TLG 5034 005 :: SCHOLIA IN PINDARUM :: Scholia in Pindarum (scholia vetera et recentiora partim Thomae Magistri et Alexandri Phortii) (e cod. Patm.) SCHOLIA IN PINDARUM Schol. Scholia in Pindarum (scholia vetera et recentiora partim Thomae Magistri et Alexandri Phortii) (e cod. Patm.) Source: Semitelos, D. (ed.), Πινδάρου σχόλια Πατμιακά. Athens: Hermes, 1875: 1–133.
Citation: Ode — scholion — (line) | ||
O 1t | ΟΛΥΜΠΙΩΝ ΕΙΔΟΣ Αʹ. | |
O 1prae 1 | Τὸ προοίμιον ἀπὸ συγκρίσεως. | |
O 11 | Ἄριστον μὲν ὕδωρ] ἐστὶ τῶν ἄλλων στοιχείων πυ‐ ρός, ἀέρος, γῆς. —Ἄριστον μὲν ὕδωρ]* Ἐπὶ τῆς αὐτῆς ἐννοίας ἐστὶ καὶ τὰ πρὸς τῷ τέλει τοῦ Γʹ τῶν Ὀλυμπίων εἴδους (στ. 75—76): | |
5 | Εἰ δ’ ἀριστεύει μὲν ὕδωρ, κτεάνων Δὲ χρυσὸς αἰδοιέστατον. —Ἄριστον μὲν ὕδωρ]* Τὸ ἄριστον ὑπερθετικὸν ὄνομα ἀπὸ τοῦ ἀρείων συγκριτικοῦ· τὸ δὲ ἀρείων παρὰ τὸ ἄρης, ὁ πόλεμος ......., ὁ ἐν πολέμοις ἰσχυρός· καταχρηστικῶς δὲ καὶ ὁ ἐν | |
---|---|---|
10 | οἱῳδήποτε πράγματι ὑπερτερῶν καὶ τοὺς ἄλλους ὑπερ(βάλλων? ...). Ἄριστος, ἐπὶ σώματος· βέλτιστος, ἐπὶ ψυχῆς, τὸ α βρα‐ χύ· ἄριστον δὲ, τὸ γεῦμα, μακρόν. —Ὕδωρ]* Ὕδωρ ἐστὶ στοι‐ χεῖον κατωφερές, ψυχρόν, ὑγρόν, θρεπτικόν, παρὰ τὸ ὕω, τὸ βρέ‐ χω, ὕωρ, καὶ πλεονασμῷ τοῦ δ ὕδωρ· τὸ υ παρὰ μὲν τοῖς ἄλ‐ | |
15 | λοις ποιηταῖς ἐστι μακρόν, παρὰ δὲ τοῖς τραγικοῖς βραχύ, ὡς τὸ ἀνὴρ καὶ ἕτερα. Καὶ ἐνταῦθα τὸ υ βραχύ ἐστι. | |
O 12 | Χρυσὸς] Περιφανής ἐστι δηλαδή. —Χρυσὸσ]* χρυσὸς λέγεται παρὰ τὸ ῥύω, ῥύσω, ῥυσὸς καὶ πλεονασμῷ τοῦ χ χρυ‐ σός. Ὁ γὰρ χρυσὸς διδόμενος ῥύεται τὸν ἄνθρωπον ἐκ τοῦ θα‐ νάτου. Καὶ Κολοφώνιος χρυσὸς λέγεται ὁ κάλλιστος χρυσός· | |
5 | καὶ γὰρ πολύ φασι παραλλάττειν τοῦ ἄλλου τὸν Κολοφώνιον | |
χρυσόν. —Αἰθόμενον πῦρ] Λάμπον ἐν νυκτί· ἐνταῦθα συνάπτεται τὸ νυκτί. —Αἰθόμενον πῦρ]* Τὸ γὰρ νύκτωρ αἰθόμενον πῦρ λαμπρότερόν ἐστι τοῦ μεθ’ ἡμέραν καιομένου πυρός. | 1 | |
O 13 | Ἅτε] Καθά. —Διαπρέπει] Διαλάμπει, ἤγουν διὰ πάντων τούτων πρέπει. —Νυκτὶ]* Νυκτί· παρὰ τὸ νύσσω, νύ‐ ξω, νύξ, ἡ νύσσουσα καὶ κάμπτουσα ἡμᾶς πρὸς ὕπνον· ἢ παρὰ τὸν νύξω μέλλοντα, τὸν δηλοῦντα τὸ πλήξω, διὰ τὸ νύσσεσθαι | |
5 | καὶ προσπαίειν τοῖς ἐνεργοῦσί τι ἐν σκότει. Κλίνεται νυκτός. Ὁ κανών· Πᾶν ὄνομα ἔχον ἐπὶ τῆς εὐθείας τὸ σύμφωνον τοῦ μέλ‐ λοντος, θέλει ἔχειν καὶ ἐπὶ τῆς γενικῆς ποτὲ μὲν τὸ σύμφωνον τοῦ παρακειμένου, ποτὲ δὲ τοῦ μέλλοντος· καὶ ποῖόν ἐστι τοῦ παρακειμένου; τὸ χ, καὶ γίνεται νυχός· πλεονάζει γὰρ τὸ τ ἐν | |
10 | πολλαῖς λέξεσιν, ὡς τὸ ἄναξ, ἄναχος καὶ ἄνακτος· καὶ ἐπεὶ ψιλὸν ψιλοῦ καὶ δασὺ δασέος προηγεῖται, ἐτράπη τὸ χ εἰς κ, καὶ γέγονε νυκτός. Σημαίνει τέσσαρα· τὴν σωματοειδῆ θεὸν ὡς τὸ (Ἰλ. Ξ, 259): Εἰ μὴ Νὺξ δμήτειρα θεῶν .......... | |
15 | καὶ τὴν παρ’ ἡμῖν νοουμένην ἐπὶ τῇ συνηθείᾳ, ὡς τὸ (Ἰλ. Ι, 78): Νὺξ δ’ ἥδ’ ἠὲ διαῤῥαίσει στρατὸν ἠὲ σαώσει. καὶ τὴν σκοτίαν καὶ γνοφώδη κατάστασιν, ὡς τὸ (Ὀδ. Λ, 19): Ἀλλ’ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσιν· | |
20 | σημαίνει καὶ τὸν θάνατον καὶ σκοτασμὸν τῶν ὀφθαλμῶν, ὡς τὸ (Ἰλ. Ε, 659): Τὸν δὲ κατ’ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν. —Μεγάνορος] Ἤγουν ὑπερηφάνειαν ἐμποιοῦντος. —Μεγά‐ νορος] Ἰσχυροῦ, δυνατοῦ, ἀνδρείαν ἐμποιοῦντος· ἐπεὶ μεγάλα | |
25 | δύναται ὁ χρυσός. —Μεγάνορος] Τοῦ τοὺς ἄνδρας μεγίστους ποιοῦντος. —Ἔξοχα] Ἐξόχως. —Ἔξοχα]* Γενικὴν ἔσχε σύν‐ ταξιν διὰ τὴν (τῆς) λέξεως ὑπεροχήν· ὑπέρθεσιν γὰρ δηλοῖ ἔξο‐ | |
χα πλούτου, ἤγουν ὑπερβαλλόντως· αἱ δὲ ὑπερθέσεις φιλ(οῦσι) τὴν γενικὴν σύνταξιν. —Πλούτου]* Πλοῦτός ἐστι κτῆσις χρη‐ | 2 | |
30 | μάτων τε καὶ κτημάτων, παρὰ τὸ πολὺς καὶ τὸ τω τὸ λαμβά‐ νω καὶ δέχομαι, πολύουτος καὶ συγκοπῇ πλοῦτος· ἢ ὅτι ἐκ τοῦ πηλοῦ καὶ τῆς γῆς ὁ πλοῦτος εὑρίσκεται τοῖς ἀνθρώποις· ὅθεν καὶ Ἡσίοδος (Θεογ. 969): Δημήτηρ μὲν Πλοῦτον ἐγείνατο, ......... | |
35 | Σύνταξις: Τὸ ὕδωρ μέν, τὸ στοιχεῖον δηλονότι, ἄριστόν ἐστιν, ἤγουν κράτιστον καὶ χρησιμώτατον, παρὸ εἰσὶ τὰ λοιπὰ τρία στοιχεῖα, πῦρ, ἀὴρ καὶ γῆ. Ὁ χρυσὸς δὲ διαπρέπει καὶ διαλάμ‐ πει ἔξοχα καὶ διαφερόντως ..... τοῦ πλούτου τοῦ μεγάνορος, ἤγουν τοῦ μεγάλα δυναμένου, ἢ, κατὰ μετωνυμίαν, τοῦ ἰσχυρο‐ | |
