TLG 5037 004 :: SCHOLIA IN SOPHOCLEM :: Scholia in Sophoclem (scholia vetera) SCHOLIA IN SOPHOCLEM Schol. Scholia in Sophoclem (scholia vetera)
Citation: Play — verse — (line) | ||
Ajt | ΕΙΣ ΑΙΑΝΤΑ. | |
Ajprol | πάρεστιν Ὀδυσσεὺς ἐπὶ τὴν σκηνὴν ἀγωνιῶν καὶ πολυπραγμονῶν μή τι ἀπὸ ἐχθροῦ πάθῃ· πάντα δὲ τὰ τῆς ὑποθέσεως συνεκτικῶς ἐδήλωσεν ἐν τῷ προοιμίῳ, πρὸς τίνα ὁ λόγος καὶ ποῦ ἡ σκηνὴ καὶ τί πράττει | |
5 | Ὀδυσσεύς, ἐν δὲ τῷ πεῖράν τινα ἤδη ἴχνος τι κατέθετο τῆς ὑποθέσεως ὡς περὶ ἐχθρὸν ἥκει· δεῖ δὲ τὰ τῆς ὑποθέσεως συνεκτικὰ εἶναι ἐν ἀρχῇ. | |
---|---|---|
Aj1 | ἀεὶ ὁρῶ σε, ὦ Ὀδυσσεῦ, πείρᾳ καὶ δόλῳ μετ‐ ιόντα τοὺς ἐχθρούς· πεῖρα γὰρ ἡ βλάβη ὡς καὶ ἐν Δανάῃ οὐκ οἶδα τὴν σὴν πεῖραν· ἓν δ’ ἐπίσταμαι, τοῦ παιδὸς ὄντος τοῦδ’ ἐγὼ διόλλυμαι· | |
5 | τὸ δὲ ἀεὶ εἶπεν ἀναφέρουσα εἰς ἐκεῖνο, ὅτι καὶ μετὰ Διομήδους κατάσκοπος γενόμενος ἐπὶ τοὺς Τρῶας οὐκ ἔλαθεν αὐτὴν ὡς αὐτὸς μαρτυρῶν φησι κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ ἐν πάντεσσι πόνοισι παρίστασαι οὐδέ σε λήθω· | |
10 | δυσχεραίνει δὲ ἡ Ἀθηνᾶ τῷ Αἴαντι ὅτι ἀπώσατο τὴν | |
συμμαχίαν αὐτῆς. εἰς τὸ αὐτό: ἀεὶ ὁρῶ σε, ὦ Ὀδυσσεῦ, τὴν παρὰ τῶν ἐχθρῶν σοι γινομένην βλάβην ζητοῦντα προϋφαρπάσαι οἷον 〈εἰ〉 ἐπιβουλεύει σοί τις σπουδά‐ ζεις τὴν ἐπιβουλὴν τὴν κατὰ σοῦ γινομένην αὐτῷ τῷ | 1 | |
15 | ἐπιβουλεύσαντι βλαβερὰν γενέσθαι· ἐκ μεταφορᾶς τῶν κυνηγῶν οἳ τὰ μικρὰ θηρία φονεύουσι προφυλαττό‐ μενοι τὴν ἐξ αὐτῶν ἐσομένην βλάβην· πεῖρα δὲ Ἀττι‐ κῶς δόλος καὶ τέχνη ὅθεν καὶ πειραταὶ οἱ κατὰ θάλατ‐ ταν κακοῦργοι. | |
20 | Λαρτίου κτητικὸν ἀντὶ κυρίου. | |
Aj2 | πεῖραν δόλον. ἐχθρῶν λείπει ἡ κατά. τὸ θηρώμενον ἐπήνεγκεν καὶ τὰ ἄλλα μεταφορικῶς καὶ τὸ νεοχάρακτα εὐφυῶς· ὁπόταν γὰρ νεωστὶ αἱ ἀπο‐ | |
5 | χαράξεις τῶν ζῴων γένωνται μᾶλλον ἐπακολουθοῦσιν οἱ κυνηγέται πρὶν ὑπὸ ἀνέμου ἀφανισθῇ ἡ ὀδμή. | |
Aj5 | μετρούμενον | ἴχνη ἀνιχνεύοντα. ἀριθμοῦντα, ζητοῦντα. ἀκολουθοῦντα τὰ ἴχνη τὰ ἐκείνου νεοχάρακτα, νεωστὶ κεχαραγμένα· προσοχὴν δὲ ἐργάζεται τῷ ἀκρο‐ | |
5 | ατῇ περὶ τῶν δηλωθησομένων. | |
Aj7 | εὖ δέ ς’ ἐκφέρει ἐπάγεταί σε ἡ βάδισις Αἴαντος δίκην κυνὸς εὐοσφρήτου ἀπὸ τοῦ ἴχνους ζητοῦντα εἰ ἔνδον γέγονεν ὁ Αἴας· προέλκονται γὰρ τοὺς κυνηγέτας αἱ κύνες ἐπὶ τὰ ἐπαγόμενα παρ’ ὃ καὶ ἐπακτῆρας ἔνιοι | |
5 | θέλουσιν αὐτοὺς καλεῖσθαι ὡς ἐπαγομένους ὑπὸ τῶν κυνῶν· Ὅμηρος 〈οἱ δ’ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες·〉 πρὸ δ’ ἄρ’ αὐτῶν | |
ἴχνι’ ἐρευνῶντες κύνες ἤισαν. | 2 | |
Aj11 | οὐκ ἀναγκαῖον τὸ πολυπραγμονεῖν ἔτι εἰ ἔνδον ἐστὶν Αἴας (ἔγνω γὰρ) ἀλλὰ λέγειν διὰ τί τὴν σπου‐ δὴν ταύτην ἔθου ἵνα παρ’ ἐμοῦ μάθῃς τὰ ἀγνοού‐ μενά σοι. | |
Aj14 | καὶ τοῦτο ἄριστα πεποίηται· φθέγμα γὰρ εἶπεν ὡς μὴ θεασάμενος αὐτήν (δῆλον γὰρ ὡς οὐκ εἶδεν αὐτὴν ἐκ τοῦ κἂν ἄποπτος ᾖς ὅμως | |
5 | τουτέστιν ἀόρατος), τῆς δὲ φωνῆς μόνης αἰσθάνεται ὡς ἐθάδος αὐτῷ οὔσης· ἔστι μέντοι ἐπὶ τῆς σκηνῆς ἡ Ἀθηνᾶ· δεῖ γὰρ τοῦτο χαρίζεσθαι τῷ θεατῇ· προ‐ θεραπεύει δὲ τὴν θεὸν ὁ Ὀδυσσεὺς καὶ οὕτω λέγει 〈τὰ κατὰ〉 τὸν Αἴαντα. | |
Aj15 | ἄποπτος ἀόρατος. | |
Aj16 | φώνημα ἀντὶ τοῦ φωνήν. ξυναρπάζω ὀξέως συνίημι καὶ ἀντιλαμβάνομαι. φρενί ἀντὶ ἀπὸ τῆς φρενός. | |
Aj17 | ἡ κώδων θηλυκῶς Ἀττικῶς. κώδων καλεῖται τὸ πλατὺ τῆς σάλπιγγος, ἀπὸ μέρους δὲ τὴν σάλπιγγά φησι· πολλὰ δὲ εἴδη σαλ‐ πίγγων· εἰσὶ γὰρ Λιβυστικαὶ σάλπιγγες, εἰσὶν Αἰγύ‐ | |
5 | πτιαι, εἰσὶ Τυρσηνικαί· πρῶτος δὲ Ἀρχώνδας συμμαχῶν τοῖς Ἡρακλείδαις ἤγαγεν εἰς Ἕλληνας τὴν Τυρσηνικὴν σάλπιγγα. | |
Aj19 | σακεσφόρῳ οὐχ ἁπλῶς ὁπλο〈φόρῳ〉 ἀλλὰ κατ’ | |
ἐξοχήν· Ὅμηρος Αἴας δ’ ἐγγύθεν ἦλθε φέρων σάκος ἠύτε πύργον· οἰκεῖον δὲ 〈τοῖς πρώτ〉οις 〈τὸ〉 ὄνο〈μα〉. | 3 | |
Aj23 | τρανές σαφές· καλῶς δὲ τοῦτο ἐποίησεν ἵ〈να〉 〈συνέχη〉ται ἔτι ἡ ὑπόθεσις καὶ τὸ ἄπιστον εἰς ἀμ‐ φίγνοιαν ἄ〈γῃ αὐτούσ〉· διὸ θελοντὴς τοῦτον ὑπέστην τὸν κίνδυνον 〈ἵνα γνῶ〉 τἀληθὲς πάντων τὴν αἰτίαν | |
5 | τοῦ γεγον〈ότος εἰς αὐ〉τὸν ἀναγόντων. ἀληθές. ἀλώμεθα τῷ νῷ ἀλώμεθα. | |
Aj26 | λείας ἁπάσας 〈τὰ ποίμνια〉, τὰ βοσκήματα λείας φησὶν (ἔνθεν καὶ λῃστὴς) κατὰ 〈τὸ κύριον〉· Ὅμηρος ληίδα δ’ ἐκ πεδίου συνελάσσαμεν· | |
5 | 〈τὸ δὲ κατηνα〉ρισμένας ἄκυρον· τὸ γὰρ σκυλεύειν ἐναρίζειν 〈ὅτ〉ι τὰ ἔναρα σκῦλα παρὰ τὸ ἀρηρέναι καὶ ἐντὸς αὐτῶν 〈εἶναι ἡμᾶσ〉. καὶ τὸ παρ’ Ὁμήρῳ τοιοῦ‐ τόν ἐστιν ἦ τοι βέλτερόν ἐστι 〈κατ’ οὔρεα〉 θῆρας ἐναίρειν· | |
10 | πῶς γὰρ οἷόν τέ ἐστι σκυλεύειν 〈τοὺσ〉 λέοντας εἰ μὴ εἴη καὶ ἐπὶ τῶν ἀλόγων ζῴων τὸ σκυλεύειν; Καλλί‐ μαχος ἐπὶ τῆς λεοντείας δορᾶς τὸ δὲ σκύλος ἀνδρὶ καλύπτρη | |
γιγνόμενον, νιφετοῦ καὶ βελέων ἔρυμα. | 4 | |
Aj27 | ἐπιστάταις τοῖς ποιμέσι· καλῶς δὲ τοῦτο ἵνα μὴ παραγένοιτό τις ἀπαγγέλλων τὸ σαφές· πόθεν οὖν αὕτη ἡ ὑπόνοια; ὅτι εἶδέν τις αὐτὸν ἐν τῷ πεδίῳ πη‐ δῶντα μετὰ τοῦ ξίφους νεορράντου ἀπὸ τοῦ αἵματος. | |
5 | 〈τοῖσ〉 κυσίν· οὐκ 〈εἴασε〉 γὰρ ἡ Ἀθ〈ηνᾶ〉 ἄνθρω‐ 〈πον〉 ἀνελεῖν. | |
Aj32 | καὶ τὰ μὲν σημαίνομαι οἷον σημεῖα ἐμαυτῷ τινα συντίθημι ἀπὸ τοῦ ἴχνους τὰ δὲ ἀπορῶ· τοιοῦτον γὰρ συμβαίνει περὶ τοὺς ἰχνευτὰς ἐπιταραττομένων τῶν ἰχνῶν, διὰ δὲ τὴν μανίαν δυσίχνευτος καὶ ἐπι‐ | |
5 | τεταραγμένη ἡ βάσις γέγονε τοῦ Αἴαντος. 〈σημ〉ατίζομαι, δι〈ὰ ση〉μείων γινώσκω. καλῶς Ὀδυσσεὺς ἀναμένει τὸ ἀκριβὲς γνῶναι ἵνα μὴ δοκοίη κατ’ ἐχθροῦ προπετές τι πράσσειν. | |
Aj33 | οὐκ ἔχω ὅπως μάθω ἢ ποῦ ἐστιν. | |
Aj34 | καιρὸν δ’ ἐφήκεις ἐ〈πὶ καιρῷ〉 ἥκεις· εὐφυῶς δὲ ἄρχεται 〈τῆσ〉 ὑποθέσεως ὁ ποιητὴς ὥστε τρανῶσαι τὸ πᾶν διὰ τῆς Ἀθηνᾶς· θεραπεύει δὲ Ὀδυσσεὺς τὴν Ἀθηνᾶν ἵνα καὶ ἐν τοῖς ἑξῆς ἕξῃ αὐτὴν εὐμενῆ. | |
Aj36 | ταῦτα πρὸς τὰ ἐξ ἀρχῆς ἵνα μὴ δόξῃ ἀγνοεῖν ἡ θεὰ τὸ πρᾶγμα. | |
Aj38 | ἐν τοῖς ἀμοιβαίοις κατὰ βραχὺ δηλοῦται ἡ ὑπόθεσις, πυνθάνεται 〈δὲ〉 πρῶτον εἰ ἄρα πρὸς καιρὸν πονῶ· εἰ γὰρ αὐτός ἐστιν ὁ τὸν φόνον δράσας πρὸς | |
καιρὸν ἂν εἴη πονῶν ὁ Ὀδυσσεύς. | 5 | |
Aj39 | τὸ ὡς ἀντὶ τοῦ ἀληθῶς. | |
Aj40 | καὶ πρὸς τί δυσλόγιστον ἐπύθετο πρῶτον εἰ αὐτός ἐστιν ὁ δράσας εἶτα καὶ τὴν αἰτίαν πυνθάνεται· τὸ δὲ δυσλόγιστον ὅμοιον τῷ πρᾶγος ἄσκοπον· ἀγνοεῖ γὰρ ἔτι τὴν μανίαν. | |
Aj41 | χόλῳ βαρυνθείς ὁ μὲν Ὀδυσσεὺς πυνθάνεται πρὸς τί αὐτῷ χρήσιμον ἡ δὲ τὴν αἰτίαν ἐπήγαγεν ὑφ’ ἧς κινηθεὶς εἰς χόλον ἤχθη· τοῦτο γάρ ἐστι τὸ λεῖπον τῆς ὑποθέσεως, ἡμεῖς δὲ ὡς προεπιστάμενοι τὰ πράγ‐ | |
5 | ματα ἀμβλύτερον κατανοοῦμεν. ἤδη τὴν μανίαν αὐτοῦ σημαίνει ἔνθεν αὐτῷ ἡ πλάνη γεγένηται. | |
Aj44 | ἦ καὶ τὸ βούλημ’ ὡς ἐπ’ Ἀργείοις ἐρωτᾷ πῶς μόνος ὢν πρὸς πλῆθος ἐδύνατο μάχεσθαι. | |
Aj45 | κἂν ἐξεπράξατο μὴ λέγε βούλευμα, φησίν· οὐ γὰρ ἦν βούλευμα ἀλλὰ πρᾶγμα εἰ κατημέλησα ἐγώ. | |
Aj48 | παρέστη ἐπλησίασεν ἡμῖν. κἀπὶ τέρμ’ τῆς ὁδοῦ. | |
Aj49 | πύλαις ταῖς τῶν σκηνῶν πύλαις. | |
Aj50 | μαιμῶσαν γράφεται καὶ διψῶσαν. προσκορὲς ἦν διηγηματικῷ εἴδει τὸ πᾶν διεξελθεῖν. λέ ...... μαιμᾶν. | |
Aj51 | τὸ ἑξῆς, ἐγώ σφ’ ἀπείργω τῆς ἀνηκέστου χαρᾶς. | |
Aj52 | τῆς ἀνηκέστου χαρᾶς χαράν φησι τὴν ἐπὶ τῷ δοκεῖν τοὺς Ἕλληνας ἀνῃρῆσθαι· ταύτης οὖν αὐτὸν | |
τῆς χαρᾶς ἀπεῖρξα δυσφόρους γνώμας ἐμβαλοῦσα τοῖς ὄμμασι· καλῶς δὲ εἶπεν γνώμας· οὐ γὰρ κλέψαι φησὶ | 6 | |
5 | τὴν ὄψιν ὥστε μὴ ὁρᾶν ἀλλ’ ἐπ’ αὐτῇ γνώμην δύσ‐ φορον ἐπιβαλεῖν ὡς οἴεσθαι ἰδεῖν τὰ μὴ ὄντα, τοῦτο δὲ οὐ τῶν ὀφθαλμῶν ἁμάρτημα ἀλλὰ πολὺ πρότερον τῆς διανοίας. | |
Aj54 | ἄδαστα ἀμέριστα, ἀδιαίρετα· πιθανὸν δὲ καὶ πρὸς τὸ πλῆθος· ἐλάσσονα γὰρ εἶναι εἰκός. | |
Aj56 | κύκλῳ ῥαχίζων κατὰ πάντα τόπον τῆς ἐπαύλεως σφάζων καὶ διακόπτων διὰ τὸ τὴν πρώτην καὶ με‐ γάλην διακοπὴν κατὰ 〈τὴν〉 ῥάχιν γίνεσθαι· ἐκ μετα‐ φορᾶς καὶ τοὺς μεγάλα κακουργοῦντας ῥαχιστάς φαμεν. | |
Aj57 | 〈δισσοὺς Ἀ〉τρείδας πιθανῶς τούτων τὰ ὀνό‐ 〈ματα〉 εἶπεν· κατ’ αὐτῶν γὰρ πλείων ἡ ἀ〈γανά〉‐ κτησις ὡς τῆς ἀδικίας προκαταρξαμένων· τὸ δὲ τοῦ Ὀδυσσέως ἐταμιεύσατο τῷ Αἴαντι ἵνα καὶ μεῖζον εἴη | |
5 | τὸ πάθος αὐτοῦ φανερῶς παραπαίοντος κἀπειδὴ γελοῖον προελθόντα τὸν Αἴαντα λέγειν καὶ παρενοχλεῖν τοῖς θεαταῖς εἰ προειρήκει πάντα ἡ Ἀθηνᾶ. ἔχων γράφε παρών. | |
Aj58 | ἐμπίπτων γράφε ἐμπεσών. | |
Aj59 | ἐγὼ δὲ φοιτῶντα ἤτοι μαινόμενον (φοῖτος γὰρ ἡ μανία) ἢ περιερχόμενον ἐν τοῖς ποιμνίοις διὰ τὴν μανίαν (λέγει 〈γὰρ〉 μανιάσι νόσοις) ἢ ἀναστρ〈εφό‐ μενον〉 ἐν τῇ μανίᾳ. | |
5 | μεθ’ ὁρμῆς μεμηνότα. | |
Aj60 | εἰς ἕρκη κακὰ γράφε εἰς ἐρινῦν κακήν. | 7 |
Aj61 | ἐλώφησεν ἐπαύσατο· ἀπὸ τῶν ὑποζυγίων ὅθεν καὶ τὸ εὐλόφως φέρειν. | |
Aj62 | τοὺς ζῶντας τοὺς ζῶντας τῶν βοῶν δήσας ὡς αἰχμαλώτους ἄνδρας ἄγει καὶ τὰ λοιπὰ ποίμνια· πι‐ θανὸν δὲ καὶ τοῦτο προειρῆσθαι ἵνα ὅταν εἴπῃ ἡ Τέκμησσα περὶ τοῦ κριοῦ προεπιστάμεθα τοῦτο. | |
Aj66 | δείξω δὲ καὶ σοί πιθανὴ ἡ παρείσοδος τοῦ Αἴαντος· οὕτω γὰρ μεῖζον γίνεται τὸ πάθος τῆς τραγ‐ ῳδίας τῶν θεατῶν νῦν μὲν παραφρονοῦντα ὀλίγῳ δ’ ὕστερον ἔμφρονα θεωμένων καὶ ἵνα ἰδὼν ὁ Ὀδυσσεὺς | |
5 | ἐξείπῃ τοῖς ἄλλοις Ἕλλησιν, οὕτω δὲ καὶ ἡ εὔνοια τῆς Ἀθηνᾶς ἐνδείκνυται εἰς τὸν Ὀδυσσέα. | |
Aj72 | ἀπευθύνοντα τιμωρίαν ἀπαιτοῦντα. προσμολεῖν τουτέστιν ἐξελθεῖν. | |
Aj75 | ἐπιστρέφει ἡ Ἀθηνᾶ ὡς οὐδενὸς ἐσομένου κακοῦ. | |
Aj76 | μὴ πρὸς θεῶν παραιτεῖται Ὀδυσσεὺς οὐχ ὡς κωμῳδοῦντος τοῦ ποιητοῦ δειλίαν τοῦ ἥρωος (οὕτω γὰρ ἀφαιρεθείη τῆς τραγῳδίας τὸ ἀξίωμα) ἀλλὰ τὸ εὐλαβὲς ἐνδείκνυται· ἔμφρονος γὰρ ἦν τὸ τῷ μεμηνότι | |
5 | παραχωρεῖν· ὅρα γὰρ οἷον ἦν προσελθόντα ἐκεῖνον θεάσασθαι τὸν ἐχθρόν. | |
Aj77 | τί μὴ γένηται; μὴ τί γένηται φοβῇ; οὐχ ὁ αὐτὸς ἦν καὶ πρότερον ἄνθρωπος ἀλλ’ οὐδὲν ὑμᾶς εἰρ‐ γάσατο κακὸν ἡμῶν ἐπιμελουμένων; | |
Aj78 | τῷδε τἀνδρὶ δεικτικῶς ἀντὶ τοῦ ἐμοί, τῷ | |
Ὀδυσσεῖ. | 8 | |
Aj79 | οὐκοῦν γέλως ἥδιστος εἰς ἐχθρούς σκληρὸν μὲν τὸ λέγειν ἐπεγγελᾶν τοῖς ἐχθροῖς ἀλλὰ θεός ἐστιν οὐκ εὐλαβουμένη τὸ νεμεσητόν· ἄλλως τε καὶ παροξύ‐ νουσα τὸν Ὀδυσσέα φησίν. | |
Aj80 | ἐμοὶ μὲν ἀρκεῖ μέτριον διεφυλάχθη τὸ τοῦ Ὀδυσσέως ἦθος διὰ τὸ μὴ ἐντρυφᾶν τοῖς κακοῖς. | |
Aj81 | μεμηνότ’ ἄνδρα περιφανῶς ὀκνεῖς ὀκνεῖς ἀντὶ φοβῇ· πυκνῶς γὰρ τίθησι τὸ ὀκνεῖν ἐπὶ τοῦ φοβεῖσθαι. ὀκνεῖς φοβῇ. τρίβραχυς. | |
Aj82 | φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ἑκατέρῳ τὸ οἰκεῖον παράκειται καὶ οὐ χρὴ τὰ τοῦ Ὀδυσσέως φρονιμώτερα οἴεσθαι τῶν τῆς Ἀθηνᾶς ἀλλ’ ἐκεῖνο σκοπεῖν, ὅτι ἡ μὲν μετὰ παρρησίας διαλέγεται ὡς θεὸς | |
5 | ὁ δὲ ὑπεσταλμένως ὡς θνητὸς τὸν καιρὸν ὁρᾷ ὅτι ὁμόσε χωρῆσαι τῇ μανίᾳ τοῦ ἐχθροῦ οὐχ ἁρμόζει. φρονοῦντα γὰρ αὐτὸν οὐκ ἂν ἐξέστην δι’ εὐλάβειαν, τὸ δὲ νῦν ἐκστῆναι οὐ τῷ Αἴαντι ἀλλὰ τῇ μανίᾳ. | |
Aj85 | ἐγὼ σκοτώσω βλέφαρα καίπερ δεδορκότα ἢ καὶ βλέποντα τὰ βλέφαρα αὐτοῦ ποιήσω μὴ δεδορκότα. | |
Aj89 | ὦ οὗτος διὰ τοῦ οὗτος καὶ τοῦ Αἴας δισσὴ ἡ κλῆσις, ἢ ὅτι καὶ πρότερον ἐκάλεσεν αὐτὸν (ὅτε καὶ Ὀδυσσεύς φησι, τί δρᾷς Ἀθάνα;) ἢ ὡς καὶ πρότερον ὁπότε ἐδόκει συλλαμβάνειν αὐτῷ πρὸς τὴν ἀναίρεσιν. | |
Aj90 | τί βαιόν ὀλίγον ἀντὶ τοῦ οὐδὲ ὅλως· σύμ‐ μαχον δὲ αὐτὴν νομίζει ὡς καὶ ἐν τοῖς ἑξῆς φησιν, | |
ὡς εὖ παρέστης. | 9 | |
Aj91 | ὦ χαῖρ’ Ἀθάνα ἐπέγνω μὲν τὴν Ἀθηνᾶν τὰ δὲ ἑξῆς τοῦ παραπαίοντος· οὕτω γὰρ ἂν προκόψειεν ἡ ὑπόθεσις· οὐ παντελῶς δὲ ἀπώλετο αὐτοῦ τὸ ἡγε‐ μονικὸν ἀλλ’ ἡ μανία γέγονε περὶ τὸ λογιστικόν· | |
5 | ἐμέμνητο μὲν γὰρ ὡς ἐχθροὺς ἀνελὼν περὶ τὸ πρόσ‐ ωπον δ〈ὲ ἐ〉σφάλλετο ὅτι ποίμνια ἀνεῖλεν καὶ 〈ἐλο〉‐ γίζετο ἄνδρας ἀνῃρηκέναι. | |
Aj96 | τὸ μὴ οὐχὶ βάψαι τὸ ξίφος εἰς τὸν στρατόν. | |
Aj98 | ἐὰν δασυνθῇ τὸ οι ἔσται ἐπὶ τῶν Ἀτρειδ〈ῶν〉, 〈ἐὰν δὲ〉 ψιλὸν τὸ οἶδα ἀντὶ τοῦ ἐπίσταμαι. | |
Aj100 | καλῶς τὰ ἐμὰ ἔφη, οὐχ ἃ δεῖ με λαβεῖν, 〈ὡσ〉 ἰδίων ἀπεστερημένος. | |
Aj102 | ἢ πέφευγέ σε; οὐχ ὡς διαστέλλουσά φησιν, ὡς ἂν εἴποι τις ἔθαν〈εν〉 ἢ πέφευγέν σε, ἀλλὰ παρ‐ οξύνουσα· φησὶ γὰρ 〈πέ〉φευγεν δή σε ὁ Ὀδυσσεύς. | |
Aj103 | τὸ ἐξῶλες θηρίον· κίναδος γὰρ ἡ ἀλώπηξ· πάνυ δὲ κατατρέχει τοῦ Ὀδυσσέως ὡς ἐχθίστου. | |
Aj104 | τὸν σὸν ἐνστάτην ἤτοι κατὰ πάντα ἐνιστά‐ μενόν σοι ἢ ἰδικῶς ἐπὶ τῆς κρίσεως μόνον οἷον τὸν ἀντίδικον· κυρίως δὲ ἐνστάτης ὁ ἐν τῇ ὁδῷ ἀντιστή‐ κων τινὶ ὡς εἰ λέγοι τις τὸν Οἰδίποδα τοῦ Λαΐου | |
5 | ἐνστάτην γεγενημένον. | |
Aj105 | ἥδιστος, ὦ δέσποινα καθ’ ἡδονήν μοι· δε‐ σμώτης δὲ λέγεται καὶ αὐτὸς ὁ δέσμιος, ὡς ὁ δεσμώτης Προμηθεύς, 〈καὶ〉 ὁ δεσμῶν ὡς Κρατῖνος ἐν Πυτίνῃ | |
ἐπὶ τῶν δεσμοφυλάκων | 10 | |
5 | ὄψει γὰρ αὐτὴν ἐντὸς οὐ πολλοῦ χρόνου παρὰ τοῖσι δεσμώταισι καταπιττουμένην. | |
Aj108 | ἑρκίου στέγης τοῦ περιφράγματος τῆς αὐλῆς ἢ τῆς τοῦ δώματος στέγης· ἑρκίον γὰρ τὸ δῶμα. | |
Aj110 | μάστιγι πρῶτον ἐντεῦθεν ἡ ἐπιγραφὴ τοῦ δράματος. οὐ πρότερον φονεύσω αὐτὸν πρὶν ἂν μαστίξω. | |
Aj112 | χαίρειν, Ἀθάνα, τἄλλα τὸ ἦθος τῆς ἀπαγ‐ γελίας ἀρχαῖον· ἔστι δὲ νῦν τὸ χαίρειν ἀντὶ χαρτῶς ἐμοὶ λέγειν· φησὶ δὲ ὡς κατὰ τὰ ἄλλα 〈μὲν〉 εἴκων τῇ θεῷ τοῦτο δὲ ἀντιβαίνων· ὑπεροπτικὸν δὲ τὸ ἦθος | |
5 | αὐτοῦ ἐντεῦθεν ἐνδείκνυται ὁ ποιητὴς (ἐπεὶ πάνυ πρόσκειται ὁ ἀκροατὴς τῷ Αἴαντι διὰ τὴν συμφορὰν καὶ μονονουχὶ χαλεπαίνει τῷ ποιητῇ) ἵνα δόξῃ ἀξιο‐ παθεῖν ὁ Αἴας μὴ ὑποτεταγμένος τῇ δαίμονι. ἔγωγέ ς’ ἐφίεμαι ἐφίεμαί σε εἰς τὰ ἄλλα κελεύειν | |
10 | μοι καὶ χαίρειν ὡς πειθομένου μου, εἰς τοῦτο δὲ μόνον οὐκ ἀκούσομαί σου. | |
Aj115 | ἐννοεῖς γράφε ἐννέπεις. | |
Aj118 | ὁρᾷς, Ὀδυσσεῦ παιδευτικὸς ὁ λόγος καὶ ἀπο‐ τρεπτικὸς ἁμαρτημάτων καὶ διὰ τοῦτο ἐπίτηδες καὶ τῷ Ὀδυσσεῖ καὶ τῷ θεατῇ ὑπέδειξε τὸν Αἴαντα δηλῶν ὡς ὁ πρότερον φρόνιμος καὶ πρακτικὸς νῦν ἐξέστη διὰ τὸ | |
5 | θεομαχῆσαι· καὶ τοῦτο δὲ Ὁμήρου παίδευμα, ὅτι ἐφ’ οἷς αὐχοῦσί τινες τούτων στεροῦνται παρὰ θεῶν ὡς | |
καὶ Θάμυρις τὴν μουσικὴν καὶ Νιόβη τῶν τέκνων. | 11 | |
Aj121 | ἐποικτείρω ἐλεῶ. | |
Aj122 | Ἴωνες ἔμπης φασίν, Ἀττικοὶ δὲ ἔμπας καὶ ἔμπα. | |
Aj124 | οἷον ἀφορῶν εἰς τὰ ἀνθρώπινα τὰ πάντων κοινά. | |
Aj125 | ὁρῶ γὰρ ἡμᾶς πρὸς τὸ Πινδαρικὸν τί δέ τις; τί δ’ οὔ τις; σκιᾶς ὄναρ ἄνθρωποι ἀντὶ ἀνυπάρκτου τὸ ἀνυπαρκτότερον· ἐνταῦθα μέντοι | |
5 | ἐστὶν ὁ λόγος ἐγγυτέρω τῆς ἀληθείας ἤπερ τὸ Πινδα‐ ρικόν· ὁ μὲν γὰρ Πίνδαρος ἐν τοῖς ἀσυστάτοις πε‐ ποίηται τὴν ὑποβολὴν ὁ δὲ ἐν τοῖς φαινομένοις καὶ δοκοῦσιν οὐχ ὑπάρχουσι δὲ κατὰ ἀλήθειαν· ὁ δὲ Ὅμηρος δι’ ἑνὸς αὐτάρκως τοῦτο δεδήλωκεν | |
10 | οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο. | |
Aj126 | εἴδωλ’ ἀπεικάσματα. | |
Aj127 | ὑπέρκοπον φασὶ τὸν Αἴαντα τρίτον ἠσεβη‐ κέναι περὶ τοὺς θεούς, πρῶτον μὲν ἐκβαλεῖν τοῦ δίφρου τὴν Ἀθηνᾶν βουλομένην αὐτῷ συμμαχεῖν, δεύ‐ τερον ἀπαλεῖψαι τὴν γλαῦκα τὴν ἐγγεγραμμένην τῷ | |
5 | ὅπλῳ αὐτοῦ ἐξ ἔθους πατρῴου, τρίτον ὅτι οὐκ ἐπείσθη τῷ πατρὶ συμβουλεύοντι πείθεσθαι τοῖς θεοῖς. ἀντὶ ὑπέρκομπα. | |
Aj130 | χειρὶ δυνάμει. | |
Aj131 | ἡμέρα γὰρ μία ἐλαττοῖ καὶ πάλιν αὔξει. | |
Aj132 | τὸ συναγόμενον τοῦτό ἐστιν, ὅτι δεῖ θεο‐ φιλεῖς μόνον εἶναι τοὺς σώφρονας καὶ ἐπὶ ἄλλῳ 〈μὴ〉 ἀλαζονεύεσθαι. | |
Aj134 | Τελαμώνιε παῖ πιθανῶς αὐτῷ ὁ χορὸς ἐσκεύασται ἀπὸ Σαλαμινίων ἀνδρῶν τοῦτο μὲν παρ‐ ρησιαζομένων ὡς ἐλευθέρων τοῦτο δὲ συμπαθῶς ἐχόν‐ των ὡς πολιτῶν καὶ αἰδημόνως λαλούντων ὡς ὑπ‐ | 12 |
5 | ηκόων· οὐ γὰρ πιθανὸν ἐξ Ἀχαιῶν εἰσάγειν καὶ διὰ τὸ μὴ συνάχθεσθαι καὶ διὰ τὸ μὴ προσκρούειν τῷ βασιλεῖ, τὸ δὲ τῶν αἰχμαλώτων κηδεμονικὸν μέν, ὡς Αἰσχύλος ἐν Θρῄσσαις, οὐ μὴν εὐπρόσωπον· ὅρα γὰρ οἷον αἰχμαλώτους ἐπιτιμᾶν τῷ Μενελάῳ· πιθανὴ δὲ καὶ ἡ | |
10 | εἴσοδος· ἀκούσας γὰρ ὁ Ὀδυσσεὺς παρὰ τῆς Ἀθηνᾶς δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον ὡς πᾶσιν ἀνθρώποισιν εἰσι〈δὼν〉 θροῇς καὶ μαθὼν τὸ σαφὲς 〈δεδή〉λωκε τοῖς Ἀχαιοῖς· ταύτης οὖν 〈τῆς φή〉μης ἀκούσαντες οἱ Σα〈λαμί〉νιοι παραγε‐ | |
15 | γόνασι 〈μηδέπω〉 ὑπὸ τῆς 〈εὐνοίας πε〉πει〈σμένοι〉 ὡς αὐτὸς εἴη ὁ πράξας 〈ἀλλ’ ἀπι〉στοῦντες ὡς ὑπὸ ἐχθροῦ 〈πεπλά〉σθαι οἰόμενοι· ὁ δὲ νοῦς, 〈σοῦ μὲν εὖ〉 πράσ‐ σοντος ἐν 〈χαρᾷ ἐσ〉μεν καὶ τὸ ἀνάπαλιν, 〈τὸ〉 δὲ ὅλον ο〈ἷον〉 ἐν σοί ἐσμεν· 〈τὰ δὲ〉 πράγματα νῦν | |
20 | τοῦ Αἴαντος 〈φαῦλά ἐστι〉 καὶ οὐκ ἐνεχώρει αὐ〈τῷ〉 〈διη〉γήσασθαι τὰ ἀνδραγα〈θήμα〉τα. | |
Aj135 | 〈βά〉θρον ἀγχιάλου τὸ θεμέλιον, τὸ ἕ〈δρασμα〉 ἀντὶ τοῦ δι’ ὃν ἵσταται ἡ Σα〈λαμίσ〉· οὐ πάντως δὲ αἱ ἀγχίαλοι 〈καὶ〉 ἀμφίαλοί εἰσιν οἵα ἐστὶ καὶ ἡ Ἀλεξάνδρεια, ἀγχίαλος μέν ἐστιν οὐ〈κ〉 ἀμφίαλος δέ, | |
5 | αἱ δὲ νῆσοι καὶ 〈ἀγχία〉λοι καὶ ἀμφίαλοί εἰσιν. | 13 |
Aj136 | σὲ μὲν εὖ πράσσοντ’ ἀντὶ τοῦ σοῦ μὲν εὖ πράσσοντος· ἢ οὕτως, εἰς σὲ μὲν εὖ πράττοντα ἐπιχαίρω ἵνα λείπῃ ἡ εἰς. ἐπιχαίρω ἀντὶ συγχαίρω. | |
Aj137 | σὲ δ’ ὅταν ἀπὸ κοινοῦ τὸ ἐπιβῇ, εἰς σὲ δὲ ὅταν νόσος ἐπιβῇ· κακόθρους δὲ οἷόν ἐστι καὶ τὸ ἑξῆς τοιούσδε λόγους ψιθύρους ἀντὶ τοῦ διάβολος. | |
5 | ζαμενὴς δυσμενής. | |
Aj140 | ἐπεὶ περιδεὲς τὸ ζῷον· ὄμμα δὲ πελείας περι‐ φραστικῶς ἡ πέλεια. | |
Aj141 | ὡς καὶ τῆς παρελθούσης νυκτὸς ἐν φόβῳ γεγόναμεν ἐπὶ τῇ σῇ δυσκλείᾳ· πιθανῶς δὲ οὐκ ἐλέγχει τὸν βασιλέα ὡς ἡμαρτηκότα ἀλλὰ τὴν δυσπραξίαν προσέλαβεν ὡς ἀπὸ τῆς εἱμαρμένης· πάνυ δὲ εὖνοι | |
5 | ὄντες ἀπιστοῦσι καὶ ὑπολαμβάνουσιν αὐτὸν ὑπὸ τοῦ ἐχθροῦ συκοφαντεῖσθαι· ἐν δέει οὖν καθέστηκα ὅταν ᾖ τι τοιοῦτο περὶ σέ. | |
Aj143 | 〈ἱπ〉πομανῆ τινὲς τὸν μεγάλως μαινόμενον ἐξεδέξαντο· ἀλλ’ οὐκ ἐπίστευεν ὁ χορὸς ὅτι ἐμαίνετο ὁ Αἴας· 〈ἢ〉 σὲ τὸν 〈ἐπὶ〉 ἵπποις μαινό〈μενον καὶ〉 ἱππικόν· ἀλλ’ οἱ νησιῶται οὐχ ἱππομανοῦσιν οὐδὲ | |
5 | ἱππήλατοί εἰσιν αἱ νῆσοι· τὸ ἱππομανῆ τοίνυν πρὸς τὸν λει〈μῶνα〉 ἐκληπτέον. ἄλλως: ἱππομανῆ ἢ αὐτὸν | |
λέγει τὸν Αἴαντα ὡς μεγάλως μαινόμενον ἀπὸ μετα‐ φορᾶς· ἡ γὰρ τῶν ἵππων μανία 〈χαλε〉πωτέρα ἐστίν [ἢ ἐπὶ ἵπποις μαινόμενον]· τὸ γὰρ ἵππος ἐπὶ μεγάλου | 14 | |
10 | τάσσεται ὡς ἱπποσέλινον καὶ ἱππογνώμονα τὸν μεγα‐ 〈λογν〉ώμονα· ἢ ἐπὶ τοῦ λειμῶνος οἷον τὸν εὐανθῆ, ἐφ’ ᾧ ἵπποι μαίνονται ἢ τὸν ἄγαν μεμηνότα καὶ ἀν‐ θοῦντα καὶ ἐνυβρί〈ζον〉τα τῇ χλόῃ διὰ τὸ πλῆθος. μεγαλομανῆ. | |
Aj147 | αἴθωνι λαμπρῷ. | |
Aj148 | 〈τοιούσδε λόγουσ〉 ὁ νοῦς, οὐδὲν ἐνέχυ〈ρον〉 〈εἰδὼς ὁ〉 Ὀδυσσεὺς πλάττεται 〈ψευδεῖ〉ς λόγους ἀκούσας μόνον ὡς 〈εἴης ὀφθεὶς σ〉ὺν νεορράντῳ ξίφει· κα〈λῶσ〉 〈δ〉ὲ καὶ τὸ ψιθύρους λόγους ὡς διὰ 〈πανου〉ργίαν | |
5 | ἀδεῶς οὐ λέγον〈τοσ〉 ἀλλὰ πρὸς ἕν’ ἕκαστον ἐ〈ξα〉πα‐ τῶντος λάθρᾳ. | |
Aj150 | σφόδρα πείθει ὅτι ἐν ἀτυχίᾳ καθέστηκας τῆς ἥττης χάριν· ἢ ἐπεὶ μέγας εἶ ἔχει τὸν φθόνον συμπράττοντα. | |
Aj154 | τῶν γὰρ μεγάλων ψυχῶν ἱείας τροπικῶς ὡς ἐπὶ τῶν τοξευόντων κατὰ μεγάλου σώμα〈τος οἳ〉 οὐχ ἁμαρτάνουσιν· πιστὰ οὖν τοῖς ἀκούουσι τὰ κατὰ τῶν μεγάλων διὰ τὸν φθόνον· Πίνδαρος | |
5 | ὄψον δὲ λόγοι φθονεροῖσιν· ἅπτεται 〈δ’ ἐσλῶν〉 〈ἀεί〉, χειρόνεσσι δ’ οὐκ ἐρίζει. | |
ἱείς ἀφιείς, τοξεύων· ἀπὸ κοινοῦ δὲ τὸ τις, κατὰ μὲν τῶν μεγάλων ψυχῶν ἱείς τις 〈οὐκ〉 ἂν ἁμάρτοι κατ’ ἐμοῦ δὲ ἱείς τις 〈οὐ〉 πείθει τὸν ἀκούοντα. | 15 | |
Aj155 | κατὰ δ’ ἄν τις ἐμοῦ κατ’ ἐμοῦ τοῦ δημοτικοῦ καὶ εὐτελοῦς. | |
Aj157 | τὸν ἔχονθ’ λείπει τὸ εὖ, πρὸς τὸν εὖ ἔχοντα. | |
Aj158 | καίτοι σμικροὶ μεγάλων πάνυ αἰδημόνως ὁ χορὸς ἐξελέγχων τὴν ἀδικίαν τῶν Ἑλλήνων οὐ τοῦτο ἄντικρυς ποιεῖ ἀλλὰ ψιλῶς γνωμολογεῖ· βούλεται γὰρ ἐπιτιμᾶν ὅτι κακῶς πράττουσι καθαιροῦντες Αἴαντα | |
5 | καὶ ἑαυτοῖς ἀσυμφόρως· φησὶ γὰρ ὅτι ἀσθενὴς φυλακὴ τοῖς μικροῖς ἄνευ τῶν μεγάλων· τοῦτο δὲ τείνει καὶ ἐπὶ τὸν Αἴαντα ὅτι δεηθήσονται αὐτοῦ. | |
Aj159 | σφαλερὸν—ῥῦμα ἀντὶ τοῦ ἀσθενὴς φυλακή. πύργου πόλεως. | |
Aj160 | ἀπὸ κοινοῦ. | |
Aj161 | καὶ μέγας ὀρθοῖθ’ ὑπὸ μικροτέρων οὐκ ἔστιν ἐναντίος ὁ λόγος ἀλλὰ καὶ αὔξησιν ἔχει· εἰ γὰρ ὁ μέγας ὑπὸ τοῦ ἐλάττονος διασῴζεται πόσῳ τῶν μειζό‐ νων ἔχεσθαι χρή· κοινωνικὸς δὲ ὁ λόγος καὶ φιλάν‐ | |
5 | θρωπος· καὶ Ὅμηρος συμφερτὴ δ’ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν. | |
Aj162 | τοὺς ἀνοήτους τοὺς Ἕλληνας. | |
Aj164 | ὑπὸ τοιούτων ἀνοήτων καὶ φθονερῶν καὶ διαθρεῖν τὰ τοιαῦτα ἀνεπιστημόνων· κἀνθάδε τὸ θο‐ | |
ρυβῇ σύμφωνόν ἐστιν τῷ τοιούσδε λόγους ψιθύρους πλάσσων· | 16 | |
5 | μέχρι γὰρ νῦν ἐν λόγοις ἐστὶν ἡ ἀδικία καὶ θορύβῳ τῷ ἀπὸ τῆς βλασφημίας. | |
Aj166 | ἀπαλέξασθαι ἀντὶ τοῦ ἀντιτάξασθαι. | |
Aj168 | ἅπερ πτηνῶν ἀγέλαι θηλυκῷ τῷ ἀγέλαι ἐπήγαγεν ἀρσενικὴν μετοχὴν τὴν ὑποδείσαντες πρὸς τὸ νοητόν· ἐν γὰρ ταῖς ἀγέλαις εἰσὶ καὶ ἄρσενες καὶ θήλειαι· ὁ δὲ νοῦς, διὰ τοῦτο κομπάζουσι σοῦ ἀφα‐ | |
5 | νοῦς ὄντος ὡς πτηνῶν ἀγέλαι παταγοῦντες· καὶ τοῦτο εἰς τὸν κενὸν ψόφον. | |
Aj172 | ἦ ῥά σε Ταυροπόλα ὁ χορὸς οὐδέπω πεπι‐ στευκὼς ὅτι Αἴας τὰ τεθρυλημένα διεπράξατο ἀλλ’ οἰόμενος ἔκ τινος ὀργῆς θεῶν ταύτην τὴν φήμην γεγενῆσθαι ποιεῖται πρὸς τὴν φήμην τὸν λόγον· Ταυρο‐ | |
5 | πόλα δὲ ἢ ὅτι ἐν Ταύροις τῆς Σκυθίας τιμᾶται ἢ ἀπὸ μέρους τῶν ποιμνίων ἡ προστάτις ἢ ὅτι ἡ αὐτὴ 〈τῇ〉 σελήνῃ ἐστὶ καὶ ἐποχεῖται ταύροις ἣν καὶ ταυρωπὸν ὀνομάζουσιν. τὸ ἑξῆς, ἦ ῥά σε Ταυροπόλα ὥρμησεν ἐπὶ βοῦς ἀγελαίας· τοὺς πολλοὺς γὰρ τῶν μαινομένων | |
10 | ἐκ σελήνης νοσεῖν ὑποτίθενται διὰ τὸ 〈τῶν〉 νυκτερινῶν δεσπόζειν φασμάτων. ἄλλως: τὴν μὲν ἀναίρεσιν τῶν ποιμνίων ὁ χορὸς πιστεύει ὑπὸ Αἴαντος γενέσθαι οὐκ ἐξ ἰδίας δὲ προνοίας. | |
Aj173 | ὦ μεγάλα φάτις διὰ μέσου ἡ ἀναφώνησις, ὦ θαυμαστὴ φήμη ἥτις ἐγέννησάς μοι ταύτην τὴν | |
αἰσχύνην· κακὴ γάρ, φησιν, ὑπῆρξε περὶ τοῦ Αἴαντος. | 17 | |
Aj175 | πανδήμους ἢ τὰς παντὸς τοῦ δήμου ἢ τὰς συνηγμένας. | |
Aj176 | ἤ πού τινος νίκας οἴονται ἐκ τούτων αὐτὸν ἐμμανῆ εἶναι· ἆρα οὖν, φησί, χαριζομένη σοι τὸ νικᾶν καρπὸν καὶ ἀπαρχὰς οὐκ ἐδέξατο τῆς νίκης ἢ ἀπὸ κυνηγεσίων δῶρα οὐ λαβοῦσα ὡς καὶ Ὅμηρος ἐπιλε‐ | |
5 | λησμένους τινάς φησι καὶ δίκην παρέχοντας τῆς λήθης. ἢ διὰ χάριν τινὸς νίκης· ἀκάρπωτον δὲ ἧς καὶ καρποὺς οὐκ ἐδέξατο. | |
Aj178 | εἴτ’ ἐλαφαβολίαις ἀπὸ κοινοῦ τὸ ψευσθεῖσα. | |
Aj179 | ἢ χαλκοθώραξ ἤ τιν’ Ἐνυάλιος διαστέλλει τὸν Ἄρεα ἀπὸ τοῦ Ἐνυαλίου ὡς ἕτερον δαίμονα ὑπουργὸν τοῦ μείζονος θεοῦ καὶ δῆλον ἐκ τῶν συν‐ δέσμων· δηλοῦται γὰρ ὁ Ἄρης ἐκ τοῦ χαλκοθώραξ, | |
5 | ἢ καὶ ὁ Ἄρης μεμφόμενός σοι ὡς ἀπαρχὰς δορὸς οὐ 〈λα〉βὼν ἐτίσατό σε τῆς λώβης, τῆς εἰς αὐτὸν γενο‐ μένης λήθης, ἐτίσατο δὲ ἐννυχίοις μηχαναῖς ἐπὶ σοῦ ταύτης τῆς νυκτός· πιθανῶς δὲ πλείονας αἰτίας τιθέασιν ἀποροῦντες· οἱ γὰρ στοχαζόμενοι οὐ καθ’ ἓν ἵστανται. | |
Aj180 | τοῦτο πρὸς τὸν Αἴαντα, οὐ πρὸς τὴν φήμην λέγει. | |
Aj183 | οὔ ποτε γὰρ φρενόθεν οὐ γὰρ ἐπὶ τοσοῦτον ἄφρων εἶ ὡς ἄνευ αἰτίας θεῶν ἐμπεσεῖν τοῖς ποιμνίοις· ἀριστερὰ δὲ τὰ μωρὰ οἱ παλαιοὶ ἐκάλουν, δεξιὰ δὲ τὰ συνετά. | |
Aj186 | ἔοικε γὰρ εἶναι θεία νόσος, θεία δὲ ἡ ἐκ θεοῦ κατασκήψασα εἰς αὐτόν· τὴν δὲ νόσον αὐτοῦ φήμην Ἀργείων ὠνόμασεν. | 18 |
Aj188 | ὑποβαλλόμενοι πειθόμενοι ἢ ὑποβλήτως λέγοντες ἢ ἰδιοποιησάμενοι· εἰ δὲ οὐκ ἔστιν ἀληθῆ ταῦτα ἀλλὰ πεπλασμένα ὑπὸ τοῦ βασιλέως ἢ Ὀδυσσέως. | |
Aj189 | κλέπτουσι ὑποσπείρουσι. | |
Aj190 | τᾶς ἀσώτου τῆς ἐξώλους καὶ σῴζεσθαι μὴ δυναμένης. Σισυφιδᾶν γράφε Σισυφίδα· λέγεται δὲ ἡ Ἀντί‐ κλεια ἀποστελλομένη ἀπὸ Ἀρκαδίας ἐπὶ Ἰθάκην πρὸς | |
5 | Λαέρτην ἐπὶ γάμον κατὰ τὴν ὁδὸν Σισύφῳ συνελθεῖν ἐξ οὗ ἦν φύσει Ὀδυσσεύς· ὁ δὲ Σίσυφος Κορίνθου βασιλεὺς πανοῦργος ἀνὴρ περὶ οὗ φησιν Ὅμηρος ὃ κέρδιστος γένετ’ ἀνδρῶν ὅστις ὑπὸ τοὺς ὄνυχας καὶ τὰς ὁπλὰς τῶν ζῴων ἑαυτοῦ | |
10 | μονογράμματον ἔγραψεν τὸ ὄνομα αὑτοῦ· Αὐτόλυκος δὲ κατ’ ἐκεῖνο καιροῦ ἐκέκαστο κλεπτοσύνῃ θ’ ὅρκῳ τε καὶ αὐτὰ τὰ κλεπτόμενα παρ’ αὐτοῦ τὴν μορφὴν ἤλ‐ | |
15 | λασσεν· κλέψας οὖν καὶ Σισύφου θρέμματα καὶ μετα‐ βαλὼν ὅμως οὐκ ἔλαθε τὸν Σίσυφον· ἐπέγνω γὰρ αὐτὰ διὰ τῶν μονογραμμάτων· ἐπὶ τούτοις δὲ ἐξευμενιζόμενος τὸν Σίσυφον ἐξένισεν αὐτὸν καὶ τὴν θυγατέρα αὑτοῦ Ἀντίκλειαν συγκατέκλινεν αὐτῷ καὶ ἔγκυον ἐξ αὐτοῦ | |
20 | γενομένην τὴν παῖδα συνῴκισε Λαέρτῃ δι’ ὃ Σισύφου ὁ Ὀδυσσεύς· τὸν δὲ Ὀδυσσέα Σισύφου συνήθως φησὶ Σοφοκλῆς· καὶ ἐν Συνδείπνῳ ὦ πάντα πράσσων, ὡς ὁ Σίσυφος πολὺς ἔνδηλος ἐν σοὶ πάντα χὠ μητρὸς πατὴρ | 19 |
25 | καὶ Αἰσχύλος ἐν Ὅπλων κρίσει ἀλλ’ Ἀντικλείας ἆσσον ἦλθε Σίσυφος, τῆς σῆς λέγω σοι μητρὸς ἥ ς’ ἐγείνατο καὶ Εὐριπίδης ἐν Κύκλωπι 〈Σειλ.〉 χαῖρ’, ὦ ξέν’· ὅστις δ’ εἶ φράσον πάτραν | |
30 | τε σήν. 〈Ὀδυσς.〉 Ἴθακος Ὀδυσσεύς, γῆς Κεφαλλήνων ἄναξ. 〈Σειλ.〉 οἶδ’ ἄνδρα, κρόταλον δριμύ, Σισύφου γένος· φαίνεται δὲ τὸ κακόηθες αὐτοῦ καὶ διὰ τῆς γενέσεως. | |
Aj191 | μὴ μή μ’, ἄναξ τὸ πλῆρες μὴ μή μοι, ὁ δὲ νοῦς, εἰ δὲ πλάσσουσι ταῦτα καὶ οὐκ ἀληθείᾳ σὺ ἔδρασας μηκέτι κρυπτόμενος ἐν ταῖς ἐφάλοις κλισίαις κακὴν φάτιν ἄρῃς καὶ περιποιήσῃ ἀλλὰ προελθὼν δεῖξον | |
5 | ψευδῆ τὰ λογοποιούμενα. τὸ πλῆρες μή μοι. | |
Aj193 | ἄρῃ ἐπάρῃς, αὐξήσῃς ἀπὸ σοῦ. | |
Aj194 | ἀλλ’ ἄνα ἐξ ἑδράνων ἀνάστα ἐκ τῶν θρόνων ὅπου πολὺν χρόνον σεαυτὸν ἐνεστήριξας τὴν ἐκ τοῦ οὐρανοῦ πεμφθεῖσαν ἄτην αὔξων καὶ οἷον ἐμπυρού‐ μενος ὑπὸ τοῦ πάθους καὶ ἐν ἀγωνίᾳ πολλῇ ὤν. | 20 |
5 | ὅπου μακραίωνι | στηρίζῃ ὅπου στηρίζῃ μακραίωνι σχολῇ ὅ ἐστι πολλῷ χρόνῳ, βραδεῖ, τὸν ἀγῶνα ἐμποι‐ οῦντί σοι· μακραίων δὲ αὐτοῖς δοκεῖ διὰ τὴν εὔνοιαν. | |
Aj196 | ἄταν οὐρανίαν ἀντὶ μετέωρον, μεγάλην· φλέγων δὲ ζωπυρῶν, ἀνεγείρων. | |
Aj197 | ἐχθρῶν δ’ ὕβρις ἡ δὲ τῶν ἐχθρῶν ὕβρις τῶν ταῦτα ἐπὶ σοὶ λεγόντων οὕτω μᾶλλον ἄφοβός ἐστι καὶ ἀδεὴς εἰς τὸ βλασφημεῖν σε διὰ τὸ μὴ φαίνεσθαί σε τοῖς Ἀχαιοῖς. | |
5 | ἀτάρβητα ἀντὶ ἀταρβήτως ὅ ἐστιν ἀνειμένως. | |
Aj198 | ἐν εὐανέμοις βάσσαις τουτέστιν ἐν ἐκείνοις τοῖς τόποις ὅπου τὰ ὑπὸ σοῦ ἀνῃρημένα ποίμνια ὁρῶντες ἐπεγγελῶσιν· ἢ ἐν εὐανέμοις βήσσαις οἷον ἐν εὐδίᾳ καιρὸν ἔχοντες διαβάλλουσιν. | |
5 | λείπει 〈ὡς πῦρ〉, ὡς πῦρ ἐν εὐανέμοις βήσσαις. | |
Aj199 | καγχαζόντων γελώντων. βαρυάλγητ’ βαρέα καὶ ἀλγεινά. | |
Aj201 | ναὸς ἀρωγοί ἔξεισι Τέκμησσα καὶ διδάσκει τὸν χορὸν ὅτι Αἴας ἐστὶν ὁ σφάξας τὰ ποίμνια, πυν‐ θάνεται δὲ παρὰ τοῦ χοροῦ ὅτι Ἑλληνικὰ ἦν τὰ σφα‐ | |
γέντα· ἑκάτερος οὖν παρ’ ἑκατέρου τὸ ἀγνοούμενον | 21 | |
5 | μανθάνει· ἡ δὲ Τέκμησσα αἰχμάλωτος γυνὴ τοῦ Αἴαντος· πιθανῶς δὲ ἔξεισιν· οὐ γὰρ ἐπὶ πολὺ δεῖ ἀπολοφύρεσθαι τὸν χορὸν ἀλλὰ προκόπτειν τὰ τῆς ὑποθέσεως· ἡ δὲ διάθεσις εὖ ἔχει τῷ ποιητῇ· ἐπεὶ γὰρ ἄπεστι Τεῦκρος καὶ Εὐρυσάκης ἔτι νήπιος Τέκμησσα κατολοφύρεται· | |
10 | οὐ γὰρ ἕτερον πρόσωπον γνήσιον τῷ Αἴαντι· αἱ δὲ τοιαῦται γυναῖκες ὑποτίθενται εὔνοιαν πρὸς τοὺς δεσπό‐ τας ὡς Βρισηὶς πρὸς Ἀχιλλέα. | |
Aj202 | γενεᾶς χθονίων ἀπ’ Ἐρεχθειδᾶν διὰ τὸ τὴν Σαλαμῖνα συνῆφθαι τῇ Ἀττικῇ καὶ περισπούδαστον τοῖς Ἀθηναίοις αὐτὴν κτήσασθαι· πρὸς εὔνοιαν οὖν τῶν ἀκροωμένων τοῦτό φησιν· ἢ ἐπεὶ ἐξ Αἰγίνης | |
5 | ἐλθὼν ὁ Τελαμὼν ἐβασίλευσε Σαλαμῖνος, ἡ δὲ Αἴγινα τῆς Ἀττικῆς. | |
Aj204 | τοῦ Τελαμῶνος τηλόθεν ἤτοι τοῦ οἴκου τηλόθεν ὅ ἐστι 〈τῆσ〉 μακρὰν Φρυγίας Σαλαμῖνος ἢ οἱ πρὸ πολλοῦ κηδόμενοι καὶ οὐχὶ νῦν μόνον ἢ οἱ τηλόθεν ὄντες ὅ ἐστι ξένοι κατὰ γένος καὶ ὅμως τοῦ | |
5 | Τελαμῶνος οἴκου κηδόμενοι εἰ καὶ μὴ προσήκομεν. | |
Aj205 | ὁ μέγας ὠμοκρατὴς | Αἴας ὁ δυσπέπαντον καὶ αἰτιώνυμον ἔχων πάθος ἢ ὁ ὠμὸς καὶ καρτερὸς ἢ ὁ ὑπὸ ὠμότητος κεκρατημένος ἢ ὁ γενναῖος, ὁ καὶ τῶν ὠμῶν κρατεῖν δυνάμενος. | |
Aj206 | ἐν ταραχώδει ζάλῃ κεῖται ὅ ἐστι μανίᾳ. | |
Aj208 | τί δ’ ἐνήλλακται τί αὐτῷ παρὰ τὴν ἡμερινὴν | |
ὄχλησιν γέγονε βάρος; οἷον ἐν τίνι γέγονεν ὁ Αἴας βάρει ὥστε ἀλλοῖος γενέσθαι ἢ πρόσθεν κατὰ τὴν ἡμέραν; τί αὐτῷ βάρος ἐνήλλακται αὕτη ἡ νύξ; | 22 | |
5 | τῆς ἁμερίας γράφε δὲ ἀημερίας ἀντὶ τῆς ἀηδοῦς φορᾶς καὶ ἔσται ὁ νοῦς, ποῖον βάρος ἔλαβεν αὕτη ἡ νὺξ ἀπὸ τῆς προτέρας ἀηδίας; | |
Aj211 | ἐπεί σε λέχος δοριάλωτον ἐπεί σε ἔχει ὁ Αἴας δοριάλωτον στέρξασαν τὸ λέχος [σου]· ἢ ἄλλως: ἐπεί σε ἀνέχει ὁ Αἴας τὸ δοριάλωτόν σου στέρξας λέχος· ἀνέχει δὲ ἀντὶ τοῦ ἔχει· παρέλκεται γὰρ ἡ ἀνά. | |
5 | ἄμεινον στέρξασαν γράφειν. | |
Aj212 | ἀνέχει ἀντὶ ἀνυψοῖ, τιμᾷ. | |
Aj214 | ἄρρητον κακόφημον μηδὲ λέγεσθαι ὀφείλοντα. | |
Aj216 | τὸ κεφάλαιον τοῦ κακοῦ πρῶτον ἐκτίθεται, ὅτι ἐφύβριστα εἴργασται μανίᾳ περιπεσών. | |
Aj217 | ἀπελωβήθη ἀντὶ ἐφύβριστα εἴργασται· ἢ οὕτως, ἐνυβρίσθη καὶ λωβητὸς γέγονεν. | |
Aj219 | χειροδάικτα θύματα ὑπὸ τῶν χειρῶν αὐτοῦ δαϊχθέντα. | |
Aj220 | κείνου χρηστήρια τὰ τολμήματα καὶ 〈αἱ〉 πράξεις ἢ τὰ διεφθαρμένα ποίμνια παρὰ τὸ διαχρή‐ σασθαι αὐτά· δηλοῖ δὲ ἡ λέξις καὶ τὸ μαντεῖον καὶ τὸν χρησμὸν καὶ τὸ ἱερεῖον. | |
5 | ἃ διεχρήσατο ἐκεῖνος. | |
Aj222 | αἴθοπος διαπύρου, θερμοῦ ἐν ταῖς μάχαις· ἢ τὸ θερμὸν νῦν ἐπὶ τοῦ παρακεκινηκότος κείσθω. | |
Aj225 | κλῃζομέναν πεφημισμένην. | |
Aj226 | τὰν ὁ μέγας μῦθος ἀέξει ἣν ἀγγελίαν πᾶς λόγος αὔξει· πρῴην μὲν γὰρ μόνοι οἱ Ἕλληνες ἔλεγον ταῦτα περὶ Αἴαντος, ἡμεῖς δὲ ἠπιστοῦμεν, νῦν δὲ καὶ ἡμεῖς ἔγνωμεν. | 23 |
Aj227 | ὤμοι φοβοῦμαι τὸ ἐκ τούτου, φησίν, ἀποβη‐ σόμενον· εἰκὸς γὰρ τὸν οὕτως ἐξεστηκότα μηδὲ ἑαυτοῦ ἀνασχέσθαι· οὐ γάρ, φησί, φοβοῦμαι μὴ τιμωρηθῇ ὑπὸ τῶν βασιλέων. | |
Aj228 | περίφαντος φανερός ἐστιν ὅτι ταῦτα ἑαυτὸν διαθήσει. | |
Aj229 | θανεῖται ὑπὸ τῶν Ἑλλήνων, οὐ θεόθεν. παραπλήκτῳ τῇ μανικῇ· παραπλὴξ γὰρ ὁ μανικός. | |
Aj232 | ἱππονόμους τοὺς μεγάλως φυλάττοντας, τοὺς ποιμένας· οὗτοι γὰρ ἐνόμιζον καὶ ποιμένας αὐτὸν ἀνῃρηκέναι. | |
Aj233 | ὤμοι, κεῖθεν κεῖθεν ἄρ’ ἡμῖν ὡς οἰκουροῦσα τὰ ἔξω ἡ Τέκμησσα ἠγνόει· δεῖ οὖν τὸν μὲν χορὸν τὰ ἔνδον ἀπ’ αὐτῆς γνῶναι τὴν δὲ ἀπὸ τοῦ χοροῦ τὰ ἔξω. | |
Aj235 | τὴν μὲν τὴν ποίμνην. | |
Aj236 | πλευροκοπῶν κατὰ τῶν πλευρῶν τύπτων. | |
Aj237 | δύο δ’ ἀργίποδας ἴσως τὸν μὲν ἕνα ἐνόμιζεν Ὀδυσσέα τὸν δὲ ἄλλον Νέστορα ἢ Μενέλαον. λευκόποδας. | |
Aj238 | τοῦ μὲν κεφαλὴν καὶ γλῶσσαν ἴσως τοῦτον ἐνόμιζε Νέστορα ὡς ψευδομαρτυρήσαντα κατ’ αὐτοῦ. | |
Aj241 | μέγαν ἱπποδέτην ῥυτῆρα λαβὼν | παίει διπλώ‐ | |
σας τὸν χαλινὸν παίει τὸν κριὸν ὡς λιγυρᾷ καὶ ὀξυ‐ φώνῳ μάστιγι· ἱπποδέτην δὲ ῥυτῆρα χαλινὸν μέγαν, μέγαν δὲ πρὸς τὸ πικρότερον καθάψασθαι τοῦ ἐχθροῦ. | 24 | |
Aj243 | κακὰ δεννάζων ἀντὶ βλασφημῶν· περιστέλλει δὲ καλῶς τὸν λόγον φάσκουσα τὰ ῥήματα μὴ εἶναι τοῦ Αἴαντος ἀλλὰ θεῶν τινος ὑποβολῇ· δαίμονα δέ φησι τὴν μανίαν. | |
Aj245 | ὥρα τιν’ ἤδη τοι κρᾶτα ὥρα τινὰ [ἡμῶν] ἀντὶ τοῦ ἕκαστον ἡμῶν προελκυσάμενον τὴν ἐσθῆτα, τοῖς καλύμμασι τὴν κεφαλὴν 〈κρυψάμενον〉· ὁρῶν δὲ ὁ χορὸς ὅτι ἐν μεγίστῳ κακῷ ἐστιν Αἴας τὸ μὲν κατὰ | |
5 | τὴν νόσον τὸ δὲ κατὰ τὴν ἀπειλὴν τῶν βασιλέων διαπορεῖται τί πρακτέον αὐτῷ, πότερον ἐγκαλυψαμένους φεύγειν ὅποι ποτ’ οὖν ἢ ἀποπλεῖν ἐπιβάντας ἐπὶ τῶν νεῶν· καὶ οὐκ ἔστι μὲν μικρὸν τὸ ἐάσαντας τὸν προ‐ στάτην ἀπαλλαγῆναι ἀλλὰ σημαίνουσι διὰ τούτων ἔστιν | |
10 | ὅτε τὰ ἐν ποσὶ δεινά· εἰώθασι γὰρ οἱ ἀποροῦντες ἐξ ἀρχῆς τοιαῦτα προφέρεσθαι. | |
Aj250 | μεθεῖναι μετιέναι, φεύγειν· ἕκαστον ἡμῶν, φησί, δεῖ μεθεῖναι τουτέστι ῥῖψαι ἑαυτὸν ἐν νηὶ καὶ φυγεῖν. | |
Aj251 | τοίας ἀντὶ μεγάλας. ἐρέσσουσιν ἀντὶ εὐτόνως κινοῦσιν. ἀπὸ τῶν ἐρεσ‐ σόντων ἀντὶ ἐλαύνουσι, κινοῦσιν. | |
Aj252 | δικρατεῖς οἱ δισσοί. | |
Aj253 | πεφόβημαι κ. ἑ. εὐλαβοῦμαι τὸ λευσθῆναι | |
καὶ ἄλλως μετ’ αὐτοῦ ὃν δὴ μοῖρά τις κακὴ κατέχει, λέγει δὲ τὴν μανίαν· λιθόλευστον δὲ Ἄρη τὸν θάνα‐ τον· καὶ Ὅμηρος | 25 | |
5 | γίγνετ’ Ἄρης ἀλεγεινὸς ὀιζυροῖσι βροτοῖσιν. | |
Aj254 | ξυναλγεῖν ἀντὶ τοῦ συμπαθεῖν. | |
Aj256 | αἶς’ ἄπλατος ἀντὶ τοῦ μεγάλη μανία. | |
Aj257 | οὐκέτι αὐτὸν κατέχει ἡ μανία ἀλλὰ λήγει ὡς ὀξὺς νότος ταχέως λήγει ὡς γινομένων τινῶν σημείων ἐπὶ τοῖς πνεύμασιν ὥστε παρατείνειν αὐτὰ ἢ ταχέως πεπαῦσθαι οἷόν ἐστι καὶ ἐν τῇ κωμῳδίᾳ | |
5 | ἀλλ’ ἔπεσε ταχέως· δειλινὸς γὰρ ἤρξατο· φησὶν οὖν ἡ Τέκμησσα πεπαῦσθαι αὐτὸν τῆς μανίας ἵνα προκόπτῃ τὰ τῆς ὑποθέσεως. | |
Aj259 | καὶ νῦν φρόνιμος ἔμφρων γενόμενος ἤρξατο συμπαρακολουθεῖν τῇ συμφορᾷ καὶ ἀλγεῖν. | |
Aj261 | μηδενὸς ἄλλου παραπράξαντος οἷον μηδενὸς συμπράξαντος καὶ μετασχόντος τῶν ἁμαρτημάτων· ἡ γὰρ κοινωνία τῶν ἁμαρτημάτων φέρει τινὰ παραμυ‐ θίαν· περισσὴ δὲ ἡ παρὰ πρόθεσις. | |
Aj264 | φρούδου λείπει τὸ ὄντος. μείων λόγος ἀντὶ οὐδεὶς λόγος. | |
Aj265 | πότερα δ’ ἂν εἰ νέμοι τις αἵρεσιν εἰ δοίη τις αἵρεσιν ποῖον ἂν προκρίνειας, λυπῶν τοὺς φίλους αὐτὸς ἥδεσθαι ἢ λυπῶν τοὺς φίλους καὶ αὐτὸς λυπεῖ‐ | |
σθαι; ἄριστα δὲ ἔχουσιν αἱ ἀντιθέσεις τῶν μὲν οἰο‐ | 26 | |
5 | μένων ἐν εὐτυχίᾳ γεγονέναι εἰ πέπαυται τὸ κακὸν τῆς δὲ βουλομένης παραστῆσαι ὅτι ἐν χείροσίν ἐστι τὰ τοῦ Αἴαντος νῦν ὁπότε καὶ παρακολουθεῖ τοῖς ἁμαρ‐ τήμασιν· εἰπόντος δὲ τοῦ χοροῦ ἐν εὐτυχίᾳ εἶναι εἰ πέπαυται ὁ Αἴας τοῦ κακοῦ ἐπάγει ἡ Τέκμησσα ὅτι | |
10 | κακόν ἐστιν τῷ οὕτως πράξαντι καὶ τὸ πεπαῦσθαι τῶν δεινῶν· παρακολουθῶν γὰρ τοῖς πεπραγμένοις ἐν ὀδύνῃ πλείονι γίνεται· καὶ Εὐριπίδης τὸ γὰρ ὀρθοῦσθαι γνώμην ὀδυνᾷ· πρὸς δὲ τὸ ὑπ’ ἐκείνων εἰρημένον ὅτι ἐν εὐτυχίᾳ ἂν | |
15 | εἴημεν εἰ πέπαυται ἀντιτίθησιν οὕτω, πότερα ἂν ἕλοιο εἴ σοι δοίη τις αἵρεσιν, λυπῶν τοὺς φίλους αὐτὸς ἐν ἡδονῇ διάγειν ἢ κοινωνεῖν τοῦ παντὸς καὶ αὐτός τε λυπεῖσθαι καὶ τοὺς φίλους λυπεῖν; οἷον ὁ μὲν Αἴας ἐν τῇ μανίᾳ ὢν ἐτέρπετο οἰόμενος τιμωρεῖσθαι τοὺς | |
20 | ἐχθροὺς ἐγὼ δὲ ἐλυπούμην ὁρῶσα αὐτὸν νυνὶ δὲ παυ‐ σάμενος τῆς μανίας καὶ αὐτὸς λυπεῖται ἐπὶ τοῖς πεπραγ‐ μένοις λυπεῖ δὲ πάλιν καὶ τοὺς φίλους· νῦν οὖν δεδιπλασίασται τὸ κακόν· τοῦτο δὲ ἀναπτύσσει ὁ χορὸς διὰ τοῦ ἐπιφερομένου | |
25 | τό τοι διπλάζον, ὦ γύναι, μεῖζον κακὸν οἷον τὸ ἀμφοτέρους λυπεῖσθαι. | |
Aj266 | ὥσπερ ὁ Αἴας ἐν μανίᾳ ὢν λυπῶν ἡμᾶς αὐτὸς ἥδετο. | |
Aj269 | ἡμεῖς ἄρ’ οὐ νοσοῦντες ἡμεῖς ἀντὶ τοῦ ὁ Αἴας νῦν μὴ νοσῶν ὀδυνᾷ ἑαυτὸν διὰ τὰ πεπραγ‐ μένα. | 27 |
Aj273 | φρονοῦντας γράφε βλέποντας. | |
Aj276 | ἡμεῖς θ’ ὁμοίως ἐμοί, φησί, κατ’ ἄμφω τοὺς καιροὺς συμβέβηκεν ἀνιᾶσθαι αὐτοῦ μὲν τότε ἐξεστη‐ κότος καὶ τερπομένου νῦν δὲ σωφρονοῦντος καὶ λυ‐ πουμένου. | |
5 | συλλυπησόμεθα. | |
Aj277 | ἆρ’ ἔστι ταῦτα δὶς τός’ ἐξ ἁπλῶν ἁπλῶν μὲν 〈διὰ〉 τὸ τοὺς φίλους ἀνιᾶν δὶς τόσα δὲ ὅτι καὶ αὐτὸς συναλγεῖ. | |
Aj279 | πῶς γὰρ εἰ πεπαυμένος πῶς γὰρ οὐ θεῖόν τι εἴη τὸ κατὰ τὸν Αἴαντα εἰ πεπαυμένος τοῦ κακοῦ μᾶλλον ἐν ἀνίᾳ διάγει; πεπαυμένος ἀντὶ τοῦ σωφρονῶν. | |
Aj281 | ὡς ὧδ’ ἐχόντων ὅτι κάκιον νῦν ἐκεῖνος ἔχει. | |
Aj282 | τίς γάρ ποτ’ ἀρχή ἀντὶ τοῦ τίς ἡ προσβολὴ τοῦ κακοῦντος αὐτὸν θεοῦ; | |
Aj285 | κεῖνος γὰρ ἄκρας νυκτός περὶ πρῶτον ὕπνον· πιθανῶς δὲ καὶ τὸ τοῦ χρόνου πρόσκειται· οἱ γὰρ ἐπιβουλεύοντες τότε τὰς ἐξόδους ποιοῦνται ὥστε λα‐ θεῖν τὰς παραφυλακάς. | |
5 | ἡνίχ’ ἕσπεροι ἢ ὅτε οὐκ ἔφαινον ἔτι οἱ ἕσπεροι ἀστέρες ἢ ὅτε ἐσβέσθησαν οἱ λύχνοι· συνετῶς δὲ καὶ οὐ κατὰ μαινόμενον· [καὶ] ἐκ 〈τῆσ〉 τοῦ καιροῦ γὰρ ἐννοίας ἐπιβουλεύοντος ἐπιθέσθαι περὶ πρῶτον ὕπνον· λαμπτῆρες δὲ οἱ κατὰ τὴν οἰκίαν φαίνοντες λύχνοι. | |
10 | οἱ κατὰ τὴν ἑσπέραν. | |
Aj286 | ᾖθον ἀντὶ τοῦ ᾔθοντο. | 28 |
Aj287 | ἐμαίετ’ ἐζήτει. κενὰς τὰς οὐκ ἐπὶ χρήσιμον γινομένας. | |
Aj288 | ἐπιπλήσσω ἐνίσταμαι. | |
Aj290 | πεῖραν πορείαν, ὁδόν. οὔτε του ὥσπερ παρὰ Αἰολεῦσι τὸ ὅτινα κοινόν ἐστι κατὰ γένος οὕτω καὶ παρὰ Ἀττικοῖς τὸ [οὔτε] του ὅταν οὕτως συντάσσηται κοινῶς λέγεται. | |
Aj292 | ἀεὶ δ’ ὑμνούμενα ἀεὶ θρυλούμενα ὑπὸ πάν‐ των ἀνθρώπων καὶ κοινὰ ἢ ἀεὶ ὑπ’ αὐτοῦ λεγόμενα πρὸς ἐμέ· ὅμοιον δὲ τὸ ἦθος ἐκείνῳ ἀλλ’ εἰς οἶκον ἰοῦσα τὰ σαυτῆς ἔργα κόμιζε. | |
Aj294 | ἴσως φοβηθεῖσα αὐτὸν οὐ διεκώλυσεν. | |
Aj295 | καὶ τὰς ἐκεῖ μὲν οὐκ ἔχω λέγειν τοῦτο μὲν ἀγνοεῖ ἡ Τέκμησσα λέγειν τοῦτο δὲ προεῖπεν αὐτὰ ὁ ποιητὴς ὡς ἐνοχλεῖν οὐ δεῖ τὸν θεατὴν ταὐτολογοῦντα. | |
Aj297 | κύνας βοτῆρας τοὺς ποιμενικοὺς κύνας· οὐ γὰρ ἀναιρεῖ κατὰ τὴν σκηνὴν ἄνθρωπον ἀλλ’ ὡς ἔξω τινὰς ἀνελών. ὑφ’ ἕν. | |
Aj298 | ηὐχένιζε τὸν τράχηλον ἀπέκοπτεν, ἐλαιμοτόμει. | |
Aj299 | ἔσφαζε κἀρράχιζε ὅπερ Ὅμηρος αὐερύειν φησὶν ὥστε κατὰ τοῦ λαιμοῦ γίνεσθαι τὴν σφαγήν. | |
Aj300 | ὥστε φῶτας δηλονότι κύνας βοτῆρας ὥστε φῶτας. | |
Aj301 | τέλος δ’ ἀπᾴξας ἡ μὲν Τέκμησσα ἠγνόει τίνι διείλεκται 〈ἡμεῖς δὲ μεμαθήκαμεν〉 ἐκ τοῦ προλόγου ὅτι Ἀθηνᾶ ἦν ἡ λαλήσασα αὐτῷ· τὸ δὲ σκιᾷ τινι ὅτι οὐ συνέβαλεν τὰ περὶ τὴν θεὸν καὶ ὅτι ἴδιον τοῖς | 29 |
5 | μαινομένοις τὸ τοῖς ματαίοις λαλεῖν· ἀγνοοῦσα δὲ ὅτι ἡ Ἀθηνᾶ αὐτὸν ἐκάλεσεν διὰ τοῦ ἀπᾴξας τὴν ἔξοδον τῇ μανίᾳ ἀνατίθησιν. | |
Aj302 | λόγους ἀνέσπα τουτέστι ῥήματα καταγέλαστα λέγων κατὰ τῶν κριῶν ὡς κατὰ ἀνθρώπων ἐποιεῖτο τὴν κόλασιν. | |
Aj307 | οὐχ ὅτι τοῦτο ἀλγεινόν, τὸ ἀνελεῖν τὰ ποίμνια ἀλλ’ ὅτι διήμαρτεν τῆς τιμωρίας τῶν ἐχθρῶν. | |
Aj308 | θώυξεν ἐβόησεν· τὸ δὲ ἑξῆς, ἐν δὲ τοῖς ἐρειπίοις τῶν νεκρῶν τοῦ ἀρνείου φόνου. ἐν δ’ ἐρειπίοις | νεκρῶν ἐν τοῖς πτώμασι τῶν νεκρῶν καταπεσὼν ἔκειτο· θαυμαστῶς δὲ ὑπ’ ὄψιν | |
5 | ἤγαγεν τὰ πράγματα μεταξὺ τῶν πτωμάτων τὴν φαν‐ τασίαν ἐπιδεικνὺς οἷον καὶ τὸ παρ’ Ὁμήρῳ περὶ τοῦ Κύκλωπος τανυσσάμενος διὰ μήλων· ἐρειφθεὶς δὲ ἀντὶ τοῦ καταπεσών, ἐρριμμένος· πάντα | |
10 | γὰρ τὰ ἐπὶ τὴν ἔραν πίπτοντα ἐρίπια καλοῦνται καὶ αἱ ἐρίπναι ἐνταῦθα καὶ τὰ ἐρίπια· τινὲς δὲ ἐρεισθεὶς γράφουσιν οἷον ἐπερεισάμενος. | |
Aj309 | ἐρειφθεὶς γράφε ἐρεισθείς. | 30 |
Aj312 | οὐκ ἔχων ἐπιβολὴν τῆς αἰτίας τῶν πεπραγ‐ μένων ἐμὲ ἠρώτα τὸ συμβάν· πάνυ δὲ περιπαθὲς τὸν ἐμφρονέστατον Αἴαντα παρὰ τῆς γυναικὸς πυν‐ θάνεσθαι τίνα ἐστὶν ἃ ἔπραξεν αὐτός. | |
Aj314 | κυροῖ τὸ κυρῶ περισπωμένως φησὶν ἡ συνήθεια καὶ Ἀττικοί, ἐν δὲ 〈τοῖσ〉 εὐκτικοῖς βαρύ‐ νουσιν αὐτὸ Ἀττικοὶ μετὰ ἐκτάσεως τοῦ υ κύροι λέ‐ γοντες ἀντὶ τοῦ κυροίη· νῦν δὲ ἀντὶ τοῦ κυρεῖ | |
5 | ὁριστικοῦ κεῖται. | |
Aj318 | οὐκ εἰώθει, φησίν, ὁ Αἴας ἐν τοῖς κακοῖς ἀπολοφύρεσθαι ἀλλ’ ἦν καρτερικός· ἔλεγεν οὖν, φησίν, ἀεὶ κακοῦ ἀνδρὸς τὸ ὀλοφύρεσθαι ὁποῖόν φησι καὶ ὁ Ἡρακλῆς ἐν Τραχινίαις | |
5 | ἀλλ’ ἀστένακτος αἰὲν εἱπόμην κακοῖς· ὁ οὖν Αἴας πρὸ τούτου εἰ συνέβη τι αὐτῷ δεινὸν ὡς ταῦρος ἀνεβρυχᾶτο ἀνεξάκουστον, οὐδέποτε δὲ εἰς προφανῆ γόον ἐξέπιπτεν. | |
Aj325 | σιδηροκμῆσιν τῷ σιδήρῳ φονευθεῖσιν ὡς ἀνδροκμῆσιν. | |
Aj326 | καὶ δῆλός ἐστιν ὥς τι δρασείων προσεκτικὰ πρὸς τὸν ἀκροατὴν ἵνα προσέχῃ ἀκριβέστερον προσ‐ δοκῶν τὸ συμβησόμενον. | |
Aj328 | ἀλλ’ ὦ φίλοι, τούτων γὰρ οὕνεκ’ ἐστάλην: πιθανὴν τὴν πρόφασιν τῆς ἐξόδου φησὶν ἵνα μὴ δόξῃ τὸν Αἴαντα ἐν τοιαύτῃ συμφορᾷ καταλελοιπέναι. | |
τοῦτο πρὸς τὸ μέγεθος τῆς συμφορᾶς. | 31 | |
Aj330 | φίλων γὰρ οἱ τοιοίδε νικῶνται δηλονότι καὶ οἱ κακοπραγοῦντες ἀπονέμουσιν αἰδῶ τινα τοῖς φίλοις· ἡ οὖν Τέκμησσα ἅτε δὴ γυνὴ οὖσα καὶ αἰχμάλωτος οὐχ οἵα τε αὐτὸν παραμυθεῖσθαι ἀλλὰ τὸν χορὸν | |
5 | προτρέπεται εἰσιέναι, ἐπειδὴ δὲ ἄτοπον τὸν χορὸν ἀπολιπεῖν τὴν σκηνὴν ἀναβοᾷ ἔνδοθεν ὁ Αἴας ἵνα μείνῃ ἐπὶ χώρας ὁ χορός· τοῦτο γὰρ ἐπόθει ὁ θεατής. | |
Aj332 | διαπεφοιβάσθαι ἐκμεμηνέναι παρὰ τὸν φοῖτον· ἢ ἀπὸ τῶν φοιβωμένων καὶ ἐνθουσιώντων· καὶ γὰρ ἐκεῖνοι μανίᾳ τινὶ ὅμοιον πάσχουσί τι. | |
Aj333 | ὁ Αἴας ἔνδοθεν ἀναστενάζει. | |
Aj334 | τάχ’, ὡς ἔοικε τάχα, ὡς φαίνεται, μᾶλλον στενάζει, ὡς νῦν αὐτοῦ μᾶλλον παρωξυμμένου ἢ πρό‐ τερον, εἶτα πρὸς τὸν χορὸν τὰ ἑξῆς ἢ οὐκ ἠκούσατε | |
5 | Αἴαντος οἵαν τήνδε θωύσσει βοήν; ἐμφαντικῶς δὲ τὸ θωύσσει· καὶ γὰρ δεῖ τὸν ὑποκρι‐ νόμενον τὸ τοῦ Αἴαντος πρόσωπον ἀπηνεστέρῳ χρή‐ σασθαι τῷ φθέγματι καὶ κυνικώτερον βαΰζειν· διὰ τοῦτο εἶπεν θωύσσει. | |
10 | βαΰζει. | |
Aj337 | ἀνὴρ ἔοικεν ἢ νοσεῖν ἢ ἔτι νοσῶν ἀναβοᾷ ἢ μεταγνοὺς ἐπὶ τοῖς πεπραγμένοις. | |
Aj339 | παρέλκει τὸ παῖ· ἡ δὲ Τέκμησσα ἐνόμισεν αὐτὸν τὸν παῖδα καλεῖν. | |
Aj340 | ὤμοι τάλαιν’· Εὐρύσακες ἀπορούσης τὸ ἦθος· τὸ μὲν 〈γὰρ〉 ἀποιμώζει τὸ δὲ καλεῖ τὸν παῖδα εἶτα πρὸς ἑαυτὴν ἐπαπορεῖ τί ποτε μενοινᾷ καὶ πάλιν καλεῖ τὸν παῖδα καὶ ἑαυτὴν ἀπολοφύρεται· λεληθότως | 32 |
5 | δὲ ἐνεφάνισεν καὶ τὸ τοῦ παιδὸς ὄνομα· ἐδεδίει δὲ μὴ ἀνέλῃ αὐτὸν μαινόμενος. | |
Aj341 | ποῦ ποτ’ εἶ; ὁ παιδαγωγὸς αὐτὸν ἔξω εἶχεν. | |
Aj342 | Τεῦκρον καλῶ· ποῦ Τεῦκρος; μεταβαίνει ὁ Αἴας ἐπὶ πολλὰ ἵνα δὴ πλείονες αἱ ἀγωνίαι γίνωνται. ἄλλως: ἴδιον τοῦ κακῶς ἔχοντος τὸ μὴ ἐφ’ ἓν τῶν λυπούντων ποιεῖσθαι τὴν ἀναφοράν· ἐπιζητεῖ δὲ | |
5 | Τεῦκρον ἵνα παράθηται αὐτῷ τὸν παῖδα ὃν ἀφίησι τῷ χορῷ μὴ εὑρὼν τὸν Τεῦκρον· τὸ δὲ ἀπεῖναι Τεῦκρον χρήσιμον τῇ οἰκονομίᾳ· παρὼν γὰρ ἐκώλυεν αὐτὸν πρᾶξαι ἃ ἐβούλετο, νῦν δὲ μόνης τῆς γυναικὸς ἐγένετο κρείττων. | |
Aj344 | ἀνὴρ φρονεῖν ἔοικεν· ἀλλ’ ἀνοίγετε ἐκ τοῦ καλεῖν τὸν Τεῦκρον στοχάζονται καὶ ἀνοίγειν κελεύουσιν ἵνα αἰδεσθείη θεασάμενος· οἷον τάχ’ ἂν αἰδεσθείη με ἢ οἷον τάχα ἂν ἐφ’ ἡμῖν αἰδεσθείη ἀπολιπὼν ἡμᾶς | |
5 | ἀνάρχους καὶ ὑποχειρίους τοῖς ἐχθροῖς. | |
Aj346 | προσβλέπειν δ’ ἔξεστι ἐνταῦθα ἐκκύκλημά τι γίνεται ἵνα φανῇ ἐν μέσοις ὁ Αἴας ποιμνίοις· εἰς ἔκπληξιν γὰρ φέρει καὶ ταῦτα τὸν θεατήν, τὰ ἐν τῇ ὄψει περιπαθέστερα· δείκνυται δὲ ξιφήρης, ᾑματω‐ | |
5 | μένος μεταξὺ τῶν ποιμνίων καθήμενος. | |
Aj348 | ἰὼ φίλοι ναυβάται τάχιστα τὸ πᾶν ἀπήγ‐ γειλεν τῷ τροπικῷ, βούλεται δὲ σημᾶναι ὅτι ἐκ μεγά‐ λου χειμῶνος ὥσπερ ὑπὸ κινήσεως ἀνέμων κῦμά τι, ὑπολειφθὲν ἀπὸ τοῦ γεγονότος χειμῶνος, κυκλεῖ αὐ‐ | 33 |
5 | τόν· μετὰ γὰρ τὸν χειμῶνα εἴωθεν τὸ κῦμα ἐπὶ πλέον μένειν· λείπει δὲ τὸ ὡς ἵν’ ᾖ ὡς ἀμφίδρομον οἷον τὸ πανταχόθεν περιτρέχον ἐξ οὗ τὴν ὑπερβολὴν τοῦ κακοῦ σημαίνει ὅτι κατ’ οὐδὲν αὐτῷ ἐν εὐδίᾳ ἦν τὰ πράγματα. | |
Aj350 | ὀρθὸν νόμον τὸν τῆς φιλίας φησίν. | |
Aj353 | ἀμφίδρομον τὸ ἑλικοειδές, ὃ βαπτίζει τὰς ναῦς. | |
Aj354 | οἴμ’ ὡς ἔοικας ὁ χορός ἐστιν ὁ λέγων· οὐ γὰρ εὐπρεπὲς τὴν Τέκμησσαν τὸν λόγον ὑφαρπάζειν λεγόμενον πρὸς τὸν Αἴαντα· ἐν ταῖς γὰρ ἀμφιβολίαις τῶν προσώπων δεῖ τοῦ ἤθους στοχάζεσθαι καὶ δια‐ | |
5 | στέλλειν τὸ πρόσωπον· ἔοικεν οὖν, φησίν, ὅτι ἐν μεγάλῳ χειμῶνι γέγονας· τὸ γὰρ ἀφροντίστως οἷον διὰ τὸ μηδένα ἐπιμεληθῆναί σου [ἐν χειμῶνι γέγο‐ νας]· ἢ οὕτω πρὸς τὴν Τέκμησσαν ὁ λόγος, νομίζω σε ἀληθῆ μοι μεμαρτυρηκέναι περὶ τῆς μανίας Αἴαντος· | |
10 | οὕτω γὰρ τὸ πρᾶγμα δείκνυσιν ἡμῖν ὅτι μανικῶς διετέθη. | |
Aj356 | ἀφροντίστως μανικῶς. | |
Aj357 | ναΐας τῆς ναυτικῆς ἐπεὶ ναυτικοὶ δοκοῦσιν οἱ νησιῶται. | |
Aj358 | ἑλίσσων κωπηλατῶν· εἴρηται δὲ παρὰ τὸ | |
ἀμφιελίσσας. | 34 | |
Aj360 | ποιμένων τῶν κηδομένων, τῶν βοηθῶν ὡς καὶ ποιμαίνειν τὸ φροντίζειν. ποιμένων τῶν ἐμὲ ποιμαινόντων καὶ θαλπόντων· τὴν αὐτὴν οὖν μοι προαίρεσιν λάβε καὶ εὔξαι με | |
5 | ἀποθανεῖν ἢ σφάξον με σὺν τοῖς θρέμμασιν· οὐ διὰ τὴν ἧτταν δὲ τῶν ὅπλων πικρὸς ὢν βούλεται ἀναιρεῖ‐ σθαι ἀλλὰ τὸ ὄνειδος ὑφορώμενος τῶν ποιμνίων, ἐν τούτῳ δὲ τὸ ἦθος καὶ ἡ μεγαλοφροσύνη δείκνυται τοῦ Αἴαντος. | |
Aj362 | εὔφημα φώνει· μὴ κακόν τὸ ἑξῆς, μὴ κακὸν κακῷ διδοὺς ἄκος μεῖζον ποίει τῆς ἄτης τὸ πῆμα (ἄτην δὲ τὴν μανίαν, πῆμα δὲ τὸν θάνατον) ὅ ἐστι χεῖρον τῆς μανίας· τοῦτο δέ φησιν ἐπεὶ ὁ Αἴας λέγει | |
5 | τῷ χορῷ ἀλλά με συνδάιξον. ἄλλως: μὴ θεραπείαν κακοῦ ἕτερον κακὸν ἐπεισαγάγῃς οἷον μὴ τῷ θανάτῳ διαλύσῃς τὸ ὄνειδος· πῆμα δὲ ἄτης κατὰ περίφρασιν τὴν ἄτην, μὴ τὴν ἄτην πλείονα | |
10 | ποιήσῃς· ἀρκεῖ γὰρ ἡ παροῦσα. | |
Aj366 | ἀφόβοις τοῖς μὴ φόβον ἐμποιοῦσι, θηρσὶ δὲ προβάτοις. | |
Aj367 | οἷον ὑβρίσθην ἄρα ὅτι οὐδὲν αὐτοῦ ἄλλο ἅπτεται ὡς τὸ τῆς ἀσχημοσύνης ὅτι κατὰ τῶν μηδενὸς ἀξίων ἠνδρίσατο. | |
Aj368 | μή, δέσποτ’ Αἴας τοῦτο Τεκμήσσης ἐστὶ καὶ παρὰ μέρος γίνονται αἱ παραμυθίαι οἷα τὰ τῶν φίλων | |
ἐστὶν ἐν ταῖς τοσαύταις συμφοραῖς παραμυθουμένων ἵνα ἐκεῖνος μὲν ἀπαράλειπτον ἔχῃ τὴν παραμυθίαν | 35 | |
5 | οἱ δὲ ἐν μέρει τυγχάνωσιν ἀναπαύλης· τὸ δ’ 〈οὐκ〉 ἐκτός; οὐκ ἄψορρον πρὸς τὴν Τέκμησσάν φησιν· ἐκείνοις μὲν γὰρ διαλέ‐ γεται Αἴας δεόμενος αὐτῶν ἐνταῦθα δὲ τῇ Τεκμήσσῃ ἐπιπλήσσει (εἰώθαμεν γὰρ τοῖς ἐγγυτέρω παρρησιάζε‐ | |
10 | σθαι) οὐχ ὡς αἰχμάλωτον ἐξουθενῶν. | |
Aj371 | ὦ πρὸς θεῶν τοῦτο ὁ χορὸς τῆς Τεκμήσσης σιγησάσης διὰ τὴν ἐπιτίμησιν, οὐ μὴν πρὸς τοῦτο ἀποκρίνεται ὁ Αἴας ἀλλ’ ἀνοιμώζει πάλιν· ἔστι γὰρ καὶ τοῦτο ἴδιον τῶν καμνόντων ὥστε μὴ ἀκολούθως | |
5 | φθέγγεσθαι. | |
Aj377 | ἐπ’ ἐξειργασμένοις ἐπὶ τετελεσμένοις καὶ ἴασιν οὐκ ἔχουσιν κατὰ τὸ Σιμωνίδου τὸ γὰρ γεγενημένον οὐκέτ’ ἄρεκτον ἔσται. | |
Aj378 | ὅπως ταῦτα μὴ οὕτως σχοίη. | |
Aj380 | κακῶν ὄργανον πανοῦργε καὶ περίεργε. | |
Aj381 | κακοπινέστατον τὸν πίνον ποτὲ μὲν ἐπὶ τῆς ἰδέας ποτὲ δὲ ἐπὶ τοῦ ἤθους· ἐνταῦθα οὖν τὸν κακοήθη· ἀντὶ τοῦ κολάκευμα, τρίμμα. κακοπινέστατον: ῥυπαρόν· πινῶδες γὰρ ἀδόκιμον τῇ γνώμῃ καὶ οὐ καθαρόν, | |
5 | ἄλλοτε ἄλλα νοῶν. ἄλημα ἀπάτημα. | |
Aj382 | τοῦτο μάλιστα αὐτοῦ ἅπτεται, τὸ τῷ ἐχθρῷ | |
καταγέλαστον εἶναι. | 36 | |
Aj383 | ξὺν τῷ θεῷ πᾶς καὶ γελᾷ κινδυνεύει εἰς ἐναντίον εἶναι τὸ διανόημα ἐὰν νομίζωμεν φάσκειν τὸν χορὸν ὅτι θεοῖς ἀρέσκει γελᾶν ἐκεῖνον καὶ ἐφήδε‐ σθαί σοι· τοῦτο γὰρ προτροπὴν μᾶλλον φέρει εἰς τὸν | |
5 | θάνατον Αἴαντι· ἀκουστέον οὖν οὕτως, οὐχ ὅτι θεῷ ἀρέσκει γελᾶν ἐκεῖνον ἀλλ’ ὅτι θεῶν βουλομένων καὶ τὰ κακὰ μεθίσταται εἰς τέρψιν· εἰκὸς οὖν καὶ ἡμῖν, φησί, βοηθήσειν τὸ θεῖον· ἢ οὕτω, θεὸς καὶ τὸ γελᾶν καὶ τὸ κλαίειν δίδωσιν· πῶς οὖν σοῦ ἔχει καταγελάσαι | |
10 | Ὀδυσσεὺς αἴτιός σοι γεγονὼς τῆς ἀτυχίας ὅπου γε παρὰ θεῶν δίδοται; | |
Aj384 | τοῦ χοροῦ τὸν περὶ θεῶν λόγον ἐμβαλλο‐ μένου οὐκ ἀφίεται ὁ Αἴας ἀλλ’ ὑπὸ τῆς ἰδίας δυνά‐ μεως ἐπαίρεται· φησὶν οὖν, ἴδοιμι αὐτὸν καίπερ οὕτω κακούμενος· δῆλον γὰρ ὅτι ἀμύνομαι εἰ καὶ θεοὶ | |
5 | συλλαμβάνουσιν αὐτῷ. ἀτώμενος ἄτης πεπληρωμένος. | |
Aj386 | μηδὲν μέγ’ εἴπῃς ὁποῖον καὶ τὸ ἐν Ἠλέκτρᾳ μηδὲν μέγ’ ἀύσῃς· τοῦτο δὲ πρὸς τὸ ἴδοιμί νιν καίπερ ὧδ’ ἀτώμενος. | |
Aj389 | ἄλημα πλάνημα καὶ παραλογιστικὸν πανούρ‐ γημα ἢ περίτριμμα παρὰ τὸ λέπειν. | |
αἱ τοιαῦται προσφωνήσεις οὐ διαλύουσι τὴν ὑπό‐ θεσιν παραλαμβάνουσαι τὸ μέλλον ἀλλὰ προσοχὴν | 37 | |
5 | ἐργάζονται τῷ θεατῇ προσδοκῶντι πῶς τὸ δεινὸν ἀπαντήσειεν. | |
Aj392 | ἐπειδὴ 〈διὰ〉 τῆς παραμυθίας οὐκ ἠδυνήθη αὐτὸν μεταθεῖναι δοκεῖ ἐκ τούτων αὐτὸν μεταθεῖναι· κἀμοὶ οὖν εὔχου ἀποθανεῖν. | |
Aj395 | τουτέστιν ὡς ἐμοὶ φαεινότερον τοῦ ἡλίου, ὡς ἐμοὶ χρῆσθαι κριτῇ· ἢ παρέλκει τὸ ὡς. ὡς εἴ τις τὸν θάνατον σωτηρίαν νομίσειεν. | |
Aj397 | οὔτε γὰρ θεῶν γένος οὔτε ἀνθρώπων γένος ὁρᾶν ἔτι ἄξιόν μοι εἰς ὠφέλειαν· ἄριστον τοίνυν ἐξιέναι τοῦ βίου· ἢ οὕτως, εἰς ὄνησιν ἀνθρώπων, ὠφέλεια οὐκ εἰσί μοι 〈οὔτε〉 οἱ ἄνθρωποι οὔτε οἱ | |
5 | θεοί· τί οὖν ζῶ; | |
Aj398 | τὸ ἐξ ἁμερίων ἀνθρώπων. | |
Aj400 | εἰς ὄνησιν εἰς ἡδονήν. | |
Aj401 | καὶ ταῦτα χρησίμως κατὰ τὸν χορὸν ἵνα ἐπίστανται πόθεν ἡ καταρχὴ τῆς μανίας· ἔδει οὖν οὐ παρὰ ἄλλου μαθεῖν ἢ παρ’ ἐκείνου τοῦ πεπονθότος· συνίησι γὰρ πεπλανημένος ὑπὸ Ἀθηνᾶς· ἡ γὰρ Τέκ‐ | |
5 | μησσα τὸ ὅλον ἀγνοεῖ. | |
Aj402 | ὀλέθριον μέχρι θανάτου. | |
Aj403 | φύγῃ γράφε τράπῃ. | |
Aj404 | ποῦ ἐλθὼν παραμενῶ; πανταχοῦ γὰρ ἕπεται ἡ θεὸς αἰκιζομένη. | |
Aj405 | τὰ μὲν [τὴν] κατὰ τὴν κρίσιν τῶν ὅπλων. | 38 |
Aj407 | ἄγραις διὰ τὴν ἀναίρεσιν τῶν βοτῶν. | |
Aj408 | δίπαλτος ἀμφοτέραις ταῖς χερσὶν οἷον περι‐ δεξίως με φονεύοι· παντὶ σθένει ὡς Δίδυμος· ἢ ὁ στρατός με φονεύοι λαβὼν τὰ δίπαλτα δοράτια ὡς Πῖός φησιν. | |
5 | τὴν ἀπὸ τῶν ἐχθρῶν ἐπιβουλὴν προβάλλεται. | |
Aj410 | τοιαῦτα φωνεῖν ἃ πρότερον οὐκ ἂν ἔτλη γενναιότατος ὤν. | |
Aj412 | πόροι ποταμοὶ εἰς θάλασσαν ῥέοντες· οὐ τοὺς ἐν Σαλαμῖνι δέ φησιν ἀλλὰ τοὺς ἐν Τροίᾳ. ποταμοί. | |
Aj413 | νέμος ἐπάκτιον τὸ ἄλσος τοῦ ὄρους τῆς Ἴδης τὸ παράλιον. | |
Aj417 | ἀμπνοὰς ἔχοντα ζῶντα. τοῦτο ὅτι οὐκ ἔχω ἔτι ζῆν. | |
Aj418 | ἰὼ Σκαμάνδριοι οὐκ ἔστιν ἡ διαστολὴ πρὸς τοὺς Τρῶας ὡς τοῦ Σκαμάνδρου μᾶλλον τὰ τῶν Ἑλ‐ λήνων αἱρουμένου ἀλλ’ οἷον ἐμοὶ ἐχθραὶ ῥοαί, εὔφρο‐ νες δὲ τοῖς Ἀργείοις τοῖς ἐμοῖς 〈ἐχθροῖσ〉· ταῦτα δὲ | |
5 | πάντα ἐστὶ τοῦ ἀνακρουομένου τὸν θάνατον. | |
Aj420 | εὔφρονες διὰ τὸ ποτόν. | |
Aj421 | οὐκέτ’ ἄνδρα οὐ νεμεσητὸν Αἴαντι μεγαλαυ‐ χεῖσθαι· ὅταν μὲν γάρ τις ἐν μετρίᾳ διαγωγῇ ᾖ τότε | |
εὔσχημον περιστέλλειν τὰ ἑαυτοῦ πλεονεκτήματα ἀπ‐ ηυδηκότα δὲ ἄνδρα οὐκ ἄν τις μέμψαιτο εἰ μεγαλαυ‐ | 39 | |
5 | χεῖται ὁποῖα καὶ ὁ Ἡρακλῆς ἐν τῷ τέλει ὢν περὶ τῆς ἀνδρείας αὑτοῦ διέξεισι· καὶ γίνεται ἐπίτασις τοῦ πάθους ὁπόταν τὸ τοιοῦτο διαφθείρηται, ἔτι δὲ αὔξε‐ ται τὸ πάθος οὐχ ὑπὸ ἄλλου λεγόμενον ἀλλ’ ὑπὸ αὐτοῦ. | |
Aj422 | ἔπος | ἐξερῶ μέγα κομπάσω. | |
Aj428 | οὔτοι ς’ ἀπείργειν ὁ χορός ἐστιν ὁ λέγων· ἐνδίδωσι γὰρ τῷ Αἴαντι κάμνοντι ὅπερ ἐστὶν εἶδος παραμυθίας, ἡ δὲ Τέκμησσα τοῦτο οὐκ ἐποίει. | |
Aj429 | ἔχω ἀντὶ τοῦ δύναμαι. | |
Aj430 | αἶ αἶ· τίς ἄν ποτ’ ᾤεθ’ ὧδ’ ἐπώνυμον ἐν‐ τεῦθεν μακρὰν ῥῆσιν μηκύνει ὁ Αἴας· ἔστι δὲ καὶ τοῦτο ἀρχαιότροπον, τὸ πρὸς τὰς ὀνομασίας ἐκφέρειν τὰς συμφοράς· καλῶς μὲν οὖν πράττων οὐκ ἂν | |
5 | ἐμέμνητο τοῦ διανοήματος ἐν συμφορᾷ δὲ ὤν. ἐπώνυμον κ. ἑ. συνῳδὸν ἔσεσθαι καὶ ἐπώνυμον τοῖς 〈ἐμοῖσ〉 κακοῖς· ἔπλεξε δὲ τὸ ὄνομα παρὰ τὸ αἶ αἶ τὸ θρηνητικόν. | |
Aj433 | περιπαθῶς τὰ τοῦ πατρὸς κατορθώματα παραλαμβάνει· οὐκ ἐλάσσονα γὰρ τοῦ πατρὸς ποιήσας ἄτιμος ἐλαύνομαι. | |
Aj434 | Ἰδαία τὸ πάλαι ἡ Τροία ἐκαλεῖτο. | |
Aj435 | εἴληφε τὴν Ἡσιόνην παρὰ τοῦ Ἡρακλέους. | |
Aj437 | πιθανῶς τὸ μὴ εἰπεῖν πλείονα τοῦ πατρὸς | |
κακοπαθῆσαι ἀλλὰ μὴ ἐλάττονα. | 40 | |
Aj439 | λείπει ἡ διὰ ἵν’ ᾖ δι’ ἐμῆς χειρός. ἀρκέσας δείξας, βοηθήσας, ποιήσας. | |
Aj440 | Ἀργείοισιν ἀντὶ τοῦ ὑπὸ Ἀργείων· ἢ ἀρκέσας Ἀργείοις ἄτιμος ὢν ἀπόλλυμαι. | |
Aj441 | τοσοῦτον ἀντὶ τοῦτο. | |
Aj442 | χάριεν τὸ διανόημα. ἐπεξιὼν τὰς ἑαυτοῦ συμφορὰς καταλέγει πρῶτα τὰ κατὰ τὴν ἀδικίαν τῆς κρίσεως· τοῦτο γάρ ἐστι τὸ πρῶτον αὐτὸν λελυπηκός· εἰπὼν δὲ τὰ ἴδια κατορθώ‐ | |
5 | ματα διεξῆλθεν καὶ ὡς συγγενικὴ αὐτῷ ἡ παρὰ τὸ χωρίον ἀνδραγαθία. | |
Aj445 | παντουργῷ πάντα πράττοντι καὶ μηδὲν ὑποστελλομένῳ, πανούργῳ καὶ ἀναιδεῖ. | |
Aj446 | ἀνδρὸς τοῦδ’ δεικτικῶς ἀντὶ τοῦ ἐμοῦ. | |
Aj448 | γνώμης ἀπῇξαν τῆς ἐμῆς οἷον εἰ μὴ διὰ ἔκστασιν τοῦ δέοντος ἐξέπεσον αἱ διάνοιαί μου οὐκ ἄν ποτε ἄλλου οὕτως ἀδίκως κατεψηφίσαντο· ὡς καὶ παρ’ Ὁμήρῳ | |
5 | ἦ γὰρ ἄν, Ἀτρεΐδη, νῦν ὕστατα λωβήσαιο. | |
Aj450 | ἀδάματος παρθένος, ἄζυγος. | |
Aj453 | αἱμάξαι παρὰ τὴν αἰχμὴν αἰχμάξαι. | |
Aj455 | οὐχ ἑκόντος γράφε οὐκ ἔχοντος, τὸ ἔγκλημα τῆς φυγῆς αὐτῶν· πάνυ δὲ γενναίως ἐμμένει τῷ λήματι· τὸ γὰρ ἐφ’ ἑαυτῷ ἀνῃρηκέναι φησὶ τοὺς Ἕλληνας καὶ ἡττῆσθαι οὐχ ὑπ’ ἐκείνων ἀλλὰ διὰ τὴν | |
5 | ἐπήρειαν τῆς θεοῦ. | |
Aj458 | ἐχθαίρομαι διὰ τὸ πεπλανῆσθαι ὑπὸ τῆς θεοῦ. | 41 |
Aj460 | ναυλόχους λιπὼν ἕδρας τὸν ναύσταθμον. | |
Aj462 | καὶ ποῖον ὄμμα πατρί αἰσχύνεται ἄνευ ἀριστείων φανῆναι τῷ πατρὶ καὶ φυγὰς ἀκούειν· δαιμονίως δὲ ἀνθυπάγει αὑτῷ τὰ τῆς ἀπαλλαγῆς καὶ τοῦτο ἀναλύει ἵνα μὴ λυθῇ ἡ ὑπόθεσις. | |
Aj464 | γυμνὸν ἀντὶ τοῦ ἔρημον· μεγαλοφυῶς δὲ οἴεται ἑαυτὸν τὸ πᾶν εἶναι. | |
Aj467 | πρὸς ἔρυμα πρὸς τὸ τεῖχος. | |
Aj469 | ἀλλ’ ὧδέ γ’ Ἀτρείδας ἀλλ’ ἐφησθήσονται οἱ Ἀτρεῖδαι ἐάν τι γενναῖον δράσας πρὸς τοὺς Τρῶας ἀποθάνω ἀγνοοῦντες ὅτι ἑκουσίως γέγονέ μοι ὁ θάνατος· καλῶς δὲ οὐκ ἐπήνεγκεν τὴν ἀληθῆ δόξαν | |
5 | ἕως ἂν δράσῃ ἅπερ αὐτὸς ὑπονοεῖ. | |
Aj472 | φύσιν γ’ ἄσπλαγχνος φύσιν τουτέστιν ἀσθενῆ καὶ ἀλλοίαν παρὰ τὴν τοῦ πατρός· ἄσπλαγχνος δὲ ἄτολμος, ταπεινός, δειλόψυχος. | |
Aj474 | ὅστις διαλλαγὴν οὐ δέχεται 〈ἀλλ’〉 ἀεὶ ἐν κακοῖς ἐξετάζεται. | |
Aj475 | τί γὰρ ἡμέρα μία ἔχει προσθεῖσα τὸ ζῆν καὶ ἀναβαλομένη τοῦ θανεῖν τέρπειν τὸν ἄνθρωπον; | |
Aj478 | θερμαίνεται χλιαίνεται, θάλπεται· τὸ γὰρ τοιοῦτον ἐξαπατᾶν ἑαυτὸν ἐν ψευδολογίᾳ διάγοντα. | |
Aj479 | καλῶς φιλοσόφως τὸ καλὸν ἐν ἀμφοτέροις. | |
Aj481 | γνήσια τῆς διανοίας 〈σου〉 τὰ εἰρημένα καὶ οὐχ ὑπόβλητα· οἰκεῖα οὖν σαυτῷ εἶπας ὅμως γε μὴν παῦσαι τὸ πᾶν ἀναθεὶς ἡμῖν. | |
Aj485 | ὦ δέσποτ’ Αἴας Τεκμήσσης ὁ λόγος· οὐ γὰρ δεῖ τὸν χορὸν μηκύνειν τὸν λόγον· μικτὸς δὲ ὁ λόγος· τὸ μὲν γὰρ αὐτοῦ γεννικὸν καὶ ἐλευθέριον διὰ τὴν παρρησίαν τῆς φύσεως (δούλη γὰρ ἐπάναγκες γέγονεν) | 42 |
5 | τὸ δὲ συναρμόζον τοῖς καιροῖς, δι’ ὅλου δὲ τὴν φιλο‐ στοργίαν ἐμφαῖνον· καὶ ὅταν τὰ ἑαυτῆς καταβάλῃ τεχνικῶς ἐπιχειρεῖ μαλθακώτερόν πως καθιστῶσα τὸν Αἴαντα· δεῖ οὖν τοιούτους λόγους 〈λέγειν〉 ὅτι διὰ τὴν ἐλευθερίαν παρρησιάζεται. | |
10 | τῆς ἀναγκαίας τύχης διπλῶς φασι τὸ ἀναγκαῖον, ποτὲ μὲν ἐπὶ τῶν κατὰ φύσιν ἀκολουθίαν τινὰ ἐχόν‐ των, ὡς ἂν εἴποιμεν ἀναγκαίως τὸ πῦρ θερμὸν καὶ τὸ γάλα λευκόν, ποτὲ δὲ [ὡς] ἐπὶ τοῦ ἐξ ἀνάγκης γινομένου ὡς καὶ νῦν ἀναγκαίας τύχης τῆς βίας φησί. | |
15 | τῆς δυστυχίας· τεχνικὸς ὁ λόγος ἐκ προοιμίου καὶ εἰς ἔλεον ἱκανὸς ἐπισπάσασθαι. | |
Aj488 | σθένοντος ἐν πλούτῳ εἴπερ τινὸς τῶν Φρυ‐ γῶν ἀντὶ ὡς οὐκ ἄλλου τινός. | |
Aj490 | σῇ μάλιστα χειρὶ τῇ αἰχμαλωτισάσῃ με. | |
Aj491 | εὖ φρονῶ τὰ σὰ εὔνους σοι καθίσταμαι. | |
Aj492 | καί ς’ ἀντιάζω κάλλιστα ἀμφοτέροις τοῖς ὅρκοις ἐχρήσατο· μέγιστον γὰρ δικαίωμα τὸ τῆς αὐτῆς ἑστίας ἐπιτυχεῖν ὁπότε καὶ τῶν πολεμίων διὰ ταῦτα φειδόμεθα· καὶ τὸ σεμνὸν τῆς κοίτης χρήσιμον ὅπου | |
5 | γε καὶ τὸ σεμνότατον τῶν προσώπων περὶ δικαιωμά‐ των τῶν πρὸς ἄνδρα καὶ γυναῖκα διαλεγόμενον αὐτὸ τοῦτο ὄμνυσι σή θ’ ἱερὴ κεφαλὴ καὶ νωίτερον λέχος· ὅρα δὲ ὅτι ἑκατέρωθεν θηλείαις ὁ τοιοῦτος λόγος | 43 |
10 | πρόσκειται, ἐπὶ δὲ τοῦ Ὀδυσσέως καὶ ἄλλο τι οἰκειό‐ τερον ὄνομα ἐξεῦρεν ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο τὴν εὔνοιαν δηλῶν τῶν οὕτως συνιόντων ἐπιμονῇ παιδοποιίας. | |
Aj493 | συνηλλάχθης συναλλαγὰς ἔχεις, γάμῳ συν‐ εζεύχθης. | |
Aj495 | τῶν σῶν ὑπ’ ἐχθρῶν, χειρίαν ἐφείς εἰδυῖα ἀγριαίνοντα τὸν Αἴαντα πρὸς τὰς ἐπιτιμήσεις διαρρήδην μὲν οὔ φησι, μὴ διάφθειρε σαυτὸν στοχαζομένη δὲ τοῦ καιροῦ ἔξωθεν περιέρχεται τὰ ἐπακολουθοῦντα | |
5 | λέγουσα ὅτι ὑποχειρίαν με τοῖς ἐχθροῖς σὺν τῷ παιδὶ καταλείψεις. ἡ ὑπὸ πρὸς τὸ χειρίαν, ὑποχειρίαν δούς. | |
Aj497 | ταύτῃ ἀντὶ τοῦ οὕτως, κατὰ τοῦτον τὸν τρόπον. | |
Aj499 | δούλιον ἕξειν τροφήν οὐ ψιλὸν τὸ τῆς δουλείας εἶπεν ἀλλὰ καὶ ὅσα ἔνεστιν εἰπεῖν τινα ἰδόντα αὐτὴν ἐν δουλείᾳ· καὶ ἡ τοιαύτη δὲ διδασκαλία Ὁμήρου | |
5 | μὴ παῖδ’ ὀρφανικὸν θείης χήρην τε γυναῖκα· | |
ἀποτρέψαι δὲ βούλεται αὐτὸν διὰ τῶν τοιούτων λόγων. | 44 | |
Aj501 | ἰάπτων γράφε ἀτίζων, ὑβρίζων. ἴδετε τὴν ὁμευνέτιν | Αἴαντος παρὰ τὸ Ὁμηρικὸν Ἕκτορος ἥδε γυνή. | |
Aj503 | τρέφει αὔξει, ἔχει. | |
Aj504 | δαίμων νῦν ἡ δουλεία. | |
Aj505 | σοὶ δ’ αἰσχρὰ τἄπη καὶ διὰ τὴν εὐγένειαν καὶ διὰ τὴν ἀνδρείαν· διὰ μὲν τοῦ σοὶ τὴν ἀνδρείαν διὰ δὲ 〈τοῦ〉 τῷ σῷ γένει τοὺς προγόνους· θαυμαστῶς δὲ ἡ προσθήκη τοῦ γένους· αἶσχος γὰρ προστρίψῃ καὶ | |
5 | τῷ υἱῷ ἐπὶ τοιούτοις αὐτὸν καταλιπών. | |
Aj506 | ἀλλ’ αἴδεσαι μέν καλῶς ἐπὶ μὲν τοῦ πατρὸς ἐν γήρᾳ μακρῷ ἐπὶ δὲ τῆς μητρὸς πολλῶν ἐτῶν κληρ‐ οῦχον· ὁ γὰρ ἐπὶ ἀμφοτέρων ἑνὶ χρησάμενος ὀνόματι ἐπιτεμνόμενος τὸν λόγον, τὸ δὲ ἐγχρονίζειν ταῖς | |
5 | διηγήσεσιν ἀνυστικώτερον· θαυμαστῶς δὲ ἐπὶ μὲν ἑαυτῆς οὐδαμοῦ τοῖς τοιούτοις ὀνόμασι χρῆται, οὔτε αἰδέσθητι οὔτε οἴκτειρε, ἐπὶ δὲ τῶν γονέων καὶ τοῦ παιδός. | |
Aj508 | κληροῦχον μέτοχον, κεκληρωμένην, κλῆρον ἐσχηκυῖαν. ἥ σε πολλάκις | θεοῖς ἀρᾶται τοῦτο οἰκείως ἐκ τῆς φύσεως στοχαζομένη παρέλαβεν. | |
Aj510 | εἰ τῆς νέας τροφῆς 〈στερηθεὶσ〉 σοῦ χωρὶς διάξει καὶ βιώσεται. | |
Aj512 | ὑπ’ ὀρφανιστῶν μὴ φίλων ὀρφανισταί εἰσιν οἱ τοὺς ὀρφανοὺς τρέφοντες· Ἕλληνας οὖν φησιν οὐ φίλους ὀρφανιστὰς καθὸ δυσμενεῖς· ἢ ὀρφανισταὶ ἀρχὴ Ἀθήνησι τὰ τῶν ὀρφανῶν κρίνουσα· ἢ ὀρφανιστῶν | 45 |
5 | τῶν τῆς ὀρφανίας ἐπιτρόπων· ὀρφανὸς δὲ ὁ ὅρον ἔχων τὸ οὐ φαίνεσθαι, ὁ ἄσημος καὶ μηκέτι ἐμφανής, 〈ὃσ〉 ἀμέλει καὶ ὑπὸ τῶν ἀμφιθαλῶν ὡς ἐμφανῶν ἐλαύνεται. | |
Aj514 | ἐμοὶ γὰρ οὐκέτ’ ἔστιν καὶ τοῦτο Ὁμηρικὸν οὐδέ μοί ἐστι πατὴρ καὶ πότνια μήτηρ εἶτα ἑξῆς ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια 〈μήτηρ〉. | |
Aj516 | τὸν φύσαντα ὡς τούτου ἰδίῳ θανάτῳ τε‐ τελευτηκότος. | |
Aj517 | θανασίμους ἀντὶ νεκρούς. | |
Aj520 | ἀλλ’ ἴσχε κἀμοῦ καλῶς τὸ κἀμοῦ οἷον μετὰ τὸν πατέρα καὶ τὸν υἱὸν κἀμὲ ἔν τινι μοίρᾳ κατάθου· αἴσθεται γὰρ τῆς τύχης ἐν ᾗ νῦν ἐστιν· αἰδημόνως δὲ αὐτὸν ὑπομιμνήσκει τὰ τῆς εὐνῆς· διὰ τούτου | |
5 | γὰρ μάλιστα δοκεῖ αὐτὸν πείθειν· ὁ δέ γε Εὐριπίδης μαστροπικώτατα εἰσάγει τὴν Ἑκάβην λέγουσαν ποῦ τὰς φίλας δῆτ’ εὐφρόνας δείξεις, ἄναξ, ἢ τῶν ἐν εὐνῇ φιλτάτων ἀσπασμάτων 〈χάριν τίν’ ἕξει παῖς ἐμή, κείνης δ’ ἐγώ;〉 | |
Aj522 | ἡ φύουσα γὰρ τὴν χάριν χάρις ἐστὶ προϋπ‐ άρξασα. | |
τίκτους’ φύουσα. | 46 | |
Aj523 | ὅτου δ’ ἀπορρεῖ μνῆστις 〈ὧν ἀπορρεῖ〉 ἡ μνήμη τοῦ εὖ πεπονθέναι οὗτοι οὐκ ἂν εἶεν εὐγενεῖς· σχεδὸν δὲ διὰ τούτων τῶν ἰάμβων ἤρτηται τὸ περὶ εὐχαριστίας καὶ ἀχαριστίας. | |
5 | οὗτινος. μνῆστις μνήμη. | |
Aj525 | ἔχειν ς’ ἂν οἶκτον δυσωπητικὰ τὰ τοιαῦτα· εἰ γὰρ ὁ ξένος ᾤκτειρε πόσῳ μᾶλλον ὁ Αἴας; ἔλεον. | |
Aj527 | καὶ κάρτ’ ἐπαίνου τεύξεται οὐχ οἷον καθ’ ἃ εἶπεν ἀλλ’ ἐὰν πείθηται κατὰ πάντα ἐμοί· ὁ γὰρ Αἴας ἐγνωκὼς ἑαυτὸν ἀποσφάττειν ἐβούλετο πρὸ τοῦ θανάτου τὸν παῖδα ἰδεῖν· εἰκότως οὖν τοῦτο πάλιν | |
5 | λέγει, ὅτι ἄριστόν ἐστι τὴν γυναῖκα πειθαρχεῖν εἰς ἅπαντα τῷ ἀνδρί· ἔοικεν γὰρ ὑφορᾶσθαι ὅτι ὀκνηρῶς ἐκδώσει τὸ παιδίον. | |
Aj531 | καὶ μὴν φόβοισί γ’ αὐτόν τῶν φόβων χάριν ῥύσασθαι θέλουσα ἐξήγαγον· οὐκ ἄντικρυς μὲν ἀντι‐ λέγει ἀναβολὰς δὲ πράττεται ὡς ὑποκεκινηκότι μὴ πιστεύουσα. | |
Aj534 | πρέπον γέ τἂν ἦν δαίμονος ἦν καὶ τοῦτο 〈πρέπον〉 τοῦ ἐμοῦ δαίμονος, τὸ ὑπ’ ἐμοῦ τὸν παῖδα ἀναιρεθῆναι ἀντὶ τοῦ ἔπρεπε τῇ παρούσῃ μου τύχῃ τὸ καὶ αὐτόχειρά με τοῦ παιδὸς κατασκευάσαι. | |
Aj535 | εἰς τοῦτο ἀρκέσαι τῷ παιδί. | |
Aj537 | τί σε, φησίν, ἐκ τῶν παρόντων ὠφελήσαιμι | |
καὶ τί βούλει σοι γενέσθαι; | 47 | |
Aj542 | εὐθύνων διδάσκων, παιδεύων. | |
Aj543 | ἐγγὺς ὄντι ἢ ἀπολιμπανομένῳ τῆς κλήσεως; | |
Aj545 | αἶρ’ πρόσφερε· μή μοι οἶνον ἄειρε. | |
Aj547 | εἴπερ ἔστιν ἐμὸς οὐκ εὐλαβηθήσεται τὸν φόνον τῶν ποιμνίων. | |
Aj548 | ἀλλ’ αὐτίκ’ ὠμοῖς αὐτόν νῦν τὸ ὠμοῖς ὡς κατὰ τῶν καρπῶν 〈οἳ〉 ὅτε εἰσὶν ὠμοὶ σκληρότεροί εἰσι καὶ ἰταμοί· μεγαλοφρονῶν δὲ νόμους τὴν φύσιν ὠνόμασεν καὶ τὸ ἔθος τοῦ γεγεννηκότος. | |
Aj549 | πωλοδαμνεῖν ὡς πῶλον γυμνάζειν. | |
Aj550 | ὦ παῖ, γένοιο πατρός μέτριος ὁ λόγος, ἡ δὲ ὁμοία εὐχὴ καὶ παρ’ Ὁμήρῳ Ζεῦ ἄλλοι τε θεοί, δότε δὴ καὶ τόνδε γενέσθαι παῖδ’ ἐμὸν ὡς καὶ 〈ἐγώ περ〉. | |
Aj552 | καίτοι σε καὶ νῦν τοῦτό γε ἐπειδὴ κατεύχε‐ ται αὐτῷ εὐτυχίαν φησὶν ὅτι καὶ νῦν σε μακαρίζω ὅτι μικρὸς ὢν οὐκ αἰσθάνῃ τῶν ἐμῶν κακῶν. ζηλοῦν μακαρίζειν. | |
Aj554 | ἐν τῷ φρονεῖν γάρ ἐν τῷ μὴ ἀντιλαμβάνε‐ σθαι τῶν κακῶν ἐπεὶ ἔσται γελοιότατον δόγμα ὡς τιμῶντος τὴν ἀφροσύνην. | |
Aj554b | τὸ μὴ φρονεῖν γάρ δεῖ λαβεῖν τοῦτο ὡς ἐπὶ παιδίου· οὐ γὰρ καθόλου τὴν ἀφροσύνην προκρίνει· ὁ δὲ νοῦς, ἐν τῷ νηπίῳ κακὸν μὲν τὸ μὴ φρονεῖν κακὸν δὲ ὅμως ἀνώδυνον· καὶ Εὐριπίδης | |
5 | νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ· τάχιστα δὲ διὰ τῶν ἑξῆς ἐσήμανε τὸ συνεκτικὸν καὶ ὡσπερεὶ σύμβολον τῆς φρονήσεως· τὸ γὰρ διακριτικὸν τῶν χαρτῶν καὶ τῶν λυπηρῶν συνετοῦ ἐστιν. | 48 |
Aj556 | ἀντὶ τοῦ δεῖ σε ἐκδικῆσαι τὸν πατέρα. | |
Aj558 | κούφοις πνεύμασιν κούφῃ καὶ ἁπαλῇ ζωῇ· τῇ δὲ μεταφορᾷ τῶν μικρῶν φυτῶν ἐχρήσατο ἅτινα οὐδὲν σφοδρὸν δύναται ὑποφέρειν, οὐ καύσωνα, οὐκ ἄνεμον. | |
Aj562 | διὰ τί, φησίν, ἐνταῦθα τρανῶς ἐκφέρει τὴν ἑαυτοῦ γνώμην ὁ Αἴας ὅτι δὴ ἑαυτὸν ἐξάγει τοῦ βίου; ῥητέον οὖν ὅτι ἐν ἤθει οἷον εἰ γένοιτό τις περὶ ἐμὲ συμφορὰ μὴ δείδιθι· ἕξεις γὰρ τὸν προνοοῦντα | |
5 | ἀντὶ ἐμοῦ· ἢ ὅτι ἐκφέρει ταῦτα ὑπὸ τοῦ πάθους προ‐ αγόμενος. | |
Aj563 | ἔμπα ὅμως. καὶ εἰ ἔκδημος νῦν ἐστιν. | |
Aj564 | τηλωπὸς οἰχνεῖ φυλακὴν ἔχων τῶν ἐχθρῶν, λέγοι δ’ ἂν τῶν Θρᾳκῶν· περὶ γὰρ τὰ τελευταῖα τοῦ Τρωικοῦ πολέμου ἐσυμμάχουν τοῖς Τρωσὶν οἱ Θρᾷκες, γνόντες δὲ τοῦτο οἱ Ἕλληνες φρουροὺς ἔταξαν προ‐ | |
5 | μηνύσοντας αὐτοῖς τὴν ἐκείνων ἔφοδον ἵνα οὕτως ἐπελθόντες κατὰ τὴν ὁδὸν συμβάλωσιν αὐτοῖς πρὶν ἐλθεῖν εἰς Ἴλιον· καὶ πρέσβεις δὲ ἀποστείλαντες οὐκ ἔπεισαν. τηλωπὸς γράφε τηλουργός. | |
10 | θήραν γράφε φρουράν. | |
Aj565 | προθυμοτέρους αὐτοὺς καθίστησι· κοινὴν γὰρ καὶ ἴσην φησὶ χάριν ὁμολογεῖν ἐκείνῳ τε τῆς ὑπουργίας καὶ τούτοις τῆς ἀπαγγελίας· περιπαθῶς δὲ εἰς ἔσχατον περιεστώσης τῆς ἐλπίδος ἐμφρόνως τὰ | 49 |
5 | σπουδαιότατα τοῖς ἑταίροις ἐπισκήπτει, οὐ τῇ γυναικί. | |
Aj570 | ὥς σφιν γένηται γηροβοσκός πάνυ περι‐ παθῶς τὸ ἐπὶ γονεῦσι καὶ παισὶ διαθήκας ποιῆσαι· θαυμαστῶς δὲ πρὸς ἅπαντας τοὺς λόγους τῆς Τεκ‐ μήσσης 〈τὰσ〉 ἀντιθέσεις ἐποιήσατο, οὐκ ἄντικρυς | |
5 | τοῦτο ὑπισχνουμένου τοῦ ποιητοῦ, τοῦ μὲν μὴ ὑβρι‐ σθῆναι τὸν παῖδα ὑπὸ τῶν Ἑλλήνων τὴν ἀπὸ τοῦ Τεύκρου φυλακὴν προβαλλόμενος τοῦ δὲ μὴ γελασθή‐ σεσθαι ὑπ’ ἐκείνων τὴν τοῦ παιδὸς ἀρετὴν ὅν φησι καὶ ἐκδικήσειν αὐτὸν ἐν ἡλικίᾳ γενόμενον, πρὸς δὲ τὰ | |
10 | περὶ τῶν γονέων ὅτι ἀντ’ αὐτοῦ γηροβοσκὸς αὐτοῖς καταλείπεται ὁ Εὐρυσάκης. | |
Aj571 | ἕως τελευτήσωσι. | |
Aj572 | πιθανῶς τὸν Αἴαντα ἐπὶ τὸν περὶ τῶν ὅπλων λόγον ἰέναι συνεχῶς· ἅπτεται γὰρ αὐτοῦ μάλιστα· ἀν‐ θρώπινον δὲ καὶ μάλα φυσικὸν τὸ συνεχέστερον με‐ μνῆσθαι περὶ ὧν ἐν νῷ ἔχομεν. | |
5 | ἀγωνάρχαι ἀγωνοθέται. | |
Aj573 | ὁ λυμεὼν ἐμὸς ὁ Ὀδυσσεύς. | |
Aj574 | ἀλλ’ αὐτό μοι σύ, παῖ πέπεισται ὡς οὐδὲν ἀπολειψομένου τοῦ παιδὸς τῆς αὑτοῦ ἀρετῆς· τὸ μὲν σάκος διὰ τὸ ἐξαίρετον τῷ παιδὶ φυλάσσειν κελεύει τὰ δὲ ἄλλα τεύχη συνθάψαι φησίν· ἐπίσταται γὰρ καὶ | |
5 | αὐτὰ περιμάχητα ἐσόμενα· οἶδεν 〈καὶ〉 Ὅμηρος ὅπλα | |
συγκαιόμενα ἀλλ’ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν. | 50 | |
Aj579 | ἐπισκήνους κατὰ τῶν σκηνῶν. | |
Aj581 | πύκαζε ἀσφαλίζου. οὐ πρὸς ἰατροῦ σοφοῦ οὐκ ἔστιν ἰατροῦ σοφοῦ ἐπῳδαῖς χρῆσθαι τοῦ τραύματος ἤδη τομῆς δεομένου. | |
Aj582 | θρηνεῖν ἐπῳδὰς ἐπιφωνεῖν καὶ ἐπᾴδειν. τομῶντι τομῆς δεομένῳ. πήματι γράφε τραύματι. | |
Aj586 | μὴ κρῖνε νῦν τὸ μὴ περιεργεῖν· ἐν τούτῳ γὰρ μάλιστα ἡ σωφροσύνη ταῖς γυναιξὶ διασῴζεται, εἰ μὴ περιεργάζοιντο ὅ τι πράττει ὁ ἀνήρ. | |
Aj589 | οὐ κάτοισθ’ ἐγὼ θεοῖς | ὡς οὐδὲν ἀρκεῖν οὐκέτι, φησίν, ἐν τούτῳ εἰμὶ ὥστε ὀφείλειν τοὺς θεοὺς ἐπαρκεῖν μοι διὰ τὸ μὴ περιέχεσθαι τοῦ ζῆν· 〈ἢ οὕτωσ〉, ὡς οὐκέτι τοῖς θεοῖς ὀφείλω [λέγειν] ἐγὼ | |
5 | ἐπαρκεῖν ἀντὶ οὐδὲν ἐπὶ τιμῇ πράττειν τῶν θεῶν πρὸς ὃ καὶ ἡ Τέκμησσα ἐπάγει εὔφημα φώνει. | |
Aj591 | τοῖς ἀκούουσιν τοῖς πειθομένοις. | |
Aj593 | οὐ ξυνέρξεθ’—; ἀποκλείσατε. τοῖς θεράπουσι κελεύει αὐτὴν ἀποκλείειν. | |
Aj594 | μαλάσσου ἀντὶ τοῦ μεταβάλλου. μῶρά μοι δοκεῖς εὐήθης εἶ νῦν βουλομένη με μαλάσσειν ἐξακμάσαντος τοῦ καιροῦ. | |
φρονεῖν γράφε λέγειν. | 51 | |
Aj596 | ὦ κλεινὰ Σαλαμίς συγκέκλειται ὁ Αἴας δια‐ χρησόμενος ἑαυτόν, ἔπειτα δὲ οἱ ἀπὸ τοῦ χοροῦ λόγον περιπαθῆ διεξίασι· πρὸς μὲν γὰρ αὐτὸν λέγειν οὐκ ἦν εἰσελθόντα ἤδη γέγονε δὲ αὐτοῖς ἀπολόφυρσις ἐπὶ τὰ | |
5 | οἰκεῖα· καὶ ἔχει ἀκολουθίαν τὰ χορικά· ἀπεστερημένοι γὰρ τοῦ ἄρχοντος καὶ ἄλλην ἀποστροφὴν οὐκ ἔχοντες περὶ τῆς πατρίδος τὸν λόγον ποιοῦνται ἐκτιθέμενοι ἐν οἷς εἰσι χαλεποῖς καὶ ἐν οἷς ἔσονται οἱ γονεῖς αὐτοῦ πυθόμενοι ταῦτα. | |
10 | τὸ ἦθος ἐμιμήσατο τῶν ἀφεστώτων τῆς οἰκείας· ὁπόταν γὰρ δυσχερές τι ἀπαντᾷ μακαρίζειν εἰώθασι τὰς πατρίδας. | |
Aj601 | ἐκ πολλοῦ χρόνου. | |
Aj602 | Ἰδαίᾳ τῇ Τρωικῇ. | |
Aj604 | ἀνήριθμος αἰὲν εὐνόμᾳ ἀνήριθμος ἐν οὐδενὶ ἀριθμῷ ταττόμενος ἀλλὰ παριερριμμένος· εὐνόμᾳ δὲ ἤτοι τῷ εὐνομουμένῳ καὶ δικαίῳ ἢ εὐνόμᾳ λειμῶνι τῷ καλὰς νομὰς ἔχοντι· τὸ δὲ ἑξῆς, παλαιὸς ἀφ’ οὗ χρόνος | |
5 | αἰὲν εὐνόμᾳ χρόνῳ τρυχόμενος Ἰδαίᾳ μίμνω λειμωνίᾳ ποίᾳ μήλων ἀνήριθμος, κακὴν ἐλπίδα ἔχων· Ἰδαίᾳ δὲ οἷον ἐν τῷ τῆς Ἴδης χωρίῳ τῆς χλοερᾶς καὶ λειμῶνας ἐχούσης καὶ ποίμνας διάγων. | |
Aj606 | κακὴν ἐλπίδα ἔχων πῶς με δεῖ τὸν Ἅιδην ἀνύσειν ἀντὶ τοῦ οὐδὲν ἀγαθὸν προσδοκῶν ἀλλὰ κακῶς τελευτήσειν ἐν τῷ. πολέμῳ ἐλπίζων. | |
κακὰν ἐλπίδ’ τὴν τοῦ θανάτου. | 52 | |
Aj607 | ἀνύσειν ἐκπρᾶξαι. λείπει τὸ δεῖ. | |
Aj609 | καί μοι δυσθεράπευτος Αἴας οἷον πρὸς τοῖς πρώτοις κακοῖς ὥσπερ δεύτερόν ἐστί μοι κακὸν τὸ τοῦ Αἴαντος ξυνεστηκός· τοῦτο γὰρ δηλοῖ τὸ ἔφεδρος· ἔφεδρος δέ ἐστιν ἐν τοῖς ἀγῶσιν ὁ μὴ πλανώμενος | |
5 | εἰς τὸ ἀγωνίζεσθαι τοῖς νικῶσιν· ἐνταῦθα οὖν φησιν ὅτι ἔσχατος καὶ ὡς ἔφεδρος ἐλείφθη μοι ὁ Αἴας εἰς κακόν. | |
Aj611 | ξύναυλος παρὰ τὰ ἐναυλίσματα. | |
Aj612 | ἐξεπέμψω ἀντὶ ἔπεμψας ὧδε. | |
Aj614 | νῦν δ’ αὖ φρενὸς οἰοβώτας αὐθαίρετος, ὡς ἂν εἴποι τις αὐτὸς 〈τὴν〉 ἑαυτοῦ διάνοιαν βόσκων καὶ μηδενὶ πειθόμενος ἢ μονωθεὶς ἐκ τῆς φρενὸς ἢ μονότροπος, μεμονωμένος τῷ λογισμῷ ἢ ποιμαίνων | |
5 | τὴν ἑαυτοῦ διάνοιαν καὶ μόναρχος ὢν τῷ λογισμῷ ἢ οἷον διεσθίων αὑτοῦ τὴν φρένα παρὰ τὴν βόσιν ἢ ὁ βαίνων ἐν ἐρημίᾳ διὰ τὸ συγκεκλεικέναι ἑαυτόν· καὶ ὅμοιόν ἐστι τῷ ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων· | |
10 | ἢ φρενὸς οἰοβώτας οὐ σὺν φρεσὶν ἀλλ’ ἐκτὸς φρενῶν διάγων. | |
Aj617 | εὕρηται γράφε γεγένηται. | 53 |
Aj618 | τὰ δὲ πρότερα μέγιστα τῆς ἀρετῆς τῶν χειρῶν αὐτοῦ ἔργα ἐν ὀλιγωρίᾳ εἰσὶ παρὰ τοῖς Ἀτρείδαις· ἢ οὕτω, τὰ δὲ πρότερα αὐτοῦ ἀνδραγαθήματα φροῦδα παρὰ τοῖς Ἀτρείδαις. | |
5 | χερσὶν | μέγιστ’ λείπει γενόμενα. | |
Aj620 | ἄφιλα παρὰ φίλοις παρὰ τοῖς πρῴην αὐτοῦ φίλοις, νῦν δὲ πάντων ἐπιλελησμένοις· ἢ ἄφιλα παρ’ ἀφίλοις ἐχθρὰ παρ’ ἐχθροῖς. ἀντὶ ἀχάριστα. | |
Aj622 | ἡ ἐντεθραμμένη 〈τῷ〉 παλαιῷ χρόνῳ οἷον τῇ ἡλικίᾳ ἀντὶ τοῦ πολυετής· ὁ δὲ νοῦς, ὄντως που ἡ τῇ παλαιᾷ ἡμέρᾳ τουτέστι τῷ παλαιῷ χρόνῳ ἔντροφος· τὸ δὲ λευκῷ γήρᾳ, κατὰ κοινοῦ τὸ ἔντροφος, ἡ μήτηρ | |
5 | αὐτοῦ. | |
Aj624 | λευκῷ τῷ λευκοποιῷ τῶν τριχῶν. | |
Aj626 | φρενομόρως ἀντὶ εἰς τὴν μοῖραν τῶν φρενῶν νοσοῦντα ὅ ἐστι φρενοβλαβῶς, μανικῶς. | |
Aj627 | αἴλινον εἶδος θρήνου. | |
Aj628 | οὐδ’ οἰκτρᾶς γόον ὄρνιθος οἷον οὐ μέτριον· ἀναστρεπτέον δέ· ἄρχει γὰρ τοῦ λόγου τὸ οὐ ἵν’ ᾖ οὐκ αἴλινον οὐδ’ οἰκτρᾶς γόον ἀηδοῦς ἥσει ἀλλ’ ὀξυτόνους μὲν ᾠδὰς καὶ τὰ ἑξῆς. | |
5 | ἥσει γόον οὐ μέτριον κατὰ τὴν ἀηδόνα ἀλλ’ ὀξύν· ἡ ἀηδὼ δὲ κατὰ Μιτυληναίους. | |
Aj634 | περιπαθῶς ἡ πρόσθεσις τῆς πολιᾶς. | |
Aj635 | κρείσσων γὰρ Ἅιδᾳ κεύθων κρείσσων γάρ | |
ἐστιν ὁ τεθνηκὼς ἢ ὁ ζῶν καὶ νοσῶν μάτην ὅ ἐστι μεμηνώς· μάτην γὰρ νοσεῖν τὸ ἀθεραπεύτως μαίνε‐ σθαι· οὐ λέγει δὲ ὅτι ὅταν αὐτὸν πύθηται τετελευτη‐ | 54 | |
5 | κότα. ὁ γὰρ μεμηνὼς καὶ τὰς φρένας διεφθαρμένος κρείσσων Ἅιδᾳ κεύθων οἷον ἄμεινον τῷ μεμηνότι ἐξιέναι τοῦ βίου· οἷον 〈ἡ μήτηρ〉 ἡγήσεται κρείσσονα τὸν θάνατον τῆς τοῦ Αἴαντος μανίας. | |
Aj636 | ὃς ἄνωθεν κατὰ πατρῴας γενεᾶς ἄριστος ἥκων (λείπει γὰρ τὸ ἄριστος) ὥστε προέχειν ἁπάντων τῶν Ἑλλήνων κατὰ γένος νῦν οὐκέτι 〈τοῖς πρώτοισ〉 ἤθεσιν ἐμμένει. | |
5 | λείπει τὸ ἄριστος. | |
Aj640 | ὀργαῖς τρόποις. | |
Aj641 | ἀπέστρεψε τὸν λόγον πρὸς τὸν Τελαμῶνα, οἵαν σε μένει πυθέσθαι, τοιαύτην ἄτην οἵαν οὐδεὶς πέπονθεν τῶν Αἰακιδῶν· παραμυθία γάρ ἐστι τὸ μετ‐ έχειν τινὰ τῶν τοῦ γένους τῶν αὐτῶν κακῶν. | |
Aj644 | ἔθρεψεν ἔσχεν. | |
Aj645 | τοῦδε τοῦ Αἴαντος. | |
Aj646 | ἅπανθ’ ὁ μακρός ἐξέρχεται ὁ Αἴας ὡς δὴ κατακηληθεὶς ὑπὸ Τεκμήσσης μὴ σφάττειν ἑαυτὸν καὶ προφάσει τοῦ δεῖν εἰς ἐρημίαν ἐλθεῖν καὶ κρῦψαι τὸ ξίφος ἐπὶ τούτοις ἀναχωρεῖ καὶ διαχρῆται ἑαυτόν· | |
5 | παρίστησι δὲ ὁ λόγος ὅτι καὶ οἱ ἔμφρονες καὶ παρ‐ ακολουθοῦντες τῇ φύσει τῶν πραγμάτων ὅμως ὑπὸ τῶν τοιούτων παθῶν ἐπὶ τὸ χεῖρον ἀπολισθάνουσιν ὡς ἐν | |
Τραχινίαις ἡ Δηιάνειρα περὶ τοῦ ἔρωτος διαλεγομένη καὶ τοῦ ἀνδρὸς ὅτι αὐτῷ οὐκ ἀντιστήσεται οὐδὲ | 55 | |
10 | λυσιτελεῖ αὐτῇ ἀντιπράττειν τῇ ἐπιθυμίᾳ τοῦ ἀνδρὸς πράττει μετὰ ταῦτα ἅπερ αὐτὴν ἀνέπεισεν ἡ ζηλοτυπία· ἤτοι δὲ σχῆμά ἐστιν ἅπαντα ὁ χρόνος φύει ἄδηλα εἶτα ἐξαλλαγῇ καὶ ταῦτα φανέντα κρύπτεται ἢ τὸ κρύπτεται ἐπὶ τοῦ χρόνου ἀντὶ τοῦ κρύπτει· τοῦτο δέ | |
15 | φησιν ὡς μεταβεβλημένος ἀπὸ τῶν προτέρων νοημάτων. ὁ μακρὸς ὁ μέγας. | |
Aj647 | κρύπτεται ἀντὶ τοῦ κρύπτει. | |
Aj648 | ἁλίσκεται ἐξελέγχεται, φωρᾶται. | |
Aj649 | χὠ δεινὸς ὅρκος ὅτι καὶ ὀμόσαντές τινες ἐν μεταβολῇ γίνονται τῷ χρόνῳ. περισκελεῖς φρένες αἱ ἄγαν σκληραὶ ψυχαί. | |
Aj650 | ἐκαρτέρουν τότε γράφε ἐπηπείλης’ ἔπη· ἢ λείπει τὸ ἔπη ἵν’ ᾖ ὅστις τὰ δεινὰ ἔπη ἐκαρτέρουν λέγειν τότε ὡσανεὶ προτοῦ. | |
Aj651 | βαφῇ σίδηρος ὣς ἐθηλύνθην ἐν τῇ βαφῇ οὐκ ἀνίεται ὁ σίδηρος ἀλλὰ μᾶλλον σκιραίνεται· οὕτως οὖν διασταλτέον, κἀγὼ γάρ, φησίν, ὃς ἠπείλουν καὶ ἔζεον καὶ ἐβόων ὡς ἐν βαφῇ σίδηρος (ὡς Ὅμηρος | |
5 | εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα) νῦν ἐθηλύνθην ὑπὸ τῶν λόγων τῆς γυναικός· ἢ ὅτι δισσῶς βάπτεται ὁ σίδηρος· εἰ μὲν γὰρ μαλθακὸν βού‐ λονται αὐτὸν εἶναι ἐλαίῳ βάπτουσιν εἰ δὲ σκιρὸν ὕδατι. | |
Aj654 | πιθανὴ αὐτῷ ἡ ἔξοδος ὡς ἐπὶ καθαρμόν· | |
μονάσαι γὰρ βούλεται χάριν τῆς ἀναιρέσεως. | 56 | |
Aj656 | ἐξαλύξωμαι φυλάξωμαι, ἐκκλίνω. | |
Aj657 | εὑρήσω, φησί, τόπον οὗ οὐδεὶς ἐπιβήσεται· τοῦτο δὲ πιθανὸν ἵνα μή τις αὐτῷ ἀκολουθήσῃ· πιθανὸν δὲ καὶ τὸ λαβεῖν τὸ ξίφος ἵνα εὐπορήσῃ ἑαυτὸν δια‐ χειρίσασθαι. | |
Aj658 | ἔγχος ἀντὶ τὸ ξίφος. | |
Aj665 | ὁ νοῦς ὅτι μηδὲ τὰ μέγιστα τῶν ἐχθρῶν ἐφίεσο 〈ἔχειν〉, τῶν δὲ φίλων καὶ τὰ ἐλάχιστα. ἄδωρα κακόδωρα. | |
Aj666 | ἐπιφθόνως ἔφρασεν ἐν εἰρωνείᾳ ἀντιστρέψας τὴν τάξιν· ἔδει γὰρ εἰπεῖν θεοὺς μὲν σέβειν εἴκειν δὲ Ἀτρείδαις· ὡς τῶν Ἀτρειδῶν οὖν ἤδη καὶ θεομα‐ χούντων. | |
Aj667 | μιμεῖται τὸν σώφρονα, κεκίνηται δὲ ὑπὸ τοῦ πάθους. | |
Aj669 | εἰ γὰρ τὰ θεῖα ὑπείκει τιμῇ πόσῳ μᾶλλον προσήκει τοῖς ἀνθρώποις ταῦτα πράττειν; τὸ δὲ τιμαῖς ὑπείκει ταῖς ἀλλήλων διανεμήσεσιν· ἐκ γὰρ ἐναντιό‐ τητος τὸ πᾶν συνέστηκεν, πρεσβύτης τις ἐπεὶ καὶ νέος | |
5 | ἐγένετο, καθέζεται ὅτι καὶ ἕστηκεν. τὰ δεινὰ τὰ θεῖα καὶ δέος ἐμποιοῦντα. | |
Aj672 | αἰανὴς κύκλος τουτέστιν ὁ σκοτεινὸς κύκλος ἢ ἀδιάλειπτος. | |
Aj674 | λείπει 〈ὑπό〉, ὑπὸ δεινῶν πνευμάτων στένοντα πόντον ἄημα πρᾶον ἐκοίμισεν αὐτόν. | |
Aj678 | ἐγὼ δ’, ἐπίσταμαι ἐπειδὴ τὸ πᾶν πρὸς τοὐν‐ | |
αντίον γίνεται εἰκὸς καὶ τοὺς Ἀτρείδας φίλους ἀντ’ ἐχθρῶν γενέσθαι· δεῖ οὖν, φησί, προσέχειν τοῖς ἐχθροῖς ὡς αὖθις φίλοις ἐσομένοις καὶ τοῖς φίλοις ὡς ἐχθροῖς· | 57 | |
