TLG 5040 001 :: SCHOLIA IN XENOPHONTEM :: Scholia in anabasin Cyri (scholia vetera) SCHOLIA IN XENOPHONTEM Schol. Scholia in anabasin Cyri (scholia vetera) Citation: Scholion — (line) | ||
1,2,5 | σταθμός] στρατιωτικὴ κατάλυσις. σταθμὸς καὶ αἱ κατα‐ λύσεις καὶ τὰ καταγώγια τῶν ἀγγελιαφόρων ἀπὸ πόλεως εἰς πόλιν. I. | |
1,2,8 | ἐρυμνὰ] ἠσφαλισμένα. B. | |
1,2,10 | Λύκαια] γυμνάσιον Ἀθήνησιν ὅπου πρὸ τοῦ πολεμ.... γυμνάζ.... I. Λύκειον Ἀθήνησιν ὅπου πρὸ τοῦ πολέμου ἐγυμνάζον‐ το. B. στλεγγίς] ἢ ξύστρον. ταύταις οὐ πρὸς τὸ παραξύεσθαι ἄν τις χρήσαιτο μόνον, ἀλλὰ καὶ πρὸς τὸ ὕδωρ ἀρύσασθαι. I. | |
1,2,11 | Καΰστρου πεδίον] ἐστὶ δὲ πόλις Ἐφεσίας. B. | |
1,2,16 | φοινικοῦς] ἐρυθρούς. B. inter versus. χρῶνται γὰρ οἱ Ἕλληνες χιτῶσι φοινικίοις πρὸς τοὺς πολέμους, τοῦτο μὲν, ὥς φησιν Ἀριστοτέλης, ὅτι τὸ τῆς χρόας ἀνδρικὸν, τοῦτο δὲ ὅτι τὸ τοῦ χρώμα‐ τος αἱματῶδες τοῦ αἵματος ῥεύσεως ἐθίζει καταφρονεῖν. B. in marg. | |
5 | κνημῖδας] τὸ κοῖλον τοῦ σκέλους. I. | |
---|---|---|
1,2,17 | ἐπιχωρῆσαι] ἀντὶ τοῦ προελθεῖν. F. ἀπὸ τοῦ αὐτομά‐ του] ἀπὸ τοῦ κοινοῦ. F. | |
1,2,21 | ἁμαξιτός] δημόσιος ὁδὸς καὶ ἁμάξῃ διαπορευτή. B. | |
1,2,24 | πλὴν οἱ τὰ καπηλεῖα ἔχοντες] οἱ ἔμποροι. F.? | |
1,2,27 | στρεπτὸν χρυσοῦν] περιδέρραιος κόσμος. B. | |
1,3,3 | ξένος] ἀντὶ τοῦ φίλος. F. | |
1,3,5 | αἱρήσομαι] ἀντὶ τοῦ προκρινῶ. F. | |
1,3,6 | ἐρημωθεὶς] ἀντὶ τοῦ μονωθείς. F. ἀλεξήσασθαι] ἀμύ‐ νασθαι. I. | |
1,3,21 | ἡμιόλιος] ἀριθμὸς ὁ ἔχων ἄλλον ὅλον καὶ τὸ ἥμισυ αὐ‐ τοῦ. I. δαρεικὸν] νόμισμά τι ἦν χρυσοῦν, ὅπερ Δαρεῖος πρῶτος ἐπενόης.... I. | |
1,4,11 | Θάψακος πόλις ἐπὶ τὸν Εὐφράτην. C. | |
1,4,18 | διαβατός] ση· ὅτι βατὸς ὁ εὐφράτης ποταμός. C. | |
1,5,5 | ὄνους ἀλέτας] οὓς ἡμεῖς μύλους, οἱ δὲ Ἀττικοὶ (Ἀ. δὲ M.O.) μύλας. A.B.C., in quo linea infra ducta notavit m. sec., D.E.M. O. in ipso textu. οὕτως εὕρηται ἐν δυσὶν ἀντιγράφοις. ἔστι δὲ τοῦ ἀλέτου (vel αἰέτου) ὄνου ἐξηγητικὰ ὑπό τινος ἴσως τῶν (om. O.) με‐ | |
5 | ταγραψαμένων ἀμαθεστέρου (–ως O., quanquam ἀμαθέστερον ex eodem Gailius Recherches, vol. 1, p. 302, ubi etiam ante οὕτως positum refert: Σχόλιον μίων, quod corrigit μύλων) παρεμβλη‐ θέντα. M.O. | 381 |
1,5,8 | κατὰ πρανοῦς γηλόφου] κατὰ στενοῦ καὶ ὀλίσθ (cod. ὀλίσθα, sed ut resecta parte litterae superscriptae incertum sit utrum α fuerit an alia vel alius compendium, ut sit pro ὀλίσθων) γέμοντος ὑψηλοῦ τό[που]. B. | |
1,5,10 | μελίνης] μελίνη θηλυκῶς καὶ ἀρσενικῶς μέλινος. ἔστιν εἶδος ὀσπρίων ἢ εἶδός τι κεγχρίου. B. | |
1,5,12 | ἀφιππεύει] ἄνευ ἵππου ἐπορεύετο. B. | |
1,5,15 | παλτά] δόρατα. B. | |
1,6,8 | οὐδ’ εἰ γενοίμην] οὐδ’ ἂν γενοίμην σοί φησιν ἔτι πιστὸς πιστεύσης (sic) μοι διὰ τὰ φθάσαντα. D. | |
1,6,9 | κατὰ τοῦτον] καθὼς καὶ οὗτος ποιεῖ. οὐ βούλεται γὰρ οὐ‐ δαμῶς οὗτος τῷ Κύρῳ φίλος εἶναι. B. ζώνης] ζώνη σημαίνει πορ‐ φυροῦν ἱμάτιον· ζώνη τροπικῶς ἡ δύναμις· ζώνη τὸ ἀξίωμα. ἀναζη‐ τουμένης τῆς βασιλίδος ἐξωθεῖσθαι οὐ μόνον ἰδιώτας, ἀλλὰ καὶ τοὺς | |
5 | ὑπὸ ζώνην. B. | |
1,7,10 | ἀσπὶς μυρία] ἀντὶ τοῦ μύριοι ὁπλῖται· καὶ τὸ πλῆθος δὲ τῶν ἱππέων ἵππον λέγουσι. D. | |
1,7,18 | ση· ὅτι οἱ δισχίλιοι δαρεικοὶ (ἔστι δὲ χρυσοῦν ὁ δαρεικὸς στατὴρ νόμισμα) γίνονται ἀργυρίου τάλαντα δέκα. C. | |
1,8,3 | παλτά] τὰ δόρατα. I. | |
1,8,5 | πελταστικὸν] τοξόται οἱ τοὺς ξυστοὺς κατέχοντες. I. | |
1,8,6 | ψιλαῖς ταῖς κεφαλαῖς] καὶ μὴν Ἡρόδοτος (3, 12; 7, 61) λέγει ὅτι πίλους τιάρας οἱ Πέρσαι φοροῦσι. λέγομεν ὅτι οὐδὲ ὁ Ξενο‐ φῶν λέγει ὅτι οὐ φοροῦσιν, ἀλλ’ ὅτι ἐν τοῖς πολέμοις γυμνὰς ἔχοντες τὰς κεφαλὰς μάχονται· ἢ ὅτι ἐν τῇ μάχῃ λέγει ἀντὶ τοῦ μάχεσθαι. D. | |
1,8,9 | γερροφόροι] τὸ γέρρον, ρρου, Περσικόν τι ὅπλον. B. πο‐ δήρεσι] ποδήρης χιτὼν ἕως τῶν ποδῶν. οἱ δὲ τὸ συρραπτόμενον εἰς τὸ κατώτερον τῆς στολῆς ἐκ πορφύρας ἢ βύσσου ῥακίων. B. ὁ (sic) ποδήρης ἀσπίς ἐστιν ἥντινα Ὅμηρος καλεῖ ἀμφιβρότην. D. πλαι‐ | |
5 | σίῳ] πλαίσιον ὀνομάζεται ὁπότε πρὸς πάσας τὰς πλευρὰς παρατάξηταί τις ἑτερομήκει σχήματι, ἢ ὁπόταν τετράγωνον τάξηταί τις τὸ στρά‐ τευμα. B. | |
1,8,10 | ἐλώντων] ἀντὶ τοῦ ἐλαυνόντων. D. | |
1,8,11 | ἀνυστόν] ἐνεργητικόν. B. | |
1,8,12 | κἂν τούτου ἔφη νικῶμεν] φρονίμως. κατὰ τῶν ἡγεμόνων μαχητέον. L. | |
1,8,13 | στῖφος] στῖφος τάξις πολεμικὴ ἢ φάλαγξ. B. | |
