TLG 5038 001 :: SCHOLIA IN THEOCRITUM :: Scholia in Theocritum (scholia vetera)

SCHOLIA IN THEOCRITUM Schol.
(Varia)

Scholia in Theocritum (scholia vetera)

Source: Wendel, K. (ed.), Scholia in Theocritum vetera. Leipzig: Teubner, 1914 (repr. Stuttgart, 1967): 1–352.

  • Vita et prolegomena: pp. 1–7
  • Anecdoton Estense: pp. 7–13
  • Argumenta et scholia: pp. 23–335
  • Scholia in Theocriti, Simiae, Dosiadae, et Besantini technopaegnia: pp. 336–352

Citation: Prolegomenon-anecdote-poem — section-verse — (line)

proleg

t

ΘΕΟΚΡΙΤΟΥ ΒΟΥΚΟΛΙΚΑ Prolegomena

proleg

A

(t)

KEbAPTΓένος Θεοκρίτου

proleg

A a

Θεόκριτος ὁ τῶν βουκολικῶν ποιητὴς Συρακούσιος ἦν τὸ γένος, πατρὸς Σιμίχου, ὡς αὐτός φησι (VII 21)· ‘Σιμι‐ χίδα, πᾷ δὴ τὸ μεσαμέριον πόδας ἕλκεισ‘; ἔνιοι δὲ τὸ ‘Σιμι‐ χίδα‘ ἐπώνυμον εἶναι λέγουσι—δοκεῖ γὰρ σιμὸς εἶναι τὴν
5πρόσοψιν—, πατέρα δ’ ἐσχηκέναι Πραξαγόραν καὶ μητέρα Φιλίναν. ἀκουστὴς δὲ γέγονε Φιλητᾶ καὶ Ἀσκληπιάδου, ὧν μνημονεύει (VII 40). ἤκμασε δὲ κατὰ Πτολεμαῖον τὸν ἐπι‐ κληθέντα 〈Φιλάδελφον τὸν Πτολεμαίου τοῦ〉 Λάγου. περὶ δὲ τὴν τῶν βουκολικῶν ποίησιν εὐφυὴς γενόμενος πολλῆς δόξης
10ἐπέτυχε. κατὰ γοῦν τινας Μόσχος καλούμενος Θεόκριτος ὠνο‐
μάσθη.

proleg

A b

GEbPT ἰστέον, ὅτι ὁ Θεόκριτος ἐγένετο ἰσόχρονος τοῦ τε Ἀράτου καὶ τοῦ Καλλιμάχου καὶ τοῦ Νικάνδρου· ἐγένετο δὲ ἐπὶ τῶν χρόνων Πτολεμαίου τοῦ Φιλαδέλφου.

proleg

B

(t)

KGEbAT Εὕρεσις τῶν βουκολικῶν

proleg

B a

Τὰ βουκολικά φασιν ἐν Λακεδαιμονίᾳ εὑρεθῆναι καὶ περισσῶς προκοπῆς τυχεῖν. τῶν γὰρ Περσικῶν ἐνεστώτων ἔτι καὶ φόβῳ πᾶσαν τὴν Ἑλλάδα ταρασσόντων ἐνέστη ἑορτὴ Ἀρτέμιδος Καρυάτιδος. τῶν δὲ παρθένων ἀποκεκρυμμένων
5διὰ τὴν ἐκ τοῦ πολέμου ταραχὴν ἀγροῖκοί τινες εἰσελθόντες εἰς τὸ ἱερὸν ἰδίαις ᾠδαῖς τὴν Ἄρτεμιν ὕμνησαν· τῆς δὲ τού‐ των ξένης μούσης ἀρεστῆς γενομένης παρέμεινε τὸ ἔθος καὶ ἐφυλάχθη. ἄλλοι δὲ ἐν Τυνδαρίδι τῆς Σικελίας πρῶτον ἀχθῆναι
10λέγουσι τὰ βουκολικά. Ὀρέστῃ γὰρ ἐκκομίζοντι 〈τὸ〉 τῆς Ἀρτέ‐ μιδος ξόανον ἐκ Ταύρων τῆς Σκυθίας χρησμὸς ἐξέπεσεν ἐν ἑπτὰ ποταμοῖς ἐκ μιᾶς πηγῆς ῥέουσιν ἀπολούσασθαι· ὁ δὲ πορευθεὶς εἰς Ῥήγιον τῆς Ἰταλίας τὸ ἄγος ἀπενίψατο ἐν τοῖς λεγομένοις διαχωρίοις ποταμοῖς. ἔπειτα εἰς Τυνδαρίδα τῆς
15Σικελίας διῆλθεν· οἱ δὲ ἐπιχώριοι τὴν θεὸν ἰδίοις ποιήμασι καθυμνήσαντες ἔθει τὴν πρώτην παρέδοσαν εὕρεσιν. ὁ δὲ ἀληθὴς λόγος οὗτος. ἐν ταῖς Συρακούσαις στάσεώς ποτε γενομένης καὶ πολλῶν πολιτῶν φθαρέντων, εἰς ὁμόνοιαν τοῦ πλήθους [ποτὲ εἰς] ἐλθόντος ἔδοξεν Ἄρτεμις αἰτία γεγο‐
20νέναι τῆς διαλλαγῆς. οἱ δὲ ἀγροῖκοι δῶρα ἐκόμισαν καὶ τὴν θεὸν γεγηθότες ἀνύμνησαν, ἔπειτα ταῖς 〈τῶν〉 ἀγροίκων ᾠδαῖς τόπον ἔδωκαν καὶ συνήθειαν.

proleg

B b

ᾄδειν δέ φασιν αὐτοὺς ἄρτον ἐξηρτημένους θηρίων ἐν ἑαυτῷ πλέονας τύπους ἔχοντα καὶ πήραν πανσπερμίας ἀνάπλεων καὶ οἶνον ἐν αἰγείῳ ἀσκῷ, σπονδὴν νέμοντας τοῖς ὑπαντῶσι, στέφανόν τε περικεῖσθαι
KEbAT
5καὶ κέρατα ἐλάφων προκεῖσθαι καὶ μετὰ χεῖρας ἔχειν λαγω‐ βόλον. τὸν δὲ νικήσαντα λαμβάνειν τὸν τοῦ νενικημένου ἄρτον· κἀκεῖνον μὲν ἐπὶ τῆς τῶν Συρακουσίων μένειν πόλεως, τοὺς δὲ νενικημένους εἰς τὰς περιοικίδας χωρεῖν ἀγείροντας ἑαυτοῖς τὰς τροφάς· ᾄδειν δὲ ἄλλα τε παιδιᾶς καὶ γέλωτος
10ἐχόμενα καὶ εὐφημοῦντας ἐπιλέγειν·
δέξαι τὰν ἀγαθὰν τύχαν,
δέξαι τὰν ὑγίειαν,
ἃν φέρομες παρὰ τᾶς θεοῦ,
ἃν †ἐκλελάσκετο† τήνα
15(Carm. pop. 42 Bergk Poet. lyr. gr. III4 672).

proleg

C a

Τὰ δὲ βουκολικὰ ἔχει 〈κατὰ〉 διαφορὰν τὴν τῶν
ποιημάτων ἐπιγραφήν· καὶ γὰρ αἰπολικά ἐστι καὶ ποιμενικὰ καὶ μικτά. τὴν μέντοι ἀπὸ τῶν βοῶν εἴληφεν ἐπιγραφὴν 〈ὡσ〉 κρατιστεύοντος τοῦ ζῴου· διὸ καὶ βουκολικὰ λέγονται πάντα.
5εἴρηται δὲ βουκόλος παρὰ τὸ τὰς βόας 〈κέλλειν καὶ〉 ἐλαύνειν ἢ ἀπὸ τοῦ τὰς βόας κολούειν ἀτιμαγελώσας ἢ τῶν βοῶν κο‐ μεῖν καὶ ἐπιμελεῖσθαι τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον.

proleg

C [b]

EbAT σημείωσαι· ἐπὶ αἰγῶν αἰπόλια, ἐπὶ βοῶν βουκόλια, ἐπὶ προβάτων ποίμνια, ἐπὶ συῶν συβόσια.

proleg

C [c]

πῶς βουκολικὰ ὑπεγράφησαν καίτοι μὴ ὄντων ὅλων βουκολικῶν, ἀλλὰ καὶ ποιμενικῶν καὶ αἰπολικῶν; ἐκ τοῦ κρείτ‐ τονος μέρους ταῦτα τῶν τετραπόδων ὑπεγράφησαν.

proleg

D

KGEbAPT Πᾶσα ποίησις τρεῖς ἔχει χαρακτῆρας, διηγηματικόν, δραματικὸν καὶ μικτόν. τὸ δὲ βουκολικὸν ποίημα μῖγμά ἐστι παντὸς εἴδους καθάπερ συγκεκραμένον· διὸ καὶ χαριέστερον
τῇ ποικιλίᾳ τῆς κράσεως, ποτὲ μὲν συγκείμενον ἐκ διηγηματι‐
5κοῦ, ποτὲ δὲ ἐκ δραματικοῦ, ποτὲ δὲ ἐκ μικτοῦ, ἤγουν διηγη‐ ματικοῦ καὶ δραματικοῦ, ὁτὲ δὲ ὡς ἂν τύχῃ. εἰς ὅσον δ’ οἷόν τέ ἐστι, τὰ τῶν ἀγροίκων ἤθη ἐκμάσσεται αὕτη ἡ ποίησις, τερπνῶς πάνυ τοὺς τῇ ἀγροικίᾳ σκυθρωποὺς κατὰ τὸν βίον χαρακτηρίζουσα· ἐκπέφευγε δὲ τὸ ἄγαν ἁδρὸν καὶ ὑπέρογκον
10τῆς ποιήσεως.

proleg

E a

Ἰστέον δέ, ὅτι εἰδύλλιον λέγεται τὸ μικρὸν ποίημα ἀπὸ τοῦ εἶδος ἡ θεωρία, οὐχ ἡδύλλιον παρὰ τὸ ἥδω τὸ εὐφραίνω.

proleg

E [b]

εἰδύλλιον λέγεται, ὅτι εἶδός ἐστι λόγου· ὑποκοριστικῶς δὲ εἴρηται εἰδύλλιον.EbAT

proleg

E [c]

εἰδύλλια λέγονται ταῦτα ἀπὸ τοῦ εἴδω τὸ ὁμοιῶ· ἐοι‐ κότες γὰρ τοῖς προσώποις εἰσὶν οἱ λόγοι.

proleg

E [d]

πῶς οὐχ ὑπογράφονται ταῦτα τὰ ποιήματα διάλογοι —διαλέγεται γὰρ ἔν τισι τούτων πρόσωπα—ὡς καὶ τὰ τοῦ Λουκιανοῦ; οὐκ ἤθελεν ὁ ποιητὴς θεῖναι ἀλλοίας καὶ ἀλλοίας ὑπογραφάς, ἀλλὰ μίαν ἁρμόζουσαν πᾶσι τοῖς ποιήμασιν
5αὐτοῦ. εἶδος γὰρ λόγου ἐστὶ καὶ τὸ διηγηματικὸν καὶ τὸ δρα‐ ματικὸν καὶ τὸ μικτόν, καὶ διὰ τοῦτο ὑπεγράφησαν εὐδύλλια.

proleg

F a

Δωρίδι δὲ καὶ Ἰάδι διαλέκτῳ κέχρηται Θεόκριτος, μάλιστα δὲ ἀνειμένῃ καὶ χθαμαλῇ Δωρίδι παρὰ τὴν Ἐπι‐KEbAT
χάρμου καὶ Σώφρονος· οὐ μὴν δὲ ἀπολιμπάνεται καὶ Αἰολίδος.

proleg

F [b]

EbAT ἰστέον, ὅτι ὁ Θεόκριτος Δωρίδι διαλέκτῳ κέχρηται τῇ νέᾳ. δύο γάρ εἰσι, παλαιὰ καὶ νέα· καὶ ἡ μὲν παλαιὰ τραχεῖά τίς ἐστι καὶ οὐκ εὐνόητος· ἡ δὲ νέα, ᾗ καὶ Θεόκριτος χρῆται, μαλθακωτέρα καὶ εὐκολωτέρα.

proleg

F [c]

GP Δωρίδι δὲ διαλέκτῳ κέχρηται ὁ Θεόκριτος ἀνειμένῃ.

proleg

F [d]

A Can. αἱ ἀφαιρέσεις τῶν Ἰώνων, αἱ συγκοπαὶ τῶν Αἰολέων, αἱ ἀποκοπαὶ τῶν Ἀττικῶν καὶ οἱ πλεονασμοὶ τῶν Ἰώνων. αἱ ἐπενθέσεις τῶν Αἰολέων ὡς τὸ κυσὶ ‘κύνεσσι‘, τῶν Ἀττικῶν αἱ ἐπεκτάσεις ὡς τὸ οὕτως ‘οὑτωσί‘. 〈...〉 ‘ἀταρτηροῖς
5ἐπέεσσιν‘ (A 223) ἀτηροῖς.

proleg

G a

KbGEbAT Anth. Ἀρτεμιδώρου γραμματικοῦ ἐπὶ τῇ ἀθροίσει τῶν βου‐ κολικῶν ποιημάτων·
Βουκολικαὶ μοῖσαι σποράδες ποκά, νῦν δ’ ἅμα πᾶσαι
ἐντὶ μιᾶς μάνδρας, ἐντὶ μιᾶς ἀγέλας.

proleg

G b

KbEbAT Anth. Ἄλλος ὁ Χῖος· ἐγὼ δὲ Θεόκριτος, ὃς τάδ’ ἔγραψα, εἷς ἀπὸ τῶν πολλῶν εἰμὶ Συρηκοσίων, υἱὸς Πραξαγόραο περικλειτῆς τε Φιλίνης,
μοῦσαν δ’ ὀθνείην οὔτιν’ ἐφελκυσάμην.

proleg

H*

Ὥσπερ σκύφος γάλακτος ἢ καὶ κισσύβη ἡ βουκολικὴ πᾶσιν ἄγκειται βίβλος· τοιγὰρ ῥοφῶμεν οἱ θέλοντες τὸν λόγον στόμασι λάβροις, εἰ κελεύουσι φρένες.EbPrT

Anec Est

t

Anecdoton Estense III

Anec Est

1

Ὅτι τῶν τὰ βουκολικὰ συγγραψάντων ἴδιον (ἰδια cod.)— τὸ Δωρίδι χρῆσθαι διαλέκτῳ, τὸ μιμεῖσθαι εἰς ἄκρον ἀγροίκων ὁμιλίας καὶ νομέων χαριέντως αὐτὰς ἐκφράζων.
ἄρτον τε ἐξήρτηντο μορφὰς θηρίων ἐν ἑαυτῷ ἔχοντα καὶBb
5πήραν πανσπερμίας ἀνάπλεων, καὶ οἶνον ἐν αἰγείῳ ἀσκῷ φέροντες σπονδὴν ἔνεμον τοῖς ὑπαντῶσι. στέφανόν τε περι‐ έκειντο καὶ κέρατα ἐλάφων προέκειτο αὐτοῖς μετὰ χεῖράς τε εἶχον λαγωβόλον. ὁ δὲ νικήσας ἐλάμβανε τοῦ ἡττηθέντος τὸν ἄρτον. κἀκεῖνος μὲν ἐπὶ τῆς τῶν Συρακουσίων ἔμενε πόλεως,
10οἱ δὲ νενικημένοι εἰς τὰς περιοικίδας (περιοικιδίας cod.) ἐχώ‐ ρουν ἀγείροντες ἑαυτοῖς τὰς τροφάς. [ἔδιδο del. in cod.] παρ‐ εῖχόν τε ἄλλα τε παιδιᾶς ἄξια καὶ δὴ καὶ τόδε προσέλεγον·
δέξαι τὰν ἀγαθὰν τύχαν,
δέξαι τὰν ὑγίειαν,
15
ἃν φέρομεν παρὰ τῆς θεοῦ,
ἃν ἐκαλέσ〈σ〉ατο τήνα. ὅτι ὁ μὲν ἄρτος καὶ ὁ οἶνος καὶ ἡ σπονδὴ σημεῖα εἰρήνης— ἦσαν. ἐπὶ εἰρήνῃ γάρ, ὡς ῥηθήσεται, εὕρηται τὰ βουκολικά.
ἥ τε πανσπερμία τὴν ἀπὸ τῆς εἰρήνης ἐπίδοσιν ἐν ταῖς πόλεσι
20δηλοῖ. ὡσαύτως δὲ καὶ ὁ στέφανος νίκης τε ἅμα σύμβολον καὶ χαρᾶς. ἐνίκησαν γὰρ οἱ διαλλακταὶ διαλλάξαντες τοὺς ἐν ταῖς Συρακούσαις στασιάζοντας· ὧν δὴ διαλλακτῶν τόπον ἐπεῖχον οἱ τὰ βουκολικὰ ᾄδοντες. τὰ δὲ κέρατα, ἐπειδὴ τὸν Πᾶνα εἶχον οἱ νομεῖς θεόν, ὁ δὲ Πὰν κέρατα ἔχων παρα‐
25δέδοται. τοὺς νομεῖς δὲ οἱ τὰ βουκολικὰ συνθέντες ἐμιμοῦντο, ὡς ἔφημεν. καὶ τῶν θηρίων δὲ αἱ μορφαὶ τοῦ Πανὸς ἕνεκεν λαμβάνονται, ἐπειδὴ ἐν τοῖς ὄρεσι καὶ ταῖς ἐρημίαις παρα‐ δίδοται διατρίβειν, τόποις θηριώδεσι, καὶ ἅμα καὶ αὐτὸς τὰ κάτω τραγώδη καὶ λάσια παραδίδοται ἔχειν. καὶ τὸ λαγωβόλον
30δὲ τοῦ αὐτοῦ ἕνεκεν· εἰκὸς γὰρ αὐτὸν καὶ κυνηγέτην εἶναι τοῖς ὄρεσιν ἐνδιατρίβοντα. καὶ μὴν καὶ ἡ πρόσρησις σημεῖον εἰρήνης ἦν· εὐδαίμονες μὲν γὰρ οἱ ἄνθρωποι ἐν εἰρήνῃ, κα‐ κοδαίμονες δὲ γίνονται ἐν τῷ πολέμῳ. cf. sch. I 3/4 d e.

Anec Est

2

Ba ὅτι οἱ μέν φασιν εὑρεθῆναι ἐν Λακεδαίμονι τὰ βουκολικὰ πρῶτον, τῷ τρόπῳ τούτῳ. τῶν Περσικῶν ἐνεστώ‐ των ἔτι καὶ φόβῳ πᾶσαν τὴν Ἑλλάδα ταρασσόντων ἐνέστη τις (incertum) ἑορτὴ Ἀρτέμιδος Καρυάτιδος. τῶν οὖν παρθένων
5κεκρυμμένων διὰ τὴν ἐκ τοῦ πολέμου ταραχὴν ἀγροῖκοί τινες εἰσελθόντες ἰδίαις ᾠδαῖς τὴν Ἄρτεμιν ὕμνησαν· τῆς δὲ τού‐ των ξένης μούσης ἀρίστης γενομένης παρέμεινε τὸ ἔθος καὶ ἐφυλάχθη. οἱ δέ φασιν ἐν Σικελίᾳ πρῶτον ἐξευρεθῆναι τρόπῳ τοιῷδε.
10ἐξενεχθέντος τῷ Ὀρέστῃ χρησμοῦ ἐν ἑπτὰ ποταμοῖς ἐκ μιᾶς πηγῆς ῥέουσιν ἀπολούσασθαι, εἰς Ῥήγιον τῆς Ἰταλίας πο‐ ρευθείς, φέρων καὶ τῆς Ἀρτέμιδος ξόανον μεθ’ ἑαυτοῦ, ἐκεῖ ἐν τοῖς λεγομένοις διαχωρίοις ἐλούσατο ποταμοῖς. ἔπειτα τὸ ξόανον λαβὼν εἰς Τυνδαρίδα τῆς Σικελίας ἀφίκετο· οἱ δὲ
15ἐπιχώριοι τὴν θεὰν ἰδίοις ποιήμασι καθυμνήσαντες ἔθει τὴν πρώτην παρέδοσαν εὕρεσιν. ἀληθέστερον δέ φασιν οἱ λέγοντες ἐν Σικελίᾳ μὲν εὑρε‐ θῆναι, τρόπῳ δὲ (γε cod.) μὴν τοιῷδε. στάσεώς ποτε ἐν
Συρακούσαις γενομένης καὶ πολλῶν πολιτῶν διαφθαρέντων
20μόλις τέ ποτε εἰς ὁμόνοιαν συνελθόντων ἔδοξεν ἡ Ἄρτεμις αἰτία τῆς διαλλαγῆς γεγονέναι. τῶν οὖν ἀγροίκων δῶρα κο‐ μισάντων ἐπὶ ταῖς διαλλαγαῖς καὶ τὴν θεὰν ἀνυμνησάντων ταῖς ἀγροίκοις ἐκείνων ᾠδαῖς τόπον ὕστερον ἔδωκαν καὶ συνήθειαν.

Anec Est

3

ὅτι Θεόκριτος ὁ τῶν τὰ βουκολικὰ συγγραψάντων ἄριστος Συρακούσιος ὢν τὸ γένος πατέρα ἔσχε Πραξαγόραν, μητέρα δὲ Φιλίναν. τὸ γὰρ ‘Σιμιχίδα‘ οὐ τοῦ πατρὸς ὄνομα, ἀλλ’ αὐτοῦ φασιν ἐπώνυμον εἶναι· ἦν γὰρ τὴν ῥῖνα σιμός.Aa
5ἐγένετο δὲ ἀκουστὴς Φιλητᾶ καὶ Ἀσκληπιάδου, ὧν καὶ μνη‐ μονεύει. ἤκμασε δὲ ἐν τοῖς χρόνοις Πτολεμαίου τοῦ ἐπικλη‐ θέντος Λαγωοῦ. περὶ δὲ τὴν τῶν βουκολικῶν ποίησιν εὐφυὴς γενόμενος πολλῆς δόξης ἐπέτυχε. κατὰ γοῦν τινας Μόσχος τὸ πρὶν καλούμενος Θεόκριτος ὠνομάσθη.
10 οἱ δὲ ἐν τοῖς χρόνοις Πτολεμαίου τοῦ Φιλαδέλφου φασὶν— ἀκμάσαι, ὃς δὴ παῖς ἦν Πτολεμαίου τοῦ Λαγωοῦ καὶ Βερε‐ νίκης τῆς Ἀντιγόνου θυγατρός. ἑπτὰ δέ φασιν ἐν ἐκείνοις τοῖς χρόνοις ἀκμάσαι ποιητὰς ἀρίστους, οὓς πλειάδα ἐκάλουν διὰ τὸ ἑπτὰ εἶναι. ὧν τὰ ὀνόματά εἰσι ταῦτα· Θεόκριτος
15οὗτος, Ἄρατος ὁ τὰ Φαινόμενα γράψας καὶ ἕτερα, Νίκανδρος ὁ τὰ Θηριακὰ συγγραψάμενος, Αἰαντίδης (hic in cod. post Νίκανδρος, transposuit Kayser)—οἱ δὲ ἀντὶ τούτου Ἀπολ‐ λώνιόν φασι τὸν τὰ Ἀργοναυτικὰ συγγράψαντα—, Φίλικος, Ὅμηρος ὁ νέος, τραγικός—ἔστι γὰρ καὶ ἕτερος Ὅμηρος,
20οὗπερ τὸν Ἡσίοδον ἰσόχρονον τίθενται, ἀλλ’ οὐ τὸν παλαιὸν Ὅμηρον, ἀλλ’ ἕτερον μετ’ ἐκεῖνον—, Ἀνδρομάχου (–ης cod.) Βυζάντιος, ὃς δράματα συνέθηκεν ζʹ, καὶ Λυκόφρων ὁ τὴν Ἀλεξάνδραν συγγράψας. cf. Tzetz. ad Lyc. 4, 26—5, 4 Scheer.
ὅτι καὶ ἐπίγραμμα φέρεται εἰς Θεόκριτον τόδε·Gb
25Ἄλλος ὁ Χῖος· ἐγὼ δὲ Θεόκριτος, ὃς τάδ’ ἔγραψα, εἷς ἀπὸ τῶν πολλῶν εἰμὶ Συρακοσίων, υἱὸς Πραξαγόραο περικλειτῆς τε Φιλίνης,
μοῦσαν δ’ ὀθνείην οὔτιν’ ἐφελκυσάμην.

Anec Est

4

Ca ὅτι ἡ βουκολικὴ ποίησις καίπερ οὐ μόνον βουκο‐ λικά, ἀλλὰ καὶ αἰπολικὰ καὶ ποιμενικὰ περιέχουσα καὶ μικτὰ ὅμως ἀπὸ τῶν βοῶν ἐπικρατεστέρων ὄντων ἔσχηκεν τὴν ἐπι‐ γραφὴν βουκολικὰ κληθεῖσα.
5 ὅτι βουκόλος, ὅθεν καὶ βουκολικά, λέγεται ὁ τῶν βοῶν νομεύς, ὡς μέν τινες κακῶς τὸ ἔτυμον λέγοντες παρὰ τὸ βοῦς καὶ τὸ κονεῖν (ῥονεῖν cod., corr. Kayser) τὸ ἐνεργεῖν καὶ διατρίβειν· κονεῖ (ῥονεῖ cod., corr. idem) γὰρ ἢ ἐνεργεῖ τι περὶ τὰς βοῦς ὁ βουκόλος. ὡς δ’ ἕτεροι κάλλιον, παρὰ τὸ
10κέλεσθαι ἤγουν προστάσσειν τοῖς βουσὶν ἢ τὸ κέλλειν καὶ (ὴ in corr. secundum Kayserum, καὶ esse suspicor) τρέχειν σὺν τοῖς βουσί, βούκελος καὶ βουκόλος. βραχύτερά τε γὰρ τὰ ὀνόματα τῶν ῥημάτων γίγνονται ὡς ἐπὶ τὸ πλεῖστον, ἀφ’ ὧν παράγεται, καὶ διὰ τοῦτο θάτερον τῶν λλ ἀπέβαλε, καὶ ἅμα
15τὰ ἔχοντα τὸ ε ἐγκείμενον ἐν τοῖς ῥήμασιν ἔχουσι τὸ ο ἀντι‐ παρακείμενον ἐν τοῖς ὀνόμασιν. ὅτι δὲ καὶ κέλλω τὸ τρέχω λέγεται, ὅ τε κέλης ὁ δρομαῖος ἵππος (ἱππεὺς cod., corr. Kayser 79 n. 2) δηλοῖ καὶ τὸ νωχελές, ἀπὸ τοῦ νω στερητικοῦ καὶ τοῦ κέλλω συγκείμενον, τροπῇ τοῦ κ εἰς χ. ἄριστα δὲ ὁ Δί‐
20δυμος εἴρηκεν ἀπὸ τοῦ βοῦς καὶ τοῦ κομέω ~ κομῶ τὸ ἐπι‐ μελοῦμαι παράγεσθαι, βουκόμος καὶ βουκόλος, ὥσπερ καὶ ἱπ‐ ποκόμος. cf. Et. Gen. ad Ca cit.—Et. M. 608, 31—34 (cf. Gen.).
Ca εἰ δὲ καὶ ἀπὸ τοῦ κορέω ~ κορῶ παράξεις, οὐδὲν ἀπ‐
25εικότως ἐρεῖς βουκόρον λέγων καὶ βουκόλον. ἐν ἑκατέρᾳ γὰρ παραγωγῇ ἀμετάβολον εἰς ἀμετάβολον τρέπεται, οὐκ ἀπᾷδον ὄν.

Anec Est

5

Ga ὅτι καὶ ἐπίγραμμα Ἀρτεμιδώρου γραμματικοῦ φέ‐ ρεται τόδε ἐπὶ τῇ ἀθροίσει τῶν βουκολικῶν ποιημάτων·
Βωκολικαὶ μοῖσαι σποράδες ποκά, νῦν δ’ ἅμα πᾶσαι
ἐντὶ μιᾶς μάνδρας, ἐντὶ μιᾶς ἀγέλης.
5ὅτι ἐκ τοῦ προειρημένου ἐπιγράμματος Ἀρτεμιδώρου στο‐
χάσαιτ’ ἄν τις, [ὅτι del. Kayser] διεσπαρμένα ὄντα τὰ βου‐ κολικὰ εἰδύλλια πρότερον αὐτὸν τὸν Ἀρτεμίδωρον συνάξαι καὶ οὕτω συνθεῖναί τε καὶ κατατάξαι· ὃ δὴ καὶ Ἀρίσταρχον ἐν τοῖς Ὁμήρου πεποιηκέναι λέγεται.
10IB προτέθεικε δὲ ὁ συντάξας αὐτὰ τὸ παρὸν εἰδύλλιον πρῶ‐ τον διὰ τὸ χαριέστερόν τε ὁμοῦ καὶ τεχνικώτερον εἶναι, ἑπό‐ μενος τῷ Πινδάρῳ εἰπόντι (Ol. VI 3). ‘ἀρχομένου δ’ ἔργου πρόσωπον χρὴ θέμεναι τηλαυγές.‘ καίτοι γε, ὅσον κατὰ τὴν ὑπόθεσιν, οὐ πρῶτον, ἀλλὰ περί που τὰ μέσα τεθῆναι ἔδει.
15Δάφνιν γάρ, ὃς ἐνταῦθα τεθνηκὼς παρεισάγεται, ἐν τοῖς ἑξῆς εἰδυλλίοις ζῶντα παρεισάγει.

Anec Est

6

ὅτι πάσης ποιήσεως τρεῖς ἐχούσης χαρακτῆρας, διηγηματικόν, δραματικὸν καὶ μικτόν, τὸ βουκολικὸν ποίημα μῖγμά ἐστι παντὸς εἴδους, ὥσπερ συγκεκραμένον [τῇ ποικιλίᾳ delevi]. διὸ καὶ χαριέστερόν ἐστι τῇ ποικιλίᾳ τῆς κράσεως.D
5ποτὲ μὲν γὰρ διηγηματικόν ἐστι, ποτὲ δὲ δραματικόν, ποτὲ δὲ μικτόν. ἔστι δὲ δραματικὸν μὲν τὸ μηδαμῇ γε ἐμφαῖνον τὸ πρόσωπον τοῦ ποιητοῦ, διηγηματικὸν δὲ τὸ διόλου ἐμ‐ φαῖνον, μικτὸν δὲ τὸ πῇ μὲν ἐμφαῖνον, πῇ δὲ οὔ. ἐν πᾶσι δὲ ὅσον οἷόν τε τὰ τῶν ἀγροίκων ἤθη ἐκμάσσεται τερπνῶς
10πάνυ τοὺς τῇ ἀγροικίᾳ σκυθρωποὺς λόγους χαρακτηρίζουσα. ὅθεν ἐκπέφευγε τὸ ἄγαν ἁδρὸν καὶ ὑπέρογκον τῆς ποιήσεως. τριῶν γὰρ ὄντων τῶν χαρακτήρων τοῦ λόγου, ἃ δὴ καὶ πλάσματα καλοῦσιν, ἁδροῦ, μέσου καὶ ἰσχνοῦ, καὶ ἁδροῦ μὲν ὄντος, ὃ καὶ τῇ τῶν λόγων καὶ τῇ τῶν νοημάτων κατασκευῇ
15μεγάλας ἐμφάσεις ἔχει, ἰσχνοῦ δέ, ὃ καὶ τῇ ὕλῃ τῶν πραγμά‐ των καὶ τῇ λέξει τυγχάνει ὂν ταπεινόν, μέσου δέ, ὃ καὶ ἑκα‐ τέρου μετέχει, τοῦ μὲν ἰσχνότερον, τοῦ δὲ ἁδρότερον—καὶ τοῦ μὲν ἁδροῦ παράδειγμα Θουκυδίδης, τοῦ δὲ ἰσχνοῦ Λυσίας, τοῦ δὲ μέσου Δημοσθένης—, τὸ βουκολικὸν ποίημα τὰ δύο
20ἐκφυγὸν τὸ ἰσχνὸν ἀσπάζεται. ἐννοίαις τε γὰρ ἀνάγκη χρῆσθαι προσηκούσαις ἀγροίκοις, ταύτας δὲ εὐτελεστάτας εἶναι ἀνάγκη. λέξεις τε ταῖς ἐννοίαις οὐκ ἀπᾳδούσας ἀνάγκη εἶναι· ἄλλως
γὰρ ἀσύμφωνος αὐτὸς ἑαυτῷ ἔσται ὁ λόγος. συμπλέκει δὲ ὅμως αὐτῷ τὸ ἀνθηρὸν τῶν λόγων εἶδος, ὃ δὴ χάριν ὁμοῦ καὶ
25κάλλος ἔχον τέρπει καὶ ἥδει ὥσπερ ἄνθος τοὺς ἀκροατάς. cf. Kayser 80 seqq.

Anec Est

7

Fab ὅτι Δωρίδι διαλέκτῳ χρῆται οὐ μόνον, διότι Συρα‐ κούσιος ἦν, οἳ Δωριεῖς ἦσαν, οὐδ’ ὅτι διὰ ταύτης μᾶλλον μι‐ μεῖται τὰς τῶν ἀγροίκων φωνάς—χρῆται γὰρ αὕτη τῷ α καὶ τῷ ω—μέγα τὰ πολλά, ἃ δὴ παχεῖαν ἀπεργάζεται τὴν
5φωνὴν ἅτε προφερόμενα τοῦ στόματος ὅτι μάλιστα ἠνεῳγμένου, τοιαύτη δὲ καὶ ἡ τῶν ἀγροίκων φωνή—, ἀλλ’ ὅτι [καὶ delevi] ᾗ ἂν ἄλλῃ παρὰ ταύτην καὶ τὴν Αἰολίδα ἐχρήσατο, ἢ λέξεσιν (ἢλσέεσιν cod., corr. Marx) ὑψηλαῖς ἂν ἐχρήσατο ταῖς ἐν‐ νοίαις οὐ προσηκούσαις, ὅπερ τῶν ἀτόπων ἐστίν, ἢ πάντῃ
10ἀφελέστατον ἂν ἐπεποιήκει τὸν λόγον καὶ ἀγροῖκον αὐτόχρημα. ἡ δὲ Δωρὶς διάλεκτος τῷ μὴ κατημαξευμένας ἔχειν τὰς λέξεις ὁμοῦ τε μιμεῖται εἰς ἄκρον 〈ἀγροίκων ὁμιλίας addidi e § 1〉 ἐννοίαις χρωμένη χθαμαλαῖς καὶ ἡδονὴν οὐκ ὀλίγην καὶ τέρψιν ἀγροικίας ὁμοῦ καὶ ποιητικῆς ἐμμελείας μεστὴν παρέχει τοῖς
15ἀκροαταῖς. χρῆται δ’ ἔσθ’ ὅτε καὶ Αἰολίδι, σπανίως γε μὴν διὰ τὸ Δωριέα εἶναι, οὐκ Αἰολέα. καὶ Ἰάδι χρῆται, καὶ ταύτῃ σπανίως, ἐπειδὰν ἀνεγεῖραι βούληται τὸν νοῦν τῶν ἀκροατῶν. διπλῆς δὲ οὔσης [καὶ delevi] τῆς Δωρίδος, καὶ τῆς μὲν πα‐ λαιοτέρας οὔσης καὶ τραχείας ὁμοῦ καὶ δυσνοήτου, ᾗ ἐχρήσατο
20Σώφρων καὶ Ἐπίχαρμος, θατέρας δὲ εὐκολωτέρας καὶ μαλθα‐ κωτέρας, ἀνειμένης τε καὶ χθαμαλῆς μᾶλλον, αὐτὸς τὴν προ‐ τέραν ὡς δυσχερεστέραν καταλιπὼν τὴν δευτέραν ἀσπάζεται.

Anec Est

8

Ed ὅτι εἰδύλλια, ἀλλ’ οὐ διαλόγους καλοῦσι (καλοῦνται cod., corr. Kayser) τὰ βουκολικὰ ποιήματα· καίτοι διαλέγεται ἐνταῦθα πρόσωπα, ὥσπερ κἀν τοῖς Λουκιανοῦ διαλόγοις. ἐπειδὴ γὰρ διάλογος ὄνομα οὐκ ἂν ἥρμοζε πᾶσι τοῖς εἰδυλλίοις—
5πολλὰ γὰρ αὐτῶν οὐκ εἰσὶ διαλογικά—, ἦν ἂν οὖν ἀπρεπὲς οὐχ ἑνὶ γενικῷ ὀνόματι, ἀλλὰ πλείοσι διαφόροις ἐπιγράψαι τὰ οἰκεῖα ποιήματα. διὰ τοῦτο εἰδύλλια ὑπεγράφησαν (ὑπεργρ.
cod., ὑπερεγρ. Kayser) οἱονεὶ μικρὰ εἴδη. εἴδη γὰρ λόγου καὶ τὸ διηγηματικὸν καὶ τὸ δραματικόν, ἐξ ὧν σύγκειται τὸ
10βουκολικὸν ποίημα. καὶ ἅμα ἀπὸ τοῦ εἴδω τὸ ὁμοιῶ εἰδύλλια ἂν εἰκότως λέγοιτο· ἐοικότες γάρ εἰσι τοῖς προσώποις οἱ λόγοιc
τοῦ βουκολικοῦ ποιήματος. οἱ δὲ ἡδύλλιον ἀπὸ τοῦ ἥδω τὸ εὐφραίνω, ἀλλ’ οὐκ εἰδύλλιον ἀπὸ τοῦ εἶδος λέγοντες παν‐ τελῶς εἰσιν ἀμαθεῖς.a

Anec Est

9

ὅτι τὸ πρῶτον τοῦτο εἰδύλλιον δραματικόν ἐστιν· οὐ γὰρ δείκνυται τὸ πρόσωπον τοῦ ποιητοῦ. διάκειται δὲ τὰ πράγματα ἐν Σικελίᾳ. παρεισάγεται δέ τις ποιμὴν Θύρσις πρὸς αἰπόλον διαλεγόμενος, οὗ τὸ ὄνομα ἀγνοεῖται· φασὶ δὲIb—e
5ἢ Κομάταν ἢ Μενάλκαν αὐτὸν εἶναι. παρεῖται δέ, φασίν, τὸ τοῦ αἰπόλου ὄνομα, ἐπειδὴ ὁ ποιμὴν ἔμελλε τὰ τοῦ Δάφνιδος πάθη ᾄσειν.

Anec Est

10

προλογίζει μὲν οὖν ὁ ποιμὴν (αἰπόλος ante corr.) καὶ δῶρα ἐπαγγέλλεται δώσειν τῷ αἰπόλῳ (corr. e ποιμένι) δευ‐ τερεῖα μετὰ τὸν Πᾶνα (corr. e ποιμένα). ἀποκρινόμενος δὲ ὁ αἰπόλος ὁμοῦ τε ἐπαινεῖ τὸν Θύρσιν καὶ δῶρα καὶ αὐτὸς
5ἐκείνῳ ἐπαγγέλλεται δώσειν δευτερεῖα μετὰ τὰς Μούσας. ἔπειτα ὁ ποιμὴν παρακαλεῖ τὸν αἰπόλον συρίσαι. ὁ δὲ ἀπανηνάμενος τοῦτο διὰ τὸ δεδοικέναι τὸν Πᾶνα αὐτὸς παρακαλεῖ τὸν ποι‐ μένα ᾆσαι τὰ τοῦ Δάφνιδος πάθη δῶρα τε ἐπαγγέλλεται αἶγα διδυματόκον [ὡς del. librarius] ἐπὶ τὸ ἀμέλξαι αὐτὴν τρὶς
10καὶ κισσύβιον ἥδιστον, ὃ καί (hic abrumpitur tractatus).

1

t

Θύρσις ἢ Ὠιδή

1

arg [a]

Θεοκρίτου Θεοκρίτου Θύρσις ἢ Ὠιδή· τουτέστιν ὁ βουλόμενος Θύρσιν ὑπογραφέτω, ὁ θέλων Ὠιδήν· Θύρσις γάρ ἐστιν ὁ ποιμὴν ὁ αὐλῶν, ᾠδὴ δὲ τὸ μέλισμα τὸ φθεγγόμενον.EbAT

1

arg b

αὕτη ἡ ὑπόθεσις εἰς Δάφνιν γέγραπται, ὃς διὰ τούτου μὲν τοῦ εἰδυλλίου τέθνηκε, διὰ δὲ τῶν ἑξῆς ὡς ζῶντος αὐτοῦ μνημονεύει. ὅμως τοῦτο προτέτακται διὰ τὸ χαριέστερον καὶ τεχνικώτερον τῶν ἄλλων μᾶλλον συντετάχθαι· καὶ ΠίνδαροςKQEbAPT
5(Ol. VI 3) γάρ· ‘ἀρχομένου δ’ ἔργου‘, φησί, ‘πρόσωπον χρὴ θέμεν τηλαυγέσ‘. ἔστι δὲ ἀμοιβαῖον καὶ δραματικώτερον μὴ ὑποδεικνυμένου τοῦ ποιητικοῦ προσώπου.

1

arg c

τὰ μὲν πράγ‐ ματα διάκεινται ἐν Σικελίᾳ· ποιμὴν δέ τις εἰσάγεται πρὸς αἰπόλον διαλεγόμενος, οὗ τὸ ὄνομα οὐκ ἔστιν εἰπεῖν.

1

arg d

ἐν τούτῳ τῷ εἰδυλλίῳ διαλέγονται πρὸς ἑαυτοὺς Θύρσις ποιμὴν καὶ αἰπόλος, ἤτοι Μενάλκας ἢ Κομάτας· ἀγνοεῖται
γὰρ τοῦ αἰπόλου τὸ ὄνομα.

1

arg [e]

EbAT πῶς οὐχ ὑπεγράφη ἐν τῷ εἰδυλλίῳ τούτῳ τὸ τοῦ αἰπό‐ λου ὄνομα, ἀλλὰ τοῦ ποιμένος; διὰ τὸ μέλλειν παρεισαχθῆναι τὸν ποιμένα κρειττόνως τῇ καλάμῃ φθεγγόμενον.

1

1a

KA ἀδύ τι τὸ ψιθύρισμα: οἱ Δωριεῖς τρέπουσι τὸ η τὸ δασὺ εἰς α ψιλὸν ὑπεξαιρουμένων τῶν ἄρθρων.

1

1b

PT ἀδύ τι: ψιλοῦται τὸ α. οἱ γὰρ Δωριεῖς τὸ η τὸ δασὺ εἰς α ψιλὸν τρέπουσιν ὑπεξαιρουμένων τῶν ἄρθρων· τὸ γὰρ ἡ τὸ ἄρθρον τραπὲν εἰς ἁ οὐ ψιλοῦσιν, ἀλλὰ δασύνουσιν.

1

1c

KAPT ψιθύρισμα: τὸ μινύρισμα. ὠνοματοπεποίηται δὲ ἡ λέξις παρὰ τὴν τοῦ ἤχου ἰδιότητα κατὰ μίμησιν τῆς φωνῆς.

1

1d

KAT ψιθύρισμα: μέλισμα, μέλος, λάλημα, ὅθεν καὶ τὸ ψίθυρος ὁ λάλος. ἡ δὲ φωνὴ τῶν κατὰ μίμησιν, καθάπερ καὶ τὸ κελαρύζειν. Ὅμηρος (Φ 261)· ‘κατειβόμενον κελαρύζει‘. γίνεται δὲ ἀπὸ τοῦ ψίω τὸ λεπτύνω, ἐξ οὗ καὶ ψιὰς παρ’
5Ὁμήρῳ (Π 459). κυρίως δὲ λέγεται ψιθυρίζειν τὸ ἐν τοῖς ὠσί τινα λεπτὸν ἦχον ἠχεῖν παρὰ τὸ ψίειν ἐν ταῖς θύραις ἤτοι ταῖς ἀκοαῖς· καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν δένδρων. ψιθυρίζουσι γοῦν αἱ πίτυς, ὅταν ῥιπισθῶσι, τῇ στενότητι τῶν
KEAT φύλλων σχιζομένης τῆς πνοῆς, ὡς Ἀριστοφάνης ἐν Νεφέλαις
10(v. 1008)· ‘ἦρος ἐν 〈ὥρᾳ〉 χαίρων, ὁπόταν πλάτανος 〈πτελέᾳ〉 ψιθυρίζῃ‘.
ἡ δὲ ἔννοια καὶ τὸ ἑξῆς ἔχει οὕτως· ἡδὺ μὲν τὸ τῆς
πίτυος ψιθύρισμα ἐκείνης τῆς παρὰ ταῖς πηγαῖς λιγυρῶς ᾀδούσης· ἡδὺ δὲ καὶ σύ, ὦ αἰπόλε, συρίζεις.KGEAT

1

1e

ψιθύρισμα: ψιθυρίζουσι γὰρ αἱ πίτυς πρὸς τὰς πνοὰς τῶν ἀνέμων σχιζόμεναι. ψιθύρισμα δὲ ἢ τὸ μέλισμα ἢ τὸ σύριγμα ἢ τὸ κροῦμα.PT

1

1[f]

ψιθυρίζειν τινὲς ὀνοματοποιεῖσθαί φασιν, ὡς τὸ ‘κρίκε δὲ ζυγόν‘ (Π 470) καὶ τὸ ‘σίζε δὲ ὀφθαλμόσ‘ (ι 394). κυρίως δὲ ἐπὶ τῶν ψευδομένων τὸ ψιθυρίζειν λαμβάνουσιν. ἔστι γὰρ ψίθυρ ψίθυρος ὡς μάρτυρ μάρτυρος καὶ ψίθυρος ψιθύ‐K
5ρου ὡς μάρτυρος μαρτύρου· τὸ δὲ ψίθυρ παρὰ τὸ ψύθος, ὃ σημαίνει τὴν λοιδορίαν, ἢ παρὰ τὸ ψίω τὸ λεπτύνω καὶ τὸ θύρα· σημαίνει δὲ τὰ χείλη περιφραστικῶς. τὸ δὲ ψύθος ἀπὸ τοῦ ψεῦδος ἀποβολῇ τοῦ ε καὶ τροπῇ τοῦ δ εἰς θ, ψύδος καὶ ψύθος. γίνεται δὲ καὶ τὸ ψίω ἀπὸ τοῦ ψῶ ἢ ἀπὸ τοῦ ψαύω,
10ἀφ’ οὗ ψιὰς ἡ κατὰ λεπτὸν τοῦ ὕδατος ἔκδοσις, ὡς λάμπω λαμπάς, ἴλλω ἰλλάς· Ὅμηρος (Ν 572)· ‘ἰλλάσιν οὐκ ἐθέλοντα‘·
οἱ δὲ παρὰ τὸ ψίσω τὸ ποτίσω.

1

1g

KQEAT καὶ ἁ πίτυς: λείπει τὸ πεφυκυῖα. ἥδιον δὲ τὸ τῆς πίτυος ψιθύρισμα, ὅταν ῥιπισθῇ, τῇ στενότητι τῶν φύλλων σχιζομένης τῆς πνοῆς.

1

1h

αἰπόλοι δέ εἰσιν οἱ ἐν τοῖς αἴπεσι, τουτέστιν ὑψηλοῖς καὶ τραχέσι τόποις, τὰς αἶγας νέμοντες· οὕτω γὰρ φιλεῖ τὸ ζῷον. ἢ διὰ τὸ περὶ τὰς αἶγας πολεῖν.

1

1i

KgQEAT τήνα: εὐθεῖα ἀντὶ τοῦ ἐκείνη. οἱ Δωριεῖς γὰρ τὸ ἐκεῖ‐ νος τῆνος λέγουσι, τήνη καὶ τήνα ἀναλόγως τὰ θηλυκά.

1

1k

EAPmT τήνα: ἀντὶ τοῦ ἐκείνη Δωρικῶς. οἱ γὰρ Δωριεῖς ποτὲ μὲν γράφουσι τὸ τ ἀντὶ τοῦ κ, ποτὲ δὲ τὸ κ ἀντὶ τοῦ τ. νῦν δὲ τὸ τ ἀντὶ τοῦ κ· ἐκείνη γὰρ ἦν καὶ κατ’ ἀφαίρεσιν τοῦ ε κείνη καὶ κατὰ Δωριεῖς κείνα καὶ τροπῇ τοῦ κ εἰς τ καὶ τοῦ
5ε εἰς η τήνα ὑπεκθλίψει τοῦ ι.

1

2[a]

K ποτ: πρόθεσις Δωρική ἐστιν ἀντὶ τῆς πρός. ἡ γὰρ πρὸς ἀποβάλλει τὸ ρ Δωρικῷ ἔθει καὶ τρέπει τὸ ς εἰς τ, καὶ πλεονασμῷ τοῦ ι ποτί· διότι οὐ δύναται λέξις Ἑλληνικὴ εἰς
ἄφωνον καταλήγειν, προσλαμβάνει τὸ ι.

1

2b

μελίσδεται: διὰ τοῦ ζ ἡ γραφή· τὸ γὰρ μελίσδω Αἰολικόν ἐστι. μελίσδεται δὲ ἀντὶ τοῦ μελίζει, ὅ ἐστι λιγυ‐ ρῶς ἠχεῖ καὶ ᾄδει. μέλι γὰρ τὰς ᾠδὰς ἔλεγον, ὡς καὶ Πίν‐ δαρος (fgm. 97 Schroeder Poet. lyr. gr. I 15, 422) τὸν ΠᾶναKGEAT
5φάσκων ‘τὸ σαυτοῦ μέλι γλάζεισ‘, τουτέστιν ἑαυτῷ ᾠδὴν ᾄδεις.

1

2[c]

καὶ τ: ἀντὶ τοῦ σὺ κατὰ τροπὴν Δωρικὴν τοῦ ς εἰς τ. εἰσὶ γὰρ ἀντωνυμίαι, αἵτινες ἐπεκτείνονται, ὥσπερ τὸ ἐγὼ ἐγώνη καὶ τὸ ἐμὶν ἐμίνη, τὶν τίνη· οὕτως ἐστὶ καὶ τὸ σὺ τὺ καὶ κατ’ ἐπέκτασιν τύνη.K

1

3/4a

EAT συρίσδες: ἀντὶ τοῦ συρίζεις Δωρικῶς. οἱ γὰρ Δω‐ ριεῖς τὰ δεύτερα πρόσωπα τῶν ῥημάτων εἰς ες λήγουσι τὸ ι μόνον ἐκθλίβοντες· τὸ συρίζεις γὰρ συρίζες γράφουσι, τὸ δὲ συρίζειν συρίζεν. διαλύουσι δὲ τὸ ζ εἰς τὰ ἐξ ὧν ἦν συγκεί‐
5μενον στοιχεῖα.

1

3/4b

μετὰ Πᾶνα τὸ δεύτερον ἆθλον: ἀντὶ τοῦ· πρῶτον ὁ Πάν, δεύτερον σύ· τὰ δεύτερα ἆθλα τοῦ Πανὸς ἀποίσῃ, τῶν δὲ ἄλλων τὰ πρῶτα.KGEAT

1

3/4c

τὸν Πᾶνα οἱ μέν φασιν υἱὸν Πηνελόπης καὶ πάντων τῶν μνηστήρων καὶ διὰ τοῦτο λέγεσθαι καὶ Πᾶνα· Ἐπιμενίδης δὲ ἐν τοῖς ποιήμασι (fgm. 16 Diels Fgm. d. Vorsokr. II3 192) Διὸς καὶ Καλλιστοῦς Πᾶνα καὶ Ἀρκάδα διδύμους· ἈρίστιπποςKGEAPPmT
5δὲ ἐν τοῖς Ἀρκαδικοῖς (fgm. 2 Mueller Fgm. hist gr. IV 327)
KGEAPmT Διὸς καὶ νύμφης Οἰνηίδος.

1

3/4d

οἱ δὲ λέγουσιν, [ὅτι διὰ τοῦτο Πὰν καλεῖται,] ὅτι ἀπάτωρ ἐστί, σημεῖον δὲ τοῦ παντός, ὅθεν κυρίως προσαγορεύεται Πάν. συνοικειοῦται δὲ καὶ ἡ μορφὴ αὐτοῦ τῷ περιέχοντι· καὶ τὸ μὲν τῶν κεράτων ἀπομίμημα ἡλίου
5καὶ σελήνης μηνίσκους φασὶν εἶναι· τὸ δὲ παρδαλῆν ἐνῆφθαι τῆς [γῆς] 〈τῶν ἄστρων〉 φαντασίας εἵνεκα· τὰ δὲ κάτω 〈τρα‐ γώδη καὶ〉 λάσια τῶν τῆς γῆς στερρῶν καὶ τῶν ἐν αὐτῇ πε‐ φυκότων· τὴν δὲ σύριγγα τῶν ἐν τῷ κόσμῳ πνευμάτων μίμη‐ σιν εἶναι. τὸ δὲ αἰγίπουν τὰς καταιγίδας καὶ ἀπὸ τῶν νεφῶν
10γινομένας περὶ τὸν ἀέρα μεταβολάς. 〈...〉 τὰς αἰφνιδίους
ταραχάς 〈...〉.

1

3/4e

〈...〉 καὶ τὰ κάτω〈λάσια〉, τουτέστι τοὺς μηροὺς δα‐ σεῖς, σημαίνοντας τοὺς ὑλώδεις τόπους· καὶ τὰ κάτω τραγώδη σημαίνοντα τῶν ὀρῶν τὰ τραχέα. ἔχει δὲ καὶ τῇ μιᾷ χειρὶ τὸ δρέπανον σημαῖνον τὴν ἐργασίαν, τῇ δὲ ἄλλῃ τὴν σύριγγα ση‐
5μαίνουσαν τοὺς ἀνέμους.

1

3/4f

〈...〉 Ἀπολλόδωρος δέ φησι τὸν μὲν αὐτόχθονα, τὸν δὲ Διὸς καὶ 〈Καλλιστοῦς ... ὁ〉 Κεφαλληνεὺς ἐν Θήραις τῆςKE
Ἀρκαδίας φησὶ γεννηθῆναι τὸν Πᾶνα, ὄντα Πηνελόπης καὶ Ἑρμοῦ υἱόν. Θεόξενος δὲ οὐράνιον τὸν Πᾶνά φησιν. Διδύμ‐
5αρχος δέ φησι γηγενῆ αὐτὸν εἶναι.

1

3/4g

KGEAPm ἀποισῇ [καὶ λαψῇ] περισπαστέον, ἐπεὶ τοὺς μέλλοντας τῶν ὁριστικῶν περισπῶσιν οἱ Δωριεῖς, οἷον δεξῇ γραψῇ τυψῇ ποιησῇ καὶ τοὺς ὁμοίους. οὕτω καὶ τὸ λαψ.

1

3/4h

PT ἀποισ: κομίσῃ, ὡς τὸ λαψῇ ἀντὶ τοῦ λήψῃ· τοὺς γὰρ μέλλοντας περισπῶσιν οἱ Δωριεῖς.

1

3/4i

K αἴκα: εἴκε τροπῇ τῆς ει εἰς αι. τὸ δὲ α τοῦ συνδέσμου κακῶς [δὲ] ἐξέτεινε, τῶν Δωριέων εἰς α βραχὺ τρεπόντων, ὡς Ἄρτεμις Ἄρταμις· κατιὼν δὲ καὶ συστέλλει.

1

3/4k

KGEAPT αἴκα: ἀντὶ τοῦ εἴκεν ἐστὶ τὸ αἴκα. ἀλλὰ τὴν ει τρέπουσιν εἰς αι, τὸ δὲ ε τρέπουσιν εἰς α βραχύ, οἷον Ἄρτεμις Ἄρταμις. κακῶς οὖν ὁ Θεόκριτος ἐκτείνει τὸ α τοῦ δυναμικοῦ συνδέσμου τοῦ κα· τῶν γὰρ Δωριέων εἰς α βραχὺ τρεπόντων
5οὗτος 〈καὶ〉 ἐξέτεινε καὶ συνέστειλεν.

1

3/4[l]

Gκεραὸν τράγον: μέγαν.

1

5/6a

αἶγα λάβῃ τῆνος: ἤγουν εἰ μὴ ἔχει τις τράγον διδόναι τῷ θεῷ καὶ δώσει αἶγα θήλειαν, σὺ λήψῃ χίμαρον. ἐπὶ θηλυκοῦ· χίμαρος γὰρ ἀρσενικῶς μὲν ὁ τράγος, θηλυκῶς δὲ ἡ ἐνιαυσιαία αἰξ, ἡ ἑνὸς χειμῶνος οὖσα. μᾶλλον δὲ ἀδύ‐EAT
5νατον μὴ ἔχειν τινὰ τράγον· ἀλλ’ εἰ θελήσει ὁ θεὸς αἶγα λα‐ βεῖν, σοὶ δοθήσεται χίμαρος.

1

5/6b

καταρρε: μεταφορικῶς ἀντὶ τοῦ κατενεχθήσεται. τὸ σύντονον τῆς δόσεως διὰ τοῦ καταρρεῖ δηλοῖ.KGEAT

1

5/6c

χίμαρός ἐστιν αἲξ ἑνὸς χειμῶνος. κρῆς δὲ Δωρικῶς τὸ κρέας.P

1

5/6d

ἕστε: ἕως οὗ ἀμελξῆς, ἀντὶ τοῦ ἀμέλξεις, ἤτοι μέχρις οὗ ἐστιν ἀνήμελκτος. ἐκ δὲ τούτου τὴν μήπω τετοκυῖαν δηλοῖ. ὅτι δὲ τῆς μήπω τετοκυίας τὸ κρέας ἥδιόν ἐστι, καὶ Ἡσίοδος (Op. 591) μαρτυρεῖ· ‘καὶ βοὸς ὑλοφάγοιο κρέας μήπω τε‐KGEAPT
5τοκυίας.‘

1

5/6[e]

γράφεται καὶ ἕστε κ’ ἀμελξῆς, ἀντὶ τοῦ μέχρις ἂν ἀμέλξῃς.P

1

5/6[f]

γράφεται καὶ ἔστ’ ἂν ἀμελξῆς.T

1

7a

K καταχές: τὸ ἐν τῷ καταφέρεσθαι ἠχοῦν ἢ ὅπερ ὑπάρ‐ χει καταχεόμενον.

1

7b

ἢ τὸ καταχές: τὸ καταχεόμενον ἢ τὸ ὑπηχοῦν καὶ ὑπορροιζοῦν ἐν τῷ καταφέρεσθαι.KGAT

1

7c

καταχές: κατωφερὲς ἢ ἠχοῦν.PT

1

7d

KGEAT 〈καταχές:〉 ἐκτατέον τὸ τα διὰ τὸ εἶναι Δωρικόν, ὥς φησιν Ἀσκληπιάδης, ἐπεί φησιν, ὅτι καὶ βραχύνεται.

1

9a

KGEAPT Μῶσαι: παραβέβληται ὁ μὲν αἰπόλος τῷ Πανί, ὁ δὲ ποιμὴν ταῖς Μούσαις. τὸ δὲ Μῶσαι Δωρικόν.

1

9[b]

Kgοἴιδα:〉 τὸ μικρὸν πρόβατον λέγουσι.

1

10a

σακίταν:〉 ἐν τῷ σηκῷ, λιπαρόν.

1

10b

Egσακίταν:〉 τὸν ἐν τῷ σηκῷ ἤγουν τῇ μάνδρᾳ τιτ〈θ〉ι‐ ζόμενον ἤτοι γαλαθηνόν.

1

10c

Gσακίταν:〉 σηκίτην, λιπαρόν, γαλαθηνόν.

1

12a

KGEAPT λῇς ποτὶ τᾶν Νυμφᾶν: ἀντὶ τοῦ βούλει, ἀπὸ τοῦ λῶ τὸ θέλω· ὅθεν καὶ λῷον τὸ ἐπωφελές, ὃ πάντες θέλομεν.

1

12b

KGPT Δωρικῶς δὲ τὸ λῇς κατ’ ἀφαίρεσιν τῆς θε συλλαβῆς.

1

12c

E λῇς: θέλεις ἦν καὶ διαλύσει τῆς ει διφθόγγου εἰς ε καὶ ι καὶ τροπῇ τοῦ ε εἰς η μένοντος καὶ τοῦ ι προσγεγραμ‐ μένου 〈...〉.

1

12d

GPT ὁ Θύρσις δὲ τοῦτο λέγει.

1

12e

KGEAT τῇδε καθίξας: ἐνθάδε ἢ ἐκεῖσε καθίσας, τροπῇ τοῦ ς εἰς ξ Δωρικῶς.

1

12f

EAT
οἱ γὰρ Δωριεῖς τὸν μέλλοντα τῆς τε‐ τάρτης συζυγίας τῶν βαρυτόνων τῆς ληγούσης εἰς ζ διὰ τοῦ ξ ἐκφέρουσιν.

1

13a

κάταντες τοῦτο: παρὰ μὲν Ὁμήρῳ (Ψ 116) τὸ κατωφερὲς δηλοῖ, ἐνταῦθα δὲ τὸ κατ’ ἐναντίας.KGEAPT

1

13b

τὸν κατωφερῆ τόπον ἢ τὸν ὑψηλόν.GEAT

1

13c

KGEAT γεώλοφον: τόπος προέχων ἀπὸ τῆς γῆς μικρόν, τουτ‐ έστιν ὑψηλὸς τόπος, κολωνός.

1

13d

γεώλοφος ὁ ἐν τῷ ὁμαλῷ πεδίῳ ὑπερανεστηκὼς ὄχθος, ὃς καὶ κολωνὸς καλεῖται.ET

1

13[e]

πῶς τῆς γαίας διφθογγογραφουμένης ψιλογραφεῖται τὸ γεώλοφος ὡς καὶ τὸ ἀνώγεων καὶ κατώγεων; ἡ γαῖα παρὰ τοῖς παλαιοῖς ἐψιλογραφεῖτο ὡς καὶ τὰ παρ’ αὐτῆς συγκείμενα· νῦν δὲ οἱ νέοι διφθογγογραφοῦντες οὐκ ἠθέλησαν τὴν τῶνEAT
5παλαιῶν συνήθειαν τελείως ἀπολιπεῖν, ἀλλ’ ἔθεσαν καί τινα ψιλογραφούμενα, γράψαντες οὕτως πλὴν τοῦ ἀνώγεων κατώ‐ γεων γεώλοφος.

1

13f

ἇτε μυρῖκαι: εἶδος φυτοῦ ὡς ἐπὶ τὸ πλεῖστον ἐνKGE1.2APT
ποταμοῖς φυόμενον· ἐφ’ αἷς μεσημβρίζειν εἰώθασι.

1

15[a]

ET τὸ μεσημβρινόν: μεσημερινὸν καὶ ἐκβολῇ τοῦ ε καὶ προσθέσει τοῦ β μεσημβρινόν.

1

15[b]

Kgἄμμιν:〉 γρ. ἁμῖν.

1

16*

K π’ ἄγρας: ἀπὸ τῆς θήρας.

1

17*

E ἔστι καὶ τροπῇ τοῦ ς εἰς ν ἔντι.

1

18a

KEg καί οἱ ἀεὶ δριμεῖα: ἀντὶ τοῦ· διαπαντὸς ὀξύθυ‐ μός ἐστιν.

1

18b

QEA δριμεῖα χολ: ὀξύχολός ἐστι, παραδείκνυσιν αὐτοῦ τὸ ὀξύχολον.

1

19/20a

KGEAT τὰ Δάφνιδος: τὰ περὶ τοῦ θανάτου τοῦ Δάφνι‐ δός μοι λέγε.

1

19/20[b]

K ἀεῖδες 〈γράφεται ἄειδε〉 ἀντὶ τοῦ λέγε.

1

19/20c

KGEAT ἐπὶ τὸ πλέον ἵκεο μοίσας: ὁ νοῦς τοιοῦτος· καὶ ἐν τῇ βουκολικῇ ᾠδῇ πολὺ προβέβηκας, ὥστε σε νικᾶν ἅπαντας.

1

19/20d

K ἤγουν· ᾆσον ὡς ἔθος τοῖς βουκόλοις ᾄδειν.

1

21/22a

KGEAPT τῶ τε Πριήπω: Πρίηπος νύμφης Ναΐδος Χιό‐ νης καὶ Διονύσου υἱός, ὃν κτίσαι περὶ Λάμψακον ὁμώνυμον αὐτῷ πόλιν φασί. παρ’ ἐνίοις δὲ ὁ αὐτός ἐστι τῷ Διονύσῳ. καὶ ἐκ τῆς ἐτυμολογίας ὁ αὐτὸς φαίνεται· ἔστι γὰρ οἷον
5βριήπυος διὰ τὰς ἐν ταῖς βακχείαις καὶ μέθαις ἐκβοήσεις. ἢ
Πρίηπος ἀπὸ τοῦ προΐεσθαι τὸ σπέρμα.

1

21/22b

κρανίδων: ἀντὶ τοῦ κρηνῶν, ἐκτὸς εἰ μή που τὰς Νύμφας οὕτω καλεῖ ὡς συγκαθιδρυμένας τῷ Πριήπῳ. τινὲς δὲ τὸ κρανίδων κρανείας ἀπεδέξαντο, ἅ ἐστι δένδρα οὕτω καλούμενα.K1.2Q1.2E1.2A1.2PT

1

21/22c

κατεναντίον: κατέναντι τοῦ Πριήπου καὶ τῶν κρηνῶν.KGEA

1

23-26a

τῆνος: ἀντὶ τοῦ ἐκεῖνος. ἔστι δὲ εὐθεῖα· οἱ γὰρ Δωριεῖς τὸ ἐκεῖνος τῆνος λέγουσι καὶ τὸ ἐκείνη τήνα.K

1

23-26b

ὡς ὅκα τὸν Λιβύαθεν: ἐὰν δὲ ᾄσῃς, ὡς ᾖσάς ποτε ἐρίζων πρὸς τὸν ἀπὸ Λιβύης Χρόμιν, αἶγά σοι δώσω 〈διδυ‐ ματόκον〉· φασὶ δὲ τὰς πολυτόκους καὶ πολυχύλους εἶναι, ἤγουν πολυγαλάκτους.KGEA

1

23-26c

KGEAT διδυματόκον: δίδυμα τετοκυῖαν. ἐς τὸ τρὶς ἀμέλ‐ ξαι· πολὺ γὰρ ἔχουσι γάλα αἱ διδυματόκοι. οὕτω φησίν· ἡ αἲξ περιουσιάζεται τῷ γάλακτι, ὥστε μετὰ τὴν τῶν ἐρίφων τροφὴν καὶ δύο πέλλας πίμπλησι. τὰ δὲ ἀμόλγια πέλλας κα‐
5λοῦσι παρὰ τὸ πίνειν ἐν αὐτοῖς.

1

23-26d

πέλλα δέ ἐστι γαλακτοδόχον ἀγγεῖον.

1

23-26[e]

K πέλλας: ξύλινα ἀγγεῖα ἀπὸ τοῦ πεπελεκῆσθαι. πε‐ λίωμα δὲ τὸ μέλαν. λέγομεν γὰρ πέλλην βοῦν τὴν τοιοῦτο χρῶμα ἔχουσαν· καὶ Πέλλη πόλις Μακεδονίας, ὅτι βοῦς αὐτὴν εὗρε πέλλη τὸ χρῶμα· καὶ Πελίας ὄνομα.

1

23-26[f]

Kg πέλλας καὶ κισσύβια, ποιμενικὰ ἀγγεῖα.

1

27[a]

K κισσύβιον: τὸ ἀγροικικὸν ποτήριον, ἴσως ἀπὸ τοῦ κισσοῦ, ἐξ οὗ κατεσκευάζοντο τὰ ποτήρια. κοινοτέρως δὲ καὶ ἐπὶ πάντων τῶν ξυλίνων ποτηρίων ἡ λέξις τίθεται, παρὰ τὸ κεχύσθαι εἰς αὐτὸ τὸν οἶνον, οἷον χύω χύσω χυσσίβιον καὶ
5κισσύβιον. Ἡσίοδος (fgm. fals. 12 Rzach, ed. a. 1902, 417; cf. potius Callim. fgm. 109 Schneider, II 376)· ‘ὀλίγῳ δ’ ἥδεται κισσυβίῳ‘.

1

27b

KGEAT κισσύβιον: ποτήριον παρὰ τὸ χεῖσθαι ἐν αὐτῷ τὸ πί‐ νειν, χυσίπιόν τι ὄν. ἢ ἀπὸ τοῦ κισσὸς κισσύβιον.

1

27c

κισσύβιον:〉 ξύλινον ἔκπωμα κεκοσμημένον γομφίσι
πολλαῖς.

1

27d

κισσύβιον: ποιμενικὸν καυκίον ξύλινον, τὸ οἱονεὶ χυσίπιον.PT

1

27[e]

κισσύβιον:〉 ἢ σκύφος ἢ γαλακτοδόχον ἀγγεῖον ἢ σκάφη ἢ ξύλινον ἄγγος ἀπερίεργον.Pm

1

27f

κεκλυσμένον:〉 περικεχυμένον, κεχρισμένον.Kg

1

27g

κεκλυσμένον:〉 κεχρισμένον, ἤγουν ὑπερχειλὲς ὂν μέλιτος.Eg

1

28a

ἀμφῶες: τὸ ἀμφοτέρωθεν ἔχον ὠτία· διὰ τούτου δὲ τὸ μέγεθος παριστᾷ.KEg

1

28b

ἀμφῶες: δύο ὠτία ἔχον.P

1

28c

νεοτευχές: ἤγουν τὸ νεωστὶ τορευθὲν καὶ γλυφέν.K

1

28d

γλυφάνοιο: ὡς τὸ στέφω στέφανος, λείβω λίβανος, οὕτω καὶ γλύφω γλύφανος.KGEAPT

1

28[e]

τὸ δὲ ποτόσδον ἀντὶ τοῦ μυρίζον.
PT

1

28f

ποτόσδον: τὸ ποτὶ ἀντὶ τῆς πρός, τὸ δὲ πρὸς ἀντὶ τῆς παρά.K

1

29a

μαρύεται: μήρυμα ἀναλύεται καὶ ἀνέλκεται· μηρύωKGEAT
δὲ τὸ κουβαρίζω.

1

29[b]

K μαρύεται: ἐπίκειται, ἐπιγέγραπται, κατὰ κύκλον ἔρχεται.

1

29[c]

PT μαρύεται: κλώθεται.

1

29[d]

Egμαρύεται:〉 ἐξήπλωται, ἐπικέχυται, ἀναλύεται, ἐν‐ τείνεται.

1

29e

KGEA ὑψόθι κισσός: ἀπὸ τούτου κισσύβιον [οἷον ἀπὸ τοῦ κισσὸς κισσύβιον].

1

30[a]

Eg ἐπανάληψις τὸ σχῆμα.

1

30b

KGEA ἑλιχρύσ: ἑλίχρυσος εἶδος φυτοῦ, οὗ τὸ ἄνθος χρυσοειδές.

1

30c

K ἑλιχρύσῳ κεκονισμένος: ἤγουν συμπεπλεγμένος, κεχρισμένος. ἑλίχρυσος βοτάνη τίς ἐστι χρυσοειδής.

1

30d

PT ἑλιχρύσ: ὁ ἑλίχρυσος εἶδος φυτοῦ, οὗ τὸ ἄνθος ὅμοιον κρόκῳ καὶ οἷον χρυσοειδές. ἄλλοι δὲ τὸν ἑλίχρυσον βοτάνην λέγουσι κροκοειδῆ καὶ χρυσίζουσαν.

1

30e

κεκονισμένος: συμπεπλεγμένος, κεχρισμένος.

1

31*

Egἀγαλλομένη:〉 ἀγαλλίασιν ποιοῦσα καὶ χαίρουσα. ἔστι δὲ τοῦτο τῆς γλυκύτητος.

1

.

32

KGEAT ἔντοσθεν δὲ γυνά τι: τινὲς τὴν Πανδώραν φασί.
〈οὐ〉 δύναται δὲ ἐν τῷ γυνὴ εἶναι. τὸ δὲ τὶ πρὸς τὸ δαίδαλμα.

1

33a

ἄμπυκι: τῷ συνδέοντι τὰς τρίχας, ἀπὸ τοῦ ἀμπέχειν.

1

33b

ἄμπυκι:〉 τῷ τῆς κεφαλῆς δεσμῷ, ἤγουν τῇ καλύπτρᾳ.Kg

1

33c

ἄμπυκι:〉 κεφαλοδέσμῳ τὰ ἄνω πυκάζοντι.Eg

1

34a

ἐθειράζοντες: 〈γενειῶντεσ〉 καὶ καθεικότες τὰ γένεια. ἢ κομῶντες. ἔθειραι δὲ αἱ ἐξ ἔθους τημελούμεναι τρίχες.KGEAPT1.2

1

34b

κομῶντες τὰς τρίχας, οὐ γενειῶντες, ὥς τινες. ἔθειρα γὰρ ἡ θρὶξ τῆς κεφαλῆς. ὅθεν Ἀρίσταρχος ἐν Ὁμήρῳ (π 176) ἔγραψε· ‘κυάνεαι δ’ ἐγένοντο γενειάδες ἀμφὶ γένειον‘, οὐκ ‘ἐθειράδεσ‘.KGEAT

1

34c

Ἀμερίας δέ φησι τὸ ἐθειράζειν ὑπηρετεῖν, θεραπεύειν.
KGEA

1

36/37a

ἄλλοκα μέν: τὸ μέν τι νοήσεώς ἐστι, τὸ δὲ ὁράσεως· ἀδύνατον γὰρ ὁμολογουμένως ἐν γραφῇ κίνησιν εἶναι ζωτικήν· ἀλλὰ 〈...〉 τῶν γλυπτῶν εἰκόνων κατάλληλοιKGEAT
ἦσαν τοῖς λεγομένοις.

1

36/37b

ταῦτα καθ’ ὑπερβολήν· Ὅμηρος (Σ 418) 〈δὲ〉 ἔλεγεν ἀληθέστερον· ‘χρύσειαι ζωῇσι νεήνισιν ἐοικυῖαι.‘

1

38a

κυλοιδιόωντες: οἱ οἰδοῦντες τὰ κύλα τὰ ὑπὸ τοὺς ὀφθαλμούς. συμβαίνει γὰρ τοῖς ἀγρυπνοῦσιν ὡς ἐπίπαν οἰδαί‐ νειν τὰ κύλα· ὅπερ οἱ πολλοὶ ἀναγκαίως δι’ ἔρωτα πάσχουσι.

1

38b

K γίνεται δὲ παρὰ τὸ τὰ κύλα οἰδαίνειν, ἤγουν 〈τὰ ὑπὸ〉 τοὺς ὀφθαλμοὺς μεταθέσει τοῦ ἀντιστοίχου· κοῖλα γὰρ τὰ ὑπο‐ κάτω τῶν ὀφθαλμῶν.

1

38c

GEAT οἱ τὰ κύλα τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς οἰδοῦντες καὶ ἐξ‐ ογκούμενοι· κύλα δὲ τὰ ὑποκάτω τῶν ὀφθαλμῶν, τὰ ὑπώπια.

1

38d

P κυλοιδιόωντες: παρὰ τὸ τὰ κύλα οἰδαίνειν, ἤτοι τὰ ὑποκάτω τῶν ὀφθαλμῶν 〈κοῖλα〉 μεταθέσει τοῦ ἀντιστοίχου.

1

38e

GEAT τὸ δὲ ἐτώσια μοχθίζοντι· μάτην κάμνουσι. τίς γὰρ ἂν ἄγαλμα πεῖσαι δυνήσεται;

1

39a

K μέτα: ἀντὶ τοῦ σύν. ἔστι δὲ ἀναστροφὴ Ἰωνική.

1

39b

KGEAT γριπεύς: ὁ ἁλιεύς, καὶ γρῖπος τὸ δίκτυον παρὰ τὸ
τοὺς ἰχθύας ἀγρεύειν.

1

40a

λεπράς: ἡ τραχεῖα πέτρα, ἡ ὑπὸ τῶν κυμάτων λεπι‐ ζομένη. ἢ ἡ ὑψηλή, ἐπεὶ καὶ λέπας τὸ ἄκρον τοῦ ὄρους φασίν. ἢ λευκὴ καὶ λέπρᾳ ἐοικυῖα.

1

40b

λεπράς: ἡ λευκή. τινὲς δὲ τὴν τραχεῖαν ἔφασαν, τὴν ἐκλεπρωθεῖσαν καὶ ἐκσπιλωθεῖσαν καὶ οἷον ἐκβρωθεῖσαν.PT

1

40[c]

ἐς βόλον: ἀντὶ τοῦ εἰς ἄγραν.K

1

40[d]

ἐς βόλον:〉 εἰς βολὴν τῶν ἰχθύων.Eg

1

41a

KGEAT κάμνοντι: τὸ ἰσχυρὸν τῆς δυνάμεως ἀνδρὶ ἀκμά‐ ζοντι ὅμοιον ἔχων.

1

41[b]

τῷ καρτερ:〉 γράφεται τὸ καρτερόν, ἤτοι τὸ κατὰ δύναμιν, ἰσχυρῶς.K

1

42a

φαίης κεν: εἰποις ἂν αὐτὸν ἐκ τῶν μελῶν τοῦ σώματος ἁλιεύειν ἢ ἐκ πάσης δυνάμεως ἧς ἔχει.KGEAT

1

42b

KGEA
τὸ δ’ ἐλλοπιεύειν τὸ τοὺς ἰχθῦς λαμβάνειν· ἔλλοπες γὰρ οἱ ἰχθύες ἢ παρὰ τὴν λεπίδα ἢ ὅτι ἐλλειπομένην ἔλλοπες γὰρ οἱ ἰχθύες

1

42c

ἐλλοπιεύειν ἐστὶ τὸ ἔλλοπας, ἤγουν ἰχθῦς, ἀγρεύειν· ἔλλοπες γὰρ οἱ ἰχθύες παρὰ τὸ ἐν λεπίσιν εἶναι ἢ παρὰ τὸ λεπιδωτὸν τῶν ἰχθύων ἢ παρὰ τὸ ἐλλείπεσθαι ὀπὸς καὶ φωνῆς.PT

1

43a

ᾠδήκαντι: Αἰολικῶς ἢ Δωρικῶς. οἰδῶ οἰδήσω 〈...〉 ἀντὶ τοῦ τεταυρισμένος καὶ πεφυσιωμένος ὢν καὶ ἐξ‐KGEAT
ωγκωμένος· οἰδῶ γὰρ τὸ ὀγκοῦμαι.

1

43b

Pm1.2 ᾠδήκαντι: οἰδῶ οἰδήσω ᾤδηκα. οἱ Δωριεῖς τὸ γʹ πρόσωπον τῶν πληθυντικῶν τοῦ ἐνεστῶτος ὁμόφωνον ποιοῦσι
Pm τῇ δοτικῇ τῶν ἑνικῶν τῆς μετοχῆς.

1

43c

ἔστι γὰρ ᾠδήκω ῥῆμα ἀπὸ τοῦ παρακειμένου γινόμενον Σικελικῶς ὡς τὸ τετύκω κε‐ κλάγω· καὶ Αἰολικῶς ᾠδήκημι καὶ ὁ ὑποτακτικὸς ᾠδήκω, ἡ μετοχὴ ὁ ᾠδήκας τοῦ ᾠδήκαντος, ἡ δοτικὴ ᾠδήκαντι.

1

43d

Egᾠδήκαντι:〉 ἐξωγκωμένοι ἦσαν· τοιοῦτοι γὰρ οἱ κοπιῶντες.

1

43e

KGEAT ἶνες: τὰ παρακολουθοῦντα νεῦρα ταῖς φλεψίν. ἐλέ‐ γετο δὲ παρ’ αὐτὰς καὶ ὁ υἱὸς ἶνις· ἀπὸ γὰρ τούτων τῶν μερῶν τὸ σπέρμα συνάγεσθαι δοκεῖ.

1

44[a]

K πολιῷ:: ἤγουν λευκῷ· τὸ γὰρ λευκὸν πολιὸν λέγεται. ἢ παλαιὸν καὶ πολιόν· ὡς γὰρ ἐπὶ τὸ πλεῖστον ἐν γήρᾳ γίνεται ἡ πολιά.

1

44b

EAT ἄξιον ἥβας: ἤγουν τὸ σθένος αὐτοῦ ἄξιόν ἐστι νέῳ τινὶ εἶναι.

1

44c

ἡ δὲ δύναμις ἀξία τῆς ἡλικίας αὐτοῦ. ἴσως γὰρ εὐῆλιξ ἐξωγραφήθη 〈ἐν〉 τῷ κισσυβίῳ εὐμήκης τε τὴν σύν‐
θεσιν τῶν μελῶν.

1

44d

ἥβας: ἀνάλογον τῆς ἀκμῆς τὸ σθένος αὐτοῦ.KEAT

1

45[a]

τυτθόν: κυρίως τὸ ἐπιτίτθιον βρέφος παρὰ τὸν τιτθόν, ὃ σημαίνει τὸν μαζόν· ὅθεν καὶ τυτθὴν λέγουσιν ὀλί‐ γην ἢ μικράν [καὶ τυτθήν].K

1

45b

ἁλιτρύτοιο: τοῦ ἐν τῇ θαλάσσῃ πονοῦντος καὶ τρυ‐ χομένου καὶ τειρομένου.

1

46a

πυρναίαις· περκαζούσαις, ὡρίμοις. οἱ δὲ τὰς ἤδη ὥραν ἐχούσας τροφῆς· πύρνον γὰρ ἔνιοι τὴν τροφὴν λέγουσιν. ἢ πυρναίαις ταῖς τρωξίμοις· ἐπάγει γοῦν ἑξῆς (v. 49)· ‘φοιτᾷ σινομένα τὰν τρώξιμον‘.KGEAT

1

46b

K ἀπὸ τοῦ πύρνος ἡ τροφή. 〈ἢ〉 ἀπὸ τοῦ ὑπὸ τῶν ἀκτί‐ νων πυροῦσθαι.

1

46c

ταῖς περκαζούσαις, παρόσον παρὰ τῶν ἀκτίνων τοῦ ἡλίου πυροῦνται.GEAT

1

46d

πυρναίαις: ταῖς περκαζούσαις ἢ τρωξίμοις· πύρνος γὰρ ὁ σῖτος καὶ ἡ τροφή.PT

1

46e

Kἀλωά: φυτεύσιμος γῆ.

1

46f

GEAT ἀλωὴ σημαίνει τέσσαρα. κυρίως μὲν γὰρ ὁ ἀμπελόφυ‐ τος τόπος ὡς κατὰ πολὺ λῴων τοῦ ἁπλῶς πεδίου. λέγεται
ἀλωὴ καὶ ὁ δενδροφόρος τόπος, ἐπεὶ δευτέρως καὶ αὐτὸς λῴων τῆς ἁπλῶς γῆς. ἀλλὰ καὶ ὁ λαχανηφόρος τόπος ὁμοίως
5καὶ αὐτὸς διὰ τὴν αὐτὴν αἰτίαν. ἀλωὴ δὲ καὶ ἡ ἅλως.

1

47[a]

K κῶρος: ἀπὸ τοῦ 〈κόρη〉 κόρη ἡ τοῦ ὀφθαλμοῦ οἱονεὶ χόρη τις οὖσα ἀπὸ τοῦ δι’ αὐτῆς χεῖσθαι τὸ διορατικὸν πνεῦμα. κόρη δὲ ἡ παρθένος ἡ ὑγροφυὴς καὶ τρυφερὰ ἀπὸ τοῦ κορεῖν τὸ καλλωπίζειν, ὃ καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ εἴρηται.
5ἢ ἡ καθαρὰν καὶ ἄφθορον ἔχουσα τὴν ἡλικίαν· κορεῖν γὰρ τὸ καθαίρειν, ἀφ’ οὗ καὶ νεωκόρος. ἢ παρὰ τὸ κείρω ἡ κειρο‐ μένη ἔτι καὶ νηπιάζουσα. ἀφ’ ἧς καὶ τὸ κόρος καὶ κοῦρος, ὁ ἁπαλὸς καὶ τρυφερὸς παῖς.

1

47b

KEA αἱμασιαῖσι: φραγμοῖς ἠκανθωμένοις· εἰς ἃς οἱ εἰσερ‐ χόμενοι αἱμάσσονται τοὺς ἰδίους πόδας.

1

47c

PT φ’ αἱμασιαῖσι: ἐπὶ ταῖς φρακταῖς, παρόσον πλήρεις αἵματος γίνονται οἱ εἰσερχόμενοι ἐπ’ αὐταῖς διὰ τὸ ἀκανθώ‐ δεις αὐτὰς εἶναι.

1

48[a]

K ἥμενος: καθεζόμενος. ἀπὸ τοῦ ἕω τὸ καθέζομαι ἕημι, τὸ παθητικὸν ἕεμαι ἧμαι, ἡ μετοχὴ ἑέμενος ἥμενος.

1

48[b]

ὄρχως: ὄρχος ὀρχάτου διαφέρει. ὄρχος γάρ ἐστιν ὁ βόθρος, εἰς ὃν ἐντίθεται τὸ φυτὸν πρὸς μοσχείαν, παρὰ τὸ ὀρύσσω ὄρυχόν τινα ὄντα, ὄρχατον δὲ τὴν ἐπίστιχον φυ‐ τείαν παρὰ τὸ ἔρχεσθαι. καὶ Ἀριστοφάνης (fgm. 120 Kock
5Com. att. fgm. I 421) τὸ μεταξὺ τῶν φυτῶν μετόρχιον ἐκά‐ λεσεν ἐν τοῖς Γεωργοῖς, ὁ δὲ Ἡσίοδος (Scut. 294) ὄρχον λέγει τὴν ἐπίστιχον τῶν ἀμπέλων φυτείαν· ‘λευκοὺς καὶ μέλανας βότρυας μεγάλων ἀπὸ ὄρχων‘, καὶ πάλιν (ib. 296/97)· ‘παρὰ δέ σφισιν ὄρχος χρύσεος ἦν‘. ἔστι δ’ ὅτε δὴ καὶ κῆπον δηλοῖ.
10Ἀπίων (cf. Λέξ. fgm. 89 Baumert Apionis quae ad Hom. per‐ tinent fgm., Diss. phil. Regim. 1886, 36) δὲ ἐτυμολογεῖ παρὰ τὸ ὄρνυσθαι τὴν γῆν πρὸς φυτείαν.

1

48c

ν’ ὄρχως: 〈...〉 τοὺς διδύμους. ἢ τοὺς κλάδους τῆς ἀμπέλου.KGEAT

1

49[a]

φοιτ: φοιτῶ σημαίνει τὸ ὁρμῶ. ὡς παρὰ τὸ πόρος πορῶ καὶ πορεύομαι παραγωγόν, οὕτω καὶ παρὰ τὸ ὁδὸς γί‐ νεται ὁδῶ, τροπῇ τοῦ δ εἰς τ ὁτῶ καὶ πλεονασμῷ τοῦ φ καὶK
ι φοιτῶ.

1

49[b]

τρώξιμον: παρὰ τὸ τρῶ τὸ σημαῖνον τὸ βλάπτω παραγωγὸν τρώγω. σημαίνει δὲ τὸ κατεργάζεσθαι καὶ μὴ ἐᾶν ἅτινα τρώγει τις ὑγιᾶ. ἀφ’ οὗ καὶ τρῶγες, τὰ ἐν τοῖς ὀσπρίοις θηρία, καὶ τρῶκται· παρὰ τὸ τρώγω τρώξω γίνεται τρώξιμος
5καὶ τρώκτης.

1

49[c]

Egτρώξιμον:〉 τὴν ὥριμον σταφυλήν.

1

49[d]

Kgτρώξιμον:〉 πέπειρον.

1

50a

KGEAT πάντα δόλον τεύχοισα: γράφεται κεύθοισα, ἀντὶ τοῦ κρύπτουσα· πανοῦργον γὰρ τὸ ζῷον.

1

50b

KGEA τὸ παίδιον: οὕτω Θεαίτητος, ὡς τὸ παίγνιον, φέρ‐ νιον· Ἀττικοὶ δὲ [οὕτω] παραπλήσιον τῷ κλειδίον λέγουσιν.

1

51a

KGE1.2APT πρινὴ ἀκράτιστον: πρινὴ ἀκρατισμοῦ ξηρὸν ποιήσει αὐτό· ἀκρατισμὸν δέ φησι τὸν ἀπὸ βρώσεων κόρον.

1

51b

EAPmT ἀκράτιστον: οἱ μέλλοντες πολεμεῖν πρωΐας ἔτι οὔσης ὀλίγον τινὰ ἤσθιον ἄρτον καὶ ἄκρατον οἶνον ἔπινον, ὡς θερ‐ μοὶ ὦσι καὶ μὴ δειλιῶσιν, ὃ καὶ ἀκρατισμὸν ἐκάλουν. ἐνταῦθα
δὲ ἀκράτιστον ἀντὶ τοῦ ἄγευστον.

1

51[c]

ξηροῖσι: ἀπὸ τοῦ ξέω ξῶ ῥήματος, ἐκ μεταφορᾶς τῆς ὕλης τῶν ξύλων· εἴ τι γὰρ ἔξυσται, ξερὸν γίνεται καὶ κατὰ τροπὴν τοῦ ε εἰς η ξηρόν.

1

51d

καθιξε: γράφεται καὶ καθίξ. βαρυτόνως λεκτέον· τὰ γὰρ ὑποτακτικὰ τῶν ῥημάτων ὁμοίως οἱ Δωριεῖς ἡμῖν προφέρονται.GEAT

1

52a

KGEAT ἀνθερίκοισιν: ἀνθέρικος ὁ τῆς ἀσφοδέλου καρ‐ πὸς 〈ἢ καυλός. καὶ ... μέν φησιν, ὅτι ἀσφόδελός ἐστι φυ‐ τόν,〉 ὃ[ς] τὰ μὲν φύλλα ἔχει ὡς πράσου ἀγρίου, μείζω δὲ καὶ πλατύτερα· ὁ δὲ καυλὸς ἀνθέρικος καλεῖται, ὅσον πηχυαῖος
5ὢν καὶ μείζων. τὸ αὐτὸ δὲ καὶ Θεόφραστός (Hist. plant. VII
13, 2) φησιν. ὁ δὲ Ἀπολλόδωρος ὑπὸ Δωριέων φησὶν οὕτω λέγεσθαι τὸν τῆς ἀσφοδέλου καρπόν. ὁ δὲ Νεοπτόλεμος (Mei‐ neke Anal. Alex. 359) ἀνθέρικον ᾠήθη τὸν ἀθέρα τοῦ στά‐ χυος, γελοίως.

1

52[b]

K καλάν: ἐπίθετον. ἔστι ῥῆμα κάζω, ὃ δηλοῖ τὸ κοσμῶ, ὁ μέλλων κάσω, ἀφ’ οὗ ῥηματικὸν ὄνομα καλὸς καὶ τὸ θηλυ‐ κὸν ἡ καλή. ἢ παρὰ τὸ καλῶ ῥῆμα γίνεται καλὸς διὰ τὸ κα‐ λεῖν πρὸς ἑαυτὸν ἕκαστον, ὡς τὸ ἀγαθόν, ἐφ’ ᾧ ἄγαν θέομεν.

1

53a

GEAT μέλεται δέ ο: μέλει δὲ αὐτῷ οὔτε πήρας οὔτε 〈...〉.

1

53b

Kgμέλεται:〉 διὰ φροντίδος ὑπάρχει.

1

53c

KGEAT πήρα παρὰ τὸ φέρω φήρα· οἱ δέ, μεθ’ ἧς πανταχοῦ
GEAT περῶμεν.

1

53[d]

καλεῖται δὲ καὶ κίβισις καὶ οὐλάς.

1

55a

KGEAT παντᾷ δ’ ἀμφὶ δέπας: πανταχοῦ δὲ περὶ τὸ πο‐ τήριον περιπέπταται καὶ περικέχυται ὑγρός τις καὶ μαλακὸς ἄνανθος, ὅπερ ἐστὶν εἶδος φυτοῦ ἀκανθῶδες, χαμαίζηλον, εἰς μῆκος ἐξανθοῦν λίαν.

1

55[b]

K πέπταται: ἐκ τοῦ ἵπτημι ἕπτακα ἕπταμαι ἕπτασαι ἕπταται καὶ πλεονασμῷ τοῦ π πέπταται Αἰολικῶς. οἱ γὰρ Αἰο‐
λεῖς εἰώθασι προστιθέναι σύμφωνον, ὥσπερ τὸ ἐπτέρυγμαι 〈πεπτέρυγμαι〉, οἷον (Sapph. fgm. 38 Bergk Poet. lyr. gr. III4
5102)· ‘ὡς δὲ παῖς πέδα μάτερα πεπτέρυγμαι.‘ Ἡρωδιανὸς ἐν τῷ περὶ πάθους (cf. fgm. 56 Lentz, II 187, 14).

1

55c

ὑγρὸς ἄκανθος ὁ εὐκαμπὴς καὲ εὔτονος.KGEAT

1

55d

〈...〉 λεπτότερον καὶ εὐτονώτερον.GEAT

1

55e

PT ὑγρὸς ἄκανθος: ὁ ἄκανθος εἶδός ἐστι φυτοῦ χαμαι‐ ζήλου, ὑγρὸς δὲ ὁ εὐκαμπὴς ἢ ὁ νεόφυτος.

1

55[f]

ὑγρός: γίνεται τὸ ὑγρὸν ἐκ τοῦ ὕω τὸ βρέχω· ὕσω ὑρὸς καὶ ὑγρὸς πλεονασμῷ τοῦ γ. ὑγρὸς οὖν ἄκανθος ὁ δίυγρος, ὁ διερός, ὁ ζῶν. 〈ἢ ὑδρὸσ〉 οἷον ἔνυδρός τις εἶναι δοκῶν.K

1

56a

Αἰολικόν: ἀπατητικόν[, ποικίλον, ἐκπληκτικὸν καὶ ὃ ἄν τις διὰ κάλλος θαυμάσῃ]· ταῦτα γὰρ δύναται τὸ Αἰολίζειν.KGEAT

1

56b

οἱ γὰρ Αἰολεῖς ἐπὶ ἀπάτῃ διαβάλλονται,

1

56c

GEAT
〈ὡς ἐν τῷ〉 ‘Λοκροὶ τὰς συνθήκασ‘· ταὐτὸν δέ εἰσιν οἱ Λοκροὶ τοῖς Αἰολεῦσι.

1

56d

ἢ 〈αἰπολικόν,〉 οἷον αἰπόλος 〈ἂν〉KGEAT
θαυμάσαι.

1

56e

KGEA αἰολικόν: αἰόλον τι καὶ ποικίλον θέαμα.

1

56f

KPT γράφεται χωρὶς τοῦ π Αἰολικόν, τὸ ἀπατητικόν· Αἰο‐ λίζειν γὰρ τὸ ἀπατᾶν. Σοφοκλῆς (fgm. 826 Nauck Trag. gr.
KGEAPT fgm.2 323)· ‘μηδ’ Αἰόλιζε ταῦτα‘.

1

56g

Αἰολικὸν τὸ Αἰτω‐ λικόν. Αἰολεῖς γὰρ οἱ Αἰτωλοί· ἐξ Αἰτωλίας δέ φησι τὸ πο‐
GEAτήριον κεκομίσθαι.

1

56[h]

γράφεται δὲ Αἰτωλικόν.

1

56[i]

Pmαἰπολικόν:〉 διὰ τῶν αἰπόλων δηλοῖ καὶ τοὺς ποι‐ μένας καὶ τοὺς βουκόλους.

1

56[k]

PT θάημα: θέαμα.

1

56l

KGEAT ἀτύξαι: καταπλήξαι σου τὴν ψυχήν, καὶ δι’ ὑπερβο‐ λὴν κάλλους τεράστιον ἂν νομισθείη.

1

56m

PT τέρας κέ τυ θυμὸν ἀτύξαι: ἀντὶ τοῦ ἐκπλῆξαι δυνάμενον. καὶ Ὅμηρος (Ζ 468)· ‘πατρὸς ὄψιν ἀτυχθείσ‘. τοῦτο τὸ θέαμα τεράστιον [τι] ὂν τὴν σὴν ἐκπλήξει διάνοιαν.

1

56n

τοῦτο δὲ ἔφη δι’ ὑπερβολὴν τοῦ κάλλους.

1

57[a]

K πορθμε: ἀπὸ τοῦ πορθμός. ὡς ἀπὸ τοῦ κείρω κορμός, οὕτως καὶ ἀπὸ τοῦ πείρω τοῦ σημαίνοντος τὸ περῶ
γίνεται πορμὸς καὶ πλεονασμῷ τοῦ θ πορθμός· ἔστι δὲ θά‐ λασσα μεταξὺ δύο ἠπείρων, ἰσθμὸς δὲ τοὐναντίον ἡ στενὴ
5ἤπειρος μεταξὺ θαλασσῶν δύο. ἀπὸ τοῦ πορθμὸς οὖν γίνεται πορθμεὺς ὁ περάτης.

1

57b

πορθμεῖ Καλυδωνί: ἢ ὄνομα κύριον ἢ τῷ ἀπὸ Καλυδῶνος εἰς Πελοπόννησον αὐτὸ διακομίσαντι· ἀντίκειται γὰρ ἀλλήλων τὰ χωρία.KGEAT

1

57c

τινὲς δὲ γράφουσι Καλυδνί, ἀγνοοῦντες ὡς αἱ Καλυδναὶ ἐγγὺς τῆς Κῶ εἰσιν. Ὅμηρος (Β 677)· ‘καὶ Κῶν Εὐρυπύλοιο πόλιν νήσους τε Καλυδνάς.‘
K

1

57d

GEAT πορθμε: ἴσως διαπορθμεύοντι ἐξ Αἰτωλίας εἰς Πελο‐ πόννησον.

1

58a

τυρόεντα: τυρός, τυρόεις παραγωγόν, τυρόεντα. τὸ τυ μακρόν, ροεντα με συνίζησις. τὰ εἰς ρος γὰρ δισύλλαβα ὀξύτονα τῷ υ παραληγόμενα ἐκτείνουσιν αὐτό, οἷον τυρός, πυρὸς ὁ σῖτος· τὸ πῦρ δὲ τοῦ πυρὸς βραχὺ καὶ τὰ ὅμοια.KGEAT

1

58[b]

τυρόεντα: ἐκ τοῦ τυρὸς τυρόεις. γίνεται δὲ παρὰ τὸ τηρῶ· γάλα γὰρ τηρούμενον ὁ τυρός. τὸ δὲ τηρῶ παρὰ τὸ οὐρῶ τὸ φυλάσσω, πλεονασμῷ τοῦ τ τουρῶ καὶ τροπῇ τῆς ου εἰς η τηρῶ. τὸ δὲ τυρὸς ἐκβολῇ τοῦ ο γέγονε.K

1

58[c]

μέγαν λευκοῖο γάλακτος: λείπει τὸ κύκλον.EgP

1

58[d]

τυρόεντα:〉 τυρόν· Ἰωνικὸν ἀντὶ πρωτοτύπου τὸEg
παραγωγόν.

1

58e

Kgλευκοῖο γάλακτος:〉 λευκὸν μὲν γὰρ κατὰ τὴν φύ‐ σιν τοῦ πράγματος.

1

59*

K χεῖλος: παρὰ τὸ χέω χέλος 〈καὶ χεῖλοσ〉· εἰς αὐτὸ γὰρ χέονται αἱ τροφαί.

1

60[a]

ἄχραντον: ἀθιγές, οὗ χεὶρ οὐχ ἥψατο. ἤ· ὃ οὐδέ‐ ποτε εἰς χρείαν ἦλθεν.

1

60[b]

πρόφρων: προθύμως, παρὰ τὴν προ καὶ τὸ φρῶ.

1

60c

PT ἀρεσαίμην: ἀντὶ τοῦ· εὐάρεστος δόξαιμι.

1

61a

KGEAT ἐφίμερον: τὸν γλυκύν. λέγει δὲ τὴν ἐπὶ Δάφνιδι ᾠδήν.

1

61[b]

ὕμνος: 〈κατὰ συγκοπήν,〉 ὑπόμονός τις ὤν, καθὸ εἰς ὑπομονὴν καὶ μνήμην ἄγει τὰς τῶν ἐπαινουμένων πράξεις. 〈κεχώρισται δὲ τῶν ἐγκωμίων καὶ τῶν προσοδίων καὶ τῶν παι‐ άνων〉 οὐχ ὡς κἀκείνων μὴ ὄντων ὕμνων, ἀλλ’ ὅτι τὰ ἄλλα
5προσόδια〈, καθὰ κέκληται,〉 προσιόντες ναοῖς ἢ βωμοῖς πρὸς αὐλὸν ᾖδον, τὸν δὲ ὕμνον πρὸς κιθάραν. οὕτω Δίδυμος (cf.
fgm. 3 Schmidt, p. 389).

1

62/63[a]

κερτομέω: ἐρεθίζω, χλευάζω. καὶ ‘κερτομίοις ἐπέεσσιν‘ ἐρεθιστικοῖς, παροξυντικοῖς, χλευαστικοῖς, ἀπατηλοῖς· κερτόμιον γὰρ λόγιον τὸ παραλογιστικὸν παρὰ τὸ τέμνειν τὸ κέαρ, ὅ ἐστι τὴν ψυχήν, τῶν ἀκουόντων. καὶ κέρτομος ὁ παρα‐
5λογιστής.

1

62/63[b]

τὰν γὰρ ἀοιδάν:〉 παροιμία ἐπὶ τῶν γινωσκόντων καὶ μὴ μεταδιδόντων.Eg

1

62/63c

τὸν ἐκλελάθοντα: ἐκλανθάνουσι γὰρ πάντων οἱ ἐν αὐτῷ, ἤγουν τὸ τῆς Λήθης ὕδωρ πίνοντες.KGEAT

1

62/63d

τὸν ἐκλελάθοντα: τὸν λήθης αἴτιον.PT

1

62/63e

τὸν ἐκλελάθοντα:〉 τὸν λήθην ἐμποιοῦντα πάντων.Eg

1

64a

ἄρχετε βουκολικᾶς: ἄρξασθαί με ποιήσατε τῆς βουκολικῆς ᾠδῆς ἀντὶ τοῦ ἀρχηγοὶ γίνεσθε· ἐπικαλεῖται γὰρ αὐτὰς μέλλων ἀείδειν.KGEAPT1.2

1

64b

KPT ἄρχετε: τοῦτο λέγεται ἐπῳδὸς καὶ πρόᾳσμα καὶ ἐπι‐ μελῴδημα.