5 | συμμέτρως οὖν φησι χρῆσθαι τοῖς πράγμασιν. ἀρτίως ἀντὶ τοῦ νῦν. | |
Aj681 | ὠφελεῖν σπουδάζειν. | |
Aj683 | ἑταιρείας λιμὴν φιλία. λιμὴν ἡ φιλία ἵν’ ᾖ ἡ τῆς ἑταιρείας φιλία. | |
Aj684 | ἀλλ’ ἀμφὶ μὲν τούτοισιν ὅρα πόσον ἐπικρα‐ τεῖται ὑπὸ τοῦ πάθους 〈ὁ〉 λογισμός· ὁ τὰ σοφώτατα γοῦν εἰπὼν ἑαυτὸν ἀναιρεῖ. καὶ περὶ μὲν τούτων. | |
Aj685 | διὰ τέλους διὰ τάχους. | |
Aj687 | ὑμεῖς θ’, ἑταῖροι τὰ μὲν τῆς ἀναιρέσεως δῆλα τῷ θεατῇ ἀγνοεῖ δὲ ὁ χορός· πεπίστευκε γὰρ τοῖς ὑπ’ αὐτοῦ λελεγμένοις. | |
Aj688 | τιμᾶτε ἀντὶ τοῦ πείθεσθε. | |
Aj689 | ὑμῶν ἅμα γράφε ὑπέρμεγα. | |
Aj690 | ἐγὼ γὰρ εἶμ’ αἰνιγματωδῶς ὁ λόγος ἐξενή‐ νεκται. | |
Aj691 | καὶ τάχ’ ἄν μ’ ἴσως ὁ μὲν χορὸς ἀπαλλάτ‐ τεσθαι νομίζει λέγειν τῆς νόσου ὁ δὲ αἰνίττεται τῶν κακῶν τοῦ βίου. | |
Aj693 | ἔφριξ’ ἔρωτι χρείας ἕνεκα τὸ χορικὸν νῦν παρείληπται· ἐξελθόντος γὰρ τοῦ Αἴαντος ἔδει βραχὺ διάλειμμα γενέσθαι ἵνα μὴ καταληφθῇ ὑπὸ τοῦ ἀγγέλου διὸ καὶ τὴν ὄρχησιν ποιοῦνται ἔνθεν καὶ βραχύ ἐστι | |
5 | τὸ χορικὸν ὡς πρὸς χρείαν εἰλημμένον. ἄλλως: τέρ‐ πεται ὁ χορὸς ἐπὶ τῷ παύεσθαι τῆς νόσου τὸν Αἴαντα καί φησιν, ὑφ’ ἡδονῆς ἔφριξα καὶ βούλομαι χορεῦσαι· εὐεπίφορος δὲ ὁ ποιητὴς ἐπὶ τὰς τοιαύτας μελοποιίας ὥστε ἐντιθέναι τι καὶ τοῦ ἡδέος. | 58 |
10 | ὠρθώθην τῇ ἡδονῇ. ἀνεπτάμαν ἀνεπτερώθην. | |
Aj694 | ἰὼ ἰὼ Πὰν Πάν ἐπικαλοῦνται τὸν Πᾶνα ὡς χορῶν πρόξενον· καὶ αὐτοὶ γὰρ τοῦτο ποιεῖν βούλονται ὡς ἐγνωκότος τοῦ Αἴαντος μηκέτι τελευτᾶν. | |
Aj695 | ἁλίπλαγκτε ἐπικαλοῦνται τὸν Πᾶνα ἢ ὅτι ἐβοήθησε τοῖς Ἀθηναίοις ἐν τῇ ναυμαχίᾳ ἢ ὅτι τὸν Τυφῶνα δικτύοις ἤγρευσεν ἢ ὅτι οἱ ἁλιεῖς τιμῶσι τὸν Πᾶνα ὡς νόμιον θεόν· ἢ ἁλίπλαγκτε ἀντὶ τοῦ μεγαλό‐ | |
5 | φωνε ἐν τῇ χορείᾳ ὡς ἁλίβρομε· 〈ἢ〉 ὅτι τῆς Ἠχοῦς ἐρᾷ, πολύηχος δὲ ἡ θάλασσά ἐστιν. ἁλίπλαγκτε ἐπὶ τῆς Κυλληνίας. | |
Aj696 | ὄρος Ἀρκαδίας ἡ Κυλληνία. | |
Aj698 | ὅπως μοι | Νύσια Κνώσια ὅπως μοι συνάψῃς ὄρχησιν ποιουμένῳ παντοίαν, τὴν οὐκ ἐκ διδαχῆς σοι γενομένην ἀλλ’ ἐκ φύσεως· οὐδεὶς γὰρ ἐδίδαξεν τὸν Πᾶνα. | |
Aj699 | Νύσια Κνώσια ἐν Νυσίᾳ καὶ ἐν Κνωσῷ | |
ἐπιμελὴς ἡ ὄρχησις· ἢ Νύσια τὰ ἐν τῇ Νύσῃ γινό‐ μενα· ἔστι δὲ αὕτη Διονύσου ἱερὰ καὶ συνᾴδει τῷ Κνώσια· καὶ ἡ Κνωσὸς γὰρ Διονύσου. ἄλλως: τῶν | 59 | |
5 | ὀρχήσεων αἱ μέν εἰσι Διονυσιακαὶ αἱ δὲ Κορυβαντικαὶ καὶ ἐνόπλιοι· Νύσιαι οὖν αἱ Διονυσιακαὶ παρὰ τὴν Νύσαν, Κνώσιαι δὲ αἱ Κορυβαντικαί· Κνωσὸς γὰρ πόλις Κρήτης, ἐν τῇ Κρήτῃ δὲ ὑπὸ τῶν Κορυβάντων ἐτράφη ὁ Ζεύς. | |
10 | τὰ ἐν τῇ Νύσῃ τῷ ὄρει καὶ τὰ ἐν τῇ Κνωσῷ. | |
Aj700 | αὐτοδαῆ αὐτομαθῆ, ἃ ἐκ φύσεως ἔχεις, οὐ διδακτά· τῶν δὲ ὀρχήσεων ἡ μὲν Βερεκυντιακὴ λέγεται ἡ δὲ Κρητικὴ ἡ καὶ πυρρίχη· Νύσια οὖν αἱ Βερε‐ κυντιακαί (τῆς γὰρ Νυσίας ἐστὶν ἡ Βερέκυντος), | |
5 | Κνώσια δὲ Κρητικαί. αὐτομαθῆ, ἃ σὺ σαυτὸν ἐδίδαξας. ἰάψῃς ἐπιβάλῃς ἢ συλλάβῃς ἡμῖν. | |
Aj701 | νῦν γὰρ ἐμοὶ μέλει χορεῦσαι ἀναγκαίως καὶ [τοῦτο] ἡ αἰτία τῆς ὀρχήσεως ἵνα μὴ δοκῇ ἀλόγως ἐπὶ τοῦτο ἀπαντᾶν. | |
Aj702 | ἐν τῷ Ἰκαρίῳ πελάγει κεῖται ἡ Δῆλος. | |
Aj703 | μολὼν ἄναξ Ἀπόλλων παραγένοιτο δὲ καὶ ὁ Ἀπόλλων διὰ τοῦ Ἰκαρίου πελάγους τουτέστιν 〈ἀπὸ〉 τῆς Δήλου καὶ συνείη μοι εὔφρων, εὔγνωστος, φανερὸς ὢν καὶ δῆλος ὅτι φιλεῖ με. | |
5 | ὁ ἄναξ Ἀπόλλων. | |
Aj705 | εὔφρων φίλος. | 60 |
Aj706 | ἀπ’ ὀμμάτων Ἄρης ὁ Αἴας ὁ Ἀρήιος· ἢ Ἄρης ὁ πόλεμος ὁ περὶ τὸν Αἴαντα ἔλυσεν ἡμῶν τὸ σκότος καὶ τὴν κατήφειαν. ἀπὸ τῶν ὀμμάτων τοῦ Αἴαντος. | |
5 | Ἄρης ἡ λύσσα, ἡ μανία. | |
Aj708 | νῦν, ὦ Ζεῦ, πάρα λευκόν νῦν πάρεστιν ἡμέρα λαμπρὰ ἡμῖν ὥστε ἐγγίσαι τῶν νεῶν· πρότερον γὰρ ἐξετρεπόμεθα ἐπιμίγνυσθαι τοῖς Ἕλλησι διὰ τὴν αἰδῶ. | |
Aj709 | πελάσαι ὥστε πελάσαι ἐπὶ τῶν νεῶν. | |
Aj710 | θοᾶν κατὰ τῶν θοῶν. ὅτ’ Αἴας | λαθίπονος ὅτε δὴ ὁ Αἴας πάρεστιν ἐκ μετανοίας ἐπὶ τὸ σέβειν τοὺς θεοὺς καὶ κατατίθεσθαι τὴν ἔχθραν τὴν πρὸς τοὺς Ἀτρείδας. | |
Aj712 | πάνθυτα πάνσεπτα. ἐξήνυσεν ἐξεπλήρωσεν. | |
Aj714 | τὰ ὑπὸ τοῦ Αἴαντος διὰ πολλῶν εἰρημένα διὰ βραχέων διεξῆλθεν. φλέγει ζωπυρεῖ. | |
Aj715 | ἀναύδητον ἀπόρρητον, ἀνέλπιστον, ἄλεκτον. | |
Aj716 | εὖτέ γ’ ἐξ ἀέλπτων ὁπότε ἐξ ἀνελπίστων καὶ μεγάλων νεικέων ὁ Αἴας μετεπείσθη καὶ μετεβλήθη τὴν ψυχὴν τοῖς Ἀτρείδαις ἀπὸ τῆς ἔχθρας. | |
Aj717 | μετανεγνώσθη μετεπείσθη, μετεβλήθη καὶ πέπαυται τοῦ θυμοῦ. | |
Aj718 | Ἀτρείδαις ἐπὶ τοῖς Ἀτρείδαις. | |
Aj719 | ἄνδρες φίλοι ἄγγελος ἥκει ἀπὸ τοῦ στρατοῦ ἀγγέλλων τὴν παρουσίαν τοῦ Τεύκρου· θαυμαστὴ δὲ | |
ἡ εἴσοδος τούτου τοῦ ἀγγέλου· τοῦ Αἴαντος ἔξω ἑαυ‐ τὸν διαχειρουμένου οὐκ εἶχον 〈οὔτε〉 οἱ ἀπὸ τοῦ χοροῦ | 61 | |
5 | οὔτε ἡ Τέκμησσα γνῶναι τὸ πραχθέν· πιθανῶς οὖν ὁ ἄγγελος ἀπαγγείλας παρασκευάζει αὐτοὺς ἐξιέναι κατὰ ζήτησιν καὶ οὕτως ἐπιτεύξονται τῷ πτώματι· δεξιῶς δὲ καὶ τὸ τὸν Κάλχαντα μαθεῖν· οἰκεῖον γὰρ τῷ μάντει· καλῶς δὲ καὶ τὰ τῆς σκηνῆς ἐσκεύασται· | |
10 | Αἴαντος γὰρ καταλιπόντος προῆλθεν ὁ ἄγγελος εἶτα τοῦ χοροῦ τὴν σκηνὴν ἐάσαντος διὰ τὴν ζήτησιν ἔξεισιν ὁ Αἴας ἐπὶ τὴν πρᾶξιν, τῷ δὲ θεατῇ οὐδὲν ἀργὸν περιλείπεται πεποικιλμένης διαφόρως τῆς ἐν τῇ σκηνῇ προσωποποιίας. | |
Aj720 | Μυσίων ἀντὶ Θρᾳκικῶν· μέρη γὰρ τῆς Θρᾴκης πολλὰ περὶ τὴν Μυσίαν. | |
Aj721 | κρημνῶν τῶν χωρίων. στρατήγιον τὸ στρατόπεδον Ἀττικῶς. | |
Aj722 | κυδάζεται λοιδορεῖται, ὑβρίζεται ὑπὸ πάν‐ των· καὶ Ἐπίχαρμος ἐν Ἀμύκῳ Ἄμυκε, μὴ κύδαζέ μοι τὸν πρεσβύτερον ἀδελφὸν καὶ Αἰσχύλος ἐν Ἰφιγενείᾳ | |
5 | οὔ τοι γυναιξὶ 〈δεῖ〉 κυδάζεσθαι· τί γάρ; ἀρσενικῶς δὲ ὁ κῦδος ἐπὶ τῆς ὕβρεως. λοιδορεῖται. | |
Aj725 | ἤρασσον ἔκρουον, ἔπληττον, ἐβλασφήμουν | |
πάντες ὁμοφρονοῦντες. ἔπλησσον. | 62 | |
Aj727 | ἀποκαλοῦντες Ἀττικὸν ἔθος τὸ ἐπιφέρειν ἑνικοῖς πληθυντικὰ καὶ ἀνάπαλιν ὡς καὶ νῦν οὔτις ἔσθ’ ὃς οὐχὶ ἔλεγε ξύναιμον αὐτὸν ἀποκαλοῦντες. ὡς οὐκ ἀρκέσοι ἐπὶ τοῦ Τεύκρου, ὡς οὐκ ἀρκέσοι | |
5 | ἑαυτῷ τὸ μὴ λιθόλευστος γενέσθαι, ὡς οὐ κωλύσοι αὑτὸν καταλιθωθῆναι. κωλύσοι. | |
Aj730 | διεπεραιώθη διειλκύσθη, διῆλθεν. ἐγυμνώθη· εἰ μὴ γὰρ εἰς πέρας ἑλκυσθῇ οὐκ ἐξέρχεται. | |
Aj731 | λήγει δ’ ἔρις δραμοῦσα ἡ ἔρις εἰς πολὺ δραμοῦσα καὶ προκόψασα ἔστη τῇ συναντήσει τοῦ λόγου τῶν γερόντων· ἐκ τῆς Ἀχιλλέως δὲ πρὸς Ἀγα‐ μέμνονα ἀρχῆς παραγέγραπται καὶ ὥσπερ ὁ Νέστωρ | |
5 | ἐκεῖ διαλλάσσει οὕτως καὶ νῦν οἱ γέροντες· ἡ ἔρις οὖν προκόψασα προσωτάτω λήγει ἐκ συναλλαγῆς 〈τοῦ〉 λόγου τῶν γερόντων οἷον ἐκ τῆς ὁμιλίας. | |
Aj732 | ἐν ξυναλλαγῇ λόγου τῇ ἀμοιβῇ τοῦ λόγου καὶ συμβιβάσει. | |
Aj735 | ἐν συντόμῳ· οὐκ ἀναγκαῖον γὰρ διλογεῖν περὶ ὧν ἤκουσεν ὁ ἀκροατής. | |
Aj736 | νέοισιν καινοῖς. ἐγκαταζεύξας συνθείς, ἁρμόσας. | |
Aj737 | ἰοὺ ἰοὺ εἰδὼς ἀπὸ τοῦ μάντεως ὅτι κακὸν | |
αὐτῷ γίνεται τοῦτο προαναφωνεῖ. | 63 | |
Aj739 | ἢ ἤπερ· φησὶ δὲ ὅτι οὐκ ἐβράδυνα παραγενό‐ μενος ἀλλὰ βραδέως ἐπέμφθην. | |
Aj740 | τί δ’ ἐστὶ χρείας οἷον τί σοι λείπει ὅπερ σπάνιόν ἐστι πρὸς τὴν χρείαν τὴν νῦν; ἐσπάνιζε δὲ τὸ ἄμεινον εἶναι πρὸ ὀλίγου αὐτὸν παραγεγονέναι· καὶ ἐν Σιμωνίδῃ ἐπὶ τοῦ πρὸς Αἰγέα ἀγγέλου πεμ‐ | |
5 | φθέντος βιότου κέ σε μᾶλλον ὤνασα πρότερος ἐλθών. χρείας τῆσδ’ ὑπεσπανισμένον δεόμενον τῆς τοῦ Αἴαντος παρουσίας. | |
Aj741 | τὸν ἄνδρ’ ἀπηύδα ἀναγκαίως διηγεῖται ὁπότε ἔγνωκεν ἀπόντα τὸν Αἴαντα· ἔδει γὰρ δηλωθῆναι τῷ θεάτρῳ. | |
Aj744 | ὡς καταλλαχθῇ χόλου πιθανῶς ὡς πολῖται χόλον καὶ οὐ μανίαν λέγουσιν· οἴχεται οὖν τραπεὶς πρὸς τὸ κέρδιστον τῆς γνώμης ὅπως τὴν ἔχθραν κατά‐ θηται καὶ διαλλαχθῇ τοῖς θεοῖς ἀπὸ τοῦ χόλου. | |
5 | χόλου τοῦ τῶν θεῶν χόλου. | |
Aj745 | ἐπίσταται γὰρ 〈διὰ τὸ〉 ἀκηκοέναι τὰ παρὰ τοῦ Κάλχαντος. | |
Aj746 | εἰς παροιμίαν ὁ στίχος παρῆκται ἣν καὶ Ἀριστοφάνης ἀναγράφει. | |
Aj748 | τοσοῦτον ἀντὶ μέχρι τούτου. | |
Aj750 | Ἀτρειδῶν δίχα πάνυ ἀξιοπίστως ὅτι οὐκ ἀντικρὺς τῶν βασιλέων ὁ μάντις διελέγετο ἀλλ’ ἐν ἀπορρήτῳ κατ’ εὔνοιαν τοῦ Αἴαντος. | |
Aj752 | κἀπέσκηψε ἐνετείλατο. | 64 |
Aj756 | ἐλᾷ γὰρ αὐτὸν τῇδε θἠμέρᾳ πιθανῶς ὡς μάντις τὴν αἰτίαν λέγει τῆς μανίας· κατ’ ἀρχὰς γὰρ ἡ Ἀθηνᾶ οὐδὲν τούτων προεῖπεν. | |
Aj758 | τὰ γὰρ περισσὰ τὰ παρέλκοντα καὶ ἀχρήσιμα καὶ πέρα τοῦ μέτρου, τὰ χωρὶς δικαίου. | |
Aj760 | περιίσταται ὁ νοῦς εἰς τὸ γνῶθι σαυτόν. | |
Aj762 | ἀπ’ οἴκων ἀπὸ τῶν οἴκων τῶν πατρικῶν. παρατήρει κἀνθάδε τὴν προσθήκην τοῦ ποιητοῦ ὅτι προσῆψε τῷ Αἴαντι γλωσσαλγίαν μονονουχὶ θερα‐ πεύων τὸν θεατὴν μὴ ἄχθεσθαι τῇ συμφορᾷ τοῦ | |
5 | Αἴαντος· προσῳκειωμένοι γὰρ ἤδη τῇ ἀρετῇ αὐτοῦ σχεδὸν καὶ τῷ ποιητῇ ὀργίζονται. | |
Aj767 | τὸ ὁμοῦ ἀντὶ τῆς σύν, τὸ δὲ ἑξῆς θεοῖς ὁμοῦ. | |
Aj768 | κράτος νίκην. | |
Aj769 | κείνων τῶν θεῶν. | |
Aj775 | ἵστω ἀντὶ ἵστασο. ἡ καθ’ ἡμᾶς μάχη. | |
Aj776 | ἀστεργῆ ἀμάλακτον, ἀδιάθετον. | |
Aj778 | ἀλλ’ εἴπερ ἔστι τῇδε θἠμέρᾳ εἰ παρέλθοι ταύτην τὴν ἡμέραν σῳθείη· μέχρι γὰρ τῆς σήμερον παρατείνειν τὴν ὀργὴν τῆς θεοῦ. | |
Aj780 | ὁ δ’ εὐθὺς ἐξ ἕδρας ἅμα μὲν διὰ τὸ ἀξιό‐ πιστον τοῦ προσώπου ἅμα δὲ ὡς μὴ δοκοίη δι’ ἀπέχθειαν ταῦτα λέγειν· διὰ πάντων δὲ διδάσκει ὅτι κρατεῖ τῶν ἀνθρωπίνων ἡ εἱμαρμένη καὶ γνῶναι μὲν | |
5 | τὰ ἐσόμενα διὰ 〈τῆσ〉 μαντικῆς ἐστιν οὐ μὴν καὶ | |
φυλάξασθαι δυνατόν. | 65 | |
Aj781 | ἐπιστολὰς ἐντολάς. | |
Aj784 | ὦ δαΐα Τέκμησσα τίνος ἕνεκεν οὐκ ἐποίησεν ἐξιοῦσαν τὴν Τέκμησσαν ἵνα μετὰ τοῦ χοροῦ ἀκούσῃ τὰ περὶ τοῦ Αἴαντος ὡς ἐν τοῖς ἄλλοις δράμασιν, ἔν τε Ἠλέκτρᾳ καὶ Οἰδίποδι ἅμα τῷ χορῷ τὰς τῶν γυ‐ | |
5 | ναικῶν προόδους ποιεῖ ἵνα μὴ δισσολογῶσιν οἱ ἄγγε‐ λοι; ῥητέον οὖν ὅτι ὁ Αἴας ἐκέλευσεν αὐτὴν κατ’ οἶκον εὔξασθαι τοῖς θεοῖς εἰπὼν καὶ δῶμα πάκτου· οὐδὲ μὴν αἰχμαλώτου σχῆμα ἔχουσαν ἔδει συνεχῶς | |
10 | ἐξιέναι μάλιστα ἐν τοιούτῳ καιρῷ ἠγρυπνηκυῖαν καὶ παρηκολουθηκυῖαν τῇ τοῦ Αἴαντος μανίᾳ· ἔδει οὖν μέγα τι φανῆναι τὸ ἐξάγον αὐτὴν διὸ πρὸς τὸν χορὸν ἐδέησε πρῶτον εἰπεῖν οἳ ὡς ἐπὶ μεγάλῃ προφάσει ἐκκαλοῦσιν αὐτήν· ἄλλως τε οἱ ἀπὸ τοῦ χοροῦ οἰκειό‐ | |
15 | τεροί εἰσιν ὡς πολῖται τοῦ Αἴαντος ὥστε καὶ ὁ ἄγ‐ γελος καλῶς οὐκ ἐζήτησε μεῖζον πρόσωπον ἀλλὰ τὸν Αἴαντα οὐ καταλαβὼν ἔνδον πρὸς τὸν χορόν φησιν· εἰς ἀνάγκην δὲ γεγονὼς ὁ ποιητὴς τοῦ διλογῆσαι οὐδαμοῦ προσκορὴς ἐγένετο ἀλλὰ τὰ δεύτερα διὰ βρα‐ | |
20 | χέων ἐξήνεγκεν. ἄλλως, ὦ δαΐα: δήια πεπονθυῖα ἢ κατακεκομμένη, καταπεπολεμημένη, κεκακωμένη. ὦ δύστηνε, ὦ πεπολεμημένη καὶ ἀθλία· ἀπρεπὲς γὰρ αὐτὴν πολεμίαν ἀποκαλεῖν· καὶ Αἰσχύλος ἀντὶ τοῦ ἀθλία κέχρηται τῇ λέξει. | |
25 | δάιον κοινῶς τὸ πολέμιον, Ἀττικῶς τὸ δύστηνον. | |
Aj785 | θροεῖ λέγει. | 66 |
Aj786 | ξυρεῖ γὰρ ἐν χρῷ ἅπτεται τῶν ἀναγκαίων, τοῦ χρωτός· καὶ ἔστι παροιμία ἐπὶ τῶν ἐπικινδύνων πραγμάτων ξυρεῖ ἐν χρῷ· ἐνίοτε γὰρ καὶ τοῦ σώματος ἐφάπτεται ὁ σίδηρος. ἄλλως: μέχρι βάθους ἐφικνεῖται | |
5 | ὥστε μὴ χαίρειν· τὸ δὲ τινὰ παρέλκεται. τοῦτο τοῦτο τὸ πρᾶγμα. | |
Aj787 | τί μ’ αὖ τάλαιναν πρὸς τὸ Εὐριπίδου ἐν Δίκτυι τί μ’ ἄρτι πημάτων λελησμένην ὀρθοῖς; | |
Aj788 | ἀτρύτων πολυτρύτων. ἐξ ἕδρας ἀνίστατε οὐκοῦν διὰ τὸ κεκμηκέναι καὶ ἀναπαύσεως δέεσθαι ἔνδον διέτριβεν καὶ τὴν πρόφασιν τοῦ μὴ προϊέναι διασαφεῖ. | |
Aj790 | ἤλγης’ ἀλγεινῶς ἤκουσα. | |
Aj791 | τί φής, ὦνθρωπε περιπαθῶς ἀναβοᾷ πυθο‐ μένη ὅτι ἀγγέλλει τις νεώτερόν τι περὶ τοῦ Αἴαντος· ἴδιον δὲ τῶν φίλων τὸ τὰ χείρω ἀεὶ ὑπονοεῖν. μῶν ὀλώλαμεν; τοιαῦτα γὰρ ἔλεγεν, ὅτι συναπ‐ | |
5 | ολοῦμαί σοι ἐὰν σὺ ἀποθάνῃς. | |
Aj792 | οὐκ οἶδα τὴν σὴν πρᾶξιν πρὸς τὸ μῶν ὀλώ‐ λαμεν ἐπήγαγεν ὁ ἄγγελος περὶ τοῦ Αἴαντος μόνου· οὐ γὰρ τοιοῦτός ἐστιν ὁ καιρὸς ὥστε σοφίζεσθαι καὶ | |
τὰς φωνὰς ἐξετάζειν· καλῶς δὲ τὸ θαρσῶ· οὐδὲ γὰρ | 67 | |
5 | αὐτὸς οἶδεν ἀλλ’ ἀπὸ τῶν λόγων τοῦ Κάλχαντος ἀγω‐ νιᾶν φησιν. | |
Aj794 | ὥστε μ’ ὠδίνειν ἐμφαντικῶς τὸ ὠδίνειν· οἰκεῖον γὰρ γυναικί, χαλεπώτατον δὲ τῶν γυναικείων πόνων ἡ ὠδίς. | |
Aj796 | ὕπαυλον ἐνδόμυχον, ὑπὸ τὴν αὐλὴν τῆς σκηνῆς. | |
Aj797 | κἀπὶ τῷ; ἐπὶ τίνι, διὰ τί; | |
Aj798 | πάρεστ’ ἐπιδημεῖ. | |
Aj799 | φέρειν ἀντὶ εἶναι. | |
Aj801 | καθ’ ἡμέραν | τὴν νῦν ἀμφιβόλως, ἤτοι μαθὼν 〈κατὰ〉 τὴν νῦν ἡμέραν ἢ ὅτι κατὰ τὴν νῦν ἡμέραν τεθνήξεται. | |
Aj802 | ὅτ’ αὐτῷ θάνατον ἢ βίον εἰ μὲν ἔνδον μένει σῳθήσεται εἰ δὲ μὴ ἀπόλλυται· διὰ τούτου δὲ τὸ διττὸν τοῦ μοιριδίου δηλοῖ ὡς καὶ Ὅμηρος διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλοσδε. | |
Aj803 | πρόστητ’ ἀναγκαίας τύχης ἐπίκουροι γένεσθε τῆς κατεπειγούσης δυστυχίας. | |
Aj804 | οἱ μὲν Τεῦκρον ἐν τάχει πιθανῶς καὶ Τεῦ‐ κρον μεταπέμπεται ἵνα μὴ δεήσῃ ἄγγελον πέμπειν ὅταν 〈ἐπι〉τύχωσι τῷ σώματι. | |
Aj805 | ἑσπέρους δυτικούς, ἀγκῶνας δὲ τὰς ἄκρας τῶν ὀρῶν τὰς πρὸς δύσιν. ἀντηλίους ἀνατολικούς. | |
Aj807 | ἔγνωκα γὰρ δὴ φωτός οἷον δι’ ὧν εὐνοϊκῶς | |
ἔπραξα εἰς αὐτὸν καταφρονήσας ἠπάτησέ με. | 68 | |
Aj808 | τῆς παλαιᾶς χάριτος τῆς τοῦ γάμου καὶ τῆς συνουσίας. | |
Aj809 | οἴμοι, τί δράσω περιπαθῶς ἐφάψασθαι τῆς ζητήσεως καὶ τῷ τέκνῳ κελεύει καὶ ὥσπερ ἀπολογου‐ μένη ὅτι καταλιμπάνει αὐτόν· φησὶν οὖν ἐν ἀπόρῳ γενομένη, τί δράσω; οἷον πῶς μόνον σε καταλίπω; | |
Aj810 | ὅποιπερ ἂν σθένω οἷον τῆς προθυμίας οὐδὲν ἐλλείψω καὶ εἰ τῷ σώματι ἀδυνατῶ. | |
Aj813 | χωρεῖν ἕτοιμος μετακινεῖται ἡ σκηνὴ τοῦ χοροῦ ἐξελθόντος· ἀναγκαία δὲ ἡ ἔξοδος ἵνα εὕρῃ καιρὸν ὁ Αἴας χειρώσασθαι ἑαυτόν. | |
Aj815 | ὁ μὲν σφαγεὺς ἕστηκεν μετάκειται ἡ σκηνὴ ἐπὶ ἐρήμου τινὸς χωρίου ἔνθα ὁ Αἴας εὐτρεπίσας τὸ ξίφος ῥῆσίν τινα πρὸ τοῦ θανάτου προφέρεται ἐπεὶ γέλοιον ἦν κωφὸν εἰσελθόντα περιπεσεῖν τῷ ξίφει· | |
5 | ἔστι δὲ τὰ τοιαῦτα παρὰ τοῖς παλαιοῖς σπάνια· εἰώ‐ θασι γὰρ τὰ πεπραγμένα δι’ ἀγγέλων ἀπαγγέλλειν· τί οὖν τὸ αἴτιον; φθάνει Αἰσχύλος ἐν Θρῄσσαις τὴν ἀναίρεσιν Αἴαντος δι’ ἀγγέλου ἀπαγγείλας· ἴσως οὖν καινοτομεῖν βουλόμενος καὶ μὴ κατακολουθεῖν τοῖς | |
10 | ἑτέρου .......... ὑπ’ ὄψιν ἔθηκεν τὸ δρώμενον ἢ μᾶλλον ἐκπλῆξαι βουλόμενος· εἰκῇ γὰρ κατηγορεῖν ἀνδρὸς πάλαι οὐχ ὅσιον· πήξας δὲ τὸ ξίφος ταῦτά φησι· σφαγέα δὲ λέγει ἢ τὸν καιρὸν τοῦ ἀποθανεῖν ἢ τὸν διὰ τῆς σφαγῆς θάνατον. | |
15 | ᾗ τομώτατος ἀντὶ ὅπου· πρέπον γὰρ ἂν εἴη τῷ | |
ἀπηυδηκότι ἀλογίστως ἰέναι ἐπὶ τὸ προκείμενον· ἕπεται δὲ τῷ λόγῳ ὅτι τοῖς καρτερικοῖς καὶ ἅπαξ κρίνασι περί τινος οὐ γίνεται ἀναβολὴ οὐδὲ μετάνοια [περί τινος]. | 69 | |
Aj818 | μάλιστα μισηθέντος μεγαλόφρων ὁ Αἴας καὶ μέχρις ἐσχάτης ὥρας μισῶν τοὺς βαρβάρους· ὅτι δὲ δῶρον εἶπεν ξένων ἐπήνεγκεν (ξένιον γὰρ λέγομεν τὸ δῶρον τὸ παρὰ ξένων διδόμενον) εἶτα προσέθηκεν | |
5 | ἐμοὶ μάλιστα μισηθέντος. | |
Aj819 | πέπηγε δ’ ἐν γῇ πολεμίᾳ πρόδηλον μὲν ὅμως διὰ τὸ περιπαθές, ὅτι ἐν πολεμίᾳ γῇ ὑπὸ δυσμενοῦς ἀπόλλυμαι. | |
Aj820 | θηγάνῃ ἀκόνῃ ὅθεν καὶ τὸ θήγειν ἀκονᾶν. | |
Aj821 | περιστείλας διαχειρισάμενος, περισφίγξας ἐν τῇ γῇ. | |
Aj822 | λείπει τὸ ὥστε, ὥστε διὰ τάχους θανεῖν. | |
Aj823 | εὐσκευοῦμεν καλῶς παρεσκευάσμεθα καὶ ἔχο‐ μεν πάντα ὧν δεῖ πρὸς θάνατον. ἐκ δὲ τῶνδε οἷον τὸ δὲ μετὰ ταῦτα. | |
Aj828 | νεορράντῳ προσφάτῳ. | |
Aj829 | καὶ μὴ πρὸς ἐχθρῶν του καταγέλαστος, φασίν, ὁ Αἴας μὴ τῶν κυνῶν ἢ τῶν οἰωνῶν τὴν αἰκίαν ὑποστελλόμενος ἀλλὰ τὴν θέαν τῶν Ἑλλήνων· ῥητέον οὖν ὅτι ἰδίωμα τῶν ἀνθρώπων τὸ μὴ βού‐ | |
5 | λεσθαι τοὺς ἐχθροὺς ἐναβρύνεσθαι αὐτοῖς καὶ τούτου μόνου ἀντιποιοῦνται. | |
Aj831 | τοσαῦτά ς’, ὦ Ζεῦ, προστρέπω γράφε τοσαῦτά σοι· προστρέπω δὲ ἱκετευτικῶς λέγω· προστρόπαιοι γὰρ | |
οἱ ἱκέται. ἱκετεύων ἐπιτρέπομαι. | 70 | |
Aj832 | πομπαῖον τὸν ψυχοπομπόν. εὖ με κοιμίσαι θαυμαστῶς καὶ γενναίως κοιμίσαι εἶπεν ὡς ἐπὶ ὕπνου τὸν θάνατον· καὶ Ὅμηρος κοιμήσατο χάλκεον ὕπνον. | |
Aj833 | ξὺν ἀσφαδάστῳ ἀσκαρίστῳ καὶ σπασμὸν μὴ ἔχοντι ἀντὶ συντόμῳ ὥστε καιρίας τῆς πληγῆς γενο‐ μένης μὴ προσγενέσθαι σπασμὸν μηδὲ πολλὴν ἐν τῷ θανάτῳ διατριβήν· καὶ παρ’ Εὐριπίδῃ | |
5 | ὁ δ’ ἐσφάδαζεν οὐκ ἔχων ἀπαλλαγάς· σφαδάζειν δὲ ἔλεγον τὸ σπᾶσθαι καὶ σφακελίζειν· παραδεδομένον δὲ κατὰ ἱστορίαν ὅτι κατὰ τὸ ἄλλο σῶμα ἄτρωτος ἦν ὁ Αἴας, κατὰ δὲ τὴν μασχάλην 〈μόνην〉 τρωτὸς διὰ τὸ τὸν Ἡρακλέα τῇ λεοντῇ αὐτὸν σκεπά‐ | |
10 | σαντα κατὰ τοῦτο τὸ μέρος ἀσκέπαστον ἐᾶσαι διὰ τὸν γωρυτὸν ὃν περιέκειτο· φησὶ δὲ περὶ αὐτοῦ Αἰσχύλος ὅτι καὶ τὸ ξίφος ἐκάμπτετο οὐδαμῇ ἐνδιδόντος τοῦ χρωτὸς τῇ σφαγῇ τόξον ὥς τις ἐντείνων | |
15 | πρὶν δή τις, φησί, παροῦσα δαίμων ἔδειξεν αὐτῷ κατὰ ποῖον μέρος δεῖ χρήσασθαι τῇ σφαγῇ· ὁ δὲ Σοφοκλῆς ἐριθεῦσαι μέν τι ὡς πρεσβυτέρῳ μὴ βουληθεὶς οὐ | |
μὴν παραλιπεῖν αὐτὸ δοκιμάζων ψιλῶς φησι πλευρὰν ἀναρρήξαντα τῷδε φασγάνῳ | 71 | |
20 | κατὰ τί τὴν πλευρὰν μὴ εἰπών. | |
Aj835 | τὰς ἀεί τε παρθένους μυθικόν ἐστι τὸ λέγειν τὰς Ἐρινύας ἀειπαρθένους, νῦν δὲ τὰς ἀδωροδοκήτους καὶ οὐχὶ χρανθῆναι δώροις δυναμένας ὑπὸ τῶν ἀδι‐ κούντων. | |
Aj837 | τανύποδας τὸ τανύποδας τῷ μαθεῖν συναπτέον οἷον ταχέως μαθεῖν τὸ κατ’ ἐμὲ καὶ μὴ ἀμελῆσαι ἐπ‐ εξελθεῖν τὸν ἐμὸν φόνον· τὸ γὰρ τεῖναι τοὺς πόδας ἐστὶ τὸ βαδίσαι· ἢ καθ’ ἑαυτὸ τὸ τανύποδας λεκτέον, | |
5 | τὰς πανταχοῦ τεινούσας τοὺς πόδας. τὰς ἀκοπιάστως ἐπιούσας. | |
Aj841 | τὼς αὐτοσφαγεῖς ταῦτα νοθεύεσθαί φασιν ὑποβληθέντα πρὸς σαφήνειαν τῶν λεγομένων. τοῦτο ἀπέβη τῷ Ἀγαμέμνονι· ὑπὸ γὰρ τῶν φιλ‐ τάτων ἀπώλετο. | |
Aj844 | τὸ ἑξῆς, γεύεσθε πανδήμου στρατοῦ, μὴ φείδεσθε. | |
Aj845 | σύ τ’, ὦ τὸν αἰπὺν οὐρανόν ὑπερβολικῶς· εἰώθασι γὰρ περὶ τῶν δεινῶν λέγειν ὅτι ἐπικαλυψά‐ μενος ὁ ἥλιος τὰ τοιαῦτα παρέρχεται, ὁ δὲ πρὸς τὸν ἥλιόν φησι, καὶ ἀπάγγειλον ἐποπτεύσας τοῖς γονεῦσι | |
5 | τὰ πεπραγμένα. | |
Aj849 | τῇ τε δυστήνῳ τροφῷ καὶ ταῦτα περιπαθῆ καὶ ἀνθρώπινα· ὅρα γὰρ ὅτι καὶ ὁ Ἡρακλῆς ἐπὶ τοῦ θανάτου τὴν μητέρα μεταπέμπεται ὅπου καὶ πάνυ οἰκτρῶς αὐτὴν ἀνακαλεῖ | |
5 | καλεῖ δὲ τὴν τάλαιναν· ὡς [ἀντι]λαμβανόμενος δὲ ἑαυτοῦ ἐπάγει ἀλλ’ οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην. οἱ μὲν τῇ θρεψαμένῃ οἱ δὲ καὶ ἐπὶ τὸ σαφέστερον. | 72 |
Aj854 | ἐπίσκεψαι σκόπησον. | |
Aj860 | ἑστίας βάθρον δύναται καὶ τὸ κράτος νοεῖσθαι καὶ ὁ τόπος καὶ ἡ βάσις τῆς ἑστίας. | |
Aj861 | κλειναί τ’ Ἀθῆναι τῶν Ἀθηναίων μέμνηται διὰ τὴν συγγένειαν καὶ ὅτι ἐν Ἀθήναις ὁ ποιητὴς ἠγωνίζετο ταῦτά φησιν ἐπισπώμενος αὐτοὺς εἰς εὔνοιαν. τὸ σύντροφον γένος οἱ ὁμήλικες. | |
Aj862 | κρῆναί τε ποταμοί θ’ οἵδε καὶ τὰ Τρωικά καὶ ἐν ἀρχῇ ἔφη πολεμίᾳ τῇ Τρῳάδι· ἐπὶ δὲ τῷ τέλει καὶ τὰς κρήνας καὶ τοὺς ποταμοὺς | |
5 | καλεῖ παρ’ οἷς μέλλει τελευτᾶν· καὶ ἔστιν εὐσεβοῦς ἀνδρὸς ἐξευμενίζειν πρὸ τοῦ θανάτου θεούς, τόπους, χώραν, πατρίδα, ἀδελφὸν ὥστε μετ’ εὐμενείας ἀποθα‐ νεῖν· ἴσως δὲ καὶ ἐπιμαρτυρόμενος λέγει. | |
Aj864 | τοῦθ’ ὑμῖν Αἴας περιπαθῶς καὶ τὸ ὄνομα ἀνακαλεῖται· δεῖ δὲ ὑπονοῆσαι ὅτι περιπίπτει τῷ ξίφει καὶ δεῖ καρτερόν τινα εἶναι τὸν ὑποκριτὴν ὡς ἄξαι τοὺς θεατὰς εἰς τὴν τοῦ Αἴαντος φαντασίαν ὁποῖα | |
5 | περὶ τοῦ Ζακυνθίου Τιμοθέου φασὶν ὅτι ἦγε τοὺς θεατὰς καὶ ἐψυχαγώγει τῇ ὑποκρίσει ὡς Σφαγέα αὐτὸν κληθῆναι. θροεῖ λέγει. | |
Aj866 | πόνος πόνῳ πόνον φέρει λείπει ἡ πρὸς ἵν’ ᾖ ὁ πόνος πρὸς τῷ πόνῳ πόνον φέρει· καὶ ἔστι τὸ μὲν πόνος πόνῳ ἀρχαϊκὸν ὡς ἔργον ἐπ’ ἔργῳ τὸ δὲ δεύτερον πόνον [οἷον] κοινῶς οἷον κάματον. ἄλλως: | 73 |
5 | οἱ ἀπὸ τοῦ χοροῦ προΐασιν ὥσπερ ἐκ διαφόρων τόπων κατ’ ἄλλην καὶ ἄλλην εἴσοδον ζητοῦντες τὸν Αἴαντα καὶ ἡ Τέκμησσα ἐξ ἄλλων ἥτις καὶ πρώτη ἐπιτυγχάνει τῷ πτώματι· ὁ δὲ νοῦς, ὁ πόνος ἐπὶ πόνῳ πόνον φέρει ὡς Ὅμηρος | |
10 | πάντῃ δὲ κακὸν κακῷ ἐστήρικται καὶ ἐν Τραχινίαις νὺξ γὰρ εἰσάγει καὶ νὺξ ἀπωθεῖ διαδεδεγμένη πόνον. | |
Aj869 | κοὐδεὶς ἐπίσταται οὐδεὶς οἶδέ με τόπος συμ‐ μαθεῖν οἷον μεμαθηκότα τὸ γεγονὸς οὐδείς με οἶδεν τόπος ἀλλὰ μάτην περιῆλθον· ἢ συμμαθεῖν ἀντὶ τοῦ διδάξαι, εἰς μάθησιν ἀγαγεῖν τοῦ ζητουμένου. | |
Aj870 | ἰδού, ἰδού πιθανὰ ταῦτα καὶ σχεδὸν τῆς ἀληθείας ἐγγύς, τὸ δὲ δοῦπον ἐλπίζοντες τῷ σώματι περιπεσεῖν. | |
Aj872 | κοινόπλουν ὁμιλίαν ἢ συνναῦται, ἐπὶ τῆς αὐτῆς νηὸς πλεύσαντες ἢ τροπικῶς τὸν αὐτὸν ἡμῖν πλοῦν ἐσταλμένοι πρὸς τὴν ζήτησιν. | |
Aj879 | ὅλος ὁ χορὸς εἰς ἓν συνελθὼν ταῦτά φησιν. τίς ἂν φιλοπόνων | ἁλιαδᾶν τίς τῶν ἁλιέων 〈τῶν〉 ἀεὶ ἀγρυπνεῖν εἰθισμένων διὰ τὴν ἄγραν ἢ τίς θεὰ Ὀλυμπιὰς ἢ ποταμῶν ἴδρις τουτέστι Ναῒς ἀπαγγείλαι | |
5 | εἴ που λεύσσει τὸν ὠμόθυμον; φιλοπόνων τῶν εἰθισμένων πονεῖν. | 74 |
Aj883 | ῥυτῶν τῶν ῥεόντων παρὰ τὴν ῥύσιν. | |
Aj884 | Βοσπορίων τῶν εἰς τὸν Βόσπορον ῥεόντων Τρωικῶν ποταμῶν· δύο δέ εἰσι Βόσποροι, ὁ μὲν κατὰ τὴν Προποντίδα ὁ δὲ Θρᾳκικὸς ὥς φησι Φιλέας. | |
Aj887 | ἀπύοι εἴποι. σχέτλια γὰρ | ἐμέ δεινὰ γὰρ πράγματα ἐμὲ τὸν ἐπιπόνως πλανηθέντα μὴ εὐθυδρομῆσαι εἰς τὸ τῆς ζητήσεως μέρος καθ’ ὃ ὁ Αἴας ἐποιήσατο τὴν ἔφοδον· | |
5 | τοῦτο γὰρ ἂν εἴη οὔριον. | |
Aj890 | ἀλλ’ ἀμενηνόν ἐφ’ ἑαυτοῦ, οὐκ ἐπὶ τοῦ Αἴαντος, σχέτλια ἂν εἴη μὴ ἐπιτετυχηκέναι αὐτῷ ἀλλ’ ἠσθενηκέναι με τῇ ζητήσει. | |
Aj891 | ἰὼ [τλήμων] Τέκμησσα βοᾷ ἐπιτυχοῦσα τῷ σώματι, φαίνεται δὲ οὐδέπω ἔνοπτος οὖσα τῷ χορῷ. | |
Aj892 | πάραυλος ἐγγὺς παρὰ τὴν αὐλὴν ἢ θρηνητικὴ παρὰ τοὺς αὐλούς. παρατεταμένη. | |
Aj893 | ἰὼ τλήμων τοῦτο ἐν τῷ ἐμφανεῖ γενομένη ὅπερ δηλοῖ ὁ χορός. | |
Aj899 | κρυφαίῳ ἀποκεκρυμμένῳ, εἰσδεδυκότι εἰς τὸ σῶμα, τὸ δὲ περιπτυχὴς κυριώτατα μὲν ὠνόμασται ἡμῖν δὲ δυσμετάβλητον, τινὲς δὲ περικεκυλισμένος. τῷ λαθραίως τῶν φίλων γεγονότι. | |
Aj900 | ἐν πρώτοις περὶ ἑαυτῶν ὀλοφύρονται. | |
Aj902 | τόνδε συνναύταν ἀντὶ ἐμὲ τὸν χορόν· συνήθως. | |
Aj906 | ἐν γάρ οἱ χθονί αὐτὸ τὸ σχῆμα, φησί, δηλοῖ | |
ὅτι ὑφ’ ἑαυτοῦ ἀνῃρέθη· πᾶν δὲ ἀμυντήριον καὶ δόρυ καὶ ἔγχος καλοῦσιν οἱ νεώτεροι· περιπετὲς δὲ ᾧ περι‐ έπεσεν· τοῦ δὲ θεατοῦ εἰδότος τὸν τρόπον τῆς ἀναιρέ‐ | 75 | |
5 | σεως ἔδει καὶ τὸν χορὸν καὶ τὴν Τέκμησσαν 〈μὴ〉 πολυπραγμονῆσαι. | |
Aj907 | πηκτὸν περιπεπηγὸς αὐτῷ. κατηγορεῖ σημαίνει, λέγει. | |
Aj909 | οἶος ἄρ’ αἱμάχθης μόνος ᾑματώθης. | |
Aj910 | ἄφρακτος φίλων ἀφύλακτος, οὐ πεφραγμένος καὶ τετειχισμένος τοῖς φίλοις διὰ τὸ ἀπατηθέντας καταλιπεῖν σε. | |
Aj911 | ὁ πάντα κωφὸς τὸ πάντα εἰς τὴν ἀπάτην· ἐγὼ δέ, φησίν, ὁ ἀναίσθητος κατημέλησα. | |
Aj912 | πᾷ, πᾷ τοῦτο κατ’ ἄλλης ἀρχῆς· βουλόμενοι τὸ σῶμα θεάσασθαι τοῦτο λέγουσιν ὃ διακωλύει ἡ Τέκμησσα. | |
Aj913 | ὁ δυστράπελος δυσκίνητος, ἀμετάτρεπτος, 〈δυσμετάθετοσ〉, ὃς οὐχ εὗρεν ἐκφυγὴν τῷ πάθει· οὕτω λέγουσιν καὶ δυστράπελον τὸ ὄρυγμα τὸ οὐκ εὐδιάλυτον. ἄλλως: δυστράπελόν φασιν Ἀττικοὶ τὸν | |
5 | ἀμετακίνητον ἐν ὀργῇ ἢ διαθέσει ἢ φιλαργυρίᾳ, τὸν αὐτὸν δὲ καὶ ἀτράπελον. ὁ δύσκολος. | |
Aj914 | δυσώνυμος ὡς καὶ αὐτὸς λέγει ὁ Αἴας. | |
Aj916 | φάρει καλύψω ἦθος γυναικὸς τὸ μὴ ἀσχήμως | |
δεικνύναι τὸ σῶμα. παμπήδην παντελῶς, ὅλον τὸ σῶμα. | 76 | |
Aj917 | οὐδεὶς ἂν ὅστις καὶ φίλος ὑπερβολικῶς ἐπεὶ οὐκ εἰκὸς ἐν τοῖς δεινοῖς τοὺς φίλους μαλακίζεσθαι. | |
Aj921 | ὡς ἀκμαῖος καίριος, κατὰ καιρόν, παρὰ τὴν ἀκμὴν τοῦ καιροῦ· καλῶς δὲ ζητεῖ Τεῦκρον ἵν’ ἡ κηδεία γένηται ὑπὸ τοῦ συγγενοῦς. | |
Aj922 | συγκαθαρμόσαι περιστεῖλαι. | |
Aj924 | αὔξησις περὶ τὸ πάθος, ὡς καὶ τοὺς δυσμε‐ νεῖς ἐλεεῖν. | |
Aj925 | ἔμελλες Ἰακῶς, ἐῴκεις ἄρα καὶ δῆλος ἦς. | |
Aj926 | στερεόφρων οἷον ἐφ’ οἷς ἐνόησας καὶ ἤλγεις περιυβρισμένος ὑπὸ τῶν Ἀτρειδῶν ἔμελλες πληρώσειν κατὰ τὰς φρένας τὴν μοῖραν. ὧδ’ ἐξανύσειν τοῦ καινίσειν. | |
Aj930 | πάννυχα καὶ φαέθοντ’ κατὰ νύκτα καὶ ἡμέραν. | |
Aj934 | ἄρχων ἀρχηγός, προηγός. | |
Aj935 | ἀριστόχειρ ὁ γενναῖος περὶ τὰ ἀριστεῖα. | |
Aj938 | γενναία ἡ ἰσχυρά. | |
Aj940 | οὐδέν ς’ ἀπιστῶ εἰώθασιν ἐν τοῖς πάθεσιν καὶ συγχωρεῖν τοῖς ἀλγοῦσι· φέρει γὰρ τοῦτο καὶ κόρον τοῦ θρήνου καὶ παραμυθίαν. | |
Aj941 | ἀρτίου γνησίου· οὐ γάρ ἐστι χρονικόν. | |
Aj942 | σοὶ μὲν δοκεῖν ταῦτ’ ἐστί σοὶ μὲν ταῦτα ἐν δόξῃ καταλαμβάνεται ἐγὼ δὲ σαφῶς ἐπίσταμαι· ἔστι μὲν γὰρ καὶ τῷ χορῷ οἰκειότης πρὸς Αἴαντα ἀλλ’ οὐχ ὅσον πρὸς τὴν Τέκμησσαν. | |
5 | δοκεῖν δοξάζειν. | |
Aj945 | σκοποὶ οἱ Ἀτρεῖδαι. | 77 |
Aj946 | ὤμοι, ἀναλγήτων ἀσυμπαθῶν εἰ τοῦτο πρά‐ ξειαν· ἢ τῶν μηδόλως ἀλγούντων ἐπὶ ταῖς συμφοραῖς τῶν Ἑλλήνων ἢ πολυαλγήτων, τῶν εἰς πολλὰ ἄχη ἡμᾶς ἐμβεβληκότων. | |
5 | γράφε ἰώ μοι· περιπαθῶς δὲ ὁ χορὸς ἀναβοᾷ ἐπὶ τῷ λόγῳ Τεκμήσσης. | |
Aj948 | τῷδ’ ἄχει τῇ παρούσῃ συμφορᾷ. | |
Aj950 | οὐκ ἂν τάδ’ ἔστη οὐκ ἂν ταῦτα ἐπράχθη οὕτω μὴ θεῶν βουλομένων ὥστε καὶ ταῦτά ἐστι προσ‐ δοκᾶν περὶ τῶν Ἀτρειδῶν. ἄλλως: πρὸς τὸ εἰρημένον ὑπὸ τοῦ χοροῦ | |
5 | ἀλλ’ ἀπείργοι θεὸς φησίν, οὐκ εἰκὸς συλλήψεσθαι ἡμῖν τοὺς θεοὺς ἐπεὶ οὐδ’ ἂν ἐπράχθη ταῦτα. | |
Aj951 | ἄγαν ὑπερβριθές μέγα καὶ βαρὺ ἤνυσαν οἱ πράξαντες τὰ περὶ τὸν Αἴαντα ὅ ἐστιν οἱ αἴτιοι τούτων. | |
Aj953 | φυτεύει ἐφύτευσεν. | |
Aj954 | κελαινώπαν οἷον οὐκ ἐν τῷ φανερῷ ἀλλ’ ἐν σκότῳ ἤδη βλεπόμενον καὶ μέλανα καὶ οἷον κεκρυμ‐ μένον καὶ δόλιον καὶ οὐχ ἁπλοῦν θυμὸν ἐφυβρίζει· ἔξωθεν δὲ ἡ κατά· τὸ δὲ ἡμᾶς λείπει ἵν’ ᾖ κατὰ τὸν | |
5 | θυμὸν ἐφυβρίζει ἡμᾶς. | |
Aj957 | τοῖς μαινομένοις τοῖς διὰ τὴν μανίαν συμ‐ βεβηκόσιν. | |
Aj960 | κλύοντες τὰ ἄχη κλύοντες. | |
Aj962 | χ. ἴσως τοι κεἰ βλέποντα καὶ νῦν βλέποντα εἶπεν ἀντὶ τοῦ ζῶντα διὸ τὸ χ πρόσκειται. | 78 |
Aj966 | ἐμοὶ πικρὸς τέθνηκεν μᾶλλον ἐμοὶ πικρὸς τέθνηκεν ἤπερ ἐκείνοις γλυκὺς 〈καὶ αὑτῷ γλυκὺσ〉 ἐπεὶ ὧν ἐπεθύμει ἔτυχεν· οὐκ ἂν οὖν ἐπεγγελῷεν αὐτῷ οἱ ἐχθροὶ ὡς αὐτοὶ τῆς ἀπωλείας αἴτιοι γενό‐ | |
5 | μενοι. | |
Aj970 | θεοῖς τέθνηκεν θεῶν βουλομένων· οὐ γὰρ οἱ Ἕλληνες τὴν τοιαύτην αἰτίαν αὐτῷ παρέσχον. | |
Aj974 | ἰώ μοί μοι δεῖ γενέσθαι βοὴν ἣν ἀκούσας ὁ χορὸς ἐφίστησι γνωρίζων τὸ φθέγμα τοῦ Τεύκρου βοῶντος. | |
Aj976 | ἐπίσκοπον μέλος σημαντικόν, ἔφορον, οὐχ ἡμαρτηκὸς τῆς συμφορᾶς ἀλλ’ ἐστοχασμένον. | |
Aj977 | ὦ φίλτατ’ Αἴας ἔρχεται μεταπεμφθεὶς ὑπὸ Τεκμήσσης. | |
Aj978 | ἆρ’ ἠμπόληκας ἐνεπόλησας, ἐκέρδανας· καὶ ἐπὶ φαύλου λέγεται, τροπικῶς δὲ ἀντὶ τοῦ περιεποίησας. | |
Aj982 | περισπερχὲς ἀντὶ τοῦ βαρύ. | |
Aj983 | τί γὰρ τέκνον | τὸ τοῦδε καὶ πρὶν ἀκοῦσαι τῶν ἐντολῶν ὁ Τεῦκρος ἔδειξεν τὴν περὶ τὸν παῖδα κηδεμονίαν ἀφ’ ἑαυτοῦ φρονίμως. | |
Aj986 | ὡς κενῆς | σκύμνον λεαίνης καλῶς τῷ παρα‐ δείγματι χρῆται· οἱ γὰρ κυνηγοὶ τηροῦσι τὸν καιρὸν | |
ὁπότε ἔρημοι τῶν μητέρων γίνονται οἱ σκύμνοι. κεκενωμένης, ἐστερημένης τοῦ συζύγου. | 79 | |
Aj994 | ὁδός θ’ ὁδῶν πασῶν οὐ λέγει τὴν ἐπὶ τὴν Μυσίαν (ἐπιφέρει γὰρ ἣν δὴ νῦν ἔβην) ἀλλὰ ταύτην ἣν ἦλθεν ἐπὶ τὸ ἰδεῖν τὸν νεκρόν. | |
Aj998 | ὀξεῖα γάρ σου βάξις οὐ κοινῶς τὸ ὀξὺ ἐπὶ τῆς φήμης ἀλλ’ ὁρμὴν ἴσχει ἐπὶ τοῖς ἀξιώματι προ‐ βεβηκόσι· τὸ δὲ ὡς θεοῦ ἤτοι ὡς ἀπὸ θεοῦ ἢ ὡς περὶ θεοῦ, τοῦτο δὲ πρὸς τὴν φήμην μόνον ἐπεὶ γίνεται | |
5 | βλάσφημον διὰ τῶν ἑξῆς. | |
Aj1001 | ὑπεστέναζον ἴσως ἡσύχως ἐστέναζεν δε‐ δοικὼς τοὺς ἐχθρούς. | |
Aj1003 | ἴθ’, ἐκκάλυψον πρὸς τὸν χορόν φησιν ἤ τινα τῶν θεραπόντων· ἡ γὰρ Τέκμησσα ἐπὶ τὸν παῖδα ἀπῄει. | |
Aj1004 | ὦ δυσθέατον ὄμμα ὡς ἀνακαλύψας. | |
Aj1005 | ἀνίας λύπας. κατασπείρας δαιμονίως καὶ τὸ σπείρας οἷον ἀρχὴν κακῶν παρασχών· ἢ τὸ σπεῖραι ἐπὶ πλήθους κακῶν τακτέον. | |
Aj1007 | τοῖς σοῖς ἐν πόνοισιν ἀρήξαντα μηδαμοῦ. | |
Aj1008 | ἦ που Τελαμών ἅμα μὲν πρὸς 〈τὸ〉 τῆς ἱστορίας ὅτι ἐκβέβληται ἅμα δὲ καὶ πρὸς τὸ πιθανὸν τῆς ὑπονοίας. | |
Aj1010 | πῶς γὰρ οὔχ; ὅτῳ πάρα πῶς γὰρ οὗτός με ἡδέως δέξεται ᾧ καὶ εὐτυχοῦντι τὸ προσηνὲς ἄπεστι καὶ ἱλαρόν; οὔχ; ὅτῳ πάρα οὔχ; ᾧτινι οὐδ’ εὐτυχοῦντι πάρ‐ | 80 |
5 | εστιν τὸ γελᾶν· εὐτυχοῦντι δὲ εἶπεν οὐκ ἐπὶ τῷ υἱῷ ἐσφαγμένῳ ἀλλ’ ἐπὶ ταῖς ἀνδραγαθίαις τοῦ υἱοῦ καὶ τῇ ἁλώσει τῆς Τροίας. | |
Aj1012 | ποῖον οὐκ ἐρεῖ κακὸν οἷον τίνος ἀπόσχοιτο λόγου; | |
Aj1013 | τὸν ἐκ δορὸς γεγῶτα ὡσανεὶ ἐμέ. | |
Aj1015 | ὡς τὰ σὰ ἀντὶ τοῦ ὅπως τὰ σά. | |
Aj1017 | τοιαῦτ’ ἀνὴρ δύσοργος τὸ μὲν δύσοργος ἐκ φύσεως (λέγει γὰρ αὐτὸν ἀεὶ σκυθρωπὸν) τὸ δὲ ἐν γήρᾳ εἰς ἐπίτασιν. | |
Aj1018 | πρὸς οὐδὲν πρὸς οὐδὲν ἀληθὲς ἢ αἴτιον ἐμοί. | |
Aj1020 | λόγοισιν ταῖς τοῦ πατρὸς λοιδορίαις. | |
Aj1022 | πολλοὶ μὲν ἐχθροί πολλοὶ ἐχθροὶ Ἕλληνές τε καὶ Τρῶες, ὀλίγοι δὲ ὠφελήσιμοι Ἕλληνες. | |
Aj1024 | πῶς ἀποσπάσω πῶς, φησί, τὸ σῶμα ἀπὸ τοῦ ξίφους ἑλκύσω; συμπληρῶσαι δὲ βούλεται καὶ θάπτειν αὐτόν· καλῶς δὲ τῇ μὲν Τεκμήσσῃ περιῆψε τὸ σκεπάσαι αὐτὸν ὡς γυναικὶ τῷ δὲ Τεύκρῳ ὡς ἀνδρὶ | |
5 | καὶ ἀδελφῷ 〈τὸ〉 τὰ δέοντα ποιεῖν περὶ τὸ σῶμα. | |
Aj1025 | τοῦδ’ αἰόλου κνώδοντος τῆς ἀκμῆς τοῦ ξίφους, τῆς ὀξείας εἰς τὸ καίνειν ὡς ὀδούς· ὀδοῦσι γὰρ περιβάλλεται ὀξέσιν· ἀπὸ δὲ τοῦ ἄκρου τὸ ξίφος δηλοῖ. | |
Aj1030 | πρισθεὶς ἐξαφθείς, ἐκδεσμηθείς. | 81 |
Aj1032 | δωρεὰν τὸ ξίφος. | |
Aj1035 | κἀκεῖνον τὸν λῶρον. | |
Aj1037 | καλῶς τὸ φάναι πάντα κατὰ γνώμην θεῶν γίνεσθαι· εἰσὶ γάρ τινες ἑτεροδοξοῦντες. | |
Aj1038 | τάδ’ τὸ ἐκ θεῶν μηχανᾶσθαι ταῦτα. | |
Aj1039 | ἐκεῖνα τὰ ἑαυτοῦ δόγματα· γέγονε δὲ τοῦτο καὶ παροιμιακόν. | |
Aj1041 | χὤ τι μυθήσῃ τάχα καὶ ὅ τι μυθήσῃ πρὸς τὴν ἔφοδον Μενελάου τουτέστι τὴν ἄφιξιν ἤτοι πρὸς αὐτὸν Μενέλαον. | |
Aj1043 | ἐξίκοιτ’ ἀνήρ πιθανῶς [πάρεστιν] ὅτι οὐ συμπαθήσων πάρεστιν· οὐκ ἀργῶς δὲ τοῦτο ἀλλ’ ὥσπερ προπαρασκευάζων τὸν Τεῦκρον. | |
Aj1044 | εἰς ἐναντιολογίαν. | |
Aj1045 | ἀντὶ δι’ ὅντινα τὸν ἐπὶ Τροίαν ἐστειλά‐ μεθα πλοῦν. | |
Aj1047 | οὗτος, σὲ φωνῶ ὑβριστικὸν τὸ ἦθος Μενε‐ λάου ἴσως ἐκ τῆς συνωμοσίας Ὀδυσσέως. | |
Aj1048 | ὅπως ἔχει ἀντὶ ἄθαπτον. | |
Aj1050 | δοκοῦντ’ ἐμοὶ διὰ τὴν ἐξουσίαν οὐ διὰ δικαιολογίαν. | |
Aj1052 | πρῶτον κεφάλαιον ὅτι ἐπίβουλος ἦν τῶν Ἑλλήνων, δεύτερον ὅτι ἀπειθής· ἐντεῦθεν δὲ τὴν πρόφασιν τῆς ἀντιλογίας λήψεται ὁ Τεῦκρος ὅτι οὐκ εἰσὶν αὐτῷ βασιλεῖς οἱ Ἀτρεῖδαι. | |
Aj1056 | ὡς ἕλοι δορὶ γράφε ὡς ἐλοιδόρει. ὡς ἐλοιδόρει ὡς λοιδορούμενος ἐπηγγείλατο· ταῦτα γὰρ εἶπεν ὁ Αἴας. | 82 |
Aj1064 | χλωρὰν διὰ τὰ ἐκεῖσε φυτά. | |
Aj1066 | στοχάζεται γὰρ ὅτι ὁ Τεῦκρος οὐ δίχα ὀργῆς δέξεται τοὺς λόγους. | |
Aj1069 | παρευθύνοντες ἀντὶ τοῦ τιμωρούμενοι. | |
Aj1074 | καὶ Ἐπίχαρμός φησιν ἔνθα δέος ἐνταῦθα καὶ αἰδώς. | |
Aj1079 | παρ’ Ὁμήρῳ αἰδομένων δ’ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται. | |
Aj1084 | πάνυ ἀσφαλῶς τὸ καίριον. | |
Aj1085 | ἐὰν ποιοῦντές τι παρὰ φύσιν ἡδώμεθα μὴ ὑπολαμβάνωμεν ὅτι οὐκ ἀντιτίσομεν ἃν λυπώμεθα ἀντὶ δι’ ὧν λυπώμεθα· τοῦτο δὲ δηλοῖ ὅτι ὃ οἱ πολλοὶ τιμῶσιν ἡδὺ τοῦτο οὐκ ἔστι παραμένον ἀλλὰ γίνεται | |
5 | μεταβολὴ τῆς ἡδονῆς εἰς λύπην. | |
Aj1088 | αἴθων ὑβριστής οὐχ ἵσταται ἐπὶ τῶν αὐ‐ τῶν· ἦν τότε ὑβριστὴς οὗτος ἀλλὰ νῦν ἐν μεταβολῇ γέγονεν καὶ ἡμεῖς οἱ πρότερον κρατούμενοι ὑπ’ αὐτοῦ 〈νῦν〉 μέγα φρονοῦμεν. | |
Aj1091 | μὴ γνώμας ὑποστήσας σοφάς ἐπειδὴ τὰ περὶ τῆς εὐπειθείας ἄριστα ἐγνωμολόγησεν. διάκειται μὲν ὁ χορὸς πρὸς τὸν Τεῦκρον ὑπεσταλμένως δὲ δια‐ λέγεται διὰ τὸ τοῦ βασιλέως ἀξίωμα. | |
Aj1093 | οὐκ ἄν ποτ’, ἄνδρες, ἄνδρα πρὸ τῆς ἀντιλογίας | |
βούλεται μαλάξαι τὸν Μενέλαον ὅτι εὐγενὴς ὢν οὐκ ἄξια τῷ γένει ἐξαμαρτάνει· ὁ δὲ λόγος παιδεύει τοὺς εὐγενεῖς μὴ ἁμαρτάνειν. | 83 | |
Aj1097 | ἦ κατ’ ἐρώτησιν. | |
Aj1100 | ποῦ σὺ στρατηγεῖς πῶς τῷ Αἴαντι προσ‐ τάσσεις ὁ μὴ τῶν ὑπὸ Αἴαντα ἔχων ἐξουσίαν; | |
Aj1102 | Σπάρτης ἀνάσσων ἦλθες ὁ λόγος ἅπας ὅτι σύμμαχος ἦλθεν οὐχ ὑπήκοος. | |
Aj1103 | οὐδ’ ἔσθ’ ὅπου σοὶ τόνδε οὐδ’ ἔστιν ὅπου σοὶ πλέον προὔκειτο τοῦτον κοσμεῖν ἀλλ’ οὐχὶ σὲ ὑπὸ τούτου κοσμεῖσθαι. | |
Aj1104 | ἢ καὶ τῷδε σὲ γράφε ἢ καὶ τοῦδε σοί. | |
Aj1105 | ὕπαρχος ἄλλων ἀντὶ καὶ αὐτὸς ἑτέροις ὑπετέταξο. | |
Aj1107 | διὰ τῶν σεμνῶν ἐπῶν κόλαζε τοὺς ὑπὸ σέ. | |
Aj1108 | κόλαζ’ ἀντὶ τοῦ νουθέτει. | |
Aj1109 | εἴθ’ ἅτερος στρατηγός τὸν περὶ τῆς ἐπι‐ βουλῆς λόγον ἀποφεύγει ὡς δυσανάτρεπτον, ἐνδιατρίβει δὲ τῷ ὅτι οὐ πάντων εἰσὶν ἄρχοντες. | |
Aj1111 | οὐ γάρ τι τῆς σῆς ἀντετίθει γάρ τις ὅτι διὰ τὴν Ἑλένην ἡ στρατεία ἐγένετο· ὅπερ οὖν ἔθλιβεν αὐτὸν ἀνεσκεύασεν. | |
Aj1112 | οἱ πόνου πολλοῦ πλέῳ οἱ φιλοκίνδυνοι, οἱ πλήρεις τῶν πόνων, λέγει δὲ τοὺς μισθοφόρους· οὐχ ὥσπερ μισθοφόρος τις ἐπὶ μισθῷ ἐστρατεύσατο. | |
Aj1113 | ἀλλ’ οὕνεχ’ ὅρκων τῶν γὰρ ἀριστέων συνελ‐ θόντων ἐπὶ τὴν τῆς Ἑλένης μνηστείαν ὁ Τυνδάρεως | |
πάντας ὅρκους ἀπῄτησεν συναγωνίζεσθαι τῷ γαμοῦντι αὐτὴν καὶ συστρατεύειν εἴ τις ἁρπαγὴ γένοιτο περὶ | 84 | |
5 | τὴν Ἑλένην τῷ γήμαντι. | |
Aj1114 | σοῦ δ’ οὐδέν ὅλως γάρ σε οὐκ εἶχεν ἐν ἀριθμῷ· πεποιθὼς δὲ Ἀγαμέμνονι ὑβρίζει Μενέλαον· συνᾴδει γὰρ τῷ Τεῦκρε, φίλη κεφαλή. | |
Aj1118 | οὐδ’ αὖ τοιαύτην γλῶσσαν ὑποτίθησι τῷ Τεύκρῳ παύσασθαι τῆς κατηγορίας καὶ μάλιστα ἐν τοιούτῳ καιρῷ ἐν ᾧ εὐεπιβούλευτός ἐστιν· ἢ τὸ ἐν κακοῖς τοῦτο δηλοῖ, οὐκ ἐπιτρέψει ἡ συμφορὰ ἄλλο τι | |
5 | νῦν πράσσειν ἢ περὶ τὸ ἐνεστὸς κακὸν γίνεσθαι. | |
Aj1123 | κἂν ψιλὸς ἀρκέσαιμι τὰ τοιαῦτα σοφίσματα οὐκ οἰκεῖα τραγῳδίας· μετὰ γὰρ τὴν ἀναίρεσιν ἐπεκ‐ τεῖναι τὸ δρᾶμα θελήσας ἐψυχρεύσατο καὶ ἔλυσε τὸ τραγικὸν πάθος. | |
Aj1126 | κτείναντά με ὅσον ἧκεν ἐφ’ ἑαυτῷ. | |
Aj1127 | κτείναντα [με]; δεινόν ὁ μὲν εἶπεν ὅσον ἐφ’ ἑαυτῷ ὁ δὲ τῆς φωνῆς ἀντιλαμβάνεται· τὸ δὲ τοιοῦτο κωμῳδίας μᾶλλον οὐ τραγῳδίας. | |
Aj1131 | ταῦτα καὶ ἐν Ἀντιγόνῃ. | |
Aj1135 | εἰκότως, φησίν, ἐμίσει σε ἀδικούμενος. μιᾷ ψήφῳ φησὶ κατακριθῆναι τὸν Αἴαντα ὑπὸ Μενελάου. | |
Aj1137 | καλῶς ἀντὶ τοῦ ἐμπείρως. | 85 |
Aj1150 | ἐγὼ δέ γ’ ἄνδρ’ καὶ οὗτος αἰνίττεται ὡς ἐφ’ ἑτέρου τὸν λόγον ποιούμενος. | |
Aj1153 | ὀργὴν τὸν τρόπον. | |
Aj1161 | οὐδαμῇ ὑπείκει ὁ Τεῦκρος, κἀμοὶ δέ, φησίν, αἴσχιστόν ἐστιν ἀνέχεσθαί σου φλυαροῦντος. | |
Aj1165 | ὁ χορὸς ταχύνει τὸ ταφῆναι τὸ σῶμα πρὶν παραγενέσθαι τοὺς Ἀτρείδας. | |
Aj1166 | τὸν ἐσόμενον τοῖς ἀνθρώποις τάφον ἀεί‐ μνηστον. | |
Aj1168 | πάρεστιν ἡ Τέκμησσα μετὰ τοῦ παιδός· οὐχ ὅτι δὲ ἱκανὰ τὰ πρόσωπα φυλάξαι τὸ σῶμα ἀλλ’ ὅτι κινῆσαι δυνατά. | |
Aj1169 | τοῦδε τοῦ Αἴαντος. | |
Aj1173 | προστρόπαιος προστετραμμένος αὐτῷ ἢ ἱκετεύων. | |
Aj1175 | ἱκτήριον θησαυρὸν τὰς πολλὰς ἱκεσίας ἢ τὸ πλῆθος τῶν ἱκετευόντων. ἄλλως: τὸ ἱκέσιον κτῆμα, λέγει δὲ τὰς τρίχας. | |
Aj1178 | ἐξημημένος ἵν’ ᾖ ἀφῃρημένος. | |
Aj1182 | καλῶς ἐγείρει τοὺς στρατιώτας πρὸς βοήθειαν, τὸν δὲ παῖδα πρὸς οἶκτον προβάλλεται καθ’ ἡλικίαν. | |
Aj1184 | κἂν μηδεὶς ἐᾷ ἀπονενοημένου, φασί, τὰ πάντα ἐπὶ αὑτῷ ἀνατιθέναι ὅτι μόνος κρατήσει τῶν ἐχθρῶν βιαζομένων· ῥητέον οὖν ὅτι ὑπὸ φιλοστοργίας πάντα λέγει ὑπομένειν. | |
Aj1185 | τίς ἄρα νέατος ὁ χορὸς πάλιν καθ’ ἑαυτὸν γενόμενος ἐν ἀναλογισμῷ γίνεται καί φησι, τίς ἄρα | |
ἡμῖν ὁ ἔσχατος τῶν ἐτῶν ἀριθμὸς τῶν πολυπλάγκτων; ἐς πότε λήξει ὁ ἀριθμὸς τῶν ἐτῶν ἐμοὶ πόνους παρα‐ | 86 | |
5 | σκευάζων; | |
Aj1186 | πολυπλάγκτων καθ’ ὃ πολλὰ πλανώμεθα ἐν ἀλλοδαπῇ. | |
Aj1188 | δορυσσοήτων πολεμικῶν τουτέστι τῶν κατὰ πόλεμον μόχθων. | |
Aj1190 | ἀνὰ τὰν εὐρώδη Τροίαν ἤτοι ἐπὶ τῆς Τροίας. σκοτεινὴν καὶ ἀερώδη τοῖς Ἕλλησιν. | |
Aj1192 | ὤφελε πρότερον ὤφελε πρότερον ἀφανὴς γενέσθαι ἐκεῖνος ὁ ἀνὴρ ὁ πρῶτος εἰσενεγκὼν εἰς Ἕλληνας πολεμιστήρια ὅπλα ὡς ἅμα τῇ εὑρέσει ἡκόν‐ των τῶν ἀνθρώπων ἐπὶ τὸ ἀδικεῖν. | |
Aj1197 | πόνοι πρόγονοι πόνων ἢ παλαιοὶ ἢ ἀρχηγοὶ τῶν πόνων οἷον ὁπότε εἰσαγωγὴ τῶν ὅπλων ἐγένετο· οὐ δεῖ δὲ ἀπειροκάλως ζητεῖν τίς πρῶτος ἐχρήσατο ὅπλοις. | |
Aj1199 | ἐκεῖνος οὔτε στεφάνων ἐκεῖνος ὁ εὑρὼν τὰ ὅπλα ὅσον ἐφ’ ἑαυτῷ οὐ στεφάνων, οὐ κύλικος, οὐκ αὐλῶν τέρψιν μοι ἔνειμεν ἀλλὰ πᾶν, φησί, τερ‐ πνὸν ἐξέκοψεν· ἥδιστος δὲ ὢν ὁ Σοφοκλῆς πάλιν ἐπὶ | |
5 | τὸ ἴδιον ἦθος ἔκλινεν ἐν τοῖς μέλεσιν ὅθεν καὶ μέλιττα ἐκλήθη. | |
Aj1202 | ὄτοβον ὅμαδον, ἦχον. | |
Aj1203 | ἐννυχίαν τὴν ἐν παννυχίσιν ἢ τὴν ἐν κοίτῃ. | |
Aj1205 | ἐρώτων τῶν ἐρωτικῶν· καὶ ἄκαιρον μὲν 〈τὸ〉 περὶ ἔρωτος μεμνῆσθαι ἐν τοῖς παροῦσιν ὅμως κατ’ ἀκολουθίαν πρὸς τὰ προκείμενα. | 87 |
Aj1207 | κεῖμαι δ’ ἀμέριμνος ἤτοι πολυμέριμνος ἢ τῶν τέρψεων ἀμέριμνος οἷον μὴ σκοπῶν περὶ θυμηδίας μηδὲν ἀλλ’ ἐν δρόσοις τεγγόμενος ἅπερ ἐστί μοι μνη‐ μόσυνα εἰς τὸν ἀεὶ χρόνον, ἡ ἐνταῦθα κακοπάθεια. | |
5 | ἢ ἐν οὐδεμιᾷ μερίμνῃ ὢν ἢ μόνον περὶ τῶν πολέμων. πολυμέριμνος. | |
Aj1211 | πρὶν οἷον πρὶν ἐπέλθοιεν οἱ πολέμιοι. ἐννυχίου τῆς νυκτερινῆς ἐφόδου τῶν πολεμίων καὶ τῶν βελῶν ἀλεξητήριον ἦν ὁ Αἴας. | |
Aj1217 | γενοίμαν ἵν’ ὑλᾶεν εὔχονται ἀπαλλαγῆναι ἐπὶ τὰ οἰκεῖα· γενοίμην οὖν, φησίν, ὑπὸ τὴν ἄκραν πλάκα τοῦ Σουνίου· διὰ γὰρ Σουνίου ὁ πλοῦς τοῖς ἀπὸ Τροίας ἐπὶ Σαλαμῖνα. | |
5 | ἔνθα ὑλώδης ἐξοχὴ τῆς θαλάττης ἐστί. | |
Aj1220 | Σουνίου ὄνομα τόπου. | |
Aj1221 | φιλοτέχνως εὐφραίνει τοὺς ἀκροωμένους διὰ τῶν ἐπαίνων τῆς Ἀττικῆς. | |
Aj1223 | ὁ Τεῦκρος ἀκηκοὼς ἥκειν τὸν Ἀγαμέμνονα ἔρχεται μετὰ σπουδῆς. | |
Aj1225 | ... καὶ δῆλός ἐστιν ὥς τι σημανῶν νέον. | |
Aj1228 | αἰχμαλωτίδος τῆς Ἡσιόνης. | |
Aj1230 | ἐπ’ ἄκρων δακτύλων ἔβαινες γαυριῶν. | |
Aj1231 | οὐδὲν μὲν ὢν διὰ τὴν δυσγένειαν τοῦ μηδὲν | |
δὲ τοῦ Αἴαντος τελευτήσαντος. | 88 | |
Aj1233 | διωμόσω γράφε διωρίσω. | |
Aj1236 | ποίου ἀντὶ τοῦ 〈ὑπὲρ〉 ποίου. | |
Aj1239 | ἔοιγμεν ἐοίκαμεν. | |
Aj1242 | οὐκ εἴξετε καὶ ἐμμενεῖτε τοῖς κεκριμένοις. | |
Aj1243 | πιθανῶς τοῖς πολλοῖς. | |
Aj1244 | βαλεῖτε ἀντὶ τοῦ βλασφημεῖτε. | |
Aj1245 | οἱ λελειμμένοι οἱ ἡττηθέντες ἐν τῇ κρίσει· τοῦτο δὲ πρὸς τὴν ἐπιχείρησιν τοῦ Αἴαντος. | |
Aj1247 | γενναῖος ὁ λόγος, εἰ ὁ ἡττώμενος ἰδίῳ δι‐ καίῳ παριστανόμενος πάλιν μάχοιτο καὶ οὐκ εἴξει τοῖς κεκριμένοις οὐδέποτε κατάστασις ἔσται. | |
Aj1249 | τοὺς ὄπισθεν τοὺς ἡττωμένους. | |
Aj1250 | δεῖ, φησίν, ἐμμένειν τοῖς ἅπαξ κεκριμένοις· ἐπειδὴ δὲ αὐτοῦ τὴν κατὰ 〈τὸ〉 σῶμα ἀρετὴν καὶ ἰσχὺν διαβάλλειν οὐ δύναται εἰς ἀφροσύνην αὐτὸν λοιδορεῖ. | |
Aj1255 | τὸ φάρμακον τὸ τῆς μάστιγος. | |
Aj1257 | ἀνδρὸς λείπει ἡ ὑπέρ. | |
Aj1263 | σκώπτει αὐτὸν εἰς τὴν μητέρα. | |
Aj1264 | ἐπεὶ οὐ συμβουλεύει διὰ τὸ ἀξίωμα Ἀγα‐ μέμνονος ὁ χορὸς ἐν τῇ εὐχῇ τὴν γνώμην κατέθηκεν. | |
Aj1266 | περιπαθὴς ὁ λόγος εἰς ἀχαριστίαν ἐννεύων ὅτι ταχεῖα διαρρεῖ ἡ χάρις τοῦ ἀποθανόντος. | |
Aj1269 | οὐκ ἀξιοῦται τῆς παρὰ σοῦ μνήμης· οὗ πολλάκις, ὦ Αἶαν, προεκινδύνευσας ἐν πολέμοις· παρὰ τὸ Ὁμηρικὸν αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν. | 89 |
Aj1273 | καλῶς πρὸς τὸ ποῦ βάντος ἢ ποῦ στάντος οὗπερ οὐκ ἐγώ; | |
Aj1274 | ἑρκέων λείπει ἐντός. | |
Aj1277 | ἑδωλίοις τοῖς σανιδώμασιν. | |
Aj1281 | πρὸς τὸ ποῦ βάντος ἢ ποῦ στάντος. | |
Aj1284 | κἀκέλευστος ἦλθ’ ἐναντίος αὐτοκέλευστόν φησιν αὐτὸν ἀναστῆναι εἰς τὸ μονομάχιον ἐπαινῶν αὐτὸν οὐχ Ὁμηρικῶς. | |
Aj1285 | οὐ δραπέτην τὸν κλῆρον οὐδὲν πανουρ‐ γήσας περὶ τὸν κλῆρον ἀλλ’ εὐξάμενος λαχεῖν αὐτόν· τοῦτο δὲ ἱστορεῖται περὶ Κρεσφόντου καὶ τῶν Ἀριστο‐ δήμου παίδων ὅτι πανούργως ὁ Κρεσφόντης βῶλον | |
5 | ὑγρὰν εἰς τὴν ὑδρίαν τοῦ ὕδατος ἔβαλε κληρουμένων περὶ Μεσσήνης· οὐκ ἄτοπον δὲ τὸν Τεῦκρον λοιδορεῖν Ἀγαμέμνονι ὑπὸ τοῦ πάθους προαγόμενον· καὶ γὰρ Ἀχιλλεὺς οὐκ ἀπέσχετο λοιδορίας καὶ οὐκ ὢν ἐν τοι‐ ούτῳ πάθει. | |
10 | ἀνῆκται τοῖς χρόνοις ἡ ἱστορία ἡ περὶ Κρε‐ σφόντου. | |
Aj1286 | ἀλλ’ ὃς εὐλόφου ὅστις κλῆρος ἐκ τῆς εὐλόφου κυνῆς ἤμελλε πρῶτος κουφιεῖν τὸ ἅλμα τοῦ Αἴαντος. | 90 |
Aj1291 | εἰκότως καὶ αὐτὸς τὰ ὅμοια ἐξεῦρεν, ἓν δὲ εἰπὼν Ἀγαμέμνων μυρία ἤκουσεν. | |
Aj1295 | αὐτὸς δὲ μητρὸς ἐξέφυς οὐχ ὡς βαρβάρων τῶν Κρητῶν ὄντων ὀνειδίζει αὐτῷ τὰ περὶ τῆς μητρὸς ἀλλ’ οἷον ἐξ ἀλλοφύλων γέγονέ σοι τὸ γένος. αὐτὸς γράφε αὖθις. | |
Aj1296 | ἐπακτὸν ἄνδρ’ τὸν μοιχόν. | |
Aj1297 | ἐφῆκεν ἐλλοῖς ἰχθύσιν ἡ ἱστορία ἐν ταῖς Κρήσσαις Εὐριπίδου ὅτι διαφθαρεῖσαν αὐτὴν λάθρᾳ ὑπὸ θεράποντος ὁ πατὴρ Ναυπλίῳ παρέδωκεν ἐντειλά‐ μενος ἀποποντῶσαι, ὁ δὲ οὐκ ἐποίησεν ἀλλ’ ἐνεγύησε | |
5 | Πλεισθένει. ἐλλοῖς τοῖς ἀφώνοις. | |
Aj1301 | ἀνασκευάζει τὰ εἰρημένα περὶ δυσγενείας αὐτοῦ. | |
Aj1305 | τοὺς πρὸς αἵματος τοὺς συγγενεῖς. δεικτικῶς εἰς τὸν Αἴαντα ἵν’ ᾖ περιπαθὴς ἡ λέξις. | |
Aj1307 | πιθανῶς πάλιν εἰσέβαλεν εἰς τὸν λόγον τοῦ δράματος. | |
Aj1309 | τρεῖς ὁμοῦ συγκειμένους ἐμὲ καὶ σαυτὸν καὶ Μενέλαον· οὐ γὰρ λέγει περὶ τῆς Τεκμήσσης καὶ τοῦ παιδός· ἐλεεινὸς γὰρ ὁ λόγος οὐκ ἀπειλητικός. συγκειμένους γράφε συνεμπόρους. | |
Aj1310 | ὑπερπονουμένῳ γράφε 〈ὑπερ〉πονουμένους. | |
Aj1311 | θανεῖν προδήλως ταῦτα ἃ βούλεσθε περὶ τὸν Αἴαντα δρᾶσαι πρότερον οὐ δράσετε πρὶν ἢ κἀμὲ ἀποκτεῖναι, ἀποθνήσκων μέντοι σὺν ὑμῖν ἀπ‐ ολοῦμαι. | 91 |
5 | προδήλως λαμπρῶς, ἀνδρείως. | |
Aj1314 | βουλήσῃ ποτέ μεταμεληθήσῃ ὡς προπετὴς εἰς ἐμὲ εὑρεθεὶς καὶ μὴ ἀποδειλιάσας παρὰ τὸ ἄρχειν· ἀμυνοῦμαι γάρ σε· ἢ βουλήσῃ ποτὲ καὶ δειλὸς εἶναι καὶ μὴ ὑπ’ ἐμοῦ ἀναιρεθῆναι. | |
Aj1316 | ἄναξ Ὀδυσσεῦ ἵνα μὴ εἴη αὐτῶν εἰς μακρὰν ἡ φιλονεικία διαλλακτὴν εἰσήνεγκεν τὸν Ὀδυσ‐ σέα· τοιοῦτον γὰρ ὁ καιρὸς ἐζήτει· εἰσῆκται δὲ Ὀδυσ‐ σεὺς ὡς σοφὸς καὶ ἀμνησίκακος. | |
Aj1319 | βοὴν Ἀτρειδῶν οὐκ ἐξ ἑτοίμου φησὶν ὅτι ἥκοι ἀναστέλλων τὸν Ἀγαμέμνονα ἀλλ’ ἐπιμελόμενος τί πράττουσιν οἱ βασιλεῖ· τὴν δὲ ἑαυτοῦ γνώμην ἐδήλωσεν διὰ τοῦ ἀλκίμῳ νεκρῷ ὅτι γενναίαν αὐτοῦ | |
5 | ἐδήλωσε τὴν τελευτήν· διδάσκει δὲ ὁ λόγος ὅτι οὐ δεῖ κατὰ τεθνεώτων λέγειν κἂν ἐχθροὶ ὦσιν. | |
Aj1321 | συλλήπτορα θέλων ἔχειν τὸν Ὀδυσσέα ἄνακτα αὐτὸν καλεῖ. | |
Aj1322 | ἐγὼ γὰρ ἀνδρὶ συγγνώμην συνετὸς Ὀδυσ‐ σεὺς οὐκ εὐθὺς προστιθέμενος τῇ ὀργῇ· ἔστι γὰρ συγγνώμη καὶ τῷ κακῶς εἰπόντι εἰ κακῶς πάσχων ἀμύνηται διὰ λόγων. | |
Aj1325 | οὔτε θεραπεύει Ὀδυσσέα ὁ Τεῦκρος διὰ τὸν ἀδελφὸν οὔτε ἀντιλέγει διὰ τὸν καιρόν. | |
Aj1328 | ἔξεστιν ἐμοὶ τῷ φίλῳ σου. | |
δαιμονίως ἡ ἐπιτήρησις· ἠπίστατο γὰρ ὅτι πάντες ἄνθρωποι πρὸς τὸ ἀληθὲς ἀγανακτοῦσι καὶ ἀντι‐ λέγουσιν. | 92 | |
Aj1329 | ξυνηρετμεῖν ξυντρέχειν ὡς πρότερον ἐκ μετα‐ φορᾶς τῶν κοινῶς ἐρεττόντων. συμφωνεῖν. | |
Aj1334 | μηδ’ ἡ βία σε μηδαμῶς μὴ ἡ ἐξουσία βια‐ σάσθω σε ὥστε πρᾶξαί τι παρὰ τὸ δίκαιον τουτέστι μὴ ὑπὲρ τοῦ ἐνδείξασθαι τούτῳ τὴν ἐξουσίαν παραβῇς τὸ δίκαιον. | |
Aj1336 | κἀμοὶ γὰρ ἦν ποθ’ οὗτος ἔχθιστος ἱκανὸς ὁ λόγος εἰς πειθὼ ὅτι κἀγώ ποτε ἐχθρὸς ὢν ἐνδέδωκα νῦν διὰ τὸ δίκαιον. | |
Aj1338 | ἔμπας ὅμως. | |
Aj1339 | τουτέστιν ὡς καὶ παρ’ ἐχθρῶν ἄξιος θρή‐ νων τυχεῖν. | |
Aj1345 | βλάπτειν τὸν ἐσθλόν δύναται καὶ ἐπὶ τοῦ μισοῦντος εἶναι, τὸν ἐσθλὸν οὐ δεῖ μνησικακεῖν, δύ‐ ναται καὶ ἐπὶ τοῦ μισουμένου καὶ τετελευτηκότος, τὸν ἐσθλὸν οὐ δεῖ βλάπτεσθαι οὐδ’ ἐὰν μισούμενος ᾖ· | |
5 | εὐκαταλλάκτως γὰρ δεῖ πρὸς τοὺς ἀγαθοὺς ἔχειν. | |
Aj1350 | τόν τοι τύραννον εὐσεβεῖν οὐ ῥᾴδιον ὁ λόγος ὅτι οὐ πάντῃ τῷ δικαίῳ ἀκολουθητέον ἀλλά τι πρὸς τὸ συμφέρον ῥέπειν χρὴ τὸν τύραννον· ἀπρεπὲς γὰρ ὑπὸ Ἀγαμέμνονος ὁμολογεῖσθαι 〈ὅτι〉 πᾶς τύραννος | |
5 | ἀδικεῖ ὑπὸ τῆς ἐξουσίας περὶ τὰ τοιαῦτα τῶν ἔργων | |
προβαλλόμενος. | 93 | |
Aj1351 | ἀλλ’ εὖ λέγουσι κατὰ κοινοῦ τὸ ῥᾴδιον· ἔστιν οὖν ὁ νοῦς τοιοῦτος, ἀλλὰ ῥᾴδιόν ἐστι τοῖς καλῶς συμβουλεύουσι φίλοις τιμὰς νέμειν ἀντὶ ἐμοὶ καλῶς σοι συμβουλεύοντι τιμὴν ἀπόδος τουτέστιν ἄκου‐ | |
5 | σόν μου. | |
Aj1352 | κλύειν τὸν ἐσθλόν ἄκρως αἱ ἀντιθέσεις· ὁ μὲν Ὀδυσσεὺς ἐπὶ τιμῇ τῶν φίλων ὑφεῖναι τὸν βασιλέα· τῆς ἐξουσίας παρακαλεῖ ὁ δὲ ἀντιστρέψας φησὶν ὅτι τὸν ἀγαθὸν ἄνδρα χρὴ πείθεσθαι τοῖς βα‐ | |
5 | σιλεῦσιν. | |
Aj1353 | τῶν φίλων νικώμενος λείπει ἡ ὑπό. | |
Aj1356 | τί ποτε ποιήσεις; ἐν ἐρωτήσει ὁ λόγος, ποδαπός τις ἔσῃ πρὸς ἐχθροὺς καὶ τί αὐτοὺς διαθή‐ σεις δεινὸν ὁπότε οὕτως ὑπὸ νεκροῦ ἥττησαι; | |
Aj1358 | ἔμπληκτοι βροτῶν οἱ μὴ ἐμμένοντες τῇ ἀρχαίᾳ ἀρετῇ καὶ φιλίᾳ ἄφρονες παρὰ τοῖς ἀνθρώ‐ ποις. ἄλλως: ἔμπληκτοι κοῦφοι, εὐμετάβλητοι· ὀνει‐ δίζει δὲ Ὀδυσσεῖ ὡς εὐμεταβλήτῳ· οἱ τοιοῦτοι οὖν | |
5 | ἔμπληκτοι παρὰ τοῖς βροτοῖς λέγονται ὡς καὶ Ὅμηρος ἐμπλήγδην ἕτερον μὲν τίει βροτόν. | |
Aj1359 | ἦ κάρτα πρὸς ταῦτα Ὀδυσσεὺς ἀντιλέγει ὅτι οὐκ ἐν τῇ ταὐτότητι μένει τὸ τῶν ἀνθρώπων γένος ἀλλὰ ποτὲ μὲν φίλοι εἰσὶ ποτὲ δὲ ἐχθροί. πολύ, φησί, τοῦτο ἀνθρώπων [ὡς], τὸ κατὰ καιρὸν μεταβάλ‐ | |
5 | λεσθαι εἰς φιλίαν ἢ εἰς ἔχθραν. | |
Aj1363 | ὁ μὲν τὸ τῆς ἀνδρείας ὁ δὲ τὸ τῆς δικαιο‐ | |
σύνης προβάλλεται. | 94 | |
Aj1365 | καὶ γὰρ αὐτὸς ὑπόκειμαι τῇ ὁμοίᾳ τύχῃ τῇ ἀνθρωπίνῃ· ἢ καὶ αὐτὸς ἵξομαι πρὸς τὸ θάψαι αὐτόν. | |
Aj1366 | ἦ πάνθ’ ὅμοια ἔχει τι δυσκολίας, ἔστι δὲ οὕτως, κοινὸν ἔγκλημα τοῦτο τοῖς ἀνθρώποις, τὸ εἶναι ἕκαστον φίλαυτον· τοῦτο οὖν ἐγκαλεῖ τῷ Ὀδυσσεῖ ὁ Ἀγαμέμνων, ὅτι εὐδοξίαν σοι ἐργάζεται τὸ ὑπείκειν | |
5 | ταφῆναι τὸν Αἴαντα. οὐδαμῇ τὸ κεχαρισμένον ἑτέρῳ διαπράττει· καὶ ὁμολογεῖ Ὀδυσσεὺς τὸ φίλαυτον ἵνα μὴ δόξῃ πᾶσιν ἀντιλέγειν. | |
Aj1376 | ἀπὸ ταύτης τῆς ἡμέρας ἀγγέλλομαι καὶ σημαίνω αὐτῷ φιλίαν. | |
Aj1378 | καλῶς τὸ θέλω, εἰ ἐπιτρέποι Τε〈ῦκροσ〉. | |
Aj1381 | εὐγνωμόνως πρὸς τὸ παρὸν ὁ Τεῦκρος θεραπεύει τὸν Ὀδυσσέα κατατιθέμενος καὶ τὴν πρὸς αὐτὸν ἔχθραν. | |
Aj1382 | καί μ’ ἔψευσας ψευσθῆναι τῆς ἐλπίδος 〈ἐποίησασ〉 ἣν κακῶς εἶχον περὶ σέ. | |
Aj1386 | οὑπιβρόντητος ὃν εἰώθαμεν λέγειν ἐμβρόν‐ τητον. | |
Aj1394 | πιθανῶς καὶ εὐσχημόνως. | |
Aj1402 | πιθανὴ ἡ ἔξοδος διὰ τὴν σπουδὴν τῆς ταφῆς· πολὺς οὖν ἤδη χρόνος ἀφ’ οὗ τετελεύτηκεν ὁ Αἴας καὶ ἤδη δεῖ αὐτὸν ταφῆναι. | |
Aj1404 | χερσὶ ταχύνετε μετὰ σπουδῆς ὀρύξατε. | |
Aj1406 | ἐπίκαιρον εὔκαιρον· 〈ἐν〉 καιρῷ γὰρ ἤδη καὶ τοῦτο ὥστε ἀπολοῦσαι τὸ σῶμα καὶ καθᾶραι. | |
Aj1407 | κλισίας τῆς σκηνῆς. ἴλη σύστημα, κυρίως δὲ φατρία. | 95 |
Aj1408 | τὸν ὑπασπίδιον τὸν ἐνόπλιον. | |
Aj1409 | τραγικὰ καὶ ταῦτα καὶ πάθους ἐχόμενα. | |
Aj1412 | σύριγγες ἀναδόσεις αἵματος. μέλαν | μένος ἀντὶ τὴν δύναμιν τοῦ Αἴαντος. | |
Aj1413 | ὅστις τῶν παρόντων φίλος ἐστὶ σπευδέτω εἰς τὴν ταφήν. | |
Aj1415 | οἱ τοιοῦτοι ἔπαινοι περὶ τῶν ἰδίων λεγό‐ μενοι περιπαθέστεροί εἰσιν. | |
Aj1418 | οἰκείως ἔχει τοῖς ἀπαλλαχθήσεσθαι μέλλουσιν ἡ τελευταία γνώμη ὅτι πλεῖστά ἐστι τοῖς ἀνθρώποις γνῶναι ἐπ’ αὐτῶν τῶν πραγμάτων γινομένοις, προ‐ μηθείᾳ δὲ ἀδύνατον χρήσασθαι καὶ μαντεύσασθαι ὅ τι | |
5 | ποτὲ ἀποβήσεσθαι μέλλει· ταῦτα δὲ ἅμα λέγοντες προ‐ πέμπουσι τὸν νεκρὸν καὶ γίνεται ἔξοδος πρέπουσα τῷ λειψάνῳ. | |
8t | Σοφοκλέους Αἴας | |
9t | μαστιγοφόρος. | 96 |
Elt | ΕΙΣ ΗΛΕΚΤΡΑΝ. | |
Elprol | ἀπειρόκαλον τὸ λέγειν ὅτι ὃν τρόπον τὰ κατὰ μέρος τῆς Ἰθάκης ἡ Ἀθηνᾶ ἔδειξε τῷ Ὀδυσσεῖ οὕτως ἔδει καὶ τὸν παιδαγωγὸν τῷ Ὀρέστῃ δεῖξαι· τῷ μὲν γὰρ ἀγνοοῦντι δείκνυσιν ὁ παιδαγωγὸς τῷ δὲ ἀπι‐ | |
5 | στοῦντι ἡ Ἀθηνᾶ· ἅπαντα δὲ ἡμῖν φιλοτέχνως ἐν βραχεῖ δεδήλωκεν ὁ ποιητής, τὸν τόπον τῆς σκηνῆς, τὸν τρόπον ὡς παρέλαβεν αὐτὸν παρὰ τῆς ἀδελφῆς καὶ πρὸς τὸν Στρόφιον ἐξέθετο, τὸν καιρὸν ἐν ᾧ πάρεισιν εἰς τὰς Μυκήνας, τὸν συνόντα ὅτι Πυλάδης· | |
10 | φησὶ γὰρ ὑποκατιὼν Πυλάδη, τί χρὴ δρᾶν ἐν τάχει βουλευτέον. | |
El1 | ὦ τοῦ στρατηγήσαντος πολλάκις παρατηροῦμεν ὅτι οἱ παλαιοὶ τὰ συνεκτικὰ τῶν ὑποθέσεων ἐν ἀρχαῖς ἡμῖν δηλοῦσιν· καὶ νῦν δηλοῖ πρὸς τίνα ὁ λόγος ὅπερ ἦν ἀναγκαῖον πρόσωπον. | |
5 | στρατηγήσαντος γράφε τυραννήσαντος. | |
El2 | προσοχὴν ὁ λόγος ἀπεργάζεται σκοπούντων | |
ἡμῶν τί δή ποτε προθυμεῖται τὴν πόλιν ἰδεῖν. | 97 | |
El4 | τὸ γὰρ παλαιὸν Ἄργος Ἄργος ὁμωνύμως τῇ χώρᾳ ὡς Ὅμηρος Ἄργος τε Σπάρτη τε· παλαιὸν δὲ ἢ ὅτι Ἄργος ὁ προπάτωρ αὐτῶν γηγενὴς | |
5 | ἦν ἢ ὅτι καὶ αὐτοὶ πρωτογενεῖς ἀντιποιοῦνται εἶναι· ἔτι δέ ἐστι καὶ τὸ περὶ τοῦ πυρὸς μέχρι τοῦ νῦν δεικνύμενον καὶ λεγόμενον ὡς ἀπ’ οὐρανοῦ πρῶτον ἐκεῖσε κατηνέχθη. Ὅμηρος χωρίζει τὸ Ἄργος καὶ τὴν Μυκήνην, οἱ | |
10 | δὲ νεώτεροι τὴν αὐτὴν Μυκήνην καὶ Ἄργος φασίν. | |
El6 | αὕτη δ’, Ὀρέστα, τοῦ λυκοκτόνου οὐκ ἀπ’ ἄλλου τινὸς ποιεῖται τὴν δεῖξιν ἢ ἀπὸ τοῦ ἱεροῦ τοῦ Ἀπόλλωνος ὅπερ ἀρχαιότατόν ἐστι κατὰ τὴν ἐν τῷ Ἄργει ἀγορὰν ἐν ᾧ καὶ πῦρ ἀπόκειται περὶ οὗ πρόσθεν | |
5 | εἰρήκαμεν, ἔστι δὲ καταντικρὺ τοῦ Νεμεαίου Διός· παραγενόμενοι οὖν εἰς Ἄργος ὁ τροφεὺς δείκνυσιν αὐτῷ τὴν πόλιν λέγων 〈ἣ〉 ἔστιν οὐκ ἄπωθεν τῶν Μυκηνῶν ἀλλ’ ἐξ ἀπόπτου φαίνεται καὶ τὸν ναὸν τῆς Ἥρας ἐξ ἀριστερᾶς ὄντα Μυκηνῶν τοῖς ἀπὸ Κο‐ | |
10 | ρίνθου εἰσιοῦσι· λυκοκτόνον δὲ τὸν Ἀπόλλωνα οἱ μὲν διὰ τὸ νόμιον εἶναι 〈καὶ τὴν τῶν βοσκημάτων φυλα‐ κὴν ποιούμενον〉 τοὺς ἐπιβούλους αὐτῶν φονεύειν διὸ καὶ λύκους αὐτῷ φασι θύεσθαι ἐν Ἄργει οἱ δὲ διὰ τὸ ἱερὸν εἶναι τὸ ζῷον ὡς καὶ τῆς Ἀρτέμιδος | |
15 | τὰς ἐλάφους ὅθεν καὶ τῷ νομίσματι τῶν Ἀργείων ἐγχαράττεσθαι 〈τὸν〉 λύκον ὡς καὶ τὰς γλαῦκας Ἀθήναζε. | 98 |
El7 | οὑξ ἀριστερᾶς ἔστι γὰρ ἐξ ἀριστερᾶς τῶν Μυκηνῶν τοῖς ἀπὸ Κορίνθου εἰσιοῦσιν Ἥρας ναός, ἐκ Φωκίδος δὲ παραγενόμενοι διὰ Κορίνθου πεποίην‐ ται τὴν ὁδόν. | |
El9 | τὰς πολυχρύσους Ὅμηρος πολυχρύσοιο Μυκήνης. | |
El10 | πολύφθορον ἐν ᾧ πολλαὶ φθοραὶ καὶ φόνοι ἐγένοντο. | |
El13 | ἤνεγκα ἐκ τούτου τὴν ἡλικίαν τοῦ νέου σημαίνει. τὸ ἤνεγκα τὸ βραχὺ τῆς ἡλικίας δηλοῖ ὡς περὶ παιδαρίου οὔ τι βαδίσαι δυναμένου. | |
El19 | μέλαινά τ’ ἄστρων ἐχρῆν οὕτως εἰπεῖν, με‐ λαίνης νυκτὸς τὰ ἄστρα ἐκλέλοιπεν ὡς τὸ ὁ δὲ χασσάμενος πελεμίχθη ἢ οὕτως, ἐκλέλοιπε τῶν ἄστρων ἡ μέλαινα εὐφρόνη | |
5 | ἵν’ ᾖ τὸ ἄστρων πρὸς τὸ ἐκλέλοιπεν. | |
El22 | ἀκμή σπουδή· πιθανῶς δὲ ἐγείρει τὸν ἀκροα‐ τὴν προσέχειν τοῖς ἔργοις ἃ ταχέως συμβουλεύει τελεσθῆναι. | |
El23 | διδάσκει ἡμᾶς μεθ’ οἵων ἀνδρῶν δεῖ τὰ ἀπόρ‐ ρητα ποιεῖν καὶ λέγειν. | |
El24 | σημεῖα φαίνεις κ. ἑ. τοῦ εἶναι πιστὸς εἰς ἡμᾶς. | |
El26 | ἐν τοῖσι δεινοῖς ἐν τοῖς πολέμοις. | 99 |
El28 | ἕπῃ ... ἔσῃ διὰ τὴν ἀπὸ τοῦ γήρως εὐ‐ βουλίαν. | |
El31 | εἰ μή τι καιροῦ τυγχάνω εἴ τί σοι δοκῶ μὴ καλῶς βεβουλεῦσθαι μεθάρμοσον ὅ ἐστιν ἐπανόρθωσον· ἔστι δὲ ἀγάσασθαι τὸν νεανίσκον ὅτι μὴ πάνυ αὐθ‐ έκαστος φαίνεται. | |
El32 | διὰ τῆς διηγήσεως ταύτης τὸ λεῖπον τῆς ἱστορίας προσανεπλήρωσεν ἡμῖν. | |
El35 | χρῇ μαντεύεται. | |
El36 | ἄσκευον αὐτὸν ἢ αὐτὸν τὸν Αἴγισθον ἀπαρα‐ σκεύαστον ὄντα ἢ τὸν Ὀρέστην οἷον μὴ μετὰ πολέ‐ μου ἐπεμβῆναι. | |
El39 | ὅταν σε ὁ καιρὸς καλῇ. | |
El40 | περιέργασαι τὰ πραττόμενα πάντα. | |
El42 | τοῦ πιθανοῦ χάριν. τὸ μὴ Ἀττικῶς πλεονάζει. οὐ γάρ σε μὴ γήρᾳ τε καὶ χρόνῳ τινὲς τὸ ἠνθι‐ σμένον ἐπὶ τῆς κεφαλῆς ἤκουσαν οἷον ταῖς πολιαῖς | |
5 | ἠνθισμένον, τοῦτο δὲ ἀπίθανον· ἐγνώσθη γὰρ ἂν εἰ καὶ τοσοῦτον ἤλλαξεν τὴν κεφαλήν· δοκεῖ οὖν μοι τὸ ἠνθισμένον ἀντὶ τοῦ ἠσκημένον, οὐ μή [οὖν] σε ἐπι‐ γνῶσι τοιαῦτα πλαττόμενον· εἰ δὲ τὸ ἠνθισμένον ἐπὶ ἡλικίας δεξαίμεθα ἔστιν οὐκ ἐπὶ τῶν τριχῶν ἀλλ’ ἐπὶ | |
10 | παντὸς τοῦ σώματος. | |
El45 | Φωκεύς τὸν Φωκέα προθεὶς ἐπήνεγκεν Φανο‐ | |
τέα ἀπὸ τοῦ ὅλου εἰς τὸ μερικὸν καταβαίνων ὁμοίως τῷ ἡ δ’ ἐς Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη ἐς Πάφον· | 100 | |
5 | ἐλέγοντο γὰρ ὁλοσχερέστερον μὲν Φωκεῖς ἐπὶ μέρος δὲ Κρισαῖοι, Φανοτεῖς· τινὲς δὲ ὄνομά φασι τὸ Φα‐ νοτέως. | |
El46 | δορυξένων ἀντὶ τοῦ φίλων· κυρίως δὲ οἱ ἐν πολέμῳ γινόμενοι φίλοι ὡς Γλαῦκος καὶ Διομήδης. | |
El47 | ἄγγελλε δ’ ὅρκῳ μὴ σμικρολόγως τις ἐπιλά‐ βηται ὡς κελεύοντος ἐπιορκεῖν τοῦ ποιητοῦ· δεῖ γὰρ αὐτὸν πείθεσθαι τῷ θεῷ τὸ πᾶν δόλῳ πράσσειν παρακελευομένῳ ὥστε ἐν οἷς δοκεῖ ἐπιορκῶν δυσσεβεῖν | |
5 | διὰ τούτων εὐσεβεῖ πειθόμενος τῷ θεῷ· ἔχει δὲ ἀξιο‐ πιστίαν ὁ λόγος ὡς ἐν Φωκίδι τρεφόμενον καταβῆναι ἐς τὰ Πύθια· ἀνῆκται δὲ τοῖς χρόνοις· ἐπὶ Τριπτολέ‐ μου γάρ φασι γενέσθαι Πυθικὸν ἀγῶνα ἑξακοσίοις ἔτεσι πρότερον. | |
El48 | ἐξ ἀναγκαίας τύχης βιαίως οἷον ἀναγκαστῷ μόρῳ καὶ οὐκ ἐκ ταὐτομάτου, ἐκ βίας, ἐκ δυστυχίας, οὐκ ἰδίῳ θανάτῳ. | |
El49 | τοῖς χρόνοις ἀνῆκται· νεώτερος γὰρ Ὀρέστου | |
ἐστὶν ὁ Πυθικὸς ἀγών. | 101 | |
El50 | ὧδ’ ὁ μῦθος ἑστάτω ἡ ἔκβασις τοῦ λόγου ἢ τὸ κεφάλαιον· πιθανὸν δὲ τὸ ἐν Φωκίδι ἀνατραφέντα Πύθια ἀγωνίζεσθαι. δεδόχθω. | |
El51 | ὡς ἐφίετο ὁ Ἀπόλλων δῆλον ὅτι, ὡς ἐκέλευεν. | |
El52 | λοιβαῖσι πρῶτον καὶ καρατόμοις καὶ τοῖς ἀπὸ κρατὸς τετμημένοις βοστρύχοις· λέγοι δ’ ἂν χλιδὰς ἤτοι καθόλου τοὺς πλοκάμους οἵ εἰσι τρυφὴ τῆς κεφαλῆς ἢ παρ’ ὅσον τρυφὴ καὶ κόσμος ἀπετίθεντο τοῖς νεκροῖς | |
5 | οἱ πλόκαμοι ἐν τῷ τάφῳ. | |
El54 | τύπωμα χαλκόπλευρον τὴν ὑδρίαν ἐν ᾗ δῆθεν τὰ δοκοῦντα εἶναι ὀστέα Ὀρέστου ἀπέκειτο. τὸ ἄγγος. | |
El56 | κλέπτοντες ἀπατῶντες, παραλογιζόμενοι· Ὅμηρος κλέπτε νόῳ. | |
El62 | ἤδη γὰρ εἶδον πολλάκις Πυθαγόρας καθείρξας ἑαυτὸν ἐν ὑπογείῳ λογοποιεῖν ἐκέλευσε τὴν μητέρα ὡς ἄρα τεθνηκὼς εἴη καὶ μετὰ ταῦτα ἐπιφανεὶς περὶ παλιγγενεσίας καὶ τῶν καθ’ Ἅιδου τινὰ ἐτερατεύετο | |
5 | διηγούμενος πρὸς τοὺς ζῶντας περὶ τῶν οἰκείων οἷς ἐν Ἅιδου συντετυχηκέναι ἔλεγεν ἐξ ὧν τοιαύτην ἑαυτῷ δόξαν περιέθηκεν ὡς πρὸ μὲν τῶν Τρωικῶν Αἰθαλίδης ὢν ὁ Ἑρμοῦ, εἶτα Εὔφορβος, εἶτα Ἑρμότιμος, εἶτα | |
Πύρρος ὁ Δήλιος, εἶτα ἐπὶ πᾶσι Πυθαγόρας· εἰς τοῦτο | 102 | |
10 | οὖν ἔοικεν ἀποτείνεσθαι ὁ Σοφοκλῆς· ἔνιοι δὲ οἴονται ἀπιθάνως εἰς Ὀδυσσέα ἀποτείνεσθαι· οὐ γὰρ πέπρακταί τι τοιοῦτον Ὀδυσσεῖ· ἐφυλάξατο δὲ ὀνομάσαι τὸν ἄνδρα· καὶ μὴ τῶν θαυμαστῶν εἶναι δόξῃ 〈εἰ〉 ἐν τραγῳδίᾳ καὶ μύθῳ παλαιῷ τετόλμηκέ τι κακόηθες εἰπεῖν καὶ | |
15 | προσκρουστικὸν εἰς τοὺς καθ’ ἑαυτὸν ὃ μᾶλλον ἥρμοζε κωμῳδίᾳ. | |
El68 | δέξασθέ μ’ εὐτυχοῦντα ἐπ’ εὐτυχίᾳ με δέξασθε ὥστε ταύτας τὰς ὁδοὺς τελεσθῆναι. εὐτυχῶς ἐπιχειροῦντα ταῖς μηχαναῖς. | |
El70 | δίκῃ καθαρτής τὰ εἰς της ἔχοντα τὴν παρα‐ τέλευτον εἰς ἀμετάβολον λήγουσαν ἀπρόσληπτα ὄντα τοῦ ς κατὰ τὴν γενικὴν βαρύνονται εἰ μὴ εἴη μετοχικά, ὑφάντης, ἀγύρτης, εὐφράντης, τὸ δὲ ἑκοντὴς καὶ ἐθε‐ | |
5 | λοντὴς μετοχικά· παρὰ δὲ Ἀττικοῖς ὀξύνεται τό τε καθαρτὴς καὶ ἀμυντὴς ἐπὶ τοῦ βοηθοῦ, φαιδρυντής, ποικιλτής, καλλυντής, πραϋντής. | |
El72 | ἀρχέπλουτον ἄρχοντα 〈τοῦ〉 πλούτου καὶ τὴν ἀρχαίαν τύχην ἀποληψόμενον. | |
El75 | ἐξιέναι βούλονται διὰ τὴν εἴσοδον τοῦ χοροῦ. καιρὸς γὰρ ὅσπερ ἀνδράσιν ἐφ’ ἑκάστου πράγ‐ ματος τὸ καίριον καὶ χρησιμώτατόν [ὁ καιρὸς] ἐστιν ὅπου καὶ τὰ σπουδαῖα παρὰ καιρὸν γινόμενα οὐκ | |
5 | ἀποδέχονται ὡς ἰατρὸν τῷ κάμνοντι περὶ τῆς φύσεως τοῦ νοσήματος διαλεγόμενον, ὡς εἴ τις τοῖς μεθύουσι περὶ σωφροσύνης διαλέγοιτο. | |
El78 | καὶ μὴν θυρῶν ἔδοξα θαυμαστῶς ὁ γέρων οὐκ ἐπιβέβηκεν τῷ ἀληθεῖ, τούτου δὲ ἀποστῆσαι βου‐ λόμενος τὸν Ὀρέστην προσπόλων τινός φησιν. τὸ ἑξῆς, ἔνδον θυρῶν. | 103 |
El80 | ἆρ’ ἐστὶν ἡ δύστηνος ὑπὸ νεότητος Ὀρέστης παράγεται φιλοπευστεῖν, ὁ δὲ πρεσβύτης τὸ χρήσιμον σκοπεῖν ἀναγκάζει. | |
El81 | κἀνακούσωμεν ἐπακούσωμεν. | |
El82 | μηδὲν πρόσθεν ἅμα μὲν εἰς τὸ χρήσιμον συμ‐ βουλεύει πείθεσθαι τῷ θεῷ ἅμα δὲ καὶ πρὸς τὴν ὑπόθεσιν· διελύθη γὰρ ἂν τὸ πᾶν ἐξ ἀρχῆς μηνυθέντος Ὀρέστου. | |
El86 | ὦ φάος ἁγνόν ὀλόφυρσίς ἐστι τῆς Ἠλέκτρας ἐν ταῖς μονῳδίαις ὅπερ σύνηθες τοῖς τραγικοῖς κινητικὸν τοῦ πένθους· τοῦτο δὲ τὸ πρόσωπον εὔνουν ἐστὶ τῷ ἀποθανόντι· ἐπεὶ δὲ ἄηθές ἐστι πρὸς τοὺς θεατὰς ἢ | |
5 | πρὸς ἑαυτὴν ταῦτα διαλέγεσθαι ὡς ἀπομεμφομένη τοῖς θεοῖς ἢ μάρτυρας τῶν θρήνων καλοῦσα πρὸς τὰ στοιχεῖα ποιεῖται τὸν λόγον καὶ οὕτως ἡμῖν δηλωθήσεται ὅπως διέκειτο ἐπὶ τῷ συμβάντι κατὰ τὸν πατέρα· ἰσό‐ μοιρον δέ φησιν εἶναι τὴν γῆν τῷ ἀέρι παρ’ ὅσον | |
10 | παρατείνειν ἀλλήλοις τὰ στοιχεῖα πρέπει· καὶ τοῖς φιλο‐ σόφοις ἴσος δοκεῖ εἶναι κατὰ τὴν ἀνάλυσιν ὁ ἀὴρ τῇ γῇ· συνέστραπται γὰρ ἡ γῆ· εἰ δὲ διαλυθῇ ἰσωθήσεται αὐτῷ· οὕτως ἔχει καὶ τὸ Ἡσιόδειον γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ | |
15 | οὐρανόν· | |
ἰσόμοιρον δὲ γῆς ἀέρα τὸν σκότον φησὶν ἵνα τὸ φάος ἁγνὸν ἀντιδιαστέλληται· καὶ γῆς, φησίν, ἰσόμοιρος ἀὴρ ἴσην μοῖραν ἔχων τῇ γῇ· πανταχοῦ γάρ ἐστιν ἀήρ· ἢ ὅτι γῆ καὶ ἀὴρ στοιχεῖα, ἰσότιμα δὲ τὰ τέσσαρα στοιχεῖα | 104 | |
20 | ἀλλήλοις· τινὲς δὲ ὅτι μέση ἀέρος ἐστὶν ἡ γῆ διὰ τὰ ἀπὸ κέντρου διαστήματα· ἰσόμοιρος οὖν διὰ τὸ ἴσον ἀπέχειν πανταχόθεν τῆς γῆς· καὶ ταῦτα δὲ Φερεκράτης παρῴδηκεν· τὸ δὲ ἀὴρ τὸ α συνέστειλεν διὰ ῥυθμὸν ἢ μέτρον. | |
El87 | ὥς μοι | πολλὰς μὲν θρήνων ὦ φάος ἁγνόν, ὅσα μοι σύνοιδας θρηνούσῃ καὶ κοπτομένῃ· τὸ δὲ κατάλληλον οὕτως, ὡς πολλὰς μὲν ᾠδὰς 〈τῶν θρήνων〉 ᾔσθου πολλὰς δὲ πληγὰς αἱμασσομένων τῶν στέρνων, | |
5 | πληγὰς ἀντήρεις· τραγικώτερον δέ πως ἀπήγγελται ὥστε τὴν διάλυσιν αὐτῶν μὴ πάνυ πολιτικὴν εἶναι· μετῆκται δὲ ἀπὸ τῶν ἐρεσσόντων οἷον πληγὰς κατὰ τὸ ἐναντίον τῶν στέρνων ἐλαυνομένας. | |
El89 | ἀντήρεις ἀντιθέτους ἀντὶ τοῦ ἴσας τοῖς θρή‐ νοις· μετῆκται 〈δὲ〉 ἀπὸ τῶν ἐρεσσόντων ὅταν κατ’ ἴσον ἐρέσσωσιν καὶ μὴ εἰς θάτερον περιωθῆται ἡ ναῦς· ἀντήρεις οὖν ἀντικτυπούσας τοῖς θρήνοις· θρη‐ | |
5 | νοῦσα γὰρ ἔτυπτε τὸ στῆθος πρὸς ἕκαστον. ᾔσθου ἀντὶ τοῦ ἔμαθες. | |
El90 | διὰ τούτων ἡ ἐπίτασις. | |
El91 | ὁπόταν δνοφερά ὅσα μέν, φησί, διὰ νυκτὸς | |
κλαίω αἱ εὐναὶ ἴσασιν ὅσα δὲ δι’ ἡμέρας ὁ ἀὴρ καὶ τὸ φῶς, λέγει δὲ ὅτι οὐ διαλείπω οὔτε νυκτὸς οὔτε ἡμέρας κλαίουσα. | 105 | |
5 | ὑπολειφθῇ παρέλθῃ. | |
El94 | ὅσα τὸν δύστηνον· κατὰ βραχὺ ἐνδείκνυσι τὰ τῆς ὑποθέσεως· ἰδοὺ γὰρ ἔγνωμεν ὅτι ἀδελφὴ τοῦ Ὀρέστου καὶ διὰ τί θρηνεῖ. | |
El95 | ὃν κατὰ μὲν βάρβαρον παρὰ τὸ ὑπὸ Ἀγα‐ μέμνονος ἐν τῇ Νεκυίᾳ οὔτε μ’ ἀνάρσιοι ἄνδρες καὶ τὰ ἑξῆς· πάνυ δὲ περιπαθὴς ὁ λόγος εἰ καὶ πολε‐ | |
5 | μίων πικροτέρα ἐφάνη Κλυταιμήστρα τῷ ἰδίῳ ἀνδρί· πάνυ γὰρ περιπαθὲς τὸ ἐπὶ τηλικούτου καὶ τοσαῦτα διαπραξαμένου [τὸ] εἰπεῖν ὅπως δρῦν ὑλοτόμοι· οὐκ ἐξένισεν δὲ ἀντὶ τοῦ οὐκ ἀπέκτεινεν· ξένια γὰρ | |
10 | Ἄρεως τραύματα 〈καὶ〉 φόνοι· καὶ Ἀρχίλοχος ξείνια δυσμενέσιν λυγρὰ χαριζόμενοι. πάνυ περιπαθῶς πικροτέραν γενέσθαι τῷ Ἀγα‐ μέμνονι καὶ πολεμίου καὶ ἀλλοδαπῆς τὴν Κλυται‐ μήστραν. | 106 |
El101 | ἢ ’μοῦ φέρεται εἰ δὲ καὶ τὰ τῆς Χρυσοθέ‐ μιδος παράκειται αὕτη γε διὰ τὸ πάνυ ἀλγεῖν οὐδένα κατ’ ἀξίαν φροντίζειν τῶν γεγονότων οἴεται ἢ μόνην αὐτήν. | |
El102 | ἀδίκως οἰκτρῶς ἔν τισιν ὑπόκειται ἀντὶ τοῦ ἀδίκως ἀεικῶς· καὶ οἰκτρῶς μὲν διὰ τὸ βίᾳ καὶ ἐπι‐ βουλευθέντα ἀεικῶς δὲ ὅτι πελέκει αὐτὸν μεθ’ ὕβρεως ἐτίσατο. | |
El103 | ἀλλ’ οὐ μὲν δὴ | λήξω ὁ νοῦς, ἀλλ’ οὐ λήξω θρήνων οὔτε ἡμέρας οὔτε νυκτὸς ὀδυρομένη ἕως ἂν νύκτα καὶ φῶς βλέπω ὥστε μὴ ἀηδόνος τρόπῳ ἠχώ τινα προπέμπειν τῶν θρήνων πρὸ τῶν πατρῴων θυρῶν. | |
El108 | τὴν ἐπὶ κωκυτῷ ἠχὼ τουτέστι θρηνητικήν. | |
El111 | πότνι’ ἀρὰ γράφε ποινία ἀρά. | |
El112 | σεμναί τε θεῶν εὐφήμως ὡς καὶ τὸ Εὐμενίδες. | |
El119 | μούνη γὰρ ἄγειν ἢ τὸ καταβαροῦν 〈με〉 καὶ καταφερόμενον, ὃ φέρειν οὐ δύναμαι ἢ ἐπὶ τοῦ Ὀρέ‐ στου ἀκούειν δεῖ οὕτως τὸ ἀντίρροπον, ὅπερ ἂν εἶχεν ἐκεῖνος φέρειν παρὼν ὥστε κοινῇ ἡμᾶς αὐτὸ φέρειν· | |
5 | μόνη γὰρ φέρειν οὐκέτι ἰσχύω. σωκῶ ἀντὶ τοῦ ἰσχύω, οἱ δὲ νεώτεροι ἀντὶ τοῦ σῴζω. | 107 |
El121 | ἰὼ παῖ, παῖ πάροδός ἐστι χοροῦ γυναικῶν τῇ Ἠλέκτρᾳ συναχθομένων· δυστανοτάτας δὲ τῆς ἐξ‐ ωλεστάτης· οὐ γὰρ ἐπὶ οἴκτου ἐστὶν ὁ λόγος. | |
El122 | τίν’ ἀεὶ | τάκεις; ἀντὶ τοῦ διὰ τί τήκῃ τῇ ἀκορέστῳ οἰμωγῇ; | |
El124 | ἀθεωτάτας ἀσεβοῦς. | |
El125 | ματρὸς ἁλόντ’ ἀπάταις μητρὸς ἁλόντα πληγαῖς. | |
El126 | ὡς ὁ τάδε πορὼν κ. ἑ. λίαν αἰδήμων ὁ χορὸς ὃς ἐπὶ τὸν Αἴγισθον τρέπει τὴν αἰτίαν· καὶ γυναικῶν ἐστιν ἴδιον τὸ μηδὲ ἐπὶ τοῖς προφανέσιν ἁμαρτήμασιν καταλέγειν ἄλλης γυναικός· καὶ τὸ | |
5 | εἴ μοι θέμις τάδ’ αὐδᾶν λίαν ἠθικὸν καὶ ἁρμόζον γυναιξίν. ἐπεὶ κατ’ ἀρχόντων ἦν ὁ λόγος ἢ ἐπεὶ δοκεῖ δυσ‐ φημεῖν φησιν, εἰ δίκαιόν ἐστιν οὕτως εὔχομαι. | |
El129 | ὦ γενέθλα γενναίων ὦ παῖδες τῶν εὐγενῶν Μυκηναίων. γενναίων πατέρων. | |
El130 | ἥκετ’ ἐμῶν καμάτων οἶδα, φησίν, ἃ πράττω καὶ οὐ λανθάνει με ὅτι ὑπὲρ τὸ δέον ποιῶ· ἢ οἶδα ὅτι μοι εὐνοεῖτε ἵνα συνάπτῃ τῷ προκειμένῳ ἥκετ’ ἐμῶν καμάτων παραμύθιον· | |
5 | ἄμεινον δὲ τὸ πρῶτον. | 108 |
El134 | τοιοῦτοι γὰρ πολλάκις οἱ ἐν τοῖς πάθεσι παρηγορούμενοι, παρακαλοῦντες συγχωρεῖσθαι θρηνεῖν. | |
El135 | ἀλύειν 〈τὸ〉 ἐν ἄλῃ δυσφορεῖν σημαίνει, ἐνίοτε δὲ τὸ γεγηθέναι ἀπὸ τῆς ἀλέας καὶ διαχύσεως· Ὅμηρος ἦ ἀλύεις ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην; | |
El137 | Ὅμηρος οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο. | |
El138 | παγκοίνου εἰς ἣν ἅπαντας ἀφικέσθαι δεῖ. | |
El139 | οὔτε γόοις οὔτε λιταῖσιν οὔτε ὀδυρομένη οὔτε παρακαλοῦσα τοὺς θεούς· καὶ Αἰσχύλος μόνος θεῶν γὰρ θάνατος οὐ δώρων ἐρᾷ, μόνος οὐ δέχεται γλυκερᾶς μέρος ἐλπίδος. | |
El144 | ἐφίῃ ἐπιθυμεῖς· τί μοι, φησί, τούτων γλίχῃ ἅπερ ἐστὶν οὐκ εὐκόλως φέρειν, θρήνου καὶ πένθους; | |
El147 | ἀλλ’ ἐμέ γ’ ἁ στονόεσσα Ἀττικῶς τὸ ἄραρέ με ἀντὶ τοῦ ἤρεσέ μου ταῖς φρεσὶν ἀντὶ σύμφωνα πράσσομεν ἐγὼ καὶ 〈ἡ〉 ἀηδὼν ἕνεκα τοῦ θρηνεῖν. ἄλλως: οἷον συνήρμοσταί μου ταῖς φρεσὶ τουτέστιν | |
5 | ἐκείνην ζηλῶ τὴν ἀεὶ τὸν Ἴτυν στενάζουσαν. καὶ Ἀριστοφάνης | |
σὲ δὲ ταῦτ’ ἀρέσκει. | 109 | |
El149 | ἀτυζομένα ἐκπληττομένη τοῖς συμβεβηκόσι καὶ ὀδυρομένη· τὸ δὲ Διὸς ἄγγελος ὅτι τὸ ἔαρ σημαίνει· Ὅμηρος ὡς δ’ ὅτε Πανδαρέου κούρη, χλωρηὶς ἀηδὼν | |
5 | καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο· ἢ ὅτι τὴν ἡμέραν σημαίνει ἢ ὅτι τὰ ἑαυτῆς ἀγγέλλει κακὰ καὶ τὴν περιθρυλουμένην ἀγγελίαν καὶ τὸ πάθος· ἢ ἄγγελον εἶπεν οἷον τέρας καὶ τὸ παρ’ αὐτοῦ γινό‐ μενον εἰς τερατείαν τῆς φύσεως· καὶ Σαπφὼ | |
10 | ἦρος ἄγγελος, ἱμερόφωνος ἀηδών. | |
El150 | σὲ δ’ ἔγωγε νέμω θεὸν ἀντὶ τοῦ ἐν τιμῇ τῶν θεῶν μερίζω σε. | |
El151 | ἐν τάφῳ πετραίῳ τουτέστι καὶ ἀπολιθωθεῖσα. Ὅμηρος ἐν Σιπύλῳ ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς. | |
El155 | περισσά ἀντὶ ἄμετρος ἐν τῷ θρηνεῖν· περισ‐ σῶς, φησίν, ὀδύρῃ παρὰ τούτους οἷς ἐκ τοῦ αὐτοῦ γένους τυγχάνεις· ὥστε καὶ ἕτερόν τι διδάσκει ἡμᾶς, ὅτι καὶ ἀδελφαὶ αὐτῇ εἰσι δύο μετριώτερον τὴν συμ‐ | |
5 | φορὰν φέρουσαι. πρὸς τὸ ἄχος περισσή. | |
El157 | ἢ Ὁμήρῳ ἀκολουθεῖ εἰρηκότι τὰς τρεῖς θυγα‐ τέρας τοῦ Ἀγαμέμνονος ἤ, ὡς ὁ τὰ Κύπρια, τέσσαράς | |
φησιν, Ἰφιγένειαν καὶ Ἰφιάνασσαν. | 110 | |
El159 | κρυπτᾷ τ’ ἀχέων ἢ ἀχέων μετοχή ἐστιν ἀντὶ δυσφορῶν ἐπὶ τῷ κεκρύφθαι ἢ ὁ ἐν ἥβῃ κρυπτῇ λυπούμενος. | |
El163 | βήματι ἀντὶ ὁδῷ, πομπῇ. | |
El164 | ἀκάματα ἀκαμάτως καὶ ἀδιαλείπτως· λέγοι δ’ ἂν ταῦτα ἐν ὑποκρίσει· ἢ οὐ κεκμηκότως. | |
El166 | οἰχνῶ περιέρχομαι. | |
El167 | δάκρυσι μυδαλέα διάβροχος τοῖς δάκρυσιν. ἀνήνυτον ἀτελείωτον. | |
El169 | ὧν τ’ ἔπαθεν ὧν τ’ ἐδάη ὧν ἔπαθεν παρ’ ἐμοῦ εὐεργεσιῶν (διέσῳσε γὰρ αὐτόν), ὧν δὲ ἐδάη ὅτι συνεχεῖς ἔπεμπεν ἀγγέλους δηλοῦσα τὰ κατ’ Αἴγισθον. | |
El176 | ᾧ τὸν ὑπεραλγῆ χόλον ᾧτινι, τῷ Διί, τὸν ὑπεραλγοῦντα χόλον τοῖς πεπραγμένοις νέμουσα μή〈τε〉 ὑπερβολῇ χρῶ τοῖς λυπηροῖς καὶ δεινοῖς μήτε ἐπιλάθου αὐτῶν ἀλλὰ μέμνησο μὲν αὐτῶν γενναίως δὲ φέρε· | |
5 | ἢ μήτε ὑπὲρ τὸ δέον ἔχθαιρε μήτε ἐπιλανθάνου τῆς ἔχθρας. ὑπεραλγῆ ἄγαν ὀδυνηρόν, λυπηρόν. | |
El179 | χρόνος γὰρ εὐμαρής ὁ γὰρ χρόνος εὐμαρῶς παρέρχεται, ἐνίοτε δὲ οὔ· μετ’ ὀλίγον ἀνυομένου τοῦ χρόνου ἥξει Ὀρέστης· ἢ εὐχερής ἐστιν ὁ χρόνος ὥστε μετελθεῖν τοὺς ἀδίκους. | |
El180 | Κρίσαν Φωκικήν· Κρίσα γὰρ πόλις Φωκίδος. | |
El181 | βουνόμον βοῶν θρεπτικήν. | 111 |
El182 | ἀπερίτροπος ἀνεπίστροφος, ἀνεπέλευστος ἔνθεν καὶ τὸ περιτροπέων ἐνιαυτός· ἀπὸ κοινοῦ δὲ ληπτέον τὸ ἀπερίτροπος, οὔτε Ὀρέστης | |
5 | ἀπερίτροπος, ὃς ἐν τῇ Φωκίδι τρέφεται, οὔτε ὁ κάτω θεὸς ἀλλὰ καὶ ὑπὸ Ὀρέστου τιμωρηθήσονται καὶ ἀπὸ τῶν χθονίων θεῶν ἔσεσθαι τὴν τιμωρίαν τοῦ ἀδίκως ἀνῃρημένου προσδόκα· τινὲς δὲ τὸ ἀπερίτροπος ἐπὶ μὲν Ὀρέστου ἀνεπέλευστος ἐπὶ δὲ τοῦ Πλούτωνος ἀνεπίστρο‐ | |
10 | φος τοῦ τοὺς ἐχθροὺς μετελθεῖν· πολλάκις γὰρ τὸ κατὰ κοινοῦ λαμβανόμενον διαφόρως νοεῖται· καὶ Ὅμηρος ἔνθ’ ἑλέτην δίφρον τε καὶ ἀνέρε δήμου ἀρίστω τὸ ἑλέτην κατὰ κοινοῦ ἐστιν ἀλλ’ ἐπὶ μὲν τοῦ δίφρου ἀντὶ τοῦ ἔλαβον ἐπὶ δὲ τῶν ἀνδρῶν ἀντὶ τοῦ ἐφόνευσαν. | |
El183 | οὔθ’ ὁ παρὰ τὸν Ἀχέροντα οὔτε ὁ Ἅιδης ἀνεπίστροφος (ἀπὸ κοινοῦ γὰρ τὸ ἀπερίτροπος) τοῦ τοὺς ἐχθροὺς μετελθεῖν ἀλλ’ ἔχει ἐπιστροφὴν καὶ ἐπι‐ μέλειαν ποιεῖται. | |
El185 | ἀλλ’ ἐμὲ μὲν ὁ πολύς οἷον τὸ πλεῖστον τοῦ βίου ἐβίωσα ἐν κακοῖς καὶ ὁ πλείων με, φησί, βίος ἀπολέλοιπεν μηδέποτε ἐν ἀγαθῇ ἐλπίδι γενομένην ἐπεὶ μέχρι νῦν οὐδὲν ὑπὲρ ἐκδικίας Ἀγαμέμνονος πέπρακται. | |
El188 | ἇς φίλος οὔ τις ἀνήρ ἤτοι ἧς φίλος οὐδεὶς προΐσταται ἀλλὰ πάντες εἰσὶν ἐν ἀτυχήμασιν εὐλαβού‐ μενοι ἢ ἐκεῖνο | |
ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι. | 112 | |
El189 | ἔποικος ἀντὶ μέτοικος, ἀναξία δὲ ἀξίαν οὐκ ἔχουσα ἀλλ’ ἄτιμος· οἰκονομῶ δὲ ἀντὶ τοῦ ἐνδιαιτῶμαι τοὺς πατρῴους οἴκους. | |
El190 | ὧδε μὲν | ἀεικεῖ σὺν στολᾷ δεικτικῶς τὸ ὧδε· ἐλεεινὸν δὲ τὸ τοιοῦτον καὶ λεληθότως ἐμφαῖνον τὸ σχῆμα τῶν ὑποκριτῶν. | |
El193 | οἰκτρὰ μὲν νόστοις αὐδά ἡ ἀγγελία ἡ περὶ τοῦ νόστου τοῦ· πατρὸς οἰκτρὰ ἐγένετο εὐθέως ἀναιρε‐ θέντος· ἀπὸ κοινοῦ δὲ τὸ αὐδά· οἰκτρά σοι οὖν γέγονεν ἡ φωνὴ ἡ ἀγγέλλουσα περὶ τοῦ νόστου τοῦ πατρός, | |
5 | οἰκτρὰ δὲ καὶ 〈ἡ〉 περὶ τῆς κοίτης αὐτοῦ οἷον οἰκτρὰ πέπονθας καὶ ὅτε ἤκουσας παρεῖναι Ἀγαμέμνονα προσ‐ δοκῶσα ὅτι ἐπιβουλευθήσεται, οἰκτρὰ δὲ ὅτε καὶ ἡ πρᾶξις γέγονε καὶ ἀνῃρέθη. | |
El195 | ἀνταία | γενύων ὅτε ἀνταίαν ἐπλήγης ἀπὸ γενύων παγχάλκων ὅ ἐστι πελέκεων· γένυς γὰρ εἶδος πελέκεως. | |
El197 | δόλος ἦν ὁ φράσας ἀντὶ ὁ φρασάμενος, ὁ ἐπινοησάμενος, ὁ δὲ ἀνελὼν ἔρως· δι’ ἔρωτα γὰρ ἑαυτῶν ἀνεῖλον Ἀγαμέμνονα. δόλος ὁ φρασάμενος τὴν ἑστίασιν ἐν ᾗ ἀνηρέθη. | |
El198 | προφυτεύσαντες προσκεψάμενοι. | |
El199 | μορφάν μορφήν, τύπον· τὴν δὲ μοιχείαν φησὶ τοῦ Αἰγίσθου ἢ τὴν ὄψιν ἣν εἰργάσατο τοῦ φόνου. εἴτ’ οὖν θεός πάνυ αἰδημόνως ὁ χορὸς τὸ μὲν πρᾶγμα λέγει τοὺς δὲ πράξαντας οὐκ ἐλέγχει. | |
El203 | ὦ δείπνων ἀρρήτων τῶν ὑπὸ Αἰγίσθου, φησί, τῷ Ἀγαμέμνονι παρασκευασθέντων ἐπ’ ὀλέθρῳ | |
ἃ οὐδὲ ὀνομάσαι καλόν. | 113 | |
El204 | ἔκπαγλ’ ἄχθη μεγάλα. γράφε ἔκπαγλα πάθη. | |
El206 | διδύμαιν χεροῖν τῆς Κλυταιμήστρας καὶ τοῦ Αἰγίσθου. | |
El207 | αἳ τὸν ἐμὸν εἷλον βίον πάνυ περιπαθῶς, αἵτινες χεῖρες, αἱ ἀνελοῦσαι τὸν Ἀγαμέμνονα, τὸν ἐμὸν βίον ἀνεῖλον καὶ προέδωκαν τοῖς ἐχθροῖς. | |
El210 | ποίνιμα ποινὴ λέγεται ἐπὶ μόνης καταβολῆς χρημάτων· Ὅμηρος ποινὴν 〈ἢ〉 οὗ παιδὸς ἐδέξατο τεθνηῶτος καὶ | |
5 | ἀλλ’ ὁ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλ’ ἀποτίσας τοῦ δέ τ’ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ ποινὴν δεξαμένῳ. | |
El211 | ἀγλαΐας ἡδονῆς, δόξης. | |
El213 | φράζου μὴ πόρσω φωνεῖν ὁ χορὸς ἐπιτιμᾷ τῇ Ἠλέκτρᾳ μὴ ἄντικρυς ταῖς βλασφημίαις κατὰ Κλυ‐ ταιμήστρας καὶ Αἰγίσθου χωρεῖν· οἰκείας δὲ ἤτοι τὰς συγγενικὰς ἢ ἀπὸ σοῦ ἐσομένας καὶ οὐκ ἀλλαχόθεν. | |
El214 | οὐ γινώσκεις, φησίν, ἐξ οἵων ἀγαθῶν εἰς τί ἀνιαρὸν ἐλήλυθας; | |
El218 | σᾷ δυσθύμῳ τίκτους’ ἀεὶ | ψυχᾷ πολέμους τοιαῦτα γεννῶσα ἐξ ὧν πολεμεῖταί σου ἡ ψυχή. σαυτῇ γεννῶσα ταῦτα ἐξ ὧν πολεμεῖταί σου ἡ ψυχή ὡς ἐν ἀθυμίαις αὐτῆς οὔσης. | |
El219 | τὰ δὲ τοῖς δυνατοῖς | οὐκ ἐριστά τοῖς κρα‐ τοῦσιν οὐ δι’ ἔριδος δεῖ εἰς ταῦτα προσπελάζειν ἀντὶ | |
οὐχ οἷόν τέ σε ἐρίζειν τοῖς δυνατοῖς. καὶ ἄλλως: ταῦτα δὲ ἃ πράττεις οὐκ ἐριστὰ τοῖς κρατοῦσίν ἐστιν | 114 | |
5 | τουτέστι [τοῖς] περὶ τούτων φιλονεικίαν πρὸς τοὺς κρατοῦντας ποιεῖσθαι ἀσύμφορον. | |
El220 | πλάθειν πελάζειν. | |
El222 | τοῦτο τὸ ἔπος, φησίν, οὐ λανθάνει με ἀλλ’ οἶδα τὸ ἀσφαλὲς καὶ συμφέρον, διὰ δὲ τὴν ὑπέρβασιν τῶν δεινῶν ἀναγκάζομαι καὶ ἐπικινδυνώδη τινὰ φθέγ‐ γεσθαι. | |
El226 | τίνι γάρ ποτ’ ἄν, ὦ φιλία παρὰ τίνος γὰρ ἀκούσομαι τὰ συμφέροντα ἢ παρ’ ὑμῶν τῶν συνοίκων ὥστε μοι συγχωρῆσαι ἐν δεινοῖς οὔσῃ παρηγορίαν τινὰ ἴσχειν ἐκ τῶν ὀδυρμῶν καὶ θρήνων; οὐ γὰρ πρὸς ξένους | |
5 | ἔχω ἀλλὰ πρὸς ὑμᾶς εὐνοούσας. τίνι ἀντὶ τοῦ παρὰ τίνος; | |
El229 | ἄνετε ἐάσατε οἷον παύσασθέ με παραμυθού‐ μεναι· ἢ οὕτως, ὑμεῖς με παραμυθούμεναι ἄνετε ὅ ἐστιν ἐπιτρέπετε ὀδύρεσθαι καὶ αὔξετέ μου διὰ τῆς παραμυθίας τὸν ὀδυρμόν. | |
El230 | τάδε γὰρ ἄλυτα κεκλήσεται τὸ θρηνεῖν τὸν πατέρα ἄλυτόν μοι ἔσται ὅ ἐστιν οὐδέποτε παύσομαι ἀλλ’ ἀεὶ ἐν τῷ θρηνεῖν ἔσομαι. | |
El232 | ἀνάριθμος ὧδε θρήνων ἔν τισι κεῖται ἀν‐ άνομος οἷον ἀεὶ νεμομένη ἐν αὐτοῖς καὶ οὔποτε χωρὶς | |
οὖσα τῆς τῶν δακρύων νομῆς· κεῖται δὲ καὶ ἀνήριθμος καὶ ἔστιν ὁ λόγος, οὐκ ἔσομαι ἀνήριθμος θρήνων ἀλλ’ | 115 | |
5 | ἐν θρήνοις ἀριθμηθήσομαι. οἷον οὐκ ἀριθμοῦσα αὐτοὺς ἀλλὰ δαψιλέσι χρωμένη· | |
El236 | κακότητος τῆς συνεχούσης με. | |
El239 | μὴ εἴη μοι ταύτης τιμῆς τὸ τοὺς γονέας μὴ μέχρι παντὸς ὀδύρεσθαι. | |
El240 | μήτ’ εἴ τῳ πρόσκειμαι χρηστῷ μήτε εἴ τινι ἀγαθῷ καὶ χρηστῷ πρόσκειμαι φίλῳ συνοικοίην εὔκηλος οἷον μηδὲ εἰ ἀγαθός τίς ἐστιν ᾧ ἐγὼ πρόσκειμαι μηδὲ τούτῳ συνοικοίην εὔ〈κηλοσ〉 ζηλοῦσα 〈τὰ〉 αὐτοῦ καὶ | |
5 | ἀποδεχομένη εἰ τοιοῦτος περὶ τοὺς γονέας φαίνοιτο· μήτε οὖν αὐτὴ γενοίμην μήτε 〈εἰ〉 ὁ ξυνοικῶν μοι τοιοῦτος εἴη ζηλοίην τὰ ἐκείνου ὥστε καταφρονεῖν τῶν γονέων. | |
El241 | γονέων | ἐκτίμους τῶν ἐπὶ τοῖς γονεῦσιν ὀξυτόνων γόων τὰς πτέρυγας ἴσχουσα ἐκτίμους ἀντὶ ἐκτὸς τιμῆς ἀλλ’ ἐν τῷ τιμᾶν τοὺς πατέρας εἴην διὰ τῶν γόων. | |
El249 | ἥ τε αἰδὼς ἔρροι καὶ ἡ περὶ πάντας εὐσέβεια εἰ τῶν ἀδίκως ἀνῃρημένων μὴ τιμωρία ἔσται. | |
El253 | σὺ νίκα τὸ σὺ νίκα πάνυ ἀναγκαίως ἵν’ ἀφορμὴ γένηται μακρὰν ἐκτεῖναι ῥῆσιν τὴν Ἠλέκτραν ἐν ᾗ πάντα τὰ καθ’ ἑαυτὴν παραλήψεται. | |
El254 | αἰδοῦμαι εἰ δοκῶ ὑμῖν βαρέως πενθεῖν. | |
El256 | ἀλλ’ ἡ βία γὰρ ταῦτ’ ἀναγκάζει ἐπείπερ ἐν τοῖς φθάσασιν ἐπετίμησαν αὐτῇ διὰ τὸ ἀνενδότως | |
θρηνεῖν περὶ τούτου πρῶτον ἀπολογεῖσθαι βούλεται. | 116 | |
El259 | ἃ ’γὼ κατ’ ἦμαρ ἀναγκαίως κέχρηται τῷ νοήματι· ἐν μὲν γὰρ γενομένῳ πράγματι καὶ παρελ‐ θόντι εἰκὸς καὶ παύσασθαι τὸν ἀδημονοῦντα ὁπότε δὲ αὐτὴν οὐ μόνον τὰ τοῦ πατρὸς λυπεῖ ἀλλὰ καὶ τὰ | |
5 | τῆς μητρὸς καὶ τὰ Αἰγίσθου ὁσημέραι γινόμενα εἰκότως παρατείνει τὸ πενθεῖν. | |
El263 | ἐν τοῖς ἐμαυτῆς ἀνιαρὸν λίαν τὸ ἐν τοῖς ἐμαυτῆς ὅτι ἀδικοῦμαι οὖσα ἐν τοῖς ἐμαυτῆς. | |
