῆς
35ἐξεμπλάριον. Οὐ γὰρ λόγῳ ψιλῷ θεὸς δοξάζεσθαι πέφυκεν, ἀλλ’ ἔργοις δικαιοσύνης πολλῷ πλείονα λόγου βοῶσι τὴν θείαν μεγαλοπρέπειαν. 8. Ἡ μὲν παλαιά, φησίν, τῷ γνωστικῷ χορηγεῖ τοὺς τρόπους τῶν ἀρετῶν, ἡ δὲ νέα τῷ πρακτικῷ γνώσεως
40ἀληθοῦς λόγους χαρίζεται. 9. Ὁ τῇ πράξει σωματουμένην, φησίν, τὴν γνῶσιν καὶ τῇ γνώσει ψυχουμένην τὴν πρᾶξιν δεικνὺς τὸν ἀκριβῆ τρόπον εὗρε τῆς ἀληθοῦς θεουργίας. Ὁ δ’ ὁποτέραν τούτων τῆς ἑτέρας ἔχων διεζευγμένην ἢ τὴν γνῶσιν ἀνυπόστατον
45πεποίηκε φαντασίαν ἢ τὴν πρᾶξιν ἄψυχον κατέστησεν εἴδωλον. Γνῶσις γὰρ ἄπρακτος φαντασίας οὐδὲν δι‐ ενήνοχεν, ὑφιστῶσαν αὐτὴν τὴν πρᾶξιν οὐκ ἔχουσα· καὶ πρᾶξις ἀλόγιστος ἀψύχῳ ταὐτὸν εἰδώλῳ καθέστηκεν, ψυχοῦσαν αὐτὴν τὴν γνῶσιν οὐκ ἔχουσα.

63

(50)

10. Ὥσπερ ψυχὴ καὶ σῶμα ποιεῖ κατὰ σύνθεσιν ἄνθρωπον, οὕτως πρᾶξις καὶ θεωρία μίαν κατὰ σύνοδον σοφίαν ἀπο‐ τελεῖ γνωστικήν, καὶ παλαιὰ καὶ νέα διαθήκη μυστήριον ἓν ἀπεργάζεται. 11. Ἀριστερὸς μὲν ὁ φυσικὸς νόμος διὰ τὴν αἴσθησιν,
55προσάγει δὲ τῷ λόγῳ τοὺς τρόπους τῶν ἀρετῶν καὶ ποιεῖ
γνῶσιν ἐνεργουμένην. Ὁ δὲ πνευματικὸς νόμος δεξιὸς μέν ἐστι διὰ τὸν νοῦν, μίγνυσι δὲ τῇ αἰσθήσει τοὺς ἐν τοῖς οὖσι πνευματικοὺς λόγους καὶ ποιεῖ πρᾶξιν λελογισμένην. 12. Ἡ πρόνοια, φησίν, ἐν τῷ καθ’ ὑπόστασιν ἑνωθῆναι σαρ‐
60κὶ τὸν λόγον δείκνυται, ἡ δὲ κρίσις ἐν τῷ παθεῖν ὑπὲρ ἡμῶν σαρκὶ καταδέξασθαι φαίνεται· δι’ ὦν, ἑνώσεως καὶ πάθους, ἡ τοῦ παντὸς σωτηρία συνέστηκεν. 13. Ἡ μὲν σάρκωσις, φησίν, εἰς τὴν τῆς φύσεως σωτηρίαν γέγονεν, τὰ δὲ πάθη πρὸς λύτρωσιν τῶν διὰ τὴν ἁμαρτίαν
65τῷ θανάτῳ κατεχομένων. 14. Τὸ μυστήριον, φησίν, τῆς ἐνανθρωπήσεως τὰ μὲν παρὰ φύσιν ἀφίστησιν ἰδιώματα τῆς ἀνθρωπίνης φύσεως, τὰ δὲ κατὰ φύσιν ἀποκαθίστησιν. 15. Πρόνοιαν καὶ κρίσιν σάρκωσίν τε καὶ πάθος ὄρη χαλκᾶ
70νενόηκεν, ἐξ ὧν ἡ τῶν Εὐαγγελίων ἐκβαίνει τετράς. 16. Γῆν βορρᾶ τὰ ἔθνη νενόηκεν· ἅτινα ὡς ἐν χώρᾳ σκότους ὑπῆρχόν ποτε τῇ πλάνῃ τῆς ἀγνοίας, νῦν δὲ γεγόνασιν ἐν χώρᾳ φωτὸς τῇ ἐπιγνώσει τῆς ἀληθείας κα‐ τὰ τὴν χάριν τῆς ἁγίας τῶν Εὐαγγελίων τετράδος, ὡς
75στοιχείων ἀφθάρτων, κατὰ τὸν ἔσω καὶ νοερὸν ἄνθρωπον εἰς ζωὴν αἰώνιον ἀναπλασθέντες διὰ τῆς πίστεως. 17. Ὁ μὲν θεωρητικός, φησίν, τὸν κατὰ τὴν πρόνοιαν λόγον τῆς σαρκώσεως ἔχει φαινόμενον, ὁ δὲ πρακτικὸς τὸν κατὰ τὴν κρίσιν τῶν παθημάτων τοῦ λόγου τρόπον
80ἐνεργούμενον δείκνυσιν. 18. Ὁ τὸν φαινόμενον κόσμον νοῶν θεωρεῖ τὸν νοούμενον. Τυποῖ γὰρ τῇ αἰσθήσει τὰ νοητὰ φανταζόμενος καὶ κατὰ νοῦν σχηματίζει τοὺς θεαθέντας λόγους καὶ μεταφέρει πρὸς μὲν αἴσθησιν πολυειδῶς τοῦ νοητοῦ κόσμου τὴν σύστασιν,
85πρὸς δὲ νοῦν τοῦ αἰσθητοῦ κόσμου πολυπλόκως τὴν σύνθεσιν, καὶ νοεῖ ἐν μὲν τῷ νοητῷ τὸν αἰσθητόν, μετενέγκας πρὸς τὸν νοῦν τοῖς λόγοις τὴν αἴσθησιν, ἐν δὲ τῷ αἰσθητῷ τὸν νοητόν, πρὸς τὴν αἴσθησιν ἐπιστημόνως
τοῖς τύποις μετεγκλώσας τὸν νοῦν.

