TLG 5034 007 :: SCHOLIA IN PINDARUM :: Scholia in Nemea et Isthmia (scholia vetera et recentiora partim Thomae Magistri et Triclinii) SCHOLIA IN PINDARUM Schol. Scholia in Nemea et Isthmia (scholia vetera et recentiora partim Thomae Magistri et Triclinii)
Citation: Ode — scholion — (line) | ||
N 1prae 1 | ἐκ τῶν παλαιῶν σχολίων. τὸ προοίμιον ἀπὸ τῆς πόλεως τοῦ νικητοῦ. | |
N 11 | Ἄμπνευμα. ἀναπνοή. ἀναφύσημα. δείκνυσι καὶ διὰ τούτου, ὅτι ἀπὸ καταδύσεων καὶ ἀφανῶν τόπων εἰς τὴν ἀρέθουσαν εἰσβάλλει, ἢ διὰ τὸ ἀπορρῶγά τινα καὶ οἷον στόμα εἶναι τοῦ ἀλφειοῦ τὴν αὐτόθι ἀρέθουσαν πηγήν. | |
5 | ὥστε τὸ σημαινόμενον εἶναι τοιοῦτον· ὦ ὀρτυγία, ἐν ᾗ ἐστι τὸ τοῦ ἀλφειοῦ πνεῦμα ἡ ἀρέθουσα· ἀλλ’ οὐ τὴν ἀρέ‐ θουσαν εἴρηκεν ἄμπνευμα, ἀλλὰ τὴν ὀρτυγίαν, ἐν ᾗ ὁ ἀλ‐ φειὸς ἀναπνεῖ, τῷ περιέχειν τὴν ἀρέθουσαν. ἡ δὲ ὀρτυγία νῆσός ἐστι πρὸ τῶν συρακουσῶν, εἰς ἣν διὰ τοῦ πελάγους | |
---|---|---|
10 | φερόμενος ὁ ἀλφειὸς ἐμβάλλει καὶ ποιεῖ τὴν ἀρέθουσαν. νῆσος δὲ οὖσα πρότερον, εἶτα προσχωθεῖσα, χερρόνησος γέγονεν, ὡς καὶ ἴβυκος ἱστορεῖ: | |
N 13 | Δέμνιον ἀρτέμιδος. οἱ μὲν τὴν ὀρτυγίαν φασὶ διὰ τὸ αὐτόθι δοκεῖν τὴν ἄρτεμιν γεγενῆσθαι, ἔνιοι δὲ ἱστορικώτερον ἀκούουσι. τὸν γὰρ ἀλφειόν φασιν ἔρωτι ἁλόντα τῆς ἀρτέμιδος καταδιῶξαι αὐτὴν ἄχρι τῆς σικελίας· τοῦ δὲ | |
5 | τέλους τῆς διώξεως αὐτόθι γινομένου αὐτόθι συστῆσαι τὴν | |
ἀρέθουσαν· διὰ τοῦτο καὶ τὴν ἄρτεμιν ἀλφειώαν προσα‐ γορεύεσθαι. καὶ ἐν ὀλυμπίᾳ δὲ ὁ ἀλφειὸς τῇ ἀρτέμιδι συναφίδρυται: | 1 | |
N 14 | Δάλου κασιγνήτα. διὰ τὴν ὁμωνυμίαν τοῦτό φησιν· οὐ γὰρ τῆς ἐν συρακούσαις ὀρτυγίας ἀδελφὴ ἡ δῆλος, ἀλλὰ τῆς περὶ ἔφεσον. ἢ ἐπεὶ κατά τινας ἡ μὲν ἄρτεμις ἐν ὀρτυγίᾳ, ὁ δὲ ἀπόλλων ἐν δήλῳ, ἀδελφοὶ δὲ οἱ θεοί, | |
5 | διὰ τοῦτο καὶ τὰς τῶν ἀδελφῶν οἰκίας ἀδελφὰς ἐκάλεσεν: — Σέθεν ἁδυεπής. ἢ συνεργησάσης τῆς ἐν σοὶ θεᾶς, ἢ ὅτι ἐκεῖ ἦσαν τὰ τοῦ χρομίου ἱπποτροφεῖα καὶ ἡ ἱππη‐ λασία. ὁ δὲ νοῦς· ἀπὸ σοῦ, ὦ ὀρτυγία, ὁ ὕμνος ὁ ἡδυεπὴς καὶ γλυκὺς καὶ εὔφημος τὴν ὁρμὴν ἔχει, ὥστε θεῖναι καὶ | |
10 | ποιῆσαι ἔπαινον μέγαν τῶν ὀξυτάτων ἵππων διὸς ἕνεκεν τοῦ ἐν αἴτνῃ· διῒ γὰρ ἀνάκειται καὶ οὗτος ὁ ἀγών. ἦν δὲ καὶ ἱερὸν ἐν αἴτνῃ διός: | |
N 17 | Ζηνὸς αἰτναίου χάριν. ὁ τρόπος ποιητικός, ὥστε τὸ ἀπὸ τοῦ αὐτομάτου συμβαῖνον ὡς αἴτιον λαμβάνειν. οὐ γὰρ ἕνεκα τοῦ ᾀσθῆναι τὸν ὕμνον ἐν [τῇ] πανηγύρει τοῦ αἰτναίου διὸς ἐνίκησεν, ἀλλὰ νικήσαντος ἔμελλεν ἡ εἰς | |
5 | αὐτὸν ᾠδὴ ᾀσθήσεσθαι: | |
N 18 | Ἅρμα δ’ ὀτρύνει χρομίου. χρόμιος ἱέρωνος ἡνί‐ οχος παιδόθεν γεγονώς, ἅτε δὴ βασιλεῖ παιδόθεν συνών, καὶ ἄριστος ὢν τὴν ἱππικήν, ἐπλούτησε, καὶ ἤρξατο ἀπο‐ στὰς τοῦ ἱέρωνος καθ’ ἑαυτὸν ἱπποτροφεῖν. νικᾷ δὲ νῦν | |
5 | ἵππων ἅρματι πρῶτον ἀγωνισάμενος: | |
N 111 | Ἀρχαὶ δὲ βέβληνται θεῶν. ἀπὸ θεῶν λέγει κατῆρχθαι τὰς πρώτας καταβολὰς τῆς νίκης ἢ τοῦ ὕμνου, τῆς ἀρτέμιδος ἢ καὶ τῶν ἄλλων, διὰ τὸ ἀπὸ τῆς ἀρτέμιδος ποιήσασθαι τὴν ἀρχὴν τοῦ ὕμνου, ἢ διὰ τὸ ἔθος ἔχειν | |
5 | θεοῖς ἀνάπτειν τὰ ὁπωσοῦν [τοῖς] ἀνθρώποις ἐκπονούμενα. ὁ δὲ νοῦς· αἱ ἀρχαὶ δὲ τῆς νίκης, σὺν ταῖς θείαις ἀρεταῖς ἐκείνου, ἐκ θεῶν βέβληνται. τουτέστιν, ἐκ πρώτης καταβο‐ | |
λῆς ἡ τύχη συμβάλλεται: — | 2 | |
N 117 | Τὰν ὀλύμπου δεσπότας. περὶ τῆς ὅλης σικε‐ λίας ἐστὶν ὁ λόγος. δοκεῖ δὲ αὐτὴν ὁ ζεὺς εἰς γάμον πλού‐ τωνος τῇ περσεφόνῃ δωρήσασθαι ἀνακαλυπτήρια. ἣν καὶ ἐπένευσε τῇ ἑαυτοῦ κεφαλῇ ἀρίστην καὶ ἐπιτηδειοτάτην | |
5 | εἶναι εἰς εὐκαρπίαν τῆς ἄλλης εὐκάρπου γῆς, καὶ πίειραν καὶ λιπαρὰν ὀρθώσειν, καὶ ὀρθὴν φυλάξαι αὐτὴν τῇ περ‐ σεφόνῃ διὰ τῶν πόλεων τῶν ἐσομένων ἐν αὐτῇ ἀφνεῶν ἐν τοῖς ὑψηλοῖς αὐτῆς τόποις. λέγεται γὰρ ἡ σικελία ἐξ ἀρχῆς δήμητρος εἶναι καὶ κόρης, τοῦ διὸς οὕτως ἐξ ἀρχῆς βουλη‐ | |
10 | θέντος. διὸ καὶ περσεφόνη, περὶ τοὺς ἐν αἴτνῃ διατρίβουσα λειμῶνας, ἡρπάγη παρὰ τοῦ πλούτωνος. πῶς δὲ ἔμελλεν ὀρθοῦσθαι ἡ σικελία, εἰ ἀξιολόγους ἔχει πόλεις ἐν αὐτῇ: | |
N 123 | Ὤπασε δέ. παρέσχε δὲ πρὸς τοῖς εἰρημένοις ὁ ζεὺς αὐτῇ γενναίων ἀνδρῶν καὶ πολεμικῶν πλῆθος, ὥστε δι’ ὅπλων μεμνῆσθαι τῶν πολεμικῶν καὶ ἱππαιχμίαις εὐ‐ δοκιμεῖν· οὐ μόνον δὲ πολεμικοὺς εἶναι, ἀλλ’ ἅμα καὶ | |
5 | ὀλυμπιονίκας· πολλάκις γὰρ ἐνίκησαν ἐν ὀλυμπίᾳ καὶ τοῖς ἐξ ἐλαιῶν στεφάνοις ἐστέφθησαν. ἔστι δὲ ὁ λόγος τῷ πιν‐ δάρῳ οὐ περὶ τοῦ χρομίου μόνον, ἀλλὰ καὶ περὶ τοῦ λοι‐ ποῦ λαοῦ τῶν σικελιωτῶν: | |
N 129 | Ἔσταν δέ. ὁ λόγος καὶ ἀπὸ τοῦ χοροῦ καὶ ἀπὸ τοῦ ποιητοῦ. ὁ δὲ νοῦς· παραγενόμενος, φησίν, ἐπὶ τοῖς οἴκοις τοῦ φιλοξένου ἀνδρὸς ἔστην, τὰ καλὰ τούτου ἀνα‐ βαλλόμενος καὶ ᾄδων: | |
N 134 | Λέλογχε δέ. πέφυκε δὲ τοῖς μεμφομένοις τοὺς ἀγαθοὺς οὕτω τήκεσθαι, ὥσπερ ὑπὸ ὕδατος πῦρ. οἱ δέ φασιν, ὅτι τοῖς τοὺς ἀγαθοὺς μεμφομένοις τοῦτο ἔλαχε καὶ οἷον ἀκολουθεῖ, ὥσπερ καπνῷ ὕδωρ φέρειν κατασβεννύναι. | |
5 | εἴωθε μέντοι ταῖς παραβολαῖς χρῆσθαι ἀποτόμως, οὐ λέγων τὸ καθάπερ. ἕτεροι δέ φασιν· ὥσπερ τὸ ὕδωρ ἐναντίον | |
ἐστὶ τῷ πυρί, οὕτως οἱ φθονεροὶ τοῖς ἀγαθοῖς μεμφόμενοι καὶ τὰ αὐτῶν ἀγαθὰ σβεννύναι πειρώμενοι· ἀλλ’ ὁ ἀγαθὸς ἀγαθός ἐστι, κἂν μυριάκις μέμφωνται αὐτόν: | 3 | |
N 137 | Χρὴ δ’ ἐν εὐθείαις. [χρή,] καθ’ ἣν γένηταί τις φύσιν, ἀκολουθεῖν ταύτῃ, καὶ μὴ βιάζεσθαι αὐτὴν εἰς ἄλλα τρέποντα, μὴ δὲ τῷ φθόνῳ μάρνασθαι καὶ μάχεσθαι τοῖς ἀγαθοῖς, ἀλλὰ ἀσκεῖν, ἅ τις ἔχει ἐκ φύσεως, ἢ ἔργῳ ἢ | |
5 | γνώμῃ. τὸ δὲ ὅλον· χρὴ ταῖς εὐθείαις ὁδοῖς βαδίζοντα κατα‐ χρῆσθαι τῇ ἑαυτοῦ φύσει, καὶ μὴ δι’ ἑτέρων ἐπιτηδευμάτων τὴν ἰδίαν ἐνυβρίζειν τέχνην. οἱ δὲ τὸ μάρνασθαι ἀντὶ τοῦ ἐνεργεῖν φασιν οὕτω· προσήκει ἀδόλως εὐθὺ πράττειν, καθ’ ἣν εἴληχεν ἕκαστος φύσιν, ἢ ἔργῳ ἢ γνώμῃ: | |
N 139 | Πράσσει γάρ. συμπράττει καὶ συνεργεῖ τοῖς μὲν ἔργοις ἡ ἰσχύς, τοῖς δὲ βουλεύμασι καὶ λόγοις ὁ νοῦς. οὕτω γὰρ τῷ νῷ ὁ λόγος ἕπεται, ὥστε καὶ τὸ μέλλον προ‐ γνῶναι ἀκολούθως ἐκείνους, ὧν ἐστι συγγενὲς καὶ συμ‐ | |