40 | ποιοῦντος καὶ μεγαλύνοντος τοὺς ἔχοντας αὐτὸν ἀνθρώπους· ἅτε καὶ καθὰ πῦρ αἰθόμενον καὶ καιόμενον νυκτί, ἀντὶ τοῦ νύ‐ κτωρ καὶ ἐν καιρῷ νυκτός· ὅπερ λαμπρότερόν ἐστι τοῦ μεθ’ ἡμέ‐ ραν καιομένου πυρός. | |
O 15 | Ἄεθλα] Ἀγῶνας. —Ἄεθλα]* Ἄεθλος καὶ ἄεθλον διαφέρει. Ἀρσενικῶς γὰρ τὸν τόπον καὶ τὸ ἀγώνισμα δηλοῖ· οἷον (Ὀδυς. Χ, 5): Οὗτος μὲν δὴ ἄεθλος ἀάατος ........ | |
5 | οὐδετέρως (δὲ) τὸ ἐπὶ τοῦ ἀγῶνος διδόμενον ἔπαθλον· οἷον (Ἰλ. Ψ, 259): Νηῶν δ’ ἀφῄρηταί τ’ ἄεθλα λέβητάς τε τρίποδάς τε. Καὶ ἀπὸ τούτου ἀεθλεύειν, τὸ ἀγωνίζεσθαι. Γίνεται δὲ ἡ λέξις, κατὰ τοὺς παλαιούς, ἀπὸ τοῦ ἐθέλειν, ἐπιτάσει τοῦ α. | |
10 | αἱρετὸν γὰρ καὶ θελητὸν ὁ ἄεθλος καὶ τὸ ἄεθλον. Ἐνταῦθα δὲ ἄεθλά φησι τοὺς ἀγῶνας. —Γαρύεν] Φωνεῖν, ἀντὶ ὑμνεῖν. | |
O 16 | Ἔλδεαι] Ἐπιθυμεῖς, ἐθέλεις. —Ἔλδεαι]* Ἔλδω, καὶ ἀπὸ τούτου ἔλδομαι, τὸ ἐπιθυμῶ, τὸ γʹ ἔλδεται, ἀποβολῇ τοῦ τ ἰωνικῶς ἔλδεαι ἀντὶ το(ῦ) ἔλδῃ καὶ ἐπιθυμεῖς. Εἴρηται δὲ ἡ λέξις ἀπὸ τοῦ ἕλκω, κατὰ μετάθεσιν τοῦ κ εἰς δ· εἰς ὃ γάρ | |
5 | τις ἐπιθυμεῖ ἐκεῖ ἕλκεται· ἢ παρὰ τὸ (θέ)λω, τοῦ θ τραπέντος εἰς δ, κατὰ Μακεδόνας, καὶ ὑπερθέσεως γενομένης· οἷον θέλω, δέλω, ἔλδω καὶ ἔλδομαι· ἢ παρὰ τὸ ἕλω, τὸ προκρίνω· δῆλον γὰρ ὡς ἕλοιτο ἄν τις τὸ ἐπιθυμητόν. Εἰ δὲ δασύνεται τὸ ἑλεῖν ψιλοῦται δὲ τὸ ἔλδεσθαι, αἴτιον ἡ τοῦ δ ἐπένθεσις. —Φίλον | 3 |
10 | ἦτορ] Ὦ φίλη ψυχή, προσφιλὴς ἐμοὶ ψυχή. —Φίλον ἦτορ]* Ἦ‐ τορ ἡ ψυχή, παρὰ τὸ ἄω, τὸ πνέω· καὶ γὰρ πνεῦμα λέγεται ἡ ψυχή, ὡς ἐν τοῖς θείοις Εὐαγγελίοις (Ἰωάν. δʹ, 24): «Πνεῦμα ὁ Θεὸς καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀλη‐ θείᾳ δεῖ προσκυνεῖν»· τουτέστιν ἀσώματόν ἐστι τὸ θεῖον, καὶ | |
15 | τοιαύτην θέλει καὶ τὴν θυσίαν αὐτοῦ, διὰ τοῦ ἐν ἡμῖν ἀσωμάτου προσφέρεσθαι, τουτέστι διὰ τῆς ψυχῆς καὶ τῆς τοῦ νοῦ καθα‐ ρότητος. | |
O 17 | Μηκέθ’ ἁλίου σκόπει] Ἤγουν μὴ ζήτει ἰδεῖν. — Ἁλίου]* Ἥλιος, παρὰ τὸ ἕλη, ὃ σημαίνει τὴν λαμπηδόνα, ἕλιος, καὶ τροπῇ τοῦ ε εἰς η ἥλιος. | |
O 18 | Θαλπνότερον] Φλογωδέστερον, λαμπρότερον, θερμό‐ τερον. | |
O 19 | Ἐν ἁμέρᾳ] Φερόμενον δηλ. μὴ ὑπὸ νεφελῶν κρυ‐ πτόμενον. —Φαεινὸν] Λαμπρόν. Τοιαύτη γὰρ ἡ τῶν ἄστρων φύσις. —Ἄστρον] ἀντὶ ἀστέρα. | |
O 110 | Ἐρήμας δι’ αἰθέρος] Μὴ ὑπό τινων οἰκουμένου ἀέ‐ ρος. —Ἐρήμας δι’ αἰθέροσ]* Ἐν γὰρ τῷ ἀέρι, φησὶν ὁ Τζέτζης, συνίσταται, κατὰ Ἀριστοτέλη καὶ πάντας σοφοὺς, τά τε νέφη καὶ αἱ (κα)ται(γίδ)ες? καὶ τὰ πνεύματα· ὁ δὲ αἰθὴρ ἔρημος τού‐ | |
5 | των ἁπάντων καθέστηκεν. —Αἰθὴρ]* Ἐνταῦθα θηλυκῶς κεῖται, καθ’ ὁμοιότητα τῆς ἠέρος. Αἰθὴρ ὁ οὐρανὸς κατὰ τὴν κοινὴν φράσιν· ὅθεν ὕπαιθρον τὸ μὴ ἐστεγασμένον. Εἴρηται δὲ παρὰ | |
τὸ ἀεὶ θεῖν, ὥς φησιν Ἀριστοτέλης περὶ Κυρηναίων. — Δι’ αἰθέρος] Καὶ Σοφοκλῆς Οἰδίποδι τυράννῳ (866—67): | 4 | |
10 | ............ οὐρανίαν δι’ αἰθέρα ............ θηλυκῶς. | |
O 111 | Ὀλυμπίας ἀγῶνα] Τοῦ Ὀλυμπιακοῦ ἀγῶνος. | |
O 112 | Φέρτερον] Κρείττονα· ὅτι ἔξοχος τῶν ἄλλων τῶν Ὀλυμπίων ὁ ἀγών. —Αὐδάσομεν] Λέξομεν. | |
O 114 | Ἀμφιβάλλεται] Κοσμεῖται. | |
O 115 | Σοφῶν μητίεσι]* Σοφοὺς ἐνταῦθα τοὺς ποιητάς φη‐ σιν, οὓς ὁ αὐτὸς ἄλλ(οθι?) σοφιστὰς λέγει (Ἰσθμ. Εʹ, 36—37). .......... Μελέταν δὲ (σο)φισταῖς Διὸς ἕκατι πρόσβαλον σ(εβι)ζόμενοι· | |
5 | καὶ σοφίαν τὴν ποίησίν φησιν ὁ αὐτὸς ἐν τῷ τέλει τοῦ ὕμνου (187 —88): .......... πρόφαντον σοφίαν καθ’ Ἕλ‐ λανας ἐόντα παντᾶ. —Μητίεσι] Ταῖς διανοίαις. —Μητίεσι]* Μῆτις ἡ σύνεσις, ἡ | |
10 | τέχνη καὶ ἡ βουλή· ὅθεν καὶ μη(τιέτης ................ ...). Γίνεται παρὰ τὸ μήδω τὸ βουλεύομαι, μέλλων μήσω, μῆσις καὶ (μετα)θέσει τοῦ ς (.... μῆ)τις. —Κελαδεῖν]* Ἀκύρως· ἐπὶ γὰρ ἀνέμων καὶ θαλάσσης καὶ ποταμοῦ κυρίως τάττεται· κέλαδος γὰρ ὁ θορυβώδης ἦχος καὶ ἡ ταραχή. Ἐν‐ | |
15 | ταῦθα δὲ κεῖται τὸ κελαδεῖν ἀντὶ τοῦ ἀνυμνεῖν, καὶ καθαρᾷ τῇ φωνῇ ᾄδειν καὶ εὐφημεῖν, ὡς καὶ παρὰ τῷ Ἀριστοφάνει (Βατρ. 386): .......... ζαθέαις μολπαῖς κελαδεῖτε· | |