64

(t)

Scholia
11. Κεφαλὴν λέγει τὸν πρῶτον περὶ μονάδος λόγον, ὡς ἀρχὴν πάσης ἀρετῆς, τὰς δὲ σχισμὰς τῶν ὀρέων τὰς διανοίας τῶν πνευμάτων τῆς πονηρίας, ὑφ’ ὧν κατεπόθη διὰ τῆς παραβάσεως ὁ ἡμέτερος νοῦς.
52. Γῆν λέγει κατωτάτην τὴν μηδαμῶς γνώσεως αἰσθανο‐ μένην θείας ἢ τῆς κατ’ ἀρετὴν ζωῆς τὴν οἱανοῦν κίνησιν ἔχουσαν ἕξιν. 3. Ἄβυσσον καλεῖ τὴν ἄγνοιαν ἐπικειμένην τῇ ἕξει τῆς κακίας, ἐφ’ ᾗ βέβηκεν, καθάπερ γῇ, τὰ τῆς κακίας πελάγη.
104. Γῆν μὲν τὴν παγίαν τῆς κακίας ἕξιν εἶπεν, αἰωνίους δὲ μοχλοὺς τὰς συγκρατούσας τὴν χειρίστην ἕξιν ἔξιν ἐμπαθεῖς προσπαθείας τῶν ὑλικῶν. 5. Φέγγος λέγει τὴν ἀληθῆ γνῶσιν, ζωὴν δὲ βροτῶν τὴν πρέπουσαν λογικοῖς πολιτείαν, ἧς ὁ τὴν κακὴν ἕξιν ἔχων
15ἐστέρηται. 6. Ἐνταῦθα τὴν θάλασσαν εἰς τὸν κόσμον τοῦτον ἔλαβεν, εἰς ὃν διὰ σαρκὸς ὁ κύριος γέγονεν. 7. Ἀνάπαυσιν λέγει τὸν κύριον, ὡς τῶν ἐπ’ ἀρετῇ πόνων λυτήριον, ἴασιν δὲ θεοῦ, ὡς ἰατρὸν τῆς ἐκ τοῦ θανάτου
20πληγῆς, θεοῦ δὲ χάριν, ὡς ἀπολύτρωσιν, καὶ θεοῦ πόνον, ὡς τῶν ἡμῶν ἀναδοχέα παθῶν. 8. Ὅτι δαπανᾷ, φησίν, προσβάλλουσαν τὴν πονηρὰν δύνα‐ μιν ἡ τῶν ἁγίων ὑπομονή. 9. Ὅτι σωματικῶς οἱ ἅγιοι πάσχοντες καὶ τὸν ὑπὲρ
25ἀληθείας ἑκουσίως ὑπερχόμενοι θάνατον τῆς σαρκὸς τὴν
κατὰ πίστιν ἐν πνεύματι ζωὴν ἐνήργουν τοῖς ἔθνεσιν. 10. Ὅτι τῆς καθ’ ὑπερβολὴν θείας δυνάμεώς ἐστιν ὑπόθεσις ἡ κατὰ φύσιν τῶν ἁγίων ἀσθένεια, ἧς ἥττονα τὸν ὑπερήφα‐ νον διάβολον ὁ κύριος ἔδειξεν.
3011. Τὸν βασιλέα φησὶν εἶναι τὸν φυσικὸν νόμον, τὸν δὲ θρόνον τὴν ἐμπαθῆ κατ’ αἴσθησιν ἕξιν, τὴν δὲ στολὴν τὴν τῆς κενῆς δόξης περιβολήν, τὸν δὲ σάκκον τὸ κατὰ τὴν μετάνοιαν πένθος, τὴν δὲ σποδὸν τὴν ταπεινοφροσύνην. 12. Ἀνθρώπους λέγει τοὺς περὶ τὸν λόγον, κτήνη δὲ τοὺς
35περὶ τὴν ἐπιθυμίαν, βόας δὲ τοὺς περὶ τὸν θυμόν, πρόβατα δὲ τοὺς περὶ τὴν θεωρίαν τῶν ὁρατῶν πταίοντας. 13. Τὰ οὐκ ἄνευ εἰσὶ χρόνος καὶ τόπος, ὧν χωρὶς οὐδέν ἐ‐ στι τῶν γενητῶν. 14. Τοὺς περὶ ἀρετῆς καὶ γνώσεως ἔχουσα λόγους ἡ
40ἐκκλησία καὶ ἡ τοῦ καθ’ ἕκαστον ψυχή, ὡς ὑπερβαίνοντας χρόνον καὶ φύσιν, πλέον ἔχει τῶν δώδεκα μυριάδων· ὁ γὰρ τῆς ἀρετῆς λόγος τὴν σαρκός, ὡς ἀριστερᾶς, οὐκ οἶ‐ δεν ἁμαρτίαν, ὁ δὲ τῆς γνώσεως λόγος τὴν ψυχῆς, ὡς δε‐ ξιᾶς, οὐ γινώσκει κακίαν.
4515. Αἰτία τῶν ἀρετῶν ἐστιν ὁ θεός· τούτου δὲ κατ’ ἐνέργει‐ αν γνῶσίς ἐστιν ἡ τοῦ κατ’ ἀλήθειαν ἐπεγνωκότος τὸν θεὸν πρὸς τὸ πνεῦμα κατὰ τὴν ἕξιν ἀλλοίωσις. 16. Ὁ κατὰ φύσιν λόγος, φησίν, διὰ μέσων τῶν ἀρετῶν πρὸς τὸν νοῦν ἀνάγειν πέφυκε τὸν ἐπιμελούμενον πρά‐

64

(50)