1,8,16 | σύνθημα] σύνθημα, συνθήκη. σΰο (reliqua resecta) λό‐ γος ἐν πολέμῳ ἐπὶ Ἕλλησι· διασαφοῦντες ὅ (τι resectum) πάρεισι διὰ ταῦτα βουλόμενοι μήτε ποιῆσαι μήτε (resectum πα)θεῖν τι δυσχε‐ ρὲς μηδέ(ν medium resectum, ut μηδέν an μηδένα fuerit non li‐ | 382 |
5 | queat)· καὶ τὸ σύνθημα μετὰ σπουδῆς ἕκαστος τὸν πλησίον ἐπη‐ ρώτα. B. | |
1,8,17 | δέχομαι] καλὸν σύνθημα. L. | |
1,8,18 | ἐλελίζουσι] τὸ ἐλελεῦ λέγουσι· τὸ γὰρ ἐλελεῦ ἐστι ἐπί‐ φθεγμα πολεμικόν. καὶ γὰρ οἱ προσιόντες εἰς πόλεμον τὸ ἐλελεῦ ἐπε‐ φώνουν μετά τινος ἐμμελοῦς κινήσεως. B. ἐλελίζουσιν ἀντὶ τοῦ ἀλα‐ λάζουσιν. D. | |
1,8,20 | ἱπποδρόμῳ] ἀγὼν Ἀθήνησιν. B. | |
1,8,21 | συνεσπειραμένην] συγκεκληϊσμένην ἤτοι ἀθρόαν. B. | |
1,9,7 | Καστωλοῦ] καὶ ἐν τῇ αʹ τῶν Ἑλληνικῶν (4, 3) μέμνηται τούτου εἰπὼν εἰς Καστωλὸν ἀθροιζομχ. D. | |
1,9,9 | προέσθαι] προτιμήσασθαι καὶ π(resectae litterae, ut vide‐ tur αρα) δοῦναι. B. | |
1,9,13 | ἀδικοῦντι] ἐνεργητικὸν ἀντὶ παθητικοῦ, ἀντὶ τοῦ ἀδικου‐ μένῳ. D. | |
1,9,19 | ἐπέπατο] ἐπέπ..... ἀντὶ τοῦ κέκτ..... I. πέπαστο λέγει ἀντὶ τοῦ ἐκέκτητο· καὶ ὁ ποιητὴς (Il. Δ, 433) πολυπάμμονος ἀνδρὸς ἐν αὐλῇ. D. ἐπέπαστο παρὰ τὸ πῶ. B. | |
1,9,25 | βίκους] στάμνους. B. | |
1,10,12 | σημεῖον ὁρᾶν] δῆλον ὅτι ὁ μὲν ἀετὸς ἐπὶ πέλτη ἐπεποίητο ἑστὼς, ἡ πέλτη δὲ ξυλωτῆ (ξυλωτὴ B. ξύλῳ τε E.) ἐπέκειτο A.B.E. P (?) ἐνῆν καὶ ταῦτα ἔν τινι παλαιῷ ἔξωθεν μετὰ ἀστερίσκου, δῆλον ὅτι ὁ μὲν ἀετὸς ἐπὶ πέλτῃ (πέλτους M.) ἐπ. ἑστὼς, ἡ πέλτη δὲ ξύλῳ | |
5 | τινὶ (ξυλωτὴ M.) ἐπέκειτο. M.O. ἀετὸς σημεῖον βασιλέως C. ἀετὸς χρυσοῦς σημεῖον βασιλικόν. L. ad s. 13. | |
2,1,3 | Τευθράνιος] Τευθρανία Μυσίας πόλις. B. | |
2,1,4 | τῶν γὰρ μάχῃ] γνωμικόν. B. | |
2,1,6 | σῖτον λέγει τὴν τροφὴν, ἵνα κρεωφαγήσωσιν, ὡς ἐπάγει ἑξῆς. ταῦτα δὲ ἐκ τῆς λείας ἦν ὧν ἔλαβον ἐκ τοῦ στρατεύματος ταῖς μακραῖς ἀσπίσιν. D. ὀϊστοῖς] οὐ λέγει τοὺς ὀϊστοὺς ἐκβάλλειν ἠνάγκαζον, ἀλλὰ τὰς ἀκίδας τῶν ὀϊστῶν, ἵνα καύσωσι τὰ ξύλα αὐ‐ | |
5 | τῶν. D. | |
2,1,9 | ἐξῃρημένα] ἐκλελεγμένα ἢ ὑψούμενα. B. | |
2,1,12 | Ξενοφῶν] Ξενοφῶν περὶ ἑαυτοῦ μέμνηται. L. | |
2,1,18 | ὑπήγετο] ὑπετίθετο. B. | |
2,1,20 | ἄξιοι] τὸ κατ’ εὐθεῖαν ἀποδέδωκε σχῆμα. ἐχρῆν γὰρ εἰ‐ | |
πεῖν πλείονος ἂν ἀξίους εἶναι. D. | 383 | |
2,2,16 | εὐθύωρον] αὐτῇ τῇ ὥρᾳ. I. | |
2,2,20 | σαφῶς πάνυ μεταφέρει τὴν αἰτίαν τοῦ φόβου. αὐτοὶ μὲν γὰρ κατὰ ἀλήθειαν ἐδειλίασαν. ὁ δὲ μηδενὸς ἀφέντος ὄνον ἐπίτηδες τὰς (lacuna) ποιεῖται, ἵνα λοιπὸν θαρσήσωσι λέγοντές ποτε ἀπέλυσε τὸν ὄνον αὐτοῦ μεταξὺ τοῦ στρατεύματος καὶ διὰ τοῦτο ὁ θόρυβος | |
5 | ἐγένετο. D. | |
2,3,10 | τάφροις καὶ αὐλῶσι] ταῖς διώρυξιν· ἄλλοι δὲ λέγουσι στε‐ ναῖς ὁδοῖς. ἔχομεν δὲ τὴν λέξιν καὶ παρὰ τῷ Ἡροδότῳ. D. | |
2,3,11 | βλακεύειν] βραδύνειν καὶ μαλακίζεσθαι· λέγει δὲ τῶν αὐ‐ τοῦ στρατιωτῶν. D. | |
2,3,15 | τραγήματα] τροφάς. I. | |
2,4,5 | ἐφεστήξει] πόρρω τῆς παρατάξεως σταθείς. I. | |
2,4,8 | Ὀρόντας] ἄλλος ἐστὶν οὗτος ὁ Ὀρόντας· ὁ γὰρ ἕτερος, ὡς ἔγνωμεν, ἀπέθανεν· ἦγεν οὖν οὗτος τὴν ἑαυτοῦ δύναμιν ὡς εἰς οἶκον ἀπιών. D. | |
2,4,19 | οὐκ ἀκόλουθα] ὅ ἐστιν οὐ σύμφωνα ἀλλήλοις ἐναντία. εἶτα ἐπιφέρει πῶς. D. | |
2,4,22 | ἐν τῇ χώρᾳ] ἄλλοι δὲ λέγουσιν ὅτι ἐν αὐτῷ ποταμῷ νῆ‐ σός τις ἣν καὶ λέγει. D. οἱονεὶ καταφυγὴ, διότι δύνανται φυγόντες ἐκεῖ εὐπορῆσαι πάντων ἐπιτηδείων. D. | |
2,4,26 | τὴν ἐπίστασιν] τὴν προσοχήν. B. | |
2,4,28 | ἄλλος ἐστὶ Τίγρης καὶ ἄλλος Πίγρης. D. Καιναῖς] γρ. καὶ Κανναῖς. D. | |
2,5,1 | Ζάβατον] τὸν Ὀρρόντην καλούμενον. D. | |
2,5,7 | τὸν γὰρ θεῶν πόλεμον] ὡραῖον. B. | |
2,5,10 | ἔφεδρον] ἔσχατον. I. | |
2,5,11 | Κύρου] ἀμειβόμενος γὰρ αὐτὸν τὸν Τισσαφέρνην ὁ Ἀρτα‐ ξέρξης δέδωκεν αὐτῷ τὴν Κύρου σατραπείαν καὶ ἐν τῇ τρίτῃ τῶν Ἑλ‐ ληνικῶν (1, 3) καὶ ὧδε πρὸ δύο σελλιδίων (σελιδίων, 1, 9, 7.) D. | |
2,5,13 | κολάσεσθε] σημείωσαι. B. | |
2,5,15 | Τισσαφέρνους κατὰ τῶν Ἑλλήνων παραβάσιον. C. | |
2,5,18 | ταμιεύεσθαι] παραφυλάττεσθαι. D. | |
2,5,20 | παρέλκεται τὸ ἔπειτα. D. | |
2,5,23 | τιάραν] σημείωσαι ὅτι οὗτος θηλυκῶς εἶπε τιάραν, ὁ δὲ Ἡρόδοτος ἐντ αʹ ἀρρενικῶς τιάρην. μεταφορικῶς εἶπεν ἀντὶ τοῦ ὑγιᾶ καὶ ὀρθὴν ἔχειν τὴν γνώμην δύναται ὁ συμμάχων καὶ φίλων εὐνοίᾳ θαρρῶν ὥσπερ ἐγὼ δυναίμην ἔχων ὑμᾶς. D. | |
2,5,30 | ἔστε διεπράξατο] ἀντὶ τοῦ ἕως οὗ ἐποίησεν. D. | |
2,5,37 | φησὶν ἐν τῇ ἑξῆς ἱστορίᾳ ὅτι Προξένῳ πεισθεὶς συνανέβη | |
τῷ Κύρῳ. D. | 384 | |
2,5,41 | δίκαιον γὰρ] γνωμικόν. B. | |