1

64c

〈...〉 Μνασέας (fgm. 7 Mueller Fgm. hist. gr. III 150) δὲ ἐν τῷ περὶ Εὐρώπης Πανός φησι Βουκολίωνα υἱόν, ἀφ’ οὗ καὶ τὸ βουκολεῖν.GEAT

1

65/66a

KGEAT Θύρσις: ὁ ποιμὴν Θύρσις ἐπαινεῖ ἑαυτόν. ἡ δὲ Αἴτνη Σικελίας ὄρος ἀπὸ Αἴτνης τῆς Οὐρανοῦ καὶ Γῆς, ὥς φησιν Ἄλκιμος ἐν τῷ περὶ Σικελίας (fgm. 2 Mueller Fgm. hist. gr. IV 296). Σιμωνίδης (fgm. 200b Bergk Poet. lyr. gr. III4
5524) δὲ Αἴτνην φησὶ κρῖναι Ἥφαιστον καὶ Δήμητραν περὶ τῆς χώρας ἐρίσαντας. Δημήτριος δὲ ὁ Καλλατιανὸς (fgm. 4 Mueller Fgm. hist. gr. IV 381) τοῦ Βριάρεω, ἑνὸς τῶν Κυ‐ κλώπων, παῖδας γενέσθαι Σικανὸν καὶ Αἴτνην, ἀφ’ ἧς τὸ
K1.2GEAT ὄνομα.

1

65/66b

〈...〉 Νυμφόδωρος δέ φησιν ἐν τῷ περὶ Σικε‐ λίας θαυμαζομένων (fgm. 2 Mueller Fgm. hist. gr. II 376),
K ὅτι τοῦ Δάφνιδος

1

65/66c

μεταλλάξαντος ἐκκομιζομένῳ τοὺς κύνας συνακολουθεῖν καὶ ἐπὶ τοῦ τάφου μεταλλάξαι καὶ εἶναι αὐτῶν ἓν μνῆμα, ἐν ᾧ γέγραπται· ‘Σᾶμος Πόδαργος Λάμπος Ἄλκι‐ μος Θόας.‘

1

65/66d

KGEAPT Θύρσις ὅδ’ ὡξ Αἴτνας: ὡς Σικελιώτου αὐτοῦ ὄντος
καὶ κατὰ τὴν Αἴτνην νέμοντος. μέλλει δὲ ᾄδειν, ὃν τρόπον ὁ Δάφνις οὐ δυνάμενος φέρειν τὸν τῆς Ξενέας ἔρωτα—ἔστι δὲ ὄνομα Νύμφης—ἐξῆλθεν ἐκ τοῦ ζῆν.

1

65/66e

ἀντὶ τοῦ· αἱ Νύμφαι τότε οὐκ ἦσαν περὶ Σικελίαν, ὅτε ὁ Δάφνις ἀπώλετο. ἴσως δὲ διὰ τὸ Νύμφης ἐρᾶν ὑπερη‐ φανευούσης αὐτὸν αἰνίσσεται ὡς μηδὲ τῶν λοιπῶν αὐτόθι οὐσῶν.

1

65/66f

πῆ ποκ’ ἄρ’ ἦσθ’ ὅκα Δάφνις ἐτάκετο: Δάφνις Σικελιώτης τυγχάνων καὶ ἐν Σικελίᾳ ἦν, ὅτε τὰ λοίσθαι ἔπνεεν. ὅτι γοῦν Νύμφης ἤρα ὁ Δάφνις, ἡ δὲ Νύμφη ἀπεστρέφετο αὐτὸν διὰ τὴν πρὸς ἑτέρας γυναῖκας ὁμιλίαν, αἰνίσσεται, ὅτιPT
5οὐδὲ αἱ λοιπαὶ ἐν Σικελίᾳ ἦσαν, ὅτε ὁ Δάφνις ἔθνησκε.

1

67a

κατὰ Πηνει: Πηνειὸς ποταμὸς Θεσσαλίας. τὰ δὲ τέμπη γενικῶς μὲν τὰ ἄλση· νῦν δὲ τὸ μεταξὺ τῆς Ὄσσης καὶ τοῦ Ὀλύμπου χωρίον, ὅ ἐστι περικαλλὲς καὶ ὥσπερ ὑπὸ θείας γνώμης πρὸς τὴν διόρυξιν διῃρημένον, δι’ ἧς ὁ Πη‐KGEAPT
5νειὸς πρὸς τὴν θάλασσαν ῥεῖ.

1

67[b]

λέγεται δὲ τοῦτο τὸ χωρίον τέμπεα Θετταλικά.
PT

1

67c

κατὰ Πίνδω: Πίνδος ὄρος Ἀρκαδίας ἢ ποταμὸς ἢ ὄρος τῆς Περραιβίας ἐγγὺς θαλάσσης.KGEAPT1.2

1

68a

οὐ γὰρ δὴ ποταμοῖο: οὐ γὰρ τότε τὸ μέγα ῥεῦμα εἴχετε ἀντὶ τοῦ οὐκ ᾠκεῖτε, ὅ ἐστιν οὐκ ἦτε ἐκεῖσε.KGEAT

1

68b

μέγαν ῥόον εἴχετ’ Ἀνάπω: τὸ εἴχετε ἀντὶ τοῦPT
κατῳκεῖτε.

1

68c

KGEAPT ὁ δὲ Ἄναπος ποταμὸς ἐν Συρακούσαις τῆς Σικε‐ λίας. Ἄναπος δὲ εἴρηται ὁ ἄνευ πόσεως ὤν, οἷον ἀβληχρὸν ὕδωρ ἔχων.

1

68d

KGEAT Ἄναπος ποταμὸς περὶ Σικελίαν παρὰ τὸ τοῖς ποσὶ διαβατὸς εἶναι.

1

69a

K1.2G1.2E1.2A1.2PT1.2 Ἄκιδος ἱερὸν ὕδωρ: Ἆκις ποταμὸς Σικελίας.

1

69b

KGEAT Ἆκις παρὰ τὸ ἀκίδι ἐοικέναι τὰ ῥεύματα.

1

72a

Pm δρυμὸς τόπος λέγεται ὁ πολλοὺς ἔχων δρῦς.

1

72b

KGEAPmT τινὲς αἰτιῶνται τὸν Θεόκριτον καί φασιν ἐν Σικελίᾳ λέοντα μὴ εἶναι. ἀλλὰ προστιθεμένη ἡ ἂν συλλαβὴ λύει τὴν αἰτίαν, ἵνα ᾖ· τῆνον ἂν ἔκλαυσεν, εἰ ἐν Σικελίᾳ λέων ἦν.

1

74*

PT πολλαί οἱ πὰρ ποσσ: ὅρα τὴν ἡδονήν. ἀντῳδὴ δὲ τὸ σχῆμα, ἥτις γίνεται οὕτως, ὅταν τις λαλῇ ᾠδὴν ἄλλην καὶ ἄλλην ἀποκρίνεται.

1

75a

KGEAT δαμάλαι: αἱ ἤδη δαμασθῆναι δυνάμεναι· πόρ‐ τιες αἱ μικραὶ καὶ μήπω εἰς ζυγὸν ἐλθοῦσαι.

1

75[b]

Egδαμάλαι:〉 μεταπλασμὸς ἀντὶ τοῦ δαμάλεις.

1

77a

KGEAPm ἦνθ’ Ἑρμῆς: ἦλθεν ὁ Ἑρμῆς πρώτιστος ἢ ὡς
KGEAPT νόμιος ἢ ὡς φίλος Δάφνιδος ἢ ὡς ἐραστής.

1

77b

τὸ δὲ λ εἰς ν τρέπουσιν οἱ Δωριεῖς, ἀλλ’ οὐ διὰ παντός, ἀλλ’ ὅτε τὸ θ ἢ τὸ τ ἐπιφέρεται, οἷον βέλτιστος βέντιστος, φίλτατος φίντα‐ τος, ἦλθεν ἦνθεν.

1

81a

ἦνθ’ ὁ Πρίηπος: οἰκείως· ἀγροικικὸς γὰρ ἦν ὁ Πρίηπος ὡς καὶ Δάφνις καὶ—ἴσως διὰ τὸ κάλλος—υἱὸς Ἀφροδίτης.KGEAT

1

81b

ἦνθ’ ὁ Πρίηπος:〉 ἢ ὡς ἐραστὴς τοῦ Δάφνιδος ἢ ὡς υἱὸς Ἀφροδίτης.GEAT

1

82-85a

κἤφα: καὶ ἔφη· κατὰ συναίρεσιν καὶ συγκοπήν.KGEA

1

82-85[b]

κἤφα: καὶ ἔφη· ἔστι δὲ τὸ πάθος ἔκθλιψις 〈καὶ〉 κρᾶσις.T

1

82-85c

ἡ δέ τι κώρα: τὸ ἑξῆς· αὕτη δὲ ἡ κόρη ἀνὰ πᾶσαν τὴν κρήνην ζητοῦσά σε—διὰ μέσου γὰρ ὁ στίχος τοῦ ἄρχετε.KGEAT

1

82-85d

φορήται: μανιωδῶς φέρεται. καθόλου τὰ εἰς ται ῥή‐ ματα, ὅταν τῷ η παραλήγηται περισπωμένως, παροξυτονοῦσι Δωριεῖς· ὅταν δὲ βαρυτόνως, ὁμοίως ἡμῖν ἐκφέρουσιν.

1

82-85e

ζάτεισα: Αἰολικὸν τὸ ζάτεισα, διὸ καὶ βαρύνεται. συν‐ απτέον δὲ τοῦτο τοῖς ἐπάνω· πάντῃ δὲ πλανᾶται ζητοῦσα αὐτόν.
εἰρωνευόμενος δὲ λέγει πρὸς αὐτόν· αὐτὸς γὰρ μᾶλλον ἐζήτει. διὰ τοῦτο καὶ δύσερως. τινὲς δέ φασιν, ὡς οὐ διὰ τὴν Νύμ‐
5φην, ἀλλὰ διὰ τὴν τοῦ βασιλέως θυγατέρα, δι’ ἣν καὶ ἐπηρώθη.

1

82-85f

K ζητοῖσα: Αἰολικὸν ἀντὶ τοῦ ζητοῦσα. εἰρωνεύεται δέ· ζητεῖ γὰρ αὐτὸς μᾶλλον, οὐ ζητεῖται ὑπὸ τῆς Νύμφης. ἢ καὶ παρηγορητικὸς ὁ λόγος.

1

82-85g

τὸ δὲ ζητοῖσα οὐκ ἔστι Δωρικόν· εἰ γὰρ ἦν, εἴρητο ἂν ζατοῦσα.

1

82-85h

EA ζάτοισα βαρέως· ἔστι γὰρ Αἰολικόν, διὸ σημαίνει τὸ ζητοῦσα. εἰ δ’ ἦν Δωρικόν, εἴρητο ἂν ζατοῖσα.

1

82-85i

P ζατοῖς: γράφεται καὶ χωρὶς κουφίσματος ζάτοισα ἀντὶ τοῦ ζητοῦσα Αἰολικῶς. εἰ δ’ ἦν Δωρικῶς, εἴρητο ἂν ζατεῦσα.

1

82-85k

KGEAT δύσερώς τις ἄγαν: δύσκολον ἔρωτα ἔχεις καὶ παν‐ τελῶς ἀπροσμηχάνητον. ζητοῦσα γάρ σε ἡ Νύμφη περιέρχε‐ ται. παρηγορῆσαι θέλων τοῦτό φησι πρὸς αὐτόν.

1

86a

KEAT βούτας μὲν ἐλέγευ: βουκόλος ὤν, φησίν, οὐ κατὰ βουκόλους ἐρᾷς. οἱ μὲν γὰρ βουκόλοι πρὸς τὴν τῶν ἀφροδι‐
σίων μῖξιν ἐγκρατεῖς, τοὐναντίον δὲ λαγνότατοι οἱ αἰπόλοι· καὶ ἡ αἰτία, ὅτι κατωφερέστεραι οὖσαι αἱ αἶγες δελεάζουσι τοὺς
5αἰπόλους.

1

86b

βούτας μὲν ἐλέγευ: παροιμία τοῦτο ἐπὶ τῶν ἡσύχων μὲν πρῶτον καὶ ἡμέρων, ἔπειτα δὲ ἀγρίων. οἱ γὰρ βόες ἥμε‐ ροί εἰσιν· ἀπὸ γοῦν τῶν βοσκομένων καὶ οἱ βόσκοντες αὐτοὺς τοιοῦτοι λέγονται. αἱ δὲ αἶγες ἄγριαι, παρόσον καὶ εἰς τὰEAT
5ὑψηλὰ τῶν ὀρῶν καὶ εἰς κρημνώδεις τόπους νέμονται· ἀπὸ τούτων δὲ καὶ οἱ αἰπόλοι τοιοῦτοι λέγονται.

1

.

87

ᾡπόλος: ᾡπόλος ἀντὶ τοῦ ὁ αἰπόλος. γίνεται κατὰ τροπὴν τοῦ ο καὶ α εἰς ω μέγα ἢ μᾶλλον ἐν συναιρέσει τοῦ ο α εἰς ω μέγα ὡπόλος· τὸ δὲ ι προσγεγραμμένον. [ἢ αἰπό‐ λος ὠπόλος.]K

1

92/93a

τὼς δ’ οὐδέν: οὕτως εἰπόντων οὐδέν τι ἀπεκρί‐ νατο ὁ Δάφνις, ἀλλ’ ἐσιώπα.

1

92/93b

τὼς δ’ οὐδὲν ποτελέξαθ’ ὁ βωκόλος: τούτους, οὕστινας ἄνωθεν εἴπομεν, ἤτοι τοὺς βούτας τοὺς ποιμένας τοὺς αἰπόλους τὸν Πρίαπον καὶ τοὺς λοιπούς, οὐδέν τι προσ‐ εφθέγξατο ὁ βουκόλος, ἤτοι ὁ Δάφνις.PT

1

92/93c

πικρὸν ἔρωτα: ἀλλὰ τὸν αὐτοῦ ἔρωτα ἐπέραινε καὶKGEAPT
διήνυε μέχρι καὶ τῆς μοίρας.

1

92/93d

K1—2GEAT ἄνυε μοίρας: διχῶς τὸ μοίρας. εἰ μὲν γὰρ ἐκτεινό‐ μενον, σημαίνει γενικήν, εἰ δὲ συστελλόμενον, αἰτιατικὴν 〈τῶν〉
K πληθυντικῶν Δωρικῶς·

1

92/93[e]

ἐκεῖνοι γὰρ τὰς παρ’ ἡμῖν ἐκ‐ φερομένας εὐθείας τῶν πληθυντικῶν διὰ τῆς αι διφθόγγου διὰ τοῦ ες ἐκφέρουσιν.

1

94a

KGEAT Μοῖσαι πάλιν: τὸ πάλιν ἐξ ὑποστροφῆς ἀρχὴν ᾠδῆς ποιούμενός φησιν, αἱ δὲ παράγραφοι διαστέλλουσι τὰς
KGEAPT1—2 ᾠδάς.

1

94b

τὸ δὲ ἄρχετε καὶ λήγετε ἐπῳδοῦ τάξιν ἐπέχει.

1

95-98a

KGEAT ἁδεῖα καὶ ἁ Κύπρις γελάοισα: τὸ ἡδεῖα ἡδέα ποιητικῶς, 〈ἵν’〉 ᾖ οὕτως· ἡδέα καὶ ἡ Κύπρις γελῶσα. τινὲς ἡ δεῖα, ἡ δέους ποιητική. ἐὰν δὲ γράφεται διὰ τοῦ ι, ἡ Διὸς θυγάτηρ.

1

95-98b

λάθρη μὲν γελάοισα: ἐναντίως εἶπε. θέλει γὰρ εἰπεῖν· φανερῶς μὲν γελῶσα, λανθάνει δὲ βαρυνομένη ἐπὶ τῷ Δάφνιδι.

1

95-98c

GEAT ἦνθέ γε μὰν ἁδεῖα: ἦλθεν ἡ ἡδυτάτη καί φησι· βοῦτα, ὑπ’ ἀργαλέου ἐλυγίχθης Ἔρωτος καὶ ἐκάμφθης; οἷον Εὔπολις (fgm. 339 Kock Com. att. fgm. I 348)· ‘λυγίζεται
καὶ συστρέφει τὸν αὐχένα‘.

1

95-98d

Ἔρωτος ὑπ’ ἀργαλέω ἐλυγίχθης:〉 ταῦτα ἐπὶ μυκτηρισμῷ λέγει ἡ Ἀφροδίτη.KG1.2EAT

1

95-98e

ἐλυγίχθης: ἐκάμφθης, κατεδέθης. ἐπὶ μυκτηρισμῷ δὲ ταῦτά φησι.PT

1

95-98f

KGEAT λυγιξεῖν: καταδήσειν, τουτέστι περιέσεσθαι τοῦ Ἔρω‐ τος ἐκαυχῶ· ἴσως γὰρ ὁ Δάφνις μεγαλορρημονήσας εἰς τὴν θεὸν ταύτην ὑπέσχε τὴν ποινήν.

1

95-98g

λυγιξεῖν: τὸ βεργίοις δήσειν, ἤτοι δήσειν λύγοις [παρὰ τὸ δεσμεύειν]. καὶ Ὅμηρος (Λ 105)· ‘δίδη μόσχοισι λύγοισιν‘. ἢ κλάσειν· ἁπαλὸς γὰρ ὁ λύγος.

1

95-98h

λέγουσι δὲ καὶ τὸ ἀμαυρώσειν δηλοῦν· λυγαῖα γὰρ τὰ σκοτεινά.

1

95-98i

Ἀμερίας δέ φησιν ἀγνοῶν· ‘λύγος ῥάβδος.‘ ἴσως οὖν μαστιγώσειν.GEAT

1

95-98k

λυγιξεῖν: κάμψειν, δεσμεύσειν. λυγίζω λυγίξω καὶ Δωρικῶς λυγιξῶ ἀπὸ τοῦ λύγος τὸ βεργίον καὶ ὁ δεσμός. ἴσως γὰρ ὁ Δάφνις περιέσεσθαι τοῦ Ἔρωτος μεγαλορρημονήσαςPT
ταύτην ἔπαθε τὴν ποινήν.

1

95-98l

Egἐλυγίχθης:〉 ἐδεσμεύθης· μεταφορικὴ ἡ λέξις ἀπὸ τοῦ λύγου.

1

102a

PT ἤδη γὰρ φράσδει πάνθ’ ἅλιος: ἤδη γὰρ πάντα φράσδει, ἤγουν δῆλα πάντα ποιεῖ ὁ ἥλιος.

1

102b

ἄμμι δεδύκει: ἡμῖν δέδυκεν.

1

102c

EAPT ἄμμιν: ἡμῖν ἦν καὶ τροπῇ τοῦ η εἰς α Δωρικῶς καὶ προσθέσει τοῦ μ Αἰολικῶς καὶ ἐν ὑπερβιβασμῷ τοῦ τόνου ἄμμιν.

1

105/106a

KGEAT οὗ λέγεται τὰν Κύπριν: τὸ οὗ δασύνεται· ἔστι γὰρ ἀντὶ τοῦ ὅπου. λείπει δὲ τὸ καταισχῦναι, ἵν’ ᾖ τὸ
ὅλον· ὅπου ὁ βουκόλος τὴν Κύπριν καταισχῦναι λέγεται.

1

105/106b

οὗ λέγεται: λείπει τὸ αἰσχῦναι τὴν Ἀφροδίτην ὁ Ἀγχίσης.P

1

105/106c

ἄλλοι δ’ οὐ προσυπακούουσι τὸ αἰσχῦναι.KGEAT

1

105/106d

ὁ βωκόλος: βουκόλος ὁ Ἀγχίσης ὁ Αἰνείου πατήρ, ὃς κατὰ τὴν Ἴδην ἐμίγη Ἀφροδίτῃ καὶ Αἰνείαν ἐγέννησεν.PT

1

105/106e

ἕρπε ποτ’ Ἴδαν: ἀντὶ τοῦ ἄπελθε πρὸς τὴν Ἴδην. ὡς ἑξῆς ἐπιφέρει· ἕρπε πρὸς τὸν βουκόλον Ἀγχίσην. καὶ Ὅμηρος (Ε 313)· ‘ἥ μιν ὑπ’ Ἀγχίσῃ τέκε βουκολέοντι.‘KGEAT

1

105/106f

Ἴδη ὄρος Τροίας. δύνανται δὲ καὶ πάντα τὰ ὄρη τῇ Ἴδης προσηγορίᾳ καλεῖσθαι ἀπὸ τοῦ ἴδη ἡ βοτάνη ἢ ἀπὸ τοῦ ἰδεῖν καὶ θεάσασθαι· ἀφ’ ὑψηλοῦ γάρ τις ἱστάμενος δύναται πόρρω ἰδεῖν. καλεῖται δὲ Ἴδη καὶ ὄρος Κρήτης.EAPT

1

105/106g

KGEAT τηνεὶ δρύες· δρύες, ὥστε σκέπειν τῷ Ἀγχίσῃ συνερχο‐ μένην αὐτήν· εἰρωνευόμενος δὲ λέγει. τηνεὶ ἀντὶ τοῦ ἐκεῖ.

1

105/106h

KGEA ὧδε κύπειρος: ἐνθάδε ταπεινὴ βοτάνη καὶ ἀναπεπτα‐ μένος ὁ ἀήρ, καὶ οὐ δυνήσῃ λαθεῖν συνουσιάζουσα.

1

105/106i

τηνεὶ δρύες: ὥστε σκέπειν σε συνερχομένην τῷ Ἀγχίσῃ. ἐνταῦθα δὲ ταπεινὴ βοτάνη καὶ μὴ δυναμένη σκέπειν σε.PT

1

105/106k

ὧδε κύπειρος: κύπειρος χαμαίζηλος πόα. τὸ δὲ ὧδε
ἀντὶ τοῦ ἐκεῖ. κύπειρόν τινες τὸ παρ’ ἡμῖν βούτομόν φασι.

1

.

107

KGEAT ὧδε καλὸν βομβεῦντι: κατηγορούσας τῆς ἀκρα‐ σίας εὑρήσεις τὰς μελίσσας, εἰ πρὸς ἡμᾶς ἥκοις, διὰ τοῦ βόμ‐ βου τοὺς ὁδοιπόρους ἐπαγομένας. σμήνη δὲ τὰ τῶν μελισσῶν ἀγγεῖα. Ἡσίοδος (Theog. 594): ‘ὡς δ’ ὅταν ἐν σμήνεσσι κατηρε‐
5φέεσσι μέλισσαι.‘

1

109a

KGEAPT ὡραῖος χὥδωνις: Κινύρου τοῦ Ἀπόλλωνος καὶ Σμύρνης θυγατρός, ἥτις κατὰ μῆνιν Ἀφροδίτης ἠράσθη τοῦ πατρός, ὅτι λύσασα τὰς τρίχας οὐδὲ Ἀφροδίτην ἔχειν ἔφη τοι‐ αύτας. καὶ ἐλάνθανε τὸν πατέρα στολιζομένη καὶ συναναμιγνυ‐
5μένη ὡς θεράπαινα. ὕστερον δὲ ἐγκυμονήσασα καὶ τεκοῦσα τὸν Ἄδωνιν ἐφωράθη καὶ αἰσχυνομένη ηὔξατο μεταβαλεῖν εἰς ὁμώνυμον φυτόν.

1

109b

KGEAT ὡραῖος δὲ ἀντὶ τοῦ τρυφερός, ὅθεν καὶ τὸ θρύπτεσθαι ὡραΐζεσθαί φησι Μένανδρος (fgm. 855 Kock Com. att. fgm. III 228)· ‘ὡς ὡραΐζεθ’ ἡ τύχη πρὸς τοὺς βίους.‘ ἢ ἀκμάζων. Ἡσίοδος (Op. 695)· ‘ὡραῖος δὲ γυναῖκα τεὸν ποτὶ οἶκον
5ἄγεσθαι.‘

1

110a

KGEA καὶ πτώκας: τὰς αἰτιατικὰς οἱ Δωριεῖς τῶν εἰς ες ληγουσῶν εὐθειῶν τῶν πληθυντικῶν ὁμοίως ταῖς εὐθείαις
K παροξύνουσι καὶ μακρὸν ἔχουσι τὸ α, θώας Τρώας·

1

110[b]

ὅτι
τὰς παρ’ ἡμῖν 〈προφερομένας διὰ τοῦ ες〉 εὐθείας τῶν πλη‐ θυντικῶν ἐκεῖνοι διὰ τῆς αι προφέρουσιν.

1

110c

G
οὕτως ἀξιοῦσι Θεαίτητος καὶ Μουνάτιος καὶ Πτολεμαῖος Ἀριστονίκου.

1

.

112

ὅπως στάσ: τινὲς περισπῶσιν, ἀλλ’ ἁμαρτάνουσι. τὰ γὰρ ὑποτακτικὰ τῶν ῥημάτων ὁμοίως ἡμῖν προφέρουσιν οἱ Δωριεῖς, ὥς φησι Λεπτίνης.KGEAT

1

113*

ἀλλὰ μάχευ μοι:〉 ἀλλὰ εἰ θέλεις σύ, ὦ Διομήδη, μάχου μοι. ἢ ὁ Δάφνις πρὸς τὴν Ἀφροδίτην φησίν.Eg

1

115a

φωλάδες ἄρκτοι: οὐ μάτην οὕτω καλεῖ, ἀλλ’ ὅτι, ὥς φησι καὶ Θεόφραστος καὶ Σώστρατος ἐν αʹ 〈λέ〉γει περὶ ἄρκτων, πολὺν [χρόνον] αἱ ἄρκτοι φωλεύουσι χρόνον·KGEAT

1

115b

EAT
ἢ ὅτι 〈μόναι〉 τῶν ἄλλων θηρίων αἱ ἄρκτοι τίκτουσαι φωλεοῖς ἐπικάθηνται.

1

115[c]

φωλάδες: αἱ κατάστικτοι.PT

1

117a

Ἀρέθοισα: κρήνη ἐν Συρακούσαις. φασὶ διὰ πελάγους Ἀλφειὸν ἥκειν 〈...〉, ὥς φησιν Ἴβυκος (fgm. 23 Bergk Poet. lyr. gr. III4 244) παριστορῶν περὶ τῆς Ὀλυμ‐ πιακῆς φιάλης.KGEAT

1

117b

K1.2GEAT Ἀρέθοισα: ὅτι Σικελικὴ κρήνη, πρόδηλον· δοκεῖ δὲ ὑπ’ Ἀλφειοῦ πληροῦσθαι. ἔστι δὲ καὶ ἐν Εὐβοίᾳ καὶ ἄλλη
KGEAT ἐν Σάμῳ 〈καὶ ἐν Ἰθάκῃ〉·

1

117c

‘πὰρ κόρακος πέτρῃ καὶ ἐπὶ κρήνῃ Ἀρεθούσῃ‘ (ν 408). χαριέντως δὲ καὶ Ἐπαφρόδιτός (fgm. 1 Luenzner Diss. phil. Bonn. 1866, 21) φησιν ἐν τῷ
GEAT περὶ στοιχείων, ὅτι ἀρεθούσας καλοῦσι πάσας κρήνας.

1

117d

ἀγνο‐ ήσας δὲ Κράτης (Wachsmuth De Cratete Mallota p. 53) μετα‐ γράφει· ‘ἐπὶ κρήνης μελανύδρου‘ (cf. ν 409).

1

117e

PT χαῖρ’ Ἀρέθοισα: πηγὴ ἐν Συρακούσαις τῆς Σικε‐ λίας, εἰς ἣν εἰσρέει ὁ ἐξ Ἀρκαδίας Ἀλφειὸς ποταμός.

1

118a

KPT Θύβριδος: 〈...〉 δύβρις κατὰ γλῶσσαν ἡ θά‐ λασσα. τινὲς δὲ Σικελίας ἔφησαν ποταμὸν Θύμβριδα.

1

118b

KGEAT Θύβρις ποταμὸς Σικελίας, ἐφ’ ᾧ μυθεύονται Ἡρα‐ κλῆν 〈... ὅτε〉 τὰς ἐκ τῆς Ἐρυθείας βοῦς ἐλαύνων ἐνταῦθα
ἀφίκετο· γενομένου δὲ χειμῶνος ἀνυπερβλήτου χῶσαι τὸν ποτα‐ μὸν καὶ ἐπίπεδον ποιῆσαι, ἐφ’ οὗ οἱ Κεφαλοίδιοι δείκνυνται
5κατοικοῦντες.

1

118c

Θεαίτητος δέ φησι Συρακοσίους ἀπὸ τῆς ὕβρεως 〈ὀνομάσαι προσθέσει τοῦ Θ〉. Ἀσκληπιάδης δὲ ὁ Μυρ‐ λεανὸς διὰ τοῦ δ γράφει καί φησι ‘δύβρις κατὰ γλῶσσαν ἡ θάλασσα.‘ γράφουσι δέ τινες κατὰ Θύμβριδος· ἔστι δὲ καὶ
GEAT
5οὗτος ποταμὸς Σικελίας.

1

123a

ὦ Πὰν Πάν: ποιητικὴ ἐπανάληψις· εἰ μή τις πιθανεύοιτο λέγων, ὡς ὁ νοῦς ἐστι τοιοῦτος· ὦ τὸ πᾶν σύ, ὦ Πάν, ἵνα τὸ μὲν πρῶτον περισπασθῇ, τὸ δὲ δεύτερον ὀξυτο‐ νηθῇ.KGEAPT

1

123b

τὸν δὲ Πᾶνα οἱ μὲν Πηνελόπης καὶ Ὀδυσσέως ἢ Ἑρμοῦ, ἄλλοι δὲ Διὸς καὶ Καλλιστοῦς, ἕτεροι δὲ Αἰθέρος καὶ
KGEAT
Οἰνηΐδος, ἔνιοι δ’ Οὐρανοῦ καὶ Γῆς.

1

123c

KEgA Λυκαίου: Λύκαιον ὄρος Ἀρκαδίας κληθὲν ἀπὸ Λυ‐
κάονος τοῦ Πελασγοῦ, ἐν ᾧ καὶ μαντεῖον Πανός·KGEAT

1

123d

εἰς ὃ ὄρος 〈φασὶν〉 ἐλθοῦσαν τὴν Λυκάονος θυγατέρα Καλλιστὼ ὑπὸ Ἑρμοῦ τραφῆναι ἄρκτον οὖσαν. ἣν καί φησιν Ἄρατος ἐν οὐρανῷ ἐστηρίχθαι (Phaen. 10).

1

123e

GEAPT εἴτ’ ἐσσὶ κατ’ ὤρεα μακρὰ Λυκαίου: ἐπὶ τῷ
K Λυκαίῳ φασὶ χωρίον καλούμενον [Καλλιστοῦς] 〈...〉

1

123f

εἰς ὅ φασι τὰ εἰσερχόμενα ζῷα ἄγονα γίνεσθαι.

1

123g

P Λυκαίω: ὄρος Ἀρκαδίας.

1

124a

KGEAPT Μαίναλον: ὄρος Ἀρκαδίας ἀπὸ Μαινάλου τοῦ
K Λυκάονος·

1

124b

ἔνθα ἡ Ἀταλάντη τῷ Ἰάσονι παρέσχετο δόρυ ξένιον· ‘δεξιτερῇ δ’ ἕλεν ἔγχος ἑκηβόλον, ὅ ῥ’ Ἀταλάντη Μαινάλῳ ἐν ποτέ οἱ ξεινήιον ἐγγυάλιξεν‘ (Apoll. Rhod.
I 769 sq.).

1

125/126a

Ἑλίκας δὲ λίπε ῥίον: τοῦ ὄρους τὸ ἀκρωτήριον παρὰ τὸ ἐπιρρεῖσθαι τοῖς τῶν ὑετῶν καὶ πηγῶν ὕδασιν.KGEAPT

1

125/126b

Ἑλίκας δὲ λίπε Ῥίον: Ἑλίκη ὄνομα πόλεως πρὸς τῷ Ῥίῳ τῷ Ἀχαϊκῷ.PT

1

125/126c

Kαἰπύ τε σᾶμα τῆνο Λυκαονίδαο: ...〉 ὃ Αἰπύ‐ του τάφον καλοῦσι. καὶ Ὅμηρος (Β 604)· ‘Αἰπύτιον παρὰ τύμβον.‘

1

125/126d

ἀγητόν: ἔκπληξιν ἔχον διὰ τὰ ἐν αὐτῷ γινόμενα περὶ Λυκάονα καὶ Καλλιστὼ 〈καὶ〉 Ἀρκάδα.KgGEAT

1

.

127

λήγετε: ὥσπερ ἄρχετε, οὕτω λήγετε, ἀντὶ τοῦ λήγειν ποιήσατε.KGEAPT

1

128/129a

φέρευ: οἱ μὲν κατὰ συναλοιφὴν φέρε, εἶτα εὐπάκτοιο τοῦ καλῶς πεπηγότος· οἱ δὲ ἐκπληροῦσι φέρευ, ἀντὶ τοῦ λάμβανε δηλονότι. μελίπνουν δὲ ἢ ἡδύφωνον ἢ ἡδὺ ὀδωδυῖαν διὰ τὸν κηρόν. τὸ δὲ ἑξῆς· τὴν σύριγγα 〈τὴν〉
5ἐκ κηροῦ εὐπήκτου, περὶ χεῖλος εἱλουμένην ἐν τῷ συρίζειν.

1

128/129[b]

περὶ χεῖλος ἑλικτάν:〉 ἤγουν τῷ ἐκ τοῦ στόματος ἐξερχομένῳ πνεύματι· πρῶτον γὰρ περὶ 〈τὸ〉 χεῖλος τῆς σύ‐Eg
ριγγος ἑλίσσεται τὸ πνεῦμα.

1

.

132

GEAPT φορέοιτε βάτοι: βάτος 〈...〉.

1

133a

KGEAPT νάρκισσος: θηλυκῶς λέγεται ἐνταῦθα, παρὰ δὲ Ἀριστοφάνει (fgm. 754 Kock Com. att. fgm. I 571; III 724) ἀρσενικῶς.

1

133b

π’ ἀρκεύθοισι: ἄρκευθος εἶδος δένδρου, ὅπερ ἐστὶν ἀκανθῶδες, ἢ φυτόν.

1

133c

PT ἀρκεύθοισι κομᾶσαι: ἄρκευθος εἶδος φυτοῦ ἀκαν‐ θώδους. τὸ δὲ κομᾶσαι ἀντὶ τοῦ ἀναθῆλαι· τὰ ἀπαρέμφατα ἀντὶ προστακτικῶν.

1

134a

KPT ἔναλλα: οἷον ἐνηλλαγμένα. κατὰ τὸ ‘ἄνω ποταμῶν χωροῦσι πηγαί‘ (Eur. Med. 410).

1

134b

KGEAPT ὄχνας καὶ ἀπίους καὶ ἀχλάδας. ἀχλάδας μὲν διὰ τὸ ἐν τῷ ἐσθίεσθαι ὄχλησιν ἐμποιεῖν, οἱονεὶ ὀχλάδας οὔσας· ὄγχνας δὲ ἀπὸ τοῦ ἄγχειν δοκεῖν· ἀπίους δέ, ὅτι πρῶτον ἐν
Πελοποννήσῳ δοκοῦσι φῦναι, ἣ ἐλέγετο Ἀπία.

1

134[c]

ἐνεῖκαι: ἀπὸ τοῦ ἐνέκω ἤνεικα καὶ τροπῇ τοῦ κ εἰς ξ κατὰ Βοιωτοὺς ἤνειξα.Kr

1

134[d]

ἐνείκοι: ἐνέγκοι, φέροι.PT

1

135*

ὥλαφος ἕλκοι: θηλάζοι.P

1

.

136

σκῶπες: εἶδος ὀρνέων κακόφωνον. Ἀλέξανδρός (Περὶ ζῴων fgm. 13 Wellmann Herm. 26, 1891, 55o) φησι τοὺς σκῶπας οὐκ ἐπιτερπεῖς τῇ φωνῇ· διὸ καὶ παρ’ Ὁμήρῳ (ε 66) φησὶν ὀρθῶς δοκεῖν γράφεσθαι ‘σκῶπές τ’ ἴρηκές τε‘,KGEAPT
5οὐ δεῖν δὲ γράφειν χωρὶς τοῦ ς· οἱ γὰρ σκῶπες 〈λέγονται, διότι σκαιὰν ὄπα καὶ〉 φωνὴν ἀφιᾶσι. Καλλίμαχος (fgm. 100 c 7 Schneider, II 293) δέ φησιν, ὅτι φθέγγεται ὥσπερ ἐπισκώπτων τῇ φωνῇ, ὅθεν καὶ οὕτω καλεῖται. Τυραννίων δὲ σκῶπας τοὺς νυκτικόρακάς φησιν, οἷον σκίοπας, τοὺς ἐν σκιᾷ ἔχοντας
10τὴν ὄπα.

1

.

138

KGEAT ἀνεπαύσατο: εὐφήμως τὸ ἀποθανεῖν ἀναπαύ‐ σασθαι ἔφη. καὶ Ὅμηρος (Λ 241)· ‘ὣς ὁ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον.‘

1

139/140a

ἤθελ’ ἀνορθῶσαι: ἐκ δευτέρου ζῶντα παραστῆσαι.KgGEAP

1

139/140b

λίνα: ἤτοι ἐπεπληρώκει τὸ χρεών. καὶ ὍμηροςKGEAPT
(Υ 128)· ‘γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ.‘ λίνον δὲ ἀντ’ ἐρίου οἱ ποιηταὶ συνάπτειν 〈λέγουσι τὰς Μοίρασ〉, ὅτι τὸ λίνον ἐκ γῆς καὶ αὗται δὲ [αἱ Μοῖραι ἐκ γῆς] ἐπικλώθουσι
5τοῖς ζῴοις τὴν εἰς γῆν ἀνάλυσιν.

1

139/140c

EgP τὰ τῶν Μοιρῶν φησι λίνα τὰ ἐπικεκλωσμένα· καὶ τὰ εἱμαρμένα ἐτελειοῦτο.

1

139/140d

PT ἔβα ῥόον: τουτέστιν ἀπέθανε καὶ διὰ τοῦ Ἀχέροντος διῆλθε.

1

139/140e

KgEgἔκλυσε δίνα:〉 ἤτοι περιέσχεν αὐτὸν ἡ τοῦ Ἀχέρον‐ τος δίνη.

1

141a

KgGEAT τὸν Μοίσαις φίλον: καθὸ πρῶτος εὕρατο βουκολικά.

1

141b

Kgτὸν οὐ Νύμφαισιν ἀπεχθ:〉 ἐπεὶ μία τῶν Νυμ‐ φῶν αὐτοῦ ἠράσθη.

1

141c

GEAT [φίλον ἄνδρα] 〈τὸν οὐ Νύμφαισιν ἀπεχθ:〉 ἐπεὶ 〈περὶ〉 πάσας οἰκείως διέτριβε.

1

.

143

P τό τε σκύφος: ὅπερ ὑπέσχου ποτήριον.

1

147a

KGEAPT1.2 σχαδόνων: σχάδονες τὰ τῶν κηφήνων κηρία.
〈...〉 ὥς φησιν Ἀριστοτέλης. Θεαίτητος δὲ τοὺς κηροὺς τοὺς ἔχοντας τῶν κηφήνων τοὺς γόνους, οἵτινες ἡδὺ ποιοῦσι βρῶμα. οἱ δὲ κοινότεροι ἐπὶ τῶν κηφήνων τῶν ἐσθιόντων τὸ μέλι, ὥς
5φησιν Ἡσίοδος (Op. 304, cf. 305 sq.)· ‘κηφήνεσσι κοθούροις ἴκελος ὁρμήν.‘

1

147b

π’ Αἰγίλω: Αἴγιλα δῆμος Ἀττικῆς, 〈Ἀντιοχίδοσ〉 φυλῆς, ἀπό τινος ἥρωος Αἰγίλου. ὅτι δὲ αἱ Ἀττικαὶ ἰσχάδες ἥδισται, καὶ ὁ Δίνων (fgm. 13 Mueller Fgm. hist. gr. II 92) μαρτυρεῖ. ἔστι δὲ καὶ Λακωνικὸν χωρίον Αἴγιλον. τινὲς δέ,KGEAPT
5ὅτι ἐστὶ καὶ νῆσος μεταξὺ Κρήτης καὶ Λακωνικῆς.

1

147[c]

π’ Αἰγίλω:〉 ἀκρωτήριον Λακωνικὸν πλησίον Κρήτης.Eg

1

149[a]

Kgἡν:〉 ἰδού.

1

149b*

θᾶσαι:〉 θαύμασαι.

1

.

150

κράναισι: ἐπὶ κρήναις ταῖς τῶν Ὡρῶν δόξεις αὐτὸ πεπλύσθαι, ἀντὶ τοῦ ἐν ἔαρι, ἐπεὶ ἀνθεῖ πάντα τότε.KGEAPT

1

151a

KGEAT δ’ ἴθι Κισσαίθα: ἡ κισσὸν λευκὸν κατανεμο‐ μένη. αἰθὸν γὰρ τὸ λαμπρόν· ἐκ δὲ τοῦ λαμπροῦ γίνεται
μεταληπτικῶς τὸ λευκόν.

1

151b

Κισσαίθα: ὄνομα αἰγὸς ἐκ τοῦ κισσῶ καὶ τοῦ αἴθω.

1

151c

EAΚισσαίθα:〉 ἡ ταχεῖα αἲξ ἀπὸ τοῦ ταχέως γεννᾶν· κισσῶ γὰρ τὸ γεννῶ, αἴθω δὲ τὸ καίω καὶ ἀνάπτω.

1

151d

PT Κισσαίθα: ἡ πρὸς τὸ γεννᾶν διάπυρος καὶ θερμή, ἀπὸ τοῦ κισσῶ τὸ γεννῶ καὶ τοῦ αἴθω τὸ καίω. [εἰ δὲ Κι‐ ναίθα γράψεις, Κιναίθα ἐστὶν ἡ πρὸς τὸ κινεῖσθαι διάπυρος ἤγουν ταχεῖα αἴξ, ἀπὸ τοῦ κινῶ καὶ τοῦ αἴθω τὸ καίω.]

7

t

Θαλύσια

7

arg a

KGLEAT Ἐπιδημήσας ὁ Θεόκριτος ἐν Κῷ ἐφιλιώθη Φρασι‐ δάμῳ καὶ Ἀντιγένει τοῖς Λυκωπέως υἱοῖς. κληθεὶς δὲ ὑπ’ αὐτῶν ἐπὶ θαλύσια Δήμητρος ἄπεισι μετὰ Εὐκρίτου καὶ Ἀμύν‐ του, οὐχ, ὡς Μουνάτιός φησι, μετὰ Φρασιδάμου καὶ Ἀντι‐
5γένους τῶν καλεσάντων αὐτούς· λέγει γάρ (v. 2)· ‘σὺν καὶ τρίτος ἁμὶν Ἀμύντας.‘

7

arg b

KGLEAPT ἐπιγράφεται μὲν τὸ εἰδύλλιον Θαλύσια· τὰ δὲ πράγ‐ ματα διάκεινται ἐν Κῷ. ἐπιδημήσας γὰρ ὁ Θεόκριτος τῇ νήσῳ, καθ’ ὃν χρόνον εἰς Ἀλεξάνδρειαν πρὸς Πτολεμαῖον ἐπορεύετο, φίλος κατέστη Φρασιδάμῳ καὶ Ἀντιγένει Λυκωπέως υἱοῖς. καὶ
5κληθεὶς ὑπ’ αὐτῶν εἰς ἀγρὸν ἐπὶ θαλύσια Δήμητρος ἄπεισι μετὰ Εὐκρίτου καὶ Ἀμύντου. καὶ διηγεῖται, ὡς κατὰ τὴν ὁδὸν ἐντυγχάνει Λυκίδᾳ τῷ Κυδωνιάτῃ ἀπὸ Κρήτης καὶ ὅπως ἀλ‐ λήλοις ὁμιλοῦσι καὶ διεξέρχονται τοὺς ἑαυτῶν ἔρωτας. ἤρα δὲ ὁ Λυκίδας παιδὸς Ἀγεάνακτος Μιτυληναίου, ὁ δὲ Θεόκριτος
10Μυρτοῦς ὄνομα. λαμβάνει δὲ ὁ Θεόκριτος λαγωβόλον παρὰ Λυκίδα, καὶ οὕτω χωρίζονται ἀπ’ ἀλλήλων.

7

arg c

προλογίζει ὁ Θεόκριτος.KP

7

1a

ἐς τὸν Ἄλεντα: τόπος ἐν Κῷ ἀπὸ Ἄλεντός τινος βασιλέως.KGLgEg

7

1b

ἔνιοι δὲ τὴν ἅλω παρὰ τὸ ἀληλέσθαι ἐν αὐτῇ τοὺς ἀστάχυας.
KG

7

1c

PT ἐς τὸν Ἄλεντα: Ἄλεις ἢ δῆμος τῆς Κῶ [οὕτως ὀνο‐ μαζόμενος] ἢ τόπος ἐν Κῷ οὕτως ὀνομαζόμενος ἀπό τινος Ἄλεντος. ἔστι δὲ Ἄλεις καὶ ποταμὸς Σικελίας.

7

2a

K εἵρπομες: κυρίως μὲν ἐπὶ τῶν σκωλήκων, κατα‐ χρηστικῶς δὲ ἐπὶ τῶν νωθεστέρως πορευομένων· νῦν δὲ ἐπὶ τοῦ βαδίζειν εὐθέως παρειλήφαμεν.

7

2b

εἵρπομεν: τὸ ἕρπειν κυρίως ἐπὶ τῶν ὄφεων καὶ τῶν σκωλήκων καὶ ἐπὶ τῶν ἑτέρων ἀπόδων ζῴων λέγεται, κατα‐ χρηστικῶς δὲ καὶ ἐπὶ τῶν νωθεστέρως καὶ ἀσπουδεὶ πορευο‐ μένων. καὶ Ὅμηρός (ρ 158) φησι· 〈ἥμενος ἢ ἕρπων〉. νῦνGLEAT
5δὲ ἐπὶ τοῦ βαδίζειν παρειλήφαμεν.

7

3a

θαλύσια: ἡ τῶν καρπῶν τῶν ἐπὶ τῆς γῆς συγκομιδή.KGLgEg
καὶ Ὅμηρος (Ι 534)· ‘ὃν οὔτι θαλύσια.‘

7

3b

KG 〈...〉 τὸν τῶν δένδρων καρπὸν ἄφθονον καὶ πολὺν ἀκμάζοντα καὶ δαψιλῆ τὸν ἐπὶ τῆς ἅλω συνηγμένον καρπόν. κολακεύει δὲ τὴν Δήμητραν 〈διὰ τὸ〉 πολλοῖς ἔτεσι τὴν αὐτὴν εὐθηνίαν αὐξηθῆναι.

7

3c

PT θαλύσια: Δήμητρος ἑορτὴ μετὰ τὴν συλλογὴν τῶν καρπῶν. καὶ Ὅμηρος (Ι 534)· ‘θαλύσια γουνῷ ἀλωῆς.‘

7

3d

καὶ Φρασίδαμος: οὗτος ὁ καὶ περισσός. τὸ δὲ ἑξῆς· τῇ Δηοῖ γὰρ ἔτευξε θαλύσια ὁ Φρασίδαμος καὶ 〈ὁ〉 Ἀντιγένης.

7

.

4

LmEAT τὸ Λυκώπεος Αἰολικῶς προπαροξύνεται· ἐπειδὴ οἱ Αἰολεῖς Ἀχίλλευς καὶ Πήλευς λέγουσι βαρυτόνως, ὁμοίως καὶ τὸ Λυκώπευς, διὰ τοῦτο ἡ τῶν εἰς ευς γενικὴ παρ’ αὐτοῖς προπαροξύνεται.

7

5-9a

KGLEA χαῶν: τῶν ἀγαθῶν. χαὰ γὰρ παρὰ Λακεδαιμο‐ νίοις τὰ ἀγαθά· χαῖον δὲ τὸ εὐγενὲς καὶ ἀρχαῖον, ὁμοίως καὶ τὸ χάον.

7

5-9b

PT εἴ τί περ ἐσθλὸν χαῶν τῶν ἔτ’ ἄνωθεν ἀπὸ Κλυτίας: χαὸν λέγεται τὸ ἀγαθὸν παρὰ Λακεδαιμονίοις, χαῖον δὲ τὸ εὐγενὲς ἢ τὸ ἀρχαῖον. ὁ δὲ νοῦς τούτου τοιοῦτος· εἴ τί ἐστιν ἀγαθὸν ἀπὸ τῶν ἔτι ὄντων ἀρχαίων [ἀγαθῶν] τῶν
5ἀπὸ τῆς Κλυτίας τε καὶ αὐτοῦ τοῦ Χάλκωνος, οὗτοί εἰσι τὸ ἀγαθὸν ἐκεῖνο, ὁ Φρασίδαμος καὶ ὁ Ἀντιγένης.

7

5-9c

KGLEA ἀπὸ Κλυτίας: Κλυτία ὄνομα κύριον, Εὐρυπύλου τοῦ βασιλέως τῶν Κῴων γυνή, θυγάτηρ δὲ Μέροπος. φησὶν οὖν,
ὅτι συγγενεῖς οἱ νεανίαι Χάλκωνος.

7

5-9d

Εὐρύπυλος ὁ Ποσειδῶνος Κλυτίαν γήμας ἐν Κῷ Χάλ‐ κωνα καὶ Ἀνταγόραν ἐγέννησεν, ἀφ’ ὧν οἱ εὐγενεῖς ἐν Κῷ.

7

5-9e

Εὐρύπυλος ὁ Ποσειδῶνος υἱὸς Κῴων βασιλεύων γήμας Κλυτίαν τὴν Μέροπος Χάλκωνα καὶ Ἀνταγόραν ἔτεκεν, ἀφ’ ὧν οἱ ἐν Κῷ εὐγενεῖς.P

7

5-9f

οὗτοι δέ εἰσιν οἱ ἐπὶ τῆς Ἡρακλέους πολιορκίας τὴν Κῶ κατοικήσαντες καὶ ὑποδεδεγμένοι τὴν Δήμητραν, καθ’ ὃν καιρὸν περιῄει τὴν Κόρην ζητοῦσα.KGLEAPT

7

5-9g

PT καὶ σαφέστερον φάναι, τοῦτο βούλεται εἰπεῖν ὁ Θεό‐ κριτος, ὅτι ἀπὸ τοῦ ἀρχαίου ἀγαθοῦ γένους τῆς Κλυτίας τῆς βασιλίσσης τῶν Κῴων καὶ τοῦ παιδὸς αὐτῆς τοῦ Χάλκωνος κατάγονται ὁ Φρασίδαμος καὶ ὁ Ἀντιγένης. οὗτοι μόνοι ἀπὸ
5πάντων τῶν καταγομένων ἐξ αὐτῶν εἰσιν ἀγαθοί, καθάπερ καὶ οἱ πρόγονοι αὐτῶν. ἦν δὲ ἡ Κλυτία θυγάτηρ Μέροπος· γαμηθεῖσα δὲ Εὐρυπύλῳ τῷ βασιλεῖ τῶν Κῴων ἐγέννησε τὸν Χάλκωνα τὸν τὴν βασιλείαν τῶν Κῴων διαδεξάμενον.

7

5-9h

Χάλκων υἱὸς Κλυτίας καὶ Εὐρυπύλου.K

7

5-9i

Χάλκωνος: ὁ Χάλκων οὗτος ἵσταται ἐν Κῷ ἀνδριὰς καὶ ἐκ τοῦ ποδὸς αὐτοῦ ἐκρέει πηγή.KGP

7

5-9k

Βούριναν: κρήνην λέγει τῆς Κῶ. Φιλητᾶς (fgm. 19KGLEAT
Bach, p. 55)· ‘νάσσατο δ’ ἐν προχοῇσι μελαμπέτροιο 〈⏑ – ⏒〉 Βουρίνης.‘ Νικάνωρ δὲ ὁ Κῷος ὑπομνηματίζων φησί· ‘Βού‐ ρινα πηγὴ ἐν τῇ νήσῳ ἐστίν, ἧς τὸ πρόσωπον βοὸς ῥινὶ παρα‐
5πλήσιον.‘ ἔστι δὲ ῥέουσα ἐκ πέτρας διὰ βοὸς κεφαλῆς. ἢ τὴν μεγάλην διὰ τοῦ βου ἐπιτατικοῦ. βούπαις γὰρ καὶ βουγάϊος ὁ μέγας· καὶ Ὅμηρος (ς 79)· ‘νῦν μὲν δὴ βουγάϊε.‘

7

5-9l

ἐκ ποδὸς ἄνυε: ἤτοι ταχέως ἢ ἔξω τῆς πεπατημένης ὁδοῦ. οἱ δέ φασιν ἐκεῖσε ἐφεστάναι ἀνδριάντα, καὶ ἐκ τοῦ ποδὸς ἐκχεῖσθαι τὴν πηγήν. ἢ σπουδαίως κατήρτισε τὴν κρή‐ νην, διὸ καὶ ἔφη· εὖ γ’ ἐνερεισάμενος πέτρᾳ γόνυ· καὶ
5ἡμεῖς φαμεν ἐκ ποδὸς οἷον εὐθέως. εἰ μὴ μεταφορικῶς ἔταξε τὸ ἐκ ποδός, οἷον ἐξ ἐδάφους καὶ τῆς πρώτης ὑποστάσεως· καὶ γὰρ Ὅμηρος (Β 824) τὰ κατώτατα μέρη τῶν ὀρῶν ‘πόδα νείατον‘ φησί. τὸ δὲ εὖ γ’ ἐνερεισάμενος 〈πέτρᾳ γόνυ〉 συνεκδοχικόν· παντὶ τῷ σώματι τῇ πέτρᾳ ἐπερειδόμενος, ὅθεν
10ἡ πηγὴ χεῖται.

7

5-9m

KLEAT ἐκ ποδὸς ἄνυε: ἢ ἐκ βάθους ἢ ἀφ’ ὑψηλοῦ· πόδες
γὰρ τὰ πλησιάζοντα τῇ γῇ τῶν ὀρῶν.

7

5-9n

εὖ γ’ ἐνερεισάμενος πέτρᾳ γόνυ:〉 ὡς γενναίως προσκαθίσας τῇ πέτρᾳ. τινὲς δέ φασιν, ὅτι οἱ στενωποὺς ὀρύσσοντες τὸ μὲν γόνυ ἐρείδουσι τῇ γῇ, τῷ δὲ ἑτέρῳ ποδὶ τὸ σκαπτόμενον ὑπολαμβάνουσι χῶμα καὶ ὀπίσω αὑτῶν διω‐
5θοῦνται. οὕτως οὖν καὶ οὗτος ἐνερεισάμενος πέτρᾳ γόνυ τῇ συνεργίᾳ θατέρου ποδὸς τὴν κρήνην ἐποίησεν.

7

5-9o

Βούρειαν ὃς ἐκ ποδός: ὅτε ὁ Χάλκων ἐβασίλευε τῶν Κῴων, εὑρέθη ἔν τινι τόπῳ τῆς Κῶ ἡ πηγή, ἣν νῦν ὁ Θεόκριτος λέγει, μὴ πρότερον οὖσα. εὑρέθη δὲ οὕτως. ἀν‐ ηγγέλθη τῷ βασιλεῖ παρά τινος τῶν περὶ ταῦτα δεινῶν, ὅτιPT
5ὕδατος ὁ τόπος ἐκεῖνος ἐνδομυχεῖ. καὶ ὁ βασιλεὺς αὐτεπιστα‐ τήσας τῷ τόπῳ ηὐτούργησεν, ὅσα συνέτεινε πρὸς τὴν τοῦ ὕδα‐ τος ἔκρηξιν. τοῦτο οὖν δηλοῖ τὸ ὃς ἐκ ποδὸς ἄνυε κρά‐ ναν, ὅτι ὁ Χάλκων διὰ τῶν οἰκείων ποδῶν καὶ δι’ αὐτεπιστα‐ σίας ἤνυσεν, ἤγουν κατειργάσατο καὶ κατώρθωσε, τὴν κρήνην.
10τὸ δὲ εὖ ἐνερεισάμενος πέτρᾳ γόνυ τοῦτό ἐστιν, ὅτι αὐτὸς ὁ Χάλκων, οὐχὶ ὀρθοστάδην ἱστάμενος, ἀλλὰ οὕτω δεῆσαν κάμψας τὸ γόνυ καὶ καλῶς ἑδράσας καὶ στηρίξας τοῦτο τῇ πέτρᾳ τῇ πρὸς τῇ κρήνῃ αὐτοχειρὶ κατεπράξατο τὴν τοῦ ὕδα‐ τος ἔκρηξιν.
15Βούρεια δέ, ὅτι ἀπὸ κεφαλῆς βοὸς ἐκ λίθου πεποιημένης ἐδόκει τὸ ὕδωρ ἐκρεῖν οὕτω τοῦ Χάλκωνος μηχανησαμένου τε καὶ κατασκευάσαντος. ἢ Βούρεια ἡ πολύρρους ἀπὸ τοῦ βου ἐπιτατικοῦ μορίου καὶ τοῦ ῥέω. Νικάνωρ δὲ ὁ Κῷος ὑπο‐ μνηματίζων Βούριναν τὴν κρήνην καλεῖ. συμβῆναι γάρ φησιν
20ἐξ αὐτομάτου καὶ αὐτοφυῶς βοὸς ῥινὶ παραπλήσιον εἶναι τὸν
τόπον, ἐξ οὗ τὴν κρήνην ἐκραγῆναι ὁ Χάλκων ἐποίησεν. ἄλλοι δέ φασιν, ὅτι ὁ Χάλκων ἀνδριάντα ἔστησεν εἰς τὸν τόπον, ἐν ᾧ τὸ ὕδωρ εὑρέθη, καὶ ἐκ τοῦ ποδὸς τοῦ ἀνδριάντος τὸ ὕδωρ ἐξήρχετο. καὶ νοοῦσι τὸ ὃς ἐκ ποδὸς ἄνυσε κρά‐
25ναν καὶ τὸ εὖ ἐνερεισάμενος πέτρᾳ γόνυ, ὅτι ὁ Χάλ‐ κων ἐκ τοῦ ποδὸς τοῦ ἀνδριάντος ἤνυσε κρήνην Βούρειαν εὖ καὶ καλῶς καὶ ἐπιστημόνως ἐνερεισάμενος τὸ γόνυ τοῦ ἀν‐ δριάντος ἐν τῇ πέτρᾳ τῇ πρὸς τῇ κρήνῃ. εἰ δὲ τοῦτο οὕτω νοήσεις, νοῆσαι ὀφείλεις καὶ Βούρειαν κρήνην τὴν πολύρρουν
30καὶ πολυχεύμονα. εἰσὶ δὲ οἵτινες τὸ ἐκ ποδὸς ἐνόησαν τὸ ἔξω τῆς πεπατημένης ὁδοῦ, λέγοντες ὅτι ἡ πηγή, περὶ ἧς ὁ λόγος, οὐκ ἦν κατὰ τὴν δημοσίαν ὁδόν, ἀλλ’ ἐκτός.

7

5-9p

KgLgEgPg κατηρεφέες: σκιώδεις, φύλλοις κατάστεγοι.

7

10a

KLg κοὔπω: ἀντὶ τοῦ· καὶ οὔπω τὸ ἥμισυ τῆς ὁδοῦ ἠνύσαμεν.

7

10b

KGLgEg σᾶμα: ὁ τάφος ἀπὸ τοῦ τὸν τόπον σημειοῦσθαι καὶ περιορίζεσθαι.

7

.

11

KGLEAPT τὸ Βρασίλα: οἱ γράφοντες διὰ τοῦ δ ἁμαρτάνουσιν. ἐγένετο γὰρ Βρασίδας Λάκων τὸ γένος· ὁ Λακεδαιμόνιος δὲ Βρασίδας οὐ τέθαπται ἐν Κῷ, ἀλλ’ ἐν Ἀμφιπόλει.

7

12a

KgGLEAPT ἐσθλὸν σὺν Μοίσαισι Κυδωνικὸν εὕρομεν
GLEAT ἄνδρα: ἀντὶ τοῦ ἀγαθὸν καὶ μεμουσωμένον.

7

12b

Κυδωνι‐ κὸν δὲ ἀντὶ τοῦ Κρητικὸν ἀπὸ τόπου. καὶ Ὅμηρος (τ 176)·
‘ἐν δὲ Κρῆτες μεγαλήτορες, ἐν δὲ Κύδωνες.‘

7

12c

Κυδωνικόν: Κύδων ὄνομα ἔθνους. ἔστι δὲ καὶ πόλις Κυδωνία ἀπὸ Κύδωνος τοῦ Ἑρμοῦ καὶ Ἀκακαλλίδος.KGLUEAT

7

13/14

Gοὐδέ κέ τίς μινἠγνοίησεν: ἐκ τοῦ ἐναν‐ τίου τὸ ἐναντίον· ὅτι ῥᾳδίως ἐπεγινώσκετο, ὅτι αἰπόλος ἦν.

7

16a

κνακόν: ξανθὸν ἢ λευκόν· λευκὸν μὲν ἀπὸ τοῦ καρποῦ, ξανθὸν δὲ ἀπὸ τοῦ ἄνθους.KGLUEAT

7

16b

〈λευκὸν ἢ μέλαν,〉 ὅτι ὁ μὲν κύκλος αὐτῆς μέλας, τὸ δὲ σπέρμα λευκὸν τῆς κνήκου. ἢ ψαρόν. ἢ πυρρόν· τοιοῦτον γὰρ τὸ τῆς κνήκου ἄνθος.

7

16c

PT κνακόν: κνηκοειδές, λευκὸν ἀπὸ τῆς κνήκου τοῦ σπέρ‐ ματος λευκοῦ ὄντος.

7

16d

νέας ταμίσοιο: προσφάτου πιτύας πνέον.GLUEAPT

7

16e

KGLUEAPT νέας ταμίσοιο: ἡ πιτύα εἴρηται παρὰ τὸ θαμί‐ ζειν, ὅ ἐστι πυκνοῦν, τὸ γάλα περὶ αὐτὴν τρεφόμενον ἢ παρὰ
τὸ ταμείων ἀξιοῦσθαι διὰ τὴν χρῆσιν.

7

16f

Ur τάμισος ἡ πιτύα οἱονεὶ θάμισός τις οὖσα παρὰ τὸ θα‐ μίζειν, ὅ ἐστι πυκνοῦν· καὶ πυκνοῖ γὰρ τὸ γάλα, ὅ ἐστι πήγνυσι, περὶ αὐτὴν τρεφόμενον.

7

16g

KGLUEAPT εἰώθασι δὲ οἱ ποιμένες ἀπορίᾳ χειρομάκτρων τυρο‐ ποιούμενοι ἀποψᾶσθαι οἷς περίκεινται δέρμασι.

7

17a

KgGLUEAT γέρων ἐσφίγγετο πέπλος: παλαιός, ἐκ μετα‐ φορᾶς τῶν ἡλικιῶν.

7

17b

GLUEAT γέρων: τριβακὸν ἱμάτιον, ὅ ἐστι παλαιόν.

7

18a

KGLUEAT ζωστῆρι πλακερ: πλατεῖ· πλακερὸν γὰρ τὸ πλατύ. γράφεται δὲ καὶ πλοκερῷ παρὰ τὴν πλοκὴν καὶ τὴν ὑφήν.

7

18b

PT ζωστῆρι πλακερ: ἄλλοι πλοκερῷ γράφουσιν. εἴτε δὲ πλακερῷ γράφεται εἴτε πλοκερῷ, ἀντὶ τοῦ πεπλεγμένῳ ἐστίν.

7

18c

KgLgUgEgῥοικάν:〉 ἐπικαμπῆ.

7

19/20

KGLUEAP σεσαρώς: ἀντὶ τοῦ· ἠρέμα ἐγέλα διεστηκὼς τὰ χείλη καὶ μειδιῶν. οὐκ εὖ δὲ κέχρηται τῇ λέξει.

7

21a

KGLUEA Σιμιχίδα: οἱ μὲν αὐτόν φασι Θεόκριτον, καθὸ Σιμίχου ἦν υἱὸς ἢ καθὸ σιμὸς ἦν. οἱ δὲ ἕτερόν τινα τῶν σὺν
αὐτῷ καὶ οὐ Θεόκριτον διὰ τὸ ‘Σιμιχίδᾳ μὲν Ἔρωτες ἐπέπτα‐ ρον‘ (v. 96). φασὶ δὲ τὸν τοιοῦτον †ἀπὸ πατρίου† κληθῆναι,
5ἀπὸ Σιμιχίδου τοῦ Περικλέους τῶν Ὀρχομενίων, οἵτινες πολι‐ τείας παρὰ Κῴοις τετυχήκασιν.

7

21b

Σιμιχίδα, πᾷ δή συ μεσαμέριον πόδας ἕλκεις: εἰσὶ καὶ πατρωνυμικὰ οὕτως ἀπαραλλάκτως λεγόμενα καὶ ἐπὶ τῶν υἱῶν ὡς καὶ ἐπὶ τῶν πατέρων. ὥσπερ ὁ Θεόκριτος Σιμι‐ χίδα υἱος ὢν Σιμιχίδαν ἑαυτὸν ὀνομάζει πατρωνυμικῶς· καὶPT
5τὸν Ἀσκληπιάδην τὸν Σάμιον ποιητὴν Σικελίδαν καὶ αὐτὸν καλεῖ παῖδά τινος Σικελίδα λεγομένου τυγχάνοντα. ἀλλὰ καὶ ἐν τῷ εἰδυλλίῳ τῷ οὕτως λεγομένῳ Αἰπολικῷ καὶ Ποιμενικῷ (V) καὶ τὸν Εὐμήδη (v. 134) υἱὸν ὄντα τοῦ Κρατίδα Κρατίδαν φησὶ καὶ αὐτόν (v. 90. 99). οἱ λέγοντες δὲ Σιμιχίδαν λέγεσθαι
10τὸν Θεόκριτον διὰ τὸ εἶναι σιμὸν κακῶς λέγουσιν.

7

.

22

σαῦρος: ἀρσενικόν, θηλυκὸν δὲ ἡ σαύρα. φησὶ δὲ Ἀριστοτέλης (fgm. 328 Rose, 1532 b 25) περὶ τοῦ ζῴου, ὅτι ξηραινόμενον εἰς ἔχιν μεταβάλλει.KGLUEAT

7

23a

K1.2GLUEA οὐδ’ ἐπιτυμβίδιαι: ἢ ὅτι τοῖς τάφοις ἐνδια‐ τρίβουσιν ἢ ὅτι τὸν τύμβον ἐπὶ τῆς κεφαλῆς φέρουσι·

7

23b

KGL
τύμ‐ βος δὲ παρὰ τὸ τύφεσθαι ὅ ἐστι καίεσθαι.

7

23c

KGἢ παρὰ τὸ
τύφω· φλογοειδεῖς γάρ εἰσιν.

7

23d

GUg ἐπιτυμβίδιαι: αἱ ἐπὶ τύμβου διατρίβουσαι ἢ ἐπὶ τῶν κεφαλῶν ἔχουσαι τάφῳ παραπλήσιον.

7

23e

KGLUEA κορυδαλλίδες δὲ παρὰ τὸ κόρυσιν ἐοικέναι τὴν κε‐ φαλὴν αὐτῶν.

7

23f

PT αἱ δ’ ἐπιτυμβίδιοι κορυδαλλίδες: κορυδαλλίδες ἐνταῦθα εἶδος ἑρπετοῦ· λέγονται δὲ ἐπιτυμβίδιοι, ὅτι τάφοις ὡς ἐπιπολὺ ἐνδιατρίβουσιν. εἰ δὲ κορυδαλλίδας τὰ στρουθία νοήσεις, κορυδαλλίδες μὲν λέγονται διὰ τὸ κόρυσιν ἐοικέναι
5τὸ ἐπὶ τῆς κεφαλῆς αὐτῶν ἀνάστημα, ἐπιτυμβίδιοι δέ, ὅτι ὡσεὶ τύμβον τὸ τοιοῦτον ἀνάστημα ἐπὶ κεφαλῆς ἔχουσι. φέρε‐ ται δὲ ἐπὶ τούτων καὶ ἱστορία τοιαύτη· ὅτι πρὸ τοῦ γενέσθαι τὴν γῆν γεγόνασιν αὗται· συνέβη γοῦν ποτε αὐτῶν τὸν πρό‐ γονον ἀποθανεῖν, καὶ γῆς μὴ οὔσης ἐτάφη ὑπὲρ τῆς κορυφῆς
10τοῦ ἰδίου γόνου· διὸ καὶ ἐπιτυμβίδιοι ἐπεκλήθησαν.

7

23g

KGLUEAT ἠλαίνονται: ῥέμβονται, πλανῶνται· ἀπὸ τῆς ἄλης. ὅμως καὶ αὗται ἠρεμοῦσιν.

7

.

24

GLUEAT μετὰ δαῖτ’ ἄκλητος: 〈οὐ γὰρ ἄκλητοσ〉 εἰ ὑστε‐ ρήσει, μοῖραν εὑρίσκει τῶν κρεῶν. ἢ μετὰ δαῖτα κλητός. οἱ γὰρ κεκλημένοι σπεύδουσιν· ἐπὶ δὲ τῶν βραδυνόντων παροι‐ μία· ‘ὅστις ἐπὶ δεῖπνον ὀψὲ κληθεὶς ἔρχεται, ἢ χωλός ἐστιν,
5ἢ οὐ δίδωσι συμβολάς.‘

7

.

25

Kgλανὸν ἔπι:〉 ἤτοι ἐπὶ τρύγην.

7

26a

KGLUEAP πᾶσα λίθος: ἴσως διὰ τὴν εὐμουσίαν τοῦ Θεο‐ κρίτου φησὶ καὶ τοὺς λίθους εὐμελῆ ἀποδιδόναι ἦχον προσ‐ πταίοντας τοῖς ποσίν.

7

26b

ἀρβύλη δὲ εἶδος ὑποδήματος ἀπὸ τοῦ ἁρμόζεσθαι.KGLUEAT

7

26c

θηλυκῶς ἡ λίθος. καὶ Ὅμηρος (Μ 287)· ‘λίθοι πω‐ τῶντο θαμειαί.‘

7

26[d]

LUEAT
καὶ (Ζ 242—43)· ‘δόμον ξεστῇς αἰ‐ θούσῃσι τετυγμένον‘, λίθοις δηλονότι ξεσταῖς.

7

26[e]

ἀείδει: ᾠδὴν εὔρυθμον πέμπει.P

7

29-31a

τὸ δὴ μάλα θυμὸν ἰαίνει: ἤτοι τὸ εἶναί τινα συριστήν. ἐκ τοῦ ποιητοῦ δὲ ὁ λόγος ἀντὶ τοῦ· ἐφ’ ᾧ δὴ μάλιστα καὶ αὐτὸς τέρπομαι.KgGLUEAT

7

29-31b

ἔλπομαι: ἐλπίζω, φησίν, ὅτι οὐ παρευδοκιμήσεις ἡμᾶς.K

7

29-31c

KGUrPT ὁδὸς ἅδε θαλυσιάς: γράφεται θαλυσία· ἐπὶ θα‐ λύσια ἄγουσα ἡμᾶς. 〈...〉 ἔνθα σῖτον ἐκτρίβουσιν.

7

33a

ὄλβω ἀπαρχόμενοι:〉 ἀπαρχὴν διδόντες τοῦ ὄλβου καὶ τοῦ πλούτου.LgUgEgPg

7

33b

τὸ δὲ ὄλβου ἀπαρχόμενοι ἀντὶ τοῦ τῆς ἐπικαρπίας ἀπάργματα 〈διδόντεσ〉.PT

7

34a

εὔκριθον ἀνεπλήρωσεν ἀλωάν: ἀπὸ μέρους, τῆς κριθῆς, τὴν εὔκαρπον παρεδήλωσεν. εὔκριθον δὲ καὶ οὐχὶGUPT
εὔσιτον ἅλωνα προσηγόρευσε διὰ τὸ δοκεῖν πρῶτον εὑρεθῆναι τὸν τῆς κριθῆς καρπόν. κριθὴ δὲ ὠνομάσθη διὰ τὸ προκρι‐
5θῆναι τῶν πρόσθεν καρπῶν ἢ διὰ τὸ τοὺς στάχυας κεκριμέ‐ νους ἐν αὐτῇ καὶ διακεχωρισμένους ἔχειν τοὺς κόκκους.

7

34b

LgUgEgεὔκριθον:〉 εὔκαρπον· παραδηλοῖ δὲ τοῦτο ἀπὸ τοῦ κρείττονος τῶν σπερμάτων.

7

34c

KLUEAT ἀλωάν: τὴν ἅλωνα παρὰ τὸ ἁλής· ἐκεῖ γὰρ ἀθροί‐ ζουσι τοὺς στάχυας· Καλλίμαχος (fgm. 86 Schneider, II 249)· ‘ἐς τὸ πρὸ τείχους ἱερὸν ἁλέες δεῦτε.‘ καὶ ἃλς ἡ θάλασσα ἐν‐ τεῦθεν ἢ 〈παρὰ〉 τὸ ἁλεὶς τὸ συστραφείς.

7

36a

τάχ’ ὥτερος: Δωρικὴ ἡ συναλοιφή· ὁ ἅτερος ὥτε‐ ρος. τὸ γὰρ ὁ ἕτερος διὰ τοῦ ου οὕτερος, ὡς παρὰ Ἡροδότῳ (I 34. 134).

7

36b

τάχ’ ὥτερος: ἡμαρτημένως ἐξενήνοχεν ὥτερος 〈ἄλ‐ λον· ἕτερος γὰρ 〈ἐκ δυοῖν〉, ἄλλος ἐκ πλειόνων. ὁ ἕτερος τὸν ἕτερον διὰ τῆς μουσικῆς ὠφελήσει.

7

.

37

KGLUEAPT καπυρόν: ἡδὺ μεταφορικῶς. τὰ γὰρ ἔξοπτα τῶν ἐδεσμάτων ἡδύνει τὴν γεῦσιν.

7

.

38

UgEgἐγὼ δέ τις οὐ ταχυπειθής:〉 τοῦτό φησι τα‐
πεινῶν ἑαυτόν.

7

39a

οὒ γᾶν: οὐ μὰ γῆν. ὤμνυον κατὰ τῶν στοιχείων. καὶ Ὅμηρος (Ξ 272)· ‘χειρὶ δὲ τῇ ἑτέρᾳ μὲν ἕλε χθόνα πουλυ‐ βότειραν.‘KLUEAT

7

39b

κατ’ ἐμὸν νόον: κατὰ τὴν ἡμετέραν δόξαν. Ὅμηρος (Ι 108)· ‘οὔ τι καθ’ ἡμέτερόν γε νόον.‘

7

39c

κατ’ ἐμὸν νόον: κατ’ ἐμὴν κρίσιν.P

7

40a

KLUEA σικελίδαν: Ἀσκληπιάδην φησὶ τὸν ἐπιγραμματο‐ γράφον. οὗτος γὰρ Σάμιος τὸ γένος.

7

40b

KLUEAT
Σικελίδας δ’ ἐκα‐ λεῖτο πατρωνυμικῶς· Σικέλου γὰρ υἱὸς ἦν οὕτω καλουμένου.

7

40c

LUEAT Ἀσκληπιάδην φησὶ τὸν Σάμιον τὸν ἐπιγράμματα γρά‐ ψαντα, οὗ δοκεῖ ἀκουστὴς γεγονέναι.

7

40d

Σικελίδαν: ὥσπερ Σιμιχίδαν ἑαυτὸν καλεῖ ὁ Θεόκριτος πατρωνυμικῶς ὡς υἱὸν Σιμιχίδα καὶ τὸν Εὐμήδην Κρατίδαν υἱὸν ὄντα τοῦ Κρατίδα, οὕτω καὶ νῦν Σικελίδαν ὀνομάζει ὡς υἱὸν τοῦ Σικελίδα 〈Ἀσκληπιάδην〉 τὸν Σάμιον· οὗ δοκεῖGPT
5ἀκουστὴς γεγονέναι.

7

40e

νίκημι: Αἰολικῶς εἶπε· διὸ οὐ περισπαστέον. τὸ μι Αἰολικῶς· περιττὸν γὰρ πρόσκειται κατ’ Αἰολεῖς. ἐκείνων γάρ ἐστι τὸ λέγειν τὸ †πρωΐ† καὶ τὸ †δείλης† .......σθον.. τούτοις.KU

7

40f

Φιλητᾶς Κῷος τὸ γένος, ὡς δέ τινες Ῥόδιος, υἱὸςKUm
Τηλέφου. ἐγένετο δὲ καὶ αὐτὸς ποιητής.

7

40g

GPT οὐδὲ Φιλητᾶν: ὁ Φιλητᾶς Κῷος ἦν ἢ ὡς ἔνιοι Ῥό‐ διος ποιητής, υἱὸς Τηλέφου.

7

41a

LUEAT βάτραχος δὲ ποτ’ ἀκρίδας: ἤγουν πρὸς τοὺς εἰρημένους σοφοὺς οὐδαμινός εἰμι, καὶ ὥσπερ βάτραχος ἐρίζει πρὸς τὰς ἀκρίδας οὐδέν, οὕτω κἀγὼ πρὸς αὐτούς.

7

41b

KLUEAT βάτραχος: ὁ μὲν βάτραχος τραχύφωνός ἐστιν, ὅθεν καὶ ὠνόμασται βοάτραχός τις ὤν, ὁ τῇ βοῇ τραχύς· τῶν δὲ ἀκρίδων εἰσί τινες, αἳ συρίζουσιν ἐναρμόνιον.

7

41c

GP βάτραχος δ: τῶν μὲν βατράχων τραχεῖα ἡ φωνὴ ὡς ἀπὸ τῆς ἐτυμολογίας, τῶν δὲ τεττίγων ἐναρμόνιος.

7

42*

P ἐπίταδες: ἐπιτετευγμένως ἢ ἐξεπίτηδες.

7

.

43

GPT τάν τοι, ἔφα, κορύναν δωρήσομαι: τὸ ἔφα τοῦ Θεοκρίτου, ὁ δὲ λοιπὸς στίχος τοῦ Λυκίδου.

7

.

44

KLUEAT πᾶν ἐπ’ ἀληθεί: ὅτι φιλαλήθης πέφυκας. τὸ δ’ ἐκ Διός, ὅτι ἀψευδής ἐστιν ὁ Ζεύς. Ὅμηρος (Α 526)· ‘οὐ γὰρ ἐμὸν παλινάγρετον.‘

7

45/46a

ὥς μοι καὶ τέκτων: οἷον καυχώμενος καὶ ἐπαγγελλόμενος ποιεῖν οἶκον Ὠρομέδοντος ὑψηλότερον ὄρους κεφαλῆς, παντελῶς ἀδυνάτου τῆς πράξεως ὑπαρχούσης. ἢ Ὠρο‐ μέδοντα τὸν Πᾶνα συνθέτως, ὅ ἐστι βασιλέα τῶν ὀρῶν ἢ τοῦ
5οὐρανοῦ.

7

45/46b

K ἢ τὸ Ὠρομέδων γράφεται Εὐρυμέδων, ἵν’ ᾖ ὁ Περ‐ σεὺς παρὰ Ἀργείοις.

7

45/46c

KLUEAT ὁ δὲ νοῦς· μισῶ καὶ τέκτονα, ὃς ἐρευνᾷ δόμον τελέ‐ σαι μέγεθος ἔχοντα τῆς τοῦ ὄρους κορυφῆς. ἢ ὄρος ἐν Κῷ
ἀπὸ Ὠρομέδοντος τοῦ τῆς Κῶ βασιλεύσαντος. καὶ ὁ Διονύσιος τὸν Πᾶνά φησι παρὰ τὸ μέδειν τῶν ὀρῶν, ἄλλοι δὲ τὸν οὐρα‐
5νόν, ἄλλοι τὸν ἥλιον, ἄλλοι μοιχὸν Ἥρας εἶναι τοῦτον.

7

45/46d

Ὠρομέδοντος: τοῦ ὄρους τοῦ ὑψηλοτάτου, τοῦ τῶν ὀρῶν μέδοντος τῷ ὕψει. ἢ Ὠρομέδοντά φησι τὸν Πᾶνα· ἀγροι‐ κικὸς γὰρ θεός. ὄρος δὲ αὐτοῦ, ὃ κατοικεῖ, τὸ τῆς Θετταλίας, ὡς προϊὼν (v. 103) οὗτος λέξει.LUEAT

7

45/46e

δόμον Ὠρομέδοντος: Ὠρομέδοντα οἱ μὲν τὸν Πᾶνά φασιν ὡς τῶν ὀρέων μέδοντα κατ’ ἔκτασιν τοῦ ο· οἱ δὲ τὸν ἥλιον ὡς βασιλεύοντα τῶν τεσσάρων ὡρῶν τοῦ ἐνιαυτοῦ. τὸ δὲ ἀληθές· Ὠρομέδων ἐστὶν ὄρος ἐν Κῷ ὑψηλότερον τῶν ἐνGPT
5τῇ Κῷ ἑτέρων ὀρέων, κατ’ ἔκτασιν καὶ τοῦτο τοῦ ο. ὁ δὲ νοῦς· μισῶ τέκτονας τοὺς καυχωμένους καὶ ποιεῖν ἐπαγγελλομένους οἶκον ἴσον τῇ κορυφῇ τοῦ ὄρους τοῦ Ὠρομέδοντος· τοῦτο γὰρ ἀδύνατον.

7

45/46f

ὅστις ἐρευνε: φιλονεικεῖ.UgEgGP

7

47*

ποτὶ [τὸν] Χῖον ἀοιδόν: τὸν Ὅμηρον.KgLgUgEgGP

7

50*

ὅρη φίλε: ὅρα.

7

52-56[a]

LgUgEgἀρχὴ τῆς ᾠδῆς.

7

52-56b

ἔσσεται Ἀγεάνακτι: ἑαυτὸν παρεισάγει Λυκίδας Μιτυληναίου τινὸς ἐρῶντα καὶ τοῦτο εὐχόμενον. ᾄδει οὖν ταῦτα εἰς τὸν Ἀγεάνακτα εὐχόμενος αὐτὸν ὑγιᾶ ἀπελθεῖν εἰς Μιτυλήνην, καὶ ὅταν δύνωσιν οἱ ἔριφοι καὶ καταφέρηται ὁKLUEAT
5Ὠρίων εἰς τὸν ὠκεανὸν καὶ ὁ νότος πνέων ἐλαύνῃ τὰ κύματα, ἐὰν ἐμὲ τὸν Λυκίδαν τοῦ ἐρᾶν παύσῃ.

7

52-56c

GPT ἔσσεται Ἀγεάνακτι: τὸν Λυκίδαν ὁ Θεόκριτος εἰσ‐
άγει ἐρῶντα Μιτυληναίου παιδὸς Ἀγεάνακτος, ὅθεν καὶ εὔχεται, ἵνα εὐπλοῇ, κἂν χειμῶνος νότος τὴν θάλασσαν διαταράττῃ καὶ τῶν ἐρίφων δυνόντων σφοδροὶ χειμῶνες γίνωνται.

7

52-56d

KLUEAT ἐς Μιτυλήναν: ἐπειδὴ Μιτυληναῖος ὢν μέλλει χωρίζεσθαι εἰς τὴν πατρίδα, φησίν, ὅτι αὐτῷ καλὸς πλοῦς ἔσται, κἂν χειμῶνος πλέῃ, ὥστε τοὺς μὲν ἐρίφους ἑσπέρας δύ‐ νειν καὶ τὸν Ὠρίωνα καταφέρεσθαι, τὸν δὲ νότον ταράσσειν
5τὸ πέλαγος. κατασταθήσεται δέ, φησίν, ὁ χειμών, καὶ εὐπλο‐ ήσει ὁ Ἀγεάναξ, ἂν αὐτὸν τοῦ ἔρωτος παύσῃ χαρισάμενος τῆς ὥρας.

7

52-56e

K χὥταν: δυνόντων γὰρ τῶν δύο ἐρίφων 〈ἑσπέρασ〉 σφο‐ δροὶ κατὰ θάλασσαν γίνονται χειμῶνες.

7

52-56f

KLUEAT φ’ ἑσπερίοις ἐρίφοις: ὅταν γοῦν, φησί, τῶν ἐρί‐ φων ἑσπέρας δυνόντων τὸ πέλαγος νότος ταράσσῃ καὶ ὅταν ὁ Ὠρίων εἰς τὸν ὠκεανὸν καταφέρηται, χειμῶνες γίγνονται.

7

52-56g

UmEAT ἡνίκα τὸ ἄστρον οἱ ἔριφοι 〈δύνει ἑσπέρασ〉, σφοδροὶ γί‐ νονται χειμῶνες κατὰ θάλασσαν, καὶ ὅτε Ὠρίων δύνει. ἔριφοί εἰσιν ἀστέρες· ὅτε ἀνατέλλουσιν οὗτοι, ἀγριαίνεται ἡ θάλασσα.

7

52-56h

UgEgP αἴκεν τὸν Λυκίδαν ὀπτεύμενον ἐξ Ἀφροδίτας ῥύσηται: τὸ αἴκεν ἀντὶ τοῦ ἵνα· ἵνα, φησί, τὸν Λυκίδαν ὀπτώμενον ὑπὸ τοῦ ἔρωτος καὶ καιόμενον ῥύσηται.

7

57a

KLUEAT χἁλκυόνες: Ἁλκυὼν θυγάτηρ μὲν Αἰόλου καὶ Κα‐
νάκης, γυνὴ δὲ Κήϋκος. Ἀλέξανδρος δέ φησιν ὁ Μύνδιος (Περὶ ζῴων fgm. 23 Wellmann Herm. 26, 1891, 552), ὅτι αὕτη θεῶν λέλογχε 〈...〉 Νηρηΐδων 〈...〉 Λευκοθέαν, Παλαί‐
5μονα, Ἀφροδίτην.

7

57b

ἁλκυόνες οὖν ἐκλήθησαν παρὰ τὸ ἐν ἁλὶ κύειν. Ἀντί‐ γονός (23 Keller Rerum nat. script. gr. min. I 8) φησιν, ὅταν γηράσωσιν αἱ ἁλκυόνες, κηρύλους καλεῖσθαι. Ἀριστοτέλης (Hist. an. VIII 3, 593 b 14) δὲ διῄρησεν ἁλκυόνα καὶ κηρύλον καὶ
5κορώνην. οἱ δέ φασιν, ὅτι τὰ ἄρρενα τούτων κηρύλοι καλοῦν‐ ται· ὅπερ ἀληθές ἐστι. θρηνητικὸν δὲ τὸ ζῷον καὶ παρὰ τοῖς αἰγιαλοῖς νεοττεύει, καὶ τὸ κῦμα ἀφαιρεῖται αὐτοῦ τοὺς νεοτ‐ τούς. ιδʹ δέ φασιν ἡμέρας, ὅταν γεννᾷ, εὐδιάζειν, ἃς καλοῦσιν ἁλκυονίδας, ζʹ πρὸ τῆς γεννήσεως καὶ ζʹ μετὰ τὴν γέννησιν.

7

57c

GPT χἁλκυόνες: Ἀντίγονός (v. sch. b) φησιν, ὅτι γηρά‐ σκουσαι αἱ ἁλκυόνες κηρύλοι γίνονται. τὸ δὲ ζῷον βιοτεύει περὶ τὸν αἰγιαλόν, καὶ τὸ κῦμα ἀφαιρεῖται αὐτοῦ τοὺς νεοσ‐ σούς. ιδʹ δὲ ἡμέρας φασὶ περὶ τὰς χειμερινὰς τροπὰς εὐδιά‐
5ζειν, ἃς καλοῦσιν ἁλκυονίδας. εἴρηται δὲ ἁλκυὼν παρὰ τὸ ἐν
ἁλὶ κύειν.

7

57d

KLUEAT ἁλκυόνες: ὄρνιθες θαλάσσιαι, ὧν τικτουσῶν στρών‐ νυται ἡ θάλασσα. λέγονται δὲ αἱ ἡμέραι ἐκεῖναι ἁλκυονίδες.

7

57e

στορεσεῦντι: ἀντὶ τοῦ στορέσουσι καὶ στρώσουσι τὰ κύματα καὶ γαληναῖα ποιήσουσιν, ἐάν με τοῦ ἔρωτος ἐξέληται, τὸν Λυκίδαν.

7

58a

L φυκία κινε: φῦκός ἐστι τὸ λεγόμενον βρύον.

7

58b

LmUEAT φῦκός ἐστι τὸ χορτῶδες τῆς θαλάσσης ἀπόβλημα. οἱ δὲ φυκίον φασὶ βοτάνην τὴν ἐν τῷ βυθῷ γινομένην, παρὰ τὸ φύεσθαι. ἕτεροι δὲ φυκία φασὶ τὰ ἐν τοῖς αἰγιαλοῖς βρύα κοκκινοειδῆ.

7

58c

PT ὃς ἔσχατα φυκία κινε: τὸ φυκίον εἶδος βοτά‐ νης ἐστί.

7

.

59

KLUEAGPT γλαυκαῖς Νηρηΐσι: γλαυκὰς τὰς Νηρηΐδας φησὶ διὰ τὸ ἐν τῇ θαλάσσῃ διάγειν· οὐ γάρ εἰσι γλαυκαὶ τὸν χρῶτα.

7

60a

LUEAT ἐφίλαθεν: τὸ ἐφίλαθεν Δωρικόν ἐστιν ὡς τὸ ἐκόσμηθεν. [Καλλίμαχος (fgm. [332] Schneider, II 544) δὲ] προπαροξυντέον.

7

60b

GPT ἐφίλαθεν: ἐφιλήθησαν ἢ καὶ φιλοῦνται.

7

.

62

LUEAT ὥρια: τῷ Ἀγεάνακτι ἀποπλέοντι εἰς Μιτυλήνην γέ‐
νοιτο πάντα τὰ ὤρια, ἤγουν τὰ διὰ φροντίδος αὐτῷ. ἢ ὤρια πάντα γένοιτο ἀντὶ τοῦ φυλακτικὰ ἀπὸ τοῦ ὠρῶ τὸ φυλάσσω.

7

63[a]

τῆνο κατ’ ἆμαρ:〉 καθ’ ὃ ῥύσεταί με δηλονότι ὁ Ἀγεάναξ τῆς ἐρωτικῆς φλογός.UgEg

7

63b

ἀνήτινον: εἶδός ἐστιν ἄνθους· ἀνητίνοις δ’ ἐχρῶντο στεφάνοις, ὡς Ἀλκαῖος (fgm. 36 Bergk Poet. lyr. gr. III4 162) καὶ Σαπφώ (fgm. 46 Bergk ib. 105). τινὲς δὲ καὶ πᾶν ἄνθος ἄνηθον παρὰ τὸ ἄνω θέειν.KLUEAT

7

63c

ἀνήτινον ἢ ῥοδόεντα: ἐχρῶντο γὰρ καὶ ἀνητίνοις στεφάνοις.GPT

7

63[d]

ἄνηθον τὸ μάλαθρον η, ἄνισον δὲ τὸ γλυκάνισον ι.T

7

64a

KLUEA φυλάσσων: ἀντὶ τοῦ ἔχων. Ὅμηρος (ε 208)· ‘ἐν‐ θάδε μοι τόδε δῶμα φυλάσσεις.‘

7

64b

μὴ ἀποτίλλων τὰ ἐξ αὐτοῦ ἄνθη, ὃ δηλοῖ πεφυλαγμένῳ αὐτῷ χρώμενος.

7

65a

τὸν Πτελεατικόν: Πτελέα τόπος ἐν Κῷ ἢ ἐν Ἀρκαδίᾳ. ἢ τὸν Θεσσαλικὸν οἶνον.KLUEAGPT

7

65b

τὸν ὑγείας καὶ ῥώμης παρασκευαστικόν. ἢ τὸν ἐξ ἀνα‐ δενδράδων [δρόσον], παρόσον ταῖς παρακειμέναις πτελέαις ἐμ‐ πλέκονται. ἢ Ἐφέσιον· Πτελέα γὰρ ἡ Ἔφεσος ἐκαλεῖτο. ἢ τό‐ πος ἐν Κῷ ἢ ἐν Ἀρκαδίᾳ. Ὅμηρος (Β 594)· ‘Πτελεὸν καὶ
5Ἕλος.‘

7

65c

LUEAGPT ἢ τὸν ἐξ ἀναδενδράδων, αἳ ταῖς πτελέαις ἐποχοῦνται. ἢ ἀπὸ τόπου· ἔστι δὲ ὁ τόπος μέσον Ἐφέσου καὶ Μιλήτου.

7

.

66

KLgUgEgP κύαμον: οὐ μάτην φησίν. ὁ γὰρ κύαμος διψοποιός, καὶ πόσεως χάριν φησίν.

7

67a

KLUEAT χἁ στιβάς: ὑποστρώσομεν καὶ στιβάδα πήχεως.

7

67b

KLUEAPT στιβάς: στρωμνὴ ἐπὶ τῆς γῆς ἐκ φύλλων πῆχυν ἔχουσα τὸ ὕψος.

7

68a

KLUEA κνύζᾳ τε: τὴν κόνυζαν κνύζαν εἶπεν. ἔστι δὲ φυτὸν ψυκτικώτατον, ἔνθεν καὶ ἐν τοῖς Θεσμοφορίοις ὑπο‐ στρωννύουσι τὴν θερμότητα τὴν κατὰ τὰ ἀφροδίσια ἐκ‐ κόπτοντες.

7

68b

GPT κνύζᾳ τε: τὴν κόνυζαν λέγει κνύζαν. ἔστι δὲ φυτὸν παῦον τὰ ἀφροδίσια.

7

68c

K ἀσφόδελος φυτόν, παρ’ Ὁμήρῳ λειμών.

7

68d

KLUEAGPT ἀσφόδελος βοτάνη πλατύφυλλος, ἧς ὁ καυλὸς κα‐ λεῖται ἀνθέρικος. καὶ Ἡσίοδος (Op. et D. 41)· ‘οὐδ’ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ.‘ ἀσφοδελὸς δὲ ὁ τόπος ὁ ἔχων ἀσφοδέλους· Ὅμηρος (λ 539)· ‘βῆ δὲ κατ’ ἀσφοδελὸν λειμῶνα.‘

7

68e

UgEgGPT πολυγνάπτῳ τε σελίν: πολύγναπτον λέγεται, ὅτι
οὖλόν ἐστιν, ὡς καὶ καμπάς τινας ἔχειν.

7

.

69

μαλακῶς: ἡδέως, ὡς τὸ ‘μαλακῷ δεδμημένος ὕπνῳ‘ (Hom.).K

7

70a

αὐταῖσι κυλίκεσσιν: οὐ διαιρῶν εἰς μικρά, ἀλλ’ ἐν αὐταῖς ἀπνευστὶ πίνων.KP

7

70b

αὐταῖσι κυλίκεσσι: τουτέστιν ἡδέως πίνων καὶ ἀθρόως, οὐ διαιρῶν εἰς τὰ μικρότατα τῶν ἐκπωμάτων.KLUEAT

7

70c

τρύγα δὲ τὸν νέον οἶνον. Καλλίμαχος (fgm. 530 Schneider, II 675)· ‘ἐπὶ τρύγα δ’ εἶχεν ἐδωδῇ.‘KLUEA

7

70d

ἐς τρύγα: νῦν τὸν οἶνόν φησιν, ὅθεν ὁ τρυγητός.KUg

7

70e

GPT καὶ ἐς τρύγα: τρὺξ κυρίως ὁ νέος οἶνος λέγεται, κατα‐ χρηστικῶς δὲ καὶ ὁ παλαιός. νῦν δὲ τὸν τρυγίαν λέγει.

7

71a

Ἀχαρνεύς: ἤγουν Ἀττικός· Ἀχάρναι γὰρ δῆμος Ἀττικῶν.KLUEAT

7

71b

Ἀχαρνεύς: δῆμος Ἀττικῆς.

7

72a

KLUEAGT Λυκωπίτας: Αἰτωλός· Λυκώπη γὰρ κώμη Αἰτω‐ λίας. ἢ ἀπὸ δήμου· Λύκωπος γὰρ δῆμος Κῴων [Λυκωπί‐ τας] ἐκ Λυκωπέως (v. 4) ἔχων τὴν κλῆσιν.

7

72b

Λυκωπίτας: ὁ ἀπὸ Λυκώπης. ἡ δὲ Λυκώπη πόλις Αἰτωλίας.GPT

7

72c

KLUEAT ὁ δὲ Τίτυρος: ὄνομα αἰπόλου. τινὲς δὲ παρὰ Δω‐ ριεῦσι τοὺς Σατύρους 〈οὕτωσ〉 ἀποδεδώκασι λέγεσθαι.

7

72d

Τίτυρος: ὄνομα κύριον ἢ ὁ Σάτυρος.P

7

73a

ὥς ποκα τᾶς Ξενέας: ὄνομα κύριον. 〈ἢ〉 ὡς τὸLUEAT
κενεᾶς· ἀπέδοσαν δὲ τῆς ἐκ Κρήτης ξένης.

7

73b

KLUEAT γράφεται τᾶς ξανθᾶς.

7

73c

PT Ξενία: μία τῶν Νυμφῶν ἡ Ξενία. ἢ Νύμφη ἡ ξενέα. ἢ ὄνομα κύριον.

7

73d

LgUm Μοῦσα ἦν ἡ Ξενέα.

7

.

74

LgUgEgGPgἀμφεπονεῖτο:〉 γράφεται ἀμφεπολεῖτο, ἤγουν ψηλαφῶσα τὸν Δάφνιν.

7

75a

K Ἱμέρα: γενικὴ πτῶσις. ἔστι δὲ ὄνομα ποταμοῦ Σι‐ κελίας καὶ πόλις ὁμώνυμος.

7

75b

LgUmEgἹμέρα:〉 ὄνομα πόλεως ἢ ποταμὸς Σικελίας.

7

75c

GPT Ἱμέρα: πόλις Σικελίας καὶ πηγὴ καὶ ποταμὸς ἀπὸ τῆς πηγῆς ταύτης ἔχων τὴν ἀρχήν.

7

76/77a

LgUgEgκατετάκετο:〉 καλῶς τὸ τήκειν· σημαίνει γὰρ τὸ κατὰ μικρὸν ὑπορρεῖν.

7

76/77b

KUm Αἷμος ὄρος Θρᾴκης ἀπὸ Αἵμου τοῦ Βορέου καὶ Ὠρειθυίας.

7

76/77c

KLUEAT Ἄθως καὶ Ῥοδόπη ὀνόματα ὀρῶν.

7

76/77d

LUEAT ἢ Ἄθω: Σοφοκλῆς (fgm. 708 Nauck Trag. gr. fgm2 299)· ‘Ἄθως σκιάζει νῶτα Λημνίας ἁλός.‘ ὠνόμασται δὲ ἀπό τινος γίγαντος Ἄθω, ὃς ἦν Ποσειδῶνος καὶ Ῥοδόπης τῆς Στρυμόνος. ἀπὸ τῆς μητρὸς γοῦν τῆς Θρᾴκης τὸ ὄρος, ἀπὸ
5δὲ τοῦ υἱοῦ τὸ Πελασγικὸν ἐπωνόμασται.

7

76/77e

GPT Αἷμος καὶ Ῥοδόπη ὄρη Θρᾴκης. 〈Ἄθως〉 ὄρος Θετταλίας, ὃ διέκοψεν ὁ Ξέρξης.

7

76/77f

KP Καύκασος ὄρος Σκυθίας.

7

76/77g

ἐσχατόωντα: ἐν ἐσχάτοις μέρεσι τῆς γῆς ὄντα.KPT

7

76/77h

Καύκασον: Ἀετόν φασιν εἶναι ποταμόν, περὶ τοὺς τόπους τοῦ Καυκάσου λάβρως φερόμενον, τὴν χώραν Προμη‐ θέως λυμαινόμενον, ὃν ἀπέστρεψεν Ἡρακλῆς· ἐξ οὗ, φασίν, ὁ μῦθος 〈...〉.KLUEAT

7

78/79a

φασίν, ὅτι Θεόκριτος τὰ τοῦ Δάφνιδος εἰς τὸν Κομάταν 〈μετήνεγκεν〉. τοῦτον γὰρ ἡ μήτηρ ἐξέθηκε τὸν πα‐ τέρα Ἄνακτα εὐλαβουμένη, εἰδυῖα ὅτι οὐ πείσει ὑπὸ τοῦ Χρύ‐ σου διακορηθῆναι λέγουσα.KLUEAT

7

78/79b

εὐρέα λάρναξ: Λύκος (fgm. 6 Mueller Fgm. hist. gr. II 372) φησὶ τῆς Θουρίας ὄρος Θάλαμον, ὑφ’ ὃ ἄντρον τῶν
Νυμφῶν· καλοῦσι δὲ αὐτὰς Ἀλουσίας οἱ ἐπιχώριοι ἀπὸ τοῦ παραρρέοντος Ἀλουσίου ποταμοῦ. ἐν τούτῳ ποιμὴν ἐπιχώριος
5δεσπότου θρέμματα βόσκων ἔθυεν ἐπίσυχνα ταῖς Μούσαις. οὗ χάριν δυσχεράνας ὁ δεσπότης εἰς λάρνακα κατακλείσας ἀπέ‐ θετο αὐτόν. ἐν τούτῳ ἐδίσταξεν ὁ δεσπότης [βουλευόμενος], εἰ σώσειαν αὐτὸν αἱ θεαί. ἐξηκούσης δὲ διμήνου παραγενό‐ μενος καὶ τὰ ζύγαστρα τῆς λάρνακος διανοίξας ζῶντα κατεί‐
10ληφε καὶ τὴν λάρνακα κηρίων πεπληρωμένην εὗρεν. ἄνακτα δέ φησι τὸν δεσπότην.

