TLG 5037 001 :: SCHOLIA IN SOPHOCLEM :: Scholia in Sophoclis Ajacem (scholia vetera) SCHOLIA IN SOPHOCLEM Schol. Scholia in Sophoclis Ajacem (scholia vetera)
Citation: Hypothesis-scholion — (line) | ||
hyp(1t) | ΥΠΟΘΕΣΙΣ ΑΙΑΝΤΟΣ ΜΑΣΤΙΓΟΦΟΡΟΥ | |
2 | Τὸ δρᾶμα τῆς Τρωικῆς ἐστι πραγματείας, ὥσπερ οἱ Ἀντηνορί‐ δαι καὶ Αἰχμαλωτίδες καὶ Ἑλένης Ἁρπαγὴ καὶ Μέμνων. πεπτωκότος γὰρ ἐν τῇ μάχῃ τοῦ Ἀχιλλέως ἐδόκουν Αἴας | |
---|---|---|
5 | τε καὶ Ὀδυσσεὺς ἐπ’ αὐτῷ πλέον τι ἀριστεύειν περὶ τὴν τοῦ σώματος κομιδήν. καὶ κρινομένων περὶ τῶν ὅπλων κρατεῖ Ὀδυσσεύς. ὅθεν ὁ Αἴας τῆς κρίσεως μὴ τυχὼν παρακεκίνηται καὶ διέφθαρται τὴν γνώμην, ὥστε ἐφαπτόμενος τῶν ποιμνίων δοκεῖν τοὺς Ἕλληνας διαχρήσασθαι. καὶ τὰ μὲν ἀνεῖλε τῶν τετραπόδων, τὰ δὲ δήσας ἀπάγει ἐπὶ τὴν σκηνήν· | |
10 | ἐν οἷς ἐστί τις καὶ κριὸς ἔξοχος, ὃν ᾤετο εἶναι Ὀδυσσέα, καὶ δήσας ἐμαστίγωσεν· ὅθεν καὶ τῇ ἐπιγραφῇ πρόσκειται Μαστιγοφόρος, ἢ πρὸς ἀντιδιαστολὴν τοῦ Λοκροῦ. Δικαίαρχος δὲ Αἴαντος Θάνατον ἐπιγράφει. ἐν δὲ ταῖς διδασκαλίαις ψιλῶς Αἴας ἀναγέ‐ γραπται. | |
15 | Ταῦτα μὲν οὖν πράττει ὁ Αἴας. καταλαμβάνει δὲ Ἀθηνᾶ Ὀδυσσέα ἐπὶ τῆς σκηνῆς διοπτεύοντα τί ποτε ἄρα πράττει ὁ Αἴας καὶ δηλοῖ αὐτῷ τὰ πραχθέντα καὶ προκαλεῖται εἰς τὸ ἐμφανὲς τὸν Αἴαντα ἔτι ἐμμανῆ ὄντα καὶ ἐπικομπάζοντα ὡς τῶν ἐχθρῶν ἀνῃρημένων. καὶ ὁ μὲν εἰσέρχεται ὡς ἐπὶ τῷ μαστιγοῦν τὸν Ὀδυσσέα· παραγίνεται δὲ | |
20 | χορὸς Σαλαμινίων ναυτῶν εἰδὼς μὲν τὸ γεγονός, ὅτι ποίμνια ἐσφάγη‐ σαν Ἑλληνικά, ἀγνοῶν δὲ τὸν δράσαντα. ἔξεισι δὲ καὶ Τέκμησσα, τοῦ Αἴαντος αἰχμάλωτος παλλακίς, εἰδυῖα μὲν τὸν σφαγέα τῶν ποι‐ μνίων ὅτι Αἴας ἐστίν, ἀγνοοῦσα δὲ τίνος εἶεν τὰ ποίμνια. ἑκάτερος οὖν παρ’ ἑκατέρου μαθόντες τὸ ἀγνοούμενον, ὁ χορὸς μὲν παρὰ Τε‐ | |
25 | κμήσσης, ὅτι Αἴας ταῦτα ἔδρασεν, Τέκμησσα δὲ παρὰ τοῦ χοροῦ, ὅτι Ἑλληνικὰ τὰ σφαγέντα ποίμνια, ἀπολοφύρονται καὶ μάλιστα ὁ χορός. ὅθεν δὴ ὁ Αἴας προελθὼν ἔμφρων γενόμενος ἑαυτὸν ἀπολοφύρεται καὶ τούτου ἡ Τέκμησσα δεῖται παύσασθαι τῆς ὀργῆς· ὁ δὲ ὑποκρινό‐ μενος πεπαῦσθαι ἔξεισι καθαρσίων ἕνεκα καὶ ἑαυτὸν διαχρῆται. εἰσὶ | |
30 | δὲ καὶ ἐπὶ τῷ τέλει τοῦ δράματος λόγοι τινὲς Τεύκρου πρὸς Μενέλαον καὶ πρὸς Ἀγαμέμνονα οὐκ ἐῶντας θάπτειν τὸ σῶμα τοῦ Αἴαντος. τὸ δὲ πέρας, θάψας αὐτὸν Τεῦκρος ἀπολοφύρεται. παρίστησι δὲ ὁ λόγος τῆς τραγῳδίας, ὅτι ἐξ ὀργῆς καὶ φιλονεικίας οἱ ἄνθρωποι ἥκοιεν ἐπὶ | |
τὰ τοιαῦτα νοσήματα, ὥσπερ ὁ Αἴας, προσδοκήσας ἐγκρατὴς εἶναι τῶν | 9 | |
35 | ὅπλων καὶ ἀποτυχών, ἔγνω ἑαυτὸν ἀνελεῖν. αἱ δὲ τοιαῦται φιλονει‐ κίαι οὐκ εἰσὶν ἐπωφελεῖς οὐδὲ τοῖς δοκοῦσι νενικηκέναι. ὅρα γὰρ καὶ παρ’ Ὁμήρῳ τὰ περὶ τῆς ἥττης τοῦ Αἴαντος πάνυ διὰ βραχέων καὶ λίαν περιπαθῶς (λ 543—4)· οἴη δ’ Αἴαντος ψυχὴ Τελαμωνιάδαο | |
40 | νόσφιν ἀφειστήκει κεχολωμένη εἵνεκα τευχέων. εἶτα αὐτοῦ ἄκουε τοῦ κεκρατηκότος (λ 548)· ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδ’ ἐπ’ ἀέθλῳ. οὐκ ἐλυσιτέλησεν ἄρα αὐτῷ ἡ νίκη, τοιούτου ἀνδρὸς διὰ τὴν ἧτταν ἀποθανόντος. | |
45 | Ἡ δὲ σκηνὴ τοῦ δράματος ἐν τῷ ναυστάθμῳ πρὸς τῇ σκηνῇ τοῦ Αἴ‐ αντος. δαιμονίως δὲ εἰσφέρει προλογίζουσαν τὴν Ἀθηνᾶν· ἀπίθανον γὰρ τὸν Αἴαντα προϊόντα εἰπεῖν περὶ τῶν αὑτῷ πεπραγμένων, ὥσπερ ἐξελέγχοντα ἑαυτόν· οὐδὲ μὴν ἕτερός τις ἠπίστατο τὰ τοιαῦτα, ἐν ἀπορ‐ ρήτῳ καὶ νυκτὸς τοῦ Αἴαντος δράσαντος. θεοῦ οὖν ἦν τὸ τοιοῦτον | |
hyp(50) | διασαφῆσαι καὶ Ἀθηνᾶς προκηδομένης τοῦ Ὀδυσσέως, ὥς φησιν ἐφεξῆς (36—7)· ἔγνων, Ὀδυσσεῦ, καὶ πάλαι φύλαξ ἔβην τῇ σῇ πρόθυμος εἰς ὁδὸν κυνηγίᾳ. Διαφόρως δὲ ἱστορήκασι περὶ τοῦ θανάτου τοῦ Αἴαντος. οἱ μὲν γάρ | |
55 | φασιν ὅτι ὑπὸ Πάριδος τρωθεὶς ἦλθεν εἰς τὰς ναῦς αἱμορροῶν, οἱ δὲ ὅτι χρησμὸς ἐδόθη Τρωσὶ πηλὸν κατ’ αὐτοῦ βαλεῖν, σιδήρῳ γὰρ οὐκ ἦν τρωτός, καὶ οὕτω τελευτᾷ· οἱ δὲ ὅτι αὐτόχειρ αὑτοῦ γέγονεν, ὧν ἐστι καὶ Σοφοκλῆς. περὶ δὲ τῆς πλευρᾶς ὅτι μόνην αὐτὴν τρωτὴν εἶχεν ἱστορεῖ καὶ Πίνδαρος, ὅτι τὸ μὲν σῶμα, ὅπερ ἐκάλυψεν ἡ λεοντῆ, | |
60 | ἄτρωτον ἦν, τὸ δὲ μὴ καλυφθέν, ὅπερ ἦν ἡ πλευρά, τρωτὸν ἔμεινε. Τὰ ἐπὶ τῆς σκηνῆς καὶ τοῦ δράματος πρόσωπα. Ἀθηνᾶ· Ὀδυσσεύς· Αἴας, παῖς Τελαμῶνος· χορὸς ἐκ Σαλαμινίων ἀνδρῶν· Τέκμησσα· ἄγγελος· Τεῦκρος, ἀδελφὸς Αἴαντος· Μενέλαος· Ἀγαμέμνων. προλο‐ | |
γίζει δὲ Ἀθηνᾶ. FOHVGMR | 10 | |
1a | 〈ὦ παῖ Λαρτίου:〉 πάρεστιν Ὀδυσσεὺς ἐπὶ τὴν σκηνὴν ἀγωνιῶν καὶ πολυπραγμονῶν μή τι ἀπὸ ἐχθροῦ πάθῃ. δεῖ δὲ τὸν ὑπο‐ κριτὴν πανταχόθεν διαβλέπειν, ὥσπερ δεδοικότα μὴ ὁραθῇ. πάντα δὲ τὰ τῆς ὑποθέσεως συνεκτικὰ ἐδήλωσεν ἐν τῷ προοιμίῳ, πρὸς τίνα | |
5 | ὁ λόγος καὶ ποῦ ἡ σκηνὴ καὶ τί πράττει ὁ Ὀδυσσεύς. ἐν δὲ τῷ πεῖ‐ ράν τινα ἤδη ἴχνος τι κατέθετο τῆς ὑποθέσεως, ὅτι περὶ ἐχθρόν 〈τι〉 ἥκει. δεῖ δὲ τὰ τῆς ὑποθέσεως συνεκτικὰ εἶναι ἐν ἀρχῇ. LOFH VGMRm | |
1b | ἀεὶ μέν, ὦ παῖ Λαρτίου: κτητικὸν ἀντὶ τοῦ κυρίου. τὸ δὲ ἑξῆς· ἀεὶ μὲν ὁρῶ σε, ὦ Ὀδυσσεῦ, πείρᾳ καὶ δόλῳ μετιόντα τοὺς ἐχθρούς· πεῖρα γὰρ Ἀττικῶς δόλος καὶ τέχνη, ὅθεν καὶ πειραταὶ οἱ κατὰ θάλατταν κακοῦργοι. τὸ δὲ ἀεὶ εἶπεν ἀναφέρουσα εἰς ἐκεῖ‐ | |
5 | νο, ὅτι καὶ μετὰ Διομήδους κατάσκοπος γενόμενος ἐπὶ τοὺς Τρῶας οὐ διέλαθεν αὐτήν, ὡς αὐτὸς μαρτυρῶν φησιν (Κ 278—9)· κλῦθί μοι, αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ ἐν πάντεσσι πόνοισι παρίστασαι οὐδέ σε λήθω. δυσχεραίνει δὲ ἡ Ἀθηνᾶ τῷ Αἴαντι, ὅτι ἀπώσατο τὴν συμμαχίαν αὐ‐ | |
10 | τῆς. LFOHVGMRm | 13 |
1c | καὶ ἄλλως. ἀεὶ ὁρῶ σε, ὦ Ὀδυσσεῦ, τὴν παρὰ τῶν ἐχθρῶν σοι γινομένην βλάβην ζητοῦντα προϋφαρπάσαι· οἷον, εἰ ἐπιβουλεύει σοί τις, σπουδάζεις τὴν ἐπιβουλὴν τὴν κατὰ σοῦ γινομένην αὐτῷ τῷ ἐπι‐ βουλεύσαντι βλαβερὰν γενέσθαι. τὸ δὲ θηρώμενον, ἐκ μεταφορᾶς | |
5 | τῶν κυνηγῶν, οἳ τὰ μικρὰ θηρία φονεύουσι προφυλαττόμενοι τὴν ἐξ αὐτῶν ἐσομένην βλάβην· πεῖρα γὰρ ἡ βλάβη, ὡς καὶ ἐν Δανάῃ (Soph. frg. 168 p. 169 N2)· οὐκ οἶδα τὴν σὴν πεῖραν· ἓν δ’ ἐπίσταμαι, | |
τοῦ παιδὸς ὄντος τοῦδ’ ἐγὼ διόλλυμαι. LFOHVGMRm | 14 | |
1d | 〈Λαρτίου:〉 κτητικὸν ἀντὶ κυρίου. Lsl | |
2a | 〈πεῖραν:〉 δόλον. Lm | |
2b | 〈ἐχθρῶν:〉 λείπει ἡ κατά. Lm, Gsl | |
2c | τὸ θηρώμενον ἐπήνεγκεν καὶ τὰ ἄλλα μεταφορικῶς. LGm | |
2d | 〈θηρώμενον:〉 ἀνιχνεύοντα. LOGsl | |
4 | 〈τάξιν〉 ἐσχάτην ἔχει: τὰς γὰρ σκηνὰς τοῦ Αἴαντος ἐσχά‐ τας φησὶ τῶν ἄλλων Ἀχαιῶν εἶναι καὶ Ὅμηρος (Θ 225—6, Λ 8—9)· τοί ῥ’ ἔσχατα νῆας ἐίσας εἴρυσαν, ἠνορέῃ πίσυνοι. | |
5 | ἐν πεδίῳ Ῥοιτείῳ Ἀχιλλεὺς καὶ Αἴας. FGMRm | |
5 | 〈μετρούμενον / ἴχνη:〉 ἀκολουθοῦντα τὰ ἴχνη τὰ ἐκείνου νεοχάρακτα, νεωστὶ κεχαραγμένα. LGMm | |
6 | νεοχάραχθ’: καὶ τὸ νεοχάρακτα εὐφυῶς, ὅ ἐστι νεοτύπωτα. ὁπόταν γὰρ νεωστὶ αἱ ἀποχαράξεις τῶν ζῴων γένωνται, μᾶλλον ἐπα‐ κολουθοῦσιν οἱ κυνηγέται, πρὶν ὑπὸ ἀνέμου ἀφανισθῇ ἡ ὀδμή. LF | |
HGMRm | 15 | |
7 | εὖ δέ ς’ ἐκφέρει: ἐπάγεταί σε ἡ βάδισις Αἴαντος δίκην κυ‐ νὸς εὐοσφρήτου ἀπὸ τοῦ ἴχνους ζητοῦντα εἰ ἔνδον γέγονεν ὁ Αἴας. προέλκονται γὰρ τοὺς κυνηγέτας αἱ κύνες ἐπὶ τὰ ἐπαγόμενα, παρ’ ὃ καὶ ἐπακτῆρας ἔνιοι θέλουσιν αὐτοὺς καλεῖσθαι ὡς ἐπαγομένους ὑπὸ | |
5 | τῶν κυνῶν. καὶ Ὅμηρος (τ 435—6)· πρὸ δ’ ἄρ’ αὐτῶν ἴχνι’ ἐρευνῶντες κύνες ἤισαν. LFOHGMRm | |
8 | 〈βάσις:〉 λείπει τοῦ Αἴαντος. Fm, Hsl | 16 |
9 | ἔνδον γὰρ ἁνὴρ ἄρτι: προσοχὴν ἐργάζεται τῷ ἀκρο‐ ατῇ περὶ τῶν δηλωθησομένων. LFGMRm | |
11 | καί ς’ οὐδὲν εἴσω: οὐκ ἀναγκαῖον τὸ πολυπραγμονεῖν ἔτι εἰ ἔνδον ἐστὶν ὁ Αἴας (ἔγνω γὰρ τὸ ἀληθές), ἀλλὰ λέγειν διὰ τί τὴν σπουδὴν ταύτην ἔθου, ἵνα παρ’ ἐμοῦ τῆς εἰδυίας μάθῃς τὰ ἀγνοού‐ μενά σοι. LFOHGMRm | |
14 | ὦ φθέγμ’ Ἀθάνας: καὶ τοῦτο ἄριστα πεποίηται· φθέ‐ γμα γὰρ εἶπεν ὡς μὴ θεασάμενος αὐτήν· δῆλον γὰρ ὡς οὐκ εἶδεν αὐτὴν ἐκ τοῦ· κἂν ἄποπτος ᾖς, ὅμως, τουτέστιν ἀόρατος. τῆς δὲ φωνῆς μόνης αἰσθάνεται ὡς ἐθάδος αὐτῷ οὔσης. ἔστι μέντοι | |
5 | ἐπὶ τῆς σκηνῆς ἡ Ἀθηνᾶ· δεῖ γὰρ τοῦτο χαρίζεσθαι τῷ θεατῇ. προ‐ θεραπεύει δὲ τὴν θεὸν ὁ Ὀδυσσεὺς καὶ οὕτω λέγει τὰ κατὰ τὸν Αἴ‐ | |
αντα. LFOHVGMRm | 17 | |
15 | 〈ἄποπτος:〉 ἀόρατος. LNsl | |
16a | φώνημα: ἀντὶ τοῦ φωνήν. Lm, Gsl | |
16b | ξυναρπάζω φρενί: ὀξέως συνίημι καὶ ἀντιλαμβάνομαι. Fm, Lsl | |
17a | χαλκοστόμου κώδωνος ὥς: κώδων καλεῖται τὸ πλατὺ τῆς σάλπιγγος· ἀπὸ μέρους δὲ τὴν σάλπιγγά φησι. πολλὰ δὲ εἴδη σαλπίγγων· εἰσὶ γὰρ Λιβυστικαὶ σάλπιγγες, εἰσὶν Αἰγύπτιαι, εἰσὶ Τυρσηνικαί. πρῶτος δὲ Ἀρχώνδας συμμαχῶν τοῖς Ἡρακλείδαις | |
5 | ἤγαγεν εἰς Ἕλληνας τὴν Τυρσηνικὴν σάλπιγγα. LFOHGMRm | 18 |
17b | 〈κώδωνος:〉 ἡ κώδων θηλυκῶς Ἀττικῶς. Lsl | |
17c | λείπει φώνημα. FHsl | |
18 | 〈δυσμενεῖ:〉 ἐχθρῷ. FNHGsl | |
19a | 〈βάσιν:〉 ὁδόν. Gsl | |
19b | 〈κυκλοῦντ’:〉 τιθέντ’. Gsl | |
19c | 〈σακεσφόρῳ:〉 οἰκεῖον τοῖς πρώτοις τὸ ὄνομα. σακε‐ σφόρῳ δὲ εἶπεν οὐχ ἁπλῶς ὁπλοφόρῳ, ἀλλὰ κατ’ ἐξοχήν. καὶ Ὅ‐ μηρος (Η 219)· Αἴας δ’ ἐγγύθεν ἦλθε φέρων σάκος ἠύτε πύργον. LFOHGm | |
23a | 〈ἴσμεν γὰρ〉 οὐδὲν τρανές: σαφές, ἀληθές. καλῶς δὲ τοῦτο ἐποίησεν, ἵνα συνέχηται ἔτι ἡ ὑπόθεσις καὶ τὸ ἄπιστον εἰς ἀμφίγνοιαν αὐτοὺς ἄγῃ. LFGMRm | |
23b | 〈τρανές:〉 ἀληθές. LONGsl | |
23c | 〈ἀλώμεθα:〉 τῷ νῷ ἀλώμεθα. LFNsl | 19 |
24 | 〈κἀγὼ ’θελοντής:〉 διὸ θελοντὴς τοῦτον ὑπέστην τὸν κίν‐ δυνον, ἵνα γνῶ τἀληθές, πάντων τὴν αἰτίαν τοῦ γεγονότος εἰς αὐτὸν ἀναγόντων. LFNGMRm | |
26a | λείας ἁπάσας: τὰς ποίμνας καὶ τὰ βοσκήματα λείας φησὶ κατὰ τὸ κύριον· ἔνθεν καὶ λῃστής. καὶ Ὅμηρος (Λ 677)· ληίδα δ’ ἐκ πεδίου συνελάσσαμεν. τὸ δὲ κατηναρισμένας ἄκυρον, τὸ γὰρ σκυλεύειν ἐναρί‐ | |
5 | ζειν καὶ τὰ ἔναρα σκῦλα παρὰ τὸ ἀρηρέναι καὶ ἐντὸς αὐτῶν εἶναι ἡ‐ μᾶς. καὶ τὸ παρ’ Ὁμήρῳ τοιοῦτόν ἐστιν (φ 485)· ἦ τοι βέλτερόν ἐστι κατ’ οὔρεα θῆρας ἐναίρειν. πῶς γὰρ οἷόν τέ ἐστι σκυλεύειν τοὺς λέοντας, εἰ μὴ εἴη καὶ ἐπὶ τῶν ἀλόγων ζῴων τὸ σκυλεύειν; Καλλίμαχος δὲ ἐπὶ τῆς λεοντείας δορᾶς | |
10 | (frg. 677 (142) Pfeiffer)· τὸ δὲ σκύλος ἀνδρὶ καλύπτρη γιγνόμενον νιφετοῦ καὶ βελέων ἔρυμα. καὶ Ὅμηρος (Ζ 480)· ἔναρα βροτόεντα, τὰ παρὰ τῶν ἐν τῷ | |
πολέμῳ πεσόντων συναχθέντα. LOHGMRm | 20 | |
26b | 〈κατηναρισμένας:〉 ἐσκυλευμένας, πεφονευμένας. συν‐ εκδοχικόν. FONHVGsl | |
27a | ποιμνίων ἐπιστάταις: τοῖς ποιμέσι. καλῶς δὲ τοῦτο, ἵνα μὴ παραγένοιτό τις ἀπαγγέλλων τὸ σαφές. LFOHGMRm | |
27b | ποιμνίων ἐπιστάταις: οἱ μὲν τοὺς ποιμένας, οἱ δὲ τοὺς κύνας· οὐ γὰρ εἴασεν ἡ Ἀθηνᾶ ἀνθρώπους ἀνελεῖν. Nm | |
27c | ποιμνίων ἐπιστάταις: τοῖς κυσίν· οὐκ εἴασε γὰρ ἡ Ἀθηνᾶ αὐτὸν ἄνθρωπον ἀνελεῖν. LFHm, FHsl | |
27d | τοῖς ποιμέσιν. Vsl | |
28a | 〈τήνδ’ οὖν ἐκείνῳ:〉 πόθεν αὕτη ἡ ὑπόνοια; ὅτι εἶδέν τις αὐτὸν ἐν τῷ πεδίῳ πηδῶντα μετὰ τοῦ ξίφους νεορράντου ὑπὸ τοῦ αἵ‐ | |
ματος. LFOHGMRm | 21 | |
28b | 〈τήνδ’:〉 τὴν αἰτίαν, τὸν φόνον τοῦ Αἴαντος. Psl | |
28c | 〈νέμει:〉 τίθησιν. γρ. τρέπει. Fsl | |
32a | καὶ τὰ μὲν σημαίνομαι: ἀντὶ τοῦ σηματίζομαι, διὰ σημείων γινώσκω. καὶ ἄλλως· οἷον σημεῖά τινα ἐμαυτῷ συντί‐ θημι ἀπὸ τοῦ ἴχνους, τὰ δὲ ἀπορῶ. τοιοῦτον γὰρ συμβαίνει περὶ τοὺς ἰχνευτὰς ἐπιταραττομένων τῶν ἰχνῶν, διὰ δὲ τὴν μανίαν δυσίχνευτος | |
5 | καὶ ἐπιτεταραγμένη ἡ βάσις γέγονε τοῦ Αἴαντος. LFONHGMRm | |
32b | 〈σημαίνομαι:〉 σηματίζομαι, διὰ σημείων γινώσκω. LOGsl | |
33a | 〈ἐκπέπληγμαι:〉 ἀπορῶ διὰ τὴν μανίαν. Gsl | |
33b | ἀπορῶ, ἀμηχανῶ. ONHGsl | |
33c | γρ. καὶ ἐκπέπληγμαι. ἀπορῶ. Fsl | 22 |
33d | 〈κοὐκ ἔχω μαθεῖν ὅτου:〉 οὐκ ἔχω ὅπως μάθω 〈τί‐ νος ἐστὶν〉 ἢ ποῦ ἐστιν. Lsl | |
33e | κοὐκ ἔχω μαθεῖν τίνος ἐστίν, ἤγουν τίνος χάριν ταῦτα ἔπραξεν ὁ Αἴας. Gsl | |
33f | 〈ὅτου:〉 τίνος ἐστὶ ταῦτα ἢ τίνος χάριν. FNsl | |
33g | λείπει τίνος χάριν. Hsl | |
34 | 〈καιρὸν δ’ ἐφήκεις:〉 καλῶς Ὀδυσσεὺς ἀναμένει τὸ ἀκριβὲς γνῶναι, ἵνα μὴ δοκοίη κατ’ ἐχθροῦ προπετές τι πράσσειν. καὶ ἄλλως· ἐπὶ καιρῷ ἥκεις. εὐφυῶς δὲ ἄρχεται τῆς ὑποθέσεως ὁ ποιητής, ὥστε τρανῶσαι τὸ πᾶν διὰ τῆς Ἀθηνᾶς. LFONHGMRm | |
35a | σῇ κυβερνῶμαι χερί: θεραπεύει Ὀδυσσεὺς τὴν Ἀ‐ | |
θηνᾶν, ἵνα καὶ ἐν τοῖς ἑξῆς ἔχῃ αὐτὴν εὐμενῆ. LFONHGMRm | 23 | |
35b | φρενί: ἀντὶ ἀπὸ τῆς φρενός. Lm | |
35c | 〈χερί:〉 γράφεται φρενί. Nsl | |
36 | 〈ἔγνων, Ὀδυσσεῦ:〉 ταῦτα πρὸς τὰ ἐν ἀρχῇ, ἵνα μὴ δό‐ ξῃ ἀγνοεῖν ἡ θεὰ τὸ πρᾶγμα. LGMRm, ONsl | |
37a | 〈κυνηγίᾳ:〉 ἐκ μεταφορᾶς τῶν ὀσφραινομένων. Gsl | |
37b | ἐκ μεταφορᾶς τῶν κυνηγῶν. Fsl | |
37c | θηρεύσει. Nsl | |
38a | ἦ καί, φίλη δέσποινα: ἐν τοῖς ἀμοιβαίοις κατὰ βραχὺ δηλοῦται ἡ ὑπόθεσις. προσκορὲς 〈γὰρ〉 ἦν διηγηματικῷ εἴδει τὸ πᾶν διεξελθεῖν. πυνθάνεται δὲ πρῶτον εἰ ἄρα πρὸς καιρὸν πονεῖ· εἰ γὰρ αὐτός ἐστιν ὁ τὸν φόνον δράσας πρὸς καιρὸν ἂν εἴη πονῶν ὁ Ὀδυσ‐ | |
5 | σεύς. LFOHVGMRm | |
38b | 〈πονῶ:〉 ἐρευνῶ. ONHsl | |
39a | 〈ὡς:〉 τὸ ὡς ἀντὶ τοῦ ἀληθῶς. Lsl | |
39b | λίαν, ἀληθῶς. FNHsl | |
39c | 〈σοι:〉 διὰ σὲ ἢ κατὰ σοῦ. FNHGsl | 24 |
40a | καὶ πρὸς τί δυσλόγιστον: ἐπύθετο πρῶτον εἰ αὐ‐ τός ἐστιν ὁ δράσας, εἶτα καὶ τὴν αἰτίαν πυνθάνεται. τὸ δὲ δυσλό‐ γιστον, ὅμοιον τῷ πρᾶγος ἄσκοπον (v. 21)· ἀγνοεῖ γὰρ ἔτι τὴν μανίαν. LFOHGMRm | |
40b | 〈δυσλόγιστον:〉 μανικῶς. Fsl | |
41a | χόλῳ βαρυνθείς: ὁ μὲν Ὀδυσσεὺς πυνθάνεται πρὸς τί αὐτῷ χρήσιμον, ἡ δὲ τὴν αἰτίαν ἐπήγαγεν, ὑφ’ ἧς κινηθεὶς εἰς χόλον ἤχθη· τοῦτο γάρ ἐστι τὸ λεῖπον τῆς ὑποθέσεως, ἡμεῖς δὲ ὡς 〈οὐ〉 προ‐ επιστάμενοι τὰ πράγματα ἀμβλύτερον κατανοοῦμεν. LFNVGMRm | |
41b | χόλῳ βαρυνθείς: ἤδη τὴν μανίαν αὐτοῦ σημαίνει ἔνθεν αὐτῷ ἡ πλάνη γεγένηται. LFGMRm | |
42 | 〈τί δῆτα ποίμναις:〉 πιθανὸν τὸ τοῦ Ὀδυσσέως πρόσω‐ πον ὡς δεδιότος, ὥστε πλείονας ἐρωτήσεις ἀπὸ τοῦ Ὀδυσσέως γε‐ νέσθαι. FGMRm, Nsl | |
43a | 〈ἐν ὑμῖν:〉 ἀντὶ τοῦ ὑμῶν. Gsl | 25 |
43b | 〈φόνῳ:〉 αἵματι. ONGsl | |
45a | κἂν ἐξεπράξατ’, εἰ κατημέλης’ 〈ἐγώ〉: μὴ λέγε βούλευμα, φησίν· οὐ γὰρ ἂν ἦν βούλευμα ἀλλὰ πρᾶγμα, εἰ κατη‐ μέλησα ἐγώ. LFONGMRm | |
45b | 〈ἐξεπράξατ’:〉 εἰς τέλος ἤγαγεν. Nsl | |
46a | 〈ποίαισι τόλμαις:〉 ἐρωτᾷ πῶς μόνος ὢν πρὸς πλῆθος ἐδύνατο μάχεσθαι. LOGRm, Nsl | |
46b | 〈τόλμαις:〉 ἐλπίσιν. Osl | |
46c | 〈φρενῶν:〉 γρ. χειρῶν. Hsl | |
46d | 〈φρενῶν θράσει:〉 ἀλογίστῳ τόλμῃ. Gsl | |
48a | 〈παρέστη:〉 ἐπλησίασεν ἡμῖν. Lm, Gsl | |
48b | 〈τέρμ’:〉 τῆς ὁδοῦ. Lm, NHsl | |
49a | 〈στρατηγίσιν:〉 γρ. στρατηγοῖσι〈ν〉. Gm | |
49b | 〈πύλαις:〉 ταῖς τῶν σκηνῶν πύλαις. Lm, Ngsl | |
50a | 〈μαιμῶσαν:〉 γρ. καὶ διψῶσαν. LGm | 26 |
50b | μαιμῶσαν φόνου: μαιμῶσα ἡ αἵματος διψῶσα καὶ ἐπι‐ θυμοῦσα. Nm | |
50c | ὃ λέγομεν ἡμεῖς λαιμᾶν. Lsl | |
50d | διψῶσαν αἵματος. Om, FHGsl | |
50e | αἵματος ἐπιθυμοῦσαν. Nsl | |
51a | 〈ἐγώ σφ’ ἀπείργω:〉 τὸ ἑξῆς· ἐγώ σφ’ ἀπείργω τῆς ἀνη‐ κέστου χαρᾶς, δυσφόρους γνώμας ἐμβαλοῦσα τοῖς ὄμμασιν. LVm | |
51b | 〈σφ’:〉 σφε κυρίως ἀντὶ τοῦ ἡμᾶς. Gsl | |
51c | 〈δυσφόρους:〉 μανικάς. Fsl | |
52a | τῆς ἀνηκέστου χαρᾶς: χαράν φησι τὴν ἐπὶ τῷ δοκεῖν τοὺς Ἕλληνας ἀνῃρῆσαι. ταύτης οὖν αὐτὸν τῆς ἀνηκέστου χαρᾶς ἀπεῖρξα δυσφόρους γνώμας ἐμβαλοῦσα τοῖς ὄμμασιν. καλῶς δὲ εἶπε γνώμας· οὐ γὰρ κλέψαι φησὶ τὴν ὄψιν ὥστε μὴ ὁρᾶν, ἀλλ’ ἐπ’ αὐ‐ | |
5 | τῇ γνώμην δύσφορον ἐπιβαλεῖν ὡς οἴεσθαι ἰδεῖν τὰ μὴ ὄντα. τοῦτο δὲ οὐ τῶν ὀφθαλμῶν ἁμάρτημα, ἀλλὰ πολὺ πρότερον τῆς διανοίας. LFO | |
NHVGMRm | 27 | |
52b | 〈ἀνηκέστου:〉 ἕνεκεν ἀνιάτου. Gsl | |
52c | ἕνεκα ἀθεραπεύτου, τῆς πολλῆς. FOsl | |
54a | ἄδαστα: ἀμέριστα, ἀδιαίρετα. πιθανὸν δὲ καὶ πρὸς τὸ πλῆ‐ θος· ἐλάσσονα γὰρ εἰκός. LFNHVGMRm | |
54b | 〈ἄδαστα:〉 ἀμέριστα. FNHGsl | |
54c | βουκόλων: ἀπὸ τοῦ κυριωτέρου μέρους, τῶν βοῶν. ONsl | |
55 | 〈ἔκειρε:〉 εἰργάσατο. Fsl | |
56a | κύκλῳ ῥαχίζων: κατὰ πάντα τόπον τῆς ἐπαύλεως σφά‐ ζων καὶ διακόπτων. εἴρηκε δὲ ῥαχίζων διὰ τὸ τὴν πρώτην καὶ μεγάλην διακοπὴν κατὰ ῥάχιν γίνεσθαι. ἐκ μεταφορᾶς καὶ τοὺς μεγάλα κακουργοῦντας ῥαχιστάς φαμεν. LFONHGMRm | |
56b | 〈ῥαχίζων:〉 διακόπτων. Fsl | 28 |
57a | δισσοὺς Ἀτρείδας: πιθανῶς τούτων τὰ ὀνόματα εἶ‐ πεν· κατ’ αὐτῶν γὰρ πλείων ἡ ἀγανάκτησις ὡς τῆς ἀδικίας προκαταρ‐ ξαμένων. τὸ δὲ τοῦ Ὀδυσσέως ἐταμιεύσατο τῷ Αἴαντι, ἵνα καὶ μεῖ‐ ζον εἴη τὸ πάθος, αὐτοῦ φανερῶς παραπαίοντος. κἀπειδὴ γελοῖον προ‐ | |
5 | ελθόντα τὸν Αἴαντα μαινόμενον λέγειν καὶ παρενοχλεῖν τοῖς θεαταῖς, εἰ προειρήκει πάντα ἡ Ἀθηνᾶ. LFONHGMRm | |
57b | 〈ἔχων:〉 γρ. παρών. Lm, Gsl | |
58 | 〈ἐμπίπτων:〉 γρ. ἐμπεσών. Lm | |
59a | ἐγὼ δὲ φοιτῶντ’ ἄνδρα μανιάσιν νόσοις: ἤτοι μαινόμενον· φοῖτος γὰρ ἡ μανία. ἢ περιερχόμενον ἐν τοῖς ποι‐ μνίοις διὰ τὴν μανίαν· λέγει γὰρ μανιάσιν νόσοις. ἢ ἀνα‐ στρεφόμενον ἐν τῇ μανίᾳ. ἢ μανιάσιν νόσοις ἀντὶ τοῦ μεθ’ | |
5 | ὁρμῆς μεμηνότα. LFONHGMRm | |
59b | 〈φοιτῶντ’:〉 μεθ’ ὁρμῆς μεμηνότα. Lm | 29 |
59c | μαινόμενον· φοίτη γὰρ ἡ μανία. FGsl | |
60 | 〈εἰς ἕρκη κακά:〉 γρ. εἰς ἐρινῦν κακήν. Lm | |
61a | 〈κἄπειτ’, ἐπειδὴ τοῦδ’ ἐλώφησεν:〉 ἐπαύσατο. ἡ μεταφορὰ ἀπὸ τῶν ὑποζυγίων τῶν ὑπὸ τὸν λόφον ἀναπαυομένων, ὅθεν καὶ τὸ εὐλόφως φέρειν. LFOHGMRm, Nsl | |
61b | 〈ἐλώφησεν:〉 ἐπαύσατο. FOHGsl | |
62a | τοὺς ζῶντας: τοὺς ζῶντας τῶν βοῶν δηλονότι συνδήσας ὡς αἰχμαλώτους ἄνδρας ἄγει καὶ τὰ λοιπὰ ποίμνια. πιθανὸν δὲ καὶ τοῦτο προειρῆσθαι, ἵνα, ὅταν εἴπῃ ἡ Τέκμησσα περὶ τῶν κριῶν, προε‐ | |
πιστώμεθα τοῦτο. LFONHGMRm | 30 | |
62b | 〈τοὺς ζῶντας:〉 τὸ σχῆμα κατὰ γένος, ὡς τὸ ψολόεν‐ τος ἐχίδνης (Nicandri Ther. 129). Hm | |
62c | 〈συνδήσας:〉 ἀπὸ βοϊκῶν λώρων. Fsl | |
66a | δείξω δὲ καὶ σοὶ τήνδε: πιθανὴ ἡ παρείσοδος τοῦ Αἴαντος· οὕτω γὰρ μεῖζον γίνεται τὸ πάθος τῆς τραγῳδίας, τῶν θε‐ ατῶν νῦν μὲν παραφρονοῦντα ὀλίγῳ δ’ ὕστερον ἔμφρονα θεωμένων· καὶ ἵνα ἰδὼν ὁ Ὀδυσσεὺς ἐξείπῃ τοῖς ἄλλοις Ἕλλησιν. οὕτω δὲ καὶ ἡ | |
5 | εὔνοια τῆς Ἀθηνᾶς ἐνδείκνυται εἰς τὸν Ὀδυσσέα. LFONHVGMRm | |
66b | 〈περιφανῆ:〉 φανεράν. Gsl | |
66c | λαμπράν, διάδηλον. ONHsl | |
67a | θροῇς: εἴπῃς. OGsl | |
67b | λέγῃς. FHsl | 31 |
69a | 〈τὸν ἄνδρ’:〉 ἰδεῖν 〈λείπει〉. Hsl | |
69b | 〈ἀποστρόφους:〉 λείπει ποιήσασα. FGsl | |
72a | ἀπευθύνοντα: τιμωρίαν ἀπαιτοῦντα. Lm, NGsl | |
72b | προσμολεῖν καλῶ: πρόσω μολεῖν, τουτέστιν ἐξελθεῖν. LFNMRm | |
73 | 〈στεῖχε:〉 πορεύου. Nsl | |
74 | 〈μηδαμῶς σφ’ ἔξω κάλει:〉 παραιτεῖται ὁ Ὀδυσσεὺς οὐχ ὡς κωμῳδοῦντος τοῦ ποιητοῦ δειλίαν τοῦ ἥρωος (οὕτω γὰρ 〈ἂν〉 ἀφαιρεθείη τὸ τῆς τραγῳδίας ἀξίωμα), ἀλλὰ τὸ εὐλαβὲς ἐνδείκνυται· ἔμφρονος γὰρ ἦν τὸ τῷ μεμηνότι παραχωρεῖν. ὅρα γὰρ οἷον ἦν προσ‐ | |
5 | ελθόντα ἐκεῖνον θεάσασθαι τὸν ἐχθρόν. LFONHVGMRm | |
75 | οὐ σῖγ’ ἀνέξῃ: ἐπιστρέφει ἡ Ἀθηνᾶ ὡς οὐδενὸς ἐσομένου | |
κακοῦ. LFONGMRm | 32 | |
77a | τί μὴ γένηται: τί μὴ γένηται φοβῇ; οὐχ ὁ αὐτὸς ἦν καὶ πρότερον ἄνθρωπος; ἀλλ’ οὐδὲν ὑμᾶς εἰργάσατο κακὸν ἡμῶν ἐπιμε‐ λουμένων. LFONHVGMRm | |
77b | λείπει τὸ δέδοικας. Fsl | |
77c | φοβῇ 〈λείπει〉. Osl | |
77d | 〈ὅδ’ ἦν:〉 φίλος λείπει. NHsl | |
78a | 〈τῷδε τἀνδρί:〉 δεικτικῶς ἀντὶ τοῦ ἐμοί, τῷ Ὀδυσσεῖ. LGMRm, FNsl | |
78b | ἤγουν ἐμοί. OGsl | |
79 | οὐκοῦν γέλως ἥδιστος εἰς ἐχθροὺς γελᾶν: σκληρὸν μὲν τὸ λέγειν 〈ἥδιστον τὸ〉 ἐπεγγελᾶν τοῖς ἐχθροῖς, ἀλλὰ θεός ἐστιν οὐκ εὐλαβουμένη τὸ νεμεσητόν. ἄλλως τε καὶ παροξύνουσα | |
τὸν Ὀδυσσέα τοῦτό φησιν. LFONHVGMRm | 33 | |
80 | ἐμοὶ μὲν ἀρκεῖ: μέτριον διεφυλάχθη τὸ τοῦ Ὀδυσσέως ἦθος διὰ τὸ μὴ ἐντρυφᾶν τοῖς κακοῖς. LFONHGMRm | |
81a | 〈ἄνδρα περιφανῶς:〉 τρίβραχυς. Lm | |
81b | 〈περιφανῶς:〉 διαδήλως, ἀληθῶς. NHsl | |
81c | ὀκνεῖς: ποιητικὸν ἀντὶ τοῦ φοβῇ· πυκνῶς γὰρ τίθησι τὸ ὀ‐ κνεῖν ἐπὶ τοῦ φοβεῖσθαι. LFOHVGMRm | |
81d | φοβῇ. LNHGsl | |
82a | φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην: ἑκατέ‐ ρῳ τὸ οἰκεῖον παράκειται καὶ οὐ χρὴ τὰ τοῦ Ὀδυσσέως φρονιμώτερα οἴεσθαι τῶν τῆς Ἀθηνᾶς, ἀλλ’ ἐκεῖνο σκοπεῖν, ὅτι ἡ μὲν μετὰ παρ‐ ρησίας διαλέγεται ὡς θεός, ὁ δὲ ὑπεσταλμένως ὡς θνητὸς τὸν καιρὸν | |
5 | ὁρᾷ, ὅτι ὁμόσε χωρῆσαι τῇ μανίᾳ τοῦ ἐχθροῦ οὐχ ἁρμόζει. φρονοῦντα γὰρ αὐτὸν οὐκ ἂν ἐξέστην ἰδεῖν δι’ εὐλάβειαν, τὸ δὲ νῦν ἐκστῆναι | |
οὐ τῷ Αἴαντι ἀλλὰ τῇ μανίᾳ παραχωρῶν. LFONHGMRm | 34 | |
82b | 〈ὄκνῳ:〉 φόβῳ. Nsl | |
82c | δειλίᾳ. Gsl | |
83 | ἀλλ’ οὐδὲ νῦν σε: Δίδυμος σημειοῦται τὴν φράσιν: ἀλλ’ οὐδὲ νῦν σε μὴ παρόντ’ ἴδῃ πέλας. τὸ δὲ μὴ ἢ παρέλκον ἢ σύνδεσμος ἀντὶ συνδέσμου, ἀντὶ τοῦ ὡς, ἵν’ ᾖ· ὡς μὴ πλη‐ σίον αὐτοῦ παρόντα. NHGMRm | |
85 | ἐγὼ σκοτώσω βλέφαρα καὶ δεδορκότα: καίπερ δεδορκότα τὰ βλέφαρα αὐτοῦ σκοτώσω· ἢ καὶ βλέποντα τὰ βλέφαρα αὐτοῦ ποιήσω μὴ δεδορκότα. LFONHGMRm | |
89a | ὦ οὗτος, Αἴας: διὰ τοῦ οὗτος καὶ τοῦ Αἴας δισσὴ | |
ἡ κλῆσις. LFONHVGMRm | 35 | |
89b | 〈δεύτερόν σε προσκαλῶ:〉 ἢ ὅτι καὶ πρότερον ἐκά‐ λεσεν αὐτόν, ὅτε καὶ Ὀδυσσεύς φησι, τί δρᾷς, Ἀθάνα· ἢ ὡς καὶ πρότερον, ὁπότε ἐδόκει συλλαμβάνειν αὐτῷ πρὸς τὴν ἀναίρεσιν. LFONHVGMRm | |
90a | τί βαιόν: ἢ ὀλίγον ἢ ἀντὶ τοῦ οὐδὲ ὅλως. σύμμαχον δὲ αὐ‐ τὴν νομίζει ὡς καὶ ἐν τοῖς ἑξῆς φησιν (v. 92)· ὡς εὖ παρέστης. LFONHGMRm | |
90b | 〈τί βαιόν:〉 οὐδαμῶς, οὐδόλως. FHsl | |
90c | οὐδόλως, μικρόν. Gsl | |
90d | 〈ἐντρέπῃ τῆς συμμάχου:〉 ἐπιστροφὴν ποιῇ τῇ συμμάχῳ. FNHsl | |
91a | ὦ χαῖρ’, Ἀθάνα: ἐπέγνω μὲν τὴν Ἀθηνᾶν, τὰ δὲ ἑξῆς τοῦ παραπαίοντος· οὕτω γὰρ ἂν προκόψειεν ἡ ὑπόθεσις. οὐ παντελῶς δὲ | |
αὐτοῦ ἀπώλετο τὸ ἡγεμονικόν, ἀλλ’ ἡ μανία γέγονε περὶ τὸ λογιστι‐ κόν· ἐμέμνητο μὲν γὰρ ὡς ἐχθροὺς ἀνελών, περὶ τὸ πρόσωπον δὲ ἐ‐ | 36 | |
5 | σφάλλετο. ὅτι δὲ ποίμνια ἀνεῖλε καὶ ἐλογίζετο ἄνδρας ἀνῃρηκέναι δῆλον ἐκ τοῦ εἰπεῖν· τῆσδε τῆς ἄγρας χάριν. LFONH VGMRm | |
91b | 〈ὦ χαῖρ’, Ἀθάνα:〉 ὑπερβατὸν κατὰ λέξιν. Osl | |
93 | 〈λαφύροις:〉 δώροις. Gsl | |
95a | 〈ἔγχος:〉 ξίφος. Fsl | |
95b | τὸ δόρυ. Gsl | |
95c | ἡ πρὸς ἀντὶ τῆς ἐν. Fsl | |
96a | κόμπος πάρεστι: καύχημά μοι παραγίνεται καὶ ἔπαρ‐ σις λέγοντι τἀληθῆ, ἀλλ’ ὅμως οὐκ ἀπαρνοῦμαι τὸ μὴ οὐχὶ βάψαι τὸ | |
ξίφος εἰς τὸν στρατόν. LFOHVGMm, Osl | 37 | |
96b | ἔπαρσις. Hsl | |
97a | 〈ᾔχμασας:〉 ᾑμάτωσας. FHsl | |
97b | μετὰ αἰχμῆς ἐκίνησας. Gsl | |
98a | οἵδ’ ἀτιμάσουσιν ἔτι: ἐὰν δασυνθῇ τὸ ΟΙΔ’ ἔσται ἐπὶ τῶν Ἀτρειδῶν, εἰ δὲ ψιλωθῇ, τὸ οἶδα ἀντὶ τοῦ ἐπίσταμαι. LFO NHVm | |
98b | 〈ΟΙΔ’:〉 ἢ γινώσκω ἢ οἵδε καὶ οὗτοι. Fsl | |
98c | παρέλκον τὸ ἔτι. Hsl | |
99 | 〈τὸ σόν:〉 λείπει τὸ ἔπος. Gsl | |
100 | τἄμ’ ἀφαιρείσθων: καλῶς τὰ ἐμὰ ἔφη, ἀντὶ τοῦ ἃ ἔδει με λαβεῖν, οἷον ὧν ὡς ἰδίων ἀπεστερημένος. LFONGMRm | |
102 | ἦ πέφευγέ σε: οὐχ ὡς διαστέλλουσά φησιν, ὡς ἂν εἴποι τις ἔθανεν ἢ πέφευγέ σε, ἀλλὰ παροξύνουσα· φησὶ γὰρ πέφευγε δή | |
σε Ὀδυσσεύς. ἄλλως· κατὰ διαστολήν. LFONHGMRm | 38 | |
103a | ἦ τοὐπίτριπτον: τὸ ἐπιτρίψεως καὶ βλάβης ἄξιον. καὶ ἔστιν αἰτιατικὴ ἀντὶ γενικῆς, ἀντίπτωσις. GMRm | |
103b | ἦ τοὐπίτριπτον κίναδος: τὸ ἐξῶλες θηρίον· κί‐ ναδος γὰρ ἡ ἀλώπηξ. πάνυ δὲ κατατρέχει τοῦ Ὀδυσσέως ὡς ἐχθί‐ στου. καὶ κίναδος σημαίνει ὁ πόρνος καὶ ὁ πανοῦργος. LONH GMRm | |
103c | περὶ τῆς κινάδου, τῆς ἀξίας ἀφανισμοῦ. Gm | |
