TLG 5037 006 :: SCHOLIA IN SOPHOCLEM :: Scholia in Sophoclis Oedipum Coloneum (scholia vetera)

SCHOLIA IN SOPHOCLEM Schol.
(Varia)

Scholia in Sophoclis Oedipum Coloneum (scholia vetera)

Source: de Marco, V. (ed.), Scholia in Sophoclis Oedipum Coloneum. Rome: Bretschneider, 1952: 1–68.

  • Hypotheses 1–3: pp. 1–3
  • Hypothesis Sallustii Pythagorei: pp. 3–4
  • Scholia: pp. 5–68
  • Epigramma: p. 68
  • Dup. partim 5037 004

Citation: Hypothesis-scholion — (line)

t

ΟΙΔΙΠΟΥΣ ΕΠΙ ΚΟΛΩΝΩΙ ΥΠΟΘΕΣΕΙΣ

hyp1

Ὁ ἐπὶ Κολωνῷ Οἰδίπους συνημμένος πώς ἐστι τῷ Τυράννῳ. τῆς γὰρ πα‐ τρίδος ἐκπεσὼν ὁ Οἰδίπους ἤδη γεραιὸς ὢν ἀφικνεῖται εἰς Ἀθήνας, ὑπὸ τῆς θυγατρὸς Ἀντιγόνης χειραγωγούμενος· ἦσαν γὰρ τῶν ἀρσένων 〈αἱ θήλειαι〉 περὶ τὸν πατέρα φιλοστοργότεραι· ἀφικνεῖται δὲ εἰς Ἀθήνας κατὰ τὸ πυθό‐
5χρηστον, ὡς αὐτός φησι, χρησθὲν αὐτῷ, παρὰ ταῖς Σεμναῖς καλουμέναις θεαῖς μεταλλάξαι τὸν βίον. τὸ μὲν οὖν πρῶτον γέροντες ἐγχώριοι, ἐξ ὧν ὁ χορὸς συνέστηκε, πυθόμενοι συνέρχονται καὶ διαλέγονται πρὸς αὐτόν· ἔπειτα δὲ Ἰσμήνη παραγενομένη, τὰ κατὰ τὴν στάσιν ἀπαγγέλλει τῶν παίδων, καὶ τὴν γε‐ νησομένην ἄφιξιν τοῦ Κρέοντος πρὸς αὐτόν· ὃς καὶ παραγενόμενος ἐπὶ τῷ ἀπαγ‐
10αγεῖν αὐτὸν εἰς τοὐπίσω ἄπρακτος ἀπαλλάττεται. ὁ δὲ πρὸς τὸν Θησέα διελ‐ θὼν τὸν χρησμόν, οὕτω τὸν βίον καταστρέφει παρὰ ταῖς θεαῖς. Τὸ δὲ δρᾶμα τῶν θαυμαστῶν· ὃ καὶ ἤδη γεγηρακὼς ὁ Σοφοκλῆς ἐποίησε, χαριζόμενος οὐ μόνον τῇ πατρίδι, ἀλλὰ καὶ τῷ ἑαυτοῦ δήμῳ· ἦν γὰρ Κολω‐ νῆθεν· ὥστε τὸν μὲν δῆμον ἐπίσημον ἀποδεῖξαι, χαρίσασθαι δὲ καὶ τὰ μέγιστα
15τοῖς Ἀθηναίοις, δι’ ὧν ἀπορθήτους ἔσεσθαι καὶ τῶν ἐχθρῶν αὐτοὺς κρατήσειν ὑποτίθεται ὁ Οἰδίπους, προαναφωνῶν ὅτι διαστασιάσουσι πρὸς Θηβαίους ποτὲ καὶ τούτων κρατήσουσιν ἐκ χρησμῶν διὰ τὸν τάφον αὐτοῦ. Ἡ σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν τῇ Ἀττικῇ ἐν τῷ ἱππίῳ Κολωνῷ πρὸς τῷ ναῷ τῶν Σεμνῶν. ὁ δὲ χορὸς συνέστηκεν ἐξ Ἀθηναίων ἀνδρῶν· προ‐
20λογίζει Οἰδίπους. LARM1

hyp2

Τὸν ἐπὶ Κολωνῷ Οἰδίπουν ἐπὶ τετελευτηκότι τῷ πάππῳ Σοφοκλῆς ὁ ὑϊδοῦς ἐδίδαξεν, υἱὸς ὢν Ἀρίστωνος, ἐπὶ ἄρχοντος Μίκωνος, ὅς ἐστι τέταρτος ἀπὸ Καλλίου [Ol. 93, 3], ἐφ’ οὗ φασιν οἱ πλείους τὸν Σοφοκλέα τελευτῆσαι. σαφὲς δὲ τοῦτ’ ἐστὶν ἐξ ὧν ὁ μὲν Ἀριστοφάνης ἐν τοῖς Βατράχοις ἐπὶ Καλλίου ἀνάγει
5τοὺς στρατηγοὺς ὑπὲρ γῆς, ὁ δὲ Φρύνιχος ἐν Μούσαις, ἃς συγκαθῆκε τοῖς Βατράχοις, φησὶν οὕτως [fr. 31 Kock]·
μάκαρ Σοφοκλέης, ὃς πολὺν χρόνον βιοὺς
ἀπέθανεν, εὐδαίμων ἀνὴρ καὶ δεξιός,
πολλὰς ποιήσας καὶ καλὰς τραγῳδίας·
10
καλῶς 〈δ’〉 ἐτελεύτης’, οὐδὲν ὑπομείνας κακόν. ἐπὶ δὲ τῷ λεγομένῳ ἱππίῳ Κολωνῷ τὸ δρᾶμα κεῖται· ἔστι γὰρ καὶ ἕτερος Κολωνὸς ἀγοραῖος πρὸς τῷ Εὐρυσακείῳ, πρὸς ᾧ οἱ μισθαρνοῦντες προεστή‐ κεισαν, 〈ὥστε〉 καὶ τὴν παροιμίαν ἐπὶ τοῖς καθυστερίζουσι τῶν καιρῶν δια‐ δοθῆναι [Paroemiogr. I: Append. IV, 49]
15
ὄψ’ ἦλθες, ἀλλ’ εἰς τὸν Κολωνὸν ἵεσο. μνημονεύει τῶν δυεῖν Κολωνῶν Φερεκράτης ἐν Πετάλῃ διὰ τούτων [fr. 134 K.]
οὗτος, πόθεν ἦλθες; B. εἰς Κολωνὸν ἱέμην,
οὐ τὸν ἀγοραῖον, ἀλλὰ τὸν τῶν ἱππέων. L2

hyp3

(1t)

ΕΜΜΕΤΡΟΣ ΥΠΟΘΕΣΙΣ ΤΟΥ ΠΡΟΓΕΓΡΑΜΜΕΝΟΥ ΔΡΑΜΑΤΟΣ
2tΗΤΟΙ ΤΟΥ ΕΠΙ ΚΟΛΩΝΩΙ ΟΙΔΙΠΟΥ
3Ἤλυθεν ἐκ Θήβης ἀλαὸν πόδα βακτρεύουσα πατρὸς ὁμοῦ μητρὸς τλήμονος Ἀντιγόνη
5ἐς χθόνα Κεκροπίης καὶ τὰς Δήμητρος ἀρούρας, Σεμνῶν δ’ ἱδρύθη σηκὸν ἐς ἀθανάτων· ὡς δὲ Κρέων Θήβηθεν ἔχων εἰσῆλθεν ἀπειλάς, Θησεὺς ταῖς ὁσίαις ῥύσατο χερσὶ βίᾳ. Φοιβείων παρέχειν χρησμῶν φάτιν εἶπεν ἀληθῆ
10 ἔνθεν ἄρ’ ὁ πρέσβυς †τόνδε κρατεῖν πόλεμος.† Ἀργόθεν ἦλθε θεῶν ἱκέτης κρατερὸς Πολυνείκης, τῷ δὲ πατὴρ στυγερὰς ἐξαπέλασσεν ἀράς· Μοῖραι γὰρ δυσάλυκτοι ἐφ’ ἱππείοιο Κολωνοῦ ἤγαγον †ἀνδραπόδων πνεῦμα πολυχρόνιον·†
15ὡς δ’ ἦν Αἰγείδης ἔφορος λογίων Ἑκάτοιο, σεισμοῖς καὶ βρονταῖς ἦν ἀφανὴς ὁ γέρων. L

hyp4

(1t)

ΣΑΛΟΥΣΤΙΟΥ ΥΠΟΘΕΣΙΣ ΠΥΘΑΓΟΡΟΥ
2Τὰ πραχθέντα περὶ τὸν Οἰδίποδα ἴσμεν ἅπαντα τὰ ἐν τῷ ἑτέρῳ Οἰδίποδι. πεπήρωται γὰρ καὶ ἀφῖκται εἰς τὴν Ἀττικήν, ὁδηγούμενος ἐκ μιᾶς τῶν θυγα‐ τέρων, Ἀντιγόνης· καί ἐστιν ἐν τῷ τεμένει τῶν Σεμνῶν [Ἐρινύων], ὅ ἐστιν
5ἐν τῷ καλουμένῳ ἱππίῳ Κολωνῷ, οὕτω κληθέντι ἐπεὶ καὶ Ποσειδῶνός ἐστιν
ἱερὸν ἱππίου καὶ Προμηθέως, καὶ αὐτοῦ οἱ ὀρεωκόμοι ἵστανται. ἔστι γὰρ αὐτῷ πυθόχρηστον ἐνταῦθα δεῖν αὐτὸν ταφῆς τυχεῖν· οὗ μή ἐστιν ἑτέρῳ βέβηλος τόπος, αὐτόθι κάθηται· καὶ κατὰ μικρὸν αὐτῷ τὰ τῆς ὑποθέσεως προέρχεται. ὁρᾷ γάρ τις αὐτὸν τῶν ἐντεῦθεν, καὶ πορεύεται ἀγγελῶν ὅτι τις ἄρα τῷ χωρίῳ τούτῳ3
10προσκάθηται. καὶ ἔρχονται οἱ ἐν τῷ τόπῳ ἐν χοροῦ σχήματι, μαθησόμενοι τὰ πάντα. πρῶτος οὖν ἐστι καταλύων τὴν ὁδοιπορίαν, καὶ τῇ θυγατρὶ διαλεγόμενος. ἄφατος δέ ἐστι καθόλου ἡ οἰκονομία ἐν τῷ δράματι, ὡς οὐδενὶ ἄλλῳ σχεδόν. LA Τὰ τοῦ δράματος πρόσωπα· Οἰδίπους· Θησεύς· Ἀντιγόνη· Κρέων· Ξένος·
Πολυνείκης· Χορὸς Ἀττικῶν γερόντων· Ἄγγελος· Ἰσμήνη. LARM4

sch t

ΣΧΟΛΙΑ

1

Οἰδίπους εἰς Ἀθήνας παραγενόμενος ἐρωτᾷ τὴν θυγατέρα Ἀντιγόνην. LRM

3

τίς τὸν πλανήτην Οἰδίπουν· ἔστι μὲν ἀφ’ ἑτέρας ἀρχῆς λαμβάνοντα λέ‐ γειν οὕτως· τίς τὸν πλανήτην Οἰδίπουν δέξεται; δύναται δὲ καὶ τοῖς ἄνω συνάπτεσθαι, τοῦ τίς μὴ πυσματικῶς κειμένου, ἀλλ’ ἀντὶ τοῦ ἣ ἄρθρου, ὥστε τῷ πόλιν συντετάχθαι καὶ τὸν λόγον ἔχειν οὕτως· τίνας χώρους ἀφίγ‐
5μεθα ἢ τίνων ἀνδρῶν πόλιν, ἣ τὸν πλανήτην Οἰδίπουν δέξεται; ὅτι δὲ τὸ τίς ἀντὶ ἄρθρου χρῶνται, Καλλίμαχος φησὶν οὕτως [fr. 680 Pf.]
ὑπεὶρ ἅλα κεῖνος ἐνάσθη
Ἀλκαθόου τις ἄπυστος. ἠθικώτερον δὲ τὸ πρῶτον. L
10ἀντὶ τοῦ ἣ ἄρθρου τὸ τίς. L τίς ἡμᾶς σήμερον ὑποδέξεται; LRM

4

σπανιστοῖς: εὐτελέσι, τοῖς κατὰ σπάνιν τοῦ αἰτοῦντος διδομένοις. LRM

6

μεῖον φέροντα] βραχύτερον ἀποφερόμενον τοῦ αἰτηθέντος· οὐ γὰρ ὅσα αἰτεῖ τις λαμβάνει. LRM καὶ τόδ’ ἐξαρκοῦν ἐμοί] ὅμως γοῦν τούτοις ἀρκούμενον. LRM

7

στέργειν γὰρ αἱ πάθαι: ταῦτά με στέργειν τὰ δυστυχήματα ὁ πολὺς πε‐ ποίηκε χρόνος καὶ τὸ τῶν συμφορῶν πλῆθος καὶ τὸ τῆς ἀνδρείας πλεονέκτημα· πάθαι γὰρ αἱ συμφοραί. ἀπὸ κοινοῦ δὲ τὸ διδάσκει, ἀντὶ τοῦ εἴθισμαι τῷ πολ‐ λῷ χρόνῳ καὶ μεμελέτηκα τῆς τύχης τὰ δύσκολα. LRM

9

θάκοισιν] καθέδραις. L5

10

ἢ πρὸς βεβήλοις: βέβηλος τόπος ἐστὶν ὁ ἀκάθαρτος καὶ βατὸς πᾶσι. καὶ βέβηλος ἀνὴρ ὁ μιαρός. Εὐριπίδης Πρωτεσιλάῳ [fr. 648 N.2]
οὐ γὰρ θέμις βέβηλον ἅπτεσθαι δόμων καὶ [Orphicorum Fr. 334, Kern]
5
ἀείδω ξυνετοῖσι, θύρας δ’ ἐπίθεσθε βέβηλοι. βεβήλοις τοῖς πᾶσι βασίμοις τόποις μηδὲ ἀνειμένοις θεοῖς. ἐκ μεταφορᾶς δὲ βεβήλους καὶ τοὺς ἀμυήτους φασὶ καὶ ἀκαθάρτους. Σοφοκλῆς ἐν Συν‐ δείπνῳ [fr. 147 N2 = 570 Pear.] βέβηλον τὸν ἰδιώτην φησίν. LRM βεβήλοις] βατοῖς. L

11

στῆσον] στῆσόν με ἐκ τῆς ὁδοιπορίας καὶ μαθησόμεθα. LR πυθοίμεθα] μαθησόμεθα. L

12

μανθάνειν γὰρ ἥκομεν· εἰς γὰρ τοῦτο, φησίν, ἐληλύθαμεν, ἅτε δὴ ξένοι ὄντες, παρὰ τῶν ἀστῶν μανθάνειν τί ἐστι πρακτέον ἡμῖν. LR

13

τελεῖν] πο〈ιεῖν〉. L

14

πάτερ ταλαίπωρε: οὐκ ἐμπαροινεῖν βουλομένη τῷ πατρὶ ταλαίπωρον ἀπο‐ καλεῖ, ἀλλὰ τοῦ πάθους παριστᾶσα τὸ μέγεθος. πωρεῖν δὲ οἱ Ἠλεῖοι τὸ πενθεῖν φασι· καὶ Ἀντίμαχος [fr. 48 Wyss]
πωρητὺν ἀλόχοισι καὶ οἷς τεκέεσσιν ἕκαστος
5
〈θέντο〉· παρὰ τοῦτο οὖν τὸ ταλαίπωρος ἐτυμολογεῖται. LRM

15

ὡς ἀπ’ ὀμμάτων πρόσω: γρ. ὡς ἀνομμάτῳ, ὅ ἐστιν ὡς τυφλῷ σημῆναι, πρόσω εἰσίν. ὡς ἄν τις πόρρω ἀφορῶν τεκμήραιτο. ὡς ἄν τις τὰ ὄμματα πόρρω ἔχων. ὡς ἔστιν ἐκ προόψεως τεκμήρασθαι. LR
ὡς] λίαν. L6

16

βρύων] πλήθων. L

17

πυκνόπτεροι δ’ εἴσω: οἷον, κατὰ τὸν χῶρον. ἐκράτησε δὲ μεγάλως τῇ φράσει, ὥστε μέλισσαν αὐτὸν ἐκάλεσαν οἱ κωμικοί. LR

18

κατ’ αὐτόν] κατὰ τὸν χῶρον. L εὐστομοῦσιν: εὐφθογγοῦσιν, εὐφώνως ᾄδουσιν. L

19

πέτρου] ἐπὶ τοῦ λιθίνου βάθρου. γρ. πάγου. L

20

προὐστάλης ὁδόν: προῆλθες μακροτάτην ὁδὸν ἢ ὡς ἥρμοζε γέροντι. LRM

22

χρόνου μὲν οὕνεκα· ἀντὶ τοῦ δεδίδαγμαι τῷ χρόνῳ τὸ φυλάττειν σε ὁδη‐ γοῦσα· σύνηθες οὖν τὸ πρᾶγμα. τοῦ μὲν χρόνου οὗ σύνειμί σοι χάριν, οὐ χρεία μαθεῖν ὅτι τυφλὸς εἶ καὶ ὅτι δεῖ σε προμηθείας τυχεῖν. LRM

24

τὰς γοῦν Ἀθήνας οἶδα: ὅτι ἐν τῇ Ἀττικῇ ἐσμεν οἶδα, τίς δέ ἐστιν οὗτος ὁ δῆμος ἀγνοῶ. L

25

ηὔδα] τί ηὔδα; ὅτι αὗταί εἰσιν αἱ Ἀθῆναι. ἐμπόρων δὲ ἀντὶ τοῦ ὁδοιπό‐ ρων, διὸ τὸ χ. LR

26

ἀλλ’ ὅστις] ἐν ἐρωτήσει ὁ λόγος· βούλει μάθω τίς ὁ πρὸ τοῦ ἄστεος τόπος; LRM ἦ] ἆρα. L

27

ἐξοικήσιμος] ἀντὶ τοῦ ἐνοικήσιμος. L

28

οἴομαι δὲ δεῖν οὐδέν: οὐ δεῖν τοῦ [μὴ] ἐλθοῦσαν ἐρωτῆσαί με. L ἰδοὺ γὰρ ἀνὴρ πάρεστι παρ’ οὗ εἰσόμεθα· οἷον, οὐκέτι δεῖν ἔοικε προϊοῦσαν μανθάνειν περὶ τοῦ τόπου. καλῶς δὲ τὰ τῆς οἰκονομίας, ἵνα μὴ μόνος ὁ Οἰδίπους ἀπολειφθῇ. LRM

30

ἦ δεῦρο] κατ’ ἐρώτησιν. L

31

χὤτι σοι λέγειν: καὶ ὅπερ σοι λέγειν εὔκαιρον νομίζεις, λέγε· ἀκούσεται
γάρ. LRM7

33

ὑπέρ τ’ ἐμοῦ] τουτέστιν ὑπὲρ ἀμφοῖν ὁρώσης. L

34

οὕνεχ’ ἡμῖν αἴσιος: ὅτι αἴσιος ἡμῖν σκοπὸς ἀφῖξαι, ὥστε φράσαι περὶ ὧν ἀγνοοῦμεν. ἢ ὥστε φράσαι ἡμῖν ἅ σοι λέξομεν. L

35

προσήκεις] ἦλθες. L τῶν] ἀντὶ τούτων. L δηλοῦμεν] λέξομεν. L

36

πρὶν νῦν τὰ πλείονα: ἀπόστηθι πρῶτον τῶν ἀβάτων καὶ τότε ἐρώτα. LRM

37

οὐχ ἁγνόν: οἷον, σοὶ οὐχ ἁγνόν, εἰ μὴ μόνοις ἱερεῦσιν. LRM ἢ οἷον οὐκ ἀνειμένον καὶ βατόν. LR

38

τοῦ] τίνος; L

39

ἄθικτος οὐδ’ οἰκητός: Φύλαρχός [F Gr Hist LXXXI 82] φησι δύο αὐ‐ τὰς εἶναι τά τε Ἀθήνησιν ἀγάλματα δύο, Πολέμων [HGF III p. 127 = fr. 41 Preller] δὲ τρεῖς αὐτάς φησιν. LRM

42

τὰς πάνθ’ ὁρώσας Εὐμενίδας· Ἐπιμενίδης [Diels, Vors. n. III, 19] Κρό‐ νου φησὶ τὰς Εὐμενίδας
ἐκ τοῦ καλλίκομος γένετο χρυσῆ Ἀφροδίτη
Μοῖραί τ’ ἀθάνατοι καὶ Ἐρινύες αἰολόδωροι.
5Ἴστρος [F Gr Hist CCCXXXIV 20] δὲ ἐν τῇ ιδ μητέρα τῶν Εὐμενίδων Εὐωνύμην ἀναγράφει, ἣν νομίζεσθαι γῆν. ἔνιοι δὲ μεταβαλεῖν αὐτάς φασι τὸ ὄνομα ἐπὶ Ὀρέστῃ· τότε γὰρ πρῶτον Εὐμενίδας κληθῆναι, εὐμενεῖς αὐτῷ γενομένας κριθέντι νικᾶν παρ’ Ἀθηναίοις καὶ ὁλοκαυτώσαντι αὐταῖς ὄιν μέλαιναν ἐν Καρυνείᾳ τῆς Πελοποννήσου. Φιλήμων [fr. 217 K.] δὲ
10ὁ κωμικὸς ἑτέρας φησὶ τὰς Σεμνὰς θεὰς τῶν Εὐμενίδων. LRM

43

νιν] ἀντὶ αὐτάς, διὸ τὸ χ. L ἄλλα δ’ ἀλλαχοῦ καλά: παρ’ ὅσον ἄλλοι ἄλλοις ὀνόμασι καλοῦσιν αὐτάς. ἄλλα ὀνόματα παρ’ ἄλλοις καλὰ νομίζονται, παρ’ ἡμῖν δὲ ταῦτα, τὸ ὀνο‐ μάζειν αὐτὰς Εὐμενίδας. LR8

44

ἀλλ’ ἵλεως μέν: ἵλεῴ μοι αἱ Εὐμενίδες· ἐγὼ γὰρ οὐκ ἀναστήσομαι ἐντεῦ‐ θεν. LR

46

τί δ’ ἐστὶ τοῦτο;] ἀντὶ διὰ τί οὐκ ἀνίστασαι; LR ξυμφορᾶς ξύνθημα: σύμβολόν μοι τῆς συμφορᾶς τὸ καταντῆσαί με εἰς Ἐρινύων ἱερόν. LR ξύνθημ’] σύμβολον L

48

πρίν γ’ ἂν ἐνδείξω τί δρᾶν] ἕως οὗ τῇ πόλει ἐνδείξω τί χρὴ ποιεῖν. LRM

50

προστρέπω] ἱκετεύω. L

55

ὁ πυρφόρος θεὸς] ὁ Ἥφαιστος. L

56

Τιτὰν Προμηθεύς: περὶ τοῦ τὸν Προμηθέα περὶ τὴν Ἀκαδήμειαν καὶ τὸν Κολωνὸν ἱδρῦσθαι, Ἀπολλόδωρος [F Gr Hist CCXLIV 147] γράφει οὕτως 〈ἐν〉 τῇ περὶ θεῶν γ· “συντιμᾶται δὲ καὶ ἐν Ἀκαδημείᾳ τῇ Ἀθηνᾷ, καθάπερ ὁ Ἥφαιστος, καὶ ἔστιν αὐτοῦ παλαιὸν ἵδρυμα καὶ βωμὸς ἐν τῷ
5τεμένει τῆς θεοῦ. δείκνυται καὶ βάσις ἀρχαία κατὰ τὴν εἴσοδον, ἐν ᾗ τοῦ τε Προμηθέως ἐστὶ τύπος καὶ τοῦ Ἡφαίστου· πεποίηται δέ [ὡς καὶ Λυσι‐ μαχίδης [F Gr Hist CCCXLVI 4] φησίν] ὁ μὲν Προμηθεὺς πρῶτος καὶ πρεσβύτερος, ἐν δεξιᾷ σκῆπτρον ἔχων, ὁ δὲ Ἥφαιστος νέος καὶ δεύτερος· καὶ βωμὸς ἀμφοῖν κοινός ἐστιν ἐν τῇ βάσει ἀποτετυπωμένος”. LRM