7

78/79c

GPT ᾀσεῖ δ’ ὥς ποκ’ ἔδεκτο: τὶς αἰπόλος καλούμενος Κομάτας—ταὐτὸν δέ ἐστιν εἰπεῖν Μενάλκας—τοῦ οἰκείου δεσπότου θρέμματα βόσκων ἐν Σικελίᾳ ἐν τῷ ὄρει τῆς Θου‐ ρίας ἔθυε συχνάκις ταῖς Μούσαις. ὁ δὲ δεσπότης αὐτοῦ
5δυσχεράνας κατέκλεισεν αὐτὸν εἰς λάρνακα ξυλίνην πειράζων εἰ σώζουσιν αὐτὸν αἱ Μοῦσαι. δύο δὲ μηνῶν παρελθόντων παραγενόμενος καὶ ἀνοίξας ζῶντα μὲν αὐτὸν εὗρε, πλήρη δὲ τὴν λάρνακα κηρίων.

7

.

80

KLUEAT αἱ σιμαὶ λειμωνόθε: οὕτω καλεῖν ἔθος τὰς μελίσσας. τὸ γοῦν πρὸς ὑποδοχὴν τῆς ἐργασίας αὐτῶν ἄγγος σίμβλον καλοῦμεν, ὅπου τὸν κάματον τῶν σιμῶν βάλλομεν,
σιμοβόλον τινὰ ὄντα.

7

.

81

κέδρον ἐς ἁδεῖαν: τὴν κιβωτὸν ἀπὸ τῆς ὕλης.P

7

82a

KLUEAT χέε νέκταρ: αἱ Μοῦσαι γὰρ αὐτὸν ᾄδειν ἐποί‐ ησαν. δηλοῖ δὲ διὰ τοῦ νέκταρος ὑπερβολικῶς τὴν μελιχρότητα.

7

82b

κατὰ συνεκδοχήν· ἀπὸ μιᾶς γὰρ τὰς πάσας δηλοῖ. διὰ δὲ τοῦ νέκταρος τὴν γλυκυφωνίαν ἐδήλωσεν.

7

82c

ὅτι ᾖδε γλυκύ, δηλονότι μουσικὸς ἄριστος.LgUgEg

7

.

83

KLUEAT Κομάτα: πέπλασται τὰ περὶ τοῦ Κομάτα ὑπὸ Θεο‐ κρίτου· παρὰ 〈γὰρ〉 τοῖς ἀρχαίοις οὐ παραλαμβάνομεν ὑπὸ μελισσῶν τρεφόμενον τὸν Κομάταν, καθάπερ ὁ Δάφνις ἱστο‐ ρεῖται. 〈...〉 ‘οὐχὶ κεράσταν, ὅν ποτ’ ἐθρέψατο ταυροπάτωρ‘
5(Fist. 3).

7

.

84

κατεκλᾴσθης: ἡ κλεὶς παρὰ Δωριεῦσι κλᾲξ λέγεται, ἀφ’ οὗ τὸ κατεκλᾴσθης.K

7

85a

ὥριον: τινὲς τὸν ὅλον ἐνιαυτόν. δύναται δὲ καὶ οὕτως οὐ πάντως τὸ δωδεκάμηνον λέγειν, ἀλλὰ τὴν τῶν ὡρῶν μεταβολήν· διαιρεῖται γὰρ εἰς δʹ. τὸ γοῦν ἔαρ ὁ Θεόκριτος ὥριον εἶπεν,KLUEAT

7

85b

τουτέστι τὸν τριμηνιαῖον καιρόν. διὰ γὰρ τριμηνιαίου καιροῦ πληροῦνται αἱ τέσσαρες ὧραι τοῦ χρόνου. ἢ εἰς ὥρας παρεγένου ἢ εἰς δύο μῆνας τοῦ ἔαρος.
LUEAT

7

85[c]

ἐξεπόνασας:〉 ἐπλήρωσας.Kg

7

.

86

αἴθε: εἴθε. Δωρικὸν τὸ αἴθε, Ἰακὸν δὲ τὸ εἴθε· εὐκτικὸν ἐπίρρημα. τὸ δὲ ἦμες ἀντὶ τοῦ εἶναι Δωρικῶς.KLUEAPT

7

.

90

ἐκ τοῦ ποιητοῦ ὁ λόγος.Kg

7

.

92

KLUEAT Νύμφαι κἠμ: ἐν εἰρωνείᾳ ὡς πρὸς αἰπόλον· ἐχρῆν γὰρ εἰπεῖν αἱ Μοῦσαι. εἰ μή τις παρέργως τὰς Νύμφας ἀκούει Μούσας· οὕτως γὰρ αὐτὰς οἱ Λυδοὶ καλοῦσιν.

7

93a

PT ἐπὶ θρόνον ἄγαγε φάμα: ἐπὶ τὴν τοῦ Διὸς βασιλείαν· λέγει δὲ τὸν οὐρανόν.

7

93b

Kg ἅτινα καὶ μέχρι τοῦ οὐρανοῦ ἔφθασαν.

7

94/95a

KLUEAT ὃ μέλλω λέγειν, φησί, παρὰ τὰ ἄλλα διενήνοχεν.

7

94/95b

ᾧ τυ γεραίρεν: ᾧτινί σε τιμήσω· ἢ δι’ οὗ, ἵν’ ᾖ γενική.

7

94/95c

P ὦ τύ [γεραίρεν]: ἀντὶ τοῦ ὦ φίλε σύ.

7

96/97a

KLUEAT ἐπέπταρον: καθὸ τῶν πταρμῶν οἱ μέν εἰσιν ὠφέλιμοι, οἱ δὲ βλαβεροί. καὶ γάρ φησιν αὐτὸς σφόδρα Μυρτοῦς ἐρᾶν. ὁ δὲ Ὅμηρος ἐπ’ ἀγαθῷ τὸν πταρμόν φησιν (ρ 545)· ‘οὐχ ὁράᾳς, ὅ μοι υἱὸς ἐπέπταρεν.‘

7

96/97b

G τὸ ἐπέπταρόν τινες μὲν λαμβάνουσιν ἐπὶ ἀγαθοῦ, τινὲς δὲ ἐπὶ κακοῦ.

7

96/97c

KLUEAPT ᾖ γάρ: περὶ ἑαυτοῦ ὁ ποιητὴς ᾄδων φησί· τῷ Σιμι‐ χίδᾳ οἱ Ἔρωτες ἐπέπταρον. τῆς γὰρ Μυρτοῦς τοσοῦτον ἐρᾷ, ὅσον αἱ αἶγες κατὰ τὸν καιρὸν τοῦ ἔαρος. τὸν δὲ πταρμὸν ἐπὶ τῇ χείρονι μοίρᾳ.

7

96/97[d]

LgUgEgἐπέπταρον:〉 ἐπῆλθον, ἐπὶ κακῷ ἔπεσον καὶ ἐγέ‐
νοντο· ἢ ἐπὶ καλῷ.

7

98-102a

Ἄρατος: ὁ δὲ φιλαίτατος τῷ Σιμιχίδᾳ Ἄρατος ἐρᾷ παιδός· ἐπίσταται δὲ αὐτοῦ τὸν ἔρωτα Ἄριστις, ὄνομα δὲ τοῦ παιδὸς Φιλῖνος.KLUEAGPT

7

98-102b

οἶδεν Ἄριστις: οὗτος κιθαρῳδός. τοῦτον δέ, φησί, τὸν Ἄριστιν οὐδὲ ὁ Ἀπόλλων ἐν Πυθοῖ παρὰ τοῖς ἰδίοις τρί‐ ποσι κιθαρῳδοῦντα ἰδὼν ἀποστραφήσεται οὐδὲ φθονήσει αὐτῷ ᾄδειν ἐκεῖ.KLUEAT

7

98-102[c]

μεγαίροι:〉 κωλύοι ἀποτρεπόμενος.LgUgEg

7

98-102d

LUEAGPT οἶδεν Ἄριστις: τὰ περὶ Ἀρίστιδος διὰ μέσου κεῖ‐ ται. τὸ δὲ ἑξῆς· οἶδεν Ἄριστις, ὡς ἐκ παιδὸς Ἄρατος ὑπ’ ὀστέον αἴθετ’ ἔρωτι.

7

103a

KLUEAT τόν μοι Πάν: ἐπικαλεῖται τὸν Πᾶνα 〈ὡς παιδε‐ ραστήν〉, ἐπεὶ καὶ αὐτὸς τοιοῦτός ἐστιν. καὶ Καλλίμαχος (fgm. 412 Schneider, II 585)· ‘Πὰν ὁ Μαλειήτης τρύπανον αἰπολικόν.‘ Ὁμόλη δὲ Θετταλίας ὄρος, ὡς Ἔφορος (fgm. 71
5Mueller Fgm. hist. gr. I 256) καὶ Ἀριστόδημος ὁ Θηβαῖος ἐν οἷς ἱστορεῖ περὶ τῆς ἑορτῆς τῶν Ὁμολωΐων (fgm. 2 Mueller Fgm. hist. gr. III 309) καὶ Πίνδαρος ἐν τοῖς Ὑπορχήμασιν
(fgm. 113 Schroeder Poet. lyr. gr.5 I 1, 432).

7

103b

GPT Ὁμόλου ἐρατὸν πέδον: ὁ Ὅμολος ὄρος ἐστὶ τῆς Θετταλίας, ἔνθα τιμᾶται ὁ Πάν. εὔχεται δὲ αὐτῷ ὡς παιδεραστῇ.

7

.

104

LUEA ἄκλητον κείνοιο: ἤγουν καὶ πρὸ τοῦ καλεσθῆναι αὐτὸν παρ’ ἐμοῦ ἐμβιβάσαις μου ταῖς χερσὶν αὐτόν, τὸν Φιλῖνον.

7

.

105

KLUEAGPT ὁ μαλθακός: τρυφερός, ἁπαλός, ἐκ τῆς μάλθης. αὕτη γάρ ἐστι κηρὸς ἀμόργῃ συνηψημένος· χρίουσι δὲ αὐτῇ τὰς τῶν σανίδων γομφώσεις. ἀφ’ οὗ διὰ τὴν ἔκλυσιν καὶ τὸ ἐν τῷ βίῳ λοιδόρημα λέγεται.

7

106-108a

Ἀρκαδικο: οἱ Ἀρκάδες ἐπὶ θήραν ἐξιόντες, ἂν μὲν εὐτυχήσωσι, τιμῶσι τὸν Πᾶνα, εἰ δὲ τὸ ἐναντίον, σκίλ‐
KLUEATλαις ἐμπαροινοῦσι,

7

106-108b

παρόσον ὄρειος ὢν τῆς θήρας ἐπιστα‐ τεῖ. Μουνάτιος δέ φησιν ἑορτὴν Ἀρκαδικὴν εἶναι, ἐν ᾗ οἱ παῖδες τὸν Πᾶνα σκίλλαις βάλλουσι, [Χῖοι δὲ] ὅταν οἱ χορ‐ ηγοὶ λεπτὸν ἱερεῖον θύσωσι καὶ μὴ ἱκανὸν ᾖ τοῖς ἐσθίουσι.
5διό φησι· κρέα τυτθὰ παρείη.

7

106-108c

LgUgEgPgμαστίσδοιεν:〉 ὑβρίζοιεν, ὅταν τύχωσι θήρας ὀλίγης.

7

106-108d

LUEAT τῶν ἐφήβων [ἐν Σικελίᾳ] γίνεται ἀγὼν ἐν σκίλλαις· καὶ οἱ νικήσαντες ταῦρον τὸν ὑπὸ τῶν γυμνασιαρχῶν τιθέμενον
λαμβάνουσιν ἔπαθλον.

7

109/110a

εἰ δ’ ἄλλως: εἰ δὲ ἄλλως τελέσειας, ὦ Πάν, τὰ κατὰ Φιλῖνον καὶ μὴ βούλει συνελθεῖν αὐτὸν τῷ Ἀράτῳ, ἐπὶ κνιδῶν κοιμηθείης.KGPT

7

109/110b

UEAT τὸν Πᾶνά φασι γεννηθῆναι ἐκ τῆς Πηνελόπης συλλα‐ βούσης ἐκ τῶν μνηστήρων· διὸ καὶ Πὰν καλεῖται, ὅτι ἐκ πάν‐ των ἐσπάρη. ἕτεροι δὲ λέγουσι τὸν Ἑρμῆν εἰς τράγον μετα‐ βληθέντα, καὶ τούτου ἐρασθεῖσα ἡ Πηνελόπη καὶ ἐξ αὐτοῦ
5ὀχευθεῖσα ἔτεκε τὸν Πᾶνα· ἔστι δὲ ὁ Πὰν τραγόπους.

7

109/110[c]

L Πηνελόπη γυνὴ γέγονεν Ὀδυσσέως. τούτου πλανω‐ μένου τὴν πλάνην, ἣν ἐπλανήθη μετὰ τὸν Τρωϊκὸν πόλεμον, πολλοί τινες ἦλθον μὲν μνηστευόμενοι τὴν Πηνελόπην, ἡ δὲ ἡμέρας καὶ ἡμέρας ἀνεβάλλετο μηδενὶ θέλουσα γαμηθῆναι διὰ
5τὸ περιμένειν τὸν Ὀδυσσέα τὸν ἄνδρα αὐτῆς. πάντες οὖν 〈συμ〉‐ φραξάμενοι συγγεγόνασιν αὐτῇ, καὶ ἐγκυμονήσασα ἔτεκε τὸν Πᾶνα. διὸ καὶ Πὰν καλεῖται, ὅτι ἐκ πάντων ἐσπάρη. ἕτεροι δὲ λέγουσιν, ὅτι πάνυ εὐμορφοτάτη καὶ σωφρονοῦσα ἡ Πηνε‐ λόπη, διὰ τοῦτο ἠράσθη αὐτῆς ὁ Ἑρμῆς καὶ μετεβλήθη εἰς
10τράγον. καὶ ἐκνοήσας αὐτὴν μαγείᾳ, ἠράσθη τοῦ τράγου καὶ ὠχεύθη ὑπ’ αὐτοῦ καὶ συνέλαβεν ἐξ αὐτοῦ καὶ ἔτεκε τὸν Πᾶνα. οὗτος δέ ἐστι Πὰν ὁ τραγόπους.

7

109/110d

κνίδη ὑφ’ ἡμῶν, ἀκαλήφη δὲ ὑπ’ Ἀττικῶν. ἔστι δὲ καὶ ἀγρία κνίδη, ἧς τὸν καρπὸν συλλέγουσιν, ὅταν τὸν πυρὸνKLUEAT
ἁλοῶσιν. [ἔστι δὲ καὶ ἄγριον λάχανον.]

7

111a

εἴης δ’ Ἠδωνῶν: ἔθνος Θρᾴκης. οὕτως δὲ ψυ‐ χροτάτη ἐστὶν ἡ Θρᾴκη, ὡς τρόπον τινὰ ἐργαστήριον ἀνέμων κληθῆναι. Ὅμηρος (Ι 5)· ‘Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄ‐ κηθεν ἄητον‘.

7

111b

GPT εἴης δ’ Ἠδωνῶν μέν: οἱ Ἠδωνοὶ ἔθνος Θρᾳκικόν, ἔνθα ψῦχος πολὺ γίνεται· δυσχείμερον γάρ ἐστι. παρὸ καὶ τοὺς ἀνέμους ἐν αὐτῷ κατοικεῖν ἐμυθεύοντο.

7

112a

KLUEA Ἕβρον: Ἀλκαῖός (fgm. 109 Bergk Poet. Lyr. gr. III4 183) φησιν, ὅτι Ἕβρος κάλλιστος ποταμός, Διοκλῆς (ὁ Πεπαρήθιος? fgm. 5 Mueller Fgm. hist. gr. III 79) δὲ καταφέρεσθαι αὐτὸν ἀπὸ Ῥοδόπης καὶ ἐξερεύγεσθαι κατὰ πό‐
5λιν Αἶνον.

7

112[b]

Kτετραμμένος:〉 γράφεται κεκλιμένος.

7

114a

KLUEAGPT1.2 Βλέμυες ἔθνος Αἰθιοπικὸν μελανόχρουν· οἱ αὐτοὶ δὲ τοῖς Τρωγλοδύταις.

7

114b

οὐκέτι Νεῖλος ὁρατός: οὐ πάνυ ἐπαληθεύει ἀθέατον τὸν Νεῖλον εἰπών. ὑπὲρ γὰρ τοὺς Βλέμυας οὐκέτι γινώσκεται ὁ Νεῖλος πόθεν ἔχει τὰς πηγάς.

7

114c

KLUEAT Νεῖλος ἀπὸ Νείλεω, ὃς ἔκτισε 〈...〉 Ναύκρατιν μετὰ μάχην· ἢ ἀπὸ τοῦ νάειν λείως, ὅ ἐστι 〈μὴ〉 κατὰ συστροφήν· ἢ παρόσον νέαν ἰλὺν φέρει· ἢ ὅτι κατ’ ἔτος πλημμυρῶν ὡρι‐
σμένον χρόνον νεάζειν δοκεῖ.

7

115-118a

ὔμμες δ’ Ὑετίδος: ποιησάμενος τὸν λό‐ γον πρὸς τὸν Πᾶνα ἀπέστρεψε πρὸς τοὺς Ἔρωτας ἐπικαλού‐ μενος αὐτούς.

7

115-118b

Ὑετὶς δὲ καὶ Βυβλὶς ὄρη καὶ κρῆναι Μιλήτου. Μιλήτου γάρ, φασίν, 〈τοῦ Ἀπόλλωνοσ〉 καὶ Ἀρείας ἐγένοντο παῖδες Καῦνος καὶ Βυβλίς,KL1.2U1.2E1.2A1.2

7

115-118c

KLUEAT
ἧς ἐρασθεὶς ὁ Καῦνος ἀπ‐ έλιπε Μίλητον. ἐκείνη δὲ μὴ φέρουσα ἀπήγξατο. ταύτης ἡ κρήνη ὁμώνυμος.

7

115-118d

τὸ ἑξῆς· ὑμεῖς, ὦ μήλοισιν ἐρευθομένοις ὅμοιοι Ἔρω‐ τες, Ὑετίδος καὶ Βυβλίδος νᾶμα λιπόντες καὶ τὰ ἑξῆς, ἐρα‐ σθῆναι ποιήσατε τὸν Φιλῖνον.

7

115-118e

K Οἰκεῦντα: ἐν Μιλήτῳ τόπος, 〈ἔνθα〉 ἱερὸν Ἀφρο‐ δίτης.

7

115-118f

GPT ὔμμες δ’ Ὑετίδος καὶ Βυβλίδος: πρὸς τοὺς Ἔρω‐ τας τὸν λόγον ἀπέστρεψε καί φησι· ὦ μήλοις ὅμοιοι Ἔρωτες, τουτέστιν ἐρυθροί. Ὑετὶς δὲ καὶ Βυβλὶς κρῆναι Μιλήτου, ἔνθα καὶ ἱερὸν Ἀφροδίτης.

7

119*

ὁ δύσμορος:〉 ὁ δυσμόρους ἄλλους ποιῶν.LgUgEgPg

7

120*

LmUmEg πεπαίτερος ἀντὶ τοῦ ἀσθενέστερος, ἀπὸ μετα‐ φορᾶς τῶν παρὰ τὸ δέον πεπανθέντων καρπῶν καὶ σηπο‐ μένων.

7

122-124a

μηκέτι τοι φρουρέωμες: ἀπέστρεψε τὸν λόγον πρὸς τὸν Ἄρατον καί φησι· μηκέτι αὐτὸν φυλάσ‐KLUEAGPT
σωμεν ἐπὶ προθύρῳ τοὺς πόδας κατατρίβοντες.

7

122-124b

ἄλλον ἀλέκτωρ κοκκύσδων: ὡς ἅμα 〈τῷ〉 τοὺς ἀλεκτρυόνας ᾄδειν παραγενόμενον καὶ φρουροῦντα τὸν Φιλῖνον.

7

122-124c

LUgEgA ὁ νοῦς τοιοῦτος· ἡμεῖς μὲν μέχρι καὶ τοιᾶσδε τῆς νυκτὸς φυλακῆς τοῖς αὐτοῦ προθύροις ἐπεμείναμεν· κατὰ δὲ τὸν ὄρθριον ἀλέκτορα καὶ ἄλλος ἐραστὴς τοῖσδε τοῖς προθύ‐ ροις ἐπιμείνῃ.

7

125a

KLUEAT εἷς δ’ ἀπὸ τᾶσδε: ἡμῶν, φησίν, εἷς καὶ μόνος Μόλων ἐπὶ ταύτης τῆς παλαίστρας ἀπολέσθω. λέγει δὲ ἢ τὴν παλαίστραν κυρίως, ἐν ᾗ ἐγυμνάζετο ὁ Φιλῖνος προσλιπαρούν‐ των αὐτῶν, ἢ μεταφορικῶς ὡς καὶ ἡμεῖς φαμεν παλαίστραν
5τὴν ὀρθρίαν.

7

125b

Μόλων—ὡς Σίμων—Ἀράτου ἀντεραστής. πα‐ λαίστραν δὲ λέγει τὸν ἔρωτα τοῦ παιδός, τὴν κακοπάθειαν.

7

125c

δύναται δὲ καὶ μολὼν μετοχὴ εἶναι ἀντὶ τοῦ ἐπερχό‐ μενος.

7

125d

Μόλων: ἔξωθεν τοῦτο ἐπιφωνεῖ· εἷς δὲ ἀπὸ ταύτης τῆς παλαίστρας ἀπαγχέσθω. ὁ δὲ Μόλων ὀνομαστικῶς εἴρη‐ ται. τὴν δὲ προσκαρτέρησιν παλαίστραν εἶπεν.

7

125e

GPT ἀλλ’ εἷς ἐξ ἡμῶν, ὁ Μόλων—ἢ μολών—ἐπὶ ταύ‐ της τῆς παλαίστρας τῇ φυλακῇ κακοπαθείτω. παλαίστραν δὲ εἶπε τὴν προσκαρτέρησιν, ἤτοι τὴν πρὸς τὸν ἔρωτα πάλην.

7

125[f]

GPg ἄρχοιτο παλαίστρας: ἀντὶ τοῦ· ἐπιτηροῖτο τὴν πα‐
λαίστραν.

7

.

126

γραία τε παρείη: παρὰ Δωριεῦσι ἡ μὲν πρώτη συλλαβὴ ὀξύνεται, ἡ δὲ δευτέρα μηκύνεται.LUEA

7

127a

ἅτις ἐπιφθύζουσα: ἥτις ἐπῳδαῖς περὶ ἡμᾶς ἀποδιοπομπήσαιτο. φθύζειν δὲ τὸ πτύειν Δωρικῶς· εἰώθασι γὰρ αἱ γραῖαι, ὅταν ἐπᾴδωσιν, ἐπιπτύειν. τινὲς δέ· ὀλίγον χρό‐ νον συμπαροῦσα· φθύδιον γὰρ τὸ ὀλιγοχρόνιον κατὰ γλῶσσαν.KLUEAT

7

127b

ἥτις ἐπιφθύζουσα: ἐπιπτύουσα Δωρικῶς· εἰώθασι γὰρ αἱ γραῖαι, ὅταν ἐπᾴδωσιν, ἐπιπτύειν.GP

7

128/129a

KKgLgUgEg ὡς πάρος: ὡς πρότερον, φησίν, ἐπηγγεί‐ λατο. 〈ἐκ Μοισᾶν:〉 διὰ τὴν μουσικήν. 〈ξεινήϊον:〉 δωρεάν.

7

128/129b

λαγωβόλον, ἣν ἄνωθεν (v. 43) κορύνην εἶπε—‘τάν τοι, ἔφα, κορύναν δωρήσομαι‘—παρὰ τὸ βάλλειν τοὺς λαγωούς.K

7

128/129c

ἁδὺ γελάσας ὡς πάρος: ὡς καὶ πρὸ τούτου ἡδὺ γελάσας. τὸ ἐκ Μουσῶν ἀντὶ τοῦ διὰ τὴν μουσικὴν ᾠδήν, ἣν ᾖσα. 〈ξεινήϊον:〉 δῶρον.GPT

7

130/131a

KUEAT Πύξας: οἱ μὲν τὸν ἐν Κῷ δῆμον· οἱ δὲ τό‐ πον, ἐν ᾧ ἱερὸν Ἀπόλλωνος, ἀφ’ οὗ Πύξιος λέγεται.

7

130/131b

τὴν ἐπὶ Πύξας φέρουσαν ὁδὸν ἐβάδιζεν.

7

130/131c

Πύξα ὄνομα πόλεως, ἀφ’ ἧς καὶ Φύξιος Ἀπόλλων καὶ Πάν.UEAT

7

130/131d

Πύξα δῆμος τῆς Κῶ〉 φύξα τις ὤν· ἐκεῖθεν γὰρ
ἔφυγεν Ἡρακλῆς αἴφνης ἐπιθεμένων αὐτῷ τῶν Κῴων.

7

130/131e

GPT τὰν ἐπὶ Πύξαν ἦρχ’ ὁδόν: Πύξα δῆμος τῆς Κῶ ἢ τόπος οὕτως ὀνομαζόμενος [ἢ] παρὰ τὴν φύξιν τοῦ Ἡρα‐ κλέους τὴν ὑπὸ τῶν Κῴων γενομένην.

7

133/134a

KUEAT ἁδείας: ἔξωθεν δεῖ προσλαμβάνειν τὸ παρα‐ γενόμενοι. ἐπὶ στιβάδος κατεκλίθημεν ἀπὸ σχοίνου γεγενη‐ μένης καὶ ἀπὸ φύλλων ἀμπέλου.

7

133/134b

KUEAGPT οἰναρέοισι: κυρίως τὰ φύλλα τῆς ἀμπέλου.

7

133/134c

KUEAT Φανίας (fgm. 37 Mueller Fgm. hist. gr. II 301) δέ φησιν οἰναρίζειν τὸ περιαιρεῖν τῶν οἰνάρων καὶ τρυγᾶν· δεῖ γὰρ καὶ οἰναρίζειν τὰς ἀμπέλους, ἐπειδὰν πεπαίνωσιν οἱ βότρυες.

7

137*

Kgκελαρύζειν:〉 τὸ μετὰ κελάδων τὴν ῥύσιν ποιεῖσθαι.

7

138a

KUEAT τοὶ δὲ ποτὶ σκιαραῖς: σκιὰν ποιούσαις, πολυ‐ φύλλοις. ὀροδαμνίδας δὲ παντὸς δένδρου τοὺς κλάδους λέγουσι. Μουνάτιος δὲ ἐτυμολογεῖ ‘οἷον οἱ ἐν ὄρεσι θάμνοι‘.

7

138b

αἰθαλίωνες δὲ οἱ αἰθαλώδεις διὰ τὸ αἴθεσθαι ὑπὸ τοῦ ἡλίου.

7

138c

GP τοὶ δὲ ποτὶ σκιαραῖς ὀροδαμνίσιν: παντὸς δέν‐ δρου κλάδοι ὀροδαμνίδες λέγονται.

7

138d

KUEAGPT αἰθαλίωνες: τέττιγες παρὰ τὸ αἴθεσθαι ὑπὸ τοῦ
ἡλίου· καὶ γὰρ ὅταν ἐστὶ νότος καὶ καῦμα, τότε φθέγγονται.

7

139a

KUEAT ὀλολυγών: ἀπὸ τοῦ ὀλολύζειν. ὁ γὰρ Ἀριστο‐ τέλης φησίν, ὅτι πάνυ ὀλολύζει τὸ ζῷον, μάλιστα ἐν τοῖς ἑλώδεσι τόποις καὶ κατὰ νύκτα.

7

139b

[λαλαγεῦντες:] πολλὰ τῶν ζῴων ἀπὸ φωνῆς τὴν κλῆσιν ἔσχηκεν· ὀλολύζω ὀλολυγών, [στάζω σταγών,] ἀείδω ἀηδών, [πλάσσω πλαγγών,] τρύζω τρυγών, κοκκύζω κόκκυξ καὶ τὰ τοιαῦτα.

7

139c

δ’ ὀλολυγών: ὀλολυγὼν εἶδος ὀρνέου. οἱ δὲ ζῷόν τι ἐν βορβορώδεσι τόποις μάλιστα διάγον. ἢ ἡ ἀηδών.GPT

7

141a

τὸ δὲ ἀκανθίδες ὄρνεα νεμόμενα ἐπ’ ἀκανθῶν. τούτων τὸ αἷμα καὶ τὸ τῶν αἰγιθάλλων μὴ μίσγεσθαί φασιν,KUEA
ἀλλὰ ταῦτα διαφωνεῖν.

7

141b

KUEAT ἀκανθίς: τὸ ὄρνεον τοῦτο ποικίλον καὶ λιγυρόν. καλεῖται δὲ καὶ ποικιλὶς διὰ τὴν χροιάν. Ἀριστοτέλης (v. locos ad sch. a cit.) δὲ καὶ Ἀλέξανδρός (Περὶ ζῴων fgm. 22 Well‐ mann Herm. 26, 1891, 552) φασι διατρίβειν ἐπ’ ἀκανθῶν.
5τοῦτο γοῦν Θεόκριτος ἀκανθίδα εἶπε.

7

141c

GPT καὶ ἀκανθίδες: αἱ ἀκανθίδες ὄρνεα νεμόμενα ἐπ’ ἀκανθῶν. λέγονται δὲ καὶ ἀκανθυλλίδες. εἰσὶ δὲ ποικίλαι τὴν χροιάν, ὅθεν λέγονται καὶ ποικιλίδες. φησὶ δὲ Ἀριστο‐ τέλης (v. locos ad sch. a cit.) αἷμα αἰγίθου καὶ ἀκανθίδος
5μὴ μίγνυσθαι.

7

143a

KUEAT θέρεος μάλα πίονος: μεγάλως λιπαροῦ ἢ λαμπροῦ. 〈ὦσδεν:〉 μεταφορικὸν τὸ ῥῆμα ἀπὸ τῶν εἰς αἴσθησιν πιπτόντων ὀσφραντικήν.

7

143b

UEAT πίονα εἶπε τὸν καιρὸν τοῦ θέρους διὰ τὸ ἐν αὐτῷ συλλέγεσθαι τοὺς καρπούς.

7

.

144

παρὰ πλευρῇσι δὲ μῆλα: καλῶς ἔφη τὰ μῆλα ταῖς πλευραῖς περικρεμάννυσθαι. τὸ γὰρ μῆλον τῆς Ἀφρο‐ δίτης καὶ τὸ ἐπιθυμητικὸν περὶ τὰ σπλάγχνα εἶναι 〈δοκεῖ〉, τὰ δὲ σπλάγχνα παρὰ ταῖς πλευραῖς.

7

146a

K βράβιλα τὰ κοκκύμηλα, ἤτοι Δαμασκηνά.

7

146b

UEA 〈βραβίλοισι〉 καταβρίθοντες: κοκκυμήλοις, ἤγουν Δαμασκηνοῖς.

7

147a

KUEA ἑπτάενες: οἱ Ἀττικοὶ τὸ ἔτος ἔνος λέγουσιν, ἄλειφαρ δὲ τὴν ἀλοιφήν.

7

147[b]

UEg ἄλειφαρ: ἤτοι ὁ ἐλαιώδης οἶνος.

7

147c

τετράενες δὲ πίθων: τετραετές· παρὰ Ἀττικοῖς τὸ ἔτος ἔνος.EgGPT

7

148a

KUEAT θαυμάσας τὴν πόσιν τοῦ οἴνου ἔστρεψε τὸν λό‐ γον πρὸς τὰς Νύμφας καὶ πυνθάνεται αὐτῶν, εἰ αὐταὶ τὴν κρᾶσιν τοῦ οἴνου ἔχουσι.

7

148b

Νύμφαι Κασταλίδες: ἀπὸ Κασταλίας τῆς ἐν Δελ‐ φοῖς κρήνης, ἔνθα καὶ διατρίβουσι.

7

149/150a

Φόλω κατὰ λάϊνον ἄντρον: οἱ μὲν τὸ Πήλιον, οἱ δὲ τὴν ἐν Ἀρκαδίᾳ Φολόην· ἐν ἀμφοτέροις γὰρ ᾤκησε Χείρων καὶ Φόλος, ὑφ’ ὧν ξενισθέντα τὸν Ἡρακλέα φασὶ πολλά. 〈...〉 ὁ μέντοι οἶνος ὁ ἀοίδιμος ἐκεῖνος ὁ δοθεὶς
5ὑπὸ Διονύσου χαριστήριον, ἀνθ’ ὧν αὐτῷ Νάξον προσένειμεν ὁ Φόλος κρινομένῳ παρ’ αὐτῷ πρὸς τὸν Ἥφαιστον.

7

149/150b

Φόλω: Φόλου· οἱ γὰρ Δωριεῖς τὴν ου εἰς ω τρέπουσι. ποιεῖ δὲ τὸν Χείρωνα συνυποδεχόμενον τῷ Φόλῳ τὸν Ἡρακλέα.

7

149/150c

LmUgEgAGPT ἆρά γέ πᾳ τοιόνδε Φόλω: Φόλος ὄνομα Κεν‐ ταύρου, ᾧ ἐπιξενωθεὶς ὁ Ἡρακλῆς οἶνον ἔπιε καλὸν ἐκ Διονύ‐ σου δοθέντα. συνῆν δὲ αὐτῷ καὶ Χείρων.

7

151/152a

Ἄναπος ποταμὸς ἐν Συρακούσαις· τὸν πρὸς τῷ Ἀνάπῳ ὄντα.K

7

151/152b

τὸν ποιμένα τὸν ποτ’ Ἀνάπ: Ἄναπος ποταμὸς ἐν Συρακούσαις τῆς Σικελίας, οἱονεὶ ὁ ἄνευ πόσεως ὢν καὶ ἀβληχρὸν ἔχων ὕδωρ.UgEgPT

7

151/152c

ποιμένα δὲ [καὶ] Πολύφημον τὸν Κύκλωπα λέγει, ὃς ἀντὶ λίθων ὄρη ἔβαλλεν ἢ τοὺς ἐν τοῖς
EgPT
ὄρεσι λίθους.

7

151/152d

KUEAT λᾶας ἔβαλλε: τοὺς ἐν τοῖς ὄρεσι λίθους, ὡς Δη‐ μήτριός φησι τοὺς πεπτωκότας οὖκ οἶδ’ ὅπη †φιλότης†.

7

151/152e

LmUmEgὤρεσι λᾶας ἔβαλλε:〉 ἀντιπτωτικῶς· τοὺς λᾶας τῶν ὀρῶν ἔβαλλε λιθάζων τὸν Ὀδυσσέα.

7

153a

KUEAT τοῖον νέκταρ: διὰ τὴν ἡδονὴν τὸν οἶνον εἶπε τοῦ Ὀδυσσέως.

7

153b

UEAT τὸ δὲ χορεῦσαι: ἐξ Εὐριπίδου μετήνεγκε τὸ χορεῦσαι τὸν Κύκλωπα.

7

154a

KUEAT διεκρανώσατε: κατ’ ἀντίφρασιν ἀντὶ τοῦ ἐκε‐ ράσατε, μᾶλλον ἐμεθύσατε.

7

154b

διεκρανώσατε: ἀποκαλυφθῆναι ἐποιήσατε.

7

154c

UEAT ‘ᾦξαν καὶ θύρας, ἀπὸ δὲ κρήδεμνον ἔλυσαν‘ καθ’ Ὅμηρον (γ 392).

7

154d

EgGP διεκρανάσατε: διεπληρώσατε, διετελειώσατε ἢ διε‐ κεράσατε.

7

155/156a

LmUgEgΔάματρος ἀλῳάδος:〉 τῆς τὰς ἀλωὰς ποιούσης· λέγεται δὲ καὶ ἀλωΐς.

7

155/156b

GPT πὰρ Δάματρος ἁλωΐδος: ἡ Δημήτηρ παρὰ τὴν
ἅλωνα ἁλωῒς λέγεται.

7

155/156c

KUEAT ἇς ἐπὶ σωρ: ὅταν δὲ λικμῶντες σωρεύωσι τὸν πυ‐ ρόν, κατὰ μέσον πηγνύουσι τὸ πτύον. Καλ〈λίμαχοσ〉· ‘τὴν θρινάκην κατέθεντο‘. τὴν δὲ αἰτίαν εἶπεν ἐκ Τριπτολέμου.

7

155/156d

πάξαιμι μέγα πτύον: εἰώθεισαν γάρ, ὅτε ἐξέτριψαν τοὺς καρπούς, σωροὺς ποιήσαντες πτύον πήσσειν.EgGPT

7

155/156e

ἡ δὲ γελάσαι, ἤγουν ἡ Δημήτηρ.K

7

155/156f

ἁ δὲ γελάσσαι: γελάσειεν, ἱλαρὰ γένοιτο.LmUgEgPT

7

157a

δράγματα: τὴν Δήμητράν φησι μὴ μόνον ἀστάχυς, ἀλλὰ καὶ μήκωνας ἔχειν. διὰ τοῦ ἐν ἀμφοτέραις χερσὶ τὸ δαψιλὲς ἐμφαίνει.KUEAT

7

157b

δράγματα: τὰ τῶν χειρῶν πληρώματα.K

7

157c

μήκωνας: τοὺς σωρούς φησιν ἢ τοὺς θημῶνας.EgGPT

7

157d

λέγεται καὶ μήκων ἡ κωδία.G

7

157e

ἀμφοτέραισιν: λείπει τὸ χερσίν· μὴ γὰρ τῇ μιᾷKLgUgEg
χειρί.

3

t

Αἰπολικὸν ἢ Ἀμαρυλλίς

3

arg a

KGUEAPT Ἐπιγράφεται μὲν τὸ εἰδύλλιον τοῦτο Αἰπολικὸν ἢ Ἀμαρυλλίς. ἐπικωμάζει δέ τις Ἀμαρυλλίδι τοῦ ὀνόματος μὴ δηλουμένου. εἰκάσειε δ’ ἄν τις τὸν ἐπικωμάζοντα Βάττον εἶναι· τοῦτον γὰρ αἰπόλον ὄντα δι’ ἑτέρου ποιεῖ προσδιαλεγό‐
5μενον Κορύδωνι καὶ τὸν ἔρωτα, ὃν ἔσχε πρὸς τὴν Ἀμαρυλ‐ λίδα, ἐμφαίνοντα (IV 38—40). τὸ μὲν γὰρ τοῦ ποιητοῦ πρόσωπον οὐκ ἂν εἴη, ὡς ὁ Μουνάτιός φησιν ἐκ τοῦ λέγειν τὸν ἐπικωμάζοντα ‘ἦ ῥά γέ τοι σιμόσ‘ (III 8). πλανᾶται δὲ καὶ περὶ τοὺς χρόνους 〈...〉 τὰ δὲ πράγματα εἴη ἂν ἐπὶ
10Ἰταλίας περὶ τὴν Κρότωνα [Κρότων γὰρ πόλις Ἰταλίας]· ὅθεν καὶ τὴν Ἀμαρυλλίδα ὑποτίθεται. φέρει δὲ ὁ ἐπικωμάζων μῆλα καὶ στεφάνους δῶρα τῇ Ἀμαρυλλίδι χάριν τοῦ προστε‐ θῆναι. ἡ δὲ οὐδὲ λόγου αὐτὸν ἀξιοῖ· διὸ καὶ δυσθυμεῖ, ὅτι οὐχ ὑπακούει, καὶ τὸν βίον οὕτω καταλῦσαι προῄρηται.

3

arg b

KGUEA τὸ δὲ εἶδος ἐπικωμαστικόν.

3

arg c

λέγει δὲ ὁ Βάττος.

3

1a

κωμάσδω: τὸ πρόσωπον οὐκ ἔστι φανερὸν τὸ λέγον. καὶ οἱ μέν φασιν αὐτὸν τὸν Θεόκριτον εἶναι διὰ τὸ σιμὸν καταφαίνεσθαι (v. 8 cum sch.)· οἱ δὲ Βάττον αἰπόλον τινά, ὃν ἐν τῷ Αἴγωνι εἰσάγει τῆς Ἀμαρυλλίδος ἐρῶνταKGUEAT
5(IV 38—40)· ἀπρεπὲς γὰρ Θεόκριτον τῆς ἀγρῴας ἐρᾶν, ὥστε καὶ ἐν ἀγρῷ διάγειν.

3

1b

τὸ κωμάζειν λέγεται ἐπὶ τῶν κατὰ νύκτα εἰς τὰς ἐρωμένας ἀπερχομένων. καὶ Ἀριστοφάνης ἐν Πλούτῳ (v. 1040)· ‘ἔοικε δ’ ἐπὶ κῶμον βαδίζειν.‘GUEAPT

3

1c*

UgEgκωμάσδω:〉 μετὰ ᾠδῆς καὶ μετὰ κώμου συν‐ διάγω, ἀπέρχομαι.

3

2a

καὶ ὁ Τίτυρος αὐτὰς ἐλαύνει: Τίτυρος ὄνομα κύριον. τινὲς δέ φασιν, ὅτι τοὺς Σειληνοὺς οὕ〈τωσ〉 οἱ Σικελιῶται· ἄλλοι δὲ τοὺς τράγους, ἕτεροι δὲ τοὺς Σατύρους, ἔνιοι ὄνομα πόλεως Κρήτης καὶ ἄλλοι τοὺς προπόλους τῶνKGUEAT
5θεῶν· τινὲς δὲ καὶ κάλαμον.

3

2b

οὐκ ἔστι δὲ ἄλλο ἢ ὄνομα αἰπόλου τινός.UEAT

3

2c

καὶ ὁ Τίτυρος: τοὺς τράγους τιτύρους λέγουσι· νῦνPT
δὲ ὄνομά ἐστιν αἰπόλου κατὰ ἐμφέρειαν τοῦ χαρακτῆρος.

3

2d

τὸν δὲ Τίτυρον οἱ μὲν κύριον, οἱ δὲ Σάτυρον εἶναί φασιν.

3

3a

KGUEAT ἐμὶν τὸ καλόν: διὰ τὸ κάλλος ἐμοὶ πεφιλημένε.
UEAT ἢ καλῶς ἀγαπώμενε, ὅ ἐστιν ἄξιε ἀγαπᾶσθαι.

3

3b

ἢ τὸ καλὸν ἀντὶ τοῦ λίαν.

3

3c

PT ἐμὶν τὸ καλὸν πεφιλαμένε: ἡμῖν διὰ τὸ κάλλος πεφιλημένε. ἢ τὸ καλὸν ἀντὶ τοῦ καλῶς. ἢ διὰ τὸ καλὸν [ἢ διὰ τὸ καλὸς] εἶναι.

3

4a

KGUEA καὶ ποτὶ τὰν κράναν: οὐκ ἔλαττον τῆς τροφῆς ὀνίνησι τὰ θρέμματα τὸ πιεῖν. Ὅμηρος (Ν 493)· ‘πιόμεν’ ἐκ βοτάνης.‘

3

4b

KGUEAPT καὶ τὸν ἐνόρχαν: ἢ τὸν τέλειον ἢ ἡμιτομίαν. Ὅμηρος (Ψ 147)· ‘πεντήκοντα δ’ ἔνορχα παρ’ αὐτόθι.‘

3

4c*

PT ἢ λάγνον.

3

5a

KgGUEAT κνάκωνα φυλάσσεο: λευκὸν ἢ πυρρὸν ἀπὸ τῆς κνήκου τοῦ σπέρματος.

3

5b

PT κνάκωνα: τὸν λευκὸν τράγον ἀπὸ τῆς κνήκου τοῦ σπέρματος λευκοῦ ὄντος.

3

5c

UgEg κνῆκος εἶδος φυτοῦ, οὗ ὁ καρπὸς πυρρακίζων.

3

5d

KGUEAT μή τι κορύψ: οὐ περισπᾶται. τὰ γὰρ ὑποτακτικὰ ὁμοίως ἡμῖν οἱ Δωριεῖς προφέρουσι.

3

5e

τὸ δὲ κορύψῃ ἀντὶ τοῦ κερατίσῃ. τὸ γὰρ κερατίζειν κορύπτειν οἱ Ἀττικοὶ λέγουσι διὰ 〈τὸ〉 συντρέχοντας ἀλλήλοις τοὺς κριοὺς [καὶ] ταῖς κορυφαῖς πλήττειν τε καὶ ῥήγνυσθαι.

3

5f

κορύψ: κερατίσῃ. 〈κερατίζειν〉 γὰρ κορύπτειν 〈οἱ〉 Ἀττικοὶ λέγουσι διὰ 〈τὸ〉 τοὺς κριοὺς ἀλλήλους ταῖς κορυ‐ φαῖς τύπτειν.P

3

.

7

τὸν ἐρωτύλον: τὸν ἐρωτικὸν ὑποκοριστικῶς, οὐχ ὥς τινες κυρίως. παροξύνονται δὲ τὰ τοιαῦτα πλὴν τοῦ Ὄξυλος καὶ τοῦ ‘παῖδ’ ὀλοφυρομένη Ἴτυλον‘ (τ 522)· οἷον ἐρωτύλος, Αἰσχύλος, Δριμύλος, Σιμύλος.KGUEAT

3

8/9a

ἦ ῥά γέ τοι σιμός: τινὲς διὰ τὸ σιμὸς τὸν Θεόκριτόν φασι 〈κωμάζειν〉, ἐπεὶ καὶ ἐν τοῖς Θαλυσίοις (VII 21 al.) Σιμιχίδας ὠνόμασται. πλὴν οὐκ αἰπόλος ὁ Θεόκριτος οὐδὲ Σιμιχίδας δύναται ἀπὸ τοῦ σιμὸς εἶναι, ἀλλ’ ἀπὸ Σι‐KGUEAP
5μίχου πατρωνυμικῶς.

3

8/9b

PT τινὲς δὲ διὰ τὸ σιμὸς τὸν Θεόκριτον οἴονται κωμά‐ ζειν, Σιμιχίδην καλοῦντες.

3

8/9c

προγένειος: ὁ πολλὰς καθειμένας τρίχας ἔχων τοῦ πώγωνος, ἤτοι ὁ πολυγένειος.KUgEg

3

8/9d

ἆρα σιμὸς καὶ πολυγένειός σοι καταφαίνομαι, ὦ νύμφη;K

3

10a

ἡνὶ δέ τοι: ἀντὶ τοῦ ἰδού. δασύνεται τὸ η 〈...〉 μετὰ ὀξέος τόνου· καὶ γὰρ παρὰ Ἀττικοῖς οὕτω προ‐KGUEAPT
φερόμενον.

3

10b

τηνῶθε: ἐξ ἐκείνου τοῦ τόπου. οἱ γὰρ Δωριεῖς τὸ ἐκεῖνος τῆνός φασιν.

3

.

11

GUEAPT ἐκέλευ: ἐκέλευσας ἦν καὶ κατὰ ἀποκοπὴν ἐκέλευ. ἢ κέλω λέγεται τὸ προστάσσω, ὁ παρατατικὸς ἐκελόμην ἐκέλου καὶ Αἰολικῶς ἐκέλευ· οἱ γὰρ Αἰολεῖς τὴν ου εἰς ευ τρέπουσιν.

3

12a

KGUEAPT θᾶσαι μάν: θέασαι δὴ τὴν λύπην, ἥτις τὴν ψυχήν μου ἀλγεῖν ποιεῖ. ἡ μεταφορὰ ἀπὸ τῶν ὁρατῶν ἐπὶ τὰ νοούμενα. Ὅμηρος (α 115)· ‘ὀσσόμενος πατέρ’ ἐσθλόν.‘

3

12b*

UEAT ἢ θᾶσαί μιν ἀντὶ τοῦ ἐμοῦ.

3

13a

KGUEAT ἁ βομβεῦσα: εὔχεται γενέσθαι μέλισσα, ἢ ἵνα κεντρίσας ἀντοδυνήσῃ ἢ ὑπὲρ τοῦ λαθεῖν εἰσελθών.

3

13b

μέλισσα: παρόσον ἐπὶ τῶν μήλων ἱζάνει· μῆλα δὲ πάντα τὰ ἄκρα τῶν δένδρων. Ὅμηρος (Ι 542)· ‘αὐτῇσι ῥί‐ ζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων.‘

3

13c

Ῥοῖκός τις Κνίδιος τὸ γένος ἐν Νίνῳ τῇ Ἀσσυρίων
ἰδὼν δένδρον εὐφυὲς κεκλιμένον, ἀπὸ δὲ τοῦ χρόνου πίπτειν μέλλον, κάμαξιν ἐνστηρίξας ἐπὶ πλέον μένειν ἐποίησεν. ἡ δὲ Νύμφη θεασαμένη χάριν αὐτῷ ὡμολόγησεν· ἡλικιῶτις γὰρ
5ἔφη εἶναι τοῦ φυτοῦ. καὶ ἐκέλευσεν αὐτόν, ὅ τι ἂν ἐθέλῃ, αἰτεῖν. ὁ δὲ τὴν συνουσίαν αὐτῆς ᾐτήσατο. ἡ δὲ ἔφη αὐτῷ, ὅτι τὸν καιρὸν τῆς μίξεως ἀφικνουμένη σοι μέλισσα προερεῖ. μήποτε οὖν μέμνηται ὁ Θεόκριτος τᾶς ἱστορίας ταύτης διὰ τὸ τὴν μέλισσαν διακονῆσαι πρὸς τὰ ἐρωτικά.

3

14[a]

UgEgPmτὸν κισσόν:〉 ἀγροικικῆς γὰρ οὔσης τῆς Ἀμα‐ ρυλλίδος οἰκίας εἰκὸς καὶ κισσὸν ἔχειν ἐν ἑαυτῇ.

3

14b

KGUEAPT πτέρις εἶδος βοτάνης ὁμοίας πτερῷ στρουθοκαμή‐ λου, ἀφ’ ἧς στιβάδες ἐπὶ κλίνης τῶν ἀγροίκων γίνονται διὰ τὴν μαλακότητα καὶ διὰ τὸ ἀποδιώκειν τῇ ὀσμῇ τοὺς ὄφεις.

3

14c

καλεῖται δὲ καὶ βλῆχρον.KPT

3

14d*

πτέριν:〉 βοτάνη συγκαμπτή.Kg

3

.

15

ἦ ῥα λεαίνας: οὐκ ἀφ’ ἱστορίας, ἀλλὰ διὰ τὸ ἄγριον. καὶ γὰρ Ἀχιλλεὺς Θέτιδος καὶ Πηλέως, ἀλλὰ διὰ τὸ ἄγριόν φησιν Ὅμηρος (Π 34)· ‘γλαυκὴ δέ ς’ ἔτικτε θάλασσα‘.KGUEAT

3

17[a]

κατασμύχων:〉 λεπτύνων, καίων, ξαίνων,UgEg
τήκων.

3

18a

KPT τὸ πᾶν λίθος: ὅλη λευκὴ οἷον ἄγαλμα μαρμάρι‐ νον. ἢ σκληρὰ καὶ ἄτεγκτε ἢ μόνον οὐχὶ ἀπολιθοῦσα τοὺς ὁρῶντας τῷ κάλλει, οἷόν τί φασι καὶ περὶ Γοργόνος.

3

18b

GUEAT τὸ πᾶν λίθος: ἤγουν σκληρὰ καὶ ἀδαμάντινε διὰ τὸ ἀνηλεὲς καὶ ἀνένδοτον ἢ μόνον οὐχὶ τοὺς προσορῶντας ἀπο‐ λιθοῦσα διὰ τὴν πρὸς τὸ κάλλος ὑπερβολὴν οἷον τὸ περὶ τὰς Γοργόνας.

3

18c

KGUEAT εἰ δὲ γράφεται διὰ τοῦ π λίπος, νοητέον οὕτως· εἰς ἣν ὀλισθαίνουσι πολλοὶ διὰ τὸν ἔρωτα· ὀλισθηρὰ γὰρ τὰ λιπαρά. ἢ ἡ βλέπουσα λιπαρόν τι καὶ λευκόν· Ὅμηρος (γ 408)· ‘λευκοί, ἀποστίλβοντες ἀλοιφῇ‘.

3

18d

PT ἐὰν δὲ γράφηται λίπος, ἔσται· εἰς ἣν ὀλισθαίνουσι πολλοὶ τῷ ἔρωτι· ὀλισθηρὰ γὰρ τὰ λιπαρὰ χωρία.

3

18e*

γράφεται καὶ τὸ πᾶν ἔπος.

3

.

21

KGUEAPT τὸν στέφανον τῖλαι: τὸ ἑξῆς· ἤτοι κατατῖλαι τὸν στέφανον εἰς λεπτά. στεφάνοις γὰρ ἐχρῶντο ἐν τῷ συμποσίῳ, ὥς φησιν Ἀριστοτέλης (fgm. 108 Rose, 1495b 4), εὐετηρίαν καὶ ἀφθονίαν αἰνιττόμενοι τροφῶν· στέψαι γὰρ τὸ πληρῶσαι,
5ὡς Ὅμηρος· ‘κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο‘.

3

23*

UgEgPgκαλύκεσσι:〉 τοῖς τοῦ κισσοῦ κορύμβοις.

3

24a

GUEAT ὁ δύσσοος: ὁ δυσχερῶς διωκόμενος. λαοσσόος γὰρ ἡ Ἀθηνᾶ ἡ λαὸν διώκουσα ἢ σῴζουσα. δύσσοον δὲ οἱ μὲν τὸν κακοδαίμονα, οἱ δὲ τὸν δυσχερῶς σῳζόμενον παρὰ τὸ σόος. καὶ Ὅμηρος (Α 344)· ‘ὅππως οἱ παρὰ νηυσὶ σόοι
5μαχέοιντο Ἀχαιοί‘.

3

24b

ὁ δύσσοος:〉 ὁ δυσχερῶς σῳζόμενος.Kg

3

24c

ὁ δύσσοος:〉 ὁ δυσκίνητος ἀπὸ τοῦ δυς καὶ τοῦ σεύω τὸ ὁρμῶ.UgEgPg

3

25/26a

Ὄλπις: ἤτοι ἐκεῖθεν ἁλοῦμαι, ὅθεν ὁ ἁλιεὺς Ὄλπις.KGUEA

3

25/26b

βαίτα δὲ ἡ μηλωτή. ἐτυμολογεῖται δὲ παρὰ τὸ βία καὶ τὸ αἴτης ὁ πτωχός· ἡ διὰ βίας αἱρεθεῖσα τοῦ αἴτου.G

3

25/26c

τὰν βαίταν:〉 τὴν μηλωτήν· ἡ διὰ τῆς βίας τῶν αἰτῶν αἱρεθεῖσα.UgEg

3

25/26d

τὰν βαίταν: τὴν μηλωτὴν ἢ τὴν διφθέραν, φησίν, ἀπορρίψας εἰς τὴν θάλασσαν ἐκεῖθεν ἁλοῦμαι, ὅ ἐστι πηδήσω, ὅθεν ὁ Ὄλπις ὁ ἁλιεὺς ἀγρεύει τοὺς ἰχθῦς.PT

3

25/26e

Ὄλπις δὲ ἀπὸ τοῦ λέπω λόπις ὑπερθέσει τοῦ ο· Ὄλπις, ὁ τοὺς λεπιδωτοὺς ἰχθύᾳς ἀγρεύων ἢ ὁ τοὺς ἔλλοπας ἀγρεύων. ἔστι δὲ πεποιημένον ἢ κύριον.KGUEAPT

3

25/26f

GUEAT Ὄλπις δὲ τὸ ὄνομα τοῦ ἁλιέως, ἤγουν παρὰ τὴν λε‐ πίδα τῶν ἰχθύων. ἢ παρὰ τὴν τοῦ σώματος σχέσιν· ὄλπην γάρ φασι τὴν λήκυθον, ὡς εἶναι παρὰ τὴν σμικρότητα τὸ ὄνομα.

3

25/26g

Ὄλπις ὁ τοὺς ἔλλοπας ἀγρεύων, ἵν’ ᾖ ἐπίθετον τῶν ἁλιέων. ἢ κατὰ διαφορὰν τῶν ἄλλων ἁλιέων· εἰσὶ γὰρ καὶ ἕτεροι, οἱ περὶ τὰ ὄστρεα ἀσχολούμενοι.

3

27a

KGUEA καἴκα μὴ ’ποθάνω: καὶ ἐὰν μὴ ἀποθάνω, φησίν, ὅμως εὐφρανθήσῃ, ὅτι ἔρριψα ἐμαυτόν.

3

27b

K τό γε μὰν τεόν: ἤγουν τό γε σὸν μέρος, ἤτοι κατὰ τὸ σὸν θέλημα, ἡδὺ τὸ θανεῖν μέ ἐστί σοι. ἢ ὅτι ὅσον περὶ σοῦ ἡδὺ τὸ θανεῖν ἐστί μοι.

3

27c

GUEAT τό γε μὰν τεόν: τό γε σόν, ἤγουν περὶ σοῦ, ἡδὺ τὸ θανεῖν ἐστί μοι. ἢ ὅτι ἡδύ σοί ἐστι τὸ θανεῖν με· ἡσθήσῃ γάρ, ὅτι ἐκινδύνευσα.

3

29a

KGUEAT τηλέφιλον: τὸ φύλλον τῆς μήκωνος, ὅπερ τύπτον‐ τες ἐσημειοῦντο τὸν ἔρωτα, εἰ ἀντερῶνται ὑπὸ τῶν ἐρωμένων, οἱ ἐρῶντες.

3

29b

βοτάνιον δέ ἐστιν ἐν τῇ πλήξει φωνοῦν, σημαῖνον φι‐ λεῖσθαί τινα ὑπὸ τοῦ ἐρωμένου ἢ τῆς ἐρωμένης. εἴρηται δὲ κατὰ κοινωνίαν 〈τοῦ τ〉 πρὸς τὸ δ, οἷον δηλέφιλόν τι 〈ὄν〉, τὸ δηλοῦν τὴν φιλίαν.

3

29c

ἔστι δὲ φυτάριόν τι, ὅ τινες τῶν ἐρωτικῶν τιθέντες
ἐπὶ τῶν ὤμων ἢ τῶν καρπῶν ἐπικρούουσι. καὶ ἐὰν μὲν ἐρυθρὸν 〈γένηται〉, καλοῦντες αὐτὸ ῥόδιον νομίζουσιν ἀγα‐ πᾶσθαι ὑπὸ τῶν ἐρωμένων, τοῦ χρώματος δ’ ἐμπρησθέντος
5ἢ ἑλκωθέντος μισεῖσθαι.

3

29d

GUEAT τηλέφιλον: ῥιζίον τι θαμνῶδες, κάτωθεν δὲ ἀνα‐ βαίνει τρίκλωνον, τοὺς δὲ κλῶνας ἔχει δοχμῆς μείζονας σπι‐ θαμιαίας. τὰ δὲ φύλλα ἔοικε τῷ σπειρομένῳ λωτῷ. λοβὸν δὲ ἀφίησιν ἑλικοειδῆ, ἐν ᾧ τὸ σπέρμα· οὗ ἐπιχριομένου ὁ χρὼς
5ἐξαιμάττεται καὶ τύπους τινὰς λαμβάνει. οὐ μόνον δὲ ἐπὶ τὰς χεῖρας τὸ τηλέφιλον, ἀλλὰ καὶ ἐπὶ τὸν ὦμον τιθέντες, ἔσθ’ ὅτε καὶ ἐπὶ τὸν πῆχυν, ἀπεπειρῶντο τοῦ ψόφου.

3

29e

τηλέφιλον: τηλέφιλόν ἐστι τὸ φύλλον τῆς μήκωνος. ἄλλοι δὲ βοτάνην ἑτέραν λέγουσιν εἶναι τὸ τηλέφιλον. εἴτε δὲ τοῦτο εἴτε ἐκεῖνό ἐστιν, ἀναλαμβάνεται παρὰ τῶν ἐρώντων τὸ τηλέφιλον, καὶ πληττόμενον εἰ ψόφον ἀπετέλει, ἐδίδουPT
5αὐτοῖς σημειοῦσθαι, ὅτι ἀντερῶνται ὑπὸ τῶν ἐρωμένων. εἴρη‐ ται δὲ τὸ τηλέφιλον κατὰ κοινωνίαν τοῦ τ πρὸς τὸ δ, οἱονεὶ δηλέφιλον, τὸ δηλοῦν τὸν φίλον.

3

29f

ποτεμάξατο: προήκατο τὸν ἐξ αὐτοῦ γινόμενον ψόφον, διὰ τὸ μὴ κτύπον ποιῆσαι πρὸς τὸν πῆχυν.KUgEg

3

29g

KGUEAT πλατάγημα: τὸ πλαταγώνιον. ἔστι δὲ τὸ τῆς μήκω‐ νος φύλλον, ὃ τιθέντες κατὰ τὸν ἀντίχειρα καὶ τὸν λιχανὸν δάκτυλον τύπτουσι τῇ δεξιᾷ, ὥστε πλατάσσειν.

3

.

30

ἀλλ’ αὕτως ἁπαλ: τοὺς δακτύλους καλεῖ μετα‐
φορικῶς 〈πῆχυν—κυρίως γὰρ πῆχυς τὸ〉 ἀπὸ τοῦ ἀγκῶ‐ νος—καί φησι· πρὸς τὸν πῆχυν ἐξεμαράνθη ψόφον μὴ ποιῆσαν.

3

31a

Γροι: τινὲς ὄνομα κύριον τὸ Γροιώ· οὐδέποτε γὰρ τὴν γραῖαν οὕτως φασί. τινὲς δὲ 〈ἀγροι,〉 τὴν ἐπὶ τῶν ἀγρῶν τρεφομένην.

3

31b

P ἀγροι: ἡ ἐπὶ τῶν ἀγρῶν. ἢ κύριον ὄνομα.

3

32a

KGUEAT ποιολογεῦσα: ἀναλεγομένη τοὺς στάχυας. ποίαν δὲ ἴσως τὸν πυρὸν κατ’ ἐξοχήν, ἀφ’ οὗ καὶ τὸν ἐνιαυτὸν ποίαν ἐκάλεσαν.

3

32b

UEAT ποία κυρίως ὁ πυρός. ἢ ἀπὸ τοῦ ποία ἡ βοτάνη.

3

32c

K ἡ πρὶν καλάμην συλλέγουσα καὶ σταχυολογοῦσα.

3

32d

P ποιολογεῦσα: ἀσταχυολογοῦσα. κυρίως δὲ ποία ὁ πυρός.

3

32e

KGUEAT παραιβάτις: ἢ ὄνομα κύριον ἢ ἡ παροδῖτις.

3

32f

GUEAT ἢ 〈ἡ〉 παραπορευομένη [θεὸς ἢ] ἔριθος.

3

35a

KGUEAT ἐριθακίς: μισθώτρια ὑποκοριστικῶς. ἢ ὄνομα κύριον. ἔστι δὲ καὶ ὄρνεον, ἀφ’ οὗ τὸ ὄνομα.

3

35b

PT ἐριθακίς: ἢ ἔριθος καὶ μισθία ἢ ὄνομα κύριον.

3

35c*

UgEgἐριθακίς:〉 ἡ περὶ τὰ ἔρια θακοῦσα.

3

36a

GUEAT ἐνδιαθρύπτ: ἀπονοῇ, ἐμβλακεύῃ, σπαταλᾷς, τρυφᾷς.

3

36b

Kgἐνδιαθρύπτ:〉 ἀκκίζῃ, κενοδοξεῖς, σπαταλᾷς.

3

36c

Ugἐνδιαθρύπτ:〉 ἀποσεμνύνῃ μοι ἤτοι κενοδοξεῖς.

3

.

37

ἅλλεται ὀφθαλμός μευ: δοκοῦσιν ὄψεσθαί τινα τῶν οἰκείων, ἂν ἅλλωνται οἱ ὀφθαλμοί [μου].KGUEAT

3

.

38

ἀσεῦμαι: Ἰωνικῶς λυπηθήσομαι, ἀδημονήσω· ἄση γὰρ ἡ ἀδημονία. τινὲς δὲ ἀντὶ τοῦ πλησιάσω.K

3

40-42[a]

ἐντεῦθεν ἄρχεται τῆς ᾠδῆς.UgEg

3

40-42b

Ἱππομένης: Ἱππομένης ὁ υἱὸς 〈Μεγ〉αρέως τῆς Σχοινέως Ἀταλάντης τῆς δρομαίας ἐρασθεὶς Ἀφροδίτης συν‐ εργούσης ἔδραμεν ἐπὶ τὸν ἀγῶνα. ἢ γὰρ ἔδει τὸν ἀγωνιζό‐ μενον τῷ δρόμῳ ἡττηθέντα θνήσκειν ἢ παρελθόντα δρόμῳKGUEAT
5λαμβάνειν τὴν κόρην. ἔχων οὖν παρὰ τῆς θεᾶς 〈παραγενο‐ μένησ〉 τῷ δρόμῳ μῆλα χρυσᾶ 〈ἐκ〉 τοῦ τῶν Ἑσπερίδων κήπου ἔρριπτεν ἕκαστον αὐτῶν. οὕτως 〈δὲ〉 ἀσχολουμένης τῆς κόρης περὶ τὴν τῶν μήλων συλλογήν, ἐλείφθη. λαβὼν δ’ αὐτὴν
γυναῖκα μετεμορφώθη εἰς λέοντα ἐν ἱερῷ τόπῳ συνελθὼν αὐτῇ

3

40-42c

UEAT ἐγκρατὴς ἐγένετο Ἱππομένης ὁ 〈Μεγ〉αρέως τῆς Ἀτα‐ λάντης μῆλα χρυσᾶ λαβὼν παρ’ Ἀφροδίτης ἐκ 〈τοῦ〉 τῶν Ἑσπερίδων κήπου.

3

40-42d

KGUEAPT δ’ Ἀταλάντα: δύο Ἀταλάνται εἰσίν, ἡ μὲν Ἀρκα‐ δίας, ἡ δὲ Βοιωτίας. ἡ Σχοινέως τοίνυν θυγάτηρ Βοιωτικὴ οὖσα καὶ δρομαία προέθετο τὸν γάμον αὐτῆς, εἴ τις νικήσει αὐτὴν δρόμῳ. καὶ πολλοὺς θελήσαντας λαβεῖν αὐτὴν νικήσασα
5ἀνεῖλεν. Ἱππομένης οὖν λαβὼν χρυσᾶ μῆλα ἐξ Ἀφροδίτης [καὶ] παραγενομένης τῷ δρόμῳ ἔρριπτεν ἕκαστον αὐτῶν εἰς τοὐπίσω. ἡ δὲ εὐθέως περὶ τὸν ἵμερον τῶν μήλων ἐγένετο καὶ ἡττήθη, ὁ δὲ δι’ αὐτῶν ἐνίκησεν. ἡ δὲ Ἀρκαδικὴ Ἀτα‐ λάντη ἦν τοξότις δεινή.

3

40-42e

KGUEA ὡς εἶδεν: ὅτε εἶδε 〈...〉 τῶν μήλων αὐτοῦ ἐρα‐ σθεῖσα.

3

40-42f

PT ὡς ἴδεν, ὡς ἐμάνη: ἀντὶ τοῦ εὐθέως. καὶ Ὅμηρος
(Τ 16)· ‘ὡς ἴδεν, ὥς μιν μᾶλλον ἔδυ χόλοσ‘.

3

40-42[g]

UgEgPm ἐπιμονὴ τὸ σχῆμα καὶ ἐπανάληψις καὶ ἔστι τῆς γλυ‐ κύτητος.

3

43-45a

τὰν ἀγέλαν χὡ μάντις 〈ἀπ’ Ὄθρυος ἆγε〉 Μελάμπους: Νηλεὺς ὁ Τυροῦς καὶ Κρηθέως τὴν θυγατέρα Πειρὼ ἐκείνῳ δώσειν ἔφη γυναῖκα τῷ ἐξάξοντι τὰςKG1.2U1.2E1.2A1.2
KG1U1E1A1 βοῦς αὐτοῦ ἀπὸ Ἰφίκλου ἐκ Φυλάκης. Βίας δὲ ὁ Μελάμ‐
5ποδος ἀδελφὸς ἤρα αὐτῆς σφόδρα. ὁ οὖν Μελάμπους ἐλθὼν εἰς τὴν Ἰφίκλου χώραν διὰ τὰς βοῦς ἐδεσμεύθη παρ’ Ἰφίκλου. μέλλοντος δὲ τοῦ δωματίου, ἐν ᾧ ἦν, πίπτειν μάντις ὢν προεμήνυσεν. ἐφ’ ᾧ καταπληχθεὶς ὁ Ἴφικλος ἔλυσεν. ἄγονον δὲ ὄντα τὸν Ἴφικλον ποιήσας γόνιμον ἔλαβε τὰς βοῦς τρόπῳ
10τοιῷδε (sequitur sch. c).

3

43-45b

τὰν ἀγέλαν χὡ μάντις ἀπ’ Ὄθρυος: Νηλεὺς ἔχων θυγατέρα Πειρὼ οὐκ ἐδίδου αὐτήν τινι γυναῖκα εἰ μὴ τῷ συν‐ τιθεμένῳ ἀγαγεῖν αὐτῷ τὰς Ἰφίκλου βοῦς. Μελάμπους δὲ θέλων τῷ οἰκείῳ ἀδελφῷ Βίαντι τὴν κόρην δοῦναι τὸν κίν‐PT
5δυνον ὑπέστη. συλληφθεὶς δὲ ὑπὸ τῶν βουκόλων τοῦ Ἰφί‐ κλου ἐν φυλακῇ ἐβλήθη. καὶ ἐκεῖ ὢν ἤκουσε λεγόντων τῶν σκωλήκων ἐλάχιστον εἶναι τὸ περιττεῦον τῆς δοκοῦ εἰς διά‐ βρωσιν καὶ προμηνύσας τῷ Ἰφίκλῳ τὴν τοῦ δόμου πτῶσιν ἐθαυμάσθη ὑπ’ αὐτοῦ. καὶ ἤρετο αὐτὸν ὡς μάντιν, πῶς ἂν
10παῖδας ποιήσῃ. ἄτεκνος γὰρ ἦν ἐκ τοιαύτης αἰτίας (sequi‐ tur sch. c).

3

43-45c

KGUEAPT Φυλάκῳ τῷ πατρί, ἀφ’ οὗ καὶ ἡ χώρα Φυλάκη ἐκα‐ λεῖτο, ἐκτέμνοντι ὁ Ἴφικλος παῖς ὢν παρίστατο· ὃν ἐκπλῆξαι ὁ πατὴρ θέλων ἣν εἶχε μάχαιραν εἰς τὸ πλησίον δένδρον ἐμ‐ πῆξαι ὥρμησε, καὶ συνέβη ἐπενεγκεῖν αὐτὴν τοῖς μορίοις τοῦ
5παιδός. ἐπεὶ δὲ ἄγονος ἦν ὁ Ἴφικλος, εὑρὼν ὁ Μελάμπους τὴν μάχαιραν ἐκέλευσε τὸν ἰὸν ἀποξέσαντα πίνειν. καὶ οὕτως αὐτὸν πατέρα ἐποίησε καὶ λαβὼν τὰς βοῦς διὰ τούτων τῷ ἀδελφῷ Βίαντι τὸν τῆς Πειροῦς γάμον περιεποιήσατο.

3

43-45d

PT ἡ ἱστορία παρὰ Ἀπολλωνίῳ (Argon. I 118—121 cum sch.).

3

43-45e

GUEAT χὡ μάντις ἀπ’ Ὄθρυος: καὶ ὁ Μελάμπους ἦγε τὴν Ἰφίκλου ἀγέλην Νηλεῖ εἰς Πύλον, ἵνα ἄγηται τῷ ἀδελφῷ τὴν Πειρώ, ἥτις ἔτεκεν Ἀλφεσίβοιαν, μητέρα Μελάμποδος ἴσως ἑτέρου.

3

43-45f*

PT π’ Ὄθρυος: οἱ μὲν πόλεως ὄνομά φασιν εἶναι τὸ Ὄθρυς, οἱ δὲ τὴν φυλακήν. ἤγουν· ἀπὸ τῆς φυλακῆς, ἐν ᾗ ἐφυλάσσοντο οἱ βόες, ἢ ἀπὸ τῆς πόλεως, ἐν ᾗ ἦσαν.

3

43-45g

KGUEAT Μελάμπους δὲ ἐκλήθη, ὅτι γεννηθεὶς ἐξετέθη παρὰ τῆς μητρὸς Ῥοδόπης ἐν ὑλώδει τόπῳ, παντὸς δὲ τοῦ σώματος σκεπομένου μόνους ἦν γυμνὸς τοὺς πόδας καὶ ἐξεκαύθη ὑπὸ τοῦ ἡλίου. διὰ τοῦτο Μελάμπους ἐκλήθη.

3

43-45h

Ἀλφεσιβοίης: Αἰόλου τοῦ Ἕλληνος Σαλμωνεύς, ἐξ οὗ Τυρώ, ἐξ ἧς καὶ Κρηθέως Νηλεύς, ἐξ οὗ Πειρώ, ἐξ ἧς Ἀλφεσίβοια.KGUEAPT

3

46*

Κυθέρειαν:〉 τὴν Ἀφροδίτην παρὰ τὸ αἰτίαν εἶναι τοῦ κύειν.UgEg

3

48a

KGUEAT ὥστ’ οὐδὲ φθίμενόν νιν: ὥστε οὐδὲ τελευ‐ τήσαντα τὸν Ἄδωνιν τοῦ ἰδίου αὐτῆς μαστοῦ χωρίζει, ἀλλ’ ἀεὶ αὐτῷ καὶ τελευτήσαντι συμπάρεστι. δοκεῖ δὲ ὁ Ἄδωνις ἓξ μῆνας παρὰ Περσεφόνῃ ποιεῖν, ὁμοίως δὲ καὶ παρὰ
5Ἀφροδίτῃ.

3

48b

ἄτερ μαζοῖο:〉 ἄνευ τοῦ συγκαθεύδειν καὶ προσ‐ στερνίζεσθαι.

3

48c

ὥστ’ οὐδὲ φθίμενόν νιν: δοκεῖ γὰρ ὁ Ἄδωνις ἓξ μὲν μῆνας παρὰ Περσεφόνῃ, ἓξ δὲ παρὰ Ἀφροδίτῃ εἶναι.P

3

48d

λέγεται δὲ περὶ τοῦ Ἀδώνιδος, ὅτι καὶ ἀποθανὼν ὁ Ἄδωνις ἓξ μῆνας ἐποίησεν ἐν ταῖς ἀγκάλαις τῆς Ἀφροδίτης, ὥσπερ καὶ ἐν ταῖς ἀγκάλαις τῆς Περσεφόνης. τοῦτο δὲ τὸ λεγόμενον τοιοῦτόν ἐστιν ἀληθῶς· ὅτι ὁ Ἄδωνις ἤγουν ὁGUEAPT
5σῖτος ὁ σπειρόμενος ἓξ μῆνας ἐν τῇ γῇ ποιεῖ ἀπὸ τῆς σπορᾶς καὶ ἓξ μῆνας ἔχει αὐτὸν ἡ Ἀφροδίτη, τουτέστιν ἡ εὐκρασία τοῦ ἀέρος· καὶ ἔκτοτε λαμβάνουσιν αὐτὸν οἱ ἄνθρωποι.

3

49-51a

ὁ τὸν ἄτροπον: ἄτρεπτον, ἀμετακίνητον, αἰώνιον καθεύδων ὕπνον. φασὶ γάρ, ὡς Ἐνδυμίωνος ἠράσθη ἡ Σελήνη κατὰ τὸ Λάτμιον ὄρος τῆς Καρίας κυνηγετοῦντος. φιλοκύνηγος δὲ ὢν ἡμέρας ὕπνωττε, κατὰ τὰς νύκτας δὲ λαμ‐KGUEAT
5πούσης τῆς Σελήνης ἐθήρευε διὰ τὸ τὰ θηρία κατὰ τοῦτον τὸν καιρὸν ἐξιέναι. οὕτως Νίκανδρος (cf. fgm. 24 Schneider in sch. Apoll. infra cit.). μακαρίζω, φησί, διὰ τὸ ἐκεῖνον μὲν φιλεῖσθαι ὑπὸ Σελήνης, ἐμὲ δὲ ὑπὸ σοῦ μισεῖσθαι.

3

49-51b

Ἐνδυμίων παρὰ τοῖς θεοῖς διατρίβων ἠράσθη Ἥρας. ἐφ’ ᾧ χαλεπήνας ὁ Ζεὺς ἐποίησε διαπαντὸς καθεύδειν ἀθά‐ νατον, τὸ δὲ ἄντρον, ἐν ᾧ ἐκάθευδεν, ἐν Λάτμῳ τῆς Καρίας.

3

49-51c

ζαλωτὸς μέν: Ἐνδυμίωνος ἠράσθη Σελήνη καὶ κατὰ τὸ ὄρος τὸ Λάτμιον τῆς Καρίας κυνηγετοῦντι ἐμίγη· καὶ ἀλ‐ ληγοροῦσιν, ὡς 〈...〉 φιλοκύνηγος ὢν τῇ Σελήνῃ συνεθήρα νυκτός, ἡμέρας δὲ ὕπνωττεν.PT

3

49-51d

Ἰασίωνα: Ἰασίων ὁ Κρής, Κρήτης βασιλεύς, υἱὸς ἦν Μίνωος καὶ Φρονίας νύμφης. τούτῳ ἐν λειμῶνι κοιμω‐ μένῳ ἡ Δημήτηρ συνῆλθε καὶ ἔτεκε τὸν Πλοῦτον.KGUEAPT

3

49-51e

βέρβαλοι: ἀμύητοι, ἀμυστηρίαστοι, μυστήρια μὴ ἔχοντες. παρεμφαίνει δὲ μυστικὸν τὸν ἔρωτα Ἰασίωνος καὶ Δήμητρος.KGUEAT

3

.

52

τὰν κεφάλαν: ὡς ἡμέραν. πολλὰ γὰρ 〈Αἰολικὰ〉 σῴζεται παρὰ Συρακουσίοις.

3

54a

ὡς μέλι τοι: ὅπως τοῦτό σοι ὡς μέλι γλυκὺ κατὰ βρόχθοιο, τουτέστι τοῦ φάρυγγος, γένηται.KGUEAPT

3

54b*

PT ὡς μέλι τοι γλυκὺ τοῦτο κατὰ βρόχθοιο γέ‐ νοιτο: βρόχθος λέγεται τὸ ἐπίλακκον μέρος, τὸ μετὰ τὸν
τράχηλον, ποιὸν ἦχον ἀποτελοῦν.

4

t

Νομεῖς

4

arg a

KGUEAPT 〈Ἐπιγράφεται〉 τὸ εἰδύλλιον τοῦτο 〈Αἰπολικὸν καὶ〉 Βουκολικόν. ἔστι Βάττος μὲν αἰπόλος, Κορύδων δὲ βουκόλος, οἳ πρὸς ἀλλήλους διαλέγονται ἀμοιβαίως. ὑποτίθεται δὲ τὸν Κορύδωνα βοῦς νέμοντά τινος Αἴγωνος, ὅν φησιν εἰς Ὀλυμ‐
5πίαν ὑπὸ Μίλωνος τοῦ παλαιστοῦ ἀπαχθῆναι λίαν ἰσχυρὸν ὄντα, ὅπως ἀγωνίσηται· τὸν δὲ Βάττον ταῦτά τε πυνθανόμε‐ νον καὶ λέγοντα, ὅτι κακοῦ ἔτυχον αἱ βόες βουκόλου καί εἰσι λεπταί. τὰ δὲ πράγματα ἐν Κρότωνι τῆς Ἰταλικῆς ὑπόκεινται.

4

arg b

KGUEA Βάττος αἰπόλος καὶ Κορύδων βουκόλος ἀμοιβαίως πρὸς ἀλλήλους διαλέγονται. τὰ δὲ πράγματα ἐν Κρότωνι τῆς Ἰτα‐ λικῆς. αἱ δὲ βόες Αἴγωνος· οὗτος πεπόρευται Ὀλύμπια μετὰ
Μίλωνος ἀγωνιούμενος.

4

arg c

οὐ πάντως δὲ ὁ Θεόκριτος γέγονε κατὰ τοὺς αὐτοὺς χρόνους τῷ Μίλωνι, ἐπεὶ μέμνηται αὐτοῦ, ἀλλ’K1.2GUEAT

4

arg d

KGUEAT
ἔστι πολὺ νεώτερος, εἴγε ὁ Μίλων τὴν ξʹ πάλην νικᾷ παίδων, ὁ Θεόκριτος δέ, ὥσπερ ἐδείξαμεν (cf. arg. III a cum adn.), κατὰ τὴν ρκδʹ Ὀλυμπιάδα ἤκμαζεν.

4

arg e

ἀρχαιότερος οὖν ὁ Μίλων· μέμνηται δὲ αὐτῶν τῶν πραγμάτων.KGUEAPT

4

3a

ἦ πᾴ ψε: τὸ ψε οἱ Δωριεῖς ἀντὶ τοῦ σφε· ἤτοι ἦπού σφε, τουτέστιν ἦπου αὐτὰς ἐφ’ ἑσπέρας πάσας ἀμέλγεις;KGUEA

4

3b

εἰώθασι γὰρ οἱ νομεῖς μετὰ τὸ τοῖς δεσπόταις ἀμέλξαι τὸ γάλα ὕστερον καὶ ἑαυτοῖς λάθρα ἀμέλγειν.KGUEAT

4

3c

ἦ πᾴ ψε: ἦπου αὐτάς· τὸ γὰρ ψε ἀντὶ τοῦ σφε Δωρικῶς.PT

4

4a

ὑφίητι τὰ μοσχία: πῶς, φησί, δύναμαι ἀμέλγειν λάθρα, ὅπου γε ὁ πατὴρ τοῦ Αἴγωνος ὑποβάλλει τὰ ἴδια;KGUEAT

4

4b

ἀλλ’ ὁ γέρων ὑφίητι: ὑφίησιν, ὑποβάλλει. ὁ δὲ γέρων οὗτος τάχα ἂν εἴη 〈ὁ〉 πατὴρ τοῦ Αἴγωνος.PT

4

4[c]

ὑφίητι:〉 καλλίστως τέθειται τὸ ὑφίησιν ἀντὶ τοῦ ὑποκάτω βάλλει.Pm

4

4[d]

μοσχία τοὺς ὑπομαζίους μόσχους φησί.UgEg

4

.

5

KGUEAT αὐτὸς δ’ ἐς τίν’ ἄφαντος: ὁ δὲ βουκόλος, φησίν, εἰς τίνα χώραν ᾤχετο ἀφανὴς γενόμενος ἤδη;

4

6a

οὐκ ἄκουσας: οὐκ ἀναγέγραπται ὁ Αἴγων νενικη‐ κὼς Ὀλύμπια.

4

6b

KGUEAPT π’ Ἀλφειόν: ἀντὶ τοῦ ἐπὶ τὴν Ὀλυμπίαν· παραρρεῖ γὰρ αὐτὴν ὁ Ἀλφειός.

4

6c

GUEAT Μίλων: τὸν Κροτωνιάτην Μίλωνά φησιν, ὃν καὶ Ἀριστοτέλης (fgm. 477 Rose, 1556b 3—9) πολυφάγον φησί. λέγουσι δὲ αὐτὸν εἶναι καὶ ἀνδρεῖον. ἐβρώθη δὲ ὑπὸ κυνῶν· ἐλθὼν γὰρ εἰς ὄρος καὶ εὑρών τινας δένδρον σχίζοντας, σφῆνα
5δὲ βαλόντας μέσον τοῦ ξύλου, θέλων ἐκβαλεῖν αὐτὸς τὸν σφῆνα ἐκρατήθη ἐκεῖ καὶ οὕτως ἐτελεύτησε.

4

7a

KGUEAT καὶ πόκα τῆνος: καὶ πότε ἐκεῖνος ἔλαιον εἶδεν, ὃ κατὰ τὰ γυμνάσια ἀλείφονται; ἥκιστα γὰρ οἱ ἀγροῖκοι ἐλαίῳ χρῶνται. οὐχ ὥς τινες ἀναγινώσκουσιν ἐλαιόν, ὡς ἀραιόν, ἵν’ ᾖ σημαῖνον τὸ ἀγριέλαιον, ἐξ οὗ ὁ Ὀλυμπιακὸς στέφανος
5σύγκειται. ἀγνοοῦσι γάρ, ὅτι ὁ Ὀλυμπιακὸς στέφανος ἐκ τῆς καλλιστεφάνου ἐλαίας λεγομένης δίδοται, ἥτις 〈...〉 ἀπέχει σταδίων ὀκτώ, ὥς φησιν Ἀριστοτέλης (De mir. ausc. 51,
834a 12).

4

7b

τινὲς ἐλαιὸν ὀξυτόνως ἐκδεχόμενοι τὸν ἐξ ἀγριελαίας στέφανον οὕτως καλοῦσι.GUEAT

4

7c

PT ἔλαιον ἐν ὀφθαλμοῖσιν: ἔλαιον, [ἐν] ᾧ οἱ ἀγωνι‐ ζόμενοι ἀλείφονται. ἢ ἔλαιον τὸ ἀγριέλαιον, ὅ ἐστι κότινον, ᾧ οἱ νικήσαντες στεφανοῦνται.

4

.

8

KGUEAT κάρτος ἐρίσδεν: γράφεται κάλλος, καὶ ἔστι κάλ‐ λιον, ἵνα μὴ διττολογήσῃ βίην καὶ κάρτος λέγων.

4

.

9

ἔφαθ’ ἁ μάτηρ: τοῦτο ἀμφίβολον· ἢ τὸν Αἴγωνα ἔφη κρείττονα εἶναι τοῦ Πολυδεύκους ἢ ἐμέ.K

4

10a

σκαπάναν: δίκελλαν ἢ ἄμην· οἱ γὰρ γυμνασταὶ τούτοις ἐχρῶντο ὑπὲρ γυμνασίας, τῇ σκαπάνῃ σκάπτοντες καὶ τὰ ἄνω μέρη τοῦ σώματος ἀναρρωννύντες [οἱ ἀθληταί].KGUEAT

4

10b

κᾤχετ’ ἔχων σκαπάναν: σκαπάνη ἐστὶ σκαφίον, ὃ οἱ Ἀττικοὶ ἄμην λέγουσι. χρῶνται δὲ αὐτῷ πάντες μὲν οἱ ἀθληταί, μάλιστα δὲ οἱ πύκται.PT

4

10c

εἴκοτι τουτόθι μῆλα: θρέμματα. λέγει δὲ τούτωνKGUEAT
τὰ κρέατα, ἵνα ἔχῃ κρεωφαγεῖν. ὅτι δὲ μῆλα οὐ μόνον τὰ πρόβατα, ἀλλὰ καὶ πάντα τὰ θρέμματα, λέγει Ὅμηρος (Ρ 550)· ‘ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει‘· οἱ γὰρ
5ἀρχαῖοι βοείοις ἐχρῶντο κρέασιν.

4

10d

PT μῆλα δὲ τὰ πρόβατα. ἐκ δὲ τούτου τὰ κρέατά φησιν, ἵν’ ἔχῃ τρώγειν.

4

10e

KGUEAT τουτόθι μᾶλα: ἐντεῦθεν μῆλα. αὐτὸν δὲ τὸν καρ‐ πὸν τῶν μήλων λέγει, καθὰ καὶ Μίλων ῥοιὰν ἔχων ἠγωνίζετο.

4

11a

τὸ λυσσᾶν ἴδιον τῶν κυνῶν· ἀλλ’ ἴσως λέγει, ὅτι πείσει καὶ τοὺς λύκους τὸ παρὰ τὴν συνήθειαν ὑπομεῖναι. φησὶν οὖν, ὅτι καὶ τοὺς λύκους ἐκμήναι ἂν ὁ Μίλων, ὅπου γε καὶ τὸν Αἴγωνα τὸν ἀγροῖκον ἐπὶ τὸν ἀγῶνα ἀποδύσασθαι
5ἠνάγκασεν.

4

11b

PT πείσαι τοι Μίλων: καὶ τοὺς λύκους τὰ τῶν κυνῶν ἤθη ἀπομάξασθαι καὶ λυσσᾶν πείσει ὁ Μίλων, ἐπεὶ ἐργάτην ἀθλῆσαι ἔπεισε.

4

11c

UgEgλυσσᾶν:〉 ἤγουν τὰ τῶν κυνῶν ἤθη ἀναδέξασθαι.

4

.

12

KGUEA δαμάλαι: αἱ νέαι βόες αἱ εἰς τὸ δαμασθῆναι ἐπι‐ τήδειαι.

4

.

13

KUgEg ὡς κακὸν εὗρον τὸν βουκόλον, τὸν Αἴγωνα, διότι κατέλιπεν αὐτάς.

4

.

14

K λῶντι νέμεσθαι: καὶ οὐκέτι θέλουσι νέμεσθαι, δηλονότι ζητοῦσαι τὸν Αἴγωνα.

4

.

15

KGUEAT τᾶς πόρτιος: πόρτιας τὰς ἀκμαζούσας βοῦς, ἐφ’ ἃς οἷόν τε τοὺς ταύρους πορεύεσθαι, ὅ ἐστιν ὀχεύεσθαι· ἢ τὰς ἐν τῷ πόρῳ, τουτέστιν ἐν τῇ ὁδῷ, ἰούσας.

4

16a

πρῶκας: τὴν σταγόνα τῆς δρόσου. Καλλίμαχος (H. Apoll. 40sq.)· ‘ὥς κεν ἐκεῖναι πρῶκες ἔραζε πεσοῦσαι.‘ 〈...〉 ‘†προίκιον ἐκδακερος† εἶδαρ ἔδων‘ (Callimachi fgm. 542 Schneider, II 683).

4

16[b]

μὴ πρῶκα σιτίζεται: πρὼξ εἶδος βοτάνης, ἥτις ἀναφύει ἅμα τῷ φανῆναι τοὺς τέττιγας. λέγεται δὲ πρὼξ καὶ ἡ δρόσος.PT

4

16c

πρῶκας:〉 πρωϊνὴν δρόσον.Kg

4

16d

πρὼξ ἡ δρόσος ἀπὸ τοῦ πρωΐ πέμπεσθαι.Eg

4

17[a]

οὐ Δᾶν:〉 οὐ μὰ τὴν Γῆν· οἱ γὰρ Δωριεῖς τὸ γ εἰς δ τρέπουσιν.UgEg

4

17b

Αἴσαρος ποταμὸς παραρρέων τὴν Κρότωνα. ἔστιKGUEAT
δὲ καὶ ἄλλος, ποταμὸς Σικελίας.

4

17c

PT π’ Αἰσάροιο: Αἴσαρος ποταμὸς διὰ μέσης τῆς πό‐ λεως τῶν Κροτωνιατῶν ῥέων εἰς τὴν θάλασσαν.

4

18a

KGUEAT κώμυθα δίδωμι: κώμυς ἡ δέσμη, ὡς Κρατῖνος (fgm. 299 Kock Com. att. fgm. I 99)· ‘ὁ δὲ μετ’ Εὐδήμου τρέχων κώμυθα τὴν λοιπὴν ἔχων τῶν †πρωω톑.

4

18b

PT κώμυθα: τὸ δεμάτιον.

4

19a

KGUEAT σκαίρειν κυρίως τὸ σκιρτᾶν, ἀφ’ οὗ καὶ σκάρις· νῦν δὲ τὸ νέμεσθαι. ἔνθεν καὶ σκαρθμὸς ὁ ποὺς παρ’ Ἀράτῳ (Phaen. 281).

4

19b

KUgEg Λάτυμνον: τῆς Λακωνικῆς ὄρος 〈ἢ〉 περὶ Κρότωνα.

4

19c

PT Λάταμνον: ὄρος Κρότωνος. βαθύσκιον δὲ τὸ ἄγαν σύνδενδρον. γράφεται δὲ καὶ βαθύσχινον.

4

20-22a

KGUEAT ὁ πύρριχος: τινὲς παροξυτόνως πυρρίχος.
ἔστιν οὖν ὑποκοριστικὸν Αἰολικόν· τὸ γὰρ καθ’ ἡμᾶς, πύρ‐ ριχος [ὀσκάριος]. τινὲς δὲ πύρριχον Ἠπειρωτικὸν ἤκουσαν ἀπὸ Πύρρου τοῦ ἐκεῖ βασιλεύσαντος· δοκοῦσι δὲ οἱ βόες ἐκεῖνοι
5λείψανον εἶναι τῶν Γηρυονείων.

4

20-22b

πύρριχος δὲ κατά τινας ὁ εὐκίνητος ἀπὸ τοῦ πυρὸς εὐκινήτου ὄντος. τινὲς δὲ τὸν πυρρὸν κατὰ τὴν χροιὰν ὀνο‐ μάζουσιν.GUEAT

4

20-22c

κακοχράσμων γὰρ ὁ δᾶμος: τῶν Λαμπριαδῶν δηλονότι. ὡς δυσμενῶς ἔχων ὁ Βάττος πρὸς τοὺς φυλέτας τοὺς Λαμπριάδας φησίν· εἴθε, ὅταν θύωσι τῇ Ἥρᾳ οἱ δη‐ μόται τοῦ Λαμπριάδου καὶ κρέα νέμωνται, τοιοῦτον λαχόντεςKUEAT
5θύσαιεν, ἵνα μὴ προσδεχθῇ αὐτῶν ἡ θυσία ὑπὸ τῆς θεοῦ— ἢ ἵνα μὴ προσδεχθῇ ὑπὸ τῶν φυλετῶν τὸ θῦμα—καὶ ζη‐ μιωθῇ [ὁ Λαμπριάδης] ὁ δῆμος, ὡς κακούργου 〈καὶ〉 λοιδόρου ὄντος τούτου τοῦ δήμου—ἢ ὁ Λαμπριάδης, ἐξ οὗ ὠνο‐ μάσθη ὁ δῆμος.

4

20-22d

PT τοὶ τῶ Λαμπριάδα τοὶ δαμόται: ὁ τῶν Λαμπρι‐ αδῶν δῆμος ἀπό τινος Λαμπρίου. εἴθε, φησίν, ὅταν θύωσιν οἱ Λαμπριάδαι τῇ Ἥρᾳ, τοιοῦτον θύσαιεν, ἵνα μὴ προσδεχθῇ
αὐτῶν ἡ θυσία ὑπὸ τῆς Ἥρας.

4

20-22e

KUEAT κακοχράσμων: ἢ ὁ ταῦρος ἢ ὁ δῆμος, ἀντὶ τοῦ κακὸς εἰς χρῆσιν· ἦν γὰρ τάχα κερατιστής. τοῦτο δέ φησι διὰ τὸ εἶναι αὐτὸν λεπτόν.

4

20-22f

Kgκακοχράσμων:〉 πονηρός, δύστροπος.

4

20-22g

P κακοχράσμων: δύστροπος, δύσχρηστος, δυσάρεστος.

4

23a

KGUEAT ἐς στομάλιμνον: τὰς εἰς θάλασσαν ἐστομωμένας λίμνας οὕτως φασί. καὶ τὴν ἐν Τροίᾳ δὲ Στομαλίμνην πι‐ θανὸν διὰ τοῦτο ὠνομάσθαι.

4

23b

PT ἐς στομάλιμνον: εἰς στόμα λίμνης ὂν περὶ τὴν Κρό‐ τωνα. λέγουσι δὲ καὶ τὰς εἰς θάλασσαν ἐστομωμένας λίμνας.

4

23c

KUgEg ἔς τε τὰ Φύσκου: ὡς τοῦ Φύσκου ὄρους νομὰς ἐπι‐ τηδείας τοῖς βουσὶν ἔχοντος.

4

23d

U [τᾷ Ἥρᾳ τοιόνδε:] ἰστέον ὅτι νομὰς εἶχεν οὗτος ὁ τόπος καὶ βουσὶν ἐπιτηδειοτάτας.

4

23e

P τὰ Φύσκω: Φύσκος ὄνομα τόπου.

4

24a

KGUEAT Νήαιθος ποταμὸς Κρότωνος. ὠνόμασται δέ, παρόσον ἐν αὐτῷ νῆάς ποτε λέγουσι κατακαῆναι Ἑλληνικάς.

4

24b

PT Νήαιθος ὄνομα τόπου ἀπὸ τοῦ ναῦς καὶ τοῦ αἴθω τὸ καίω, ἐν ᾧ πολλαὶ νῆες τῶν Ἑλλήνων ἐφθάρησαν.

4

25a

KGUEAPT αἰγίπυρος: ἀκανθῶδες φυτόν.

4

25b

κνύζα: κόνυζα· φυτὸν χορτῶδες, ὃ αἱ Θεσμοφοριάζου‐ σαι διὰ τὴν ἁγνείαν στιβαδοποιοῦνται. δοκεῖ γὰρ ἡ βοτάνη ψυκτικὴ οὖσα ἐπέχειν τὰς πρὸς συνουσίαν ὀρέξεις.

4

25[c]

νόμος τοῖς Ἀθηναίοις κατ’ ἔτος τελεῖν τὰ Θεσμοφόρια. εἰσὶ δὲ τὰ Θεσμοφόρια τοιαῦτα· παρθένοι γενναῖαι καὶ τὸν βίον σεμναὶ κατὰ τὴν ἡμέραν τῆς τελετῆς τὰς νομίμους βίβλους καὶ ἱεράς, ὡς ἐδόκει τοῖς Ἀθηναίοις, ὑπεράνω τῶν αὐτῶνPT
5κορυφῶν [τὰς βίβλους] ἀνετίθεσαν καὶ ὡσανεὶ λιτανεύουσαι ἀπήρχοντο εἰς Ἐλευσῖνα. ἡ δὲ Ἐλευσίς ἐστι λιμὴν τῆς Ἀττικῆς.

4

25d

ἡ δὲ μελίτεια εἶδος βοτάνης· τὸ δὲ φύλλον ἔχει πλατὺ ὥσπερ φακόν. ἔστι δὲ γλυκίζουσα, εἰς ἕλκη φλεγμαί‐ νοντα ἀγαθή.K1.2G1.2U1.2E1.2A1.2T1.2

4

25e

μελίτεια: βοτάνη γλυκίζουσα, σισυμβρίῳ ἐμφερής.PT

4

26a

φεῦ φε: προείρηται, ὅτι κωμικὴ ἡ διασκευή· οὐκοῦν ἀκολούθως εἴρηται καὶ κωμικοῖς ἁρμόζον καὶ τραγικοῖς.KGUEAT

4

26b

KgPβασεῦνται: βήσονται.

4

28a

παλύνεται: μολύνεται, ὑπὸ εὐρῶτος λευκαίνεται. πάλην γὰρ ἔλεγον τὸ λεπτότατον τοῦ ἀλεύρου, παρὸ καὶ φά‐ λιον λέγεται τὸ λευκόν· ‘εἰδυῖαν φάλιον ταῦρον‘ (CallimachiKGUEAT
fgm. 176 Schneider, II 435).

4

28b

K λευκαίνεται τοῖς ὑπὸ τῶν εὐρώτων γινομένοις ἀλεύροις ἐν τῷ ἐσθίεσθαι τοὺς καλάμους.

4

28c

PT εὐρῶτι παλύνεται: εὐρὼς κυρίως ἡ πρασινώδης ὁμίχλη.

4

28d

KGUEAT ἐπάξα: τὸ βʹ πρόσωπον τοῦ μέσου ἀορίστου οἱ Συ‐ ρακούσιοι διὰ τοῦ α προφέρονται· ἐνοήσω ἐνοήσα, ἐγράψω ἐγράψα· ὁμοίως καὶ τὸ ἐπάξα ἀντὶ τοῦ ἐπήξω.

4

29/30a

τήνα: οὐκ ἐφθάρη, φησίν, ἡ σῦριγξ οὐδὲ με‐ μόλυνται, μὰ τὰς Νύμφας, ἐπεὶ ὁ Αἴγων ἀπιὼν εἰς τὴν Ὀλυμ‐ πίαν ἐμοὶ δῶρον αὐτὴν καταλέλοιπε· δυνατὸς γάρ εἰμι μελ‐ ῳδεῖν.

4

29/30b

ποτὶ Πῖσαν: ἡ νῦν Ὀλυμπία, ἀπὸ Πίσου τοῦ Ἀφα‐ ρέως ἢ ἀπὸ Πίσης τῆς Ἐνδυμίωνος θυγατρός.

4

29/30c

KUg Πῖσα τόπος ἐν Ὀλυμπίᾳ, ἔνθα καὶ Πισαίου Διὸς ἱερόν ἐστι.

4

29/30[d]

PT μελιγκτάς: τραγῳδητής· μελίζω γὰρ τὸ τραγῳδῶ.

4

31a

KGUEAP Γλαύκας: ἡ Γλαύκη Χία τὸ γένος, κρουματο‐
KPποιός.

4

31b

γέγονε δ’ ἐπὶ Πτολεμαίου τοῦ Φιλαδέλφου· ἧς φησι Θεόφραστος ἐρασθῆναι κριόν. ὁ δὲ Πύρρος Ἐρυ‐ θραῖος ἢ Λέσβιος, μελῶν ποιητής.

4

31c

G1.2U1.2E1.2A1.2T τὰ Πύρρω: οὗτος ὁ Πύρρος ποιητὴς ἦν Ἐρυθραῖος, ὥς φησι Λυγκεύς.

4

31d

ἐγένετο δὲ κατόπιν Φιλοξένου τοῦ διθυραμβοποιοῦ.
GUEA

4

31e

ἀγκρούομαι:〉 ἀναβάλλομαι, ἀπὸ κοινοῦ.Kg

4

31f

ἀγκρούομαι:〉 ἀντὶ τοῦ ἀνακρούομαι, ἀναβάλλομαι, προοιμιάζομαι.Pm

4

32a

τάν τε Κρότωνα: Ἀλκίνοος καὶ Κρότων Φαίακος υἱοί· καὶ ὁ μὲν ἐβασίλευσε τῶν Κερκυραίων, ὁ δὲ τὴν ἐν Σι‐ κελίᾳ ἔκτισε Κρότωνα.KGUEAT

4

32[b]

Ugκαλὰ πόλις ἅ τε Ζάκυνθος:〉 οὐκ ἐκτείνει ἐν‐ ταῦθα τὸ ζ. διὰ μέσου τοῦτο.

4

33a

ἀῷον: [ἀῷον] τὸ ἀνατολικόν.KG

4

33b

Λακίνιον δὲ τὸ ἀκρωτήριον ἀπό τινος Λακίνου Κερκυραίου τοῦ ὑποδεχομένου Κρότωνα φεύγοντα. διέφερε δὲ ἡ Κρότων τῶν ἐπὶ Ἰταλίᾳ πόλεων εὐανδρίᾳ καὶ τῇ λοιπῇ εὐδαιμονίᾳ· σαφὲς δὲ ἐκ τούτου καὶ εἰς παροιμίαν ἐλθεῖν·KGUEAT
5‘μάταια τἄλλα παρὰ Κρότωνα τἄστεα‘.