103d | 〈τοὐπίτριπτον:〉 τὸ ἐξῶλες θηρίον. Nsl | |
103e | 〈κίναδος:〉 τὸ θηρίον, ἡ ἀλώπηξ. OGsl | 39 |
104a | τὸν σὸν ἐνστάτην λέγω: ἤτοι τὸν κατὰ πάντα ἐνι‐ στάμενόν σοι· ἢ ἰδικῶς ἐπὶ τῆς κρίσεως μόνον, οἷον τὸν 〈σὸν〉 ἀντί‐ δικον, τὸν ἀνθιστάμενόν σοι. κυρίως δὲ ἐνστάτης λέγεται ὁ ἐν τῇ ὁ‐ δῷ ἀνθιστάμενός τινι· ὡς εἰ λέγοι τις τὸν Οἰδίποδα τοῦ Λαΐου ἐνστά‐ | |
5 | την γεγενημένον. LFONVGMm | |
104b | ἐνστάτην: ἀντίδικον. ἐχθρόν. Hm, FOHsl | |
105a | ἥδιστος, ὦ δέσποινα: καθ’ ἡδονήν μοι. δεσμώ‐ της δὲ λέγεται καὶ αὐτὸς ὁ δέσμιος, ὡς ὁ δεσμώτης Προμηθεύς, καὶ ὁ δεσμῶν, ὡς Κρατῖνος ἐν Πυτίνῃ ἐπὶ τῶν δεσμοφυλάκων (Cratini frg. 189, CAF I. 71 Kock)· | |
5 | ὄψει γὰρ αὐτὴν ἐντὸς οὐ πολλοῦ χρόνου | |
παρὰ τοῖσι δεσμώταισι καταπιττουμένην. LFOHVGMRm | 40 | |
105b | 〈ἥδιστος:〉 καθ’ ἡδονὴν ἐμοί. Osl | |
105c | 〈ἔσω:〉 τῆς σκηνῆς. Hsl | |
108a | (= 108—110) 〈πρὶν ἂν .... θάνῃ:〉 ὑπερβατὸν κατὰ δια‐ κοπὴν ἐννοίας. Hsl | |
108b | ἑρκίου στέγης: τοῦ περιφράγματος τῆς αὐλῆς. ἢ τῆς τοῦ δώματος στέγης· ἑρκίον γὰρ τὸ δῶμα. τὸ δὲ ἑξῆς· πρὶν ἂν δεθεὶς πρὸς κίονα μάστιγι νῶτα φοινιχθεὶς θάνῃ. LFONHVm, Gsl | |
108c | τοῦ περιφράγματος τῆς στέγης. Osl | |
109 | 〈τί δῆτα:〉 διὰ μέσου ἀναγνωστέον τὸν στίχον. Fsl | |
110 | μάστιγι πρῶτον: ἐντεῦθεν ἡ ἐπιγραφὴ τοῦ δράματος. 〈ὁ δὲ νοῦς·〉 οὐ πρότερον φονεύσω αὐτὸν πρὶν ἂν μαστίξω. LFHV | |
GMRm, Nsl | 41 | |
112a | χαίρειν, Ἀθάνα, τἄλλ’ ἐγώ ς’ ἐφίεμαι: τὸ ἦθος τῆς ἀπαγγελίας ἀρχαῖον. ἔστι δὲ νῦν τὸ χαίρειν ἀντὶ τοῦ χαρτῶς ἐμοὶ λέγειν. φησὶ δὲ ὡς κατὰ τὰ ἄλλα μὲν εἴκων τῇ θεῷ, τοῦτο δὲ μόνον ἀντιβαίνων. ὑπεροπτικὸν δὲ τὸ ἦθος αὐτοῦ ἐντεῦθεν ἐνδεί‐ | |
5 | κνυται ὁ ποιητής, ἐπεὶ πάνυ πρόσκειται ὁ ἀκροατὴς τῷ Αἴαντι διὰ τὴν συμφορὰν καὶ μονονουχὶ χαλεπαίνει τῷ ποιητῇ, ἵνα δόξῃ ἀξιο‐ παθεῖν ὁ Αἴας μὴ ὑποτεταγμένος τῇ δαίμονι. LFONHGMRm | |
112b | ἐγώ ς’ ἐφίεμαι: ἐφίεμαί σε εἰς τὰ ἄλλα κελεύειν μοι καὶ χαίρειν ὡς πειθομένου μου, εἰς τοῦτο δὲ μόνον οὐκ ἀκούσομαί σου. LNHGMm | |
114 | 〈ἥδε:〉 γρ. ὧ〈δε〉. Gsl | |
115a | 〈φείδου μηδέν:〉 μηδὲν παρεᾶσαι ὧν ἐννοεῖς. Fsl | |
115b | 〈ἐννοεῖς:〉 γρ. ἐννέπεις. Lm | |
118 | ὁρᾷς, Ὀδυσσεῦ: παιδευτικὸς ὁ λόγος καὶ ἀποτρεπτικὸς ἁμαρτημάτων· καὶ διὰ τοῦτο ἐπίτηδες καὶ τῷ Ὀδυσσεῖ καὶ τῷ θεατῇ ὑπέδειξε τὸν Αἴαντα δηλῶν ὡς ὁ πρότερον φρόνιμος καὶ πρακτικὸς νῦν ἐξέστη διὰ τὸ θεομαχῆσαι. καὶ τοῦτο δὲ Ὁμήρου παίδευμα, ὅτι, | |
5 | ἐφ’ οἷς αὐχοῦσί τινες, τούτων στεροῦνται παρὰ τῶν θεῶν, ὡς καὶ Θά‐ | |
μυρις τὴν μουσικὴν καὶ Νιόβη τῶν τέκνων. LFONHVGMRm | 42 | |
119 | 〈προνούστερος:〉 προνοητικώτερος. OGsl | |
121 | 〈ἐποικτίρω:〉 ἐλεῶ. Lsl | |
122a | 〈ἔμπας:〉 Ἴωνες ἔμπης φασίν, Ἀττικοὶ δὲ ἔμπας καὶ ἔμπα. Lm | |
122b | ὅμως. FOGsl | |
122c | 〈δυσμενῆ:〉 ἐχθρόν. HGsl | |
124 | 〈ἢ τοὐμὸν σκοπῶν:〉 οἷον ἀφορῶν εἰς τὸ τοῦ ἑτέρου τὸ ἐμόν. Lm, Gsl | |
125a | ὁρῶ γὰρ ἡμᾶς: πρὸς τὸ Πινδαρικὸν (Pyth. VIII. 95f.)· τί δέ τις, τί δ’ οὔτις; σκιᾶς ὄναρ ἄνθρωποι. | |
ἀντὶ τοῦ ἀνυπάρκτου τὸ ἀνυπαρκτότερον. ἐνταῦθα μέντοι ἐστὶν ὁ λό‐ | 43 | |
5 | γος ἐγγυτέρω τῆς ἀληθείας ἤπερ τὸ Πινδαρικόν· ὁ μὲν γὰρ Πίνδαρος ἐν τοῖς ἀσυστάτοις πεποίηται τὴν ὑπερβολήν, ὁ δὲ ἐν τοῖς φαινομέ‐ νοις μὲν καὶ δοκοῦσιν οὐχ ὑπάρχουσι δὲ κατ’ ἀλήθειαν. ὁ δὲ Ὅμηρος δι’ ἑνὸς αὐτάρκως τοῦτο δεδήλωκεν εἰπὼν (ς 130)· οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο. LFONHG | |
10 | MRm | |
125b | 〈ὁρῶ γὰρ ἡμᾶς:〉 κατὰ πάντα κοινὰ τὰ ἀνθρώπινα. Lm, Gsl | |
125c | γνώμη. HVGm | |
126 | 〈εἴδωλ’:〉 ἀπεικάσματα. LNsl | |
127a | ὑπέρκοπον: φασὶ τὸν Αἴαντα τρίτον ἠσεβηκέναι περὶ τοὺς θεούς. πρῶτον μὲν ἐκβαλὼν τοῦ δίφρου τὴν Ἀθηνᾶν βουλομέ‐ νην αὐτῷ συμμαχεῖν. δεύτερον τῷ ἀπαλεῖψαι τὴν γλαῦκα τὴν ἐγγε‐ γραμμένην τῷ ὅπλῳ αὐτοῦ ἐξ ἔθους πατρῴου. τρίτον ὅτι οὐκ ἐπείσθη | 44 |
5 | τῷ πατρὶ συμβουλεύοντι πείθεσθαι τοῖς θεοῖς. LFNHGMRm | |
127b | 〈τὸ ἑξῆς·〉 ὑπέρκοπον ὁρῶ τὸν Αἴαντα· ἢ μηδὲν ὑπέρκοπον εἰ‐ πεῖν πρὸς τοὺς θεούς. Hm | |
127c | ἀντὶ ὑπέρκομπα. Lsl | |
129 | 〈ἄρῃ:〉 ἐπάρῃς. Gsl | |
130 | 〈χειρί:〉 δυνάμει. LOHGsl | |
131a | 〈ὡς ἡμέρα κλίνει:〉 ἡμέρα γὰρ μία ἐλαττοῖ καὶ πάλιν αὔξει. Lm, Nsl | |
131b | ἐλαττοῖ καὶ ὑψοῖ. Gsl | |
131c | γνώμη. NHVGm | |
131d | 〈κλίνει:〉 ταπεινοῖ, ἐλαττοῖ. Fsl | |
131e | 〈κἀνάγει:〉 αὔξει. Fsl | |
132 | τοὺς δὲ σώφρονας: τὸ συναγόμενον τοῦτό ἐστιν, ὅτι δεῖ θεοφιλεῖς μόνον εἶναι τοὺς σώφρονας καὶ ἐπὶ ἄλλῳ μὴ ἀλαζονεύ‐ εσθαι. LFNHm | 45 |
133 | 〈στυγοῦσι:〉 μισοῦσι. OGsl | |
134a | Τελαμώνιε παῖ: πιθανῶς αὐτῷ ὁ χορὸς ἐσκεύασται ἀπὸ Σαλαμινίων ἀνδρῶν τοῦτο μὲν παρρησιαζομένων ὡς ἐλευθέρων τοῦτο δὲ συμπαθῶς ἐχόντων ὡς πολιτῶν καὶ αἰδημόνως λαλούντων ὡς ὑπηκόων· οὐ γὰρ πιθανὸν ἐξ Ἀχαιῶν εἰσάγειν καὶ διὰ τὸ μὴ ὄντως | |
5 | συνάχθεσθαι καὶ διὰ τὸ μὴ προσκρούειν τῷ βασιλεῖ. τὸ δὲ τῶν αἰχμα‐ λώτων κηδεμονικὸν μέν, ὡς Αἰσχύλος ἐν Θρῄσσαις, οὐ μὴν εὐ‐ πρόσωπον· ὅρα γὰρ οἷον αἰχμαλώτους ἐπιτιμᾶν τῷ Μενελάῳ. πιθανὴ δὲ καὶ ἡ εἴσοδος· ἀκούσας γὰρ ὁ Ὀδυσσεὺς παρὰ τῆς Ἀθηνᾶς (66—7)· δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον | |
10 | ὡς πᾶσιν Ἀργείοισιν εἰσιδὼν θροῇς· καὶ μαθὼν τὸ σαφὲς δεδήλωκε τοῖς Ἀχαιοῖς. ταύτης οὖν τῆς φήμης ἀκούσαντες οἱ Σαλαμίνιοι παραγεγόνασι μηδέπω ὑπὸ τῆς εὐνοίας πεπεισμένοι ὡς αὐτὸς εἴη ὁ πράξας, ἀλλ’ ἀπιστοῦντες ὡς ὑπὸ ἐχθροῦ | |
πεπλάσθαι οἰόμενοι. LFONHGMRm | 46 | |
134b | ὁ χορὸς Σαλαμίνιος ἦν, ὅθεν καὶ ὁ Αἴας ἦν. ὑποχωρησάντων 〈δὲ〉 τῶν τριῶν, Ἀθηνᾶς, Ὀδυσσέως καὶ Αἴαντος, τοῦτό φησιν ὁ χο‐ ρὸς πρὸς ἀλλήλους. Om | |
135 | Σαλαμῖνος ἔχων βάθρον ἀγχιάλου: ἀντὶ τοῦ θεμέλιον, ἕδρασμα. ἤτοι δι’ ὃν ἵσταται ἡ Σαλαμίς. οὐ πάντως δὲ αἱ ἀγχίαλοι καὶ ἀμφίαλοί εἰσιν· οἵα ἐστὶ καὶ ἡ Ἀλεξάνδρεια, ἀγχίαλος μὲν οὐκ ἀμφίαλος δέ. αἱ δὲ νῆσοι καὶ ἀγχίαλοι καὶ ἀμφίαλοί εἰσιν. | |
5 | LHVGMRm | 47 |
136a | σὲ μὲν εὖ πράττοντ’: ἀντὶ τοῦ σοῦ μὲν εὖ πράσσοντος. ἢ οὕτω· εἰς σὲ μὲν εὖ πράττοντα ἐπιχαίρω, ἵνα λείπῃ ἡ εἰς. ὁ δὲ νοῦς· σοῦ μὲν εὖ πράσσοντος ἐν χαρᾷ ἐσμεν καὶ τὸ ἀνάπαλιν ὁμοίως. τὸ δὲ ὅλον, οἷον· ἐν σοὶ ἐσμέν (Soph. OR 314). τὰ δὲ πράγματα νῦν | |
5 | τοῦ Αἴαντος φαῦλά ἐστι καὶ οὐκ ἐνεχώρει αὐτοῦ διηγήσασθαι τὰ ἀν‐ δραγαθήματα. LONHGMRm | |
136b | 〈σέ:〉 ἀντὶ τοῦ σοῦ, ἀντίπτωσις. FGsl | |
136c | 〈ἐπιχαίρω:〉 ἀντὶ συγχαίρω. Lsl | |
137a | 〈σὲ δ’ ὅταν πληγὴ Διός:〉 πιθανῶς οὐκ ἐλέγχει τὸν βασιλέα ὡς ἡμαρτηκότα, ἀλλὰ τὴν δυσπραξίαν παρέλαβεν ὡς ἀπὸ τῆς εἱμαρμένης. LONHVGMRm | |
137b | 〈ζαμενής:〉 δυσμενής. Lsl | |
137c | ἄγαν ὀργίλος. NHGsl | 48 |
137d | ἄγαν μανικός. Fsl | |
138a | 〈λόγος ἐκ Δαναῶν:〉 πάνυ εὖνοι ὄντες καὶ ἀπιστοῦσι καὶ ὑπολαμβάνουσιν αὐτὸν ὑπὸ τοῦ ἐχθροῦ σεσυκοφαντῆσθαι. LO HGMRm | |
138b | κακόθρους ἐπιβῇ: ἀπὸ κοινοῦ τὸ ἐπιβῇ· εἰς σὲ δὲ ὅταν νόσος ἐπιβῇ. κακόθρους δὲ οἷόν ἐστι καὶ τὸ ἑξῆς· τοι‐ ούσδε λόγους ψιθύρους (148), ἀντὶ τοῦ διαβόλους. LO NHGMRm | |
138c | 〈ἐπιβῇ:〉 ἀπὸ κοινοῦ. Nsl | |
139a | 〈μέγαν ὄκνον ἔχω:〉 ἐν δέει καθέστηκα, ὅταν ᾖ τι τοιοῦτο περὶ σέ. LOHGMRm | |
139b | 〈ὄκνον:〉 δειλίαν, φόβον. FOHGsl | 49 |
140 | 〈πτηνῆς ὡς ὄμμα πελείας:〉 ἐπεὶ περιδεὲς τὸ ζῷ‐ ον. ὄμμα δὲ πελείας περιφραστικῶς ἡ πέλεια. LGMRm, Nsl | |
141a | ὡς καὶ τῆς νῦν φθιμένης: ὡς καὶ τῆς παρελθού‐ σης νυκτὸς ἐν φόβῳ γεγόναμεν ἐπὶ τῇ δυσκλείᾳ. LONHVGMRm | |
141b | παρελθούσης. FOHGsl | |
143a | σὲ τὸν ἱππομανῆ: τινὲς τὸν μεγάλως μαινόμενον ἐξε‐ δέξαντο (τὸ γὰρ ἵππος ἐπὶ μεγάλου τάσσεται, ὡς ἱπποσέλινον καὶ ἱππογνώμονα τὸν μεγαλογνώμονα), ἀλλ’ οὐκ ἐπίστευσεν ὁ χορὸς ὅτι ἐμαίνετο ὁ Αἴας· ἔνιοι δὲ τὸν ἐπὶ ἵπποις μαινόμενον καὶ ἱππικόν, ἀλλ’ | |
5 | οἱ νησιῶται οὐχ ἱππομανοῦσιν οὐδὲ ἱππήλατοί εἰσιν αἱ νῆσοι. τὸ ἱπ‐ πομανῆ τοίνυν πρὸς τὸ λειμῶνα ἐκληπτέον, οἷον τὸν εὐανθῆ, ἐφ’ ᾧ ἵπποι μαίνονται· ἢ τὸν ἄγαν μεμηνότα καὶ ἀνθοῦντα καὶ ἐξυβρί‐ ζοντα τῇ χλόῃ διὰ τὸ πλῆθος· 〈οὕτω Πῖος.〉 καὶ ἄλλως· ἱπ‐ πομανῆ αὐτὸν λέγει τὸν Αἴαντα ὡς μεγάλως μαινόμενον ἀπὸ μετα‐ | |
10 | φορᾶς τῶν ἵππων (ἡ γὰρ τῶν ἵππων μανία χαλεπωτέρα ἐστὶν) ἢ ἐπὶ | |
ἵπποις μαινόμενον. LFONHVGMRm | 50 | |
143b | τὸν ἱππικόν· ἢ εἰς τὸ λειμῶνα, ἐν ᾧ μαίνονται οἱ ἵπποι. Gsl | |
143c | μεγαλομανῆ. LNsl | 51 |
146a | 〈λοιπή:〉 γρ. κοινή· γρ. κλοπή. καταλελειμμένη, ἀμέριστος. Gsl | |
146b | κοινή. FONsl | |
147a | 〈αἴθωνι:〉 λαμπρῷ ἢ διαπύρῳ. LHGsl | |
147b | λαμπρῷ, τμητικῷ, μέλανι. Osl | |
147c | καυστικῷ. Fsl | |
148a | τοιούσδε λόγους ψιθύρους: ὁ νοῦς· οὐδὲν ἐχυ‐ ρὸν εἰδὼς ὁ Ὀδυσσεὺς πλάττεται ψευδεῖς λόγους, ἀκούσας μόνον ὡς εἴης ὀφθεὶς σὺν νεορράντῳ ξίφει. καλῶς δὲ καὶ τὸ ψιθύρους λόγους, ὡς διὰ πανουργίαν ἀδεῶς οὐ λέγοντος, ἀλλὰ πρὸς ἕνα | |
5 | ἕκαστον ἐξαπατῶντος λάθρᾳ. LFHm, Osl | |
148b | οὐχ ὡς πιστεύων ταῦτα λέγει, ἀλλ’ ὡς ὑπὸ Ὀδυσσέως δολερῶς λεγόμενα. GMRm | |
148c | λαθραίους Osl | |
148d | κρυφίους. FHsl | |
148e | δολίους, κρυφίους, διαβόλους. Gsl | 52 |
148f | 〈πλάσσων:〉 κινῶν. Hsl | |
150 | περὶ γὰρ σοῦ: ὅτι ἐν ἀτυχίᾳ καθέστηκας τῆς ἥττης χάριν ἢ ἐπεὶ μέγας εἶ εἶχε τὸν φθόνον συμπράττοντα. LFNHGMRm, Osl | |
153 | 〈καθυβρίζων:〉 χαίρων, ἐπεγγελῶν. FOHGsl | |
154a | τῶν γὰρ μεγάλων ψυχῶν ἱείς: τροπικῶς ὡς ἐπὶ τῶν τοξευόντων κατὰ μεγάλου σώματος, οἷον οὐχ ἁμαρτάνουσιν. πι‐ στὰ οὖν τοῖς ἀκούουσι τὰ κατὰ τῶν μεγάλων διὰ τὸν φθόνον λεγόμενα. καὶ Πίνδαρος (Nem. VIII. 21f.)· | |
5 | ὄψον δὲ λόγοι φθονεροῖσιν· | |
ἅπτεται δ’ ἐσλῶν 〈ἀεί〉, χειρόνεσσι δ’ οὐκ ἐρίζει. LFONHVGMRm | 53 | |
154b | ἱείς: ἀντὶ τοῦ ἀφιείς, τοξεύων. ἀπὸ κοινοῦ δὲ τὸ τίς. ὁ δὲ νοῦς· κατὰ μὲν τῶν μεγάλων ψυχῶν ἱείς τις οὐκ ἂν ἁμάρτοι, οἷον το‐ ξεύων τις κατὰ μεγάλων οὐκ ἂν ἀποτύχοι· κατ’ ἐμοῦ δὲ ἱείς τις οὐκ ἂν πείθοι τὸν ἀκούοντα. LFNHVGMRm | |
154c | γνώμη. OHVm | |
154d | ὡραῖον. NGm | |
155a | κατὰ δ’ ἄν τις ἐμοῦ: κατ’ ἐμοῦ τοῦ δημοτικοῦ καὶ εὐ‐ τελοῦς. LHm, NGsl | |
155b | 〈κατὰ δ’ ἄν ....... πείθοι:〉 ὑπερβατὸν κατὰ λέξιν καὶ κατὰ δια〈κοπὴν ἐννοίασ〉. Osl | |
157a | 〈τὸν ἔχονθ’:〉 λείπει τὸ εὖ, 〈ἵν’ ᾖ〉 πρὸς τὸν εὖ ἔχοντα. Lm | |
157b | γνώμη. λείπει τὸ εὖ. ἢ τὸν δυνάμενον· πρὸς γὰρ τοὺς ἐνδόξους | |
καὶ ἔχοντας εὖ ὁ φθόνος ἕρπει. Gm | 54 | |
157c | γνώμη. FNVm | |
158 | καίτοι σμικροὶ μεγάλων χωρίς: πάνυ αἰδημό‐ νως ὁ χορὸς ἐξελέγχων τὴν ἀδικίαν τῶν Ἑλλήνων οὐ τοῦτο ἄντικρυς ποιεῖ, ἀλλὰ ψιλῶς γνωμολογεῖ. βούλεται γὰρ ἐπιτιμᾶν, ὅτι κακῶς πράτ‐ τουσι καθαιροῦντες τὸν Αἴαντα καὶ ἑαυτοῖς ἀσυμφόρως· φησὶ γὰρ ὅτι | |
5 | ἀσθενὴς φυλακὴ τοῖς μικροῖς χωρὶς τῶν μεγάλων. τοῦτο δὲ τείνει καὶ ἐπὶ τὸν Αἴαντα, ὅτι δεηθήσονται αὐτοῦ. LONHGMRm | |
159a | 〈σφαλερὸν ... ῥῦμα:〉 ἀντὶ τοῦ ἀσθενὴς φυλακή. Lm, Nsl | |
159b | ἀσθενές, ἐπικίνδυνον. Gsl | |
159c | σαθρόν. Osl | |
159d | 〈πύργου:〉 πόλεως. LHsl | |
159e | 〈ῥῦμα:〉 φύλαγμα. FOHsl | |
160a | γνώμη. OHVm | |
160b | 〈ἄριστ’ ἄν:〉 γρ. ἄριστ’ ἂν δράσαι. Gsl | |
161a | καὶ μέγας ὀρθοῖθ’ ὑπὸ μικροτέρων: οὐκ ἔστιν ἐναντίος ὁ λόγος, ἀλλὰ καὶ αὔξησιν ἔχει. εἰ γὰρ ὁ μέγας ὑπὸ τοῦ | |
ἐλάττονος διασῴζεται, πόσῳ μᾶλλον τῶν μειζόνων ἔχεσθαι χρή. κοινωνικὸς δὲ ὁ λόγος καὶ φιλάνθρωπος. καὶ Ὅμηρος (Ν 237)· | 55 | |
5 | συμφερτὴ δ’ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν. LO NHVGMRm | |
161b | 〈ὀρθοῖθ’:〉 ἀπὸ κοινοῦ. Lm | |
161c | βοηθ〈οῖτο〉. Gsl | |
162a | γνώμη. OHVm | |
162b | 〈τοὺς ἀνοήτους:〉 τοὺς Ἕλληνας. LFOsl | |
164a | 〈ὑπὸ τοιούτων:〉 ἀνοήτων καὶ φθονερῶν καὶ διαθρεῖν τὰ τοιαῦτα ἀνεπιστημόνων. κἀνθάδε τὸ θορυβῇ σύμφωνόν ἐστι τῷ (148)· τοιούσδε λόγους ψιθύρους πλάσσων. | |
5 | μέχρι γὰρ νῦν ἐν λόγοις ἐστὶν ἡ ἀδικία καὶ θορύβῳ τῷ ἀπὸ τῆς βλα‐ | |
σφημίας. LONHGRm | 56 | |
164b | ἀνοήτων. FOsl | |
166a | 〈ἀπαλέξασθαι:〉 ἀντὶ τοῦ ἀντιτάξασθαι. Lm, Nsl | |
166b | ἀντιστῆναι ἢ βοηθῆσαι. FHGsl | |
168 | παταγοῦσιν ἅτε πτηνῶν ἀγέλαι: ὡς πτηνῶν ἀγέλαι παταγοῦντες. θηλυκῷ τῷ ἀγέλαι ἐπήγαγεν ἀρσενικὴν με‐ τοχήν, τὴν ὑποδείσαντες, πρὸς τὸ νοητόν. ἐν γὰρ ταῖς ἀγέ‐ λαις εἰσὶ καὶ ἄρσενες καὶ θήλειαι. ὑφ’ ἓν δὲ ἀναγνωστέον. ὁ δὲ νοῦς· | |
5 | διὰ τοῦτο κομπάζουσι σοῦ ἀφανοῦς ὄντος ὡς πτηνῶν ἀγέλαι πατα‐ γοῦντες. καὶ τοῦτο εἰς τὸν κενὸν ψόφον. LFONHGm | |
169 | 〈αἰγυπιόν:〉 ἀετόν. FOGsl | 57 |
172a | Ταυροπόλα: ἤτοι ἡ ἐν Ταύροις τῆς Σκυθίας τιμωμένη· ἢ ἀπὸ μέρους, τῶν ποιμνίων ἡ προστάτις· ἢ ὅτι ἡ αὐτὴ τῇ σελήνῃ ἐστὶν καὶ ἐποχεῖται ταύροις, ἣν καὶ ταυρωπὸν ὀνομάζουσιν· τοὺς πολ‐ λοὺς γὰρ τῶν μαινομένων ἐκ σελήνης νοσεῖν ὑποτίθενται διὰ τὸ τῶν | |
5 | νυκτερινῶν δεσπόζειν αὐτὴν φασμάτων. τὸ δὲ ἑξῆς· ἦ ῥά σε ταυ‐ ροπόλα ὥρμησεν ἐπὶ βοῦς ἀγελαίας. καὶ ἄλλως· τὴν μὲν ἀναίρε‐ σιν τῶν ποιμνίων ὁ χορὸς πιστεύει ὑπὸ Αἴαντος γεγενῆσθαι, οὐκ ἐξ ἰδίας δὲ προνοίας. LFONHVGMRm | |
172b | εἰς τὸν Ταῦρον τὸ ὄρος ἀναστρεφομένη ἢ ἐν τοῖς Ταύροις τῆς Σκυθίας τιμωμένη. Osl | |
173a | ὦ μεγάλα φάτις: ὁ χορὸς οὐδέπω πεπιστευκὼς ὅτι ὁ Αἴας τὰ τεθρυλημένα διεπράξατο, ἀλλ’ οἰόμενος ἔκ τινος ὀργῆς θεῶν ταύτην τὴν φήμην γεγενῆσθαι, ποιεῖται πρὸς τὴν φήμην τὸν λόγον. ἔστι δὲ διὰ μέσου ἡ ἀναφώνησις· ὦ θαυμαστὴ φήμη, ἥτις ἐγέννησάς | |
5 | μοι ταύτην τὴν αἰσχύνην· κακὴ γὰρ φήμη ὑπῆρξεν αὕτη περὶ τοῦ Αἴ‐ | |
αντος. LFONHGMRm | 58 | |
173b | προαναφώνησις διὰ μέσου. Fsl | |
173c | θαυμαστὴ φήμη. OHVGsl | |
175 | πανδάμους: ἢ τὰς παντὸς τοῦ δήμου ἢ τὰς συνηγμένας. LFm, Nsl | |
176a | ἤ πού τινος νίκας: ἢ διὰ χάριν τινὸς νίκης. ἀκάρ‐ πωτον δὲ ἧς καὶ καρποὺς οὐκ ἐδέξατο. Lsl, NHVm | |
176b | ἤ πού τινος νίκας: οἴονται ἐκ τούτων αὐτὸν ἐμμανῆ εἶναι. ἆρα οὖν, φησί, χαριζομένη σοι τὸ νικᾶν καρπὸν καὶ ἀπαρχὰς οὐκ ἐδέξατο τῆς νίκης; ἢ ἀπὸ κυνηγεσίων δῶρα οὐ λαβοῦσα ταῦτα ἐπήγαγεν; ὡς καὶ Ὅμηρος ἐπιλελησμένους τινάς φησι καὶ δίκην πα‐ | |
5 | ρέχοντας τῆς λήθης. LFONHVGMRm | 59 |
176c | 〈δίκας:〉 γρ. νίκας. Gsl | |
178 | ἀπὸ κοινοῦ τὸ ψευσθεῖσα. Lm | |
179a | ἢ χαλκοθώραξ ἤ τιν’ Ἐνυάλιος: διαστέλλει τὸν Ἄρεα ἀπὸ τοῦ Ἐνυαλίου ὡς ἕτερον δαίμονα ὑπουργὸν τοῦ μεί‐ ζονος θεοῦ. καὶ δῆλον ἐκ τῶν συνδέσμων· δηλοῦται γὰρ ὁ Ἄρης ἐκ τοῦ χαλκοθώραξ. 〈ὁ δὲ νοῦς·〉 ἢ καὶ ὁ Ἄρης μεμφόμενός σοι, | |
5 | ὡς ἀπαρχὰς 〈δορὸσ〉 οὐ λαβών, ἐτίσατό σε τῆς λώβης, τῆς εἰς αὐτὸν γεγενημένης λήθης; πιθανῶς δὲ πλείονας αἰτίας τιθέασιν ἀποροῦν‐ | |
τες· οἱ γὰρ στοχαζόμενοι οὐ καθ’ ἓν ἵστανται. LFONHGMRm | 60 | |
179b | 〈χαλκοθώραξ:〉 ὁ Ἄρης. OHGsl | |
181a | 〈ξυνοῦ:〉 κοινοῦ. OHsl | |
181b | 〈ἐννυχίοις μαχαναῖς:〉 ἐτίσατό σε ἐννυχίοις μη‐ χαναῖς, ἐπὶ ταύτης τῆς νυκτός. LFONHGMRm | |
182 | 〈λώβαν:〉 ὕβριν, μανίαν. FOHsl | |
183a | οὔ ποτε γὰρ φρενόθεν: τοῦτο πρὸς τὸν Αἴαντα οὐ πρὸς τὴν φήμην λέγει. LHm, Gsl | |
183b | οὔ ποτε γὰρ φρενόθεν: οὐ γὰρ ἐπὶ τοσοῦτον ἀφρο‐ νεῖς ὡς ἄνευ αἰτίας θεῶν ἐμπεσεῖν τοῖς ποιμνίοις. ἀριστερὰ δὲ τὰ μω‐ | |
ρὰ οἱ παλαιοὶ ἐκάλουν, δεξιὰ δὲ τὰ συνετά. LFNHGMm | 61 | |
183c | 〈ἀριστερά:〉 μωρά. FONGsl | |
186a | ἥκοι γὰρ ἂν θεία νόσος: ἔοικε γὰρ εἶναι θεία νό‐ σος. θεία δὲ ἡ ἐκ θεοῦ κατασκήψασα εἰς αὐτόν. τὴν δὲ νόσον αὐτοῦ φήμην Ἀργείων ὠνόμασεν. LNHGMm | |
186b | 〈ἥκοι:〉 ἔοικε. Gm, FOsl | |
188a | εἰ δ’ ὑποβαλλόμενοι: πειθόμενοι ἢ ὑποβλήτως λέ‐ γοντες ἢ ἰδιοποιησάμενοι. εἰ δὲ οὐκ ἔστιν ἀληθῆ ταῦτα, ἀλλὰ πεπλα‐ | |
σμένα ὑπὸ τοῦ βασιλέως ἢ Ὀδυσσέως ..... LONHGMm | 62 | |
188b | μηχανώμενοι, ὑποσπείροντες. HGsl | |
189 | 〈κλέπτουσι:〉 ὑποσπείρουσι. LNHGsl | |
190a | 〈τᾶς ἀσώτου:〉 τῆς ἐξώλους καὶ σῴζεσθαι μὴ δυναμένης. LGm, Nsl | |
190b | ἢ τᾶς ἀσώτου Σισυφιδᾶν: γράφε καὶ Σισυφίδα. λέγεται δὲ ἡ Ἀντίκλεια, ἀποστελλομένη ἀπὸ Ἀρκαδίας ἐπὶ Ἰθάκην πρὸς Λαέρτην ἐπὶ γάμον, κατὰ τὴν ὁδὸν Σισύφῳ συνελθεῖν, ἐξ οὗ ἦν φύσει Ὀδυσσεύς. LONHVGMm | |
190c | Σίσυφος Κορίνθου βασιλεύς, πανοῦργος ἀνήρ, περὶ οὗ φησιν Ὅμηρος (Ζ 153). ὃς κέρδιστος γένετ’ ἀνδρῶν· ὅστις ὑπὸ τοὺς ὄνυχας καὶ τὰς ὁπλὰς τῶν ζῴων ἑαυτοῦ μονογράμμα‐ | |
5 | τον ἔγραψε τὸ ὄνομα αὑτοῦ. Αὐτόλυκος δὲ κατ’ ἐκεῖνο καιροῦ (τ 395—6)· ἐκέκαστο κλεπτοσύνῃ θ’ ὅρκῳ τε· καὶ τὰ κλεπτόμενα παρ’ αὐτοῦ τὴν μορφὴν ἤλλασσεν. κλέψας οὖν καὶ | |
10 | Σισύφου θρέμματα καὶ μεταβαλών, ὅμως οὐκ ἔλαθε τὸν Σίσυφον· ἐπέ‐ γνω γὰρ αὐτὰ διὰ τῶν μονογραμμάτων. ἐπὶ τούτοις δὲ ἐξευμενιζόμενος | |
τὸν Σίσυφον ἐξένισεν αὐτὸν καὶ τὴν θυγατέρα αὑτοῦ Ἀντίκλειαν συγ‐ κατέκλινεν αὐτῷ· καὶ ἔγκυον ἐξ αὐτοῦ γενομένην τὴν παῖδα συνῴ‐ κισε Λαέρτῃ, δι’ ὃ Σισύφου ὁ Ὀδυσσεύς. LONHVGMm | 63 | |
190d | τὸν Ὀδυσσέα Σισύφου συνήθως φησὶ Σοφοκλῆς. καὶ ἐν Συν‐ δείπνῳ (frg. 142 N2 = Frg. 567 Pearson)· ὦ πάντα πράσσων, ὡς ὁ Σίσυφος πολὺς ἔνδηλος ἐν σοὶ πάντα χὠ μητρὸς πατήρ. | |
5 | καὶ Αἰσχύλος ἐν Ὅπλων Κρίσει (frg. 175 N2). ἀλλ’ Ἀντικλείας ἆσσον ἦλθε Σίσυφος, τῆς σῆς λέγω τοι μητρός, ἥ ς’ ἐγείνατο. καὶ Εὐριπίδης ἐν Κύκλωπι (102—4)· 〈ΣΙΛ.〉 χαῖρ’, ὦ ξέν’· ὅστις δ’ εἶ φράσον πάτραν τε σήν. | |
10 | 〈ΟΔ.〉 Ἴθακος Ὀδυσσεύς, γῆς Κεφαλλήνων ἄναξ. 〈ΣΙΛ.〉 οἶδ’ ἄνδρα κρόταλον δριμὺ Σισύφου γόνον. | |
φαίνεται δὲ τὸ κακόηθες αὐτοῦ καὶ διὰ τῆς γενέσεως. LFOHGm | 64 | |
191a | μὴ μή μ’, ἄναξ: τὸ πλῆρες· μὴ μή μοι. ὁ δὲ νοῦς· εἰ δὲ πλάσσουσι ταῦτα καὶ οὐκ ἀληθείᾳ σὺ ἔδρασας μηκέτι κρυπτόμενος ἐν ταῖς ἐφάλοις κλισίαις κακὴν φάτιν ἄρῃς καὶ περιποιήσῃ, ἀλλὰ προελ‐ θὼν δεῖξον ψευδῆ τὰ λογοποιούμενα. LFOHGMRm | |
191b | τὸ πλῆρες· 〈μὴ〉 μή μοι. Lm | |
192 | 〈κλισίαις:〉 σκηναῖς. Gsl | |
193 | 〈ἄρῃ:〉 ἐπάρῃς, αὐξήσῃς ἀπὸ σοῦ. LHsl | |
194a | ἀλλ’ ἄνα ἐξ ἑδράνων: ἀλλ’ ἀνάστα ἐκ τῶν θρόνων, | |
ὅπου πολὺν χρόνον σεαυτὸν ἐπεστήριξας τὴν ἐκ τοῦ οὐρανοῦ πεμ‐ φθεῖσαν ἄτην αὔξων καὶ οἷον ἐμπυρούμενος ὑπὸ τοῦ πάθους καὶ ἐν ἀγωνίᾳ πολλῇ ὤν. LFONHGMRm | 65 | |
194b | 〈ἀλλ’ ἄνα:〉 ἀλλ’ ἀνάστηθι. FOVsl | |
194c | ἀνάστα. HVGsl | |
194d | ὅπου μακραίωνι / στηρίζῃ: ὅπου στηρίζῃ μα‐ κραίωνι σχολῇ, ὅ ἐστι πολυχρονίῳ, βραδὺν τὸν ἀγῶνα ἐμποιούσῃ σοι. μακραίων δὲ αὐτοῖς δοκεῖ διὰ τὴν εὔνοιαν. LFNHGm | |
195a | 〈ἀγωνίῳ σχολᾷ:〉 σχολῇ ἐπὶ φόβῳ βραδυτῆτος. Gm | |
195b | ἐπιφόβῳ βραδυτῆτι. HGsl | |
195c | 〈ἀγωνίῳ:〉 τῇ ἡμῖν ἐμποιούσῃ φόβον. Gm | 66 |
195d | τῇ 〈ἐπι〉φόβῳ, τῇ πολεμικῇ. Osl | |
196a | ἄταν οὐρανίαν: ἀντὶ μετέωρον, μεγάλην. φλέγων δέ, ζωπυρῶν, ἀνεγείρων. Lm | |
196b | 〈φλέγων:〉 αὔξων, ἀναζωπυρῶν. λείπει τό· ὡς πῦρ. Hsl | |
197a | ἐχθρῶν δ’ ὕβρις: ἡ δὲ τῶν ἐχθρῶν ὕβρις τῶν ταῦτα ἐπὶ σοὶ λεγόντων οὕτω μᾶλλον ἄφοβός ἐστι καὶ ἀδεὴς εἰς τὸ βλασφημεῖν σε διὰ τὸ μὴ φαίνεσθαί σε ἐν τοῖς Ἀχαιοῖς. LONHGMRm | |
197b | 〈ἀτάρβητα:〉 ἀντὶ ἀταρβήτως, ὅ ἐστιν ἀνειμένως. Lm | |
198a | 〈ὁρμᾶτ’:〉 λείπει τό· ὡς πῦρ, 〈ἵν’ ᾖ· ὡς πῦρ〉 ἐν εὐανέμοις βήσσαις. LGMRm, Gsl | |
198b | ὡς τὸ πῦρ. Osl | 67 |
198c | ἐν εὐανέμοις βάσσαις: τουτέστιν ἐν ἐκείνοις τοῖς τόποις, ὅπου τὰ ὑπὸ σοῦ ἀνῃρημένα ποίμνια ὁρῶντες ἐπεγγελῶσί 〈σοι〉. ἢ ἐν εὐανέμοις βήσσαις, οἷον ἐν εὐδίᾳ καιρὸν ἔχοντες διαβάλλουσιν. LONHGMRm | |
198d | ὥσπερ ἐν εὐδίᾳ. Hsl | |
199a | 〈καγχαζόντων:〉 γελώντων. LFsl | |
199b | ἐπεγγελώντων. HGsl | |
199c | 〈γλώσσαις:〉 ταῖς λοιδορίαις. Gsl | |
200a | 〈βαρυάλγητ’:〉 βαρέα καὶ ἀλγεινά. Lsl | |
200b | 〈ἕστακεν:〉 ἐγήγερται. FOHsl | |
201 | ναὸς ἀρωγοί: ἔξεισι Τέκμησσα, αἰχμάλωτος γυνὴ τοῦ Αἴαντος, καὶ διδάσκει τὸν χορόν, ὅτι ὁ Αἴας ἐστὶν ὁ σφάξας τὰ ποί‐ μνια. πυνθάνεται δὲ παρὰ τοῦ χοροῦ, ὅτι Ἑλληνικὰ ἦν τὰ σφαγέντα. ἑκάτερος οὖν παρ’ ἑκατέρου τὸ ἀγνοούμενον μανθάνει. πιθανῶς δὲ | |
5 | ἔξεισι· οὐ γὰρ ἐπὶ πολὺ δεῖ ἀπολοφύρεσθαι τὸν χορόν, ἀλλὰ προ‐ | |
κόπτειν τὰ τῆς ὑποθέσεως. ἡ δὲ διάθεσις εὖ ἔχει τῷ ποιητῇ. ἐπεὶ γὰρ ἄπεστι Τεῦκρος καὶ Εὐρυσάκης ἔτι νήπιος, Τέκμησσα κατολοφύρεται· οὐ γὰρ ἕτερον πρόσωπον πλησίον τῷ Αἴαντι. αἱ δὲ τοιαῦται γυναῖκες ὑποτίθενται εὔνοιαν ἔχειν πρὸς τοὺς δεσπότας, ὡς Βρισηὶς πρὸς Ἀ‐ | 68 | |
10 | χιλλέα. LONHGMRm | |
202 | γενεᾶς χθονίων ἀπ’ Ἐρεχθειδᾶν: διὰ τὸ τὴν Σαλαμῖνα συνῆφθαι τῇ Ἀττικῇ καὶ περισπούδαστον τοῖς Ἀθηναίοις αὐτὴν κτήσασθαι. πρὸς εὔνοιαν οὖν τῶν ἀκροωμένων τοῦτό φησιν. ἢ ἐπεὶ ἐξ Αἰγίνης ἐλθὼν ὁ Τελαμὼν ἐβασίλευσε Σαλαμῖνος, ἡ δὲ Αἴ‐ | |
5 | γινα τῆς Ἀττικῆς. LFONHGRm | |
203 | οἱ κηδόμενοι / τοῦ Τελαμῶνος τηλόθεν οἴ‐ κου: ἤτοι τοῦ τηλόθεν οἴκου ὅ ἐστι 〈τῆσ〉 μακρὰν Φρυγίας Σαλα‐ μῖνος. ἢ οἱ πρὸ πολλοῦ κηδόμενοι καὶ οὐχὶ νῦν μόνον. ἢ οἱ τηλόθεν ὄντες, ὅ ἐστι ξένοι κατὰ τὸ γένος καὶ ὅμως τοῦ Τελαμῶνος οἴκου κη‐ | |
5 | δόμενοι, εἰ καὶ μὴ προσήκομεν. LONHGRm | 69 |
205 | ὁ μέγας ὠμοκρατής: ὁ δυσπέπαντον καὶ ἐπώνυμον ἔχων πάθος. ἢ ὁ ὠμὸς καὶ καρτερός. ἢ ὁ ὑπὸ ὠμότητος κεκρατημένος. ἢ ὁ γενναῖος ὁ καὶ τῶν ὠμῶν κρατεῖν δυνάμενος. LONHGRm | |
206a | 〈θολερῷ /... χειμῶνι:〉 ἐν ταραχώδει ζάλῃ κεῖται, ὅ ἐστι μανίᾳ. LNsl | |
206b | τῷ θολοῦντι τὸν λογισμόν· τῷ τῆς μανίας· ταραχώδει. Gsl | |
207 | 〈χειμῶνι:〉 μανίᾳ. Osl | |
208a | τί δ’ ἐνήλλακται: τί αὐτῷ παρὰ τὴν ἡμερινὴν ὄχλησιν γέγονε βάρος; οἷον, ἐν τίνι γέγονεν ὁ Αἴας βάρει ὥστε ἀλλοῖος γε‐ νέσθαι ἢ κατὰ τὴν πρόσθεν ἡμέραν; τί αὐτῷ βάρος ἐνήλλακται αὕτη | |
ἡ νύξ; LONHGRm | 70 | |
208b | τῆς ἁμερίας: γρ. καὶ ἀημερίας, ἀντὶ τῆς ἀηδοῦς φορᾶς. καὶ ἔστιν ὁ νοῦς τοιοῦτος· ποῖον βάρος ἔλαβεν αὕτη ἡ νὺξ ἀπὸ τῆς προτέρας ἀηδίας; LGRm, Nsl | |
208c | γρ. ἀημερίας. Gsl | |
210 | 〈παῖ:〉 Τεύθρας ἦν ὁ πατὴρ αὐτῆς. Gm | |
211a | ἐπεί σε λέχος δοριάλωτον / στέρξας ἀνέ‐ χει θούριος Αἴας: ἐπεί σε ἔχει ὁ Αἴας δοριάλωτον, στέρ‐ ξας τὸ λέχος σου. ἢ ἄλλως· ἐπεί σε ἀνέχει ὁ Αἴας, τὸ δοριάλωτόν σου στέρξας λέχος. ἀνέχει δὲ ἀντὶ τοῦ ἔχει· παρέλκει γὰρ ἡ ἀνά. | |
5 | ἢ ἄμεινον γράφειν· στέρξασαν ἔχει. LONHVGRm | 71 |
211b | 〈δοριάλωτον:〉 νόμιμος γαμετὴ ἦν τοῦ Αἴαντος Λυσι‐ δίκη, ἡ Κορωνοῦ. Gm | |
212 | ἀνέχει: ἀντὶ ἀνυψοῖ, τιμᾷ. Lm, FHGsl | |
214 | 〈ἄρρητον:〉 κακόφημον μηδὲ λέγεσθαι ὀφείλοντα. LOGsl | |
215a | 〈πάθος:〉 γράφεται βάρος. Fsl | |
215b | β〈ά〉ρ〈οσ〉. Lsl | |
215c | 〈βάρος:〉 γρ. πάθος. Gsl | |
216 | μανίᾳ γὰρ ἁλούς: τὸ κεφάλαιον τοῦ κακοῦ πρῶτον ἐκ‐ τίθεται, ὅτι ἐφύβριστα εἴργασται μανίᾳ περιπεσών· τοῦτο γὰρ τὸ ἀπε‐ | |
λωβήθη. ἢ οὕτως· ἐνυβρίσθη καὶ λωβητὸς γέγονεν. LFONHGMRm | 72 | |
219 | χειροδάικτα σφάγια: θύματα ὑπὸ τῶν χειρῶν αὐτοῦ δαϊχθέντα. LFOHVm, NGsl | |
220a | κείνου χρηστήρια: τὰ τολμήματα καὶ αἱ πράξεις. ἢ τὰ διεφθαρμένα ποίμνια, παρὰ τὸ διαχρήσασθαι αὐτά. δηλοῖ δὲ ἡ λέξις καὶ τὸ μαντεῖον, καὶ τὸν χρησμὸν καὶ τὸ ἱερεῖον. LFONHVG MRm | |
220b | ἃ διεχρήσατο ἐκεῖνος. LNsl | |
220c | πράξεις. FOHsl | |
222a | αἴθονος: διαπύρου, θερμοῦ ἐν ταῖς μάχαις. ἢ τὸ θερμὸν νῦν ἐπὶ τοῦ παρακεκινηκότος κείσθω. LNHm, OGsl | |
222b | διαπύρου, θερμοῦ. Hsl | 73 |
222c | 〈αἴθο〉π〈οσ〉. Lsl | |