ἤγουν ἀναβοᾶτε. | 5 | |
O 116 | Ἱκομένοισ]* Ἵκω, τὸ ἱκετεύω, καὶ παραγίνομαι· τὸ παθητικὸν ἵκομαι. Τὸ πάλαι δὲ οὕτως ἔλεγον· νῦν δ’ ἡ .. .. ἀφικνοῦμαι, τὸ ἔρχομαι. | |
O 118 | Θεμιστεῖον ὃς ἀμφέπει]* Θεμιστεῖον σκᾶπτον· συνεκδοχικῶς τοῦτο ἐξενήνεκται, ἀπὸ τοῦ συμβόλου τὸ κύριον· θέλει γὰρ εἰπεῖν τὴν δικαιοτάτην βασιλείαν. Ταύτης γὰρ τὸ ἐπίσημόν ἐστι τὸ σκῆπτρον· ὅθεν καὶ σκηπτοῦχος, ὁ βασιλεύς. | |
5 | Τὸ δὲ ἀμφέπει ποιητικὸν ἀντὶ περιέπει, ἤγουν φυλάττει καὶ κυβερνᾷ καὶ ἐπισκοπῆς ἀξιοῖ. | |
O 122 | Ἀγλαΐζεται] Ἤγουν κοσμεῖται. —Ἀγλαΐζεται]* Τὸ ἀγλαΐζεται ἐκ τοῦ ἀγάλλεται, κατὰ παραγωγὴν καὶ ὑπέρ‐ θεσιν τοῦ ἀμεταβόλου. | |
O 126 | Τράπεζαν]* Τράπεζα κατὰ ἀποβολὴν τῆς τε συλ‐ λαβῆς· τετράπεζα, τέσσαρας πέζας ἔχουσα· αἱ γὰρ τῶν παλαιῶν τράπεζαι τετράγωνοι ἦσαν. | |
O 127 | Φόρμιγγα]* Φόρμιγξ ................ πρῶ‐ τον γὰρ ἐκιθάριζεν ὁ Ἀπόλλων, εἶτα ἐπῆγον τὴν ᾠδὴν αἱ Μ(οῦσαι). —Πασσάλου]* Πάσσα(λον ...ωκε.....ρεμα... ὅπερ δεῖ· παρὰ τὸν πήσσω μέλλοντα. | |
O 128-29 | Πίσας τε καὶ Φερενίκου] Καὶ Φερενίκου χάρις περιφραστικῶς, ἀντὶ τοῦ, ἡ Πίσα καὶ ὁ Φερένικος. —Χά‐ ρις] Ἡ δόξα. —Χάρισ]* Χάρις ἡ θεά, καὶ τὴν αἰτιατικὴν (ἔχ)ει τρισύλλαβον, ἤγουν Χάριτα (Ἰλ. Ξ, 267): | |
5 | .......... Χαρίτων μίαν ὁπλοτεράων· καὶ τὴν δωρεὰν ἔτι σημαίνει (Ἰλ. Ξ, 235): ..... ἐγὼ δὲ καί τοι ἰδέω χάριν ...... καὶ τὴν εὐπρ(έπ)ειαν δηλοῖ, ὡς (Ὀδυς. Ζ, 235): .......... κατέχ)ευε χάριν κεφαλῇ καὶ ὤμω· | |
10 | καὶ τὴν ἡδονήν, ὡς ὅταν λέγωμεν: «τὴν τῶν λόγων χάριν.» Γίνεται δὲ παρὰ τὸ χαίρω, χαρῶ, χάρις. | |
O 130 | Νόον]* Νόον τὴν διάνοιαν. Νοῦς ἐστιν ὅρασις ψυχῆς ἀσώματος πρὸς πάντα (ἐκ)τεινομένη. Νοῦς πρᾶγμα ἄδηλον, ἀδή‐ λως ἄδηλα περια(θ)ροῦν· τοῦτο γάρ ἐστι νοῦς ἐν ψυχῇ, ὅπερ ὀφθαλμὸς ἐν σώματι. Εἴρηται δὲ παρὰ τὸ νέεσθαι τὸ πορεύεσθαι, | 6 |
5 | ὁ πάντοτε ἐν ἡμῖν κινούμενος· οὐδὲν γὰρ νοὸς ὁρμητικώτερον. Καὶ Ὅμηρος (Ἰλ. Ο, 80): Ὡς δ’ ὅτ’ ἂν ἀΐξῃ νόος ἀνέρος .......... | |
O 131 | Ἔθηκε]* Ἔθηκεν, ἤγουν ἐπέθηκεν. Ὤφειλεν εἶναι ἔθησεν, ἀλλὰ ὁ κανών φησιν: Ὁ ἀόριστος πρῶτος ἐνεργητικός, εἴτε ἀπὸ βαρυτόνων ῥημάτων παράγεται, εἴτε ἀπὸ περισπωμέ‐ νων, εἴτε ἀπὸ τῶν εἰς μι, ἀεὶ γίνεται ἀπὸ τοῦ μέλλοντος, τρο‐ | |
5 | πῇ τοῦ ω εἰς α, καὶ προσλήψει κατὰ τὴν ἀρχὴν τῆς αὐξήσεως, συλλαβικῆς ἢ χρονικῆς, καὶ (ἀ)εὶ φυλάττει τὸ τοῦ μέλλοντος σύμφωνον· οἷον: τύψω, ἔτυψα, λέξω ἔλεξα, πείσω ἔπεισα, φα‐ νῶ ἔφηνα, χωρὶς τοῦ εἶπα ἀπὸ τοῦ ἕπω, ἤνεγκα ἀπὸ τοῦ ἐνέγκω, ἔθηκα ἀπὸ τοῦ τίθημι, ἔδωκα ἀπὸ τοῦ δίδωμι, καὶ ἧκα | |
10 | ἀπὸ τοῦ ἵημι, τὸ πέμπω· ἀντὶ τοῦ ἧψα, ἤνεγξα, ἔθησα, ἔδωσα, ἧσα. —Φροντίσιν]* Φροντὶς λέγεται ἐκ τοῦ φέρω, φορτίς, ὑπερ‐ βιβασμῷ καὶ πλεονασμῷ τοῦ ν φροντίς. Δίκην γὰρ φόρτου ἔγ‐ κειται ἡ φροντὶς τῇ ψυχῇ· ἢ παρὰ τὸ τὰς φρένας τίειν· οἱ γὰρ φροντίδας ἔχοντες τὰς φρένας τιμωροῦνται. —Φροντίσιν] Ταῖς | |
15 | τῶν ἐγκωμίων καὶ τῆς ποιήσεως. | |
O 132 | Παρ’ Ἀλφεῷ]* Ἐν Ὀλυμπίᾳ· ἀπὸ γὰρ τοῦ ποτα‐ μοῦ τὸ χωρίον ἀκουστέον. —Παρ’ Ἀλφεῷ]* ... σημαίνει τὸ ὃ ἄρθρον, προτακτικὸν καὶ ὑποτακτικόν, καὶ ἀντωνυμίαν τρίτου προσώπου ἀντὶ τοῦ οὗτος, ὡς τὸ (Ἰλ. Α, 12): | |
5 | .......... ὁ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν. καὶ ἀντὶ τοῦ τοῦτο, ὡς τό: Ὃ μὲν οὔτι τόσον (τ)ελέθει κακὸν ἔνδοθι μίμνον: καὶ ἀντὶ τοῦ ὅτι, ὡς τὸ (Ἰλ. Α, 120): Λεύσσετε γὰρ τόγε πάντες, ὅ μοι γέρας ἔρχεται ἄλλῃ. | |
10 | καὶ ἀντὶ τοῦ διότι, ὡς τὸ (Ὀδ. Δ, 206): (Το)ίου γὰρ καὶ πατρός, (ὃ) καὶ πεπνυμ(ένα βάζ)εις· ἐνταῦθα δὲ κεῖται ἀντὶ τοῦ ὅστις, ὁ Φερ(έν)ικος. —Παρ’ Ἀλ‐ φεῷ]* Ἀλφειὸς ποταμὸς ἐν Ἤλιδι, ἢ ἀρκαδικῆς πόλεως. Κα‐ λεῖται δέ, κατὰ τὸν γεωγράφον, ἀπὸ τῆς τῶν ἀλφῶν θερα‐ | 7 |
15 | πείας, ἤγουν παρὰ τὸ τοὺς ἀλφοὺς θεραπεύειν, ἢ παρὰ τὸ ἄλ‐ φειν, ὅ ἐστιν ὠφελεῖν· ὠφέλιμον γὰρ αὐτοῦ τὸ ὕδωρ. Τὸ φε συνεστάλη διὰ τὸ μέτρον, ἐλλείψει τοῦ ι· τὰ γὰρ διὰ τοῦ ειος τρισύλλαβα ἐπὶ ποταμῶν (ὀξ)ύτονα ὄντα δίφθογγον ἔχει, οἷον Πηνειός, Σπερχειός, Ἀλφειός· κεῖται ὀξύτονα διὰ τὸ μήνι .... | |