2,6,1 | φιλοπόλεμος ἐσχάτως] οὕτω, φησὶ, φιλοπόλεμος ἦν ὅτι ἕως μὲν ἐπολέμουν οἱ Ἀθηναῖοι καὶ οἱ Λακεδαιμόνιοι, οὗτος ἐν τῇ Ἑλλάδι ἦν, ὡς δὲ εἰρήνη ἐγένετο, ἀπῆλθεν, ἵνα πολεμήσῃ ἀλλαχοῦ. ἰστέον δὲ ὅτι τὸ ἐσχάτως οὐκ ἐπὶ κακοῦ εἴρηται νῦν· ἐγκωμιάζων γὰρ αὐτὸν τοῦ‐ | |
5 | το εἶπεν. D. | |
2,6,3 | ἔφοροι] ἔφοροι παρὰ Λακεδαιμονίοις τὸν ἀριθμὸν εʹ, οὓς ἐφόρους ἐκάλουν διὰ τὸ ἐφορᾶν τὰ τῆς πόλεως πράγματα. B. | |
2,6,4 | τελῶν] ἀρχῶν. B. | |
2,6,6 | ὡς ἤδη εἶπεν, εἶτα ἐπάγει διὰ τί. καὶ ἔστι τὸ Ἰσοκρατικὸν (p. 5, D), ἐὰν ᾖς φιλομαθὴς, ἔσῃ πολυμαθής. D. | |
2,6,10 | ὁ νοῦς οὗτος· ἔλεγε, φησὶν, ὅτι ὀφείλει ὁ στρατιώτης φο‐ βεῖσθαι τὸν στρατηγόν· ἐὰν γὰρ φοβῆται αὐτὸν καὶ ταγῇ φύλαξ, φυ‐ λάττει σφοδρῶς, καὶ εἰ βουληθείη ἀποστῆναι τῶν φίλων, ἄνευ αἰτίας τινὸς οὐκ ἀφίσταται, δεδιὼς τὸν στρατηγόν. D. | |
2,6,11 | τὸ στυγνὸν, φησιν, αὐτῷ ἦν, ἀλλ’ οὐ σφοδρόν. θέλει γὰρ αὐτὸν φοβερὸν ὄντα πρὸς τοὺς στρατιώτας καὶ μὴ ὡς ἔτυχε μειδιῶντα σημᾶναι. D. | |
2,6,20 | εὐμεταχειρίστῳ] εὐχερῶς δυναμένῳ μεταβληθῆναι. D. | |
2,6,21 | οὗτος ὁ Μένων, οὗ καὶ ὁ μέγας μέμνηται Πλάτων ὡς παν‐ ούργου. τούτου καὶ ὁμώνυμος διάλογος παρ’ αὐτῷ τῷ Πλάτωνι. τάχα δὲ καὶ τοὺς περὶ Ἄνυτον κατὰ τοῦ Σωκράτους οὗτος διήγειρεν, ὡς ἐν ἐκείνῳ τῷ διαλόγῳ γέγραπται. D. | |
2,6,28 | ὡραῖον λέγει κατὰ τὴν ὄψιν· ἴσως δὲ διὰ τὴν αἰσχρότη‐ τα. D. | |
2,6,29 | κάλλιστος] ἀποτομὴ τῆς κεφαλῆς κάλλιστος θάνατος. L. Μάρκελλος (Μαρκελλῖνος) ἐν τῷ Θουκυδίδου βίῳ (p. xvi. ed. Ar‐ nold.) Ξενοφῶν δὲ Μένωνι λοιδορεῖται τῷ Πλάτωνος ἑταίρῳ διὰ τὸν πρὸς Πλάτωνα ζῆλον. M.O. | |
2,6,30 | ἤστην] ὑπῆρχον. I. | |
3,1,7 | λώιον] βέλτιον. I. | |
3,1,14 | πρεσβύτερος] ἀντὶ τοῦ τίμιος ἢ, ὅπερ ἄμεινον, γέρων, ὅ ἐστι συνετός· ἦν γὰρ προβεβηκὼς τῇ ἡλικίᾳ. D. | |
3,1,18 | τὸ ὡς ἀντὶ τοῦ ἵνα. D. | |
3,1,20 | ὅρκους ἤδη] οὐκ ἠδ῀λʹ B. in marg. lacero. | |
3,1,21 | ἆθλα] λείπει τὸ ἐτκείνοις. τὸ Δημοσθενικόν. D. (V. ad 3,2,26.) | |
3,1,23 | καὶ ψύχη καὶ θάλπη] καὶ ψυχρὰ καὶ καύματα. B. | |
3,1,25 | ἐρύκειν] κωλύειν. I. | |
3,1,27 | τὸ ὅτε μαζυλογία (μεταξυλογία) δὲ ἔστιν. D. | 385 |
3,1,43 | μαστεύουσι] ἐπιζητοῦσιν. I. | |
3,2,11 | σημείωσαι ὅτι οὐχ ἱστορεῖ τοῦτο Ἡρόδοτος. D. —τὰ Μαραθωνιακὰ λέγει. D. | |
3,2,12 | χιμαίρας] αἶγας. I. | |
3,2,22 | ἡγεῖσθε ἐξαπατηθῆναι] οἱ γὰρ βάρβαροι ἐξηπά[τη]σαν αὐ‐ τοὺς διαβῆναι τὸν Τίγρητα ποταμὸν, ζήτει ὄπ[ι]σθεν εἰς φυλλ. ῀θ. σʹ. καὶ οὐχὶ μόνον διέβησ[αν] τὸν Τίγρητα ποταμὸν, ἀλλὰ καὶ τὸν Φύσκον καὶ τὸν Ζάπαταν. B. | |
5 | ἐσχημάτισται ἡ φράσις ἀντὶ τοῦ οὐδὲ τὸ γόνυ παρέχοντες βρέχειν τοῖς διαβαίνουσιν. D. | |
3,2,23 | οἱ ποταμοὶ διοίσουσιν] διαφέρουσιν, ἀλλὰ καὶ πρόσω τῶν πηγῶν εἰσιν ἄποροι καὶ πρὸς τὰς πηγάς. B. | |
3,2,26 | πέμπονται] οἱ Ἕλληνες δηλόνοτι ἐνθάδε. B. κλήρους] κλήρους λέγει τὰς οὐσίας αἳ ἀπεκληρώθησαν ἑκάστῳ· ὁ δὲ νοῦς, δυνάμεθα, φησὶν, οὓς ἕκαστος ἔχει ἐν τῇ οἰκίᾳ ἑαυτοῦ κλήρους, ὅ ἐστιν οὐσίας, ἐνθάδε ἐνέγκαντες εὔποροι γενήσεσθαι· ὃ εἶπε Δημο‐ | |
5 | σθένης ἐν τοῖς Φιλιππικοῖς (p. 41, 24) ὅτι τὰ κτήματα ἆθλα κεῖνται ἐν μέσῳ τοῖς πονοῦσιν ἀκείνων (sic, fortasse pro πονοῦσι κἀκείνων) γίγνονται. D. | |
3,2,31 | ἢν δέ τις ἀπειθῇ] ἵνα μὴ ἐπιβουλεύσωσιν ἡμῖν δηλον‐ ότι. B. μυρίους ὄψονται ἀνθ’ ἑνὸς Κλεάρχους] ταῦτα λέγει διὰ τὸν Κλέαρχον, ὅστις ἐπέτρεπεν αὐτοῖς κακοῖς εἶναι ὁπότε ἔλεγεν αὐ‐ τοῖς ἰέναι πάντας τοὺς λοχαγοὺς καὶ στρατηγοὺς πρὸς Τισσαφέρνην, | |
5 | ὅπερ εἶναι κακῷ καὶ ὑποχαλοῦντι καὶ ἐνδιδόντι τοῖς πολεμίοις ἀνδρί. B. | |
3,2,36 | πλαίσιον] ὅ ἐστι τετράγωνον. ἔχομεν δὲ τὴν λέξιν καὶ παρὰ Θουκυδίδῃ (6, 67) καὶ ἐν ταῖς Ἑλληνικαῖς (4, 3, 4). D. | |
3,3,5 | τὸν πόλεμον ἀκήρυκτον] διὰ τοῦτο δὴ ἐβούλοντο καὶ οὗτοι ἀκήρυκτον εἶναι πόλεμον, ἵνα ὥσπερ ἐκεῖνοι ἀκηρύκτως καὶ δολερῶς καὶ κρυφίως αὐτοῖς ἐπετίθεντο πολλάκις, οὕτω καὶ οἱ Ἕλληνες ἀκη‐ ρυκτὶ πολεμήσωσιν αὐ[τοῖς]. B. | |
5 | διέφθειρον δὲ λέγει ἀντὶ τοῦ ὑπενόθευον. D. | |
3,3,15 | ἐρύματος] ἑλκύσματος, ἀπὸ τοῦ ἐρύω, ὃ σημαίνει τὸ ἕλ‐ κω. B. | |
3,3,17 | μολυβδίσιν] ἔστι γὰρ εἶδος σφενδόνης αἷς ἔνεστι μόλιβδος. D. | |
3,3,18 | τὸ πέπανται ἀντὶ τοῦ κέκτηνται. καὶ ὁ ποιητὴς (Il. Δ, 433) πολυπάμμονος ἀνδρὸς ἐν αὐλῇ. D. πάω. κομίζομαι. I. ἀτέ‐ λειαν] τέλεια σημαίνει τὸ ἀνάλωμα. καὶ ἀτέλεια τοὐναντίον· ἢ ἀτέ‐ λεια πολυτέλεια· τὸ γὰρ α καὶ στερητικὸν καὶ ἐπιτατικόν. B. | |