225 | 〈κλῃζομέναν:〉 πεφημισμένην. LONsl | |
226 | τὰν ὁ μέγας μῦθος ἀέξει: ἣν ἀγγελίαν πᾶς λόγος αὔξει. πρῴην μὲν γὰρ μόνοι οἱ Ἕλληνες ἔλεγον περὶ τοῦ Αἴαντος, ἡμεῖς δὲ ἠπιστοῦμεν· νῦν δὲ καὶ ἡμεῖς ἔγνωμεν. LFONGMRm | |
227a | ὤμοι, φοβοῦμαι τὸ προσέρπον: φοβοῦμαι, φησίν, τὸ ἐκ τούτου ἀποβησόμενον, μήπως ἑαυτὸν διαχειρίσηται (εἰκὸς γὰρ τὸν οὕτως ἐξεστηκότα, καίπερ φρόνιμον καὶ συνετὸν πρῴην τυγχάνοντα, μηδὲ ἑαυτοῦ ἀνασχέσθαι)· οὐ γάρ φησι, φοβοῦμαι μὴ | |
5 | τιμωρηθῇ ὑπὸ τῶν βασιλέων. LFONHGMRm | |
227b | 〈τὸ προσέρπον:〉 τὸ ἐκ τούτου ἀποβησόμενον φοβοῦ‐ μαι. Fsl | |
227c | τὸ μέλλον, τὸ ἀποβησόμενον ἐκ τούτου τοῦ αἰτίου. Osl | |
227d | τὸ ἀποβησόμενον, τὸ μέλλον. NHGsl | 74 |
228 | 〈περίφαντος:〉 φανερός ἐστιν ὅτι ταῦτα εἰς ἑαυτὸν δια‐ θήσει. Lm, Gsl | |
229a | 〈θανεῖται:〉 ὑπὸ τῶν Ἑλλήνων, οὐ θεόθεν. Lm, FNsl | |
229b | 〈παραπλήκτῳ:〉 μανικῇ· παραπλὴξ γὰρ ὁ μανικός. Lm, FNGsl | |
231 | 〈βοτά:〉 τὰ θρέμματα. Vsl | |
232a | βοτῆρας ἱππονόμους: τοὺς ποιμένας, τοὺς μεγάλως φυλάττοντας. οὗτοι γὰρ ἐνόμιζον καὶ ποιμένας αὐτὸν ἀνῃρηκέναι. LFONGMRm | |
232b | τοὺς κύνας. FGsl | |
232c | τοὺς ποιμένας. Vsl | |
233a | ὤμοι, κεῖθεν κεῖθεν ἄρ’ ἡμῖν: ὡς οἰκουροῦσα τὰ ἔξω ἠγνόει ἡ Τέκμησσα. δεῖ οὖν τὸν μὲν χορὸν τὰ ἔνδον ἀπ’ αὐτῆς | |
γνῶναι, τὴν δὲ ἀπὸ τοῦ χοροῦ τὰ ἔξω. LFONHGMRm | 75 | |
233b | γνῶσιν λαβοῦσα εἶτα πάντα λεπτομερῶς τὰ πραχθέντα τῷ Αἴ‐ αντι διηγεῖται. Fsl | |
235 | 〈τὴν μέν:〉 τὴν ποίμνην. LHGsl | |
236 | 〈πλευροκοπῶν:〉 κατὰ τῶν πλευρῶν τύπτων. Lm, NHGsl | |
237a | δύο δ’ ἀργίποδας: ἐπειδὴ ἴσως τὸν μὲν ἕνα ἐνόμιζεν Ὀδυσσέα εἶναι, τὸν δὲ ἄλλον Νέστορα ἢ Μενέλαον. LFNHGMRm | |
237b | ἐδόκει τὸν Νέστορα ποινηλατεῖν ἐνταῦθα· ὃν δ’ ἐδόκει εἶναι Ὀδυσσέα δήσας ἐν τῷ κίονι ἐμάστιξεν. Vm | |
237c | λευκόποδας. Lm, FOHVGsl | |
238 | τοῦ μὲν κεφαλὴν καὶ γλῶσσαν: ἴσως τοῦτον ἐ‐ | |
νόμιζε Νέστορα ὡς ψευδομαρτυρήσαντα κατ’ αὐτοῦ. LNm | 76 | |
241a | μέγαν ἱπποδέτην ῥυτῆρα λαβὼν παίει: διπλώσας τὸν χαλινὸν παίει τὸν κριὸν ὡς λιγυρᾷ καὶ ὀξυφώνῳ μά‐ στιγι. ἱπποδέτην δὲ ῥυτῆρα, χαλινόν· μέγαν δὲ πρὸς τὸ πικρότερον καθάψασθαι τοῦ ἐχθροῦ. LFONm | |
241b | γρ. καὶ ἱππολέτης. Hm | |
241c | 〈ῥυτῆρα:〉 χαλινόν. NHsl | |
242a | 〈λιγυρᾷ:〉 ὀξυφώνῳ. HGsl | |
242b | 〈μάστιγι διπλῇ:〉 πρὸς τὸ πικρότερον καθάψασθαι τοῦ ἐχθροῦ διπλώσας τὸν χαλινὸν παίει. Gsl | |
243a | κακὰ δεννάζων: ἀντὶ τοῦ βλασφημῶν. περιστέλλει δὲ καλῶς τὸν λόγον φάσκουσα τὰ ῥήματα μὴ εἶναι τοῦ Αἴαντος ἀλλὰ θεῶν τινος ὑποβολῇ. δαίμονα δέ φησι τὴν μανίαν. LFNGMRm | |
243b | δεννάζων: καὶ λοιδορῶν. Om | 77 |
243c | βλασφημῶν. Nsl | |
243d | 〈δαίμων:〉 δαίμονά φησι τὴν μανίαν. Gsl | |
243e | ἡ μανία. Hsl | |
245a | ὥρα τιν’ ἤδη τοι κρᾶτα: ὥρα τινὰ ἡμῶν (ἀντὶ τοῦ ἕκαστον ἡμῶν) προελκυσάμενον τὴν ἐσθῆτα, τοῖς καλύμμασι τὴν κεφαλὴν 〈κρυψάμενον〉, φυγεῖν. ὁρῶν δὲ ὁ χορὸς ὅτι ἐν μεγίστῳ κα‐ κῷ ἐστιν ὁ Αἴας, τὸ μὲν κατὰ τὴν νόσον τὸ δὲ κατὰ τὴν ἀπειλὴν τῶν | |
5 | βασιλέων, διαπορεῖται τί πρακτέον αὐτῷ· πότερον ἐγκαλυψαμένους φεύγειν ὅποι ποτ’ οὖν ἢ ἀποπλεῖν ἐπιβάντας ἐπὶ τῶν νεῶν. καὶ οὐκ ἔστι μὲν μικρὸν τὸ ἐάσαντας τὸν προστάτην ἀπαλλαγῆναι, ἀλλὰ σημαί‐ νουσι διὰ τούτων ἔστιν ὅτε τὰ ἐν ποσὶ δεινά. εἰώθασι γὰρ οἱ ἀποροῦν‐ τες ἐξ ἀρχῆς τὰ τοιαῦτα προφέρεσθαι. LFONHGMRm | |
245b | 〈τιν’:〉 ἕκαστον ἀφ’ ἡμῶν. OHsl | 78 |
247 | 〈κλοπάν:〉 φυγήν. FHGsl | |
250a | ποντοπόρῳ ναῒ μεθεῖναι: μετιέναι· φεύγειν. ἀντὶ τοῦ ἕκαστον ἡμῶν, φησίν, δεῖ μεθεῖναι, τουτέστι ῥίψαι ἑαυτὸν ἐν τῇ νηὶ καὶ φυγεῖν. LFONHm, Gsl | |
250b | 〈μεθεῖναι:〉 μετιέναι, ὑποχωρῆσαι. Nm | |
250c | ἐκφεύγειν, μετιέναι. Nsl | |
250d | ἐμβαλεῖν, ἐπαγαγεῖν, ῥίψαι ἑαυτόν. Fsl | |
251a | 〈τοίας:〉 ἀντὶ μεγάλας. Lsl | |
251b | ἐρέσσουσιν: ἀντὶ εὐτόνως κινοῦσιν, ἀπὸ τῶν ἐρεσσόντων. ἀντὶ ἐλαύνουσι, κινοῦσιν. LHm, FONGsl | |
252 | 〈δικρατεῖς:〉 οἱ δισσοί. Lsl | 79 |
253 | πεφόβημαι / 〈λιθόλευστον Ἄρη:〉 ἀντὶ τοῦ εὐ‐ λαβοῦμαι τὸ λευσθῆναι. LFONHGRm | |
254a | λιθόλευστον Ἄρη: τὸν θάνατον· καὶ Ὅμηρος (Ν 569)· γίγνετ’ Ἄρης ἀλεγεινὸς ὀιζυροῖσι βροτοῖσιν. LFONHGm | |
254b | τὸν διὰ λίθων βολῆς θάνατον. Gsl | |
254c | τὴν πληγήν, τὸν θάνατον. OHsl | |
254d | φησὶ τὸ λευσθῆναι, 〈τὸν〉 θάνατον. Fsl | |
255a | 〈ξυναλγεῖν:〉 ἀντὶ τοῦ συμπαθεῖν. LNm. | |
255b | 〈μετὰ τοῦδε:〉 μετ’ αὐτοῦ ὃν δὴ μοῖρά τις κακὴ κατέχει· | |
λέγει δὲ τὴν μανίαν. LFONHGRm. | 80 | |
256 | 〈αἶς’ ἄπλατος:〉 ἀντὶ τοῦ μεγάλη μανία. LNsl | |
257a | οὐκέτι· λαμπρᾶς: οὐκέτι αὐτὸν κατέχει ἡ μανία, ἀλ‐ λὰ λήγει ὡς ὀξὺς νότος ταχέως λήγει 〈μὴ〉 γινομένων τινῶν σημείων ἐπὶ τοῖς πνεύμασιν ὥστε παρατείνειν αὐτά. ἢ ταχέως πέπαυται· οἷόν ἐστι καὶ ἐν τῇ κωμῳδίᾳ (Anon. Com. frg. 609, CAF III. 518 Kock)· | |
5 | ἀλλ’ ἔπεσε ταχέως· δειλινὸς γὰρ ἤρξατο· φησὶν οὖν ἡ Τέκμησσα πεπαῦσθαι αὐτὸν τῆς μανίας, ἵνα προκόπτῃ τὰ τῆς ὑποθέσεως. LFNHGMRm | |
257b | οὐκέτι κατέχει 〈αὐτὸν〉 ἡ μανία, ἀλλ’ ὡς ὀξὺς νότος ταχέως λή‐ γει. ἢ ὥσπερ ἀπὸ ἄστρων λαμπάδος νότος ὁρμήσας καταπαύει. GMRm | |
259a | καὶ νῦν φρόνιμος: ἀντὶ τοῦ ἔμφρων γενόμενος ἤρξα‐ το παρακολουθεῖν τῇ συμφορᾷ καὶ ἀλγεῖν. LFHGMRm, Nsl | |
259b | 〈ἴσχει:〉 γρ. ἔχει. Gsl. | |
259c | 〈ἔχει:〉 γρ. θρηνεῖ. Fsl | 81 |
260a | 〈τὸ γὰρ ἐσλεύσσειν:〉 γνώμη. FONHVm | |
260b | ὑπερβατὸν κατὰ διακοπὴν λέξεως. Hsl | |
261a | μηδενὸς ἄλλου παραπράξαντος: οἷον μηδε‐ νὸς συμπράξαντος καὶ μετασχόντος τῶν ἁμαρτημάτων. ἡ γὰρ κοινω‐ νία τῶν ἁμαρτημάτων φέρει τινὰ παραμυθίαν. περισσὴ δὲ ἡ παρὰ πρό‐ θεσις. LFNHGMRm | |
261b | 〈παραπράξαντος:〉 μετασχόντος. Gsl | |
264a | 〈φρούδου:〉 λείπει τὸ ὄντος. καὶ ἀφανοῦς. LNHsl | |
264b | ἐρήμου ἢ παρελθόντος, ἀφανοῦς γενομένου. Gsl | |
264c | ἀφανοῦς. Fsl | |
264d | 〈μείων λόγος:〉 ἀντὶ οὐδεὶς λόγος. Lsl | |
264e | 〈μείων:〉 οὐδείς. NGsl | 82 |
264f | 〈λόγος:〉 φροντίς. Gsl | |
264g | γνώμη. FOHm | |
265a | πότερα δ’ ἄν, εἰ νέμοι τις αἵρεσιν: εἰ δοίη τις αἵρεσιν ποῖον ἂν προκρίνειας, λυπῶν τοὺς φίλους αὐτὸς ἥδεσθαι ἢ λυπῶν τοὺς φίλους καὶ αὐτὸς λυπεῖσθαι; LFNHm | |
265b | ἄριστα ἔχουσιν αἱ ἀντιθέσεις, τῶν μὲν οἰομένων ἐν εὐτυχίᾳ γε‐ γονέναι εἰ πέπαυται τὸ κακόν, τῆς δὲ βουλομένης παραστῆσαι ὅτι ἐν χείροσίν ἐστι τὰ τοῦ Αἴαντος νῦν, ὁπότε καὶ παρακολουθεῖ τοῖς ἁμαρ‐ τήμασιν. LNHGMm | |
265c | εἰπόντος τοῦ χοροῦ ἐν εὐτυχίᾳ εἶναι εἰ πέπαυται ὁ Αἴας τοῦ κα‐ κοῦ, ἐπάγει ἡ Τέκμησσα, ὅτι κακόν ἐστι τῷ οὕτως πράξαντι καὶ τὸ πε‐ παῦσθαι τῶν δεινῶν· παρακολουθῶν γὰρ τοῖς πεπραγμένοις ἐν ὀδύνῃ πλείονι γίνεται. καὶ Εὐριπίδης (Hippol. 247)· | |
5 | τὸ γὰρ ὀρθοῦσθαι γνώμην ὀδυνᾷ. πρὸς δὲ τὸ ὑπ’ ἐκείνων εἰρημένον, ὅτι ἐν εὐτυχίᾳ ἂν εἴημεν εἰ πέπαυται, ἀντιτίθησιν οὕτω· πότερα ἂν ἕλοιο, εἴ σοι δοίη τις αἵρεσιν, λυπῶν τοὺς φίλους αὐτὸς ἐν ἡδονῇ διάγειν ἢ κοινωνεῖν τοῦ παντὸς καὶ αὐτός τε λυ‐ πεῖσθαι καὶ τοὺς φίλους λυπεῖν; οἷον, ὁ μὲν Αἴας ἐν τῇ μανίᾳ ὢν ἐτέρ‐ | |
10 | πετο οἰόμενος τιμωρεῖσθαι τοὺς ἐχθρούς, ἐγὼ δὲ ἐλυπούμην ὁρῶσα αὐ‐ | |
τόν· νυνὶ δὲ παυσάμενος τῆς μανίας καὶ αὐτὸς λυπεῖται ἐπὶ τοῖς πε‐ πραγμένοις καὶ τοὺς φίλους πάλιν λυπεῖ. νῦν οὖν δεδιπλασίασται τὸ κακόν· τοῦτο δὲ ἀναπτύσσει ὁ χορὸς διὰ τοῦ ἐπιφερομένου (268)· τό τοι διπλάζον, ὦ γύναι, μεῖζον κακόν· | 83 | |
15 | οἷον, τὸ ἀμφοτέρους λυπεῖσθαι, τὸ καὶ λυπεῖσθαι καὶ λυπεῖν, μεῖζον κακόν. LFHGMRm | |
265d | πότερα δ’ ἄν, εἰ νέμοι τις αἵρεσιν, λάβοις: τὸ τοὺς φίλους ἀνιᾶσθαι καὶ σὲ χαίρειν ἢ συλλυπεῖσθαι λυπουμένοις τοῖς φίλοις. Vm | |
265e | 〈λάβοις:〉 προκρίνοις. Fsl | |
266a | 〈φίλους ἀνιῶν αὐτὸς ἡδονὰς ἔχειν:〉 ὥσπερ ὁ Αἴας ἐν μανίᾳ ὢν λυπῶν ἡμᾶς αὐτὸς ἥδετο. Lm | |
266b | αὐτὸς ἥδεσθαι ἢ λυπῶν αὐτοὺς καὶ αὐτὸς λυπεῖσθαι. Gm | |
266c | 〈ἀνιῶν:〉 λυπῶν. Hsl | 84 |
267 | 〈κοινός:〉 φίλος. Hsl | |
269a | ἡμεῖς ἄρ’ οὐ νοσοῦντες: ἡμεῖς, ἀντὶ τοῦ ὁ Αἴας νῦν μὴ νοσῶν ὀδυνᾷ ἑαυτὸν διὰ τὰ πεπραγμένα. LNVGRm | |
269b | ἀτώμε〈σ〉θα νῦν: τὸ ἀτώμε〈σ〉θα ἀντὶ τοῦ βλα‐ πτόμεθα ἀθυμοῦντες. VGMRm | |
269c | βλαπτόμεθα. NHsl | |
273a | 〈φρονοῦντας:〉 γρ. βλέποντας. Lm | |
273b | 〈ξυνών:〉 τῇ μανίᾳ. HGsl | |
274a | 〈κἀνέπνευσε:〉 γρ. ἀνένευσε. Fsl | |
274b | 〈κατέπαυσε〉: γρ. ἀνέπνευσε. Gsl | |
274c | 〈τῆς νόσου:〉 τῆς μανίας. Hsl | |
276a | ἡμεῖς θ’ ὁμοίως: ἐμοί, φησί, κατ’ ἄμφω τοὺς καιροὺς συμβέβηκεν ἀνιᾶσθαι, αὐτοῦ τότε μὲν ἐξεστηκότος καὶ τερπομένου νῦν δὲ σωφρονοῦντος καὶ λυπουμένου. LFNHVGRm | |
276b | 〈οὐδὲν ἧσσον:〉 συλλυπησόμεθα. Lm | |
277 | ἆρ’ ἔστι ταῦτα δὶς τός’ ἐξ ἁπλῶν 〈κακά〉: ἁπλῶν μέν, τὸ τοὺς φίλους ἀνιᾶν· δὶς τόσα δέ, ὅτι καὶ αὐτὸς | |
συναλγεῖ. LFNHVGm | 85 | |
279a | πῶς γάρ, εἰ πεπαυμένος: πῶς γὰρ 〈ἂν〉 οὐ θεῖόν τι εἴη τὸ κατὰ τὸν Αἴαντα, εἰ πεπαυμένος τοῦ κακοῦ μᾶλλον ἐν ἀνίᾳ διά‐ γει; LFNHVGRm, Nsl | |
279b | 〈πεπαυμένος:〉 ἀντὶ τοῦ σωφρονῶν. LFsl | |
281 | 〈ὡς ὧδ’ ἐχόντων:〉 ὅτι κάκιον νῦν ἐκεῖνος ἔχει. Lm | |
282a | τίς γάρ ποτ’ ἀρχή: ἀντὶ τοῦ· τίς ἡ προσβολὴ τοῦ κα‐ κοῦντος αὐτὸν θεοῦ; LFHm, Nsl | |
282b | 〈προσέπτατο:〉 προσῆλθεν ἢ διὰ τὸ ἐξαίφνης ἢ διὰ τὸ ἀφανές. Fsl | |
283 | 〈τύχας:〉 δυστυχίας. FGsl | |
285a | κεῖνος γὰρ ἄκρας νυκτός: περὶ πρῶτον ὕπνον. πιθανῶς δὲ καὶ τὸ τοῦ χρόνου πρόσκειται· οἱ γὰρ ἐπιβουλεύοντες τότε τὰς ἐξόδους ποιοῦνται, ὥστε λαθεῖν τὰς παραφυλακάς. LFNHGm | |
285b | κατὰ τὸν πρῶτον ὕπνον. Hsl | 86 |
285c | ἡνίχ’ ἕσπεροι: ἢ ὅτε οὐκ ἔφαινον ἔτι οἱ ἕσπεροι ἀστέ‐ ρες ἢ ὅτε ἐσβέσθησαν οἱ λύχνοι. συνετῶς δὲ τοῦτο καὶ οὐ κατὰ μαινό‐ μενον· καὶ ἐκ 〈τῆσ〉 τοῦ καιροῦ γὰρ ἐννοίας ἐπιβουλεύοντός 〈ἐστιν〉 ἐπιθέσθαι περὶ πρῶτον ὕπνον. λαμπτῆρες δὲ οἱ κατὰ τὴν οἰκίαν | |
5 | φαίνοντες λύχνοι. LFNHGMRm | |
285d | οἱ κατὰ τὴν ἑσπέραν. Lsl | |
286a | 〈λαμπτῆρες:〉 λύχνοι. Gsl | |
286b | ἀστέρες. Vsl | |
286c | 〈ᾖθον:〉 ἀντὶ τοῦ ᾔθοντο. Lm | |
286d | 〈ἄμφηκες:〉 ἀμφοτέρωθεν ἠκονημένον. FHGsl | |
287a | 〈ἐμαίετ’:〉 ἐζήτει. LFOsl | |
287b | 〈κενάς:〉 τὰς οὐκ εἰς χρήσιμον γινομένας. Lm, Nsl | 87 |
288 | 〈’πιπλήσσω:〉 ἐνίσταμαι. Lsl | |
290a | 〈πεῖραν:〉 πορείαν, ὁδόν. LFGm, NHsl | |
290b | οὔτε του κλύων: ὥσπερ παρ’ Αἰολεῦσι τὸ ὅτινα κοι‐ νόν ἐστι κατὰ γένος οὕτω καὶ παρὰ τοῖς Ἀττικοῖς τὸ του, ὅταν οὕτω συντάσσηται, κοινῶς λέγεται. LFNGMRm | |
292 | ἀεὶ δ’ ὑμνούμενα: ἀντὶ τοῦ· ἀεὶ δὲ θρυλούμενα ὑπὸ πάν‐ των τῶν ἀνθρώπων καὶ κοινά. ἢ ἀεὶ ὑπ’ αὐτοῦ λεγόμενα πρὸς ἐμέ. ὅ‐ μοιον δὲ τὸ ἦθος ἐκείνῳ, τῷ (Hom. α 356, φ 350, Z 490)· ἀλλ’ εἰς οἶκον ἰοῦσα τὰ σαυτῆς ἔργα κόμιζε. LFNGMRm | |
293a | 〈γυναιξὶ κόσμον:〉 γνώμη. FHVGm | |
293b | οὗτος ὁ στίχος Αἰσχίνου τοῦ ῥήτορος. Hm | |
294a | 〈κἀγὼ μαθοῦς’ ἔληξ’:〉 ἴσως φοβηθεῖσα αὐτὸν οὐ διεκώλυσεν. LNsl | |
294b | φοβηθεῖσα. Gsl | 88 |
295a | καὶ τὰς ἐκεῖ μὲν οὐκ ἔχω λέγειν 〈πάθασ〉: τοῦτο μέν, ἀγνοεῖ ἡ Τέκμησσα λέγειν· τοῦτο δέ, προεῖπεν αὐτὰ ὁ ποιη‐ τής. καὶ ἐνοχλεῖν οὐ δεῖ τὸν θεατὴν ταυτολογοῦντα. LFNGm | |
295b | 〈ὡσ〉 ἀγνοοῦσα τοῦτο λέγει. Gsl | |
297a | κύνας βοτῆρας: ὑφ’ ἓν ἀναγνωστέον· τοὺς ποιμενικοὺς κύνας· οὐ γὰρ ἀναιρεῖ κατὰ τὴν σκηνὴν ἄνθρωπον ἀλλ’, ὡς ἔξω, 〈κύ‐ νασ〉 τινὰς ἀνεῖλεν. LFNGMRm | |
297b | ποιμενικούς. NGsl | |
297c | τοὺς κύνας βοτῆράς φησιν. Gsl | |
298a | καὶ τοὺς μὲν ηὐχένιζε: τὸν τράχηλον ἀπέκοπτεν, | |
ἐλαιμοτόμει. LFNm | 89 | |
298b | ἐλαιμοτόμει. FGsl | |
298c | 〈τοὺς δ’ ἄνω τρέπων /〉 ἔσφαζε: ὅπερ Ὅμηρος αὐερύειν φησίν, ὥστε κατὰ τοῦ λαιμοῦ γίνεσθαι τὴν σφαγήν. LFNGm | |
300 | 〈ὥστε φῶτας:〉 δηλονότι κύνας βοτῆρας ὥστε φῶτας. LNsl | |
301a | τέλος δ’ ἀπᾴξας: ἡ μὲν Τέκμησσα ἠγνόει τίνι διεί‐ λεκται, 〈ἡμῖν δὲ δεδήλωται〉 ἐκ τοῦ προλόγου, ὅτι Ἀθηνᾶ ἦν ἡ λαλή‐ σασα αὐτῷ· ἀγνοοῦσα δὲ ὅτι ἡ Ἀθηνᾶ αὐτὸν ἐκάλεσεν, διὰ τοῦ ἀπᾴ‐ ξας τὴν ἔξοδον τῇ μανίᾳ ἀνατίθησιν. τὸ δὲ σκιᾷ τινι, ὅτι οὐ | |
5 | συνέβαλεν τὰ περὶ τὴν θεὸν καὶ ὅτι ἴδιον τοῖς μαινομένοις τὸ τοῖς μα‐ ταίοις λαλεῖν. LONGMRm | |
301b | ὁρμήσας. HGsl | |
302a | λόγους ἀνέσπα: τουτέστι ῥήματα καταγέλαστα λέγων | |
κατὰ τῶν κριῶν ὡς κατὰ ἀνθρώπων ἐποιεῖτο τὴν κόλασιν. LONGMRm | 90 | |
302b | ἐκόμπαζε. Gsl | |
308a | ’θώυξεν: ἐβόησεν. τὸ δὲ ἑξῆς· ἐν δὲ τοῖς ἐρειπίοις τῶν νε‐ κρῶν τοῦ ἀρνείου φόνου. LGMRm, Fsl | |
308b | ἐβόησεν. FOGsl | |
308c | οὐχ ὅτι τοῦτο ἀλγεινόν, τὸ ἀνελεῖν τὰ ποίμνια, ἀλλ’ ὅτι διήμαρτε τῆς τιμωρίας τῶν ἐχθρῶν. LFONGMRm | |
308d | ἐν δ’ ἐρειπίοις / νεκρῶν: ἐν δὲ τοῖς πτώμασι τῶν νεκρῶν καταπεσὼν ἔκειτο. θαυμαστῶς δὲ ὑπ’ ὄψιν ἤγαγε τὰ πρά‐ γματα, μεταξὺ τῶν πτωμάτων τὴν φαντασίαν ἐπιδεικνύς, οἷον καὶ τὸ παρ’ Ὁμήρῳ περὶ τοῦ Κύκλωπος (ι 298)· | |
5 | τανυσσάμενος διὰ μήλων. LONVGMRm | |
308e | πτώμασι. FOGsl | |
309a | ἐρειφθείς: ἀντὶ τοῦ καταπεσών, ἐρριμένος. πάντα γὰρ τὰ ἐπὶ τὴν ἔραν πίπτοντα ἐρείπια καλεῖται. καὶ αἱ ἐρίπναι ἐντεῦθεν καὶ τὰ ἐρείπια. τινὲς δὲ ἐρεισθεὶς γράφουσιν, οἷον ἐπερεισάμενος. | |
LONVGMRm | 91 | |
309b | γρ. ἐρεισθείς. Lm | |
312 | ἔπειτ’ ἐμοὶ τὰ δείν’: οὐκ ἔχων ἐπιβολὴν τῆς αἰτίας τῶν πεπραγμένων, ἐμὲ ἠρώτα τὸ συμβάν. πάνυ δὲ περιπαθὲς τὸν ἐμφρο‐ νέστατον Αἴαντα παρὰ τῆς γυναικὸς πυνθάνεσθαι τίνα ἐστὶν ἃ ἔπραξεν αὐτὸς ἑαυτῷ. LFONGm | |
313 | 〈φανοίην:〉 φανερώσαιμι. FOsl | |
314a | κἀνήρετ’ ἐν τῷ πράγματος κυροῖ ποτε: ἀνη‐ ρώτησέ με ἐν τίνι πράγματι τυγχάνει. τὸ δὲ KYPΩ περισπωμένως φησὶν ἡ συνήθεια καὶ Ἀττικοί· ἐν δὲ τοῖς εὐκτικοῖς βαρύνουσιν αὐ‐ τὸ Ἀττικοὶ μετὰ ἐκτάσεως τοῦ v, κύροι〈μι〉 λέγοντες ἀντὶ τοῦ κυροίην. | |
5 | νῦν δὲ 〈τὸ κυροῖ〉 ἀντὶ τοῦ κυρεῖ ὁριστικοῦ κεῖται. LFONGMRm | 92 |
314b | 〈πράγματος:〉 τῆς τύχης. Nsl | |
317 | 〈λυγράς:〉 ἰσχυράς. Gsl | |
318 | ἃς οὔποτ’ αὐτοῦ: οὐκ εἰώθει, φησίν, ὁ Αἴας ἐν τοῖς κα‐ κοῖς ἀπολοφύρεσθαι, ἀλλ’ ἦν καρτερικός. ἔλεγεν οὖν, φησίν, ἀεὶ κα‐ κοῦ ἀνδρὸς τὸ ὀλοφύρεσθαι, ὁποῖόν φησι καὶ ὁ Ἡρακλῆς ἐν Τρα‐ χινίαις (1074)· | |
5 | ἀλλ’ ἀστένακτος αἰὲν εἱπόμην κακοῖς. ὁ οὖν Αἴας πρὸ τούτου, εἰ συνέβη τι αὐτῷ δεινόν, ὡς ταῦρος ἀνεβρυ‐ χᾶτο ἀνεξάκουστον, οὐδέποτε δὲ εἰς προφανῆ γόον ἐξέπιπτεν. LFO NVGMRm | |
319a | 〈πρὸς γὰρ κακοῦ:〉 γνώμη. OVm | |
319b | ἡ πρὸς περισσή. FGsl | |
320 | 〈ἔχειν:〉 εἶναι. OGsl | |
323 | 〈τύχῃ:〉 δυστυχίᾳ. Hsl | 93 |
324 | 〈βοτοῖς:〉 θρέμμασιν. Gsl | |
325 | σιδηροκμῆσιν: τοῖς σιδήρῳ φονευθεῖσιν, ὡς ἀνδρο‐ κμῆσιν. LONm, HVGsl | |
326 | καὶ δῆλός ἐστιν ὥς τι δρασείων 〈κακὸν〉: προσεκτικὰ πρὸς τὸν ἀκροατήν, ἵνα προσέχῃ ἀκριβέστερον προσδο‐ κῶν ἀκούσεσθαι τὸ συμβησόμενον. LFONVGMRm | |
328a | ἀλλ’, ὦ φίλοι, τούτων γὰρ οὕνεκ’ ἐστάλην: πιθανὴν τὴν πρόφασιν τῆς ἐξόδου φησίν, ἵνα μὴ δόξῃ τὸν Αἴαντα ἐν τοιαύτῃ συμφορᾷ καταλελοιπέναι. LFNVGMRm | |
328b | 〈τούτων γὰρ οὕνεκ’:〉 ὧν μέλλω ἀναγγεῖλαι ὑμῖν. Hsl | |
329 | 〈εἰ δύνασθέ τι:〉 τοῦτο πρὸς τὸ μέγεθος τῆς συμφορᾶς. Lm, ONHGsl | |
330a | φίλων γὰρ οἱ τοιοίδε νικῶνται: δηλονότι καὶ οἱ κακοπραγοῦντες ἀπονέμουσιν αἰδῶ τινα τοῖς φίλοις. ἡ οὖν Τέκμησσα, ἅτε δὴ γυνὴ οὖσα καὶ αἰχμάλωτος, οὐχ οἵα τε αὐτὸν παραμυ‐ | |
θεῖσθαι, ἀλλὰ τὸν χορὸν προτρέπεται εἰσιέναι. ἐπειδὴ δὲ ἄτοπον τὸν | 94 | |
5 | χορὸν ἀπολιπεῖν τὴν σκηνήν, ἀναβοᾶν ἔνδοθεν ὁ Αἴας ἤρξατο, ἵνα μείνῃ ἐπὶ χώρας ὁ χορός· τοῦτο γὰρ ἐπόθει ὁ θεατής. LFONGMRm | |
330b | γνώμη. FOHVm | |
332a | διαπεφοιτάσθαι κακοῖς: ἐκμεμηνέναι· παρὰ τὸν φοῖτον. ἢ 〈διαπεφοιβάσθαι〉, ἀπὸ τῶν φοιβωμένων καὶ ἐν‐ θουσιώντων· καὶ γὰρ ἐκεῖνοι μανίᾳ τινὶ ὅμοιον πάσχουσί τι. LFONV GMRm | |
332b | ἐκμεμηνέναι. Gsl | |
333 | 〈ἰώ μοί μοι:〉 ὁ Αἴας ἔνδοθεν ἀναστενάζει. Lm, Gsl | |
334a | τάχ’, ὡς ἔοικε, μᾶλλον: τάχα, ὡς φαίνεται, μᾶλλον στενάζει, ὡς νῦν αὐτοῦ μᾶλλον παρωξυμμένου ἢ πρότερον. εἶτα πρὸς τὸν χορὸν τὰ ἑξῆς· ἢ οὐκ ἠκούσατε | |
5 | Αἴαντος οἵαν τήνδε θωύσσει βοήν; ἐμφαντικῶς δὲ τὸ θωύσσει· καὶ γὰρ δεῖ τὸν ὑποκρινόμενον τὸ τοῦ Αἴαντος πρόσωπον ἀπηνεστέρῳ χρῆσθαι τῷ φθέγματι καὶ κυνικώτε‐ | |
ρον βαΰζειν. διὰ τοῦτο εἶπεν θωύσσει. LFONGMRm | 95 | |
334b | τάχ’, ὡς φαίνεται, πολλῷ πλέον νοσεῖ νῦν ἢ πρίν. Gm | |
334c | 〈τάχ’:〉 ἴσως. Gsl | |
334d | 〈μᾶλλον:〉 νοσεῖ, παροξύνεται. FGsl | |
334e | θρηνεῖ λείπει. Nsl | |
335 | 〈θωύσσει:〉 βαΰζει. Lsl | |
337 | ἁνὴρ ἔοικεν ἢ νοσεῖν: ἢ ἔτι νοσῶν ἀναβοᾷ ἢ μετα‐ | |
γνοὺς ἐπὶ τοῖς πεπραγμένοις. LNGMRm, Hsl | 96 | |
340b | ἄλλως· ὤμοι τάλαιν’, Εὐρύσακες. ἀπορούσης τὸ ἦθος. τὸ μὲν ἀποιμώζει, τὸ δὲ καλεῖ τὸν παῖδα. εἶτα πρὸς ἑαυτὴν ἐπα‐ πορεῖ· τί ποτε μενοινᾷ; καὶ πάλιν καλεῖ τὸν παῖδα καὶ ἑαυ‐ τὴν ἀπολοφύρεται. λεληθότως δὲ ἀνεφώνησε καὶ τὸ τοῦ παιδὸς ὄνομα· | |
5 | ἐδεδίει γὰρ μὴ ἀνέλοι αὐτὸν μαινόμενος. LFONVGMRm | |
341a | 〈μενοινᾷ:〉 προθυμεῖ〈ται〉. Gsl | |
341b | 〈ποῦ ποτ’ εἶ:〉 ὁ παιδαγωγὸς αὐτὸν ἔξω εἶχεν. Lm | |
342a | Τεῦκρον καλῶ· ποῦ Τεῦκρος: μεταβαίνει ὁ Αἴας ἐπὶ πολλά, ἵνα δὴ πλείονες αἱ ἀγωνίαι γίνωνται. καὶ ἄλλως· ἴδιον τοῦ κακῶς ἔχοντος τὸ μὴ ἐφ’ ἓν τῶν λυπούντων ποιεῖσθαι τὴν ἀνα‐ φοράν. LFOGMRm | |
342b | Τεῦκρον καλῶ: ἐπιζητεῖ Τεῦκρον, ἵνα παράθηται αὐτῷ τὸν παῖδα, ὃν ἀφήσει τῷ χορῷ μὴ εὑρὼν τὸν Τεῦκρον. τὸ δὲ ἀπεῖναι τὸν Τεῦκρον χρήσιμον τῇ οἰκονομίᾳ· παρὼν γὰρ ἐκώλυεν 〈ἂν〉 αὐτὸν πρᾶξαι ἃ ἐβούλετο, νῦν δὲ μόνης τῆς γυναικὸς γέγονε κρείττων. | |
5 | LFONGm. | 97 |
344 | ἁνὴρ φρονεῖν ἔοικεν· ἀλλ’ ἀνοίγετε: ἐκ τοῦ καλεῖν τὸν Τεῦκρον στοχάζονται καὶ ἀνοίγειν κελεύουσιν, ἵνα αἰδεσθῇ θεασάμενος. τὸ δὲ κἀπ’ ἐμοί, οἷον, τάχ’ ἂν αἰδεσθείη με· ἢ οἷον, τάχ’ ἂν ἐφ’ ἡμῖν αἰδεσθείη καταλιπεῖν ἡμᾶς ἀνάρχους καὶ ὑποχειρίους | |
5 | τοῖς ἐχθροῖς. LONVGMRm, Osl | |
346a | ἰδοὺ διοίγω· προσβλέπειν δ’ ἔξεστί σοι: ἐνταῦθα ἐκκύκλημά τι γίνεται, ἵνα φανῇ ἐν μέσοις ὁ Αἴας τοῖς ποι‐ μνίοις. εἰς ἔκπληξιν γὰρ φέρει καὶ ταῦτα τὸν θεατήν, τὰ ἐν τῇ ὄψει πε‐ ριπαθέστερα. δείκνυται δὲ ξιφήρης, ᾑματωμένος, μεταξὺ τῶν ποιμνίων | |
5 | καθήμενος. LONGMRm | |
346b | τὸ σχῆμα παρεγκύκλημα. Gsl | |
348 | ἰὼ φίλοι ναυβάται: τάχιστα τὸ πᾶν ἀπήγγειλε τῷ τρο‐ | |
πικῷ. βούλεται δὲ σημᾶναι ὅτι, ὥσπερ ἐκ μεγάλου χειμῶνος 〈καὶ〉 κινήσεως ἀνέμων, κῦμά τι ὑπολειφθὲν ἀπὸ τοῦ γεγονότος χειμῶνος κυ‐ κλεῖ αὐτόν. μετὰ γὰρ τὸν χειμῶνα εἴωθε τὸ κῦμα ἐπὶ πλέον μένειν. | 98 | |
5 | LFONGm | |
350a | 〈ὀρθῷ νόμῳ:〉 ὀρθὸν νόμον τὸν τῆς φιλίας φησίν. Lm, Gsl | |
350b | τῷ τῆς φιλίας νόμῳ. FNHsl | |
351 | 〈ἆρα:〉 γρ. ἀρτίως. Gsl | |
352 | 〈φοινίας:〉 φονικῆς. FNsl | |
353a | 〈ἀμφίδρομον:〉 λείπει τὸ ὡς, ἵν’ ᾖ· ὡς ἀμφίδρομον. LONm, Gsl | |
353b | οἷον τὸ πανταχόθεν περιτρέχον· ἐξ οὗ τὴν ὑπερβολὴν τοῦ κακοῦ σημαίνει, ὅτι κατ’ οὐδὲν αὐτῷ ἐν εὐδίᾳ ἦν τὰ πράγματα. LONHm, Hsl | |
353c | ἀμφίδρομον: τὸ ἑλικοειδές, ὃ βαπτίζει τὰς ναῦς. LOHm, Osl | 99 |
354 | οἴμ’ ὡς ἔοικας: ὁ χορός ἐστιν ὁ λέγων· οὐ γὰρ εὐπρεπὲς τὴν Τέκμησσαν τὸν λόγον ὑφαρπάζειν λεγόμενον πρὸς τὸν χορόν. ἐν δὲ ταῖς ἀμφιβολίαις τῶν προσώπων δεῖ τοῦ ἤθους στοχάζεσθαι καὶ διαστέλλειν τὸ πρόσωπον. ἔοικας οὖν, φησίν, ὅτι ἐν μεγάλῳ χειμῶνι | |
5 | γέγονας. τὸ γὰρ ἀφροντίστως, οἷον διὰ τὸ μηδένα ἐπιμεληθῆναί σου ἐν χειμῶνι γέγονας. ἢ οὕτως· πρὸς τὴν Τέκμησσαν ὁ λόγος. νο‐ μίζω σε ἀληθῆ μοι μεμαρτυρηκέναι περὶ τῆς μανίας τοῦ Αἴαντος· οὕτω γὰρ τὸ πρᾶγμα δείκνυσιν ἡμῖν ὅτι μανικῶς διετέθη. LONm | |
355a | 〈ἀφροντίστως:〉 μανικῶς. LOsl | |
355b | ἀνιάτως, μωρῶς, μανικῶς. HGsl | |
356 | 〈ναΐας:〉 τῆς ναυτικῆς, ἐπεὶ ναυτικοὶ δοκοῦσιν οἱ νησιῶται. Lm, ONHVGsl | |
358a | 〈ὃς ἐπέβας:〉 τὸ σχῆμα πρὸς τὸ σημαινόμενον. Fsl | |
358b | 〈ἑλίσσων πλάταν:〉 κωπηλατῶν. εἴρηται δὲ παρὰ τὸ ἀμφιελίσσας. LONsl | |
358c | 〈πλάταν:〉 τὴν κώπην. NGsl | 100 |
360a | ποιμένων: τῶν κηδομένων, τῶν βοηθῶν. ὡς καὶ ποιμαί‐ νειν τὸ φροντίζειν. LFOGMRm, NHsl | |
360b | καὶ ἄλλως· ποιμένων, τῶν ἐμὲ ποιμαινόντων καὶ θαλ‐ πόντων. LΛFONGMRm | |
361 | 〈ἀλλά με συνδάιξον:〉 τὴν αὐτήν μοι προαίρεσιν λά‐ βε καὶ εὖξαί με ἀποθανεῖν· ἢ σφάξον με σὺν τοῖς θρέμμασιν. οὐ διὰ τὴν ἧτταν δὲ τῶν ὅπλων πικρὸς ὢν βούλεται ἀναιρεῖσθαι, ἀλλὰ τὸ ὄνειδος ὑφορώμενος τῶν ποιμνίων. ἐν τούτῳ δὲ τὸ ἦθος καὶ ἡ μεγαλοφροσύνη | |
5 | δείκνυται τοῦ Αἴαντος. LΛFONVGMRm | |
362a | 〈εὔφημα:〉 ἀγαθά, σεμνά. HGsl | |
362b | μὴ κακὸν κακῷ διδούς: τὸ ἑξῆς· μὴ κακὸν κακῷ | |
διδοὺς ἄκος μεῖζον ποίει τῆς ἄτης τὸ πῆμα. ἄτην δέ φησι τὴν μα‐ νίαν, πῆμα δὲ πλέον (ὅ ἐστι χεῖρον τῆς μανίας) τὸν θάνατον. τοῦτο δέ φησιν, ἐπεὶ ὁ Αἴας λέγει τῷ χορῷ· | 101 | |
5 | ἀλλά με συνδάιξον. καὶ ἄλλως· μὴ θεραπείαν κακοῦ ἕτερον κακὸν ἐπεισαγάγης, οἷον μὴ τῷ θανάτῳ διαλύσῃς τὸ ὄνειδος. πῆμα δὲ ἄτης κατὰ περί‐ φρασιν τὴν ἄτην· μὴ τὴν ἄτην πλείονα ποιήσῃς· ἀρκεῖ γὰρ ἡ παροῦσα. LFONVGMRm | |
363a | 〈πῆμα:〉 τὸν θάνατον. FOsl | |
363b | 〈ἄτης:〉 τῆς μανίας. Gsl | |
363c | 〈τίθει:〉 ποιήσῃς. Fsl | |
365a | 〈δαΐοις:〉 πολεμικαῖς. FNsl | |
365b | 〈ἄτρεστον:〉 ἀφόβητον. Gsl | 102 |
365c | 〈ἄτρεπτον:〉 γράφεται ἄτρεστον. Fsl | |
366a | ἐν ἀφόβοις με θηρσί: τοῖς μὴ φόβον ἐμποιοῦσι. θηρσὶ δὲ ἀντὶ τοῦ προβάτοις. LNm, OGsl | |
366b | προβάτοις. FGsl | |
367a | οἶμοι γέλωτος, οἷον ὑβρίσθην ἄρα: ὅρα ὅτι οὐδὲν αὐτοῦ ἄλλο ἅπτεται ὡς τὸ τῆς ἀσχημοσύνης, ὅτι κατὰ τῶν μηδενὸς ἀξίων ἠνδρίσατο. LΛOGMRm | |
367b | 〈ἄρα:〉 γρ. τάλας. Fsl | |
368 | μή, δέσποτ’ Αἴας: τοῦτο Τεκμήσσης ἐστί. καὶ παρὰ μέρος γίνονται αἱ παραμυθίαι, οἷα τὰ τῶν φίλων ἐστὶν ἐν ταῖς τοιαύ‐ ταις συμφοραῖς παραμυθουμένων, ἵνα ἐκεῖνος μὲν ἀπαράλειπτον ἔχῃ τὴν παραμυθίαν, οἱ δὲ ἐν μέρει τυγχάνωσιν ἀναπαύλης. τὸ δὲ | |
5 | 〈οὐκ〉 ἐκτός; οὐκ ἄψορρον; πρὸς τὴν Τέκμησσάν φη‐ σιν. ἐκείνοις μὲν γὰρ διαλέγεται ὁ Αἴας δεόμενος αὐτῶν, ἐνταῦθα δὲ τῇ Τεκμήσσῃ ἐπιπλήσσει (εἰώθαμεν γὰρ τοῖς ἐγγυτέρω παρρησιάζε‐ | |
σθαι), οὐχ ὡς αἰχμάλωτον ἐξουθενῶν. LΛONGMRm | 103 | |
369 | 〈ἄψορρον:〉 ταχέως· ὀπισθόρμητον. FNGsl | |
371 | ὦ πρὸς θεῶν: τοῦτο ὁ χορός, τῆς Τεκμήσσης σιγησάσης διὰ τὴν ἐπιτίμησιν. οὐ μὴν πρὸς τοῦτο ἀποκρίνεται ὁ Αἴας, ἀλλ’ ἀνοι‐ μώζει πάλιν. ἔστι γὰρ καὶ τοῦτο ἴδιον τῶν καμνόντων, ὥστε μὴ ἀκο‐ λούθως φθέγγεσθαι. LΛNm | |
373 | 〈ἀλάστορας:〉 ἀλάστορες δαίμονες φανεροὶ περὶ τὰς ἅ‐ λας †ἐπιτηρεῖν τοῖς θεμένοις†. Gm | |
377 | 〈ἐπ’〉 ἐξειργασμένοις: ἐπὶ τοῖς τετελεσμένοις καὶ ἴασιν οὐκ ἔχουσιν, κατὰ τὸ Σιμωνίδου (frg. 98, PMG p. 306 Page)· τὸ γὰρ γεγενημένον οὐκέτ’ ἄρεκτον ἔσται. LNGMRm, OGsl | |
378 | 〈ὅπως οὐχ ὧδ’ ἔχειν:〉 ὅπως ταῦτα μὴ οὕτως σχοίη. Lm, Osl | |
379a | 〈ἰὼ πάνθ’ ὁρῶν:〉 τὸ ἑξῆς· ἰὼ πάνθ’ ὁρῶν ἀεί, ἤγουν ὦ ἥλιε. Nm | |
379b | πρὸς τὸν Ὀδυσσέα λέγει. Hsl | |
379c | 〈ἀΐων:〉 γράφεται ἀεί. Nsl | 104 |
379d | 〈ἁπάντων τ’ ἀεὶ / κακῶν ὄργανον:〉 ἀντὶ τοῦ πανοῦργε καὶ περίεργε. Lm, NGsl | |