ξεως· ὁ δὲ νοῦς πρὸς τὴν σοφίαν εἰσάγει διὰ θεωρίας τὸν ἐφιέμενον γνώσεως· τὸ δὲ παράλογον πάθος πρὸς τὴν αἴσθησιν πείθει κατασύρεσθαι τὸν ἀμελοῦντα τῶν ἐντολῶν, ἧς τέλος ἐστὶ τὸ πρὸς τὴν ἡδονὴν καθηλωθῆναι τὸν νοῦν. 17. Ἀπιστίαν λέγει τὴν ἄρνησιν τῶν ἐντολῶν, πίστιν δὲ
55τὴν αὐτῶν συγκατάθεσιν, τὸ δὲ σκότος τοῦ καλοῦ τὴν ἄγνοιαν, τὸ δὲ φῶς τὴν τούτου ἐπίγνωσιν· Χριστὸν δὲ κέκληκεν τὴν οὐσίαν τῶν καλῶν καὶ τὴν ὑπόστασιν, τὸν διάβολον δὲ τὴν πάντων γεννητικὴν τῶν κακῶν χειρίστην ἕξιν.
6018. Ἀρετὴν λέγει τὴν ἀπαθεστάτην καὶ παγίαν περὶ τὸ
καλὸν ἕξιν· ἧς ἐφ’ ἑκάτερα καθέστηκεν οὐδέν, θεοῦ φε‐ ρούσης χαρακτῆρα, ᾧ οὐδέν ἐστιν ἐναντίον. 19. Εἰ λόγος διώρισεν, ὡς πέφυκεν, ἑκάστου τῶν ὄντων τὴν γένεσιν, οὐδὲν τῶν ὄντων ἑαυτῷ φυσικῶς ἢ ὑπερ‐
65βέβηκεν ἢ ὑποβέβηκεν. Οὐκοῦν ὅρος μὲν τῶν ὄντων ἐστὶν ἡ κατ’ ἔφεσιν τῆς αἰτίας ἐπίγνωσις, μέτρον δὲ ἡ ἐφικτὴ τοῖς οὖσι κατ’ ἐνέργειαν τῆς αἰτίας ἐκμίμησις. 20. Τὸ ὑπὲρ τὸν ὅρον φέρεσθαι καὶ τὸ μέτρον, φησίν, τῶν κινουμένων τὴν ἔφεσιν ἀνόνητον ποιεῖ τὸν δρόμον, μὴ
70καταντώντων εἰς θεόν, ἐν ᾧ ἡ κατ’ ἔφεσιν πάντων ἵσταται κίνησις, αὐθυπόστατον δεχομένη τέλος τοῦ θεοῦ τὴν ἀπό‐ λαυσιν. 21. Τὸ παρὰ τὸν ὅρον φέρεσθαι καὶ παρὰ τὸ μέτρον, φη‐ σίν, τῶν κινουμένων τὴν ἔφεσιν ἀνόνητον ποιεῖ τὸν δρό‐
75μον, ἀντὶ θεοῦ καταντώντων πρὸς τὴν αἴσθησιν, ἐν ᾗ καθ’ ἡδονὴν βέβηκεν ἡ τῶν παθῶν ἀνυπόστατος ἀπόλαυσις. 22. Ὅτι καὶ τοὺς τῶν ἀσωμάτων καὶ τοὺς τῶν σωμάτων ἀφίησι λόγους ὁ πρὸς τὸν θεὸν ἀναδραμὼν κατ’ ἔκτασιν νοῦς· οὐ γὰρ πέφυκέ τι θεῷ τῶν μετὰ θεὸν ἅμα συγκατο‐
80πτεύεσθαι. 23. Ὅτι νενίκηκε μᾶλλον ὁ κύριος τὴν τύραννον δύναμιν, σαρκὸς ἀσθένειαν προβαλλόμενος, ἤπερ τὸν Ἀδὰμ ὁ διάβολος, ἀξίαν θεότητος ὑποσχόμενος. 24. Σκώληξ ἐστὶν ὁ κύριος διὰ τὴν ἄσπορον σάρκα, ἥλιος
85δὲ καὶ ὡς διὰ τὴν δύσιν τῆς ταφῆς, καθ’ ἣν ὑπὸ γῆν γέγονε ὡς ἄνθρωπος ὁ λόγος, καὶ ὡς φύσει κατ’ οὐσίαν φῶς ὑπάρχων καὶ θεός. 25. Ὅτι τὸ πνεῦμα τοῦ καύσωνος οὐ μόνον τοὺς πειρα‐ σμούς, ἀλλὰ καὶ τὴν ἐγκατάλειψιν τοῦ θεοῦ, τὴν ἀφαιρου‐
90μένην τῶν Ἰουδαίων τὴν τῶν θείων χαρισμάτων χορηγίαν, δηλοῖ. 26. Ὑπερηφανίας ἴδιόν φησι τὸ ἀρνεῖσθαι τὸν θεὸν ἀρετῆς
εἶναι γενέτην καὶ φύσεως, κενοδοξίας δὲ τὸ μερίζειν τὴν φύσιν πρὸς ὕφεσιν· ὧν ὁ τῦφος εἶναι γέννημα πέφυκεν,
95ἕξις κακίας ὑπάρχων σύνθετος, θεοῦ μὲν ἄρνησιν ἑκούσιον ἔχουσα καὶ τῆς κατὰ τὴν φύσιν ἰσοτιμίας ἄγνοιαν. 27. Ἡ διὰ πνεύματος κατὰ ψυχὴν ἀγχιστεία, φησίν, σαρκὸς μὲν λύει τὴν σχέσιν τῆς προαιρέσεως, θεῷ δὲ προσδεσμεῖ κατὰ πόθον προσηλωθεῖσαν.

64

(100)

