TLG 5035 002 :: SCHOLIA IN PLATONEM :: Scholia in Platonem (scholia recentiora Arethae)

SCHOLIA IN PLATONEM Schol.
(Varia)

Cf. et HERMIAS Phil. (2317 001)
Cf. et TIMAEUS Sophista Gramm. (2602 001)

Scholia in Platonem (scholia recentiora Arethae)

Source: Greene, W.C. (ed.), Scholia Platonica. Haverford, Pennsylvania: American Philological Association, 1938: 417–480.

  • Euthyphro: pp. 417–419
  • Apologia: pp. 419–423
  • Crito: pp. 423–424
  • Phaedo: pp. 424–426
  • Cratylus: pp. 426–427
  • Theaetetus: pp. 427–445
  • Sophista: pp. 445–446
  • Politicus: p. 446
  • Parmenides: p. 447
  • Philebus: p. 447
  • Symposium: pp. 447–448
  • Phaedrus: p. 449
  • Alcibiades i: pp. 449–453
  • Hipparchus: p. 453
  • Amatores: p. 454
  • Theages: p. 454
  • Charmides: p. 454
  • Laches: p. 455
  • Lysis: pp. 456–458
  • Euthydemus: p. 458
  • Protagoras: p. 458
  • Gorgias: pp. 459–479
  • Meno: p. 480

Citation: Dialogue — Stephanus page — (line)

Euthphr

t

ΕΙΣ ΤΟΝ ΕΥΘΥΦΡΟΝΑ

Euthphr

2a

πρὸς τὸν βασιλέα. ἦν καὶ Ἀθήνῃσι βασιλεύς, ἀλλ’ οὐχ ὥσπερ ἐν τοῖς ἄλλοις τῶν ὅλων ἄρχων, ἀλλὰ μόνων μυστηρίων προεστηκὼς μετὰ τῶν ἐπιμελητῶν καὶ Ληναίων καὶ ἀγώνων ἐπὶ λαμπάδι· καὶ τὰ περὶ τὰς πατρίους
5θυσίας διῴκει. καὶ δίκαι πρὸς αὐτὸν ἐλαγχάνοντο ἀσεβείας καὶ ἱερω‐ σύνης ἀμφισβητήσεως, καὶ τοῖς γένεσιν καὶ τοῖς ἱερεῦσι πᾶσιν ὁ αὐτὸς ἐδίκαζεν. καὶ τὰς τοῦ φόνου δίκας εἰς Ἄρειον πάγον εἰσῆγεν, καὶ τὸν στέφανον ἀποτιθέμενος σὺν αὐτοῖς ἐδίκαζεν· προηγόρευ〈ε δὲ〉 τοῖς ἐν αἰτίᾳ ἀπέχεσθαι μυστηρίων καὶ τῶν ἄλλων νομίμων. ἐδίκαζε δὲ καὶ
10τῶν ἀψύχων δίκας. τὴν δὲ συνοικοῦσαν αὐτῷ βασίλισσαν ἐκάλουν.

Euthphr

2a,bis

δίκην ... γραφήν. δίκην γὰρ βούλονται λέγειν πᾶσαν τὴν περὶ τὰ συμβόλαια ἀμφισβή‐ τησιν, γραφὴν δὲ τὴν περὶ τὰ ἐγκλήματα κατηγορίαν.

Euthphr

3a

κακουργεῖν τὴν πόλιν. σημείωσαι διὰ τὴν σύνταξιν.

Euthphr

3b

ὡς οὕτω γ’ ἀκοῦσαι. ἀντὶ τοῦ κατ’ αὐτὴν τὴν πρώτην ἀκοήν, ὡς αὐτὴ ἡ φήμη βούλεται. ἢ ἀντὶ τοῦ ἵνα οὕτως εἴπωμεν.

Euthphr

3b,bis

διαβαλών (B T w: διαβάλλων W t). ἐν ἄλλῳ διαβάλλων.

Euthphr

3c

ἀλλ’ ὁμόσε ἰέναι. ἀλλ’ ὁμόσε ἰέναι. δύο σημαίνει τοῦτο, παρὰ μὲν τοῖς ῥήτορσι τὸ
ἀπ’ ἐναντίας ἤτοι τὸ ἀντικείμενον, ὡς παρὰ Δημοσθένει ἐν τῷ κατὰ Διονυσοδώρου (LVI 14)· “αὐτὸς δὲ ὁρᾷ ἡμᾶς ὁμόσε πορευομένους.”417
5παρ’ Ὁμήρῳ δὲ τὸ ὁμοῦ, ὡς ἐπὶ τοῦδε (Μ 19—24)— ὅσ〈σ〉οι ἀπ’ ἰδεῶν (l. Ἰδαίων) ὀρέων ἅλαδε προρ[ρ]έουσιν, Ῥῆσός θ’ Ἑπτάπορός 〈τε〉 Κάρησός τε Ῥοδίος τε, Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος καὶ Σιμόεις, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι
10κάππεσον ἐν κονίῃσι, καὶ ἡμιθέων γένος ἀνδρῶν· τῶν πάντων ὁμόσε στόματ’ ἔτραπε Φοῖβος Ἀπόλλων.

Euthphr

4a

πολλοῦ γε δεῖ. ἀντὶ τοῦ οὐδαμῶς.

Euthphr

4c

πελάτης. ἑταῖρος, συνήθης, παρὰ τὸ πελάζω, οἷον ὁ πέλας ὤν.

Euthphr

4d

οὐδὲν ὂν πρᾶγμα κτλ. μετάληψις ἡ στάσις αὕτη, καὶ μετάληψις ἄγραφος· οὐ γὰρ ἀπὸ ῥητοῦ τὴν παραγραφὴν ποιεῖται. ἡ μέντοι ἀντίθεσις ἀντεγκληματική· ἀντεγ‐ καλεῖ γὰρ ὁ φεύγων ὡς ἄξιος παθεῖν τοῦτο ὁ τεθνηκὼς ὡς ἀνδροφόνος.

Euthphr

5a

κράτιστον ... λέγοντα. σημείωσαι πῶς οὐ πρὸς δοτικὴν ἀπέδωκεν τὸ λοιπὸν τοῦ λόγου, ἀλλ’ αἰτιατικὴν ἐπήνεγκεν, οἷον “κράτιστόν ἐστι μαθητῇ σῷ γενέσθαι αὐτὰ ταῦτα λέγοντα.”

Euthphr

5d

κατὰ τὴν ὁσιότητα (ἀνοσιότητα T w). ἀντὶ ὁμοίως, παραπλησίως τῇ ὁσιότητι.

Euthphr

7c

ἀπαλλαγεῖμεν. Ἀττικόν, ἢ συγκοπῇ τοῦ η, ἢ κατὰ κρᾶσιν.

Euthphr

8c

οὐδέν. Ἀττικὸς ὁ τοῦ δεν πλεονασμός.

Euthphr

11c

Δαιδάλου. Δαιδάλου, ὡς ἔοικεν, τῶν τῆς γονῆς ὀχετῶν Σωκράτης ἀπόρροια.
ταύτῃ μοι δοκῶ κατὰ τὸ συγγενὲς λιθοξοϊκὴν ἀσκεῖσθαι Σωκράτη τέως, εἰ μὴ Ἀρχέλαος ὁ φιλόσοφος ἀπὸ ταύτης ἀναστήσας τῆς τέχνης418
5τὸν ἄνδρα φιλοσοφίᾳ ἠγάγετο· ἐτεκμήρατο γὰρ τὸ τῆς ψυχῆς ἐντρεχὲς καὶ δραστήριον καὶ πρὸς φιλοσοφίαν †ὑπτίως ἔχον, οἷς πρὸς τοὺς ὁμοτέχνους ἀντέλεγεν στερόμενος τῶν μισθῶν. Δαίδαλος δὲ Ἀθηναῖος ἦν τῶν πώποτε ἀνδριαντοποιῶν περιφανέστατος. πρῶτος δὲ καὶ περισκελὲς ἄγαλμα ἐσχημάτισεν, τῶν πρὸ ἐκείνου κατὰ ταὐτὸ συμ‐
10βεβληκότα τὼ πόδε τὰ βρέτη ἐργαζομένων. ἀφ’ οὗ δὴ καὶ ὁ τοῦ περιιέναι καὶ κινεῖσθαι τὰ φιλοτεχνήματα αὐτοῦ ὑπὸ τῶν πολλῶν ἀνάκειται λόγος αὐτῷ, ὃν καὶ νῦν Σωκράτης παίζων Εὐθύφρονα προάγει.

Euthphr

12d

σκαληνός. τὸ σκαληνὸν γὰρ τρίγωνόν ἐστιν ἐκ τριῶν ἀνίσων πλευρῶν, τὸ δὲ ἰσοσκελὲς τρίγωνον τῶν δύο μὲν πλευρῶν ἴσων ἀλλήλαις οὐσῶν, μιᾶς δὲ ἀνίσης ταῖς δύο. ἐν οἷς οὖν ὁ ἄρτιος ἀριθμὸς εἰς δύο ἴσους ἀριθμοὺς
5τέμνεται, ὡς ὁ ὀκτὼ φέρε, ὁ δὲ περιττὸς εἰς δύο ἀνίσους, ὡς ὁ πέντε, εἰκότως τὸν μὲν ἰσοσκελῆ τὸν δὲ σκαληνὸν ὠνόμασεν.

Euthphr

15a

οὐδὲν γὰρ ἡμῖν κτλ. συνῳδὸν τῷ “πᾶσα δόσις ἀγαθὴ” καὶ ἑξῆς (Ep. Iacob. I 17).

Euthphr

15a,bis

Ἀλλ’ οἴει κτλ. σημείωσαι διὰ σύνταξιν.

Euthphr

15c

ἄρτι. σημείωσαι πῶς τῷ ἄρτι κατὰ πλάτος ἐχρήσατο.

Euthphr

15c,bis

ἑκὼν εἶναι. Ἀττικὸν τοῦτο, καὶ παρέλκει τὸ εἶναι, γίνεται δὲ ἐπὰν ἀρνητικὸν ἐπιφέρηται ποιοῦν ἀπόφασιν, ἐπὶ καταφατικοῦ δὲ οὐκ ἐξὸν τοῦτο ποιεῖν.

Ap

t

ΕΙΣ ΤΗΝ ΣΩΚΡΑΤΟΥΣ ΑΠΟΛΟΓΙΑΝ

Ap

17d

πρῶτον ... ἀναβέβηκα. παραγραφικοῦ δύναμιν ἔχει τοῦτο· σχεδὸν γὰρ τοῦτο λέγει, ὅτι τοσούτοις ἔτεσιν οὐδενὶ δέδωκα δίκας, τὸν αὐτὸν τρόπον πολιτευόμενος
ὅπερ οἱ πρωτόχρονοι.419

Ap

17d,bis

ἀτεχνῶς οὖν κτλ. τὸ τοῦ ἤθους ἄπλαστον πιθανότητα ποιεῖ. εἰκότως οὖν οὕτω χρῆται νῦν Σωκράτης.

Ap

18b

τοὺς ἀμφὶ Ἄνυτον. 〈οὗ〉τος ὁ Ἄνυτος Ἀνθεμίωνος ἦν υἱός, Ἀθηναῖος γένος, Ἀλκι‐ βιάδου ἐραστής, πλούσιος ἐκ βυρσοδεψικῆς· ὅθεν καὶ σκωπτόμενος ὑπὸ Σωκράτους, διὰ τοῦτο ἔπεισε μισθῷ Μέλητον ἀσεβείας γραφὴν
5δοῦναι κατὰ Σωκράτους. μέμνηται Λυσίας ἐν Σωκράτους ἀπολογίᾳ καὶ Ξενοφῶν (Apol. 29—31) ὁμοίως, καὶ Ἀριστόξενος ἐν τῷ Σωκράτους βίῳ (F H G II 281, 31 a). Θεόπομπος δὲ Στρ〈ατι〉ώτισιν (fr. 57 Kock) †Ἐμβάδαν αὐτὸν εἶπεν παρὰ τὰς ἐμβάδας, ἐπεὶ καὶ Ἄρχιππος Ἰχθύσιν (fr. 30 Kock) εἰς σκυτέα αὐτὸν σκώπτει. Μέλητος δὲ
10τραγῳδίας φαῦλος ποιητής, 〈Θρ〉ᾷξ γένος, ὡς Ἀριστοφάνης Βατράχοις (1302), Πελαργοῖς (fr. 438 Kock) Λαΐου υἱὸν αὐτὸν λέγων, ἐ〈πεὶ ᾧ〉 ἔτει οἱ Πελαργοὶ ἐδιδάσκοντο, καὶ ὁ Μέλητος Οἰδιπόδειαν †ἔθηκεν, ὡς Ἀριστοτέλης Διδασκαλίαις (fr. 628 Rose). ἐν δὲ Γεωργοῖς (fr. 114 Kock) ὡς Καλλίαν περαίνοντος αὐτοῦ μέμνηται. μέμνηται αὐτοῦ καὶ
15Λυσίας ἐν Σωκράτους ἀπολογίᾳ.

Ap

18c

ἐρήμην κατηγοροῦντες. ἀντὶ τοῦ εἰς ἐρήμην δίκην κατηγοροῦντες. λέγεται καὶ ἐρήμην ἁλῶναι ἀντὶ τοῦ εἰς ἐρήμην δίκην ἐμπεσεῖν. ἐρήμη δὲ δίκη λέγεται ἡ μὴ ἔχουσα τὸν ἀπολογούμενον.

Ap

18d

κωμῳδιοποιός. εἰς Ἀριστοφάνην αἰνίττεται τὸν κωμικόν.

Ap

19b

ἀντωμοσίαν. ἀντωμοσία λέγεται ἡ τῶν ἐν δικαστηρίοις ἀμφισβητούντων πρὸς ἀλλήλους ἀντέγκλησις καὶ ἀντιγραφή. λέγεται δὲ οὕτω διὰ τὸ ὀμνύναι τόν τε διώκοντα καὶ τὸν φεύγοντα. ἔνιοι δὲ ἀντωμοσίαν φασὶν τὴν
5ἐπὶ πράγμασιν ἀμαρτύροις καὶ ἀνεγγράφοις εἰς ὅρκον περιισταμένην δίκην. ἄλλοι ὅταν ἐπὶ δημοσίῳ ἀγῶνι σκηπτομένου τινὸς κάμνειν ὁ ἀντίδικος ἀντομνύηται, φάσκων προσποιεῖσθαι αὐτόν, καὶ περὶ τούτου
διαλαμβάνωσιν οἱ δικασταί.420

Ap

19c

Ἀριστοφάνους. Ἀριστοφάνης ὁ κωμῳδιοποιὸς φαλακρὸς ἦν, ὡς αὐτὸς φησὶν Εἰρήνῃ (771). ἐκωμῳδεῖτο δ’ ἐπὶ τῷ σκώπτειν μὲν Εὐριπίδην, μιμεῖσθαι δ’ αὐτόν. Κρατῖνος (fr. 307 Kock)—
5
τίς δὲ σύ; κομψός τις ἔροιτο θεατής,
ὑπολεπτολόγος γνωμιδιώτης εὐριπιδαριστοφανίζων. καὶ αὐτὸς δ’ ἐξομολογεῖται Σκηναῖς (l. Σκηνὰς) καταλαμβανούσαις (fr. 471 Kock)—
χρῶμαι γὰρ αὐτοῦ, φησί, τοῦ στόματος τῷ στρογγύλῳ,
10
τοὺς νοῦς δ’ ἀγοραίους ἧττον ἢ κεῖνος ποιῶ. Ἀριστώνυμος δ’ ἐν Ἡλίῳ ῥηγοῦντι (l. ῥιγοῦντι) (fr. 4 Kock) καὶ Σαννυρίων ἐν Γέλωτι (fr. 5 Kock) τετράδι φασὶν αὐτὸν γενέσθαι, διὸ τὸν βιὸν κατέτριψεν ἑτέροις πονῶν· οἱ γὰρ τετράδι γεννώμενοι πονοῦντες ἄλλοις καρποῦσθαι παρέχουσιν, ὡς καὶ Φιλόχωρος ἐν τῇ πρώτῃ περὶ
15ἡμερῶν (F H G I 413, 177) ἱστορεῖ. ταύτῃ δὲ καὶ Ἡρακλῆ φησι γεννηθῆναι. τρεῖς δ’ ἔσχεν υἱούς, Φίλιππον τὸν τοῖς Εὐβούλου δρά‐ μασιν ἀγωνισάμενον, καὶ Ἀραρότα ἰδίοις τε καὶ τοῦ πατρὸς δράμασι διηγωνισμένον, καὶ τρίτον, ὃν Ἀπολλόδωρος μὲν Νικόστρατον καλεῖ (F H G II 248, 41; F G H 244 F 75), οἱ δὲ περὶ Δικαίαρχον Φιλε‐
20ταῖρον. κατεκλήρωσε δὲ καὶ τὴν Αἴγειναν, ὡς Θεογένης (l. Θεαγένης) φησὶν ἐν τῷ περὶ Αἰγείνης (F H G IV 511, 18). κωμῳδεῖται δὲ 〈διὸ〉 καὶ τὸ τῆς εἰρήνης κολοσσικὸν ἐξῇρεν ἄγαλμα. Εὔπολις Αὐτολύκῳ (fr. 54 Kock), Πλάτων Νίκαις (fr. 81 Kock).

Ap

20e

Χαιρεφῶντα. Χαιρεφῶν οὗτος ὁ Σωκρατικὸς ἰσχνὸς ἦν καὶ ὠχρός, τὸ δὲ ἦθος συκοφάντης καὶ κόλαξ, πρὸς δὲ καὶ κλέπτης καὶ αὐχμηρός, τὴν δὲ περιουσίαν πένης. Εὔπολις μὲν οὖν ἐν Πόλεσι (fr. 239 Kock) διὰ τὴν
5χροιὰν πύξινον αὐτὸν καλεῖ, Ἀριστοφάνης δ’ ἐν Ὄρνισι (1564) νυκτερίδα, ἐν δὲ Τελμισσεῦσιν (fr. 539 Kock) εἰς συκοφάντην ἀπο‐ σκώπτει· Κρατῖνος Πυτίνῃ (fr. 202 Kock) εἰς αὐχμηρὸν καὶ πένητα· Εὔπολις δ’ ἐν Κόλαξιν (fr. 165 Kock) Καλλίου κόλακα λέγει, Ἀριστο‐ φάνης δ’ ἐν †δυσὶ δράμασι (l. βʹ Δράμασι fr. 291 Kock) κλέπτην, ἐν
10δ’ Ὥραις (fr. 573 Kock) νυκτὸς αὐτὸν παῖδα καλεῖ.421

Ap

21a

ἀνεῖλεν ... ἡ Πυθία. χρησμὸς περὶ Σωκράτους δοθεὶς Χαιρεφῶντι τῷ Σφιττίῳ (l. Σφηττίῳ)—
σοφὸς Σοφοκλῆς, σοφώτερος Εὐριπίδης,
5ἀνδρῶν δ’ ἁπάντων Σωκράτης σοφώτατος.

Ap

21c

διαλεγόμενος αὐτῷ—ἔδοξέ μοι. σημείωσαι διὰ σύνταξιν.

Ap

21e

ἐδόκει. κατὰ κοινοῦ τὸ ἐδόκει, ἵν’ ᾖ ἐδόκει οὖν ἰτέον εἶναι σκοποῦντι.

Ap

23e

Μέλητος μέν κτλ. Ἄνυτος μὲν καὶ Μέλητος εἴρηνταί τινες, ὅτι ὁ μὲν πλούσιος ἐκ σκυτοδεψικῆς, Μέλητος δὲ τραγῳδιοποιὸς φαῦλος, Λύκων μέντοι πατὴρ ἦν Αὐτολύκου, †Ἴων (l. Ἰωνίδης) γένος, δήμων Θορίκιος,
5πένης, ὡς Κρατῖνος Πυτίνῃ (fr. 203 Kock), Ἀριστοφάνης Σφηξίν (1301), Εὔπολις δ’ ἐν Φίλοις (fr. 273 Kock) καὶ ἐπὶ τῇ γυναικὶ Ῥοδίᾳ κωμῳδεῖ αὐτόν, ἐν δὲ τῷ πρώτῳ Αὐτολύκῳ (fr. 53 Kock) εἰς ξένον, Μεταγένης δ’ Ὁμήρῳ (fr. 10 Kock) εἰς προδότην—
καὶ Λύκων ἐνταῦθά που
10... προδοὺς Ναύπακτον ἀργύριον λαβὼν ἄγαλμ’ ἀγορᾶς ξενικὸν ἐμπορεύεται.

Ap

25e

οὐδὲ ἄλλον ἀνθρώπων οὐδένα. σημ〈είωσαι〉 διὰ τὴν σύντ〈αξιν〉.

Ap

27d

ὁμοίως γὰρ ἄν κτλ. καλῶς γε σὺ ποιῶν, Σώκρατες, ὄνοις καὶ ἵπποις τοὺς θεοὺς Ἀθηναίων παραβάλλεις.