3,3,19 | ἕτερα ζῶα δηλονότι. ὁ δὲ νοῦς ὡς δεῖ ἐπιλέξασθαι τοὺς ἵππους τοὺς νῦν σκευοφοροῦντας καὶ δοῦναι τοῖς ἱππεῦσι καὶ ἕτερα ζῶα | |
σκευοφόρα ἀντὶ τῶν ἵππων. D. | 386 | |
3,3,20 | τὰς στολάδας τινὲς λέγουσιν εἶδος ἐνδύματος εἶναι ὑπὸ τὸν θώρακα ἐμβαλλομένας. τινὲς δὲ γράφουσι στολάδας (sic) —λέ‐ γουσι τὰ γουννία ὅτι ὥσπερ στολαὶ εἰσίν. D. | |
3,4,3 | χαράδρας] διῶρυξ πηλοῦ μεστή. I. | |
3,4,4 | κατειλήφει] περιεκύκλωσεν αὐτοὺς δη[λονότι] καὶ προκα‐ τειλήφει. B. | |
3,4,10 | κογχυλιάτου] κογχυλίας λίθος καὶ κογχυλιάτης, λίθος σκληρὸς ἔχων ἐν ἑαυτῷ κογχυλίους τύπους. B. | |
3,4,11 | Μῆδοι] ἀεὶ Μῆδοι καὶ Πέρσαι πολέμιοί εἰσι· καὶ ποτὲ μὲν ἀφίσταντο, ποτὲ δὲ προσεχώρουν. καὶ ἐν τῇ πρώτῃ τῶν Ἑλληνι‐ κῶν (2, 19.) D. | |
3,4,12 | ἐμβροντήτους] καρδιοπλήκτους, μαινομένους, ἔκφρονας. B. | |
3,4,21 | ἓξ λόχους] λόχος ἀνὰ ηʹ ἢ ιβʹ ἢ ιϛʹ ἄνδρας. πεντηκον‐ τῆρας] πεντηκοντῆρας καὶ ἐνωμ[reliqua resecta] οὐ τοὺς ἄρχοντας τῆς πεντηκονταρχίας (στης ex correct.) καὶ τῆς ἐνωμοτίας, ἀλλὰ τοὺς ἐν [ἐνω]μοτίᾳ καὶ ἐν πεντηκονταρχίᾳ (πεντηκο[στη] ex correct.) | |
5 | τεταγμένους ει (reliqua resecta) ἔστι δὲ ἡ πεντηκονταρ (reliqua re‐ secta: στη ex. correct.) ἀνδρῶν ῦ, ἡ δὲ ἐνωμοτία ἀνδρῶν ῆ ἢ, et re‐ liquis resectis versu seq. ἢ κε. B. | |
3,4,22 | στενότερον] στενώτερον κοινῶς. στεινότερον κατὰ τὸν κανόνα τὸν καθόλου γραπτέον· ἀναλόγως καὶ τὸ ξεινότερον καὶ ξενώ‐ τερον. H. διέχον λέγει αὐτὸ τὸ διάκενον. D. | |
3,4,23 | ἐπεὶ παρῄεσαν οὗτοι] παρῄεσαν οὗτοι, παρήρχοντο. ἀπὸ τοῦ εἶμι τὸ πορεύομαι, ὁ παρακείμενος εἶν εἶς εἶ ἴτον ἴτην ἴμεν ἴτε ἴσαν καὶ πλεονασμῷ ἤισαν καὶ ὑπογραφῇ τοῦ ι καὶ πλεονασμῷ τοῦ ε ᾔεσαν καὶ παρῄεσαν. B. | |
3,4,24 | οἵτινες γήλοφοι: τὸ δὲ καθῆκον ἀντὶ τοῦ ἐκτεταμένοι ἦσαν: οὐδὲ γὰρ δύνανται εἰς τοὺς γηλόφους ἐπιβαίνειν εὐχερῶς οἱ ἵπ‐ ποι. D. | |
3,4,34 | λείπει καιρὸς, ἵνα ᾖ ἦν καιρὸς ἀπιέναι τοῖς πολεμίοις. D. | |
3,4,35 | ἐπισάξαι] ἀντὶ τοῦ χρείαν ἔχει ὁ ἀνὴρ ὁ Πέρσης ἐπὶ τῷ ἵππῳ βαλεῖν τὸ σάγμα, ὅ ἐστι στρῶσαι τὸν ἵππον. εἶπε δὲ αὐτὸ καὶ ἐν ταῖς Παιδείαις (3, 3, 27). D. | |
3,4,46 | πρὸς τοὺς παῖδας] ἀντὶ τοῦ ὑπὲρ παίδων καὶ ὑπὲρ γυναι‐ κῶν. D. | |
3,5,16 | λείπει τοὺς ἄνδρας, ἵνα ᾖ τοὺς ἄνδρας αὐτῶν ἐνῆν πρὸς ἐκείνους ἀπιέναι καὶ τοὺς ἐκείνων πρὸς τοὺς τούτων. D. | |
4,1,4 | ἄγκεσι] συνδένδροις καὶ ὑλώδεσι τόποις. I. μυχοῖς] καταδύσεις. I. | |
4,2,6 | ἀλλὰ μαστὸς ἦν] οὗτοι, φησὶν, οἱ Ἕλληνες νομίζοντες | |
κατέχειν τὰ ἄκρα οὐ κατεῖχον τῇ ἀληθείᾳ. εἶτα λέγει τὴν αἰτίαν διὰ τί· ὅτι μαστὸς ἦν· μαστὸς δέ ἐστιν ὁ προεξέχων τοῦ ὄρους τόπος ὥσ‐ περ κρημνός. D. μαστός] ἀκρώρεια. ἐξοχὴ ὄρους. I. | 387 | |
4,2,8 | ἀνείμων] ἀνεῖλκον. I. | |
4,2,12 | ἀντὶ τοῦ κατὰ τούτων τῶν κατεχόντων τὸν ἄλλον λόφον. ἔστι δὲ ἀπόλυτον. D. | |
4,2,15 | εἶπε γὰρ ἄνω ὅτι οἱ θέλοντες καὶ οἱ ἄριστοι προκαταλαμ‐ βάνουσιν αὐτὸν τὸν τόπον. D. | |
4,2,16 | ὁμαλεῖ] ὡς ἀπὸ εὐθείας τὸ ὁμαλὲς, ὡς τὸ ἐπιβαρὲς τῷ ἐπιβαρεῖ. D. | |
4,2,18 | ἀντὶ τοῦ εἰς τὸ ἐναντίον αὐτῶν μέρος καὶ καταντικρύ. D. ἑρμηνεὺς] ὁ δραγούμηνος. A. | |
4,3,6 | τουτέστι δυναμένοις εἰς τὸ βάθος δύνειν. ὁ δὲ νοῦς· οὕτως ἰσχυρὸς ἐδόκει ὁ ποταμὸς οὐ μόνον ἄνδρας ἐμπεσόντας ἕλκειν ἀλλὰ καὶ μεγάλους λίθους. D. | |
4,3,11 | μαρσίππους] σάκκος. I. | |
4,3,12 | ἐγχειρίδια] ξίφος. I. πρόσθεν λέγει ἀντὶ τοῦ ἔμ‐ προσθεν μέρος τοῦ ποταμοῦ. ὁ δὲ νοῦς· ἔφασαν δὲ πορευομένοις ἐπὶ τὸ ἔμπροσθεν διαβῆναι καὶ μὴ βρέξαι τὰ αἰδοῖα· οὕτως ὀλίγον ἦν τὸ ὕδωρ ἐν ἐκείνῳ τῷ μέρει. D. | |
4,3,26 | ἐνωμοτίαν] τάξις τις στρατιωτικὴ ἀνδρῶν εἰ(έ) καὶ εἴκοσι παρὰ Λακεδαιμονίοις. εἴρηται δὲ ἐκ τοῦ ὀμνύναι αὐτοὺς μὴ λείψειν τὴν τάξιν. I. | |
4,3,28 | καταχρηστικῶς τὸ διηγκυλισμένους τοὺς τοξότας· ἐπὶ γὰρ τῶν πελταστῶν κυρίως ἡ λέξις κεῖται οc π τ ρ τινα ἔχουσιν εἰς ἣν ἀγκυ‐ λοῦσιν, ὅ ἐστι παραστρέφουσι τὸ παλτὸν, καὶ οὕτως ῥίπτουσιν. ἐκ δὲ τῆς καταστροφῆς νοητέον εὐχερῶς D. | |
4,4,2 | σατράπῃ] οὐ λέγει ποίῳ, ἀλλ’ ἁπλῶς τῷ ἔχοντι τὴν σατρα‐ πείαν τῶν ἐκεῖσε μερῶν. τύρσεις δὲ λέγει οἱονεὶ φρούριά τινα καὶ τείχισμα ὡσανεὶ πύργους. D. τύρσεις] τὸ ἐν ὕψει ᾠκοδομημέ‐ νον. I. | |
4,4,11 | ἀλεεινὸν τὸ πηγνύμενον, φησὶ, τῆς χιόνος καὶ μὴ διαλυό‐ μενον θερμότερον ἦν· τοῦτο γὰρ λέγει τὸ ἀλεεινὸν, ὡς καὶ Ἡρόδοτος (2, 25) ἀλεεινῆς τῆς χώρας, ὅ ἐστι θερμῆς, λέγει περὶ τῆς Λιβύης· καὶ ἐν τῇ ηʹ τῶν Παιδειῶν (6, 22) ὁ Ξενοφῶν πάλιν ἐχρήσατο τ῀ λέξει. D. | |
4,4,16 | σάγαριν] κοπὶς ἢ πέλεκυς. I. | |