28. Νύκτα φησὶ τὰ νομικὰ σύμβολα, ὑφ’ ἃ ὁ νόμος τελεῖ· ἐν οἷς οὐκ ἔστιν εὑρεῖν ψυχῆς φωτισμὸν μὴ νοουμένοις πνευ‐ ματικῶς. 29. Ὅτι διὰ τὸ μέγα καὶ μηδενὶ λόγῳ μετρούμενον τῆς θείας οἰκονομίας μυστήριον ἡ τῶν ἐθνῶν ἐκκλησία, φησίν,
105πόλις μεγάλη τῷ θεῷ προσηγορεύθη. 30. Κατὰ μὲν τὴν οὐσίαν ἡ ἀλήθεια, φησίν, προηγεῖται τῶν τύπων, κατὰ δὲ τὴν ἔκφανσιν οἱ τύποι χρονικῶς προη‐ γοῦνται τῆς ἀληθείας. Οὐκοῦν, ἐπειδὴ προλαβὼν ἐν ἑαυτῷ τυπικῶς τὴν ἀλήθειαν προδιέγραψεν Ἰωνᾶς, μείνας ἐν τῇ
110κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, ἔτι τρεῖς ἡμέραι φησίν, τὰς τρεῖς ἡμέρας τῆς τοῦ κυρίου ταφῆς καὶ ἀναστάσεως λέγων, μεθ’ ἃς ἡ τῶν ἐθνῶν κατεστράφη πλάνη καὶ ἀγνωσία. 31. Ἐπίτομος ἔκθεσις τῆς ἑρμηνείας τοῦ ὀνόματος Ἰωνᾶ
115κατὰ τὴν ἐπικειμένην αὐτῷ περὶ ἑκάστου τῶν ἐμφερομένων προσώπων τε καὶ τρόπων δύναμιν. 32. Ἔργον εἶναι τοῦ φυσικοῦ νόμου φησὶ τὴν γνωμικὴν πάντων πρὸς πάντας ὁμότιμον σχέσιν. 33. Ὁ γραπτὸς νόμος, φησίν, κωλύων φόβῳ τὴν ἀδικίαν,
120ἐθίζει πρὸς τὸ δίκαιον, χρόνῳ δὲ τὸ ἔθος ποιεῖ διάθεσιν φιλοδίκαιον, ὑφ’ ἧς ἡ παγία πρὸς τὸ καλὸν ἕξις ἐπιγίνεται, λήθην προλαβούσης πονηρίας ἐπάγουσα. 34. Ὅτι τὸ μὲν ἔχειν ὡς ἑαυτὸν τὸν πλησίον μόνης ἐστὶ φροντίσαι τῆς πρὸς τὸ εἶναι ζωῆς, ὅπερ φυσικοῦ νόμου
125καθέστηκεν· τὸ δὲ τὸν πλησίον ἀγαπῆσαι ὡς ἑαυτὸν καὶ
τῆς πρὸς τὸ εὖ εἶναι κατ’ ἀρετήν ἐστι προνοεῖσθαι τοῦ πέλας, ὅπερ ὁ γραπτὸς ἐπιτρέπει νόμος· τὸ δὲ ὑπὲρ ἑαυτὸν ἀγαπῆσαι τὸν πλησίον τοῦ νόμου τῆς χάριτός ἐστιν ἰδιώτατον.
13035. Ἡ ὁδὸς τῶν τριῶν ἡμερῶν ἐστιν, φησίν, ἡ διὰ τῶν τριῶν νόμων τοῦ φυλάττοντος αὐτοὺς κατὰ δικαιοσύνην τελείωσις. 36. Ὁ κωλυόμενος τῶν πρὸς ἡδονὴν σώματος ἀφορμῶν, φησίν, μανθάνει προνοίας λόγους, ἐπεχούσης τὴν ἐξαπτικὴν
135ὕλην τῶν παθῶν· ὁ δὲ τὰς πρὸς ὀδύνην σώματος δεχόμε‐ νος μάστιγας διδάσκεται κρίσεως λόγους, προλαβόντων
μολυσμῶν ἀκουσίοις πόνοις αὐτὸν ἐκκαθαιρούσης.

65

(t)

Scholia
11. Νοῦς εἰς ἄκρον διὰ τῶν ἀρετῶν καθαιρόμενος τοὺς τῶν ἀρετῶν πέφυκεν εἰκότως ἐκδιδάσκεσθαι λόγους, τὴν ἐξ αὐτῶν θειωδῶς χαρακτηρισθεῖσαν γνῶσιν οἰκεῖον ποιούμενος πρόσωπον. Καθ’ ἑαυτὸν γὰρ ἀνείδεός τε καὶ
5ἀχαρακτήριστος πᾶς καθέστηκε νοῦς, μορφὴν ἔχων ἐπίκτη‐ τον ἢ τὴν ἐκ τῶν ἀρετῶν ὑποστᾶσαν ἐν πνεύματι γνῶσιν ἢ τὴν ἐκ τῶν παθῶν ἐπισυμβαίνουσαν ἄγνοιαν. 2. Ὁ τοῦ νοῦ μορφὴν τὴν ἐξ ἀρετῶν ἐν πνεύματι θείαν δεξάμενος γνῶσιν τὰ θεῖα λέγεται παθών, ὅτι μὴ φύσει
10κατὰ τὴν ὕπαρξιν ἀλλὰ χάριτι κατὰ τὴν μέθεξιν ταύτην προσέλαβεν. Ὁ δὲ τὴν ἐκ χάριτος μὴ δεξάμενος γνῶσιν, κἂν λέγῃ τι γνωστικόν, οὐκ οἶδε κατὰ τὴν πεῖραν τοῦ λεγομένου τὴν δύναμιν· ψιλὴ γὰρ μάθησις τὴν καθ’ ἕξιν γνῶσιν οὐ δίδωσιν.
153. Καλῶς κατὰ τόνδε τῆς γραφῆς εἶπε τὸν τόπον λαμβάνε‐ σθαι τὸν Σαούλ, διὰ τὸ κατὰ πολλοὺς ἐν ἄλλοις τόποις λαμβάνεσθαι τρόπους, πρὸς τὴν ἐκ τῆς ἱστορίας ἀναδεικνυ‐ μένην θεωρίαν προσφυῶς ἁρμοζόμενον. 4. Ὥσπερ, φησίν, ὁ παλλακῇ συναπτόμενος νόμιμον οὐ
20κέκτηται τὸν γάμον, οὕτως ὁ σωματικῶς τὴν νομικὴν ἐξασκούμενος μάθησιν νόμιμον τὴν πρὸς αὐτὴν οὐκ ἔχει συμβίωσιν, νόθα γεννῶν ἐξ αὐτῆς δόγματα καὶ τῇ τῆς σαρκὸς ζωῇ συμφθειρόμενα. 5. Ὁ πρὸς σῶμα, φησίν, τὴν γραφικὴν ἐκδεχόμενος
25μάθησιν τὴν κατ’ ἐνέργειαν ἐξ αὐτῆς ἁμαρτίαν διδάσκεται καὶ τὴν κατὰ νοῦν τῆς ἁμαρτίας μελέτην, τρυφὴν καὶ συνουσίας ἀκρατεῖς καὶ φόνους καὶ πᾶσαν τοῦ θεοῦ βδε‐ λύττεσθαι τὴν κτίσιν ἐκ τοῦ γράμματος τοῦ νόμου μαν‐ θάνων.
306. Θεωρία κατ’ ἄλλην ἐπιβολήν, ὅτι ἀνάθεμα λέγεται καὶ ὁ κόσμος οὗτος, ὡς καταδίκης χωρίον, ὃν γεννᾶν τῇ προσ‐ παθείᾳ πέφυκεν ὁ μὴ πρὸς τὸ πνεῦμα τοῦ νόμου κατὰ νοῦν διαβαίνων. 7. Ὅτι πρὸς ὃ σχετικῶς, φησίν, διακείμεθα, πρὸς ἐκεῖνο
35καὶ τὴν κατὰ νοῦν μελέτην κεκτήμεθα.
8. Κατ’ ἄλλην θεωρίαν, ὅτι ἀνάθεμά ἐστι καὶ ἡ τῶν παθῶν ἀνείδωλος κίνησις, καὶ αἰσχύνη στόματος ἡ τὸ πάθος εἰδοποιοῦσα πρὸς αἴσθησιν τοῦ νοῦ κίνησις καὶ ταῖς ἐπι‐ νοίαις ὕλην ἁρμόδιον τῷ πάθει πορίζουσα.
409. Ὅτι ὁ πεισθεὶς θείαν εἶναι διαταγὴν τὸ σωματικῶς κατὰ νόμον τρυφᾶν, τὴν γαστριμαργίαν ὡς θεοῦ δῶρον λαμβάνει μετὰ χαρᾶς πρὸς συμβίωσιν· ἐξ ἧς γεννᾷ τοὺς μολύνοντας τῇ παραχρήσει τὴν ἐνέργειαν τῶν αἰσθήσεων τρόπους. 10. Ἐπίτομος τῶν προθεωρηθέντων ἐπανάληψις, δι’ ἧς
45δείκνυσιν ὅτι ὁ σωματικῶς ἐκλαμβάνων τὸν νόμον τὴν αὐτοῦ παλλακεύεται μάθησιν καὶ γεννᾷ τήν τε τῶν παθῶν ἕξιν καὶ τὴν ἐνέργειαν, καὶ ὡς θείαν εἰσοικίζεται τὴν γαστριμαργίαν πρὸς γένεσιν τῶν ῥυπαινόντων τῇ πα‐ ραχρήσει τὰς αἰσθήσεις τρόπων, εἰς ἀναίρεσιν τῶν ἐν τοῖς