20 | .... τοῦ ι· τρισύλλαβα δὲ διὰ τὸ ........ —Σύτο] ὥρμα· —Δέμασ]* Δέμας, τὸ σῶμα, παρὰ τὸ δέω, τὸ δεσμεύω· (τὸ) γὰρ σῶμα δεσμός ἐστι τῆς ψυχῆς· ἢ παρὰ τὸ δομῶ, τὸ οἰκοδο‐ μῶ· οἰκοδόμημα γάρ ἐστι τῆς ψυχῆς καὶ οἰκητήριον· τὸ ας βραχύ. Τὰ εἰς ας οὐδέτερα συστέλλονται πρὸς ἀντιδιαστολὴν | |
25 | τῶν ἀρσενικῶν ὀνομάτων· καὶ εἰ μὲν ὦσι καθαρά, ἢ ἔχει πρὸ τοῦ α τὸ ρ, ἐπιδέχεται κλίσιν· εἰ δὲ μή, οὐ κ(λίνεται ...... ........ῶν παραληγομένων τῷ λ· οἷον: ἅλας ἅλατος, ἐρυ‐ σίπελας ἐρυσιπέλατος ..... | |
O 134 | Προσέμιξε] Συνέζευξεν. | |
O 137 | Κλέοσ]* (Παρὰ τὸ κλεΐζειν τὸ φ)ημίζειν, ἢ πα‐ ρὰ τὸ κλύεσθαι, τὸ ἀκούεσθαι, ἡ ἐξακουομένη φήμη, ἢ παρὰ τὸ καλῶ ........ ἑαυτούς. Καὶ δόξα μέν ἐστιν ὁ ἀπὸ τῶν πολλῶν ἔπαινος, κλέος δὲ ὁ ἀπὸ τῶν ...... ἐνταῦθα στάσιν | |
5 | δηλοῖ καὶ λαμβάνεται ἀντὶ τοῦ ...... —Λυδοῦ]* Λυδοῦ Πέ‐ λοπος ἀποικίαν περιφραστικῶς τὴν Πελοπόννησον. | |
O 139 | Γαιάοχοσ]* Ἐπίθετον Ποσειδῶνος, ἤγουν ὁ τὴν γῆν συνέχων· περιλαμβάνει γὰρ αὐτὴν ὁ Ὠκεανὸς .... ὁ ὀχῶν καὶ βαστάζων αὐτήν. Φασὶ γὰρ αὐτὴν ἐφ’ ὕδατος ἐστηρίχθαι· ὅθεν ὁ αὐτὸς ἐννοσίχθων καὶ ἐννοσίγαιος λέγεται, ἤγουν ὁ κι‐ | |
5 | νῶν τὴν γῆν· οἱ γὰρ φυσικοὶ ἀπὸ τῶν ὑδάτων γίνεσθαι τοὺς σεισμούς φασιν· ἢ παρὰ τὸ τοῖς ὄχοις γαίειν, ἤγουν τοῖς ἅρμα‐ | |
σι χαίρειν· ἵππιος γὰρ ὁ θεός. | 8 | |
O 140 | Λέβητοσ]* Λέβης σημαίνει δʹ· ἐπὶ μὲν τοῦ πα‐ ρ’ ἡμῖν λεγομένου χέρνιβος (Ὀδ. Α, 136—37): Χέρνιβα δ’ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα Καλῇ, χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος· | |
5 | ἐπὶ δὲ τῆς λεκάνης (Ὀδ. Τ, 386—87): .......... γρηῢς δὲ λέβηθ’ ἕλε παμφανόωντα Τῷ πόδας ἐξαπένιζεν .......... ἐπὶ δὲ τοῦ ἡμῖν συνήθους (Ἰλ. Φ, 362): Ὡς δὲ λέβης ζεῖ ἔνδον, ἐπειγόμενος .......... | |
10 | ἐπὶ δὲ τῶν ἀναθηματικῶν (Ἰλ. Ι, 123): Αἴθωνας δὲ λέβητας ἐείκοσι, .......... —Ἔξελεν]* Ἐξέβαλεν, ἀφείλετο. Ἐξελέσθαι σημαίνει καὶ τὸ σῶσαι. | |
O 141 | Ἐλέφαντι]* Ἤγουν ἐλεφαντίνῳ ὀστῷ, τῷ τοῦ ὅλου ὀνόματι ὀνομάζων τὸ μέρος, ᾧ τρόπῳ καὶ βοῦς, τὸ δέρ‐ μα, ἡ βύρσα δηλαδή· καὶ Ὅμηρος (Ἰλ. Δ, 141): Ὡς δ’ ὅτε τίς τ’ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ· | |
5 | ἀντὶ ἐλεφάντινον ὀστοῦν τῷ φοινικῷ χρώματι βάψῃ. —Φαί‐ διμοσ]* Ἀπὸ τοῦ φαίνω φαινός, ὁ φωτεινός· ὅθεν φαίνιμος καὶ φαίδιμος, ὁ λαμπρός. | |
O 142 | Κεκασμένον]* Ἤγουν κεκαλλωπισμένον ἀπὸ τοῦ καίω, τὸ κοσμῶ, κάσω, κέκακα, κέκασμαι, κεκασμένος. | |
O 146 | Δεδαιδαλμένοι]* Ἤγουν κεκοσμημένοι ἀπὸ τοῦ δαιδάλλω· τοῦτο ἀπὸ Δαιδάλου τοῦ Κρητός, τοῦ ποικίλλον‐ τος τὰ ἴδια (ἔργα)· ἢ ἀπὸ Δαιδάλης, Ἀθηναίας μάμμης ἢ τροφοῦ. Πᾶν δὲ τὸ ὑπὸ τῆς παρθένου δημιουργούμενον ἐπ’ αὐ‐ | |
5 | τὴν ἀναφέρεται· καὶ δαιδάλματα τὰ ποικίλα κατασκευάσμα‐ τα, τὰ ἐκ δαήσεως καὶ ἐμπειρίας ὄντα· ἐκ τοῦ δαίω γὰρ τοῦ σημαίνοντος τὸ ἐπίσταμαι ἡ λέξις. | |
O 149 | Μείλιχα]* Μείλιχος ὁ ἡδὺς καὶ εὐφραντὸς παρὰ | |
τὸ μέλι, ὥς τινές φασιν, ἢ ἀπὸ τοῦ μέλος μελικός, καὶ τρο‐ πῇ τοῦ κ εἰς χ, καὶ ἀναβιβασμῷ τοῦ τόνου, καὶ πλεο(νασμῷ τοῦ ἰῶ)τα μείλιχος ......... ἐπὶ καλοῦ, ἔλεγχος ἐπὶ κακοῦ μόνον. | 9 | |
O 150 | Ἐπιφέροισα] Ἐπάγουσα. —Τιμὰν] Ἀξίωσιν καὶ σεμνότητα. | |
O 151 | Ἐμήσατο] Παρέπεισε δικαίως. —Πιστὸν] Ἀλη‐ θὲς καὶ ἀξιόπιστον. | |
O 162 | Ἐς ἔρανον]* Ἔρανος ἡ εὐωχία παρὰ τὸ συνε‐ ρᾶσθαι καὶ συνεισφέρειν τι τοῖς φίλοις καὶ εὐωχεῖσθαι. Ἔρα‐ νος καὶ ἡ ἀνταπόδοσις, ἡ ἀντίχαρις, Ἰσοκράτης ἐν τῷ τῆς Ἑλένης ἐγκωμίῳ (§ ιʹ) περὶ τοῦ Θησέως διεξιών φησι: «Καὶ | |
5 | τοσαύτην χάριν ἔσχε Πειρίθῳ, τῷ μετασχόντι τῆς ἁρπαγῆς, ὥστε, βουληθέντος αὐτοῦ μνη(στεῦ)σαι κόρην τὴν Διὸς καὶ Δήμητρος, καὶ παρακαλοῦντος (αὐτὸν) ἐπὶ (τὴν εἰς) ᾅδου κατάβασιν, ἐπειδὴ συμβουλεύων οὐχ οἷός τ’ ἦν ἀποτρέπειν, προδήλου τῆς συμφορᾶς οὔσης, ὅμως αὐτῷ συνηκολούθησε, | |
10 | νομίζων ὀφείλειν τοῦτον τὸν ἔρανον, μηδενὸς ἀποστῆναι τῶν ὑπὸ Πειρίθου προσταττομένων». | |
O 178 | Ζέοισαν] Ἐμβεβλήκασι δηλαδή· | |
O 179 | Κατὰ μέλη] Ἤγουν μεληδόν. | |
O 180 | Δεύτατα] Ἤγουν δεύτερα. | |