5 | φυὲς καὶ ἀκόλουθον. μετέβαλε δὲ τὸ ὁμηρικόν· ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δ’ ἐνὶ βουλῇ. | |
N 142 | Σέο δ’ ἀμφὶ τρόπῳ. περὶ τῷ σῷ τρόπῳ, ἤγουν ἐν τῷ σῷ τρόπῳ, καὶ ἀμφοτέρων ἡ χρῆσίς ἐστι καὶ λόγων καὶ ἔργων, ἤγουν χρήσιμος εἶ πρὸς ἀμφότερα: | |
N 144 | Οὐκ ἔραμαι. πιθανῶς, ὃ θέλει παραινέσαι τῷ χρομίῳ, ἐξ ἑαυτοῦ ἐξενήνοχεν. οὐκ ἐπιθυμῶ, φησί, κατα‐ κρύψαι θησαυρόν, ἵνα πλουτῷ, ἀλλὰ παρόντων τῶν ἀπὸ τοῦ πλούτου, καὶ εὖ παθεῖν καὶ εὖ ἀκοῦσαι θέλω, ἐξαρ‐ | |
5 | κῶν τοῖς φίλοις. τὸ δὲ ὅλον· εὐεργετικὸς γίνου· αἱ γὰρ ἐλπίδες καὶ αἱ μέλλουσαι προσδοκίαι. κοιναὶ καὶ ἄδηλοι τοῖς ἀνθρώποις. ἔστιν δὲ ὃ λέγει τοιοῦτον· εἴ τις τοῖς φίλοις ἐπαρκέσαι, οὗτος ἐν ἐλπίσιν ἐστίν, ὡς καὶ αὐτός ποτε ἐκ‐ πεσὼν τοῦ πλούτου τῆς ἴσης τύχοιεν ἀμοιβῆς· ἄδηλα γὰρ | |
10 | τὰ τῆς τύχης συμπτώματα: — | |
ἱστορία, ὅπως ἡρακλῆς βρέφος ὢν τοὺς δράκοντας ἔπνιξεν: | 4 | |
N 149 | Ἐγὼ δ’ ἡρακλέος. διαπορεῖται, τίνι ἀφορμῇ εἰς τὸν περὶ ἡρακλέους λόγον παρῆλθεν, καί φασιν ὅτι, ὥσπερ ἡρακλῆς βρέφος ἔτι ὢν καὶ νικήσας τοὺς δράκοντας ἐκ τούτου ἐδήλωσεν ὁποῖος μέλλει ἔσεσθαι, οὕτω καὶ ὁ νική‐ | |
5 | σας νῦν ἐπεὶ ἀρξάμενος ἀγωνίζεσθαι ἐνίκησεν ὑπόδειγμα δίδωσι τῆς μετὰ ταῦτα ἀριστείας αὐτοῦ: | |
N 154 | Ὣς ἐπεὶ σπλάγχνων. διηγήσομαι, φησίν, ὅπως ἐκ τῆς μητρικῆς νηδύος εἰς τὰς αὐγὰς ἦλθε τὰς ἡλιακὰς ὁ τοῦ διὸς παῖς ἡρακλῆς, ἅμα τῷ ἀδελφῷ ἰφικλεῖ διδύμῳ ὄντι ἐκφυγὼν τὴν ὠδῖνα: | |
N 156 | Διδύμῳ σὺν κασιγνήτῳ. τῷ ἰφικλεῖ διδύμῳ ὄντι μετ’ αὐτοῦ. ἐναντίον τῷ θεοκρίτῳ. ἐκεῖνος γάρ φησι· νυκτὶ νεώτερον ἰφικλῆα: | |
N 157 | Ὥς τ’ οὐ λαθών. διηγήσομαι, φησί, καὶ ὅπως οὐ δυνηθεὶς διαλαθεῖν τὴν ἥραν, εἰς κροκοβαφὲς ὕφασμα ἐπετέθη σπαργανωθείς: | |
N 159 | Ἀλλὰ θεῶν βασίλεια. ἡ ἥρα, φησίν, ὑπερζέ‐ σασα τῷ θυμῷ ἔπεμψε δράκοντας, ἀνελεῖν αὐτὸν δηλονότι. οὐ τότε δέ, ὅτε ἀνετέθη τῷ κροκωτῷ σπαργάνῳ, ἐταράχθη, ἀλλ’ ὅτε ἐμίγη τῇ ἀλκμήνῃ ὁ ζεύς, ὥς φασι· διὸ καὶ δεκά‐ | |
5 | μηνον γενέσθαι πεποίηκεν, ὅπως μὴ τὸ βούλευμα τοῦ διὸς εἰς ἔργον ἔλθῃ. ἦν γὰρ αὐτῷ βουλή, φασίν, ὑποτάξαι πάντας τῷ γεννηθέντι. τινὲς δὲ ὑπὸ ἀμφιτρύωνός φασι πεμφθῆναι τοὺς δράκοντας, γνῶναι βουλομένου, πότερος εἴη τῶν παίδων τοῦ διός. καὶ ὁ μὲν ἰφικλῆς, ὥς φασι, | |
10 | φεύγει· ἐνιαύσιοι γὰρ ἦσαν· ἡρακλῆς δὲ ἐπὶ τῆς εὐνῆς μείνας ἀμφοτέρους ἀπέπνιξεν: | |
N 164 | Ἀμφελίξασθαι. τὸ χ τέθεικεν, ὅτι τὸ μασᾶ‐ σθαι ἀπὸ τοῦ παρεπομένου δεδήλωκε διὰ τὸ συστρέφειν | |
τὰς γνάθους τοὺς μασωμένους: — | 5 | |
N 167 | Δισσαῖσι δοιούς. ταῖς δύο χερσὶν αὐτοῦ τοὺς δύο θῆρας ἐκ τῶν αὐχένων λαβὼν καὶ συσφίγξας ἀφύκτως ἐκράτει. τούτων δὲ πνιγομένων, αἱ ψυχαὶ ἀπέπτησαν καὶ νεκρὰ κατέλιπον τὰ παμμεγέθη σώματα: | |
N 170 | Μελέων ἀφάτων. ἀρρήτων, μὴ φατισθῆναι καὶ λεχθῆναι δυναμένων διὰ τὸ μέγεθος· ἢ πολυφθάρτων, κατ’ ἐπίτασιν λαμβανομένου τοῦ α. φάσαι γὰρ τὸ φθεῖραι, ὅθεν καὶ φάσγανον. | |
N 172 | Ἀρήγοισαι λέχει. συνεχῶς ὁ πίνδαρος τὸ ἀρή‐ γειν ἐπὶ τοῦ θεραπεύειν τάττει: | |
N 176 | Ὕβριν κνωδάλων. ἤγουν τὴν βλάβην τῶν δρα‐ κόντων. ὕβριν δὲ λέγει, ἐπειδὴ ἀναιδῶς ἐπῆλθον αὐτῷ θεοῦ υἱῷ ὄντι. κνώδαλα δὲ κυρίως τὰ ἐν τῇ θαλάσσῃ θη‐ ρία ἀπὸ τοῦ κνώσσειν ἤτοι διατρίβειν ἐν τῇ ἁλί, καταχρη‐ | |
5 | στικῶς δὲ καὶ πᾶν θηρίον: | |
N 181 | Ὀξείαις ἀνίαισι τυπείς. ἤγουν ἐν σφοδραῖς λύπαις τρωθείς, διὰ τὸν οἰκεῖον υἱόν. τούτου γὰρ ἕνεκα καὶ τὴν αἰτίαν προστίθησιν ὁ ποιητής: | |
N 182 | Τὸ γὰρ οἰκεῖον. ἤγουν ἕκαστος δάκνεται τῷ οἰκείῳ κακῷ, περὶ δὲ τὰ ἀλλότρια συμπτώματα καὶ κακὰ ἀβλαβὴς καὶ ἄλυπος ἡ καρδία παραχρῆμα γίνεται: | |
N 185 | Ἔστα δὲ θάμβει δυσφόρῳ. δυσυπομονήτῳ. πῶς δὲ ταὐτὸ δυσυπομόνητον ἦν καὶ τερπνόν; ὅτι μὲν δρακόντων ἦν ἔφοδος καὶ νεογνὰ τὰ βρέφη δύο εἶδε καὶ ἐδυσφόρει μήποτε ἀπόλωνται. ἐπεὶ δὲ εἶδεν αὐτοὺς ἀγχο‐ | |
5 | μένους ὑπὸ ἡρακλέους, ἐτέρφθη ὡς ἐκφυγόντων τὸν κίνδυ‐ νον τῶν παίδων· διὸ καὶ ἐξεπλάγη δυσφορῶν ἅμα καὶ τερ‐ πόμενος. ὅμοιον δέ ἐστι τῷ, δακρυόεν γελάσασα, παρ’ ὁμήρῳ: | |
N 188 | Παλίγλωσσον δέ οἱ. τὴν ἐναντιόφημον, τὴν ἐναντίον τοῖς προηγγελμένοις τὸν λόγον ἔχουσαν. οἱ μὲν γὰρ ἄγγελοι ἐσήμαινον, ὅτι νεκρὰ ἦν τὰ βρέφη, ὁ δὲ εὗρε ζῶντα καὶ ὑπ’ αὐτῶν τοὺς δράκοντας ἀνῃρημένους. ἐναν‐ | |
5 | τίον οὖν ἐγένετο τοῖς ἀγγελθεῖσι τὸ θέαμα: — | 6 |
N 192 | Ὁ δέ οἱ φράζεν. ὁ τειρεσίας εἶπεν αὐτῷ τῷ ἀμφιτρύωνι καὶ ὅλῳ τῷ ὄχλῳ τῶν θηβαίων, ὁποίαις συν‐ τεύξεται καὶ συναναστραφήσεται πράξεσί τε καὶ τύχαις ὁ ἡρακλῆς: | |
N 196 | Ὅσσους δ’ ἐν πόντῳ θῆρας. οἱ μὲν θῆρας τοὺς κατὰ θάλασσαν πειρατάς φασι διὰ τὸ ἄλογον αὐτῶν ἢ τὸ ἀπάνθρωπον, οἱ δὲ διὰ τὸ κῆτος ὅπερ ἀνεῖλεν. ἀπέ‐ κτεινε γὰρ τὸ ἐν τρωάδι κῆτος, οὗ καὶ ὅμηρος μέμνηται, | |
5 | καὶ τὴν ἡσιόνην τούτου ἐρύσατο: | |
N 197 | Καί τινα σὺν πλαγίῳ. οὐκ ἀπὸ δικαίου τὴν περιουσίαν κτώμενον. μετῆκται δὲ ἀπὸ τῶν κακούργων. οὐ γὰρ τὴν λεωφόρον βαδίζουσιν, ἀλλ’ ἐκτρεπόμενοι ταύ‐ την, πρὸς τὰς ἐρήμους διατρίβουσι. τείνει δὲ ὁ λόγος ἐπὶ | |
5 | βούσιριν καὶ ἀνταῖον· οὗτοι γὰρ δι’ ὕβριν ὑφ’ ἡρακλέους ἀπώλοντο ἑκάτεροι: | |
N 1100 | Καὶ γὰρ ὅταν θεοί. φλέγρα τόπος ἐν θρᾴκῃ καὶ κώμη, ἔνθα οἱ γίγαντες ἀνῃρέθησαν ὑπὸ θεῶν. τῶν δὲ ἐχόντων μάχην θεῶν πρὸς τοὺς γίγαντας μὴ περι‐ γινομένων τῆς μάχης, φασὶν εἰρηκέναι τὴν γῆν, μὴ ἄλ‐ | |
5 | λως ἁλῶναι τούτους, εἰ μὴ συμμαχήσειαν αὐτοῖς δύο τῶν ἡμιθέων. ἡρακλέους τοίνυν καὶ διονύσου ἐλθόντων, ἐκρά‐ τησαν οἱ θεοὶ τῶν γιγάντων. προεῖπεν οὖν ὁ μάντις, ὡς ὑπὸ τῶν ἡρακλέους τόξων πεσοῦνται καὶ τὴν κόμην αὐτῶν τὴν φαιδίμην τῇ γῇ συμμίξουσιν: | |
N 1105 | Αὐτὸν μὰν ἐν εἰρήνῃ. καὶ τοῦτο προεῖπεν ὁ μάντις, ὅτι καὶ τοῦ λοιποῦ αὐτὸς ὁ ἡρακλῆς ἐν εἰρήνῃ καὶ ἡσυχίᾳ διάξει, ταύτην ἀμοιβὴν τῶν ἑαυτοῦ πόνων λαβών, καὶ ὅτι λήψεται γυναῖκα τὴν θαυμασίαν ἥβην, παρ’ αὐτῷ | |
5 | τῷ διῒ τελουμένης τῆς εὐωχίας τοῦ γάμου, ἐν τοῖς ὀλβίοις δώμασιν. ἰστέον δὲ ὅτι τὴν ποινὴν ἰδίως ὁ πίνδαρος ἐπὶ | |