381a | κακοπινέστατον 〈τ’ ἄλημα〉: τὸ πίνος ποτὲ μὲν ἐπὶ τῆς ἰδέας ποτὲ δὲ ἐπὶ τοῦ ἤθους· ἐνταῦθα οὖν τὸν κακοήθη. 〈ἄ‐ λημα δὲ〉 ἀντὶ τοῦ κολάκευμα, τρῖμμα. καὶ κακοπινέστατον: κακόν, ῥυπαρόν. πινῶδες γὰρ ἀδόκιμον τῇ γνώμῃ καὶ οὐ καθαρόν, ἄλ‐ | |
5 | λοτε ἄλλα νοοῦν. LΛFONVG | |
381b | 〈κακοπινέστατον:〉 ῥυπαρόν. FVsl | |
381c | μιαρόν, πανοῦργον καὶ περίεργον. Hsl | |
381d | 〈ἄλημα:〉 ἀπάτημα. LNsl | 105 |
382a | 〈ἦ που πολὺν γέλωθ’:〉 τοῦτο μάλιστα αὐτοῦ ἅπτεται, τὸ τῷ ἐχθρῷ καταγέλαστον εἶναι. LNm, Hsl | |
382b | 〈ἄγεις:〉 ἔχεις. FHsl | |
382c | 〈ἔχεις:〉 ἔχεις. Rsl | |
383a | ξὺν τῷ θεῷ πᾶς καὶ γελᾷ: κινδυνεύει εἰς ἐναντίον εἶναι τὸ διανόημα, ἐὰν νομίζωμεν φάσκειν τὸν χορόν, ὅτι θεοῖς ἀρέσκει γελᾶν ἐκεῖνον καὶ ἐφήδεσθαί σοι· τοῦτο γὰρ προτροπὴν μᾶλλον φέρει εἰς τὸν θάνατον Αἴαντι. ἀκουστέον οὖν οὕτως· οὐχ ὅτι θεῷ ἀρέσκει | |
5 | γελᾶν ἐκεῖνον, ἀλλ’ ὅτι θεῶν βουλομένων καὶ τὰ κακὰ μεθίσταται εἰς τέρψιν. εἰκὸς οὖν καὶ ἡμῖν, φησίν, βοηθήσειν τὸ θεῖον. ἢ οὕτως· θεὸς καὶ τὸ γελᾶν καὶ τὸ κλαίειν δίδωσιν. πῶς οὖν σου ἔχει καταγελάσαι τῆς ἀτυχίας Ὀδυσσεὺς μὴ ταύτης γεγονώς σοι αἴτιος, ὅπου γε παρὰ θεῶν δίδοται; LΛONVGMRm | |
383b | γνώμη. FHVm | |
384a | ἴδοιμί νιν: τοῦ χοροῦ τὸν περὶ θεῶν λόγον ἐμβαλλομέ‐ νου, οὐχ ὑφίεται ὁ Αἴας, ἀλλ’ ὑπὸ τῆς ἰδίας δυνάμεως ἐπαίρεται. φησὶν οὖν, ἴδοιμι αὐτὸν καίπερ οὕτω κακούμενος· δῆλον γὰρ ὅτι ἀμυνοῦμαι, | |
εἰ καὶ θεοὶ συλλαμβάνουσιν αὐτῷ. LΛONGMRm | 106 | |
384b | 〈ἀτώμενος:〉 ἄτης πεπληρωμένος. Lm, Gsl | |
386 | μηδὲν μέγ’ εἴπῃς: οἷον καὶ τὸ ἐν Ἠλέκτρᾳ (830)· μηδὲν μέγ’ ἀύσῃς. τοῦτο δὲ πρὸς τὸ (Ai. 384)· ἴδοιμί νιν καίπερ ὧδ’ ἀτώμενος. LΛOGMRm | |
388 | 〈αἱμυλώτατον:〉 πανοῦργον. Fsl | |
389a | ἄλημα: πλάνημα καὶ παραλογιστικὸν πανούργημα. ἢ περί‐ τριμμα, παρὰ τὸ λέπειν. LOGMRm | |
389b | πλάνημα. NHsl | |
389c | τούς τε δις/σάρχας: αἱ τοιαῦται προφωνήσεις οὐ διαλύουσι τὴν ὑπόθεσιν προλαμβάνουσαι τὸ μέλλον, ἀλλὰ προσο‐ χὴν ἐργάζονται τῷ θεατῇ προσδοκῶντι πῶς τὸ δεινὸν ἀπαντήσειεν. | |
LΛONVGm | 107 | |
392 | ὅταν κατεύχῃ 〈ταῦθ’:〉 ἐπειδὴ διὰ τῆς παραμυθίας οὐκ ἠδυνήθη αὐτὸν μεταθεῖναι, δοκεῖ ἐκ τούτων αὐτὸν μεταθεῖναι· κἀμοὶ οὖν εὔχου ἀποθανεῖν. LΛOVGMRm | |
395a | ὦ φαεννότατον: τουτέστιν, ὡς ἐμοὶ φαεινότερον τοῦ ἡλίου. LONGm | |
395b | 〈ὡς ἐμοί:〉 ἀντὶ τοῦ· ὡς ἐμοὶ χρῆσθαι κριτῇ. ἢ παρέλκει τὸ ὡς. LONGm | |
395c | ὡς ἐμοὶ φαίνεται. GMRm | |
397 | οὔτε γὰρ θεῶν / γένος: οὔτε θεῶν γὰρ γένος οὔτε ἀν‐ θρώπων ὁρᾶν ἔτι ἄξιόν μοι εἰς ὠφέλειαν. ἄριστον τοίνυν ἐξιέναι τοῦ βίου. ἢ οὕτως· εἰς ὄνησιν ἀνθρώπων, εἰς ὠφέλειαν οὐκ εἰσί μοι οἱ ἄνθρωποι οὔτε οἱ θεοί· τί οὖν ἔτι ζῶ; ὡς εἴ τις τὸν θάνατον | |
5 | σωτηρίαν νομίσειεν. LΛONGMRm | 108 |
398 | 〈ἁμερίων:〉 τὸ ἐξ ἁμερίων ἀνθρώπων. Lm, Hsl | |
399a | 〈εἰς / ὄνασιν:〉 εἰς ἡδονήν. LFsl | |
399b | εἰς ὠφέλειαν. Hsl | |
401 | ἀλλά μ’ ἁ Διός: καὶ ταῦτα χρήσιμα κατὰ τὸν χορόν, ἵνα ἐπίστωνται πόθεν ἡ καταρχὴ τῆς μανίας. ἔδει οὖν οὐ παρ’ ἄλλου μαθεῖν ἢ παρ’ ἐκείνου τοῦ πεπονθότος· συνίησι γὰρ πεπλανημένος ὑπὸ Ἀθη‐ νᾶς, ἡ δὲ Τέκμησσα τὸ ὅλον ἀγνοεῖ. LΛONGMRm | |
402 | 〈ὀλέθριον:〉 μέχρι θανάτου. LHsl | |
403a | 〈ποῖ:〉 γρ. ποῦ. HGsl | |
403b | φύγῃ: γρ. τράπῃ. Lm | |
404 | ποῖ μολὼν 〈μενῶ〉: ποῦ ἐλθὼν παραμενῶ; πανταχοῦ | |
γὰρ ἕπεται ἡ θεὸς αἰκιζομένη. LΛONVGm | 109 | |
405a | 〈τὰ μέν:〉 ἢ τὰ κατὰ τὴν κρίσιν τῶν ὅπλων ἢ τὰ ἐν τῷ οἴκῳ. LFm, OGsl | |
405b | τὰ πρῴην ἀριστεύματα ἃ ἐποίησα .... Gm | |
406 | 〈τοῖσδ’ ὁμοῦ:〉 σὺν τοῖς ποιμνίοις. FNsl | |
407 | 〈μωραῖς δ’ ἄγραις:〉 διὰ τὴν ἀναίρεσιν τῶν βοτῶν. Lm, OHGsl | |
408a | δίπαλτος ἄν με 〈/ χειρὶ φονεύοι〉: ἀμφοτέ‐ ραις ταῖς χερσίν, οἷον περιδεξίως με φονεύοι. 〈ἢ〉 παντὶ σθένει, ὡς Δίδυμος (Comment. in Soph. frg. 8, p. 242 Schmidt). ἢ ὁ στρατός με φονεύοι λαβὼν τὰ δίπαλτα δοράτια, ὡς Πῖός φησιν. LONVGMRm | |
408b | διπλῶς. ἢ ἀμφοτέραις ταῖς χερσίν. FGsl | |
408c | ἀμφοτέραις ταῖς χερσὶ λαβὼν τὰ δίπαλτα δοράτια. Osl | 110 |
409a | 〈χειρὶ φονεύοι:〉 τὴν ἀπὸ τῶν ἐχθρῶν ἐπιβουλὴν προ‐ βάλλεται. LΛONVGMRm | |
409b | 〈χειρί:〉 δυνάμει. Gsl | |
410 | τοιάδ’ ἄνδρα χρήσιμον / φωνεῖν, ἃ πρό‐ σθεν: τοιαῦτα φωνεῖν, ἃ πρότερον οὐκ ἂν ἔτλη γενναιότατος ὤν. LΛONVGMRm | |
412a | ὦ πόροι ἁλίρροθοι: ἀντὶ τοῦ· ποταμοὶ εἰς θάλασσαν ῥέοντες. οὐ τοὺς ἐν Σαλαμῖνι δέ φησιν, ἀλλὰ τοὺς ἐν Τροίᾳ. LΛFO NGMRm | |
412b | ποταμοὶ ἐν τῇ ἁλὶ ῥέοντες. ONGsl | |
412c | ποταμοί, οἱ ἐν τῇ Τροίᾳ. LFsl | |
412d | οἱ εἰς τὴν θάλασσαν ῥέοντες. Fsl | |
413a | 〈νέμος ἐπάκτιον:〉 τὸ ἄλσος τῆς Ἴδης τοῦ ὄρους, τὸ παράλιον. LOGMRm | |
413b | 〈νέμος:〉 τὸ ἄλσος τοῦ ὄρους. FGsl | |
417a | 〈ἀμπνοὰς ἔχοντα:〉 ζῶντα. Lm, Osl | 111 |
417b | 〈τοῦτο:〉 ὅτι οὐκ ἔχω ἔτι ζῆν. LΛm, OHGsl | |
419 | ἰὼ Σκαμάνδριοι: οὐκ ἔστιν ἡ διαστολὴ πρὸς τοὺς Τρῶας ὡς τοῦ Σκαμάνδρου μᾶλλον τὰ τῶν Ἑλλήνων αἱρουμένου, ἀλλ’ οἷον· ἐμοὶ ἐχθραὶ ῥοαί, εὔφρονες δὲ τοῖς Ἀργείοις, τοῖς ἐμοῖς 〈ἐχθροῖσ〉. ταῦτα δὲ πάντα ἐστὶ τοῦ ἀνακρουομένου τὸν θάνατον. LΛFONGMRm | |
420a | 〈εὔφρονες:〉 διὰ τὸ ποτόν. Lm | |
420b | φίλαι, εὐφραντικαὶ διὰ τὸ ποτόν. FOsl | |
421 | οὐκέτ’ ἄνδρα: οὐ νεμεσητὸν Αἴαντι μεγαλαυχεῖσθαι. ὅταν μὲν γάρ τις ἐν μετρίᾳ διαγωγῇ ᾖ, τότε εὔσχημον περιστέλλειν τὰ ἑαυτοῦ πλεονεκτήματα, ἀπηυδηκότα δὲ ἄνδρα οὐκ ἄν τις μέμψαιτο, εἰ μεγαλαυ‐ χεῖται, ὁποῖα καὶ ὁ Ἡρακλῆς ἐν τῷ τέλει ὢν περὶ τῆς ἀνδρείας αὑτοῦ | |
5 | διέξεισι. καὶ γίνεται ἐπίτασις τοῦ πάθους, ὁπόταν ὁ τοιοῦτος διαφθεί‐ ρηται. ἔτι δὲ αὔξεται τὸ πάθος οὐχ ὑπὸ ἄλλου 〈τοῦ λόγου〉 λεγομένου | |
ἐπ’ αὐτῷ ἀλλ’ ὑπὸ αὐτοῦ. LΛFONVGm | 112 | |
422 | 〈ἔπος / ἐξερέω μέγ’:〉 κομπάσω. Lm, ONGsl | |
428a | οὔτοι ς’ ἀπείργειν: ὁ χορός ἐστιν ὁ λέγων· ἐνδίδωσι γὰρ τῷ Αἴαντι κάμνοντι, ὅπερ ἐστὶν εἶδος παραμυθίας. ἡ δὲ Τέκμησσα τοῦτο οὐκ ἐποίει. LFONGMRm | |
428b | 〈τὸ ἑξῆς·〉 οὔτοι ἔχω ἀπείργειν σε οὔτε ὅπως ἐῶ λέγειν. Nsl | |
429 | 〈ἔχω:〉 ἀντὶ τοῦ δύναμοι. Lm, OHGsl | |
430a | αἶ αἶ· τίς ἄν ποτ’ ᾤεθ’ ὧδ’ ἐπώνυμον: ἐντεῦθεν μακρὰν ῥῆσιν μηκύνει ὁ Αἴας. ἔστι δὲ καὶ τοῦτο ἀρχαιότροπον, τὸ πρὸς τὰς ὀνομασίας ἐκφέρειν τὰς συμφοράς. καλῶς μὲν οὖν πράττων οὐκ ἂν ἐμέμνητο τοῦ διανοήματος τοῦ ὀνόματος, ἐν συμφορᾷ δὲ ὢν | |
5 | ταῦτά φησιν. LΛFONVGMRm | 113 |
430b | ὧδ’ ἐπώνυμον: συνῳδὸν ἔσεσθαι καὶ ἐπώνυμον τοῖς ἐ‐ μοῖς κακοῖς. ἔπλεξε δὲ τὸ ὄνομα παρὰ τὸ αἶ, αἶ, τὸ θρηνητικὸν ἐπίρ‐ ρημα. LΛFONVGm | |
430c | κατὰ τῶν αὑτοῦ ὀνομαζόμενον. VGMRm | |
430d | συνῳδόν, φερώνυμον. FGsl | |
431 | 〈ὄνομα:〉 τοὖπος. Vm | |
434a | ὅτου πατὴρ μέν: περιπαθῶς τὰ τοῦ πατρὸς κατορθώματα παραλαμβάνει. εἰπὼν δὲ 〈ταῦτα〉, τὰ ἴδια κατορθώματα διεξῆλθε καὶ ὡς | |
συγγενικὴ αὐτῷ ἡ παρὰ τὸ χωρίον ἀνδραγαθία. LΛFONVGMRm | 114 | |
434b | ἀπ’ Ἰδαίας χθονός: Ἰδαία τὸ πάλαι ἡ Τροία ἐκα‐ λεῖτο. LFOm, HGsl | |
434c | τῆς Τρωικῆς. FNsl | |
435 | 〈τὰ πρῶτα καλλιστεῖ’:〉 εἴληφε τὴν Ἡσιόνην παρὰ τοῦ Ἡρακλέους. LOm, Gsl | |
436 | 〈πᾶσαν εὔκλειαν:〉 τὴν Ἡσιόνην. Fsl | |
439a | οὐδ’ ἔργα μείω: πιθανῶς τὸ μὴ εἰπεῖν πλείονα τοῦ πα‐ τρὸς 〈ποιήσαντα〉 κακοπαθῆσαι ἀλλὰ μὴ ἐλάσσονα. οὐκ ἐλάσσονα γὰρ τοῦ πατρὸς ποιήσας ἄτιμος ἐλαύνομαι. LFONVGMRm | |
439b | 〈χειρός:〉 λείπει ἡ διά, ἵν’ ᾖ· δι’ ἐμῆς χειρός. LGm | |
439c | 〈ἀρκέσας:〉 δείξας, βοηθήσας, ποιήσας. LGsl | |
440 | ἄτιμος Ἀργείοισιν ὧδ’ ἀπόλλυμαι: ἀντὶ τοῦ ὑπὸ τῶν Ἀργείων. ἢ ἀρκέσας Ἀργείοις ἄτιμος ὧδ’ ἀπόλλυμαι. LFO | |
NGMRm | 115 | |
441 | 〈τοσοῦτον:〉 ἀντὶ τοῦτο. Lm | |
442a | εἰ ζῶν Ἀχιλλεύς: ἐπεξιὼν τὰς ἑαυτοῦ συμφορὰς καταλέγει πρῶτον τὰ κατὰ τὴν ἀδικίαν τῆς κρίσεως· τοῦτο γάρ ἐστι τὸ πρῶτον αὐτὸν λελυπηκός. LΛFONGMRm | |
442b | χαρίεν τὸ διανόημα. Lm, OGsl | |
445a | παντουργῷ: πάντα πράττοντι καὶ μηδὲν ὑποστελλομένῳ, πανούργῳ καὶ ἀναιδεῖ. LFONGMRm | |
445b | πανούργῳ. Gsl | |
446a | ἀνδρὸς τοῦδ’: δεικτικῶς, ἀντὶ τοῦ ἐμοῦ. LΛm, OGsl | |
446b | δεικτικὸν πρὸς ἑαυτόν. Fsl | |
446c | ἐμοῦ. Nsl | |
447a | 〈κεἰ μὴ τόδ’ ὄμμα καὶ φρένες διάστροφοι /〉 | |
γνώμης ἀπῇξαν τῆς ἐμῆς: οἷον, εἰ μὴ διὰ τὴν ἔκστασιν τοῦ δέοντος ἐξέπεσον αἱ διάνοιαί μου, οὐκ ἄν ποτε ἄλλου οὕτως ἀδί‐ κως κατεψηφίσαντο. ὡς καὶ παρ’ Ὁμήρῳ (Α 232, Β 242)· | 116 | |
5 | ἦ γὰρ ἄν, Ἀτρεΐδη, νῦν ὕστατα λωβήσαιο. LΛFONGMRm | |
447b | 〈διάστροφοι:〉 παρατετραμμέναι. FHsl | |
450 | 〈ἀδάμαστος:〉 παρθένος, ἄζυγος. LΛm, FOGsl | |
453 | αἱμάξαι: παρὰ τὴν αἰχμὴν αἰχμάσαι. LΛm, Gsl | |
455a | ἐμοῦ μὲν οὐχ ἑκόντος: γρ. οὐκ ἔχοντος· τὸ ἔγκλημα τῆς φυγῆς αὐτῶν. πάνυ δὲ γενναίως ἐμμένει τῷ λήματι. τὸ γὰρ ἐφ’ ἑαυ‐ τῷ, ἀνῃρηκέναι φησὶ τοὺς Ἕλληνας καὶ ἡττῆσθαι οὐχ ὑπ’ ἐκείνων, | |
ἀλλὰ διὰ τὴν ἐπήρειαν τῆς θεοῦ. LΛFONVGMRm | 117 | |
455b | 〈εἰ δέ τις θεῶν:〉 γνώμη. HVm | |
457 | 〈θεοῖς / ἐχθαίρομαι:〉 διὰ τὸ πεπλανῆσθαι ὑπὸ τῆς θεοῦ. ΛVm, LHsl | |
460 | 〈ναυλόχους ... ἕδρας:〉 τὸν ναύσταθμον. LΛm, Gsl | |
461a | 〈μόνους τ’ Ἀτρείδας:〉 ἀντὶ τοῦ ἐρήμους. μεγαλο‐ φυῶς δὲ οἴεται ἑαυτὸν τὸ πᾶν εἶναι. LONGm, Gsl | |
461b | Αἰγαῖον: Αἰγαὶ τῆς Εὐβοίας νῆσος δυσχείμερος, ἀφ’ ἧς τὸ πέλαγος Αἰγαῖον ἐκλήθη. οἱ μέν φασιν ὅτι ἀπὸ Ποσειδῶνος ὠνομά‐ σθη· οὕτω γὰρ λέγεται ὁ θεός. οἱ δὲ ἀπὸ Αἰγέως τοῦ πατρὸς Θησέως κατακρημνίσαντος ἑαυτὸν ἀπὸ τῆς ἀκροπόλεως εἰς τὴν θάλασσαν· | |
5 | οὐ πολὺ γὰρ ἀπέχει ἡ ἀκρόπολις τῆς θαλάσσης. Fm | |
461c | 〈Αἰγαῖον περῶ:〉 περιπλέων τὴν νῆσον οὕτως ὡς ὁ Θηβαῖος. Fm | |
462 | καὶ ποῖον ὄμμα πατρί: αἰσχύνεται ἄνευ ἀριστείων φανῆναι τῷ πατρὶ καὶ φυγὰς ἀκούειν. δαιμονίως δὲ ἀνθυπάγει αὑτῷ τὰ τῆς ἀπαλλαγῆς καὶ τοῦτο ἀναλύει, ἵνα μὴ λυθῇ ἡ ὑπόθεσις. LΛ | |
FONVGMRm | 118 | |
467a | 〈πρὸς ἔρυμα:〉 πρὸς τὸ τεῖχος. Lm, FHsl | |
467b | φύλαγμα. NHsl | |
469 | ἀλλ’ ὧδέ γ’ Ἀτρείδας: ἀλλ’ ἐφησθήσονται οἱ Ἀ‐ τρεῖδαι, ἐάν τι γενναῖον δράσας πρὸς τοὺς Τρῶας ἀποθάνω, ἀγνοοῦντες ὅτι ἑκουσίως γέγονέ μοι ὁ θάνατος. LΛFONVGMRm | |
470 | 〈πεῖρά τις ζητητέα:〉 καλῶς οὐκ ἐπήνεγκε τὴν ἀληθῆ δόξαν, ἕως ἂν δράσῃ ἅπερ αὐτὸς ὑπονοεῖ. LΛFONVGMTm | |
471 | 〈δηλώσω πατρί:〉 λείπει τὸ φανείς. Gsl | |
472a | μή τοι φύσιν γ’ ἄσπλαγχνος ἐκ κείνου: του‐ τέστιν φύσιν ἀσθενῆ καὶ ἀλλοίαν παρὰ τὴν τοῦ πατρός. καὶ ἄλ‐ λως· ἄσπλαγχνος, ἀντὶ τοῦ ἄτολμος, ταπεινός, δειλός, ψυχρός. | |
LΛFONVGMRm | 119 | |
472b | 〈ἄσπλαγχνος:〉 ἀντὶ τοῦ ἀσθενής, δειλός. Fsl | |
472c | δειλός, ἄνανδρος. Gsl | |
473 | 〈αἰσχρὸν γὰρ ἄνδρα:〉 γνώμη. FOVGm | |
474a | κακοῖσιν ὅστις: ὅστις διαλλαγὴν οὐ δέχεται, ἀλλ’ ἀεὶ ἐν κακοῖς ἐξετάζεται. LΛNm | |
474b | κακοῖσιν ὅστις: ὅστις ἀεὶ ἐν κακοῖς ἐξετάζεται καὶ διαλλαγῆναι οὐ βούλεται. GMRm | |
475 | τί γὰρ παρ’ ἦμαρ: τί γὰρ ἡμέρα μία ἔχει προσθεῖσα τὸ ζῆν καὶ ἀναβαλομένη τοῦ θανεῖν τέρπειν τὸν ἄνθρωπον; LΛ FONVGMRm | |
476a | 〈προσθεῖσα:〉 τὸ ζῆν. Fsl | |
476b | 〈κἀναθεῖσα:〉 ἀναβαλομένη. Gsl | |
477a | 〈πριαίμην:〉 ἀξιώσαιμι. FNHGsl | |
477b | γνώμη. Fm | |
478 | ὅστις κεναῖσιν: τὸ γὰρ τοιοῦτον, ἐξαπατᾶν ἐστιν ἑ‐ αυτὸν ἐν ψευδολογίᾳ διάγοντα. θερμαίνεται δέ, θάλπεται, | |
χλιαίνεται. FONGm, Lsl | 120 | |
479a | ἀλλ’ ἢ καλῶς 〈ζῆν〉: φιλοσόφως τὸ καλὸν ἐν ἀμφοτέ‐ ροις. LΛNm, Gsl | |
479b | γνώμη. FOVm | |
481a | οὐδεὶς ἐρεῖ ποθ’ ὡς ὑπόβλητον λόγον: γνή‐ σια τῆς διανοίας σου τὰ εἰρημένα καὶ οὐχ ὑπόβλητα· οἰκεῖα οὖν σαυ‐ τῷ εἶπας· ὅμως γε μὴν παῦσαι, τὸ πᾶν ἀναθεὶς ἡμῖν. LΛFONVGMRm | |
481b | 〈ὑπόβλητον:〉 μὴ πρέποντα, ἀνοίκειον τῆς φρενός σου. νόθον τῆς γλώσσης. Gsl | |
485a | ὦ δέσποτ’ Αἴας: Τεκμήσσης ὁ λόγος· οὐ γὰρ δεῖ τὸν χορὸν μηκύνειν τὸν λόγον. μικτὸς δὲ ὁ λόγος· τὸ μὲν γὰρ αὐτοῦ γεννικὸν καὶ ἐλευθέριον διὰ τὴν παρρησίαν τῆς φύσεως (δούλη γὰρ ἐπάναγκες γέγονε), τὸ δὲ συναρμόζον τοῖς καιροῖς· δι’ ὅλου δὲ τὴν φι‐ | |
5 | λοστοργίαν ἐμφαῖνον. καὶ ὅταν τὰ ἑαυτῆς ὑποβάλλῃ, τεχνικῶς ἐπιχει‐ ρεῖ, μαλθακώτερόν πως καθιστῶσα τὸν Αἴαντα. δεῖ οὖν τοιούτους λό‐ | |
γους λέγειν, ὅτι διὰ τὴν ἐλευθερίαν παρρησιάζεται. LΛOVGMRm | 121 | |
485b | καὶ ἄλλως· τῆς ἀναγκαίας τύχης: διπλῶς φα‐ σι τὸ ἀναγκαῖον, ποτὲ μὲν ἐπὶ τῶν κατὰ φύσιν ἀκολουθίαν τινὰ ἐχόν‐ των (ὡς ἂν εἴποιμεν· ἀναγκαίως τὸ πῦρ θερμὸν καὶ τὸ γάλα λευκόν), ποτὲ δὲ ἐπὶ τοῦ ἐξ ἀνάγκης γινομένου, ὡς καὶ νῦν ἀναγκαίας | |
5 | τύχης, τῆς βίας φησίν LΛFONGm | |
485c | ἄλλως· τύχης: τῆς δυστυχίας. τεχνικὸς ὁ λόγος ἐκ προ‐ οιμίου καὶ εἰς ἔλεον ἱκανὸς ἐπισπάσασθαι. LΛFONGm | |
485d | γνώμη. Om | |
488a | 〈εἴπερ τινὸς σθένοντος:〉 〈τὸ ἑξῆς·〉 σθένοντος ἐν πλούτῳ εἴπερ τινὸς τῶν Φρυγῶν· ἀντὶ τοῦ, ὡς οὐκ ἄλλου τινός. LOVm | |
488b | ὡς οὐκ ἄλλου τινός. FOGsl | |
490a | 〈σῇ μάλιστα χειρί:〉 τῇ αἰχμαλωτισάσῃ με. Lm, Fsl | 122 |
490b | 〈χειρί:〉 δυνάμει. FOGsl | |
491 | 〈εὖ φρονῶ τὰ σά:〉 εὔνους σοι καθίσταμαι. Lm, HGsl | |
492 | καί ς’ ἀντιάζω: κάλλιστα ἀμφοτέροις τοῖς ὅρκοις ἐ‐ χρήσατο. μέγιστον γὰρ δικαίωμα τὸ τῆς αὐτῆς ἑστίας ἐπιτυχεῖν, ὁπότε καὶ τῶν πολεμίων διὰ ταῦτα φειδόμεθα. καὶ τὸ σεμνὸν τῆς κοίτης χρή‐ σιμον, ὅπου γε καὶ τὸ σεμνότατον τῶν προσώπων περὶ δικαιωμάτων | |
5 | τῶν πρὸς ἄνδρα καὶ γυναῖκα διαλεγόμενον αὐτὸ τοῦτο ὄμνυσιν (Hom. Ο 39)· σή θ’ ἱερὴ κεφαλὴ καὶ νωίτερον λέχος αὐτῶν. ὅρα δὲ ὅτι ἑκατέρωθεν θηλείαις ὁ τοιοῦτος λόγος πρόσκειται, ἐπὶ δὲ τοῦ Ὀδυσσέως καὶ ἄλλο τι οἰκειότερον ὄνομα ἐξεῦρεν (ψ 296)· | |
10 | ἀσπάσιοι λέκτροιο παλιοῦ θεσμὸν ἵκοντο, τὴν εὔνοιαν δηλῶν τῶν οὕτω συνιόντων ἐπιμονῇ παιδοποιίας. LΛ FONVGMRm | |
493a | 〈συνηλλάχθης:〉 συναλλαγὰς ἔσχες, γάμῳ συνεζεύχθης. LGm | |
493b | συνεζεύχθης. HGsl | 123 |
494 | 〈βάξιν:〉 βοήν, φήμην, λοιδορίαν. ONGsl | |
495a | τῶν σῶν ὑπ’ ἐχθρῶν χειρίαν ἐφείς 〈τινι〉: εἰδυῖα ἀγριαίνοντα τὸν Αἴαντα πρὸς τὰς ἐπιτιμήσεις, διαρρήδην μὲν οὔ φησιν, μὴ διάφθειρε σαυτόν· στοχαζομένη δὲ τοῦ καιροῦ ἔξωθεν περιέρχεται τὰ ἐπακολουθοῦντα λέγουσα, ὅτι ὑποχειρίαν με τοῖς ἐ‐ | |
5 | χθροῖς σὺν τῷ παιδὶ καταλείψεις. LΛFONGm | |
495b | ἡ ὑπὸ πρὸς τὸ χειρίαν, ἵν’ ᾖ· ὑποχειρίαν με δούς. LFNGm | |
495c | 〈χειρίαν:〉 δουλείας. Gsl | |
495d | 〈ἐφείς:〉 γρ. ἀφείς. Gsl | |
495e | ἢ ἀφ’ ἧς ἡμέρας ἢ ἀφήσεις, καταλείψεις. Fsl | |
495f | ὑποχειρίαν καταλείψας. Osl | |
496a | 〈ἀφ’ ἧς:〉 ἢ ἀφ’ ἧς ἂν ἡμέρας ἢ ἀφεὶς καὶ καταλείψας. Fsl | |
496b | 〈ἀφείς:〉 γρ. ἀφ’ ἧς. Gsl | 124 |
497a | ταύτῃ: ἀντὶ τοῦ οὕτως, κατὰ τοῦτον τὸν τρόπον. LFNm, Gsl | |
497b | οὕτως. Fsl | |
499 | ξὺν παιδὶ τῷ σῷ δούλιον ἕξειν τροφήν: οὐ ψιλὸν τὸ τῆς δουλείας ὄνομα εἶπεν, ἀλλὰ καὶ ὅσα ἔνεστιν εἰπεῖν τινα ἰδόντα αὐτὴν ἐν δουλείᾳ. καὶ ἡ τοιαύτη δὲ διδασκαλία παρ’ Ὁμήρῳ (Ζ 432)· | |
5 | μὴ παῖδ’ ὀρφανικὸν θείης χήρην τε γυναῖκα. ἀποτρέψαι δὲ βούλεται αὐτὸν διὰ τῶν τοιούτων λόγων. LΛFONGMRm | |
501a | 〈λόγοις ἰάπτων:〉 γρ. ἀτίζων· ὑβρίζων. Lm, FGsl | |
501b | 〈ἴδετε τὴν ὁμευνέτιν / Αἴαντος:〉 καὶ τοῦτο παρ’ Ὁμήρῳ (Ζ 460)· Ἕκτορος ἥδε γυνή. LGm | |
503a | 〈λατρείας:〉 δουλείας. FOHGsl | 125 |
503b | 〈τρέφει:〉 αὔξει, ἔχει. LOHsl | |
504 | 〈δαίμων:〉 νῦν ἡ δουλεία. Lsl | |
505 | σοὶ δ’ αἰσχρὰ τἄπη: καὶ διὰ τὴν εὐγένειαν καὶ διὰ τὴν ἀνδρείαν. διὰ μὲν τοῦ σοί, τὴν ἀνδρείαν, διὰ δὲ τοῦ τῷ σῷ γένει, τοὺς προγόνους. θαυμαστῶς δὲ ἡ προσθήκη τοῦ γένους· αἶσχος γὰρ προστρίψῃ καὶ τῷ υἱῷ ἐπὶ τοιούτοις αὐτὸν καταλιπών. LΛFONV | |
5 | GMRm | |
506 | ἀλλ’ αἴδεσαι μέν: καλῶς ἐπὶ μὲν τοῦ πατρὸς ἐν μα‐ κρῷ γήρᾳ, ἐπὶ δὲ τῆς μητρὸς πολλῶν ἐτῶν κληροῦ‐ χον. ὁ γὰρ ἐπ’ ἀμφοτέρων ἑνὶ χρησάμενος ὀνόματι ἐπιτεμνόμενός 〈ἐστι〉 τὸν λόγον, τὸ δὲ ἐγχρονίζειν ταῖς διηγήσεσιν ἀνυστικώτερον. | |
5 | θαυμαστῶς δὲ ἐπὶ μὲν ἑαυτῆς τοῖς τοιούτοις ὀνόμασιν οὐδαμῶς χρῆται, οὔτε αἰδέσθητι οὔτε οἴκτειρε λέγουσα, ἐπὶ δὲ τῶν γονέων καὶ τοῦ | |
παιδὸς ταῦτά φησιν. LΛFONVGm | 126 | |
508a | 〈κληροῦχον:〉 μέτοχον, κεκληρωμένην, κλῆρον ἐσχη‐ κυῖαν. Lm, OGsl | |
508b | κληρονόμον, μέτοχον. FHsl | |
508c | ἥ σε πολλάκις / θεοῖς ἀρᾶται: τοῦτο οἰκείως ἐκ τῆς φύσεως στοχαζομένη παρέλαβεν. LOm | |
509 | 〈πρὸς δόμους μολεῖν:〉 στοχαζομένη. Gsl | |
510a | 〈εἰ νέας / τροφῆς στερηθείς:〉 εἰ τῆς νέας τροφῆς 〈στερηθείσ〉, σοῦ χωρὶς διάξει καὶ βιώσεται. Lm | |
510b | 〈νέας:〉 τῆς παιδικῆς. FOsl | |
511 | 〈διοίσεται:〉 βιώσεται, ἀνατραφήσεται, διάξει. FONGsl | |
512a | ὑπ’ ὀρφανιστῶν μὴ φίλων: ὀρφανισταί εἰσιν κυ‐ ρίως οἱ τοὺς ὀρφανοὺς τρέφοντες. τοὺς Ἕλληνας οὖν φησιν οὐ φίλους ὀρφανιστάς, καθὸ δυσμενεῖς. ἢ ὀρφανισταί, ἀρχὴ Ἀθήνησι τὰ τῶν ὀρ‐ φανῶν κρίνουσα. ἢ ὀρφανιστῶν, τῶν τῆς ὀρφανίας ἐπιτρόπων. ἄλ‐ | |
5 | λως· ὀρφανὸς ὁ ὅρον ἔχων τὸ μὴ φαίνεσθαι, ὁ ἄσημος καὶ μηκέτι ἐμφανὴς ὤν, ἀμέλει καὶ ὑπὸ τῶν ἀμφιθαλῶν ὡς ἐμφανῶν ἐλαύνεται. | |
LFONGMRm | 127 | |
512b | ἐπιτρόπων· ἢ ὑπὸ τῶν Ἑλλήνων. Hsl | |
514 | ἐμοὶ γὰρ οὐκέτ’ ἔστιν: καὶ τοῦτο Ὁμηρικὸν (Ζ 443)· οὐδέ μοί ἐστι πατὴρ καὶ πότνια μήτηρ. εἶτα καὶ τὰ ἑξῆς (Ζ 429)· Ἕκτορ· ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια 〈μήτηρ〉. LGMRm | |
515 | 〈ᾔστωσας:〉 ἠφάνισας. FNGsl | |
516a | ἀλλ’ ἡ μοῖρα τὸν φύσαντά τε: τὸ ἀλλὰ ἀντὶ τοῦ δέ. ὡς τούτου ἰδίῳ θανάτῳ τετελευτηκότος. Nm, LGsl | |
516b | 〈μοῖρα:〉 ὁ κοινὸς θάνατος. Hsl | |
517 | 〈θανασίμους:〉 ἀντὶ νεκρούς. Lm, OHsl | |
519 | 〈τίς πλοῦτος; ... σῴζομαι:〉 σεσημειωμένον παρ’ Ἡρωδιανῷ. H2m | |
520a | ἀλλ’ ἴσχε κἀμοῦ μνῆστιν: καλῶς τὸ κἀμοῦ, | |
οἷον μετὰ τὸν πατέρα καὶ τὸν υἱὸν κἀμὲ ἔν τινι μοίρᾳ κατάθου· αἴ‐ σθεται γὰρ τῆς τύχης, ἐν ᾗ νῦν ἐστιν. αἰδημόνως δὲ αὐτὸν ὑπομιμνῄ‐ σκει τὰ τῆς εὐνῆς· διὰ τούτων γὰρ μάλιστα δοκεῖ αὐτὸν πείθειν. ὁ δέ γε | 128 | |
5 | Εὐριπίδης μαστροπικώτατα εἰσάγει τὴν Ἑκάβην λέγουσαν (Hec. 828—30)· ποῦ τὰς φίλας δῆτ’ εὐφρόνας δείξεις, ἄναξ, ἢ τῶν ἐν εὐνῇ φιλτάτων ἀσπασμάτων 〈χάριν τίν’ ἕξει παῖς ἐμή, κείνης δ’ ἐγώ〉; LΛFONVGMRm | |
520b | 〈μνῆστιν:〉 μνήμην. Gsl | |
520c | 〈ἀνδρί τοι χρεών:〉 γνώμη. FGm | |
522a | χάρις χάριν γάρ: ἡ φύουσα γὰρ τὴν χάριν χάρις ἐστὶ προϋπάρξασα. LNVGMRm, Fsl | |
522b | γνώμη. FHm | |
522c | 〈τίκτους’:〉 φύους’. Lsl | |
523a | ὅτου δ’ ἀπορρεῖ μνῆστις: ὧν ἀπορρεῖ ἡ μνήμη τοῦ εὖ πεπονθέναι, οὗτοι οὐκ ἂν εἶεν εὐγενεῖς. σχεδὸν δὲ διὰ τούτων τῶν ἰάμβων ἤρτηται τὸ περὶ εὐχαριστίας καὶ ἀχαριστίας. LΛFON | |
VGMRm | 129 | |
523b | 〈ὅτου:〉 οὗτινος. LFGsl | |
523c | 〈μνῆστις:〉 ἡ μνήμη. LGsl | |
525a | Αἴας, ἔχειν ς’ ἂν οἶκτον: δυσωπητικὰ τὰ τοιαῦτα. εἰ γὰρ ὁ ξένος ᾤκτειρε, πόσῳ μᾶλλον ὁ Αἴας; LFONVGMRm | |
525b | 〈οἶκτον:〉 ἔλεον. LFsl | |
527 | καὶ κάρτ’ ἐπαίνου τεύξεται: οὐχ οἷον καθ’ ἃ εἶπεν, ἀλλ’ ἐὰν πείθηται κατὰ πάντα ἐμοί. ὁ γὰρ Αἴας ἐγνωκὼς ἑαυτὸν ἀποσφάττειν ἐβούλετο πρὸ τοῦ θανάτου τὸν παῖδα ἰδεῖν. εἰκότως οὖν τοῦτο πάλιν λέγει, ὅτι ἄριστόν ἐστι τὴν γυναῖκα πειθαρχεῖν εἰς ἅπαντα | |
5 | τῷ ἀνδρί· ἔοικεν γὰρ ὑφορᾶσθαι ὅτι ὀκνηρῶς ἐκδώσει τὸ παιδίον. LΛFONVGMRm | |
529 | 〈πείσομαι:〉 γράφεται πειράσομαι. Fsl | |
531 | καὶ μὴν φόβοισί γ’ αὐτόν: τῶν φόβων χάριν ῥύ‐ σασθαι θέλουσα ἐξήγαγον. καὶ ἄλλως· οὐκ ἄντικρυς μὲν αὐτῷ ἀντιλέγει, ἀναβολὰς δὲ πλάττεται ὡς ὑποκεκινηκότι μὴ πιστεύουσα. | |
LΛFONVGMRm | 130 | |
534a | πρέπον γέ τἂν ἦν δαίμονος: ἦν 〈ἂν〉 καὶ τοῦτο τοῦ ἐμοῦ δαίμονος, τὸ ὑπ’ ἐμοῦ τὸν παῖδα ἀναιρεθῆναι. ἀντὶ τοῦ, ἔπρεπε τῇ παρούσῃ μου τύχῃ τὸ καὶ αὐτόχειρά με τοῦ παιδὸς κατασκευάσαι. LΛFONVGMRm, Hsl | |
534b | ἐν ἤθει ὁ λόγος. Fsl | |
534c | 〈δαίμονος τοὐμοῦ:〉 τῆς τύχης τῆς ἐμῆς. Fsl | |
535a | 〈τοῦτό γ’ ἀρκέσαι:〉 εἰς τοῦτο ἀρκέσαι τῷ παιδί. Lm, ONHsl | |
535b | βοηθῆσαι. Gsl | |
537 | τί δῆτ’ ἂν ὡς ἐκ τῶνδ’ 〈ἂν ὠφελοῖμί σε〉: τί σε, φησίν, ἐκ τῶν παρόντων ὠφελήσω καὶ τί βούλει σοι γενέσθαι; | |
LΛFONGMRm | 131 | |
539 | 〈προσπόλοις:〉 δούλοις. FNsl | |
541 | 〈προσπόλων:〉 τῶν δούλων. ONGsl | |
542a | 〈εὐθύνων:〉 διδάσκων, παιδεύων. Lm | |
542b | παιδαγωγῶν. OHsl | |
543 | ἕρποντι φωνεῖς: ἐγγὺς ὄντι ἢ ἀπολιμπανομένῳ τῆς κλήσεως; LΛOm, HGsl | |
545a | 〈αἶρ’ αὐτόν:〉 πρόσφερε. καὶ Ὅμηρος (Ζ 264)· μή μοι οἶνον ἄειρε. LVm, Gsl | |
545b | πρόσφερε. FNsl | |
547 | εἴπερ δικαίως: εἴπερ ἐστὶν ἐμός, οὐκ εὐλαβηθήσεται τὸν φόνον τῶν ποιμνίων. LΛFONVGMRm | |
548a | ἀλλ’ αὐτίκ’ ὠμοῖς αὐτόν: νῦν τὸ ὠμοῖς ὡς ἀπὸ τῶν καρπῶν, ὅτι, ὅτε εἰσὶν ὠμοί, σκληρότεροί εἰσι καὶ ἰταμοί. μεγαλοφρονῶν δὲ νόμους τὴν φύσιν ὠνόμασε καὶ τὸ ἔθος τοῦ γεγεννη‐ | |
κότος. LΛFONVGMRm | 132 | |
548b | 〈νόμοις:〉 τοῖς ἤθεσιν. FGsl | |
549 | 〈πωλοδαμνεῖν:〉 ὡς πῶλον γυμνάζειν. Lm, FGsl | |
550 | ὦ παῖ, γένοιο πατρὸς εὐτυχέστερος: μέ‐ τριος ὁ λόγος, ἡ δὲ ὁμοία εὐχὴ καὶ παρ’ Ὁμήρῳ (Ζ 476—7)· Ζεῦ ἄλλοι τε θεοί, δότε δὴ καὶ τόνδε γενέσθαι παῖδ’ ἐμὸν ὡς καὶ ἐγώπερ ἀριπρεπέα. LΛFONVGMRm | |
552a | καίτοι σε καὶ νῦν τοῦτό γε: ἐπειδὴ κατεύχεται αὐτῷ εὐτυχίαν, φησὶν ὅτι καὶ νῦν σε μακαρίζω, ὅτι μικρὸς ὢν οὐκ αἰ‐ σθάνῃ τῶν ἐμῶν κακῶν. LΛFONVGMRm | |
552b | 〈ζηλοῦν:〉 μακαρίζειν. Lm, FONsl | |
552c | 〈ἔχω:〉 δύναμαι. Gsl | 133 |
554Aa | ἐν τῷ φρονεῖν γάρ: ἐν τῷ μὴ ἀντιλαμβάνεσθαι τῶν κακῶν ἥδιστος βίος. ἐπεὶ ἔσται γελοιότατον δόγμα, ὡς τιμῶντος τὴν ἀφροσύνην. LΛOVGMRm | |
554Ab | δεῖ λαβεῖν τοῦτο ὡς ἐπὶ παιδίου· οὐ γὰρ καθόλου τὴν ἀφροσύ‐ νην προκρίνει. LΛFONVGm | |
554Ac | γνώμη. FONGm | |
554Ba | τὸ μὴ φρονεῖν γάρ: ὁ νοῦς· ἐν τῷ νηπίῳ κακὸν μὲν τὸ μὴ φρονεῖν, κακὸν δὲ ὅμως ἀνώδυνον. καὶ Εὐριπίδης (Med. 48)· νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ. τάχιστα δὲ διὰ τῶν ἑξῆς ἐσήμανε τὸ συνεκτικὸν καὶ ὡσπερεὶ σύμβο‐ | |
5 | λον τῆς φρονήσεως. τὸ γὰρ διακριτικὸν τῶν χαρτῶν καὶ λυπηρῶν συνετοῦ ἐστιν. LΛFONVGMRm | |
554Bb | φροντίζειν. Gsl | |
554Bc | γνώμη. Hm | 134 |
556a | 〈τοῦτο:〉 〈τὸ〉 χαίρειν καὶ λυπεῖσθαι. Gm | |
556b | 〈δεῖ ς’ ὅπως:〉 ἀντὶ τοῦ, δεῖ σε ἐκδικῆσαι τὸν πατέρα. Lm, NHGsl | |
558a | τέως δὲ κούφοις πνεύμασιν: κούφῃ καὶ ἁπαλῇ ζωῇ. τῇ δὲ μεταφορᾷ τῶν μικρῶν φυτῶν ἐχρήσατο, ἅτινα οὐδὲν σφο‐ δρὸν δύναται ὑποφέρειν, οὐ καύσωνα οὐκ ἄνεμον. LFONVGMRm | |
558b | κούφῃ καὶ ἁπαλῇ ζωῇ τρέφου. Gsl | |
558c | 〈πνεύμασιν:〉 ἐλπίσιν. Fsl | |
559a | 〈ἀτάλλων:〉 τρέφων, αὔξων. FNHGsl | |
559b | 〈χαρμονήν:〉 λείπει διδούς. FOHGsl | |
560a | οὔτοι ς’ Ἀχαιῶν: διὰ τί, φησίν, ἐνταῦθα τρανῶς ἐκ‐ φέρει τὴν ἑαυτοῦ γνώμην ὁ Αἴας, ὅτι δὴ ἑαυτὸν ἐξάγει τοῦ βίου; ῥη‐ τέον οὖν ὅτι ἐν ἤθει, οἷον· εἰ γένοιτό τις περὶ ἐμὲ συμφορά, μὴ δέδιθι· ἕξεις γὰρ τὸν προνοοῦντα ἀντὶ ἐμοῦ. ἢ ὅτι ἐκφέρει ταῦτα ὑπὸ τοῦ πά‐ | |
5 | θους προαγόμενος. LΛFONVGMRm | 135 |
560b | 〈μή:〉 παρέλκον. ἱκανὸν γὰρ τὸ οὐ. Hsl | |
563a | 〈ἄοκνον ἔμπακ’:〉 χορηγόν, σπουδαῖον φροντιστήν. HGsl | |
563b | φροντιστήν, δοτῆρα. FNsl | |
563c | 〈ἔμπα:〉 ὅμως. Lsl | |
563d | 〈κεἰ τανῦν / τηλωπὸς οἰχνεῖ:〉 καὶ εἰ ἔκδημος νῦν ἐστιν. Lm, Hsl | |
564a | 〈τηλωπός:〉 γρ. τηλουργός. Lm | |
564b | γρ. τηλουρός. OHsl | |