4

33c

PT καὶ τὸ ποτ’ ἀῷον: τὸ πρὸς ἀνατολὰς τῆς Κροτω‐ νιάδος. τὸ δὲ Λακίνιον ἀκρώρειά τίς ἐστιν, ἔχουσα ἱερὸν Ἥρας.

4

34-36a

KGUEAT Αἴγων ὀγδώκοντα: εἰς Αἴγωνα μετ‐ ήνεγκε τὰ περὶ τοῦ Μιλησίου Ἀστυάνακτος ἱστορούμενα. φασὶ γὰρ τοῦτον Ἴσθμια νικήσαντα καὶ οἴκοι παραγενόμενον ἐκ τῆς ἰδίας ἀγέλης τοῦ μεγίστου λαβέσθαι βοὸς τῆς χηλῆς καὶ
5μὴ ἀνεῖναι, ἕως ὁ ταῦρος ἐλευθερῶν τὸ σῶμα τῇ βίᾳ κατ‐ έλιπε τὴν ὁπλὴν ἐν τῇ χειρὶ αὐτοῦ. ὁπλὴν δὲ λέγει τὴν χηλήν. Ἡσίοδος (Op. et D. 489)· ‘οὐθ’ ὑπερβάλλει βοὸς ὁπλὴν οὔτ’ ἀπολείπει‘.

4

34-36b

PT ᾇπερ ὁ πύκτας Αἴγων: ταῦτα οὐκ ἐπὶ Αἴγωνι ἱστό‐ ρηται, ἀλλ’ ἐπὶ Ἀστυάνακτι τῷ Μιλησίῳ.

4

34-36c

KUg κατεδαίσατο μάζας: ὡς ἔοικε διὰ τὴν ἀδδηφαγίαν ὁ Μίλων τὸν Αἴγωνα ἐπὶ ἄθλησιν προτέτραπται. μᾶζα δὲ τὸ νεόμακτον καὶ νεοφύρατον ψώμιον.

4

34-36d

KGUEAT τηνεὶ καὶ τὸν ταῦρον: ἐκεῖ, φησίν, ὁ Αἴγων ἐπὶ τοῦ Λακινίου καὶ τὸν ταῦρον ἔδωκε τῇ Ἀμαρυλλίδι, ἐνεγκὼν ἀπό τινος ὄρους καὶ περισπάσας τῆς ὁπλῆς.

4

38/39a

KGUEA ὦ χαρίεσς’ Ἀμαρυλλ: ταῦτά φησιν ἀνα‐ μνησθεὶς τοῦ ἔρωτος τῆς Ἀμαρυλλίδος.

4

38/39b

PT ὦ χαρίεσς’ Ἀμαρυλλ: ἐπεὶ ὁ Κορύδων ἐμνήσθη τῆς Ἀμαρυλλίδος, ἀνεμνήσθη ὁ Βάττος αὐτῆς· ἦν γὰρ ἐρω‐ μένη αὐτῷ πρὸ τοῦ θανεῖν.

4

38/39c

KGUEAT μόνας σέθεν: ἐλλειπτικῶς· δέον εἰπεῖν, ὅτι ἐπὶ σοὶ ἀποθανούσῃ διετέλεσα ὢν ἐν λύπῃ [εἶναι] ὡσεὶ παντός μοι τοῦ
ποιμνίου ἀπολωλότος.

4

38/39d

ὅσον αἶγες ἐμὶν φίλαι: ἐνταῦθα σαφὴς αἰπόλος ὢν ὁ Βάττος, ὃν εἰκὸς τῆς Ἀμαρυλλίδος ἐρᾶν καὶ οὐ Θεό‐ κριτον. φησὶ δὲ ὑπερβολικῶς· ὅσον αἶγες φίλαι μοι, τοσοῦτον καὶ σὺ οὖσα προσφιλὴς ἀπέσβης, ἤγουν ἀπέθανες. οὗτος ἂνKGUEAPT
5νοηθείη καὶ ὁ κωμάζων πρὸς αὐτήν, ὅν φησιν ὁ Θεόκριτος· ‘κωμάσδω ποτὶ τὰν Ἀμαρυλλίδα‘ (III 1).

4

40a

αἰαῖ τῶ σκληρῶ μάλα δαίμονος: ...〉 διὰ τὸ εἶναι πτωχόν.GUEAT

4

40b

τοῦτό φησι διὰ τὸν θάνατον τῆς Ἀμαρυλλίδος.KgUg

4

.

41

KGUEAT θαρσεῖν χρ: τοῦτο ὁ Κορύδων φησὶ παραμυθού‐ μενος, ἵνα μὴ ἀθυμῇ ἐπὶ τῇ τελευτῇ Ἀμαρυλλίδος.

4

45a

θαλλόν: πᾶν τὸ τεθηλὸς θαλλὸν ἔλεγον οἱ ἀρχαῖοι. Ἀρχίλοχος (fgm. 29 Bergk Poet. lyr. gr. II4 391)· ‘ἔχουσα θαλλὸν μυρρίνης ἐτέρπετο‘. καὶ Ὅμηρος (ρ 224)· ‘θαλλόν τ’ ἐρίφοισι φορῆναι‘. Ἀθηναῖοι δὲ κατ’ ἐξοχὴν θαλλὸν τὴν
5ἐλαίαν φασί.

4

45b

τᾶς γὰρ ἐλαίας τὸν θαλλὸν τρώγοντι: θαλλὸς λέγεται πᾶν τὸ τεθηλός· κυρίως δὲ ὁ τῆς ἐλαίας βλαστός.PT

4

45c

KGUEAPT τὰ δύσσοα: τὰ δυσδίωκτα ἀπὸ τοῦ δυσκόλως σεύε‐
σθαι καὶ ὁρμᾶν.

4

45[d]

T ἢ δύσοα δι’ ἑνὸς ς ἀντὶ τοῦ δυσώδη ἀπὸ τοῦ ἄω τὸ πνέω.

4

45e

KGUEAT σίτθ’: ἐπίφθεγμα βουκολικόν· [ὅπερ λέγουσιν] ὁμοίως καὶ τὸ ψίττα. εἰώθασι δὲ λέγειν αὐτὸ οἱ διώκοντες τὰς βοῦς.

4

45f

λέπαργος: ὁ λευκός, ἢ ὁ λευκοποίκιλος ἢ ὁ λευκό‐ πλευρος. ἀλλ’ ὁ μὲν ἀπὸ τοῦ λέπας ἔχειν ἀργόν, ὅ ἐστι λευ‐ κὸν ἔχειν τὸ δέρμα· ὁ δὲ ἀπὸ τοῦ λευκὸς εἶναι κατὰ τὴν λα‐ πάραν.

4

45g

PT λέπαργος: ὁ λευκὸς παρὰ τὸ ἔχειν λέπας ἀργόν, ἤγουν δέρμα λευκόν, ἢ λευκὸς κατὰ τὴν λαπάραν.

4

46a

KGUEAT Κυμαίθα: ὄνομα βοὸς ἢ αἰγὸς παρὰ τὴν κώμυθα· ἢ
GUEAT ἡ τὰς κόμας αἰθὰς ἔχουσα, τουτέστι ξανθάς·

4

46b

ἢ ἡ ἐγκύμων.

4

46c

KgΚυμαίθα:〉 πυρρά.

4

48[a]

T τουτῶθεν: ἐντεῦθεν.

4

48b

KGUgEg δ’ αὖ πάλιν: ἰδοὺ πάλιν πρόσεισι τοῖς φύλλοις ἢ τοῖς φυτοῖς.

4

48c

GUEAT ἇδε πόθ’ ἕρπει: περισπαστέον· δεικτικῶς γάρ. πότε δὲ βαρύνεται κατὰ τὸ διάφορον.

4

49a

εἴθ’ ἦν μοι ῥοικόν: ἀντὶ τοῦ καμπύλον. καὶ Ἀρ‐ χίλοχος (fgm. 58 Bergk Poet. lyr. gr. II4 398)· ‘ἀλλά μοι
ῥοικός τις εἴη κατὰ κνήμην ἰδεῖν‘.

4

49b

ῥοικόν:〉 καμπύλον ἢ τὸ ἀπὸ ῥοιᾶς ῥόπαλον.Ug

4

49c

τὸ λαγωβόλον: ᾧ οἱ διαφεύγοντες λαγωοὶ ξύλῳ βάλλονται.GUEAPT

4

49d

GUEAT ἢ ὅτι ῥάβδον οὖσαν ὀρθὴν ἐπεύχεται γενέσθαι καμ‐ πύλην, ἵνα μὴ ἔγκυον οὖσαν βλάψῃ τὴν βοῦν.

4

50/51a

θᾶσαι μ’ ὦ Κορύδων: ἀποστροφὴ τὸ σχῆμα. ἀπέστρεψε γὰρ τὸν λόγον πρὸς τὸν Κορύδωνα καί φησι· θέασαί με πρὸς τοῦ Διός· ἄρτι γάρ με ἄκανθα ἐπάταξε παρὰ τὸ σφυρόν.KG

4

50/51b

ἰστέον, ὅτι κατὰ τὸ σιωπώμενον ἀπῆλθεν ὁ Βάττος διῶξαι τὰς βόας καὶ ἀπερχόμενος ἐπάτησεν ἄκανθαν.GUEAT

4

50/51c

ἀρμο: εἰ μὲν ψιλοῦται, τὸ ἀρτίως σημαίνει· εἰ δὲ δασύνεται, τὸ ἡρμοσμένως.KGUEAT

4

50/51d

ἀρμο:〉 νεωστί. καὶ Αἰσχύλος (Prom. 615 Weckl.)· ‘ἀρμοῖ πέπαυμαι τοὺς ἐμοὺς θρηνῶν πόνουσ‘.Ug

4

50/51e

GUEAT τὸ ὡς δὲ βαθεῖαι ἀντὶ τοῦ ὡς μετέωροι καὶ ὑπερ‐
μεγέθεις.

4

.

52

KGUEAPT ἀτρακτυλὶς εἶδος ἀκάνθης. εἴρηται δὲ ἀπὸ τοῦ τὰς ἀγροικικὰς γυναῖκας ἀτράκτους ποιεῖν ἐξ αὐτῶν. ἔνιοι δὲ ἀτρακτυλίδας 〈εἰσ〉 τὰ ἀγριολάχανα συγκαταλέγουσι.

4

53*

P ἐτύπαν: ἐτρώθην.

4

54a

GUEAT ἅδε καὶ αὐτ: περισσὸς ὁ καί, ὥσπερ καὶ παρ’ Ὁμήρῳ (α 10)· ‘τῶν ἁμόθεν γε θεά, θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν‘.

4

54b

ἐκβαλὼν τὴν ἄκανθαν καὶ δεικνύων αὐτὴν τῷ Βάττῳ φησίν· ἥδε καὶ αὐτή.

4

55a

καὶ ἁλίκον ἄνδρα: τὸ ἡλίκον πρὸς τὸν ἄνδρα, ἵν’ ᾖ· μικρὸν ὂν τὸ τύμμα ἡλίκον ἄνδρα, τουτέστι μέγαν ἢ ἀνδρεῖον, δαμάζει.

4

55b

τὸ ἡλίκον ἐπίρρημα, ἵν’ ᾖ· ὅσον τὸ τύμμα καὶ ὁποίως τὸν ἄνδρα δαμάζει.

4

56a

GUgEg μὴ ἀνήλιπος: ἀνυπόδητος. ἦλιψ γὰρ ὑπόδημά τι παρὰ τὸ ἑλίσσειν τὸν πόδα· ὅθεν καὶ πέδιλον τὸ ὑπὸ τοὺς
πόδας εἱλούμενον.

4

56b

ἀνάλιπος ὁ ἀνυπόδητος. 〈...〉 ἐξ οὗ καὶ πέδιλον τὸ ὑπόδημα. ἀνήλιπος δὲ οἱονεὶ ὁ μὴ ἑλίσσων τὸν πόδα.T

4

57a

KGUEAT ῥάμνοι τε καὶ ἀσπάλαθοι: γράφεται καὶ κά‐ κτοι. κομόωντι δὲ ἀντὶ τοῦ κομῶσιν, ἀκάνθας ἔχουσι· κό‐ μαι γὰρ ῥάμνου καὶ ἀσπαλάθου αἱ ἄκανθαι.

4

57b

ἀσπάλαθοι: εἶδος ἀκάνθης, ᾗ πληγέντες οἱ ἔλαφοι ἀποθνήσκουσιν. ἀσπάλαθος δὲ διὰ τὸ μὴ ῥᾳδίως ἀπὸ τῶν πληγέντων ἀφαιρεῖσθαι.KGUEAPT

4

58a

KGUEAT μύλλει: ἀντὶ τοῦ φιλεῖ. μυλλὸν γὰρ τὸ διεστραμ‐ μένον, οἱ δὲ γέροντες διεστραμμένοις τοῖς ὄμμασι φιλοῦσιν.

4

58b

γράφεται μύλλει, ἤγουν ἐπι.......... αἰσχρῶς.K

4

58c

μύλλει: κάμπτει· ἀλλὰ καὶ ἐλαύνει καὶ περαίνει ἀπὸ τῶν ἀλούντων καὶ τῇ κώπῃ τοὺς μύλους ὠθούντων.KGUEAPT

4

58d

γερόντιον:〉 οὐχ Ἑλληνικόν, ἀλλ’ ὑποκοριστικόν.GUEAT

4

58e

γέροντα δὲ τὸν πατέρα Αἴγωνος λέγει.PT

4

.

60

ὦ δειλαῖε: οὐχ ὡς λοιδορῶν, ἀλλ’ ὑποκοριζόμενοςKGUgEg
καὶ ὑποκρινόμενος.

4

61a

KGUEAT μάνδρ: τὴν τῶν προβάτων ὁρκάνην. γράφεται καὶ ποτὶ τὰν μάκτραν, ὅ ἐστι σκεῦος ξύλινον ἀβακοειδές, οὗ φυρᾶν εἰώθασιν· ἀπὸ τοῦ μάττειν τὰς μάζας ἐν αὐτῇ ὠνόμασται.

4

61b

KgUgEgἆμος ἐνήργει:〉 ἡνίκα συνεκοιμάζετο.

4

61c

Pm ἡνίκα ἐνήργει, δηλονότι συνουσιάζων.

4

62/63a

KGUEAT φιλοῖφα: φιλῶν τὸ συνουσιάζειν· οἰφεῖν γὰρ τὸ συνουσιάζειν. οὕτω καὶ παρὰ Ἀλεξανδρεῦσι κόρυφος λέ‐ γεται ὁ ὡς κόρη οἰφώμενος.

4

62/63b

KGUEAPT φιλοῖφα: οἰφεῖν τὸ συνουσιάζειν ἀπὸ τοῦ ὀπι‐ πεύειν. ἔνθεν καὶ ‘οἰφόλις γυνή‘ καὶ ἡ παροιμία ‘ἄριστα χωλὸς οἰφεῖ‘, ἥν φασι διαδοθῆναι, ἐπεὶ οἱ χωλοὶ ἐν οἴκῳ
καθεζόμενοι συνεχῶς ἀφροδισιάζουσιν. οἱ δέ φασιν ἐντεῦθεν
5τὴν παροιμίαν διαδοθῆναι. αἱ Ἀμαζόνες ἐπὰν ἄρρεν γεν‐ νήσωσι, χωλὸν αὐτὸ ποιοῦσιν, ἵνα μὴ ἀνδρειότερον αὐτῶν γένηται· καὶ τούτοις ἀνδρωθεῖσι συνίασι. Σκυθῶν οὖν λε‐ γόντων κάλλιον ἔχειν συνεῖναι αὐτοῖς αὐτάς, ἐκεῖναί φασιν· ‘ἄριστα χωλοὶ οἰφοῦσιν‘.

4

62/63c

Σατυρίσκοις: ἀκρατεῖς οἱ Σάτυροι ἐρώτων. λέγεται δὲ παρὰ τὸ σάθη, σάθη δὲ τὸ μόριον τοῦ ἀνδρὸς λέγεται ὅπερ καὶ πέος.KGUEAT

4

62/63d

ἢ Σατυρίσκοις 〈ἐγγύθεν ἢ Πάνεσσι: τοὺς Πᾶνας πλείους φησὶν ὡς καὶ τοὺς Σειληνοὺς καὶ τοὺς Σα‐ τύρους, ὡς Αἰσχύλος μὲν ἐν Γλαύκῳ (fgm. 35 Nauck Trag. gr. fgm.2 13), Σοφοκλῆς δὲ ἐν Ἀνδρομέδᾳ (fgm. 132 NauckKGUEA
5159). ὅτι οἱ Σάτυροι καὶ οἱ Πᾶνες εὐεπίφοροι πρὸς τὰς
συνουσίας λάγνοι ὄντες, καὶ Καλλίμαχός (fgm. 366 Schnei‐ der II 566) φησιν· ‘ἔτι φὴ σινάμωρος ἐρήμῳ θὴρ δύνατ’ ἐν πείρῃ‘. περὶ γὰρ τῶν Σατύρων πρόδηλον· καὶ γὰρ τὸ ὄνομα ἀπὸ τῆς σάθης λέγεται.

4

62/63e

PT ἢ Σατυρίσκοις ἐγγύθεν 〈ἢ Πάνεσσι: τοὺς Πᾶνας πλείους φησὶν ὡς καὶ τοὺς Σειληνοὺς καὶ τοὺς Σα‐ τύρους, ὡς Αἰσχύλος μὲν ἐν Γλαύκῳ (v. sch. d), Σοφοκλῆς δὲ ἐν Ἀνδρομέδᾳ (v. ib.). οἱ Σάτυροι δὲ καὶ οἱ Πᾶνες εὐεπί‐
5φοροι πρὸς τὰς συνουσίας. ὅτι δὲ οἱ Σάτυροι τοιοῦτοι, δῆλον ἀπὸ τοῦ ὀνόματος· ἀπὸ γὰρ τῆς σάθης πεποίηται ὁ Σάτυρος, σάθη δὲ ἡ εἰς τὴν ἐπιθυμίαν ἐκπύρωσις.

4

62/63f

KUEAT κακοκνάμοισιν: ἐπειδὴ 〈ὡσ〉 αἱ αἶγες ἔχουσι λα‐ σίους πόδας. ἢ ἀπὸ τῶν ὀρῶν τῶν κνημῶν.

4

62/63g

KUgEgκακοκνάμοισιν:〉 κακοδέρμοις.

5

t

Αἰπολικὸν καὶ Ποιμενικόν

5

arg a

K Αἰπόλος καὶ ποιμὴν ἐπὶ Ἰταλίας ἀλλήλοις διαλέγονται δι’ ἀμοιβαίων δραματικώτερον τοῦ ποιητικοῦ προσώπου μὴ
συνεκφαινομένου. αἰπόλος ὁ Κομάτας Εὐμάρα τοῦ Συβαρί‐ του βόσκων τὰς αἶγας, ὁ δὲ Λάκων ποιμὴν Θουριεὺς Σιβύρτα
5νέμων τὰ πρόβατα. ἔχει δὲ ὁ μὲν Κομάτας κόρην ἐρωμένην Ἀλκίππην, ὁ δὲ ἕτερος 〈ἐρώμενον〉 Εὐμήδην.

5

arg b

ἐπιγράφεται μὲν τὸ εἰδύλλιον τοῦτο Αἰπολικὸν καὶ Ποιμενικόν. προσδιαλέγονται δὲ ἀλλήλοις ποιμὴν καὶ αἰπόλος ἐπὶ Ἰταλίας δι’ ἀμοιβαίων. δραματικώτερον δέ ἐστι τὸ εἰδύλ‐ λιον τοῦ ποιητικοῦ προσώπου μὴ ἐμφαινομένου. ἔστι δὲ τοῦUEA
5αἰπόλου τὸ ὄνομα Κομάτας Εὐμάρα τοῦ Συβαρίτου νέμοντος αἶγας, τοῦ δὲ ποιμένος Λάκων Θουρίου Σιβύρτα νέμοντος θρέμματα. ἔχει δὲ ὁ μὲν Κομάτας κόρην ἀγαπωμένην Ἀλκίπ‐ πην τοὔνομα, ὁ δὲ ἕτερος ἐρώμενον Εὐμήδην. ἐρίζουσι δὲ περὶ εὐμουσίας παρὰ Μόρσωνι κριτῇ, ὃς καὶ τῷ αἰπόλῳ τὴν
10νίκην ἀπονέμει. ὁ δὲ ἐπὶ τῇ νίκῃ χαίρει καὶ γέγηθεν.

5

arg c

KbGPT ἐπιγράφεται μὲν τὸ εἰδύλλιον Αἰπολικὸν καὶ Ποιμενι‐ κόν. προσδιαλέγονται δὲ ἀλλήλοις ἐπὶ Ἰταλίας ποιμὴν καὶ αἰπόλος. δραματικώτερον δέ ἐστι τὸ εἰδύλλιον τοῦ προσώπου τοῦ ποιητοῦ μὴ ἐμφαινομένου. ἔστι δὲ τοῦ αἰπόλου τὸ ὄνομα
5Κομάτας, ὃς Εὐμάρα τοῦ Συβαρίτου νέμει αἶγας· τοῦ δὲ ποι‐ μένος Λάκων, ὃς Θουρίου Σιβύρτα νέμει θρέμματα. ἔχει δὲ ὁ μὲν Κομάτας κόρην ἀγαπωμένην Ἀλκίππην τοὔνομα, ὁ δὲ Λάκων ἐρώμενον Εὐμήδην. ἀλλήλους δὲ προκαλοῦνται περὶ εὐμουσίας ἐρίζοντες καὶ ἔπαθλον τῆς νίκης τίθενται ὁ μὲν
10αἰπόλος τράγον, ὁ δὲ ποιμὴν ἀμνόν, Μόρσωνα δὲ κριτὴν τῶν ᾠδῶν αἱροῦνται. τελεσάντων δὲ τὴν ἅμιλλαν ὁ κριτὴς Μόρσων τῷ αἰπόλῳ τὴν νίκην ἀπονέμει. ὁ δὲ ἐπὶ τῇ νίκῃ γαῦρος γε‐ νόμενος προσδιαλέγεται ταῖς αἰξὶ καὶ τὴν τοῦ τράγου πρὸς τῶν αἰγῶν ὄρεξιν πειρᾶται καταστέλλειν ἐπινίκιον θυσίαν ταῖς
15Νύμφαις εὐτρεπίζων.

5

1a

KGUEAT Συβαρίταν: ὄνομα πόλεως ἢ ἀπὸ Συβάρεως ποτα‐ μοῦ ἢ ἀπό τινος οἰκιστοῦ.

5

1b

Συβαρίταν: ἀπὸ Συβάρεως. πόλις δέ ἐστιν αὕτη τῆς Ἰταλίας 〈Ἀθηναίων〉 ἄποικος νῦν καλουμένη Θούριον.

5

1c

GUEAT τινὲς τὸ αὐτὸ Θούριον καὶ Σύβαριν καλοῦσι. λέγουσι γάρ, ὅτι ὑπὸ τῶν Κροτωνιατῶν καθῃρέθη ἡ Σύβαρις· ἐλθόν‐ τες δὲ οἱ Ἀθηναῖοι αὐτὴν ᾤκισαν καὶ τῇ πόλει μετήμειψαν τὸ ὄνομα καλέσαντες αὐτὴν Θούριον ἀπὸ Θουρίου ποταμοῦ
5ἐκεῖσε ῥέοντος.

5

1d

PT τὸν Συβαρίταν: τὸν ἀπὸ Συβάρεως πόλεως. Σύ‐ βαρις δὲ καὶ Θουρία ἡ αὐτή. μετὰ γὰρ τὸ καθαιρεθῆναι ταύ‐ την ὑπὸ Κροτωνιατῶν οἱ Ἀθηναῖοι ἐλθόντες ᾤκισάν τε ταύ‐ την καὶ Θουρίαν προσηγόρευσαν ἀπό τινος κρήνης Θουρίας.
5Θεόκριτος δὲ διιστᾷ καὶ ἄλλην τὴν Θουρίαν λέγει καὶ ἄλλην τὴν Σύβαριν. λέγει γὰρ παρακατιών (v. 72 sq.)· ‘ἅδε τοι ἁ ποίμνα τῶ Θουρίω ἐστὶ Σιβύρτα, Εὐμάρα δὲ τὰς αἶγας
T ὁρῇς, φίλε, τῷ Συβαρίτα‘.

5

1[e]

ἰστέον, ὅτι τοῦ μὲν αἰπό‐ λου τὸ ὄνομά ἐστι Κομάτας, ὃς καὶ Εὐμάρα τοῦ Συβαρίτου νέμει αἶγας· τοῦ δὲ ποιμένος Λάκων, ὃς Θουρίου Σιβύρτα νέμει θρέμματα.

5

2a

KGUEAT Λάκων ὄνομα κύριον. ἐκτείνει δὲ τὸ α διὰ τὸ
KGUEA μέτρον.

5

2b

ἐτίθεσαν γὰρ οἱ παλαιοὶ τοῖς δούλοις τὰ ὀνόματα
ἀπὸ τῶν ἐθνῶν, Σύρον, Λυδόν, Καρίωνα.

5

2c

PT τὸν Λάκωνα: εἰώθασιν οἱ παλαιοὶ τοῖς δούλοις ὀνό‐ ματα ἀπὸ τῶν πόλεων τιθέναι, Σύρον, Λάκωνα καὶ Καρίωνα.

5

2d

νάκος χθές: Ζηνόδοτος τὸ κώδιον, τὸ μαρσύπιον. καὶ νάκος αἰγὸς δορὰν καὶ Ὅμηρος (ξ 530)· ‘νάκος ἕλετ’ αἰγὸς ὀρειτρόφου‘. καὶ Θεόκριτος ἐν τοῖς ἑξῆς (v. 12) αἰγός φησιν.GUEAT

5

2e

νάκος: κώδιον, ὃ μηλωτήν φαμεν.PT

5

2f

νάκος:〉 τῆς αἰγὸς τὸ δέρμα.Kg

5

3a

οὐκ ἀπὸ τᾶς κράνας:〉 παρακέλευσις, τουτέστιν· ἀπόστητε, ἐκπορεύεσθε.KGUEAT

5

3b

GUEA σίττ’ ἀμνίδες: τὸ σίττα καὶ ψίττα βουκολικὰ ἐπι‐ φθέγματα· εἰσὶ δὲ ἐπιρρήματα.

5

3c

PT σίττ’ ἀμνίδες: [Περδίκα Ἀγρίππα] σίττα, ψίττα ποι‐ μενικὰ καὶ βουκολικὰ ἐπιφθέγματα. ἔλεγον δὲ ταῦτα διώκον‐ τες τὰ πρόβατα καὶ τὰς βοῦς.

5

3d

KGUEAPT ἀμνίδες: τὰ πρόβατα, μάλιστα δὲ τὰ μικρὰ προ‐ βάτια, οἱονεὶ τὰ ἀμενηνά.

5

3e

οὐκ ἐσορῆτε: ἀντὶ τοῦ οὐκ ἐσορᾶτε.KGUEAT

5

5a

δῶλε: δοῦλε. δοῦλος καὶ οἰκέτης διαφέρει, ὥς φησι Χρύσιππος (cf. fgm. 353 Arnim Stoic. vet. fgm. III 86)· οἰκέτης μὲν ὁ ἔτι ὑπὸ κτῆσιν ὤν, δοῦλος δὲ 〈καὶ〉 ὁ ἀπε‐KGUEAPT
λεύθερος.

5

5b

KGUEAT Σιβύρτα: Δωρικῶς κατὰ τὴν γενικὴν ἀντὶ τοῦ Σι‐ βύρτου.

5

5c

GUEAT Συβάρτα δὲ ὡς Ἀγρίππα, Περδίκκα. ἔστι δὲ κατὰ μὲν τὸ ἀνάλογον Συβαρίτης, κατὰ δὲ Δωριεῖς Συβάρτης.

5

6/7a

KGUEAT ἀρκεῖ τοι καλάμας: οὐκ ἀρκεῖ σοι, φησί, σὺν τῷ Κορύδωνι ἐν καλάμῳ φυσᾶν καὶ δι’ αὐτὸ ἀρκεῖ αὐλεῖν ὡς οἱ παῖδες; τοῦτο δὲ χλευαστικόν, ὅτι οὐδὲ αὐλεῖν οἶδεν, εἰ μὴ τὸ ποππύσδεν καὶ μόνον. καλάμη δὲ τὸ περιλειπόμενον
5τοῦ σίτου καλαμῶδες καὶ τῆς κριθῆς. ταύτην δὲ νεαρὰν οὖ‐ σαν ὑποτεμνόμενοι φυσῶσιν ἐν αὐτῇ καὶ αὐλίζουσι.

5

6/7b

P τί δ’ οὐκέτι σὺν Κορύδωνι ἀρκεῖ τοι καλάμας αὐλὸν ποππύσδεν ἔχοντι: ὁ Κορύδων βουκόλος, οὗ πρόσθε μέμνηται. καλάμη δέ ἐστι τὸ καταλειπόμενον ἐκ τοῦ θεριζο‐ μένου σίτου, ποππύσδεν δὲ τὸ λεπτοτάτως φωνεῖν τινα φυ‐
5σῶντα τὸν ἐκ τῆς καλάμης αὐλόν. ὁ δὲ νοῦς· οὐκ ἀρκεῖ σοι, φησί, σὺν Κορύδωνι φυσᾶν καὶ συναυλεῖν αὐτῷ; χλευαστικῶς δέ φησιν· οὐ γὰρ αὐλεῖς, ἀλλὰ ποππύζεις.

5

6/7c

UgEgποππύσδεν:〉 συρίζειν· δι’ οὗ δηλοῖ τὸ κακῶς αὐλεῖν.

5

8a

Gὠλεύθερε:〉 εἰρωνευόμενος τοῦτο ὁ Λάκων εἶπεν.

5

8b

UgEgὠλεύθερε:〉 εἰρωνικῶς· δοῦλος γὰρ ἦν οὗτος.

5

10a

οὐδὲ γὰρ Εὐμάρ: πρὸς ὑπερβολὴν ἔφη. λέγει δὲ μηδὲ αὐτὸν τὸν δεσπότην Εὐμάραν ἐπικεκοιμῆσθαι δέρματι.KGUEAT

5

10b

Εὐμάρ: ἀντὶ τοῦ Εὐμάρει.GUEAT

5

10c

οὐδὲ ὁ δεσπότης ἔχει δέρμα τι πρὸς τὸ κοιμηθῆναι.

5

10d

εὐμάρα: τινές φασιν, ὅτι δέρμα τί ἐστι καὶ οὐκ ὄνομα, ἵν’ ᾖ· οὐδὲ γὰρ τῷ δεσπότῃ σου εὐμάρα ἦν ὥστε ἐνεύδειν.

5

10e

PΕὐμάρας κύριον ὄνομα.

5

10f

εὐμάρα τὸ κώδιον. ἢ κύριον ὄνομα.Pg

5

11-13a

τὸ Κροκύλος μοι ἔδωκε: τὸ δέρμα μοι ἐχαρίσατο ὁ Κροκύλος, σὺ δὲ τοῦτο ἀφήπασας.G1.2UEAT

5

11-13b

KGUEAT βασκαίνων: τοῦτο νῦν ἀντὶ τοῦ φθονῶν, λυπού‐ μενος. βάσκανος γὰρ κυρίως ὁ 〈τοῖς φάεσι, ἤγουν〉 τοῖς ὀφθαλμοῖς καίνων καὶ φθείρων τὸ ὁραθὲν ὑπ’ αὐτῶν.

5

11-13c

βασκαίνων: βασκαίνειν ἐστὶ τὸ τοῖς φωσὶ καίνειν ἤγουν βλάπτειν τοῖς ὀφθαλμοῖς τὸ ὁραθέν.PT

5

14-16a

ἄκτιον: τὸν κυνηγόν· ἐπακτῆρες γὰρ οἱ κυνηγοί, ὥς φησιν Ὀππιανός (Hal. I 20)· ‘πολλαὶ γὰρ ἐπ‐ ακτήρων ἀλεωραί‘.KGUEAT1.2

5

14-16b

KGEAT Πᾶνα 〈τὸν〉 ἄκτιον: ἔστι Πανὸς ἱερὸν πλησίον Κρά‐
θιδος ποταμοῦ, ὥς φησι Φιλοστέφανος (fgm. 25 Mueller Fgm. hist. gr. III 32). τινὲς δέ φασι τὸν ὑπὸ ἁλιέων [τὸν] ἐπὶ τῆς ἀκτῆς ἱδρυμένον· φησὶ δὲ καὶ Πίνδαρος (fgm. 98
5Schroeder Poet. lyr. gr. I 15 422) τῶν ἁλιέων αὐτὸν φρον‐ τίζειν.

5

14-16c

PT1.2 τὸν Πᾶνα τὸν ἄκτιον: οὗ ὁ ναὸς ἐπὶ τοῦ αἰγιαλοῦ ἵδρυται.

5

14-16d

UgEgTἄκτιον:〉 τὸν περὶ τοὺς πετρώδεις αἰγιαλοὺς διάγοντα.

5

14-16e

K τὰν βαίταν: τὰ ἐκ κωδίων συνερραμμένα περιβόλαια καλοῦσι βαίτας, Ἀττικοὶ δὲ σισύρας.

5

14-16f

KGEAPT τὰν βαίταν ἀπέδυσα: βαίτα ἡ διφθέρα ἡ ἐκ κω‐ δίων συνερραμμένη. Ἀττικῶς δὲ σισύραν ταύτην φασίν. Ἀρι‐ στοφάνης (Nub. 10)· ‘ἐν πέντε σισύραις ἐγκεκορδυλημένοσ‘. ἡμεῖς δ’ αὐτὰ σισούρνιά φαμεν.

5

14-16g

K ὁ Καλαίθιδος: πότερον [ἢ] υἱὸς ἢ δοῦλος, οὐ λέγει.

5

14-16h

PT ὁ Καλαίθιδος: ὅτι Καλαίθιδος οἰκέτης, διὸ καὶ οὐ λέγει υἱός.

5

14-16i

GEAT ἦ κατὰ τήνας: γράφουσί τινες αὐτὸ καὶ ἤ, ἵν’ ᾖ·
οὐκ ἔλαβον αὐτήν· ἤ, εἰ ἀφεῖλον, φθαροίμην.

5

14-16k

εἰς Κρᾶθιν ἁλοίμαν: Κρᾶθις καὶ Σύβαρις ποταμοὶ περὶ Σύβαριν. ὡς Νυμφόδωρος (fgm. 5a Mueller Fgm. hist. gr. II 377) καὶ Θεόφραστός (cf. fgm. 162 Wimmer, ed. a. 1866, 453) φασι, τοῦ Κράθιδος τὸ ὕδωρ ξανθίζει. ἢ ποτα‐KGEAT
5μὸς Κρότωνος· οὗτος δὲ Ἰταλίας. ἡ δὲ κατὰ ἀντὶ τῆς ἀπό.

5

14-16l

εἰ ἐπιορκοίην, ἄνωθεν ἀπὸ τῆς πέτρας ἐκείνης ἐκρι‐ φείην εἰς τὸν Κρᾶθιν ποταμόν. οὐ μάτην δὲ τὸν Πᾶνα ὄμνυ‐ σιν· εἰώθασι γὰρ οἱ ἐκ πτοίας καὶ μανίας κατακρημνίζειν ἑαυτοὺς μέλλοντες 〈...〉. πάντα δέ εἰσι ταῦτα Πανικὰ
5δείματα.

5

14-16m

PT ἐς Κρᾶθιν ἁλοίμαν: Κρᾶθις ποταμὸς περὶ Σύ‐ βαριν τῆς Σικελίας.

5

.

17

λιμνάδας: τὰς ἐν λίμναις διατριβούσας.K

5

21/22a

ἐντὶ μὲν οὐδὲν ἱερόν: παροιμία ἐπὶ τῶν μηδενὸς ἀξίων. φησὶ δὲ Κλέαρχος ἐν δευτέρῳ τῶν Παροι‐ μιῶν (fgm. 48 Mueller Fgm. hist. gr. II 319), ὅτι Ἡρακλῆς ἰδὼν ἱδρυμένον τὸν Ἄδωνιν ἔφη·KGEAT1.2

5

21/22b

‘οὐδὲν ἱερόν‘· οὐ γὰρ αὐτὸν ἄξιον τιμῆς καὶ ἱδρύσεως ἔκρινεν.
KGEAT

5

21/22c

Διονυσόδωρος δὲ μεταφορὰν εἶναί φησιν ἀπὸ τῶν ἱερκων τῶν τιμωμένων, μηδὲν δὲ ἐχόντων ἱερὸν καὶ σεβασμοῦ ἄξιον.

5

21/22d

Ἡρακλῆς ἐλθὼν εἰς Δῖον πόλιν τῆς Μακεδονίας εἶδεν ἔκ τινος ἱεροῦ πολλοὺς ἐξιόντας. θέλων δὲ προσκυνῆσαι ἀνέκρινε, τίνος εἴη. μαθὼν δὲ Ἀδώνιδος εἶναι ἔφη· ‘οὐδὲν ἱερὸν‘ ἀντὶ τοῦ οὐδενὸς ἄξιον, οἷον οὐδεὶς θεῶν ὑπάρχει.KGEAPT

5

21/22e

GEAT ἔστι μὲν οὐδὲν μέγα, ὡς ὁ Ἀσκληπιάδης φησί.

5

21/22f

PT ἀλλ’ οὖν αἴκα λῇς: εἰ βούλει, φησίν, ἔριφον κατα‐ θεῖναι. τῷ δὲ αἴκα ἡ Δωρικὴ διάλεκτος ἀεὶ ἀντὶ τοῦ ἐὰν κέχρηται· διὸ καὶ ὑποτάσσει.

5

21/22g

ἐντὶ μὲν οὐδὲν ἱερόν: τουτέστιν οὐδὲν τίμιόν ἐστιν· ὅπερ ἐπὶ τῶν μηδενὸς ἀξίων εἴωθε λέγεσθαι.

5

21/22h

KG διαείσομαι: διακριθήσομαι, ἕως οὗ ἀπαγορεύσεις νι‐ κηθεὶς ἢ ἕως ἂν ὁμολογήσῃς.

5

21/22i

PT ἀλλ’ ἄγε τοι διαείσομαι: διακριθῶ. ἕστε κ’ ἀπεί‐ πῃς: ἕως ἂν ὁμολογήσῃς.

5

21/22k

Egδιαείσομαι:〉 διακριθήσομαι καὶ τραγῳδήσω, ἕως οὗ ὁμολογήσεις.

5

21/22l

Kἕστε κατείπῃς:〉 γράφεται ἀπείπῃς.

5

.

23

KGEAPT ὗς ποτ’ Ἀθαναίαν ἔριν ἤρισεν: ὗς ὢν πρὸς Ἀθηνᾶν ἐρίζεις. παροιμία δέ ἐστιν ἐπὶ τῶν τοῖς κρείττοσι φιλονεικούντων.

5

24a

KGEAT εὔβοτον: εὐτραφῆ· βόσις γὰρ ἡ τροφή, ὅθεν καὶ
τὸ αἰγίβοτον καὶ τὸ ἱππόβοτον.

5

24b

KgEgPTἔρειδε: κατάθου.

5

25a

καὶ πῶς ὦ κίναδ’ ε: Σικελιῶται τὴν ἀλώπεκα οὕτως. ἔστι δὲ ἀντὶ τοῦ πανοῦργε· τοιοῦτον γὰρ τὸ ζῷον.KGEA

5

25[b]

γράφεται ὦ κιναδε: Σικελιῶται τὴν ἀλώπεκα οὕτως.Kr

5

25c

κίναδος ἡ ἀλώπηξ παρὰ τὸ κινεῖσθαι ἐν αἰδοῖ ἢ ἀναιδῶς ἢ παρὰ τὸ κινεῖσθαι ἐν δόλῳ.KGEAT

5

25d

PT ὦ κίναδε: ἤτοι ὦ πανοῦργε· Σικελιῶται γὰρ τὴν ἀλώ‐ πεκα κίναδον προσαγορεύουσιν.

5

26/27a

ἐποκίξατο: ἔκειρε, πόκον ἐποίησε· τίς γάρ ποτε ἔκειρε τρίχας ἀντὶ ἐρίων; [ἢ] τοῦτό φησιν, ὅτι αὐτὸς μὲν ἄρνα κατατίθεται, ἐκεῖνος δὲ ἔριφον, ὃς οὐ ποκίζεται.KGEAT

5

26/27b

PTἐποκίξατο: ἔξανεν.

5

26/27c

τίς ἀντὶ τοῦ χρησίμου τὸ μὴ τοιοῦτον προέκρινε;ET

5

26/27d

ἔστι δὲ παροιμία· τίς ἀντὶ τοῦ ἀρνοῦ ἔριφον ἔλαβεν;EPm

5

26/27e

τίς δὲ παρεύσας: τίς δὲ παρούσης αἰγὸς πρωτοτόκου κύνα βούλεται ἀμέλγειν;PT

5

26/27[f]

πρωτοτόκου:〉 ἤτοι νέας, πολυγαλάκτου.Eg

5

26/27g

κακὰν κύνα: λιμηράν. κύνα δὲ τὸ πρόβατον ἴσως ἔφη ἐκφαυλίζων αὐτό.KGEAT

5

26/27[h]

κακὰν κύνα:〉 γεγηρακυῖαν.Eg

5

26/27i

δήλετ’ ἀμέλγειν: βούλεται· οὕτως γὰρ οἱ ΔωριεῖςKGEAT
φασι.

5

28-30a

ὅστις νικασεῖν: ὅστις, φησί, τὸν πλησίον νικήσειν ἐπαγγέλλεται διαφερόντως 〈ᾄδοντα〉, καὶ θελήσει ποιεῖν τοῦτο, ἤγουν ἀντ’ αἰγὸς κύνα ἀμέλγειν· οἷον καὶ σὺ νῦν ἐμὲ νικήσειν φῂς τὸν τοσοῦτον ἐν ἡδυφωνίᾳ σου διαφέ‐
5ροντα ὅσον τέττιγες σφηκῶν.

5

28-30b

PT σφὰξ βομβέων: ὁ σφήξ, φησί, σὺ ἐμοῦ κατ’ ἐναν‐ τίον τοῦ τέττιγος τολμᾷς βομβεῖν.

5

28-30c

KgEgσφάξ:〉 εἶδος μελίσσης ἦχον ἀποτελοῦν.

5

28-30d

K ὥριφος: εἰ ὁ ἔριφος οὗτος οὐκ ἐξισοῦται τῷ ἀμνῷ, ἀλλὰ τίθημι τράγον. ἰσοπαλής: ἴσος ἐν κλήρῳ· πάλος γὰρ ὁ κλῆρος. ἢ ἐκ τοῦ πάλη.

5

31a

KEA μὴ σπεῦδε: μὴ ἐπείγου ὥσπερ ὑπὸ φλογὸς καιόμε‐ νος. παροιμία· μὴ σπεῦδε, οὐ γὰρ ἐπὶ πυρὸς βέβηκας.

5

31b

GEA μὴ σπεῦδ’, οὐ γάρ τοι πυρὶ θάλπεαι: ἀντὶ τοῦ· οὐκ ἐπὶ πυρὶ βέβλησαι.

5

31c

PT μὴ σπεῦδ’, οὐ γάρ τοι πυρὶ θάλπεαι: παροιμία ἐστίν· μὴ σπούδαζε, οὐ γὰρ ἐπὶ πυρὸς βέβηκας.

5

32a

EgPT τεῖνδ’ ὑπὸ τὰν κότινον: τὸ τεῖνδε ἀντὶ τοῦ τῇδε καὶ ἐνταῦθα Δωρικῶς.

5

32b

KgGEg καὶ τἄλσεα: οἱ σύνδενδροι τόποι παρὰ τὸ εἰς ὕψος ἅλλεσθαι.

5

.

33

EgPT ψυχρὸν ὕδωρ τουτ: καὶ τὸ τουτὶ ἀντὶ τοῦ ἐν‐ ταῦθα.

5

34a

GEA χἁ στιβάς: στιβάδα λέγει νῦν τὴν βοτάνην· κυ‐ ρίως δὲ στιβὰς ἡ στρωμνή. τὸ δὲ ἇδε [λαλεῦντι] ἀντὶ τοῦ ὧδε τροπῇ Δωρικῇ τοῦ ω εἰς α.

5

34b

ποία χἁ στιβὰς ἇδε: ποία ἡ βοτάνη, στιβὰς δὲ ἡ ἐπὶ τῆς γῆς στρωμνή. τὸ δὲ ἇδε ἀντὶ τοῦ ὧδε Δωρικῶς τροπῇ τοῦ ω εἰς α.PT

5

34[c]

καὶ ἀκρίδες: ἀκρίδες λέγονται τὰ πωλία τὰ καθ‐ ήμενα εἰς τὰ ἄκρα τῶν δένδρων καταχρηστικῶς· κυρίως γὰρ αὐτὰ τὰ ἄκρα τῶν δένδρων.

5

36/37a

ὅν ποκ’ ἐόντα: ταῦτά φησιν ἐπὶ τῷ τὴν χάριν [εἰς ἅμιλλαν αὐτῷ συνεληλυθέναι] 〈...〉 παρ’ αὐτοῦ διδαχθέντι, ὡς καὶ προκαλεῖσθαι αὐτὸν εἰς ἅμιλλαν.KGEAT

5

36/37b

δ’ αὖ χάρις ἐς τί ποθ’ ἕρπει: ἀντὶ τοῦ εἰς οἷον ἡ χάρις τῆς εὐεργεσίας κατηνέχθη.PT

5

38a

θρέψαι καὶ λυκιδεῖς: ἐκθρέψειεν ἄν τις καὶ λύκων ἐκγόνους καὶ κύνας ἐπὶ τῇ λύμῃ τῇ αὐτοῦ, ὡς κἀγὼ τοῦτον ἐδίδαξα ἐπὶ ἀχαριστίᾳ.KGEAT

5

38b

GEAT
ἔστι δὲ τὸ τοῦ Ἰσοκρά‐ τους (Ad Demon. 29) ‘κακοὺς ποιῶν εὖ‘.

5

38c

θρέψαι κύνας: παροιμία ἀπὸ τοῦ Ἀκταίωνος τοῦ ὑπὸ τῶν ἰδίων κυνῶν βρωθέντος· τάσσεται δὲ ἐπὶ τῶν ἀχα‐ ριστούντων τοῖς εὐεργέταις.KGEAPT

5

38[d]

οὗτος γάρ, ὥς φασιν, τὴν Ἄρτεμιν ἰδὼν γυμνήν, ἐκείνη αἰδεσθεῖσα λύσσαν τοῖς κυσὶν
EAT
ἐμβάλλει, κἀκεῖνον κατέφαγον.

5

40a

KGEg ἀνδρίον: δυσγενὲς καὶ ἀνελεύθερον ἀνθρώπιον· ὑποκοριστικῶς.

5

40b

PT ἀνδρίον: ἀνδράριον, ἀνθρωπάριον· ὑποκοριστικῶς. τὸ δὲ αὕτως ἀντὶ τοῦ μάτην.

5

41a

KG ἐπύγιζον: πυγμαῖς ἔκρουον. ἄτοπον δὲ τοῦτο φανερῶς ἐξειπεῖν.

5

41b

GEAT τὺ δ’ ἄλγεες: ἀντὶ τοῦ· ἐδόκεις μοι ἀλγεῖν, μᾶλλον δὲ ἡδύνου· καὶ γὰρ ἴδιον τοῦτο τῶν συνουσιαζομένων ἐστίν.

5

.

42

KGEgP κατεβληχῶντο: βληχήν τινα ἠφίεσαν βιαζόμεναι ὑπὸ τῶν τράγων.

5

43a

KGEAT μὴ βάθιον: μὴ βαθυτέρου τύχοις τάφου τοῦ πυ‐ γίσματος, οὗ φῄς με εἰργάσθαι· σὺ δὲ ταφείης, ὡς ἐγὼ πε‐
GEATπύγισμαι.

5

43[b]

ἤτοι οὐκ ἔδωκάς μοι πυγίσματα μηδὲ τα‐ φείης, ὦ κυρτέ.

5

43c

πυγίσματος: μὴ ταφείης, ἀντὶ τοῦ γαμηθείης, βα‐ θύτερον σὺ τοῦ πρὸς ἐμὲ πυγίσματος ἐκ σοῦ, ὡς σὺ λέγεις· ἀρνεῖται δὲ διὰ τούτου. καὶ Ἀριστοφάνης δὲ ἐν Βατράχοις (423 sq.) φησὶ περὶ τοῦ Κλέωνος [περὶ] τὸ κρυπτόμενον καὶ
5τὸ ἔνδον νοούμενον· ‘ἐν ταῖς ταφαῖς τίλλεσθαι‘, ἤγουν ἐν καιρῷ συνουσιασμοῦ τὰς τρίχας ἐκτίλλειν τῆς πυγῆς.

5

43[d]

K ὑβὸς κυρτός. καὶ ὑβόν ἐστι κυφὸν ἀποβολῇ τοῦ κ
καὶ τροπῇ τοῦ φ εἰς β. ὕβωσις καὶ κύρτωσις καὶ λόρδωσις πάθη· λόρδωσις γάρ ἐστι τὸ ἔμπροσθεν, ὕβωσις τὸ κατὰ τὴν κεφαλὴν πρὸ τῆς ῥάχεως πάθος, κύρτωσις δὲ τὸ μέσον τῆς
5ῥάχεως.

5

43e

ὑβὸς ὁ κυρτὸς καὶ 〈ὑβὸν〉 τὸ ἄρρεν αἰδοῖον.Pm

5

44*

ὕστατα:〉 διὰ τὸ μέλλειν μοι ἡττηθῆναι.Eg

5

45a

GEAT τηνε: ἐκεῖσε οὐ βαδιοῦμαι ἢ εἰς ἐκεῖνον τὸν τό‐ πον καὶ οἶκον.

5

45b

KgGEAPgTτουτῶ δρύες: ἐνταῦθα.

5

.

46

σμήνεσι: ταῖς καταδύσεσι τῶν μελισσῶν.K

5

48/49a

λαλαγεῦντι: λιγυρῶς ᾄδουσι.KEg

5

48/49b

καὶ ἁ σκιὰ οὐδὲν ὁμοία: ἡ παρ’ ἐμοὶ σκιὰ οὐδὲν ὁμοία τῇ παρὰ σοὶ σκιᾷ.KGEgPT

5

48/49c

κώνοις: στροβίλοις κυρίως, καταχρηστικῶς δὲ τοῖς καρποῖς.KGET

5

50a

ἀρνακίδας: τὰς τῶν ἀρνῶν δοράς.KGP

5

50b

τῆδε πατησῆς: ἐκ περιουσίας ὡς καὶ πατεῖν.GEg

5

51a

ὕπνω μαλακώτερα: τὸ ‘μαλακώτερα τοῦ ὕπνου‘ ἐν καιρῷ· τοιοῦτον γάρ τι χρῆμα ὁ ὕπνος.GEAT

5

51b

ταὶ δὲ τραγεῖαι: αἱ δοραὶ τῶν τράγων.P

5

51c

ταὶ δὲ τραγεῖαι:〉 ἤγουν τὰ δέρματα τῶν ἐρίφων.Eg

5

53/54a

στασῶ δὲ κρατῆρα: 〈...〉 παρόσον ἔλαιον ἐκτίθησι ταῖς Νύμφαις· αὗται γὰρ ἐκθρέψασαι τὸν Ἀρισταῖον ἐδίδαξαν τὴν τοῦ ἐλαίου ἐργασίαν καὶ μέλιτος, ὥς φησιν Ἀρι‐KGEAT
στοτέλης (fgm. 468 Rose, 1555 a 15).

5

53/54[b]

GLEAT λευκοῖο γάλακτος: οὐχ ὡς μέλαν ὂν γάλα τοῦτό φησι λευκόν, ἵν’ ᾖ κατὰ διαφορὰν ἐκείνου, ἀλλ’ ὡς φύσει παντὸς λευκοῦ γάλακτος· ἐπίθετον γὰρ τοῦτο αὐτοῦ ἐστιν, ὥσπερ καὶ τοὺς Αἰθίοπας φύσει ὄντας ἀμαυροὺς καὶ ὀνο‐
5μαστὶ [μὲν] ἄλλως καλούμενον ἕνα ἕκαστον αὐτῶν Αἰθίοπά φαμεν.

5

53/54[c]

P στασῶ δὲ κρητῆρα: θύσω.

5

55a

G ἁπαλὰν πτέριν: μαλακὸν χόρτον τὸν λεγόμενον βλάχνον.

5

55b

P πτέρις χορτάριόν τι μαλακόν.

5

56/57a

KgPT γλήχων’: εἶδος βοτάνης.

5

56/57[b]

LgEg γλάχων τὸ βλισκούνιν.

5

56/57c

ὑπεσσεῖται:〉 ἀντὶ τοῦ· ὑποστρώματα εἶεν τῶν χι‐ μαιρῶν ἤτοι τῶν αἰγῶν τὰ δέρματα.

5

56/57d

Gὑπεσσεῖται:〉 ὑποστρωθήσεται δέ σοι τὰ τῶν αἰγῶν δέρματα ἁπαλώτερα καὶ τῶν νέων προβατείων.

5

58a

KGLEAT γαυλώς: ἀγγεῖα χυτροειδῆ γαλακτοδόχα, ἐν οἷς πήσσουσι τὸ γάλα· παρὸ καὶ εἴρηται πλεονασμῷ τοῦ υ, ἅτινα καὶ ἀμολγέας καλοῦσι.

5

58b

GLEA γαῦλος εἶδος πλοίου, γαυλὸς ἀγγείου.

5

58c

EgPT γαυλώς: παρὰ τὸ γάλα. εἴδη δέ εἰσιν οἱ γαυλοὶ ἀγ‐ γείων ποιμενικῶν.

5

59a

KGLEAT σκαφίδας: ἀγγεῖα, εἰς ἃ κατετίθεσαν τὰς μελι‐
κηρίδας.

5

59b

πλέα κηρία: τὰ κηρία μέλιτος ὄντα πλήρη, [ἐν] ἅ εἰσι μελικηρίδες.

5

61a

πατέων: λείπει χώραν. τοῦτο ἐκ τῆς παροιμίας· ‘Σπάρταν ἔλαχες, Σπάρταν κόσμει‘ (Euripidis fgm. 723 Nauck Trag. gr. fgm.2 588).K

5

61b

τὰν σαυτοῦ πατέων: τοῦτο ἀπὸ τῆς παροιμίας· ‘Σπάρταν ἣν ἔλαχες κόσμει‘ (v. sch. a). λέγει δὲ τὸ χωρίον ἤτοι τὸν τόπον.P

5

61c

GLgEg τὰν σαυτοῦ πατέων: τουτέστιν ἐπὶ τῆς οἰκείας χώ‐ ρας βεβηκώς.

5

.

63

ποτιδεύομαι: προσχρῄζω.KgLgEgP

5

.

64

ἐρείκας: εἶδος φυτοῦ.

5

65a

KGLEAξυλοχίζεται:〉 γράφεται ξυλοχίσδεται· ξυ‐ λεύεται, ξύλα τέμνει. ἔστι δὲ καὶ παροιμία· ‘δρυὸς πεσούσης πᾶς ἀνὴρ ξυλεύεται‘.

5

65b

KgLgEgPξυλοχίζεται: τέμνει.

5

68/69a

τὺ δ’ ὦ φίλε: σὺ δέ, ὦ Μόρσων, μή μοι πρὸς χάριν ὁμιλήσῃς καὶ παρὰ τὸ δίκαιον τὴν νίκην χαρίσῃ, μήτε μὴν περιΐδῃς ἀδικούμενον.KGLEAT

5

68/69b

μήτ’ ὦν τύγα τοῦτον〉 ὀνάσῃς: βλάψῃς, ἀδικήσῃς.K

5

68/69c

τύγα:〉 τὸ γα ἐπέκτασις.KgEg

5

.

71

τῷδε χαρίξ: ἐν χάριτι κρίνῃς.P

5

72/73a

GLEAT ὁρῇς φίλε τῶ Συβαρίτα: τὴν Θουρίαν ταυ‐
τήν φασιν εἶναι τῇ Συβάρει, ἄλλοι ἑτέραν καὶ ἑτέραν.

5

72/73b

PT ἅδε τοι ἁ ποίμνα τῶ Θουρίω ἐστὶ Σιβύρτα, Εὐμάρα δὲ τὰς αἶγας ὁρῇς φίλε τῶ Συβαρίτα: ἄλλη Σύβαρις καὶ ἄλλη Θουρία· οὗτος γὰρ διΐστησι.

5

.

74

KGLEAT μὴ τύ τις ἠρώτα: τοῦτο ὁ Λάκων φησὶν ἀγα‐ νακτῶν ἐπὶ τῷ προπετεῖ καὶ περιέργῳ τῆς γλώσσης αὐτοῦ.

5

78/79a

[εἶα λέγ’, εἴ τι λέγεις] 〈τὸν ξένον ἐς πόλιν αὖθις ζῶντ’ ἄφες:〉 ἔτι καὶ νῦν τοῖς δι’ ὄχλου τινὶ γινο‐ μένοις εἰώθαμεν τοῦτο λέγειν· ἄνες ποτὲ τὸν ἄνθρωπον. λέγει δὲ [τοῦτον] τὸν ξένον τὸν παρακληθέντα κρῖναι.

5

78/79b

EAT ζῶντ’ ἄφες: τοῦτό φησι θέλων σκῶψαι αὐτὸν τὸν αἰπόλον, ὡς ἀηδές τι μέλλει λέξαι καὶ ἴσως ἂν ἐκ τῆς ἀηδίας καὶ ὁ Μόρσων ἡμιθνὴς γενήσεται ἢ καὶ τέλος θάνῃ. ἢ ζῶντ’ ἄφες ἀντὶ τοῦ ταχύν, ἀπὸ τοῦ ζέω· τοὺς γὰρ ταχεῖς ζέοντας
5καὶ θερμοὺς λέγουσι. ταῦτα δέ φησιν ὁ Λάκων ὡς διαλεγο‐ μένου τοῦ αἰπόλου τῷ Μόρσωνι.

5

78/79c

PT καὶ τὸν ξένον ἐς πόλιν αὖθις ζῶντ’ ἄφες: τουτ‐ έστιν, ἵνα μὴ ὑπὸ τοῦ μέλους ὥσπερ ὑπὸ τῶν Σειρήνων κρα‐ τηθεὶς ἀπόληται. τοῦτο δὲ εἰρωνικῶς φησιν.

5

78/79[d]

P ὦ Παιάν: ὦ τοῦ θαύματος.

5

80/81

GLUEAPT ταὶ Μοῖσαί με φιλεῦντι: ἀρχὴ τῆς ᾠδῆς Κομάτα. φησὶ δὲ αὐτὸν μᾶλλον ὑπὸ τῶν Μουσῶν φιλεῖσθαι ἢ τὸν Δάφνιν.

5

.

82

καὶ γὰρ ἔμ’ Ὡπόλλων: εἶτα ὁ Λάκων λέγει· καὶ γὰρ ἐμὲ ὁ Ἀπόλλων φιλεῖ.

5

83a

KGLUEAT τὰ δὲ Κάρνεα: Πράξιλλα (fgm. 7 Bergk Poet.
lyr. gr. III4 568) μὲν ἀπὸ Κάρνου φησὶν ὠνομάσθαι τοῦ Διὸς καὶ Εὐρώπης υἱοῦ, ὃς ἦν ἐρώμενος τοῦ Ἀπόλλωνος· Ἀλκμὰν (fgm. 103 Bergk ib. 67) δὲ ἀπὸ Καρνέου τινὸς
5Τρωϊκοῦ· Δημήτριος (fgm. 2 Gaede Demetrii Scepsii quae supers., Diss. ph. Gryph. 1880, 18) δὲ ἀπὸ τοῦ κρᾶναι, ὅ ἐστιν ἐπιτελέσαι. φησὶ γάρ, ὡς Μενέλαος στρατεύσας εἰς Ἴλιον ηὔξατο τιμῆσαι αὐτόν, ἐὰν κρηήνῃ.

5

83b

Κάρνεα: Κάρνεια ἑορτὴ τελουμένη τῷ Καρνείῳ Ἀπόλ‐ λωνι κατὰ τὴν Πελοπόννησον, ἀπὸ Κάρνου μάντεως, ὃς ἔφησε τοῖς Ἡρακλείδαις· ἀπὸ δ’ αὐτοῦ Κάρνειον Ἀπόλλωνα προσ‐ αγορεύουσιν. ἡ δὲ ἱστορία παρὰ Θεοπόμπῳ (fgm. 321 Gren‐
5fell—Hunt Hellenic. Oxyrh.)· ὅτι τὸν αὐτὸν καὶ Δία καὶ ἡγή‐ τορα καλοῦσιν Ἀργεῖοι διὰ τὸ κἀκεῖνον ἡγήσασθαι τοῦ στρατοῦ. τὸν οὖν Κάρνον οἱ Ἡρακλεῖδαι ἀπέκτειναν κατερχόμενοι εἰς Πελοπόννησον ὑπολαβόντες κατάσκοπον εἶναι τοῦ στρατεύμα‐ τος· ὃν ὕστερον ἐτίμησαν ὑπὸ λοιμοῦ φθειρόμενοι.

5

83c

οὗτος ὁ Κάρνος μάντις ὢν εἵπετο τοῖς Ἡρακλείδαις ἄσημα τούτοις μαντευόμενος· ὅντινα ἐκτραπεὶς εἷς τῶν Ἡρα‐ κλειδῶν, Ἱππότης ὄνομα, λόγχῃ βαλὼν ἀπέκτεινε. δι’ ὃν λοι‐ μὸς ἐπεκράτησε τὴν Πελοπόννησον. ἀπελθόντες δὲ ἔλαβονKGLUEAPT
5χρησμὸν ἐξ Ἀπόλλωνος τιμῆσαι Κάρνειον Ἀπόλλωνα· καὶ τοῦτο
ποιήσαντες ἐπαύσαντο τοῦ λοιμοῦ. ταύτην οὖν τὴν ἑορτὴν μέχρι τοῦ παρόντος καὶ οὗτοι καὶ οἱ μετοικήσαντες ἐκ Πελο‐ ποννήσου εἰς ἑτέρας πόλεις διὰ τὸν λοιμὸν ἐπιτελοῦσιν.

5

83d

GLUEAT τὰ δὲ Κάρνεα: ἔστιν ἑορτὴ Διὸς Κάρνεια ὀνομα‐ ζομένη. παρ’ Ἕλλησι δὲ τελεῖται διὰ τὸ τὸν δούρειον ἵππον ἐκ κρανείου εἶναι ξύλου.

5

85a

KGLgUgEg καί μ’ ἁ παῖς ποθορεῦσα: ἡ Ἀλκίππη· αὕτη γάρ ἐστιν ἐρωμένη τοῦ Κομάτα.

5

85b

KGUEAT ποθορεῦσα: Αἰολικόν· ὤφειλε γὰρ ὁρῶσα διὰ τοῦ ω τῆς δευτέρας συζυγίας.

5

85c

PT καί μ’ ἁ παῖς ποθορεῦσα: καί με ἡ ἐρωμένη προσ‐ βλέπουσα.

5

85d

KGLgUgEgτάλαν λέγει: ᾤκτειρε γὰρ ἰδοῦσα καὶ εἶπεν· ὦ τάλαν, πάσας μόνος ἀμέλγεις;

5

86/87a

KGUEA τὸ φεῦ φεῦ ἐπὶ θαύματι κεῖται.

5

86/87b

GUgEgP φεῦ φε: θαυμαστικὸν ἢ σχετλιαστικόν.

5

86/87c

KGUEAPT ταλάρως δὲ καλαθίσκους, ἐν οἷς τυροῦται τὸ γάλα.

5

86/87d

KGUg περὶ αὑτοῦ δὲ τὸν λόγον ποιεῖται ὁ Λάκων τῇ κακο‐ εννοίᾳ ἑαυτὸν παιδοπίπην εἰσάγων.

5

86/87e

UEAT ἐν ἄνθεσι: ἐν ἄνθει τῆς ἡλικίας χαίρει. τοῦτο δὲ
εἶπεν ὡς ὄντος αὐτοῦ παιδεραστοῦ.

5

86/87f

τὸ μὲν ἔξω· τοῖς ἄνθεσι τοῦ τυροῦ τὸν παῖδα τοῖς χείλεσι παραχρίει. τὸ δὲ ἔσωθεν· ἐν τοῖς ἀνθώδεσι τόποις τὸν ἄνηβον παῖδα μολύνει ἀντὶ τοῦ βινεῖ.GUEAT

5

88a

βάλλει καὶ μάλοισιν: ἀντὶ τοῦ· πειρᾶταί με εἰς ἔρωτα ἐπαγαγέσθαι· τὸ γὰρ μῆλα βάλλειν ἐπὶ τούτου ἔτασσον.KGUEAT

5

88b

PT ἁ Κλεαρίστα: ἡ Ἀλκίππη ἡ ἐρωμένη αὐτῷ ὡς θυ‐ γάτηρ Κλεαρίστου.

5

89[a]

ποππυλιάσδει:〉 ἀπὸ τοῦ ποππύζω παραγωγόν.UgEgPg

5

89[b]

ποππυλιάσδει: ποππύζει.PT

5

90*

λεῖος ὑπαντῶν: ἡδύς.

5

91a

ἐκμαίνει:〉 τουτέστιν ἀνάπτεσθαι ποιεῖ με ὑπὸ τοῦ ἔρωτος.Lg

5

91b

ἐκμαίνει:〉 ἐρᾷ· τὸ πολὺ δὲ τοῦ ἔρωτος δηλοῖ διὰ τοῦ ἐκμαίνει.UgEg

5

91c

ἐκμαίνει: ἐκμαίνεσθαι ποιεῖ.PPm

5

92a

συμβλητὰ ἀντὶ τοῦ συγκρίσεως ἄξια. λέγει δὲ τὴν διαφορὰν τῆς θηλείας ἀπὸ τοῦ ἄρρενος.KGUgEg

5

92b

οὐ συμβατά, οὐ συγκρίσεως ἄξια.P

5

92c

KGUEAT κυνόσβατος: φυτάριον ὅμοιον ῥοιδίῳ ἔχον τὸν καρ‐ πόν. ἔστι δὲ μεταξὺ θάμνου καὶ δένδρων, παρόμοιον ταῖς ῥοιαῖς, 〈τὸ δὲ φύλλον〉 ἀκανθῶδες· οὕτως φησὶ Θεόφραστος
(Hist. plant. III 18, 4). ἔστι δὲ ὁ κυνάκανθος.

5

92d

EgPT κυνόσβατος: ἄγριον ῥόδον.

5

92e

KGUEAT ἀνεμώνα: τὴν ἀνεμώνην Νίκανδρός (fgm. 65 Schnei‐ der p. 68) φησιν ἐκ τοῦ Ἀδώνιδος αἵματος ῥυῆναι. Κρα‐ τεύας (cf. Wellmann Abh. d. Ges. d. Wiss. zu Gött., Phil.— hist. Kl. N. F. 2, 1897, 30) δὲ δύο φησί, τὴν μὲν ἄνθος
5ἔχουσαν μέλαν, τὴν δὲ φοινίκεον. Σωσίβιος (fgm. 21 Mueller Fgm. hist. gr. II 629) δὲ παρὰ Λάκωσι τὰς ἀνεμώνας φαινί‐ δας καλεῖσθαί φησι.

5

92f

PT ἀνεμώνα: ἄνθος ἄνοδμον, ὅ φασιν ἀναδοθῆναι ἐκ τοῦ αἵματος Ἀδώνιδος.

5

92[g]

UgEgἀνεμώνα:〉 ὁ πετεινὸς καλούμενος, ὅς ἐστι βοτάνη, ἤγουν ἡ κουτζουνάδα.

5

93a

GUEAT πρὸς ῥόδα: ῥόδον παρὰ τὸ θᾶττον ἀπορρεῖν· ῥοῶδες γάρ ἐστιν ἤτοι συντόμως φθειρόμενον. ἢ 〈ἀπὸ τοῦ ῥεῖν〉 ἀπ’ αὐτοῦ τὴν ὀδμὴν ἢ ἀπὸ τοῦ ὄζω.

5

93b

KGLgUEAT τῶν ἄνδηρα: νῦν ἀντὶ τοῦ ἄκρα· τῶν γὰρ ῥόδων τὰ ἄκρα καὶ πρωτεύοντα φύονται ἐν ταῖς αἱμασιαῖς. κυρίως δὲ ἄνδηρα τὰ ἐπάνω τῶν ὀχετῶν τῶν ὑγρῶν, ἤγουν τὰ χείλη τοῦ ποταμοῦ, παρὰ τὸ ἄνω τῶν διερῶν εἶναι· διερὰ γὰρ τὰ
5δίυγρα.

5

93c

PT τῶν ἄνδηρα παρ’ αἱμασιαῖσι πεφύκει: ὧντινων,
τῆς κυνοσβάτου καὶ τῆς ἀνεμώνης, τὰ ἄνθη ἢ τὰ φυτά. κυ‐ ρίως δὲ ἄνδηρα τὸν ἔνυγρον τόπον καὶ τὰ τῶν ποταμῶν ἀνα‐ χώματα γίνωσκε.

5

93[d]

φυλάσσει: γράφεται καὶ πεφύκει.K

5

94/95a

οὐδ’ ἀκύλοις: ταῖς τῆς πρίνου βαλάνοις· ἄκυλος γὰρ ὁ τῆς πρίνου καρπός. αἱ μὲν γὰρ ἄκυλοι λεπτό‐ σαρκοι, φησί, καὶ ξηραί, αἱ δὲ 〈ὀρομαλίδες〉 ἡδεῖαι. φησὶν οὖν, ὅτι ὁ μὲν Κρατίδας μελίχρους, ἡ δὲ Κλεαρίστη ἀειδής.KGUEAT

5

94/95b

ὀρομαλίδες: τὰ ὄρεια μῆλα. Ἀσκληπιάδης δὲ ὁμο‐ μαλίδες γράφει· ἔστι δὲ τὰ συνακμάζοντα τοῖς μήλοις σῦκα.

5

94/95c

αἱ δὲ μελιχρα: τινὲς οὕτως ἑρμηνεύουσιν· αἱ μὲν ἔχουσι λεπτὸν λέπυρον· αἱ δὲ μελιχραί, ἤγουν χροιὰν ἔχουσαι μέλιτος, κιτρινοειδεῖς· ὁ δὲ καρπὸς τῆς πρίνου κοκκοειδής ἐστι. ποιεῖ οὖν ὁ Λάκων τὴν μὲν Κλεαρίσταν κιτρινοειδῆ καὶGUEAT
5οἱονεὶ ἄμορφον, τὸν δὲ Κρατίδαν κοκκοειδῆ καὶ οἱονεὶ εὔ‐ μορφον.

5

94/95d

ἄκυλος ὁ καρπὸς τῆς πρίνου. ὀρομαλίδες ὄρεια μῆλα. λεπτὸν ἀπὸ πρίνοιο, παχὺ δὲ πρὸς τὰς ὀρομαλίδας.P

5

.

96

φάσσαν: ὄνομα ὀρνέου. Ἀλέξανδρος δέ φησινKGUEAT
ὁ Μύνδιος (Περὶ ζῴων fgm. 19 Wellmann Herm. 26, 1891, 552), ὅτι ἡ μὲν φάσσα ὑποκυάνεον ἔχει τὴν κεφαλὴν καὶ μᾶλλόν γε ἐμπόρφυρον, τῶν τε ὀφθαλμῶν λευκῶν ὄντων τὸ
5ἐν αὐτοῖς μέλαν στρογγύλον ἔχει.

5

97a

ἀρκεύθου: ὄνομα δένδρου ἀκάρπου. φησὶ γὰρ ὁ Θεόφραστος (Hist. plant. I 9, 3), ὅτι ‘τῶν ἀγρίων‘ ἐστὶν ‘ἐλάτη, πεύκη, ἄρκευθος, μῖλος, θυΐα καὶ ἣν Ἀρκάδες καλοῦσι φελλόδρυν‘.

5

97b

PT ἐκ τᾶς ἀρκεύθω: ἡ ἄρκευθος εἶδος φυτοῦ ἀκαν‐ θώδους.

5

98a

KGUEA ὁππόκα πεξ: ἐντεῦθεν καὶ πόκος· ἐτίθεσαν οὖν ἐπὶ τοῦ ξαίνειν.

5

98b

EgP πεξ: κουρεύσω.

5

99a

KGUEAT τὰν πέλλαν: τὴν πορφυρᾶν οἶν, τὴν μέλαιναν. τὴν γοῦν τοῦ σώματος ἐπιφάνειαν, ἡνίκ’ ἂν δι’ ὑποδρομὴν αἵματος μελαίνηται, πελίωμα καλοῦσιν· ὃ τῇ Ἀφροδίτῃ συμ‐ βεβηκέναι φησὶν Ὅμηρος (Ε 354)· ‘μελαίνετο δὲ χρόα καλόν‘.

5

99b

PT τὰν ὄϊν τὰν πέλλαν: τὴν μέλαιναν. τὴν γὰρ τοῦ σώματος ἐπιφάνειαν, ὅτε ὑφ’ αἵματος μελανθῇ, πελίδνωμα
καλοῦμεν.

5

99c

τὰν πέλλαν: σκοτεινήν, μέλαιναν.K

5

.

100

σίττ’ ἀπὸ τᾶς κοτίνω: τοῦτο μεταξὺ τῆς ᾠδῆς ἐπεφώνησε πρὸς τὰς αἶγας· ἀναχωρεῖτε τῆς ἀγριελαίου.KGUEAPT

5

102/103a

οὐκ ἀπὸ τᾶς δρυός: ἀπόστητε, φησίν, ἀπὸ τῆς δρυὸς καὶ κατὰ τοῦτο τὸ μέρος βόσκεσθε τῆς Ἰτα‐ λίας, ἔνθα τὸ ὄρος ὁ Φάλαρος πρὸς ἀνατολὰς κείμενον. Ἀσκλη‐ πιάδης δέ φησι χωρίον τὸ 〈καὶ〉 νῦν καλούμενον Φάλαρον.KGUEAT

5

102/103b

Κώναρος: ὁ κριὸς διὰ τὸ τὰ κέρατα ἔχειν τραχέα καὶ περιφερῆ ὡς κώνους ἤτοι στροβίλους.

5

102/103c

ὁ Κώναρος: ὁ κριὸς παρὰ τὸ κέρατα ἔχειν κωνοειδῆ.PT

5

102/103d

ἅ τε Κιναίθα: τοῦτο τῆς οἰός ἐστιν ὄνομα. τινὲς δὲ τὴν εὐκίνητον ἀκούουσιν· [αἰθὸν γὰρ τὸ πυρῶδες] αἴθει γὰρ ἐν κινήσει ὥσπερ τὸ πῦρ. ὅθεν Ὅμηρος τοὺς λέοντας αἴθωνάς φησι.KGUEAT

5

102/103e

Κιναίθα: ἡ πρὸς τὸ κινεῖσθαι διάπυρος, ἤγουν ἡ ταχεῖα ὄϊς, παρὰ τὸ κινῶ καὶ τὸ αἴθω τὸ καίω.PT

5

102/103[f]

Pτουτ: ἐνταῦθα.

5

102/103[g]

Kς: οὕτως ὥσπερ.

5

102/103h

Φάλαρος: ὄνομα ὄρους εἰς ἀνατολὴν κειμένου.KGUEAT

5

102/103i

ὡς ὁ φάλαρος: φάλαρον λέγει τὸν λευκὸν κριόν. καὶ Ὅμηρος (Ν 799) κύματα ‘φαληριόωντα‘ λέγει τὰ λευκαι‐ νόμενα.PT

5

102/103k

φάλαρος: ὁ〉 λευκὸς ἢ ὁ φολιδωτός.UgEgPg

5

102/103l

φάλαρος:〉 ἤγουν ὁ φολιδωτὸς ἢ τὸ ὄρος τῆς Ἰταλίας.Lg

5

.

104

γαυλός:〉 τὸ γαλακτοδόχον ἀγγεῖον.

5

105a

KGUEAT ἔργον Πραξιτέλευς: δύο φασὶ Πραξιτέλεις, τὸν μὲν ἀρχαιότερον ἀνδριαντοποιόν, τὸν δὲ νεώτερον ἀγαλ‐ ματοποιόν. οὗτος δὲ ἦν ἐπὶ Δημητρίου τοῦ βασιλέως, περὶ
UEAPT οὗ φησιν ὁ Θεόκριτος.

5

105b

ἀντὶ δὲ τοῦ εἰπεῖν θαυμαστὸν λέγει τὸ ὄνομα τοῦ τεχνίτου ὡς ἐξάκουστον.

5

105[c]

UgEgτᾷ παιδ.〉 τῇ ἐρωμένῃ Κλεαρίστᾳ.

5

105[d]

P τᾷ παιδὶ δ: τῇ Ἀλκίππῃ.

5

106a

GEAT κύων φιλοποίμνιοσ, ὃν λύκος ἄγχει: κυ‐ ρίως ἐπὶ τοῦ ζῴου ἀκουστέον· ἢ ἐπὶ τοῦ ἱμάντος τοῦ περι‐ δεδεμένου τοῖς τραχήλοις τῶν κυνῶν.

5

106b

ὃς λύκως ἄγχει: πνίγει καὶ ῥέγχειν ποιεῖ. 〈φιλο‐ ποίμνιος:〉 ἐν τῇ φροντίδι τοῦ φυλάσσειν τὰ θρέμματα· δοκεῖ δὲ ὄνομα εἶναι κυνός.

5

109a

KGEAT ἐντὶ γὰρ αὖαι: ξηραί, ὥριμοι. γράφεται καὶ ἄζαι· ἐν τοῖς ἀγγείοις γὰρ ἐπειδάν τι καταλειφθῇ ξηρανθέν, ἄζα λέγεται. γράφεται καὶ αὐτα, ἵν’ ᾖ μόναι.

5

109b

PT ἐντὶ γὰρ αὖαι: γράφεται καὶ ἄξαι: καὶ γὰρ τὸ κατα‐ λειφθὲν ἐν τοῖς ἀγγείοις ἄζα λέγεται.

5

109c

Lgαὖαι:〉 πέπειροι, ὥριμοι, ἕτοιμοι πρὸς τὴν τρύγην.

5

109d

Egαὖαι:〉 πέπειροι, τουτέστιν ὥριμοι καὶ ὅσον εἰκὸς θερμανθεῖσαι τῷ ἡλίῳ.

5

110/111a

KGEAT ὁρῆτε τὸν αἰπόλον: οὕτως φησίν· ὡς ὁρᾶτε τὸν αἰπόλον παρερεθίζοντά με εἰς ἅμιλλαν, οὕτω δὴ καὶ ὑμεῖς ἐρεθίζετε τοὺς θεριστὰς εἰς ἐργασίαν.

5

110/111b

οὕτως χὕμμες: οὕτως καὶ ὑμεῖς εἰς ἔριν ἄγετε τοὺς θεριστάς.P

5

110/111c

θὴν καὶ ἐπιπολύ· ἢ τὸ θὴν ἀντὶ τοῦ δή.PT

5

112/113a

τὰς δασυκέρκως: τὰς πολυτρίχους ἐχούσας οὐράς· κέρκος γὰρ ἡ οὐρά.KGEAT

5

112/113b

μισέω τὰς δασυκέρκος: τινὲς οὕτω κατὰ τὸ ἔσω νοούμενον λέγουσι· μισῶ τοὺς ἄνδρας τοὺς ἐνήλικας καὶ δασυ‐ πύγους, οἳ φοιτῶντες διὰ τῆς νυκτὸς τὰ τοῦ Μίκωνος ῥα‐ γίζοντι, ἤγουν ἐσθίουσι, δηλονότι ὑπ’ αὐτοῦ βινούμενοι.LEAT
5γράφεται δὲ Μίκων τὸ μι ι. ἀλώπηξι δὲ εἴκασε τοὺς τοιού‐ τους ὡς πανούργους καὶ δολερούς.

5

112/113c

ῥαγίζοντι: τὰς ῥᾶγας ἀναλέγουσιν. οὕτως δὲ ῥᾶγας Ἀττικῶς διὰ τοῦ α.KGEA

5

112/113d

δι’ ἀλληγορίας ὁ Κομάτας φησίν, ὅτι ὁ Λάκων ἐν τοῖς Μίκωνος κατὰ πᾶσαν ἑσπέραν πορευόμενος περαίνεται.KGEAPT

5

112/113e

ῥαγίζοντι: τὰς ῥᾶγας ἀποτρώγουσι.KGLEA

5

112/113f

αἳ τὰ Μίκωνος ἀεὶ φοιτῶσαι: λείπει χωρία. τὰ ποθέσπερα: τὰ δυτικά. ῥαγίζονται: λυμαίνονται, τρυ‐ γῶσι.P

5

112/113g

τὰ Μίκωνος:〉 ἀμπελόφυτον τόπον, τὰς ἀμπέλους.LgEg

5

114/115a

KGLEAPT καὶ ὁ ἕτερος ἐπὶ τῆς αὐτῆς ἐννοίας ἐμφαί‐
νων τοὺς περαίνοντας αὐτὸν κατὰ τὴν συκάδα φησίν.

5

114/115b

KgEgP ὑπανέμιοι: ὑπαέριοι.

5

116/117[a]

K γράφεται ἦ ῥα μέμν.

5

116/117b

KGLEAPTτ’ ἐγώ τυ κατήλασα: τὰς προειρημένας ἐμφάσεις διὰ τούτου βεβαιοῖ λέγων· ἢ οὐ μέμνῃ, ὅτε σε ἐπέραινον κατ’ ἐκείνην τὴν δρῦν, τὺ δὲ σεσαρὼς πρὸς ἐκείνην κιγκλίζευ; τοῦτο δὲ μεταφορικῶς εἴρηται ἀπὸ τῆς ἐν τῇ θύρᾳ κιγκλίδος.
5ἔστι δὲ κόραξ σιδηροῦς ἐμπίπτων εἰς τὸ μέσον σιδηροῦν καὶ ἐπικροτῶν τὴν θύραν.

5

116/117c

KGLEAT κιγκλίζευ: προσεδονοῦ· ἀπὸ τοῦ κίγκλου οὕτως κα‐ λουμένου ὀρνέου, ὃ νῦν σεισοπυγίδα καλοῦσιν, ἀφ’ οὗ ἡ λέξις μετήνεκται. κιγκλίζειν δὲ τὸ κινεῖν τὴν ὀσφύν φασιν. ὥσπερ δὲ παρὰ τὸ γνῶ γίγνω, οὕτως παρὰ τὸ κλῶ κίγκλω καὶ
5κίγκλος.

5

116/117d

PT ἐκιγκλίζευ προσεδονοῦ φησι· ἀπὸ μεταφορᾶς [τοῦ κώλου] τοῦ κίγκλου, ὃν ἔνιοι καλοῦσι σεισοπυγίδα, ὅθεν καὶ τὸ κινεῖν τὴν ὀσφὺν κιγκλίζειν φασίν.

5

118/119a

KG τοῦτο μὲν οὐ μέμναμαι: τὸ μέν, ὡς σὺ φῄς, πεπεράνθαι με οὐ μέμνημαι· ἡνίκα μέντοι δήσας ὁ Εὐ‐ μάρας ἐνταῦθα εὐμελῶς καὶ εὐτόλμως σε ἐμάστιξεν, ἀκρι‐ βῶς οἶδα.

5

118/119b

Εὐμάρας ἐκάθηρε: περὶ οὗ μοι εἶπας, οὐ μέμνημαι· τοῦτο δὲ γινώσκω, ὅτι ὁ δεσπότης σου δήσας σε ἐπύγιζεν, ὅπερ δηλοῖ τὸ ἐκάθηρε. ἢ ἐκάθηρεν ἀντὶ τοῦ ἔτυπτε καὶ ἐξέδερε. καὶ Ἀριστοφάνης (fgm. 911b Kock Com. att. fgm.LEAT
5III 726)· ‘πέδοι τὰς πλευρὰς ἐκάθηρεν‘.

5

118/119c

PT ὅκα μάν ποκα τεῖνδέ τυ δήσας Εὐμάρας ἐκά‐ θηρεν: ὅτε δὲ ὁ Εὐμάρας ὁ σὸς δεσπότης δεσμήσας σε ἐμαστίγωσεν, ἀκριβῶς ἐπίσταμαι.

5

118/119[d]

γράφεται ὅκα μάν ποκα τίν τοι δήσας.K

5

118/119[e]

ἐκάθηρεν: ἐπαίδευσεν, ἐμαστίγωσεν.PT

5

120a

ἤδη τις, Μόρσων: ὦ Μόρσων, φησί, ἤδη τις μέλλει λυπεῖσθαι παρ’ ἡμῶν οὐχ ὑβρισθείς· ἢ οὐχὶ παρῄσθου πρότερον τοῦτον ὑβρίσαντα;KG

5

120b

παρῄσθευ: ὡς οὐκ ἐνεγκὼν τὴν ὕβριν μέλλει λοιδο‐ ρεῖσθαι καὶ προσημαίνεται τούτου αὐτοῦ λαμβάνων Μόρσωνα μάρτυρα τὸν κριτήν, τοῦ προϋβρίσθαι πρῶτος αὐτός.

5

120[c]

οὐχὶ παρῄσθευ: οὐκ ἐνόησας.PT

5

121a

σκίλλας ἰὼν γραίας: ὁ λόγος πάλιν πρὸς τὸν Λάκωνα. ἄξιος εἶ, φησί, μᾶλλον ἀπελθεῖν εἰς τὰ μνημεῖα καὶ τὰς γεγραιωμένας σκίλλας τίλλειν ἤπερ ἐμοὶ ἐρίζειν· αὗται γὰρKGLEAPT
παντελῶς ἄχρηστοί εἰσιν. καλοῦνται δὲ σκιλλοκρόμυα.

5

121b

KG γραίας: οὕτως ἡ ὕβρις· γεγηρακυίας καὶ σκληρωθείσας τῷ χρόνῳ σκίλλας ἔλθοις εἴς τινα τόπον τίλλων. φησὶ δὲ τοῦτο ὡς ἐπίπονον καὶ μοχθηρόν.

5

121c

L1.2ET σκίλλας ἰὼν γραίας: τοῦτό φησι κατὰ τὸ ἔσω νοού‐ μενον· ἀπελθὼν τίλλε, φησί, τὰς παλαιὰς τρίχας τοῦ τάφου σου, ἤγουν τῆς πυγῆς σου.

5

121d

PT σκίλλας ἰὼν γραίας: σκίλλα εἶδος βοτάνης πάντῃ ἀχρήστου. γραίας δὲ τὰς γεγηρακυίας καὶ ξηράς.

5

121e

KgLgEgσκίλλας:〉 φυτὸν λυσσῶδες.

5

121[f]

PT τίλλοις: κόπτοις.

5

122*

LgEgκνίζω:〉 τιτρώσκω, λυπῶ, καθάπτομαι.

5

123/124a

KGLEAT κυκλάμινος βοτάνιόν ἐστι ποιῶδες, λε‐ πτόρριζον, ὅπερ χλιανθὲν ποιεῖ πρὸς χίμετλα. οἱ δὲ τὸν τῆς κομάρου καρπόν, ὅνπερ ἐάν τις πολὺν φάγῃ κεφαλαλγεῖ.

5

123/124b

KG κυκλάμινος οὐχὶ πάντως χαλεπῶς ὀρύσσεται. ἀλλ’ ὥσπερ ἀπειροκάλως ἐκεῖνος κατηράσατο, οὕτω καὶ οὗτος ἀπὸ τοῦ παραπεσεῖν εἰς τὴν κυκλάμινον.

5

123/124c

PT τὰν κυκλάμινον: ἡ κυκλάμινος βοτάνη ἐστὶ παντε‐ λῶς ἄχρηστος.

5

123/124d

KG Ἱμέρα: ποταμὸς Σικελίας. τοῦτο δέ φησι διὰ τὸ ποτὲ μὲν ἁλυκάς, ποτὲ δὲ γλυκείας ἔχειν 〈πηγάς. ἔστι δὲ καὶ πόλις
ὁμώνυμος,〉 δι’ ἧς ῥέει 〈ὁ ποταμόσ〉.

5

123/124e

κατὰ μέν τι μέρος ἁλυκόν, κατὰ δέ τι πότιμον. κρή‐ νην δέ τινες Ἰταλίας φασὶν εἶναι.

5

123/124f

Ἱμέρα:〉 ὄνομα ποταμοῦ. ἔστι δὲ καὶ ὄνομα πόλεως Σικελίας.LgEg

5

123/124g

PT ἐς τὸν Ἄλεντα: ὁ Ἄλεις ποταμὸς Ἰταλίας, ὁ δὲ Κρᾶ‐ θις ποταμὸς περὶ Σύβαριν. εὔχεται δὲ διὰ τὴν ἐρωμένην.

5

125a

PTπορφύροις: βλύζοις.

5

125b

πορφύροις:〉 κεκραμένος εἴης.KgLgEg

5

125c

KG σία: λάχανον ὅμοιον σελίνῳ ἐν αὐτῷ τῷ ὕδατι τρε‐ φόμενον.

5

125d

τὰ δέ τ’ οἴσια: ἀνθύλλιά εἰσι παντελῶς ἄκαρπα, πρὸς τοῖς ποταμοῖς φυόμενα.GLEA

5

125e

τὰ δέ τοι σία: σίον βοτάνη τίς ἐστιν ἄκαρπος. καὶ Ὅμηρος (ε 72)· ‘ἀμφὶ δὲ λειμῶνος μαλακοῦ σία‘· τὸ γὰρ ἴον ἐν τοῖς λειμῶσιν οὐ πέφυκε γίνεσθαι, ἀλλὰ τὸ σίον.PT

5

126a

ῥείτω 〈χἁ Συβαρῖτισ: πηγὴ Ἰταλίας περὶ Θούριον.KLgEg

5

126b

ῥείτω χἁ Συβαρῖτις ἐμὶν μέλι: πηγὴ ἐν Σικελίᾳ.PT

5

127[a]

Pἁ παῖς: ἡ δούλη.

5

127b

τᾷ κάλπιδι: καὶ ἡ ἐμή, φησίν, ἐρωμένη τῇ ὑδρίᾳ τὸ ῥέον ἀπὸ τῆς κρήνης μέλι ἀντλήσοι.KG

5

127c

τᾷ κάλπιδι:〉 τῇ κάλπιδι ἤτοι τῷ καδδαρίῳ.

5

127d

τᾷ κάλπιδι: κάλπις ἡ ξύλινος ὑδρία.PT

5

127e

κάλπιδα:〉 ἀγγεῖον ὑδροφόρον.Eg

5

128/129a

KGLEAPT κύτισος, αἴγιλος, σχῖνος θάμνοι, οὓς ἐπινέμονται αἱ αἶγες.

5

128/129b

K πατέοντι: ἢ ἐσθίοντι ἢ πατοῦντι.

5

128/129c

κέοντι: βόσκοντι θάμνον.

5

128/129[d]

PT κόμαρος εἶδος δένδρου.

5

128/129[e]

ἐν κομάροισι κέονται: κεῖνται καὶ καθέζονται.

5

130a

GLEA πάρεστι μὲν ἁ μελίτεια: μελίτεια εἶδος βο‐ τάνης οὕτως ὀνομαζομένης· ἔστι δὲ γλυκώδης.

5

130b

PT ἁ μελίτεια: ἤγουν ἡ μελιτόεσσα· ἔστι δὲ ἡ μελίτεια εἶδος βοτάνης γλυκιζούσης.

5

130c

Kgμελίτεια:〉 εἶδος ἄνθους γλυκώδους.

5

131a

KGLEA ῥόδα κισθός 〈...〉 περί τε τὰ γόνατα τῶν τρά‐
γων καὶ τὸν πώγωνα πησσόμενα.G

5

131b

ἔστι δὲ κισθὸς εἶδος βοτάνης ἀνθοφορούσης ἐοικὸς ῥόδοις κατὰ τὸ ἄνθος.

5

131c

PT καὶ ὡς ῥόδα κισθὸς ἐπανθε: κισθός ἐστιν εἶδος βοτάνης ἀνθώδους ἐοικυίας ῥόδοις. ἐν ἑτέροις δὲ ῥοδάκισ‐ σος γράφεται ἓν μέρος λόγου. ἔστι δὲ καὶ αὕτη τῶν θάμνων, γλυκῶδες ἄνθος προϊεμένη. περὶ τὰ γόνατα δὲ τῶν τράγων
5καὶ τὸν πώγωνα πήσσεται.

5

136/137a

οὐ θεμιτόν: ὡς οὐ θέμις κίσσας ἀηδόνι φιλονεικεῖν οὐδ’ ἔποπας πρὸς κύκνους, οὕτως οὐδὲ σὲ πρὸς ἐμέ. σὺ δὲ ἔοικας φιλόνεικός τις καὶ φίλερις εἶναι.KGLgUgEgPgT

5

136/137b

KGLUEAT κίσσα εἶδος ὀρνέου ἀμούσου, ἐπιθυμητικοῦ, ποι‐ κίλου. ὅθεν τὸ κισσᾶν ἐπὶ τῶν γυναικῶν παραλαμβάνουσι, παρόσον αἱ γεννῶσαι ἀηδίζονται πρὸς τὸ ποιεῖν 〈...〉.

5

136/137c

οὐδ’ ἔποπας: ἔποψ εἶδος ὀρνέου κακοφώνου.PT

5

136/137d

φιλεχθής: εἰς ἔχθος καὶ μῖσος ἄγων τοὺς φίλους.KPT

5

138/139[a]

παύσασθαι κέλομαι: κρίνει.P

5

138/139[b]

τὶν δὲ Κομᾶτα δωρεῖται Μόρσων τὰν ἀμνίδα: σοὶ δὲ τῷ νικήσαντι δίδωσι τὸ ἔπαθλον.PT

5

141/143a

φριμάσσεο: φριμαγμὸν ἀποδίδου μεθ’ ἡδονῆς, τουτέστι βρενθύου καὶ ἐναβρύνου, ὦ πᾶσα ἀγέλη. πεποιημένη δὲ ἡ λέξις· τοιοῦτος γὰρ δοκεῖ εἶναι ὁ ἦχος τοῦKGLUEAT
πταρμοῦ τῶν αἰγῶν.

5

141/143b

φριμάσσεο: οὐ κυρίως τῇ λέξει κέχρηται. φριμαγμὸς μὲν γάρ ἐστι κυρίως ἡ τῶν ἵππων 〈φωνή〉, βληχὴ δὲ αἰγῶν καὶ προβάτων. τῷ αὐτῷ ἁμαρτήματι περιπέπτωκε καὶ Εὔπολις ἐν Αἰξίν (fgm. 17b Kock Com. att. fgm. III 719).

5

141/143c

PT φριμάσσεο: τουτέστι μεθ’ ἡδονῆς σκίρτα, ἐπαίρου, πᾶσα ἀγέλη. τὸ δὲ φριμάσσω ἀπὸ τοῦ ἤχου τῶν αἰγῶν ὠνοματοπεποίηται. τὸ δὲ φριμάσσω λέγεται ἐπὶ τῶν ἵπ‐ πων· κατὰ ὀνοματοποιΐαν δὲ τοῦτο ἀπὸ τοῦ ἤχου.

5

141/143d

LgEgφριμάσσεο:〉 ἐπὶ τῶν ἵππων τὸ φριμάσσεσθαι· νῦν δὲ ἀντὶ τοῦ σκίρτα, ἵστασο ἐν ἡδονῇ.

5

141/143e

KGLgUgEg καχαξ: ἀντὶ τοῦ· καὶ ἐγὼ σὺν ὑμῖν καταγελάσω τοῦ Λάκωνος.

5

141/143[f]

Kκἠγὼν γὰρ ἴδ’ ὡς:〉 γράφεται κἠγὼ μὲν ἴδ’ ὡς.

5

141/143[g]

〈ὧδέ ποκ’ ἤδη:〉 γράφεται ὅττι ποκ’ ἤδη.

5

144a

KgP ἀνυσάμην: ἐκτησάμην.

5

144b

KGLgUgEg ἁλεῦμαι: ἐκ περιχαρείας, φησίν, ὦ αἶγες, εἰς τὸν οὐρανὸν ἀναβήσομαι.

5

144c

P ἐς οὐρανὸν ὔμμιν ἁλεῦμαι: εἰς οὐρανὸν σὺν ὑμῖν πηδήσω.

5

145a

KGLUrEAT κερουχίδες αἱ κεροφόροι, κερουλίδες αἱ οὖλα κέρατα ἔχουσαι, κερουλκίδες αἱ ἀπὸ τῶν κεράτων ἑλ‐ κόμεναι.

5

145b

PT κερουχίδες: κέρατα ἔχουσαι ἢ κεκρατημέναι τοῖς
κέρασιν.

5

147-150a

ὁ λευκίτας: πεποίηται τὸ ὄνομα ἀπὸ τῆς λευκότητος τοῦ τράγου. ὡς ἀπὸ τοῦ μέσος μεσίτης καὶ ὁδὸς ὁδίτης, οὕτω καὶ ἀπὸ τοῦ λευκὸς λευκίτης.KGLUEAT

5

147-150b

κορυπτίλος ὁ κέρασι πλήττων.KUg

5

147-150c

οὗτος ὁ λευκίτας ὁ κορυπτίλος: ἡ ἀπότασις τοῦ λόγου πρὸς τὸν τράγον ἐπιτρέχοντα ταῖς αἰξὶ καὶ τοῖς κέρασι τύπτοντα, μάχιμον. λευκίτας δὲ ὁ λευκὸς παραγωγῶς ὡς ἀπὸ τοῦ ὁδὸς ὁδίτης, κορυπτίλος ὁ κεράστης ἢ ὁ τοῖςGLUEA
5κέρασι πλήττων.

5

147-150d

ὁ κορυπτίλος: ὁ πλήκτης ἀπὸ τοῦ κορύπτω. πρὸς τὸν τράγον δὲ τοῦτό φησιν ἐπιτρέχοντα ταῖς αἰξὶ καὶ τοῖς κέρασι τύπτοντα.PT

5

147-150e

φησὶν οὖν· ἐὰν τολμήσῃς ὀχεῦσαι, πρινή με θῦσαι ταῖς Νύμφαις ἣν ἐνίκησα ἀμνὸν τὸν Λάκωνα, θλάσω σου τὰ αἰδοῖα.KGLUEAT

5

147-150f

εἴ τιν’ ὀχευσεῖς: εἴ τινα ἀναβιβάσειας.KGU

5

147-150g

φλασῶ τυ: θλάσω Δωρικῶς.LgUgEgP

5

147-150h

καλλιερῆσαι: θῦσαι.

5

147-150i

δ’ αὖ πάλιν: ὁ τράγος, φησί, πάλιν τὰς αἶγας τύπτει. ἀλλὰ ἐὰν οὐ θλάσω σε, γενοίμην ἀντὶ Κομάτα Μελ‐ ἀνθιος.PT

5

147-150k

δ’ αὖ πάλιν:〉 λείπει τὸ ὀχεύει.KgLgUgEg

5

147-150l

ἀλλὰ γενοίμαν: ἀλλ’ ἐὰν μή σε θλάσω, γενοίμην ἀντὶ τοῦ Κομάτα Μελάνθιος καὶ κολασθείην ὥσπερ ἐκεῖνος ὑπὸ Εὐμαίου καὶ Φιλοιτίου ἐν τοῖς Ὀδυσσέως οἴκοις (χ 474sqq.).KGLUEAT

5

147-150m

τὸν παρ’ Ὁμήρῳ φησὶ Μελάνθιον. ἦν γὰρ δοῦλοςLUEAPT
τῶν μνηστήρων τῆς Πηνελόπης.

6

t

Βουκολιασταί. 〈αʹ〉

6

arg a

KGLUEAT Προσδιαλέγεται Ἀράτῳ τινὶ φίλῳ ἑαυτοῦ ὁ Θεόκριτος, οὗ μέμνηται καὶ ἐν τοῖς Θαλυσίοις (VII 98)· ‘Ἄρατοσ‘, λέγει, ‘ὁ τὰ πάντα φιλαίτατοσ‘ καὶ πάλιν (122)· ‘μηκέτι φρουρέω‐ μες ἐνὶ προθύροισιν, Ἄρατε‘. δύναται δὲ οὗτος εἶναι ὁ τὰ
5Φαινόμενα γράψας· συγκεχρόνικε γὰρ τῷ Θεοκρίτῳ καὶ εἰκὸς
KGLUEA 〈φίλουσ〉 ἀλλήλων γενέσθαι.

6

arg b

διάκεινται δὲ δύο ἄνδρες ᾄδοντες ἐν Σικελίᾳ, Δαμοίτας καὶ Δάφνις, συνελάσαντες τὰ θρέμματα εἰς ἓν κατὰ μεσημβρίαν. ᾄδουσι δ’ ἀμφότεροι τὸν Πολυφήμου τοῦ Κύκλωπος ἔρωτα τὸν ἐπὶ Γαλατείᾳ μερισά‐
5μενοι τὴν ὑπόθεσιν. καὶ ὁ μὲν Δάφνις [τὸν Κύκλωπα] μι‐ μεῖταί τινα διαλεγόμενον πρὸς αὐτὸν περὶ τῆς Γαλατείας, ὁ δὲ Δαμοίτας τὸν Κύκλωπα ὑποκρινόμενος ἀποκρίνεται οἵους ἂν Πολύφημος λόγους ἔφη πρὸς τοὺς ὑπ’ ἐκείνου εἰρη‐
μένους.

6

arg c

Δάφνις καὶ Δαμοίτας θέρους ὄντος μεσημβρίας εἰς ἓν τὰ θρέμματα συνελαύνουσι καὶ ἀμοιβαίως τὴν περὶ Κύκλω‐ πος ᾄδουσιν ὑπόθεσιν. τοῦ δὲ Ἀράτου, ᾧ προσφωνεῖ, καὶ ἀλλαχόθι μνημονεύει, ἔνθα πρὸς Ἀγεάνακτα τὸν ΜιτυληναῖονKU
5ὁμιλεῖ (VII 98)· ‘Ἄρατος ὁ τὰ πάντα φιλαίτατοσ‘. καὶ Δάφνις μὲν ἀρχὴν τῆς ᾠδῆς ὡς πρὸς τὸν Πολύφημόν φησιν· ὁ δὲ Δαμοίτας τὴν ἀπόδοσιν ποιούμενος ἀποκρίνεται ἐκ τοῦ Πο‐ λυφήμου προσώπου δῆθεν. τὰ δὲ πράγματα ὑπόκεινται ἐν Σικελίᾳ.