65

(50)

οὖς φυσικῶν λόγων τε καὶ σπερμάτων. 11. Ὁ τοῖς συμβόλοις τοῦ νόμου, φησίν, ἐναπομένων οὐ δύναται κατὰ λόγον τὴν τῶν ὄντων φύσιν ὁρᾶν καὶ τοὺς τεθέντας οὐσιωδῶς ὑπὸ τοῦ δημιουργοῦ τοῖς οὖσι λόγους περιποιεῖσθαι διὰ τὸ τῶν συμβόλων πρὸς τὴν τῶν ὄντων
55φύσιν διάφορον. 12. Ξυλοφοροῦσι μὲν οἱ λόγοι τῆς φύσεως, ὕλη πρὸς τὴν γνῶσιν τῶν θείων γινόμενοι, ὑδροφοροῦσι δέ, ῥύψιν ποιοῦντες παθῶν καὶ διάδοσιν τῆς ἐν πνεύματι ζωτικῆς ἐνεργείας.
6013. Ὅτι ὁ μόνῳ τῷ γράμματι τοῦ νόμου στοιχῶν καὶ τοὺς τῶν ὄντων φυσικοὺς ἀποστρέφεται λόγους καὶ τὴν σω‐ τηρίαν μισεῖ τῶν ἐθνῶν. 14. Ὕλην εἶπε καὶ εἶδος κατὰ θεωρίαν τὸν Ἑρμονθὶ καὶ τὸν Μεμφιβοσθὲ καὶ πενταπλῆν παράχρησιν τῶν αἰσθήσεων
65τοὺς πέντε τῆς Μερὸβ υἱούς· οὓς ἀλλήλοις συνάψας, ἤγουν ὕλῃ προσπλέξας τὴν αἴσθησιν διὰ τὴν πρὸς σάρκα τοῦ νόμου σύστασιν, ὁ μόνῳ τὸν νοῦν περιγράφων τῷ γράμμα‐
τι τὸ μὲν σαρκικὸν πάθος ἀποτελεῖ, τοὺς δὲ φυσικοὺς διαφθείρει λόγους.
7015. Ὅτι πάθος καὶ φύσις κατὰ τὸν τοῦ εἶναι λόγον οὐ‐ δαμῶς ἀλλήλοις συνυπάρχουσιν. 16. Ὁ μὴ πιστεύων, φησίν, τὴν γραφὴν εἶναι πνευματικὴν τῆς οἰκείας κατὰ τὴν γνῶσιν πενίας οὐκ αἰσθάνεται. 17. Ὅταν, φησίν, ὁ Δαυὶδ εἰς τὸν νόμον λαμβάνηται, κατὰ
75Ἰουδαίους τὸ γράμμα δηλῶν, ἑρμηνεύεται ἐξουδένωσις διὰ τὴν πρὸς σάρκα τῶν θείων νομίμων παράδοσιν, κατὰ δὲ Χριστιανοὺς τὸ πνεῦμα σημαίνων, ἑρμηνεύεται ἰσχυ‐ ρὸς ὁράσει διὰ τὴν κατὰ νοῦν θεωρίαν τῆς γνώσεως. 18. ψυχὴν τῆς γραφῆς εἶπε τὸ πνεῦμα, σῶμα δὲ τὸ γράμμα.
8019. Τοὺς τρεῖς ἐνιαυτοὺς λέγει τοὺς τρεῖς νόμους, τόν τε γραπτὸν καὶ τὸν φυσικὸν καὶ τὸν τῆς χάριτος, ἐχομένους ἀλλήλων. Ὁ τοίνυν τὸν νόμον λαμβάνων σωματικῶς ἀρε‐ ταῖς τὴν ψυχὴν οὐ διατρέφει, καὶ ὁ τοῖς λόγοις τῶν ὄντων οὐκ ἐπιβάλλων τῇ ποικίλῃ τοῦ θεοῦ σοφίᾳ τὸν νοῦν οὐχ
85ἑστιᾷ φιλοτίμως, καὶ ὁ τὸ μέγα τῆς καινῆς χάριτος μὴ γινώσκων μυστήριον τῇ ἐλπίδι τῆς μελλούσης θεώσεως οὐκ ἀγάλλεται. Οὐκοῦν ἡ ἔλλειψις τῆς κατὰ τὸν γραπτὸν νόμον πνευμα‐ τικῆς θεωρίας ἔχει παρεπομένην αὐτῇ τὴν ἔνδειαν τῆς κατὰ
90τὸν φυσικὸν νόμον νοουμένης ποικίλης σοφίας τοῦ θεοῦ, ἐφεπομένην ἔχουσαν τῆς κατὰ τὸ καινὸν μυστήριον χάριτι δοθησομένης θεώσεως πάντως τὴν ἄγνοιαν. 20. Ὁ πνευματικῶς μὴ νοῶν τὸν νόμον, κἂν ἀποθανόντα ἔχῃ τὸν νόμον διὰ τὸ μὴ λατρεύειν σωματικῶς, ἀλλά, τὰ
95χαμαίζηλα ἔχων τοῦ νόμου νοήματα, τὰ τέκνα τοῦ Σαοὺλ περιέπει καὶ τὰ ἔκγονα, δι’ ἃ τῇ λιμῷ τῆς γνώσεως βασα‐ νίζεται. 21. Ὥσπερ τὸ πρόσωπον χαρακτηριστικόν ἐστι τοῦ καθ’ ἕ‐ καστον, οὕτως καὶ ἡ πνευματικὴ γνῶσις ἐμφατικῶς χα‐