O 184 | Ἀκέρδεια] Ζημία καὶ βλάβη. —Λέλογχεν] Ἤ‐ γουν ἐκδέχεται. | |
O 186 | Σκοποὶ] Δεσπόται. | |
O 187-88 | Καταπέψαι] Κατασχεῖν. | |
O 189 | Κόρῳ δ’ ἕλεν] Ἤγουν ἐπεσπάσατο. | |
O 190 | Ἄταν ὑπέροπλον] Ἤγουν ὑπερμεγέθη βλάβην καὶ συμφοράν. | |
O 194 | Ἀλᾶται] Ἤγουν ἀποτυγχάνει. | |
O 1107 | Πάλιν] Ἤγουν ὀπίσω. | |
O 1111 | Ἀνεφρόντισεν] Ἤγουν διενοήσατο καὶ ἐνεθυμή‐ θη, ἢ ἐβουλεύσατο. | |
O 1132 | Ἐν σκότῳ] Ἀφανείᾳ καὶ ἀδοξίᾳ. | |
O 1133 | Καθήμενος] Διάγων. —Μάταν] Ἤγουν εἰς κε‐ | |
νὸν καὶ μηδὲν ἄξιον λόγου ἐπιδεικνύμενος. | 10 | |
O 1136 | Πρᾶξιν] Ἔκβασιν. —Πρᾶξιν] Τὸ τέλος καὶ κα‐ τόρθωσιν· ὅθεν καὶ ἄπρακτος ὁ μηδὲν κατορθώσας. | |
O 1137-138 | Οὐδ’ ἀκράντοις ἐφάψατ’ ὦν ἔπεσσι]* Οὐδ’ οὖν ἀπράκτοις καὶ μηδὲν κατορθοῦσι καὶ ἐνεργοῦσι λόγοις ἥψατο τοῦ Ποσειδῶνος. Τὸ γὰρ ἅπτεσθαί τινος λόγοις καὶ τὸ καθάπτεσθαι, ὡς παρ’ Ὁμήρῳ, καὶ τὸ ἐφάπτεσθαι ὡς ἐνταῦ‐ | |
5 | θα, ἐπὶ τοῦ ὁμιλεῖν καὶ λαλεῖν τινι λαμβάνεται· ἐπεὶ καὶ ἅ‐ πτεσθαί (τι)νων, οὐ μόνον σωματικῶς, ἀλλὰ καὶ λόγοις λε(γό)‐ μεθα· ἢ ἐφάψατο, ἀντὶ τοῦ ἐνεχείρισεν. —Ἐφάψατ’]* Τὸ ἐ(φάπ)τεσθαι ὁ Πίνδαρος πολλάκις (δοτι)κῇ συντάττει, ὡς καὶ ἐν Πυθιονίκαις (Εἴδ. Ιʹ, 43—44): | |
10 | Ὅσαις δὲ βρότεον ἔθνος Ἀγλαΐαις ἁπτόμεσθα, ὁμοίως καὶ τὸ ψαύειν· καὶ ἐν Ἰσθμίοις (Εἴδ. Δʹ, 19): Ἐσχάταισιν οἴκοθεν στά‐ λαισιν ἅπτονθ’ Ἡρακλείαις. | |
O 1140-141 | Ἐν πτεροῖσίν τ’ ἀκάμαντας ἵππουσ]* Τουτέστιν οὐ κάμνοντας ἐν τοῖς δρόμοις. Κατὰ παράχρησιν μὲν τὸ πτεροῖσι, πρὸς μείζονα δὲ ἔμφασιν κεῖται τῆς τῶν ἵππων γοργότητος. Τοῖς πτεροῖσιν οὖν, ἀντὶ τοῦ τοῖς ποσὶ, καὶ τῇ | |
5 | τούτων κουφότητι, καὶ τῇ τῶν δρόμων ταχυτῆτι· διὰ τῶν πτερῶν μὲν γὰρ ταῖς ὄρνισιν εἰς τάχος ὁ δρόμος ἀνύεται, τοῖς δὲ ἵπποις διὰ τῶν ποδῶν. —Ἐν πτεροῖσιν] Συνεκδοχικῶς ἀπὸ τῶν παρεπομένων τὴν πρᾶξιν παριστῶσα· ἀπὸ γὰρ τῶν πτερῶν, ἤγουν τῶν ποδῶν, τὴν τούτων ἐνέργειαν δηλοῖ, ἤγουν τὸν δρόμον. | |
O 1142 | Ἕλεν δ’ Οἰνομάου βίαν]* Ἀντὶ τοῦ καθεῖλεν, ἤγουν κατέλυσε καὶ ἐδάμασε τὴν τοῦ Οἰνομάου βιαίαν (γρ. βίαν) καὶ δύναμιν· ἢ ἕλεν, ἀντὶ τοῦ ἀνεῖλεν, ἤγουν διέφθειρε καὶ ἐφό‐ νευσε. Βίαν δὲ Οἰνομάου, περιφραστικῶς τὸν Οἰνόμαον, ὡς τὸ | |
5 | παρ’ Ἡσιόδῳ (Ἀσπ. Ἡρ. 349): | |
Τὸν πρότερος προσέειπε βίη Ἡρακληείη. | 11 | |
O 1143 | Παρθένον τε σύνευνον]* Καὶ τὴν παρθένον (τὴν Ἱπποδάμειαν δηλονότι) ἕλεν, ἀντὶ τοῦ ἤγαγε καὶ ἔλαβε σύνευ‐ νον καὶ γυναῖκα. Τὸ δὲ ἕλεν ἐνταῦθα ἀπὸ κ(οι)νοῦ μέν, οὐ κατὰ τὸ αὐτὸ σημαινόμενον δέ· πολλάκις γὰρ τὸ κατὰ κοι‐ | |
5 | νοῦ λαμβανόμενον διαφόρως νοεῖται· καὶ Ὅμηρος (Ἰλ. Λ, 328): Ἔνθ’ ἑλέτην δίφρον τε καὶ ἀνέρε δήμου ἀρίστω. Τὸ ἑλέτην κατὰ κοινοῦ ἐστιν· ἀλλ’ ἐπὶ μὲν τοῦ δίφρου ἀντὶ τοῦ ἔλαβον, ἐπὶ δὲ τῶν ἀνδρῶν ἀντὶ τοῦ ἐφόνευσαν. | |
O 1145 | Μεμαλότας] Ἤγουν προσκειμένους καὶ προσέ‐ χοντας. | |
O 1153 | Ἐν δρόμοις] Ἀντὶ τοῦ ἐν τῷ τόπῳ, ἐν ᾧ ἔδρα‐ με Πέλοψ, ἤγουν ἐν τῷ ἀγῶνι τῷ Ὀλυμπιακῷ καὶ τῇ Ὀλυμπίᾳ. | |
O 1155 | Ἐρίζεται] Ἤγουν δι’ ἔριδος καὶ ἁμίλλης ἐξε‐ τάζεται. | |
O 1187 | Σοφίαν]* Σοφίαν ἐνταῦθά φησι τὴν ποίησιν, ὡς ἐν Νεμεονίκαις ὁ αὐτός φησι (Εἴδ. Ζʹ, 33): .......... Σοφία δὲ Κλέπτει παράγοισα μύθους (sic). | |
O 2t | ΟΛΥΜΠΙΩΝ ΕΙΔΟΣ Βʹ. | |
O 224 | Ἀέθλων τε κορυφὰν] Ἤγουν τὸν ἀκρότατον τῶν ἀγώνων, τὸν ἐν Ὀλυμπίᾳ κατὰ τὸ (Ὀλ. Εἴδ. Αʹ, 11—12): Μηδ’ Ὀλυμπίας ἀγῶνα Φέρτερον αὐδάσομεν. | |
O 228 | Κόμισον] Σῶσον καὶ διαφύλαξον· ὅθεν καὶ δια‐ κομίζεσθαι τὸ διασώζεσθαι ἐκ κινδύνου τινός, παρὰ Θουκυδίδῃ (Αʹ, 136). | |
O 229 | Πεπραγμένων] Ἤγουν συμβάντων. | |
O 236 | Παλίγκοτον]* Ἀντὶ τοῦ παλιγκότως καὶ ἐκ με‐ ταβολῆς. | |
O 2105 | Φρένες] Αἱ γνῶμαι. | |
O 2122 | Ὀκχέοντι] Συνίζησις. | 12 |
O 2123 | Ἐς τρὶσ]* Ἀντὶ τοῦ διὰ παντός· τέλειος γὰρ ἀριθμὸς ὁ τρεῖς. | |
O 2135 | Ὅρμοισι τῶν χέρασ]* Κατ’ ἀντιστροφὴν ὁ λό‐ γος, ἀντὶ τοῦ, ἀφ’ ὧν ὅρμους καὶ στεφάνους ἀναπλέκουσι ταῖς αὑτῶν χερσί. | |
O 2145 | Ἔσφαλεν]* Ἤγουν σφαλῆναι καὶ πεσεῖν ἐποίη‐ σε, τουτέστιν ἐφόνευσεν. | |
O 2160 | Ἔπεχε νῦν σκοπῷ τόξον] Ἤγουν ἴθυνε τὸ τόξον κατὰ τοῦ σκοποῦ, ἤγουν τὸν λόγον. | |