ἀγαθοῦ τάσσει, ὅταν ἀμοιβὴ γένηται μεγάλης κακοπαθείας εἰς ἀγαθόν. καὶ ὅμηρος· καὶ μέν τίς τε κασιγνήτοιο φο‐ νῆος ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο: | 7 | |
N 1112 | Σεμνὸν αἰνήσειν δόμον. ἤγουν ἐπαινέσαι τὸν οἶκον τοῦ διός, εἰς ὃν τοιούτων ἀγαθῶν ἔτυχε σύννο‐ μος γεγονὼς τοῖς οὐρανίοις θεοῖς. ἢ τὸν νόμον, ὃν ἔχει ζεύς, τοὺς ἀγαθοὺς τῶν ἀνθρώπων τιμῶν τε καὶ ἴσους τοῖς | |
5 | λοιποῖς θεοῖς ἀπεργαζόμενος: | |
N 2prae 1 | ἐκ τῶν παλαιῶν σχολίων. | |
N 21 | Ὅθεν περ καὶ ὁμηρίδαι. ὃν τρόπον, φησίν, οἱ ὁμηρίδαι καὶ οἱ υἱοὶ τοῦ ὁμήρου, ἤγουν οἱ ποιηταί, κατα‐ χρηστικῶς ῥαψῳδοῦντες καὶ ᾠδάς τινας ποιοῦντες ἀπὸ διὸς ἄρχονται, οὕτω καὶ οὗτος ὁ ἀνὴρ τὴν καταβολήν, τουτέστι | |
5 | τὴν ἀρχὴν καὶ οἷον εἰπεῖν τὸν θεμέλιον τῶν ἱερῶν ἀγώ‐ νων, ἀπὸ διὸς πεποίηται, νέμεα νικήσας πρῶτον. διῒ γὰρ ἀνάκειται ὁ νεμεακὸς ἀγών. ὅτι δὲ καταβολὰς ἔλεγον τὰς ἀρχὰς οὑτινοσοῦν ἔπους, δηλοῖ καὶ καλλίμαχος, λέγων· ἀρσινοῆς, ὦ ξεῖνε, γάμον καταβάλλομ’ ἀείδειν. μετῆκται | |
10 | δὲ ἡ λέξις ἀπὸ τῶν τὰς οἰκίας κατασκευαζόντων καὶ κατα‐ βαλλόντων τοὺς θεμελίους. ἐλπὶς οὖν ἐστί, φησίν, ἀπὸ διὸς ἀρξάμενον τῶν ἀγώνων καὶ μετὰ ταῦτα νικήσειν. ὃ καὶ ἐγένετο εὐθέως. μετὰ γὰρ τὴν νεμεακὴν νίκην ἐστεφα‐ νώθη καὶ ἐν ὀλυμπίᾳ. τὸ δὲ τὰ πόλλ’ ἀντὶ τοῦ ὡς ἐπι‐ | |
15 | πλεῖστον. τοῦτο δὲ λέγει, ἐπεὶ οὐκ ἀπὸ διὸς ἤρχοντο ἀεί, | |
ἀλλὰ καὶ ἀπὸ τῶν μουσῶν. ὁμηρίδας δὲ ἔλεγον μὲν τοπα‐ λαιὸν τοὺς ἀπογόνους ὁμήρου, οἳ καὶ τὴν αὐτοῦ ποίησιν ἐκ διαδοχῆς ᾖδον· μεταταῦτα δὲ οἱ ῥαψῳδοὶ οὐκέτι τὸ γένος εἰς ὅμηρον ἀνῆγον, ἐπιφανεῖς δὲ ἐγένοντο οἱ περὶ | 8 | |
20 | κύναιθον, οὕς φασι πολλὰ τῶν ἐπῶν ἐμβαλεῖν εἰς τὴν ὁμήρου ποίησιν. ἦν δὲ ὁ κύναιθος τὸ γένος χῖος καὶ πρῶ‐ τος ἐν συρακούσαις ἐρραψῴδησε τὰ ὁμήρου ἔπη, κατὰ τὴν ξθʹ ὀλυμπιάδα, ὡς ἱππόστρατός φησιν. | |
N 29 | Ὀφείλει δέ τι. οὐκ ἐπὶ τοῦ ἀνδρὸς τὸ ὀφείλει, ἀλλ’ ἐπὶ πράγματος, ὡς ἄν τις εἴποι· ὀφειλόμενον δέ τί ἐστι, καὶ ἀναγκαῖον νικᾶν αὐτὸν καὶ πύθια καὶ ἴσθμια, εἴπερ κατὰ τὰ ἴχνη τῶν πατέρων αὐτοῦ ὁ εὐθυπομπὸς | |
5 | αἰὼν ἔδωκεν αὐτὸν εἰς κόσμον ταῖς ἀθήναις, ὡς τῶν προ‐ γόνων αὐτοῦ ἱερονικῶν ὄντων. οὕτω δὲ λεκτέον, ἐπεὶ καὶ τὰ ἑπόμενα οὕτω συναρμοσθήσεται, ὅταν λέγηται· πυ‐ θίοισί τε νικᾶν τιμονόου παῖδα. οὐ γὰρ εἴρηκε παῖς. τοῦτο δὲ οὕτω συντάσσων, ὀφειλόμενόν ἐστι τὸν τιμονόου παῖδα | |
10 | νικῆσαι ἐν τοῖς προειρημένοις ἀγῶσι, τὸ ὑπέρβατον ποιή‐ σεις σχῆμα: | |
N 216 | Ἔστι δ’ ἐοικός. ὥσπερ τῶν πλειάδων ὁ ὠρίων οὐκ ἀφίσταται οὐδὲ αἱ πλειάδες τοῦ ὠρίωνος, οὕτω καὶ τοῦτον πάρεδρον ἔσεσθαι τῇ νίκῃ εἰκός ἐστι. θέλοι δ’ ἂν τοῦτο δηλοῦν, ὅτι τῇ νεμεακῇ δεῖ συνάπτειν τὴν ἰσθμικὴν | |
5 | καὶ πυθικήν, καὶ οὕτως ἀκολουθεῖν, ὡς ταῖς πλειάσιν ὁ ὠρίων ἕπεται. ἐπέχει γὰρ τῇ ἐπιτολῇ τοῦ ταύρου ὁ ὠρίων. διό φησιν ἄρατος· λοξὸς μὲν ταύροιο τομῇ ὑποκέκλιτ[αι αὐτὸς] ὠρίων. αἱ δὲ πλειάδες εἰσὶν ἐπὶ τῇ οὐρᾷ τοῦ ταύρου κείμεναι, ἐξ ἑπτὰ ἀστέρων συγκείμεναι, κατὰ δὲ | |
10 | τὴν ὄψιν ἕξ, ὡς [ὁ] αὐτός φησιν· ἑπτάποροι δὴ ταίγε κατ’ ἀνθρώπους ὑδέονται, ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλ‐ | |
μοῖσι. τὸ δὲ ὀρειᾶν, ἤγουν τῶν ὀρεινῶν, ἐπειδὴ ὁ ἄτλας ὁ τούτων πατὴρ ὁμώνυμα ἔσχεν ὄρη, ἐν οἷς καὶ αὐταὶ διέ‐ τριβον: | 9 | |
N 219 | Καὶ μὰν ἁ Σαλαμίς γε. ζητεῖται, τίνος χάριν ἐμνήσθη τῆς σαλαμῖνος καὶ τοῦ αἴαντος. καί φασιν ὅτι, διὰ τὸ εἰς αἴαντα ἀναφέρειν τὸ γένος τὸν ἐπαινούμενον, οὐ διὰ τὸ οἰκεῖν ἐκεῖ· ἐν ἀθήναις γὰρ ᾤκει ἀχαρνεὺς ὢν τὸν | |
5 | δῆμον· ἐπεὶ καὶ μιλτιάδης καὶ κίμων καὶ ἀλκιβιάδης καὶ θουκυδίδης ὁ συγγραφεὺς εἰς αἴαντα τὸ γένος ἀνῆγον, ἴσως ὅτι διὰ τιμῆς ἦγον οἱ ἀθηναῖοι τὸν αἴαντα, ὡς μὴ μόνον φυλὴν αἰαντίδα ἀποδεῖξαι, ἀλλὰ καὶ κλίνην αὐτῷ μετὰ πανοπλίας κοσμεῖν. λόγον δὲ ἔχει, παγκρατιαστὴν ὄντα τὸν | |
10 | τιμόδημον, τῷ μαχιμωτάτῳ τῶν ἑλλήνων καὶ ἀνδρειοτάτῳ παραβάλλεσθαι. τίς δὲ ἡ ἀπόδειξις τοῦ μαχητὴν ἄνδρα θρέψαι τὴν σαλαμῖνα; ἡ ἐπιφερομένη· ἐν τροίᾳ γὰρ ὁ ἕκ‐ τωρ, φησίν, ᾔσθετο τοῦ αἴαντος· τούτῳ γὰρ μονομαχήσας, ἐλείφθη. ἢ ἤκουσεν αὐτοῦ, ὅτι ἡ σαλαμὶς φέρει ἄνδρας | |
15 | ἀγαθούς. | |
N 220 | Φῶτα μαχατάν. ὅπερ ἔθος ἔχει ὁ ποιητὴς λέ‐ γειν, καὶ ἐνταῦθα ἔφηνεν. εἶπε γὰρ φῶτα, ἄδηλον δὲ ὄν, ποῖον, παρακατιών φησιν· ἐν τροίᾳ μὲν ἕκτωρ αἴαντος ἄκουσεν: | |
N 231 | Ἀλλὰ κορινθίων. ὁ ἀλλὰ ἀντὶ τοῦ καί. ὡς καὶ παρ’ ὁμήρῳ· καὶ δή τοι εἶδος μὲν ἔην καλός, ἀλλὰ ποδώκης. ἵν’ ᾖ· καὶ ποδώκης. ἐν ταῖς πτυχαῖς δὲ τοῦ πέ‐ λοπος, φησίν, ἤγουν ἐν τῇ πελοποννήσῳ, ἔλαβον ὀκτὼ νί‐ | |
5 | κας ὑπ’ ἀνδρῶν κορινθίων, ἤγουν παρ’ ἀνδρῶν· ἡ ὑπὸ | |
ἀντὶ τῆς παρά. κορίνθιοι γὰρ τότε ἐτίθεσαν τὸν ἀγῶνα: — | 10 | |
N 237 | [Τ]ὸν, ὦ πολῖται. τὸν δία, ᾧ ἀνάκειται ὁ ἀγὼν τῶν νεμέων, σὺν τῷ τιμοδήμῳ ὑπονοστοῦντι τοῦ ἀγῶνος, κωμάσατε καὶ μετ’ ἐγκωμίων ὑμνήσατε, εὐκλεῶς παραπέμποντες διὰ τῶν ἡδυτάτων ὕμνων. ἀπὸ τοῦ κώμου | |
5 | δὲ τὸ ἐγκώμιον νοητέον: | |
N 3prae 1 | τὸ προοίμιον εὐκτικόν. | |
N 31 | Μᾶτερ ἁμετέρα. [ἢ] ὡς ἐπιπνεόμενος ἐκ τῆς μούσης, ταύτην ἐπικαλεῖται καὶ μητέρα λέγει, ἢ ὅτι ἐξ αὐ‐ τῆς ἐτρέφετο: | |
N 37 | Μελιγαρύων τέκτονες. ἢ τοὺς χορευτὰς λέγει τοὺς τότε σχεδιάσαντας τοὺς κώμους, ἢ ὅτι κατασκευάσουσι τοὺς ὕμνους ᾄδοντες: | |
N 39 | Σέθεν ὄπα μαιόμενοι. ἤγουν προθύμως ἐπι‐ ζητοῦντες τὴν σὴν φωνὴν καὶ ᾠδήν, καὶ ἐπιθυμοῦντες ἀκοῦσαι αὐτήν: | |
N 310 | Διψῇ δὲ πρᾶγος. οὕτως ὀφείλων εἰπεῖν καὶ πρὸς πρόσωπον ἀποδοῦναι τὸν λόγον· ἄλλος μὲν ἄλλου διψᾷ καὶ ἐπιθυμεῖ πράγματος· ὁ δὲ πρὸς πρᾶγμα τὸν λό‐ γον ἀπέδωκεν ἀττικῷ ἔθει, εἰπών· ἄλλο πρᾶγμα, δηλονότι | |
5 | ἄλλου πράγματος διψᾷ. ἐκεῖνοι γὰρ οὕτω ποιοῦνται τοὺς λόγους. [ὡς·] τὸ χρῆμα τῶν νυκτῶν, φησὶν ἀριστοφάνης, ἤγουν αἱ νύκτες. καὶ ὡς· χαλεπόν εἰσιν οἱ φίλοι οἱ φαινό‐ μενοι παραχρῆμα, ὅταν πράττῃ τις εὖ· ἀντὶ τοῦ χαλεπὸν πρᾶγμα, ἤτοι χαλεποί: | |