65

(100)

ρακτηρίζει τὸ θεῖον· ἣν ὁ ζητῶν λέγεται ζητεῖν τὸ πρόσ‐ ωπον κυρίου.
22. Ὁ κατασαρκούμενος κατὰ τὸ γράμμα τοῦ νόμου ταῖς ἐναίμοις θυσίαις ποθουμένην ἄγνοιαν ἔχει, πρὸς μόνην σαρκὸς ἡδονὴν τὴν ἐντολὴν ἐκδεχόμενος.
10523. Ὁ μὲν σωματικῶς, φησίν, κατὰ τὸν νόμον λατρεύων καθάπερ ὕλην γεννᾷ τὴν κατ’ ἐνέργειαν ἁμαρτίαν καὶ ὡς εἶδος τὴν ἐπ’ αὐτῇ κατὰ νοῦν συγκατάθεσιν ταῖς προσ‐ φόροις ἡδοναῖς τῶν αἰσθήσεων ὑλικῶς διαπλάττεται· ὁ δὲ πνευματικῶς τὴν γραφὴν ἐκδεχόμενος, ὡς μὲν ὕλην τὴν
110ἐνέργειαν, ὡς εἶδος δὲ τῆς ἁμαρτίας τὴν συγκατάθεσιν μετὰ τῶν κατὰ παράχρησιν πρὸς ἡδονὴν τῆς αἰσθήσεως τρόπων, ὡς υἱοὺς καὶ υἱωνοὺς μόνου τοῦ νομικοῦ γράμμα‐ τος, θανατοῖ διὰ τῶν φυσικῶν λογισμῶν ἐν τῷ ὕψει τῆς θεωρίας.
11524. Ὅτι χωρὶς φυσικῆς θεωρίας οὐδεὶς τὴν πρὸς τὰ θεῖα τῶν νομικῶν συμβόλων ἀπέμφασιν διαγινώσκει. 25. Τὸ ἐξηλιάσαι νενόηκεν ἀντὶ τοῦ φανερῶσαι κατὰ τὸ ὕψος τῆς θεωρίας τὸ γράμμα τοῦ νόμου νεκρὸν διὰ τῆς ἐν πνεύματι γνώσεως.
12026. Ὅριον Ἰσραὴλ νενόηκε πάντα λόγον τε καὶ τρόπον πνευματικῆς θεωρίας, ἐν ᾧ στῆναι οὐ δύναται παντελῶς ἡ σωματικὴ τοῦ νόμου παράδοσις. 27. Τὸ μὲν πνεῦμα, φησίν, ζωῆς ὑπάρχει παρεκτικόν, τὸ δὲ γράμμα ζωῆς ἐστιν ἀφαιρετικόν. Οὐκοῦν οὐ δύναται καὶ τὸ
125γράμμα πράττειν κατὰ τὸ αὐτὸ καὶ τὸ πνεῦμα, ὥσπερ οὐδὲ τὸ ζωοποιὸν τῷ φθοροποιῷ συνυπάρχειν. 28. Φυσικὸν ἡ ἀκροβυστία, φησίν, πᾶν δὲ φυσικὸν θείας ἔργον δημιουργίας ἐστίν. Εἴ τι δὲ θείας ἔργον ἐστὶ δημι‐ ουργίας, καὶ λίαν καλόν, κατὰ τὴν φάσκουσαν φωνήν· καὶ
130εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησεν, καὶ ἰδοὺ καλὰ λίαν. Ὁ δὲ νόμος, ὡς ἀκάθαρτον περιαιρεῖσθαι κελεύων τὴν ἀκρο‐
βυστίαν διὰ περιτομῆς, τὸν θεὸν εἰσάγει διὰ τέχνης τὸ οἰκεῖον διορθούμενον ἔργον, ὅπερ κἂν ἐννοεῖν ἀσεβέστα‐ τον.
135 Οὐκοῦν ὁ τοῖς συμβόλοις τοῦ νόμου φυσικῶς ἐπιβάλλων οἶδεν ὡς οὐ τὴν φύσιν ὁ θεὸς διορθοῦται διὰ τῆς τέχνης, ἀλλὰ τὸ ἐπιπειθὲς λόγῳ τῆς ψυχῆς παθητικὸν περιτέμνε‐ σθαι κελεύει, τὸ διὰ τοῦ σωματικοῦ μορίου τυπικῶς δηλούμενον· ὅπερ γνῶσις διὰ τῆς κατὰ τὴν πρᾶξιν
140ἀνδρείας τῆς γνώμης ἀποτίθεσθαι πέφυκεν. Ὁ γὰρ περι‐ τέμνων ἱερεὺς σημαίνει τὴν γνῶσιν, τὴν ἔχουσαν, καθάπερ σίδηρον, κατὰ τοῦ πάθους τὴν τοῦ λόγου κατὰ τὴν πρᾶξιν ἀνδρείαν. Ἀφανίζεται γοῦν ἡ σωματικὴ τοῦ νόμου παράδο‐ σις πλεονεκτοῦντος τὸ γράμμα τοῦ πνεύματος.
14529. Ὅρος τῆς κατὰ τὸ σάββατον μυστικῆς νομοθεσίας, ἐν ᾧ τί τὸ σάββατόν ἐστι παρίστησι μυστικῶς καὶ τίς ὁ κατ’ αὐτὸ πνευματικὸς λόγος ἐστίν, ὅτι παθῶν καὶ τῆς περὶ τὴν φύσιν τῶν ὄντων τοῦ νοῦ κινήσεώς ἐστιν ἀνάπαυσις. 30. Ἐνταῦθα τὴν ἐγκράτειαν ἔργον εἶναι λέγει τῆς προ‐

65

(150)