57

χαλκόπους ὀδός: ὡς οὕτω τινὸς καλουμένου τόπου ἐν τῷ ἱερῷ, χαλκόποδος ὀδοῦ. φησὶ δὲ Ἀπολλόδωρος [F Gr Hist CCXLIV 144] δι’ αὐτοῦ κατάβασιν
εἶναι εἰς Ἅιδου. καὶ Ἴστρος [F Gr Hist CCCXXXIV 28] δὲ μνημονεύει τοῦ χαλκοῦ ὀδοῦ καὶ Ἀστυδάμας [N2, fr. 9]· καί τις τῶν χρησμο‐9
5ποιῶν φησι
Βοιωτοὶ δ’ ἵπποιο ποτιστείχουσι κολωνὸν
ἔνθα λίθος τρικάρανος ἔχει καὶ χάλκεος οὐδός. οὕτω δὲ ἐκαλεῖτο διὰ τὸ εἶναι μέταλλα χαλκοῦ ἐν τῷ Κολωνῷ. LRM τὸ ἑξῆς, ὃν δ’ ἐπιστείβεις τόπον χθονὸς τῆσδε καλεῖται χαλκόπους ὀδός. L

61

τὸ τοῦδε κοινόν: τὸ τοῦ Κολωνοῦ ὄνομα κοινὸν φέρουσι πάντες, ὠνομασ‐ μένοι Κολωνιᾶται δηλονότι. LR

63

τῇ ξυνουσίᾳ πλέον: τῷ ἔργῳ καὶ τῇ πείρᾳ πλέον τιμώμενα, οὐ τοῖς λό‐ γοις. LR

65

ἐπώνυμοι] Κολωνιᾶται καλούμενοι. L

66

ἢ ’πὶ τῷ πλήθει λόγος;: ἢ ἐν τῷ πλήθει ἐστὶν ἡ ἰσχύς, τουτέστιν δημοκρα‐ τοῦνται; L

71

ἢ καταρτύσων μόλοι: παρασκευάσων, εὐτρεπίσων· Ὅμηρος (δ 782)
ἠρτύναντο δ’ ἐρετμά. καὶ (λ 439)
Κλυταιμήστρα δόλον ἤρτυε.
5τὸ δὲ ἑξῆς, ὡς πρὸς τί λέξων αὐτῷ μόλοι τις. ἢ πρὸς τί εὐτρεπίσων αὐ‐ τὸν μολεῖν; LRM

72

ὡς ἂν προσαρκῶν· τὰ αὐτὰ αὖθις ἐρεῖ [v. 92], ὅτι ἐπ’ ὠφελείᾳ τοῦτο γίνεται τῶν δεχομένων αὐτὸν καὶ θαπτόντων, ἐπὶ βλάβῃ δὲ τῶν ἀποπεμ‐ ψάντων. LRM

76

πλὴν τοῦ δαίμονος] πλὴν τῆς τύχης. L

77

αὐτοῦ] αὐτόθι. L

79

σοι] γε

84

ὦ πότνιαι δεινῶπες] τὸ ἐντελὲς ὦ πότνιαι. ὁ δὲ νοῦς οὕτως· ἐπειδὴ ἦλθον
πρὸς ὑμᾶς μὴ ἐναντιωθῆτέ μοι καὶ τῷ χρήσαντί μοι Ἀπόλλωνι. LR εὖτε] ὅτε, ἐπειδή. L10

86

ἀγνώμονες] ἐναντιογνώμονες, ἀσύγγνωστοι. L

89

τερμίαν: αὑτῷ εἱμαρμένην, ἐφ’ ἧς ἔμελλε τὸ τέλος τοῦ βίου εὑρήσειν. LR

90

ξενόστασιν] γρ. καὶ κατάστασιν. L

91

ἐνταῦθα κάμψειν τὸν ταλαίπωρον· εἰσί γε μὴν οἵ φασι τὸ μνῆμα τοῦ Οἰ‐ δίποδος ἐν ἱερῷ Δήμητρος εἶναι ἐν Ἐτεωνῷ, μεταγαγόντων αὐτὸν ἐκ Κεοῦ τινος ἀσήμου χωρίου, καθάπερ ἱστορεῖν φησιν Ἀρίζηλον Λυσίμαχος ὁ Ἀλεξανδρεὺς [F Gr Hist CCCLXXXII 2] ἐν τῷ ιγ τῶν Θηβαικῶν, γρά‐
5φων οὕτως· “Οἰδίπου δὲ τελευτήσαντος καὶ τῶν φίλων ἐν Θήβαις θάπτειν αὐτὸν διανοουμένων, ἐκώλυον οἱ Θηβαῖοι διὰ τὰς προγεγενημένας συμφο‐ ράς, ὡς ὄντος ἀσεβοῦς· οἱ δὲ κομίσαντες αὐτὸν εἴς τινα τόπον τῆς Βοιωτίας καλούμενον Κεόν, ἔθαψαν αὐτόν· γινομένων δὲ τοῖς ἐν τῇ κώμῃ κατοι‐ κοῦσιν ἀτυχημάτων τινῶν, οἰηθέντες αἰτίαν εἶναι τὴν Οἰδίπου ταφήν,
10ἐκέλευον τοὺς φίλους ἀναιρεῖν αὐτὸν ἐκ τῆς χώρας· οἱ δὲ διαπορούμενοι τοῖς συμβαίνουσιν, ἀνελόντες ἐκόμισαν εἰς Ἐτεωνόν· βουλόμενοι δὲ λάθρᾳ τὴν ταφὴν ποιήσασθαι, καταθάπτουσι νυκτὸς ἐν ἱερῷ Δήμητρος, ἀγνοή‐ σαντες τὸν τόπον· καταφανοῦς δὲ γενομένου, πέμψαντες οἱ τὸν Ἐτεωνὸν κατοικοῦντες, τὸν θεὸν ἐπηρώτων τί ποιῶσιν· ὁ δὲ θεὸς εἶπεν μὴ κινεῖν τὸν
15ἱκέτην τῆς θεοῦ· διόπερ αὐτοῦ τέθαπται· τὸ δὲ ἱερὸν Οἰδιπόδειον κληθῆ‐ ναι”. LRM

92

κέρδη μὲν οἰκήσαντα: ὁ ποιητὴς χαριζόμενος Ἀθηναίοις τοῦτό φησιν· ἐδόκουν γὰρ τότε Βοιωτοὶ καὶ Ἀθηναῖοι πρὸς ἀλλήλους διαφέρεσθαι. LR

95

ταῦτα ἐπὶ τέλους τοῦ δράματος [vv. 1462 ss.] γίνονται. LR

97

οὐκ ἔσθ’ ὅπως οὐ πιστόν: οἷον, κατὰ διάνοιαν, φησίν, ἐξ ὑμῶν τῶν θεῶν εἰς τὸν τόπον ἀφῖγμαι. LRM
πτερόν] οἰωνός. L τὴν πτέρωσιν τῆς διανοίας. LRM11

98

οὐ γὰρ ἄν ποτε πρώταισιν: οὐ γάρ ποτε, φησί, τῶν ἄλλων ὁδοιπόρων πρώ‐ ταις ὑμῖν ἀντέσχον εἰ μὴ βούλησθε. LR

100

νήφων ἀοίνοις: οὐ γὰρ σπένδεται οἶνος αὐταῖς ἀλλ’ ὕδωρ καὶ νηφάλιαι κα‐ λοῦνται αἱ σπονδαὶ αὐτῶν. LRM Πολέμων [HGF III p. 127 = Prel‐ ler, n. 42] δὲ ἐν τῷ ... πρὸς Τίμαιον καὶ ἄλλοις τισὶ θεοῖς νηφαλίους φησὶ θυσίας γίνεσθαι, γράφων οὕτως· “Ἀθηναῖοί τε γὰρ τοῖς τοιούτοις ἐπιμε‐
5λεῖς ὄντες καὶ τὰ πρὸς τοὺς θεοὺς ὅσιοι, νηφάλια μὲν ἱερὰ θύουσι Μνημο‐ σύνῃ, Μούσαις, Ἠοῖ, Ἡλίῳ, Σελήνῃ, Νύμφαις, Ἀφροδίτῃ Οὐρανίᾳ”. Φι‐ λόχορος [F Gr Hist CCCXXVIII 12] δὲ καὶ περί τινων ἄλλων θυσιῶν τὸν αὐτὸν τρόπον δρωμένων φησὶν ἐν τῇ β τῶν Ἀτθίδων, Διονύσῳ τε καὶ ταῖς Ἐρεχθέως θυγατράσι· καὶ οὐ μόνον θυσίας νηφαλίους, ἀλλὰ καὶ ξύλα
10τινὰ ἐφ’ ὧν ἔκαιον. Κράτης μὲν οὖν ὁ Ἀθηναῖος [F Gr Hist CCCLXII 4] τὰ μὴ ἀμπέλινα τῶν ξύλων πάντα νηφάλιά φησι προσαγορεύεσθαι, ὁ δὲ Φι‐ λόχορος [F Gr Hist CCCXXVIII 194] ἀκριβέστερόν φησι τὰ μήτε ἀμ‐ πέλινα μήτε σύκινα, ἀλλὰ τὰ ἀπὸ τῶν θύμων νηφάλια [φησὶ] καλεῖσθαι καὶ πρώτῃ φησὶν ὕλῃ πρὸς τὰς ἐμπύρους θυσίας ταύτῃ κεχρῆσθαι, παρ’ ὃ
15καὶ τοὔνομα λαβεῖν τὸν θύμον, ὡς παρὰ τὴν θυμίασιν καὶ τὴν θύην πε‐ ποιημένης τῆς φωνῆς. εἰσὶ δέ τινες τὸ παράπαν ἄσπονδοι θυσίαι κατὰ τύχην εἰς ἔθος παρελθοῦσαι. L κἀπὶ σεμνὸν ἑζόμην: ὃ ἄνω εἶπεν [v. 19], ‘τοῦδ’ ἐπ’ ἀξέστου πέτρου‘. ἀσκέπαρνον δὲ τὸν ἄγλυφον καὶ ἀπελέκητον καὶ ἄξεστον, οὐκ εἰργα‐
20σμένον. L12

103

πέρασιν ἤδη· πέρασιν ἀντὶ τοῦ πέρας, ὅ ἐστι τελευτήν. τὸ δὲ ἑξῆς, βίου πέρασιν. LRM

104

εἰ μὴ δοκῶ τι μειόνως: εἰ μὴ δοκῶ ὑμῖν ἐλαττόνως ἔχειν τὰ κακὰ καὶ δεῖσθαι προσθήκης κακῶν. LRM

106

ἴτ’ ὦ γλυκεῖαι: εὐφήμως τὰς Ἐρινύας γλυκείας φησίν, ἵνα μὴ πικραὶ αὐτῷ γένωνται. LRM

107

ἴτ’ ὦ μεγίστης] ἴτε, ὦ Ἀθῆναι. L

111

τὴν εἰσαγωγὴν τοῦ χοροῦ εὐαφόρμως θέλει ποιήσασθαι. LRM

113

σιγήσομαί τε: ἵνα μὴ πρὸς τούτους προπυνθανομένους ὁ λόγος γένηται, ἀλλὰ τηρηθῇ Θησεῖ παραγινομένῳ. LRM

115

κρύψον κατ’ ἄλσος] δεῖ νοεῖν ὅτι ἐκρύβη εἰς τὸ ἄλσος. LRM ἐν γὰρ τῷ μαθεῖν: ἐν τῷ προμαθεῖν ἔννοια καὶ σκέψις γίνεται· οὐ γὰρ τὸν φόβον φησίν. LR

117

ὅρα τίς ἄρ’ ἦν: ὁ χορὸς ἐκ τῶν ἐπιχωρίων ἀνδρῶν πεπυσμένος ὅτι προσ‐ καθέζεταί τις τῷ ἱερῷ τόπῳ τούτῳ, τὰ πρῶτα ὑποχαλεπαίνοντές φησι, τίς ἄρα ἐστὶν ἢ ποῦ διατρίβει; LRM

119

ἐκτόπιος συθείς] ἀπὸ ξένου τόπου ὁρμήσας. L συθείς] ὁρμήσας. L

120

ὁ πάντων ἀκορέστατος: παρ’ ὅσον οὐδεὶς αὐτῷ τῶν ἄλλων ἤρκεσε τόπων, ἀλλὰ καὶ ἐπὶ τοῦτον ἦλθεν ἀφόβως. οἷον, ὁ μηδενὶ τῶν ἄλλων τόπων ἀρκεσθείς, ἀλλ’ ἐπὶ τοῦτον ἥκων ἀπληρώτως. ὅτι τοσούτου τόπου παρακειμένου εἰς τὸν ἄβατον ὥρμησεν. LRM

123

πλανάτας] ἀντὶ τοῦ ξένος· οὕτω γὰρ λέγουσι τοὺς ξένους. L

124

οὐδ’ ἐγχώριος: πάντως, φησί, ξένος ἐστὶν ἀγνοῶν· οὐ γὰρ ἂν ἐπέβαινεν εἰ ᾔδει. LRM

126

ἀστιβές] ἄβατον. L

127

ἀμαιμακετᾶν] ἀκαταμαχήτων ἢ ἀπροσπελάστων. L13

129

καὶ παραμειβόμεσθ’ ἀδέρκτως: οὐ προσβλέποντες, ἀλλ’ ἢ καταμύοντες ἢ κύπτοντες. LRM

131

ἀφώνως, ἀλόγως: παριόντες, φησί, ταύτας τὰς θεὰς ἄλλου οὐδενὸς λόγον ποιούμεθα, ἀλλὰ σιωπῇ ἔχομεν. ἐν ἑαυτοῖς δὲ μόνον καὶ κατὰ διάνοιαν εὐφημότερα διαλεγόμεθα, ὁποῖοι γινόμεθα ὅταν μάλιστα ἔν τινι φρικω‐ δεστέρῳ γενώμεθα φόβῳ. ἄκρως δὲ καινότερον διανόημα ἐξήνεγκεν μετὰ
5κατασκευῆς. LRM τὸ τᾶς εὐφήμου στόμα: τὴν φωνήν· στόμα γὰρ ἡ φωνή· Ὅμηρος [K 8]
πολέμου στόμα. καὶ Σοφοκλῆς [Ai. 17]
χαλκοστόμου κώδωνος.
10ὁ δὲ νοῦς τὴν φωνὴν τῆς εὐφήμου φροντίδος ἱέντες, ὅ ἐστι μετὰ φροντίδος πολλῆς εὐφήμως τὴν φωνὴν ἀφιέντες. εὐφημοῦντες, καθ’ ἑαυτοὺς συλ‐ λογιζόμενοι εὔφημα. οἱ δὲ τὸ εὐφήμου ἀντὶ τοῦ σιωπηλῆς· τὸ γὰρ εὐ‐ φημεῖν ἐπὶ τοῦ σιωπᾶν τάττεται. LRM

132

εὐφήμου] σιωπηλῆς. L

133

τὰ δὲ νῦν τίν’] ὑπερβατόν, τίνα δὲ τὰ νῦν. LR

134

οὐδὲν ἅζοντα] οὐδὲν σέβοντα, ἀσεβῆ. γρ. οὐδὲν λιάζοντα. ἀντὶ τοῦ οὐκ ἐντρεπόμενον ἃ προσήκει. L

135

ὃν ἐγὼ λεύσσων: τὸ ἑξῆς, ὃν ἐγὼ, λεύσσων περὶ πᾶν τέμενος, οὔπω δύ‐ ναμαι γνῶναι ποῦ μοί ποτε ναίει. LR

137

ναίει] διατρίβει. L

139

τὸ φατιζόμενον] τὸ λεγόμενον παρ’ ὑμῶν. L

140

οὔπω ἀκριβῶς αὐτὸν ἑωρακότες τοῦτό φασιν. LR

141

δεινός] ἀντὶ τοῦ ἀσεβής. L

142

ἄνομον] λείπει τὸ ὡς, ὡς ἄνομον. L

144

οὐ πάνυ μοίρας: οὐκ ἀγαθῆς μοίρας, ἀλλὰ κακῆς· οὐ πάνυ τῆς πρώτης κατ’ εὐδαιμονίαν μοίρας, τοὐναντίον δὲ τῆς κατὰ δυσδαιμονίαν ἐσχά‐ της. LRM οὐ πάνυ μοίρας εἰμὶ πρώτης εἰς τὸ εὐδαιμονίσαι. LRM14

145

δηλῶ: τὸ δυστυχὲς διὰ τῶν ὀφθαλμῶν. L

148

κἀπὶ σμικροῖς μέγας ὥρμουν: καὶ ἐπὶ εὐτελέσιν αἰτήμασιν οὐκ ἂν σφόδρα ἱκέτευον εἰ μὴ ἤμην δυστυχής. τοῦτό φησι παρ’ ὅσον μέγας ὢν κατὰ τὸ μέγεθος καὶ τὴν ἡλικίαν ὑπὸ σμικρᾶς τῆς θυγατρὸς ὁδηγεῖται. LRM

150

φυτάλμιος] ἀπὸ φύτλης· ἀπὸ γενέσεως καὶ ἐξ ἀρχῆς τυφλὸς πέφυκας; LM δυσαίων: δυστυχὴς καὶ γέρων εἶ, ὡς ἔστι στοχάσασθαι ἀπὸ τοῦ εἴδους. φυ‐ λακτικὼς δὲ καὶ τοῦτο λέγουσιν ἄρτι ἑωρακότες αὐτοῦ τὸ σχῆμα, τὴν πρώ‐ την οὐχ ἑωρακότες, ἀλλ’ ἀγνοοῦντες αὐτόν· ἆρα πηρὸς ἦσθα καὶ τοιοῦτος
5ἐγεννήθης; οὐδέπω γὰρ τἆλλα παθήματα ἴσασιν αὐτοῦ. LM δυσαίων] δυστυχής. L

151

μακραίων τε] λείπει τὸ εἶ. L

152

ἀλλ’ οὐ μὰν ἔν γ’ ἐμοί: ἀλλ’ οὐκ ἄν με, φησίν, αἰτιάσῃ ὡς μὴ προμηνύ‐ σαντά σοι μὴ εἰσελθεῖν εἰς τόδε τὸ ἱερόν. ἐάν τις ἀγνοοῦντά τινα καὶ μιαίνοντα τόπον ἄβατον μὴ διδάξῃ, αὐτὸς ἐνέχεται ταῖς ἀραῖς. οὐκ ἐμοὶ οὖν, φησί, προσθήσεις τὴν σὴν ἀράν· προαπαγγελῶ γάρ σοι μὴ πατεῖν
5τὸν ἄβατον τόπον. LR

155

περᾷς γὰρ περᾷς: οὕτω Δίδυμος. βαδίζεις γὰρ εἰς ὃ οὐ προσήκει σοι χω‐ ρίον ἐπιβαίνειν. LR

156

ἀλλ’ ἵνα μὴ προσπέσῃς: ἀντὶ μὴ προσπέσῃς. καὶ κατὰ τὴν ἡμετέραν συνή‐ θειαν εἰώθαμεν λέγειν οὕτως, ἵνα παραγένῃ πρὸς ἐμέ, βούλομαί σοι ση‐ μαίνειν. L ἀλλ’ ἵνα τῷδ’ ἐν ἀφθέγκτῳ: τὸ νάπος ἄφθεγκτον εἴρηται παρὰ τὰς προ‐
5δεδηλωμένας αἰτίας [cfr. 131]. LR τὸ δὲ ἑξῆς, ἀλλ’ ἵνα τῷδε μὴ προσπέσῃς νάπει ποιάεντι, μετάστηθι. ποίῳ νάπει; ὅπου κρατὴρ ὕδατος
πλήρης συγκιρνᾶται ῥεύματι γλυκέων ποτῶν. L15

158

κάθυδρος οὗ] ὅπου ὕδατος πλήρης. L

159

μειλιχίων ποτῶν: γλυκέων ποτῶν, ὅ ἐστι μέλιτος, οἷς μειλίσσουσι τὰς θεάς. συγκιρνᾶται ταύταις ταῖς θεαῖς ὕδατος καὶ μέλιτος χοή. LR

160

συντρέχει] συγκιρνᾶται. L

161

πάμμορ’] ὁ περὶ πάντα δυστυχές. L

163

μετάστηθι, ἀπόβηθι: τινὲς οὕτως· πολλά ἐστι τὰ κωλύοντά σε προσμέ‐ νειν καὶ ἵστασθαι ἐν τῷ ἄλσει. LRM πολλὰ κέλευθος ἐρατύει: οἷον, πολλή ἐστιν ἡ ὁδὸς ἡ διαχωρίζουσά σε ἡμῶν· δεῖ γὰρ νοεῖν ὡς ὅτι πόρρωθεν προσφωνοῦσιν αὐτὸν μὴ δυνάμενοι ἐπιβῆ‐
5ναι τῷ τόπῳ· καὶ ταῦτα εἰπόντων, κατὰ μικρὸν ὁ Οἰδίπους προέρχεται καὶ ἵσταται ὥσπερ ἐν τῷ οὐδῷ τοῦ χωρίου. LRM

166

ἔχεις] οἴσεις. L

169

φώνει: εἰ θέλεις μέ τι ἐρωτῆσαι, πρῶτον ἀποστὰς τῶν ἀβάτων καὶ ἐπιβὰς τοῖς βατοῖς τόποις, οὕτως ἐρώτα με. LR

170

πρόσθεν δ’ ἀπερύκου] πρότερον δὲ μὴ διαλέγου. L ποῖ τις φροντίδος ἔλθῃ;] λογισώμεθα τί ποιήσομεν. L

171

ἀστοῖς ἴσα χρὴ μελετᾶν: ἃ ἐκεῖνοι ἀσκοῦσι, τούτων καὶ σὲ δεῖ ἐπιμέλειαν ἔχειν. L

172

εἴκοντας] πρὸς τὸ [EUR. Med. 222]
χρὴ δὲ ξένον μὲν κάρτα προσχωρεῖν πόλει. L

174

σοὶ πιστεύσας: κατά τινα συνήθειαν ποιητικήν, πληθυντικὸν προειπών, ἑνικὸν ἐπέζευξεν. LRM

181

ἀίεις] οἷον αἰσθάνῃ ποῦ ἐσμεν. L

182

ἕπεο μ’ ἄν] ἕπεο μοι. LM

184

τόλμα ξεῖνος ἐπὶ ξείνης: ξένος ὢν ἐπὶ ξένης, τολμᾶν, ὦ τλᾶμον, ταῦτά σε χρὴ φιλεῖν ἃ καὶ ἡ πόλις φιλεῖ, ἐκεῖνα δὲ μισεῖν, ἃ καὶ ἡ πόλις μισεῖ. LRM

186

τέτροφεν] ἔχει. L

189

ἵν’ ἂν εὐσεβίας ἐπιβαίνοντες] ὅπου ἂν εὐσεβῶς πατοῦντες. LR
ἀντὶ τοῦ βατῶν τόπων. LR καὶ μὴ χρείᾳ πολεμῶμεν] καὶ μὴ τῇ αὐτῶν ἐνδείᾳ ἐναντιώμεθα. L16

192

ἀντιπέτρου: τοῦ ἰσοπέτρου βήματος, τοῦ κατ’ ἴσον βεβηκότος τῷ πέ‐ τρῳ, ὅπερ ἄνω εἶπεν χαλκοῦν οὐδόν. τοῦτον δὲ τὸν πέτρον ὑποτίθεται τοῦ ἀβάτου ὅριον. βήματος, τοῦ οὐδοῦ· ἀντιπέτρου δὲ, ὅτι ἀντὶ πέτρας χαλκοῦν ἦν. LRM
5ἀντιπέτρου] ἰσοπέτρου, χαλκοῦ. L