El264 | κἀκ τῶνδ’ ἄρχομαι καὶ βασιλεύομαι ὑπ’ αὐτῶν, ἔτι δὲ τοῦτο χαλεπώτερον, τὸ καὶ τούτοις ὑποτετάχθαι. | |
El267 | ὅταν θρόνοις Αἴγισθον καὶ γὰρ μετὰ τὸ φονεῦσαι Ἀγαμέμνονα Αἴγισθος ἐβασίλευσεν· Ὅμηρος Αἴγισθος ....... .... ἤνασσε πολυχρύσοιο Μυκήνης | |
5 | κτείνας Ἀτρεΐδην, δέδμητο δὲ λαὸς ὑπ’ αὐτῷ. | |
El269 | φοροῦντ’ ἐκείνῳ ταὐτά οὐχ ὅμοια βασιλικὰ ἀλλὰ τὰ ἐκείνου· πάνυ γὰρ τοῦτο περιπαθὲς καὶ εἰς ὑπόμνησιν ἄγον τὴν μείρακα τοῦ πατρός. | |
El270 | σπένδοντα λοιβάς τὸ τῆς ἀσεβείας Αἰγίσθου κατηγόρημα εἰ σπένδει θεοῖς ὅπου ἄδικος φόνος εἴρ‐ γασται. | |
El271 | ἴδω δὲ τούτων ζηλοτυπίας μεστὸν τὸ πρᾶγμα, κινητικὸν δὲ πρὸς οἶκτον τὸ αὐτοέντην πρὸς κοίτῃ πατρός. | |
El272 | αὐτοφόντην γράφε αὐτοέντην· τὸ δὲ ἡμῖν | |
παρέλκει Ἀττικῶς. | 117 | |
El275 | τλήμων τολμηρά, ἀναιδής. | |
El278 | εὑροῦς’ ἐκείνην ἡμέραν τὸ εὑροῦσα τὸν πόθον καὶ τὴν ἐπιθυμίαν τῆς γυναικὸς σημαίνει οἷον ἡδέως αὐτὴν θεωμένη. | |
El281 | θεοῖσιν ἔμμην’ ἱερά οἱ Ἀργολικοὶ συγγρα‐ φεῖς ιγʹ εἶναί φασι Γαμηλιῶνος ὡς Δεινίας ἐν ζʹ Ἀργολικῶν. ἔμμην’ κατὰ μῆνα. | |
El283 | κἀπικωκύω δακρύω. | |
El284 | ἐπωνομασμένην ἐφ’ ᾧ ὠνομάσθη. | |
El286 | ὅσον μοι θυμὸς ἡδονήν ἐπικουφίζεται γὰρ τοῖς δακρύοις ἡ συμφορά· Αἰσχύλος οἵ τε στεναγμοὶ τῶν πόνων ἐρείσματα. | |
El287 | εὐγενὴς λόγοις καὶ οὐ πράξεσιν. | |
El289 | καὶ ταῦτα Ἀριστοφάνης παρῴδηκεν ἐν Γη‐ ρυτάδῃ. δύσθεον ἀσεβές. σοὶ μόνῃ πατὴρ | τέθνηκεν οὐκ ἀνῃρέθη φησὶν | |
5 | ἀλλὰ τέθνηκεν τῷ προσχήματι τῆς λέξεως παραλογι‐ ζομένη τὴν παρανομίαν. | |
El299 | ὑλακτεῖ ἐμμανῶς καὶ ἀναιδῶς βοᾷ ὡς κύων. | |
El300 | ὁ κλεινὸς κατὰ εἰρωνείαν. | |
El302 | ὁ σὺν γυναιξὶ τὰς μάχας συνεργούσης γὰρ Κλυταιμήστρας ἀνεῖλεν τὸν Ἀγαμέμνονα | |
Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο. | 118 | |
El303 | γράφε ἐγὼ δ’ Ὀρέστην προσμένους’ ἀεί ποτε. | |
El305 | τὰς οὔσας τὰς παρούσας. | |
El307 | ἐν οὖν τοιούτοις θαυμαστῶς καὶ ἀνθρω‐ πίνως δικαιολογεῖται ἐπεὶ οἱ ἐν δεινοῖς καὶ ἔξω λογι‐ σμοῦ τινα πράσσουσι καὶ εἰς θεοὺς ἀσεβῆ φθέγγονται. | |
El310 | φέρ’ εἰπέ ἐπεὶ θρασυτέρῳ λόγῳ ἡ Ἠλέκτρα κέχρηται ὁ χορὸς βουλόμενος περὶ Ὀρέστου πυθέσθαι ἐρωτᾷ εἰ πάρεστιν Αἴγισθος. | |
El312 | ἦ κάρτα ἐν ἤθει οἷον πολλοῦ γε δεῖ. μὴ δόκει μ’ ἂν εἴπερ δαιμονίως ᾠκονόμηται τοῦτο πρὸς τὴν χείρωσιν Κλυταιμήστρας· τὸ δὲ εἴργεσθαι ἐξόδου [πρὸς] τὴν μείρακα περιπαθὲς μὲν χρήσιμον | |
5 | δὲ πρὸς τὴν ὑπόθεσιν. | |
El317 | τοῦ κασιγνήτου λείπει ἡ περί. | |
El318 | μέλλοντος βραδύνοντος. | |
El320 | φιλεῖ γὰρ ὀκνεῖν δύναται τὸ ὀκνεῖν Ὁμηρι‐ κῶς εἰρῆσθαι ἀντὶ τοῦ φοβεῖσθαι ὀκνείω δ’ ἵππων ἐπιβαινέμεν ὠκειάων. | |
El324 | ὡς δόμων ὁρῶ | τὴν σὴν ὅμαιμον οὐχ ὡς τῆς Χρυσοθέμιδος τἀναντία φρονούσης τῇ Ἠλέκτρᾳ ἀλλ’ ἐπειδὴ ὁρῶσιν ἐναγίσματα βαστάζουσαν τοῦτο πρῶτον πυθέσθαι βουλόμεναι κωλύουσιν αὐτὴν τῶν ἑξῆς λόγων. | |
El328 | τὸ ἑξῆς, τίνα φάτιν φωνεῖς; τίν’ αὖ σὺ τήνδε ἐπίτηδες τοῖς ἀγρίοις ἤθεσιν ἀντιπαρατάττουσι πρᾶα καθάπερ νῦν τῇ Ἠλέκτρᾳ Χρυ‐ σόθεμιν συνέζευξεν καὶ τῇ Ἀντιγόνῃ τὴν Ἰσμήνην | 119 |
5 | ἕνεκα τοῦ διαποικίλλειν ταῖς ἀντιρρήσεσι τὰ δράματα. | |
El331 | θυμῷ ματαίῳ γράφε ψυχῇ ματαίᾳ. | |
El335 | ὑφειμένῃ δοκεῖ 〈οὐχ〉 ὅλον τὸ ἱστίον ἀνα‐ πετασάσῃ· ἀπὸ τῶν πλεόντων οἳ πρὸς τὴν βίαν τῶν ἀνέμων οὐκ ἀντίσχοντες ὑφιᾶσι τῶν ἱστίων. εἰς τὸ αὐτό ὑφήσειν τὸ ἱστίον οἷον συστέλλειν | |
5 | τὸ φρόνημα καὶ μὴ ἄντικρυς μάχεσθαι· οἱονεὶ τῇ προαιρέσει χρῶμαι. | |
El339 | ὁ νοῦς, τί ὄφελος τῆς δικαιοσύνης εἴ τις διὰ ταύτην τοῖς δεινοῖς περιπέσῃ; | |
El342 | μέλειν φροντίζειν. | |
El343 | ἅπαντα γάρ σοι τἀμὰ νουθετήματα ταῦτα ὅμοιά ἐστι τοῖς ἐν τῇ Ἀντιγόνῃ ὅπου τῇ Ἰσμήνῃ λοι‐ δορεῖ καί φησιν αὐτὴν τὰ Κρέοντος φρονεῖν. οἷον ἃ εἶπες ἐμὲ νουθετοῦσα. | |
El345 | ἔπειθ’ ἑλοῦ γε ὁμολόγησον σαυτὴν ἢ φρονεῖν κακῶς προστιθεμένην τοῖς ἐχθροῖς ἢ φρονοῦσαν τῶν φιλτάτων ἀμνημονεῖν οἷον θάτερά σε δεῖ ὁμολογῆσαι ἢ ὅτι κακῶς φρονεῖς ἢ ὅτι ἑκοῦσα ἁμαρτάνεις καὶ | |
5 | παρορᾷς. ὁμολόγησον. | |
El348 | τὸ τούτων μῖσος λείπει ἡ κατά. | |
El350 | τήν τε δρῶσαν ἐκτρέπεις ἀντὶ ἐμέ· ἡ δὲ ἐκ | |
ἀντὶ τῆς ἀπό, ἀποτρέπεις. | 120 | |
El354 | κακῶς μὲν ζῶ ἀλλ’ ὑπὲρ τοῦ λυπεῖν τοὺς ἐχθροὺς τοῦτο πράττω. κακῶς ὀδυνηρῶς. ἐπαρκούντως οὐ γὰρ ἐφίεμαι τρυφερώτερον ζῆν. | |
El355 | λυπῶ τούτους διὰ τοῦ τιμᾶν τὸν πατέρα. | |
El361 | δαψιλὴς ἔστω σοι ἡ τροφή. | |
El363 | ἐμοὶ γὰρ ἔστω ἐμοί, φησίν, ἔστω τροφὴ ἡ τῇ ἀνάγκῃ μόνον ἁρμόζουσα καὶ τὴν πείνην ἀπελαύνουσα· οὐ δέομαι γὰρ τοιαύτης τροφῆς ἀφ’ ἧς ἡδονὴν σχήσω. τοὐμὲ μὴ λυπεῖν τοῦ μὴ λυπεῖν τὸν πατέρα. | |
El365 | οὐδ’ ἂν σὺ εἰ ἐσωφρόνεις ἁβρῶς ἔζης ἠμε‐ ληκυῖα τοῦ πατρός. | |
El366 | καλοῦ ἀντὶ τοῦ κλήθητι, λέγου, ὀνομάζου. | |
El369 | εἰ συγκεράσαιτε τοὺς τρόπους εὖ ἂν ἔχοι· ἡ μὲν γὰρ σμικρὰ ἡ δὲ ἀνειμένη. | |
El372 | ἠθάς εἰμί πως ἀντὶ ἐν συνηθείᾳ εἰμί. | |
El373 | τῶν τῆσδε μύθων τῶν παρ’ αὐτῆς λεγο‐ μένων μύθων. | |
El375 | μακρῶν μεγάλων ἢ πολυχρονίων. | |
El379 | γόων γράφεται καὶ λόγων. | |
El381 | κατηρεφεῖ κατεσκεπασμένῃ. | |
El384 | νῦν, φησίν, εὔκαιρόν ἐστιν καλῶς φρονῆσαι. | |
El387 | ἁρμόζει λίαν τὸ πρόσωπον Ἠλέκτρας τῇ Ἀντιγόνῃ. | |
El391 | πάνυ θυμικῶς καὶ τὴν ἀδελφὴν αὐτοῖς συγ‐ | |
καταλέγει ὡς τὰ αὐτῶν αἱρουμένην. | 121 | |
El393 | εἰρωνεύεται ἐν ἤθει. | |
El401 | κακῶν ἐστιν ἐπαινέσαι ταῦτα τὰ ἔπη. | |
El403 | νοῦ—κενὴ ἀντὶ τοῦ συνέσεως κούφη. | |
El411 | συγγένεσθε συμμαχήσατε, συνεργήσατε, συμ‐ πράξατε ἡμῖν κἂν νῦν· ἀκούσασα δὲ ὅτι ἐν τοῖς ὀνείροις δείματά τινα τῇ Κλυταιμήστρᾳ γέγονε θαρσεῖ καὶ ἐπι‐ καλεῖται τοὺς θεοὺς εἰ καὶ μὴ πρότερον κἂν νῦν | |
5 | παρεστάναι. | |
El414 | πλὴν ἐπὶ σμικρῶν ἀντὶ πλὴν ὀλίγων. | |
El417 | ὡς αὖθις αὐτοῦ ἀναζήσαντος καὶ προσομιλή‐ σαντος. | |
El419 | ἐφέστιον ἐπὶ τὴν οἰκίαν γενόμενον τουτέστιν ἔποικον. | |
El422 | ἐσήμανεν αὐξηθησόμενον Ὀρέστην τὸν θαλλόν. | |
El424 | ἡνίχ’ ἡλίῳ τοῖς γὰρ παλαιοῖς ἔθος ἦν ἀπο‐ τροπιαζομένους τῷ ἡλίῳ διηγεῖσθαι τὰ ὀνείρατα. ἡλίῳ ἀντὶ ἡμέρᾳ· ἤκουσα, φησί, τοῦ ὀνείρου ἡνίκα ἡμέρας γενομένης διηγεῖτο αὐτό τινι κἀκεῖνος ἐμοί. | |
El430 | εἰ γάρ μ’ ἀπώσῃ εἰ γὰρ νῦν, φησί, δεομένην σου ἀπώσῃ με κακοῦ σοί τινος γενομένου μετὰ ταῦτα αὐτὴ μετελεύσῃ με καὶ ἀξιώσεις μετὰ σοῦ γενέσθαι. | |
El432 | καὶ ἵνα μὴ ἀποτρέψῃ εἴ τι κακὸν μέλλοι γενέσθαι διὰ τῶν ὀνείρων. | |
El436 | εὐνὴν νῦν τὸν τάφον. | |
El439 | ἀρχὴν δ’ ἂν εἰ μὴ τλημονεστάτη καθόλου, | |
φησίν, εἰ μὴ τολμηροτάτη πασῶν ἐτύγχανεν οὐκ ἄν ποτε ταῦτα ἔπραττεν ἐπὶ τιμῇ τοῦ πατρὸς ὃν αὐτὴ ἀνεῖλεν· εἰκὸς οὖν αὐτὴν τοῦτο ἐπί τινι λυσιτελοῦντι πράττειν | 122 | |
5 | ᾧ μὴ ὑπουργήσῃς σύ. | |
El445 | ἐμασχαλίσθη κἀπὶ λουτροῖσιν κάρα εἰώθεισαν τῶν ἀναιρουμένων εἰς τὰς κεφαλὰς ἀπομάσσειν τὰ ξίφη ὥσπερ ἀποτροπιαζόμενοι τὸ μύσος τὸ ἐν τῷ φόνῳ· τὸ δὲ ἐξέμαξεν ἐπὶ τοῦ Ἀγαμέμνονος ὃς ἐμασχαλίσθη ὑπὸ | |
5 | τῆς Κλυταιμήστρας καὶ τὸ κάρα αὐτοῦ τὰς κηλῖδας τούτων τὰς ἐπὶ τῷ φόνῳ ἐξέμαξεν· οὐ δεῖ δὲ διαφωνίαν δοκεῖν εἶναι πρὸς τὸν Ὅμηρον ἐπεί φησιν ἐκεῖνος δειπνίσσας ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ· ἤρκει γὰρ τὰ ὅλα συμφωνεῖν τῷ πράγματι· τὰ γὰρ | |
10 | κατὰ μέρος ἐξουσίαν ἔχει ἕκαστος ὡς βούλεται πραγ‐ ματεύσασθαι εἰ μὴ τὸ πᾶν βλάπτῃ τῆς ὑποθέσεως. ἄλλως: εἰώθεσαν οἱ δρῶντες ἐμφύλιον φόνον ἀκρω‐ τηριάζειν τοὺς ἀναιρεθέντας ἐκ παντὸς μέρους τοῦ σώματος ἀποτεμνόμενοι 〈καὶ〉 περιάπτειν ἑαυτοῖς τὰ | |
15 | ἄκρα συνείροντες διὰ τούτων ὥσπερ τὴν δύναμιν ἐκείνων ἀφαιρούμενοι διὰ τὸ μὴ παθεῖν εἰς ὕστερόν τι παρ’ ἐκείνων δεινόν· ἐφόρουν δὲ εἰς τὰς μασχάλας τὰ ἄκρα ὃ καὶ μασχαλισθῆναι ἔλεγον. ἄλλως: ἐπὶ ταῖς καθάρ‐ σεσι τοῦ φονευθέντος τὰ ἄκρα ἔτεμνον καὶ περὶ τὴν | |
20 | μασχάλην αὐτοῦ ἐκρέμαζον αὐτὰ ἵνα, φασίν, ἀσθενὴς γένοιτο πρὸς τὸ ἀντιτίσασθαι τὸν φονέα· καὶ Ἀπολ‐ λώνιος ἐξάργματα τάμνε θανόντος 〈περὶ〉 τοῦ Ἰάσονος. | 123 |
25 | οἷον ὑπὸ τὰς μασχάλας ἔλαβεν τὰ ἄκρα ἀντὶ τοῦ ἠκρωτηριάσθη. | |
El446 | κηλῖδας ἐξέμαξεν ἢ τῇ ἑαυτῶν κεφαλῇ ἀπ‐ έμασσον τοῦ ξίφους τὰς κηλῖδας ἢ τῇ τοῦ φονευομένου ὥσπερ τὰς ἐπὶ τῷ μύσει κηλῖδας ἀποτρεπόμενοι. | |
El448 | προοικονομικῶς ἀποστέλλει αὐτὴν εἰς τὸν τάφον ἐπὶ τὸ εὑρεῖν τὸν βόστρυχον Ὀρέστου. | |
El451 | ἀλιπαρῆ τρίχα περιπαθῶς μὲν τὸ τῆς πενίας τὸ δὲ ἀλιπαρῆ ἀντὶ τοῦ αὐχμηράν· ἐν δὲ τῷ ὑπομνή‐ ματι λιπαρῆ ὅ ἐστιν ἐξ ἧς αὐτὸν λιπαρήσομεν ὡς εἰ ἔλεγεν ἱκέτιν τρίχα. | |
El452 | καὶ ζῶμα τοὐμόν σύμφωνον τοῦτο τῷ ὧδε μὲν ἀεικεῖ σὺν στολᾷ· ζῶμα δὲ νῦν τὴν ζώνην δηλοῖ οὐ τὸ ἔνδυμα ἵνα τούτῳ | |
5 | στέφῃ τὸν τάφον ἀντὶ μίτρας· δίδωσι γὰρ τὸ ζῶμα ἀντὶ ταινίας. | |
El455 | ἐξ ὑπερτέρας χερός ἀντὶ τοῦ ἰσχυροτέρας οἷον μετὰ δυνάμεως μείζονος. | |
El463 | κοινῷ πατρὶ τῷ ἐμῷ καὶ σῷ. | 124 |
El466 | τὸ γὰρ δίκαιον οὐκ ἔχει λόγον οὐκ ἔχει λόγον τὸ φιλονεικεῖν περὶ τοῦ δικαίου ὥστε περὶ αὐτοῦ δύο ὄντας ἐρίζειν· δεῖ γὰρ τὸν ἕτερον τῷ ἑτέρῳ πείθεσθαι· ἢ τὸ οὐκ ἔχει λόγον ἀντὶ τοῦ οὐ παρέχει πρόφασιν. | |
5 | ἄλλως: οὐ δισταγμοῦ, φησί, καὶ ἀμφιβολίας προσδεῖται τοῖς δύο πότερον δεῖ ταῦτα ποιεῖν ἢ προσερίζειν. | |
El469 | σιγὴ παρ’ ὑμῶν εὐλαβὴς οὖσα ἡ Χρυσόθεμις κρύπτειν ἀξιοῖ τὸν χορόν. | |
El471 | πεῖραν τὴν ἐπιχείρησιν. | |
El472 | εἰ μὴ ἐγὼ παράφρων ὁ χορὸς ἐκ τοῦ ὀνείρου προμαντευόμενος θαρρεῖν παραινεῖ τὴν Ἠλέκτραν. ἀνόητος. | |
El475 | εἶσιν ἁ πρόμαντις ἡ προμαντευομένη τὰ μέλλοντα ἢ τοῖς συνετοῖς προγινωσκομένη. | |
El477 | μέτεισιν μέτεισι, φησί, παρέχουσα τούτοις δύναμιν ὡς χειρώσασθαι τοὺς ἐχθρούς. | |
El482 | οὐ γάρ ποτ’ ἀμνηστεῖ οὐ γὰρ ἀμνημονεῖ, φησί, τῶν τολμηθέντων καθ’ ἑαυτοῦ ὁ βασιλεὺς ἀλλ’ ἐπεξελεύσεται κατὰ τῶν ἐχθρῶν. | |
El484 | χαλκόπληκτος ἀπὸ κοινοῦ τὸ ἀμνηστεῖ, οὐδ’ ἀμνημονεῖ, φησίν, ἡ χαλκόπληκτος γένυς ἡ ἑλοῦσα αὐτὸν ἀλλὰ καὶ αὐτὴ τιμωρὸς ἥξει κατὰ τῶν δρασάντων. | |
El485 | γένυς εἶδος πελέκεως. | |
El488 | ἥξει καὶ πολύπους ἡ Ἐρινὺς ἡ ἐκείνῳ τῷ φόνῳ ἀκολουθήσασα· οὕτως ἐν τῷ ὑπομνήματι. ἥξει καὶ πολύπους [τὸ πολύπους ἐν ὑπερβολῇ ἔθηκεν] ἐν δὲ τῷ ὑπομνήματι κεῖται πολύπαις· ἐπεὶ | |
5 | γάρ, φησίν, ἐν τῷ Ὀρέστῃ τὴν πᾶσαν ἐλπίδα ἔχουσι τὸ πολύπαις ἐν ὑπερβολῇ ἔθηκεν, ἡ πολλὰ κακὰ τίκτουσα. | 125 |
El491 | χαλκόπους ἡ στερεὰ καὶ ἀκοπίαστος ἐν τῷ ἐπιέναι κατὰ τῶν φονέων. | |
El492 | ἄλεκτρ’ ἄνυμφα ἀντὶ τοῦ 〈οὐ〉 νενομισμένα ἀλλὰ παράνομα διὰ τὴν μοιχείαν. δύσλεκτρα καὶ κακόνυμφα. | |
El493 | μιαιφόνων | γάμων ἤτοι ἐπὶ τῆς Ἐρινύος ἐστὶν ὁ λόγος, ἐπέβη γὰρ ἐπὶ ἁμιλλήματα γάμων ἄλεκτρα καὶ ἀνύμφευτα, ἐπέβη δὲ τούτοις οἷς οὐ θέμις, οὓς οὐκ ἐχρῆν εἰς γάμον ἤγαγεν ἡ Ἐρινὺς | |
5 | διόπερ καὶ νῦν αὐτοὺς μετελεύσεται ἢ ἐπὶ τῆς Κλυ‐ ταιμήστρας ἐστὶ τὸ λεγόμενον, τὸ δὲ οἷσιν οὐ θέμις ἐπὶ τῶν γάμων· φησὶν οὖν ὅτι ἐπέβη γάμοις ἡ Κλυ‐ ταιμήστρα οἷς οὐκ ἔπρεπεν. | |
El495 | πρὸ τῶνδέ τοι μ’ ἔχει λείπει τὸ ἐλπὶς ἢ θάρσος με ἔχει μὴ πρὸ τούτων, τῶν προειρημένων, Αἴγισθόν φησι καὶ Κλυταιμήστραν, τοῦτο τὸ ὄναρ ἄψεκτον ἡμῖν προσπελάζειν ἀλλ’ ἀκουσόμεθα ψεγο‐ | |
5 | μένου αὐτοῦ παρὰ τῶν θεασαμένων αὐτὸν λεγόντων ὅτι κακῶν ἦν σημαντικός. ἄλλως: θαρρῶ ὅτι τοῖς δρῶσι ταῦτα τὰ ἄδικα καὶ συνδρῶσιν αὐτοῖς οὐκ ἔσται ἄψεκτος ὁ ὄνειρος· παθόντες γὰρ ψέξουσι τὸ ὀφθέν. ἔχει θάρσος· τὸ τοι σύνδεσμος παραπληρωματικός. | |
El497 | τέρας τὸ τοῦ ὀνείρου τέρας. | |
El498 | τοῖς δρῶσι καὶ συνδρῶσιν ὑμῖν ταῖς δρώ‐ σαις ὑπὲρ Ἀγαμέμνονος καὶ ἡμῖν ταῖς συνδρώσαις | |
καὶ συναχθομέναις. | 126 | |
El500 | δεινοῖς τοῖς ἐκφοβοῦσιν τοὺς ὁρῶντας ὅταν ὦσι δεινοί. | |
El501 | θεσφάτοις τοῖς τῶν ὀνείρων. | |
El503 | εὖ κατασχήσει οὐ τοῖς ἑωρακόσιν ἀλλὰ τῇ Ἠλέκτρᾳ. | |
El504 | ὦ Πέλοπος Φερεκύδης φησί, Πέλοψ νικήσας τὸν ἀγῶνα καὶ λαβὼν τὴν Ἱπποδάμειαν ὑπέστρεφεν ἐπὶ τὴν Πελοπόννησον μετὰ τῶν ὑποπτέρων ἵππων καὶ τοῦ Μυρτίλου, καθ’ ὁδὸν δὲ καταλαβὼν αὐτὸν | |
5 | προϊόντα πρὸς τὸ φιλῆσαι αὐτὴν ἔρριψεν εἰς θά‐ λασσαν. οἷον ἦν καὶ τὸ πρῶτον πολύφθορόν τε δῶμα Πελοπιδῶν τόδε. | |
El505 | πολύπονος ἱππεία πολύπονος γενομένη πᾶσιν Ἀργείοις· καὶ ἑρμηνεύει αὐτὸ λέγων ὡς ἔμολες αἰανὴ τᾷδε γᾷ· | |
5 | αἰανὴ δὲ θρηνητικὴ παρὰ τὸ αἲ αἲ ἐξ οὗ γίνεται. | |
El508 | εὖτε γὰρ ὁ ποντισθείς ὁ νοῦς τοιοῦτός ἐστιν, ἀφ’ οὗ ὁ Μυρτίλος ἀπέθανεν οὐ διέλιπεν αἰκία τοὺς πολυκτήμονας δόμους· ὁ γὰρ Ἑρμῆς πατὴρ Μυρ‐ τίλου ἐμήνισε τοῖς Πελοπίδαις. | |
El511 | αἰκίαις αἰκισμοῖς, ὕβρεσιν. | |
El512 | πρόρριζος ἀντὶ τοῦ παντάπασιν. | |
El516 | ἀνειμένη μέν ἄνεσιν ἔχουσα· πανταχόθεν δὲ διαφόροις ἐξαλλαγαῖς τὸν ἔλεον Ἠλέκτρας διαγράφει ὁ ποιητής. | 127 |
El518 | αἰσχύνειν φίλους ἀντὶ τοῦ καθ’ ἡμῶν λέγειν. | |
El526 | ἐξ ἐμοῦ· καλῶς ἴδιον ῥητορικῆς τόλμης τὸ μὴ ἀρνεῖσθαι μὲν πιθανὴν δὲ τῶν δεδραμένων ἐπεισ‐ φέρειν αἰτίαν· οὐχ ὡς δίκαια δὲ πραττούσης συν‐ ηγορεῖ ὁ ποιητὴς ἀλλ’ ἵνα μὴ ἀργὸν εἴη τὸ πρόσ‐ | |
5 | ωπον. | |
El539 | πότερον ἐκείνῳ παῖδες λαμβάνονταί τινες τοῦ ποιητοῦ ἐκ τῶν Ὁμηρικῶν ἐπεὶ ἐκεῖνος μίαν γεγονέναι τῷ Μενελάῳ τὴν Ἑρμιόνην φησίν, οὗτος δὲ διπλοῦς ὁμομητρίους φησὶν αὐτῷ γεγονέναι· ὅμως οὐ | |
5 | συμφωνεῖ αὐτῷ Ἡσίοδος ἣ τέκεθ’ Ἑρμιόνην δουρικλειτῷ Μενελάῳ, ὁπλότατον δ’ ἔτεκεν Νικόστρατον, ὄζον Ἄρηος· οὐ περὶ μεγάλων δὲ αἱ τοιαῦται διαφωνίαι τοῖς ποιή‐ μασιν ὥστε οὐ πάνυ δεῖ αὐτοὺς ἐπὶ τῶν τοιούτων | |
10 | ἐνοχλεῖν ἀφεμένους τῶν ἀναγκαιοτέρων ἅπερ παρα‐ τηρεῖν ἐχρῆν, ταῦτα δέ ἐστι τὰ ἠθικὰ καὶ χρήσιμα ἡμῖν τοῖς ἐντυγχάνουσιν· ὅρα οὖν πῶς ἐκείνῳ τῷ μέρει τῆς ἱστορίας κατεχρήσατο ὅτι συνέφερεν τῷ λόγῳ τῆς Κλυταιμήστρας. | |
15 | Ἑρμιόνη καὶ Νικόστρατος. | |
El540 | τῆσδε ἀντὶ τῆς Ἰφιγενείας. | |
El542 | ἢ τῶν ἐμῶν Ἅιδης τὸ ἑξῆς, ἢ τῶν ἐμῶν τέκνων δαίσασθαι πλέον ἵμερόν τινα Ἅιδης ἔσχεν ἢ τῶν ἐκείνης; | 128 |
El545 | παρεῖτο ἠμελεῖτο, παρῃρεῖτο. | |
El550 | δύσθυμος ............ κακόβουλος. | |
El551 | γνώμην δικαίαν οἷον λογισμῷ χρησαμένη δικαίῳ τότε τοὺς πέλας ψέγε ἡμᾶς μὴ τὸ πᾶν ὀργῇ καταχαριζομένη. τινὲς τοὺς πέλας τοὺς περὶ Ἀγα‐ μέμνονα. | |
El552 | ἐρεῖς μὲν οὐχὶ νῦν οὐκ ἂν εἴποις 〈νῦν ὅτι〉 λυπήσασά σε τοιαῦτα ἀντακήκοά σου· ἐμοῦ γὰρ εἰπούσης οὐδὲν σὺ προκατήρξω τῆς εἰς ἐμὲ λοιδορίας. | |
El556 | εἰ δέ μ’ ὧδ’ ἀεὶ λόγοις εἰ πρὸ τῶν λόγων ἐπυνθάνου εἰ τὸ λέγειν σοι ἐφίημι οὐκ ἂν ἦς λυπηρά. | |
El558 | πατέρα φὴς κτεῖναι ὡς ῥήτωρ διεῖλεν εἰς κεφάλαια τὸν λόγον· καὶ πρῶτον κεφάλαιον ὅτι οὐδὲν χαλεπώτερον τούτου εἴ γε δικαίως, δεύτερον ὅτι οὐ δικαίως ἀλλὰ πεισθεῖσα Αἰγίσθῳ· δείκνυσι δὲ ὅτι | |
5 | ἀκουσίως ὁ Ἀγαμέμνων ἔθυσεν τὴν Ἰφιγένειαν ἐν τῇ Αὐλίδι. | |
El561 | ὡς οὐ δίκῃ γ’ ἔκτεινας ἐναντίον τῷ ἡ γὰρ δίκη νιν εἷλεν τὸ ὡς οὐ δίκῃ γ’ ἔκτεινας. ἀλλά ς’ ἔσπασεν | πειθώ αὕτη γὰρ ἀπόδειξις οὐ | |
5 | διὰ τὴν θυγατέρα ἀλλὰ διὰ τὸν μοιχὸν πεφονεῦσθαι τὸν Ἀγαμέμνονα, τὸ καὶ μέχρι τοῦ νῦν αὐτῷ συνεῖναι καὶ συνοικεῖν. παρήγαγεν, παρέπεισεν. | 129 |
El563 | τίνος | ποινὰς λείπει ἡ διά. | |
El567 | ἐξεκίνησεν ἐξεδίωξεν. | |
El575 | πολλὰ κἀντιβάς ἀντιπαραταττόμενος καὶ μὴ βουλόμενος· διὰ δὲ τῆς λέξεως δηλοῖ τὸ ἀκούσιον τῆς προαιρέσεως. | |
El577 | εἰ δ’ οὖν· ἐρῶ γὰρ καὶ τὸ σόν πιθανῶς κατασκευάζει ὅτι εἰ νομοθετεῖς ἄλλον ἀντ’ ἄλλου ἀν‐ αιρεῖσθαι κατὰ σαυτῆς νομοθετεῖς. | |
El583 | πρώτη θάνοις ἂν ἀντὶ τοῦ Ἀγαμέμνονος. | |
El584 | ἀλλ’ εἰσόρα ὅρα, φησί, μὴ παρακάλυμμα τῶν σαυτῆς ἀδικημάτων ταύτην κομίζῃ τὴν πρόφασιν. | |
El591 | ἐπαινέσαιμ’ ἂν γράφε ἐπαινέσωμεν. | |
El595 | ἐπεὶ πάνυ αὐτὴν διήλεγξεν ἐπὶ τῇ μοιχείᾳ ὥσπερ ἐπιλαμβανομένη αὑτῆς κἀκείνην ἐκμειλισσομένη φησὶν ὅτι οὐδὲ νουθετεῖν σε δεῖ· χαλεπαίνεις γὰρ ὡς λοιδορουμένη· τὸν ἔλεγχον οὖν νουθεσίαν ὠνόμασεν. | |
El607 | εἴτε στόμαργον εἰ γέγονα τούτοις τοῖς κακοῖς ἔνοχος, στόμαργος καὶ ἀναιδὴς ὡς φής, οὐ καταισχύνω σου τὴν φύσιν ἐλάττων σου οὖσα ἀλλ’ ὁμοία σοι φανήσομαι. ζηλῶ σε, φησίν· ὥσπερ γὰρ σὺ κατὰ | |
5 | Ἀγαμέμνονος Αἴγισθον ἔθρεψας οὕτως κατὰ σοῦ τὸν Ὀρέστην ἐγώ. φλύαρον. | |
El610 | ὁρῶ μένος πνέουσαν ὁ χορὸς τεθαυμακὼς | |
ἐπὶ τοῖς λόγοις φησίν, ὁρῶ μένος πνέουσαν τὴν παῖδα, εἰ δὲ σὺν δίκῃ αὐτῇ τοῦτο τὸ μένος σύνεστιν τούτου [τοῦ μένους] φροντίδα οὐκέτι ὁρῶ γινομένην ὑπό | 130 | |
5 | τινος· εὐσχημόνως δὲ ἐς τὴν Κλυταιμήστραν τὸν λόγον ἀποτείνουσιν· ἀντιλαμβανομένη οὖν ἐκείνη τοῦ λόγου φησὶ ποίας δέ μοι δεῖ πρός γε τήνδε φροντίδος; | |
El611 | οὐκέτ’ εἰσορῶ ἀντὶ τοῦ οὐκ ἐννοῶ. | |
El614 | καὶ ταῦτα τηλικοῦτος ὑπὲρ ἐπιτάσεως, ὅτι εἰ καὶ δοίη τις ἐξουσίαν ἀντιλέγειν τοῖς γονεῦσιν ἀλλ’ οὐ ταύτῃ παρθένῳ οὔσῃ ἔπρεπε τηλικαύτῃ. | |
El615 | αἰσχύνης ἄτερ ἀντὶ τοῦ ἀναισχύντως. | |
El616 | κἀγώ, φησίν, αἰσθάνομαι ἐπονείδιστα πράσ‐ σουσα καὶ οὐ κατὰ τὴν ἐμὴν ὥραν. | |
El620 | ἐμφαντικώτερον τὸ ἐξαναγκάζει με διὰ τῆς προθέσεως. | |
El622 | τοῦτο ὅμ〈οιόν ἐστι〉 τῷ εὖ νυν ἐπίστω 〈καὶ τὰ ἑξῆσ〉. ἦ ς’ ἐγὼ καὶ τἄμ’ ἔπη ὡς δὴ καὶ τοῖς ἔργοις | |
5 | καὶ τοῖς λόγοις μετριάζουσα πρὸς αὐτὴν ταῦτά φησιν ἡ Κλυταιμήστρα. | |
El627 | πιθανῶς ἐπὶ τὸν ἀγρὸν ἔφη τὸν Αἴγισθον ὑπὲρ τοῦ παρρησίαν δοθῆναι τῇ κόρῃ. | |
El628 | πρὸς ὀργήν οὐκ ἐμμένεις οἷς πρότερον εἶπας· ἔφη γὰρ | |
καὶ μὴν ἐφίημι· πιθανῶς δέ· οὐ γὰρ χρὴ ἐν ταῖς ἀντιλογίαις θυμοῦ‐ | 131 | |
5 | σθαι τὸν ἡττώμενον. | |
El632 | ἐῶ, κελεύω δεῖ γὰρ καὶ προκόπτειν τὴν ὑπόθεσιν διὸ οὐ ποιεῖται πλείονας ἀντιρρήσεις. | |
El634 | ἔπαιρε δὴ σύ πρὸς θεράπαινάν φησι· θύματα δὲ θυμιάματα. | |
El635 | πάγκαρπ’ ἐπεὶ πανόσπρια ἔθυον τοῖς θεοῖς. | |
El637 | προστατήριε ὅτι πρὸ τῶν θυρῶν ἵδρυται. | |
El638 | βάξιν λόγον. οὐ γὰρ ἐν φίλοις οὐκ εἰς τὸν χορὸν ἀποτείνεται ἀλλ’ εἰς τὴν Ἠλέκτραν. | |
El642 | σπείρῃ ματαίαν τὸ ματαίαν οὐκ ἔστι ψευδῆ ἀλλ’ ἀνωφελῆ· τί γὰρ πράξει τοὺς κρατοῦντας δια‐ βάλλουσα; κενήν, διὰ τὸ μηδὲν αὐτὴν δύνασθαι πρᾶξαι. | |
El643 | ἀλλ’ ὧδ’ ἄκουε οὕτως ἐμοῦ λεγούσης· τῇδε γὰρ ἀντὶ τούτῳ τῷ τρόπῳ. | |
El645 | δισσῶν ὀνείρων ἢ διπλῆν ἐχόντων φύσιν ὡς καὶ Ὅμηρος δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσιν ὀνείρων· δύναται δὲ τὸ δισσῶν καὶ ἀριθμὸν ἐμφαίνειν ὡς δύο | |
5 | αὐτῆς ὀνείρους θεασαμένης καὶ τὸ μὲν ἓν φάσμα ἡγη‐ σαμένης εἶναι ὑπὲρ οὗ καὶ πέπομφεν ἀποτροπιασθη‐ σομένην τὴν Χρυσόθεμιν τάχα δὲ καὶ ἕτερον αὐτὴν κεκίνηκεν ὑπὲρ οὗ καὶ εὔχεται τῷ Ἀπόλλωνι ὅπερ | |
οὐδὲ ἐξεῖπε πρός τινα οὐδὲ πρὸς τὸν Ἀπόλλωνα· ἢ | 132 | |
10 | δισσῶν τῶν ἀμφιβόλων καὶ δισσοποιῶν· ἔλυσεν δὲ αὐτὸ εἰποῦσα εἰ μὲν πέφηνεν ἐσθλὰ δὸς τελεσφόρα εἰ δ’ ἐχθρὰ τοῖς ἐχθροῖσιν ἔμπαλιν μέθες. | |
El650 | ἀλλ’ ὧδέ μ’ αἰεὶ ζῶσαν τὸ ὅλον ὑπὲρ τοῦ Αἰγίσθου εὔχεται, διὰ δὲ τοῦ πληθυντικοῦ τοῦ φίλοις τὸ τολμηρὸν τοῦ λόγου ἐπεκάλυψεν. | |
El652 | φίλοισί τε ξυνοῦσαν ἀκατάλληλον φαίνεται τὸ ὅλον ἐὰν μὴ ᾖ τὸ οἷς ξύνειμι νῦν ἀπὸ κοινοῦ λαμ‐ βανόμενον, φίλοισί τε καὶ τέκνοις συνοῦσαν οἷς ξύνειμι νῦν· τὸ δὲ δύσνοια ἀπ’ αὐτῶν εἰς ἐμὲ ἢ | |
5 | ἀπ’ ἐμοῦ. | |
El653 | εὐημεροῦσαν ἑκάστῃ ἡμέρᾳ εὖ διάγουσαν. | |
El656 | τὰ περὶ τῆς τελευτῆς Ὀρέστου ἔοικεν εὔχεσθαι. | |
El657 | τὰ δ’ ἄλλα πάντα ζητοῦσι διὰ τί ἐνταῦθα μὲν οὐκ ἐμφαίνει περὶ τοῦ Ὀρέστου ὕστερον δὲ τοῦ ἀγγέλου ἐλθόντος φαίνεται ἐφηδομένη· ῥητέον οὖν ὅτι νῦν μὲν προσδοκῶσα αὐτὸν ἥξοντα ζῶντα τότε δὲ | |
5 | ὡς κατὰ ἀποθανόντος παρρησιάζεται ἄφοβος γενομένη. | |
El660 | ξέναι γυναῖκες ὁ παιδαγωγὸς ἥκει πλασά‐ μενος τὰ περὶ τοῦ θανάτου Ὀρέστου· τὸ δὲ ἦθος αὐτοῦ μέσον ἐστὶν οὔτε ἀποικτιζομένου παντάπασιν οὔτε ἡδομένου ἀλλ’ ὡς ξένου· εὐκαίρως δὲ ἥκει ἔξω | |
5 | οὐσῶν ἀμφοτέρων, πρῶτον ἵνα μὴ δισσολογοίη πρὸς ἀμφοτέρας ἀπαγγέλλων, δεύτερον πρὸς τὸ δηλωθῆναι τὴν γνώμην ἀμφοτέρων· πιθανῶς δὲ ἐρωτᾷ ὡς ἀγνοῶν. | |
El664 | στοχάζεται ἐκ τῆς στολῆς καὶ τῶν βασιλείων. | 133 |
El668 | ἐδεξάμην λείπει ἡ ἀπό, ἀπεδεξάμην. | |
El675 | τί φής, τί φής οἱ ἡδέος ἀκούοντες λόγου κἂν πάνυ σαφῶς ἀκούσωσι δὶς καὶ τρὶς τὰ αὐτὰ ἀκούειν βούλονται. μὴ ταύτης κλύε οἷον μὴ διὰ ταύτην φυλάξῃ | |
5 | εἰπεῖν τὰ ἑξῆς. | |
El679 | τῷ τρόπῳ διόλλυται; ἴδιον καὶ τοῦτο τῶν ἡδομένων· μαθόντες γὰρ τὸ πᾶν καὶ τὸ κατὰ μέρος ἡδόμενοι πυνθάνονται· ἔπειτα ὁ ποιητὴς βούλεται εὐδοκιμεῖν περὶ ἀγῶνος λέγων Ἑλληνικοῦ. | |
El682 | οὔπω ἦν ἐπὶ Ὀρέστου ὁ Πυθικὸς ἀγών. | |
El684 | τινὲς δόλιχόν φασιν ἀγωνίσασθαι Ὀρέστην ὅς ἐστιν κʹ στάδια κʹ ἐτῶν ὄντα ὥστε τῇ φύσει ἴσα τὰ τέρματα τοῦ δρόμου ἐποιήσατο. | |
El686 | δρόμου δ’ ἰσώσας οἷον οὐκ ἐλλείπων κατὰ τὰ τέρματα ἀλλ’ ἴσος φανεὶς τοῖς τέρμασι κατὰ τὴν αὑτοῦ φύσιν τῆς νίκης ἔτυχεν. ἄλλως: ὁμοίως καὶ ἴσως τεθαυμασμένος ἐν τῷ ἀγωνίσματι ὡς ἐπὶ τῇ | |
5 | μορφῇ ἀντὶ τοῦ ὡς θαυμαστὸς ἐπὶ τῇ μορφῇ οὕτως καὶ 〈ἐπὶ〉 τῷ ἔργῳ ἐφάνη, ὡς ἐπὶ τῷ εἴδει οὕτως καὶ 〈ἐπὶ〉 τῷ ἔργῳ. τοῦ ἐκ ποδὸς δρόμου. | |
El691 | ἅλμα, δίσκον, ἄκοντα, δρόμον, πάλην ταῦτα ἐν μιᾷ τις ἠγωνίζετο ἡμέρᾳ. | |
El696 | ὅμοιον αὐτῷ τὸ Πινδαρικὸν θεὸς ὃ καὶ πτερόεντ’ αἰετὸν κίχε καὶ θαλασσαῖον παραμείβεται δελφῖνα 〈καὶ ὑψιφρόνων τιν’ ἔκαμψε βροτῶν〉. | 134 |
El701 | φιλοτίμως διὰ πιθανότητα ταῦτα ἐπεξεργά‐ ζεται. | |
El702 | ζυγωτῶν οἷον διζύγων. | |
El703 | κἀκεῖνος ὁ Ὀρέστης. | |
El706 | λεύκιππος Αἰνειᾶν ἐμοὶ δοκεῖ ὄνομα εἶναι. οὐδὲν γὰρ ἄτοπον ἐπίθετον εἶναι· ὄνομα γὰρ κύριον οὐ προτέθεικεν πρὸς τὸ τοῦ πράγματος ἀνεξέλεγκτον· ὅλη γὰρ ἡ διήγησις τοῦ ἀγῶνος πέπλασται· οἱ δὲ | |
5 | Αἰνειᾶνες τῶν Θεσπρωτῶν ἢ Θρᾳκῶν· Ὅμηρος τῷ δ’ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοί. | |
El707 | προσχαρίζεται Ἀθηναίοις ἐν Ἀθηναίοις λέγων. | |
El716 | ὡς ὑπερβάλοι | χνόας τις αὐτῶν οἷον πρῶτοι τοῦ δρόμου γενέσθαι· χνόας δὲ τὰς τοῦ ἄξονος σύ‐ ριγγας [καὶ τὰ ἱππικὰ φρυάγματα], ἀπὸ δὲ μέρους τὸ ὅλον ἅρμα· σύριγξ δέ ἐστι τὸ εἰς τὴν ὀπὴν τοῦ τρο‐ | |
5 | χοῦ ἐμβαλλόμενον μέρος τοῦ ἄξονος καὶ αὐτὴ δὲ ἡ ὀπὴ τοῦ τροχοῦ οὕτως καλεῖται· λείπει δὲ τὸ ἐλαύνων· τὸ δὲ χνόας βαρέως· τὰ γὰρ εἰς η καθαρὸν δισσύλλαβα | |
τῷ ο παραληγόμενα ἀπὸ δύο συμφώνων ἀρχόμενα ὧν προηγεῖται δασὺ βαρύνεται, χνόη, φθόη, χλόη· τὸ δὲ | 135 | |
10 | πνοὴ οὐκ ἔχει δασύ. ὑπερδράμοι. | |
El717 | φρυάγμαθ’ φυσήματα, πνεύματα. | |
El720 | στήλην τὸν λίθον τὸν καμπτῆρα. | |
El721 | ἔχριμπτ’ ἀεί ὅ ἐστι προσεπέλαζε τῷ καμπτῆρι ἀεὶ τὴν ὀπὴν τοῦ τροχοῦ. | |
El722 | σειραῖον ἵππον τὸν ἔξω τοῦ ζυγοῦ, τὸν δεξιόν, προσκείμενον δὲ τῷ καμπτῆρι 〈τὸν〉 ἀριστερόν. | |
El724 | ἄστομοι σκληρόστομοι. | |
El725 | ἐξ ὑπαντήσεως ἐνετίναξαν ἐκείνων ὑποστρε‐ φόντων. | |
El727 | Βαρκαίοις ὄχοις τοῖς Λιβυκοῖς· Βάρκη γὰρ πόλις Λιβύης ἡ νῦν Πτολεμαῒς καλουμένη. | |
El730 | ναυαγίων τῶν πτωμάτων. | |
El731 | γνοὺς δ’ οὑξ Ἀθηνῶν δεινός δεινὸς ἀντὶ τοῦ ἔμπειρος· πρὸς εὔνοιαν δὲ τῶν ἀκροωμένων ἐπαινεῖ αὐτὸν ὡς Ἀθηναῖον. | |
El732 | ἔξω παρασπᾷ φυλαξάμενος, φησί, τούτοις συμπεσοῦσιν ἐμπεσεῖν ἔξω ἀπ’ αὐτῶν παρασπᾷ. κἀνακωχεύει ἀνασειράζει, κατέχει· ἀνακωχεύειν γὰρ κυρίως λέγεται ὅταν χειμῶνος ὄντος ἐν τῷ πελάγει | |
5 | στείλαντες τὰ ἄρμενα σαλεύωσιν αὐτόθι μὴ διαμαχόμενοι τῷ πνεύματι· μεταφορικῶς οὖν ἐπὶ τοῦ ἅρματος εἴρηκεν 〈ὅτι〉 οὐ διημιλλήσατο ἀλλ’ ἀφῆκε τὸν τῶν ἵππων κλύδωνα καὶ ὕστερος ἠρέμα ηὔλανεν. | |
El735 | τῷ τέλει πίστιν φέρων οἷον πιστεύων ὅτι ἐπὶ τῷ τέλει τοῦ δρόμου παρελεύσεται· ἢ νομίζων ἕως τοῦ τέλους οὕτως ἐλαύνειν. | 136 |
El738 | κἀξισώσαντε ὁ Ὀρέστης καὶ ὁ Ἀθηναῖος. | |
El743 | λύων χαυνῶν διὰ τὸ συμπεπλέχθαι. | |
El745 | χνόας τὸ λεπτὸν μέρος τοῦ ἄξονος τὸ τρι‐ βόμενον ὑπὸ τῆς χοινικίδος· εἴρηται δὲ ὁμοίως τὸ παρ’ Ἀπολλωνίῳ ἄξονος ἐν πλήμνῃσι παρακλιδὸν ἀγνυμένοιο. | |
El751 | λαγχάνει γράφε τυγχάνει. | |
El755 | καὶ ἵνα ἀξιόπιστος εἴη ὁ ἄγγελος 〈καὶ〉 ἵνα πάλιν τὸ περιπαθὲς εἴη τῇ Ἠλέκτρᾳ. | |
El758 | δειλαίας σποδοῦ ἀντὶ αἰτιατικῆς. | |
El766 | ὡς μὲν γυνὴ κεκίνηται ἐπὶ τῷ πάθει πρὸς δὲ τὸν κίνδυνον ἀποβλέπουσα ἥδεται, διὰ δὲ τὸν χορὸν ἀλγεῖν ὑποκρίνεται. | |
El781 | ὁ προστατῶν ὁ ἐπιγινόμενος. | |
El818 | ξύνοικος ἔσομαι τοῦτο οἰκονομικῶς· εἰ γὰρ ἀπορήσασα ἐπὶ τοῖς ἠγγελμένοις ἀπέκτεινεν ἑαυτὴν διελύετο ἂν ἡ ὑπόθεσις. | |
El823 | ποῦ ποτε κεραυνοὶ Διός ἐν τοῖς ἔμπροσθεν παραμυθούμενος ὁ χορὸς τὴν Ἠλέκτραν ἔλεγεν θάρσει μοι, τέκνον, θάρσει· ἔστι μέγας ἐν οὐρανῷ | |
5 | Ζεὺς | |
καὶ τὰ ἑξῆς· νῦν οὖν πανταχόθεν ἀπεγνωσμένης τῆς σωτηρίας καὶ προστεθείσης τῆς κατὰ τὸν Ὀρέστην συμφορᾶς εἰκότως παρακεκινδυνευμένῳ τῷ λόγῳ ἐχρή‐ σατο ὥστε καὶ περὶ θεῶν τι εἰπεῖν καὶ ὅλως ἀμφι‐ | 137 | |
10 | βάλλειν εἰ [ὅλως] ἐν οὐρανῷ εἰσιν εἴ γε περιορῶσι τοιαῦτα γινόμενα· καὶ τὸν μὲν ἥλιον ὡς πάντα ἐφ‐ ορῶντα παρέλαβεν τὸν δὲ Δία ὡς πάντων δεσπότην ὄντα· δεῖ δὲ τὸν ὑποκριτὴν ἅμα τῇ βοῇ ἀναβλέψαι τε εἰς οὐρανὸν καὶ τὰς χεῖρας ἀνατεῖναι ὃ δὴ κωλύει ὁ | |
15 | χορὸς μηδὲν μέγ’ ἀύσῃς. | |
El826 | κρύπτουσιν ἕκηλοι οἷον οὐκ ἄγουσιν εἰς φῶς τὴν τούτων παρανομίαν. | |
El827 | θρηνεῖ ἡ Ἠλέκτρα τὸν ἀδελφόν· ἐλεεινὸν δὲ λίαν τὸ τοιοῦτο μέρος. | |
El830 | ἐν τοῖς προφανέσι καὶ ἀθεραπεύτοις πάθεσι μετριάζειν αὐτὴν ἀξιοῦσιν. | |
El831 | ἀπολεῖς δαιμονίως τοῦτο ἐπήγαγεν· οὐ γὰρ ἀμελήσασα τῶν ἀπὸ τοῦ χοροῦ ἐπιτιμήσεων ἐρεῖ τι ἀπρεπὲς εἰς θεοὺς ἐπεὶ καὶ τελέως ἀμηχανεῖ ὁ Σοφο‐ κλῆς εἰς τοὺς θεοὺς βλασφημῶν (καὶ γὰρ εἷς ἦν τῶν | |
5 | θεοσεβεστάτων) ἀλλ’ ὥσπερ δυσχεραίνουσα ταῖς ἐπιτι‐ μήσεσιν ὡς ψυχραῖς τοῦτό φησιν. ἀποκναίεις με, φησίν, ἐν τοῖς ἀθεραπεύτοις παρ‐ | |
ηγοροῦσα. | 138 | |
El837 | οἶδα γὰρ ἄνακτ’ Ἀμφιάρεων | χρυσοδέτοις ταῖς διὰ χρυσοῦ γενομέναις τέχναις τοῦ δοθέντος Ἐριφύλῃ διὰ τὴν Ἀμφιαράου ἔξοδον· διὰ τὰς τῆς γυναικὸς αὐτοῦ ἀπάτας. ἄλλως: τὸ χρυσοδέτοις ἕρκεσιν | |
5 | ἢ ἐπὶ τῶν ἁρμάτων φησὶν οἷον τοῖς χρυσῷ δεδεμένοις καὶ κατεσκευασμένοις ἅπερ ἕρκη εἶπεν οἷον περιφράγ‐ ματα καὶ τείχη ὧν οὐκ ἐξέφυγεν ὁ Ἀμφιάραος ἀλλ’ ἐνεσχέθη ἐν αὐτοῖς ἢ χρυσοδέτοις τῷ ὅρμῳ ὃς ἦν ἐκ χρυσοῦ πεποιημένος, τὸ δὲ ἕρκεσιν οἷον τοῖς δεσμοῖς | |
10 | καὶ φράγμασιν καὶ τῇ ἀνάγκῃ τῇ ἀπὸ τοῦ ὅρμου γενομένῃ· τὸ δὲ γυναικῶν ἀπάταις ἢ τῇ ἀπὸ τῆς γυναικὸς ἀπάτῃ ἢ καθόλου τὸν χρυσὸν γυναικῶν ἀπάτην εἶπεν· θαυμαστῶς δὲ εἴκασεν ὅτι καὶ οὗτος διὰ γυναικῶν ἀπώλετο. | |
El839 | ὁ χορός φησιν ὅτι καὶ ἐν αὐτῷ τῷ θανάτῳ ἐστί τις εὐτυχία· τιμὴν δὲ αὐτῷ φησιν ἔσεσθαι διὰ τὸ μαντεύεσθαι αὐτόν. | |
El840 | οὐ προσιεμένη οὐδὲ τοὺς τοιούτους λόγους θρηνεῖ ἡ Ἠλέκτρα. | |
El841 | πάμψυχος ἀνάσσει ἀντὶ πασῶν ψυχῶν ἀνάσσει αἳ δὴ ἐν χρείᾳ καθεστᾶσι τῆς ἐκείνου μαντικῆς· ἢ πάμψυχος ὁ διασῴσας πᾶσαν τὴν ἑαυτοῦ ψυχὴν ἢ ὁ διὰ παντὸς τὴν ψυχὴν σῴζων ὅ ἐστιν ἀθάνατος. | |
El842 | μνησθεῖσα τῆς Ἐριφύλης ἡ Ἠλέκτρα ἀναβοᾷ ἐπὶ τῷ ἤθει αὐτῆς δυσχεραίνουσα. | |
El843 | φεῦ δῆτ’· ὀλοὰ γάρ ὁ χορὸς συγκατατιθέ‐ μενός φησιν ὅτι δικαίως ἀνεβόησας· ὀλοὴ γὰρ ἦν ἡ | |
Ἐριφύλη· ὅρα δὴ οὖν εἰ ἔπραξέ τι ὁ χορός· ἀπέσπασε γὰρ αὐτὴν τοῦ θρηνεῖν ἐμβαλὼν τὸ κατ’ αὐτὴν μύ‐ | 139 | |
5 | θευμα. | |
El844 | ἐδάμη ἡ Ἐριφύλη δῆλον ὅτι· ὁ δὲ λόγος ἀποφαντικός, ὁ χορὸς δὲ ὡς πυνθανομένης ἐπάγει τὸ ναί. | |
El846 | οἶδ’ οἶδ’· ἐφάνη οἶδα ὅτι ἐδάμη· ἐφάνη γὰρ ὁ ἐπιμελούμενος τοῦ ἐν τῷ φόνῳ τουτέστι τιμωρὸς τοῦ πατρός, ἐμοὶ δὲ οὐδεὶς πάρεστιν ἀποθανόντος Ὀρέστου· ὁ μὲν οὖν χορὸς παρέβαλεν τὸν Ἀγαμέμνονα | |
5 | τῷ Ἀμφιαράῳ ἵνα Ἠλέκτρα εὔελπις εἴη περὶ τοῦ πατρὸς ὅτι τεύξεται τιμῆς τινος ἡ δέ φησιν ὅτι Ἀμ‐ φιάραος ὑπὸ τοῦ Ἀλκμαίωνος ἔτυχεν τιμωρίας· πάνυ δὲ περιπαθῶς τὸ πάθος τοῦ Ἀγαμέμνονος εἰς ἑαυτὴν μεταφέρει διὰ τοῦ ἐμοὶ δ’ οὔτις. | |
10 | μελέτωρ φροντιστής, ᾧ ἐπιμελὲς γέγονεν μετ‐ ελθεῖν τὸν τοῦ πατρὸς θάνατον. | |
El847 | ἀμφὶ τὸν ἐν πένθει τὸν Ἀμφιάραον. | |
El849 | δειλαία δειλαίων καὶ τοῦτο εἶδος παραμυθίας, τὸ εἴς τι παραχωρεῖν τοῖς λυπουμένοις καὶ συγχωρεῖν αὐτοῖς κλαίειν ὡς ἐπὶ ἀπαρηγορήτοις κακοῖς. | |
El850 | κἀγὼ τοῦδ’ ἵστωρ οἶδα, φησίν, ὅτι δειλαία εἰμὶ αὐτῷ τούτῳ τῷ πανσύρτῳ τῶν πολλῶν ἀχέων· πανσύρτῳ δὲ πάντα σύροντι τὰ κακὰ ἢ πανσύρτῳ τῷ μετὰ πάσης ὁρμῆς τῶν κακῶν ὡρμημένῳ· παμμήνῳ | |
5 | δὲ τῷ πολυχρονίῳ καὶ διηνεκεῖ· δειλαία οὖν εἰμι οἷον κατ’ αὐτὸ τοῦτο καθὸ πάντα τὰ ἄχη εἰς ἡμᾶς συν‐ | |
εσύρη καὶ διηνεκῆ παρέμεινεν. κἀγὼ τοῦδ’ ἵστωρ κἀγὼ τούτου ἐπιστήμων εἰμί, ὅτι ταλαίπωρός εἰμι. | 140 | |
El851 | πανσύρτῳ πάντα σύροντι 〈τὰ〉 κακά. παμμήνῳ πολυχρονίῳ. | |
El854 | μή μέ νυν μηκέτι μηκέτι οὖν με, φησί, παρηγορήσητε ὅπου γε οὐ πάρεισιν αἱ τῶν ἐλπίδων ἀρωγαὶ αἱ ἀπὸ τῶν ἀδελφῶν· κοινοτόκων δὲ τῶν ἀπ’ ἀμφοῖν τῶν γονέων· διὰ δὲ τοῦ εὐπατριδᾶν ηὔξησε | |
5 | τοῦ πατρὸς τὸ ἐγκώμιον οἷον εὐγενῶν καὶ γενναίων οἷος ἦν καὶ Ὀρέστης γεγονὼς ἐξ Ἀγαμέμνονος· ἢ κοι‐ νοτόκων τῶν ἀδελφικῶν, τῶν τοῦ αὐτοῦ πατρὸς κε‐ κοινωνηκότων. | |
El855 | παραγάγῃς παρηγορήσῃς. | |
El856 | διὰ μέσου τὸ τί φής; | |
El858 | κοινοτόκων τινὲς τῶν πᾶσι κοινῶν. | |
El861 | ἦ καὶ χαλαργοῖς ταῖς λευκόποσιν ἢ ταῖς ταχείαις ἐν ταῖς χηλαῖς, 〈τὰσ〉 χηλὰς δὲ ἀντὶ τῶν ὁπλῶν παρέλαβεν· εἰπόντος δὲ τοῦ χοροῦ πᾶσι θνατοῖς ἔφυ μόρος | |
5 | ἀντιτίθησιν ἡ Ἠλέκτρα, ἆρα οὖν οὕτω πέπρωται τοῖς θνητοῖς τελευτᾶν ἐν ταῖς ἁμίλλαις ταῖς ἱππικαῖς; τμη‐ τοῖς δὲ ὁλκοῖς τοῖς ἱμᾶσιν· ὁλκοὺς οὖν ἀντὶ τῶν ἱμάντων ἐν οἷς εἱλκύσθη. | |
El863 | τμητοῖς ὁλκοῖς τμητοῖς λώροις. | |
El864 | ἄσκοπος ἁ λώβα ἀπροόρατος ὁ θάνατος. | 141 |
El865 | πῶς γὰρ οὔκ; εἰ ξένος τοῦ χοροῦ εἰπόντος 〈ὅτι〉 ἀπροϊδὴς ἡ κατὰ τὸν ἀγῶνα 〈λώβη〉 ἡ Ἠλέκτρα πρὸς ἕτερον ἐπήγαγεν ὅτι δὴ πέπονθεν ἀπροσδοκήτως ἐπ’ ἀλλοδαπῆς τελευτῶν καὶ ἐμοῦ χωρίς. | |
El868 | κέκευθεν ἀντὶ τοῦ κρύπτεται. | |
El871 | ὑφ’ ἡδονῆς τοι ἡ Χρυσόθεμις παραγέγονεν τὰ ὑπὸ τοῦ Ὀρέστου ἐγκείμενα τῷ τάφῳ εὑροῦσα. τοῦτο τὸ πρόσωπον εἰσήγαγεν ἵνα μὴ εἰς μακρὸν ἡ ὀλόφυρσις Ἠλέκτρας γένηται. | |
El872 | λείπει ἡ ὑπέρ, ὑπὲρ τοῦ σὺν τάχει μολεῖν. | |
El875 | τῶν ἐμῶν σὺ πημάτων τῶν νοσημάτων τὰ μὲν θεραπεύεται προσκαίροις θεραπείαις ὅπερ ἐστὶν ἄρηξις τὰ δὲ θεραπεύεται παντελῶς ὅπερ ἐστὶν ἴασις· κατ’ οὐδένα οὖν τρόπον προκόπτει τὰ ἡμέτερα ἐπὶ τὸ | |
5 | βέλτιον. | |
El876 | ἰδεῖν ἔτι. | |
El878 | κλύους’, ἐναργῶς ἐπὶ τοῦ κλύουσα πρὸς βραχὺ διαστικτέον ἵν’ ᾖ πάρεστ’ ἐναργῶς, ἴσθι τοῦτο κλύουσα ἐμοῦ. | |
El888 | βλέψασα θάλπῃ ἀντὶ παρακόπτεις τὰς φρένας ὡς ἐν πυρετῷ· ἀνηκέστῳ δὲ πυρὶ ὡσεὶ ἔλεγεν ἀνιάτῳ ἐλπίδι· ἀνέλπιστον γὰρ τὸ παραγενέσθαι Ὀρέστην ἤδη ἀπολωλότα. | |
5 | θερμαίνει τῇ χαρᾷ. | |
El893 | ἀρχαῖον τὸν ἐκ πολλοῦ ᾠκοδομημένον. | |
El895 | πηγὰς γάλακτος πολὺ γάλα ὡς τὸ δακρύων | |
πηγὰς ἀντὶ πολλὰ δάκρυα. | 142 | |
El896 | ἐστὶν εἰσίν. θήκην πατρὸς τὴν σορὸν λέγει ἔνθα τὸ λείψα‐ νον ἐτέθη. | |
El901 | νεώρη τὸν νεωστὶ ἠρτημένον· ἢ ἐκ νέου τινὸς καὶ ὥραν ἔχοντος νέαν. | |
El903 | ψυχῇ σύνηθες ὄμμα ὅραμα ὃ ἀεὶ ἐφαντα‐ ζόμην κατὰ ψυχήν. | |
El908 | τὸ μὲν ἀπὸ τῆς ὄψεως τοῦ βοστρύχου κινεῖ‐ σθαι ἐπὶ τὴν ἀλήθειαν γελοῖον· πιθανῶς οὖν ἐπάγει ὅτι οὐδενὶ ἄλλῳ ἢ τῷ πάνυ συνημμένῳ κατὰ γένος τὰ τοιαῦτα προσήκει. | |
El909 | τόδε τὸ ἀποκείρασθαι τὰς κόμας δῆλον ὅτι. | |
El915 | τἀπιτίμια τὰ ἐπὶ τῇ τιμῇ γινόμενα τοῦ πατρός. γράφε τἀγλαΐσματα. | |
El919 | κῦρος ἐπιτευκτικὴ καὶ κυρία. ἐπιτυχία. | |
El922 | φέρει γράφε ἔφυς. | |
El929 | ὅ ἐστιν οὐ κατὰ τοῦτο τῇ μητρὶ δυσχερὴς ὀφθεὶς καὶ διὰ τῆς ἀγγελίας λυπήσας αὐτήν. δυσχερὴς γράφε δυσμενής. | |
El933 | μνημεῖ’ Ὀρέστου τοῦ Ὀρέστου μνημόσυνα. | |
El942 | ὧν ἐγὼ φερέγγυος; ὧν ἐγὼ εἰς τὸ πράττειν ἀσφαλής εἰμι; φερέγγυος λέγεται ὁ ἀναδεξάμενός τι καὶ δυνά‐ μενος ἀποτῖσαι οἷον ἀξιόχρεως, δυναμένη ἀναδέξασθαι | |
5 | 〈τὴν ἐγχείρησιν〉. | 143 |
El944 | τοῦτο τῷ προτέρῳ ὅμοιον ἦ τοὺς θανόντας ἐξαναστήσω ποτέ; | |
El945 | εὐτυχεῖ ἀντὶ τοῦ ἐπιτυγχάνεται. | |
El946 | ξυνοίσω συμπονήσω. τοῦτο συνῳδὸν τῷ τί γὰρ κελεύεις ὧν ἐγὼ φερέγγυος; | |
El953 | πράκτορ’ ἔκδικον. | |
El958 | ποῖ ἀντὶ εἰς τίνα χρόνον; | |
El964 | οὐ γὰρ ὧδ’ ἄβουλός ἐστ’ ἀνήρ προειποῦσα τὰ δεινὰ τὸ χαλεπώτερον ἐπιφέρει, ὡς οὐδὲ μεταβολῆς τυχεῖν ἐλπὶς ἔνεστιν. | |
El972 | γνώμη. | |
El975 | τίς γάρ ποτ’ ἀστῶν ὅρα ἐν τούτῳ τῷ λόγῳ τὰς ἐπιχειρήσεις τῆς Ἠλέκτρας ὅτι πάντα τέθεικεν τὰ ἀγαθὰ ἅπερ αὐταῖς παρέσται ἀνελούσαις τὸν Αἴγισθον, τὰ δὲ ἕτερα ὑπεξῄρηκεν ὁποῖα πείσονται ἁλοῦσαι· | |
5 | καίτοι ἦν κατὰ τὸ πάθος τῆς Ἠλέκτρας κἀκεῖνα προσ‐ θεῖναι, ὅτι καλόν μοι ἀποθανεῖν οὕτω δυστυχούσῃ ὁποῖα καὶ πρόσθεν ἔλεγεν ὡς χάρις μὲν ἂν θάνω λύπη δ’ ἐὰν ζῶ· | |
10 | ἀλλ’ ᾔδει τὸ περίφοβον τῆς Χρυσοθέμιδος ὥστε ἑκοῦσα τοὺς δειλοτέρους τῶν λόγων ὑπεξεῖλεν ὥστε μηδὲ εἰς ἔννοιαν τῶν κινδύνων ἐκείνην καταστῆσαι. | |
El977 | ἴδεσθε τώδε ἐπὶ τῶν θηλυκῶν τοῖς ἀρσενι‐ κοῖς [ἀρσενικοῖς] ἄρθροις κέχρηται ὅπερ σύνηθες Ἀτ‐ τικοῖς· τὼ χεῖρε γάρ φασι· καὶ Ὅμηρος τὼ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθ’ ὁμοῖαι. | 144 |
5 | τώδε ἀντὶ τάσδε. | |
El978 | ὣ ἀντὶ αἵτινες. | |
El980 | προὐστήτην φόνου προέστησαν περὶ τοῦ φόνου τῶν ἐχθρῶν. | |
El981 | τούτω ἀντὶ τοῦ ταύτας. | |
El990 | ἐν τοῖς τοιούτοις ἐστίν ὁ χορὸς ὑπερτεθαυ‐ μακὼς τὸ τολμηρὸν τῆς Ἠλέκτρας φησὶν ὅτι μετὰ προγνώσεως καὶ ἀσφαλείας τὰ τοιαῦτα δεῖ καὶ λέγειν καὶ ἀκούειν. | |
El992 | εἰ φρενῶν | ἐτύγχαν’ εἰ ἐφρόνει. | |
El993 | ἐσῴζετ’ ἂν | [φησὶ] τὴν εὐλάβειαν οὐ σῴζει, φησί, τὴν εὐλάβειαν ἀλλ’ ἔστι θρασεῖα καὶ ῥιψοκίν‐ δυνος. | |
El995 | τοιοῦτον θράσος | αὐτή θ’ ὁπλίζῃ λίαν ἐμ‐ φαντικῶς τῷ θράσει φησὶν αὐτὴν ὁπλίζεσθαι ὡς μηδὲν ἀμυντήριον αὐτὴν ἔχουσαν ἢ μόνον θράσος. | |
El997 | γυνὴ μὲν οὐδ’ ἀνήρ ταῦτα πάντα ὅμοιά ἐστι τοῖς ἐν Ἀντιγόνῃ, εἰ 〈δέ〉 τις παραβάλοι εἴσεται τοῖς αὐτοῖς διανοήμασι χρησάμενον Σοφοκλέα. | |
El998 | τοῦτο δεύτερον κεφάλαιον. | |
El999 | δαίμων δέ τοῦτο τρίτον κεφάλαιον καὶ ἀναγ‐ καιότερον, ὡς οὐδὲ ἐκ παραδόξου κατορθῶσαι ἡμᾶς τὴν ἐπιχείρησιν εἰκὸς τῆς τύχης μὴ συλλαμβανομένης. | |
El1000 | ἀπορρεῖ ἐλαττοῦται, μαραίνεται. | 145 |
El1005 | λύει γὰρ ἡμᾶς οὐδέν οὐ λυσιτελεῖ γὰρ ἡμῖν, φησίν· οὐκ ἀπαλλάσσει τῶν κακῶν. ἀντὶ οὐδὲν ἡμᾶς ἐκλύσεται. | |
El1006 | δυσκλεῶς θανεῖν ἐνταῦθα δηλοῖ τὸ μετ’ αἰσχρᾶς τιμωρίας ἀποθανεῖν· καὶ Ὅμηρος μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην. | |
El1007 | ἀλλ’ ὅταν θανεῖν | χρῄζων ὅρα ὅτι τοῦτο δηλοῖ τὸ δυσκλεῶς. λείπει τὸ καλῶς. | |
El1008 | εἶτα μηδὲ τοῦτ’ ἔχῃ οὐ τὸ τοῦ θανάτου δεινόν ἐστιν ἀλλ’ ὅταν ἐπιθυμῶν τις ἀποθανεῖν ὥστε τὰς παρούσας κολάσεις ἐκφυγεῖν τότε μηδὲ τούτου τύχῃ· τοιαῦτα οὖν πεισόμεθα ὧν ὁ θάνατος αἱρετώ‐ | |
5 | τερος. | |
El1013 | ἀλλὰ τῷ χρόνῳ ποτὲ ἐν ὑπερβατῷ. | |
El1018 | ἃ ’πηγγελλόμην ἀντὶ ἃ ἠξίουν, τὸ δὲ παρακαλεῖν ἐπαγγέλλειν φησίν. | |
El1019 | ἀλλ’ αὐτόχειρί μοι παρατήρει κἀνθάδε τὴν εὐτολμίαν ὡς καὶ ἐν Ἀντιγόνῃ. γράφε ἀλλ’ οὐδὲν ἧσσόν μοι. | |
El1026 | εἰκὸς γὰρ τὸν κακῶς ποιεῖν ἐπιχειροῦντα καὶ πάσχειν κακῶς· τοῦτο δὲ Πινδαρικὸν ἐπεὶ ῥέζοντά τι καὶ παθεῖν ἔοικεν. | |
El1028 | οἷον ἔσται καιρὸς ὅτε με εὐφημήσεις. | |
El1036 | οὐκ ἀτιμάζω σε ἀλλὰ προνοοῦμαί σου. | 146 |
El1039 | ἦ δεινὸν εὖ λέγουσαν δεινὸν ἐμὲ καλῶς λέγουσαν δοκεῖν ἐξαμαρτάνειν· ἐπεὶ δὲ ἡ Χρυσόθεμις καλῶς λέγει, δοκεῖ δὲ ἁμαρτάνειν διὰ τὸ μὴ πράσσειν τὰ δίκαια ὑπὲρ ἐκδικίας τοῦ πατρὸς πρὸς τοῦτό φησιν | |
5 | ἡ Ἠλέκτρα, δεινόν ἐστι σύμφορα δοκοῦσαν συμβου‐ λεύειν ἄδικα πράσσειν καὶ ἁμαρτάνειν, ὅπερ ἡ Χρυσόθε‐ μις εἰς Ἠλέκτραν τρέπει ἐν τῷ ἑξῆς στίχῳ. | |
El1040 | εἴρηκας ὀρθῶς ᾧ σὺ πρόσκεισαι κακῷ τὸ ἁμαρτάνειν· λέγουσα γὰρ δίκαια καὶ εὐπρεπῆ ἐν αὐτοῖς ἁμαρτάνεις· ἀλυσιτελῆ γὰρ ἐπιχειρεῖς ποιεῖν. | |
El1044 | ἀλλ’ εἰ ποιήσεις ταῦτα οἷον τοῖς δεινοῖς περιπεσοῦσα ἐπαινέσεις με σύμφορά σοι συμβουλεύ‐ σασαν. | |
El1046 | πάλιν εἰς τοὐπίσω, εἰς τὸ ἐναντίον. | |
El1052 | μεθέψομαι ἀντὶ κοινωνήσω. | |
El1056 | παρὰ τὸ Ὁμηρικὸν ῥεχθὲν δέ τε νήπιος ἔγνω. | |
El1058 | τί τοὺς ἄνωθεν φρονιμωτάτους τὸ ἄνωθεν ἢ τόπου ἢ χρόνου ἐστίν, ἄνωθεν ἐκ φύσεως ἢ τοὺς ἐν τῷ ἀέρι· οἰκεῖον δὲ τῷ χορῷ ἀγανακτοῦντι ἐπὶ τῇ Κλυταιμήστρᾳ τὸν περὶ τῶν ἀλόγων ἐνταῦθα παρα‐ | |
5 | λαβεῖν λόγον ὅτι ἐν τοῖς ἀλόγοις ζῴοις φυσική τίς ἐστι φιλοστοργία, ἡ δὲ Κλυταιμήστρα ἄστοργος· τὸ δὲ ἑξῆς, τί τοὺς ἄνωθεν φρονιμωτάτους οἰωνοὺς ὁρῶντες καλῶς κηδομένους τῆς τροφῆς ἀφ’ ὅτων τε ἂν βλα‐ | |
στῶσι καὶ ἀφ’ ὧν ἂν ὄνησιν εὕρωσιν· ἐπὶ τῶν τέκνων | 147 | |
10 | τὰ δύο, ἀφ’ ὧν τ’ αὐτοὶ βλαστῶσι, τὰ τέκνα, ἀφ’ ὧν τε [καὶ] ὄνησιν εὕρωσιν· λέγονται δὲ οἱ πελαργοὶ γεγηρακότας τοὺς γονεῖς βαστάζειν τοῖς πτεροῖς ἕως ὅτου πτεροφυήσωσιν. | |
El1062 | τάδ’ οὐκ ἐπ’ ἴσας τελοῦμεν καλῶς ὁ χορὸς καὶ ἑαυτὸν συγκαταλέγει ἵνα μὴ δοκῇ φορτικὸς εἶναι τούτοις καθ’ ὧν τὸν λόγον πεποίηται. | |
El1065 | οὐκ ἀπόνητοι ἀντὶ οὐκ ἐπὶ πολὺ ἔσονται ἀθῷοι οἱ περὶ Αἴγισθον καὶ Κλυταιμήστραν. | |
El1066 | ὦ χθονία βροτοῖσιν οὐ τὴν ἐπίγειόν φησιν ἀλλὰ τὴν κατὰ γῆς χωρῆσαι δυναμένην. | |
El1068 | τοῖς ἔνερθ’ Ἀτρείδαις ἢ Ἀγαμέμνονα ἢ Ὀρέστην· δοκοῦσι γὰρ αὐτὸν τεθνηκέναι. | |
El1069 | ἀχόρευτα φέρους’ ὀνείδη ἐφ’ οἷς οὐκ ἄν τις χορεύσειε, τὰ πένθιμα ὀνείδη, ὀνείδη δὲ ἐπειδὴ ὄνειδος ἦν τῇ Κλυταιμήστρᾳ ἐπιχαίρειν Ὀρέστῃ. | |
El1070 | ὅτι σφίσιν ἤδη ἡ ἀπότασις πρὸς τὴν Κλυ‐ ταιμήστραν· ἄγγειλον οὖν, φησίν, ὅτι τὰ κατ’ οἶκον νενόσηκεν καὶ οὐκ ἔστιν ὑγιῆ. | |
El1072 | οὐκέτ’ ἐξισοῦται οὐκέτι ἴσα φρονοῦσιν ὡς ἐν φιλίᾳ διαιτώμεναι ἀλλὰ στασιάζουσι πρὸς ἀλ‐ λήλας. | |
El1074 | πρόδοτος δὲ μόνα σαλεύει κινδυνεύει, ἐκ μεταφορᾶς τῶν νηῶν· μόνη δὲ αὐτὴ ἐφ’ ἑαυτῆς χωρὶς | |
ἀγκύρας. | 148 | |
El1075 | τὸν ἀεὶ πατρός λείπει ἡ περί, περὶ τοῦ πατρὸς στενάχουσα ὡς τὸ Ὁμηρικὸν τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ ὡς ἑνός· | |
5 | τὸ δὲ ἑξῆς, ἀεὶ τὸν τοῦ πατρὸς μόρον στενάχουσα· ἢ τὸν ἀεὶ εἰς τὸν ἀεὶ χρόνον. λείπει ἡ περί. | |
El1078 | πρόνοιαν οὐκ ἔχουσα τοῦ μὴ ἀποθανεῖν ὅ ἐστιν ἀφειδοῦσα τῆς ἰδίας τύχης καὶ ῥιψοκινδυνοῦσα. | |
El1079 | τό τε μὴ βλέπειν ἑτοίμα ἑτοίμη καὶ τῆς ὄψεως στέρεσθαι τουτέστιν ἀποστερηθῆναι τῶν ὀμμά‐ των ἀντὶ καὶ ἀποθανεῖν ἑτοίμη καὶ ζῶσα κολάζεσθαι καὶ τοῦτο λέγει διδύμην Ἐρινύν· ἢ ἐπὶ τοῦ θανάτου | |
5 | τὰ δύο, ἑτοίμη μὴ βλέπειν αὐτοὺς ἀλλ’ ἐν σκότει γε‐ νέσθαι τοῦ θανάτου ἐν τῇ αὐτῇ Ἐρινύι γενομένη τῷ Ἀγαμέμνονι ὅ ἐστι διπλῆ Ἐρινύς. | |
El1080 | διδύμαν—Ἐρινὺν Αἴγισθον καὶ Κλυται‐ μήστραν. | |
El1084 | νώνυμνος τῆς εὐκλείας θέλων γενέσθαι. ὦ παῖ παῖ οὕτω καὶ σύ, ὦ παῖ, εἵλου τὸν αἰῶνα πάγκλαυτον· κοινὸν δὲ διηνεκῆ [καὶ κοινὸν] ἐπὶ παντὸς αἰῶνος ἑαυτῆς. | |
El1087 | καταπολεμήσασα τὸ αἰσχρὸν καὶ νικήσασα οἷον τοὺς ἐχθροὺς καταγωνισαμένη. | |
El1095 | ἃ δὲ μέγιστ’ ἔβλαστε | νόμιμα ἃ δὲ φυσικὰ | |
καὶ μέγιστα νόμιμα ἔβλαστε τούτων ἀποφερομένην τὰ ἄριστα· ἢ ἐριστὰ ἀμφηρίστῳ τῇ εὐσεβείᾳ τῇ τοῦ Διὸς ἢ ἐριστὰ τῇ εὐσεβείᾳ ᾗ ἄν τις ἐρίσειεν ἀντὶ περι‐ | 149 | |
5 | σπουδάστῳ, προσφερομένην τῇ εὐσεβείᾳ τὰ νόμιμα ἀντὶ μετὰ εὐσεβείας πράττουσαν. | |
El1097 | ἄριστα τᾶ Διὸς γράφε ἄριστα τᾷ Ζηνός. | |
El1098 | θαυμαστὴ ἡ οἰκονομία τοῦ ποιητοῦ μὴ ἅμα τῇ ἀπαγγελίᾳ τοῦ θανάτου κομίσαι τὰ λείψανα ἵνα εὔλογος πρόφασις τῆς παρόδου γένηται τῷ Ὀρέστῃ καὶ παραυτὰ ὁ ἀναγνωρισμὸς πρὸς αὔξησιν τοῦ πάθους. | |
5 | Ὀρέστης πάρεστιν σὺν τῷ Πυλάδῃ κομίζων τὰ λείψανα τῶν λογοποιουμένων ὀστῶν ἑαυτοῦ. | |
El1101 | ἱστορῶ γράφε μαστεύω. | |
El1102 | ἀζήμιος ἀληθὴς καὶ οὐχ ὑπέχων ζημίαν τοῦ ψεύδους. | |
El1117 | ἀξιοπίστως ἄγαν Ὀρέστης σκληρός ἐστιν οὐχ οἷον δεῖ ἄγγελον εἶναι καὶ συναχθόμενον τοῖς ἀτυχήμασιν ἔσθ’ ὅτε. | |
El1123 | εἰκὸς αὐτοῖς ἕπεσθαί τινας· περιπαθῶς δὲ λίαν τὸ ἥτις ἐστίν. | |
El1126 | λαβοῦσα τὸ τεῦχός φησιν· ὑπερφυῶς δὲ ἔχει τῇ διαθέσει λαβοῦσαν καὶ βαστάζουσαν τὰ ὀστᾶ ὀδύρεσθαι· Ὅμηρος ............. ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα. | |
El1127 | λοιπὸν μνημεῖον. | |
El1137 | σῆς κασιγνήτης δίχα οἷον τῆς μόνης σοῦ | |
κηδομένης· ὅλα δὲ ἐπιτέταται τῷ πάθει διὰ τὸ παρεῖ‐ ναι τὸν Ὀρέστην ὡς καὶ Πηνελόπη παρόντα Ὀδυσσέα θρηνεῖ παρ’ Ὁμήρῳ ἐν οἷς φησι | 150 | |
5 | 〈κλαιούσησ〉 ἑὸν ἄνδρα παρήμενον· ἐνθάδε δὲ δίκαιον δηλοῦσθαι ὅτι ἀδελφὴ αὐτοῦ ἐστιν ἡ ἐν τῷ λόγῳ· ἀγνοῶν γὰρ αὐτὴν Ὀρέστης ἀπολο‐ φυρομένην γνώσεται. | |
El1142 | ἐν σμικρῷ κύτει τῇ θήκῃ. | |
El1146 | οὐ γὰρ ἦς, φησί, τῆς μητρός ποτε ἢ καὶ ἐμοῦ μᾶλλον ἵνα ἐπὶ τοῦ ἦσθα διαστείλωμεν, οὐκ ἦσθα τῆς μητρὸς ἀλλὰ μᾶλλον καὶ ἐμοῦ, οἷον ἐγώ σοι μᾶλλον ἤμην μήτηρ ἤπερ ἡ Κλυταιμήστρα, τὸ δὲ φίλος ἀντὶ | |
5 | ὦ φίλος. ἄλλως: οὐκ ἦς τῆς μητρὸς φίλος μᾶλλον 〈ἢ〉 καὶ ἐμοῦ ἀντὶ οὐ τῇ μητρὶ προσέκεισο μᾶλλον· ἄμεινον δὲ τὸ ἕτερον διὰ τὴν ἡλικίαν τοῦ Ὀρέστου ἐφ’ ᾗ τὸ φίλον εἶναι αὐτὸν καὶ διακρίνειν τινὰ τότε οὐκ ἐν‐ εχώρει· μικρὸς γὰρ ἦν. | |
El1171 | πιθανῶς πρόσκειται τὸ ὄνομα τῆς Ἠλέκτρας ἵνα μάθῃ Ὀρέστης· οὐ γὰρ μόνη ἦν αὐτῷ ἀδελφή· τοῖς δὲ κοινοῖς βοηθήμασι χρῆται ὁ χορὸς ἐν τῇ παρ‐ ηγορίᾳ. | |
El1174 | ἀναγκαῖον ἐμφανισθῆναι τὸν Ὀρέστην· δι‐ εφθάρη γὰρ τὸ συνεκτικὸν τῆς ὑποθέσεως σιωπῶντος αὐτοῦ. | |
El1178 | τοῦτο δύναται μὲν καὶ ἡ Ἠλέκτρα λέγειν | |
εὐπρεπέστερον δὲ τῷ χορῷ παράκειται ἵνα μὴ περὶ τοῦ ἑαυτῆς εἴδους εἴπῃ τι· θαυμαστῶς δὲ τὴν μὲν Κλυταιμήστραν ἀπὸ τοῦ λαμπροῦ σχήματος ὁ ἄγγελος | 151 | |
5 | ἐγνώρισεν οὗτος δὲ οὐ γινώσκει τὴν Ἠλέκτραν διὰ τὸ κεκακῶσθαι τὸ σῶμα. | |
El1180 | ἆρα οὐ περὶ ἐμοῦ τάδε; | |
El1184 | μοι δή. ἐπισκοπῶν καθορῶν. | |
El1185 | ἐγὼ οὐδέν. | |
El1186 | ἐν τῷ ἐν τίνι ἢ διὰ τί; ποίῳ λόγῳ εἰρημένῳ τοῦτον συνῆψας τὸν λόγον; | |
El1193 | τῇδε εἰς τοῦτο. | |
El1194 | οὐκ ἴσα πράσσει τῷ τῆς μητρὸς ὀνόματι. | |
El1211 | πρὸς δίκης ἡ πρὸς ἀντὶ τῆς μετά. | |
El1214 | οὕτως ἄτιμός εἰμι τοῦ τεθνηκότος; ὥστε μηδὲ ὀνομάζειν αὐτόν; | |
El1215 | οὐχὶ σὸν ἀλλ’ ἐμόν. οὐ σοὶ προσῆκον. | |
El1217 | ἠσκημένον κατεσκευασμένον· ἀσκήματα γὰρ τὰ κατασκευάσματα. | |
El1223 | σφραγῖδα τὸν δακτύλιον. | |
El1225 | ὦ φθέγμ’ λείπει φίλτατον. | |
El1233 | γοναὶ σωμάτων ἀντὶ ἑνικοῦ, γονὴ σώματος ἐμοὶ φιλτάτου, τοῦ Ἀγαμέμνονος. | |
El1235 | εἴδεθ’ οὓς ἐχρῄζετε ἀντὶ ἐμέ. | |
El1236 | ἀντὶ σίγα ἕως ἂν κατὰ νοῦν ἀποβῇ τὸ πᾶν. παράκειται ἑκάστῳ τὸ οἰκεῖον· ἡ μὲν γὰρ γυνή | |
τε οὖσα καὶ 〈παρὰ〉 προσδοκίαν εὐτυχοῦσα θρασυτέρα ἐστὶν ὁ δὲ ἀσφαλὴς διὰ τὸ νῦν πρῶτον ἐπιχειρεῖν | 152 | |
5 | τοιούτῳ κινδύνῳ. | |
El1239 | ἀλλ’ οὐ τὰν Ἄρτεμιν ἡ ἀπότασις πρὸς Κλυταιμήστραν· ὅρα δὲ εἰ οἰκεῖα ταῦτα τῇ Ἠλέκτρᾳ παρόντος Ὀρέστου ὁπότε καὶ μόνη οὖσα τοσοῦτον ἐθρασύνετο. | |
El1243 | ὅρα γε μὲν δή ἐπὶ τὴν Κλυταιμήστραν τείνων φησὶν ὅτι τὸν Ἀγαμέμνονα ἀνεῖλεν. | |
El1245 | ὀτοττοῖ ἐπείπερ ὑπέμνησεν αὐτὴν τῆς τοῦ πατρὸς ἀναιρέσεως διὰ τῶν προειρημένων δύο στίχων φησὶν ὅτι ἐνέβαλές μοι κακὸν ἀνέφελον, καλυφθῆναι μὴ δυνάμενον, ἀσκίαστον ὡς 〈εἰ〉 ἔφη διάδηλον κακόν. | |
El1246 | ἀνέφελον ὑπὸ μηδεμιᾶς νεφέλης κρυβῆναι δυνάμενον. | |
El1247 | οὔ ποτε καταλύσιμον οὐ καταλυόμενον, ὁ δὲ νοῦς λήθης τυχεῖν μὴ δυνάμενον. | |
El1251 | ἀλλ’ ὅταν παρουσία ὅταν ἐπιτρέπῃ ὁ καιρὸς καὶ καλῇ ἢ ὁπόταν ἡ παρουσία τούτων ᾖ καὶ ὁ καιρὸς ἐπιτήδειος· τὸ γὰρ 〈νῦν〉 διεξιέναι τὰ κατὰ τὸν Ἀγα‐ μέμνονα δι’ ὄχλου ἦν τοῖς θεαταῖς ἐπισταμένοις τὸ | |
5 | πᾶν καὶ περιμένουσιν ἰδεῖν τὰ ἐξ Ὀρέστου γινόμενα. | |
El1253 | ὁ πᾶς χρόνος πρέποι τῇ δίκῃ λέγειν με ταῦτα. | |
El1255 | τάδε δίκαια γράφε τάδε δίκᾳ. | |
El1257 | τόδε ποῖον; τὸ ἐλευθεροστομεῖν· τοιγαροῦν ἀντέχου τῆς ἐλευθεροστομίας. | |
El1259 | μὴ μακρὰν ἀντὶ μὴ μακρῶς. | |
El1260 | τίς ἄν, φησί, σοῦ φανέντος δικαίως ἕλοιτο | |
ἀντὶ λόγων σιωπήν; | 153 | |
El1265 | ὑπερτέραν λείπει τὸ χάριν. | |
El1266 | τᾶς πάρος—χάριτος τῆς σῆς παρουσίας. | |
El1276 | μὴ ἀποστερήσῃς με, φησί, τοῦ μεθέσθαι τῶν 〈σῶν〉 προσώπων καὶ ἀπαλλαγῆναι μετὰ ἡδονῆς ὅπερ μοι παρέσται ἐπὶ πλέον μετεχούσῃ σου καὶ ἀπολαυούσῃ· οὕτω γὰρ ἀπαλλαγήσομαι μετὰ ἡδονῆς, ἐὰν δὲ ἤδη | |
5 | ἀποστερήσῃς 〈με〉 σαυτοῦ μετὰ λύπης ἀπαλλαγήσομαι. | |
El1278 | ἄλλοισι τοῖς μὴ χαίρουσι τῇ ἐμῇ παρουσίᾳ. | |
El1281 | ὦ φίλαι, ἔκλυον ἃν | ἐγώ ὦ φίλαι, οἵαν ἤκουσα φήμην περὶ τοῦ ἀδελφοῦ ἀπροσδόκητον ἐφ’ ᾗ οὔτε σιωπῆσαι ἂν ἠδυνάμην οὔτε ἀκούσασα βοῆσαι· καὶ γὰρ ἡ ἡδονὴ προετρέπετο αὐτὴν βοῆσαι καὶ ὁ | |
5 | φόβος ὁ περὶ τὸν Αἴγισθον καὶ τὴν μητέρα σιωπῆσαι· ὅμως δὲ ἔχω σε φιλτάτην ἔχοντα πρόσοψιν. ὁ νοῦς, ἔκλυον αὐδὴν ἣν οὐδέποτε ἤλπισα 〈ἀκοῦ‐ σαι〉 καὶ ἔσχον τρόπον ἄναυδον τῷ μὴ δύνασθαι βοᾶν οὐδὲ βοῶντός τινος ἀκούειν δυναμένη· οὕτως ἐξέστην | |
10 | ἐμαυτῆς· λέγει δὲ περὶ τῆς ἀπωλείας τοῦ Ὀρέστου ὅτε ἤκουσεν. | |
El1291 | ἐμφαντικὸν τὸ συνεχὲς τῆς ταὐτολογίας· ἤρκει γὰρ κἂν ἓν τῶν λελεγμένων. | |
El1292 | ἀφαιρεῖται γάρ, φησί, τὴν εὐκαιρίαν τῶν μελλόντων πραχθῆναι τῶν λόγων ἡ ἀδολεσχία. | |
El1307 | εἰκὸς γὰρ καὶ ἔξωθεν ταῦτα πεπύσθαι τὸν Ὀρέστην. | |
El1311 | ἐντέτηκέ μοι πρὸς τὴν μητέρα δῆλον ὅτι. | |
El1322 | τινὲς τὸν χορόν φασι λέγειν ταῦτα. τοῦ παιδαγωγοῦ μέλλοντος ἐξιέναι ὁ Ὀρέστης αἰ‐ σθόμενος τοῦ ψόφου ἀγνοῶν κελεύει αὐτὴν σιγᾶν διὸ καὶ Ἠλέκτρα ὡς ξένοις διαλέγεται. | 154 |
El1324 | τοιαύτην ἀγγελίαν φέροντες ἣν οὐκ ἄν τις ἀπώσαιτο, λαβεῖν τὰ ὀστᾶ, οὐδὲ ἡδέως λάβοι ὅτι κακή ἐστιν. | |
El1326 | ἐπιτιμᾷ αὐτοῖς ὅτι φανεροὶ τοῖς ἐχθροῖς γίνονται. | |
El1328 | ἐγγενὴς ἐγγεγενημένος ἢ ἄξιος τοῦ γένους. | |
El1333 | οἷον πρὶν ἰδεῖν τὰ σώματα ὑμῶν οἱ ἐχθροὶ ἔγνωσαν ἂν τὰ βουλεύματα τῆς ψυχῆς. | |
El1338 | ἐν τοῖς τοιούτοις καιροῖς. | |
El1344 | θαυμαστῶς ὑπὲρ τοῦ μὴ ἐπὶ πλέον διατρί‐ βειν ὡς καὶ Ὀρέστης ἐν τοῖς ἔμπροσθεν τὰ μὲν περισσεύοντα τῶν λόγων ἄφες· ὁ δὲ νοῦς, καὶ τὰ μὴ καλῶς ἀλλὰ κακῶς αὐτοῖς ἔχοντα | |
5 | καὶ αὐτὰ νῦν καλῶς ἔχει ἕως οὐδέπω τιμωρίας τυγχά‐ νουσιν ἅπερ λεγόμενα πρὸς ἄκρον ἐστὶ παροξυντικά. | |
El1346 | τίς οὗτός ἐστ’, ἀδελφέ; οὐκ ἠρώτησεν τοῦτο Ὀρέστην πρότερον ἡ Ἠλέκτρα ὑπὸ τῆς χαρᾶς ἀλλ’ ἐφύλαξεν νῦν ὁ ποιητὴς εἰς ἕτερον ἀναγνωρισμόν. | |
El1349 | οὗ χεροῖν εἰς τὸ Φωκέων πέδον ὑπεξ‐ επέμφθην σῇ προμηθίᾳ. | |
El1366 | ταῦτα τὰ κατ’ ἐμέ φησιν. | |
El1368 | ἐνταῦθα ἀνεκάλυψε τὸ χρήσιμον τῆς ἀπο‐ δημίας Αἰγίσθου. | |
El1369 | ἐφέξετον μελλήσετε. | 155 |
El1372 | τὸ οὐδὲν παρέλκει. | |
El1378 | λιπαρεῖ—χερὶ ἀντὶ λιπαρῶς, συνεχῶς. | |
El1379 | ἐξ οἵων ἔχω ὡς δυνάμεως ἔχω, λόγοις ἀξιοῦν, οὐ θύειν. | |
El1382 | τἀπιτίμια τοὺς μισθούς. | |
El1384 | ἴδεθ’ ὅπου προνέμεται εἰσεληλύθασι μὲν ἐνταῦθα οἱ περὶ Ὀρέστην καὶ Πυλάδην τοῦτο δὲ ἤτοι ὁ χορός φησι κἂν τῆς Ἠλέκτρας συνεισελθούσης αὐ‐ τοῖς καὶ τὸ ἴδετε πρὸς ἀλλήλας φασὶν αἱ [ἀπὸ] τοῦ | |
5 | χοροῦ ἢ ὅτι ἔξω οὖσα ἡ Ἠλέκτρα λέγει πρὸς τὸν χορὸν τοὺς δύο στίχους καὶ οὕτως εἰσέρχεται καὶ ἔστι διά‐ λειμμα 〈βραχὺ〉 ὥστε ἐξελθοῦσαν αὐτὴν ἄρχεσθαι τοῦ ὦ φίλταται γυναῖκες· παρατήρει δὲ ὅτι ἐπὶ μὲν τῇ τοῦ ἀγγέλου παρουσίᾳ | |
10 | προοικονομεῖ ὁ ποιητὴς ἔξω διατρίβειν τὴν Κλυται‐ μήστραν δι’ ἃς προείπομεν αἰτίας ἐνθάδε 〈δὲ〉 τῶν λόγων γενομένων πρὸς τὴν Ἠλέκτραν ἐκ τοῦ Ὀρέστου οὐδὲν λείπει εἰς τὸ ἀνελεῖν τὴν Κλυταιμήστραν ἅπερ ἐν τῷ ἐμφανεῖ ὁ ποιητὴς οὐκ εἰσήγαγεν. | |
15 | τοῦ Ὀρέστου εἰσελθόντος ὁ χορὸς ταῦτά φησιν. | |
El1385 | τὸ δυσέριστον αἷμα φυσῶν οἷον ὁ Ἄρης συναγελάζεται αὐτοῖς φυσῶν αἷμα καὶ φόνον, δυσέρι‐ στον δὲ τὸν δι’ ἔριν γινόμενον [κακόν]· τὸ δὲ κακῶν | |
οὐχ ὡς κατηγοροῦσά φησιν (ἐναντίον γὰρ τῷ ἤθει | 156 | |
5 | τοῦ χοροῦ) ἀλλ’ ὅτι τὰ τοιαῦτα ἔργα οὐχ ἡδέα τοῖς ἀνθρώποις. | |
El1388 | ἄφυκτοι κύνες ἤτοι εἰς τὸν Ὀρέστην ἀπο‐ τείνεται ἐν τῷ ἄφυκτοι κύνες ἢ ἐπὶ τῶν Ἐρινύων, εἰσῆλθον εἰς τὸν οἶκον αἱ Ἐρινύες ἃς οὐκ ἔστι φυγεῖν. | |
El1389 | ὥστ’ οὐ μακρὰν ἔτ’ ἀμμένει οὐ περὶ τοῦ ὀνείρου τῆς Κλυταιμήστρας φησὶ (τοῦτο γὰρ βίαιον) ἀλλὰ τοῦτό φησιν, ἃ κατ’ ἐμαυτὴν ὠνειροπόλουν οὐκ εἰς μακρὰν ἔσται μετέωρα ἀλλ’ εὐθέως τελεσθήσεται. | |
El1391 | παράγεται γὰρ ἐνέρων | δολιόπους ἡ Ἐρινὺς ἀφόβως χωροῦσα ἢ δαίμων τις ἁπλῶς βοηθὸς νεκρῶν· ἢ ἐπὶ τοῦ Ὀρέστου, παρέρχεται, φησίν, ἔσω στέγης ὁ Ὀρέστης· ἐνέρων δὲ ἀρωγὸς ἤτοι τοῦ Ἀγαμέμνονος ἢ | |
5 | τῶν χθονίων θεῶν βοηθὸς ὅ ἐστιν ὑπηρέτις. | |
El1393 | ἑδώλια ἑδράσματα. ἀρχαῖα οἰκήματα. | |
El1394 | νεακόνητον αἷμα τὸ ξίφος τὸ ἠκονημένον εἰς αἷμα καὶ φόνον. | |
El1395 | ὁ Μαίας δὲ παῖς ὁ Ἑρμῆς αὐτὸν ἄγει πρὸς αὐτὸ τὸ τέρμα κατακρύψας σκότῳ τὸν ὑπ’ αὐτοῦ γινό‐ μενον δόλον. Ἑρμῆς. | |
El1398 | ἐξερχομένη ταῦτά φησιν. | |
El1400 | ἐς τάφον εἰς τὸ περίδειπνον τὸ ἐπὶ τῷ Ὀρέστῃ δοκοῦντι ἀπολωλέναι. | |
El1402 | ἐν τούτοις δῆλον ὅτι εἰσῆλθεν ἐν τοῖς ἔμ‐ | |
προσθεν Ἠλέκτρα. | 157 | |
El1404 | αἲ αἴ, ἰὼ στέγαι ἔθος ἔχουσι τὰ γεγονότα ἔνδον ἀπαγγέλλειν τοῖς ἔξω οἱ ἄγγελοι, νῦν δὲ διὰ τὸ μὴ διατρίβειν ἐν τῷ δράματι οὐκ ἐποίησεν· τούτῳ γὰρ προκείμενον τὸ κατὰ τὴν Ἠλέκτραν ἐστὶ πάθος· | |
5 | νῦν τοίνυν βοώσης ἐν τῇ ἀναιρέσει τῆς [Ἠλέκτρας] Κλυταιμήστρας ἀκούει ὁ θεατὴς καὶ ἐνεργέστερον τὸ πρᾶγμα γίνεται ἢ δι’ ἀγγέλου σημαινόμενον· καὶ τὸ μὲν φορτικὸν τῆς ὄψεως ἀπέστη τὸ δὲ ἐναργὲς οὐδὲν ἧσσον καὶ διὰ τῆς βοῆς ἐπραγματεύσατο. | |
El1405 | φίλων ἔρημοι ὁ λόγος ἀποτείνεται πρὸς Αἴγισθον. | |
El1406 | βοᾷ τις ἔνδον οἰκεῖον τὸ διανόημα γυναι‐ κῶν, τὸ δὲ ἀνήκουστα οὐχ ὡς καταγινώσκουσαι τοῦ Ὀρέστου φασὶν ἀλλὰ πᾶν τὸ πρᾶγμα ἐκτρεπόμεναι. | |
El1413 | ὦ πόλις, ὦ γενεά ὦ γενεὰ τοῦ οἴκου τού‐ του, κατὰ ταύτην σε τὴν ἡμέραν ἡ Μοῖρα εἰς φθορὰν καὶ ἐλάττωσιν τοῦ γένους ἄγει. | |
El1417 | ζῶσιν ἀντὶ ἐπεξέρχονται ἑαυτούς. | |
El1420 | ὑπεξαιροῦσι ἐκχέουσι τὸ αἷμα τῶν φονευ‐ σάντων οἱ φονευθέντες. | |
El1425 | Ἀπόλλων εἰ καλῶς ἐθέσπισεν οἷον οὐκ ἀπ’ ἐμαυτοῦ ἐπιβαλλόμενος ἔπραξα ἀλλὰ πειθόμενος θεῷ. | |
El1428 | λεύσσω γὰρ Αἴγισθον οἷον ὑποστρέψαντα· μετεκέκλητο γὰρ ἴσως ὑπὸ Κλυταιμήστρας. | |
El1434 | νῦν, τὰ πρὶν εὖ θέμενοι τὰ μὲν πρὶν εὖ θέμενοι, τὰ κατὰ τὴν Κλυταιμήστραν, ὡς καὶ 〈τὰ〉 ὕστερον εὖ εἴη, τὰ κατὰ Αἴγισθον. | |
El1437 | δι’ ὠτὸς ἂν παῦρά γε μὴ ἀνατεταμένως φθέγγεσθαι ἀλλ’ ἐλαφρῶς ἐν ὠτὶ λαλεῖν δεῖ μηδὲ μηκύνειν τὸν λόγον. | 158 |
El1438 | ὡς ἠπίως ἐννέπειν γράφε νηπίων, ὡς [ἂν] μικρῶν παίδων ῥήματα οὕτως αὐτῷ ἀφελῶς διαλέγεσθαι δεῖ μὴ ἀνακαλύπτοντας εὐθέως τὸ γεγονὸς κατὰ τὸν οἶκον. γράφε νηπίῳ. | |
El1439 | πρὸς ἄνδρα τόνδε συμφέροι καθ’ ὑπερ‐ βατόν, συμφέροι ἂν πρὸς τοῦτον τὸν ἄνδρα ὀλίγα δι’ ὠτὸς αὐτοῦ ἐννέπειν ὡς [ἂν] ἀνοήτῳ διαλεγόμενον· λείπει δὲ καὶ τῷ λόγῳ, διαλεγόμενον τῷ νηπίῳ· ἢ | |
5 | πρὸς αἰτιατικὴν μετακτέον, πρὸς τὸν ἄνδρα συμφέροι 〈ἂν〉 τοῦτον ὡς πρὸς νήπιον ἐννέπειν ὀλίγα διὰ τοῦ ὠτὸς ὅπως [ἂν] ἀπατηθεὶς ἐμπέσοι εἰς τὸν ἀγῶνα τῆς δίκης τὸν λάθρᾳ κατ’ αὐτοῦ γινόμενον. | |
El1450 | δίδασκέ με γράφεται μήνυέ μοι. | |
El1457 | ἐπισαρκάζουσα τάδε φησίν. | |
El1458 | κελεύει ὁ Αἴγισθος ἐμφανῶς δείκνυσθαι τὸ σῶμα τοῦ Ὀρέστου, οἱ δὲ ἐπιδεικνύουσι τὸ τῆς Κλυ‐ ταιμήστρας. | |
El1462 | ἐὰν μὴ πείθηται, πρὸς βίαν κολάσεως τυχὼν 〈παρ’ ἐμοῦ〉 τότε φύσει φρένας καὶ εἴσεται ὅτι ἄμει‐ νον ἦν πείθεσθαι τῷ κρατοῦντι. | |
El1466 | οἷον ἐφθονήθη καὶ ἔπεσεν ὁ Ὀρέστης· εἰ δὲ μέμψις τις ἔπεστιν οὐ λέγω· εἰ δὲ μεμφόμεθα τοῖς | |
περὶ αὐτῷ συμβᾶσιν οὐ λέγω. | 159 | |
El1478 | τοῖς θανοῦσιν τῷ Ὀρέστῃ. | |
El1483 | κἂν ἐπὶ μικρὸν κἂν σμικρόν. μὴ πέρα λέγειν ἔα περισσὴ γὰρ καὶ ἀπίθανος διατριβὴ πρὸς τῷ τέλει ἐκτείνειν λόγους. | |
El1488 | ταφεῦσιν οἰωνοῖς καὶ κυσὶ πρόθες αὐτόν. | |
El1493 | τόδ’ τὸ ἄταφον αὐτὸν αἰκισθῆναι. | |
El1495 | μὴ τάσσε μὴ ἐπίτασσε. πρόφασιν πιθανὴν εὗρε τοῦ μὴ ἐν τῷ ἐμφανεῖ φονεῦσαι αὐτόν. | |
El1508 | ἀντὶ τοῦ μετὰ πολλῶν καμάτων μόλις ἠλευ‐ θερώθης. | |
3t | τέλος Ἠλέκτρας. | 160 |
OTt | ΕΙΣ ΟΙΔΙΠΟΥΝ ΤΥΡΑΝΝΟΝ. | |
OT1 | φιλόδημον καὶ προνοητικὸν τοῦ κοινῇ συμ‐ φέροντος τὸ τοῦ Οἰδίποδος ἦθος καὶ εὔνοιαν ἔχων ἀπὸ τοῦ πλήθους δι’ ὧν αὐτοὺς εὐηργέτησεν· εἰκότως οὖν κέχρηται τῷ τέκνα ὡσπερεὶ πατήρ· νέοι ὄντες | |
5 | νῦν ἀπὸ τοῦ ἀρχαίου Κάδμου· οἰκτρὸν δὲ τὸ νέα. | |
OT2 | θοάζετε κατὰ διάλυσιν ἀντὶ τοῦ θάσσετε· ἢ θοῶς προκάθησθε. | |
OT3 | ἱκτηρίοις ἀντὶ τοῦ ταῖς ἱκετηρίαις· τὸ δὲ ἐξεστεμ‐ μένοι ἀντὶ κεκοσμημένοι· εἰώθασι γὰρ τῷ στέφειν χρῆσθαι ἀντὶ τοῦ κοσμεῖν· στέμμα δέ ἐστι τὸ προσειλη‐ μένον ἔριον τῷ θαλλῷ. | |
OT4 | πόλις δ’ ὁμοῦ μὲν θυμιαμάτων οἱ μὲν μηδὲν πεπονθότες ἐπὶ ἀποτροπῇ τοῦ κακοῦ θύουσιν καὶ παιᾶνας ᾄδουσιν οἱ δὲ ἐπταικότες ἐπὶ τοῖς οἰκείοις κακοῖς ἀποιμώζουσιν. | |
OT6 | ἃ ’γὼ δικαιῶν οὐ δι’ ἀγγέλων μαθεῖν τὴν αἰτίαν ἠξίωσα ἀλλ’ αὐτὸς παρεγενόμην προκηδόμενος ὑμῶν. | 161 |
OT8 | ὁ πᾶσι κλεινός ἢ πᾶσι τοῖς ἐπιτεύγμασιν ἢ ὑπακούεται ἀνθρώποις· πιθανῶς δὲ τὸ ὄνομα τοῦ προλογίζοντος ἐδήλωσεν, ἅμα δὲ καὶ εἰς ἐπιθυμίαν φέρει τὸν θεατὴν τῶν περὶ τοῦ Οἰδίποδος· οὐκ εὐθὺς | |
5 | δὲ τὰς αἰτίας τῆς δόξης ἐπάγει ἀλλὰ ταμιεύεται κατὰ βραχὺ ἐν καιρῷ ἐνθήσων· καλῶς δὲ οὐ δι’ ἀγγέλων ἀπήγγελται ἵνα διαλεγομένου αὐτοῦ ἐκ Δελφῶν εἰσ‐ αγάγῃ τὸν Κρέοντα. | |
OT9 | ἀλλ’ ὦ γεραιέ εὐτάκτως ἑκάστῳ τὸ δέον ἀπένειμεν, διὰ μὲν τῶν παίδων τὸν οἶκτον τῆς ἱκετείας διὰ δὲ τοῦ πρεσβύτου ἡ πρὸς τὸν βασιλέα ἀπόκρισις· εἰς γὰρ τοῦτο ἀπρεπὲς τὸ τῶν νέων πρόσωπον· δεδή‐ | |
5 | λωται οὖν ἡμῖν τὸ χρήσιμον τῆς παρουσίας τοῦ γέροντος. | |
OT10 | τίνι τρόπῳ ἀντὶ ἐπὶ ποίᾳ προφάσει ἱκετεύετε; εἶτα ἐπιφέρει τὰς αἰτίας· ἢ γὰρ διὰ δέος κολάσεως ἢ παθόντες ἐκδικίας τυχεῖν ἀξιοῦτε ὅπερ ἐδήλωσε διὰ τοῦ στέρξαντες οἷον ἤδη πεπονθότες. | |
OT12 | δυσάλγητος σκληρός, δυσμετάκλαστος, ἀναλγής, ἀπαθής, ἀνηλεής, ἴσον τῷ ἀνάλγητος καὶ σκληρός. | |
OT13 | ἱερεὺς πρεσβύτης Διός. | |
OT14 | ἀλλ’ ὦ κρατύνων ἐν τῷ πρώτῳ λόγῳ ἐγνώ‐ καμεν τὸ ὄνομα τοῦ Οἰδίποδος καὶ ὅτι παιᾶνές εἰσιν ἐν τῇ πόλει, νῦν δὲ διὰ τῆς ἐντέχνου ἐπεξεργασίας ὅτι καὶ βασιλεὺς καὶ τὴν αἰτίαν τῶν παιάνων· προαγωγὸν | 162 |
5 | δὲ εἰς πειθὼ τὸ προοίμιον. | |
OT15 | τοῦτο καὶ τὴν ἡλικίαν σημαίνει καὶ δυσωπη‐ τικόν πως τυγχάνει· ὡς γὰρ ἐπὶ θεοῦ βωμοὺς πάρεισιν ἐπὶ τοὺς πρὸ τῶν βασιλείων ἱδρυμένους. | |
OT17 | πτέσθαι ἀντὶ τοῦ βαδίσαι, ἡ δὲ μεταφορὰ ἀπὸ τῶν νεοττῶν· τὸ δὲ σὺν γήρᾳ βαρεῖς ἐφ’ ἑαυτοῦ τῷ πληθυντικῷ ἐχρήσατο· καὶ τὸ ἱερεῖς ὁμοίως. | |
OT19 | λεκτοί τὸ λεκτοὶ τάχα μὲν εἰς σύστασιν τῶν παίδων τάχα δὲ καὶ δημοσίαν ἐκφαίνει τὴν ἐκπομπὴν ὡς ἐπιλεχθεῖσαν καὶ πεμφθεῖσαν παρὰ τοῦ κοινοῦ. | |
OT20 | πρός τε Παλλάδος διπλοῖς | ναοῖς δύο ἱερὰ ἐν ταῖς Θήβαις ἵδρυται τῇ Ἀθηνᾷ τὸ μὲν Ὀγκαίας τὸ δὲ Ἰσμηνίας· οἱ δὲ οὕτω, τὸ μὲν Ἀλαλκομενείας τὸ δὲ Καδμείας· τινὲς δὲ τὸν τῆς Ἀλαλκομενείας οὐκ ἐν | |
5 | Θήβαις εἶναι ἀλλ’ ἐν κώμῃ. | |
OT21 | ἐπ’ Ἰσμηνοῦ τε μαντείᾳ καὶ γάρ ἐστι παρὰ τῷ Ἰσμηνῷ Ἀπόλλωνος ἱερὸν διό φησι μαντείᾳ σποδῷ, τοῦτο δὲ ἀντὶ τοῦ βωμῷ ὅτι διὰ τῶν ἐμπύρων ἐμαν‐ τεύοντο οἱ ἱερεῖς ὥς φησι Φιλόχορος. | |
OT23 | σαλεύει ἡ μεταφορὰ ἀπὸ τῶν χειμαζομένων νεῶν. | |
OT25 | φθίνουσα μὲν κάλυξιν οὐ μόνον ἀφορίαν φησὶν εἶναι τῆς γῆς ἀλλὰ καὶ τοὺς πεφηνότας καρποὺς διαφθείρεσθαι ὑπὸ τοῦ λοιμοῦ. σὺν τοῖς βλαστήμασιν. | 163 |
OT27 | ὁ πυρφόρος θεός ὁ λοιμὸς ὁ πυρετοφόρος· τὸν γὰρ πυρετὸν πῦρ καλοῦσι καὶ τὸ ἐναντίον ὡς Ὅμηρος καί τε φέρει πολλὸν πυρετόν. | |
OT28 | σκήψας ἐπιβαλών, ἐπιφέρων. | |
OT29 | δῶμα Καδμεῖον περιφραστικῶς ἡ πόλις· ἢ ἀντὶ τὰ δώματα πάντα [τὰ] τῆς πόλεως. | |
OT33 | ἀνδρῶν δὲ πρῶτον οὐ μόνον οὖν ὡς βασιλέως δέονται ἀλλὰ καὶ σοφοῦ· κατὰ βραχὺ δὲ παρεμβάλλει ἡμῖν ὁ ποιητὴς τὰ τῆς ἱστορίας τοῦ Οἰδίποδος. συμφοραῖς βίου ταῖς βιωτικαῖς συντυχίαις. | |
OT34 | ἔν τε δαιμόνων συναλλαγαῖς καὶ ἐν ταῖς πρὸς τὸ θεῖον κοινωνίαις καὶ φιλίαις [τὸ] στοχάζεσθαι τῆς τῶν θεῶν διανοίας· ἐκ τούτου δὲ παθητικωτέραν τὴν τραγῳδίαν ποιεῖ ὅταν ὁ τοιοῦτος εἶναι νομιζόμενος | |
5 | φανῇ καινοῖς μύσεσιν ἔνοχος. | |
OT35 | ὅς τε μολὼν ἄστυ Καδμεῖον, ἵνα καὶ ἡ ἀπὸ ξένης ἄφιξις αὐτοῦ δηλωθῇ· σκληρᾶς δὲ ἀοιδοῦ ὅτι τὸ ἀοιδοῦ εὔφημόν ἐστιν προσέθηκε σκληρᾶς ὅ ἐστι δυσκόλου διὰ τὸ αἴνιγμα ἢ φονικῆς. | |
OT38 | οὐδ’ ἐκδιδαχθείς οἷον οὐ προακούσας παρ’ ἡμῶν τὸν τρόπον τῶν αἰνιγμάτων ὅπερ συνελάμβανέν πώς σοι πρὸς τὴν λύσιν· ὡς πρὸς θεοφιλῆ οὖν καὶ | |
εὐτυχῆ ἀπαντῶσιν· περιττεύει δὲ ἡ ἐξ ἢ ἡ ὑπό. | 164 | |
5 | προσθήκῃ συμβουλῇ, ἐπικουρίᾳ. | |
OT40 | κράτιστον πᾶσιν ἢ ὑπὸ πάντων κράτιστος εἶναι ὑπολαμβανόμενος ἢ πᾶσι τοῖς προειρημένοις, τύχῃ, συνέσει, θεοφιλίᾳ. | |
OT41 | πρόστροποι προσπεπτωκότες, προστετραμμένοι· ἴσως δὲ τοῦτο εἰπὼν ὁ ὑποκριτὴς προσπίπτει εἰς τοὺς πόδας τοῦ ἄρχοντος. προσπεπτωκότες. | |
OT44 | ὡς τοῖσιν ἐμπείροισιν ἐν τοῖς συνετοῖς τὰς συντυχίας καὶ τὰς ἀποβάσεις τῶν βουλευμάτων ὁρῶ ζώσας καὶ οὐκ ἀπολλυμένας, οὐ σφάλλεται ἀλλὰ τὸ ἀποβησόμενον στοχάζεται καλῶς. | |
OT45 | ζώσας ἀντὶ ἐνεργεστέρας. | |
OT46 | ἴθ’, ὦ βροτῶν ἄριστε διεξελθὼν τὰ τῆς πόλεως κακὰ καὶ ὅτι ἱκανός ἐστιν ἐπινοῆσαι ἀπαλλα‐ γὴν ἐπάγει ὅτι καὶ χρήσιμον σῷσαι τὴν πόλιν, μᾶλλον δὲ κινδυνῶδες τὸ ἀμελῆσαι· ἴθι οὖν καὶ εὐλαβήθητι | |
5 | μὴ τὴν προϋπάρχουσαν δόξαν ἐπὶ τῇ εὐποιίᾳ ἀπολέσῃς· πάνυ δὲ αἰδημόνως οὐκ εἶπεν ὅτι οὐκέτι τιμήσει σε ἡ πόλις ἀλλὰ σὺν τῇ εὐχῇ τὸ ὅλον κατέθηκεν· εἰώθαμεν δὲ καὶ τῶν ἀτυχημάτων καὶ τῶν εὐημεριῶν μνημονεύειν καθὼς 〈οἱ〉 ἄρχοντες ἀποβῶσιν· ἔασον οὖν, φησίν, | |
10 | ἀκέραιον τὴν προγεγενημένην σοι δόξαν ἵνα αὐτὸ τοῦτο λέγωμεν, ὅτι ἐπὶ Οἰδίποδος τῆς Σφιγγὸς ἀπαλ‐ λαγέντες ἐν εὐδίᾳ γεγόναμεν. | |
OT48 | προθυμίας λείπει τὸ ἕνεκεν. | |
OT51 | ἀλλ’ ἀσφαλείᾳ γνώμῃ ἀσφαλεῖ καὶ ἐχυρᾷ | |
εὐβουλίᾳ τὸ ἐμπεσὸν κακὸν τῇ πόλει ἀνόρθωσον. | 165 | |
OT53 | ἴσος ὅμοιος. | |
OT54 | ὡς εἴπερ ἄρξεις τῆσδε τὸ πᾶν τοῦ κινδύνου, φησίν, εἰς σὲ φθάνει· τίνος γὰρ ἄρξεις ἢ ποίαν ἕξεις πολιτείαν ἀπολωλότων τῶν οἰκούντων; | |
OT56 | ὡς οὐδέν ἐστιν καὶ Ἀλκαῖός φησιν ἄνδρες 〈γὰρ〉 πόλεως πύργος ἀρήιοι καὶ Δημοσθένης, ἄνδρες γὰρ πόλις καὶ οὐ τείχη· ὅμοιον δὲ τὸ τῶν νεῶν ταῖς πόλεσιν ὅθεν καὶ 〈τὸ〉 | |
5 | τροπικῶς τοῖς ὀνόμασιν ἀπὸ τῶν εἰωθότων χρῆσθαι ἐπὶ τῶν πόλεων οἴακας νῦν ἀντὶ τοὺς ἄρχοντας λέγον‐ τας καὶ ὀρθῶς πλεῖν τὴν πόλιν φάσκοντας. | |
OT58 | ὦ παῖδες οἰκτροί οὐκ εἰς τὴν ἡλικίαν τοσοῦ‐ τον τὸ ὦ παῖδες ὅσον ἁρμόζον ἐστὶ τῷ φιλοφρονου‐ μένῳ ἤθει οἷον καὶ τὸ ὦ τέκνα ἐν ἀρχῇ· πρὸς τοὺς παῖδας δὲ διαλέγεται ὡς οἰκτροτέρους καὶ μᾶλλον | |
5 | βοηθείας δεομένους, ἅμα δὲ καὶ διὰ τὸ πλῆθος ὡς ἐπικρατέστερον. | |
OT65 | ἀντὶ οὐκ ἀμέριμνόν με ὄντα παρακαλεῖτε φροντίζειν ἀλλὰ πρὸ πολλοῦ πεφροντικότα. | |
OT67 | πολλὰς δ’ ὁδοὺς ἐλθόντα πολλὰς γνώμης ἐπιβολὰς ἐν τῇ σκέψει πλανώμενος ἦλθον ἕως οὗ ἀρίστην εὗρον τὴν ἐπὶ τὸν θεὸν καταφυγήν· ἀρσενικῷ | |
δὲ ἐχρήσατο πλάνοις ἀντὶ θηλυκοῦ. | 166 | |
5 | ἀντὶ τοῦ πλάναις θηλυκῶς. | |
OT70 | Κρέοντ’, ἐμαυτοῦ οὐ τὸν τυχόντα ἔπεμψα ἀλλὰ τὸν ἀναγκαῖον· γαμβρὸν δὲ ἁπλοϊκῶς ἀντὶ τοῦ κηδεστήν. | |
OT78 | οἵδε τ’ ἀρτίως Κρέοντα προσστείχοντα οἱ ἠίθεοι πρὸς τὸ οὖς αὐτοῦ φασιν ὅτι πάρεστι Κρέων ὡς ὀξυωπέστεροι, δι’ αἰδῶ δὲ τοὺς λόγους παρῃτή‐ σαντο· ὁ δὲ ἱερεὺς ἅμα μὲν ὡς πρεσβύτης οὐχ ὁρᾷ | |
5 | ἅμα δὲ κατὰ νοῦν ἔχων τὸν λόγον τοῦ βασιλέως. | |
OT80 | ὦ ’ναξ Ἄπολλον εἰκότως πρὸς τὸν Ἀπόλλωνα ἡ ἀναβόησις· ἐν τῷ γὰρ ἀπὸ θεοῦ ῥηθησομένῳ χρησμῷ κεῖται τὸ τῆς ἀπαλλαγῆς· εἴθε οὖν παραγένοιτο Κρέων ἐπί τινι σωτηρίῳ τύχῃ λαμπρὸς ὥσπερ ἐκ τῆς περὶ | |
5 | τὸ πρόσωπον καταστάσεως φαιδρός ἐστι· λεληθότως δὲ δείκνυσιν ἡμῖν τὸ σχῆμα τοῦ ὑποκριτοῦ ὁποῖον εἰσῆλθε. εἰ γὰρ ἀντὶ εἴθε. | |
OT82 | οὐ γὰρ ἂν κάρα | πολυστεφής οἱ γὰρ ἐπί τινι αἰσίῳ παραγενόμενοι ἐκ Δελφῶν ἐστεμμένοι ἐπανῄεσαν ὡς καὶ Ἀριστοφάνης ἐν Πλούτῳ φησί. | |
OT84 | ξύμμετρος γὰρ ὡς κλύειν οὐκ ἔστι, φησί, μακρὰν ἀλλ’ ἐγγὺς καὶ μέτρον ἔχων τοῦ ἀκούειν διὰ τὸ πλησίον γενέσθαι. | |
OT85 | ἄναξ, ἐμὸν κήδευμα ἴδιον τῶν ἐν χρείᾳ καθεστώτων φιλοφρονεῖσθαι μείζοσιν ὀνόμασι τοὺς ταπεινοτέρους. | |
OT87 | ὁ μὲν Οἰδίπους τίς εἴη ὁ χρησμὸς ἐπυνθάνετο | |
ὁ δὲ οὐκ εὐθὺς αὐτὸ τὸ ῥητὸν ψιλὸν εἶπεν· ἀπὸ γὰρ τῶν εὐφήμων ἄρξασθαι θέλει· ὁ δὲ νοῦς, λέγω γὰρ πάντα ἂν εὐτυχεῖν τὴν πόλιν εἰ καὶ τὰ δύσφημα | 167 | |
5 | τύχοι [ἂν] κατ’ ὀρθὸν ἐξελθόντα τουτέστιν εἰ τὰ ἄγνωστα γνωσθείη, τὸ τίς ἐστιν ὁ φονεὺς Λαΐου· οὐδὲν γὰρ χαλεπὸν ἔνι ἐν τῷ χρησμῷ ἀλλ’ ἀγνοεῖται μόνον τὸ ὑπ’ αὐτοῦ ῥηθέν. καὶ τὰ δύσφορ’ εἰ τύχοι καὶ τὰ χαλεπὰ εἰ τύχοι | |
10 | κατ’ ὀρθὸν προϊόντα πάντα εὐτυχεῖν ἡμᾶς λέγω. | |
OT89 | ἔστιν δὲ ποῖον τοὔπος; ὅτι ἀσαφῆ τὸν λόγον εἶπεν [ὅτι] ἀξιοῖ αὐτοῦ τοῦ ῥητοῦ ἀκοῦσαι· μέχρι γὰρ νῦν οὔτε θαρσήσας οὔτε ἔμφοβός εἰμι τῶν ὑπὸ σοῦ ἀκούσας. | |
OT93 | ἐς πάντας αὔδα ἀξίως τοῦ βασιλικοῦ ἤθους δημοσίᾳ φράζειν κελεύει ἅμα μὲν ἐπεὶ μηδὲν ὑπ‐ οπτεύων περὶ ἑαυτοῦ οἴεται καὶ θεοφιλὴς εἶναι ἅμα δὲ καὶ ὑπὲρ τοῦ ἐν μέσῳ ῥηθέντων ἀνυσθῆναι τὰ τῆς | |
5 | ἀναζητήσεως· αὔξει δὲ ὁ ποιητὴς τὸ ὡς εὐνοϊκὸν ἦθος τοῦ Οἰδίποδος ὅπως 〈αὔξοιτο τὰ τῆς τραγῳδίας ὕστερον αἰτ〉ίου αὐτοῦ τῶν κακῶν ἀναφαινομένου. τῶνδε γὰρ πλέον φέρω | τὸ πένθος περὶ τούτων πλέον ἀγωνίζομαι ἢ περὶ τῆς ἐμαυτοῦ ψυχῆς. | |
OT95 | λέγοιμ’ ἂν οἷ’ ἤκουσα ὅτι πολλάκις ἐκπί‐ πτουσι λοξοὶ χρησμοὶ ἐμφανῶς εἶπεν ἵνα μὴ γένηται ἀφορμὴ τοῦ παραπέμψασθαι τοὺς χρησμούς. | |
OT101 | χειμάζον Ἀττικῶς ἀντὶ τοῦ αἵματος χειμά‐ | |
ζοντος τὴν πόλιν, λέγει δὲ τοῦ Λαΐου. | 168 | |
OT106 | ἐπιστέλλει ἐντέλλεται, ὑποτίθεται. | |
OT107 | τοὺς φονέας καὶ αὐτόχειρας τούτου τιμωρεῖσθαι. | |
OT109 | δυστέκμαρτον δυσκατέργαστον, δυσζήτητον, δυσεύρετον, δυσκατάληπτον. | |
OT110 | ὥστε καὶ εὐχερῶς μὴ εἰς πολλὰ πλανω‐ μένους ἐξευρεῖν· ἀπὸ κοινοῦ δὲ τὸ ἔφασκε, λέγει δὲ τὸ πρᾶγμα. | |
OT111 | ἐκφεύγει λανθάνει. | |
OT112 | πότερα δ’ ἐν οἴκοις ὡς συνετὸς ὁ Οἰδίπους ζητεῖ τὰ καθ’ ἕκαστα εἶτα οὕτως ἐπὶ τὴν ἀναζήτησιν ἔξεισι μεταπεμψάμενος τοὺς πολίτας ἵνα καὶ ἀφορμὴ τῆς εἰσόδου γενήσεται. | |
OT114 | θεωρός ὁ πρὸς τοὺς θεοὺς διὰ χρησμὸν ἀπερχόμενος. | |
OT116 | οὐδ’ ἄγγελός τις οἷον οὐδὲ ἀκόλουθος παρ’ οὗ τις ἂν μάθοι καὶ χρήσαιτο πρὸς ζήτησιν. | |
OT118 | θνήσκουσι γὰρ πλὴν εἷς τις οἷον πάντες οἱ ἀκολουθοῦντες αὐτῷ ἀνῃρέθησαν δηλονότι ὑπεραγωνι‐ ζόμενοι τοῦ δεσπότου πλὴν ἑνὸς ὃς διὰ δειλίαν ἐκ‐ φυγὼν οὐδὲν ἀκριβὲς εἶχεν εἰπεῖν πλὴν ὅτι ὑπὸ | |
5 | λῃστῶν ἀνῃρέθη· ἄκρως δὲ ὑπέγραψε τὸ ἦθος τῶν δειλῶν· ἅμα μὲν γὰρ ἐξαίρουσι τὰ πεπραγμένα ἵνα μὴ δόξωσι διὰ δειλίαν φυγεῖν ἅμα δὲ καὶ ἐν παραφρο‐ νήσει ὄντες τὰ βραχέα μείζω δοξάζουσι· καλῶς δὲ ᾠκονόμηται ἵνα τέως μὴ ἐλέγχοιτο τὸ κατὰ τὸν Οἰδίποδα. | |
OT122 | οὐ μιᾷ | ῥώμῃ ἀντὶ οὐχ ἕνα μόνον ἀλλὰ καὶ | |
πολλούς. | 169 | |
OT124 | εἴ τι μὴ ξὺν ἀργύρῳ ἀντὶ εἰ μὴ ἐπὶ κέρδει· τείνει δὲ τοῦτο εἰς Κρέοντα ὡς αὐτοῦ συνθεμένου τῷ τοῦ Λαΐου φονεῖ διὰ τὴν βασιλείαν· ἐνθένδε οὖν ἐκ τῆς πόλεως ταύτης. | |
OT126 | καὶ τότε, φησί, ταῦτα ὑπενοεῖτο, ὅτι ἐπιβε‐ βούλευται. | |
OT130 | ἡ ποικιλῳδός ἠνάγκαζεν ἡμᾶς ἡ Σφὶγξ μεθ‐ έντας τὰ ἀφανῆ, τὰ κατὰ τὸν φόνον τοῦ βασιλέως (τοῦτο γὰρ ἀφανές), τὸ παρὰ ποσὶ κακὸν σκοπεῖν· ἢ οὕτως, ἡ Σφὶγξ ἠνάγκαζεν ἡμᾶς μεθέντας τὸ σκοπεῖν | |
5 | τὰ κατὰ τὸν φόνον τὰ πρὸς ποσὶν ἀφανῆ ζητεῖν τουτ‐ έστι τὰ ἀφανῆ αἰνίγματα ζητεῖν τὰ παρακείμενα ἡμῖν. | |
OT132 | ἀλλ’ ἐξ ὑπαρχῆς αὖθις οἷον ἀναδραμοῦμαι ἐπὶ τὴν ἀρχὴν τοῦ πράγματος καὶ εἰς φῶς ἄξω· ἴσως δὲ λεληθότως καὶ τὸ ἕτερον ἔγκειται ἐν τῷ ἐγὼ φανῶ ὅπερ οὔ φησι μὲν ὁ Οἰδίπους μανθάνει δὲ ὁ ἀκροατής, | |
5 | ἐπεὶ τὸ πᾶν ἐν αὐτῷ φανήσεται. | |
OT134 | τήνδ’ ἔθεσθ’ ἐπιστροφὴν γράφε τήνδε θε‐ σπίζει γραφήν. | |
OT136 | τιμωροῦντα προσχωροῦντα. προσβοηθοῦντα. | |
OT137 | ὑπὲρ γὰρ οὐχὶ τῶν ἀπωτέρω φίλων οὐ μόνον ὑπὲρ τοῦ ἀνῃρημένου βασιλέως ἄξιον ποιήσα‐ σθαι τὴν ἀναζήτησιν ἀλλὰ καὶ ὑπὲρ αὐτοῦ ἐμοῦ· ὁ γὰρ ἐκείνῳ ἐπιχειρήσας ἴσως κἀμοὶ ἐπιβουλεύσει· | |
5 | πεπλαγίασται δὲ πάλιν ὁ λόγος καὶ τὴν ἀλήθειαν αἰνίττεται τῷ θεάτρῳ ὅτι αὐτὸς δράσας τὸν φόνον ὁ | |
Οἰδίπους καὶ ἑαυτὸν τιμωρήσεται. | 170 | |
OT141 | καὶ τοῦτο κινητικὸν τοῦ θεάτρου· τὰ γὰρ ἐναντία προβήσεται. | |
OT143 | ἵστασθε ἀνίστασθε. ἱκτῆρας τοὺς ἱκετευτικούς. | |
OT144 | πιθανὴ ἡ εἴσοδος τοῦ χοροῦ· σκέπτεσθαι γάρ φησι δεῖν μετὰ τοῦ δήμου περὶ τῶν πρακτέων. | |
OT147 | ὦ παῖδες, ἱστώμεθα ἔξεισιν ὁ ἱερεὺς πράξας δι’ ὅπερ ἦλθεν, ἅμα δὲ καὶ ὑπὲρ τοῦ χώραν εἶναι ἑτέρῳ ὑποκριτῇ. ἀνιστώμεθα. | |
OT148 | ἐξαγγέλλεται ἐξαγγέλλει, ἡ δὲ χρῆσις Ἀττική. | |
OT151 | ὦ Διὸς ἁδυεπὲς φάτι κατὰ τὴν πρόσταξιν τοῦ βασιλέως πάρεισι πρεσβῦταί τινες ἐξ ὧν ὁ χορὸς συμπληροῦται· Διὸς δὲ ἡδυεπῆ φάτιν τὴν μαντείαν φησίν· ὁ γὰρ Ἀπόλλων ὑποφήτης δοκεῖ εἶναι τοῦ | |
5 | πατρὸς καὶ παρ’ ἐκείνου λαμβάνειν τὰς μαντείας καὶ τοῖς ἀνθρώποις ἐκφέρειν· καὶ Ὅμηρος Διὸς ἄγγελος ὄσσα δεδήει· λείπει δὲ ἡ ἀπὸ ἵν’ ᾖ ἀπὸ τῆς Πυθῶνος. τίς ποτε τᾶς πολυχρύσου ἥτίς ποτέ ἐστιν· ὅτι | |
10 | μὲν γὰρ πάρεστι λόγιον ἀπὸ τῆς Πυθῶνος ἀκηκόασιν τὸ δὲ ῥητὸν αὐτὸ ζητοῦσιν. λείπει ἡ ἀπό. | |
OT153 | ἐκτέταμαι φοβερὰν φρένα ἐκπέπληγμαι, φοβε‐ ρὰν δὲ τὴν περίφοβον· καὶ Ἀλκαῖος ἐλάφω δὲ βρόμος ἐν στήθεσσι φύει φοβερὸς | |
ἀντὶ τοῦ περίφοβος. | 171 | |
5 | δείματι πάλλων ἀντὶ τοῦ παλλόμενος φόβῳ, ἀγωνιῶν. πάλλων γράφε πολλῷ. | |
OT154 | ἰήιε Δάλιε Παιὰν ἐν τῷ μεταξὺ τοῦτο. | |
OT155 | ἀμφὶ σοὶ ἁζόμενος τοῦτο τοῖς πρὸ αὐτοῦ συναπτέον, ἀγωνιῶν τὴν φρένα ἐπὶ τοῖς ἀπὸ σοῦ χρησμοῖς. σεβόμενος τὰ ἀπὸ σοῦ εἰρημένα. ἢ νέον ἢ νεωστί. | |
OT156 | ἢ περιτελλομέναις ὥραις εἰς τὸν ἑξῆς χρόνον προϊούσης τῆς ὥρας· ὁ δὲ νοῦς, τί μοι ἢ νῦν ἢ μετὰ χρόνον ἀνύσεις; | |
OT157 | ἐξανύσεις ἐκπράξεις. | |
OT158 | Ἐλπίδος, ἄμβροτε Φάμα καλῶς παρ’ ὅσον 〈ἐν〉 ἐλπίδι τινὶ γενόμενοι οἱ ἄνθρωποι οὕτω φημί‐ ζουσι πρὸς τὸ λόγιον 〈ἢ〉 παρ’ ὅσον ὑπὸ ἐλπίδος [τε] καὶ χρησμοὺς αἰτοῦσιν ἀπὸ θεῶν. | |
OT159 | πρῶτα σὲ γράφε πρώταν γε. θύγατερ Διὸς μεταβαίνει λοιπὸν εἰς τὸ ἐπικαλεῖ‐ σθαί τινας τῶν θεῶν. | |
OT160 | γαιάοχόν τ’ ἀδελφεάν ἐπειδὴ ἡ αὐτή ἐστι τῇ Ἑκάτῃ, ἡ δὲ θεὸς αὕτη ἐν ταῖς ἀγοραῖς εἱλεῖται· γαιάοχον δὲ ἀντὶ τὴν πολιοῦχον ὥστε τὴν γῆν ἀντὶ τῆς πόλεως εἴληφεν. | |
OT161 | Εὔκλεια Ἄρτεμις οὕτω παρὰ Βοιωτοῖς τιμᾶται. | |
OT162 | καὶ Φοῖβον ἑκαβόλον τάχα μὲν διὰ τὸ ἐπὶ λοιμῷ τὴν εὐχὴν γενέσθαι ὧν αἴτιος εἶναι δοκεῖ τάχα | |
δὲ διὰ τὴν μαντείαν. | 172 | |
OT164 | εἴ ποτε καὶ προτέρας τὸ ἠνύσατε ἀντὶ τοῦ ἐφθείρατε· καὶ Ὅμηρος ἦ θήν ς’ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας· ἐκτοπίαν δὲ ἀντὶ τοῦ ξένην καὶ ἀλλόκοτον· ἢ ἠνύσατε | |
5 | αὐτὴν ἐκτοπίαν γενέσθαι ὅ ἐστιν ἐκτὸς καὶ ἀπὸ τῶν τόπων τῆς πόλεως. ἄτας τῆς ἀπὸ τῆς Σφιγγός. | |
OT166 | ἠνύσατ’ ἐφθείρατε. ἐκτοπίαν ξένην. φλόγα πήματος περιφραστικῶς τὴν πημονὴν τὴν διάπυρον. | |
OT169 | πρόπας στόλος ἡ πᾶσα δύναμις. | |
OT170 | οὐδ’ ἔνι φροντίδος ἔγχος ἀλληγορικῶς ἡ βοήθεια παρὰ τὸ ἔχεσθαι οἷον οὐκ ἔνεστι τῷ νῷ τῆς φροντίδος ἔγχος, τοῦτο δὲ οἷον τὸ διὰ τῆς βουλῆς καὶ προμηθείας γινόμενον ἀλέξημα καὶ ἀμυντήριον. | |
OT172 | ἔκγονα | 〈κλυτᾶσ〉 χθονός ἢ τὰ δένδρα ἢ τοὺς παῖδάς φησιν. | |
OT173 | αἵ τε γυναῖκες τῶν καμάτων ἐν τοῖς τόκοις οὐκ ἀνέχουσιν τουτέστιν οὐ περιγίνονται τῶν πόνων· τὸ δὲ ἀνέχουσιν ἤτοι ἐλευθεροῦνται καὶ ἄνω ἑαυτὰς ἔχουσιν ἐκ μεταφορᾶς τῶν ἄνω νευόντων μόγις ἐν | |
5 | τῷ νήχεσθαι· ἰηίων δὲ ἤτοι τῶν μετ’ εὐχῆς γινομένων ἢ τῶν λοιμικῶν· ἰήιος γὰρ ὁ Ἀπόλλων εἰς ὃν ἡ ἁγνεία τῶν λοιμῶν ἀναφέρεται· ἢ ὅτι ἐπίφθεγμα κοινόν ἐστι καὶ Ἀρτέμιδος, αἱ δὲ γυναῖκες ἐν ταῖς ἀνάγκαις τὰς τοιαύτας ἀφιᾶσι φωνάς· οἱ δὲ ἀκούουσι τῶν θρηνη‐ | |
10 | τικῶν. | 173 |
OT175 | ἄλλον δ’ ἂν ἄλλῳ ἄλλον ἐπ’ ἄλλῳ ἴδοις ἀποθνήσκοντα, ὡς ὄρνιθες ἐν τῇ πτήσει ἄλλος ἐπ’ ἄλλῳ πέτεται· τὸ δὲ κρεῖσσον ἀμαιμακέτου πυρὸς ἢ οἷον ὀξυτέρους πυρὸς εἰς τὸ σπεύδειν εἰς Ἅιδου ἢ | |
5 | οὕτω, κρεῖσσον πυρὸς ὡς μὴ καταλαμβάνειν τὸ πῦρ τὸ τῶν ἀποθνησκόντων πλῆθος καὶ καίειν· καὶ γὰρ ὑπερβολὴ καὶ ἐπίτασις τοῦ πάθους. | |
OT178 | ἑσπέρου θεοῦ τοῦ Ἅιδου φησί. | |
OT180 | νηλέα δ’ ἁ γενέθλα νηλέα τὰ μὴ τυχόντα ἐλέους, τὸ αὐτὸ δέ ἐστι τῷ ἀνοίκτως· οὐκ ἠλέουν δὲ ἀλλήλους ἴσως ὑπὸ τῆς συνηθείας τοῦ κακοῦ ἢ ὑπὸ φόβου καὶ προσδοκίας τῶν ὁμοίων. | |
OT183 | ἐκ τούτου δῆλον ὅτι καὶ τέλειοι ἀπέθνησκον. | |
OT184 | ἀκτὰν παραβώμιον ἀντὶ τοῦ παραχώριον, ὅπου οἱ βωμοὶ τῶν ναῶν εἰσιν. | |
OT186 | ἱκτῆρες ἱκέτιδες. | |
OT187 | παιὼν δὲ λάμπει ἀντὶ ἀκμάζει, λαμπρῶς τῇ φωνῇ λέγεται πρὸς ἀποτροπὴν τῶν κακῶν· ὅμαυλος δὲ ἀντὶ ὁμόθρους, ὁμόφωνος· τοῦτο δὲ ὅμοιόν ἐστι 〈τῷ〉 ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων. | |
OT188 | ὧν ὕπερ, ὦ χρυσέα θύγατερ πρὸς τὴν φήμην πάλιν φησὶ τῆς μαντείας· ἐλπίζουσι γὰρ ἐπί τινι ἀγαθῷ τὸ μάντευμα ἀποβῆναι· χρυσέα δὲ ὅ ἐστι τιμία· φασὶ γὰρ οὕτω τιμᾶσθαι Χρυσῆν. | |
OT190 | Ἄρεά τε τὸν μαλερόν ἀντὶ τὸν καταμαραί‐ νοντα (τάττει δὲ τοῦτο ἐπὶ τοῦ λοιμοῦ), τὸν δίκην ἀναιροῦντα πολέμου· ἀπὸ κοινοῦ δὲ τὸ πέμψον. ὃς νῦν ἄχαλκος ἀσπίδων οὐ χρώμενος ὅπλοις | 174 |
5 | φλέγει ἡμᾶς· περιβόητος δὲ περὶ ὃν ἕκαστος βοᾷ 〈ἢ〉 μετὰ βοῆς καὶ οἰμωγῆς ἐπιών· ὡς ἐπὶ πολέμου πάλιν. | |
OT193 | πάτρας | ἔπουρον ἤτοι ἐπ’ οὖρον ὅ ἐστιν εἰς ἄνεμον· Ὅμηρος εἰς ὄρος ἢ εἰς κῦμα· ἢ ἄπουρον ἀπὸ τῶν ὅρων τῆς πόλεως· νωτίσαι δὲ | |
5 | ἀπελάσαι ἀπὸ μεταφορᾶς τῶν τὰ νῶτα διδόντων ἐν ταῖς φυγαῖς· ἢ οὕτω, πέμψον ἀλκὴν ὥστε παλινόρ‐ μητον αὐτὸν γενέσθαι τὰ νῶτα δόντα τῇ πόλει. | |
OT194 | θάλαμον Ἀμφιτρίτας ἢ κατὰ τοῦ βυθοῦ (τοῦτο γάρ ἐστι θάλαμος Ἀμφιτρίτης) ἤγουν ἔνθα αἱ συμπληγάδες πέτραι εἰσίν. | |
OT196 | εἴτ’ ἐς τὸν ἀπόξενον ἴσως τὸν Σαλμυδησσόν φησι περὶ ὃν ἱστορεῖται πολλὰ ναυάγια γίνεσθαι ὥστε μὴ μόνον ἐξ ἁπάσης γῆς ἐξεληλάθαι ἀλλὰ μηδὲ ἐν κοινῇ θαλάττῃ εἶναι. | |
5 | δυσχείμερον. | |