N 316 | Ἄρχε δ’ οὐρανῶ. ὦ μοῦσα, φησί, θύγατερ τοῦ κρέοντος καὶ βασιλεύοντος τοῦ οὐρανοῦ τοῦ πολυνεφέλου, | |
ἤγουν τοῦ διός, ἄρχε δοκίμου καὶ καλοῦ ὕμνου. κρέοντι δὲ εἶπεν, ἐπεὶ τὰ προότι διπλῶς ἐντάσσεται. ὁ γὰρ φίλος, | 11 | |
5 | φίλου φίλος, [καὶ φίλῳ φίλος] λέγεται· καὶ ὁ υἱός, πατρὸς υἱός, καὶ πατρὶ υἱός, καὶ τὰ τοιαῦτα. τὸ δέ, ἄρχε ὕμνον, ἀντὶ τοῦ ἀρχομένη ᾆδε ὕμνον δόκιμον καὶ καλόν. ἔστι δὲ ὅμοιον τῷ· ἔπεχε νῦν σκόπῳ τόξον, ἀντὶ τοῦ· ἐπέχων ἔν‐ τεινε κατὰ σκοποῦ τὸ τόξον: | |
N 338 | Ἥρως θεός. κατὰ χρησμὸν τοῦ ἀπόλλωνος ἥρωα καὶ θεὸν τὸν ἡρακλέα λέγει: | |
N 340 | Δάμασε δέ. ἐν παρεκβάσει ὁ ποιητὴς καὶ πλέον τι λέγει περὶ τοῦ ἡρακλέους. διὸ καὶ ἐπιλαμβάνεται ἑαυτοῦ, λέγων· θυμέ, πρὸς τίνα ἀλλοδαπὴν ἄκραν παραμείβῃ τὸν ἐμὸν πλοῦν, ἤγουν πρὸς τίνα ἔτρεψας τὸν ὕμνον, ἀφεὶς | |
5 | ὑμνεῖν ὃν προυβάλου; ἄκραν δὲ λέγει καὶ πλοῦν, ἐπιμένων τῇ τροπῇ: | |
N 349 | Ἕπεται δὲ λόγῳ. ἤγουν ἀκόλουθός ἐστιν ὁ τῆς δίκης ἄωτος καὶ τὸ ἀπάνθισμα, ὥστε αἰνεῖν αὐτὸν τοὺς ἐσθλοὺς ἐν λόγῳ. δέον δὲ εἰπεῖν, ἀκόλουθόν ἐστι τοὺς ἀγαθοὺς αἰνεῖν τὸν ἄωτον τῆς δίκης, ὁ δὲ οὕτως ἐξήνεγ‐ | |
5 | κεν· εἴη δ’ ἂν ἄωτος δίκης, ὡς ἐμοὶ δοκεῖ, ὁ δικαιότατος αἰακός, ὃν δίκαιον αἰνεῖσθαι λέγει. εἰ δὲ καὶ οὕτως εἴποις, οὐκ ἀφυὴς ἔσῃ· ἕπεται καὶ ἀκολουθεῖ τῷ λόγῳ ὁ ἄωτος τῆς δίκης, ἤγουν ἡ δίκη περιφραστικῶς, αἰνεῖν τοὺς ἐσθλούς, τουτέστιν εὔλογον καὶ δίκαιόν ἐστιν αἰνεῖν τοὺς ἐσθλούς: | |
N 355 | Παλαιαῖσι δ’ ἐν ἀρεταῖς. ἤγουν ἐγκωμίοις, ὑμνεῖται παρὰ τοῖς ποιηταῖς, τὰς παλαιὰς ᾀδόντων αὐτοῦ ἀρετάς. μέμνηται δὲ τοῦ πηλέως τοῦ τελαμῶνος καὶ τοῦ ἀχιλλέως ὡς ἐχόντων τὸ γένος ἐξ αἰακοῦ, οὗ προλαβὼν | |
5 | ἐμνήσθη: | |
N 357 | Ὑπέραλλον αἰχμάν. ἤγουν εἰς τὸ ἅλλεσθαι καὶ κινεῖσθαι. ἐξάκουστος γὰρ ἡ τούτου αἰχμή, ὡς ἡ τοῦ | |
αἴαντος ἀσπίς: — | 12 | |
N 373 | Μυριᾶν δ’ ἀρετᾶν. διὰ τὸ σαθρὸν καὶ ἀσθε‐ νὲς τῆς ἐπιτηδεύσεως, ἀφ’ ἑτέρων εἰς ἕτερα μεταβαίνει ὁ τοιοῦτος, καὶ ἀτελεῖ καὶ οὐ πληρεστάτῳ καὶ ὁλοκλήρῳ νῷ τῶν ἀρετῶν ἅπτεται: | |
N 379 | Βραχυσίδαρον. [ἢ διό,] ὡς πρὸς τὸν ὅλον ἄκοντα, βραχεῖα ἡ ἀκωκή, ἤγουν τὸ σιδήριον τοῦ ἄκοντος. ἢ διὰ τὴν ἡλικίαν αὐτοῦ κἀκεῖνος βραχὺ τὸ σιδήριον εἶχεν, ἵν’ εὐκίνητος αὐτῷ εἴη: | |
N 382 | Σώματι δέ. ἢ ἐν ἀσθμαίνοντι καὶ πνευστιῶντι τῷ περὶ τὴν θήραν μόχθῳ τῷ ἑαυτοῦ σώματι ἐκόμιζε τοὺς κάπρους πρὸς τὸν χείρωνα. ἢ ἀσθμαίνοντα τὰ τῶν κάπρων σώματα ἐκόμιζεν, ἤγουν ἐκπνέοντα καὶ ἐκλείποντα ἤδη: | |
N 392 | Βαθυμῆτα χείρων. ἤγουν ὁ μὴ ἐπιπόλαια βου‐ λευόμενος, ἀλλ’ ἐν βάθει φρενῶν. ἀντὶ εὐθείας δὲ τὸ βα‐ θυμῆτα, ἤγουν ὁ συνετώτατος χείρων· ὡς καὶ παρ’ ὁμήρῳ, ἱππότα πηλεύς, καί, νεφεληγερέτα ζεύς: | |
N 3110 | Πάλιν οἴκαδ’ ἀνεψιός. ἀνεψιός, ὁ τοῦ ἑλέ‐ νου, ὁ μέμνων, εἴπερ τιθωνὸς καὶ πρίαμος ἀδελφοί, ὧν οὗ‐ τοι παῖδες. ὅρα δὲ ὅπῃ λέγει τὸν μέμνονα ἀνεψιὸν τοῦ ἑλένου. | |
5 | [Start of a diagram]λαομέδων τιθωνός μέμνων πρίαμος ἕλενος[End of a diagram] | |
N 3117 | Βοὴ δὲ νικαφόρῳ. ἢ τῶν χορευτῶν βοή, ἢ βοὴ καὶ ὕμνος συμπρέπει τῷ νικηφόρῳ ἀριστοκλείδῃ, χωρὶς ἄρθρου τότε ἐντασσομένου τοῦ ὀνόματος: | |
N 3121 | Καὶ σεμνὸν ἀγλααῖσι. ταῖς ἄγαν ἡδείαις φροντίσι τῆς νίκης. ἢ ταῖς ἐμαῖς φροντίσιν, ἤγουν τῷ ὕμνῳ. θεάριον δὲ τόπος ἐν αἰγίνῃ δημόσιος, ἔνθα τὰ τῶν θεῶν συμπόσια γίνεται, ἤγουν αἱ τελεταί: | |
N 3122 | Ἐν δὲ πείρᾳ. ἤγουν οὐκ ἔστι γνῶναι τὸν ἀν‐ δρεῖον, ἐὰν μὴ ἑτέρῳ συμβάλῃ καὶ περιγένηται. καὶ ἐν | |
ἄλλοις φησὶν οὕτω· διάπειρά τοι βροτῶν ἔλεγχος: — | 13 | |
N 3125 | Ἐν παισὶ νέοισι παῖς. ἔοικεν ὁ πίνδαρος τρεῖς τελείας ἡλικίας λέγειν· παῖς, ἀνήρ, γέρων· ἤτοι ἀρχή, μέση, καὶ τέλος: | |
N 3131 | Φρονεῖν δ’ ἐνέπει. ἢ, ὅτι τοιοῦτός ἐστι ὁ νι‐ κηφόρος οἷον εἶπον, τὸ προκείμενον ἀρίστευμα παριστᾷ. ἢ, ὅτι τὸ προκείμενον λέγει φρονεῖν καὶ νοεῖν ἐκεῖνα ὧν οὐκ ἄπεστιν, ἤγουν ἀπὸ τοῦ προκειμένου νοεῖν χρὴ καὶ | |
5 | τὰς λοιπὰς αὐτοῦ ἀρετὰς ἃς ἔχει. πρὸς μὲν οὖν τὸ πρῶ‐ τον στίξεις εἰς τὸ προκείμενον, καὶ τὸ ἑξῆς ἐρεῖς ἀσυνδέ‐ τως· τῶν οὐκ ἄπεστιν οὗτος· ἤγουν ταῦτ’ ἔχει πάντα ἅπερ εἶπον ὁ νικητής. πρὸς δὲ τὸ δεύτερον ἐνημμένως ἐρεῖς. τὸ δέ, χαῖρε φίλος, κομματικὸν λέγε: | |
N 3133 | Ἐγὼ τόδε τοι. ἤγουν τὸν ὕμνον σοι πέμπω κεκραμένον ἔκ τε φυσικῆς καὶ ἐπιπόνου ἐργασίας, καθὸ τὸ μέλι μὲν ἐκ πόνου, τὸ δὲ γάλα φυσικόν. οὗτος δὲ τὰ φυσικὰ τῶν ἐπακτῶν προτιμᾷ. τὸ δὲ ἑξῆς· κιρναμένα δ’ | |
5 | ἔερσα [ἕως] ὀψέ περ: | |
N 3136 | Αἰολίσιν ἐν πνοιαῖσιν. αἰολίδι ἁρμονίᾳ. ἢ τῇ ἐκ θηβῶν. ἄνωθεν γὰρ οἱ κατ’ αὐτὸν θηβαῖοι αἰολέων ἄποικοι: | |
N 4prae 20 | ἐκ τῶν παλαιῶν σχολίων. τὸ προοίμιον ἐκ παραδείγματος: | |
N 420 | Κοινὸν φέγγος. ἢ ἡ αἴγινα κοινός ἐστιν ὀφθαλ‐ μὸς διὰ τὴν φιλοξενίαν, ἢ τὸν ὕμνον λέγει κοινὸν εἶναι πᾶσι τοῖς αἰγινήταις: | |
N 444 | Ἔκπαγλον ἀλκυονῆ. ἀντὶ τοῦ ἀλκυονέα. κατὰ συναίρεσιν δὲ γέγονεν, ὡς τὸ τυδέα τυδῆ παρ’ ὁμήρῳ· | |
ἔνθ’ αὖτ’ ἀγγελίην ἔπι τυδῆ στεῖλαν [ἀχαιοί]: — | 14 | |
N 445 | Οὐ τετραορίας γε πρίν. οὐ πρὶν ἕλεν ἐν πέτρῳ δώδεκα τέτρωρα καὶ δὶς τόσους ἥρωας, ἀντὶ τοῦ· οὐ πρὶν εἷλεν αὐτόν, πρὶν αὐτὸς εἷλεν ἐν πέτρῳ τὰ δυο‐ καίδεκα τέθριππα καὶ τοὺς ἱπποδάμους ἥρωας, ἤγουν τοὺς | |
5 | τῶν ἵππων ἐπιβεβηκότας ἡνιόχους. δὶς δὲ τόσους, ἤγουν δὶς τοσούτους ὅσα τὰ ἅρματα, τουτέστιν εἴκοσι τέσσαρας. καὶ τὸ εἷλε δὲ ἀπὸ κοινοῦ, κατὰ τὸ ἀνάλογον: | |
N 455 | Ὧραί τ’ ἐπειγόμεναι. παρατρέχουσαι ἢ κατ‐ επείγουσαι ἡμᾶς. εἰς γὰρ τὴν ἐπιοῦσαν νεομηνίαν ὑπέ‐ σχετο συντετελεσμένον ἐπιδείξασθαι τὸν ἐπινίκιον: | |
N 460 | Ἀντίτειν’ ἐπιβουλίᾳ. ἤγουν ἐναντιοῦ τῷ φθόνῳ, καὶ μὴ ὕπεικε τοῖς ἀντιτέχνοις καὶ ἐπιβασκαίνουσί σε. ὅ ἐστιν· ἀπόδος τὸν ἐπινίκιον τῇ ὡρισμένῃ ἡμέρᾳ: | |
N 464 | Φθονερὰ δ’ ἄλλος. τὴν προσδοκίαν ὁ βά‐ σκανος καὶ τὸν σκοπὸν χαμαὶ πεσόντα ἤγουν μὴ κατὰ γνώ‐ μην αὐτοῦ ἐξενεχθέντα ἰδών, σκότῳ καὶ ἀφανείᾳ κυλι‐ σθήσεται. τοῦτο δὲ ἐκ μεταφορᾶς εἴρηται τῶν βέλη πεμ‐ | |