193

κλίνῃς] [γρ.] κινήσῃς. L

195

ἡσθῶ] ἀντὶ τοῦ καθεσθῶ. LRM ἀπὸ τοῦ ἑσθῶ τέταται. L γρ. ἦ στῶ, ὃ καὶ βέλτιον. LRM ἐπ’ ἄκρου λάου: ἀπὸ τῆς λᾶός ἐστι προπερισπωμένως, εὐθείας γενο‐ μένης ἀπὸ γενικῆς τῆς λᾶος· “λᾶος ὑπὸ ῥιπῆς” [M 462]. οὕτως Ἡρω‐
5διανὸς [I p. 109 Lenz] ἐν τῷ ε τῆς καθόλου. LRM

197

ἐμὸν τόδ’] τὸ ὁδηγῆσαί σε. L ἐμὸν τόδ’, ἐν ἡσυχίᾳ: ἀντὶ τοῦ ἐμόν ἐστι τὸ ἁρμόσαι σου ἐφ’ ἡσυχίας τὴν βάσιν τῇ καθέδρᾳ. LRM

200

γεραιὸν ἐς χέρα: τὸ ἑξῆς οὕτω, γεραιὸν σῶμα σὸν προκλίνας ἐς χέρα φιλίαν ἐμήν. τὸ δὲ κλίνας ἀπὸ τῆς μετοχῆς ἤρτηται, ἀντὶ τοῦ κλίνας ἔσο. σχηματίζει δέ πως αὐτὸν καὶ εὐθετίζει ἡ Ἀντιγόνη. LR

203

ὅτε νῦν χαλᾷς: ὅτε νῦν εἴκεις καὶ οὐκ ἀντιτείνεις τὸ ἐξελθεῖν· λέγει δὲ ἐκ τοῦ ἱεροῦ. LRM χαλᾷς] ἀντὶ θαυμάζῃ. LRM

204

τίς ς’ ἔφυ] γρ. τίς ἔφυς. L17

205

τίς ὢν πολύπονος: τίς ὢν ἄγῃ ἀπὸ τῆς σῆς πόλεως; ἢ οὕτω· τίς ὢν διὰ πολλῶν πόνων ἄγῃ; LRM τίς ὢν πολύπονος] γρ. τίς ὁ πολύπονος. L

208

ἀπόπτολις] ἔρημος καὶ ἄπολίς εἰμι. L ἀλλὰ μή: τὸ ἑξῆς, ἀλλὰ μή με ἀνέρῃ τίς εἰμι μηδὲ ἐξετάσῃς. ἐμπαθὲς δὲ τὸ χωρίον, τῶν μὲν σπευδόντων μαθεῖν, τοῦ δὲ κατοκνοῦντος λέγειν. οἱ δὲ διὰ βραχέων ἀκούοντες, τἆλλα συμβάλλουσιν. οὐδὲν δὲ θαυμαστὸν
5ἐπίστασθαι τοὺς Ἀθηναίους τὰ ἐν Θήβαις πραττόμενα, μάλιστα οὕτως ἐπισήμων ὄντων τῶν κατὰ τὴν Σφίγγα. L

212

δεινὰ φύσις] ἡ ἐμὴ γέννα δεινή ἐστι καὶ ἀθλία. L

218

κατακρυφάν] ἀποφυγὴν τοῦ μὴ εἰπεῖν. L

220

Λαΐου ἴστε τίν’ ἀπόγονον: εὖ διατέθειται γνωριζόμενον ὑπὸ τῶν Ἀθη‐ ναίων Οἰδίποδα, ὑπὲρ τοῦ μὴ γενεαλογοῦντα ἄνωθεν 〈ἐν〉οχλεῖν αὐτὸν τοῖς θεωμένοις. ἀλλ’ ὅ γε Εὐριπίδης τοιοῦτος· ἐν γοῦν ταῖς Ἱκέτισι [104 ss.] τὸν Θησέα ὑποτέθειται τὰ περὶ τὸν Ἄδραστον ἀγνοοῦντα,
5ἕνεκα τοῦ μηκῦναι τὸ δρᾶμα. LM

223

δέος ἴσχετε] ὅσα, φησί, λέγω περὶ τούτων, μηδὲν φοβεῖσθε· δεῖ δὲ προσυπακοῦσαι ψευσαμένου μοῦ. LRM

225

τί ποτ’ αὐτίκα κύρσει] τί προβήσεται ἡμῖν; ὁρῶ γὰρ τούτους μυσατ‐ τομένους με. LRM

226

ἔξω πρόσω βαίνετε χώρας: ἀκούσαντες τὰ κατ’ αὐτὸν, ἀξιοῦσιν ἐξιέναι τοῦ χωρίου· φησὶν οὖν ὁ Οἰδίπους ὅτι πρότερον ὑπέσχεσθε τὸ μὴ ἐκβα‐ λεῖν με· οἱ δέ φασιν οὐδεμία τίσις ἔρχεται τοῖς προπαθοῦσιν ἀντιτιμωρου‐ μένοις· καὶ ἡμεῖς οὖν ἀπατηθέντες ὑπὸ σοῦ, ἐν μέρει ἀνταπατῶμέν σε·
5πέφρασται δὲ δυνατῶς. LRM

227

ἃ δ’ ὑπέσχεο] πρὸς τὸν χορὸν ὁ Οἰδίπους. L

228

μοιριδία] ἡ ἐξ Ἐρινύων· Μοίρας γὰρ νῦν τὰς Ἐρινύας. L

229

ὧν προπάθῃ] διὰ τὸ τιμωρεῖν, ὑπὲρ ὧν ἂν προπάθῃ. LR λείπει ἡ διὰ πρόθεσις, LR18

230

ἀπάτα δ’ ἀπάταις: ἡ δὲ ἀπάτη, φησί, παραβαλλομένη ἑτέραις ἀπάταις, τῷ προαπατήσαντι πόνον ἔχειν ἀντιδίδωσι καὶ οὐ χάριν· καὶ αὐτοὶ οὖν νομίζουσι προσδεδέχθαι αὐτὸν καὶ ἐπηγγέλθαι τὴν ἀσφάλειαν αὐτῷ ἀ‐ πατώμενοι καὶ οὐ πρότερον ἐπεγνωκότες ὅτι οἰκείοις ἐνέχεται μιάσμασι·
5περὶ τὴν αὐτὴν ὑπόθεσιν καὶ τὸ [EUR. Hipp. 612]
ἡ γλῶσς’ ὁμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος καὶ ἐκεῖνος γὰρ ἀπατηθεὶς ὤμοσεν. LRM

231

παραβαλλομένα] ἀντισουμένη. L

232

ἀντιδίδωσιν] τῷ ἀπατήσαντι ἐξ ἀρχῆς. L

234

ἄφορμος] ἀφορμηθείς. L

237

ὦ ξένοι αἰδόφρονες: τὸ τῆς Ἀντιγόνης πρόσωπον ὅλον καὶ τοῦ χοροῦ τὸ τετράστιχον ἀθετοῦνται· κρεῖττον γάρ, φασίν, εὐθέως τῷ δικαιολογικῷ χρήσασθαι τὸν Οἰδίπουν πρὸς αὐτούς. ἀλλὰ τὰ πράγματα αὐτοῖς οὐκ ἐν καιρῷ ἐστιν ἀλλ’ ἐν δυσπραγία, ὥστε ἐπαφρόδιτον εἶναι αὐτοῖς τὴν ἐ‐
5λεεινολογίαν, καὶ τοῦτο τὸ πρόσωπον ἡ Ἀντιγόνη πληροῖ. ἐπεὶ μέντοι οὗτοι οὔπω πείθονται, τότε δικαιολογικώτερον καὶ ὥσπερ ἀπολογούμενος ἐκφέρει τὰ ἑξῆς ὁ Οἰδίπους, ὅτι ἀκούσιά ἐστιν αὐτῷ τὰ ἁμαρτήματα. †καὶ εἰ† ταῦτα τῆς ὁμοίας ἔχεται δυνάμεως τοῦ ποιητοῦ καὶ καθόλου θαυ‐ μαστή τίς ἐστιν ἡ οἰκονομία τοῦ δράματος. LRM οὐδὲν δὲ ἐν τοῖς Διδύμου
10τούτων ὀβελισθὲν εὕρομεν. LR ἀλλ’ ἐπεί] ἐπειδή· ἔστι γὰρ ὁ ἀλλὰ ἀντὶ τοῦ δέ, ὁ δὲ δὲ ἀντὶ τοῦ δή. πλεονάζει ὁ ἀλλά. LR

238

γεραόν] ἀλαόν. L19

240

ἀκόντων] τῶν ἀκουσίων. LR ἢ τῶν ἀπαρεσκόντων ὑμῖν. L ἐκ τοῦ ἐπιθέτου νεύει εἰς τὴν τοῦ πατρὸς ἀπολογίαν. LR

243

οὐκ ἀλαοῖς προσορωμένα: οὐκ ἀλαοῖς ὄμμασιν ὁρῶσα τὸ σὸν ὄμμα. ὀφ‐ θαλμοὶ γὰρ ὀφθαλμοὺς αἰδεῖσθαι ποιοῦσιν. LR προσορωμένα] ἀντὶ ὁρῶσα τούτους ὧν καὶ δέομαι. L

245

ὥς τις ἀφ’ αἵματος: ὡς ἄν τις κοινῆς ἀνθρωπότητος ἔχουσα τὸ συγγε‐ νές. ἢ τοιαύτας ἱκετείας ποιοῦμαι οἵας ἄν τις προσαγάγοι τοῖς συγ‐ γενέσιν. LR

246

τὸ ἑξῆς, ἄντομαι τὸν ἄθλιον αἰδοῦς κῦρσαι. L

250

ἐκ σέθεν ἄντομαι: λείπει ἐκείνου, ἵν’ ᾖ ὑπὲρ ἐκείνου σε ἄντομαι, ὃ ἐκ σέθεν τίμιόν ἐστί σοι· ἀντὶ, ὃ ἐκ σῆς προαιρέσεως τίμιόν σοί ἐστιν. LM

252

οὐ γὰρ ἴδοις ἂν ἀθρῶν: τὸ ἑξῆς, οὐ γὰρ ἴδοις ἂν ἀθρῶν βροτῶν ὅστις ἂν ἐκφυγεῖν δύναιτο εἰ θεὸς ἄγοι. LRM

256

οὐ σθένοιμεν ἂν φωνεῖν: ἀλλ’ ἐμμένομεν τοῖς λεχθεῖσιν· λέγομεν δὲ τὸ ἀναστῆναι τοῦτον τοῦ ἱεροῦ καὶ μὴ μολύνειν αὐτό. LRM

258

τί δῆτα δόξης: ὡς μάτην τῆς περὶ τῶν Ἀθηνῶν κατεχούσης δόξης, ὅτι ἄρα φιλοικτίρμων τις εἴη καὶ ἱκεταδόκος. καὶ ὁ Κυρηναῖος [Fr. 51 Pf.]
οὕνεκεν οἰκτείρειν οἶδε μόνη πολίων ἐν τῷ τέλει τοῦ β τῶν Αἰτίων. LRM

260

ἐπεὶ καὶ Ἐλέου βωμὸς ἐν Ἀθήναις ἵδρυται. LRM

263

κἄμοιγε ποῦ ταῦτ’ ἐστίν: καί μοι ποῦ ταῦτά ἐστι, τὰ λεγόμενα περὶ Ἀθη‐ νῶν; L

264

ἐκ τῶνδε] ἀφ’ ὧν αὐτὸν ἐξανέστησαν. L
ἐλαύνετε] παρ’ ὑμῶν δηλονότι τῶν Ἀθηναίων. LRM20

265

δείσαντες] ἀπὸ κοινοῦ τὸ δείσαντες. L

267

πεπονθότ’ ἐστὶ μᾶλλον: μᾶλλον ἔπαθον ἤπερ ἐποίησα· οὐκοῦν καὶ συγγνώ‐ μης ἄξιός εἰμι. LRM τὸ ἑξῆς, ἢ δεδρακότα, τοῦτ’ ἐγὼ καλῶς ἔξοιδα. LRM

268

μητρός] ἔργα, δηλονότι. L

269

τοῦτ’ ἐγὼ καλῶς ἔξοιδα: οἶδα ὅτι μᾶλλον ἠδικήθην ἤπερ ἠδίκησα. L

271

ὥστ’ εἰ φρονῶν ἔπρασσον: ἄκων μέν, φησίν, ἔδρων· εἰ δὲ καὶ ἑκών, προ‐ παθὼν ἠμυνάμην· δῆλον δὲ διὰ τὸ βλαβῆναι ὅτε ἐγεννήθη. ὥστε δύο μοι, φησί, βοηθεῖ ἥ τε ἄγνοια καὶ τὸ προπαθόντα ἀμύνασθαι. LRM

273

ἱκόμην ἵν’ ἱκόμην] τὰ τοῦ πατρῴου φόνου λέγει ὁδόν. LRM

274

εἰδότων] φρονούντων. ἢ γιγνωσκόντων με ὅτι παῖς ἤμην αὐτῶν. RM

277

καὶ μὴ θεοὺς τιμῶντες: ἐπεὶ κατὰ πυθόχρηστον ἐληλυθέναι φησὶ καὶ γνώμῃ θεοῦ. μὴ ἐναντία τοίνυν τοῦ θεοῦ ποιεῖτε. LRM

280

φυγήν] ἔκφευξιν. L

281

μήπω γενέσθαι φωτός: ὃ βούλεται λέγειν, μηδένα διαφυγεῖν ποτε φῶτα ἀνόσιον εἰς ἀνθρώπους. ἀνοσίου ἐν ἀνθρώποις, ὡς τὸ “δικαιότατος κενταύρων” [Λ 832]. φυγὴν δὲ ἀντὶ τοῦ ἔκφευξιν. LRM

282

ξὺν οἷς σὺ μὴ κάλυπτε: ἀντὶ τοῦ μὴ περικαλύψῃς θεοὺς καὶ Ἀθήνας. οἷον, ἀνόσια πράττων μὴ ἀφάνιζε τὰς Ἀθήνας. L ξὺν οἷς] σὺν τοῖς θεοῖς. L

284

ἐχέγγυον] ἀσφαλῆ. L

285

ῥύου] σῷζε. L

287

ἱερός] καθαρός. L καὶ φέρων ὄνησιν ἀστοῖς: ἐρεῖ γὰρ [v. 607 ss.] ὡς ἔσται ποτὲ αὐτοῖς ἔχθρα πρὸς Θηβαίους, ἐν ᾗ κρατήσουσιν αὐτῶν διὰ τὸ τὸν τάφον αὐτοῦ παρ’ Ἀθηναίοις τυγχάνειν. ἦν γάρ τι λόγιον, ἐν ᾗ ἂν ταφῇ χώρᾳ, ἐκείνην
5μηδὲν κακὸν πείσεσθαι ὑπὸ Θηβαίων. LRM21

292

τἀνθυμήματα] εἶπεν γὰρ σῴζειν τὰς Ἀθήνας. L

293

λόγοισι γὰρ οὐκ ὠνόμασται: ὅσα εἴρηταί σοι ἐνθυμήματα περὶ τῆς σω‐ τηρίας τῶν Ἀθηνῶν. LRM ἀρκεῖ δέ μοι, φησί, τὸ τοὺς ἡγεμόνας μου περὶ τούτων σκοπεῖν. L

294

βραχέσι] εὐτελέσι. L

297

εὖ τῇ οἰκονομίᾳ ὥστε μὴ διατριβὰς γενέσθαι, τίς ὁ καλέσων ἔσται. LRM

301

τοὔνομ’ αἴσθηται τὸ σόν] τὸ γὰρ ὄνομα Οἰδίποδος πανταχοῦ. L

303-4

εἰκὸς οὖν ἐστιν ἡμῶν ἀκηκοότων καὶ ἕτερον μεμαθηκέναι. ὁ γὰρ ἀπε‐ ληλυθὼς πρότερον οὐδέπω μεμαθήκει ὅστις ἦν· τῷ γὰρ χορῷ πρώτῳ ὡμολόγησεν. διὰ μέσου τὸ θάρσει. LRM

305

πολὺ γάρ] διὰ τὰς πράξεις, οἷον τὴν Σφίγγα καὶ ὅσα ἄλλα αὐτῷ πέπρα‐ κται. LRM

307

κλύων σου] λείπει ἡ περί, περὶ σοῦ κλύων. L

309

ὁ γὰρ ἀγαθὸς αὑτῷ τε καὶ τοῖς φίλοις ἐστὶν 〈χρήσιμοσ〉. L φίλος] ἀντὶ τοῦ χρήσιμος. L

311

ἡ Ἰσμήνη πρόσεισι, τὰ κατὰ τοὺς ἄρρενας ἀπαγγέλλουσα παῖδας τοῦ Οἰδίπου πῶς ἔσχον. LRM

312

ἡμῶν ἆσσον] ἀντὶ τοῦ πρὸς ἡμᾶς. L Αἰτναίας] τῆς Σικελικῆς. λέγει δὲ ἀντὶ τῆς μεγάλης. L

313

ἡλιοστερής: σκιαστική. πλατύπιλος κυνῆ τὴν ὄψιν αὐτῆς περιέχει, καλύπτου‐ σα καὶ ἀφαιρουμένη τὴν ἡλίωσιν τὸ ἑξῆς, κρατὶ ἡλιοστερὴς κυνῆ. LRM

314

κυνῆ πρόσωπα Θεσσαλίς: καὶ γὰρ περισσοὶ ἦσαν οἱ Θεσσαλικοὶ πῖλοι, ὡς καὶ Καλλίμαχος [fr. 304 Pf. = 137 Kapp.]
ἀμφὶ δὲ οἱ κεφαλῇ νέον Αἱμονίηθεν
μεμβλωκὸς πίλημα περίτροχον ἄλκαρ ἔκειτο
5
εἴδεος 〈ἐνδίοιο〉. LRM κυνῆ] περικεφαλαία. L
22

316

ἆρά ἐστιν ἡ Ἰσμήνη; ἆρα οὐκ ἔστιν; L

319

τὸ ἑξῆς, φαιδρὰ προσστείχουσα. L φαιδρὰ δὲ ἀντὶ τοῦ φαιδρῶς. LRM

320

σημαίνει] εἰς γνῶσίν με ἐφέλκεται. LRM

323

αὐδῇ] ἐκ τῆς φωνῆς ἔξεστι μαθεῖν. LRM

326

τὸ ἑξῆς, εὑροῦσα δεύτερον. LRM

329

δυοῖν] σοῦ καὶ Ἀντιγόνης. L

330

τροφαί] ἡμῶν, δηλονότι. L

331

ἐμοῦ τρίτης] οἱ γὰρ περιλαμβάνοντές τινα καὶ ἑαυτοὺς τρόπον τινὰ περι‐ λαμβάνουσιν. ἰδιαζόντως εἶπεν ὡς ἑαυτῆς τρίτης θιγγάνει εἰ μὴ ἄρα πρὸς τὸ δυσαθλία ὑπήντηκεν. LRM

332

σῇ, πάτερ, προμηθίᾳ] ἀντὶ τοῦ διὰ τὴν σὴν πρόνοιαν. LM

335

ποῖ νεανίαι πονεῖν;] ποῦ τοῦ πονεῖν εἰσιν; L

336

δεινὰ δ’ ἐν κείνοις τὰ νῦν] νῦν δὲ τὰ ἐν ἐκείνοις δεινά ἐστιν. l

337

ὦ πάντ’ ἐκείνω: διαβάλλει τοὺς Αἰγυπτίους ὡς παρὰ τὸ πρέπον διαιτωμένους καὶ γυναῖκας καὶ ἄνδρας. Νυμφόδωρος [HGF II, p. 380] ἐν τῇ ιγ τῶν Βαρβαρικῶν γράφει οὕτως. “ἔθεσι δὲ τὰ μὲν ἐναντίως τὰ δὲ ὁμοίως χρῶνται τοῖς Ἕλλησι· τὸ μὲν γὰρ ἐξίστασθαι τοῖς
5πρεσβυτέροις τοὺς νεωτέρους, ὁμοτρόπως καὶ ἡμῖν διοικοῦσι, τῶν δ’ ἄλλων οὐδέν. ἐν μὲν γὰρ τοῖς Ἕλλησιν οἱ μὲν ἄνδρες κατὰ τὴν ἀγορὰν οἰκονομοῦσιν, αἱ δὲ γυναῖκες ἔνδον μένουσαι ταλασιουργοῦσιν· ἐκεῖ δὲ αἱ μὲν γυναῖκες ἐν ἀγορᾷ περιπατοῦσαι καπηλεύουσιν, οἱ δὲ ἄνδρες κατὰ τὴν οἰκίαν ὑφαίνουσιν. ὁ γὰρ Σέσωστρις ἐκθηλῦναι τοὺς ἄνδρας βουλό‐
10μενος, ἅτε μεγίστης χώρας γεγενημένους καὶ πολλοὺς ὄντας, ὅπως μὴ συστραφέντες ἐπ’ ἰσομοιρίαν ὁρμήσωσι, τὰ μὲν ἐκείνων ἔργα ταῖς γυ‐ ναιξί, τὰ δὲ τῶν γυναικῶν ἐκείνοις προσέταξεν, ἵνα μὴ μόνον τῶν ὅπλων στερηθέντες [ἀσμένως], ἀλλὰ καὶ τὴν ψυχὴν ὑπὸ τῶν ἐπιτηδευμάτων ἀνεθέν‐ τες, ἀσμένως ἐπὶ τοῖς ὑπάρχουσι καταμένωσιν· ὅθεν τοὺς μὲν ψιλοὺς εἶναι,23
15τὰς δὲ ἀνιέναι τὰς τρίχας προσέταξεν. καὶ τοὺς μὲν ἐπὶ τῶν κεφαλῶν φέ‐ ρειν τὰ φορτία, τὰς δὲ ἐπὶ τῶν ὤμων ἠνάγκασεν· ἔπειτα δὲ τοὺς μὲν καθη‐ μένους, τὰς δὲ ὀρθὰς ἑστώσας οὐρεῖν, καὶ τοὺς μὲν δύ’ ἱμάτια περιέβαλεν, τὰς δὲ ἕν, ὑπολαμβάνων ἅμα τοῖς ἐπιτηδεύμασι καὶ τὰς ψυχὰς αὐτῶν ἐκθηλύνειν, ὃ καὶ Λυδοῖς ὕστερον συμπεσεῖν φασιν.” LRM

340

αἱ δὲ σύννομοι] αἱ ἀδελφαί. ἢ αἱ γυναῖκες. L

349

νηλίπους] ἀνυπόδητος. L

354

μαντεῖ’ ἄγουσα: ποῖα μαντεῖα; ὅτι ὅπου δ’ ἂν ταφήσεται, σωτήριος ἔσται τῇ γῇ ἐκείνῃ. LRM

362

τὸ ἑξῆς, ζητοῦσα τὴν σὴν τροφήν, ἀντὶ τοῦ τὴν δίαιταν. LRM

363

τὸ ἑξῆς, δὶς γὰρ οὐ βούλομαι ἀλγεῖν. LRM

367

πρὶν μὲν γὰρ αὐτοῖς: πρῴην ἦσαν σκοπήσαντες τῷ Κρέοντι παραχωρῆσαι τὴν σὴν βασιλείαν. LRM Κρέοντι τε] ὁ τε πλεονάζει. L

369

σκοποῦσι] μετοχή ἐστιν, οὐ ῥῆμα. LR

371

ἀλιτηρίου] ἁμαρτωλοῦ, μιαρᾶς. L

373

λαβέσθαι] ἀντιλαβέσθαι. LRM

375

τὸ χ παράκειται ὅτι πρεσβύτερόν φησι τὸν Πολυνείκη. LRM24

378

κοῖλον Ἄργος] πολλαχοῦ τὸ Ἄργος κοῖλόν φησι, καθάπερ καὶ ἐν Ἐπι‐ γόνοις [fr. 188 N.2 = 190 Pears.]
“τὸ κοῖλον Ἄργος οὐ κατοικήσοντ’ ἔτι” καὶ ἐν Θαμύρᾳ [fr. 221 N.2; cfr. 242 Pear.]
5
ἐκ μὲν ἄρα Χθονίου ποτιμάστιον ἔσχεθε κοῦρον
Αὐτόλυκον, πολέων κτεάνων σίνιν Ἄργεϊ κοίλῳ. LRM Ὅμηρος [δ 1]
“οἱ δ’ ἷξον κοίλην Λακεδαίμονα”. L