OT198 | τέλει γὰρ εἴ τι νὺξ ἀφῇ ἀντὶ τοῦ εἴ τι ἡ νὺξ ἀγαθὸν καταλείπει τοῦτο ἐν ἡμέρᾳ ἀναιρεῖται, βούλεται δὲ λέγειν ὅτι τὰ κακὰ ἀδιάλειπτον ἔχει. εἰ γάρ τι ἡ νὺξ ἀφῇ ἐπὶ τῷ ἑαυτῆς τέλει ἀβλαβὲς μὴ | |
5 | φθάσασα αὐτὸ ἀπολέσαι τοῦτο μεθ’ ἡμέραν ἀνήρ‐ | |
πασται. | 175 | |
OT200 | τόν ἀντὶ τοῦ ὅν· τὸν μαραντικὸν Ἄρεα κεραύνωσον, ὦ Ζεῦ. | |
OT203 | Λύκει’ ἄναξ βουλοίμην δὲ καὶ τὰ σὰ βέλη, ὦ Ἄπολλον, τὰ ἀδάμαστα καταμερίζεσθαι εἰς αὐτὸν καὶ τὰς λαμπάδας Ἀρτέμιδος. | |
OT205 | ἐνδατεῖσθαι ἐν μερισμῷ δίδοσθαι καὶ δια‐ τρίβειν· μετῆκται δὲ ἀπὸ τῶν διανεμομένων. | |
OT209 | τὸν χρυσομίτραν τὸν Θηβαῖον Διόνυσον, τὸν ταῖς Βάκχαις συνοικοῦντα. | |
OT212 | μονόστολον γράφε ὁμόστολον. | |
OT215 | ἐπὶ τὸν ἀπότιμον ἀπότιμον θεὸν λέγει τὸν λοιμὸν τὸν μὴ μετέχοντα τῆς τιμῆς τῶν θεῶν· θεῶν γάρ ἐστι τὸ εὐεργετεῖν τοὺς ἀνθρώπους, 〈ὁ δὲ φθείρει καὶ ἀπόλλυσιν〉. | |
OT216 | αἰτεῖς, ὧν δὲ αἰτεῖς ἀλκὴν λάβοις κἀνακού‐ φισιν τῶν κακῶν ἐὰν θέλῃς τὰ ἐμὰ ἔπη δέχεσθαι ἃ δὴ ἔπη ἐξερῶ ξένος ὢν καὶ τοῦ πράγματος καὶ τοῦ λόγου οἷον οὐκ ἀκηκοὼς πρότερον περὶ τοῦ φόνου τοῦ Λαΐου | |
5 | οὐδὲ μὴν καθ’ ὃν χρόνον ἐπράχθη ὁ φόνος παρών. ἃ δ’ αἰτεῖς ὧν δ’ αἰτεῖς. | |
OT217 | ὑπηρετεῖν ἐπαρκεῖν καὶ συμπράττειν. | |
OT219 | τοῦ λόγου τοῦ λεχθέντος ὑπὸ Ἀπόλλωνος. | |
OT220 | τοῦ πραχθέντος τοῦ φόνου. οὐ γὰρ ἂν μακρὰν | ἴχνευον οὐ γὰρ ἄν, φησί, τοσούτου ὄντος τοῦ χρόνου τοῦ μεταξὺ ἀνεζήτουν τὸ πρᾶγμα εἰ μὴ ᾔδειν καταληψόμενος· ἐλπίδα δὲ αὐτοῖς | |
5 | ὑποβάλλει ὅτι δύναται ἀνευρεῖν τὸν φονέα ἵνα προ‐ θυμότερον συλλάβωνται αὐτῷ. | |
OT221 | σύμβολον τῆς γνώσεως. | 176 |
OT222 | νῦν δ’, ὕστερος γάρ μεταφέρει ἀπὸ τῶν ἐν ταῖς πόλεσι ξένων τελούντων τὰ μετοίκια ἀντὶ πεπο‐ λιτογράφημαι καὶ ἄρτι ἀστὸς ἐνομίσθην ξένος ὢν καὶ ἐβασίλευσα. ἄλλως: νῦν δὲ εἰς ἀστοὺς τελῶ· δοκῶν | |
5 | γὰρ εἶναι ξένος τῆς βασιλείας τετύχηκα· ἐπεὶ οὖν, φησί, συντελῶ εἰς τὴν πολιτείαν καὶ μέλει μοι τῶν κοινῶν ταῦτα ὑμῖν προφωνῶ· μετῆκται δὲ ἀπὸ τῶν συντελούντων ἐν ταῖς πόλεσι καὶ τὴν ἰδίαν δύναμιν εἰς τὸ κοινὸν φερόντων. | |
OT226 | πάντα τὰ πραχθέντα. | |
OT227 | κεἰ μὲν φοβεῖται καὶ εἰ μὲν αὐτὸς εἴη 〈ὁ〉 πράξας καὶ φοβεῖται λέγειν αὐτὸς καθ’ αὑτοῦ τὸν φόβον ὑπεξελὼν λεγέτω· οὐδὲν γὰρ δεινὸν πείσεται εἰ μὴ ὅτι τῆσδε τῆς γῆς ἀπαλλάξεται· εἰ δὲ ξένον τις | |
5 | οἶδεν τὸν φονέα μηνυσάτω καὶ εὐθὺς μὲν παρέξω κέρδος καὶ εἰς ἀεὶ χάριν ἕξω· πανταχόθεν οὖν προ‐ τρέπεται τοὺς μηνύοντας. | |
OT236 | τὸν ἄνδρ’ ἀπαυδῶ πολὺν ἔλεον ἐργάζεται ὁ λόγος ὅτι κατηγορεῖ ἑαυτοῦ ἀγνοῶν· πρότερον δὲ τὰ φιλάνθρωπα εἰρηκὼς τελευταῖα ἐπήνεγκε τὰ σκληρό‐ τερα· ἃ ’κ τῶνδε δὲ οἷον ἀπ’ αὐτῶν ἀναγκασθεὶς τῶν | |
5 | πραγμάτων. | |
OT244 | δαίμονι τῷ ταῦτα μαντευσαμένῳ Ἀπόλλωνι. | |
OT246 | κατεύχομαι δὲ τὸν δεδρακότ’ καταρῶμαι δὲ τὸν φονέα. | |
OT248 | ἄμοιρον ἤτοι κακόμοιρον ἢ μηδενὸς τῶν | |
νενομισμένων μετειληφότα ἀλλ’ ἄταφον ἐκβληθῆναι. | 177 | |
OT251 | ἀγνοῶν ἐπαρᾶται ἑαυτῷ εἰ σύνοιδε τὸν φονέα διὸ καὶ περιπαθέστερος γίνεται ὁ λόγος. | |
OT253 | τοῦ θεοῦ τοῦ Ἀπόλλωνος. | |
OT255 | οὐδ’ εἰ γὰρ ἦν τὸ πρᾶγμα καὶ γὰρ εἰ μὴ ἦν ὅλως τὸ ἄγος ὑπὸ θεῶν ἐλαυνόμενον καὶ οἱονεὶ πολυπραγμονούμενον ὑμᾶς ἔδει κινουμένους οἴκοθεν καὶ μὴ ἀναμείναντας τὴν ἐκ θεῶν πρᾶξιν ἀναζητεῖν. | |
5 | μὴ θεήλατον οἷον χωρὶς τῆς βοηθείας. | |
OT261 | κοινά ἀδελφὰ τοῖς ἐξ ἡμῶν οἷον καὶ ἡμῖν ἂν ἐγένετο εἰ ἦν τέκνα τῷ Λαΐῳ γενόμενα. | |
OT262 | ’δυστύχησεν ὥστε μὴ παιδοποιήσασθαι. | |
OT264 | αἱ τοιαῦται ἔννοιαι οὐκ ἔχονται μὲν τοῦ σεμνοῦ κινητικαὶ δέ εἰσι τοῦ θεάτρου· αἷς καὶ πλεονάζει Εὐριπίδης, ὁ δὲ Σοφοκλῆς πρὸς βραχὺ μόνον αὐτῶν ἅπτεται πρὸς τὸ κινῆσαι τὸ θέατρον. | |
OT269 | τοῖς μὴ δρῶσιν τοῖς μὴ δεικνύουσί μοι τὸν φονέα. | |
OT270 | ἄροτον τουτέστι καρπόν. | |
OT276 | οὕτως ἐρῶ καὶ αὐτὸς ἐπομνύμενος καὶ [κατὰ] τὰς αὐτὰς ἀρὰς ἐπαρώμενος μήτε δρᾶσαι τὸν φόνον μήτε τοὺς δράσαντας ἐπίστασθαι. | |
OT278 | τὸ δὲ ζήτημα τοῦ πέμψαντος ἦν ἀπορῶν ὁ χορὸς ἐπὶ τὸ θεῖον πάλιν ἀνατρέχει. | |
OT280 | δίκαι’ ἔλεξας τοῦτό φησιν ἵνα μὴ πάλιν πέμψωσιν εἰς θεοῦ καὶ γένηται διατριβὴ ἐν τῷ δρά‐ ματι ὅπερ ὑπόψυχρον. | |
OT284 | ἄνακτ’ ἄνακτι ἀποκλειομένου τοῦ πέμψειν | |
εἰς θεὸν καταφεύγουσιν εἰς τὴν ὁμοίαν μαντικήν, τῷ αὐτῷ δὲ ὀνόματι προσαγορεύει τὸν Τειρεσίαν ᾧ καὶ τὸν θεὸν καὶ τὰ αὐτὰ ὁρᾶν ἐκείνῳ φησίν. | 178 | |
OT287 | ἀλλ’ οὐκ ἐν ἀργοῖς κἀνταῦθα τὸ κηδεμονικὸν τοῦ ἤθους διετήρησεν· τὸ μὲν οὖν διπλοῦς πομποὺς τῆς σπουδῆς ἐστι τεκμήριον τὸ δὲ Κρέοντος εἰπόντος πιθανὸν εἰς τὰ ἑξῆς ἵνα ἡ ὑπόνοια αὐτοῦ πίστιν ἔχοι, | |
5 | τὸ πεπεισμένον ὑπὸ τοῦ Κρέοντος τὸν Τειρεσίαν μαν‐ τεύεσθαι κατὰ τοῦ Οἰδίποδος τὰ ψευδῆς. | |
OT290 | κωφὰ ψυχρὰ καὶ οὐδὲν σαφὲς ἔχοντα, τὰ ψιθυριζόμενα. | |
OT296 | ὁ μὴ τὸ ἔργον δεδοικὼς οὐδὲ τὸν λόγον. | |
OT297 | καὶ ταῦτα εἰς σύστασιν τῶν προσώπων ἵνα μηδὲν ὕστερον δυνηθείη ἀρνήσασθαι. | |
OT300 | ὦ πάντα νωμῶν ἀντὶ τοῦ κρίνων ἕκαστα καὶ ἐξετάζων· ἐπαινεῖ δὲ τὸν μάντιν πάντων αὐτῷ περιτιθεὶς ἐμπειρίαν θείων τε καὶ ἀνθρωπίνων τοὺς ἐκείνου λόγους οὐκ ἀναμένων ὅπερ δηλωτικόν ἐστι | |
5 | τῆς σπουδῆς. | |
OT301 | χθονοστιβῆ τὰ ἐν τῇ γῇ, τὰ ἐπίγεια. | |
OT312 | ὅρα τὸ τοῦ κηδεμόνος ὅτι τελευταῖον ἑαυτὸν ἔταξεν ὅπως ἀφέλοιτο τὸ φορτικὸν τῆς ἐξουσίας. | |
OT314 | ἄνδρα δ’ ὠφελεῖν ἀφ’ ὧν παιδευτικὸς ὁ λόγος, ἔδει ἅπαντας ἀφ’ ὧν δύναιντο ὠφελεῖν τοὺς πέλας. | |
OT316 | ὡς δεινόν, φησί, τὸ φρονεῖν ὅταν τὸ φρο‐ νούμενον τῷ φρονοῦντι μὴ λυσιτελῇ· σχετλιάζει δὲ μὴ βουλόμενος εἰς φῶς ἄγειν τὰ τοῦ Οἰδίποδος· διαλελυ‐ | |
μένως δὲ εἶπεν τέλη λύῃ ἀντὶ λυσιτελεῖν. | 179 | |
OT317 | ταῦτα τὰ συμβησόμενά μοι, ὅτι ἀναγκασθή‐ σομαι λέγειν ἃ μὴ βούλομαι, τὸ ἐξελέγχειν Οἰδίποδα· ταῦτα εἰδὼς διώλεσα αὐτά· οὐ γὰρ ἂν δεῦρο ἠρχόμην. | |
OT319 | ἄθυμος λελυπημένος. | |
OT321 | ἐάν με ἀπελθεῖν ἐάσῃς. | |
OT323 | ἀποστερῶν φάτιν μὴ λέγων τὸν χρησμόν. | |
OT324 | ὁρῶ γὰρ οὐδὲ σοὶ τὸ σὸν φώνημα οὐ γὰρ σύμφορός σοι οὐδὲ κατὰ καιρὸν ἡ ζήτησις γίνεται· ἵνα οὖν μὴ ἐκ τούτου μέμψις ἀκολουθήσῃ σιωπῶ. τὸ μὲν κατὰ λόγον ἐλλιπές ἐστι τὸ δὲ κατὰ διάνοιαν | |
5 | πλῆρες, ὃ δὲ βούλεται λέγειν, ὁρῶ τὸ σὸν φώνημα μὴ πρὸς καιρὸν ἐξιόν· κἀγὼ οὖν φωνὴν μὴ πρὸς καιρὸν ἀφιέναι φυλάσσομαι. ἰὸν ἐρχόμενον. | |
OT326 | μὴ πρὸς θεῶν φρονῶν ὑποβαλόντος τοῦ Τειρεσίου ἀρχὴν ὅτι ἐπίσταται ὁ χορὸς καταλιπαρεῖ εἰπεῖν εἶτα ἀρνουμένου ἐξάγεται εἰς λοιδορίαν πρὸς αὐτὸν ὁ Οἰδίπους ὅθεν παροξυνθεὶς λέγει· ἔχει οὖν | |
5 | τὰ τῆς διαθέσεως ἄριστα. | |
OT328 | ἐγὼ δ’ οὐ μή ποτε | τἄμ’ ὡς ἂν εἴπω οὐκ ἐκφανῶ τὰ ἐμὰ ἔπη ἵνα μὴ τὰ σὰ εἴπω κακά· ἤδη δὲ τρανότερόν φησιν ὅτι τὰ αὑτοῦ κακὰ ἀποκρύπτεται. | |
OT332 | ἐγώ τ’ ἐμαυτὸν οὔτε ς’ ἀλγύνω ἑαυτὸν | |
ἀλγύνειν ἔφη ἴσως ἐπιστάμενος ὅτι κακῶς ἀκούσεται ὑπ’ αὐτοῦ ἀπιστούμενος, τάχα δὲ καὶ βουλόμενος ἀποκρύπτειν συμπεριέλαβεν ἑαυτὸν ὡς καὶ ἔμπροσθεν | 180 | |
5 | τἄμ’ ὡς ἂν εἴπω μὴ τὰ ς’ ἐκφήνω κακά. | |
OT334 | οὐκ, ὦ κακῶν κάκιστε ἐν ὑπερβατῷ ὁ λόγος, οὐ λέξεις, ὦ κακῶν κάκιστε, ἀλλ’ ὧδ’ ἄτεγκτος κἀτε‐ λεύτητος φανῇ; καὶ γὰρ ἂν πέτρου φύσιν σύ γ’ ὀργάνειας ὅ ἐστι ταράξειας καὶ εἰς ὀργὴν ἐμβάλοις· | |
5 | ἀπολογεῖται δὲ περὶ τῆς ὕβρεως λέγων ὅτι καὶ πέτρου φύσιν σύ γ’ ὀργάνειας· ἄτεγκτος δὲ ἀντὶ τοῦ ἀσυμ‐ παθὴς καὶ ἀδάκρυτος· τέγγειν γὰρ τὸ βρέχειν· ἀτελεύ‐ τητος δὲ δυσαξίωτος, δυσπαράκλητος, ἀμείλιχος. | |
OT341 | αὐτὰ αὐτόματα. | |
OT344 | τὸ θυμοῦ οὐκ ἔστι γενικὴ ἀλλὰ ῥῆμα προσ‐ τακτικόν. | |
OT345 | καὶ μὴν παρήσω γ’ οὐδέν ὀργιζόμενος οὐδὲν σιωπήσομαι ὧν πέπεισμαι καὶ ὑπονοῶ. | |
OT347 | εἰργάσθαι δ’ ὅσον | μὴ χερσί εἰργάσθαι τὰ ἄλλα τοῦ φόνου χωρὶς τῆς ἀπὸ τῶν χειρῶν ἐνεργείας· εἰ δὲ ἔβλεπες ἐκάλουν ἄν σε καὶ φονέα αὐτόχειρα. | |
OT350 | ἄληθες; ἐννέπω λέγω σε τῷ κηρύγματι ὑπεύθυνον εἶναι τῷ ὑπὸ σοῦ εἰρημένῳ. | |
OT352 | προσαυδᾶν προσφθέγγεσθαι. | |
OT354 | οὕτως ἀναιδῶς ἐξεκίνησας οἴεται αὐτὸν πλασά‐ μενον ψεύδεσθαι· εἰκότως δὲ ἀπιστεῖται ὡς δι’ ὀργὴν εἰρηκώς, εἰ δὲ ἐπιστεύθη κατ’ ἀρχὴν ὁ μάντις τὰ ἑξῆς τοῦ δράματος ἀνῄρητο, 〈τὰ〉 τοῦ ἀναγνωρισμοῦ ἐν | |
5 | οἷς καταγέγονε μάλιστα ὁ ποιητής. | 181 |
OT356 | τρέφω ἀντὶ τοῦ ἔχω. | |
OT357 | ἡ ἀπότασις φανερῶς εἰς Κρέοντά ἐστιν. | |
OT366 | εὐσχημόνως ἀπήγγειλε τὸ περὶ τῆς μητρός. | |
OT368 | ἴσος 〈νῦν〉 ἐστιν ὁ Οἰδίπους παραβαλλό‐ μενος 〈πρὸσ〉 〈Τειρεσίαν〉 ὡς ὁ Ἀγαμέμνων πρὸς τὸν Κάλχαντα. | |
OT372 | οὐδείς ἐστιν ὃς οὐ ταῦτά σοι ὀνειδίσει ἅπερ μοι ὠνείδισας· τὸ δὲ τάχα ἀντὶ τοῦ ταχέως οἷον καὶ σὲ μετ’ ὀλίγον ἐροῦσι τυφλόν· καὶ περὶ τῆς πηρώσεως δὲ λεληθότως αὐτῷ μαντεύεται. | |
OT374 | μιᾶς τρέφῃ πρὸς νυκτός διπλοῦν τὸ δια‐ νόημα· ἤτοι οὖν οὕτως ὑπὸ μιᾶς νυκτὸς τῆς ἀορασίας τῆς διηνεκῶς κατεχούσης σε τρέφῃ ὡς μηδὲν διαθεῖναι κακὸν τοὺς ὁρῶντας ἢ οὕτω διὰ τὸ πηρὸν εἶναι ἐλε‐ | |
5 | οῦσί σε πάντες· ἀπόχρη γάρ 〈σοι〉 καὶ τὸ τῆς πηρώσεως. | |
OT377 | τάδ’ ἐκπρᾶξαι ἀντὶ τοῦ τὰ κατ’ ἐμὲ ἐκδικῆσαι. ἐκπρᾶξαι μέλει λείπει ἐάν με φονεύσῃς. | |
OT378 | πεποίηκε τὸν Οἰδίποδα ὑπονοεῖν ἐξ ὑποβολῆς Κρέοντος ταῦτα εἰρῆσθαι ἵνα ζητοῦντος αὐτοῦ ἀφορ‐ μὴν εὔλογον ἔχῃ τὰ λοιπὰ τοῦ δράματος. | |
OT385 | ὁ πιστὸς ἐν εἰρωνείᾳ. | |
OT387 | μηχανορράφον τὰ φαῦλα μηχανώμενον· μά‐ γους δὲ ἐκάλουν τοὺς ψευδεῖς φαντασίας περιτιθέντας 〈ἑαυτοῖσ〉, ἀπὸ τούτου δὲ καὶ τοὺς φαρμακεῖς μάγους ἔλεγον. | |
OT388 | ἀγύρτην πτωχόν, ὀχλαγωγόν. | |
OT391 | ῥαψῳδός ἡ Σφὶγξ ἡ ῥάπτουσα τὰς ᾠδάς· τὸ δὲ ὄνομα τοῦ ῥαψῳδοῦ καθ’ Ὅμηρον ἢ μεθ’ Ὅμηρον ἦν· 〈ἀνεχρόνισεν οὖν ὁ Σοφοκλῆσ〉· κύνα δὲ αὐτὴν καλεῖ διὰ τὸ ἁρπακτικόν. | 182 |
OT393 | τοὐπιόντος τοῦ τυχόντος ἀντὶ τοῦ οὐ τοῦ τυχόντος ἦν σαφηνίσαι· διὰ τούτων δὲ αὔξει τὸ ἴδιον κατόρθωμα μεῖζον καὶ μαντικῆς καὶ πάσης ἀνθρωπίνης συνέσεως. | |
OT398 | κυρήσας ἐπιτυχών. | |
OT402 | ἁγηλατήσειν ἐὰν 〈μὲν〉 δασέως τὸ ἄγος ἀπ‐ ελάσειν τὸ περὶ τὸν Λάιον ἐὰν δὲ ψιλῶς ἀντὶ τοῦ βασιλεύσειν. | |
OT408 | ἐξισωτέον λείπει ἐμοί. | |
OT409 | τοῦδε τοῦ ἐξίσου λέγειν. | |
OT411 | γεγράψομαι δεήσομαι· ὅρα δὲ καὶ τὴν δια‐ φορὰν τοῦ ὀνόματος· τῷ μὲν γὰρ ἐπιφθονωτέρῳ ἐπὶ τοῦ Οἰδίποδος ἐχρήσατο, τῷ δοῦλος, τῷ δὲ εὐπρεπε‐ στέρῳ ἐπὶ τοῦ Κρέοντος. | |
OT417 | ἀμφιπλὴξ ἡ ἐξ ἀμφοτέρων ἐλαύνουσα, ἡ ἑκα‐ τέρωθεν πλήττουσα, ἔκ τε πατρὸς καὶ μητρός· δεινό‐ πους δὲ ἡ διὰ τῶν ποδῶν δέος ἐμποιοῦσα. | |
OT420 | τὸν λιμένα τίθησιν ἀεὶ ἀντὶ τόπου· τροπι‐ κῶς δὲ ἀντὶ τοῦ ποῦ οὐκ ἐλεύσῃ βοῶν; | |
OT422 | ὅταν καταίσθῃ ὅταν αἰσθανθῇς καὶ νοήσῃς. | |
OT428 | ἐκτριβήσεται ἀντὶ διατρίψει ἐν τοῖς κακοῖς | |
ἢ ἀπολεῖται· ἡ μεταφορὰ ἀπὸ τῶν σμηχομένων ἀργυ‐ ρῶν ἢ χαλκῶν ἢ ἄλλων τοιούτων 〈σκευῶν〉 ἅπερ ἐν τῷ πλύνεσθαι σφόδρα τριβόμενα ἐλαττοῦται. | 183 | |
OT434 | σχολῇ ἀντὶ τοῦ βραδέως, οὐδαμῶς. | |
OT438 | ἥδ’ ἡμέρα φύσει σε ἀντὶ οἵων εἶ γονέων δείκνυσι· διαφθερεῖ δὲ διὰ τὴν πήρωσιν καὶ τὴν λοι‐ πὴν τοῦ βίου ἀνατροπήν. | |
OT439 | αἰνικτὰ ἀσαφῆ καὶ κεκρυμμένα. | |
OT440 | οὐκοῦν 〈σὺ〉 ταῦτ’ ἄριστος ὥσπερ εἰρωνευό‐ μενός φησιν, αἴνιγμά ἐστιν 〈ὃ〉 σὺ θᾶττον νοήσεις ὅτι καὶ τὸ τῆς Σφιγγὸς αἴνιγμα πρῶτος ἐξεῦρες· ὃ δέχεται εἰς ἔπαινον. | |
OT442 | ἡ τύχη τὸ σὲ διαγνῶναι τὸ αἴνιγμα. | |
OT443 | πάνυ τοῦτο προσαγωγὸν τοῦ πλήθους. | |
OT447 | ἐνταῦθα παρρησιαστικώτερον ὅλον τὸ πρᾶγμα παραινίττεται ἀμφοτέρων τοῦ ποιητοῦ στοχασαμένου, τοῦ τε τῷ δράματι συμφέροντος ὅπως μὴ ἀνακαλύ‐ πτηται ἡ ὑπόθεσις (διὸ αἰνιγματωδῶς πάντα φησὶ) | |
5 | τοῦ τε τῷ προσώπῳ πρέποντος· ἔδει γὰρ εἰπεῖν τὸν μάντιν τὰ μετ’ ὀλίγον φανησόμενα. | |
OT449 | ὡς περὶ ἑτέρου λέγων αὐτὸν αἰνίττεται. | |
OT454 | τῇ ξυμφορᾷ τῇ συντυχίᾳ. | |
OT455 | τὸ σκῆπτρον 〈προ〉δεικνὺς σύμβολον τῆς ἑαυτοῦ εὐγενείας ὅτι ἐκ βασιλέως πτωχὸς ἐγένετο. | |
OT460 | ὁμόσπορος τὴν αὐτὴν σπείρων γυναῖκα. | |
OT463 | ἀκόλουθά εἰσι τὰ τοῦ χοροῦ πρὸς τὰ προ‐ ειρημένα, νῦν δὲ οὐκ ἔστιν αὐτοῖς εὐπρόσωπον ἀνα‐ λογίζεσθαι περὶ ὧν εἶπεν ὁ μάντις διὸ ἀνατρέχει ἐπὶ | |
τὸ μάντευμα τοῦ θεοῦ· ὁ δὲ νοῦς, τίς ἐστιν οὗτος | 184 | |
5 | ὅντινα ἐμφανίζει τὸ μαντεῖον; ἢ οὕτω, τίς ἐστιν οὗτος ὃν κατώπτευσεν ἡ Δελφὶς πέτρα οἷον ὁ μὴ λαθὼν τὸ μαντεῖον τοῦ Ἀπόλλωνος; | |
OT465 | ἄρρητ’ ἀρρήτων τῶν δεινῶν δεινότερα. | |
OT467 | ἀελλοπόδων ταχέων. | |
OT472 | κῆρες ἀναπλάκητοι αἱ εἰς μηδὲν ἁμαρτά‐ νουσαι ἀλλὰ πάντων κρατοῦσαι· κῆρες δὲ τοῦ τελευ‐ τήσαντος Λαΐου· ἢ οὕτως, ἄφυκτοι, ἀπλάνητοι, ἀπροσ‐ πέλαστοι, ἀφανεῖς, ἃς οὐκ ἔστιν ἀποφυγεῖν. | |
OT476 | πάντα πανταχοῦ. | |
OT477 | φοιτᾷ γὰρ ὑπ’ ἀγρίαν | ὕλαν ἐκεῖνος, ὁ πεφο‐ νευκώς, πανταχοῦ κρυπτόμενος οὐ βούλεται ἑαυτὸν ἐμφανίσαι· τὸ δὲ ἐξιχνεύειν ἐπήγαγεν καὶ τὰ ἄλλα ὀνόματα τροπικῶς ὡς ἐπὶ ἄγρας ταύρων τῶν ὑπὸ πάν‐ | |
5 | των ζητουμένων καλῶν καὶ ὥσπερ ἐν ὕλῃ κεκρυμμέ‐ νων· οἰκεῖα δὲ ταῦτα τὰ ὀνόματα, ἄντρα καὶ πέτραι. | |
OT479 | μελέῳ ποδὶ χηρεύων ἀντὶ μηδενὶ γιγνωσκό‐ μενος, τῇ φυγῇ μονάζων· ὃ καὶ αὐτὸ οἰκεῖον τῇ θη‐ ριώδει διαίτῃ. | |
OT480 | τὰ μεσόμφαλα γᾶς ἀπονοσφίζων ἀντὶ φυγών· τὸν τόπον δὲ εἶπεν ἀντὶ τῶν χρησμῶν οἷον τοὺς χρη‐ σμοὺς διαφεύγει μέχρι νῦν ὁ μηνυθεὶς ὑπὸ τοῦ θεοῦ· ὅτι δὲ ἡ Πυθὼν μεσόμφαλος δηλοῖ καὶ ἡ περὶ τοὺς | |
5 | ἀετοὺς ἱστορία καὶ ὅτι χρύσεοι ἀετοὶ διὰ τοῦτο ἀνά‐ κεινται καὶ ὅτι τούτου χάριν ὁ Ζεὺς ἐκεῖσε τὸ μαν‐ τεῖον ἱδρύσατο. | |
OT481 | ἀλλ’ οὐδὲν ἧττον τὰ μαντεύματα περιποτᾶται | |
ζῶντα καὶ ἰσχύοντα τῇ ἀληθείᾳ. | 185 | |
OT483 | δεινὰ μὲν οὖν, δεινά μεταβαίνουσιν ἐπὶ τὰ εἰρημένα ὑπὸ Τειρεσίου· σοφὸν μὲν οὖν αὐτὸν ὁμο‐ λογοῦσιν τῷ δὲ ταράσσειν ἐχρήσατο ἐπεὶ ἔδοξε δυσχε‐ ρῶς ἐνεχθῆναι πρὸς τὸν ἄρχοντα. | |
OT484 | οἰωνοθέτας ὁ Τειρεσίας. | |
OT485 | οὔτε δοκοῦντ’ οὔτ’ ἀποφάσκονθ’ οὔτε πιστὰ οὔτε ἄπιστα. | |
OT489 | τί γὰρ ἢ Λαβδακίδαις εἰκότως ἀποροῦσιν· ποῖον γὰρ νεῖκος γέγονε τοῖς ἀπὸ Λαβδάκου πρὸς τὸν Πολύβου; ἔτι γὰρ νομίζουσιν αὐτὸν εἶναι Πολύβου. | |
OT492 | πρὸς ὅτου δὴ βασάνῳ ποίῳ λογισμῷ ἀντὶ τοῦ τίνος πράγματος κρίσει χρησάμενος τοῖς λεγομέ‐ νοις πιστεύσω κατὰ Οἰδίποδος; | |
OT495 | φάτιν—Οἰδιπόδα τὴν κατὰ τοῦ Οἰδίποδος γινομένην παρὰ Τειρεσίου. | |
OT498 | ἀλλ’ ὁ μὲν οὖν Ζεύς θέλουσιν ἀνατρέψαι τὰ ὑπὸ τοῦ Τειρεσίου εἰρημένα καί φασιν ὅτι οἱ μὲν θεοὶ συνετοὶ καὶ μόνοι τὰ τῶν ἀνθρώπων εἰδότες ὅτι δὲ οἱ μάντεις μᾶλλον τῶν λοιπῶν ἀνθρώπων τι ἐπί‐ | |
5 | στανται οὔ φημι [καὶ] οὐδὲ ἡ κρίσις αὕτη ἀληθής ἐστι· γένοιτο μὲν γάρ τις κατὰ σύνεσιν ἕτερος ἑτέρου προήκων οὐ μὴν αὕτη γε ἡ ἐπιστήμη ἐκ μαντικῆς ἐστιν ἀλλ’ ἐκ φύσεως καὶ ἐντρεχείας ἑκάστῳ πάρεστιν. | |
OT500 | οὔπω πιστεύω ὅτι οἱ μάντεις πλέον ἐμοῦ φρονοῦσιν. | |
OT503 | σοφίαν νῦν φησι τὸν στοχασμόν· ὃ γὰρ λέγει τοῦτό ἐστιν, ὅτι ἐν τῷ στοχάζεσθαι ἄλλος ἄλλον παρ‐ | |
έλθοι καὶ νικήσειεν. | 186 | |
OT505 | ἀλλ’ οὔποτ’ ἔγωγ’ ἄν, πρίν ἐγὼ δὲ οὐκ ἄν ποτε ἐπαινέσαιμι τοὺς μεμφομένους τὸν βασιλέα οὐδ’ ὀρθὸν ἂν αὐτῶν τὸ ἔπος φαίην πρὶν ἴδοιμι σαφῆ τὰ ἔργα καὶ τὴν ἀπόβασιν. | |
OT507 | φανερὰ γάρ ἃ μὲν ἐγκαλοῦσιν αὐτῷ ἄδηλα καὶ οὐ πάντως ἀληθῆ ἃ δὲ κατώρθωσε φανερὰ ὅτε ἐπελθούσης αὐτῷ τῆς Σφιγγὸς ὤφθη σοφός. | |
OT510 | βασάνῳ θ’ ἡδύπολις κρίσει τε ἡδὺς ὤφθη τῇ πόλει· ἢ οὕτως, ἀπὸ τῆς βασάνου δὲ τῆς Σφιγγὸς ἡδέως διετέθη ἡ πόλις πρὸς τὸν Οἰδίποδα. κρίσει. | |
OT511 | τῷ λείπει τὸ ἕνεκα. | |
OT512 | ἔρχεται ὁ Κρέων ἐπὶ τῇ κατ’ αὐτοῦ ὑπονοίᾳ ἀγανακτῶν καὶ ἀπολογήσασθαι βουλόμενος. | |
OT515 | ἀτλητῶν μὴ καρτερῶν, μὴ φέρων, δυσ‐ ανασχετῶν. | |
OT518 | οὐ βούλομαι 〈ζῆν ἐπὶ ταύ〉τῃ τῇ φήμ〈ῃ〉. | |
OT523 | ἐπειδὴ τὸ τοῦ χοροῦ πρόσωπον ἰσόρροπον δεῖ ἐν ταῖς διαίταις εἶναι διὰ τοῦτο καὶ νῦν παρα‐ μυθεῖται τὸν Κρέοντα ὅτι ἴσως κατ’ ὀργὴν τοῦτο εἶπεν ἐρεθισθεὶς ὑπὸ τοῦ μάντεως. | |
OT525 | κατ’ ἐρώτησιν ὁ λόγος. ἐφάνθη ἐρρέθη. | |
OT528 | τοῦ χοροῦ οὐκ ἔχοντος λέγειν τίνι γνώμῃ ταῦτα ἐλέγετο ἀπὸ τῶν ἔξωθεν συμβάλλειν βουλόμενος ὁ Κρέων περὶ τοῦ βλέμματος καὶ τοῦ σχήματος ἐν ᾧ ταῦτα ἔλεγεν ὁ Οἰδίπους πυνθάνεται. | |
5 | ὀρθῆς ἀληθοῦς. | 187 |
OT529 | κατηγορεῖτο κατηγόρει ὁ Οἰδίπους. τοὐπίκλημα ἔγκλημα. | |
OT534 | τοῦδε τἀνδρὸς ἀντὶ ἐμοῦ· 〈ἢ〉 καὶ τοῦ Λαΐου. | |
OT543 | ποίησον ἀντὶ τοῦ ποιήσεις· ἔστι δὲ Ἀττικισμός. | |
OT545 | σὺ μὲν δεινὸς εἶ ἐν τῷ λέγειν ἐγὼ δὲ οὐ μετ’ εὐνοίας σοῦ ἀκούω διὰ τὴν δυσμένειαν. | |
OT552 | οὐκ ἐκτίσειν τὴν τιμωρίαν. | |
OT556 | σεμνόμαντιν ἐν εἰρωνείᾳ· εὐήθη γὰρ θέλει λέγειν τὸν Τειρεσίαν. | |
OT557 | ἔθ’ αὑτός ὁ αὐτός. | |
OT559 | ἐπεὶ κατὰ παράλειψιν εἶπεν λέγει, τί με ἐρω‐ τᾷς; ἀγνοῶ. | |
OT566 | ἔρευναν ζήτησιν, δοκιμασίαν. | |
OT572 | ὁ μάντις εἰ μὴ ἐλάμβανέν σε κοινωνὸν τοῦ βουλεύματος οὐκ ἄν με ἔφη τοῦ Λαΐου φονέα. | |
OT580 | ἃν τὸ τέλειον ἃ ἂν ἀντὶ τοῦ ἅτινα ἄν. κομίζεται ἀντὶ τοῦ ἔχει. | |
OT597 | ἐκκαλοῦσι προκαλοῦσιν. | |
OT598 | ἐνταῦθ’ ἀντὶ ἐμοί. | |
OT599 | πῶς δῆτ’ ἐγὼ κεῖν’ ἂν λάβοιμι προκατα‐ σκευάσας ὡς ἄμεινόν ἐστιν αὐτῷ τοῦ τυραννεῖν τὸ ἀφόβως κοινωνεῖν τῇ τυραννίδι τοῦτο ἐπήνεγκεν· ὁ γὰρ νοῦς, ὁ ταῦτα τὰ συμφέροντα ἐνθυμούμενος οὐκ | |
5 | ἂν γένοιτο κακὸς ὥστε ἑτέρῳ τινὶ ἀσυμφόρῳ ἐπιχειρῆσαι. κεῖνα τὰ κακὰ ἀντὶ τῶν καλῶν. | |
OT600 | φρονῶν ἀντὶ φρονοῦντος· ἢ οὕτως, ὁ καλῶς | |
φρονῶν νοῦς οὐκ ἂν κακὸς γένοιτο. | 188 | |
OT603 | καὶ τῶνδ’ ἔλεγχον τοῦτο μὲν Πυθώδ’ ἰών ζήτησον, φησίν, εἰ τὸν χρησμὸν ὑγιῶς ἀφῖγμαί σοι φέρων εἶτα εἰ κατεκοινώνησα τοῦ μαντείου τῷ Τειρεσίᾳ. | |
OT607 | διπλῇ ὅτι καὶ αὐτὸς τὸν ἐμαυτοῦ καταψη‐ φίσομαι θάνατον. | |
OT611 | ἴσον γάρ ἐστι κακὸν ἀπωθήσασθαι φίλον 〈ἐσθλὸν〉 καὶ τὸν ἑαυτοῦ βίον. | |
OT616 | σοὶ εὐλαβουμένῳ πεσεῖν καὶ ἐπιβουλευθήσε‐ σθαι παρ’ αὐτοῦ καλῶς ἔλεξεν ὁ Κρέων ὅτι ἐν χρόνῳ γνώσῃ τάδ’ ἀσφαλῶς, ὁποῖός εἰμι περὶ σέ· ὁ γὰρ ταχὺ βουλευόμενος καὶ μὴ | |
5 | πολλάκις βασανίζων τὴν γνώμην σφάλλεται πρὸς ὃ ὁ Οἰδίπους φησὶν ὅτι πρὸς τὰς ταχείας ἐπιβουλὰς δεῖ ταχεῖαν καὶ τὴν ἄμυναν εἶναι. | |
OT620 | τὰ τοῦδε τὰ τοῦ Κρέοντος τοῦ ἐμοὶ ἐπιβου‐ λευσαμένου. | |
OT621 | τἀμὰ ἡ ἄμυνα. | |
OT625 | οὕτω λέγεις ὡς μὴ πεισθησόμενός μοι ἀλλ’ ἀντιλέξων τῇ κελεύσει. | |
OT626 | ὅσον ἧκον εἰς ἐμὲ καλῶς βουλεύομαι· ἢ οὕτω, τὸ γοῦν ἐμαυτῷ σύμφορον ποιῶ πρὸς ὅ φησιν ὁ Κρέων ὅτι καὶ τὸ ἐμὸν συμφέρον δεῖ σε σκοπεῖν, ὅτι οὐ δεῖ με ἀκαίρως ὑπονοεῖσθαι. | |
OT628 | μηδὲν ὧν ὑπονοεῖς. ἀρκτέον γ’ ὅμως ἀλλὰ χρὴ βασιλεύειν. | |
OT636 | ἴδια κινοῦντες κακὰ φιλονεικοῦντες. | |
OT637 | οὐκ εἶ ἀντὶ τοῦ οὐκ ἐλεύσῃ· καλῶς δὲ οὐ πυνθάνεται τὴν αἰτίαν τῆς ἔριδος ἐκ παντὸς ἀπαλλα‐ γῆναι αὐτοὺς βουλομένη, ἅμα δὲ καὶ ἵνα μὴ διλογία ᾖ. | 189 |
OT640 | δυοῖν ἀποκρίνας ἓν τῶν δύο ποιήσας. | |
OT644 | ὀναίμην τοῦ βίου. | |
OT648 | τούσδε τοὺς τοῦ χοροῦ. | |
OT649 | οἷον μὴ τῇ ὀργῇ εἴκων ἀλλὰ τὰ δέοντα δια‐ σκεψάμενος. καλῶς τὸ θελήσας· πολλάκις γὰρ ἐπὶ ταῖς ὀργαῖς μεταγνῶναί τις ὀφείλων αἰδούμενος ἐμμένει τοῖς ἁμαρτήμασιν. | |
OT652 | ἢ τὸν ἐν τῷ πρὶν χρόνῳ ἢ τὸν ἐν τῷ εἰρη‐ μένῳ λόγῳ (ἀπελογήσατο γάρ), νῦν δὲ μεγάλην πίστιν ἐπαγόμενον ἀπὸ τοῦ ὅρκου αἰδέσθητι. | |
OT656 | ἐναγῆ φίλον γράφε ἐναγῆ φίλων· ἐναγὲς δὲ τὸ σεβάσμιον καὶ ἁγνόν· ἄγος γὰρ τὸ ἱερὸν σέβας ὅθεν καὶ τὸ ἄγη μ’ ἔχει | |
5 | καὶ ὥς σε, γύναι, ἄγαμαι· κατ’ εὐφημισμὸν δὲ καὶ τὰ μιάσματα ἄγη λέγεται καὶ οἱ μιαροὶ ἐναγεῖς καλοῦνται· ὁ δὲ νοῦς, τὸν μηδέποτε ὑπὸ φίλων ἐν ἀφανεῖ αἰτίᾳ γενόμενον ἀλλὰ καθαρὸν | |
10 | ὄντα δεόμεθα μὴ λόγων ἄτιμον ἐκβαλεῖν ἀλλὰ προσ‐ δέξασθαι αὐτοῦ τὴν ἀπολογίαν· ἢ ἐναγῆ τὸν ἐνεχό‐ μενον μύσει οὕτω, δεόμεθα τὸν μηδέποτε ἐναγῆ γενό‐ μενον εἰς φίλους μὴ ἐν ἀφανεῖ αἰτίᾳ ἄτιμον ποιήσῃς | |
τῶν λόγων. | 190 | |
OT658 | εὖ νυν ἐπίστω γίνωσκε ὅτι τούτῳ συνηγο‐ ρῶν ἐμὲ ἀδικεῖς· οὐδὲν γὰρ ἄλλο ἢ ὄλεθρόν μοι ἐπ‐ άγεις εἰ παρόψομαι τὸν ἐπιβεβουλευκότα. | |
OT660 | οὐ τὸν πάντων θεῶν ἐπὶ ὅρκον καταπέφευγεν ἐξ οὗ μάλιστα ἐδόκει πεῖσαι τὸν βασιλέα· ἥλιον δὲ ὄμνυσιν ὅτι πάντα ἑωρακὼς αὐτὸς συνῄδει τὸ πᾶν. | |
OT663 | ὅτι πύματον ἀντὶ τοῦ ἔσχατος ἀπολοίμην. | |
OT666 | τρύχει ψυχὰν λυπεῖ με. | |
OT669 | ὁ δ’ οὖν ἴτω τὸ φιλόκοινον αὐτοῦ κἀνταῦθα δείκνυσιν ὡς οὐ δι’ ἑαυτὸν παρακεχωρηκότος ἀλλὰ διὰ τὴν πόλιν κἂν δέῃ αὐτὸν πεισθέντα κινδυνεῦσαι. ἀναχωρησάτω. | |
OT673 | στυγνὸς μὲν εἴκων δῆλος εἶ δῆλος εἶ ὡς ἀηδῶς εἴκων, ὅταν δὲ ἐπὶ τὸ πέρας ἔλθῃς τῆς ὀργῆς τότε βαρέως οἴσεις τὸ πρᾶγμα οἷον μετανοήσεις καὶ ἄδικα ἐνθυμηθήσῃ· ἔτι δὲ ἐμμένει ὁ Κρέων τῇ αὐτῆ | |
5 | παρρησίᾳ ἐπιστάμενος ὡς οὐδὲν ἐσκαιώρησεν. | |
OT677 | σοῦ μὲν τυχὼν ἀγνῶτος σοῦ μὲν μὴ ἐπιστα‐ μένου τὴν ἐμὴν προαίρεσιν οἷον ἠγνοηκότος με παρὰ δὲ τούτοις τῆς ὁμοίας δόξης ἣν καὶ πρῴην εἶχον περὶ ἐμέ. | |
OT678 | ὡς κατέγνωκεν ὁ χορὸς τοῦ Οἰδίποδος παρα‐ κελεύεται τῇ γυναικὶ εἰσάγειν αὐτόν. | |
OT680 | πιθανῶς μετὰ τὸ διηλλάχθαι αὐτοὺς ἐπιζητεῖ τὴν αἰτίαν, ἅμα δὲ καὶ ἵνα ἀρχὴ γένηται τοῦ ἀναγνω‐ ρισμοῦ. | |
OT681 | δόκησις ἀγνὼς λόγων ὁ χορὸς ὑπὲρ ἀμφο‐ τέρων ἀπολογεῖται, ὑπὲρ μὲν τοῦ Κρέοντος ὅτι ἐπ’ | |
ἀδήλοις ἐγκέκληται ὑπὲρ δὲ τοῦ Οἰδίποδος ὅτι εἰκότως ὠργίσθη ἐπὶ τοιούτοις διαβληθείς. τὸ μὴ ’νδικον: | 191 | |
5 | οἷον τὸ μὴ ἐνδίκως θρυλούμενον ὅ ἐστιν ἡ ψευδὴς διαβολὴ κἂν τὸ συνειδὸς ἐρρωμένον ᾖ. | |
OT684 | ἀμφοῖν ἀπ’ αὐτοῖν οἷον ἀμφότεροι τῆς δια‐ φορᾶς αἴτιοί εἰσιν; | |
OT685 | ἅλις ἔμοιγ’, ἅλις αὔταρκές μοι φαίνεται στῆ‐ σαι τὸν λόγον ἔνθα ἔληξεν ἀντὶ τοῦ ἱκανὰ λέλεκται καὶ αὔταρκές ἐστιν ἀναπεπαῦσθαι τὰ τοῦ λόγου ἔνθα ἔληξεν ἡ στάσις. | |
OT687 | ὁρᾷς ἵν’ ἥκεις; ἀγαθός τοῦτό φησιν ὁ Οἰδί‐ πους ἀγανακτῶν, διὰ τί πρὸς ἕτερον ἀποφεύγεις καίτοι ἀγαθὸς ὢν ἀνὴρ καὶ οὐχ ὁμολογεῖς τὰ λυπήσαντά με τῇ Ἰοκάστῃ; διὰ τί οὖν οὐ συνοργίζῃ μοι ἀλλὰ πραΰ‐ | |
5 | νεις με ὑπὲρ τοῦ Κρέοντος; | |
OT689 | πολλάκις, φησί, τὰ ἐπελθόντα κατὰ τὴν ἐμὴν διάνοιαν εἶπόν σοι οἷα καὶ ἐν τοῖς ἀνωτέρω ὤμνυεν. | |
OT690 | ἴσθε πεφάνθαι με παραφρόνιμον ἀντὶ τοῦ παράφρονα καὶ ἀνόητον καὶ ἄπορον ἐπὶ τὰ φρόνιμα· δὶς δὲ τὸ αὐτὸ εἶπεν ἀντὶ μωρὸν κατὰ διάνοιαν καὶ ἄπορον. | |
OT693 | εἰ ἀλλότριόν σε καὶ οὐκ οἰκεῖον νενόμικα· ἢ οὕτως, εἴ σε ἀποκρύπτομαι ἢ ἐκτρέπομαι καὶ οὐ συγγίνομαί σοι· ἢ οὕτως, εἰ βούλομαί σε ἐκβαλεῖν τὸν τοσαῦτα ἡμᾶς εὐεργετήσαντα. | |
OT696 | οὔρισας ἔστησας, ἔσῳσας. | |
OT702 | λέγε εἰ σαφῆ ἐστιν ἃ μέλλεις ἐγκαλεῖν οἷον ὡμολογημένα. | |
OT710 | εὖ τὸ ἅμα παρακαλοῦσαν ἐκτίθεσθαι τὰ εἰς | |
τὴν ὑπόνοιαν αὐτὸν ἐμβαλοῦντα. | 192 | |
OT716 | καλῶς τὸν τόπον προσέθηκεν ἵνα εἰς ὑπό‐ μνησιν ἀγάγοι τὸν Οἰδίποδα. | |
OT717 | διέσχον διῆλθον. | |
OT733 | περὶ Δαυλίδα φησὶ τὴν σχιστὴν ὁδόν, ὁ δὲ Αἰσχύλος περὶ Ποτνίας οὕτως ἐπῇμεν τῆς ὁδοῦ τροχήλατον σχιστῆς κελεύθου τρίοδον ἔνθα συμβολὰς | |
5 | τριῶν κελεύθων Ποτνιάδων ἠμείβομεν· τινὲς δὲ τὴν Δαυλίδα Ἀνακρίδα λέγουσιν οὕτω Κρίσσαν τε ζαθέην καὶ Ἀνακρίδα καὶ Πανοπῆα. | |
OT738 | ἀναμιμνήσκεται ὁ Οἰδίπους καὶ τοῦ χρόνου καὶ τοῦ τόπου καὶ πρὸς τὸν Δία φησί, τί μοι ποιήσεις; | |
OT742 | εὖ τὰ προφανῆ ταῦτα σημεῖα εἶπεν. | |
OT749 | ὀκνῶ δέδοικα· καὶ Ὅμηρος ὀκνείω δ’ ἵππων ἐπιβαινέμεν. | |
OT756 | οἰκεὺς οἰκέτης, ἐκ τοῦ αὐτοῦ οἴκου ὤν. | |
OT763 | οἷον τὸ αἴτημα οὐχ ὑπερέβαλεν δοῦλον. | |
OT766 | πάρεστιν οἷον νόμιζε αὐτὸν παρεῖναι. | |
OT775 | Φερεκύδης φησὶ Μέδουσαν εἶναι τὴν Πολύ‐ βου γυναῖκα θυγατέρα δὲ Ὀρσιλόχου τοῦ Ἀλφειοῦ, οἱ δὲ Ἀντιοχίδα τὴν Χάλκωνος. | |
Δωρὶς Πελοποννησιακή. | 193 | |
5 | ἠγόμην ἐτρεφόμην, ἐτύγχανον. | |
OT777 | ἔδει γὰρ πρὸς τὸ ὀξὺ μὲν ἀκούσαντα ὡς εἴη νόθος θαυμάζειν οὐ μὴν τοσοῦτον φροντίσαι τοῦ πράγ‐ ματος. | |
OT778 | σπουδῆς ἀρετῆς. | |
OT780 | πλαστὸς προσποιητός, ἀλλότριος, νόθος. | |
OT782 | θατέρᾳ τῇ ἑτέρᾳ, τῇ ἑξῆς. | |
OT789 | ἄτιμον ἀνήκουστον· περὶ ὧν γὰρ ἀπῆλθεν οὐκ εἶπεν. | |
OT791 | χρείη δέοι. | |
OT792 | ἄτλητον κ. ἑ. τὸ μὴ δυνάμενον ὑπὸ ἀνθρώ‐ πων ὁρᾶσθαι. | |
OT795 | χρόνον τινά, φησίν. [ἐπεὶ] πρὸς τοὺς ἀστέ‐ ρας ἠρίθμουν τὸν χρόνον· ἢ οὕτως, ἐπὶ τὰ ἄστρα ἐπο‐ ρευόμην· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν τὰ πελάγη μετρούν‐ των ὡς ἂν δι’ ἄστρων τεκμαιρομένων τὸν πλοῦν. | |
OT802 | πωλικῆς ὑπὸ πώλων ἐζευγμένης. | |
OT806 | τὸν τροχηλάτην τὸν ἔμπροσθεν τῶν τροχῶν πορευόμενον. | |
OT808 | ὄχου ἅρματος. | |
OT809 | κέντροισι πληγαῖς· δὶς ἔπαισέ με τοῖς κέν‐ τροις οἷς ἐκέντριζε τοὺς ἵππους, οὐκ ἐπίσης δὲ καὶ παρ’ ἐμοῦ ἔλαβεν. | |
OT813 | τοῦ ὑπ’ ἐμοῦ φονευθέντος εἰ ἦν τις πρὸς Λάιον συγγένεια· ἢ οὕτως, εἰ δὲ οὗτος ὁ ξένος ὃν ἀπέκτεινα Λάιός ἐστιν· οὔπω γὰρ οἶδεν εἰ αὐτός ἐστιν. | |
OT815 | τοῦδέ γ’ ἀνδρὸς ἀντὶ τοῦ ἐμοῦ. | |
OT822 | δι’ ὧνπερ δι’ ὧν χειρῶν. | |
OT823 | ἄναγνος ἀντὶ τοῦ μιαρός. | 194 |
OT825 | ἐμβατεύειν ἐπιβαίνειν. | |
OT834 | ἀντὶ τοῦ μὴ ἀθύμει πρὶν ἂν τὸ ἀληθὲς καταμάθῃς. | |
OT838 | φανεροῦ γενομένου καὶ ἐλθόντος τοῦ ποι‐ μένος τίνα ἕξεις γνώμην; | |
OT840 | σοὶ ταὔτ’ σοὶ ὅμοια καὶ τὰ αὐτά. | |
OT842 | αὐτὸν τὸν βοτῆρα. | |
OT846 | οἰόζωνον μονόζωνον, μόνον. | |
OT849 | ἐκβαλεῖν ἀποκρύπτεσθαι ἢ ἀποστρέψαι τουτ‐ έστιν οὐ δύναται ἀρνεῖσθαι ὁ βουκόλος. | |
OT853 | φανεῖ αὐτὸς ὁ θεράπων. | |
OT857 | ὥστ’ οὐχὶ μαντείας ὅθεν ἐγὼ χάριν τῆς μαντείας οὔτε ἐπ’ ἐκεῖνα τὰ ῥήματα οὔτε ταῦτα βλέ‐ ψαιμι οὔτε ἑκατέροις πιστεύσαιμι ἀλλ’ ἀπορῶ. | |
OT863 | εἴ μοι ξυνείη φέροντι εἴθε μοι συνοικοίη τὴν ἄχραντον καὶ σεβασμίαν ἀλήθειαν διασῴζοντι οἷον εἴθε μοι συνείη εὐτυχία καὶ λόγων καὶ πραγμά‐ των ἁγνείαν φυλάττοντι· μοῖρα δὲ εὐτυχία οἷον εἰ | |
5 | ἀληθεύω γένοιτό μοι καὶ εὐτυχεῖν τὸ ἀληθὲς διασῴ‐ ζοντι· ταῦτα δέ φησι τὴν Ἰοκάστην αἰτιώμενος ὅτι ἀσεβῶς ἔφη ἐψεῦσθαι τὸν Ἀπόλλωνα· φέροντι οὖν τὴν εὔσεπτον ἁγνείαν τῶν λόγων καὶ τῶν ἔργων τῶν περὶ τῶν θεῶν περὶ ὧν νόμοι πρόκεινται, ἔργων καὶ | |
10 | λόγων· τὴν περὶ τούτων λέγοντες ἀκρίβειαν καὶ τῶν μαντειῶν ὅτι οὐδὲν αὐτοῖς ὑγιές ἐστιν. | |
OT864 | μοῖρα εὐτυχία. | |
OT866 | οὐρανίαν | δι’ αἰθέρα ἀντὶ ἐν οὐρανῷ τεχθέντες. | |
OT867 | ὧν νόμων τῶν ὀρθῶς ἐχόντων. | 195 |
OT868 | οὐδὲ ὑπὸ ἀνθρώπων εὕρηται ὁ περὶ θεῶν λόγος. | |
OT871 | ἐν τοῖς νόμοις μέγας ἐστὶν ὁ θεὸς τουτέστι θεία δύναμις καὶ μεγάλη τοῖς νόμοις ἔνεστιν. | |
OT872 | γηράσκει παλαιοῦται, φθείρεται. | |
OT873 | ὕβρις φυτεύει τύραννον διὰ τῆς ὕβρεως φύεται καὶ ἀνανεοῦται ὁ τύραννος 〈καὶ〉 ὅταν, φησί, πολλὰ διαπράξηται τότε εἰς μεγάλα ἐμπίπτει διὰ τῆς ὕβρεως ἐπαρθείς· ταῦτα μέν φησι περὶ τῆς Ἰοκάστης | |
5 | ὅτι ἀνεπιτήδεια λέγει περὶ τῶν θείων νόμων τὸν δὲ λόγον ποιοῦσι περὶ τῆς τυραννίδος ἵνα μὴ δόξωσιν ἐμφανῶς αὐτὴν διελέγχειν· ὁ δὲ νοῦς, ὕβρις φυτεύει τύραννον ὁπόταν πολλῶν ὑπερπλησθῇ μάτην ἅ ἐστι μὴ ἐπίκαιρα μηδὲ ἑαυτῷ ἐκείνῳ συμφέροντα· ἀσυνδέ‐ | |
10 | τως δὲ εἶπεν. ὕβρις, φησί, μηδὲν καίριον διαπραττο‐ μένη εἰς δύσβατον ἀκρώρειαν ἀναβιβάσασα τοὺς χρω‐ μένους αὐτῇ κατεκρήμνισεν· ἢ οὕτως, ἀπότομον ὤρουσεν εἰς ἀνάγκην, ἥλατο εἰς τοῦτο ὥστε αὐτὸν εἰς ἀνάγκην γενέσθαι ὑφ’ ἑτέρων κρατηθῆναι. | |
OT878 | ἔνθ’ οὐ ποδὶ χρησίμῳ εἰ μὲν ἐπὶ τοῦ ὑπὸ ὕβρεως δυσσεβοῦντος ἔσται οὕτως, οὐ βαδίζει ὀρθὴν ὁδὸν οὐδὲ χρῆται τοῖς ποσὶ δεόντως εἰ δὲ ἐπὶ τοῦ ὑπὸ ἀνάγκης βιαζομένου, οὐ χρῆται τοῖς αὑτοῦ ποσίν. | |
5 | ἀντὶ ἀχρήστους καὶ τὰς πορείας ποιεῖται. | |
OT881 | ἀξιῶ τὸν θεὸν μὴ λῦσαι τὸ συμφέρον τῇ πόλει ἐξ οὗ κρατεῖ τῶν ἀντιπάλων. | |
OT885 | δίκας ἀφόβητος τὴν δίκην μὴ δεδοικώς. | 196 |
OT888 | δυσπότμου χάριν χλιδᾶς ἕνεκα, φησί, τῆς ἀνοσίου τρυφῆς καὶ ὑπερηφανίας· ὑπὸ τρυφῆς γὰρ καὶ ἐπὶ ταῦτα οἱ τύραννοι παραγίνονται. ὁ τοιοῦτος ἐν κακῇ εἴη μοίρᾳ ὃς μὴ ἀφέξεται τῶν ἀσέπτων ἢ | |
5 | ἕξεται τῶν ἀθίκτων ὅ ἐστιν ὧν οὐ χρὴ ἔχεσθαι. | |
OT890 | ἔρξεται παύσεται, ἐκτὸς ἔσται. | |
OT891 | ματᾴζων ματαιοφρονῶν· ἕξεται δὲ ἀντὶ τοῦ ἐπιθυμήσει τῶν [ἀσέπτων καὶ] ἀθίκτων. | |
OT892 | τίς ἔτι τῶν ἀδίκων ἀφέξεται τῷ θυμῷ αὑτοῦ τὰς τῆς ψυχῆς κακίας ἀπελαύνων; ἢ οὕτω, τίς ἂν ἀπελάσειεν αὑτοῦ τὴν τιμωρίαν τοιαῦτα πράττων; | |
OT896 | χορεύειν πονεῖν ἢ τοῖς θεοῖς. | |
OT898 | οὐκέτι ἄπειμι πρὸς τὸν Ἀπόλλωνα οὐδὲ πρὸς τὸν ἄχραντον καὶ ἀπροσπέλαστον αὐτοῦ νεών. ἄθικτον καθαρόν· πιθανῶς δὲ τὸ ἐπίθετον, οὗ οὐκ ἀπέσχετο Ἰοκάστη. | |
OT899 | Ἀβαὶ τόπος Λυκίας ἔνθα ἱερόν ἐστιν Ἀπόλλωνος. | |
OT900 | Ὀλυμπίαν ἢ διὰ τῶν σημείων ὅτι καὶ ἐκεῖ μαν‐ τεύονται ὡς καὶ Πίνδαρος ἢ ἐπὶ τῶν πανηγύρεων ὅτι καὶ τῶν τοιούτων ἀφέξομαι εἰ μὴ ταῦτα φανερωθῶσιν. | |
OT901 | εἰ μὴ ταῦτα, 〈τὰ〉 τῶν χρησμῶν, ἢ τὰ λεχθέντα ὑπὸ Ἰοκάστης φανερὰ καὶ κατάδηλα γένηται οὐκέτι | |
τιμήσω θεούς. | 197 | |
OT906 | φθίνοντα γάρ ἀντὶ τοῦ παλαιά, παρεληλυ‐ θότα. γράφε φθίνων ἵν’ ᾖ μὴ λάθοι σε ὁ Λάιος φθίνων ἀλλὰ δείξαις αὐτοῦ τὸν θάνατον· τὰ γὰρ περὶ Λαΐου μαντεύματα ἐκβάλλουσιν καὶ οὐ παραδέχονται | |
5 | τὰ παρὰ τῶν θεῶν εἰρημένα ὡς ἀληθῆ· τὸ δὲ ἐξαι‐ ροῦσιν ἀντὶ τοῦ ἀφανίζουσιν· τὰ γὰρ ἐπὶ Λαΐῳ θεσπι‐ σθέντα ἐκφαυλίζεται ὑπὸ Ἰοκάστης καὶ παραγράφεται καὶ ψευδῆ νομίζεται. | |
OT911 | ἄνακτάς φησι τοὺς τοῦ χοροῦ οἷον βασιλι‐ κοὺς καὶ ἐντίμους. | |
OT914 | ὑψοῦ γὰρ αἴρει ἀντὶ μετεωρίζεται τὴν ψυχὴν καὶ ὑπερβαλλόντως ἄχθεται πάντα λογιζόμενος, αὐτὸν τὸν φόνον, τὸ τὴν γυναῖκα ἔχειν τοῦ ἀνῃρημένου, τὴν προσδοκωμένην φυγήν, τὸ μὴ δύνασθαι ἀναστρέ‐ | |
5 | ψαι πρὸς τοὺς οἰκείους, τὸ δέος τῶν χρησμῶν. | |
OT915 | οὐδ’ ὁποῖ’ ἀνὴρ | ἔννους οὐχ ὡς συνετὸς ἀνὴρ διὰ τῶν φθασάντων τὰ παρόντα γιγνώσκει· εἰ γὰρ ὁ ὑπὸ Ἀπόλλωνος δοθεὶς τῷ Λαΐῳ χρησμὸς ἠκύ‐ ρωται δῆλον ὅτι καὶ ἃ νῦν ἐμαντεύσατο ὁ Τειρεσίας | |
5 | ψευδῆ ἐστιν. | |
OT917 | ἀλλ’ ἐστὶ τοῦ λέγοντος μόνοις προσέχει τοῖς τὰ δεινὰ καὶ φοβερὰ ἀπαγγέλλουσιν, τῶν δὲ παραμυ‐ θουμένων οὐκ ἀνέχεται. | |
OT919 | πρός ς’, ὦ Λύκει’ Ἄπολλον Λύκειον γυ‐ μνάσιόν ἐστιν Ἀθήνησιν ἔνθα Ἀπόλλων τιμᾶται· καὶ Καλλίμαχος ἐγὼ δ’ ἤντησα Λυκείου | |
5 | καλὸν ἀεὶ λιπόωντα κατὰ δρόμον Ἀπόλλωνος· ἄγχιστος οὖν καθὸ οὐ πόρρω τῆς Ἀττικῆς αἱ Θῆβαι· ἢ καὶ ἐν Θήβαις ὁμώνυμον ἦν γυμνάσιον Λυκείου Ἀπόλλωνος· νῦν οὖν οὐ τὸν ἐν Λυκίᾳ [τιμώμενον] ἀλλ’ ἢ τὸν ἐν Θήβαις ἢ ταῖς πλησιοχώροις Ἀθήναις | 198 |
10 | τιμώμενον. ἄγχιστος πρὸ τῶν θυρῶν γὰρ ἵδρυτο. | |
OT924 | ἄγγελος θεράπων Πολύβου. ἔρχεται ἄγγελος ἀπὸ Κορίνθου ἀπαγγέλλων τὸν θάνατον Πολύβου καὶ ἀντ’ αὐτοῦ τύραννον τὸν Οἰ‐ δίποδα αἱρεῖσθαι· οὗτος δέ ἐστιν ὁ ἐκτεθέντα τὸν | |
5 | Οἰδίποδα εὑρὼν καὶ δοὺς Πολύβῳ. | |
OT928 | κἀνταῦθα ἔθηκεν τὸ ἀμφίβολον ὃ τέρπει τὸν ἀκροατήν. | |
OT930 | τοῦτο πρὸς τὸ γυνὴ δὲ μήτηρ ἥδε τῶν κείνου τέκνων· τοῦτο γὰρ τέλειον ἐν γάμῳ· ὅθεν καὶ ἐκ τοῦ ἐναντίου Ὅμηρός φησι | |
5 | καὶ δόμος ἡμιτελής. | |
OT937 | ἥδοιο μέν διὰ μὲν τὸ εὖ πράσσειν καὶ ἑτέρας ἀρχῆς ἀντιλαβέσθαι ἡσθήσεσθαί φησιν αὐτὴν ἀσχάλλειν δὲ διὰ τὸ ἀπιέναι Οἰδίπουν ἐπὶ τὰ οἰκεῖα. | |
OT938 | διπλῆν τοῦ τε ἥδεσθαι καὶ τοῦ ἀσχάλλειν. | |
OT939 | τύραννον αὐτὸν οὑπιχώριοι πιθανῶς ὁ ἄγ‐ γελος τὰ ἡδέα πρῶτον ἀπαγγέλλει πρὶν εἰπεῖν τὰ περὶ | |
θανάτου. | 199 | |
OT940 | τῆς Ἰσθμίας τῆς Κορινθίας· ἐκεῖσε γὰρ ὁ Ἰσθμός. | |
OT943 | ἀσμένως ἀκήκοε τῆς τοῦ θανάτου αὐτοῦ ἵνα πάλιν ἀνατρέψῃ τὰ μαντεύματα· οἶδεν γὰρ τὸν Οἰδί‐ ποδα τοῦτο δεδοικότα. | |
OT945 | θεραπαινίδι κελεύει. | |
OT946 | παιδευτικόν τι ἔγκειται τῷ δράματι ὡς οὐ δεῖ καταφρονεῖν τῶν θείων· οἱ γὰρ τοιαῦτα φθεγξά‐ μενοι μετ’ ὀλίγον φανήσονται οἷοί εἰσιν. | |
OT947 | ἵν’ ἐστὲ ὅπου ἐστέ. | |
OT952 | σκόπει δοκίμαζε. | |
OT957 | σημήνας γράφε σημάντωρ. | |
OT958 | ἠθικῶς φησιν ὁ ἄγγελος οὐχ ὡς ἀπὸ τούτων θέλων ἄρξασθαι ἀλλ’ ἀπὸ τῶν ἡδέων. | |
OT960 | νόσου ξυναλλαγῇ κοινωνίᾳ νόσου ἀντὶ ὑπὸ νόσου. | |
OT961 | ἡ τυχοῦσα πρόφασις ἐξαρκεῖ ὥστε τὸ παλαιὸν σῶμα ἐξενεγκεῖν τοῦ βίου. εὐνάζει κατακοιμίζει. | |
OT963 | τοῦτο ὁ ἄγγελός φησιν ὡς παραμυθούμενος ὅτι μακραίων ἀπέθανεν καὶ οὐ δεῖ ἐπ’ αὐτῷ ἀπολο‐ φύρεσθαι. | |
OT966 | ὧν ὑφηγητῶν ὑφ’ ὧν μαντείαν δεχόμενος, τῶν ὀρνεοσκόπων καὶ μάντεων. | |
OT968 | κεύθει ἀντὶ κεύθεται, κρύπτεται· καὶ ἐν Ἀντιγόνῃ μητρὸς δ’ ἐν Ἅιδου καὶ πατρὸς κεκευθότων. | |
ἐγὼ δ’ ὅδ’ ἐνθάδε ἐγὼ ὁ ἐνταῦθα ὢν οὐκ ἔλαβον | 200 | |
5 | δόρυ ἵνα αὐτὸν ἀποκτείνω εἰ μή τις εἴποι ὅτι τάχα διὰ τὸν ἐμὸν πόθον ἀπέθανεν. | |
OT970 | οὕτω δ’ ἂν θανὼν εἴη ’ξ ἐμοῦ τοῦτο ὡς ἐπιμωκώμενός φησι, δῆλον δὲ ἐκ τῶν ἑξῆς· ὁ γὰρ Πόλυβος τὰ παλαιὰ θεσπίσματα, φησί, παραλαβὼν μηδενὸς ἄξια κεῖται παρὰ τῷ Ἅιδῃ. | |
OT976 | περὶ τοῦ λείποντος εὐλαβεῖται, τοῦ μιχθῆναι τῇ μητρί. λέχος λέκτρον. | |
OT977 | ᾧ τὰ τῆς τύχης ᾧ ἡ τύχη δεξιῶς ἔχει ἀντὶ τοῦ τῆς ἀγαθῆς τύχης ἐπικρατούσης. | |
OT978 | πρόνοια πρόγνωσις. | |
OT979 | καλὸν τὸ ζῆν ἀφελῶς. | |
OT986 | ὀκνεῖν φοβεῖσθαι. | |
OT987 | ὄψις καὶ τεκμήριον τοῦ μὴ τὰ κατὰ τὴν μητέρα ἀποβήσεσθαι ἡ πατρὸς τελευτή. | |
OT1005 | τοῦτ’ διὰ τοῦτο. | |
OT1006 | πρὸς δόμους εἰς Κόρινθον. | |
OT1008 | καλῶς ἀντὶ περιφανῶς. | |
OT1014 | ἆρ’ οἶσθα ὅτι ἀδίκως εὐλαβῇ; | |
OT1015 | γεννητῶν τῶν γεγεννηκότων. | |
OT1016 | ὅτι οὐδέν σοι διαφέρει κατὰ γένος ὁ Πόλυβος. ὅθ’ (ὅ)τι. | |
OT1019 | τῷ μηδενὶ τῷ ἠλλοτριωμένῳ καὶ μὴ οἰκείῳ· ἔτι γὰρ Πολύβου νομίζει ἑαυτόν. | |
OT1020 | ὥσπερ οὐ γέγονας ἐξ ἐμοῦ οὕτως οὐδὲ ἐκ Πολύβου. | |
OT1023 | ἴδιον τῶν ἐν παραδόξοις ἀκούσμασι τὸ αὐτὸ | |
πολλάκις ἐπερωτᾶν. κἆθ’ εἶτα. | 201 | |
OT1025 | ἐμπολήσας ἀγοράσας· δηλοῖ δὲ ἡ λέξις καὶ τὸ εὑρών. | |
OT1029 | κἀπὶ θητείᾳ πλάνης μίσθιος καὶ ἐπὶ μισθῷ πλάνης· ἔστι δὲ ἀρσενικόν. | |
OT1031 | εἰπόντος τοῦ γέροντος ὅτι σωτήρ σοι γέγονα ὅπερ κοινὸν ἐπὶ πάντων ἐκτεθειμένων ἀναπυνθάνεται ὁ Οἰδίπους ὅτι ἐν ποίῳ ἄρα κακῷ ὄντα κατὰ τὴν ἔκθεσιν 〈λαμβάνει〉 ἵνα ἐκεῖνος εἴπῃ τὸ περὶ τῶν | |
5 | ποδῶν ὅπερ ἐπιγινώσκει ἡ Ἰοκάστη. | |
OT1035 | ἐκ σπαργάνων χαλεπὴν αἰσχύνην διὰ τὴν τῶν ἄρθρων βλάβην. | |
OT1037 | ὑπὸ μητρὸς ὠνομάσθην ἢ ὑπὸ τοῦ πατρὸς Οἰδίπους; ἢ πρὸς θεῶν τίνος εἰμὶ μητρὸς ἢ ποίου πατρός; | |
OT1046 | εἰδεῖτ’ ἂν ἀντὶ τοῦ εἰδείητε ἄν. | |
OT1050 | σημήναθ’ εἴπατε. | |
OT1051 | ἐστοχάζετο ὁ χορὸς ἐκεῖνον εἶναι τὸν τὴν ἔκθεσιν ποιησάμενον τοῦ παιδίου διὰ τὸ ἤδη εὐνοϊκὸν τὸ πρόσωπον αὐτοῦ 〈παρα〉στῆσαι τῷ οἴκῳ. | |
OT1053 | οὐχ ἥκιστα ἀντὶ τοῦ πάνυ· αἱ γὰρ δύο ἀρνήσεις μίαν συγκατάθεσιν ποιοῦσι· μάλιστ’ ἂν ταῦτα εἴποι ἡ Ἰοκάστη. | |
OT1056 | τί δ’ ὅντιν’ εἶπε; συνίησιν ἤδη τὸ πᾶν ἡ Ἰοκάστη καὶ θέλει [ἤδη] ἑαυτὴν διαχειρίσασθαι πρὶν ἔκπυστα γενέσθαι τὰ κακά, τοῦτο δὲ δηλοῖ διὰ τοῦ | |
ἅλις νοσοῦς’ ἐγώ. | 202 | |
OT1062 | οἴεται τὴν Ἰοκάστην δυσγένειαν αὐτῷ συνει‐ δυῖαν ἀποκρύπτειν καὶ κωλύειν τὴν ζήτησιν. ’κ τρίτης τρίτον πεπραμένης καὶ αὐτὸς τρίπρατος. | |
OT1070 | χαίρειν τρυφᾶν καὶ ἐναβρύνεσθαι. | |
OT1071 | ἐννοουμένη τὰ τῆς ἀναιρέσεως αὐτὴ μὲν ἀπήλλακται ὁ δὲ Οἰδίπους περιλέλειπται· τὸ γὰρ αὐτοῦ πρόσωπόν ἐστι τὸ περιπαθὲς περὶ ὃ πᾶσα ἡ διάθεσις τοῦ δράματος. | |
OT1073 | Οἰδίπους ἀντὶ τοῦ ὦ Οἰδίπου· ἔστι δὲ Ἀττικόν. | |
OT1075 | ἀναρρήξῃ ἐργάσηται. | |
OT1080 | ἐμαυτὸν τῇ τύχῃ παραδοὺς ἀτιμίαν ἐκφεύ‐ ξομαι. | |
OT1082 | τῆς τῆς τύχης. | |
OT1084 | καὶ τοιοῦτος πεφυκὼς οὐκ ὀκνήσω τὸ γένος ἐξερευνῆσαι τὸ ἡμέτερον. | |
OT1086 | ὑπονοοῦσιν οἱ κατὰ τὸν χορὸν χρηστότερόν τι περὶ τοῦ Οἰδίποδος ὅτι θειοτέρου γένους τυγχάνει ἀπό τινος τῶν ὀρείων νυμφῶν· ποιοῦνται δὲ τὸν λόγον πρὸς τὸν Κιθαιρῶνα καί φασιν, οὐκ ἔσῃ εἰς | |
5 | τὴν αὔριον ἀπείρατος τοῦ ἡμᾶς αὔξειν σε ὡς τροφὸν καὶ μητέρα τοῦ Οἰδίποδος. | |
OT1087 | κατὰ γνώμην ἴδρις ἔμπειρος κατὰ τὴν γνώμην ὅ ἐστι συνετός. | |
OT1092 | αὔξειν μεγαλύνειν, λέγειν. | |
OT1093 | χορεύεσθαι ἀντὶ ὑμνεῖσθαι. | |
OT1094 | ὥσπερ τὰ θυμήρη παρέχοντα τοῖς ἐμοῖς βασιλεῦσιν· ἐνόμιζε γὰρ ὁ χορὸς τὸν ἀναγνωρισμὸν | |
ὑπὲρ Οἰδίποδος γίνεσθαι. | 203 | |
OT1096 | ἀναγκαίως πρὸς τὸν Ἀπόλλωνα ἀποτείνει διὰ τὸ ἄρξαι τῶν χρησμῶν. | |
OT1098 | ἆρά τις προσπελασθεῖσα τοῦ Πανὸς ἢ τοῦ Ἀπόλλωνος θυγάτηρ; καὶ γὰρ οὗτος νόμιος. | |
OT1103 | πλάκες αἱ ἐξοχαί, αἱ ἀνατάσεις τῶν ὀρῶν· ἀγρόνομοι δὲ ἔνθα τὰ ἄγρια νέμεται ὅ ἐστι τὰ μὴ ἥμερα θηρία. | |
OT1104 | εἴτε ὁ Ἑρμῆς εἴτε ὁ Διόνυσος ἀπό τινος νύμφης γεννηθέντα σε ἀνεδέξατο. ὁ Κυλλάνας ἀνάσσων ὁ Ἑρμῆς· νόμιος γάρ. | |
OT1110 | μὴ συναλλάξαντα μὴ κοινωνήσαντα τουτέστι μὴ συντυχόντα, μὴ εἰς ἀμοιβὴν καὶ ὁμιλίαν ἐλθόντα· θεασάμενος δὲ ὁ Οἰδίπους τὸν πρεσβύτην ἐρχόμενον ὃν μετεπέμψατο στοχάζεται μὲν εἶναι αὐτὸν ἐκ τοῦ | |
5 | γήρως καὶ τῶν ἀγόντων οἰκετῶν τὴν δὲ ἐπιστήμην καὶ ἀκριβῆ γνῶσιν τῷ χορῷ ἀνατίθησιν. | |
OT1113 | τῷδε τἀνδρὶ ξύμμετρος τῷ Κορινθίῳ ὁμῆλιξ καὶ ἴσος ἐστὶ κατὰ τὴν ἡλικίαν. | |
OT1115 | τῇ δ’ ἐπιστήμῃ τῇ γνώσει ὑπερβάλλοις ὡς καὶ πρὶν αὐτὸν θεασάμενος. | |
OT1116 | ἰδὼν ἀντὶ τοῦ ἐγνωκώς. | |
OT1127 | ἀντὶ τοῦ ἦσαν οἱ πλησιόχωροι. | |
OT1128 | τῇδέ που μαθὼν ἀντὶ τοῦ ἐκεῖ μαθών. | |
OT1135 | διπλοῖσι ποιμνίοις δύο ἀγέλαις. | |
OT1136 | συνήμην, φησί, τούτῳ ἔαρ, θέρος, φθιν‐ όπωρον· καὶ οὗτοι ἂν εἶεν οἱ τρεῖς χρόνοι· ἐμμήνους δὲ τοὺς ἐν μησὶν ὁριζομένους, οὐκ ἐνιαυτοῖς. | 204 |
OT1137 | ἀρκτοῦρον τὴν ἑῴαν ἐπιτολὴν ποιούμενον· ποιεῖ δὲ ταύτην ἡλίου ὄντος παρθένῳ. | |
OT1141 | συγκατατίθεται ὁ γέρων· ἔδει γὰρ ταῦτα πρῶτον ὁμολογῆσαι εἶτα ἐπάγει τὰ συνεκτικώτατα ἵνα μὴ ᾖ ἔξαρνος. | |
OT1144 | ἱστορεῖς ἐρωτᾷς, ζητεῖς. | |
OT1146 | αἰσθηθεὶς ὁ γέρων τοῦ παντὸς ἀρνήσασθαι βούλεται οὐχ ὡς εἰδὼς καὶ ἀποκρυπτόμενος. | |
OT1155 | ἀντὶ τοῦ; ἀντὶ τίνος; τί προσχρῄζων μαθεῖν; λείπει ταῦτά με διατίθης. | |
OT1156 | τοῦτο πάλιν οὐχ ὡς εἰδὼς ὅτι αὐτὸς εἴη ὁ ἐκτεθειμένος ἀλλ’ ὅτι διὰ τὴν ἔκθεσιν ταῦτα πάσχει. | |
OT1158 | εἰς τόδ’ εἰς τὸ ἀποθανεῖν μὴ λέγων τὸ ἀληθές. | |
OT1160 | ἐς τριβὰς εἰς βραδυτῆτα καὶ διατριβὰς καὶ ἀναβολάς. | |
OT1166 | εἰ δευτέραν ἀναμείνῃς ἐξέτασιν. | |
OT1174 | ἀναλώσαιμι ἀπολέσαιμι. | |
OT1175 | τεκοῦσα τλήμων; κατ’ ἐρώτησιν. | |
OT1176 | τοὺς τεκόντας κατὰ σύλληψιν· οὐ γὰρ φο‐ νεύει τὴν μητέρα. | |
OT1177 | παρατηρητέον ὅτι τὸν γέροντα μετεπέμψατο ἐπὶ τὸ ἀνακρῖναι τὸν φόνον τοῦ Λαΐου καὶ προβλη‐ θέντος ἑτέρου τινὸς ἐπὶ τὸ ἀναγκαιότερον τρέπεται. | |
OT1182 | ἐξήκοι ἀποβαίη. | 205 |
OT1183 | εὖ πεπλαγίασται ὁ λόγος ὡς τὴν πήρωσιν αἰνιττομένου ἀλλ’ ἐπὶ τὸν θάνατον αὐτῷ ὁ λόγος· ἀπορήσας γὰρ ξίφους ἑαυτὸν ἐτύφλωσεν. | |
OT1186 | καὶ ἐν Αἴαντι ὁρῶ γὰρ ἡμᾶς οὐδὲν 〈ὄντασ〉 ἄλλο πλὴν εἴδωλ’ ὅσοιπερ ζῶμεν ἢ κούφην σκιάν· καὶ Πίνδαρος | |
5 | τί δέ τις; τί δ’ οὔτις; σκιᾶς ὄναρ ἄνθρωποι. | |
OT1188 | ἐναριθμῶ ἐξαριθμοῦμαι ἵν’ ᾖ ῥῆμα πρώτου προσώπου καὶ οὐ δοτικὴ ἀρσενικοῦ. | |
OT1191 | ὅσον δόξαι εὐδαίμων εἶναι, κατὰ ἀλήθειαν δὲ τοῦτο ἀνθρώπῳ οὐκ ἔστιν· τὸ τῆς τύχης γὰρ ῥεῦμα μεταπίπτει ταχύ. | |
OT1192 | ἀποκλῖναι πεσεῖν ἢ ἀποβαλεῖν. | |
OT1193 | τὸν σὸν βίον παράδειγμα ἔχων οὐδένα μακαρίζω καὶ εὐδαιμονίζω. | |
OT1196 | τοξεύσας ἐπιτυχών, εὐτυχήσας. | |
OT1198 | τὰν γαμψώνυχα παρθένον τὴν Σφίγγα. | |
OT1200 | θανάτων τῶν ὑπὸ τῆς Σφιγγὸς γινομένων· πύργος δὲ ἀντὶ τοῦ ἀσφάλεια καὶ ἀπαλέξησις γέγονεν. | |
OT1204 | ἀκούειν εἰς τὸ ἀκούειν. | |
OT1206 | συνοικῶν τῇ τοῦ βίου μεταβολῇ. | |
OT1208 | ᾧ ὑποδοχὴ εἰς τὸ ἄμφω δέξασθαι, σὲ καὶ τὸν πατέρα· ἢ ὅτι μήτηρ ἦν καὶ γυνὴ ἡ Ἰοκάστη ἣν λέγει λιμένα· θαλαμηπόλῳ δὲ νυμφίῳ. | 206 |
OT1211 | ἄλοκες ἀντὶ τοῦ αὔλακες, αἱ κοῖται, αἱ σποραί, οἱ γάμοι. πῶς, φησί, φωνὴν οὐκ ἔρρηξαν; | |
OT1218 | περίαλλ’ περιάλλως. | |
OT1221 | ἀνέπνευσα διὰ σὲ καὶ νῦν κατέμυσα τὸ ὄμμα ἐξ οὗ δηλοῖ καὶ ἐπήρθημεν περισῳθέντες 〈καὶ νῦν δυστυχοῦντί σοι συνδυστυχοῦμεν〉. | |
OT1223 | ἐξάγγελος ἔρχεται ἀπαγγέλλων ὅτι ἀγχόνῃ ἐτελεύτησεν ἡ Ἰοκάστη καὶ ὁ Οἰδίπους ἑαυτὸν ἐτύ‐ φλωσεν. | |
OT1225 | ἀρεῖσθε λήψεσθε. ἐγγενῶς γνησίως. | |
OT1231 | ἑκουσίως γὰρ ἑαυτὸν καὶ ὁ Οἰδίπους ἐτύ‐ φλωσεν καὶ ἡ Ἰοκάστη ἀπήγξατο· μάλιστα, φησί, τῶν κακῶν λυπεῖ τὰ μὴ ἐκ τύχης συμβάντα ἀλλ’ ὥσπερ ἐπισπαστὰ καὶ αὐτάγρετα γινόμενα. | |
OT1241 | τὸ ἑξῆς, ὅπως εἰσῆλθεν ἔσω ἐπιρρήξασα τὰς πύλας τουτέστι κλείσασα· Ὅμηρος τὸν τρεῖς 〈μὲν〉 ἐπιρρήσεσκον Ἀχαιοὶ τρεῖς δ’ ἀναοίγεσκον· | |
5 | καλῶς δὲ τοῖς λέκτροις ἐπεμπίπτει· δι’ αὐτὰ γὰρ ἀπ‐ όλλυται. | |
OT1247 | τὴν δὲ τίκτουσαν λίποι | τοῖς οἷσιν αὑτοῦ κ. ἑ. τὴν δὲ γυναῖκα λίποι τοῖς ἑαυτοῦ τουτέστι τῷ | |
υἱῷ γυναῖκα παιδοποιόν. | 207 | |
OT1254 | περιπολοῦντ’ περιερχόμενον ὥσπερ ἐμμανῆ. | |
OT1262 | ἀνέτρεψε τὰς θύρας καὶ κατέβαλεν ἐκ τῶν πυθμένων. | |
OT1264 | ἐώρα λέγεται κρέμασις, ὕψωσις, μέταρσις. | |
OT1266 | ἀρτάνην δεσμόν. τὴν ἀναρτητικήν· κυρίως δὲ ἀρτάνη λέγεται ἡ ἐκ τῶν καλῳδίων ἀγχόνη. | |
OT1273 | τὸ συμβαῖνον πᾶσι τοῖς τυφλοῖς εἶπεν· οὐχ ὁρῶντες γὰρ πολλάκις συμπίπτουσιν οἷς οὐκ ἂν ἠβού‐ λοντο, οὐχ ὁρῶσι δὲ ὧν δέονται· ἐν σκότῳ οὖν ἔσται καὶ ἀγνωσίᾳ. | |
OT1275 | ἐφυμνῶν ἀνοιμώζων. | |
OT1276 | ἤρασς’ ἀναπετάσας τοὺς ὀφθαλμοὺς ἔπαιεν. | |
OT1286 | ἐν τίνι σχολῇ οἷον ἐν ποίᾳ διατριβῇ. | |
OT1287 | πιθανὴ ἡ αἰτία τοῦ ἐξιέναι αὐτὸν ἵνα, φησί, δείξῃ τοῖς πολίταις ὅτι ἀξίως ἑαυτὸν ἐτιμωρήσατο ἐπὶ ἀκουσίοις παθήμασι καὶ ὡς μέλλων ἑκοντὶ ἐξιέναι τῆς πόλεως διὰ τὰς ἀρὰς ἃς ἔφθασεν ἐπαρασάμενος. | |
OT1297 | ἴσως οἱ κατὰ τὸν χορὸν ἰδόντες ἀπεστρά‐ φησαν μὴ δυνάμενοι θεάσασθαι τὸ πάθος. | |
OT1308 | ποῦ εἰμι; ἐν ποίῳ χωρίῳ ἡ φθογγή μου φέρεται; τίνος ἀκούω; ποῦ ἐστιν ἡ φθογγὴ ἥτις σφόδρα μοι διαπέταται, ἧς φερομένης ἀκούω; ἢ οὕτως, ἀντὶ τοῦ ἀπέπτη μου καὶ ἡ φωνή. | |
OT1311 | ἡ μεταφορὰ ἀπὸ τῶν ἀγωνιζομένων πέντ‐ αθλον καὶ ἁλλομένων. | |
OT1313 | ἀπότροπον ὃ ἄν τις ἀποτρέψαιτο. | 208 |
OT1314 | ἄφατον ἀφάτως ἐπεληλυθός. | |
OT1316 | δυσούριστον ὅρον μὴ ἔχον ἀλλ’ ἀεὶ παρα‐ μένον, δυσπεριόδευτον· ἀδάμαστον δὲ ἀνίατον, ὃ οὐδεὶς δαμάσαι δυνήσεται ἢ σκληρὸν καὶ τραχὺ ἀπὸ τοῦ ἀδάμαντος. | |
OT1317 | οἷον ὁμοῦ με εἰσέδυ ἥ τε ἀπὸ τῆς πηρώσεως ἀλγηδὼν καὶ ἡ τῶν κακῶν ὑπόμνησις. | |
OT1318 | εἰλήφει γὰρ αὐτὸν ὀδύνη ἐπεὶ νεωστὶ τοῖς κέντροις ἐπεπήρωτο. | |
OT1322 | ἐμὸς ἐπίπολος γράφεται καὶ ἐμοῖς ἐπὶ πόνοις. ἐπίπολος ἔτι μόνιμος περιπολῶν ἐμὲ καὶ περι‐ μένων ἔτι· νῦν δὲ τοὺς ἀπὸ τοῦ χοροῦ γνωρίζει ἴσως διὰ τὸ τεταράχθαι ἐπὶ τῷ τοσούτῳ προσφάτῳ κακῷ. | |
OT1328 | ἐπῆρε ἔπεισε· καὶ Εὐριπίδης ὅστις μ’ ἐπάρας ἔργον ἀνοσιώτατον. | |
OT1347 | δείλαιε τῆς συνέσεως ἕνεκεν καὶ τῆς συμ‐ φορᾶς χάριν· χαλεπὸν γὰρ συνετῷ ἀνθρώπῳ τὰ τοιαῦτα συνενεχθῆναι. | |
OT1349 | ἀπόλοιτο, φησίν, ὅστις ἀπὸ τῆς ἀγρίας πέδης τῆς διανεμομένης τοὺς πόδας μου ἔλαβεν καὶ διέ‐ σῳσέ με. | |
OT1350 | ἐπὶ ποδίας ἐν τῇ δημοσίᾳ ὁδῷ τῇ ὑπὸ τῶν νομέων πατουμένῃ. | |
OT1353 | εἰς οὐδενὸς χάριν τὴν ἐμὴν σωτηρίαν ἐργα‐ ζόμενος ἀντὶ τοῦ μηδὲν χρηστὸν ἐργασάμενος ἐν τῷ διασῷσαί με. | |
OT1354 | θανὼν ἀντὶ θανόντος· ἢ τὸ ἦν ἀντὶ τοῦ | |
ἤμην. | 209 | |
OT1362 | ἐξ ὧν ἐτέχθην ἐξ αὐτῶν καὶ τέτοκα. | |
OT1364 | εἴ τι κακοῦ κάκιον τοῦτ’ ἔλαχεν Οἰδίπους. | |
OT1369 | τάδ’ τὰ τῆς τυφλώσεως. | |
OT1370 | φησὶ πρὸ τοῦ θανάτου ταῦτα διαθεῖναι ὅπως ἂν τοῖς γονεῦσι καθ’ Ἅιδου μὴ συντυγχάνῃ ὁρῶν· εἶναι γὰρ αὐτῷ τοῦτο αἰσχρόν. | |
OT1374 | ἀγχόνης ἐπικρατέστερα, ἅπερ οὐκ ἦν ἰᾶσθαι οὐδὲ ἐν θανάτῳ· διὰ τούτου οὖν ἀπολογεῖται ὅτι μεῖζον κακὸν διεπράξατο εἰς ἑαυτὸν ἢ εἴπερ ἦν τελευ‐ τήσας. | |
OT1375 | ἀλλ’ ἡ τέκνων ἐν ἐρωτήσει. | |
OT1384 | κηλῖδα ὄνειδος καὶ συμφοράν. | |
OT1396 | κάλλος κακῶν ὡς εἰ ἔλεγεν τὸ κράτιστον τῶν κακῶν. ὕπουλον ὕποπτον. | |
OT1400 | τοὐμὸν αἷμα τὸ τοῦ πατρός φησιν. | |
OT1401 | ὅτι γράφε ὅταν. | |
OT1406 | ἐμφύλιον συγγενικόν. | |
OT1409 | γνώμη. | |
OT1413 | ἴτ’ πορεύεσθε. | |
OT1416 | ὧν ἐπαιτεῖς ὧν χρείαν ἔχεις εἰς βοήθειαν. | |
OT1425 | γένεθλα τὰ τέκνα. | |
OT1434 | ὑπὲρ σοῦ καὶ οὐχ ὑπὲρ ἐμαυτοῦ λέξω. | |
OT1442 | ὁ μὲν τῷ προειρημένῳ χρησμῷ ἀξιοῖ ἀκο‐ λουθεῖν ὅτι δεῖ ῥίπτειν αὐτὸν ἀπὸ τῆς χώρας ὁ δὲ Κρέων ἐπανερέσθαι φησὶ δεῖν ὅτι καὶ Λαΐου παῖς καὶ | |
βασιλεὺς τυγχάνει. | 210 | |
5 | ἡ χρεία ἡ κατέχουσα ἡμᾶς, φησί, ταῦτα ἀπαιτεῖ. | |
OT1445 | ἵνα καὶ μετὰ γνώμης θεοῦ ἀπέλθῃς. | |
OT1453 | κύριον ἴδιον· ἢ ὀφειλόμενον καὶ κεκυρω‐ μένον. | |
OT1454 | ἵνα δόξω νῦν ἀναιρεῖσθαι ἐν τῷ Κιθαιρῶνι καθὼς τοῖς γονεῦσιν ἐδόκει καὶ νῦν τῷ βουλήματι αὐτῶν ἀπόλλυμαι. | |
OT1463 | αἷν δυικόν ἐστι, τῶν κορῶν. | |
OT1465 | μετειχέτην ἀντὶ ἐμοί. | |
OT1471 | αἰσθάνεται τῶν θυγατέρων παρουσῶν. | |
OT1472 | τοῖν μοι φίλοιν ἀντὶ τῶν ἐμῶν θυγατέ‐ ρων· δέον δὲ εἰπεῖν δακρυρροούσαιν ἀρσενικῶς ἐξ‐ ήνεγκεν· ἔστι δὲ Ἀττικώτερον ὡς τὸ μὰ τὼ θεὼ καὶ τὼ χεῖρε. | |
OT1482 | αἵτινες χεῖρες τὰ πρόσθεν λαμπρὰ ὄμματα τοῦ ὑμετέρου πατρὸς ὧδ’ ὁρᾶν προὐξένησαν. | |
OT1483 | προὐξένησαν περιεποίησαν. | |
OT1488 | πῶς ὑμῖν βιῶναι ἐκ τῶν ἀνθρώπων ἀνάγκη· ἢ ἡ πρὸς ἀντὶ τῆς μετὰ ἀντὶ τοῦ μετὰ ἀνδρῶν. | |
OT1493 | παραρρίψει συζεύξει. | |
OT1498 | κἀκ τῶν ἴσων ἐκ τῆς ἀρούρης τῆς αὐτῆς. | |
OT1500 | ὀνειδιεῖσθε ὑβρισθήσεσθε. | |
OT1508 | τηλικάσδ’ ἀντὶ τοῦ μικράς. | |
OT1513 | οὗ καιρὸς καθ’ Ἅιδου. | |
OT1521 | ἀφοῦ ἀφίστασο· τῇ προσῳδίᾳ δὲ ὡς ἀφαιροῦ. | |
OT1523 | ὅσα νενίκηκας οὐ συνήνεγκέ σοι· καὶ αὐτάρ‐ κως ἔχει τὸ δρᾶμα· τὰ γὰρ ἑξῆς ἀνοίκεια γνωμολο‐ γοῦντος Οἰδίποδος. | 211 |
OT1525 | ᾔδει ἔγνω. κράτιστος μέγιστος. | |
OT1529 | μηδέν’ ὀλβίζειν πρὶν ἂν γράφε πάντα προσδοκᾶν ἕως ἄν. | |
3t | Σοφοκλέους. Οἰδίπους. τύραννος. | 212 |
Antt | ΕΙΣ ΑΝΤΙΓΟΝΗΝ. | |
Ant1 | ὦ κοινὸν αὐτάδελφον αὐτάδελφον εἶπεν ὅτι ἐκ τῶν αὐτῶν γεγόνασι· πολλάκις δὲ ὁ Σοφοκλῆς ἐπὶ τοῦ ἀδελφοῦ τίθησι τὸ κοινὸν ὡς νῦν. ἐπειδὴ τὸ ἀδελφὸς κοινῶς λέγεται ἐπὶ τῶν μὴ ἐξ ἀμφοτέρων | |
5 | τῶν γονέων ὄντων ἀδελφῶν ἐπήγαγεν τὸ αὐτάδελφον ὅπερ παρίστησι τοὺς ἐκ τοῦ αὐτοῦ πατρὸς καὶ μητρὸς γεγονότας· τὸ δὲ κοινὸν ὁ Σοφοκλῆς συνεχῶς ἐπὶ τοῦ ἀδελφοῦ τίθησιν οἷον καὶ ἐν ταῖς Ὑδροφόροις τέταχεν πολύκοινον Ἀμφιτρίταν | |
10 | ἀντὶ τοῦ πολυάδελφον. περιφραστικῶς ἀδελφὴ Ἰσμήνη. | |
Ant2 | ἆρ’ οἶσθ’ ὅ τι Ζεύς τὸ ὅ τι ἀντὶ τοῦ ὅ, ὁ δὲ νοῦς ἆρά γέ ἐστι τῶν ἀπ’ Οἰδίποδος κακῶν ὁποῖον οὐχὶ ὁ Ζεὺς ἔτι ζώσαις ἡμῖν τελεῖ; ὡς εἰ ἔλεγεν, ἆρα ἔχει τι ὁ Ζεὺς τούτων τῶν κακῶν μεῖζον ποιῆσαι εἰς | |
5 | ἡμᾶς; εἶπεν δὲ διττῶς, πρῶτον μὲν ὅ τι ἔπειτα δὲ ὁποῖον ἀρκοῦντος θατέρου. | |
Ant4 | οὔτ’ ἄτης ἄτερ Δίδυμός φησιν ὅτι ἐν τούτοις τὸ ἄτης ἄτερ ἐναντίως συντέτακται τοῖς συμφραζο‐ μένοις· λέγει γὰρ οὕτως, οὐδὲν γάρ ἐστιν οὔτε ἀλγεινὸν οὔτε ἀτηρὸν οὔτε αἰσχρὸν ὃ οὐκ ἔχομεν ἡμεῖς, ἄτης | 213 |
5 | ἄτερ δέ ἐστι τὸ ἀγαθόν· περισσὸν δέ ἐστι καὶ τὸ ἕτερον οὐ ὥστε ὥσπερ ἀπόφασιν εἶναι· σύνηθες δὲ τοῦτο τραγικοῖς. | |
Ant7 | καὶ νῦν τι τοῦτ’ αὖ φασιν ἐγκλιτικῶς προ‐ ενεκτέον τὸ τι· οὐ γάρ ἐστιν ἐν ἐρωτήσει ὁ λόγος ἀλλ’ ἐν ἀποφάσει ἀορίστως. πανδήμῳ πόλει πάσῃ τῇ πόλει. | |
Ant9 | ἢ λανθάνει σε τὰ τῶν ἐχθρῶν μηχανήματα ἐπὶ τοὺς φίλους ἰόντα; τὰ ἀπὸ τῶν ἐχθρῶν κακὰ εἰς ἡμᾶς στείχοντα; | |
Ant10 | πρὸς ἀντὶ ἐπί. | |
Ant11 | φίλων λείπει ἡ περί, περὶ φίλων. | |
Ant14 | διπλῇ χερί τῇ ὑπ’ ἀλλήλων· τοῦτο γὰρ δηλοῖ τὸ διπλῇ οἷον ὑπ’ ἀλλήλων ἀναιρεθέντων τῶν ἀδελφῶν. | |
Ant15 | ἐπεὶ δὲ φροῦδος ἀντὶ ἀφ’ οὗ πεπλεύκασιν Ἕλληνες· Ὅμηρος ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον 〈ἔπερσεν〉· τὸ δὲ φροῦδος καθ’ ὑπερβολὴν εἴρηται. | |
5 | ἐπεὶ ἀντὶ ἀφ’ οὗ. | |
Ant16 | οἷον οὐκ οἶδα ἐν τίσιν εἰμὶ ἢ ἐν ἀγαθοῖς ἢ ἐν κακοῖς. ὑπέρτερον ἀντὶ τοῦ πλέον. | |
Ant17 | ἀτωμένη ἄτῃ συνεχομένη. | 214 |
Ant18 | ᾔδειν καλῶς ἀντὶ τοῦ ᾔδεα [καὶ]· ᾔδειν σε καλῶς τὰ τοιαῦτα μὴ πολυπραγμονοῦσαν. | |
Ant19 | τοῦδ’ οὕνεκ’ ἐξέπεμπον ἀντὶ διὰ τοῦτό σε ἤγαγον ἐνταῦθα· τὸ δὲ ἐξέπεμπον ἀντὶ τοῦ μετεπεμ‐ πόμην. | |
Ant20 | καλχαίνουσα ἀντὶ τοῦ πορφύρουσα καὶ τετα‐ ραγμένως φροντίζουσα· κάλχη γάρ ἐστιν ὁ κόλχος τῆς πορφύρας ἥτις ἐκ τοῦ βυθοῦ τῆς θαλάσσης ἀνιοῦσα βάπτει τὴν καλλίστην πορφύραν παρ’ ὃ καὶ Κάλχας | |
5 | ὁ μάντις. φροντίζουσα. ἐκ βάθους τι μεριμνῶσα ὡς τὸ βυσσοδομεύων. | |
Ant21 | οὐ γὰρ τάφου νῷν ἀντὶ τοῦ ἡμῶν· ὁ δὲ λόγος κατ’ ἐρώτησιν οὕτω πρὸς τὸ ἑξῆς, οὐ γὰρ τῶν κασιγνήτων ἡμῶν τὸν μὲν ἐτίμησε τάφῳ ὁ Κρέων τὸν δὲ οὔ; | |
Ant23 | δικαίᾳ κρίσει χρησάμενος. | |
Ant26 | Πολυνείκους νέκυν ἀντὶ τοῦ αὐτὸν τὸν Πο‐ λυνείκην. | |
Ant30 | θησαυρὸν ἕρμαιον, εὕρημα. πρὸς χάριν βορᾶς πρὸς τέρψιν τροφῆς. | |
Ant31 | τοιαῦτά φασι τὸ ἑξῆς, τοιαῦτά φασι τὸν ἀγαθὸν Κρέοντα σοὶ κἀμοὶ κεκηρυχέναι· τὸ δὲ λέγω γὰρ κἀμὲ διὰ μέσου μετὰ πάθους ἀνεφώνησεν, λέγω γάρ, φησίν, ὅτι κἀμὲ προσπεριείληφε τῷ κηρύγματι· | |
5 | ἔτι γὰρ καὶ ἐμαυτὴν ἐν τοῖς ζῶσι καταριθμῶ. | |
ἀγαθόν ἐν εἰρωνείᾳ. | 215 | |
Ant32 | εἴπερ δεῖ κἀμὲ συγκαταριθμεῖσθαι ἐν τοῖς ζῶσιν κηρύξαντ’ ἔχειν ἀντὶ τοῦ κεκηρυχέναι ὡς τὸ σιγήσας ἔχω ἀντὶ τοῦ σιγῶ. | |
Ant33 | νεῖσθαι ἀντὶ τοῦ ἡγεῖσθαι. | |
Ant35 | οὐχ ὡς παρ’ οὐδέν οὐχ ὡς ἔτυχεν ἔχειν τὸ πρᾶγμα ἀντὶ τοῦ οὐκ εὐτελῶς καὶ ὡς πάρεργον ἀλλ’ ὡς μέγα· ἢ οὕτως, οὐχ ὡς οὐδὲν ἀλλὰ μέγα. | |
Ant38 | ἐσθλῶν λείπει γονέων ἵν’ ᾖ ἐσθλῶν γονέων. | |
Ant39 | τί δ’, ὦ ταλαῖφρον τὸ ἑξῆς, τί δὲ ἄν σοι ἐγὼ προσθείμην πλέον ἀντὶ τοῦ σοὶ γενοίμην χρήσιμος, εἰ ταῦτα οὕτως ἔχοι, λύουσα τὸν νόμον καὶ θάπτουσα τὸν ἀδελφόν; εἰ δὲ γράφεται ἢ ’φάπτουσα ἀντὶ τοῦ | |
5 | λύουσα τὸν νόμον ἢ ἐπιβεβαιοῦσα αὐτόν. εἰ τάδ’ ἐν τούτοις εἰ ταῦτα Κρέων ἐκέλευσεν. | |
Ant40 | προσθείμην ἀντὶ τοῦ ποιήσαιμι. | |
Ant42 | ἐκ τούτου ἤδη τὸ ἦθος ὅρα κινδύνευμα καλούσης τὸ ἔργον· τὸ δὲ ποῖ γνώμης ποτ’ εἶ ὡς ἀδυνάτοις ἐπιχειρούσης λέγει. | |
Ant44 | τὸν ἀπηγορευμένον καὶ κεκωλυμένον ὑπὸ τῆς πόλεως τολμᾷς θάπτειν σύ; | |
Ant45 | τὸν γοῦν ἐμὸν καὶ τὸν σόν εἰ μὴ σὺ θέλεις θάπτειν ἐγὼ τοῦτο ποιήσω μόνη· ἢ οὕτω, κἂν μὴ προσποιῇ αὐτὸν εἶναι σὸν ἀδελφὸν ἀλλ’ ἀλλοτριοῖς σαυτὴν τῆς συγγενείας ἐγὼ θάψω τὸν ἐμὸν καὶ σὸν | |
5 | ἀδελφόν· Δίδυμος δέ φησιν ὑπὸ τῶν ὑπομνηματιστῶν | |
τὸν ἑξῆς στίχον νενοθεῦσθαι. | 216 | |
Ant47 | ὦ σχετλία, Κρέοντος αἱ ἀντιλογίαι δῆλαί εἰσιν· ἡ μὲν γὰρ τῷ πράγματι ἡ δὲ τῇ οἰκειότητι ἀκολουθεῖ. | |
Ant48 | ἀλλ’ οὐδὲν αὐτῷ τῶν ἐμῶν οὐ μέτεστιν αὐτῷ εἴργειν με ἀπὸ τῶν ἐμῶν· ἢ οὕτως, οὐ μέτεστιν αὐτῷ τὰ ἡμέτερα βουλεύματα εἴργειν. | |
Ant49 | πατὴρ | ὡς νῷν ἀπεχθής τὰς συμφορὰς σκό‐ πησον τοῦ παντὸς γένους καὶ πῶς ὁ πατὴρ ἀκλεὴς ἀπώλετο, οὐ μόνον δὲ ἀκλεὴς ἀλλὰ καὶ ἀπεχθὴς διὰ τὸν γενόμενον λοιμόν. | |
Ant51 | πρὸς αὐτοφώρων ἀμπλακημάτων αὐτὸς γὰρ ἑαυτὸν ἐφώρασεν καὶ ἔγνω συνὼν τῇ μητρί· ἢ ὧν αὐτὸς ἐπόπτης ἐγένετο ἢ τῶν φανερῶν καὶ πᾶσιν ἐγνωσμένων. | |
Ant53 | διπλοῦν ἔπος διπλοῦν ὄνομα ἔχουσα, μήτηρ τε καὶ γυνή. ἔπος πάθος. | |
Ant54 | ἀρτάναισι ἀγχόναις. λωβᾶται ἀφανίζει, ἀπόλλυσιν. | |
Ant58 | μόνα μηδενὸς ἐπικούρου ὄντος ἡμῖν. | |
Ant59 | εἰ νόμου βίᾳ | ψῆφον τυράννων εἰ τὴν γενο‐ μένην ψῆφον τῶν τυράννων τῇ τοῦ νόμου ἀνάγκῃ παραβαίημεν. τουτέστιν εἰ τὴν ἐξουσίαν τὴν ἐκ τῶν νόμων τοῖς τυράννοις ἑπομένην παραβαίημεν. | |
Ant60 | κράτη τὰς βασιλείας. | |
Ant61 | ἀλλ’ ἐννοεῖν χρὴ τοῦτο μέν πρῶτον μὲν ὅτι ἀσθενεῖς ἐσμὲν ἐκ φύσεως καθὸ γυναῖκες ἔπειτα καὶ | |
ὑπὸ τῆς τύχης ἀσθενέστεραι καθὸ ἀσθενέστεραι. παρὰ τὸ Εὐριπίδου | 217 | |
5 | γυνὴ γὰρ τἄλλα 〈μὲν〉 φόβου πλέα κακὴ δ’ ἐς ἀλκὴν καὶ σίδηρον εἰσορᾶν. | |
Ant64 | ἀλγίονα λυπηρότερα. λείπει τὸ 〈ὥστε〉, ὥστε ἀκούειν ταῦτα καὶ τὰ τούτων χείρονα. | |
Ant65 | τοὺς ὑπὸ χθονός ἢ τὸν Πολυνείκη ἢ τοὺς χθονίους δαίμονας· πιθανῶς δὲ καὶ τοῦ πρέποντος ἐφρόντισεν· φησὶ γὰρ ὅτι ἀπολογήσομαι τοῖς κατὰ χθονός. | |
Ant66 | ξύγγνοιαν ἴσχειν συγγνώμην ἔχειν ὅτι βίᾳ πράσσω ταῦτα. | |
Ant67 | τοῖς ἐν τέλει τοῖς βασιλεῦσι. τὸ γὰρ | περισσὰ πράσσειν γνωμολογικῶς ἀπαλ‐ λάττεται· τὸ γὰρ παρὰ δύναμίν τι πράττειν ἠλίθιον. | |
Ant69 | οὔτ’ ἂν κελεύσαιμ’ οὔτ’ ἄν, εἰ θέλοις ἔτι | πράσσειν, ἐμοῦ γ’ ἂν ἡδέως δρῴης μέτα: τὸ τέλειον οὔτ’ ἂν κελεύσαιμι, τὸ δὲ ἑξῆς οὔτε εἰ θέλοις πράττειν ἐμοῦ μέτα ἡδέως ἂν δρῴης· δαιμόνιον δὲ τὸ ἦθος· | |
5 | φησίν, οὔτε σε ἀναγκάσω ἀλλ’ οὔτ’, εἰ θέλοις, ἡδέως δέξομαί σου τὴν ἐπικουρίαν. | |
Ant71 | γίγνωσκε ὁποῖα σὺ θέλεις, τὸ πείθεσθαι τοῖς τυράννοις· ἢ τοιαύτη γενοῦ ὁποία καὶ βούλει. | |
Ant72 | καλόν μοι τοῦτο ποιούσῃ θαψάσῃ τὸν ἀδελ‐ φὸν ἀντὶ τοῦ καλός μοι ἔσται ὁ ὑπὲρ ἀδελφοῦ θάνατος | |
τουτέστιν εὐκλεέστατος. | 218 | |
Ant74 | ὅσια πανουργήσασα δίκαια μετὰ πανουργίας ἐργασαμένη ὡς αὐτὴ λέγεις ἐπεὶ προεῖπεν τὸ γὰρ περισσὰ πράσσειν οὐκ ἔχει νοῦν οὐδένα· | |
5 | ἢ οὕτως, ὅσια πανουργήσασα ἀντὶ τοῦ εὐσεβῶς πάντα ἐργασαμένη. | |
Ant75 | τοῖς κάτω τῶν ἐνθάδε γενναῖον καὶ τοῦτο εἰς ὑποθήκας συντελοῦν τῆς μετὰ ταῦτα ἀποδημίας ὅτι δεῖ εὖ τίθεσθαι μεμνημένον ἐκείνου τοῦ χρόνου καὶ ὅτι δεῖ λόγον ὑποσχεῖν κάτω· ἐπεμβέβληται δὲ | |
5 | ταῦτα τοῖς ποιήμασιν οὐκ ἀχρείως εἰς εὐσέβειαν προ‐ τρεπόμενα. | |
Ant77 | τὰ τῶν θεῶν ἔντιμ’ ἀτιμάσας’ τὰ παρὰ θεοῖς τίμια ἀτίμαζε· τετίμηται γὰρ παρὰ θεοῖς καὶ ὅσιον νενόμισται τὸ θάπτειν νεκροὺς οἷς μᾶλλον δεῖ πείθε‐ σθαι ἢ τοῖς τοῦ Κρέοντος κηρύγμασιν. | |
Ant80 | σὺ μὲν τάδ’ ἂν προὔχοιο σὺ μὲν ταῦτα προ‐ φασίζου· τὰς γὰρ προφάσεις προχάνας ἐκάλουν ὡς καὶ Καλλίμαχος ἄγραδε τῷ πάσῃσιν ἐπὶ προχάνῃσιν ἐφοίτα | |
5 | ἐν τῷ γʹ Αἰτίων· ἢ σὺ ταῦτα προβάλλου ἢ σὺ μὲν τούτοις ἂν σαυτὴν σκεπάζοις. | |
Ant81 | τοῦτο ἤδη τῆς προθυμίας αὐξητικόν. | |
Ant82 | οἴμοι ταλαίνης φιλόστοργον καὶ ταύτης τὸ ἦθος ἀλλ’ εὐλαβές· δέδοικεν οὖν καὶ περὶ τῇ ἀδελφῇ καὶ ἀναβοᾷ περιπαθῶς. | 219 |
Ant83 | πότμον βίον. | |
Ant86 | οἴμοι, καταύδα διὰ τούτου δηλοῖ ὅτι ἐφ’ οἷς ποιῶ ἀγάλλομαι· πᾶσιν οὖν ἀπάγγελλε αὐτά· ἅμα δὲ καὶ ἐφυβρίζει ἐν οἷς δοκεῖ αὐτῇ προσχαρίζεσθαι. | |
Ant88 | ἐπὶ ἀδυνάτοις νεανιεύῃ καὶ ἐπὶ ἀηδέσι τέρπῃ τὴν ψυχήν. | |
Ant89 | οἷς μάλισθ’ ἁδεῖν με χρή τῇ τῶν θεῶν ὁσίᾳ διὰ τὸ θάπτειν τὸν νεκρὸν καὶ μάλιστα ἀδελφόν. | |
Ant90 | εἰ καὶ δυνήσῃ γ’· ἀλλ’ ἀμηχάνων εἰ καὶ δυνήσῃ ἀρέσκειν ἀλλ’ ἀμηχάνων ἐρᾷς. | |
Ant91 | οὐκοῦν ὅταν δὴ μὴ σθένω ὅταν ἀδυνατήσω τότε παύσομαι, νῦν δὲ ἀναγκαῖον ἐπιχειρεῖν. | |
Ant92 | οὐδὲ ἐπιβάλλειν τοῖς ἀμηχάνοις καλόν ἐστιν. | |
Ant94 | προσκείσῃ δίκῃ ἀντὶ τοῦ δικαίως ὡς καὶ ἡμεῖς ἔτι φαμὲν ἐν τῇ συνηθείᾳ βίᾳ ἀντὶ βιαίως· ἢ ἡ πρὸς τοῦ δίκῃ ἐστὶν ἵν’ ᾖ οὕτω, πρὸς τῷ τῇ δίκῃ ἀπεχθέσθαι καὶ τῷ θανόντι δυσμενὴς ἔσῃ· καλῶς δὲ | |
5 | τὸ κείσῃ ἵνα τὴν μετὰ θάνατον αὐτῇ προσγενησομένην τιμωρίαν αἰνίξηται. | |
Ant96 | πείσομαι γὰρ οὐ | τοσοῦτον οὐδέν οὐδὲν δεινόν, φησί, πείσομαι ὅπερ με τῆς εὐκλείας τοῦ καλοῦ θανάτου ἀποστερήσει ἀντὶ οὐδὲν τηλικοῦτον κακὸν πείσομαι ὥστε μὴ οὐ καλῶς ἀποθανεῖν. | |
Ant99 | ἄνους μὲν ἔρχῃ ἀνοήτως μὲν καὶ φιλοκιν‐ δύνως πράττεις εὐνοϊκῶς δὲ τῷ θανόντι. | |
Ant100 | ἀκτὶς ἀελίου σύνοδος τινῶν Θηβαίων γερόν‐ των ἐστὶν ἐξ ὧν ὁ χορὸς συνέστηκεν· μετάπεμπτοι δὲ ἐοίκασιν οὗτοι ὑπὸ τοῦ Κρέοντος γεγενῆσθαι ἐπεὶ καὶ τὰς προφάσεις τῆς εἰσόδου τῶν χορῶν πιθανὰς εἶναι | 220 |
5 | δεῖ· καὶ ἐπειδὴ κατωρθώκασι τῇ προτεραίᾳ τὰς Θήβας καὶ οἱ ἄριστοι πάντες τῶν Ἀργείων ἀνῄρηνται εἰκότως περιχαρεῖς εἰσι καὶ τῇ παρούσῃ ἡμέρᾳ εὐχαριστοῦσιν· ὁ δὲ λόγος, ὦ φίλη ἡμέρα παρὰ τὰς πρόσθεν ἡμέρας φαιδρὰ ἡμῖν φανεῖσα. | |
10 | ἀντὶ τοῦ ἀκτῖνος. τὸ κάλλιστον ἑπταπύλῳ τὸ τὸ πρὸς τὸ φανέν, τὸ δὲ ἑξῆς ὦ τῆς ἀκτῖνος τοῦ ἡλίου φῶς τὸ φανὲν ἡμῖν κάλλιστον τῶν προτέρων ἡμερῶν· τοῦτο γὰρ προσληπτέον. | |
Ant103 | ὦ χρυσέας ἁμέρας ὦ ἀκτὶς τῆς ἡμέρας ὀφθαλ‐ μός, ὁ δὲ νοῦς ὦ καλλίστη ἡμέρα, ἐφάνης ἐν Θήβαις βάντα τὸν Ἀργολικὸν στρατὸν τὸν λεύκασπιν πανσαγίᾳ τουτέστι πάσῃ σάγῃ καὶ σκευῇ χρησάμενον ὀξυτέρῳ | |
5 | κινήσασα χαλινῷ φυγάδα. περιφραστικῶς ὦ ἡμέρα. | |
Ant104 | Δίρκη κρήνη καὶ ποταμὸς Θηβῶν. | |
Ant106 | λεύκασπιν καὶ Εὐριπίδης λεύκασπιν εἰσορῶμεν Ἀργείων στρατόν. | |
Ant107 | πανσαγίᾳ σὺν πανοπλίᾳ· ἤτοι δὲ τὸν Ἄδρα‐ | |
στόν φησιν ἢ ἀφ’ ἑνὸς τὸ πλῆθος δηλοῖ. | 221 | |
Ant108 | πρόδρομον ὑπὲρ τὸ δέον δραμόντα διὰ τὴν φυγήν. ὀξυτέρῳ ὀξεῖ. | |
Ant109 | κινήσασα χαλινῷ οἷον παρασκευάσασα τῶν χαλινῶν μετὰ σπουδῆς ἐφάψασθαι διὰ τὴν ὀξυτέραν φυγήν. | |
Ant110 | ὃν ἐφ’ ἡμετέρᾳ γᾷ ὅντινα στρατὸν Ἀργείων ἐξ ἀμφιλόγων νεικέων ἀρθεὶς ἤγαγεν ὁ Πολυνείκης οἷον ἀμφιλογίᾳ χρησάμενος πρὸς τὸν ἀδελφόν· διὰ βραχέων δὲ εἶπεν αὐτὸ ὡς γνωρίμου οὔσης τῆς ὑπο‐ | |
5 | θέσεως. | |
Ant111 | ἀρθεὶς νεικέων ἐπαρθεὶς εἰς θυμὸν καὶ παρ‐ οξυνθείς· ἀμφιλόγων δὲ ἢ τῶν ἀμφισβητησίμων ἢ τῶν ἀμφιβολίας ἐμποιούντων. | |
Ant113 | τὸ ἑξῆς αἰετὸς ὥς, ὡς ἀετός. | |
Ant114 | ὡς ἐκ χιόνος οὔσῃ πτέρυγι ἀντὶ τοῦ λευκοτάτῃ. λευκῆς χιόνος πτέρυγι τοῦτο ἀλληγορικῶς φησιν ὡς ἐπὶ ἀετοῦ, δηλοῖ δὲ ὅτι λεύκασπις ἦν ὁ τῶν Ἀργείων στρατός· λείπει δὲ τὸ ὡς ἵν’ ᾖ ὡς χιόνος, τὸ δὲ | |
5 | πτέρυγι μεταφορικῶς ἐπὶ τῶν ὅπλων ἔλαβεν. στεγανὸς ἐστεγασμένος λευκοῖς ὅπλοις. | |
Ant117 | στὰς δ’ ὑπὲρ μελάθρων ὡς ἀετὸς ὁ Πολυ‐ νείκης κυκλώσας τὰς Θήβας ταῖς τῶν φόνων ἐρώσαις λόγχαις ἀμφιχανὼν ἔβα· ἐνέμεινε δὲ τῇ μεταφορᾷ. | |
Ant120 | ἔβα ἀντὶ τοῦ ἡττήθη. | |
Ant121 | αἱμάτων γένυσιν παρήλλαξε τὸ ὄνομα τὰ χείλη τοῦ ἀετοῦ γένυς εἰπών. | |
Ant123 | πευκάενθ’ Ἥφαιστον ἑλεῖν τὸν ἐκ τῆς πεύκης | |
ἐγειρόμενον ἢ τὸν πικρὸν τοῖς τοῦτο πάσχουσι. | 222 | |
Ant126 | δυσχείρωμα δράκοντι ἀπὸ τοῦ δράκοντος τοὺς Θηβαίους δηλοῖ ἐπεὶ δρακοντογενεῖς εἰσιν· ὁ δὲ λόγος, τοιοῦτος πάταγος Ἄρεως περὶ τὰ νῶτα τοῦ ἀετοῦ ἐτάθη (τουτέστι δραπετεύειν καὶ νῶτα αὐτὸν | |
5 | διδόναι πεποίηκεν) ὑπὸ τοῦ ἀντιπάλου δράκοντος ὃς ἐποίησεν αὐτόν, τὸν δράκοντα, δυσχερῶς χειρωθῆναι· πολέμιον δὲ ζῷόν ἐστιν ὁ δράκων πρὸς τὸν ἀετὸν ὥς φησι Νίκανδρος· τὸ δὲ ἀντιπάλῳ δράκοντι ἀντὶ τοῦ ὑπὸ τοῦ ἀντιπάλου δράκοντος ὡς | |
10 | Ἀχιλῆι δαμασθείς· ἢ οὕτω, τῷ ἀντιπάλῳ δράκοντι τοσαύτη μάχη συν‐ ετάθη ἣ ἐποίησεν αὐτὸν μὴ δύνασθαι ἡμᾶς χειρώσα‐ σθαι ἵνα δράκοντα λέγῃ τὸν τῶν Ἀργείων στρατὸν ὡς θανατηφόρον ἢ τὸν Πολυνείκη ὡς καὶ αὐτὸν Θη‐ | |
15 | βαῖον ὄντα. ἐγεγόνει ὁ δράκων ἐξ Ἄρεως καὶ Τιλφώσσης Ἐρινύος. | |
Ant127 | Ζεὺς γὰρ μεγάλης γλώσσης τοῦτο κοινὸν ὡς πάντων τῶν Ἑλλήνων μεγαλαυχούντων ἢ ἰδίᾳ κατὰ Καπανέως· τὰ γὰρ ἑξῆς εἰς αὐτὸν μόνον τείνει. | |
Ant128 | καί σφας εἰσιδών καὶ τὴν τοῦ χρυσοῦ φαν‐ τασίαν ὑπερβεβηκότας τῇ ἰδίᾳ ὑπεροψίᾳ· ὑπερήφανον γάρ τι ὁ χρυσός· οἱ δέ φασι λείπειν τὴν μετὰ ἵν’ ᾖ οὕτω, καὶ ἰδὼν αὐτοὺς προσνισσομένους μετὰ χρυσοῦ | |
5 | καὶ καναχῆς καὶ ὑπεροπτίας ὅ ἐστιν ὑπερηφανίας οὐκ ἠνέσχετο ἀλλ’ ἐνεμέσησε τῷ κόμπῳ αὐτῶν· ἀεὶ γὰρ τοὺς κόμπους τῆς μεγάλης γλώσσης ὑπερεχθαίρει. | 223 |
Ant130 | ὑπεροπτίας ὑπερόπτας. | |
Ant131 | παλτῷ ῥιπτεῖ πυρί τῷ κεραυνῷ τῷ ἄνωθεν παλθέντι· τὸ δὲ βαλβίδων μεταφορικῶς ἀπὸ τῶν δρομέων. τῶν κρηπίδων τοῦ τείχους. | |
Ant133 | ἀλαλάξαι παιωνίσαι· ἀλάλαγμα δέ ἐστιν ἐπινίκιος ᾠδή. | |
Ant134 | ἀντίτυπα δ’ ἐπὶ γᾷ πέσε εἰς ἀντίτυπον δέ, φησί, πτῶμα ἔπεσεν διατιναχθεὶς ἄνωθεν κάτω οὐχὶ πλάγιος· τὸ δὲ ἀντίτυπος οὐκ ἀπὸ τοῦ τύπου ἀλλ’ ἀπὸ τοῦ τύψαι συντέθειται· αὐτὸς μὲν γὰρ τὴν ἄνω φο‐ | |
5 | ρὰν ἐδίωκεν ὁ δὲ κεραυνὸς τὴν κάτω· ὅτι δὲ τανταλω‐ θεὶς σημαίνει τὸ διασεισθεὶς μαρτυρεῖ καὶ Ἀνακρέων 〈ἐν〉 μελαμφύλλῳ δάφνᾳ χλωρᾷ τ’ ἐλαίᾳ τανταλίζει. ἄλλως: ἄνωθεν τυπεὶς ὑπὸ τοῦ κεραυνοῦ, κάτωθεν δὲ ὑπὸ τῆς γῆς· ὑπὸ τὸν κεραυνὸν γενόμενος, ὅτι τῷ | |
10 | Ταντάλῳ ἡ Σίπυλος ἐπικατεστράφη. τανταλωθεὶς διασεισθείς. | |
Ant135 | πυρφόρος πῦρ φέρων ἐν αὑτῷ. πυρφόρος ὁ πῦρ τοῖς τείχεσι προσάγων ἢ πεπυρακτωμένος ὑπὸ | |
τοῦ κεραυνοῦ. μαινομένᾳ ξὺν ὁρμᾷ ὡς ἐπὶ Τυφῶνος καὶ καται‐ | 224 | |
5 | γιδώδους πνεύματος, ἐπέπνει τὴν πόλιν ῥιπαῖς ἀνέμων. | |
Ant136 | βακχεύων ἐνθουσιῶν καὶ μέγα φυσῶν καὶ πνέων ὀργὴν ὡς τὸ Μενάνδρου ἀλλὰ καὶ πν.... | |
Ant138 | εἶχε δ’ ἄλλᾳ τὸ εἶχεν οὐκέτι ἐπὶ τοῦ Καπα‐ νέως ἀλλ’ ἐπὶ τοῦ Ἄρεώς ἐστιν, ὅτι 〈ὁ〉 Ἄρης βοηθῶν ἡμῖν πανταχοῦ τροπὰς ἐποιεῖτο τῶν πολεμίων· τοῦτο δέ φησιν ὡς εἰ ἔλεγεν, οὐδεὶς τόπος ἀπήλλακτο ταρα‐ | |
5 | χῆς ἀλλὰ πανταχοῦ ὁμοίως ἐξεφλέγετο ὁ πόλεμος. | |
Ant139 | στυφελίζων ταράσσων. | |
Ant140 | δεξιόσειρος κατὰ τὸ δεξιὸν φερόμενος κέρας· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἵππων τῶν ἐν τοῖς ἅρμασι παρασείρων· ὅ ἐστι δεξιὸς Ἄρης ἡμῖν γενόμενος [ὁ κεραυνὸς] καὶ ἀγαθὸς ἡμῖν φανείς· ἐὰν δὲ ᾖ δεξιό‐ | |
5 | χειρος ἀντὶ τοῦ γενναῖος καὶ περιδέξιος. ὁ γενναῖος· οἱ γὰρ ἰσχυροὶ ἵπποι εἰς τὴν δεξιὰν σειρὰν ζεύγνυνται τοῦ ἅρματος. | |
Ant143 | πάγχαλκα τέλη ὅ ἐστι τὰ ὅπλα ἀπέβαλον. ὅπλα. | |
Ant144 | πλὴν τοῖν στυγεροῖν στυγερῶν φησι τῶν ἀτυχῶν· οἱ τοιοῦτοι γὰρ ἀεὶ στυγνοὶ καθεστήκασιν· οὗτοι δέ, φησίν, ἀλληλοκτονηθέντες οὐ διέκριναν τὴν νίκην ὥστε τοῦ ἡττηθέντος ἀνατεθῆναι τὰ ὅπλα. | |
Ant145 | καθ’ αὑτοῖν ἀντὶ τοῦ κατ’ ἀλλήλων. | |
Ant146 | δικρατεῖς λόγχας ἀμφοτέρωθεν ἠκονημένας· | |
ἢ δικρατεῖς φησιν ὅτι ἀλλήλους ἀπέκτειναν καὶ ἡ ἑκα‐ τέρου λόγχη οὐκ εἰς κενὸν ἀπεπέμφθη ἀλλ’ ἐκράτησεν τοῦ ἑτέρου. | 225 | |
Ant148 | ἁ μεγαλώνυμος ἡ μεγάλην περιποιοῦσα δόξαν. | |
Ant149 | ἀντιχαρεῖσα Θήβᾳ ἀντὶ τοῦ ἴσον αὐτῇ χα‐ ρεῖσα ὡς ἀντίθεος· θέλει δὲ εἰπεῖν ὅτι ὅσον ἐφίλει τὴν νίκην καὶ ἡ νίκη αὐτὴν ἀντεφίλησεν· πρὸς χαί‐ ρουσαν γὰρ αὐτὴν καὶ αὐτὴ χαρεῖσα ἦλθεν· ἢ ἀντὶ | |
5 | τῶν κακῶν χαρεῖσα. | |
Ant150 | πάνυ πιθανῶς τὰ τῆς εὐχῆς· ἐπιμνησθέντες γὰρ δυσχερῶν πάλιν ἐπὶ τὰ κατ’ ἀρχὰς εὔφημα τρέ‐ πονται. | |
Ant154 | ὁ Θήβας δ’ ἐλελίζων Βακχεῖος ὁ κινησίχθων· ἐλελίχθονα δὲ τὸν Διόνυσόν φησι διὰ τὰς ἐν ταῖς βακχείαις κινήσεις· ἢ τὸν τὴν γῆν σείοντα καὶ ἀνα‐ βακχεύοντα ταῖς χορείαις· ὁ δὲ νοῦς, ὁ Θήβας Βακχεῖος, | |
5 | ὁ Θηβαγενὴς Διόνυσος, ὁ τῆς Θήβης πολίτης, ὁ ἐλε‐ λίχθων ἄρχοι τῆς χορείας. ἐξάρχοι δὲ ὁ Διόνυσος, ὁ τὰς Θήβας ἐλελίζων καὶ κινῶν ταῖς βακχείαις. γράφε ἐλελίχθων. | |
Ant155 | ἀλλ’ ὅδε γὰρ δὴ βασιλεύς ἄριστα καὶ μεγα‐ λοφρόνως διεσκεύασται αὐτῷ ὁ χορός· ἕτερος γὰρ ἂν ταῦτα πρῶτον εἰσήγαγεν, ὅτι ἡμεῖς συνήχθημεν ὑπὸ Κρέοντος· χάριεν δὲ τὸ πρῶτον μὲν εὐχὴν αὐτοὺς | |
5 | ποιήσασθαι ἑξῆς δὲ δηλῶσαι ὑπὸ τίνος συνηθροίσθη‐ σαν· παρατήρει δὲ ὅτι πάντῃ ἐπιμελῶς διαγίνεται δηλῶν ἡμῖν τὰ πράγματα ὁ ποιητὴς ὥστε ἐσπάρθαι | |
μὲν αὐτὰ καὶ παρακεῖσθαι ἑτέροις προσώποις πάντα δὲ δηλοῦσθαι· καὶ τὸ τοῦ βασιλέως ὄνομα εὐθὺς παρα‐ | 226 | |
10 | τήρει Κρέων ὁ Μενοικέως καὶ τὸ νεοχμὸς δὲ οὐκ ἔστιν ἀργόν. | |
Ant156 | νεοχμός νέος, νεωστὶ κατασταθεὶς εἰς τὴν ἀρχὴν καὶ τυραννίδα· τὸ δὲ ἑξῆς, ἀλλ’ ἰδοὺ γὰρ Κρέων ὁ νεωστὶ καινὸς βασιλεὺς τῆς χώρας γενόμενος τῇ προσφάτῳ παρὰ θεῶν αὐτῷ δεδομένῃ ἐπιτυχίᾳ τοῦτο | |
5 | κατορθώσας. | |
Ant157 | συντυχίαις συναντήσεσιν. | |
Ant158 | ἐρέσσων ἐν ἑαυτῷ κινῶν καὶ μεριμνῶν· ἐκ μεταφορᾶς τῶν ἐρεσσόντων. | |
Ant159 | σύγκλητον σύγκλητον λέσχην τὴν συγκλη‐ θεῖσαν ἐξαίφνης ὁμιλίαν ἐπειδήπερ μεταπεμψάμενος τοὺς ἐντίμους εἰς ἐκκλησίαν συνήγαγεν. | |
Ant161 | προὔθετο λέσχην ἀντὶ ὁμιλίαν συνεκρότησεν. | |
Ant162 | πέμψας μεταστειλάμενος. | |
Ant163 | πολλῷ σάλῳ τροπικῶς ὡς ἐπὶ νεώς. | |
Ant164 | ὑμᾶς δ’ ἐγὼ πομποῖσιν διὰ τῶν πομπῶν ὑμᾶς μετεκαλεσάμην χωρὶς ἁπάντων, ἐξαιρέτως πρὸς ὑμᾶς μόνον ἀπεστάλη· ὁ δὲ λόγος ἐστὶ μὲν καὶ σημαν‐ τικὸς τοῦ πράγματος ἐστὶ δὲ καὶ τεχνικός· ἐγκωμιάζει | |
5 | γὰρ πρῶτον αὐτούς, ἀναγκαῖον δὲ τῷ παριόντι πρῶτον ἐπὶ πολιτικὴν ἀρχὴν εὔνους ἑαυτῷ καταστῆσαι τοὺς ὑπηκόους· μετεπεμψάμην οὖν, φησίν, ὑμᾶς εἰδὼς ὅτι ἄνωθεν πρὸς Λάιον καὶ Οἰδίποδα εὐνοϊκῶς εἴχετε, ὡς δήπου καὶ πρὸς αὐτὸν τοιούτων φανησομένων· | |
10 | δηλοῖ δὲ διὰ τούτων καὶ τὴν ἡλικίαν τῶν κατὰ τὸν χορὸν γερόντων καὶ ἔτι ἄνωθεν ἀπὸ Λαΐου ὄντας ἐν πολιτείᾳ. | 227 |
Ant165 | τοῦτο μέν πρῶτον μέν. | |
Ant167 | τοῦτο δεύτερον δέ. | |
Ant174 | κατ’ ἀγχιστεῖα οὐδετέρως κατ’ οἰκειότητα, κατὰ συγγένειαν. | |
Ant175 | γνώμη. οἱ μὲν Χίλωνι ἀνατιθέασι τὴν γνώμην οἱ δὲ Βίαντι ὅτι ἀρχὴ ἄνδρα δείκνυσι. | |
Ant179 | δέον γὰρ καὶ ἀρίστων βουλευμάτων ἅπτεσθαι καὶ παρρησιάζεσθαι ἐν αὐτοῖς μὴ ἀποδειλιῶντα. | |
Ant181 | καὶ πρὶν ἄρξω καὶ νῦν ὅτε ἐπὶ τὴν ἀρχὴν ἐλήλυθα. | |
Ant187 | οὐκ ἂν κτησαίμην φίλον τῆς ἐμῆς πόλεως δυσμενῆ· τοῦτο δὲ εἰς Πολυνείκην συντείνει. χθονὸς πόλεως. | |
Ant189 | ἥδ’ ἡ πόλις δηλονότι. | |
Ant190 | πλέοντες πορευόμενοι. ἀπὸ τῶν νεῶν ἡ μεταφορά. | |
Ant192 | ἀδελφά ἴσα, ὅμοια· μέλλων δὲ περὶ ἀπεχθοῦς κηρύγματος λέγειν μακροτέρῳ χρῆται τῷ λόγῳ· καὶ πρῶτον μὲν ἐγκωμιάζει τὸν Ἐτεοκλέα ὕστερον δὲ ἐλέγχει τὸν Πολυνείκη καὶ δείκνυσιν αὐτὸν μίσους ἄξιον καὶ | |
5 | τῆς τοιαύτης τιμωρίας. | |
Ant195 | δορὶ χε(ρί). | |
Ant200 | φυγὰς κατελθὼν ἀπὸ φυγῆς κατελθών. | |
Ant202 | κοινοῦ ἀντὶ τοῦ ἐμφυλίου· ἢ τοῦ ἀδελφικοῦ | |
αἵματος· παροξυντικὰ δὲ λίαν ταῦτα τῶν ἀκουόντων. | 228 | |
Ant206 | ἐδεστόν βρωτόν. | |
Ant210 | ἔκ γ’ ἐμοῦ γράφε ἐξ ἐμοῦ. | |
Ant212 | λείπει τὸ μὴ θάπτειν ἢ θάπτειν. | |
Ant213 | ἀντὶ τοῦ ἔξεστί σοι ὅπως θέλεις νομοθετεῖν. | |
Ant215 | σκοποί φύλακες· ἀντὶ τοῦ μελέτω ὑμῖν ἡ φυλακὴ τῶν εἰρημένων. | |
Ant216 | τοῦτο τὸ φορτίον· τὸ δὲ πρόθες ἀντὶ τοῦ πρόσθες· χρῶνται γὰρ τῇ πρὸ ἀντὶ τῆς πρός. | |
Ant219 | λείπει ἡ διά, διὰ τὸ μὴ ἐπιτρέπειν μηδὲ συγ‐ χωρεῖν τοῖς ἀπειθοῦσιν· ἔλεγον δὲ καὶ τὴν πειθὼ πίστιν. | |
Ant221 | ὁ μισθός γ’ οὗτος ὁ θάνατος δηλονότι. | |
Ant222 | ἄνδρας τὸ κέρδος ἕνεκα κέρδους ἔνιοι καὶ τοῦ θανάτου καταπεφρονήκασιν· οἷον ὑπ’ ἐλπίδων τοῦ διαφυγεῖν καὶ τοῖς ἐπικινδύνοις ἔργοις ἐπιχειροῦσιν· οὐ γὰρ προσεδόκα τινὰ τῶν οἰκείων τοῦτο ποιήσειν· | |
5 | θήλειαι γὰρ ἦσαν. | |
Ant223 | ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕπο οὐ τοῦτο λέγω, ὅτι μετὰ σπουδῆς ἀσθμαίνων πρὸς σὲ πεπόρευ‐ μαι· πολλάκις γὰρ ἐπιστὰς ἐλογισάμην πότερον ἔλθω πρὸς σὲ ἢ μή. | |
Ant225 | ἐπιστάσεις ἐνστάσεις. | |
Ant226 | ἀναστροφὴν ὑποστροφήν. | |
Ant228 | ταῦτα ἡ ψυχή μου παρῄνει. οἷ ἀντὶ τοῦ οὗπερ. | |
Ant230 | οὐκ ἀλγυνῇ; οὐ τιμωρηθήσῃ; | |
Ant231 | βραδὺς γράφε ταχύς, καίτοι ταχὺς ὢν βρα‐ δέως ἤνυον τὴν ὁδόν. | |
Ant234 | σοί, κεἰ τὸ μηδὲν ἐξερῶ καὶ εἰ μηδέν σοι τερπνὸν λέξω· ἢ οὕτω, καὶ εἰ τὸ μηδέν σοι μέλλω λέγειν· καὶ γὰρ ἐκ τοῦ εἰπεῖν καὶ σιγῆσαι οὐδὲν ἄλλο | |
λείπεται ἢ θανάτῳ με κολασθῆναι· ἀκόλουθον δὲ καὶ | 229 | |
5 | τὸ ἑξῆς διανόημα, ἐλπίζω γὰρ ὅτι οὐδὲν ἄλλο πάθοιμι ἢ τὸ μόρσιμον ὥστε οὐδέν μοι χεῖρον ἀποβήσεται ἐκ τοῦ εἰπεῖν. | |
Ant235 | τῆς ἐλπίδος γὰρ ἔρχομαι ὑπὸ γὰρ τῆς ἐλπίδος νενικημένος ἐλήλυθα· ἢ οὕτως, ἀντειλημμένος τῆς ἐλ‐ πίδος ἐλήλυθα. | |
Ant241 | κἀποφάργνυσαι κύκλῳ κύκλῳ σαυτὸν ἀσφα‐ λίζῃ ἢ αὐτὴν τὴν πρᾶξιν. | |
Ant244 | οὔκουν ἐρεῖς ποτ’ εἶτ’ ἀπαλλαχθείς τοῦ ἀγγέλου περιπλέκοντος τὸν λόγον καὶ εὐλαβουμένου σημῆναι τὸ πραχθὲν ἐπιθυμῶν ὁ Κρέων ἀκοῦσαι εὔ‐ ελπιν αὐτὸν ποιεῖ ὡς ὅτι οὐδὲν πείσεται· οὐ γὰρ | |
5 | ἀπειλεῖ κελεύων εἰπεῖν ἀλλά φησιν ὅτι δηλώσας τὸ πρᾶγμα ἄπιθι ἀθῷος· δίδωσιν οὖν καὶ ἀνδράσι βασι‐ λικοῖς τὸ ψεύσασθαι διὰ τὸ χρήσιμον. | |
Ant246 | διψίαν ξηράν. | |
Ant247 | κόνιν παλύνας βαλὼν ἢ λεπτύνας τὴν λεγο‐ μένην χυτὴν γῆν. | |
Ant249 | γενῇδος πελέκεως, ἀξίνης. | |
Ant250 | στύφλος σκληρά. | |
Ant251 | ἀρρώξ μὴ ἐσχισμένη. ἐπημαξευμένη ἐσκαμμένη. | |
Ant252 | ἀλλ’ ἄσημος οὑργάτης τις ἦν ὁ τοῦτο ἐργα‐ σάμενος ἄγνωστος ἦν· ἐκπλῆξαι δὲ αὐτὸν βούλεται ὡς ὅτι ἔκ τινος τῶν κρειττόνων γέγονεν. | |
Ant255 | ἠφάνιστο ἀφανὴς ἦν. τυμβήρης μὲν οὒ λεπτὴ δ’ ἄγος οὐ κατὰ βάθος | |
τεθαμμένος ἀλλ’ ὡς ἔχει ἐπιβεβλημένη ἦν ἡ ἄμμος· τοῦτο δὲ ἐποίησεν ὁ θάψας νόμου χάριν· οἱ γὰρ νεκρὸν | 230 | |
5 | ὁρῶντες ἄταφον καὶ μὴ ἐπαμησάμενοι κόνιν ἐναγεῖς εἶναι ἐδόκουν· ὥσπερ οὖν τὸ τῆς ἀσεβείας τις ἔγκλημα φεύγων λεπτὴν κόνιν ἐπιχέει τοῖς νεκροῖς οὕτως [οὖν] καὶ ἐπάνω τοῦ Πολυνείκους· καὶ τοῦτο δὲ ἡ Ἀντιγόνη καθαρσίων ἕνεκα πεποίηται· λόγος δὲ ὅτι Βουζύγης | |
10 | Ἀθήνησι κατηράσατο τοῖς περιορῶσιν ἄταφον σῶμα. | |
Ant260 | φύλαξ ἐλέγχων φύλακα ἐπεὶ ἐκ διαδοχῆς αἱ φυλακαὶ γίνονται ἠποροῦμεν εἰς τὴν τίνος φυλακὴν ἐγεγόνει. | |
Ant262 | εἷς γάρ τις ἦν ἕκαστος ἕκαστος μὲν γὰρ τὸν πλησίον ἐδόκει πεπραχέναι ἀκριβῶς δὲ αὐτὸν κατ‐ ελέγχειν οὐκ ἠδύνατο. | |
Ant264 | ἦμεν δ’ ἕτοιμοι καὶ μύδρους σίδηρον πεπυ‐ ρακτωμένον· εἰώθασι γὰρ οἱ ὀμνύοντες ταῦτα ποιεῖν· μύδρους γὰρ αἴροντες ἐπαρῶνται μένειν τὰ ὅρκια ἕως αὐτοὶ φανῶσι καὶ ῥίπτουσιν αὐτοὺς εἰς θάλασσαν | |
5 | ὅπως οὖν αἰώνια τὰ ὅρκια ὑπάρχῃ ὡς καὶ Καλλίμαχος Φωκαέων μέχρις κε μένῃ μέγας εἰν ἅλι μύδρος· καὶ τὸ πῦρ δὲ διαπορευόμενοι ὤμνυον. ἄλλως: ἕτοι‐ μοι ἦμεν πάσας βασάνους ὑπομένειν πρὸς ἔλεγχον· εἰώθασι δὲ οἱ ὀμνύοντες καὶ πίστεις διδόντες μύδρους | |
10 | βαστάζειν καὶ πῦρ ὑπερβαίνειν· τοὺς γὰρ μὴ ἐνόχους τῷ ἁμαρτήματι ᾤοντο καὶ ἐν τούτοις μὴ ἀλγεῖν. μύδρος πεπυρακτωμένος σίδηρος· τοῦτο μέχρι τῆς σήμερον οἱ Ῥωμαῖοι ποιοῦσιν Ἑλληνικῶς πλανώ‐ | |
μενοι καὶ ἐν ἄλλοις πλείστοις. | 231 | |
15 | ἔχειν αἴρειν. | |
Ant266 | τῳ τινί. | |
Ant268 | τὸ ἑξῆς, ὅτε δὲ ἐρευνῶσιν ἡμῖν οὐδὲν πλέον τέλος ἐφαίνετο. | |
Ant275 | πάλος καθαιρεῖ ἀντὶ καταλαμβάνει ὥστε ἀπαγγεῖλαί σοι· ἐπειδὴ εἰς τὰ ἀγαθὰ κλήρους βάλ‐ λουσιν ἐν ἤθει τοῦτό φησι· καὶ εὔκληροι γάρ τινες λέγονται. | |
Ant279 | ἡ ξύννοια βουλεύει ἡ σύννοιά μοι βούλεται καὶ οἴεται μὴ καὶ θεήλατόν ἐστι τὸ πρᾶγμα. | |
Ant280 | μεστῶσαι πληρῶσαι. | |
Ant281 | ἐναντίον γὰρ ἡ ἄνοια τῷ γήρᾳ. | |
Ant285 | ἀμφικίονας τοὺς ἀμφοτέρωθεν ὑπὸ κιόνων βασταζομένους ναούς. | |
Ant290 | ἐρρόθουν ὕβριζον. ἠρέμα ψιθυρίζοντες ὕβριζόν με. | |
Ant291 | κρυφῇ κάρα οἷον μὴ πειθόμενοι τοῖς ἐμοῖς κηρύγμασι μόνον συνῄνουν μοι, οὐχ οὕτως διακείμενοι. | |
Ant292 | λόφον δικαίως εἶχον ἡ μεταφορὰ ἀπὸ τῶν ὑποζυγίων τῶν μὴ βουλομένων ὑπὸ τὸν ζυγὸν εἶναι· ταῦτα, φησίν, ὑπ’ ἐκείνων πράττεται τῶν [μὴ] βουλο‐ μένων λάθρᾳ σαλεῦσαι τὴν ἡμετέραν ἀρχήν. | |