564c | μακρόθεν ὤν, ἔκδημος. FOsl | |
564d | 〈δυσμενῶν θήραν ἔχων:〉 φυλακὴν ἔχων τῶν ἐ‐ | |
χθρῶν, λέγοι δ’ ἂν τῶν Θρᾳκῶν. περὶ γὰρ τὰ τελευταῖα τοῦ Τρωικοῦ πολέμου συνεμάχουν τοῖς Τρωσὶν οἱ Θρᾷκες. γνόντες δὲ τοῦτο οἱ Ἕλ‐ ληνες φρουροὺς ἔταξαν προμηνύσοντας αὐτοῖς τὴν ἐκείνων ἔφοδον, | 136 | |
5 | ἵνα οὕτως ἐπελθόντες κατὰ τὴν ὁδὸν συμβάλωσιν αὐτοῖς πρὶν ἐλθεῖν εἰς Ἴλιον. καὶ πρέσβεις δὲ ἀποστείλαντες οὐκ ἔπεισαν. LΛFONV GMRm | |
564e | 〈θήραν:〉 γρ. φρουράν. LFsl | |
564f | 〈ἔχων:〉 φέρων. Hsl | |
566 | ὑμῖν τε κοινὴν τήν〈δ’〉: προθυμοτέρους αὐτοὺς καθί‐ στησιν· κοινὴν γὰρ καὶ ἴσην φησὶ χάριν ὁμολογεῖν ἐκείνῳ τε τῆς ὑ‐ πουργίας καὶ τούτοις τῆς ἀπαγγελίας. περιπαθῶς δὲ εἰς ἔσχατον περιε‐ στώσης τῆς ἐλπίδος ἐμφρόνως τὰ σπουδαιότατα τοῖς ἑταίροις ἐπισκή‐ | |
5 | πτει, οὐ τῇ γυναικὶ δέ. LVGMRm | |
570 | ὥς σφιν γένηται γηροβοσκός: πάνυ περιπα‐ θῶς τὸ ἐπὶ γονεῦσι καὶ παιδὶ διαθήκας ποιῆσαι. θαυμαστῶς δὲ πρὸς ἅπαντας τοὺς λόγους τῆς Τεκμήσσης ἀντιθέσεις ἐποιήσατο, οὐκ ἄντι‐ κρυς τοῦτο ὑπισχνουμένου τοῦ ποιητοῦ· τοῦ μὲν μὴ ὑβρισθῆναι τὸν παῖ‐ | 137 |
5 | δα ὑπὸ τῶν Ἑλλήνων, τὴν ἀπὸ τοῦ Τεύκρου φυλακὴν προβαλλόμενος· τοῦ δὲ μὴ γελασθήσεσθαι ὑπ’ ἐκείνων, τὴν τοῦ παιδὸς ἀρετήν, ὅν φη‐ σιν καὶ ἐκδικήσειν αὐτὸν ἐν ἡλικίᾳ γενόμενον· πρὸς δὲ τὰ περὶ τῶν γονέων, ὅτι ἀντ’ αὐτοῦ γηροβοσκὸς αὐτοῖς καταλείπεται ὁ Εὐρυσά‐ κης. LΛFONGm | |
571 | 〈μέχρις οὗ μυχοὺς κίχωσι:〉 ἕως οὗ τελευτήσωσι. LFHsl | |
572a | καὶ τἀμὰ τεύχη: πιθανῶς τὸν Αἴαντα ἐπὶ τὸν περὶ τῶν ὅπλων λόγον ἐπανιέναι συνεχῶς· ἅπτεται γὰρ αὐτοῦ μάλιστα ταῦτα, μήπως παρὰ τῶν ἐχθρῶν ἀρθείησαν. ἀνθρώπινον δὲ καὶ μάλα φυσικὸν | |
τὸ συνεχέστερον μεμνῆσθαι, περὶ ὧν ἐν νῷ ἔχομεν. LFONVGMRm | 138 | |
572b | ὅπλα. FOHGsl | |
572c | 〈ἀγωνάρχαι:〉 ἀγωνοθέται. LFHsl | |
572d | ἀγωνάρχαι: οἱ τι 〈θέμενοι〉 τὰ βραβεῖα 〈τῷ〉 νικήσαντι. Hm | |
573a | 〈ὁ λυμεὼν ἐμός:〉 ὁ Ὀδυσσεύς. LFONHGsl | |
573b | ὁ φθορεύς. Gsl | |
574 | ἀλλ’ αὐτό μοι σύ, παῖ: πέπεισται ὡς οὐδὲν ἀπολει‐ ψομένου τοῦ παιδὸς τῆς αὑτοῦ ἀρετῆς. LΛFONVm | |
576a | 〈πόρπακος:〉 τοῦ συνδέοντος λώρου, τοῦ ἀπὸ δαμά‐ λεως. Gsl | |
576b | λώρου. FONHsl | |
577a | τὰ δ’ ἄλλα τεύχη: τὸ μὲν σάκος διὰ τὸ ἐξαίρετον τῷ παιδὶ φυλάσσειν κελεύει, τὰ δὲ ἄλλα τεύχη συνθάψαι φησίν. ἐπίσταται γὰρ καὶ αὐτὰ περιμάχητα ἐσόμενα. οἶδεν Ὅμηρος ὅπλα συγκαιόμενα (Ζ 418)· | |
5 | ἀλλ’ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν. LFONGMRm | 139 |
577b | ὅπλα. Fsl | |
578 | 〈ἀλλ’ ὡς τάχος:〉 ἀποστροφὴ πρὸς τὴν Τέκμησσαν. Gsl | |
579a | 〈δῶμ’ ἀπάκτου:〉 εἰς 〈δῶμα〉 κόμιζε, κατὰ τὴν σκηνὴν ἄπαγε. Gsl | |
579b | 〈ἀπάκτου:〉 ἄπαγε. ONsl | |
579c | ἀποσῴζου· φέρε. ἢ πάκτου καὶ 〈ἀ〉σφάλιζε. Hsl | |
579d | 〈ἐπισκήνους:〉 κατὰ τὴν σκηνήν. LNsl | |
580a | 〈κάρτα τοι φιλοίκτιστον γυνή:〉 γνώμη. FOm | |
580b | 〈φιλοίκτιστον:〉 φιλόθρηνον. Nsl | |
581a | 〈πύκαζε:〉 ἀσφαλίζου. LHGsl. | |
581b | οὐ πρὸς ἰατροῦ σοφοῦ: οὐκ ἔστιν ἰατροῦ σοφοῦ ἐπῳδαῖς χρῆσθαι τοῦ τραύματος ἤδη τομῆς δεομένου. καὶ ἐν Ποι‐ μέσι (frg. 467 N2 = frg. 508 Pearson)· | |
λόγῳ γὰρ οὐδὲν ἕλκος οἶδά πω χανόν. LFONVGMRm, Hsl | 140 | |
582a | 〈θρηνεῖν ἐπῳδάς:〉 ἐπιφωνεῖν καὶ ἐπᾴδειν. LNsl | |
582b | 〈θρηνεῖν:〉 γρ. θροεῖν. Fsl | |
582c | ἡ πρὸς περισσή. Gsl | |
582d | 〈τομῶντι:〉 τομῆς δεομένῳ. LONHsl | |
582e | 〈πήματι:〉 γρ. τραύματι. LOsl | |
585 | 〈δρασείεις:〉 γρ. δράσειας. Gsl | |
586a | μὴ κρῖνε, μὴ ’ξέταζε· σωφρονεῖν 〈καλόν〉: σωφρονεῖν νῦν τὸ μὴ περιεργεῖν. ἐν τούτῳ γὰρ μάλιστα ἡ σω‐ φροσύνη ταῖς γυναιξὶ διασῴζεται, εἰ μὴ περιεργάζοιντο ὅ τι πράττοι ὁ ἀνήρ. LFONVGMRm | |
586b | 〈σωφρονεῖν:〉 τὸ 〈μὴ〉 περιεργεῖν. Gsl | |
589 | οὐ κάτοισθ’ ἐγὼ θεοῖς / ὡς οὐδὲν ἀρκεῖν: οὐκ‐ | |
έτι, φησίν, ἐν τούτῳ εἰμί, ὥστε ὀφείλειν τοὺς θεοὺς ἐπαρκεῖν μοι, διὰ τὸ μὴ περιέχεσθαι τοῦ ζῆν. ἢ οὕτως· οὐκέτι τοῖς θεοῖς ὀφείλω ἐγὼ ἐπαρκεῖν· ἀντὶ τοῦ, οὐδὲν ἐπὶ τιμῇ πράττειν τῶν θεῶν. πρὸς ὃ καὶ ἡ | 141 | |
5 | Τέκμησσα ἐπάγει· εὔφημα φώνει. LFONGMRm | |
591a | 〈εὔφημα:〉 σεμνά. Hsl | |
591b | 〈τοῖς ἀκούουσιν:〉 τοῖς πειθομένοις. LFHGsl | |
592 | 〈θροεῖς:〉 λέγεις. Hsl | |
593a | οὐ ξυνέρξεθ’: τοῖς θεράπουσι κελεύει αὐτὴν ἀποκλεί‐ ειν. ὅθεν τὸ ξυνέρξετε, ἀντὶ τοῦ ἀποκλείσατε. LNGMRm, Hsl | |
593b | ἀποκλείσατε. Lsl | |
594a | 〈μαλάσσου:〉 ἀντὶ τοῦ μεταβάλλου. Lm, FNHGsl | |
594b | μῶρά μοι δοκεῖς: εὐήθης εἶ νῦν βουλομένη με μαλάσ‐ | |
σειν ἐξακμάσαντος τοῦ καιροῦ. LFNGMRm | 142 | |
594c | 〈φρονεῖν:〉 γρ. λέγειν. Lm | |
596a | ὦ κλεινὰ Σαλαμίς: συγκέκλῃται ὁ Αἴας διαχρησόμε‐ νος ἑαυτόν. ἔπειτα δὲ οἱ ἀπὸ τοῦ χοροῦ λόγον περιπαθῆ διεξίασι· ἐν δυστυχεστέρᾳ 〈γὰρ〉 νῦν εἰσι τύχῃ. γέγονε δὲ αὐτοῖς ἀπολόφυρσις ἐπὶ τὰ οἰκεῖα· πρὸς γὰρ αὐτὸν λέγειν οὐκ ἦν εἰσελθόντα ἤδη. καὶ ἔχει ἀκο‐ | |
5 | λουθίαν τὰ χορικά· ἀπεστερημένοι γὰρ τοῦ ἄρχοντος καὶ ἄλλην ἀπο‐ στροφὴν οὐκ ἔχοντες, περὶ τῆς πατρίδος τὸν λόγον ποιοῦνται, ἐκτιθέ‐ μενοι ἐν οἷς εἰσι χαλεποῖς καὶ ἐν οἷς ἔσονται οἱ γονεῖς αὐτοῦ πυθόμε‐ νοι ταῦτα. LΛOGMRm | |
596b | ὦ κλεινὰ Σαλαμίς: τὸ ἦθος ἐμιμήσατο τῶν ἀφεστώ‐ των τῆς οἰκίας. ὁπόταν γὰρ δυσχερές τι ἀπαντᾷ, μακαρίζειν εἰώθασι τὰς πατρίδας. LFONGm | |
600 | 〈παλαιὸς ἀφ’ οὗ χρόνος:〉 ἐκ πολλοῦ χρόνου. Lm, | |
FNGsl. | 143 | |
601a | Ἰδαίᾳ μίμνω〈ν〉: οἷον ἐν τοῖς τῆς Ἴδης χωρίοις τοῖς χλοεροῖς καὶ λειμῶνας ἔχουσι καὶ ποίμνας διάγων. LΛVGMRm | |
601b | 〈Ἰδαίᾳ .... ποίᾳ:〉 τῇ Τρωικῇ γῇ. GMRm, LFOHsl | |
603 | ἀνήριθμος / αἰὲν εὐνόμᾳ: ἀνήριθμος, ἐν οὐ‐ δενὶ ἀριθμῷ ταττόμενος ἀλλὰ παρερριμμένος. εὐνόμᾳ δὲ ἤτοι τῷ εὐνομουμένῳ καὶ δικαίῳ ἢ εὐνόμᾳ λειμῶνι, τῷ καλὰς νομὰς ἔχον‐ τι. τὸ δὲ ἑξῆς· παλαιὸς ἀφ’ οὗ χρόνος αἰὲν εὐνόμᾳ χρόνῳ τρυχόμενος | |
5 | Ἰδαίᾳ μίμνω λειμωνίᾳ ποίᾳ μήλων ἀνήριθμος κακὰν ἐλπίδ’ ἔχων. LΛOVGm | |
604 | εὐνόμῳ: τῷ πάντα διοικοῦντι καὶ διεξάγοντι, μερίζοντι καλῶς. Fm. | |
606a | κακὰν ἐλπίδ’ ἔχων: κακὴν ἐλπίδα ἔχων ὥς με δεῖ τὸν ᾍδην ἀνύσειν. ἀντὶ τοῦ, οὐδὲν ἀγαθὸν προσδοκῶν ἀλλὰ κακῶς τελευ‐ | |
τήσειν ἐν τῷ πολέμῳ ἐλπίζων. LFNVGm | 144 | |
606b | τὴν τοῦ θανάτου. Lm, HGsl | |
606c | 〈ἔχων:〉 φέρων. Osl | |
607a | 〈ἔτι:〉 ὅ 〈τι〉. Lsl | |
607b | 〈ἀνύσειν:〉 λείπει τὸ δεῖν. Lm, Hsl | |
608 | 〈ἀίδηλον:〉 ἀφανῆ. FNsl | |
609a | καί μοι δυσθεράπευτος Αἴας / ξύνεστιν ἔφεδρος: οἷον πρὸς τοῖς πρώτοις κακοῖς ὥσπερ δεύτερόν ἐστί μοι κακὸν τὸ τοῦ Αἴαντος ξυνεστηκός· τοῦτο γὰρ δηλοῖ τὸ ἔφεδρος. ἔφεδρος δέ ἐστιν ἐν τοῖς ἀγῶσιν ὁ μήπω παλαίων 〈ἀλλὰ παρα‐ | |
5 | καθήμενοσ〉 εἰς τὸ ἀγωνίζεσθαι τοῖς νικῶσιν. ἐνταῦθα οὖν φησιν ὅτι ἔσχατος καὶ ὡς ἔφεδρος ἐλείφθη μοι ὁ Αἴας εἰς κακόν. LFONV GMRm | |
609b | 〈δυσθεράπευτος:〉 μηδενὶ πειθόμενος. Gsl | |
610 | 〈ὤμοι μοι:〉 διὰ μέσου. Hsl | 145 |
611 | 〈ξύναυλος:〉 σύναυλος, παρὰ τὰ ἐναυλίσματα. Lm | |
612a | 〈ἐξεπέμψω:〉 ἀντὶ ἔπεμψας ὧδε. Lm, OHsl | |
612b | λείπει ὧδε. Nsl | |
613a | 〈θουρίῳ:〉 ὁρμητικῷ. FOHsl | |
613b | πολεμικῷ. Nsl | |
615a | νῦν δ’ αὖ φρενὸς οἰοβώτας: αὐθαίρετος, ὡς ἂν εἴποι τις, αὐτὸς τὴν ἑαυτοῦ διάνοιαν βόσκων καὶ μηδενὶ πειθόμενος· ἢ μονωθεὶς ἐκ τῆς φρενός· ἢ μονότροπος, μεμονωμένος τῷ λογισμῷ· ἢ ποιμαίνων τὴν ἑαυτοῦ διάνοιαν καὶ μόναρχος ὢν τῶν λογισμῶν· | |
5 | ἢ οἷον διεσθίων αὑτοῦ τὴν φρένα, παρὰ τὴν βόσιν· ἢ ὁ βαίνων εἰς ἐ‐ ρημίαν διὰ τὸ συγκεκλῃκέναι ἑαυτόν. καὶ ὅμοιόν ἐστι τῷ (Hom. Ζ202)· ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων. ἢ φρενὸς οἰοβώτας: οὐ σὺν φρεσὶν ἀλλ’ ἐκτὸς φρενῶν διά‐ γων. LΛFONGMRm | |
615b | 〈οἰοβώτας:〉 μονωθεὶς ἐκ τῆς φρενός. Nsl | 146 |
615c | ἔρημος καὶ μεμονωμένος τῷ λογισμῷ. OHsl | |
615d | μονότροπος. Gsl | |
617 | 〈εὕρηται:〉 γρ. γεγένηται. Lm, FHsl | |
618a | τὰ πρὶν δ’ ἔργα: τὰ δὲ πρότερον μέγιστα τῆς ἀρετῆς τῶν χειρῶν αὐτοῦ ἔργα ἐν ὀλιγωρίᾳ εἰσὶ παρὰ τοῖς Ἀτρείδαις. ἢ οὕτως· τὰ δὲ πρότερον αὐτοῦ ἀνδραγαθήματα φροῦδα παρὰ τοῖς Ἀ‐ τρείδαις. LΛOVGMRm | |
618b | λείπει τὰ γενόμενα. LNHsl | |
618c | τὰ ἀνδραγαθήματα. Hsl | |
620a | ἄφιλα παρὰ φίλοις: παρὰ τοῖς πρῴην αὐτοῦ φίλοις νῦν δ’ ἁπάντων ἐπιλελησμένοις. ἢ ἄφιλα παρ’ ἀφίλοις, ἐχθρὰ παρ’ ἐχθροῖς. LΛFONGm, Hsl | |
620b | ἀντὶ ἀχάριστα. Lm, FHsl | 147 |
620c | κατ’ εἰρωνείαν τὸ 〈παρ〉ὰ φίλοις. Fsl | |
621 | 〈μελέοις:〉 ἀθλίοις. Fsl | |
622a | ἦ που παλαιᾷ 〈μὲν〉 / ἔντροφος 〈ἁμέρᾳ〉: ἡ ἐντεθραμμένη τῷ παλαιῷ χρόνῳ, οἷον τῇ ἡλικίᾳ, ἀντὶ τοῦ πολυετής. ὁ δὲ νοῦς· ὄντως που ἡ τῇ παλαιᾷ ἡμέρᾳ, τουτέστι τῷ παλαιῷ χρόνῳ, ἔντροφος. τῷ δὲ λευκῷ γήρᾳ κατὰ κοινοῦ τὸ ἔντροφος· ἡ | |
5 | μήτηρ αὐτοῦ. LΛFONVGMRm | |
622b | 〈παλαιᾷ:〉 γηραιᾷ. Fsl | |
624 | 〈λευκῷ:〉 τῷ λευκοποιῷ τῶν τριχῶν. Lm, NHsl | |
625 | 〈νοσοῦντα /〉 φρενομόρως: ἀντὶ τοῦ εἰς τὴν μοῖ‐ ραν τῶν φρενῶν νοσοῦντα, ὅ ἐστι φρενοβλαβῶς, μανικῶς. LΛFONV GMRm | |
626 | 〈φρενομόρως:〉 γρ. φρενοβλαβῶς. FOHsl | |
627 | 〈αἴλινον αἴλινον:〉 εἶδος θρήνου. Lsl | 148 |
628a | οὐδ’ οἰκτρᾶς γόον ὄρνιθος: οἷον οὐ μέτριον. ἀναστρεπτέον δέ· ἄρχει γὰρ τοῦ λόγου τὸ οὐ, ἵν’ ᾖ. οὐκ αἴλινον οὐδ’ οἰκτρᾶς γόον ἀηδοῦς ἥσει, ἀλλ’ ὀξυτόνους μὲν ᾠδὰς καὶ τὰ ἑξῆς. LFONVGMRm | |
628b | 〈οὐδ’ οἰκτρᾶς γόον ὄρνιθος ἀηδοῦς /〉 ἥσει δύσμορος: ἥσει γόον οὐ μέτριον κατὰ τὴν ἀηδόνα, ἀλλ’ ὀξύν. ἡ ἀηδὼ δὲ κατὰ Μιτυληναίους. LΛVGMRm, Hsl | |
629 | 〈ἥσει:〉 ᾄσει δύσμορος. καὶ πέμψει. ONHGsl | |
633a | 〈πολιᾶς:〉 περιπαθῶς ἡ πρόσθεσις τῆς πολιᾶς. Lm, Hsl | |
633b | 〈ἀμύγματα:〉 κατακοπαί, σπαράγματα. FONHGsl | |
634a | κρείσσων γὰρ Ἅιδᾳ κεύθων: κρείσσων γάρ ἐστιν ὁ τεθνηκὼς ἢ ὁ ζῶν καὶ νοσῶν μάτην, ὅ ἐστι μεμηνὼς (μάτην γὰρ νοσεῖν τὸ ἀθεραπεύτως μαίνεσθαι)· οὐ λέγει δὲ οὕτως, ὅταν αὐτὸν πύθηται τετελευτηκότα. καὶ ἄλλως· ὁ γὰρ μεμηνὼς καὶ τὰς φρέ‐ | |
5 | νας διεφθαρμένος κρείσσων Ἅιδᾳ κεύθων, οἷον ἄμεινον τῷ μεμηνότι ἐξιέναι τοῦ βίου ἢ ζῆν. 〈καὶ ἄλλως·〉 οἷον ἡ μήτηρ ἡγή‐ σεται κρείσσονα τὸν θάνατον τῆς τοῦ Αἴαντος μανίας. LΛONVGMRm | 149 |
634b | γνώμη. FHm | |
636 | ὃς ἐκ πατρῴας / ἥκων 〈γενεᾶς:〉 ὃς ἄνωθεν, ἀπὸ πατρῴας γενεᾶς ἄριστος ἥκων (λείπει γὰρ τὸ ἄριστος), ὥστε προέχειν ἁπάντων τῶν Ἑλλήνων κατὰ γένος, νῦν οὐκέτι τοῖς πρώτοις ἤθεσιν ἐμμένει. LFONGMRm | |
637 | ἥκων γενεᾶς: λείπει τὸ ἄριστος. Lm, FONGsl | |
638 | συντρόφοις / ὀργαῖς: σὺν τοῖς τεθραμμένοις ἤθε‐ | |
σι. Gsl | 150 | |
640a | 〈ὀργαῖς:〉 τρόποις. Lsl | |
640b | τρόποις, διδαχαῖς, τοῖς ἤθεσι, καὶ ὁρμαῖς. Nsl | |
640c | ὁρμαῖς, ἤθεσι. OHsl | |
641a | ὦ τλᾶμον πάτερ: ἀπέστρεψε τὸν λόγον πρὸς τὸν Τε‐ λαμῶνα. LΛFONVm | |
641b | οἵαν / σε μένει πυθέσθαι: τοιαύτην ἄτην, οἵαν οὐδεὶς πέπονθεν τῶν Αἰακιδῶν. παραμυθία γάρ ἐστι τὸ μετέχειν τινὰ τοῦ γένους τῶν αὐτῶν κακῶν. LΛFONVGMRm | |
644a | 〈ἔθρεψεν:〉 ἔσχεν. LONsl | |
644b | ἔσχεν ἢ ἐκτήσατο. εἰς φῶς ἤγαγεν. Hsl | |
645a | 〈αἰών:〉 γρ. ἐών. Gm | |
645b | 〈τοῦδε:〉 τοῦ Αἴαντος. LOHsl | |
646a | ἅπανθ’ ὁ μακρός: ἐξέρχεται ὁ Αἴας ὡς δὴ κατακηλη‐ θεὶς ὑπὸ Τεκμήσσης μὴ σφάττειν ἑαυτόν, καὶ προφάσει τοῦ δεῖν εἰς ἐρημίαν ἐλθεῖν καὶ κρύψαι τὸ ξίφος ἐπὶ τούτοις ἀναχωρεῖ καὶ διαχρῆ‐ ται ἑαυτόν. παρίστησι δὲ ὁ λόγος, ὅτι καὶ οἱ ἔμφρονες καὶ παρακολου‐ | |
5 | θοῦντες τῇ φύσει τῶν πραγμάτων ὅμως ὑπὸ τῶν τοιούτων παθῶν ἐπὶ τὸ χεῖρον ἀπολισθάνουσιν. ὡς καὶ ἐν Τραχινίαις (436ff.) ἡ | |
Δηιάνειρα περὶ τοῦ ἔρωτος διαλεγομένη, ὅτι αὐτῷ οὐκ ἀντιστήσεται οὐδὲ λυσιτελεῖ αὐτῇ ἀντιπράττειν τῇ ἐπιθυμίᾳ τοῦ ἀνδρός, πράττει μετὰ ταῦτα ἅπερ αὐτὴν ἀνέπεισεν ἡ ζηλοτυπία. ἤτοι δὲ σχῆμά ἐστιν· | 151 | |
10 | ἅπαντα ὁ χρόνος φύει ἄδηλα, εἶτα ἐξαλλαγῇ καὶ ταῦτα φανέντα κρύ‐ πτεται. ἢ τὸ κρύπτεται ἐπὶ τοῦ χρόνου, ἀντὶ τοῦ κρύπτει· τοῦτο δέ φησιν ὡς μεταβεβλημένος ἀπὸ τῶν προτέρων νοημάτων. LΛFON VGMRm | |
646b | γνώμη. Hsl | |
646c | 〈ὁ μακρός:〉 ὁ μέγας. LHsl | |
647 | 〈κρύπτεται:〉 ἀντὶ τοῦ κρύπτει. LFsl | 152 |
648a | 〈ἄελπτον:〉 ἀνέλπιστον, ἀφανές. FNHGsl | |
648b | 〈ἁλίσκεται:〉 ἐξελέγχεται, φωρᾶται. Gm, LHsl | |
649a | χὠ δεινὸς ὅρκος: ὅτι καὶ ὀμόσαντές τινες ἐν μετα‐ βολῇ γίνονται τῷ χρόνῳ. LGm, Nsl | |
649b | 〈δεινός:〉 μέγας. NHsl | |
649c | 〈περισκελεῖς φρένες:〉 αἱ ἄγαν σκληραὶ ψυχαί. LNsl. | |
649d | αἱ σκληραί, αἱ ἀμετάθετοι. Fsl | |
650a | 〈ἐκαρτέρουν τότε:〉 λείπει τὸ ἔπη. ἵν’ ᾖ· ὅστις τὰ δεινὰ ἔπη ἐκαρτέρουν λέγειν τότε, ὡσανεὶ πρὸ τοῦ καταπεπαῦσθαι τῆς μανίας. LGm | |
650b | γρ. ἐπηπείλης’ ἔπη. LGsl | |
651 | βαφῇ σίδηρος ὥς, ἐθηλύνθην: ἐν τῇ βαφῇ οὐκ | |
ἀνίεται ὁ σίδηρος, ἀλλὰ μᾶλλον σκιραίνεται. οὕτως οὖν διασταλτέον· κἀγὼ γάρ, φησίν, ὃς ἠπείλουν καὶ ἔζεον καὶ ἐβόων ὡς ἐν βαφῇ σίδη‐ ρος (καὶ Ὅμηρος (ι 392)· | 153 | |
5 | εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα), νῦν ἐθηλύνθην ὑπὸ τῶν λόγων τῆς γυναικός. ἢ ὅτι δισσῶς βάπτεται ὁ σίδηρος· εἰ μὲν γὰρ μαλθακὸν βούλονται αὐτὸν εἶναι, ἐλαίῳ βάπτου‐ σιν, εἰ δὲ σκιρόν, ὕδατι. LΛFONVGm | |
654 | ἀλλ’ εἶμι πρός τε λουτρά: πιθανὴ αὐτῷ ἡ ἔξοδος ὡς ἐπὶ καθαρμόν· μονάσαι γὰρ βούλεται χάριν τῆς ἀναιρέσεως. LΛFONVGMRm | |
656a | 〈ἐξαλεύσωμαι:〉 φυλάξωμαι, ἐκκλίνω, ἐκφύγω. LFNHGsl | |
656b | 〈θεᾶς:〉 τῆς Ἀθηνᾶς. FHsl | |
657 | μολών τε χῶρον ἔνθ’ ἂν ἀστιβῆ 〈κίχω〉: εὑ‐ ρήσω, φησί, τόπον οὗ οὐδεὶς ἐπιβήσεται. τοῦτο δὲ πιθανόν, ἵνα μή τις αὐτῷ ἀκολουθήσῃ. πιθανὸν δὲ καὶ τὸ λαβεῖν τὸ ξίφος, ἵνα εὐπορήσῃ | |
ἑαυτὸν διαχρήσασθαι. LΛFONGMRm | 154 | |
658 | 〈τόδ’ ἔγχος:〉 ἀντὶ τὸ ξίφος. LFHGsl | |
663 | 〈κεδνόν:〉 συνετόν· τὸ κέαρ ἡδῦνον. FOGsl | |
665a | ἐχθρῶν ἄδωρα δῶρα: ὁ νοῦς, ὅτι μηδὲ τὰ μέγιστα τῶν ἐχθρῶν ἐφίεσο 〈ἔχειν〉, τῶν δὲ φίλων καὶ τὰ ἐλάχιστα. LΛFONVG MRm | |
665b | γνώμη. FONVm | |
665c | 〈ἄδωρα:〉 κακόδωρα. LGsl | |
666 | τοιγὰρ τὸ λοιπόν: ἐπιφθόνως ἔφρασεν, ἐν εἰρωνείᾳ ἀντιστρέψας τὴν τάξιν. ἔδει γὰρ εἰπεῖν θεοὺς μὲν σέβειν, εἴκειν δὲ Ἀ‐ τρείδαις. τοὐναντίον δὲ εἴρηκεν ὡς τῶν Ἀτρειδῶν νῦν δὴ θεομαχούν‐ | |
των. LΛFONGMRm | 155 | |
667 | μαθησόμεσθα δ’ Ἀτρείδας σέβειν: μιμεῖ‐ ται τὸν σώφρονα, κεκίνηται δὲ ὑπὸ τοῦ πάθους. LVGMRm | |
669a | καὶ γὰρ τὰ δεινά: εἰ γὰρ τὰ θεῖα ὑπείκει τιμῇ, πόσῳ μᾶλλον προσήκει τοῖς ἀνθρώποις ταῦτα πράττειν; τὸ δὲ τιμαῖς ὑπείκει· 〈ὑπείκει〉 ταῖς ἀλλήλων διανεμήσεσιν. ἐκ γὰρ ἐναντιό‐ τητος τὸ πᾶν συνέστηκεν· πρεσβύτης τις, ἐπεὶ καὶ νέος ἐγένετο· κα‐ | |
5 | θέζεται, ὅτι καὶ ἕστηκεν. LΛFONVGMRm | |
669b | γνώμη. Om | |
669c | 〈τὰ δεινά:〉 τὰ θεῖα καὶ δέος ἐμποιοῦντα. Lm, Gsl | |
670 | 〈νιφοστιβεῖς:〉 οἱ τὰς ὁδοὺς διύγρους ποιοῦντες. Gsl | |
671 | 〈ἐκχωροῦσιν:〉 ὑπεξίστανται. Hsl | |
672a | 〈αἰανὴς κύκλος:〉 τουτέστιν ὁ σκοτεινὸς κύκλος ἢ | |
ἀδιάλειπτος. Lm, Hsl | 156 | |
672b | 〈αἰανῆς:〉 τῆς σκοτεινῆς. Gsl | |
673 | 〈φλέγειν:〉 ὥστε λάμπειν. FOsl | |
674a | δεινῶν τ’ ἄημα 〈πνευμάτων〉: λείπει ἡ ὑπὸ πρό‐ θεσις, ἵν’ ᾖ· ὑπὸ δεινῶν πνευμάτων στένοντα πόντον, ἄημα πρᾶον ἐκοί‐ μισεν αὐτόν. LFONVGMRm | |
674b | ὑπὸ δεινῶν πνευμάτων. Gm | |
675 | τὸ ἐν ἀντὶ τοῦ καί. Fsl | |
678a | ἐγὼ δ’ ἐπίσταμαι: ἐπειδὴ τὸ πᾶν πρὸς τοὐναντίον γί‐ νεται, εἰκὸς καὶ τοὺς Ἀτρείδας φίλους ἀντ’ ἐχθρῶν γενέσθαι. δεῖ οὖν, φησίν, προσέχειν τοῖς τέως ἐχθροῖς ὡς αὖθις φίλοις ἐσομένοις καὶ τοῖς φίλοις ὡς ἐχθροῖς. συμμέτρως οὖν φησι χρῆσθαι τοῖς πράγμασιν. | |
5 | LΛFONVGMRm | |
678b | 〈ἀρτίως:〉 ἀντὶ τοῦ νῦν. LFsl | |
679a | 〈ὅτ’:〉 ἀντὶ τοῦ ὅτῳ· ἐκθλίβονται γὰρ καὶ τὰ μακρά. Gsl | |
679b | 〈ἤμην:〉 〈γρ.〉 ἡμῖν. Lsl | |
679c | 〈ἐς τοσόνδ’:〉 ἕως τοῦ νῦν. Hsl | |
681a | 〈ὑπουργῶν:〉 σπουδάζων. LNsl | |
681b | 〈ὠφελεῖν:〉 βοηθεῖν. Fsl | 157 |
682a | 〈ὡς αἰὲν οὐ μενοῦντα:〉 φίλον ἐμὲ ἀνάπαλιν εἰς ἔ‐ χθραν τραπέντα. Fsl | |
682b | λείπει τὸν φίλον. ONHsl | |
682c | 〈τοῖς πολλοῖσι γάρ:〉 γνώμη. Osl | |
683a | 〈ἑταιρείας λιμήν:〉 λιμὴν ἡ φιλία, ἵν’ ᾖ· ἡ τῆς ἑ‐ ταιρείας φιλία. LGm | |
683b | γρ. εὐτ’ ἑταιρείας. Gsl | |
683c | φιλία. Lsl | |
683d | 〈ἑταιρείας:〉 φιλίας. Fsl | |
684a | ἀλλ’ ἀμφὶ μὲν τούτοισιν: ὅρα πόσον ἐπικρατεῖ‐ ται ὑπὸ τοῦ πάθους ὁ λογισμός. ὁ τὰ σοφώτατα γοῦν εἰπὼν ἑαυτὸν ἀν‐ αιρεῖ. LΛFONVGMRm | |
684b | καὶ περὶ μὲν τούτων. LOHsl | |
685 | 〈διὰ τέλους:〉 γρ. διὰ τάχους. LNHGsl | |
687 | ὑμεῖς θ’, ἑταῖροι: τὰ μὲν τῆς ἀναιρέσεως δῆλα τῷ θεατῇ, ἀγνοεῖ δὲ ὁ χορός· πεπίστευκε γὰρ τοῖς ὑπ’ αὐτοῦ λελεγμένοις. LFO | |
NVGm | 158 | |
688 | 〈τιμᾶτε:〉 ἀντὶ τοῦ πείθεσθε. LNsl | |
689 | 〈ἅμα:〉 γρ. ὑπέρμεγα. Lm | |
690 | 〈ἐγὼ γὰρ εἶμ’ ἐκεῖς’ ὅποι πορευτέον:〉 αἰ‐ νιγματωδῶς ὁ λόγος ἐξενήνεκται. LGm, Hsl | |
691 | καὶ τάχ’ ἄν μ’ ἴσως: ὁ μὲν χορὸς ἀπαλλάττεσθαι νομίζει λέγειν τῆς νόσου· ὁ δὲ αἰνίττεται τῶν κακῶν τοῦ βίου. LΛFONGm | |
693a | ἔφριξ’ ἔρωτι: ὠρθώθην τῇ ἡδονῇ, ἀνεπτερώθην. χρείας δὲ ἕνεκα τὸ χορικὸν νῦν παρείληπται. ἐξελθόντος γὰρ τοῦ Αἴαντος δεῖ βραχὺ διάλειμμα γενέσθαι, ἵνα μὴ καταληφθῇ ὑπὸ τοῦ ἀγγέλου. διὸ καὶ τὴν ὄρχησιν ποιεῖται, ἔνθεν καὶ βραχύ ἐστι τὸ χορικὸν ὡς πρὸς | |
5 | χρείαν εἰλημμένον. LΛVGMRm | |
693b | ἄλλως· ἔφριξ’ ἔρωτι: τέρπεται ὁ χορὸς ἐπὶ τῷ πεπαῦ‐ σθαι τῆς νόσου τὸν Αἴαντα καί φησιν· ὑφ’ ἡδονῆς ἔφριξα καὶ βούλο‐ μαι χορεῦσαι. εὐεπίφορος δὲ ὁ ποιητὴς ἐπὶ τὰς τοιαύτας μελοποιίας, ὥστε ἐντιθέναι τι καὶ τοῦ ἡδέος. LΛFONVGMRm | 159 |
693c | 〈ἔφριξ’ ἔρωτι:〉 ὠρθώθην τῇ ἡδονῇ. LFONHGsl | |
693d | 〈ἀνεπτάμαν:〉 ἀνεπτερώθην. LONHGsl | |
694 | ἰὼ ἰώ, Πὰν Πάν: ἐπικαλοῦνται τὸν Πᾶνα ὡς χορῶν πρό‐ ξενον· καὶ αὐτοὶ γὰρ τοῦτο ποιεῖν βούλονται ὡς ἐγνωκότος τοῦ Αἴαν‐ τος μηκέτι τελευτᾶν. καὶ ἄλλως· ἐπικαλοῦνται τὸν Πᾶνα ἢ ὅτι ἐβοή‐ θησε τοῖς Ἀθηναίοις ἐν τῇ ναυμαχίᾳ ἢ ὅτι τὸν Τυφῶνα δικτύοις ἤ‐ | |
5 | γρευσεν ἢ ὅτι οἱ ἁλιεῖς τιμῶσι τὸν Πᾶνα ὡς νόμιμον θεόν. LΛFONV | |
GMRm | 160 | |
695a | ἁλίκλαγκτε: ἀντὶ τοῦ μεγαλόφωνε ἐν τῇ χορείᾳ, ὡς ἁ‐ λίβρομε· 〈ἢ〉 ὅτι τῆς ἠχοῦς ἐρᾷ, πολύηχος δὲ ἡ θάλασσά ἐστιν. LΛFONVGm | |
695b | μεγαλόφωνε ἢ τιμώμενε τοῖς ἁλιᾶσι. OGsl | |
695c | καὶ ἁλίβρομε. Fsl | |
695d | 〈ἁλίπλαγκτε Κυλ/λανίας:〉 ἁλίπλαγκτε ἀπὸ τῆς Κυλληνίας. LΛm | |
695e | 〈Κυλ/λανίας:〉 ὄρος Ἀρκαδίας ἡ Κυλληνία. Λm, LFOHsl | |
695f | ἀπὸ τῆς Κυλληνίας. ὄρος δὲ Ἀρκαδίας ἡ Κυλληνία. Vm, Gsl | 161 |
697 | 〈δειράδος:〉 ἐξοχῆς τοῦ ὄρους. FOHGsl | |
698a | ὅπως μοι / Νύσια Κνώ〈σι’ ὀρχήματ’〉: ὅπως μοι συνάψῃς ὄρχησιν ποιουμένῳ παντοίαν, τὴν οὐκ ἐκ διδαχῆς σοι γενομένην ἀλλ’ ἐκ φύσεως· οὐδεὶς γὰρ ἐδίδαξε τὸν Πᾶνα. LΛOm | |
698b | 〈μοι:〉 λείπει ξυνών. Fsl | |
699a | Νύσια Κνώσι’ 〈ὀρχήματ’〉: ἐν Νυσίᾳ καὶ ἐν Κνωσῷ ἐπιμελὴς ἡ ὄρχησις. ἢ Νύσια, τὰ ἐν τῇ Νύσῃ γινόμενα (ἔστι δὲ αὕτη Διονύσου ἱερά)· καὶ συνᾴδει τῷ Κνώσια (καὶ ἡ Κνωσὸς γὰρ Διονύσου). LΛFONm | |
699b | τὰ ἐν τῇ Νύσῃ τῷ ὄρει καὶ τὰ ἐν τῇ Κνωσῷ ὀρχήματα ἐπιβάλῃς ἢ συλλάβῃς ἡμῖν. καὶ ἄλλως· τῶν ὀρχήσεων αἱ μέν εἰσι Διονυσια‐ καὶ αἱ δὲ Κορυβαντικαὶ 〈αἳ〉 καὶ ἐνόπλιοι. Νύσιαι οὖν αἱ Διονυσιακαί, παρὰ τὴν Νῦσαν, Κνώσιαι δὲ αἱ Κορυβαντικαί· Κνωσὸς γὰρ πόλις τῆς | |
5 | Κρήτης, ἐν τῇ Κρήτῃ δὲ ὑπὸ Κορυβάντων ἐτράφη ὁ Ζεύς. LΛFON | |
VGMRm | 162 | |
699c | τῶν ὀρχήσεων ἡ μὲν Βερεκυντιακὴ λέγεται, ἡ δὲ Κρητικὴ ἣ καὶ πυρρίχη. Νύσια οὖν αἱ Βερεκυντιακαὶ (τῆς γὰρ Νυσίας ἐστὶν ἡ Βερέκυντος), Κνώσια δὲ 〈αἱ〉 Κρητικαί. LGm | |
699d | τὰ ἐν τῇ Νύσῃ τῷ ὄρει καὶ τὰ ἐν τῇ Κνωσῷ. Lm | |
699e | 〈Νύσια:〉 τὰ ἐν τῇ πόλει Νύσῃ. Gsl | |
699f | 〈Κνώσι’:〉 Κρητικά. Gsl | |
699g | Κορυβαντικά. FHsl | |
699h | αὐτοδαῆ: αὐτομαθῆ, ἃ ἐκ φύσεως ἔχεις, οὐ διδακτά. Lm, Nsl | |
699i | αὐτομαθῆ, ἃ σὺ σαυτὸν ἐδίδαξας. LHsl | |
700a | 〈ἰάψῃς:〉 ἐπιβάλῃς ἢ συλλάβῃς ἡμῖν. LNHsl | |
700b | διδάξῃς, συλλάβῃς. FGsl | 163 |
701 | νῦν γὰρ ἐμοὶ μέλει χορεῦσαι: ἀναγκαίως καὶ ἡ αἰτία τῆς ὀρχήσεως, ἵνα μὴ δοκῇ ἀλόγως ἐπὶ τοῦτο ἀπαντᾶν. LVGMRm | |
702a | 〈Ἰκαρίων δ’ ὑπὲρ πελαγέων /〉 μολὼν ἄ‐ ναξ Ἀπόλλων: παραγένοιτο δὲ καὶ ὁ Ἀπόλλων διὰ τοῦ Ἰκα‐ ρίου πελάγους, τουτέστιν ἀπὸ τῆς Δήλου, καὶ συνείη μοι εὔφρων. ἐν δὲ τῷ Ἰκαρίῳ πελάγει κεῖται ἡ Δῆλος. LFONVGMRm | |
702b | 〈Ἰκαρίων:〉 ἐν τῷ Ἰκαρίῳ πελάγει κεῖται ἡ Δῆλος. Lsl | |
703 | 〈ἄναξ Ἀπόλλων:〉 ὁ ἄναξ Ἀπόλλων. LHsl | |
704a | ὁ Δάλιος: ἢ ὁ ἐν τῇ Δήλῳ τῇ νήσῳ γεννηθεὶς ἢ ὁ δηλῶν καὶ φανερὰ ποιῶν τοῖς ἀνθρώποις τὰ ἐσόμενα. λέγεται δὲ αὐτὸν γεν‐ νηθῆναι ἐν τῇ Δήλῳ δι’ αἰτίαν τοιαύτην. ἡ Λητὼ μιγεῖσα τῷ Διὶ συνέ‐ λαβεν ἐξ αὐτοῦ τὸν Ἀπόλλωνα. τοῦτο γοῦν ἡ Ἥρα μαθοῦσα κατηρά‐ | |
5 | σατο μὴ δέξασθαι τὴν γῆν τὸ τεχθησόμενον παρὰ τῆς Λητοῦς. ἡ γοῦν Δῆλος αὕτη ἦν κινουμένη· καί ποτε μὲν ὑπὸ〈κάτω〉 τῆς θαλάσσης ἐ‐ κρύπτετο, ποτὲ δὲ ἄνωθεν τοῦ ὕδατος ἦν. προσταχθεὶς δὲ παρὰ τοῦ Διὸς ὁ Ἑρμῆς ταύτην τῇ ῥάβδῳ παίσας ἔστησεν καὶ οὕτως ἐν αὐτῇ ἡ Λητὼ ἔτεκε τὸν Ἀπόλλωνα διὰ τὸ μὴ περιπεσεῖν καὶ αὐτὴν τῷ ὅρκῳ | |
10 | ὥς ποτε μὲν ἱσταμένην ἄνω, ποτὲ δὲ ὑποκάτω τῆς θαλάσσης οὖσαν. Vm | 164 |
704b | ὁ ἐν τῇ Δήλῳ τιμώμενος. Fsl | |
704c | εὔγνωστος 〈.... εὔφρων〉: φανερὸς ὢν καὶ δῆλος ὅτι φιλεῖ με. LFONVGMRm | |
704d | φανερός. HGsl | |
705a | 〈εὐφρονῶν:〉 γρ. εὔφρων. Gm | |
705b | 〈εὔφρων:〉 φίλος καὶ ἐμοὶ κεχαρισμένος. LGsl | |
706a | 〈ἔλυσεν αἰνὸν ἄχοσ〉 ἀπ’ ὀμμάτων Ἄρης: ὁ Αἴας ὁ Ἀρήιος· ἢ ἄρης, ὁ πόλεμος ὁ περὶ τὸν Αἴαντα, ἔλυσεν ἡμῶν τὸ σκότος καὶ τὴν κατήφειαν. LFONVGm | |
706b | 〈ἀπ’ ὀμμάτων:〉 ἀπὸ τῶν ὀμμάτων τοῦ Αἴαντος. LHGsl | |
706c | 〈Ἄρης:〉 ἡ μανία ἡ περὶ τὸν Αἴαντα. Gsl | |
706d | Ἄρης: ἡ λύσσα, ἡ μανία. Lm | |
707a | ἰὼ ἰὼ νῦν αὖ, / νῦν, ὦ Ζεῦ, πάρα λευκόν: νῦν πάρεστιν ἡμέρα λαμπρὰ ἡμῖν, ὥστε ἐγγίσαι τῶν νεῶν. πρότερον γὰρ | |
ἐξετρεπόμεθα ἐπιμίγνυσθαι τοῖς Ἕλλησι διὰ τὴν αἰδῶ. LFONVGMRm | 165 | |
707b | 〈νῦν:〉 ἀρτίως. Gsl | |
709 | 〈πελάσαι ..../ θοᾶν .... νεῶν:〉 ὥστε πελάσαι ἐπὶ τῶν θοῶν νεῶν. LVGm, Hsl | |
710a | 〈θοᾶν:〉 κατὰ τῶν θοῶν. LHsl | |
710b | ἀντίπτωσις 〈ἀντὶ〉 δοτικῆς. Gm | |
710c | ὅτ’ Αἴας / λαθίπονος: ὅτε δὴ ὁ Αἴας πάρεστιν ἐκ με‐ τανοίας ἐπὶ τὸ σέβειν τοὺς θεοὺς καὶ κατατίθεσθαι τὴν ἔχθραν τὴν πρὸς τοὺς Ἀτρείδας. LFONm, Hsl | |
711 | 〈αὖ:〉 γρ. σά. Gm | |
712a | 〈πάνθυτα:〉 πάνσεπτα. LFOsl | |
712b | 〈θέσμι’:〉 μυστήρια. FOHsl | |
712c | νόμιμα. Nsl | |
712d | 〈ἐξήνυς’:〉 ἐξεπλήρωσεν. LOsl | |
714-718 | 〈πάνθ’ ὁ μέγας χρόνος .... νεικέων:〉 τὰ ὑπὸ | |
τοῦ Αἴαντος διὰ πολλῶν εἰρημένα διὰ βραχέων διεξῆλθεν. LVm | 166 | |
714a | γνώμη. FOHVm | |
714b | 〈φλέγει:〉 ζωπυρεῖ. Vm, Lsl | |
714c | διεγείρει, ζωπυρεῖ, αὔξει. Gsl | |
715a | 〈ἀναύδητον:〉 ἀπόρρητον, ἀνέλπιστον, ἄλεκτον. LFONsl | |
715b | 〈φατίξαιμ’:〉 εἴποιμι, ἀποφήναιμι. FHsl | |
716a | εὖτέ γ’ ἐξ ἀέλπτων: ὁπότε ἐξ ἀνελπίστων καὶ μεγάλων νεικέων ὁ Αἴας μετεπείσθη καὶ μετεβλήθη τὴν ψυχὴν τοῖς Ἀτρείδαις ἀπὸ τῆς ἔχθρας. LFONVGm | |
716b | 〈ἀέλπτων:〉 ἀνελπίστων. Fsl | |