4,5,6 | ἔς τε ἀντὶ τοῦ ἕως οὗ εἰς τὸ βάθος τῆς γῆς φθάσῃ ἡ χιὼν καὶ ποιήσῃ βόθρον οὐχ ἵστατο. D. | |
4,5,7 | ἐβουλιμίασαν] εἶδος νοσήματος ὅταν τις πολλὰ ἐσθίων μηδέποτε κορέννυται. D. ἐπείνασαν I. | |
4,5,9 | κνέφας] σκότος, νύξ. I. | 388 |
4,5,13 | κινοῖτο] ἐθερμαίνετο γὰρ διὰ τῆς κινήσεως. D. | |
4,5,14 | καρβάτιναι] εἶδος ὑποδήματος. I. | |
4,5,26 | ἰσοχειλεῖς] ἢ ἴσους τοῦ χείλους τῶν κρατήρων ἢ ὁμοίως θάλλουσαι τῷ χιλῷ, ὅ ἐστι τῷ σίτῳ. D. | |
4,5,27 | ἀμύζειν] ἕλκειν, σπαράττειν. I. συμμαθόντι] τῷ εἰ‐ θισμένῳ καὶ μαθόντι πίνειν αὐτό. D. | |
4,5,32 | ὥσπερ βοῦν] ὅ ἐστι δαψιλῶς· τὸ γὰρ τοῦ βοὸς ὄνομα ἐπὶ τοῦ μεγάλου λαμβάνεται· ἔνθεν καὶ βούπαις καὶ βούλιμος. D. | |
4,5,33 | ὅ ἐστι δούλους ὄντας καὶ διακονοῦντας: αὐτοῖς τοῖς δια‐ κόνοις ἔλεγον ὡς νέοις καὶ μηδὲν εἰδόσι διὰ τὸ βάρβαρον τί δεῖ ποιεῖν. D. | |
4,5,36 | περιδεῖν] ἀντὶ τοῦ δεσμεύειν· ταῦτα γὰρ ὡς βράκια ἐποίουν. D. | |
4,6,13 | κλέψαι] οἷον λαθεῖν καὶ παρελθεῖν. κατὰ τοῦτο τὸ μέρος ὃ καὶ ἐδείκνυεν. τὸ ὡς ἀντὶ τοῦ ἵνα. ἔστι δὲ ὁ νοῦς οὗτος· καὶ πολὺ ῥᾷόν ἐστι νύκτωρ ἀμαχεὶ πορεύεσθαι, ἵνα μόνον ὁρᾷ τις τὰ ἐγγὺς τῶν ποδῶν αὐτοῦ, ἢ μεθ’ ἡμέραν μαχομένοις, ἡνίκα καὶ τὰ πόρρω τις | |
5 | ὁρᾷ. D. | |
4,6,14 | ἀτὰρ] ὅμως I. ὅσοι τ. ὁ. τουτέστι ὅσοι ὅμοιοι ἀλλή‐ λοις Λάκωνες ἐστέ. D. | |
4,6,18 | ἀντὶ τοῦ ὁμοίως αὐτοῖς ὄντας· καὶ ἡμᾶς ἐν τοῖς ἄκροις, ὅ ἐστιν ὡς αὐτοὶ ἔχουσι τὰ ἄκρα καὶ ἡμᾶς ἔχοντας. σὺ, φησὶν, ἀπόστει‐ λόν τινας ἐξ ἀνάγκης, ἐὰν μή τινα ἐθέλωσιν ἀπελθεῖν ἐκ προαιρέ‐ σεως. D. | |
4,6,21 | ἰδοὺ καὶ ἐνταῦθα διαφορὰ δείπνου καὶ ἀρίστου. D. | |
4,6,25 | βάδην] κατὰ μικρόν. D. | |
4,7,3 | αἱρετέον] ὅ ἐστι δεῖ ἡμᾶς αὐτὸ χειρώσασθαι. D. | |
4,7,4 | ἀντὶ τοῦ τί ἐκώλυσέ σε εἰσελθεῖν πρὶν ἡμᾶς ἐλθεῖν. D. | |
4,7,6 | ἀντὶ τοῦ ὢν ὑποκάτω· ἐὰν, φησὶ, ὑποκάτω τῶν πιτυῶν τού‐ των στῇ τις, τί ἔχει παθεῖν δεινὸν ὑπὸ τῶν λίθων; D. | |
4,7,13 | ἐπιλαμβάνεται] ὅ ἐστι κατέχει αὐτὸν, ἵνα λάβῃ τὴν στο‐ λὴν παρ’ αὐτοῦ καλὴν οὖσαν. D. | |
4,7,15 | ἤτρου] τοῦ ὀμφαλοῦ. D. πτέρυγας λέγει τὰς περόνας· λέγει οὖν ὅτι ἀντὶ τῶν περονῶν σπάρτας ἐδέσμουν. D. | |
4,7,16 | ξυήλην] ἀσπίς. I. μίαν λόγχην] θέλει εἰπεῖν ὅτι καὶ πάμμακρον ὂν τὸ δόρυ μίαν εἶχε λόγχην ἔμπροσθεν, οὐ μὴν καὶ ὄπισθεν. D. | |
4,7,25 | κολωνὸν] γῆς ἀνάστημα. I. | |
4,8,5 | οἱ γὰρ Μάκρωνες ἔθνος Πελασγικόν. D. | |
4,8,14 | ὠμοὺς] παρὰ τὸ Ὁμηρικὸν ὠμὸν βεβρώθοις Πρίαμον. D. | 389 |
4,8,21 | ὡς ἀπὸ καθαρτηρίου· φάρμακον γάρ φησι τὸ καθαρτήριον, ὡς καὶ ἐν τῇ ἕκτῃ. D. (V. ad 6, 4, 11.) | |
4,8,25 | δρόμου] τόπου ἐπιτηδείου πρὸς δρόμον. D. | |
4,8,26 | αὐτῶν τῶν θυομένων καὶ ἱερουργουμένων· τοῦτο γὰρ ὑπο‐ σχόμενοι ἦσαν θύειν ἐκεῖσε ἔνθα εἰς Ἑλληνίδα πρῶτον πόλιν ἔλθω‐ σιν. ἡ γὰρ Τραπεζοῦς φιλία ἦν πόλις, καθὸ Ἑλληνικὴ ἦν· ταῦτα δὲ ἤμελλον δοῦναι γέρας τοῖς νικῶσιν. D. | |
4,8,27 | δολιχόν ἐστι τὸ ἑπτάκις ἀνελθεῖν καὶ κατελθεῖν, ἤγουν πλεονάκις περικάμψαι (παρακάμψαι H.I.K. hic desinentes), ὡς καὶ παρὰ Πινδάρῳ (Ol. 12 inscr.) γέγραπται δολιχόδρομον (sic). D. | |
5,1,4 | οὗτος ὁ Ἀναξίβιος οὐκ ἔστιν εἷς τῶν συναναβάντων μετὰ Κύρου, ἀλλὰ Λακεδαιμόνιος, ὃς ἐπέμφθη περὶ Ἑλλήσποντον φυλάξαι τὰ χωρία, ἃ εἶχον ἐκεῖ οἱ Λακεδαιμόνιοι. D. | |
5,2,3 | μητρόπολις ὄνομα πόλεως. λέγει δὲ καὶ Θουκυδίδης ἐν τῇ τρίτῃ (107) ὅτι ἐστὶν ἐν τῷ Ἄργει τῷ Ἀμφιλοχικῷ πόλις οὕτω κα‐ λουμένη. D. | |
5,2,5 | σκόλοπες] ξύλον ὀξύ. I. τύρσεις] τὸ ἐν ὕψει ᾠκοδο‐ μημένον. I. | |
5,2,7 | ἄφοδος] ἡ ὑποστροφή. D. | |
5,2,12 | διηγκυλισμένους] τὸ ἀκόντιον μεταχειριζόμενον, ἀντὶ τοῦ ἐν μασχάλῃ κρατῶν τὸ δόρυ. I. | |
5,2,18 | ἐφέροντο] εἰσῄεσαν. D. τοὺς φεύγοντας ἐκ τῶν πο‐ λεμίων. D. εἴσω λέγει ἐν τῷ φρουρίῳ. λέγει δὲ ὅτι ὁ βουλόμενος ἁρπάσαι τι εἰσίτω καὶ δεσπότης γινέσθω οὗ ἂν λάβῃ. τοῦτο δὲ ἐποίει, ἵνα μὴ φύγωσι καὶ ἡττηθῶσιν, ἀλλ’ ὡς ἐπὶ κέρδει εἰσίω‐ | |
5 | σιν. D. | |
5,2,20 | θύρεθρα] θυρώματα. I. | |
5,2,29 | πέλται] λόγχαι καὶ ἀσπίδια τετράγωνα. I. | |
5,3,6 | ταῦτα ἐγένετο ἐν τῇ αʹ τῶν Ἑλληνικῶν· ὕστερον γὰρ τού‐ των εἰσὶν αἱ Ἑλληνικαί. D. ἠγανάκτουν γὰρ οἱ Ἀθηναῖοι ὅτι Κύρῳ ἐχθρῷ ὄντι συνεμάχησαν· ἄλλοι δὲ ὅτι φησὶν (sic) ἀπῄει πολε‐ μήσων. D. χαριεῖσθαι] ἀντὶ τοῦ οὕτως ἀναθεῖναι ὡς νομίζεσθαι | |
5 | χαρίζεσθαι τῇ θεῷ ὁ νεωκόρος αὐτός. D. ἔφυγε] ταύτης μέμνηται τῆς φυγῆς καὶ ἐν τῇ ζʹ. τὸ χωρίον δὲ τοῦτο ἐχαρίσαντο αὐτῷ οἱ Λακε‐ δαιμόνιοι οἰκεῖν ἐκπεσόντι ὑπὸ Ἀθηναίων. D. | |