Ap

28c

τιμωρήσεις. ἀντὶ τοῦ ἐκδικήσεις, ἢ ἀντὶ τοῦ εἰ τῷ Πατρόκλῳ ἐκδίκησιν τοῦ φόνου παράσχῃς. τὸ τιμωρῶ δὲ σημειωτέον ὅτι δοτικῇ συντάσσεται
ὅτε ἀντὶ τοῦ βοηθῶ λαμβάνεται.422

Ap

31c

θεῖόν τι καὶ δαιμόνιον. τί τὸ Σωκράτους δαιμόνιον ὅ τινές φασιν ὅτι ἠχὼ τὸ δεξιὸν κατα‐ λαμβάνεται αὐτῷ οὖς.

Ap

31d

ἀποτρέπει με τοῦτο. σημείωσαι διὰ τὴν σύνταξιν.

Ap

34e

οὔ μοι δοκεῖ ... ἐμέ. σημείωσαι διὰ σύνταξιν.

Cri

t

ΕΙΣ ΤΟΝ ΚΡΙΤΩΝΑ

Cri

43b

ἐπίτηδές σε οὐκ ἤγειρον κτλ. Schol. lacerum. [Start of a diagram]παρ β̣α̣ς[End of a diagram]
5βα incertum.

Cri

44d

εἰ γὰρ ὤφελον. Schol. lacerum. ... ναι

Cri

45d

χρὴ δέ, ἅπερ ἄν κτλ. Schol. mutilum.
προσυπ〈ακουστέον?〉
τὸ σέ ῃ
5πρὸς τὸ ς με ἀκολουθίαν

Cri

46e

ὅσα γε τἀνθρώπεια. ἀντὶ τοῦ ὅσον κατ’ ἄνθρωπον, ὅσον εἰς γνῶσιν ἧκεν ἀνθρώπων, ὅσον αἰσθάνεσθαι ἄνθρωπος δύναται.

Cri

48c

τῶν ῥᾳδίως ἀποκτεινύντων (ἀποκτιννύντων B). Schol. evanidum.
〈τὸ〉 ἑξῆς· τῶν ῥᾳ‐
δί〈ως ἀποκτιν‐〉
5νύντ〈ων τούτων τῶν〉
πολλῶν.423

Cri

50a

εἰπέ μοι. σημείωσαι τὴν μετάβασιν τοῦ ἀριθμοῦ.

Cri

54d

ἀλλὰ ἴσθι, ὅσα γε κτλ. δύο σημαίνει τὸ ἴσθι, τό τε ὑπάρχειν καὶ τὸ γνῶναι. εἰ μὲν οὖν κατὰ τὸ ὑπάρχειν, τοῦτο βούλεται ἐνταῦθα δηλοῦν· ἔσο νῦν καὶ διαγίνου τοῖς παροῦσιν εἰς πάντα ὅσα γέ μοι δοκεῖ, ἢ ταῦτα νῦν ἔσο τὰ ἐμοὶ
5δοκοῦντα. κατὰ δὲ τὸ τοῦ γνῶναι σημαινόμενον οὕτως· γνῶθι κατὰ τὰ ἐμοὶ νῦν δοκοῦντα ὡς εἰ παρὰ ταῦτα ἐρεῖς μάτην ἐρῶν.

Phd

t

ΕΙΣ ΤΟΝ ΦΑΙΔΩΝΑ

Phd

57a

οὐδεὶς πάνυ τι. ἀντὶ οὐδαμῶς. ἐστὶ γὰρ τὸ ἑξῆς οὕτως· πάνυ οὐδεὶς ἐπιχωριάζει.

Phd

59a

ὡς εἰκὸς ἂν δόξειεν κτλ. τὸ ἑξῆς· ὡς ἂν δόξειεν εἰκὸς παρόντι πένθει.

Phd

59e

οἱ ἕνδεκα. οἱ ἕνδ〈εκα〉. εἷς 〈ἀφ’〉 ἑκάστης φυλῆς ἐγίν〈ετο〉 καὶ γραμματεὺς αὐτοῖς συναριθμεῖτο· νομοφύλακές τε κατὰ τὸν Φαληρέα Δημήτριον μετωνομάσθησαν· ἐπεμε〈λοῦ〉ν〈το δὲ τῶν ἐν τῷ〉 δ〈ε〉σμωτηρίῳ, καὶ
5ἀπῆγον κλέπτας, ἀνδραποδιστάς, λωποδύτας, εἰ μὲν ὁμολογοῖεν θανατώσοντες, εἰ δὲ μή, ἐτάζοντες εἰς δικαστήρια, κἂν 〈ἁλῶσιν〉 ἀποκτενοῦ〈ντες. τοῦ δὲ νο〉μοφυλακ〈ίου θύρα〉 μία Χαρώνιον ἐκαλεῖτο, δι’ ἧς τὴν ἐπὶ θανάτῳ ἀπήγοντο.

Phd

67a

ὅτι μὴ πᾶσα ἀνάγκη. ἀντὶ τοῦ εἰ μὴ κατὰ τὰ ἀναγκαῖα. τὸ δὲ ἑξῆς οὕτως· μη〈δὲ〉 κοινω‐ νῶμεν εἰ μὴ κατὰ τοῦτο καθ’ ὃ πᾶσα ἀνάγκη 〈ἐσ〉τ〈ὶ〉 κατὰ τὰ συνεκ‐ τικὰ τῆς ζωῆς.

Phd

67e

διαβέβληνται.
ἀντὶ τοῦ διαβεβλημένως ἔχουσι πρὸς τὸ σῶμα.424

Phd

70e

οὐκ ἄλλοθεν ἤ. Scholium 13 versuum, sed madore inquinatum ut vix sex litterae nunc legi possint.

Phd

72a

ἴδε (sic in textu B). Ἀττικοὶ ὀξύνου〈σι〉 τὸ ἰδέ, λαβέ, εὑρέ, ὡς τὸ ἐλθέ, εἰπέ.

Phd

75d

τοῦτο ὃ ἔστι (τὸ αὐτὸ ὃ ἔστι scr. Burnet in textu). ἀντὶ τοῦ τὸ ὂν ὃ πάντα περιείληφεν.

Phd

77b

ὅπως ... διασκεδάννυται. ὁρ〈ιστικὸν〉 ἀντὶ ὑποτ〈ακτικοῦ〉.

Phd

83a

ὅσον μὴ ἀνάγκη. ἀντὶ τοῦ εἰ μὴ ὅσον κατὰ τὰς τῆς ζωῆς συνεκτικά· ταῦτα γὰρ καὶ ἀναγκαῖα.

Phd

102d

συγγραφικῶς ἐρεῖν. ἐπειδὴ ᾔσθετο ἑαυτοῦ ὁ Σωκράτης τῷ παρίσῳ χρησαμένου σχήματι δι’ ὧν φησι “παρέχων ὑπερέχον” ταύτῃ φησὶν συγγραφικῶς ἐρεῖν, ὡς τῶν τοιούτων τῆς ἐπιμελείας ὄντων καὶ λογογραφικῆς ἰδέας κατὰ
5σχολὴν τοῖς τοιούτοις καλλύνεσθαι προμηθουμένης, ἀλλ’ οὐ διαλεκτικῆς ἑτοιμότητα καὶ λέξιν καὶ διάνοιαν ἀποσχεδιαζούσης. τοιαῦτα δὲ σχήματα πολλὰ παρὰ Θουκυδίδῃ καὶ τοῖς λοιποῖς, μάλιστα δὲ τὸ ἐν τῇ Κορινθίων δημηγορίᾳ οὕτως εἰρημένον (I 33, 4) “καὶ προεπι‐ βουλεύειν μᾶλλον αὐτοῖς ἢ ἀντεπιβουλεύειν·” πρὸς ὃ οἶμαι καὶ τὸ
10παρὸν Σωκράτει ἐξενήνεκται.

Phd

103c

οὐκ ἄν ποτέ φαμεν ἐθελῆσαι. σημείωσαι ὁριστικὸν ἀντὶ ὑποτακτικοῦ.

Phd

104c

ἐναντίον γέ ἐστι δυάς. καθὸ ἀριθμοὶ ἄμφω οὔ, καθὸ δὲ ἐναντιότητα δεδεγμέναι.

Phd

107e

πορεῦσαι.
ἀντὶ διαπορθμεῦσαι, διαπεράσαι.425

Phd

114c

ὥστε ἀρετῆς. ὁ μηδενὸς ἄλλου χάριν τὴν ἀρετὴν διατεινόμενος χαρακτηρίζειν· τι †πέπονθης (l. πέπονθας); ὡσπερεὶ παλινῳδίαν ᾄδεις καὶ τῆς εἰσέπειτα ῥᾳστώνης τὸ τῆς ἀρετῆς ἀπεμπολεῖς ἄπρατον· ἀλλ’ ἢ τῶν πρὶν λήθεσο
5ἢ οὐκ ἐνόησας;

Phd

117c

ἀστακτί. ἀντὶ τοῦ οὐ κατὰ σταγόνα, ἀλλ’ ἀθρόα καὶ ποταμηδόν.

Cra

t

ΕΙΣ ΤΟΝ ΚΡΑΤΥΛΟΝ

Cra

391c

ἀλήθειαν τὴν Πρωταγόρου. τοῦτο διαπαίζει τῶν Πρωταγόρου, ἐν οἷς φησιν ἐκεῖνος· “τὸ ἑκάστῳ δοκοῦν ἀληθές ἐστι.”

Cra

397c

πῇ ποτε κτλ. πόθεν ἐκλήθησαν θεοί.

Cra

398d

γεγόνασιν ἐρασθέντες. σημείωσαι διὰ σύνταξιν.

Cra

403e

ἀπὸ τούτου ἔσχε τὸ ὄνομα. σημείωσαι διὰ σύνταξιν.

Cra

413a

ὑπὲρ τὰ ἐσκαμμένα ἅλλεσθαι (ἐσκεμμένα in textu B). παροιμία τοῦτο ἐπὶ τῶν πέρα τοῦ δέοντός τι ποιούντων, οἷον ὑπὲρ τὰ ἐσκαμμένα ἐπήδησεν. εἰσῆκται δὲ ἐντεῦθεν. Φάϋλλός τις κουφότατος πάντων ἅλματι μετέωρον φέρειν ἑαυτὸν πεντήκοντα πρὸς τοῖς πέντε
5πόδας παρὰ δόξαν ἐπὶ μῆκος ἥλατο. ὃν καὶ διὰ τοῦτο θαυμάσαντες οἱ πρὸς αὐτὸν ἁμιλλώμενοι στίχῳ τὸ θαῦμα ἀοίδιμον τῷ μακρῷ κατα‐ λελοίπασι χρόνῳ—
πέντ’ ἐπὶ πεντήκοντα πόδας πήδησε Φάϋλλος ποιησάμενοι. οὗτοι γὰρ ὀρύγματα τέμνοντες τάφρων ἐπὶ πεντήκοντα
10μόνον πόδας διεστηκότα τὸ τῆς ἀγωνίας ἀκρότατον ἐπεδείκνυντο. αὐτὸς δ’ ὑπερπαίσας τοῦτο τοῖς πέντε ποσὶν 〈ἥλατ〉ο ὑπὲρ τὰ 〈ἐσκ〉α〈μ〉‐ μένα (lacuna octo fere litterarum)γμένα (lacuna duodecim fere litterarum) τῷ βίῳ ...426

Tht

t

ΕΙΣ ΤΟΝ ΘΕΑΙΤΗΤΟΝ

Tht

142c

ἐθαύμασα Σωκράτους. σημείωσαι διὰ τὴν σύνταξιν.

Tht

146a

οἱ παῖδες οἱ σφαιρίζοντες. ἐν τῇ διὰ σφαίρας ὀν〈ομαζομένῃ〉 παιδιᾷ ἡ μὲν ἐκαλεῖτ〈ο οὐρανί〉α, ἡ 〈δ〉ὲ ἀπόρραξις, ἡ δὲ 〈ἐπίσκυροσ〉, ἡ δὲ φενίνδα. οὐραν〈ία μέν ἐστιν ἡ〉 εἰς οὐρανὸν τῆς σφαίρας ἀναβολή, ἣν ὁ ποιητὴς ἐμφαίνειν δοκεῖ
5ἐν οἷς φησιν (θ 372)—
οἱ 〈δ’〉 ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο
πορφυρέην, τήν σφιν Πόλυβος ποίησεν (sic) δαΐφρων,
τὴν ἕτερος ῥίπτασκεν (sic) ποτὶ νέφεα σκιόεντα
ἰδνωθεὶς ὀπίσω, ὁ δ’ ἀπὸ χθονὸς ὑψός’ ἀρθεὶς (l. ἀερθεὶς)
10
ῥηϊδίως μεθέλεσκε πάρος 〈ποσὶν〉 οὖδας ἱκέσθαι. ἀπόρραξις δέ ἐστιν ὅταν τὴν σφαῖραν μὴ πρὸς τοῖχον ἀλλὰ πρὸς τὸ ἔδαφος σκληρῶς †ῥάττωσιν (l. ῥίπτωσιν) ὥστε ἀποκρουομένην ἅλλεσθαι πάλιν. τὴν δὲ ἐπίσκυρον καὶ ἐφηβικὴν καὶ ἐπίκοινον ἔλεγον· ἐχρῶντο δὲ αὐτῇ κατὰ πλήθη· ὠνομάσθησαν δὲ οὕτως, ἐπειδὴ οἱ
15παίζοντες ἐπὶ λατύπης ἑστῶτες, ἣν σκῦρον προσαγορεύουσιν, βολῇ σφαίρας ἀλλήλους ἐκδιώκουσιν. φαινίνδα δέ ἐστιν ὅταν ἑτέρῳ τὴν σφαῖραν προδεικνύντες ἑτέρῳ αὐτὴν ἐπιπέμπωσι. τῶν οὖν παιζόντων ταῦτα τοὺς μὲν νικῶντας βασιλεῖς ἐκάλουν, καὶ ὅτι ἂν προσέτασσον τοῖς ἄλλοις ὑπήκουον, τοὺς δ’ ἡττωμένους ὄνους. Κρατῖνος δὲ Χείροσι
20(l. Χείρωσι: fr. 229 Kock) χαριέντως ὁμοῦ ἐγκαταμίξας καὶ τὴν ὄνος λύραν παροιμίαν ἔπλεξε τὸν λόγον οὕτως—
†ὡς ὄνος ἀπωτέρωι κάθηνται τῆς λύρας· τοὺς γὰρ ἡττωμένους, ὡς ἔφαμεν, ὄνους καθῆσθαι ἔλεγον, βασιλεῖς δὲ
τοὺς νικῶντας.427

Tht

151b

ἐγκύμονες εἶναι. σημείωσαι διὰ τὴν σύνταξιν.

Tht

152b

ἔοικεν. διὰ τοῦ ἔοικεν φαίνεται ὁ Θεαίτητος ἀγαπῶν τὸν Πρωταγόραν καὶ τὸ τούτου δόγμα καὶ ἐμμένων τῇ ἐξ ἀρχῆς αὐτοῦ κρίσει.

Tht

152c

ἆρ’ οὖν κτλ. πρώτη κατασκευὴ τοῦ Πρωταγορείου δόγματος.

Tht

153a

τούτω (sic B2W: τοῦτο B T) δὲ κινήσεις. δυικῶς.

Tht

153b

κινήσεων ὄντων. ἡ σύνταξις πραγματική· οὐδετέρως γὰρ εἶπεν ὄντων πρὸς τὰ πράγματα ἀφορῶν. (similia T W.)

Tht

153d

ὑπόλαβε. δευτέρα κατασκευὴ ὑπὲρ τῶν Πρωταγόρᾳ δοκούντων.

Tht

153e

προσήκουσαν. ἀντὶ τοῦ σύμμετρον.

Tht

154a

ἴδιον. ἀντὶ τοῦ μερικόν.

Tht

154a,bis

ἢ σὺ διϊσχυρίσαιο. ταῦτα πάντα ἡ δευτέρα κατασκευή ἐστι τῶν Πρωταγορείων δογμά‐ των, ἕως τοῦ περὶ τῆς Ἴριδος λόγου.

Tht

154b

ᾧ παραμετρούμεθα. ᾧ παραμετρούμεθα, τουτέστι τῷ αἰσθητηρίῳ. ἔστι δὲ τὸ ῥῆμα μέσης διαθέσεως. †οὐδὲ (l. οὗ δὲ) ἐφαπτόμεθα, λέγει, τοῦ αἰσθητοῦ. τὸ
δ’ αὐτὸ εὐθὺς καὶ ἐφαπτόμενον λέγει, ἐφαπτόμενον δὲ τὸ αἰσθητήριον.428

Tht

155a

φάσματα. φάσματα λέγει ταῦτα ὡς τῶν ψυχῶν ἀπατηλά, εἰ μή τις ὀρθῶς αὐτὰ μεταλάβοι.

Tht

155b

ἀλλά. ὁ Πρόκλος τὸ ἀλλὰ παρέλκειν λέγει.

Tht

155e

ἄθρει δή. τρίτη κατασκευὴ ὑπὲρ τῶν Πρωταγορείων δογμάτων.

Tht

156c

πρὸς τὰ πρότερα. πρὸς τὰ πρότερα λέγει, πρὸς τὸ “πάντων χρημάτων μέτρον ὁ ἄνθρωπος” καὶ τὰ τοιαῦτα.

Tht

156c,bis

ὅσον μὲν οὖν βραδύ κτλ. οἷον ὡς τὸ ἁπτὸν καὶ τὸ γευστόν. παρέλειπεν δὲ ὄψιν καὶ ἀκοὴν ταχέως γινόμενα· τούτων γὰρ σχεδὸν ἀχρόνως αἰσθανόμεθα. διὰ δὲ τὸ ἐναργῆ αὐτὰ εἶναι παρέλειπεν. ἑξῆς δὲ ὅταν λέγῃ “τὰ δὲ γεννώ‐
5μενα οὕτω δή,” εἰς τὸ δὴ ὑποστικτέον· οὕτω γὰρ δὴ λέγει, τουτέστι τὰ βραδέα ἅπερ ἐστὶ γευστὰ καὶ ἁπτά.

Tht

156d

αὐτῇ σύμφυτον. καὶ γάρ, φησίν, ἡ αὐτὴ αἴσθησις τῶν ἀντικειμένων οὐκ ἔστιν, οὐδὲ τὸ αὐτὸ αἰσθητὸν πάσης ἐστίν, ἀλλὰ μία ὄψις ἡ τοῦ λευκοῦ αἰσθητοῦ ἑνός. καὶ τὸ λευκὸν οὐ δύναται ἡ τοῦ μέλανος αἴσθησις ἀντιλαβέσθαι,
5ἀλλ’ ἡ τοῦ λευκοῦ, καὶ ἔμπαλιν. ἑκατέρου δὲ λέγει, οἷον τῆς τοῦ μέλανος ὄψεως ἐπὶ τὸ λευκὸν αἰσθητόν. ἐφεξῆς δὲ ὄψιν μὲν λέγει τὴν ὀπτικὴν δύναμιν, λευκότητα δὲ τὴν λευκαντικὴν δύναμιν.

Tht

157a

ἐξ ἀρχῆς. ὅτε ἔλεγεν τάχος καὶ βραδυτὴς ἔνι, καὶ πάλιν φθαρτῶς ἐστι καὶ
τὰ τοιαῦτα.429

Tht

157b

χρῆσθαι αὐτῷ. αὐτῷ· τῷ εἶναι, ὡς ὁ τῶν Πρωταγορείων λόγος.

Tht

157b,bis

πολλῶν. ἀντὶ τοῦ συνθετῶν.

Tht

157e

μὴ τοίνυν κτλ. ἔτι συνηγορῶν τῷ Πρωταγόρᾳ τὰς πρὸς αὐτὸν ἐνστάσεις δοκεῖ διαλύειν.

Tht

158b

οἱ ὀνειρώττοντες. ἐντεῦθεν ἄρχεται λύειν τὰς πρὸς Πρωταγόραν ἐνστάσεις διὰ τοῦ ἄπορον εἶναι τὸ περὶ τῶν ἐνυπνίων.

Tht

158e

οὕτως ἐρωτῶντες. ἔτι συνηγορεῖ καὶ ἐν τούτοις τῷ τοῦ Πρωταγόρου δόγματι, λαμβάνων τρία αἰτήματα.

Tht

158e,bis

μή πῄ τινα δύναμιν κτλ. οἷον 〈ὡσ〉 ἵππος καὶ ἄνθρωπος ταὐτόν εἰσι κατὰ τὸ αἰσθητικόν· ἀλλ’ οὐ λέγω, φησίν, οὕτως.

Tht

159a

πολλὰ μὲν εἴη. κατὰ τὸν Πυθαγόραν (l. Πρωταγόραν).

Tht

160a

ἐμαυτῷ τοιοῦτος. κατὰ τὴν αἴσθησιν τοιοῦτος. κατὰ κοινοῦ δὲ ἡ ἄρνησις.