5 | πόντων κατά τινος, ὅταν μὴ ἅψηται αὐτοῦ, ἀλλ’ ἄπρακτον εἰς γῆν πέσῃ: | |
N 471 | Ἐξύφαινε γλυκεῖα. ἢ, ἐξύφαινε τῇ οἰνώνῃ καὶ τῇ κύπρῳ μέλος πεφιλημένον καὶ ἀγαπητὸν πᾶσι· κοινῶς γάρ φαμεν τόδε. ἢ, πεφιλημένον τῇ οἰνώνῃ καὶ τῇ κύπρῳ. οἰνώνη δὲ ἡ αἴγινα, ἐξ ἧς ὁ νενικηκὼς ἦν: | |
N 476 | Ἔνθα τεῦκρος. οὗτοί εἰσιν οἱ ἀπὸ τοῦ αἰακοῦ καταγόμενοι. πᾶν δὲ τὸ γένος τούτου ὑμνεῖ, ὅτι πολλῶν | |
κατῆρξε τόπων: — | 15 | |
N 480 | Φαεννὰν ἀχιλλεύς. ἣν λευκὴν νῆσον λέγου‐ σιν. ἐκεῖ γὰρ δοκεῖ τὸ τοῦ ἀχιλλέως σῶμα μετακομι‐ σθῆναι: | |
N 484 | Βουβόται τόθι πρῶνες. πεδιάδες καὶ τόποι πρὸς τροφὴν βοῶν ἐξαίρετοι. λέγεται δὲ ἐκ τοῦ γένους τῶν τοῦ γηρυόνου βοῶν αὐτόθι μεμενηκέναι τινάς: | |
N 492 | Δάμαρτος ἱππολύτης. πρὸς τὴν πόρθησιν τῆς ἰωλκοῦ ταῖς δολίαις ταύτης τέχναις χρησάμενος, διότι ἐπεβουλεύθη. τινὲς δὲ διορθοῦνται οὐκ ἀπιθάνως, ἀντὶ τοῦ χρησάμενος χωσάμενος γράφοντες, οἷον· χολωθεὶς | |
5 | ταῖς γενηθείσαις ἐξ ἀκάστου τέχναις δολίαις: | |
N 497 | Ἐκ λόχου. ἤγουν ἐκ τοῦ δάσους τοῦ ὄρους. ἀφῆκε γὰρ αὐτὸν ἄκαστος εἰς τὸ ἔρημα τοῦ πηλίου, ἵνα αὐτὸν οἱ κένταυροι φονεύσωσιν: | |
N 4101 | Πῦρ δὲ παγκρατές. τὴν εἰς πυρὸς καὶ λεόν‐ των φύσιν μεταμόρφωσιν τῆς θέτιδος παύσας, καὶ τῶν ἐκείνης μηχανῶν περιγενόμενος, ἔλαβεν αὐτὴν εἰς γυναῖκα. τὸ δὲ σχάσας ἀπὸ μεταφορᾶς εἴρηται τῶν ἐρεσσόντων. καὶ | |
5 | εὐριπίδης· σχάσον δὲ δεινὸν ὄμμα καὶ θυμοῦ πνοάς: | |
N 4107 | Εἶδεν δ’ εὔκυκλον ἕδραν. ἤγουν τὸν κυκλοτερῆ οὐρανόν, ἀπειλῆφθαι γὰρ αὐτὸν ἐν οὐρανῷ λέ‐ γουσιν. ἄλλοι δὲ τὸ τῶν θεῶν φασι κυκλοτερὲς συμ‐ πόσιον: | |
N 4110 | Δῶρα καὶ κράτος. ὁ ποσειδῶν γὰρ ἵππον αὐτῷ ἔδωκεν, ἥφαιστος μάχαιραν, καὶ ἕτεροι ἄλλα, καὶ κράτος τὸ διηνεκὲς αὐτῷ μέχρις ἐκγόνων φθάσαν: | |
N 4112 | Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν. παροιμία ἐστί· τὰ πέρα γαδείρων οὐ περατά. λέγει οὖν ὅτι· οὐκ ἔστι δυνατὸν πάντας τοὺς ἐπαίνους τιμασάρχου | |
διελθεῖν: — | 16 | |
N 4113 | Ἀπότρεπε αὖτις· ἐπεί, φησίν, οὐκ ἔστιν ἐσωτέρω πλεῖν ἐπὶ τὴν δύσιν, ἐπὰν ἅπαξ τις ἐπὶ τὰ γά‐ δειρα ἀφίκηται, ἐπιστρεπτέον ἐστὶν ἐπὶ τὴν εὐρώπην, ἤγουν πρὸς τὸν τιμάσαρχον τὸν νῦν ἐπαινούμενον: | |
N 4125 | Πάτραν νιν ἀκούομεν. ἀκούομεν, φησί, τὴν πατρίδα αὐτὴν τὴν σήν, ὑπηρέτιν εἶναι τῆς ἐπὶ τῇ νίκῃ ᾠδῆς, ἤγουν ἡ πατρίς σου τοὺς σοὺς ὕμνους ᾄδει: | |
N 4133 | Ὁ χρυσὸς ἑψόμενος. ὥσπερ, φησί, τὸν χρυ‐ σὸν ποιεῖ τὸ πῦρ διαυγέστερον, οὕτω καὶ τοὺς ἀγαθοὺς ἄν‐ δρας ὁ ὕμνος περιφανεστέρους ἀπεργάζεται: | |
N 4148 | Τὰ δ’ αὐτὸς ἄν τις τύχῃ. ἅπερ ἄν τις τύχῃ, φησί, θεασάμενος, ταῦτα δοκεῖ καὶ ἀκριβέστερον διεξελθεῖν καὶ διαθεῖναι: | |
N 4151 | Οἶον αἰνέων κε μελησίαν. μόνον ἄν τις αἰ‐ νέων τὸν μελησίαν, τὰς ἀπαντώσας ἔριδας καταστρέφοι καὶ καταγωνίζοιτο, ἤγουν περιγίνοιτο τῶν ἐρίδων: | |
N 5prae 4 | ἐκ τῶν παλαιῶν σχολίων. τὸ προοίμιον ἀπὸ τοῦ ποιητοῦ: | |
N 54 | Ἀλλ’ ἐπὶ πάσας. ἔμελλεν εἰπεῖν ἐνταῦθα· ἀλλὰ ποιῶ τὸ καὶ τό, ἀπέστρεψε δὲ τὸν αὑτοῦ λόγον πρὸς τὴν οἰκείαν μοῦσαν: | |
N 511 | Ματέρ’ οἰνάνθας. ἀντιστρόφως χρὴ λέγειν μᾶλλον τὴν οἰνάνθην μητέρα τῆς τελείας ὀπώρας, ἤγουν τὸν ἴουλον τὸν πρωτεύοντα τῆς γενειάδος: | |
N 512 | Μὴ δὲ κρόνου. συλλήψει κέχρηται, ἀπὸ κρόνου καὶ διὸς καὶ νηρηΐδων λέγων εἶναι τοὺς αἰακίδας. αἰα‐ κοῦ γὰρ καὶ [ἐν]δηΐδος τῆς χείρωνος τελαμὼν καὶ πηλεύς, ὁ δὲ χείρων κρόνου, πάλιν τῶν νηρηΐδων φῶκος καὶ | |
5 | ἀχιλλεύς· [Start of a diagram]κρόνος χείρων [ἐν]δηΐς. ἧς καὶ αἰακοῦ τελαμὼν | 17 |
10 | αἰακοῦ καὶ ψαμάθης φῶκος καὶ πηλεύς πηλέως καὶ θετίδος ἀχιλλεύς.[End of a diagram] | |
N 517 | Πὰρ βωμὸν πατέρος ἑλλανίου. ἤγουν τοῦ ἑλληνίου διός. οὕτω γὰρ ἐν αἰγίνῃ τιμᾶται διὰ τὴν τῶν ἐκεῖσε ἐλθόντων πρὸς αἰακὸν ἑλλήνων ἱκετείαν: | |
N 527 | Πῶς δὴ λίπον. ὅρα, πῶς διεσταλμένως φησὶν ἅπερ ᾐδεῖτο: | |
N 530 | Οὔ τοι ἅπασα κερδίων. ἤγουν οὐ πάντοτε φαινομένη ἡ ἀλήθεια ὠφέλιμός ἐστιν, ἀλλὰ δεῖ καὶ ἐπικε‐ κρύφθαι τὸ τῆς ἀληθείας πρόσωπον: | |
N 532 | Καὶ τὸ σιγᾶν. καὶ πρᾶγμα, φησί, σιωπώμενον σοφώτερον τὸν ἀκροατὴν δείκνυσι, διεγεῖρον αὐτὸν πρὸς τὴν τούτου εὕρεσιν: | |
N 538 | Ἔχω γονάτων ἐλαφρὰν ὁρμήν. ἤγουν ὑπερ‐ πηδήσω τὸ σκάμμα, ὥσπερ ἀθλητὴς ἐν πεντάθλῳ, καὶ νι‐ κήσω καθάπαξ τοὺς ἐναντιουμένους μοι, καὶ ἐπαινέσαι ἰσχύσω οὓς προεθέμην: | |
N 539 | Καὶ πέραν πόντοιο πάλλοντ’ αἰετοί. ἤγουν ὃν τρόπον οἱ αἰετοὶ ἵπτανται καὶ πέραν τοῦ πόντου, οὕτω καὶ ὁ ὕμνος οὗτος δύναται καὶ πέραν τοῦ πόντου διαπε‐ ρᾶν· | |
5 | Ὅπως ἠράσθη πηλέως ἡ τοῦ ἀκάστου γυνή: | |
N 554 | Ὡς ἄρα νυμφείας ἐπείρα. ἤγουν ἐπειρᾶτο καὶ ἀπόπειραν ἐποιεῖτο. τὸ ἐνεργητικὸν ἀντὶ [τοῦ] παθη‐ | |
τικοῦ. εἰ γὰρ ἦν ἐπείρα ἀντὶ τοῦ ἐσύννευεν, τὴν νυμ‐ φείαν εὐνὴν ὤφειλεν, ἢ τῇ εὐνῇ· ἐπεὶ δὲ οὕτως ἐστὶν ἐν‐ | 18 | |
5 | ταῦθα γενικῇ συντασσόμενον, οὕτως ἐκληπτέον. εὕρηται δὲ καὶ τοὐναντίον τὸ ἐπειρᾶτο ἀντὶ τοῦ ἐπείρα: | |
N 575 | Τὺ δ’ Αἰγίνᾳ. σὺ δέ, ὦ εὐθύμενες, φησί, περι‐ σχεθεὶς καὶ περιληφθεὶς ὑπὸ τῶν ἀγκώνων καὶ τῶν ἀγκα‐ λῶν τῆς νίκης, τὴν αἴγιναν ἐποίησας ὑμνεῖν σε. ἐν ἀγκώ‐ νεσσι δὲ λέγει, ἐπεὶ παγκρατιαστὴς ἦν: | |
N 582 | Μείς τ’ ἐπιχώριος. ὁ δελφίνιος αἰγινήταις κα‐ λούμενος ἱερὸς ἀπόλλωνος, ἐν ᾧ ἀγὼν τοῦ ἀπόλλωνος ὑδρο‐ φόρια καλούμενος: | |
N 589 | Χρὴ δ’ ἀπ’ ἀθανῶν. διότι καὶ θησεὺς ἀθη‐ ναῖος ὢν εὗρε τὸ παγκράτιον, καὶ μένανδρος ἀλείπτης ἦν τοῦ πυθέα, τοῦτο λέγει: | |
N 592 | Μηκέτι ῥίγει δίδου φωνάν. ἀντὶ τοῦ μηκέτι δυσφορῶν φθέγγου. ἢ συνεσταλμένως· ἀλλ’ ἑτοίμως καὶ παρρησίᾳ· πολλὰ γὰρ ἔχεις εἰπεῖν: | |
N 593 | Ἀνὰ δ’ ἱστία τεῖνον. πέτασον τὰ ἱστία, φησὶν ἐκ μεταφορᾶς τῶν μελλόντων πλεῦσαι, τουτέστι· φθεγγόμε‐ νος τὰ περὶ τοῦ νικητοῦ οὐριοδρόμει. τὸ φθέγξαι δὲ μέσος ἐστὶ προστακτικός: | |
N 6prae 1 | ἐκ τῶν παλαιῶν σχολίων. τὸ προοίμιον ἐκ παραδείγματος. | |