5,3,8 | ἀνεῖλεν] ἐμαντεύσατο. I. | |
5,3,10 | Φολόης] ὄνομα τόπου. I. | |
5,4,2 | Μοσύνοικοι ἐκαλοῦντο παρὰ τὸ ξυλίνους οἴκους ἔχειν. μόσσυνος γὰρ ὁ ξύλινος οἶκος ἐπιχωρία φωνή (sic). D. περὶ τῶν | |
Μοσσυνοίκων φησὶν ὁ Ἀπολλώνιος ἐν τῷ δευτέρῳ ποιήματι. D. | 390 | |
5,4,5 | οὐκ ἔχομεν] καὶ μὴν ἦσάν τινες πλέοντες· λέγομεν οὖν ὅτι λείπει τὸ ἱκανά. D. κολακεύοντος τὸ ῥῆμα. D. | |
5,4,13 | κρωβύλον] πλέγμα τριχῶν εἰς ὀξὺ λῆγον. I. σαγά‐ ρεις] κοπὶς ἢ πέλεκυς. I. | |
5,4,22 | ἐκαλλιέρησαν] θύσαντες θεῷ φιλόν. I. | |
5,4,27 | γρ. νενημένων· συναχθέντων καὶ σωρευθέντων. D. ζειαὶ] εἶδος κριθῆς. I. | |
5,4,28 | ἀμφιφορεῦσιν] ἀγγεῖόν τι. I. τεύχεσι] σκεύεσι. I. | |
5,4,29 | ἀνοκαίων] ὅ ἐστιν ἀνωγαίων. D. διαφυὴν] ὅ ἐστι διάρ‐ ρηξίν τινα, ἔνθα καὶ κλῶνται, ἀλλ’ ὡσανεὶ μονόβανα ὄντα. D. | |
5,4,32 | ἀνθέμιον εἶδος βοτάνης δι’ ἧς ἔστιζον καὶ κατέγραφον τὸ σῶμα. —οὕτως καὶ Ἀπολλώνιος ἐν τῷ βʹ (cod. τῷ ιβʹ) ποιήματι περὶ αὐτῶν (cod. ἀυ το~). D. ἀνθέμιον] χρυσίον ἐκλεκτόν. I. | |
5,4,34 | τό τε ὀχεύειν καὶ τὰ τοιαῦτα. D. | |
5,5,2 | ἐρυμνὰ] ἠσφαλισμένα. I. | |
5,5,4 | ἀπόλυτον in marg. D. | |
5,5,9 | ὑπήρξαμεν] οὐ προκατήρξαμεν. D. | |
5,5,24 | οὐχ ὡς τοῖς Ἕλλησι πόλεμον· τραχὺ γὰρ εἶπεν εἰρηκὼς ὅτι ἐὰν μὴ ἀπέχησθε ἡμῶν, γενησόμεθα φίλοι τῶν Παφλαγόνων καθ’ ὑμῶν. ἀπολογεῖται οὖν καὶ λέγει ὅτι οὐκ εἶπον ὡς ἐνόησας, ἀλλ’ εἶπον ὅτι δυνάμενοι φίλοι εἶναι τοῖς Παφλαγόσιν ὑμῶν αἱρούμεθα | |
5 | μᾶλλον εἶναι φίλοι. D. | |
5,6,4 | τοῦτο ὡς ἐν μεταξυλογίᾳ. D. αὕτη γὰρ ὡς θεὸς ἡ συμ‐ βουλὴ δοκεῖ παρεῖναί μοι, ὅ ἐστιν αὐτή μοι ἐνέπνευσεν ὃ συμβουλεύσω, εἰ καὶ μέλλω, φησὶ, δυσχερείας ἕξειν δι’ ὑμᾶς μελλόντων πλεῖν, ὅμως αἱρούμεθα διὰ τὸ συνοῖσον ἡμῖν. D. | |
5,6,21 | προστατεῦσαι] προστῆναι. D. | |
5,6,25 | μαστεύειν] ἐπιζητεῖν. I. | |
5,6,28 | ὅ ἐστι δημηγορεῖν παρ’ ὑμῖν. (f. ref. ad πράττειν. Gais‐ ford.) D. | |
5,6,31 | νουμηνίας] ἡ τοῦ μηνὸς ἀρχή. I. | |
5,7,1 | ἀπόλυτον in marg. D. | |
5,7,2 | ἐφόνευσαν γὰρ ἐκείνους καὶ ἐφοβοῦντο μὴ καὶ τοὺς ἰδίους οὕτως ἐργάσωνται. D. | |
5,7,7 | ἐρωτηματικὸν ὡς ἀνθυποφορά. D. | |
5,7,21 | συγκαθημένων] Ἑλλήνων. A. | |
5,7,23 | ἀγορανόμοι] οἱ τὰ κατὰ τὴν ἀγορὰν ὤνια διοικοῦντες ἄρ‐ χοντες. I. | |
5,7,28 | θέλει εἰπεῖν ὅτι ἀκρίτως πάντα ποιεῖτε καὶ ὡς ἔτυχεν. D. | |
5,7,30 | ποιὸς (sic) φησὶν ἀνάσχοι πρεσβευτὴς γενέσθαι αὐτὸς ἀποκτείνας τοὺς πρέσβεις· δέδιε γὰρ μὴ ὅπερ ἐποίησε πάθῃ. εἰ ἀρέ‐ σκει, φησὶν, ὑμῖν τὰ γενόμενα ταῦτα, οὐκοῦν φυλάττεσθε ἑαυτοὺς μὴ τὰ ἴσα πράττητε. D. | 391 |
5,8,1 | γαυλιτικῶν] λέγει τῶν ἐν τοῖς γαυλοῖς ὅ ἐστι τοῖς μικροῖς σκάφεσι· τὰ γὰρ χρήματα ἅπερ ἔλαβον ἐκ τῶν λαφύρων εἰς πλοῖα βάλλοντες ἐφύλαττον. D. | |
5,8,3 | τουτέστι μὴ φροντιζόντων τῶν πόνων. ὡς οἶμαι, τὸ ἀπο‐ λούντων μᾶλλον σημαίνει D. ὕβριν ἐνταῦθα καλεῖ τὴν ἀσέλγειαν. καὶ γὰρ οἱ ὄνοι ὅταν οἰστρῶσιν, οὐκ αἰσθάνονται πόνου τινός. D. | |
5,8,10 | ὅτι ὁ βουλόμενος αὐτὸν βαστάσει· τουτέστιν ἀγέτω ὡς (ὃς) βούλεται· ἔστι γὰρ ἐναλλαγὴ ἡ φράσις. D. | |
5,8,14 | προϊέμενον] προδιδόντα. D. | |
5,8,20 | λείπει τῇ ὑπερθέσει. τουτέστι ὅταν ὀκνῇ νεῦσαι. D. | |
5,8,25 | ἀντὶ τοῦ κατὰ τὸν χειμῶνα. D. | |
6,1,4 | στιβάσιν] χαμαικοίτιον ἀπὸ ῥάβδων καὶ δένδρων. I. | |
6,1,9 | πέλτην] λόγχην. D. | |
6,1,11 | αὐλούμενοι] ὅ ἐστιν αὐλοῦντες. D. | |
6,1,12 | πεπαμένον] συνετὸν ἄγαν παρὰ τὸ πεπαίνεσθαι καὶ ἐν πείρᾳ πραγμάτων γεγονέναι πολλῇ. D. κεκτημένον. I. | |
6,1,13 | πυρρίχην] εἶδος ὀρχήσεως. I. | |
6,1,15 | Σινωπεῖς ἄποικοι μηλἠῖων (Μιλησίων) C. | |
6,1,18 | ἐντεῦθεν ὁ Δημοσθένης (p. 10, 10), τὸ γὰρ εἶναι πάντων ἐκείνων ἕνα ὄντα κύριον καὶ ῥητῶν καὶ ἀπορρήτων, καὶ τὰ ἑξῆς. D. νικώσης] δηλονότι γνώμης τῶν πλειόνων καὶ κατασχούσης. D. | |
6,1,20 | τῇ μὲν] ἀντὶ τοῦ κατά τι μέν. ἡ δὲ σύνταξις (legi non‐ nulla nequeunt) τὸ ὁπότε δέ. D. | |
6,1,25 | ἐπιψηφίζοι] ὅ ἐστιν εἴ τις δοίη ἐξουσίαν τοῦ ψηφίσασθαι τὸν στρατηγὸν καὶ χειροτονῆσαι τίς ὀφείλει εἶναι. D. | |
6,1,26 | ἥδομαι] χαίρουσιν οἱ Ἀθηναῖοι τῇ φιλοτιμίᾳ. D. | |
6,1,31 | ἀντὶ τοῦ ἑώρα ἑαυτὸν πολλῶν λόγων δεόμενον ἐπὶ τοῦ πεῖσαι αὐτοὺς μὴ χειροτονῆσαι αὐτὸν στρατηγόν. D. | |
6,1,32 | ὅτι ἐδύνατο] ἀντὶ τοῦ ὅπως ἴσχυεν. D. | |
6,2,2 | Ἀχερουσιάδι] ὁ Ἀπολλώνιος ἐν τῷ δευτέρῳ ποιήματι (728), ἀσπασίως ἄκρας Ἀχερουσίδος ὅρμον ἵκοιτο. D. | |
6,2,4 | θαυμάζω] ἀντὶ τοῦ μέμφομαι. D. | |