6

arg d

Δαμοίτας καὶ Δάφνις θέρους ὄντος μεσημβρίας εἰς ἓν τὰ θρέμματα συνελαύνουσι καὶ ἀμοιβαίως τὴν περὶ Κύκλωπος ὑπόθεσιν ᾄδουσιν. καὶ ἄρχεται μὲν τῆς ᾠδῆς ὁ Δάφνις ὡς πρὸς τὸν Κύκλωπα· ὁ δὲ Δαμοίτας τὴν ἀπόδοσιν ποιούμενοςPT
5ἀποκρίνεται ἐκ τοῦ προσώπου τοῦ Πολυφήμου δῆθεν. τὰ πράγματα ἐν Σικελίᾳ.

6

arg e

τοῦ δὲ Ἀράτου, ᾧ προσφωνεῖ, καὶ ἐν τοῖς Θαλυσίοις [καὶ ἀλλαχόθι] μνημονεύει (VII 98sqq.). δύναται δὲ καὶ οὗτος εἶναι ὁ τῶν Φαινομένων ποιητής.
P

6

arg f

Δοῦρίς (fgm. 43 Mueller Fgm. hist. gr. II 479) φησι διὰ τὴν εὐβοσίαν τῶν θρεμμάτων καὶ τοῦ γάλακτος πολυπλή‐ θειαν τὸν Πολύφημον ἱδρύσασθαι ἱερὸν παρὰ τῇ Αἴτνῃ Γα‐ λατείας· Φιλόξενον δὲ τὸν Κυθήριον (Poet. lyr. gr. III4 609)KG1.2LUEA
5ἐπιδημήσαντα καὶ μὴ δυνάμενον ἐπινοῆσαι τὴν αἰτίαν ἀνα‐
πλάσαι, ὡς ὅτι Πολύφημος ἤρα τῆς Γαλατείας.

6

.

1

Kg τοῦτό φησιν ὁ ποιητὴς πρὸς τὸν Ἄρατον.

6

2/3a

GLUEAT Ἄρατε: πρὸς τὸν Ἄρατον τὸν ποιητὴν τὸν τὰ Φαινόμενα γράψαντα· ἰσόχρονος γὰρ ἦν Θεοκρίτῳ. ἄλλοι δέ φασι· πρός τινα οὕτω καλούμενον.

6

2/3b

PT ποκ’ Ἄρατε: εἰκὸς τὸν ἀστρονόμον Ἄρατον εἶναι· καὶ γὰρ ἰσοχρονήκει ὁ Θεόκριτος αὐτῷ. οὗ μέμνηται ἐν Θαλυσίοις (VII 98)· ‘Ἄρατος δ’ ὁ τὰ πάντα φιλαίτατος ἀνέρι τήνῳ‘.

6

2/3c

KGLUEAPT ἦς δ’ ὁ μὲν αὐτῶν: ἦν δὲ τῶν ᾀδόντων ὁ μὲν ἄρτι τὸ γένειον χνοάζων, ὁ δὲ πληρώσας τὸ γένειον ταῖς θριξίν.

6

2/3d

KGUr πυρρός: ὁ ἀρτίχνους. Εὐριπίδης (Phoen. 32)· ‘πυρ‐ σαῖς γένυσιν ἐξανδρούμενοσ‘. δ’ ἡμιγένειος: ὁ ἤδη· πω‐ γωνίτης. Παρμένων· ‘παῖδ’ οὔτε γένυσιν πυρρὸν οὐθ’ ὑπηνήτην‘.

6

4a

K θέρεος μέσῳ ἤματι: μεσούσης ἡμέρας ἢ ἐν μεσαι‐ τάτῳ τοῦ θέρους.

6

4b

GLUEAT θέρεος μέσῳ ἤματι: ἀντὶ τοῦ κατὰ τὸ μέσον τοῦ θέρους, ὅτε τὰ κυνοκαύματα.

6

4c

κατὰ τὸ μεσημβρινόν, ὃ τῆς ἡμέρας ὅλης καυματω‐ δέστατόν ἐστιν.

6

.

5

GUg πρῶτος δ’ ἤρξατο: οὕτω παρὰ τοῖς πολεμοῦσιν. Ὅμηρος (Η 284)· ‘Ἰδαῖ’, Ἕκτορι ταῦτα κέλευ‘· Αἴαντα 〈γὰρ〉
προὐκαλέσατο 〈εἰσ〉 μάχην.

6

6a

K βάλλει τοι: ὡς πρὸς παρόντα τὸν Κύκλωπα δια‐ λέγεται.

6

6b

ὁ ποιητὴς 〈ἐκ〉 προσώπου τοῦ Δάφνιδος.LgUgEg

6

6c

ἁ Γαλάτεια: 〈Γαλατείᾳ〉 ἱερὸν ὁ Κύκλωψ ἱδρύσατο ἐκ τοῦ ἔχειν αὐτὸν πολλὰ πρόβατα καὶ ἀπ’ αὐτῶν κεκτῆσθαι τὸ γάλα πολύ.GLUEA

6

7a

KGU μάλοισι: μηλοβολεῖ εἰς ἔρωτα ἐπαγαγέσθαι βου‐ λομένη. δυσέρωτα δὲ εἶπε, παρόσον οὐκ ἐπέτυχεν αὐτῆς.

6

7b

τὸν αἰπόλον ἄνδρα καλοῖσα: τὸν ποιμένα. ἀντὶ γὰρ τοῦ εἰπεῖν ποιμένα καταχρηστικῶς εἶπεν αἰπόλον, ἐπεὶ [καὶ] ὁ Κύκλωψ ποιμὴν ἦν, ἢ ἐπεὶ καὶ αἶγας ἔνεμεν ὁ Κύκλωψ. καὶ Ὅμηρος (ι 184)· ‘μῆλ’, ὄϊές τε καὶ αἶγεσ‘. τέωςGLUEAT
5γοῦν τὸ αἰπόλος ἀντὶ τοῦ ποιμένος εἴρηται.

6

.

8

καὶ τύ νιν οὔποθ’ ὁρῆσθα: καὶ σὺ αὐτὴν οὐ βλέπεις. ἢ ποθορῆσθα ἀντὶ τοῦ προσβλέπεις.PT

6

9-12a

KG δ’ ἴδε τὰν κύνα: τινὲς χωρὶς τοῦ δε, ἐκ‐ τείνουσι δὲ τὸ ι, ἵνα ἀντωνυμία τυγχάνῃ δεικτική. τὸ ἑξῆς· τὰν κύνα βάλλει—εἰς ἅλα 〈δερκομένα〉, ὥστε τὰ λοιπὰ διὰ μέσου.

6

9-12b

τᾶν ὀΐων ἕπεται σκοπός: 〈...〉

6

9-12c

ἅ τοι τῶν ὀΐων: ἣ καὶ ἥτις. τὸ δὲ σκοπὸς ἀντὶ τοῦ φυλάκισσα.PT

6

9-12[d]

ἔχουσι τὰς κύνας οἱ ποιμένες πρὸς ἀποτροπὴν τῶν λύκων.Lg

6

9-12e

KLgEgβαΰσδει: ὑλακτεῖ.

6

9-12f

τὰ δέ νιν καλὰ κύματα φαίνει: τὴν Γαλάτειαν.K
ἐὰν δὲ ὡς ἔν τισι ῥαίνει, τὴν κύνα.

6

9-12g

Lgφαίνει:〉 γράφεται καὶ ῥαίνει, ἵνα νοῆται τὴν κύνα.

6

9-12h

KG τὰ δέ νιν καλὰ κύματα: αὐτὴν τὴν Γαλάτειάν φησιν ἐπιτρέχουσαν ἡσύχως κινουμένου τοῦ αἰγιαλοῦ [εἰς] τὴν θά‐ λασσαν ἐμφανίζειν. ἢ ὥσπερ ἐν κατόπτρῳ δεικνύει αὐτῆς τὴν μορφὴν ἡ θάλασσα.

6

9-12i

LUrEgA τὰ δέ νιν καλὰ κύματα: ἴσως ἡ σκιὰ αὐτῆς ἐπὶ τοῦ ὕδατος ἐτυποῦτο. ἢ ἤχου τινὸς γινομένου ἐκ τοῦ δρόμου αὐ‐ τῆς εὐαίσθητος τῇ ἀκοῇ ἐγένετο τῶν κυμάτων ἡσυχαζόντων.

6

9-12k

GLUEAT π’ αἰγιαλοῖο θέοισαν: μετωνυμικῶς ἀπὸ τῆς θα‐ λάσσης γαλήνης πρὸς τὴν Γαλάτειαν τρέπεται, καὶ λέγει, ὅτι
GLUEA ἐπάνω καὶ αὐτὴ τῶν κυμάτων βαίνει.

6

9-12l

τὸ δὲ καχλάζω ἐπὶ τοῦ ὕδατος, τὸ δὲ παφλάζω ἐπὶ τοῦ πυρός.

6

9-12m

K καχλάζοντα: καχλάζειν κυρίως τὸ κῦμα λέγεται τὸ ἐπὶ τοὺς κάχληκας φερόμενον. κάχληκες δέ εἰσιν αἱ χερμάδες λίθοι.

6

9-12n

GUr ἅσυχα καχλάζοντα: διὰ τὴν τῆς θαλάσσης γαλήνην 〈ἡσύχωσ〉 ψοφοῦντα, ἠχοῦντα, ἐκ μεταφορᾶς τῶν καχλήκων. κάχληκες δέ εἰσιν οἱ χερμάδες λίθοι, οἵτινες ὑπὸ παλιρροίας ἑλκόμενοι ἦχον ἀποτελοῦσιν, ὡς δοκεῖν καχλάζειν. ὁ τρόπος
5ὀνοματοποιΐα.

6

9-12o

PT καχλάζοντα: ἀντὶ τοῦ ἠχοῦντα. ὁ δὲ τρόπος ὀνοματο‐ ποιΐα. ἢ καχλάζειν τὸ ψοφεῖν τὸ κῦμα φερόμενον ἐπὶ τοὺς κάχληκας.

6

13/14a

φράζεο: ὅρα, μὴ προσαλλομένη τῇ Γαλατείᾳ ἡ κύων σπαράξῃ 〈τὸν καλὸν χρόα〉.KG

6

13/14b

φράζεο, μὴ τᾶς παιδός: φώνησόν σου τὴν κύνα, μή πως τὴν Γαλάτειαν καταδαίσηται. τὸ δὲ ἐπὶ κνάμαισιν ὀρούσῃ ἀντὶ τοῦ κνήμαις ἐπιπηδήσῃ.PT

6

13/14[c]

φράζεο:〉 ἢ βουλεύου περὶ τούτου ἢ ἐπίταττε τῇ κυνί.LgUgEg

6

15/16a

K ἁ δ: ἰδού, ἔφη, καὶ αὐτὴ ἡ Γαλάτεια διαθρυ‐ πτομένη πάρεισιν ὡς ἀκανθίνη χαίτη, ἣν θέρος φρύγει. χαίτη γὰρ τῆς ἀκάνθης ὁ πάππος.

6

15/16b

διαθρύπτεται: ἀντὶ τοῦ [εἰπεῖν ὡς]· οὕτως ἐστὶ τρυ‐ φερά, ὡς εἰπεῖν τινα ὅτι διαλύεται.

6

15/16c

διαθρύπτεται, φησίν, 〈ὡσ〉 τὰ λευκὰ τῶν ἀκανθῶν τῷ θέρει ἤγουν τῇ μεσημβρίᾳ. οὕτως ἐστὶν ἁπαλή, ὡς εἰπεῖν τινα ὅτι διαλύεται.GU

6

15/16d

ὡς ἀπ’ ἀκάνθας: λέγει [δὲ] τῆς κινάρας τὰ φύλλα, ἅ φασιν 〈... ἢ〉 οἱ πάπποι τῆς κινάρας.K

6

15/16e

ἁ δὲ καὶ αὐτόθι τοι διαθρύπτεται: ἤγουν αὐτόθεν ἐστὶ τρυφερὰ φυσικῶς καὶ κόπτεται, ὥστε διαθρύ‐ πτονται αἱ σάρκες αὐτῆς.GLUEAT

6

15/16f

ταὶ καπυραὶ χαῖται: αἱ κεκαυμέναι ὑπὸ τοῦKGLUEAPT
ἡλίου, διὰ τὴν λευκότητα.

6

15/16g

LUEAPTχαῖται:〉 τὰς 〈τῆσ〉 κινάρας φησίν· χαῖται γὰρ οἱ πάπποι τῆς κινάρας.

6

15/16h

θέλει οὖν εἰπεῖν, ὅτι ἐπικλᾶται καὶ διαθρύπτεται ὡς πάππος κινάρας.

6

15/16[i]

PT λέγονται δέ, οἶμαι, χαῖται διὰ τὸ κόμαις ἐοικέναι.

6

17a

KGUr καὶ οὐ φιλέοντα: ἐνταῦθα τὸ ἐρεθιστικὸν καὶ πανοῦργον αὐτῆς σημαίνει· τὸ γὰρ φιλοῦντα φεύγειν, οὐ φι‐ λοῦντα δὲ διώκειν κακοήθους. ὁ νοῦς· καὶ ἐπειδὰν αἴσθηταί 〈σε〉, ὦ Πολύφημε, φιλοῦντα, φεύγει καὶ οὐ προσδέχεται,
5μισοῦντα δὲ διώκει καὶ εἰς πόθον ἄγειν πειρᾶται.

6

17[b]

LUEAT φιλέοντα: εἰ μὲν πρὸς τὴν Γαλάτειαν ἀποτείνεις τὸν λόγον, ὀφείλεις νοεῖν, ὅτι τοῦ ἐρωμένου οὐκ ἐρᾷ, τοῦ δὲ μὴ ἐρωμένου ἐρᾷ· εἰ δὲ πρὸς τὴν κύνα, τὸν φιλοῦντα φεύγει καὶ τὸν μὴ φιλοῦντα διώκει.

6

18/19a

KGU κινεῖ λίθον: καὶ λίθινον, φησίν, ἄγαλμα δύναται εἰς ἔρωτα αὐτῆς ἐπισπάσασθαι· τὴν δὲ τοῦ κάλλους ὑπερβολὴν θαυμάζει.

6

18/19b

ἦ γὰρ ἔρωτι: ὦ Πολύφημε, φησὶν εἰρωνευόμενος, ἐρᾷ σου ἡ Γαλάτεια, καὶ πάντως εἰς τὸ συμπεῖσαί σε μονον‐ ουχὶ τὸν ἀπὸ γραμμῆς λίθον κινεῖ, ὡς ἡ παροιμία φησί. καὶ μὴ θαυμάσῃς, εἰ οὕτως ἀμόρφου ὄντος ἐρᾷ σου· ἐν γὰρ τῷ
5ἔρωτι καὶ 〈τὰ μὴ καλὰ καλὰ πέφανται〉. τὸν ἀπὸ γραμ‐ μῆς ἐπὶ τὸν αὐτῆς ἔρωτα μεταφέρεσθαι ποιεῖ.

6

18/19c

καί σε ὥσπερ λίθον ὄντα τὴν ψυχὴν ὡς ἀπὸ γραμμῆς κινεῖ καὶ ἕλκει πρὸς ἑαυτήν. μεταφορικῶς δέ ἐστιν ἡ γραμμή· κυρίως γάρ ἐστι γραμμὴ ἡ τῶν δρομέων σπάρτη.

6

18/19d

λίθον: τὸν ὥσπερ λίθον στερεὸν ὄντα τὴν ψυχὴν ὡς ἀπὸ γραμμῆς καὶ τέχνης τινὸς κινεῖ ἐπὶ τὸν ἑαυτῆς ἔρωτα.GUEAT

6

18/19e

τὸν ἀπὸ σφενδόνης λίθον κινεῖ θέλουσα ποιῆσαί σε ἐρᾶν αὐτῆς.UEAT

6

18/19f

γραμμὴν τὴν τοῦ δακτυλίου περιφέρειαν λέγει.LgUgEg

6

18/19g

μήποτε δὲ ἀπὸ τῶν πεσσῶν ἡ μεταφορά. μέσην γὰρ τιθέασιν οἱ παίζοντες ψῆφον, ἧς οὐχ ἅπτονται, εἰ μὴ τέλεον ἡττώμενοι αὐτῆς ἅψαιντο· λίθον οὖν τὴν ψῆφον. οἷον· τὸν ἔρωτα εἰς ἔσχατον παριστᾷ κίνδυνον.GUEAT

6

18/19h

καὶ τὸν ἀπὸ γραμμᾶς κινεῖ λίθον: ἤγουν καὶ τὰς ἀψύχους στήλας κινεῖ πρὸς τὸν αὐτῆς ἔρωτα.LUEAT

6

18/19i

καὶ ὅταν προσποιῇ σὺ μὴ φιλεῖν αὐτήν, πάντα κάλων κινεῖ καθελκύσαι 〈σε〉 πρὸς ἔρωτα. ἡ δὲ λέξις μεταφορικῶς ἀπὸ τῶν παιζόντων τὸ κοινολέκτως λεγόμενον ζατρίκιον. ἐκεῖ‐ νοι γὰρ ὅταν πολλὰ ποιήσαντες οὐ δύναται ὁ ἕτερος νικῆσαι
5τὸν ὁμοπαίκτορα, κινεῖ καὶ τὸν ἀπὸ γραμμῆς λίθον, ἤγουν τὸν οὕτω βασιλέα καλούμενον.

6

18/19k

καὶ τὸν ἀπὸ γραμμᾶς κινεῖ λίθον: γράψαι τὸ ξέσαι οἱ παλαιοὶ ἔλεγον. ἀπὸ γοῦν τοῦ γράφειν τοῦ δηλοῦν‐PT
τος τὸ ξέειν γίνεται γραμμὴ ἡ λάξευσις. λίθον οὖν ἀπὸ γραμ‐ μῆς ἐνταῦθα λέγει τὸ λίθινον ἄγαλμα. ὁ δὲ νοῦς· δύναται
5ἡ Γαλάτεια καὶ τὸ λίθινον ἄγαλμα εἰς τὸν ἑαυτῆς ἔρωτα ἐπισπάσασθαι δι’ ὑπερβολὴν τοῦ κάλλους.

6

18/19l

K ὦ Πολύφαμε: καὶ σύ, ὦ Πολύφημε, δύσμορφος ὢν εὔμορφος εἶναι νομίζῃ ἐρώσῃ τῇ Γαλατείᾳ. τοιοῦτος γὰρ ὁ ἔρως· ἀποβιάζει τὴν διάνοιαν τῶν ἐρώντων.

6

18/19m

PT ἦ γὰρ ἔρωτι πολλάκις, ὦ Πολύφαμε, τὰ μὴ καλὰ καλὰ πέφανται: μὴ θαύμαζε, φησίν, ὦ Πολύφημε, εἰ ἐρᾷ σου ἡ Γαλάτεια ἀμόρφου ὄντος.

6

18/19n

LmUgEgA μὴ καλὰ καλ: ἤγουν σὺ 〈μὴ〉 καλὸς ὢν καλὸς φαίνῃ.

6

18/19o

ἀμόρφου σου ὄντος ἐρᾷ ἡ Γαλάτεια.

6

20-24a

KGUg τῷ δ’ ἔπι Δαμοίτας: ὁ Δαμοίτας ᾄδει ὡς ἐκ προσώπου τοῦ Πολυφήμου τὴν ἀπόκρισιν τοῦ λόγου ποιού‐ μενος καί φησιν· εἶδον, ὡς λέγεις, τὴν Γαλάτειαν, καὶ οὐκ ἔλαθέ μου τὸν ἕνα ὀφθαλμὸν καὶ γλυκύν, ἐν ᾧπερ νῦν ὁρῶ
5καὶ εἴη μοι μέχρι τέλους ὁρᾶν

6

20-24b

PT τῷ δ’ ἔπι Δαμοίτας: ἐπὶ τῷ Δάφνιδι δέ, ἤγουν μετὰ τὸν Δάφνιν. τὸ δὲ ἀνεβάλλετο ἀντὶ τοῦ ἐπροοιμιάζετο.

6

20-24c

LUmEA ἀναβάλλω γʹ σημαίνει· ἀναβάλλω τὸ ἐνδύομαι, ἀνα‐ βάλλω τὸ ῥᾳθυμῶ καὶ ἀποστρέφομαι, καὶ τὸ ἀνακρούω ὡς ἐνταῦθα.

6

20-24[d]

PT ἀναβάλλω σημαίνει δʹ· τὸ ἐνδύομαι ὡς τὸ ‘ἀνα‐ βαλλόμενος φῶς ὡς ἱμάτιον‘ (Psalm. 103, 2)· τὸ προοιμιά‐ ζομαι ὡς τὸ ‘ἀνεβάλλετο καλὸν ἀείδειν‘ (α 155)· τὸ ἀνα‐
κρούω ὡς τὸ ‘καὶ οἱ μὲν τέττιγες μουσικὴν ἀνεβάλλοντο σύν‐
5τονον‘ (Aphthon. Progymn. 1, Rhet. gr. II 21, 15 Spengel)· καὶ τὸ ἀπαρνοῦμαι ὡς τὸ ‘ἀναβολὴν ποιοῦμαι τοῦδε τοῦ πράγματος.‘

6

20-24[e]

γράφεται καλὸν ἀείδειν.K

6

20-24f

εἶδον ναὶ τὸν Πᾶνα: ἀντὶ τοῦ μὰ τὸν Πᾶνα.P

6

20-24g

κοὔμ’ ἔλαθ’ οὐ τὸν ἐμὸν 〈τὸν〉 ἕνα: λείπει τὸ ὀφθαλμόν, ἀντὶ 〈τοῦ〉 μὰ τὸν ἐμὸν τὸν ἕνα ὀφθαλμόν.

6

20-24h

ὁ μάντις ὁ Τήλεμος: οὗτός ἐστιν ὁ Τήλεμος ὁ παρ’ Ὁμήρῳ (ι 509) ‘Εὐρυμίδης, ὃς μαντοσύνῃ ἐκέκαστο‘, ὃς ἐμαντεύσατο αὐτῷ, ὅτι ὑπὸ τῶν χειρῶν Ὀδυσσέως τυφλω‐ θήσεται.KGLgUrPT

6

20-24i

ὁ νοῦς· ὁ δὲ μάντις ὁ Τήλεμος ὁ τὰ ἀπευκτά μοι μαντευσάμενος ἀπευκταίαν συμφορὰν ἀντ’ ἄλλου κλήρου τοῖς ἑαυτοῦ παισὶ καταλίποι. ἦν δὲ Κύπριος ὁ Τήλεμος.
KG

6

20-24k

αὐτὰρ ὁ μάντις ὁ Τήλεμος: ὁ μάντις, ὅς μοι εἴρηκε τυφλωθῆναι, αὐτὸς τυφλωθείη παρὰ τῶν παίδων αὐτοῦ. τοῦτο δὲ εἴρηκεν, ἐπειδὴ ὁ τοιοῦτος μάντις εἰρήκει αὐτῷ τυφλωθή‐ σεσθαι ὑπὸ Ὀδυσσέως.GLUEAT

6

20-24l

L ὁ παρ’ Ὁμήρῳ Τήλεμος Εὐρύμου ἐμαντεύσατο Πολυ‐ φήμῳ τῷ Κύκλωπι ἐκ χειρῶν Ὀδυσσέως ἁμαρτήσεσθαι ὀπω‐ πῆς (ι 512).

6

20-24m

ἐχθρὰ φέρει ποτὶ οἶκον: ἐχθρὰ φυλάξει τοῖς τέκνοις αὐτοῦ. ἐμαντεύσατο γὰρ τῷ Πολυφήμῳ (ι 512)· ‘χειρῶν ἐξ Ὀδυσῆος ἁμαρτήσεσθαι ὀπωπῆς.‘GL1.2UEAT

6

20-24n

ἐχθρὰ φέρει ποτὶ οἶκον: τοῦτό ἐστιν ὅπερ λέγει, ὅτι τὰ ῥηθέντα μοι παρὰ τοῦ μαντέως κακὰ ἀντιστραφῶσινLUEAT
αὐτῷ καὶ τοῖς τέκνοις αὐτοῦ.

6

25a

KLgUgEg κνίζων: καὶ ἐγὼ αὐτὸς κνίζω αὐτὴν οὐδόλως προσβλέπων καὶ ἀντιλυπῶ· λείπει δὲ τὸ αὐτήν.

6

25b

G ἀλλὰ καὶ αὐτὸς ἐγὼ κνίζω: κνίζω αὐτὸς αὐτήν. οὔποθ’ ὁρῆμαι: οὐδόλως προσβλέπω αὐτὴν ἀνακοπὴν ποι‐ ούμενος λυπῶν.

6

25c

P ἀλλὰ καὶ αὐτὸς ἐγὼ κνίζων: ἀντὶ τοῦ λυπῶν. τὸ δὲ οὔποθ’ ὁρῆμαι ἀντὶ τοῦ μὴ βλέπειν προσποιοῦμαι.

6

26/27a

K γυναῖκ’ ἔχεν: ἀλλ’ ἐγὼ ἑτέραν ἔχω· ἡ δὲ ζηλοτυπεῖ με καὶ διαρρεῖται. τὸ δὲ ὦ Παιάν διὰ μέσου.

6

26/27b

GUg ἀλλ’ ἄλλαν τιν: ἀλλὰ λέγω· ἄλλην τινὰ γυναῖκα ἔχω, διὰ τοῦτο οὐκ ἐπιστρέφομαι αὐτῆς.

6

26/27c

P ζηλοῖ μ’, ὦ Παιάν: ἀντὶ τοῦ ζηλοτυπεῖ με.

6

28a

KGLUEAT οἰστρε: τὸν οἶστρον τοῦ μύωπος Σώστρατος (cf. Fgm. hist. gr. IV 505b; Wellmann Herm. 24, 1889, 565) διαστέλλει. οἶστροι δέ εἰσι πολέμιοι τοῖς βουσίν· ὅταν γὰρ δάκνωσιν αὐτούς, οἰστρᾶν ποιοῦσι καὶ τρέχειν πολλὴν ὁδὸν
5ἐν τοῖς πεδίοις καταλιπόντας τὸν νομόν. μεταφορικῶς οὖν φησι καὶ τὴν Γαλάτειαν οἰστρᾶν καὶ δρομαίαν ἔρχεσθαι πρὸς τὰ ἄντρα καὶ τὰς ποίμνας τοῦ Κύκλωπος.

6

28b

GLUEAT οἰστρεῖ παπταίνοισα: ἤγουν 〈ἐρωτιᾷ ὡσ〉 ὑπὸ
οἴστρου πεπληγμένη.

6

28c

οἰστρῆ παπταίνουσα: ἤγουν ἀκολασταίνει. τὸ δὲ παπταίνουσα ἀντὶ τοῦ περιβλέπουσα.P

6

29/30a

σῖγα δ’ ὑλακτεῖ νιν: ἀντὶ τοῦ· σιγῇ καὶ ἠρέμα ὑποψιθυρίζει καὶ αὐτῇ τῇ κυνὶ περὶ ἐμοῦ τινα, ἐπεὶ κἀγὼ ἡνίκα ἤρων αὐτῆς, ἔσαινεν ἡ κύων καὶ κατεθώπευε προσ‐ έχουσα τὸ ῥύγχος τοῖς ἰσχίοις αὐτῆς. τὸ δὲ ὑλακτεῖν οὐ κυ‐KGU
5ρίως, ἀλλὰ καταχρηστικῶς· ἴδιον γὰρ κυνῶν. τινὲς δὲ ὑλα‐ κτεῖν γράφουσιν, ἵν’ ἐλλιπὲς ᾖ τὸ ἐπέτρεψεν. οἱ δὲ προστα‐ κτικὸν ὑλάκτει, ἵν’ ᾖ· καὶ τῇ κυνὶ εἶπεν· ὑλάκτει.

6

29/30b

σῖγα δ’ ὑλακτεῖν νιν: λείπει τὸ ἐπέταξα, 〈ἵν’〉 ᾖ· ἐπέταξα καὶ τῇ κυνὶ σιγᾶν καὶ μὴ ὑλακτεῖν.KGUPT

6

29/30c

γράφεται σιγᾷ δ’ ἅ τε κύων νιν ὑλακτε, ἥσυχα δηλονότι.K

6

29/30[d]

Ur ὅταν μὲν ὡς ἐπίρρημα κέηται, ὀφείλομεν 〈προ〉περι‐ σπώμενον ποιεῖν· ὅταν δὲ προστακτικῶς ἐκδιδῶται, ὡς μακρῶν οὐσῶν καὶ τῶν δύο συλλαβῶν παροξυτόνως.

6

29/30e

ἐκνυζεῖτο: κνυζηθμὸς λέγεται ἡ τῶν κυνῶν ἄσημος ὑλακή. φησὶν οὖν, ὅτι παραγενομένην ἔσαινε τὴνKGLmUrUmEAPT
Γαλάτειαν.

6

29/30f

KLgUgEg ἐκνυζεῖτο: ἐκαναχίζετο ἡ κύων.

6

29/30g

KPT ποτ’ ἰσχία: πρὸς τὰ ἰσχία αὐτῆς ἐφήλλετο.

6

29/30h

KGLUEA1.2PT ποτ’ ἰσχία: τὸ στόμα ἀναμέσον τῶν ἰσχίων ἔχουσα· οὕτω γὰρ κοιμῶνται οἱ κύνες.

6

29/30i

GLmUrEA ἰσχίον ἐστὶ τὸ ὑπὸ τὴν ὀσφὺν ὀστέον, εἰς ὃ ἔγκει‐ ται τὸ ἱερὸν ὀστοῦν, ὅπερ καὶ γλουτὸς καλεῖται καὶ κοτύλη παρὰ τὸ κοῖλον εἶναι. κοτύλαι δὲ λέγονται αἱ ἐν τοῖς ἰσχίοις κοιλότητες, εἰς ἃς αἱ κεφαλαὶ τῶν μηρῶν ἁρμόζονται.

6

29/30k

PT ἰσχία λέγεται τὰ ὑπὸ τὴν ὀσφὺν ἐξ ἑκατέρων τῶν μηρῶν ὀστᾶ, ἐν οἷς ἔγκειται τὸ ἱερὸν ὀστοῦν. ἔχουσι δὲ τὰ τοιαῦτα ὀστᾶ τὰ λεγόμενα ἰσχία κοιλότητάς τινας, εἰς ἃς αἱ κεφαλαὶ τῶν μηρῶν ἁρμόζονται. αἱ δὲ κοιλότητες αὗται καὶ
5γλουτὰ λέγονται καὶ κοτύλαι παρὰ τὴν κοιλότητα. τὸ δὲ ῥύγχος καταχρηστικῶς ἐπὶ τοῦ κυνὸς νυνὶ λέγεται· κυρίως δὲ ἐπὶ τῶν ὀρνέων.

6

29/30l

KG ῥύγχος τὸ καλούμενον ῥάμφος, ἡ ῥὶς τῶν ὀρνέων.

6

29/30m

GLEA ποτὶ ῥύγχος ἔχοισα: ῥύγχος κυρίως ἐπὶ τῶν ὀρ‐
νέων, νῦν δὲ καταχρηστικῶς ἐπὶ τῶν κυνῶν λέλεκται.LEAT

6

29/30n

λέ‐ γεται δὲ νῦν ῥύγχος τὸ ἄκρον τῆς ῥινὸς τοῦ κυνός.

6

29/30o

LgUgEg ῥύγχος τῶν ἰχθύων καὶ τῶν χοίρων, ῥάμφος τῶν ὀρνέων.

6

32a

Kἄγγελον:〉 τὸν ἀπαγγελοῦντά μοι περισσόν τι
παρὰ αὐτῆς.

6

32b

KLgUgEgκλᾳξ: κλείσω.

6

.

33

αὐτά μοι στορέσειν: ἢ διακονήσειν ἐμοί· ἢ ἀντὶ τοῦ γνησία μοι γυνὴ εἶναι.KLEAPT

6

.

34

οὐδ’ εἶδος: εὔμορφον ἑαυτὸν ποιεῖ ἐπαινῶν τὸ εἶδος αὐτοῦ.K

6

.

35

ἦ γὰρ πρᾶν: καὶ γὰρ πρώην κατωπτρισάμην ἐν τῇ θαλάσσῃ.KLgUgEg

6

36-38a

κώρα: κόρη, ὁ ὀφθαλμός.K

6

36-38b

ὡς παρ’ ἐμίν: τοῦτό φησι, παρόσον οἱ κατὰ φύσιν μονόφθαλμοι τοῖς οὐ μονοφθάλμοις ἄμορφοι δοκοῦσιν εἶναι καὶ οὐχ ὁμοίως κρίνουσιν ἑκάτεροι τοὺς ἀνομοίους τῇ φύσει.KGLEAPT

6

36-38c

KG τῶν δὲ ὀδόντων τὴν φαιδρότητα λευκοτέραν τῆς Πα‐ ρίας λίθου ἀπέφηνεν ἡ θάλασσα.

6

36-38d

γράφεται δὲ καὶ τοῖς δέ τ’ ὀδοῦσι, δοτικὴ ἀντὶ γενικῆς, ὡς τὸ (Γ 16) ‘Τρωσὶ μὲν προμάχιζεν‘ ἀντὶ τοῦ τῶν Τρώων. Δωρικὸν τὸ ἔθος.
KGU

6

36-38e

PT τῶν δέ τ’ ὀδόντων: τῶν ὀδόντων ἡ λευκότης λευ‐ κοτέρα ἐδείκνυτο Παρίας λίθου. Παρία γάρ ἐστι λίθος λευκή.

6

36-38f

KΠαρίας: εἶδος λίθου.

6

39a

KG ἔπτυσα κόλπον: τὸ νεμεσητὸν ἐκτρεπόμεναι ποι‐ οῦσι τοῦτο, καὶ μάλιστα αἱ γυναῖκες. Καλλίμαχος (fgm. 235 Schneider, II 477)· ‘δαίμων, τῇ κόλποισιν ἐπιπτύουσι γυ‐ ναῖκεσ‘.

6

39b

τρὶς ἐς τὸν ἐμὸν ἔπτυσα κόλπον. ποιοῦσι γὰρ τοῦτοPT
μάλιστα αἱ γυναῖκες.

6

40a

K ἁ γραία με: Εὐρυτιώνην τὴν 〈Τι〉μάνδρου θυ‐ γατέρα καὶ Κοτυτὼ ἐτίμησαν οἱ Ἡρακλεῖδαι διὰ τὸ συναγω‐ νίζεσθαι εἰς τὴν τῆς Πελοποννήσου κάθοδον, ὡς οἱ περὶ Ἱππόστρατον (fgm. 2 Mueller Fgm. hist. gr. IV 432) ἀπο‐
5φαίνουσιν.

6

40b

GLEAPT ἁ γραία με Κοτυταρίς: ἀπὸ τῆς παρὰ Δωριεῦσι τιμωμένης Κοτυτοῦς ὠνόμασται Κοτυταρίς. ἦσαν δὲ Τιμάν‐ δρου θυγατέρες Κοτυτὼ καὶ Εὐρυτιώνη, ἃς ἐτίμησαν Ἡρα‐ κλεῖδαι διὰ τὸ συναγωνίσασθαι αὐτοῖς κατὰ τὴν εἰς Πελοπόν‐
5νησον ἄφιξιν.

6

40c

K Κοτυταρὶς παρὰ τὸ Κοτυτώ, ἣν τιμῶσι Κορίνθιοι. τάχα δὲ παρὰ τὸν κότον πεποίηται· δύσκολοι γὰρ οἱ γέροντες καὶ πικροί. Ἀριστοφάνης (Equ. 42)· ‘Δῆμος πυκνίτης, δύσ‐ κολον γερόντιον‘.

6

40d

KGLEA ἔστι Κοτυτὼ Δωρικὴ θεός, παρ’ ἣν ὠνόμασται καὶ αὕτη.

6

40e

GLEA ἡ δὲ Κοτυταρὶς ὠνόμασται ἀπὸ τοῦ κότου· ἕτοιμοι γὰρ εἰς κότον οἱ γέροντες.

6

40f

PT ταῦτα γὰρ ἁ γραία με Κοτυτταρίς: ὄνομα κύριον. [ἢ] παρὰ τὸν κότον ἴσως πεποίηται· καὶ γὰρ οἱ γέροντες ὀξύ‐ θυμοί εἰσιν.

6

.

41

LgEgPT παρ’ Ἱπποκίωνι: Ἱπποκίων ὄνομα κύριον ἢ ὄνομα
τόπου.

6

46a

KG νίκη μὲν οὐδ’ ἄλλος: ἀντὶ τοῦ· οὐδέτερος ἐνίκη‐ σεν. προδέδεικται δέ, ὅτι καί φησι (VII 36 cum sch. b)· ‘τάχ’ ὥτερος ἄλλον ὀνάσει‘.

6

46b

ἀνήσσατοι: ἀντὶ τοῦ ἀήττητοι ἐφαμίλλου γενομένης τῆς μάχης, ἀνίκητοι.K

6

46c

νίκη μὰν οὐδ’ ἄλλος: ἀντὶ τοῦ· οὐ γὰρ πρός τινος ἡττήθησαν. ἀνήσσατοι δὲ ἀντὶ τοῦ ἀήττητοι, ἀνίκητοι· τουτέστιν οὐδεὶς αὐτοὺς ἐνίκησεν.GLEAT

6

46d

ἀνάσσατοι:〉 ἤγουν ἰσοπαλεῖς ἢ ἀνίκητοι.Eg

8

t

Βουκολιασταί. 〈βʹ〉

8

arg a

Τὰ μὲν πράγματα ἐπὶ Σικελίας, ὁ δὲ λόγος ἐκ τοῦ ποιητικοῦ προσώπου. εἰσὶ δ’ ἐρίζοντες ἀλλήλοις Δάφνις βου‐ κόλος καὶ Μενάλκας ποιμὴν εἰληφότες κριτὴν αἰπόλον· ἔπαθλα δὲ τεθείκασι τὰς σύριγγας.KUEAGPT

8

arg b

τὰ πράγματα ἐν Σικελίᾳ, ὁ δὲ λόγος ἐκ τοῦ ποιητικοῦ προσώπου. Μενάλκας καὶ Δάφνις εἰς ἔριν βουκολικῶν ᾀσμά‐ των καταστάντες εἴλοντο κριτήν τινα, οὗ τὸ ὄνομα σεσιώπηται, ἔπαθλα δ’ ἐτίθεσαν τὰς ἰδίας σύριγγας. προσέτι δὲ 〈τὸν〉KUEAT
5κριτὴν ὁ Δάφνις εὖ μάλα ᾄσας προσηγάγετο μαθητεῦσαι
ἑαυτῷ. Σωσίθεος (Nauck Trag. gr. fgm.2 821) δὲ Δάφνιν 〈...〉 γενόμενον, ὑφ’ οὗ νικηθῆναι Μενάλκαν ᾄδοντα Πανὸς κρίναντος, γαμηθῆναι δὲ αὐτῷ καὶ Νύμφην Θάλειαν. Ἀλέξαν‐ δρος δέ φησιν ὁ Αἰτωλὸς (fgm. 5 Meineke Anal. Alex. 250)
10ὑπὸ Δάφνιδος μαθεῖν Μαρσύαν τὴν αὐλητικήν.

8

.

3

UEAT ἔνηβοι μὲν οἱ πεντεδεκαετεῖς καὶ πορρωτέρω· ἄνηβοι δὲ οἱ κατωτέρω [δωδεκαετεῖς].

8

6a

K ἐπίουρε βοῶν: ἀντὶ τοῦ ὦ φύλαξ τῶν μυκωμέ‐ νων βοῶν.

8

6b

UEAT μυκητᾶν ἐπίουρε βοῶν: ἐπίσκοπε, φύλαξ. ὡς καὶ Ὅμηρος (ν 405) ‘ὅς τ’ ὀΐων ἐπίουροσ‘ καὶ (Ν 450) ‘ὃς πρῶ‐ τον Μίνωα τέκε Κρήτῃ ἐπίουρον‘. γίνεται δὲ ἡ λέξις ἀπὸ τοῦ ὠρῶ τὸ φυλάσσω.

8

6c

GPT μυκητᾶν ἐπίουρε βοῶν: ἀντὶ τοῦ μυκητῶν βοῶν ἤτοι μυκητικῶν.

8

6d

KGP λῇς μοι ἀεῖσαι: θέλεις συγκριθῆναί μοι ταῖς ᾠδαῖς;

8

7[a]

LgUg ἀξιωματικὸς ὁ λόγος.

8

7b

K ὅσον θέλω: ἐφ’ ὅσον ἂν θέλω.

8

.

9

συριγκτ: μεγαλόφωνε, μεγάλα συρίζειν δυνάμενε.

8

10a

οὔποτε νικασεῖς: οὔποτέ με νικήσεις, οὐδ’ εἰ διαρραγείης ᾄδων, παρὰ τὸ ἐν τῇ συνηθείᾳ. ἤ· οὐδὲ ἐὰν ἀποθάνῃς ἢ [ἐὰν] ἀπάγξῃ.

8

10b

Lgοὐδ’ εἴ τι πάθοις:〉 τὸ λεγόμενον 〈ἐν〉 τῇ συν‐ ηθείᾳ· οὐδ’ ἐὰν σχισθῇς, οὐδ’ εἰ διαρραγείης ᾄδων.

8

10c

οὐδ’ εἴ 〈τι〉 πάθοις τύγ’ ἀείδων: οὐδὲ ἐὰν πάθῃς 〈τι〉 ἀείδων. τοῦτο ἡμεῖς φαμεν· οὐδ’ εἰ διαρραγείης ἀείδων.EgGP

8

.

11

χρήσδεις δ’ ὦν: ἀντὶ τοῦ· βούλει ἔργοις μαθεῖν, ὅτι σου κάλλιον ᾄδω;K

8

13a

ἄρκιος εἴη: τίς ἆθλος ἡμῖν ἀρκέσει, καὶ τίνα κα‐ ταθήσομεν [ἡμῖν] ἀντὶ τῆς νίκης;

8

13b

Kgἄρκιος:〉 ἀξιόχρεως.

8

14a

ἰσομάτορα: ἶσον τῇ μητρί, τουτέστι μέγαν.KLgEgGP

8

14b

ἰσομήτορα: †ἰσόγαιον†.K

8

15/16

μᾶλ’ ἀριθμεῦντι: ἀριθμοῦσιν ὁ πατήρ μου καὶ ἡ μήτηρ μου.G

8

18a

ἐννεάφωνον: ἐννέα φθόγγους ἔχουσαν ἢ τὴν ἐξ ἐννέα καλάμων συγκειμένην.K

8

18b

ἐννεάφωνον:〉 τὴν ἀπὸ ἐννέα καλάμων συγκειμένην ἢ ταῖς ἐννέα φωναῖς ἁρμόζουσαν· ἐννέα γὰρ πᾶσαι αἱ φωναί.LgUgEgP

8

19a

ἴσον κάτω: ἢ ἰσόχειλον ἢ τετράγωνον.K

8

19b

ἴσον κάτω, ἶσον ἄνωθεν:〉 ἰσόμηκες ἔχουσαν τὸ κάτω καὶ τὸ ἐπάνω.Eg

8

19c

λευκὸν κηρὸν ἔχουσαν ἴσον κάτω ἶσον ἄνωθεν: τουτέστιν ἴσον κηρόν. τετράγωνον οὖσαν δηλοῖ τὴν σύριγγα.K
εἰ γὰρ τοσοῦτον εἶχε κηρὸν 〈κάτω〉 ὅσον ἄνωθεν, δηλονότι τὸ σχῆμα τετράγωνον ἦν. προτίθησι 〈δὲ〉 τὴν τετράγωνον
5ὡς τιμιωτέραν τῆς τριγώνου· ἡ γὰρ τρίγωνος ἐξ ἀνίσων κα‐ λάμων, ἐπὶ μέντοι τῆς τετραγώνου δεῖ θαυμάζειν ἴσων ὄν‐ των πανταχόθεν καλάμων.

8

.

23

LgUgEgP συνέπαξα: συνέπηξα, συνήρμοσα.

8

26a

K τῆνόν πως: ἀντὶ τοῦ· ἄγε δή πως ἐκεῖνον ἐφ’ ἡμᾶς καλέσωμεν.

8

26b

UEAT τῆνόν πως ἐνταῦθα τὸν αἰπόλον: λείπει τὸ σκό‐ πει, ἵν’ ᾖ· σκόπει ἐὰν καλέσωμέν πως, ἤγουν τινὶ τρόπῳ, τὸν αἰπόλον ἐκεῖνον.

8

26c

ἐλλειπτικῶς· τῆνόν πως ἐνταῦθα τὸν αἰπόλον, νοητέον ἔξωθεν κράξωμεν.

8

26d

ἢν καὶ ἰδοὺ Ἀττικῶς, ὡς καλέσωμεν.

8

26e

LgUgἢν καλέσωμες:〉 ἐθελήσομεν καλέσαι κρίνειν.

8

27a

KUEAGPT κύων ὁ φάλαρος: φάλιος, λευκός. καὶ Ὅμηρος (Ν 799) τὰ κύματα [φαληριόωντα] λέγει τὰ λευκαινόμενα ‘κυρτὰ φαληριόωντα‘. [τὸ] φαλιὸν δὲ καὶ βαλιὸν λέγουσι καὶ
τὸν ἐν τῷ μετώπῳ λευκόν 〈τι〉 ἔχοντα ὁμοίως.

8

27b

φάλαρος: φάλιος,〉 λευκός· ἐξ οὗ καὶ φαλακρὸς ὁ ἔχων φάλιον κάρα.Lg

8

27[c]

φάλαρος:〉 γράφεται φίλαρνος.K

8

30a

ἰυγκτ: κράκτα· τοῦτο γὰρ δηλοῖ τὸ ἰύζειν. Καλ‐ λίμαχος (fgm. 512 Schneider, II 663)· ‘ἰύζων δ’ ἀν’ ὄροσ‘. ἰυγκτὰ δὲ ὡς τὸ ‘νεφεληγερέτα Ζεύσ‘.

8

30b

ἰυκτάς: 〈λιγύφθογγος:〉 ἰύζειν γὰρ τὸ λιγυφωνεῖν, κυρίως δὲ ἐπὶ γυναικῶν. Δωρικὴ δέ ἐστιν ἡ κλίσις.UrEmAT

8

30c

ἰυκτάς: παρὰ τὸ ἰύζω ἰύξω ἰυκτάς, ἤγουν συρικτής· ἔστι δὲ Δωρικὴ ἡ κλίσις.GPT

8

33a

ἄγκεα: ὡς πρὸς ἔμψυχον ὁ λόγος· ποιητικὸν δέ ἐστι τὸ ἔθος. ἄγκη δὲ τὰ τῶν ὀρῶν κοιλώματα. οἱ δὲ τὰ μετέωρα διὰ τὸ ἄνω κεῖσθαι· καὶ Ὅμηρος· ‘καὶ ἄγκη ποιήεντα‘.K

8

33b

ἄγκεα καὶ ποταμο: γλυκύτης τὸ σχῆμα, ὅτε τοῖς ἀψύχοις ὡς ἐμψύχοις προσδιαλέγονται. ἄγκη δὲ τὰ κοῖλα τῶν ὀρῶν.UEAT

8

33c

GPT ἄγκεα καὶ ποταμο: πρὸς τὰ ἄγκη καὶ τοὺς ποτα‐ μοὺς λέγει ὡς πρὸς σωματοειδεῖς θεούς, ὅπως τὰ θρέμματα αὐτοῦ μείνωσιν ὅλα. ἄγκη δὲ τὰ κοῖλα τῶν ὀρῶν.

8

33[d]

ἄγκεα ἀπὸ τοῦ ἄγω τὸ κλῶ, τὰ συγκεκλασμένα οἷον.T

8

33e

θεῖον γένος: ἢ ὅτι Τηθύος εἰσὶ καὶ Ὠκεανοῦ, ὃς ‘γένεσις πάντεσσι τέτυκται‘ (Ξ 246), ἢ ὅτι ἀεικίνητοι τυγχά‐ νουσι, παρὰ τὸ θέω θεῖον.K

8

33f

θεῖον δὲ γένος τὸ τῶν ποταμῶν λέγει, καθὸ ἐκUEAGPT1.2
Τηθύος καὶ Ὠκεανοῦ ἢ ἐκ Διός, ὡς Ὅμηρος.

8

33g

UEAT τὸ δὲ μέτρον ἐλεγεῖον καὶ ἡρωϊκόν.

8

.

35

ἐκ ψυχᾶς: ἢ ᾖσε μέλος ἐκ ψυχῆς ἢ βόσκοιτ’ ἐκ ψυ‐ χῆς, ἤγουν ζέοντι πόθῳ καὶ μετὰ ἐπιμελείας καὶ μὴ ἀνειμένως.

8

.

36

K μηδὲν ἔλασσον ἔχοι: καὶ αὐτοῦ τὰ πρόβατα μηδὲν ἔλασσον τῶν ἐμῶν τρέφοιντο.

8

37/38a

αἴπερ ὅμοιον: εἴπερ ὁμοίως ἀείδει ταῖς ἀηδόσιν ὁ Δάφνις, ἀντὶ τοῦ· εἴπερ ἀληθῶς οὕτως ᾄδει ὥσπερ 〈αἱ〉 ἀηδόνες.

8

37/38b

ταῖσιν ἀηδονίσιν: ἔοικεν οὕτως ἀκριβῶς ᾄδειν ὥσπερ αἱ ἀηδόνες.

8

41-44a

KUEAGPT πάντα ἔαρ: ὅπου, φησίν, ἡ ἐρωμένη αὐτοῦ περιπατεῖ, ἐκεῖ πάντα ἔαρ καὶ πάντα νομαί εἰσι καὶ τὰ θρέμ‐ ματα ἐκτρέφεται· ὅταν δὲ ἀπέλθῃ, ξηραίνεται καὶ ὁ ποιμὴν καὶ αἱ βοτάναι.

8

41-44b

K ἢ 〈παντᾷ〉 ἀντὶ τοῦ πάντῃ καὶ πανταχοῦ.

8

41-44c

UEAT τὸ δὲ πάντῃ Δωρικῶς παντᾷ περισπωμένως.

8

41-44d

τὸ δὲ οὔθατα πηδῶσιν, ὅτι πληροῖ διὰ τῶν θηλῶν τὸ γάλα.

8

41-44e

τρέφεται: ἢ τὰς ἀμνάδας καὶ τοὺς ἀμνοὺς ὑπὸ τῶν οὐθάτων τρέφεσθαι 〈λέγει〉· ἢ τὰ νέα ἤγουν μικρὰ τῶν ποι‐ μνίων τρέφονται καὶ αὔξονται· ἢ τὰ ἀρτίφυτα τῶν βοτανῶν αὔξονται.

8

41-44[f]

LgUgEgἀφέρπ:〉 ἐκεῖθεν πόρρω γενήσεται.

8

45-48

KUEAGPT ἔνθ’ ὄϊς: ὁ Δάφνις λέγει ἀντιπαραβάλλων ἐπὶ
τῆς αὐτῆς ἐννοίας, ὅτι ὅπου ἂν ὁ ἐρώμενός μου βαίνῃ Μί‐ λων, πάντα αὔξει, καὶ σμήνη καὶ δένδρα καὶ θρέμματα· ὅταν δὲ χωρισθῇ, καὶ ὁ βουκόλος ξηρὸς γίγνεται καὶ αἱ βόες.

8

49a

GPT ὦ τράγε τᾶν λευκᾶν ἄνερ αἰγῶν: καταχρηστι‐ κῶς ἄνδρα τῶν αἰγῶν τὸν τράγον φησίν.

8

49b

ὧ βάθος ὕλης: ἀντὶ τοῦ ὑψηλόν. Ὅμηρος (Β 147): ‘ὡς δ’ ὅτε κινήσει Ζέφυρος βαθὺ λήιον ἐλθών‘.K

8

51/52a

KUEAGPT θ’ ὦ κόλε καὶ λέγε: πρὸς τὸν τράγον φη‐ σίν· ὦ κολοβέ, ἐν ἐκείνῳ τῷ τόπῳ ἐστὶν ὁ Μίλων. ἄπελθε οὖν καὶ λέγε αὐτῷ, ὅτι καὶ Πρωτεὺς θεὸς ὢν φώκας ἔνεμε καὶ μετὰ δυσόδμων ζῴων ἀνεστρέφετο. καὶ σὺ οὖν μὴ ὑπερη‐
5φάνει διὰ τὴν τῶν τράγων ὀσμὴν ἐλθεῖν πρός με.

8

51/52b

K ἐν τήνῳ γὰρ τῆνος: ἐν ἐκείνῳ τῷ τόπῳ 〈...〉 ἀπελ‐ θὼν 〈...〉 πρὸς τὸν τράγον [τὸν βουκόλον] ὁ λόγος.

8

51/52c

ὦ κόλε: ἀντὶ τοῦ ὦ κολοβέ· λέγεται γὰρ κόλος ὁ μὴ ἔχων κέρατα τράγος. καὶ Ὅμηρος (Π 117) ‘κόλον δόρυ‘.

8

51/52d

κόλος δὲ λέγεται ὁ τράγος ὁ μὴ ἔχων κέρατα.UEAP

8

51/52e

UEAPT Μίλω δὲ εἶπεν ἀντὶ τοῦ Μίλωνι· καὶ γὰρ τὴν εὐ‐ θεῖαν οὐχ ὁ Μῖλος ἔφη, ἀλλ’ ὁ Μίλων· ‘ἔνθ’ ὁ καλὸς Μί‐
λων βαίνει‘ (v. 47).

8

53-56a

K μή μοι γᾶν: οὐδέν μοι, φησί, τούτων ἡδὺ οὔτε Πέλοπος ἀρχὴ οὔτε χρυσίου πλήθη οὔτε ταχύτερον ἀνέ‐ μων εἶναι ἢ τὸ ἔχειν ἐν ἀγκάλαις τὸν Μίλωνα.

8

53-56b

αὐτάρκης τις ὁ Δάφνις ἥδεται ἐν ταῖς ἀγκάλαις ἔχων τὸν ἐρώμενον ὑπὸ τῇ πέτρᾳ, ἀφορῶν τὴν Σικελικὴν ἅλα καὶ τὴν οἰκείαν.

8

53-56c

GPT ἀλλ’ ὑπὸ τᾷ πέτρ: ἀλλ’ εὐφραίνομαί σε ἐν ταῖς ἀγκάλαις ἔχων ὑπὸ τῇδε τῇ πέτρᾳ, ἀφορῶν τὴν Σικελίαν.

8

53-56d

KUEAGPT οὐκ ἀνιστορήτως δὲ τοῦτο ὁ Θεόκριτός φησι· καὶ Ἑρμησιάναξ (fgm. 2 Bach Phil. Coi, Herm. Col. atque Phan. rell. 112) γὰρ λέγει τὸν Δάφνιν ἐρωτικῶς ἔχειν τοῦ Μενάλκα. ἀλλ’ ὁ μὲν ἐπ’ Εὐβοίας τὰ περὶ αὐτοῦ διατίθεται, οὗτος δὲ
5ἐπὶ Σικελίας.

8

57a

K ὕδασι δ’ αὐχμός: τοῖς ὕδασιν ὁ αὐχμὸς κακός ἐστιν, ὅτι ἀποξηραίνεται καὶ ἀφανίζεται.

8

57b

P δένδρεσι μὲν χειμὼν φοβερὸν κακόν, ὕδασι δ’ αὐχμός: ἀποξηραίνεται γὰρ ὄντος αὐχμοῦ.

8

58a

KUEAGPT ὕσπληγξ: ἡ πάγη· κυρίως δὲ ἡ τῶν δρομέων ἀφετηρία. ἀπὸ κοινοῦ δὲ τὸ φοβερὸν κακόν.

8

58b

GPT ἀγροτέροις δὲ λίνα: τοῖς δὲ ἀγριμαίοις τὰ δίκτυα. ἀπὸ κοινοῦ τὸ φοβερόν ἐστι καὶ κακόν.

8

58[c]

Egἀγροτέροις:〉 τοῖς ἐν τῷ ἀγρῷ οὖσιν ἢ ταῖς πέρδιξι
καὶ τοῖς λοιποῖς.

8

.

59

κακὸν ἀνδρὶ παρθενικῆς πόθος διὰ τὸ ἐρᾶν, μὴ ῥᾳδίως δὲ τυγχάνειν.K

8

63*

τοκάδες αἱ μητέρες τῶν ἐρίφων.UgEg

8

65a

ὦ Λάμπουρε κύον: Λάμπουρος ἢ λευκὴν οὐρὰν ἔχων ἢ ἐπιμελῶς φυλάσσων ἐγκειμένου μετὰ τοῦ λάμπειν καὶ τοῦ ὠρεῖν, ὅ ἐστι φυλάσσειν, ἢ παρὰ τὸ λαμπουρίδι ἴσον εἶναι, ἐπειδὴ κύνες εἰσὶν ἀλώπηξιν ὅμοιοι· λαμπουρὶς γὰρ ἡK
5ἀλώπηξ.

8

65b

ὦ Λάμπουρε κύον: ὄνομα κυνὸς ἀπὸ τοῦ λαμπρὰν ἔχειν τὴν οὐρὰν ἤγουν πυρρὰν ἢ ἀπὸ τοῦ λίαν φυλάσσειν.UgEgGPT

8

66a

οὐ χρὴ κοιμᾶσθαι βαθέως: τοῦτο ἀπὸ τοῦ Ὁμήρου ὁ Θεόκριτος ἔσχε. φησὶ γὰρ ἐν τῷ δευτέρῳ τῆς Ἰλιά‐ δος (Β 24)· ‘οὐ χρὴ παννύχιον εὕδειν‘.UEAT

8

66[b]

σὺν παιδ: οἱ γὰρ παῖδες μὴ εἰώθασι τῶν ποι‐ μνίων ἐπιμέλειαν ποιεῖσθαι προσήκουσαν, ἀλλ’ ἀμελεῖν ἢ ῥᾳθυμοῦντες ἢ παιγνίοις ἀσχολούμενοι· οἱ δὲ ἔνηβοι κρείτ‐ τονα τὴν ἐπιμέλειαν ποιοῦσι, ὥστε καὶ τοῖς κυσὶ κοιμωμένοις
5οὐ φροντὶς αὐτῶν.

8

67/68a

καὶ ὑμεῖς οἶες μὴ ὀκνεῖτε εἰς κόρον βόσκεσθαι. ἂν γὰρ πλῆθος πάλιν γένηται καὶ φυῇ βοτάνη πολλή, οὐ καμεῖσθε τότε.K

8

67/68b

οὐ μὴ κακοπαθήσητε, ὅταν πάλιν αὕτη ἀναβλαστήσῃ.

8

67/68c

οὔτι καμεῖσθ’ ὅκκα πάλιν ἅδε φύηται: οὐ μὴ καταπονηθῆτε νεμόμεναι, ὅταν νέα βοτάνη πάλιν φυῇ.UgEgGPT

8

67/68d

οὔτι καμεῖσθ’:〉 οὐ καμεῖσθε τὴν πόαν 〈νεμόμεναι〉UgEg
ὡς μὴ οὖσαν.

8

72a

KUEAGPT σύνοφρυς κόρα: συγκεκολλημένας ἔχουσα τὰς ὀφρῦς, τουτέστιν εὐόμματος καὶ συνετή. κόρην δὲ λέγει τὴν ἐρασθεῖσαν αὐτῷ Νύμφην.

8

72[b]

UgEgσύνοφρυς:〉 μελανόφρυς· δοκεῖ γὰρ καὶ τὸ σκο‐ τεινότερον πύκνωσιν ἔχειν.

8

.

73

UmEmGPT1.2 καλὸν καλόν: καλὸν τὸν εὐειδῆ λέγει· κάλλος γάρ ἐστι συμμετρία μελῶν καὶ μερῶν μετ’ εὐχροίας.

8

74a

K οὐ μὰν οὐδὲ λόγων: ἀλλ’ οὐδὲ λόγον αὐτῇ ἀπεκρίθην, οἷον οὐδὲ τὸ τυχόν. δοκεῖ δὲ τὸ ἔπος ἡμαρτῆσθαι ἐνταῦθα· ἔνθεν οἱ μὲν γράφουσιν οὐδὲ λόγον ἐκρίθην ἄτοπον, πικρὸν αὐτ, τουτέστιν οὐδὲ σκαιὸν λόγον ἀπε‐
5κρινάμην αὐτῇ, οὔτε τῶν πρὸς τὸ λυπηρὸν οὔτε τῶν πρὸς ἡδονήν〈· οἱ δὲ ...〉.

8

74b

GPT τὸ πικρὸν αὐτ: ὅπερ, τὸ μὴ ἀποκριθῆναί με, πι‐ κρὸν ἦν αὐτῇ. τινὰ δὲ τῶν ἀντιγράφων τὸν πικρὸν ἔχουσιν, ἵν’ ᾖ· οὐ μὴν οὐδὲ ἀπεκρίθην αὐτῇ οὐδὲν πικρὸν ὧν λέγεται. εἰς ταύτην γὰρ καλῶς εἰποῦσαν οὐδὲν ἔδει πικρὸν ῥηθῆναι.
5καὶ κρεῖττον ἂν εἴη, εἰ τὸν πικρὸν γράφοιτο· ἀπαιτεῖ γὰρ καὶ τὸ μέτρον.

8

.

81

G ὣς οἱ παῖδες ἄεισαν: τοῦτό ἐστι τοῦ ποιητοῦ καὶ ἔστι τὸ σχῆμα παραβατικὸν καὶ ἀνακεφαλαίωσις.

8

.

84

K λάσδεο: ἆθλον δὲ ἡ σῦριγξ αὐτοῖς [ἐπίκειται καὶ] πρόκειται, ἣν ἐπιδίδωσιν ὁ κριτὴς τῷ Δάφνιδι ὡς νι‐
κήσαντι.

8

86a

οἱ μὲν χρώματος εἶδος τὴν μυτάλην, οἱ δὲ ὄνομα ἤκουσαν, οἱ δὲ τελευταίαν· Καλλίμαχος (fgm. 498 Schneider, II 655)· ‘θήκατο †μὴ εἰς† αἷμα πιεῖν μύταλον.‘

8

86b

τήναν τὰν μιτύλαν: μιτύλαν αἶγά φησι τὴν μὴ ἔχουσαν κέρατα.LgUEAGPT

8

87a

KUEA ἅτις ὑπὲρ κεφαλᾶς: ὑπὲρ τὰ χείλη τοῦ ἀμολ‐ γέως πλήρη τὸν ἀμολγέα ποιεῖ. ἀμολγεὺς δὲ ἀγγεῖον δεκτι‐ κὸν γάλακτος.

8

87b

ὑπὲρ κεφαλᾶς δὲ ἀντὶ τοῦ· ἕως κεφαλῆς γεμίζει τὸν ἀμολγέα.GPT

8

87c

ἥτις γεμίζει πάντα μέχρι καὶ τῆς στεφάνης.UgEg

8

88/89a

ὡς μὲν ὁ παῖς: ἀναστρέψας εἴρηκεν. ἡ γὰρ σύνταξις αὕτη· ὡς ἂν ἅλοιτο ὁ ἀμνὸς πρὸς τὴν μητέρα αὐτοῦ, οὕτω καὶ ὁ Δάφνις ἡσθεὶς ἐπὶ τῇ νίκῃ ἥλατο.K

8

88/89b

τάττεται δὲ ἐναλλάξ, πρότερον τὸ ὡς ὁ νεβρὸς ἅλλεται ἐπὶ τὴν μητέρα, 〈εἶτα τὸ〉 οὕτω καὶ ὁ παῖς ἐχάρη.Lg

8

88/89c

ὁ παῖς ἐχάρη καὶ ἀνάλατο: ὁ παῖς, ἤγουν ὁ Δάφνις. τὸ σχῆμα ἀντιστροφή.G

8

88/89d

καὶ πλατάγησε: καὶ τὰς χεῖρας ἐκρότησε.UgEgGPg

8

90/91a

ὡς δὲ κατεσμύχθη: καὶ τοῦτο ἀντέστραπται ὁμοίως· ὡς ἂν γάμῳ νύμφη λυπηθείη, οὕτω καὶ ὁ Μενάλκας ἡττηθεὶς ἐλυπήθη.K

8

90/91b

κατεσμύχθη οἷον κατεσβέσθη 〈τὸν θυμὸν〉 καὶ ἐν αὐτῷ ἐκάη καὶ ἐλυπήθη. ἀνετράπετο δὲ ἀντὶ τοῦ [οἷον]·KrUEAGPT
ἐξελύθη ὑπὸ λύπης.

8

90/91c

UEAT νύμφα γαμηθεῖς’ ἀκάχοιτο: οὕτως ἐλυπεῖτο ὁ Μενάλκας, καθὰ καὶ νύμφη ἡ ἄρτι πρῶτον γαμηθεῖσα ἀκά‐ χοιτο. λυποῦνται γὰρ αἱ τοιαῦται διὰ τὸ κατὰ τὸν καιρὸν ἐκεῖνον πόνῳ τιτρώσκεσθαι.

8

90/91d

GPgT οὕτω καὶ νύμφα: οὕτω καὶ νεωστὶ παρθένος γαμη‐ θεῖσα λυπηθείη.

8

93a

KUEAGPT καὶ Νύμφαν ἄκρηβος: ἱστοροῦσι γὰρ αὐτὸν ὑπό τινος ἀγαπηθῆναι Νύμφης, ἣν Σωσίθεος (Nauck Trag. gr. fgm.2 821) Θάλειαν καλεῖ. παρακελευσαμένης δὲ αὐτῆς ἄλλῃ γυναικὶ μὴ ὁμιλεῖν, μὴ τηρήσας τὴν παραίνεσιν αὐτῆς
5ἐμισήθη αὐτῇ. ὅθεν ὁ μὲν Θεόκριτός φησι τὴν Νύμφην ἀποστῆναι ἀπ’ αὐτοῦ, αὐτὸν δὲ ἀντιμεταλαβόντα τὸν ἐκείνης ἔρωτα ὑπὸ λύπης μεταλλάξαι τὸν βίον (I 64 seqq.)· ἐκτὸς εἰ μὴ αὐτὸν μέν φησιν ἀπείπασθαι αὐτήν, ἄλλης δ’ ἐρασθῆναι· ‘ὥς ποκα τᾶς Ξενέας ἠράσσατο Δάφνισ‘ (VII 73). οἱ δὲ
10λοιποί φασι τυφλωθῆναι αὐτὸν καὶ ἀλώμενον κατακρημνι‐ σθῆναι.

8

93b

GPrT καὶ Νύμφαν ἄκρηβος: Νύμφην τὴν Ξενίαν λέγει.
ἄκρηβος δὲ ὁ ἀρχὴν ἔχων τῆς ἡλικίας.

9

t

Βουκολιασταί. 〈γʹ〉

9

arg

KLUEAGPT1.2 Τὰ μὲν πράγματα ἐπὶ Σικελίας ὑφίστανται. παρακα‐ λοῦνται δὲ ὑπὸ συννομέως Δάφνις καὶ Μενάλκας, ὅπως ἀλλήλοις ἀντᾴσωσιν. οὐδὲν δὲ ἔχει πρὸς τὸν Μενάλκαν τοῦ‐ τον ὄντα Σικελὸν 〈τὰ〉 ὑπὲρ Μενάλκου Χαλκιδέως, ὅν φησιν
5Ἑρμησιάναξ (fgm. 3 Bach, Phil. Coi, Herm. Coloph. atque Phan. rell. 112) ἐρασθῆναι τῆς Κρηναίας Εὐίππης καὶ διὰ τὸ μὴ τυγχάνειν αὐτῆς κατακρημνισθῆναι.

9

1/2a

νομεύς τις προλογίζει ὁ καὶ κριτής.LgUgEgAgPgTg

9

1/2b

UEAT τὸ δὲ ἑξῆς οὕτως· βουκολιάζεο Δάφνι, συναρ‐ ξάσθω δὲ Μενάλκας. τὸ δὲ βουκολιάζεο, τουτέστι βου‐ κολικὴν φωνὴν λέγε. ἰστέον, ὅτι ἢ τὸν αὐτὸν ὃν προεῖπε Μενάλκαν καὶ πάλιν φησί—τότε γὰρ ἴσως ἔνεμε μῆλα
5(VIII 2), νῦν δὲ βόας—ἢ ἕτερον Μενάλκαν βουκόλον.

9

1/2[c]

ἐφεψάσθω:〉 ἀποκρινέσθω ἐξ ἀμοιβῆς.LgUgEg

9

1/2[d]

συναψάσθω δὲ Μενάλκας: συνεργάτης ἔστω.P

9

3a

βουσὶν ὑφέντες: ταῖς βουσίν, θηλυκῶς· τοὺς μόσχους ταῖς βουσὶν ὑφέντες, ἤτοι ὑποβαλόντες.KUEA

9

3b

ὑπὸ στείραισι δ: ἡ ὑπὸ ἀντὶ τῆς ἐπί, ἵν’ ᾖ· ἐπὶ στείραισι τοὺς ταύρους ἀφέντες, —ἵνα τέκωσιν, ὥς τινες·KUEAT
στείρας δὲ εἶπε τὰς οὔπω τετοκυίας.

9

3c

UEAT 〈...〉 αἱ γὰρ εἰς ἅπαν ἄτοκοι στεῖραι καλοῦνται ἢ διὰ τὸ στερεὸν εἶναι τὸ σῶμα ὡσανεὶ ὑπὸ τόκων μὴ ἐκλυό‐ μενον ἢ παρὰ τὸ ἐστερῆσθαι γόνου.

9

.

4

K χοἱ μὲν ἅμα: καὶ οἱ ταῦροι ἅμα ταῖς βουσὶν ἕποιντο ἐπὶ τὰς φυλλάδας.

9

5a

KUEAT μηδὲν ἀτιμαγελεῦντες: μηδαμῶς καταλείπον‐ τες τὴν ἀγέλην. τοὺς γὰρ καταλιμπάνοντας τὸ κοινὸν τῆς ἀγέλης καὶ καθ’ ἑαυτοὺς νεμομένους οὕτω καλοῦσιν.

9

5[b]

LgUgEgἀτιμαγελεῦντες:〉 καταφρονοῦντες τῆς ἀγέλης.

9

5[c]

PT μηδὲν ἄτιμα γελεῦντες: μὴ ἄτιμα χαίροντες.

9

6a

K ἕν ποθ’ ἓν: ἓν πρὸς ἓν ᾠδάριον, τουτέστιν ἀμοι‐ βαδίς. ἢ ἔμποθεν ἀντὶ τοῦ ποθέν, ὡς εἶναι τὸ πλῆρες· ἔμποθεν παρασκευασάμενος μέλος. Ὅμηρος (α 10)· ‘τῶν ἀμόθεν γε θεά‘. ἀλλ’ οὐδὲν ἔχει τὸ ἀμόθεν σύνεγγυς.

9

6[b]

LgUgEgἄλλοθεν:〉 ἀπὸ τῆς ἄλλης ἀρχῆς ἢ ἀπὸ τοῦ ἄλλου μέρους.

9

7*

LgUgEg ἀρχὴ τῆς ᾠδῆς.

9

9a

KLgUgEg στιβάς: ἡ ἐκ χόρτων κατάστρωσις αὐτοσχέδιος. εἴρηται παρὰ τὸ συμπεπιλῶσθαι καὶ καταπεπατῆσθαι.

9

9b

KPg νένασται: ἐξήπλωται.

9

9c

LgUmEgP νένασται: ὑπέστρωται, σεσώρευται ἀπὸ τοῦ νάω νῶ τὸ σωρεύω.

9

10/11

PT τάς μοι ἀπ’ ἄκρας λὶψ κόμαρον τρωγοί‐ σας: τῶν βοῶν αὐτοῦ φησί τινας κατακρημνισθῆναι ὑπὸ τοῦ λιβός. ἡ δὲ σύνταξις· ἀπὸ ἄκρας σκοπιᾶς.

9

.

13

ὅσσον ἐρῶντι πατρὸς μύθων ἢ ματρὸς ἀκού‐ ειν: λείπει τὸ παῖδες. τὸ δὲ ἢ ἀντὶ τοῦ καί.

9

.

14

τὸ οὑτῶς περισπᾶται, ὡς ἀξιοῖ Μουνάτιος, τὸ δὲ χωρὶς τοῦ ς οὕτω οὐκέτι.K

9

15a

KUEA Αἴτνα μᾶτερ: τὴν Αἴτνην φησὶ μητέρα Μεν‐ άλκου, καθότι ἐν αὐτῇ διέτριβε· καὶ Ὅμηρος (Θ 47) τὴν Ἴδην φησὶ ‘μητέρα θηρῶν‘.

9

15[b]

Αἴτνα μᾶτερ:〉 ἐν Σικελίᾳ γὰρ τὰ πράγματα.LgUgEg

9

16/17a

ὅσς’ ἐν ὀνείρ: ὡς εἰ ἔλεγε περιουσίαν ἄφθονον· τοιαῦται γὰρ αἱ ὀνειρωκτικαὶ φαντασίαι. καὶ παρ’ Ὁμήρῳ (Ι 385) ἔνιαι ἐκδόσεις οὕτως ἔχουσιν· ‘οὐδ’ εἴ μοι τόσα δοίη, ὅσα ψεύδονται ὄνειροι.‘KUEAT

9

16/17b

LgUgEgGὅσς’ ἐν ὀνείρ:〉 ἤγουν εὐτυχής εἰμι· εὐδαιμο‐ νοῦσι γὰρ ὡς ἐπὶ πολὺ τοῖς ὀνείροις οἱ ἄνθρωποι.

9

16/17c

ἔχω δέ τοι ὅσς’ ἐν ὀνείρ: ἀπὸ τῆς παροιμίας· ὅσς’ ἐν ὀνείρῳ φέρειν.GPT

9

19a

χόρια ζε: ἀντὶ τοῦ 〈ἐν〉 τοῖς ἄνθραξι τοῖς ἀπὸ δρυός. χόρια δὲ τὰ τῶν ἐμβρύων ἀγγεῖα. εἰώθασι γὰρ ἐν γά‐ λακτι καταπλάσσοντες καὶ ξηραίνοντες ὀπτᾶν, εἶτα ἐσθίεινKUEAT
ταῦτα, ἅ καὶ χόρια προσαγορεύουσι. 〈...〉 ‘†κρατὶ ὑοστρό‐
5φοιο γέννας† χόριά τ’ ἐμβρύων τε πλήρη.‘ ἔμβρυον γὰρ ἀπὸ τοῦ ἐν ἑαυτῷ τὴν βορὰν ἔχειν ἢ ἀπὸ τοῦ βρύειν καὶ αὔξεσθαι, χόρια δὲ καλοῦσι τοὺς ὑμένας, οὓς πληροῦσι τοῦ ἀμελχθέντος γάλακτος, ἐσθίουσι δὲ θέντες ὑπὸ τὸ πῦρ.

9

19b

LmUmEgAGPT χόρια ζε: χόρια τὰ ἀγγεῖα τῶν ἐμβρύων ἢ αἱ ἀπὸ τῶν ἐντέρων πλεκόμεναι χορδαί.

9

20/21a

KUEAT φαγο: εἶδος δρυός. εἴρηται δέ, ὅτι πρὸ τῶν Δημητριακῶν καρπῶν τὰς βαλάνους ἤσθιον· ἢ πηγούς τινας παρὰ τὸ εὐπαγεῖς εἶναι. εἰσὶ δὲ δρυὸς γένη εʹ· φηγός, ἡμε‐ ρὶς 〈ἡ καὶ〉 ἐτυμόδρυς, 〈αἰγίλωψ, πλατύφυλλοσ〉 καὶ ἁλίφλοιος.

9

20/21b

EgGP ἔχω δέ τοι οὐδ’ ὅσον ὤραν: οὐδόλως ἔχω φροντίδα
τοῦ χειμῶνος.

9

20/21c

ἄμυλος εἶδός τι ἄρτου, ἐκ τῶν σητανίων λεγομένων πυρῶν γενόμενος.KUEAT

9

20/21d

ἄμυλος δὲ ὁ ἄρτος ὁ ἄνευ μύλου γενόμενος· ἀπο‐ βρέχοντες γὰρ τὸν πυρὸν ἀποθλίβουσι.

9

20/21e

οὐκ ἔχω δὲ 〈οὐδὲ〉 μικρὰν φροντίδα χειμῶνος, ὥσπερ οὐδὲ νωδὸς ἀνὴρ καρύων καὶ καρυδίων παρόντος αὐτῷ ἀμύλοιο ἤτοι πλακοῦντος. ἐν γὰρ τῷ πλακοῦντί εἰσι καὶ κάρυα.UEAT

9

20/21f

ἀμύλοιο:〉 ἁπαλὴ βρῶσις.UgEgPg

9

20/21[g]

ἀμύλοιο:〉 ἁπαλῆς τροφῆς ἤγουν κουρκούτης.Lg

9

20/21h

ἀμύλοιο:〉 τοῦ λεγομένου ἀποθέρμου· χωρὶς μύλου γὰρ γίνεται.LgEg

9

23a

κορύναν: ῥόπαλον. εἴρηται παρὰ τὸ κάρα ἢ παρὰ τὸ ἄκρον· βαρύτερον γὰρ κατὰ τὸ ἄκρον μέρος. Ἀμερίας δέ φησι κορδύλην, σκυτάλης εἶδος. Θεόφραστος (Hist. plant. III 5, 1) δὲ τὴν ἐλάτῃ ἐμφυομένην ἴσως φησὶ καὶ τραχυνο‐K
5μένην 〈...〉 [ἀπὸ τοῦ ἡ κορύνη.]

9

23b

κορύνη τὸ ῥόπαλον. εἴρηται δὲ παρὰ τὸ κάρα 〈ἢ παρὰ τὸ ἄκρον〉· βαρύτερον γάρ ἐστι περὶ τὸ ἄκρον.LgUgEgAGPT

9

23c

ῥόπαλον δέ ἐστιν ἀμυντήριον ἑτερορρεπές, ἐξ ἑνὸς μέρους ῥοπὴν ἔχον καὶ βάρος.GPT

9

.

24

KUgEg αὐτοφυ: ἐκ φύσεως ἐπικαμπῆ καὶ οὐκ ἐξ ἐπιτε‐
χνήσεως.

9

25-27a

KUEAT στρόμβου καλὸν ὄστρακον: στρόμβος κογχύλη ἀπὸ τοῦ συνεστράφθαι. τούτου δέ, φησί, τὸ κρέας αὐτὸς ἐπασάμην μετὰ εʹ μερισάμενος, ὅτε ἔλαβον αὐτόν.

9

25-27b

K ἐν Ἰκαρίαισιν: Ἰκάριαι πέτραι νῦν οὐκ ἂν λέγοιντο αἱ περὶ Ἴκαρον τὴν νῆσον, ὀνομάζοιντο δ’ ἄν τινες ἴσως καὶ περὶ Σικελίαν· ὁ γὰρ λέγων ἀγροῖκος Σικελός.

9

25-27c

P πέτραις ἐνὶ Καρίαισι: ταῖς πρὸς τῇ Καρίᾳ νήσῳ.

9

25-27[d]

LgUgEgπέντε ταμὼν πέντ’ οὖσιν:〉 ἤτοι σὺν πέντε ἄλλοις νομεῦσι τοῦτον καταβροχθίσας.

9

25-27[e]

LgUmEgἐγκαναχήσατο:〉 ἐγέλασε χαρίεν ἐπὶ τῷ τοῦ κόχλου ὀστράκῳ.

9

25-27[f]

G ἐκαναχήσατο: χαρίεν ἔλεγεν, ἐγέλασεν.

9

28-30a

KUEAT βουκολικαὶ Μοῖσαι: ταῦτα ὁ νομεὺς ἢ Θεόκριτος λέγει. ὦ Μοῦσαι, τὸ μέρος τῆς ᾠδῆς τῆς παρ’ ἡμῖν ἐκφήνατε, μήπως μου ἐπὶ γλῶτταν φλύκταιναι φύωνται. ἐκεῖνο γὰρ γίνεται τοῖς μηδὲν πρᾶγμα εὐλόγως κρίνουσιν.

9

28-30b

G βουκολικαὶ Μῶσαι: ὁ λόγος ἐκ τοῦ νομέως.

9

28-30c

Lg ἐπιστροφὴ τὸ σχῆμα. πρὸς τὰς Μούσας.

9

28-30d

GPT μηκέτ’ ἐπὶ γλώσσας ἄκρας: ὁ λόγος πρὸς τὴν Μοῦσαν. ἰδίως δὲ τὸν λόγον ποιησάμενος πρὸς πάσας εἰς μίαν κατέκλινεν. ἢ ὁ λόγος πρὸς τὸν Δάφνιν, ὃ καὶ κρεῖττον.

9

28-30e

LgUgEgμηκέτ’ ἐπὶ γλώσσας ἄκρας:〉 πρὸς τὸν Μεν‐
άλκαν.

9

28-30f

ὀλοφυγγὼν ἡ ἐπὶ τῆς γλώττης φλύκταινα. λέγουσι δὲ αὐτὴν οἱ Ἀττικοὶ ὀλοφυκτίδα. ὅταν αὕτη γένηται ἐπὶ τῇ γλώττῃ, εἰώθασι λέγειν αἱ γυναῖκες, ὡς ἀποτεθεῖσάν σοι με‐ ρίδα οὐκ ἀπέδωκας.KUEAT

9

33-36a

τᾶς μοι πᾶς 〈εἴη〉 πλεῖος δόμος: τῆς ᾠδῆς καὶ τῆς μουσικῆς, φησί.KLmUrEgA

9

33-36b

LmUrEgAGPT οὔτε γὰρ ὕπνος οὔτ’ ἔαρ ἐξαπίνας γλυκε‐ ρώτερον: οὔτε ὁ ὕπνος ἡμῖν γλυκύτερος οὔτε τὸ ἔαρ τὸ ἐξαίφνης ἐλθὸν τοσοῦτον γλυκύ, ὅσον ἡ μουσουργία.

9

33-36c

οὓς μὲν ὁρῆτε: τουτέστιν, οἷς μέν ἐστε φίλαι, ὦ Μοῦσαι, χαίρουσιν ἐκεῖνοι.UEAT

9

33-36d

UEA τοὺς δ’ οὔτι: ἤγουν τοὺς σοφοὺς οὐδέν τι παρα‐ τρέπει τοῦ δέοντος.

9

33-36e

GPT τούσδ’ οὔτι ποτῷ δαλήσατο Κίρκα: ποτῷ τῷ κυ‐ κεῶνι. δαλήσατο δὲ ἀντὶ τοῦ ἔθελξε· δαλεῖς γάρ εἰσιν οἱ ἀμαθεῖς.

9

33-36f

δαλήσατο: τὸν Ὀδυσσέα σοφὸν ὄντα οὐ κατέθελξεKUEAT
τὰ τῆς Κίρκης φάρμακα· τοὺς δὲ ἑταίρους ἀγνώμονας ὄντας καὶ ἀπερισκέπτους ἀπεθηρίωσεν ὁ κυκεών. συώδεις γὰρ ἦσαν καὶ ἀμαθεῖς καὶ ὑπὸ τῆς Κίρκης δυνάμενοι τῷ ποτῷ μετα‐
5μορφωθῆναι εἰς ἄλογα ζῷα·KUEA

9

33-36g

συώδεις γάρ εἰσιν οἱ ἀμαθεῖς.

9

33-36h

Pgοὓς γὰρ ὁρεῦντι:〉 διὰ τὸν Ὀδυσσέα τοῦτό φησι. οὓς δὲ οὐχ ὁρῶσι, τούτους ἔβλαψεν ἡ ἀμαθία.

10

t

Ἐργατίναι ἢ θερισταί

10

arg a

KLUEAGPT Ἄδηλον, ἐν ᾧ χωρίῳ διάκειται τὰ πράγματα. Μίλων δ’ ἐστὶ καὶ Βάττος ἐν τῷ θερίζειν προσδιαλεγόμενοι ἀλλήλοις. ἐρᾷ δὲ ὁ Βάττος Βομβύκης αὐλητρίδος, Πολυβώτου τινὸς εἴτε θυγατρὸς εἴτε θεραπαινίδος, καὶ ἐπὶ τούτῳ ὁ Μίλων ἐρεθίζει
5KUEAGPT αὐτὸν ὡς βραδέως θερίζοντα.

10

arg b

τοῦ δὲ Βάττου τὴν [μὲν] αὑτοῦ δυσθυμίαν εἰπόντος ὡς Βομβύκης ἐρῶ καὶ διὰ τοῦτο κάμνω τὴν ψυχήν, ὁ Μίλων προσπαίζων αὐτῷ τὴν φίλην αὐτοῦ μάντιν καλαμαίαν φησίν, ἐπεὶ καὶ μέλαινα καὶ λεπτὴ
5καὶ ἀνάκωλος· τοιαῦται δὲ καὶ ἐν ταῖς χώραις αἱ ἀκρίδες. Βάττος δὲ ἐπὶ τούτοις μήτι μεγαλορρημονεῖν ἔφησεν αὐτῷ· τυφλὸν γὰρ οὐ μόνον τὸν Πλοῦτον, ἀλλὰ καὶ τὸν Ἔρωτα τὸν
ἀκρίτως προϊόντα λέγεσθαι. ὑπερεθισθεὶς δὲ ὁ Βάττος ὑπὸ Μίλωνος εἰς τὴν ἐρωμένην αὐτοῦ ἀπήγγειλεν ᾠδήν. παυ‐
10σαμένου δὲ αὐτοῦ τῆς ᾠδῆς ἀναδέχεται ὁ Μίλων καὶ ὡς πρέ‐ πουσαν ἐργάτῃ ᾠδὴν εἴρηκε περιέχουσαν τὰ περὶ τοῦ Λιτυέρσου τοῦ Μίδου υἱοῦ, ὃν Ἡρακλῆς ἀνεῖλε πολλοὺς ἀναιροῦντα ἐν τῷ θερίζειν. παραινεῖ δὲ αὐτῷ λοιπὸν τὸν κατ’ αὐτὸν ἔρωτα διηγεῖσθαι κατὰ τὸν ὄρθρον τῇ μητρί.

10

1-3a

βουκαῖος: ὁ ἐπὶ ἡμιόνων κομίζων τὰς ὕλας ἢ ὁ ἀροτὴρ ὁ τοῖς βουσὶ τέμνων καὶ καίνων τὴν γῆν. [λέγεται ὑποκοριστικῶς.] εἰρῆσθαι δὲ τὸν βουκόλον ὑποκοριστικῶς 〈φασιν〉, οἱ δὲ τὸν θεριστήν.K

10

1-3b

UEAGPT βουκαῖον οἱ μὲν τὸν θεριστὴν ἀπὸ τοῦ βου ἐπιτα‐ τικοῦ καὶ τοῦ καίνω τὸ κόπτω καὶ θερίζω, ὁ μεγάλως καίνων· ἢ σὺν βοῇ καὶ ᾠδῇ. τινὲς δὲ τὸν βουκόλον. βέλτιον δὲ τὸν ἀροτῆρα ἀκούειν, τὸν σὺν τοῖς βουσὶ καίνοντα τὴν γῆν. Δί‐
5φιλος (ὁ Λαοδικεύς, cf. Athen. VII 314d) δὲ ἐν τῷ πρώτῳ τῶν Νικάνδρου Θηριακῶν κύριον ὄνομα τὸν Βουκαῖον λέγει.

10

1-3c

τὸ δ’ ἑξῆς· ὦ ταλαίπωρε θεριστά, τί πεπονθὼς οὔτε τὴν τάξιν ὡς πρότερον διατηρεῖς οὔθ’ ἅμα τῷ πλησίον θερί‐KUEAPT
ζεις, ἀλλὰ καθυστερεῖς;

10

1-3d

KUEAT ὄγμον: τὴν αὔλακα παρὰ τὸ διοιχθῆναι τὴν γῆν. οἱ δὲ τὴν τάξιν, οἱ δὲ τὸν ὄρχον, οἱ δὲ τὸν χόρτον. κυρίως δὲ ἡ ἐπ’ εὐθείας τομὴ τῆς αὔλακος, καὶ ἔστιν ὄγμος οἷον ἀπὸ τοῦ διοίγεσθαι τὴν γῆν ὑπὸ τοῦ ἀρότρου. νῦν δὲ κεῖται ἡ
5λέξις ἐπὶ τῆς εἰς εὐθὺ τάξεως τοῦ θερισμοῦ, ὡς Ὅμηρος (Λ 68)· ‘ὄγμον ἐλαύνει‘.

10

1-3e

GPT οὐ τεὸν ὄγμον: ὄγμος κυρίως ἡ [ἀπὸ] τοῦ ἀρότρου τομή, ἤγουν ἡ αὖλαξ, ἀπὸ τοῦ διοίγεσθαι τὴν γῆν ὑπὸ τοῦ ἀροτριῶντος. νῦν δὲ κεῖται ὁ λόγος ἐπὶ τῆς κατ’ εὐθὺ τάξεως τοῦ θερισμοῦ.

10

1-3f

Lgὄγμος〉 ἡ ἐπίστιχος φυτεία ἀπὸ τοῦ οἴγειν καὶ ἀνοίγειν.

10

1-3g

P ὄγμος ἡ τάξις, ὁ ὄρχος. ἄλλοι δὲ ὄγμον τὸ γεωργικὸν ἐργαλεῖόν φασιν.

10

1-3h

KgLgUgEgP οὔθ’ ἅμα λᾳοτομεῖς τῷ πλατίον: τὸ λήϊον τέ‐ μνεις, θερίζεις.

10

.

4

KmLgUgEgPgκάκτος:〉 εἶδος φυτοῦ ἀκανθώδους ἀπὸ τοῦ κατα‐ καίνω τὸ λυπῶ.

10

5/6a

K ποῖός τις: πῶς, φησίν, οὐκ ἀργότερος ἔσῃ προϊού‐ σης τῆς ἡμέρας, ὁπότε νῦν ἀρχόμενος τῆς ἐργασίας οὐκ ἀπο‐ τέμνεις τῆς αὔλακος οὐδέν;

10

5/6b

UEAT ποῖός τις δείλαν τε: ποταπὸς ἔσῃ κατὰ μεσημβρίαν καὶ δείλην, ὃς νῦν ἀρξάμενος οὐ μειοῖς καὶ ἐλαττοῖς τὸν στίχον τοῦ θέρους; τὸ γὰρ ἀποτρώγεις τοῦτο δηλοῖ.

10

5/6c

ποταπὸς ἔσῃ προϊούσης ἡμέρας, ὅτε νῦν ῥᾳθυμεῖς τῆς ἐργασίας ἀρχόμενος, καὶ εἴπερ σε καὶ τὸ καῦμα ἐκλύει περὶ τὴν δείλην;LmEgAT

10

7a

ὀψαμᾶτα: ὁ μέχρις ὀψὲ θερίζων καὶ μὴ ἐνδούς.K

10

7b

Μίλων ὀψαμᾶτα: τουτέστι μέχρι ὀψίας θερίζων καὶ κακοπαθῶν καὶ μὴ ἐνδιδούς. τοῦτο δέ φησιν, ἐπεὶ οὗτος ἐν ἀρχῇ τοῦτον εἶπεν ἐκλελύσθαι.UEA

10

7c

Μίλων ὀψαμᾶτα: ἐπεὶ ὁ Μίλων ἐν ἀρχῇ τὸν Βάττον εἶπεν ἐκλελύσθαι, ὀψαμάτην τὸν Μίλωνα ὁ Βάττος καλεῖ, τουτ‐ έστι μέχρι ὀψίας θερίζοντα καὶ μὴ ἀποκάμνοντα.GPT

10

7[d]

ὀψαμᾶτα:〉 νωθρέ, ὀψὲ καὶ βραδέως ἀμῶν· ἢ ὄψιμε καὶ γηραιέ.LgUgEg

10

7e

ἀτεράμνου: λιθίνης, ἀναισθήτου. ἀτεράμνους γάρ φασι πέτρας τὰς σκληρὰς καὶ μὴ τειρομένας, καὶ ἀτέραμνα ὄσπρια τὰ ἀνέψητα.K

10

7f

πέτρας ἀπόκομμ’ ἀτεράμνου: ἀντὶ τοῦ λίθινε καὶ σκληρότατε· ἀτεράμνους γὰρ τοὺς σκληρούς φασι, τοὺς μὴ τέρενας καὶ ἁπαλούς· οἷον πέτρινε.UEA

10

7g

πέτρας ἀπόκομμ’ ἀτεράμνω: οἷον πέτρινε, λίθινε, σκληρότατε· ἀτεράμνους γὰρ τὰς σκληρὰς πέτρας φασίν, ἐπεὶ τέρεν τὸ ἁπαλόν.GPT

10

8*

οὐδέποτέ σοι συνέβη ἐρᾶν ἀπόντος;LgUgEg

10

.

9

τίς δὲ πόθος: οὐδὲ εἷς ἐργάτῃ ἀνδρὶ ἔρως καὶ ἐκτὸςK
τοῦ προκειμένου ἔργου γίνεται πόθος. ὑποβάλλει δὲ τὸ τοῦ Εὐριπίδου (fgm. 895 Nauck Trag. graec. fgm.2 647)· ‘ἐν πλησμονῇ γὰρ Κύπρις, ἐν πεινῶσι δ’ οὔ.‘

10

11a

KLgUgEg χαλεπόν, φησίν, ἐντέρων κύνα γεῦσαι· εἰ γὰρ εἴθισται, καὶ τοῖς θρέμμασιν αὐτοῖς ἐπιχειρεῖ. ἔστι δὲ παρ‐ οιμιῶδες· χαλεπὸν ἐργάτας ἄνδρας ἔρωτος πειραθῆναι.

10

11b

UEAGPT χαλεπὸν χορίω: ὥσπερ, φησίν, ὁ γευσάμενος χορίου κύων δυσαποδίωκτός ἐστιν, οὕτω καὶ ὁ ἀγροῖκος ἐρωτικοῦ
LgUgEgGPT πάθους γευσάμενος.

10

11c

παροιμία δέ ἐστιν ἐπὶ τῶν γευσα‐
μένων ἀθέτου τινός, δυσαποσπάστως δὲ ἐχόντων·P

10

11d

χαλεπὸν ἐργάτην ἄνδρα ἔρωτος πειραθῆναι.

10

.

12

K σὺ μέν, φησίν, ἀπείρατος ἔρωτος τυγχάνεις, ἐγὼ δὲ ἐρῶ ιαʹ ἡμέρας ἤδη.

10

13a

ἐκ πίθου: ἡ παροιμία ἀπὸ τῶν ἄφθονα ἐχόντων· ἔοικας, φησίν, ἐκ περιουσίας ζῆν.

10

13b

UEA ἐκ πίθου ἀντλεῖς: τοῦτο εἰρωνευόμενός φησιν οἷον· ἐκ περιουσίας καὶ πλήρους πίθου ἀντλεῖς, ὥστε σε ἐρᾶν, καὶ οὐκ ἐκ λαγήνων· ἐγὼ δὲ ἔχω οὐδ’ ἅλις ὄξους.

10

13c

GPT ἐκ πίθω ἀντλεῖς: οἷον οὕτως ἐν περιουσίᾳ ζῇς, ὥστε σε καὶ ἐρᾶν. ἢ εἰρωνευόμενός φησιν· ἐκ περιουσίας, ἀπὸ πλή‐ ρους πίθου ἀντλεῖς καὶ οὐκ ἐκ λαγήνου· ἐγὼ δὲ οὐδὲ ὄξος ἔχω.

10

13[d]

K ὄξος ἄλης: πλάνης θεράπευμα.

10

14a

τοιγάρτοι: τουτέστιν ἀπὸ σπόρου 〈τὰ〉 πρὸ τῶν θυρῶν ἐκεκόσμητο ἐπιμελείας τυγχάνοντα, νῦν δὲ οὐχ ὁμοίως διὰ τὴν ἐπὶ τῇ ἐρωμένῃ λύπην. τοῦτο οὖν φησι δεῖγμα τοῦ ἐρᾶν, τὸ ἀσκάλευτον εἶναι καὶ ἀγεώργητον ἀπὸ τοῦ σπόρου
5τὸ πρὸ θυρῶν.

10

14b

〈διὰ〉 ταύτην, φησί, τὴν αἰτίαν, ἐξ οὗ σπόρος γέγονε, ἄσκαλα πάντα, τουτέστιν ἠμελημένα πάντα [δι’ ἔρωτα].

10

14c

UEAT τοιγάρτοι πρὸ θυρῶν [πρὸ θυρῶν] μοι: τοιγαρ‐ οῦν διὰ τὸ ὑπὸ τοῦ ἔρωτος ἐκλύεσθαί με ἀπὸ τοῦ σπόρου ἀτημέλητά μοι πάντα, οὐ μόνον τὰ πόρρω, ἀλλὰ καὶ τὰ πρὸ τῶν θυρῶν.

10

14d

πάλαι, φησίν, ἀπὸ τοῦ σπόρου πάντα μοι ἦν καλά, οὐ μόνον τὰ ἔνδον, ἀλλὰ καὶ τὰ πρὸ τῶν θυρῶν· νῦν δ’ οὐδὲν διὰ τὸν ἔρωτα, ἀντὶ τοῦ· νῦν οὐ μόνον τὰ πόρρω, ἀλλὰ καὶ τὰ πλησίον τῶν θυρῶν μου ἀτημέλητα μένει διὰUEAGPT
5τὸν ἔρωτα.

10

14e

τὸ δὲ ἄσκαλα ἀπὸ τοῦ σκαλίς· σκαλὶς δέ ἐστι γεωργι‐ κὸν ἐργαλεῖον.

10

14f

ἄσκαλα, τουτέστιν ἀναροτρίαστα, καὶ τὰ προαύλια· πρώην γάρ, φησίν, εἶχον ἄφθονα· νῦν δὲ καὶ τὰ πρὸ θυρῶν μοι ἀσκάλευτα πάντα διὰ τὴν ἐπὶ τῇ ἐρωμένῃ λύπην.

10

14g

ἤγουν ἐρῶντός μου καὶ τὰ σύνεγγυς ἀκατέργαστα πάντα καὶ ἀκόσμητα.LgUgEgPg

10

15/16a

ἡ Πολυβώτου με, φησί, λυμαίνεται θυγάτηρ ἢ θεράπαινα, ἣ πρώην ἡμῖν θερίζουσι παρ’ Ἱπποκόωνι οὕτω καλουμένῳ προσηύλει. τινὲς δὲ πολυβώτην τὸν πλούσιον.K

10

15/16b

τῶν παίδων: ταῦτα ὁ Μίλων ἐρωτᾷ, εἶτα ὁ Βάττος ἐπάγει· ἁ Πολυβώτα. δύναται δὲ καὶ αὐτὸς λέγειν ὅλον τὸνUEAT
στίχον, ἵν’ ᾖ· τίς ἄρα σε, ὦ πολυβῶτα, ὦ πλούσιε, συνεκδο‐ χικόν. πολυβώτην δὲ εἶπεν αὐτὸν διὰ τὸ πλεοναχῶς βωτεῖν·
5ὦ πολυβῶτα, πολλοὺς ἔχων βόας. οἱ δὲ ζητοῦσι τὸ Πολυβώτου πότερον θυγάτηρ ἢ θεράπαινα. καὶ μὴν ἔνιοι δὲ πολυβώτην προσηγόρευον τὴν πλουσίαν.

10

15/16c

GPT ἁ Πολυβώτα: ἀπὸ τοῦ Βάττου ὁ λόγος. ἄδηλον δέ, πότερον θυγατέρα ἢ θεράπαιναν τοῦ Πολυβώτου 〈λέγει〉. ἡ τοῦ Πολυβώτου οὖν, φησί, λυμαίνεταί με, ἥτις πρώην θερι‐ ζόντων ἡμῶν παρ’ Ἱπποκίωνι ηὔλει.

10

17a

KLgUmEgT εὗρε θεὸς τὸν ἀλιτρόν: δοκεῖ καὶ τοῦτο παρ‐ οιμιῶδες ἐπὶ τῶν διδόντων δίκην τῆς ἁμαρτίας. ὁ δὲ νοῦς· ἁμαρτωλόν σε ὄντα δικαίως μετῆλθε τὸ θεῖον περιπεπτωκότα οἷς ἐπεθύμεις κακοῖς.

10

17b

GPT εὗρε θεὸς τὸν ἀλιτρόν: τοῦτο παροιμία ἐστίν· [καὶ] εὗρε θεὸς τὸν αἴτιον καὶ [τὸ] ἔχεις ἅπερ ἐπεθύμεις.

10

18a

K ἡ καλαμαία: ταύτην οἱ μὲν γραῦν σέριφον, οἱ δὲ ἀρουραίαν ὀνομάζουσιν. ἔστι δὲ ἀκρὶς 〈ἐν τῇ καλάμῃ γινο‐ μένη〉 καὶ καλεῖται μάντις. ἴσως δ’ ἐκ τούτου τὴν ἰσχνὴν καὶ διεφθινηκυῖαν ἢ τὴν ἐπιβλαβὲς καὶ χαλεπὸν ὁρῶσαν,
5ἵν’ ᾖ· ἀκρίς σοι ἀντὶ γυναικὸς χρηματισθήσεται, τουτέστι
λυμανεῖται καθάπερ 〈ἡ〉 ἀκρὶς ἡ καλαμαία.