Tht

160c

ὅτε δὴ τό κτλ. ὥστε, φησίν, οὐδὲν ἄτοπον συμβαίνει διὰ τὰς ἐνστάσεις, οἷον τὰς
ὀνειρώξεις καὶ τὰ τοιαῦτα.430

Tht

160d

κατὰ δὲ Θεαίτητον. ἕπεται γὰρ ταῖς ἐκείνων θέσεσιν ὁ τοῦ Θεαιτήτου λόγος.

Tht

161c

τῆς ἀληθείας. τὸ τοῦ Πρωταγόρου σύγγραμμα, ἐν ᾧ ταῦτα δοξάζει, Ἀλήθεια ἐκαλεῖτο ὑπ’ αὐτοῦ Πρωταγόρου καὶ τῶν ἑταίρων.

Tht

161c,bis

ἤρξατο. σημείωσαι ὁριστικὸν ῥῆμα ἀνθ’ ὑποτακτικοῦ.

Tht

162a

διωλύγιος. ἀντὶ τοῦ περιβόητος. σημαίνει δ’ ἔσθ’ ὅτε καὶ τὸ σκοτεινὸν καὶ νυκτερινόν.

Tht

162d

δημηγορεῖτε. τὸν δοκοῦντα ἔλεγχον, ὃν ἄρτι ἔλεγεν ὁ Σωκράτης κατὰ Πρωταγόρου, ὅτε τοῦ κυνοκεφάλου ἐμέμνητο, δημηγορίαν νῦν καλεῖ, διὰ τῆς εἰρω‐ νείας τὸν λόγον παραμυθησάμενος, ἵνα πάλιν διεγείρῃ τὸν νέον.

Tht

162e

εἰ ἐθέλοι. καὶ γὰρ εἰ τὴν τῶν πολλῶν κρίσιν λάβοιμεν ἐπὶ γεωμετρίας κυρίαν, γελοῖοι ἂν ὦμεν, ἀσύμμετρα λέγοντες ἀλλήλοις μεγέθη, καὶ †τοῖς πεπερασμένοις (l. τὴν πεπερασμένην) εὐθεῖαν διαιρετὴν εἶναι ἢ
5ἄπειρον, καὶ τὰ τοιαῦτα, ἐκ δὲ τῆς τῶν κυβευόντων συνηθείας ἔλαβεν τὸ “οὐδ’ ἑνὸς μόνου,” ὅταν ἐκεῖ πέσῃ ἓν τὸ ἐλάχιστον ἐν τῷ παίζειν.

Tht

163a

ἐπιστήμη τε καὶ αἴσθησις. πρόκειται νῦν τῷ Σωκράτει ἐλέγξαι τὴν ἐξ ἀρχῆς θέσιν τοῦ Θεαιτήτου τιθεμένου τὴν ἐπιστήμην αἴσθησιν.

Tht

163c

οὔτε αἰσθάνεσθαι κτλ. καίτοι ἠδύνατο λέγειν, εἰ οὐκ ἐπίσταται ὁρῶν ὁ ἀγράμματος, ἄλλο
ἐστὶν ἐπιστήμη καὶ ἄλλο ὅρασις ἤτοι αἴσθησις.431

Tht

163d

εἴ τις ἔροιτο. καὶ τοῦτο πειραστικόν ἐστι δίλημμα τοῦ ἑξῆς.

Tht

164a

τὸν πρόσθε. τὸν τὴν αἴσθησιν θέμενον εἶναι ἐπιστήμην.

Tht

164c

φαινόμεθά μοι κτλ. πάλιν ἐν τούτοις πρόκειται τῷ Σωκράτει ἀνακαλέσασθαι τὸν δι’ ἀπειρίαν αὑτοῦ κατασυλλογισθέντα Θεαίτητον.

Tht

165a

σκέψαι οὖν. πάλιν ἐπιχειρεῖ ἐλέγχειν ἐν τούτοις τὰ τοῦ Πρωταγόρου καὶ Θεαιτή‐ του δόγματα.

Tht

165e

λέγειν. ἀπὸ κοινοῦ τὸ ἐρεῖ.

Tht

166c

ἐξέλεγξον. ἐκ τῶν δύο, φησίν, θάτερον ἔλεγξον, εἴπερ δύνασαι. ἢ γὰρ ὡς οὐκ εἰσὶν αἰσθήσεις ἴδιαι, ἢ τούτων ἰδίων οὐσῶν οὐκ ἔστι τὰ αἰσθητὰ ἴδια ἑκάστῳ.

Tht

166c,bis

ὑηνεῖς. οἷον ὡς εἴ τις εἴποι χοιρίζεις.

Tht

167a

ἀμείνων γάρ. κατὰ τὴν Πρωταγόρου δόξαν· τὸ μὲν αἰσθητὸν πᾶν δοκεῖ εἶναι μὴ ὄν, τὸ δὲ δίκαιον καὶ τὸ καλὸν ἔστι μέν, ἀλλ’ οὐ φύσει, θέσει δὲ μόνον, οἷον οἱ νόμοι παρ’ ἑκάστοις. μόνον δὲ τὸ ἀγαθὸν φύσει.

Tht

167c

ἀληθεῖς ἐμποιεῖν. πρός τι γάρ, φησί, τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ὡς τὸ καλὸν καὶ τὸ
δίκαιον. τὸ δὲ ἑξῆς, ὥσπερ, φησίν, ἡ κακὴ ψυχὴ δοξάζει συγγενῆ ἑαυτῇ πονηρά, οὕτως ἡ χρηστὴ χρηστά. ἑκατέρως δὲ τῇ δοκήσει τὸ432
5ἀληθές, καὶ πρός τι.

Tht

167d

σῴζεται γάρ κτλ. σῴζεται γὰρ ὁ λόγος ὁ λέγων μέτρον πάντων εἶναι τὸν ἄνθρωπον. ἐν τούτοις δὲ τοῖς ἀγαθοῖς καὶ κακοῖς τοῖς ἀληθῆ μὲν δοξάζουσιν ἑκατέ‐ ροις, διαφέρουσι δὲ τῷ κρείττονι καὶ χείρονι μόνῳ.

Tht

168b

πρεσβύτεροι. οἱ γὰρ νέοι φιλόνεικοι.

Tht

168c

καί μοι εἰπέ. τὸν Θεόδωρον νῦν παρακαλεῖ πρὸς τὴν διάλεξιν, ἵνα δι’ αὐτοῦ οἱ ἀληθεῖς ἔλεγχοι κατὰ Πρωταγόρου γένωνται. καὶ ἤτοι διὰ τὸ ἀξιόπι‐ στον τοῦ πρεσβυτικοῦ προσώπου τοῦτο ποιεῖ, ἢ καταβάλλων τὸ τοῦ
5νέου, ὡς εἰκός, οἴημα.

Tht

168d

χαριεντισμόν. χαριεν〈τισμὸν ἀντὶ〉 τοῦ παίγνιον.

Tht

169b

μυρίοι κτλ. οἱ Θρασύμαχοι, οἱ Καλλικλεῖς, οἱ Διονυσόδωροι, οἱ Εὐθύδημοι καὶ οἱ τοιοῦτοι.

Tht

169c

ὧν προτίθεσαι. οἷον τοῦ ἐλέγχου μόνου, πλέον δὲ ἄλλο οὐδέν, οἷον τὰ περὶ ἐπι‐ στήμης.

Tht

170a

ὥσπερ πρὸς θεούς. ἀντὶ τοῦ ἐκθειάζειν τοὺς ἐν ἑκάστοις ἐπιστήμονας· οἷον καὶ τὸ Ὁμηρικόν· “θεοῖς ἐναλίγκια μήδεα ἔχοντα” (ν 89) καὶ· “ἶσος Ἐνυαλίῳ” (Χ 132)· καὶ τὰ τοιαῦτα.

Tht

170b

ἄρχοντας.
οἷον ποιμένας, ἡνιόχους, κυνηγούς.433

Tht

170c

τῷ λόγῳ. τῷ κατασκευασθέντι, τῷ ἐκ τῆς κοινῆς ἐννοίας τῶν πολλῶν.

Tht

170d

ὅταν σύ κτλ. οἷον περὶ προνοίας, περὶ τοῦ ἐφ’ ἡμῖν καὶ τῶν τοιούτων.

Tht

171a

οἷς μὴ δοκεῖ. οὐ γάρ ἐστι ποιότης ἐν τοῖς τοιούτοις ποσοῖς.

Tht

171c

τότε καὶ ὁ κτλ. ὅταν, φησίν, συναίσθηται ὁ Πρωταγόρας τῆς τοῦ λόγου ἀτοπίας.

Tht

171d

τὰ δοκοῦντα ἀεὶ ταῦτα λέγειν. ἕπου θεῷ, ἕπου λόγῳ.

Tht

171e

τὰ μὲν πολλά. 〈τὰ σω〉ματικὰ καὶ πρός τι.

Tht

172a

τῇ ἀληθείᾳ. ὡς θέσει.

Tht

172b

ἃ ἂν θῆται πόλις. τὸ γὰρ συμφέρον, φησί, φύσει, ὁ δὲ νόμος θέσει.

Tht

172b,bis

μὴ παντάπασι. ἀντὶ τοῦ μὴ ἕως τοῦ ἀγαθοῦ καὶ κακοῦ.

Tht

172c

οὐκοῦν σχολὴν ἄγομεν. ἐντεῦθεν μέχρι τῶν ἑξῆς σελιδίων ιδʹ ἀποστηθίζειν χρή.

Tht

172c,bis

τοῖς τοιούτοις. οἷον ἐργαστηρίοις, ἐμπορείαις.

Tht

172e

παραναγιγνωσκομένην.
ἀπὸ κοινοῦ τὸ ἔχων.434

Tht

172e,bis

ἀντωμοσίαν. (1) ἀντωμοσία ἐπὶ δίκῃ λέγεται διὰ τὸ ὀμνύναι ἑκατέρους· τὸν μὲν ἐγκαλ[οῦντα ὅτι ἠδίκητ〈αι〉, τὸν δὲ ἐγκαλούμενον μὴ ἠδικηκ〈έ〉ναι. 〈ἔνιοι δ’ ἀ〉ντωμοσίαν] τὴν ἐπὶ πράγμασιν ἀμαρτύροις καὶ ἀνέγγραφοις
5(sic B) εἰς ὅρκον περιισταμ[ένην δίκην ἐφ’ οἷς οἱ κρίται δοξάζουσιν. ἔν〈ιοι δ’ ὅταν ἐπὶ δ〉η〈μο〉σίῳ ἀγῶ]νι σκηπτομένου τινὸς κάμνειν, ὁ ἀντίδικος ἀντώμνυται (sic), φ[άσκων προσποιεῖ〈σθαι〉 αὐτόν, 〈καὶ〉 περὶ] τούτων διαλαμβάνωσιν οἱ δικασταί. (2) ἀν[τωμοσία ἡ 〈τοῦ ἀντι〉]δίκου ἀντι[γραφή· 〈τὸ ἀντ〉όμνυ]σθαι γὰρ τὸ ἐγκαλεῖν καὶ ἀντι‐
10γράφεσθαι ἔλεγον Ἀθήνῃσι διὰ τὸ ἀντομνύναι τόν τε διώκοντα καὶ τὸν φεύγοντα.

Tht

172e,ter

τὴν ἄλλως. ἀντὶ τοῦ ματαίως καὶ ὡς ἔτυχεν.

Tht

173c

φαύλως διατρίβοντας. οἷον τοὺς πολιτικούς.

Tht

173d

σπουδαὶ δὲ ἑταιριῶν. Ἀττικὸν τὸ σχῆμα, γίνεται δὲ τῆς ἐπιφορικῆς φράσεως προταττο‐ μένης ὀρθῆς πτώσεως ἀντὶ γενικῆς ἢ δοτικῆς ἢ αἰτιατικῆς. γενικῆς μὲν οἷον “Ἀλκιβιάδης ἐξελθὼν τῶν πυλῶν Λακεδαιμόνιοι ἠτύχησαν”·
5ἔδει γὰρ εἰπεῖν “Ἀλκιβιάδους ἐξελθόντος”· δοτικῆς δὲ οἷον “ἐξερχό‐ μενος ἔδωκέν μοι”· ἀντὶ γὰρ τοῦ “ἐξερχομένῳ” “ἐξερχόμενος” εἶπεν. ἀντὶ δὲ αἰτιατικῆς ὡς ἐνταῦθα· ἔδει γὰρ εἰπεῖν “σπουδὰς δὲ ἑταιριῶν καὶ κώμους οὐδὲ ὄναρ πράττειν προσίσταται αὐτοῖς,” ἀντὶ τοῦ παρίσταται.

Tht

174a

φύσιν ἐρευνωμένη. γενικῶς τὸ φθαρτόν.

Tht

174b

μανθάνεις γάρ που.
ὅτι ἐν τούτοις τὸν ὡς ἀληθῆ μαθηματικὸν ἄνδρα εἰς ταὐτὸν ἄγει τῷ ὄντως φιλοσόφῳ, ἔτι δὲ καὶ τὸν φυσικόν, ἢ μᾶλλον ὡς μέρη τοῦ φιλοσόφου βούλεται εἶναι τοὺς ἄλλους ἐπιστήμονας.435

Tht

174c

τῶν ἐν ὀφθαλμοῖς. ἐπὶ τῶν ὑλαίων πραγμάτων καὶ εἰδωλικῶν.

Tht

174d

βδάλλοντα. ἀντὶ τοῦ ἀμέλγοντα ἢ θηλάζοντα.

Tht

174d,bis

βδάλλειν. ἀμέλγειν.

Tht

174e

γίγνεσθαι. κατὰ κοινοῦ τὸ νομίζει γίγνεσθαι.

Tht

175e

τορῶς. τομῶς, ἐντρεχῶς, συνετῶς.

Tht

175e,bis

ἀναβάλλεσθαι. (1) ἀντὶ τοῦ προοιμιάζεσθαι. (2) τῶν γὰρ ἀπαιδεύτων καὶ τὸ ἔνδυμα καὶ τὸ σχῆμα θορυβῶδες. ἄλλοι δὲ τὸ ἀναβάλλεσθαι ἐπὶ τῶν κιθαρῶν ἀκούουσιν τῆς ᾠδῆς, οἷον τὸ ἄρχεσθαι κιθαρίζειν. καὶ οἶμαι οὐ κακῶς·
5τό τε γὰρ πρόκρουμα τῆς κιθάρας ἀναβολὴ καλεῖται. Ἀριστοφάνης Εἰρήνῃ (830)· “συνελεγόντ’ ἀναβολὰς ποτώμεναι·” καὶ τὰ τοῦ λόγου ἑξῆς πρὸς ταύτην τείνει τὴν ἔννοιαν.

Tht

176d

τῷ οὖν ἀδικοῦντι κτλ. ἀλλὰ δεῖ, φησίν, ἐπιτιμᾶν αὐτοῖς.

Tht

176d,bis

γῆς ἄλλως ἄχθη. τὸ Ὁμηρικὸν παρῳδεῖ “ἐτώσιον ἄχθος ἀρούρης” (Σ 104)· τὸ γὰρ
φυσικὸν βάρος καλόν, τὸ δὲ ἄλλως καὶ μάταιον κακόν.436

Tht

177a

παντάπασιν ὡς δεινοί. τοὺς γὰρ 〈τὰ συμφέροντα διδάσκον〉τας σοφοὺς οἱ δεινοὶ ὡς ἀνόητα 〈φάσ〉κοντας ἐκφαυλίζουσιν, ὡς ὁ τοῦ Ὁμήρου Πάρις (H 360)—
ἐξ ἄρα δή τοι ἔ〈πειτα〉 θεοὶ φρένας ὤλεσαν αὐτοί.

Tht

177b

δοῦναι. διαλεκτικῶς.

Tht

177b,bis

τελευτῶντες. ἐλεγχόμενοι.

Tht

177b,ter

ἡ ῥητορικὴ ἐκείνη. ἡ δημώδης.

Tht

177b,quat

διαφέρειν. οἱ δεινοὶ ἐκεῖνοι.

Tht

177c

τὴν φερομένην. τὴν ἐν γενέσει.

Tht

177e

ὀνομάζῃ. ἀντὶ τοῦ μὴ ὄνομα μόνον ψιλὸν λέγωμεν, οἷον τὸ ὠφέλιμον ἢ καὶ βλαβερόν.

Tht

178a

ἑκάστῃ (sic B T: ἑκάστη W). ἐπιρρηματικῶς ἀκουστέον ἀντὶ τοῦ ἑκασταχοῦ.

Tht

178a,bis

εἰ περὶ παντός. τὸ γὰρ ἁπλῶς μέλλον καθολικώτερον τοῦ ὠφελίμου.

Tht

178a,ter

τοῦτο δὲ “μέλλον” (W: μᾶλλον B T). τοῦτο τὸ γενικὸν μεταλαβεῖν τὴν ἐρώτησιν, καὶ μὴ ἐπὶ μόνου τοῦ
ὠφελίμου.437

Tht

179c

ἀνάλωτοι. εἰ πάντα, φησί, κινεῖται συνεχῶς καὶ ἀόριστά ἐστι καὶ ἄστατα, ἡ Πρωταγόρου δόξα ἀνάλωτός ἐστιν.

Tht

179c,bis

καὶ οἱ φάσκοντες. ἐντεῦθεν εἰσβάλλει εἰς τοὺς κατὰ Ἡρακλείτου ἐλέγχους.

Tht

179d

εἴτε ὑγιὲς ... φθέγγεται. ἀπὸ τῆς τῶν χυτρῶν τοῦτο λαμβάνει δοκιμασίας, ὡς καὶ ἔμπροσθεν εἴρηκεν. διακωδωνοῦντες γὰρ τὰ κεράμια τὰ ἀκέραια τῶν μὴ τοιούτων διακρίνομεν.

Tht

179e

Ὁμηρείων. Ὁμηρίδας φησὶ τοὺς Ἡρακλειτείους διὰ τὸ τῆς ἀεικινησίας δόγμα, ἐπεὶ καὶ Ὅμηρος Ὠκεανὸν ἀπεφήνατο “θεῶν γένεσιν καὶ μητέρα Τηθύν” (Ξ 201).

Tht

179e,bis

ἔμπειροι. ἀλλ’ οὐκ ἐπιστήμονες διὰ τὸ ἄστατον τῶν ἀεὶ κινουμένων.

Tht

179e,ter

κατὰ τὰ συγγράμματα. τὰ τοῦ Ἡρακλείτου, φησί, συγγράμματα· ἠγριωμένοι γὰρ καὶ οὗτοι, ὡς ἐκεῖνα, καὶ μεγαλόφρονες· τοιοῦτος γὰρ καὶ Ἡράκλειτος γέγονεν, οὗ καὶ ἀπόφθεγμα φέρεται τοιοῦτον (fr. 7 Byw.)· “Πολυμαθίη νόον
5οὐ διδάσκει· Ἡσίοδον γὰρ ἂν ἐδίδαξεν καὶ Πυθαγόρην.”

Tht

180b

τούτῳ. τῷ στασίμῳ διὰ τὴν ἑαυτῶν θέσιν πάντα κινεῖσθαι λέγουσαν.

Tht

180c

πρόβλημα. γεωμετρικῶς δεῖ, φησίν, ἐκθεμένους τὸ πρόβλημα ζητεῖν ἀπο‐
δεικτικῶς πότερον πάντα κινεῖται ἢ οὔ.438

Tht

180e

κατὰ σμικρὸν γάρ κτλ. ἀπὸ μὲν Θεαιτήτου εἰς Ἡράκλειτον, εἶτα εἰς Παρμενείδην (sic B) καὶ Μέλισσον.

Tht

181a

ῥέοντας. πικρὰ λέξις καὶ σκωπτικὴ ἄγαν.

Tht

181a,bis

στασιῶται. γλυκεῖα λέξις καὶ ἐγκωμιαστικὴ τῶν ἀμφὶ Παρμενίδην.

Tht

181b

ἀκίνητα κινούντων. ἔτι διασύρει τὸν Ἡρακλείτου χορὸν ὡς ἀσεβῆ· τὰ γὰρ ἱερὰ ἀκίνητα.

Tht

181c

στρέφηται. ὡς ὁ στρόβιλος.

Tht

181e

τὸ μέν τι ἀμφοτέρως. ἔστι καὶ τρίτον σκέλος τῆς διαιρέσεως τὸ λεγόμενον οὐδὲν ἀμφοτέρως, ὅπερ σὺν τῷ δευτέρῳ ἐλέγχεται.

Tht

181e,bis

φάναι ἀμφοτέρως. ἀντὶ τοῦ τὰ πάντα κατὰ τὰς δύο κινοῦνται κινήσεις.

Tht

181e,ter

φανεῖται. τὸ γὰρ μὴ ἀλλοιούμενον καθὸ οὐκ ἀλλοιοῦται, οὐ κινεῖται ἀλλ’ ἵσταται.

Tht

182a

ἀλλόκοτόν τε. ἐκ τούτου δῆλον ὅτι τὸ τῆς ποιότητος ὄνομα Πλάτων ἐστὶν ὁ πρῶτος θεὶς ἐν τοῖς Ἕλλησι.