6,3,2 | κατὰ τῆς νομιζομένης, φησὶ, μεγάλης κώμης δύο λόχους ἦγον οἱ στρατηγοί. D. | |
6,3,19 | ὅσα μὲν ἔκαυσαν οἱ πελτασταὶ οἱ λοιποὶ ἔκαιον. μακρὰν δὲ λέγει τὸ πόρρω ὀλίγον τῶν κεκαυμένων. D. | |
6,4,3 | ἀπορρὼξ] ἀπόσπασμα ὄρους. I. | 392 |
6,4,11 | φάρμακον] τὸ καθάρσιον φάρμακον φησί· ὃν (ὃς, ὡς) καὶ περὶ τὸ τέλος τῆς τετάρτης ὥσπερ ἐκ φαρμακοποσίας. οὐ λέγει οὖν φάρμακον κατὰ ἐπιβουλὴν, ἀλλὰ πότιμόν τι εἰς ἴασιν, καὶ ἐφόνευσεν αὐτόν. D. | |
6,4,20 | ἐξῆγον] συνεκάλουν δὲ εἰς ἐκκλησίαν. D. | |
6,4,21 | ἐρυμνόν ἐστι τὸ μέλαν (hoc est ἐρεμνόν) καὶ τὸ ἀσφα‐ λές. τοῦτο οὖν φησὶν, μεταστρατοπεδευσώμεθα εἰς τὸ ἀσφαλὲς χω‐ ρίον, κἀκεῖ καταλείψωμεν τὰ ἀχρεῖα εἰς πόλεμον, καὶ κατὰ τῶν πολε‐ μίων ἀπέλθωμεν. D. | |
6,4,27 | φυλαττόμενοι περὶ ἀμφοτέρων τέθεικε· φυλαττόμενοι ἱκα‐ νοῖς φύλαξιν ἀντὶ τοῦ ὑπὸ ἱκανῶν φυλάκων. καὶ πάλιν φυλαττόμενοι μάχεσθαι τοῖς πολεμίοις τοῖς αὐτοὺς τηροῦσι καὶ κατασκοποῦσι τί πράττουσιν. D. | |
6,5,2 | πρωὶ δ’ ἀναστὰς] Locum Hom. Οὐ χρὴ παννύχιον εὕδειν βουληφόρου ἄνδρα, citat H. | |
6,5,4 | αὐτὸν λέγει τὸν Νέωνα. εἶτα ἐπάγει διὰ τί· ὅτι ᾐσχύνοντο μὴ καὶ αὐτοὶ συστρατεύειν τοῖς ἄλλοις. D. | |
6,5,5 | τὴν οὐρὰν τοῦ κέρατος· ὡσανεὶ ἔλεγε παρελθούσης τῆς στρατιᾶς ἕως οὗ ἡ οὐρὰ αὐτῆς καὶ οἱ τελευταῖοι ἔφθασαν εἰς τοὺς πρώ‐ τους νεκροὺς τοὺς καὶ φανέντας. οἵτινες πρῶτοι μὲν ἦσαν τῇ θέᾳ· πρῶτον γὰρ αὐτοὺς ἐθεάσαντο· ὕστεροι δὲ τῇ τάξει· ἄλλοι γὰρ ἦσαν | |
5 | πρὸ αὐτῶν· διὸ ἐπάγει καὶ τοὺς πρώτους τῶν ἀτάφων περὶ ἐκείνων λέ‐ γων. D. | |
6,5,13 | τὸ ὅτι ἀντὶ τοῦ ὅπερ. ὁ δὲ νοῦς· θαυμάσαι, φησὶν, ὅπερ ἦν τὸ κωλύον τὴν πορείαν ἐλαύνει. D. τὸ δὲ διαβάντας ὄπισθε νάπος ὥσπερ ἀντιπίπτον λύει, ἵνα μή τις εἴπῃ, ἀλλὰ δυσχερὲς ἡμῖν εὑρεθήσεται τὸ παρελθεῖν τὸ νάπος διότι | |
5 | μέλλομεν αὐτὸ κατὰ νώτου ἔχειν ὅπου μηδὲν (l. μηδὲ) ἀποφυγή ἐστιν ἡμῖν καὶ ἀποχώρησις. λέγει οὖν ὅτι αὐτὸ τοῦτό ἐστι μάλιστα τὸ κα‐ λόν. καὶ δεῖ αὐτὸ τοῦτο ἁρπάσαι ἵνα ἂν θελήσωμεν φυγεῖν, ἀποροῦν‐ τες φυγῆς γενναίως παραταξώμεθα. D. | |
6,5,21 | ἀπόλυτον in marg. D. | |
6,5,24 | οἱ μὲν εἰς τὸ ἀνδρὶ διαστέλλουσι καὶ τὴν πτῶσιν ἐναλλάτ‐ τουσι. λέγει ὅτι ἡδύ ἐστι πρᾶγμα τὸ ἀνδρὶ ὄντι· καλόν (sic: v. infra) τι εἰπόντι καὶ ποιήσαντι ἐπὶ τοῦ παρόντος μνήμην ἑαυτοῦ καταλιπεῖν· οἱ δὲ συνάπτουσιν ἀνδρεῖον, ἵν’ ᾖ οὕτως· ἡδὺ πρᾶγμα τὸ ἀνδρεῖόν τι | |
5 | καὶ καλὸν εἰπόντι καὶ ποιήσαντι μνήμην ἑαυτῶ (sic) καταλιπεῖν, ὅπερ καὶ βέλτιον. D. | |
6,6,28 | λῃστὰς λέγει τοὺς παρασχόντας τῷ Δεξίππῳ τὰ πρό‐ βατα, ἵνα λαβὼν μέρος ἐξ αὐτῶν σώσῃ αὐτοῖς τὰ λοιπά. D. παρὰ | |
τὴν ῥήτραν. παρὰ τὸν νόμον· νόμον δὲ λέγει τὸ δόγμα τῆς στρατιᾶς. D. ῥήτραν] συνθήκη, ὁμολογία. I. τορὸς] τετορνευμένος καὶ | 393 | |
5 | ῥητορικός. D ἰσχυρ. I. | |
7,1,2 | ἀπαγαγεῖν in marg. D. | |
7,1,14 | ἱεροῦ ὄρους] ἱερὸν ὄρος τὸ νῦν ἅγιον. A. | |
7,1,16 | extr. ἐν Βυζαντίῳ ταῦτα margo C. eadem manu. | |
7,1,30 | παρὰ τὸ Ὁμηρικὸν (Il. Δ, 182) τότε μοι χάνοι εὐρεῖα χθών. D. | |
7,1,31 | λείπει εὖ ἂν ἔχοι. εἰ δὲ] πάλιν τὸ σχῆμα ἀνταπόδο‐ τον (ἀνανταπόδοτον). D. | |
7,1,33 | περὶ Κοιρατάδου τοῦ Θηβαίου Margo C. m. ant. καλῶς εἶπε τῆς Θρᾴκης· ἔστι γὰρ καὶ τὸ τῆς Αἰγύπτου, ὡς εἶπεν Ἡρόδοτος ἐν τῇ δευτέρᾳ. D. δέλτα] ἄλ....... ἔστι .. ἀ....... I. | |
7,1,37 | δάσμευσιν] μερισμόν. I. | |
7,2,21 | τύρσει] τὸ ἐν ὕψει ... δομημένον, καὶ ὁ περι.... τοῦ τειχ..... I. | |
7,2,22 | Θυνοὶ] ὄνομα ἔθν..... I. | |
7,2,33 | ἐνδίφριος] ἁρματηλάτης. I. | |
7,2,38 | ἐνδιφρίους] καὶ σελίον καὶ ἅρμα. I. | |
7,3,11 | μαστεύειν] ἐπιζητεῖν. I. | |
7,3,19 | ἴσως αἰνίττεται εἰς παλαιὰν ἱστορίαν τὰ κατὰ Φυλλίδα, ὅτι Ἀκάμας υἱὸς ὢν Θησέως Ἀθηναίου ἀνδρὸς ἔλαβε φερνὴν παρ’ αὐτῆς τὰς καλουμένας Ἐννέα ὁδοὺς, ὡς λέγει Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος (p. 32, 22). D. | |
7,3,21 | νενημένων] σεσωρευμένων in sinistro marg. In dextro ὥσπερ ἡνωμένων διὰ τῆς σούβλας τῆς λεγομένης κρεῶν καὶ ἄρτων ἅμα διαμπάξ. ἄλλοι δὲ νενημένων ἔλαβον ἀντὶ τοῦ σωρευθέντων καὶ συν‐ αχθέντων. D, | |
7,3,32 | ὅ ἐστι συνέσπεισε καὶ κατέχεε τὸ ἑαυτοῦ κέρας εἰς τὸ τοῦ Ξενοφῶντος· ὅ ἐστι τὸν οἶνον τοῦ κέρατος. D. ἡ μαγὰς εἶδος κι‐ θάρας πολυχόρδου. οὕτως οὖν ἐσάλπιζον τὸν ἦχον ποιοῦντες ὡς ἐπὶ μαγάδος. ἄλλοι δὲ μέρος τῆς κιθάρας λέγουσι τὴν μαγάδα. D. ἀπὸ | |
