TLG 5037 003 :: SCHOLIA IN SOPHOCLEM :: Argumenta et excerpta interpretationum allegoricarum in Sophoclis Ajacem

SCHOLIA IN SOPHOCLEM Schol.
(Varia)

Argumenta et excerpta interpretationum allegoricarum in Sophoclis Ajacem

Source: Christodoulos, G.A. (ed.), Τὰ ἀρχαῖα σχόλια εἰς Αἴαντα τοῦ Σοφοκλέους. Athens: University of Athens Press, 1977: 354–355.

  • Argumentum codicis N: p. 354
  • Argumentum codicis G: p. 354
  • Excerpta interpretationum allegoricarum codicis V: pp. 354–355

Citation: Argumentum-excerpt — (line)

arg cod N

Argumentum codicis N: Ὑπόθεσις. ἐν τῷ παρόντι δράματι πλάτ‐ τεται ὁ Αἴας μαινόμενος ἀποτυχὼν τῶν ὅπλων τοῦ Ἀχιλλέως, ἃ δόλῳ καὶ πονηρίᾳ δεδώκασιν οἱ Ἀτρεῖδαι τῷ Ὀδυσσεῖ ὡς φίλῳ αὐ‐ τῶν. ὅθεν ἐκεῖνος ἀλγήσας, μετὰ ξίφους ἐβουλήθη τοὺς Ἀτρείδας
5καὶ τὸν Ὀδυσσέα ἀποσφάξαι. τῆς Ἀθηνᾶς δὲ τρεψάσης τὸ βούλημα καὶ μανίαν ἐνθείσης, ταῖς ποίμναις ἐμπεσὼν πολλὰ δεινὰ εἰργάσατο. καὶ μετὰ ταῦτα μεταμεληθεὶς γνωρίσας ἑαυτὸν ἀπέσφαξεν τῷ ἑαυτοῦ ξίφει, ὃ παρὰ τοῦ Ἕκτορος δῶρον ἔλαβεν. λυπηρὰ δὲ πάντα καὶ πλή‐ ρη στεναγμῶν καὶ δακρύων, διὰ τὴν μανίαν, διὰ τὸν πικρὸν θάνα‐
10τον, διὰ τὰς τῶν Ἀτρειδῶν ἔριδας καὶ τἄλλα τὰ τοιαῦτα.

arg cod G

Argumentum codicis G: Παραινεῖ ὁ Σοφοκλῆς διὰ τοῦ δράματος τούτου, ὅτι οὐ δεῖ ἐπί τισι πράγμασιν ἀμέτρως λυπεῖσθαι, ὡς μὴ ταυ‐ τόν τι τῷ Αἴαντι πάθοιμεν ἐκ τῆς ἀμετρήτου λύπης. παραινεῖ δὲ καὶ τὸ μὴ αἰωνίους ἔχειν τὰς ἔχθρας· παριστᾷ οὖν τὸν Ὀδυσσέα ἐχθρὸν
5μὲν ὄντα πρῴην τοῦ Αἴαντος, εἶθ’ ὕστερον φίλον αὐτοῦ καὶ διισχυρι‐ ζόμενον σὺν τῷ Τεύκρῳ θάψαι αὐτόν.