Tht

182a,bis

ἁθρόον.
γενικῶς.439

Tht

182a,ter

κατὰ μέρη. εἰδικῶς.

Tht

182c

τὰ μὲν τοίνυν ἄλλα. τὰ τῶν Ἡρακλειτείων ἄλλα δοξάσματα.

Tht

183a

ὁμοίως ὀρθὴ εἶναι. ἀντὶ τοῦ συνδραμεῖν τὴν ἀντίφασιν.

Tht

183b

οὐδὲ γὰρ τοῦτο. εἰ γάρ, ὥς φασιν, πάντα παντοίως κινεῖται, εἴ τι δ’ ἄν τις εἴποι, οὐδ’ ἐκεῖνο ἔσται, ἀλλὰ καὶ αὐτὴ αὐτῶν ἡ δόξα κινεῖται καὶ μεταβάλλεται.

Tht

183b,bis

τὸν λόγον τοῦτον. τὸ τὴν ἀντίφασιν συντρέχειν (habet t ad 183 a).

Tht

183d

τοὺς φάσκοντας. τοὺς περὶ Μέλισσον.

Tht

183e

ἕνα ὄντα.
“ἀντί νυ πολλῶν
〈λαῶν ἐστιν〉 ἀνήρ, ὅντε Ζεὺς κῆρι φιλήσῃ” (Ι 116—17).

Tht

184a

βάθος τι. φαίνεται καὶ Ἀριστοτέλης σεμνύνων τὸν Παρμενείδην. καὶ νῦν φησὶ φοβεῖσθαι ἕξ τινας καὶ διὰ τοῦτο μὴ ἐπιχειρεῖν βασανίζειν τὰ τοῦ Παρμενείδου.

Tht

184b

τῷ. ἐρωτηματικὸν ἀντὶ τοῦ τίνι.

Tht

184d

ἐν δουρείοις ἵπποις. οὐχ ὅτι οἱ δούρειοι ἵπποι πολυαίσθητοι, οἷς οὐδεμία αἴσθησις· ἀλλ’
ἔλαβεν τοῦτο ἀπὸ τοῦ δουρείου ἵππου ᾧ Τροίαν εἷλον οἱ Ἕλληνες, τοῖς κοίλοις αὐτοῦ κατακρυψάντων ἑαυτοὺς τῶν ἀρίστων. διὸ καὶ πάνυ440
5εὐσήμως τὸ “ἐγκάθηνται”· οὐδὲ γὰρ τοῦ μηχανήματος ἀλλὰ τῶν ἐγκεκρυμμένων αἱ αἰσθήσεις.

Tht

184e

πάντα τὰ τοιαῦτα. πάντα τὰ τοιαῦτα λέγει τὰ αἰσθητά· εἰς τὸ σῶμα δέ, εἰς τὰ αἰσθητήρια.

Tht

184e,bis

ἄλλου τινός. αἰσθητηρίου.

Tht

185a

εἴ τι ἄρα κτλ. τὴν διάνοιαν καὶ τὴν κοινὴν αἴσθησιν νῦν εἰς ταὐτὸν ἄγει διὰ τὸ πρόχειρον· μετ’ ὀλίγον δὲ διαστέλλει.

Tht

185b

ἀμφοτέρω. φωνὴν καὶ χρόαν.

Tht

185c

τό τ’ ἐπὶ πᾶσι. τὸ τῶν πέντε αἰσθήσεων γενικῶς.

Tht

185c,bis

ποῖα ἀποδώσεις. τὸν ἐπὶ τούτοις ὁρισμόν.

Tht

185c,ter

καὶ τὸ ταὐτόν τε κτλ. ἐν Σοφιστῇ τὸ ὂν μετὰ τοῦ μὴ ὄντος συζυγὲς ἐρεῖ.

Tht

185d

διὰ τίνος ποτέ. νῦν τὸ διανοητικὸν ἐκ τῆς κοινῆς αἰσθήσεως διέκρινεν.

Tht

185d,bis

τούτοις. τῇ τε κοινῇ αἰσθήσει καὶ τῇ διανοίᾳ.

Tht

186a

ποτέρων.
τῶν μετὰ σώματος ἢ τῶν ἄνευ σώματος.441

Tht

186a,bis

τοῦτο γὰρ μάλιστα. ἀντὶ τοῦ περιεκτικώτερον καὶ γενικώτερον.

Tht

186b

πρὸς τὰ μέλλοντα. οἱ πολλοὶ γὰρ τὸ ἀγαθὸν ἐν τοῖς πρακτοῖς τίθενται μόνοις· καὶ διὰ τοῦτο οὕτως εἶπεν· πρὸς μέλλοντα.

Tht

187e

πῶς οὖν κτλ. τρία ἐπιχειρήματα κατὰ τῆς ψευδοδοξίας ἐκτίθεται· εἶτα προβὰς τῷ λόγῳ καὶ ἐπικρίνων λέγει ὅτι τὸ μὲν πρῶτον καὶ τὸ τρίτον δεῖταί τινος λύσεως, τὸ δὲ δεύτερον ἀποδέχεται, διότι μὴ ὂν ἐλάμβανε τὸ μηδαμῶς ὄν.

Tht

187e,bis

ψευδῆ φαμεν κτλ. πρῶτον ἐπιχείρημα, κατασκευάζων ὅτι οὐκ ἔστι ψευδὴς δόξα.

Tht

188a

μανθάνειν γὰρ κτλ. τὸ πρῶτον λῆμμα ἀντιφατικῶς.

Tht

188a,bis

χαίρειν λέγω κτλ. ἀντὶ τοῦ ἀφίημι αὐτά, τό τε μανθάνειν καὶ τὴν λήθην· ὁδοὶ γάρ εἰσι μεταξὺ τοῦ τε εἰδέναι καὶ μὴ εἰδέναι.

Tht

188a,ter

καὶ μὴν εἰδότα γε κτλ. τὸ δεύτερον λῆμμα.

Tht

188c

ἆρ’ οὖν οὐ ταύτῃ κτλ. οὐκ ἀπὸ τῶν γνώσεων, φησί, καὶ τῶν γινωσκόντων, ἀλλ’ ἀπὸ τῶν γνωστῶν.

Tht

188d

μὴ ἁπλοῦν ᾖ κτλ. δεύτερον ἐπιχείρημα, κατασκευάζων ὅτι οὐκ ἔστι ψευδὴς δόξα.

Tht

188d,bis

ὅτι ὁ τὰ μὴ ὄντα κτλ. ὁμολογεῖται, φησί, παρὰ πᾶσιν ὅτι ὁ ψευδῆ δοξάζων τὰ μὴ ὄντα
δοξάζει.442

Tht

188d,ter

κἂν ὁπωσοῦν ἄλλως. κἂν ᾖ, φησίν, ἐπιστημονικώτατος.

Tht

188d,quat

εἴτε περὶ τῶν ὄντων του. εἴτε περὶ τῶν ὄντων του· οἷον εἰ λέγοι τις πρὸς ἡμᾶς ἀπορῶν· “Ἆρα ὁ ψευδοδοξῶν περί τινος τῶν ὄντων ψευδοδοξήσει, οἷον ἵππου, οἰόμενος τὸν ἵππον μὴ εἶναι, ἢ αὐτὸ τὸ μὴ ὂν λέγων, ἆρα ἔστι τὸ μὴ ὂν ἢ οὐκ
5ἔστιν;”

Tht

189b

ἀλλοδοξίαν τινά κτλ. τρίτον ἐπιχείρημα κατὰ ψευδοδοξίας.

Tht

189c

ὅταν γάρ τις κτλ. τὸ κατὰ ἑτερότητα μὴ ὂν νῦν λέγει.

Tht

189d

τοῦτο μὲν οὖν κτλ. ὡς εἰ ἔλεγεν· οὐκ εἰσὶ τὰ τοιαῦτα ἁμαρτήματα μεγάλα.

Tht

190e

ἀναγκασθησόμεθα ὁμολογεῖν. ἐμπεσούμεθα, φησίν, εἰς τὸ Πρωταγόρειον δόγμα.

Tht

190e,bis

αἰσχυνοίμην γὰρ ἄν κτλ. ὡς οἱ Πρωταγόρειοι.

Tht

191a

ἀλλ’ ἐὰν εὕρωμεν κτλ. ἐάν, φησίν, ἐπιλυσώμεθα τὰ τρία ἐπιχειρήματα τὰ τὴν ψευδοδοξίαν ἀναιροῦντα, ἐλεύθεροι τῶν ἐνισταμένων κατὰ τῆς ψευδοδοξίας †γενόμεθα.

Tht

191a,bis

ἐκτὸς τοῦ γελοίου. γελοῖόν ἐστι τὸ αἰσχρὸν μετὰ ἀσθενείας, αἰσχρὸν δὲ τὸ τὰ ψευδῆ ὁμολογεῖν, ἀσθενεία[ς] δὲ τὸ μὴ δύνασθαι τὰ σοφίσματα λύειν.

Tht

191a,ter

ναυτιῶντες κτλ.
διὰ τὸν τῆς ψυχῆς ἐν τῇ γενέσει κλύδωνα.443

Tht

191b

ὁρῶν ἄλλον κτλ. ἡ συμπλοκὴ τῆς αἰσθήσεως καὶ τῆς δόξης ἔλυσεν τὸ ἄπορον.

Tht

191b,bis

οὐκοῦν ἀπέστημεν αὐτοῦ. τοῦ ὁμολογεῖν εἶναι ψευδοδοξίαν.

Tht

191b,ter

μὴ γὰρ οὕτω κτλ. μὴ οὕτω τιθῶμεν, φησίν, ὡς ἔμπροσθεν, καὶ ἡμῖν συγχωρήσει τις εἶναι δυνατὸν ἃ οἶδέν τις δοξάσαι αὐτὰ ἄττα εἶναι ὧν οὐκ οἶδεν· ἴσως δὲ ἀντιτενεῖ. καὶ γὰρ τοῦτο προσέθηκεν, εἰδὼς ὅτι, κἂν ἐν μίξει τοῦ
5εἰδέναι πρὸς τὸ αἰσθάνεσθαι δείξωμεν ψευδῆ δόξαν ἐνοῦσαν, οὐχ ἕξωμεν (l. ἕξομεν) τι λέγειν πρὸς τὸν ἀποροῦντα περὶ τούτων, ἐπειδὰν ἡμᾶς ἐρωτᾷ περὶ τῶν ἔξω τῆς αἰσθήσεως, εἰ δυνατὸν συστῆναι ψευδο‐ δοξίαν, οἷον ἐπὶ τῶν παρὰ τοῖς γεωμέτραις καλουμένων †ψευδαρίων (l. ψευδαριθμῶν). οὐ γὰρ διὰ μῖξιν αἰσθήσεως ψευδογραφοῦσιν.

Tht

192d

μέμνημαι δὲ ὑμᾶς. σημείωσαι διὰ τὴν σύνταξιν.

Tht

194e

ὅταν τοίνυν ... στενοχωρίας. ὡραῖον δι’ ὅλου τοῦ χωρίου.

Tht

194e,bis

λάσιον. τὸ λάσιον οἱ φιλόσοφοι προ[spatium 10 litterarum] ἐπὶ τοῦ τραχὺ ἀκούει. τὸ δὲ πάνσοφος ἡ εἰωθυῖά ἐστι τοῦ Σωκράτους εἰρωνεία· τὸ γὰρ λάσιον καὶ τραχὺ οὐκ ἔστιν ἐπαινετόν, ὥστε σκώπτει τὸν ἐπαινέ‐
5σαντα Ὅμηρον.

Tht

195d

ὃν διανοούμεθα. τὸ νοητὸν παράδειγμα, τὴν ἰδέαν.

Tht

196d

ἀμφότερά γε. τὸ τὴν ἀντίφασιν συντρέχειν.

Tht

196d,bis

ἀναισχυντεῖν.
τὸ ἐν ἀρχῇ αἰτεῖσθαι.444

Tht

197a

μὴ ἀπεχομένῳ. διὰ τοὺς ἀντιλογικούς.

Tht

199d

τινος. τοῦ ἐπιστητοῦ.

Tht

204a

ὅτι οὗ ἂν ᾖ κτλ. ἀντὶ τοῦ τὸ ὅλον οὐδὲν παρὰ τὰ μέρη.

Sph

t

ΕΙΣ ΤΟΝ ΣΟΦΙΣΤΗΝ

Sph

ad tit

ΣΟΦΙΣΤΗΣ. ὅτι σοφιστὴν καλεῖ Πλάτων καὶ 〈τὸν Ἔρωτα καὶ τὸν Ἅιδην〉 καὶ τὸν Δία, καὶ παγκάλην λέγει εἶναι τὴν σοφιστικὴν τέχνην· ὅθεν ὑπο‐ νοοῦμεν ὅτι γλαφυροτέρου σκοποῦ ἔχεται ὁ διάλογος. ἔστι γὰρ κατὰ
5τὸν μέγαν Ἰάμβλιχον ὁ σκοπὸς νῦν περὶ τοῦ ὑπὸ σελήνην δημιουργοῦ. οὗτος γὰρ καὶ εἰδωλοποιὸς καὶ καθαρτὴς ψυχῶν, ἐναντίων λόγον ἀεὶ χωρίζων μεταβλητικῶς, καὶ νέων πλουσίων ἔμμισθος θηρευτής, ψυχὰς ὑποδεχόμενος πλήρεις ἀλόγων ἄνωθεν ἰούσας, καὶ μισθὸν λαμβάνων παρ’ αὐτῶν τὴν ζῳοποιίαν τὴν κατὰ λόγον τῶν θνητῶν. οὗτος ἐν‐
10δέχεται τῷ μὴ ὄντι, τὰ ἔνυλα δημιουργῶν, καὶ τὸ ὡς ἀληθῶς ψεῦδος ἀσπαζόμενος, τὴν ὕλην· βλέπει δὲ εἰς τὸ ὄντως ὄν. οὗτός ἐστιν ὁ πολυκέφαλος, πολλὰς οὐσίας καὶ ζωὰς προβεβλημένος, δι’ ὧν κατα‐ σκευάζει τὴν ποικιλίαν τῆς γενέσεως. ὁ δ’ αὐτὸς καὶ γόης, ὡς θέλγων τὰς ψυχὰς τοῖς φυσικοῖς λόγοις, ὡς δυσαποσπάστως ἔχειν ἀπὸ τῆς
15γενέσεως. καὶ γὰρ καὶ ὁ Ἔρως γόης, καὶ ἡ φύσις ὑπό τινων μάγος κέκληται διὰ τὰς συμπαθείας καὶ ἀντιπαθείας τῶν φύσει. νῦν οὖν τὸν παντοδαπὸν σοφιστὴν βούλεται διδάσκειν. καὶ γὰρ ὁ φιλόσοφος σοφιστὴς ὡς μιμούμενος τόν τε οὐρανοῦ δημιουργὸν καὶ τὸν γενε‐ σιουργόν. καὶ ἡ διαιρετικὴ μιμεῖται τὴν ἀπὸ τοῦ ἑνὸς τῶν ὄντων
20πρόοδον, καὶ ὁ γενεσιουργὸς τὸν οὐράνιον δημιουργόν· διὸ καὶ σοφιστής. καὶ αὐτὸς δὲ ὁ σοφιστὴς ἄνθρωπος ὢν διὰ τὸ τὰ μεγάλα μιμεῖσθαι
σοφιστὴς καλεῖται· ὅθεν καὶ τὸν σοφιστὴν πολυκέφαλον εἴρηκεν, ὁ δὲ ξένος εἰς τύπον τοῦ πατρὸς τῶν δημιουργῶν νοείσθω ὑπερουράνιος καὶ ἐξῃρημένος, οἱ δ’ ἀκροαταὶ εἰς τὰς δημιουργικὰς νοήσεις, ὁ μὲν εἰς τὴν445
25τοῦ Διός, ὁ δὲ εἰς τὴν ἀγγελικὴν ὡς Ἑρμαϊκὸς καὶ γεωμετρικός. καὶ ἐπεὶ ἡ δημιουργία ἐκ τοῦ †τέλους (l. ἀτέλους) εἰς τὸ τέλειον, διὰ τοῦτο πρῶτον ὁ ξένος τῷ Θεοδώρῳ συγγίγνεται, εἶτα δι’ ἐπιστροφῆς τῷ Διίῳ Σωκράτει.

Sph

216a

ἐξ Ἐλέας. αὕτη ἡ Ἐλαία (sic) οὐχ ὥς τινες ὑπέλαβον τῆς Ἰωνίας ἐστὶν ἀλλὰ τῆς Ἰταλίας, εἴ τι δεῖ Στράβωνι πείθεσθαι τῷ γεωγράφῳ. κεῖται δὲ ἐν τῷ ἐχομένῳ κόλπῳ τοῦ Ποσειδωνιάτου κόλπου, ἧς αἱ Οἰνοτρίδες
5προβέβληνται νῆσοι.

Sph

216a,bis

τὸν Ὁμήρου λόγον. τὸ μὲν Ὁμηρικὸν ἔχει· “καί τε θεοὶ ξείνοισιν ἐοικότες” καὶ τὰ ἑξῆς (ρ 485). ὁ δὲ Σωκράτης νῦν, συμφωνῶν ἑαυτῷ ἐν τῇ Πολιτείᾳ (381 d), πραότερον ἐπιρραπίζει τὸν τοῦ Ὁμήρου λόγον διὰ τὸ “συνο‐
5παδὸν γιγνόμενον.” τὸ γὰρ μεταμορφοῦσθαι θεὸν ὡς ἀπατηλὸν ἐκβάλλει τῆς ἑαυτοῦ πολιτείας.

Sph

219a

sqq. ἀλλὰ μήν κτλ. [Schema.]

Plt

t

ΕΙΣ ΤΟΝ ΠΟΛΙΤΙΚΟΝ

Plt

260c

αὐτοπωλῶν. ὅτι αὐτοπώλης πᾶς ὁ τὸ ἴδιον ἐργόχειρον ἢ οἶνον ἢ σῖτον ἐξ οἰκείου γεωργίου πιπράσκων, ὁ δὲ παρὰ τούτων ἀγοράζων ἤτοι ὠνούμενος καὶ πιπράσκων ἄλλοις κάπηλος λέγεται.

Plt

261d

ἀλλ’ οὐ μήν κτλ. ὅτι ἄλλο βοηλάτης καὶ ἄλλο βουφορβός, καὶ ἄλλο ἱπποκόμος καὶ ἄλλο ἱπποτρόφος.

Plt

271d

τότε γὰρ αὐτῆς πρῶτον κτλ.
ἀμύδρως τὴν κοινὴν ἀνάστασιν ὑπαινίσσεται.446

Prm

t

ΕΙΣ ΤΟΝ ΠΑΡΜΕΝΙΔΗΝ

Prm

128c

Λάκαιναι σκύλακες. ἃς ἡ συνήθεια Λακωνικάς φησιν.

Prm

130d

ἔθραξε. ἐτάραξεν, ἠνώχλησεν, εἰς θυμὸν ἐκίνησεν, τὰς φρένας διέσεισεν.

Phlb

t

ΕΙΣ ΤΟΝ ΦΙΛΗΒΟΝ

Phlb

33e

μνήμης ἔξοδος. ὅρος λήθης.

Smp

t

ΕΙΣ ΤΟ ΣΥΜΠΟΣΙΟΝ

Smp

172a

Ἀγάθωνος.
τραγῳδι〈οποιός, ὃν Ἀριστοφάνησ〉
ἐπὶ μαλακίᾳ 〈σκώπτει Γηρυ‐〉
τάδῃ (fr. 169 Kock)· ἦν δ’ οὗτος 〈Τισαμένου〉
5παῖς, Ἀθη〈ναῖος, παιδικὰ Παυ‐〉 σανίου τοῦ τραγικ〈οῦ. καὶ πρὸς Ἀρ‐〉 χέλαον τὸν βασιλέα 〈ᾤ‐〉 χετο, ὡς Μ〈αρσύας ὁ〉 νεώτερος. ἐ〈μιμεῖ‐〉
10το δὲ τὴν κομψό‐ τητα τῆς λέξεως Γορ‐ γίου τοῦ ῥή‐
τορος.447

Smp

173a

ἧ (corr. m. rec. ex ἦν). Ἀττικὸν τοῦτο, ἀπὸ τοῦ ἔα συνῃρημένον· σημαίνει δὲ τὸ ἔα τὸ ὑπῆρχον. ἔστι γὰρ ἀπὸ τοῦ ἦν κατὰ διάλυσιν Ἰωνικήν. Ὅμηρος (Δ 321)—
5ἢ τότε κοῦρος ἔα, νῦν αὖτέ με γῆρας ἱκάνει.

Smp

189a

οἷον καὶ ὁ πταρμός. σημείωσαι διὰ σύνταξιν.

Smp

202a

μεταξὺ σοφίας καὶ ἀμαθίας. ὅτι μεταξὺ ἐπιστήμης καὶ ἀμαθείας ἐστιν ἡ ὀρθὴ δόξα, κἂν λόγον μὴ ἔχῃ.

Smp

210e

ἔμπροσθεν πάντες ... 211a φαντασθήσεται. περὶ τοῦ ὄντος καλοῦ.