5 | κοινοῦ τὸ Θρᾷκες. D. λείπει δὲ τὸ ἐστέ. φοβοῦνται γὰρ οἱ Ἕλ‐ ληνες ὁρῶντες ἐν νυκτὶ, φησὶ, Θρᾷκας. οὐ γὰρ ἔχουσι διακρῖναι τίς ἐχθρὸς ἢ φίλος. D. ἔθος Θρᾴκιον ἐν τοῖς συμποσίοις ἵνα ὅταν πίωσιν οἴνου οἱ συμπόται ὅσον δύνανται, τὸ λοιπὸν τοῦ οἴνου κατα‐ χέουσι κατὰ τῶν ἱματίων τῶν συμποτῶν, ὅπερ ἔλεγον κατασκεδάζειν. | |
10 | μέμνηται τούτου ὁ μέγας Πλάτων ἐν τοῖς Νόμοις. D. | |
7,3,33 | γελωτοποιοὶ] γελοτοποὸς (sic) ὁ μασκαράς. A. | |
7,3,37 | βραδύτατον] τὸ ὁπλ.... οἱ γὰρ ὁπλῖται ....... I. | |
7,3,43 | στίβῳ] ἡ ὁδός. I. | 394 |
7,3,46 | ἐτρόχαζεν] διέτρεχε. I. | |
7,4,4 | ζειρὰς] ὅ ἐστι γουνία. D. χιτῶνας. I. | |
7,4,5 | πείσονται] ὅ ἐστι πεισθήσονται. D. | |
7,4,14 | οἱ καταβάντες ἀπὸ τοῦ ὄρους προφάσει τῶν σπονδῶν, ἵνα γνῶσι τὸ πλῆθος τῶν Ἑλλήνων, εἰ δύνανται περιγενέσθαι αὐτῶν. ὁ Ξενοφῶν ἐπιτίθεσθαι εἶπεν ὡς εἰδὼς ὅτι μέλλουσι ποιεῖν ἅπερ καὶ ἐπιφέρει. δόλῳ γὰρ αὐτοὺς ἄγουσι ἐπὶ τοὺς ἑαυτῶν. ἐμοὶ δοκεῖ μὴ | |
5 | καλῶς τοῦτον ἐξηγούμενον ἐξηγήσασθαι· οὐ γὰρ ἡγεμόνες τῶν Ἑλ‐ λήνων εἰς τὰς οἰκίας ἑαυτῶν οἱ Θυνοὶ, ἀλλ’ ἡγεμὼν οὐκ ἄλλος τις ἄλλοι ἀλλ’ ἕκαστος πρὸς τὴν ἰδίαν οἰκίαν. ἕκαστος, φησὶ, τῶν Θυνῶν προηγεμών ἐστιν ἐπὶ τῶν Ἑλλήνων ἐπὶ τὴν οἰκίαν τὴν ἑαυτοῦ· μόνοι γὰρ οἱ δεσπόται ἡγοῦντο ὡς εἰδότες αὐτὰς τὰς οἰκίας τὰς ἑαυτῶν. ὡς | |
10 | δὲ λοιπὸν οἱ Ἕλληνες ἐν ταῖς οἰκίαις ἐγένοντο τῶν Θυνῶν, ἤρξαντο οἱ Θυνοὶ ἀκοντίζειν καὶ φονεύειν αὐτούς. σκόπει τὴν ἐξήγησιν τοῦ σχο‐ λίου τούτου. ὑποπτεύεται γὰρ ὡς οὐκ ἀφανής. D. | |
7,4,15 | σκυτάλοις] βακτηρία, ῥάβδος. I. | |
7,5,8 | τέως] ἀντὶ τοῦ πρὸ τούτου. D. Γάνον] καὶ ὁ Αἰσχίνης Γάνος καὶ Γανίδα. D. | |
7,5,12 | ὀκέλλουσι] προσορμίζουσι. I. τέναγος] πηλῶδες πέ‐ λαγος. I. | |
7,5,14 | τεύχεσι] σκεύεσι. I. | |
7,6,17 | ἀντὶ τοῦ εἰσπράξητε καὶ ἀπατήσαντες (ἀπαιτήσητε). D. | |
7,6,32 | σῶν] ὑγιὲς καὶ ἀβλαβές. H. | |
7,6,35 | τοιαύτην] ἀντὶ τοῦ κακὴν κατὰ ἦθος. D. | |
7,6,41 | πέπαται] κέκτηται. H.I. | |
7,7,18 | οἵτινες οὐ παρέσχον τούτοις τὸν ὡρισμένον μισθόν. ὅρα δὲ πῶς ὃ ἔφευγεν εἰπεῖν νῦν φανερῶς εἴρηκεν. εἰ ἐκείνων ὧντινων κωμητῶν ἐσμεν ἐν τῇ χώρᾳ, φησὶ, τούτου ἐπιτρέψαι (τούτοις ἐπιτρέ‐ ψαιμεν vel –τε) ἵνα αὐτοὶ δικάσωσιν ἡμῖν τίνος μᾶλλον ἡ χώρα ἦν ἣν | |
5 | ἔλαβον ἡμῶν τῶν ἀφελομένων ἢ ὑμῶν τῶν λαβόντων αὐτὴν ἐξ ἡμῶν. D. | |
7,7,28 | ἄμεινον γὰρ ἦν μὴ κτήσασθαι ἐξ ἀρχῆς ἢ κτησάμενον ἀπολέσαι διὰ τὸ μὴ δύνασθαι ταῦτα κατασχεῖν καὶ φυλάξαι ἀπὸ ἀδρα‐ νείας. D. | |
7,7,43 | ἦν] ἀντὶ τοῦ ἤμην. D. | |
7,7,57 | περὶ φυγῆς] φυγῇ κατεδικάσθη Ξενοφῶν. margo C. m. ant. | |
7,8,1 | οὗτος ὀνειροκρίτης ἦν, καὶ ὡς ἔκρινεν εἴ τι ἀπέβαινεν, ἀπε‐ γράφετο αὐτά. καὶ οὗτος βιβλίον ὀνείρων συνέγραψε. διέτριβε δὲ | |
οὗτος ἐν τῷ Λυκείῳ τῆς Ἀττικῆς περὶ τὸ γυμνάσιον τῶν Ἀθηναίων. πείθομαι, φησὶν, ἐκ τῶν ἱερῶν μὴ εἶναι χρήματα. ἰδοὺ τὸ ἐμπόδιον | 395 | |
5 | οὐδετέρως. καὶ εὐθὺς ἀρρενικῶς ὁ ἐμπόδιος. ὁ μάντις ἐκεῖνος ἠρώτα τὸν Ξενοφῶντα ἆρα θύεις καὶ νῦν τῷ μειλιχίῳ θεῷ, ὥσπερ ἐν τῇ πα‐ τρίδι ἢ οὔ. D. ἀπέδοτο] ἐπώλησεν. D. | |
7,8,7 | Θήβης πεδίον] εἰς Θήβην τὴν Ὑποπλακίαν χωρίον οὕτω καλούμενον καταντικρὺ τῆς Χίου. D. | |
7,8,8 | Πέργαμον] Πέργαμον Γαληνοῦ. A. Ἐρετριέως] πῶς δὲ οὗτος Ἐρετριεὺς ὢν ᾤκει τὴν Λυδίαν φησὶν ἐν τῷ γʹ τῶν Ἑλληνι‐ κῶν. D. | |
7,8,9 | ἴσως τινὰς συγγενεῖς ἐκείνου τοῦ Γογγύλου περὶ οὗ μέμνη‐ ται ὁ Θουκυδίδης (1, 128). D. | |
7,8,18 | ὁ ἀπὸ Δαμαράτου τοῦ Λακεδαιμονίου βασιλέως, ὡς καὶ ἐν τῇ τρίτῃ τῶν Ἑλληνικῶν καὶ ἐν τῇ δευτέρᾳ τῶν Ἀναβάσεων. D. | |
7,8,23 | ἐνταῦθα τὸν θεὸν ᾐτιάσατο Ξενοφῶν τὸν ἐν (sic) λέγει τὸν Δία τὸν μειλίχιον. λέγει δὲ ὅτι τοῦτον αἴτιον ἡγεῖτο καὶ τοῦ αὐ‐ τὸν τότε μὴ κερδαίνειν, ὅτι οὐκ ἔθυεν αὐτῷ, καὶ νῦν τοῦ κερδαίνειν, ὅτι ἔθυε. πάντες γὰρ ἔφερον αὐτῷ πάντα, ὥστε ἐξαίρετα λαμβάνειν | |
5 | αὐτὸν ὅσα ἐβούλετο. D. | |
7,8,25 | ἄρχεται ἀνακεφαλαιοῦσθαι πάντα. καὶ σημείωσαι ὅτι καὶ αὐτὸς ὁ Ξενοφῶν παρῆν τῇ ἀναβάσει· εἶπε γὰρ ἐπήλθομεν. D. ὧδε Ξενοφῶν ὁμολογεῖ συστρατεύεσθαι Κύρῳ διὰ τὸ ἐπήλθομεν C. καίτοιγε οὐ φαίνονται | |
5 | διελθόντες διὰ Φοινίκης· ἄλλην οὖν καὶ ἄλλην Ἀραβίαν τὴν εὐδαίμονα καλουμένην πλησίον Βαβυλῶνος· τὸ δὲ ἄλλην Φοινίκην, φησὶ, σημαί‐ νει καὶ ἐν ἀρχῇ τῶν Παιδειῶν. D. | |
7,8,26 | παρασάγγης εἶδος μέτρου Περσικοῦ, ὅς ἐστι τριάκοντα στάδια. τὸ δὲ στάδιον ἔχει πόδας χ. τὸ μίλιον ποδ. δς. ἢ ὁ παρασάγ‐ γης μίλια δ. στάδ. β. τὸ γὰρ μίλιον ἔχει στάδ. ζ. τὸ πλέθρον ποδ. ρ. | |
ὁ ποὺς δακτύλους ιϛ. I. | 396 |