excpt cod V

Excerpta interpretationum allegoricarum codicis V: Περὶ ἀγάλ‐ ματος πτερωτοῦ Ἑρμοῦ. τὸν Ἑρμῆν οἱ Ἕλληνες καὶ οἱ λοιποὶ τῶν ἀρχαίων Ῥωμαίων κατὰ τὴν αὐτῶν πεπλανημένην μυθολογίαν υἱὸν Διὸς λέγουσι καὶ Ῥέας. Διὸς μὲν υἱόν, τοῦ νοῦ· μετὰ φρονήσεως γὰρ
5ὁ λόγος γεννᾶται. καὶ διὰ τοῦτο αὐτὸν ἐργάζονται ὑπόπτερον διὰ τὸ μὴ γηράσκειν ὅλως τὸν λόγον. ἀλλὰ καὶ τετράγωνον ποιοῦσιν αὐτόν, διὰ τὴν στερρότητα τοῦ ἀληθοῦς λόγου. περὶ ἀγάλματος Ἑρ‐ μοῦ βαστάζοντος μάρσιππον. ἀλλὰ καὶ οἱ Φοίνικες τοὺς θεοὺς αὐτῶν πλάττουσιν ἐπιφερομένους βαλάντιον χρυσοῦν, σύμβολον ὂν δυνα‐
10στείας. οἱ δὲ Ἕλληνες σιδηροφοροῦντας αὐτοὺς πλάττουσιν ὡς τοῖς
ὅπλοις ὑποταττομένων τῶν ἀνθρώπων. περὶ ἀγάλματος Εὐγνωμοσύ‐ νης. τὸ ἄγαλμα τῆς Εὐγνωμοσύνης τῇ δεξιᾷ χειρὶ σκῆπτρον κατέχει, ἀγχίνου οὔσης αὐτῆς. τῇ δὲ ἑτέρᾳ βιβλίον, διὰ 〈τὸ〉 τὸν εὔνουν δέ‐ εσθαι ἀναμνήσεως, ἥτις διὰ τῶν βιβλίων γίνεται. ἄγαλμα Γῆς, ὅτι354
15γυναῖκα λέγουσι τὴν Ἑστίαν καὶ πλάττουσιν αὐτήν, οἱονεὶ τὴν γῆν, τύμπανον βαστάζουσαν ἐπὶ τοὺς †ἀνομʹ δὲ ἡ γῆ ἐφ’ ἑαυτὴν συγκλίνει. περὶ ἀγάλματος Ἰανουαρίου. τὸ ἄγαλμα τοῦ Ἰανουαρίου μηνὸς ἱστο‐ ροῦσι τετρασύμφορον διὰ τὰς δʹ τροπάς. ἄλλοι δὲ πλάττουσιν αὐτὸν ἐν τῇ δεξιᾷ χειρὶ κατέχοντα ψήφους τʹ ἐν δὲ τῇ εὐωνύμῳ ξεʹ ὡσανεὶ
20πατέρα τοῦ χρόνου. περὶ ἀγάλματος κρατοῦντος κιθάραν ἐπὶ χερσί. πλάττουσι τὸν Ἀπόλλωνα, οἱονεὶ τὸν ἥλιον, τὴν τοῦ παντὸς ἁρμο‐ νίαν κατέχοντα· κιρνάμενος γὰρ τοῖς λοιποῖς ἀστράσι κατέχει καὶ ζῳογονεῖ. περὶ ἀγάλματος κατέχοντος ψαλλίδα. τὴν Ἥραν λέγου‐ σιν εἶναι, τὸν ἀέρα. καὶ ἐπεὶ ὁ ἀὴρ καθαίρει, ποιοῦσι τῆς Ἥρας τὸ
25ἄγαλμα βαστάζον ψαλλίδα χρυσῆν. ἀπὸ μεταφορᾶς ψαλλίδος τῆς ἄνω κειρούσης τὰς τρίχας καὶ καθαρὸν ἀποδεικνυούσης τὸ σῶμα. περὶ ἀγάλματος Δήμητρας βασταζούσης πύργον. οἱ πολλοὶ καλοῦσι τὴν Δήμητραν γῆν καὶ ἐπεὶ ἕδρα πάσης ἐστὶ πόλεως ἡ γῆ, 〈ἡ〉 βαστά‐ ζουσα τὰς πόλεις λέγεται πυργοφόρος. περὶ ἀγάλματος κατέχοντος
30δόρυ. τὸ τῆς Ἀθηνᾶς ἄγαλμα δόρυ κρατεῖ καὶ ἀσπίδα διὰ τὸ σταθερὸν καὶ διὰ τὸ πᾶσαν ἐπιβουλὴν τῆς σοφίας ἀποθέσθαι· ἡ αὐτὴ γάρ ἐστι τῷ νῷ. καὶ περικεφαλαίαν δίδωσιν αὐτῇ διὰ τὸ νέον τῆς σοφίας καὶ ἀκρότατον καὶ ἀθέατον· καὶ ἐλαίαν ὡς καθαρωτάτην οὖσαν αὐτήν. οὐσία γὰρ φωτὸς ὅλη ἡ ἐλαία. καὶ γοργόναν διδόασιν ἐπὶ τὸ
35στῆθος αὐτῆς διὰ τὸ βραχὺ τοῦ νοός. περὶ ἀγάλματος Ἡρακλέο〈υ〉ς βαστάζοντος τρία μῆλα. ἄγαλμα πλάττουσι καθήμενον ἔχον τὰ ἄνω γυμνὰ τὰ δὲ κάτω ἐσκεπασμένα· κρατεῖ δὲ τῇ μὲν εὐωνύμῳ χειρὶ σκῆπτρον, τῇ δὲ δεξιᾷ προτείνει ἀετόν. καὶ τὸ μὲν καθέζεσθαι τὸ ἑδραῖον τῆς δύσεως αἰνίττεται, τὸ δὲ τὰ ἄνω ἔχειν γυμνά, ὅτι φανε‐
40ρὸς τοῖς νοεροῖς καὶ ἀγνώστοις, τὸ δὲ τῇ λαιᾷ σκῆπτρον κατέχειν, τὸ ἐξουσιάζειν, τὸ δὲ τῇ ἑτέρᾳ ἀετὸν προτείνειν, ὡς τῶν ἀεροπόρων κραταιῶν πνευμάτων, ὡς ἀετὸς τῶν μεταρσίων ὀρνέων. διὰ δὲ τῶν τριῶν μήλων δηλοῖ τὸ τῆς σφαίρας εἰς τρία κλίματα ἔχειν πᾶσαν δια‐ κόσμησιν. τέρας, σημεῖον, σύμβολον, τεκμήριον διαφέρει. τέρας μὲν
45λέγεται τὸ παρὰ φύσιν, οἷον ἐγεννήθη ἄνθρωπος ἔχων ἓξ δακτύλους τῇ μιᾷ χειρί. σημεῖον, τὸ περὶ καιρόν, οἷον ἐν χειμερίῳ καιρῷ ἐφά‐ νησαν ὀπῶραι χλωραί. σύμβολον δὲ τὸ ἀπὸ συμβουλῆς γινόμενον, οἷον τὸ τοῦ Ἰούδα ῥητόν, τὸ (Matth. xxvi. 48)· ὃν ἂν φιλήσω, αὐτός ἐστι, κρατήσατε αὐτόν. τεκμήριον δέ, ὅταν καπνὸν βλέπωμεν καὶ

excpt cod V

(50)

νοῶμεν ἢ κάμινον ἅπτειν ἢ ἐμπρησμὸν εἶναι ἢ ἄλλο τι τοιοῦτον.355