Smp

211b

παιδεραστεῖν. τὸ παιδεραστεῖν ἐπὶ τοῦ παιδείας ἐρᾶν ἀεὶ κεῖται παρὰ Πλάτωνι.

Smp

215b

ἀλλ’ οὐκ αὐλητής. ἐν ἤθει.

Smp

215b,bis

ἐκείνου. Μαρσύου.

Smp

218a

τὴν καρδίαν ἢ ψυχήν. ὅτι τὴν καρδίαν ψυχὴν λέγει.

Smp

218b

τῆς φιλοσόφου μανίας. ὅτι καὶ ἐπὶ τοῦ ἔρωτος τοῦ πρὸς φιλοσοφίαν μανίαν ὀνομάζει.

Smp

218b,bis

πύλας ... ἐπίθεσθε. ἐντεῦθεν παρῴδησεν Καλλίμαχος ἐν ὕμνῳ Δήμητρος καλάθου
(Hymn. VI 3) τὸ “θύρας δ’ ἐπίθεσθε βέβηλοι.”448

Phdr

t

ΕΙΣ ΤΟΝ ΦΑΙΔΡΟΝ

Phdr

227b

τῶν λόγων.
Ἀττικὴ ἡ σύντ[αξις] (lac. c. 4 litterarum)
μέρους λέγειν. [Ἀττικὸν] (lac. c. 4 litterarum)
γ’ οὖν καὶ ἔφαγον [τοῦ ἄρτου] 〈φα‐〉
5σίν, οὐ τὸν ἄρτον καὶ [ἔπιον τοῦ οἴ‐] νου, ἀλλ’ οὐ τὸν ο[ἶνον οὕτως οὖν καὶ] ἐνταῦθα εἱστία ὑμᾶς τῶν λόγων. τὸ [γὰρ κοι‐] νὸν εἱστία ὑμᾶς τοῖς λόγοις. ὅσοι δὲ λεί‐ πειν φασὶ τὴν διὰ πρό‐
10θεσιν ἵν’ ᾖ εἱστία ὑμᾶς διὰ τῶν λό‐ γων οὐ κατὰ σκο‐ ποῦ βάλ‐
15λου‐ σι

Phdr

228c

τάχα. 〈ἀντὶ〉 τοῦ ταχέως· οὐ γὰρ καὶ εἰκαστικῶς διὰ τοῦ τάχα καὶ βε‐ βαιωτικῶς διὰ τοῦ πάντως.

Phdr

230b

νὴ τὴν Ἥραν κτλ. ὡραῖον ἄγαν τὸ χωρίον.

Phdr

242c

ἐδυσωπούμην. ἀντὶ ὑπώπτευον.

Alc1

t

ΕΙΣ ΤΟΝ ΑΛΚΙΒΙΑΔΗΝ

Alc1

103a

οὐδὲ προσεῖπον.
τὸ ἀπαρουσιάστως ἐρᾶν θεοειδὲς καὶ νοερόν.449

Alc1

103a,bis

δαιμόνιον ἐναντίωμα. ὅπερ νῦν δαιμόνιον καλεῖ Πλάτων, μετὰ μικρὸν θεὸν λέγει τὸν ἐναντιούμενον. τοῦτο δὲ καὶ Ὅμηρος. ποιεῖ· κἀκεῖνος γὰρ ἐ〈πὶ〉 ταὐτοῦ τίθησι δαίμονα καὶ θεόν.

Alc1

104b

προσθήσω. προειπὼν τὰ ὑπάρχοντα τῷ Ἀλκιβιάδῃ μεγάλα εἶναι, ἀπὸ τοῦ σώματος ἀρξάμενα τελευτῶντα εἰς τὴν ψυχήν, νῦν λέγει καὶ προστίθησι τὰ ἐκτός.

Alc1

107e

εἰ οὖν βουλεύοιντο κτλ. λεληθότως ὁ Σωκράτης διορθούμενος Ἀλκιβιάδην παράδειγμα τὴν γυμναστικὴν φέρει ἔχουσαν διαφορὰν τό τε ἀκροχειρίζεσθαι καὶ παλαίειν. οὕτως οὖν καὶ τῆς δικαιοπραγίας ὁ πόλεμος καὶ ἡ εἰρήνη
5εἰσὶ διαφοραί. εἰκότως δὲ γυμναστικὴν καὶ μουσικὴν προφέρει Σωκράτης ἅπερ γνώριμα τῷ Ἀλκιβιάδῃ ὡς δι’ αὐτῶν ἐκ παίδων ἀχθέντι, καὶ ὅμοια ὁ μὲν πόλεμος τῇ γυμναστικῇ, ἡ δὲ εἰρήνη τῇ μουσικῇ.

Alc1

107e,bis

λέγω δὲ τὸ τοιόνδε. ὅρα τὴν ἀκρίβειαν τῶν ὀνομάτων. γυμναστικῶς φησὶ καὶ μουσικῶς, εὐλόγως ἀπὸ τῶν ἕξεων ὀνομάσας τὰς ἐνεργείας. τὰ γὰρ ὀνόματα ἢ ἀπὸ τῶν ἕξεων τίθεται τοῖς ἔχουσιν αὐτάς, ὡς ἀπὸ τῆς ἰατρικῆς ἕξεως
5ὁ ἰατρός, ἢ ἀπὸ τῆς ἐνεργείας, ὡς ἰατρικῶς λέγομεν ἐνεργῆσαι τὸν καλῶς ἰασάμενον· ἢ ἀπὸ τοῦ ὀργάνου, καθάπερ φλεβοτόμον φαμέν τινα· ἢ ἀπὸ τοῦ τέλους, ὡς λέγομεν ὑγιεινὸν σιτίον ἢ φλεβοτόμον τὸ ὑγίειαν ποιοῦν, διὰ δὲ τούτων ὁ Πλάτων τοὺς ἀπὸ τῆς ὁμοιότητος καὶ τῶν συστοίχων τόπους ἡμῖν λεληθότως μετὰ τῆς ὕλης παραδίδωσιν,
10οὓς ὁ Ἀριστοτέλης γυμνοὺς πραγμάτων ἐντεῦθεν ὠφελημένος ἁπλώσας παραδέδωκεν. ἔστι γὰρ ὁ ἀπὸ τῆς ὁμοιότητος τόπος οὗτος· ὡς ἔχει γυμναστικὴ πρὸς παλαιστρικὴν καὶ ἀκροχειρισμόν, οὕτως ἡ μουσικὴ
πρὸς τὸ ᾆσαι καὶ κιθαρίσαι καὶ ῥυθμόν. ὁ δὲ ἀπὸ τῶν συστοίχων οὗτος· ὡς ἀπὸ τῆς γυμναστικῆς τὸ γυμναστικῶς εἴρηται, οὕτως ἀπὸ τῆς450
15μουσικῆς τὸ μουσικῶς. ἀκριβῶς δὲ πάνυ πρῶτον τὸ ᾄδειν ὅ ἐστι τῆς γλώττης, εἶτα κιθαρίζειν ὅ ἐστι χειρῶν, εἶτα βαίνειν ὅ ἐστι ποδῶν. τρία δὲ μέρη μουσικῆς· ᾆσμα μέλος ῥυθμός. καὶ περὶ μὲν τὸ ᾆσμα τὸ μακρὸν καὶ βραχύ, περὶ δὲ τὸ μέλος τὸ ὀξὺ καὶ βαρύ, περὶ δὲ τὸν ῥυθμὸν τὸ βραδὺ καὶ ταχύ.

Alc1

110d

πάλιν εἰς τὸν αὐτὸν ἥκομεν κτλ. ἀρχὴ τοῦ β συλλογισμοῦ.

Alc1

111c

τὸ ἑλληνίζειν ἐπίστασθαι. [Start of a diagram]τὸ ἑλληνίζειν ἄτεχνον οἱ πολλοὶ διδάσκαλοι ἔντεχνον ἡ τέχνη
5γραμματικῶν ὀνοματοθετῶν[End of a diagram]

Alc1

112d

ἐκ μὲν ὧν κτλ. ἰδοὺ ὁ ἀμαθὴς καὶ φιλότιμος νέος πῶς ἀποκρίνεται.

Alc1

112e

πότερος οὖν κτλ. ἀρχὴ τοῦ γ συλλογισμοῦ.

Alc1

115a

τῶν δικαίων κτλ.
ἀρχὴ τοῦ ε συλλογισμοῦ.451

Alc1

116b

εὖ πράττει. τὸ εὖ μέσον ἐστὶ τοῦ ἀγαθοῦ καὶ κακοῦ.

Alc1

118e

ἠλιθίω ἐγενέσθην. τὸ Ὁμηρικὸν παραφράζει νῦν (δ 371)— νήπιος †εἲς (l. εἶς), ὦ †ξένε (l. ξεῖνε), λίην τόσον ἠὲ χαλίφρων, †ἢ (l. ἠὲ) ἑκὼν μεθίεις·
5πᾶς γὰρ μὴ μανθάνων ἢ φύσεως ἀντιπραττούσης πάσχει τοῦτο, καὶ ἔστιν ὁ τοιοῦτος νήπιος καὶ ἠλίθιος· ἢ δύναται μέν, οἴεται δὲ ἀνωφελῆ εἶναι τὰ μανθανόμενα, καὶ διὰ τοῦτο οὐκ ἐπιτείνεται πρὸς αὐτά, καὶ ἔστιν ὁ τοιοῦτος χαλίφρων καὶ μαινόμενος· ἢ οἴεται μὲν ὠφέλιμα εἶναι, ῥᾳθυμεῖ δὲ καὶ βλακεύει, καὶ ἔστιν ὁ τοιοῦτος ἑκὼν μεθίων καὶ μὴ
10προσέχων τὸν νοῦν.

Alc1

120a

οὔκ, ὠγαθέ, ἀλλά κτλ. εἰρωνικῶς.

Alc1

124d

οὐδὲ μὴ ὅτι γε ἐγώ. ἀγνοεῖ ἑαυτὸν ὁ Σωκράτης ἐνθουσιαστικῶς.

Alc1

124e

δῆλον ὅτι ἥνπερ κτλ. τὸ ὑλικὸν αἴτιον τῆς πολιτικῆς τὰ πρακτέα εἰσίν.

Alc1

125a

ὃ δὲ ἄφρων κτλ. ἐπὶ μὲν τῶν βαναύσων τοῦτο οὐκ ἄτοπον, ἐπὶ δὲ τοῦ πολιτικοῦ ἀνδρὸς ἄτοπον τὸ εἶναι τὸν σοφὸν κατά τι πονηρὸν καὶ κατά τι ἀγαθόν.

Alc1

126c

ἆρ’ οὖν φιλίαν κτλ. οὐχ ὡς 〈οὐ〉 〈β〉ουλόμεν〈οσ〉 ὁ Σωκρά〈της καὶ αὐ〉τὸς 〈τέλοσ〉 εἶναι τὴν φιλ〈ίαν〉, ταῦτα ἐρωτᾷ, ἀλλ’ 〈ὅτι〉 ᾤετο τὸν 〈νε〉ανίσκον ταὐτ〈ὸν〉
ὑπολαμβάνειν στοργὴν καὶ φιλίαν.452

Alc1

126d

μὴ κάμῃς. ὡς πολλὰ ἐρωτήσας διεγείρων τὸν νεανίσκον προτρέπει μὴ ἀπο‐ καμεῖν. (similia T W.)

Alc1

127a

κατὰ τὸν σὸν λόγον. τὸ κατὰ τὸν σὸν λόγον ἀναγκαίως πρόσκειται διὰ τὰ ἐν τῇ Πολιτείᾳ ἀποδεδειγμένα, μηδὲν διαφέρειν κατὰ τὰ πολεμικὰ τὸ θῆλυ τοῦ ἄρρενος.

Alc1

127a,bis

γυναιξὶ πρὸς ἄνδρας. κατὰ γὰρ τὸ προσεχὲς τέλος οὐχ ὁμονοεῖ ἀνὴρ καὶ γυνή, ἀλλὰ κατὰ τὸ πόρρω.

Alc1

129a

φαῦλος. ἀντὶ τοῦ εὐτελής.

Alc1

130c

σαφέστερον. οἶδεν ἐλλειπῆ τὸν ὅρον Σωκράτης.

Alc1

130d

τί τοῦτο; ὁ ῥᾴθυμος Ἀλκιβιάδης, ἴδε τί λέγει.

Alc1

131b

σωφροσύνη. σωφροσύνην λέγει τὴν φρόνησιν, ὡς ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω ἐπιστρέφουσαν, καὶ ἄλλως, ὅτι ἀντιστρέφουσιν ἀλλήλαις αἱ πολιτικαὶ ἀρεταί.

Hipparch

t

ΕΙΣ ΤΟΝ ΙΠΠΑΡΧΟΝ

Hipparch

226c

συλλήβδην. λείπει τὸ εἰπεῖν, ὃ προσυπακουστέον.

Hipparch

229c

διὰ τὴν τῆς ἀδελφῆς ἀτιμίαν. Θουκυδίδης οὕτω φησίν (VI 56; at dicit VI 59 δι’ ἐρωτικὴν λύπην
ἥ τε ἀρχὴ τῆς ἐπιβουλῆς κτλ.).453

Amat

t

ΕΙΣ ΤΟΥΣ ΕΡΑΣΤΑΣ

Amat

ad tit

ΕΡΑΣΤΑΙ. Ἀντερασταί.

Amat

138e

δικάζοντα ὀρθῶς κτλ. σημείωσαι ὅτι διαιτητὴς μὲν ὁ τοὺς φίλους, ἰδίᾳ συμβιβάζων, δικαστὴς δὲ ὁ δημοσίᾳ κρίνειν ἅπαντας τοὺς ἀμφισβητοῦντας λαχών.

Thg

t

ΕΙΣ ΤΟΝ ΘΕΑΓΗ

Thg

126b

παρὰ τίνος (sic B T: τίνας W). 〈Ἀττι〉κὴ ἡ σύνταξις· 〈Ἀττικ〉οὶ γὰρ εἰς διδασκάλου φασίν, οὐ〈κ〉 εἰς διδάσκαλον. οὕτως οὖν κἀνταῦθα γενικὴ ἀντὶ αἰτιατικῆς.

Chrm

t

ΕΙΣ ΤΟΝ ΧΑΡΜΙΔΗΝ

Chrm

155d

τὰ ἐντὸς τοῦ ἱματίου. ἀπόλοιο δῆτ’ ὦ Πλάτων οὕτως ἐπιβούλως ψυχαῖς ἀφελέσι τὸν λόγον προενεγκών.

Chrm

159c

πότερον οὖν κτλ. ἐπηρεάζεις τῷ λόγῳ, ὦ Σωκράτης, σοφιστικῶς τὸν καλὸν παρα‐ κρουόμενος Χαρμίδην. εἰ γὰρ καὶ μὴ ἱκανῶς τὸν περὶ σωφροσύνης ἀποδέδωκεν λόγον, ἀλλ’ οὖν οὐχὶ καὶ ὅλῳ καὶ παντὶ διαφέροντα. μέρος
5γ’ οὖν καὶ τὸ ἡσυχῇ τι καὶ κοσμίως πράττειν σωφροσύνης. ἡσυχῇ δὲ ἀντὶ τοῦ ἀταράχως φημί· σὺ δὲ ὁμωνύμως τὸ ἡσυχῇ ἀντὶ τοῦ νοθρῶς (l. νωθρῶς) ἐκδεχόμενος δῆλος εἶ σοφιστεύων τὴν ἐπιχείρησιν.

Chrm

161e

στλεγγίδα. στλεγγὶς τὸ ἐν τῇ συνηθείᾳ ξύστρον.

Chrm

166c

πολλοῦ δεῖ.
ἀντὶ τοῦ οὐδαμῶς.454

La

t

ΕΙΣ ΤΟΝ ΛΑΧΗΤΑ

La

180b

παρακαλεῖς. ἀντὶ τοῦ καλεῖς εὐχρήστως ἄγαν.

La

184b

θρασύτερος ἂν δι’ αὐτὸ γενόμενος. σημείωσαι διὰ τὴν σύνταξιν.

La

187b

ἐν τῷ Καρὶ ... ὁ κίνδυνος. ἀντὶ τοῦ ἐν τῷ δούλῳ; καὶ γὰρ οἱ παλαιοὶ τῶν Ἑλλήνων ἀπὸ Καρῶν καὶ Θρᾳκῶν τοὺς δούλους ἐποιοῦντο, ἔνθεν τοὺς δούλους Κᾶρας ὀνόμαζον (sic) καὶ Θρᾷκας, καὶ τὰς δούλας Θρᾴττας καὶ Καείρας.

La

189b

οὕτω σὺ παρ’ ἐμοὶ διάκεισαι. σημείωσαι σύνταξιν.

La

192c

ἡμῖν αὐτοῖς. ἀντὶ τοῦ ἀλλήλοις.

La

197a

μῶρον. Ἀττικοὶ οὕτως τὸν μῶρον προπερισπωμένως.

La

197c

Αἰξωνέα (sic B2 T W Oxy.: ἐξωνέα B). [Start of a diagram]〈ἀ〉ντὶ τοῦ ὑ〈περή〉φ〈ανον〉 οἱ γὰρ ἐξο〈νεῖσ〉 εἰ〈ς ὑ‐〉 〈περηφανίαν ἐσκώ‐〉
5πτον〈το〉. ἔστι 〈δὲ〉 ἀπ’ εὐθεί〈ας Αἰξωνεύς.〉 οὕτω δὲ ἀ〈πὸ〉 δήμ〈ου〉 τ〈ινὸσ〉 ἐλέ‐ γοντ〈ο〉
10Ἀθή〈ν〉‐ ῃσ〈ί〉
τινες[End of a diagram]455

Ly

t

ΕΙΣ ΤΟΝ ΛΥΣΙΝ

Ly

206d

Ἑρμαῖα. ἓν τῶν Ἑρμοῦ ἐπιτηδευμάτων καὶ ἡ παλαιστρική. ἐπεὶ οὖν παλαίστρα ἡ διατριβή, εἰκὸς τοὺς αὐτόθι φοιτῶντας νέους Ἑρμῇ ἀπαρχομένους τῆς τιμῆς, καθότι ἔφορος τῆς παλαιστρικῆς, Ἑρμαῖα τὴν τελετὴν
5ὀνομάζειν. λέγεται δὲ καὶ παίδων οὕτως ἀγὼν παρὰ Συρακοσσίοις, ὥς φησι Διογενιανός.

Ly

206e

ἀστραγαλίζοντας. ἀστραγαλίζειν τὸ ἀστραγάλοις παίζειν, ὅπερ καὶ ἀστρίζειν ἔλεγον, ἐπεὶ καὶ τοὺς ἀστραγάλους ἄστριας ἐκάλουν. Καλλίμαχος (fr. 239 Schneider)—
5ζορκός τοι, φίλε κοῦρε, Λιβυστίδος αὐτίκα δώσω 〈πέντε〉 νεοσμήκτους ἄστριας. ἔνιοι δὲ ἀστρίχους φασίν. παίζεται δὲ ἀστραγάλοις τέσσαρσιν, καὶ εἷς ἕκαστος ἀστράγαλος πτώσεις ἔχει τέσσαρας ἐξ ἑβδομάδος κατὰ ἀντίθετον συγκειμένας ὥσπερ ὁ κῦβος (sic)· ἔχει δὲ ἀντικείμενα μονάδα
10καὶ ἑξάδα, εἶτα τριάδα καὶ τετράδα· ἡ γὰρ δυὰς καὶ πεντὰς ἐπὶ τῶν κύβων μόνων παραλαμβάνεται διὰ τὸ ἐκείνους ἐπιφανείας ἔχειν ἕξ. εἰσὶ δὲ αἱ σύμπασαι τῶν ἀστραγάλων πτώσεις ὁμοῦ τεσσάρων παρα‐ λαμβανομένων πέντε καὶ τριάκοντα. τούτων δὲ αἱ μὲν θεῶν εἰσὶν ἐπώνυμοι, αἱ δὲ ἡρώων, αἱ δὲ βασιλέων, αἱ δὲ ἐνδόξων ἀνδρῶν,
15αἱ δὲ ἑτερίδων (l. ἑταιρίδων ex Eust.)· αἱ δὲ ἀπό τινων συμβεβηκότων ἤτοι τιμῆς ἕνεκα ἢ χλεύης προσηγόρευνται. λέγεται δέ τις ἐν αὐταῖς Στησίχορος καὶ ἑτέρα Εὐριπίδης, Στησίχορος μὲν ὁ σημαίνων τὴν ὀκτάδα, ἐπεὶ ὁ ἐν †Ἱέρᾳ (l. Ἱμέρᾳ ex Eust.) τοῦ μελοποιοῦ τάφος ἐξ ὀκτὼ γωνιῶν συνέκειτο, Εὐριπίδης δὲ ὁ τὸν μ· εἷς γὰρ Εὐριπίδης
20τῶν τεσσαράκοντα Ἀθήνῃσι προστατῶν μετὰ τὴν τῶν λ τυράννων κατασταθέντων κατάλυσιν. τῶν δὲ βολῶν (sic) ὁ μὲν τὰ ἓξ δυνάμενος
Κῷος καὶ ἑξίτης ἐλέγετο, Χῖος δὲ τὸ ἓν καὶ κύων. λέγεται δέ τις καὶ παροιμία ἀπὸ τούτου, οἷον Χῖος παραστὰς Κῷον οὐκ ἐάσω· ἀφ’ οὗ καὶ Στράττις Λιμνοπέδαις (l. Λημνομέδᾳ: fr. 23 Kock)—456
25
Χῖος παραστὰς Κῷον οὐκ ἐᾷ λέγειν. ἔπαιζον δὲ ἀστραγάλοις καὶ πολλοῖς καθάπερ καρύοις καὶ ὀλίγοις, τοῦ δὲ εἴδους τῶν πολλῶν τὸ μὲν ἀρτιασμὸν ἔλεγον, τὸ δὲ τρόπα, τὸ δὲ ὤμιλλαν. ἀρτιασμὸς μὲν οὖν ἐστὶ τὸ δραξάμενον ἀστραγάλων ἤ τινων ἄλλων ἐξετάζειν τὸν συμπαίζοντα, πότερον ἀρτίους ἢ περισσοὺς
30κατέχει. Ἀριστοφάνης Πλούτῳ (816; cf. ibi schol.)
στατῆρσι δὲ οἱ θεράποντες ἀρτιάζομεν. τρόπα δὲ ἐστὶν ἡ εἰς βόθυνον ἐκ διαστήματος βολή. Κρατῖνος Πυλαίᾳ (fr. 170 Kock)—
†ἡ Διονύσοις ἀκοίλοις† παίζουσιν ἀνέμενοι τρόπα.
35ἡ δὲ ὤμιλλά ἐστιν ὅταν περιγράψαντες κύκλον ἐπιρρίπτωσιν ἀστρα‐ γάλους ἤ τι ἄλλο, ὡς τῇ μὲν ἐντὸς βολῇ νικώντων τῇ δὲ ἐκτὸς ἡττω‐ μένων. Εὔπολις Χρυσῷ γένει (fr. 288 Kock) μεταφέρων ἐπὶ τὴν †ἐκ κυκλώπων (l. ἐν κύκλῳ ex ci. Meineke) κατάκλισιν τοὔνομα οὕτω φησίν· ἔπειτ’ εἴσειμι ἐνθάδε μείνας εἰς ὤμιλλαν κἂν μὴ μετίῃ.