N 61 | Ἓν ἀνδρῶν ἓν θεῶν γένος. ἐκ μιᾶς ὑπάρχο‐ μεν γῆς, φησίν, οἵ τε θεοὶ καὶ ἄνθρωποι. πρὸς τὸ εὐφυὲς δὲ τοῦ ἀλκιμήδου ἀφορᾷ τὸ προοίμιον: | |
N 64 | Διείργει δὲ πᾶσα. ἐκ πανδώρας ἐφ’ ἡμᾶς τὸ γένος προῆκται, κατὰ πάντα δὲ τὰ ἔργα τῆς δυνάμεως διαφέρομεν τῶν θεῶν: | 19 |
N 66 | Ὁ δὲ χάλκεος. ἀπὸ τοῦ περιέχοντος τοὺς περι‐ εχομένους ἀκουστέον, ἵν’ ᾖ ὁ λόγος· οἱ δὲ θεοὶ βεβαίως καὶ ἀδιαλείπτως ἀεὶ μένουσιν: | |
N 611 | Οὐδὲ μετὰ νύκτας. οὐδὲ πρὸς ἥντινα στάθμην ἔγραψεν ἡμᾶς δραμεῖν ἡ μοῖρα μετὰ νύκτας, ἤγουν οὐδὲ πρὸς ποῖον τέλος ἀπαντήσομεν κατὰ τὴν νύκτα, τουτέστι ποῖον ἔσται ἡμῖν τὸ τοῦ θανάτου τέλος, οὐκ οἴδαμεν: | |
N 627 | Ἴχνεσιν ἐν πραξιδάμαντος. τοῦ πάππου τοῦ ἀλκιμήδου, οὗ κατὰ τὰ ἴχνη φησὶν ἥκειν τὸν ἀλκιμήδην, ἐξ ἀναπαύσεως· ὁ γὰρ πατὴρ αὐτοῦ οὐκ ἐνίκησεν. οὗ χάριν καὶ τὸ παράδειγμα εἴρηκεν: | |
N 636 | Ὃς ὑπέρτατος. ὅστις ἐγένετο τῷ ἀγησιμάχῳ ὑπέρτατος τῶν υἱῶν, αὑτοῦ δηλονότι. ἴσως γὰρ ἐνίκησεν ἄν, ἐν ἄλλοις ἀγῶσι, ἢ καὶ ἐν ἄλλῳ καιρῷ· νῦν δὲ οὐκ ἐνίκησεν: — | |
5 | [Start of a diagram]ἀγησίμαχος νικᾷ σωκλείδης οὐ νικᾷ πραξιδάμας νικᾷ ὁ πατὴρ ἀλκιμήδου οὐ νικᾷ ἀλκιμήδης νικᾷ[End of a diagram] | |
N 645 | Μυχῷ δ’ ἑλλάδος. ἢ μυχὸν τῆς ἑλλάδος τὴν κόρινθον λέγει· ἐν τῷ τέλει γὰρ κεῖται. ἢ μυχοὺς τὰς πό‐ λεις φησί· μυχοῖς γὰρ ἐοίκασι. τὸ δὲ μέγα εἰπών, ἤγουν μεγαλορρημονήσας περὶ τούτων καὶ καυχησάμενος: | |
N 663 | Καλλίας ἀδῶν. υἱὸς κρέοντος ὁ καλλίας, συγ‐ γενὴς καὶ συμφατριώτης τοῦ νικητοῦ: | |
N 690 | Ἔγχεος ζακότοιο. οὐκ ἐκ παραδρομῆς ζάκοτον | |
εἶπε τὸ ἔγχος, ἀλλ’ ὅτι ἰδιαίτερον παρὰ τὰ ἄλλα κατεσκεύα‐ στο. τὸ δὲ αἰχμῇ ἔγχεος, ἢ τῇ ὀξύτητι, ἢ διότι δύο ξίφη εἶχε τὸ ἔγχος: | 20 | |
N 6108 | Δελφῖνί κεν τάχος δι’ ἅλμας. οὐχὶ ἔξω ὄντι τῷ δελφῖνι, ἀλλ’ ἐπὶ τῆς θαλάσσης. τότε γὰρ καὶ τὸ τάχος αὐτοῦ φαίνεται. τὸ τάχος δὲ τοῦ μελησίου παραβάλ‐ λει τῷ τοῦ δελφῖνος τάχει διὰ τὸ ταχέως τοὺς ἀλειφομένους | |
5 | ὑπ’ αὐτοῦ κατάγειν εἰς τοὺς ἀγῶνας. προτάττει δὲ τὸν περὶ αὐτοῦ ἔπαινον, εἶτα ἐπιφέρει αὐτόν: | |
N 7prae 5 | τὸ προοίμιον εὐκτικόν: | |
N 75 | Τεὰν ἀδελφεάν. ὅτι εἰλείθυια καὶ ἥβη ἀδελφαί, διὸς καὶ ἥρας θυγατέρες. ἀγλαόγυιον δὲ λέγει τὴν ἥβην, ὅτι ὃν ἡβῶμεν χρόνον αὐτοὶ ἑαυτῶν εὐπρεπέστεροι γινό‐ μεθα, καλλωπιζομένων ἡμῶν τῶν μελῶν: | |
N 77 | Ἀναπνέομεν δέ. οὐχ ἅπαντες δέ, φησίν, ἐπίσης ζῶμεν, ἀλλ’ ὁ μὲν πλουτεῖ, ὁ δὲ νικᾷ, ὁ δὲ ἄλλο τι ποιεῖ. ἕτερον δὲ ἄνθρωπον διαχωρίζει τῶν ἄλλων ἀνθρώπων ἕτερα, ἤγουν παρηλλαγμένα πράγματα, ἅτινα γίνονται ἐν τῇ τύχῃ· | |
5 | καὶ τὸ ζυγὸν τοῦ πότμου, ἤγουν ἡ εἱμαρμένη: | |
N 726 | Οὐ δ’ ὑπὸ κέρδει βάλον. οὐ δὲ ὑπτιοῦνται πρὸς τὴν παροῦσαν νηνεμίαν καὶ τὸν εὐδιεινὸν πλοῦν. τοῦτο γὰρ μέγιστον κέρδος τῶν πλεόντων: | |
N 729 | Ἐγὼ δὲ πλέον ἔλπομαι. ἐγὼ δέ, φησίν, ἐλπίζω πλέον γενέσθαι τὸν τοῦ ὀδυσσέως λόγον διὰ τὸν γλυκὺν ὅμηρον, ἢ ἔπαθεν. ἤγουν οὐ τοσαῦτα λέγω πεπραχέναι τὸν ὀδυσσέα ὅσα κεκήρυχεν ὅμηρος περὶ αὐτοῦ, ἀλλὰ ἐλάττω. | |
5 | ἡδυεπῆ δὲ λέγει τὸν ὅμηρον, ἢ ὡς ἡδεῖς λέγοντα λόγους, ἢ ὡς καλοὺς λόγους λέγοντα περὶ τοῦ ὀδυσσέως, ἐν τῷ λέ‐ | |
γειν αὐτὸν παθεῖν τινα ὡς καρτερικόν: — | 21 | |
N 732 | Ποτανᾷ μαχανᾷ. τῇ ταχυτάτῃ μηχανῇ, ἤγουν τοῖς ποιήμασι, καθὸ ὑψοῦσι τὰς ἀρετὰς τῶν ὑμνουμένων. ἤ, ἐπεὶ τὰ ἔπη πτερόεντα λέγει ὅμηρος, καὶ οὗτος τοῦτό φησιν: | |
N 740 | Ὃν κράτιστον. ὅντινα αἴαντα ἐπόρευσαν καὶ ἤγαγον ἐν ναυσὶν αἱ πομπαὶ τοῦ εὐθυπνόου ζεφύρου πρὸς τὴν πόλιν τοῦ ἴλου, τουτέστιν εἰς τὴν ἴλιον. ποταπόν; κρά‐ τιστον καὶ ἰσχυρότατον ἐν τῇ μάχῃ χωρὶς τοῦ ἀχιλλέως. | |
5 | ἤγαγον δὲ εἰς τροίαν, ὥστε κομίσαι τῷ μενελάῳ τὴν δά‐ μαρτα καὶ τὴν γυναῖκα αὐτοῦ: | |
N 771 | Τρία ἔπεα διαρκέσει. ἱκαναί εἰσιν αἱ τρεῖς αἰ‐ τίαι αὗται, ἃς ἀπαριθμοῦμαι, παραστῆσαι τὸ δικαίως αὐτῷ συμβεβηκέναι τὸν θάνατον, ἤγουν· τὸ ὑπὲρ κρεῶν ἀναιρε‐ θῆναι, τὸ ἐπὶ τῇ ἀπωλείᾳ αὐτοῦ τοὺς δελφοὺς βαρυνθῆ‐ | |
5 | ναι, καὶ τὸ ὅτι πεπρωμένον ἦν. εἶτα βεβαιῶν τοῦτο λέγει· οὐ ψευδής εἰμι μάρτυς ἐγὼ τοῖς ἐπὶ νεοπτολέμῳ λεχθεῖ‐ σιν: | |
N 790 | Ὕδατος ὧτε ῥοάς. ἄγων, φησί, καὶ φέρων εἰς φίλον ἄνδρα ῥοὰς ὕδατος, ῥεύματα δηλονότι καὶ ὕμνους ἐκ τῆς ἐμαυτοῦ τῶν λόγων πηγῆς, κλέος λέγω ἐτήτυμον, ἤγουν ἀληθῆ δόξαν, αἰνέσω καὶ ὑμνήσω αὐτόν, ᾧ τε καὶ | |
5 | ᾥτινι δηλονότι φέρω τοῦτο. εἰ δὲ τὸ ὧτε ἀντὶ τοῦ ὥσπερ δωρικῶς νοήσεις, οὕτως ἐρεῖς· ἄγων καὶ φέρων εἰς φίλον ἄνδρα κλέος ἀληθές, ἤγουν ὕμνον, ὥσπερ ῥοὰς ὕδατος, αἰνέσω αὐτόν: | |
N 794 | Ἐὼν δ’ ἐγγὺς ἀχαιός. ἀχαιοὶ καὶ ἠπειρῶται κατ’ ἐξοχὴν οἱ μολοσσοί. οὐ μέμψεται οὖν, φησίν, ἀνὴρ ἀχαιὸς ὡς ὑβρίσαντα τὸν νεοπτόλεμον, ὡς πολλοὶ ἔδοξαν | |
ἐν ἄλλοις ὑβρίσαι αὐτόν: — | 22 | |
N 7104 | Μὴ τέρμα προβάς. ἀπὸ τῶν πεντάθλων μετ‐ ενήνοχε τὸν λόγον, ἐν οἷς οἱ ἀθληταὶ δι’ ὑπερβολὴν ἰσχύος ὑπερβαίνουσι τοὺς προκειμένους ὅρους: | |
N 7106 | Ὃς ἐξέπεμψε. ἀπὸ τοῦ πρὸς αὐτὸν λόγου εἰς τὸν περὶ ἐκείνου μετέστη: | |
N 7126 | Ἡράκλεες. τοῦ ἡρακλέους ἐμνήσθη, ὅτι ὁ οἶ‐ κος τοῦ ὑμνουμένου ἑκατέρωθεν ἡρακλείοις τεμένεσι περιεί‐ χετο. λέγει δὲ ὅτι, [εἰ] ἐπιδέεται ἀνδρὸς ἀνὴρ εἰς τὰς βιωτικὰς χρείας, τί ἂν φαίημεν χρῆμα μεῖζον τοῦ τοὺς φι‐ | |
5 | λοῦντας γειτνιᾶν: | |
N 7134 | Ἀταλὸν ἀμφέπων θυμόν. προσηνῆ ποιῶν, φησί, τῷ πατρὶ τὸν θυμόν, ἤγουν μηδὲν ἐναντιούμενος τῷ πατρὶ ἀλλ’ ἐπιμελούμενος αὐτοῦ. κυρίως δὲ ἀταλὸν τὸ νήπιον, τὸ τλῆσιν καὶ κακοπάθειαν μὴ ὑποδεχόμενον. οὕτω | |
5 | δὲ ἐπίτασσε· ἐν σοί, ὦ ἡράκλεις, ὃς ἐδάμασας εὐτυχῶς τοὺς γίγαντας, ἐθέλοι ἂν ὁ σωγένης οἰκεῖν τὴν ζαθέαν ἀγυιὰν τῶν προγόνων αὐτοῦ τὴν εὐκτήμονα, ἀμφέπων καὶ θερα‐ πεύων τῷ πατρὶ τὸν θυμόν, ποταπόν; ἀταλόν, ἤγουν ἱλα‐ ρύνων αὐτὸν ταῖς θεραπείαις καὶ προσηνῆ ποιῶν: | |
N 7155 | Διὸς κόρινθος. παροιμία ἐστὶν ἐπὶ τῶν τὰ αὐτὰ περὶ τῶν αὐτῶν λεγόντων πολλάκις, ἐξ ἱστορίας. μέμνηται ταύτης καὶ ἀριστοφάνης, καὶ ζήτει ταύτην ἐκεῖ: | |