10

18b

τὰν νύκτα: μάντις καλαμαία ἀντὶ τοῦ ἀρουραία. ἔστι γὰρ ἀκρὶς λεγομένη μάντις ἐν τῇ καλάμῃ γινομένη. ἴσως οὖν Θεόκριτος ἰσχνὴν εἰπεῖν θέλων καὶ διεφθινηκυῖαν τοῦτό φησιν.UEA

10

18c

μάντις τοι τὰν νύκτα χροΐζεται ἁ καλαμαία: τὸ καλαμαία ἀντὶ τοῦ ἀρουραία. ἔστι δὲ ἀκρὶς ἐν τῇ καλάμῃ γι‐ νομένη καὶ καλεῖται μάντις. νῦν οὖν τὴν ἰσχνήν φησι καὶ διεφθινηκυῖαν ἢ τὴν ἐπιβλαβὲς καὶ χαλεπὸν ὁρῶσαν.GPT

10

18d

ἡ καλαμαία: ἡ ἐπὶ καλάμῃ ἑστῶσα καὶ γινομένη.K

10

18e

Ἀρίσταρχος ἐν ὑπομνήσει Λυκούργου Αἰσχύλου (Nauck Trag. gr. fgm.2 40) φησὶ τὴν ἀκρίδα ταύτην, εἴ τινι ἐμβλέψειε ζῴῳ, τούτῳ κακόν τι γίνεσθαι.KUEAGPT

10

18f

UEAGPT
ἔστι δὲ χλωρὰ καὶ περιμήκεις τοὺς ἐμπροσθίους πόδας ἔχουσα καὶ λεπτοὺς καὶ συνεχῶς αὐτοὺς κινοῦσα· οὐ γὰρ ὡς ἡ κοσκινόμαντις.

10

18g

τὴν νύκτα· ἡ μάντις ἡ καλαμαία κατὰ τὴν νύκτα χροϊξεῖται καὶ πλησιάσει τῷ χρωτί, τοὶ καὶ σοῦ· ἀντὶ τοῦ· ἡ ἐοικυῖα τῇ καλαμαίᾳ μάντει συνευνασθήσεταί σοι. τινές φασιν εἰκάσαι τὴν Βομβύκην τῇ ἀκρίδι ταύτῃ διὰ τὸ καὶ τὴνUEAT
5ἀκρίδα μέλαιναν εἶναι καὶ αὐτὴν τὴν κόρην Σύραν.

10

18h

μάντις καλαμαία διὰ τὸ μὴ λευκὴν εἶναι ὡς οἱ Σύροι καὶ οἱ Αἰγύπτιοι.

10

18i

μάντις τοι: σκώπτει τὴν ἐρωμένην τοῦ Βάττου καὶ ἀντὶ τοῦ εἰπεῖν ὅτι ἀκρὶς συγκοιμηθήσεταί σοι, ἥ ἐστιν ἰσχνὴ καὶ λεπτὴ καὶ μέλαινα, λέγει ὅτι μάντις καλαμαία. τὴν ἀκρίδα
οὖν φησι καλαμαίαν, [ἢ] ὅτι ἐν καιρῷ καλάμης ἐσθίει τὸν
5στάχυν· τὴν αὐτὴν δὲ καὶ μάντιν, ἢ ὅτι προμαντεύεται λιμὸν φαινομένη, ἢ ὅτι κακόχρους καὶ πρασίζουσα [οὖσα] οἷς ἂν ἐντρανίσῃ ζῴοις κακὸν προμηνύει.

10

19a

UEAGPT τυφλὸς δ’ οὐκ αὐτὸς ὁ Πλοῦτος: τυφλὸν τὸν Πλοῦτόν φασιν, ἐπειδὴ τοὺς πλουτοῦντας ὁρῶμεν πηροῦσθαι τὴν διάνοιαν. Δήμητρος δὲ καὶ Ἰασίωνος αὐτόν φασιν, ἐπεὶ τῇ τῶν καρπῶν εὐφορίᾳ ἰᾶται τὴν ἔνδειαν ἡμῶν.

10

19b

ὑπὸ Διὸς δ’ ἐπηρώθη, ὥς φησιν Ἀριστοφάνης (Plut. 87—91), ἵνα μὴ βλέπων ἐπὶ τοὺς δικαίους μόνους ἔρχηται. οἱ δὲ τυφλὸν αὐτὸν διὰ τὸ ἄκριτον.

10

19c

UEA τυφλὸς δ’ οὐκ αὐτός: ὁ Δήμητρος καὶ Ἰασίωνος υἱός.

10

20a

K ὡφρόντιστος: ὁ μηδενὸς φροντίζων Ἔρως.

10

20b

φησίν· ἔλπιζε καὶ σὺ περιπεσεῖν ἔρωτι[κῶς] καὶ μὴ με‐ γαλορρημόνει.

10

21a

τὸ λᾷον: κατάτεμνε, θέριζε. λᾷον δὲ τὸ λήϊον Δωρικῶς διὰ τοῦ α.

10

21b

LgUgEgκατάβαλλε τὸ λᾷον:〉 τὸ λήϊον τέμνε ἐκθερίζων.

10

22/23a

K καί τι κόρας: καί τι, φησί, μέλος ἀνάκρουσον καὶ ἀναφώνησον τῇ κόρῃ· οὕτω γὰρ ἥδιον ἐργάσῃ.

10

22/23b

LgUgEgGPT καί τι κόρας φιλικὸν μέλος ἀμβάλευ: καί τι φιλικὸν μέλος εἰς τὴν κόρην ἀνάκρουσον.

10

24a

P Μοῦσαι Πιερίδες, συναείσατε τὴν ῥαδινάν μοι: ἄρχεται τῆς ᾠδῆς ὁ Βάττος.

10

24b

Km ἀρχὴ ᾠδῆς βουκόλου.

10

24c

K συναείσατε: σὺν ἐμοὶ ᾄσατε ἢ ἐπιπνεύσατε ᾆσαι.

10

24d

ῥαδινήν: τὴν ἰσχνήν· ἀκρίδι γὰρ αὐτὴν παρέβαλεν ὁ Μίλων.

10

24e

UgEgPgῥαδινάν:〉 τρυφεράν.

10

26/27a

Σύραν καλέοντι: δηλονότι μέλαινάν πως τυγχάνουσαν τὴν χροιάν· τοιούτους γὰρ εἶναι τοὺς Σύρους ὡς τοὺς Αἰγυπτίους, μέλανας.K

10

26/27b

Σύραν καλέοντί τυ πάντες: διὰ τὸ ἥκιστα λευκὴν αὐτὴν εἶναι· οἱ γὰρ Σύροι μέλανες. ἁλιόκαυστον δὲ τὴν ὑπὸ ἡλίου κεκαυμένην.GPT

10

26/27c

K μελίχλωρον: οἷον μελίχρουν ἠρέμα καὶ οὐ λίαν μέ‐ λαιναν· οἱ μὲν ἄλλοι Σύραν, ἐγὼ δὲ μελίχλωρον ἀποκαλῶ.

10

26/27d

ἐγὼ δὲ μόνος μελίχλωρον: οἱ μὲν ἄλλοι Σύραν αὐτὴν καλοῦσιν, ἐγὼ δὲ μελίχλωρον, οἷον μελίχρωτα ἠρέμα καὶ οὐ λίαν μέλαιναν.GPT

10

26/27e

μελίχλωρον:〉 μελίχρουν καὶ οὐ λίαν μέλαιναν.LgUgEg

10

28a

KUEAT ἁ γραπτὰ ὑάκινθος: τὴν γραπτὴν ὑάκινθόν φα‐ σιν ἀπὸ τοῦ αἵματος τοῦ Αἴαντος ἀναδοθῆναι· διά τοι τοῦτο ἔχειν ἐγγεγραμμένον αἲ αἴ, τὴν ἀρχὴν τοῦ ὀνόματος τοῦ Αἴαντος. εἰς ὃ Εὐφορίων (fgm. 38 Scheidweiler Diss. phil.
5Bonn. 1908, 40) ἀπιδὼν εἶπε·
‘πορφυρέη ὑάκινθε, σὲ μὲν μία φῆμις ἀοιδῶν
Ῥοιτείῃς ἀμάθοισι δεδουπότος Αἰακίδαο
εἴαρος ἀντέλλειν γεγραμμένα κωκύουσαν.‘

10

28b

γραπτὰ〉 ὑάκινθος: διὰ τὸ ἐγγεγράφθαι τὸ αἲ αἴ. εἶναι δὲ σύμβολον τῶν ἐπὶ τῷ Αἴαντι μυθολογουμένων· φῦναι γὰρ ἐκ τοῦ αἵματός φασιν αὐτοῦ τὴν ὑάκινθον, ὅτε ἐμάνηUEAT
ἐπὶ Τροίᾳ περιπεσὼν τῷ ξίφει.

10

28c

GPT καὶ τὸ ἴον μέλαν ἐντὶ καὶ ἁ γραπτὰ ὑάκινθος: τὴν ὑάκινθόν φασιν ἀπὸ τοῦ αἵματος τοῦ Αἴαντος εἶναι τοῦ ἐν Τροίᾳ μανέντος· διά τοι τοῦτο ἔχειν ἐγγεγραμμένην αἲ αἴ, τὴν ἀρχὴν τοῦ ὀνόματος τοῦ Αἴαντος. διὰ τοῦτο οὖν
5καὶ γραπτὴν αὐτὴν νῦν εἶπεν.

10

28d

Lg γραπτὴν λέγουσι τὴν ὑάκινθον, διότι ἐν τῷ καιρῷ, καθ’ ὃν ἐφονεύθη ὁ Αἴας, ἀνεδόθη βοτάνη καὶ εἶχε γραπτὸν τὸ αἲ αἴ.

10

28[e]

G τὸν ὑάκινθον τὸ αἷμα τοῦ Αἴαντος ἔβαψε λευκὸν ὄντα.

10

28[f]

EgA ἔσχον δὲ καὶ τοῦτο· ὅταν ἔμελλον πλεῖν οἱ Σαλαμίνιοι, ἔγραφον τὴν ὑάκινθον ἐν τοῖς ἱστίοις εἰς ἀνάμνησιν τοῦ Αἴαντος.

10

29a

K τὰ πρῶτα λέγοντι: ἐν τοῖς στεφάνοις τὸ ἴον καὶ τὴν ὑάκινθον.

10

29b

UEAT λέγοντι: τὰ πρῶτα ὅμως λέγουσιν, οἷον πρωτολογοῦ‐ σιν, ἀπὸ μεταφορᾶς τῶν ἐν τοῖς ὑποκριταῖς πρωτολόγων.

10

30a

KgLgUgEgGPT ἁ αἲξ τὸν κύτισον: ὁ κύτισος φυτόν, ὃ νεμό‐ μεναι αἱ αἶγες γάλακτος πλήθουσιν.

10

30b

K ἀπὸ κοινοῦ τὸ διώκει, ἐπιζητεῖ.

10

31a

KLgUgEgGP ἁ γέρανος: ἀρχομένου γὰρ τοῦ σπόρου αἱ γέ‐ ρανοι φαίνονται.

10

31b

GPg μεμάνημαι: ἐρωτικῶς διάκειμαι.

10

32/33a

K αἴθε μοι ἦς: εἴθε ἐκεκτήμην τὰ Κροίσου· ἀμ‐ φότεροι ἂν ἦμεν ὥσπερ χρυσοῖ τῇ Ἀφροδίτῃ ἀνακείμενοι.

10

32/33b

LgUgEgGPg χρύσεοι ἀμφότεροι κ’ ἀνεκείμεθα τῇ Ἀφρο‐ δίτ: ἤτοι στήλας ἡμῶν ἀμφοτέρων χρυσᾶς ἐποιήσαμεν 〈ἂν〉
καὶ ἀνεθέμεθα τῇ Ἀφροδίτῃ.

10

34/35a

τοὺς αὐλούς: σὺ μὲν ἄν, φησίν, αὐλοὺς ἢ ῥόδον ἢ μῆλον εἶχες, ἐγὼ δὲ καλὸν εἶδος ὡς ἂν σχῆμα λαβὼν ὀρχηστοῦ καὶ ὑπ’ ἀμφοτέροις τοῖς ποσὶν ὑποδήματα.K

10

34/35b

ὀρχούμενον δ’ ἐγὼ ἐν τῇ εἰκόνι ἐποίουν ἐμαυτὸν ἔχοντα Λακωνικὰ ὑποδήματα.KUEAGPT

10

34/35c

ἡ ἐμὴ στήλη ἐφαίνετο ἂν ἔχουσα σχῆμα ὀρχηστοῦ καὶ ἐν τοῖς ποσὶ φοροῦσα ὑποδήματα 〈Λακωνικά〉.UEAGPT

10

34/35d

ἀμύκλαι εἶδος ὑποδήματος ἀπὸ Ἀμυκλαίου 〈τινὸσ〉 τὸ πρῶτον εὑρόντος.KUgEgG

10

34/35e

σχοῖμι δ’ ἐγὼ καὶ καινὰς ἐπ’ ἀμφοτέροισιν ἀμύκλας: ἀμύκλαι εἰσὶ Λακωνικὰ ὑποδήματα.GPT

10

36a

οἱ μὲν πόδες: ὁ νοῦς· φημὶ διὰ τὴν ὑπερβολὴν τῆς εὐμορφίας τοὺς πόδας σου ὡς ἀστράγαλον γεγλύφθαι. τοῦτο δὲ εἶπε, παρόσον οἱ ἀστράγαλοι ὀρθοί εἰσι καὶ λεπτοὶ καὶ εὔρυθμοι.K

10

36b

οἱ μὲν πόδες ἀστράγαλοί τευ: οἱ μὲν πόδες σου ἀστράγαλοί εἰσιν, οἷον εὔρυθμοι καὶ ὀρθοὶ καὶ λευκοὶ ὡς οἱ ἀστράγαλοι τῶν κυβευόντων.UEAGPT

10

36[c]

ἀστράγαλοι:〉 οἱ ἀστέρος δίκην ἀγλαΐζοντες.GPm

10

37a

τρύχνος: βοτάνη ἱκανῶς μαλακή. τάσσεται δὲ ἐπὶ τρυφερότητος.K

10

37b

ἁ φωνὰ δὲ τρύχνος: εἶδος βοτάνης. τάσσεται δὲUEAGPT
καὶ ἐπὶ τρυφερότητος· τρύχνος γὰρ λάχανον ἱκανῶς μαλακόν.

10

37c

UEAT εἰπεῖν: ἀντὶ τοῦ· ἀγνοῶ, εἰ μὴ ἄρα ἀμείλικτον αὐτὸν ἔχεις, ὡς μηδὲ εἰπεῖν τινα ἀξίως.

10

38-40a

K Βοῦκος: ὁ Βουκαῖος, ὄνομα κύριον· παρὰ δὲ Νικάνδρῳ (Ther. 5) ὁ βουκόλος. ὄντως δὴ καλὰς συντι‐ θεὶς ἀοιδὰς ἐλάνθανες ἡμᾶς, ὦ Βουκαῖε· ὡς γὰρ ἄριστα τοῦ κάλλους ἐστοχάσω τῆς ἐρωμένης. τὸ γὰρ ἁρμονίας τοῦτο
5σημαίνει, τῆς ἐρωμένης· τῆς ἡρμοσμένης, ὅ ἐστι φιλουμένης, οὗ τὸ ἐναντίον ἀνάρσιον.

10

38-40b

UEAGPT ἦ καλὰς ἄμμε ποῶν ἐλελήθει Βοῦκος ἀοιδάς: τοῦτο ὁ Μίλων εἰρωνευόμενος ἐν ἤθει φησί. συγκέκοφε δὲ τὸ ὄνομα, τὸν Βουκαῖον Βοῦκον εἰπὼν ὑποκοριστικῶς.

10

38-40c

K ὡς εὖ τὰν ἰδέαν: ταῦτα λέγων ὑβρίζει αὐτόν, ὡς φανερὸν ἐκ τῆς ἐπαγωγῆς· οἴμοι τοῦ πώγωνος. γυμνό‐ τερον γὰρ αὐτὸν ἐλοιδόρησε, παρόσον ἐργάτης ὢν οὐ δεόντως ἐρᾷ. τοὺς δ’ εὐήθεις σκώπτουσι μάλιστα ἐκ τῶν γενείων.

10

38-40d

GPT ὡς εὖ τὰν ἰδέαν τᾶς ἁρμονίας ἐμέτρησεν: καὶ τοῦτο κατ’ εἰρωνείαν· ὡς εὖ τὸ τῆς ἁρμονίας εἶδος ἐρρύθμι‐ σεν ὁ βουκαῖος.

10

38-40[e]

LgUgEgGPg ἱκανῶς τὴν τραγῳδίαν ἐποίησε καὶ ἀρίστως αὐτὴν ἥρμοσεν.

10

38-40f

UEAPT1.2 τῶ πώγωνος: τὸ τῆς εἰρωνείας ἐξέφηνεν ὁ Μίλων καταγελῶν αὐτοῦ, ἐπειδὴ ἐρωτικὸν ᾄδει ἐργάτης ὤν.

10

41/42a

UEAPT θᾶσαι δ: ὁ λόγος ἐκ τοῦ βουκαίου. δυνα‐ τὸν δὲ καὶ τὸν ἕτερον ταῦτα λέγειν.

10

41/42[b]

G θᾶσαι δ: καὶ ἄκουσον. καὶ ἔστι τὸ σχῆμα αἴσθη‐
σις ἀντὶ αἰσθήσεως.

10

41/42c

ὁ δὲ Λιτυέρσας ἦν Μίδου νόθος παῖς, γεωργὸς δὲ ὢν τοὺς παριόντας θερίζειν ἠνάγκαζε καὶ κατὰ τὴν ἑσπέραν συν‐ απέτεμε τοῖς δράγμασιν αὐτῶν τὰς κεφαλάς. ὃν ὁ Ἡρακλῆς ὕστερον ἔκτεινε.UEA

10

41/42d

τοῦτον δέ φησιν Ἀπολλόδωρος (fgm. 37 Mueller Fgm. hist. gr. I 434) ᾠδὴν εἶναι θεριστῶν λέγων οὕτω· ‘καθάπερ ἐν μὲν θρήνοις Ἰάλεμος, ἐν δὲ ὕμνοις Ἴουλος, ἀφ’ ὧν καὶ τὰς ᾠδὰς αὐτὰς καλοῦσιν, οὕτω καὶ τῶν θεριστῶν
UEAT
5ᾠδὴ Λιτυέρσας.‘

10

41/42e

θέασαι, φησί, καὶ ταύτην μου τὴν τραγῳδίαν, ἣν περὶ τοῦ Λιτυέρσου μέλλω ᾆσαι. οὗτος δὲ ὁ Λιτυέρσης οἰκῶν Κελαινὰς τῆς Φρυγίας τοὺς παριόντας τῶν ξένων εὐωχῶν ἠνάγκαζε μετ’ αὐτοῦ θερίζειν. εἶτα ἑσπέρας ἀποκόπτων τὰςUEAGPT
5κεφαλὰς αὐτῶν τὸ λοιπὸν σῶμα ἐν τοῖς δράγμασι συνειλῶν ᾖδεν. Ἡρακλῆς δὲ ἀναιρήσας αὐτὸν κατὰ τὸν Μαίανδρον ποταμὸν ἔρριψεν, ὅθεν καὶ νῦν οἱ θερισταὶ κατὰ Φρυγίαν ᾄδουσιν αὐτὸν ἐγκωμιάζοντες ὡς ἄριστον θεριστήν.

10

41/42f

εἶτα ἑξῆς ᾄδων ὁ Βάττος τὴν τοῦ Λιτυέρσου ᾠδήν φησι· ‘Δάματερ πολύκαρπε.‘UEAT

10

41/42g

Δάματερ πολύκαρπε: αὕτη ἐστὶν ἡ τοῦ Λιτυέρσου ᾠδή, τὸ Δάματερ πολύκαρπε.PT

10

44a

σφίγγετ’ ἀμαλοδέται: ἀπέστρεψε τὸν λόγον ᾄσας.K
ἀμαλοδέται δὲ οἱ τὰς ἀμάλας συνδέοντες. ἀμάλη δὲ συν‐ έστηκεν ἐκ δραγμάτων ρʹ ἢ καὶ ςʹ, δράγματα δέ εἰσιν ὅσα ὁ θερίζων λαμβάνει ἐν τῇ ἀριστερᾷ χειρί, παρὰ τὸ δράττειν.

10

44b

UEAGPT σφίγγετ’ ἀμαλοδέται: ἀπέστρεψε τὸν λόγον πρὸς τοὺς ἑπομένους καὶ τὰ θεριζόμενα συνδεσμοῦντας. δράγματα δέ ἐστι τὰ πληροῦντα τῶν σταχύων τὴν ἀριστεράν· ἔνθεν καὶ δραχμή, ἡ πληροῦσα τὴν χεῖρα τῷ κέρματι.

10

44c

Ug ἀμαλοδέτης ὁ τὰς ἀμάλας δεσμῶν ἤγουν τὰ κοινῶς δεμάτια.

10

45a

K σύκινοι: παρειμένοι, ἀσθενεῖς· τοιοῦτον γὰρ τὸ ξύλον τῆς συκῆς, ἄγονον ὡς ἐντεριώνην ἔχον.

10

45b

UEA σύκινοι ἄνδρες: ἀσθενεῖς, ἀχρεῖοι ὡς καὶ τὸ τῆς συκῆς ξύλον.

10

45c

GPT μὴ παριών τις εἴποι· σύκινοι ἄνδρες: σύκινοι οἱ ἀσθενεῖς καὶ ἀχρεῖοι, ὅτι τὸ τῆς συκῆς ξύλον ἀσθενὲς καὶ ἀδύνατον. ὅθεν καὶ συκίνη ἐπικουρία ἡ ἀσθενής.

10

45d

P ἀπώλετο χοὗτος ὁ μισθός: ἤγουν, δι’ ὃν νῦν ἐργά‐ ζονται.

10

45e

LgUgEgὁ μισθός:〉 ὁ δοθησόμενος ὑμῖν.

10

46/47a

K ἁ τομ: φησὶ δεῖν ἀπεστραμμένην τοῦ ἀνέμου κεῖσθαι ὑπὲρ τοῦ μὴ διατινάσσεσθαι καὶ ἐπὶ πλέον αὔξεσθαι· οὕτω γὰρ ἂν λιπαρὸς διαμένοι ὁ καρπός.

10

46/47b

UEAGPT ἁ τομ: παρατετηρημένως λέγει τοὺς τὰς ἀμάλας θημονοθετοῦντας οὕτω τιθέναι ὥστε τοὺς στάχυας ἐμπνεῖσθαι ὑπὸ τοῦ ζεφύρου ἢ βορέου· τὸν γὰρ κόκκον ἐνδοτέρω ὄντα
οὕτω συμβαίνει πιαίνεσθαι ἐμπνεόμενον.

10

46/47c

κόρθυος: τοῦ ἐκ τῶν ἀμαλῶν συγκειμένου θημῶνος.PT

10

46/47d

τᾶς κόρθυος: τοῦ σωροῦ τοῦ σίτου. ὅταν γὰρ τὰ δράγματα δεθῇ, τοὺς στάχυας σωρεύουσι πρὸς ἀλλήλους νε‐ νευκότας, τὰ δὲ κῶλα αὐτῶν, ἅ τινες αὐλοὺς καλοῦσιν, ἔξω τετραμμένα ἐῶσιν, ὅπως διὰ τῶν αὐλῶν ὁ σῖτος ῥιπιζόμενοςUEAGPT
5συμπίπτῃ τε καὶ ἄβροχος καὶ ἄσηπτος διαμείνῃ.

10

46/47e

G ἢ ζέφυρον: ἡ σύνταξις οὕτως· ἡ τομὴ ὑμῖν τῆς κόρ‐ θυος βλεπέτω ἐς βορέαν ἄνεμον ἢ ἐς ζέφυρον.

10

48-51a

σῖτον ἀλοιῶντας: ἑτέρα παραίνεσις· δεῖ τοὺς μὲν ἀλοῶντας μεσημβρίας ἀλοᾶν διὰ τὸ ἐπιτήδειον εἶναι τὸν καιρόν· τοὺς δὲ ἀμῶντας ἄρτι λευκαινομένης τῆς ἠοῦς ἄρχεσθαι τοῦ ἀμητοῦ, λήγειν δὲ ἐπισκιαζομένης ἤδη τῆς γῆςKUEAGPT
5ἐκκλίνοντας τὸ καῦμα, τουτέστι τὸ μέσον τῆς ἡμέρας ἠρε‐ μοῦντας.

10

48-51b

UEAGPT τὸ μεσημβρινόν: ἀντὶ τοῦ μὴ ἐν μεσημβρίᾳ καθεύ‐ δειν ἀλλ’ ἐνεργεῖν. ἐπιτήδειος γάρ ἐστιν ὁ καιρὸς πρὸς τὸ ἀλοᾶν· φρύγοντος γὰρ τοῦ ἡλίου τὴν καλάμην τὸ ἄχυρον συμ‐ βαίνει λεπτότερον γίνεσθαι.

10

48-51c

οἱ ἐν ἅλωνι συντρίβοντες τὸν σῖτον φεύγουσι τὸν ὕπνον.LgUgEg

10

48-51d

καλάμη τὸ κατωτέρω τοῦ στάχυος, ὅσον τε σὺν τῷ στάχυϊ τέμνεται καὶ ὅσον ἐν τῇ γῇ ἄτμητον ἀπολιμπάνεται.GPT

10

48-51e

K ἄρχεσθαι δ’ ἀμῶντας: οὐκ ἀσκόπως· ὁ γὰρ κορυ‐ δαλλὸς περὶ τὸ λυκόφως ἐξέρχεται εἰς τὰς νομάς, ὅτε καὶ τοῖς θερισταῖς προϊέναι συμβουλεύει. τότε συμβαίνει τοὺς ἀστά‐
χυας ἀπὸ τῆς δρόσου τηρεῖσθαι.

10

48-51f

UEA κορυδαλλ: ὁ γὰρ κορυδαλλὸς κατὰ τὸ ἀμφίλυκον ἵπταται ἐπὶ τὰς νομάς.

10

48-51g

KUEAGPT ὁ κορυδαλλὸς καὶ πρῶτος τῶν ὀρνέων εἰς τὰς νο‐ μὰς ἔρχεται καὶ τελευταῖος ἐπὶ κοίτην ἔπεισιν.

10

48-51h

LgUgEgκαὶ λήγειν εὕδοντος:〉 εὕδοντος τοῦ κορυδαλλοῦ ἀναπαύσασθαι.

10

52/53a

K εὐκτός: ζηλώσατε, φησίν, ὦ γεωργοί, τὸν τοῦ βατράχου βίον καὶ ἀφθονίαν ἑαυτοῖς καρπῶν περιποιήσασθε, ὅσην ἔχει ἐκεῖνος ἀφθονίαν τῶν ὑδάτων.

10

52/53b

UEAGPT εὐκτὸς ὁ τῶ βατράχω, παῖδες, βίος: μακάριος. ἐπισκώπτει δὲ τὸν ἐργοδότην ὡς μὴ παρεχόμενον αὐτάρκη.

10

54/55a

K κάλλιον ὠπιμελητ: πρὸς τὸν Βουκαῖον ταῦτά φησιν ὅτι, ὦ πλούσιε καὶ φιλάργυρε, καλὸν ἂν εἴη συνήθη ἐργάτην σε ὄντα καὶ γεωργὸν φακὸν ἕψειν καὶ τούτῳ τρέφεσθαι, μὴ τρίβειν δὲ κύμινον, ὃ δεῖγμα τρυφῆς ἐστι, μή‐
5πως δι’ ἀπειρίαν τὴν χεῖρα πληγῇς.

10

54/55b

UEAT ὠπιμελητ: ὁ λόγος πρὸς τὸν ἐπιστάτην τῶν θερι‐ στῶν ὀλίγην τροφὴν αὐτοῖς παρεχόμενον.

10

54/55c

GPT κάλλιον ὦ ’πιμελητ: τὸ ὦ ’πιμελητὰ ἀντὶ τοῦ ὦ ἐργοδότα, ὃν δὴ ἐργοδότην φιλάργυρόν φησι.

10

54/55d

KUEAGPT καταπρίων τὸ κύμινον: τοῦτο παρ’ ὑπόνοιαν —ἔδει γὰρ εἰπεῖν τὸ κρέας—, καθὸ εἰώθασι τοὺς ἄγαν
φειδωλοὺς κυμινοπρίστας λέγειν.

10

56-58a

ταῦτα χρ: ὁ λόγος ἐκ τοῦ Μίλωνος, τινὲς δέ φασιν ὑπὸ τοῦ Βουκαίου λέγεσθαι τοὺς στίχους. ἔδει σε, φησίν, ὦ Βουκαῖε, μνημονεύοντα τοῦ θείου Λιτυέρσου ἐπ’ ἔργον τὸν νοῦν ἔχειν καὶ μὴ πρὸς ἔρωτα.K

10

56-58b

μοχθεῦντας: ἤγουν ἐνδέχεται τοὺς θερίζοντας τοῦ θερισμοῦ φροντίζειν καὶ μὴ τοῦ ἔρωτος. ὁ λόγος ἐκ τοῦ Μί‐ λωνος, οἱ δὲ καὶ τοῖς ἐπάνω ταῦτα συνάπτουσι.UEAT

10

56-58c

GPT ταῦτα χρὴ μοχθεῦντας ἐν ἁλί: τινὲς ἐκ τοῦ Μί‐ λωνος λέγουσιν εἶναι τὸν λόγον ἀπὸ τοῦ ἦ καλὰς ἄμμε ποῶν ἐλελήθει βοῦκος ἀοιδὰς (v. 38) μέχρι τέλους τοῦ εἰδυλλίου. τινὲς δὲ λέγουσιν, ὅτι ἐκ τοῦ Μίλωνός ἐστιν ὁ
5λόγος τὸ ἦ καλὰς ἄμμε ποῶν μέχρις ὤμοι τῶ πώγωνος, ὃν ἀλιθίως ἀνέφυσα (v. 40)· τὸ δὲ μετὰ ταῦτα, ἤγουν τὸ θᾶσαι δὴ καὶ ταῦτα 〈τὰ〉 τῶ θείω Λυτιέρσα (v. 41), λέγουσι λέγειν τὸν Βάττον μέχρι τοῦ μή τι τάμῃς τὴν χεῖρα καταπρίων τὸ κύμινον (v. 55)· τὸ δὲ ἑξῆς ὡς ἀπὸ τοῦ
10Μίλωνος, ἤγουν τὸ ταῦτα χρὴ μοχθεῦντας καὶ τοὺς μετὰ ταῦτα δύο στίχους.

10

56-58d

φιλέργῳ, φησίν, ἀνδρὶ ταῦτα πρεπωδέστατον λέγειν. τὸν δὲ σὸν ἔρωτα, ὦ Βουκαῖε, διηγοῦ σῇ μητρὶ ἐν τῷ θαλάμῳ ἀντ’ ἄλλου σπουδαίου.K

10

56-58e

λιμηρὸν ἔρωτα: πτωχόν. περὶ τοῦ ἔρωτός σου, ὦ Βουκαῖε, καθῆκόν ἐστι τῇ μητρί σου λέγειν ἐν κοίτῃ κατὰ τὸνKGPT
ὄρθρον κειμένῃ ἢ ἀνισταμένῃ ὄρθρου, μὴ νῦν ἐμοί.

11

t

Κύκλωψ
LUEAP [Ἐκ παιγνίων λάμβανε διδασκαλίαν λόγον στορεστὴν τυγχάνειν παθημάτων.]

11

arg a

LUEAT Ὑπόκειται Πολύφημος ὁ Κύκλωψ ἐρῶν τῆς Γαλα‐ τείας καὶ παρηγορῶν τὸν ἐπὶ τῇ Γαλατείᾳ ἔρωτα δι’ ᾠδῆς.

11

arg b

KLUEAT προσδιαλέγεται δὲ ὁ Θεόκριτος Νικίᾳ τινὶ ἰατρῷ Μιλη‐ σίῳ τὸ γένος, οὗ καὶ ποιημάτιον φέρεται ἀντιγεγραμμένον

11

arg c

KLUEAGPT [ὑπὸ] πρὸς Θεοκρίτου Κύκλωπα, οὗ ἡ ἀρχή·
‘ἦν ἄρ’ ἀληθὲς τοῦτο, Θεόκριτε· οἱ γὰρ Ἔρωτες
ποιητὰς πολλοὺς ἐδίδαξαν τὸ πρὶν ἀμούσους.‘ ἔγραψε δὲ καὶ ἐπιγράμματα ὁ αὐτός. γέγονε δὲ συμφοιτητὴς
5Ἐρασιστράτου τοῦ Ἰουλιήτου, ὥς φησι Διονύσιος ὁ Ἐφέσιος ἐν τῇ τῶν ἰατρῶν ἀναγραφῇ.

11

arg d

GPT ὑπόκειται ὁ Κύκλωψ παρηγορῶν ἑαυτοῦ τὸν ἐπὶ τῇ
Γαλατείᾳ ἔρωτα δι’ ᾠδῆς. προσδιαλέγεται δὲ ὁ Θεόκριτος ἰατρῷ Νικίᾳ Μιλησίῳ τὸ γένος, ὃς συμφοιτητὴς γέγονεν Ἐρασιστράτου ἰατροῦ ὄντος καὶ αὐτοῦ. μέμνηται δὲ τοῦ Νι‐
5κίου καὶ ἀλλαχοῦ (XIII 2; XXVIII) ὁ Θεόκριτος.

11

1-3a

οὐδὲν ποττὸν ἔρωτα: οὐκ ἔστι 〈πρὸσ〉 τὰ τοῦ ἔρωτος ἄλγη οὔτε ἔγχριστον φάρμακον οὔτε ἐπίπαστον εἰ μὴ αἱ Μοῦσαι. ταύταις καὶ ὁ Κύκλωψ τὸν εἰς τὴν Γαλάτειαν ἔρωτα παρηγόρει.K

11

1-3b

οὐδὲν ἔρωτός μοι δοκεῖ φάρμακον πεφυκέναι εἰ μὴ ἡ παιδεία καὶ αἱ Μοῦσαι. ταύταις γὰρ ὁ Κύκλωψ πρὸς δι‐ αγωγὴν τοῦ ἔρωτος τῆς Γαλατείας ἐχρῆτο. καὶ Φιλόξενος (fgm. 7 Bergk Poet. lyr. gr. III4 611) τὸν Κύκλωπα ποιεῖ παραμυ‐LrUEAGPT
5θούμενον ἑαυτὸν ἐπὶ τῷ τῆς Γαλατείας ἔρωτι καὶ ἐντελλόμε‐ νον τοῖς δελφῖσιν, ὅπως ἀπαγγείλωσιν αὐτῇ, ὅτι ταῖς Μούσαις τὸν ἔρωτα ἀκεῖται. καὶ Καλλίμαχος (Epigr. 46, 1. 3 = Anth. Pal. XII 150, 1. 3)·
‘ὡς ἀγαθὸς Πολύφαμος ἀνεύρατο τὰν ἀοιδάν,
10αἱ Μοῦσαι τὸν ἔρωτα κατίσχανον.‘

11

3/4a

τὸ διὰ μούσης καὶ ᾠδῶν ἄγειν τὸν ἔρωτα κοῦφόν τέ ἐστι καὶ ἡδύ· τὸ δὲ περιγενέσθαι σοφίας οὐ ῥᾴδιον.LrUrEAP

11

3/4b

KUEAGPT κοῦφον δέ τι: τὸ κατὰ φιλοσοφίαν ἐρᾶν κουφό‐ τητα παρέχει τῷ πάθει.

11

3/4c

UEAGPT ἤγουν· 〈οὐ〉 συντόμως γίνεται ἡ σοφία καὶ [σύν‐ τομον] τὸ μουσικὸν εἶναί τινα.

11

3/4d

εὑρεῖν δ’ οὐ ῥᾴδιον: τὴν σοφίαν λέγει, ὅτι οὐκKUEAGPT
ἔστιν εὐχερὲς περιγενέσθαι παιδείας.

11

3/4e

Ur εὔκολόν ἐστι, φησί, τὸ δι’ ᾠδῆς θεραπεῦσαι τὸν ἔρωτα· εὑρεῖν 〈δέ〉 τινα ἔχοντα μοῦσαν καὶ ᾠδήν, ἤγουν σοφίαν, 〈οὐ〉 ῥᾴδιον.

11

3/4f

LgUgEgPm χωρὶς παιδείας οὐ κατορθοῦται.

11

7a

K οὕτω γοῦν ῥάϊστα: τοῦτον, φησί, τὸν τρόπον καὶ ὁ παρ’ ἡμῖν Κύκλωψ καθ’ ἑαυτὸν ᾄδων ἐπεκουφίζετο πολὺ τοῦ ἔρωτος τῆς Γαλατείας.

11

7b

UEAGPT οὕτω γοῦν ῥάϊστα: ῥᾷον γὰρ διῆγε καὶ ὁ παρ’ ἡμῖν Κύκλωψ διὰ τῶν ᾠδῶν. τὸ δὲ παρ’ ἡμῖν ἐπὶ τῆς Σι‐ κελίας φέρει, καθὸ καὶ Συρακούσιός ἐστι. δοκεῖ δέ τισιν, ὅτι καὶ ἡ πλάνη τοῦ Ὀδυσσέως περὶ Σικελίαν που γέγονε.

11

7c

Kgδιᾶγ’:〉 ἔφερε καὶ ὑπέμεινε.

11

10/11a

K ἤρατο δ’ οὐ μάλοις: οὐκ ἤρατο ὥστε μῆλα διδόναι ἢ ῥόδα ἢ ἕτερόν τι εἰς τὸ καλλωπίζειν, ἀλλὰ μανίαις εἰς ἔκστασιν φερούσαις.

11

10/11b

KUEAGPT ἤρατο δ’ οὐ μάλοις: ἠράσθη δὲ οὐκ ἐλαφρῶς καὶ [τῶν] κατὰ μέρος αὐτῆς, 〈οὔτε κικίννων〉 οὔτε ῥόδων οὔτε μήλων· μήλων μὲν τῶν ἐπὶ τῆς ὄψεως, ῥόδων δὲ τῆς γυναικείας ἥβης, ὅτι τὸ γυναικεῖον μόριον καὶ ῥόδον καὶ ῥοδωνιάν φασιν, ὡς
5Κρατῖνος ἐν Νεμέσει (fgm. 109 Kock Com. att. fgm. I 48

11

10/11c

K ‘ὥς γ’ ἐσθίων τοῖς σιτίοισιν ἥδομαι, ἅπαντα δ’ εἶναί 〈μοι〉 δοκεῖ ῥοδωνιά
καὶ μῆλα καὶ σέλινα καὶ σισύμβρια‘·

11

10/11d

κικίννων δὲ τῆς κόμης, ὡς καὶ ὁ κωμικός (Ar. fgm. 218 ib. I 447
‘λεῖος ὥσπερ ἔγχελυς
χρυσοῦς ἔχων κικίννουσ‘.
KUEA

11

10/11e

K ἀλλ’ ὀρθαῖς: ὀρθὸν πρᾶγμα τὸ ἀληθές φησι· γενι‐ κῶς. ὡς γὰρ ἠράσθη εἰς ἄκρον μανίας ἐληλακώς, οὐ κατὰ μέρος, φησίν, ἤρατο 〈τῶν〉 περὶ τὸ πρόσωπον καλῶν μήλων, ἀλλ’ οὐδὲ τοῦ ῥόδου· οὕτω γὰρ καλεῖται τὸ μόριον τῆς γυ‐
5ναικός.

11

10/11f

ἀλλ’ ὀλοαῖς μανίαις: ἤγουν εἰς ἄκρον μανίας [ἐνόμιζε], τουτέστι γενικῶς ἐπεμάνη αὐτῆς. ἢ 〈ὀρθαῖς:〉 τεταμέναις ἰσχυραῖς.LgUgEgGPm

11

.

12

αὐτα: ἀντὶ τοῦ μόναι. Ὅμηρος (Θ 99)· ‘Τυδείδης δ’ αὐτός περ ἐών‘ ἀντὶ τοῦ αὐτόματος καὶ μόνος. Καλλίμαχος (H. Apoll. 6)· ‘αὐτοὶ νῦν κατοχῆες ἀνακλίνασθε θυράων.‘K

11

.

14

αὐτο: αὐτόθεν ἐκ τοῦ αἰγιαλοῦ καταλειπόμενος καὶ τὴν Γαλάτειαν ἀείδων κατετήκετο μὲν τῷ ἔρωτι, παρεμυθεῖτο δὲ τῇ ᾠδῇ.

11

.

17

φάρμακον:〉 τὴν διὰ τῆς ᾠδῆς παραμυθίαν λέγει.LgUgEgPm

11

.

20

UEAPT πακτᾶς: ἤγουν τυροῦ πεπηγότος· ὃ οἱ Ἀττικοὶ τρο‐ φαλίδα καλοῦσι.

11

21a

μόσχω γαυροτέρα: γαυροτέρα τοῦ μόσχου, ἢLgUgEgGPm
σκιρτῶσα καὶ ἀγαλλομένη πλέον μόσχου ἢ λαγνοτέρα τούτου.

11

21b

K φιαρωτέρα: λαμπροτέρα, καθαρωτέρα· φιαρὸν γὰρ τὸ λαμπρόν.

11

21c

φιαρωτέρα—γράφεται σφριγανωτέρα—〈ὄμφα‐ κος ὠμᾶσ, ὅ ἐστι νέας παρθένου· ὄμφαξι γὰρ ἀπεικάζουσι τὴν ὥραν.

11

21d

LgUgEgA φιαρωτέρα ὄμφακος ὠμῆς: φιαρὸν τὸ εὐσθενές· ἤγουν λαμπροτέρα ἢ στρυφνοτέρα.

11

.

24

UEAGPT λύκον πολιὸν ἀντὶ τοῦ λευκόν. οἱ γὰρ λύκοι αἰθαλώδεις τὴν χροιάν· ἐπεὶ οὖν ἐκ μέλανος καὶ λευκοῦ εἰσι τὰ τοιαῦτα, εἶπε καταχρηστικῶς τοὺς λύκους λευκούς. ἢ πο‐ λιοὺς ἀντὶ τοῦ παλαιούς.

11

.

28

K οὐδ’ ἔτι πα νῦν: οὐ δύναμαι παύσασθαι ἐξ ἐκείνου τοῦ χρόνου, καθ’ ὃν εἶδόν σε, οὔτε μετὰ τοῦτο οὔτε μέχρι τοῦ νῦν.

11

.

31

KLgUgEgAPm ὀφρῦς: παρὰ τὸ τοὺς ὦπας φυλάττειν καὶ ῥύε‐ σθαι, ὠπορύς τις οὖσα.

11

.

37

UrEAT οὐ χειμῶνος ἄκρ: ἤγουν ἐν τῷ μεσαιτάτῳ τοῦ χειμῶνος, ὥστε ἄκρον ἐνταῦθα ἡ ἀκμὴ τοῦ χειμῶνος. ἢ ἄκρον λέγει τὸ τέλος μὲν τοῦ φθινοπώρου, ἀρχὴν δὲ τοῦ χειμῶνος.

11

38/39a

K τὶν τὸ φίλον γλυκύμαλον: αὐτὴν λέγει τὴν Γαλάτειαν τὴν προσφιλῆ ἑαυτῷ μῆλον χαριέστατον. ὁ δὲ νοῦς· συρίζω δὲ ὡς οὐδεὶς τῶν Κυκλώπων ὁμοῦ σέ τε, ὦ Γαλάτεια,
τὸ χαριέστατον ἐμοὶ μῆλον, καὶ ἐμαυτὸν ᾄδων.

11

38/39b

γλυκύμαλον: ναί, φησίν, οὕτω συρίζειν ἐπίσταμαι ὡς οὐδεὶς τῶν Κυκλώπων, ὑμνῶν σὲ τὸ προσφιλέστατόν μοι γλυκύμαλον, ἤγουν τὸ γλυκὺ μῆλον.UEAGPT

11

38/39c

γλυκύμηλον δὲ ὡς μελίμηλον· ἔστι γάρ τι μήλου γένος. Σαπφώ (fgm. 93 Bergk Poet. lyr. gr. III4 120)· ‘γλυκύμαλον ἐρεύθεται ἄκρω ἐπ’ ὄσδω.‘KUEAGPT

11

41a

πάσας ἀμνοφόρως: γράφεται καὶ μαννοφόρους. μάννος δέ ἐστιν ὁ περιτραχήλιος κόσμος· μανιάκια ἐχούσας, τουτέστι χρυσᾶ περιτραχήλια.K

11

41b

UEAT ἀμνοφόρως: ἀμνίδας καὶ βρέφη φερούσας. ἢ μαν‐ νοφόρους. μάννος δέ ἐστιν ὁ περιτραχήλιος κόσμος, τὸ λε‐ γόμενον μανιάκιον.

11

41c

σκυμνοὺς ὀξυτόνως ἐπὶ ἄρκτων, βαρυτόνως δὲ ἐπὶ λεόντων.K

11

41d

καὶ σκυμνὼς τέσσαρας: σκυμνοὺς τῇ τάσει ὡς μωρούς, ὅταν ἐπὶ ἄρκτων ὡς νῦν· ἐπὶ δὲ τῶν λεόντων σκύμνοι κυρίως λέγονται ὡς φίλοι.UEAGP

11

42a

ἀφίκευσο: οὕτω Συρακούσιοι τὴν σο πλεονάζουσι συλλαβήν, ᾗπερ κάθουσο στεφάνουσο ἀντὶ τοῦ κάθου στεφάνου.K

11

42b

ἑξεῖς: γράφεται ἑξῆς, ἤτοι· εἰς τὸ μέλλον οὐδὲν χεῖρον ἡμῖν γενήσεται.LgUgEgGPm

11

.

43

τὴν λευκὰν δ: τὴν θάλασσαν προσρήγνυσθαι τῇ γῇ. τὸ δὲ ὀρεχθεῖν παρὰ τὸ 〈ὀρέγεσθαι ἤγουν〉 ἐκτείνεσθαι· Ὅμηρος (Ζ 466)· ‘παιδὸς ὀρέξατο‘. γράφεται ἐρεχθεῖν.K

11

.

45

ῥαδινα: λεπταὶ καὶ εὔφθαρτοι παρὰ τὸ ῥαίειν· Ὅμηρος (ε 221)· ‘εἰ δ’ αὖ τις ῥαίῃσι θεῶν‘. ἢ 〈ῥαδινὸν τὸ〉 εὐάγωγον διὰ τὸ ἐν ἁπαλότητι 〈ῥᾷον δινεῖσθαι ἤγουν〉 εὔ‐ στρεπτον 〈εἶναι〉.

11

.

46

KUrEAT ἔστι μέλας: οὐκ ἀσκόπως· παραδίδωσι γὰρ ὁ Κρα‐ τεύας καὶ ἄλλο νλευκόν, οὗ τὸν καρπὸν πινόμενον πρὸς παιδο‐ ποιΐαν φησὶ συντελεῖν. τινὲς δέ φασι τρίψαντα τὸν καρπὸν οὕτω διδόναι πιεῖν.

11

49*

Eg τίς ἀντὶ τούτων κύματα καὶ θάλασσαν θέλει ἑλέσθαι.

11

.

52

K ὑπὸ τεῦς: ὡς ὑπὸ τοῦ ἔρωτος τὴν ψυχὴν ἔφη καίεσθαι.

11

54-56

ὤμοι ὅτι: ὁ νοῦς οὗτος· φεῦ, ὅτι μὴ ἐτέχθην καὶ ἔφυν ἰχθύς, ὡς ἂν διαδὺς κατεφίλησά σε· καὶ τὴν χεῖρα ἐφίλησα ἄν, εἰ μὴ τὸ στόμα ἤθελες.

11

57a

UrEAPmT μήκων’: λέγεται 〈καὶ〉 ἡ κεφαλὴ μήκων καὶ ἡ ἀνθοφόρος βοτάνη.

11

57b

K [ἢ μάκων’ ἁπαλάν] 〈πλαταγώνια:〉 τῆς μήκωνος τὰ φύλλα, ἢ παρὰ τὴν πλατύτητα ἢ παρὰ τὸ πλαταγεῖν, ὅ ἐστι κτυπεῖν· ‘χερσί τε συμπλατάγησεν, ἔπος δ’ ὀλοφυδνὸν ἔειπε (Ψ 102).‘ παρατιθέντες γὰρ τῷ ἀντίχειρι οὕτω τὰς τῶν ἐρω‐
5μένων ἐτεκμαίροντο ἐκ τοῦ ψόφου φιλίας.

11

57c

KUEAGPT πλαταγώνια: τὰ τῆς μήκωνος καὶ τὰ τῆς ἀνεμώ‐ νης φύλλα ἀπὸ τοῦ πλατάσσειν, ὅ ἐστι ψοφεῖν. τιθέντες γὰρ αὐτὰ κατὰ τὸν ἀντίχειρα καὶ τὸν λιχανὸν δάκτυλον καὶ τύ‐ πτοντες τῇ ἑτέρᾳ χειρί, ὥστε ψοφεῖν, οὕτω σημειοῦνται, εἰ
5ἀγαπῶνται ὑπὸ τῶν ἑταίρων, ἀποπειρώμενοι τοῦ τῆς πλατα‐ γῶνος ψόφου, εἰ εὐψόφως ἐπικρουσθείη.

11

58/59

ἀλλὰ τὰ μέν: ἐν θέρει τὰ κρίνα, ἐν χειμῶνι αἱ μήκωνες καὶ τὰ πλαταγώνια αὐτῶν, ὥστε οὐκ ἔστιν εὑρεῖν τὰ δύο κατὰ τὴν αὐτὴν ὥραν.KUrEAT

11

60/61

νεῖν: νήχεσθαι, κολυμβᾶν. ἐάν τις ἐνθάδε πλέων ἔλθῃ ξένος, κολυμβᾶν μαθήσομαι.KUEAPT

11

63/64a

K ἐξένθοις Γαλάτεια: τοῦτό φησιν· εἴη ἂν πεί‐ θειν 〈σε〉, ὦ Γαλάτεια, ἐξελθοῦσαν ἐπιλαθέσθαι μὲν τῆς θα‐ λάσσης, ἔρωτι δὲ τῷ πρὸς ἐμὲ παρακαθέζεσθαί μοι, ὥσπερ ἐγώ σοι.

11

63/64b

λάθοιο:〉 ἐπιλάθοις εἰσελθεῖν εἰς τὴν θάλασσαν.LgUg

11

67/68a

ἁ μάτηρ: ἡ Θόωσα. Ὅμηρος (α 71)· ‘Θόωσα δέ μιν τέκε μήτηρ.‘KLgUgEg

11

67/68b

ἀδικεῖ με:〉 ὅτι προσελθοῦσα οὐδέποτε χρήσιμόν τι περὶ ἐμοῦ διείλεκται.K

11

67/68c

ἁ μάτηρ ἀδικεῖ με: ὅτι οὐ μαστροπεύει μοι. αὕτη ἂν εἴη Φόρκυνος θυγάτηρ ἡ Θόωσα, καθώς φησιν ὁ ποιη‐UEAGPT
τής (α 71 sq.).

11

70/71a

K φλασ: προσποιήσομαι, φησί, κεφαλαλγεῖν, ὡς ἂν λυπηθῇ καὶ αὐτὴ ἡ Γαλάτεια.

11

70/71b

UrEAGPT φασῶ τὰν κεφαλάν: προφασισθῶ καὶ πρόφασιν ποιήσομαι, φησί, κεφαλαλγεῖν· οὐ γὰρ τοῦ ἔρωτός μου ἡ μή‐ τηρ φροντίζει.

11

72-74a

K ὦ Κύκλωψ: ὥσπερ συστραφεὶς καὶ ἀναστρέ‐ ψας τὴν ψυχὴν ἀπὸ τῆς ἐκστάσεως πρὸς ἑαυτὸν διαλέγεται· ποῦ τὰς φρένας, ὦ Κύκλωψ, ἐκπεπετασμένας ἔχων μετέωρος εἶ; ἐὰν ἀπελθὼν ἐπ’ ἐργασίαν τραπῇς καὶ τυροβόλους πλέ‐
5κῃς καὶ τοῖς θρέμμασι τροφὴν συνάξῃς, πολὺ μᾶλλον εἶναι δόξεις νουνεχέστερος.

11

72-74b

LgUgEgτὰς φρένας ἐκπεπότασαι:〉 τῶν φρενῶν ἀπέπτης.

11

72-74c

μᾶλλον ἔχοις νοῦν:〉 εἰς φρόνησιν πλείονα ἔλθοις.

11

75a

K τὰν παρεοῦσαν: ὁ νοῦς· τί πρὸς ἀμηχανίαν τρέπῃ; Ἡσίοδος (fgm. 219 Rzach, ed. a. 1902, 400)· ‘νή‐ πιος, ὃς τὰ ἕτοιμα λιπὼν [τὰ] ἀνέτοιμα διώκει‘. ἡ παροιμία· ‘τὸν θέλοντα βοῦν ἔλαυνε.‘

11

75b

UEAGPT τὰν παρεοῖσαν ἄμελγε: κατὰ τὴν παροιμίαν· ‘τὸν θέλοντα βοῦν ἔλαυνε‘, ἤγουν τὴν ἀγαπῶσαν φίλει.

11

78a

K κιχλίζοντι: σφόδρα γελῶσι καὶ διαχέονται. τῶν δὲ κατὰ μίμησιν ἡ φωνὴ τοῦ κατ’ ἀρχὰς χ τραπέντος εἰς κ.

11

78b

UEAGPT [πολλαὶ συμπαίσδεν με] 〈κιχλίζοντι:〉 γελῶσι
δὲ πᾶσαι, ἐπὰν ἀκούσωμαι αὐτῶν. ἴσως δὲ καταγελῶσιν αὐτοῦ.

11

79a

κἠγών: δῆλον ὅτι οὐκ ἀηδής εἰμι, ὅπου γε καὶ κόραι με φιλοῦσιν.K

11

79b

LgUgEgκἠγών τις φαίνομαι εἶναι:〉 ἤγουν τῶν ἐπισή‐ μων εἰμὶ καὶ ὀνομαστῶν.

11

80a

οὕτω τοι Πολύφαμος: ὁ λόγος πρὸς τὸν Νικίαν. ἀστείως δὲ τὸ ἐποίμανεν ἐπὶ τοῦ ποιμένος ἀντὶ τοῦ μετε‐ χειρίζετο.K

11

80b

οὕτω τοι Πολύφαμος: πρὸς Νικίαν ὁ λόγος ἐκ τοῦ ποιητοῦ, ἤγουν· οὕτως ὁ Πολύφημος, φησί, μετεχειρίζετο τὸν ἔρωτα.UEAGPT

11

81a

μουσίσδων: τῇ σοφίᾳ τῶν Μουσῶν ᾄδων.UEAGP

11

81b

ῥᾷον δὲ διᾶγεν: ῥᾷον δὲ διῆγεν ᾄδων ἢ εἰ χρυσίον εἶχε δοῦναι, ὅπως πείσῃ τὴν Γαλάτειαν.KUEAGPT

11

81c

χρυσὸν ἔδωκεν: ἀντὶ τοῦ εἶχε δοῦναι τῇ Γαλατείᾳ εἰς τὸ πεῖσαι.EgA

12

t

Ἀΐτης

12

arg a

Ἐπιγράφεται μὲν τὸ εἰδύλλιον Ἀΐτης, γέγραπται δὲ Ἰάδι διαλέκτῳ. ὁ δὲ λόγος ἐκ τοῦ ποιητικοῦ προσώπου πρὸςKLUEAGPT
ἐρώμενον· ὅθεν καὶ τὸ ἐπίγραμμα Ἀΐτης, ἐπειδὴ τοὺς ἐρωμέ‐ νους ἀΐτας ἔνιοι καλοῦσιν ὡς 〈οἱ〉 Θεσσαλοί. καὶ γὰρ Ἀλκμὰν
5(fgm. 125 Bergk Poet. lyr. gr. III4 73) τὰς ἐπεράστους κόρας λέγει ἀΐτιας· οἱ δὲ ἀΐτας τοὺς ἑταίρους· φασὶ δέ τινες λέγεσθαι τοὺς ἀγαθούς, οἷον μὴ ἴτας ἀντὶ τοῦ μὴ ἰταμούς· ἢ ἀΐτης ὁ συναΐτης καὶ σύμπνους. εἰ δὲ ἐπὶ ἐρωμένου τάσσοιτο, ἀΐτης ἂν λέγοιτο ἀπὸ τοῦ εἰσάειν καὶ εἰσπνεῖν τὸν ἔρωτα τῷ ἀγαπῶντι.
10 ἐκτίθεται δὲ πῶς ὁ ἐρῶν 〈...〉 καὶ οὐ φείδεται θεασά‐ μενος τοὺς τοῦ ἐρωμένου χαρακτῆρας, εὔχεται δὲ τῶν δύο ψυχῶν ἁρμογὴν αὐτοῖς γενέσθαι καὶ φιλίας ἀσφάλειαν μέχρι τέλους παραμένουσαν, ἵνα καὶ μετὰ θάνατον οἱ μεθ’ ἡμᾶς φημίσωσι τὴν ἐν ἀμφοτέροις ὁμοόνοιαν, λέγοντες ἡμᾶς ἐκ τοῦ
15χρυσοῦ γένους πεφυκέναι τοὺς δύο, οἵτινες ἀμοιβὴν φιλίας ἔπνευσαν πρὸς ἀλλήλους. καὶ τοὺς Μεγαρεῖς ἐπαινεῖ ἐπὶ τῷ τετιμηκέναι Διοκλέα ἐμπεσόντος πολέμου ὑπερασπίσαντα τοῦ
ἰδίου ἐρωμένου καὶ ὑπὲρ [τῆς] ἐκείνου τελευτήσαντα· ὅθεν τοὺς Μεγαρεῖς θάψαι αὐτὸν δημοσίᾳ καὶ τιμᾶν ὡς ἥρωα
20ἀγῶνά τε ἐπ’ αὐτῷ ποιεῖν, ἐν ᾧ τοὺς καλοὺς περὶ φιλήματος ἀγωνίζεσθαι, τὸν δὲ καταφιλήσαντα αὐτῶν ἥδιστα τοῦτον ὑπὸ τοῦ κριτοῦ στεφανοῦσθαι.

12

arg b

Ἐρατοσθένης ἀΐτην τὸν ἑταῖρόν φησιν, Ἀλκμὰν (v. supra) δὲ τὰς ἐπεράστους κόρας ἀΐτιάς φησιν.LUEAT

12

1a

ἠοῖ ἤλυθες: ἐν τῇ τρίτῃ ἡμέρᾳ, ἀφ’ οὗ οὐκ εἶδόν σε. καὶ συντάσσεται οὕτως· ὦ φίλε κοῦρε, σὺν νυκτὶ τρίτῃ καὶ ἀοῖ ἤλυθες.UEAGPT

12

1b

ἤλυθες, ὦ φίλε κοῦρε, σὺν νυκτὶ τρίτῃ καὶ ἀοῖ τρίτῃ, ἤγουν μετὰ τρεῖς ἡμέρας καὶ νύκτας.

12

2a

KUEAGPT οἱ δὲ ποθεῦντες: οἱ δὲ ἐρῶντες, εἰ μίαν ἀπο‐ λειφθῇ ὁ ἐρώμενος ἡμέραν, τὸν πάντα αἰῶνα τῆς αὐτοῦ παρ‐ ουσίας ἐστερῆσθαι νομίζουσι καὶ ὥσπερ καταγεγηρακέναι.

12

2b

UEAGPT οἱ δὲ ποθεῦντες: οἱ ἐρῶντες ἐν μιᾷ ἡμέρᾳ ἀπο‐ δυρόμενοι γηρῶσιν.

12

2c

ἔστι δὲ παρὰ τὸ Ὁμηρικόν (τ 360)· ‘αἶψα γὰρ ἐνKUEAGPT
κακότητι βροτοὶ καταγηράσκουσιν.‘

12

8/9a

K τόσσον ἔμ’ εὔφρανας: πρὸς τὴν ὑπερβολὴν τῆς διαφορᾶς ἀπέδωκεν. ἔστι γὰρ τοιοῦτον· ὅσον τόδε διαφέρει, τοσοῦτον καὶ σὺ φανεὶς ἐμὲ ηὔφρανας, ὥστε καλλίων εἶ παρὼν ἢ ἀπών.

12

8/9b

UEAGP τόσσον ἔμ’ εὔφρανας: ἡ σύγκρισις κακή. ὤφειλε γὰρ εἰπεῖν· ὅσον ἔαρ χειμῶνος διαφέρει, τοσοῦτον εἶ καὶ σὺ γλυκύτερος.

12

8/9c

KLmUrT σκιερὰν ὑπὸ φαγόν: ἐπαινέσειεν ἄν τις ἐκ τῆς πα‐ ραβολῆς τὸν ποιητήν· παραβάλλει γὰρ τῷ μὲν πόθῳ τὸ καῦμα, τὴν δὲ παρουσίαν τοῦ ἐρωμένου φηγῷ κατασκιαζούσῃ.

12

8/9d

UEAGPT σκιερὰν δ’ ὑπὸ φαγόν: ὡς ἄν τις, φησί, φλεγό‐ μενος ὑπὸ τοῦ ἡλίου εἰς σκιὰν φηγοῦ παρέλθῃ, οὕτω κἀγώ σοι προσανεπαυσάμην ἀσμένως.

12

10/11a

K εἴθ’ ὁμαλο: ὁ νοῦς· εἴη ἡμᾶς ἐξ ἴσου φιλεῖν, ὅπως ἂν καὶ τοῖς μετὰ ταῦτα ἀνθρώποις ὑμνηθῶμεν.

12

10/11b

UEAGPT εἴθ’ ὁμαλο: εἴθε, φησίν, ἐνεχώρει ὅμοιον γενέσθαι τὸν εἰς ἀλλήλους ἡμῶν ἔρωτα, ἵνα καὶ ἐπὶ τῶν μεταγενεστέ‐ ρων περιβόητος ἡμῶν ἡ φιλία ᾖ.

12

10/11c

LgUgEgπ’ ἀμφοτέροισιν Ἔρωτες:〉 ἤτοι 〈ἡ〉 κατὰ τοὺς ἀμφοτέρους φιλία.

12

10/11d

UEAPT π’ ἐσσομένοις δ: ἐπὶ πᾶσι δὲ τοῖς ἐσομένοις καὶ μέλλουσιν ἔσεσθαι, ἤτοι τοῖς μεταγενεστέροις, γενοίμεθα ἀοιδή, ἤτοι ἄκουσμα.

12

12-16a

KUEAGPT δοιὼ δή τινε: τοῦτο ὡς πρὸς τοὺς προγε‐ νεστέρους· ἵνα οἱ μεταγενέστεροι τῆς φιλίας ἡμῶν μνησθέντες λέγωσιν ὅτι δύο πρὸ ἡμῶν ἐγένοντο ἄνθρωποι, ἕτερος μὲν ὑπὸ Λακώνων λεγόμενος εἴσπνηλος, τουτέστιν ἐραστής, ἕτερος δὲ
5ὑπὸ Θεσσαλῶν ἀΐτας, τουτέστιν ἐρώμενος· οὗτοι δ’ ἀλλήλους
ἐξ ἴσου ἐφίλησαν τοῦ χρυσοῦ γένους ὡς ἔοικεν ὄντες.

12

12-16b

εἴσπνηλος: παρὰ Λάκωσιν. εἴρηται δὲ παρὰ τὸ εἰσάειν καὶ εἰσπνεῖν τοῖς ἀγαπῶσι τὸν ἔρωτα. ὁ νοῦς· δύο δή τινες ἄνδρες ἐπ’ ἴσης ἀλλήλους ἐφίλησαν, ὁ μὲν εἴσπνηλος, τουτ‐ έστιν ἐραστής, ὡς Λακωνίζων εἴποι〈ἂν〉 ἀνήρ, ὁ δὲ ἀΐτης, τουτ‐K
5έστιν ἐρώμενος, ὡς πάλιν φαίη ἂν ἀνὴρ Θεσσαλός.

12

12-16c

εἴσπνηλος ἀπὸ τοῦ εἰσπνεῖσθαι.UEPT

12

12-16d

Ἀμυκλαΐσδων: ὁ τῇ Ἀμυκλαίων χρώμενος διαλέκτῳ ἀντὶ τοῦ Λακώνων. οὗτοι γάρ φασιν ἐμπνεῖν τὸ ἐρᾶν, Ἀμύκλαι δὲ πόλις Λακωνική.KUEAPT

12

12-16[e]

Ἀμυκλαΐσδων δέ φησι κατὰ μετάθεσιν τοῦ α· Ἀμυκλιάζων.UEAPT

12

12-16f

ἴσῳ ζυγ: ἀντὶ τοῦ ὁμοίως. ἀπὸ δὲ τοῦ ζυγοῦ μετ‐ ήνεκται, ὅτι ἴσον ἐστὶ καὶ μὴ ἑτερορρεπές, ὥστε μὴ γεγονέναι ἑτέρου ῥοπήν τινα ὑπὸ τοῦ σταθμοῦ.

12

17-21a

LgUgEgPmτοῦτο:〉 τὸ φημίζεσθαι ἡμᾶς τοῖς μετα‐ γενεστέροις.

12

17-21b

ἀθάνατοι: εἴη τινά, ὦ ἀθάνατοι, †μετάθεσιν εἰς τὰ ἔτη† εἰς Ἅιδου κατιόντα ἀπαγγεῖλαί μοι, ὅτι ἡ σὴ διάθεσις καὶ τοῦ ἐρωμένου παρὰ πᾶσιν ἀνθρώποις θρυλλεῖται. βούλεται δὲ λέγειν, ὅτι εἴη τὴν διάθεσιν ἡμῶν συμπαρατείνεσθαι τῷ παντὶK
5αἰῶνι.

12

17-21c

UEAGPT ἀθάνατοι: προσληπτέον τὸ ὦ ἔξωθεν ἐπὶ κλητικῆς, ἵν’ ᾖ· εἰ γὰρ τοῦτο ὦ Κρονίδα Ζεῦ γένοιτο, εἰ ὦ ἀγήρῳ ἀθά‐ νατοι, ἤγουν ὦ Ζεῦ καὶ ὦ ἕτεροι θεοὶ μὴ γηράσκοντες καὶ ἀθάνατοι.

12

17-21d

εἰ γὰρ ἀγήρῳ ἀθάνατοι: νοητέον ἔξωθεν ἡμεῖς. τοῦτο δὲ οὐχ ὡς θεοὺς αὐτοὺς εἶναί φησιν, ἀλλ’ ὡς καὶ τοῖς μεταγενεστέροις διὰ μνήμης εἶναι καὶ ᾄδεσθαι καὶ μὴ ἐπι‐ λησθῆναι.

12

17-21e

εἰ γὰρ ἀγήρῳ ἡμεῖς, ὦ ἀθάνατοι, ἤγουν διὰ μνήμης ὑπάρχοιμεν.

12

17-21f

K ἀνέξοδον: παρόσον οὐκ ἔστιν ἐπανελθεῖν εἰς φῶς τοὺς ἐν Ἅιδου.

12

23/24a

KUEAGPT ἐγὼ δέ σε: ἐγὼ δέ σε ἐγκωμιάζων—λέγει δὲ πρὸς τὸν ἐρώμενον—[ὅτι] οὐδὲν ψεύσομαι περὶ σοῦ οὐδὲ ἐπάνω τῆς ῥινὸς ψεῦσμα γεννήσω· εἰώθασι γὰρ ἔνιοι τὰ ἐπάνω τῆς ῥινὸς κείμενα καὶ φυόμενα ψυδράκια καλεῖν ψεύσματα,
5καὶ εἶναι ταῦτα τῆς περὶ τὸν ἔχοντα ἄνθρωπον αὐτὰ ψευδο‐ λογίας σημεῖον.

12

23/24b

K ψεύδεα: τοὺς ἐπὶ τῆς ῥινὸς φυομένους ἰόνθους Σι‐ κελιῶται ψεύσματα ἔλεγον 〈ὡσ〉 τοὺς ψεύστας διελέγχοντας·
τούτους δὲ φύεσθαι τοῖς φιλοψεύσταις τῶν ἀνθρώπων. ἴονθος δέ ἐστιν ὁ παραγινόμενος κατὰ τὸ ἄνθος τῆς ἡλικίας· 〈ἢ〉
5εἴρηται [δὲ] παρὰ τὸ ὄνθος οἷον μολυσμός τις τῆς ὄψεως· οἱ δὲ ὄνοθος, ὃν διὰ φαυλότητα ὀνόσαιτό τις.

12

23/24c

UEATψεύδεα ῥινός:〉 φύσκαι ἐπὶ τῆς ῥινὸς λεπταὶ αἱ λε‐ γόμεναι ἴονθοι ὡς κατὰ τὸ ἄνθος τῆς ἡλικίας γινόμεναι, ἃς ψυδράκια ἐκάλουν· καὶ οἱ Σικελιῶται τὸν ταῦτα ἐκφύσαντα ψευδηγόρον ἐσημαίνοντο εἶναι. ἴονθος δὲ λέγεται παρὰ τὸ
5ὄνθος οἱονεὶ μολυσμός τις τῆς ὄψεως.

12

.

25

ἢν γὰρ καί τι δάκῃς: ἐὰν γὰρ καὶ δηκτικόν τι καὶ λυπηρὸν δράσῃς, ὡς καὶ ὁ λόγος ‘ὁ τρώσας ἰάσεται‘.UEAGPT

12

26a

K ἔχων δ’ ἐπίμετρον: ὑπὲρ τὸ μέτρον, τῷ ἐπιμετρη‐ θέντι περίσσευμα. θέλει δὲ λέγειν ὅτι διπλάσιον τῆς λύπης ὠφέλησας. οἱ δὲ μεταφορικῶς ἀπὸ τῶν ἀλεύρων.

12

26b

διπλάσιον:〉 περισσοτέραν ὠφέλειαν.LgUgEg

12

27-33a

Νισαῖοι Μεγαρῆες: τοὺς πλησίον τῆς Ἀττικῆς Μεγαρέας Νισαίους καλεῖ. ἐπίνειον γὰρ Μεγαρέων ἡ Νίσαια, ἀφ’ οὗ Νισαῖοι καλοῦνται οἱ Μεγαρεῖς· καὶ αὐτὸ ἐκλήθη ἀπὸ Νίσου τοῦ Πανδίονος. τάχα δ’ ἀπὸ τοῦ συνοι‐KUEAGPT
5κήσαντος αὐτῷ Μεγαρέως τοῦ Ποσειδῶνος 〈οἱ Μεγαρεῖς ὠνο‐ μάσθησαν〉.

12

27-33b

Kἀριστεύοντες ἐρετμοῖς:〉 ναυτικοὶ γάρ εἰσι. μαρ‐ τυρεῖ δὲ αὐτοῖς 〈καὶ〉 Σιμωνίδης (fgm. 199 Bergk Poet. lyr. gr. III4 523) 〈τὴν〉 ναυτικήν.

12

27-33c

UEAGPT ἀριστεύοντες: καὶ Σιμωνίδης (v. supra). ἐπαινεῖ τοὺς Μεγαρεῖς.

12

27-33d

K ὁ δὲ νοῦς· ὦ Νισαῖοι Μεγαρεῖς, εὐδαιμονοίητε διὰ τοῦτο, ὅτι τὸν Ἀθηναῖον φιλόπαιδα Διοκλέα καταφυγόντα πρὸς ὑμᾶς μεῖζον ἢ τοὺς ἄλλους ξένους ἐτιμήσατε.

12

27-33e

αἰεί ο: Εὐμόλπου ... ἐπιστρατεύσαντος τῇ Ἀττικῇ ἐπ’ Ἐλευσῖνος φυγὼν Διοκλῆς εἰς Μέγαρα ἧκε, καί ποτε πο‐ λέμου καταλαβόντος τοῦ ἑαυτοῦ ἐρωμένου ὑπερασπίσας ἐκεῖνον μὲν ἔσωσεν, αὐτὸς δὲ ἀπέθανεν· ὅθεν αὐτὸν ὡς ἥρωα σέβονται
5οἱ Μεγαρεῖς.

12

27-33f

UEAGPT οἰκείοιτε: μακαρισθείητε, ὅτι ὑπερβαλλόντως Διο‐ κλέα ἐτιμήσατε. οὗτος γὰρ Ἀθήνηθεν φεύγων εἰς Μέγαρα, φιλόπαις ὑπερφυῶς ὤν, ἔν τινι μάχῃ ἠρίστευσε καὶ ὑπερ‐ ασπίζων τινὸς ἐρωμένου ἐκεῖνον μὲν ἔσωσεν, αὐτὸς δ’ ἐτελεύ‐
5τησεν. ὅθεν τοὺς Μεγαρεῖς θάψαι αὐτὸν καὶ τιμᾶν ὡς ἥρωα ἀγῶνά τε αὐτῷ ποιεῖν, ἐν ᾧ τοὺς καλοὺς περὶ φιλημάτων ἀγωνίζεσθαι· τὸν δὲ καταφιλήσαντα αὐτῶν ἥδιστα, τοῦτον ὑπὸ τοῦ κριτοῦ ὡς κρείττω στεφανοῦσθαι.

12

35-37a

K ἦ που τὸν χαροπόν: τὸν Γανυμήδην παρ‐ έλαβεν ὡς θεὸν καὶ τὰ περὶ γλυκύτητα τῶν φιλημάτων εἰδότα. ἔστι δὲ ὁ νοῦς οὗτος· δοκεῖς μοι ὄντως, ὦ μακάριε κριτά, ἐπικαλεῖσθαι πολλὰ τὸν Γανυμήδην σύνθρονον σαυτῷ πολλάκις
5γίνεσθαι ἀξιῶν, ὡς αὐτοῦ παρόντος ἄξιος εἴης τῶν φιλημάτων
κριτής, καὶ τὸν μυθευόμενον Λύδιον λίθον τοῦ χρυσοῦ τῆς ὕλης [ὄντως] κριτὴν ἀποδεῖξαι τὸ σὸν ἀντικρὺ στόμα. τοῦτον γὰρ δή φασιν ἐν Πακτωλῷ τῆς Λυδίας ὄρει τὴν γένεσιν ἔχοντα δεδημιουργῆσθαι ὑπὸ τῆς φύσεως εἰς δοκιμασίαν [τοῦ
10χρυσοῦ] ἀνθρώποις τῆς ἐν τῷ χρυσῷ διακειμένης ἀρετῆς· ᾧ δὴ τὸ σόν, ὦ φίλε, παραβάλλειν δοκῶ μοι στόμα καὶ τὸν ἐπὶ φαυλό‐ τητι χρυσοῦ λίθον Λύδιον τὸ σὸν στόμα εἶναι φαίην ἂν ἀληθῶς.

12

35-37b

Γανυμήδεα: εὔχεται, φησίν, ὁ κριτὴς τῷ Γανυμήδει, ἵν’ ἐπιτήδειον ἔχῃ τὸ στόμα πρὸς τὸ δικάζειν τὰ φιλήματα οὕτως ὡς ἡ Λυδία λίθος δοκιμάζει τὸν χρυσόν, εἰτε καλὸς εἴτε καὶ μή. 〈ἔστι δὲ〉 ἡ λεγομένη χρυσῖτις· 〈Λυδία δὲ λέγεται〉UEAGPT
5ὡς τοῦ λίθου τούτου παρὰ Λυδοῖς εὑρισκομένου. τὸ δὲ ἑξῆς οὕτως· εὔχεται τῇ Λυδίᾳ πέτρᾳ ἴσον ἔχειν τὸ στόμα, ᾗτινι οἱ ἀργυραμοιβοὶ τὸν χρυσὸν δοκιμάζουσιν.

13

t

Ὕλας

13

arg a

Ἐπιγράφεται τὸ εἰδύλλιον Ὕλας. πάλιν δὲ τῷ Νικίᾳ προσδιαλέγεται ὡς καὶ ἐν τῷ Κύκλωπι (XI 2). ἐκτίθεται δὲ τὰ περὶ τὸν Ὕλαν καὶ Ἡρακλέα· τοῦ μὲν Ὕλα τὴν ὑπὸ τῶν Νυμφῶν ἁρπαγήν, τοῦ δὲ Ἡρακλέους τὴν πλάνην καὶ τὴνKLUEAGPT
5ὑπὲρ τοῦ Ὕλα βάσανον.

13

arg b

εἴρηται δὲ Δωρίδι διαλέκτῳ.GPT

13

1/2a

UEAGP οὐχ ἁμῖν, φησί, μόνοις τοῖς θνητοῖς τὸν Ἔρωτα ἔτεκεν, ὅστις ποτέ ἐστιν, ἀλλὰ καὶ Ἡρακλῆς ἠράσθη. ἐπεὶ δὲ τὰ τῆς [ὑπὸ τῶν Νυμφῶν] γενέσεως τοῦ Ἔρωτος εἰς πολλὰ διαλλάττει, διὰ τοῦτό φησι· ᾧτινι τοῦτο θεῶν τέκνον
5ἔγεντο.

13

1/2b

K τὸ οὐχ ἁμῖν περισπᾶται· ἔχει γὰρ διαστολὴν πρὸς τὸν Ἡρακλέα. ὁ δ’ ἀναδιπλασιασμὸς ἐρῶντος ἔχει μίμησιν.

13

1/2c

ἀμφιβάλλει, τίνος υἱὸν εἴπῃ τὸν Ἔρωτα. Ἡσίοδος (Theog. 116—120) μὲν γὰρ Χάους καὶ Γῆς, Σιμωνίδης (fgm. 43 Bergk Poet. lyr. gr. III4 408) Ἄρεος καὶ Ἀφρο‐ δίτης, Ἀκουσίλαος (fgm. 3 Diels Fgm. d. Vorsokr. II3 207)
5Νυκτὸς καὶ Αἰθέρος, Ἀλκαῖος (fgm. 13b Bergk l. l. 152) Ἴριδος καὶ Ζεφύρου, Σαπφὼ (fgm. 132 Bergk l. l. 131) Γῆς καὶ Οὐρανοῦ καὶ ἄλλοι ἄλλων.

13

.

4

οἳ θνητο: ἀντὶ τοῦ ἐφήμερον ζῶμεν βίον. παρα‐
τηρητέον δέ, ὅτι κἀνταῦθα δεύτερον περὶ τοῦ αὐτοῦ λέγει μι‐ μούμενος τὸν ἐρῶντα. πέφυκε γὰρ ὁ Ἔρως τὴν περὶ 〈τοῦ〉 αὐτοῦ μνήμην τοῖς ἐρῶσιν ἐμβάλλων.

13

6a

λῖν τὸν λέοντα ἀπὸ εὐθείας τῆς λίς. καὶ Ὅμηρος (Λ 480)· ‘ἐπί τε λῖν ἤγαγε δαίμων‘ καὶ (Ο 275)· ‘λὶς ἠυγένειοσ‘.UEAGPT

13

6b

K ὃς τὸν λῖν: ἱστορεῖται λέοντας ὑφ’ Ἡρακλέους δια‐ φθαρῆναι τὸν Ἑλικώνιον, τὸν Λέσβιον, τὸν Νεμεαῖον.

13

6c

λῖν: τὸν ἐν Νεμέᾳ, οὗ καὶ τὴν δορὰν ἐφόρει.LgUgEgGPm

13

7-9a

Ὕλα: τὸν Ὕλαν Σωκράτης (fgm. 11 Mueller Fgm. hist. gr. IV 499) υἱὸν Ἡρακλέους φησίν, Ἀπολλώνιος δὲ ὁ Ῥόδιος (I 1213 al.) Θειοδάμαντος, 〈Νί〉καν〈δρος (fgm. 48 Schneider, p. 57) δὲ〉 Κήυκος, Εὐφορίων (fgm. 87 Scheid‐K
5weiler Diss. phil. Bonn. 1908, 61) δὲ Πολυφήμου τοῦ Πο‐ σειδῶνος ἐρώμενον [καὶ ἄλλοι ἄλλων].

13

7-9b

ὅσσα μαθών: Ἀριστοφάνης φησὶν ὑπὸ Ῥαδαμάνθυος παιδευθῆναι τὸν Ἡρακλέα, Ἡρόδωρος (fgm. 4 Mueller Fgm. hist. gr. II 29) δὲ ὑπὸ τῶν βουκόλων Ἀμφιτρύωνος, τινὲς δὲ
ὑπὸ Χείρωνος καὶ Θεσπίου.

13

7-9c

UEAGPT φορεῦντος: ἢ τοῦ ἔχοντος τὰς τρίχας τῆς κεφαλῆς πεπλεγμένας, ἵν’ ᾖ τὸ φοροῦντος ἀντὶ τοῦ φέροντος καὶ ἔχον‐ τος· ἢ τοῦ τοὺς πλοκάμους φοροῦντος, ἤγουν ἐνδυομένου καὶ περιβαλλομένου· ἴσως γὰρ ἂν φαλακρὸς ἦν, περιεβάλλετο δὲ
5ἀλλοτρίας τρίχας τῇ κεφαλῇ.

13

7-9d

Ὕλας παῖς ὑπῆρχε Θειοδάμαντος τοῦ Δρύοπος.

13

7-9e

μαθών: ὁ Ἡρακλῆς. πεπαιδεῦσθαι αὐτόν φασιν οἱ μὲν ὑπὸ Ῥαδαμάνθυος, οἱ δὲ ὑπὸ βουκόλων Ἀμφιτρύωνος, 〈οἱ δὲ ὑπὸ Χείρωνοσ〉 καὶ Θεσπίου.

13

10-13a

KUEAGPT χωρὶς δ’ ο: οὐδέποτε, φησίν, ὁ Ἡρακλῆς αὐτοῦ ἐχωρίζετο, οὔτε μεσούσης τῆς ἡμέρας, οὔτε ταῖς ἑωθι‐ ναῖς ὥραις, οὔτε τὸν καιρόν, καθ’ ὃν οἱ νεοσσοὶ οἱ ἐν οἰκή‐ ματί τινι ὄντες ἀποβλέποιεν εἰς τὴν κοίτην, πτερυσσομένης
5τῆς μητρὸς καὶ λοιπὸν ἀναχωρούσης, τὴν τελευταίαν ἐκδεχό‐ μενοι τροφήν.

13

10-13b

K ὀρτάλιχοι: οἱ νεοσσοί. ἢ στρουθῶν γένη. θρηνητικὸν δὲ τὸ ζῷον ἐλπίδι τροφῆς.

13

10-13c

UEAGPT ὀρτάλιχοι: νεοσσοὶ μικροί, μηδέπω πετόμενοι. μι‐ νυροὶ δὲ ἀντὶ τοῦ μινυρίζοντες καὶ λεπτῇ φωνῇ θρηνοῦντες.

13

10-13d

KUEAGPT σεισαμένας: πτερυσσομένης, ὅπως ὑπὸ τὰς πτέρυ‐
γας τοὺς νεοσσοὺς λάβῃ.

13

10-13e

πέτευρον: ἐπίμηκες ξύλον. ἔνιοι τὴν δοκόν, οἱ δὲ πηκτὸν ὀρνιθοτροφεῖον.K

13

10-13f

πέτευρον δὲ σανίδιον λεπτὸν καὶ τεταμένον, ᾧ εἰς τοὺς ὀρόφους ἀντὶ τῶν κεράμων πολλοὶ χρῶνται. οἱ δὲ αἰθα‐ λόεν πέτευρον τὴν δοκὸν λέγουσιν, ὡς καὶ Ὅμηρος· ‘αὐτὴ δ’ αἰθαλόεντας (χ 239) ἀνὰ ῥῶγας μεγάροιο (χ 143)‘.UEAGPT

13

10-13g

τινές φασιν αἰθαλόεν εἰπεῖν τὸ πέτευρον διὰ τὸ αἴτιον εἶναι αἰθάλης. ἢ ἀπὸ τοῦ αἰθεσθαι λίαν οὕτως αὐτὸ ἔφη.

13

14a

ἕως κατὰ γνώμην ὁ παῖς, τὴν Ἡράκλειον γνώμην τε καὶ καλοκἀγαθίαν, διδαχθείη.K

13

14b

κατὰ θυμόν:〉 κατὰ τὴν ἰδίαν βούλησιν.LgUgEgPm

13

15a

αὑτῷ δ’ εὖ ἕλκων: ἑαυτῷ δ’ εὖ βιῶν, ἐπ’ εὐδοξίᾳ τῇ ἑαυτοῦ ζῶν. ἢ ψιλῶς τὸ αὐτ, ἵν’ ᾖ τῷ Ἡρακλεῖ.K

13

15b

UEAGPT αὐτῷ δ’ εὖ ἕλκων: ἀντὶ τοῦ αὐτόθεν· ὡς παραυ‐ τόθεν ἐκ νεότητος καλῶς ἕλκων καὶ κατὰ μηδὲν ἐλαττούμενος μηδὲ ἐλλείπων ἀνὴρ γένοιτο. εἴρηται δὲ μεταφορικῶς ἀπὸ τῶν βοῶν τῶν ἐκ νέου εἰθισμένων καλῶς ἕλκειν.

13

18a

πασᾶν ἐκ πολίων: ἐξ ἑκάστης πόλεως οἱ πρῶτοι συνηθροίσθησαν ἐν τῇ Ἀργοῖ Ἰάσονι.K

13

18[b]

ὧν ὄφελός τι:〉 παρ’ ὧν βοήθειά τις.LgUgEg

13

19*

Ἰαολκόν:〉 εἰς τὴν Μαγνησίαν.

13

.

20

Μιδέα πόλις Ἄργους, οἱ δὲ κώμην αὐτήν φασιν. Ἀργεία δὲ καὶ ἡ Ἀλκμήνη.UEAGPT

13

22/23a

ἅτις Κυανεῶν: Καρύστιος ὁ Περγαμηνός (fgm. 16 Mueller Fgm. hist. gr. IV 359) φησι Κυανέας μὲνKUrEAPT
ὑπ’ ἀνθρώπων, ὑπὸ δὲ θεῶν Φόρκου πύλας καλεῖσθαι. Τι‐ μοσθένης (fgm. 26 Wagner Die Erdbeschr. d. Tim. von Rhodus,
5Diss. phil. Lips. 1888, 69) δέ φησιν ἀπὸ τοῦ Ἱεροῦ ὡς κεʹ σταδίους εἶναι νησίδιον σκοπελῶδες, καλεῖσθαι δὲ τὰς τούτου
K ἄκρας Κυανέας.

13

22/23b

καὶ τὸ μὲν νησίδιον τῆς Εὐρώπης, ἡ δὲ ἄκρα τῆς Ἀσίας, ἀπέχουσι δ’ ἀλλήλων σταδίους κεʹ.

13

22/23c

KUrEAPT συνδρομάδων: διὰ τὸ συντρέχειν καὶ συνέρχεσθαι ἀλλήλαις καὶ συνθραύειν τὰς διαπερώσας ναῦς. μόνην δέ φασι τὴν Ἀργὼ προνοίᾳ τῆς Ἀθηνᾶς διαβεβηκέναι.

13

22/23d

K φ’ οὗ τότε: ὥσπερ εἱμαρμένον ταῖς Συμπληγάσι πέτραις, ὡς, εἰ διαβαίη τις ἅπαξ αὐτὰς ἀβλαβής, καὶ τὸ μετὰ ταῦτα μηδένα τι πάσχειν δεινόν. ἐξ ἐκείνου οὖν τοῦ χρό‐ νου, ἀφ’ οὗ ἡ Ἀργὼ διέβη, ἔστησαν τῆς συνδρομῆς.

13

22/23e

UrEAPT ἦν δὲ πεπρωμένον ταῖς Συμπληγάσι πέτραις, ὡς, εἰ διαβαίη τις μία ναῦς αὐτὰς ἀβλαβῶς, ἐξ ἐκείνου τοῦ χρόνου στῆναι. διὸ καὶ ἔστησαν τῆς Ἀργοῦς διαβάσης.

13

22/23f

EgA συνδρομάδων: συνέκρουον γὰρ αἱ Συμπληγάδες πέ‐ τραι, ἤγουν αἱ Κυάνεαι, τὰς ναῦς. μετὰ τὸ περαιωθῆναι δὲ τὴν Ἀργὼ ἐκεῖσε ἔπαυσαν.

13

.

24

KUEAGPT Φᾶσις πόλις καὶ ποταμὸς ἐν Κόλχοις ὁμώνυμος, παρ’ ὃν Ἕλληνες Μιλησίων ἄποικοι.

13

25-28a

K Πελειάδες: αἱ Πλειάδες. φησὶ Καλλίμαχος (fgm. 381 Schneider, II 572), ὅτι τῆς βασιλίσσης τῶν Ἀμαζό‐ νων ἦσαν θυγατέρες 〈ἑπτά〉, αἳ Πλειάδες καὶ Πελειάδες προσ‐ ηγορεύθησαν. πρῶτον δ’ αὗται χορείαν καὶ παννυχίδα συνε‐
5στήσαντο παρθενεύουσαι. ὁ δὲ νοῦς· καθ’ ὅν, φησί, καιρὸν ἀνατέλλουσιν αἱ Πλειάδες θάλλει τε πᾶσα ἡ γῆ ταῖς βοτάναις
τοῦ ἔαρος, τηνικαῦτα τοῦ ἀπόπλου ἐφρόντιζον. τὰ ὀνόματα τῶν Πλειάδων· Κοκκυμώ, Γλαυκία, Πρῶτις, Παρθενία, Μαῖα, Στονυχία, Λαμπαδώ.

13

25-28b

θεῖος ἄωτος: ἄωτος τὸ ἀπάνθισμα τῶν ἡρώων, οἷον οἱ πρῶτοι τῶν ἡρώων.

13

25-28c

Πελειάδες: περὶ ἀνατολήν, φησί, τῶν Πελειάδων ἤρξαντο στέλλεσθαι τὸν πλοῦν καὶ ἀνάγεσθαι οἱ ἥρωες εἰς Κόλχους. ἔστι δὲ ὁ καιρὸς ἀρχομένου τοῦ θέρους, διὸ καὶ ἐπήγαγε τετραμμένου εἴαρος, τουτέστι λήξαντος.UEAGPT

13

25-28d

θεῖος ἄωτος: τὸ θεῖον ἀπάνθισμα τῶν ἡρώων. καὶ εἴρηται ἄωτος ἀπὸ τοῦ ἄειν, ὅ ἐστι πνεῖν καὶ ὀδωδέναι.

13

.

29

KmLgUgEgPmνότῳ τρίτον ἆμαρ ἀέντι:〉 διὰ τριῶν ἡμε‐ ρῶν νότου πνέοντος.

13

30a

KUEAGPT εἴσω δ’ ὅρμον: καθωρμίσθησαν ἐν τῇ Προπον‐ τίδι κατὰ τὴν Κίον, τὴν νῦν καλουμένην Προῦσαν, ἔνθα τὰ κατὰ τὸν Ὕλαν ἦν [ἔνθα] καὶ Ἡρακλῆς ἀπὸ τῶν ἡρώων ἀπελείφθη.

13

30b

Κιανῶν: 〈Κιανοὶ〉 οἱ τὴν Κίον κατοικοῦντες γεωργοί. ἔστι δὲ πόλις τῆς Μυσίας, ἡ νῦν καλουμένη Προῦσα ἀπὸ τοῦ 〈τῶν〉 Βιθυνῶν βασιλέως Προυσίου. Κίος δὲ ἀπὸ Κίου τοῦ υἱοῦ Ὀλύμπου, ἀφ’ οὗ τὸ ὄρος ὁ Ὄλυμπος.K

13

30c

LgUgEgPmΚιανῶν:〉 τῶν κατοικούντων περὶ τὴν Κίον ἀν‐ θρώπων.

13

31*

σπουδαίως σύρουσι.

13

.

32

κατὰ ζυγὰ δαῖτα πένοντο: ἤγουν σύνδυο εἰςLgUgEgGPm
τὰ περὶ τροφὴν ἠσχολοῦντο.

13

34a

K στιβάδεσσιν 〈ὄνειαρ: τὸν λειμῶνα, παρόσον ἐποίουν τὰς στιβάδας ἐκ τῆς ἐν τῷ λειμῶνι φυομένης ὕλης. στιβάδα δὲ καλοῦσι τὴν ἐξ ὕλης χορτώδη κατάστρωσιν.

13

34b

LgUgEgPmμέγα στιβάδεσσιν ὄνειαρ:〉 ἐπιτήδειος εἰς στρω‐ μνήν.

13

.

37

LgUgEgGPm ἀστεμφεῖ Τελαμῶνι: τῷ στερεῷ καὶ ἐμβριθεῖ τὴν ψυχήν, ἀκαμπεῖ καὶ σκληρῷ οἱονεὶ ἀστρεφεῖ.

13

.

39

LgUgEgPm ἄγγος ἀπὸ τοῦ ἄγεσθαι ἐν αὐτῷ τὸ ὕδωρ.

13

40a

K ἡμένῳ ἐνὶ χώρ: ἀντὶ τοῦ ἐν ταπεινῷ τόπῳ ἀπὸ τοῦ ἧσθαι τὸ καθέζεσθαι μεταφορικῶς.

13

40b

UEAGPT θρίον κυρίως τὸ τῆς συκῆς φύλλον παρὰ τὸ εἰς τρία διεσχισμένον εἶναι, τρίον καὶ θρίον. ἀπ’ αὐτοῦ καὶ θρίαμβος· οἱ γὰρ παλαιοὶ προπομπὴν ποιοῦντες φύλλα συκῆς ἐκρέμων τῇ προπομπῇ καὶ ἔβαινον.

13

41a

K κυάνεόν τε χελιδόνιον: ἤτοι κυανοῦν καθ’ ἑαυτό. ἔστι δὲ εἶδος φυτοῦ πολύφυλλον μελανόχροιον. καλεῖται δὲ χελιδόνιον, ὅτι ἅμα τῇ παρουσίᾳ τῆς χελιδόνος ἀνθεῖ.

13

41b

ἀδίαντον: εἶδος ὅμοιον πηγάνῳ, τὰ φύλλα ἔχον μι‐ κρότατα, λιπαρὰ δὲ καὶ μέλανα, τὰ κλωνία σπιθαμιαῖα τὰ μέ‐ γιστα. καυλὸν δ’ οὐκ ἔχει οὐδὲ ἄνθος οὐδὲ καρπόν, ῥίζαν δὲ
ἄχρηστον καὶ λεπτήν. καλεῖται δὲ οὕτως παρὰ τὸ μὴ δεύεσθαι
5ὕδατι, ἐπεί, ἐὰν ἐπιχεύηται ὕδωρ ἐπὶ τῶν φύλλων, οὐ μένει, ἀλλ’ ὀλισθαίνει· δεῦσαι γὰρ τὸ βρέξαι.

13

41c

χελιδόνιον: φυτάριον πλατύφυλλον, μέλαν ὡς ἡ χελιδών, 〈ἢ〉 ὃ ἅμα τῷ φανῆναι τὴν χελιδόνα ἀνθεῖ.UEAGPT

13

41d

καὶ τὸ ἀδίαντον δέ ἐστι διαπαντὸς ἄβροχον καὶ ταχέως ὡς ξηραινόμενον, κἂν ὕδωρ αὐτῷ ἐπιβληθῇ καὶ ἐπιχεθῇ, δι‐ ολισθαίνει.UEAP

13

41e

ἔστι δὲ ὅμοιον πηγάνῳ, τὰ φύλλα ἔχον μικρότατα καὶ μέλανα. καυλὸν δ’ οὐκ ἔχει οὐδὲ ἄνθος οὐδὲ καρπόν, ῥίζαν δὲ μόνον ἄχρηστον καὶ λεπτήν.UEAGPT

13

41f

τὸ ἀδίαντον βοτάνη ἐστὶν ἀεὶ ἄβροχος. ὅθεν καὶ τὸ ὄνομα, ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ διαίνω τὸ βρέχω, ἤγουν τὸ μηδόλως βρεχόμενον διὰ τὸ εἶναι ὀρθόν τι καὶ ὀξὺ καὶ γλίσχρον.

13

42a

εἰλιτενὴς 〈ἄγρωστισ: ἡ εἰλουμένη ἀπὸ τῆς βλαστήσεως κισσοειδῶς. ἔστι δὲ πρασοειδὴς βοτάνη.K

13

42b

UEAPT 〈εἰλιτενὴσ〉 ἄγρωστις: ἡ συνεστραμμένη, καθὸ εἰ‐ λεῖται ἐπὶ μῆκος καὶ περιπλέκεται τοῖς φυτοῖς κισσοειδῶς. ἄγρωστις δέ ἐστιν ἡ παρὰ τοῖς γεωργοῖς ἀγρία καλουμένη.

13

42c

τὴν ἄγρωστιν ἄλλοι φασὶ βοτάνην πρασοειδῆ, ἣν
ἰδιωτικῶς φασι κολλητζίδαν.

13

.

43

K χορὸν ἀρτίζοντο: συνέβη, φησί, καθ’ ὃν καιρὸν ἦλθεν ἀντλῆσαι, τότε τὰς Νύμφας αὐτόθι χορείαν συστήσασθαι.

13

.

44

UEAGPT δειναὶ θεαὶ 〈ἀγροιώταισ: παρόσον φόβον ἔσθ’ ὅτε αὐτοῖς ἐγγεννῶσί τε καὶ ἐπάγουσιν, ὅθεν καὶ νυμφολήπτους τινάς φαμεν [καὶ οἱ νυμφόληπτοι].

13

.

45

UEAGPἔαρ θ’〉 ὁρόωσα: ἱλαρὸν καὶ ἡδὺ βλέπουσα, ἀπὸ τῆς περὶ τὸ ἔαρ τερπνότητος.

13

46[a]

UEAPT κρωσσὸς τὸ ἀγγεῖον—μέγα, κροσσὸς δὲ ὁ τοῦ πύργου καὶ ὁ τοῦ ἱματίου—μικρόν.

13

46b

LgUgEgPg ἐπέβαλε τῷ ὕδατι πολυχώρητον ὑδρίαν.

13

.

47

K πᾶσαι ἔφυσαν: ὁ μὲν κατένευσεν ἀντλῆσαι, καὶ πᾶσαι τῆς χειρὸς αὐτοῦ ἐπελάβοντο.

13

.

48

πασάων γὰρ ἔρως: πάσας, φησίν, ὁ πρὸς αὐτὸν πόθος εἶχεν εὐθύς. συμφωνεῖ δὲ τῇ ἁρπαγῇ καὶ Ἀπολλώνιος ὁ Ῥόδιος (I 1234 sqq.) καὶ Νίκανδρος (fgm. 48 Schneider, p. 57). ὁ μέντοι Ὄνασος ἐν Ἀμαζονικοῖς φησιν αὐτὸν εἰς τὴν
5κρήνην πεσεῖν καὶ ἀποθανεῖν.

13

49-52a

K [Ἀργείῳ ἐπὶ παιδί:] κατηνέχθη, φησίν, ὁ Ὕλας εἰς τὸ ὕδωρ, ὡς ἀστὴρ ἄνωθεν ἐξ οὐρανοῦ κατενεχθείη, ὃς σύμβολον γένοιτ’ ἂν ναύταις ἀνδράσι δεξιοῦ πλοῦ καὶ παρ‐ αινετικὸς ὡς πρὸς τὸ συμπαρασκευάζεσθαι τὴν ταχίστην τὸν
5ἀπόπλουν. κατὰ καιρὸν δέ φησι καὶ προσφόρως τῷ πράγματι.

13

49-52b

πυρσὸν ὠνόμασε τὸν ἀστέρα τὸν Ὕλαν προφαίνων δηλονότι· καὶ ὁ Ὕλας πῦρ ἦν ἄντικρυς ἐπιφανεὶς ταῖς Νύμ‐ φαις ἐρωτικῶς φλέγων αὐτάς.

13

49-52c

κουφότερ’ ὦ παῖδες: εὔλυτα καὶ εὐτρεπῆ ποιεῖτε τὰ ἱστία· οὔριον γὰρ ἐπιγενήσεται πνεῦμα—ὡς τοιούτου ὄντος σημείου, ἐπὰν πέσῃ ἀστήρ.KUEAGPT

13

.

54

παρεψύχοντ’ ἐπέεσσι: παρεμυθοῦντο χαριέντως. βουκολικῶς τὸ παρεψύχοντο ὡς ἐπὶ τῶν πηγῶν.KLgUgEg

13

56a

ᾤχετο Μαιωτιστ: ἀντὶ τοῦ Σκυθιστί· Μαιῶται γὰρ ἔθνος Σκυθικὸν παροικοῦν τὴν Μαιῶτιν λίμνην, τοξι‐ κώτατον. Σκυθικοῖς δὲ ὅπλοις ἐχρήσατο Ἡρακλῆς, ὥς φασιν Ἡρόδωρος (fgm. 5 Mueller Fgm. hist. gr. II 29) καὶ Καλλί‐K
5μαχος (fgm. 365 Schneider, II 566).

13

56b

ᾤχετο Μαιωτιστ: ἤτοι Σκυθιστί· Μαιῶται γὰρ οἱ Σκύθαι οἱ περιοικοῦντες τὴν Μαιῶτιν λίμνην. ἐχρῆτο δὲ ὁ Ἡρακλῆς τοῖς Σκυθικοῖς τόξοις διδαχθεὶς παρά τινος Σκύθου Τευτάρου.UEAGPT

13

58-60a

ἀραι: λεπτή, ἀσθενής. οὐχ ὡς κατὰ φύσιν ἀσθενῆ φωνὴν τοῦ Ὕλα ἔχοντος, ἀλλ’ ἢ ἐν βάθει ὄντος ἢ ὑπὸ τῶν Νυμφῶν κατεχομένου.KLmUrEmAT

13

58-60b

εἴδετο πόρρω: ἄγαν ἐγγὺς ὢν πόρρωθεν ἐδόκει ἀκούειν διὰ τὸ λεπτὴν αὐτοῦ καὶ ἀμαυρὰν φέρεσθαι τὴν φωνήν.KUEAGPT

13

58-60c

Kτρὶς—τρίς:〉 ἢ ὡμοίου τὸν Ὕλαν ἢ αὐτὸς ὡμοιοῦτο.

13

58-60d

LgUgEgPmἤρυγε:〉 ἀνέπνεεν· ἐρυγὴ γὰρ ἡ πνοή.

13

62-65a

K νεβρῶ φθεγξαμένας: οὐκ ἤρτηται, 〈ἀλλὰ〉 καθ’ ἑαυτό. διασαφηνιστέον δὲ οὕτω· νεβροῦ φθεγξαμένου λέων τις κατ’ ὄρος ᾐσθημένος καταλιπὼν τὴν εὐνὴν ὀξέως ἂν ἐπιδράμοι πρὸς τὴν βορὰν ἐπειγόμενος· τοιούτῳ δὴ τῷ θυμῷ
5καὶ Ἡρακλῆς τότε συσχεθεὶς περιῄει τὴν ὕλην τὸν Ὕλαν ἀναζητῶν.