Ly

206e,bis

ἠρτίαζον. παιδιά τις τὸ ἀρτιάζειν, ἐν ᾗ τοὺς ἀρτίους καὶ περισσοὺς ἀριθμοὺς καταστοχάζονται. σημαίνει δὲ καὶ τὸ πληροῦν καὶ συντελεῖν.

Ly

206e,ter

φορμίσκων. πλεκτῶν ἀγγίον (l. ἀγγείων) ἤτοι σπυρίδων. φορμίον δὲ πλέγμα τι ψιαθῶδες παρ’ Ἱππώνακτι.

Ly

208b

ὁρικοῦ (l. ὀρικοῦ).
〈τοῦ〉 ἡμιονικοῦ.457

Ly

209b

ψῆλαι. ψῆλαι τὸ ἄνευ πλήκτρου τῷ δακτύλῳ τὰς χορδὰς ἐπαφᾶσθαι.

Ly

216a

ὥς γε οὑτωσὶ ἀκοῦσαι. ἀντὶ τοῦ κατ’ αὐτὴν τὴν ἀκοήν, κατ’ αὐτὴν τὴν πρώτην ἔντευξιν.

Ly

218e

οἶμαι δὲ καὶ ... εἴσομαι. ση〈μείωσαι〉 διὰ σύνταξιν.

Ly

222e

τί οὖν κτλ. ἀνακεφαλαίωσις ἐπιλογική. (κιονηδόν adscriptum.)

Euthd

t

ΕΙΣ ΤΟΝ ΕΥΘΥΔΗΜΟΝ

Euthd

271b

σκληφρός. οὕτω λέγεται καὶ παρὰ Ἀριστοτέλει ὁ ἰσχνὸς καὶ λεπτὸς τὸ σῶμα.

Prt

t

ΕΙΣ ΤΟΝ ΠΡΩΤΑΓΟΡΑΝ

Prt

309a

πώγωνος ἤδη ὑποπιμπλάμενος. τῆς αὐτῆς φράσεως καὶ τὸ ἄρτι χνοάζων τὰς παρειάς, καὶ τὸ ἀρτίχνοος, καὶ τὸ ἰούλοις ὑποσκιαζόμενος ἤδη, καὶ τὸ πρῶτος ὑπηνήτης.

Prt

309d

Ὤ. θαυμαστικόν.

Prt

310a

τῆς παρελθούσης κτλ. Ἀττικὸν τοῦτο· τὸ γὰρ κοινὸν τὴν παρελθοῦσαν νύκτα ταύτην ὑπὸ βαθὺν ὄρθρον.

Prt

331d

ἁμῇ γέ πῃ.
ἀντὶ τοῦ ὁπωσοῦν.458

Grg

t

ΕΙΣ ΤΟΝ ΓΟΡΓΙΑΝ

Grg

447a

οὕτω. κατὰ τὰ τελευταῖα ἀλλ’ οὐκ ἐν ἀρχῇ.

Grg

447a,bis

τὸ λεγόμενον. οὐ πάνυ τὸ λεχθὲν ἀποδέχεται Σωκράτης διὸ καὶ ἐπάγει· “ἀλλ’ ἢ τὸ λεγόμενον” ἀντὶ τοῦ “ἀλλ’ ὄντως τὸ λεγόμενον.” λείπει δὲ τὸ πεπόνθαμεν, ἵν’ ᾖ τοιοῦτο· ἀλλ’ ὄντως τὸ λεγόμενον πεπόνθαμεν
5ὅπερ οἱ κατόπιν ἑορτῆς παραγινόμενοι καὶ τῆς ἐν τῇ ἑορτῇ θυμηδίας ὑστεροῦντες.

Grg

448b

Ἡρόδικος. ἄλλος Ἡρόδικος Σιλυμβριανὸς (sic) ἐν Πολιτείᾳ (406 a).

Grg

448b,bis

ὁ ἀδελφὸς αὐτοῦ. Πολύγνωτος οὗ καὶ τὸ ἐν Δελφοῖς ἔργον ἐπιγράφει—
γράψε Πολύγνωτος, Θάσιος γένος, Ἀγλαοφῶντος
υἱός, περθομένην Ἰλίου ἀκρόπολιν.
5(Simonides, fr. 112 Diehl).

Grg

448c

τὸν αἰῶνα. ἀντὶ τοῦ τὸν βίον, τὴν ζωήν.

Grg

449a

ἀγαθόν γε. Ἀριστοτέλης μὲν καὶ οἱ σοφισταὶ μίαν φασὶν εἶναι ῥητορικὴν ἐπ’ ἀμφότερα δυναμένην ἀγωνίζεσθαι· Πλάτων δέ φησι δύο εἶναι, τὴν μὲν τέχνην, τὴν δὲ κολακείαν, ἥτις καὶ εἴδωλον λέγεται πολιτικῆς μορίου.
5ὁ γ’ οὖν Γοργίας ἀξιῶν ἀγαθὸς εἶναι ῥήτωρ, τῆς τεχνικῆς φησὶν εἶναι οὐ τῆς εἰδωλικῆς ῥητορικῆς ἔμπειρος. δεῖ δὲ γινώσκειν ὅτι περὶ μὲν τῆς ἐντέχνου ῥητορικῆς ἐν Φαίδρῳ διαλαμβάνει, περὶ δὲ τῆς δημώδους καὶ κολακικῆς ἐνταῦθα.

Grg

449d

πάνυ γάρ.
δύο ἐπιτάσεις ἀντὶ ὑπερθετικοῦ.459

Grg

449e

περὶ λόγους. ὁ μὲν Σωκράτης τὸ τέλος ἠρώτησε τῆς ῥητορικῆς, ὁ δὲ Γοργίας τὸ ὄργανον ἀπεκρίνατο· ὁ γὰρ λόγος ὄργανον τοῦ ῥήτορος, ὥσπερ καὶ ἡ ἀποσιώπησις ὄργανόν ἐστιν ἕνεκα τοῦ πείθειν παραλαμβανομένη ὑπὸ
5τῶν ῥητόρων. ἐνταῦθα δὲ καὶ διαλεκτικὸν θεώρημα παραλαμβάνομεν, τὸ τὰς ἀπροσδιορίστους προτάσεις ἐκκλίνειν καὶ ἀποστρέφεσθαι.

Grg

449e,bis

οὐκοῦν περὶ ὧνπερ κτλ. ἰστέον ὅτι τῷ λόγῳ ὁ ῥήτωρ κέχρηται ὡς ὀργάνῳ· ὁ δὲ Γοργίας ἀγνοῶν περιπίπτει· τὸ δὲ ἑξῆς πρόσκειται τὸ φρονεῖν, ἵνα τὴν ἔντεχνον ῥητορικὴν παραλάβῃ καὶ οὐ τὴν εἰδωλικήν. ὑποκατιὼν δὲ ὁ σοφιστὴς
5συμφύρει πάντα, καὶ διὰ τοῦτο ἀνατέτραπται ὑπὸ τοῦ ἐπιστήμονος.

Grg

450b

ἀλλὰ πᾶσα ἡ πρᾶξις κτλ.
ἐνταῦθα ν〈ῦν φησὶ τὸ ὀργανι‐〉
κὸν αἴτιον τῆς ῥ〈ητορικῆσ〉 ὁ
Γοργίας εἶναι λό〈γον〉.

Grg

450c

εἰσὶν ἡμῖν τέχναι κτλ. ἐπίστησον ἐνταῦθα ὅτι διαλεκτικὸν θεώρημα παραδίδοται· δεῖ γὰρ πρὸ τῶν ὁρικῶν λόγων τοὺς διαιρετικοὺς προηγεῖσθαι.

Grg

450c,bis

πασῶν δὴ οἶμαι κτλ. δεῖ γιγνώσκειν ὅτι τὰς τέχνας ἐντ〈αῦθα〉 διαιρεῖ καὶ ἐν Σοφιστῇ (219 a sqq.) καὶ ἐν Πολιτ〈ικῷ〉 (258 e), ἀλλ’ οὐ κατὰ τὸν αὐτὸν τρόπον. ἀλλ’ ἐνταῦθα μὲν κατὰ τὸ δι’ οὗ, καλῶν τὰς μὲν διὰ λόγου,
5τὰς δὲ ἄνευ λόγου, τὰς δὲ μεταξύ· ἐν δὲ Σοφιστῇ κατὰ τὸν τρόπον τῆς ἐνεργείας, καλῶν τὰς μὲν ποιητικάς, τὰς τὸ μὴ ὂν εἰς τὸ ὂν ἀγούσας, τὰς δὲ κτητικάς, τὰς τὸ ὂν οἰκειουμένας· ἐν δὲ τῷ Πολιτικῷ κατὰ τὸ
εἶδος τῆς ἕξεως, καλῶν τὰς μὲν γνωστικάς, τὰς δὲ πρακτικάς.460

Grg

450c,ter

βραχέος. ὡς ἡ ἰατρική.

Grg

450c,quat

οὐδενός. ὡς ἡ γραφικὴ ἡ ὀρχιστική (l. ὀρχηστική).

Grg

450d

οὐδενός. ὡς ἡ διαλεκτική.

Grg

450d,bis

βραχέος. ὡς ἡ ῥητορικὴ διὰ τὸ ὑποκρίνεσθαι πολλάκις.

Grg

450d,ter

ἴσους. ὡς ἡ πεττευτικὴ καὶ κιθαρῳδία.

Grg

450e

ἀλλ’ οὔ τι κτλ. (sic B T W: οὔτοι F). εὐλαβῶς ἐπιρραπίζει τὸν τοῦ σοφιστοῦ λόγον ὁ Σωκράτης.

Grg

450e,bis

ὑπολάβοι. ἀντὶ τοῦ ἀποκριθήσεται.

Grg

450e,ter

εἰ βούλοιτο κτλ. ἐριστικὸς ἄνθρωπος καὶ ἐλέγξαι μόνον σκοπὸν ἔχων, ἀλλ’ οὐ διορθώ‐ σασθαι τὸν προσδιαλεγόμενον.

Grg

450e,quat

τὴν ἀριθμητικὴν ἄρα. οἱ γὰρ ὅροι ἀντιστρέφειν βούλονται, εἴπερ ὑγιῶς ἔχουσι.

Grg

451a

ἴθι νῦν. τὸ μὲν ὀργανικὸν αἴτιον ὁ λόγος ἐστίν· ζητεῖ δὲ νῦν τὸ γένος περὶ τί τῶν ὄντων καταγίνεται.

Grg

451b

εἴποιμ’ ἄν. ἐπίστησον ὅτι ἡ ἀριθμητικὴ κατὰ τὴν ἑαυτῆς φύσιν τὰ εἴδη τοῦ
ἀριθμοῦ σκοπεῖ, τὰ δὲ σχήματα τὰ ἐπ’ αὐτοῖς καὶ τοὺς λόγους ὡς ἀρχὴ γεωμετρίας καὶ μουσικῆς. πάντα γάρ ἐστι πρώτως ἐν τοῖς461
5ἀριθμοῖς· οὐκ ἔστι δὲ ταὐτὸν τοὺς ἀριθμοὺς ἐφ’ ἑαυτῶν ὁρᾶν καὶ ὡς ἀρχὰς ἄλλων δι’ ἁπλότητα τῆς ὑποστάσεως.

Grg

451c

πρὸς αὑτά κτλ. 〈τ〉οὺς γὰρ πολλαπλασιασμοὺς καὶ τοὺς μερισμοὺς ἡ λογιστικὴ θεωρεῖ τοὺς τῶν ἀριθμῶν, ᾧ καὶ δῆλον ὅτι τὸ ποσὸν τὸ ἐν αὐτοῖς καὶ τὴν ὕλην περιεργάζεται. πολλαπλασιάζεται γὰρ ἀριθμὸς ἐπὶ ἀριθμὸν
5οὐ κατὰ τὸ εἶδος ἀλλὰ κατὰ τὰς ὑλικὰς μονάδας, καὶ μερίζεται κατὰ τὸ ποσὸν ἀλλ’ οὐ κατὰ τὸν λόγον ᾧ διαφέρουσιν ἀλλήλων οἱ ἀριθμοί. τὸ τοίνυν πῶς ἔχει πρὸς ἄλληλα κατὰ τὸ πλῆθος τοῦτο ἐνδείκνυται, πῶς πολλαπλασιάζονται καὶ μερί〈ζονται〉 παρ’ ἀλλήλους κατὰ τὸ ἐν αὐτοῖς ποσόν.

Grg

451d

ἀμφισβητήσιμον. δεῖ τὸν ὅρον ἀναμφισβήτητον εἶναι καὶ σαφῆ καὶ διδασκαλικὸν τῆς τοῦ ὁριστοῦ οὐσίας. τὰ οὖν προκείμενα ἀμφισβητήσιμα μὲν διὰ τὸν ἰατρόν τε καὶ παιδοτρίβην καὶ χρηματιστήν, ἀσαφῆ δὲ διὰ τὸ μήπω
5γνωρίμου ὄντος τοῦ ὑποκειμένου τῇ ῥητορικῇ ἄριστον αὐτὸ καλεῖσθαι. ὁ δὲ προκείμενος λόγος ὅμοιός ἐστι τῷ τοῦ Πώλου ἐξ ἀρχῆς εἰρημένῳ, ὅτι καλλίστη εἴη ἡ ῥητορική.

Grg

451e

σκόλιον. σκόλιον· Ἀθήνῃσιν ἐν τῷ πρυτανείῳ παρὰ πότον σκόλια ᾔδετο εἴς τινας, ὥσπερ εἰς Ἁρμόδιον, Ἄδμητον, Τελαμόνα· εἰρῆσθαι δὲ αὐτὸ σκολιὸν κατ’ ἀντίφρασιν, ὅτι ῥᾴδια καὶ ὀλιγόστιχα ὡς ἐπιγράμματα
5ᾔδετο, ἃ ἐκαλεῖτο σκόλια, ἀντιπροτεινόντων ἀλλήλοις τῶν συμποτῶν, καὶ ἠλέγχοντο οἱ μὴ ᾄδοντες ὡς ἄμουσοι. σκόλιον μὲν οὖν ἤτοι σχόλιον τοῦτο. τὸ δὲ παρὸν Σιμωνίδου ἐστὶ τοιοῦτο ὄν (scol. anon. 7 Diehl)—
ὑγιαίνειν μὲν ἄριστον ἀνδρὶ θνητῷ,
δεύτερον δὲ φυὰν καλὸν γενέσθαι,
10
τὸ δὲ τρίτον πλουτεῖν ἀδόλως,
τέταρτον δὲ ἡβᾶν μετὰ τῶν φίλων. τινὲς δὲ οὐ Σιμωνίδου ἀλλ’ Ἐπιχάρμου (fr. 262 Kaibel) φασὶν αὐτὸ
εἶναι.462

Grg

452d

μέγιστον ἀγαθὸν εἶναι. διὰ τούτων ὁ Πλάτων ἐναργῶς ἡμῖν ἀπεκάλυψεν ὅτι περὶ τῆς ποιητικῆς αἰτίας ἀνθρωπίνων καὶ τῆς εὐδαιμονίας 〈ποι〉εῖται τὸν λόγον ἐν τῇ πρὸς Γοργίαν συν〈ου〉σίᾳ.

Grg

452e

τὸ πείθειν. ἰστέον ὅτι τῆς εἰδωλικῆς ῥητορικῆς ἐστὶν ὁ ἀποδοθεὶς ὅρος· δημοκο‐ πικὴν γάρ τινα λέγει ταύτην, πείθειν ἐπιχειροῦσαν τὸν πλημμελῶς κινούμενον ὄχλον.

Grg

453a

πειθοῦς δημιουργός. ἡ ἐνέργεια καὶ τὸ τῆς ἐνεργείας τέλος· οὐ γὰρ ἐξ ἀνάγκης πείθει ὁ ῥήτωρ.

Grg

453b

ἐμαυτὸν πείθω. ἐπίστησον ὅτι ὁ μὲν σπουδαῖος ἑαυτὸν πείθειν βουλόμενος, καὶ τὰ ἐν αὐτῷ πάθη τῆς ἀλόγου ὁρμῆς πείθει ὑπείκειν τῷ λόγῳ· ὁ δὲ σοφιστὴς τὸν ἔξω ὄχλον κολακεύων πείθειν δοκεῖ, κακουργῶν καὶ ἑαυτῷ ἐπι‐
5βλαβῶς καὶ τοῖς πειθομένοις.

Grg

453b,bis

τούτων ἕνα. κατὰ κοινοῦ τὸ εὖ ἴσθι.

Grg

453c

τίς ἐστιν τῶν ζωγράφων. 〈ὥσπερ τὸ εἶδοσ〉 πολλῶν ἐστιν 〈ἀ〉τόμων 〈σ〉υ〈γκείμενον〉, οὕτω καὶ τὸ γένος πολλῶν εἰδῶν· ὡς ἔχει οὖν ζῶον τὸ γραφόμενον πρὸς τὰ ἄτομα τὰ ὑπ’ αὐτό, οὕτως ἔχει καὶ ἡ πειθὼ γένος οὖσα πρὸς τὰ
5ἑαυτῆς εἴδη, τό τε διδασκαλικὸν καὶ πιστευτικόν.

Grg

453c,bis

ποῦ.
ἐν τῇ ποικίλῃ στοᾷ.463

Grg

454b

ταύτης τοίνυν κτλ. πάλιν τὴν εἰδωλικὴν βούλεται λέγειν ὁ Γοργίας ῥητορικήν. καὶ γὰρ ἀπὸ τοῦ χείρονος ἤρξατο, τοῦ δικανικοῦ· κρεῖττον δὲ δῆλον ὅτι τὸ συμβουλευτικόν (ἐκ τἀγαθοῦ γὰρ τὴν ὑπόστασιν ἔχει), μέσον δὲ τὸ
5πανηγυρικὸν ἀπὸ τοῦ νοῦ προελθόν, καὶ χεῖρον τὸ δικανικὸν ὡς ἀπὸ ψυχῆς προϊόν.

Grg

454b,c1

τἀγαθόν συμβουλευτικόν συμφέρον
κρεῖττονColumn end

Grg

454b,c2

νοῦς πανηγυρικόν καλόν
μέσονColumn end

Grg

454b,c3

ψυχή δικανικόν δίκαιον
χεῖρονColumn end

Grg

454c

τί δέ; πεπιστευκέναι; schol. mutilum. v. 1 ἐν τῷ Τιμαίῳ (51 d) κ〈α〉θ〈άπερ ἐνταῦθα διαιρεῖ τὰς δόξασ〉 v. 2 ἡμῶν εἰς πίστιν καὶ 〈μάθησιν καὶ τὴν μὲν .........τέραν,
5τὴν δὲ ῥητο‐〉 v. 3 ρικωτέραν· ἐν γὰρ τῇ π〈ίστει ........... μαθή‐〉 v. 4 σει, καὶ τὴν μάθησιν ..............