O 2163 | Εὐκλέας ὀϊστοὺς] Ἤγουν τοὺς ἐπαίνους. —Εὐ‐ κλέας ὀϊστοὺσ]* Τροπικῶς τοὺς ἐγκωμιαστικοὺς λόγους. Τὸν αὐτὸν τρόπον εἴρηκε καὶ ἐν τῷ Θʹ. Εἴδει τῶν Ὀλυμπίων ἐν τῷ (στ. 17): | |
5 | Πτερόεντα δ’ ἵει γλυκὺν Πυθῶνά δ’ (sic) ὀϊστόν. ἀντὶ τοῦ, λόγον ἐγκωμιαστικόν. | |
O 2170 | Μᾶλλον εὐεργέταν]* ἤγουν εὐεργετικώτερον τῇ γνώμῃ καὶ ἐλευθεριώτερον ταῖς δόσεσι. Τὸ δὲ ἑκατὸν ἐτέων ἀντὶ ἐντὸς πολλῶν ἐτῶν κεῖται· ὁριστικὸς ἀριθμὸς ἀντὶ ἀορίστου. | |
O 2172 | Κόροσ]* Ὕβρις μετὰ ἀδικίας. | |
O 2t alt | Ἄλλως. | |
O 215-55 | † Σύνταξις. Τῶν ἔργων δὲ τῶν πεπραγμέ‐ νων δικαίως καὶ ἀδίκως οὐδὲ ὁ χρόνος ὁ πατὴρ πάντων τῶν πραγμάτων δύναιτο ἂν ποιῆσαι τὸ τέλος (ἀποί)ητον· τῶν δὲ κακῶν γένοιτο ἂν λήθη σὺν μακαρίῳ καὶ εὐδαίμονι θανάτῳ. | |
5 | Καὶ γὰρ ἡ βλάβη καὶ ἡ δυστυχία ἀποθνήσκει καταπονηθεῖσα ἐκ μεταβολῆς, ὁπόταν ἡ μοῖρα καὶ ἡ τύχη τοῦ θεοῦ πέμψῃ πλοῦτον ὑψηλὸν ἀπομακράν. Ὁ λόγος δὲ οὗτος ἀκολουθεῖ καὶ ἁρμόζει ταῖς θυγατράσι τοῦ Κάδμου ταῖς καθεζομέναις εἰς περιφανεῖς καὶ λαμπροὺς θρόνους, αἵτινες ἔπαθον συμφορὰς με‐ | |
10 | γάλας. Τὸ πένθος δὲ τὸ μέγα πίπτει καὶ ἀφανίζεται τῆς μνή‐ μης ὑπὸ τῶν ἀγαθῶν τῶν ἐπικρατεστέρων. Ἡ δὲ Σεμέλη ἡ τε‐ ταμένας ἔχουσα τὰς τρίχας, ἡ ἀποθανοῦσα τῷ κτύπῳ τοῦ κε‐ | |
ραυνοῦ, ζῇ ἐν τοῖς θεοῖς τοῖς τὸν Ὄλυμπον οἰκοῦσιν· ἡ Παλλὰς δέ, ἤγουν ἡ Ἀθηνᾶ, φιλεῖ αὐτὴν διαπαντός· καὶ ὁ Ζεὺς ὁ πα‐ | 13 | |
15 | τὴρ πάντων φιλεῖ αὐτὴν κατὰ πολύ· φιλεῖ δὲ καὶ ὁ π(αῖς) αὐ‐ τῆς ὁ φέρων τὸν κισσόν, ἤγουν ὁ Διόνυσος (ᾧ ἐστιν ὁ κισσὸς ἀφιερωμένος). Φασὶ δὲ διάγειν ζωὴν μὴ ἔχουσαν τέλος περὶ ὅλον τὸν χρόνον τῇ θεᾷ τῇ τῇ Λευκοθέᾳ καὶ ἐν τῇ θαλάσσῃ σὺν ταῖς θυγατράσι ταῖς θαλασσίαις τοῦ Νηρῆος. | |
O 255-108 | † Σύνταξις. Ὄντως καὶ κατὰ ἀλήθειαν οὐ‐ δαμῶς ἐστι φανερὸν τὸ τέλος τοῦ θανάτου τῶν ἀνθρώπων, οὐ‐ δὲ διακεκριμένον ὑπάρχει ὁπόταν ἡμεῖς τελευτήσωμεν ἡμέραν τὴν παῖδα τοῦ ἡλίου ἥ(συχο)ν σὺν ἀγαθῷ ἀβλαβεῖ καὶ ..... | |
5 | στῳ. Τὰ ῥεύματα δὲ ἄλλοτε ἄλλα ἔρχονται εἰς τοὺς ἀνθρώ‐ πους, δηλονότι καὶ μετὰ τέρψεων καὶ πόνων τε καὶ μόχθων. οὕτω δὲ καὶ ἡ μοῖρα, ἤτοι ἡ τύχη, ἥτις ἔχει τήνδε τὴν πα‐ τρῴαν καὶ εὐφραντικὴν εὐδαιμονίαν ὄλβῳ τε θεο(πέ)μπτῳ, ἤγουν εὐδαιμονίᾳ παρὰ θεοῦ ὡρμημένῃ, καὶ ἐπάγει καὶ κομίζει βλάβη(ν) | |
10 | ἥντινα (γρ. ἴσω: τὴν ἐν) ἄλλῳ χρόνῳ ἀντεστραμμένην· ἀφ’ οὗπερ χρόνου υἱὸς ὁ μόριμος, ἤτοι ὁ κατὰ μοῖραν αὐτῷ γενόμενος, ἤγουν ὁ Οἰδίπους, ἀπέκτεινε τὸν Λάϊον τὸν αὑτοῦ πατέρα. Καὶ γὰρ τὸ μαντευθὲν ἐν τῷ χρηστηρίῳ τοῦ (Ἀπό)λλωνος, τὸ ἔκπαλαι λε‐ λεγμένον ἐπλήρωσεν. Ἰδοῦσα δὲ ὀξεῖα ἡ Ἐριννύς, ἡ ἔφορος τῶν | |
15 | ἀδικουμένων θεά, φονευθῆναι ἐποίησε τὸ γένος αὐτοῦ τὸ πολε‐ μικὸν καὶ γενναῖον, τοὺς υἱοὺς αὐτοῦ δηλαδὴ τὸν Πολυνείκη καὶ Ἐτερόκλη (γρ. Ἐτεοκλῆ) δι’ ἀλληλοφονίας· ὑπελείφθη δὲ ὁ Θέρ‐ σανδρος ζώπυρον τοῦ Πολυνείκους, τι(μώμενον) ἐν μάχαις τοῦ (πο‐ λ)έμου καὶ ἐν ἀγῶσι νέοις, ἄνθος τῆς Ἀδραστίδος, βοηθὸς τοῖς οἴ‐ | |
20 | κοις· ἀφ’ οὗ Θερσάνδρου τὸν υἱὸν τοῦ Αἰνησιδάμου, τὸν νῦν ἐγκω‐ | |
μιαζόμενον, ἔχοντα τὴν ῥίζαν καὶ τὴν ἀρχὴν τοῦ σπέρματος προ‐ σῆκόν ἐστιν ἀξιωθῆναι ἐγκωμίων καὶ λυρικῶν μελῶν. Αὐτὸς μὲν γὰρ ὁ Θήρων ἐδέξατο γέρας καὶ ἆθλον ἐν Ὀ(λυμπ)ίᾳ· ἐν τῷ Πυθια‐ κῷ δὲ καὶ Ἰσθμιακῷ ἀγῶνι αἱ κοιναὶ χάριτες τῶν ἁρμάτων τῶν τε‐ | 14 | |
25 | θρίππων, τῶν δώδεκα δρόμους ποιούντων, ἤνεγκαν ἄνθη εἰς τὸν ἀδελφὸν (αὐτοῦ) τὸν αὐτόκληρον ὄντα. Τὸ δὲ ἐπιτυχεῖν δοκι‐ μάζοντα τοῦ ἀγῶνος ἀπολύει καὶ ἐλευθεροῖ ἀλγεινῶν καὶ ἐναν‐ τίων πραγμάτων. Ὁ μὲν πλοῦτος ὁ (πεπ)οικιλμένος τε καὶ ἐστολισμένος ταῖς ἀρεταῖς (φέρ)ει καὶ ὑπομένει τὸν καιρὸν καὶ | |
30 | τῶν ἀγαθῶν καὶ τῶν κακῶν, παρέχων καὶ διδοὺς διάνοιαν συ‐ νετὴν καὶ ἀγρευτικὴν τῶν πραγμάτων, ἀστὴρ ὑπάρχων λαμ‐ πρὸς καὶ φῶς ἀληθινὸν τῷ ἀνδρί· τουτέστιν ὁ μετὰ ἀρετῆς πλοῦ‐ τος ὡς ἀστήρ ἐστιν ἔκδηλος καὶ ἀληθινὸν φῶς τοῖς ἀνθρώποις. Εἰ δὲ ἔχει τις τὸν πλοῦτον, γινώσκει τὰ μέλλοντα, ὅτι (αἱ) φρέ‐ | |