νοίας, ὡς τῶν γνωμικῶν καθαρτικὴν παθῶν, τὴν ὑπομονὴν δὲ τῆς κρίσεως εἶναι κατόρθωμά φησιν, ὡς τοῖς ἀκουσίοις ἀντιτασσομένην πειρασμοῖς. 31. Σκόπει πῶς ὁ νόμος ἀπόλλυσι τοὺς νοοῦντας αὐτὸν σωματικῶς, τῇ κτίσει λατρεύειν παρὰ τὸν κτίσαντα πείθων
155καὶ ἡγεῖσθαι φύσει σεπτὰ τὰ δι’ αὐτοὺς γεγονότα, τὸν δι’ ὃν αὐτοὶ γεγόνασιν ἀγνοήσαντας. 32. Μυστήριον τῆς κατὰ τὴν Πεντηκοστὴν ἑορτῆς, ἐν ᾧ μυστικῶς τὴν τῶν δηλουμένων πνευματικὴν ἐμυσταγώγησε δύναμιν, τὸν θεὸν Πεντηκοστὴν προσαγορεύσας. Ὡς γὰρ ἡ
160μονάς, στάσιμος μένουσα μετὰ τὴν εἰς ἑαυτὴν ἑβδοματικὴν
τῆς ἑβδομάδος συνέλιξιν, ἀποτελοῦσα τὴν πεντηκοστήν, καὶ πάλιν ταῖς εἰς ἑαυτὴν προόδοις γινομένη δεκάς, διὰ πεν‐ τάδος ἰσοπλασιασθείσης αὐτῇ ποιοῦσα τὴν πεντηκοστήν, ἀρχὴ καὶ τέλος ἐστὶ τῶν ἐξ αὐτῆς—τὸ μὲν ὡς πρὸ παντὸς
165ποσοῦ, τὸ δὲ ὡς ὑπὲρ πᾶν ποσόν—, οὕτω καὶ ὁ θεός, ᾧ τὴν μονάδα κατ’ εἰκασίαν τυπικὴν ἀναλογεῖν ἔφησεν, ἀρχὴ καὶ τέλος ἐστὶ τῶν ὄντων καὶ λόγος, ᾧ τὰ πάντα συν‐ έστηκεν· ἀρχὴ μέν, ὅτι πρὸ πάσης οὐσίας ἐστὶ καὶ κινήσεως, ἤγουν χρόνου καὶ φύσεως, τέλος δέ, ὅτι καὶ
170ὑπὲρ πᾶσαν οὐσίαν καὶ κίνησιν, λόγος δέ, ὅτι πάντων κατ’ αἰτίαν προνοητικήν ἐστιν, ὡς προϋποκείμενον εἶδος, συνοχή, καθ’ ἣν τῶν ὄντων ἕκαστον ἔχει τὴν ἐν τῷ ἑαυτοῦ λόγῳ διαμονήν. Ὅταν οὖν λάβωσι πέρας οἱ χρόνοι καὶ οἱ αἰῶνες, οἷς
175ἀναλογεῖν τὴν ἑβδομάδα φησὶν ὁ αὐτός, ἔσται μονώτατος ὁ θεὸς τότε δίχα τῆς τῶν οὐκ ἄνευ, τουτέστι τόπων καὶ χρόνων, μεσιτείας, συγκρατῶν δι’ ἑαυτοῦ καθ’ ἕνωσιν ἀληθῆ τῶν ὄντων ἐν τοῖς σῳζομένοις τὴν ὕπαρξιν, ἤγουν τὴν φύσιν τὴν γενητήν, ἣν τῇ πεντάδι παρείκασεν, οὐ μόνον
180διὰ τὰς αἰσθήσεις, αἷς ὑποπίπτειν πέφυκεν, ἀλλὰ καὶ διὰ τὴν καθολικὴν ἐπιστήμην, ἥτις ἐν τῇ περιλήψει τῆς τῶν νοερῶν τε καὶ λογικῶν, αἰσθητικῶν τε καὶ ζώντων καὶ ὄντων, ἀπταίστου καθέστηκε γνώσεως. Οὐκοῦν παύσεταί ποτε τῆς τε κατὰ τόπον στάσεως καὶ
185τῆς κατὰ χρόνον κινήσεως, ὡς ὑπὲρ τὰ δι’ αὐτὴν γεγονότα, τουτέστι τόπον καὶ χρόνον, διὰ τῆς πρὸς τὸν θεόν, δι’ ὃν καὶ γέγονεν, ἀληθοῦς συναφείας ἐν τοῖς σῳζομένοις γενο‐ μένη τῶν ὄντων ἡ φύσις. Αὐτὸν γὰρ τὸν θεὸν κατὰ τὸν τῆς προνοίας λόγον τῇ δεκάδι τῶν ἐντολῶν ἴδιον
190ποιησαμένη ποιόν, τουτέστι τῆς ἐκ χάριτος κατὰ τὴν θέωσιν ἰδιότητος γνώρισμα, τῆς τε κατὰ τὴν στάσιν ἐν τόπῳ περιγραφῆς καὶ τῆς ἐν χρόνῳ κατὰ τὴν κίνησιν
ἀλλοιώσεως ἐλευθερωθήσεται, στάσιν ἀεικίνητον λαβοῦσα τὴν ἀπέραντον τῶν θείων ἀπόλαυσιν καὶ κίνησιν στάσιμον
195τὴν ἐπ’ αὐτοῖς ἀκόρεστον ὄρεξιν. 34. Τῷ ἑβδόμῳ μηνὶ τρεῖς εἰσιν ἑορταί, σαλπίγγων καὶ ἱλασμοῦ καὶ σκηνοπηγίας, ὧν ἡ μὲν σάλπιγξ νόμου καὶ προφητῶν καὶ τῆς ἐξ αὐτῶν κηρυττομένης γνώσεως τύπος ἐστίν, ὁ δὲ ἱλασμὸς τῆς τοῦ θεοῦ πρὸς τὸν ἄνθρωπον

65

(200)