Grg

454c,c1

διδάσκων μάθησις μανθάνων ἐνέργημα ἔσωθεν
5αὐτοκίνητος εἰς τὴν φύσιν τὰ πράγματα
ἀναφέρονταColumn end

Grg

454c,c2

π〈είθω〉ν πίστις αἰσθάνων 〈ἐνέργημα ἔξωθεν〉
5〈ἑτερο〉κίνη〈τοσ〉 εἰς ἄλλον τὸν πείσοντα
δοξάζειν.Column end

Grg

455b

ὅταν περὶ ἰατρῶν. ἡ αἵρεσις τριττή, ἢ προσώπων ἢ πραγμάτων ἢ συναμφοτέρων· ἐν πᾶσι δὲ τούτοις οἱ τεχνικώτατοι ἂν ἄριστα συμβουλεύσαιντο ἔν γε πόλει εὐνομουμένῃ, καὶ ὁ μὲν πολιτικὸς προνοήσει λόγου χάριν ὅτι
5δεῖ ναυτικὸν στρατὸν ἔχειν τὴν πόλιν, ὁ δὲ ῥητορικὸς παρὰ τοῦ πολι‐ τικοῦ μαθὼν πείσει τὸ πλῆθος περὶ τούτου, ὁ δὲ ναυπηγὸς εἰσηγήσεται
τήν τε ὕλην καὶ τὰ ὄργανα. ἐν δὲ μὴ τοιαύτῃ πόλει ὁ ῥητορικὸς πάντα ὑποδύσεται· καὶ γὰρ ὡς πολιτικὸς καὶ ὡς ἀρχιτέκτων συγκεχυμένως ὑποκριθήσεται πάντα εἶναι καὶ πάντα γινώσκειν.464

Grg

455b,c1

ὀρθὴ πολιτεία πολιτικὸς ἄλλος ῥήτωρ ἄλλος ἐπιστήμων ἄλλος
5ἀσυγχύτωςColumn end

Grg

455b,c2

διάστροφος πολιτεία δημαγωγὸς ὁ αὐτός ῥήτωρ ὁ αὐτός ἐπιστήμων ὁ αὐτός
5συγκεχυμένωςColumn end

Grg

455d

οἶσθα γὰρ δήπου. πάλιν ὁ Γοργίας τὴν εἰδ〈ωλι〉κὴν ῥητορικὴν βούλεται παρεισάγειν.

Grg

455e

λέγεται ταῦτα. ἀρχαιότερος Θεμιστοκλῆς Περικλέους ἔτεσιν πλείοσι τῶν πεντή‐ κοντα.

Grg

456a

δαιμονία. τὸ ἁπλοῦν καὶ ἀμετάβλητον καὶ ὡρισμένον τῆς θείας φύσεως οἱ δαίμονες διὰ ποικιλίας καὶ κινήσεως καὶ τῆς ἐπὶ πᾶν προόδου μεμί‐ μηνται, εἰδωλικῶς τὰς ἀληθείας ὑποκρινόμενοι. διὰ τοῦτο οὖν τὸ
5ποικίλον τῆς κολακείας τῆς εἰδωλικῆς ῥητορικῆς δαιμόνιον καλεῖ ὁ Σωκράτης.

Grg

456b

πολλάκις γάρ κτλ. παραδειγματικὴ ἀπόδειξις.

Grg

456b,bis

φημὶ δὲ καί κτλ. ἐνθυμηματικὴ ἀπόδειξις.

Grg

456c

ἀλλ’ αἱρεθῆναι ἄν κτλ. ὅτι τῆς αὐτῆς γνώμης ἐστὶν Ἀριστοτέλης καὶ Γοργίας περὶ τῆς ῥητορικῆς. καὶ γὰρ ἐκεῖνος γνῶσιν μὲν τὴν αὐτὴν τοῦ τε σπουδαίου καὶ μοχθηροῦ ῥήτορος ἔλεγεν εἶναι, προαίρεσιν δὲ διάφορον.

Grg

456c,bis

ἡ μὲν οὖν δύναμις κτλ. μέχρι τῶν ἐνταῦθα τὴν δύναμιν τῆς ῥητορικῆς ἀνύμνησεν ὁ Γοργίας, ἐντεῦθεν δὲ τὴν βούλησιν τῶν χρωμένων τῇ δυνάμει ταύτῃ· πᾶσα γὰρ δύναμις ἄλλου ἐστὶ δύνασις τοῦ χρωμένου. ὅπερ καὶ κρεῖττόν ἐστι
5πάντως τῆς δυνάμεως.465

Grg

456e

μισεῖν τε καὶ ἐκβάλλειν. [Start of a diagram]ε............. .. 〈ἀπο〉λογούμεν ....ήσαντα παρ............
5........το πολυ...... εἰς τὴν νεότητα διαστ〈η〉...νομ.... 〈ἔ〉γρ〈α‐〉 ψαν περὶ τῆς τ〈έ–〉 ........ χνης, ᾧ εἰκ〈ὼν ἐ–〉 ....... πέκειτο Γοργίου κ〈α–〉 .......
10θάπερ τοῖς γεωργικ〈οῖσ〉 μὲν νόμοις ἄροτρον, τοῖς δ〈ὲ〉 ναυτικοῖς πη‐ δάλιον ἐ‐ πεκειτο[End of a diagram]

Grg

457b

ἔμβραχυ. ἐπιρρηματικῶς ἀκουστέον ἀντὶ τοῦ συντόμως ἢ ἁπλῶς ἢ καθάπαξ ἢ καθόλου.

Grg

457c

τὰς συνουσίας. ἐνταῦθα Σωκράτης τίς τε ἡ ὀρθὴ συνουσία παραδίδωσι καὶ τίς ἡ διάστροφος, καὶ τί τὸ τέλος ἀμφοτέρων. [Start of a diagram]ὅτι συνουσίας τρόπος διττός
5πρὸς ἀλήθειαν πρὸς τὸ πρᾶγμα Σωκρατικῶς πρὸς νίκην πρὸς τὸν προσδιαλεγόμενον ῥητορικῶς[End of a diagram]

Grg

458a

τῶν ἡδέως μέν κτλ. ὅτι ἡ ἄ〈γ〉νοια 〈τρι〉ττή, ἁπλῆ, δ〈ι〉π〈λῆ, μεγίστ〉η, καὶ τῆς μὲν
ἁπλῆς δίδαξίς ἐστιν ἡ κά〈θ〉αρσ〈ι〉ς ἀπ〈αλλ〉άτ〈το〉υσα τῆς κατε‐ χούσης ἀγνοίας· τῆς δὲ διπλῆς, ἥτις καὶ οἴησις κέκληται, κάθαρσις466
5ὁ ἔλε〈γχοσ〉 ...τον.. ἀπαλλαγῆναι τοῦ κακοῦ· τῆς δὲ μεγίστης κάθαρσις ἡ κόλασις τὸ τῷ λόγῳ μαχόμενον πάθος σωφρονίζουσα. [Start of a diagram]ἁ〈πλ〉ῆ ἄγνοια δίδαξις οἴησις
10ἔλεγχος μεγίστη ἄγνοια κόλασις[End of a diagram]

Grg

458d

νὴ τοὺς θεούς. ὁ μὲν Χαιρεφῶν ἐφίεται τῶν Σωκρατικῶν λόγων ὡς ἀγαθῶν προ‐ ηγουμένως, κατὰ δεύτερον δὲ λόγον ἡδέων, φιλόσοφος γάρ ἐστιν· ὁ δὲ Καλλικλῆς ἐφίεται αὐτῶν προηγουμένως ὡς ἡδέων, κατὰ δεύτερον δὲ
5λόγον ὡς ἀγαθῶν, φιλήδονος γάρ ἐστιν.

Grg

458e

ἄκουε δή. εἰ ὑπετίθεσο, φησίν, τὴν τῇ πολιτικῇ συνέριθον ῥητορικὴν διδάσκειν, τοὺς δὲ μανθάνοντας κακῶς αὐτῇ χρωμένους εἰς τὴν εἰδωλικὴν κατα‐ φέρεσθαι καὶ δημοκοπικήν, οὐκ ἂν εὐθύνας ἐδίδως τῷ λόγῳ, ἀλλ’ οἱ
5μανθάνοντες εἰς κόλασιν ἦσαν ὑπεύθυνοι. τὸ γὰρ ἴσως προσκείμενον ἐνταῦθα ταύτην τὴν ἔννοιαν βούλεται λανθανόντως εἰσάγειν.

Grg

458e,bis

ἐν ὄχλῳ. ἐνδέχεται γὰρ ἐν πλήθ〈ει τὸν〉 διαλεγόμενον ῥήτορα 〈πι〉θανὸν φαίνεσθαι, ἀλλ’ ἐν ἀμαθεῖ καὶ πλημμελῶς κινουμένῳ.

Grg

459b

ἀνεπιστήμων. τόπος ὁ κατὰ μετάληψιν· μεταλαμβάνει γὰρ ἀντὶ τοῦ οὐκ ἰατρὸς τὸ ἀνεπιστήμων.

Grg

459b,bis

ὅταν ὁ ῥήτωρ κτλ. v. 1 〈τριττ〉ὸς ὁ ἔλεγχος ὁ μὲν εἷς 〈ἐ〉ντ〈ρεπτικὸς ἐκ τοῦ τρόπου τῆς ἀποκρίσεως τοῦ Γοργίου〉 .......................τον
..τον.. τόπον ..αν...〈σιν〉την.. τοῦ εἰδότος ...τοτ467
5v. 2 ... 〈ἀ〉ντίφασιν ἀλλ’ εἰς ἄτοπόν τινα .................. ....... v. 3 τι ερειν τ....

Grg

459c

ῥᾳστώνη. ἡ ἀληθινὴ ῥᾳστώνη ἐν τοῖς κατὰ νοῦν ζῶσιν ἔξω τῆς ὕλης ἐγγίνεται· ἡ δὲ φ〈αι〉νομένη ῥᾳστώνη, οἵαν καὶ ὁ σοφιστὴς νῦν ὑποβάλλει, εἰδωλική τίς ἐστι καὶ κατάλληλος τῷ τοῦ Γοργίου βίῳ·
5τὴν γὰρ (sic) κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι ῥηϊδίως (Hes. O D 287).

Grg

459e

ἢ ἀνάγκη κτλ. [Start of a diagram]ἀνάγκη 〈τὸν ῥή〉τορα ἢ μηδ’ ὅλως ἐπίστασθαι τὸ δίκαιον καὶ τὰ λοιπά αʹ ἢ ἐπίστασθαι
5ἤτοι προμαθόντα βʹ ἢ ἐπιμαθόντα γʹ[End of a diagram] αʹ βʹ γʹ repetuntur in marg.

Grg

460a

ἀλλ’ ἐγὼ μὲν οἶμαι κτλ. schol. mutilum. v. 1 .ην.θη.ηρ.πο (non legi possunt c. 110 litterae) καὶ οἶμαι δηλοῦντες
5v. 2 ην (non legi possunt c. 66 litterae) v. 3 (non legi possunt c. 40 litterae) εντα φευκτὰ γίγνεται. sequuntur schemata quattuor quorum primum hanc formam exhibet: [Start of a diagram]οἶδεν[End of a diagram]
10nihil legi potest praeter οἶδεν. schema 2 est— [Start of a diagram]....πραγεῖν δίκαια εἰδ〈ένα〉ι ῥήτωρ πᾶν πᾶν οὐδ. πᾶν πᾶν468
15.....δεις ἀναγκαίως[End of a diagram] schema 3 est— [Start of a diagram]αʹ ἐπιστήμη δίκαια εἰδέναι βʹ ἕξις δίκαιος 〈εἶναι〉 γʹ ἐνέργεια δικαιοπραγεῖν[End of a diagram]
20schema 4 est— [Start of a diagram]ὁ δίκαιος ὁ κατ’ ἐπιστήμην ὁ κατὰ δόξαν ὁ κατὰ 〈προ〉αίρεσ〈ιν〉[End of a diagram]
25περὶ τοῦ κατ’ ἐπιστήμην δικ〈αίου〉 ἐνταῦθα ὁ λόγος ἐστὶν τοῦ Σω‐ κ〈ράτουσ〉.

Grg

460b

ὁ τὰ ἰατρικὰ ἰατρικός. 〈οὐ δεῖ〉 θαυμάζειν ἐὰν ὁ κατ’ ἐπιστήμην 〈ἰατ〉ρικὰ εἰδὼς ἔσθ’ ὅτε καὶ παρὰ τὸν σκο〈πὸν〉 τῆς οἰκείας ἐπιστήμης ποιεῖ, δειλητήρια (sic) διδοὺς καὶ κατ’ ἐκεῖνο ἀνίατρος ὤν, ὁ δὲ κατ’ ἐπιστήμην τὰ δίκαια εἰδὼς
5ἐξ ἀνάγκης δίκαιος. εἰ γὰρ καὶ οἱ δύο ἐπιστήμονες, ἀλλὰ τῷ τρόπῳ διαφέρουσιν, ὁ μὲν περὶ σῶμα ὁ δὲ περὶ ψυχὴν ἀσχολούμενος, καὶ ἑαυτὸν γινώσκων καὶ ταὐτὸν ἔχων γινῶσκον καὶ γνωστόν· ὁ δὲ ἰατρὸς ἄλλο ἔχει τὸ γινῶσκον καὶ ἄλλο τὸ γινωσκόμενον.

Grg

460d

ὡσαύτως δὲ οὕτως. ἡ ἐκ παραλλήλου χρῆσις τῶν ἐπιρρημάτων Ἀττική, ὡς τὸ ἐγὼ εἰμί, καὶ ὡς τὸ ὃς καὶ αὐτὸς τῶν σπουδαίων καὶ φίλων.

Grg

461a

ἐκείνους εἶπον τοὺς λόγους. ἀναλογία ἀριθμητικὴ καὶ γεωμετρική.

Grg

461b

ῥητορικόν. ὁ πολιτικὸς φιλόσοφος κρειττόνως ἐπίσταται τὰ εἴδωλα τῆς ἐν
αὑτῷ νοερᾶς ἕξεως.469

Grg

461b,bis

μὴ οὐχί κτλ. τὰ δίκαια ὁ μὲν Γοργίας καὶ ἀ〈γαθὰ εἶναι〉 ἐδόξαζεν, ὁ δὲ Πῶλος κα〈λὰ μέν, οὐκ ἀγα〉θὰ δέ, ὁ δὲ Καλλικλῆς 〈οὔτε κα〉λὰ οὔτε ἀγαθά. διὰ τ〈οῦτο〉 οὖν ὁ Γοργίας συγχωρ〈εῖ〉 τὸν τὰ δίκαια εἰδότα δίκαιον, ὡς
5ἀγαθῶν ὄντων καὶ διὰ τοῦτο ἐφετῶν.

Grg

461b,ter

ἐναντίον τι συνέβη. 〈κατ’〉 ἀντίφασιν ὁ Γοργίου λόγος ἀπ〈έβη?〉 〈δι〉ότι ποτὲ μὲν ὡς ἀπὸ τῆς εἰδωλικῆς ῥητορικῆς ὁρμώμενος, ποτὲ δὲ ὡς ἀπὸ τῆς ἀληθοῦς, τὰς θέσεις ἐποιεῖτο καταλλήλους.
5[Start of a diagram]διδάσκει ἀδικεῖν ἐπίστα〈ται〉 ἀδικεῖν πᾶς πᾶς ῥήτωρ[End of a diagram] sequuntur versus quattuor evanidi, quorum ultimus est—
10... δὲ ἐλάσσον ...

Grg

462b

αὐτὴν τίνα φῄς. ἀσαφὴς ἡ τοῦ Πώλου ἐρώτησις, πότερον τὸν ὁρισμὸν τῆς ῥητορικῆς ἐπιζητεῖ ἢ τὸ γένος· κατὰ γὰρ τῶν δύο σημαινομένων φέρεται τὸ τίνα Φῇς εἶναι. ὅθεν ὁ ἐπιστήμων ἐπανορθοῖ αὐτόν.

Grg

462c

ἐμπειρίαν. ῥητορική 〈ἐσ〉τιν 〈ἐ〉μ〈πει〉ρία κ〈ο〉λακευτικὴ περὶ λόγων (?) πολι‐ τικῆς μορίου εἴδωλον τοῦ δικαστικοῦ.

Grg

462c,bis

τινά. 〈ἐπίστησον?〉 ὅτι τὸ τινὰ ἐνταῦ〈θα οὐκ ἔστι τοῦ〉 κατηγορήματος
ἀλ〈λὰ τούτου〉 προσδιορισμός.470

Grg

462c,ter

ἐμπειρία. 〈ἐμπ〉ειρία μὲν γὰρ ποιεῖ ἡμῶν τὸν βίον πο〈λιτικὸν〉 κατὰ τέχνην. τοῦτο αἰνίτ〈τε〉ται ὡς τοῦ Πώλου τοιοῦτο σύγγραμμα συγγράψαντος.

Grg

462c,quat

ἀπεργασίας. ἡ ῥητορική, φησίν, ἀπεργασίας ἐστὶν ἐμπειρία τῆς ἀπεργαζομένης ἡδονὴν καὶ χάριν.

Grg

462c,quin

τί δέ, ὦ Πῶλε κτλ. οὔπω, φησί, τὰς συστατικὰς διαφορὰς τοῦ ὅρου ἀποδέδωκά σοι.

Grg

462d

ἐμπειρίαν. ὁ ἀμαθὴς σοφιστὴς 〈πλ〉ημμελεῖ καὶ περὶ τὰς ἐρωτήσεις καὶ περὶ τὰς ἀποκρίσεις καὶ τὰ ἑπόμενα ταύταις.

Grg

462e

ταὐτὸν ἄρ’ ἐστί. ὡς ὅρους ἐξισάζοντας ἔλαβεν ὁ Πῶλος τοὺς λόγους.

Grg

462e,bis

οὐδαμῶς γε. ἐκ δύο καταφατικῶν ἐν β σχήματι οὐδὲν συμπεραίνεται εἰ μὴ δι’ ἀντιστροφῆς.

Grg

463a

καλῶ δὲ αὐτοῦ. ἐκ τῶν προκειμένων λέξεων, οἷον τοῦ καλῶ καὶ ἐγὼ καλῶ καὶ Φημὶ εἶναι καὶ τῶν τοιούτων, δεῖ νοεῖν ὅτι ταῦτα τῆς Σωκράτους συνέσεώς ἐστιν εὑρήματα· καὶ γὰρ ὁ Ἀριστοτέλης τοιαῦτα φαίνεται
5ποιῶν, οἷον ὅρον δὲ καλῶ καὶ σχῆμα καλῶ πρῶτον καὶ τὰ τοιαῦτα. ἔτι δὲ κἀκεῖνο ἐπίστησον ἐνταῦθα, ὅτι ὁ Σωκράτης οὐκ ἔστιν ἐφεκτικός.

Grg

463b

κολακείαν. πᾶσα κολακεία ἐκ τριῶν τινῶν ὀφείλει συνίστασθαι, εἴ γε μέλλοι εἶναι κολακεία, στοχασμοῦ καὶ ἀνδρίας καὶ δεινότητος, ἵνα καὶ τῆς τοῦ κολακευομένου προαιρέσεως στοχάζηται καὶ ἀνδρείως ὑπομένῃ
5καὶ λανθάνειν βούλοιτο.471

Grg

463e

πολιτικῆς μορίου. ἐν Πολιτικῷ (305 b) ὁ Σωκράτης τὴν δικαστικὴν ὄργανόν φησιν 〈εἶναι〉 τῆς πολιτικῆς, ἐνταῦθα δὲ μόριον, καὶ ῥητέον ἐκει.......... ὅπου μὲν γὰρ συμπληρωτικός ἐστι τοῦ πολιτικοῦ συνυπάρχων τῷ
5νομοθέτῃ, ὅπου δὲ μὴ μ(?)..........

Grg

464e

κολακείαν μὲν οὖν κτλ. schol. mutilum. v. 1 (lac. c. 30 litterarum) ἐν δὲ (lac. c. 14 litterarum) τὴν ἀνα‐ λογ〈ίαν〉 πρὸς ψυχὴν, ὡς ἰατρικὴ ἐν σώματι· εἰ δὲ τοῦτο, δῆλον ὅτι
5v. 2 εἰς 〈ταὐτὸν ῥη〉τορικὴν ........... δ〈ι〉καστικὴν τέταχεν ἀνάλογον πρὸς ψυχὴν ὡς ἰατρικὴν ἐν σώματι.

Grg

465a

ἐγὼ δὲ τέχνην κτλ. ταῦτα πρὸς τὰ ὑπὸ Πώλου ἐν ἀρ〈χῇ〉 τεθέντα “ἐμπειρία μὲν γὰρ ἡμῶν ποιεῖ τὸν βίον”.

Grg

465c

ὅτι ὃ κομμωτική κτλ.