N 8prae 1 | ἐκ τῶν παλαιῶν σχολίων. τὸ προοίμιον εὐκτικόν: | |
N 81 | Ὥρα πότνια. ἤγουν εὐμορφία. τοῦτο δὲ εἴρηκε, διὰ τὸ τῆς ὥρας ἄνθος τοῦ νικηφόρου. ὁ δὲ νοῦς· ὦ ἀκμή, ἄγγελε τῶν ἀφροδισίων: | |
N 822 | Ἱκέτας αἰακοῦ. τοῦτό φησι παρόσον αὐχμοῦ ποτε γεγονότος ἐν τῇ ἑλλάδι δι’ αὐτοῦ τοῦ αἰακοῦ εὐφράνθησαν, εὐξαμένου καὶ λύσαντος τὸν αὐχμόν: | 23 |
N 854 | Ἐχθρὰ δ’ ἄρα πάρφασις ἦν. τοῦτο δυσανα‐ σχετῶν ἐπὶ τῷ ἀναιρεθῆναι τὸν αἴαντά φησιν: | |
N 871 | Χρεῖαι δὲ παντοῖαι. [λέγει] ὅτι πᾶσα πρᾶξις τοῖς τῶν ποιητῶν αὔξεται λόγοις, ἐξόχως δὲ τὰ περὶ πόνους κατορθώματα. ἡ δὲ τέρψις ζητεῖ θέσθαι ἐν τοῖς ὄμμασι πίστιν, ἤγουν καὶ τὰ ὄμματα πίστιν ἐκ τῆς τέρψεως λαμ‐ | |
5 | βάνει τῶν πραγμάτων ὅπως ἔχει φύσεως. τερφθεὶς γάρ τις ἐκ τῆς ὄψεως καὶ τὴν φύσιν ἐρευνᾶν τοῦ πράγματος ἄρχεται: | |
N 9prae 1 | Ἐκ τῶν παλαιῶν σχολίων: τὸ προοίμιον ἀπὸ τοῦ ποιητοῦ: | |
N 91 | Κωμάσομεν. τοῦτο οὔκ ἐστιν ἐκ τῶν νεμεονι‐ κῶν, ἀλλ’ οὐδὲ τὰ ἐπιφερόμενα. ἔστι δὲ ἀπὸ τοῦ χοροῦ ὁ λόγος, ἢ ἀπὸ τοῦ ποιητοῦ. φησὶ δέ· κωμάσομεν ἐκ σικυῶνος καὶ παρὰ τοῦ ἐκεῖ ἀπόλλωνος εἰς τὴν αἴτνην, εἰς | |
5 | τὸ δῶμα τοῦ χρομίου τοῦ φιλοξένου, ἀλλ’ ἀντὶ τῆς διαθέ‐ σεως ταύτης τῆς φιλοξένου τὸν τῶν ἐπῶν γλυκὺν ὕμνον τελεῖτε, ὦ μοῦσαι: | |
N 910 | Αὐδὰν μηνύει. οἱ μέν, τὸν ὕμνον, φασίν, ἀνα‐ τίθησιν· οἱ δέ, τὴν αὐτοῦ βοὴν τοῖς θεοῖς καταμηνύει, ἤγουν δείκνυσιν ἃ διὰ τὴν αὐτοῦ φιλοξενίαν αὐτῷ ᾄδουσιν: | |
N 920 | Ἅτε φοίβῳ. ποιητικῇ ἀδείᾳ τὰ ἐν σικυῶνι πύ‐ θια τὸν ἄδραστον τεθεικέναι φησίν: | |
N 943 | Αἰσιᾶν οὐ κατ’ ὀρνίχων ὁδόν. ἐὰν μὲν πε‐ ρισπωμένως τὸ αἰσιᾶν ἐκφέρῃς, ἐπὶ τῶν ὀρνίθων ἀκουστέον· | |
ἐὰν δὲ βαρυτόνως, ἐπὶ τῆς ὁδοῦ: — [Start of a diagram][Start of a diagram section]ζεύς | 24 | |
5 | μελάμπους βίων ἀντιφάτης ταλαός ὀϊκλῆς ἐριφύλλη ἄδραστος[End of a diagram section] οὗ αἱ θυγατέρες ἐμάνη‐ σαν, ἃς ἰάσατο ὁ μελάμ‐ | |
10 | πους. καὶ ἔλαβε τὸ τῆς βασιλείας δίμοιρον: — [Start of a diagram section]προῖτος μεγαπένθης ἱππόνους | |
15 | καπανεύς σθένελος.[End of a diagram section][End of a diagram] | |
N 976 | Καὶ κτεάνων. εἰσί τινες ἄνδρες αὐτόθι ἔχοντες ψυχὰς κρείσσονας χρημάτων, ἤγουν οὐ δουλούμενοι φιλο‐ κερδείᾳ ἀλλ’ ὑπερφρονοῦντες τὰ χρήματα: | |
N 993 | Ἕκτορι μὲν κλέος. τῷ ἕκτορι αὐτὸν προσεικά‐ ζει ὡς ὑπὲρ τῆς πατρίδος ἀγωνιζόμενον ὥσπερ κἀκεῖνος: | |
N 9106 | Αἰὼν ἁμέρα. ἐναντίον τοῦτο πρὸς τὸ τοῦ ὁμήρου. φησὶ γὰρ ἐκεῖνος· αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν: | |
N 9107 | Ἴστω λαχών. τὸ μακάριον τοῦτο τῆς εὐδαιμο‐ νίας μέρος ἴστω ὁ χρόμιος παρὰ θεῶν εἰληφώς, ἐν νεότητι διαπραξάμενός τι σὺν δίκῃ καὶ μέχρι γήρως εὐδαίμων δια‐ μείνας: | |
N 9126 | Εὔχομαι ταύταν. εὔχεται καὶ τὰ ἐν τοῖς δελ‐ φοῖς πύθια νικῆσαι τὸν χρόμιον, μὴ μόνον τὰ ἐν σικυῶνι, καὶ κελαδῆσαι πάλιν κἀκείνην τὴν νίκην: — λείπει ἐνταῦθα ἡ ἐπῳδός, οἶμαι δὲ τοῦτο πεποιηκέναι | |
5 | τὸν ποιητὴν διὰ τὴν εὐχήν: — | 25 |
N 10prae 3 | ἐκ τῶν παλαιῶν σχολίων. τὸ προοίμιον εὐκτικόν: | |
N 103 | Ὅτι ἐκεῖ τὰ ἥραια τὰ ἑκατόμβαια ἐτελεῖτο: | |
N 1010 | Οὐδ’ ὑπερμνήστρα. οὐ μόνον, φησί, τὸ ἄρ‐ γος ἀρίστους ἐξάγει ἄνδρας, ἀλλὰ καὶ εἰς γυναῖκας ἐξαίρε‐ τόν ἐστιν. ἡ γὰρ ὑπερμνήστρα μόνη οὐκ ἐξέπεσε τοῦ καθεστηκότος, ψηφισαμένη καὶ κρίνασα ἐντὸς τοῦ κουλεοῦ | |
5 | τὸ ξίφος ἔχειν καὶ μὴ ἑλκύσαι αὐτὸ πρὸς φόνον τοῦ ἀν‐ δρὸς ὡς αἱ λοιπαὶ αὐτῆς ἀδελφαί: | |
N 1035 | Βραχύ μοι στόμα. σημείωσαι, ὅτι, ἐπεὶ οὐκ ἦν ἐπίσημος ὁ ἀγών, ὃν ἐνίκησεν ὁ θειαῖος, τὰ ἑκατόμβαια, κατήντησεν εἰς τὰ περὶ τῆς πατρίδος. ἢ οὖν πάντα λέγε ὅσων ἐσθλῶν μοῖραν ἔχει τὸ τέμενος, ἢ στίξας εἰς τὸ ἀνα‐ | |
5 | γήσασθαι, τὸ ἑξῆς θαυμαστικῶς λέγε· ὅσων ἐσθλῶν μοῖραν ἔχει τὸ τέμενος τὸ ἀργεῖον. ὅσην δὲ μέλλων εἰπεῖν πρὸς τὸ μοῖραν, ὅσων εἴρηκε πρὸς τὸ ἐσθλῶν: | |
N 1044 | Ἔνθα νικήσαις δίς. ἐν τῷ ἀγῶνι νικήσας ἤδη δεύτερον, ἔσχεν ἡδεῖαν ἀνάπαυσιν ὁ θειαῖος τῶν πόνων. εὐφόρων δὲ λέγει πόνων, ἐπεὶ οἱ τοιοῦτοι πόνοι εὔφοροί εἰσι διὰ τὰ ἆθλα. ἢ εὐφρόνων ἵπποις, ἤγουν εὐφραν‐ | |
5 | τῶν, διὰ τὸν αὐτὸν τρόπον: | |
N 1065 | Καρπὸς ἐλαίας. διὰ τοῦτο ἐν παναθηναίοις ἔλαιον ἐδέδοτο τοῖς ἀθληταῖς, ἐπεὶ τὴν ἐλαίαν εὗρεν ἡ θεός: | |
N 1072 | Τυνδαρίδαισι. μέμνηται τῶν διοσκούρων παν‐ ταχοῦ ὡς ἀθλοθετούντων, ἢ ὡς ἀγωνιστῶν: | |
N 1076 | Νικαφορίαις γὰρ ὅσαις. θαυμαστικὸν τὸ ὅσαις ἐξενήνεκται. ὅσαις γὰρ νικηφορίαις, ἤγουν πολλαῖς νίκαις αὐτῶν, ἀνέθηλε καὶ ηὐξήθη τὸ ἄστυ τοῦ προίτου, ἤγουν τὸ ἄργος: | |
N 1082 | Ἐκ δὲ πελλάνας. ὅτι ἐν πελλήνῃ τοῖς νικήσα‐ σιν ἀθληταῖς χλαῖνα ἐδίδοτο. ἐτελεῖτο δὲ ἐν αὐτῇ τὰ θεο‐ | |
ξένια: — | 26 | |
N 1091 | Κάστορος δ’ ἐλθόντος. ἐπιξενωθεῖσι, φησί, τοῖς διοσκούροις παρὰ τῷ παμφάῃ, οὐδὲν θαυμαστὸν εἶναι, ἐκείνοις, ἀθληταῖς οὖσιν ἀγαθοῖς, καὶ τὸ σὸν μέρος δηλονότι συγγενές. ἤγουν· οὐ κενόν ἐστιν, ὦ θειαῖε, συγγενῆ εἶναί | |
5 | σε τῶν διοσκούρων, ἐπεὶ καὶ τῆς σπάρτης φύλακές εἰσι καὶ τοὺς ἀγῶνας διέπουσι σὺν ἑρμῇ καὶ ἡρακλεῖ: | |
N 10125 | [Ἔνθεν ἁρπάξαντες. σημείωσαι,] ὅτι, ἑνὸς βαλόντος τὸν κάστορα τῇ στήλῃ, ἐπ’ ἀμφοτέρων λέγει λυγ‐ κέως τε καὶ ἴδα. τὸ δὲ φλάσαν ἀντὶ τοῦ ἔθλασαν, κατὰ κοινωνίαν τοῦ θ πρὸς τὸ φ. τοὺς γὰρ θῆρας φῆρας οἱ | |
5 | αἰολεῖς καλοῦσιν: | |
N 10131-132 | [Start of a diagram]ὑάκινθος κυνόρτης περιήρης ἰκάριος ἀφαρεύς λεύκιππος τυνδάρεως υἱοὶ εʹ καὶ πενελόπη. | |
5 | λυγκεύς. ἴδας. φοίβη. ἱλάειρα. τιμάνδρα. κλυταιμνήστρα. ἑλένη. κάστωρ. πολυδεύκης.[End of a diagram] | |
N 10135 | Χαλεπὰ δ’ ἔρις. ἡ ἔρις, φησί, καὶ ἡ μάχη τῶν κρεισσόνων καὶ τῶν θεῶν χαλεπή ἐστιν ὁμιλεῖν τοῖς ἀν‐ θρώποις, ἤγουν τὸ μάχεσθαι θεοὺς ἀνθρώποις βαρύ: | |
N 10166 | Οὐ διπλόαν θέτο βουλήν. ἤγουν οὐ διπλῆν ἐποιήσατο βουλήν· ἀλλ’ εὐθὺς ἐπὶ τὸ ἕτερον ἐχώρησεν, ὥστε τὴν εὐδαιμονίαν μετὰ τοῦ ἀδελφοῦ συμμερίσασθαι: | |