717 | 〈μετανεγνώσθη / θυμόν:〉 μετεπείσθη, μετεβλήθη καὶ πέπαυται τοῦ θυμοῦ. Lsl | |
718a | 〈θυμόν:〉 γρ. θυμῶν. NGsl | 167 |
718b | τὴν ψυχήν. Fsl | |
718c | 〈Ἀτρείδαις:〉 ἐπὶ τοῖς Ἀτρείδαις. Lsl | |
719 | ἄνδρες φίλοι: ἄγγελος ἥκει ἀπὸ τοῦ στρατοῦ ἀγγέλλων τὴν παρουσίαν τοῦ Τεύκρου. θαυμαστὴ δὲ ἡ εἴσοδος τούτου τοῦ ἀγγέ‐ λου· τοῦ Αἴαντος 〈γὰρ〉 ἔξω ἑαυτὸν διαχρωμένου οὐκ εἶχον οἱ ἀπὸ τοῦ χοροῦ οὔτε ἡ Τέκμησσα γνῶναι τὸ πραχθέν· πιθανῶς οὖν ὁ ἄγγε‐ | |
5 | λος ἀπαγγείλας παρασκευάζει αὐτοὺς ἐξιέναι κατὰ ζήτησιν καὶ οὕ‐ τως ἐπιτεύξονται τῷ πτώματι. δεξιῶς δὲ καὶ τὸ τὸν Κάλχαντα μαθεῖν· οἰκεῖον γὰρ τῷ μάντει. καλῶς δὲ καὶ τὰ τῆς σκηνῆς ἐσκεύασται· Αἴαν‐ τος γὰρ καταλιπόντος 〈τὴν σκηνὴν〉 προῆλθεν ὁ ἄγγελος, εἶτα τοῦ χοροῦ τὴν σκηνὴν ἐάσαντος διὰ τὴν ζήτησιν, ἔξεισιν ὁ Αἴας ἐπὶ τὴν | |
10 | πρᾶξιν. τῷ δὲ θεατῇ οὐδὲν ἀργὸν παραλείπεται, πεποικιλμένης διαφό‐ ρως τῆς ἐν τῇ σκηνῇ προσωποποιίας. LFONVGMRm | |
720a | Μυσίων: ἀντὶ τῶν Θρᾳκικῶν. μέρη γὰρ τῆς Θρᾴκης πολλὰ περὶ τὴν Μυσίαν. GMRm, Lsl | |
720b | Θρᾳκικῶν. FOsl | 168 |
721a | 〈κρημνῶν:〉 τῶν χωρίων. LNGsl | |
721b | στρατήγιον: τὸ στρατόπεδον Ἀττικῶς. Lm, FHGsl | |
722a | κυδάζεται τοῖς πᾶσιν: λοιδορεῖται, ὑβρίζεται ὑπὸ πάντων. καὶ Ἐπίχαρμος ἐν Ἀμύκῳ (frg. 6, CGF I.92 Kaibel)· Ἄμυκε, μὴ κύδαζέ μοι τὸν πρεσβύτερον ἀδελφόν. καὶ Αἰσχύλος ἐν Ἰφιγενείᾳ (frg. 94 N2)· | |
5 | οὔ τοι γυναιξὶ 〈δεῖ〉 κυδάζεσθαι. τί γάρ; ἀρσενικῶς δὲ ὁ κύδος ἐπὶ τῆς ὕβρεως. LFONVGMm | |
722b | λοιδορεῖται, ὑβρίζεται. LFONHGsl | |
724a | 〈ὀνείδεσιν /〉 ἤρασσον ἔνθεν 〈κἄνθεν〉: ἔ‐ | |
κρουον, ἔπληττον, ἐβλασφήμουν πάντες ὁμοφρονοῦντες. LVGMRm | 169 | |
724b | ἐβλασφήμουν, ὕβριζον, ἔβαλλον πάντες ὁμοφρονοῦντες. Fm | |
725a | 〈ἤρασσον:〉 ἔβαλλον, ἔπληττον. LNHsl | |
725b | ἔκρουον. Gsl | |
727a | ἀποκαλοῦντες: Ἀττικὸν ἔθος τὸ ἐπιφέρειν ἑνικοῖς πληθυντικὰ καὶ ἀνάπαλιν, ὡς καὶ νῦν τό· οὔτις ἔσθ’ ὃς οὐχὶ ἔλεγε, ξύν‐ αιμον αὐτὸν ἀποκαλοῦντες. LNVGMRm | |
727b | ὡς οὐκ ἀρκέσοι: ἐπὶ τοῦ Τεύκρου. ὡς οὐκ ἀρκέσοι ἑαυ‐ τῷ τὸ μὴ λιθόλευστος γενέσθαι· ὡς οὐ κωλύσοι ἑαυτὸν καταλιθωθῆναι, LFONVGMRm | |
727c | βοηθήσει· κωλύσει καταλιθωθῆναι. Fsl | |
727d | κωλύσοι. LGsl | |
729 | 〈εἰς τοσοῦτον ἦλθον:〉 μανίας ἦλθον δηλονότι. Osl | 170 |
730a | κολεῶν ἐρυστὰ 〈διεπεραιώθη ξίφη〉: δι‐ ειλκύσθη, διῆλθεν, ἐγυμνώθη· εἰ μὴ γὰρ εἰς πέρας ἑλκυσθῇ οὐκ ἐξέρ‐ χεται. LVGMRm, Hsl | |
730b | 〈ἐρυστά:〉 ἑλκυστά. FONsl | |
730c | 〈διεπεραιώθη:〉 διειλκύσθη, διῆλθεν. Lsl | |
731a | λήγει δ’ ἔρις δραμοῦσα: ἡ ἔρις εἰς πολὺ δραμοῦσα καὶ προκόψασα ἔστη τῇ συναντήσει τοῦ λόγου τῶν γερόντων. ἐκ τῆς τοῦ Ἀχιλλέως δὲ πρὸς Ἀγαμέμνονα μάχης παραγέγραπται· καὶ ὥσπερ ὁ Νέστωρ ἐκεῖ (Hom. Α 247 ff.) διαλλάσσει οὕτως καὶ νῦν οἱ γέροντες. | |
5 | ἡ ἔρις οὖν προκόψασα προσωτάτω λήγει ἐκ συναλλαγῆς τοῦ λόγου τῶν γερόντων, οἷον ἐκ τῆς ὁμιλίας αὐτῶν. LFONVGMRm | |
731b | ἐπαύσατο προκόψασα. Osl | |
731c | 〈δραμοῦσα τοῦ προσωτάτω:〉 προκόψασα. Hsl | |
732a | 〈ξυναλλαγῇ λόγου:〉 τῇ ἀμοιβῇ τοῦ λόγου καὶ παρα‐ | |
μυθίᾳ. LGsl | 171 | |
734a | γνώμη. LVGm | |
734b | ὡραῖον. Fm | |
735a | οὐκ ἔνδον: ἐν συντόμῳ· οὐκ ἀναγκαῖον γὰρ δισσολογεῖν περὶ ὧν ἤκουσεν ὁ ἀκροατής. LONm | |
735b | 〈φροῦδος:〉 ἀφανής, ἔκδημος. FHsl | |
736a | 〈νέοισιν:〉 καινοῖς. LHsl | |
736b | 〈ἐγκαταζεύξας:〉 συνθείς, ἁρμόσας. Vm, LFOHsl | |
736c | 〈ἐγκατατεύξας:〉 〈γρ.〉 ἐγκαταζεύξας. ἁρμόσας. Gsl | |
736d | 〈τρόποις:〉 ἤθεσι. Hsl | |
737 | ἰοὺ ἰοὺ ἰού: εἰδὼς ἀπὸ τοῦ μάντεως ὅτι κακὸν αὐτῷ γίνε‐ ται τοῦτο προαναφωνεῖ. LFONGMRm, Hsl | |
739 | ἢ ’φάνην ἐγὼ 〈βραδύσ〉: ἤπερ. φησὶ δὲ ὅτι οὐκ ἐβρά‐ | |
δυνα παραγενόμενος, ἀλλὰ βραδέως ἐπέμφθην. LFONGMRm | 172 | |
740a | τί δ’ ἐστι χρείας: οἷον, τί σοι λείπει ὅπερ σπάνιόν ἐστι πρὸς τὴν χρείαν τὴν νῦν; ἐσπάνιζε δὲ τὸ ἄμεινον εἶναι πρὸ ὀλίγου αὐτὸν παραγεγονέναι. καὶ παρὰ Σιμωνίδῃ ἐπὶ τοῦ πρὸς Αἰγέα ἀγγέλου πεμφθέντος (frg. 46, PMG p. 287 Page)· | |
5 | βιότου κέ σε μᾶλλον ὤνασα πρότερος ἐλθών. LFONVGMRm | |
740b | 〈χρείας ὑπεσπανισμένον:〉 ἐλλιπὲς καὶ δεόμε‐ νον τῆς τοῦ Αἴαντος παρουσίας. LFNGsl | |
740c | ἐλλεῖπον, στερισκόμενον. Fsl | |
740d | ἐλλιπές, ἐστερημένον. OHsl | |
741 | τὸν ἄνδρ’ ἀπηύδα 〈Τεῦκροσ〉: ἀναγκαίως διη‐ γεῖται, ὁπότε ἔγνωκεν ἀπόντα τὸν Αἴαντα. ἔδει γὰρ δηλωθῆναι τῷ θεά‐ τρῳ. LFONVGMRm | |
743 | ἀλλ’ οἴχεταί τοι: οἴχεται πρὸς τὸ κέρδιστον τραπεὶς τῆς γνώμης, ὅπως τὴν ἔχθραν κατάθηται καὶ διαλλαχθῇ τοῖς θεοῖς | |
ἀπὸ τοῦ χόλου. LFONVGMRm | 173 | |
744a | ὡς καταλλαχθῇ χόλου: πιθανῶς ὡς πολῖται χό‐ λον καὶ οὐ μανίαν λέγουσιν. LFONVGMRm | |
744b | 〈χόλου:〉 τοῦ τῶν θεῶν χόλου. LHGsl | |
745 | ταῦτ’ ἐστὶ τἄπη: ἐπίσταται γὰρ 〈διὰ τὸ〉 ἀκηκοέναι τὰ παρὰ τοῦ Κάλχαντος. LFONVGm | |
746 | εἴπερ τι Κάλχας: εἰς παροιμίαν ὁ στίχος παρῆκται, ἣν καὶ Ἀριστοφάνης ἀναγράφει (Ar. Byz. Μετρ. παρ. frg. 2 p. 236 Nauck). LFONVGMRm | |
748a | 〈τοσοῦτον:〉 ἀντὶ μέχρι τούτου. LFONHGsl | |
748b | 〈παρών:〉 πρὸ τοῦ ἐλθεῖν τὸν Τεῦκρον. Fsl | |
750 | οἶος Ἀτρειδῶν δίχα: πάνυ ἀξιοπίστως, ὅτι οὐκ ἀν‐ τικρὺ τῶν βασιλέων ὁ μάντις διελέγετο, ἀλλ’ ἐν ἀπορρήτῳ κατ’ εὔ‐ | |
νοιαν τοῦ Αἴαντος. LFONVGMRm | 174 | |
752 | 〈κἀπέσκηψε:〉 ἐνετείλατο. LFNHGsl | |
753a | 〈εἶρξαι:〉 ἐξεῖρξαί ποτε ἢ μόλις κωλῦσαι. Nm | |
753b | 〈τοὐμφανές:〉 τὸ ἐμφανὲς τῆς ἡμέρας ἐπίθετόν ἐ‐ στιν, ὡς λέγομεν· νύκτα μέλαιναν. VGMRm, Hsl | |
756 | ἐλᾷ γὰρ αὐτὸν τῇδε θἠμέρᾳ 〈μόνῃ〉: πιθανῶς ὡς μάντις τὴν αἰτίαν λέγει τῆς μανίας· κατ’ ἀρχὰς γὰρ ἡ Ἀθηνᾶ οὐδὲν τούτων προεῖπεν. LΛFONVGMRm | |
758a | τὰ γὰρ περισσά: τὰ παρέλκοντα καὶ ἀχρήσιμα καὶ πέρα τοῦ μέτρου ὄντα, τὰ χωρὶς δικαίου. LΛFONVGMRm | |
758b | γνώμη. FVm | |
760 | 〈ὅστις ἀνθρώπου φύσιν:〉 περιίσταται ὁ νοῦς εἰς τὸ γνῶθι σαυτόν. LVGm, Hsl | |
762a | κεῖνος δ’ ἀπ’ οἴκων: παρατήρει κἀνθάδε τὴν προσθή‐ | |
κην τοῦ ποιητοῦ, ὅτι προσῆψε τῷ Αἴαντι γλωσσαλγίαν, μονονουχὶ θεραπεύων τὸν θεατὴν μὴ ἄχθεσθαι ἐπὶ τῇ συμφορᾷ τοῦ Αἴαντος. προσῳκειωμένοι γὰρ ἤδη τῇ ἀρετῇ αὐτοῦ σχεδὸν καὶ τῷ ποιητῇ ὀρ‐ | 175 | |
5 | γίζονται. LΛFONVGm | |
762b | 〈ἀπ’ οἴκων:〉 ἀπὸ τῶν οἴκων τῶν πατρικῶν. LFOHsl | |
764-765 | 〈δορὶ / βούλου .... κρατεῖν:〉 γνώμη. Vm | |
767a | 〈θεοῖς .... ὁμοῦ:〉 τὸ ὁμοῦ ἀντὶ τῆς σύν. τὸ δὲ ἑξῆς· θεοῖς ὁμοῦ. LFOGMRm, NHsl | |
767b | σὺν τοῖς θεοῖς. Gsl | |
768 | 〈κράτος:〉 νίκην. LFOsl | |
769 | 〈κείνων:〉 τῶν θεῶν. LFOHsl | |
772 | 〈τρέπειν:〉 ἐπιβάλλειν. γρ. ἔχειν. Hsl | |
775a | 〈ἵστω:〉 ἀντὶ τοῦ ἵστασο. LFONHGsl | |
775b | 〈καθ’ ἡμᾶς .... μάχη:〉 ἡ καθ’ ἡμᾶς μάχη. Lsl | |
776 | 〈ἀστεργῆ:〉 ἀμάλακτον, ἀδιάθετον. LHsl | 176 |
778 | ἀλλ’ εἴπερ ἔστι τῇδε θἠμέρᾳ: εἰ παρέλθοι ταύτην τὴν ἡμέραν 〈ἂν〉 σωθείη. μέχρι γὰρ τῆς σήμερον παρατείνει τὴν ὀρ‐ γὴν τῆς θεοῦ. LFONVGMRm | |
780 | ὁ δ’ εὐθὺς ἐξ ἕδρας 〈/ πέμπει με〉: ἅμα μὲν διὰ τὸ ἀξιόπιστον τοῦ προσώπου, ἅμα δὲ ὡς μὴ δοκοίη δι’ ἀπέχθειαν ταῦτα λέγειν. διὰ πάντων δὲ διδάσκει ὅτι κρατεῖ τῶν ἀνθρωπίνων ἡ εἱμαρ‐ μένῃ καὶ γνῶναι μὲν τὰ ἐσόμενα διὰ τῆς μαντικῆς ἐστιν, οὐ μὴν καὶ φυ‐ | |
5 | λάξασθαι δυνατόν. LFONVGMRm | |
781 | 〈ἐπιστολάς:〉 ἐντολάς. LFsl | |
783 | 〈οὐκ ἔστιν ἁνὴρ ἐκεῖνος:〉 οὐκέτι ὁ Αἴας ἐστὶ ζῶν εἰ τὰ λεγόμενα τῷ μάντει ἀληθῆ ἐστι καὶ οὐ φενάκαι. Gm | |
784a | 〈ὦ δαΐα:〉 δάιον κοινῶς τὸ πολέμιον, Ἀττικῶς δὲ τὸ δύ‐ | |
στηνον. Lm, Nsl | 177 | |
784b | ἀντὶ τοῦ δύστηνε τῷ δαΐα ἐχρήσατο. Vm, Gsl | |
784c | δύστηνε, αἰχμάλωτε. Hsl | |
784d | ὦ δαΐα Τέκμησσα: τίνος ἕνεκεν οὐκ ἐποίησεν ἐξιοῦ‐ σαν τὴν Τέκμησσαν, ἵνα μετὰ τοῦ χοροῦ ἀκούσῃ τὰ περὶ τοῦ Αἴαντος, ὡς ἐν τοῖς ἄλλοις δράμασιν, ἔν τε Ἠλέκτρᾳ καὶ Οἰδίποδι ἅμα τῷ χορῷ τὰς τῶν γυναικῶν προόδους ποιεῖ, ἵνα μὴ δισσολογῶσιν | |
5 | οἱ ἄγγελοι; ῥητέον οὖν ὅτι ὁ Αἴας ἐκέλευσεν αὐτὴν κατ’ οἶκον εὔ‐ ξασθαι τοῖς θεοῖς εἰπών (579)· καὶ δῶμα πάκτου. οὐδὲ μὴν αἰχμαλώτου σχῆμα ἔχουσαν ἔδει συνεχῶς ἐξιέναι, μάλιστα ἐν τοιούτῳ καιρῷ ἠγρυπνηκυῖαν καὶ παρηκολουθηκυῖαν τῇ τοῦ Αἴαν‐ | |
10 | τος μανίᾳ. ἔδει οὖν μέγα τι φανῆναι τὸ ἐξάγον αὐτήν. διὸ πρὸς τὸν χο‐ ρὸν ἐδέησε πρῶτον εἰπεῖν, οἳ ὡς ἐπὶ μεγάλῃ προφάσει ἐκκαλοῦσιν αὐτήν· ἄλλως τε 〈καὶ〉 οἱ ἀπὸ τοῦ χοροῦ οἰκειότεροί εἰσιν ὡς πολῖται τοῦ Αἴαντος, ὥστε καὶ ὁ ἄγγελος καλῶς οὐκ ἐζήτησε μεῖζον πρόσω‐ πον, ἀλλὰ τὸν Αἴαντα οὐ καταλαβὼν ἔνδον πρὸς τὸν χορόν φησιν. εἰς | |
15 | ἀνάγκην δὲ γεγονὼς ὁ ποιητὴς τοῦ διλογῆσαι οὐδαμοῦ προσκορὴς | |
ἐγένετο, ἀλλὰ τὰ δεύτερα διὰ βραχέων ἐξήνεγκεν. LΛFONVGMRm | 178 | |
784e | ἄλλως· ὦ δαΐα: δήια πεπονθυῖα ἢ κατακεκομμένη, κατα‐ πεπολεμημένη, κεκακωμένη. ὦ δύστηνε, ὦ πεπολεμημένη καὶ ἀθλία. ἀπρεπὲς γὰρ αὐτὴν πολεμίαν ἀποκαλεῖν. καὶ Αἰσχύλος ἀντὶ τοῦ ἀθλία κέχρηται τῇ λέξει. LΛVGMRm | |
784f | ἀθλία. Osl | |
785 | 〈θροεῖ:〉 λέγει. LFOsl | |
786a | ξυρεῖ γὰρ ἐν χρῷ: ἅπτεται τῶν ἀναγκαίων τοῦ χρω‐ τός. καὶ ἔστιν ἡ παροιμία ἐπὶ τῶν ἐπικινδύνων πραγμάτων. LFONV GMRm | |
786b | ξυρεῖ γὰρ ἐν χρῷ: ἐνίοτε γὰρ καὶ τοῦ σώματος ἐφάπτε‐ | |
ται ὁ σίδηρος. LFONVGm | 179 | |
786c | ἄλλως· μέχρι βάθους ἐφικνεῖται, ὥστε μὴ χαίρειν. τὸ δὲ τι‐ νὰ παρέλκεται. LFONVm | |
786d | μέχρι βάθους διικνεῖται. Gsl | |
786e | ἅπτεται. Osl | |
786f | τοῦτο: τὸ πρᾶγμα. LFNHsl | |
786g | 〈τινά:〉 τὸ τινὰ παρέλκεται. Gsl | |
787 | τί μ’ αὖ τάλαιναν: πρὸς τὸ Εὐριπίδου ἐν Δίκτυι (cf. frg. 342, TGF p. 463 N2)· τί μ’, ὦ γεραιέ, πημάτων πεπαυμένην ὀρθοῖς; LGm | |
788a | 〈ἀτρύτων:〉 πολυτρύτων. LGsl | |
788b | ἐξ ἕδρας ἀνίστατε: οὐκοῦν διὰ τὸ κεκμηκέναι καὶ ἀναπαύσεως δεῖσθαι ἔνδον διέτριβε καὶ τὴν πρόφασιν τοῦ μὴ προϊέ‐ | |
ναι διασαφεῖ. LΛFONVGm | 180 | |
790a | 〈πρᾶξιν:〉 δυστυχίαν. Fsl | |
790b | ἤλγης’ ἐγώ: ἀντὶ τοῦ ἀλγῶ ἀκούουσα. VGm | |
790c | ἀλγεινῶς ἤκουσα. Lm, Nsl | |
790d | λείπει ἀκούσας. Hsl | |
791a | 〈οἴμοι,〉 τί φῄς, ὦ ’νθρωπε: περιπαθῶς ἀναβοᾷ πυ‐ θομένη ὅτι ἀγγέλλει τις νεώτερόν τι περὶ τοῦ Αἴαντος. ἴδιον δὲ τῶν φίλων τὸ τὰ χείρω ἀεὶ ὑπονοεῖν. LΛVGm, Hsl | |
791b | μῶν ὀλώλαμεν: τοιαῦτα γὰρ ἔλεγεν, ὅτι συναπολοῦ‐ μαί σοι, ἐὰν σὺ ἀποθάνῃς. LFONVGm | |
792a | οὐκ οἶδα τὴν σὴν πρᾶξιν: πρὸς τὸ μῶν ὀλώ‐ λαμεν ἐπήγαγεν ὁ ἄγγελος περὶ τοῦ Αἴαντος μόνου· οὐ γὰρ τοιοῦ‐ τός ἐστιν ὁ καιρός, ὥστε σοφίζεσθαι καὶ τὰς φωνὰς ἐξετάζειν. καλῶς δὲ τὸ θαρσῶ· οὐδὲν γὰρ αὐτὸς οἶδεν, ἀλλ’ ἀπὸ τῶν λόγων τοῦ Κάλ‐ | |
5 | χαντος ἀγωνιᾶν φησιν. LΛFONVGm | 181 |
792b | 〈πρᾶξιν:〉 δυστυχίαν. Gm, Hsl | |
794a | 〈καὶ μήν:〉 γρ. καὶ νῦν. Gsl | |
794b | 〈θυραῖος:〉 ἔξω σκηνῶν. Fsl | |
794c | ὥστε μ’ ὠδίνειν: ἐμφαντικῶς τὸ ὠδίνειν. οἰκεῖον γὰρ γυναικί, χαλεπώτατον δὲ τῶν γυναικείων πόνων ἡ ὠδίς. LΛFONVGm | |
796 | 〈σκηνῆσ〉 ὕπαυλον: ἐνδόμυχον, ὑπὸ τὴν αὐλὴν τῆς σκηνῆς. LVm, NGsl | |
797a | 〈κἀπὶ τῷ λέγει:〉 ἐπὶ τίνι, 〈τίνι〉 τρόπῳ λέγει; Gm | |
797b | ἐπὶ τίνι, διὰ τί. Vm, LHsl | |
797c | 〈τῷ:〉 τίνι. Nsl | |
798 | 〈πάρεστ’:〉 ἐπιδημεῖ. LFOHsl | |
799a | 〈φέρειν:〉 ἀντὶ εἶναι, ἔχειν. LONHsl | 182 |
799b | κωλύειν. Gsl | |
801 | καθ’ ἡμέραν / τὴν νῦν: ἀμφιβόλως· ἤτοι μαθὼν κατὰ τὴν νῦν ἡμέραν ἢ ὅτι καθ’ ἡμέραν τὴν νῦν τεθνήξεται. LNVGMRm | |
802 | ὅτ’ αὐτῷ θάνατον ἢ βίον 〈φέρει〉: εἰ μὲν ἔνδον μείνῃ, σωθήσεται· εἰ δὲ μή, ἀπόλλυται. διὰ τούτου δὲ τὸ διττὸν τοῦ μοι‐ ριδίου δηλοῖ, ὡς καὶ Ὅμηρος (Ι 411)· διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλοσδε. LFONVGm | |
803a | πρόστητ’ ἀναγκαίας τύχης: ἀντὶ τοῦ ἐπίκουροι γένεσθε τῆς κατεπειγούσης συντυχίας. LNVGMRm, Osl | |
803b | 〈οἲ ἐγώ:〉 Ἀττικόν. γράφεται οἳ ἐγώ. Nsl | |
804 | οἱ μὲν Τεῦκρον ἐν τάχει 〈μολεῖν〉: πιθανῶς καὶ Τεῦκρον μεταπέμπεται, ἵνα μὴ δεήσῃ ἄγγελον πέμπειν, ὅταν ἐπι‐ | |
τύχωσι τῷ σώματι. LFONVGMRm | 183 | |
805a | ἑσπέρους: δυτικούς. 〈ἑσπέρουσ〉 ἀγκῶνας δέ, τὰς ἄκρας τῶν ὀρῶν τὰς πρὸς δύσιν. LFONm | |
805b | δυτικούς. ONsl | |
805c | 〈ἀγκῶνας:〉 τόπους, ἐξοχάς. Fsl | |
805d | μέρη τῆς ἄκρας τῶν ὀρῶν. Gsl | |
805e | 〈ἀντηλίους:〉 Ἰωνικῶς. ἀνατολικούς. LFONHsl | |
807 | ἔγνωκα γὰρ δὴ φωτὸς 〈ἠπατημένη〉: οἷον, ὧν εὐνοϊκῶς ἔπραξα εἰς αὐτὸν καταφρονήσας, ἠπάτησέ με. LFON VGm | |
808a | 〈τῆς παλαιᾶς χάριτος:〉 τῆς τοῦ γάμου καὶ τῆς συν‐ ουσίας. Vm, LNsl | |
808b | τῆς γαμικῆς συνουσίας. FGsl | |
808c | τῆς εἰς ἐμὲ πρὸς ἐκείνου εὐνοίας. Hsl | |
809 | οἴμοι, τί δράσω, 〈τέκνον〉: περιπαθῶς ἐφάψασθαι τῆς ζητήσεως καὶ τῷ τέκνῳ κελεύει. καὶ ὥσπερ ἀπολογουμένη ὅτι κα‐ ταλιμπάνει αὐτόν. φησὶν οὖν ἐν ἀπόρῳ γενομένη· τί δράσω; οἷον, | |
πῶς μόνον σε καταλίπω; LFONVGm | 184 | |
810 | ὅποιπερ ἂν σθένω: οἷον, τῆς προθυμίας οὐδὲν ἐλ‐ λείψω εἰ καὶ τῷ σώματι ἀδυνατῶ. LFONm | |
811a | 〈ἕδρας ἀκμή:〉 καιρὸς εὕδειν. Hsl | |
811b | 〈ἀκμή:〉 καιρός. NHGsl | |
813 | χωρεῖν ἕτοιμος: μετακινεῖται ἡ σκηνὴ τοῦ χοροῦ ἐξ‐ ελθόντος. ἀναγκαία δὲ ἡ ἔξοδος, ἵνα εὕρῃ καιρὸν ὁ Αἴας διαχειρίσα‐ σθαι ἑαυτόν. LFONVGm | |
815a | ὁ μὲν σφαγεὺς ἕστηκεν: μετακινεῖται ἡ σκηνὴ ἐπὶ ἐρήμου τινὸς χωρίου, ἔνθα ὁ Αἴας εὐτρεπίσας τὸ ξίφος ῥῆσίν τινα πρὸ τοῦ θανάτου προφέρεται· ἐπεὶ γελοῖον ἦν κωφὸν εἰσελθόντα περιπεσεῖν τῷ ξίφει. ἔστι δὲ τὰ τοιαῦτα παρὰ τοῖς παλαιοῖς σπάνια· εἰώθασι | |
5 | γὰρ τὰ πεπραγμένα δι’ ἀγγέλων ἀπαγγέλλειν. τί οὖν τὸ αἴτιον; φθάνει Αἰσχύλος ἐν Θρῄσσαις (cf. TGF p. 27 N2) τὴν ἀναίρεσιν Αἴαντος δι’ ἀγγέλου ἀπαγγείλας. ἴσως οὖν καινοτομεῖν βουλόμενος καὶ μὴ κατακολουθεῖν τοῖς ἑτέρου 〈ἴχνεσιν〉, ὑπ’ ὄψιν ἔθηκε τὸ δρώμενον ἢ | |
μᾶλλον ἐκπλῆξαι βουλόμενος. εἰκῇ γὰρ κατηγορεῖν ἀνδρὸς παλαιοῦ | 185 | |
10 | οὐχ ὅσιον οὐδὲ δίκαιον. πήξας δὲ τὸ ξίφος ταῦτά φησιν. σφαγέα δὲ λέγει ἢ τὸν καιρὸν τοῦ ἀποθανεῖν ἢ τὸν διὰ τῆς σφαγῆς θάνατον ἢ τὸ ξίφος. LFONVGMRm | |
815b | προελθὼν εἰς τὸ ὄρος 〈καὶ〉 τὸ ξίφος αὐτοῦ τῇ γῇ προσερείσας φθέγγεται πρὸς ἑαυτόν. Gm | |
815c | 〈ὁ σφαγεύς:〉 ἤ 〈τοι〉 ὁ καιρὸς τῆς σφαγῆς ἢ τὸ ξίφος. FHsl | |
815d | τὸ ξίφος. OGsl | |
815e | ᾗ τομώτατος: ἀντὶ τοῦ ὅπου. LFONVGMRm, Nsl | 186 |
815f | ὅπου ἄν ποτε. Osl | |
816a | 〈εἴ τῳ καὶ λογίζεσθαι σχολή:〉 πρέπον γὰρ ἂν εἴη τῷ ἀπηυδηκότι ἀλογίστως ἰέναι ἐπὶ τὸ προκείμενον. ἕπεται δὲ νῦν τῷ λόγῳ, ὅτι τοῖς καρτερικοῖς καὶ ἅπαξ κρίνασι περί τινος οὐ γί‐ νεται ἀναβολὴ οὐδὲ μετάνοια ὕστερον. LFONVGMRm | |
816b | ὡς ἀπὸ τοῦ ποιητοῦ τοῦτό τινες. H2 | |
816c | 〈εἴ τῳ:〉 ἐμοί. Nsl | |
818 | μάλιστα μισηθέντος: μεγαλοφρονῶν ὁ Αἴας καὶ μέχρις ἐσχάτης ὥρας μισῶν τοὺς βαρβάρους. ὅτι δὲ δῶρον εἰπὼν ξένων ἐπήνεγκε· ξένιον γὰρ λέγομεν τὸ δῶρον τὸ παρὰ ξένων δι‐ δόμενον. εἶτα προσέθηκεν· ἐμοὶ μάλιστα μισηθέντος. | |
5 | LNVGMRm | |
819 | πέπηγε δ’ ἐν γῇ πολεμίᾳ 〈τῇ Τρῳάδι〉: πρό‐ δηλον μέν, ὅμως 〈δὲ περισσολογεῖ〉 διὰ τὸ περιπαθές, ὅτι ἐν πο‐ | |
λεμίᾳ γῇ τῇ Τρῳάδι ὑπὸ δυσμενοῦς ἀπόλλυμαι. LFONVGRm | 187 | |
820a | 〈θηγάνῃ:〉 ἀκόνῃ. ὅθεν καὶ τὸ θήγειν, ἀκονᾶν. Vm, Lsl | |
820b | τῇ ἀκόνῃ. FGsl | |
821a | 〈περιστείλας:〉 διαχειρισάμενος, περισφίγξας ἐν τῇ γῇ. VGm, LHsl | |
821b | στηρίξας, εὐτρεπίσας. OGsl | |
822a | 〈θανεῖν:〉 λείπει τὸ ὥστε, 〈ἵν’ ᾖ:〉 ὥστε διὰ τάχους θανεῖν. Lm | |
822b | ὥστε. Fsl | |
823a | οὕτω μὲν εὐσκευοῦμεν: καλῶς παρεσκευάσμεθα καὶ ἔχομεν πάντα, ὧν δεῖ πρὸς τὸν θάνατον. LFONVGMRm | |
823b | καλῶς ἔχομεν τὰ πρὸς τὸν θάνατον. Osl | |
823c | 〈ἐκ δὲ τῶνδε:〉 οἷον, τὸ δὲ μετὰ ταῦτα. LFGsl | |
825a | 〈λαχεῖν:〉 γρ. λαβεῖν. Gsl | |
825b | 〈λαβεῖν:〉 〈λα〉χ〈εῖν〉. Hsl | 188 |
828 | 〈νεορράντῳ:〉 προσφάτῳ. LGsl | |
829 | καὶ μὴ πρὸς ἐχθρῶν του κατοπτευθεὶς 〈πά‐ ροσ〉: καταγέλαστος, φασίν, ὁ Αἴας μὴ τῶν κυνῶν ἢ τῶν οἰωνῶν τὴν αἰκίαν ὑποστελλόμενος, ἀλλὰ τὴν θέαν τῶν Ἑλλήνων. ῥητέον οὖν ὅτι ἰδίωμα τῶν ἀνθρώπων τὸ μὴ βούλεσθαι τοὺς ἐχθροὺς ἐναβρύνεσθαι | |
5 | αὐτοῖς καὶ τούτου μόνου ἀντιποιοῦνται. LFONm | |
830a | 〈ἕλωρ:〉 σπάραγμα. FOHsl | |
830b | βρῶμα. Nsl | |
831a | 〈τοσαῦτά ς’, ὦ Ζεῦ, προστρέπω:〉 τοσαῦτά σοι προστρέπω. προστρέπω δὲ κατευκτικῶς λέγω· προστρόπαιοι γὰρ οἱ ἱκέται. LVGMRm | |
831b | ἱκετεύων ἐπιτρέπομαι. Lm | |
831c | ἱκετεύω. FHGsl | |
831d | 〈καλῶ:〉 ἱκετεύω. Gsl | |
832a | 〈πομπαῖον:〉 τὸν ψυχοπομπόν. LGsl | |
832b | εὖ με κοιμίσαι: θαυμαστῶς καὶ γενναίως κοιμί‐ | |
σαι εἶπεν, ὡς ἐπὶ ὕπνου, τὸν θάνατον. καὶ Ὅμηρος (Λ 241)· κοιμήσατο χάλκεον ὕπνον. LFONVGMRm | 189 | |
832c | 〈κοιμίσαι:〉 ὥστε νεκρῶσαι ἢ περιστεῖλαι. Osl | |
833a | ξὺν ἀσφαδάστῳ καὶ ταχεῖ 〈πηδήματι〉: ἀσκα‐ ρίστῳ καὶ σπασμὸν μὴ ἔχοντι, ἀντὶ συντόμως, ὥστε καιρίας τῆς πλη‐ γῆς γενομένης μὴ προσγενέσθαι σπασμὸν μηδὲ πολλὴν ἐν τῷ θανάτῳ διατριβήν. καὶ παρ’ Εὐριπίδῃ (frg. 1020 N2)· | |
5 | ὁ δ’ ἐσφάδαζεν οὐκ ἔχων ἀπαλλαγάς. σφαδάζειν δὲ ἔλεγον τὸ σπᾶσθαι καὶ σφακελίζειν. παραδεδομένον δὲ καθ’ ἱστορίαν, ὅτι κατὰ τὸ ἄλλο σῶμα ἄτρωτος ἦν ὁ Αἴας, κατὰ δὲ τὴν μασχάλην μόνην τρωτὸς διὰ τὸ τὸν Ἡρακλέα τῇ λεοντῇ αὐτὸν σκεπά‐ σαντα κατὰ τοῦτο τὸ μέρος ἀσκέπαστον ἐᾶσαι διὰ τὸν γωρυτόν, ὃν | |
10 | περιέκειτο. φησὶ δὲ περὶ αὐτοῦ Αἰσχύλος, ὅτι καὶ τὸ ξίφος ἐκάμπτετο οὐδαμῇ ἐνδιδόντος τοῦ χρωτὸς τῇ σφαγῇ· τόξον ὥς τις ἐντεί‐ νων (frg. 83 N2), πρὶν δή τις, φησίν, παροῦσα δαίμων ἔδειξεν αὐτῷ κατὰ ποῖον μέρος δεῖ χρήσασθαι τῇ σφαγῇ. ὁ δὲ Σοφοκλῆς, ἐριθεῦσαι μέν τι ὡς πρεσβυτέρῳ μὴ βουληθεὶς οὐ μὴν παραλιπεῖν αὐτὸ δοκιμά‐ | |
15 | ζων, ψιλῶς φησι· πλευρὰν ἀναρρήξαντα τῷδε φασγάνῳ, | |
κατὰ τί τὴν πλευρὰν μὴ εἰπών. LFONVGMRm | 190 | |
833b | 〈ἀσφαδάστῳ:〉 ὀξυτόμῳ, ἀσκαρίστῳ, συντόμῳ. Osl | |
833c | ἀδείλῳ, σπασμὸν μὴ ἔχοντι. Hsl | |
833d | συντόμῳ. Gsl | |
833e | 〈πηδήματι:〉 φιλίας ὁρμήματι. Hsl | |
835 | τὰς ἀεί τε παρθένους: μυθικόν ἐστι τὸ λέγειν τὰς Ἐρινύας ἀεὶ παρθένους. νῦν δὲ τὰς ἀδωροδοκήτους καὶ οὐχὶ χρανθῆναι δώροις δυναμένας ὑπὸ τῶν ἀδικούντων. LFONVGMRm | |
837a | σεμνὰς Ἐρινῦς: τὸ σεμνὰς προστιθέασιν τῷ | |
Ἐρινῦς οἱ Ἀθηναῖοι δι’ εὐλάβειαν. OVGm | 191 | |
837b | τανύποδας: τὸ τανύποδας τῷ μαθεῖν συναπτέον. οἷον, ταχέως μαθεῖν τὸ κατ’ ἐμὲ καὶ μὴ ἀμελῆσαι ἐπεξελθεῖν τὸν ἐμὸν φόνον. τὸ γὰρ τεῖναι τοὺς πόδας ἐστὶ τὸ βαδίσαι. ἢ καθ’ ἑαυτὸ τὸ τα‐ νύποδας λεκτέον, τὰς πανταχοῦ τεινούσας τοὺς πόδας. LONVGm | |
837c | τὰς ἀκοπιάστως ἐπιούσας. Lm | |
837d | 〈μαθεῖν:〉 ὡς 〈μαθεῖν〉 τὰ κατ’ ἐμέ. Gsl | |
841a | τὼς αὐτοσφαγεῖς: ταῦτα νενοθεῦσθαί φασιν, ὑπο‐ βληθέντα πρὸς σαφήνειαν τῶν λεγομένων. LΛFOGm | |
841b | γρ. αὐτοσφαγῆ. Gm | |
842 | 〈πρὸς τῶν φιλίστων ἐκγόνων ὀλοίατο:〉 τοῦτο ἀπέβη τῷ Ἀγαμέμνονι· ὑπὸ γὰρ τῶν φιλτάτων ἀπώλετο. LFO | |
VGMRm | 192 | |
844a | 〈γεύεσθε, μὴ φείδεσθε:〉 τὸ ἑξῆς· γεύεσθε πανδή‐ μου στρατοῦ, μὴ φείδεσθε. LVGMRm | |
844b | πανδήμου στρατοῦ μὴ φείδεσθε. Hsl | |
845 | σὺ δ’, ὦ τὸν αἰπὺν οὐρανόν: ὑπερβολικῶς· εἰώ‐ θασι γὰρ περὶ τῶν δεινῶν λέγειν, ὅτι ἐπικαλυψάμενος ὁ ἥλιος τὰ τοι‐ αῦτα παρέρχεται. ὁ δὲ πρὸς τὸν ἥλιόν φησιν· καὶ ἀπάγγειλον τοῖς γο‐ νεῦσιν ἐποπτεύσας τὰ πεπραγμένα. LΛFOVGMRm | |
849a | τῇ τε δυστήνῳ τροφῷ: καὶ ταῦτα περιπαθῆ καὶ ἀν‐ θρώπινα. ὅρα γὰρ ὅτι καὶ ὁ Ἡρακλῆς ἐπὶ τοῦ θανάτου τὴν μητέρα μεταπέμπεται, ὅπου καὶ πάνυ οἰκτρῶς αὐτὴν ἀνακαλεῖ (Trach. 1148)· κάλει δὲ τὴν τάλαιναν. | |
5 | ὡς ἀντιλαμβανόμενος δὲ ἑαυτοῦ ἐπάγει (852)· ἀλλ’ οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην. LΛFOVGMRm | |
849b | 〈τροφῷ:〉 μητρί. Nsl | |
851a | 〈ἥσει:〉 πέμψει. θρηνήσει, εἴπῃ. Gsl | |
851b | βοήσει. πέμψει. FONHsl | 193 |
852 | 〈οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην:〉 οἱ μὲν τῇ θρεψαμένῃ, οἱ δὲ 〈ἐμοί〉, ὃ καὶ σαφέστερον. LΛm | |
854 | 〈ἐπίσκεψαι:〉 σκόπησον. Λm, LFsl | |
857 | 〈προσεννέπω:〉 ἔτι ζῶν. Gsl | |
858 | 〈κοὔποτ’ αὖθις:〉 ὡς οὔποτ’ αὖθις. Gsl | |
859 | 〈πέδον:〉 γράφεται οἰκοῦντες πατρίδος. FHsl | |
860 | ἑστίας βάθρον: δύναται καὶ τὸ κράτος νοεῖσθαι καὶ ὁ τόπος καὶ ἡ βάσις τῆς ἑστίας. LΛFOVGMRm | |
861a | κλειναί τ’ Ἀθῆναι: τῶν Ἀθηναίων μέμνηται διὰ τὴν συγγένειαν καὶ ὅτι ἐν Ἀθήναις ὁ ποιητὴς ἠγωνίζετο. ταῦτά φησιν ἐπισπώμενος αὐτοὺς εἰς εὔνοιαν. LΛFOVGMRm | |
861b | 〈τὸ σύντροφον γένος:〉 οἱ ὁμήλικες. LFsl | 194 |
862 | κρῆναί τε ποταμοί θ’ οἵδε καὶ τὰ Τρωικά: καὶ ἐν ἀρχῇ ἔφη (819)· πολεμίᾳ τῇ Τρῳάδι. ἐπὶ δὲ τῷ τέλει καὶ τὰς κρήνας καὶ τοὺς ποταμοὺς καλεῖ, παρ’ οἷς μέλ‐ | |
5 | λει τελευτᾶν. καὶ ἔστιν εὐσεβοῦς ἀνδρὸς ἐξευμενίζειν πρὸ τοῦ θανά‐ του θεούς, τόπους, χώραν, πατρίδα, γονεῖς, ἀδελφούς, ὥστε μετ’ εὐφη‐ μίας ἀποθανεῖν. ἴσως δὲ καὶ ἐπιμαρτυρόμενος λέγει. LΛFOVGm | |
864a | τοῦθ’ ὑμὶν Αἴας: περιπαθῶς καὶ τὸ ὄνομα ἀνακαλεῖται. δεῖ δὲ ὑπονοῆσαι ὅτι περιπίπτει τῷ ξίφει. καὶ δεῖ καρτερόν τινα εἶναι τὸν ὑποκριτήν, ὡς ἄξαι τοὺς θεατὰς εἰς τὴν τοῦ Αἴαντος φαντασίαν· ὁποῖα περὶ τοῦ Ζακυνθίου Τιμοθέου φασὶν ὅτι ἦγε τοὺς θεατὰς καὶ ἐψυ‐ | |
5 | χαγώγει τῇ ὑποκρίσει, ὡς σφαγέα αὐτὸν κληθῆναι. LΛFOVGMRm | |
864b | 〈θροεῖ:〉 λέγει. LFsl | |
865 | 〈μαθήσομαι:〉 γρ. μυθήσομαι. Gm | |
866a | πόνος πόνῳ πόνον φέρει: λείπει ἡ πρὸς πρόθεσις, ἵν’ ᾖ· ὁ πόνος πρὸς τῷ πόνῳ πόνον φέρει. καὶ ἔστιν τὸ μὲν πόνος πόνῳ ἀρχαϊκόν, ὡς ἔργον ἐπ’ ἔργῳ· τὸ δὲ δεύτερον πό‐ | |
νον, κοινῶς, οἷον κάματον. LΛFOVGm | 195 | |
866b | καὶ ἄλλως· οἱ ἀπὸ τοῦ χοροῦ προσίασιν, ὥσπερ ἐκ διαφό‐ ρων τόπων κατ’ ἄλλην καὶ ἄλλην εἴσοδον, ζητοῦντες τὸν Αἴαντα καὶ ἡ Τέκμησσα ἐξ ἄλλων, ἥτις καὶ πρώτη ἐπιτυγχάνει τῷ πτώματι. ὁ δὲ νοῦς· ὁ πόνος ἐπὶ πόνῳ πόνον φέρει. ὡς καὶ Ὅμηρος (Π 111)· | |
5 | πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο. καὶ ἐν Τραχινίαις (29—30)· νὺξ γὰρ εἰσάγει καὶ νὺξ ἀπωθεῖ διαδεδεγμένη πόνον. LΛVGMRm | |
866c | 〈πόνῳ:〉 λείπει ἡ πρός. HGsl | |
867 | 〈πᾶ πᾶ / πᾶ γὰρ οὐκ ἔβαν ἐγώ:〉 διὰ τὸ μὴ ἐφευρεῖν αὐτόν. Hsl | |
869a | κοὐδεὶς ἐπίσταταί με 〈συμμαθεῖν τόποσ〉: οὐδεὶς οἶδέ με τόπος συμμαθεῖν. οἷον, μεμαθηκότα τὸ γεγονὸς οὐδείς με οἶδε τόπος, ἀλλὰ μάτην περιῆλθον. ἢ συμμαθεῖν, ἀντὶ τοῦ δι‐ | |
δάξαι 〈καὶ〉 εἰς μάθησιν ἀγαγεῖν με τοῦ ζητουμένου. LΛFONVGMRm | 196 | |
869b | 〈με συμμαθεῖν:〉 εἰς αἴσθησιν ἀγαγεῖν ἐμὲ τὸν Αἴαντα. FOsl | |
869c | διδάξαι καὶ εἰς μάθησιν ἀγαγεῖν τοῦ ζητουμένου. ὥσπερ λέγει ὁ Πλάτων (cf. Phaedr. 230d4)· οὐ θέλει τὰ φυτά με διδάσκειν. Hsl | |
869d | ὥστε διδάξαι ποῦ ἐστιν ὁ Αἴας. Gsl | |
869e | διδάξαι. Fsl | |
870a | 〈ἰδού, ἰδού:〉 ἀρτίως, νῦν. Fsl | |
870b | ἰδού, ἰδού, / δοῦπον: πιθανὰ ταῦτα καὶ σχεδὸν τῆς ἀληθείας ἐγγύς. τὸ δὲ δοῦπον, ἐλπίζοντες τῷ σώματι περιπεσεῖν. LFONVGMRm | |
872 | ἡμῶν γε ναὸς κοινόπλουν ὁμιλίαν: ἢ συν‐ ναῦται, ἐπὶ τῆς αὐτῆς νεὼς πλεύσαντες· ἢ τροπικῶς, τὸν αὐτὸν ἡμῖν πλοῦν ἐσταλμένοι πρὸς τὴν ζήτησιν. LNVGMRm | |
877 | 〈μολών:〉 γράφεται βολῶν. FGsl | |
878 | 〈δηλοῖ:〉 δῆλος ἐγένετο. Fsl | 197 |
879a | τίς ἂν / φιλοπόνων ἁλιαδᾶν: τίς τῶν ἁλιέων τῶν ἀεὶ ἀγρυπνεῖν εἰθισμένων διὰ τὴν ἄγραν ἢ τίς θεὰ Ὀλυμπιὰς ἢ πο‐ ταμῶν ἴδρις, τουτέστι Ναΐς, ἀπαγγείλαι 〈ἄν〉, εἴ που λεύσσει τὸν ὠ‐ μόθυμον; LΛFONVGMRm | |
880 | 〈φιλοπόνων ἁλιαδᾶν:〉 ἁλιέων τῶν εἰθισμένων πο‐ νεῖν. LFHGm | |
881a | 〈ἄγρας:〉 γράφεται ἕδρας. Fsl | |
881b | 〈γρ.〉 ἄγρας. Hsl | |
883a | 〈ῥυτῶν /〉 Βοσπορίων ποταμῶν: τῶν εἰς τὸν Βόσπορον ῥεόντων Τρωικῶν ποταμῶν. δύο δέ εἰσι Βόσποροι, ὁ μὲν κατὰ τὴν Προποντίδα ὁ δὲ Θρᾳκικός, ὥς φησι Φιλέας. LΛFONV | |
GMRm, FOHsl | 198 | |
883b | 〈ῥυτῶν:〉 τῶν ῥεόντων· παρὰ τὴν ῥύσιν. Lm, FGsl | |
885 | 〈τὸν ὠμόθυμον:〉 τὸν Αἴαντα, τὸν ἄπεπτον ἐν τῇ ὀργῇ. Hsl | |
887 | 〈ἀπύοι:〉 εἴποι. LONGsl | |
888 | σχέτλια γὰρ ἐμέ: δεινὰ γὰρ πράγματα ἐμὲ τὸν ἐπιπό‐ νως πλανηθέντα μὴ εὐθυδρομῆσαι εἰς τὸ τῆς ζητήσεως μέρος, καθ’ ὃ ὁ Αἴας ἐποιήσατο τὴν ἔφοδον· τοῦτο γὰρ ἂν εἴη οὔριον. LΛFONV GMRm | |
890a | ἀλλ’ ἀμενηνὸν ἄνδρα: ἐφ’ ἑαυτοῦ, οὐκ ἐπὶ τοῦ Αἴ‐ αντος. σχέτλια ἂν εἴη μὴ ἐπιτετυχηκέναι αὐτῷ, ἀλλ’ ἠσθενηκέναι με τῇ ζητήσει. LΛFONVGMRm | |
890b | γράφεται μεμηνότ’ ἄνδρα. Fm | |
890c | 〈μεμηνότ’ ἄνδρα:〉 γράφεται ἀμενηνὸν ἄνδρα. Nsl | |
891 | 〈ἰώ μοί μοι:〉 Τέκμησσα βοᾷ ἐπιτυχοῦσα τῷ σώματι τοῦ Αἴαντος κειμένῳ νεκρῷ· φαίνεται δὲ οὐδέπω ἔνοπτος οὖσα τῷ χορῷ. | |
LFONVGRm, Hsl | 199 | |
892a | πάραυλος: ἐγγύς, παρὰ τὴν αὐλήν. ἢ θρηνητική, παρὰ τοὺς αὐλούς. LΛm, Gsl | |
892b | παρατεταμένη. Lsl | |
892c | μεγάλη, κακόηχος, παρατεταμένη ἀπὸ συμφύτου ὄρους. πάραυ‐ λος λέγεται καὶ ἡ θρηνητική. Fsl. | |
892d | 〈νάπους:〉 ἀπὸ τοῦ ὄρους. HGsl | |
893 | 〈ἰὼ τλήμων:〉 τοῦτο ἐν τῷ ἐμφανεῖ γενομένη, ὅπερ δηλοῖ ὁ χορός. Lm | |
899a | κρυφαίῳ: ἀποκεκρυμμένῳ, εἰσδεδυκότι εἰς τὸ σῶμα. τὸ δὲ περιπτυχής, κυριώτατα μὲν ὠνόμασται, ἡμῖν δὲ δυσμετάβλη‐ τον. τινὲς δὲ περικεκυλισμένος. LΛFONVGMRm | |
899b | τῷ λαθραίως τῶν φίλων γεγονότι. Gm, LGsl | |
899c | τῷ λαθραίως τῶν φίλων δεδυκότι εἰς τὸ σῶμα αὐτοῦ. Hm, Hsl | 200 |
899d | 〈φασγάνῳ:〉 ξίφει. Gsl | |
899e | 〈περιπτυχής:〉 περιπεπτωκώς. Fsl | |
899f | περικεκυλισμένος. HGsl | |
900a | ἰώ μοι ἐμῶν νόστων: ἐν πρώτοις περὶ ἑαυτῶν ἀπο‐ λοφύρονται καὶ εἶτα περὶ ἑτέρων. LGMRm, Hsl | |
900b | 〈νόστων:〉 ὧν μέλλω ὑποστρέψειν. Osl | |
902a | 〈τόνδε συνναύταν:〉 ἀντὶ ἐμὲ τὸν χορόν, συνήθως. Gm, LFONsl | |
902b | λείπει τὸ ὅμιλον. Gsl | |
904 | 〈ὡς ὧδε τοῦδ’ ἔχοντος:〉 ὡς οὕτως ἐχόντων τῶν πρα‐ γμάτων τοῦ Αἴαντος. Hsl | |
906a | αὐτὸς πρὸς 〈αὑτοῦ· δῆλον.〉 ἐν γάρ οἱ χθο‐ νί: αὐτὸ τὸ σχῆμα, φησίν, δηλοῖ ὅτι ὑφ’ ἑαυτοῦ ἀνῃρέθη. πᾶν δὲ ἀμυντήριον, καὶ δόρυ καὶ ἔγχος καλοῦσιν οἱ νεώτεροι. περιπε‐ τὲς δέ, ᾧ περιέπεσεν. τοῦ δὲ θεατοῦ 〈οὐκ〉 εἰδότος τὸν τρόπον τῆς | |
5 | ἀναιρέσεως, ἔδει καὶ τὸν χορὸν καὶ τὴν Τέκμησσαν πολυπραγμονῆ‐ | |
σαι. LΛFONVGMRm | 201 | |
906b | 〈οἱ ..../ πηκτόν:〉 περιπεπηγὸς αὐτῷ. LHsl | |
906c | 〈οἱ:〉 αὐτῷ, τῷ Αἴαντι. OHGsl | |
907a | 〈περιπετές:〉 περικείμενον. Osl | |
907b | 〈κατηγορεῖ:〉 σημαίνει, λέγει. LFNsl | |
909a | 〈οἶος αἱμάχθης:〉 μόνος ᾑματώθης. LVm, Hsl | |
909b | 〈οἶος:〉 μόνος. ONsl | |
909c | 〈αἱμάχθης:〉 ἀντὶ τοῦ ᾑματώθη〈σ〉. GMRm | |
910a | ἄφρακτος φίλων: ἀφύλακτος, οὐ περιπεφραγμένος καὶ τετειχισμένος τοῖς φίλοις διὰ τὸ ἀπατηθέντας καταλιπεῖν σε. LNVGMRm, Hsl | |
910b | ἀφύλακτος· χωρίς. FGsl | 202 |
911a | ἐγὼ δ’ ὁ πάντα κωφός: τὸ πάντα εἰς τὴν ἀπάτην. ἐγὼ δέ, φησίν, ὁ ἀναίσθητος κατημέλησα. LFONVGMRm | |
911b | ὁ ἀναίσθητος. Fsl | |
912 | πᾷ πᾷ / κεῖται: τοῦτο ἀπὸ ἄλλης ἀρχῆς. βουλόμενοι τὸ σῶμα θεάσασθαι τοῦτο λέγουσιν, ὃ διακωλύει ἡ Τέκμησσα. LΛFON VGm | |
913a | ὁ δυστράπελος: ὁ δυσκίνητος, ὁ ἀμετάτρεπτος, 〈ὁ〉 δυσμετάθετος, ὃς οὐχ εὗρεν ἐκφυγεῖν τὸ πάθος. οὕτω λέγουσι δυστρά‐ | |
πελον καὶ τὸ μήρυγμα τὸ οὐκ εὐδιάλυτον. LΛFONVGMRm | 203 | |
913b | καὶ ἄλλως: δυστράπελόν φασιν Ἀττικοὶ τὸν ἀμετακίνητον ἐν ὀργῇ ἢ διαθέσει ἢ φιλαργυρίᾳ. τὸν αὐτὸν δὲ καὶ ἀτράπελον. LΛVGm | |
913c | ὁ δύσκολος. LGm | |
913d | ὁ ἀμετάτρεπτος. Hsl | |
914a | 〈ὁ δυσώνυμος:〉 ὡς καὶ αὐτὸς λέγει ὁ Αἴας. Lm | |
914b | ἔχων τὸ ὄνομα αὐτοῦ ἐπὶ κακοῖς κληθέν. Fsl | |
915a | τὸ σημεῖον. Gm | |
915b | 〈περιπτυχεῖ:〉 τῷ περικειμένῳ αὐτῷ. Fsl | |
916a | φάρει καλύψω: ἦθος γυναικὸς τὸ μὴ ἀσχημόνως δεικνύ‐ ναι τὸ σῶμα. LFONVGm | |
916b | 〈φάρει:〉 λεπτῷ ἱματίῳ. FONGsl | 204 |
916c | 〈παμπήδην:〉 παντελῶς, ὅλον τὸ σῶμα. Lm, FGsl | |
917a | οὐδεὶς ἂν ὅστις καὶ φίλος: ὑπερβολικῶς· ἐπεὶ οὐκ εἰκὸς ἐν τοῖς δεινοῖς τοὺς φίλους μαλακίζεσθαι. LFONVGm | |
917b | ὑπερβολικῶς. Gsl | |
918 | 〈φοινίας:〉 φοινικῆς. Gsl | |
921a | ποῦ Τεῦκρος: καλῶς ζητεῖ Τεῦκρον, ἵν’ ἡ κηδεία αὐτοῦ γένηται ἀπὸ τοῦ συγγενοῦς. LΛFONVGMRm | |
921b | ὡς ἀκμαῖος: καίριος καὶ κατὰ καιρόν. παρὰ τὴν ἀκμὴν τοῦ καιροῦ. LΛFONGMRm | |
922a | 〈συγκαθαρμόσαι:〉 περιστεῖλαι. Lsl | |
922b | συνταφιάσαι, βαστάσαι, περιστεῖλαι, θάψαι. FHGsl | |
924 | ὡς καὶ παρ’ ἐχθροῖς: αὔξησις περὶ τὸ πάθος, ὡς καὶ | |
τοὺς δυσμενεῖς ἐλεεῖν. LONGMRm | 205 | |
925a | 〈ἔμελλες .... ἀπειρεσίων πόνων:〉 οἷον, ἐφ’ οἷς ἐνόσησας καὶ ἤλγεις περιυβρισμένος ὑπὸ τῶν Ἀτρειδῶν, ἔμελλες πλη‐ ρώσειν κατὰ τὰς φρένας τὴν μοῖραν. LΛFONVGMRm | |
925b | ἔμελλες τάλας: Ἰακῶς. ἐῴκεις ἄρα καὶ δῆλος ἦς. LNVm | |
925c | ἀντὶ τοῦ ἐῴκεις, παρῆν. Fsl | |
926 | 〈στερεόφρων:〉 γρ. στερρόφρυν. Gsl | |
928 | 〈μοῖραν:〉 τοῦ καίνειν σε. Lsl | |
930 | 〈πάννυχα καὶ φαέθοντ’:〉 κατὰ νύκτα καὶ ἡμέραν. LVm | |
932 | 〈ἐχθοδόπ’:〉 ἐχθρά. Gsl | |
933 | 〈οὐλίῳ:〉 ὀλεθρίῳ. FONHGsl | |
934 | 〈ἄρχων:〉 ἀρχηγός, προηγός. LGsl | |
935 | 〈ἀριστόχειρ:〉 ὁ γενναῖος περὶ τὰ ἀριστεῖα. Lm, HGsl | 206 |
938 | 〈γενναία:〉 ἡ ἰσχυρά. LFsl | |
940 | οὐδέν ς’ ἀπιστῶ: εἰώθασιν ἐν τοῖς πάθεσι καὶ συγχωρεῖν τοῖς ἀλγοῦσιν· φέρει γὰρ τοῦτο καὶ κόρον τοῦ θρήνου καὶ παραμυθίαν. LFONVGMRm | |
941a | 〈ἀποβλαφθεῖσαν:〉 στερηθεῖσαν. FONHGsl | |
941b | 〈ἀρτίου:〉 γνησίου· οὐ γάρ ἐστι χρονικόν. Lm, HGsl | |
941c | 〈ἀρτίως:〉 〈ἀρτί〉ου. Lsl | |
942a | σοὶ μὲν δοκεῖν ταῦτ’ ἔστ’, 〈ἐμοὶ δ’ ἄγαν φρονεῖν〉: οἷον, σοὶ μὲν ταῦτα ἐν δόξῃ καταλαμβάνεται, ἐγὼ δὲ σαφῶς ἐπίσταμαι. ἔστι μὲν γὰρ καὶ τῷ χορῷ οἰκειότης πρὸς τὸν Αἴ‐ αντα, ἀλλ’ οὐχ ὅση τῇ Τεκμήσσῃ. LFONVGMRm | |
942b | δοκεῖν: δοξάζειν. LOsl | |
942d | 〈φρονεῖν:〉 πράττειν. Gsl | |
945a | 〈σκοποί:〉 οἱ Ἀτρεῖδαι. LFGsl | 207 |
945b | δεσπόται. Hsl | |
946a | 〈ὤμοι:〉 γράφεται ἰώ μοι. περιπαθῶς δὲ ὁ χορὸς ἀναβοᾷ ἐπὶ τῷ λόγῳ Τεκμήσσης. LVm | |
946b | ἀναλγήτων: ἀσυμπαθῶν, εἰ τοῦτο πράξειαν· ἢ τῶν μηδό‐ λως ἀλγούντων ἐπὶ ταῖς συμφοραῖς τῶν Ἑλλήνων· ἢ πολυαλγήτων, τῶν εἰς πολλὰ ἄχη ἡμᾶς εἰσβεβληκότων LFONVGMRm | |
946c | ἀσυμπαθῶν. Hsl | |
947a | 〈ἐθρόησας:〉 εἶπας. NHsl | |
947b | 〈ἄναυδον:〉 κακόν, ἄρρητον. FONGsl | |
948 | 〈τῷδ’ ἄχει:〉 τῇ παρούσῃ συμφορᾷ. LGsl | |
950a | οὐκ ἂν τάδ’ ἔστη: οὐκ ἂν ταῦτα ἐπράχθη οὕτω μὴ θεῶν βουλομένων. ὥστε καὶ ταῦτά ἐστι προσδοκᾶν παρὰ τῶν Ἀτρειδῶν. LFONVGMRm | |
950b | ἄλλως· πρὸς τὸ εἰρημένον ὑπὸ τοῦ χοροῦ ἀλλ’ ἀπείρ‐ γοι θεός, οὐκ εἰκός, φησίν, συλλήψεσθαι ἡμῖν τοὺς θεούς, ἐπεὶ οὐδ’ ἂν ἐπράχθη ταῦτα. LGMRm | 208 |
950c | 〈τάδ’:〉 ἔπη. Osl | |
951a | ἄγαν γ’ ὑπερβριθές: μέγα καὶ βαρὺ ἤνυσαν, οἷον ἔπρα‐ ξαν, οἱ πράξαντες τὰ περὶ τὸν Αἴαντα, ὅ ἐστιν οἱ αἴτιοι τούτων. LFO NVGMRm | |
951b | 〈ὑπερβριθές:〉 ἐπαχθές, βαρύ. FGsl | |
951c | 〈ἤνυσαν:〉 ἔπραξαν. Gsl | |
953 | 〈φυτεύει:〉 ἐφύτευσεν. Lsl | |
954a | ἦ ῥα κελαινώπαν: οἷον, οὐκ ἐν τῷ φανερῷ, ἀλλ’ ἐν σκό‐ τῳ ἤδη βλεπόμενον καὶ μέλανα· καὶ οἷον κεκρυμμένον καὶ δόλιον καὶ οὐχ ἁπλοῦν θυμὸν ἐφυβρίζει. ἔξωθεν δὲ ἡ κατά. τὸ δὲ ἡμᾶς λείπει, ἵν’ ᾖ· κατὰ τὸν θυμὸν ἐφυβρίζει ἡμᾶς. LFONVGMRm | |
954b | 〈κελαινώπαν:〉 κατά. τὸν ἐν τῷ βάθει κείμενον, κεκρυμ‐ | |
μένον ἢ δόλιον. Fsl | 209 | |
954c | κατά. τὴν ἀφανῆ καὶ μέλαιναν. Hsl | |
956 | 〈ὁ πολύτλας ἀνήρ:〉 ὁ Ὀδυσσεύς. Fsl | |
957 | 〈τοῖσι μαινομένοις:〉 τοῖς διὰ τὴν μανίαν συμβεβη‐ κόσι τῷ Αἴαντι. GMRm, LFHsl | |
960a | 〈κλύοντες:〉 τὰ ἄχη κλύοντες. Lm | |
960b | ἀπὸ κοινοῦ, γελῶσι. Gsl | |
962a | ἴσως τοι, κεἰ βλέποντα: καὶ νῦν βλέποντα εἶπεν ἀντὶ τοῦ ζῶντα. διὸ τὸ χ πρόσκειται Lm | |
962b | χ. Lm | |
962c | 〈τοι:〉 δή. Fsl | |
962d | 〈βλέποντα:〉 ζῶντα. FNHGsl | |
963 | 〈δορός:〉 πολέμου. HGsl | |
964a | 〈οἱ γὰρ κακοί:〉 γνώμη. OGm, FVsl | |
964b | 〈οἱ .... κακοὶ γνώμαισι:〉 οἱ ἄφρονες. Hsl | |
965 | 〈ἐκβάλῃ:〉 ἀφέληται. Hsl | |
966 | ἐμοὶ πικρὸς τέθνηκεν: μᾶλλον ἐμοὶ πικρὸς τέθνη‐ κεν ἤπερ ἐκείνοις γλυκύς, ἐπεὶ ὧν ἐπεθύμει ἔτυχεν. οὐκ ἂν οὖν ἐπεγ‐ γελῷεν αὐτῷ οἱ ἐχθροὶ ὡς αὐτοῦ τῆς ἀπωλείας αἴτιοι γενόμενοι. LFON | |
HVGMRm | 210 | |
970a | θεοῖς τέθνηκεν: θεῶν βουλομένων· οὐ γὰρ οἱ Ἕλληνες τὴν τοιαύτην αἰτίαν αὐτῷ παρέσχον. LFONHVGMRm | |
970b | ἀντὶ τοῦ, θεῶν βουλομένων τέθνηκε καὶ οὐχὶ τῶν Ἀτρειδῶν. Hsl | |
971a | 〈ἐν κενοῖς:〉 ματαίως. Hsl | |
971b | γρ. καὶ ἐπὶ κενοῖς καὶ διὰ κενῆς. H2sl | |
974 | ἰώ μοί μοι: δεῖ γενέσθαι βοήν, ἣν ἀκούσας ὁ χορὸς ἐφίστησι γνωρίσας τὸ φθέγμα τοῦ Τεύκρου βοῶντος. LΛFONHVGMRm, Hsl. | |
976a | ἐπίσκοπον μέλος: σημαντικόν, ἔφορον, οὐχ ἡ‐ | |
μαρτηκὸς τῆς συμφορᾶς, ἀλλ’ ἐστοχασμένον. LΛFONHVGRm | 211 | |
976b | σημαντικόν, συνῳδόν. NHsl | |
976c | ἔφορον. Osl | |
977 | ὦ φίλτατ’ Αἴας: ἔρχεται μεταπεμφθεὶς ὑπὸ Τεκμήσσης. LΛFONm, Hsl | |
978 | ἆρ’ ἠμπόληκας: οἷον, ἐνεπόλησας, ἐκέρδανας, ἔπραξας. καὶ ἐπὶ φαύλου λέγεται. τροπικῶς δὲ ἀντὶ τοῦ περιεποίησας. LΛFON HGMRm | |
982a | 〈περισπερχές:〉 ἀντὶ τοῦ βαρύ. Lm | |
982b | βαρὺ καὶ ἐπώδυνον, λίαν σφοδρὸν καὶ κατεπεῖγον πάθος. Hm | |
982c | μέγα, περισπερχές, λίαν ὀξύ, ἠκονημένον. Hm | |
982d | βαρύ· κατεπεῖγον εἰς θρῆνον. Gsl | |
982e | περισπούδαστον, βαρύ. Fsl | |
983 | τί γὰρ τέκνον / τὸ τοῦδε: καὶ πρὶν ἀκοῦσαι τῶν ἐν‐ τολῶν ὁ Τεῦκρος ἔδειξε τὴν περὶ τὸν παῖδα κηδεμονίαν ἀφ’ ἑαυτοῦ φρονίμως. LFONHVGMRm | 212 |
986a | μή τις ὡς κενῆς: ἀντὶ τοῦ κεκενωμένης, ἐστερημένης τοῦ συζύγου. FOVGMRm, LFNHsl | |
986b | ὡς κενῆς / σκύμνον λεαίνης: καλῶς τῷ παρα‐ δείγματι χρῆται· οἱ γὰρ κυνηγοὶ τηροῦσι τὸν καιρόν, ὁπότε ἔρημοι τῶν μητέρων γίνονται οἱ σκύμνοι. LΛFONHVGMRm | |
988 | 〈τοῖς θανοῦσί τοι:〉 γνώμη. FVGm | |
989 | 〈κειμένοις:〉 νεκροῖς. Fsl | |
991 | 〈οὖν:〉 γρ. νῦν. H2sl | |
994a | ὁδός θ’ ὁδῶν ἁπασῶν: οὐ λέγει τὴν ἐπὶ τὴν Μυσίαν, ἐπιφέρει γὰρ ἣν δὴ νῦν ἔβην, ἀλλὰ ταύτην ἣν ἦλθεν ἐπὶ τὸ ἰ‐ δεῖν τὸν νεκρόν. LΛFONHGMRm | |
994b | 〈ἀνιάσασα .../... τοὐμὸν σπλάγχνον:〉 λυ‐ πήσασα ἐμέ. FHsl | |
995a | 〈τοὐμὸν σπλάγχνον:〉 περιφραστικῶς, ἐμέ. Osl | 213 |
995b | 〈ἣν δὴ νῦν ἔβην:〉 τὴν ἐπὶ τῷ νεκρῷ. Fsl | |
998a | ὀξεῖα γάρ σου βάξις: οὐ κοινῶς τὸ ὀξὺ ἐπὶ τῆς φή‐ μης, ἀλλ’ ὁρμὴν ἴσχει ἐπὶ τοῖς ἀξιώματι προβεβηκόσι. τὸ δὲ ὡς θεοῦ ἤτοι ὡς ἀπὸ θεοῦ ἢ ὥσπερ θεοῦ. τοῦτο δὲ πρὸς τὴν φήμην μό‐ νον, ἐπεὶ γίνεται βλάσφημον διὰ τῶν ἑξῆς. LΛFONHm | |
998b | 〈ὀξεῖα:〉 σύντομος. Hsl | |
998c | 〈βάξις:〉 φήμη. FNHsl | |
998d | 〈ὡς θεοῦ:〉 ὡς ἀπό. FNHsl | |
998e | ὥσπερ. Hsl | |
1001 | ὑπεστέναζον: ἢ ἡσυχίως ἢ ἐξ ἄκρων μου ἔστενον. καὶ ἄλλως· ἴσως ἡσύχως ἐστέναζεν ὁ Τεῦκρος δεδοικὼς τοὺς ἐχθρούς. LNHVGMRm | |
1003a | ἴθ’, ἐκκάλυψον: πρὸς τὸν χορόν φησιν ἤ τινα τῶν θε‐ | |
ραπόντων· ἡ γὰρ Τέκμησσα ἐπὶ τὸν παῖδα ἀπῄει. LΛFONHVGMRm | 214 | |
1003b | πρὸς τὴν Τέκμησσάν φησιν. Fsl | |
1004 | 〈ὦ δυσθέατον ὄμμα:〉 ὡς ἀνακαλύψας. Lm | |
1005a | ὅσας ἀνίας μοι κατασπείρας: δαιμονίως καὶ τὸ κατασπείρας, οἷον ἀρχὴν κακῶν παρασχών. τὸ γὰρ σπείρας ἐπὶ πλήθους κακῶν τακτέον. LΛFONHGMRm | |
1005b | 〈ἀνίας:〉 λύπας. Lsl | |
1006 | 〈ἢ ποίους:〉 γρ. εἰς 〈ποίουσ〉. Gsl | |
1007 | τοῖς σοῖς ἀρήξαντ’ ἐν 〈πόνοισι μηδαμοῦ〉: 〈τὸ ἑξῆς·〉 τοῖς σοῖς ἐν πόνοισιν ἀρήξαντα μηδαμοῦ. LFONm, Hsl | |
1008 | ἦ που Τελαμών: ἅμα μὲν πρὸς τὸ τῆς ἱστορίας ὅτι ἐκ‐ βέβληται, ἅμα δὲ καὶ πρὸς τὸ πιθανὸν τῆς ὑπονοίας. LΛFONHVGm | |
1009a | 〈ἵλεώς τ’ ἴσως:〉 κατ’ εἰρωνείαν. Fsl | |
1009b | 〈ἴσως:〉 γρ. ἅμα. Hsl | |
1010a | πῶς γάρ〈;〉 οὐχ ὅτῳ πάρα: πῶς γὰρ οὗτός με ἡ‐ δέως δέξεται, ᾧ καὶ εὐτυχοῦντι τὸ προσηνὲς ἄπεστι καὶ ἱλαρόν; LΛFONHVGMRm | 215 |
1010b | οὐχ ὅτῳ πάρα: οὐχ ᾧτινι οὐδ’ εὐτυχοῦντι πάρεστι τὸ γελᾶν. εὐτυχοῦντι δὲ εἶπεν οὐκ ἐπὶ τῷ υἱῷ ἐσφαγμένῳ, ἀλλ’ ἐπὶ ταῖς ἀνδραγαθίαις τοῦ υἱοῦ καὶ τῇ ἁλώσει τῆς Τροίας. LΛFONHV GMRm | |
1010c | πῶς γάρ με δέξεται ὁ Τελαμών; Hsl | |
1012 | 〈ποῖον οὐκ ἐρεῖ κακόν:〉 οἷον, τίνος 〈ἂν〉 ἀπόσχοιτο λόγου. Lm, Hsl | |
1013 | 〈τὸν ἐκ δορὸς γεγῶτα:〉 ὡσανεὶ ἐμέ. LFm, Hsl | |
1015 | 〈ὡς τὰ σά:〉 ἀντὶ τοῦ, ὅπως τὰ σά. Lm | |
1017a | τοιαῦτ’ ἀνὴρ δύσοργος: τὸ μὲν δύσ‐ οργος ἐκ φύσεως· λέγει γὰρ αὐτὸν ἀεὶ σκυθρωπόν. τὸ δὲ ἐν γήρᾳ εἰς ἐπίτασιν. LFONVm, Fsl | |
1017b | 〈δύσοργος:〉 ὁ ἐκ φύσεως. Nsl | |
1018a | ἐρεῖ πρὸς οὐδέν: πρὸς οὐδὲν ἀληθὲς ἢ αἴτιον 〈ἐρεῖ〉 | |
ἐμοί. LFONm, Hsl | 216 | |
1018b | ἀληθές, αἴτιον ἐμοί. FNGsl | |
1020 | 〈λόγοισιν:〉 ταῖς τοῦ πατρὸς λοιδορίαις. LFHsl | |
1022a | πολλοὶ μὲν ἐχθροί: πολλοὶ μὲν ἐχθροί, Ἕλληνές τε καὶ Τρῶες, ὀλίγοι δὲ ὠφελήσιμοι Ἕλληνες. LFONm, Fsl | |
1022b | γνώμη. Fm | |
1022c | 〈ὠφελήσιμοι:〉 τουτέστιν φίλοι. Gsl | |
1024 | πῶς 〈σ’〉 ἀποσπάσω: πῶς, φησίν, τὸ σῶμα ἀπὸ τοῦ ξί‐ φους ἑλκύσω; συμπληρῶσαι δὲ βούλεται· ὡς θάπτειν αὐτόν. καλῶς δὲ τῇ μὲν Τεκμήσσῃ περιῆψε τὸ σκεπάσαι αὐτὸν ὡς γυναικί, τῷ δὲ Τεύ‐ κρῳ ὡς ἀνδρὶ καὶ ἀδελφῷ 〈τὸ〉 τὰ ὅμοια καὶ δέοντα ποιεῖν περὶ τὸ | |
5 | σῶμα. LFONVGMRm | |
1025a | τοῦ δ’ αἰόλου κνώδοντος: τῆς ἀκμῆς τοῦ ξίφους τῆς ὀξείας εἰς τὸ καίνειν ὡς ὀδούς· ὀδοῦσι γὰρ παραβάλλεται ὀξέσιν. | |
ἀπὸ δὲ τοῦ ἄκρου τὸ ξίφος δηλοῖ. LFONGMRm | 217 | |
1025b | τὸ ὑφ’ οὗ δισσῶς· ἢ ὑφ’ οὗ φονέως (ἤτοι· τίς σε ἐφόνευσεν) ἢ ὑφ’ οὗ τινος ξίφους ὡς φονέως ἐξέπνευσας. Fm | |
1025c | 〈κνώδοντος:〉 ξίφους. FNGsl | |
1025d | φασγάνου. Hsl | |
1029a | 〈ᾧ:〉 οὗτινος. Ἀττικῶς. Gsl | |
1029b | παρ’ οὗ· ἀντίπτωσις. Fsl | |
1030 | 〈πρισθείς:〉 ἐξαφθείς, ἐκδεσμηθείς. Lm | |
1032 | 〈τήνδε δωρεάν:〉 τὸ ξίφος. Lm, FHsl | |
1033 | 〈πεσήματι:〉 πτώματι. Hsl | |
1035a | 〈κἀκεῖνον:〉 τὸν λῶρον. LOsl | |
1035b | δημιουργὸς ἐνταῦθα ὁ δήμιος. Hsl | |
1036 | ἐγὼ μὲν οὖν 〈καὶ ταῦτα καὶ τὰ πάντ’ ἀεὶ /〉 φάσκοιμ’ ἂν ἀνθρώποισι: καλῶς τὸ φάναι πάντα κατὰ | |
γνώμην θεῶν γίνεσθαι· εἰσὶ γάρ τινες ἑτεροδοξοῦντες. LFONVGMRm | 218 | |
1038a | 〈ὅτῳ δὲ μὴ τάδ’ ἐστίν:〉 γνώμη. Nm | |
1038b | 〈τάδ’:〉 τὸ ἐκ θεῶν μηχανᾶσθαι ταῦτα. Lm, Hsl | |
1039 | κεῖνός τ’ ἐκεῖνα: τὰ ἑαυτοῦ δόγματα. γέγονε δὲ τοῦτο καὶ παροιμιακόν. LNm, Hsl | |
1041 | χὤ τι μυθήσῃ τάχα: καὶ ὅ τι μυθήσῃ πρὸς τὴν ἔφοδον Μενελάου, τουτέστι τὴν ἄφιξιν, ἤτοι πρὸς αὐτὸν τὸν Μενέλαον. LFONVGMRm, FHsl | |
1042 | βλέπω γὰρ 〈ἐχθρὸν φῶτα〉: πιθανῶς ὁ χορός, ὅτι οὐ συμπαθήσων πάρεστιν. οὐκ ἀργῶς δὲ τοῦτο, ἀλλ’ ὥσπερ προπα‐ ρασκευάζων τὸν Τεῦκρον. LFONVGMRm | |
1043 | 〈ἐξίκοιτ’:〉 ἔλθοι, εἴποι. FOGsl | |
1044 | 〈τίς δ’ ἐστὶν ὅντιν’ ἄνδρα:〉 εἰς ἐναντιολογίαν. Lm | |
1045 | ᾧ δὴ τόνδε 〈πλοῦν ἐστείλαμεν〉: ἀντὶ δι’ ὅντινα | |
τὸν ἐπὶ Τροίαν ἐστειλάμεθα πλοῦν. NVGm, Lsl | 219 | |
1047 | οὗτος, σὲ φωνῶ: ὑβριστικὸν τὸ ἦθος Μενελάου ἴσως ἐκ τῆς συνωμοσίας Ὀδυσσέως. LFONVGMRm | |
1048a | 〈συγκομίζειν:〉 θάπτειν, αἴρειν. FOHsl | |
1048b | 〈ἐᾶν ὅπως ἔχει:〉 ἀντὶ ἄθαπτον. Lm | |
1050a | 〈δοκοῦντ’ ἐμοί, δοκοῦντα δ’ ὃς κραίνει στρατοῦ:〉 διὰ τὴν ἐξουσίαν οὐ διὰ δικαιολογίαν. LVGMRm | |
1050b | 〈δοκοῦντ’ ἐμοί:〉 διὰ τὴν ἐξουσίαν. Hsl | |
1051 | 〈οὔκουν ἂν εἴποις:〉 διὰ τὴν δικαιολογίαν. Hsl | |
1052a | ὁθούνεκ’ αὐτόν: πρῶτον κεφάλαιον, ὅτι ἐπίβουλος ἦν τῶν Ἑλλήνων. δεύτερον, ὅτι ἀπειθής. ἐντεῦθεν δὲ τὴν πρόφασιν τῆς ἀντιλογίας λήψεται ὁ Τεῦκρος, ὅτι οὐκ εἰσὶν αὐτῷ βασιλεῖς οἱ Ἀτρεῖ‐ δαι. LFONVGMRm | |
1052b | 〈οἴκοθεν:〉 ἀπὸ τῆς οἰκείας. Hsl | |
1053 | 〈ἄγειν:〉 γρ. ἄξειν. Gm, LHsl | |
1056a | ὡς ἕλοι δορί: γράφεται ὡς ἐλοιδόρει· ἀντὶ τοῦ, ὡς λοι‐ δορούμενος ἐπηγγείλατο. ταῦτα γὰρ εἶπεν ὁ Αἴας. LFONVGMRm | 220 |
1056b | γρ. ὡς ἐλοιδόρει. LGm | |
1057 | 〈πεῖραν:〉 βλάβην. FHGsl | |
1059 | 〈ἀθλίῳ:〉 γρ. αἰσχίστῳ. Gm | |
1064 | 〈χλωράν:〉 διὰ τὰ ἐκεῖσε φυτά. Lm, FHGsl | |
1066 | πρὸς ταῦτα μηδέν: στοχάζεται γὰρ ὁ Μενέλαος ὅτι ὁ Τεῦκρος οὐ δίχα ὀργῆς δέξεται τούσδε τοὺς λόγους. LNGMRm, Fsl | |
1067a | 〈βλέποντος:〉 ἀντὶ τοῦ ζῶντος. HGsl | |
1067b | ζῶντος τοῦ Αἴαντος. FOsl | |
1069a | χερσὶ〈ν〉 παρευθύνοντες: ἀντὶ τοῦ τιμωρούμενοι. Vm, Lsl | |
1069b | τιμωρούμενοι καὶ τιμωροῦντες. Gsl | |
1069c | δυνάμει νικῶντες. ἀντὶ τοῦ τιμωρούμενοι. OHsl | 221 |
1069d | τιμωροῦντες, ἄγοντες, νικῶντες. Fsl | |
1071 | 〈καίτοι κακοῦ:〉 γνώμη. FONVGm | |
1073-1074 | 〈οὐ γάρ ποτ’ οὔτ’ ἂν ἐν πόλει νόμοι καλῶς /〉 φέροιντ’ ἄν, ἔνθα μὴ καθεστήκῃ δέος: καὶ Ἐπί‐ χαρμός φησιν (frg. 221, CGF I. 130 Kaibel)· ἔνθα δέος ἐνταῦθα καὶ αἰδώς. LNVGm, Fsl | |
1077 | 〈ἀλλ’ ἄνδρα χρή:〉 γνώμη. FVm | |
1079a | δέος γὰρ ᾧ πρόσεστιν: καὶ παρ’ Ὁμήρῳ (Ε 531, O 563)· αἰδομένων δ’ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται. LNVm, Fsl | |
1079b | γνώμη. FONGm | |
1084a | 〈καίριον:〉 πάνυ ἀσφαλῶς τὸ καίριον. Lm, Fsl | |
1084b | ἀσφαλές. Gsl | |
1085a | καὶ μὴ δοκῶμεν δρῶντες: ἐὰν γὰρ ποιοῦντές τι παρὰ φύσιν ἡδώμεθα, μὴ ὑπολαμβάνωμεν ὅτι οὐκ ἀντιτίσομεν ἂν λυ‐ πώμεθα. τοῦτο δὲ δηλοῖ, ὅτι ὃ οἱ πολλοὶ τιμῶσιν ἡδύ, τοῦτο οὐκ ἔστι παραμένον, ἀλλὰ γίνεται μεταβολὴ τῆς ἡδονῆς εἰς λύπην. LF | |
5 | NVGMRm | 222 |
1085b | 〈ἅν:〉 γρ. δ’ ὧν. Gsl | |
1086a | 〈ἃν λυπώμεθα:〉 ἀντὶ τοῦ, δι’ ὧν λυπώμεθα. LVGm | |
1086b | 〈ἃν:〉 〈γρ.〉 δ’ ὧν. Gsl | |
1087a | 〈ἕρπει παραλλὰξ ταῦτα:〉 οὐχ ἵσταται ἐπὶ τῶν αὐ‐ τῶν. LFNVGMRm | |
1087b | 〈πρόσθεν οὗτος ἦν /〉 αἴθων ὑβριστής: ἦν ποτε ὑβριστὴς οὗτος, ἀλλὰ νῦν ἐν μεταβολῇ γέγονε. καὶ ἡμεῖς οἱ πρό‐ τερον κρατούμενοι ὑπ’ αὐτοῦ νῦν μέγα φρονοῦμεν. LFNVGMRm | |
1088 | 〈αἴθων:〉 διάπυρος. FOHGsl | |
1091a | Μενέλαε, μὴ γνώμας ὑποστήσας σοφάς: ἐπειδὴ τὰ περὶ τῆς εὐπειθείας ἄριστα ἐγνωμολόγησε, διάκειται μὲν 〈εὖ〉 ὁ χορὸς πρὸς τὸν Τεῦκρον, ὑπεσταλμένως δὲ διαλέγεται διὰ τὸ | |
τοῦ βασιλέως ἀξίωμα. LFNVGMRm | 223 | |
1091b | 〈ὑποστήσας:〉 γράφεται ἐπι〈στήσασ〉. Nsl | |
1093a | οὐκ ἄν ποτ’, ἄνδρες, ἄνδρα: πρὸ τῆς ἀντιλογίας βούλεται μαλάξαι τὸν Μενέλαον, ὅτι εὐγενὴς ὢν οὐκ ἄξια τῷ γένει ἐξαμαρτάνει. ὁ δὲ λόγος παιδεύει τοὺς εὐγενεῖς μὴ ἁμαρτάνειν. LF ONVGMRm | |
1093b | 〈θαυμάσαιμ’:〉 ὀνειδίσαι〈μι〉. Hsl | |
1094a | 〈μηδὲν ὤν:〉 ἀγεννὴς ὤν. FHsl | |
1094b | τὸ εἶτα περισσόν. Fsl | |
1097a | ᾗ σὺ φής: ᾗτινι ἀρχῇ; κατ’ ἐρώτησιν δὲ ὁ λόγος. VGm | |
1097b | κατ’ ἐρώτησιν ὁ λόγος. Lm, FNHsl | |
1099 | 〈αὑτοῦ:〉 γρ. αὐτοῖς. Gsl | |
1100 | ποῦ σὺ στρατηγεῖς 〈τοῦδε〉: πῶς τῷ Αἴαντι προσ‐ τάσσεις ὁ μὴ τῶν ὑπὸ Αἴαντα ἔχων ἐξουσίαν; LFONVGm | |
1102 | Σπάρτης ἀνάσσων ἦλθες: ὁ λόγος ἅπας, ὅτι σύμ‐ | |
μαχος ἦλθεν, οὐχ ὑπήκοος. LFONVm | 224 | |
1103 | οὐδ’ ἔσθ’ ὅπου σοὶ τόνδε: οὐδ’ ἔστιν ὅπου σοὶ πλέον προὔκειτο τοῦτον κοσμεῖν, ἀλλ’ οὐχί σε ὑπὸ τούτου κοσμεῖσθαι. LFONVGMRm | |
1104 | 〈ἢ καὶ τῷδε σέ:〉 γράφεται ἢ καὶ τοῦδε σοί. LVm, Fsl | |
1105 | 〈ὕπαρχος ἄλλων:〉 ἀντὶ τοῦ, καὶ αὐτὸς ἑτέροις ὑπετέ‐ ταξο. LVGm, Fsl | |
1107a | 〈τὰ σέμν’ ἔπη / κόλαζ’ ἐκείνους:〉 νουθέτει διὰ τῶν σεμνῶν ἐπῶν, καὶ κόλαζε τοὺς ὑπὸ σέ. LVGMRm | |
1107b | ἀντίπτωσις· διὰ τῶν σεμνῶν λόγων. Hsl | |
1108a | 〈κόλαζ’:〉 ἀντὶ τοῦ νουθέτει. Lsl | |
1108b | 〈εἴτε μὴ σὺ φῄς /〉 εἴθ’ ἅτερος στρατηγός: τὸν περὶ τῆς ἐπιβουλῆς λόγον ἀποφεύγει ὡς δυσανάτρεπτον, ἐνδια‐ τρίβει δὲ τῷ ὅτι οὐ πάντων εἰσὶν ἄρχοντες. LFONVGRm | |
1111 | οὐ γάρ τι τῆς σῆς: ἀντετίθει γάρ τις, ὅτι διὰ τὴν Ἑλέ‐ νην ἡ στρατηγία ἐγένετο. ὅπερ οὖν ἔθλιβεν αὐτὸν ἀνεσκεύασεν. LFONVGm | 225 |
1112a | ὥσπερ οἱ πόνου πολλοῦ πλέῳ: οἱ φιλοκίνδυνοι, οἱ πλήρεις τῶν 〈πολλῶν〉 πόνων. λέγει δὲ τοὺς μισθοφόρους. οὐχ ὥσπερ μισθοφόρος τις ἐπὶ μισθῷ ἐστρατεύσατο. LFONGm | |
1112b | οἱ μισθοφόροι. Hsl | |
1112c | 〈πόνου:〉 μισθοῦ. Osl | |
1113 | ἀλλ’ οὕνεχ’ ὅρκων: ἐνδιατρίβει 〈περὶ〉 τὸ αἴτιον. τῶν γὰρ ἀριστέων συνελθόντων ἐπὶ τὴν τῆς Ἑλένης μνηστείαν, ὁ Τυνδά‐ ρεως πάντας ὅρκους ἀπῄτησεν συναγωνίζεσθαι τῷ γαμοῦντι αὐτὴν καὶ 〈συ〉στρατεύειν, εἴ τις ἁρπαγὴ γένοιτο περὶ τὴν Ἑλένην τῷ γή‐ | |
5 | μαντι. LFONVGMRm | |
1114 | σοῦ δ’ οὐδέν: ὅλως γάρ σε οὐκ εἶχεν ἐν ἀριθμῷ. πεποιθὼς δὲ Ἀγαμέμνονι ὑβρίζει Μενέλαον. συνᾴδει γὰρ τῷ (Hom. Θ 281)· | |
Τεῦκρε, φίλη κεφαλή, Τελαμώνιε, κοίρανε λαῶν. LFONGMRm | 226 | |
1116 | 〈τὸν στρατηγόν:〉 τὸν Ἀγαμέμνονα. FONHsl | |
1118a | οὐδ’ αὖ τοιαύτην γλῶσσαν 〈ἐν κακοῖς φι‐ λῶ〉: ὑποτίθησι τῷ Τεύκρῳ παύσασθαι τῆς κατηγορίας, καὶ μάλιστα ἐν τοιούτῳ καιρῷ, ἐν ᾧ εὐεπιβούλευτός ἐστιν. ἢ τὸ ἐν κακοῖς τοῦτο δηλοῖ· οὐκ ἐπιτρέψει ἡ συμφορὰ ἄλλο τι νῦν πράσσειν ἢ περὶ τὸ ἐνε‐ | |
5 | στὼς κακὸν γίνεσθαι. LFONVGMRm | |
1118b | 〈αὖ:〉 ἄν. Gsl | |
1118c | τὸ δὲ αὖ παρέλκον. Fsl | |
1119 | 〈τὰ σκληρὰ .... δάκνει:〉 γνώμη. FGm, Hsl | |
1120 | 〈μικρόν:〉 γρ. μικρά. Gsl | |
1123 | κἂν ψιλὸς ἀρκέσαιμι: τὰ τοιαῦτα σοφίσματα οὐκ οἰκεῖα τραγῳδίας. μετὰ γὰρ τὴν ἀναίρεσιν ἐπεκτεῖναι τὸ δρᾶμα θελή‐ | |
σας ἐψυχρεύσατο καὶ ἔλυσε τὸ τραγικὸν πάθος. LFONVGMRm | 227 | |
1124 | 〈τρέφει:〉 γρ. ἔχει. Gsl | |
1125 | 〈ξὺν τῷ δικαίῳ .... φρονεῖν:〉 γνώμη. LGm | |
1126a | 〈εὐτυχεῖν:〉 θάπτειν. Gsl | |
1126b | 〈κτείναντά με:〉 ὅσον ἧκεν ἐφ’ ἑαυτῷ. Lm, Fsl | |
1127 | κτείναντα; δεινόν γ’ εἶπας: ὁ μὲν εἶπεν ὅσον ἐφ’ ἑαυτῷ, ὁ δὲ τῆς φωνῆς ἀντιλαμβάνεται. τὸ δὲ τοιοῦτον κωμῳδίας μᾶλ‐ λον ἢ τραγῳδίας. LFONVm | |
1128 | 〈τῷδε:〉 ὅσον ἐπὶ τούτῳ. HGsl | |
1129a | 〈μὴ νῦν ἀτίμα θεούς:〉 λέγει τὸ νῦν ψέγειν τοὺς θε‐ ούς. Gm | |
1129b | 〈μὴ νῦν ἀτίμα θεοὺσ〉 θεοῖς σεσωσμένος: μὴ θέλε κωλύειν τοὺς νεκροὺς θάπτεσθαι, ὅπερ θεῶν καὶ οὐχὶ ἀνθρώ‐ πων. ἔστι δὲ πάντως ὁ θεῶν ἔργον πράττειν 〈μὴ〉 θέλων ἐφυβρίζων αὐτοῖς. Om | |
1130 | 〈νόμους:〉 γρ. τρόπους. Fsl | |
1131 | 〈εἰ τοὺς θανόντας .... παρών:〉 ταῦτα καὶ ἐν Ἀν‐ τιγόνῃ. Lm | |
1135a | κλέπτης γὰρ αὐτοῦ: μιᾷ ψήφῳ φασὶ κατακριθῆναι | |
τὸν Αἴαντα ὑπὸ Μενελάου. LFONHVm, Fsl | 228 | |
1135b | εἰκότως, φησίν, ἐμίσει σε ἀδικούμενος. LFONVm, FHGsl | |
1135c | 〈κλέπτης:〉 λαθραῖος. Gsl | |
1137a | 〈καλῶς:〉 ἀντὶ τοῦ ἐμπείρως. LFm | |
1137b | 〈καλῶς:〉 〈κα〉κ〈ῶσ〉. Lsl | |
1141 | 〈ἀλλ’ ἀντακούσῃ:〉 γράφεται σὺ δ’ ἀν〈τακούσῃ〉. NHsl | |
1150 | ἐγὼ δέ γ’ ἄνδρ’ ὄπωπα: καὶ οὗτος αἰνίττεται, ὡς ἐφ’ ἑτέρου τὸν λόγον ποιούμενος. LFOV, FNsl | |
1151 | 〈τῶν πέλας:〉 γρ. τὸ τῶν μέγα εἰ βούλει. Gsl | |