Ant293 | ἐκ τῶνδε τούτους ἐξεπίσταμαι ἀπὸ τούτων, φησί, τῶν δυσαρεστούντων μου τοῖς κηρύγμασιν οἱ φύλακες μισθὸν λαβόντες ἔθαψαν τὸν νεκρόν. | |
Ant294 | παρηγμένους ἠπατημένους. | |
Ant295 | γνώμη. σημείωσαι περὶ φιλαργυρίας. | |
Ant302 | μισθαρνοῦντες μισθὸν λαβόντες. | 232 |
Ant303 | ἀντὶ ἐτιμωρήθησαν. ἀντὶ τοῦ φανεροὶ ἔσονται καὶ τιμωρηθήσονται. | |
Ant304 | ὅ ἐστιν εἰ τιμῶ καὶ σέβω τὸν Δία καὶ μὴ ἐπιορκῶ αὐτόν. | |
Ant308 | οὐχ ὑμῖν Ἅιδης μοῦνος ἀρκέσει οὐκ εὐθὺς ὑμᾶς τῷ Ἅιδῃ παραδώσω ἀλλὰ τιμωρίαις κρεμασταῖς παραδοὺς βαρύτερον τὸ ζῆν τοῦ θανεῖν ὑμῖν ἀπεργά‐ σομαι· παρὰ τὸ Ὁμηρικὸν | |
5 | οὔ οἱ ἔπειτα ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδ’ οἰωνούς. | |
Ant309 | τήνδε δηλώσηθ’ ὕβριν ὁμολογήσητε ταύτην τὴν καταφρόνησιν. | |
Ant310 | ἵν’ εἰδότες τὸ κέρδος ἵνα μαθόντες ὅθεν δεῖ κερδαίνειν τὸ λοιπὸν ἐκεῖνα ἁρπάζητε. | |
Ant315 | ἐπιτρέψεις καὶ ἐμοὶ εἰπεῖν ἢ ἀπέλθω; δὲ τι. | |
Ant316 | οἶσθα εἶ〈σθα〉, ἄπιθι· καὶ νῦν γὰρ λέγων ἀνιαρός μοι εἶ. | |
Ant317 | δάκνει σε τὸ πραχθέν. | |
Ant318 | ῥυθμίζεις σχηματίζεις, διατυποῖς. | |
Ant319 | ὁ δρῶν ς’ ἀνιᾷ συνετῶς ὑπὲρ τῶν ἀγγελ‐ θέντων ἀπελογήσατο ὡς οὐκ ὢν αἴτιος. | |
Ant320 | λάλημα δῆλον λάλημα τὸ περίτριμμα τῆς ἀγορᾶς οἷον πανοῦργος. | |
Ant321 | ἀντὶ τοῦ οὐδέποτε ἐφλυάρησα. | |
Ant323 | ἦ δεινὸν ᾧ δοκεῖ γε δεινὸν τοῦτό ἐστιν, τὸ ψευδῆ ὑπονοεῖν· οὐκ ἔστι γὰρ τὴν δόξαν ἐκείνων μεταστρέψαι. | 233 |
Ant324 | κόμψευε νῦν τὴν δόξαν σεμνολόγει τὴν δόκησιν, περιλάλει· κομψοὺς γὰρ ἔλεγον οὓς νῦν ἡμεῖς περπέρους καὶ πολυλάλους φαμέν. τὸ ἑξῆς, εἰ δὲ μὴ φανεῖτέ μοι τοὺς ταῦτα δρῶντας. | |
Ant326 | τὰ δεινὰ κέρδη γράφε τὰ δειλὰ ἀντὶ τοῦ κακὰ ἀπὸ τοῦ τοὺς δειλοὺς εἶναι ἀχρείους. | |
Ant328 | τοῦτο γὰρ τύχη κρινεῖ ἀπιὼν ὁ θεράπων καθ’ ἑαυτὸν ταῦτά φησιν· οὐ γὰρ δυνατὸν ἐπὶ τοῦ Κρέοντος ταῦτα λέγεσθαι ὡς καὶ ἐν τοῖς κωμικοῖς. | |
Ant332 | πολλὰ τὰ δεινά ἐν σχήματι εἶπεν ἀντὶ τοῦ πολλῶν ὄντων τῶν δεινῶν οὐδέν ἐστιν ἀνθρώπου δεινότερον. | |
Ant334 | τοῦτο τὸ γένος τῶν ἀνθρώπων. | |
Ant336 | χωρεῖ, περιβρυχίοισι τοῖς ἠχώδεσιν ἢ τοῖς καλύπτουσι τὴν ναῦν· τοῖς γὰρ ἐν τοιαύτῃ ὥρᾳ τοῦ ἔτους πλέουσι μόνον οὐχὶ 〈ὑπὸ〉 τὰ κύματα φέρεται ἡ ναῦς· ἢ τοῖς κυματίζουσι τὴν ναῦν· τὸ μὲν γὰρ | |
5 | καθόλου κεκρυμμένον ὑπὸ ὕδατος ὑποβρύχιόν ἐστιν· Ὅμηρος τὸν δ’ ἄρ’ ὑπόβρυχα θῆκε πολὺν χρόνον· τὸ δὲ ἕτερον περιβρύχιον καλεῖται. ἠχώδεσιν. | |
Ant338 | θεῶν τε τὰν ὑπερτάταν τοῦτο ὡς ἐν πανουργίᾳ | |
οὐ δεῖ ἀκούειν ἀλλὰ διὰ τὴν ἐπίνοιαν αὐτῶν· εἰ γάρ τις καταμάθοι πῶς ἐπενοήσαντο ἀροτριᾶν ἢ σπείρειν θαυμάσειεν. | 234 | |
Ant339 | ἀποτρύεται γεωπονεῖ ἢ ἀποσχίζει τὴν γῆν καθότι ἐν τῷ ἀροτριᾶν σχίζει καὶ δαμάζει τὴν γῆν. ἀποτρύετ’ | ἀπλομένων γράφε ἀποτρύεται ἰλλομένων καὶ περικυκλούντων τῶν ἀρότρων ἔτος ἐξ ἔτους. | |
Ant341 | ἱππείῳ γένει πολεύων ταῖς ἡμιόνοις· αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον· τινὲς δὲ καὶ ἵπποις χρῶνται εἰς ἀροτριασμόν. | |
Ant343 | ἀμφιβαλὼν ἄγει περιβαλὼν τοῖς δικτύοις ἀγρεύει. | |
Ant346 | πόντου τ’ εἰναλίαν φύσιν τοὺς ἰχθύας. | |
Ant347 | σπείραισι δικτυοκλώστοις τοῖς σχοινίοις τοῖς εἰς δίκτυον κεκλωσμένοις ἢ συγκλείουσι τὰ δίκτυα· ἀπὸ κοινοῦ δὲ τὸ ἀμφιβαλὼν ἄγει. | |
Ant348 | περιφραδὴς πάντα εἰδώς. | |
Ant349 | κρατεῖ δὲ μηχαναῖς καθολικὸν τοῦτό φησιν, ὅτι ἐν ζῴοις ὁ ἄνθρωπός ἐστι πολυμήχανος καὶ ἔν‐ τεχνος· καὶ Θεόκριτος σοφόν τοι χρῆμ’ ἄνθρωπος· | |
5 | ἐπεὶ δὲ ἀνωτέρω εἶπεν ὅτι περιγίνεται πάντων τῶν ζῴων ὁ ἄνθρωπος ἐνταῦθα τὸ μηχαναῖς προσέθηκεν ἐπὶ τῶν τιθασευομένων· οὐ γὰρ μόνον κρατῆσαι δυνα‐ τὸς ἀλλὰ καὶ τιθασεῦσαι. | |
Ant351 | ἀμφίλοφον ζυγόν ἀντὶ περιβαλὼν αὐτῷ ζυγὸν περὶ τὸν λόφον ὑπάγει· ἢ ἀμφίλοφον τὸν ἀμφιτρά‐ χηλον, τὸν ἀμφοτέρωθεν συνέχοντα τοὺς λόφους τῶν ὑποζυγίων· καὶ λείπει ἡ ὑπό, ὑπὸ ζυγὸν ἄγει. | 235 |
5 | λείπει ἡ ὑπό. | |
Ant352 | οὔρειόν τ’ ἀκμῆτα ταῦρον ἀπὸ κοινοῦ τὸ ὑπὸ ζυγὸν ἄξεται. | |
Ant354 | φθέγμα τὴν ἀνθρωπίνην διάλεξιν. | |
Ant355 | ἀνεμόεν φρόνημα τὴν περὶ τῶν μετεώρων φιλοσοφίαν. ἀστυνόμους | ὀργάς τὴν τῶν νόμων ἐμπειρίαν δι’ ὧν τὰ ἄστεα νέμονται ὅ ἐστι διοικοῦνται. | |
Ant356 | δυσαύλων δυσχερῆ τὸν ἐπαυλισμὸν ποιούντων. | |
Ant357 | αἴθρια ψυχρά. εὐαίσθητός ἐστι καὶ οἰκοδομημάτων. | |
Ant359 | παντοπόρος εἰς πάντα μηχανὰς ἐξευρίσκων καὶ ἐπ’ οὐδὲν ἄπορος τῶν μελλόντων θανάτου μόνον οὐχ εὗρεν ἴαμα. | |
Ant363 | νόσων δ’ ἀμηχάνων ὡς ἰατρικήν, δίαιταν, γυμναστικὴν καὶ τὰ ὅμοια· ταῦτα δὲ οὐκ ἂν ἕτερον ζῷον μηχανήσαιτο. | |
Ant364 | ξυμπέφρασται ἐπινενόηκεν καὶ γινώσκει. | |
Ant365 | σοφόν τι τὸ μηχανόεν τὸ μηχανόεν τῆς τέχνης σοφὸν ἔχων ὅ ἐστι τὸ μηχανικὸν τῆς ἐπιτεχνήσεως σοφὸν ἔχων ὡς οὐκ ἄν τις προσδοκήσειεν οὐ μίαν ὁδὸν βαδίζει τὴν ἐπὶ τὰ ἀμείνω ἀλλὰ ποτὲ μὲν ἐπὶ | |
5 | τὰ ἀγαθὰ φέρεται ποτὲ δὲ ἐπὶ τὰ χείρω. τὸ μηχανόεν σοφόν τι καὶ παρὰ προσδοκίαν ἔχων, ὡς οὐκ ἄν τις προσδοκήσειεν. | 236 |
Ant368 | νόμους παρείρων χθονός ὁ πληρῶν τοὺς νόμους καὶ τὴν δικαιοσύνην ὑψίπολις γίνεται ὅ ἐστιν ἐν τῇ πόλει ὑψηλός. | |
Ant370 | ἄπολις ὅτῳ τὸ μὴ καλόν ἄπολις δὲ ἐκεῖνος καὶ ταπεινὸς 〈ἐν〉 τῇ πολιτείᾳ ᾧτινι τὸ μὴ καλὸν σύνεστιν καὶ ὅστις οὐ μετὰ τόλμης τὸ καλὸν ἐκπληροῖ. | |
Ant372 | ξύνεστι ἀντὶ τοῦ σύνεστιν. | |
Ant375 | ὃς τάδ’ ἔρδει ὃς τοιοῦτον ἐπιτετήδευκε βίον. | |
Ant376 | ἐς δαιμόνιον τέρας ἀμφινοῶ ὁρῶντες ἑλκο‐ μένην τὴν Ἀντιγόνην ἐκπλήττονται ὅτι γυνὴ ἦν ἡ ὑπερβᾶσα τὸ κήρυγμα. περισσὴ ἡ ἀμφί. | |
Ant381 | ἀπιστοῦσαν μὴ πειθαρχοῦσαν. | |
Ant384 | ἄγγελος φύλαξ. | |
Ant387 | ἐξέβην προὔβην. | |
Ant388 | ἄναξ, βροτοῖσιν ἀπώμοτον ἀντὶ ἀπηγορευ‐ μένον καὶ ἀπροσδόκητον· ἀντὶ τοῦ οὐκ ὀφείλει τις ἀπομόσασθαι περί τινος ὅτι οὐκ ἂν αὐτὸ πράξειεν· ἡ γὰρ πρώτη δόκησις ἐκκρούεται ὑπὸ τῆς ἐπιγινομένης | |
5 | δόξης δευτέρας· τοῦτο δέ φησιν ὅτι τοῦ Κρέοντος ἀπειλήσαντος τότε ὤμοσεν μηκέτι ἐμφανὴς ἔσεσθαι, νῦν δὲ εὑρὼν τὴν Ἀντιγόνην πάλιν ἐλήλυθεν. | |
Ant389 | ψεύδει γὰρ ἡ ’πίνοια ψευδῆ ποιεῖ· ἡ γὰρ ἐπίνοια ὅ ἐστιν ἡ ἐπιοῦσα γνώμη τὴν ἀπελπίσασαν γνώμην ψευδῆ ποιεῖ. | |
Ant392 | ἀλλ’ ἡ γὰρ ἐκτὸς καὶ παρ’ ἐλπίδας ἡ ἀπροσ‐ | |
δόκητος χαρὰ οὐκ ἔοικεν εἰς τὸ μέγεθος [τῇ] ἄλλῃ ἡδονῇ ὅ ἐστι πᾶσαν ἡδονὴν νικᾷ τὸ μέγεθος τῆς παρ’ ἐλπίδας χαρᾶς. | 237 | |
Ant394 | καίπερ ὢν ἀπώμοτος καίπερ ὀμωμοκὼς μὴ ἐλθεῖν. | |
Ant396 | ἄνω γὰρ εἶπεν ὅτι κληρώσας ἦλθεν. | |
Ant397 | θοὔρμαιον τὸ κέρδος. | |
Ant399 | ἐλεύθερος λείπει ὤν. | |
Ant400 | τῶνδ’ ἀπηλλάχθαι κακῶν ἀντὶ τοῦ μὴ ὑπ‐ οπτεύεσθαι. | |
Ant404 | ὃν σὺ τὸν νεκρὸν | ἀπεῖπας τὸ ἑξῆς, τὸν νεκρὸν ὃν σὺ ἀπεῖπας θάπτειν· οὕτω δὲ χρῶνται οἱ παλαιοὶ ὥστε δύο ἄρθρα, προτακτικόν τε καὶ ὑπο‐ τακτικόν, κατὰ τοῦ αὐτοῦ ὀνόματος παραλαμβάνειν· | |
5 | Κρατῖνος ὅνπερ Φιλοκλέης τὸν λόγον διέφθορεν. | |
Ant405 | ἆρ’ ὡς. | |
Ant406 | καὶ πῶς ὁρᾶται ποίῳ τρόπῳ αὐτὴν συν‐ ελάβεσθε καὶ κατειλήφατε; | |
Ant409 | σήραντες ἀποψήξαντες. | |
Ant410 | μυδῶν τε σῶμα γυμνώσαντες τὸν ἀπὸ σήψεως ἰχῶρα ἀποστάζον ὡς τὸ δάκρυσι μυδαλέα. ἄλλως, μυδῶν: ἰχῶρα ἀποπέμπον τουτέστι διαλελυμένον καὶ δίυγρον. | |
Ant411 | ὑπήνεμοι ἀντὶ ὑπὸ τὸν ἄνεμον, οὐκ ἐναντίον τοῦ ἀνέμου ἀλλ’ ἐστραμμένοι, ἀπὸ τοῦ νεκροῦ ὅπως μὴ φέρῃ πρὸς ἡμᾶς τὴν ὀσμήν. | |
Ant413 | ἐπιρρόθοις λοιδόροις, ὑβριστικοῖς. | 238 |
Ant418 | τυφὼς λέγεται ὁ καταιγιδώδης ἄνεμος· Ἡσίοδος ἐκ δὲ Τυφωέος ἔστ’ ἀνέμων μένος ὑγρὸν ἀέντων· σκηπτὸς δὲ λέγεται πᾶν πνεῦμα θυελλῶδες ὅταν συν‐ ερείδῃ τῇ γῇ καὶ πάλιν ἄνω αἴρῃ, τὸ δὲ τοιοῦτο καὶ | |
5 | στρόβιλόν τινες καλοῦσι παρὰ τὸ στροβεῖν. οὐράνιον ἄχος τὸ λυποῦν τὸν αἰθέρα καθὸ ταράσσει αὐτόν. ἀντὶ τοῦ κόνιν. τὸν τυφώνιον ἄνεμον. | |
Ant421 | εἴχομεν ἀντὶ τοῦ ἀντείχομεν πρὸς τὴν κόνιν. | |
Ant423 | τὸ φιλόστοργον τῆς κόρης διὰ τούτων ὁρᾶ‐ ται· θάψασα γὰρ οὐκ ἠμέλησε δακρύων καὶ θρηνη‐ μάτων. | |
Ant426 | ψιλὸν γυμνὸν τῆς κόνεως. | |
Ant427 | κακὰς πικράς. | |
Ant429 | διψὰν ἐκφέρει γράφε διψίαν φέρει. ξηράν. | |
Ant430 | πρόχου προχόου. | |
Ant431 | στέφει κοσμεῖ, κύκλῳ περιρραίνει. | |
Ant432 | ἱέμεσθα ἐπορευόμεθα, ὡρμῶμεν. | |
Ant433 | οὐδὲν ἐκπεπληγμένην ἀντὶ τοῦ οὐ περίφοβον. | |
Ant436 | ὁμολογούσης αὐτῆς ἡδέως καὶ ἀλγεινῶς ἤκουον. | |
Ant438 | φίλους φησὶ διὰ τὸ εἶναι τὴν Ἀντιγόνην τοῦ βασιλικοῦ γένους. | |
Ant439 | οὐδὲν γὰρ προκρίνω τῆς ἐμῆς σωτηρίας. | |
Ant444 | πρὸς τὸν ἄγγελόν φησιν ὁ Κρέων. ᾗ ὅπου | |
Ant450 | ἡ Δίκη, φησί, καὶ ὁ Ζεὺς ὥρισαν ὥστε θά‐ | |
πτεσθαι τοὺς νεκρούς· εἰ οὖν ἦσαν αὐτοὶ τοῦτο ἀπο‐ κηρύξαντες καὶ κελεύσαντες μὴ θάπτεσθαι τὸν νεκρὸν ἐπείσθην ἂν αὐτοῖς· θέλει δὲ εἰπεῖν ὅτι ἀπὸ τῆς φύ‐ | 239 | |
5 | σεως δίκαιον ἥγημαι θάπτειν τὸν ἀδελφόν. | |
Ant454 | ὥστ’ ἄγραπτα τινές φασι τὰ γραπτά· οὐ γὰρ ἄγραφοι τῶν θεῶν οἱ νόμοι. | |
Ant456 | οὐ γάρ τι σήμερον, φησί, ταῦτα ἐγένετο ἀλλ’ ἔστιν ἀΐδια καὶ ἀρχὴν αὐτῶν οὐδεὶς οἶδεν. | |
Ant458 | τούτων ἐγὼ ἀντὶ ὑπὲρ τούτων ἐγώ. | |
Ant461 | προὐκήρυξας τὸν θάνατον. τοῦ χρόνου τοῦ εἱμαρμένου δηλονότι. | |
Ant466 | παρ’ οὐδὲν ἄλγος οὐδεμία λύπη. | |
Ant467 | ἠνεσχόμην, ὑπερεῖδον. | |
Ant469 | σοὶ δ’ εἰ δοκῶ νῦν μῶρα εἰ δοκῶ παρὰ σοὶ εὐήθη πράττειν οὐκ ἔστι περὶ ἐμὲ ἡ εὐήθεια ἀλλὰ περὶ σὲ ὥστε δεῖ μὴ τὴν ἰδίαν πλάνην τοῖς πλησίον ἐπιφέρειν. | |
Ant471 | δηλοῖ τὸ γέννημ’ ὠμόν τὸ σκληρὸν αὐτῆς τοῦ φρονήματος ὁμολογεῖ πατέρα τὸν Οἰδίποδα. | |
Ant475 | περισκελῆ περιεσκληκότα ἢ κεκαμμένον. | |
Ant484 | ἦ νῦν ὄντως δή. | |
Ant485 | εἰ ταῦτ’ ἀνατί εἰ ταῦτα τὰ τολμήματα καὶ ἡ νίκη αὕτη χωρὶς βλάβης καὶ τιμωρίας ...... | |
Ant486 | ἀλλ’ εἴτ’ ἀδελφῆς εἴθ’ ὁμαιμονεστέρας εἴτε ἐξ ἀδελφῆς ἐμῆς εἴτε οἰκειοτέρας καὶ συγγενικωτέρας πάντων τῶν οἰκείων (τοῦτο γὰρ δηλοῖ τὸ τοῦ παντὸς ἡμῖν Ζηνὸς ἑρκίου κυρεῖ) | |
5 | ἀθῷος οὐκ ἄπεισιν. | 240 |
Ant490 | τοῦδε βουλεῦσαι τάφου λείπει ἡ περί. | |
Ant492 | ἐπήβολον φρενῶν κυρίαν τῶν φρενῶν καὶ ἑστῶσαν ἐν αὑτῇ. | |
Ant493 | φιλεῖ δ’ ὁ θυμός εἴωθεν ἡ ψυχὴ τῶν λάθρᾳ τι κακὸν τεχνωμένων προαλίσκεσθαι καὶ ἑαυτὴν ποιεῖν καταφανῆ πρὶν φωραθῆναι. ἄλλως: τῶν λάθρᾳ τι 〈κακὸν〉 βουλομένων δρᾶν ὁ θυμὸς προκλέπτεται καὶ | |
5 | περὶ τὴν κατάστασιν τοῦ σώματος ἔνδηλόν τι γίνεται τὸ κατηγοροῦν τῆς πράξεως αὐτῶν. | |
Ant495 | μισῶ γε μέντοι μισῶ τὸν ἁμαρτάνοντα καὶ ἐπικοσμοῦντα τὴν ἁμαρτίαν αὑτοῦ· τοῦτο δέ φησιν ὅτι ἁλοῦσα ἡ Ἀντιγόνη ἔφασκε τῷ θείῳ νόμῳ ἐπαρκεῖν. | |
Ant499 | τῶν σῶν λόγων διὰ 〈τούτου〉 τὸ κήρυγμα τοῦ Πολυνείκους αἰνίττεται. | |
Ant503 | κατέσχον ἀντὶ ἔσχον. | |
Ant506 | ἀλλ’ ἡ τυραννὶς πολλά οὐκ ἐν ἐπαίνῳ τοῦτο τῆς τυραννίδος ἀλλ’ ἔχει τι εἰρωνείας ὁ λόγος. | |
Ant508 | σὺ τοῦτο μούνη σοὶ μόνῃ τοῦτο δοκεῖ δί‐ καιον εἶναι, ταφῆναι τὸν Πολυνείκη. | |
Ant509 | σοὶ δ’ ὑπίλλουσι στόμα γιγνώσκουσι καὶ οὗτοι, διὰ δὲ σὲ τὸ στόμα συστέλλουσι καὶ σιωπῶσιν· ἢ στρέφουσι τοὺς διὰ τοῦ στόματος λόγους. | |
Ant510 | τῶνδε χωρὶς εἰ φρονεῖς ἀντὶ παρὰ τούτους φρονοῦσα. | |
Ant514 | τιμᾷς ἀντὶ τοῦ νέμεις. | |
Ant517 | οὐ γάρ τι δοῦλος ἀπὸ κοινοῦ τὸ ὤλετο. οὐ γάρ τι δοῦλος ἀλλ’ ἀδελφός οὐ τοιοῦτός ἐστιν ὁ ἀπολόμενος ὥστε εἰς χάριν τοῦ Ἐτεοκλέους | |
ἐᾶσαι αὐτὸν ἄταφον· οὐ γὰρ τοσοῦτον αὐτοῦ ὑπερ‐ | 241 | |
5 | βέβηκεν· οὐ δεῖ οὖν σκοπεῖν εἴ τι ἐκείνῳ ἀποθύμιον ποιῶ ἀλλ’ εἰ κοινῆς τῆς φύσεως ἔλαχον. | |
Ant519 | τοὺς νόμους τούτους τὸ θάπτειν. γράφε τοὺς νόμους ἴσους. | |
Ant521 | τίς οἶδεν εἰ κάτω ’στίν γράφε κάτωθεν ἀντὶ τοῦ κάτω ὡς τὸ Αἴας 〈δ’〉 ἐγγύθεν ἦλθε ἀντὶ τοῦ ἐγγύς· ὁ δὲ νοῦς, τίς οἶδεν εἰ καθ’ Ἅιδου | |
5 | ἀλλήλοις διαλλάσσοντες ἡγοῦνται εὐσεβῆ τάδε; γράφε κάτωθεν. | |
Ant523 | οὔτοι συνέχθειν ἀλλὰ συμφιλεῖν τὰς φιλίας, φησί, κοινὰς ποιοῦμαι ἀλλ’ οὐ τὰς ἔχθρας· ἐν δὲ τῷ ὑπομνήματι οὕτως, εἰ καὶ ἐχθαίρουσιν ἀλλήλους οἱ ἀδελφοὶ ἐγὼ οὐ τοιαύτη εἰμὶ τὴν φύσιν ὥστε σὺν | |
5 | ἑτέρῳ αὐτῶν ἐχθαίρειν τὸν ἕτερον ἀλλὰ συμφιλεῖν τοῖς φιλοῦσιν. | |
Ant526 | εἰκὸς μὲν τὴν Ἰσμήνην ὑπὲρ τῆς ἀδελφῆς ἀγωνιῶσαν στυγνάζειν οὐδὲν δὲ ἧττον καὶ διότι ὑπ‐ ωπτεύθη. | |
Ant527 | φιλάδελφα φιλαδέλφως. | |
Ant528 | νεφέλη δ’ ὀφρύων ὕπερ ἐὰν ᾖ δοτικὴ τῇ νεφέλῃ ἔσται ὁ λόγος, τῇ νεφέλῃ τουτέστι τῇ στυγνό‐ τητι τῇ ὑπεράνω τῶν ὀφρύων τὸ αἱματόεν ῥέθος αἰ‐ σχύνει ἡ Ἰσμήνη τέγγουσα εὐῶπα παρειάν, ἐὰν δὲ | |
5 | κατ’ ὀρθὴν ᾖ ἡ νεφέλη ἔσται μεταξύ, [ἡ] νεφέλη δ’ ὀφρύων ὕπερ, ἵνα τὸ ἑξῆς τοῖς πρώτοις συνάπτηται, | |
καὶ μὴν πρὸ πυλῶν ἥδ’ Ἰσμήνη φιλάδελφα δάκρυα λειβομένη αἱματόεν ῥέθος αἰσχύνει τέγγουσα εὐῶπα παρειάν, νεφέλη δ’ ὀφρύων ὕπερ. | 242 | |
10 | αἱματόεν | ῥέθος αἰσχύνει τὸ ἐπὶ τῷ προσώπῳ ἐρύθημα, ἀλληγορικῶς δὲ εἶπεν τὴν νεφέλην· ὡς γὰρ ἡ νεφέλη στυγνὴν καὶ ὁμιχλώδη τὴν ἡμέραν ποιεῖ οὕτω καὶ ταύτην διάδηλόν φησι γίνεσθαι ταῖς ὀφρύσι συνοφρυάζουσαν καὶ τὸ πρόσωπον στυγνὸν καὶ κατ‐ | |
15 | ηφέστερον πεποιηκυῖαν. | |
Ant529 | ῥέθος ἐρύθημα. | |
Ant531 | ἡ γὰρ ἔχιδνα λάθρᾳ καθεζομένη τῶν ἀνθρώ‐ πων ἐκπίνει τὸ αἷμα. ὑφειμένη ὑποχαλωμένη, ἐαθεῖσα, ἀπολυθεῖσα. | |
Ant535 | ἢ ’ξομῇ τὸ μὴ εἰδέναι ἢ ἀπαρνῇ εἰδέναι ἐνώμοτος; | |
Ant536 | εἴπερ ἥδ’ ὁμορροθεῖ ὅρα πῶς ἑαυτὴν πρό‐ δηλον ὡς συκοφαντοῦσαν ποιεῖ· ὁμολογεῖ γὰρ πεπρα‐ χέναι ταύτης συντιθεμένης ὅπερ ἀδύνατον. ὁμοφωνεῖ. | |
Ant538 | ἀλλ’ οὐκ ἐάσει τοῦτό γ’ ἡ δίκη ἡ μὲν μὴ δράσασα ὁμολογεῖ πεπραχέναι καὶ κεκοινωνηκέναι διὰ τὸν πόθον τῆς ἀδελφῆς ἡ δὲ σπουδάζει ζῶσαν αὐτὴν διαφυλάξαι. | |
Ant540 | ἀλλ’ ἐν κακοῖς τοῖς σοῖσιν καὶ διὰ τούτων μὴ δεδρακέναι ὁμολογεῖ. | |
Ant541 | ξύμπλουν κοινωνόν. | |
Ant542 | ὧν τοὖργον ἀντὶ τοῦ ὑφ’ ὧν τὸ ἔργον πέ‐ πρακται αἰτιῶν. | |
Ant545 | ἁγνίσαι ἀντὶ τοῦ τιμῆσαι. | 243 |
Ant549 | τοῦδε γὰρ σὺ κηδεμών ἢ τοῦ βίου ἐπεὶ φιλοζωοῦσα οὐ συνέπραξας ἢ τοῦ Κρέοντος ἐπεὶ μὴ παρέβης αὐτοῦ τὰ ψηφίσματα. | |
Ant550 | ὠφελουμένη ἀντὶ τοῦ ὠφελοῦσα. | |
Ant551 | εἰ γέλωτ’ ἐν σοὶ γελῶ εἰ γελῶ, φησίν, ἐπὶ σοὶ ἀλγοῦσα γελῶ οἷον καταγελῶ σου ὅτι οὐκ ἠθέλησάς μοι συμπονῆσαι. | |
Ant552 | ἀντὶ τοῦ ποίαν μηχανὴν εὕροιμι; | |
Ant556 | ἀλλ’ οὐκ ἐπ’ ἀρρήτοις ἀντὶ τοῦ προεῖπόν σοι τὰς ἐσομένας τιμωρίας ἐν τῇ παραβάσει. ἀλλ’ οὔπω παρὰ γνώμην μου ταῦτα πέπραχας ἀλλὰ κἀμοῦ συνειδυίας τὰ πραττόμενα. | |
Ant557 | καλῶς σὺ μέντοι τοῖς δ’ ἐγὼ ’δόκουν φρονεῖν σεαυτῇ καλῶς ἐδόκεις φρονεῖν μὴ συμπράττουσά μοι ἐγὼ δὲ τούτοις ἢ τοῖς ἀνδράσιν ἢ τοῖς ἐμοῖς δόγμασιν· τινὲς δὲ τῷ νόμῳ καὶ τῷ δικαίῳ. | |
Ant558 | ὅτι σὺ μὲν ἔπραξας ἐγὼ δὲ συνῄδειν. | |
Ant559 | ἡ δ’ ἐμὴ ψυχὴ πάλαι | τέθνηκεν οἷον προ‐ ηκάμην τὸ ζῆν βοηθῆσαι βουλομένη τῷ ἀδελφῷ. | |
Ant561 | τὴν μὲν ἀρτίως | ἄνουν πεφάνθαι τὴν Ἰσμή‐ νην ὅτι 〈εἰ καὶ〉 μὴ συνειργάσατο ῥίπτει ἑαυτὴν εἰς κίνδυνον. | |
Ant563 | οὐ γάρ ποτ’, ὦ ’ναξ τοῦτό φησιν ὑπερ‐ απολογουμένη τῆς Ἀντιγόνης ὅτι εἰ καὶ κακῶς ποιεῖ μεταβληθήσεται· οὐ μένει γὰρ οὐδὲ ὁ ἐξ ἀρχῆς κακὸς νοῦς τοῖς κακῶς φρονήσασι πρὸς ὅ φησι Κρέων, σοὶ | |
5 | γοῦν μένει κακὸς ὁ νοῦς ὁπότε εἵλου τῶν κακῶν εἶναι | |
κοινωνός. | 244 | |
Ant567 | ἀντὶ τοῦ μὴ φρόνει ὅτι ἐν τοῖς ζῶσίν ἐστιν. | |
Ant568 | νυμφεῖα ἀντὶ τοῦ τὴν νύμφην. | |
Ant569 | ἀρώσιμοι παιδοποιήσιμοι, εὐγεώργητοι. | |
Ant570 | ἡρμοσμένα τὰ τοῦ γάμου φησίν. | |
Ant571 | υἱάσιν λείπει τὸ συνάπτεσθαι. | |
Ant573 | καὶ σὺ καὶ τὸ σὸν λέχος τὸ σὸν τὸ ὑπὸ σοῦ ὀνομαζόμενον οἷον τὸ ὄνομα τῆς νύμφης ὃ σὺ προβάλλῃ. | |
Ant577 | καὶ σοί γε κἀμοί οὐ μόνον ταύτῃ ὥρισται τὸ ἀποθανεῖν ἀλλὰ καὶ σοί· μηκέτι οὖν μοι τριβὰς ἐμβάλλετε· ἢ καὶ ἐμοὶ καὶ σοὶ δέδοκται μηκέτι δια‐ τρίβειν ἐν τοῖς λόγοις. | |
Ant578 | ἐκ δὲ τοῦδε χρή ὁ δὲ περιττεύει· λέγει γὰρ ὅτι χρὴ λοιπὸν μὴ ἀνειμένας εἶναι ταύτας τὰς γυναῖκας ἀλλὰ φρουρεῖσθαι· φεύγειν γὰρ εἰώθασι καὶ οἱ τολ‐ μηροὶ πλησιάζοντα ὁρῶντες τὸν θάνατον. | |
Ant579 | ἀνειμένας αὐτεξουσίους. | |
Ant582 | εὐδαίμονες οἷσι κακῶν ἀπὸ κοινοῦ τὸ αἰών, οἷς γὰρ ἂν σεισθῇ δόμος τούτοις ὁ αἰὼν οὐδὲν ἄτης ἐλλείπει ἕρπων ἐπὶ τὸ πλῆθος τῆς γενεᾶς ἀλλὰ πάντα ἐπιφέρει τὰ δεινὰ ὥστε ὅμοιόν ἐστι τῶν οἴκων τὸ | |
5 | κίνημα ἐκσεισθέντι κύματι ταῖς τοῦ βορέου πνοαῖς οἷον γαλήνης οὐ ῥᾳδίως τυγχάνουσιν ὅσοι ἐν κλύδωνι γίνονται ἀλλ’ οὐδὲ δυστυχίᾳ περιπίπτων οἶκος εὐχε‐ ρῶς ἀνανεύει. | |
Ant584 | σεισθῇ ταραχθῇ. | |
Ant587 | ὅμοιον ὥστε ποντίας ἁλός τὸ ἑξῆς, ὅμοιον ὡς ὅταν Θρῄσσῃσιν ποντίαις δυσπνόοις πνοαῖς οἶδμα ἔρεβος ὕφαλον ἐπιδράμῃ ἀντὶ τοῦ ἐκ βάθους κινήσῃ τὴν θάλασσαν· τὰ γὰρ βαθέα μέλανα ἐκάλουν· Ὅμηρος | 245 |
5 | δνοφερὸν χέει ὕδωρ· καὶ ὁ Ποσειδῶν κυανοχαίτης. | |
Ant589 | ἔρεβος μέλαν. | |
Ant590 | βυσσόθεν ἐκ βάθους. | |
Ant591 | δυσάνεμον τὴν ὑπὸ ἀνέμων ταραχθεῖσαν. | |
Ant592 | στόνῳ λείπει ἡ σύν, σὺν στόνῳ. ἀντιπλῆγες ἀντιπλησσόμεναι. | |
Ant596 | οὐδ’ ἀπαλλάσσει γενεάν τὸ γένος τὸ ἐπι‐ γινόμενον οὐκ ἀπαλλάσσει τὴν γενεὰν ἀλλ’ ἀεὶ ἐν συμφορᾷ ἐστιν. | |
Ant597 | ἐρείπει καταβάλλει, καταφέρει. | |
Ant599 | νῦν γὰρ ἐσχάτας ὕπερ λείπει ἄρθρον τὸ ὅ, τὸ δὲ λεγόμενόν ἐστι τοιοῦτο, νῦν γὰρ ὅπερ ἐτέτατο 〈φῶσ〉, φησί, καὶ σωτηρία ἐν τοῖς οἴκοις τοῦ Οἰδίποδος ἐσχάτης ὑπὲρ ῥίζης ἀντὶ τοῦ ὅπερ ἔβλαστεν ἄνω τῆς | |
5 | ῥίζης θάνατος καταλαμβάνει. νῦν γάρ, φησίν, ὅπερ ἦν λείψανον γενεᾶς τοῦτο μέλλει καλύπτειν ἡ κόνις, τὸ καταλειφθέν φησιν ἀπὸ Οἰδίποδος βλάστημα. | |
Ant601 | κατ’ αὖ νιν ἐὰν στίξωμεν κᾆτ’ αὖ νιν οὐδὲν λείπει τῷ λόγῳ. νιν τὴν ῥίζαν. | |
Ant602 | ἀμᾷ θερίζει καὶ ἐκκόπτει· ἢ καλύπτει. | 246 |
Ant603 | λόγου τ’ ἄνοια ἁμαρτία, ὅτι οἰστρηθεῖσα ὑπὸ τῶν Ἐρινύων ἡ Ἀντιγόνη τοῦτο τετόλμηκεν. | |
Ant604 | τοῦτό φησιν, ὅτι προαιρέσει τοῦ Διὸς πάντα γίνεται. | |
Ant605 | κατάσχοι εὐκτικῶς ὡς ποιήσαι τρίτου προσ‐ ώπου· ὑπερηφανίᾳ κρατῆσαι δύναται. | |
Ant606 | ὁ παντογήρως ὁ ἀσθενείας παραίτιος· τὸ γὰρ γῆρας ἀσθενές ἐστιν, ἀσθενοῦμεν δὲ τῇ γλυκείᾳ προσβολῇ τοῦ ὕπνου κατεχόμενοι· ἢ παντογήρως ὁ αἰώνιος καὶ ἄχρι γήρως τοῖς ἀνθρώποις καὶ πᾶσι τοῖς | |
5 | ζῴοις παραμένων. αἰώνιος. | |
Ant607 | οὔτ’ | ἀκάματοι θεῶν μῆνες ἀντὶ ἡ τοῦ χρόνου περίοδος. | |
Ant608 | ἀγήρῳ δὲ χρόνῳ δυνάστας ἀντὶ τοῦ δυνα‐ στεύων καὶ ἄρχων τοῦ ἀγηράου χρόνου κατέχεις τὸν Ὄλυμπον· ἀγήρων δὲ τὸν τῶν θεῶν χρόνον φησὶν ἐπεὶ μήτε ὑπὸ δυστυχιῶν μήτε ὑπὸ ὕπνου ἐλαττοῦται. | |
Ant611 | τό τ’ ἔπειτα τὸ ἐσόμενον καὶ μετ’ ἐκεῖνο μέλλον καὶ πάλιν ἐσόμενον· τινὲς δὲ τὸ ἔπειτα ἰδίως ἐπὶ ἐνεστῶτος λελέχθαι φασὶν ἀντὶ τοῦ νῦν. ὅ ἐστιν ἀεὶ δυνάμενον βοηθεῖν. | |
Ant613 | νόμος ὅδ’, οὐδὲν ἕρπει οὐδείς, φησίν, ἔστι νόμος ἐν πάσαις ταῖς πόλεσιν ὥστε φεύγειν τοὺς ἀνθρώπους τὸ συμβησόμενον· ἢ οὕτως, οὐδείς ἐστι νόμος ὃς δύναται τῶν ἤδη τελειωθέντων κακῶν προσ‐ | |
5 | άγειν βοήθειαν ἢ οὕτως, ὁ δὲ νόμος ὁ πάντων ἀν‐ | |
θρώπων κοινὸς τοῦτο ἔχει, μηδένα ζῆν ἄνευ λύπης. ὁ λόγος, σὺ μέν, ὦ Ζεῦ, ἀγήρως τε καὶ δυνάστης εἰς ἅπαντα τὸν χρόνον εἶ ἡ δὲ τῶν ἀνθρώπων πολιτεία οὐδέποτε χωρὶς κακῶν ἐστιν. | 247 | |
Ant614 | πάμπολις ὁ κατὰ πᾶσαν πόλιν ἕρπων νόμος ὅ ἐστι πάντες ἄνθρωποι. | |
Ant615 | ἁ γὰρ δὴ πολύπλαγκτος οὐδέν, φησί, περὶ τῶν μελλόντων ἐπίστανται οἱ ἄνθρωποι ὥσπερ ὁ Ζεύς, ἠπάτησε δὲ πολλοὺς ἡ ἐλπὶς κουφόνους ἔρωτας ἐμ‐ βάλλουσα· τὰ ἀδύνατα γὰρ ἐλπίσαντες ἐσφάλησαν· | |
5 | ἔρωτας δέ φησι καὶ τὰς ἐπιθυμίας. | |
Ant617 | κουφονόων ἐρώτων ἀντὶ τοῦ τῶν κούφων ἐπιθυμιῶν ἐν αἷς πολλοὶ ἠπάτηνται ἕτερα προσδοκή‐ σαντες ἑτέρων ἀποβάντων. | |
Ant618 | τῷ ἀνθρώπῳ οὐδὲν εἰδότι ἐπέρχεται. | |
Ant619 | προσαύσῃ (προσ)αίρῃ προσφέρῃ· πρὶν τοῖς δεινοῖς ἐπικύρσῃ καὶ εἰς αὐτὸν ἐμπέσῃ τὸν κίνδυνον. | |
Ant620 | σοφίᾳ γὰρ ἔκ του | κλεινὸν ἔπος μετὰ σοφίας γὰρ ὑπό τινος ἀοίδιμον καὶ κλεινὸν ἔπος πέφανται, τὸ ὅταν δ’ ὁ δαίμων ἀνδρὶ πορσύνῃ κακὰ τὸν νοῦν ἔβλαψε πρῶτον ᾧ βουλεύεται. | |
Ant625 | ὀλιγοστὸν ἀντὶ τοῦ οὐδὲ ὀλίγον. | |
Ant629 | τάλιδος τᾶλις λέγεται παρ’ Αἰολεῦσιν ἡ ὀνομασθεῖσά τινι νύμφη· Καλλίμαχος αὐτίκα τὴν τᾶλιν παιδὶ σὺν ἀμφιθαλεῖ. | |
τῆς νύμφης. | 248 | |
5 | τῆς μελλογάμου νύμφης. μόρον λείπει ἡ διά, διὰ τὸν μόρον. | |
Ant630 | ὑπὲρ τῆς τῶν λεχέων ἀποτυχίας ἀχθόμενος. | |
Ant631 | τάχ’ εἰσόμεσθα ὁ λόγος παροιμιακῶς ὁπότε μὴ στοχασμῷ χρώμεθα ἀλλ’ αὐτόπται τῶν πραγμάτων γινόμεθα· προγιγνώσκει μὲν γὰρ καὶ ὁ μάντις ἀλλὰ στοχασμῷ χρῆται· τάχα οὖν ἀκριβῶς γνώσομαι ταῦτα | |
5 | παρὰ τοῦ παιδὸς πυνθανόμενος. | |
Ant632 | τελείαν ψῆφον τελείαν τὴν ἤδη τετελεσμένην· τοῦτο δέ φησιν ὡς μὴ μεταβουλευσόμενος· ἢ τὴν τέλος ἐπάγουσαν τῇ Ἀντιγόνῃ. | |
Ant633 | λυσσαίνων γράφε θυμαίνων. | |
Ant635 | παρέλκει τὸ ἔχων. | |
Ant636 | ἀπορθοῖς ὀρθῶς καθηγῇ. | |
Ant637 | ἐμοὶ γὰρ οὐδεὶς ἀξίως οὐδείς μοι προκριθή‐ σεται γάμος τῆς σῆς ἀρχῆς, καλῶς σοῦ ἄρχοντος· πανταχοῦ δὲ μετὰ παρατηρήσεως. | |
Ant638 | μείζων φέρεσθαι προκρίνεσθαι. | |
Ant639 | διὰ στέρνων ἔχειν ἀντὶ τοῦ ἐνθυμεῖσθαι. | |
Ant640 | γνώμης πατρῴας πάντ’ ὄπισθεν οἷον τῆς πατρῴας γνώμης πάντα εἶναι δεύτερα οἷον χρὴ τὴν πατρῴαν πράττοντα γνώμην περὶ τῶν ἄλλων οὐδένα λόγον ἔχειν· ἀσφαλῶς δὲ προσέθηκε τὸ πάντα μὴ ἄρα | |
5 | ἐκ τοῦ παιδὸς ὑπαντηθῇ ὅτι πλὴν τῶν χρησίμων. | |
Ant646 | πόνους γράφε πέδας ἵν’ ᾖ ἐμπόδιον, δεσμούς, κώλυμα τοῦ πράττειν ἃ βούλεται. | |
Ant650 | ψυχρὸν ἀηδές. παραγκάλισμα φίλημα, στέργηθρον, κοινώνημα, παρακοίμημα, περιπλοκή. | 249 |
Ant653 | πτύσας καταπτύσας, ἐν οὐδενὶ λόγῳ θέμενος, καταφρονήσας. | |
Ant659 | εἰ γὰρ τοὺς ἐμούς, φησίν, ἀκόσμως βιοῦντας μὴ τιμωρησαίμην οὐδὲ τῶν ξένων περιγενήσομαι· ἀπὸ κοινοῦ δὲ τὸ θρέψω. ἐγγενῆ συγγενῆ. | |
Ant660 | θρέψω ἀντὶ τοῦ ἕξω. | |
Ant661 | εἰ οὖν τηροίην τὰ νόμιμα καὶ τὰ δίκαια ἐπὶ τῆς ἐμαυτοῦ πρώτως οἰκίας τηροίην ἂν αὐτὰ καὶ ἐπὶ τῆς πόλεως. | |
Ant663 | ὑπερβὰς λείπει τὸ δίκαιον. | |
Ant666 | στήσειε καταστήσειεν ἄρχοντα. | |
Ant667 | τὰ ἐναντία τῶν δικαίων δῆλον ὅτι. | |
Ant668 | τοῦτον τὸν τῷ βασιλεῖ πειθόμενον. | |
Ant670 | δορὸς ἀντὶ τῆς μάχης. | |
Ant672 | ἀναρχίας ἀντὶ τοῦ ἀπειθείας. δὲ γάρ. | |
Ant675 | τροπὰς καταρρήγνυσι ἐκ γὰρ διαρρήξεως στρατοῦ τροπὴ γίνεται. τῶν δ’ ὀρθουμένων τῶν ἀρχομένων. | |
Ant676(2) | αἰδομένων δ’ ἀνδρῶν πλέονες σόοι ἢ πέφανται. | |
Ant677 | ἀμυντέ’ τὰ τῶν νόμων. τοῖς κοσμουμένοις τοῖς ἄρχουσιν· Ὅμηρος | |
κοσμήτορε λαῶν. | 250 | |
Ant681 | εἰ μὴ τῆς φρονήσεως ὑπὸ τοῦ γήρως σεσυ‐ λήμεθα λέγειν φρονούντως δοκεῖς περὶ ὧν λέγεις· ὁ δὲ λόγος πάνυ πρεσβυτικῶς καὶ αἰδημόνως εἴρηται. σεσυλήμεθα. | |
Ant684 | χρημάτων κτ(ημάτων). | |
Ant685 | ἐγὼ δὲ οὐ δύναμαι ταῦτα ἀποδέξασθαι ἐπειδὴ μὴ καλῶς ταῦτα λέγεις. | |
Ant687 | δυνατόν σε καὶ ἑτέρως καλῶς μεταβουλεύσασθαι. | |
Ant688 | σοὶ δ’ οὖν πέφυκα γράφε σὺ δ’ οὐ πέφυκας. | |
Ant690 | τὸ σὸν ὄμμα, φησί, τοιοῦτόν ἐστιν ὥστε μηδένα τῶν πολιτῶν ἄντικρύ σου λέγειν τοιαῦτα οἷς σὺ μὴ τέρψῃ· ἐμοὶ δὲ πάρεστιν ἀκούειν τῶν λάθρᾳ κατὰ σοῦ λεγομένων. | |
Ant691 | λόγοις τοιούτοις λείπει τὸ χρῆσθαι. | |
Ant692 | ὑπὸ σκότου λαθραίως. | |
Ant696 | διὰ τούτων ὑπεραπολογεῖται τῆς κόρης ὑπερ‐ ευπρεπῶς τῇ πόλει περιθεὶς τὸν λόγον. | |
Ant697 | κυνῶν γράφε λύκων. | |
Ant699 | τιμῆς γράφεται καὶ στήλης. | |
Ant700 | ἐρεμνὴ σκοτεινή, λαθραία σου. | |
Ant709 | διαπτυχθέντες ἀνακαλυφθέντες· μετέβη δὲ ἀπὸ ἑνικοῦ ἀριθμοῦ τοῦ ὅστις γὰρ εἰς πληθυντικὸν τὸ οὗτοι. | |
Ant711 | καὶ τὸ μὴ τείνειν ἄγαν μὴ αὐθάδη εἶναι ἀντιτείνοντα τοῖς συμβουλεύουσιν· τοῦτο δὲ παρὰ Σόλωνος γηράσκω δ’ αἰεὶ πάντα διδασκόμενος· | |
5 | Καλλίμαχος: | 251 |
Ant714 | αὐτόπρεμν’ αὐτόριζα. | |
Ant716 | ὑπείκει μηδὲν τοῖς ἱστίοις μὴ ἐγχαλάσῃ. ὑπτίοις ἀντὶ ὑπτίως. | |
Ant717 | στρέψας στρέψας τὴν ναῦν. | |
Ant718 | μετάστασιν μετάνοιαν. | |
Ant719 | ἀντὶ τοῦ εἰ οἷός τέ εἰμι λέγειν κἀγὼ διὰ τὸ νέον. | |
Ant720 | πρεσβεύειν ὑπερέχειν· ἐγώ, φησί, τοῦτο οἶμαι ὑπερέχειν, τὸ τὸν ἄνθρωπον φῦναι πάντα ἐπι‐ στάμενον· Ἡσίοδος οὗτος μὲν πανάριστος ὃς αὑτῷ πάντα νοήσῃ. | |
Ant722 | εἰ δ’ οὖν εἰ δέ τις ἀνόητος εὑρεθῇ· Δίδυμος δέ φησι ....... | |
Ant728 | μηδὲν διδάσκου ὃ μὴ δίκαιόν ἐστί σοι μαν‐ θάνειν· ἢ μηδὲν ἔστω ὃ μὴ δίκαιον. | |
Ant730 | ἀκοσμοῦντας ἀπειθοῦντας καὶ ἄκοσμα δια‐ πραττομένους. | |
Ant733 | οὔ φησι Θήβης τῆσδ’ ὁμόπτολις οὐκ ἐγὼ ταῦτα λέγω ἀλλὰ πάντες οἱ τὴν πόλιν οἰκοῦντες· χαριέντως δὲ τὴν δίαιταν προσάπτει τῇ πόλει τῷ μὴ δοκεῖν βούλεσθαι ἀνατρέπειν τὰ τῷ πατρὶ βεβουλευμένα. | |
Ant734 | πόλις γὰρ ἡμῖν ἅ με χρή ἅ με χρὴ προσ‐ τάσσειν τῇ πόλει ἐκείνη μοι ἔχει κελεύειν; | |
Ant735 | χ. τὸ χ ὅτι αὐστηρότερον προσηνέχθη τῷ πατρί. | |
Ant741 | χ. εἴπερ γυνὴ σὺ λείπει τυγχάνεις· πάλιν δὲ τὸ χ | |
διὰ τὸ αὐστηρόν. | 252 | |
Ant742 | διὰ δίκης ἰὼν δικασάμενος, δικαιολογούμενος, παρρησιαζόμενος. ἰὼν ἐλθών. | |
Ant746 | γυναικὸς ὕστερον ἀντὶ τοῦ ἡττηθὲν ὑπὸ γυναικός. | |
Ant751 | ἡ δ’ οὖν θανεῖται δι’ ἑαυτὸν ἔφη, ὁ δὲ Κρέων ᾤετο δι’ αὐτὸν λέγειν. | |
Ant752 | ἐπεξέρχῃ περαιτέρω χωρήσεις. | |
Ant753 | τίς δ’ ἔστ’ ἀπειλή ποίαν ὠφέλειαν ἔχει ἀπειλὴ πρὸς μωρὸν ἄνθρωπον λεγομένη; σημείωσαι. | |
Ant758 | τόνδ’ Ὄλυμπον μὰ τὸν Ὄλυμπον. | |
Ant759 | δεννάσεις λυπήσεις, ὑβρίσεις. | |
Ant760 | τὸ μῖσος τὴν Ἀντιγόνην φησίν. κατ’ ὄμματ’ ὑπ’ ὀφθαλμούς. | |
Ant762 | μὴ δόξῃς μὴ νομίσῃς. | |
Ant763 | οὐδαμᾷ οὐδαμῶς. | |
Ant765 | ὡς τοῖς θέλουσι τῶν φίλων μένῃς ξυνών γράφε μαίνῃ, ὡς μαίνῃ, φησί, παρὰ τοῖς φίλοις τοῖς θέλουσιν ὑπομεῖναι τὴν σὴν μανίαν. | |
Ant767 | νοῦς δ’ ἐστὶ τηλικοῦτος ἤτοι ὁ τῶν νέων ἢ ὁ φρόνιμος· ὁ δὲ νοῦς ὁ τηλικοῦτος, φησί, βαρύ‐ τατός ἐστιν ἀλγήσας. | |
Ant770 | αὐτὰ τὰς κόρας· δυικὸν γάρ ἐστι. | |
Ant772 | σφε αὐτήν. | |
Ant774 | πετρώδει—ἐν κατώρυχι ἐν ὑπογείῳ σπηλαίῳ. | |
Ant775 | φορβῆς τοσοῦτον ἔθος παλαιὸν ὥστε τὸν βουλόμενον καθειργνύναι τινὰ ἀφοσιοῦσθαι βραχὺ τιθέντα τροφῆς καὶ ὑπενόουν κάθαρσιν τὸ τοιοῦτο | |
ἵνα μὴ δοκῶσι λιμῷ ἀναιρεῖν· τοῦτο γὰρ ἀσεβές. | 253 | |
Ant777 | ὃν μόνον σέβει θεῶν διὰ τὸ προκρῖναι τῆς ἰδίας σωτηρίας τὴν πρὸς τὸν κατοιχόμενον δίκην. | |
Ant779 | ὅτι | πόνος περισσός ἐστι πλήρης ὀργῆς καὶ ἀβουλίας ὁ λόγος ὅτι καὶ εἰς θεοὺς θρασύνεται. | |
Ant781 | Ἔρως ἀνίκατε διὰ τὸν Αἵμονα τοῦ ἔρωτος μέμνηται· πάλαι γὰρ ὡμονόει τῷ πατρί, νῦν δὲ σχεδὸν πολέμιος γέγονε διὰ τὴν Ἀντιγόνην· τὸ δὲ ἐρᾶν πλου‐ σίους ἔχει· καὶ ἡ παροιμία | |
5 | ἐν πλησμονῇ τοι Κύπρις, ἐν πεινῶσι δ’ οὔ. μάχαν λείπει ἡ κατά. | |
Ant782 | κτήμασι ἐπεὶ καὶ κτημάτων ἐρῶσι πολλοί. | |
Ant784 | ἐννυχεύεις διατρίβεις. | |
Ant785 | φοιτᾷς δ’ ὑπερπόντιος διότι 〈καὶ τὰ〉 θα‐ λάσσια ζῷα ἐρᾷ ἢ ὅτι καὶ τὰ πόρρω θηρεύει ὁ ἐρῶν καὶ διὰ θαλάσσης ἄπεισι καὶ πανταχοῦ ὥστε τοῦ ἔρωτος ἐπιτυχεῖν ἢ ὅτι πολλοὶ τῶν ἐν πόντῳ ἐρῶσιν. | |
Ant786 | αὐλαῖς ταῖς ἐπαύλεσιν. | |
Ant790 | ὁ δ’ ἔχων τὸν ἔρωτα. | |
Ant791 | σὺ καὶ δικαίων ἀδίκους σὺ καὶ δικαίους διαφθείρεις ὥστε τὰς φρένας αὐτῶν ἀδίκους γίνεσθαι ὡς Ἡρακλῆς ἐνεχόμενος τῷ ἔρωτι τῆς Ἰόλης τὰ ἐν Οἰχαλίᾳ ἔπραξεν ἀφορμὴν τοῦ πολέμου μὴ ἔχων ἢ | |
5 | τὸν ἔρωτα μόνον. | |
Ant794 | ξύναιμον ξυγγενές, ὅτι υἱοῦ πρὸς πατέρα γέγονε μάχη καὶ διαφορά. | |
Ant795 | νικᾷ δ’ ἐναργὴς βλεφάρων ὅτι ὁρῶν τὴν παῖδα ὁ Αἵμων σπουδάζουσαν καὶ πάντα πράσσουσαν ὑπὲρ τοῦ ἀδελφοῦ ἥττων αὐτῆς γέγονεν· νικᾷ οὖν, φησίν, ὁ ἔρως τῆς νύμφης ὅς ἐστι πάρεδρος τῶν | 254 |
5 | μεγάλων θεσμῶν ἐν ἀρχαῖς· τοῦτο δὲ εἶπεν ὅτι θαυμα‐ στή τίς ἐστιν ἡ τοῦ ἱμέρου ἀρχὴ καὶ ὥσπερ νομισθεῖσα ἄνωθεν διὸ καὶ πάρεδρον αὐτήν φησι τῶν θεσμῶν. | |
Ant798 | πάρεδρος ἐν ἀρχαῖς τινὲς παρέδρος Δωρικῶς ἀναγινώσκουσι κατ’ ἔλλειψιν τοῦ υ ἵν’ ᾖ παρέδρους, λέγει δὲ τὸν Κρέοντα, νικᾷ δὲ ὁ φανερὸς ἵμερος τῶν βλεφάρων τῆς εὐλέκτρου νύμφης τὸν Κρέοντα, τὸν | |
5 | 〈πάρεδρον〉 ἐν ταῖς ἀρχαῖς τῶν μεγάλων θεσμῶν. | |
Ant799 | ἄμαχος ἀκαταμάχητος. ἐμπαίζει ἥδεται, χαίρει. | |
Ant801 | οἷον δυνάμει παρακούομεν τοῦ ἄρχοντος δακρύοντες τὴν Ἀντιγόνην ἣν αὐτὸς κατεδίκασεν. | |
Ant804 | τὸν παγκοίταν τὸν πάντας κοιμίζοντα. θάλαμον τὸν θάλαμον τὸν ἐν τῷ τάφῳ. | |
Ant805 | ἀνύτουσαν ἀνοίγουσαν ἢ τρέχουσαν καὶ πορευομένην. | |
Ant814 | ἔγκληρον μέτοχον. | |
Ant815 | ἐπινυμφίδιος—ὕμνος λείπει θύραις ἢ κοίταις. | |
Ant820 | οὐ διὰ ξιφῶν τὸν μισθὸν τοῦ πλημμελήματος λαχοῦσα καὶ τὴν τιμωρίαν ἀλλὰ μετ’ ἐλευθερίας τε‐ θνήξῃ ἰδίῳ καὶ καινῷ νόμῳ περὶ τὸ τέλος χρησαμένη οἷον οὔτε νοσήσασα οὔτε ἀναιρεθεῖσα ἐξελεύσῃ τοῦ | |
5 | βίου· ἢ ἀντὶ ἰδίοις αὑτῆς νόμοις χρησαμένη. | 255 |
Ant822 | θνητῶν ἤτοι πρὸς τὸν τρόπον τοῦ θανάτου ἢ πρὸς τὴν προαίρεσιν τοῦ ἐπιχειρήματος. | |
Ant823 | ἤκουσα δὴ λυγροτάταν ἀντὶ τοῦ λυγροτάτως· ἢ τὴν λυγρὰ ὑπομείνασαν ἢ λυγρὰν καθὸ τὴν Λητὼ ὑβρίσαι τετόλμηκεν· τοῦτο δὲ ἔλαβεν πρὸς τὸ ὅμοιον τοῦ θανάτου ὅτι οὐδὲ ἡ Νιόβη ὑπό τινος ἀνῃρέθη. | |
Ant824 | τὰν Φρυγίαν ξέναν τὴν Νιόβην. | |
Ant825 | Σιπύλῳ Φρυγίας ὄρος. | |
Ant826 | τὰν κισσὸς ὡς ἀτενής πολὺς καὶ ἐπιμήκης· ἢ ὁ μὴ ἀνατείνων εἰς ὕψος ἀλλ’ αὐτοῦ περιειλούμενος καὶ οὐχὶ ὑψηλός· ὁ δὲ νοῦς, ἣν ἐδάμασεν ἡ πέτρας βλάστησις ὡς κισσὸς περιβαλοῦσα αὐτήν· περιέφυσεν | |
5 | αὐτῇ, φησίν, ἡ πέτρα ὡς κισσὸς δένδρῳ. ὁ μὴ εὐθὺς τετραμμένος ἀλλ’ εἰλιτενής. | |
Ant827 | πετραία βλάστα δάμασεν ὅτι περιεκεκάλυπτο πανταχῇ τῇ πέτρᾳ. | |
Ant834 | ἀλλὰ θεός τοι καὶ θεογεννής καρτερεῖν σε χρὴ ὡς καὶ ἡ Νιόβη ἐκαρτέρησεν καίτοι θειοτέρου γένους τυγχάνουσα· Ταντάλου γὰρ ἦν τοῦ Διός. παραμυθούμενος αὐτὴν θεόν φησι τὴν Νιόβην. | |
Ant836 | καί τοι φθιμένᾳ καίτοι σοὶ φθιμένῃ ἢ φθιμένῳ παντὶ μακαριστὸν ἂν εἴη τὸ τῆς αὐτῆς μοίρας τυχεῖν τοῖς ἰσοθέοις οἷον μακάριος ἂν εἴη ὅστις τοῖς ἰσοθέοις ὁμοίως ἐτελεύτησεν. | |
Ant837 | ἔγκληρα κοινά, ὅμοια, τοῦ αὐτοῦ κλήρου καὶ τύχης. | |
Ant838 | ὑφ’ ὑμῶν γελῶμαι ὅτι θεοῖς ἴσην με λέγετε. | 256 |
Ant846 | ἐπικτῶμαι γράφε ἐπιβοῶμαι. | |
Ant847 | φίλων ἄκλαυτος οἷον μὴ οἰκτειρομένη παρὰ τῶν φίλων ἀπόλλυμαι. | |
Ant848 | ἔρμα περίφραγμα. | |
Ant849 | ποταινίου ἔστι μὲν προσφάτου θέλει δὲ εἰπεῖν καινοῦ καὶ παρεξηλλαγμένου. | |
Ant851 | οὔτ’ ἐν βροτοῖσιν οὔτε ἐν ζῶσι διὰ τὸ εἶναι ἐν εἱρκτῇ οὔτε ἐν θανοῦσι διὰ τὸ ἔτι ἀναπνεῖν. | |
Ant852 | θανοῦσιν λείπει σύνοικος. | |
Ant853 | προβᾶς’ ἐπ’ ἔσχατον θράσους προβᾶσα ἐπὶ τὸ τῆς δικαιοσύνης ἔσχατον βάθρον μετὰ θράσους βουλομένη τε ὅσιόν τι δρᾶν περὶ τὸν ἀδελφὸν τὰ ἐναντία πέπονθας· ἔπεσες γὰρ εἰς τὸ κενοτάφιον· τὸ | |
5 | δὲ ἑξῆς, προβᾶσα ὑψηλὸν εἰς δίκας βάθρον ἔπεσες ἐπ’ ἔσχατον θράσους ἐν τῷ παρακοῦσαι τῶν τοῦ ἄρχοντος προσταγμάτων. | |
Ant856 | πατρῷον δ’ ἐκτίνεις ἢ τὰ ἡμαρτημένα τῷ Οἰδίποδι ἢ ὑπὲρ τῆς κατάρας τοῦ Οἰδίποδος ταῦτα πάσχεις· αὐτὴ γὰρ τὰ δίκαια προέθου ποιεῖν. | |
Ant857 | ἐμοὶ μερίμνας ἢ τὸ τῆς μερίμνης μου. | |
Ant858 | τριπόλιστον οἶτον πολλάκις ἀναπεπολημένον ἢ διάσημον καὶ πανταχοῦ ἀκουόμενον καὶ πολούμενον· ἢ τὸν πολλάκις ἐπελθόντα τῷ ἐμῷ οἴκῳ ἢ γένει. λείπει εἰποῦσα. | |
Ant859 | καὶ τῆς προτέρας ἡμῶν δυστυχίας. | |
Ant860 | πότμου τύχης. | |
Ant861 | Λαβδακίδαισιν ἀντὶ τοῦ Λαβδακιδῶν. | |
Ant864 | κοιμήματ’ αὐτογέννητα καὶ συνουσίαι τοῦ πατρὸς αὐτογενεῖς ἢ συγγενικαὶ [ἢ] ὅτι ταύτῃ συνεκοι‐ μήθη ἐξ ἧς γέγονεν· τὸ δὲ ἑξῆς [κοιμήματ’ αὐτογένητα] κοιμήματα δυσμόρου μητρὸς ἐμῷ πατρὶ αὐτογέννητα, | 257 |
5 | ὅτι ὁ αὐτὸς πατὴρ ἅμα καὶ παῖς ἦν. | |
Ant865 | ἐμῷ πατρὶ λείπει γενόμενα. | |
Ant866 | οἵων λείπει γονέων. | |
Ant867 | πρὸς οὓς πρὸς τοὺς γονεῖς δῆλον ὅτι. ἀραῖος ἐπικατάρατος διὰ τὰ ἐκείνων ἁμαρτήματα. | |
Ant869 | δυσπότμων διὰ τὴν πρὸς τὸν Ἄδραστον ἐπιγαμίαν ἥτις αἰτία τοῦ πολέμου κατέστη. | |
Ant871 | κατήναρές με τιμηθεὶς ὑπ’ ἐμοῦ. | |
Ant872 | σέβειν μὲν εὐσέβειά τις οἱ τοῦ χοροῦ τὸ μὲν ἔργον τῆς παιδὸς ἐπαινοῦσιν οὐ μὴν δὲ θαρσοῦσιν [ὡς] καὶ τὴν γνώμην τοῦ βασιλέως διελέγχειν ὡς μοχθηράν· φησὶν οὖν ὅτι πέπρακται μὲν δι’ εὐσέβειαν | |
5 | τὸ ὑπὸ ταύτης ᾧ δὲ ἡ βασιλεία μέλει τούτῳ οὐκ ἔστι παραβατὴ ἡ ἀρχὴ ὅ ἐστι τὰ προστάγματα, παραβαίνουσι δὲ ὅσοι ἀρχόντων καταφρονοῦσιν. εὐσεβὲς μὲν τὸ σέβειν τοὺς ἀποθανόντας. | |
Ant875 | αὐτόγνωτος—ὀργὰ αὐθαίρετος καὶ ἰδιογνώ‐ μων τρόπος. | |
Ant879 | λαμπάδος τοῦ ἡλίου. | |
Ant881 | ἀδάκρυτον πολυδάκρυτον. | |
Ant883 | ἆρ’ ἴστ’ ἀοιδὰς καὶ γόους πρὸς τοὺς ὑπηκόους τοῦτό φησιν ὁ Κρέων ὀργιζόμενος ὅτι μὴ θᾶττον αὐτὴν ἀπήγαγον πρὸς εἱρκτήν· ὁ δὲ λόγος, ἆρα ἴστε | |
〈ὡσ〉 εἰ χρεῖ’ ᾖ λέγειν ἀοιδὰς καὶ γόους πρὸ τοῦ | 258 | |
5 | θανεῖν οὐδέποτέ τις παύσαιτο; δεῖ οὖν ἐκ βίας ἕλκειν αὐτήν. | |
Ant887 | εἴτε χρῇ θανεῖν εἰ χρῄζει καὶ θέλει· μετριά‐ ζειν δὲ προσποιεῖται τῇ κολάσει ὡς δηλοῖ καὶ τὸ ἡμεῖς γὰρ ἁγνοὶ τουτέστιν ἀκοινώνητοι τοῦ φόνου τούτου, φησί, διὰ τὸ μὴ χερσὶν αὐτὴν ἀνῃρηκέναι. | |
Ant889 | ἡμεῖς γὰρ ἁγνοί τὸ κατὰ ταύτην τὴν κόρην ἁγνοὶ ἡμεῖς ἐσμεν καὶ οὐδὲν ἐναγὲς ἐπράξαμεν. | |
Ant890 | μετοικίας δ’ οὖν τῆς ἄνω τοῦ μεθ’ ἡμῶν ἄνω οἰκεῖν. | |
Ant891 | κατασκαφὴς κατεσκαμμένη, ὑπόγειος. | |
Ant892 | ἀείφρουρος τῷ μὴ πρὸς καιρὸν εἶναι τὴν φρουρὰν ἀλλὰ διόλου. | |
Ant895 | μακρῷ ἀντὶ τοῦ πολύ. | |
Ant897 | ἐν ἐλπίσιν τρέφω ἐλπίζω ἀποθανοῦσα πάντας ἕξειν φίλους. εὐεπίφορος ὁ Σοφοκλῆς 〈εἰσ〉 τὸ τρέφω ἀντὶ τοῦ ἔχω. | |
Ant899 | κασίγνητον κάρα ὦ Ἐτεόκλεις· ἑξῆς γὰρ τοῦ Πολυνείκους μετὰ οἴκτου μνημονεύει. | |
Ant904 | παρὰ τοῖς καλῶς φρονοῦσι δοκῶ σε τετιμη‐ κέναι ὥστε τοὺς συνετοὺς ἀποδέξασθαι τὰ ὑπ’ ἐμοῦ εἰς σὲ γενόμενα. | |
Ant907 | ἂν ᾐρόμην ὑπέστην. | |
Ant908 | τίνος νόμου ἀντὶ νομίσματος καὶ λογισμοῦ. | |
Ant913 | τοιῷδε μέντοι κ. ἑ. τῷ τοιούτῳ νόμῳ ὃς | |
ἀποδείκνυσι τὸ κατὰ τοὺς ἀδελφοὺς δίκαιον ὑπερέχειν ἁπάντων τιμήσασά σε ἔδοξα τῷ Κρέοντι ἁμαρτάνειν· διὰ τὴν ἔνδειξιν τῆς βίας αὐτοῦ. | 259 | |
Ant916 | ἄγει με ἐμφαντικώτερον τὸ ἄγει· οὐ γὰρ εἶπεν ὅτι ἐκέλευσέν με ἀχθῆναι ἀλλ’ αὐτὸς ἄγει. | |
Ant918 | οὔτε παιδείου τροφῆς οὔτε παῖδα θρέψασαν. | |
Ant921 | δαιμόνων δίκην ἐπεὶ τὰ τοῦ Κρέοντος θνη‐ τοῦ ὄντος παρέβη. | |
Ant923 | τίν’ αὐδὰν ξυμμάχων λείπει καλεῖν. | |
Ant925 | εἰ ταῦτα τοῖς θεοῖς ἀρέσκει παθόντες τὴν τιμωρίαν γνοίημεν τὴν ἁμαρτίαν. | |
Ant927 | εἰ δ’ οἵδ’ ἁμαρτάνουσι ἐπὶ τὸν Κρέοντα ἡ ἀναφορά. | |
Ant928 | ἐκδίκως ἔξω τοῦ δικαίου. | |
Ant929 | ἔτι ἐν τῷ αὐτῷ κινήματι ἔοικεν ἡ παῖς εἶναι οἷον οὐκ ἐνδέδωκεν ὀδυρομένη. | |
Ant931 | ἀντὶ τοῦ κλαύσονται οἱ ἄγοντες αὐτὴν ἐὰν ἔτι βραδύνωσιν. | |
Ant932 | βραδυτῆτος ὕπερ διὰ τὸ ἐν αὐτῇ ἐμβραδύνειν. | |
Ant933 | ἀπειληθέντες ὑπὸ τοῦ Κρέοντος οἱ ὑπήκοοι ἄξουσι [με] λοιπὸν ἐπὶ θάνατον. | |
Ant935 | οὐ παραμυθοῦμαί σε θαρρεῖν ὡς μὴ κεκυ‐ ρωμένου σοι τοῦ ἀποθανεῖν· τοῦτο δέ φησιν ὡς οὐκ ἐνδιδοὺς ἵνα μὴ ὑπονοήσῃ ἐκείνη μεταπεπεικέναι αὐτὸν δακρύουσα· ἢ ὁ χορὸς λέγει ὡς τοῦ Κρέοντος μὴ μετα‐ | |
5 | πεισθέντος. | |
Ant937 | λοιπὸν πρὸς βίαν αὐτὴν ἄγουσι τὰ πρῶτα [αὐτὴν] ἐλεοῦντες καὶ αἰδούμενοι. | |
Ant940 | οἱ κοιρανίδαι κοίρανοι· τοῖς ἀπὸ τοῦ χοροῦ φησιν· εἰώθασι γὰρ οὐ μόνον τοὺς βασιλεῖς ἀλλὰ καὶ τοὺς ἐνδόξους τῶν πολιτῶν οὕτω καλεῖν· ἢ πρὸς τὸν Κρέοντα ἠθικῶς ἂν αὐτὸν εἰς συμμαχίαν προκαλου‐ | 260 |
5 | μένη ἢ πρὸς τοὺς πάλαι βασιλέας τοὺς προγόνους αὐτῆς. | |
Ant941 | τὴν βασιλίδα τὴν βασίλειαν. | |
Ant943 | σεβίσασα τιμήσασα. | |
Ant944 | ἔτλα καὶ Δανάας οἷον 〈καὶ〉 ἡ Δανάη ἔτλη μὴ εἶναι ἐν φωτὶ ἀλλ’ ἐν σκότῳ ἐπεὶ καὶ αὐτὴ ἐν χαλκῷ οἴκῳ ἐκέκρυπτο. | |
Ant946 | κρυπτομένα δ’ ἐν τυμβήρει κατεκλείσθη ὑπὸ τὴν κιβωτόν· ἢ ὑπὸ τὸν ζυγὸν τῆς ἀνάγκης ἦλθεν καὶ τῆς εἱμαρμένης ἢ κατεζεύχθη συνελθοῦσα τῷ Διί. | |
Ant949 | ταμιεύεσκε ἀντὶ τοῦ ἐν αὑτῇ εἶχεν τὰς γονὰς τοῦ Διὸς ὅ ἐστιν ἔγκυος ἦν. | |
Ant951 | μοιριδία εἱμαρμένη. | |
Ant952 | οὔτ’ ἄν νιν ὄμβρος οὔτ’ Ἄρης Ἄρης νῦν ὁ πόλεμος· καὶ γὰρ οὗτος κατὰ μοῖραν ἐγείρεται· βού‐ λεται δὲ εἰπεῖν ὅτι οὔτε τὰ ἐν οὐρανῷ οὔτε τὰ ἐν τῇ γῇ οὔτε τὰ ἐν τῇ θαλάττῃ πραττόμενα παρὰ μοῖραν | |
5 | γίνεται. νιν αὐτήν, τὴν μοῖραν. | |
Ant955 | ζεύχθη δ’ ὀξυχόλως τὸ ἑξῆς, ζεύχθη πετρώδει κατάφρακτος ἐν δεσμῷ· μὴ οὕτω δὲ αὐτὸ λάβωμεν ὅτι καὶ ἡ Ἀντιγόνη ἀσεβὴς οὖσα πέπονθεν ὅπερ ὁ ἀσεβὴς Λυκοῦργος ἀλλ’ ἁπλῶς τῇ παραθέσει τῶν ὁμοίων | |
5 | δυστυχιῶν παραμυθεῖται τὴν κόρην· τὸν δεσμὸν δὲ τῆς ἀμπέλου πετρώδη εἶπεν ἀντὶ τοῦ τὸν ἰσχυρόν. | |
Ant956 | κερτομίοις ὀργαῖς διὰ τὰς κερτομίους ὀργάς. | 261 |
Ant958 | πετρώδει—δεσμῷ τῷ στερεῷ δεσμῷ τῆς ἀμπέλου. | |
Ant959 | οὕτω τᾶς μανίας δεινὸν ἀποστάζει οὕτω καὶ τοῦ Λυκούργου ἀπὸ τῆς μανίας ὀργὴ ἀποβαίνει· μένος γὰρ ἡ ὀργή· ἀνθηρὸν δὲ τὸ ἀκμαῖον καὶ ἀνθοῦν ἐν κακοῖς. | |
5 | δεινὸν ἀντὶ τοῦ πολύ. | |
Ant960 | μένος μανία. κεῖνος ἐπέγνω τὸ ἑξῆς, κεῖνος ἐπέγνω τὸν θεὸν 〈ἐν〉 κερτομίοις γλώσσης μανίαις ψαύων. | |
Ant963 | ἐνθέους γυναῖκας τὰς θεολήπτους Βάκχας. | |
Ant964 | εὔιόν τε πῦρ τὸ ὑπὸ τῶν Βακχῶν αἰρόμενον ἐν ταῖς Διονυσιακαῖς δᾳδουχίαις. | |
Ant965 | φιλαύλους 〈τ’〉 ἠρέθιζε Μούσας κακολογῶν αὐτὰς ἠρέθιζεν κατ’ αὐτοῦ· λέγει οὖν, ἐτάρασσε καὶ ἐσκόρπιζε τὰς τῶν αὐλῶν ᾠδάς· ἢ οὕτως, τὰς Μούσας τὰς περὶ τὸν Διόνυσον ἐχλεύαζεν τουτέστι τοὺς ὕμνους | |
5 | ἢ τοὺς λόγους· τινὲς δέ φασιν ὅτι καὶ τὰς Μούσας ὕβρισεν. | |
Ant966 | παρὰ δὲ κυανέων πελάγεων ἀντὶ τοῦ παρὰ δὲ τοῖς κυανέοις πελάγεσι τῆς διδύμης θαλάττης γέ‐ γονεν ἐμφύλια κακὰ περὶ τοὺς Φινείδας· κυανέοις δὲ πελάγεσιν εἶπεν τοῖς ὑπὸ τῶν Κυανέων πετρῶν περι‐ | |
5 | εχομένοις· διδύμας δὲ ἁλὸς ἢ διὰ τὸ διαχωρίζεσθαι ὑπ’ αὐτῶν τὴν θάλασσαν ἢ διὰ τὸ συνιέναι αὐτὰς | |
καὶ ἑνοῦσθαι διδύμους αὐτάς φησιν. | 262 | |
Ant968 | ἀκταὶ Βοσπόριαι αἱ ὑπὸ τοῦ Βοσπόρου τοῦ πελάγους περιεχόμεναι. | |
Ant969 | ἠδ’ ὁ Θρῃκῶν | Σαλμυδησσός ὁ Θρᾳκικὸς Σαλμυδησσός· πέλαγος δέ ἐστι δυσχείμερον περὶ Θρᾴ‐ κην· Αἰσχύλος Σαλμυδησσία γνάθος | |
5 | ἐχθρόξενος ναύτῃσι μητρυιὰ νεῶν. | |
Ant970 | ἵν’ ὅν. ἵν’ ἀγχίπολις Ἄρης παρὰ γὰρ Θρᾳξὶ τιμᾶται ὁ Ἄρης ὡς καὶ ὁ ποιητὴς τὼ μὲν ἄρ’ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον· | |
5 | τὸ δὲ ἵνα τοῖς ἄνω συνάπτεται, ἵνα ἀκταὶ Βοσπόριαι καὶ οὐδὲν λείπει· ὅσοι δὲ γράφουσιν ὃν Ἄρης περιττὸν λαμβάνουσι τὸ ὄνομα. | |
Ant971 | δισσοῖσι Φινείδαις τῶν δισσῶν Φινειδῶν, Πληξίππου καὶ Πανδίονος ἢ Τηρύμβα καὶ Ἀσπόνδου. | |
Ant973 | τὸ ἑξῆς, τυφλωθὲν ὀμμάτων κύκλοις. | |
Ant974 | ἀλαστόροισιν τοῖς ἄλαστα πεπονθόσιν ἢ τοῖς δυστυχέσι κύκλοις τῶν ὀμμάτων. | |
Ant975 | ἀραχθὲν ἀντὶ τοῦ τυφλωθέν. ἀραχθὲν ἐγχέων ἀραχθὲν αἱματηραῖς χείρεσσιν ὑπ’ ἐγχέων καὶ κερκίδων ἀκμαῖς τουτέστι γυναικείαις. | |
Ant976 | ἀκμαῖσιν ὀξύτησι. | |
Ant978 | μελέαν πάθαν ὅτι τελευτήσασα ἀφῆκεν αὐ‐ | |
τοὺς ὑπὸ μητρυιάν· ἢ ὅτι αὐτὴ αὐτοὺς ἐξετύφλωσεν. | 263 | |
Ant980 | ἀνύμφευτον γονάν κακόνυμφον γονὴν ὅτι ἐπὶ κακῷ νυμφευθεῖσα δυστυχεῖς αὐτοὺς ἔτεκεν· ἢ τὴν ἀνύμφευτον ἑαυτῶν κοινωνίαν οἷον τῆς πρὸς γυναῖκας συνουσίας ἄπειροι ὄντες. | |
Ant981 | ἃ δὲ σπέρμα μὲν ἀρχαιογόνων Βορέας κῆδος συνῆψε τοῖς Ἀθηναίοις ἁρπάσας Ὠρείθυιαν τὴν Ἐρε‐ χθέως ἐξ ἧς ἔσχεν Ζήτην καὶ Κάλαϊν καὶ Κλεοπάτραν· ταύτην ὁ Φινεὺς ἔγημεν ἐξ ἧς αὐτῷ δύο παῖδες ἐγέ‐ | |
5 | νοντο Πλήξιππος καὶ Πανδίων, κατὰ δέ τινας Τηρύμβας καὶ Ἄσπονδος· μετὰ δὲ τὸν Κλεοπάτρας θάνατον ἐπ‐ έγημεν Ἰδαίαν τὴν Δαρδάνου, κατὰ δέ τινας Εἰδοθέαν τὴν Κάδμου ἀδελφὴν ἧς καὶ αὐτὸς Σοφοκλῆς μνημο‐ νεύει ἐν Τυμπανισταῖς· ἥτις ἐξ ἐπιβουλῆς τυφλώσασα | |
10 | 〈τοὺσ〉 τῆς Κλεοπάτρας παῖδας ἐν τάφῳ καθεῖρξεν, ὡς δέ τινές φασιν ὅτι κατεψεύσατο αὐτῶν ἅτε δὴ πειρα‐ σάντων αὐτὴν ἐφ’ οἷς ἀπατηθεὶς ὁ Φινεὺς ἀμφοτέρους τυφλοῖ· ταῦτα δὲ ἱστορεῖ Ἀπολλόδωρος ἐν τῇ Βιβλιο‐ θήκῃ· τινὲς δὲ ἱστοροῦσιν ὅτι περιοῦσαν τὴν Κλεο‐ | |
15 | πάτραν ὁ Φινεὺς ἐκβέβληκεν καὶ τὴν Ἰδαίαν ἐπέγημεν, ἡ δὲ ὀργισθεῖσα τοὺς ἑαυτῆς ἐτύφλωσεν παῖδας. Βορέου γὰρ καὶ Ὠρειθυίας τῆς Ἐρεχθέως ἦν ἡ Κλεοπάτρα. | |
Ant982 | Ἐρεχθειδᾶν τῶν Ἀθηναίων. | |
Ant985 | ἅμιππος ταχεῖα, ἴσον ἵππῳ δυναμένη τρέχειν· | |
εἰ δὲ γράφεται ἁμίπποις πρὸς τὸ θυέλλαις, τράφη θυ‐ έλλῃσιν ἁμίπποις ταῖς ἐξισουμέναις ἵπποις ὡς καὶ Ὅμηρος | 264 | |
5 | θείειν δ’ ἀνέμοισιν ὁμοῖοι. πάγου ὑψηλοῦ ὄρους καὶ ἀκρωρείας. | |
Ant986 | ἀλλὰ κἀπ’ ἐκείνᾳ ἀλλὰ καὶ κατ’ ἐκείνης, τῆς θυγατρὸς Βορέου τῆς ἐξ Ἐρεχθειδῶν γεγονυίας ἐν‐ έσκηψαν αἱ πολυχρόνιοι Μοῖραι καὶ μεγάλα δυστυχῆ‐ σαι αὐτὴν πεποιήκασιν· ἢ μεγάλαι δυστυχίαι καὶ ἐπ’ | |
5 | ἐκείνῃ, τῇ Κλεοπάτρᾳ, ἦλθον. | |
Ant987 | μακραίωνες ἀθάνατοι καὶ πολυχρόνιοι· ἔσχον δὲ ἐπέσχον, ἐπετέθησαν, ἐπεβάρησαν. | |
Ant988 | καὶ νῦν ἄνακτάς φησι τοὺς ἀπὸ τοῦ χοροῦ ἐντίμους. | |
Ant989 | τοῖς τυφλοῖσι γὰρ κ. ἑ. ἡ ὁδὸς τοῦ τυφλοῦ μετ’ ἄλλου ἐστίν. | |
Ant993 | οἷον οὐδὲ τὴν ἀρχὴν τῆς σῆς κατωλιγώρουν μαντείας. | |
Ant997 | τὸ σὸν—στόμα ἀντὶ τὸν σὸν λόγον. | |
Ant999 | Θᾶκος, τόπος οὕτω καλούμενος. | |
Ant1000 | λιμήν ὅρμος καὶ ἕδρα ὅπου πάντα τὰ ὄρνεα προσέρχονται. | |
Ant1001 | κακῷ ἐπὶ κακῷ. | |
Ant1002 | βεβαρβαρωμένῳ ἑρμηνευθῆναι μὴ δυνα‐ μένῳ ἀλλὰ ἀσαφεῖ. | |
Ant1003 | χηλαῖσιν τοῖς ὄνυξι. φοναῖς ταῖς αἱμακτικαῖς. | |
Ant1005 | ἀντὶ τοῦ ἀπεπειρώμην τῆς διὰ πυρὸς μαντείας. | |
Ant1008 | μυδῶσα δίυγρος οὖσα ἡ καῦσις· κηκὶς δὲ ἡ ἀνάδοσις ἐνταῦθα, κυρίως δὲ ἡ λιγνὺς τοῦ καπνοῦ [ἢ] ἡ ἀπὸ τῶν καιομένων γινομένη. | 265 |
Ant1009 | τύφειν ἐστὶ τὸ ἠρέμα ὑποσμύχειν· ἀνέπτυε δὲ ἀνέβαλλε τὰ μηρία ἐκ τοῦ λίπους. κἀνέπτυε ἀνέβαλλεν. | |
Ant1010 | καταρρυεῖς καταρρεόμενοι, καθυγραινόμενοι ἐκ τοῦ λίπους τῆς καλυπτούσης αὐτοὺς πιμελῆς ἐξέπιπτον. | |
Ant1012 | παιδὸς τοῦδ’ τοῦ ὁδηγοῦντος. | |
Ant1013 | φθίνοντ’ ἢ φθοροποιὰ ἢ διὰ τοῦ πυρὸς ἀσήμως φθειρόμενα. | |
Ant1016 | ἐσχάραι αἱ ἑστίαι. παντελεῖς αἱ τὰ τέλεια τῶν ἱερείων δεχόμεναι ἢ ὅλαι ἢ δι’ ὧν πάντα τελειοῦται. | |
Ant1017 | ἀντὶ τοῦ οἱ κύνες καὶ οἱ ὄρνιθες διασπά‐ σαντες τὸ τοῦ Πολυνείκους σῶμα ἐπὶ τοὺς βωμοὺς ἐκόμισαν καὶ οὕτως ἐμόλυναν ἅπαντας. | |
Ant1019 | θυστάδας λιτὰς τὰς διὰ θυσιῶν γινομένας λιτάς. | |
Ant1021 | ἀπορροιβδεῖ ἀπηχεῖ, ἀφίησιν. | |
Ant1022 | βεβρῶτες ἀπὸ τοῦ ἑνικοῦ ἐπὶ τὸ πληθυν‐ τικὸν μετέβη. | |
Ant1023 | γνωμολογία. | |
Ant1027 | ἀκεῖται ἰᾶται, θεραπεύει. ἀκίνητος ἀμετάθετος. | |
Ant1028 | διὰ τὴν αὐθάδειαν εἰς σκαιότητα πίπτουσιν οἱ ἄνθρωποι. | |
Ant1030 | καὶ Ὅμηρος | |
κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων. | 266 | |
Ant1033 | ἀποπειρᾶσθέ μου ὡς τοξόται σκοποῦ. | |
Ant1034 | ἀνδρὸς τοῦδε ἀντὶ ἐμοῦ. | |
Ant1035 | ὑμῖν ὑφ’ ὑμῶν τῶν μάντεων καὶ τῶν συγγενῶν. | |
Ant1036 | ἐξημπόλημαι πεπραγμάτευμαι, ἀνεμπόλητος μὴ πεπραγματευμένος· καὶ Ὅμηρος οἵ τε πρηκτῆρες ἔασιν· ἢ πέπραμαι. | |
5 | κἀμπεφόρτισμαι προδέδομαι, φόρτος γεγένημαι· ἐποιήσαντό με φόρτον Καλλίμαχος. | |
Ant1037 | τὸν πρὸς Σάρδεων ἤλεκτρον Σάρδεις πόλις Λυδίας παρακειμένη τῷ χρυσοφόρῳ Πακτωλῷ· ἀντὶ τοῦ εἴ τι βούλεσθε εἰς χρήματα νεῦον δέχεσθε· τὸν γὰρ Πολυνείκη οὐ θάψετε. | |
Ant1044 | ἀμίαντον γὰρ τὸ θεῖον. | |
Ant1049 | ποῖον τοῦτο πάγκοινον τῷ βίῳ κοινόν, ἐπεὶ εἶπεν ἆρ’ οἶδεν ἀνθρώπων τις καὶ καθόλου ἔλαβεν. πᾶσι κοινὸν καὶ φανερόν. | |
Ant1052 | τῆς νόσου τῆς ἀβουλίας. | |
Ant1057 | οἶδας, φησί, βασιλέας ὑβρίζων; | |
Ant1060 | τὰ ἄρρητά με δημοσιεύειν ἀνακινεῖς. | |
Ant1062 | οὕτω νομίζεις, ὅτι ἐπὶ κέρδεσι λέγω; | |
Ant1063 | ἐμπολήσων ἐξαπατήσων. | |
Ant1064 | μὴ πολλοὺς ἡλίου δρόμους τελέσων ὅ ἐστιν | |
ἡμέρας· ἁμιλλητῆρας δὲ τοὺς ἀλλήλους διαδεχομένους, τροχοὺς δὲ ἀντὶ τοῦ κύκλους, δρόμους, τελῶν δὲ ἀντὶ τοῦ τελέσων· ἴσθι, φησίν, οὐ πολλοὺς δρόμους ἡλίου | 267 | |
5 | τελέσων. | |
Ant1068 | ἔχεις—βαλών ἀντὶ τοῦ ἔβαλες. | |
Ant1069 | ψυχὴν τὴν τῆς Ἀντιγόνης. | |
Ant1071 | ἀνόσιον μὴ τυχόντα τῶν ὁσίων νῦν. | |
Ant1072 | ὧν οὔτε σοὶ μέτεστιν κ. ἑ. ἐξουσία δέδοται, λέγει δὲ τῶν νεκρῶν· ἐκ σοῦ δὲ βιάζονται καὶ οἱ ἄνω θεοὶ ἔχειν αὐτὸν [ἄνω] ἄταφον. | |
Ant1074 | ὑστεροφθόροι αἱ ὕστερον μέλλουσαι βλάψαι· καὶ τὸ λοχῶσι γὰρ τὴν οὐ παραχρῆμα ἀλλὰ τὴν ἐς ὕστερον ἀψοφητὶ τιμωρίαν δηλοῖ· τὸ ἀρσενικὸν δὲ ἀντὶ τοῦ θηλυκοῦ ἔταξεν ὡς καὶ τὸ | |
5 | σωτῆρι τύχῃ. | |
Ant1077 | κατηργυρωμένος ἀργύρῳ πεισθείς. | |
Ant1078 | φανεῖ δείξει. χρόνου τριβή ἀντὶ τοῦ ἀναβολή. | |
Ant1079 | ἀνδρῶν γυναικῶν λείπει ὁ καί, καὶ γυ‐ ναικῶν. | |
Ant1080 | ἢ Θηβαίοις ἐχθραὶ ἢ τοῖς θεοῖς· αἱ πόλεις δέ, φησίν, ὧν ἄρχεις ἐπαναστήσονταί σοι. | |
Ant1081 | καθήγισαν μετὰ ἄγους ἐκόμισαν. | |
Ant1083 | ἑστιοῦχον ἐς πόλιν τὴν ἔχουσαν ἑστίαν καὶ βωμούς. ἀντὶ τοῦ ἐπὶ τὴν ἑστίαν τῆς πόλεως. | |
Ant1084 | τοιαῦτα κατὰ τῆς καρδίας σου τοξεύματα ἀφῆκα μετὰ θυμοῦ· ἢ τῷ θυμῷ τῆς καρδίας σου· | |
λείπει δὲ ἡ κατά. | 268 | |
Ant1086 | θάλπος τὴν δριμύτητα, τὸν ἐμπρησμόν, τὸν ἰόν· θάλπος γὰρ τὸ καῦμα, ἐκ μεταφορᾶς δὲ τῶν ἑρ‐ πετῶν· ἐκεῖνα γὰρ θερμαινόμενα τὸν ἰὸν ἀφίησι διὸ καὶ ἐν θέρει μᾶλλον ἰσχύουσιν. | |
Ant1092 | ἀντὶ τοῦ ἀπὸ νεότητος ἄχρι γήρως. | |
Ant1094 | λακεῖν φθέγξασθαι. | |
Ant1096 | τὸ μὲν ὑποχωρεῖν δεινὸν τὸ δὲ ἀντιστάντα βλαβῆναι ........ | |
Ant1103 | συντέμνουσι συντόμως κατακόπτουσι καὶ βλάπτουσι. | |
Ant1105 | μόγις μεθίσταμαι τῆς προτέρας γνώμης. | |
Ant1106 | δυσμαχητέον περιττεύει τὸ δυς. | |
Ant1107 | δρᾶ ἀντὶ τοῦ δρᾶσον. | |
Ant1110 | ἐπόψιον φανερὸν διὰ τὸ ὕψος, φησὶ δὲ τὸν τάφον. | |
Ant1111 | δοκήσει μετεστράφην. | |
Ant1113 | δέδοικα, φησί, μὴ οὐκ ἔστι καλὸν τὸ νομο‐ θετεῖν καινὰ ἀλλ’ ἄριστόν ἐστι τὸ πείθεσθαι τοῖς ἀρχαίοις νόμοις. | |
Ant1115 | πολυώνυμε ὦ Διόνυσε· οἱ μὲν γὰρ Βάκχον οἱ δὲ Ἴακχον οἱ δὲ Λυαῖον οἱ δὲ Εὔιον οἱ δὲ Διθύ‐ ραμβον αὐτὸν καλοῦσιν. | |
Ant1119 | Ἰταλίαν διὰ τὸ πολυάμπελον τῆς χώρας. | |
Ant1120 | παγκοίνοις ἐν οἷς πάντες συνάγονται διὰ τὰς πανηγύρεις· ἢ διὰ τὸν τὴν θεὸν πάντας τρέφειν ἢ ὅτι κοινὰ τὰ μυστήρια Δήμητρος καὶ Διονύσου. | |
Ant1121 | κόλποις ἀντὶ τοῦ πεδίοις. | |
Βακχεῦ Βακχᾶν τῶν Βακχῶν Βακχευτά. | 269 | |
Ant1122 | μητρόπολιν τὴν πόλιν τῆς μητρός σου. | |
Ant1124 | παρὰ τὸν τόπον ἐν ᾧ ἐσπάρησαν οἱ ὀδόντες τοῦ δράκοντος. | |
Ant1126 | σὲ ὁρᾷ ὁ λαμπρὸς καπνὸς ἀντὶ τοῦ σοὶ θυσίαι κατὰ Παρνασσὸν γίνονται· ἢ παρ’ ὅσον αὐτό‐ ματον πῦρ ἐκεῖσε ἀναδίδοται. διλόφου πέτρας τοῦ Παρνασσοῦ· τοιοῦτο γάρ | |
5 | ἐστι τὸ ὄρος. | |
Ant1127 | στέροψ ἡ λαμπρά. | |
Ant1128 | Κωρύκιαι αἱ Παρνασσίδες· Κωρύκιον γὰρ ἄντρον ἐν Παρνασσῷ. | |
Ant1130 | Κασταλίας πηγὴ ἐν Παρνασσῷ. | |
Ant1131 | Νύσσα Φωκίδος ὄρος· εἰσὶ δὲ καὶ ἄλλαι πολλαὶ Νύσσαι. | |
Ant1132 | κισσήρεις κισσοφόροι. | |
Ant1133 | χλωρά τ’ ἀκτὰ ἢ τὸ ἐν Εὐβοίᾳ φησὶν ἄλσος ἢ τὸ ἐν Παρνασσῷ· ἐν ἀμφοτέροις γὰρ τοῖς τόποις ἡ ἄμπελος ἣ καθ’ ἑκάστην ἡμέραν περὶ μὲν τὴν ἕω βό‐ τρυας φέρει περὶ δὲ τὴν μεσημβρίαν ὄμφακας, ἐτρυ‐ | |
5 | γᾶτο δὲ πεπανθεῖσα περὶ τὴν ἑσπέραν. | |
Ant1135 | εὐαζόντων ὑμνούντων, μετὰ εὐφημίας εὐοῖ λεγόντων ὅς ἐστιν ὕμνος Διονύσου. | |
Ant1136 | ἐπισκοποῦντ’ ἀγυιὰς γράφε ἐπισκοποῦντα γυίας. | |
Ant1137 | τὰν ἥν. | |
Ant1139 | κεραυνίᾳ κεραυνοβλήτῳ. | |
Ant1142 | μολεῖν λείπει θέλησον· ἢ ἀπαρέμφατον ἀντὶ | |
προστακτικοῦ. | 270 | |
Ant1143 | Παρνησίαν | ὑπὲρ κλιτὺν ἀντὶ Παρνησίας ἀπὸ κλιτύος. | |
Ant1145 | ἢ στονόεντα πορθμόν ἢ στονόεντος διὰ πορθμοῦ· καὶ ὁ ποιητὴς ὁ δ’ ἔστενεν οἴδματι θύων· στονόεντα δὲ τὸν ἠχώδη διὰ τὰ κύματα· πορθμὸν δὲ | |
5 | ἔνιοι τὸν ἀπ’ Εὐβοίας εἰς Βοιωτίαν, οἱ δὲ τὴν Σικε‐ λικὴν θάλασσαν. οἷον διὰ γῆς ἢ δι’ ὑγρᾶς. | |
Ant1146 | ἰὼ πῦρ πνεόντων | χοραγέ τῶν πυρπνόων ἄστρων χορηγέ· καὶ γὰρ αἰθέριος τιμᾶται ὡς καὶ Εὐ‐ ριπίδης ἐν Βάκχαις φησὶν αὐτὸν ἐν αἰθέρι κατοικεῖν. ἄλλως: χοραγὲ τὸν χορὸν ἄγων· ἢ τῶν ἄστρων χορηγέ· | |
5 | κατὰ γάρ τινα μυστικὸν λόγον τῶν ἀστέρων ἐστὶ χορηγός. | |
Ant1147 | καὶ νυχίων | φθεγμάτων τῶν ἐν νυκτὶ εὐφη‐ μιῶν καὶ ὕμνων· ἐν νυκτὶ γὰρ αἱ Διονυσιακαὶ χορεῖαι γίνονται ὅθεν καὶ νυκτέλιος· καὶ Εὐριπίδης νύκτωρ τὰ πολλά· σεμνότητ’ ἔχει σκότος. | |
Ant1151 | περιπόλοις ταῖς ἱερείαις, ταῖς σαῖς ἀκολού‐ θοις· καὶ ἐν Νάξῳ γὰρ τιμᾶται ὅτι ἐκεῖ τῇ Ἀριάδνῃ συνεγένετο. | |
Ant1152 | αἵ σε λείπει ἡ περὶ ἵν’ ᾖ αἵτινες περὶ σέ. | |
Ant1156 | οὐκ ἔσθ’ ὁποῖον στάντα ὁπωσδήποτε βεβιω‐ | |
κότα εἴτε καλῶς εἴτε ἐναντίως. | 271 | |
Ant1158 | καταρρέπει πίπτει· καταβάλλει· γράφε δὲ καταρρέπει ὅ ἐστι πίπτειν ποιεῖ. | |
Ant1161 | ὡς ἐμοὶ λείπει ἐδόκει. | |
Ant1165 | ἀφεῖται ἀπολέλυται, ἀπόλλυται. ἡ μεταφορὰ ἀπὸ τῶν παιζόντων τοῖς κύβοις ἢ ἀπὸ τῶν ἁλιέων· βόλος γὰρ ἡ τοῦ δικτύου ἄφεσις. | |
Ant1166 | προδῶσιν ἀπολέσωσιν. οὐ τίθημ’ ἐγώ οὐ τίθημι, φησίν, ἐν τοῖς ζῶσιν τὸν τοιοῦτον οἷον οὐ νομίζω ζῆν ἐκεῖνον τὸν ἄνδρα ὃν ἂν προδῶσιν αἱ ἡδοναί. | |
Ant1169 | ζῆ ἀντὶ τοῦ ζῆθι προστακτικῶς. | |
Ant1170 | οὐδ’ ἂν ἀχρήστου τινὸς πριαίμην τὰ ὑπόλοιπα. | |
Ant1173 | τούτοις δὲ τοῦ θανεῖν αἴτιοι ἐγένοντο οἱ ζῶντες. | |
Ant1176 | χ. τὸ χ ὅτι ἐρωτᾷ πότερα πατρῴας ἢ πρὸς οἰκείας χερὸς ἀκούσας ἤδη ὅτι αὐτόχειρ ἀπέθανεν. | |
Ant1180 | Εὐρυδίκην Ἡσίοδος Ἡνιόχην αὐτὴν καλεῖ ἵκετο δ’ ἐς Κρείοντα καὶ Ἡνιόχην. ὁμοῦ ἐγγύς. | |
Ant1182 | κλύουσα παιδὸς λείπει ἡ περί. τύχῃ ὅ ἐστιν ἐκ τύχης. | |
Ant1185 | εὐγμάτων προσήγορος δι’ εὐχῶν προσαγο‐ | |
ρεύουσα. | 272 | |
Ant1186 | ἀνασπαστοῦ δυσχερῶς ἀνασπωμένης καὶ ἀνοιγομένης. | |
Ant1189 | κἀποπλήσσομαι ἐκπλήττομαι. | |
Ant1193 | παρήσω παραλιμπάνω. | |
Ant1194 | μαλθάσσοιμ’ ἀπατήσαιμι. | |
Ant1195 | γνώμη. | |
Ant1197 | νηλεὲς ἐλέους μὴ τυχόν. | |
Ant1199 | καὶ τὸν μὲν πρὸς τὸ ἑξῆς, καὶ τὸν μὲν λούσαντες. ἐνοδίαν θεὸν τὴν Ἑκάτην ἢ τὴν Περσεφόνην. | |
Ant1202 | θαλλοῖς ξύλοις. συγκατῄθομεν συγκατεκαίομεν. | |
Ant1203 | ὀρθόκρανον ὑψηλόν. | |
Ant1205 | νυμφεῖον τὸν νυμφῶνα. | |
Ant1207 | ἀκτέριστον τὸν κακοκτέριστον τῆς Ἀντιγό‐ νης τόπον· ἢ τὸν μὴ δεξάμενον ἐντάφια. | |
Ant1208 | μολὼν (μ)αθ(ών). | |
Ant1209 | τὰ κακὰ σύμβολα τῆς βοῆς περιστοιχίζεται. | |
Ant1215 | ἴτ’ ἆσσον προσέλθετε. | |
Ant1216 | ἁρμὸν χώματος λιθοσπαδῆ τὴν ἐκ λίθων ἁρμονίαν τοῦ τάφου ἢ τὸ ὑψηλὸν μέρος τοῦ χώματος τὸ ἡρμοσμένον λίθοις. ὡς λίθου ἀποσπασθέντος ὅπως εἰσέλθῃ ὁ Αἵμων· | |
5 | ἢ ὑμεῖς ἀποσπάσαντες ἀθρήσατε. | |
Ant1218 | ἢ θεοῖσι κλέπτομαι ἢ ἀπατῶμαι ὑπὸ θεῶν. | |
Ant1220 | ἠθροῦμεν ἐθεωροῦμεν. | |
Ant1222 | μιτρώδη βρόχον ὅστις ἦν αὐτῇ ζώνη. σινδόνος ἀπὸ σινδόνος. | |
καθημμένην τὸν τράχηλον δεδεμένην. | 273 | |
Ant1232 | πτύσας προσώπῳ οἷον ἀποστραφεὶς καὶ σκυθρωπάσας καὶ ἐκ τοῦ προσώπου καταμεμψάμενος, οὐ κυρίως προσπτύσας τῷ πατρὶ ὡς καὶ ἡμεῖς ἐν τῇ συνηθείᾳ φαμὲν κατέπτυσεν αὐτοῦ ὅ ἐστι κατεφρόνησεν | |
5 | τῶν λόγων αὐτοῦ· οὐχ εἷλκεν δὲ τὸ ξίφος κατὰ τοῦ πατρὸς ὥσπερ ᾤετο· εἶπεν γὰρ ἄνω ἡ δ’ οὖν θανεῖται καὶ θανοῦς’ ὀλεῖ τινα· ὁ ἄγγελος δὲ οὕτω νομίζων ἀπαγγέλλει. | |
Ant1233 | διπλοῦς κνώδοντας ἀντὶ τοῦ διπλᾶς ἀκμάς· ἄμφηκες γὰρ τὸ ξίφος· κνώδων δὲ τὸ ὀξὺ τοῦ ξίφους παρὰ τὸ καίνειν τοῖς ὀδοῦσι. | |
Ant1236 | τὸ ἔγχος οἱ τραγικοὶ καὶ ἐπὶ ξίφους λαμ‐ βάνουσιν. | |
Ant1239 | φοινίου σταλάγματος τὴν πνοὴν τοῦ φοι‐ νίου σταλάγματος ἐκβάλλει τῇ λευκῇ αὐτῆς παρειᾷ ὅ ἐστιν αἷμα ἐξέπνευσεν. | |
Ant1240 | τὰ νυμφικὰ | τέλη τοὺς γὰρ γαμοῦντας τε‐ λείους ἐκάλουν. | |
Ant1246 | νομίζω αὐτὴν μὴ βούλεσθαι δημοσίᾳ θρη‐ νεῖν ἀλλ’ ἐν τῷ οἰκήματι μετὰ τῶν θεραπαινίδων. | |
Ant1250 | οὐκ ἀνόητος, φησίν, ὑπάρχει ὥστε δημοσίᾳ ὀδύρεσθαι· ἁμαρτάνειν δὲ λέγει νῦν τὸ ἐμφανῶς θρηνεῖν. | |
Ant1253 | ἀλλ’ ἔσω ἀπελθόντες μαθησόμεθα μή τι καὶ μανιῶδες κρύφα βουλεύεται ἀνελεῖν ἑαυτὴν πειρωμένη. | |
Ant1257 | ἐφήκει ἀντὶ τοῦ ἥκει. | |
Ant1258 | μνῆμα τὸν νεκρόν. | |
Ant1259 | οὐ δι’ ἄλλον ἀποθανόντα, οὐκ ἐξ ἄλλου νεκρωθέντα. | |
Ant1262 | θανατόεντ’ θανάτου ἄξια ἢ θανάτου αἴτια. | 274 |
Ant1265 | ἄνολβα ἀνωφέλητα. | |
Ant1266 | νέᾳ ἡλικίᾳ καὶ καινοπρεπεῖ θανάτῳ τετελεύ‐ τηκας. | |
Ant1270 | ἰδεῖν γράφε ἔχειν. | |
Ant1274 | ἀγρίαις ὁδοῖς ἀγρίαις ὁρμαῖς. | |
Ant1275 | τὴν χαρὰν λὰξ πατήσας. λακπάτητον τὴν μεθ’ ὕβρεως ἀπωθουμένην ἢ τὴν μεγάλως καταπατουμένην. | |
Ant1279 | τὰ μὲν πρὸ χειρῶν τάδε φέρων ὡς τοῦ Κρέοντος τὸν παῖδα βαστάζοντος. | |
Ant1282 | παμμήτωρ ἡ κατὰ πάντα μήτηρ· ἐμφαντι‐ κῶς δὲ εἶπεν ὅτι καὶ μέχρι θανάτου μήτηρ ἐδείχθη μὴ ἑλομένη ζῆν μετὰ τὸν τοῦ παιδὸς θάνατον. | |
Ant1286 | κακάγγελτα κακὴν ἀπαγγελίαν ἔχοντα. | |
Ant1288 | ἐπεξειργάσω ἐπέσφαξας. | |
Ant1291 | σφάγιον— | γυναικεῖον—μόρον τὸν ἀπὸ σφαγῆς τῆς γυναικὸς μόρον. ἐπ’ ὀλέθρῳ τοῦ Αἵμονος. | |
Ant1293 | ἐγκέκλεισται ἡ γυνή. | |
Ant1298 | τάδ’ ἐναντία γράφε τόνδ’ ἔναντα. | |
Ant1301 | ὀξύθηκτος ὀξεῖαν λαβοῦσα πληγήν. βωμία πέριξ ὡς ἱερεῖον περὶ τὸν βωμὸν ἐσφάγη· παρὰ τὸν βωμὸν προπετής. | |
Ant1302 | λύει κελαινὰ βλέφαρα ἀπόλλυται. | |
Ant1303 | τοῦ πρὶν θανόντος Μεγαρέως κ. ἑ. ὡς αὐ‐ τῆς προγαμηθείσης Μεγαρεῖ τινι πρὸ τοῦ Κρέοντος· οἱ δέ φασι τοῦ Μενοικέως τοῦ ἀποσφάξαντος ἑαυτόν· πρότερον γὰρ Μεγαρεὺς ἐκαλεῖτο· ἐν δὲ τῷ τυράννῳ | |
5 | Οἰδίποδι καὶ αὐτὸς Μενοικέα αὐτὸν καλεῖ. | 275 |
Ant1305 | ἐφυμνήσασα καταρασαμένη σοι ὡς παιδο‐ κτόνῳ. | |
Ant1307 | ἀνέπταν ἐσείσθην, ἐταράχθην. | |
Ant1308 | ἀνταίαν γράφε καιρίαν. | |
Ant1312 | τῶνδε κἀκείνων τοῦ τὴν γυναῖκα καὶ τὸν υἱὸν ἀποθανεῖν. | |
Ant1313 | πρὸς τῆς θανούσης κ. ἑ. κακῶς ἐλέγου 〈πρὸσ〉 τελευτώσης αὐτῆς· ἐνομίζου, ἐπεγράφου. | |
Ant1314 | τίνι τρόπῳ, φησίν, ἐλύετο καὶ ἐφέρετο εἰς φονάς; ἀντὶ τοῦ ποίῳ τρόπῳ εἰς φόνον ἔπεσεν; ἐν φοναῖς εἰς φονάς. | |
Ant1317 | οὐδεὶς ἀνθρώπων ταῦτα ἐπὶ ἄλλον ἀπὸ τῆς ἐμῆς αἰτίας μεθαρμόσει ὅ ἐστι τοῦ σοῦ φόνου οὐδεὶς ἂν εἴποι ἕτερον τῶν ἀνθρώπων αἴτιον ἀλλ’ ἐμέ. | |
Ant1325 | τὸν οὐκ ὄντα ὅλως, μᾶλλον δὲ μηδένα. | |
Ant1326 | κέρδη παραινεῖς εἴ τι κέρδος κέρδος μετα‐ φωνεῖς τὸν θάνατον· παρὰ τούτου γὰρ τὰ κράτιστα ἀπαλλάσσεται καὶ βράχιστα γίνεται τουτέστιν ἐλάχιστα [γίνεται]· ἐν δὲ τῷ ὑπομνήματι οὕτω, τὰ μικρὰ τῶν | |
5 | κακῶν λυσιτελέστερά ἐστιν ὡς ἂν κακὰ ἢ οὕτω, τὰ ἐν ποσὶ κακὰ ἂν ἐλάχιστα ᾖ κράτιστά ἐστιν ἢ οὕτω, βραχέα γὰρ τὰ κακὰ ἐάν τις ἀναχωρῇ [ἢ τὰ μικρὰ τῶν κακῶν λυσιτελέστερά ἐστι]· τὸ γὰρ ταχέως φεύγειν τὰ ἐν ποσὶ κακὰ κράτιστόν ἐστι. | |
Ant1328 | βράχιστα γράφε κράτιστα. κράτιστα γράφε βράχιστα. | |
Ant1329 | ὁ ἐμὸς θάνατος ὁ μείζων τούτων τῶν κακῶν. | 276 |
Ant1330 | τερμίαν τῆς τελευτῆς παρασκευαστικήν· τέρμα γὰρ τὸ τέλος. | |
Ant1334 | μέλλοντα δεύτερα. | |
Ant1335 | ὅτοισι τοῖς θεοῖς. | |
Ant1336 | ὧν βούλομαι τυχεῖν ταῦτα ηὐξάμην. | |
Ant1341 | σέ τ’ αὐτὰν τὴν Εὐρυδίκην. | |
Ant1344 | πάντα γὰρ | λέχρια πλάγια καὶ πεπτωκότα, τὰ μὲν ἐν χερσὶ τὰ δὲ ἐπὶ τῇ κεφαλῇ. | |
Ant1347 | δυσκόμιστος ἀφόρητος. | |
Ant1348 | πολλῷ τὸ φρονεῖν τὸ καλῶς φρονεῖν πρῶ‐ τόν ἐστιν εὐδαιμονίας καὶ τοῖς ἀνθρώποις ἐξοχώτατον. | |
Ant1350 | αἱ μεγαλορρημονίαι τῶν ὑπερηφάνων τιμω‐ ρίας μεγίστας τοῖς κεκτημένοις ἐπάγουσαι τελευταῖον διδάσκουσι τὸ φρονεῖν· καὶ ὁ ποιητὴς ῥεχθὲν δέ τε νήπιος ἔγνω. | |
Ant1351 | ὅτι διαφέρει τῆς Εὐριπίδου Ἀντιγόνης αὕτη ὅτι φωραθεῖσα ἐκείνη διὰ τὸν Αἵμονος ἔρωτα ἐξεδόθη | |
πρὸς γάμον, ἐνταῦθα δὲ τοὐναντίον. | 277 | |
Trt | ΕΙΣ ΤΡΑΧΙΝΙΑΣ. | |
Tr1 | λόγος μέν ἐστ’ ἀρχαῖος ὁ τρόπος ἀναχρονι‐ σμός· μεταγενέστερος γὰρ ὁ Σόλων. φασὶν Ἀθηναίους αἰτήσασθαι Σόλωνα νόμου γραφήν, τὸν δὲ δεδιότα τὸ ἁψίκορον αὐτῶν ὅρκον αἰτῆσαι αὐτοὺς ἐπιμεῖναι | |
5 | [δὲ] δεκαετίαν, παρευλαβούμενον δὲ μήποτε μένοντα ἀναγκάσωσι μεταθεῖναί τι τῶν νομίμων ἀναχωρῆσαι πρὸς Λυδοὺς καὶ Κροῖσον· δεξάμενος δὲ αὐτὸν ὁ Κροῖσος δείκνυσι πάντα τὸν πλοῦτον καὶ στρατιώτας ἐν ὅπλοις χρυσοῖς βωμόν τε Ἀπόλλωνος ὁλόχρυσον, | |
10 | καυχώμενος δὲ ἠρώτα αὐτὸν τίς πάντων ἀνθρώπων εὐδαιμονέστερος, ὁ δὲ ἔφη Κλέοβιν καὶ Βίτωνα· λυπη‐ θεὶς δὲ ὁ βασιλεὺς ἠρώτα τὸν τὰ δεύτερα φέροντα, τούτου δὲ πάλιν ἕτερον προβαλομένου ἠγανάκτησε Κροῖσος ἐπεὶ μηδὲ τὰ δεύτερα τῆς εὐδαιμονίας αὐτῷ | |
15 | δέδωκεν· ὁ δὲ Σόλων συνεὶς τὴν λύπην ἀπεφήνατο | |
ὅτι τέλος [ἐστὶν] ὅρα μακροῦ βίου· φασὶ δὲ αὐτοῦ τὸ τηνικαῦτα πόλεμον αἰρομένου πρὸς Πέρσας χρησθῆναι παρὰ τοῦ θεοῦ Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει· | 278 | |
20 | ὁ δὲ νομίσας περὶ τῆς Περσῶν ἀρχῆς αὐτὸν λέγειν ἐπολέμησεν καὶ ἡττηθεὶς ἐν πυρὶ βέβληται ὑπὸ Κύρου, καιόμενος δὲ Σόλωνα ἐπεκαλεῖτο· Ἀπόλλων δὲ ὄμβρον ἐπιβαλὼν ἔσβεσε τὸ πῦρ, Κύρου δὲ ἐρωτήσαντος διηγή‐ σατο αὐτῷ τὸ ἀπόφθεγμα τοῦ φιλοσόφου ὅθεν θαυ‐ | |
25 | μάσας τε καὶ ἐννοήσας τὸ τῆς τύχης ἄδηλον μετὰ τιμῆς ἀπέπεμψεν Κροῖσον. | |
Tr4 | ἐγὼ δὲ τὸν ἐμόν ἐγώ, φησί, τὸν ἐμὸν αἰῶνα καὶ πρὸ θανάτου διέγνωκα βαρὺν ὄντα καὶ ἀπεχθῆ καὶ δυστυχῆ. | |
Tr7 | ἐν Πλευρῶνι πόλις Αἰτωλίας. νυμφίων ὄκνον νυμφίων ἀντὶ τῶν νυμφευμάτων καὶ μνηστευμάτων, ὄκνον δὲ τὸν φόβον· Ὅμηρος ὀκνείω δ’ ἵππων ἐπιβαινέμεν· | |
5 | εἰ δὲ γράφεται ὄτλον τὴν ταλαιπωρίαν ἢ [Ὅμηρος] τὸ μεμορημένον καὶ πεπρωμένον· Καλλίμαχος κενεὸν πόνον ὀτλήσαντες. γράφε ὄτλον· ἡδεῖα δὲ ἡ φράσις καὶ ἡ ἱστορία. | |
Tr12 | ἑλικτός διὰ τὸ σκολιὸν τῶν ῥευμάτων. | |
Tr13 | βούκρανος οἱ ποταμοὶ βούκρανοι διετυποῦντο ἢ ὅτι μυκηθμῷ εἰσι παραπλήσιοι περὶ τὰς ἐκβολάς· Ὅμηρος τοὺς ἔκβαλλε 〈θύραζε〉 μεμυκὼς ἠύτε ταῦρος· | 279 |
5 | ἢ ὅτι σχίζουσι τὴν γῆν ὡς βόες· ἢ διὰ τὸ τὰς κατα‐ νομὰς παρὰ ποταμοὺς εἶναι. ἐκ δὲ δασκίου γενειάδος ὁ νοῦς, ἐκ δὲ τῆς δασύ‐ τριχος γενειάδος αὐτοῦ κατέρρει πλῆθος ὑδάτων ὡς ἀπὸ κρήνης· παροιμία ἐκ πολλοῦ εἰρημένη. | |
Tr14 | κρηναίου ποτοῦ λείπει τὸ ὡς, ὡς ἀπὸ κρήνης. | |
Tr19 | ὁ κλεινὸς ἦλθε Ζηνός τοῦτο γὰρ ἦν παρὰ Οἰνέως ὡρισμένον, τῷ νικῶντι Ἀχελῷον αὐτὴν δώσειν. | |
Tr21 | ἐκλύεταί με ἀντὶ τοῦ ἀπαλλάττει με καὶ ἐλευθεροῖ τοῦ φόβου τοῦ Ἀχελῴου περιγενόμενος. καὶ τρόπον μὲν ἂν πόνων τὸν τρόπον τῆς πρὸς ἀλλήλους αὐτῶν μάχης οὐκ ἂν διείποιμι (ἐδεδοίκει | |
5 | γάρ), ἐκεῖνος δ’ εἴποι ὃς ἄφοβος αὐτῶν τὴν μάχην θεωρῶν ἐκάθητο· Ὅμηρος ἔνθα κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθὼν ὅς τις ἔτ’ ἄβλητος. | |
Tr23 | θώκων θᾶκος ἡ καθέδρα. | |
Tr24 | ἐγὼ γὰρ ἥμην δασέως ἵνα συνάδῃ τῷ ἀλλ’ ὅστις ἦν θακῶν ἀταρβὴς τῆς θέας· οἱ δὲ ψιλῶς ἀντὶ τοῦ ὑπῆρχον. | |
Tr25 | μή μοι τὸ κάλλος μὴ διὰ τὸ κάλλος ἀλγηδόνι | |
περιπέσω τῷ Ἀχελῴῳ γαμηθεῖσα. | 280 | |
Tr26 | τέλος δ’ ἔθηκε Ζεὺς ἀγώνιος ὁ πρύτανις τοῦ ἀγῶνος· τὸ δὲ ὅλον οὕτως ἔχει, ὁ ἀγώνιος Ζεὺς εὐτυ‐ χῶς τῷ ἀγῶνι τέλος ἐπέθηκεν, ἐμοὶ δὲ οὐκ εὐτυχῶς, εὐτυχῶς μὲν ὅτι ἀπήλλαξέ με τοῦ Ἀχελῴου οὐκ εὐτυ‐ | |
5 | χῶς δὲ ὅτι καὶ νῦν οὐχ ἧττον ἀγωνιῶ διὰ τὴν Ἡρακλέους ἀπουσίαν. | |
Tr27 | λέχος γὰρ Ἡρακλεῖ κριτόν ἀντὶ τοῦ ἔκ‐ κριτον. | |
Tr28 | ξυστᾶς’ ἀντὶ τοῦ συνελθοῦσα· τρέφω δὲ ἀντὶ ἔχω, αὔξω. διὰ τὸ καὶ 〈νῦν〉 περὶ Ἡρακλέους ἀγωνιᾶν. | |
Tr29 | προκηραίνουσα ἀγωνιῶσα, μεριμνῶσα κατὰ τὸ κέαρ ὅ ἐστιν ἐν βάθει βουλευομένη· καὶ Εὐριπίδης τί ποτ’, ὦ τέκνον, τάδε κηραίνεις; νὺξ γὰρ εἰσάγει ἀντὶ νυκτὸς ἔρχεται καὶ νυ‐ | |
5 | κτὸς ἐξορμᾶται ὡς μὴ διαδοχήν μοι τῶν πόνων γενέσθαι. | |
Tr32 | γῄτης γεωργός, ὁ τὴν γῆν ἐργαζόμενος· ἔκ‐ τοπον δὲ ἔξω καὶ πόρρω οὖσαν. | |
Tr35 | λατρεύοντά τῳ ὑπηρετοῦντα τῷ Εὐρυσθεῖ. | |
Tr36 | ὑπερτελής ἀντὶ ὑπὲρ τὸ τέλος γέγονεν οἷον τοῦ τέλους τῶν ἄθλων κρείττων ὤφθη κατορθώσας αὐτούς· ἢ ὑπέρτερος αὐτῶν ἐστιν, ἐγκρατὴς καὶ ὑπεράνω. | |
Tr39 | ἐν Τραχῖνι πόλις Θετταλίας εἰς ἣν Ἡρακλῆς | |
κατῴκησεν διὰ τὸν τοῦ Ἰφίτου φόνον κατὰ τὸν νόμον. | 281 | |
Tr40 | ξένῳ παρ’ ἀνδρί τῷ Κήυκι ὃς ἦν παῖς Ἀμ‐ φιτρύωνος ἀδελφοῦ· καὶ Ἡσίοδος Τρηχῖνα δέ τοι παρελαύνω ἐς Κήυκα ἄνακτα. | |
Tr42 | αὐτοῦ ἀντὶ ὑπὲρ αὐτοῦ. | |
Tr43 | σχεδὸν δ’ ἐπίσταμαι ὑποπτεύω, ὑπονοῶ, οἴομαι. | |
Tr45 | ἀκήρυκτος μένει ἄσημος, οὐ μηνυόμενος ὅπου πότ’ ἐστιν· ὃν οὐδεὶς ἐλθὼν κηρύττει καὶ ἀπαγγέλλει ποῦ πότ’ ἐστιν. | |
Tr47 | δέλτον λιπὼν ἔστειχε ὡς τοῦ Ἡρακλέους τύπον διαθήκης γράψαντος εἰς δέλτον καὶ καταλελοιπότος [ὡς] εἰ μὴ ἔλθοι διὰ τοσούτου χρόνου γνῶναι αὐτὸν τελευ‐ τῶντα 〈καὶ〉 μετὰ τοὺς ιεʹ μῆνας ἀναγνοῦσαν ποιῆσαι | |
5 | αὐτὴν τὰ ἐντεταλμένα. | |
Tr48 | θεοῖς ἀρῶμαι εὔχομαι μηδὲν λυπηρὸν ἐγ‐ γεγραμμένον ἔχουσαν λαβεῖν πημονῆς ἄτερ. | |
Tr50 | πανδάκρυτ’ ὀδύρματα διὰ πανδακρύτων ὀδυρ‐ μάτων ὡς τὸ διά τ’ ἔντεα καὶ μέλαν αἷμα. | |
Tr52 | φρενοῦν νουθετεῖν, εἰς φρόνησιν ἄγειν. | |
Tr53 | τὸ σόν τὸ σοὶ συμφέρον ἢ τόσον ἀντὶ τοῦ ὀλίγον. | |
Tr54 | πῶς παισὶ μὲν τοσοῖσδε πληθύεις ἦσαν γὰρ αὐτῇ παῖδες ἐξ Ἡρακλέους Ὕλλος, Κτήσιππος, Γλῆνος, | |
Ὀνείτης· ἔστι δὲ Ἡρακλεῖ καὶ ἕτερος Ὕλλος ἐκ Μελίτης. | 282 | |
Tr56 | εἰ πατρὸς | νέμοι τιν’ ὤραν ὤραν φροντίδα· καὶ Ἡσίοδος ὤρη γάρ τ’ ὀλίγη πέλεται· ὁ δὲ νοῦς, ἵνα μάθῃς εἰ φροντίζει τοῦ πατρὸς ὑπὲρ | |
5 | τοῦ δοκεῖν καλῶς διαπράττεσθαι. | |
Tr58 | ἀρτίπους 〈θρῴσκει〉 ὅ ἐστιν ἀρτίως καὶ ἡρ‐ μοσμένως τῷ καιρῷ πορεύεται. | |
Tr59 | πρὸς καιρὸν κατὰ καιρόν. | |
Tr60 | τἀνδρὶ τῷ Ὕλλῳ. | |
Tr61 | ἀγεννήτων δυσγενῶν. | |
Tr63 | ἐλεύθερον σπουδαῖον καὶ ἐλευθέρῳ πρέποντα. | |
Tr64 | εἰ διδακτά μοι εἰ προσήκει μοι μαθεῖν. | |
Tr65 | ἐξενωμένου ἐν ξένῃ διατρίβοντος. | |
Tr68 | ἱδρῦσθαι διάγειν. | |
Tr69 | τὸν μὲν παρελθόντ’ ἄροτον ἀντὶ τοῦ ἐνιαυ‐ τόν· ἅπαξ γὰρ τοῦ ἔτους ἀροτριᾶται ἡ γῆ. | |
Tr70 | Λυδῇ γυναικὶ τῇ Ὀμφάλῃ. λάτριν δοῦλον. πονεῖν ὑπηρετεῖν. | |
Tr71 | πᾶν τοίνυν εἰ καὶ τοῦτ’ ἔτλη ἀκούσεται τοίνυν τις ὅτι Ἡρακλῆς πᾶν αἰσχρὸν ὑπέμεινεν εἰ ἀληθῶς ὑπέστη τὸ δουλεύειν τῇ Ὀμφάλῃ. | |
Tr72 | ἐξαφεῖται ἀφείθη, ἀπηλλάγη τοῦ δουλεύειν. | |
Tr74 | Εὐβοῖδα χώραν ἔνιοί φασι καὶ Θεσσαλίας εἶναι Οἰχαλίαν, οὐδὲν δὲ ἄτοπον συνωνυμεῖν. | |
Tr77 | τῆσδε τῆς χώρας τῆς Εὐβοίας. | |
Tr79 | ὥς οἱ τελευτὴν τοῦ βίου ἔλεγεν, φησίν, ὅτι ἐν Οἰχαλίᾳ τεθνήξομαι ἢ σῳθεὶς εὐδαιμονήσω τὸν ἐπίλοιπον χρόνον. | 283 |
Tr82 | ἐν οὖν ῥοπῇ τοιᾷδε ἐν κινδύνῳ καὶ ἐπὶ ξυροῦ ἀκμῆς ἱσταμένῳ οὐ πορεύσῃ συλληψόμενος αὐτῷ καὶ συναγωνιούμενος; | |
Tr83 | ξυνέρξων τῷ πατρί. | |
Tr86 | εἰ δὲ καὶ ἠπιστάμην ἢ προηκηκόειν, φησίν, ὅτι ταῦτα προεῖπεν πάλαι ἂν ἐγὼ συμπαρήμην αὐτῷ. | |
Tr92 | χώρει νῦν, ὦ παῖ καὶ νῦν, φησίν, ὦ παῖ, ἄπιθι· καὶ γὰρ τὸ βραδέως τὰ δέοντα ποιεῖν ἐπειδὰν ἀκούσῃ τις κέρδος ἀποφέρεται τουτέστι καὶ εἰ βραδέως ἤκουσας καὶ ὠφελήσεις αὐτὸν παραγενόμενος κέρδος | |
5 | σοι ἔσται. | |
Tr94 | αἰόλα νύξ μέλαινα ὡς οἱ νεώτεροι· ἢ ποικίλη διὰ τὰ ἄστρα ἡ νὺξ ἢ ταχεῖα διὰ τὸ νυκτὶ θοῇ παρ’ Ὁμήρῳ· τίκτει δὲ ἀντὶ τοῦ ἀνατέλλειν ποιεῖ. | |
Tr95 | φλογιζόμενον ἀντὶ τοῦ λάμποντα. | |
Tr96 | Ὅμηρος Ἠέλιος ὃς πάντ’ ἐφορᾷ. αἰτῶ παρακαλῶ. | |
Tr97 | τὸν Ἀλκμήνης λείπει παῖδα. | |
Tr98 | πόθι λείπει οἰκεῖ, διατρίβει. | |
Tr100 | ἢ ποντίους αὐλῶνας τοὺς παρὰ θάλατταν τόπους στενούς, ἐκ δὲ τούτου τὰ πελάγη φησίν· ἆρα | |
οὖν ἐν θαλάττῃ ἐστίν; ἢ ἀντὶ τοῦ νήσους· αὐλὼν γὰρ τὸ στενόμακρον πέλαγος, ἀπὸ δὲ τοῦ πελάγους τὸ | 284 | |
5 | περιεχόμενον ὑπ’ αὐτοῦ δηλοῖ ὅ ἐστι τὰς νήσους. | |
Tr101 | ἢ δισσαῖσιν ἀπείροισιν ἀντὶ τοῦ καὶ πρὸς τὰ ἑῷα καὶ δυτικά. | |
Tr102 | ὦ κρατιστεύων ὦ νικῶν πάντας τοὺς θεοὺς κατὰ τὸ ὀπτικόν· καὶ Ὅμηρος ὃς πάντ’ ἐφορᾷ. | |
Tr103 | ποθουμένᾳ ἀντὶ τοῦ ποθούσῃ. | |
Tr104 | τὰν ἀμφινεικῆ Δηιάνειραν τὴν περιμάχητον· πυνθάνομαι, φησί, τὴν ἀμφινεικῆ Δηιάνειραν μηδέ‐ ποτε τοὺς ὀφθαλμοὺς ἀδακρύτους ἔχειν ἀλλ’ ἀεὶ τῷ πόθῳ τῶν δακρύων νικωμένην ὀδύρεσθαι· ἀθλίαν δ’ | |
5 | ὄρνιν τὴν ἀλκυόνα φησὶν ἣ τίκτει ἐν ταῖς ὑφάλοις πέτραις εἶτα τῶν ὠῶν ἀφανιζομένων δακρύει. λείπει ἡ διά. | |
Tr105 | οἷα ἐπιρρηματικῶς. ἄθλιον ὄρνιν γράφε ἅλιον ὄρνιν, ἀλκυόνα· ἢ ἀηδόνα. | |
Tr106 | οὔποτ’ εὐνάζειν τὸν πόθον τῶν δακρύων κοιμίζειν ἀλλ’ ἡττᾶσθαι καὶ ἀεὶ δακρύειν. ἀδακρύτων πολυδακρύτων. | |
Tr107 | ἀλλ’ εὔμναστον ἀνδρός ἀλλὰ τὸ δεῖμα τὸ ὑπὲρ τοῦ ἀνδρὸς ἀεὶ μνημονεύουσαν ἐν ταῖς ἀνάνδροις κοίταις τρύχεσθαι κατὰ ψυχήν. | |
Tr109 | ἐνθυμίοις εὐναῖς ταῖς μεριμνητικαῖς, ταῖς πολυφροντίστοις, ἀνανδρώτοισι δὲ ταῖς ἐρήμοις τοῦ | |
ἀνδρός. | 285 | |
Tr112 | τὸ πολλὰ πρὸς τὸ κύματα. ὥστ’ ἀκάμαντος | ἢ νότου ὥσπερ γὰρ ἄν τις θεωροίη κυματουμένην τὴν θάλατταν ἢ νότου πνέον‐ τος ἢ βορέου, τῶν δὲ κυμάτων τὰ μὲν ἐπιόντα τὰ δὲ | |
5 | ἀπερχόμενα οὕτως καὶ τὸν Ἡρακλέα καθάπερ τι πέλαγος κακῶν τὸ μὲν [τι] παρὸν λυπεῖ τὸ δ’ αὐξόμενον ἀπόκειται. | |
Tr116 | Καδμογενῆ τὸν Θηβαγενῆ Ἡρακλέα· Ἡσίοδος ὄφρ’ Ἡρακλῆος Θηβαγενέος κλέος εἴη. | |
Tr117 | τρέφει, τὸ δ’ αὔξει ἀντὶ τροφῆς καθημερινῆς καὶ αὐξήσεώς εἰσιν αὐτῷ οἱ πόνοι. τρέφει ἀντὶ ἔχει, τὸ δὲ αὔξει ἀντὶ τοῦ αὔξεται· οὕτω φησί, τὸ μὲν τῶν κακῶν ἔχει αὐτὸν τὸ δὲ αὔξεται | |
5 | κατ’ αὐτοῦ. ἄλλως: τρέφει ἀντὶ τοῦ τρίβει κατὰ ἀντί‐ φρασιν· ἔστι γὰρ οὕτω, τὸ μὲν αὐτὸν καταπονεῖ παρὸν τὸ δ’ αὔξει καὶ κορυφοῦται· ἢ ὅτι οἰκεῖον τοῦ ἥρωος τὸ τρέφει καὶ αὔξει ὥστε τρέφεσθαι αὐτοῦ τὴν ἀρετὴν διὰ τῶν πόνων ὡς Ἰσοκράτης „οἷς τοῦ βίου ἀρετὴ | |
10 | τηλικοῦτον εὐδοξίας χαρακτῆρα ἐχαρίζετο“· βίου δὲ πέλαγος τὸν χειμαζόμενον βίον. | |
Tr118 | πέλαγος | Κρήσιον ὡς πάνυ χειμαζομένης τῆς περὶ Κρήτην θαλάσσης. | |
Tr119 | ἀλλά τις θεῶν θάρρει, φησίν, ὦ Δηιάνειρα· θεῶν γάρ τις αὐτὸν ἀναμάρτητον καὶ δίκαιον ὄντα | |
κωλύει ἀπὸ τοῦ Ἅιδου· ἢ ἀναμπλάκητον ἐπιτυχῆ παρὰ τὸ μὴ ἀναπλακεῖν οἷον κωλύει αὐτὸν μὴ ἐπιτυχεῖν | 286 | |
5 | τοῦ Ἅιδου. | |
Tr120 | ἀναμπλάκητον ἄπταιστον. | |
Tr122 | ὧν ἐπιμεμφομένας περὶ ὧν μεμφομένης ὅτι προσηκόντως ὀδύρῃ· θεοὶ γὰρ αὐτὸν σῴζουσιν. ἁδεῖα μὲν ἀντία δ’ οἴσω οἷς περὶ τοῦ Ἡρακλέους φρονεῖς ἐρῶ· τὸ δὲ ἑξῆς ἐπάγει ὥστε μὴ χρῆναι αὐτὴν | |
5 | ἀποβάλλειν τὴν ἀγαθὴν ἐλπίδα περὶ αὐτοῦ· ἡδεῖα ὅτι φησὶν αὐτὸν ζῆν, ἀντία δὲ ὅτι τὸ ἐναντίον νομίζει Δηιάνειρα ὡς ἀποθανόντος αὐτοῦ. ἀντία ἀντίον σοί. οἴσω ἀντὶ λέξω. | |
Tr124 | οὐκ ἀποτρύειν οὐκ ἀπογνῶναι, οὐκ ἀποκά‐ μνειν, οὐκ ἀποβάλλειν, οὐκ ἀποδοκιμάζειν. | |
Tr126 | ἀνάλγητα γὰρ οὐδ’ | ὁ πάντα κραίνων οὐδὲ γὰρ ἄλυπα τοῖς ἀνθρώποις ὁ Ζεὺς τὰ πράγματα πεποίηκε· δοιοὶ γάρ τε πίθοι· | |
5 | οἷον συμμιγνύουσιν οἱ θεοὶ τὰ πράγματα τοῖς ἀνθρώ‐ ποις πήματι καὶ χαρᾷ καὶ στρέφουσιν ὀξέως τὰ πράγ‐ ματα ὥσπερ τὰς τῆς ἄρκτου στροφάς. | |
Tr129 | ἀλλ’ ἐπὶ πήματι καὶ χαρᾷ ἐπὶ χαρᾷ δὲ καὶ πήματι πᾶσι κυκλοῦσιν οἱ θεοί· πήμᾳ δὲ ἀντὶ πήματι κατὰ ἀποκοπήν. | |
ποτὲ μὲν ἐπὶ πήματι ποτὲ δὲ ἐπὶ χαρᾷ. | 287 | |
Tr130 | πᾶσι κυκλοῦσιν ἀντὶ κυκλοῦνται τὰ τῶν ἀνθρώπων πράγματα· ἢ τὸ κυκλοῦσιν ἐπὶ τῶν θεῶν. οἷον ἄρκτου στροφάδες τὰς ἄρκτους παρέλαβεν ἐπεὶ διαφανεῖς τέ εἰσιν καὶ ἡσυχαιτέραν ποιοῦνται | |
5 | τὴν κίνησιν· καθόλου γὰρ ὀξύτερον τὰ νότια κινοῦνται διὰ τὸ μείζονα κύκλον ὁδεύειν· Ἄρατος αὐτοῦ καὶ κριοῖο θοώταταί εἰσι κέλευθοι. | |
Tr136 | στέρεσθαι ἀντὶ τοῦ λυπεῖσθαι καὶ στέρεσθαι χαρᾶς· τίνος δὲ στέρεσθαι; δῆλον ὅτι τοῦ χαίρειν. | |
Tr137 | ἃ καὶ σὲ τὰν ἄνασσαν ἅπερ καὶ σὲ λέγω χρῆναι φρονεῖν καὶ χρησταῖς ἐλπίσι βόσκεσθαι· ἢ οὕτως, ἃ καὶ σὲ βούλομαι φροντίζειν ὅτι τρέπονται καὶ ἐκ κακῶν ἐπὶ ἀγαθὰ τὰ ἀνθρώπινα. | |
Tr140 | Ζῆν’ ἄβουλον δύσβουλον καὶ κακόβουλον, μὴ βουλευόμενον τοῖς ἰδίοις παισὶ τὸ συμφέρον διὸ μηδὲν φαῦλον περὶ Ἡρακλέους ἔλπιζε· οὐ γὰρ παρορᾷ τοῦ ἑαυτοῦ παιδὸς ὁ Ζεύς. | |
Tr141 | ἐξ ἀκοῆς ἐλήλυθας, τῶν ἐμῶν αἰσθομένη κακῶν. | |
Tr144 | τὸ γὰρ νεάζον ἐν τοιοῖσδε ἡ γὰρ νέα ἡλικία ἐν τοῖς τόποις τῆς ἀμεριμνίας βόσκεται· τὸ δ’ αὐτοῦ τινες ψιλοῦσιν καὶ νοοῦσιν αὐτόθι, ἔνιοι δὲ δασύνουσιν ἀντὶ τοῦ ἑαυτοῦ, τοῖς ἰδίοις ἑαυτοῦ τόποις ἀμερίμνως | |
5 | βόσκεται τὸ νεάζον καὶ οὔτε καύματι φθείρεται οὔτε ὑετῷ οὔτε ἀνέμων σφοδρότητι ἀλλὰ ταῖς ἡδοναῖς εἰς ὕψος εὐθυμίας αἴρεται· ἕως τις γαμηθῇ οὐδέν, φησί, | |
ταράττει τὴν νέαν ἡλικίαν ἀλλ’ ὡς τεῖχος ἀρραγὲς οὐ φθείρεται ὑπό τινος οὕτως οὐδὲ ἡ νεότης ἐστηριγμένη | 288 | |
10 | ὑπὸ ἀμεριμνίας τῶν ἐν 〈τῷ〉 βίῳ κακῶν· νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ. | |
Tr145 | οὐ θάλπος κ. ἑ. ἀντὶ οὐδεμία μεταβολή. | |
Tr147 | ἡδοναῖς—ἐξαίρει ταῖς εὐθυμίαις ἐξυψοῖ. | |
Tr148 | ἐς τοῦθ’ ἕως τις ἀντὶ παρθένου τὸ τηνικαῦτα ἐπειδὰν γαμηθείη τις εἰς τὰ καθ’ ἑαυτὴν ἀποβλέπουσα καὶ συνορῶσα 〈ὡσ〉 ἔξω τῆς ἀμεριμνίας εἰς φροντίδας εἰσῆλθεν οἰκτείρει τὰ κατ’ ἐμέ. | |
Tr150 | ἡ πρὸς ἀντὶ τῆς ὑπέρ. | |
Tr151 | τὸ αὐτοῦ ὡς πρὸς τὸ νέον ἀποδέδωκεν. | |
Tr153 | πάθη μὲν οὖν δὴ πόλλ’ ἔγωγε τὰ μὲν ἄλλα πάθη τοῦ Ἡρακλέους πολλάκις ἀπωδυράμην ἓν δὲ νῦν εἰπεῖν βούλομαι οἷον οὐκ εἴρηκά πω. | |
Tr155 | ὅτι πρὸ πολλοῦ χρόνου χρησμὸς ἦν αὐτῷ δεδομένος. | |
Tr161 | νῦν δ’ ὡς ἔτ’ οὐκ ὤν ἀεὶ μὲν ἐξῄει ὡς ἐπὶ ὁμολογουμένῳ κατορθώματι νῦν δὲ ὡς τεθνηξό‐ μενος ἐνετείλατό μοι ἵνα πρόνοιαν ἄλλου ἀνδρὸς ἐμαυτῇ ποιήσωμαι, εἶπε δὲ καὶ περὶ τῆς ἑκάστου τῶν | |
5 | τέκνων μερίδος. | |
Tr162 | χρεῖ’ ᾖ μ’ ἑλέσθαι κτῆσιν ἔλεγεν προσήκειν ἐμὲ λαβεῖν τὴν προῖκα καὶ τὰ δῶρα ἃ ὑπὲρ τοῦ λέχους ἐκτησάμην. ἢ προνοεῖσθαι ἑτέρου ἀνδρὸς ἢ σῴζειν τὸ λέχος. | |
Tr167 | τοῦθ’ ὑπεκδραμόντα διαφυγόντα τὸν θάνατον. | 289 |
Tr169 | τοιαῦτ’ ἔφραζε ἡ δέλτος τοιαῦτα ἔλεγεν παρὰ θεῶν εἱμάρθαι ὥστε τούτων θάτερον αὐτῷ τέλος ἔσεσθαι τῶν πόνων. | |
Tr170 | τῶν Ἡρακλείων τῶν ἑαυτοῦ πόνων τὸ τέλος· πολὺ δὲ τὸ τοιοῦτο εἶδος παρὰ ποιηταῖς. | |
Tr172 | Δωδῶνι δισσῶν ἐκ πελειάδων τὴν ἐν Δωδώνῃ τῆς Θεσπρωτίας φηγὸν ἐφ’ ᾗ δύο περιστεραὶ καθή‐ μεναι ἐμαντεύοντο· ὡς ἀπ’ εὐθείας δὲ τῆς ἡ Δωδὼν ὡς Πλευρών· Ὅμηρος δὲ Δωδώνην εἶπεν. εἰς τὸ | |
5 | αὐτό: ὑπεράνω τοῦ ἐν Δωδώνῃ μαντείου δύο ἦσαν πέλειαι δι’ ὧν ἐμαντεύετο ὁ Ζεὺς ὡς Ἀπόλλων ἀπὸ τρίποδος· οἱ μὲν οὕτω λέγουσι θεσπίζειν οἱ δὲ οὕτω τὰς ἱερείας γραίας οὔσας· καὶ γὰρ τοὺς γέροντας οἱ Μολοσσοὶ πελίους ὀνομάζουσιν· Ἡρόδοτος δὲ ἐν βʹ | |