N 11prae 15 | ἐκ τῶν παλαιῶν σχολίων. τὸ προοίμιον εὐκτικόν: | |
N 1115 | Ἀτρεμίαν τε σύγγονον. ἢ καὶ τὸν ἀτρεμίαν | |
τὸν σύγγονον καὶ ἀδελφὸν τοῦ πατρὸς αὐτοῦ, ἢ τὴν ἀτρε‐ μίαν καὶ ἀφοβίαν καὶ ἀδειλίαν τὴν σύγγονον καὶ συμφυῆ καὶ συγγεγενημένην αὐτῷ: | 27 | |
N 1120 | Θνατὰ μεμνάσθω. ἤγουν· μή, τῷ ὑπερβάλ‐ λοντι τῆς εὐδαιμονίας ἐπαρθείς, μεγάλα φρονήσῃ καὶ θεὸν ἑαυτὸν λογίσηται, ἀλλ’ ἐννοείτω ὡς θνητός ἐστι καὶ τέλος ἀποθανὼν καὶ τῇ γῇ καλυφθήσεται: | |
N 1146 | Φύλλ’ ἀοιδᾶν. οἱ μὲν περιφραστικώτερον τὰς ᾠδὰς ἤτοι τὰ ἐγκώμιά φασιν, οἱ δὲ τὰ τῶν στεφάνων ἐγκώμια: | |
N 1199 | Νῦν δὲ παρ’ αἰγιόχῳ. νῦν δὲ παρὰ τῷ διῒ διαπαντὸς οἰκεῖ καλλίστην περιέπων εὐδαιμονίαν, καὶ τε‐ τίμηται παρὰ τῶν θεῶν προσφιλέστατος ὢν αὐτοῖς, τήν τε ἥβην γαμεῖ καὶ εἰς γυναῖκα ἔχει, τῶν τιμίων οἴκων δεσπό‐ | |
5 | της ὢν καὶ τῆς Ἥρας γαμβρός. μήτηρ γὰρ τῆς ἥβης ἡ ἥρα: | |
N 11113 | Λακτίζοισα. σκληρᾷ μεταφορᾷ κέχρηται. ὅμη‐ ρος δὲ οὐχ οὕτω λέγει, ἀλλά· κνίσση δ’ οὐρανὸν ἷκεν ἑλισ‐ σομένη [περὶ] καπνῷ: | |
N 11180 | Κυβερνατῆρος. ἀλληγορικῶς τὸν ἀλείπτην κυ‐ βερνήτην προσηγόρευσεν, ᾧ φησι πεισθέντα αὐτὸν νικῆ‐ | |
σαι: — | 28 | |
I 4(5)prae 1 | ἐκ τῶν παλαιῶν σχολίων. | |
I 4(5)1 | Μᾶτερ ἀελίου. τὴν θείαν μητέρα τοῦ ἡλίου φησί. καὶ ἡσίοδος δὲ οὕτω λέγει· θεία δ’ ἠέλιόν τε μέγαν. εἰ γὰρ μὴ ἐθεώμεθα τὸν ἥλιον, οὔτε αὐτὸν οὔτε τὸν χρυσὸν οὔτε τἄλλα ἐτεθήπειμεν. κἀνταῦθα δὲ τὸν χρυσὸν λέγει | |
5 | διὰ τὸ λαμβάνειν, οἶμαι, αὐτὸν μισθόν, τοὺς ὕμνους γρά‐ φοντα: | |
I 4(5)7 | Ἐν ἁμίλλαισι. τὴν ἐν θαλάσσῃ πορείαν τῶν νεῶν ἁμίλλαν λέγει, ἐπεὶ τρόπον δή τινα ἁμιλλῶνται ταῖς κώπαις, τὸν πλοῦν ποιούμεναι: | |
I 4(5)18 | Μὴ μάτευε ζεὺς γενέσθαι. ἀκαταλλήλως ἐπέ‐ ζευξε τὸν λόγον· ἀπὸ τοῦ περί τινος γὰρ πρός τινα ποιεῖται τὸν λόγον: — [Start of a diagram]λάμπων | |
5 | φυλακίδας πυθέας[End of a diagram] | |
I 4(5)30 | Μὴ φθόνει κόμπον. καλῶς τὸ ἑξῆς ἐπήνεγ‐ κεν. εἰπὼν γὰρ κόμπον, ἐπήνεγκε τὸν ἐοικότα τῇ ἀοιδῇ. ὥσπερ γὰρ ἡ ᾠδὴ ἔπαρσίν τινα ποιεῖ, οὕτω καὶ ὁ ὕμνος ἐπαίρει τὸν ἐπαινούμενον: | |
I 4(5)58 | Πολλὰ μὲν ἀρτιεπής. ἤγουν ἡ εὑρίσκουσα ἐν ἐκείνοις ἀρετὰς εἰς ὑποθέσεις ἐγκωμίων ἀρτίους καὶ ὁλο‐ κλήρους, ἤγουν μεγάλας. τοξεύματα δὲ μεταφορικῶς τοὺς ἐγκωμιαστικοὺς λόγους λέγει, ὡς καὶ ἐν ἄλλοις· πολλά μοι | |
5 | ὑπ’ ἀγκῶνος ὠκέα βέλη: | |
I 4(5)65 | Κατάβρεχε σιγᾷ. ἐπίσχες τὴν καύχησιν. σίγα διὰ τὸν ἔξωθεν φθόνον. κατάβρεχε δὲ εἶπεν, ὅτι τὸ κατα‐ | |
βρεχόμενον παύεται καὶ ἀφανίζεται: — | 29 | |
I 4(5)68 | Καὶ τοιαίδε τιμαί. αἱ τοῦ νικηφόρου τιμαί, φησί, τὴν ἐπινίκιον ᾠδὴν ἀγαπῶσι καὶ φιλοῦσιν ὡς μέλι: — [Start of a diagram]κλεόνικος λάμπων | |
5 | φυλακίδας πυθέας[End of a diagram] | |
I 4(5)74 | Ἔκνιζ’ ὄπιν. [σημείωσαι,] ὅτι τῷ δαπάναι πλη‐ θυντικῷ ἐπέζευξεν ἑνικὸν τὸ ἔκνιζεν: | |
I 4(5)75 | Ἐν γυιοδάμαις. ἢ ταῖς δαμαζούσαις τὰ γυῖα τῶν ἐχθρῶν, ἢ ταῖς γυμναζούσαις τὰ γυῖα αὐτῶν τῶν ἀγωνιζο‐ μένων: Οὕτω δὲ λέγε· αἰνῶ καὶ τὸν πυθέαν ἐν τῷ εὐθυ‐ δρομῆσαι καὶ νικῆσαι κατὰ τὸν δρόμον ἐν ταῖς γυιοδάμαις | |
5 | τῶν πληγῶν τοῦ φυλακίδα. κοινωνεῖ γὰρ αὐτῷ τῆς νίκης, καλῶς αὐτὸν γυμνασάμενος. δέον δὲ εἰπεῖν ἐν τῷ εὐθυδρο‐ μῆσαι τὸν φυλακίδαν ταῖς πληγαῖς τοῦ πυθέα, ἀντιστρό‐ φως εἶπεν. αἱ γὰρ πληγαὶ καὶ τοῦ διδόντος εἰσὶ καὶ τοῦ λαμβάνοντος. ὅμοιον δέ ἐστι τῷ παρ’ εὐριπίδῃ· κάδμου | |
10 | παλαιῶν ἄρεος ἐκ μηνιμάτων: τὰ γὰρ μηνίματα τοῦ ἄρεος, ἤγουν αἱ ὀργαί, καὶ τοῦ κάδμου ἦν, ὡς κατ’ ἐκείνου γι‐ νόμενα: | |
I 5(6)prae 2 | ἐκ τῶν παλαιῶν σχολίων. | |
I 5(6)2 | Δεύτερον κρατῆρα. πρὸς τὸν πρῶτον ὕμνον, τὸν εἰς φυλακίδαν, φησὶ τοῦτον δεύτερον: Οὕτω δὲ λέγε· κίρναμεν δεύτερον κρατῆρα μοισέων μελέων ὑπὲρ τῆς εὐάθλου γενεᾶς τοῦ λάμπωνος, ὥσπερ ὅτε κιρνῶμεν | |
5 | ἐπὶ συμποσίου ἀνδρῶν θάλλοντος, δεύτερον κρατῆρα δη‐ | |
λονότι: — | 30 | |
I 5(6)8 | Νηρεΐδεσσί τε. ἐν τῷ δεσπότῃ τῶν νηρηΐδων κατὰ ἀντίπτωσιν, ἢ ἀπολελυμένως τῷ δεσπότῃ τοῦ ἰσθμοῦ καὶ τῶν πεντήκοντα παίδων: — Ἐμοὶ δοκεῖ τὸ παίδων πρὸς τὸ ὁπλοτάτου συνάπτεσθαι, | |
5 | οὕτω· τοῦ ὁπλοτάτου καὶ ἰσχυροτάτου τῶν παίδων, ἤτοι τῶν νέων τοῦ φυλακίδα νικῶντος. εἰ δὲ ἐπὶ τοῦ πυθέα τοῦτο νοεῖς, κατὰ μετοχὴν ἐρεῖς. εἰς ἀμφοτέρους γὰρ ὁ ὕμνος πεποίηται τοὺς ἀδελφούς. διὸ καὶ ὑπὲρ τῆς εὐάθλου γενεᾶς τοῦ λάμπωνος εἴρηκεν: | |
I 5(6)33 | Καὶ πέρα νείλοιο. τὰ ἑκατέρωθεν παρείληφε πέρατα. λέγει δὲ τὸ μὲν διὰ τὸν μέμνονα, ὃν ἐφόνευσεν ἀχιλλεύς, τὸ δὲ διὰ τὰς ἀμαζόνας, ὧν τὴν βασίλισσαν ὁ αὐτὸς ἀπέκτεινε πενθεσίλειαν: | |
I 5(6)43 | Ὑπὲρ ἀμπλακίαν. ἁμαρτίαν, ἀποτυχίαν, ἣν ἀπέτυχε μὴ λαβὼν τὰς ὑπεσχημένας αὐτῷ ἀθανάτους ἵπ‐ πους παρὰ τοῦ λαομέδοντος. ἐν ναυσὶ δὲ ἤγαγε, παρὰ τὸ ὁμηρικόν· ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέ‐ | |
5 | ροισιν: | |
I 5(6)54 | Κελήσατο. ἐνταῦθα παρέλειψεν ὁ ποιητὴς τὴν ἀρχήν, ἣν ἡ τελαμών φησι πρὸς ἡρακλέα ποιῆσαι. παρα‐ κατιὼν δέ φησιν ἐξ ἐριβοίας παῖδα θρασὺν μοιρίδιον τελέ‐ σαι τῷδε: | |
I 6(7)prae 1 | ἐκ τῶν παλαιῶν σχολίων. τὸ προοίμιον ἀπὸ τῆς πατρίδος τοῦ νικητοῦ: | |
I 6(7)1 | Ὦ μάκαιρα θήβα. ὁ λόγος πευστικὸς πρὸς τὴν θήβαν, ἤγουν· ὦ θηβαῖοι, οἱ ἐν ταῖς θήβαις οἰκοῦντες, ἢ | |
ὦ πόλις. τὸ δὲ τέον θυμὸν ηὔφρανας εὔψυχον τὸν λόγον ποιεῖ. τὸ ἦ [ῥα] δὲ ἢ ἀντὶ τοῦ ἄρα, ἢ ἀντὶ διαζευ‐ | 31 | |
5 | κτικοῦ κατὰ παλαιὰν συνήθειαν, οὑτωσίπως λαμβάνουσαν τοῦτο. πάρεδρον δὲ τῆς δήμητρος τὸν διόνυσον λέγει, ἢ ὅτι ἅμα τὰ μυστήρια τούτων ἐτέλουν, ἢ κατὰ ἀλληγορίαν· ἡ γὰρ ἄμπελος, ἥτις τὸν οἶνον στάζει, πάρεδρος καὶ σύν‐ οικος τῇ γῇ: | |
I 6(7)10 | Ἡρακλείοις γοναῖς. ἀντὶ τοῦ ἐπὶ ταῖς ἡρα‐ κλείαις γοναῖς μετῆλθεν ὁ ζεὺς τὴν ἀλκμήνην, ἤγουν συν‐ εμίγη τῇ ἀλόχῳ χάριν τῆς ἡρακλέους σπερμογονίας: | |
I 6(7)19 | Ὀρθῷ ἔστασας ἐπὶ σφυρῷ. ἀντὶ τοῦ· ἀσφαλῆ αὐτοῖς ἀπειργάσω τὴν βάσιν τῶν λακεδαιμονίων, | |
καθελοῦσα τὸν πρὸς ἀμυκλαεῖς πόλεμον: — | 32 |