13

62-65b

UEAGP ὥσπερ νεβροῦ φθεγξαμένης ἐκ κοίτης λέων ἀκούσας σπεύδει ἐπὶ τὴν ἑτοίμην τροφὴν αὐτοῦ.

13

.

67

LgUgEgGPmὕστερα:〉 τῷ Ἡρακλεῖ τῆς ἀναζητήσεως τοῦ Ὕλα.

13

.

68

K ναῦς μέν γ’ ἄρμενα: ἐν ... ναῦν Ἀργώ φησι κατα‐ σκευάσασθαι. ἡ μὲν ναῦς τὰ σιτία καὶ τὰ προσήκοντα φέρου‐ σα μετέωρα τῶν ἐνόντων.

13

.

69

ἱστία δ’ ἠΐθεοι: τὰ δὲ ἱστία μεσούσης νυκτὸς ἐξε‐ κάθαιρον, ἐξήπλουν μένοντες τὸν Ἡρακλέα· τὸ γὰρ ἐξαπλῶ‐ σαι ἐκκαθῆραι λέγουσιν.

13

.

70

δ’ ᾇ πόδες: ὁ δ’ Ἡρακλῆς, ὅπου οἱ πόδες αὐτὸν ἦγον, ἐκεῖ ἐπορεύετο.

13

.

72

οὕτω μὲν κάλλιστος: ἐπειδή, φησίν, ἐλείφθη παρὰ τοῦ Ἡρακλέους, ὁ Ὕλας ἐναρίθμιός ἐστι τοῖς θεοῖς.

13

.

73

UEAPT λιποναύταν: καθάπερ λιποτάκτην.

13

74[a]

UgEgPgἠρώησε:〉 κατέλειψεν, ἐξέφυγεν, ἀπὸ τοῦ ἐρωῆσαι.

13

74b

KUEAPT τριακοντάζυγον Ἀργ: λʹ ἔχουσαν καθέδρας ἐρε‐
τῶν, ὡς ξʹ εἶναι τοὺς πλέοντας.

13

75a

πεζᾷ δ’ ἐς Κόλχους: τοῦτο ἰδίως ὁ Θεόκριτος λέγει, ὅτι πεζῇ ἦλθεν εἰς Κόλχους, τῶν ἄλλων λεγόντων μὴ παραγενέσθαι, ἀλλὰ κατὰ βουλὴν τῆς Ἥρας ἀπολειφθῆναι, ἵνα δόξῃ Ἰάσων κατωρθωκέναι τὸν ἆθλον.K

13

75b

πεζᾷ δ’ εἰς Κόλχως: ἰδίως πεζόν φησι τὸν Ἡρακλέα εἰς Κόλχους ἐλθεῖν. ἡ γὰρ πολλὴ κατέχει δόξα, ὅτι βουλῇ Ἥρας ὑστέρησεν Ἡρακλῆς ὑπὲρ τοῦ τὸν Ἰάσονα κατορθῶσαι μόνον δοκεῖν τὸν εἰς Κόλχους πλοῦν καὶ μὴ ἐξιδιοποιήσασθαι τὸνUEAPT
5ἆθλον αὐτοῦ.

13

75c

Μνασέας (fgm. 31 Mueller Fgm. hist. gr. III 154) Κόλχους φησὶ κληθῆναι ἀπὸ Κόλχου τοῦ Φάσιδος.K

2

t

Φαρμακεύτριαι

2

arg a

Ὑπόκειται Σιμαίθα Δέλφιδος Μυνδίου τινὸς ἐρῶσα, ὃν παιδικοῖς προσλιπαροῦντα ἐν παλαίστρᾳ ἡ Σιμαίθα φίλ‐ τροις τε καὶ φαρμάκοις διά τινος θεραπαίνης Θεστυλίδος ὑπο‐ διακονουμένης ἐφ’ ἑαυτὴν πειρᾶται μεταφέρειν, ἐπικαλουμένηKEAG
5τήν τε Σελήνην καὶ τὴν Ἑκάτην ὡς ἐπὶ τῷ ἔρωτι συμβαλλο‐
μένας νυκτερινὰς θεάς. τὴν δὲ Θεστυλίδα ὁ Θεόκριτος ἀπει‐ ροκάλως ἐκ τῶν Σώφρονος μετήνεγκε Μίμων (fgm. 5 Kaibel Com. gr. fgm. I 1, 155)· 〈...〉

2

arg b

KEA [καί μ’ ἁ Θευμαρίδα:] 〈...〉 πρὸς τὴν Σελήνην καὶ τὴν Ἑκάτην φησί. ταύτας γὰρ συνεργοὺς εἰς τὴν περὶ τοῦ ἐρωμένου φαρμακείαν παραλαμβάνει. τὴν δὲ τῶν φαρ‐ μάκων ὑπόθεσιν ἐκ τῶν Σώφρονος Μίμων (fgm. 4 Kaibel
5ib. 154) μεταφέρει †ὑπο τε το...όφιγγα ὀρρο.. ποτὲ βληθέν†.

2

1a

Egδάφναι:〉 συνετέλουν γὰρ αἱ δάφναι ταῖς γοητείαις.

2

1b

φίλτρα:〉 τὰ πρὸς φιλίαν ὀτρύνοντα φάρμακα.

2

2a

KEAG στέψον: στεφάνωσον. κελέβη δέ ἐστι ποτήριον ξύλινον κυλικῶδες. Εὐφορίων ἐν Ποτηριοκλέπτῃ (fgm. 8 Scheidweiler Diss. phil. Bonn. 1908, 25)· ‘ὅστις ἐμὴν κε‐ λέβην Ἀλυβηΐδα μοῦνος ἀπηύρα‘. Ἀλύβη ἐστὶν ὄνομα πόλεως.

2

2b

οἰὸς ἀώτ: προβάτου ἄνθει ἀντὶ τοῦ ἐρίῳ. ὡς συνερ‐
γοῦντος δὲ τούτου πρὸς τὰς φαρμακείας τερατεύεται.

2

.

3

καταθύσομαι: γράφεται καὶ 〈καταδήσομαι, ἤγουν〉 καταμαγεύσω· δεσμεύειν γάρ φασιν αἱ φαρμακίδες, ὅταν πρὸς κατοχήν τινα παρ’ αὐταῖς καταμαγεύσωσιν.

2

.

6

ἀνάρσιος:〉 ὁ εἰς φιλίαν ἀνάρμοστος.Eg

2

10a

ἐκ θυέων:〉 ἐκ τῶν θυσιῶν, μαγειῶν· θύος γὰρ τὸ θῦμα.

2

10b

ἀλλὰ Σελάνα: Πίνδαρός (fgm. 104 Schroeder Poet. lyr. gr. I5 423) φησιν ἐν τοῖς κεχωρισμένοις τῶν Παρθενείων, ὅτι τῶν ἐραστῶν οἱ μὲν ἄνδρες εὔχονται 〈παρ〉εῖναι Ἥλιον, αἱ δὲ γυναῖκες Σελήνην.KEAG

2

10c

ταῖς ἔρωτι κατεχομέναις τὴν Σελήνην ἀνακαλεῖσθαι σύνηθες, ὡς καὶ Εὐριπίδης ποιεῖ τὴν Φαίδραν ἐν τῷ Κα‐ λυπτομένῳ Ἱππολύτῳ (Nauck Trag. gr. fgm.2 491). παρ’ ἣν δὲ αἰτίαν τοῦτο ἔπραττον, ἔνιοί φασιν, ὅτι ἐπειδὴ σιγηλὴ ἡ
5νύξ, δεῖ δὲ τοῖς κλεπτομένοις ἔρωσι σιγῆς καὶ νυκτός. Μέν‐ ανδρος (fgm. 739 Kock Com. att. fgm. III 209)· ‘ὦ νύξ, σὺ γὰρ δὴ πλεῖστον Ἀφροδίτησ‘. ἢ ὅτι καὶ ἡ Σελήνη περὶ ἐρωτικά τινα ἐνενοσήκει, παρὸ καὶ ταῖς τῷ αὐτῷ πάθει κεχρη‐ μέναις συμπράσσει· τὰ γὰρ περὶ Ἐνδυμίωνα πρόδηλα. ἢ ὅτι
10διάπυρος ἡ θεός, καὶ τὸ πάθος δὲ τοιοῦτον, εἰ καὶ ‘ἠπεδανὴ ταῖς φλοξίν‘, ὥς φασιν.

2

11/12a

KAG ἥσυχα, δαῖμον: σοὶ γὰρ καλὸν ὕμνον προσ‐
υμνήσω, ὦ Σελήνη, καὶ τῇ Ἑκάτῃ. χθονίαν δὲ τὴν Ἑκάτην φησί, παρόσον Περσεφόνης τροφός, ἢ παρόσον 〈νερτέρων〉 πρύτανιν αὐτὴν τέθεικε Σώφρων (fgm. 7 Kaibel Com. graec.
5fgm. I 1, 155).

2

11/12b

EAG τᾷ χθονίᾳ θ’ Ἑκάτ: τὴν Ἑκάτην χθονίαν φασὶ θεὸν καὶ νερτέρων πρύτανιν, καθὰ καὶ Σώφρων (v. supra, cf. ib. p. 161)· Ἥραν μιχθεῖσαν Διὶ γεννῆσαι παρθένον, ὄνομα δὲ αὐτῇ θέσθαι Ἄγγελον. ταύτην δὲ μετὰ τὴν γέννησιν [ὑπὸ]
5ταῖς Νύμφαις δοθῆναι παρὰ τοῦ Διὸς τρέφεσθαι. αὐξηθεῖσαν δὲ κλέψαι τὸ τῆς Ἥρας μύρον, ᾧ τὸ πρόσωπον αὐτῆς ἐθὰς ἦν χρίεσθαι, καὶ δοῦναι Εὐρώπῃ τῇ Φοίνικος θυγατρί. αἰσθο‐
μένην δὲ τὴν Ἥραν ἐφορμῆσαι βουλομένην αὐτὴν κολάσαι. τηνικαῦτα μὲν τὸ πρῶτον εἰς γυναικὸς τετοκυίας οἶκον κατα‐UEAg
10φυγεῖν, ἐκεῖθεν δὲ πρὸς ἄνδρας νεκρὸν φέροντας. ὅθεν τὴν μὲν Ἥραν ἀποστῆναι, τὸν δὲ Δία τοὺς Καβείρους κελεῦσαι ἀναλαβόντας καθᾶραι αὐτήν. ἐκείνους δὲ ἐπὶ τὴν Ἀχερουσίαν λίμνην ἀπαγαγόντας ἁγνίσαι. ὅθεν τὴν θεὸν ἀποκεκληρῶσθαι τοῖς τεθνεῶσι καὶ καταχθονίοις φασίν.

2

11/12c

KUEAG τᾷ χθονίᾳ Ἑκάτ: Καλλίμαχος (fgm. 556 Schneider, II 691) κατὰ λέξιν ὧδέ φησιν· ‘τῇ Δήμητρι μιχθεὶς ὁ Ζεὺς τεκνοῖ Ἑκάτην διαφέρουσαν ἰσχύϊ καὶ μεγέθει τῶν θεῶν‘. ἣν ὑπὸ γῆν πεμφθῆναι ὑπὸ τοῦ πατρὸς πρὸς Περσεφόνης ζή‐
5τησιν 〈... διὸ〉 καὶ νῦν Ἄρτεμις καλεῖται καὶ Φύλαξ καὶ
Δᾳδοῦχος καὶ Φωσφόρος καὶ Χθονία.

2

11/12d

τὰν καὶ σκύλακες: διὰ τὸ σκύλακας ἐκφέρεσθαι δεῖπνα τῇ Ἑκάτῃ. Ἀριστοφάνης ἐν Δαιταλεῦσι (fgm. 204 Kock Com. att. fgm. I 443)· ‘τί δαί; κυνίδιον [λεπρὸν] λευ‐ κὸν ἐπρίω τῇ θεᾷ εἰς τὰς τριόδους;‘UEAG

2

.

13

ἠρία: οἱ τάφοι κοινῶς παρὰ τὸ ἐνηρεῖσθαι τῇ γῇ· ἢ παρὰ τὴν ἐπιχεομένην τοῖς νεκροῖς ἔραν, ὅ ἐστι γῆν.KUEAG

2

.

14

δασπλῆτι: ᾗ οὐκ ἄν τις πελάσειεν· ἢ διὰ τὸ δα ἐπιτατικὸν πολυπέλαστε· ἢ ἀντὶ τοῦ πολεμική, ἵν’ ἔγκειται ἡ δαΐς, τουτέστιν ἡ μάχη· ἢ ἡ προσπελάζουσα ταῖς δᾳσί, τουτ‐
έστι φωσφόρος, ἐπεὶ ἡ αὐτή ἐστι τῇ Σελήνῃ.

2

15/16a

φάρμακα: ἔτι καὶ νῦν ἐν τῷ Σεληναίῳ ὄρει ὅλμους δεικνύουσι τῆς Μηδείας καὶ Κίρκης, ἐν οἷς ἔκοπτον τὰ φάρμακα.

2

15/16b

Περιμήδας: αὕτη ἐστὶν ἡ παρ’ Ὁμήρῳ (Λ 741) Ἀγαμήδη, ‘ἣ τόσα φάρμακα εἶδεν, ὅσα τρέφει εὐρεῖα χθών‘.

2

.

17

ἴυγξ: ὄρνεον Ἀφροδίτης, ὃ αἱ φαρμακίδες συνεργὸν ἔχουσι πρὸς τὰς μαγείας. εἰς γὰρ τροχὸν κήρινον ἐμβαλοῦσαι καὶ διὰ ἱμάντος ἑκατέρωθεν ἀνάψασαι τοῦτο, περιστρέφουσαι ῥομβοῦσι τὸν κυκλίσκον ὑπὲρ πυρᾶς ἐπᾴδουσαι ὃ βούλονται·
5ὁ δὲ ἀναδινούμενος ἡσύχως τήκεται. ἐπιλέγουσι δὲ αὐτῷ εἰ τύχοι· ὡς οὗτος τήκεται ὁ ῥόμβος, οὕτω καὶ ὁ ἐμοῦ ἐρῶν τακείη. λέγουσι δὲ καὶ αὐτὸν τὸν ἔρωτα ἀπὸ τοῦ ἐνόντος ζῴου ἴυγγα, ὥς φησι καὶ Πίνδαρος (Nem. IV 35). 〈...〉 καθά φησιν Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων (Hist. an. II 12,
10504 a 12) μικρῷ μεῖζον σπίζης αὐτὸ λέγων· ἢ κιναίδιον ἢ φερωνύμως σεισοπυγὶς καλεῖται διὰ τὸ πανταχοῦ στρέφειν καὶ λυγίζειν [τὸν αὐχένα ἢ] τὴν πυγήν. ἢ 〈παρὰ〉 τὴν Ἴυγγα, ἥν φησι Καλλίμαχος (fgm. 100c, 8 Schneider, II 293) Ἠχοῦς θυγατέρα, φαρμακεύειν δὲ τὸν Δία, ὅπως ἂν αὐτῇ μιχθῇ·
15ὅθεν ὑπὸ Ἥρας εἰς ὀρνιθάριον αὐτὴν μεταβληθῆναι καὶ συν‐ εργεῖν ταῖς φαρμακείαις.

2

18a

ἄλφιτά τοι: εἰώθασιν αἱ φαρμακίδες κεχρῆσθαι ἀλεύροις.K

2

18b

UEAG ἄλφιτά τοι πρῶτον πυρὶ τάκεται: ὡς τῶν μα‐ γευουσῶν ἄλφιτα θυουσῶν. ταῦτα δὲ καὶ θυλήματα ἔλεγον. τάκεται δὲ τύφεται, θυμιᾶται. γράφεται δὲ καὶ κάεται.

2

.

19

πᾷ τὰς φρένας:〉 ποῦ παρηνέχθης τὰς φρένας, ὡς μὴ χωρῆσαι;K

2

20a

ἆρά γε καὶ σοί, βδελυρά, ἐπέστη τῆς πεπρωμένης τὸ τέρμα;

2

20b

ἦρά γέ τοι, μυσαρ: ἆρά γε, μυσαρά [ὦ ἐπίπονε], καὶ σοὶ τὸ τέρμα τῆς εἱμαρμένης πάρεστιν; ἐξεπτοημένη γὰρ οὐ διακονεῖς μοι. τὸ δὲ τὶν ἐπίχαρμα τέτυγμαι· κατα‐ γέλαστός εἰμι καὶ παρὰ σοί.UEAG

2

.

21

〈...〉 ἵνα [σε] διὰ τῶν φαρμάκων διαφθείρῃ 〈...〉.K

2

23-26a

δάφναν: ... 〈δαί〉εσθαι φωνὴν ἀφιέναι· καιομένη γὰρ μέγα ἠχεῖ.

2

23b

UEAG αἴθω· χὡς αὕτη λακε: ἡ δάφνη ψοφεῖ αἰθομένη καὶ ἔστιν ὡς δαοφώνη, 〈ἡ φωνοῦσα〉 ἐν τῷ δαίεσθαι.

2

23c

KUEAG οὕτω τοι καὶ Δέλφις: ὡς αὕτη ἡ δάφνη πυρωθεῖσα καθάπαξ ἠφάνισται, οὕτω καὶ ὁ Δέλφις ἐν φλογὶ τοῦ ἔρωτος διαφθαρείη τὸ σῶμα.

2

23d

UAG σάρκ’ ἀμαθυνε: ἄμαθον ποιήσει, ἀφανίσει· ἄμαθος δὲ ἡ κόνις.

2

23e

UgEgἀμαθύνοι:〉 ξηρανθείη, σποδὸς γένοιτο.

2

28a

KUEAG σὺν δαίμονι τάκω: ἤτοι τῇ Σελήνῃ ἢ τῷ Ἔρωτι ἢ τῷ ἑαυτῆς δαίμονι, ὡς Μένανδρός (fgm. 550 Kock Com. att. fgm. III 167) φησι· ‘δαίμων ἀνδρὶ συμπαρίσταται εὐθὺς γινομένῳ‘. περιβόητον δὲ καὶ τὸ Σωκράτους δαιμόνιον.

2

23b

UEA σὺν δαίμονι: σὺν τῇ Σελήνῃ· πρὸς ταύτην γάρ φησι 〈ἐν τῷ〉 μαγεύειν.

2

.

29

KUEAGΜύνδιος: Μύνδος πόλις Ἀρκαδίας, ἔνθεν ἦν ὁ
νεανίας. οἱ δὲ Καρίας φασὶ τὴν Μύνδον.

2

30a

ῥόμβος ὁ χάλκεος: χαλκοῦν ἔφη ῥόμβον τὴν [αἰολ] ἐκ τοῦ κηροῦ καὶ τοῦ πτηνοῦ ἴυγγα διὰ τὴν στερρό‐ τητα καὶ δύναμιν τῶν φαρμάκων. τὸν δὲ ῥόμβον οἱ Ἀττικοὶ ῥύμβον καλοῦσι.KUEA

2

30b

ῥόμβος:〉 ἄτρακτος, ὁ χαλκοῦς τροχὸς ἢ ὁ στερεός.UgEg

2

33/34a

κινήσαις ἀδάμαντα: τινὲς ἀδάμαντα τὸν Πλοῦτον—βέλτιον δὲ τὸν Πλούτωνα λέγειν—διὰ τὴν στερρότητα τῶν πόνων. κινήσαις δέ, τῇ φαρμακίδι τὸ κατ‐ ορθοῦν παρέχουσα.KUEA

2

32/34b

οὐχ ὅτι ἐν τῷ Ἅιδῃ ὁ ἀδάμας ἐστίν, ἀλλὰ τὸν πάνυ σκληρόν φησιν. εἰ γὰρ ὁ ἐπὶ γῆς ἀδάμας οὕτω σκληρός, πολλῷ μᾶλλον ὁ ἐν Ἅιδῃ.UEA

2

33/34c

ἀδάμαντα ἢ τὸν λίθον ἢ τὸν ἀδάμαντα σίδηρον.

2

33/34d

KUEA ἀδάμαντα: τὸν Πλούτωνα, καθὸ σκληρὸς καὶ ἀδάμα‐ στός ἐστιν.

2

33/34e

UEA καὶ τὸν ἐν Ἅιδῃ 〈κινήσαις ἀδάμαντα: ἀμεί‐ λικτον· ‘δμηθήτω· Ἀΐδης τοι ἀμείλικτος ἠδ’ ἀδάμαστοσ‘
(Ι 158).

2

33/34f

KUEA ἐν Ἅιδου ἀδάμαντα ἀκουστέον τὸν στερρότατον. ταῦτα δὲ ἀναφέρει ἐπὶ τὸν Δέλφιδα καί φησι· τὴν ψυχὴν αὐτοῦ δόνησον, καὶ εἴ τι στερεμνιώτερον ἔχει τοῦ ἐν Ἅιδου ἀδάμαντος. ἣν δὲ πρὸς τούτου Ἑκάτην ἐκάλεσε, ταύτην νῦν
5Ἄρτεμιν λέγει διὰ τὸ ὑπεῖναί τινα κοινωνίαν ταῖς θεαῖς.

2

35/36a

Θέστυλι, ταὶ κύνες: πρὸς τὴν παιδίσκην φησὶ τεκμαιρομένη ἐκ τῶν ὠρυγῶν τῶν κυνῶν, ὡς τῆς θεοῦ κατὰ τὰς τριόδους πεφηνυίας. διὸ προστάσσει ὡς τάχος χάλ‐ κωμα λαβοῦσαν ἠχεῖν, ὅτι οὐκ ἔλαθεν αὐτὴν φανεῖσα. ἱδρύον‐
5το δὲ τὴν Ἑκάτην ἐν ταῖς τριόδοις, ὅτι ἐπὶ τῶν καθαρμάτων καὶ μιασμάτων ἡ θεός. ἔνιοι δέ φασι Φεραίας τῆς Αἰόλου καὶ Διὸς παῖδα αὐτὴν γεγονέναι καὶ ὑπὸ τῆς μητρὸς εἰς τρίοδον ἐρρίφθαι, τῶν δὲ Φέρητος βουκόλων 〈ἕνα〉 ἀναλαβόμενον ἐκθρέψαι· διόπερ τὰς τριόδους ἱερὰς τῆς θεοῦ νομισθῆναι.
10ἱδρύοντο δὲ αὐτὴν καὶ πρὸ τῶν θυρῶν, ὥς φησιν Αἰσχύλος (fgm. 388 Nauck Trag. gr. fgm.2 113)· ‘δέσποιν’ Ἑκάτη τῶν
βασιλείων πρόδομος μελάθρων‘. τὸν δὲ χαλκὸν ἐπήχουν ἐν ταῖς ἐκλείψεσι τῆς σελήνης καὶ ἐπὶ τοῖς κατοιχομένοις, ἐπειδὴ ἐνομίζετο καθαρτικὸς εἶναι καὶ ἀπελαστικὸς τῶν μιασμάτων.
15διόπερ πρὸς πᾶσαν ἀφοσίωσιν καὶ ἀποκάθαρσιν αὐτῷ ἐχρῶντο, ὥς φησι καὶ Ἀπολλόδωρος ἐν τῷ περὶ θεῶν (fgm. 36 Mueller Fgm. hist. gr. I 434).

2

35/36b

ὡς τάχος ἤχει: ἀντὶ τοῦ ψόφει, κροῦε, ἐπεὶ ὁ τοῦ χαλκοῦ ἦχος οἰκεῖος τοῖς κατοιχομένοις· φησὶ 〈δ’〉 Ἀπολλόδω‐ ρος (v. supra) Ἀθήνησι τὸν ἱεροφάντην τῆς Κόρης ἐπικαλου‐ μένης ἐπικρούειν τὸ καλούμενον ἠχεῖον· καὶ παρὰ ΛάκωσιUEA
5βασιλέως ἀποθανόντος εἰώθασι κρούειν λέβητα.

2

40/41a

ὅς με τάλαιναν: ὅστις με ἀνθ’ ἧς ἔχειν ἐπηγγείλατο γυναικὸς γαμετῆς αὐτοῦ εἶναι ἀναίσχυντον πε‐ ποίηκε τὴν ταῖς παρθένοις συνοικοῦσαν σωφροσύνην διαφθεί‐ ρασαν· οὐ γὰρ ἐκπάρθενος, ἀλλ’ ἔτι κόρη οὖσα τῷ ΔέλφιδιK
5κεκοινώνηκεν.

2

40/41b

UEA ἀντὶ γυναικός: ὅς με τὴν ἀθλίαν ἀντὶ κοσμίας γυ‐ ναικὸς ἀναιδῆ καὶ οἷον μαινάδα ἐποίησεν ἀπολέσας τὴν αἰσχύ‐ νην· τοῦτο γάρ ἐστι τὸ ἀπάρθενον. 〈ἢ〉 ὅστις με ἀντὶ γαμετῆς γυναικὸς ἀπαρθένευτον ἐποίησε καὶ ἄκοσμον.

2

40/41[c]

τὸ ἦμεν ἀντὶ τοῦ εἶναι ἐκ τοῦ ἔμμεναι γίνεται ἐκ‐ βολῇ τοῦ πρώτου μ καὶ τροπῇ τοῦ ε εἰς η καὶ ἀποκοπῇ τῆς αι διφθόγγου.

2

43a

ἐς τρὶς ἀποσπένδω: παρόσον τέλειός ἐστιν ἀριθμὸς ὁ τρεῖς, ἀρχὴ ὢν καὶ μέσον καὶ τέλος. 〈...〉 ἔστι φύσειKEA
τρίγωνος.

2

43b

UEA μέχρι τριῶν τοῦτο ἐποίει διὰ τὸ τέλειον εἶναι τὸν ἀριθμὸν τῶν τριῶν.

2

45/46a

KEA τόσσον ἔχοι: Θησεὺς ἁρπάσας Ἀριάδνην τὴν Μίνωος καὶ ἀπάρας εἰς Δίαν νῆσον τὴν νῦν καλουμένην Νάξον, κατὰ Διονύσου βούλησιν λήθῃ τινὶ χρησάμενος ἀπέ‐ λιπεν αὐτὴν καθεύδουσαν.

2

45/46b

πολλαὶ δέ εἰσι νῆσοι Δῖαι καλούμεναι, ἥ τε πρὸ τῆς Κρήτης, οὗ εἰκὸς συμβῆναι τὰ περὶ τὴν Ἀριάδνην, καὶ ἡ ὀνο‐ μασθεῖσα Νάξος καὶ ἡ περὶ Μῆλον καὶ ἡ περὶ Ἀμοργὸν καὶ ἡ τῆς Κέω χερρόνησος καὶ ἡ τῆς Πελοποννήσου.

2

48/49a

ἱππομανὲς φυτόν: οὔτε φυτόν ἐστιν οὔτ’ ἐν
Ἀρκαδίᾳ γινόμενον, ἀλλὰ τὸ ἐπιφυόμενον τοῖς πώλοις κατὰ τὴν γένεσιν ἐπὶ τοῦ μετώπου σαρκίον, ὅπερ συντελεῖ πρὸς φίλτρα, ὡς Ἀριστοτέλης (Hist. an. VI 22, 577a 9; cf. VI 18,
5572a 21; VIII 24, 605a 2) καὶ Θεόφραστος (cf. fgm. 175 Wimmer ed. a. 1866, 460).

2

48/49b

Κρατεύας φησὶν ἔχειν τὸ φυτὸν καρπὸν ὡς σικυοῦ ἀγρίου, μελάντερον δὲ τὸ φύλλον, ὥσπερ μήκωνος ἀκανθώ‐ δους. οὐ μέντοι προστίθησιν, εἰ πρὸς φίλτρα συμβάλλεται.

2

48/49c

ἱππομανὲς φυτόν: ἁπλούστερον ὁ Θεόκριτός φησι φυτὸν ἱππομανές· οἱ γὰρ περιττοὶ καὶ πολυπράγμονες οὔ φασι φυτὸν εἶναι, ἀλλὰ τοὺς ἀποτικτομένους πώλους ἔχειν τι φυό‐ μενον ἐπὶ τοῦ μετώπου γλοιῶδες, ἔλαττον ἰσχάδος, ὃ καλεῖταιEA
5ἱππομανές. ἀποτρώγουσι δὲ αὐτὸ καὶ ἀπολείχουσιν εὐθὺς αἱ ἵπποι. καὶ εἰ τοῦτο ποιήσωσι, φιλοστοργοῦσι τὰ ἔκγονα· εἰ δὲ μή, ἀπεχθαίρουσι καὶ οὐ προσίενται. διὰ τὸ φυσικῶς οὖν συμβάλλεσθαί τι πρὸς φιλοστοργίαν οἱ ἱπποφορβοὶ ἀφαιροῦσιν αὐτό, καὶ αἱ φαρμακίδες χρῶνται αὐτῷ πρὸς τὰ φίλτρα. φασὶ
10δὲ ὅτι, εἰ αἴσθοιντο τῆς ὀσμῆς αἱ ἵπποι, ἐκμαίνονται πρὸς τὸν ἔχοντα αὐτό. διὸ καὶ οὕτως φασίν· ἱππομανές.

2

48/49d

[καὶ πῶλοι μαίνονται:] ἴσως φυτὸν αὐτὸ ἔφη ὁ Θεόκριτος οἱονεὶ φῦμα διὰ τὸ ἐπιφύεσθαι τοῖς πώλοις, ὥς φησιν Ἀριστοτέλης (v. sch. a). λέγει γὰρ καὶ Ἀρχίλοχος (fgm. 42 Bergk Poet. lyr. gr. II4 393) τὸ φῦμα φυτόν· ‘ἐσθλὴν
5γὰρ ἀλκὴν οἶδα τοιούτου φυτοῦ [ἴασιν]‘ ἀντὶ τοῦ φύματος.

2

50/51a

ὣς καὶ Δέλφιν ἴδοιμι: ἀπὸ κοινοῦ τὸ μαι‐ νόμενον· ὡς αἱ ἵπποι μαίνονται ἔχοντός τινος τὸ ἱππομανές.

2

50/51[b]

Egλιπαρᾶς ἔκτοσθε παλαίστρας:〉 ἔνθα ἀλείφον‐
ται ἔλαιον καὶ μετὰ ταῦτα παλαίουσιν.

2

53/54a

KEA τοῦτ’ ἀπὸ τῆς χλαίνης: τοῦτο, φησί, παρα‐ διδοῦσα πυρὶ καὶ ἄκοντα διὰ τῆς μαγγανείας αὐτὸν ἐλθεῖν ἀναγκάσω.

2

53/54b

EA ὡγὼ νῦν τίλλοισα: ἤγουν ἀφ’ οὗ ἐγὼ ἢ ὃ ἐγὼ κατα‐ τίλλουσα. τὸ ο καὶ ε εἰς ω μέγα κιρνᾶται.

2

.

55

αἰαῖ ἔρως: δακνομένη ὑπὸ τοῦ ἔρωτος ἀπέστρεψε τὸν λόγον πρὸς αὐτόν. ἀνιαρὲ δὲ ἀντὶ τοῦ ἀνιαροποιέ.

2

56a

KEA βδέλλα: αἱ βδέλλαι καὶ ἐν λίμναις γίνονται καὶ ἐν ποταμοῖς, προσαγόμεναι δὲ τῇ σαρκὶ τὸ αἷμα ἐκθηλάζουσιν. εἴρηται δὲ παρὰ τὸ βδάλλειν, ὅ ἐστιν ἀμέλγειν· Νίκανδρος (Al. 262)· ‘ἠὲ σύγε βδήλαιο νέον γλάγος.‘

2

56b

EA ὡς λιμνῆτις ἅπαν ἐκ βδέλλα: ὡς λιμναία βδέλλα, παρὰ τὸ βδάλλειν καὶ οἷον ἐξαμέλγειν τὸ αἷμα· τὸ γὰρ ἀμέλ‐ γειν Ἀττικοὶ βδάλλειν λέγουσι.

2

.

58

KEA σαύραν: διαλγοῦσα καὶ θυμουμένη τὸ διὰ τῆς σαύ‐ ρας ποτὸν 〈εἰς τὸ〉 αὔριον ὑπισχνεῖται. ἔστι δὲ αὕτη δύσκερ‐ κος. ἀποκτανθεῖσα δὲ καὶ ξηρανθεῖσα καὶ τριβεῖσα σὺν ἀλ‐ φίτῳ ἐν ποτῷ δίδοται. μεμύθευται γοῦν, ὡς καὶ τοῦτο τῶν
5φίλτρων ἐστὶν ἕν.

2

59-62a

EA νῦν δὲ λαβοῖσα: καὶ νῦν λαβοῦσα ταῦτα τὰ φάρμακα πίεσον καὶ κρύψον ὑπὸ τὴν αὐτοῦ φλιὰν καὶ λέγε
ἐφαπλοῦσα περὶ τῶν Δέλφιδος ἀχέων.

2

59-62b

θρόνα: Θεσσαλοὶ μὲν τὰ πεποικιλμένα ζῷα, Κύπριοι δὲ τὰ ἀνθινὰ ἱμάτια, Αἰτωλοὶ δὲ τὰ φάρμακα, ὥς φησι Κλείταρχος (glossographus, cf. Mueller Script. rer. Alex. Magni 74).KEA

2

59-62c

θρόνα δὲ τὰ φάρμακα ὑπὸ τῶν Αἰτωλῶν, Ὅμηρος (Χ 441) δὲ τὰ ῥόδα παρὰ τὸ ἄνω θορεῖν ἐκ τῆς γῆς.

2

59-62d

θρόνα τὰ θραύοντα τὸν νοῦν ἢ τὰ θροῦν ποιοῦντα ἐν τῷ νοΐ.EmA

2

59-62e

ἀπόμαξον: γράφεται ἀπόμορξον· ἀπόκρυψον ... ὑπόκρυψον 〈...〉 ἀπὸ τῶν μασσόντων· τοῦ διύγρου γὰρ συ‐ στραφέντος πάντα μάσσει.K

2

59-62f

καθυπέρτερον: καθυπέρτερον τῆς παστάδος κρύψον τὰ φάρμακα.EA

2

59-62g

φλιᾶς: γράφεται φιλίας, τουτέστιν· ἃ πρὸς φιλίαν καὶ ἄκοντα τὸν Δέλφιν ἑλκύσει.KEA

2

59-62h

ἇς ἔτι καὶ νῦν: ἕως ἔτι ἐνδέχεται καταδεθῆναι αὐτόν.

2

59-62i

ἐπιφθύζουσα:〉 ἐπιπτύουσα, ἐπᾴδουσα ἡσύχως.Eg

2

.

65

τίς μοι κακὸν ἄγαγε 〈τοῦτο: ὡς πολλῶν ὄντων τῶν περὶ αὐτὴν κακῶν.EA

2

66-68a

ἦνθ’ ἁ τωὐβούλοιο: ἄρχεται διηγεῖσθαι, ὅπως ἐνέπεσεν εἰς τὸν ἔρωτα. φησὶ δὲ οὕτως· ἦλθεν ἡ τοῦ Εὐβούλου θυγάτηρ Ἀναξὼ κανηφοροῦσα τῇ Ἀρτέμιδι καὶKEA
πομπὴν ἐπαγομένη τῇ θεῷ. αὐτὴ δὲ παρακληθεῖσα ὑπὸ φίλης
5ἐπὶ θέαν τῆς πομπῆς ἦλθε, φησί, καὶ ἰδοῦσα τὸν Δέλφιν ἠράσθη αὐτοῦ. εἰώθασι γὰρ τῇ Ἀρτέμιδι κανηφορεῖν αἱ μέλ‐ λουσαι γαμεῖσθαι ἐπὶ ἀφοσιώσει τῆς παρθενίας, μὴ νεμεση‐ θῶσιν ὑπ’ αὐτῆς.

2

66-68b

κανηφόρος: τὰ μυστήρια ταῦτα Ἀθήνησι πολιτεύ‐ ονται. ἐκανηρόρουν δὲ τῇ Ἀρτέμιδι αἱ ὥραν ἔχουσαι γάμου ὥσπερ ἀπολογούμεναι περὶ τῆς παρθενίας τῇ θεῷ, ἵνα μὴ ὀργισθῇ αὐταῖς μελλούσαις τὸ λοιπὸν φθείρεσθαι. καὶ παρὰ
5Μενάνδρῳ (fgm. 40 Kock Com. att. fgm. III 15) αἱ κυΐ‐ σκουσαι ἐπικαλοῦνται τὴν Ἄρτεμιν ἀξιοῦσθαι συγγνώμης, ὅτι διεκορήθησαν.

2

66-68c

EA τῇ δὴ πόκα πολλὰ μὲν ἄλλα: ἐν τῇ πομπῇ, φησίν, ἄλλα τε θηρία ἐπόμπευσε καὶ λέαινα.

2

66-68[d]

Egθηρία πομπεύεσκε:〉 ἐπεὶ κυνηγέτις ἡ Ἄρτεμις.

2

70-72a

KgEA ἡ μακαρῖτις: ὡς μετηλλαχυίας τὸν βίον ἤδη.

2

70-72b

KEA κατεύξατο: ὥρκισε. φησὶ δὲ ὅτι προετράπην ὑπὸ τροφοῦ εἰς θέαν ἐλθεῖν τῆς πομπῆς, καὶ οὕτω συμβέβηκεν ἰδεῖν με τὸν Δέλφιν.

2

70-72c

ἁ μεγάλοιτος: ἡ μεγάλως δυστυχής. οἶτος γὰρ οὐ μόνον ὁ θάνατος, ἀλλὰ καὶ πᾶν τὸ δεινόν, ἐν ᾧ 〈οἲ〉 ᾄδεται. μεγάλοιτος οὖν ἡ μεγάλως ἀθλία καὶ δυστυχής. τοῦτο δέ φησι,
διότι ἐπείσθη προελθεῖν ἐπὶ τὴν θέαν.

2

74a

UEAκἀμφιστειλαμένα:〉 καὶ ἀμφιστειλαμένη, περι‐ στειλαμένη, ἀντὶ τοῦ ἀναλαβομένη, ὅ ἐστι ζωσαμένη.

2

74b

ξυστίδα: τινὲς περιβόλαιον λεπτὸν ... λινοῦν, ᾧ χρῶνται οἱ ἁρματηλάται· εἴρηται δὲ ἀπὸ τοῦ ξύεσθαι.K

2

74c

ξυστίδα: τινὲς περιβόλαιον λεπτὸν ἀπὸ τοῦ τὸν χνοῦν ἀπεξύσθαι·KUEA

2

74d

ἤ, ὡς ἕτεροι, ἀπὸ τοῦ ξύειν τὸν χρῶτα.UEA

2

76a

ἤδη δ’ εὖσα: ἤδη δὲ οὖσα κατὰ μέσον τῆς ὁδοῦ, ᾗ καὶ ὅπου τὰ Λύκωνος—γράφεται εἰς τὰ Λύκωνος—, προσληπτέον δὲ τὰ οἰκήματα.

2

76b

ἤδη δ’ εὖσα:〉 οὖσα κατὰ τὴν μέσην ὁδόν. 〈ᾇ τὰ Λύκωνος:〉 λείπει οἰκήματα.Kg

2

78*

UgEgἑλιχρύσοιο:〉 εἶδος φυτοῦ, οὗ τὸ ἄνθος χρυ‐ σοειδές.

2

.

80

ὡς ἀπὸ γυμνασίοιο καλόν: ὑγιεινὸν γάρ ἐστιν ἡ παλαίστρα. πόνον δὲ νῦν τὴν ἐν τῇ παλαίστρᾳ γυ‐ μνασίαν.KUEA

2

82a

UgEgθυμὸς ἰάφθη:〉 εἰς ἔρωτα αὐτοῦ ἦλθον ἤτοι ἐλι‐ ποψύχησα λίαν.

2

82[b]

θυμὸς ἰάφθη:〉 ἐπέφθη, ἐβλάβη, ἀνήφθη, συν‐ εστάλη.

2

83/84

τὸ δὲ κάλλος ἐτάκετο:〉 ἤγουν ὠχρὰ γέγονα, οἷον οὐδὲ μικρὰν διάγνωσιν εἶχον τῆς πομπῆς ἢ τέρψιν.

2

85a

ἐξαλάπαξε: γράφεται ἐξεσάλαξεν, ἵν’ ᾖ ἐξέσεισε,K
διέφθειρεν.

2

85b

KgUEA ἐξαλάπαξε: διέσυρεν, ἐκτὸς φροντίδος καὶ γνώμης
UEA ἐποίησε.

2

85c

λάπαθα παρὰ τοῖς Ἀττικοῖς τὰ κενώματα καὶ λάπαθος βοτάνη, ἣ κενωτική ἐστιν.

2

88a

K θάψ: χλωρὸς ἢ ξανθός. θάψος δέ ἐστιν εἶδος ξύλου, ὃ καλεῖται σκυθάριον, ὥς φησι Σαπφώ (fgm. 167 Bergk Poet. lyr. gr. III4 138). τούτῳ δὲ τὰ ἔρια βάπτουσι. τινὲς τὸ Σκυθικὸν ξύλον. Ἀσκληπιάδης δὲ φυτόν τι χλωρόν,
5ὅθεν καὶ τὴν θαψίαν πρὸς τὰ ὑπώπια· βάπτεσθαι δὲ ἐκ ταύ‐ της τὰ κροκοειδῆ.

2

88b

UEA πολλάκι θάψ: χλωρὸς ἢ ξανθός. θάψος γάρ ἐστι ξύλον τι, ὃ καλεῖται καὶ Σκυθικὸν ξύλον, ὥς φησι καὶ Σαπφώ (v. sch. a.). τούτῳ δὲ τὰ ἔρια βάπτουσι καὶ ποιοῦσι μήλινα καὶ τὰς τρίχας ξανθίζουσιν. ἔστι δὲ τὸ παρ’ ἡμῖν λεγόμενον
5χρυσόξυλον.

2

89*

Ugἔρρευν:〉 ἔπιπτον· τὸ ε καὶ ο Δωρικῶς εἰς ευ.

2

90-92[a]

ς:〉 Αἰολικὸν τὸ ς ἀντὶ τοῦ ν.

2

90-92b

K καὶ ἐς τίνος οὐκ ἐπέρασα: πανταχοῦ ἀπελθοῦσα, φησί, καὶ πάσης ἐπαοιδῆς τυχοῦσα ὅμως οὐκ ἐκουφιζόμην τοῦ ἔρωτος, ἀλλ’ εἷρπεν ὁ χρόνος, ἐγὼ δ’ οὐδὲν εὕρισκον ἴαμα.

2

90-92c

UgEgA ἅτις ἐπῇδεν: ἥτις ἐπῳδὰς ποιεῖν οἶδεν. ἐπῳδὴ λέγε‐ ται καὶ ἡ γοητεία, ὅτι τὸ αὐτὸ πολλάκις ἡ γοητεύουσα λέγει.

2

90-92d

UEA ἀλλ’ ἦς οὐδέν: ἀλλ’ οὐκ ἦν οὐδὲ τοῦτο τοῦ ἔρωτος ἀπαλλάττον με· ὁ δὲ χρόνος, ἤγουν ὁ καιρὸς τοῦ ἔρωτος,
παρήρχετο.

2

90-92[e]

ἀλλ’ ἦς οὐδὲν ἐλαφρόν:〉 παροιμία ἐπὶ τῶν ζητούντων τι καὶ μὴ εὑρισκομένων.Eg

2

.

94

K χοὕτω τᾷ δούλ: καὶ τὸ τελευταῖον, φησίν, ὡς οὐ‐ δὲν ἦν παραμύθιον, ἐξεῖπον τὸν ἀληθῆ λόγον τῇ δούλῃ, ὅτι με ὁ ἔρως πολλὰ βαρύνει.

2

95*

ὑπερβατὸν κατὰ διακοπὴν λέξεως· ἔστι δ’ ὅτε κατὰ διακοπὴν ἐννοίας γίνεται τοιοῦτον σχῆμα.Eg

2

96/97

K ἀλλὰ μολοῖσα: ἐξελθοῦσα, φησίν, ἐπὶ τὴν παλαί‐ στραν τήρησον αὐτόν.

2

.

99

φράζεο: συνεχῶς ἐπικαλεῖται τὴν Σελήνην ἢ ὡς συν‐ εργὸν πρὸς τὰς μαγείας ἢ ὡς καὶ αὐτὴν ἐρασθεῖσαν Ἐνδυ‐ μίωνος.

2

100a

κἠπεί κά νιν: καὶ ἐπειδὰν αὐτὸν μόνον ὄντα γνῷς, ἡσυχῇ νεῦσον [αὐτόν].KUgEg

2

100b

ἥσυχα: Μουνάτιος παρώξυνε τὸ ἥσυχα, ἵν’ ᾖ ἀντὶ τοῦ ἡσύχως. ἀγνοεῖ δέ, ὅτι τὰ εἰς α οὐδέτερα πληθυντικὰ ἀντὶ ἐπιρρημάτων πολλάκις λαμβάνονται, οἷον φίλα ἀντὶ τοῦ φίλως, ὅσια ἀντὶ τοῦ ὁσίως.K

2

101a

Kgἀφαγέο τᾷδε:〉 ἀφηγοῦ τῆς ἐνταῦθα φερού‐ σης ὁδοῦ.

2

101b

τὸ ταδε, εἰ μὲν περισπᾶται, ἔστιν ἀντὶ τοῦ ἡγεμόνευε τῇδε καὶ ταύτῃ τῇ ὁδῷ· εἰ δὲ ὀξύνεται, ἀντὶ τοῦ ἀφηγοῦ καὶ διηγοῦ τάδε καὶ ταῦτα.UEA

2

.

107

κοχύεσκε: κατεφέρετο καὶ δαψιλῶς ἔρρει ὁ ἱδρώς, ὁμοίως ταῖς καθύγροις δρόσοις. κόχος γὰρ ὁ δαψιλὴς ῥοῦς· ὠνοματοπεπίηται δέ.

2

108/109a

K οὐδέ τι φωνᾶσαι: οὐδὲ ἐπὶ τοσοῦτον ἀφεῖ‐
ναι φωνὴν ἠδυνάμην συσχεθεῖσα τῷ φόβῳ, ἐφ’ ὅσον ἀφίησι τὰ ἀρτίτοκα βρέφη παρ’ ὕπνου ἐγειρόμενα καὶ καθελκόμενα καὶ γογγύζοντα καὶ καλοῦντα τὴν μητέρα.

2

108/109b

UEA κνυζεῦνται: κυρίως [ἐπὶ τῶν ὀρνέων, καταχρηστικῶς δὲ καὶ] ἐπὶ τῆς ἡσύχου καὶ ἀσήμου ὑλακῆς τῶν κυνῶν· καὶ ἐνταῦθα οὖν ἀντὶ τοῦ ἄναρθρον φωνὴν προΐενται ὀνειρώσ‐ σοντα.

2

108/109c

UgEgA κνυζεῦνται: ἐν τῷ κοιμᾶσθαι ἄσημον καὶ ἄναρθρον ἀποτελοῦντα φωνήν· ὑποψιθυρίζουσι γὰρ φαντασιαζόμενα.

2

110a

K ἀλλ’ ἐπάγαν: οὕτως ὡς ἴση καὶ ὁμοία γενέσθαι τὸ ὅλον σῶμα δαγῦδι.

2

110b

UEAἐπάγην δαγῦδι〉 καλὸν χρόα: κρυστάλλῳ ὁμοία
KUEA ἢ στήλῃ.

2

110c

ὅμοιον τῷ παρ’ Ὁμήρῳ (Ρ 434). ‘ἀλλ’ ὥστε στήλη μένει ἔμπεδον.‘

2

110d

KUEgA δαγῦδες Ἀφροδίτης ἀπεικονίσματα.

2

110e

K δαγῦδές εἰσι νύμφαι, αἷς κοσμοῦνται αἱ κόραι.

2

110f

UEA ἀλλ’ ἐπάγην δαγῦδι: ἀντὶ τοῦ· ἄφωνος γέγονα ἀπὸ πάντων τῶν μερῶν ὁμοία δαγῦδι. δαγὺς δέ ἐστι κοροκό‐ σμιόν τι, ᾧ αἱ παρθένοι κοσμοῦνται. καλοῦσι δὲ αὐτὸ καὶ νύμ‐ φην· οἱ δὲ πλαγγόνα, ὡς Ἀττικοί, ἀπὸ τοῦ πεπλάσθαι ἐκ
5κηροῦ.

2

110g

δαγὺς κόσμος †ἐγκάρδιός† ἐστι γυναικῶν 〈...〉 καὶ
στέφανος περισφίγγων τὴν κεφαλὴν καὶ πεπηγὼς ἐπ’ αὐτήν.

2

.

112

K ὥστοργος: εἰ μὲν κατὰ συναλοιφήν, προπαροξύ‐ τονον ὁ ἄστοργος, εἰ δὲ ἐν ἐπιθέσει, παροξυτόνως· τόργος γὰρ ὁ γύψ. βέλτιον δὲ τὸ πρῶτον.

2

114-116a

τόσον ἔφθασας: τοσοῦτον προέφθασας, φησί, μεταπεμψαμένη με πρινὴ ἐμὲ ἐθελοντὶ ἐλθεῖν πρὸς σέ, ὅσον ἐγὼ προέλαβον Φιλῖνον τρέχων.KUEA

2

114-116[b]

πράν: πρώην καὶ ἐκβολῇ τοῦ ω πρὴν καὶ τροπῇ τοῦ η εἰς α πράν.UgE

2

118/119a

K ἦλθον: ἦλθον γὰρ ἄν σοι καὶ μὴ μετα‐ πεμψαμένῃ αὐτόματος, ναὶ τὸν γλυκὺν Ἔρωτα, διὰ ταύτης τῆς νυκτός.

2

118/119b

ἢ τρίτος: ἀντὶ τοῦ βʹ 〈ἢ γʹ〉 ἦγον, ὥστε εἶναι τρίτος ἢ τέταρτος φίλος.

2

118/119c

ἢ τρίτος ἢ τέταρτος: εἰ γὰρ μὴ ἀπεστάλη πρός με, ἦλθον ἂν ἐγὼ πρότερος νυκτός, νὴ τὸν Ἔρωτα, ἢ τρίτος ἢ τέταρτος ὑπάρχων σοι προσφιλής· τουτέστιν ἐπεκώμασα ἄν σοι μετὰ δυοῖν ἢ τριῶν.UEA

2

118/119[d]

ἢ τρίτος ἢ τέταρτος:〉 τοῦτο εἶπεν ὁ Δέλφις, ὅτι ἤρα ἡ Σιμαίθα καὶ ἄλλων τινῶν.UgEg

2

120a

μᾶλα μέν: Καλλίμαχος ἐν τῷ περὶ Λογάδων (fgm. XXI Schneider, II 283) τὸν Διονύσου στέφανον ἐκ μήλων εἶναί φησιν, ἐξ ὧν καὶ τὸν Ἱππομένην λαβεῖν Ἀφροδίτης αἰ‐K
τησαμένης, ὡς Διόδωρος ὁ ποιητὴς ἐν Κορινθιακοῖς.

2

120b

KUEA μᾶλα μὲν ἐν κόλποισι 〈Διωνύσοιο: τὰ ἐράσμια καὶ ἔρωτος ποιητικά, καθὸ 〈τὰ〉 ὑπὸ Ἀφροδίτης διδόμενα τῷ Ἱππομένει μῆλα ἐκ τῶν Διονύσου, ταῦτα δὲ εἰς ἔρωτα τὴν Ἀταλάντην ἐκίνησεν, ὥς φησιν ὁ Φιλητᾶς (fgm. 15 Bach,
5p. 50)· ‘τά οἵ ποτε Κύπρις ἑλοῖσα μῆλα Διωνύσου δῶκεν ἀπὸ κροτάφων.‘

2

121a

K λεύκαν Ἡρακλέος: 〈Ἐρατοσθένης ἐν πρώτῳ〉 Ὀλυμπιονικῶν φησι τὸν Ἡρακλέα κατελθόντα εἰς Ἅιδου εὑρεῖν παρὰ τῷ Ἀχέροντι φυομένην τὴν λεύκην καὶ αὐτῇ ἀναστέ‐ ψασθαι, ἣν Ὅμηρος ἀχερωΐδα καλεῖ.

2

121b

ἀνδρός ἐστι τεχνικοῦ καὶ συνετοῦ τὰ ἐρωτικὰ ἐρασθεῖ‐ σαν γυναῖκα μὴ παντελῶς ἀποστρέφεσθαι—ἡ γὰρ ἀμφὶ τού‐ των ἄγνοια μῖσος ἀπεργάζεται—, μεταδιδόναι δὲ καὶ λόγων μᾶλλον ἐνίοτε τῇ ἐρώσῃ καί πως ὑποφαίνειν αὑτὸν καὶ ἐρῶντα.
5ἐκ μὲν γὰρ τοῦ παντελῶς ἀποστρέφεσθαι κατάλυσίς ἐστι τοῦ ἔρωτος, ἐκ δὲ τοῦ δοκεῖν πως ἀντιφιλεῖν καὶ παρέχειν ἐλπίδα μίξεως τῇ ἐρώσῃ αὔξησις μᾶλλον τοῦ πόθου. τοιοῦτον δή τινα καὶ τὸν Δέλφιν δείκνυσιν ὁ ποιητικὸς λόγος ἡμῖν.

2

121c

UEA λεύκαν Ἡρακλῆος: ἐστεφανωμένος δέ, φησί, λεύκῃ
ἐληλύθει διὰ τόδε ταύτῃ, ὅτι ἀθλητικός τις ὁ Δέλφις ἐστὶν ὡς καὶ Ἡρακλῆς, ὃς τὸ φυτὸν ἀπὸ τοῦ ἐν Ἅιδου Ἀχέροντος εἰς ἀνθρώπους ἐκόμισε.

2

.

122

KUEA πορφυρέαισι περιζώστραισι: πορφυροῖς λημνί‐ σκοις καὶ ταινίαις περιειλημένον ἔχων τὸν τῆς λεύκης στέφανον.

2

124-128

καί μ’ εἰ μέν κ’ ἐδέχεσθε: καὶ εἰ μὲν ἐδέχεσθέ με, ἐκάθευδον ἂν ἀρκούμενος, καὶ εἰ μόνον τὸ στόμα σου ἐφίλησα—καὶ ταῦτα ἂν καλῶς εἶχεν ἡμῖν· ἄριστος γὰρ τῶν ἡλικιωτῶν εἰμι—εἰ δὲ ἀπώσασθε, τότε ἂν τὴν βίαν
5προσῆγον.

2

133/134a

καὶ Λιπαραίου Ἡφαίστου: Λιπάρα τόπος· ἤγουν τοῦ ἐν Λιπάρᾳ πυρός.UEA

2

133/134b

λιπαραίου: λιπαραῖον πῦρ τὸ εὐτραφὲς καὶ μὴ λεπτόν, ἀλλ’ ἐκ περιουσίας. ἢ ἄλλως· τὸ λιπαρᾶς ὕλης ἐπιδραξάμενον, οἷον δᾴδων καὶ ἑτέρων τοιούτων.UrEA

2

140/141a

KUEA ταχὺ χρώς: καὶ ταχέως ἐμαλάχθημεν χρω‐ τισθέντες ἀλλήλοις.

2

140/141b

χρὼς ἐπὶ χρωτ:〉 σχῆμα σεμνότητος.UgEg

2

140/141c

καὶ τὰ πρόσωπα: τοῖς τε προσώποις ἐπυριάθημεν διὰ τὴν ἐνέργειαν.UEA

2

.

143

ἐπράχθη τὰ μέγιστα: τὰ τῆς συνουσίας. ἴσως δὲ ταὐτό φησιν, ὅ, τι ἐψιθυρίσδομεν ἁδύ (v. 141).KUEA

2

144-149

κοὐκέτι τῆνος: καὶ οὐδὲν ἀλλήλοις ἐνεκα‐ λέσαμεν. ἀλλ’ ἦλθέ μοι, φησί, περὶ τὸν ὄρθρον ἡ Μελιξοῦς καὶ Φιλίστας [ἡ] τῆς ἐμῆς αὐλητρίδος μήτηρ καὶ εἶπεν, ὅτι Δέλφις ἐρᾷ.

2

150-153a

εἶπέ μοι, φησίν, ἀγγείλασα τοῦτο μόνον, ὅτι ὁ Δέλφις ἐν συμποσίῳ τοῦ ἐρωμένου χάριν κυάθους συνεχῶς ἀκράτου ἐπεχεῖτο καὶ τὸ τέλος καταλιπὼν τὸ συμπόσιον ᾤχετο λέγων στεφανώσειν αὐτοῦ τὸν οἶκον. εἰώθασι γὰρ οἱ ἐρῶντεςKU1.2E1.2A1.2
5KU1E2A1 τῶν ἀγαπωμένων πλείονας κυάθους ἐπιχεῖσθαι.

2

150-153b

Καλ‐ λίμαχος (Ep. 29, 1. 2 = Anth. Pal. XII 51, 1. 2)· ‘ἔγχει καὶ πάλιν εἰπὲ „Διοκλέοσ“. οὐδ’ Ἀχελῷος κείνου τῶν ἱερῶν αἰσθά‐
U2E1A2νεται κυάθων.‘

2

150-153c

τοῦ γὰρ ἐρωμένου ὁ ἐραστὴς τοῖς ἐκ τοῦ δαιτυμόνος διδομένοις ἀγγείοις οἶνον ἔβαλλεν.

2

150-153d

KUEA ἀτὰρ τόσον αἰὲν ἔρωτος ἀκράτου: ὑπὸ ἔρωτος κατείχετο καὶ ἔφυγέ σε.

2

.

156

ὄλπαν: ὄλπη κυρίως ἡ δερματίνη λήκυθος, δι’ ἧς ἔστιν ὀπιπεύεσθαι τὸ ἔλαιον. νῦν δὲ ἴσως τὴν χαλκῆν φησι λή‐ κυθον διὰ τὸ Δωρίδα φάναι ἀντὶ Κορινθίας· τὰ γὰρ Κορίνθια χαλκώματα διαβεβόηται.

2

.

158

’ οὐκ ἄλλο: ἐπαποροῦσα ἠθικῶς φησιν· ἆρα οὐκ ἔχει ἄλλο τι τερπνὸν καὶ ἡμῶν ἐπιλέλησται;

2

159/160

KUE καταθύσομαι: καταδήσω, φησίν, αὐτὸν τοῖς φαρμάκοις. ἐὰν δέ τι λυπῇ με, κρούσει τὴν Ἅιδου πύλην,
τουτέστι καταχειριοῦμαι αὐτόν.

2

161/162a

τοιαῦτά φημι δραστήρια φάρμακα ἔχειν, ὦ δέσποινα Σελήνη, μαθοῦσα παρά τινος ἀνδρὸς Ἀσσυρίου ἐμοὶ προσφιλοῦς.K

2

161/162b

Ἀσσύριοι ἔθνος Περσικὸν ἀκριβὲς εἰς μαγείαν, μεταξὺ ὂν Τίγριδος καὶ Εὐφράτου. μέχρι δὲ τούτων τῶν ποταμῶν Σαρδανάπαλος ἐξέτεινε τὰ ὅρια.

2

161/162c

Ἀσσυρίω, δέσποινα: παρὰ Ἀσσυρίου τινός φησι τὰ φάρμακα μεμαθηκέναι. δέσποιναν δὲ τὴν Σελήνην φησί.KUEA

2

161-162[d]

UEAδέσποινα:〉 ὦ Σελήνη. 〈Ἀσσυρίω παρὰ ξεί‐ νοιο: παρὰ〉 τοῦ φίλου μου Ἀσσυρίου.

2

.

163

K τρέπε πώλους: πρὸς δύσιν τρέπε. δοκεῖ γὰρ ἐπ‐ έχειν τὴν Σελήνην διὰ τῆς μαγείας.

2

165/166a

KUEA εὐκήλοιο: τὸ ἑξῆς· ὦ ἀστέρες εὐκήλου Νυ‐ κτὸς κατὰ τὴν ἄντυγα ὀπαδοί.

2

165/166b

ἐπὶ γὰρ ἅρματος ὀχεῖται ἡ Νύξ. —Εὐριπίδης (fgm. 114 Nauck Trag. gr. fgm.2 393)· ‘ὦ Νὺξ ἱερά, ὡς μακρὸν ἵπ‐ πευμα διώκεις ἀστροειδέα νῶτα διφρεύουσα.‘K

2

165/166c

τουτέστιν ἀκολουθοῦντες τῇ Νυκτὶ καὶ συμπαρεπόμενοι τῷ ἅρματι αὐτῆς. ἄντυγα δὲ ἀπὸ μέρους τὸ ἅρμα φησί. λέγει δὲ τὴν Νύκτα ἐφ’ ἅρματος ὀχεῖσθαι.UEA

2

165/166d

ἀστέρες: ἐπιγενομένης τῆς νυκτὸς φαίνονται οἱ ἀστέρες. ποιητικὸν δὲ τὸ τὴν Νύκτα ἐπὶ ἅρματος ὀχεῖσθαι καὶ παράγειν ἡνιοχοῦσαν.K

2

165/166[e]

UgEgκατ’ ἄντυγα:〉 κατὰ τὴν περιφέρειαν τοῦ σφαι‐
ρώματος.

14

t

Κυνίσκας Ἔρως

14

arg a

KLUEAGP Ἐν τούτῳ τῷ εἰδυλλίῳ διήγησίς ἐστι καταστάσεως ἐρωτικῆς καὶ Κυνίσκας ἔρωτος. ἡ γὰρ γυνὴ τοῦ Αἰσχίνου μᾶλλον προσέκειτο Λύκῳ τινί, καταφρονοῦσα τοῦ Αἰσχίνου. Θυωνίχου δέ τινος ἑταίρου προσιόντος αὐτῷ διὰ χρόνου δι‐
5καίως εἰσάγεται προλέγων ‘χαίρειν πολλά‘ ὁ Αἰσχίνης.

14

arg b

KUrErAG1.2P1.2 τὰ πράγματα ἐν Σικελίᾳ.

14

1a

KUEAGPχαίρειν πολλ:〉 χαίρειν φησὶ πολλὰ τὸν ἄνδρα Θυώνιχον· λείπει δὲ τῷ λόγῳ τὸ γένοιτο ἢ τὸ λέγω.

14

1b

KgUgEgPgἀλλά τοι αὐτ:〉 ἀλλὰ καὶ σοὶ γένοιτο χαίρειν.

14

2a

KUEAGP τί δέ τοι τὸ μέλαμα: ὁ Θυώνιχος· οἶδα κἀγώ, ὅτι βραδέως ἥκω· τίς δέ σοι [ἡ φροντὶς] ἡ ἐρωμένη; φησίν. οὕτω γάρ φασι μέλημα τὴν ἐρωμένην. ἢ αὐτὴ ἡ φροντὶς μέλημα.

14

2b

UEAGP τί δέ τοι τὸ μέλημα: τίς δέ σοι φροντὶς χάριν τοῦ μὴ ἰδεῖν με;

14

2c

μέλημα: ἢ ἡ βραδύτης ἢ ἡ φροντὶς ἢ ἡ ἐρωμένη. κάλλιον δὲ τὸ ἡ φροντίς, ἵν’ ᾖ ἀπὸ τοῦ Θυωνίχου τὸ λεγό‐ μενον· χρόνιος μὲν ἦλθον ἐγώ, σὺ δὲ περὶ τίνων φροντίζων
ἔοικας εἶναι σύννους;

14

3/4a

οὐχ ὡς λῷστα δὲ ἀντὶ τοῦ οὐ κατὰ γνώμην.KUgEg

14

3/4b

KcUEAGP ἄρα λεπτός: λεπτὸς ἐγένου, ὦ Αἰσχίνη, καὶ ὁ μύ‐ σταξ οὗτος πολὺς ὢν ἐκ τῶν φροντίδων οὐκ ἔτυχεν ἐπιμελείας, ἔτι τε ἡ κόμη σου αὐχμηρὰ καὶ ἀτημέλητος.

14

3/4c

UEAGP ὁ πρίν, φησί, λεπτὸς μύσταξ διὰ τὸ συχνάκις κεί‐ ρεσθαι νῦν πολὺς διὰ τὸ ἀτημέλητος εἶναι καὶ ἄκαρτος.

14

3/4d

κίκιννοι: ὁ νοῦς· κομῶντί σοι τὸ γένειον καὶ οἱ κίκιννοι κατάξηροί εἰσιν ὡς διὰ τὴν λύπην καὶ τὸ κείρεσθαι παραιτουμένῳ.KUgEAP

14

5a

τοιοῦτος πρώαν τις: τοιοῦτός τις, φησίν, ἦλθεν Ἀθήνηθεν εἰς Σικελίαν πρὸ τούτου Πυθαγορικὸν ἐπαγγελλό‐ μενος δόγμα. φασὶ δὲ τοῦτο εἰς Πλάτωνα τὸν φιλόσοφον λέγεσθαι· ἀκούσαντα γὰρ αὐτῶν ἐν Ἰταλίᾳ διαβῆναι εἰς Σι‐KUEAGP
5κελίαν συντευξόμενον Διονυσίῳ τῷ τυράννῳ. διαφέρουσι δὲ Πυθαγορικοὶ τῶν Πυθαγοριστῶν, ὅτι οἱ μὲν Πυθαγορικοὶ πᾶσαν φροντίδα ποιοῦνται τοῦ σώματος, οἱ δὲ Πυθαγορισταὶ περιεσταλμένῃ καὶ αὐχμηρᾷ διαίτῃ χρῶνται. τινὲς δὲ Πυθαγοριστὰς μὲν λέγουσι τοὺς ἀποδεχομένους τὰ
10Πυθαγόρου, μὴ ὄντας δὲ τῆς ἐκείνου δόξης, Πυθαγορικοὺς δὲ τοὺς τὰ Πυθαγόρου φρονοῦντας.

14

5b

UEAGP ἐλέγετο δὲ ὁ Πλάτων τὸν Πυθαγόραν οὕτως ἀποδέ‐ χεσθαι, ὡς καί τινα νομίζεσθαι λέγειν ἐξ αὐτοῦ, ὥστε τὸν
Πλάτωνα Πυθαγοριστὴν εἰρῆσθαι. τῶν Πυθαγόρου οἱ μὲν ἦσαν περὶ θεωρίαν καταγινόμενοι,
5οἵπερ ἐκαλοῦντο σεβαστικοί· οἱ δὲ περὶ τὰ ἀνθρώπινα, οἵπερ ἐκαλοῦντο πολιτικοί· οἱ δὲ περὶ τὰ μαθήματα τὰ γεωμετρικὰ καὶ ἀστρονομικά, οἵπερ ἐκαλοῦντο μαθηματικοί. τούτων οὖν οἱ μὲν αὐτῷ συγγινόμενοι τῷ Πυθαγόρᾳ ἐκαλοῦντο Πυθα‐ γορικοί, οἱ δὲ τούτων μαθηταὶ Πυθαγόρειοι, οἱ δὲ ἄλλως
10ἔξωθεν ζηλωταὶ Πυθαγορισταί.

14

5c

UEAP Πυθαγορικὸς καὶ Πυθαγοριστὴς διαφέρει. καὶ Πυθα‐ γορικὸς μέν ἐστιν ὁ τοῦ Πυθαγόρου ἔχων τὰ ἰδιώματα καὶ τοὺς τρόπους, Πυθαγοριστὴς δὲ ὁ τὰ τοῦ Πυθαγόρου ποθῶν, πλὴν μὴ κατ’ ἐκεῖνον ὢν μηδὲ τὰ ἐκείνου ποιῶν. ἐνταῦθα
5δὲ Πυθαγοριστήν τινες τὸν Σιμιχίδαν, ἕτεροι δὲ τὸν Πλά‐ τωνά φασιν. ἐλέγετο δὲ ὁ Πλάτων τὸν Πυθαγόραν οὕτως ἀποδέχεσθαι ὡς καί τινα νομίζεσθαι λέγειν ἐξ αὐτοῦ, ὥστε τὸν Πλάτωνα Πυθαγοριστὴν εἰρῆσθαι. ἕτεροι δὲ ἐναντία περὶ τοῦ Πυθαγορικοῦ καὶ Πυθαγοριστοῦ λέγουσιν.

14

6*

Kc ἀνυπόδετος Ἰωνικόν, ἀνυπόδητος κοινόν, ἀνυπόδατος Δωρικόν.

14

.

7

KUgEg ἐμοί, φησί, δοκεῖ, ὅτι ἐν τῷ λιμώττειν ἤρατο καὶ ἐπε‐ θύμει ὀπτοῦ ἀλεύρου, ὅθεν καὶ ὠχρός τις ἦν.

14

.

8

KcUEAGP παίσδεις ὠγάθ’ ἔχων: Ἀττικῶς τὸ ἔχων παρέλκει. ἀντὶ τοῦ· σὺ μὲν παίζεις, ἐμὲ δὲ ἡ Κυνίσκα ἐκμαίνει ἐρῶντα αὐτῆς.

14

9a

KUEAGP λανθάνω, φησίν, ἐμαυτὸν εἰς μανίαν ἐμπεσών. εἶτα· διὰ μέσου θρίξ, ἤγουν ὀλίγον ἔσται τὸ μεταξὺ τοῦ μὴ πάντα με
μανῆναι.

14

9b

UEAGP λασῶ δὲ μανείς: ἔοικα δὲ λανθάνειν ἐμαυτὸν εἰς μα‐ νίαν πεσών· ὀλίγον δὲ τὸ μεταξύ ἐστι καὶ ἀκαριαῖον τοῦ πάντα με κατασχεθῆναι τῷ πάθει τῆς μανίας.

14

10a

ἅσυχα ὀξύς: ἐκ τοῦ παραχρῆμα καὶ τοῦ σιωπᾶν ὀξυνόμενος.KUEAP

14

10b

ὅτι μανιώδης εἶ ἠρέμα· οἷον· ἔχεις τι καὶ ὀξύτητος, οὐ γὰρ πάντῃ σιωπηλὸς ὑπάρχεις.K

14

10c

ὃς οὐ πάντῃ σιωπηλὸς ὑπάρχεις, ἀλλ’ ἔχεις τι καὶ ὀξύτητος.UEAP

14

10d

ἅσυχα ὀξύς: ἀντὶ τοῦ· αὐτὸς καθ’ ἑαυτὸν ἔσω λυ‐ πούμενος καὶ τηκόμενος ἐν ἡσυχίᾳ καὶ μὴ ἐν φανερῷ.

14

11a

K κατὰ καιρόν: οὐκ ἀντὶ τοῦ· πάντα κατὰ τὸν και‐ ρὸν τὸν ἐπιτήδειον θέλων πράττειν, ἀλλ’ ὥσπερ ἐν ἑνὶ καιρῷ θέλων πάντα πράττειν.

14

11b

ὅμως δ’ εἶπον: ἀντὶ τοῦ· εἰπέ μοι, τί νεώτερον ᾖ πρᾶγμα τὸ λυποῦν σε.

14

12-14a

Ὡργεῖος κἠγών: διηγεῖται τὴν τῆς μανίας ὑπόθεσιν.KUEAGP

14

12-14b

τὸ δὲ Ἀργεῖός τινες ὄνομα κύριόν φασι καὶ οὐκ ἐθνικόν· τὸ δὲ Θεσσαλὸς ἄντικρυς ἐπίθετον· ἐπάγει γὰρ τὸ Ἆπις.UEAGP

14

12-14c

καὶ ὁ Θεσσαλός:〉 ἀντὶ τοῦ· ὁ ἐκ Θεσσαλίας Ἆπις καὶ ὁ στρατιώτης Κλεόνικος εἱστιῶντο τὴν εὐωχίαν σὺν ἐμοί, ἐμοῦ παρασκευάζοντος.

14

12-14d

ἱπποδιώκτας:〉 ὁ ἱππικός.KgUgEg

14

15a

τὸ δὲ θηλάζοντα παθητικὸν ἀντὶ τοῦ θηλαζόμενον.K

14

15b

θηλάζοντά τε χοῖρον: οὐ τὸν θηλάζοντα παῖδα, ἀλλὰ τὸν θηλαζόμενον χοῖρον· ἐνεργητικὸν γάρ ἐστιν ἀντὶ τοῦKUEAGP
παθητικοῦ.

14

15c

K Βίβλινον οἶνον τὸν Θρᾳκικὸν ἀπὸ τόπου Θρᾴκης 〈ἔχοντος οἶνον〉 ἢ οὕτω καλουμένης τῆς ἀμπέλου.

14

16a

KUEAGP ὡς ἀπὸ λαν: ἀντὶ τοῦ· παλαιὸν μὲν ὄντα καὶ τεσσάρων ἐτῶν, ἀνίσχυρον δὲ πρὸς τὸ μὴ διοχλῆσαι τῷ πί‐
KUEAPνοντι·

14

16b

σχεδὸν γὰρ τότε ἐδόκει ἠντλῆσθαι τῆς ληνοῦ.

14

16c

UEAPσχεδόν:〉 παραχρῆμα καὶ πρὸ βραχέος.

14

10d

ἀφθόνως ὡς τὸν ἀπὸ ληνοῦ πλήθοντος ῥέοντα, οὗ διὰ τὸ θολερὸν ἔτι εἶναι καταφρονοῦμεν.

14

.

17

KcUgEgGPm βολβός τις: εἶδος βοτάνης ὁμοίας κρομμύῳ Κολ‐ χικῷ.

14

.

18

KcUEAGP ἤδη δὲ προϊόντος: ἤδη δὲ προκόπτοντος τοῦ πό‐ του ἔδοξεν ἡμῖν ἐπιχεῖσθαι ἄκρατον, ἤτοι λείβειν ἢ ἐπισπέν‐ δειν· οὕτω γὰρ εἰώθασι ποιεῖν ἐν τοῖς συμποσίοις, ἄκρατον λείβειν καὶ ὀνομάζειν τινὰς ἐρωμένους ἢ φίλους καὶ ἐναπο‐
5χεῖν τῇ γῇ καὶ ἐπιφθέγγεσθαι τῶν φίλων τὰ ὀνόματα.

14

19a

K ὧτινος εἰπεῖν: ἔδει δέ, φησί, μόνον εἰπεῖν,

14

19b

KUEAGP οὗ χάριν ὁ οἶνος ἐχεῖτο.

14

20a

Kc ἄμμες μέν: ἡμεῖς μὲν ὀνομάζοντες ἕνα ἕκαστος ἐπίνομεν ὡς ἐδόκει.

14

20b

KgUgEgφωνεῦντες:〉 ἀντὶ τοῦ ἐπιτάσσοντες.

14

21a

δ’ οὐδέν: ἡ δὲ ἐμοῦ παρόντος, φησίν, οὐδὲ ἀποκρίσεώς με ἠξίωσεν ἐν τῷ ἐπιχεῖσθαι αὐτῇ κυάθους. τίνα οὖν με δοκεῖς ἔχειν διάθεσιν τοιαῦτα πάσχοντα;KcUEAGP

14

21b

Kc δ’ οὐδέν: ἡ δὲ Κυνίσκα οὐκ ἔπινεν †πλαως σύν‐ ταϊς† παρόντος ἐμοῦ.

14

21c

ἡ δὲ πίνουσα οὐκ ἐφώνει καθὼς ἡμεῖς παρόντος ἐμοῦ.UEAGP

14

22/23a

ἔπειτα, φησί, σιγώσης αὐτῆς ἔπαιξέ τις εἰς αὐτὴν εἰπών· οὐ φθεγξ; λύκον εἶδες. τοῦτο ἀμφιβόλως εἴρηται, ἢ ὅτι Λύκου ἐρᾷ ἡ Κυνίσκα, ἤ, καθὸ οἱ ὀφθέντες ἄφνω ὑπὸ λύκου δοκοῦσιν ἄφωνοι γίνεσθαι. οὗτος δὲ ἐναν‐KcUEAGP
5τίως εἶπεν, οὐχὶ ‘μήποτε ὑπὸ λύκου ὤφθησ‘, ἀλλά ‘μήτι λύ‐ κον εἶδεσ‘.

14

22/23b

λύκον εἶδες: παροιμία ἐπὶ τῶν βλεπόντων τι καὶ ὠχριώντων.KcUgEg

14

22/23c

ὡς σοφός, εἶπεν: ἡ Κυνίσκα, φησί, εἶπε πρὸς τὸν εἰς αὐτὴν παίξαντα ‘ὡς σοφός τις 〈εἶ〉‘, καὶ ἅμα ταῦτα εἰποῦσα καὶ μνησθεῖσα τοῦ Λύκου οὕτως ἐφλέγετο, ὡς καὶ λύχνον ἀπ’ αὐτῆς ἀνάψαι.KKcUEAGP

14

22/23d

UEAGP ἔπαιξέ τις πρὸς τὴν Κυνίσκαν· οὐ φθεγξ, οὐ λα‐ λήσεις. λύκον εἶδες, ὡς σοφὸς εἶπεν, ἤγουν ὡς ὁ παροι‐ μιαστὴς ἐφθέγξατο.

14

22/23e

εὐμαρέως κεν 〈ἀπ’ αὐτᾶσ〉 καὶ λύχνον ἇψας: ὡς ἀπὸ τοῦ ἔρωτος κοκκίνη γέγονε κατὰ πρόσωπον, ὥστεKc
σχεδὸν φαίνεσθαι καὶ πῦρ ἀνᾶψαι ἐκ τοῦ προσώπου αὐτῆς.

14

24/25

KcUEAGP Λάβα τῶ γείτονος υἱός: τοῦ Λύκου φησὶν ἐρᾶν τὴν Κυνίσκαν διὰ τὸ κάλλος τοῦ μείρακος· Λάβα δέ τινός φησιν ὑποβαλὼν ἀπὸ τοῦ λαμβάνεσθαι.

14

.

26

KgUgEgPgκλύμενον:〉 ἐξάκουστον.

14

27/28a

KcUEAGP χἁμῖν τοῦτο: παρηκηκόειν, φησί, καὶ πρό‐ τερον περὶ τοῦ ἐρᾶν αὐτὴν τοῦ Λύκου, ἀλλ’ ἡσύχως, διόπερ οὐκ ἐξήτασα.

14

27/28b

μάταν εἰς ἄνδρα γενειῶν: τουτέστι ματαιοπώγων ὑπάρχων, οἷον μάτην ἀνδρὸς πώγωνα ἔχων διὰ τὸ μὴ χρῆσθαι τῇ ἀνδρὸς ῥώμῃ.

14

27/28[c]

Ugγενειῶν:〉 γενειήτης γενόμενος.

14

30*

UgEgPmτὸν ἐμὸν Λύκον ᾆδεν:〉 ἦθος εἰρωνικὸν ἀντὶ τοῦ· περὶ αὐτοῦ τοῦ Λύκου ᾖδεν.

14

31-33a

UEAGP Θεσσαλικόν τι μέλισμα: οἷον Αἰολικήν τινα ᾠδὴν ᾖδεν, ὢν κακόφρων, ὅτι ἐμνήσθη αὐτοῦ.

14

31-33b

ἐξαπίνας: ἡ δὲ Κυνίσκα, φησίν, ἀκούσασα οὕτως ἐξαπίνης ἔκλαιεν οἰκτρῶς ὡς κόρη τοῦ τῆς μητρὸς κόλπου ἐπιθυμήσασα.

14

34a

KUEAGP τῆμος ἐγ: ἰδὼν αὐτήν, φησί, κλαίουσαν, οἷόν με γινώσκεις ὀργίλον, πυγμῇ τὴν σιαγόνα αὐτῆς ἔπαισα· κόρ‐ ρην γὰρ τὴν γνάθον καὶ σιαγόνα οἱ Ἀττικοί.

14

34b

UgEgPgκόρρας:〉 τὰς σιαγόνας ἢ τὰς μήνιγγας.

14

35/36a

κἄλλαν αὖθις:〉 ἐκ δευτέρου ἔδωκα.

14

35/36b

UEAG1.2P ἀνείρυσα δὲ πέπλως: ἀντὶ τοῦ· ἀνέστειλα καὶ ἐγύμνωσα καὶ οὕτω δείρας ἐξέβαλον. ἢ 〈ἀνειρύσασα, ὅτι ἡ Κυνίσκα, φησί, πληγεῖσα καὶ τοὺς πέπλους ἀνελκύσασα ὠκέως διὰ τῶν θυρῶν ἀνέδραμεν.

14

.

38

τήνῳ τὰ σὰ δάκρυα: τῷ Λύκῳ, φησί, τὰ ῥέοντά σου δάκρυα μῆλα πίπτει, τουτέστιν ἔρως καὶ ἐπιθυμία. μή‐ λοις γὰρ εἴκαζον τοὺς ἔρωτας διὰ τὴν περὶ αὐτὰ καλλονήν.KUEAGP

14

39-42a

χελιδών: οὐχ οὕτω τις χελιδὼν τροφὴν δοῦσα τοῖς νεοσσοῖς ταχέως πάλιν ὑπέστρεψεν ἐπὶ τῷ ἑτέραν κομίσαι, ὡς ἐκείνη λιποῦσα τὸν δίφρον διὰ τῶν θυρῶν ᾤχετο.KUEmAGP

14

39-42b

μάστακα δ’ οἷα τέκνοισι: τροφὴν ἢ ἁπαλὸν καὶ τρυφερὸν ἢ ζητήσεως ἄξιον ἐκ τοῦ μῶ τὸ ζητῶ—φέρει δηλονότι.UgEgGPm

14

39-42c

μαλακᾶς: παρόσον αἱ γυναῖκες μαλακῶς κάθηνται, καθὼς ἐν Συρακουσίαις (XV 28).KUEAGP

14

39-42d

ἀμφίθυρον καὶ δικλὶς ταὐτόν ἐστι, δηλοῖ δὲ τὸ δίθυρον.KUmEgAGP

14

39-42e

οὕτως 〈ὡσ〉 αὐτὴν τάχος οἱ πόδες ἔφερον.UEAG1.2P

14

43a

εἶτα ἐπάγει τὴν παροιμίαν· ἔβακεν ταῦρος ἀν’ ὕλαν. καὶ γὰρ τοῦτο τὸ φῦλον ὕλης δραξάμενον οὐκ ἐπι‐ στρέφεται τῶν οἴκοι, οὐδ’ αὕτη ἐκδραμοῦσα ὑπέστρεψεν.UEAGP

14

43b

ἔβα〉κεν ταῦρος ἀν’ ὕλαν: παροιμία ἐστὶ διὰ τὸ τοὺς [Κεν] ταύρους ὕλης ἐπιλαμβανομένους ἀλήπτους εἶναι.K

14

44/45a

εἴκατι, ταὶ δ’ ὀκτ: ψηφίζει τὰς ἡμέρας, ἀφ’ οὗ ἐξῆλθε, καί φησι· τοῦ ἐνεστηκότος μηνὸς ἑνδεκάτη ἐστίν, ἃς προσληπτέον ταῖς ἑτέραις, καὶ 〈ἔσονται νηʹ ἡμέραι〉.

14

44/45b

UEAGP σάμερον ἑνδεκάτα: ψηφίζει τὰς ἡμέρας ὁ Αἰσχίνης καὶ γίνονται ξʹ παρὰ βʹ.

14

44/45c

σάμερον ἑνδεκάτη: τοῦ ἐνισταμένου, φησί, μηνὸς σήμερον ἑνδεκάτη ἐστίν, ἃς καὶ αὐτάς, λέγω δὲ τὰς ἕνδεκα ἡμέρας, προσληπτέον ταῖς προτέραις, καὶ ἔσονται νηʹ ἡμέραι.

14

46a

K οὐδ’ εἰ Θρᾳκιστ: οὐδὲ εἰ μεταμεμόρφωμαι, οἶδε. Θρᾳκιστὶ δὲ ἀντὶ τοῦ Ἰλλυριστί.

14

46b

UEAGP Θρᾳκιστ: διὰ τὸ μὴ ἀπηντηκέναι μοι οὐκ οἶδεν εἰ μεταμεμόρφωμαι οὐδ’ εἰ Θρᾳκιστί, ἀντὶ τοῦ οὐδ’ εἰ Ἰλλυ‐ ριστί, κέκαρμαι. ἐκείροντο γὰρ οἱ Θρᾷκες διὰ τὸ μὴ ἐν πολέ‐ μοις διὰ τριχῶν ἁλοῦσθαι ἢ κενὸν ἔχειν βάρος αὐτάς.

14

.

47

KUgEgGPm Λύκος νῦν πάντα: Λύκος αὐτῇ πάντα ἐστίν, ὥστε καὶ νυκτὸς αὐτῷ τὴν θύραν ἀνεῷχθαι.

14

48/49a

KUEAGP λόγω: ἡμεῖς δὲ παρ’ αὐτῇ οὐδ’ ἐν ἀριθμῷ ἐσμεν, ὥσπερ οὐδὲ οἱ Μεγαρεῖς ὑπὸ τῆς Πυθίας ἐλέχθησαν εἶναί τινος ἄξιοι λόγου. ἱστορεῖ γὰρ Δεινίας (fgm. 7 Mueller Fgm. hist. gr. III 25), ὅτι οἱ Μεγαρεῖς φρονηματισθέντες
5ποτέ, ὅτι κράτιστοι τῶν Ἑλλήνων εἰσίν, ἐπύθοντο τοῦ θεοῦ, τίνες κρείττονες τυγχάνοιεν. ὁ δὲ ἔφη (Orac. gr. 178 Hendess Diss. phil. Hal. 4, 1880, 92
Γαίης μὲν πάσης τὸ Πελασγικὸν Ἄργος ἄμεινον,
ἵπποι Θρηΐκιαι, Λακεδαιμόνιαι δὲ γυναῖκες,
10ἀνδρῶν δ’ οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης, ἀλλ’ ἔτι καὶ τῶν εἰσιν ἀμείνονες, οἳ τὰ μεσηγύ Τίρυνθος ναίουσι καὶ Ἀρκαδίης πολυμήλου, Ἀργεῖοι λινοθώρηκες, κέντρα πτολέμοιο· ὑμεῖς δ’, ὦ Μεγαρεῖς, οὔτε τρίτοι οὔτε τέταρτοι
15οὔτε δυωδέκατοι, οὔτ’ ἐν λόγῳ οὔτ’ ἐν ἀριθμῷ.

14

48/49b

παρὰ τὸ ἐν τῷ χρησμῷ· Μεγαρεῖς οὔτε τρίτοι οὔτε τέταρτοι.UE

14

.

50

καὶ εἰ μὲν καταφρονήσαιμι αὐτῆς, δεόντως ἄν μοι προχωροίη.KUgEgGPg

14

.

51

νῦν δὲ πόθεν: τοῦτο τὸ ἀγαθὸν ἐλλιπές. τὸ δὲ μῦς· παροιμία ἐστί ‘μῦς γευόμενος πίσσησ‘. λέγεται δὲ ἐπὶ τῶν εἰς ἀηδὲς πρᾶγμα ἐμπεσόντων καὶ δυσδιεξιτήτως ἀπαλ‐ λασσομένων. ὥσπερ γὰρ ὁ μῦς ὁ πίσσης γευόμενος ἐνειληθεὶςKUEAGP
5κρατεῖται καὶ ζῶν τιμωρεῖται, οὕτω, φησί, κἀγώ, οὐχ ὅτι παρακμάζον ἔχω τὸ πάθος, ἀλλ’ ὅτι ἀρχὴν αὐτοῦ λαμβάνω.

14

53/54

πλὴν Σῖμος: πλὴν οἶδα, ὅτι Σῖμος ἡλικιώτης μου ἐκστρατεύσας ὑγιὴς ἀπὸ τοῦ ἔρωτος ἐπανῆλθεν. ὑπό‐ χαλκον δὲ λέγει τὴν ἀσπίδα, ἐπεί ἐστιν ὑπὸ τῷ χαλκῷ· 〈λέ‐ γεται δὲ καὶ ἐπίχαλκος,〉 τουτέστιν ἐφ’ ἑαυτῆς ἔχουσα τὸν
5χαλκόν. ἐκ δὲ τούτου τὴν στρατείαν δηλοῖ.

14

.

59

Πτολεμαῖος: παραινεῖ αὐτῷ ὁ Θυώνιχος πλεῖν εἰς Ἀλεξάνδρειαν πρὸς τὸν βασιλέα Φιλάδελφον μισθοφοροῦντα παρ’ αὐτῷ.

14

.

64

K οὐ δεῖ δὲ ὀχληρὸν εἶναι αἰτοῦντα.

14

65-70a

KUEAP κατὰ δεξιόν: ὥστε, φησίν, εἴ σοι ἀρέσκει ἐμ‐ πορποῦσθαι τὸ ἱμάτιον κατὰ τὸν δεξιὸν ὦμον καὶ ὑπομένειν δύνασαι βεβηκὼς ἀμφοτέροις τοῖς ποσὶ προσφερόμενον πολέμῳ ὁπλίτην, ὡς τάχος ἄπιθι εἰς Αἴγυπτον.

14

65-70b

ἀπὸ κροτάφων: ταχέως ἔπεισι τὸ γῆρας ἡμῶν τοῖς κροτάφοις, καὶ αἱ πολιαὶ ἀεὶ καθέρπουσιν ἀπ’ αὐτῶν ἐφεξῆς μέχρι τῶν γενείων. διὸ δεῖ τι ποιεῖν, ἕως γόνυ χλωρόν, ἀντὶ τοῦ ἕως ἀκμάζομεν.

14

65-70c

UgEgA ποιεῖν τι δεῖ ἕως ἀκμάζομεν. ἀφαυρὰ γὰρ τὰ τῶν γε‐
ρόντων, ἰσχυρὰ δὲ καὶ ἔνικμα τὰ τῶν νέων.

15

t

Συρακόσιαι ἢ Ἀδωνιάζουσαι

15

arg

KLUEAGP Ἐπιγράφεται μὲν τὸ εἰδύλλιον Συρακόσιαι ἢ Ἀδωνιά‐ ζουσαι. ὑποτίθεται δέ τινας Συρακοσίας τὸ γένος παρεπιδη‐ μούσας ἐν Ἀλεξανδρείᾳ καὶ κατὰ σύνταξιν ἐπὶ θέαν ἐξιούσας τῆς πομπῆς τοῦ κοσμηθέντος Ἀδώνιδος ὑπὸ Ἀρσινόης τῆς
5Φιλαδέλφου γυναικός. ἔρχεται δὲ Γοργὼ πρὸς Πραξινόαν καὶ παραλαβοῦσα αὐτὴν ἐξέρχεται ἐπὶ τὴν θέαν. παρέπλασε δὲ τὸ ποιημάτιον ἐκ τῶν παρὰ Σώφρονι Ἴσθμια Θεωμένων (cf. Kaibel Com. gr. fgm. I 1, 155) καὶ κεχωρισμένον ἐστὶ τοῦ ποιητικοῦ προσώπου. ἔθος δὲ εἶχον οἱ κατ’ Ἀλεξάνδρειαν ἐν
10τοῖς Ἀδωνίοις διακοσμήσαντες τὰ εἴδωλα τοῦ Ἀδώνιδος μετὰ τῶν νομιζομένων ἐπὶ τὴν θάλασσαν κομίζειν. αἱ δὲ Συρα‐ κόσιαι ἐξελθοῦσαι τῶν οἴκων θαυμάζουσι τὸν ὄχλον καὶ ὅσα ἐν τῷ ὄχλῳ. διαγράφει δὲ ὁ Θεόκριτος ἐπιδημήσας ἐν Ἀλεξαν‐ δρείᾳ, χαριζόμενος τῇ βασιλίδι, τόν τε σκυλμὸν καὶ βιασμὸν
15τῶν ἀνδρῶν καὶ ᾄδουσάν τινα καὶ τὴν πολυτέλειαν τῆς Ἀρσι‐ νόης δι’ ᾠδῆς ἀπαγγέλλουσαν.

15

1a

ἐνδο: ἀντὶ τοῦ ἔνδον. ἔστι τοπικὸν ἐπίρρημα ὡς τὸ Μεγαροῖ, Πυθοῖ. ἀντιπίπτει δὲ τούτοις τὸ οἴκοι.KUEAGP

15

1b

ἡ Γοργὼ δέ φησι πρὸς τὴν θεράπαιναν ὅτι ‘ἔνδον ἐστὶν ἡ Πραξι‐ νόα;‘ πρὸς ἣν ἡ δούλη ‘ὡς χρονία‘, λέγει, ‘Γοργὼ φίλη‘ ἀντὶ τοῦ ὡς διὰ χρόνου. εἶτα μικρὸν διαστήσασα ἐπάγει ‘ἐνδοῖ‘
5ἀντὶ τοῦ ἔνδον.

15

.

3

KgUgEgPgποτίκρανον:〉 προσκεφαλίδα.

15

4/5

KUEAGP ἀλεμάτω: ἤγουν τῆς ἐπιπόνου. μόλις πρὸς ὑμᾶς ἐσώθην ἀπὸ τοῦ ὄχλου καὶ τῶν ἁρμάτων.

15

6/7

κρηπῖδες: πανταχοῦ κεκρηπιδωμένοι ἄνδρες· λέγει δὲ τοὺς ἐν τῇ πόλει στρατιώτας. ἡ δὲ ὁδὸς πολλή. ἑκαστέρω δὲ ἀντὶ τοῦ πορρω〈τέρω〉.

15

8a

K ταῦθ’ ὁ πάραρος: ἡ Πραξινόα ταῦτά φησι περὶ τοῦ ἰδίου ἀνδρός, ὅτι μακρὰν ἐμισθώσατο τὴν οἰκίαν. πάρ‐ αρος δὲ ὁ παρηρμένος τὴν γνώμην.

15

8b

UEAGP πάραρος: ἀνάρμοστος, ὁ ἀχρήσιμος καὶ μάταιος ἐκ μεταφορᾶς τῶν παρηόρων ἵππων, οἵτινες οὐ τῷ ζυγῷ χρησι‐ μεύουσιν.

15

.

9

KUEAGP ἰλεὸς δὲ ὁ φωλεὸς ἀπὸ τοῦ τὰ ἑρπετὰ ἐνειλεῖσθαι
ἐν αὐτῷ.

15

.

10

φθονερὸν δὲ ἀντὶ τοῦ φιλόνεικον.K

15

13[a]

UgEgπρὸς τὸ τέκνον ταῦτα.

15

13b

ἀπφῦν: οὕτως τὸν πατέρα καλοῦσιν, ἤδη δὲ ἀπὸ τούτου καὶ τὸν πρεσβύτην.KUEAGP

15

13c

ἀπφῦς δὲ ὁ πατήρ, ἀφ’ οὗ οἱονεί τις πέφυκε· λέγεται ὑποκοριστικῶς.K

15

.

14

ναὶ τὰν πότνιαν: ναὶ μὰ τὴν θεόν, ναὶ μὰ τὴν Κόρην. εὖ δὲ τὸ τὰς Συρακοσίας ταύτην ὀμνύναι· φασὶ γὰρ τὸν Δία τῇ Περσεφόνῃ τὴν Σικελίαν δωρήσασθαι.KUEAGP

15

15-17a

ἀπφῦς μὰν τῆνος: ... ἡ Πραξινόα φησὶ τὸν ἄνδρα μεμφομένη. ὁ ἀπφῦς οὖν, φησίν, ὡς λόγῳ εἰπεῖν, τρισ‐ καιδεκάπηχυς ὑπάρχων ἀνήρ, ὅτε ἠγόραζε πρώην ἐν τῇ πανη‐ γύρει νίτρον καὶ φῦκος, ἅλας ἀγοράσας ἤνεγκεν ἡμῖν ὡς νί‐
5τρον [ἅλας] αὐτῷ δεδωκότος τοῦ πωλοῦντος. διὸ ἐπισκώπτει αὐτοῦ τὸ μέγεθος καὶ τὴν ἄνοιαν.

15

15-17b

KUEAP ἀπὸ σκανᾶς: σκηνὴ λέγεται, παρόσον ἐν ταῖς πανη‐ γύρεσι σκηνὰς ἐποίου οἱ πωλοῦντες.

15

18-20a

χὡμός: ἡ Γοργὼ ἐπὶ τοῖς ὁμοίοις μεμφομένη τὸν οἰκεῖον ἄνδρα φησί· καὶ ὁ ἐμὸς ἀνὴρ Διοκλείδας ἑπτὰ δραχμῶν ἠγόρασε 〈πέντε〉 ποκάρια γεγηρακότων προβάτων.KUEAGP

15

18-20b

οὐκ ἔρια, ἀλλ’ ἔργον ἐπ’ ἔργῳ διὰ τὸ δὶς αὐτὰ πλύ‐ νεσθαι. κυνάδας δὲ οἷον κύνεια, τραχέα.

15

21a

ἀλλ’ ἴθι τὠμπέχονον: τὸ περιβόλαιον, τὸ ἱμάτιον.K

15

21b

KUEAGP καὶ τὰν περονατρίδα: τὸ πέπλον καὶ ἔνδυμα 〈...〉 ὅπερ πρῶτον ὑπεζώννυντο ὡς αἱ Μακεδονίτιδες. εἴρηται δὲ ἀπὸ τοῦ περονᾶσθαι καὶ τῆς ἐπωμίδος ἐπιλαμβάνεσθαι.

15

.

22

βᾶμες: ἐς τὰ πλούσια βασίλεια πορευθῶμεν τοῦ Πτολεμαίου.

15

.

25

ὧν εἶδες δὲ καὶ ὧν εἶπας ἀντὶ τοῦ· ἐξ ὧν εἶδες καὶ ἐξ ὧν ἐθεάσω, ἐκ τούτων διηγήσαιο ἂν τῷ μὴ θεασαμένῳ.

15

27-29a

KUEAP Εὐνόα, αἶρε τὸ νᾶμα: ἡ Πραξινόα φησὶ πρὸς τὴν δούλην ἐν ἤθει· ὦ Εὐνόα, ἄρασα τὸ νᾶμα ὡς καὶ πρώην ἐς μέσον αὐτὸ θές. θέλει δὲ εἰπεῖν· μὴ ἀμελῶς εἰς τὸ μέσον αὐτὸ θήσεις.

15

27-29[b]

UgEgαἰνόθρυπτε:〉 κενόδοξε, ἐπὶ κακοῖς.

15

27-29[30]

δ’ εἰς νᾶμα φέρει:〉 ἀντὶ τοῦ· ἴδε εἰς ποῖον ἀγγεῖον τὸ νᾶμα φέρει.

15

.

32

KUgEgPg ὁκοῖα θεοῖς: ἀντὶ τοῦ· εἴτε καλῶς εἴτε κακῶς.

15

.

33

KgUgEgPgκλὰξ〉 ἡ κλεὶς Δωρικῶς.

15

.

34

KUEAGP τὸ καταπτυχές: τὸ δίπτυχον ἐμπερόνημα καὶ δι‐ πλοῦν. λέγοι δ’ ἂν τὴν διπλοΐδα, ἣν Ὅμηρός φησι ‘δίπλακα μαρμαρέην‘ (Γ 126).

15

35a

κατέβα τοι: ἀντὶ τοῦ· διὰ πόσου σοι ἀπὸ τοῦ ἱστοῦ καθῃρέθη [καὶ] οἷον ἐξυφάνθη;

15

35b

UEAGP φ’ ἱστ: [ἢ] διὰ πόσης ἐξόδου κέκοπται ἀπὸ τοῦ ἱστοῦ;

15

.

36

K καθαροῦ μνᾶν: πλέον ἠνάλωσα, φησίν, [ἢ] δυοῖν
μνῶν καθαροῦ ἀργυρίου.

15

38/39a

τοῦτό κα εἶπας: τοῦτο ἀληθὲς εἶπας, ὅτι κατὰ γνώμην μοι ἐξυφάνθη. εἶτα ἀντιστρέφει τὸν λόγον πρὸς τὴν θεράπαιναν.KUEAGP

15

38/39b

καὶ τὰν θολίαν: καὶ τὸ σκιάδειον εὐκόσμως ἐπίθες. εἴρηται δὲ ἀπὸ τοῦ θόλῳ ἐοικέναι. οἱ δὲ Ἀττικοὶ τὸ σκιάδειον σκίρον καλοῦσι.

15

40a

Μορμ, δάκνει ἵππος: ἀπέστρεψε πάλιν τὸν λόγον πρὸς τὸ παιδίον 〈τὸ〉 κλαῖον.

15

40b

Μορμ: εἰς κατάπληξιν τοῦτο ἔταττον, ὅθεν καὶ τὰ προσωπεῖα μορμολύκεια ἔλεγον.

15

40c

[ἵππος] Μορμ: Λάμια βασίλισσα Λαιστρυγόνων ἡ καὶ Γελλὼ λεγομένη δυστυχοῦσα περὶ τὰ ἑαυτῆς τέκνα ὡς ἀποθνήσκοντα ἤθελε καὶ τὰ λειπόμενα φονεύειν.UEAGP

15

.

46

πολλά τοι ὦ Πτολεμαῖε: τὸν Φιλάδελφον λέγει.KUEAP

15

.

47

τὸ δὲ ἐξ οὗ ἐν ἀθανάτοις ὁ τεκὼν ἀντὶ τοῦ· ἐξ οὗ ὁ πατήρ σου ἀπεθεώθη, ὁ Σωτὴρ Πτολεμαῖος, ὅς ἦν πατὴρ Φιλαδέλφου.

15

48-50a

Αἰγυπτιστ: πρὸς τοῖς ἄλλοις σου καλοῖς ἔργοις καὶ τοῦτο. οὐκέτι γὰρ κακοῦργός τις λυμαίνεται τὸν παριόντα ἐξαπατήσας Αἰγυπτιστί· ἠπάτων γὰρ πολυπείρως παίζοντες κακὸν παίγνιον 〈οἱ Αἰγύπτιοι〉.KUEAGP

15

48-50b

Αἰγυπτιστ:〉 παραλογισμοῖς Αἰγυπτιακοῖς. ἀπατη‐ λοὶ γὰρ οἱ Αἰγύπτιοι, ὡς καὶ Αἰσχύλος (fgm. 373 Nauck Trag. gr. fgm.2 110) φησί· ‘δεινοὶ πλέκειν τοι μηχανὰς
Αἰγύπτιοι.‘

15

48-50c

κεκροτημένοι: ἀντὶ τοῦ διερραπισμένοι, ἐθάδες παν‐ ούργων ἔργων. ἡ δὲ μεταφορὰ ἀπὸ τοῦ κεκροτημένου χαλ‐
UEAPκοῦ.