10 | φησὶ „Πελειάδες δέ μοι δοκέουσι κεκλῆσθαι πρὸς Δωδωναίων αἱ γυναῖκες διότι βάρβαροι οὖσαι ἐδό‐ κουν ὁμοίως ὄρνισι φθέγγεσθαι, μετὰ δὲ χρόνον δο‐ κοῦσιν ἀνθρωπίνῃ φωνῇ φθέγξασθαι“ „ἐπείπερ ἐκ Θηβῶν Αἰγυπτίων ἦσαν“. Εὐριπίδης τρεῖς γεγονέναι | |
15 | φησὶν αὐτάς, οἱ δὲ δύο καὶ τὴν μὲν εἰς Λιβύην ἀφ‐ ικέσθαι Θήβηθεν εἰς τὸ τοῦ Ἄμμωνος χρηστήριον τὴν 〈δὲ〉 περὶ τὴν Δωδώνην ὡς καὶ Πίνδαρος Παιᾶσιν. | |
Tr173 | καὶ τῶνδε ναμέρτεια καὶ τῶν εἰρημένων ὑπὸ Ἡρακλέους ἀλήθεια νῦν ἀποβαίνει ἐν τῷ παρόντι | |
χρόνῳ ὥστε ὁπότερον πραχθῆναι. | 290 | |
Tr176 | μένειν ἀντὶ τοῦ ζῆν. | |
Tr178 | εὐφημίαν νῦν ἴσχ’ εὔφημα φώνει. | |
Tr179 | πρὸς χαρὰν πρὸς ἡδονήν. πρὸς χαρὰν λόγων πρὸς χάριν ἀπαγγελοῦντα, λόγων ἡδονὴν διδόντα· ἐκ τοῦ στεφάνου δὲ στοχάζε‐ ται ὅτι μέλλει χρηστὰ ἀπαγγέλλειν. | |
Tr181 | ὄκνου φόβου· Ὅμηρος ὀκνείω δ’ ἵππων. | |
Tr185 | τάχ’ ἀντὶ τοῦ εὐθέως. | |
Tr188 | ἐν βουθερεῖ λειμῶνι μέγα θέρος ἔχοντι ὅ ἐστι λήιον· τὸ γὰρ βου ἐπιτατικόν ἐστιν· ἢ τῷ σφόδρᾳ βαλλομένῳ καὶ θερομένῳ ἤγουν θερμαινομένῳ ὑπὸ τοῦ ἡλίου. ἄλλως: βουθερεῖ ἢ ὄνομα τοῦ λειμῶνος ἢ | |
5 | πολυθερεῖ· τὸ γὰρ βου ἐπιτατικόν ἐστιν· ὅ ἐστι πολ‐ λάκις θεριζομένῳ ἵν’ εἴπῃ πολυφόρῳ ἢ ὑπὸ βοῶν θεριζομένῳ τοῖς ὀδοῦσι τουτέστι βοῦς τρέφοντι. | |
Tr192 | αὐτὸς δὲ πῶς ἄπεστιν εἰ εὐτυχεῖ ὁ Ἡρακλῆς πῶς ἄπεστιν ὁ Λίχας καὶ οὐκ ἦλθε ταχέως ἀπαγγέλλων; | |
Tr193 | οὐκ εὐμαρείᾳ χρώμενος οὐ ῥᾳστώνῃ, οὐ καταφρονήσει σοῦ ἄπεστιν ἀλλὰ κρινόμενος ὑπὸ τῶν πολιτῶν· τὸ δὲ οὐ πολλῇ ἀντὶ τοῦ οὐδὲ ὀλίγῃ· τινὲς δὲ οὕτως, οὐκ εὐχερείᾳ ἀντὶ τοῦ οὐκ ἔστιν αὐτῷ εὐ‐ | |
5 | χερὲς παραγενέσθαι. | |
Tr194 | Μηλιεὺς ἅπας λεώς Μηλιεῖς ἔθνος Θεττα‐ λικὸν πλησίον Τραχῖνος· Μηλία δὲ ἡ πόλις καλεῖται. | |
Tr196 | τὸ γὰρ ποθοῦν τὸ ποθούμενον. | |
Tr197 | μεθεῖτο ἀπολύσειεν. | 291 |
Tr198 | οὐχ ἑκών, ἑκοῦσι δέ τοῖς Μηλιεῦσιν αὐτός, ὁ Λίχας, σύνεστιν οὐχ ἑκών· βούλεται γὰρ [αὐτὸς] αὐτῶν ἀποστὰς ἐλθεῖν πρὸς σέ. | |
Tr200 | ὦ Ζεῦ, τὸν Οἴτης ἄτομον τὸν ἀπόρθητον· συμβαλόντες γὰρ οἱ δυσμενεῖς δῃοῦσι τὰ χωρία· ἄμει‐ νον δὲ τὸν ἀφιερωμένον θεοῖς καὶ ἀγεώργητον, ὃν οὐδὲ βοτὰ καταβόσκεται· τὰ δὲ τοιαῦτα χωρία ὀργάδας | |
5 | ἐκάλουν. | |
Tr202 | φωνήσατ’, ὦ γυναῖκες ἀντὶ ὀλολύξατε καὶ βοήσατε χάριν ὁμολογοῦσαι τοῖς θεοῖς. | |
Tr203 | ὡς ἄελπτον ὄμμ’ ἐμοὶ | φήμης ὄμμα φήμης φησὶν αὐτὸν τὸν φανερῶς ἀπαγγείλαντα ἢ τὸ ἀπὸ τῆς φήμης φῶς· ἀνασχὸν δὲ ἀναφανέν, ἀνατεῖλαν ἐκ μετα‐ φορᾶς τοῦ ἡλίου. | |
Tr206 | ἐφεστίοις ἀλαλαῖς ταῖς ἐπὶ τῶν θυσιῶν εὐχαῖς ἀντὶ ὁ πᾶς οἶκος Ἡρακλέους θυσίας καὶ εὐχὰς ποιείτω. | |
Tr207 | ὁ μελλόνυμφος εἴτέ τις μελλόνυμφός ἐστιν εἴτε γεγαμηκὼς ἡκέτω· κοινὴ γὰρ πάντων ἐστὶν εὐχή· ἡκέτω δὲ πᾶσα κλαγγὴ ἀρσένων τε καὶ θηλειῶν, κοινὴν εὐχὴν ποιησάτω. | |
5 | τὸ κοινὸς Ἀττικόν ἐστιν ὡς κλυτὸς Ἱπποδάμεια. | |
Tr209 | προστάταν σωτῆρα. | |
Tr211 | ἀνάγετ’, ὦ παρθένοι ἀνυμνεῖτε πάντες καὶ πᾶσαι τὸν σωτῆρα καὶ παιᾶνα Ἀπόλλωνα. | |
ἀνυμνεῖτε. | 292 | |
Tr212 | βοᾶτε τὰν ὁμόσπορον ἀνυμνεῖτε καὶ τιμᾶτε τὴν ἅμα τῷ Ἀπόλλωνι σπαρεῖσαν, τὴν ἐν Ὀρτυγίᾳ τιμωμένην· νύμφας δέ φησι τὰς Ὀρεστιάδας παρόσον ἐν τοῖς ὄρεσι διατρίβει ἡ Ἄρτεμις. | |
Tr214 | ἀμφίπυρον παρόσον ἀμφοτέραις ταῖς χερσὶ δᾳδουχεῖ ἡ αὐτὴ οὖσα τῇ Ἑκάτῃ. | |
Tr216 | ἀείρομαι οὐδ’ ἀπώσομαι μετεωρίζομαι ἐν τῷ χορεύειν εἰς τὸν ἀέρα καὶ ἄνω αἴρομαι· τὸ γὰρ μελι‐ δάριον οὐκ ἔστι στάσιμον ἀλλ’ ὑπὸ τῆς ἡδονῆς ὀρ‐ χοῦνται. | |
Tr217 | τὸν αὐλόν, ὦ τύραννε ὦ αὐλὲ ἢ ὦ Ἡράκλεις ἢ ὦ Διόνυσε. ἄλλως: ὦ αὐλέ, τῆς ἐμῆς ψυχῆς τύ‐ ραννε· ἐρεθίζει γὰρ ὁ αὐλὸς τὰς παρθένους πρὸς τὴν χορείαν· ἀντὶ τοῦ ὦ κρατῶν τῆς ἐμῆς φρενός· ἐν δὲ | |
5 | τῷ ταῦτα λέγειν ὀρχοῦνται ὑπὸ χαρᾶς. | |
Tr218 | ἰδού μ’ ἀναταράσσει | εὐοῖ μ’ εἰς Βακχικὴν ἅμιλλαν τουτέστι χορείαν παρορμᾷ με ὁ κισσός· τὸ δὲ ὑποστρέφων ἀντὶ τοῦ ἀπὸ λύπης εἰς ἡδονὴν μετάγων ἢ ὑποβάλλων. | |
Tr223 | ἀντίπρῳρα ἐναντία, ἀντικείμενα τοῖς προ‐ τέροις κακοῖς, ἀγαθά· ἢ ἀντιπρόσωπα, ὑπ’ ὄψιν ὁρώ‐ μενα· ὑποδεικνύουσι δὲ τὸν Λίχαν ἐρχόμενον. | |
Tr228 | χαρτὸν ἄξιον χαρᾶς. | |
Tr230 | κατ’ ἔργου κτῆσιν κατὰ τὴν τοῦ ἔργου πρᾶξιν τουτέστιν ἀξίως τῆς Ἡρακλέους ἀρετῆς προσ‐ φωνούμεθα ἀντὶ οἵων ἔδει τυχεῖν προσφωνημάτων | |
τοὺς τὰ τοιαῦτα κατειργασμένους ἐτύχομεν. | 293 | |
5 | ἀντὶ κατὰ τὴν ἀπαγγελίαν. | |
Tr236 | πατρῴας ἀντὶ τοῦ Ἑλλάδος· Ἀργεῖος γὰρ ὁ Ἡρακλῆς. | |
Tr237 | ὁρίζεται κατασκευάζει, ἵστησιν. | |
Tr238 | τέλη τ’ ἔγκαρπα τέλη θυσίας, ἔγκαρπα δὲ τὰ θυμιάματα ἀπὸ ἀνθῶν ἢ καρπῶν. Κηναίῳ Διί Κήναιον Εὐβοίας ἀκρωτήριον ἀπὸ Κηναίου τοῦ Ἐλεφόρου. | |
Tr239 | εὐκταῖα φαίνων ἢ ’πὸ μαντείας πότερον αὐτὸς εὐξάμενος καὶ ὑποσχόμενος ἐπὶ τῇ νίκῃ τοῦτο ποιεῖν ἢ ἀπὸ μαντείας θεοῦ τινος κελεύσαντος; | |
Tr240 | εὐχαῖς ὅθ’ ᾕρει κατ’ εὐχάς φησιν αὐτοῦ τελεῖσθαι τὰς θυσίας· ὅτε γὰρ ἐκράτησεν Οἰχαλίας εὐχαριστήριον τὰς θυσίας προσήγαγεν. | |
Tr242 | τοῦ ποτ’ εἰσὶ ἀντὶ τίνος εἰσὶ δεσπότου; | |
Tr243 | οἰκτραὶ γὰρ εἰ μὴ ξυμφοραί δυσγενεῖς γὰρ δοκοῦσιν εἶναι εἰ μὴ ἄρα με σφάλλουσιν αἱ κατ’ αὐ‐ τὰς συμφοραὶ τουτέστιν εἰ μὴ ἄρα διὰ τὴν τύχην ὑπεδύσαντο οἶκτον. | |
Tr244 | ταύτας ἐκεῖνος ἵνα τὰς μὲν αὐτὸς ἔχῃ τὰς δ’ ἀνιερώσῃ τοῖς θεοῖς. | |
Tr246 | ἦ κἀπὶ ταύτῃ τῇ πόλει ἆρ’ οὖν τὸν πολὺν τοῦτον καὶ ἀνάριθμον χρόνον τῶν ἡμερῶν ἐν τῇ Οἰχαλίᾳ διέτριψεν; ἄσκοπον δὲ πολύν, ὃν οὐκ ἄν τις ἐπιλογίσαιτο καὶ καταμάθοι διὰ τὸν χρόνον. | |
Tr247 | ἀνήριθμον ἀντὶ ἀναρίθμητον. | |
Tr250 | ἐμποληθεὶς πραθείς. | |
τοῦ λόγου δ’ οὐ χρὴ φθόνον μέμψιν· οὐ χρή, φησί, μέμφεσθαι οἷς ἂν πράξῃ ὁ Ζεύς· ἰδίῳ γὰρ λογισμῷ πάντα πράττει ὡς θέλει· ἢ οὕτως, οὐ χρὴ | 294 | |
5 | ἀηδῶς ἀκούειν τὸν λόγον ὅ ἐστιν ἐξευτελίζειν καὶ ψέγειν· ἢ οὐ χρὴ παραιτεῖσθαι λέγειν τὰ παρὰ Διὸς γινόμενα κἂν ᾖ χαλεπά. | |
Tr253 | ἐνιαυτὸν ὁ Ἡρόδωρος γʹ ἔτη λέγει. | |
Tr254 | ἐδήχθη ἐλυπήθη. | |
Tr256 | τὸν ἀγχιστῆρα τοῦδε τοῦ πάθους τὸν αἴτιον καὶ σχεδὸν αὐτὸν ποιήσαντα τοῦ πάθους, λέγει δὲ τὸν Εὔρυτον. | |
Tr257 | πλεονάζει τὸ ἔτι. | |
Tr258 | ἡλίωσε τοὔπος ἐματαίωσεν, μάταιον εἶπεν τὸ ἔπος. ἀλλ’ ὅθ’ ἁγνὸς ἦν ὅτε ἥγνισεν 〈ἑαυτὸν〉 ἀπὸ τοῦ φόνου ὅ ἐστιν ὅτε ἐπλήρωσε τὴν ὑπὲρ τοῦ φόνου | |
5 | δουλείαν. | |
Tr259 | ἐπακτὸν συμμαχικόν, οὐκ ἴδιον. πόλιν τὴν Εὐρυτείαν τὴν Οἰχαλίαν. | |
Tr263 | ξένον φίλον. | |
Tr264 | ἐπερρόθησε σφοδρῶς ὕβρισεν· ἢ εἰς τὴν παιδοκτονίαν τῶν ἀπὸ Μεγάρας τέκνων ἢ ὅτι πολλαῖς πρῴην ὡμίλησεν γυναιξὶν ὡς Ἀπολλόδωρος. ἀτηρᾷ φρενὶ ἀπηνεῖ καὶ σκληρᾷ γνώμῃ. | |
Tr265 | λέγων χεροῖν μέν λέγων αὐτὸν ἡττᾶσθαι τῶν αὑτοῦ τέκνων εἰ καὶ ἄφυκτα βέλη ἔχει. | |
Tr266 | τῶν ὧν τέκνων λίποιτο τοῦτο ἰδίως: οὐ γὰρ | |
ἠλαζονεύσατο μόνον περὶ τῶν παίδων ἑαυτοῦ ἀλλὰ καὶ δῶρον τοξείας προθεὶς τὴν Ἰόλην νικήσαντι Ἡρα‐ κλεῖ οὐκ ἠγγύησεν· διαφωνεῖται δὲ ὁ τῶν Εὐρυτιδῶν | 295 | |
5 | ἀριθμός· Ἡσίοδος μὲν γὰρ δʹ φησιν ἐξ Εὐρύτου καὶ Ἀντιόχης παῖδας οὕτως ἡ δ’ ὑποκυσαμένη καλλίζωνος Στρατονίκη Εὔρυτον ἐν μεγάροισιν ἐγείνατο φίλτατον υἱόν· τοῦ δ’ υἱεῖς ἐγένοντο Δηίων 〈τε〉 Κλυτίος τε | |
10 | Τοξεύς τ’ ἀντίθεος ἠδ’ Ἴφιτος ὄζος Ἄρηος· τοὺς δὲ μέθ’ ὁπλοτάτην τέκετο ξανθὴν Ἰόλειαν Ἀντιόχη κρείουσα παλαιὸν γένος Ναυβολίδαο Κρεώφυλος δὲ βʹ, Ἀριστοκράτης δὲ γʹ, Τοξέα, Κλυτίον, Δηίονα. | |
Tr267 | ὡς ἐλευθέρου λείπει ἡ ὑπό, ὡς ὑπὸ ἐλευ‐ θέρου ἀνδρὸς ὑβρίζοιτο, λέγει δὲ τοῦ Εὐρυσθέως. | |
Tr269 | ἔρριψεν ἐκτὸς αὐτὸν τῆς οἰκίας αὐτὸν ἀπεώσατο. ὧν ἔχων χόλον ὑπὲρ δὴ τούτων ὀργιζόμενος Ἡρακλῆς ἐφόνευσε τὸν Ἴφιτον εἰς τὸ τῆς Τιρυνθίας ὄρος παραγεγονότα διὰ τὴν τῶν ἵππων ἀναζήτησιν. | |
Tr272 | τότ’ ἄλλος’ αὐτὸν ὄμμα ἀλλαχόσε τὸν νοῦν ἔχοντα καὶ οὐδὲν δεινὸν πείσεσθαι προσδοκῶντα ἀπὸ | |
τοῦ ὄρους ἐδίσκευσεν. τότ’ τὸ τηνικαῦτα. | 296 | |
Tr273 | πυργώδους πλακὸς ὑψηλοῦ ὄρους. | |
Tr274 | ἔργου τοῦ φόνου. | |
Tr276 | οὐδ’ ἠνέσχετο οὐχ ὑπήνεγκεν αὐτοῦ τὴν μιαιφονίαν ὅτι τὰς ἄλλας αὑτοῦ σεμνὰς πράξεις διὰ ταύτης κατῄσχυνεν. | |
Tr280 | ὕβριν γὰρ οὐ στέργουσιν τὴν ἀδικίαν· οἷον οὐδ’ αὐτὸ τὸ θεῖον ὑβριζόμενον καρτερεῖ ὃ λίαν ἐστὶν ἀνεκτότατον. | |
Tr281 | κεῖνοι δ’ ὑπερχλίοντες οἱ παῖδες τοῦ Εὐρύ‐ του ὑπερηφάνως λοιδορησάμενοι τῷ Ἡρακλεῖ ἀνῃρέ‐ θησαν ὑπερεντρυφήσαντες τῇ καθ’ Ἡρακλέους λοιδορίᾳ. | |
Tr284 | ἄζηλον κακοδαίμονα, ὃν οὐκ ἄν τις ζηλώ‐ σειεν· Ὅμηρος ἀμέγαρτε συβῶτα. | |
Tr286 | ἐφεῖτ’ ἐνετείλατο. πιστὸς ὢν κείνῳ ὡς προσετάγην. | |
Tr287 | αὐτὸν δ’ ἐκεῖνον τὸ ἑξῆς, αὐτὸν φρόνει ἥξοντα τουτέστι προσδόκα ὅταν διὰ τῆς θυσίας καθάρῃ αὑτὸν ἀπὸ τοῦ φόνου. | |
Tr289 | τοῦτο τὸ ἥξειν ἐκεῖνον. | |
Tr291 | νῦν σοι τέρψις ἀντὶ ἐν τούτῳ τῷ χρόνῳ καθ’ ὃν ἀπαγγέλλω τὰ χρηστά· ἢ κατὰ τοῦτον τὸν τρόπον. | |
Tr294 | πανδίκῳ φρενὶ ἀντὶ μετὰ πάσης δικαιοσύνης. | 297 |
Tr296 | ὅμως δ’ ἔνεστι γνωμολογεῖ ὁρῶσα τὰς αἰχμα‐ λώτους· καὶ τοῦτο τοὖπός ἐστιν ἀνδρὸς εὔφρονος, ὅταν καλῶς πράσσῃ τις ἐλπίζειν κακά. | |
Tr303 | ὦ Ζεῦ τροπαῖε ἀποτρεπτικέ, ἀλεξίκακε· ἱκε‐ τεύει δὲ μὴ παθεῖν παραπλήσια ταῖς αἰχμαλώτισι τὰ τέκνα αὑτῆς. | |
Tr304 | πρὸς τοὐμὸν οὕτω σπέρμα ἀντὶ κατὰ τῶν ἐμῶν παίδων. | |
Tr305 | μηδ’ εἴ τι δράσεις δεικτικῶς ἀντὶ τοῦ ἐμοῦ· ὁ δὲ νοῦς, εἰ καὶ μέλλεις τι δρᾶν κατὰ τῶν ἐμῶν παίδων τοῦτο ἐμοῦ ζώσης ἀναβαλοῦ. | |
Tr308 | ἄνανδρος ἢ τεκνοῦσα; τέκνα ἔχουσα ὅπερ Καλλίμαχός φησι παιδοῦσα. πρὸς μὲν γὰρ φύσιν ὅσον μὲν γάρ ἐστιν ἐκ τῆς ἡλικίας καὶ φύσεως τοῦ σώματος στοχάζεσθαι ἄπειρος | |
5 | εἶ τῶν ἐκ τοῦ γάμου προσγινομένων ἔοικας δὲ ὅμως τις εἶναι εὐγενής. | |
Tr313 | ἀπὸ τῆς καταστάσεως τεκμαίρεται. | |
Tr314 | τί δ’ ἄν με καὶ κρίνοις; τί με καὶ μάτην ἀνακρίνεις; ἀγνοῶ γάρ. | |
Tr315 | γέννημα τῶν ἐκεῖθεν οὐκ ἐν ὑστάτοις οὐκ ἐν ταῖς ἀπερριμμέναις καὶ εὐτελέσι τεταγμένη ἀλλὰ δῆλον ὅτι προὔχουσα ἐν εὐγενείᾳ. | |
Tr317 | οὐδ’ ἀνιστόρουν μακράν ἐπολυπραγμόνουν, | |
περιειργαζόμην· μακρὰν δὲ ἐπὶ πολύ· καλῶς δὲ ὁ Λίχας διὰ τὸ ὕποπτον οὐδὲ τὸ γένος αὐτῆς ὡμολόγησεν εἰδέναι. | 298 | |
Tr318 | ξυνεμπόρων ξυναιχμαλωτίδων· ἔχεις δὲ ἀντὶ τοῦ ἔγνως. | |
Tr319 | ἤνυτον Ἀττικῶς· ἤνυον. | |
Tr320 | ἐκ σαυτῆς ἀπὸ σαυτῆς καὶ μὴ ὡς ἀφ’ ἡμῶν ἀναγκαζομένη· συμφορὰ γάρ ἐστι τὸ μὴ γινώσκεσθαί σε ἥτις τυγχάνεις· τοῦτο δέ φησιν ὡς μέλλουσα αὐτῇ δεξιῶς χρήσασθαι εἰ γνοίη τὰ κατ’ αὐτήν. | |
Tr322 | οὔ τἄρα τῷ γε πρόσθεν ἐὰν αἰδουμένη σε φθέγξηται κατ’ οὐδὲν ἄρα ἐξ ἴσου τῷ πρόσθεν χρόνῳ προκομίσειεν αὑτῆς τὴν γλῶτταν· τὸν γὰρ πρὸ τούτου χρόνον ἐσιώπα καὶ οὐδὲν πρὸς ἐμὲ τῶν καθ’ ἑαυτὴν | |
5 | ἐδημοσίευσεν οὔτε μικρὸν οὔτε μέγα παντελῶς. ὡς οὐκ ἐλάλησε πρῴην οὐδὲ νῦν λαλήσει. | |
Tr325 | ὠδίνουσα καταπονουμένη. | |
Tr326 | δακρυρρόει ἐδάκρυεν. | |
Tr327 | διήνεμον ἔρημον, ὑψηλήν· Ὅμηρος ἠνεμό‐ εσσάν φησι. ἡ δέ τοι τύχη αὐτὴ δὲ ἡ τύχη καθ’ ἣν σιωπᾷ ἐπιβλαβὴς μὲν αὐτῇ ἐστι καθ’ ὃ οὐ τυγχάνει τῆς παρὰ | |
5 | σοῦ δεξιότητος ὅμως συγγνώμην ἔχει. | |
Tr329 | ἡ δ’ οὖν ἐάσθω μὴ ἀναγκαζέσθω λέγειν ἀλλὰ πραττέτω ὥσπερ αὐτῇ φίλον ἵνα μὴ δόξωμεν αὐτὴν λυπεῖν. | |
Tr333 | οἷ πρὸς τὸν Ἡρακλέα δηλονότι. | |
Tr335 | αὐτοῦ γε πρῶτον ὁ προευαγγελισάμενος κατέχει αὐτὴν ἵνα εἴπῃ περὶ ὧν ἤκουσεν παρ’ αὐτοῦ ἐν τῷ προαστείῳ λέγοντος. | 299 |
Tr336 | οὕστινας ἄγεις ἄγεις ἀντὶ τοῦ ἔπεμψας· ἦσαν δὲ καὶ ἄρσενες μετὰ τῶν αἰχμαλώτων. | |
Tr337 | ὧν τ’ οὐδὲν εἰσήκουσας περὶ τούτων γὰρ πάντων προσήκει σε μαθεῖν· τούτων γὰρ ἔχω τὴν γνῶσιν. | |
Tr339 | τοῦ με τήνδ’ ἐφίστασαι βάσιν; τίνος ἕνεκεν τὴν πορείαν καὶ τὴν εἴσοδον ἱστᾷς καὶ κωλύεις; | |
Tr341 | μάτην ψευδῶς. | |
Tr342 | ἐκείνους τὸν Λίχαν καὶ τὰς αἰχμαλώτους. | |
Tr344 | σοὶ ταῖσδέ τ’ οὐδέν ἀντὶ τοῦ οὐδὲν οὔτε πρὸς σὲ οὔτε πρὸς ταύτας ἀπόρρητον· τούτους δὲ ἢ τὰς αἰχμαλώτους καὶ τοὺς ἅμα δύντας ἄρσενας ἢ τοὺς περὶ τὸν Λίχαν. | |
Tr347 | φώνει δίκης ἐς ὀρθόν ἀντὶ τοῦ ἐφώνει δικαίως καὶ μετὰ ἀληθείας. ἀλλ’ ἢ νῦν κακὸς κ. ἑ. ἀντὶ τοῦ ἢ τὰ πρότερον ἢ τὰ νῦν ψεύδεται. | |
Tr350 | ἐξείρηκας ἐξεῖπες. ἄγνοιά μ’ ἔχει ἀγνοῶ καὶ οὐ συνίημι. | |
Tr352 | τῆς κόρης | ταύτης τῆς Ἰόλης. | |
Tr353 | θ’ ἕλοι ἑλὼν εἴη· εἰ δὲ ὑφ’ ἓν θέλοι ἄν. | |
Tr354 | τήν θ’ ὑψίπυργον Οἰχαλίαν Φερεκύδης φησὶν οὕτως, μετὰ δὲ τὸν ἀγῶνα Ἡρακλῆς ἀφικνεῖται πρὸς | |
Εὔρυτον τὸν Μελανέως τοῦ Ἀρκεσιλάου εἰς τὴν Οἰχα‐ λίαν (ἔκειτο δὲ αὕτη ἐν Θούλῃ τῆς Ἀρκαδίας) καὶ | 300 | |
5 | ᾔτει τὴν θυγατέρα Ὕλλῳ γυναῖκα· τοῦ δὲ μὴ δόντος Ἡρακλῆς εἷλε τὴν Οἰχαλίαν καὶ τοὺς υἱοὺς ἔκτεινεν; Εὔρυτος δὲ ἔφυγεν εἰς Εὔβοιαν· Μενεκράτης δὲ οὕτως λέγει, Ἡρακλέα εἰς ἐπιθυμίαν Ἰόλης ἀφικέσθαι τῆς Εὐρύτου, τὸν δὲ μὴ θέλειν διδόναι· ἤρα τε γὰρ αὐτῆς | |
10 | καὶ μίγνυσθαι ἔμελλεν τῇ θυγατρὶ εἰ μὴ Ἀργεῖοι ἐξ‐ ῆλθον εἰς τὴν Εὔβοιαν. | |
Tr355 | θέλξειεν πεπεικὼς εἴη. αἰχμάσαι τάδε καταπράξασθαι τῇ αἰχμῇ ὅ ἐστι διὰ πολέμου κατορθῶσαι. | |
Tr358 | ὃν νῦν παρώσας τὸν ἔρωτα αὐτῆς ἀπωσά‐ μενος τἀναντία εἶπεν ὁ Λίχας. παρώσας παραπεμψάμενος. | |
Tr360 | κρύφιον ὡς ἔχῃ λέχος λαθραῖόν σοι, μὴ εἰδυίας σοῦ· ἀλλ’ ἵνα ὡς παλλακίδα αὐτὴν λάβοι. | |
Tr362 | πατρίδα τῇ Οἰχαλίᾳ τῇ πατρίδι τῆς Ἰόλης. | |
Tr365 | καὶ νῦν ὡς ὁρᾷς ἀντὶ τοῦ ὡς ἀκούεις, ἥκει δὲ ἀντὶ τοῦ ἐλεύσεται· διὰ δὲ τούτων τὴν ταχεῖαν αὐτοῦ ἄφιξιν ἐπαγγέλλεται· οὐκ ἀφροντίστως δὲ ἀντὶ τοῦ οὐχ ὡς ἔτυχεν ἀλλὰ διὰ πολλῆς φροντίδος ἔχων | |
5 | αὐτὴν καὶ ἀγαπῶν. | |
Tr367 | μηδὲ προσδόκα τόδε τὸ ἐν δούλης μέρει ἔχειν αὐτήν. | |
Tr368 | ἐντεθέρμανται ἐκκέκαυται. | |
Tr372 | ἀγορᾷ ἀθροίσματι. | 301 |
Tr373 | ὥστ’ ἐξελέγχειν ὥστε με καὶ μαρτύρων εὐ‐ πορεῖν εἰ ἀρνήσαιτο. | |
Tr374 | οὐχ ἥδομαι λυποῦμαι μὲν οὐκ εἰπών σοι τὰ κεχαρισμένα ἀλλ’ ὅμως ἀληθείας ἐγγὺς 〈εἶπον〉. | |
Tr377 | ἆρ’ ἀνώνυμος | πέφυκεν ἆρα ἄσημος οὕτως ἐστὶ καὶ δυσγενὴς ὡς μηδὲ τὸ ὄνομα αὐτῆς γιγνώσκεσθαι; | |
Tr379 | ἦ καὶ τὰ λαμπρά τινὲς τὸ τοῦ ἀγγέλου πρόσ‐ ωπόν φασι· τὸ δὲ κατ’ ὄμμα καὶ φύσιν ἀντὶ τοῦ εὐ‐ πρεπὴς τὴν ὄψιν καὶ τὸ πᾶν σῶμα· ἀντὶ τοῦ ἄρα τῇ θέᾳ καὶ τὸ γένος ἐφάμιλλον. | |
Tr382 | βλάστας τοὺς γονεῖς ἀφ’ ὧν ἐβλάστησεν. δῆθεν προσποιούμενος μηδένα ἠρωτηκέναι μηδὲ ἐγνωκέναι. ἀντὶ τοῦ ὡς δή. | |
Tr383 | ὄλοιντο μή τι πάντες ὄλοιντο μὴ πάντες ἄνθρωποι ἀλλ’ οἱ κακοὶ καὶ ὅσοι μηχανῶνται λάθρᾳ καὶ κακούργους λόγους ἑαυτοῖς συντιθέασιν. | |
Tr389 | οὐκ ἀπὸ γνώμης ἀλλ’ ἀρεστά. οὐκ ἄνευ συνέσεως· ἢ τοῦτο κἀμοὶ ἀρέσκει. | |
Tr390 | ἡμεῖς δὲ προσμένωμεν; κατ’ ἐρώτησιν. | |
Tr392 | αὐτόκλητος αὐτόματος. | |
Tr394 | ὡς ἕρποντος εἰσορᾷς ἐμοῦ ὁρᾷς γάρ με ἕρποντα καὶ σπεύδοντα πρὸς τὸν Ἡρακλέα. ὡς τὸ κατεάγη τῆς κεφαλῆς. | |
Tr396 | κἀννεώσασθαι ἀνακαινίσασθαι καὶ αὖθις ὁμιλῆσαι ἀκριβῶς ἐκ νέας· ἢ οὕτω, πρὶν ἡμῖν καινο‐ | |
τέρους ἀνακοινώσασθαι λόγους. | 302 | |
Tr399 | ἴστω ὁ μέγας Ζεὺς ὅτι περὶ ὧν οἶδα ἀκριβῶς σοι διηγήσομαι. | |
Tr401 | ὧν δ’ ἔβλαστεν ἀντὶ ὑπὸ τίνος ἐτέχθη. | |
Tr402 | χ. ὅτι πρὸς βασιλίδα· τὸ δὲ χ ὅτι τὸ ὧδε τοπικόν. ὡς εἰκὸς κάτω νένευκεν ὁ Λίχας· κατασχοῦσα οὖν αὐτὸν τῆς χειρός φησιν, ἀπόβλεψον εἰς ἐμέ· ὁ δὲ ἀνα‐ | |
5 | νεύσας ἔφη, πρὸς τίνα γὰρ νομίζεις με βλέπειν; | |
Tr404 | καλῶς τὸ τόλμησον ὡς ἀποδειλιῶντος διὰ τὴν δεσπότιν. | |
Tr405 | πρὸς τὴν κρατοῦσαν κ. ἑ. ταῦτα πρὸς τὸ πρὸς τίν’ ἐννέπειν δοκεῖς; | |
Tr409 | δίκαια ἀντὶ τοῦ ἀληθῆ. | |
Tr411 | ἐς τήνδε δεικτικῶς. μὴ δίκαιος ὢν μὴ ἀληθεύων. | |
Tr412 | τί ποτε ποικίλας’ ἔχεις; τί πεπανούργηκας κατ’ ἐμοῦ; τί ἐμηχανήσω ἢ ἐδολιώσω; | |
Tr414 | ἦ ἀντὶ τοῦ ἤμην. κλύων σέθεν εἰκῇ ὁμιλούσης. | |
Tr415 | ἱστορούμενος ἐρωτώμενος. | |
Tr416 | καὶ γὰρ οὐ σιγηλὸς εἶ ἀντὶ τοῦ σιγηλή· οὐ σιωπᾷς, φησί, πρὶν ἂν μάθῃς ὅ τι βούλει. ἀντὶ πολλὰ φλυαρήσεις εἰς ἡμᾶς. | |
Tr419 | οὔκουν σὺ ταύτην οὐ σύ, φησί, ταύτην ἣν προσποιῇ ἀγνοεῖν ἔλεγες εἶναι Ἰόλην; | |
ἣν ὑπ’ ἀγνοίας ὁρᾷς ἣν ἀγνοεῖς. | 303 | |
Tr425 | ταὐτὸ δ’ οὐχὶ γίγνεται οὐ ταὐτόν ἐστι δόκησις καὶ ἀληθὴς λόγος· θέλει δὲ εἰπεῖν ὅτι κἀγὼ ἤκουσα. | |
Tr434 | ἅνθρωπος, ὦ δέσποιν’, ἀποστήτω περισσὴ ἡ ἀπό· ἢ γράφε παρστήτω, οἷον ὁ ἄνθρωπος στήτω παρ‐ ελθὼν εἰς μέσον ὁ διελέγχων με. τὸ γὰρ | νοσοῦντι ληρεῖν ἀντὶ φλυαρεῖν καὶ ἀδο‐ | |
5 | λεσχεῖν· νοσοῦντι δὲ ἀντὶ τοῦ νοσούσῃ ὑπὸ ζηλοτυ‐ πίας· ἀρσενικῶς δὲ εἶπεν ἢ καθόλου ὁ λόγος μὴ καὶ δόξῃ αὐτὴν διελέγχειν οὕτω· τὸ γὰρ μαινομένῳ συμ‐ φλυαρεῖν ἀνδρός ἐστιν οὐ σώφρονος· προστήτω οὖν, φησίν, ὁ ἄνθρωπος· οὐ γὰρ φιλονεικήσω πρὸς αὐτόν. | |
Tr441 | εὐήθης γὰρ ὅστις προσδοκᾷ ἀντιπυκτεῦσαι τῷ ἔρωτι. | |
Tr444 | κἀμοῦ ἀπὸ κοινοῦ τὸ ἄρχει. | |
Tr446 | ληφθέντι μεμπτός εἰμι μεμπτή εἰμι τουτέστιν ἀεὶ μέμφομαι· ἢ ἀντὶ τοῦ ἐπίμεμπτος, ἐπιπληκτική. | |
Tr449 | ἀλλ’ εἰ μὲν ἐκ κείνου μαθών εἰ μὲν παρ’ Ἡρακλέους ἐκελεύσθης ψεύσασθαι κακὴν μάθησιν ἐκ‐ μανθάνεις εἰ δὲ σὺ σαυτὸν εἰς τοῦτο ψευδολογίας ἄγεις ἴσθι ὅτι κἂν θελήσῃς ποτὲ εἰπεῖν ἀληθὲς οὐ δυνήσῃ | |
5 | ὑπὸ τῆς συνηθείας νικώμενος· ἢ κἂν θέλῃς ἀληθεῦσαι οὐ πιστευθήσῃ. | |
Tr454 | κὴρ μερίς, κλῆρος, μοῖρα, τύχη. | |
Tr455 | ὅπως δὲ λήσεις ἀντὶ τοῦ τί μή· Ἀττικὴ δὲ | |
ἡ φράσις. | 304 | |
Tr458 | λυπηθήσομαι εἰ μὴ εἴπῃς καὶ παρ’ ἐμοῦ προσδόκα βλαβήσεσθαι. | |
Tr460 | ἀνὴρ εἷς τινὲς ἀνάνδρους παρθένους ὡς Μήδαν τὴν Φύλαντος, Αὔγην τὴν Ἀλεοῦ, Μεγάραν τὴν Κρέοντος, τὰς Θεσπίου θυγατέρας, Ἀστυδάμειαν τὴν Ἀμύντορος. | |
Tr462 | ἥδε τ’ οὐδ’ ἂν | εἰ κάρτα οὐδὲ ἡ Ἰόλη ὀνει‐ δισθήσεται οὐδ’ εἰ μεγάλως αὐτῆς ἐρᾷ ὁ Ἡρακλῆς. | |
Tr463 | ἐντακείη τῷ φιλεῖν αὐτὴν ὁ Ἡρακλῆς. | |
Tr467 | ἀλλὰ ταῦτα μὲν | ῥείτω κατ’ οὖρον ὁ περὶ τούτων λόγος ἐρρίφθω, φησίν, εἰς τὸν ἀέρα. | |
Tr468 | σοὶ δ’ ἐγὼ φράζω κ. ἑ. οὐκ ἐρῶ γὰρ τῷ Ἡρακλεῖ. | |
Tr470 | πείθου λεγούσῃ χρηστά πείσθητι, φησίν· ὁρᾷς γὰρ ὅτι φιλανθρώπως ὁμιλεῖ. | |
Tr473 | ἀγνώμονα ἀσύνετον. | |
Tr475 | ὥσπερ οὗτος ἐννέπει ὁ ἐν τῷ λειμῶνι ἀκη‐ κοὼς καὶ ἀπαγγείλας τῇ Δηιανείρᾳ. | |
Tr480 | οὔτ’ εἶπε κρύπτειν τὸ ἑξῆς, καὶ ταῦτα οὔτ’ εἶπε κρύπτειν· τὰ περὶ τοῦ ἔρωτος, φησί, τῆς Ἰόλης οὔτε κρύπτειν μοι ὁ Ἡρακλῆς εἶπεν οὔτε μὴν ὁμο‐ λογεῖν. | |
Tr483 | εἴ τι τήνδ’ ἁμαρτίαν νέμεις καλῶς διὰ τῆς λέξεως συγγνώμην ἑαυτῷ προξενεῖται. | |
Tr484 | ἐπεί γε μὲν δὴ πάντ’ ἐπίστασαι ἐπεὶ τοίνυν πάντα λόγον ἐπίστασαι λέγω τι καὶ ἕτερον ὅπερ ὁμοίως κεχαρισμένον σοί τε καὶ τῷ Ἡρακλεῖ γενήσεται. | |
Tr490 | ὥσπερ προείρηκα ταῦτα ποιήσω. | 305 |
Tr491 | κοὔτοι νόσον ἐπακτόν τὴν θεομαχίαν· ἐπακτὸν δὲ ἐνταῦθα ἀντὶ αὐθαίρετον. τὴν θεομαχίαν· τὸ γὰρ πρὸς ἔρωτα φιλονεικεῖν θεομαχεῖν ἐστιν ἄντικρυς. | |
Tr494 | ἅ τ’ ἀντὶ δώρων δῶρα ὅπως ἂν αὐτῷ παρ’ ἡμῶν κομίσῃς ἀντίποινα καὶ σύμφωνα οἷς ἤγαγες· λέγει δὲ ἀντὶ τῶν αἰχμαλώτων. | |
Tr496 | σὺν πολλῷ στόλῳ τοῖς ἀπεσταλμένοις αἰχμα‐ λώτοις. | |
Tr497 | μέγα τι σθένος νικηφορεῖ ἐν παντὶ πράγ‐ ματι· ἢ οὕτως, ἀποφέρεται τὰς νίκας κατὰ πάντων καὶ πάσης κρατεῖ φύσεως· σθένος δὲ νίκης περιφραστικῶς τὴν νίκην. | |
5 | εἰκότως ὁ χορὸς τοιαύτην ἀρχὴν πεποίηται· πέ‐ παυται γὰρ ὁ λόγος περὶ τοῦ ἔρωτος. γράφε μέγα τι σθένουσα. ἐκφέρεται ἀποφέρεται. | |
Tr499 | παρέβαν ἀντὶ τοῦ παραβήσομαι· καὶ ὅσα μέν, φησίν, εἰς θεοὺς ἐνεδείξατο ὑπερβήσομαι. ἐγὼ παρεῖσα τὰ πολλὰ τὰ τέλη λέγω τῶν πραγ‐ μάτων. | |
Tr501 | τὸν ἔννυχον τὸν ἐν σκότῳ διατρίβοντα. | |
Tr503 | ἀλλ’ ἐπὶ τάνδ’ ἄρ’ ἄκοιτιν τὴν Δηιάνειραν· ὁ δὲ νοῦς οὕτω, τὰ μὲν εἰς θεοὺς γεγονότα παρίημι ἐκεῖνα δὲ λέγω τίνες ἠγωνίσαντο περὶ τῶν γάμων Δηιανείρας καὶ κατέβησαν εἰς τὸν ἀγῶνα. | |
Tr504 | ἀμφίγυοι πρὸς γάμων κατέβαν ἀντίπαλοι ἢ ἰσχυροὶ ἐν τοῖς γύοις, μαχεσάμενοι χερσὶ καὶ ποσίν· ἢ ἀμφότεροι τεθεωρημένοι ἢ ἄμφω παρωξυμμένοι. | 306 |
Tr506 | ἐξῆλθον ἄεθλα ἀντὶ τοῦ διήνυσαν, ἐπεξῆλθον, ἠγωνίσαντο· λέγει δὲ ὅτι πᾶν εἶδος ἀγωνίσματος κατ’ ἀλλήλων ἐνεδείξαντο. ἄεθλ’ ἀγωνίσματα· πάμπληκτα δὲ πληγῶν μεστά. | |
Tr507 | τετραόρου τετρασκελοῦς. | |
Tr508 | φάσμα φάντασμα, σχῆμα. | |
Tr509 | ἀπ’ Οἰνειαδᾶν ἀπὸ Αἰτωλίας· ἢ οὕτως, Οἰνίαι πόλις Ἀκαρνανίας δι’ ἧς ῥεῖ ὁ Ἀχελῷος· πλη‐ θυντικῶς δὲ λέγεται. | |
Tr510 | Βακχείας τῆς τὸν Βάκχον ἐχούσης· καλῶς δὲ τὸ Βακχείας πρὸς ἀντιδιαστολήν. | |
Tr512 | ἀφ’ ἱστορίας φησὶ λόγχην ἔχειν τὸν Ἡρακλέα. | |
Tr513 | ἀολλεῖς καταχρηστικῶς εἶπεν ἐπὶ δύο τὸ ἀολλεῖς· ἐπὶ πλήθους γὰρ λέγεται· ἢ ἀολλεῖς ἀντὶ τοῦ λίαν ἀλέντες· Ὅμηρος οἴμησεν δὲ ἀλείς. | |
Tr514 | ἱέμενοι ἐπιθυμοῦντες. | |
Tr515 | μόνη δὲ ἡ Κύπρις παροῦσα ἐβράβευεν καὶ διέταττεν. | |
Tr517 | τότε οὖν ὁ Ἡρακλῆς καὶ χερσὶ καὶ τόξοις ἐμάχετο, ὁ δὲ Ἀχελῷος τοῖς κέρασιν. | |
Tr519 | ἀνάμιγδα ἀναμεμιγμένως. | |
Tr520 | ἦν Ἡσίοδος τῆς δ’ ἦν τρεῖς κεφαλαὶ | |
ἀντὶ τοῦ ὑπῆρχον. ἦν δὲ ἀμφίπλεκτοι | κλίμακες κλίμακες αἱ ἐπανα‐ | 307 | |
5 | βάσεις παρὰ τὸ ἄνω τε καὶ κάτω αὐτοὺς στρέφεσθαι ἐν τῇ μάχῃ· ἔστι δὲ εἶδος παλαίσματος ἡ κλῖμαξ· τοῦτο δὲ τὸ σχῆμα ἐπὶ Ἡρακλέους ἀκουστέον. | |
Tr521 | ἦν δὲ μετώπων τοῦτο ἐπὶ Ἀχελῴου· οἱ γὰρ ταῦροι τοῖς κέρασι καὶ μετώποις μάχονται. | |
Tr523 | ἁ δ’ εὐῶπις ἡ Δηιάνειρα. | |
Tr526 | ἐγὼ δὲ μάτηρ μέν ἐγώ, φησίν, ἐνδιαθέτως ὡσεὶ μήτηρ λέγω. | |
Tr527 | ἀμφινείκητον ὄμμα νύμφας ἀντὶ ἡ περι‐ μάχητος νύμφη περιφραστικῶς· ἀπὸ δὲ τοῦ καλλιστεύ‐ οντος αὐτὴν εἶπεν μέρους. ἔτι δὲ καὶ νύμφη ἐλεεινὴ οὖσα ὑπέμεινεν ἡ περι‐ | |
5 | καλλὴς Δηιάνειρα. | |
Tr528 | ἀμμένει ἀντὶ τοῦ ἀνέμεινεν. | |
Tr529 | παραχρῆμα γαμηθεῖσα τῶν τῆς μητρὸς ἀφ‐ ωρίσθη πραγμάτων. | |
Tr531 | ἦμος, φίλαι, κατ’ οἶκον Δηιάνειρα πρὸς τὸν χορὸν ἐξελθοῦσα διαλέγεται καί φησιν, ἐν ὅσῳ ὁ Λίχας κατὰ τὸν οἶκον συντάττεται ταῖς αἰχμαλώτοις ἐξῆλθον ἵνα ἅπερ ἐμηχανησάμην δηλώσω ὑμῖν. | |
Tr532 | ὡς ἐπ’ ἐξόδῳ ὡς μέλλων αὖθις ἐξιέναι πρὸς τὸν Ἡρακλέα. | |
Tr535 | συγκατοικτιουμένη σὺν ὑμῖν θρηνήσουσα. | |
Tr536 | ἀλλ’ ἐζευγμένην | παρεισδέδεγμαι γεγαμημένην τῷ Ἡρακλεῖ προσεδεξάμην φορτίον λωβητὸν τῆς ἐμῆς φρενός, βλαβερὸν φορτίον καὶ ἐφύβριστον. | |
Tr538 | ἐμπόλημα ἀντὶ τοῦ ζημίαν. | |
Tr539 | μιᾶς ὑπὸ | χλαίνης ἀντὶ τοῦ μιᾶς κοίτης. | 308 |
Tr542 | οἰκούρι’ ἀντέπεμψε τοιαῦτα τῆς οἰκουρίας δῶρα ἔπεμψέ μοι ὑπὲρ τοῦ χρόνου παντὸς οὗ συν‐ ῴκησα αὐτῷ ὅ ἐστιν εὐχαριστήρια τῆς πολυχρονίας ἡμῶν οἰκουρίας. | |
Tr547 | τὴν μὲν ἕρπουσαν πρόσω τῇ Ἰόλῃ προκό‐ πτουσαν καὶ αὐξομένην τὴν ἥβην. | |
Tr548 | τὴν δὲ φθίνουσαν ἑαυτὴν λέγει δεικτικῶς· φθίνουσαν δὲ ἀντὶ τοῦ βεβηκυῖαν. [τῶνδ’ ὑπεκτρέπει πόδα] ὧν δύο ἡλικιῶν τὴν νεάζουσαν ἁρπάζειν εἴωθεν ὁ τοῦ ἀνδρὸς ὀφθαλμός. | |
Tr549 | ὀφθαλμὸς ἄνθος τὸ ἄνθος τῶν νέων γυναι‐ κῶν φιλεῖ ἁρπάζειν ὁ ὀφθαλμὸς τοῦ ἀνδρός, τῶν δὲ ὑπαναχωρεῖν δηλονότι τῶν πρεσβυτέρων. | |
Tr550 | μὴ πόσις μὲν Ἡρακλῆς διαφορὰν ταύτην ἔχει ἡ πόσις πρὸς τὸν ἄνδρα· πόσις γὰρ λέγεται καὶ ὁ πρὸ πολλοῦ ἀποστὰς τῆς γυναικός, ἀνὴρ δ’ ὁ συνὼν καὶ ὁ πρὸ ὀλίγου χωρισθεὶς ὡς τὸ | |
5 | ἆνερ, ἀπ’ αἰῶνος νέος ὤλεο· δέδοικα οὖν, φησί, μὴ ἐμὲ καταλιπὼν πόσις 〈μὲν〉 ἐμὸς κληθῇ ὡς συνοικήσας μοί ποτε ταύτης δὲ ἀνὴρ ὡς ἔτι αὐτῇ συνοικῶν. πόσις πρόσις τις ὢν παρὰ τὸ προσιέναι. | |
Tr552 | ἀλλ’ οὐ γάρ, ὥσπερ εἶπον οὐ χρὴ τὴν συν‐ ετὴν γυναῖκα θυμοῦσθαι τῷ ἀνδρί· ᾧ δὲ τρόπῳ τῆς | |
λύπης ἴαμα σχοίην ὑμῖν ἐρῶ. | 309 | |
Tr554 | λύπημα ἀντὶ τοῦ τῆς λύπης. | |
Tr556 | λέβητι χαλκέῳ δύο ὀνόματα ὡς κρατερὸν αἰχμητήν. ὡς ἔκτοτε ἀποθεμένης λέβητι ἐπὶ τὸ κατὰ καιρὸν χρήσασθαι αὐτῷ. | |
Tr557 | παῖς νεωτέρα· οὐ γὰρ παρθένος. | |
Tr558 | ἐκ φόνων ἀνειλόμην ἀντὶ τοῦ αἵματος· Ὅμηρος ἄκρον, ἐρευγόμενοι φόνον αἵματος· ἢ ἐκ τοῦ τόπου ὅθεν ἐφονεύθη ὁ Νέσσος· Ὅμηρος | |
5 | ἐν ἀργαλέῃσι φονῇσιν. φόνων τῶν σφαγῶν. | |
Tr560 | πόρευε διεπέρα, διεπόρθμευεν. | |
Tr562 | ἡνίκα στόλον στόλον φησὶ τὸ πλῆθος τῶν ἐν τῇ οἰκίᾳ δούλων τε καὶ ἀδελφῶν· ἡνίκα οὖν κατα‐ λιποῦσα τὸν οἶκον τοῦ πατρὸς ἔρημος ἐπηκολούθησα τῷ Ἡρακλεῖ. | |
Tr565 | ματαίαις χερσίν ὅτι οὐδὲν ἤνυσεν· ἔφθασε γὰρ ὁ Ἡρακλῆς τοξεύσας καὶ ἀνελὼν αὐόν. | |
Tr566 | ἐπιστρέψας χεροῖν εὐτρεπίσας ἢ στρέψας καὶ κάμψας τὴν νευράν· ἢ εἰς αὐτὸν στραφεὶς καὶ βλέψας. | |
Tr567 | ἧκεν κομήτην ἰόν ἢ διὰ τοὺς ὄγκους ἢ διὰ τὴν πτέρωσιν· τὸ δὲ πνεύμονας ἀντὶ ἑνικοῦ. | |
Tr568 | διερροίζησεν μετὰ ἤχου ὥρμησεν. | |
Tr570 | τοσόνδ’ ὀνήσῃ ὠφεληθήσῃ καὶ ὄνησιν λήψῃ | |
ἐκ τῶν ἐμῶν πορθμῶν. ἐὰν πυθῇ γράφε ἐὰν πίθῃ. | 310 | |
Tr572 | ἀμφίθρεπτον τὸ πεπηγός· θρέψαι γὰρ τὸ πῆξαι. | |
Tr573 | ᾗ ὅπου ἢ ἐν ᾧ. | |
Tr574 | θρέμμα Λερναίας ὕδρας περιφραστικῶς ἡ ὕδρα. | |
Tr575 | ἔσται φρενός σοι τοῦτο κηλητήριον ἐπιτή‐ δειον πρὸς τὸ παῦσαι καὶ κηλῆσαι· καταπαυστήριον τῆς φρενὸς τοῦ Ἡρακλέους τοῦ πρὸς ἄλλην ἔρωτος ἢ κατακηλοῦν τὴν ψυχὴν τοῦ Ἡρακλέους τῷ πρὸς τὴν | |
5 | Δηιάνειραν ἔρωτι. | |
Tr579 | ἐγκεκλεισμένον τηρούμενον. | |
Tr580 | τοῦτό φησιν ὡς κατ’ ἐντολὴν Νέσσου καὶ ἄλλα τινὰ συμμίξασα. | |
Tr581 | καὶ πεπείρανται τάδε κατείργασται, τετελεί‐ ωται καὶ ἤνυσται. | |
Tr582 | κακὰς δὲ τόλμας μὴ εἰδείην, φησί, κακοῖς πράγμασιν ἐπιχειρεῖν οἷον δολοφονῆσαι αὐτὸν ἤ τι τοιοῦτον ἀλλ’ ἄχρι τοῦ μεταθεῖναι αὐτοῦ τὴν γνώμην διὰ τοῦ κατασκευάσματος τούτου. | |
5 | τόλμας τὰς φαρμακείας. | |
Tr584 | εἰ μὴ μάταιόν ἐστι τοῦτο τὸ κατασκεύασμα προσδοκῶ ταύτην ὑπερβαλέσθαι τῇ πρὸς τοῦ Ἡρακλέους εὐνοίᾳ, εἰ δὲ μὴ ἐπιτυγχάνω παύσομαι τῆς ἐπιχειρήσεως. | |
Tr586 | μεμηχάνηται τοὖργον τοῦτο, φησί, τὸ ἔργον μεμηχάνηται οὐκ ἐπ’ ὀλέθρῳ ἀλλ’ ἵνα ταύτην φίλ‐ | |
τροις ὑπερβαλώμεθα. | 311 | |
Tr587 | εἰ δὲ μή, πεπαύσομαι εἰ δὲ μὴ ἐνεργήσῃ παύσομαι τῆς ἐπιχειρήσεως. | |
Tr588 | ἀλλ’ εἴ τις ἐστὶ πίστις ἐν τοῖς δρωμένοις ἀλλ’ εἰ πεπίστευκας ὅτι δρᾷ τι τοῦτο ἄριστά μοι δοκεῖς βεβουλεῦσθαι. | |
Tr590 | πιστεύω μὲν ἀληθὲς εἶναι οὐ μὴν πεπείραμαι. | |
Tr592 | ἀλλ’ εἰδέναι χρὴ δρῶσαν δεῖ σε δρῶσαν ἔχειν τὴν πίστιν καὶ μὴ μόνον δοκεῖν ἐπίστασθαι· οὔπω γὰρ ἔχεις τὴν γνῶσιν ἕως οὐ πεπείρασαι. δεῖ σε, φησίν, ἐπιχειροῦσαν γνῶναι. | |
Tr593 | ἂν γνῶμα γράφε ἄγνωμα. | |
Tr594 | ἀλλ’ αὐτίκ’ εἰσόμεσθα γνωσόμεθα, φησί, τὴν δύναμιν τοῦ σκευάσματος· βλέπω γὰρ τὸν Λίχαν πλησίον πορευόμενον ὃς ἀποκομίσει τὸν πέπλον τῷ Ἡρακλεῖ καὶ ἔσται ἡμῖν διὰ τούτου πεῖρα. | |
Tr596 | μόνον παρ’ ὑμῶν εὖ 〈στεγοίμεθα〉 κρυπτοί‐ μεθα οἷον σιωπὴ γένοιτο. σκότῳ λάθρᾳ. | |
Tr597 | κἂν αἰσχρὰ πράσσῃς ἀντὶ τοῦ πράσσῃ τις ὡς τὸ ἔνθ’ οὐκ ἂν βρίζοντα ἴδοις. | |
Tr599 | τῷ μακρῷ χρόνῳ ἀντὶ τοῦ διὰ τὸ ἐνταῦθα χρόνῳ ἐνδιατρῖψαι. | |
Tr602 | εὐυφῆ πέπλον ἰσχνουργῆ· οὐκ εὖ δὲ τὸν ἀνδρεῖον χιτῶνα πέπλον φησί. γράφε δὲ ἀυφῆ ἀντὶ τοῦ λεπτοϋφῆ. | 312 |
Tr607 | μήτ’ ἐφέστιον σέλας ἀντὶ τὸ κατ’ οἶκον πῦρ· ἕρκος δὲ ἱερόν. ὁ βωμὸς ἢ τὸ ἱερόν. | |
Tr608 | πρὶν κεῖνος πρὶν αὐτός, ἐνδυσάμενος, ἐπὶ τῆς οἰκίας φανερὸς καὶ ὑπ’ ὄψεσι πάντων προελθεῖν. | |
Tr609 | [καὶ] καθ’ ἣν μέλλει ταύρους θύειν τοῖς θεοῖς εὐχαριστήρια. | |
Tr611 | πανδίκως ἀνενδοιάστως. | |
Tr612 | στελεῖν χιτῶνι τῷδε σκεπάσειν, ἐνδύσειν, περιβαλεῖν αὐτὸν τούτῳ τῷ χιτῶνι 〈καὶ〉 φανεῖν αὐτὸν σφαγέα τῶν θυμάτων. | |
Tr613 | καινὸν καινοπρεπῆ. | |
Tr614 | σῆμ’ ὃ κεῖνος εὐμαθές εὔγνωστον σημεῖον κομίσεις ὅπερ ἐκεῖνος ἐπιγνώσεται ἐπιθεὶς τὸ ὄμμα τῇ σφραγῖδι, γνοὺς ὅτι παρ’ ἐμοῦ εἴη ἡ σφραγίς. | |
Tr615 | σφραγῖδος ἕρκει περιφραστικῶς τῇ σφραγῖδι. | |
Tr616 | ἀλλ’ ἕρπε καὶ φύλασσε οὗτός ἐστιν ὁ προσ‐ ήκων νόμος τοῖς διακονοῦσιν ὥστε μηδὲν περαιτέρω δρᾶν τῶν προσταττομένων αὐτῷ· ἐμφαίνει δὲ αὐτῷ μὴ ἀποσφραγίσαντα περιεργάζεσθαι τί ἔγκειται. | |
Tr618 | ἔπειθ’ ὅπως ἂν ἡ χάρις γνησίως διακονού‐ μενος διπλασιάσεις τὴν χάριν καὶ ἴσως φιληθήσῃ παρ’ | |
ἑκατέρου. | 313 | |
Tr620 | Ἑρμοῦ—τέχνην κῆρυξ γὰρ ὁ θεός. | |
Tr622 | τόδ’ ἄγγος τὸ κιβώτιον. | |
Tr623 | λόγων τε πίστιν ὧν ἔχεις ἔντειλαι δέ μοι, φησί, καὶ περὶ πραγμάτων ἄλλων μυστικῶν καὶ λόγους ἀνακοίνωσαί μοι καὶ φυλάξω. ἐπίθες, φησίν, ἣν θέλεις σφραγῖδα. | |
Tr628 | προσδέγματα ὑποδοχάς· λέγει δὲ ὅτι οἶσθα πῶς φιλοφρόνως αὐτὴν προσηκάμην· καὶ τοῦτο δὲ ἐπαγωγὸν πρὸς Ἡρακλέα εἴ γε τὴν ὑπονοουμένην φιλοφρόνως προσεδέξατο. | |
Tr629 | ὥστ’ ἐκπλαγῆναι ὅτι ἀσμένως αὐτὴν ὑπεδέξω ὡς θαυμάσαι με καὶ ἐπὶ τούτῳ χαρῆναι. | |
Tr630 | δέδοικα γάρ δέδοικα γάρ, φησί, μὴ πρὸ καιροῦ εἴποις τὸν ἐξ ἐμοῦ πόθον ἕως μάθωμεν εἰ καὶ αὐτὸς ἡμᾶς ποθεῖ· διὰ δὲ τούτων ἐρεθίζει αὐτὸν πλέον εἰπεῖν. | |
Tr633 | ὦ ναύλοχα καὶ πετραῖα δοκεῖ τοῦτο παρ’ ἱστορίαν εἶναι· φασὶ γὰρ πρῶτον ἐν Τραχῖνι τῷ Ἡρα‐ κλεῖ ἀναδεδόσθαι, ἐνταῦθα δὲ ὡς προϋπαρχόντων αὐ‐ τῶν φησιν. | |
5 | ὦ ναύλοχα ὁ χορὸς τοὺς περὶ τὴν Οἴτην οἰκοῦντας προσκαλεῖται ἐπὶ τὸ πανηγυρίσαι διὰ τὴν προσδοκω‐ μένην ἐπιδημίαν τοῦ Ἡρακλέους· ὁ δὲ νοῦς, οἱ τὰ παραθαλάσσια θερμὰ λουτρὰ ἐνοικοῦντες καὶ οἱ παρὰ τοὺς τραχεῖς καὶ ὀρεινοὺς τόπους τῆς Οἴτης καὶ τὸν | |
10 | Μηλιακὸν κόλπον ἔτι τε [καὶ] τὴν ἀκτὴν τῆς χρυσο‐ τόξου Ἀρτέμιδος, ἔνθα φασὶν εἶναι τῶν Ἑλλήνων τὰ | |
συνέδρια, ἄρτι ὁ καλλιφωνότατος πάλιν ἥξει αὐλὸς καὶ καταλήψεται ὑμῶν τὰς ἀκοὰς ἡδύ τι καὶ μουσικὸν προσπνέων, οὐκ ἐχθρὰν οὐδ’ ἀπευκτὴν φωνὴν ἀλλὰ | 314 | |
15 | θείας μούσης ἀντίλυρον ὅ ἐστι φωνῆς γλυκείας. ὦ ναύλοχα παραθαλάττια λουτρά· φησὶ δὲ τὰ Ἡράκλεια ἅπερ λέγεται αὐτῷ ἡ Ἥρα ἀνεῖναι· πετραῖα δὲ διὰ τὸ ἐν ὄρει τῇ Οἴτῃ κεῖσθαι· ἔνιοι δὲ ἐν Σικελίᾳ φασὶν ἀναδοθῆναι τῷ Ἡρακλεῖ τὰ θερμὰ λουτρά. | |
Tr634 | καὶ πάγους πάγοι εἰσὶν ὑψηλοὶ τόποι ἢ αἱ ὀξεῖαι πέτραι· καὶ οἱ παρὰ τοὺς τραχεῖς καὶ ὀρεινοὺς τόπους τῆς Οἴτης οἰκοῦντες. | |
Tr636 | Μηλίδα παρὰ λίμναν λίμνην φησὶ τὴν θά‐ λασσαν· Ὅμηρος αἰθυίῃ δ’ ἐικυῖα ποτῇ ἀνεδύσατο λίμνης· ὁ δὲ Μηλιακὸς κόλπος Τραχίνιός ἐστιν. | |
Tr637 | χρυσαλακάτου ἐν Εὐβοίᾳ τιμᾶται χρυσότοξος Ἄρτεμις. | |
Tr638 | ἔνθ’ Ἑλλάνων ἀγοραί ὅπου συνάγονται οἱ Ἀμφικτύονες εἰς τὴν λεγομένην Πυλαίαν περὶ ἧς Ἀγάθων φησὶ Πυλάδην τὸν Στροφίου πρῶτον συστή‐ σασθαι ἐν τῇ Φωκίδι καθαιρόμενον τὸ ἐπὶ Κλυταιμή‐ | |
5 | στρᾳ μύσος καὶ ἀπ’ αὐτοῦ τὴν σύνοδον Πυλαίαν φησὶ προσαγορεύεσθαι· ἢ ὅτι [Τραχὶν] πύλη τῆς Τραχῖνός ἐστιν. εἰς τὸ αὐτό τὴν Μαγνησίαν ἔνθα τὸ τῆς Ἀρτέ‐ | |
μιδος παρὰ θάλασσαν Τραχῖνος ὅπου καὶ ἡ ἐπ’ Ἀρτε‐ | 315 | |
10 | μισίῳ ναυμαχία συνέβη τοῖς Ἕλλησιν· ἐν Θερμο‐ πύλαις. | |
Tr641 | οὐκ ἀναρσίαν οὐκ ἐχθρὰν οὐδὲ θρήνων βοήν. | |
Tr643 | ἀντίλυρον ἀντίμιμον, ἀντῳδὸν ἀντὶ οὐ μιση‐ τὴν φωνὴν ἀλλὰ τὴν ἐκ τοῦ ἐναντίου μέρους τῆς λύρας φωνὴν ἀφ’ οὗ δηλοῦται 〈ὅτι〉 ὁμοῦ αὐλὸς καὶ λύρα ἀναφωνήσουσιν. | |
5 | ἰσόλυρον. | |
Tr645 | σεῦται ὁρμᾶται, ἥξει. | |
Tr647 | ὃν ἀπόπτολιν εἴχομεν ὃν ἐκτὸς εἴχομεν τῆς πόλεως εἰς δωδεκάμηνον ἀναμένουσαι· τὸ δὲ ἑξῆς, ὃν ἀπόπτολιν πελάγιον ἀντὶ τοῦ ἄπωθεν τῆς πόλεως ἐν τῷ πελάγει. | |
Tr649 | πελάγιον ὅτι πολλάκις καὶ διὰ θαλάττης ἔπλεεν εἴ ποτε εἰς νήσους ἀπῄει. | |
Tr650 | δάμαρ ἡ Δηιάνειρα. | |
Tr652 | ὤλλυτο διεφθείρετο. | |
Tr653 | νῦν δ’ Ἄρης οἰστρηθείς μανεὶς ὁ περὶ τὴν Οἰχαλίαν πόλεμος ἐξέλυσεν ἡμᾶς τῆς ἀνίας ἣν ἐφ’ ἑκάστης ἡμέρας εἴχομεν. εἰς τὸ αὐτό νῦν δ’ Ἄρης: ὁ πρὸς τὸν Εὔρυτον· | |
5 | ἐξ αὐτοῦ γὰρ εὐθὺς ἐπανῆλθεν. | |
Tr655 | μὴ | σταίη πολύκωπον μηδαμοῦ ἡ ναῦς ἀλλαχοῦ ὁρμίσαι ἕως ἐνταῦθα ἀφίκοιτο τὴν Εὔβοιαν νῆσον ὑπερβὰς καὶ καταλιπών· καταστρεψάμενος γὰρ τὴν Οἰχαλίαν ἐκεῖ ἔμεινεν θῦσαι τῷ πατρί. | |
Tr656 | πολύκωπον ὄχημα ναὸς ἀντὶ τοῦ ἡ ναῦς. αὐτῷ τῷ Ἡρακλεῖ. | |
Tr660 | πανάμερος ἀντὶ τοῦ τὴν σήμερον ἡμέραν ἔλθοι τῷ πέπλῳ τῆς πειθοῦς θελχθεὶς 〈τῷ〉 ἐκ προ‐ φάσεως τοῦ Νέσσου κατεσκευασμένῳ· πειθοῦς δὲ πέπλῳ εἶπεν ὅτι γέγονεν ἐπὶ τὸ μεταπείθειν καὶ μετατιθέναι | 316 |
5 | τὴν Ἡρακλέους γνώμην ἐπὶ τὴν Δηιάνειραν. πανάμερος εὐμενὴς ἐν τῇ αὐτῇ ἡμέρᾳ ἔλθοι εἰς ἔρωτα τῆς γυναικὸς διὰ τὸ τοῦ Νέσσου φάρμακον. | |
Tr661 | παγχρίστῳ λείπει τὸ πέπλῳ, συγκεκραμένος καὶ ἁρμοσθεὶς τῇ πειθοῖ τοῦ θηρός. | |
Tr663 | μὴ περαιτέρω ὑπὲρ τὴν συμφέρουσαν χρείαν καὶ πλείω τοῦ δέοντος. | |
Tr668 | οὐ δή τι τῶν σῶν Ἡρακλεῖ τοῦτο κατ’ ἐρώ‐ τησιν, οὐχ ἕνεκα ὧν ἀπέσταλκας δώρων τῷ Ἡρακλεῖ ἀθυμεῖς; | |
Tr669 | μάλιστά γ’ ὥστε μή ναί, φησί, περὶ τούτου φοβοῦμαι οὕτως ὥστε μηδέποτε παραινέσαι τινὶ ἀδήλου πράγματος προθυμίαν λαβεῖν ὅ ἐστιν ἀδήλῳ πράγματι ἐπιχειρεῖν. | |
Tr671 | εἰ διδακτὸν ἐξ ὅτου φοβῇ εἰ μὴ ἀπόρρητον εἴη. | |
Tr673 | γυναῖκες, ὑμῖν θαῦμα θαυμαστὸν καὶ οἷον οὐκ ἄν τις ἐλπίζοι παθεῖν· γράφεται δὲ καὶ μαθεῖν. | |
Tr678 | κατ’ ἄκρας σπιλάδος σπιλὰς ἡ πέτρα· ὡς οὖν ἐπὶ λίθου θεμένη αὐτὸ τοῦτό φησι· κατατήκεται οὖν καὶ ῥεῖ καὶ διαλύεται ἀπὸ τοῦ λίθου διαρρέον. ὡς δ’ εἰδῇς ἅπαν ὅπως γνῷς ἀκριβῶς ὅλον τὸ | |
5 | πρᾶγμα εἰς μῆκος ἁπλώσω τὸν λόγον. | |
Tr680 | ἐγὼ γὰρ ὧν ὁ θήρ με ὧν εἶπέν μοι ὁ Νέσσος | |
ὅτε τὴν πλευρὰν ἤλγει τῷ βέλει τρωθείς· γλωχῖνι δὲ ἀπὸ μέρους τῷ βέλει· γλωχὶν γὰρ ἡ ἀκὶς ὃ λέγει Ὅμηρος ὄγκον. | 317 | |
5 | πονῶν ἀντὶ τοῦ ἀλγῶν. | |
Tr682 | παρῆκα λείπει ἄπρακτον. ἀλλ’ ἐσῳζόμην ἀντὶ τοῦ ἔσῳσα καὶ ἐφύλαξα· διεφύλαξα οὖν ὅσα μοι παρήγγειλεν ὡσανεὶ δέλτῳ χαλκῇ ἔχουσα ἐγκεχαραγμένα· δύσνιπτον δὲ ἀντὶ τοῦ | |
5 | δυσαπάλειπτον. | |
Tr684 | πρόρρητα πρὸς ἐμὲ ὑπὸ Νέσσου προειρη‐ μένα· προμεμελετημένα μοι ἢ ἀπόρρητα. | |
Tr686 | ἄθικτον ἀπροσπέλαστον πυρὸς καὶ ἡλιακῆς ἀκτῖνος. | |
Tr687 | ἀρτίχριστον παραυτὰ χριόμενον. | |
Tr688 | νῦν δ’ ὅτ’ ἦν ἐργαστέον νῦν δὲ ὅτε ἐπέστη ὁ καιρὸς τοῦ χρῖσαι ἔχρισα μαλλὸν ἐρίου. | |
Tr690 | κτησίου βοτοῦ λάχνην ἀπὸ κτησίου προβάτου τὸν μαλλὸν σπάσασα· κτήνη δὲ καὶ 〈βοτὰ〉 τὰ πρό‐ βατα λέγεται. βοτὰ ἔλεγον τὰ πρόβατα. | |
Tr691 | ἀλαμπὲς ἡλίου μὴ καταυγασθέν. | |
Tr692 | κοίλῳ ζυγάστρῳ εἰς ξύλινον σορὸν τουτέστι κιβωτόν. | |
Tr693 | φάτιν φάσμα, φαντασίαν. | |
Tr694 | ἄφραστον ἀφανές, ἀνεκδιήγητον· ἀξύμβλητον δὲ ἀσυνείκαστον πρὸς τὸ μαθεῖν ἀνθρώπῳ· ἢ ἀντὶ τοῦ ἀπαράβλητον οἷον οὐκ ἔχον ἄλλῳ παραβληθῆναι ὥστε πιστεῦσαι καὶ μαθεῖν τὸν ἀκούοντα. | |
Tr695 | τὸ γὰρ κάταγμα τὸ γὰρ ἔριον τοῦ προβάτου μετὰ τὸ χρῖσαι τὸν πέπλον ἔρριψα εἰς τόπον καταλαμ‐ βανόμενον ὑπὸ τοῦ ἡλίου· τὴν γὰρ αὐγὴν ἀκτῖνα ἡλιῶτιν εἶπεν. | 318 |
5 | κάταγμα τὸ αἴγειον μήρυμα. | |
Tr697 | ὡς δ’ ἐθάλπετο ὡς δὲ ἐθερμάνθη ὑπέρρευσεν ἀφανῶς 〈καὶ〉 λέλυται. | |
Tr699 | μορφῇ μάλιστ’ εἰκαστόν ἐοικὸς πρίσματι ξύλου· θαυμαστῶς δὲ βρώματα πριόνος εἶπεν τὸ πρίσμα· τρόπον γάρ τινα ἐσθίων τὸ ξύλον ὁ πριὼν ἐκεῖνο τὸ λεπτὸν ἀποβάλλει. | |
Tr701 | προπετὲς ἐρριμμένον καὶ προπεσὸν χαμαί. | |
Tr702 | ἀναζέουσι ἀνακαχλάζουσι. θρομβώδεις ἀφροί ἐπηρμένοι· θρόμβος γὰρ ὁ ὄγκος· ἢ περιφερῆ φυσήματα. | |
Tr703 | γλαυκῆς ὀπώρας τοῦ γλεύκους τοῦ ἀρτίως ἐκπιεσθέντος καὶ νέου· μάλιστα δὲ ὁ νέος οἶνος θερμὸς ὢν εἰ πέσοι χαμαὶ ἀφρίζει· γλαυκὴν δὲ ὀπώραν τὸν νέον οἶνον εἶπεν διὰ τὴν λαμπρότητα. | |
Tr708 | ἧς ἔθνησχ’ ὕπο ὑφ’ ἧς, δι’ ἥν. | |
Tr709 | τὸν βαλόντ’ τὸν τοξεύσαντα. | |
Tr710 | ὧν ἐγὼ μεθύστερον ὧν, τῶν εἰρημένων μοι ὑπ’ ἐκείνου, νῦν τὴν γνῶσιν μανθάνω ὅτε οὐκέτι με ὠφελεῖ. | |
Tr711 | ἀρκεῖ ὠφελεῖ· Ὅμηρος ἄρκιον ἐσσεῖται. | |
Tr712 | εἴ τι μὴ ψευσθήσομαι εἰ μὴ διαμάρτοιμι | |
τῆς γνώμης ἣν ἔχουσα περὶ αὐτοῦ τυγχάνω. | 319 | |
Tr715 | χὥσπερ ἂν θίγῃ καὶ ὅσα ἂν θίγῃ τοῦ Ἡρα‐ κλείου βέλους εἴτε ἄνθρωπος εἴτε θηρίον ἀπόλλυται. | |
Tr716 | ἐκ δὲ τοῦδε ἐκ τοῦ Νέσσου· ἀντὶ τοῦ διὰ Νέσσου. | |
Tr719 | καίτοι δέδοκται κἀγώ, φησίν, ἀποθανεῖν βουλήσομαι ἵνα μὴ δόξω πονηρίᾳ ἀνῃρηκέναι τὸν Ἡρακλέα ἀλλ’ ἀκουσίῳ γνώμῃ. | |
Tr720 | ταύτῃ σὺν ὀργῇ τούτῳ τῷ τρόπῳ τουτέστι διὰ τοῦ πέπλου. | |
Tr721 | ζῆν γὰρ κακῶς κλύουσαν γυναῖκα κακοδο‐ ξοῦσαν οὐ δεῖ ζῆν ἥτις μὴ θέλει δοκεῖν ἐκ φύσεως εἶναι κακή. | |
Tr723 | ταρβεῖν μὲν ἔργα ἀνάγκη μὲν εὐλαβεῖσθαι τὰ δεινὰ ἔργα οὐ χρὴ δὲ καὶ πρὸ πρὸς τῆς ἐκβάσεως τῶν συμβησομένων αἱρεῖσθαι τὰ δεινά. | |
Tr725 | οὐκ ἔστιν ἐν τοῖς μὴ καλοῖς ἐν τοῖς πονη‐ ροῖς βουλεύμασιν οὐδὲ ὑπολείπεται χρηστὴ ἐλπὶς ἥτις παρέχει πεποίθησιν καὶ θάρσος ἀντὶ τοῦ δύσελπίς εἰμι. | |
Tr727 | ἀλλ’ ἀμφὶ τοῖς σφαλεῖσι μὴ ’ξ ἑκουσίου τοῖς ἀκουσίως σφαλεῖσιν ἡ ἐπαγομένη ὀργὴ πεπεμμένη ἐστὶ καὶ πραεῖα καὶ συγγνωστὴ ἧς σε δίκαιον τυγχάνειν παρὰ τοῦ Ἡρακλέους· ἄκουσα γὰρ ἥμαρτες. | |
Tr729 | ὁ μὴ δυστυχῶν τοιαῦτα ἂν εἴποι. | |
Tr731 | σιγᾶν ἂν ἁρμόζοι πρέπει σοι λοιπὸν σιωπᾶν καὶ μηκέτι περὶ τούτων πλείω λέγειν εἰ μὴ ἄρα τι τῷ σῷ παιδὶ μέλλεις ἐρεῖν παραγινομένῳ. | |
χρόνον γράφε λόγον. | 320 | |
Tr736 | ἄλλου κεκλῆσθαι μητέρ’ αἰσχύνομαι γὰρ ἐπὶ σοί. | |
Tr737 | ποθεν ἐκ θεοῦ τινος. | |
Tr738 | στυγούμενον λυπηρὸν καὶ μίσους ἄξιον. | |
Tr742 | τὸ γὰρ | φανθέν τὸ ἅπαξ πραχθὲν καὶ ἐπὶ πέρας ἐλθὸν πῶς ἄν τις μὴ γενέσθαι ποιήσειεν; Πίν‐ δαρος τῶν δὲ πεπραγμένων | |
5 | 〈ἐν δίκᾳ τε καὶ παρὰ δίκαν〉 ἀποίητον οὐδ’ ἂν χρόνος ὁ πάντων πατὴρ δύναιτο θέμεν ἔργων τέλος. | |
Tr745 | ἄζηλον φαῦλον, ὃ οὐδεὶς ζηλώσειεν. | |
Tr746 | αὐτὸς βαρεῖαν ξυμφοράν τὰ μὲν ἑώρακα πάσχοντος τὰ δὲ ἀνοιμώζοντος ἤκουσα. | |
Tr747 | πατρὸς περὶ τοῦ πατρός. καὶ κατὰ γλῶσσαν κλύων ἀντὶ ἀνοιμώξαντος αὐ‐ τοῦ κατὰ τὴν γλῶσσαν. | |
Tr748 | ποῦ δ’ ἐμπελάζεις προσπελάζεις· παρίστασαι δὲ ἀντὶ τοῦ πλησίον γέγονας. | |
Tr750 | ὅθ’ εἷρπε κ. ἑ. καινοπρεπὴς ἡ φράσις. | |
Tr752 | ἦλθεν εἰς τὴν Εὔβοιαν ἧς ἀκρωτήριόν ἐστι τὸ Κηναῖον. | |
Tr754 | τεμενίαν τε φυλλάδα τὸν ἀπὸ τῶν τεμενῶν στέφανον· ἢ τέμενος πολύφυλλον. | |
Tr757 | ἐλέγετο ὁ Λίχας σύντροφος εἶναι Ὕλλου. | |
Tr759 | ἐνδυσάμενος ὡς σὺ ἐνετείλω. | |
Tr763 | ὁ Ἡρακλῆς ἱλαρᾷ τῇ φρενὶ κατηύξατό σοι | |
χαίρων ἐπὶ τῷ πέπλῳ. | 321 | |
Tr764 | κατηύχετο λείπει τὸ σοι. | |
Tr765 | ὅτε δὲ ἀπὸ τῶν θυμάτων καὶ τῶν ξύλων ἡ φλὸξ ἀνεκαίετο τότε ἱδρὼς ἀνῄει περὶ τὸ σῶμα αὐτοῦ. | |
Tr766 | φλὸξ αἱματηρά αἱματηρὰ ὅτι ἐκ τοῦ αἵματος τῶν ἱερείων συνίσταται· πιείρας δὲ δρυὸς λιπαροῦ ξύλου· δρῦν γὰρ λέγει πᾶν δένδρον. | |
Tr768 | πλευραῖσιν ἀρτίκολλος ὡς ὑπὸ τέκτονος καλῶς συγκεκολλημένος· τὸ δὲ ἑξῆς, καὶ προσκολλητὸς ὁ χιτὼν κατὰ πᾶν μέρος ὡς ἂν ξύλῳ νεαρὰ κόλλα ὑπὸ τέκτονος προσείη χρισθεῖσα. | |
Tr770 | ὀδαγμὸς ἀντίσπαστος κνησμός· δήξασθαι γὰρ τὸ κνήσασθαι· ἀντίσπαστος δὲ ἴσος σπασμῷ ἢ μετὰ σπασμοῦ· γίνεται δὲ ὁ ψόφος ἀπὸ σπασμοῦ. φοινίας τυφῶνος [μὲν] γὰρ καὶ ἐχίδνης ὕδρα. | |
Tr771 | ἰὸς ὡς ἐδαίνυτο ὡς κατήσθιεν αὐτὸν ὁ ἰός. | |
Tr775 | τὸ σὸν μόνης | δώρημ’ ἔλεξεν εἶπεν ὅτι σὺ αὐτῷ προσήγαγες τὸν πέπλον ὡς ἀπέσταλται ὑπὸ σοῦ οἷον οὐδὲν ἀφ’ ἑαυτοῦ πανουργήσας. | |
Tr779 | μάρψας ποδός νιν δραξάμενος τοῦ ποδὸς τοῦ Λίχα κατ’ ἐκεῖνο τὸ μέρος ἔνθα δεσμεῖται τὸ ἄρθρον, λέγει δὲ τὸ περὶ τὸν ἀστράγαλον μέρος οὗ εἰώθαμεν δεσμεῖν ὑπόδημα ἤ τι τοιοῦτο· εἴρηται δὲ | |
5 | ἀπὸ τῶν λύγων· εὐέλικτον γὰρ τὸ φυτὸν νέον ὄν· Ὅμηρος | |
δίδη μόσχοισι λύγοισιν. ᾗ λυγίζεται ἁρμόζεται, κάμπτεται, συστρέφεται· ὅπου ἐστὶν ὁ δεσμὸς τῶν νευρῶν, ἔνθα ὑποδεσμούμεθα. | 322 | |
Tr780 | ἀμφίκλυστον τὴν ἐκ τοῦ πόντου ἀμφοτέρωθεν κλυζομένην. | |
Tr781 | κόμης δὲ λευκὸν μυελόν διὰ δὲ τῆς κόμης τὸν ἐγκέφαλον ἐκραίνει κατὰ μέσον τῆς κεφαλῆς δια‐ σχισθείσης ὅ ἐστι διαιρεθείσης τῆς κεφαλῆς διὰ τῆς κόμης ἀνεπέμπετο ὁ ἐγκέφαλος σὺν τῷ αἵματι. | |
Tr783 | ἀνευφήμησεν κατὰ τὸ ἐναντίον ἀντὶ ἐστέναξεν. | |
Tr784 | τοῦ μὲν νοσοῦντος τοῦ Ἡρακλέους νοσοῦντος τοῦ δὲ Λίχα ἤδη ἀνυσθέντος ὅ ἐστι πεφονευμένου. | |
Tr786 | ἐσπᾶτο γὰρ πέδονδε σπασμῷ γὰρ εἴληπτο κείμενος ἐπὶ τῆς γῆς. | |
Tr788 | Λοκρῶν ὄρειοι πρῶνες Ὅμηρος Λοκρῶν δ’ ἡγεμόνευεν Ὀιλῆος ταχὺς Αἴας· Λοκρῶν οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης. | |
Tr789 | ἐπεὶ δ’ ἀπεῖπεν ἀπέκαμεν, ἀπηγόρευσεν ἑαυτόν, ὑπερκέκμηκεν, ἀπείρηκεν πρὸς τὰς ὀδύνας ἐπὶ γῆς κυλιόμενος. | |
Tr791 | ἐνδατούμενος σφοδρῶς λοιδορούμενος· ἐνδα‐ τεῖσθαι γὰρ σφοδρῶς ἐσθίειν. λοιδορῶν, μεμφόμενος, κατὰ μέρος τῶν λεγομένων ἀνακαλῶν· ἐνδατεῖσθαι γὰρ τὸ μερίσασθαι, ἡ δὲ μεταφορὰ ἀπὸ τῶν δαινυ‐ | |
5 | μένων. ἄλλως: ἐνδατούμενος νῦν σφόδρα κακῶς λέγων, δυσφημῶν, συνεχῶς μεμφόμενος, ἐπαρώμενος· ἔνιοι δὲ | |
γράφουσιν ἐμματούμενος ἀντὶ μασώμενος. | 323 | |
Tr793 | κατακτήσαιτο πλεονάζει ἡ κατὰ καὶ ἔστι κτή‐ σαιτο ἀντὶ τοῦ ἔσχεν. | |
Tr794 | τότ’ ἐκ προσέδρου ὅτε ἀπέκαμεν κυλιόμενος τότε ἀνατείνας τὸν ὀφθαλμὸν διὰ τῆς 〈κατα〉κεχυμένης τοῦ σώματος λιγνύος εἶδέν με δακρυρροοῦντα· λιγνύος δὲ ἢ τῆς παρακειμένης ἀναθυμιάσεως καὶ καπνοῦ ἢ | |
5 | τῆς παρακειμένης καὶ περικεχυμένης αὐτὸν φλογώδους νόσου. | |
Tr799 | ἆρον προστακτικῶς. | |
Tr801 | εἰ δ’ οἶκτον ἴσχεις ἀλλά μ’ ἔκ γε τῆσδε ἐνῄσχυται γὰρ αὐτοῦ θανεῖν μὴ ἐγγελασθῇ ὑπὸ τῶν Οἰχαλίων. | |
Tr805 | βρυχώμενον σπασμοῖσι ἀνοιμώζοντα μεγάλως ἐκ τῶν σπασμῶν. | |
Tr808 | ποίνιμος ἡ τιμωρός, ἡ ποινὴν ἀπαιτοῦσα. | |
Tr810 | θέμις δ’ ἐπεί μοι τὴν θέμιν θέμις δέ ἐστιν ἡμᾶς καταρᾶσθαί σοι ἐπεὶ σὺ προτέρα τὴν θέμιν ἀπέρ‐ ριψας καὶ παρεῖδες· ἐὰν δὲ προὔλαβες ἀντὶ τοῦ φθά‐ σασα τὴν θέμιν [καὶ] οὐκ ἐξεδέξω ἕως τι κατὰ τὸ | |
5 | δίκαιον πράξῃς. | |
Tr813 | τί σῖγ’ ἀφέρπεις; σῖγα ἐπιρρηματικῶς ἀντὶ τοῦ σιωπηλῶς τουτέστι διὰ τί οὐδὲν ἀποκρίνῃ πρὸς τὸν Ὕλλον; | |
Tr814 | ξυνηγορεῖς συνᾴδεις, συμφωνεῖς. | |
Tr815 | οὖρος ὀφθαλμῶν ἐμῶν εἴθε οὖρος καλὸς ἐπιπνεύσειεν αὐτῇ ἀπιούσῃ ἵνα μηκέτι αὐτὴν ἴδοιμι· τροπικῶς δὲ τὸ οὖρος ὡς ἐπὶ νεὼς ἀντὶ τοῦ οὐριοδρο‐ | |
μείτω. | 324 | |
Tr817 | ὄγκον γὰρ ἄλλως ὀνόματος τί γὰρ μάτην ἐπαιρόμεθα τῷ τῆς μητρὸς ὀνόματι οὐδὲν ἄξιον αὑτῆς διαπραξαμένης ὧν 〈ἡ〉 φύσις καὶ ὁ θεσμὸς ἀπῄτει; τρέφειν ἀντὶ τοῦ ἔχειν. | |
Tr821 | ἴδ’ οἷον, ὦ παῖδες ὁ χορὸς πρὸς ἀλλήλας διαλέγεται περὶ τοῦ δεδομένου μαντείου τῷ Ἡρακλεῖ ἐν τῇ Δωδώνῃ ὅτι νῦν ἀπέβη· τὸ δὲ οἷον ἀντὶ οἵως [οἷον], ὁρᾶτε, ὦ φίλαι, οἵως ἡμῖν ἀθρόως συνέπεσεν | |
5 | καὶ εἰς οἷον κακὸν ἀπέβη τὸ ἔπος 〈τὸ〉 ἐκ τῆς μαν‐ τείας πάλαι χρησθέν· προσέμιξεν δὲ ἀντὶ τοῦ προσ‐ ερράγη ὀξέως. προσέμιξεν προσερράγη. | |
Tr823 | τᾶς παλαιφάτου προνοίας γράφε παλαιφοίβου ἵν’ ᾖ τῆς πάλαι μαντευσαμένης· φοιβᾶσθαι γὰρ τὸ μαντεύεσθαι. | |
Tr824 | ὅ τ’ ἔλακεν ὅπερ ἐφθέγξατο, ἐπειδὰν ἐνιαυ‐ τὸς παρέλθοι τότε διαδοχὴν γενέσθαι τῶν πόνων τῷ Ἡρακλεῖ τῷ Διὸς παιδί· ἀναδοχὰν δὲ ἀνάπαυσιν, ἀνα‐ κωχήν [ἀναδοχήν]. | |
5 | τελεόμηνος ὁ ἐνιαυτὸς ὁ τέλειον ἔχων τὸ δωδε‐ κάμηνον· καὶ ἄροτος ὁ ἐνιαυτὸς ἀπὸ τοῦ ἅπαξ κατ’ ἐνιαυτὸν ἀροῦν. | |
Tr827 | αὐτόπαιδι γνησίῳ παιδί. | |
Tr828 | καὶ τάδ’ ὀρθῶς ταῦτα δέ, τὰ χρησθέντα, ἀσφαλῶς νῦν ἡμῖν ἀποβαίνει· τροπικῶς δὲ κατουρίζει ὥσπερ οὐρίῳ πνεύματι προσορμεῖ ἡμῖν κατ’ ὀρθὸν ἀνυόμενα. | |
5 | κατουρίζει προσπνεῖ. | 325 |
Tr829 | πῶς γὰρ ἂν ὁ μὴ λεύσσων πῶς γὰρ ὁ μη‐ κέτι ὁρῶν τὸ φῶς παρὰ Εὐρυσθέως κελεύοιτο; | |
Tr831 | εἰ γάρ σφε Κενταύρου εἰ γὰρ αὐτόν, τὸν Ἡρακλέα, τὸ αἷμα τὸ θανάσιμον τοῦ Κενταύρου περι‐ έχει πλευρᾷ προστακέντος ἰοῦ πῶς ἂν ἕτερον ἥλιον ἢ τὰ νῦν ἴδοι; | |
5 | φοινία νεφέλα τὸ αἷμα τὸ θανάσιμον. | |
Tr832 | χρίει δολοποιός χρίει δὲ τὸ ἱμάτιον τῷ αἵ‐ ματι ἡ ἀνάγκη τῆς Δηιανείρας ἡ μετὰ δόλου τεχνησα‐ μένη· ἠνάγκασται γὰρ ὑπὸ ζήλου δι’ οὗ ἤρα τῷ δόλῳ τοῦτο τεχνήσασθαι. | |
Tr834 | ὃν τέκετο θάνατος τοῦτον, τὸν ἰόν, ἐγέν‐ νησεν ὁ αἰόλος δράκων, μᾶλλον δὲ ὁ θάνατος. δράκων ἡ ὕδρα. | |
Tr835 | ἀέλιον ἀντὶ τοῦ ἡμέραν. | |
Tr838 | προστετακὼς φάσματι προσκεκολλημένος τῷ ἰῷ τῆς ὕδρας, τοῦτο δὲ καθ’ ἑαυτό· αἰτιατικὴν γὰρ ἐπιφέρει. ἄλλως: προσκεκολλημένος τῷ ἰῷ [ἢ] τῷ ὀλεθρίῳ παρὰ τὸ πεφονεῦσθαι· φάσματι τουτέστι τῷ | |
5 | ἱματίῳ τῷ κεχρισμένῳ τῷ φαρμάκῳ τῆς ὕδρας τουτ‐ έστι τῇ χολῇ. μελαγχαίτα τ’ | ἄμμιγα τοῦ δασυτρίχου· καὶ ἅμα τῷ φάσματι τῆς ὕδρας καὶ τὰ κέντρα τοῦ Νέσσου αἰκίζει αὐτόν· δῆλον δὲ ὅτι φοίνια [τὰ] κέντρα τοῦ | |
10 | Νέσσου λέγει [δὲ] τὸ αἷμα αὐτοῦ 〈τὸ〉 συμμεμιγμένον | |
τῇ χολῇ τῆς ὕδρας. | 326 | |
Tr840 | δολόμυθα ὅτι τοῖς δολίοις τοῦ Νέσσου λόγοις ἀπατηθεῖσα τετόλμηκεν. ἄλλως: φοίνια δολόμυθα: τὰ δόλια φάρμακα· καὶ γὰρ ἕτερά τινα ἐκέλευσεν αὐτῇ συμμῖξαι τῷ αἵματι ὡς ὀπίσω εἶπεν. | |
5 | ἐπιζέσαντα ἐπιχυθέντα, ἀνακαχλάσανα ἐκ τῆς θέρμης τοῦ πυρός. | |
Tr841 | ὧν ἅδ’ ἁ τλάμων ὧν τὴν βλάβην ὁρῶσα ἡ Δηιάνειρα τοῖς οἴκοις συμβᾶσαν αὐτὴν μὲν ἐξ ἀρχῆς οὐ συνεῖδεν ἐκ κατασκευῆς δὲ τοῦ Νέσσου καὶ τῆς τούτου φωνῆς γενομένην ὡς δῆθεν ἐπὶ τῷ διαλλάττειν | |
5 | αὐτῇ τὸν Ἡρακλέα λίαν ὀδύρεται καὶ στένει. ἄλλως: ὧν, τῶν νεωστὶ δρωμένων 〈καὶ〉 συμβάντων κακῶν, τὴν ἀμέλλητον βλάβην ὁρῶσα συμβᾶσαν τοῖς οἴκοις Δηιάνειρα τὰ κακὰ μὲν ἐξ ἀρχῆς αὐτὴ οὐ συνεῖδεν ἀπὸ γνώμης δὲ ἑτέρας τοῦ Νέσσου γενόμενα ὡς δῆθεν | |
10 | ἐπὶ τῷ διαλλάττειν τὸν Ἡρακλέα· ἄοκνον δὲ τὴν ὀξεῖαν καὶ ἀμέλλητον· ἢ πολύοκνον ὅ ἐστι πολύφοβον, κατ’ ἐπίτασιν δὲ τὸ α. | |
Tr842 | νέων | ἀισσόντων νεωστὶ προσβαλλόντων. | |
Tr843 | οὔτι | προσέβαλεν οὐκ ἔγνω, οὐ συνῆκεν. | |
Tr844 | τὰ δ’ ἀπ’ ἀλλοθρόου ἀλλοφώνου, ὅτι ἀπὸ τῆς Νέσσου φωνῆς γέγονεν ἡ κατὰ Ἡρακλέα συμφορά· οἷον τῆς ἄλλα εἰπούσης καὶ οὐ τὰ ἀληθῆ· ἢ ἀλλοφώ‐ νου ὡς ἠλλαγμένην τοῦ Νέσσου φωνὴν ἔχοντος. | |
5 | ἀπὸ τοῦ Νέσσου. | |
Tr846 | ὀλεθρίαις ξυναλλαγαῖς ἢ ὀλεθρίαις καὶ ἐπι‐ βλαβέσι φιλίαις ἢ ἐπεὶ ἀντὶ τοῦ ἰδίου θανάτου 〈ὁ〉 | |
Νέσσος ἀντήλλαξεν αὐτῇ τὸ αἷμα· ἢ ὅτι ὁ μὲν Νέσσος εἶπεν αὐτῇ πόθου καὶ διαλλαγῆς ἐργαστήριον εἶναι τὸ | 327 | |
5 | φάρμακον γέγονε δὲ ὄλεθρος Ἡρακλέους. | |
Tr847 | ἦ που ὀλοὰ στένει ὄντως δὴ ἡ ἀθλία κατα‐ στάζει καὶ καταβρέχει πολλῶν δακρύων ἀφρόν· ἐμφαν‐ τικὸν 〈δὲ〉 τὸ ἄχνα διὰ τὸ πλῆθος· χλωρὰν οὖν ἄχναν τὸν νεαρὸν ἀφρόν. | |
5 | ὀλοὰ ἡ δυστυχὴς ἢ ἡ τοῦ ὀλέσθαι ἀξία. | |
Tr848 | ἀδινῶν ἀθρόων ἢ πολυθρηνήτων. | |
Tr849 | δακρύων ἄχναν περιφραστικῶς τὰ δάκρυα. ἄχναν τὸν ἀφρόν. | |
Tr850 | ἁ δ’ ἐρχομένα μοῖρα ἡ προσδοκωμένη κακο‐ μοιρία τοῦ Ἡρακλέους ἐμφαίνει μεγάλην ἑτέραν ἄτην· προσδοκῶσι δὲ ὅτι ἀπολλυμένου Ἡρακλέους αὐτόχειρ ἑαυτῆς γενήσεται. | |
Tr851 | δολίαν δόλῳ γὰρ αὑτὴν καὶ λάθρᾳ ἀναιρήσει. | |
Tr852 | ἔρρωγεν παγά ἀντὶ τοῦ πάρεστιν ἡμῖν δα‐ κρύειν ὡς ἀπὸ πηγῆς κρουνηδόν· ἐκτέταται γὰρ τὸ κακὸν καὶ πανταχοῦ διαβήσεται ἡ κατὰ τὸν Ἡρακλέα συμφορά. | |
Tr853 | ὦ πόποι φεῦ, φεῦ, κακόν, φησί, γέγονε τῷ Ἡρακλεῖ οἷον οὐδὲ παρὰ τοῖς πολεμίοις ἀνοίκτιστον σιωπηθήσεται· τὸ γὰρ οὔπω ἀντὶ τοῦ οὐχί· ἢ οὕτως, οἷον κακόν, φησίν, οὐδέποτε ὑπὸ τῶν ἐχθρῶν συνέβη | |
5 | τῷ Ἡρακλεῖ τοῦτο ἀπὸ τῶν ἰδίων αὐτῷ γεγένηται. | |
Tr855 | ἀπέμολε πάθος ἀντὶ τοῦ ἀπομόλοι οἷον οὐ‐ δέποτε ἀπὸ τῶν πολεμίων γένοιτο. | |
Tr856 | ἰὼ κελαινὰ λόγχα κελαινὴν εἶπεν τὴν λόγχην | |
διὰ τὸν ἐξ αὐτῆς ἀποτελούμενον θάνατον, μέλας δὲ ὁ θάνατος· δυσφορεῖ δὲ ἐπὶ τῷ αἰχμάλωτον εἰλῆφθαι τὴν Ἰόλην· διὰ γὰρ ταύτην ἡ συμφορά· λόγχα δὲ | 328 | |
5 | δορὸς περιφραστικῶς ἡ λόγχη, προμάχου δὲ τοῦ προ‐ βεβλημένου, τὸ δὲ λόγχα πρὸς τὸ αἰχμᾷ· ὁ δὲ λόγος, ὦ θανατοποιὲ λόγχη ἥτις τότε ἀνελοῦσα τὸν Εὔρυτον ἐνταῦθα τὴν Ἰόλην ἤγαγες ἐκ τῆς ὑψηλῆς Οἰχαλίας ὡς εἴθε μήποτε· τουτέστι φεῦ τῆς λόγχης ἐκείνης ἐν ᾗ | |
10 | ἐπόρθησε τὴν Οἰχαλίαν ὁ Ἡρακλῆς ἵνα ἐνέγκῃ τὴν Ἰόλην· διὰ γὰρ ταύτην ἡ συμφορὰ ἐγένετο· τὸ δὲ ἄρθρον τῷ λόγχη συναπτέον, ἥτις λόγχη. προμάχου δορός τὸ προμάχου ἐπὶ τοῦ Ἡρακλέους ληπτέον οἷον τοῦ πρὸ πάντων μαχομένου· τὸ νύμφαν | |
15 | δὲ συναπτέον τῷ τάνδε. | |
Tr857 | θοὰν ἀντὶ τοῦ θοῶς· τινὲς δὲ τὴν ταχέως νυμφευθεῖσαν. | |
Tr858 | αἰπεινᾶς ἐν ὕψει κειμένης. | |
Tr859 | αἰχμᾷ νόμῳ πολέμου. | |
Tr860 | ἁ δ’ ἀμφίπολος Κύπρις ὁ νοῦς, ἡ δὲ Κύπρις ἦν ἄρα φανερῶς ἡ πάντων τούτων ἐργάτις εἰς ἔρωτα Ἰόλης βαλοῦσα τὸν Ἡρακλέα. ἡ ὑπηρετησαμένη τῷ Ἡρακλεῖ πρὸς τὸν ἔρωτα. | |
Tr861 | πράκτωρ πρακτική. | |
Tr862 | πότερον ἐγὼ μάταιος ὁ χορὸς τῆς τροφοῦ ἀκούων θρηνούσης ἐπὶ τῇ ἀναιρέσει τῆς Δηιανείρας φησὶ τοῦτο, ἆρα ἀναίσθητός εἰμι 〈ἢ〉 κατακούω θρήνου τινός; | |
Tr866 | οὐκ ἄσημον ἀλλὰ δυστυχῆ οὐ μικρὸν ἀλλὰ μέγαν καὶ ἐξάκουστον· τοῦτο δὲ ὡς ᾐσθημένη μεί‐ | |
ζονος βοῆς. | 329 | |
Tr867 | καί τι καινίζει στέγη ἔοικέ τι νεώτερον ἔχειν ὁ οἶκος. | |
Tr868 | ξύνες δέ ἀντὶ τοῦ τῆσδε ἄκουσον· παρὰ τὸ ἔθος γὰρ κατεστυγνακυῖα πρόσεισιν. ἀλλήλαις παρακελεύονται αἱ ἀπὸ τοῦ χοροῦ. | |
Tr872 | τὸ πόμπιμον τὸ πεμφθέν, λέγει δὲ τὸν χιτῶνα. | |
Tr874 | βέβηκε Δηιάνειρα βέβηκε, φησίν, ἡ Δηιά‐ νειρα εἰς Ἅιδου οὐ τοῖς ποσὶ βεβηκυῖα· τὸ γὰρ σῶμα οὐκ ἄπεισιν εἰς Ἅιδου. | |
Tr876 | οὐ δήποθ’ ὡς θανοῦσα; κατ’ ἐρώτησιν, οὐχὶ ὡς θανοῦσα βέβηκεν; 〈θανοῦσα〉 δὲ ἐπεὶ καὶ ζῶντά ἐστί που πορευθῆναι. | |
Tr879 | σχετλιώτατα σχετλιώτατα ἦλθε πρὸς τὴν ἀναίρεσιν τουτέστιν ὡς ἄν τις ἰδὼν ἢ ἀκούσας σχετλι‐ άσειεν τὴν πρᾶξιν. εἰπὲ τῷ μόρῳ τίνι θανάτῳ συνέπεσεν ἀντὶ τίνι | |
5 | τρόπῳ ἐτελεύτησεν; | |
Tr881 | αὑτὴν διηίστωσεν αὐτὴ ἑαυτὴν ἀφανῆ ἀπὸ τοῦ βίου ἐποίησεν. | |
Tr882 | τίς θυμὸς ἢ τίνες | νόσοι τίνι θυμῷ χρησα‐ μένη ἑαυτὴν ἀνεῖλεν ἢ τίς νόσος, φησίν, ἀνεῖλε τὴν Δηιάνειραν; ἀντὶ τίνα θυμὸν εἶχεν τότε; | |
5 | τίς θυμὸς συνεῖλεν; | |
Tr883 | τάνδ’ αἰχμὰν | βέλεος περιφραστικῶς τὸ βέλος· βέλος δὲ εἶπεν τὴν Δηιάνειραν ὅτι τρόπον βέλους ἀνεῖλεν ἑαυτήν· ἢ ἥτις ὡς βέλος ἰοβόλον μέγα κακὸν | |
προσετρίψατο τῷ Ἡρακλεῖ. | 330 | |
Tr885 | πρὸς θανάτῳ θάνατον τὸν ἑαυτῆς πρὸς τῷ Ἡρακλέους. | |
Tr888 | ἐπεῖδες, ὦ ματαία τεθέασαι τὴν ἐκείνης τόλμαν; ἐκαρτέρησας ἰδεῖν τὴν ὠμότητα; οὕτως γὰρ εἶπεν τὴν ὕβριν· καὶ νῦν δὲ τὸ ματαία κατὰ ἀντίφρασιν ἀντὶ τοῦ ὦ μελέα· καὶ Ὅμηρος γὰρ τὸ μάταιον μέλεον | |
5 | καλεῖ οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος. | |
Tr891 | ταῦτα τῇ χειρὶ ἑαυτῆς διεπράξατο. | |
Tr892 | τί φωνεῖς; ἀντὶ τοῦ ἄπιστα λέγεις. σαφηνῆ ἀληθῆ. | |
Tr894 | ἁ νέορτος ἅδε νύμφα ἡ νεωστὶ ἐνταῦθα ὁρμήσασα Ἰόλη· ἀνέορτος δὲ ἀντὶ τοῦ αἰσχρὰ καὶ ἀπρεπής. | |
Tr898 | κτίσαι κατασκευάσαι καὶ ποιῆσαι· καλῶς δὲ ὡς ἐπὶ μεγάλῳ τολμήματι εἶπεν τὴν λέξιν. | |
Tr899 | οὕτως ἀκριβῶς διηγήσομαί σοι τὸ πρᾶγμα ὡς πεισθῆναί σε ὅτι ἀληθῆ λέγω. | |
Tr901 | κοῖλα γράφε κοινά, ἢ τὰ τοῦ θανάτου ἢ τὰ αὑτῆς καὶ τὰ αὐτοῦ. | |
Tr902 | στορνύνθ’ τὸν Ὕλλον στρωννύντα. | |
Tr905 | ἐρήμη χήρα. κλαῖε δ’ ὀργάνων ὅτου | ψαύσειεν καὶ 〈εἰ〉 ἥπτετό τινος ἐργαλείου ὧν εἴωθε μεταχειρίζεσθαι συνόντος αὐτῇ τοῦ Ἡρακλέους οἷον ἱστοῦ ἤ τινος τοιούτου | |
5 | ὠδύρετο ὡς λοιπὸν καταλιμπάνουσα αὐτά· ἱστοῦ δὲ ἴσως ἐφήπτετο διὰ τὸν κατασκευασθέντα πέπλον ἐπὶ | |
συμφοραῖς. ὀργάνων ἢ τῶν ἱστουργικῶν ἢ τῶν ἐργαλείων οἷς τὸν πέπλον ἔχρισεν. | 331 | |
Tr907 | ἄλλῃ δὲ κἄλλῃ ἀντὶ τῇδε κἀκεῖσε. | |
Tr911 | ἐπεὶ μηκέτι ἔμελλεν παῖδας τίκτειν ἤτοι σχήσειν· ὅτι τοῦ λοιποῦ οὐ γενήσονται συνουσίαι πρὸς τὸν Ἡρακλέα εἰς παιδοποιίαν· οὐσίας δὲ κοίτας, συνουσίας. | |
Tr914 | ἐπεσκιασμένη περικεκαλυμμένη, κρύπτουσα. | |
Tr915 | φρούρουν ἐφύλαττον. δεμνίοις | τοῖς Ἡρακλείοις ἔνθα συνεκάθευδον· ἄλλο γὰρ ἦν ὅπερ ἐστόρεσεν ὁ Ὕλλος. | |
Tr917 | ἐπενθοροῦς’ ἄνω ἐναλλομένη ἄνω εἰς τὴν κλίνην. | |
Tr922 | εὐνήτριαν εὐναζομένην, κοιμωμένην. | |
Tr925 | πρὸς τῷ στήθει γὰρ ἐπερονῶντο αἱ γυναῖκες. ἐκ δ’ ἐλώπισεν ἐγύμνωσεν, ἐξέδυσεν· λῶπος γὰρ τὸ ἱμάτιον. | |
Tr928 | τῷ παιδὶ τῷ Ὕλλῳ τῷ παιδὶ τῆς τοιαῦτα τολμώσης. | |
Tr929 | κἀν ᾧ καὶ ἐν ᾧ· καὶ ἐν ὅσῳ διετρέχομεν πρὸς τὸν Ὕλλον εἶτα πάλιν πρὸς τὴν Δηιάνειραν ἔφθασεν ἑαυτὴν ἀνελοῦσα. | |
Tr931 | ὑφ’ ἧπαρ καὶ φρένας περὶ τὸ ἧπαρ γὰρ φρένες εἰσὶ παχεῖαι· Ὅμηρος ὅθι [τε] φρένες ἧπαρ ἔχουσιν. | |
Tr932 | ἔγνω γὰρ κατὰ ποῖον τρόπον τοῦτο ἐποίησεν | |
ἡ μήτηρ αὑτοῦ· συνεῖδεν ὡς ὀργισθεῖσα ἐπὶ τῷ ἠπα‐ τῆσθαι παρὰ τοῦ Νέσσου τὸ ἔργον τοῦτο διεπρά‐ ξατο. | 332 | |
Tr937 | ἀμφί νιν περὶ αὐτήν, τὴν μητέρα. | |
Tr939 | πλευρὰν παρεὶς ἔκειτο παρείς, ἐκτείνας ἑαυ‐ τὸν ἢ προσκολλήσας ὠδύρετο ὅτι αὐτὴν ματαίως ᾐτιά‐ σατο ὡς κακοήθως ἀποστείλασαν [αὐτὴν] τὸν χιτῶνα. | |
Tr943 | ὥστ’ εἴ τις δύο | ἢ καὶ πλέους τῶν ἀνθρω‐ πίνων ἀδήλων ὄντων ἀνόητοί εἰσιν οἱ λογιζόμενοι δύο ἢ καὶ πλείους ἡμέρας καὶ οὐ προσδοκῶντες καθ’ ἑκάστην ὥραν τὸν θάνατον· πολλάκις γὰρ λύπῃ τινὶ | |
5 | ἢ δυστυχίᾳ περιπεσόντες ἑαυτοὺς ὑπεξάγουσι τοῦ βίου παραχρῆμα καὶ οὐκ ἀναμένουσι τὴν ἐπιοῦσαν ἡμέραν ὡς καὶ Δηιάνειρα. | |
Tr947 | πότερ’ ἂν πρότερα ποῖα, φησί, στένω, τὰ κατὰ τὸν Ἡρακλέα ἢ τὰ κατὰ τὴν Δηιάνειραν; | |
Tr948 | πότερα μέλεα περαιτέρω ποῖα χαλεπώτερα καὶ περαιτέρω δεινότητος; | |
Tr949 | δύσκριτ’ δυσκατάληπτά ἐστιν ἰσομέγεθα ὄντα. | |
Tr950 | τάδε μὲν ἔχομεν τὰ μὲν κατὰ τὴν Δηιάνειραν αὐταῖς ὄψεσιν ἔξεστι θεωρεῖν ἐν τῷ οἴκῳ τὰ δὲ κατὰ τὸν Ἡρακλέα ἐκδεχόμεθα. | |
Tr952 | κοινὰ δ’ ἔχειν τε καὶ μέλλειν κοινὰ δέ ἐστι τὰ ἀμφοτέρων κακὰ καὶ τὰ μὲν ἔχομεν τὰ δὲ μέλλομεν. ἴσον δέ ἐστι τὸ ἔχειν κακὰ καὶ τὸ προσδοκᾶν. | |
Tr953 | εἴθ’ ἀνεμόεσσά τις ἀνεμόεσσα αὔρα περι‐ φανὴς ἄνεμος, ἔπουρος οὔριος, ἑστιῶτις κατοικίδιος· | |
ὁ δὲ νοῦς, εἴθε ὡς ἕστηκα πνεύσειεν ἄνεμος οὔριος ἐπὶ τῆς οἰκίας ἵνα με λαβὼν ταύτης ἀπαγάγοι τῆς | 333 | |
5 | ἑστίας καὶ ἀποχωρίσειεν ὅπως μὴ παραχρῆμα ἀποθάνω θεασαμένη τὸν Ἡρακλέα κακῶς διακείμενον· τοῦτο δὲ λέγει ὡς μὴ καρτεροῦσα ἰδεῖν τὰς συμφοράς. | |
Tr954 | ἑστιῶτις ἐπὶ τοῦ οἴκου τούτου. | |
Tr955 | ἀποικίσειεν ἐκ τόπων ἀποχωρίσειεν ἐκ τού‐ των τῶν τόπων. | |
Tr957 | ταρβαλέα μὴ ἐνεγκοῦσα τὴν θέαν. | |
Tr959 | δυσαπαλλάκτοις δυσιάτοις. | |
Tr960 | χωρεῖν πρὸ δόμων λέγουσιν λέγουσι [τι] παμμέγεθές τι κακὸν πλησίον που τῆς οἰκίας χωρεῖν δυσιάτους ὀδύνας ἡμῖν ἐφελκόμενον. | |
Tr961 | ἄσπετον μέγα καὶ ἄπιστον. | |
Tr963 | προὔκλαιον ὀξύφωνος ἀντὶ τοῦ προκλαίουσιν· ὁ χορὸς αἰσθάνεται τοῦ Ἡρακλέους πλησίον φερομένου καὶ πλῆθος θρηνούντων ἐπακολουθούντων αὐτῷ. | |
Tr964 | ξένων γὰρ ἐξόμιλος ἐκ τῆς βαδίσεως συνῆκεν τὸ φαινόμενον ἄθροισμα ξένων ἀνδρῶν εἶναι· οἷον βάδισις ξένων ἀνδρῶν ἐστι καὶ ἄλλου πλήθους συν‐ έστηκεν. | |
Tr965 | πᾷ δ’ αὖ φορεῖ νιν; ποῦ, φησί, καὶ φέρει αὐτὸν ὁ ὅμιλος; ὡς γὰρ ὑπὲρ φίλου κηδομένην ἄψο‐ φον φέρει τὴν βάσιν. | |
Tr968 | ἄναυδος μηδὲ φωνὴν προέσθαι δυνάμενος. | |
Tr970 | τί χρὴ θανόντα νιν τί, φησί, δεῖ κρῖναι περὶ αὐτοῦ καὶ τί ἄν τις δοξάσειεν; πότερον τέθνηκεν ἢ ὕπνῳ βεβάπτισται; | |
Tr971 | Ὕλλος ἀπαντήσας τῷ πατρὶ θρηνεῖ. | |
Tr973 | τί δὲ μήσομαι; τί τεχνάσομαι ὅπως σῳθείης; | 334 |
Tr974 | σίγα, τέκνον γέρων τις ἀκολουθῶν τῷ Ἡρα‐ κλεῖ ἀπὸ Εὐβοίας πρὸς τὸν Ὕλλον φησί, μὴ ἀνεγείρῃς αὐτόν· τοῦτο γὰρ αἴτιον ὀδύνης τοῖς κάμνουσιν. | |
Tr975 | ὠμόφρονος ἐκ τῶν ὀδυνῶν ἠγριωμένου. | |
Tr976 | ζῇ γὰρ προπετής προπετὴς εἰς τὸν θάνατον προνενευκὼς ἢ παρειμένος· εἰς τὴν γῆν πεσὼν ἢ ἐπὶ πρόσωπον κοιμώμενος ἢ καὶ μόνον κείμενος. | |
Tr980 | φοιτάδα τὴν μανιώδη. | |
Tr981 | ἀλλ’ ἐπί μοι μελέῳ ἀλλ’ ἐνθουσιᾷ μοι τῷ μελέῳ ἡ φρὴν διὰ τὸ ἄπλετον βάρος· ἐν ἐπιθυμίᾳ, φησίν, ἔχω τὸ βάρος καὶ σιωπᾶν οὐ δύναμαι. | |
Tr983 | ὦ Ζεῦ, | ποῖ γᾶς ἥκω; Ἡρακλῆς ὡς ἐξαναστὰς καὶ ἀγνοῶν ποῦ μετενήνεκται. | |
Tr987 | βρύκει ἐσθίει με ἡ νόσος καὶ ἀναλίσκει. | |
Tr988 | ἆρ’ ἐξῄδης πρὸς τὸν Ὕλλον λέγει, ἆρα, φησίν, ὅσον ἦν κέρδος τὸ σιωπᾶν ἔγνως καὶ μὴ δια‐ σκεδάσαι τὸν ὕπνον; | |
Tr991 | οὐ γὰρ ἔχω πῶς ἄν ἀδυνάτως ἔχω καρτερεῖν ἐπὶ τηλικούτῳ κακῷ. | |
Tr993 | ὦ Κηναία κρηπίς κρηπὶς τὸ ἔδαφος, περι‐ φραστικῶς δὲ ἀντὶ τοῦ ὦ Κήναιον· μέμφεται δὲ τῷ τόπῳ ὅτι οὐκ ἐπὶ αἰσίοις αὐτῷ γέγονεν τὰ ἐκεῖ θύ‐ ματα· οἵαν οὖν, φησί, χάριν ἀπὸ τῶν θυμάτων | |
5 | διεπράξω. | |
Tr997 | οἵαν μ’ ἄρ’ ἔθου λώβαν οἵαν μοι, φησί, προσετρίψω βλάβην, ὦ Ζεῦ, τὴν ταῖς μανίαις ἀκμά‐ ζουσαν· λέγει δὲ ταῦτα ἀφορῶν εἰς τὸ ἑαυτοῦ σῶμα. | |
Tr999 | ἀκήλητον ἀνίατον, ἀκαταπράυντον· ἀπὸ κοι‐ | |
νοῦ δὲ τὸ ὤφελον. | 335 | |
Tr1000 | καταδερχθῆναι θεωρῆσαι, ἰδεῖν τὴν ἀκμὴν τῆς μανίας. | |
Tr1001 | τίς γὰρ ἀοιδός τίς, φησίν, ἐπῳδὸς ἢ ἰατρὸς διὰ χειρῶν τὴν τέχνην τῆς ἰατρικῆς ἐνδεικνύμενος θεραπεύσει τὸ πάθος μου εἰ μὴ ὁ Ζεὺς βούλοιτο; | |
Tr1004 | θαῦμ’ ἂν πόρρωθεν ἥδιστα ἂν καὶ εἰ μα‐ κρόθεν μεταπέμψαιτό τις τὸν θεραπεύσοντα θεασαίμην μεταπεμψαμένων ὑμῶν. | |
Tr1005 | δύσμορον γράφε ὕστατον. εὐνάσαι ἢ τὸ καθευδῆσαι ἢ τὸ ἀποθανεῖν. | |
Tr1006 | πᾷ μου ψαύεις; ὡς ἐφαπτομένου αὐτοῦ τοῦ παιδὸς ἐπὶ τῷ γνῶναι πῶς ἔχει τῷ σώματι· ποῖ ψαύεις ἀντὶ τοῦ παῦε ψηλαφῶν καὶ μεταφέρων τῇδε κἀκεῖσε τὸ σῶμά μου. | |
5 | ποῦ προσάγεις τὰς χεῖρας; | |
Tr1008 | ἀντέτροφας ὅ τι ἂν ἡσυχάσῃ τοῦ κακοῦ τούτου πάλιν κινήσας ἀνέτρεψας οἷον ὅ τι ἂν τῶν ὀδυνῶν μύσῃ τοῦτο διήγειρας. | |
Tr1009 | ἧπταί μου τὸ κινηθῆναι ὑπὸ σοῦ καθ‐ ήψατό μου. ἥδ’ αὖθ’ ἕρπει ἡ νόσος, φησί, πάλιν ἐπίκειται. | |
Tr1010 | πόθεν ἔστ’, ὦ | πάντων Ἑλλάνων οὐ πρὸς τοὺς φέροντάς φησιν ἀλλὰ καθόλου πρὸς πάντας τοὺς εὐεργετηθέντας πρῴην ὑπ’ αὐτοῦ· ποῦ, φησίν, ἆρα ἐστέ, ὦ πάντων Ἑλλήνων ἀδικώτατοι τουτέστιν ἀχα‐ | |
5 | ριστότατοι, οὓς ἐγὼ πῇ μὲν κατὰ θάλατταν πῇ δὲ ἐν | |
γῇ ἔσῳζον, πάντα τόπον καθαίρων ὑπὲρ σωτηρίας ἐκείνων ἐγγὺς θανάτου ἐγενόμην; τὴν δὲ ἐκ τόπου σχέσιν εἶπεν ἀντὶ τῆς ἐν τόπῳ ὡς σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη | 336 | |
10 | ἀντὶ τοῦ σχεδόν. πόθεν ἀντὶ ποῦ. | |
Tr1013 | ὠλεκόμαν ἔκαμνον καὶ ἐγγὺς θανάτου ἐγενόμην. καὶ νῦν ἐπὶ τῷδε νοσοῦντι καὶ νῦν, φησίν, οὐ‐ δεὶς ἐκείνων ἐπ’ ἐμοὶ νοσοῦντι οὐ πῦρ, οὐ ξίφος | |
5 | σωτήριον προσαγαγὼν ἀπαλλάξει με τοῦ ζῆν; τῷδε δεικτικῶς ἀντὶ ἐμοί. | |
Tr1014 | οὐ πῦρ λείπει προσαγαγών. ὀνήσιμον ὠφελήσιμον, σωτήριον. | |
Tr1016 | οὐδ’ ἀπαράξαι οὐδεὶς ἐκείνων, φησί, βού‐ λεται ἐλθὼν τὴν κεφαλήν μου ἀποτεμεῖν καὶ ἐλευ‐ θερῶσαι τοῦ μοχθηροῦ βίου. | |
Tr1018 | εἷς τῶν γερόντων ἀκολουθῶν ἐξ Εὐβοίας τῷ Ἡρακλεῖ πρὸς τὸν Ὕλλον φησί. τοὖργον τόδε μεῖζον ἀνήκει τὸ βοηθῆσαι ἢ βαστάξαι τὸν Ἡρακλέα μεῖζόν ἐστιν ἢ κατ’ ἐμέ· | |
5 | ἀνήκει δὲ ἀντὶ ὁρμᾷ· ὤξυνται μεῖζον, φησίν, ἢ κατὰ τὴν ἐμὴν δύναμιν· τοὖργον δὲ τὴν νόσον φησί. | |
Tr1019 | σὺ δὲ σύλλαβε σὺ γὰρ νέος εἶ καὶ ὀξύτερόν σοι τὸ ὄμμα πρὸς τὸ σῴζειν τὸν πατέρα μᾶλλον ἢ δι’ ἐμοῦ. | |
Tr1020 | ἔμπλεον ὀξύτερον. ψαύω μὲν ἔγωγε εἰ τὸ κατασχεῖν αὐτὸν ἰᾶται | |
ἰδοὺ ἐφάπτομαι αὐτοῦ, ἴσθι δέ, φησίν, ὅτι τὴν λαθί‐ πονον ἴασιν τῶν ὀδυνῶν οὔτε διὰ στόματος οὔτε | 337 | |
5 | ἔξωθεν προσάπτειν δύναμαι· οὐκ οἶδα γάρ· τοιαῦτα γὰρ ἀλγήματα δίδωσιν ὁ Ζεύς. | |
Tr1021 | λαθίπονον δ’ ὀδυνᾶν λείπει φάρμακον. τὴν ὀδύνην τοῦ βίου αὐτοῦ τὴν λαθίπονον ἐξ‐ ανύσαι οὐ δύναμαι. οὔτ’ ἔνδοθεν οὔτε θύραζε οὔτε ἀπ’ ἐμαυτοῦ οὔτε | |
5 | ἀπό τινος τῶν ξένων δύναμαι ἐξανύσαι. ἔνδοθεν διὰ στόματος. | |
Tr1023 | αἰσθάνεται τῆς τοῦ παιδὸς φωνῆς ὁ Ἡρακλῆς. | |
Tr1028 | θρῴσκει ἀναζωπυρεῖται ἡ νόσος. δειλαία δειλοποιός. | |
Tr1030 | ἀποτίβατος ἀπροσπέλαστος. | |
Tr1031 | ἐπικαλεῖται τὴν Ἀθηνᾶν εἰς βοήθειαν. ἰὼ παῖ κἂν σύ, ὦ παῖ, τὸν φύσαντα οἰκτείρας ἐπίσπασαί μοι ξίφος ἀνεμέσητον, ἐφ’ ᾧ οὐδείς σε μέμψεται ὡς πατροκτόνον. | |
Tr1036 | ἐχόλωσεν ἐπίσσωσεν. γράφε ἐχόλησεν οἷον χολῇ ἔχρισε τὸν χιτῶνα. | |
Tr1038 | ἃν ὧδ’ ἐπίδοιμι ἣν ἴδοιμι τῷ αὐτῷ νοσή‐ ματι περιπεσοῦσαν. | |
Tr1039 | αὕτως ὁμοίως. | |
Tr1041 | ὦ Διὸς αὐθαίμων ὦ τοῦ Διὸς ἀδελφὲ Ἀιδωνεῦ. | |
Tr1042 | ὠκυπέτᾳ ταχεῖ. | |
Tr1049 | στυγνὸς στυγνοποιός, διὰ τὰς τῶν ἄθλων προστάξεις. | |
Tr1052 | ὑφαντὸν ἀμφίβληστρον τὸν χιτῶνα ὡς ἀμ‐ | |
φίβληστρον. | 338 | |
Tr1053 | προσμαχθὲν προσκολληθέν. | |
Tr1054 | ἀρτηρίας τὰς φλέβας. | |
Tr1055 | ῥοφεῖ ἐκπίνει. χλωρὸν νέον ἢ νεκρόν. | |
Tr1057 | ἀφράστῳ τῇδε χειρωθείς ἀπροσδοκήτῳ, ἀνεννοήτῳ ἢ ἀλέκτῳ· ἢ περὶ ἧς οὐκ ἔχει τις φράσασθαι τίς εἴη τὴν φύσιν. πέδῃ ἐποχῇ, ἥττῃ. | |
Tr1058 | κοὐ ταῦτα λόγχη πεδιάς ἡ ἐν τῷ πεδίῳ βαλλομένη· ἢ ἐπεὶ ἐν τῷ Θεσσαλικῷ πεδίῳ ἐμαχέσατο πρὸς Κενταύρους. λόγχη πεδιάς ἡ ἐν πεζομαχίᾳ· θέλει γὰρ εἰπεῖν | |
5 | ὅτι οὔτε παραταττόμενος οἷον πρὸς Λαομέδοντα οὔτε πρὸς Αὐγέαν ἢ Κενταύρους. | |
Tr1059 | θήρειος βία λέοντος, ὕδρας, Κερβέρου καὶ τῶν λοιπῶν. | |
Tr1060 | ἄγλωσσος κακόγλωσσος, βάρβαρος ἢ ἀλλό‐ γλωσσος. | |
Tr1062 | φ〈ύσιν?〉 .......... φύσιν λείπει ἔχουσα. | |
Tr1064 | ὦ παῖ ὦ Ὕλλε, δεῖξον τοῖς ἔργοις ὅτι ἀληθῶς ἐξ Ἡρακλέους ἔχεις τὸ γένος καὶ μή μου προκρίνῃς τὴν Δηιάνειραν ἀλλὰ ταῖς σαῖς χερσὶ τῆς οἰκίας αὐτὴν ἔξαγε καὶ παράδος μοι· ταῦτα δὲ ἀγνοῶν | |
5 | ὅτι τέθνηκεν. | |
Tr1067 | ὡς εἰδῶ σάφα ἵνα μάθω πότερον ὑπὲρ ἐμοῦ νοσοῦντος λυπῇ 〈ἢ〉 ὅταν ἴδῃς τὸ σῶμα τῆς Δηιανείρας παρ’ ἐμοῦ βλαπτόμενον καὶ δικαίως κατα‐ | |
πονούμενον. | 339 | |
Tr1071 | ὅστις ὥστε παρθένος Ὅμηρος ἠύτε κούρη νηπίη ἥ θ’ ἅμα μητρὶ κλαίους’ ἀνελέσθαι ἀνώγει. | |
Tr1072 | βέβρυχα ἀναβοῶ. | |
Tr1074 | αἰὲν εἱπόμην κακοῖς ὑπέφερον πᾶν κακόν. | |
Tr1075 | νῦν δ’ ἐκ τοιούτου ἐξ ἰσχυροῦ γέγονα ἀσθενής· ἢ ὑπὸ τοιούτου κακοῦ. | |
Tr1077 | σκέψαι σκόπει. | |
Tr1079 | ὁ λόγος πρὸς τοὺς περιεστῶτας. | |
Tr1081 | αἰαῖ ὀδυνώμενος ἀναβοᾷ. | |
Tr1082 | ἔθαλψεν ἄτης πάλιν ἐξεπύρωσέν με ὁ τῆς νόσου σπασμός. | |
Tr1083 | οὐδ’ ἀγύμναστόν μ’ ἐᾶν | ἔοικεν ὀδύνης ἀπείραστον, ἄνετον ὀδυνῶν ἀντὶ τοῦ οὐκ ἐνδίδωσί μοι. | |
Tr1086 | ὦ Διὸς ἀκτίς, παῖσον ὦ κεραυνέ, εἴθε με λάβοις. | |
Tr1087 | ἐγκατάσκηψον βέλος τόξευσον κατ’ ἐμοῦ τὸν κεραυνόν. | |
Tr1088 | δαίνυται ἐσθίει με ἡ νόσος. | |
Tr1089 | ἤνθηκεν, ἐξώρμηκεν ἤκμασεν, ἀνεκάχλασεν καὶ ἐξεγήγερται. | |
Tr1090 | ὦ νῶτα καὶ στέρνα ἀφορῶν εἰς ἓν ἕκαστον μέλος δυσφορεῖ ὅτι ἀφ’ οἵου οἷον γένονεν αὐτοῦ τὸ σῶμα. | |
Tr1091 | ὑμεῖς ἐκεῖνοι ἆρα ὑμεῖς ἐστε αἱ τὸν Νεμεαῖον χειρωσάμεναι λέοντα, τὸν τὴν Νεμέαν λυμαινόμενον; | |
Tr1093 | λέοντ’, ἄπλατον ἀπρόσιτον. κἀπροσήγορον ἀναγόρευτον, ἀδιήγητον ἢ φαῦλον καὶ μεμισημένον, ὃν οὐκ ἄν τις προσφθέγξαιτο. ἀδιήγητον. | 340 |
Tr1095 | διφυῆ τ’ ἄμικτον τὸν τῶν Κενταύρων ἀπροσπέλαστον, ᾧ οὐκ ἦν συμμῖξαι καὶ συμβαλεῖν. | |
Tr1096 | ὑπείροχον βίαν ὑπερέχοντα κατὰ τὴν δύνα‐ μιν· ὑβριστὴν δὲ μάχιμον, ὠμόν, οὐ σώφρονα· διὰ τὸν Νέσσον καὶ τὸν Πειρίθου γάμον. | |
Tr1098 | τρίκρανον Ἡσίοδος πεντηκοντακέφαλον αὐ‐ τόν φησιν εἶναι, οὗτος δὲ τρίκρανον. σκύλακ’ τὸν Κέρβερον. | |
Tr1099 | τόν τε χρυσέων | δράκοντα φασὶ τὸν Ἄτλαντα τῷ Ἡρακλεῖ κεκομικέναι τὰ μῆλα ὅτε καὶ αὐτὸς δια‐ δεξάμενος τὸν οὐρανὸν ἐβάστασεν. | |
Tr1100 | ἐπ’ ἐσχάτοις τόποις τοῖς τῆς Λιβύης. | |
Tr1101 | ἐγευσάμην ἐπειράθην. | |
Tr1103 | ἄναρθρος οὐκ ἔχων τὰ ἄρθρα τῶν μελῶν διὰ τὸ σεσῆφθαι αὐτά· κατερρακωμένος δὲ τὰς σάρκας σαπεὶς καὶ ἔχων αὐτὰς κρεμαμένας ὡς ῥάκη. | |
Tr1104 | τυφλῆς ὑπ’ ἄτης ὑπὸ νόσου ἀφανοῦς καὶ ἀκαταλήπτου, ἣν οὐκ ἔστιν ἰδεῖν. | |
Tr1107 | τόδ’ ἴστε ὦ παρόντες. κἂν τὸ μηδὲν ὦ | κἂν μηδὲν ἕρπω ἀντὶ τοῦ καὶ οὕτως ἔχων, καὶ οὕτω διακείμενος. | |
Tr1113 | εἰ σφαλήσεται εἰ ἀποτεύξεται τούτου. | |
Tr1115 | σιγὴν παρασχὼν ἀντὶ σιωπήσας καὶ ἡσυχάσας. | |
Tr1118 | οὐ γὰρ ἂν γνοίης τουτέστιν ἐὰν μὴ τοῦ θυμοῦ παύσῃ πρότερον οὐ δυνήσῃ γνῶναι ὑπὸ τῆς ὀργῆς σκοτούμενος ὅτι ἀδίκως αὐτὴν ἀνελεῖν βούλει ὅπερ σοί ἐστι μεγίστη χαρὰ οὐδὲ ὅτι μάτην ἀλγεῖς τὴν | 341 |
5 | ψυχὴν νεμεσῶν τὴν οὐδὲν ἀδικήσασαν. | |
Tr1119 | χαίρειν προθυμῇ ἀνελεῖν αὐτὴν βουλόμενος | |
Tr1121 | ποικίλλεις σοφίζεις, καλλωπίζεις τῷ λόγῳ. | |
Tr1124 | ὦ παγκάκιστε αὕτη τοῦ μίσους ἐπίτασις ὅτι καὶ μνήμην τῆς μητρὸς ἐποιήσατο καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ Ἡρακλέους ἀκούοντος. | |
Tr1126 | ἔχει γὰρ οὕτως τὸ γὰρ κατ’ αὐτήν, φησί, πρᾶγμα ἐκτός ἐστιν ἀδικίας ὡς μὴ δέον εἶναι τοῦτο σιωπῇ παραδοῦναι. | |
Tr1129 | λέγ’, εὐλαβοῦ δέ εὐλαβοῦ μὴ δι’ ὧν ὑπὲρ τῆς μητρὸς λέγεις περὶ ἐμὲ φαῦλος ἐξελεγχθῇς. | |
Tr1131 | πρὸς τοῦ; τέρας τοι διὰ κακῶν πρὸς τίνος; ἄπιστον γὰρ διὰ δυσφήμων ὥσπερ ἐμαντεύσω τουτ‐ έστιν ἄπιστον λέγεις ὅτι ἑαυτὴν ἀνεῖλεν εἰ μὴ ἄρα μαντικῆς μετέχων τοῦτο ἔγνως ὡς μάντευμα ἄπιστον· | |
5 | τοῦτο δὲ εἶπεν ἐπειδὴ πολλάκις τὰ μὴ προσδοκώμενα μαντεύονται οἱ θεοί. | |
Tr1132 | πρὸς ἐκτόπου ὑπὸ ἄλλου ξένου. | |
Tr1134 | στραφείη θυμὸς λήξειεν ἡ ὀργή. | |
Tr1135 | δεινοῦ λόγου θαυμαστοῦ· ἄπιστον γὰρ εἰ παύσομαι τῆς ὀργῆς· ὅμως εἰπέ. | |
Tr1136 | ἅπαν τὸ χρῆμ’, ἥμαρτε ζητοῦσα, φησί, χρηστόν τι διαπράξασθαι τοῦ ὅλου πράγματος ἥμαρτεν. | |
Tr1143 | ἰοὺ ἰού ἀναμιμνησκόμενος τῆς ἀπὸ Δωδώνης μαντείας ταῦτα λέγει, ἀριθμήσας τὸν χρόνον ἄρτι | |
ἔγνων ὅτι εἰς ἔσχατον ἦλθον συμφορᾶς. | 342 | |
Tr1147 | σπέρμα σῶν ὁμαιμόνων ἀντὶ τοὺς σοὺς ἀδελφούς. | |
Tr1149 | μάτην ἄκοιτιν τὴν Ἀλκμήνην· τοῦτο δέ φησιν ὡς ἀνάξια πάσχων. τελευταίαν ἐμοῦ | φήμην τὴν περὶ τῆς τελευτῆς μου φήμην. | |
Tr1151 | ἐπακτίᾳ παραθαλαττίᾳ. | |
Tr1152 | ἕδραν διατριβήν. | |
Tr1157 | εἰς ἡλικίαν ἥκεις ἵνα φανῇς ἄξια πράττων παῖς ἐμὸς εἶναι. | |
Tr1159 | ἐμοὶ γὰρ ἦν πρόφαντον προμεμαντευμένον, προειρημένον ὑπὸ τοῦ Διός· οὕτω δὲ διὰ τοῦ ς ἐν τῇ τραγικῇ λέξει. | |
Tr1160 | πρὸς τῶν πνεόντων τῶν ζώντων· πνεῦμα γὰρ ἡ ψυχὴ ψυχὴν ἐκάπυσσεν καὶ | |
5 | ὅσα γαῖαν ἐπιπνείει τε καὶ ἕρπει· ἔνθεν γὰρ ἡ ψυχή. | |
Tr1163 | οὕτω ζῶντα μ’ ἔκτεινεν θανών δυνάμει γὰρ αὐτὸς αὐτὸν ἀνεῖλεν. | |
Tr1164 | φανῶ δ’ ἐγώ ἐρῶ σοι ἄλλην μαντείαν νεω‐ τέραν συμφωνοῦσαν τῇ προτέρᾳ. | |
Tr1167 | Σελλῶν εἰσελθών ἀκούσας ἔγραψα· ἔθος | |
γὰρ τοὺς χρησμὸν δεχομένους παραχρῆμα γράφειν ἵνα μὴ ἐπιλάθωνται· ἔνιοι δὲ χωρὶς τοῦ ς γράφουσιν Ἐλλοὺς ἀποδεχόμενοι καὶ Ἐλλοπίαν τὴν Δωδώνην | 343 | |
5 | νομίζουσιν εἶναι· τὴν γὰρ χώραν οὕτως Ἡσίοδος ὀνο‐ μάζει ἐν Ἠοίαις λέγων οὕτως ἔστί τις Ἐλλοπίη πολυλήιος ἠδ’ εὐλείμων ἀφνειὴ μήλοισι καὶ εἰλιπόδεσσι βόεσσιν· ἔν δ’ ἄνδρες ναίουσι πολύρρηνες, πολυβοῦται, | |
10 | πολλοί, ἀπειρέσιοι, φῦλα θνητῶν ἀνθρώπων· ἔνθα 〈δὲ〉 Δωδώνη τις ἐπ’ ἐσχατιῇ πεπόλισται, τὴν δὲ Ζεὺς ἐφίλησε καὶ ὃν χρηστήριον εἶναι τίμιον ἀνθρώποις· ναῖον δ’ ἐν πυθμένι φηγοῦ ἔνθεν ἐπιχθόνιοι μαντήια πάντα φέρονται | |
15 | ὃς δὴ κεῖθι μολὼν θεὸν ἄμβροτον ἐξερεείνῃ δῶρα φέρων 〈τ’〉 ἔλθῃσιν σὺν οἰωνοῖς ἀγαθοῖσιν· ἐντεῦθεν δὲ λέγουσιν εἶναι Ἐλλοπιεῖς καὶ τοὺς ἐν Εὐβοίᾳ οἰκήσαντας. | |
Tr1168 | καὶ πολυγλώσσου δρυός ἤτοι πολλὰ μαν‐ τευομένης καὶ διὰ τοῦτο πολλὰ φθεγγομένης ἢ τῆς διαφόροις διαλέκτοις χρησμῳδούσης πρὸς τὴν ἑκάστου τῶν μαντευομένων γλῶσσαν. | |
Tr1169 | χρόνῳ τῷ ζῶντι τῷ ὑφεστῶτι· ὁ γὰρ παρ‐ ελθὼν οἱονεὶ διέφθαρται, ὁ δὲ μέλλων πάλιν ἄδηλος. | |
Tr1174 | ταῦτ’ οὖν ἐπειδὴ λαμπρά φανερά, σαφῆ, πρόδηλα· ἐπεὶ οὖν, φησίν, ὁ χρησμὸς ἀπέβη δεῖ σε | |
γενέσθαι σύμμαχον ἐμοί. | 344 | |
Tr1176 | καὶ μὴ ’πιμεῖναι καὶ μὴ ἀπειθήσας μοι παροξύνῃς εἰς λοιδορίας κατὰ σοῦ. ἀπειθοῦντά μοι. | |
Tr1177 | ἀλλ’ αὐτὸν εἰκάθοντα ἀπὸ κοινοῦ τὸ δεῖ, 〈δεῖ〉 δέ σε εἴκοντα τῇ ἐμῇ προστάξει πράττειν ὃ βούλομαι· τὸ γὰρ τοῖς γονεῦσι πείθεσθαι νόμος ἐστὶ κάλλιστος καὶ εὐκλεὴς παρὰ πᾶσιν. | |
Tr1179 | ταρβῶ μὲν εἰς λόγου εὐλαβοῦμαι μὲν εἰς τοιαύτην ὁμιλίαν ἐλθὼν μὴ οὐχ αἱρετά μοι προτείνῃς πράξω δὲ ὅμως κἂν δεινὰ ᾖ. εἰς λόγου στάσιν περιφραστικῶς εἰς λόγους. | |
Tr1182 | ζητεῖς, ἐπάγεις μοι ἀκριβῆ πίστιν. | |
Tr1183 | ἀπιστήσῃς ἐμοὶ γράφε προστήσῃς ἐμοί, ἐναντιωθήσῃ· ἀπὸ μεταφορᾶς τῶν ἐν τῇ βρώσει ψωμῶν προσισταμένων. | |
Tr1186 | ἦ μὴν τί δράσειν; ἐπὶ τὸ τί δρᾶσαι; | |
Tr1188 | ἐπώμοτον ὅρκιον. | |
Tr1189 | εἰ δ’ ἐκτὸς ἔλθοις εἰ παραβαίης τοὺς ὅρκους. | |
Tr1190 | οὐ χρεία βλαβῆναί με· ποιήσω γὰρ ἃ προσ‐ τάξεις μοι· ἢ ποιήσω δὲ εἰ βούλει σύ. | |
Tr1191 | ὕψιστον πάγον ὑψηλὸν ὄρος ἐν Εὐβοίᾳ ἡ Οἴτη· πᾶν δὲ ὄρος ὄρος τοῦ Διὸς ὀνομάζεται ἐπεί φησιν ὑψίστῳ ὄντι τῷ θεῷ ἐν ὕψει τὰς θυσίας ποιεῖσθαι. | |
Tr1193 | ἐξαρέντα σε ταῖς σαυτοῦ χερσὶ μεθ’ ὧν θέλεις φίλων· οὐ γὰρ μόνος ἐδύνατο φέρειν αὐτόν. | |
Tr1197 | ἄγριον ἔλαιον ἄκαρπον ἀγριέλαιον. | 345 |
Tr1201 | εἰ δὲ μὴ ταῦτα ποιήσεις διατελέσω ταῖς κατάραις καὶ καθ’ Ἅιδου βαρῶν σε. | |
Tr1202 | ἀραῖος ἐπάρατος, τιμωρὸς δαίμων. | |
Tr1203 | οἷά μ’ εἴργασαι οἷα θέλεις ἐργάσασθαι κατ’ ἐμοῦ πατροφόντην γενέσθαι παρακελευόμενος. | |
Tr1204 | ὁποῖα δραστέ’ ἐστὶν τοιαῦτά σοι παρα‐ κελεύομαι οἷα δρᾶσαι ὀφείλεις· εὐεργετήσεις με γάρ. πατρὸς | ἄλλου ξένος ἀλλ’ οὐκ ἐμὸς ὢν υἱός. | |
Tr1206 | ἐκκαλῇ ἀναγκάζεις. | |
Tr1207 | παλαμναῖον ἀλάστορα, μιαιφόνον, αὐτόχειρα. | |
Tr1211 | ἀλλ’ εἰ παραιτῇ τὸ ἀνελεῖν με τὰ ἄλλα ποίησον τουτέστι τὴν ὕλην συνάγαγε. | |
Tr1213 | ὄντως οὖν πληρώσεις τὴν πυρὰν τῆς ὕλης; | |
Tr1214 | πάντα, φησί, ποιήσω πλὴν τοῦ σώματος ἅψασθαι. | |
Tr1216 | καὶ ταῦτα μὲν ἀρκέσει βραχὺ δὲ τούτοις πρόσθες οἷον ταῖς ἄλλαις εὐεργεσίαις καὶ ἑτέραν βρα‐ χεῖαν χάριν πρόσθες γήμας τὴν Ἰόλην. | |
Tr1221 | ς’ ἐπισκήπτω ἐντέλλομαί σοι, παρρεγγυῶ. | |
Tr1224 | προσθοῦ δάμαρτα γυναῖκα ποίησον. | |
Tr1225 | ἄτοπον γάρ, φησί, τὴν ἅπαξ ἀνακλιθεῖσάν μοι ἑτέρῳ ξένῳ παρακαθευδῆσαι. | |
Tr1227 | κήδευσον οἰκείωσαι. | |
Tr1228 | τὸ γάρ τοι μεγάλα πιστεύσαντ’ ἐὰν γὰρ ἐν τοῖς μείζοσι θέμενος 〈πίστιν〉 ...... | |
Tr1230 | τὸ θυμοῦσθαι εἰ μὴ πεισθείην αὐτῷ 〈κακὸν〉 καὶ τὸ πείθεσθαι ὧδε φρονοῦντι δυσχερές. | |
Tr1232 | οὕτω λαλεῖς ὡς μηδὲν πράξων ὧν λέγω. | 346 |
Tr1233 | τίς γάρ ποθ’ ἥ μοι μητρί τὸ τίς ἐφ’ ἑαυ‐ τοῦ ἔθηκεν ἀντὶ τοῦ πῶς ἂν ἐγὼ ἑλοίμην γῆμαι αὐτὴν τὴν τῶν κακῶν αἰτίαν οὖσαν; | |
Tr1235 | τίς ταῦτ’ ἂν ὅστις μὴ ’ξ ἀλαστόρων τίς ἂν ταῦτα πράττειν ἕλοιτο ἐκτὸς ὢν μανίας καὶ θεηλασίας; ἀντὶ τοῦ οὐκ ἂν ἑλοίμην εἰ μὴ μαινοίμην. | |
Tr1238 | οὐ νέμειν ἐμοὶ | φθίνοντι μοῖραν ἀντὶ τοῦ μέρος εὐποιίας προσνέμειν μοι. | |
Tr1239 | φθίνοντι φθειρομένῳ. | |
Tr1241 | ὡς νοσεῖς φράσεις ὡς φανερὸς εἶ νοσῶν χαλεπῶς οὕτως καὶ χαλεπῶς διαλεγόμενος. | |
Tr1242 | σὺ γάρ μ’ ἀπ’ εὐνασθέντος σύ 〈με〉, φησίν, ἀναταράττεις ἀπὸ τοῦ καταπραϋνθέντος κακοῦ μὴ πειθόμενος. | |
Tr1243 | δείλαιος, ὡς ἐς πολλά ἄτοπον γὰρ καὶ ἐναν‐ τιοῦσθαι καὶ πείθεσθαι δι’ ὃ ἀπορῶ. | |
Tr1244 | δικαιοῖς δίκαιον νομίζεις. | |
Tr1245 | ἀλλ’ ἐκδιδαχθῶ τοῦτο κατ’ ἐρώτησιν. | |
Tr1247 | πράσσειν ἄνωγας δίκαιόν σοι τοῦτο φαί‐ νεται, τὸ συναφθῆναί με τῇ Ἰόλῃ; πρὸς ὃν ὅτι οὐκ ἄδικον τοῦτο ἡγοῦμαι ἀλλὰ εὐσεβές, τὸ πειθαρχεῖν τῷ πατρί. | |