35 | νες αἱ ἀδιόρθωτοι ἐνταῦθα ἔδωκαν δίκην. Τὰ δὲ ἁρμαρτήματα ἐν τῇδε τῇ ἀρχῇ τοῦ Διός, ἤτοι ἐν τῷ κόσμῳ, τίς θῇ ὑπὸ τὴν γῆν διδοὺς ἀπόφασιν ἀνάγκης, ἐχθρᾶς δηλονότι τοῖς κολαζομένοις. | |
O 2109-149 | † Σύνταξις. Οἱ ἄνθρωποι δὲ οἱ ἀγαθοὶ καὶ ἐνάρετοι ἔχοντες τὸν ἥλιον διαπαντὸς ὅμοιον, καὶ ἐν ταῖς νυξὶν ὅμοιον καὶ ἐν ταῖ(ς ἡμ)έραις διάγουσι βίον ἄλυπον, οὐ τα‐ ράσσον(τες τὴ)ν γῆν τῇ ἰσχύϊ (τῶν χ)ειρῶν, οὐδὲ τὸ ὕδωρ τὸ | |
5 | θαλάσσιον [δη(λαδὴ) οὔτε π(ολεμ)οῦσι κατὰ γῆν, οὔτε ναυμα‐ χοῦσι κατὰ θάλασσαν], διὰ τὴν δίαιταν τὴν κενὴν καὶ τὴν ματαίαν· ἀλλ’ ἐκεῖνοι μὲν οἱ ἄνθρωποι, οἵτινες ἔχαιρον ταῖς εὐορκίαις, ἤτοι τοῖς ἀγαθοῖς τρόποις καὶ ἤ(θεσι?), διάγουσιν αἰῶνα (ἄλυ)‐ πον. Οἱ δὲ εἴ .., δηλονότι οἱ κακοὶ ὑπομ(ένο)υσι κόπον (μέ)γαν. | |
10 | Ὅσοι δὲ ἄνθρωποι (μεί)ναντες ἐκ τρίτου ἑκατέρωθι, ἤτοι ἐν τῷ βίῳ καὶ ἐν τῷ ᾅδῃ, ἐτόλμησαν καὶ ἠθέλησαν ἄπο καὶ μα‐ κρὰν τῶν ἀδικιῶν παντελῶς, ἐτελείωσαν τὴν ὁδὸν τοῦ Διὸς παρὰ τὴν τύρσιν καὶ τὴν πόλιν τοῦ Κρόνου, ἔνθα οἱ ἄνεμοι τοῦ | |
ὠκεανοῦ περιπνέουσι τὴν νῆσον τῶν μακάρων, ἔνθα δὲ | 15 | |
15 | λάμπει λαμ(πρότατα?) τὰ μὲν ἄνθη ἐκ τῆς γῆς ἀπὸ εὐθαλῶν δένδρων, ἄλλα δὲ τρέφει τὸ ὕδωρ· ἀφ’ ὧντινων ἀναπλέκουσι τὰς χεῖρας ἐν ὅρμοις καὶ ἐν στεφάνοις, διὰ τῶν ὀρθῶν καὶ δικαίων βελῶν (γρ. βουλῶν) καὶ κρίσεων τοῦ Ῥαδαμάνθυος· ὃν ὁ πα‐ τήρ, ὁ Κρόνος, ἔχει συγκάθεδρον αὑτῷ ἕτοιμον, ὁ ἀνὴρ τῆς | |
20 | Ῥέας τῆς ἐχούσης θρόνον ὑπέρτατον καὶ ἐξοχώτατον πάντων. Ὁ Πηλεύς τε καὶ Κάδμος συγκαταλέγονται καὶ συναριθμοῦν‐ ται τούτοις τοῖς τὰς τῶν Μακάρων νήσους λαχοῦσιν οἰκεῖν. Καὶ ἡ μήτηρ δὲ ἔπεμψε τὸν Ἀχιλλέα, ἐπεὶ ἔπεισε ταῖς ἱκεσίαις τὴν ψυχὴν τοῦ Διός· ὅστις Ἀχιλλεὺς ἀπέκ(τεινε) τὸν Ἕκτορα, | |
25 | τὸν ἰσχυρὸν καὶ ἄμαχον κίονα τῶν Τρώων· ἔδωκε δὲ καὶ τὸν Κύκνον τῷ θανάτῳ, καὶ τὸν παῖδα τῆς ἡμέρας τὸν Αἰθίοπα. | |
O 2149-180 | † Σύνταξις. Πολλά μοι βέλη ταχέα εἰσὶν ἔνδον τῆς βελοθήκης ὑπὸ τοῦ ἀγκῶνος, ἤτοι πολλὰ νοήματα ὀξέα (ὑπάρχο)υσιν ἔνδον τῆς διανοίας φωνοῦντα πλουσίοις τοῖς σοφοῖς καὶ συνετοῖς ἀνθρώποις· εἰς δὲ τ(οὺς πολ)λοὺς καὶ χυ‐ | |
5 | δαίους ἄνδρας χρῄζουσι καὶ δέονται ἑρμηνέων. Ὁ πολλὰ ἐπι‐ στάμενος καὶ γινώσκων φύσει, ἤγουν ἀπὸ φύσεως, σοφός ἐστιν· οἱ δὲ ἀπὸ μαθήσεως γινόμενοι σοφοὶ καὶ οὐκ ἀπὸ μαθήσεως (sic) δηλονότι, ὥσπερ κόρακες φλύαροι βοῶσι συγκεχυμέναις φωναῖς ἀτελειώτως πρὸς τὸν θεῖον ὄρνιχα τοῦ Διός, ἤτοι τὸν ἀετόν. | |
10 | Ὦ ψυχὴ καὶ διάνοια, τανῦν ἔπεχε καὶ ἴθυνε τὸ τόξον, ἤτοι τὸν λόγον, κατὰ τοῦ σκοποῦ. Φέρε· τίνα βάλωμεν, ἤγουν ἐγκωμιά‐ σωμεν, αὖθις πέμποντες ὀϊστοὺς ἐνδόξους ἀπὸ ἡμέρας (γρ. ἡμέ‐ ρου) καὶ φιλικῆς φρενός. Τάνυσον ἐπὶ τὸν Ἀκράγαντα, ἤγουν τὸ τόξον. Ἐγὼ λέγω λόγον μεθ’ ὅρκου κατὰ ἀληθῆ διάνοιαν, μή | |
15 | τινα πόλιν ἐφ’ ἑκατὸν ἐτῶν τεκεῖν ἄνδρα εὐεργέτην πρὸς τοὺς φίλους ἐν ταῖς ἑαυτοῦ φρονήσεσι καὶ μεγαλοδωρότερον κατὰ | |
τὴν χεῖρα τοῦ Θήρωνος. (Ἀλλὰ ἡ ὕβρις ἐπέβη ἐπὶ τὸν αἶνον τοῦ Θήρωνος συναντώμενος οὐ μετὰ δικαιοσύνης, ἀλλ’ ὑ‐ π’ ἀνδρῶν φθονερῶν τε καὶ μανικῶν, θέλων ποιῆσαι τὸ θορυ‐ | 16 | |
20 | βῆσαι κρύβιον [γρ. κρύφιον], ἄδοξον, τῶν ἀγαθῶν μετὰ κακῶν ἔργων). Ἐπειδὴ ἡ ψάμμος διαπέφευγε τὸν ἀριθμόν, τίς δύναιτο ἂν εἰπεῖν καὶ διηγήσασθαι ὅσα ἡδέα καὶ τερπνὰ ἐποίησεν ἐκεῖ‐ νος τοῖς ἄλλοις; | |
O 3t | ΟΛΥΜΠΙΩΝ ΕΙΔΟΣ Γʹ. | |
O 37 | Οὕτω ποι παρέστα] Ἤγουν οὕτω πως ἐπῆλθέ μοι. | |
O 328 | Δᾶμον Ὑπερβορέων]* Ἀντὶ τοῦ, τὸ ἔθνος τῶν Ὑπερ‐ βορέων. | |
O 332 | Στέφανόν τ’ ἀρετᾶς] Ἤγουν βραβεῖον. —Στέφα‐ νόν τ’ ἀρετᾶσ]* Ἤγουν δυνάμεως καὶ ἀνδρείας ἐπίσημον. | |
O 337 | Ἁγνὰν] Ἄδολον. | |
O 344 | Ὑπακουέμεν]* Ἤγουν ὑποκεῖσθαι καὶ ἀναπεπτα‐ μένος εἶναι ταῖς λάβραις ἀκτῖσι τοῦ ἡλίου. | |
O 365 | Ἀγῶνα νέμειν] Ἤγουν διοικεῖν. | |
O 372 | Ξενίαις αὐτοὺς ἐποίχονται τραπέζαις] Ἤγουν θερα‐ πεύουσι καὶ τιμῶσιν ἑστιάσεσι. | |
O 375 | Ἀριστεύει] Ὑπερέχει. —Κτεάνων] Τῶν τοῦ πλού‐ του κτημάτων. | |
O 4t | ΟΛΥΜΠΙΩΝ ΕΙΔΟΣ Δʹ. | |
O 420 | Ὄρσαι] Ἤγουν ἐγεῖραι. | |
O 433 | Ἀτιμίας] Ἤγουν χλεύης καὶ καταφρονήσεως. | |
O 5t | ΟΛΥΜΠΙΩΝ ΕΙΔΟΣ Εʹ. | |
O 531 | Ἄλσος] Ἤγουν συνοικίας. | |