1153a | 〈ὀργήν θ’ ὅμοιος:〉 ὅμοιος τὸν τρόπον ἐμοί. Gsl | |
1153b | 〈ὀργήν:〉 τὸν τρόπον. LFOHsl | |
1156a | ἄνολβον ἄνδρ’: τὸν ἀσύνετον, τὸν μὴ φρονήσεως εὔ‐ πορον. MRm | |
1156b | ἀσύνετον. Osl | |
1158 | 〈ᾐνιξάμην:〉 αἰνιγματωδῶς εἶπον. Rm, OGsl | 229 |
1160 | 〈λόγοις κολάζειν:〉 νουθετεῖν. ONsl | |
1161 | ἄφερπέ νυν: οὐδαμῇ ὑπείκει ὁ Τεῦκρος τῷ Μενελάῳ. κἀμοὶ δέ, φησίν, αἴσχιστόν ἐστιν ἀνέχεσθαί σου φλυαροῦντος. LFO NVGMRm, Fsl | |
1163 | 〈ἔσται μεγάλης ἔριδός τις ἀγών:〉 ἄπεισιν ὁ Μενέλαος καὶ τότε ὁ χορός, ἀρωγὸς ὢν τοῦ Τεύκρου, τὰ πρὸς τὴν τα‐ φὴν ἐπιτήδεια λέγει. GMRm | |
1164 | 〈ἀλλ’ ὡς δύνασαι, Τεῦκρε, ταχύνας:〉 ὁ χορὸς ταχύνει τὸ ταφῆναι τὸ σῶμα πρὶν παραγενέσθαι τοὺς Ἀτρείδας. LFONm, Fsl | |
1165a | 〈κάπετον:〉 τάφον, ὄρυγμα. FNsl | |
1165b | τόπον ὀρύγματος. Hsl | |
1165c | κάπετος ἡ θήκη, τόπος κοῖλος. Gsl | |
1165d | 〈ἰδεῖν:〉 ποιῆσαι, εὑρεῖν. ONsl | |
1166 | 〈βροτοῖσ〉 τὸν ἀείμνηστον 〈/ τάφον〉: τὸν ἐσό‐ | |
μενον τοῖς ἀνθρώποις τάφον ἀείμνηστον. LFONVGm, FHsl | 230 | |
1167 | 〈εὐρώεντα:〉 σκοτεινόν. FOHsl | |
1168 | καὶ μὴν ἐς αὐτόν: πάρεστιν ἡ Τέκμησσα μετὰ τοῦ παι‐ δός· οὐχ ὅτι δὲ 〈οὐχ〉 ἱκανὰ τὰ πρόσωπα φυλάξαι τὸ σῶμα, ἀλλ’ ὅτι εἰς οἶκτον κινῆσαι 〈οὐ〉 δυνατά. LFONVGMRm, Fsl | |
1169a | 〈ἀνδρὸσ〉 τοῦδε: τοῦ Αἴαντος. LHGsl | |
1169b | 〈παῖδες:〉 γρ. παῖς τε. Gsl | |
1173a | θάκει δὲ προστρόπαιος: προστετραμμένος αὐτῷ ἢ ἱκετεύων. LΛNVm | |
1173b | ἀντὶ τοῦ προστετραμμένος. Nsl | |
1173c | πρὸς ἐκεῖνον τρεπόμενος, ἱκετικός, αὐτῷ ἱκετεύων, στρεφό‐ μενος ἐνώπιος. FOsl | |
1175a | ἱκτήριον θησαυρόν: τὰς πολλὰς ἱκεσίας ἢ τὸ πλῆ‐ θος τῶν ἱκετευόντων. καὶ ἄλλως· τὸ ἱκέσιον κτῆμα, λέγει δὲ τὰς | |
τρίχας. LΛFONVGMRm, Fsl | 231 | |
1175b | ἱκετήριον. Gsl | |
1175c | ἱκέσιον. Fsl | |
1178 | ἐξημημένος: ἵν’ ᾖ ἀφῃρημένος. LΛm, FNHGsl | |
1179a | 〈πλόκον:〉 πλόκαμον. OHsl | |
1179b | τὴν τρίχα. Fsl | |
1180a | 〈αὐτόν:〉 τὸν πλόκον ἢ τὸν νεκρόν. FGsl | |
1180b | τὸν πλόκαμον. Hsl | |
1181 | 〈ἔχου:〉 ἅπτου. HGsl | |
1182a | ὑμεῖς τε μὴ γυναῖκες: καλῶς ἐγείρει τοὺς στρατιώ‐ τας πρὸς βοήθειαν· τὸν δὲ παῖδα πρὸς οἶκτον προβάλλεται καθ’ ἡλι‐ κίαν. LFNVGMRm | |
1182b | 〈γυναῖκες:〉 λείπει τὸ ὡς. Gsl | |
1184a | 〈τῷδε:〉 τῷ νεκρῷ. Fsl | |
1184b | κἂν μηδεὶς ἐᾷ: ἀπονενοημένου, φασίν, τὸ πάντα ἐπὶ αὑτῷ ἀνατιθέναι, ὅτι μόνος κρατήσει τῶν ἐχθρῶν βιαζομένων. ῥη‐ | |
τέον οὖν ὅτι ὑπὸ φιλοστοργίας πάντα λέγει ὑπομενεῖν. LFONVGm | 232 | |
1185a | τίς ἄρα νέατος: ὁ χορὸς πάλιν καθ’ ἑαυτὸν γενόμενος ἐν ἀναλογισμῷ γίνεται καί φησιν· τίς ἄρα ἡμῖν ὁ ἔσχατος τῶν ἐτῶν ἀριθμὸς τῶν πολυπλάγκτων; ἐς πότε λήξει ὁ ἀριθμὸς τῶν ἐτῶν ἐμοὶ πόνους παρασκευάζων; LFONVGMRm | |
1185b | 〈νέατος:〉 ἔσχατος χρόνος. FOHGsl | |
1186 | 〈πολυπλάγκτων:〉 καθὸ πολλὰ πλανώμεθα ἐν ἀλλο‐ δαπῇ. Lm, Gsl | |
1188a | δορυσσόντων 〈μόχθων〉: τουτέστι τῶν κατὰ τὸν πόλεμον μόχθων. LFONVm | |
1188b | πολεμικῶν. LFsl | |
1189a | 〈ἐπάγων:〉 ἀπὸ κοινοῦ 〈τὸ〉 ἐπάγων. Gsl | |
1189b | 〈ἐπάγων / ἀν ..... Ἑλλάνων:〉 χρόνος ὁ ἐπάγων τοῖς | |
Ἕλλησιν δύστηνον ὄνειδος ἐπὶ τῆς Τροίας. Hm | 233 | |
1190a | 〈ἀν τὰν ... Τροίαν:〉 ἤτοι ἐπὶ τῆς Τροίας. Lm, Nsl | |
1190b | 〈εὐρώδη:〉 σκοτεινὴν καὶ ἀερώδη. LNHGsl | |
1190c | πλατεῖαν ἢ σκοτεινήν. Fsl | |
1190d | ὑψηλήν. OHsl | |
1191a | 〈δύστανον ὄνειδος Ἑλλάνων:〉 τὴν αἰτίαν θα‐ νάτου τοῖς Ἕλλησιν. Fsl | |
1191b | 〈Ἑλλάνων:〉 τοῖς Ἕλλησιν. LNGsl | |
1192a | ὤφελε πρότερον: ὤφελε πρότερον ἀφανὴς γενέσθαι ἐκεῖνος ὁ ἀνὴρ ὁ πρῶτος εἰσενεγκὼν εἰς Ἕλληνας πολεμιστήρια ὅ‐ πλα, ὡς ἅμα τῇ εὑρέσει ἡκόντων τῶν ἀνθρώπων ἐπὶ τὸ ἀδικεῖν. LF ONVGMRm | |
1192b | 〈αἰθέρα δῦναι:〉 ἄφαντος γενέσθαι. FOsl | 234 |
1193 | 〈τὸν πολύκοινον:〉 τὸν κοινῶς πάντας ἀπεκδεχόμενον. Gsl | |
1197a | ἰὼ πόνοι πρόγονοι πόνων: ἢ παλαιοὶ ἢ ἀρχηγοὶ τῶν πόνων, οἷον ὁπότε ἡ εἰσαγωγὴ τῶν ὅπλων ἐγένετο. οὐ δεῖ δὲ ἀ‐ πειροκάλως ζητεῖν τίς πρῶτος ἐχρήσατο τοῖς ὅπλοις. LFONVG MRm | |
1197b | παλαιοὶ ἀρχηγοὶ πόνων. Hsl | |
1199a | ἐκεῖνος οὔτε στεφάνων: ἐκεῖνος ὁ εὑρὼν τὰ ὅπλα, ὅσον ἐφ’ ἑαυτῷ, οὐ στεφάνων οὐ κύλικος οὐκ αὐλῶν τέρψιν μοι ἔ‐ νειμεν, ἀλλὰ πᾶν, φησίν, τερπνὸν ἐξέκοψεν. ἥδιστος δὲ ὢν ὁ Σοφο‐ κλῆς, πάλιν ἐπὶ τὸ ἴδιον ἦθος ἔκλινεν ἐν τοῖς μέλεσιν, ὅθεν καὶ μέ‐ | |
5 | λιττα ἐκλήθη. LFONVGMRm | |
1199b | 〈ἐκεῖνος:〉 ὁ ἐξευρὼν τὰ ὅπλα. Hsl | |
1200 | 〈βαθεῖαν:〉 ἡδεῖαν. Gsl | |
1201a | 〈νεῖμεν:〉 ἔνειμ’. Fsl | |
1201b | 〈ὁμιλεῖν:〉 ἔχειν. Fsl | |
1202 | 〈ὄτοβον:〉 ὅμαδον, ἦχον. Lm, FOHGsl | 235 |
1203a | 〈ἐννυχίαν / τέρψιν ἰαύειν:〉 διέρχεσθαι τὴν πάννυ‐ χον ἐν κοίτῃ τέρψιν. Hsl | |
1203b | 〈ἐννυχίαν:〉 τὴν ἐν παννυχίσιν ἢ τὴν ἐν κοίτῃ. Lm, FNsl | |
1205 | ἐρώτων ἐρώτων: τῶν ἐρωτικῶν. καὶ ἄκαιρον μὲν τὸ πε‐ ρὶ ἔρωτος μεμνῆσθαι ἐν τοῖς παροῦσιν, ὅμως κατ’ ἀκολουθίαν πρὸς τὰ προκείμενα. LFONVGRm | |
1206 | 〈ἀπέπαυσεν:〉 τὴν ἐν παννυχίσι κοίτην. Fsl | |
1207a | κεῖμαι δ’ ἀμέριμνος: ἤτοι πολυμέριμνος ἢ τῶν τέρ‐ ψεων ἀμέριμνος. οἷον, οὐ σκοπῶν περὶ θυμηδίας οὐδέν, ἀλλ’ ἐν δρό‐ σοις τεγγόμενος· ἅπερ ἐστί μοι μνημόσυνα εἰς τὸν ἀεὶ χρόνον, ἡ ἐν‐ ταῦθα κακοπάθεια. ἢ ἐν οὐδεμιᾷ μερίμνῃ ὢν ἢ μόνον περὶ τῶν πολε‐ | |
5 | μίων. LFONVGMRm | |
1207b | 〈ἀμέριμνος:〉 ἀντὶ τοῦ πολυμέριμνος. LFOHGsl | |
1207c | 〈οὕτως:〉 μάτην. FGsl | |
1211a | 〈καὶ〉 πρὶν μὲν ἐννυχίου / δείματος: οἷον· καὶ πρὶν ἐπέλθοιεν οἱ πολέμιοι, τῆς νυκτερινῆς ἐφόδου τῶν πολεμίων καὶ τῶν βελῶν ἀλεξητήριον ἦν ὁ Αἴας. LNVGMRm | 236 |
1211b | 〈καὶ πρίν:〉 καὶ πρὶν ἔλθοιεν οἱ πολέμιοι. Hsl | |
1211c | 〈ἐννυχίου:〉 νυκτερινοῦ. HGsl | |
1213 | 〈θούριος:〉 ὁρμητικός. Hsl | |
1217a | γενοίμαν / ἵν’ ὑλᾶεν: εὔχονται ἀπαλλαγῆναι ἐπὶ τὰ οἰκεῖα. γενοίμην οὖν, φησίν, ὑπὸ τὴν ἄκραν πλάκα τοῦ Σουνίου. διὰ γὰρ Σουνίου ὁ πλοῦς τοῖς ἀπὸ Τροίας ἐπὶ Σαλαμῖνα. LFONVGMRm | |
1217b | 〈γένοιμ’ ἄν:〉 γρ. γενοίμην ἄν. Gm | |
1218a | 〈ἵν’ ὑλᾶεν ἔπεστι πόντου / πρόβλημ’:〉 ἔνθα ὑλώδης ἐξοχὴ τῆς θαλάσσης ἐστίν. LVm, Nsl | |
1218b | ὑλῶεν πρόβλημα: ἡ ἐκ τῆς θαλάσσης ὑλώδης ἐξο‐ χή. Hsl | |
1218c | 〈ὑλᾶεν:〉 ὑλῶδες. FHsl | 237 |
1219a | 〈πρόβλημ’:〉 ἐξοχὴ τῆς θαλάσσης. Fsl | |
1219b | 〈ἄκραν:〉 ἀκρωτήριον, ἐξοχή. OGsl | |
1220a | 〈Σουνίου:〉 Σούνιον ὄνομα τόπου. Gm, Lsl | |
1220b | Σούνιον ἀκρωτήριον τῆς Ἀττικῆς. Hsl | |
1220c | Ἀθηνῶν τόπος. Gsl | |
1221a | 〈τὰς ἱερὰς .../... Ἀθάνας:〉 φιλοτέχνως εὐφραίνει τοὺς ἀκροωμένους διὰ τῶν ἐπαίνων τῆς Ἀττικῆς. Lm, Fsl | |
1221b | 〈προσείποιμεν:〉 〈προσ〉ίδοιμεν. Fsl | |
1223 | καὶ μὴν ἰδὼν ἔσπευσα: ὁ Τεῦκρος ἀκηκοὼς ἥκειν τὸν Ἀγαμέμνονα ἔρχεται μετὰ σπουδῆς. LFONVGMRm, Fsl | |
1225a | διχῶς· καὶ δῆλός ἐστιν ὥς τι σημανῶν νέ‐ ον. Lm, Psl | |
1225b | 〈ἐκλύσων:〉 γρ. ἑλκύσων. Gsl | 238 |
1226 | 〈ἀγγέλλουσι:〉 λείπει τινές. Gsl | |
1228 | 〈τῆς αἰχμαλωτίδος:〉 τῆς Ἡσιόνης. Lm, NHGsl | |
1229 | 〈τραφείς:〉 γρ. ἐτράφης. FGsl | |
1230a | ὑψήλ’ ἐφρόνεις κἀπ’ ἄκρων ὡδοιπόρεις: ἐπ’ ἄκρων δακτύλων ἔβαινες γαυριῶν. LFONVGMRm | |
1230b | 〈ἄκρων:〉 δακτύλων. Hsl | |
1230c | λείπει τό· ὀνύχων. Gsl | |
1230d | ὀνύχων καὶ δακτύλων. Fsl | |
1230e | 〈ὡδοιπόρεις:〉 ἔβαινες. Fsl | |
1231a | ὅτ’ οὐδὲν ὢν τοῦ μηδέν: οὐδὲν μὲν ὢν διὰ τὴν δυσγένειαν, τοῦ μηδὲν δέ, τοῦ Αἴαντος τελευτήσαντος. LFONVGMRm | |
1231b | 〈οὐδὲν ὤν:〉 ἀγεννὴς ὤν. HGsl | |
1231c | 〈μηδέν:〉 γρ. μηδενός. Gm | |
1231d | 〈τοῦ μηδέν:〉 τοῦ Αἴαντος. Fsl | |
1233a | 〈διωμόσω:〉 γρ. διωρίσω. Lm | 239 |
1233b | διωρίσω, εἶπας. FONHsl | |
1234 | 〈αὐτός:〉 μόνος. FHGsl | |
1236a | 〈ποίου:〉 ἀντὶ τοῦ ὑπὲρ ποίου. Lm, ONHGsl | |
1236b | 〈ὑπέρφρονα:〉 ὑπέρκομπα, κενόδοξα. FHGsl | |
1239 | 〈ἔοιγμεν:〉 ἐοίκαμεν. Ἰωνικόν. LFOHGsl | |
1240 | 〈ποτέ:〉 γρ. ὅτε. Gsl | |
1242a | 〈κοὐκ ἀρκέσει ποθ’ ὑμὶν〉 οὐδ’ ἡσσημένοις: οὐκ εἴξετε καὶ ἐμμενεῖτε τοῖς κεκριμένοις. LFONVm, Gsl | |
1242b | 〈κοὐκ ἀρκέσει:〉 οὐκ εἴξει. Gm | |
1242c | 〈ἡσσημένοις:〉 ἐν τῇ κρίσει. Gsl | |
1242d | κεκριμένοις. Nsl | |
1243a | 〈εἴκειν:〉 ἐμμένειν. Gsl | |
1243b | πιθανῶς 〈τὸ〉 τοῖς πολλοῖσιν. LHm | 240 |
1243c | 〈ἤρκεσε:〉 γρ. ἤρεσκε. Hsl | |
1244a | 〈κακοῖς βαλεῖτέ που:〉 ἀντὶ τοῦ βλασφημήσετέ που. LFHGsl | |
1244b | 〈κακοῖς:〉 ὕβρεσιν. Fsl | |
1245a | οἱ λελειμμένοι: οἱ ἡττηθέντες ἐν τῇ κρίσει. τοῦτο δὲ πρὸς τὴν ἐπιχείρησιν τοῦ Αἴαντος. LFONVGMRm, Fsl | |
1245b | οἱ ἐστερημένοι. λείπει τοῦ ἀγῶνος. Gm | |
1245c | οἱ ἡττηθέντες. OHsl | |
1246 | 〈οὐκ ἄν ποτε /〉 κατάστασις γένοιτ’ ἄν: γεν‐ ναῖος ὁ λόγος. εἰ ὁ ἡττώμενος ἰδίῳ δικαίῳ παριστάμενος πάλιν μάχοι‐ το καὶ οὐκ εἴξειε τοῖς κεκριμένοις, οὐδέποτε κατάστασις ἔσται. LFONVGMRm | |
1249 | 〈τοὺς ὄπισθεν:〉 τοὺς ἡττωμένους. LOGsl | |
1250a | ἀλλ’ εἰρκτέον τάδ’ ἐστίν: δεῖ, φησίν, ἐμμένειν τοῖς ἅπαξ κεκριμένοις. ἐπειδὴ δὲ αὐτοῦ τὴν κατὰ τὸ σῶμα ἀρετὴν καὶ ἰσχὺν διαβάλλειν οὐ δύναται, εἰς ἀφροσύνην αὐτὸν λοιδορεῖ. | |
LFONVGRm | 241 | |
1250b | 〈οὐ γὰρ οἱ πλατεῖς:〉 ὡραῖον. FGm | |
1250c | γνώμη. FOHVm | |
1253 | 〈μέγας δὲ πλευρὰ βοῦς:〉 γνώμη. Om | |
1254a | 〈μάστιγος:〉 λείπει τὸ πληγείς. Gm | |
1254b | τυπεὶς λέγει. ONsl | |
1255 | 〈τὸ φάρμακον:〉 τὸ τῆς μάστιγος. Lm, FHGsl | |
1257a | 〈ἀνδρός:〉 ὑπέρ. FOHsl | |
1257b | 〈σκιᾶς:〉 λείπει ἡ ὑπέρ. Lm, HGsl | |
1259 | 〈οὐ σωφρονήσεις:〉 〈γρ.〉 〈οὐ〉κ αὖ 〈φρονήσεισ〉. Lsl | |
1262 | 〈μάθοιμ’:〉 ἀκούσαιμι. OGsl | |
1263 | 〈τὴν βάρβαρον γὰρ γλῶσσαν:〉 σκώπτει αὐτὸν εἰς τὴν μητέρα. Lm, Fsl | |
1264 | εἴθ’ ὑμὶν ἀμφοῖν νοῦς: ἐπεὶ οὐ συμβουλεύει διὰ τὸ ἀξίωμα Ἀγαμέμνονος ὁ χορός, ἐν τῇ εὐχῇ τὴν γνώμην κατέθηκεν. | |
LFNVGMRm, Fsl | 242 | |
1265 | λῷον: βέλτιον. HGsl | |
1266a | φεῦ· τοῦ θανόντος ὡς ταχεῖά τις βροτοῖς: περιπαθὴς ὁ λόγος εἰς ἀχαριστίαν ἐννεύων, ὅτι ταχεῖα διαρρεῖ ἡ χά‐ ρις τοῦ ἀποθανόντος. LFONGMRm, Fsl | |
1266b | γνώμη. Fm, Hsl | |
1268a | 〈σοῦ γ’ .... οὐδ’ .../... ἔτ’ ἴσχει μνῆστιν:〉 οὐκ ἀξιοῦται τῆς περὶ σοῦ μνήμης. LFONVGMRm, Fsl | |
1268b | 〈σοῦ γ’:〉 πρὸς τὸν Αἴαντα. Gsl | |
1269a | 〈μνῆστιν:〉 μνήμην. Gsl | |
1269b | οὗ σὺ πολλάκις: οὗ πολλάκις, ὦ Αἶαν, προεκινδύ‐ νευσας ἐν τοῖς πολέμοις. παρὰ τὸ Ὁμηρικὸν (Ι 322)· αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν. LFONVGMRm, Fsl | |
1272 | 〈ὦ πολλὰ λέξας:〉 πρὸς τὸν Ἀγαμέμνονα ὁ λόγος. HGsl | |
1273 | 〈οὐ μνημονεύεις οὐκέτ’ οὐδέν:〉 καλῶς πρὸς τὸ (1237)· | |
ποῦ βάντος ἢ ποῦ στάντος, οὗπερ οὐκ ἐγώ; LVGMRm, FONsl | 243 | |
1274a | 〈ἑρκέων:〉 λείπει τὸ ἐντός. LGm, FOHsl | |
1274b | 〈ἑρκῶν〉: γρ. ἑρκέων. Gm | |
1275 | 〈ἐν τροπῇ δορός:〉 ἥττῃ. Gsl | |
1277a | 〈ναυτικοῖς ἑδωλίοις:〉 τοῖς σανιδώμασιν. GMRm, Lsl | |
1277b | ναυτίλοις ζυγοῖς. Hsl | |
1277c | καθίσμασι, σανιδώμασι. FGsl | |
1281a | 〈ὃν οὐδαμοῦ φῂς οὗ σὺ μὴ βῆναι ποδί:〉 πρὸς τὸ (1237)· ποῦ βάντος ἢ ποῦ στάντος; Lm | |
1281b | 〈συμβῆναι ποδί:〉 συνελθεῖν. Fsl | |
1282a | 〈ἆρ’ ὑμὶν ... ἔνδικα:〉 γρ. ἀποφαντικῶς. Gm | |
1282b | λείπει τὸ οὐ. ἢ κατ’ ἐρώτησιν. Gm | |
1284 | λαχών τε κἀκέλευστος, ἦλθ’ ἐναντίος: αὐτο‐ κέλευστόν φησιν αὐτὸν ἀναστῆναι εἰς τὸ μονομάχιον, ἐπαινῶν αὐτὸν οὐχ Ὁμηρικῶς. LNm, FOsl | |
1285a | οὐ δραπέτην τὸν κλῆρον: οὐδὲν πανουργήσας περὶ τὸν κλῆρον, ἀλλ’ εὐξάμενος λαχεῖν αὐτόν. τοῦτο δὲ ἱστορεῖται περὶ Κρεσφόντου καὶ τῶν Ἀριστοδήμου παίδων, ὅτι πανούργως ὁ Κρεσφόντης βῶλον ὑγρὰν εἰς τὴν ὑδρίαν τοῦ ὕδατος ἔβαλε, κληρου‐ | 244 |
5 | μένων περὶ Μεσσήνης. οὐκ ἄτοπον δὲ τὸν Τεῦκρον λοιδορεῖν Ἀγα‐ μέμνονι ὑπὸ τοῦ πάθους προαγόμενον· καὶ γὰρ Ἀχιλλεὺς οὐκ ἀπέ‐ σχετο λοιδορίας καὶ οὐκ ὢν ἐν τοιούτῳ πάθει. LΛFONVGMRm | |
1285b | ἀνῆκται τοῖς χρόνοις ἡ ἱστορία ἡ περὶ Κρεσφόντου. Lm | |
1285c | 〈δραπέτην:〉 φυγάδα, πανοῦργον. FOHsl | |
1286 | ἀλλ’ ὃς εὐλόφου: ὅστις κλῆρος ἐκ τῆς εὐλόφου κυνῆς ἤμελλε πρῶτος κουφιεῖν τὸ ἅλμα· τοῦ Αἴαντος. LNVGMRm | |
1290 | 〈θροεῖς:〉 λέγεις. Hsl | |
1291 | οὐκ οἶσθα σοῦ πατρός: εἰκότως καὶ αὐτὸς τὰ ὅμοια ἐξεῦρεν. ἓν δὲ εἰπὼν Ἀγαμέμνων, μυρία ἤκουσεν. LFONVGMRm, | |
Fsl | 245 | |
1292 | 〈βάρβαρον Φρύγα:〉 ὁ Τάνταλος οὐ Φρὺξ δέ, ἀλλὰ Λυ‐ γός. Gm | |
1294 | 〈προσθέντ’:〉 προυθέντ’. Gsl | |
1295a | αὐτὸς δὲ μητρὸς ἐξέφυς Κρήσσης: οὐχ, ὡς βαρβάρων τῶν Κρητῶν ὄντων, ὀνειδίζει αὐτῷ τὰ περὶ τῆς μητρός, ἀλλ’ οἷον ἐξ ἀλλοφύλων γέγονέ σοι τὸ γένος. LFONVGMRm | |
1295b | 〈αὐτός:〉 γρ. αὖθις. LHsl | |
1296 | 〈ἐπακτὸν ἄνδρ’:〉 τὸν μοιχόν. LFHGsl | |
1297a | ἐφῆκεν ἐλλοῖς ἰχθύσιν: ἡ ἱστορία ἐν ταῖς Κρήσ‐ σαις Εὐριπίδου, ὅτι διαφθαρεῖσαν αὐτὴν λάθρᾳ ὑπὸ τοῦ θεράπον‐ τος ὁ πατὴρ Ναυπλίῳ παρέδωκεν ἐντειλάμενος καταποντῶσαι· ὁ δὲ οὐκ ἐποίησεν, ἀλλ’ ἠγγύησε Πλεισθένει. LFONVGm | |
1297b | 〈ἐλλοῖς:〉 τοῖς ἀφώνοις. LFOHGsl | 246 |
1298 | 〈τοιοῦτος:〉 ἀγεννής. Gsl | |
1300 | 〈τὰ πρῶτ’:〉 ἔκκριτα. Hsl | |
1301 | ἣ φύσει μὲν ἦν / βασίλεια: ἀνασκευάζει τὰ εἰρημένα περὶ δυσγενείας αὐτοῦ. LFONVGm | |
1304 | 〈ἐξ ἀριστέοιν δυοῖν:〉 Ἡσιόνης καὶ Τελαμῶνος. Hsl | |
1305a | ἂν αἰσχύνοιμι 〈τοὺς πρὸς αἵματοσ〉: δεικτι‐ κῶς εἰς τὸν Αἴαντα, ἵν’ ᾖ περιπαθὴς ἡ λέξις. LONVGm, Fsl | |
1305b | 〈τοὺς πρὸς αἵματος:〉 τοὺς συγγενεῖς. LFHsl | |
1307 | ὠθεῖς ἀθάπτους: πιθανῶς πάλιν εἰσέβαλεν εἰς τὸν λό‐ γον τοῦ δράματος. LFONVGm, Fsl | |
1309a | τρεῖς ὁμοῦ συγκειμένους: ἀντὶ τοῦ ἐμὲ καὶ σαυ‐ τὸν καὶ Μενέλαον. οὐ γὰρ λέγει περὶ τῆς Τεκμήσσης καὶ τοῦ παιδός· | |
ἐλεεινὸς γὰρ 〈ἦν ἂν〉 ὁ λόγος, οὐκ ἀπειλητικός. LΛFONVGm | 247 | |
1309b | 〈συγκειμένους:〉 γρ. συνεμπόρους. Lm | |
1310 | 〈ὑπερπονουμένῳ〉 γρ. 〈ὑπερ〉πονουμένους. Lm | |
1311a | θανεῖν προδήλως: ταῦτα ἃ βούλεσθε περὶ τὸν Αἴαντα δρᾶσαι πρότερον οὐ δράσετε πρὶν ἢ κἀμὲ ἀποκτεῖναι. ἀποθνῄσκων μέντοι σὺν ὑμῖν ἀπολοῦμαι. LFONVGm | |
1311b | 〈προδήλως:〉 λαμπρῶς, ἀνδρείως. LFOHsl | |
1314a | βουλήσῃ ποτέ: μεταμεληθήσῃ ὡς προπετὴς εἰς ἐμὲ εὑρεθεὶς καὶ μὴ ἀποδειλιάσας πρὸς τὸ ἄρχειν· ἀμυνοῦμαι γάρ σε. ἢ βουλήσῃ ποτὲ καὶ δειλὸς εἶναι ὡς μὴ ὑπ’ ἐμοῦ ἀναιρεθῆναι. LF ONVGMRm | |
1314b | μεταμεληθήσῃ. FOsl | |
1316 | ἄναξ Ὀδυσσεῦ: ἵνα μὴ ἴῃ αὐτῶν εἰς μακρὰν ἡ φιλονεικία, | |
διαλλακτὴν εἰσήνεγκε τὸν Ὀδυσσέα· τοιοῦτον γὰρ ὁ καιρὸς ἐζήτει. | 248 | |
1318 | τί δ’ ἔστιν, ἄνδρες; τηλόθεν γὰρ ᾐσθόμην / βοὴν Ἀτρειδῶν τῷδ’ ἐπ’ ἀλκίμῳ νεκρῷ: οὐκ ἐξ ἑτοίμου φησὶν ὅτι ἥκοι ἀναστελῶν τὸν Ἀγαμέμνονα, ἀλλ’ ἐπιμελό‐ μενος τί πράττουσιν οἱ βασιλεῖς. τὴν δὲ ἑαυτοῦ γνώμην ἐδήλωσε διὰ | |
5 | τοῦ ἀλκίμῳ νεκρῷ, ὅτι γενναίαν αὐτοῦ ἐδήλωσε τὴν τελευτήν. διδάσκει δὲ ὁ λόγος, ὅτι οὐ δεῖ κατὰ τεθνεώτων λέγειν, κἂν ἐχθροὶ ὦσιν. LFONVGMRm | |
1321 | ἄναξ Ὀδυσσεῦ: συλλήπτορα θέλων ἔχειν τὸν Ὀδυσσέα ἄνακτα αὐτὸν καλεῖ. LNVGMRm | |
1322a | ἐγὼ γὰρ ἀνδρὶ συγγνώμην ἔχω: συνετὸς ὁ Ὀδυσ‐ σεὺς οὐκ εὐθὺς προστιθέμενος τῇ ὀργῇ. ἔστι γὰρ συγγνώμη καὶ τῷ κακῶς εἰπόντι, εἰ κακῶς πάσχων ἀμύνεται διὰ λόγων. LFONVGMRm | |
1322b | γνώμη. FHm | 249 |
1322c | 〈ἔχω:〉 νέμω. Hsl | |
1324 | ἤκουσεν αἰσχρά: οὔτε θεραπεύει Ὀδυσσέα ὁ Τεῦκρος διὰ τὸν ἀδελφὸν οὔτε ἀντιλέγει διὰ τὸν καιρόν. LFVGMRm, Fsl | |
1328a | ἔξεστιν οὖν εἰπόντι: δαιμονίως ἡ ἐπιτήρησις· ἠπί‐ στατο γὰρ ὅτι πάντες ἄνθρωποι πρὸς τὸ ἀληθὲς ἀγανακτοῦσι καὶ ἀν‐ τιλέγουσιν. LFONVGRm | |
1328b | ἔξεστιν οὖν ἐμοὶ τῷ φίλῳ σου. LNm, Hsl | |
1328c | ἀντὶ τοῦ, εἰπόντος ἐμοῦ, τοῦ Ὀδυσσέως. Fsl | |
1329a | ξυνηρετμεῖν: ἀντὶ τοῦ ξυμφωνεῖν ἢ ξυντρέχειν ὡς πρό‐ τερον. ἐκ μεταφορᾶς τῶν κοινῶς ἐρεττόντων. LFONVm | |
1329b | συμφωνεῖν. LNGsl | |
1329c | ξυντρέχειν. Hsl | |
1330 | 〈εἴπ’· ἦ γάρ:〉 γρ. εἶπ’ ἦ γ’ ἄν. Ἀγαμέμνων. LGm | |
1331a | 〈νέμω:〉 ἔχω. Fsl | |
1331b | λέγω, τίθεμαι, ἡγοῦμαι. Gsl | 250 |
1334a | μηδ’ ἡ βία σε μηδαμῶς 〈νικησάτω〉: μὴ ἡ ἐξου‐ σία βιασάσθω σε, ὥστε πρᾶξαί τι παρὰ τὸ δίκαιον· τουτέστι μὴ ὑπὲρ τοῦ ἐνδείξασθαι τούτῳ τὴν ἐξουσίαν παραβῇς τὸ δίκαιον. LFONVG MRm | |
1334b | 〈ἡ βία:〉 ἡ ἐξουσία. FGsl | |
1336 | κἀμοὶ γὰρ ἦν ποθ’ οὗτος ἔχθιστος: ἱκανὸς ὁ λόγος εἰς πειθώ, ὅτι κἀγώ ποτε ἐχθρὸς ὢν ἐνδέδωκα νῦν διὰ τὸ δίκαιον. LVm | |
1338a | 〈ἔμπας:〉 ὅμως. LFsl | |
1338b | 〈τοιόνδ’:〉 ἐχθρόν. FHGsl | |
1340 | 〈ἄριστον Ἀργείων:〉 τοιοῦτον 〈οἷον καὶ τὸ〉 (924)· ὡς καὶ παρ’ ἐχθροῖς ἄξιος θρήνων τυχεῖν. LGMRm, Osl | |
1345 | βλάπτειν τὸν ἐσθλόν: δύναται καὶ ἐπὶ τοῦ μισοῦντος εἶναι· τὸν ἐσθλὸν οὐ δεῖ μνησικακεῖν. δύναται καὶ ἐπὶ τοῦ μισουμένου καὶ τετελευτηκότος· τὸν ἐσθλὸν οὐ δεῖ βλάπτεσθαι, οὐδ’ ἐὰν μισούμε‐ νος ᾖ· εὐκαταλλάκτως γὰρ δεῖ πρὸς τοὺς ἀγαθοὺς ἔχειν. LFONVGMRm | |
1348 | 〈προσεμβῆναι:〉 ἐκ μεταφορᾶς τῶν παλαιστῶν, ὅταν τις ῥίψας τὸν ἕτερον προσεπεμβῇ αὐτῷ καὶ λακτίσῃ αὐτὸν κατὰ κοιλίας. FOm | 251 |
1350a | τόν τοι τύραννον εὐσεβεῖν οὐ ῥᾴδιον: ὁ λόγος ὅτι οὐ πάντῃ τῷ δικαίῳ ἀκολουθητέον, ἀλλά τι πρὸς τὸ συμφέρον ῥέπειν χρὴ τὸν τύραννον. ἀπρεπὲς γὰρ ὑπὸ Ἀγαμέμνονος ὁμολογεῖσθαι 〈ὅτι〉 πᾶς τύραννος ἀδικεῖ, τὸ τῆς ἐξουσίας περὶ τὰ τοι‐ | |
5 | αῦτα τῶν ἔργων προβαλλομένου. LFONVGMRm | |
1350b | εὐσεβεῖν· τὸ τιμᾶν. MRm, Gsl | |
1350c | 〈ῥᾴδιον:〉 δίκαιον· Gsl | |
1350d | γνώμη. Hsl | |
1351a | ἀλλ’ εὖ λέγουσι 〈τοῖς φίλοις τιμὰς νέμειν〉: ἀπὸ κοινοῦ τὸ ῥᾴδιον. ἔστιν οὖν ὁ νοῦς τοιοῦτος· ἀλλὰ ῥᾴδιόν ἐστι τοῖς καλῶς συμβουλεύουσι φίλοις τιμὰς νέμειν, ἀντὶ τοῦ· ἐμοὶ καλῶς σοι συμβουλεύοντι τιμὴν ἀπόδος, τουτέστιν ἄκουσόν μου. LFONV | |
5 | GMRm | 252 |
1351b | ἀλλὰ τοῖς καλῶς σοι συμβουλεύουσι φίλοις τιμὰς παρέχειν πρέπον. Hsl | |
1351c | νουθετοῦσι. Osl | |
1352a | κλύειν τὸν ἐσθλόν: ἄκρως αἱ ἀντιθέσεις. ὁ μὲν Ὀ‐ δυσσεὺς ἐπὶ τιμῇ τῶν φίλων ὑφεῖναι τὸν βασιλέα τῆς ἐξουσίας παρα‐ καλεῖ· ὁ δὲ ἀντιστρέψας φησίν, ὅτι τὸν ἀγαθὸν ἄνδρα χρὴ πείθεσθαι τοῖς βασιλεῦσιν. LFOVGm | |
1352b | πείθεσθαι τοῖς βασιλεῦσιν. Nsl | |
1353 | 〈τῶν φίλων νικώμενος:〉 λείπει ἡ ὑπό. Lm | |
1356a | τί ποτε ποιήσεις: ἐν ἐρωτήσει ὁ λόγος. ποταπός τις ἔσῃ πρὸς τοὺς ἐχθροὺς καὶ τί αὐτοὺς διαθήσεις δεινόν, ὁπότε οὕτως ὑπὸ νεκροῦ ἥττησαι; LΛFONVGMRm | |
1356b | ἐὰν νεκρὸν φοβῇ, ποταπὸς ἔσῃ εἰς τοὺς ζῶντας; Hsl | 253 |
1356c | ἐν ἐρωτήσει ὁ λόγος. Gsl | |
1356d | λείπει εἰς τοὺς ζῶντας. HGsl | |
1358a | τοιοίδε μέντοι 〈φῶτεσ〉 ἔμπληκτοι βροτῶν: οἱ μὴ ἐμμένοντες τῇ ἀρχαίᾳ ἀρετῇ καὶ φιλίᾳ ἄφρονές εἰσι παρὰ τοῖς ἀνθρώποις. καὶ ἄλλως· ἔμπληκτοι, κοῦφοι, εὐμετάβλητοι. ὀνειδίζει δὲ τῷ Ὀδυσσεῖ ὡς εὐμεταβλήτῳ. οἱ τοιοῦτοι οὖν ἔμπληκτοι | |
5 | παρὰ τοῖς βροτοῖς λέγονται, ὡς καὶ Ὅμηρος (υ 132)· ἐμπλήγδην ἕτερον μὲν τίει βροτόν. LFONVGMRm | |
1358b | 〈ἔμπληκτοι:〉 μεμηνότες, μωροί. Fsl | |
1358c | κοῦφοι, μωροί, ἔμπληκτοι, 〈εὐ〉μετάβλητοι. Gsl | |
1359a | ἦ κάρτα πολλοί: πρὸς ταῦτα Ὀδυσσεὺς ἀντιλέγει, ὅτι οὐκ ἐν τῇ ταυτότητι μένει τὸ τῶν ἀνθρώπων γένος, ἀλλὰ ποτὲ μὲν φίλοι εἰσὶ ποτὲ δὲ ἐχθροί. πολύ, φησίν, 〈τὸ〉 τοιοῦτον 〈ἔθοσ〉 ἀνθρώ‐ πων, ὥστε κατὰ καιροὺς μεταβάλλεσθαι εἰς φιλίαν ἢ εἰς ἔχθραν. | |
5 | LFOVGMRm | 254 |
1359b | 〈καὖθις πικροί:〉 ὕστερον δὲ ἐχθροί. Hsl | |
1359c | γρ. ἐχθροί. OGsl | |
1361 | γνώμη. Fsl | |
1362 | ἡμᾶς σὺ δειλούς: ὁ μὲν τὸ τῆς ἀνδρείας, ὁ δὲ τὸ τῆς δικαιοσύνης προβάλλεται. LFONVGMRm | |
1364 | 〈ἐᾶν:〉 τὸν Τεῦκρον. Gsl | |
1365a | ἔγωγε. καὶ γὰρ 〈αὐτὸς ἐνθάδ’ ἵξομαι〉: καὶ γὰρ αὐτὸς ὑπόκειμαι τῇ ὁμοίᾳ τύχῃ, τῇ ἀνθρωπίνῃ. ἢ καὶ αὐτὸς ἵξο‐ μαι πρὸς τὸ θάψαι αὐτόν. LFONVGMRm | |
1365b | αὐτὸς ὑπόκειμαι τῇ ἀνθρωπίνῃ φύσει. Hsl | |
1365c | 〈ἐνθάδ’ ἵξομαι:〉 πρὸς τὸ θάψαι. FOsl | |
1366a | ἦ πάνθ’ ὅμοια 〈πᾶς ἀνὴρ〉 αὑτῷ φρονεῖ: ἔχει τι δυσκολίας· ἔχει δὲ οὕτως. κοινὸν ἔγκλημα τοῦτο τοῖς ἀνθρώ‐ ποις, τὸ εἶναι ἕκαστον φίλαυτον. τοῦτο οὖν ἐγκαλεῖ τῷ Ὀδυσσεῖ ὁ Ἀγαμέμνων ὅτι εὐδοξίαν σοι ἐργάζεται τὸ ὑπείκειν ταφῆναι τὸν Αἴ‐ | |
5 | αντα, οὐ μὴν τὸ κεχαρισμένον ἑτέρῳ διαπράττεις. καὶ ὁμολογεῖ Ὀδυσ‐ | |
σεὺς τὸ φίλαυτον, ἵνα μὴ δόξῃ πᾶσιν ἀντιλέγειν. LFONVGMRm | 255 | |
1366b | 〈φρονεῖ:〉 〈γρ.〉 πονεῖ. Osl | |
1367 | 〈πονεῖν:〉 〈γρ.〉 φρο〈νεῖν〉. Lsl | |
1376 | ἀπὸ τοῦδ’ ἀγγέλλομαι: ἀπὸ ταύτης τῆς ἡμέρας ἀγ‐ γέλλομαι καὶ σημαίνω αὐτῷ φιλίαν. LFOVGMRm | |
1378 | 〈συνθάπτειν θέλω:〉 καλῶς τὸ θέλω, εἰ ἐπιτρέποι Τε〈ῦκροσ〉. LFOVGMRm, FNsl | |
1381 | 〈πάντ’ ἔχω ς’ ἐπαινέσαι:〉 εὐγνωμόνως πρὸς τὸ πα‐ ρὸν ὁ Τεῦκρος θεραπεύει τὸν Ὀδυσσέα καταθέμενος καὶ τὴν πρὸς αὐτὸν ἔχθραν. LFOVGMRm | |
1382a | 〈καί μ’ ἔψευσας ἐλπίδος:〉 ψευσθῆναι τῆς ἐλπίδος | |
ἐποίησας, ἣν εἶχον περὶ σοῦ. LVGMRm | 256 | |
1382b | 〈ἔψευσας:〉 ψευσθῆναι ἐποίησας. Gm | |
1382c | 〈ἐλπίδος:〉 ἣν εἶχον περὶ σοῦ. Nsl | |
1386a | 〈οὑπιβρόντητος:〉 ὁ ἐπιβρόντητος, ὃν εἰώθαμεν λέγειν ἐμβρόντητον. LVGMRm | |
1386b | παρατετραμμένος. Hsl | |
1388 | 〈λωβητόν:〉 ἐφύβριστον. FGsl | |
1393 | 〈σὲ δ’, ὦ γεραιοῦ:〉 ἀποστροφὴ πρὸς τὸν Ὀδυσσέα. Gm | |
1394 | 〈τάφου μὲν ὀκνῶ:〉 πιθανῶς καὶ εὐσχημόνως. Lm, Hsl | |
1396 | 〈κεἴ τινα στρατοῦ:〉 πιθανῶς καὶ εὖ. Gsl | |
1402 | ἤδη γὰρ πολύς: πιθανὴ ἡ ἔξοδος διὰ τὴν σπουδὴν τῆς ταφῆς. πολὺς οὖν ἤδη χρόνος ἀφ’ οὗ τετελεύτηκεν ὁ Αἴας καὶ ἤδη δεῖ αὐτὸν ταφῆναι. LFOVGMRm | |
1403 | 〈κάπετον:〉 ὄρυγμα. FNHsl | |
1404 | 〈χερσὶ ταχύνετε:〉 μετὰ σπουδῆς ὀρύξατε. LHm, OGsl | 257 |
1405 | 〈ὁσίων:〉 τῶν εἰς 〈τὴν〉 ὁσίαν καὶ κάθαρσιν γινομένων. Gsl | |
1406a | ἐπίκαιρον: ἀντὶ τοῦ εὔκαιρον. καιρὸς γὰρ ἤδη καὶ τού‐ του, ὥστε ἀπολοῦσαι τὸ σῶμα καὶ καθᾶραι. LFOHVGMRm | |
1406b | 〈κλισίας:〉 τῆς σκηνῆς. Lsl | |
1407a | ἀνδρῶν ἴλη: ἀντὶ τοῦ σύστημα. κυρίως δὲ φατρία. L FOHGMRm | |
1407b | τάξις. HGsl | |
1407c | 〈τὸν ὑπασπίδιον:〉 τὸν ἐνόπλιον. HMRm, LFsl | |
1409 | 〈παῖ, σὺ δὲ πατρός γ’:〉 τραγικὰ καὶ ταῦτα καὶ πάθους ἐχόμενα. LVGMRm, Osl | |
1412a | 〈σύριγγες:〉 φλέβες. μυκτῆρες. FHsl | 258 |
1412b | μέλαν / μένος: αἱ ἀναδόσεις τοῦ αἵματος. ἀντὶ τὴν δύνα‐ μιν τοῦ αἵματος. LGm, LOGsl | |
1413 | ἀλλ’ ἄγε 〈πᾶς φίλος:〉 ὅστις τῶν παρόντων φίλος ἐστίν, σπευδέτω εἰς τὴν ταφήν. LVGMRm, Osl | |
1415a | 〈τῷ πάντ’ ἀγαθῷ:〉 οἱ τοιοῦτοι ἔπαινοι παρὰ τῶν ἰδίων λεγόμενοι περιπαθέστεροί εἰσιν. LFOVGRm | |
1415b | τῷ κατὰ πάντ’ ἀγαθῷ καὶ οὐκ ἐν ἑνὶ ἀλλ’ ἐν πᾶσι. ἄλλως· οὐδενὶ τῶν θνητῶν λῴονι, ἀλλ’ ἐπίσης θνητῷ ὄντι τοῖς πᾶσιν. ἐμφε‐ ρὴς γὰρ τοῖς πᾶσιν, κατὰ τὸν θάνατον οὐ βελτίων. FOm | |
1417 | τὸ δὲ περισσόν. Gm | |
1418a | ἦ πολλὰ βροτοῖς: οἰκείως ἔχει τοῖς ἀπαλλαχθήσεσθαι μέλλουσιν ἡ τελευταία γνώμη, ὅτι πλεῖστά ἐστι τοῖς ἀνθρώποις γνῶναι ἐπ’ αὐτῶν τῶν πραγμάτων γενομένοις. προμηθείᾳ δὲ ἀδύνατον χρήσα‐ σθαι καὶ μαντεύσασθαι ὅ τί ποτε ἀποβήσεσθαι μέλλει. ταῦτα δὲ ἅμα λέ‐ | |
5 | γοντες προπέμπουσι τὸν νεκρὸν καὶ γίνεται ἔξοδος πρέπουσα τῷ | |
λειψάνῳ. LFOVGMRm | 259 | |
1418b | 〈ἦ:〉 γρ. ἤ. Gsl | |
1420 | 〈πράξει:〉 ἀποβήσεται. Osl | |
in fine: Σοφοκλέους Αἴας μαστιγοφόρος. L | 260 |