15

48-50d

καὶ Σοφοκλῆς (fgm. 827 Nauck Trag. gr. fgm.2 324)· ‘πάνσοφον κρότημα, Λαέρτου γόνος.‘

15

48-50[e]

UgEgἀλλάλοις ὁμαλο:〉 εἰς μίαν συμβουλὴν ὄντες.

15

.

51

KUEAGP ἡδίστα Γοργ: ἀντὶ τοῦ· ὦ γλυκεῖά μοι Γοργώ, τί ἄρα ἡμῖν ἔσται; εὐλαβοῦνται γὰρ θεασάμεναι τοὺς πολε‐ μικοὺς ἵππους πομπεύοντας.

15

.

52

UEAGP φίλε: τοῦτο πρός τινα τῶν ἐπιβεβηκότων τοῖς ἵπποις φησὶν ἐν τῷ πλήθει.

15

53*

Ugκυνοθαρσής:〉 ἀναίσχυντος.

15

.

54

KUEAGP διαχρησεῖται τὸν ἄγοντα: διαφθερεῖ τὸν ἱπποκό‐ μον ἢ τὸν ἡνίοχον.

15

57/58

τοὶ δ’ ἔβαν: οἱ δὲ ἵπποι κεχωρήκασιν εἰς ὃν ἔδει τόπον. τὸ δὲ καὐτὰ συναγείρομαι ἀντὶ τοῦ· ἀνακτῶμαι ἐμαυτὴν ἀπὸ τῆς ταραχῆς. ψυχρὸν δὲ ὄφιν λέγει τὸν ψυ‐ χροποιόν.

15

60-62a

K ἐξ αὐλᾶς, ὦ μᾶτερ: ἡ Γοργώ φησι πρὸς γραῦν τινα· λέγε ἡμῖν, ὦ μῆτερ, εὐμαρὲς εἰσελθεῖν; ἡ δέ φησι· πειράθητε καὶ εἰσελεύσεσθε εἰς τὴν τῶν βασιλείων αὐλήν.

15

60-62b

UEAGP ὦ μήτηρ: ἡ Γοργώ φησι πρός τινα πρεσβῦτιν ὡς ἐκ τῆς αὐλῆς καὶ τῶν βασιλείων ἐρχομένην· ἆρα ἔστιν ἡμῖν εὐκόλως εἰσελθεῖν; ἡ δέ φησι· πειράθητε καὶ εἰσελεύσεσθε· οἱ γὰρ Ἀχαιοὶ πειραθέντες εἰσῆλθον εἰς τὴν Ἴλιον.

15

.

63

KUEAP χρησμὼς ἁ πρεσβῦτις: ἡ Γοργώ φησιν, ὅτι χρη‐
σμοὺς ἀποφοιβάσασα ἡ γραῦς ἀπῆλθεν.

15

.

64

πάντα γυναῖκες ἴσαντι: 〈ἴσασι,〉 ὅπως ὁ Ζεὺς τῇ Ἥρᾳ λάθρα συνῆλθεν. Ὅμηρος (Ξ 296)· ‘εἰς εὐνὴν φοιτῶντε φίλους λήθοντο τοκῆασ‘. Ἀριστοκλῆς (fgm. 5 Mueller Fgm. hist. gr. IV 330) δὲ ἐν τῷ περὶ τῶν Ἑρμιόνης ἱερῶν ἰδιωτέρωςKUEAGP
5ἱστορεῖ περὶ τοῦ Διὸς καὶ [τοῦ τῆς] Ἥρας γάμου. τὸν γὰρ Δία μυθολογεῖται ἐπιβουλεύειν τῇ Ἥρᾳ μιγῆναι, ὅτε αὐτὴν ἴδοι χω‐ ρισθεῖσαν ἀπὸ τῶν ἄλλων θεῶν. βουλόμενος δὲ ἀφανὴς γενέσθαι καὶ μὴ ὀφθῆναι ὑπ’ αὐτῆς τὴν ὄψιν μεταβάλλει εἰς κόκκυγα καὶ καθέζεται εἰς ὄρος, ὃ πρῶτον μὲν Θόρναξ ἐκαλεῖτο, νῦν δὲ
10Κόκκυξ. τὸν δὲ Δία χειμῶνα δεινὸν ποιῆσαι τῇ ἡμέρᾳ ἐκείνῃ· τὴν δὲ Ἥραν πορευομένην μόνην ἀφικέσθαι πρὸς τὸ ὄρος καὶ καθέζεσθαι εἰς αὐτό, ὅπου νῦν ἐστιν ἱερὸν Ἥρας τελείας. τὸν δὲ κόκκυγα ἰδόντα καταπετασθῆναι καὶ καθεσθῆναι ἐπὶ τὰ γόνατα αὐτῆς πεφρικότα καὶ ῥιγῶντα ὑπὸ τοῦ χειμῶνος. τὴν
15δὲ Ἥραν ἰδοῦσαν αὐτὸν οἰκτεῖραι καὶ περιβαλεῖν τῇ ἀμπεχόνῃ. τὸν δὲ Δία εὐθέως μεταβαλεῖν τὴν ὄψιν καὶ ἐπιλαβέσθαι τῆς Ἥρας. τῆς δὲ τὴν μίξιν παραιτουμένης διὰ τὴν μητέρα, αὐτὸν ὑποσχέσθαι γυναῖκα αὐτὴν ποιήσασθαι. καὶ παρ’ Ἀργείοις
δέ, οἳ μέγιστα τῶν Ἑλλήνων τιμῶσι τὴν θεόν, τὸ [δὲ] ἄγαλμα
20τῆς Ἥρας ἐν τῷ ναῷ καθήμενον ἐν [τῷ] θρόνῳ τῇ χειρὶ ἔχει σκῆπτρον, καὶ ἐπ’ αὐτῷ τῷ σκήπτρῳ κόκκυξ.

15

.

67

KUEAP Εὐτυχίδος: εἰκὸς τὴν Εὐτυχίδα Γοργοῦς εἶναι θε‐ ράπαιναν.

15

.

68

ἀπρὶξ ἔχε: ἀντὶ τοῦ ἐμπεφυκότως, ὥστε μὴ δια‐ πρῖσαι τὴν συμφυΐαν.

15

.

74

κεἰς ὥρας: ἀντὶ τοῦ· καὶ εἰσαεὶ ἐν καλῷ εἴης περι‐ στέλλων καὶ τημελούμενος ἡμῶν.

15

76/77a

KUEAGP ἄγ’, ὦ δειλαία, βιάζου καὶ σὺ καὶ ὤθει, ὥστε σε εἰσελθεῖν. ἔπειτα εἰσελθούσης αὐτῆς φησι· κάλλιστ’, ἐνδοῖ πᾶσαι.

15

76/77b

ὁ τὰν νυὸν εἶπ’ ἀποκλάξας: ὡς παροιμίας οὔσης. ἀποκλείσας τὴν νύμφην τις ‘καλῶς τά γε ἔνδον ἡμῖν ἔχει‘ φησί· διὸ καὶ ἡ Γοργὼ οὕτως ἐπεφώνησεν.

15

.

79

UEAP θεῶν περονάματα: ἢ ἔργα θεῶν ἢ φορεῖσθαι ὑπὸ θεῶν ἄξια.

15

.

80

KUgEg ἔριθοι: ἢ ὑπουργοὶ ἢ ἐριουργοί.

15

.

82

KUEA ὡς ἔτυμ’ ἑστάκαντι: ἀντὶ τοῦ· ὡς ζῶντά εἰσι καὶ οὐχ ὡς ἐνυφαντά.

15

86a

ὁ τριφίλατος: ὁ πολυφίλητος ὡς καὶ παρ’ Ὁμήρῳ (Θ 488) ‘ἀσπασίη τρίλλιστοσ‘. ἢ ὅτι ὑπὸ τριῶν ἐφιλήθη·
Διός, Ἀφροδίτης καὶ Περσεφόνης.

15

86b

κἠν Ἀχέροντι:〉 ἐν ἅδῃ·

15

87/88

παύσασθ’ ὦ δύστανοι: παύσασθε, φησίν, ὦ ἐπίπονοι, ἄπειρα λαλοῦσαι. τοῦτο δέ φησί τις παρεπόμενος καὶ ἀγανακτῶν ἐπὶ τῇ ἄγαν αὐτῶν ἀδολεσχίᾳ. διὸ καὶ ἐπιτιμᾷ αὐταῖς ὡς τὰ κατὰ μέρος τῶν εἰκόνων ἀνερευνώσαις. εἶτα πρὸς
5ἑαυτὸν ἐπιστρέφων· τρυγόνες διαφθεροῦσι Δωρίζουσαι πάντα. τὸ γὰρ πλατυάσδοισαι τοιοῦτόν ἐστιν, ὅτι πλατυστομοῦσιν οἱ Δωριεῖς τὸ α πλεονάζοντες· ἐκκναισεῦντι δὲ ἀντὶ τοῦ διαφθεροῦσιν.

15

89*

μ:〉 ἀγανάκτησις Συρακουσίων τὸ μᾶ.LgUgEg

15

.

90

πασάμενος:〉 κτησάμενος δούλους.UgEg

15

91/92a

Κορίνθιαι εἰμές: Κορινθίων γὰρ ἄποικοί εἰσιν οἱ Συρακόσιοι· Κορίνθιος δὲ καὶ ὁ Βελλεροφόντης.KUEA

15

91/92b

Πελοποννασιστ: τὴν γὰρ Πελοπόννησον ᾤκισαν οἱ Δωριεῖς οἱ σὺν Ἡρακλείδαις.

15

94/95a

μὴ φυ, Μελιτῶδες: ἀντὶ τοῦ· μηδεὶς γέ‐ νοιτο, ὦ Περσεφόνη, ἄλλος ἡμῶν κύριος. Μελιτώδη δὲ τὴν Περσεφόνην φησὶ κατ’ ἀντίφρασιν ὡς καὶ Κόρην 〈ἢ〉 διὰ τὸ
τὰς ἱερείας αὐτῆς καὶ τῆς Δήμητρος μελίσσας λέγεσθαι.

15

94/95b

LmΜελιτῶδες:〉 ὦ Περσεφόνη. κατὰ ἀντίφρασιν· πολλὰ γὰρ τὰ ἐν Ἅιδῃ πικρά. διὰ μέσου ἐπιφώνημα.

15

94/95c

K κενεὰν ἀπομάξῃς: μή μοι κενὸν τὸ μέτρον ἀπο‐ ψήσῃς.

15

.

97

KUEA ἡ τῆς Ἀργείας θυγάτηρ: ἄδηλον, τίς ἡ ποιήτρια αὕτη· ἔνιοι δὲ Ἀργείας αὐτήν φασιν εἶναι θυγατέρα ὁμώνυμον τῇ μητρί, εἶναι δ’ ἐκείνην Σικυωνίαν.

15

100/101

δέσποιν’ ἃ Γολγώς: πόλις Κύπρου ὠνομα‐ σμένη ἀπὸ Γολγοῦ τοῦ Ἀδώνιδος καὶ Ἀφροδίτης. Ἰδάλιον δὲ πόλις Κύπρου. Ἔρυξ δὲ πόλις Σικελίας ἀπὸ Ἔρυκος τοῦ Βούτου καὶ Ἀφροδίτης. τὸ δὲ χρυσῷ παίζους’ Ἀφροδίτα
5τοιοῦτον ἴσως ἐστίν, ὅτι οἱ ἐρῶντες χρυσῷ πείθουσι τὸ ἐρώ‐ μενον.

15

103a

μηνὶ δυωδεκάτ: τινὲς δι’ ἑξαμήνου φασὶν ἀνέρχεσθαι τὸν Ἄδωνιν.

15

103b

μαλακα: μαλακούς φησιν ἔχειν πόδας τὰς Ὥρας, ἐπεὶ τὸ ἔαρ μαλακόν.

15

106/107

τὴν γὰρ μητέρα Βερενίκην καὶ τὸν πατέρα Πτολεμαῖον ἀπεθέωσεν. Βερενίκην δὲ λέγει τὴν τοῦ Σωτῆρος γυναῖκα, μητέρα δὲ τοῦ Φιλαδέλφου 〈καὶ〉 Ἀρσινόης.

15

109-111a

KUEAGP τὶν δὲ χαριζομένα: [ἀντὶ τοῦ] σοί, φησίν, ἀντιχαριζομένη 〈ἡ〉 τῆς Βερενίκης θυγάτηρ Ἀρσινόη, ἀνθ’
ὧν ἀθάνατον ἐποίησας τὴν μητέρα.

15

109-111b

ἀτιτάλλει:〉 ἐπεὶ τὴν πρόβασιν εἰς αὔξησιν ποιεῖ.KUEA

15

109-111[c]

UEmA ἀτιτάλλω ἐκ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ τα‐ λάσσω τὸ κοπιῶ. σημαίνει δὲ τὸ ἀναπαύω καὶ μὴ διὰ κόπου ταλαίνω. ἢ ἀπὸ τοῦ ᾄττω τὸ ὁρμῶ καὶ τοῦ ἅλλω τὸ πηδῶ, καὶ σημαίνει τὸ αὐξάνω.

15

112/113

KUEAGP ὅσα δρυός: πάντα, φησί, τὰ ἀκρόδρυα παρα‐ τίθεται τῷ Ἀδώνιδι ἀπὸ παντοίας ἰδέας ὀπωρῶν. εἰώθασι γὰρ ἐν τοῖς Ἀδωνίοις πυροὺς καὶ κριθὰς σπείρειν ἔν τισιν ὀστρακίοις καὶ 〈τοὺσ〉 φυτευθέντας κήπους Ἀδωνείους προσ‐
5αγορεύειν.

15

114-116a

χρύσει’ ἀλάβαστρα: ἀλάβαστρα σκεύη μύρων δεκτικά, πλαθάναι δέ, ἐν οἷς διαπλάττουσι τοὺς ἄρτους.KUEAP

15

114-116b

τὸ δὲ ἄνθεα τὰ ἐπιπάσματα τῶν ἄρτων· λέγοι δ’ ἂν τὰ σήσαμα.
KUEAGP

15

.

117

ὅσσα τ’ ἀπὸ γλυκερ: ἀντὶ τοῦ πλακοῦντες διάφοροι.KLmUEAP

15

.

119

χλωραὶ δὲ σκιάδες: σκιάδες καὶ καλύβαι ἀνήθων αὐτῷ τῷ καρπῷ καταβριθόμεναι γεγόνασιν.K

15

120/121

KLmUEAP οἱ δέ τε κῶροι: τὰς καλύβας, φησίν, ὑπερ‐
πέτονται οἱ Ἔρωτες ὡς οἱ νεοσσοὶ τῶν ἀηδόνων.

15

.

123

ὦ ἔβενος: τὴν λοιπὴν κόσμησιν τὴν βασιλικὴν θαυμάζει.

15

.

124

KUEAP αἰετο: ὡς πεποικιλμένων ἀετῶν ἐλεφαντίνων καὶ βασταζόντων τὸν Γανυμήδην.

15

125/126a

KUEAGP πορφύρεοι δὲ τάπητες: ὡς μαλακῶν τα‐ πήτων ὑπεστρωμένων τῇ κλίνῃ τῆς Ἀφροδίτης· οὕς φησιν ὑπὸ τῆς Μιλήτου καὶ Σάμου ῥηθήσεσθαι μαλακωτέρους ὕπνου διὰ τὸ παρ’ αὐτοῖς εἰς κάλλος τὰ στρώματα γίνεσθαι.

15

125/126b

KUE1.2AGP ἁ Μίλατος: τὰ Μιλήσια καὶ Σάμια ἔρια. τὴν δὲ κατὰ ἀναστρεπτέον· ἔστι γὰρ ‘κατὰ τὴν Σάμον βόσκων‘. 〈ἢ〉 οἷον καταβοσκόμενος καὶ κατανεμόμενος.

15

.

129

LmUmEgPm τὸν ἄνδρα γαμβρὸν λέγει ὡς οἱ Αἰολεῖς.

15

.

130

KUEAGP τὸ φίλημ’ ἔτι: τὸ τοῦ Ἀδώνιδος δηλαδή. οὐδέπω γὰρ κέκαρται τὰ γένεια, ὡς κεντῶσιν, ἀλλ’ ἔτι χνοάζει.

15

.

132

ἅμα δρόσ: ἀντὶ τοῦ ἅμα ἡμέρᾳ· τότε γὰρ πίπτει ἡ δρόσος ἐν τῇ γῇ.

15

.

133

KUEAP οἰσεῦμες: ἐπὶ γὰρ τὴν θάλασσαν ἐκφέροντες τὸν Ἄδωνιν ἔρριπτον ἐπ’ αὐτήν.

15

138*

EgA βαρυμάνιος: βαρείας μανίας ἀναδεδεγμένος διὰ τὸ μὴ τυχεῖν τῶν ὅπλων.

15

.

139

KUEAGP εἴκατι: εἴκοσι παίδων. τῷ ἀρτίῳ ἀριθμῷ ἀποκέ‐ χρηται ὡς καὶ Σιμωνίδης (fgm. 49 Bergk Poet. lyr. gr. III4 411). Ὅμηρος (Ω 496) ἐννεακαίδεκα λέγει.

15

.

141

Δευκαλίωνες δὲ ἀντὶ τοῦ Δευκαλίδαι ἀπὸ Δευ‐ καλίωνος, Θεσσαλοί· τούτων γὰρ ἐβασίλευσεν ὁ Δευκαλίων. ἢ οἱ Λοκροί· Δευκαλίων γὰρ ἐν Κύνῳ τῆς Λοκρίδος ᾤκησεν.

15

.

142

καὶ οἱ Πελασγοὶ οἱ τοῦ Ἄργους ἄκροι, τουτέστιν οἱ ἐξοχώτατοι.UEAGP

15

143a

KUEAGP ἵλαθι: ἀντὶ τοῦ ἱλάσθητι κατὰ ἀποκοπήν, Δω‐ ρικῶς.

15

143b

καὶ ἐς νέω: ἀντὶ τοῦ ἐς νέωτα, τουτέστιν εἰς ὥρας, εἰς νέον ἔτος.UEAGP

15

143[c]

ἐς νέωτ’:〉 ἀντὶ τοῦ εἰς τὸ μέλλον.UgEg

15

145*

ἡ Γοργὼ τὴν θήλειαν ἤγουν τὴν γυναῖκα.

15

147[a]

G καὶ ἐς οἶκον [ἀνάριστος]: λείπει τὸ πο‐ ρεύεσθαι.

15

147[b]

ἀνάριστος: ἤτοι ἄσιτος.UgEgG

15

.

148

χὡνὴρ ὄξος ἄγαν: ἀντὶ τοῦ ὀξύθυμος καὶ ἀκρόχολος.UEAGP

15

149a

ἀφίκευ:〉 ὑπόστρεψον.

15

149b

καὶ ὑποστρέψας εὑρήσεις ἡμᾶς χαίροντας.UmEg

17

t

Ἔπαινος Πτολεμαίου

17

arg a

KUEA Τοῦτο τὸ εἰδύλλιον εἰς Πτολεμαῖον τὸν Φιλάδελφον γέ‐ γραπται· ὁ δὲ Φιλάδελφος Πτολεμαῖος Πτολεμαίου τοῦ Λάγου καὶ Βερενίκης ἦν παῖς. διὸ καὶ ἁμαρτάνει ὁ Μουνάτιος εἰς τοὺς χρόνους τοῦ Θεοκρίτου ἀναβιβάζων τὸν Φιλοπάτορα το‐
5σούτου χρόνου μαχόμενος διαστήματι.

17

arg [b]

E τριῶν ὄντων τῶν Πτολεμαίων, πρώτου μὲν τοῦ Λάγου Πτολεμαίου, δευτέρου τοῦ Σωτῆρος, τρίτου τοῦ Φιλαδέλφου, περὶ τοῦ τρίτου ὁ λόγος.

17

1-4a

KUEA ἐκ Διὸς ἀρχώμεσθα: Ἀρατείᾳ κέχρηται εἰσβολῇ (Phaen. 1).

17

1-4b

UEAP ἐκ τοῦ Ὀρφέως (cf. fgm. 46. 123 Abel, p. 167. 202) τὸ προοίμιον.

17

1-4c

KUEA πᾶν, φησί, ποίημα ὅταν γράφωμεν, ὑμνοῦμεν τὸν Δία ἐν πρώτοις καὶ πυμάτοις καὶ μέσοις· καὶ Πτολεμαίου οὖν μνησθῶμεν ἐν ἀρχῇ καὶ ἐν μέσῳ καὶ ἐν τέλει τοῦ ποιήματος.

17

.

8

Km οἱ γὰρ ὕμνοι καὶ θεῶν γέρας εἰσίν.

17

9-12a

Ἴδαν ἐς πολύδενδρον: ὥσπερ εἰς τὴν Ἴδην τὴν πολύδενδρον ὑλοτόμος ἐλθὼν ἔργου πολλοῦ προκειμένου σκοπεῖ πόθεν ἄρξεται, οὕτω δὴ κἀγὼ ἀπορῶ, πόθεν πρὸς ὕμνον εἰσβάλλω. ἴδας δέ φασι πάντα τὰ ὑψηλὰ ὄρη ἀπὸ τοῦKUEA
5ἀπ’ αὐτῶν δύνασθαι ἰδεῖν πάντα.

17

9-12[b]

ἐκ τούτου ὁ θεολόγος ἔλαβε τὴν εἰκόνα. θέλων γὰρ συγκρῖναι ἀρετὴν ἀρετῇ καὶ δεῖξαί τινα τῶν ἄλλων κρείττονα ἐν τῷ περὶ φιλοπτωχίας λόγῳ (Greg. Naz. Or. XIV 1 Mign. Patr. gr. 35, 1857, 860 A) ἀδυνατεῖ λέγων ὡς, καθάπερE
5ἀνήρ τις εἰσελθὼν εἰς λειμῶνα ἀμηχανεῖ ποίου ἐφάψηται, οὕτω κἀγὼ ποίαν κρῖναι μείζονα ἀπορῶ.

17

14a

Λαγίδας Πτολεμαῖος: τὸν τοῦ Λάγου Πτολεμαῖόν φησιν, ὃς ἦν πατὴρ τοῦ Φιλαδέλφου.KUEA

17

14[b]

Λαγίδας:〉 ὁ υἱὸς τοῦ Λάγου ἤγουν ὁ Σωτήρ. σημείωσαι, ὡς τὰ εἰς ος ἔχοντα τὴν εὐθεῖαν διὰ τοῦ ιδης ἔχουσι τὸ πατρωνυμικὸν ὡς Λᾶγος Λαγίδης.Eg

17

14c

ὅκα φρεσίν: ἀντὶ τοῦ· ὅταν βουλεύσηται.K

17

16/17

τῆνον: τὸν Σωτῆρά φησι Πτολεμαῖον τὸν Λάγου, καθὸ ἐξεθεώθη ὑπὸ τοῦ υἱοῦ.KUEA

17

.

23

χαίρων υἱωνῶν: χαίρων ὁ Ἡρακλῆς ἐπὶ τοῖς τῶν ἐκγόνων υἱοῖς καὶ ἀπογόνοις ἀπαθανατισθεῖσιν. ἀποτείνει δὲ τὸν λόγον εἴς τε τὸν μέγαν Ἀλέξανδρον καὶ εἰς τὸν Πτολε‐ μαῖον· ἀμφότεροι γὰρ ἦσαν ἀφ’ Ἡρακλέους.

17

.

25

θεοὶ νέποδες: οἷον μηκέτι ζῶντες μηδὲ κινεῖνUEA
πόδα δυνάμενοι θεοὶ 〈νέποδες〉 ὠνομάσθησαν.

17

.

26

KUEA τὸ δὲ ἄμφω ἀντὶ τοῦ τοῖς δυσί, τῷ Πτολεμαίῳ καὶ τῷ Ἀλεξάνδρῳ.

17

27*

UgEg ἀνάλυσις τὸ σχῆμα κατὰ φιλοσόφους· ἀνάλυσις δέ ἐστιν ἀντεστραμμένη ἀπόδειξις τουτέστιν ἀνάπαλιν λύσις.

17

.

28

UEA τῷ καὶ ἐπεὶ δαίτηθεν: τὸν Ἡρακλέα φησίν, ὃν ἐκ τῆς τῶν θεῶν εὐωχίας καθίστησιν εἰς τὸν εὔδιον τόπον Ἀλέξανδρος καὶ Πτολεμαῖος.

17

.

30

K ὑπωλένιόν τε: τὴν ὑπὸ τὴν μασχάλην οὖσαν.

17

.

31

κεχαραγμένον ὄζοις: τετραχυσμένον ὑπὸ τῶν κλάδων.

17

.

33

γενειήταν: πωγωνίαν.

17

.

34

KUEA οἵα δ’ ἐν πινυταῖσι: Βερενίκην λέγει τὴν Μάγα μὲν θυγατέρα, γυναῖκα δὲ Πτολεμαίου τοῦ Σωτῆρος. αὕτη ἐν ταῖς σώφροσι γυναιξὶν εὔδηλος ἦν.

17

36/37

τᾷ μὲν Κύπρον ἔχοισα: ἡ Ἀφροδίτη, φησίν, αὐτῆς εἰς τὸν κόλπον ἀπεμάξατο τὰς χεῖρας, τουτέστιν ἐπ‐ αφρόδιτον ἐποίησεν αὐτήν· διὸ καὶ ἠγαπᾶτο ὑπὸ τοῦ ἀνδρός.

17

.

41

ἐπιτρέπει οἶκον ἅπαντα: ζῶν γὰρ ἔτι ὁ Σωτὴρ ἐκοινοποίησε τῷ Φιλαδέλφῳ τὴν βασιλείαν.

17

44*

UgEgτέκνα δ’ οὔποτ’ ἐοικότα πατρ:〉 γνωστὰ τὰ τέκνα ὅτι νόθα.

17

.

46

K μεμέλητο: ἀντὶ τοῦ· ἐν ἐπιμελείᾳ καὶ φροντίδι ἦν.

17

.

50

KUEA ἑὰς δ’ ἀπεδάσσαο τιμάς: ἀπεμερίσω, τὰς σαυτῆς τιμὰς ἀπένειμας αὐτῇ.

17

.

52

K κούφας δὲ διδο: κουφίζει ἡ Βερενίκη τῶν
σφοδρῶν ἐρώτων. τοῦτο δὲ ποιεῖ, φησίν, ἐπεὶ ἡ Ἀφροδίτη ἀπαθανατίσασα αὐτὴν τῶν δυνάμεων καὶ τιμῶν ἐκοινοποίησεν αὐτῇ.

17

53/54a

Ἀργείαν εἶπε τὴν τοῦ Διομήδους μητέρα Δηϊπύλην, καθὰ ἐξ Ἄργους ἦν, Ἀδράστου θυγάτηρ. ἦν δὲ καὶ 〈ἄλλη〉 ὀνοματικῶς Ἀργεία λεγομένη.KUEA

17

53/54b

Καλυδώνιον δέ φησι τὸν Διομήδην, ὅτι Τυδεὺς ἦν ἐκεῖθεν.

17

58/59

βρέφος νεογιλόν: ὅτι ὁ Φιλάδελφος ἐν Κῷ τῇ νήσῳ ἐγεννήθη ὑπὸ Βερενίκης.

17

.

60

ἐβώσατο:〉 ἐπεκαλέσατο.KgUgEg

17

.

61

KUEA βεβαρυμένα: ἡ γὰρ Βερενίκη ἐστὶ θυγάτηρ Ἀντι‐ γόνης τῆς Κασσάνδρου τοῦ Ἀντιπάτρου ἀδελφοῦ.

17

64*

ὀλόλυξεν:〉 μετ’ εὐχῆς ἐβόησεν.UgEg

17

68/69a

〈ὡς τοῦ Φιλαδέλφου〉 ἐσπουδακότος περὶ τὴν ἐν τῷ Τριοπίῳ τῶν Δωριέων σύνοδον καὶ τὴν αὐτόθι δρω‐ μένην πανήγυριν καὶ τὸν ἀγῶνα τὸν ἀγόμενον Ποσειδῶνι καὶ Νύμφαις.KUEA

17

68/69b

ἐν δὲ μιᾷ τιμῇ Τρίοπον: Τρίοψ βασιλεὺς τῆς Κῶ, ἀφ’ οὗ ἀκρωτήριον ὠνόμασται τῆς Κνίδου.

17

68/69[c]

τρίοπτον: περίβλεπτον.UEA

17

68/69d

KUEA ἶσον Δωριέεσσι: ἡ τῶν Δωριέων πεντάπολις Λίνδος Ἰάλυσος Κάμιρος Κῶς Κνίδος. ἄγεται δὲ κοινῇ ὑπὸ τῶν Δωριέων ἀγὼν ἐν Τριοπίῳ Νύμφαις Ποσειδῶνι Ἀπόλλωνι. καλεῖται δὲ Δώριος ὁ ἀγών, ὡς Ἀριστείδης (fgm. 23 Mueller
5Fgm. hist. gr. IV 324) φησίν. Τριόπιον δὲ ἀπὸ Τρίοπος τοῦ Ἄβαντος, ὡς ἐν τοῖς περὶ Κνιδίας Ἰάσων (fgm. 4 Mueller Arrian. ed. Duebner. 1846, App. 161) φησίν.

17

.

70

καὶ Ῥήναιαν: Ῥήναια νῆσος παρακειμένη τῇ Δήλῳ, ἣν καὶ Δῆλόν φασι. τὴν δὲ Ῥήναιαν προσῆψε τῇ Δήλῳ Πο‐ λυκράτης ὁ Σαμίων βασιλεύς.

17

79*

Egχθαμαλὰ Αἴγυπτος:〉 διὰ τὸ τρίγωνον· γύροθεν γὰρ βουνοῖς περιέχεται.

17

.

81

UEAἔργα δαέντων:〉 ἐπιστημόνων εἰς τὸ ἐργάζεσθαι πᾶν ἔργον, ἤτοι ἐργατῶν.

17

82-84a

K ὁμοῦ πᾶσαι αἱ πόλεις τρισμύριαι τρισχίλιαι τριακόσιαι τριάκοντα τρεῖς.

17

82-84b

UEA τρεῖς μέν οἱ πολίων ἑκατοντάδες, τρεῖς δ’ ἄρα χιλιάδες τρισσαῖς ἐπὶ μυριάδεσσι: δοιαὶ τριάδες—ἑξή‐ κοντα, ἑνδεκάδες τρεῖς—ἐνενήκοντα τρεῖς· ὁμοῦ πᾶσαι τρισ‐ μύριαι τρισχίλιαι τριακόσιαι ἐνενήκοντα τρεῖς.

17

.

89

Eφιλοπτολέμοισί τε Καρσ:〉 ὅτι μισθοφόροι ἦσαν διηνεκῶς. ἐξ οὗ παροιμία ‘τὸν ἐν Καρί τι ἀποφερόμε‐ νον‘ παρ’ Ἀριστείδῃ ἐπὶ τῶν ἄνευ δεινοῦ λαμβανόντων τινά.

17

96[a]

τόσσον:〉 ἤγουν πολὺ καὶ ἄπειρον.UgEg

17

96[b]

ἐς ἀφνεὸν ἔρχεται οἶκον:〉 ἤγουν εἰς τὸ βε‐ στιάριον.

17

.

97

UEA λαοὶ δ’ ἔργα: οἱ δὲ ὄχλοι περὶ τὰ ἔργα ἡσύχιοι γί‐ νονται διὰ τὸ εἶναι ἐν εἰρήνῃ.

17

98a

πολυκήτεα:〉 πολλὰ θηρία ἔχοντα.Kg

17

98b

Νεῖλον ἐπεμβάς: περὶ τῆς τοῦ Νείλου κλήσεως ἐν ἑνί που τῶν ὑπομνημάτων φασὶν εἰρηκέναι τινάς, Μιλησίους κτίσαντας τὴν Ναύκρατιν προσαγορεῦσαι τὸν κατ’ Αἴγυπτον ποταμὸν Νεῖλον ἀπὸ τοῦ κτιστοῦ Νείλεω θεμένους τὴν προσ‐UEA
5ηγορίαν.

17

.

105

κτεατίζεται: καρποῦται ἀφόβως τὰ ἑαυτοῦ.KUgEg

17

106/107

KUEA οὐ μάν: οὐ μὴν ἄχρηστός ἐστιν αὐτῷ ὁ χρυ‐ σὸς σεσωρευμένος, καθάπερ ἐπὶ τῶν ἀεὶ μογούντων μυρμήκων. ἐκεῖνοι γὰρ ἀεὶ σωρεύουσιν ὡς ἐλλείψοντος αὐτοῖς· ὃ δ’ ἀντι‐ δίδωσι πᾶσι. περὶ δὲ τῶν μυρμήκων τῶν μεταλλευόντων
5χρυσὸν ἐν Ἰνδικοῖς πολλοὶ ἱστορήκασιν.

17

.

109

σὺν ἄλλοισιν γεράεσσι:〉 σὺν τοῖς ἄλλοις δώροις.Kg

17

.

120

ἀέρι πᾳ κέκρυπται:〉 ἐν σκότει κεκάλυπται.

17

121-123a

K μοῦνος δὲ προτέρων: οὗτος δὲ μόνος τῶν ἔκπαλαι θανόντων καὶ πρὸ μικροῦ τῇ μητρὶ καὶ τῷ πατρὶ ναοὺς ἔκτισεν.

17

121-123b

UEA μοῦνος ὅδε προτέρων: οὗτος 〈μόνοσ〉 τῶν προ‐ τέρων καὶ τῶν ἑαυτοῦ πάντων προγόνων.

17

121-123c

ἔτι θερμ: ἔτι θερμὴ ἡ σποδός.

17

121-123d

ναούς:〉 ὅτι πολλοὺς ναοὺς ἱδρύσατο. †Κελίκιος δὲ ἐν τῷ περὶ Νέστορός† [ἐποίησεν ὁ Φιλάδελφος] φησιν οὕτως· ‘ᾠκοδόμησε δὲ καὶ τῶν γονέων ἀμφοτέρων παμμεγέθη ναὸν καὶ ταῖς ἀδελφαῖς Ἀρσινόῃ καὶ Φιλωτέρᾳ 〈...〉‘.

17

.

124

ἐν δ’ αὐτούς: τοὺς γονεῖς.

17

.

128

KUEA αὐτός τ’ ἰφθίμα τ’ ἄλοχος: Πτολεμαίῳ τῷ Φιλ‐ αδέλφῳ συνῴκει πρότερον Ἀρσινόη ἡ Λυσιμάχου, ἀφ’ ἧς καὶ τοὺς παῖδας ἐγέννησε, Πτολεμαῖον καὶ Λυσίμαχον καὶ Βερενίκην. ἐπιβουλεύουσαν δὲ ταύτην εὑρὼν καὶ σὺν αὐτῇ
5Ἀμύνταν καὶ Χρύσιππον τὸν Ῥόδιον ἰατρόν, τούτους μὲν ἀνεῖλεν, αὐτὴν δὲ ἐξέπεμψεν εἰς Κοπτὸν τῆς Θηβαΐδος καὶ
τὴν οἰκείαν ἀδελφὴν Ἀρσινόην ἔγημε καὶ εἰσεποιήσατο αὐτῇ τοὺς ἐκ τῆς προτέρας Ἀρσινόης γενηθέντας αὐτῷ παῖδας· αὐτὴ γὰρ ἡ Φιλάδελφος ἄτεκνος ἀπέθανεν.

17

131-134

ὧδε καὶ ἀθανάτων: φέρει σύγκρισιν ἀπὸ τοῦ μείζονος, ὅτι οὐδὲν θαυμαστόν, εἰ εἶχε τὸν ἀδελφὸν αὐτῆς ἄνδρα, ἐπεὶ καὶ ἡ Ῥέα ἔτεκε τὴν Ἥραν καὶ τὸν Δία καὶ συνήφθησαν ἀλλήλοις.EA

16

t

Χάριτες

16

arg

Τοῦτο τὸ εἰδύλλιον γέγραπται εἰς Ἱέρωνα τὸν Ἱεροκλέους τὸν ἔσχατον Σικελίας τύραννον· κατέσχε δὲ τὴν ἀρχὴν στρα‐ τηγὸς ἀποδειχθεὶς ὑπὸ τῶν πολιτῶν καὶ φθείρας τὰς 〈τῶν πολεμίων〉 δυνάμεις, ὥστε τύραννον αὐτὸν ἀναγορευθῆναι.KUEAP
5[μετὰ δὲ τοῦτον ἦρξεν Ἱερώνυμος ὁ Γέλωνος.] μηδὲν οὖν εἰληφὼς παρὰ τοῦ Ἱέρωνος ὁ Θεόκριτος διὰ τοῦτο τὸ εἰδύλ‐ λιον πεποίηκε καὶ Χάριτας αὐτὸ ὑπέγραψεν, ἐν ᾧ καὶ τὰ τοῦ Σιμωνίδου ἐμφαίνει κιβώτια. λέγουσι γὰρ ἐκεῖνον ἔχειν δύο κιβώτια, τὸ μὲν τῶν χαρίτων, τὸ δὲ τῶν διδόντων. ὅτε οὖν
10τις πρὸς αὐτὸν παρεγένετο χάριν αἰτούμενος, ἐκέλευε φέρειν τὰ κιβώτια καὶ δεικνύειν αὐτὰ ἀνεῴξαντα. εὑρίσκετο οὖν τὸ μὲν τῶν χαρίτων κενόν, τὸ δὲ τῶν διδόντων πλῆρες· καὶ οὕτως ὁ τὴν δωρεὰν αἰτούμενος ἀνεκόπτετο.

16

.

6

K ἡμετέρας χάριτας: τὰ οἰκεῖα ποιήματα.

16

.

8

UEA τὸ σκύζειν κυρίως ἐπὶ τοῦ λέοντος, ὅταν τὸ ἐπισκύνιον χαλάσῃ ὀργιζόμενος. λέγεται δὲ ἡ τῶν ὀφρύων κάθεσις ἐπισκύ‐ νιον, ὅτι τοῦτο ποιεῖ ὁ λέων, ὅταν κυσὶ κυκλωθῇ καὶ μέλλῃ πολεμεῖν αὐτοῖς.

16

9a

KEg τωθάζοισαι: λοιδοροῦσαι.

16

9b

K ἀλιθίαν δὲ ἀντὶ τοῦ ματαίαν ὁδόν.

16

9c

UEA 〈ἀλιθίαν ὁδὸν〉 ἦνθον: ἤγουν ματαίαν ὁδὸν καὶ πεπλανημένην ἀπὸ τοῦ ἀλῶ τὸ πλανῶ.

16

10-12

KUEA ἐπὶ πυθμένι χηλο: ἐν τῷ πυθμένι τοῦ κενοῦ μένουσι κιβωτίου, ὅπου αὐτῶν ἐστιν ἡ συνήθης καθέδρα, ἐγκαλυψάμεναι τὴν κεφαλήν, ψυχροῖς δὲ γόνασιν, ὅταν ἄπρακτοι γένωνται.

16

13*

Ugτοιόσδε:〉 οἷοι ἦσαν οἱ παλαιοί.

16

.

18

KUEA ἀπωτέρω ἦ γόνυ κνήμας: πορρωτέρω τὸ γόνυ τῆς κνήμης. παροιμία ἐστίν. τέθειται δὲ αὕτη ἐπὶ τῶν ἀγαπών‐ των ἑαυτοὺς καὶ λεγόντων προτιμοτέρους εἶναι [αὐτοὺς] τῶν ξένων· οἱ γὰρ πορρωτέρω οὐδὲν πρὸς ἡμᾶς εἰσιν. ἐνήλλακται
5δὲ ἡ παροιμία [εἰ λεχθήσεται χωρὶς ὑποδιαστολῆς]. ἔδει γὰρ οὕτως εἰπεῖν· πορρωτέρω κνήμη γόνυος. εἰ δὲ λεχθήσεται χωρὶς ὑποδιαστολῆς, οὐκ ἐνήλλακται.

16

33*

κλαίων:〉 εἰώθασι γάρ πως αἱ τῆς περιχαρείας ὑπερβολαὶ πρὸς τὴν τῶν λεγομένων πίστιν ὀκνεῖν.Um

16

34/35a

πολλοὶ ἐν Ἀντιόχοιο δόμοις: ἀντὶ τοῦ ἄγαν πλούσιοι, ὥστε πολλοῖς παρέχειν τὴν τροφήν. ἀλλ’ οὐδὲν ἤνυ‐ σεν ὁ πλοῦτος αὐτῶν πρὸς τὴν νῦν δόξαν, εἰ μὴ ὑπὸ Σιμω‐ νίδου ὑμνήθησαν. [Ἀντίοχος δὲ βασιλεὺς Συρίας.] τὰ δὲKUEA
5περὶ Ἀλεύαν τὸν Σίμου πάντα ἀνείλεκται Εὐφορίων (fgm. 54 Scheidweiler Diss. phil. Bonn. 1908, 49). ὁ δὲ Ἀντίοχος Ἐχεκρατίδου καὶ Δυσήριδος υἱὸς ἦν, ὥς φησι Σιμωνίδης (fgm. 34 Bergk Poet. lyr. gr. III4 402).

16

34/35b

πενέσται: Θεόπομπός (fgm. 119b Grenfell—Hunt Hellen. Oxyrh.) φησι τοὺς δουλεύοντας· τῶν ἐλευθέρων πενέ‐ στας καλεῖσθαι παρὰ Θεσσαλοῖς ὡς παρὰ Λακεδαιμονίοις εἵλωτας.

16

36/37

πολλοὶ δὲ Σκοπάδαισι: πολλοὺς δὲ μόσχους ἔσχον καὶ οἱ Σκοπάδαι, τουτέστι πολλὰς ἀγέλας. ἐκ δὲ τούτου πολὺν πλοῦτον δηλοῖ. οἱ δὲ Σκοπάδαι Κραννώνιοι τὸ γένος·
Κραννὼν δὲ πόλις Θεσσαλίας, ὅθεν Σκόπας ὁ Κραννώνιος
5Κρέοντος καὶ Ἐχεκρατείας υἱός. καὶ Σιμωνίδης ἐν Θρήνοις (fgm. 33 Bergk Poet. lyr. gr. III4 401). Σκοπάδαι οὖν οἱ Θεσσαλοί, Κρεώνδας δὲ ὁ Σκόπας.

16

.

44

ὁ Κήϊος: τὸν Σιμωνίδην φησί, παρόσον αὐτὸς τοῖς προειρημένοις ἐνδόξοις ἀνδράσι τῶν Θεσσαλῶν ἐπινικίους ἔγραψε καὶ θρήνους.

16

48*

UgEgΛυκίων:〉 σύμμαχοι 〈τῶν〉 Τρώων οἱ Λύκιοι.

16

.

49

KUEA Κύκνον ἔγνω: Κύκνον φησὶ τὸν Ποσειδῶνος καὶ Καλύκης, τὸν ἀνῃρημένον ὑπὸ Ἀχιλλέως. λευκὸς γὰρ ἦν τὴν χροιὰν ἐκ γενετῆς, ὥς φησιν Ἑλλάνικος (fgm. 31 Mueller Fgm. hist. gr. I 49). διὸ καὶ θῆλυν αὐτὸν εἶπεν ὁ Θεόκριτος
5[διὰ τὴν χροιάν] Ἡσίοδος (fgm. 119 Rzach ed. a. 1902 p. 363) δὲ τὴν κεφαλὴν ἔχειν αὐτόν φησι λευκήν· διὸ καὶ ταύτης τῆς κλήσεως ἔτυχεν.

16

63*

UgEgπαρελθεῖν:〉 ἀπατῆσαι καὶ ἀφελεῖν τι.

16

71/72[a]

E αἱ ὧραι ποιοῦσι τὰς ἡμέρας, αἱ ἡμέραι τὰς ἑβδομάδας, αἱ ἑβδομάδες τοὺς μῆνας καὶ οἱ μῆνες τοὺς χρόνους.

16

71/72b

KUEA οὔπω μῆνας ἄγων: οὔπω, φησίν, ὁ πᾶς διῆλθεν αἰών· ἔτι ἔσονται πολλοὶ νικηφόροι ποιητῶν χρείαν ἔχοντες. ἐκ γὰρ τῶν ἵππων καὶ τῶν τροχῶν τοὺς ἱερονίκας δηλοῖ ἢ τροχὸν ἅρματος τὸν τοῦ ἡλίου λέγει, ἀντὶ τοῦ· πολλαὶ ἔσον‐
5ται μεταβολαί.

16

76a

ἤδη νῦν Φοίνικες ὑπ’ ἠελίῳ δύνοντι: τοὺς Καρχηδονίαν οἰκοῦντάς φησι Φοίνικας. οὗτοι γὰρ συνεχῶς ἐπεστράτευσαν Συρακουσίοις, ὡς λέγεται καὶ παρὰ Πινδάρῳ
(Pyth. I 73—75). οἱ δὲ Φοίνικες 〈οὗτοι〉 ἄποικοι Τυρίων.

16

76[b]

π’ ἠελίῳ δύνοντι:〉 εὑρίσκονται γὰρ καὶ ὑφ’ ἡλίῳ ἀνατέλλοντι· οὗτοι δέ εἰσιν ἄποικοι τῆς Φοινίκης τῆς ἀνατολικῆς. Διδὼ γάρ τις ἔχουσα ἄνδρα Χετταῖον ὀνόματι καὶ ἐρασθεῖσά τινος Πυγμαλίωνος, τῇ συνεργείᾳ ταύτης πε‐E
5φόνευται ὁ Χετταῖος, καὶ διὰ τοῦτο φυγοῦσα ἐκ τῆς Φοινίκης τὴν Λιβύην κατέλαβε. κἀκεῖσε Ἰάρβας ὁ βασιλεὺς τῆς Λιβύης μὴ δεχόμενος ταύτην τὸ πρῶτον, ὕστερον πλανηθεὶς τόπον ὅσον περιέχει δέρας βοὸς ταύτῃ δέδωκε. καὶ οὕτως ἐκείνη τὴν νῦν Τούνισαν λεγομένην Φοινίκην ἔκτισεν ἀπὸ ταύτης· λα‐
10βοῦσαν τὸ ὄνομα.

16

77*

Egοἰκεῦντες Λιβύας ἄκρον σφυρὸν ἐρρίγα‐ σιν: οἰκοῦντεσ〉 τὴν Τούνισαν, τὴν Φοινίκην τρέμουσι τοὺς Συρακουσίους. ἢ ἐρρίγασι τὸ ἄκρον σφυρὸν ἤγουν τὴν Συ‐ ράκουσαν.

16

79*

ἰτεΐνοισιν:〉 διὰ τὸ ἐλαφρὸν ἐποίουν ἀπὸ ἰτέας τὰς ἀσπίδας.

16

81*

ζώννυται:〉 ὁπλίζεται· συνεκδοχικὸν ἀπὸ μέρους τὸ πᾶν ὡς τὸ ‘ἀσπιδιῶται‘ καὶ ‘εὐκνήμιδεσ‘.

16

83/84a

κούρη θ: τὴν Δήμητράν φησι καὶ τὴν Περσεφόνην εἰληχέναι τὸ τῶν Ἐφυραίων ἄστυ οἷον τὰς Συ‐ ρακούσας, παρόσον Κορινθίων εἰσὶν ἄποικοι οἱ Συρακούσιοι, ὡς Θουκυδίδης (VI 3, 2) φησίν.KUEA

16

83/84b

Λυσιμελείας: λίμνη ἐν Συρακούσαις.

16

.

85

ἐχθροὺς ἐκ νάσοιο: τοὺς Καρχηδονίους ἐκ τῆς Σικελίας.

16

.

86

Σαρδόνιον κατὰ κῦμα: τὸ κατὰ τὴν νῆσον Σαρδώ, ὃ καλεῖται Σαρδῷον· διὰ τούτου γάρ ἐστιν ὁ εἰς Καρχηδόνα πλοῦς.

16

93a

σκνιπαῖον: τὸν ὄψιον, τὸν βραδὺν ὁδίτην σπεύ‐ δειν ποιοῖεν. τὸ δὲ σκνιπαῖον ἢ παρὰ τὴν σκνῖπα ἢ παρὰ 〈τὸ σκνῖφοσ〉 τὸ κνέφας πεποίηται.

16

93b

UEA σκνιπαῖον: σκνὶψ ζῷον βραδυκίνητον.

16

94-97a

KUEA νειοὶ δ’ ἐκπονέοιντο: τουτέστιν αἱ κεχερ‐ σωμέναι χῶραι νεάζοιντο πρὸς τὸν σπόρον, τουτέστιν ἀρο‐ τριοῖντο.

16

94-97b

ποιμένας ἐνδείους: ἡνίκα ὁ τέττιξ ἐπὶ τῶν ὑψηλῶν κλάδων ἠχεῖ κατὰ τὴν μεσημβρίαν τοὺς ποιμένας φυλασ‐ σόμενος. ἐλάσαντες γὰρ οὗτοι ὑπὸ τὴν σκιὰν τὰ θρέμματα ἐν τῇ μεσημβρίᾳ θηρῶσι τοὺς τέττιγας.

16

94-97c

UEA ἀράχνια δ’ ἐς ὅπλα: τοῦτό φησιν, ὅτι μηδὲ γένοιτο τῷ Ἱέρωνι πολέμους ἔχειν συχνούς, ἀλλὰ κειμένων τῶν ὅπλων καὶ μὴ χρωμένων ἐν αὐτοῖς ἱστὸν αἱ ἀράχναι στήσαιντο.

16

94-97d

KUEA τὸ δὲ διαστήσαιντο ἀντὶ τοῦ ὑφήνειαν.

16

99/100a

K πόντου Σκυθικοῖο: τοῦ λεγομένου Εὐξείνου.

16

99/100b

KUEA ἀσφάλτῳ δήσασα: Ἡρόδοτος (I 179) ἱστορεῖ, ὅτι ἀσφάλτῳ ἔδησεν ἡ Σεμίραμις τὸ τεῖχος ἀντὶ πηλοῦ.

16

.

101

KUgEg τὸ δὲ εἷς μὲν ἐγ· ὁ ἐγκωμιάζων δηλονότι.

16

104/105a

KUEA Ἐτεόκλειοι θυγατέρες: Ἐτεοκλείους θυ‐ γατέρας ἔφη τὰς Χάριτας διὰ τὸ Ἐτεοκλέα τὸν Κηφισοῦ πρῶ‐
τον ἀποθῦσαι Χάρισιν ἐν Ὀρχομενῷ τῷ Μινυείῳ.

16

104/105b

ἀπεχθόμενον δὲ αὐτὸν ἔφη ταῖς Θήβαις διὰ τὰ τε‐ θρυλλημένα ἐπὶ Ἐργίνῳ τῷ Ὀρχομενίῳ. οὗτος γὰρ ἀναιρεθέν‐ τος τοῦ πατρὸς αὐτοῦ Κλυμένου ὑπὸ Θηβαίων εἷλε τὰς Θήβας καὶ φόρους ἔταξεν, ἕως οὗ Ἡρακλῆς τοῦ δασμοῦ τοὺς Θηβαίους
5ἀπέλυσε μάχῃ νικήσας τοὺς Ὀρχομενίους.

16

104/105c

Μινύειον Ὀρχομενόν:〉 δύο Ὀρχομενοί, ὁ μὲν Μινύειος ἐν Βοιωτίᾳ, ὁ δὲ πολύμηλος ἐν Ἀρκαδίᾳ.Eg

16

106/107

KUEA ἄκλητος μὲν ἐγὼ οὐκ ἂν ἐπέλθοιμι, καλού‐ μενος δὲ μεθ’ ὑμῶν, ὦ Χάριτες, καὶ τῶν Μουσῶν πορεύσο‐ μαι θαρρῶν.

18

t

Ἑλένης Ἐπιθαλάμιος

18

arg

Τοῦτο τὸ εἰδύλλιον ἐπιγράφεται Ἑλένης ἐπιθαλάμιος καὶ ἐν αὐτῷ τινα εἴληπται ἐκ τοῦ πρώτου Στησιχόρου Ἑλένης (fgm. 31 Bergk Poet. lyr. gr. III4 217). τῶν δὲ ἐπιθαλα‐ μίων τινὰ μὲν ᾄδεται ἑσπέρας, ἃ λέγεται κατακοιμητικά, ἅτιναUEA
5ἕως μέσης νυκτὸς ᾄδουσι· τινὰ δὲ ὄρθρια, ἃ καὶ προσαγο‐ ρεύεται διεγερτικά. ᾄδουσι δὲ τὸν ἐπιθαλάμιον αἱ παρθένοι πρὸ τοῦ θαλάμου, ἵνα τῆς παρθένου βιαζομένης ὑπὸ τοῦ ἀνδρὸς ἡ φωνὴ μὴ ἐξακούηται, λανθάνῃ δὲ κρυπτομένη διὰ
τῆς τῶν παρθένων φωνῆς.

18

5*

Egκατεκλάγετο:〉 ἐκληρώθη, ἤγουν ἐπὶ τὴν κλίνην τὴν ἰδίαν ἐν ἐξουσίᾳ ἔλαβεν.

18

9a

UEA πρώϊζα: ἤγουν πρωϊνός, πρὸ τοῦ δέοντος.

18

9b

κατέδαρθες: τὸ θέμα καὶ δάρθω καὶ δαρθῶ.

18

16/17

ἐπέπταρεν ἐρχομένῳ τοι: ὄντως ἀγαθός σοι ἐφάνη οἰωνός, ὅτε ἐς Σπάρτην ἀπήρχου, ὅπου οἱ ἄλλοι ἀριστῆες.

18

22-25

ἄμμες γὰρ πᾶσαι: ἀντὶ τοῦ· ἡμεῖς πᾶσαι κα‐ λαί ἐσμεν, εἰ μὴ παραβληθείημεν τῇ Ἑλένῃ. ἥ γε μὴν νεο‐ λαία ἐστὶ κυρίως ὁ ἐκ νέων λαός. ὅτι δὲ ἔθος εἶχον αἱ Λάκαιναι καὶ αἱ Σπαρτιάτιδες ἀνδρείοις γυμνασίοις καὶ δρό‐
5μοις ἀσκεῖσθαι δῆλον.

18

.

34

ἔταμ’ ἐκ κελεόντων: ἐκ τῶν ἱστοπόδων· τέμνεται γὰρ τὸ ὕφασμα ἐκ τοῦ ἱστοῦ, ὅταν τελεσθῇ.

18

39/40

ἄμμες δ’ ἐς δρόμον: εἰς τὸ γυμνάσιον καὶ τὸν λειμῶνα πορευσόμεθα ἀνθολογοῦσαι ἐν ἔαρι.

18

.

44

καταθήσομεν ἐς πλατάνιστον δὲ ἀντὶ τοῦ κρε‐ μάσομεν τὸν στέφανον ἀπὸ τῆς πλατάνου τῆς ἐν τῷ γυμνασίῳ.

18

45/46

ἐξ ὄλπιδος δέ, δηλονότι ἐκ ληκύθου, ἔλαιον αὐτῇ προσρανοῦμεν.

18

47/48

γράμματα δ’ ἐν φλοι: ἐπιγράψεται δὲ τῷ φλοιῷ αὐτῆς γράμματα Δώρια· Δώρια δέ, ἐπεὶ καὶ αὐταὶ αἱ
Λακεδαιμόνιαι Δωρίδες.

18

.

51

Μενελάου δὲ καὶ Ἑλένης ἀναγράφονται παῖδες Σω‐ σιφάνης, Νικόστρατος καὶ Ἰόλαος, οἱ δὲ Θρόνιον, καὶ θυγα‐ τέρες Μελίτη καὶ Ἑρμιόνη.

18

.

53

ὅπως ἐξ ὑποστροφῆς ὄλβος εἰς τοὺς ἐκγόνους ἔλθῃ.

18

.

56

ἅμα ὄρθρῳ καὶ ἡμεῖς ἐλευσόμεθα, ὅταν ἀλεκτρυὼν ᾄσῃ.
Σιμιχίδα Θεόκριτε, σοφῶν ὀΐων ποιμάντορ καὶ τοκάδων αἰγῶν αἰπόλε μηκάδων, τὰς Ἑλικωνίτιδες βοτάναι θρέψαν καλλίστως·UEAGP
5οὐ περὶ μάνδραν ἔδυν τεήν, ἀλλὰ σποράδας ἐξ ὀρέων συνέλεξα καὶ ἐς μίαν ἤγαγον μάνδραν βωκολικὰς Μοίσας, αἳ γέννημα σέθεν. οὐ πλειόνων δ’ ἐπέτυχον, ἐπεί γε μόλις καὶ τῶνδε. Τέλος τῶν Θεοκρίτου Βουκολικῶν.

28

t

Ἠλακάτη

28

arg

Τοῦτο τὸ εἰδύλλιον σύγκειται εἰς ἠλακάτην ἐλεφαντίνην,
ἣν πλέων ἐπὶ Μίλητον ὁ Θεόκριτος πρὸς Νικίαν τὸν ἰατρὸν δῶρον ἐκόμιζε τῇ τούτου γυναικὶ Θευγενίδι. γέγραπται δὲ Αἰολίδι διαλέκτῳ παρὰ τὸ Σαπφικὸν ἑκκαιδεκασύλλαβον τὸ
5‘ῥοδοπάχεες ἁγναὶ Χάριτες δεῦτε Διὸς κόραι‘ (fgm. 65 Bergk Poet. lyr. gr. III4 110). ὁ δὲ λόγος πρὸς τὴν ἠλακάτην. καὶ ἔστι τὸ ἑξῆς· γλαυκῆς Ἀθήνης δῶρον ἠλακάτη φιλέριθε, τουτ‐ έστι φίλεργε, ταῖς γυναιξίν.

29

t

Παιδικὰ Αἰολικά 〈αʹ〉 Οἶνος ὦ φίλε παῖ

29

arg

Γέγραπται τοῦτο εἰς παῖδα ἀποστρεφόμενον τὴν τοῦ φι‐ λοῦντος φιλίαν· διὸ καὶ ἐλέγχειν αὐτὸν πειρᾶται ὡς μὴ σπου‐ δαίως πρὸς τὴν φιλίαν αὐτοῦ διακείμενον. τὸ δὲ μέτρον τοῦτο Σαπφικὸν πεντάμετρον τεσσαρεσκαιδεκασύλλαβον. ἡ δὲ ὁμιλία
5ἐστὶ 〈...〉 παρόσον εἰρῆσθαί φησιν ‘οἶνος καὶ ἀλήθεια‘, παρὰ τὴν παροιμίαν.

29

.

12

K ἀντὶ τοῦ· ἕνα βέβαιον κτῆσαι φίλον καὶ μὴ ἀπα‐ τῶντα.

29

.

13

ὅπη μηδέν: 〈...〉

29

.

17

τῷ δ’ εὐθύς:〉 οἷον πρὸ χρόνου σοι ἐγνωσμένῳ.

29

18/19

τὸν πρᾶτον δ: τὸν δὲ πρῶτον ἀγαπήσαντά σε ἔσχατον τίθης δόξας αὐτὸν εἶναι τῶν μάτην ἐμπνεόντων ἀνδρῶν.

29

.

24

καὶ ἐμὲ ἀπὸ ἰσχυροῦ μαλακὸν ἐποίησεν.

29

35-40

αἱ δὲ ταῦτά γε: ἐὰν ἅ σοί φημι τοῖς ἀνέμοις φέρειν ἐπιτρέπῃς καί με ὡς ὀχληρὸν ἀποπέμπῃς, ἄχρι μὲν γενήσῃ ἀνήρ, φιλῶν σε ἐπακούσω σοι, καὶ ἐὰν Ἡρακλείους ἄθλους τελέσαι μοι ἐπιτάσσῃς, μῆλα χρυσᾶ ἀγαγεῖν καὶ τὸν
5Κέρβερον ἐξ Ἅιδου κομίσασθαι· τότε δέ, δηλονότι ὅταν ἀνὴρ γενήσῃ, οὐδὲ ταῖς αὐλείαις σου θύραις ποτὲ προσπελάσαιμι,
κἂν σύ με καλῇς.

Syr

t

Θεοκρίτου Σῦριγξ

Syr

arg a

Anth. Ἡ Θεοκρίτου Σῦριγξ τὴν ἐπιγραφὴν ἀπὸ τοῦ σχήματος ἔχει. συνέστηκεν δὲ ἀπὸ δακτυλικῶν μέτρων· καί εἰσιν οἱ μὲν δύο πρῶτοι στίχοι ἑξάμετροι, οἱ δὲ ἑξῆς δύο πεντάμετροι, εἶτα ἀπὸ πέντε ποδῶν μέχρις ἑνός. ἐπεὶ οὖν καθ’ ἕκαστον στίχον
5ἀφαιρουμένου ποδὸς συμβέβηκεν τὸν δεύτερον μικρότερον εἶναι τοῦ πρώτου καὶ λήγειν κατ’ ὀλίγον εἰς βραχύ, διὰ τοῦτο κέκλη‐ ται Σῦριγξ· οὐ μόνον δὲ 〈διὰ〉 τοῦτο, ἀλλ’ ὅτι καὶ περὶ σύριγγος διαλέγεται καὶ τοῦ πρώτου εὑρόντος αὐτήν· λέγει οὖν εὑρε‐ τὴν γεγονέναι Πᾶνα καὶ περὶ αὐτοῦ [πρώτου] λέγει τὴν ὅλην
10ὑφήγησιν.

Syr

arg b

ὁ γοῦν Θεόκριτος τὸ γένος Συρηκόσιος ἤκμασεν ἐπὶ Πτολεμαίου τοῦ Φιλαδέλφου.

Syr

arg c

Anth. UEM τὸ ἐπιγραμμάτιον ἡ Σῦριγξ τοῦ Θεοκρίτου συνέστηκεν ἐκ μέτρων ὅλων μὲν δακτυλικῶν, ποσότητι δὲ διαφερόντων. τὸ μὲν γὰρ πρῶτον δίστιχον ἑξάμετρον ἀκατάληκτον μετρού‐ μενον ὡς οἱ ἡρωϊκοί, τὸ δεύτερον δὲ ἑξάμετρον καταληκτικόν,
5τὸ τρίτον πεντάμετρον ἀκατάληκτον, τὸ τέταρτον πεντάμετρον καταληκτικόν, τὸ πέμπτον τετράμετρον ἀκατάληκτον, τὸ ἕκτον τετράμετρον καταληκτικόν, τὸ ἕβδομον τρίμετρον ἀκατάληκτον, τὸ ὄγδοον τρίμετρον καταληκτικόν, τὸ ἔννατον δίμετρον ἀκα‐ τάληκτον, τὸ δέκατον [δίμετρον καταληκτικόν·] τὰς καταλήξεις
10ἔχον χορίαμβον καὶ μολοσσὸν δίμετρόν ἐστι καταληκτικόν.

Syr

arg d

ἡ μετάληψις τῆς Σύριγγος οὕτως ἔχει.Anth.1.2

Syr

arg e

τὸ ἐπιγραμμάτιον εἰς Πᾶνα· ἐπιγράφεται δὲ Σῦριγξ διά τε τὸ σχῆμα τῆς γραφῆς καὶ ὅτι ὁ Θεόκριτος σύριγγα ἀνατι‐ θεὶς τῷ Πανὶ ταῦτα ἔγραψεν.Anth. UEM

Syr

1/2a

ἡ δὲ ἔννοιά ἐστι τῶν δύο πρώτων στίχων αὕτη· ἡ Πηνελόπη ἐγέννησε Πᾶνα τὸν αἰπόλον. εἶπε δὲ τὴν Πηνελό‐ πην Οὐδενὸς εὐνάτειραν, ἐπεὶ γυνὴ ἦν Ὀδυσσέως, ὃς Οὔτιν ἑαυτὸν ἐκάλεσεν (ι 366 sqq.). τὸν δὲ Πᾶνα ἔνιοι γηγενῆ
5ἱστοροῦσιν, ἔνιοι δὲ Αἰθέρος καὶ νύμφης Οἰνόης, 〈ἔνιοι δὲ Ἀπόλλωνος καὶ Πηνελόπησ〉 ὡς καὶ Πίνδαρος (fgm. 100 Schroeder Poet. lyr. gr. I 15, 422), ἔνιοι δὲ Ὀδυσσέως. Μα‐ κροπτολέμου δὲ μητέρα τοῦ Τηλεμάχου· τὸ γὰρ τῆλε μα‐ κράν ἐστι, πόλεμος δὲ ἡ μάχη. μαῖαν δὲ ἀντιπέτρου φησὶ
10τὴν αἶγα τὴν μαιευσαμένην τὸν Δία· ἀντίπετρος μὲν γὰρ ὁ Ζεύς, ἐπειδὴ ἀντ’ αὐτοῦ πέτρος ἐδόθη τῷ Κρόνῳ· ἐτράφη δὲ ὑπὸ αἰγὸς τῆς Ἀμαλθείας. ἰθυντῆρα οὖν τῆς τροφοῦ τοῦ
Διός, τουτέστι τῆς αἰγός, εἶπε τὸν αἰπόλον.

Syr

1/2b

Anth.1.2 Οὐδενὸς εὐνάτειρα: ἡ Πηνελόπη· Οὔτις γὰρ ὁ Ὀδυσσεύς.

Syr

1/2c

Anth. Μακροπτολέμοιο δὲ μήτηρ: ἡ αὐτή· μήτηρ γὰρ Τηλεμάχου· τὸ δὲ τῆλε μακράν ἐστιν, μάχη δὲ ὁ πόλεμος.

Syr

3

Anth. UEM οὐχὶ Κεράσταν: κέρας ἐστὶν ἡ θρίξ 〈...〉. ἐπεὶ οὖν ὑπὸ τῆς Πηνελόπης γεγενῆσθαι αἰπόλον ἔφη, ἔστι δὲ αἰπόλος καὶ ὁ Κομάτας, οὗ μέμνηται ὁ αὐτὸς ποιητὴς ἐν τοῖς Βουκο‐ λικοῖς (VII 83—85), ὅτι κατακλεισθέντα αὐτὸν εἰς λάρνακα
5ἔθρεψαν μέλισσαι, διὰ τοῦτο εἶπεν ὅτι οὐχὶ τὸν Κομάταν λέγω· ταυροπάτορα δὲ εἶπεν τὴν μέλισσαν, ἐπειδὴ σηπομένων τῶν ταύρων μελίσσας φασὶ γίνεσθαι.

Syr

4

ἀλλ’ οὗ πιλιπές: ἀλλ’ ἐκεῖνον τὸν αἰπόλον, ὃς τῆς Πίτυος ἠράσθη. πιλιπὲς δὲ τέρμα σάκους εἶπεν τὴν Πί‐ τυν, ἐπειδὴ ἡ ἐξωτάτη περιφέρεια τῆς ἀσπίδος ἴτυς καλεῖται· ἐλλείπει οὖν αὐτῇ τὸ π πρὸς τὸ εἶναι πίτυν.

Syr

5/6a

οὔνομ’ Ὅλον δίζῳον: δίζῳον οὖν αὐτὸν εἶπεν, ἐπειδὴ δύο ζῴων εἶδος ἔχει, ἀνθρώπου καὶ τράγου.

Syr

5/6b

ὃς τᾶς μέροπος πόθον: ὃς τῆς Ἠχοῦς ἠράσθη. εἶπε δὲ αὐτὴν μέροπα ἀπὸ τοῦ μὴ ὅλην ἀντιφθέγγεσθαι τὴν φωνήν, ἀλλὰ μέρος τὸ τελευταῖον· γηρυγόνην δέ, ἐπειδὴ ἐκ τῆς γήρυος τουτέστι τῆς φωνῆς τὴν γένεσιν λαμβάνει· διὸ
5καὶ ἀνεμώδης τουτέστι πνευματική.

Syr

7/8a

ὃς μοίσᾳ λιγὺ πᾶξεν ἰοστεφάν: ὃς μουσικῶς ἔπηξε τὴν σύριγγα. εἶπεν δὲ αὐτὴν ἕλκος, ἐπεὶ εἶδός τί ἐστιν ἕλκους οὕτω καλούμενον· ἄγαλμα δὲ πόθου, ἐπεὶ Σύριγγός τινος ἠράσθη ὁ Πὰν καὶ εἰς μνήμην τοῦ ἔρωτος, ἐπειδὴ πρὸ
5ὥρας μετήλλαξε τὸν βίον, τὸ μουσικὸν ὄργανον ἐποίησεν καὶ οὕτω ἐκάλεσεν.

Syr

7/8b

ἰοστεφάνῳ δέ, τῇ ὥρᾳ τοῦ ἔαρος· ἐν τούτῳ γὰρ κρούουσι τὰς σύριγγας.EM

Syr

9/10a

ὃς σβέσεν ἀνορέαν: ὃς τὴν ὑπερηφανίαν ἔπαυσε τὴν Περσικὴν καὶ τῆς ἀπωλείας τὴν Εὐρώπην ἐρρύσατο· φασὶ γάρ, ὅτι ἐναργῶς ὁ Πὰν τοῖς Ἕλλησι συνεμάχησε κατὰ τῶν βαρβάρων.Anth. EM

Syr

9/10b

ἀνορέαν δὲ τὴν Περσικὴν αὔχησιν.Anth.

Syr

9/10c

ἰσαυδέα παπποφόνου: ἀντὶ τοῦ ὁμώνυμον τοῦ Περσέως, ὃς τὸν πάππον αὐτοῦ τὸν Ἀκρίσιον ἀπέκτεινεν· Ἀκρισίου δὲ Δανάη, ἀφ’ ἧς Περσεύς. τὴν δὲ Εὐρώπην Τυ‐ ρίαν εἶπεν, ἐπειδὴ ἡ Εὐρώπη ὑπὸ Διὸς ἁρπασθεῖσα ἐκεῖ‐Anth. EM
5θεν ἦν.

Syr

11/12

ᾧ τόδε: ἀντὶ τοῦ· τῷ Πανὶ τὴν σύριγγα τῶν ἀγροίκων ἐπέραστον κτῆμα Θεόκριτος ἀνέθηκεν ὁ Σιμίχου παῖς. τυφλοφόρους δὲ εἶπε τοὺς ἀγροίκους, ἐπειδὴ πήρας
φοροῦσι· πήρα δὲ καὶ τυφλὴ συνώνυμα. πᾶμα δὲ τὸ κτῆμα.
5Ὅμηρος (Δ 433)· ‘πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ.‘ Θεόκριτος δὲ Πάριν ἑαυτὸν εἶπεν, ἐπειδὴ ὁ Πάρις τὰς θεὰς κρίνων ὑπό τινων (Dos. Ar. 10) Θεόκριτος ὠνομάσθη.

Syr

13

ψυχὰν ἀεὶ βροτοβάμων: τῇ σύριγγι, ὦ Πάν, τὴν ψυχὴν χαίροις. βροτοβάμονα δὲ εἴρηκε τὸν Πᾶνα ὡς πετρο‐ βάτην ἀπὸ τῶν λαῶν καὶ τοῦ κατὰ Δευκαλίωνα μύθου. φασὶ γάρ, ὅτι μετὰ τὸν κατακλυσμὸν σπανιζόντων τῶν ἀνθρώπων
5λίθους λαβὼν ὁ Δευκαλίων ἀνθρώπους ἐποίει, ὅθεν αὐτοὺς καὶ λαοὺς κεκλῆσθαι λέγουσιν.

Syr

14

στήτας οἶστρε Σαέττας: τουτέστιν ὁ οἶστρον ἐμ‐ βαλὼν τῇ Λυδῇ γυναικί. φασὶ γάρ, ὅτι ἡ Ὀμφάλη ἡ Λυδὴ οἶστρον εἶχε περὶ τὸν Πᾶνα πολύν. τὸ δὲ στήτη ἡ γυνή, Σαέττης δὲ τῆς Λυδῆς.

Syr

15a

κλωποπάτωρ: ἡ Πηνελόπη τὸν Πᾶνα ἐγέννησε κατὰ μέν τινας ἀπὸ Ἑρμοῦ, κατὰ δὲ ἄλλους ἐκ τῶν μνηστή‐
EMρων.

Syr

15b

ὁ Πὰν δὲ 〈κλωποπάτωρ, καθὸ〉 κλέπτου πατρὸς ἦν Ἑρμοῦ, ἀπάτωρ δὲ ὡς πολυπάτωρ.

Syr

15c

Anth.κλωποπάτωρ:〉 τουτέστι κλεψίγαμε, κλεπτότοκε, πα‐ τρὸς τοῦ Ἑρμοῦ.

Syr

16

Anth. EM τὸ δὲ λαρνακόγυιε χαίροις: τὸ μὲν οὖν χαίροις
πρὸς τὸ ψυχὰν ἀποδοτέον· λαρνακόγυιον δὲ τὸν Πᾶνα, ἐπεὶ χηλόπους ἐστί. λάρναξ δὲ ἡ χηλὸς καὶ ἡ κιβωτός· ταὐ‐ τὸν δ’ ἐστί.

Syr

17-20

διὰ δὲ τῶν ἑξῆς δηλοῖ· ἁδὺ μελίσδεις, ἡδὺ προσᾴδεις τῇ Ἠχοῖ· εἶπεν δὲ αὐτὴν ἔλλοπα, ὡς καὶ μέροπα (v. 5), ἀπὸ τοῦ ἐλλείπειν τῇ φωνῇ· καλλιόπαν δὲ ἀπὸ τοῦ καλὴν ὄπα προφέρεσθαι· νήλευστον δὲ τὴν ἀόρατον· τὸ γὰρ
5νη στερητικόν, τὸ δὲ λεύσσειν ἐστὶν τὸ ὁρᾶν.

Pter

t

Σιμίου Πτέρυγες

Pter

arg a

Αὐτός ἐστιν ὁ Ἔρως ὑπὲρ ἑαυτοῦ λέγων, ὅτι πάντα αὐτῷ εἴκει καὶ τὰ ἐπὶ γῆς καὶ τὰ ἐν οὐρανῷ καὶ θαλάττῃ. τὸ δὲ σχῆμα τοῦ Πτερυγίου οὐκ ἔχει ἀπὸ τοῦ πρώτου ἐπὶ τὸ ἔσχατον τὴν ἀνάγνωσιν ὡς ἐπὶ τοῦ Πελέκεως καὶ τοῦ ὨιοῦAnth. KG
5〈, ἀλλὰ κατὰ τὸ ἑξῆς τῶν στίχων〉. τὸ δὲ μέτρον τοῦ Πτερυγίου καὶ τοῦ Πελέκεως χοριαμβικόν, κατὰ στίχον ὑφαιρουμένης συ‐
ζυγίας.

Pter

arg b

Anth. ὑμνεῖ δὲ οὐ τὸν πάνδημον Ἔρωτα τὸν Ἀφροδίτης, ἀλλὰ τὸν οὐράνιον, τὸν γενεσιουργόν, οὗ καὶ Πλάτων μέμνηται ἐν τοῖς Σωκρατικοῖς διαλόγοις (Conv. 178 sqq.), ὅτε πρὸς Θρα‐ σύμαχον περὶ θείου τε καὶ ἀνθρωπείου διελεγέσθην ἔρωτος.
5καὶ ταῦτα μὲν οὕτως.

Pter

arg c

Anth. KG τούτου ἡ ἀνάγνωσις ὡς γέγραπται δύναται γίνεσθαι ἕνεκά γε τοῦ νοῦ, ἀλλὰ κἂν διὰ τὰ μέτρα ἀπὸ τοῦ πρώτου ἐπὶ τὸ ἔσχατον ἔρχῃ, ἵνα τὰ ἀλλήλοις ἀντίστροφα ᾖ μετ’ ἀλ‐ λήλων. ταύτῃ γὰρ κελεύει τὸ πρῶτον ἀναγνόντας εἶτα τὸ
5πανύστατον προφέρεσθαι καὶ ἀναλόγως ἄνωθεν τὸ δεύτερον· καὶ οὕτως ὁ τρόπος, ἕως ἂν ἐπὶ τὸ βραχύτατον ἀφίκῃ. [ὁ δὲ λόγος] λέγει μὲν ὁ Ἔρως, ὁ δὲ νοῦς ἅπας οὕτως ἔχει· ὅρα με τὸν γῆς τε ἄνακτα καὶ τὸν οὐρανὸν ἄλλῃ ἑδρά‐ σαντα μηδὲ φροντίσῃς, εἰ τηλικόσδε ὢν τελείου ἔργα ποιῶ ἢ
10εἰ τελειότατός εἰμι· τότε γὰρ ἐγενόμην, ὅτε ἡ Ἀνάγκη ἦρχε καὶ πάντα ὑπεῖκε ταῖς τῆς Γῆς γνώμαις, ὅσα ἕρπει δι’ ἀέρος καὶ αἰθέρος. οὐκ εἰμὶ δὲ ὁ Ἀφροδίτης υἱός, καλοῦμαι δὲ Ἔρως· καὶ οὐδὲν δὲ ἔπραξα 〈βίᾳ〉, τὰ πάντα δέ μοι πείθονται, ὑπεῖξαν δέ μοι οἱ γῆς τε καὶ θαλάσσης μυχοὶ καὶ ὁ οὐρανός, ὧν ἐγὼ
15τὸ ἀρχαῖον ἀφειλόμην σκῆπτρον καὶ ἐδίκαζον θεοῖς. ἔχει δὲ νοῦν κἂν ἀπὸ τοῦ πρώτου ἐπὶ τὸ ἔσχατον ἔρχῃ
ὡς προείρηται.

Pter

1

Ἀκμονίδαν δέ φησι τὸν οὐρανόν· Γαῖα μὲν 〈γὰρ〉 Ἄκμονα ἔτικτεν, ἀπὸ δ’ Ἄκμονος ὁ Οὐρανός.

Pel

t

Σιμίου Πέλεκυς

Pel

arg a

τὸ ἑξῆς· ἀνδροθέᾳ τῇ Ἀθηνᾷ δῶρον ὁ Φωκεὺς ὤπασεν Ἐπειὸς πέλεκυν τῆμος, 〈ἐπεὶ〉 Δαρδανιδᾶν ἐστυφέλιξεν ἐκ θεμέθλων ἄνακτας. δεῖ τὸν ἀναγινώσκοντα καὶ ἐξηγούμενον μετὰ τὸ πρῶτονAnth. K
5κῶλον τὸ τελευταῖον λέγειν, εἶτα τὸ δεύτερον ἀπ’ ἀρχῆς καὶ μετ’ αὐτὸ τὸ δεύτερον ἀπὸ τέλους, καὶ οὕτως καθεξῆς ἕως τοῦ μέσου, ὥστε τὸ μέσον τέλος εἶναι.

Pel

arg b

τὸν πέλεκυν τοῦτον Ἐπειὸς ἀνατίθησι τῇ Ἀθηνᾷ, ᾧ κατεσκεύασε τὸν δούρειον ἵππον. τὸ μέτρον δὲ χοριαμβικὸν ἀρξάμενον ἀπὸ καταληκτικοῦ ἑξαμέτρου, καταλῆγον δὲ εἰς μονόμετρον ἰαμβικόν. τὸ αὐτὸ δὲ μέτρον τῷ Πτερυγίῳ· ἀλλὰ
5διαφέρει, καθὸ ὁ μὲν Πέλεκυς ἔχει τὸ πρῶτον κῶλον πρὸς τὸ τελευταῖον συναπτόμενον κατὰ διάνοιαν, τὸ δὲ Πτερύγιον
κατὰ τὸ ἑξῆς τῶν στίχων.

Pel

arg c

τοῦ Πελέκεως ἡ ἀνάγνωσις. δύναται καὶ ἀπὸ τοῦ μέτρου τοῦ βραχυκαταλήκτου τις ἄρχεσθαι, εἶτ’ αὐτῷ ἀνταποδιδοὺς τὸ ἴσον, καὶ ἀκολούθως τοῖς μετ’ αὐτὸ τὰ ἴσα ἐπιφέρων δια‐ σώσασθαι τὸν νοῦν· ἀπὸ μὲν τοῦ δωδεκάτου ἀναβαίνων, ἀπὸ
5θατέρου εἰς ἕνδεκα καταχωρῶν. ἔχει δὲ λόγον κἂν ἀντιθετικῶς ἀναγινώσκηται πρῶτον μὲν τὸ μέγιστον, ἀνταποδιδομένου τοῦ ἐσχάτου, καὶ πάλιν ἀναλόγως τῷ δευτέρῳ τοῦ ἀπὸ τέλους δευ‐ τέρου, ἕως ἐπὶ τὰ μέσα ἀφίκῃ.

Pel

arg d

ἐξήγησις τοῦ Πελέκεως. γέγραπται μὲν εἰς τὸν Ἐπειοῦ πέλεκυν. λέγει δὲ ὅτι δῶρον τῇ Ἀθηνᾷ ὁ Φωκεὺς Ἐπειὸς τῆς τέχνης καὶ ἐπινοίας χάριν ἀποτίνων ἀνέθηκεν, ᾧ ποτε τῶν θεοποιήτων πύργων κατήριπε τὸ τεῖχος, ἡνίκα τῇ ἱπποποιήτῳ
5κηρὶ καὶ πυριπνόῳ τὴν πόλιν ἔκαυσεν· διὰ γὰρ τοῦ ἵππου εἷλον Ἴλιον 〈οἱ〉 Ἕλληνες· καὶ τοὺς αὐτῆς βαθυπλούτους ἄνακτας ἐκ βάθρων ἔσεισεν Ἐπειός, ὃς οὐκ ἦν προμάχοις ἐν‐ αρίθμιος, ἀλλ’ ἀπὸ κρηνῶν καθαρῶν πόμα ἔφερε τοῖς Ἀχαιοῖς· νῦν δὲ ἐχώρησεν εἰς τὴν Ὁμήρου ποίησιν διὰ τὴν Ἀθηνᾶς
10χάριν. μακάριος οὖν, ὃν σὺ ἀπὸ ψυχῆς ἵλεως εἶδες· τῷ γὰρ τοιούτῳ καὶ εὐδαιμονία ἀεὶ παρακολουθεῖ.

Pel

1

ἀνδροθέα δὲ ἡ ἔπανδρος θεά· οἶμαι δὲ ὅτι διὰ τού‐
του τοῦ ὀνόματος τὴν παρθένον καὶ ἀνδρείαν ἐσήμανεν.

Oion

t

Σιμίου Ὠιόν

Oion

arg a

Παραινεῖ ὁ ποιητὴς τὸν ἀκροατὴν λαβεῖν τῆς Δωρίδος ἀηδόνος τὸ ᾠὸν μετὰ πολλῆς προθυμίας· ἡδεῖα γάρ ἐστιν ἡ φωνὴ τῆς Δωρίδος ἀηδόνος. τοῦτο δὲ τὸ ᾠὸν ὁ μεγαλοφωνό‐ τατος τῶν θεῶν Ἑρμῆς, ἤγουν ὁ λόγος, παρέσχε· κελεύει δὲAnth.
5ἀπὸ μονοβάμονος μέτρου ἐπὶ μέγα αὔξειν.

Oion

arg b

ἀπὸ τοῦ πρώτου ἥξεις ἐπὶ τὸ τελευταῖον κατιὼν καὶ πάλιν ἐπανιὼν ἀναλόγως.

Oion

arg c

[φησὶ] ὁ δὲ νοῦς· τοῦτο τὸ ᾠὸν ὁ ποιητής φησιν ἐξ ἀηδόνος γενέσθαι καὶ τῆς ἑαυτοῦ φροντίδος. παρακαλεῖ οὖν δέξασθαι μεθ’ ἡδονῆς τὸ ᾠόν [δέξασθαι δέ φησι πᾶσι τοῦτο παραινεῖ] 〈...〉 ὑφ’ Ἑρμοῦ τάχει χρησαμένου καὶ τὰ μέτρα
5καὶ τοὺς ῥυθμοὺς ἀνομοίους ὄντας ἀποδείξαντος ὁμοίους. ἀλληγορεῖ δὲ παρεικάζων τὴν τῶν ποδῶν ὁρμὴν τοῦ θεοῦ νεβροῖς, αἳ σκιρτῶσι τῆς μητρὸς τοῦ γάλακτος ἐπιθυμοῦσαι· οὕτω φησὶ σκιρτήσαντα τὸν Ἑρμῆν εὐρύθμοις σκιρτήμασι μέτρα ἀναφθεγξάμενον παραδοῦναι τῆς Δωρίας ἀηδόνος· τοῦτο
10δέ φησιν, ὅτι Ῥόδιος αὐτός, ἡ δὲ Ῥόδος μία τῶν νήσων τῶν Δωριέων.

Oion

9/10

μονοβάμονος δὲ μέτρου, ὅτι ἀπὸ ἐλαχίστου εἰς δεκάμετρον προῆλθεν.

Oion

11a

θοῶς δ’ ὕπερθεν ὠκὺ λέχριον: ἐπειδὴ τὸ μέτρον
πλάγιον καὶ οὐκ ὀρθόν, ἀλλὰ κατὰ μικρὸν αὐξόμενον.

Oion

11b

τὸ δὲ λέχριον φέρων νεῦμα ποδῶν σποράδην, ὅτι πλάγιον καὶ ἀσαφὲς τὸ ποίημα.

Oion

12

παναίολον,〉 ὅτι τῶν Μουσῶν αἱ φωναὶ ποικίλαι καὶ διαφορὰς πολλὰς ἔχουσι.

Oion

14

τὸ δὲ ῥώοντο ἀντὶ τοῦ ἐβάδιζον.

Oion

17a

ἀμφίπαλτον δὲ αὐδὴν τὴν φωνὴν τὴν περὶ ἑαυ‐ τὴν παλλομένην καὶ ἠχοῦσαν.

Oion

17b

πουκότατον δὲ ἀντὶ τοῦ πυκνότατον. τὰ λοιπὰ ζήτει ἑκάστης λέξεως τὸ σημαινόμενον· Δωρι‐ κὰ γάρ.

Bom Dos

t

Δωσιάδου Βωμός Ἑρμηνεῖαι τοῦ Ὁλοβόλου ῥήτορος κυροῦ Μανουὴλ καὶ μεγάλου πρωτοσυγκέλλου

Bom Dos

arg

Farr. Ὁ διὰ τῶν μέτρων οὑτοσὶ βωμὸς Δωσιάδου τινὸς εὕρημα. γέγραπται δὲ ἐπὶ τῷ βωμῷ, ὃν ὁ Ἰάσων κατεσκεύασεν τῷ Ἀπόλλωνι. ἐν τούτῳ τῷ βωμῷ κατά τινα χρησμὸν ἔθυσεν Ἀγαμέμνων, τοῦτον καὶ Φιλοκτήτης ἐτίμησεν. ἡμεῖς δὲ τὴν ἐν
5τούτῳ κεκρυμμένην ἔννοιαν, οὐχ ἧττον δὲ καὶ τὸ μέτρον δῆλα σὺν θεῷ τοῖς μὴ εἰδόσι ποιήσομεν ἐκ παλαιοῦ τινος λαβόντες
τὰς ἀφορμάς.

Bom Dos

1-5a

YF Farr. ὡς ἀπὸ τοῦ βωμοῦ ὁ λόγος· ὅτι ἐγώ εἰμι ὁ βω‐ μός, ὅν με τεῦξε καὶ κατεσκεύασεν Ἰάσων, ὁ Μέροψ ἤγουν ὁ Θεσσαλός—ἄποικοι γὰρ Μερόπων οἱ Θεσσαλοί—, ὁ δίσ‐ αβος ὁ δὶς ἡβήσας, τὸ μὲν τῇ φύσει, τὸ δὲ τῇ τῆς Μηδείας
5ἑψήσει καὶ τῇ ἐντεῦθεν ἀνανεώσει, ὁ πόσσις καὶ ὁ ἀνήρ —δὶς τὸ σς Αἰολικῶς διὰ τὸ μέτρον—, ὁ χρυσοῦς καὶ λαμπρὸς ἀΐτας καὶ ἐραστὴς τῆς στήτης καὶ τῆς γυναικὸς τῆς ἄρσενος καὶ τῆς ἀνδρείας—ἐπιβουλεύσασα γὰρ Μήδεια Θησεῖ καὶ φωραθεῖσα ἔφυγεν εἴς τι τῆς Ἀσίας μέρος, ὃ νῦν
10Μηδία ἐξ αὐτῆς καλεῖται, ἀνδρῴαν περιβαλοῦσα στολήν—· οὐχ ὁ σποδεύνας ἤγουν ὁ Ἀχιλλεὺς ὁ ἐν σποδῷ καὶ πυρᾷ εὐναζόμενος καὶ κοιμιζόμενος παρὰ τῆς οἰκείας μητρὸς Θέτι‐ δος, ὥς φησι Λυκόφρων (v. 177 sq.), πάλιν οὐχ ὁ Ἀχιλλεὺς ὁ ἶνις καὶ ὁ υἱὸς τῆς Ἐμπούσης ἤγουν τῆς Θέτιδος—φάσμα
15γάρ τι ἡ Ἔμπουσα νυκτερινὸν εἰς μυρίας μορφὰς ἀλλοιούμενον, ὥς φησι Φιλόστρατος (Vit. Apoll. II 4), μετεβάλλετο δὲ εἰς μυ‐ ρίας μορφὰς καὶ ἡ Θέτις, ὅτε μιγῆναι ταύτῃ ὁ Πηλεὺς ἔσπευδεν,
ᾗ καὶ ἐμίγη ἐν σηπίας εἴδει—, πάλιν οὐχ ὁ Ἀχιλλεὺς ὁ μό‐ ρος καὶ ὁ θάνατος καὶ ὄλεθρος τοῦ βούτου καὶ βουκόλου
20Ἀλεξάνδρου, τοῦ Τευκροῦ καὶ τοῦ Τρωός, τοῦ τεκνώματος τῆς κυνὸς ἤγουν τοῦ υἱοῦ τῆς Ἑκάβης, ἥτις Κύων ὠνόμασται καὶ Χοιρίλη διὰ τὸ τῶν παίδων οὓς ἔτεκε πλῆθος.

Bom Dos

1-5b

τοῦτο λέγει· ὅτι ἐγώ εἰμι ὁ βωμός, ὃν κατεσκεύασεν ὁ ἀνὴρ τῆς Μηδείας, οὐχ ὁ Ἀχιλλεὺς ὁ τοιόσδε καὶ τοιόσδε, ἀλλ’ ὁ Ἰάσων· δύο γὰρ Θετταλοὺς ἄνδρας ἔσχε Μήδεια, τὸν Ἰάσονα ἐν Θετταλίᾳ καὶ τὸν Ἀχιλλέα ἐν ταῖς νήσοις τῶν μακάρων.

Bom Dos

5-8

πότε δέ με ἔτευξεν ὁ Ἰάσων; ἦμος καὶ ὁπηνίκα εὖσε καὶ ἔκαυσε καὶ ἔρραισε καὶ ἔφθειρεν ἡ Μήδεια τὸν οὖρον καὶ τὸν ὁρμητικὸν ὡς ἀνδρεῖον, γυιόχαλκον καὶ χάλ‐ κεον ἄνδρα διὰ τὸ ἀεὶ ὡπλισμένον εἶναι, τὸν Τάλων κωλύοντα
5τοὺς Ἀργοναύτας διελθεῖν· ὃν Τάλων, ὃς ἐν μιᾷ ἡμέρᾳ 〈τρὶσ〉 περιώδευε τὴν νῆσον τὴν Κρήτην καὶ ἐφύλαττε, μόρησε καὶ μετὰ μόρου καὶ κακοπαθείας ὁ Ἥφαιστος ἐτεκτήνατο, ὁ ἀπά‐ τωρ—ἐκ γὰρ τῆς Ἥρας μόνης ἐγεννήθη, ὡς ληρεῖ Ἡσίοδος ἐν τῇ Θεογονίᾳ (v. 927), ἣ καὶ ἔρριψεν αὐτὸν ὡς ἐτώσιον
10ἄχθος, ἢ ὁ μητρόριπτος τουτέστιν ὁ διὰ τὴν μητέρα ῥιφθεὶς ὑπὸ τοῦ Διὸς μεσιτεύων αὐτήν—, ὁ δίσευνος Ἥφαιστος καὶ δύο γυναῖκας σχών, τὴν Ἀφροδίτην καὶ τὴν Χάριν.

Bom Dos

9-12

ἐμὸν δὲ τεῦγμα καὶ τὴν ἐμὴν κατασκευὴν ἀθρή‐ σας καὶ θεασάμενος ὁ Φιλοκτήτης, ὁ κτάντης καὶ ὁ φονεὺς
τοῦ Θεοκρίτου καὶ τὰς θεὰς κρίναντος Ἀλεξάνδρου, ὁ καύ‐ της καὶ ὁ ἐνταφιαστὴς τοῦ τριεσπέρου 〈ἤγουν τοῦ ἐν τρι‐
5σὶν ἡμέραις τε καὶ νυξὶν ὑπὸ Διὸς σπαρέντοσ〉 Ἡρακλέος —γνώριμοι αὗται αἱ ἱστορίαι ἐν τῷ Λυκόφρονι (v. 33. 93. 916)—, τί ἐποίησεν; ἄϊξε καὶ ὥρμησεν ἀνιύξας καὶ κράξας, τουτέστιν ἐμὲ ὕμνησε καὶ ἐδόξασεν ἰδὼν ὁ Φιλοκτήτης.

Bom Dos

13/14

εἰς δὲ ἀντίχαριν—οὕτω γὰρ τιμῶσιν οἱ δαίμονες τοὺς τιμῶντας αὐτούς—χάλεψε καὶ χαλεπῶς ἔτρωσε νὶν καὶ αὐτὸν ἐν ἰῷ καὶ φαρμάκῳ ὁ σύργαστρος ἤγουν ὁ ὄφις ὁ τῇ γαστρὶ συρόμενος, ὁ ἐκδὺς τὸ γῆρας—νεάζει γὰρ ὁ
5ὄφις τῇ τῆς παλαιᾶς λεβηρίδος ἀποβολῇ.

Bom Dos

15-18a

τοῦτον δὲ ἐλινύοντα καὶ βραδύνοντα ἐν τῇ ἀμφικλύστῳ καὶ περιρρύτῳ Λήμνῳ μετὰ χρόνους 〈ιʹ〉 εἰς τὴν Τευκρίδα ἤγουν τὴν Τροίαν, τὴν τρίπορθον καὶ τρὶς πορθηθεῖσαν—παρὰ Ἡρακλέους, παρὰ Ἀμαζόνων καὶ τὸ
5τρίτον τῶν Ἑλλήνων—, ἤγαγε καὶ ἐκόμισεν ἕνεκα τῶν ἀρ‐ δίων καὶ τῶν τόξων καὶ τῶν βελῶν τοῦ Ἡρακλέους, τίς; ὁ φὼρ καὶ ὁ κλέπτης τοῦ Παλλαδίου Ὀδυσσεύς, ὁ δίζῳος ὁ εἰς Ἅιδου κατελθὼν κἀκεῖθεν ἀνελθών, ὁ εὐνέτης καὶ ὁ ἀνὴρ τῆς μητρὸς τοῦ Πανὸς ἤγουν τῆς πηνελόπης, ἣ ἔτεκε
10τοῦτον ἐκ τῆς μίξεως πάντων τῶν μνηστήρων. καὶ ἄλλος τις ἤγαγε τοῦτον τὸν Φιλοκτήτην εἰς τὴν Τροίαν· ὁ Ἰλιοραίστης ὁ τῆς Ἰλίου φθορεὺς Διομήδης, ὁ ἶνις καὶ ὁ υἱὸς τοῦ Τυ‐ δέως τοῦ ἀνδροβρῶτος—ἔφαγε γὰρ οὗτος ὁ Τυδεὺς τὴν
κεφαλὴν τοῦ Μελανίππου καταρροφήσας τὸν ἐν αὐτῇ μυελόν.

Bom Dos

15-18b

Farr. ἴσθι δὲ ὡς οὗτος μὲν Ὀδυσσέα καὶ Διομήδην φησὶ τὸν Φιλοκτήτην ἀγαγεῖν εἰς Τροίαν, Σοφοκλῆς δὲ ἐν τῷ Φιλοκτή‐ του δράματι Ὀδυσσέα καὶ Νεοπτόλεμον.

Bom Bes

t

Βησαντίνου Βωμός

Bom Bes

arg

Anth.1.2 Ὁ νοῦς ὅλου τοῦ ποιήματος.

Bom Bes

1-3a

ὀλός: τὸ τῆς σηπίας μέλαν, ὃ καὶ θολὸν καλοῦσι πορφυρευταί. σκοτοῦσι δὲ αἱ σηπίαι τὴν πέριξ αὐτῶν θάλασ‐ σαν διὰ τοῦ μέλανος, ἵνα λάθωσι τοὺς θηρευτάς. ψιλοῦται δὲ καὶ ὀξύνεται ὀλός· τὸ γὰρ περιεκτικὸν δασύνεται καὶ βαρύ‐
5Anth.νεται.

Bom Bes

1-3b

ὁ λόγος δὲ ἀπὸ τοῦ βωμοῦ· ὅτι οὐ τέγγομαι τῷ τῶν ἱερείων αἵματι, ὁποῖα ἡ κάλχη, ὅ ἐστιν [ἱερεῖον] 〈...〉 ‘τοῖς δευσοποιοῖς φαρμάκοις ξανθίζεται‘ (fgm. adesp. 441 Nauck Trag. gr. fgm.2 924). μεταφορικῶς δὲ τὸ τῶν ἱερείων
5αἷμα σηπίας ὀλὸν εἶπεν διὰ τὴν ὁμοιότητα.

Bom Bes

1-3c

Anth.1.2 ὀλὸς 〈λιβρὸς〉 ὁ σκοτεινός, φησὶ δὲ τὸ αἷμα.

Bom Bes

1-3d

κάλχην δὲ τὴν πορφύραν ἤγουν τὸν κόχλον.Anth.

Bom Bes

4a

μαύλιες δ αἱ μάχαιραι.

Bom Bes

4b

πέτρης Ναξίας θοούμεναι: Νάξος Κρήτης νῆσος φέρουσα ἀκόνας.

Bom Bes

5/6a

παμάτων: τῶν θρεμμάτων.Anth.1.2

Bom Bes

5/6b

οὐ στροβίλων λιγνύϊ: ὁ νοῦς· οὐ λιβανωτοῦ καπνῷ μελαίνομαι.Anth.

Bom Bes

5/6c

ἰξὸς δέ ἐστιν εὐῶδες φυτὸν τῶν δένδρων τῶν Ἀραβι‐ κῶν. [οὐχ ὁ ἰξός ἐστι φυτόν, ὦ λῷστε, ἀλλὰ τὸ μὲν φυτὸν ἄλλως πως ὀνομάζεται, ὁ δὲ ἰξὸς ὁ λιβανωτός, ὃν θυμιῶσι πρὸς τοὺς βωμοὺς Ἑλλήνων παῖδες κακοδαίμονες.]

Bom Bes

5/6d

ἰξὸς λέγεται τὸ καταρρέον ἀπὸ τῶν δένδρων τῶν Ἀρα‐ βικῶν, μεταφορικῶς δὲ τὸν λιβανωτὸν λέγει.

Bom Bes

5/6e

Νῦσαι δὲ πολλαί εἰσι, νῦν δὲ τὴν Ἀραβικὴν λέγει.

Bom Bes

7/8a

ὁ δὲ νοῦς· οὐ γὰρ ὁρᾷς με οὔτε χρυσοῦν οὔτε ἀρ‐ γυροῦν. τάγχουρος γὰρ ὁ χρυσός, ἡ λέξις Περσική.

Bom Bes

7/8b

οὔτ’ ἐξ Ἀλύβης παγέντα βώλοις: τουτέστιν ἐξ ἀργύρου· ὁ γὰρ Ὅμηρος (Β 857) τὴν Ἀλύβην γενέθλην τοῦ ἀργύρου ὠνόμασεν.

Bom Bes

7/8c

Ἀλύβης παγέντα βώλοις: ἀργύρῳ φησίν. Ὅμηρος (Β 857)· ‘τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη.‘

Bom Bes

9-13a

οὐδ’ ὃν Κυνθογενής: Κύνθος δὲ ὄρος Δή‐ λου, ὅπου κεράτινος βωμός. λέγεται δὲ ἐκ δεξιῶν κεράτων
πεπλέχθαι τὸν βωμὸν μόνον, ἐκ δὲ τῶν ἀριστερῶν οὐδαμῶς.

Bom Bes

9-13b

ἰσόρροπος πέλοιτό μοι: οὐδὲ ἐκεῖνος ἴσος ἐμοὶ γέ‐ νοιτο, ὃν τῷ Ἀπόλλωνι ἡ Ἄρτεμις ἐκ κεράτων ἐποίησεν.

Bom Bes

14

σὺν Οὐρανοῦ γὰρ ἐκγόνοις: ταῖς Χάρισιν.

Bom Bes

15

εἰνὰς δὲ Γηγενὴς αἱ Μοῦσαι· θυγατέρες γὰρ αὗται τῆς Γῆς.

Bom Bes

16/17

τάων δ’ ἀείζῳον: τὰ τῶν Μουσῶν, φησί, καὶ τῶν Χαρίτων ἔνευσεν ὁ Ζεὺς ἄφθαρτα εἶναι.

Bom Bes

18-22

σὺ δ’, ὦ πιὼν κρήνηθεν: σὺ δὲ ὁ ἐκ τῆς κρήνης τοῦ Ἑλικῶνος ἐκπιών, τουτέστι τῶν Μουσικῶν πομά‐ των, θύοις τοῖς θεοῖς σπονδὴν μέλιτος γλυκερωτέραν.

Bom Bes

23/24a

ἰὸν ἱέντων τεράων: ἀντὶ 〈τοῦ〉· οὐκ ἔχω δράκοντας ἰοβόλους.

Bom Bes

23/24b

ἰὸν 〈ἱέντων: ἀντὶ 〈τοῦ〉 ἰοβόλων.

Bom Bes

26a

σο, Τριπάτωρ: σοί, ὦ Ἀθηνᾶ· φασὶ δὲ Ἀθηνᾶν ἐκ τριῶν φῦναι πατέρων, ἔνθεν Τριτογένειαν καλεῖσθαι.

Bom Bes

26b

τὸ δὲ πορφυρέου κριοῦ τοῦ χρυσομάλλου κριοῦ.

Bom Bes

26c

Anth.1.2 φὼρ ἀνέθηκε κριο: τὸ ἀπίθανον τοῦ μύθου λύ‐ οντες οὐ κριόν φασι τὸ ζῷον, πλοῖον δὲ κριὸν ἔμβολον ἔχον.
ἀπὸ δὲ βωμοῦ ἀρξάμενος εἰς βωμὸν κατέληξεν.