Grg

465c,c1

ἰατρική γυμναστική κομμωτική
ὀψοποιίαColumn end

Grg

465c,c2

δικαστική νομοθετική σοφιστική
ῥητορικήColumn end

Grg

465c,bis

ἅτε δ’ ἐγγύς κτλ. τὰ γὰρ παραδείγματα ἀσυγχύτως δύναται σώζειν τὰς ἀπ’ ἀλλήλων διακρίσεις διὰ τὴν ἄχραντον αὐτῶν ὕπαρξιν, τὰ δὲ εἴδωλα συγκέχυται ἀναλογοῦντα τῇ ὕλῃ.

Grg

465c,ter

εἰ μὴ ἡ ψυχή κτλ. διὰ τοῦτο ἄρα συγκέχυται ῥητορικῆς καὶ σοφιστικῆς ἡ διάκρισις,
ὀψοποιικῆς δὲ καὶ κομμωτικῆς φανεραί εἰσιν αἱ διακρίσεις.472

Grg

465d

σὺ γάρ κτλ. Ἀναξαγόρειος γὰρ ἦν τῇ προαιρέσει ὁ Πῶλος, καθάπερ ὁ Γοργίας Ἐμπεδόκλειος.

Grg

466b

οὐδὲ νομίζεσθαι. πρὸς τὰς εὐνομουμένας καὶ εὐδ〈αί〉μονας πόλ〈εισ〉 ὁ Σωκράτης ἀφορῶν ταῦτα λέγει· οὐδὲ γὰρ οἱ ῥήτορες ἐκεῖ χώραν ἔχουσι διὰ τὴν εὐνομίαν.

Grg

466b,bis

τί δ’ οὐχ ὥσπερ κτλ. ἔοικεν ὁ Πῶλος ἀγνοεῖν τὴν διαφορὰν βουλήσεως καὶ 〈δο〉κήσεως, ὅτι ἡ μὲν ἀναλογεῖ τῇ ἐπιστήμῃ, ἡ δὲ τῇ πίστει καὶ τῇ παρωνύμῳ δόξῃ. ἀβουλήτως οὖν οἱ ῥήτορες καὶ οἱ τύραννοι ζῶσι καὶ ἀνεπιστημόν〈ωσ〉·
5ἐκπεπ〈τώ〉κασι γὰρ τοῦ νοῦ τῆς ἐπιστημονικῆς ἕξεως· δόξῃ δὲ καὶ δοκήσει πλημμελῶς ζῶσι.

Grg

466c

ἀμφιγνοῶ. τὸ ἀμφιγνοεῖν τοῦ ἀγνοεῖν ταύτῃ διαφέρει, ᾗ τὸ μὲν ἀναίρεσιν ἔχει παντελῆ τοῦ γινώσκειν, τὸ δὲ ἀμφιγνοεῖν ἀμφιβολίαν καὶ ἄγνοιαν τοῦ ἀληθοῦς. Δωριεῖς δὲ αὐτὸ καὶ ἀμφίγνωμόν φασιν.

Grg

466e

ποιεῖν μέντοι κτλ. τρία ταῦτά ἐστι περὶ τὰ ὄντα, ἃ ἄνωθεν ἀρχόμενα μέχρι τῶν ἡμετέρων ἀφικνοῦνται ψυχῶν, βούλησις, δύναμις, νοῦς. ταῦτα καὶ ἐν τῷ δη‐ μιουργῷ θεωρεῖται καὶ ἐν τοῖς ἑξῆς πᾶσιν καὶ πάντα τελειοῦνται διὰ
5τῶν τριῶν τούτων ἐπιστρέφοντα πρὸς τἀγαθόν· ἀλλ’ ἐν μὲν τῇ προόδῳ ἡ βούλησις προτέρα, δευτέρα δὲ ἡ δύναμις, τρίτη δὲ ἡ τοῦ νοῦ ἔλλα〈μ〉‐ ψις· ἐν δὲ τῇ ἐπιστροφῇ διὰ τοῦ νοῦ πρώτως τελειοῦται τὰ ὄντα, καὶ δεύτερον διὰ δυνάμεως, καὶ τρίτον διὰ βουλῆς· ἀνάπαλιν γὰρ ἔχει τῇ προόδῳ ἡ ἐπιστροφή. διὸ καὶ ἐνταῦθα ὁ ῥήτωρ, ἐπειδὴ νοῦ ἀμοιρεῖ
10ἐμπειρικὸς ὢν δηλονότι καὶ ἀδυναμίᾳ συνέχεται, διὰ τοῦτο βουλῆς ἀμέτοχός ἐστιν. εἰ γὰρ κατὰ βουλὴν ὑποθώμεθα αὐτὸν πράττειν, πολὺ μᾶλλον καὶ δυνάμεως μεθέξει καὶ διὰ τοῦτο καὶ τοῦ, ὥστε καὶ ἐπι‐
στήμων ἔσται· ὅπερ ἄτοπον.473

Grg

467c

πότερον οὖν σοι κτλ. [Start of a diagram]ἀγαθόν ἐφετόν ἕνεκά του τέλος βουλητόν βούλησις πᾶν πᾶν πᾶν πᾶν πᾶν πᾶν πᾶν
5πᾶν[End of a diagram]

Grg

467c,bis

ἢ ἐκεῖνο ... οὗ ἕνεκα κτλ. πάντα τὰ ὄντα ἢ ἕνεκά του, ὡς τὰ χείρω, ἢ οὗ ἕνεκα, ὡς τὰ κρείττω· καὶ ἔστιν ἡ διαίρεσις ἄμεσος· οὕτως οὖν ὁ Σωκράτης τὴν ἐλάττω κατασκευάσας πρότασιν τὴν μείζω πάλιν ἐκ διαιρέσεως ἄλλης εἰσάγει,
5λέγων πᾶν τὸ ὂν ἤτοι ἀγαθὸν ἢ κακὸν ἢ μεταξὺ τούτων. εἰ οὖν τοῦτο, δῆλον ὅτι τὸ τούτου ἕνεκα ἤτοι ἀγαθὸν ἢ κακόν· ἀλλὰ μὴν οὐ κακόν, ἀγαθὸν ἄρα· τὰ γὰρ μεταξὺ τῶν ἀγαθῶν ἕνεκα πράττομεν δηλονότι.

Grg

467e

ἆρ’ οὖν ἔστιν κτλ. ἡ μείζων πρότασις ἐντεῦθεν κατασκευάζεται.

Grg

468a

πότερον οὖν κτλ. [Start of a diagram]ἐπιστήμης καὶ νοῦ δεῖσθαι εἰς διάκρισιν τούτων τὰ μεταξὺ ποιεῖν, μήτε ἀγαθὰ μήτε κακά ἀποκτιννύουσι καὶ φυγαδεύουσι καὶ τἆλλα
5ῥήτορες καὶ τύραννοι πᾶν πᾶν πᾶν
πᾶν
πᾶς[End of a diagram] ἀλλ’ ἀπεδείχθη ὅτι οἱ ῥήτορες νοῦν οὐκ ἔχουσι καθ’ ὃν ἐνεργοῦσιν
10ἐν τῇ ἰδίᾳ τέχνῃ.

Grg

468d

οὐκοῦν εἴπερ κτλ. [Start of a diagram]ἃ βούλεται ποιεῖν οὐδ. δοκοῦντα ἑαυτοῖς ποιεῖν
5οὐδ. πᾶν
τὰ κακὰ ποιεῖν[End of a diagram]474

Grg

468d,bis

τί οὐκ ἀποκρίνει; ὁ μὲν Γοργίας ἐπιεικέστερος ὢν καὶ ἑτοίμως ἀπελογεῖτο καὶ ἐτίθει τὰ ἐρωτώμενα· ὁ δὲ Πῶλος σιωπᾷ αὐθαδέστερος ὤν· ὁ δὲ Καλλικλῆς παντελῶς ἀνερυθριάστως οὐδὲ ἀνέχεται τῶν συλλογισμῶν, ἀλλ’
5ἰταμῶς διακείμενος τῷ Σωκράτει παραχωρεῖ καθ’ αὑτὸν συνάγειν ἃ βούλεται. μέσος οὖν ἄρα ὁ Πῶλος ἀμφοῖν, τοῦ μὲν τῇ ἐπιεικείᾳ τοῦ δὲ τῇ αὐθαδείᾳ ἀπολειπόμενος.

Grg

468d,ter

ἀλλ’ οὔ μοι δοκεῖ ποιεῖν κτλ. ἐκ τούτων ἂν λάβοις 〈ὅτι〉 πάν〈τεσ〉 οἱ 〈ἀνε〉πιστημόνως ζῶντες ἀβουλήτως καὶ ἀκου〈σί〉ως 〈ἐ〉νεργοῦσι· ᾧ ἕπεται τὸ καὶ τὰ ἁμαρτή‐ ματα πάντα ἀκούσια εἶναι, ὡς καὶ ἐν τοῖς Νόμοις λέγει.

Grg

468e

μέγα δύναται ἐν τῇ πόλει. [Start of a diagram]μέγα δύνασθαι μὴ ποιεῖν ἃ βούλονται ῥήτορες οὐδ. πᾶν οὐδ.[End of a diagram]

Grg

468e,bis

ὡς δὴ σύ κτλ. ὁ πλημμελῶς κατὰ δόξαν ζῶν σοφιστής, ἐπειδὴ τοῦ λόγου ἐξέπεσεν καὶ τῆς τοῦ συλλογισμοῦ ἀνάγκης, εἰς τὴν αἴσθησιν φεύγει καὶ ταύτην προτείνει, τὸν ἐπιστήμονα ἐκ τούτου εἰς ἀντίφασιν, ὡς δοκεῖ, περιάγων.

Grg

469a

ὅτι οὐ χρή κτλ.

Grg

469a,c1

ὁ ἀδίκως ἀναιρῶν ὁ δικαίως ἀναιρούμενος ὁ ἀ〈δίκ〉ως ἀναιρούμενος
ὁ δικαίως ἀναιρῶνColumn end

Grg

469a,c2

ἄθλιος ἧττον ἄθλιος ἧττον πολὺ ἄθλιος
ἀζήλωτοςColumn end

Grg

469b

ἦ. ἀντὶ τοῦ ει συναπτικοῦ 〈ὡσ〉 παρ’ Ὁμήρῳ (Γ 215)—
οὐδ’ ἀφαμαρτοεπής, ἢ καὶ γένει ὕστερος ἦεν.475

Grg

469c

τυραννεῖν. 〈οἶδεν ὁ Σωκ〉ράτης καὶ καλὴν τυραννίδα 〈ἐν〉 τοῖς Νόμοις (709 e sq.) καὶ διὰ τοῦτο νῦν ἐρωτᾷ· “ποῖον”, φησί, “τυραννεῖν”.

Grg

469d

εἰ γὰρ ἐγώ κτλ. τόπος ἐκ τοῦ ὁμοίου.

Grg

469d,bis

ὑπὸ μάλης. τὸ ὑπὸ μάλης πάντες παλαιοὶ 〈προ〉φέρονται ἑνικῶς, τάττοντ〈αι δ’〉 αὐτὸ ἐπὶ τοῦ κρυ〈φίως τ〉ι πράττειν, καὶ ἀεὶ μετὰ τῆς προθέσεως, ὡς Δημοσθέ〈νησ〉 ἐν τῷ πρὸς Ἄφοβον (I 12) “ἀλλὰ μὴν οὐχ εἷς
5οὐδὲ δύο ταῦτ’ ἴσασιν, οὐδ’ ὑπὸ μάλης ἡ πρόκλησις γέγονεν, ἀλλ’ ἐν τῇ ἀγορᾷ”. πληθυντικῶς δὲ οὐ μάλας λέγουσιν ἀλλὰ μασχάλας, καὶ ἄνευ τῆς προθέσεως. 〈Λυσίασ〉 ἐν τῇ πρὸς Μετάνειραν ἐπιστο〈λῇ (fr. 111 Thalheim) “καὶ〉 τὴν μὲν κόμην ψιλὴν ἔχεις, τὰς 〈δὲ〉 μασχάλας δασείας”. τὸ μέντοι ὑπὸ κόλπους, ταὐτὸν καὶ αὐτὸ κατὰ τὸ
10σημαινόμενον ὑπάρχον, ἀμφοτέρως ἐχρήσαντο, ἑνικῶς φημὶ καὶ πληθυν‐ τικῶς, καὶ ἀεὶ μετὰ τῆς προθέσεως, οἷον ὑπὸ κόλπον καὶ ὑπὸ κόλπους.

Grg

469d,ter

τεθνήξει. ἀντὶ τοῦ τεθνήξεται, ἐνέργεια ἀντὶ πάθους, Ἀττικῶς.

Grg

469d,quat

τῆς κεφαλῆς. καὶ τοῦτο Ἀττικόν· τὸ γὰρ κοινὸν τὴν κεφαλὴν κατεαγῆναι· τὸ γὰρ ἐπὶ μέρους λέγειν Ἀττικόν, οἷον ἔφαγον τοῦ ἄρτου. οὕτως οὖν καὶ κατεάγην τῆς κεφαλῆς.

Grg

470b

σκεψώμεθα κτλ. (1) ἀρχή. (2) μέχρι τούτων δέδεικται ἡ ῥητορικὴ εἴδωλον τοῦ τῆς
πολιτικῆς μορίου, καὶ ὅτι ἡ ποιητικὴ τῆς εὐδαιμονίας ἐπιστήμη ἐστίν, καὶ ὅτι ἡ δύναμις τέλος ἔχει τὸ ἀγαθόν, καὶ ὅτι ἡ βούλησις ἀεὶ τῶν476
5ἀγαθῶν ἐστιν, καὶ ὅτι οὐδεῖς κακὸς ἢ μέγα δύναται ἢ ποιεῖ ἃ βούλεται, ἀλλὰ μόνος ὁ ἐπιστήμων καὶ δύναται ὅσα βούλεται καὶ ζῇ κατὰ νοῦν ἐνεργῶν.

Grg

473d

ἐμαρτύρου. ἀντὶ τοῦ μάρτυρας προσεκαλοῦ.

Grg

473d,bis

οὔτε ὁ κατειργασμένος κτλ. [Start of a diagram]ὁ ἀδικῶν καὶ διαφεύγων ἀθλιώτατος ὡς ὁ Ἀρχέλαος ὁ 〈ἀ〉δικῶν καὶ δίδους δί〈κην〉 ἄθλιος ὡς ὁ Αἴγισθος[End of a diagram]

Grg

473e

ἐπιψηφίζειν. (1) ἐπικρίναι. (2) ἐπιψηφίζειν. ἀντὶ τοῦ ἐπιμαρτυρεῖν καὶ ἐπικυροῦν τὸν λόγον ὃν σὺ λέγεις. ἡ δὲ σύνταξις πρὸς αἰτιατικήν.

Grg

474d

τὰ καλὰ πάντα κτλ. [Start of a diagram]τὸ καλὸν καὶ τὸ αἰσχρόν διὰ τὸ ἡδὺ καὶ διὰ τὸ λυπηρόν διὰ τὸ συναμφότερον
5διὰ τὸ χρήσιμον καὶ διὰ τὸ κακόν καλόν ἐστι αἰσχρόν ἐστι τὸ μεθ’ ἡδονῆς ἀγαθόν τὸ μετὰ λύπης κακόν
10τὸ ἄρα ἀγαθὸν τοῦ καλοῦ καθολικώτερον.[End of a diagram]

Grg

475b

φέρε δή κτλ. [Start of a diagram]κάκιον οὐ λυπηρότερον αἰσχρόν (sic) τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι πᾶν πᾶν πᾶν πᾶν[End of a diagram]

Grg

476b

σκόπει δὴ καὶ τόδε κτλ. ἡ μείζων πρότασις.

Grg

476d

τούτων δὴ ὁμολογουμένων κτλ. [Start of a diagram]ἀγαθὰ ποιεῖν καλὰ ποιεῖν ὑπὸ τοῦ δίκαια ποιοῦντος δικαίως πάσχειν πᾶν πᾶν πᾶν
πᾶς[End of a diagram]477

Grg

484d

ἐπειδὰν οὖν ἔλθωσιν κτλ. τοῦτο ἀληθέστατον.

Grg

497a

ἀκκίζῃ. ἀκκίζειν τὸ προσποιεῖσθαι, τὸ θρύπτεσθαι, τὸ μωραίνειν· πέπλασται δὲ ἡ λέξις ἀπὸ Ἀκκοῦς τινὸς μωρωτάτης, ἣ τόν τε ἱστὸν διελοῦσα τοὺς στήμονας, ἐπεὶ ὑφ’ ἑτέρας ἐκαλεῖτο, ἱστουργοῦσα προῆλθεν καὶ
5ἡμιτέλεστον ἄλλον (sic) ἱμάτιον πεποίηται, μέρος τοῦ ἱματίου γυμνοὺς τοὺς στήμονας ἀφορίσασα.

Grg

501e

Κινησίαν τὸν Μέλητος. Κινησίας καὶ Μέλης.

Grg

502c

φέρε δή κτλ. [Start of a diagram]κολακεία τίς ῥη〈το〉ρ〈ική〉
5πᾶν πᾶν ποιητική[End of a diagram]

Grg

503c

τί δέ; Θεμιστοκλέα κτλ. περὶ τῶν τεσσάρων ῥητόρων· Θεμιστοκλέους, Κίμωνος, Μιλτιάδου, Περικλέους.

Grg

504d

δικαιοσύνη τε καὶ σωφροσύνη. ὅτι ἡ κοσμιότης σωφροσύνη.

Grg

507c

ἐγὼ μὲν οὖν κτλ. [Start of a diagram]εὐδαίμων εὖ πράττων ἀγαθός σώφρων πᾶς πᾶς πᾶς πᾶς[End of a diagram]

Grg

510b

ὁ ὅμοιος τῷ ὁμοίῳ.
Ὅμηρος (ρ 218)· “ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὅμοιον.”478

Grg

515c

περὶ ἐκείνων τῶν ἀνδρῶν. ἀπόδειξις τῆς κακοπολιτείας τῶν τεσσάρων ῥητόρων.

Grg

518b

Θεαρίων κτλ.

Grg

518b,c1

Θεαρίων Μίθαικος
ΣάραμβοςColumn end

Grg

518b,c2

ὁ ἀρτοκόπος ὁ ὀψοποιός
ὁ κάπηλοςColumn end

Grg

519b

οὐκ αἰτίων κτλ. διαφορὰ αἰτίου καὶ συναιτίου.

Grg

523a

ἄκουε δή κτλ. ἀρχὴ τοῦ μύθου.

Grg

523a,bis

ἦν οὖν νόμος. τὸ ἦν καὶ τὸ ἔστιν χρονικὴν ἐμφαίνει διαφοράν, ἵνα σημάνῃ πρώτας καὶ δευτέρας ὑποστάσεις· ὅτι δὲ ἀχρόνως ταῦτα δεῖ νοεῖν, ἐμφαίνει τὸ ἀεί ἐστιν.

Grg

523b

Πλούτων. ὅτι ὁ συνέχων καὶ τὴν λοιπὴν δυάδα οὗτός ἐστιν ὁ Ζεύς, πρὸς ὃν καὶ ὁ Πλούτων ἐπιστρέφεται· καὶ τὸν νοῦν προσείληφεν καὶ τοὺς λόγους πάντων πρὸ τῆς δυάδος.

Grg

523b,bis

Δία. Δία νῦν ἀκουστέον οὐ τὸν πρὸ τῶν τριῶν ἀλλὰ τὸν ἕνα τῶν τριῶν, πρὸς ὃν ἐπιστρέφεται ὁ Πλούτων καὶ οἱ ἐπιμεληταί. εἰσὶ δὲ δαίμονες κολαστικοὶ καὶ καθαρτικοὶ καὶ τελεσιουργοί.

Grg

523e

καὶ τὸν κριτήν κτλ. γυμνὸς ὁ κριτὴς οὐ μόνον τοῦ ὀστρεώδους σώματος ἀλλὰ καὶ τοῦ ἀερώδους φυράματος, καὶ μόνον ἔχων τὸ αὐγοειδὲς ὄχημα· οἱ δὲ κρινόμενοι γυμνοὶ μὲν τῆς παχύτητος τοῦ ὀστρεώδους, περιφέροντες
5δὲ τὸ ἀέριον φύραμα καὶ δεόμενοι καθάρσεως.479

Men

t

ΕΙΣ ΤΟΝ ΜΕΝΩΝΑ

Men

71b

τούτου τοῦ πράγματος. ἀντὶ εἰς τοῦτο τὸ πρᾶγμα ἢ ἀντὶ ἕνεκεν τούτου ἢ ἀντὶ ἀπόρως ἔχων.

Men

76c

κατὰ Γοργίαν. ὅτι Γοργίας ὁ Λεοντῖνος ἀκροατὴς γέγονεν Ἐμπεδοκλέους τοῦ Ἀκραγαντίνου.

Men

86e

ὥσπερ οἱ γεωμέτραι.
περὶ τῆς τοῦ τριγώνου εἰς τὸν κύκλον ἐντάσεως.480