Tr1250 | θεοῖσι δεικνὺς ἔργον διαμαρτυράμενος τοὺς θεοὺς γαμήσω τὴν Ἰόλην. | |
Tr1252 | καλῶς τελευτᾷς ἀντὶ τοῦ καλῶς τὸν λόγον ἐπεραίωσας. | |
Tr1253 | ὡς πρὶν ἐμπεσεῖν ὡς [πρὶν] εἰς πυράν με | |
θῇς πρὶν ταραχθῆναι ὑπὸ τῆς νόσου. | 347 | |
Tr1255 | ἐγκονεῖτ’ ἐνεργεῖτε καὶ ἀνακουφίσατε. παῦλά τοι κακῶν μόνη γὰρ ἀνάπαυσις τὸ παρα‐ θεῖναί με τῷ πυρὶ καὶ τοιαύτῃ τελευτῇ χρήσασθαι. | |
Tr1259 | ἄγε νυν πρὶν τήνδ’ ἀνακινῆσαι ἑαυτὸν παραθαρρύνει ὥστε μὴ βοᾶν κομιζόμενον εἰς τὴν πυράν· ἄγε οὖν, φησίν, ὦ σκληρὰ ψυχή, ὡς ἀπὸ χαλυβικοῦ σιδήρου πεποιημένη πρὶν τήνδε ἀνακινῆσαι νόσον | |
5 | ἐνδοῦσα τὸ σεαυτῆς στόμα ἐμφαγῆναι ὡσανεὶ στόμα φρέατος λίθῳ κεκολλημένον πρὸς τὸ μηκέτι ὕδωρ ἀν‐ ιμᾶσθαι· λείπει δὲ τὸ ὡς, ὡς ἀπὸ χάλυβος γενομένη. | |
Tr1260 | χάλυβος | λιθοκόλλητον στόμιον παρέχους’ λίθινον καὶ σκληρὸν χαλινὸν σαυτῇ ἐπιβαλοῦσα. | |
Tr1262 | ἀνάπαυε βοήν ἀνάπαυσον τὴν βοὴν ὡς 〈εἰσ〉 ἐπίχαρτον ἅμα καὶ ἀκούσιον πρᾶγμα χωροῦσα, τὴν πυράν· πῶς δὲ ἐπίχαρτον καὶ ἀκούσιον; ἐπίχαρτον μὲν ὅτι ἀπαλλάττεται τῆς νόσου ἀκούσιον δὲ ὅτι λυπεῖ | |
5 | πάντα ἡ ἀποστέρησις τοῦ βίου· παρὰ τὸ ἑκὼν ἀέκοντί γε θυμῷ. | |
Tr1264 | αἴρετ’, ὀπαδοί οὐκ οἰκέταις ἀλλὰ τοῖς ἀκο‐ λουθοῦσιν αὐτῷ ἐξ Εὐβοίας φησί. | |
Tr1265 | συγγνωμοσύνην ἀντὶ συγγνώμην, ὅτι κατὰ γνώμην πατρῴαν τοῦτο ποιῶ. | |
Tr1268 | οἳ φύσαντες καὶ κλῃζόμενοι εἰς τὸν Δία ἡ ἀπότασις τοῦ λόγου· ἐκείνους, φησίν, ἀγνώμονας ἡγεῖσθε οἵτινες γεννήσαντες αὐτὸν περιορῶσι τοιαῦτα πάσχοντα. | |
Tr1270 | ἐφορᾷ περιττὴ ἡ πρόθεσις. | 348 |
Tr1272 | αἰσχρὰ δ’ ἐκείνοις τοῖς γεννήσασιν ἐπ‐ ονείδιστα. | |
Tr1274 | τῷ τήνδ’ ἄτην ὑπέχοντι τῷ Ἡρακλεῖ. | |
Tr1275 | χορός· τινὲς Ὕλλος. λείπου μηδὲ σύ, παρθένε ἔοικεν Ὕλλος ἀποστρα‐ φεὶς ταῖς ἀπὸ τοῦ χοροῦ λέγειν [τοῦ] μὴ ἀπολιμπά‐ νεσθαι τῶν οἴκων ἕως ἂν ἐπανέλθωσιν ἀπὸ τῆς πυρᾶς· | |
5 | τινὲς δὲ γράφουσιν ἐπ’ οἴκων τουτέστι μηδὲ ὑμεῖς περιλείπεσθε ἐνταῦθα ἀλλ’ ἀκολουθήσατε. | |
Tr1277 | πολλὰ δὲ λείπει τὸ ἐποίησεν. λείπει τὸ ἐποίησεν· Δία δὲ τὴν εἱμαρμένην ἥτις καὶ ἀγαθῶν ἐστιν αἰτία. καινοπαγῆ νεοκατασκεύαστα. | |
Tr1278 | κοὐδὲν κ. ἑ. οὐδὲν τούτων οὐδεὶς ἔπραξεν | |
εἰ μὴ μόνος ὁ Ζεύς. | 349 | |
Pht | ΕΙΣ ΦΙΛΟΚΤΗΤΗΝ. | |
Ph1 | καὶ παρὰ τούτῳ προλογίζει Ὀδυσσεὺς καθὰ καὶ παρ’ Εὐριπίδῃ, ἐκεῖνο μέντοι διαφέρει παρ’ ὅσον ὁ μὲν Εὐριπίδης πάντα τῷ Ὀδυσσεῖ περιτίθησιν οὗτος δὲ τὸν Νεοπτόλεμον παρεισάγων διὰ τούτου οἰκονο‐ | |
5 | μεῖται. ἀκτὴ διὰ τὸ εἶναι αὐτὴν νῆσον. | |
Ph2 | Λήμνου, βροτοῖς ἄστιπτος ἐν ἐρήμῳ γὰρ μέρει τῆς Λήμνου ἐξετέθη ὑπὸ τῶν Ἑλλήνων· ἄστιπτος δὲ ἀπάτητος, ἀδιόδευτος· ἐν ἐρήμῳ γὰρ τόπῳ τῆς νήσου ἦν ἐκτεθείς. | |
Ph3 | ἔνθ’, ὦ κρατίστου τραφεὶς ἐκ πατρὸς Ἑλλήνων κρατίστου· λείπει οὖν ἡ ἐξ· τὸ δὲ ἑξῆς, ἔνθα ποτὲ ἐγὼ ἐξέθηκα τὸν Μηλιᾶ Ποίαντος υἱόν, ὦ Νεοπτόλεμε παῖ Ἀχιλλέως. | |
Ph4 | τὸν Μηλιᾶ τὸν Θεσσαλόν, ἀπὸ πόλεως· Ἀττικὸν δὲ τὸ Μηλιᾶ. | |
Ph7 | διαβόρῳ τὴν τὸν πόδα ἐσθιούσῃ, σηπτικῇ, τῇ διαβιβρωσκούσῃ, τῇ καλουμένῃ φαγεδαίνῃ· πάθος δὲ τοῦτό ἐστιν οὕτω λεγόμενον παρὰ τοῖς ἰατροῖς· κατα‐ στάζοντα δὲ οἷον καταρρέοντα, τηκόμενον, λυόμενον. | |
Ph12 | ἀκμὴ ἀντὶ τοῦ καιρός. | 350 |
Ph13 | κἀκχέω τὸ πᾶν ταράξω· ἀπὸ μεταφορᾶς τῶν ἀμελγόντων. | |
Ph17 | ἵν’ ἐν ψύχει μὲν ἡλίου ἐν κρύει μὲν πάρεστι θερμαίνεσθαι τῆς ἀκτῖνος ἑκατέρωθεν βαλλούσης, οὐκ ἐν ταὐτῷ ἀλλ’ ὅτε μὲν κατὰ τὸ ἀνατολικὸν μέρος ἐλαύνει ὁ ἥλιος διὰ τοῦ ἀνατολικοῦ στόματος ὅτε δὲ | |
5 | εἰς τὸ δυτικὸν ὁμοίως, ἐν δὲ θέρει τῆς πνοῆς ἀπο‐ λαύειν. ἐν ψύχει ἐν χειμῶνι. διπλῆ | πάρεστιν ἐνθάκησις διπλῆ καθέδρα πρὸς ἡλίου θερμαινομένη. | |
Ph19 | ἀμφιτρῆτος τοῦ ἀμφοτέρωθεν τετρημένου. | |
Ph21 | σῶν σῷον, ὑγιές. | |
Ph22 | σῖγα ἀντὶ τοῦ σιωπῇ. | |
Ph25 | κοινὰ δ’ ἐξ ἀμφοῖν ἴῃ πονοῖτο, διανύοιτο, προβαίνοι· ἢ εἴη· οἱ κωμικοὶ γὰρ τῇ ει διφθόγγῳ χρῶνται ἀντὶ βραχείας. | |
Ph26 | τοὖργον οὐ μακρὰν λέγεις οὐ μακροῦ πόνου δεόμενον· ἤδη γὰρ εἰσεῖδον ἄντρον ὃ λέγεις. | |
Ph28 | ἄνωθεν ἢ κάτωθεν ταπεινὸν ἢ ὑψηλόν. | |
Ph29 | στίβου περιπάτου. | |
Ph32 | οἰκοποιὸς ἐν οἴκῳ γενομένη τροφή. | |
Ph33 | στιπτή γε φυλλὰς χαμαιστρωσία ἐκ φύλλων. ἡπλωμένη καὶ πατουμένη ὡς κοιμωμένου ἐπ’ αὐτῇ τινος. | |
Ph34 | ὑπόστεγον ὑπὸ τῇ στέγῃ. | |
Ph35 | αὐτόξυλόν γ’ ἔκπωμα ποτήριον μονόξυλον, τέχνημα ἀνδρὸς φαύλως ἐργαζομένου ὅ ἐστιν ἰδιώτου καὶ οὐ τεχνίτου. | 351 |
Ph36 | πυρεῖ’ πυροβόλα. | |
Ph37 | θησαύρισμα ἀπόθετον κτῆμα. | |
Ph38 | ὁρᾷ τὰ ῥάκη τοῦ τραύματος τοῦ Φιλοκτήτου ξηραινόμενα καὶ ἐκπλήττεται ὡς βαρέως αὐτοῦ νοσοῦντος. | |
Ph39 | βαρείας του νοσηλείας νόσου βαρείας πεπλη‐ ρωμένα ἢ νοσοκομίας ἢ τῆς ἐκ νόσου ἀκαθαρσίας. | |
Ph42 | κῶλον τὸν πόδα. κηρὶ νόσῳ. | |
Ph43 | νόστον ὁδόν. | |
Ph44 | φύλλον εἴ τι νώδυνον βοτάνην τινὰ παυσ‐ ώδυνον. | |
Ph45 | τὸν οὖν παρόντα ὥς τινος παρισταμένου αὐτῷ. | |
Ph46 | προσπεσὼν ἀπαντήσας, ἐπιπεσών. | |
Ph48 | ἀπέρχεται, φησίν, ὁ θεράπων εἰς κατασκοπήν. φυλάξεται στίβος φυλαχθήσεται παρ’ ἡμῶν ἡ ὁδὸς αὐτοῦ. | |
Ph55 | ἐκκλέψῃς ἀπατήσῃς. | |
Ph57 | τόδ’ οὐχὶ κλεπτέον τοῦτο γὰρ οὐχὶ ψευσόμεθα. | |
Ph59 | οἱ γὰρ ἐξ ἑνὸς ἠδικημένοι φιλοῦσιν ἀλλήλους. | |
Ph60 | στείλαντες καλέσαντες. | |
Ph61 | τήνδ’ ἅλωσιν τὸ σὲ ἐλθεῖν εἰς Ἴλιον. | |
Ph62 | οὐκ ἠξίωσαν οὐκ ἄξιον ἡγήσαντο. | |
Ph63 | ἐλθόντι δοῦναι λείπει σοι. | |
Ph65 | ἔσχατ’ ἐσχάτων αἰσχρότατα. | |
Ph68 | προτρεπτικῶς εἰς 〈μὲν〉 τὴν συμμαχίαν οὐ τὸν ἄνδρα ἀλλὰ ψιλῶς τὰ τόξα ὠνόμασεν εἰς δὲ τὴν πόρ‐ | |
θησιν τὸν Νεοπτόλεμον. | 352 | |
Ph72 | ὤμοσαν γὰρ τῷ Τυνδάρεῳ πάντες Ἕλληνες συνελθεῖν ἐὰν ἁρπασθῇ ἡ Ἑλένη. | |
Ph75 | τόξων ἐγκρατὴς ἔχων τὰ τόξα. | |
Ph77 | σοφισθῆναι σοφίσασθαι. | |
Ph94 | βούλομαι δ’, ἄναξ, καλῶς ἀντὶ ἀληθεύων, νικᾶν δὲ κακῶς ἀντὶ μετὰ ψευδολογίας· ὅ ἐστι θέλω εἰπὼν τὸ ἀληθὲς ἀποτυχεῖν μᾶλλον ἢ ἐξαπατᾶν τὸν ἄνδρα καὶ ἐπιτυχεῖν· εἰσάγει δὲ αὐτὸν ὁ Σοφοκλῆς | |
5 | τὸν τοῦ πατρὸς λόγον λέγοντα ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀίδαο 〈πύλῃσιν〉 〈ὅς χ’ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσὶν ἄλλο δὲ βάζῃ〉. | |
Ph98 | εἰς ἔλεγχον εἰς πεῖραν 〈τῶν〉 πραγμάτων. | |
Ph99 | κρείσσονα τῶν ἔργων οὖσαν τὴν γλῶσσαν· διαβάλλει τοὺς καθ’ ἑαυτὸν ῥήτορας ὁ ποιητὴς ὡς διὰ γλώσσης πάντα κατορθοῦντας. τὴν γλῶσσαν τὴν ἀπάτην. | |
5 | πάνθ’ ἡγουμένην προηγουμένην εἰς ἅπαντα. ἀνύουσαν. | |
Ph100 | ὃ θέλεις κέλευε πλὴν τοῦ ψεύδεσθαι. | |
Ph105 | ἄφυκτα γὰρ ἦν τὰ Ἡράκλεια βέλη καὶ τοῦ σκοποῦ μὴ ἀποτυγχάνοντα ἢ ἐπανερχόμενα εἰς ἑαυτόν. | |
Ph106 | οὐκοῦν οὐδὲ προσελθεῖν αὐτῷ εὐθαρσές ἐστι καὶ ἀσφαλές; προσμῖξαι πλησιάσαι. | |
Ph107 | δόλῳ ἀπάτῃ. | |
Ph109 | εἰ σωτηρία ἐξ αὐτοῦ προσγίνεται. | |
Ph110 | πῶς οὖν ἀποβλέπων τις εἰς τὸ ψεῦδος ἐρεῖ | |
αὐτό; νοῶν ἢ λογισμὸν ἔχων; | 353 | |
Ph111 | ὀκνεῖν ἀποδειλιᾶν. | |
Ph113 | αἱρεῖ πορθεῖ. | |
Ph116 | θηρατέ’ ληπτέα, ἄξια τοῦ θηραθῆναι. | |
Ph117 | φέρῃ δωρήματα τιμήματα ἀποφέρῃ. | |
Ph118 | ποίω ποῖα, δυικῶς. | |
Ph119 | σοφὸς μὲν διὰ τὸ κλέψαι ἀγαθὸς δὲ διὰ τὸ πορθῆσαι· ἢ σοφοῦ μὲν ὄντος καθόλου τοῦ δολῶσαι δυναμένου νῦν δὲ καὶ τοῦ δόλου ἀγαθοῦ ὄντος. κεκλῇ’ ἀντὶ κεκλημένος εἴης. | |
Ph122 | συνῄνεσα συνεθέμην. | |
Ph125 | τὸν σκοπὸν τοῦτον πρὸς τὴν ναῦν ἀποπέμψω καὶ πάλιν, ἐὰν καιρὸς καλῇ, ἐνταῦθα 〈αὐτὸν ἀπο‐ στελῶ〉 ἐάν μοι δόξητε βραδύνειν. | |
Ph129 | ὡς ἂν ἀγνοία προσῇ ἵνα μὴ γνωσθῇ. | |
Ph130 | οὗ δῆτα τοῦ Φιλοκτήτου ἀπατωμένου ἢ τοῦ ναυκλήρου δόλιά σοι διαλεγομένου καὶ ἀσυμφανῆ. σοφιζομένου, διαλεγομένου. | |
Ph134 | Πολιὰς πολιοῦχος. ὁ Ὀδυσσεὺς ἀπέστη. | |
Ph136 | στέγειν κρύπτειν. ὑπόπταν ἀντὶ ἐμὲ φανερὸν γεγονότα καὶ ἐλθόντα εἰς ὄψιν· ἢ τὸν Φιλοκτήτην τὸν ὑφ’ ἡμῶν κατασκο‐ πούμενον. ἄλλως: πρὸς τὸν ὑφορώμενον ἡμᾶς ἄνδρα | |
5 | τί δεῖ λέγειν ἢ σιωπᾶν; | |
Ph137 | τοῦτο ἐν τῷ καθόλου· ἡ γὰρ τέχνη, φησί, καὶ ἡ γνώμη τῶν βασιλέων προὔχει τῶν ἄλλων τεχνῶν· καὶ ἐν Οἰδίποδι | |
ἃ γὰρ δρῶς’ οἱ κρατοῦντες οὐχ ὁρῶ | 354 | |
5 | καὶ Ἡσίοδος τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες. | |
Ph139 | παρ’ ὅτῳ ἐφ’ ᾧ ἐστι τὸ θεῖον σκῆπτρον. | |
Ph141 | τοῦτο τὸ ἀξίωμα ἐκ προγόνων ἦλθεν εἰς σέ· δίκαιον οὖν σοι πείθεσθαι. | |
Ph142 | κράτος ὠγύγιον τὸ ἐξ ἀρχῆς τιθέμενον κράτος. | |
Ph143 | ὑπουργεῖν λείπει ἡ σὺν ἵν’ ᾖ συνεργεῖν. | |
Ph144 | νῦν μέν, φησίν, εἰσελθὼν ὅρα τὸν τόπον ἐπὰν δὲ ἔλθῃ τότε σὺ τῶν μελάθρων ἀποστὰς ὑπη‐ ρέτει μοι πρὸς τὴν παροῦσαν χρείαν. τόπον ἐσχατιαῖς τὸν ἐπὶ τῷ ἐσχάτῳ τόπον. | |
Ph148 | ὥσπερ ἐγὼ προχωρῶ οὕτως ἀκολουθῶν πειρῶ με θεραπεύειν ἀεί. κυρίως δέ ἐστιν ἀκούειν τὸ προσ‐ χωρῶν οἷον ὡς ἂν ἐγὼ προστάσσω τοῦτον τὸν τρόπον ποιῶν. | |
Ph150 | μέλον πάλαι μέλημα ἀντὶ πρᾶγμά μοι λέγεις ἐκ πολλοῦ μοι μεμεληκός, τὸ φρουρεῖν τὸ σὸν ὄμμα καὶ τὴν ἀπὸ σοῦ εὐκαιρίαν. | |
Ph151 | τὸ σὸν φρουρεῖν ὄμμ’ τὰ σὰ νεύματα φυ‐ λάττειν. | |
Ph153 | ἔνεδρος ἔνοικος. | |
Ph155 | οὐκ ἀποκαίριον οὐκ ἄτοπον, οὐκ ἄκαιρον· εὔκαιρον γάρ ἐστι τὸ τοῦτο μαθεῖν. | |
Ph156 | προσπεσὼν προσπελάσας. | |
Ph158 | ἔναυλον ἢ θυραῖον ἐντὸς ἢ ἐκτός; ἐγγὺς ἢ μακράν; | |
Ph163 | ὀγμεύει ὄγμος ἡ ἐπὶ στίχον φυτεία, νῦν δὲ | |
ἀντὶ ἐφεξῆς πορεύεται. | 355 | |
Ph166 | σμυγερῶς ἐπιπόνως. | |
Ph167 | αὑτῷ ἀντὶ ἑαυτῷ· ἐπινωμᾶν δὲ ἐξευρίσκειν. | |
Ph168 | παιῶνα θεραπείαν. | |
Ph169 | ἐλεῶ, φησίν, αὐτὸν πῶς δύναται διάγειν μήτε συνοικῶν τινι μήτε κηδόμενόν τινα ἔχων. | |
Ph170 | μή τινος αὐτοῦ τῶν ἀνθρώπων κηδομένου. | |
Ph171 | μηδὲ ὁρῶν εἰς ἄνθρωπον σύνοικον. | |
Ph174 | ἀλύει ἀλγεῖ, ἀπορεῖ. ἐπὶ παντὶ ἐπὶ παντὶ ἐν χρείᾳ γινομένῳ ἀπορεῖ. ὁπηνίκα χρείας καλέσῃ καιρὸς ἀδημονεῖ διὰ τὸ πάντων ἀπορεῖν. | |
Ph177 | ὦ παλάμαι ὦ τέχναι καὶ γνῶμαι. τοῦτο θαυμάζων τὸν Φιλοκτήτην φησὶ πῶς μόνος ὢν ἐξευρίσκει τὰ πρὸς τὴν ζωὴν ἑαυτῷ. | |
Ph179 | οἷς ὁ βίος οὐκ ἔχει τῶν κακῶν μέτρον· ἢ οὕτως, οἷς μὴ σύμμετρος ὁ βίος καὶ ἐπαρκῶν. | |
Ph180 | πρωτογόνων εὐγενῶν. | |
Ph181 | ὕστερος ὑστερίζων. | |
Ph183 | κεῖται μοῦνος ἔρημος νῦν κεῖται. | |
Ph184 | στικτῶν ἢ λασίων ποικίλων καὶ δασυτρίχων. | |
Ph188 | ἀθυρόστομος πολυλάλητος, μὴ εἰργομένη τοῦ φθέγγεσθαι· ἀθυρόστομον δὲ εἶπεν τὴν ἠχὼ ἐπεὶ πρὸς πάντας ἀντιφθέγγεται· ὁ δὲ νοῦς, ἀεὶ δὲ ὀδυρομένου αὐτοῦ ἠχὼ πρὸς τὸν ὀδυρμὸν ἀντιφθέγγεται. | |
Ph189 | τηλεφανὴς μήκοθεν φαινομένη διὰ τῆς φωνῆς ἀντὶ οἰμώζει καὶ τὴν ἠχὼ πόρρωθεν ἀνεγείρει. | |
Ph191 | οὐδὲν τούτων θαυμαστόν οὐδέν, φησί, τού‐ των θαυμαστὸν ἐμοὶ ὅτι κακὰ πάσχει ὁ Φιλοκτήτης· | |
ἐκ θεῶν γάρ, ὡς οἶμαι, ταῦτα πέπονθεν καὶ τὸ πάθος ὑπέμεινεν κατὰ βούλησιν [καὶ] θεῶν ἵνα μὴ τὰ βέλη | 356 | |
5 | εὐθέως ἀπελθόντος αὐτοῦ πορθήσῃ τὴν Τροίαν παρὰ 〈τὴν〉 εἱμαρμένην ἀλλὰ ἐκδέξηται τὸν καιρόν. | |
Ph194 | τῆς ὠμόφρονος Χρύσης Χρύση νῆσος πρὸ τῆς Λήμνου ἔνθα διέτριβεν Χρύση τις νύμφη ἣ ἐρα‐ σθεῖσα τοῦ Φιλοκτήτου καὶ μὴ πείσασα κατηράσατο αὐτῷ διὸ καὶ ὠμόφρονα αὐτὴν ἐκάλεσεν. | |
5 | εἰς τὸ αὐτό Χρύσης Ἀθηνᾶς ἄγαλμα οὕτως καλεῖται· ἔστι δὲ καὶ πόλις Χρύση πλησίον Λήμνου ἔνθα ὑπὸ τοῦ ὄφεως ἐδήχθη τὸν βωμὸν ζητῶν ἐν ᾧ ἔθυσεν Ἡρακλῆς ἡνίκα κατὰ Τροίας ἐστράτευσεν. | |
Ph198 | ἀμάχητα ἀνίκητα. | |
Ph199 | πρὶν ὅδ’ ἐξήκοι χρόνος πρὶν αὐτήν, τὴν Τροίαν, εἰς τὸν εἱμαρμένον ἐλθεῖν χρόνον ἐν ᾧ εἵμαρ‐ ται αὐτὴν πορθηθῆναι. ᾧ χρόνῳ. | |
Ph200 | ὑπὸ τῶνδε ὑπὸ τῶν βελῶν. | |
Ph201 | εὔστομ’ ἔχε παῖ εἰώθασιν οὕτω λέγειν ἀντὶ τοῦ σιώπα· τὸ δὲ τοιοῦτον κεχίασται ὅτι Ἑλλάνικός ποτε ἀναγινώσκων τὰ Ἡροδότου ἔλεγεν „περὶ δὲ τῶνδε μοι εὔστομα κείσθω“ οὐ διαιρῶν εἰς δύο λέξεις ἀλλ’ | |
5 | ὡς ἄν τις εἴποι ταῦτα εὔστομα· τοῦτο δέ φησιν ὁ χορὸς κτύπον ἀκούσας ἐπερχομένου τοῦ Φιλοκτήτου καὶ στένοντος κατὰ τὴν πορείαν διὰ τὸ ἄλγος. | |
Ph203 | φωτὸς σύντροφος 〈κτύποσ〉 φωνῆς τῆς συν‐ τραφείσης αὐτῷ· δῆλον δὲ ὅτι κακῆς καὶ οἰμωκτικῆς ὡς κατὰ τὸ σύνηθες αὐτοῦ τειρομένου. | 357 |
Ph204 | ἦ που τῇδ’ ἢ τῇδε ἆρ’ ὧδε ἢ ἐνθάδε; | |
Ph206 | φθογγά του φθογγή τινος. στίβου ἔξωθεν προσληπτέον τὴν ἐπί. | |
Ph209 | τρυσάνωρ ἐπίπονος, ἡ καταπονοῦσα τὸν ἄνδρα. διάσημα φανερά. | |
Ph211 | φροντίδας νέας τὸ ἑξῆς, ἔχε φροντίδας νέας οἷον καινότερόν τι βούλευσαι τί πρὸς αὐτὸν ἐρεῖς. | |
Ph212 | οὐκ ἔξεδρος ἀλλ’ ἔντοπος οὐ μακρὰν ἀλλ’ ἐγγὺς καὶ ἐπὶ τόπου. ἐγγύς. | |
Ph213 | οὐ μολπὰν σύριγγος ἔχων οὐ βοᾷ τερπό‐ μενος σύριγγι ὡς ποιμήν. | |
Ph215 | ἀλλ’ ἤ που πταίων ἀλλὰ τάχα 〈ἢ〉 προσ‐ κόπτων ὑπὸ τῶν βασάνων βοᾷ ἢ δύσορμον τὸν λιμένα ὁρῶν· προβοᾷ 〈γὰρ〉 ἡμῖν μὴ πελάζειν εἰς αὐτόν· Ὅμηρος | |
5 | Λῆμνον ἀμιχθαλόεσσαν τὴν ἀπροσόρμιστον. | |
Ph222 | ἢ γένους ἢ ποίου γένους. | |
Ph223 | Ἑλλάδος Ἑλληνικῆς. | |
Ph225 | ὄκνῳ φόβῳ διὰ τὰ κακά. | |
Ph226 | δεῖ γὰρ αὐτὸν ἐξηγριωμένον εἰσφέρειν τῇ ὄψει καὶ τῷ σχήματι. | |
Ph230 | ἀνταμείψασθ’ (ἀνταμεί)βε(σθε). | |
Ph231 | τοῦτό γ’ τῆς προσηγορίας. | |
εἰς τοῦτο. | 358 | |
Ph234 | φεῦ θαυμαστικὸν μετ’ ἐκπλήξεως τὸ φεῦ ἐνταῦθα. καὶ τὸ τὸ καί. | |
Ph236 | προσέσχε προσορμίσαι ἐποίησεν. | |
Ph238 | εἰδῶ μάθω. | |
Ph240 | αὐδῶμαι λέγομαι. | |
Ph244 | προσέσχες ὥρμισας. | |
Ph246 | πῶς εἶπας; θαυμάζων φησὶν ἐπεὶ μὴ εἶδεν αὐτὸν ἐξ ἀρχῆς στρατευσάμενον. | |
Ph251 | κλέος φήμην. | |
Ph254 | πικρὸς ἐχθρός. | |
Ph257 | ἀλλ’ οἱ μὲν οἱ Ἀτρεῖδαι. | |
Ph264 | χὠ Κεφαλλήνων ἄναξ ὁ Ὀδυσσεύς. | |
Ph267 | χαράγματι δήγματι· τὸ γὰρ δῆγμα τοῦ ὄφεως μόνον χαράσσει. | |
Ph268 | ξὺν ᾗ νόσῳ. | |
Ph269 | τῆς ποντίας τῆς παραθαλασσίας· ὅτε ἀπὸ Χρύσης ἦλθον εἰς Λῆμνον ὃς Χρύσην ἀμφιβέβηκας. | |
Ph270 | λέγεται γὰρ ὡς ἐν Λήμνῳ βουλόμενος ἀνα‐ στῆσαι βωμὸν Ἡρακλεῖ παρὰ τὸν αἰγιαλὸν ὑπὸ ὄφεως ἐπλήγη. κατέσχον προσώρμισαν. | |
Ph271 | σάλου κινήματος, πόνου. | |
Ph275 | οἷ’ αὐτοῖς τύχοι καταρᾶται. | |
Ph276 | ἀνάστασιν νῦν 〈καλεῖ〉 τὴν ἐξ ὕπνου ἔγερσιν. | |
Ph280 | βεβώσας ἀπελθούσας. | 359 |
Ph284 | τούτου τοῦ ἀνιᾶσθαι ἄδειαν καὶ εὐχέρειαν πολλήν. | |
Ph286 | καὶ ἔδει με ἐμαυτῷ ἐξυπηρετεῖσθαι. | |
Ph287 | τὰ σύμφορα τὰ ἀναγκαῖα. | |
Ph290 | νευροσπαδὴς ὁ ἐπισπώμενος τῇ νευρᾷ· διὰ γὰρ τῶν γλυφίδων ἔρχεται. | |
Ph291 | εἰλυόμην ἐπορευόμην· εἴλυσις γὰρ ἡ πορεία. | |
Ph296 | ἐκθλίβων (ἐκ)τρί(βων). | |
Ph297 | ἄφαντον ἀπροσδόκητον. ἄλλως: καλῶς εἶπεν ἄφαντον· οὐ φαίνεται γὰρ ἀλλὰ δυνάμει αὐτὸ ἔχει. | |
Ph298 | ἀντὶ ἡ οἰκία ἡ μετὰ πυρὸς οὖσα καλῶς διοι‐ κεῖται. | |
Ph301 | ταύτῃ τῇ γῇ. | |
Ph303 | ἐξεμπολήσει πωλήσει, πραγματεύσεται, ἐμ‐ πορεύσεται. ξενώσεται καταχθήσεται ὡς ξένος. | |
Ph304 | τοῖσι σώφροσιν τοῖς εὐτυχοῦσιν. | |
Ph310 | ἐκεῖνο τὸ ἀποφέρειν με εἰς τὴν πατρίδα. | |
Ph313 | τὴν ἀδηφάγον τὴν βρωτικήν. | |
Ph316 | ἀντίποιν’ ἀμοιβαῖα. | |
Ph317 | οἷον, κἀγὼ ἐξ ἴσου ἐλεῶ σε τοῖς ἀφιγμένοις ἐνταῦθα ὥσπερ οἱ ἄλλοι ξένοι, φησί, περὶ ὧν ἔλεγες. | |
Ph319 | κἀγὼ νῦν μάρτυς εἰμὶ τοῖς ὑπὸ σοῦ λεγο‐ μένοις περὶ τῶν Ἀτρειδῶν καὶ τοῦ Ὀδυσσέως. | |
Ph320 | εἴς’ ἀληθεῖς εἰσὶν οἱ σοὶ λόγοι ἀληθεῖς. | |
Ph324 | εἴθε γένοιτό μοι ὠργισμένῳ ὅρμησις κατ’ | |
αὐτῶν καὶ τὴν δύναμιν ἐνδείξασθαι. θυμῷ ὀργῇ. χεῖρα τὴν πρᾶξιν. | 360 | |
Ph327 | τίνος γὰρ λείπει τὸ ἕνεκεν. | |
Ph329 | μόλις δ’ ἐρῶ ὑπὸ τῆς ὀργῆς. | |
Ph332 | πέρα περαιτέρω. | |
Ph334 | κοινὴ ἡ πρόθεσις ἡ ὑπό. | |
Ph335(2) | λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν. | |
Ph336 | εὐγενὴς ἀντὶ ἀνδρεῖος εἴ γε καὶ γενναῖος ὁ εὐγενής. | |
Ph338 | ἐλέγχω κρίνω, ἐρωτῶ. | |
Ph339 | οἶμαι μέν σε ἱκανὸν ἔχειν κακὸν τὴν νόσον. | |
Ph342 | χ. τὸ χ ὅτι δὶς τὸ αὐτὸ εἶπεν αὖθις καὶ πάλιν. | |
Ph343 | ἦλθόν με—μέτα μετῆλθόν με. | |
Ph344 | χὠ τροφεὺς ὁ Φοῖνιξ. | |
Ph351 | οὐ γὰρ εἰδόμην ζῶντα. | |
Ph355 | πικρὸν Σίγειον ἤτοι διὰ τὸν θάνατον τοῦ Ἀχιλλέως ἢ διὰ τὸ δυσχείμερον τοῦ τόπου. οὐρίῳ πλάτῃ τῷ εὐδίῳ πλῷ. | |
Ph359 | κεῖνος ὁ Ἀχιλλεύς. | |
Ph363 | διὰ μέσου τὸ οἴμοι ἀποδυρόμενός φησιν. τλημονέστατον λυπηρότατον. | |
Ph366 | κρατύνει κρατεῖ. | |
Ph369 | ὦ σχέτλι’ πρὸς τὸν Ἀγαμέμνονα. | |
Ph370 | πρὶν μαθεῖν ἐμοῦ ἀντὶ πρὶν ἐμοῦ πυθέσθαι. | |
Ph373 | κἀκεῖνον τὸν Ἀχιλλέα. | |
Ph374 | ἤρασσον ἔβαλλον, κατηρώμην, ὕβριζον. | 361 |
Ph375 | μηδὲν ὕβρεως παραλιμπάνων. | |
Ph376 | κεῖνος ὁ Ὀδυσσεύς. | |
Ph377 | ἐνθάδ’ ἥκων εἰς τὴν ὀργὴν ἐλθὼν καίπερ οὐ μάχιμος ὢν οὐδὲ ὀργίλος. ἐνθάδ’ εἰς τὴν ὀργήν. | |
Ph378 | δηχθεὶς λυπηθείς. | |
Ph379 | τότε, φησίν, ἡνίκα τοῦ Ἀχιλλέως προεκιν‐ δυνεύομεν οὐ παρῆς ἔνθα ἔδει σε παρεῖναι ἀλλ’ ἀπῆς ὅπου οὐκ ὤφειλες. | |
Ph381 | ἔχων λείπει ὅπλα. | |
Ph383 | τητώμενος ἐστερημένος. | |
Ph385 | καὶ οὐ μέμφομαι τοσοῦτον τῷ Ὀδυσσεῖ ὅσον τοῖς περὶ Ἀγαμέμνονα· αὐτοὶ γὰρ πάντων κρατοῦσιν καὶ ἐν αὐτοῖς ἦν τὸ ἐμὲ λαβεῖν. | |
Ph386 | τῶν ἡγουμένων τῶν βασιλέων. | |
Ph387 | κακῶς φρονοῦντες ὡς καὶ Ὀδυσσεὺς κακῶς φρονεῖ· ἐπὰν γὰρ οἱ βασιλεῖς κακῶς φρονῶσι κακῶς δῆλον ὅτι καὶ οἱ ὑπήκοοι. ἀκοσμοῦντες ἄτακτα ἐργαζόμενοι. | |
Ph388 | διδασκάλων τῶν βασιλέων. | |
Ph389 | τοῦτο τῶν πλαγίως νοουμένων. | |
Ph391 | ὀρεστέρα ὦ Ῥέα· ἡ αὐτὴ δέ ἐστι τῇ γῇ, ἐν δὲ τοῖς ὄρεσι τὰ μυστήρια αὐτῆς γίνεται. παμβῶτι πάντας τρέφουσα· παρὰ τὸ Ὁμηρικὸν ζείδωρος ἄρουρα· | |
5 | διὰ δὲ τὸ ταύτην τὴν θεὸν τιμᾶσθαι παρὰ Φρυξὶ πρὸς | |
αὐτὴν τὸν λόγον ποιεῖται. πολύτροφε. | 362 | |
Ph392 | μᾶτερ αὐτοῦ Διὸς ὅτι 〈ἡ〉 αὐτή ἐστι Ῥέα καὶ γῆ. | |
Ph393 | Πακτωλὸν ποταμὸς Λυδίας ἔνθα ἡ Ῥέα τιμᾶται· χρυσᾶ δὲ ψήγματα ἀπὸ τοῦ Τμώλου [τοῦ] ὄρους διὰ τοῦ Πακτωλοῦ καταφέρεται. | |
Ph395 | καὶ τότε σε ἐπεκαλεσάμην τιμωρήσασθαι τοὺς περὶ Ἀγαμέμνονα ὅτε παρεδίδοσαν τὰ ὅπλα τοῦ Ἀχιλ‐ λέως καὶ νῦν δὲ καλῶ ἵνα τούτους τιμωρήσῃ. ἐπηυδώμαν ἐπεκαλούμην. | |
Ph396 | ἐς τόνδ’ τὸν Νεοπτόλεμον. | |
Ph398 | τὸ ἑξῆς, ὅτε τὰ πατρικὰ ὅπλα παρεδίδοσαν τῷ Λαερτίου. | |
Ph401 | ἐπὶ ἅρματος γὰρ λεόντων ὀχεῖται ἡ Ῥέα. ἔφεδρε πάρεδρε. | |
Ph402 | σέβας ὑπέρτατον ὦ Ῥέα· ἢ νοητέον ἐπὶ τῶν ὅπλων. | |
Ph405 | προσᾴδεθ’ συμφωνεῖτε. | |
Ph416 | ὁ Τυδέως γόνος σὺν Ὀδυσσεῖ γὰρ αὐτὸν ἐξέβαλεν Διομήδης. | |
Ph417 | χ. ἐκ Σισύφου γὰρ κύουσα ἡ Ἀντίκλεια ἐγαμήθη Λαέρτῃ καὶ διὰ τοῦτό φησιν αὐτὸν ὥσπερ πεπρᾶσθαι ἐπειδὴ Λαέρτης πολλὰ δοὺς χρήματα ἠγάγετο τὴν | |
5 | Ἀντίκλειαν· τὸ χ δὲ ὅτι πάλιν Λαερτίου κτητικὸν ἀντὶ πρωτοτύπου Λαέρτου. | |
Ph419 | ἐπίστω ἐπίστασο. | |
Ph423 | κἀκ’ ἐξήρυκε γράφε κἀξεκήρυξε. | 363 |
Ph425 | οἱ μὲν γράφοντες μόνος παρ’ ἱστορίαν φασὶν (εἶχε γὰρ καὶ ἄλλους) οἱ δὲ γόνος τῷ ποιητῇ ἀκολου‐ θοῦντες λέγουσιν. | |
Ph426 | δύ’ αὕτως δείν’ ἔλεξας γράφε δύ’ αὐτὼ δ’ ἐξέδειξας, δυικῶς. | |
Ph429 | κἀνταῦθ’ ἐν τοῖς ζῶσιν. | |
Ph431 | σοφὸς μέν ἐστιν ἀλλ’ οὐ διόλου ἔσται· αἱ γὰρ τοιαῦται γνῶμαι καταβάλλονται εὐθέως. | |
Ph443 | ἀντὶ ἃ οὐκ ἤθελέν τις ἅπαξ ἀκοῦσαι ταῦτα πολλάκις ἔλεγεν. | |
Ph445 | τοῦτο παρ’ ἱστορίαν· λέγεται γὰρ ὑπὸ Ἀχιλ‐ λέως ἀνῃρῆσθαι καθ’ ὃν χρόνον καὶ τὴν Πενθεσίλειαν ἀνεῖλεν· φονευθείσης γὰρ τῆς Πενθεσιλείας ὑπὸ Ἀχιλ‐ λέως ὁ Θερσίτης δόρατι ἔπληξε τὸν ὀφθαλμὸν αὐτῆς | |
5 | διὸ ὀργισθεὶς ὁ Ἀχιλλεὺς κονδύλοις αὐτὸν ἀνεῖλεν· ἐλέγετο γὰρ ὅτι καὶ μετὰ θάνατον ἐρασθεὶς αὐτῆς συνελήλυθεν. | |
Ph446 | ἔμελλ’ ἔοικεν. ἐπεὶ οὐδέπω κατὰ συνίζησιν βαίνεται ἐπειου ἀντὶ τοῦ που. | |
Ph447 | περιστέλλουσιν περικαλύπτουσιν. | |
Ph448 | παλιντριβῆ τετριμμένα τοῖς κακοῖς. | |
Ph449 | σῴζουσιν ἐξ Ἅιδου τοὺς ἐπιτρίπτους καὶ δολερούς. | |
Ph451 | ταῦτα τὰ γινόμενα. | |
Ph452 | τὰ θεῖ’ τὰ θεῖα ἔργα· νοσῶν δὲ δυσφημεῖ. | 364 |
Ph453 | ὄρος τῆς Τραχῖνος ἡ Οἴτη· Τραχῖνος δὲ ἦν καὶ Μηλιεύς. | |
Ph455 | φυλάξομαι ὡς κακούς. | |
Ph456 | ὁ κακὸς νικᾷ τὸν ἀγαθόν· καὶ Ἡσίοδος βλάπτει δ’ ὁ κακὸς τὸν ἀρείονα 〈φῶτα〉. ὅπου θ’ (ὅπου) γ’. μεῖζον σθένει πλέον ἰσχύει. | |
Ph457 | κἀποφθίνει τὰ χρηστὰ Ὅμηρος ἐπεὶ τὰ χερείονα νικᾷ. | |
Ph463 | μεταστήσειαν ἀπαλλάξειαν. | |
Ph465 | εἴκῃ διδῷ, συγχωρήσῃ. | |
Ph467 | μᾶλλον ἐκ τοῦ σύνεγγυς ἢ ἐξ ἀπόπτου τὸν πλοῦν περιμένειν. | |
Ph472 | ὅσοισι κακοῖς. | |
Ph473 | ἐν παρέργῳ οἷον οὐκ ἐν τετιμημένῳ μέρει τῆς νεὼς ἀλλ’ ὅπῃ βούλῃ· δηλοῖ δὲ ταῦτα ἐν τοῖς ἑξῆς. | |
Ph474 | φορήματος βάρους. | |
Ph475 | ὅμως δὲ σῷσόν με γιγνώσκων ὅτι τοῖς εὐ‐ γενέσι τὸ αἰσχρὸν ἐχθρόν ἐστι καὶ τὸ καλὸν εὔδοξον. | |
Ph482 | τὸ ἐν παρέργῳ νῦν ἐνεφάνισεν. | |
Ph486 | ἀκράτωρ ἀσθενής, κρατεῖν ἐμαυτοῦ μὴ δυνά‐ μενος. | |
Ph489 | καὶ Ὅμηρος Χαλκωδοντιάδης, μεγαθύμων ἀρχὸς Ἀβάντων. | |
Ph493 | δι’ ὃν δὴ πρὸ πολλοῦ χρόνου ηὐλαβήθην. παλαιὰν πάλαι ἄν. | 365 |
Ph494 | τοῖς ἱκμένοις ἀντὶ διὰ τῶν ἱκμένων καὶ πεπορευμένων. | |
Ph498 | ἐν σμικρῷ ἐν ἐλάττονι. | |
Ph501 | σῷσόν με γινώσκων τὰ ἀνθρώπινα πράγματα μεταβαλλόμενα. | |
Ph503 | θάτερα τὰ φαῦλα. | |
Ph504 | τὰ δείν’ ὁρᾶν φοβεῖσθαι καὶ εὐλαβεῖσθαι. | |
Ph508 | δυσοίστων ἀφορήτων, δυσυπομονήτων. | |
Ph512 | τὸ ἐκείνους λυποῦν τούτῳ κέρδος καὶ ὠφέ‐ λειαν μεταποιῶν. τὸ κακὸν τὸ ἀπὸ τῶν Ἀτρειδῶν 〈κέρδοσ〉 μετα‐ τιθέμενος τῷ Φιλοκτήτῃ οἷον εἰς ἀγαθὸν μεταποιῶν | |
5 | καὶ μεταβάλλων καὶ ἐπανορθῶν· λέγει γὰρ ὅτι βοη‐ θήσω αὐτῷ ἵνα ἐκείνους λυπήσω ἐπανορθῶν αὐτῷ 〈τὴν〉 συμφορὰν τὴν ὑπὸ τῶν Ἀτρειδῶν γεγονυῖαν. | |
Ph515 | ἔνθα ὅπου. | |
Ph524 | ἀλλ’ αἰσχρόν ἐστιν ἐνδεέστερόν σου εἶναί με ἐν τῷ βοηθεῖν τοῖς φίλοις· ἢ οὕτως, αἰσχρόν ἐστιν εἰ ἐνδεέστερόν σου διατεθήσομαι περὶ τὴν εἰς τοὺς ξένους εὐεργεσίαν· οὐ παραιτήσομαι οὖν. | |
Ph528 | δὲ γ(ε). | |
Ph531 | πῶς ἂν ἀποδοίην τὰς εὐεργεσίας ὑμῖν ὡς ἐφιλήσατέ με; ἢ πῶς ἂν τῷ ἔργῳ εὖ πράξαιμι καὶ τῷ λόγῳ ὑμῖν; | |
Ph533 | προσκύσαντες ἀσπασάμενοι τὴν ἑστίαν. | |
Ph534 | ἄοικον δύσοικον ὥσπερ ἀτυχὴς ὁ δυστυχής. | |
Ph535 | εὐκάρδιος καρτερικός. | |
Ph536 | ἐγὼ γὰρ ὑπολαμβάνω μηδένα ἄλλον τὴν θέαν τῶν ἐνθάδε ἐνεγκεῖν, πόσῳ μᾶλλον 〈τὴν〉 εἰσοί‐ κησιν; | 366 |
Ph538 | τάδε γράφε κακά. | |
Ph542 | οὗτος ὁ ἔμπορος διαπέπλασται ὑπὸ Ὀδυσ‐ σέως ναύκληρος, πραγματευτὴς εἰωθὼς τοῖς Ἕλλησι τὰ ἐπιτήδεια ἐπάγειν· ἐοικὼς δὲ καὶ ὡς οἴνου αὐτὸν διατυπούμενος πραγματευτήν. | |
Ph545 | ἀντὶ οὐκ ἐπίτηδες ἐλθὼν ἐνταῦθα ἀλλὰ πλέων ἐπὶ τὴν πατρίδα [ἰδὼν] ὥρμισα· οὐκ οἰόμενος, φησί, συντεύξεσθαι, κατὰ τύχην δέ. | |
Ph549 | Πεπάρηθον δῆμος τῆς Ἀττικῆς καὶ μία τῶν Κυκλάδων νήσων. | |
Ph552 | προστυχόντι τῶν ἴσων ἀντὶ εὑρόντι τοὺς σοὺς ναύτας τοὺς ἐμοὶ ἴσους, τοὺς τὴν αὐτήν μοι τέχνην μετερχομένους. παραλέλειπται ἡ ἐξ· βούλεται γὰρ λέγειν ἐκ τῶν | |
5 | ἴσων. | |
Ph556 | ἐξαργούμενα ἀναβολὴν ἔχοντα. | |
Ph557 | ἔσται σοι χάρις τῆς προμηθείας ὕστερον. | |
Ph561 | φροῦδοι ἀφανεῖς, κρυπτοί. | |
Ph562 | Θησέως κόροι Ἀκάμας καὶ Δημοφῶν ὧν οὐ μέμνηται Ὅμηρος ἐν τῷ καταλόγῳ. | |
Ph574 | μὴ φώνει μέγα μὴ βόα. | |
Ph578 | κατὰ σκότον— | διεμπολᾷ λάθρᾳ ἀπατᾷ. | |
Ph582 | μὴ διαβάλῃς με, φησί, τῷ τῶν Ἑλλήνων στρατῷ· εὐεργετήθην 〈γὰρ〉 ὑπ’ αὐτῶν πολλά. | |
Ph583 | ὑπ’ ἐκείνων εὐεργετούμενος ἀντευεργετῶ αὐ‐ | |
τοὺς ὡς δύναται πένης εὐεργετεῖν δῆλον ὅτι ὑπηρετῶν. | 367 | |
Ph589 | ὅρα τί ποιεῖς, παῖ ταῦτα πλαγίως νοητέον. | |
Ph590 | σὲ θήσομαι τῶνδ’ αἴτιον αἴτιόν σε ποιήσω τῶν πραττομένων. ποιοῦ λέγων ποιοῦ με αἴτιον ὧν μέλλεις λέγειν. | |
Ph591 | τώδ’ ὥπερ κλύεις οὗτοι οὕσπερ κλύεις. | |
Ph593 | ἦ μὴν ὄντως μήν. | |
Ph597 | θατέρου τοῦ Διομήδους. εὐτολμότερος ἦν εἰς τὸ δρᾶσαι. | |
Ph598 | τίνος πράγματος χάριν οὕτω διὰ τοσούτου χρόνου ἐπεστράφησαν καὶ φροντίδα ἐποιήσαντο τοῦ Φιλοκτήτου οἱ Ἀτρεῖδαι τοῦ πάλαι ἐξ αὐτῶν ἀποβλη‐ θέντος; | |
Ph601 | βία φθόνος. | |
Ph606 | οὗτος ὁ Ὀδυσσεύς. | |
Ph607 | ὁ πάντ’ ἀκούων αἰσχρὰ ὁ ὑπὸ πάντων ὑβρι‐ ζόμενος. | |
Ph609 | οὐχ ἁπλῶς εἶπεν τὴν θήραν καλὴν ἀλλὰ διὰ τὴν πόρθησιν τῆς Ἰλίου· αὐτὸς γὰρ ἑρμηνεύει τὸν τρόπον τῆς πορθήσεως. | |
Ph616 | δηλώσειν δείξειν. | |
Ph619 | ἐφεῖτο ὑπέσχετο, ἐπηγγείλατο. | |
Ph620 | ὦ παῖ λείπει Ποίαντος. | |
Ph623 | στελεῖν πέμψειν. | |
Ph625 | οὑκείνου πατήρ ὁ Σίσυφος· μέλλων γὰρ τελευτᾶν παρήγγειλε τῇ γυναικὶ αὐτὸν ἄθαπτον κατα‐ λιπεῖν καὶ κατελθὼν εἰς Ἅιδου τῶν γε νενομισμένων μὴ τυχὼν κατηγόρησε τῆς γυναικὸς παρὰ τῷ Ἀιδωνεῖ | |
5 | ἠξίου τε ἀνελθεῖν καὶ τὴν γυναῖκα τιμωρήσασθαι· ἀνελθὼν δὲ οὐκέτι ὑπέστρεψεν ἕως μετὰ ἀνάγκης κατ‐ ῆλθεν· ἐκ πατρὸς οὖν πανοῦργος Ὀδυσσεύς. | 368 |
Ph628 | οὔκουν ἀποφατικῶς ἢ ἐρωτηματικῶς. | |
Ph631 | τάχιον ἂν πεισθείην τῇ ἐχίδνῃ ἢ τῷ Ὀδυσσεῖ. | |
Ph636 | ὁρίζει διίστησιν. | |
Ph637 | τὸ ἐν καιρῷ σπουδάζειν ἀνάπαυλαν ἄγει ὕστερον. | |
Ph639 | ἐπειδὰν πνεῦμα τοὐκ πρῴρας ἀνῇ ἐπὰν παύ‐ σηται ὁ ἄνεμος ἐναντιούμενος. ἄῃ παρῇ. | |
Ph640 | ἀντιοστατεῖ ἐναντίον πνέει. | |
Ph642 | μὴ εὐλαβηθῇς, φησί· κἀκείνοις γὰρ τὰ ἐναντία πνεύματα ἀντὶ τὰ ἡμᾶς ἐπέχοντα κἀκείνους ἐπέχει. | |
Ph643 | τοῖς γὰρ κακούργοις οὐκ ἔστιν ἐναντίος ἄνε‐ μος· ἐν τῇ συγχύσει γὰρ μᾶλλον ἰσχύουσιν. | |
Ph648 | τί ἔχεις ὅπερ ἡ ἐμὴ ναῦς οὐκ ἔχει; ἀντὶ οὐδὲν ἡμῖν λείπει. | |
Ph650 | κοιμῶ κατακοιμίζω, πραΰνω. | |
Ph653 | παρερρύηκεν παρεκπέπτωκεν. | |
Ph665 | ὃς ἐποίησάς με τῶν ἐχθρῶν ὑπερέχειν ὄντα αὐτῶν ἐλάττονα. | |
Ph668 | καὶ δόντι δοῦναι ἀντὶ ἀποδοῦναί μοι τῷ δόντι σοι. | |
Ph670 | αὐτὸς γὰρ ὑφῆψε τῷ Ἡρακλεῖ τὴν πυράν. | |
Ph672 | γνώμη. | |
Ph676 | λόγῳ μὲν ἀκούω τὸ τοῦ Ἰξίονος πάθος ὅτι | |
τροχάζεται (πελάταν δὲ αὐτὸν λέκτρων Διὸς εἶπεν τὸν πειράσαι βουληθέντα 〈τὰ〉 τοῦ Διὸς λέκτρα), ὃν ἔδησεν ὁ Ζεύς, μὴ μέντοι ἑορακέναι μείζονα τῆς Φιλοκτήτου | 369 | |
5 | νόσου. | |
Ph677 | τὸν πελάταν λέκτρων τὸν βουληθέντα ἐπι‐ βῆναι τῇ εὐνῇ τοῦ Διός. | |
Ph678 | κατ’ ἄμπυκα δέσμιον κατὰ τὸν τροχὸν δε‐ δεμένον. | |
Ph679 | δρομάδ’ τὸν περιφερόμενον ἐν τῷ δρόμῳ. | |
Ph680 | παγκρατὴς βασιλεύς. | |
Ph682 | μοίρᾳ | —ἐχθίονι δυστυχίᾳ, τύχῃ στυγερω‐ τέρᾳ [καὶ ἐχθίονι]. τύχῃ. | |
Ph684 | οὔτ’ ἔρξας οὔθ’ ἕρξας. νοσφίσας ἀποστερήσας. | |
Ph685 | ἐν ἴσοις ἐν δικαίοις. | |
Ph687 | θαυμάζω πῶς ὑπέμεινεν ἀεὶ 〈ἐν〉 κλυζομένοις κύμασιν ἔχων καταγωγὴν καὶ ἔρημον παντάπασιν. | |
Ph688 | ἀμφιπλήκτων ἑκατέρωθεν πληττόντων· τὰ γὰρ κύματα κλύζονται κατ’ ἀμφοτέραν ὄχθην τῆς θαλάσσης. | |
Ph690 | βιοτὰν ζωήν, διαγωγήν. | |
Ph691 | ὅπου αὐτὸς μόνος ὑπὸ ἀνέμων βαλλόμενος, πρὸς ἄνεμον τετραμμένος ἦν. βάσιν πόδα. | |
Ph692 | οὐδέ τιν’ ἐγχώρων λείπει ἔχων. κακογείτονα οὐ μόνον ὅπου καλὸν οὐκ εἶχε γεί‐ | |
τονα ἀλλ’ οὐδὲ κακὸν παρ’ οὗ ἀμοιβαῖον λόγον στενά‐ ζων ἀκούσεται· τὸ δὲ ἑξῆς οὕτω δεῖ λαβεῖν, οὐδέ | 370 | |
5 | τινα ἐγχώρων ἔχων παρ’ ᾧ δὴ τὸν κακογείτονα αἱμα‐ τηρὸν στόνον ἀποκλαύσειεν· τὸ κακογείτονα γὰρ οὐ πρὸς τοὺς ἐνοικοῦντας ἀλλ’ εἴπερ τις ἐτύγχανεν αὐτῷ συνοικῶν ὁ τούτου στόνος κακογείτων ἂν ἦν ἐκείνῳ. | |
Ph693 | ἀντίτυπον ἀμοιβαῖον. | |
Ph696 | οὐδ’ ὃς τὰν θερμοτάταν οὐδ’ ὃς τὴν θερμο‐ τάτην καὶ ἀγρίαν αἱμάδα, τὴν τοῦ αἵματος ῥύσιν, ἀνα‐ διδομένην ἐκ τῶν ἑλκῶν τοῦ θηροδήκτου ποδὸς ἠπίοις φύλλοις κατευνάσειεν εἴ τις ἐμπέσοι. | |
Ph697 | κηκιομέναν ἀναδιδομένην· παρὰ τὸ μέλαν δ’ ἀνεκήκιεν αἷμα. | |
Ph698 | ἀντὶ τοῦ ὅλως οὐκ ἔχων οὐδὲ ὅστις ἕλοι φύλλον αὐτῷ ἐκ τῆς γῆς ἢ ὄρνιν τοξευθέντα ὑπὸ Φιλοκτήτου καὶ πεσόντα εἰς τὴν γῆν. | |
Ph700 | φορβάδος τῆς πάντα τρεφούσης. | |
Ph702 | τότ’ ἂν εἰλυόμενος κυλιόμενος, χερσὶν ἐπ‐ ερειδόμενος καὶ ἕλκων τὰ σκέλη ὡς νήπιος παῖς ἄνευ τιθήνης τετραποδηδὸν βαδίζων· καὶ αὐτὸς ἐν τοῖς ἀνωτέρω | |
5 | πρὸς δὲ τοῦθ’ ὅ μοι βάλοι νευροσπαδὴς ἄτρακτος 〈αὐτὸσ〉 ἂν ποσὶν εἰλυόμην δύστηνος ἐξέλκων πόδα· τὸ δὲ ἑξῆς, τότε γάρ, ἡνίκα ἐξανίησι δακέθυμος ἄτα, ἕρπει πόρον ἄλλοτ’ ἄλλον εἰλυόμενος ὥσπερ παῖς ἄνευ | |
10 | φίλης τιθήνης ὑπάρχων, οὐ φορβὰν ἱερᾶς γᾶς σπόρον | |
αἴρων, οὐκ ἄλλο ὃ νεμόμεσθα ἄνδρες ἀλφησταὶ τουτ‐ έστιν οὐ Δημητριακὸν καρπὸν οὐδέ τι τῆς συνήθους ἀνθρώπων διαίτης ἀλλὰ διὰ τῶν πτηνῶν ὀιστῶν τὴν διὰ τῶν ὀρνέων τροφήν. | 371 | |
Ph704 | ὅθεν εὐμάρει’ ὑπάρχοι ὅπου εὐμαρές ἐστιν αὐτῷ ἀπιέναι. | |
Ph705 | ἐξανίησιν ἐνδίδωσιν. ἄτα ἡ νόσος. | |
Ph707 | γᾶς σπόρον σῖτον. | |
Ph708 | αἴρων λαμβάνων. τῶν νεμόμεσθ’ ἀφ’ ὧν νεμόμεθα τουτέστι τρε‐ φόμεθα. | |
Ph710 | πλὴν ἐξ ὠκυβόλων πλὴν εἴ που τοῖς πτηνοῖς βέλεσιν ἐξ ὠκυβόλων τόξων ἀνύσειε φορβὴν πτηνῶν τουτέστιν ὀρνέων· λείπει δὲ ἡ ἀπό, ἀπὸ πτηνῶν. τόξων | πτανῶν πτερωτῶν τόξων. | |
Ph712 | ἀνύσειε πτανοῖς περιποιήσειεν ὀρνέοις. | |
Ph714 | οἰνοχύτου πώματος οἴνου περιφραστικῶς. | |
Ph715 | ἥσθη ἀντὶ ἐνεπλήσθη· οὐδὲ οἴνου μετείληφεν. | |
Ph716 | στατὸν εἰς ὕδωρ τὸ ἐξ ὄμβρου συνεστηκὸς ὕδωρ ἢ πηγαῖον ἢ λιμναῖον· παρὰ τὸ ἠρεμεῖν καὶ μὴ ὑπὸ ἀνέμων κινεῖσθαι. | |
Ph717 | προσενώμα ἑαυτὸν ἐκίνει ἀντὶ ἐπορεύετο. | |
Ph719 | παιδὸς ὑπαντήσας τυχὼν Νεοπτολέμου. | |
Ph720 | εὐδαίμων ἀνύσει εὐδαιμονήσει· τὸ ἑξῆς, εὐ‐ δαίμων καὶ μέγας ἀνύσει· ἐκ κείνων δὲ λέγει τῶν κακῶν. | |
Ph721 | μέγας ἐκ κείνων ἐκ τῶν κατ’ αὐτὸν εὐτυχής. | |
λείπει ἔσται. | 372 | |
Ph722 | ποντοπόρῳ δούρατι τῇ νηί. πλήθει | πολλῶν μηνῶν τῷ πλήθει τῶν μηνῶν. | |
Ph724 | πατρῴαν ἄγει πρὸς αὐλὰν τὴν πατρίδα. | |
Ph725 | Μηλιάδων ἔστιν ἀντὶ Τραχινίων· περὶ τὴν Τραχῖνα γὰρ οἱ Μηλιεῖς. | |
Ph726 | ἵν’ ὁ χάλκασπις ὅπου ὁ ἐκθεωθεὶς ἀνὴρ πελάζεται πᾶσι· λέγει δὲ τὸν Ἡρακλέα. | |
Ph727 | πλάθει πᾶσιν ἐπιφαίνεται λαμπρὸς ὢν ὡς πῦρ. θείῳ πυρὶ λείπει τὸ ὡς. | |
Ph730 | τί δή ποθ’ κ. ἑ. τοῦτό φησιν ὁρῶν τῇ νόσῳ πληττόμενον καὶ σιωπῶντα. | |
Ph732 | ἐνοχλεῖ τῷ Φιλοκτήτῃ ἡ συνήθης νόσος· θέλει δὲ κρατῆσαι ἑαυτοῦ διὸ προσποιεῖται ὅταν λέγῃ ἀλλ’ ἄρτι κουφίζειν δοκῶ. | |
Ph736 | ὁ Φιλοκτήτης διὰ τὴν εἰς οἶκον ἀνακομιδὴν ἀπαγορεύει τὰς γινομένας ὀδύνας καὶ λέγει ἰὼ θεοὶ ὡς χαίρων διὰ τὸν Νεοπτόλεμον, οὐ δύναται δὲ ἀληθῶς. | |
Ph739 | ἀναστενάζει λοιπὸν τῆς νόσου πλεοναζούσης. | |
Ph741 | ἀντὶ ἔοικάς μοι ὀδυνᾶσθαι. | |
Ph745 | βρύκομαι ἐσθίομαι, καταναλίσκομαι. | |
Ph749 | ἀπάμησον κόψον, θέρισον. | |
Ph752 | ἰυγὴν ὀξεῖαν βοήν. | |
Ph753 | βούλεται εἰπεῖν τὴν εἰς οἶκον ἀνακομιδὴν ἐν νῷ λαμβάνων μήπως καταλείψει αὐτὸν ὁ Νεοπτόλεμος, οὐ λέγει δὲ διὰ τὸ πάθος. | |
Ph755 | τοὐπίσαγμα ἡ ἐπείσοδος, ἡ προσθήκη. | |
Ph758 | πλάνοις ὁδοιπορίαις· ἥκει ἡ νόσος ἴσως ὅτε ἐκορέσθη πλανωμένη· ὡς ἐπὶ θηρὸς δὲ ποιεῖται τὸν λόγον. | 373 |
Ph764 | ᾔτου ἠξίωσας, ᾔτεις. ἀνῇ ἐνδῷ. | |
Ph766 | φύλασσε, φησίν, αὐτά, τὰ τόξα· ἅμα γὰρ τῷ πάθει τούτῳ ὕπνος μοι ἐπέρχεται καὶ οὕτω παύομαι τῆς νόσου. | |
Ph768 | τῆς ὀδύνης παύσασθαι πρότερον πρὶν κοι‐ μηθῆναι. | |
Ph770 | ἐκεῖνοι οἱ περὶ Ὀδυσσέα. | |
Ph773 | πρόστροπον ἱκέτην. | |
Ph776 | ἱλάσκου τὸν φθόνον ὥστε αὐτὰ μὴ γενέσθαι σοι πολύστονα, πικρὰ καὶ αἴτια κακῶν. | |
Ph777 | ὅπως ὁμοίως. | |
Ph778 | τῷ πρόσθ’ ἐμοῦ κεκτημένῳ τῷ Ἡρακλεῖ. | |
Ph784 | κηκῖον ἀναρρέον, ἀναδιδόμενον· Ὅμηρος πολὺς δ’ ἀνεκήκιεν ἱδρώς. | |
Ph791 | ὦ ξένε Κεφαλλὴν ὦ Ὀδυσσεῦ. | |
Ph795 | τρέφοιτε λάβοιτε ἀντ’ ἐμοῦ. | |
Ph800 | ἐν γὰρ τῇ Λήμνῳ τὸ ἐργαστήριον τοῦ Ἡφαί‐ στου ἔνθα καὶ κρατῆρες πυρός εἰσιν. ἀνακαλουμένῳ παρακαλοῦντι. | |
Ph801 | ὅτε τὴν πυρὰν Ἡρακλέους ἀνῆψεν. | |
Ph803 | τοῦτ’ ἐπηξίωσα δρᾶν τὸ κατακαῦσαι. | |
Ph805 | λαβὼν τὰ τόξα ὁ Πύρρος ἐσιώπησεν ἀπορῶν τί ἆρα ποιήσειεν. | |
Ph812 | πρὸς τὴν ὑπόθεσιν καὶ τοῦτό φησι διὰ τὸ τὸν χρησμὸν εἶναι μηδέτερον αὐτῶν πορθήσειν τὸ Ἴλιον. οὐ θέμις οὐκ εὐσεβές. | 374 |
Ph814 | ἐκεῖσε νῦν μ’, ἐκεῖσε διὰ τούτου νῦν ἔοικεν ὁ Φιλοκτήτης παραφρονεῖν ὑπὸ τῆς νόσου. | |
Ph815 | παραφρονεῖς ἐκτὸς τῶν φρενῶν γέγονας. | |
Ph818 | πλέον φρονεῖς ἀντὶ ὠφελιμώτερον ἐμοῦ. | |
Ph820 | εἰπὼν ἐκοιμήθη. | |
Ph821 | ἔοικεν ὁ ὕπνος τὸν ἄνδρα οὐκ εἰς μακρὰν καταλήψεσθαι. | |
Ph822 | ὑπτιάζεται κλίνεται ἢ ὀπίσω ῥίπτεται. | |
Ph824 | νεῦρον ῥαγὲν ἀπὸ τοῦ ἄκρου ποδὸς αἷμα ἀνίησιν. | |
Ph827 | ἀδαὴς ἄπειρε. ἀλγέων ἀπὸ κοινοῦ τὸ ἀδαής. | |
Ph828 | εὐαὴς εὔπνους. | |
Ph829 | εὐαίων εὐμενής, καλῶς ἄγων ἡμῖν τὸν αἰῶνα. | |
Ph830 | ὄμμασι δ’ ἀντίσχοις κάτεχε τὸ ὁρατικόν, ὅπερ νῦν ἥπλωται καὶ διαχεῖται, τῇ τοῦ ὕπνου ἀχλύι· τοιαύτην δὲ αἴγλην, ἥτις νῦν τέταται, ἀντέχοις 〈εἰσ〉 τὰ ὄμματα, λέγει δὲ τὸν ὕπνον τὸν λεγόμενον καὶ | |
5 | 〈παιῶνα〉 αὐτῷ παραχρῆμα ὡς ἔστιν αὐτῷ αἴγλη καὶ φῶς. ἐναντιωθείης τοῖς ὄμμασι τοῦ φίλου καὶ μὴ ἐάσῃς αὐτὸν βλέψαι νῦν. | |
Ph833 | ποῦ στήσῃ τῆς γνώμης; ποίας γνώμης κρα‐ τήσεις; | |
Ph834 | τὰ μετὰ ταῦτα πῶς ὁρᾷς φροντίδος ἀντὶ | |
ἐννοεῖς; | 375 | |
Ph837 | καιρός τοι πάντων γνώμαν ἐπὶ πάντων ἡ μετὰ εὐκαιρίας σύνεσις πολλῶν ἐπικράτειαν ἐν ἑτοίμῳ καρποῦται· ὁ δὲ νοῦς, ὁ καιρὸς ἐκεῖνος ὁ εὐκαίρως ἐπιτελούμενος πολλοῖς εὐδοξίαν σύνεγγυς παρέχει. | |
Ph838 | παρὰ πόδα ἀντὶ τοῦ πλησίον. ἄρνυται ἀποφέρεται. | |
Ph839 | ταῦτα δι’ ἐπῶν. | |
Ph840 | τήνδ’ ἁλίως ἔχομεν τὴν θήραν τῶν τόξων μάτην ἔχομεν χωρὶς τοῦ Φιλοκτήτου πλέοντες. | |
Ph842 | κομπεῖν δ’ ἔστ’ ἀτελῆ ἐννοεῖν δὲ καὶ ἐπαγ‐ γέλλεσθαι ἀτέλεστα ψευδόμενον αἰσχρὸν ὄνειδος. ἀτελῆ εὐτελῆ. | |
Ph845 | βαιάν μοι, βαιάν, ὦ τέκνον μικρὰ καὶ ἠρέμα μοι, φησί, διαλέγου μήποτε ἀκούσῃ κοιμώμενος. | |
Ph847 | ὡς πάντων ἐν νόσῳ εὐδρακής ἀντὶ ἐλαφρὸς πρὸς τὸ ταχὺ ἀναβλέψαι καὶ ἐγερθῆναι· ἀντὶ ὁ ὕπνος ἐν τῇ νόσῳ ταχέως βλέπει· ἀντὶ ὁ νοσῶν ταχέως ἀν‐ ίσταται· λείπει δὲ τὸ ὡς· βούλεται γὰρ λέγειν ὥστε | |
5 | λεύσσειν ὁ ὕπνος, ὡς μὴ ἡγεῖσθαι τοῦτον ὕπνον ὑπάρχειν. | |
Ph849 | μάκιστον μέγιστον, εὐσύμβολον, σύμφορον. | |
Ph851 | ἐξίδου ὅτι πράξεις θεώρησον, βλέψον· πλεο‐ νάζει γὰρ ἡ ἐξ καθάπερ καὶ ἐπὶ τούτων, ἀνεπίστασο ἀντὶ ἐπίστασο καὶ ἐνδίδαξον ἀντὶ τοῦ δίδαξον. ὅτι ὅπως. | |
Ph852 | ὧν ὅν. ὃν αὐδῶμαι δι’ ὃν λέγω ἀντὶ τὸν Φιλοκτήτην. | |
διὰ μέσου τοῦτο εἴρηκεν. | 376 | |
Ph853 | εἰ ταὐτὰν τούτῳ γνώμαν εἰ τὴν αὐτὴν τῷ Ὀδυσσεῖ γνώμην ἔχεις ὥστε αἴρειν τὸν Φιλοκτήτην ἐντεῦθεν. ἔχεις ἴσχεις. | |
Ph854 | ἄπορα πυκινοῖσιν ἄπορόν ἐστι καὶ τοῖς συν‐ ετοῖς συνιδεῖν τὸ πρακτέον· λείπει οὖν ὁ καί. γράφε πυκνοῖς ἵν’ ᾖ ἐν πράγμασι πυκνοῖς συνιδεῖν τὸ πρα‐ κτέον ἄπορον. | |
Ph855 | οὖρος ἐπιτήδειος καιρός. | |
Ph856 | ἀνόμματος ἐστέρηται τοῦ φωτός. | |
Ph858 | ἐκτέταται νύχιος ἐπεὶ κατὰ νύκτα καθεύ‐ δουσι παρὰ τοῦτο εἶπεν τὴν ἡμέραν νύκτα ἄγων ἀντὶ κοιμώμενος· τὸ δὲ ἑξῆς, ἐκτέταται νύχιος, οὐ χερός, οὐ ποδὸς ἄρχων ἀντὶ οὐδὲν τῶν μελῶν δυνάμενος | |
5 | κινεῖν οὐδὲ βλέπειν. | |
Ph859 | ἀλεὴς ὕπνος ἐσθλός ὁ ὕπνος ὁ ὑπὸ τὴν ἀλέαν τοῦ ἡλίου. ἀλεὴς θερμὸς παρὰ τὴν ἀλέαν· Ὅμηρος ἀλέη τε γένηται· | |
5 | τοῦτο δὲ καθ’ ἑαυτόν φησιν, 〈ὁ〉 ὕπνος σύμφορος ἡμῖν ἐστι καὶ τοῖς πράγμασιν ἀγαθός. | |
Ph863 | τὸ δ’ ἁλώσιμον τὸ δὲ ἀγρεύσιμον ὅ ἐστι 〈τὸ〉 πέρας ἀνάκειται τῇ ἐμῇ φροντίδι. | |
Ph864 | ὁ πόνος ὁ μὴ φόβον ἔχων κράτιστός ἐστιν ὅ ἐστιν ὁ μὴ πρὸς κίνδυνον ὁρῶν ἀντὶ μὴ φοβηθῶμεν· πάντα γὰρ ἀνύομεν. | |
Ph865 | ἀφεστάναι φρενῶν παραφρονεῖν. | |
Ph868 | οἰκούρημα φυλακή, παρουσία. | 377 |
Ph869 | ἐξηύχης’ ἐνόμισα. | |
Ph870 | ἐλεεινῶς οἰκτρῶς ὑπομεῖναι. | |
Ph875 | ἐν εὐχερεῖ ἐν ἐλαχίστῳ. | |
Ph876 | δυσοσμίας γέμων πεπληρωμένος σὺ τῆς ἐμῆς δυσοσμίας. | |
Ph880 | ὅταν με ὁ κάματος ἀφῇ. κόπος μ’ ἀπαλλάξῃ γράφε κόπου ἀπαλλαχθῶμεν. | |
Ph881 | ἐπίσχωμεν πέρα κωλύσωμεν. | |
Ph885 | ξυμφορὰς τύχας. | |
Ph886 | φίλον τὸ αἴρεσθαι ὑπὸ τούτων. | |
Ph891 | πρὸ τοῦ δέοντος πρὸ τοῦ καιροῦ ἱκανὸς 〈γὰρ〉 αὐτοῖς γενήσεται ὁ πόνος ἐπὶ τῇ νηὶ συνεῖναί μοι καὶ συνναίειν ἐμοί. | |
Ph893 | ἵστασο καὶ ἀντιλαμβάνου. | |
Ph895 | τοὐνθένδε τὸ μετὰ ταῦτα. ἀδημονεῖ ἐννοῶν ὅτι μέλλει ἐξαπατᾶν τὸν Φιλο‐ κτήτην καὶ ἀπάγειν εἰς τὴν Ἴλιον, οὐκέτι ἐπὶ τὴν πατρίδα καθάπερ ἐπηγγέλλετο. | |
Ph898 | τοῦ περὶ τίνος; | |
Ph899 | πάθους λέγει τῆς ἀπορίας ἀντὶ ἀπορῶν τυγχάνω. | |
Ph900 | οὐ δή σε ἐρωτηματικῶς. | |
Ph902 | φύσιν λείπει ἡ εἰς. | |
Ph903 | ἐκείνην, φησί, λέγω δυσχέρειαν προσεῖναι τῷ ἀνδρὶ τῷ ξένον τι τῆς αὑτοῦ διανοίας διαπραττομένῳ. | |
Ph904 | τοῦ φυτεύσαντος τοῦ Ἀχιλλέως. | |
Ph907 | οὔκουν ἐν οἷς γε δρᾷς ἐν οἷς πράττεις οὐκ | |
ἔσῃ αἰσχρός. | 378 | |
Ph909 | ἃ μὴ δεῖ τὰ ἀληθῆ. λέγων αἴσχιστ’ ἐπῶν ἀπατῶν. | |
Ph910 | εἰ μὴ ’γὼ κακὸς γνώμην ἔφυν εἰ μὴ κακῶς καὶ ἀνοήτως βουλεύομαι. | |
Ph912 | οὐχ ὅτι καταλείψω σε ἄχθομαι ἀλλ’ ὅτι λυ‐ πηρῶς καὶ οὐ κατὰ τὴν σὴν γνώμην μέλλω σε ἄγειν· ἐπὶ Τροίαν δέ φησιν. | |
Ph919 | κακοῦ τῆς νόσου. | |
Ph921 | πολλὴ γάρ ἐστιν ἀνάγκη ταῦτα διαπράξασθαι. | |
Ph925 | τῶν κρατούντων γὰρ φροντίζω μᾶλλον ἢ σοῦ διὸ οὐ δώσω σοι ταῦτα. | |
Ph927 | ὦ πῦρ σὺ παρὰ τὸ ὄνομα· καλεῖται γὰρ Πύρρος. | |
Ph935 | οὕτως μοι πάλιν προσέχει ἀναιδῶς ὡς μὴ ἐάσων καὶ δώσων τὰ βέλη. | |
Ph936 | ξυνουσίαι συνδιαγωγαί. | |
Ph937 | καταρρῶγες κοιλώδεις τόποι. | |
Ph938 | ὑμῖν ταῦτα λέγω· οὐ γὰρ οἶδα πρὸς ἄλλον ὅν τινα ἀποδύρομαι. | |
Ph939 | τοῖς εἰωθόσιν λείπει τὸ κλύειν ἐμοῦ. | |
Ph944 | φήνασθαι δεῖξαι. | |
Ph946 | ἐναίρων νεκρὸν σφάττων νεκρὸν κατὰ τὴν παροιμίαν. | |
Ph947 | ἄλλως μάτην. | |
Ph950 | ἐν σαυτῷ γενοῦ φρόνιμος ἔσο. | |
Ph952 | δίπυλον δίθυρον. | |
Ph953 | τόξων γυμνός, τὴν διὰ τῶν τόξων μοι γινο‐ μένην οὐκ ἔχων τροφήν· ἄνευ τροφῆς οὖν ἀντὶ τῶν | |
τόξων. | 379 | |
Ph954 | αὖ θανοῦμαι γράφε αὐανοῦμαι ἀντὶ τοῦ ξηρανθήσομαι. | |
Ph957 | ἐγὼ εἰωθὼς ἐσθίειν τὰ θηρία βρωθήσομαι νῦν παρ’ αὐτῶν. | |
Ph959 | ῥύσιον τίσω ἐνέχυρον, ἀμοιβὴν ἐκτίσω· Ὅμηρος ῥύσι’ ἐλαυνόμενος. | |
Ph962 | γνώμην μετοίσεις μετανοήσεις. | |
Ph964 | προσχωρεῖν ὑποχωρεῖν, πεισθῆναι. | |
Ph968 | ἐκκλέψας ἀπατήσας. | |
Ph971 | τὰ αἰσχρὰ παρ’ ἑτέρων μαθών. | |
Ph972 | νῦν δὲ ἄλλοις δοὺς τὰ κακὰ οἷς εἰκὸς ἔκπλει τὰ ἐμὰ ἐμοὶ δούς. | |
Ph975 | οὐκ εἶ; οὐκ ἔρχῃ; | |
Ph978 | πέπραμαι πεπραγμάτευμαι. | |
Ph982 | οὐδ’ ἢν θέλῃ ὁ Νεοπτόλεμος. | |
Ph983 | στελοῦσί σε πέμψουσί σε. | |
Ph984 | τολμήστατε τολμηέστατε. | |
Ph986 | σέλας | Ἡφαιστότευκτον τὸ Ἡφαίστειον πῦρ· ἐν γὰρ τῇ Λήμνῳ τὰ τοῦ Ἡφαίστου ἐργαστήρια ἔνθα καὶ κρατῆρές εἰσι πυρός. | |
Ph988 | ἐκ τῶν σῶν λείπει κόλπων. | |
Ph997 | ἀντὶ οὐ δοῦλον ἀλλ’ ἄριστον καὶ μετὰ ἀρί‐ στων τὴν Τροίαν δεῖ σε πορθῆσαι· τοῦτο δὲ προ‐ τρεπτικόν. | |
Ph1000 | γῆς τῆς Λήμνου. | |
Ph1002 | πρὸς τῇ πέτρᾳ ἐναιμάξω τὴν κεφαλήν μου | |
ἄνωθεν πεσὼν ἀπὸ πέτρας. | 380 | |
Ph1003 | μὴ ἔστω ἐπὶ τῷ Φιλοκτήτῃ ἡ ἐξουσία τοῦ κατακρημνίζεσθαι. | |
Ph1004 | ὦ χεῖρες δεδεμένος φησίν. | |
Ph1005 | συνθηρώμεναι ἁλοῦσαι καὶ συλλαμβανό‐ μεναι. | |
Ph1006 | ὦ δόλιε Ὀδυσσεῦ. | |
Ph1008 | πρόβλημα πρὸ σοῦ πέμψας τὸν Νεοπτόλεμον. | |
Ph1014 | ἀφυῆ ἄκακον ἀπὸ φύσεως. | |
Ph1016 | νοεῖς διανοῇ. | |
Ph1017 | προὐβάλου ἔρριψας. | |
Ph1018 | ἐν ζῶσιν νεκρὸν ἤτοι ὅτι κοιμώμενον αὐτὸν εἴασεν ἢ διὰ τὸ πάθος. | |
Ph1025 | κλοπῇ ἀνάγκῃ· καὶ Ὅμηρος κλέπτε νόῳ· ζυγεὶς δὲ ὑποταγείς· ὁ δὲ νοῦς, καίτοι σὺ μὲν ἀναγ‐ κασθεὶς στρατεύῃ· προσποιούμενον γὰρ αὐτὸν μαίνε‐ | |
5 | σθαι Παλαμήδης ἤλεγξεν. | |
Ph1028 | ὡς σὺ φὴς οἱ Ἀτρεῖδαί με ἐξέβαλον, ὡς δέ φασιν ἐκεῖνοι σύ. σὺ μέν, φησίν, ἐκείνους αἰτιᾷ ἐκεῖνοι δὲ σέ. | |
Ph1033 | τοῦτο γὰρ προφασισαμένου Ὀδυσσέως, ὅτι θῦσαι οὐκ ἔστι τούτου ἐπιστενάζοντος, ἐξέθηκαν αὐτόν. | |
Ph1036 | εἰ φροντίς ἐστι τῆς δίκης τοῖς θεοῖς. | |
Ph1039 | κέντρον ἐρεθισμός. | |
Ph1040 | θεοί τ’ ἐπόψιοι οἱ ἐφορῶντές με δυστυ‐ χοῦντα. | |
Ph1045 | βαρὺς βαρὺς λόγοις. | 381 |
Ph1046 | κοὐχ ὑπείκουσαν κακοῖς κοὐκ ἀναδυομένην ἐν τοῖς κακοῖς. | |
Ph1048 | εἴ μοι παρείκοι εἰ καιρὸς ἐπιτρέψειέ μοι. νῦν δ’ ἑνὸς κρατῶ λόγου νῦν δὲ σιωπῶ· οἶδα γὰρ τοῦτο ποιεῖν ὅπου δεῖ. | |
Ph1049 | οὗ ὅπου τοιούτων δεῖ, τῶν σιωπώντων. | |
Ph1050 | κρίσις δοκιμασία, ἐξέτασις. | |
Ph1051 | μᾶλλον—εὐσεβῆ εὐσεβέστερον. | |
Ph1052 | χρῄζων γράφε κρείσσων. | |
Ph1056 | οὐ μόνος Τεῦκρός ἐστι τοξότης ἀλλὰ κἀγὼ ὑπολαμβάνω ἐμαυτὸν τούτων ἔμπειρον εἶναι, οὐχ ἧττον σοῦ· Ὅμηρος εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι. | |
Ph1059 | τούτων τῶν τόξων. | |
Ph1060 | τί δῆτα σοῦ δεῖ; τίς σοῦ χρεία; χαῖρε τὴν Λῆμνον πατῶν ἥδου τῇ διατριβῇ τῆς Λήμνου. | |
Ph1067 | προσφθεγκτὸς προσφωνηθῆναι ἄξιος. | |
Ph1070 | ἆρα καὶ ὑμεῖς μιμεῖσθε τούτους καὶ ἀν‐ ηλεεῖς γενήσεσθε πρὸς ἐμέ; | |
Ph1074 | τὸ ἑξῆς, ἀκούσομαι πρὸς τοῦδε ὥς εἰμι οἴκτου μεστὸς οἷον καταγνωσθήσομαι ὡς ἥττων οἴκτου. | |
Ph1076 | τά τ’ ἐκ νεὼς τὰ ἐπὶ τῆς νεώς. | |
Ph1077 | στείλωσι κοσμήσωσι. | |
Ph1078 | ἐν τούτῳ ἐν τοσούτῳ. | |
Ph1079 | νὼ ἡμεῖς. | |
Ph1080 | ὁρμᾶσθαι ταχεῖς λείπει γίνεσθε. | |
Ph1081 | ὦ κοίλας πέτρας ὦ σπήλαιον θερμὸν διὰ τὸν ἥλιον καὶ διὰ τὸ ψῦχος παγετῶδες· ἢ οὕτως, ἐν θέρει ψυχρόν, ἐν δὲ χειμῶνι θερμὸν ἀντὶ ἐπιτήδειον εἰς χειμῶνα καὶ θέρος· γύαλον δὲ ἀντὶ τοῦ κεῦθος· | 382 |
5 | κυρίως δὲ γύαλα τὰ κοῖλα λέγεται, ἀλλ’ ἐὰν οὕτω μεταφράσῃς ἀπίθανον τὸ κοῖλον κοίλωμα διὸ δὴ τὸ κεῦθος ἢ ἀντὶ τὸ ἄλσος μεταφράζομεν. | |
Ph1084 | ἀλλά μοι | καὶ θνήσκοντι συνοίσῃ ἀντὶ καὶ ἀπολλυμένῳ μοι σύμφορον ἔσῃ καὶ ὠφέλιμον καὶ δέξῃ με ἀποθανόντα· ἢ οὕτω, σὺν ἐμοὶ ἔσῃ καὶ ὄψει με ἀποθανόντα. ὑπερβολικῶς, οἷον καὶ μετὰ θάνατον | |
5 | συνελεύσῃ μοι καὶ οὐ καταλείψεις με. | |
Ph1089 | τί ποτ’ αὖ μοι τὸ κατ’ ἦμαρ τί ἄρα τρό‐ φιμόν μοι καθ’ ἡμέραν ἔσται; οὐ γὰρ ἐπικρατῶ ἐμαυτῷ· ἢ οὐ γὰρ ἔτι ἔχω ἐλπίδα. | |
Ph1091 | σιτονόμου σῖτον νέμοντος, τροφέως. πόθεν ἐλπίδος; ἀπὸ ποίας ἐλπίδος; | |
Ph1092 | εἴθ’ αἰθέρος ἄνω τὸ ἑξῆς, εἴθε αἰθέρος ἄνω ἕλωσί με ὀξύτονοι δρομάδες διὰ πνεύματος· τινὲς δὲ οὕτω, μετὰ ὀξυτόνου πνεύματος ἕλωσί με· ὀξύτονον δὲ λέγει πνεῦμα ἀπὸ τοῦ ὀξυτόνως βοᾶν. | |
5 | γράφε δρομάδες αἱ καταιγίδες· τινὲς δὲ πτωχάδες ἵνα τὰς Ἁρπυίας σημαίνῃ διὰ τὸ ἀεὶ πεινῆν. | |
Ph1093 | πτωκάδες αἱ Ἅρπυιαι ἐπιθετικῶς διὰ τὸ ἐπεμπίπτειν ἢ διὰ τὴν φωνήν· εἰ δὲ γράφεται πτω‐ | |
χάδες αἱ ἀεὶ πεινῶσαι· τοῦτο γὰρ πάσχουσιν οἱ πτωχοί. γράφεται πτωμάδες, πτωκάδες, πτωχάδες [πρω‐ | 383 | |
5 | τάδες], δρομάδες. | |
Ph1095 | σύ τοι σύ τοι κατηξίωσας σὺ σαυτῷ περι‐ εποίησας τὴν νόσον, σὺ σαυτῷ τούτων πρόξενος γέ‐ γονας, ὦ δυστυχέστατε, σὺ σαυτῷ κατηξίωσας καὶ οὐκ ἀπό τινος ταύτῃ τῇ τύχῃ ἐνέχῃ, ἀπὸ μείζονος σοῦ, | |
5 | διὸ μηδένα ἄλλον αἰτιῶ ἀλλὰ σαυτόν· ἐξῆν γάρ σοι ἀκολουθήσαντι τὰ κακὰ διαφυγεῖν. | |
Ph1097 | ἔχῃ συνέχῃ. | |
Ph1099 | εὖτέ γε παρὸν φρονῆσαι ὅτε γε παρόντος σοι φρονῆσαι τὸ λυσιτελὲς 〈ἑλέσθαι〉 ἀπὸ πλείονος δαίμονος τὸ κάκιον εἵλου, τὸ μὴ ἐλθεῖν· πλείονος δὲ δαίμονος λέγει τοῦ λυσιτελεστέρου καὶ συμφόρου. | |
Ph1100 | τοῦ λῴονος δαίμονος τοῦ συμφέροντος. λείπει ἡ ἀντί. | |
Ph1103 | λωβατὸς ἐπίπονος. ὃς ἤδη μετ’ οὐδενός τὸ ἑξῆς, ὃς ἤδη ἐνθάδε ὀλοῦμαι μετ’ οὐδενὸς ὕστερον ἀνδρὸς εἰσοπίσω τάλας ναίων· ὁ δὲ νοῦς, ἄρα ἐγὼ δύστηνος ἐνταῦθα ἀπ‐ | |
5 | ολοῦμαι ἀνθρώπων κεχωρισμένος; | |
Ph1108 | οὐ φορβὰν ἔτι προσφέρων ἀντὶ προσφερό‐ μενος· ἐνίοτε δὲ ἔμπαλίν φησι διακονούμενος ἀντὶ τοῦ διακονῶν καὶ στιβαδοποιούμενος ἀντὶ στιβάδα ποιῶν. | |
Ph1111 | ἀλλά μοι ἄσκοπα ἀπροσδόκητα, δόλια, ἃ οὐκ ἔστι προσκέψασθαι· γράφεται δὲ καὶ ἄψοφα ἀπὸ | |
τοῦ μὴ ψοφεῖν ἀντὶ λαθραῖα· ἀπὸ μεταφορᾶς τῶν κολυμβώντων· κρυπτὰ δὲ ἔπη φησὶ τὰ τοῦ Ὀδυσσέως. | 384 | |
5 | εἰς τὸ αὐτό: ἀλλά μοι τὰ ἀφανῆ καὶ κρυπτὰ 〈ἔπη〉 δολίας φρενὸς ὑπέδυ με· τὸ δὲ ἑξῆς, ἀλλά μοι ὑπέδυ ἄσκοπα κρυπτά τε ἔπη δολερᾶς φρενός. | |
Ph1113 | ἰδοίμαν δέ νιν ὡς κατευχόμενος, γένοιτο δέ μοι τὸν παραίτιον τούτων ἴσον χρόνον δυστυχῆσαι τῆς ἐμῆς λαχόντα ἀνίας· δεῖ δὲ καὶ κατὰ τὸ πληθυν‐ τικὸν ἀκούεσθαι ἐμὰς λαχόντ’ ἀνίας ἀλλὰ τῆς ποιη‐ | |
5 | τικωτέρας ἡ τοιαύτη φράσις. | |
Ph1116 | πότμος σε δαιμόνων λείπει ἡ ἐξ, ἐκ θεῶν γὰρ τύχη τις τοῦτό 〈σοι〉 κεκλήρωκεν καὶ οὐχ ὑπ’ ἐμοῦ δεδόλωσαι· κατὰ κοινοῦ τὸ ἔσχεν, τὸ δὲ ἑξῆς, πότμος σε δαιμόνων τάδ’ ἔσχεν οὐδέ σε δόλος ἔσχεν | |
5 | ὑπὸ χειρὸς ἐμᾶς· ὁ δὲ νοῦς, παῦσαι τῶν καταρῶν τούτων, ὦ φίλε, μὴ διὰ τούτων κτήσῃ ἡμᾶς ἐχθρούς· θεὸς γὰρ τῆς δυστυχίας ταύτης παραίτιος, οὐχ ἡμεῖς γεγόναμεν οὔτε δόλῳ ὑπεισελθόντες οὔτε ἄλλῳ τινὶ πράγματι. | |
Ph1120 | ἀρὰν ἀρὰν ἐπ’ ἄλλοις δεῖ ἀκούεσθαι ἐπὶ τῶν μάτην καταρωμένων, σαυτῷ γὰρ ἐγένου αἴτιος, δεῖ δὲ καὶ οὕτω, καταρῶ τοῖς ἄλλοις καὶ μὴ ἡμῖν. | |
Ph1121 | καὶ γὰρ ἐμοὶ τοῦτο μέλει μέλει μοι τὸ παραινέσαι σοι ἵνα μὴ ἀπώσῃ τὴν φιλίαν οἷον οὐ θέλω σε ἐχθρὸν ἡμῖν καταστῆσαι· ἢ ὡς παραινοῦντές | |
φασι, μὴ ἀπώσῃ τὴν φιλίαν ἡμῶν. | 385 | |
Ph1122 | μὴ φιλότητ’ ἀπώσῃ λείπει ἵνα. φιλότητ’ ἣν ἔχομεν πρὸς σέ. | |
Ph1125 | γελᾷ ὁ Ὀδυσσεύς. πάλλων τὰ τόξα φησίν. | |
Ph1129 | ἐκβεβιασμένον ἐξηρπασμένον. | |
Ph1131 | τὸν Ἡράκλειον | ἄθλιον ἀντὶ ἐμὲ τὸν τοῦ Ἡρακλέους διάδοχον· ἢ ἐμὲ τὸν ἐπὶ τῷ Ἡρακλεῖ ἆθλον ποιήσαντα τὴν πυρὰν καὶ ὑφάψαντα αὐτήν. ἑαυτόν φησιν. | |
Ph1132 | ἄθλιον γράφε ἆθλον. | |
Ph1134 | μεταλλαγᾷ μεταβολῇ. | |
Ph1135 | ἐρέσσῃ στρέφῃ· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐρεσσόντων. | |
Ph1136 | ὁρῶν ἀντὶ τοῦ βλέπον, σύ, ὦ τόξον. | |
Ph1138 | μυρί’ πλήθη κακῶν. ἀνατέλλονθ’ ἐσόμενα. | |
Ph1140 | ἀνδρός τοι τὸ μὲν εὖ δίκαιον εἰπεῖν ἀγαθοῦ ἀνδρός ἐστι τὸ ἀληθὲς ἐν καιρῷ λέγειν (δίκαιον γὰρ νῦν φησι τὸ ἀληθές, εὖ δὲ τὸ ἐν καιρῷ), ὀφείλει δὲ καὶ ὁ ἀκούων μὴ ἐκφαυλίζειν τὰ λεγόμενα· τοῦτο δέ | |
5 | φησιν ὅτι ὁ μὲν Νεοπτόλεμος τὸ ἀληθὲς εἶπεν ὁ δὲ Φιλοκτήτης ἐξευτέλισεν. εἰς τὸ αὐτό: ἀγαθοῦ μὲν ἀνδρός ἐστι τὸ δίκαιον εἰπεῖν εἰπόντα δὲ μὴ φθονεῖ‐ σθαι ὅτι οὐκ ἔδει σε τῷ Νεοπτολέμῳ φθονεῖν εἰπόντι τὸ δίκαιον· κατὰ κοινοῦ δὲ τὸ δίκαιον, ἀγαθοῦ ἀνδρός | |
10 | ἐστι τὸ λέγειν τὸ δίκαιον, δίκαιον δὲ καὶ σὲ ὁμολογεῖν ὅτι εὖ πέπρακται, ἀκούοντα δὲ τούτων μὴ φθονερόν | |
τι καὶ ὀδυνηρὸν ἐπιφθέγξασθαι. | 386 | |
Ph1141 | μὴ φθονερὰν | ἐξῶσαι γλώσσας ὀδύναν μὴ πικραίνεσθαι. | |
Ph1143 | εἷς ἀπὸ πολλῶν εἷς ἀπὸ πολλῶν συμμάχων. | |
Ph1144 | τοῦδ’ τοῦ Ὀδυσσέως. τὸ ἑξῆς, τοῦδ’ ἐφημοσύνᾳ ἤνυσεν κοινὰν ἐς φίλους ἀρωγάν. | |
Ph1146 | ὦ πτηναὶ θῆραι ἀντὶ ὦ ἄγραι· ἀγρεύει γὰρ καὶ πτηνά. χαροπῶν φοβερῶν. | |
Ph1149 | φυγᾷ μ’ οὐκέτ’ ἀπ’ αὐλίων ἀντὶ οὐκέτι φεύξεσθέ με, οὐκέτι μετὰ φυγῆς καὶ φόβου προσπε‐ λάσετέ μοι. | |
Ph1153 | ἀλλ’ ἀνέδην ὅδε χῶρος ἐπ’ ἐξουσίας ὁ τόπος ὑμῖν οὗτος ἀνεῖται ἀντὶ τοῦ ἀδείᾳ ὑπὸ τῶν θηρῶν ὁ τόπος κατασχεθήσεται. ἀνέδην ἀνειμένος καὶ ἡπλωμένος. | |
5 | ἐρύκεται κατέχεται. | |
Ph1154 | φοβητὸς φόβον ἐμποιῶν. | |
Ph1155 | ἕρπετε ἀντὶ ἥκετε. | |
Ph1157 | αἰόλας ποικίλης διὰ τὰ τραύματα. | |
Ph1160 | τίς ὧδ’ ἐν αὔραις τρέφεται τίς τρέφεται ἐξ ἀνέμων μηδενὸς τῶν ἐκ γῆς τροφίμων εὐπορῶν; | |
Ph1161 | κρατύνων ἐγκρατὴς ὤν, εὐπορῶν. | |
Ph1163 | εἴ τι σέβῃ, ξένον πέλασσον ἑαυτὸν δέ φησιν ὁ χορός, ὅτι ἐμοὶ τῷ ξένῳ μετ’ εὐνοίας πρόσελθε ἀντὶ φίλος ἡμῖν γενοῦ. | |
Ph1165 | ἀλλὰ γνῶθ’, εὖ γνῶθι οὕτω τινὲς στί‐ | |
ζουσιν, ἀλλὰ γνῶθ’, εὖ γνῶθι οἷον τὰ ὄντα σοι μάνθανε, τὰ περὶ τῆς νόσου· ὁ δὲ ἀλλὰ ἀντὶ τοῦ δέ, γνῶθι δὲ ἵν’ ᾖ οὕτω, πρὸς θεῶν εἴ τι σέβῃ ξένον | 387 | |
5 | πελάταν πέλασον πάσῃ εὐνοίᾳ, γνῶθι 〈δὲ〉 ὅτι κῆρα τήνδ’ ἀποφυγεῖν σοι πάρεστιν εἰ πεισθείης ἡμῖν ὅ ἐστι τὴν νόσον· οὗτος δὲ ταῦτα λεγόντων συνίησιν ὅτι παραινοῦσιν αὐτῷ εἰς Ἴλιον ἐλθεῖν πρὸς ὃ ἀνα‐ κράζει πάλιν πάλιν μοι. | |
Ph1166 | κῆρα τὴν νόσον. ἀποφεύγειν λείπει πάρεστιν. | |
Ph1167 | οἰκτρὰ γὰρ βόσκειν χαλεπὴ ἡ νόσος τῷ κατεσθίειν. ἀδαὴς ἀδύνατος ἐνταῦθα ἢ ἄγνωστος πρὸς τὸ ὀχεῖσθαι. | |
Ph1169 | πάλιν πάλιν πάλιν τῶν τῆς Ἰλίου με τόπων ἀνέμνησας ἢ τῶν οἰκείων κακῶν· ὑγιῶς δὲ ἔχει περιτ‐ τευούσης τῆς ἐν προθέσεως. | |
Ph1170 | ὦ | λῷστε τῶν πρὶν ἐντόπων ὦ βέλτιστε τῶν πλησιασάντων μοι πάλαι ἢ τῶν περὶ Ὀδυσσέα. ὦ λῷστε ὦ βέλτιστε. | |
Ph1174 | τὰν ἐμοὶ στυγερὰν λείπει ἡ εἰς, εἰς τὴν μισουμένην μοι. | |
Ph1176 | κράτιστον σύμφορον. | |
Ph1178 | ἐμοὶ βουλομένῳ ἡδέως ἀποπλεῦσαι κελεύεις. | |
Ph1180 | ναὸς ἵν’ ἡμῖν τέτακται ὅπου ἡμῖν ἀφῖκται ἡ ναῦς· ἐπὶ τῆς ναὸς ἀντὶ εἰς τὴν ναῦν. | |
Ph1181 | μή, πρὸς ἀραίου ἀρὰ ἡ εὐχή· ἀραῖος οὖν | |
ᾧ πάντες προσευχόμεθα ἢ ὃν ἐπικαλούμεθα ἀρώμενοι· ὥσπερ δὲ ἱκεσίου λέγουσι τοῦ τοὺς ἱκέτας ἐποπτεύ‐ οντος οὕτως ἀραίου τοῦ τοὺς ἀρωμένους ἐπισκοποῦντος. | 388 | |
Ph1182 | ἔλθῃς ἀντὶ ἀπέλθῃς. μετρίαζε ἡσύχαζε. | |
Ph1189 | τεύξω ποιήσω. μετόπιν μετὰ ταῦτα, μετόπισθεν. | |
Ph1190 | ἐπήλυδες αὐτόματοι. | |
Ph1191 | τί πράξοντες ἐναντίᾳ γνώμῃ ἕτερον παρὰ τὸ πρότερον; | |
Ph1194 | χειμερίῳ | λύπᾳ ταραχώδει πάθει, μεταφορι‐ κῶς· οὐκ ἔστι, φησί, μεμπτὸν τῷ δυστυχοῦντι καὶ παραφθέγγεσθαι. | |
Ph1197 | τοῦτο γίνωσκε, ὅτι οὐκ ἔρχομαι οὐδ’ εἰ αὐτὸς ὁ Ζεὺς μετέλθοι με ταῖς βρονταῖς τουτέστιν οὐδ’ εἰ κεραυνοῖ με ὁ Ζεὺς ἂν μὴ ἔλθω. | |
Ph1199 | βρονταῖς αὐταῖς γράφεται καὶ αὐγαῖς, ταῖς βροντῶν αὐγαῖς ταῖς κεραυνίαις· ἔστι μέντοι λαβεῖν καὶ βροντᾶς ἀντὶ τοῦ βροντήσας καθάπερ καὶ ἐν Ὑδρο‐ φόροις τὸν Διόνυσον εἶπεν Βακχᾶν ἀντὶ τοῦ Βακχευτάν. | |
Ph1202 | ἄρθρον μέλος. | |
Ph1205 | ἢ γένυν ἀντὶ τοῦ πέλεκυν ἢ γενῇδα ἢ ἀξίνην. | |
Ph1206 | παλάμην πρᾶξιν ὅθεν καὶ παλαμᾶσθαι· ἢ τέχνην. | |
Ph1208 | φονᾷ θανατᾷ, θανάτου ἐπιθυμεῖ. | |
Ph1215 | ὅστίς ποτε καταλιπών σε ἐπὶ τὸ βοηθεῖν | |
τοῖς Ἕλλησιν οὐκέτι οὐδέν εἰμι. λιβάδ’ τὴν τοῦ ἐπιχωρίου ποταμοῦ. | 389 | |
Ph1218 | ἐντεῦθεν διπλοῦν ἐστι τὸ ἐπεισόδιον. ὁμοῦ ἐγγύς. | |
Ph1219 | στείχων ἂν ἦν σοι ἐπορευόμην ἄν· τὸ δὲ σοι παρέλκει. | |
Ph1222 | οὐκ ἂν οὐδ’ αὖ. ἥντιν’ αὖ παλίντροπος κ. ἑ. ἀντὶ εἰς ποῖον τόπον ἀπέρχῃ· τοῦτο δὲ ὁ Νεοπτόλεμος ἀποδοῦναι βουλό‐ μενος τὰ τόξα τῷ Φιλοκτήτῃ ἐπιπλήσσεται ὑπὸ τοῦ | |
5 | Ὀδυσσέως. παλίντροπος ἐξ ὑποστροφῆς. | |
Ph1238 | ἀναπολεῖν τὰ αὐτὰ λέγειν· ἀπὸ τῶν δεύ‐ τερον ἀναπολούντων τὴν ἠροτριαμένην γῆν. | |
Ph1252 | ἀλλ’ οὐδὲ 〈σοὶ〉 πεισθήσομαι. | |
Ph1256 | κοὐ μέλλοντ’ ἔτι οὐ βραδύνοντα. | |
Ph1257 | ς’ ἐάσω οὐ πολεμήσω. | |
Ph1262 | ἀμείψας καταλιπών. | |
Ph1270 | μεταγνῶναι μετανοῆσαι. | |
Ph1272 | ἀτηρὸς βλαβερὸς παρὰ τὴν ἄτην. | |
Ph1273 | ἀλλ’ οὔ τι μὴν νῦν δόλιος φανοῦμαι. | |
Ph1275 | μὴ λέξῃς πέρα μὴ περαιτέρω εἴπῃς· ὅσα γὰρ ἂν εἴπῃς μάταια λέξεις. | |
Ph1277 | πέρα περαιτέρω. | |
Ph1288 | δολούμεθα ἀπατώμεθα. | |
Ph1293 | μαρτύρομαι τοὺς θεοὺς ὅτι ὃ ποιῶ εἰς χάριν καὶ σωτηρίαν ποιῶ τῶν Ἀτρειδῶν. | |
Ph1298 | οὐκ εἶπεν τὸ θέλῃ ἵνα μὴ δόξῃ συμψηφί‐ | |
σασθαι αὐτοῦ τῷ βουλήματι. | 390 | |
Ph1305 | ἀλλ’ οὖν τοσοῦτον ἀλλ’ οὐ γενναῖον ἄνδρα φονεύσω· πάντες γὰρ οἱ κήρυκες τῶν Ἑλλήνων ἀσθε‐ νεῖς εἰσι καὶ ἡ ἀνδρεία αὐτῶν ἄχρι τοῦ λέγειν. τοὺς πρώτους στρατοῦ τοὺς βασιλεῖς. | |
Ph1306 | ψευδοκήρυκας ψευδοπρεσβευτάς. ψευδῶς κηρυσσομένους, ἐγκωμιαζομένους. | |
Ph1312 | μετὰ ζώντων ἐν ζῶσιν. | |
Ph1313 | ἤκου’ ἄριστα καλῶς ἤκους’. | |
Ph1314 | εὐλογοῦντα εὐφημοῦντα. | |
Ph1316 | πᾶς ἄνθρωπος ἐκ θεοῦ πάσχων ἀνέγκλητός ἐστιν, ὅσοι δὲ διὰ τὴν ἰδίαν προαίρεσιν δυστυχοῦσιν ὥσπερ σὺ οὐδὲ ἐλέους ἄξιοι τυγχάνουσιν. | |
Ph1321 | σύμβουλον συμβουλίαν. | |
Ph1322 | εὐνοίᾳ σοί. | |
Ph1325 | γράφου φρενῶν ἔσω παρὰ τὸ Ὁμηρικὸν σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσι. | |
Ph1326 | σύ, ὦ Φιλοκτῆτα, νοσεῖς ἐκ θείας προνοίας πλησίον ἀπελθὼν τοῦ ὄφεως τοῦ φυλάττοντος τὸ ἱερὸν τῆς Ἀθηνᾶς καὶ οὐκ ἔστιν ἴασις εἰ μὴ ἐκ τῶν Ἀσκλη‐ πιαδῶν. | |
Ph1327 | πλησίον ἐλθὼν τοῦ ὄφεως τοῦ τῆς νήσου τῆς Χρύσης φύλακος. ἀκαλυφῆ ἀστέγαστον. | |
Ph1329 | παῦλαν ἀνάπαυσιν, θεραπείαν. | |
Ph1331 | ταύτῃ μὲν ἀνατέλλῃ ταύτῃ δὲ δύνῃ ὅ ἐστι διὰ παντός. | |
Ph1334 | μαλαχθῇς παύσῃ. | 391 |
Ph1336 | ὡς ἀντὶ ὅπως. | |
Ph1343 | συγχώρει θέλων σὺν ἡμῖν χώρει ἐθελοντής. | |
Ph1344 | καλὸν κτῆμα ὠφεληθῆναί σε κλέος κτώμενον ἐκ τῆς πορθήσεως τῆς Ἰλίου καὶ θεραπευόμενον. ἡ ’πίκτησις ἡ κτῆσις τῆς δόξης. | |
Ph1345 | παιωνίας ἰασίμους, ὑγιαστικάς, θεραπευτικάς. | |
Ph1353 | τῷ προσήγορος; ἀντὶ τίς με προσαγορεύσει; | |
Ph1354 | τὰ πάντ’ ἰδόντες τὰ περὶ ἐμὲ πάθη εἰδότες ἐνιαυτοί, τοῦ αἰῶνος χρόνοι. | |
Ph1355 | ἐξανασχήσεσθε ἀνέξεσθε. | |
Ph1357 | τῷ πανώλει τῷ ἀξίῳ ἀπολωλέναι. | |
Ph1358 | οὐ λυπεῖ με τὰ φθάσαντα ἀλλὰ διὰ τὰ μέλ‐ λοντα δυσφορῶ· οἱ γὰρ ἔχοντες φαύλην τὴν γνώμην ἀκόλουθα τῷ λογισμῷ διαπράττονται. | |
Ph1362 | σοῦ δ’ ἔγωγε θαυμάσας ἔχω θαυμάζω σου καὶ καταγινώσκω σου. | |
Ph1371 | πατρὸς τοῦ Ποίαντος. | |
Ph1374 | θεοῖς τε πιστεύσαντα διὰ τὴν Ἑλένου μαντείαν. | |
Ph1377 | τῷδε δυστήνῳ ποδὶ χωλὸς ὤν. | |
Ph1378 | ἔμπυον δίυγρον διὰ τὸ ἕλκος, πύου πεπλη‐ ρωμένην ὅ ἐστι σήψεως· ὁ δὲ νοῦς, ἀλλ’ οὐ πρὸς ἐκείνους ἄπει ἀλλὰ πρὸς τοὺς θεραπεύσοντάς σε. | |
Ph1385 | σοί που φίλος γ’ ὢν ὑπὲρ τοῦ σοὶ συμ‐ φέροντος. | |
Ph1387 | μάνθανε, φησί, μὴ ἐν τοῖς κακοῖς ἐπαίρεσθαι. κακοῖς λείπει ἡ ἐπί. | |
Ph1389 | μανθάνειν ἐννοεῖν. | |
Ph1392 | ἑλεῖν ἰδεῖν. | 392 |
Ph1401 | λόγοις γράφε γόοις· πολλὰ διὰ Τροίαν πέ‐ πονθα, φησίν. | |
Ph1402 | στείχωμεν ἐπὶ τὴν πατρίδα· ἀπατᾷ δὲ καὶ θέλει ἆξαι εἰς τὴν Τροίαν. | |
Ph1404 | πῶς, φησίν, ἀναίτιος γένωμαι τοῖς Ἕλλησιν; | |
Ph1405 | χώραν τὴν ἐμὴν τὴν Σκῦρον. | |
Ph1406 | τίνα προσωφέλησιν ἔρξεις; ὠφελήσεις. | |
Ph1411 | ὑπολάμβανε ὁρᾶν τὸν Ἡρακλέα. | |
Ph1415 | βουλεύματα πεπρωμένα. | |
Ph1423 | σὺν τῷδ’ ἀνδρὶ τῷ Νεοπτολέμῳ. | |
Ph1425 | ἐκκριθεὶς νομισθείς. | |
Ph1430 | πλάκα τὴν πέτραν. | |
Ph1431 | στρατοῦ ἐξ Ἀχαιικοῦ. | |
Ph1432 | πρὸς πυρὰν ἐμὴν τὴν ἐπὶ τῇ Οἴτῃ. ἀντὶ ἐκ τῶν ἀριστείων κἀμὲ τίμησον. | |
Ph1441 | εὐσεβεῖν τὰ πρὸς θεοὺς αἰνίττεται τοῦτο εἰς Νεοπτόλεμον· ἐν γὰρ τῇ Ἰλίου ἁλώσει ἀπέκτεινε τὸν Πρίαμον προσφυγόντα τῷ βωμῷ τοῦ Ἑρκείου Διός. | |
Ph1448 | τίθεμαι συγκατατίθεμαι. | |
Ph1452 | στείχων χώραν καλέσω ἀσπάσομαι ἀναχωρῶν. | |
Ph1453 | ξύμφρουρον ἐμοὶ τὸ φρουρῆσάν με καὶ φυλάξαν. | |
Ph1455 | ἄρσην ἰσχυρός, ἔντονος. | |
Ph1459 | δύναται πάντα τὰ ὄρη Ἕρμαια καλεῖσθαι ὅτι νόμιος ὁ θεὸς καὶ ὄρειος ὁ Ἑρμῆς, ἔστι δὲ καὶ Ἕρμαιον οὕτως ἐν Λήμνῳ καλούμενον· ἐμοὶ δέ, φησί, | |
πολλὰ βοῶντι καὶ τὸ Ἕρμαιον ὄρος ἀντεφθέγξατο. | 393 | |
Ph1460 | ἀντίτυπον ἀμοιβαῖον, ἀντίμιμον. | |
Ph1461 | Λύκιόν τε ποτὸν ἢ οὕτω καλουμένη κρήνη ἐν Λήμνῳ Λυκίου Ἀπόλλωνος ἢ οἷον ἐν ἐρημίᾳ ὑπὸ λύκων πινόμενον. | |
Ph1462 | οὐ δὴ | δόξης ποτὲ τῆσδ’ ἐπιβάντες τῆς οἰ‐ ήσεως ἀντὶ τοῦ οὐδέποτε τοῦτο οἰηθέντες οὐδ’ ἐλπί‐ σαντες τελειοῦσθαι ὥστε ἀπελθεῖν εἰς Τροίαν. | |
Ph1467 | φίλων ἢ τοῦ Ἡρακλέους ἢ τοῦ Νεοπτολέμου. | |
Ph1468 | δαίμων τινὲς τὸν Ἡρακλέα, ἔνιοι τὴν Τύχην. | 394 |
OCt | ΕΙΣ ΟΙΔΙΠΟΔΑ ΕΠΙ ΚΟΛΩΝΩΙ. | |
OC1 | Οἰδίπους εἰς Ἀθήνας παραγενόμενος ἐρωτᾷ τὴν θυγατέρα Ἀντιγόνην. | |
OC3 | τίς τὸν πλανήτην Οἰδίπουν ἔστι μὲν ἀφ’ ἑτέρας ἀρχῆς λαμβάνοντα λέγειν οὕτως, τίς τὸν πλανήτην Οἰδίπουν δέξεται, δύναται δὲ καὶ τοῖς ἄνω συνάπτε‐ σθαι τοῦ τίς μὴ πυσματικῶς κειμένου ἀλλ’ ἀντὶ τοῦ | |
5 | ἣ ἄρθρου ὥστε τῷ πόλιν συντετάχθαι καὶ τὸν λόγον ἔχειν οὕτως, τίνας χώρους ἀφίγμεθα ἢ τίνων ἀνδρῶν πόλιν ἣ τὸν πλανήτην Οἰδίπουν δέξεται; ὅτι δὲ τῷ τίς ἀντὶ ἄρθρου χρῶνται Καλλίμαχός φησιν οὕτως ὑπεὶρ ἅλα κεῖνος ἐνάσθη | |
10 | Ἀλκαθόου τις ἄπυστος· ἠθικώτερον δὲ τὸ πρῶτον. ἀντὶ τοῦ ἣ ἄρθρου τὸ τίς. τίς ἡμᾶς σήμερον ὑποδέξεται; | |
OC4 | σπανιστοῖς εὐτελέσι, τοῖς κατὰ σπάνιν τοῦ | |
αἰτοῦντος διδομένοις. | 395 | |
OC6 | μεῖον φέροντα βραχύτερον ἀποφερόμενον τοῦ αἰτηθέντος· οὐ γὰρ ὅσα αἰτεῖ τις λαμβάνει. καὶ τόδ’ ἐξαρκοῦν ἐμοὶ ὅμως γοῦν τούτοις ἀρκού‐ μενον. | |
OC7 | στέργειν γὰρ αἱ πάθαι ταῦτά με στέργειν τὰ δυστυχήματα ὁ πολὺς πεποίηκε χρόνος καὶ τὸ τῶν συμφορῶν πλῆθος καὶ τὸ τῆς ἀνδρείας πλεονέκτημα· πάθαι γὰρ αἱ συμφοραί· ἀπὸ κοινοῦ δὲ τὸ διδάσκουσιν | |
5 | ἀντὶ τοῦ εἴθισμαι τῷ πολλῷ χρόνῳ καὶ μεμελέτηκα τῆς τύχης τὰ δύσκολα. | |
OC9 | θάκοισιν καθέδραις. | |
OC10 | ἢ πρὸς βεβήλοις βέβηλος τόπος ἐστὶν ὁ ἀκά‐ θαρτος καὶ βατὸς πᾶσι καὶ βέβηλος ἀνὴρ ὁ μιαρός· Εὐριπίδης Πρωτεσιλάῳ οὐ γὰρ θέμις βέβηλον ἅπτεσθαι δόμων | |
5 | καὶ ἀείδω ξυνετοῖσι, θύρας δ’ ἐπίθεσθε βέβηλοι· βεβήλοις οὖν τοῖς πᾶσι βασίμοις τόποις μηδὲ ἀνει‐ μένοις θεοῖς· ἐκ μεταφορᾶς δὲ βεβήλους καὶ τοὺς ἀμυ‐ ήτους φασὶ καὶ ἀκαθάρτους· Σοφοκλῆς δὲ ἐν Συν‐ | |
10 | δείπνῳ βέβηλον τὸν ἰδιώτην φησίν. βεβήλοις βατοῖς. | |
OC11 | στῆσόν με ἐκ τῆς ὁδοιπορίας καὶ μαθησόμεθα. πυθώμεθα μαθησόμεθα. | |
OC12 | μανθάνειν γὰρ ἥκομεν εἰς γὰρ τοῦτο, φησίν, ἐληλύθαμεν ἅτε δὴ ξένοι ὄντες παρὰ τῶν ἀστῶν μαν‐ | |
θάνειν τί ἐστι πρακτέον ἡμῖν. | 396 | |
OC13 | τελεῖν πο(ιεῖν). | |
OC14 | πάτερ ταλαίπωρε οὐκ ἐμπαροινεῖν βουλομένη τῷ πατρὶ ταλαίπωρον ἀποκαλεῖ ἀλλὰ τοῦ πάθους παρ‐ ιστᾶσα τὸ μέγεθος· πωρεῖν δὲ οἱ Ἠλεῖοι τὸ πενθεῖν φασι· καὶ Ἀντίμαχος | |
5 | πωρητὺν ἀλόχοισι καὶ οἷς τεκέεσσιν ἕκαστος 〈θέντο〉· παρὰ τοῦτο οὖν ταλαίπωρος ἐτυμολογεῖται. | |
OC15 | ὡς ἀπ’ ὀμμάτων πρόσω γράφε ὡς ἀνομμάτῳ ὅ ἐστιν ὡς τυφλῷ σημῆναι πρόσω εἰσίν· ὡς ἄν τις πόρρω ἀφορῶν τεκμήραιτο· ὡς ἄν τις τὰ ὄμματα πόρρω ἔχων. | |
5 | ὡς ἔστιν ἐκ προόψεως τεκμήρασθαι. ὡς λίαν. | |
OC16 | βρύων πλήθων. | |
OC17 | πυκνόπτεροι δ’ | εἴσω οἷον κατὰ τὸν χῶρον· ἐκράτησε δὲ μεγάλως τῇ φράσει ὥστε μέλισσαν αὐτὸν ἐκάλεσαν οἱ κωμικοί. | |
OC18 | κατ’ αὐτὸν κατὰ τὸν χῶρον. εὐστομοῦσιν εὐφθογγοῦσιν, εὐφώνως ᾄδουσιν. | |
OC19 | πέτρου ἐπὶ τοῦ λιθίνου βάθρου· γράφε | |
πάγου. | 397 | |
OC20 | προὐστάλης ὁδόν προῆλθες μακροτέραν ὁδὸν ἢ ὡς ἥρμοζε γέροντι. | |
OC22 | χρόνου μὲν οὕνεκα ἀντὶ τοῦ δεδίδαγμαι τῷ χρόνῳ τὸ φυλάττειν σε ὁδηγοῦσα· σύνηθες οὖν τὸ πρᾶγμα. εἰς τὸ αὐτό: τοῦ μὲν χρόνου οὗ σύνειμί σοι χάριν οὐ χρεία μαθεῖν ὅτι τυφλὸς εἶ καὶ ὅτι δεῖ σε | |
5 | προμηθείας τυχεῖν. | |
OC24 | τὰς γοῦν Ἀθήνας οἶδα ὅτι ἐν τῇ Ἀττικῇ ἐσμεν οἶδα, τίς δέ ἐστιν οὗτος ὁ δῆμος ἀγνοῶ. | |
OC25 | τί ηὔδα; ὅτι αὗταί εἰσιν αἱ Ἀθῆναι· ἐμπόρων δὲ ἀντὶ τοῦ ὁδοιπόρων διὸ τὸ χ. | |
OC26 | ἐν ἐρωτήσει ὁ λόγος, βούλει μάθω τίς ὁ πρὸ τοῦ ἄστεος τόπος; ἦ ἆρα. | |
OC27 | ἐξοικήσιμος ἀντὶ τοῦ ἐνοικήσιμος. | |
OC28 | οἴομαι δὲ δεῖν | οὐδέν οὐ δεῖν τοῦ [μὴ] ἐλ‐ θοῦσαν ἐρωτῆσαί με· ἰδοὺ γὰρ ἀνὴρ πάρεστι παρ’ οὗ εἰσόμεθα· οἷον οὐκέτι δεῖν ἔοικε προϊοῦσαν μανθάνειν περὶ τοῦ τόπου· καλῶς δὲ τὰ τῆς οἰκονομίας ἵνα μὴ | |
5 | μόνος ὁ Οἰδίπους ἀπολειφθῇ. | |
OC30 | ἦ δεῦρο κατ’ ἐρώτησιν. | |
OC31 | χὤτι σοι λέγειν καὶ ὅπερ σοι λέγειν εὔκαιρον νομίζεις λέγε· ἀκούσεται γάρ. | |
OC33 | ὑπέρ τ’ ἐμοῦ τουτέστιν ὑπὲρ ἀμφοῖν ὁρώσης. | |
OC34 | οὕνεχ’ ἡμῖν αἴσιος ὅτι αἴσιος ἡμῖν σκοπὸς ἀφῖξαι ὥστε φράσαι περὶ ὧν ἀγνοοῦμεν· ἢ ὥστε φράσαι ἡμῖν ἅ σοι λέξομεν. | |
OC35 | προσήκεις ἦλθες. τῶν ἀντὶ τούτων. δηλοῦμεν λέξομεν. | 398 |
OC36 | πρὶν νῦν τὰ πλείονα ἀπόστηθι πρῶτον τῶν ἀβάτων καὶ τότε ἐρώτα. | |
OC37 | οὐχ ἁγνόν οἷον σοὶ οὐχ ἁγνὸν εἰ μὴ μόνοις ἱερεῦσιν· ἢ οἷον οὐκ ἀνειμένον καὶ βατόν. | |
OC38 | τοῦ τίνος; | |
OC39 | ἄθικτος οὐδ’ οἰκητός Φύλαρχός φησι δύο αὐτὰς εἶναι τά τε Ἀθήνῃσιν ἀγάλματα δύο, Πολέμων δὲ τρεῖς αὐτάς φησιν. | |
OC42 | τὰς πάνθ’ ὁρώσας Εὐμενίδας Ἐπιμενίδης Κρόνου φησὶ τὰς Εὐμενίδας ἐκ τοῦ καλλίκομος γένετο χρυσῆ Ἀφροδίτη Μοῖραί τ’ ἀθάνατοι καὶ Ἐρινύες αἰολόδωροι, | |
5 | Ἴστρος δὲ ἐν τῇ δʹ μητέρα τῶν Εὐμενίδων Εὐωνύμην ἀναγράφει ἣν νομίζεσθαι γῆν· ἔνιοι δὲ μεταβαλεῖν αὐτάς φασι τὸ ὄνομα ἐπὶ Ὀρέστῃ· τότε γὰρ πρῶτον Εὐμενίδας κληθῆναι εὐμενεῖς αὐτῷ γενομένας κριθέντι νικᾶν παρ’ Ἀθηναίοις καὶ ὁλοκαυτώσαντι αὐταῖς ὄιν | |
10 | μέλαιναν ἐν Κερυνείᾳ τῆς Πελοποννήσου· Φιλήμων δὲ ὁ | |
κωμικὸς ἑτέρας φησὶ τὰς Σεμνὰς θεὰς τῶν Εὐμενίδων. | 399 | |
OC43 | χ. νιν ἀντὶ αὐτὰς διὸ τὸ χ. ἄλλα δ’ ἀλλαχοῦ καλά παρ’ ὅσον ἄλλοι ἄλλοις ὀνόμασι καλοῦσιν αὐτάς. ἄλλα ὀνόματα παρ’ ἄλλοις | |
5 | καλὰ νομίζονται, παρ’ ἡμῖν δὲ ταῦτα, τὸ ὀνομάζειν αὐτὰς Εὐμενίδας. | |
OC44 | ἀλλ’ ἵλεως μέν ἵλεῴ μοι αἱ Εὐμενίδες· ἐγὼ γὰρ οὐκ ἀναστήσομαι ἐντεῦθεν. | |
OC46 | τί δ’ ἐστὶ τοῦτο; ἀντὶ διὰ τί οὐκ ἀνίστασαι; ξυμφορᾶς ξύνθημα σύμβολόν μοι τῆς συμφορᾶς τὸ καταντῆσαί με εἰς Ἐρινύων ἱερόν. | |
OC48 | πρὶν γ’ ἂν ἐνδείξω τί δρῶ ἕως οὗ τῇ πόλει ἐνδείξω τί χρὴ ποιεῖν. | |
OC50 | προστρέπω ἱκετεύω. | |
OC55 | ὁ πυρφόρος θεὸς ὁ Ἥφαιστος. | |
OC56 | Τιτὰν Προμηθεύς περὶ τοῦ τὸν Προμηθέα περὶ τὴν Ἀκαδήμειαν καὶ τὸν Κολωνὸν ἱδρῦσθαι Ἀπολλόδωρος γράφει οὕτω τῇ περὶ ........... συν‐ τιμᾶται δὲ καὶ ἐν Ἀκαδημείᾳ τῇ Ἀθηνᾷ καθάπερ ὁ | |
5 | Ἥφαιστος· καὶ ἔστιν αὐτοῦ παλαιὸν ἵδρυμα καὶ βωμὸς ἐν τῷ τέλει τῆς θεοῦ· δείκνυται καὶ βάσις ἀρχαία κατὰ τὴν εἴσοδον ἐν ᾗ τοῦ τε Προμηθέως ἐστὶ τύπος καὶ τοῦ Ἡφαίστου· πεποίηται δέ, ὡς καὶ Λυσιμαχίδης φησίν, ὁ μὲν Προμηθεὺς πρῶτος καὶ πρεσβύτερος ἐν | |
10 | δεξιᾷ σκῆπτρον ἔχων ὁ δὲ Ἥφαιστος νέος καὶ δεύ‐ τερος· καὶ βωμὸς ἀμφοῖν κοινός ἐστιν ἐν τῇ βάσει | |
ἀποτετυπωμένος. | 400 | |
OC57 | χαλκόπους ὀδός ὡς οὕτω τινὸς καλουμένου τόπου ἐν τῷ ἱερῷ, χαλκόποδος ὀδοῦ· φησὶ δὲ Ἀπολλό‐ δωρος δι’ αὐτοῦ καταβάσιον εἶναι εἰς Ἅιδου· καὶ Ἴστρος δὲ μνημονεύει τοῦ χαλκοῦ ὀδοῦ καὶ Ἀστυδάμας· | |
5 | καί τις τῶν χρησμοποιῶν φησι Βοιωτοὶ δ’ ἵπποιο ποτιστείχουσι Κολωνὸν ἔνθα λίθος τρικάρανος ἔχει καὶ χάλκεος οὐδός. τὸ ἑξῆς, ὃν δ’ ἐπιστείβεις τόπον χθονὸς τῆσδε καλεῖ‐ ται χαλκόπους ὀδός· οὕτω δὲ ἐκαλεῖτο διὰ τὸ εἶναι | |
10 | μέταλλα χαλκοῦ ἐν τῷ Κολωνῷ. | |
OC61 | τὸ τοῦδε κοινόν τὸ τοῦ Κολωνοῦ ὄνομα κοινὸν φέρουσι πάντες ὠνομασμένοι Κολωνιᾶται δηλονότι. | |
OC63 | τῇ ξυνουσίᾳ πλέον τῷ ἔργῳ καὶ τῇ πείρᾳ πλέον τιμώμενα, οὐ τοῖς λόγοις. | |
OC65 | ἐπώνυμοι Κολωνιᾶται καλούμενοι. | |
OC66 | ἢ ’πὶ τῷ πλήθει λόγος; ἢ ἐν τῷ πλήθει ἐστὶν ἡ ἰσχὺς τουτέστι δημοκρατοῦνται. | |
OC71 | ἢ καταρτύσων μόλοι παρασκευάσων, εὐτρε‐ πίσων· Ὅμηρος ἠρτύναντο δ’ ἐρετμὰ καὶ | |
5 | Κλυταιμήστρη δόλον ἤρτυε· τὸ δὲ ἑξῆς, ὡς πρὸς τί λέξων αὐτῷ μόλοι τις ἢ πρὸς | |
τί εὐτρεπίσων αὐτὸν μολεῖν; | 401 | |
OC72 | ὡς ἂν προσαρκῶν τὰ αὐτὰ αὖθις ἐρεῖ ὅτι ἐπ’ ὠφελείᾳ τοῦτο γίνεται τῶν δεχομένων αὐτὸν καὶ θαπτόντων, ἐπὶ βλάβῃ δὲ τῶν ἀποπεμψάντων. | |
OC76 | πλὴν τοῦ δαίμονος πλὴν τῆς τύχης. | |
OC77 | αὐτοῦ αὐτόθι. | |
OC79 | σοι γε. | |
OC84 | ὦ πότνιαι δεινῶπες τὸ ἐντελὲς ὦ πότνιαι, ὁ δὲ νοῦς οὕτως, ἐπειδὴ ἦλθον πρὸς ὑμᾶς μὴ ἐναντιω‐ θῆτέ μοι καὶ τῷ χρήσαντί μοι Ἀπόλλωνι. εὖτε ὅτε, ἐπειδή. | |
OC86 | ἀγνώμονες ἐναντιογνώμονες, ἀσύγγνωστοι. | |
OC89 | τερμίαν αὑτῷ εἱμαρμένην, ἐφ’ ἧς ἔμελλε τὸ τέλος τοῦ βίου εὑρήσειν. | |
OC90 | ξενόστασιν γράφεται καὶ κατάστασιν. | |
OC91 | ἐνταῦθα κάμψειν τὸν ταλαίπωρον εἰσί γε οἵ φασι τὸ μνῆμα τοῦ Οἰδίποδος ἐν ἱερῷ Δήμητρος εἶναι ἐν Ἐτεωνῷ μεταγαγόντων αὐτὸν ἐκ Κεοῦ τινος ἀσή‐ μου χωρίου καθάπερ ἱστορεῖν φησιν Ἀρίζηλον Λυσί‐ | |
5 | μαχος ὁ Ἀλεξανδρεὺς ἐν τῷ ιγʹ τῶν Θηβαϊκῶν γρά‐ φων οὕτως, Οἰδίπου δὲ τελευτήσαντος καὶ τῶν φίλων ἐν Θήβαις θάπτειν αὐτὸν διανοουμένων ἐκώλυον οἱ Θηβαῖοι διὰ τὰς προγεγενημένας συμφορὰς ὡς ὄντος ἀσεβοῦς· οἱ δὲ κομίσαντες αὐτὸν εἴς τινα τόπον τῆς | |
10 | Βοιωτίας καλούμενον Κεὸν ἔθαψαν αὐτόν· γινομένων δὲ τοῖς ἐν τῇ κώμῃ κατοικοῦσιν ἀτυχημάτων τινῶν | |
οἰηθέντες αἰτίαν εἶναι τὴν Οἰδίπου ταφὴν ἐκέλευον τοὺς φίλους ἀναιρεῖν αὐτὸν ἐκ τῆς χώρας· οἱ δὲ ἀπο‐ ρούμενοι τοῖς συμβαίνουσιν ἀνελόντες ἐκόμισαν εἰς | 402 | |
15 | Ἐτεωνόν· βουλόμενοι δὲ λάθρᾳ τὴν ταφὴν ποιήσασθαι καταθάπτουσι νυκτὸς ἐν ἱερῷ Δήμητρος ἀγνοήσαντες τὸν τόπον· καταφανοῦς δὲ γενομένου πέμψαντες οἱ τὸν Ἐτεωνὸν κατοικοῦντες τὸν θεὸν ἐπηρώτων τί ποι‐ ῶσιν· ὁ δὲ θεὸς εἶπεν μὴ κινεῖν τὸν ἱκέτην τῆς θεοῦ | |
20 | διόπερ αὐτοῦ τέθαπται· τὸ δὲ ἱερὸν Οἰδιπόδειον κληθῆναι. | |
OC92 | κέρδη μὲν οἰκήσαντα ὁ ποιητὴς χαριζόμενος Ἀθηναίοις τοῦτό φησιν· ἐδόκουν γὰρ τότε Βοιωτοὶ καὶ Ἀθηναῖοι πρὸς ἀλλήλους διαφέρεσθαι. | |
OC95 | ταῦτα ἐπὶ τέλους τοῦ δράματος γίνονται. | |
OC97 | οὐκ ἔσθ’ ὅπως οὐ πιστόν οἷον κατὰ διάνοιαν, φησίν, ἐξ ὑμῶν τῶν θεῶν εἰς τὸν τόπον ἀφῖγμαι. πτερὸν οἰωνός. τὴν πτέρωσιν τῆς διανοίας. | |
OC98 | οὐ γὰρ ἄν ποτε | πρώταισιν οὐ γάρ ποτε, φησί, τῶν ἄλλων ὁδοιπόρων πρώτως ὑμῖν ἀντέσχον εἰ μὴ ἐβούλεσθε. | |
OC100 | νήφων ἀοίνοις οὐ γὰρ σπένδεται οἶνος αὐ‐ ταῖς ἀλλ’ ὕδωρ καὶ νηφάλιαι καλοῦνται αἱ σπονδαὶ αὐτῶν· Πολέμων δὲ ἐν τῷ πρὸς Τίμαιον καὶ ἄλλοις τισὶ θεοῖς νηφαλίους φησὶ θυσίας γίνεσθαι γράφων | |
5 | οὕτως, Ἀθηναῖοί τε γὰρ τοῖς τοιούτοις ἐπιμελεῖς ὄντες καὶ τὰ πρὸς τοὺς θεοὺς ὅσιοι νηφάλια μὲν ἱερὰ θύουσι Μνημοσύνῃ Μούσῃ, Ἠοῖ, Ἡλίῳ, Σελήνῃ, Νύμφαις, Ἀφροδίτῃ οὐρανίᾳ· Φιλόχορος δὲ καὶ περί τινων ἄλλων θυσιῶν τὸν αὐτὸν τρόπον δρωμένων φησὶν ἐν τῇ βʹ | 403 |
10 | τῶν Ἀτθίδων Διονύσῳ τε καὶ ταῖς Ἐρεχθέως θυγα‐ τράσι καὶ οὐ μόνον θυσίας νηφαλίους ἀλλὰ καὶ ξύλα τινὰ ἐφ’ ὧν ἔκαιον· Κράτης μὲν οὖν ὁ Ἀθηναῖος τὰ μὴ ἀμπέλινα τῶν ξύλων πάντα νηφάλιά φησι προσ‐ αγορεύεσθαι ὁ δὲ Φιλόχορος ἀκριβέστερόν φησι τὰ μήτε | |
15 | ἀμπέλινα μήτε σύκινα ἀλλὰ τὰ ἀπὸ τῶν θύμων νη‐ φάλια [φησὶ] καλεῖσθαι καὶ πρώτῃ φησὶν ὕλῃ πρὸς τὰς ἐμπύρους θυσίας ταύτῃ κεχρῆσθαι παρ’ ὃ καὶ τοὔνομα λαβεῖν τὸν θύμον ὡς παρὰ τὴν θυμίασιν καὶ τὴν θυὴν πεποιημένης τῆς φωνῆς· εἰσὶ δέ τινες τὸ | |
20 | παράπαν ἄσπονδοι θυσίαι κατὰ τύχην εἰς ἔθος παρ‐ ελθοῦσαι. κἀπὶ σεμνὸν ἑζόμην ὃ ἄνω εἶπεν τοῦδ’ ἐπ’ ἀξέ‐ στου πέτρου· ἀσκέπαρνον δὲ τὸν ἄγλυφον καὶ ἀπελέ‐ κητον καὶ ἄξεστον, οὐκ εἰργασμένον. | |
OC103 | πέρασιν ἤδη πέρασιν ἀντὶ τοῦ πέρας ὅ ἐστι τελευτήν· τὸ δὲ ἑξῆς, βίου πέρασιν. | |
OC104 | εἰ μὴ δοκῶ τι μειόνως εἰ μὴ δοκῶ ὑμῖν ἐλαττόνως ἔχειν τὰ κακὰ καὶ δεῖσθαι προσθήκης κακῶν. | |
OC106 | ἴτ’, ὦ γλυκεῖαι εὐφήμως τὰς Ἐρινύας γλυ‐ | |
κείας φησὶν ἵνα μὴ πικραὶ αὐτῷ γένωνται. | 404 | |
OC107 | ἴτε, ὦ Ἀθῆναι. | |
OC111 | τὴν εἰσαγωγὴν τοῦ χοροῦ εὐαφόρμως θέλει ποιήσασθαι. | |
OC113 | σιγήσομαί τε ἵνα μὴ πρὸς τούτους ὁ λόγος προπυνθανομένους γένηται ἀλλὰ τηρηθῇ Θησεῖ παρα‐ γινομένῳ. | |
OC115 | δεῖ νοεῖν ὅτι ἐκρύβη εἰς τὸ ἄλσος. ἐν γὰρ τῷ μαθεῖν ἐν τῷ προμαθεῖν ἔννοια καὶ σκέψις γίνεται· οὐ γὰρ τὸν φόβον φησίν. | |
OC117 | ὅρα, τίς ἄρ’ ἦν; ὁ χορὸς ἐκ τῶν ἐπιχωρίων ἀνδρῶν πεπυσμένος ὅτι προσκαθέζεταί τις τῷ ἱερῷ τόπῳ τούτῳ τὰ πρῶτα ὑποχαλεπαίνοντές φησι, τίς ἄρα ἐστὶν ἢ ποῦ διατρίβει; | |
OC119 | ἐκτόπιος συθεὶς ἀπὸ ξένου τόπου ὁρμήσας. συθεὶς ὁρμήσας. | |
OC120 | ὁ πάντων ἀκορέστατος παρ’ ὅσον οὐδεὶς αὐτῷ τῶν ἄλλων ἤρκεσε τόπων ἀλλὰ καὶ ἐπὶ τοῦτον ἦλθεν ἀφόβως οἷον ὁ μηδενὶ τῶν ἄλλων τόπων ἀρ‐ κεσθεὶς ἀλλ’ ἐπὶ τοῦτον ἥκων ἀπληρώτως· ὅτι τοσού‐ | |
5 | του τόπου παρακειμένου εἰς τὸν ἄβατον ὥρμησεν. | |
OC123 | πλανάτας ἀντὶ τοῦ ξένος· οὕτω γὰρ λέγουσι τοὺς ξένους. | |
OC124 | οὐδ’ | ἐγχώριος πάντως, φησί, ξένος ἐστὶν ἀγνοῶν· οὐ γὰρ ἂν ἐπέβαινεν εἰ ᾔδει. | |
OC126 | ἀστιβὲς ἄβατον. | |
OC127 | ἀμαιμακετᾶν ἀκαταμαχήτων ἢ ἀπροσπελάστων. | 405 |
OC129 | καὶ παραμειβόμεσθ’ ἀδέρκτως οὐ προσβλέ‐ ποντες ἀλλ’ ἢ καταμύοντες ἢ κύπτοντες. | |
OC131 | ἀφώνως, ἀλόγως παριόντες, φησί, ταύτας τὰς θεὰς [ἀλλ’] οὐδενὸς λόγου ποιούμεθα ἀλλὰ σιωπῇ ἔχομεν, ἐν ἑαυτοῖς δὲ μόνον καὶ κατὰ διάνοιαν εὐφη‐ μότερον διαλεγόμεθα ὁποῖοι γινόμεθα ὅταν [δὲ] μά‐ | |
5 | λιστα ἔν τινι φρικωδεστέρῳ γενώμεθα φόβῳ· ἄκρως δὲ καινότερον διανόημα ἐξήνεγκεν μετὰ κατασκευῆς. τὸ τᾶς | εὐφήμου στόμα τὴν φωνήν· στόμα γὰρ ἡ φωνή· Ὅμηρος πολέμου στόμα | |
10 | καὶ Σοφοκλῆς χαλκοστόμου κώδωνος· ὁ δὲ νοῦς, τὴν φωνὴν τῆς εὐφήμου φροντίδος ἱέντες ὅ ἐστι μετὰ φροντίδος πολλῆς εὐφήμως τὴν φωνὴν ἀφιέντες, εὐφημοῦντες, φησί, καὶ καθ’ ἑαυτοὺς συλλο‐ | |
15 | γιζόμενοι εὔφημα· οἱ δὲ τὸ εὐφήμου ἀντὶ τοῦ σιω‐ πηλῆς· τὸ γὰρ εὐφημεῖν ἐπὶ τοῦ σιωπᾶν τάττεται. | |
OC132 | εὐφήμου σιωπηλῆς. | |
OC133 | τὰ δὲ νῦν τιν’ ὑπερβατόν, τινὰ δὲ τὰ νῦν. | |
OC134 | οὐδὲν ἅζονθ’ οὐδὲν σέβοντα, ἀσεβῆ· γράφε οὐδὲν λιάζοντα ἀντὶ τοῦ οὐκ ἐκτρεπόμενον ἃ προσήκει. | |
OC135 | ὃν ἐγὼ λεύσσων τὸ ἑξῆς, ὃν ἐγὼ λεύσσων περὶ πᾶν τέμενος οὔπω δύναμαι γνῶναι ποῦ μοί ποτε ναίει. | |
OC137 | ναίει διατρίβει. | 406 |
OC139 | τὸ φατιζόμενον τὸ λεγόμενον παρ’ ὑμῶν. | |
OC140 | οὔπω ἀκριβῶς αὐτὸν ἑωρακότες τοῦτό φασιν. | |
OC141 | δεινὸς ἀντὶ τοῦ ἀσεβής. | |
OC142 | ἄνομον λείπει τὸ ὡς, ὡς ἄνομον. | |
OC144 | οὐ πάνυ μοίρας οὐκ ἀγαθῆς μοίρας ἀλλὰ κακῆς. οὐ πάνυ τῆς πρώτης κατ’ εὐδαιμονίαν μοίρας τοὐναντίον δὲ τῆς κατὰ δυσδαιμονίαν ἐσχάτης. οὐ πάνυ μοίρας εἰμὶ πρώτης εἰς τὸ εὐδαιμονίσαι. | |
OC145 | δηλῶ τὸ δυστυχὲς διὰ τῶν ὀφθαλμῶν. | |
OC148 | κἀπὶ σμικροῖς μέγας ὥρμουν καὶ ἐπὶ εὐτε‐ λέσιν αἰτήμασιν οὐκ ἂν σφόδρα ἱκέτευον εἰ μὴ ἤμην δυστυχής. τοῦτο δέ φησι παρ’ ὅσον μέγας ὢν κατὰ μέγεθος καὶ τὴν ἡλικίαν ὑπὸ σμικρᾶς τῆς θυγατρὸς | |
5 | ὁδηγεῖται. | |
OC150 | φυτάλμιος ἀπὸ φύτλης· ἀπὸ γενέσεως καὶ ἐξ ἀρχῆς τυφλὸς πέφυκας; δυσαίων δυστυχὴς καὶ γέρων εἶ ὡς ἔστι στοχά‐ σασθαι ἀπὸ τοῦ εἴδους· φυλακτικῶς δὲ καὶ τοῦτο | |
5 | λέγουσιν ἄρτι ἑωρακότες αὐτοῦ τὸ σχῆμα τὴν πρώτην οὐχ ἑωρακότες ἀλλ’ ἀγνοοῦντες αὐτόν, ἆρα πηρὸς ἦσθα καὶ τοιοῦτος ἐγεννήθης; οὐδέπω γὰρ τἆλλα παθή‐ ματα ἴσασιν αὐτοῦ. δυστυχής. | |
OC151 | μακραίων τε λείπει τὸ εἶ. | |
OC152 | ἀλλ’ οὐ μὰν ἔν γ’ ἐμοί ἀλλ’ οὐκ ἄν με, φησίν, αἰτιάσῃ ὡς μὴ προμηνύσαντά σοι μὴ εἰσελθεῖν | |
εἰς τόδε τὸ ἱερόν· ἐάν τις, φησίν, ἀγνοοῦντά τινα καὶ μιαίνοντα τόπον ἄβατον μὴ διδάξῃ αὐτὸς ἐνέχεται ταῖς | 407 | |
5 | ἀραῖς· οὐκ ἐμοὶ οὖν, φησί, προσθήσεις τὴν σὴν ἀράν· προαπαγγελῶ γάρ σοι μὴ πατεῖν τὸν ἄβατον τόπον. | |
OC155 | περᾷς γὰρ περᾷς οὕτω Δίδυμος· βαδίζεις γὰρ εἰς ὃ οὐ προσήκει χωρίον ἐπιβαίνειν. | |
OC156 | ἀλλ’ ἵνα— | —μὴ προσπέσῃς ἀντὶ μὴ προσ‐ πέσῃς· καὶ κατὰ τὴν ἡμετέραν συνήθειαν εἰώθαμεν λέγειν οὕτως, ἵνα παραγένῃ πρὸς ἐμὲ βούλομαί σοι σημαίνειν. ἀλλ’ ἵνα τῷδ’ ἐν ἀφθέγκτῳ τὸ νάπος ἄφθεγκτον | |
5 | εἴρηκε παρὰ τὰς προδεδηλωμένας αἰτίας· τὸ δὲ ἑξῆς, ἀλλ’ ἵνα τῷδε μὴ προσπέσῃς νάπει ποιάεντι μετάστηθι· ποίῳ νάπει; ὅπου κρατὴρ ὕδατος πλήρης συγκιρνᾶται ῥεύματι γλυκέων πότων. | |
OC158 | κάθυδρος οὗ ὅπου ὕδατος πλήρης. | |
OC159 | μειλιχίων πότων γλυκέων πότων, ὅ ἐστι μέλιτος, οἷς μειλίσσουσι τὰς θεάς· συγκιρνᾶται γὰρ ταύταις ταῖς θεαῖς ὕδατος καὶ μέλιτος κρατήρ. | |
OC160 | συντρέχει συγκιρνᾶται. | |
OC161 | πάμμορ’ ὦ περὶ πάντα δυστυχές. | |
OC163 | μετάστηθι, ἀπόβηθι τινὲς οὕτως, πολλά ἐστι τὰ κωλύοντά σε προσμένειν καὶ ἵστασθαι ἐν τῷ ἄλσει. πολλὰ κέλευθος ἐρατύει οἷον πολλή ἐστιν ὁδὸς ἡ διαχωρίζουσά σε ἡμῶν· δεῖ γὰρ νοεῖν ὡς ὅτι πόρ‐ | |
5 | ρωθεν προσφωνοῦσιν αὐτὸν μὴ δυνάμενοι ἐπιβῆναι τῷ τόπῳ· καὶ ταῦτα εἰπόντων κατὰ μικρὸν ὁ Οἰδίπους προσέρχεται καὶ ἵσταται ὥσπερ ἐν τῷ οὐδῷ τοῦ χωρίου. | 408 |
OC166 | ἔχεις γράφε οἴσεις. | |
OC169 | φώνει εἰ θέλεις μέ τι ἐρωτῆσαι πρῶτον ἀποστὰς τῶν ἀβάτων καὶ ἐπιβὰς τοῖς βατοῖς τόποις οὕτως ἐρώτα με. πρόσθεν δ’ ἀπερύκου πρότερον δὲ μὴ διαλέγου. | |
OC170 | λογισώμεθα τί ποιήσομεν. | |
OC171 | ἀστοῖς ἴσα χρὴ μελετᾶν ἃ ἐκεῖνοι ἀσκοῦσι τούτων καὶ σὲ δεῖ ἐπιμέλειαν ἔχειν. | |
OC172 | εἴκοντας πρὸς τὸ χρὴ δὲ ξένον μὲν κάρτα προσχωρεῖν πόλει. | |
OC174 | σοὶ | πιστεύσας κατά τινα συνήθειαν ποιητικὴν πληθυντικὸν προειπὼν ἑνικὸν ἐπέζευξεν. | |
OC181 | ἀίεις οἷον αἰσθάνῃ ποῦ ἐσμεν. | |
OC182 | ἕσπεο μ’ ἂν ἕπεό μοι. | |
OC184 | τόλμα ξεῖνος ἐπὶ ξείνης ξένος ὢν ἐπὶ ξένης τόλμα, ὦ τλᾶμον, ταῦτα φιλεῖν ἃ καὶ ἡ πόλις φιλεῖ, ἐκεῖνα δὲ μισεῖν ἃ καὶ ἡ πόλις μισεῖ. | |
OC186 | τέτροφεν ἔχει. | |
OC189 | ἵν’ ἂν εὐσεβίας ἐπιβαίνοντες ὅπου ἂν εὐσε‐ βῶς πατοῦντες. ἀντὶ τοῦ βατῶν τόπων. | |
OC191 | καὶ μὴ τῇ αὐτῶν ἐνδείᾳ ἐναντιώμεθα. | |
OC192 | ἀντιπέτρου τοῦ ἰσοπέτρου βήματος [δὲ], τοῦ κατ’ ἴσον βεβηκότος τῷ πέτρῳ ὅπερ ἄνω εἶπε χαλκοῦν | |
οὐδόν· τοῦτον δὲ τὸν πέτρον ὑποτίθεται τοῦ ἀβάτου ὅριον. καὶ ἄλλως: βήματος τοῦ οὐδοῦ, ἀντιπέτρου δὲ | 409 | |
5 | ὅτι ἀντὶ πέτρας χαλκοῦν ἦν. ἰσοπέτρου, χαλκοῦ. | |
OC193 | κλίνῃς γράφε κινήσῃς. | |
OC195 | ἡσθῶ ἀντὶ τοῦ καθεσθῶ. ἀπὸ τοῦ ἑσθῶ τέταται. γράφεται ἦ στῶ ὃ καὶ βέλτιον. ἐπ’ ἄκρου | λάου ἀπὸ τῆς λάος ἐστὶ παροξυνομένης | |
5 | εὐθείας γενομένης ἀπὸ γενικῆς τῆς λᾶος· 〈Ὅμηροσ〉 〈λᾶοσ〉 ὑπὸ ῥιπῆς· οὕτως Ἡρωδιανὸς ἐν τῷ εʹ τῆς καθόλου. | |
OC197 | ἐμὸν τόδ’ τὸ ὁδηγῆσαί σε. ἐμὸν τόδ’, ἐν ἡσυχίᾳ ἀντὶ τοῦ ἐμόν ἐστι τὸ ἁρ‐ μόσαι σου ἐφ’ ἡσυχίας τὴν βάσιν τῇ καθέδρᾳ. | |
OC200 | γεραιὸν ἐς χέρα τὸ ἑξῆς οὕτω, γεραιὸν σῶμα σὸν προκλίνας ἐς χέρα φιλίαν ἐμήν· τὸ δὲ κλίνας ἀπὸ τῆς μετοχῆς ἤρτηται ἀντὶ τοῦ κλίνας ἔσο· σχηματίζει δέ πως αὐτὸν καὶ εὐθετίζει ἡ Ἀντιγόνη. | |
OC203 | ὅτε νῦν χαλᾷς ὅτε νῦν εἴκεις καὶ οὐκ ἀντι‐ τείνεις τὸ ἐξελθεῖν, λέγει δὲ ἐκ τοῦ ἱεροῦ. χαλᾷς ἀντὶ θαυμάζῃ. | |
OC204 | τίς ς’ ἔφυ γράφε τίς ἔφυς. | |
OC205 | τίς ὢν πολύπονος τίς ὢν ἄγῃ ἀπὸ τῆς σῆς | |
πόλεως; ἢ οὕτω, τίς ὢν διὰ πολλῶν πόνων ἄγῃ; γράφε τίς ὁ πολύπονος. | 410 | |
OC208 | ἀπόπτολις ἔρημος καὶ ἄπολίς εἰμι. ἀλλὰ μὴ τὸ ἑξῆς, ἀλλὰ μή με ἀνέρῃ τίς εἰμι μηδὲ ἐξετάσῃς· ἐμπαθὲς δὲ τὸ χωρίον τῶν μὲν σπευ‐ δόντων μαθεῖν τοῦ δὲ κατοκνοῦντος λέγειν, οἱ δὲ διὰ | |
5 | βραχέων ἀκούοντες τἆλλα συλλαμβάνουσιν· οὐδὲν δὲ θαυμαστὸν ἐπίστασθαι τοὺς Ἀθηναίους τὰ ἐν Θήβαις πραττόμενα μάλιστα οὕτως ἐπισήμων ὄντων τῶν κατὰ τὴν Σφίγγα. | |
OC212 | δεινὰ φύσις ἡ ἐμὴ γέννα δεινή ἐστι καὶ ἀθλία. | |
OC218 | κατακρυφὰν ἀποφυγὴν τοῦ μὴ εἰπεῖν. | |
OC220 | Λαΐου ἴστε τιν’ ἀπόγονον εὖ διατέθειται γνωριζόμενον ὑπὸ τῶν Ἀθηναίων Οἰδίποδα ὑπὲρ τοῦ μὴ γενεαλογοῦντα ἄνωθεν ἐνοχλεῖν αὐτὸν τοῖς θεω‐ μένοις· ἀλλ’ ὅ γε Εὐριπίδης τοιοῦτος· ἐν γοῦν ταῖς | |
5 | Ἱκέτισι τὸν Θησέα ὑποτέθειται τὰ περὶ τὸν Ἄδραστον ἀγνοοῦντα ἕνεκα τοῦ μηκῦναι τὸ δρᾶμα. | |
OC223 | ὅσα, φησί, λέγω περὶ τούτων μηδὲν φοβεῖσθε· δεῖ δὲ προσυπακοῦσαι ψευσαμένου μου. | |
OC225 | τί προβήσεται ἡμῖν; ὁρῶ γὰρ τούτους μυσατ‐ τομένους με. | |
OC226 | ἔξω πρόσω βαίνετε χώρας ἀκούσαντες τὰ κατ’ αὐτὸν ἀξιοῦσιν ἐξιέναι τοῦ χωρίου· φησὶν οὖν ὁ Οἰδίπους ὅτι πρότερον ὑπέσχεσθε τὸ μὴ ἐκβαλεῖν με· οἱ δέ φασιν, οὐδεμία τίσις ἔρχεται τοῖς προπα‐ | |
5 | θοῦσιν ἀντιτιμωρουμένοις· καὶ ἡμεῖς οὖν ἀπατηθέντες ὑπὸ σοῦ ἐν μέρει ἀπατῶμέν σε· πέφρασται δὲ δυ‐ νατῶς. | 411 |
OC227 | πρὸς τὸν χορὸν ὁ Οἰδίπους. | |
OC228 | μοιριδία ἡ ἐξ Ἐρινύων· Μοίρας γὰρ νῦν τὰς Ἐρινύας. | |
OC229 | ὧν προπάθῃ διὰ τὸ τιμωρεῖν ὑπὲρ ὧν ἂν προπάθῃ. λείπει ἡ διά. | |
OC230 | ἀπάτα δ’ ἀπάταις ἡ δὲ ἀπάτη, φησί, παρα‐ βαλλομένη ἑτέραις ἀπάταις τῷ προαπατήσαντι πόνον ἔχειν ἀντιδίδωσι καὶ οὐ χάριν· καὶ αὐτοὶ οὖν νομί‐ ζουσι προσδεδέχθαι αὐτὸν καὶ ἐπηγγέλθαι τὴν ἀσφά‐ | |
5 | λειαν αὐτῷ ἀπατώμενοι καὶ οὐ πρότερον ἐπεγνωκότες ὅτι οἰκείοις ἐνέχεται μιάσμασι· περὶ τὴν αὐτὴν ὑπό‐ θεσιν καὶ τὸ ἡ γλῶσς’ ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος· καὶ ἐκεῖνος γὰρ ἀπατηθεὶς ὤμοσεν. | |
OC231 | παραβαλλομένα ἀντισουμένη. | |
OC232 | ἀντιδίδωσιν τῷ ἀπατήσαντι ἐξ ἀρχῆς. | |
OC234 | ἄφορμος ἀφορμηθείς. | |
OC237 | ὦ ξένοι | αἰδόφρονες τὸ τῆς Ἀντιγόνης πρόσ‐ ωπον ὅλον καὶ τοῦ χοροῦ τὸ τετράστιχον ἀθετοῦνται· κρεῖττον γάρ φασιν εὐθέως τῷ δικαιολογικῷ χρήσασθαι τὸν Οἰδίπουν πρὸς αὐτούς· ἀλλὰ τὰ πράγματα αὐτοῖς | |
5 | οὐκ ἐν καιρῷ ἐστιν ἀλλ’ ἐν δυσπραγίᾳ ὥστε ἐπαφρό‐ διτον εἶναι αὐτοῖς τὴν ἐλεεινολογίαν καὶ τοῦτο τὸ πρόσωπον ἡ Ἀντιγόνη πληροῖ· ἐπεὶ μέντοι οὐ πείθον‐ | |
ται τότε δικαιολογικώτερον καὶ ὥσπερ ἀπολογούμενος ἐκφέρει τὰ ἑξῆς ὁ Οἰδίπους, ὅτι ἀκούσιά ἐστιν αὐτῷ | 412 | |
10 | τὰ ἁμαρτήματα· καὶ εἰ ταῦτα τῆς ὁμοίας ἔχεται δυνά‐ μεως τοῦ ποιητοῦ καὶ καθόλου θαυμαστή τίς ἐστιν ἡ οἰκονομία τοῦ δράματος· οὐδὲν δὲ ἐν τοῖς Διδύμου τούτων ὀβελισθὲν εὕρομεν. ἀλλ’ ἐπεὶ ἐπειδή· ἔστι γὰρ ὁ ἀλλὰ ἀντὶ τοῦ δέ, | |
15 | ὁ δὲ δὲ ἀντὶ τοῦ δή. πλεονάζει ὁ ἀλλά. | |
OC238 | γεραὸν ἀλαόν. ἐκ τοῦ ἐπιθέτου νεύει εἰς τὴν τοῦ πατρὸς ἀπο‐ λογίαν. | |
OC240 | ἀκόντων τῶν ἀκουσίων ἢ τῶν ἀπαρεσκόντων ὑμῖν. | |
OC243 | οὐ καλοῖς προσορωμένα οὐ καλοῖς ὄμμασιν ὁρῶσα τὸ σὸν ὄμμα· ὀφθαλμοὶ γὰρ ὀφθαλμοὺς αἰδεῖ‐ σθαι ποιοῦσιν. προσορωμένα ἀντὶ ὁρῶσα τούτους ὧν καὶ δέομαι. | |
OC245 | ὡς τῆς ἀφ’ αἵματος ὡς ἂν τῆς κοινῆς ἀν‐ θρωπότητος ἔχουσα τὸ συγγενές· ἢ τοιαύτας ἱκετείας ποιοῦμαι οἵας ἄν τις προσαγάγοι τοῖς συγγενέσιν. | |
OC246 | τὸ ἑξῆς, ἄντομαι τὸν ἄθλιον αἰδοῦς κῦρσαι. | |
OC250 | ἐκ σέθεν ἄντομαι λείπει ἐκείνου ἵν’ ᾖ ὑπὲρ ἐκείνου σε ἄντομαι ὃ ἐκ σέθεν τίμιόν ἐστί σοι· ἀντὶ ὃ ἐκ σῆς προαιρέσεως τίμιόν σοί ἐστιν. | |
OC252 | οὐ γὰρ ἴδοις ἀναθρῶν τὸ ἑξῆς, οὐ γὰρ ἴδοις ἀναθρῶν βροτῶν ὅστις ἂν ἐκφυγεῖν δύναιτο εἰ θεὸς ἄγοι. | 413 |
OC256 | οὐ σθένοιμεν ἂν | φωνεῖν ἀλλ’ ἐμμένομεν τοῖς λεχθεῖσιν, λέγομεν δὲ τὸ ἀναστῆναι τοῦτον τοῦ ἱεροῦ 〈καὶ〉 μὴ μολύνειν αὐτό. | |
OC258 | τί δῆτα δόξης ὡς μάτην τῆς περὶ τῶν Ἀθη‐ νῶν κατεχούσης δόξης ὅτι ἄρα φιλοικτίρμων τις εἴη καὶ ἱκεταδόκος· καὶ ὁ Κυρηναῖος οὕνεκεν οἰκτείρειν οἶδε μόνη πολίων | |
5 | ἐν τῷ τέλει τοῦ βʹ τῶν Αἰτίων. | |
OC260 | ἐπεὶ καὶ Ἐλέου βωμὸς ἐν Ἀθήναις ἵδρυται. | |
OC263 | κἄμοιγε ποῦ ταῦτ’ ἐστίν καί μοι ποῦ ταῦτά ἐστι, τὰ λεγόμενα περὶ Ἀθηνῶν; | |
OC264 | ἐκ τῶνδε ἀφ’ ὧν αὐτὸν ἐξανέστησαν. ἐλαύνετε παρ’ ὑμῶν δῆλον ὅτι τῶν Ἀθηναίων. | |
OC266 | ἀπὸ κοινοῦ τὸ δείσαντες. | |
OC267 | πεπονθότ’ ἐστὶ μᾶλλον μᾶλλον ἔπαθον ἤπερ ἐποίησα· οὐκοῦν καὶ συγγνώμης ἄξιός εἰμι. τὸ ἑξῆς, ἢ δεδρακότα, τοῦτ’ ἐγὼ καλῶς ἔξοιδα. | |
OC268 | μητρὸς ἔργα δῆλον ὅτι. | |
OC269 | τοῦτ’ ἐγὼ καλῶς | ἔξοιδα οἶδα ὅτι μᾶλλον ἠδικήθην ἤπερ ἠδίκησα. | |
OC271 | ὥστ’ εἰ φρονῶν | ἔπρασσον ἄκων μέν, φησίν, ἔδρων εἰ δὲ καὶ ἑκὼν προπαθὼν ἠμυνάμην, δῆλον δὲ διὰ τὸ βλαβῆναι ὅτε ἐγεννήθη· ὥστε δύο μοι, φησί, βοηθεῖ, ἥ τε ἄγνοια καὶ τὸ προπαθόντα ἀμύνασθαι. | |
OC273 | ἱκόμην ἵν’ ἱκόμην τὴν τοῦ πατρῴου φόνου | |
λέγει ὁδόν. | 414 | |
OC277 | καὶ μὴ θεοὺς τιμῶντες ἐπεὶ κατὰ πυθόχρη‐ στον ἐληλυθέναι φησὶ καὶ γνώμῃ θεοῦ· μὴ ἐναντία τοίνυν τοῦ θεοῦ ποιεῖτε. | |
OC278 | ζήτει. | |
OC280 | φυγὴν ἔκφευξιν. | |
OC281 | μήπω γενέσθαι φωτός ὃ βούλεται λέγειν μηδένα διαφυγεῖν ποτε φῶτα ἀνόσιον ἀνθρώποις· ἀνοσίου ἐν ἀνθρώποις ὡς τὸ δικαιότατος κενταύρων· | |
5 | φυγὴν δὲ ἀντὶ τοῦ ἔκφευξιν. | |
OC282 | ξὺν οἷς σὺ μὴ κάλυπτε ἀντὶ τοῦ μὴ περι‐ καλύψῃς θεοὺς καὶ Ἀθήνας οἷον ἀνόσια πράττων μὴ ἀφάνιζε τὰς Ἀθήνας. ξὺν οἷς σὺν τοῖς θεοῖς. | |
OC284 | ἐχέγγυον ἀσφαλῆ. | |
OC285 | ῥύου σῷζε. | |
OC287 | ἱερὸς καθαρός. καὶ φέρων | ὄνησιν ἀστοῖς ἐρεῖ γὰρ ὡς ἔσται ποτὲ αὐτοῖς ἔχθρα πρὸς Θηβαίους ἐν ᾗ κρατήσουσιν αὐτῶν διὰ τὸ 〈τὸν〉 τάφον αὐτοῦ παρ’ Ἀθηναίοις τυγχάνειν· | |
5 | ἦν γάρ τι λόγιον ἐν ᾗ ἂν ταφῇ χώρᾳ ἐκείνην μηδὲν κακὸν πείσεσθαι ὑπὸ Θηβαίων. | |
OC292 | εἶπεν γὰρ σῴζειν τὰς Ἀθήνας. | |
OC293 | λόγοισι γὰρ | οὐκ ὠνόμασται ὅσα εἴρηταί σοι | |
ἐνθυμήματα περὶ τῆς σωτηρίας τῶν Ἀθηνῶν· ἀρκεῖ δέ μοι, φησί, τὸ τοὺς ἡγεμόνας μου περὶ τούτων σκοπεῖν. | 415 | |
OC294 | βραχέσι εὐτελέσι. | |
OC297 | εὖ τῇ οἰκονομίᾳ ὥστε μὴ διατριβὰς γενέσθαι τίς ὁ κωλύσων ἔσται. | |
OC301 | τὸ γὰρ ὄνομα Οἰδίποδος πανταχοῦ. | |
OC304 | εἰκὸς οὖν ἐστιν ἡμῶν ἀκηκοότων καὶ ἕτερον μεμαθηκέναι· ὁ γὰρ ἀπεληλυθὼς πρότερον οὐδέπω μεμαθήκει ὅστις ἦν· τῷ γὰρ χορῷ πρώτῳ ὡμολόγησεν· διὰ μέσου δὲ τὸ θάρσει. | |
OC305 | διὰ τὰς πράξεις οἷον τὴν Σφίγγα καὶ ὅσα ἄλλα αὐτῷ πέπρακται. | |
OC307 | λείπει. λείπει ἡ περί, περὶ σοῦ κλύων. | |
OC309 | ὁ γὰρ ἀγαθὸς αὑτῷ τε καὶ τοῖς φίλοις ἐστὶν 〈χρήσιμοσ〉. φίλος ἀντὶ τοῦ χρήσιμος. | |
OC311 | ἡ Ἰσμήνη πρόσεισι τὰ κατὰ τοὺς ἄρρενας ἀπαγγέλλουσα παῖδας τοῦ Οἰδίπου πῶς ἔσχον. | |
OC312 | ἡμῶν ἀντὶ τοῦ πρὸς ἡμᾶς. Αἰτναίας τῆς Σικελικῆς· λέγει δὲ ἀντὶ τῆς μεγάλης. | |
OC313 | ἡλιοστερής σκιαστική· πλατύπιλος κυνῆ τὴν ὄψιν αὐτῆς περιέχει καλύπτουσα καὶ ἀφαιρουμένη τὴν ἡλίωσιν· τὸ ἑξῆς δέ, κρατὶ ἡλιοστερὴς κυνῆ. | |
OC314 | κυνῆ πρόσωπα Θεσσαλίς καὶ γὰρ περισσοὶ ἦσαν οἱ Θεσσαλικοὶ πῖλοι ὡς καὶ Καλλίμαχος ἀμφὶ δέ οἱ κεφαλῇ νέον Αἱμονίηθεν μεμβλωκὸς πίλημα περίτροχον ἄλκαρ ἔκειτο | |
5 | ἴδεος 〈ἐνδίοιο〉. κυνῆ περικεφαλαία. | 416 |
OC316 | ἆρά ἐστιν ἡ Ἰσμήνη; ἆρα οὐκ ἔστιν; | |
OC319 | τὸ ἑξῆς, φαιδρὰ προστείχουσα· φαιδρὰ δὲ ἀντὶ τοῦ φαιδρῶς. | |
OC320 | σημαίνει εἰς γνῶσίν με ἐφέλκεται. | |
OC323 | ἐκ τῆς φωνῆς ἔξεστι μαθεῖν. | |
OC326 | τὸ ἑξῆς, εὑροῦσα δεύτερον. | |
OC329 | δυοῖν σοῦ καὶ Ἀντιγόνης. | |
OC330 | τροφαὶ ἡμῶν δῆλον ὅτι. | |
OC331 | ἐμοῦ τρίτης οἱ γὰρ περιλαμβάνοντές τινα καὶ ἑαυτοὺς τρόπον τινὰ περιλαμβάνουσιν· ἰδιαζόντως δὲ εἶπεν ὡς ἑαυτῆς τρίτης θιγγάνει εἰ μὴ ἄρα πρὸς τὸ δυσάθλιαι ὑπήντηκεν. | |
OC332 | σῇ, πάτερ, προμηθίᾳ ἀντὶ τοῦ διὰ τὴν σὴν πρόνοιαν. | |
OC335 | ποῖ νεανίαι πονεῖν; ποῦ τοῦ πονεῖν εἰσιν; | |
OC336 | δεινὰ δ’ ἐν κείνοις τὰ νῦν νῦν δὲ τὰ ἐν ἐκείνοις δεινά ἐστιν. | |
OC337 | ὦ πάντ’ ἐκείνω διαβάλλει τοὺς Αἰγυπτίους ὡς παρὰ τὸ πρέπον διαιτωμένους καὶ γυναῖκας καὶ ἄνδρας· Νυμφόδωρος δὲ ἐν τῷ ιγʹ τῶν Βαρβαρικῶν γράφει οὕτως, ἔθεσι δὲ τὰ μὲν ἐναντίοις τὰ δὲ ὁμοίοις | |
5 | χρῶνται τοῖς Ἕλλησι· τὸ μὲν γὰρ ἐξίστασθαι τοῖς πρε‐ σβυτέροις τοὺς νεωτέρους ὁμοτρόπως καὶ ἡμῖν διοι‐ κοῦσι τῶν δ’ ἄλλων οὐδέν· ἐν μὲν γὰρ τοῖς Ἕλλησιν οἱ μὲν ἄνδρες κατὰ τὴν ἀγορὰν οἰκονομοῦσιν αἱ δὲ γυναῖκες ἔνδον μένουσαι ταλασιουργοῦσιν ἐκεῖ δὲ αἱ | 417 |
10 | μὲν γυναῖκες ἐν ἀγορᾷ περιπατοῦσι καὶ καπηλεύουσιν οἱ δὲ ἄνδρες κατὰ τὴν οἰκίαν ὑφαίνουσιν· ὁ γὰρ Σέσωστρις ἐκθηλῦναι τοὺς ἄνδρας βουλόμενος ἅτε μεγίστης χώρας γεγενημένους καὶ πολλοὺς ὄντας ὅπως μὴ συστραφέντες ἐπ’ ἰσομοιρίαν ὁρμήσωσι τὰ μὲν | |
15 | ἐκείνων ἔργα ταῖς γυναιξὶ τὰ δὲ τῶν γυναικῶν ἐκεί‐ νοις προσέταξεν ἵνα μὴ μόνον τῶν ὅπλων στερηθέντες [ἀσμένως] ἀλλὰ καὶ τὴν ψυχὴν ὑπὸ τῶν ἐπιτηδευμά‐ των ἀνεθέντες ἀσμένως ἐπὶ τοῖς ὑπάρχουσι καταμένω‐ σιν· ὅθεν τοὺς μὲν ψιλοὺς εἶναι τὰς δὲ ἀνιέναι τὰς | |
20 | τρίχας προσέταξεν καὶ τοὺς μὲν ἐπὶ τῶν κεφαλῶν φέρειν τὰ φορτία τὰς δὲ ἐπὶ τῶν ὤμων ἠνάγκασεν, ἔπειτα δὲ τοὺς μὲν καθημένους τὰς δὲ ὀρθῶς ἑστώσας οὐρεῖν καὶ τοὺς μὲν δύο ἱμάτια περιέβαλεν τὰς δὲ ἓν ὑπολαμβάνων ἅμα τοῖς ἐπιτηδεύμασι καὶ τὰς ψυχὰς | |
25 | αὐτῶν ἐκθηλύνειν ὃ καὶ Λυδοῖς ὕστερον συμπεσεῖν φασιν. | |
OC340 | αἱ δὲ σύννομοι αἱ ἀδελφαὶ ἢ αἱ γυναῖκες. | |
OC349 | νηλίπους ἀνυπόδητος. | |
OC354 | μαντεῖ’ ἄγουσα ποῖα μαντεῖα; ὅτι ὅπου δ’ | |
ἂν ταφήσεται σωτήριος ἔσται τῇ γῇ ἐκείνῃ. | 418 | |
OC362 | τὸ ἑξῆς, ζητοῦσα τὴν σὴν τροφὴν ἀντὶ τοῦ τὴν δίαιταν. | |
OC363 | τὸ ἑξῆς, δὶς γὰρ οὐ βούλομαι ἀλγεῖν. | |
OC367 | πρὶν μὲν γὰρ αὐτοῖς πρῴην ἦσαν σκοπή‐ σαντες τῷ Κρέοντι παραχωρῆσαι τὴν σὴν βασιλείαν. τε ὁ τε πλεονάζει. | |
OC369 | σκοποῦσι μετοχή ἐστιν, οὐ ῥῆμα. | |
OC371 | ἀλιτηροῦ ἁμαρτωλοῦ, μιαρᾶς. | |
OC373 | λαβέσθαι ἀντιλαβέσθαι. | |
OC375 | χ. τὸ χ παράκειται ὅτι πρεσβύτερόν φησι τὸν Πολυ‐ νείκη. | |
OC378 | πολλαχοῦ τὸ Ἄργος κοῖλόν φασι καθάπερ καὶ ἐν Θαμύρᾳ τὸ κοῖλον Ἄργος οὐ κατοικήσαντ’ ἔτι καὶ ἐν Ἐπιγόνοις | |
5 | ἐκ μὲν Ἐριχθονίου ποτιμάστιον ἔσχεθε κοῦρον Αὐτόλυκον, πολέων κτεάνων σίνιν Ἄργεϊ κοίλῳ· Ὅμηρος οἱ δ’ ἷξον κοίλην Λακεδαίμονα. | |
OC380 | ὡς αὐτίκ’ Ἄργος ὡς αὐτίκα καὶ τὸ Ἄργος πρὸς οὐρανὸν βιβῶν καὶ τὸ Καδμείων πέδον τιμωρίᾳ ὑποτάξων· τὸ γὰρ τιμὴ ἔσθ’ ὅτε πρόστιμον δηλοῖ· Ὅμηρος | |
5 | εἰ δ’ ἂν ἐμοὶ τιμὴν Πρίαμος· ἑκάτερον δὲ ἢ ἀντὶ τοῦ καὶ ἐστί· τὸ δὲ ἑξῆς οὕτως, ὡς αὐτίκα ἢ τὸ Καδμείων πέδον τιμῇ καθέξων ἢ τὸ Ἄργος πρὸς οὐρανὸν βιβῶν τουτέστιν ἢ τὸ Ἄργος ὑψώσων τῇ εὐκλείᾳ, ὡς πορθησόντων Ἀργείων τὰς | 419 |
10 | Θήβας καὶ κατὰ τοῦτο ἐνδόξων γενησομένων· ὑπερ‐ βατὸν οὖν ἐστι καὶ τὸ ἑξῆς οὕτως, ὡς αὐτίκα ἢ πρὸς οὐρανὸν τὸ Ἄργος οἴσων [ἢ] ἐπὶ μέγα αὔξημα ἢ τὸ Καδμείων πέδον τιμῇ καθέξων· ἄλλως γὰρ ἀκούειν τραχύτερον. | |
OC382 | ταῦτ’ οὐκ ἀριθμὸς οὐ μέχρι λόγων προκό‐ πτοντα. | |
OC386 | ὤραν φροντίδα. | |
OC388 | ποίοισι τούτοις; οἱ ὑπομνηματισάμενοι γρά‐ φουσιν οὕτω, χρησμὸς τοιοῦτος γέγονεν ὁποτέρῳ ἂν ὁ Οἰδίπους πρόσθηται τοῦτον κρατεῖν καὶ χωρὶς 〈καὶ〉 κατὰ κοινὸν τοῖς Θηβαίοις ὅτι ἔσται αὐτοῖς μεγάλων | |
5 | κακῶν αἴτιος ἐὰν μὴ θάψωσιν αὐτὸν ἐπὶ τῆς χώρας· ἐβουλόμην δὲ αὐτοὺς μαρτυρίῳ χρήσασθαι ἢ συγγρα‐ φέως ἢ ποιητοῦ. | |
OC390 | εὐνοίας χάριν ἐν τοῖς ἀναγκαιοτέροις τῶν ἀντιγράφων γράφεται εὐσοίας χάριν ὃ καὶ οἱ ὑπομνη‐ ματισάμενοι ἀξιοῦσιν· εὔσοιαν δέ φασι τὴν εὐθένειαν καθάπερ καὶ ἐν Ἀμφιτρύωνι | |
5 | ἐπεὶ δὲ βλάστοι τῶν τριῶν μίαν λαβεῖν εὔσοιαν ἀρκεῖ. ἵνα εὐνοῇς αὐτοῖς. | |
OC392 | κράτη δύναμιν. | 420 |
OC395 | γέροντα δ’ ὀρθοῦν τὸν ἅπαξ ἐν νεότητι πεσόντα ἐν γήρᾳ ὀρθοῦσθαι ἀδύνατον. φλαῦρον χαλεπόν. | |
OC399 | στήσωσι κατοικίσωσι. ὅπως | κρατῶσι μὲν σοῦ ἀντὶ ὅπως σχῶσί σε. | |
OC401 | κειμένου ἀντὶ οἰκοῦντος. | |
OC402 | κείνοις ὁ τύμβος ὁ τύμβος δυστυχῶν ὁ σὸς κείνοις βαρὺς ἀντὶ τοῦ ἐπὶ ξένης σοῦ θαπτομένου δυστυχήσουσιν ἐκεῖνοι. | |
OC403 | κἄνευ θεοῦ οἷον πῶς ἄν τις ταῦτα δύναιτο μαθεῖν ἄνθρωπος ὢν θείας δυνάμεως χωρίς; πέπαιγμαι· ὃ καὶ ἐπίσταται ὅτι Πυθόχρηστόν ἐστι τὸ λεγόμενον. | |
OC404 | προσθέσθαι ἀντὶ τοῦ κατοικίσαι. | |
OC405 | χώρας τῆς Θήβης. μηδ’ ἵν’ ἂν σαυτοῦ μηδὲ ἐᾶν σε ὅπου ἂν σαυ‐ τοῦ ἐξουσιάσῃς. λείπει τὸ ἐᾶν ῥῆμα· ἢ ἀπὸ κοινοῦ τὸ προσθέσθαι. | |
OC406 | κατασκιῶσι οἷον ἐν Θήβαις με χώσουσιν; | |
OC407 | τοὔμφυλον αἷμα ὁ πατρῷος φόνος. | |
OC408 | εἰ οὐ θάπτουσί με ἐν Θήβῃ· ὁ δὲ μὴ πλεονάζει. | |
OC409 | βάρος διὰ τὸ μὴ κατασχεῖν σε. | |
OC410 | ποίας φανείσης ποίας αἰτίας γενομένης βλα‐ βήσονται; ἀντὶ ὑπὸ θεῶν, ὑπὸ Ἐρινύων ἢ ὑπὸ τίνος; | |
OC413 | παρὰ τῶν θεωρῶν κλύουσα. | |
OC414 | ἐφ’ ἡμῖν ἀντὶ τοῦ δι’ ἐμέ. | |
OC415 | ὥς φασιν οἱ θεωροί. | |
OC421 | ἐν μηδενὶ ἑτέρῳ τὸ τέλος αὐτοῖς ἀποβαίη τῆς μάχης ἢ ἐν ἐμοὶ οἷον μηδεὶς ἄλλος κύριος γένοιτο ὥστε διαλῦσαι τὴν ἔριν αὐτῶν ἢ ἐγώ. | 421 |
OC424 | κἀπαναίρονται κατ’ ἀλλήλων ἐπαίρουσιν. | |
OC425 | εἰ γὰρ ἐν τῇ ἐμῇ ἐξουσίᾳ γένοιτο οὐδὲ εἷς αὐτῶν ζήσεται. | |
OC430 | αὐτοῖν ἐπέμφθην τὸ ἐφ’ ἑαυτοῖς οὐκ ἐπήρ‐ κεσαν· ἐνῆν γὰρ αὐτοῖς [τὸ ἐφ’ αὑτοῖς] τοῦτο πρᾶξαι ὡς αὐτάρκως κεκολασμένου τῇ πηρώσει. | |
OC431 | τοῦτ’ τὸ ἐξορισθῆναι. | |
OC436 | τούτου τοῦ ἔρωτος οὐδείς με ἐποίει ἀπολαῦ‐ σαι, τοῦ ἀποθανεῖν δέ φησιν. | |
OC437 | ὅτε 〈ὁ〉 θυμὸς ἦν πέπειρος. | |
OC438 | ὅτε ἐκεῖνοι ἔγνωσαν πέψαντά με 〈τὸν θυμόν〉. | |
OC443 | οἷον ἀντιλογίας βραχείας ἔδει ποιήσασθαι αὐτοὺς ὑπὲρ τοῦ πατρὸς διωκομένου τῶν Θηβῶν. | |
OC448 | τὼ δ’ ἐκεῖνοι δέ, οἱ ἄρρενες. | |
OC450 | τοῦδε συμμάχου ἐμοῦ. | |
OC452 | ἐγᾦδα ἐγὼ οἶδα, ἐγᾦδα. | |
OC457 | εἰ ὑμεῖς συμβάλησθέ μοι 〈τῷ〉 ἑαυτῶν συμ‐ βάλλεσθε· χρησμὸς γὰρ ἦν ὡς εἰ Ἀθηναῖοι τοῦ τάφου αὐτοῦ ἐγκρατεῖς γένωνται ἔσοιτο αὐτοῖς ποτε σωτὴρ πολιορκουμένοις ὑπὸ Θηβαίων εἴτε κατὰ τὸν Πελο‐ | |
5 | ποννησιακὸν πόλεμον εἴτε καθ’ ἕτερον· ταῦτα δὲ εἰκὸς ποιητικώτερον ὑπὸ τοῦ Σοφοκλέους πεπλάσθαι ἐπὶ θεραπείᾳ τῶν Ἀθηναίων· πολλαχοῦ δὲ οἱ τραγικοὶ χαρίζονται ταῖς πατρίσιν ἔνια. | |
OC458 | πρὸς σύν. | 422 |
OC462 | ἐπεὶ δὲ τῆσδε γῆς ὅτι δὲ σῴζειν ὑπισχνῇ τὴν πόλιν ὑποθέσθαι σοι βούλομαι τὰ χρήσιμα· Ἀττι‐ κῶς δὲ πάνυ τῇ συντάξει καὶ πιθανὴ λοιπὸν ἡ χάρις τῶν ἐγχωρίων ἀνδρῶν· παραινοῦσι γὰρ αὐτὸν καθαρ‐ | |
5 | σίων τυχεῖν ἵνα ἧττόν πως ἐναγὴς φαίνοιτο. | |
OC465 | ὡς φὴς προξένει μοι καὶ πάρεχε τὰ χρήσιμα· οὐ γὰρ ὀκνήσαιμι τελεῖν. προξένει λέγε. | |
OC467 | καὶ κατέστεψας καθικέτευσας, μετὰ ἱκετηριῶν ἀφίκου· ἐὰν δὲ γράφηται κατέστειψας οἷον κατεβάτευ‐ σας ὃ καὶ πιθανώτερον· δι’ αὐτὸ γὰρ τοῦτο κελεύ‐ ουσιν αὐτῷ καθαίρεσθαι ὅτι εἰς ἄβατον ἐπέβη τόπον | |
5 | τοῦ ἱεροῦ τῶν Σεμνῶν. κατέστειψας κατεβάτευσας. γράφε κατάστεψον, μεθ’ ἱκετηριῶν ἀφηγοῦ. ὅτι στέμματα ἔλεγον καὶ τὰ ἔρια· καὶ παρ’ Εὐριπίδῃ ᾧ στέμματα ξήνας’ ἐπέκλωσεν. | |
OC469 | πρῶτον μὲν ἱερᾶς ἐξ ἀενάου πηγῆς ὕδωρ ἄρυσαι καὶ οὕτω χοὰς ταῖς θεαῖς ποίησον ἀπὸ τῶν κρατήρων πλήσας αὐτοὺς [ἀπὸ] τοῦ ἀντληθέντος ὕδατος. | |
OC471 | ἀντὶ καὶ ὅταν ἀρύσωμαι τί πράξω; | |
OC472 | ἀνδρὸς εὔχειρος ἐπὶ τὸν Δαίδαλον ἡ ἀνα‐ | |
φορὰ περὶ οὗ Φερεκύδης φησὶν οὕτω, Μητίονι δὲ τῷ Ἐρεχθέως καὶ Ἰφινόῃ γίνεται Δαίδαλος ἀφ’ οὗ ὁ δῆμος καλεῖται Δαιδαλίδαι Ἀθήνῃσι. | 423 | |
5 | εὐπαλάμου. εὐπαλάμου κατὰ τὴν μετάληψιν. | |
OC473 | καὶ λαβὰς ἀμφιστόμους τὰ ὦτα ὧν ἔστι λαβέσθαι· ἀμφιστόμους δὲ τὰς ἑκατέρωθεν ἐστομω‐ μένας ἢ διὰ τὸ ἑκατέρωθεν τοῦ στόματος ταύτας εἶναι ἢ τὰς πρόσωπά τινα θηρίων ἑκατέρωθεν ἐχούσας. | |
5 | ἔρεψον καὶ τῶν κρατήρων τὴν κεφαλήν. λαβὰς ὠτία. ἀμφιστόμους διὰ τῶν προτομῶν. | |
OC475 | οἰὸς νεαρᾶς ἀντὶ τοῦ νέας. οἰοπόκῳ μαλλῷ στολισμῷ καὶ κροκισμῷ. οἰνεοτόκῳ οἰοπόκῳ. βαλὼν ἐρίῳ στέψον. | |
OC477 | χοὰς χέασθαι στάντα πρὸς 〈πρώτην〉 ἕω πρὸς τὴν ἀνατολήν· καὶ γὰρ δὴ καὶ τὰς ἐκχύσεις πρὸς ἥλιον ἐποιοῦντο καθάπερ καὶ ἐν Ἠλέκτρᾳ τοιαῦτα τοῦ παρόντος, ἡνίχ’ ἡλίῳ | |
5 | δείκνυε τοὔναρ, ἔκλυον ἐξηγουμένου· καὶ οἱ τοὺς καθαρμοὺς δὲ ἐπιτελοῦντες πρὸς τὴν ἕω ἵστανται· Κρατῖνος ἐν Χείρωνι ἄγε δὴ πρὸς ἕω πρῶτον ἁπάντων ἵστω καὶ λάμβανε χερσὶν | |
σχῖνον μεγάλην. | 424 | |
10 | πρὸς πρώτην ἕω ἀντὶ περὶ τὸν ὄρθρον. ἕω ἀνατολήν. | |
OC478 | τὸ ὕδωρ ἀπὸ τῶν κρατήρων χέω; | |
OC479 | τρισσάς γε πηγὰς ἀντὶ τὸ ὕδωρ ἀπὸ τριῶν πηγῶν. τὸν τελευταῖον τὸν ὕστερον κρατῆρα. | |
OC481 | ὕδατος, μελίσσης ὕδατος καὶ μέλιτος· ἀπὸ γὰρ τοῦ ποιοῦντος τὸ ποιούμενον· καὶ ἐν Ἐρασταῖς γλώσσης μελίσσης τῷ κατερρυηκότι· βούλεται δὲ λέγειν τὸ μελίκρατον. | |
5 | μελίσσης μέλιτος. λείπει ὁ καί. μηδὲ προσφέρειν μέθυ ἄοινοι γὰρ αἱ θεαί. | |
OC482 | ὅταν δὲ τούτων γῆ ὅταν δὲ τὰς χοὰς χέω‐ μεν ἐπὶ γῆς τί χρή με ὕστερον δρᾶσαι; | |
OC483 | τρὶς ἐννέα τρὶς ἐννέα τιθεὶς κλῶνας ἐλαίας ταύτας ποιοῦ τὰς εὐχάς. | |
OC485 | ἡδέως ἀκούσαιμι τῶν εὐχῶν· μέγιστον γὰρ ταύτας μαθεῖν. | |
OC486 | ὥς σφας καλοῦμεν ὡς καλοῦμεν αὐτὰς Εὐ‐ μενίδας οὕτως αὐτὰς καλῶν κἀξευμενῶν καὶ ἵλεως ποιούμενος ἱκέτευε αὐτὰς δέχεσθαί σε τὸν ἱκέτην ἐπὶ σωτηρίᾳ· ἀπὸ τῶν στέρνων ἀντὶ μὴ ἐξ ἐπιπολῆς ἀλλ’ | |
5 | ἐνδιαθέτως. | |
OC488 | οἷον ἢ σὺ ταῦτα ποίει ἢ ἄλλος τις ὑπὲρ σοῦ ταῦτα ποιείτω. | |
OC489 | ἄπυστα φωνῶν ἀνήκουστα ἀντὶ ἠρέμα καὶ συντόμως· τοῦτο ἀπὸ τῆς δρωμένης θυσίας [φησὶ] ταῖς Εὐμενίσι φησί· μετὰ γὰρ ἡσυχίας τὰ ἱερὰ δρῶσι καὶ διὰ τοῦτο οἱ ἀπὸ Ἡσύχου θύουσιν αὐταῖς καθ‐ | 425 |
5 | άπερ Πολέμων ἐν τοῖς πρὸς Ἐρατοσθένην φησὶν οὕτω, τὸ δὲ τῶν εὐπατριδῶν γένος οὐ μετέχει τῆς θυσίας ταύτης, εἶτα ἑξῆς, τῆς δὲ πομπῆς ταύτης Ἡσυχίδαι, ὃ δὴ γένος ἐστὶ περὶ τὰς σεμνὰς θεάς, [καὶ] τὴν ἡγε‐ μονίαν ἔχουσι καὶ προθύονται πρὸ τῆς θυσίας κριὸν | |
10 | Ἡσύχῳ ἱερόν, ἥρω τοῦτον οὕτω καλοῦντες· διὰ γὰρ εὐφημίαν ...... οὗ τὸ ἱερόν ἐστι παρὰ τὸ Κυλώ‐ νειον ἐκτὸς τῶν ἐννέα πυλῶν· καὶ Ἀπολλόδωρος δὲ ἐν τῇ περὶ θεῶν ιζʹ περὶ τοῦ τῶν Ἡσυχιδῶν γένους καὶ τῆς ἱερᾶς φησι· καὶ Καλλίμαχος | |
15 | νηφάλιαι καὶ τῇσιν ἀεὶ μελιηδέας ὄμπας λῄτειραι καίειν ἔλλαχον Ἡσυχίδες. | |
OC491 | δράσαντι ὡς καθαρθέντι. | |
OC492 | ἄλλως δὲ μὴ καθαρθέντι. | |
OC495 | οὐχ ὁδωτά οὐκ ἐν ὁδῷ οὐδὲ ἀνυστὰ οἷον οὐ βαδιστέα μοι οὐδὲ πρακτέον ταῦτα· λείπομαι γὰρ τῆς πράξεως ὑπὸ δύο κακῶν, τῷ τε μὴ δύνασθαι καὶ τῷ μὴ ὁρᾶν. | |
OC497 | σφῷν δ’ ἡ ’τέρα εἰρήκεσαν γὰρ ὅτι καὶ | |
ἄλλῳ ἐξῆν ὑπὲρ αὐτοῦ τὸν καθαρμὸν ποιήσασθαι. | 426 | |
OC499 | ἐκτείνουσαν τεταμένως καὶ συντόνως δρῶσαν καὶ διακονοῦσαν. | |
OC502 | οὐδ’ ὑφηγητοῦ δ’ ἄνευ ἄνευ χειραγωγοῦ· ἀπὸ κοινοῦ δὲ τὸ ἕρπειν, οὐκ ἰσχύω βαδίζειν. | |
OC504 | χρἤσται μ’ ἐφευρεῖν χρείη ἔσται κατὰ συν‐ αλοιφὴν χρἤσται. ἀντὶ τοῦ χρείη ἔσται, δηλοῦται δὲ ταὐτὸν τῷ δεήσει· καὶ ἐν Τριπτολέμῳ χρἤσται δέ ς’ ἐνθένδ’ αὖτις | |
5 | τοῦτο βούλομαι μαθεῖν ἔνθα τὸ ὕδωρ ἐστὶν ἡδέως ἂν εἰδείην. | |
OC505 | τοὐκεῖθεν ἄλσους τὸ ἐκεῖθεν τοῦ ἄλσους τούτου· ἐὰν δέ τι τούτων ἀγνοῇς παρά τινος τῶν ἐπιχωρίων τοῦτο μαθήσῃ· σπάνιν γάρ φησιν ἀντὶ τοῦ εἴ τι τῆς εἰδήσεως ἀγνοεῖς περὶ τὸν τόπον. | |
OC508 | τοῖς τεκοῦσι γάρ ὅταν τις ὑπὲρ γονέων πονῇ μὴ ἡγείσθω πόνον εἶναι τὸν κάματον. | |
OC510 | δεινὸν μὲν τὸ πάλαι τῆς Ἰσμήνης ἀποστάσης ὁ χορὸς ἐρωτᾷ τὸν Οἰδίποδα καί φησι, τὸ ἐπεγείρειν μὲν καὶ ἀνακινεῖν τὰ πάλαι συμβάντα δυσχερὲς ὅμως δὲ μαθεῖν ἐπιθυμῶ τὴν αἰτίαν τῆς πηρώσεως· καὶ | |
5 | ἔστι παθητικά· Καλλίμαχος τί δάκρυον εὗδον ἐγείρεις; | |
OC512 | τί τοῦτο; οἷον τί βούλει πυθέσθαι; | |
OC513 | τᾶς δειλαίας ἀπόρου περὶ τῆς ἐγκειμένης | |
σοι ἀλγηδόνος ἡδέως ἂν πυθοίμην· ἔξωθεν δὲ ἡ περί. | 427 | |
OC515 | μὴ πρὸς ξενίας μὴ πρὸς τῆς σῆς ξενίας ἀνα‐ πτύξῃς μου τὰ ἀναιδῆ ἔργα· ἢ οὕτω, μὴ τὰς προξενίας σου ἐπὶ ἔργα ἀναιδῆ καταγάγῃς οἱονεὶ μὴ κατὰ τὴν προξενίαν τὴν σὴν ἔργων γένοιο φαύλων ἀκροατὴς | |
5 | ἀναπτῦξαι καὶ φανερῶσαι τὰ κατὰ ἐμὲ βουληθείς. | |
OC516 | τό τοι πολύ τὸ ἀδιάλειπτον κακόν, τὸ κατὰ τὴν πήρωσιν χρῄζω ἀκοῦσαι. | |
OC518 | στέρξον, ἱκετεύω στέρξον ἃ λέγω καὶ μὴ ἀποστραφῇς τὴν αἰτίαν εἰπεῖν ὅ ἐστι πρόσδεξαί με. | |
OC520 | κἀγὼ γὰρ πείσομαι δῆλον ὅτι εἰς ὃ βούλει. | |
OC524 | ἀλλ’ ἐς τί; ἀλλ’ ἐς τί χωρήσει σοι τὰ πράγματα; | |
OC525 | οὐδὲν ἴδρις οἷον οὐδὲν εἰδυῖα ἡ πόλις ἐν‐ έδησέ με τῇ τοῦ γάμου ἄτῃ. εἰδυῖα. | |
OC537 | ἐπιστροφαὶ συναθροίσεις, πλῆθος. | |
OC539 | ἐδεξάμην | δῶρον τὸν γάμον τῆς μητρός, φησίν, ἀντὶ τῆς λύσεως τοῦ αἰνίγματος δῶρον ἐδεξά‐ μην ὃ μήποτε ὤφελον λαβεῖν· ἀντὶ δὲ τοῦ εἰπεῖν μή‐ ποτε ὤφελον ἐγὼ παρὰ τῆς πόλεως ἐξαίρετον ἰδεῖν | |
5 | οὕτως εἴρηκεν ἐπωφέλησα πόλεος ἐξελέσθαι. | |
OC547 | καὶ γὰρ ἄλλους ἐφόνευσα τοὺς παρόντας σὺν τῷ Λαΐῳ ἢ ὡς ἄλλους φονεύσας ἀθῷός εἰμι καὶ οὐ γέγονα ἔνοχος τῷ μύσει οὕτως καὶ ἐπὶ τοῦ πατρός· | |
οὐ γὰρ ᾔδειν. | 428 | |
OC551 | πολλῶν ἀκούων χρηστὸς ὁ Θησεὺς τὸ ἦθος εἰσάγεται· καὶ ἔχει καὶ ἐπὶ τοῦτο τῆς οἰκονομίας δεξιώτατα. | |
OC558 | προστροπὴν ὠφέλειαν. | |
OC562 | τὸ δεύτερον ὡς ἀντὶ τοῦ ὅτι. | |
OC566 | μ’ οὐ μὴ οὐ. | |
OC567 | ἔξοιδ’ ἀνὴρ ὢν ὅτι ἄνθρωπος. | |
OC581 | προσφορὰ ἀντὶ προσθήκη, πρόσδοσις. δηλώσεται ἀντὶ δηλωθήσεται. | |
OC583 | τὰ λοίσθι’ αἰτῇ γράφε τὰ λοῖσθ’ ἄρ’ αἰτῇ [τοῦ] βίου. | |
OC584 | τοῦ ζῆν ἢ ἐπιλέλησαι ἢ οὐ φροντίζεις. | |
OC585 | ἐνταῦθα γάρ μοι κεῖνα διὰ τοῦ τέλους καὶ τὰ μέσα τοῦ βίου εὐτυχήσει· προσδοκῶν γὰρ σὺ ὠφε‐ ληθήσεσθαι παρ’ ἐμοῦ ὅταν ἀποθάνω ζῶντά με γηρο‐ βοσκήσεις. | |
OC586 | βραχὺ δῶρόν με αἰτεῖς τὸ ἐν Ἀθήναις θάψαι σε. | |
OC593 | γνώμη. | |
OC602 | πῶς δῆτα οὖν, φησί, μεταπέμψαιντο ἄν σε εἰ μὴ ἔστι δυνατὸν κατελθεῖν διὰ τὸ πατροκτόνον εἶναι; ὁ δέ φησι τὸ θεῖον αὐτοὺς ἐξαναγκάσει | |
5 | τοῦτο πράττειν. | |
OC605 | ἀντὶ ὑπὸ ταύτης τῆς χθονὸς πληγῆναι. | |
OC619 | τὰ νῦν ξύμφωνα οὔπω γὰρ ἦν ἔχθρα Θη‐ | |
βαίοις καὶ Ἀθηναίοις. | 429 | |
OC623 | σαφὴς ἀντὶ ἀληθὴς ὡς καὶ Ὅμηρος ἐπιστάμενος σάφα εἰπεῖν ἀντὶ τοῦ ἀληθῶς. | |
OC624 | τἀκίνητ’ οἷον τὰ ἄρρητα. | |
OC630 | ἐφαίνετο ἀνεφαίνετο· τοιοῦτόν ἐστι καὶ τὸ παρ’ Ὁμήρῳ καὶ εἴρετο δεύτερον αὖτις. | |
OC632 | τοιοῦδ’ ἀντὶ φίλου. δορύξενος φιλό(ξενος). ἁπλοϊκώτερον δορυξένους καλοῦσι καὶ τοὺς ὁπωσ‐ δήποτ’ οὖν ἐπιξενωθέντας· ἢ ἐπιτατικῶς καὶ πολε‐ | |
5 | μίοις φίλη. | |
OC636 | οὔποτ’ ἐκβαλῶ χάριν οὐ καταφρονῶ τῆς εἰς αὐτὸν χάριτος. οὐκ ἐκβάλλω ἀλλὰ καὶ ἐκ τοῦ ἐναντίου ὑποδέχομαι. | |
OC638 | σέ τὸν χορόν. | |
OC639 | ἐμοῦ στείχειν μέτα εἰς τὸ ἄστυ. | |
OC641 | τῇδε γὰρ ξυνοίσομαι συμπράξομαι ὡς σὺ βούλει. | |
OC647 | εἰ δύναιο κρατεῖν τῶν ἐχθρῶν ἐνθάδε μένων μέγα ἂν δώρημα λέγοις τῆς ἐνταῦθα διατριβῆς. | |
OC648 | εἰ ἐμμένει σοι τὰ ἐπαγγελθέντα. | |
OC649 | τὸ τοῦδέ γ’ ἀνδρὸς ἐφ’ ἑαυτοῦ πεποίηται τὴν δεῖξιν ὁ Θησεύς. | |
OC650 | πιστώσομαι πίστιν ἐπιθεῖναι παρακελεύσω. | 430 |
OC651 | τούτου τὸ ἑξῆς ἐστιν οὕτως, οὐκ ἂν πλέον λάβοις ὁρκίσας με ἢ λόγῳ πιστεύσας. | |
OC652 | ὄκνος φόβος. | |
OC653 | τοῖσδ’ τοῖς τοῦ χοροῦ. | |
OC655 | ὀκνοῦντ’ ἀνάγκη οὐ νεμεσητόν μοι εἰ ὑπὸ δέους [ἐπὶ] τὰ αὐτὰ συνεχῶς λέγω· τὸν φοβούμενον γὰρ ἀνάγκη ταὐτὰ λέγειν. οὐκ ὀκνεῖ οὐδὲν δέδοικεν. | |
OC658 | ἀντὶ τοῦ πολλοὶ ἄνθρωποι πολλὰ ἀπειλήσαντες ἐκ θυμοῦ πέψαντες τὸν θυμὸν καὶ τὸν καθεστηκότα νοῦν ἀναλαβόντες ἐπαύσαντο τῶν ἀπειλῶν. | |
OC661 | κείνοις τοῖς Θηβαίοις. | |
OC662 | τῆς σῆς ἀγωγῆς λείπει ἡ περί, περὶ τῆς ἐπανόδου. | |
OC663 | 〈οὐδὲ〉 πλώσιμον ἀδιάβατον· δεδοίκασι γὰρ ἡμᾶς. | |
OC668 | μέχρι τοῦ ἀηδών ἡ διατριβὴ τοῦ χοροῦ πρὸς τὸ ἐγκώμιον τῆς χώρας αὐτοῦ τοῦ Σοφοκλέους, ἐπὶ τὸ ἴδιον ἀπαντῶντος χαρακτηριστικόν, τὸ γλαφυρὸν καὶ ᾠδικὸν μέλος. | |
5 | ξένε ὦ Οἰδίπου. | |
OC670 | τὸν ἀργῆτα τὸν λευκόγεων. | |
OC671 | μινύρεται ᾄδει. | |
OC674 | ἀνέχουσα ἄνω ἔχουσα ὡς ἐν Λυκούργῳ Αἰσχύλος ἄκουε δ’ ἀν οὖς ἔχων | |
ἀντὶ τοῦ ἄνω τὸ οὖς ἔχων. | 431 | |
5 | ὑπὲρ ἑαυτὴν ἔχουσα τὸ φυτόν. | |
OC676 | φυλλάδα μυριόκαρπον παρὰ τὸ Ὁμηρικὸν τὴν μὲν 〈ἄρ’〉 οὔτ’ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων οὔτε μιν ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν· ἀπὸ κοινοῦ δὲ τὸ ἀνέχουσα· ἀνήλιον δὲ διὰ τὴν δασύ‐ | |
5 | τητα τῶν φυτῶν. ἀνήλιον διὰ τὸ δάσος. | |
OC681 | θάλλει δ’ οὐρανίας ὑπ’ ἄχνας οἱ μὲν ὑπο‐ μνηματισάμενοι γράφουσιν οὕτως, τῆς Δήμητρος καὶ Κόρης 〈οὔ〉 φασι στεφάνωμα τὸν νάρκισσον εἶναι· στάχυσι γὰρ αὐτὰς στεφανοῦσι· μήποτε δὲ γραπτέον | |
5 | μεγάλαν θεᾶν τῶν Ἐρινύων· καὶ γὰρ τὸ χωρίον ἐν ᾧ ἦν ὁ Οἰδίπους αὐταῖς ἀνεῖτο· ὅτι δὲ Ἐρινύων ἐστὶ τὸ στεφάνωμα δῆλον ἐν οἷς Εὐφορίων φησὶ πρόπρο δέ μιν δασπλῆτες ὀφειλομένην .... οἶμον Εὐμενίδες ἀργῆτα θυγατριδαῖ Φόρκυνος | |
10 | ....... ναρκίσσοιο ἐπιστεφέες πλοκαμῖδας, ἴσως ὅτι παρὰ τοῖς μνήμασιν ὡς τὸ πλεῖστον ἐκφύεται ἢ ὅτι τοῦ φρίττειν καὶ ναρκᾶν εἰσιν αἱ δαίμονες | |
αἴτιαι ὥστε διὰ τὸ ὄνομα συνῳκειῶσθαι τὸ φυτὸν αὐταῖς· μήποτε δὲ τὸν νάρκισσον μεγάλαιν θεαῖν ἀρ‐ | 432 | |
15 | χαῖον στεφάνωμα ἔφη ὁ Σοφοκλῆς τῷ συλληπτικῷ χρησάμενος τρόπῳ ἀντὶ τοῦ εἰπεῖν θεᾶς ἀρχαῖον στε‐ φάνωμα, τῆς Κόρης· τί δή ποτε; ὅτι πρὶν ἢ τὸν Πλούτωνα αὐτὴν ἁρπάσαι τούτῳ ἐτέρπετο· συλλέγου‐ σαν οὖν φασιν αὐτὴν τὸν νάρκισσον 〈ἁρπασθῆναι〉 | |
20 | ὥστε τὸ ἀρχαῖον τούτου ἕνεκα προσκεῖσθαι οἷον ὃ ἦν αὐτῇ θυμῆρες στεφάνωμα πρὶν ἢ συλληφθῆναι· αὖθις γοῦν φασι τὰς θεὰς ἀνθίνοις μὴ κεχρῆσθαι ἀλλὰ καὶ ταῖς Θεσμοφοριαζούσαις τὴν τῶν ἀνθίνων στεφάνων ἀπειρῆσθαι χρῆσιν, ὁ δ’ Ἴστρος τῆς Δήμητρος εἶναι | |
25 | στέμμα τὴν μυρρίνην καὶ τὴν μίλακα περὶ ἧς γίνεσθαι τὴν δικασίαν καὶ τὸν ἱεροφάντην δὲ καὶ τὰς ἱερο‐ φάντιδας καὶ τὸν δᾳδοῦχον καὶ τὰς ἄλλας ἱερείας μυρρίνης ἔχειν στέφανον δι’ ἃ καὶ τὴν Δήμητρα προσθέσθαι ταύτην φησί. | |
30 | ἄχνας τῆς δρόσου. | |
OC683 | νάρκισσος ὄνομα βοτάνης. μεγάλαιν θεαῖν ταῖς Ἐρινύσιν. | |
OC684 | ὅ τε | χρυσαυγὴς κρόκος τοῖς τὸν νάρκισσον τῇ Δήμητρι ἀπονέμουσιν τοῦτο συμπράττει, ὅτι κἀν τῇ Νιόβῃ ὁ Σοφοκλῆς τὸν κρόκον ἄντικρυς τῇ Δή‐ μητρι ἀνατίθεται ὥστε καὶ νῦν τὸν λόγον εἶναι περὶ | |
5 | τῶν Δήμητρος στεφανωμάτων· καὶ αὐτὸ δὲ τοῦτο ἴδιον ἂν εἴη Σοφοκλέους· τοῖς γὰρ ἀνθίνοις οὐ πάνυ φασὶν ἥδεσθαι τὴν Δήμητρα. ἀπὸ κοινοῦ τὸ θάλλει κατ’ ἦμαρ. | 433 |
OC686 | μινύθουσιν λήσουσι τοῦ ῥεῖν. | |
OC687 | Κηφισοῦ νομάδες κρῆναι [αἱ] νομάδες αἱ ἐπινεμόμεναι ὥσπερ καὶ καταρρέουσαι τὴν γῆν τοῦ Κηφισοῦ πηγαί· ἢ ἃς ὁ Κηφισὸς ἐπινέμεται, λέγοι δ’ ἂν ἐν τῇ Ἀκαδημείᾳ. | |
5 | ὄνομα ποταμοῦ. | |
OC688 | ἀλλ’ αἰὲν ἐπ’ ἤματι ἀλλ’ ἀεὶ καθ’ ἡμέραν, φησίν, ἐπινίσσεται ὁ Κηφισὸς ὠκυτόκα ποιῶν τὰ πεδία καὶ ἔγκαρπα. | |
OC689 | ὠκυτόκος ὁ ποταμός. | |
OC691 | στερνούχου χθονός ἴσον τῷ γονίμου ἢ ἀντὶ πεδιούχου χθονός· μεταφορικῶς γὰρ [καὶ] στέρνα καὶ νῶτά φασι τῆς γῆς τὰ πεδιώδη καὶ εὐρέα καθάπερ αὖ πάλιν αὐχένας τὰ στενά. | |
5 | γῆς ἐπιπέδου. | |
OC692 | νιν τὴν Ἀττικήν. | |
OC698 | φύτευμ’ ἀχείρητον ὅτι ἀπέσχοντο τῶν μορίων οἱ Λακεδαιμόνιοι καὶ ἄλλοι ἱστοροῦσι καὶ Φιλόχορος ὥστε ταῖς ἀληθείαις ἐγχέων αὐτὰς φόβημα τοῖς πολε‐ μίοις γενέσθαι· Λακεδαιμόνιοι γὰρ ἐμβαλόντες ἐν τῇ | |
5 | Ἀττικῇ δέκα μυριάσι Πελοποννησίων καὶ Βοιωτῶν ἡγουμένου. τοῦ Ἀρχιδάμου τοῦ Ζευξιδάμου Λακεδαι‐ μονίων βασιλέως ἀπέσχοντο τῶν λεγομένων μορίων Ἀθηνᾶν δείσαντες ὡς Ἀνδροτίων φησίν. | 434 |
OC699 | δαΐων πολεμίων. | |
OC701 | γλαυκᾶς παιδοτρόφου καὶ Ἀριστοφάνης ἐν Νεφέλαις ἀλλ’ εἰς Ἀκαδήμειαν κατιὼν ὑπὸ ταῖς μορίαις ἀποθρέξει· ὁ δ’ Ἴστρος καὶ τὸν ἀριθμὸν αὐτῶν δεδήλωκεν γρά‐ | |
5 | φων οὕτως ....... εἶναι· 〈τὸν〉 δὲ κλάδον [ἀπὸ] τῆς ἐν Ἀκαδημείᾳ ἐλαίας ἀπὸ τῆς ἐν ἀκροπόλει φυτευ‐ θῆναί φασιν, ἐπάρατον δὲ ποιῆσαι τοὺς ἐμβαλόντας αὐτὰς 〈εἰ〉 ἐκκόψειε φίλος ἢ πολέμιος δι’ ὃ Λακεδαι‐ μόνιοι τὴν λοιπὴν γῆν δῃοῦντες τῆς μὲν Τετραπόλεως | |
10 | ἀπέσχοντο διὰ τοὺς Ἡρακλείδας τῶν δὲ μορίων διὰ τὰς ἀράς· ὁ δὲ Ἀριστοτέλης καὶ τοῖς νικήσασι τὰ Παναθήναια ἐλαίου τοῦ ἐκ μορίων γινομένου δίδο‐ σθαί φησιν. | |
OC702 | τὸ μὲν τὸ φυτὸν τῆς ἐλαίας. | |
OC705 | μορίου Διός μόριον Δία εἶπεν τὸν ἐπόπτην τῶν μορίων ἐλαιῶν· καὶ ἔστιν ὁ λεγόμενος μόριος Ζεὺς 〈περὶ Ἀκαδήμειαν〉 ὥς φησιν Ἀπολλόδωρος, περὶ | |
Ἀκαδήμειάν ἐστιν ὅ τε τοῦ Καταιβάτου Διὸς βωμὸς | 435 | |
5 | ὃν καὶ μόριον καλοῦσι τῶν ἐκεῖ μορίων παρὰ τὸ τῆς Ἀθηνᾶς ἱερὸν ἱδρυμένων. ὄνομα τόπου. | |
OC711 | εὔιππον, εὔπωλον παρ’ ὅσον ὁ Κολωνὸς Ἱπ‐ πεὺς ἐλέγετο καὶ Ποσειδῶν καὶ Ἀθηνᾶ αὐτόθι Ἵππιοι. | |
OC712 | ὦ παῖ Κρόνου αὐτόθι φασὶ Ποσειδῶνα πρῶτον ἵππους ζεῦξαι καὶ χαλινῶσαι· καὶ ταῦτα δὲ ἐπὶ θεραπείᾳ φησὶ τῆς οἰκείας ὁ Σοφοκλῆς· ὁ γὰρ Κολωνὸς Ἱππεὺς ὠνομάσθη παρ’ ἃς ἐξεθέμην αἰτίας | |
5 | διὰ τὸν Ἄδραστον· ὁ δὲ ἐπὶ τὸ σεμνότατον ἄγει τὸ πρᾶγμα τῇ ποιητικῇ καταχρώμενος ἀδείᾳ. | |
OC715 | περὶ τὰ τρία ταῦτα κεφάλαια μάλιστα δια‐ τρίβουσι τοῦ ἐγκωμίου, ὅτι εὔφορος ἡ χώρα καὶ ὅτι ἱππικοὶ Ἀθηναῖοι καὶ ὅτι ναυτικοί. | |
OC717 | πλάτα κώπη. | |
OC719 | ἀκόλουθος ὅτι αἱ Νηρεΐδες νʹ εἰσιν. | |
OC720 | Ἀντιγόνη ταῦτά φησιν ὁρῶσα προσιόντα τὸν Κρέοντα μετὰ χαρᾶς· ἐπὶ τὸν Οἰδίπουν δὲ ἀφῖκται ὁ Κρέων καὶ μὴ πείσας αὐτὸν παρασπᾶται αὐτοῦ τὴν Ἀντιγόνην φθάσας κατὰ τὴν ὁδὸν καὶ τὴν Ἰσμήνην | |
5 | ἀφελέσθαι. | |
OC726 | ἐγὼ κυρῶ. | |
OC731 | ὃν μήτ’ ὀκνεῖτε ὅντινα ἀντὶ ἐμὲ μὴ φοβεῖσθε. | 436 |
OC738 | οὕνεχ’ ἧκέ μοι γένει ἀντὶ ὅτι προσήκει μοι πενθεῖν τὰ τούτου ἀτυχήματα ὑπὲρ πάντας Θηβαίους. | |
OC741 | ἱκοῦ ἐλθέ. | |
OC742 | ἐκ δὲ τῶν μάλιστ’ ἐγὼ ἐγὼ μάλιστά σε καλῶ ὅσῳπερ πλεῖστον ἀλγῶ τοῖς σοῖς παθήμασιν. | |
OC746 | κἀπὶ προσπόλου μιᾶς τῆς Ἀντιγόνης· εἴληπτο γὰρ ὑπ’ αὐτοῦ ἡ Ἰσμήνη. | |
OC755 | ὥστε συγγνώμης εἰμὶ ἄξιος λέγων· οὐ γὰρ δύναμαι κρύπτειν. | |
OC762 | ἐν εὐλογοφανέσι λόγοις πανοῦργα βουλευόμενε. | |
OC763 | πείρᾳ βαρυτόνως ἀναγνωστέον πείρᾳ, οὐ περισπωμένως· οὕτω Δίδυμος. | |
OC768 | μεστὸς ὡς ἐπὶ κεράμου, ὅ ἐστιν ὅτε κορεσθεὶς τοῦ θυμοῦ λοιπὸν τὰ συμφέροντα ἐβουλευόμην καὶ οὐκέτι ἤθελον φεύγειν. | |
OC769 | τοὐν δόμοισιν ἀντὶ ἐν Θήβαις. | |
OC773 | γένος τὸ Ἀττικόν. | |
OC775 | καὶ σὺ οὖν βούλει με εὐεργετεῖν μὴ θέλοντα. | |
OC781 | τοιαῦτα ἀντὶ χάριτος. | |
OC785 | πάραυλον ἀντὶ ἐν ἀγροῖς. πόλις δέ σοι κ. ἑ. καὶ ἵνα ἡ Θήβη ἀβλαβὴς ἔσται ἐκ ταύτης τῆς γῆς· ἄναιτος δὲ ἀντὶ ἀβλαβής, ἀναι‐ τίατος. | |
OC787 | οὐκ ἔστι σοι ταῦτ’ οὐ προβήσεταί σοι ὁ σκοπός. | |
OC791 | ἆρα οὐ πλέον σοῦ τὰ ἀποβησόμενα ταῖς Θή‐ βαις οἶδα; | |
OC792 | ἐκ σαφεστέρων κλύω ἀντὶ καὶ σαφέστερον οἶδα. | 437 |
OC793 | καὐτοῦ Ζηνὸς δοκεῖ γὰρ ὁ Ἀπόλλων παρὰ Διὸς λαμβάνειν τοὺς χρησμοὺς ὡς καὶ ἐν Ἰφικλείᾳ φησὶ καὶ Αἰσχύλος ἐν Ἱερείαις στέλλειν ὅπως τάχιστα· ταῦτα γὰρ πατὴρ | |
5 | Ζεὺς ἐγκαθίει Λοξίᾳ 〈θεσπίσματα〉 καὶ Ἀριστοφάνης Ἥρωσιν. | |
OC794 | ὑπόβλητον οὐκ ἀληθὲς ἀλλὰ πεπλασμένον· ἀπὸ τῶν ὑποβαλλομένων εἰς τὰ γένη τοὺς παῖδας. | |
OC795 | στόμωσιν ἀντὶ τοῦ δείνωσιν καὶ πανουργίαν. | |
OC800 | ἀντὶ τοῦ ἐν τῷ μὴ πείθεσθαί σε μᾶλλον σὺ δυστυχεῖς ἤπερ ἐγώ. | |
OC803 | πείθειν πείθειν με εἰς τὸ ἀκολουθῆσαί σοι. τούσδε τοὺς ἀπὸ τοῦ χοροῦ. | |
OC805 | λῦμα κάθαρμα ὅ ἐστιν ἀπαίδευτος μέχρι γήρως μενεῖς; | |
OC807 | βουλόμενος ἐκ παντὸς δοκεῖν δίκαια λέγειν. | |
OC808 | ἄλλο ἐστὶ τὸ φλυαρεῖν καὶ ἄλλο τὸ ἀναγ‐ καῖα λέγειν. | |
OC809 | ταῦτα δ’ καὶ ταῦτα. | |
OC810 | τοῖς κατὰ σὲ οὐ δοκῶ καίρια λέγειν. ἴσος οἷος. | |
OC811 | καὶ πρὸ τῶνδε καὶ πρὸ τοῦ χοροῦ. | |
OC813 | μαρτύρομαι μάρτυρας καλῶ. | |
OC814 | ἤν ς’ ἕλω ἐάν σε ἕλω, δικαίως σε δῆλον ὅτι τιμωρήσομαι· 〈μαρτύρομαι〉 γὰρ τούσδε οἷα ἀνταμείβῃ | |
με ῥήματα. | 438 | |
OC815 | τῶνδε τῶν ἀπὸ τοῦ χοροῦ. βίᾳ βιαζόμενος τοὺς ἐμοὺς συμμάχους καὶ φύλακας. | |
OC816 | κἄνευ τοῦδε καὶ χωρὶς τοῦ λαβεῖν σε εἰς Θήβας. | |
OC821 | τήνδε τὴν Ἀντιγόνην. | |
OC822 | ἰὼ ξένοι τῷ χορῷ φησι. | |
OC826 | τήνδε τὴν Ἀντιγόνην· τοῖς ἀκολούθοις δὲ ἑαυτοῦ φησιν ὁ Κρέων. | |
OC829 | τί δρᾷς, ξένε; πρὸς τὸν Κρέοντα ἕλκοντα τὴν Ἀντιγόνην. | |
OC830 | τῆς ἐμῆς ἀδελφῆς μου γὰρ θυγάτηρ ἐστί. | |
OC835 | τί δρᾷς, ὦ ξέν’; πρὸς τὸν Κρέοντα ἕλκοντα τὴν Ἀντιγόνην. | |
OC836 | εἴργου φυλάττου, χωρίζου. σοῦ μὲν οὔ οὐκ ἀπείρξομαί σου. | |
OC837 | πόλει ταῖς Θήβαις. | |
OC840 | ὁδοιπορεῖν ἀναχωρεῖν ἐντεῦθεν, ὦ Κρέων. | |
OC842 | ἐναίρεται—σθένει τουτέστι βίᾳ πορθεῖται. | |
OC845 | πρὸς βίαν κ. ἑ. ἀπαγομένης δὴ τῆς Ἀντι‐ γόνης ὑπὸ τῶν προστεταγμένων παρὰ τοῦ Κρέοντος· ἐν μέρει δὲ παθητικά ἐστιν. | |
OC848 | ἐκ τούτοιν ἐκ τῶν θυγατέρων αἷς ὡς σκή‐ πτροις ἐχρῆτο καὶ βακτηρίᾳ. | |
OC858 | πόλει ταῖς Θήβαις. | |
OC864 | μὴ γὰρ αἵδε δαίμονες κ. ἑ. μὴ ἄφωνος γενοίμην εἰς τὸ καταρᾶσθαί σε. | |
OC866 | ὄμμ’ φησὶ τὴν Ἀντιγόνην. | 439 |
OC875 | χρόνῳ γηρῶν. βραδὺς βαρύς. τὸ παλαιόν φησι βαρύ. | |
OC879 | ταύτην [δ’] ἄρα οὐκέτι νομιῶ πόλιν εἰ σὺ ἀπ‐ άξεις τοῦτον. | |
OC881 | τά γ’ οὐ τελεῖ ταῦτα ἃ λέγει οὐ πληρώσει. | |
OC882 | εἰ τελέσω Ζεὺς εἰδείη. | |
OC883 | ἀνεκτέα ἀνεκτέον· οὕτω γάρ φασι σκαπτέα, φυτευτέα ἀντὶ τοῦ σκαπτέον, φυτευτέον. | |
OC887 | τίς ποθ’ ἡ βοή; ἄκρως τῇ οἰκονομίᾳ τὸ μαθεῖν τὸν Θησέα τὰ γενόμενα πρὸς θυσίαις ὄντα τοῦ Ἱππίου Ποσειδῶνος ὑπὲρ τοῦ μὴ διατριβὴν ἐγγενέσθαι μηνύοντός τινος. | |
OC890 | θᾶσσον ἢ καθ’ ἡδονὴν ποδὸς ταχύτερον ἢ ὡς ἔδει βαδίζειν. | |
OC900 | σπεύδειν ἀπὸ ῥυτῆρος ἀντὶ τῆς βλαύτης· τῶν δὲ ἐξηγησαμένων ἁπάντων αὐτὸν Πραξιφάνης δοκεῖ ἄμεινον ἀποδιδόναι ἀκούων τὸ ὑπόδημα οἷον τῶν ποδῶν τὸ κάλυμμα. | |
5 | ἀπὸ ῥυτῆρος ἀπὸ ὑποδήματος ἀντὶ τοῦ ὡς ἔχει σχήματος ἕκαστος. ἔνθα δίστομοι ὡς σχιστῆς οὔσης ὁδοῦ ἐκεῖσε. | |
OC903 | ξένῳ τῷ Κρέοντι. | |
OC905 | εἰ μὲν δι’ ὀργῆς ἧκον εἰ μὲν δι’ ὀργῆς ἐληλύθειν, ἐν ταύτῃ τῇ ὀργῇ ἧς ἦν οὗτος ἄξιος. | |
OC906 | οὐδ’ ἀφῆκ’ ἂν (οὐ) μεθῆκ’ ἄν. | 440 |
OC908 | τούτοισι κοὐκ ἄλλοισιν ὡς ἀπὸ ξένης γῆς ἀπέσπασεν οὕτω καὶ αὐτὸς ἐπὶ ξένης γῆς ἀποσπα‐ σθήσεται. | |
OC909 | οὐκ ἀναχωρεῖς γὰρ ἐντεῦθεν πρὶν ἂν ἀγάγῃς τὰς κόρας. | |
OC912 | οὔθ’ ὧν πέφυκας τῶν προγόνων. | |
OC916 | ἄγεις θ’ ἃ χρῄζεις καὶ παρίστασαι ἀντὶ τοῦ μεθίστασαι· εἰώθεσαν δὲ οὕτω λέγειν καὶ ἀντὶ τοῦ ἐφυγάδευσαν ἡμεῖς ἂν εἴποιμεν μετεστήσαντο, παρ‐ εστήσαντο δὲ λέγουσιν. | |
5 | καὶ παρίστασαι βίᾳ τὸ παρίστασαι ἴσον ἐστὶ τῷ καταδουλοῖς καὶ ὑποχείριον ποιεῖς καὶ πάλιν παραστή‐ σασθαι τούσδε τινάς φασι· παραφυλάττεσθαι δὲ 〈δεῖ〉 ὡς δεινοποιεῖ τὰ τοῦ Κρέοντος ὁ Θησεὺς τῇ καλουμένῃ αὐξητικῇ κεφαλαιώσει καὶ συνάπτει πολλὰ κεφάλαια. | |
10 | ἀντὶ τοῦ καταδουλοῖς αὐτὴν βίᾳ. | |
OC929 | σὺ δ’ ἀξίαν οὐκ οὖσαν οὐκ οὖσαν ἀξίαν αἰσχύνεσθαι· αἰσχύνη δὲ πατρίδος πολίτου ἁμαρτία. πόλιν τὴν Θήβην. | |
OC934 | εἰ μὴ μέτοικος τῆσδε ἀντὶ ἔνοικος· οὐ γὰρ αὐτὸ τοῦτο τὸ μέτοικος ὡς ἡμεῖς φαμεν εἴρηται, μετ‐ οίκους δὲ καλοῦμεν τοὺς ἀπὸ ἑτέρας χώρας οἰκοῦντας, πρὸς 〈δὲ〉 τοὺς μετοικισθέντας ποθέν, τοῦτο δὲ ἔνοικον· | |
5 | κέχρηται δὲ καὶ Αἰσχύλος ἐπὶ τῶν οἰωνῶν ἐν Ἀγα‐ μέμνονι λέγων οὕτω | |
τῶνδε μετοίκων ἀντὶ ἐνοίκων· μετοίκους γὰρ εἶπε τῶν ὑψηλῶν τόπων τοὺς οἰωνοὺς κἀκεῖσε ἀντὶ ἐνοίκων. | 441 | |
10 | ἀντὶ ἔνοικος. | |
OC939 | ἐγὼ οὔτ’ ἄνανδρον τὴν ῥητορείαν παραφύ‐ λαξον εἰ τῶν μὲν κατηγορηθέντων αὐτοῦ οὐχ ἅψεται καινὰ δέ τινα ἐνθυμήματα καὶ πάνυ εὔλογα ἐξευρίσκων ἀντερεῖ. | |
OC942 | αὐτοὺς τοὺς Ἀθηναίους. | |
OC943 | ξυναίμων τῶν συγγενῶν. | |
OC945 | παρ’ ὅσον αὐτὸς τέκνον ἐστὶ μητέρα γεγαμηκώς. | |
OC947 | τοιοῦτον αὐτοῖς Ἄρεος ᾔδειν [δὲ] εὔβουλον ὄντα τὸν Ἄρειον πάγον· τοῦτον δὲ χθόνιον εἶπεν οἷον ἐγγενῆ καὶ αὐτόχθονα, ἐγχώριον, οὐχ, ὡς οἱ ἐξηγησάμενοι οἴονται, παρὰ τὸ τοὺς δικαζομένους ἐν | |
5 | αὐτῷ ὑπὸ τὴν χθόνα εἶναι· χθόνιον τοίνυν τὸν αὐ‐ τόχθονα· λέγοι δὲ ἂν τὴν Ἀρεοπαγῖτιν βουλήν· τὸν γὰρ πάγον εἰς τὸν ὄχθον μετατέθεικεν· εἴρηται δὲ περὶ τῆς προσηγορίας αὐτοῦ πολλαχοῦ. | |
OC950 | ᾧ πίστιν ἴσχων ᾧ ἐγὼ θαρρῶν. | |
OC954 | θυμοῦ γὰρ οὐδὲν γῆρας οἷον οὐκ ἔστι θυ‐ μοῦ κρατῆσαι ἄνθρωπον ὄντα· οὐ καταγηράσκει τὸ ὠμὸν τοῦ θυμοῦ εἰ μὴ ἐξέλθοι τοῦ βίου 〈ὁ〉 ἄνθρω‐ πος· ἀδύνατον γάρ ἐστιν ὄντα ἄνθρωπον μὴ θυμῷ | |
5 | χρήσασθαι· τοῦτο δὲ καὶ παροιμιακῶς λέγεται, ὅτι ὁ | |
θυμὸς ἔσχατον γηράσκει, λέγεται δὲ διὰ τοὺς πρε‐ σβυτέρους· ὅσῳ 〈γὰρ〉 γηράσκουσι τὸν θυμὸν ἐρρωμε‐ νέστερον ἔχουσιν· καὶ Ἀλκαῖος ὡς λεγομένου κατὰ κοινὸν αὐτοῦ μιμνήσκεται. | 442 | |
OC960 | ὦ λῆμ’ ἀναιδές .... τὴν ὑστάτην ὑπο‐ φορὰν πρὸς τὸν Κρέοντα μηκέτι ὑπὸ τοῦ Θησέως λέγεσθαι ἀλλ’ ὑπὸ τοῦ Οἰδίποδος· ἡ δὲ αἰτία πρό‐ δηλος· καὶ ἅμα παραφύλαττε εἰ καὶ οὕτω πιθανῶς | |
5 | ποιεῖται τὰς ἐπιχειρήσεις· τῷ γὰρ ὄντι ὁ Οἰδίπους εἴ τις ἀκριβῶς ἐξετάζοι ἄδικος μὲν οὐκ ἔστιν ἀτυχὴς δὲ καὶ περιπαθής. | |
OC961 | ἢ σαυτοῦ ἐπεὶ τὴν ἀδελφήν σου λοιδορεῖς. | |
OC965 | μηνίουσιν ὀργιζομένοις. | |
OC973 | ἔα ἦ. | |
OC977 | τό γ’ ἆκον τὸ ἀκούσιον. | |
OC978 | τὸ ἑξῆς, μητρὸς δὲ γάμους, τλήμων, οὔσης ὁμαίμου σῆς ἀναγκάζων με λέγειν οὐκ ἐπαισχύνῃ. | |
OC1000 | ἅπαν καλὸν | λέγειν νομίζων τουτέστιν ἀθυ‐ ρόστομος ὤν. | |
OC1006 | ὅθ’ οὕνεκ’ εἴ τις γῆ ὅτι οὕνεκα, ἐκ παραλ‐ λήλου τὸ αὐτὸ [ἀντὶ τοῦ] εἴθ’ ὤφελεν· ἀντὶ ἀγνοεῖς τοῦτο, ὦ Κρέων, ὅτι εἴ τις χώρα θεοὺς ἐπίσταται γιγνώσκειν ἡττᾶται περὶ τὸ φιλόθεον τῇ Ἀττικῇ. | |
OC1016 | οἱ μὲν οἱ θεράποντες Κρέοντος. | |
OC1023 | ἄλλοι Ἀθηναῖοι ἐπιδιώκουσιν αὐτούς. | |
οὓς τοὺς Ἀθηναίους. | 443 | |
OC1024 | ἐπεύξωνται οἱ σοὶ θεράποντες. | |
OC1031 | πιστὸς ὢν ἀντὶ πιστεύων, καταστρέφει δὲ εἰς τὸ πεποιθώς. | |
OC1044 | εἴην ὅθι δαΐων ὁ μὲν Κρέων καὶ ὁ Θησεὺς ἀπῆλθον ὑπονοῶν αὐτὸν οὐ ψιλὸν ἥκειν ἀλλὰ μετά τινος χειρὸς ἣν πλησίον που ἐστρατοπεδευκέναι· κατὰ τοῦτο οὖν καὶ οἱ κατὰ τὸν χορόν, ἄλλως προβεβη‐ | |
5 | κότες τὴν ἡλικίαν, εὐχὴν ποιοῦνται ταύτην, εἴθε εἴην ὅπου αἱ συμβολαὶ καὶ αἱ μάχαι μέλλουσιν ἔσεσθαι· ὑπονοοῦσι γὰρ [αὐτῷ] τὰ ὅμοια τῷ Θησεῖ περὶ τοῦ Κρέοντος καί φησιν, εἴθε ἐπόπτης ἐγενόμην αὐτῶν. ἐπιστροφαὶ ἀντὶ ἀναστροφαί. | |
OC1046 | χαλκοβόαν στερεοβόαν, μεγαλόφωνον. | |
OC1047 | ἢ πρὸς Πυθίαις ἀπὸ κοινοῦ τὸ ἀκταῖς ληπτέον, λέγοι δ’ ἂν Πυθίας ἀκτὰς τὸν τοῦ Πυθίου Ἀπόλλωνος βωμὸν τὸν ἐν τῷ Μαραθῶνι ὅθεν καὶ τὴν θεωρίαν ἔπεμπον· ἱστορεῖ περὶ τούτων Φιλόχορος | |
5 | ἐν τῇ Τετραπόλει γράφων οὕτως, ὅταν δὲ σημεῖα γένηται παραδεδομένα ἐν τοῖς ἱεροῖς τότε ἀποστέλ‐ λουσι τὴν θεωρίαν οἱ ἐκ τοῦ γένους Πυθιάδα καὶ Δηλιάδα ὁποτέρα ἂν καθήκῃ αὐτοῖς· θύει δὲ ὁ μάντις ὅταν μὲν τὰ εἰς Δελφοὺς πόμπιμα γένηται καὶ θεωρία | |
10 | πέμπηται ἐν Οἰνόῃ καθ’ ἑκάστην ἡμέραν ἐν τῷ Πυθίῳ εἰ δὲ εἰς Δῆλον ἀποστέλλοιτο ἡ θεωρία κατὰ τὰ προ‐ ειρημένα θύει ὁ μάντις εἰς τὸ ἐν Μαραθῶνι Δήλιον· καὶ ἔστιν ἱεροσκοπία τῆς μὲν εἰς Δελφοὺς θεωρίας ἐν τῷ ἐν Οἰνόῃ Πυθίῳ τῆς δὲ εἰς Δῆλον ἐν τῷ ἐν | 444 |
15 | Μαραθῶνι Δηλίῳ. ὡς περὶ Μαραθῶνα οὗ τὸ Πύθιον ἵδρυται. | |
OC1048 | ἢ λαμπάσιν ἀκταῖς ἕως τέλη θνητοῖσιν τὰ περὶ Ἐλευσῖνα μέρη φησὶ καὶ εἴη λαμπάσιν ἀκταῖς ταῖς λαμπαδευομέναις καὶ καταλαμπομέναις καὶ δᾳδου‐ χουμέναις ὑπὸ τῆς μυστικῆς φλογὸς καὶ τῶν ἱερῶν | |
5 | δᾴδων περὶ ὧν Αἰσχύλος φησὶ λαμπραῖσιν ἀστραπαῖσι λαμπάδων σθένει. περὶ Ἐλευσῖνα· ἀπὸ τῶν αὐτόθι ἐν τοῖς μυστη‐ ρίοις λαμπάδων. ἀκταῖς τὸν βωμόν. | |
OC1049 | οὗ πότνιαι σεμναί αἱ Θεσμοφόροι, τέλη δὲ τὰς τελετάς· καὶ Αἰσχύλος ἔφριξ’, ἔρως δὲ τοῦδε μυστικοῦ τέλους. | |
OC1050 | τιθηνοῦνται ἐπιμελοῦνται καὶ ἀξιοῦνται θεραπείας. | |
OC1051 | ὧν τῶν τετελεσμένων. ὧν καὶ χρυσέα | κλῄς ἐπεὶ ἄρρητα τὰ μυστήρια καὶ καθάπερ κλεισὶν ἡ γλῶσσα κατείληπται ὑπὲρ τοῦ μὴ ἐξενεγκεῖν. | |
OC1053 | προσπόλων Εὐμολπιδᾶν ζητεῖται τί δήποτε οἱ Εὐμολπίδαι τῶν τελετῶν ἐξάρχουσι ξένοι ὄντες· εἴποι δ’ ἄν τις ὅτι ἀξιοῦσιν ἔνιοι πρῶτον Εὔμολπον ποιῆσαι τὸν Δηιόπης τῆς Τριπτολέμου τὰ ἐν Ἐλευσῖνι | 445 |
5 | μυστήρια καὶ οὐ τὸν Θρᾷκα καὶ τοῦτο ἱστορεῖν Ἴστρον ἐν τῷ περὶ τῶν ἀτάκτων· Ἀκεστόδωρος δὲ πέμπτον ἀπὸ τοῦ πρώτου Εὐμόλπου εἶναι τὸν τὰς τελετὰς καταδείξαντα γράφει οὕτως, κατοικῆσαι δὲ τὴν Ἐλευ‐ σῖνα ἱστοροῦσι [δὲ] πρῶτον μὲν τοὺς αὐτόχθονας εἶτα | |
10 | Θρᾷκας τοὺς μετὰ Εὐμόλπου παραγενομένους πρὸς βοήθειαν 〈εἰσ〉 τὸν κατ’ Ἐρεχθέως πόλεμον· τινές δέ φασι καὶ τὸν Εὔμολπον εὑρεῖν τὴν μύησιν τὴν συν‐ τελουμένην κατ’ ἐνιαυτὸν ἐν Ἐλευσῖνι Δήμητρι καὶ Κόρῃ· Ἄνδρων μὲν οὖν γράφει οὐ τὸν Εὔμολπον εὑ‐ | |
15 | ρεῖν 〈τὴν〉 μύησιν ἀλλ’ ἀπὸ τούτου Εὔμολπον πέμ‐ πτον γεγονότα· Εὐμόλπου γὰρ γενέσθαι Κήρυκα, τοῦ δὲ Εὔμολπον, τοῦ δὲ Ἀντίφημον, τοῦ δὲ Μουσαῖον τὸν ποιητήν, τοῦ δὲ Εὔμολπον τὸν καταδείξαντα τὴν μύησιν καὶ ἱεροφάντην γεγονότα. | |
OC1054 | ἐγρεμάχαν γράφε ὀρειοβάταν οἱονεὶ τὸν διὰ τῶν ὀρῶν βαίνοντα τῶν προειρημένων χωρίων. | |
OC1059 | ἦ που τὸν ἐφέσπερον τὸν Αἰγάλεών φησι· καὶ γὰρ τοῦτο ἐπ’ ἐσχάτων ἐστὶ τοῦ δήμου τούτου· | |
καταλέγουσι δὲ χωρία παρ’ ἃ μάλιστα εἰκάζουσι τὴν συμβολὴν γενέσθαι τοῖς περὶ τὸν Κρέοντα καὶ Θησέα· | 446 | |
5 | πέτρας δὲ νιφάδος ἂν εἴη λέγων τὴν οὕτω λεγομένην λείαν πέτραν ἢ τὸν Αἰγάλεων λόφον ἃ δὴ περιχώριά φασιν εἶναι καθάπερ Ἴστρος ἐν τῇ πρώτῃ τῶν ἀτά‐ κτων ἱστορεῖ οὕτως, ἀπὸ δὲ τῆς χαράδρας ἐπὶ μὲν λείαν πέτραν· καὶ μετ’ ὀλίγα, ἀπὸ τούτου δὲ ἕως Κολωνοῦ | |
10 | παρὰ τὸν χαλκοῦν 〈ὀδὸν〉 προσαγορευόμενον ὅθεν πρὸς τὸν Κηφισὸν ἕως τῆς μυστικῆς εἰσόδου εἰς Ἐλευσῖνα· ἀπὸ ταύτης δὲ βαδιζόντων εἰς Ἐλευσῖνα τὰ ἐπαριστερὰ μέχρι τοῦ λόφου τοῦ πρὸς ἀνατολὰς τοῦ Αἰγάλεω· ἤτοι οὖν τὴν καλουμένην λείαν πέτραν ἢ τὸν Αἰγά‐ | |
15 | λεων· ὁ δὲ νοῦς, ἆρα ἐπὶ τὸν ἕσπερον χῶρον τῆς λείας πέτρας προσπελάζουσιν; τὸν ἐφ’ ἕσπερον ἐπὶ τὸν ἕσπερον. | |
OC1060 | πελῶς’ γράφε πελάζουσι. | |
OC1061 | Οἰάτιδος ἐκ νομοῦ Οἴα δῆμος τῆς Ἀττικῆς ὅθεν καὶ τὸ Οἴηθεν· ἐκ νομοῦ δὲ πάλιν χωρίου Ἀττι‐ κοῦ οὕτω καλουμένου ἐν ᾧ νέμουσιν· ὡς νεμήσεως παρακειμένης. | |
OC1065 | ὁ προσχώρων ὁ Κρέων. ἀντὶ τοῦ ἐπιχωρίων. | |
OC1066 | Θησειδᾶν τῶν Ἀθηναίων, ἁπλούστερον δὲ Θησειδᾶν φησι τῶν Ἀττικῶν τῶν ὑπὸ Θησέα τεταγ‐ | |
μένων. | 447 | |
OC1068 | τὸ ἑξῆς, πᾶσα δ’ ὁρμᾶται ἄμβασις. | |
OC1069 | ἀμπυκτήρι’ φάλαρα πώλων. | |
OC1076 | τάχ’ ἐνδώσειν | τὰν δεινά τάχα ἐνδώσει, φησίν, ὁ Κρέων τὴν πολλὰ δεινὰ τλᾶσαν τὰς παρθέ‐ νους ἀπὸ τῆς ἑτέρας δηλῶν ὡς καὶ κατωτέρω τῷ ὁμοίῳ σχήματι χρῆται· δύναται δὲ καὶ ἑτέρα προσῳδία | |
5 | εἶναι τᾶν δεινὰ τλασᾶν, δεινὰ δ’ εὑρουσᾶν. | |
OC1077 | δεινὰ τὰ σὰ δεινά. | |
OC1094 | διπλᾶς ἀρωγὰς τουτέστι τῇ διπλῇ ἀρωγῇ ὃ λέγει τῇ πόλει καὶ τοῖς πολίταις· νῦν δὲ διὰ τοῦ στέργω σημαίνει μὲν οἷον προσίεμαι τελευτᾷ δὲ εἰς ἴσον τῷ προσκαλοῦμαι. | |
OC1096 | ἔτι χορός. | |
OC1113 | ἐμφύντε ἀντὶ τοῦ ἐμφῦσαι. | |
OC1114 | τοῦδε (τοῦ) τε. | |
OC1119 | ἰδίως ἐσχημάτισε καὶ τὸν λόγον, μὴ προσ‐ θαύμαζέ μου τὸ λιπαρές, τὸ λίαν προσκεκαθικὸς τῆς ψυχῆς τοῖς τέκνοις, τὸ δὲ ἐχόμενον οὐ καταλλήλως εἶπεν· οὐ γάρ φησιν ἀέλπτως φανέντων ἐμοὶ τῶν | |
5 | τέκνων μηκύνω τὸν λόγον ἀλλὰ 〈τὰ〉 τέκνα φανέντα εἶτα μηκύνω τὸν λόγον. πρὸς τὸ λιπαρὲς πρὸς τὸ κελεύειν εἰ μακρηγορήσω. λιπαρὲς ἀρέσκον. | |
OC1138 | μέλου ἀντὶ τοῦ ἐπιμελοῦ. | 448 |
OC1140 | θαυμάσας ἔχω ἀντὶ τοῦ ἐθαύμασα Ἀττικῶς. | |
OC1148 | ἁγὼν οὗτος. | |
OC1153 | ἄνθρωπον δέ, φησίν, ὄντα οὐ δεῖ πρᾶγμά τι κακίζειν [δεῖ]. | |
OC1156 | καθ’ ὑπόθεσιν ἱκετεύει ὁ Πολυνείκης πρὸς αὐτοὺς παραγενέσθαι [καὶ] τὸν Οἰδίπουν κατά τι λόγιον ἐμπεσὸν ὅτι πρὸς οὓς ἂν γένοιτο ὁ Οἰδίπους κρατή‐ σουσι τῆς βασιλείας· τοῦτο οὖν ἀγγέλλει ὁ Θησεύς. | |
5 | ἔμπολιν ἐν τῇ αὐτῇ πόλει οἰκοῦντα. | |
OC1159 | ἔκυρον ἀντὶ τοῦ ἐκύρουν, ταὐτὸν τῷ ἐτύγχανον. | |
OC1164 | τὸ ἑξῆς, φασὶν αὐτὸν μολόντ’ αἰτεῖν ἐς λόγους σοι ἐλθεῖν. | |
OC1171 | ὁ προστάτης ὁ ἱκέτης, ὁ προσεστηκὼς τῷ βωμῷ. | |
OC1173 | πρὸς τὸν Θησέα φησίν. ὧδε παῖδα αὐτὸν κέκληκεν. | |
OC1178 | εἰκάθειν παραγώγως ἀντὶ τοῦ εἴκειν. | |
OC1181 | οὐχ ὡς οὐκ ἂν πεισθησομένου τῷ Θησεῖ τοῦ Οἰδίπου οὕτως ἐδέησεν αὐτῷ καὶ τῆς ἐκ τῆς θυγατρὸς παρακλήσεως ἀλλ’ αὐξήσεως χάριν καὶ τοῦτο παρείληφεν τὸ πρόσωπον ὁ Σοφοκλῆς· ἀμέλει γοῦν | |
5 | πρὸς τὸν Θησέα ἀποκρίνεται ὡς ἐκείνῳ πεπεισμένος. | |
OC1185 | τὸ ἑξῆς, οὐ γὰρ ἃ μή σοι συμφέροντα λέξεται πρὸς βίαν σε παρασπάσει γνώμης, θάρσει· τὸ | |
δὲ λέξεται ἀντὶ τοῦ λέξει, ὁ Πολυνείκης δῆλον ὅτι. | 449 | |
OC1194 | ἐξεπᾴδονται καταπραΰνονται. | |
OC1195 | 〈τὰ〉 περὶ τὴν πήρωσιν λέγοι ἄν· οὐ γὰρ τὰ ἐξ ἀρχῆς πραχθέντα ὀνειδίζει [ἂν] αὐτῷ ἀλλ’ 〈ἃ〉 ἀπὸ τῆς ἄγαν ὀργῆς ἀπέβη· τούτου γὰρ αὐτὸν ἀπο‐ τρέπειν βούλεται. | |
OC1203 | τίνειν ἀντὶ τοῦ ἀμείβεσθαι. | |
OC1209 | σὺ δὲ σὲ δέ. | |
OC1210 | σῶν ἀντὶ τοῦ σῷον. | |
OC1211 | ὅστις τοῦ πλέονος μέρους κατάδηλός ἐστιν ὁ χορὸς ἐν ταὐτῷ ἀναφωνῶν καὶ ἀλληγορῶν περὶ τῆς τῶν ἀνθρώπων ἀπληστίας καὶ ἔοικε τῷ 〈παρ’〉 Ἡσιόδῳ νήπιοι οὐδὲ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντός· | |
5 | τείνει δὲ ταῦτα εἰς τὴν δυσποτμίαν Οἰδίπου. | |
OC1219 | ὁπότ’ ἄν τις γράφε ὅπου ὅτ’ ἄν τις. ἐς πλέον πέσῃ ἐς πλέον τοῦ προσήκοντος. ἀφανῆ τὰ τέρποντα γίνεται καὶ πᾶσιν ἄδηλα. | |
OC1220 | τοῦ θέλοντος ἀντὶ τοῦ μετρίου, τοῦ ἱκανοῦ. οὐδ’ ἔπι κόρος ταῦτα καθ’ ἑαυτόν· φησὶ δὲ ὁ χορός, τῷ πλεονεκτεῖν ἐθέλοντι παρὰ τὸ καίριον καὶ τὸ μέτριόν [ἄχορος] ἐστιν οὗτος ἰσοτέλεστος, ὁμοίως | |
5 | ἀποθνήσκουσιν οἱ τοιοῦτοι· τὸ ἑξῆς δὲ ἰσοτέλεστος θάνατος, τὰ δὲ ἄλλα διὰ μέσου [βῆναι κεῖθεν ὅθεν‐ περ ἥκει ὡς τάχιστα:]. τούτου ἐστὶ τὸ ἑξῆς, οἷον οὐδὲ ἔπεστιν αὐτοῖς κόρος ἰσοτέλεστος τοῦ Ἅιδου· τότε γὰρ ὁ τοιοῦτος κόρος λαμβάνει τέλος ὅτε ἂν ὁ Ἅιδης | |
10 | ἐπέλθῃ. οὐ παύσονται τοῦ κόρου πρὶν εἰς θάνατον ἔλθωσιν. κοῦρος οἶμαι κόρος. | 450 |
OC1223 | ἄλυρος ἐπεὶ ἐν θανάτῳ οὐχ ὑμνοῦσιν ἢ μετὰ θάνατον οἱ τοιοῦτοι οὐχ ὑμνοῦνται. | |
OC1225 | μὴ φῦναι τὸν ἅπαντα πάνυ ἄριστον ἀν‐ θρώποις τὸ μὴ φῦναι· παρὰ τὸ λεγόμενον ἀρχὴν μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον. | |
OC1226 | τὸ δ’, ἐπεὶ φανῇ τούτου τὸ ἑξῆς, ἐπεὶ δὲ φανῇ τὸ βῆναι ἐκεῖθεν ὅθενπερ ἥκει ὡς τάχιστα παρὰ πολὺ τῶν ἄλλων δεύτερόν ἐστιν, ἐκείνου, τοῦ μὴ φῦναι καθόλου. | |
OC1229 | ὡς εὖτ’ ἂν τὸ νέον παρῇ ὡς ἡνίκ’ ἂν νηπιότης παρῇ (ταύτας γάρ φησι κούφας ἀφροσύνας) οὐδὲν ἐπιλογίζεται τῶν δεόντων· ἰδίως δὲ αὐτὸ ἐξ‐ ήνεγκεν ὡς εἰ ἔλεγεν, τῷ γὰρ νέῳ ἀφροσύνη πάρεστιν. | |
OC1231 | τίς πλάγχθη τοῦτο ἰδίως ἐξήνεγκεν, βού‐ λεται δέ τι [τὸ] τοιοῦτο σημαίνειν, τίς ἂν πλαγχθείη τῶν πολλῶν μόχθων; τίς ἔξω τοῦ πολύμοχθος εἶναι ἐπλανήθη; | |
OC1232 | τίς οὐ καμάτων ἔνι; φόνοι: ταῦτα ὑποκρι‐ τικῶς εἴρηται κατὰ τοιαύτην ὑπόκρισιν καθ’ ἣν ἐμ‐ φαίνεται πρότερον μὲν ὅταν εἴπῃ τίς πλάγχθη τῶν μόχθων τῶν πολλῶν; ὑπακουόμενον τὸ τοιοῦτο οὐδείς, | |
5 | πάλιν δὲ ὅταν ἑξῆς ἐπιζεύξῃ τίς οὐ καμάτων ἔνι; τὸ πᾶς· βούλεται γὰρ καὶ νῦν κατὰ τὸ ὅμοιον λέγειν, | |
οὐδείς ἐστι κάματος ὃς οὐκ ἔνεστιν. | 451 | |
OC1248 | αἱ δὲ νυχίαν ἀπὸ ῥιπᾶν τὰ ἀπὸ τῶν ὀρῶν φησι τῶν προσαγορευομένων Ῥιπῶν· τινὲς δὲ οὕτω καλοῦσι Ῥίπαια ὄρη· λέγει δὲ αὐτὰ ἐννύχια διὰ τὸ πρὸς τῇ δύσει κεῖσθαι· μέμνηται δὲ καὶ Ἀλκμὰν | |
5 | λέγων οὕτω Ῥιπᾶν· ὄρος ἀνθέον ὕλᾳ νυκτὸς μελαίνας στέρνον. | |
OC1257 | παραφύλαττε πάλιν τὴν τέχνην τῆς ῥητο‐ ρείας αὐτοῦ ὅτι οὐκ εὐθέως ἐπὶ τὴν ὑπόθεσιν ἑαυτοῦ ἀπαντᾷ ἀλλὰ προκατασκευάζει τὰ ὅλα εἰς εὔνοιαν. | |
OC1262 | κοινὰ δὲ τούτοις, ὡς ἔοικεν, γίνεται. | |
OC1270 | ἄκη ἀντὶ τοῦ ἀνακαλέσασθαι αὐτὰ καὶ ἀναλῦσαι. προσφορὰ ἐπανάληψις. | |
OC1277 | τὸ δυσπρόσοιστον τὸ δυσπροσπέλαστον. | |
OC1291 | ἃ δ’ ἦλθον λείπει ἡ διά. | |
OC1311 | σὺν ἑπτά τε | λόγχαις ἕκαστον σύστημα ἑνι‐ κῶς ὀνομάζει λόγχην ὡς εἴ τις ἐπὶ πολλῶν ἵππων εἴπῃ τὴν ἵππον. | |
OC1320 | ἔνιοι οὐ τὸν Ἀταλάντης Παρθενοπαῖόν φασι στρατεῦσαι ἀλλὰ τὸν Ταλαοῦ ὃν ἔνιοι διὰ τοῦ κ Καλαὸν προσαγορεύουσι καθάπερ Ἀρίσταρχος ὁ Τεγε‐ άτης καὶ Φιλοκλῆς ἱστοροῦσι, συγγραφέων δὲ Ἑκαταῖος | |
5 | ὁ Μιλήσιος. | |
OC1321 | ἐπώνυμος παρὰ τὸ παρθένος οὕτω κληθείς. | 452 |
OC1329 | τῷδ’ ἀνδρὶ δεικτικῶς· καὶ ἔστι πυκνὸς ἐν τῷ τοιούτῳ Σοφοκλῆς. | |
OC1333 | παθητικόν ἐστι τὸ πρὸς τῶν πατρῴων κρηνῶν ὁρκοῦν ὡς εἰ ἔφη πρὸς τῶν ἐκθρεψάντων σε ὑδάτων. | |
OC1346 | ἤρξατο πάλιν ὁ χορὸς χρηστόν τι συμβου‐ λεύειν. | |
OC1350 | δικαιῶν δίκαιον κρίνων. | |
OC1354 | ὅς γ’, ὦ κάκιστε δαιμονίως τῇ ἀποστροφῇ χρῆται ἀπὸ τοῦ χοροῦ ἐπὶ τὸν Πολυνείκην ὁ Οἰδίπους· παραφύλαξον δὲ πῶς οἱ αὐτοὶ τῶν λόγων γίνονται τῶν μὲν θηλειῶν ἐγκώμιον τούτου δὲ κατηγόρημα. | |
OC1375 | τοιάσδ’ ἀράς τοῦτο ἅπαξ ἅπαντες οἱ πρὸ ἡμῶν παραλελοίπασιν, ἔχει δὲ τὰ ἀπὸ τῆς ἱστορίας οὕτως· οἱ περὶ Ἐτεοκλέα καὶ Πολυνείκην δι’ ἔθους ἔχοντες τῷ πατρὶ Οἰδίποδι πέμπειν ἐξ ἑκάστου ἱερείου | |
5 | μοῖραν τὸν ὦμον ἐκλαθόμενοί ποτε εἴτε κατὰ ῥᾳστώ‐ νην εἴτε ἐξ ὁτουοῦν ἰσχίον αὐτῷ ἔπεμψαν, ὁ δὲ μικροψύχως καὶ τελέως ἀγενῶς ὅμως γοῦν ἀρὰς ἔθετο κατ’ αὐτῶν δόξας κατολιγωρεῖσθαι· ταῦτα ὁ τὴν κυκλι‐ κὴν Θηβαΐδα ποιήσας ἱστορεῖ οὕτως | |
10 | ἰσχίον ὡς ἐνόησε χαμαὶ βάλεν εἶπέ τε μῦθον ὤ μοι ἐγώ, παῖδες μὲν ὀνειδείοντες ἔπεμψαν | |
................ εὖκτο Διὶ βασιλῆι καὶ ἄλλοις ἀθανάτοισι χερσὶν ὑπ’ ἀλλήλων καταβήμεναι Ἄιδος εἴσω, | 453 | |
15 | τὰ δὲ παραπλήσια τῷ ἐποποιῷ καὶ Αἰσχύλος ἐν τοῖς ἑπτὰ ἐπὶ Θήβαις· καὶ ἔοικεν τὸ τῆς ἱστορίας ἥκειν ἐπὶ πολλοὺς ὡς καὶ παρά τινι αὐτὰ ἐκτεθεῖσθαι πρὸς τὸ γελοιότερον διὰ τούτων ἀεῖ δ’ ὁρῶντί τ’ ὀξὺ καὶ τυφλὸς ἦν· | |
20 | θυσίας γὰρ ἀπαρχὰς γέρας ἐπέμπομεν πατρὶ περισσὸν ὦμον, ἔκκριτον γέρας· τὸ δὴ 〈αὐτοί〉 γε συγκόψαντες, οὐ μεμνημένοι, λήσειν δοκοῦντες ἀντὶ τοῦ κεκομμένον ἐπέμψαμεν βόειον, ὁ δὲ λαβὼν χερὶ | |
25 | ἔγνω ’παφήσας εἶπέ τ’ ἐκ θυμοῦ τάδε, τίς μοι τόδ’ ἀντόμοιον μισητὸν κρέας πέμπων; γέλωτα δή με ποιοῦνται κόροι | |
θύοντες ὕβρει, τυφλὸς οὔ τι γνώσεται οὕτω λέγοντες· ὦ θεοί, μαρτύρομαι | 454 | |
30 | ἐγὼ τάδ’ ὑμᾶς καὶ κατεύχομαι κακὰ αὐτοῖσιν αὐτοὺς τῶνδε δὶς τόσα σχεθεῖν, χαλκῷ δὲ μαρμαίροντες ἀλλήλων χρόα σφάζοιεν ἀμφὶ κτήμασιν βασιλικοῖς· καὶ Μένανδρος ἐν Ναυκλήρῳ | |
35 | ὅ τε Πολυνείκης πῶς ἀπώλετ’ οὐχ ὁρᾷς; | |
OC1399 | καὶ αὕτη δευτέρα ἐστὶν ὥσπερ δέησις καὶ παθητικωτάτη ἐν τῷ ἀπολοφύρεσθαι αὑτὸν τεχναζο‐ μένη πάνυ πιθανῶς. | |
OC1426 | χρῄζει ἐν ἴσῳ τῷ χρησμῳδεῖ. τοῦτο ἐφ’ ἑαυτοῦ φησι καὶ τοῦ ἀδελφοῦ, ἡμῖν δὲ οὐ συμβατέα οὐδὲ συγχωρητέα. | |
OC1427 | τίς δὲ τολμήσει ἕπεσθαι κλύων τὰ τοῦδε τἀνδρός; | |
OC1429 | καὶ ἐν ταῖς τέχναις ἔστι τοῦτο, ὅτι οὐ πάντα δεῖ ἀληθεύεσθαι ἐὰν μὴ χρήσιμα ᾖ ἀλλὰ δεῖ καί τι ψεύδεσθαι. | |
OC1437 | μέθεσθε δ’ ἤδη καὶ ἐκ τούτου δῆλον ὅτι ἐν τῇ παρακλήσει ἅμα τοὺς λόγους λέγουσα τούτους εἴχετο αὐτοῦ ἡ ἀδελφή. | |
OC1444 | καὶ τῇδε—χἀτέρᾳ καὶ τοιᾷδε τύχῃ καὶ ἐναντίᾳ. | |
OC1447 | νέα τάδε νεόθεν εἰ καὶ ὅτι μάλιστα ξενικά ἐστι τὰ πρόσωπα καὶ τὰ κατέχοντα τούτους κακὰ ὅμως συναλγεῖ καὶ εὐλαβεῖται μὴ ἐκ τῆς ὁμιλίας τῆς σὺν αὐτοῖς ἀπολαύσωσί τινος κακοῦ καὶ αὐτοί· ἐν τοιούτῳ | 455 |
5 | οὖν ἤθει καὶ ὁ λόγος αὐτοῖς διάκειται, τοιαῦτα πάρ‐ εστιν ἡμῖν, φησίν, ἄτοπα παρὰ τοῦ ξένου ἀπολαῦσαι ἐκτὸς εἰ [μὴ] μοῖρά τις καταλαμβάνει ἡμᾶς καὶ κατὰ μοῖραν ἀπολαύσομεν ὧν ἀπολαύομεν. νεόθεν νεωστί. | |
OC1450 | εἴ τι μοῖρα μὴ τυγχάνῃ εἰ μὴ κατὰ μοῖραν ταῦτα πάσχω εἴποιμι ἂν ἐκ τοῦ Πολυνείκους νέα μοι κακὰ ἐληλυθέναι. | |
OC1451 | μάτην γὰρ οὐδέν οἷον οὐδέν ἐστι μάταιον ὑπὸ θεῶν ἀξιωθὲν πραχθῆναι ἀλλ’ ὃ ἂν γίνηται ὑπὸ θεῶν τοῦτο καλῶς γίνεται· τὸ δὲ ἑξῆς, μάτην γὰρ οὐδὲν ἀξίωμα δαιμόνων ἔχω φράσαι, ἐπειδὴ ὁρᾷ ταῦτ’ | |
5 | ἀεὶ χρόνος ἕτερα μὲν αὔξων ἄνω τὰ δὲ παρ’ ἦμαρ αὖθις ὅ ἐστιν εἰς τὸ ἔμπαλιν τρέπων τὰ ἤδη αὐξη‐ θέντα οἷον πάντα ἔχει ὑφ’ ἑαυτῷ ὁ χρόνος, τὰ μὲν ὁρᾷ τὰ δὲ καὶ αὐτὸς ὁρᾶται· τὰ γὰρ πραττόμενα τῷ χρόνῳ φαίνεται τουτέστιν ἐν τῷ χρόνῳ πολλαὶ μετα‐ | |
10 | βολαὶ καὶ ὁρᾶται ὁ χρόνος πολλὰ μὲν αὔξων παρ’ ἦμαρ πολλὰ δὲ εἰς τὸ ἔμπαλιν τρέπων. | |
OC1456 | ἔκτυπεν αἰθήρ τὸ συνεκτικώτατον τοῦ δρά‐ ματος ἐν τούτῳ καθὰ προεῖπεν ὁ Οἰδίπους σημεῖα δ’ ἥξειν τῶνδέ μοι παρηγγύα | |
ἢ σεισμὸν ἢ βροντήν τιν’ ἢ Διὸς σέλας· | 456 | |
5 | μεταξὺ οὖν τῶν χοροῦ λόγων γίνεται τοῦτο ἐφ’ ᾧ ὁ χορὸς ἀναβοᾷ ὅπερ ἦν σύμβολον τοῦ τὸν Οἰδίποδα τεθνάναι ὅπερ γνωρίσας ὁ Οἰδίπους ἀξιοῖ τὸν Θησέα ἐν τάχει παραγενέσθαι. | |
OC1459 | τἀξίωμ’ βούλημα. | |
OC1464 | ἄκραν φόβαν κρατός, οὕτως ἀποδώσεις. | |
OC1466 | οὐρανία ἀντὶ τοῦ ταχεῖα. | |
OC1468 | τί μὰν ἀφήσει τοῦτό φησιν, οὐ μάτην γίνεται τὸ κατὰ τὴν διοσημίαν ἀλλ’ ἐπί τινι μεγάλῃ συμφορᾷ· νῦν δὲ συμφοράν φησι τὸ μέσον ὄνομα τῆς συντυχίας· οἷον ἐπί τινι γίνεται ἡ διοσημία. | |
5 | ἀφῇς ἀφήσει. | |
OC1469 | ἅλιον μάταιον. | |
OC1470 | οὐκ ἄνευ ξυμφορᾶς ἀπὸ κοινοῦ τὸ ἐφορμᾷ. | |
OC1472 | τῷδ’ ἐπ’ ἀνδρὶ ἀντὶ τοῦ ἐμοί. ἡ θέσφατος τελευτή, ἡ θεσπισθεῖσα τελευτή. | |
OC1473 | ἀποστροφὴ ἀποφυγή. | |
OC1474 | τῷ τίνι τεκμηρίῳ; συμβαλὼν νοήσας, στοχασάμενος. | |
OC1478 | ἀμφίσταται περιίσταται ἡμῖν μέγας ψόφος. | |
OC1480 | ἵλαος, ὦ δαῖμον εὐσεβέστατα ὁ χορὸς εὔχε‐ ται πρὸς τὸν θεὸν εἰ ἐπί τινι χαλεπῷ ταῦτα πράττει ἵλεων αὐτὸν γενέσθαι· ὅρα οὖν ὅτι ἡ συμφορὰ ἐπὶ τῆς μέσης ἐννοίας κεῖται. | |
5 | λείπει τὸ ἔσο. γᾷ τῇ Ἀττικῇ. | |
OC1481 | ἀφθεγγὲς χαλεπόν. | |
OC1482 | ἐναισίου δὲ συντύχοιμι μηδὲ πονηρῷ τινι | |
συντύχω. | 457 | |
OC1484 | ἀκερδῆ χάριν ἧς φαῦλον τὸ κέρδος. μετάσχοιμι ἀντὶ τοῦ σχοίην. | |
OC1486 | ἁνὴρ ὁ Θησεύς. | |
OC1488 | τί δ’ ἂν θέλοις τὸ πιστόν τί τὸ πιστὸν θέλεις ἐμβαλεῖν τῇ φρενὶ ἐκείνου, τῇ τοῦ Θησέως δῆλον ὅτι; ἀντὶ τοῦ τί βούλει πιθανὸν ἀνακοινώσασθαι τῷ Θησεῖ; | |
OC1490 | δοῦναι σφιν ὅτι ἡ σφιν ἀντὶ τῆς οἱ ἀντ‐ ωνυμίας κεῖται· ἔδει γὰρ 〈εἰπεῖν〉 τελεσφόρον δοῦναί οἱ χάριν. ἀντὶ τοῦ αὐτῷ (κατὰ τιμὴν δὲ πληθυντικῶς) ἃ | |
5 | πάροιθ’ ὑπεσχόμην. | |
OC1491 | ἰὼ παῖ θαυμαστῶς ὁ χορὸς βοᾷ· ἐπείγει γὰρ τὸ πρᾶγμα. | |
OC1493 | ἡ ἐπὶ πρὸς τὸ ἄκραν ἵν’ ᾖ ἐπ’ ἄκραν πέτραν. γύαλον ἀντὶ τοῦ πέτραν. | |
OC1494 | χ. Ποσειδαονίῳ Ποσειδῶνι. ἀντὶ τοῦ Ποσειδῶν ἐστιν ἐνάλιος θεός, ὁ δὲ ἑτέ‐ ρως ἐσχημάτισεν κτητικώτερόν πως διὸ κεῖται τὸ χ. | |
OC1495 | ἁγιάζων ἁγίζων. | |
OC1500 | κοινὸς ὑμῶν τε καὶ Οἰδίποδος. | |
OC1503 | ἐπιρράξασα ἀντὶ τοῦ ἐπέρραξεν. | |
OC1506 | τύχην ἐπιτυχίαν. | |
OC1507 | νέορτον ἀντὶ τοῦ νέον. | |
OC1508 | τὸ ἑξῆς, καί σε μὴ ψεύσας. | |
OC1512 | σημάτων προκειμένων οἷον διὰ τῶν σημείων. | |
OC1519 | γήρως ἄλυπα ἕως γήρως. | |
τῇδε κείσεται γράφε σῇ τε κείσεται. | 458 | |
OC1523 | μήθ’ οὗ κέκευθε μήτε ὅπου κρύπτεται ὁ χῶρος. | |
OC1525 | εἰ μὲν βαρυτόνως γειτόνων τῶν Θηβαίων εἰ δὲ περισπωμένως ἀντὶ τοῦ γειτνιῶν ὁ τάφος. | |
OC1526 | ἐξάγιστα καθαρά· σημαίνει γὰρ καὶ τὸ ἄγος τοῦτο. οὕτως, ἐξάγιστα ἀντὶ ἁγνὰ καὶ μὴ οἷά τε ῥηθῆναι· καὶ ἐπὶ τούτου γὰρ χρῶνται πολλαχοῦ. | |
OC1530 | χρησίμως καὶ τοῦτο ὥστε παρὰ τὸν καιρὸν τῆς τελευτῆς παραδιδόναι τὸ ἀπόρρητον τῷ πρεσβυ‐ τέρῳ υἱῷ ὑπὲρ τοῦ μέχρι τοῦ παντὸς διαμεῖναι τὴν ὠφέλειαν τοῖς Ἀθηναίοις δι’ ἧς τῶν Θηβαίων κρατή‐ | |
5 | σουσιν. | |
OC1533 | ἀδῇον ἀδῄωτον. | |
OC1535 | κἂν δικαίως τις πολιτεύηται πολλαὶ πόλεις ἀδίκως ἐπέρχονται. | |
OC1541 | ἐντρεπώμεθα ἀντὶ τοῦ ἐπιστρεφώμεθα· Ὅμηρος ἐντροπαλιζόμενος. | |
OC1542 | ἐγὼ γὰρ ἡγεμὼν ὑμῖν πέφηνα ὥσπερ ὑμεῖς τῷ πατρί. | |
OC1543 | σφὼ ὑμεῖς. | |
OC1547 | οὐ πταίει ὁ ὑποκριτὴς ἀλλ’ εὐθὺ ἄπεισιν ὥσπερ ἀγόμενος ὑπὸ τοῦ θεοῦ· πάνυ δὲ σεμνῶς καὶ τοῦτο Ἑρμῇ προσέθηκεν. | |
OC1549 | φῶς ἀφεγγές ὃ τῷ νῷ ὁρᾶται, οὐ τοῖς αἰσθητοῖς ὀφθαλμοῖς. | |
OC1553 | πρόσπολοί τε σοὶ οἱ Ἀθηναῖοι. | |
OC1556 | τὰν ἀφανῆ θεὸν τὴν Περσεφόνην φησίν. | 459 |
OC1558 | ἐννυχίων τῶν ἐν νυκτὶ ἀεὶ καὶ σκότῳ διατριβόντων, τεθνηκότων. | |
OC1560 | λίσσομαι | μήτ’ ἐπιπόνῳ τὰ ἑξῆς μὲν δῆλα ἐκ τῆς λέξεως τὸ δὲ δίδου μοι τοῦτο ἀσυνάρτητόν πως φαίνεται ἡμῖν· ἐπιστῆσαι οὖν ἄξιον λαβόντας καλὸν ἀντίγραφον, δίδου μοι τὸν ξένον κατανύσαι | |
5 | τὰν παγκευθῆ κάτω νεκύων πλάκα καὶ Στύγιον δόμον μήτε ἐπιπόνῳ μήτ’ ἐπὶ βαρυηχεῖ μόρῳ· εὔχονται δὲ αὐτῷ μὴ δυσθανατῆσαι. | |
OC1565 | καὶ μάταν | πημάτων τὸ μάτην ἱκνουμένων ἔν τινι τρόπῳ εἴρηκε παρ’ ὅσον σχεδὸν πάντα τὰ ἁμαρ‐ τήματα τῷ Οἰδίποδι ἀκουσίως ἐγένετο· καὶ νῦν οὖν κατὰ τοῦτο μάτην ἂν λέγοι τιμωρίαν ὑποσχεῖν αὐτόν. | |
OC1567 | ἀποστρέφει τὸν λόγον πρὸς τὸν Οἰδίποδα. | |
OC1568 | ὦ χθόνιαι θεαὶ ὦ Ἐρινύες. | |
OC1569 | θηρὸς τοῦ Κερβέρου. | |
OC1571 | εὐνᾶσθαι κοιμᾶσθαι. κνυζεῖσθαί τ’ λείπει τὸ φασίν· ὁ γὰρ νοῦς τοι‐ οῦτος, ὅν φασι κοιμᾶσθαι κνυζεῖσθαί τέ φασι· τοῦτο δὲ αὐτὸς ἀποδέδωκεν εἰπὼν λόγος αἰὲν ἀνέχει, ἤρκει | |
5 | δὲ εἰ κατ’ ἔλλειψιν ἐξενήνεκτο ὁ λόγος. | |
OC1573 | λόγος αἰὲν ἀνέχει ἀντὶ τοῦ φασίν. | |
OC1574 | ὅν, ὦ Γᾶς παῖ τὸν Κέρβερον ἐξευμενίζομαι τῷ ξένῳ ὁρμωμένῳ καὶ περῶντι νερτέρας νεκρῶν πλάκας ἀβλαβῶς ὑπαντῆσαι. ἐπανέλαβε· τῷ δὲ ἑνικῷ κέχρηται ἀντὶ πληθυν‐ | |
5 | τικοῦ· λέγει γὰρ τὰς Εὐμενίδας, ταύτας δὲ οὕτω καὶ | |
ἐν ἀρχῇ γενεαλογεῖ. | 460 | |
OC1578 | σέ τοι κικλήσκω τουτέστι τὸν διὰ παντὸς κοιμώμενον· φησὶ δὲ τὸν Θάνατον ὥσπερ δαίμονά τινα ὄντα· πρὸς πάντας γὰρ σχεδὸν τοὺς ὑποχθονίους τὴν παράκλησιν ἐποιήσαντο, τὸν Πλούτωνα, τὴν Περσε‐ | |
5 | φόνην, τὸν Κέρβερον καὶ νῦν πρὸς τὸν Θάνατον αὐτόν. ὑφ’ ἓν ἀναγνωστέον αἰένυπνον ἀείυπνον· οὕτως ἀποδιδόασι. | |
OC1579 | ἄνδρες πολῖται, ξυντομωτάτως ἀντὶ τοῦ συντόμως· ἔστι δὲ ὁ ἄγγελος εἷς τῶν ἀκολουθησάντων Θησεῖ θεραπόντων· καὶ ἀφῖκται ἔνια ἀπαγγέλλων τῶν πραχθέντων ἐπὶ τῆς ἐρημίας· οὐ γὰρ πάντα δυνατὸν | |
5 | ἦν θεάσασθαι. | |
OC1584 | τὸν ἀεὶ βίοτον τὴν ζωήν· εἰώθασι γὰρ τὸ ἀεὶ καὶ ἐπ’ ὀλίγου χρόνου τάσσειν· Ὅμηρος ἔχεν κότον ἐμμενὲς αἰεί. τὸ μακρὸν γῆρας. | |
OC1587 | ὡς μὲν γὰρ ἐνθένδε ὑπερβατόν, ὡς μὲν γὰρ ἐνθένδε εἷρπεν ὑφηγητῆρος οὐδενὸς φίλων ἀλλ’ αὐτὸς ἡμῖν πᾶσιν ἐξηγούμενος καὶ σὺ παρὼν οἶδας. | |
OC1588 | ὑφ’ ἡγητῆρος κατὰ συναλοιφήν, λέγει δὲ ὅτι ὑπὸ οὐδενὸς ἡγητῆρος. | |
OC1589 | ἐξηγούμενος προηγούμενος. | |
OC1590 | ἐπεὶ δ’ ἀφῖκτο τὸν καταρράκτην ὃν ἐν ἀρχῇ εἶπεν χαλκόπουν ὀδὸν τοῦτον νῦν ὑποτίθεται ἐκτὸς τῆς σκηνῆς καὶ οὐκέτι ἐν ὄψει τοῦ θεάτρου· καὶ νῦν καταρράκτην προσηγόρευσεν διὰ τὸ νομίζειν | |
5 | ἐκεῖνον τὸν τόπον καταβάσιον ἔχειν εἰς Ἅιδου καί εἰσιν οἳ δι’ αὐτῆς τὴν ἁρπαγήν φασι τῆς Κόρης γενέσθαι. ὀδὸν ἀντὶ τοῦ οὐδόν. | 461 |
OC1592 | μιᾷ ὡς πλειόνων οὐσῶν τῶν ὁδῶν. | |
OC1593 | κοίλου πέλας κρατῆρος τοῦ μυχοῦ· τὰ γὰρ κοῖλα οὕτως ἐκάλουν ἐκ μεταφορᾶς ὅθεν καὶ τὰ ἐν τῇ Αἴτνῃ κοιλώματα κρατῆρες καλοῦνται· λέγει δὲ δι’ οὗ καταβῆναί φασι τὴν Κόρην ἁρπαγεῖσαν· Πειρίθου τε, | |
5 | φησί, κεῖται ξυνθήματα οἷον ὑπομνήματα τῆς πίστεως ἧς ἔθεντο πρὸς ἀλλήλους περὶ τῆς 〈εἰσ〉 Ἅιδου κατα‐ βάσεως· ἀμάρτυρον δὲ εἰ διὰ τούτου τοῦ τόπου κατ‐ ῆλθον· πιθανῶς δὲ ὁ Σοφοκλῆς πρὸς χάριν τῆς Ἀττι‐ κῆς φησὶν [δὲ τὸ] ἐνταῦθα τὴν εἰς Ἅιδου κατάβασιν | |
10 | Οἰδίποδος γενέσθαι. | |
OC1595 | ἐφ’ οὗ μέσου μέσου ἀντὶ τοῦ μεταξὺ τοῦ κρατῆρος ὅ ἐστι τοῦ μυχοῦ στάς. στὰς σταθεὶς καὶ μηκέτι ὁδεύσας. τοῦ τε Θορικίου πέτρου ταῦτα γνώριμα τοῖς | |
5 | ἐγχωρίοις· Θόρικος δὲ δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. | |
OC1596 | ἀπὸ κοινοῦ τὸ στάς, κοίλης δὲ ἀχέρδου τῆς τὸν πυθμένα ἐχούσης ὑπόκενον, σαπέντα. | |
OC1599 | λουτρὰ ἐπὶ τὸ ἀφαγνισθῆναι αὐτὸν πρὸ τελευτῆς. | |
OC1600 | τώδ’ εὐχλόου Δήμητρος εὐχλόου Δήμητρος ἱερόν ἐστι πρὸς τῇ ἀκροπόλει· καὶ Εὔπολις Μαρικᾷ ἀλλ’ εὐθὺ πόλεως εἶμι· θῦσαι γάρ με δεῖ | |
κριὸν χλόῃ Δήμητρι | 462 | |
5 | ἔνθα δηλοῦται ὅτι καὶ κριὸς θήλεια τῇ θεῷ ταύτῃ θύεται, οὕτω δὲ τιμᾶται 〈ἐκ〉 τῆς κατὰ τῶν κήπων χλόης· θύουσί τε Θαργηλιῶνος ἕκτῃ. | |
OC1601 | ἐπιστολὰς ἐντολάς, πράξεις. | |
OC1603 | ᾗ νομίζεται ὡς νομίζεται ἐπὶ τοῖς νεκροῖς. | |
OC1606 | Ζεὺς χθόνιος πάνυ σεμνῶς τὸ χθόνιος οἷον μύκημα ἐγένετο καὶ ἐσείσθη ἡ γῆ προδηλοῦντος τοῦ θεοῦ τὸν καιρὸν ἐν ᾧ ἔδει ἀποτάττεσθαι τὸν Οἰδίποδα. | |
OC1608 | οὐδ’ ἀνίεσαν οὐκ ἀνέπεμπον. | |
OC1611 | πτύξας περιπλέξας. | |
OC1614 | τροφὴν γηροκομίαν. | |
OC1617 | ἀντὶ τοῦ οὐδεὶς πλέον μου ὑμᾶς ἐφίλησεν. | |
OC1621 | λύγδην λύζοντες. πάντες ἀντὶ τοῦ ὁμοῦ· κατ’ ἐπικράτειαν δὲ πάντες ἔφη ἑνὸς μὲν ὄντος τοῦ ἄρσενος, τοῦ Οἰδίποδος, δύο δὲ τῶν θηλειῶν· ὅμοιον τῷ | |
5 | Μοῦσαι καλαὶ κἄπολλον οἷς ἐγὼ σπένδω. | |
OC1624 | θώυξεν ἐκάλεσεν, ἐβόησεν. | |
OC1630 | οἱ ἀντὶ τοῦ πρὸς αὐτόν. | |
OC1632 | πίστιν ἀρχαίαν διὰ τοῦ ἀρχαίαν βούλεται λέγειν ἀρχὴν πίστεως. | |
OC1634 | ὅς’ ἂν ὅσα ἄν. | |
OC1642 | δικαιοῦν δίκαιον νομίζειν. | |
OC1646 | ἀστακτὶ πολυστακτί, πολυδακρύτως. | |
OC1648 | ἐξαπείδομεν ἴδιον αὐτοῦ τὸ πολλαῖς κεχρῆ‐ σθαι ταῖς προθέσεσι· παραφυλακτέον δὲ πῶς καὶ τὰ ἄρρητα ὑπ’ ὄψιν ἤγαγεν ὁ ἄγγελος ἐκ τῶν σχημάτων μηνύων. | 463 |
OC1650 | ἄνακτα δ’ αὐτόν τὸν δὲ Θησέα εἴδομεν κατὰ τοῦ κρατὸς ἔχοντα χεῖρα ἐπίσκοτον ὀμμάτων ὅ ἐστι τῇ χειρὶ σκέποντα τοὺς ὀφθαλμοὺς πρὸς τὸ μὴ θεωρῆσαι τὸ δεινὸν τοῦ πάθους ἢ τὸ σχῆμα τῶν | |
5 | θαυμαζόντων ἐνδεικνύμενον. | |
OC1653 | βαιὸν ἀντὶ τοῦ μετ’ ὀλίγον, οὐ μετὰ πολύ. | |
OC1659 | ἐξέπραξεν ἀνεῖλεν. | |
OC1661 | ἢ τὸ νερτέρων γῆς πέδον εὔνουν διαστὰν ὅ ἐστι χάσμα αὐτῷ εὔνουν ἐγένετο. | |
OC1662 | ἀλύπητον γράφε ἀλάμπετον. | |
OC1664 | ἐξεπέμπετ’ ἐξέπνευσεν. ἀλλ’ εἴ τις ὡς οὐδεὶς ἄλλος. | |
OC1665 | εἰ δὲ μὴ δοκῶ φρονῶν εἰ δέ τις οἴεταί με μὴ φρονοῦντα τοῦτο λέγειν οὐκ ἂν αὐτῷ συγχωρή‐ σαιμι οὐδὲ συγκαταθείμην ὅτι ταῦτα ὡς ἄφρων λέγω. | |
OC1666 | παρείμην παραχωρήσαιμι. | |
OC1667 | χοἰ προπέμψαντες φίλων ἀντὶ τοῦ ὁ Θησεύς. | |
OC1669 | φθόγγοις δὲ σημαίνουσιν αἱ θυγατέρες ἐν μέρει αὐτοῦ ἀπολοφύρονται ἐφ’ οἷς τε νῦν σὺν τῷ πατρὶ ἔπαθον καὶ ἅπερ ἐκδέξεται αὐτάς· καὶ ἔστι τὰ ἐφεξῆς τοῦ δράματος οὐκ εὐκαταφρόνητα. | |
OC1670 | τὸ ἑξῆς, ἔστι νῷν στενάζειν οὐ τὸ ἔμφυτον μὲν πατρὸς αἷμα ἄλλο δὲ μὴ ἀλλὰ πολλὰ δῆλον ὅτι. | |
OC1674 | ἄλλοτε μὲν πόνον πρότερον μέν τινα ἐπά‐ | |
σχομεν ἐπὶ τῷ πατρὶ τὸ δὲ πύματον τοῦτο καὶ ἔσχατον τὸ κατὰ τὴν ἀφάνισιν αὐτοῦ οὕτω παράδοξόν ἐστιν ὡς μηδὲ λόγον εὑρέσθαι ἐπ’ αὐτοῖς δυνατὸν εἶναι. | 464 | |
OC1675 | ἀλόγιστα παροίσομεν ἀδιήγητα κακὰ βαστά‐ ξομεν. | |
OC1676 | ἰδόντε καὶ παθούσα πολλαχοῦ τῷ σχήματι χρῆται ἀντὶ τῶν θηλυκῶν τὰ ἀρρενικὰ τιθείς· καὶ ἐν Ἠλέκτρᾳ ὣ τοῖσιν ἐχθροῖς εὖ βεβηκόσιν ποτὲ | |
5 | ψυχῆς ἀφειδήσαντε προὐστήτην φόνου· καὶ πάλιν ὅρα κακῶς πράσσοντε μὴ μείζω κακὰ κτησώμεθα· καὶ Ὅμηρος | |
10 | τὼ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθ’ ὁμοῖαι· καὶ Ἡσίοδος καὶ τότε δὴ πρὸς Ὄλυμπον ἀπὸ χθονὸς εὐρυοδείης λευκοῖσιν φαρέεσσι καλυψαμένω χρόα καλὸν ἀθανάτων μετὰ φῦλον ἴσαν προλιπόντ’ ἀνθρώπους | |
15 | Αἰδὼς καὶ Νέμεσις. ἀντὶ τοῦ ἰδοῦσαι καὶ παθοῦσαι. | |
OC1677 | οὐκ ἔστι κ. ἑ. οὐδὲ εἰκόνα ἔχω λαβεῖν τοῦ πάθους. | |
OC1678 | ὡς μάλιστ’ ἂν εἰ πόθῳ λάβοις ὡς μάλιστά τις ποθήσαι μαθεῖν ὅπως βέβηκεν οἷον παραδόξως· | |
καὶ ἐπιφέρει τὴν αἰτίαν τοῦ παραδόξου δοκοῦντος εἶναι. ὡς ἂν ἐπιποθήσαις τὸν τρόπον τῆς τελευτῆς μαθεῖν. | 465 | |
OC1679 | τί γάρ; ὅτῳ μήτ’ Ἄρης πρὸς τὸ ἄνω, τί γάρ ἐστιν εἰκονίσαι ἐκείνῳ πάνυ ᾧ τινι μήτε πόλεμος μήτε νόσος ἐπῆλθεν ἀλλ’ ἀφανῶς διὰ χάσματος ἀπ‐ ολομένῳ; | |
OC1683 | τὸ τάλαινα διὰ μέσου ἀναπεφώνηται. νῷν ἡμῖν, ἐμοὶ καὶ Ἰσμήνῃ. | |
OC1685 | πῶς γὰρ ἤ τιν’ ἀπίαν | γᾶν ποῦ γῆς πλανη‐ θεῖσαι τροφῆς τύχοιμεν; ἀπίαν δὲ γᾶν τὴν μακρὰν καὶ ἄπωθεν οὖσαν. | |
OC1687 | δύσοιστον τὴν δυσπόριστον ἵν’ ᾖ τοῦ πάθους ἐπίτασις ὅτι 〈εἰ καὶ〉 τροφῆς εὐπορήσαιμεν ἀηδῶς προσ‐ οισόμεθα τοῦ πατρὸς ἐστερημέναι. | |
OC1692 | ὦ δίδυμα τέκνων ταῦτα ὁ χορὸς παρ‐ ηγορῶν ἐμμένειν τοῖς ἐγνωσμένοις παρὰ θεῶν· φέρε οὖν τὸ ἐκ θεῶν εἱμαρμένον καλῶς. | |
OC1695 | μήδ’ ἄγαν οὕτω φλέγεσθον ἀντὶ τοῦ μὴ ἄκρως φλέγεσθε τὸ ἐκ θεοῦ πεμφθὲν δυσανασχέτως φέρουσαι. | |
OC1696 | οὔ τοι καταμέμπτως ἔβη οὐκ ἐν τοιούτοις ἔσται ὥστε καταμέμφεσθαι ἤτοι ὡς ἂν ἐπικουφίζοντος αὐταῖς τὴν συμφορὰν τοῦ βασιλέως· ἢ οἷον οὐκ ἐν χείρονι νῦν ὑμῖν ἔσται τὰ πράγματα. | |
OC1697 | πόθος καὶ κακῶν οἱ μὲν περὶ τὸν χορὸν παραμυθεῖσθαι πειρῶνται αὐτὰς αἱ δὲ οὐδὲν ἧττον ἐπὶ τὰ ἑαυτῶν χωροῦσι καὶ ὀλοφύρονται καί φασιν, ἦν ἄρα τις καὶ κακῶν πόθος ὡς ἡμεῖς ἐν κακοῖς ὄντος | |
5 | τοῦ πατρὸς καὶ μὴ ὁρῶντος ἐστέργομεν αὐτὸν καὶ νῦν μὴ παρόντα ποθοῦμεν ὡς ὅτε ἐν χεροῖν κατεῖχον τὸν Οἰδίποδα περιέστελλον καὶ ἐθεράπευον. | 466 |
OC1698 | καὶ γὰρ ὃ μηδαμῇ καὶ γὰρ δυστυχοῦντα τὸν πατέρα ἐποθοῦμεν θεραπεύειν καὶ νῦν μὴ παρόντα ποθοῦμεν. | |
OC1702 | ἀφίλητος λείπει τὸ ἦς. | |
OC1703 | καὶ τάδε μὴ κυρήσῃς καὶ τανῦν μὴ γένοιό μοι ἄφιλος. | |
OC1705 | ἇς ἔχρῃζε κ. ἑ. ἐφ’ ἧς ἤθελε ξένης γῆς ἀπέθανεν. | |
OC1711 | τὸ σὸν τουτέστι τὸ παρὰ σὲ ἄχος τηλικοῦ‐ τόν ἐστιν. | |
OC1713 | τὸ ἑξῆς, μὴ ἔχρῃζες ἀντὶ τοῦ μὴ ὤφελες. ἀλλ’ ἔρημος ἔρημος δέ. μεμονωμένος τῶν συγγενῶν. | |
OC1720 | ἀλλ’ ἐπεὶ ὀλβίως γ’ ἔλυσεν ἐπεὶ ὁ Οἰδί‐ πους εὐδαιμόνως ἀπέθανεν μὴ λίαν θρηνεῖτε. | |
OC1723 | δυσάλωτος οὐδεὶς δύσληπτος ἀλλ’ εὐάλωτος. | |
OC1725 | ὡς τί ῥέξωμεν; κατὰ κῶλον ἀλλήλαις δια‐ λέγονται πάνυ παθητικῶς· καὶ μή τινι ἀπίθανον δόξῃ καὶ ἀνοικονόμητον καὶ τὸ ἐπιθυμεῖν τὴν Ἀντιγόνην ὀπίσω ἀπιέναι ἐπὶ τὸν τοῦ πατρὸς τάφον μὴ ἐπιστα‐ | |
5 | μένην τὰ κατ’ αὐτὸν ὅπως ἀπέθανεν ἀλλὰ τὸ ἦθός ἐστι τὸ παθητικὸν καὶ μάλιστα πράττουσιν αἱ γυναῖκες ἐν τοῖς τοιούτοις συμπτώμασιν ἀεὶ ἐπιφοιτᾶν θέλουσαι | |
τοῖς τῶν θανόντων τάφοις. | 467 | |
OC1729 | τὸ ἑξῆς, οὐχ ὁρᾷς καὶ τόδε ὡς ἄταφος ἔπιτνε δίχα τε παντός; τὰ δὲ ἄλλα διὰ μέσου κατ’ ἀκόλουθον τῆς Ἀντιγόνης. | |
OC1740 | χ. σφῷν κακῶς ἡ ἀντωνυμία διὸ τὸ χ. | |
OC1751 | τῇ μὲν ἑρμηνείᾳ ἐπιστῆσαι ἄξιον τὸ δὲ τῆς διανοίας σαφές· φησὶ γὰρ ὁ χορός, μὴ θρηνεῖτε, ὦ παῖδες· νέμεσις γάρ ἐστι τοῦτον θρηνεῖν ᾧ τὰ τῆς τελευτῆς κατὰ χάριν ἀπέβη· οὐ χρὴ οὖν τούτους πεν‐ | |
5 | θεῖν οἷς κεχαρισμένον ἐστὶ τὸ ἀποθανεῖν. | |
OC1760 | παραφύλαξον τὴν τέχνην πῶς καὶ αἱ νέαι μὲν ἄπειροι 〈τῶν〉 κατὰ τὴν ὑπόθεσιν λοιπὸν 〈δὲ〉 [ἔνια] παρὰ τοῦ Θησέως μανθάνομεν τίνα ἦν ἔνια τῶν εἰρημένων αὐτῷ ὑπὸ τοῦ Οἰδίποδος. τὰ τελευ‐ | |
5 | ταῖα καὶ δυστραπελώτερα καὶ οὐ ῥᾳδίως ἐστὶν αὐτῶν κατακρατῆσαι ἐν τῇ ἐξηγήσει· πεποίηται γὰρ ταῦτα εἰς τὸ ἀσαφέστερον. | |
OC1768 | εἰ ἀρέσκει τούτῳ ταῦτα, τὸ μὴ λεχθῆναι ἡμῖν, καὶ ἡμῖν ἀρκεῖ τὸ μὴ ἀκοῦσαι. | |
OC1772 | τοῖσιν ὁμαίμοις Ἐτεοκλεῖ καὶ Πολυνείκει. | |
OC1774 | πρόσφορα ἀντὶ τοῦ χρήσιμα. | |
2t | Σοφοκλέους Οἰδίπους ἐπὶ Κολωνῷ. | |
3 | εὗρες, Σοφόκλεις, ἐν σοφοῖς μέγα κλέος· ἀλλοτρίας γὰρ συμπλέκων θρηνῳδίας | |
5 | ἅπαντας ἡμᾶς πενθίμους ἀπειργάσω. | 468 |