O 553-54 | Ὑγίεντα ὄλβον] Τὴν μεθ’ ὑγείας εὐδαι‐ μονίαν. | |
O 6t | ΟΛΥΜΠΙΩΝ ΕΙΔΟΣ ϛʹ. | |
O 621 | Κατὰ γαῖ’ αὐτὸν]* Ἡ κατὰ προσθετέα τῷ ἔμαρψε· ὑπερβατὸν γάρ ἐστιν· ἵν’ ᾖ κατέμαρψε καὶ κατέπιεν. | |
O 658 | Ἔψαυς’] Ἤγουν ἐγεύσατο. | 17 |
O 6122-123 | Τιμῶντες δ’ ἀρετὰς εἰς φανερὰν ὁδὸν ἔρ‐ χονται] Ἤγουν οἱ ἐνάρετοι λαθεῖν οὐ δύνανται. | |
O 7t | ΟΛΥΜΠΙΩΝ ΕΙΔΟΣ Ζʹ. | |
O 73 | Καχλάζοισαν] Ἤγουν πεπληρωμένην. | |
O 77 | Κτεάνων] Ἤγουν τῶν τοῦ πλούτου κτημάτων. | |
O 78 | Συμποσίου τε χάριν]* Ἀντὶ τοῦ, τὸ συμπόσιον, κατὰ περίφρασιν, ὡς καὶ τὸ Φερενίκου χάρις. | |
O 755 | Αἱ δὲ φρενῶν ταραχαὶ] Ἤγουν ὁ θυμός. | |
O 787 | Σπέρμ’ ἀνέβαν φλογὸς] Σπέρμα φλογός, ἤγουν ἔναυσμα καὶ ἐμπύρευμα, ζώπυρον. | |
O 7127 | Βλάστε] Ἤγουν ἀνεδόθη καὶ ἀνεφάνη. | |
O 8t | ΟΛΥΜΠΙΩΝ ΕΙΔΟΣ Ηʹ. | |
O 833 | Τεθμὸς] Κρίσις. | |
O 840 | Ἐξ Αἰακοῦ] Ἤγουν μετὰ τὴν τοῦ Αἰακοῦ ἀρχήν· ἡ γὰρ ἐξ ὑστεροχρονίαν ἐνταῦθα μηνύει. | |
O 855 | Πέργαμος] Ἤγουν κατ’ ἐκεῖνο τὸ μέρος τοῦ τεί‐ χους, ὃ σὺ ἔκτισας, χειρωθήσεται ἡ Τροία. | |
O 857 | Λέγει] Ἤγουν σημαίνει, μηνύει. | |
O 859-60 | Ἀλλ’ ἅμα πρώτοισιν]* Καὶ Ὅμηρος (Ἰλ. Α, 250—253): Τῷ δ’ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων Ἐφθίαθ’, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ’ ἐγένοντο | |
5 | Ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν. Ἄρξεται οὖν ἀπὸ τῆς τοῦ τείχους κατασκευῆς μέχρι τε‐ τάρτης γενεᾶς· ἀπὸ γὰρ Λαομέδοντος καὶ Αἰακοῦ ἕως Νεοπτο‐ λέμου καὶ Ἀστυάνακτος, τοῦ Ἕκτορος, τέσσαρές εἰσι γενεαί, καί, ὡς ἐν τῇ κοινῇ συνηθείᾳ φαμέν, πρόσωπα. —Πρώτοισιν ἄρ‐ | |
10 | ξεται] Ἤγουν εἰς τέσσαρας γενεὰς παρεκτενεῖ τὴν αὐτῆς ἀρ‐ χὴν καὶ βασιλείαν. | |
O 863 | Καὶ ἐς Ἴστρον ἐλαύνων]* Ἤγουν εἰς τοὺς Ὑπερβο‐ ρέους· ὑπὸ τούτων γὰρ ὁ θεὸς ἄγαν θρησκεύεται, ὡς ὁ Πίνδαρος ἔφη ἀλλαχοῦ (Ὀλ. Εἴδ. Γʹ, 24—29): .................. Τάν ποτε | 18 |
5 | Ἴστρου ἀπὸ σκιαρᾶν παγᾶν ἔνεικεν Ἀμφιτρυωνιάδας, Μνᾶμα τῶν Οὐλυμπίᾳ κάλλιστον ἄθλων, Δᾶμον Ὑπερβορέων πείσας, Ἀπόλ‐ λωνος θεράποντα ........ | |
10 | Καὶ Φερένικος: Ἀμφὶ δ’ Ὑπερβορέων, οἵ τ’ ἔσχατα ναιετάουσι νηῷ ὑπ’ Ἀπόλλωνος ................... | |
O 865 | Τάνυεν] Ἤγουν ἴθυνεν, ἢ ἐπέσπευδεν. | |
O 872 | Κῦδος] Λείπει ἡ ἐπί. | |
O 873 | Μὴ βαλέτω με]* Μηδείς μοι μεμφέσθω, εἰ ἀνεμνή‐ σθην τῆς ἐν παισὶ νίκης τοῦ Μελησίου. —Φθόνος] Ἤγουν μέμ‐ ψις καὶ ὁ ψόγος. | |
O 899 | Ἐπίνικον] Ἤγουν ἐπινίκιον ὕμνον. | |
O 8108 | Λιπαρὸν] Ἤγουν λαμπρὸν καὶ ἐπίδοξον. | |
O 8109 | Κόσμον] Κόσμον τὸν στέφανόν φησι καὶ τὴν νίκην. | |
O 9t | ΟΛΥΜΠΙΩΝ ΕΙΔΟΣ Θʹ. | |
O 936 | Πάντα] Πανταχοῦ. | |
O 938 | Μοιριδίῳ]* Ἤγουν τῇ ἐκ θεῶν καὶ πεπρωμένης, ἥτις οὐδὲν ἕτερόν ἐστιν ὅτι μὴ ἡ τῶν οὐρανίων σωμάτων ἐπὶ τὰ κάτω ἐνέργεια. Δεῖ γὰρ ἀστέρας τινὰς συντελεῖν τῇ τοῦ ποιητοῦ γενέσει· ὡροσκοποῦντος γὰρ τοῦ Ζυγοῦ, καὶ τῆς τού‐ | |
5 | του κυρίας ἐν καλῷ τοῦ οὐρανοῦ γενομένης, ἄριστος ὁ τεχθεὶς ἔσται, μελῶν ἢ ἐπῶν ἐργάτης. —Μοιριδίῳ]* Ἤγουν προσφυεῖ καὶ τῇ ἐκ γενέσεως καὶ φύσεως ἐνούσῃ μοι. —Παλάμᾳ] Ἀντὶ | |
βοηθείᾳ καὶ συνεργείᾳ. | 19 | |
O 946 | Πύλον σταθεὶς] Ἀντὶ ὑπερμαχῶν τῆς Πύλου. | |
O 947 | Ἔρειδε] Ἤγουν ἀντέβαινε καὶ ἐναντιοῦτο. | |
O 956 | Ἐπεὶ τό γε λοιδορῆσαι]* Διὰ γὰρ τὴν ἑαυτοῦ καύ‐ χησιν εἰς θεῶν λοιδορίας ἐξοκεῖλαι δοκεῖ· παραδείγματι γὰρ χρησάμενος τοῦ Ἡρακλέους, ἀνδρὸς θεοῖς ἀντιστῆναι τολμήσαν‐ τος, ἐκ θείας τινὸς συνεργείας τὰ ἑαυτοῦ διϊσχυρίζεται, ἤγουν | |
5 | (στ. 38): Σὺν μοιριδίῳ παλάμᾳ Ἐξαίρετον Χαρίτων νέμομαι Κᾶπον ................ —Λοιδορῆσαι] Ἤγουν κακολογεῖν καὶ ὑβρίσαι. | |
O 965 | Διὸς αἴσᾳ]* Τοῦτό φησιν, ἐπεὶ ὁ Δευκαλίων, ὑποθε‐ μένου τοῦ Προμηθέως, τεκτηνάμενος λάρνακα καὶ τὰ ἐπιτή‐ δεια ἐνθέμενος, εἰς ταύτην μετὰ Πύῤῥας ἀνέβη. Ζεὺς δὲ πολὺν ὑετὸν ἀπ’ οὐρανοῦ χέας, τὰ πλεῖστα μέρη τῆς Ἑλλάδος κατέ‐ | |
5 | κλυσεν, ὥστε διαφθαρῆναι πάντας ἀνθρώπους. Δευκαλίων δὲ ἐν τῇ λάρνακι διὰ τῶν ὑδάτων φερόμενος ἐφ’ ἡμέρας ἐννέα καὶ νύκτας ἴσας, τῷ Παρνασσῷ περιΐσχει, κἀκεