TLG 5045 001 :: ANONYMI IN APHTHONIUM :: Prolegomena in progymnasmata ANONYMI IN APHTHONIUM Rhet. Cf. et Joannes ARGYROPULUS Gramm. (4237 001) Prolegomena in progymnasmata Source: Rabe, H. (ed.), Prolegomenon sylloge [Rhetores Graeci 14] Leipzig: Teubner, 1931: 73–80. Citation: Volume — page — (line) | ||
14.73(9t) | ΠΡΟΛΕΓΟΜΕΝΑ | |
10t | ΤΩΝ ΑΦΘΟΝΙΟΥ ΠΡΟΓΥΜΝΑΣΜΑΤΩΝ | |
---|---|---|
11 | Ζητητέον καὶ ἐπὶ τῆς ῥητορικῆς τὰ ὀκτὼ κεφάλαια, εἰσὶ δὲ ταῦτα· ὁ σκοπός, τὸ χρήσιμον, τὸ γνήσιον, ἡ τάξις, ἡ αἰτία τῆς ἐπιγραφῆς, ἡ εἰς τὰ μόρια διαίρεσις, ὁ διδασκα‐ λικὸς τρόπος, καὶ ἀντὶ τῆς ὑπὸ τί μέρος ἀναφορᾶς, ἥτις ἐν | |
15 | τοῖς κατὰ φιλοσοφίαν ὡς ἐπὶ τὸ πολὺ εἴωθε ζητεῖσθαι συγγράμμασι, διὰ τί προτετίμηται τῶν ἄλλων ὁ Ἀφθόνιος τῶν περὶ ῥητορικῶν προγυμνασμάτων διαλαβόντων. Ἀποροῦμεν ὅτι πῶς ιδʹ ὄντων τῶν προγυμνασμάτων ἕνα | |
σκοπὸν οἴονται ἀποδοθῆναι ἁπάντων. καὶ λέγομεν ὅτι, | 73 | |
14.74 | ὥσπερ εʹ φωνὰς τοῦ Πορφυρίου ἐν τῇ Εἰσαγωγῇ διδά‐ σκοντος σκοπὸν ἕνα τοῦ τοιούτου βιβλίου οἱ ἐξηγούμενοι ἀποδεδώκασι, καὶ ὥσπερ ιγʹ στάσεων διαιρέσεις ἐν τῷ Περὶ στάσεων βιβλίῳ τοῦ Ἑρμογένους διδάσκοντος οἱ | |
5 | τούτου τοῦ βιβλίου ἐξηγηταὶ ἕνα σκοπὸν δεδώκασιν, ὁμοίως καὶ ἐν τῷ Περὶ τῶν εὑρέσεων εἷς καὶ ἐν τῷ Περὶ τῶν ἰδεῶν εἷς, οὕτω καὶ ἐνταῦθα οὐδὲν ἄτοπον, εἰ εἷς σκοπὸς ἀποδίδοται πλειόνων ὄντων τῶν προγυμνασμάτων. Σκοπός ἐστι τῷ Ἀφθονίῳ ἐν τῇ τῶν Προγυμνασμάτων | |
10 | ὑποθέσει προασκῆσαι καὶ προεθίσαι ἡμᾶς εἰς τὰ κατὰ τὴν ῥητορικὴν εἴδη καὶ μέρη, ἔτι δὲ καὶ εἰς τὰ τοῦ πολιτικοῦ λόγου μέρη. Ἡ τοίνυν ῥητορικὴ διαιρεῖται εἰς εἴδη τρία, εἰς τὸ συμβουλευτικόν, εἰς τὸ δικανικὸν καὶ εἰς τὸ πανηγυ‐ ρικόν, ἐπειδὴ καὶ οἱ ἀκροαταὶ ἢ δικασόμενοι συνεληλύ‐ | |
15 | θασιν ἢ συμβουλευσόμενοι ἢ πανηγυρίσοντες. ἄλλως τε δὲ ἔδει τὴν ῥητορικὴν συμ〈προ〉ελθοῦσαν τῇ τοῦ ἀνθρώπου ψυχῇ εἰς ἀναλογοῦντα διαιρεθῆναι τοῖς μέρεσι τῆς ψυχῆς. ἔστι δὲ μέρη τῆς ψυχῆς λογικόν, θυμικόν, ἐπιθυμητικόν. ἀναλογεῖ οὖν τῷ μὲν λογικῷ τὸ συμβουλευτικόν· ὥσπερ | |
20 | γὰρ ὁ λόγος ἐστὶν ἐν ἡμῖν διὰ τὸ κυβερνᾶν ἡμᾶς ἐπὶ τὰ χρηστά, οὕτω καὶ τὸ συμβουλευτικὸν ἀπὸ μὲν τῶν ἀχρή‐ στων ἀποτρέπει ἡμᾶς, εἰς δὲ τὰ χρηστὰ διεγείρει. τῷ δὲ θυμικῷ ἀναλογεῖ τὸ δικανικόν· φασὶ γὰρ εἶναι θυμὸν ζέσιν τοῦ περὶ καρδίαν αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως· ὁμοίως | |
25 | δὲ καὶ τὸ δικανικόν ἐστιν | |
«ἄνδρ’ ἐπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ». | 74 | |
14.75 | τὸ δὲ πανηγυρικὸν ἀναλογεῖ τῇ ἐπιθυμίᾳ· ἡ γὰρ ἐπιθυμία τέλος ἔχει τὸ καλόν. ἕκαστον δὲ τούτων τῶν εἰδῶν πάλιν διαιρεῖται εἰς μέρη δύο· τὸ γὰρ συμβουλευτικὸν εἰς προ‐ τροπὴν καὶ ἀποτροπὴν καὶ τὸ δικανικὸν εἰς κατηγορίαν καὶ | |
5 | ἀπολογίαν καὶ τὸ πανηγυρικὸν εἰς ἐγκώμιον καὶ ψόγον. Τοῦ δὲ πολιτικοῦ λόγου μέρη εἰσὶ δʹ, προοίμια, διηγήσεις, ἀγῶνες, ἐπίλογοι. Προασκοῦσι τοίνυν ἡμᾶς τὰ προγυ‐ μνάσματα εἰς μὲν τὰ τῆς ῥητορικῆς εἴδη καὶ μέρη, καθὸ τῶν προγυμνασμάτων τὰ μὲν τοῦ συμβουλευτικοῦ εἰσιν | |
10 | εἴδους ὡς ὁ μῦθος καὶ ἡ θέσις καὶ ἡ χρεία καὶ ἡ γνώμη, τὰ δὲ τοῦ δικανικοῦ ὡς ἡ ἀνασκευὴ καὶ κατασκευὴ καὶ ὁ κοινὸς τόπος, τὰ δὲ τοῦ πανηγυρικοῦ ὡς τὸ ἐγκώμιον καὶ ὁ ψόγος καὶ ἡ σύγκρισις. Προγυμνάζει δὲ καὶ εἰς τὰ τοῦ πολιτικοῦ λόγου μέρη· ὁ γὰρ μῦθος ταῖς προοιμιακαῖς | |
15 | ἐννοίαις ἡμᾶς ἐγγυμνάζει, τὸ δὲ διήγημα καὶ ἡ ἔκφρασις ταῖς διηγήσεσιν, ἡ δὲ ἀνασκευὴ καὶ κατασκευὴ τοῖς ἀγῶ‐ σιν, ὁ δὲ κοινὸς τόπος ἐπιλόγοις. Χρησιμεύει δὲ ἡμῖν εἰς τὰ κατὰ τὴν ῥητορικὴν εἴδη καὶ μέρη, ἔτι δὲ καὶ εἰς τὰ τοῦ πολιτικοῦ λόγου μέρη. | |
20 | Ὅτι δὲ γνήσιον, ἐκ τῆς τῶν ἁπάντων συμφωνίας κατά‐ δηλον. Τὴν δὲ τάξιν ζητοῦμεν τοῦ παρόντος βιβλίου τὴν πρὸς τὰ ἄλλα τῆς ῥητορικῆς γυμνάσματα· καὶ λέγομεν, ὅτι δικαίως τῶν ἄλλων προτέτακται τοῦτο, εἴ γε καὶ εἰσα‐ | |
25 | γωγή ἐστι πρὸς ἅπασαν τὴν ῥητορικήν, δέον ὂν τὰς εἰσα‐ | |
γωγὰς τῶν πρὸς ἃ εἰσάγουσι προτερεύειν. | 75 | |
14.76 | Πέμπτον ἐστὶ κεφάλαιον ἡ αἰτία τῆς ἐπιγραφῆς· ἐν ᾧ ζητῆσαι ὀφείλομεν, ὁποῖόν τί ἐστι τὸ Ἀφθόνιος ὄνομα, εἶτα τί βούλεται σημαίνειν ἐν τῇ παρούσῃ ἐπιγραφῇ τὸ σοφιστὴς ὄνομα καὶ διὰ τί Προγυμνάσματα καὶ οὐχὶ Περὶ | |
5 | προγυμνασμάτων καὶ διὰ τί οὐκ εἶπε Γυμνάσματα ἀλλὰ Προγυμνάσματα καὶ τί τὸ γυμνάζεσθαι καὶ διὰ τί ἀορί‐ στως Προγυμνάσματα μὴ προσθεὶς τὸ ‘εἰς τὴν ῥητορι‐ κήν‘. —Τὸ Ἀφθόνιος ὄνομα ἔστι μὲν κύριον καὶ παρα‐ γωγόν, τὰ μάλιστα δὲ οἰκειότατον τῷ ῥήτορι πέφυκε τῷ | |
10 | τε ἀφθόνως εἴτουν πλουσίως τὰ τοῦ λόγου ῥεῖθρα προ‐ χέειν τῷ τε πάθους ἐκτὸς—δηλαδὴ φθόνου—ἐπαντλεῖν τοῖς μαθητευομένοις τῆς διδασκαλίας τὰ νάματα. —Τὸ σοφίζω διττῶς νοεῖται, ποτὲ μὲν τὸ διδάσκω καὶ σοφόν τινα ἀποτελῶ περὶ σοφίας αὐτῷ τῆς ἀληθεστάτης διαλε‐ | |
15 | γόμενος, ποτὲ δὲ καὶ τὸ ἐξαπατῶ καὶ παραλογίζομαι, ὡς τὸ σοφίσαι τινὰ περὶ τὴν ἀπόδοσιν καὶ σοφιστὴς εἶναι κατὰ τὰ αὐτὰ σημαινόμενα διχῶς εἴληπται· λέγεται γὰρ ὁτὲ μὲν ὁ σοφίζων τινάς, ὥσπερ καὶ νῦν ἐξενήνεκται· σοφιστὴς γὰρ ἦν τῶν φοιτητῶν ὁ Ἀφθόνιος τὰ τῆς ῥητορικῆς τέχνης | |
20 | αὐτοῖς ἀναπτύσσων· ὁτὲ δὲ ὁ ἀπατεὼν καὶ πλάνος καὶ παραλογιστής, ὡς τὸ «ὦ σοφιστὰ κακίας, πῶς τὸ ἑξῆς ὑπεκράτησας;» —Προγυμνάσματα δὲ καὶ οὐχὶ Περὶ προ‐ γυμνασμάτων τὸ βιβλίον ἐπέγραψεν, ὅτι σύνηθές ἐστι τὸ ὄνομα, περὶ οὗ ὁ λόγος, προγράφειν τοῦ συγγράμματος, | |
25 | ὡς ὁ περὶ Θεμιστοκλέους λόγος Θεμιστοκλῆς ἐπιγέγρα‐ | |
πται [Πλάτων] καὶ ὁ περὶ πολιτείας Πολιτεία· ἄλλως τε | 76 | |
14.77 | Προγυμνάσματα μὲν ἐπιγράψας ἐδήλωσεν ὅτι τοῦτό ἐστι τὸ βιβλίον, δι’ οὗ εἰς τὴν ῥητορικὴν γυμναζόμεθα, Περὶ προγυμνασμάτων δὲ εἰ ἐπέγραψεν, ἐδήλωσεν ὅτι αὐτὸ μὲν οὐ προγυμνάζει ἡμᾶς, συμβάλλεται δὲ εἰς τὸ προγυ‐ | |
5 | μνάζειν. ἡ μὲν γὰρ εὐθεῖα πτῶσις αὐτοῦ τοῦ πράγματός ἐστι δηλωτική· διὸ καὶ οἱ ὁρισμοὶ τὰς φύσεις τῶν πρα‐ γμάτων σημαίνοντες διὰ τῆς τοιαύτης ἐκφέρονται πτώ‐ σεως, αἱ δὲ πλάγιοι οὐ τὴν οὐσίαν δηλοῦσι τοῦ πράγματος ἀλλά τι τῶν περὶ αὐτό. —Γυμνάζεσθαι κυρίως ἐστὶ τὸ | |
10 | γυμνὸς ἀγωνίζεσθαι καὶ ἐκμανθάνειν εἴτε πολεμικὴν ἄσκησιν εἴτε ἁμιλλητηρίους ἀγῶνας, δίαυλον τυχὸν ἢ παγκράτιον ἢ πυγμὴν ἢ πάλην ἤ τι ἕτερον τοιουτότροπον, ὥσπερ Ξενοφῶν ἐν τῇ Κύρου παιδείᾳ τὸν Κῦρον αὐτὸν ποιεῖν μετὰ τῶν ἑταίρων ἔγραψεν ἀσκούμενον τὰ πολε‐ | |
15 | μικά. ἐκεῖθεν οὖν εἴληπται τὸ γυμνάζεσθαι καὶ καταχρη‐ στικῶς ἐκφέρεται ἐπὶ πάσης παιδείας λογικῆς τε καὶ πρα‐ κτικῆς· καὶ γυμνάζομαί τις εἰπὼν οὐ τοῦτο ἁπλῶς ἐρεῖ τὸ γυμνὸς διάπειραν ποιοῦμαι μαθήματος—τοῦτο γὰρ ἡ κυριολεξία ἐστίν—, ἀλλὰ τὸ ἁπλῶς ἐκπαιδεύομαί τι. | |
20 | προγύμνασμα οὖν τὸ πρὸ τῆς γυμνασίας φαμέν, ὡς εἶναι γύμνασμα μὲν καὶ ἄσκησιν καὶ ἀληθῆ παίδευσιν ῥητορικῆς αὐτὰ τὰ τοῦ Ἑρμογένους βιβλία, τὰς Στά‐ σεις, τὰς Εὑρέσεις, τὰς Ἰδέας καὶ τὸ Περὶ μεθόδου δεινότητος· τὰ δὲ τοῦ Ἀφθονίου ‘Προγυμνάσματα‘ | |
25 | 〈λέγονται〉, εἰσαγωγή τις ὄντα πρὸς ἐκεῖνα καὶ οἷον ἀνάπτυξις βραχεῖα καί τις ἐθισμὸς ἀλείφων καὶ διε‐ γείρων τοὺς νέους εἰς τὴν ἐκείνων ἐξέτασιν. —‘Προ‐ | |
γυμνάσματα‘ μόνον εἶπε μὴ προσθεὶς ‘εἰς τὴν ῥητορι‐ | 77 | |
14.78 | κήν‘, οὐκ ἀλόγως· ὥσπερ γὰρ ὁ Πορφύριος εἰς τὴν βασιλικωτάτην τῶν ἐπιστημῶν 〈τὴν〉 φιλοσοφίαν γρά‐ φων εἰσαγωγὴν ‘Πορφυρίου Εἰσαγωγή‘ ἐπέγραψε μὴ προσθεὶς ‘εἰς τὴν φιλοσοφίαν‘, ἅτε δὴ καὶ σιωπηλῶς | |
5 | τοῦ τοιούτου διὰ τὸ ὑπερέχον τῆς φιλοσοφίας τὸ πρὸς τὰς ἄλλας ἐπιστήμας προσυπακουμένου, οὕτω καὶ ὁ Ἀφθόνιος εἰς τὴν μεγίστην καὶ βιωφελεστέραν τῶν τε‐ χνῶν τεχνολογῶν γυμνασίας ἀορίστως τὸ βιβλίον Προ‐ γυμνάσματα ἐπέγραψεν. | |
10 | Ἡ εἰς τὰ κεφάλαια διαίρεσις τέμνει τὸ παρὸν βι‐ βλίον εἴς τε τὰς πρὸς τὸ συμβουλευτικὸν εἶδος γυ‐ μναζούσας ἡμᾶς γυμνασίας καὶ εἰς τὰς πρὸς τὸ δικα‐ νικὸν καὶ εἰς τὰς πρὸς τὸ πανηγυρικόν, καὶ πάλιν εἴς τε τὰς προοιμίοις ἀναλογούσας καὶ εἰς τὰς σῳζούσας | |
15 | εἰκόνα τῆς διηγήσεως, ἔτι δὲ καὶ εἰς τὰς ἀγώνων καὶ ἐπιλόγων χρείαν ἀναπληρούσας. Διδασκαλικῶν δὲ τρόπων ὄντων δʹ, διαιρετικοῦ, ὁρι‐ στικοῦ, ἀποδεικτικοῦ, ἀναλυτικοῦ, δυσὶ μόνοις χρῆται ὁ Ἀφθόνιος ἐν τῷ παρόντι συγγράμματι, τῷ μὲν διαιρε‐ | |
20 | τικῷ, ἡνίκα διαιρεῖ τῶν προγυμνασμάτων ἕκαστον λέ‐ γων ὅτι «τοῦ μύθου τὸ μέν ἐστι λογικόν, τὸ δὲ ἠθικόν, τὸ δὲ μικτόν» καὶ ὅτι «τοῦ διηγήματος τὸ μέν ἐστι δραματικόν, τὸ δὲ ἱστορικόν, τὸ δὲ πολιτικόν» καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. τῷ δὲ ὁριστικῷ χρῆται, ἡνίκα ὁρί‐ | |
25 | ζεται τὰ προγυμνάσματα λέγων τὸν μὲν μῦθον λόγον ψευδῆ εἰκονίζοντα ἀλήθειαν, τὸ δὲ διήγημα ἔκθεσιν πράγματος γεγονότος ἢ ὡς γεγονότος. —Τινὲς δέ | |
φασιν αὐτὸν καὶ τῷ ἀναλυτικῷ χρήσασθαι τρόπῳ ἐν | 78 | |
14.79 | τῷ λέγειν τοῦ μύθου τὸ γένος· ἀπὸ γὰρ τῶν κάτω, φασί, καὶ ὑστέρων πρόεισιν ἐπὶ τὰ ἄνω καὶ πρῶτα ἤτοι ἀπὸ τοῦ μύθου ἐπὶ τὰ πρόσωπα τὰ ἐξ ὧν ἔσχε τὴν γέ‐ νεσιν· τοῦτο δὲ ἴδιόν ἐστι τοῦ ἀναλυτικοῦ τρόπου τὸ | |
5 | ἀπὸ τῶν ὑστέρων ἐπὶ τὰ πρῶτα ἔρχεσθαι, οἷον πρῶτα τὰ τέσσαρα στοιχεῖα, ὕστερον ὁ ἄνθρωπος· ἀναλύεται οὖν ὁ ἄνθρωπος εἰς ταῦτα. Ὄγδοον κεφάλαιον, διὰ τί τὰ τοῦ Ἀφθονίου Προ‐ γυμνάσματα τῶν Ἑρμογένους καὶ τῶν λοιπῶν προ‐ | |
10 | τετίμηται· καί φαμεν, ὡς σαφέστερα τῶν ἄλλων καὶ εὐληπτότερα. ὁ μὲν γὰρ Ἑρμογένης καὶ οἱ λοιποὶ μεθ‐ όδους ψιλὰς χωρὶς παραδειγμάτων ἐκθέμενοι δυσ‐ χερῆ τὴν τῶν προγυμνασμάτων πραγματείαν τοῖς εἰσαγομένοις ἐποίησαν, ὁ δὲ Ἀφθόνιος οὐ μόνον τὰς | |
15 | μεθόδους ὡς ἐνῆν σαφῶς καὶ διηρθρωμένως ποιήσας, ἀλλὰ καὶ παραδείγμασι φωτίσαι βουληθεὶς τὰ λεγόμενα προσφυέστερος τοῖς νέοις καὶ οἰκειότερος ἔδοξε. Τινὲς δὲ καὶ τὴν ὑπὸ τί μέρος ἀναφορὰν καὶ ἐπὶ τοῦ παρόντος βιβλίου ζητοῦντες ἀναφέρεσθαί φασιν αὐτὸ | |
20 | οὔτε εἰς τὸ θεωρητικόν, ἐπειδὴ μὴ φυσιολογεῖ ἢ θεολο‐ γεῖ ἢ μαθηματικεύεται, ἀλλ’ οὐδὲ εἰς τὸ πρακτικόν— οὐδὲ γὰρ πῶς δεῖ κοσμεῖν τὰ ἤθη διδάσκει—, ἀλλ’ εἰς τὸ μέσον τούτων μεθοδικὸν καὶ ὀργανικόν, ἔστι δὲ τοῦτο τὸ λογικόν· κανόνας γὰρ καὶ μεθόδους διδάσκει. | |
25 | Τινὲς δὲ καὶ τὸν χαρακτῆρα ζητοῦσιν. εἰσὶ δὲ τρεῖς, ἁδρός, ταπεινός, μέσος· ἁδρὸς μὲν ὁ κομπηρὰς ἔχων | |
λέξεις, νοῦν δὲ ταπεινόν, ὡς ἔχει τὰ τοῦ Λυκόφρονος· | 79 | |
14.80 | ταπεινὸς δὲ ὁ νοῦν μὲν ἔχων ὑψηλόν, λέξεις δὲ ταπει‐ νάς, ὡς τὰ τοῦ θεολόγου· μέσος δὲ ὁ μήτε νοῦν ἔχων ὑψηλὸν μήτε λέξεις κομπηράς, ἀλλ’ ἀμφότερα μέτρια, οἷά εἰσιν ὡς ἐπὶ τὸ πλεῖστον τὰ τοῦ Χρυσοστόμου. | |
5 | χρῆται δὲ ὁ Ἀφθόνιος καὶ τοῖς τρισί, τῷ μὲν ἁδρῷ ἐν τῇ ἠθοποιίᾳ, τῷ ἀνειμένῳ καὶ ταπεινῷ ἐν τῇ ἐκφρά‐ | |
σει, τῷ δὲ μέσῳ ἔν τισι τῶν ἄλλων. | 80 |