380

ὡς αὐτίκ’ Ἄργος: ὡς αὐτίκα καὶ τὸ Ἄργος πρὸς οὐρανὸν βιβῶν καὶ τὸ Καδμείων πέδον τιμωρίᾳ ὑποτάξων· τὸ γὰρ τιμὴ ἔσθ’ ὅτε πρόστιμον δηλοῖ. Ὅμηρος [Γ 288]
“εἰ δ’ ἂν ἐμοὶ τιμὴν Πρίαμος”.
5ἑκάτερον δὲ ἢ ἀντὶ τοῦ καὶ ἐστί. τὸ ἑξῆς οὕτως· ὡς αὐτίκα ἢ τὸ Καδ‐ μείων πέδον τιμῇ καθέξων ἢ τὸ Ἄργος πρὸς οὐρανὸν βιβῶν, τουτέστιν ἢ τὸ Ἄργος ὑψώσων τῇ εὐκλείᾳ, ὡς πορθησόντων Ἀργείων τὰς Θήβας καὶ κατὰ τοῦτο ἐνδόξων γενησομένων. LM ὑπερβατόν ἐστι καὶ τὸ ἑξῆς οὕτως· ὡς αὐτίκα ἢ πρὸς οὐρανὸν τὸ Ἄργος οἴσων, ἢ ἐπὶ μέγα αὔξημα,
10ἢ τὸ Καδμείων πέδον τιμῇ καθέξων. ἄλλως γὰρ ἀκούειν τραχύτερον. LRM

382

ταῦτ’ οὐκ ἀριθμός] οὐ μέχρι λόγων προκόπτοντα. L

386

ὥραν] φροντίδα. L

388

ποίοισι τούτοις: οἱ ὑπομνηματισάμενοι γράφουσιν οὕτω· “χρησμὸς τοιοῦ‐ τος γέγονεν, ὁποτέρῳ ἂν ὁ Οἰδίπους πρόσθηται, τοῦτον κρατεῖν, καὶ χωρίς, κατὰ κοινὸν τοῖς Θηβαίοις, ὅτι ἔσται αὐτοῖς μεγάλων κακῶν αἴ‐ τιος ἐὰν μὴ θάψωσιν αὐτὸν ἐπὶ τῆς χώρας”. ἐβουλόμην δὲ αὐτοὺς μαρ‐25
5τυρίῳ χρήσασθαι ἢ συγγραφέως ἢ ποιητοῦ. LRM

390

εὐνοίας χάριν: ἐν τοῖς ἀναγκαιοτέροις τῶν ἀντιγράφων γράφεται εὐσοίας χάριν, ὃ καὶ οἱ ὑπομνηματισάμενοι ἀξιοῦσιν. εὔσοιαν δέ φησι τὴν εὐθένει‐ αν, καθάπερ καὶ ἐν Ἀμφιτρύωνι [fr. 119 N.2 = 122 Pear.]
ἐπεὶ δὲ βλάστοι τῶν τριῶν μίαν λαβεῖν
5
εὔσοιαν ἀρκεῖ. LR ἵνα εὐνοῇς αὐτοῖς. L

392

κράτη] δύναμιν. L

395

γέροντα δ’ ὀρθοῦν: τὸν ἅπαξ ἐν νεότητι πεσόντα ἐν γήρᾳ ὀρθοῦσθαι ἀδύνατον. LR φλαῦρον] χαλεπόν. L

399

στήσωσι] κατοικίσωσι. L ὅπως κρατῶσι μὲν σοῦ] ἀντὶ ὅπως σχῶσί σε. L

401

κειμένου] ἀντὶ οἰκοῦντος. L

402

κείνοις ὁ τύμβος: ὁ τύμβος δυστυχῶν ὁ σὸς κείνοις βαρύς· ἀντὶ τοῦ ἐπὶ ξένης σοῦ θαπτομένου δυστυχήσουσιν ἐκεῖνοι. LRM

403

κἄνευ θεοῦ: οἷον, πῶς ἄν τις ταῦτα δύναιτο μαθεῖν ἄνθρωπος ὤν, θείας δυνάμεως χωρίς; LRM πέπαιγμαι· ὃ καὶ ἐπίσταται ὅτι Πυθόχρηστόν ἐστι τὸ λεγόμενον. L

404

προσθέσθαι] ἀντὶ τοῦ κατοικίσαι. L

405

χώρας] τῆς Θήβης. L μηδ’ ἵν’ ἂν σαυτοῦ: μηδὲ ἐᾶν σε ὅπου ἂν σαυτοῦ ἐξουσιάσῃ. λείπει τὸ ἐᾶν ῥῆμα. ἢ ἀπὸ καινοῦ τὸ προσθέσθαι. LR26

406

κατασκιῶσι] οἷον, ἐν Θήβαις με χώσουσιν; LR

407

τοὔμφυλον αἷμα] ὁ πατρῷος φόνος. L

408

εἰ οὐ θάπτουσί με ἐν Θήβῃ. ὁ δὲ μὴ πλεονάζει. LRM

409

βάρος] διὰ τὸ μὴ κατασχεῖν σε. L

410

ποίας φανείσης: ποίας αἰτίας γενομένης βλαβήσονται; ἀντὶ ὑπὸ θεῶν, ὑπὸ Ἐρινύων ἢ ὑπὸ τίνος; LRM

413

παρὰ τῶν θεωρῶν κλύουσα. L

414

ἐφ’ ἡμῖν] ἀντὶ τοῦ δι’ ἐμέ. L

415

ὥς φασιν] οἱ θεωροί. L

422

ἐν μηδενὶ ἑτέρῳ τὸ τέλος αὐτοῖς ἀποβαίη τῆς μάχης, ἢ ἐν ἐμοί. οἷον, μηδεὶς ἄλλος κύριος γένοιτο ὥστε διαλῦσαι τὴν ἔριν αὐτῶν ἢ γώ. LRM

424

κἀπαναίρονται] κατ’ ἀλλήλων ἐπαίρουσιν. LRM

425

εἰ γὰρ ἐν τῇ ἐμῇ ἐξουσίᾳ γένοιτο, οὐδὲ εἷς αὐτῶν ζήσεται. LRM

430

αὐτοῖν ἐπέμφθην: τὸ ἐφ’ ἑαυτοῖς οὐκ ἐπήρκεσαν. ἐνῆν γὰρ αὐτοῖς τὸ ἐφ’ αὑτοῖς τοῦτο πρᾶξαι, ὡς αὐτάρκως κεκολασμένου τῇ πηρώ‐ σει. LRM

431

τοῦτ’] τὸ ἐξορισθῆναι. L

436

τούτου τοῦ ἔρωτος οὐδείς με ἐποίει ἀπολαῦσαι. τοῦ ἀποθανεῖν δέ φη‐ σιν. LRM

437

ὅτε ὁ θυμὸς ἦν πέπειρος. LRM

438

ὅτε ἐκεῖνοι ἔγνωσαν πέψαντα με 〈τὸν θυμόν.〉 LRM

443

οἷον, ἀντιλογίας βραχείας, ἣν ἔδει ποιήσασθαι αὐτοὺς ὑπὲρ τοῦ πατρὸς διωκομένου τῶν Θηβῶν. LRM

448

τὼ δ’] ἐκεῖνοι δέ, οἱ ἄρρενες. L

450

τοῦδε συμμάχου] ἐμοῦ. L

452

ἐγᾦδα] ἐγὼ οἶδα, ἐγᾦδα. L27

457

εἰ ὑμεῖς συμβάλησθέ μοι, 〈τῷ〉 ἑαυτῶν συμβάλλεσθε. χρησμὸς γὰρ ἦν ὡς εἰ Ἀθηναῖοι τοῦ τάφου αὐτοῦ ἐγκρατεῖς γένωνται, ἔσοιτο αὐτοῖς ποτε σωτὴρ πολιορκουμένοις ὑπὸ Θηβαίων, εἴτε κατὰ τὸν Πελοποννησιακὸν πόλεμον, εἴτε καθ’ ἕτερον. ταῦτα δὲ εἰκὸς ποιητικώτερον ὑπὸ τοῦ
5Σοφοκλέους πεπλάσθαι ἐπὶ θεραπείᾳ τῶν Ἀθηναίων· πολλαχοῦ δὲ οἱ τρα‐ γικοὶ χαρίζονται ταῖς πατρίσιν ἔνια. LRM

458

πρός] σύν. L

462

ἐπεὶ δὲ τῆσδε γῆς: ὅτι δὲ σῴζειν ὑπισχνῇ τὴν πόλιν, ὑποθέσθαι σοι βού‐ λομαι τὰ χρήσιμα. Ἀττικῶς πάνυ τῇ συντάξει, καὶ πιθανὴ λοιπὸν ἡ χάρις τῶν ἐγχωρίων ἀνδρῶν· παραινοῦσι γὰρ αὐτὸν καθαρσίων τυχεῖν, ἵνα ἧττόν πως ἐναγὴς φαίνοιτο. LRM

465

προξένει] ὡς φής, προξένει μοι καὶ πάρεχε τὰ χρήσιμα· οὐ γὰρ ὀκνήσαιμι τελεῖν. LRM προξένει] λέγε. L

467

καὶ κατέστεψας: καθικέτευσας, μετὰ ἱκετηριῶν ἀφίκου. ἐὰν δὲ γράφηται κατέστειψας, οἷον ἐμπεριεπάτησας, ἀνεστράφης, ὃ καὶ πιθανώτερον· δι’ αὐτὸ γὰρ τοῦτο προστάσσουσιν αὐτὸν καθαίρεσθαι, ὅτι εἰς ἄβατον ἐπέβη τόπον τοῦ ἱεροῦ τῶν Σεμνῶν. LRM
5κατέστειψας] κατεβάτευσας. L γρ. κατάστεψον, μεθ’ ἱκετηριῶν ἀφηγοῦ. L

469

πρῶτον μὲν ἱερᾶς: ἐξ ἀενάου πηγῆς ὕδωρ ἄρυσαι καὶ οὕτω χοὰς ταῖς θεαῖς ποίησον ἀπὸ τῶν κρατήρων, πλήσας αὐτοὺς ἀπὸ τοῦ ἀντληθέντος ὕδατος. LRM

471

ἀντί, καὶ ὅταν ἀρύσωμαι, τί πράξω; LR28

472

ἀνδρὸς εὔχειρος· ἐπὶ τὸν Δαίδαλον ἡ ἀναφορά, περὶ οὗ Φερεκύδης φησὶν οὕτω [Fr Gr Hist III 146] “Μητίονι δὲ τῷ Ἐρεχθέως καὶ Ἰφινόῃ γί‐ νεται Δαίδαλος, ἀφ’ οὗ ὁ δῆμος καλεῖται Δαιδαλίδαι Ἀθήνησι”. LRM εὔχειρος] εὐπαλάμου. L
5εὔχειρος] εὐπαλάμου, κατὰ τὴν μετάληψιν. LRM

473

καὶ λαβὰς ἀμφιστόμους: τὰ ὦτα ὧν ἐστι λαβέσθαι ἀμφοτέρωθεν. ἀμφι‐ στόμους δὲ τὰς ἑκατέρωθεν ἐστομωμένας, ἢ διὰ τὸ ἑκατέρωθεν τοῦ στό‐ ματος ταύτας εἶναι, ἢ τὰς πρόσωπά τινα θηρίων ἑκατέρωθεν ἐχούσας. ἔρεψον καὶ τῶν κρατήρων τὴν κεφαλήν. LR
5λαβάς] ὠτία. L ἀμφιστόμους] διὰ τῶν προτομῶν. L

475

οἰὸς νεαρᾶς] ἀντὶ τοῦ νέας. L οἰοπόκῳ μαλλῷ: στολισμῷ ἢ κροκισμῷ. 〈τὸ χ〉 ὅτι στέμματα ἔλεγον καὶ τὰ ἔρια. LR καὶ παρ’ Εὐριπίδῃ [Or. 12]
“ᾧ στέμματα ξήνας’ ἐπέκλωσεν”. L
5οἰνεοτόκῳ] οἰοπόκῳ μαλλῷ λαβών] ἐρίῳ στέψον. L

477

χοὰς χέασθαι στάντα πρὸς ἵω: πρὸς τὴν ἀνατολήν· καὶ γὰρ δὴ καὶ τὰς ἐκθύσεις πρὸς ἥλιον ἐποιοῦντο, καθάπερ καὶ ἐν Ἠλέκτρᾳ (424 s.)
τοιαῦτά του παρόντος, ἡνίχ’ ἡλίῳ
δείκνυε τοὔναρ, ἔκλυον ἐξηγουμένου.29
5καὶ οἱ τοὺς καθαρμοὺς ἐπιτελοῦντες πρὸς τὴν ἕω ἵστανται. LR Κρατῖνος ἐν Χείρωνι [fr. 232 K.]
ἄγε δὴ πρὸς ἕω πρῶτον ἁπάντων ἵστω καὶ λάμβανε χερσὶν
σχῖνον μεγάλην. L πρὸς πρώτην ἕω: ἀντὶ περὶ τὸν ὄρθρον. L
10ἕω] ἀνατολήν. L

478

τὸ ὕδωρ ἀπὸ τῶν κρατήρων χέω; L

479

τρισσάς γε πηγάς: ἀντὶ τὸ ὕδωρ ἀπὸ τριῶν πηγῶν. L τὸν τελευταῖον] τὸν ὕστερον κρατῆρα. L

481

ὕδατος, μελίσσης: ὕδατος καὶ μέλιτος. ἀπὸ τοῦ ποιοῦντος τὸ ποιούμε‐ νον· καὶ ἐν Ἐρασταῖς [fr. 159 N.2 = 155 Pears.]
γλώσσης μελίσσῃ τῷ κατερρυηκότι. βούλεται λέγειν τὸ μελίκρατον. LRM
5μελίσσης] μέλιτος. L λείπει ὁ καί. L μηδὲ προσφέρειν μέθυ] ἄοινοι γὰρ αἱ θεαί. L

482

ὅταν δὲ τούτων γῆ: ὅταν δὲ τὰς χοὰς χέωμεν ἐπὶ γῆς, τί χρή με ὕστερον δρᾶσαι; LR

483

τρὶς ἐννέα: τρὶς ἐννέα τιθεὶς κλῶνας ἐλαίας, ταύτας ποιοῦ τὰς εὐχάς. LM

485

ἡδέως ἀκούσαιμι τῶν εὐχῶν· μέγιστον γὰρ ταύτας μαθεῖν. LR

486

ὥς σφας καλοῦμεν: ὡς καλοῦμεν αὐτὰς Εὐμενίδας, οὕτως αὐτὰς καλῶν κἀξευμενῶν καὶ ἵλεως ποιούμενος, ἱκέτευε αὐτὰς δέχεσθαί σε τὸν ἱκέτην ἐπὶ σωτηρίᾳ. ἀπὸ τῶν στέρνων ἀντὶ μὴ ἐξ ἐπιπολῆς ἀλλ’ ἐνδια‐
θέτως. LRM30

488

οἷον, ἢ σὺ ταῦτα ποίει, ἢ ἄλλος τις ὑπὲρ σοῦ ταῦτα ποιείτω. LRM

489

ἄπυστα φωνῶν: ἀνήκουστα, ἀντὶ ἠρέμα καὶ συντόμως. L τοῦτο ἀπὸ τῆς δρωμένης θυσίας ταῖς Εὐμενίσι φησί. μετὰ γὰρ ἡσυχίας τὰ ἱερὰ δρῶσι καὶ διὰ τοῦτο οἱ ἀπὸ Ἡσύχου θύουσιν αὐταῖς, καθάπερ Πολέμων [HGF III 130 = fr. 49 Preller.] ἐν τοῖς πρὸς Ἐρατοσθένην φησὶν
5οὕτω “τὸ δὲ τῶν Εὐπατριδῶν γένος οὐ μετέχει τῆς θυσίας ταύτης”. εἶτα ἑξῆς· “τῆς δὲ πομπῆς ταύτης Ἡσυχίδαι, ὃ δὴ γένος ἐστὶ περὶ τὰς Σεμ‐ νὰς θεάς, καὶ τὴν ἡγεμονίαν ἔχει καὶ προθύονται πρὸ τῆς θυσίας κριὸν Ἡσύχῳ ἱερόν, ἥρω τοῦτον οὕτω καλοῦντες, διὰ γὰρ εὐφημίαν† οὗ τὸ ἱερόν ἐστι παρὰ τὸ Κυλώνειον ἐκτὸς τῶν ἐννέα πυλῶν”. καὶ Ἀπολλόδωρος
10[F Gr Hist CCXLIV 101] δὲ ἐν τῇ περὶ θεῶν ιζ περὶ τοῦ τῶν Ἡσυ‐ χιδῶν γένους καὶ τῆς ἱερᾶς ..... φησι. καὶ Καλλίμαχος [fr. 681 Pf.]
νηφάλιαι καὶ τῇσιν ἀεὶ μελιηδέας ὄμπας
λῄτειραι καίειν ἔλλαχον Ἡσυχίδες. LRM

491

δράσαντι] ὡς καθαρθέντι. L

492

ἄλλως δέ] μὴ καθαρθέντι. L

495

οὐχ ὁδωτά] οὐκ ἐν ὁδῷ, οὐδὲ ἀνυστά. οἷον, οὐ βαδιστέα μοι, οὐδὲ πρα‐ κτέον ταῦτα· λείπομαι γὰρ τῆς πράξεως ὑπὸ δύο κακῶν, τοῦ τε μὴ δύνασ‐
θαι καὶ τοῦ μὴ ὁρᾶν. L31

497

σφῷν δ’ ἡ ’τερα: εἰρήκεσαν γὰρ ὅτι καὶ ἄλλῳ ἐξῆν ὑπὲρ αὐτοῦ τὸν κα‐ θαρμὸν ποιήσασθαι. LR

499

ἐκτείνουσαν] τεταμένως καὶ συντόνως δρῶσαν καὶ διακονοῦσαν. L

502

οὐδ’ ὑφηγητοῦ δ’ ἄνευ] ἄνευ χειραγωγοῦ. ἀπὸ κοινοῦ δὲ τὸ ἕρπειν· οὐκ ἰσχύω βαδίζειν. LR

504

χρἤσται μ’ ἐφευρεῖν: χρείη ἔσται καὶ κατὰ συναλοιφὴν χρἤσται. ἀντὶ τοῦ χρείη ἔσται, δηλοῦται δὲ ταὐτὸν τῷ δεήσει· καὶ ἐν Τριπτολέμῳ [fr. 542 N.2 = 599 Pear.]
χρἤσται δέ ς’ ἐνθένδ’ αὖτις οἷ. LRM
5τοῦτο βούλομαι μαθεῖν] ἔνθα τὸ ὕδωρ ἐστίν, ἡδέως ἂν εἰδείην. L

505

τοὐκεῖθεν ἄλσους: τὸ ἐκεῖθεν τοῦ ἄλσους τούτου· ἐὰν δέ τι τούτων ἀγνοῇς, παρά τινος τῶν ἐπιχωρίων τοῦτο μαθήσῃ. σπάνιν γάρ φησιν ἀντὶ τοῦ εἴ τι τῆς εἰδήσεως ἀγνοεῖς περὶ τὸν τόπον. L

508

τοῖς τεκοῦσι γάρ: ὅταν τις ὑπὲρ γονέων πονῇ, μὴ ἡγείσθω πόνον εἶναι τὸν κάματον. LR

510

δεινὸν μὲν τὸ πάλαι: τῆς Ἰσμήνης ἀποστάσης, ὁ χορὸς ἐρωτᾷ τὸν Οἰδί‐ ποδα καί φησι· τὸ ἐπεγείρειν μὲν καὶ ἀνακινεῖν τὰ πάλαι συμβάντα, δυσ‐ χερές· ὅμως δὲ μαθεῖν ἐπιθυμῶ τὴν αἰτίαν τῆς πηρώσεως· καὶ ἔστι πα‐ θητικά. Καλλίμαχος [fr. 682 Pf.]
5τί δάκρυον εὗδον ἐγείρεις; L

512

τί τοῦτο] οἷον, τί βούλει πυθέσθαι; L τᾶς δειλαίας ἀπόρου: περὶ τῆς ἐγκειμένης σοι ἀλγηδόνος ἡδέως ἂν πυ‐ θοίμην. ἔξωθεν δὲ ἡ περί. LRM

515

μὴ πρὸς ξενίας: μὴ πρὸς τῆς σῆς ξενίας, ἀναπτύξῃς μου τὰ ἀναιδῆ ἔργα·
ἢ οὕτω· μὴ τὰς προξενίας σου ἐπὶ ἔργα ἀναιδῆ καταγάγῃς, οἱονεὶ, μὴ κατὰ τὴν προξενίαν τὴν σὴν ἔργων γένοιο φαύλων ἀκροατής, ἀναπτύξαι καὶ φανερῶσαι τὰ κατὰ ἐμὲ βουληθείς. LRM32

516

τό τοι πολύ: τὸ ἀδιάλειπτον κακόν, τὸ κατὰ τὴν πήρωσιν χρῄζω ἀκοῦ‐ σαι. L

518

στέρξον, ἱκετεύω: στέρξον ἃ λέγω καὶ μὴ ἀποστραφῇς τὴν αἰτίαν εἰπεῖν, ὅ ἐστι πρόσδεξαί με. LRM

520

κἀγὼ γάρ] πείσομαι, δηλονότι, εἰς ὃ βούλει. L

524

ἀλλ’ ἐς τί] ἀλλ’ ἐς τί χωρήσει σοι τὰ πράγματα; L

525

οὐδὲν ἴδρις] οἷον, οὐδὲν εἰδυῖα ἡ πόλις ἐνέδησέ με τῇ τοῦ γάμου ἄτῃ. LRM ἴδρις] εἰδυῖα. L

537

ἐπιστροφαί] συναθροίσεις, πλῆθος. LR

539

ἐδεξάμην δῶρον: τὸν γάμον τῆς μητρός, φησίν, ἀντὶ τῆς λύσεως τοῦ αἰνίγματος δῶρον ἐδεξάμην, ὃ μήποτε ὤφελον λαβεῖν. ἀντὶ τοῦ εἰπεῖν μήποτε ὤφελον ἐγὼ παρὰ τῆς πόλεως ἐξαίρετον ἑλεῖν, οὕτως εἴρηκεν “ἐπωφέλησα πόλεως ἐξελέσθαι”. LRM

547

καὶ γὰρ ἄλλους ἐφόνευσα: τοὺς παρόντας σὺν τῷ Λαΐῳ. ἤ, ὡς ἄλλους φονεύσας ἀθῷός εἰμι καὶ οὐ γέγονα ἔνοχος τῷ μύσει, οὕτως καὶ ἐπὶ τοῦ πατρός· οὐ γὰρ ᾔδειν. LRM

551

πολλῶν ἀκούων: χρηστὸς ὁ Θησεὺς τὸ ἦθος εἰσάγεται· καὶ ἔχει καὶ ἐπὶ τοῦτο τὰ τῆς οἰκονομίας δεξιώτατα. LRM

558

προστροπήν] ὠφέλειαν. L

562

τὸ δεύτερον ὡς ἀντὶ τοῦ ὅτι. LR

566

μ’ οὐ] μὴ οὐ. L

567

ἔξοιδ’ ἀνὴρ ὤν] ὅτι ἄνθρωπός 〈εἰμι〉. L

581

προσφορά] ἀντὶ προσθήκη, πρόσδοσις. LRM δηλώσεται] ἀντὶ δηλωθήσεται. LRM

583

τὰ λοίσθι’ αἰτῇ] γρ. τὰ λοῖσθ’ ἄρ’ αἰτῇ 〈τοῦ〉 βίου. L33

584

ἢ λῆστιν ἴσχεις] τοῦ ζῆν ἢ ἐπιλέλησαι ἢ οὐ φροντίζεις. LRM

585

ἐνταῦθα γάρ μοι κεῖνα: διὰ τοῦ τέλους καὶ τὰ μέσα τοῦ βίου εὐτυχήσει· προσδοκῶν γὰρ σὺ ὠφεληθήσεσθαι παρ’ ἐμοῦ ὅταν ἀποθάνω, ζῶντά με γηροβοσκήσεις. LRM

586

βραχὺ δῶρόν με αἰτεῖς τὸ ἐν Ἀθήναις θάψαι σέ. LR

602

πῶς δῆτα ς’ ἂν] πῶς δῆτα οὖν, φησί, μεταπέμψαιντο ἄν σε εἰ μὴ ἔστι δυνατὸν κατελθεῖν διὰ τὸ πατροκτόνον εἶναι; ὁ δέ φησι· τὸ θεῖον αὐτοὺς ἐξαναγκάσει τοῦτο πράττειν. LRM

605

τῇδε πληγῆναι χθονί] ἀντὶ ὑπὸ ταύτης τῆς χθονὸς πληγῆναι. LRM

619

τὰ νῦν ξύμφωνα] οὔπω γὰρ ἦν ἔχθρα Θηβαίοις καὶ Ἀθηναίοις. LRM

623

σαφής] ἀντὶ ἀληθής, ὡς καὶ Ὅμηρος· [Δ 404]
ἐπιστάμενος σάφα εἰπεῖν, ἀντὶ τοῦ ἀληθῶς. LRM

624

τἀκίνητ’] οἷον, τὰ ἄρρητα. LRM

630

ἐφαίνετο] ἀνεφαίνετο· τοιοῦτόν ἐστι καὶ τὸ παρ’ Ὁμήρῳ [Α 513]
καὶ εἴρετο δεύτερον αὖτις. L

632

τοιοῦδ’] ἀντὶ φίλου. L δορύξενος] φίλος. L ἁπλοϊκώτερον δορυξένους καλοῦσι καὶ τοὺς ὁπωσδήποτ’ οὖν ἐπιξενω‐ θέντας. ἢ ἐπιτατικῶς καὶ πολεμίοις φίλη. LRM

636

οὔποτ’ ἐκβαλῶ χάριν] οὐ καταφρονῶ τῆς εἰς αὐτὸν χάριτος. L οὐκ ἐκβάλλω, ἀλλὰ καὶ ἐκ τοῦ ἐναντίου ὑποδέχομαι. LRM

638

σέ] τὸν χορόν. LRM

639

ἐμοῦ στείχειν μέτα] εἰς τὸ ἄστυ. LRM

641

τῇδε γὰρ ξυνοίσομαι] συμπράξομαι ὡς σὺ βούλει. LR

647

εἰ δύναιο κρατεῖν τῶν ἐχθρῶν ἐνθάδε μένων, μέγα ἂν δώρημα λέγοις τῆς
ἐνταῦθα διατριβῆς. LR34

648

εἰ σοί γ’ ἅπερ φής] εἰ ἐμμένει σοι τὰ ἐπαγγελθέντα. LR

649

τὸ τοῦδέ γ’ ἀνδρός] ἐφ’ ἑαυτοῦ πεποίηται τὴν δεῖξιν ὁ Θησεύς. LR

650

πιστώσομαι] πίστιν ἐπιθεῖναι παρακελεύσω. L

651

τούτου τὸ ἑξῆς ἐστιν οὕτως, οὐκ ἂν πλέον λάβοις ὁρκίσας με ἢ λόγῳ πι‐ στεύσας. LRM

652

ὄκνος] φόβος. L

653

τοῖσδ’] τοῖς τοῦ χοροῦ. L

655

ὀκνοῦντ’ ἀνάγκη] οὐ νεμεσητόν μοι εἰ ὑπὸ δέους ἐπὶ τὰ αὐτὰ συνεχῶς λέγω· τὸν φοβούμενον γὰρ ἀνάγκη ταὐτὰ λέγειν. LR οὐκ ὀκνεῖ] οὐδένα δέδοικεν. L

658

πολλαὶ δ’ ἀπειλαί] ἀντὶ τοῦ πολλοὶ ἄνθρωποι πολλὰ ἀπειλήσαντες ἐκ θυμοῦ, πέψαντες τὸν θυμὸν καὶ τὸν καθεστηκότα νοῦν ἀναλαβόντες, ἐπαύ‐ σαντο τῶν ἀπειλῶν. LRM

661

κείνοις] τοῖς Θηβαίοις. L

662

τῆς σῆς ἀγωγῆς] λείπει ἡ περί, περὶ τῆς ἐπανόδου. LR

663

〈οὐδὲ〉 πλώσιμον: ἀδιάβατον· δεδοίκασι γὰρ ἡμᾶς. L

668

μέχρι τοῦ ἀηδών: ἡ διατριβὴ τοῦ χοροῦ πρὸς τὸ ἐγκώμιον τῆς χώρας, αὐτοῦ τοῦ Σοφοκλέους ἐπὶ τὸ ἴδιον ἀπαντῶντος χαρακτηριστικόν, τὸ γλαφυρὸν καὶ ᾠδικὸν μέλος. LRM ξένε] ὦ Οἰδίπου. Lρ

670

τὸν ἀργῆτα] τὸν λευκόγεων. L

671

μινύρεται] ᾄδει. L

674

ἀνέχουσα] ἄνω ἔχουσα. ὡς ἐν Λυκούργῳ Αἰσχύλος· [fr. 126 N2]
ἄκουεν δ’ ἀν’ οὖς ἔχων, ἀντὶ τοῦ ἄνω τὸ οὖς ἔχων. LRM
ὑπὲρ ἑαυτὴν ἔχουσα τὸ φυτόν. L35

676

φυλλάδα μυριόκαρπον: παρὰ τὸ Ὁμηρικὸν [τ 440]
τὴν μὲν 〈ἄρ’〉 οὔτ’ ἀνέμων διάει μένος ὑγρὸν ἀέντων
οὔτε μιν ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν. ἀπὸ κοινοῦ δὲ τὸ ἀνέχουσα. ἀνήλιον δὲ διὰ τὴν δασύτητα τῶν φυτῶν. LRM
5ἀνήλιον] διὰ τὸ δάσος. L

681

θάλλει δ’ οὐρανίας ὑπ’ ἄχνας: οἱ μὲν ὑπομνηματισάμενοι γράφουσιν οὕτως· ”〈οὐ〉 τῆς Δήμητρος καὶ Κόρης φασὶ στεφάνωμα τὸν νάρκισσον εἶναι· στάχυσι γὰρ αὐτὰς στεφανοῦσι· μήποτε δὲ γραπτέον μεγαλᾶν θεᾶν τῶν Ἐρινύων· καὶ γὰρ τὸ χωρίον ἐν ᾧ ἦν ὁ Οἰδίπους αὐταῖς ἀνεῖτο· ὅτι
5δὲ Ἐρινύων ἐστὶ τὸ στεφάνωμα δῆλον ἐν οἷς Εὐφορίων φησί· [Powell, Collect. Alex. 94 = Scheidweiler 109]
πρόπρο δέ μιν δασπλῆτες ὀφειλομένην 〈ἄγον〉 οἶμον
〈γήλοφον εἰσ〉 ἀργῆτα θυγατριδέαι Φόρκυνος
Εὐμενίδες ναρκίσσου ἐπιστεφέες πλοκαμῖδας·
10ἴσως ὅτι παρὰ τοῖς μνήμασιν ὡς τὸ πλεῖστον ἐκφύεται, ἢ ὅτι τοῦ φρίττειν καὶ ναρκᾶν εἰσιν αἱ δαίμονες αἴτιαι, ὥστε διὰ τὸ ὄνομα συνῳκειῶσθαι τὸ φυτὸν αὐταῖς.” μήποτε δὲ τὸν νάρκισσον μεγάλαιν θεαῖν ἀρχαῖον
στεφάνωμα ἔφη ὁ Σοφοκλῆς, τῷ συλληπτικῷ χρησάμενος τρόπῳ, ἀντὶ τοῦ εἰπεῖν θεᾶς ἀρχαῖον στεφάνωμα, τῆς Κόρης. τί δή ποτε; ὅτι πρὶν ἢ36
15τὸν Πλούτωνα αὐτὴν ἁρπάσαι τούτῳ ἐτέρπετο· συλλέγουσαν οὖν φασι αὐτὴν τὸν νάρκισσον 〈ἁρπασθῆναι〉, ὥστε τὸ ἀρχαῖον τούτου ἕνεκα προσ‐ κεῖσθαι, οἷον, ὃ ἦν αὐτῇ θυμῆρες στεφάνωμα πρὶν ἢ συλληφθῆναι. αὖθις γοῦν φασι τὰς θεὰς ἀνθίνοις μὴ κεχρῆσθαι, ἀλλὰ καὶ ταῖς θεσμοφορια‐ ζούσαις τὴν τῶν ἀνθίνων στεφάνωμα ἀπειρῆσθαι χρῆσιν. ὁ δ’ Ἴστρος [F
20Gr Hist CCCXXXIV 29] τῆς Δήμητρος εἶναι στέμμα τὴν μυρρίνην καὶ τὴν μίλακα, περὶ ἧς γίνεσθαι τὴν 〈δια〉δικασίαν, καὶ τὸν ἱεροφάντην δὲ καὶ τὰς ἱεροφάντιδας καὶ τὸν δᾳδοῦχον καὶ τὰς ἄλλας ἱερείας μυρρίνης ἔχειν στέφανον· δι’ ἃ καὶ τῇ Δήμητρι προσθέσθαι ταύτην φησί. L ἄχνας] τῆς δρόσου. L

683

νάρκισσος] ὄνομα βοτάνης. LRM μεγάλαιν θεαῖν] ταῖς Ἐρινύσιν. LRM

684

ὅ τε χρυσαυγὴς κρόκος: τοῖς τὸν νάρκισσον τῇ Δήμητρι ἀπονέμουσιν τοῦτο συμπράττει, ὅτι κἀν τῇ Νιόβῃ ὁ Σοφοκλῆς [fr. 413 N2 = 451 Pears.] τὸν κρόκον ἄντικρυς τῇ Δήμητρι ἀνατίθεται, ὥστε καὶ νῦν τὸν λόγον εἶναι περὶ τῶν Δήμητρος στεφανωμάτων· καὶ αὐτὸ δὲ τοῦτο ἴδιον ἂν εἴη
5Σοφοκλέους· τοῖς γὰρ ἀνθίνοις οὐ πάνυ φασὶν ἥδεσθαι τὴν Δήμητρα. LRM ἀπὸ κοινοῦ τὸ θάλλει κατ’ ἦμαρ. L

686

μινύθουσιν] λήγουσι τοῦ ῥεῖν. L

687

Κηφισοῦ νομάδες: κρῆναι νομάδες αἱ ὥσπερ ἐπινεμόμεναι καὶ καταρ‐ ρέουσαι τὴν γῆν τοῦ Κηφισοῦ πηγαί. ἢ ἃς ὁ Κηφισὸς ἐπινέμεται, λέγοι δ’ ἂν ἐν τῇ Ἀκαδημείᾳ. LR Κηφισοῦ] ὄνομα ποταμοῦ. L

688

ἀλλ’ αἰὲν ἐπ’ ἤματι: ἀλλ’ ἀεὶ καθ’ ἡμέραν, φησίν, ἐπινίσσεται ὁ Κηφισός,
ὠκυτόκα ποιῶν τὰ πεδία καὶ ἔγκαρπα. LR37

689

ὠκυτόκος] ὁ ποταμός. L

691

στερνούχου χθονός: ἴσον τῷ γονίμου. ἢ ἀντὶ πεδιούχου χθονός. μετα‐ φορικῶς γὰρ καὶ στέρνα καὶ νῶτά φασι τῆς γῆς τὰ πεδιώδη καὶ εὐρέα, καθάπερ αὖ πάλιν αὐχένας τὰ στενά. LRM γῆς ἐπιπέδου. LR

692

νιν] τὴν Ἀττικήν. L

698

φύτευμ’ ἀχείρητον: ὅτι ἀπέσχοντο τῶν μοριῶν οἱ Λακεδαιμόνιοι, καὶ ἄλλοι ἱστοροῦσι καὶ Φιλόχορος [F Gr Hist CCCXXVIII 125], ὥστε ταῖς ἀληθείαις ἐγχέων αὐτὰς φόβημα τοῖς πολεμίοις γενέσθαι. Λακεδαιμό‐ νιοι γὰρ ἐμβαλόντες ἐν τῇ Ἀττικῇ† καὶ μυριάσι Πελοποννησίων καὶ Βοιω‐
5τῶν, ἡγουμένου Ἀρχιδάμου τοῦ Ζευξιδάμου Λακεδαιμονίων βασιλέως, ἀπέσχοντο τῶν λεγομένων μοριῶν Ἀθηνᾶν δείσαντες, ὡς Ἀνδροτίων [F Gr Hist CCCXXIV 39] φησίν. L

699

δαΐων] πολεμίων. L

701

γλαυκᾶς παιδοτρόφου: καὶ Ἀριστοφάνης ἐν Νεφέλαις [v. 1005]
ἀλλ’ εἰς Ἀκαδημίαν κατιὼν ὑπὸ ταῖς μορίαις ἀποθρέξεις. ὁ δ’ Ἴστρος [F Gr Hist CCCXXXIV 30] καὶ τὸν ἀριθμὸν αὐτῶν δεδή‐
λωκεν, γράφων οὕτως ”... †εἶναι δὲ κλάδον ἀπὸ τῆς† ἐν Ἀκαδημείᾳ ἐλαίας38
5ἀπὸ τῆς ἐν ἀκροπόλει φυτευθῆναί φασιν, ἐπάρατον δὲ ποιήσαντας τοὺς ἐμβαλόντας αὐτὰς, 〈εἴ〉 ἐκκόψειε φίλος ἢ πολέμιος· δι’ ὃ Λακεδαιμόνιοι τὴν λοιπὴν γῆν δῃοῦντες τῆς μὲν Τετραπόλεως ἀπέσχοντο διὰ τοὺς Ἡρα‐ κλείδας, τῶν δὲ μοριῶν διὰ τὰς ἀράς. ὁ δὲ Ἀριστοτέλης [Ἀθην. πολ. LX 2] καὶ τοῖς νικήσασι τὰ Παναθήναια ἐλαίου τοῦ ἐκ μοριῶν γενομένου
10δίδοσθαί φησιν”. L

702

τὸ μέν] τὸ φυτὸν τῆς ἐλαίας. L

705

Μορίου Διός: Μόριον Δία εἶπεν τὸν ἐπόπτην τῶν μοριῶν ἐλαῶν· καὶ ἔστιν ὁ λεγόμενος Μόριος Ζεὺς, ὥς φησι Ἀπολλόδωρος, [F Gr Hist CCXLIV 120] 〈περὶ Ἀκαδήμειαν〉· “Περὶ Ἀκαδήμειάν ἐστιν ὅ τε τοῦ Καταιβάτου Διὸς βωμός, ὃν καὶ Μόριον καλοῦσι, τῶν ἐκεῖ μοριῶν
5παρὰ τὸ τῆς Ἀθηνᾶς ἱερὸν ἱδρυμένων 〈ἐπόπτην〉”. LRM Μορίου] ὄνομα τόπου. L

711

εὔιππον εὔπωλον: παρ’ ὅσον ὁ Κολωνὸς Ἱππεὺς ἐλέγετο. καὶ Ποσειδῶν καὶ Ἀθηνᾶ αὐτόθι Ἵππιοι. LRM

712

ὦ παῖ Κρόνου: αὐτόθι φασὶ Ποσειδῶνα πρῶτον ἵππους ζεῦξαι καὶ χα‐
λινῶσαι· καὶ ταῦτα δὲ ἐπὶ θεραπείᾳ φησὶ τῆς οἰκείας ὁ Σοφοκλῆς· ὁ γὰρ Κολωνὸς Ἱππεὺς ὠνομάσθη παρ’ ἃς ἐξεθέμην αἰτίας διὰ τὸν Ἄδραστον· ὁ δὲ ἐπὶ τὸ σεμνότερον ἄγει τὸ πρᾶγμα, τῇ ποιητικῇ καταχρώμενος39
5ἀδείᾳ. LRM

715

περὶ τὰ τρία ταῦτα κεφάλαια μάλιστα διατρίβουσι τοῦ ἐγκωμίου, ὅτι εὔφορος ἡ χώρα καὶ ὅτι ἱππικοὶ 〈οἱ〉 Ἀθηναῖοι καὶ ὅτι ναυτικοί. LRM

717

πλάτα] κώπη. L

718

ἑκατομπόδων] ὅτι αἱ Νηρεΐδες νʹ εἰσίν. L

720

s. ὦ πλεῖστ’ ἐπαίνοις] Ἀντιγόνη ταῦτά φησιν ὁρῶσα προσιόντα τὸν Κρέοντα μετὰ χειρός· ἐπὶ τὸν Οἰδίπουν δὲ ἀφῖκται ὁ Κρέων καὶ μὴ πεί‐ σας αὐτόν, παρασπᾶται αὐτοῦ τὴν Ἀντιγόνην, φθάσας κατὰ τὴν ὁδὸν καὶ τὴν Ἰσμήνην ἀφελέσθαι. LRM

726

ἐγώ] κυρῶ. L

731

ὃν μήτ’ ὀκνεῖτε] ὅντινα, ἀντὶ ἐμέ, μὴ φοβεῖσθε. LRM

738

οὕνεχ’ ἧκέ μοι γένει] ἀντὶ ὅτι προσήκει μοι πενθεῖν τὰ τούτου ἀτυχήματα ὑπὲρ πάντας Θηβαίους. LRM

741

ἱκοῦ] ἐλθέ. L

742

ἐκ δὲ τῶν μάλιστ’ ἐγώ] ἐγὼ μάλιστά σε καλῶ, ὅσῳπερ πλεῖστον ἀλγῶ τοῖς σοῖς παθήμασιν. LRM

746

κἀπὶ προσπόλου μιᾶς] τῆς Ἀντιγόνης· εἴληπτο γὰρ ὑπ’ αὐτοῦ ἡ Ἰ‐ σμήνη. LRM

755

ἀλλ’ οὐ γάρ ἐστι] ὥστε συγγνώμης εἰμὶ ἄξιος λέγων· οὐ γὰρ δύναμαι κρύπτειν. LRM

761

ὦ πάντα τολμῶν] ἐν εὐλογοφανέσι λόγοις πανοῦργα βουλευόμενε. LRM

763

πείρᾳ: βαρυτόνως ἀναγνωστέον πείρᾳ, οὐ περισπωμένως. οὕτω Δίδυμος.
LRM [Didy. fr., Schmidt, p. 241]40

768

μεστός] ὡς ἐπὶ κεράμου· ὅ ἐστιν, ὅτε κορεσθεὶς τοῦ θυμοῦ, λοιπὸν τὰ συμφέροντα ἐβουλευόμην. καὶ οὐκέτι ἤθελον φεύγειν. LRM

769

τοὐν δόμοισιν] ἀντὶ ἐν Θήβαις. L

773

γένος] τὸ Ἀττικόν. L

775

καίτοι τις αὕτη] καὶ σὺ οὖν βούλει με εὐεργετεῖν μὴ θέλοντα. L

781

τοιαῦτα] ἀντὶ χάριτος. L

785

πάραυλον] ἀντὶ ἐν ἀγροῖς. L πόλις δέ σοι] καὶ ἵνα ἡ Θήβη ἀβλαβὴς ἔσται ἐκ ταύτης τῆς γῆς. ἄνα[ι]‐ τος δὲ ἀντὶ ἀβλαβής, [ἀναιτίατος]. L

787

οὐκ ἔστι σοι ταῦτ’] οὐ προβήσεταί σοι ὁ σκοπός. L

791

ἆρ’ οὐκ ἄμεινον] ἆρα οὐ πλέον σοῦ τὰ ἀποβησόμενα ταῖς Θήβαις οἶδα; LRM

792

ἐκ σαφεστέρων κλύω] ἀντὶ καὶ σαφέστερον οἶδα. L

793

καὐτοῦ Ζηνός] δοκεῖ γὰρ ὁ Ἀπόλλων παρὰ Διὸς λαμβάνειν τοὺς χρη‐ σμούς, ὡς καὶ ἐν Ἰφικλεῖ [fr. 292 N2 = 313 Pears.] φησι, καὶ Αἰσχύ‐ λος ἐν Ἱερείαις [fr. 86 N2]
στέλλειν ὅπως τάχιστα· ταῦτα γὰρ πατὴρ
5
Ζεὺς ἐγκαθίει Λοξίᾳ 〈θεσπίσματα〉 καὶ Ἀριστοφάνης Ἥρωσιν [fr. 309 K.]. LRM

794

ὑπόβλητον: οὐκ ἀληθές, ἀλλὰ πεπλασμένον. ἀπὸ τῶν ὑποβαλλομένων εἰς τὰ γένη τοὺς παῖδας. LRM

795

στόμωσιν] ἀντὶ τοῦ δείνωσιν καὶ πανουργίαν. LRM

800

ἀντὶ τοῦ ἐν τῷ μὴ πείθεσθαί σε, μᾶλλον σὺ δυστυχεῖς ἤπερ ἐγώ. L

803

πείθειν] πείθειν με εἰς τὸ ἀκολουθῆσαί σοι. L
τούσδε] τοὺς ἀπὸ τοῦ χοροῦ. L41

805

λῦμα: κάθαρμα. ὅ ἐστιν, ἀπαίδευτος μέχρι γήρως μενεῖς; LRM

807

ὅστις ἐξ ἅπαντος] βουλόμενος ἐκ παντὸς δοκεῖν δίκαια λέγειν. LRM

808

ἄλλο ἐστὶ τὸ φλυαρεῖν καὶ ἄλλο τὸ ἀναγκαῖα λέγειν. LRM

809

ταῦτα δ’] καὶ ταῦτα. L

810

τοῖς κατὰ σὲ οὐ δοκῶ καίρια λέγειν. LRM ἴσος] οἷος. L

811

καὶ πρὸ τῶνδε] καὶ πρὸ τοῦ χοροῦ. L

813

μαρτύρομαι] μάρτυρας καλῶ. L

814

ἤν ς’ ἕλω] ἐάν σε ἕλω, δικαίως σε δηλονότι τιμωρήσομαι· 〈μαρτύρο‐ μαι〉 γὰρ τούσδε οἷα ἀνταμείβῃ με ῥήματα. LRM

815

τῶνδε] τῶν ἀπὸ τοῦ χοροῦ. L βίᾳ] βιαζόμενος τοὺς ἐμοὺς συμμάχους καὶ φύλακας. LRM

816

κἄνευ τοῦδε] καὶ χωρὶς τοῦ λαβεῖν σε εἰς Θήβας. L

821

τήνδε] τὴν Ἀντιγόνην. L

822

ἰὼ ξένοι] τῷ χορῷ φησι. L

826

τήνδε] τὴν Ἀντιγόνην· τοῖς ἀκολούθοις δὲ ἑαυτοῦ φησιν ὁ Κρέων. LRM

829

τί δρᾷς, ξένε] πρὸς τὸν Κρέοντα ἕλκοντα τὴν Ἀντιγόνην. LRM

830

τῆς ἐμῆς] ἀδελφῆς μου γὰρ θυγάτηρ ἐστί. L

835

τί δρᾷς, ὦ ξέν’] πρὸς τὸν Κρέοντα ἕλκοντα τὴν Ἀντιγόνην. L

836

εἴργου] φυλάττου, χωρίζου. L σοῦ μὲν οὔ] οὐκ ἀπείρξομαί σου. L

837

πόλει] ταῖς Θήβαις. L

840

ὁδοιπορεῖν] ἀναχωρεῖν ἐντεῦθεν, ὦ Κρέων. LM

842

ἐναίρεται ... σθένει: τουτέστι βίᾳ πορθεῖται. L

845

πρὸς βίαν] ἀπαγομένης δὴ τῆς Ἀντιγόνης ὑπὸ τῶν προστεταγμένων παρὰ τοῦ Κρέοντος, ἐν μέρει παθητικά ἐστιν. LRM

848

ἐκ τούτοιν] ἐκ τῶν θυγατέρων, αἷς ὡς σκήπτροις ἐχρῆτο καὶ βακτη‐
ρίᾳ. LRM42

858

πόλει] ταῖς Θήβαις. L

864

μὴ γὰρ αἵδε δαίμονες] μὴ ἄφωνος γενοίμην εἰς τὸ καταρᾶσθαί σε. LRM

866

ὄμμα] φησὶ τὴν Ἀντιγόνην. L

875

χρόνῳ βαρύς] γηρῶν. L τὸ παλαιόν φησι βαρύ. L

879

ταύτην δ’ ἄρα οὐκέτι νομιῶ πόλιν, εἰ σὺ ἀπάξεις τοῦτον. L

881

τά γ’ οὐ τελεῖ] ταῦτα ἃ λέγει οὐ πληρώσει. LR

882

εἰ τελέσω, Ζεὺς εἰδείη. LRM

883

ἀνεκτέα] 〈οὐ〉 μεμπτέον· οὕτω γάρ φασι σκαπτέα, φυτευτέα, ἀντὶ τοῦ σκαπτέον, φυτευτέον. LRM

887

τίς ποθ’ ἡ βοή;: ἄκρως τῇ οἰκονομίᾳ τὸ μαθεῖν τὸν Θησέα τὰ γενόμενα πρὸς θυσίαις ὄντα τοῦ Ἱππίου Ποσειδῶνος, ὑπὲρ τοῦ μὴ διατριβὴν ἐγ‐ γενέσθαι μηνύοντός τινος. LRM

890

θᾶσσον ἢ καθ’ ἡδονὴν ποδός] ταχύτερον ἢ ὡς ἔδει βαδίζειν. L

900

σπεύδειν ἀπὸ ῥυτῆρος: ἀντὶ ἀπὸ τῆς βλαύτης· τῶν δὲ ἐξηγησαμένων ἁπάντων αὐτὸν Πραξιφάνης δοκεῖ ἄμεινον ἀποδιδόναι, ἀκούων τὸ ὑπό‐ δημα, οἷον τῶν ποδῶν τὸ κάλυμμα. LRM ἀπὸ ῥυτῆρος: ἀπὸ τοῦ ὑποδήματος, ἀντὶ τοῦ ὡς ἔχει σχήματος ἕκα‐
5στος. LRM ἔνθα δίστομοι: ὡς σχιστῆς οὔσης ὁδοῦ ἐκεῖσε. LRM

903

ξένῳ] τῷ Κρέοντι. L

905

εἰ μὲν δι’ ὀργῆς ἧκον: εἰ μὲν δι’ ὀργῆς ἐληλύθειν, ἐν ταύτῃ τῇ ὀργῇ ἧς ἦν οὗτος ἄξιος. LRM

906

οὐδ’ ἀφῆκ’ ἄν] οὐ μεθῆκ’ ἄν. L

908

τούτοισι κοὐκ ἄλλοισιν: ὡς ἀπὸ ξένης γῆς ἀπέσπασεν, οὕτω καὶ αὐτὸς ἐπὶ ξένης γῆς ἀποσπασθήσεται. LRM

909

οὐ γάρ ποτε ἔξει] οὐκ ἀναχωρεῖς γὰρ ἐντεῦθεν, πρὶν ἂν ἀγάγῃς τὰς
κόρας. LRM43

912

οὐθ’ ὧν πέφυκας] τῶν προγόνων. L

916

ἄγεις θ’ ἃ χρῄζεις καὶ παρίστασαι: ἀντὶ τοῦ μεθίστασαι· εἰώθεσαν δὲ οὕτω λέγειν· καὶ ἀντὶ τοῦ ἐφυγάδευσαν, ἡμεῖς ἂν εἴποιμεν μετεστήσαντο, παρεστήσαντο δὲ λέγουσιν. LRM καὶ παρίστασαι βίᾳ: τὸ παρίστασαι ἴσον ἐστὶ τῷ καταδουλοῖς καὶ ὑπο‐
5χείριον ποιεῖς, καὶ πάλιν παραστήσασθαι τούσδε τινάς φασι. παραφύ‐ λαττε δὲ ὡς δεινοποιεῖ τὰ τοῦ Κρέοντος ὁ Θησεὺς τῇ καλουμένῃ αὐξη‐ τικῇ κεφαλαιώσει καὶ συνάπτει πολλὰ κεφάλαια. LRM ἀντὶ τοῦ καταδουλοῖς αὐτὴν βίᾳ. L

929

σὺ δ’ ἀξίαν οὐκ οὖσαν: οὐκ οὖσαν ἀξίαν αἰσχύνεσθαι· αἰσχύνη δὲ πατρίδος πολίτου ἁμαρτία. LRM πόλιν] τὴν Θήβην. LRM

934

εἰ μὴ μέτοικος τῆσδε: ἀντὶ ἔνοικος· οὐ γὰρ αὐτὸ τοῦτο τὸ μέτοικος, ὡς ἡμεῖς φαμεν, εἴρηται· μετοίκους δὲ καλοῦμεν τοὺς ἀπὸ ἑτέρας χώρας οἰκοῦντας, πρὸς 〈δὲ〉 τοὺς μετοικισθέντας ποθέν· τοῦτο δὲ ἔνοικον. κέ‐ χρηται δὲ καὶ Αἰσχύλος ἐπὶ τῶν οἰωνῶν ἐν Ἀγαμέμνονι [v. 57] λέγων
5οὕτω·
τῶνδε μετοίκων, ἀντὶ τοῦ ἐνοίκων. LRM μετοίκους γὰρ εἶπε τῶν ὑψηλῶν τόπων τοὺς οἰωνοὺς κἀκεῖσε ἀντὶ ἐνοίκων. L μέτοικος] ἀντὶ ἔνοικος L

939

ἐγὼ οὔτ’ ἄνανδρον: τὴν ῥητορείαν παραφύλαξον, εἰ τῶν μὲν κατηγορη‐ θέντων αὐτοῦ οὐχ ἅψεται, καινὰ δέ τινα ἐνθυμήματα καὶ πάνυ εὔλογα
ἐξευρίσκων ἀντερεῖ. L44

942

αὐτούς] τοὺς Ἀθηναίους. L

943

ξυναίμων] τῶν συγγενῶν. L

945

οὐδ’ ὅτῳ γάμοι] παρ’ ὅσον αὐτὸς τέκνον ἐστὶ μητέρα γεγαμηκώς. L

947

τοιοῦτον αὐτοῖς Ἄρεος: ᾔδειν εὔβουλον ὄντα τὸν Ἄρειον πάγον· τοῦτον δὲ χθόνιον εἶπεν, οἷον ἐγγενῆ καὶ αὐτόχθονα, ἐγχώριον, οὐχ, ὡς οἱ ἐξη‐ γησάμενοι οἴονται, παρὰ τὸ τοὺς δικαζομένους ἐν αὐτῷ ὑπὸ τὴν χθόνα εἶναι. χθόνιον τοίνυν τὸν αὐτόχθονα· λέγοι δὲ ἂν τὴν Ἀρεοπαγῖτιν βου‐
5λήν· τὸν γὰρ πάγον εἰς τὸν ὄχθον μετατέθεικεν· εἴρηται δὲ περὶ τῆς προσ‐ ηγορίας αὐτοῦ πολλαχῶς. LRM

950

ᾧ πίστιν ἴσχων] ᾧ ἐγὼ θαρρῶν. L

954

θυμοῦ γὰρ οὐδὲν γῆρας: οἷον, οὐκ ἔστι θυμοῦ κρατῆσαι ἄνθρωπον ὄντα· οὐ καταγηράσκει τὸ ὠμὸν τοῦ θυμοῦ εἰ μὴ ἐξέλθοι τοῦ βίου ὁ ἄνθρωπος· ἀδύνατον γάρ ἐστιν ζῶντα ἄνθρωπον μὴ θυμῷ χρήσασθαι. τοῦτο καὶ παροιμιακῶς λέγεται, ὅτι ὁ θυμὸς ἔσχατον γηράσκει· λέγεται δὲ διὰ τοὺς
5πρεσβυτέρους, ὅτι ὅσῳ γηράσκουσι τὸν θυμὸν ἐρρωμενέστερον ἔχουσι. καὶ Ἀλκαῖος [fr. 117 Bergk4] ὡς λεγομένου κατὰ κοινὸν αὐτοῦ μι‐ μνήσκεται. LRM

960

ὦ λῆμ’ ἀναιδές: ... τὴν ὑστάτην ὑποφορὰν πρὸς τὸν Κρέοντα μηκέτι ὑπὸ τοῦ Θησέως λέγεσθαι ἀλλ’ ὑπὸ τοῦ Οἰδίποδος· ἡ δὲ αἰτία πρόδηλος· καὶ ἅμα παραφύλαττε, εἰ καὶ οὗτος πιθανὰς ποιεῖται τὰς ἐπιχειρήσεις· τῷ γὰρ ὄντι ὁ Οἰδίπους, εἴ τις ἀκριβῶς ἐξετάζοι, ἄδικος μὲν οὐκ ἔστιν, ἀτυ‐
5χὴς δὲ καὶ περιπαθής. LRM

961

ἢ σαυτοῦ] ἐπεὶ τὴν ἀδελφήν σου λοιδορεῖς. LR

965

μηνίουσιν] ὀργιζομένοις. L

973

ἔα ἦ. L45

977

τό γ’ ἆκον] τὸ ἀκούσιον. L

978

τὸ ἑξῆς, μητρὸς δὲ γάμους, τλῆμον, οὔσης ὁμαίμου σῆς, ἀναγκάζων με λέγειν οὐκ ἐπαισχύνῃ. LRM

1000

ἅπαν καλὸν λέγειν νομίζων] τουτέστιν ἀθυρόστομος ὤν. L

1006

ὅθ’ οὕνεκ’ εἴ τις γῆ: ὅτι οὕνεκα, ἐκ παραλλήλου τὸ αὐτό, ὡς τὸ εἴθ’ ὤφελεν. L ἀντὶ ἀγνοεῖς τοῦτο, ὦ Κρέων, ὅτι εἴ τις χώρα θεοὺς ἐπί‐ σταται γιγνώσκειν, ἡττᾶται παρὰ τὸ φιλόθεον τῇ Ἀττικῇ. LRM

1016

οἱ μέν] οἱ θεράποντες Κρέοντος. L

1023

ἄλλοι: Ἀθηναῖοι ἐπιδιώκουσιν αὐτούς. L οὕς] τοὺς Ἀθηναίους. L

1024

ἐπεύξωνται] οἱ σοὶ θεράποντες. L

1031

πιστὸς ὤν] ἀντὶ πιστεύων· καταστρέφει δὲ εἰς τὸ πεποιθώς. L

1044

εἴην ὅθι δαΐων: ὁ μὲν Κρέων καὶ ὁ Θησεὺς ἀπῆλθον ... ὑπονοῶν αὐτὸν οὐ ψιλὸν ἥκειν, ἀλλὰ μετά τινος χειρὸς ἣν πλησίον που ἐστρατοπεδευ‐ κέναι· κατὰ τοῦτο οὖν καὶ οἱ κατὰ τὸν χορόν, ἄλλως προβεβηκότες τὴν ἡλικίαν, εὐχὴν ποιοῦνται ταύτην· εἴθε εἴην ὅπου αἱ συμβολαὶ καὶ αἱ
5μάχαι μέλλουσιν ἔσεσθαι· ὑπονοοῦσι γὰρ αὐτῷ τὰ ὅμοια τῷ Θησεῖ περὶ τοῦ Κρέοντος καί φησιν, εἴθε ἐπόπτης ἐγενόμην αὐτῶν. LRM ἐπιστροφαί] ἀντὶ ἀναστροφαί. L

1046

χαλκοβόαν] στερεοβόαν, μεγαλόφωνον. L

1047

ἢ πρὸς Πυθίαις: ἀπὸ κοινοῦ τὸ ἀκταῖς ληπτέον· λέγοι δ’ ἂν Πυθίας ἀκτὰς τὸν τοῦ Πυθίου Ἀπόλλωνος βωμὸν τὸν ἐν τῷ Μαραθῶνι, ὅθεν
καὶ τὴν θεωρίαν ἔπεμπον. ἱστορεῖ περὶ τούτων Φιλόχορος ἐν τῇ Τετραπόλει [F Gr Hist CCCXXVIII 75], γράφων οὕτως· “ὅταν δὲ ση‐46
5μεῖα γένηται 〈τὰ〉 παραδεδομένα ἐν τοῖς ἱεροῖς, τότε ἀποστέλλουσι τὴν θεωρίαν οἱ ἐκ τοῦ γένους ... Πυθιάδα καὶ Δηλιάδα, ὁποτέρα ἂν καθήκῃ αὐτοῖς· θύει δὲ ὁ μάντις, ὅταν μὲν τὰ εἰς Δελφοὺς πόμπιμα γένηται καὶ θεωρία πέμπηται, ἐν Οἰνόῃ καθ’ ἑκάστην ἡμέραν ἐν τῷ Πυθίῳ· εἰ δὲ εἰς Δῆλον ἀποστέλλοιτο ἡ θεωρία, κατὰ τὰ προειρημένα θύει ὁ μάντις
10εἰς τὸ ἐν Μαραθῶνι Δήλιον· καὶ ἔστιν ἱεροσκοπία τῆς μὲν εἰς Δελφοὺς θεωρίας ἐν τῷ ἐν Οἰνόῃ Πυθίῳ, τῆς δὲ εἰς Δῆλον ἐν τῷ ἐν Μαραθῶνι Δηλίῳ”. LRM πυθίαις] ὡς ἐπὶ Μαραθῶνα, οὗ τὸ Πύθιον ἵδρυται. L

1048

ἢ λαμπάσιν ἀκταῖς ἕως τέλη θνητοῖσιν· τὰ περὶ Ἐλευσῖνα μέρη φησί, καὶ εἴη ἂν λαμπάσιν ἀκταῖς, ταῖς λαμπαδευομέναις καὶ καταλαμπο‐ μέναις καὶ δᾳδουχουμέναις ὑπὸ τῆς μυστικῆς φλογὸς καὶ τῶν ἱερῶν δᾴδων, περὶ ὧν Αἰσχύλος [fr. 386 N.2] φησίν·
5
λαμπραῖσιν ἀστραπαῖσι λαμπάδων σθένει. LR λαμπάσιν] περὶ Ἐλευσῖνα, ἀπὸ τῶν αὐτόθι ἐν τοῖς μυστηρίοις λαμ‐ πάδων. L ἀκταῖς] τὸν βωμόν. L

1049

οὗ πότνιαι σεμναί: αἱ Θεσμοφόροι· τέλη δὲ τὰς τελετάς· καὶ Αἰσχύ‐ λος [fr. 387 N.2]
ἔφριξ’ ἔρως δὲ τοῦδε μυστικοῦ τέλους. L47

1050

τιθηνοῦνται] ἐπιμελοῦνται καὶ ἀξιοῦνται θεραπείας. L

1051

ὧν] τῶν τετελεσμένων. L ὧν καὶ χρυσέα κληίς: ἐπεὶ ἄρρητα τὰ μυστήρια καὶ καθάπερ κλεισὶν ἡ γλῶσσα κατείληπται ὑπὲρ τοῦ μὴ ἐξενεγκεῖν. LR

1053

προσπόλων Εὐμολπιδῶν: ζητεῖται τί δήποτε οἱ Εὐμολπίδαι τῶν τε‐ λετῶν ἐξάρχουσι, ξένοι ὄντες· εἴποι δ’ ἄν τις ὅτι ἀξιοῦσιν ἔνιοι πρῶτον Εὔμολπον μυῆσαι τὸν Δηιόπης τῆς Τριπτολέμου τὰ ἐν Ἐλευσῖνι μυ‐ στήρια καὶ οὐ τὸν Θρᾷκα καὶ τοῦτο ἱστορεῖν Ἴστρος [F Gr Hist
5CCCXXXIV 22] ἐν τῷ †περὶ† τῶν Ἀτάκτων. Ἀκεστόδωρος [HGF II 464] δὲ πέμπτον ἀπὸ τοῦ πρώτου Εὐμόλπου εἶναι τὸν τὰς τελετὰς καταδείξαντα γράφει οὕτως· “κατοικῆσαι δὲ τὴν Ἐλευσῖνα ἱστοροῦσι πρῶτον μὲν τοὺς αὐτόχθονας, εἶτα Θρᾷκας τοὺς μετὰ Εὐμόλπου πα‐ ραγενομένους πρὸς βοήθειαν εἰς τὸν κατ’ Ἐρεχθέως πόλεμον. τινὲς δέ
10φασι καὶ τὸν Εὔμολπον εὑρεῖν τὴν μύησιν τὴν συντελουμένην κατ’ ἐνιαυτὸν ἐν Ἐλευσῖνι Δήμητρι καὶ Κόρῃ. Ἄνδρων [F Gr Hist X 13] μὲν οὖν γράφει οὐ 〈τοῦ〉τον Εὔμολπον εὑρεῖν 〈τὴν〉 μύησιν, ἀλλ’ ἀπὸ τούτου Εὔμολπον πέμπτον γεγονότα· Εὐμόλπου γὰρ γενέσθαι Κήρυκα, τοῦ δὲ Εὔμολπον, τοῦ δὲ Ἀντίφημον, τοῦ δὲ Μουσαῖον τὸν ποιητήν,
15τοῦ δὲ Εὔμολπον τὸν καταδείξαντα τὴν μύησιν καὶ ἱεροφάντην γεγο‐ νότα”. LR

1054

ἐγρεμάχαν] γρ. ὀρειβάταν, οἱονεὶ τὸν διὰ τῶν ὀρῶν βαίνοντα τῶν προ‐ ειρημένων χωρίων. LR

1059

ἦ που τὸν ἐφέσπερον: τὸν Αἰγάλεων φησί· καὶ γὰρ τοῦτο ἐπ’ ἐσχάτων ἐστὶ τοῦ δήμου τούτου· καταλέγουσι δὲ χωρία παρ’ ἃ μάλιστα εἰκά‐ ζουσι τὴν συμβολὴν γενέσθαι τοῖς περὶ τὸν Κρέοντα καὶ Θησέα. LR πέτρας νιφάδος ἂν εἴη λέγων τὴν οὕτω λεγομένην λείαν πέτραν ἢ τὸν48
5Αἰγάλεων λόφον, ἃ δὴ περιχώριά φασιν εἶναι, καθάπερ Ἴστρος [F Gr Hist CCCXXXIV 17] ἐν τῇ πρώτῃ τῶν Ἀτάκτων ἱστορεῖ, οὕτως “ἀπὸ δὲ τῆς χαράδρας ἐπὶ μὲν λείαν πέτραν”. καὶ μετ’ ὀλίγα, “ἀπὸ τού‐ του δὲ ἕως Κολωνοῦ παρὰ τὸν χαλκοῦν προσαγορευόμενον 〈ὀδὸν〉, ὅθεν πρὸς τὸν Κηφισὸν ἕως τῆς μυστικῆς ὁδοῦ εἰς Ἐλευσῖνα· ἀπὸ ταύτης
10δὲ βαδιζόντων εἰς Ἐλευσῖνα τὰ ἐπ’ ἀριστερὰ μέχρι τοῦ λόφου τοῦ πρὸς ἀνατολὰς τοῦ Αἰγάλεω.” LRM ἤτοι τὴν καλουμένην λείαν πέτραν ἢ τὸν Αἰγάλεων. ὁ δὲ νοῦς, ἆρα ἐπὶ τὸν ἕσπερον χῶρον τῆς λείας πέτρας προσπελάζουσιν; LR τὸν ἐφέσπερον] ἐπὶ τὸν ἕσπερον. L

1060

πελῶς’] [γρ.] πελάζουσιν. L

1061

Οἰάτιδος ἐκ νομοῦ: Οἴα δῆμος τῆς Ἀττικῆς ὅθεν καὶ τὸ Οἰῆθεν. 〈Οἰά‐ τιδοσ〉 ἐκ νομοῦ δέ, πάλαι χωρίου Ἀττικοῦ οὕτω καλουμένου· ἐν ᾗ νέμουσιν οἶς, νεμήσεως παρακειμένης. LR

1065

ὁ προσχωρῶν Ἄρης] ὁ Κρέων. L προσχώρων] ἀντὶ τοῦ ἐπιχωρίων. L

1066

Θησειδᾶν] τῶν Ἀθηναίων. L ἁπλούστερον δὲ Θησειδᾶν φησι τῶν
Ἀττικῶν τῶν ὑπὸ Θησέα τεταγμένων. LRM49

1068

τὸ ἑξῆς, πᾶσα δ’ ὁρμᾶται ἄμβασις. L

1069

ἀμπυκτήρια] φάλαρα. LR

1076

τάχ’ ἐνδώσειν τὰν δεινά· τάχα ἐνδώσει, φησίν, ὁ Κρέων τὴν πολλὰ δεινὰ τλᾶσαν, τὰς παρθένους ἀπὸ τῆς ἑτέρας δηλῶν, ὡς καὶ κατωτέρω [v. 1102] τῷ ὁμοίῳ σχήματι χρῆται. δύναται δὲ καὶ ἑτέρα προσῳδία εἶναι τᾶν δεινὰ τλασᾶν, δεινὰ δ’ εὑρουσᾶν. LRM
5δεινά] τὰ σὰ δεινά. L

1094

διπλᾶς ἀρωγὰς] νῦν διὰ τοῦ στέργω σημαίνει μὲν οἷον προσίεμαι, τε‐ λευτᾷ δὲ εἰς ἴσον τῷ παρακαλοῦμαι. τουτέστι, τῇ διπλῇ ἀρωγῇ, ὃ λέγει τῇ πόλει καὶ τοῖς πολίταις. LRM

1096

ἔτι χορός. L

1113

ἐμφῦσα] ἀντὶ τοῦ ἐμφῦσαι. L

1119

ἰδίως ἐσχημάτισε καὶ τὸν λόγον· μὴ προσθαύμαζέ μου τὸ λιπαρές, τὸ λίαν προσκεκαθικὸς τῆς ψυχῆς τοῖς τέκνοις· τὸ δὲ ἐχόμενον οὐ καταλ‐ λήλως εἶπεν· οὐ γάρ φησιν ἀέλπτως φανέντων ἐμοὶ τῶν τέκνων μηκύνω τὸν λόγον, ἀλλὰ τέκνα φανέντα, εἶτα μηκύνω τὸν λόγον. L
5πρὸς τὸ λιπαρές] πρὸς τὸ †κελεύειν† εἰ μακρηγορήσω. LRM λιπαρές] ἀρέσκον. L

1138

μέλου] ἀντὶ τοῦ ἐπιμελοῦ. L

1140

θαυμάσας ἔχω] ἀντὶ τοῦ ἐθαύμασα, Ἀττικῶς. L

1148

ἁγών] 〈ἀγὼν〉 οὗτος. LR

1153

ἄνθρωπον δέ, φησίν, ὄντα οὐδὲν πρᾶγμα κακίζειν δεῖ. LRM

1156

καθ’ ὑπόθεσιν ἱκετεύει ὁ Πολυνείκης πρὸς αὐτοὺς παραγενέσθαι καὶ
τὸν Οἰδίπουν, κατά τι λόγιον ἐμπεσόν, ὅτι πρὸς οὓς ἂν γένοιτο ὁ Οἰδί‐ πους, κρατήσουσι τῆς βασιλείας· τοῦτο οὖν ἀγγέλλει αὐτῷ ὁ Θησεύς. LRM ἔμπολιν] ἐν τῇ αὐτῇ πόλει οἰκοῦντα. L50

1159

ἔκυρον] ἀντὶ τοῦ ἐκύρουν, ταὐτὸν τῷ ἐτύγχανον. L

1164

τὸ ἑξῆς, φασὶν αὐτὸν μολόντ’ αἰτεῖν ἐς λόγους σοι ἐλθεῖν. L

1171

ὁ προστάτης] ὁ ἱκέτης, ὁ προσεστηκὼς τῷ βωμῷ. L

1173

παῖς οὑμός] πρὸς τὸν Θησέα φησίν. ὧδε παῖδα αὐτὸν κέκληκεν. L

1178

εἰκαθεῖν] παραγώγως ἀντὶ τοῦ εἴκειν. L

1181

οὐχ ὡς οὐκ ἂν πεισθησομένου τῷ Θησεῖ τοῦ Οἰδίπου, οὕτως ἐδέησεν αὐτῷ καὶ τῆς ἐκ τῆς θυγατρὸς παρακλήσεως, ἀλλ’ αὐξήσεως χάριν καὶ τοῦτο παρείληφεν τὸ πρόσωπον ὁ Σοφοκλῆς· ἀμέλει γοῦν πρὸς τὸν Θη‐ σέα ἀποκρίνεται ὡς ἐκείνῳ πεπεισμένος. L

1185

τὸ ἑξῆς, οὐ γὰρ ἃ μή σοι συμφέροντα λέξεται πρὸς βίαν σε παρασπάσει γνώμης, θάρσει. τὸ δὲ λέξεται ἀντὶ τοῦ λέξει, ὁ Πολυνείκης δηλονότι. L

1194

ἐξεπᾴδονται] καταπραΰνονται. L

1195

περὶ τὴν πήρωσιν λέγοι ἄν· οὐ γὰρ τὰ ἐξ ἀρχῆς πραχθέντα ὀνειδίζοι ἂν αὐτῷ, ἀλλ’ ἃ ἀπὸ τῆς ἄγαν ὀργῆς ἀπέβη· τούτου γὰρ αὐτὸν ἀποτρέ‐ πειν βούλεται. LRM

1203

τίνειν] ἀντὶ τοῦ ἀμείβεσθαι. L

1209

σὺ δέ] σὲ δέ. L

1210

σῶν] ἀντὶ τοῦ σῶιον. L

1211

ὅστις τοῦ πλέονος μέρους: κατάδηλός ἐστιν ὁ χορὸς ἐν ταὐτῷ ἀναφωνῶν καὶ ἀλληγορῶν περὶ τῆς τῶν ἀνθρώπων ἀπληστίας, καὶ ἔοικε τῷ Ἡσιό‐ δου [Ἔ. κ. Ἡ. 40]
νήπιοι οὐδὲ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντός.
5τείνει δὲ ταῦτα εἰς τὴν δυσποτμίαν Οἰδίπου. LR51

1219

ὁπότ’ ἄν τις] γρ. ὅπου ὅτ’ ἄν τις. L ἐς πλέον πέσῃ: ἐς πλέον τοῦ προσήκοντος. ἀφανῆ τὰ τέρποντα γί‐ νεται καὶ πᾶσιν ἄδηλα. LRM

1220

τοῦ δέοντος] ἀντὶ τοῦ μετρίου, τοῦ ἱκανοῦ. L οὐδ’ ἔπι κόρος: ταῦτα καθ’ ἑαυτόν. LRM φησὶ δὲ ὁ χορός, τῷ πλεονε‐ κτεῖν ἐθέλοντι παρὰ τὸ καίριον καὶ τὸ μέτριον, ἄχορός ἐστιν οὗτος ἰσο‐ τέλεστος, ὁμοίως ἀποθνήσκουσιν οἱ τοιοῦτοι. τὸ ἑξῆς δέ, ἰσοτέλεστος
5θάνατος, τὰ δὲ ἄλλα διὰ μέσου [βῆναι κεῖθεν ὅθενπερ ἥκει ὡς τάχιστα]. τοῦτο ἐστὶ τὸ ἑξῆς, οἷον οὐδὲ ἔπεστιν αὐτοῖς κόρος ἰσοτέλεστος τοῦ Ἅιδου· τότε γὰρ ὁ τοιοῦτος κόρος λαμβάνει τέλος, ὅτε ἂν ὁ Ἅιδης ἐπέλθῃ. L οὐ παύσονται τοῦ κόρου πρὶν εἰς θάνατον ἔλθωσιν. LRM
10κοῦρος] οἶμαι κόρος. L

1223

ἄλυρος: ἐπεὶ ἐν θανάτῳ οὐχ ὑμνοῦσιν. ἢ μετὰ θάνατον οἱ τοιοῦτοι οὐχ ὑμνοῦνται. LRM

1225

μὴ φῦναι τὸν ἅπαντα: πάνυ ἄριστον ἀνθρώποις τὸ μὴ φῦναι, παρὰ τὸ λεγόμενον [Theogn. 425]
ἀρχὴν μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον. LRM

1226

τὸ δ’ ἐπεὶ φανῇ: τοῦτο τὸ ἑξῆς, ἐπεὶ δὲ φανῇ, τὸ βῆναι ἐκεῖθεν, ὅθενπερ ἥκει, ὡς τάχιστα, παρὰ πολὺ τῶν ἄλλων δεύτερόν ἐστιν ἐκείνου, τοῦ μὴ φῦναι καθόλου. LRM

1229

ὡς εὖτ’ ἂν τὸ νέον παρῇ: ὡς ἡνίκ’ ἂν νηπιότης παρῇ· ταύτας γάρ φησι κούφας ἀφροσύνας· οὐδὲν ἐπιλογίζεται τῶν δεόντων. ἰδίως αὐτὸ ἐξή‐ νεγκεν, ὡς εἰ ἔλεγεν, τῷ γὰρ νέῳ ἀφροσύνη πάρεστιν. LRM

1231

τίς πλάγχθη: τοῦτο ἰδίως ἐξήνεγκεν· βούλεται δέ τι τοιοῦτο σημαίνειν· τίς ἂν πλαγχθείη 〈ἔξω〉 τῶν πολλῶν μόχθων; LRM
τίς ἔξω τοῦ πολύμοχθος εἶναι ἐπλανήθη; LRM52

1232

τίς οὐ καμάτων ἔνι; φόνοι: ταῦτα †ὑπεροπτικῶς† εἴρηται, κατὰ τοιαύ‐ την ἀπόκρισιν, καθ’ ἣν ἐμφαίνεται πρότερον μὲν ὅταν εἴπῃ τίς πλάγχθη τῶν μόχθων τῶν πολλῶν ἔξω; ὑπακουόμενον τὸ τοιοῦτο, οὐδείς· πάλιν δὲ ὅταν ἑξῆς ἐπιζεύξῃ, τίς οὐ καμάτων ἔνι; τὸ πᾶς· βούλεται γὰρ καὶ
5νῦν κατὰ τὸ ὅμοιον λέγειν, οὐδείς ἐστι κάματος, ὃς οὐκ ἔνεστιν. LRM

1248

αἱ δ’ ἐννυχιᾶν ἀπὸ Ῥιπᾶν: τὰ ἀπὸ τῶν ὀρῶν φησι, τῶν προσαγορευο‐ μένων Ῥιπῶν. τινὲς δὲ οὕτω καλοῦσι, Ῥίπαια ὄρη. λέγει δὲ αὐτὰ ἐν‐ νύχια διὰ τὸ πρὸς τῇ δύσει κεῖσθαι· μέμνηται δὲ καὶ Ἀλκμάν [fr. 59 D.2], λέγων οὕτως·
5
Ῥίπᾶν ὄρος ἀνθέον ὕλᾳ,
νυκτὸς μελαίνας στέρνον LRM καὶ ἐν Ἡλιάσιν Αἰσχύλος [fr. 68 N2]
Ῥῖπαι μὲν δὴ πατρὸς Ἠ〈ε〉λίου RM

1257

παραφύλαττε πάλιν τὴν τέχνην τῆς ῥητορείας αὐτοῦ, ὅτι οὐκ εὐθέως ἐπὶ τὴν ὑπόθεσιν ἑαυτοῦ ἀπαντᾷ, ἀλλὰ προκατασκευάζει τὰ ὅλα εἰς εὔνοιαν. LRM

1262

κοινὰ δὲ τούτοις, ὡς ἔοικε, γίνεται. L

1270

ἄκη] ἀντὶ τοῦ ἀνακαλέσασθαι αὐτὰ καὶ ἀναλῦσαι. LRM ἀλλ’ ἀτιμάσας πέμψεις ἄναυδος;] ἐπανάληψις. LRM

1277

τὸ δυσπρόσοιστον] τὸ δυσπροσπέλαστον. L

1291

ἃ δ’ ἦλθον] λείπει ἡ διά. L53

1311

σὺν ἑπτά τε λόγχαις] ἕκαστον σύστημα ἑνικῶς ὀνομάζει λόγχην, ὡς εἴ τις ἐπὶ πολλῶν ἵππων εἴπῃ τὴν ἵππον. L

1320

ἔνιοι οὐ τὸν Ἀταλάντης Παρθενοπαῖόν φασι στρατεῦσαι, ἀλλὰ τὸν Τα‐ λαοῦ· ὃν ἔνιοι διὰ τοῦ κ, Καλαὸν προσαγορεύουσι· καθάπερ Ἀρίσταρχος ὁ Τεγεάτης [fr. 5 N.2] καὶ Φιλοκλῆς [fr. 3 N.2] ἱστοροῦσι, συγγρα‐ φέων δὲ Ἑκαταῖος ὁ Μιλήσιος [F Gr Hist I 32]. LRM
5ἐπώνυμος] παρὰ τὸ “παρθένος” οὕτω κληθείς. L

1329

τῷδ’ ἀνδρί] δεικτικῶς· καί ἐστι πυκνὸς ἐν τῷ τοιούτῳ Σοφοκλῆς. LR

1333

παθητικόν ἐστι τὸ πρὸς τῶν πατρῴων κρηνῶν ὁρκοῦν, ὡς εἰ ἔφη, πρὸς τῶν ἐκθρεψάντων σε ὑδάτων. LR

1346

ἤρξατο πάλιν ὁ χορὸς χρηστόν τι συμβουλεύειν. LR

1350

δικαιῶν] δίκαιον κρίνων. LR

1354

ὅς γ’, ὦ κάκιστε: δαιμονίως τῇ ἀποστροφῇ χρῆται ἀπὸ τοῦ χοροῦ ἐπὶ τὸν Πολυνείκην ὁ Οἰδίπους. παραφύλαξον δὲ πῶς οἱ αὐτοὶ τῶν λόγων γίνονται τῶν μὲν θηλειῶν ἐγκώμιον, τούτου δὲ κατηγόρημα. LRM

1375

τοιάσδ’ ἀράς: τοῦτο ἁπαξάπαντες οἱ πρὸ ἡμῶν παραλελοίπασιν, ἔχει δὲ τὰ ἀπὸ τῆς ἱστορίας οὕτως· οἱ περὶ Ἐτεοκλέα καὶ Πολυνείκην δι’ ἔ‐ θους ἔχοντες τῷ πατρὶ Οἰδίποδι πέμπειν ἐξ ἑκάστου ἱερείου μοῖραν τὸν ὦμον, ἐκλαθόμενοί ποτε, εἴτε κατὰ ῥᾳστώνην εἴτε ἐξ ὁτουοῦν,
5ἰσχίον αὐτῷ ἔπεμψαν· ὁ δὲ μικροψύχως καὶ τελέως ἀγεννῶς, ὅμως γοῦν ἀρὰς ἔθετο κατ’ αὐτῶν, δόξας κατολιγωρεῖσθαι. ταῦτα ὁ τὴν κυκλικὴν
Θηβαΐδα ποιήσας [Kinkel, Epic. gr. fr., 3] ἱστορεῖ οὕτως· LRM
ἰσχίον ὡς ἐνόησε χαμαὶ βάλεν, εἶπέ τε μῦθον·
ὤ μοι ἐγώ, παῖδες μὲν ὀνειδείοντες ἔπεμψαν·
54
10
εὖκτο δὲ Δὶ βασιλῆι καὶ ἄλλοις ἀθανάτοισι
χερσὶν ὑπ’ ἀλλήλων καταβήμεναι Ἄιδος εἴσω. τὰ δὲ παραπλήσια τῷ ἐποποιῷ καὶ Αἰσχύλος ἐν τοῖς Ἑπτὰ ἐπὶ Θήβαις [785 s.]· καὶ ἔοικεν τὸ τῆς ἱστορίας ἥκειν ἐπὶ πολλούς, ὡς καὶ παρά τινα αὐτὰ ἐκτεθεῖσθαι πρὸς τὸ γελοιότερον, διὰ τούτων [Adespota
15458 N.2
†ἀεὶ δ’ ὁρῶντί τ’ ὀξὺ καὶ τυφλὸς ἦν
θυσίας γὰρ ἀπαρχὴν γέρας ἐπέμπομεν πατρὶ†
περισσὸν ἀρνῶν ὦμον, ἔκκριτον γέρας·
τὸ δή γε συγκόψαντες, οὐ μεμνημένοι,
20λήσειν δοκοῦντες, ἀντὶ τοῦ κεκομμένου ἐπέμψαμεν βόειον· ὁ δὲ λαβὼν χερὶ
ἔγνω ἐπαφήσας εἶπέ τ’ ἐκ θυμοῦ τάδε· τίς μοι τόδ’ †ἀντόμοιον† μισητὸν κρέας πέμπων; γέλωτα δή με ποιοῦνται κόροι55
25θύοντες, ὕβρει “τυφλός, οὔτι γνώσεται” οὕτω λέγοντες· ὦ θεοί, μαρτύρομαι ἐγὼ τάδ’ ὑμᾶς καὶ κατεύχομαι κακὰ αὐτοῖσιν, αὐτοὺς τῶνδε δὶς τόσα σχεθεῖν, χαλκῷ δὲ μαρμαίροντες ἀλλήλων χρόα
30
σφάζοιεν ἀμφὶ †κτήμασι βασιλικοῖς† καὶ Μένανδρος ἐν Ναυκλήρῳ [fr. 350 K.]
ὁ δὲ Πολυνείκης πῶς ἀπώλετ’ οὐχ ὁρᾷς; LR

1399

καὶ αὕτη δευτέρα ἐστὶν ὥσπερ δέησις καὶ παθητικωτάτη, ἐν τῷ ἀπο‐ λοφύρεσθαι αὑτὸν τεχναζομένη πάνυ πιθανῶς. LRM

1426

χρῄζει] ἐν ἴσῳ τῷ χρησμῳδεῖ. L τοῦτο ἐφ’ ἑαυτοῦ φησι καὶ τοῦ ἀδελφοῦ, ἡμῖν δὲ οὐ συμβατέα οὐδὲ συγχωρητέα. LRM

1427

τίς δὲ τολμήσει ἕπεσθαι, κλύων τὰ τοῦδε τἀνδρός; LRM

1429

καὶ ἐν ταῖς τέχναις ἔστι τοῦτο, ὅτι οὐ πάντα δεῖ ἀληθεύεσθαι ἐὰν μὴ χρήσιμα ᾖ, ἀλλὰ δεῖ καί τι ψεύδεσθαι. LRM

1437

μέθεσθε δ’ ἤδη: καὶ ἐκ τούτου δῆλον ὅτι ἐν τῇ παρακλήσει, ἅμα τοὺς λόγους λέγουσα τούτους, εἴχετο αὐτοῦ ἡ ἀδελφή. LRM

1444

τῇδε] καὶ τοιᾷδε τύχῃ καὶ ἐναντίᾳ. L

1447

νέα τάδε νεόθεν: εἰ καὶ ὅτι μάλιστα ξενικά ἐστι τὰ πρόσωπα καὶ τὰ κα‐ τέχοντα τούτους κακά, ὅμως συναλγεῖ καὶ εὐλαβεῖται μὴ ἐκ τῆς ὁμι‐ λίας τῆς σὺν αὐτοῖς ἀπολαύσωσί τινος κακοῦ καὶ αὐτοί· ἐν τοιούτῳ οὖν ἤθει καὶ ὁ λόγος αὐτοῖς διάκειται. τοιαῦτα πάρεστιν ἡμῖν, φησίν,56
5ἄτοπα παρὰ τοῦ ξένου ἀπολαῦσαι, ἐκτὸς εἰ μὴ μοῖρά τις καταλαμβάνει ἡμᾶς καὶ κατὰ μοῖραν ἀπολαύομεν ὧν ἀπολαύσομεν. LRM νεόθεν] νεωστί. L

1450

εἴ τι μοῖρα μὴ τυγχάνῃ: εἰ μὴ κατὰ μοῖραν ταῦτα πάσχω, εἴποιμι ἂν ἐκ τοῦ Πολυνείκους νέα μοι κακὰ ἐληλυθέναι. LRM

1451

μάτην γὰρ οὐδέ: οἷον, οὐδέν ἐστι μάταιον ὑπὸ θεῶν ἀξιωθὲν πραχθῆναι, ἀλλ’ ὃ ἂν γίνηται ὑπὸ θεῶν, τοῦτο καλῶς γίνεται. L τὸ ἑξῆς, μάτην οὐδὲν ἀξίωμα δαιμόνων ἔχω φράσαι, ἐπειδὴ ὁρᾷ ταῦτ’ ἀεὶ ὁ χρόνος, ἕτερα μὲν αὔξων ἄνω, τὰ δὲ παρ’ ἦμαρ αὖθις, ὅ ἐστιν εἰς τὸ ἔμπαλιν
5τρέπων τὰ ἤδη αὐξηθέντα. LR οἷον, πάντα ἔχει ὑφ’ ἑαυτῷ ὁ χρόνος, τὰ μὲν ὁρᾷ τὰ δὲ καὶ αὐτὸς ὁρᾶται· τὰ γὰρ πραττόμενα τῷ χρόνῳ φαί‐ νεται. L τουτέστιν, ἐν τῷ χρόνῳ πολλαὶ μεταβολαί, καὶ ὁρᾶται ὁ χρό‐ νος πολλὰ μὲν αὔξων παρ’ ἦμαρ, πολλὰ δὲ εἰς τὸ ἔμπαλιν τρέπων. LRM

1456

ἔκτυπεν αἰθήρ: τὸ συνεκτικώτατον τοῦ δράματος ἐν τούτῳ, καθὰ προεῖ‐ πεν ὁ Οἰδίπους [v. 94 s.]
σημεῖα δ’ ἥξειν τῶνδέ μοι παρηγγύα
ἢ σεισμόν, ἢ βροντήν τιν’, ἢ Διὸς σέλας.
5μεταξὺ οὖν τῶν τοῦ χοροῦ λόγων γίνεται τοῦτο, ἐφ’ ᾧ ὁ χορὸς ἀναβοᾷ, ὅπερ ἦν σύμβολον τοῦ τὸν Οἰδίποδα τεθνάναι· ὅπερ γνωρίσας ὁ Οἰδί‐ πους, ἀξιοῖ τὸν Θησέα ἐν τάχει παραγενέσθαι. LRM

1459

τἀξίωμ’] βούλημα. L

1464

ἐς δ’ ἄκραν] ἄκραν φόβαν κρατός, οὕτω τὸ ἑξῆς ἀποδώσεις. LRM

1466

οὐρανία] ἀντὶ τοῦ ταχεῖα. L

1468

τί μὰν ἀφήσει: τοῦτό φησιν, οὐ μάτην γίνεται τὸ κατὰ τὴν διοσημίαν, ἀλλ’ ἐπί τινι μεγάλῃ συμφορᾷ· νῦν δὲ συμφοράν φησι τὸ μέσον ὄνομα τῆς συντυχίας, οἷον ἐπί τινι γίνεται ἡ διοσημία. LRM57

1469

ἅλιον] μάταιον. L

1470

οὐκ ἄνευ ξυμφορᾶς] ἀπὸ κοινοῦ τὸ ἐφορμᾷ. L

1472

τῷδ’ ἐπ’ ἀνδρί] ἀντὶ τοῦ ἐμοί. L ἡ θέσφατος τελευτή, ἡ θεσπισθεῖσα τελευτή. L

1473

ἀποστροφή] ἀποφυγή. L

1474

τῷ] τίν· τεκμηρίῳ; LR συμβαλών] νοήσας, στοχασάμενος. LR

1478

ἀμφίσταται] περιίσταται ἡμῖν μέγας ψόφος. LR

1480

ἵλαος ὦ δαῖμον: εὐσεβέστατα ὁ χορὸς εὔχεται πρὸς τὸν θεόν, εἰ ἐπί τινι χαλεπῷ ταῦτα πράττει, ἵλεων αὐτὸν γενέσθαι· ὅρα οὖν ὅτι ἡ συμφορὰ ἐπὶ τῆς μέσης ἐννοίας κεῖται. L λείπει τὸ ἔσο. L
5γᾷ ματρί] τῇ Ἀττικῇ. L

1481

ἀφεγγές] χαλεπόν. L

1482

ἐναισίου δὲ συντύχοιμι] μηδὲ πονηρῷ τινι συντύχω. L

1484

ἀκερδῆ χάριν] ἧς φαῦλον τὸ κέρδος. LRM μετάσχοιμι] ἀντὶ τοῦ σχοίην. LRM

1486

ἁνήρ] ὁ Θησεύς. L

1488

τί δ’ ἂν θέλοις τὸ πιστόν: τί τὸ πιστὸν θέλεις ἐμβαλεῖν τῇ φρενὶ ἐκείνου, τῇ τοῦ Θησέως δηλονότι; ἀντὶ τοῦ, τί βούλει πιθανὸν ἀνακοινώσασθαι τῷ Θησεῖ; LRM

1490

δοῦναί σφιν: 〈τὸ χ〉 ὅτι ἡ σφιν ἀντὶ τῆς οἱ ἀντωνυμίας κεῖται· ἔδει γὰρ τελεσφόρον δοῦναί οἱ χάριν 〈εἰπεῖν〉. LRM
ἀντὶ τοῦ αὐτῷ· κατὰ τιμὴν δὲ πληθυντικῶς· ἃ πάροιθ’ ὑπεσχόμην. LRM58

1491

ἰώ, παῖ: θαυμαστῶς ὁ χορὸς βοᾷ· ἐπείγει γὰρ τὸ πρᾶγμα. LR

1493

ἡ ἐπὶ πρόθεσις πρὸς τὸ ἄκραν, ἵν’ ᾖ ἐπ’ ἄκραν πέτραν. LRM γύαλον] ἀντὶ τοῦ πέτραν. L

1494

Ποσειδανίῳ] Ποσειδῶνι. L ἀντὶ τοῦ Ποσειδῶν, ὅς ἐστιν ἐνάλιος θεός, ὁ δὲ ἑτέρως ἐσχημάτισεν κτητικώτερόν πως· διὸ κεῖται τὸ χ. LRM

1495

ἁγίζων] ἁγιάζων. L

1500

κοινός] ὑμῶν τε καὶ Οἰδίποδος. L

1503

ἐπιρράξασα] ἀντὶ τοῦ ἐπέρραξεν. L

1506

τύχην] ἐπιτυχίαν. L

1507

νέορτον] ἀντὶ τοῦ νέον. L

1508

τὸ ἑξῆς, καί σε μὴ ψεύσας. L

1512

σημάτων προκειμένων] οἷον, διὰ τῶν σημείων. L

1519

γήρως ἄλυπα] ἕως γήρως. L τῇδε κείσεται] γρ. σῇ τε κείσεται. L

1523

μήθ’ οὗ κέκευθε] μήτε ὅπου κρύπτεται ὁ χῶρος. LRM

1525

γειτονων: εἰ μὲν βαρυτόνως, γειτόνων, τῶν Θηβαίων, εἰ δὲ περισπω‐ μένως, ἀντὶ τοῦ γειτνιῶν, ὁ τάφος. LRM

1526

ἐξάγιστα: καθαρά· σημαίνει γὰρ τὸ ἄγος καὶ τοῦτο. οὕτως, ἐξάγιστα ἀντὶ ἁγνὰ καὶ μὴ οἷά τε ῥηθῆναι· καὶ ἐπὶ τούτου γὰρ χρῶνται πολλαχοῦ. LRM

1531

τῷ προφερτάτῳ] χρησίμως καὶ τοῦτο, ὥστε παρὰ τὸν καιρὸν τῆς τε‐ λευτῆς παραδιδόναι τὸ ἀπόρρητον τῷ πρεσβυτέρῳ υἱῷ, ὑπὲρ τοῦ μέχρι τοῦ παντὸς διαμεῖναι τὴν ὠφέλειαν τοῖς Ἀθηναίοις, δι’ ἧς τῶν Θηβαίων κρατήσουσιν. LRM

1533

ἀδῇον] ἀδῄωτον. L59

1535

κἂν εὖ τις οἰκῇ, ῥαδίως καθύβρισαν] κἂν δικαίως τις πολιτεύηται, πολ‐ λαὶ πόλεις ἀδίκως ἐπέρχονται. LRM

1541

ἐντρεπώμεθα] ἀντὶ τοῦ ἐπιστρεφώμεθα. Ὅμηρος [Λ 547. Ρ 109]
ἐντροπαλιζόμενος. LR

1542

ἐγὼ γὰρ ἡγεμὼν ὑμῖν πέφηνα, ὥσπερ ὑμεῖς τῷ πατρί. LR

1543

σφώ] ὑμεῖς. L

1547

οὐ πταίει ὁ ὑποκριτής, ἀλλ’ εὐθὺ ἄπεισιν ὥσπερ ἀγόμενος ὑπὸ τοῦ θεοῦ. πάνυ δὲ σεμνῶς καὶ τὸ τοῦ Ἑρμοῦ προσέθηκεν. LR

1549

φῶς ἀφεγγές: ὃ τῷ νῷ ὁρᾷ, οὐ τοῖς αἰσθητοῖς ὀφθαλμοῖς. LRM

1553

πρόσπολοί τε σοί] οἱ Ἀθηναῖοι. L

1556

τὰν ἀφανῆ θεόν] τὴν Περσεφόνην φησίν. L

1558

ἐννυχίων] τῶν ἐν νυκτὶ ἀεὶ καὶ σκότῳ διατριβόντων, τεθνηκότων. L

1560

λίσσομαι μήτ’ ἐπιπόνῳ: τὰ ἑξῆς μὲν δῆλα ἐκ τῆς λέξεως, τὸ δὲ δίδου μοι τοῦτο ἀσυνάρτητόν πως φαίνεται ἡμῖν· ἐπιστῆσαι οὖν ἄξιον λα‐ βόντας καλὸν ἀντίγραφον· δίδου μοι τὸν ξένον κατανύσαι τὰν παγκευθῆ κάτω νεκύων πλάκα καὶ Στύγιον δόμον, μήτε ἐπὶ πόνῳ, μήτ’ ἐπὶ βα‐
5ρυηχεῖ μόρῳ· εὔχονται δὲ αὐτῷ μὴ δυσθανατῆσαι. LRM

1565

καὶ μάταν πημάτων: τὸ μάτην ἱκνουμένων ἔν τινι τρόπῳ εἴρηκε, παρ’ ὅ‐ σον σχεδὸν πάντα τὰ ἁμαρτήματα τῷ Οἰδίποδι ἀκουσίως ἐγένετο· καὶ νῦν οὖν κατὰ τοῦτο μάτην ἂν λέγοι τιμωρίαν ὑποσχεῖν αὐτόν. LRM

1567

ἀποστρέφει τὸν λόγον πρὸς τὸν Οἰδίποδα. L

1568

ὦ χθόνιαι θεαί] ὦ Ἐρινύες. L

1569

θηρός] τοῦ Κερβέρου. L

1571

εὐνᾶσθαι] κοιμᾶσθαι. L
κνυζεῖσθαί τ’] λείπει τὸ φασίν· ὁ γὰρ νοῦς τοιοῦτος· ὅν φασι κοιμᾶσθαι κνύζεσθαί τε [φασί]. τοῦτο δὲ αὐτὸς ἀποδέδωκεν εἰπὼν “λόγος αἰὲν ἀνέχει”· ἤρκει δὲ εἰ κατ’ ἔλλειψιν ἐξενήνεκτο ὁ λόγος. LR60

1573

λόγος αἰὲν ἀνέχει] ἀντὶ τοῦ φασίν. L

1574

ὅν, ὦ Γᾶς παῖ: τὸν Κέρβερον ἐξευμενίζομαι τῷ ξένῳ ὁρμωμένῳ καὶ περῶντι νερτέρας νεκρῶν πλάκας ἀβλαβῶς ὑπαντῆσαι. LR ἐπανέλαβε· τῷ δὲ ἑνικῷ κέχρηται ἀντὶ πληθυντικοῦ· λέγει γὰρ τὰς Εὐ‐ μενίδας· ταύτας δὲ οὕτω καὶ ἐν ἀρχῇ [v. 40] γενεαλογεῖ. LR

1578

σέ τοι κικλήσκω: τουτέστι τὸν διὰ παντὸς κοιμώμενον· φησὶ δὲ τὸν Θάνατον ὥσπερ δαίμονά τινα ὄντα· πρὸς πάντας γὰρ σχεδὸν τοὺς ὑπο‐ χθονίους τὴν παράκλησιν ἐποιήσαντο, τὸν Πλούτωνα, τὴν Περσεφόνην, τὸν Κέρβερον καὶ νῦν πρὸς τὸν Θάνατον αὐτόν. LR
5ὑφ’ ἓν ἀναγνωστέον, αἰένυπνον, ἀείυπνον· οὕτως ἀποδιδόασι. LRM

1579

ἄνδρες πολῖται, ξυντομωτάτως: ἀντὶ τοῦ συντόμως. ἔστι δὲ ὁ ἄγγελος εἷς τῶν ἀκολουθησάντων Θησεῖ θεραπόντων· καὶ ἀφῖκται ἔνια ἀπαγ‐ γέλλων τῶν πραχθέντων ἐπὶ τῆς ἐρημίας· οὐ γὰρ πάντα δυνατὸν ἦν θεάσασθαι. LRM

1584

τὸν ἀεὶ βίοτον: τὴν ζωήν· εἰώθασι γὰρ τὸ ἀεὶ καὶ ἐπ’ ὀλίγου χρόνου τάσσειν. Ὅμηρος [Ν 517]
ἔχων κότον ἐμμενὲς αἰεί. LRM τὸ μακρὸν γῆρας. LRM

1587

ὡς μὲν γὰρ ἐνθένδε: ὑπερβατόν· ὡς μὲν γὰρ ἐνθένδε εἷρπεν, ὑφηγητῆρος οὐδενὸς φίλων, ἀλλ’ αὐτὸς ἡμῖν πᾶσιν ἐξηγούμενος, καὶ σὺ παρὼν οἶ‐ δας. LRM

1588

ὑφηγητῆρος] κατὰ συναλοιφήν· λέγει δὲ ὅτι ὑπὸ οὐδενὸς ἡγητῆρος. LR

1589

ἐξηγούμενος] προηγούμενος. L61

1590

ἐπεὶ δ’ ἀφῖκτο τὸν καταρράκτην: ὃν ἐν ἀρχῇ [v. 57] εἶπεν χαλκόπουν ὀδόν, τοῦτον νῦν ὑποτίθεται ἐκτὸς τῆς σκηνῆς καὶ οὐκέτι ἐν ὄψει τοῦ θεάτρου· καὶ νῦν καταρράκτην προσηγόρευσεν διὰ τὸ νομίζειν ἐκεῖνον τὸν τόπον κατάβασιν ἔχειν εἰς Ἅιδου· καί εἰσιν οἳ δι’ αὐτῆς τὴν ἁρπαγήν
5φασι τῆς Κόρης γενέσθαι. LRM ὀδόν] ἀντὶ τοῦ οὐδόν. L

1592

μιᾷ] ὡς πλειόνων οὐσῶν τῶν ὁδῶν. L

1593

κοίλου πέλας κρατῆρος: τοῦ μυχοῦ· τὰ γὰρ κοῖλα οὕτως ἐκάλουν ἐκ με‐ ταφορᾶς, ὅθεν καὶ τὰ ἐν τῇ Αἴτνῃ κοιλώματα κρατῆρες καλοῦνται. LRM λέγει δὲ δι’ οὗ καταβῆναί φασι τὴν Κόρην ἁρπαγεῖσαν. L Πειρίθου τε, φησί, κεῖται ξυνθήματα, οἷον ὑπομνήματα τῆς πίστεως ἧς ἔθεντο πρὸς
5ἀλλήλους, περὶ τῆς εἰς Ἅιδου καταβάσεως· ἀμάρτυρον δὲ εἰ διὰ τούτου τοῦ τόπου κατῆλθον· πιθανῶς δὲ ὁ Σοφοκλῆς πρὸς χάριν τῆς Ἀττικῆς φησὶν ἐνταῦθα τὴν εἰς Ἅιδου κατάβασιν. LRM

1595

ἐφ’ οὗ μέσου: μέσου ἀντὶ τοῦ μεταξὺ τοῦ κρατῆρος, ὅ ἐστι τοῦ μυχοῦ, στάς. L στάς] σταθεὶς καὶ μηκέτι ὁδεύσας. L τοῦ τε Θορικίου πέτρου: ταῦτα γνώριμα τοῖς ἐγχωρίοις. Θορικὸς δὲ
5δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. LR

1596

ἀπὸ κοινοῦ τὸ στάς· κοίλης δὲ ἀχέρδου τῆς τὸν πυθμένα ἐχούσης ὑπό‐ κενον, σαπέντα. L

1599

λουτρά] ἐπὶ τὸ ἀφαγνισθῆναι αὐτὸν πρὸ τελευτῆς. L62

1600

τὼ δ’ εὐχλόου Δήμητρος: εὐχλόου Δήμητρος ἱερόν ἐστι πρὸς τῇ ἀκρο‐ πόλει· καὶ Εὔπολις Μαρικᾷ· [fr. 183 K.]
ἀλλ’ εὐθὺ πόλεως εἶμι· θῦσαι γάρ με δεῖ
κριὸν Χλόῃ Δήμητρι.
5ἔνθα δηλοῦται ὅτι καὶ κριὸς θηλείᾳ τῇ θεῷ ταύτῃ θύεται· οὕτω ὁ τι‐ μᾶται ἀπὸ τῆς τῶν καρπῶν χλόης· θύουσί τε Θαργηλιῶνος ἕκτῃ. LRM

1601

ἐπιστολάς] ἐντολάς, πράξεις. L

1603

ᾗ νομίζεται] ὡς νομίζεται ἐπὶ τοῖς νεκροῖς. LR

1606

Ζεὺς χθόνιος] πάνυ σεμνῶς τὸ χθόνιος. οἷον, μύκημα ἐγένετο καὶ ἐσεί‐ σθη ἡ γῆ, προδηλοῦντος τοῦ θεοῦ τὸν καιρὸν ἐν ᾧ ἔδει ἀποτάττεσθαι τὸν Οἰδίποδα. LRM

1608

οὐδ’ ἀνίεσαν] οὐκ ἀνέπεμπον. L

1611

πτύξας] περιπλέξας. L

1614

τροφήν] γηροκομίαν. L

1617

τὸ γὰρ φιλεῖν] ἀντὶ τοῦ οὐδεὶς πλέον μου ὑμᾶς ἐφίλησεν. LRM

1621

λύγδην] λύζοντες. L πάντες ἀντὶ τοῦ ὁμοῦ· κατ’ ἐπικράτειαν δὲ πάντες ἔφη, ἑνὸς μὲν ὄντος τοῦ ἄρσενος, τοῦ Οἰδίποδος, δύο δὲ τῶν θηλειῶν· ὅμοιον τῷ [Call. fr. 203 Pf.]
5Μοῦσαι καλαὶ κἄπολλον, οἷς ἐγὼ σπένδω. LRM

1624

θώυξεν] ἐκάλεσεν, ἐβόησεν. L63

1630

οἱ] ἀντὶ τοῦ πρὸς αὐτόν. L

1632

πίστιν ἀρχαίαν] διὰ τοῦ ἀρχαίαν βούλεται λέγειν ἀρχὴν πίστεως. L

1634

ὅς’ ἄν] ὅσα ἄν. L

1642

δικαιοῦν] δίκαιον νομίζειν. L

1646

ἀστακτί] πολυστακτί, πολυδακρύτως. L

1648

ἐξαπείδομεν] ἴδιον αὐτοῦ τὸ πολλαῖς κεχρῆσθαι ταῖς προθέσεσι. πα‐ ραφυλακτέον δὲ πῶς καὶ τὰ ἄρρητα ὑπ’ ὄψιν ἤγαγεν ὁ ἄγγελος ἐκ τῶν σχημάτων μηνύων. LRM

1650

ἄνακτα δ’ αὐτόν: τὸν δὲ Θησέα εἴδομεν κατὰ τοῦ κρατὸς ἔχοντα χεῖρα ἐπίσκοτον ὀμμάτων, ὅ ἐστι τῇ χειρὶ σκέποντα τοὺς ὀφθαλμοὺς πρὸς τὸ μῆ θεωρῆσαι τὸ δεινὸν τοῦ πάθους. ἢ τὸ σχῆμα τῶν θαυμαζόντων ἐνδεικνύμενον. LRM

1653

βαιόν] ἀντὶ τοῦ μετ’ ὀλίγον, οὐ μετὰ πολύ. L

1659

ἐξέπραξεν] ἀνεῖλεν. L

1661

ἢ τὸ νερτέρων] ἢ τὸ νερτέρων γῆς πέδον εὔνουν διαστάν, ὅ ἐστι χάσμα αὐτῷ εὔνουν ἐγένετο. LRM

1662

ἀλύπητον] γρ. ἀλάμπετον. L

1664

ἐξεπέμπετ’] ἐξέπνευσεν. L ἀλλ’ εἴ τις] ὡς οὐδεὶς ἄλλος. L

1665

εἰ δὲ μὴ δοκῶ φρονῶν: εἰ δέ τις οἴεταί με μὴ φρονοῦντα τοῦτο λέγειν, οὐκ ἂν αὐτῷ συγχωρήσαιμι, οὐδὲ συγκαταθείμην ὅτι ταῦτα ὡς ἄφρων λέγω. LRM

1666

παρείμην] παραχωρήσαιμι. L

1667

χοἱ προπέμψαντες φίλων] ἀντὶ τοῦ ὁ Θησεύς. L

1669

φθόγγοις δὲ σημαίνουσιν: αἱ θυγατέρες ἐν μέρει ἑαυτὰς ἀπολοφύρονται, ἐφ’ οἷς τε σὺν τῷ πατρὶ ἔπαθον καὶ ἅπερ ἐκδέξαται αὐτάς. LRM καὶ ἔστι τὰ ἐφεξῆς τοῦ δράματος οὐκ εὐκαταφρόνητα. L

1670

τὸ ἑξῆς, ἔστι νῷν στενάζειν οὐ τὸ ἔμφυτον μὲν πατρὸς αἷμα, ἄλλο δὲ
μή, ἀλλὰ πολλὰ δηλονότι. LRM64

1674

ἄλλοτε μὲν πόνον: πρότερον μέν τινα ἐπάσχομεν ἐπὶ τῷ πατρί, τὸ δὲ πύματον τοῦτο καὶ ἔσχατον, τὸ κατὰ τὴν ἀφάνισιν αὐτοῦ, οὕτω παρά‐ δοξόν ἐστιν, ὡς μηδὲ λόγον εὑρέσθαι ἐπ’ αὐτοῖς δυνατὸν εἶναι. LRM

1675

ἀλόγιστα παροίσομεν] ἀδιήγητα κακὰ βαστάξομεν. LR

1676

ἰδόντε καὶ παθούσα: πολλαχοῦ τῷ σχήματι χρῆται ἀντὶ τῶν θηλυκῶν τὰ ἀρρενικὰ τιθείς. LR καὶ ἐν Ἠλέκτρα [v. 979 s.]
ὣ τοῖσιν ἐχθροῖς εὖ βεβηκόσιν ποτὲ
ψυχῆς ἀφειδήσαντε προυστήτην φόνου.
5καὶ πάλιν [v. 1003 s.]
ὅρα κακῶς πράσσοντε μὴ μείζω κακὰ
κτησώμεθα. καὶ Ὅμηρος [E 778]
τὼ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθ’ ὁμοῖαι.
10καὶ Ἡσίοδος [Ἔ. κ. Ἡ. 197 ss.]
καὶ τότε δὴ πρὸς Ὄλυμπον ἀπὸ χθονὸς εὐρυοδείης
λευκοῖσιν φαρέεσσι καλυψαμένω χρόα καλὸν
ἀθανάτων μετὰ φῦλον ἴσαν προλιπόντ’ ἀνθρώπους
Αἰδὼς καὶ Νέμεσις. L
15ἀντὶ τοῦ ἰδοῦσαι καὶ παθοῦσαι. LR

1677

οὐκ ἔστι] οὐδὲ εἰκόνα ἔχω λαβεῖν τοῦ πάθους. LRM

1678

ὡς μάλιστ’ ἂν εἰ πόθῳ λάβοις: ὡς μάλιστά τις ποθήσαι μαθεῖν ὅπως βέβηκεν, οἷον παραδόξως· καὶ ἐπιφέρει τὴν αἰτίαν τοῦ παραδόξου δο‐ κοῦντος εἶναι LRM ὡς ἂν ἐπιποθήσαις τὸν τρόπον τῆς τελευτῆς μαθεῖν. LR

1679

τί γάρ; ὅτῳ μήτ’ Ἄρης: πρὸς τὸ ἄνω· τί γάρ ἐστιν εἰκονίσαι ἐκείνῳ πάνυ, ᾧ τινι μήτε πόλεμος μήτε νόσος ἐπῆλθεν, ἀλλ’ ἀφανῶς διὰ χά‐
σματος ἀπολομένῳ; LRM65

1683

τὸ τάλαινα διὰ μέσου ἀναπεφώνηται. LRM νῷν] ἡμῖν, ἐμοὶ καὶ Ἰσμήνῃ. LRM

1685

πῶς γὰρ ἢ τίν’ ἀπίαν γᾶν: ποῦ γῆς πλανηθεῖσαι τροφῆς τύχοιμεν; ἀπίαν δὲ γᾶν, τὴν μακρὰν καὶ ἄπωθεν οὖσαν. LR

1687

δύσοιστον: τὴν δυσπόριστον, ἵν’ ᾖ τοῦ πάθους ἐπίτασις, ὅτι τροφῆς 〈εἰ〉 εὐπορήσαιμεν ἀηδῶς προσοισόμεθα, τοῦ πατρὸς ἐστερημέναι. LR

1692

ὦ διδύμα τέκνων: ταῦτα ὁ χορός, παρηγορῶν ἐμμένειν τοῖς ἐγνωσμέ‐ νοις παρὰ θεῶν· φέρε οὖν τὸ ἐκ θεῶν εἱμαρμένον καλῶς. LRM

1695

μήδ’ ἄγαν οὕτω φλέγεσθον: ἀντὶ τοῦ μὴ ἄκρως φλέγεσθε, τὸ ἐκ θεοῦ πεμφθὲν δυσανασχέτως φέρουσαι. LRM

1696

οὔ τοι κατάμεμπτ’ ἔβητον: οὐκ ἐν τοιούτοις ἐστὲ ὥστε καταμέμφεσθαι· ἤτοι ὡς ἂν ἐπικουφίζοντος αὐταῖς τὴν συμφορὰν τοῦ βασιλέως, ἢ οἷον οὐκ ἐν χείρονι νῦν ὑμῖν ἔσται τὰ πράγματα. LRM

1697

πόθος καὶ κακῶν: οἱ μὲν περὶ τὸν χορὸν παραμυθεῖσθαι πειρῶνται αὐ‐ τάς, αἱ δὲ οὐδὲν ἧττον ἐπὶ τὰ ἑαυτῶν χωροῦσι καὶ ὀλοφύρονται καί φα‐ σιν ἦν ἄρα τις καὶ κακῶν πόθος, ὡς ἡμεῖς, ἐν κακοῖς ὄντος τοῦ πατρὸς καὶ μὴ ὁρῶντος, ἐστέργομεν αὐτόν, καὶ νῦν μὴ παρόντα ποθοῦμεν· ὡς
5ὅτε ἐν χεροῖν κατεῖχον τὸν Οἰδίποδα, περιέστελλον καὶ ἐθεράπευον. LRM

1698

καὶ γὰρ ὁ μηδαμῆ: καὶ γὰρ δυστυχοῦντα τὸν πατέρα ἐποθοῦμεν θερα‐ πεύειν καὶ νῦν μὴ παρόντα ποθοῦμεν. LRM

1702

ἀφίλητος] λείπει τὸ ἦς. L

1703

καὶ τάδε μὴ κυρήσῃς] καὶ τανῦν μὴ γένοιό μοι ἄφιλος. LRM

1705

ἇς ἔχρῃζε] ἐφ’ ἧς ἤθελε ξένης γῆς ἀπέθανεν. LR

1711

τὸ σὸν] τουτέστι, τὸ περὶ σὲ ἄχος τηλικοῦτόν ἐστιν. LRM

1713

τὸ ἑξῆς, μὴ ἔχρῃζες, ἀντὶ τοῦ μὴ ὤφελες. LRM ἀλλ’ ἔρημος] ἔρημος δέ. L μεμονωμένος τῶν συγγενῶν. LR66

1720

ἀλλ’ ἐπεὶ ὀλβίως γ’ ἔλυσεν: ἐπεὶ ὁ Οἰδίπους εὐδαιμόνως ἀπέθανεν, μὴ λίαν θρηνεῖτε. LRM

1723

δυσάλωτος] δύσληπτος, ἀλλ’ εὐάλωτος. L

1725

ὡς τί ῥέξωμεν;: κατὰ κῶλον ἀλλήλαις διαλέγονται πάνυ παθητικῶς· καὶ μή τινι ἀπίθανον δόξῃ καὶ ἀνοικονόμητον [καὶ] τὸ ἐπιθυμεῖν τὴν Ἀντιγόνην ὀπίσω ἀπιέναι ἐπὶ τὸν τοῦ πατρὸς τάφον, μὴ ἐπισταμένην τὰ κατ’ αὐτὸν ὅπως ἀπέθανεν· ἀλλὰ τὸ ἦθός ἐστι τὸ παθητικὸν καὶ μά‐
5λιστα πράττουσιν αἱ γυναῖκες ἐν τοῖς τοιούτοις συμπτώμασιν, ἀεὶ ἐπι‐ φοιτᾶν θέλουσαι τοῖς τῶν θανόντων τάφοις. LRM

1729

τὸ ἑξῆς, οὐχ ὁρᾷς καὶ τόδε, ὡς ἄταφος ἔπιτνε, δίχα τε παντός· τὰ δὲ ἄλλα διὰ μέσου κατ’ ἀκόλουθον τῆς Ἀντιγόνης. LRM

1740

σφῷν] κακῶς ἡ ἀντωνυμία. διὸ τὸ χ. L

1751

τῇ μὲν ἑρμηνείᾳ ἐπιστῆσαι ἄξιον, τὸ δὲ τῆς διανοίας σαφές· φησὶ γὰρ ὁ χορός, μὴ θρηνεῖτε, ὦ παῖδες· νέμεσις γάρ ἐστι τοῦτον θρηνεῖν ᾧ τὰ τῆς τελευτῆς κατὰ χάριν ἀπέβη. οὐ χρὴ οὖν τούτους πενθεῖν οἷς κεχα‐ ρισμένον ἐστὶ τὸ ἀποθανεῖν. LRM

1760

παραφύλαξον τὴν τέχνην πῶς καὶ αἱ νέαι μὲν ἄπειροι κατὰ τὴν ὑπό‐ θεσιν ... λοιπὸν [ἔνια] παρὰ τοῦ Θησέως μανθάνομεν, τίνα ἦν ἔνια τῶν εἰρημένων αὐτῷ ὑπὸ τοῦ Οἰδίποδος. τὰ τελευταῖα καὶ δυστραπελώτερα καὶ οὐ ῥᾳδίως ἐστὶν αὐτῶν κατακρατῆσαι ἐν τῇ ἐξηγήσει· πεποίηται
5γὰρ ταῦτα εἰς τὸ ἀσαφέστερον. LRM

1768

εἰ ἀρέσκει τούτῳ ταῦτα, τὸ μὴ λεχθῆναι ἡμῖν, καὶ ἡμῖν ἀρκεῖ τὸ μὴ
ἀκοῦσαι. LRM67

1772

τοῖσιν ὁμαίμοις] Ἐτεοκλεῖ καὶ Πολυνείκει. L

1774

πρόσφορα] ἀντὶ τοῦ χρήσιμα. L

epigr

Σοφοκλέους Οἰδίπους ἐπὶ Κολωνῷ. εὗρες Σοφόκλεις ἐν σοφοῖς μέγα κλέος· ἀλλοτρίας γὰρ συμπλέκων θρηνῳδίας,
ἅπαντας ἡμᾶς πενθίμους ἀπειργάσω. L68