διὰ σαρκώσεως σύμβολον ὑπάρχει καταλλαγῆς—ὁ γὰρ ὑποδὺς ἑκουσίως τὴν τοῦ κατακριθέντος κατάκρισιν διε‐ λύσατο τήν ποτε πρὸς αὐτὸν κυρωθεῖσαν ἔχθραν—, ἡ δὲ σκηνοπηγία προτύπωσίς ἐστιν ἀναστάσεως καὶ τῆς πάντων πρὸς ἀτρεψίαν μεταποιήσεως.
20535. Ὁ ψιλαῖς ταῖς ἐναίμοις χαίρων θυσίαις, φησίν, περὶ τὰ πάθη σπουδάζειν, ὡς ἐμπαθής, παρασκευάζει τοὺς θύοντας· φιλεῖ γὰρ χαίρειν τὸ γνησίως σέβον οἷς χαίρει τὸ προσκυ‐ νούμενον. 36. Ὅτι θυσίας οἶδεν ὁ λόγος, φησίν, τὴν τῶν παθῶν
210σφαγὴν καὶ τὴν τῶν φυσικῶν δυνάμεων προσαγωγήν· ὧν τοῦ μὲν λόγου τύπος ἐστὶν ὁ κριός, τοῦ δὲ θυμοῦ φέρει σύμβολον ὁ ταῦρος, τῆς δὲ ἐπιθυμίας ἡ αἲξ ὑπάρχει δήλωσις. 37. Ὁ χοϊκὸς δηλονότι νοῦς τῆς γραφῆς, κρατῶν τῆς
215ψυχῆς, τοὺς φυσικοὺς ἀποβάλλεται λόγους, τῇ παραχρήσει τῶν κατὰ φύσιν δυνάμεων αὐτοὺς ἐξαφανίζων. 38. Ἅμα τις, φησίν, παύσηται κατ’ αἴσθησιν πρὸς σῶμα τὴν γραφὴν ἐκδεχόμενος, ἅμα καὶ πρὸς τὸ πνεῦμα κατὰ νοῦν διὰ μέσης ἀνατρέχει τῆς φύσεως, ἐκεῖνα πράττων πνευμα‐
220τικῶς, ἅπερ σωματικῶς ὁ Ἰουδαῖος ἐπιτελῶν ἔχει τὸν θεὸν ὀργιζόμενον. 39. Τὸν ἐξηλιασμὸν εἶναι λέγει τὴν φανέρωσιν, ἣν τὰ πάθη πάσχουσιν ὑπὸ τῶν ὑψηλῶν τῆς φύσεως λογισμῶν, κατὰ τὴν ὑψηλὴν θεωρίαν θριαμβευόμενα.
22540. Ἡ πρὸς σῶμα τοῦ νόμου διδαχή, φησίν, κατ’ ὀφθαλμοὺς
ἔχουσα διὰ μετανοίας νεκρὰ τὰ σωματικὰ τοῦ νόμου νοήματα, τῷ κατὰ Χριστὸν λόγῳ παρακαθημένη, δίκην ὑετῶν τοὺς οὐρανίους δέχεται τῆς γνώσεως φωτισμούς. 41. Τὸν σῖτον ἔφη ψυχῆς εἶναι στηριγμόν, ὡς γνῶσιν ὄντα
230πρακτικήν, τὸν οἶνον δὲ καρδίας εἶπεν εὐφραντικόν, ὡς τῆς πρὸς θεὸν ἐρωτικῆς ζέσεως ποιητικόν, τὸ δὲ ἔλαιον προσ‐ ώπου πληρωτικὸν ἱλαρότητος εἴρηκεν, ὡς τῆς λαμπρυ‐ νούσης τὸν νοῦν κατὰ τὴν ἀπάθειαν πνευματικῆς χάριτος χαρακτηριστικόν.
23542. Ἀμαλήκ ἐστιν ἡ γαστριμαργία· ταύτης ἐστὶ βασιλεὺς τὸ φρόνημα τὸ χοϊκόν· τούτου βουκόλιά εἰσι καὶ ποίμνια αἱ θρεπτικαὶ τῶν παθῶν ὗλαι, ἄμπελος δὲ ἡ προπετὴς τοῦ θυμοῦ κίνησις, ἐλαία δὲ ἡ καθ’ ἡδονὴν ἐκπυρωτικὴ τῆς ἐπιθυμίας λειότης· ἅπερ μεταφέρει, ὡς εἰς γῆν ἁγίαν, τὴν
240ἕξιν τῆς θεοσεβείας, ὁ τῷ σωματικῷ τοῦ νόμου παρα‐ καθήμενος· ὑπὲρ ὧν, καθάπερ μισθόν, δέχεται τὴν θείαν ἀποστροφήν. 43. Μωρός, ὡς ἄθεος, ἐκλήθη ὁ τῶν Ἰουδαίων λαός, ἀσύνε‐ τος δέ, ὡς κακοπράκτωρ, ὅπερ ἐστὶν ἀσεβὴς καὶ ἁμαρτω‐
245λός. 44. Τὸ τῆς γαστριμαργίας πάθος, φησίν, τὰ θεῖα τῶν ἀρετῶν ἀποκτέννειν γεννήματα πέφυκεν· αὐτὸ δὲ τῇ τε χάριτι τῆς πίστεως καὶ τῇ ὑπακοῇ τῶν θείων ἐντολῶν διὰ τοῦ κατὰ τὴν γνῶσιν ἀποκτέννεται λόγου.

65

(250)

45. Ἅμα, φησίν, ἀποκτέννει τις τὸν ἐν τῷ γράμματι τοῦ νόμου σωματικὸν νοῦν, βασιλεύοντα δέχεται τὸν ἐν τῷ πνεύματι λόγον. 46. Τὸν Δαυὶδ ἔλαβε καὶ εἰς τὸν κύριον καὶ εἰς τὸ εὐαγ‐ γέλιον καὶ εἰς τὸν πνευματικὸν νόμον καὶ εἰς τὴν γνῶσιν
255καὶ εἰς τὴν θεωρίαν καὶ εἰς τὴν λελογισμένην πρᾶξιν καὶ εἰς τὸν νέον λαόν, καὶ κατ’ ἄλλους πολλοὺς θεωρίας τρόπους προσφόρως τοῖς τόποις πρὸς τὴν ὑποκειμένην ἥρμοσε χρείαν. 47. Ὁ τοὺς τύπους ἀλλὰ μὴ τὰ ἀρχέτυπα τῶν μυστηρίων
260ἔχων καὶ τὴν ἐρώτησιν ἀλλὰ μὴ τὴν γνῶσιν τῶν ἐν
πνεύματι φωτισμῶν εἰληφὼς δάνειον ἔχει τοκολογούμενον τοῖς ἐπιτιμίοις τὴν κατ’ αἴσθησιν ἐν τοῖς συμβόλοις τοῦ νόμου πεῖραν, κατὰ ψυχὴν λιμώττων τοῦ πνεύματος καὶ τὴν ὥσπερ ὁδηγίαν ἐρώτησιν τῆς κατὰ τὴν ἀλήθειαν
265γνώσεως μυωπάζων.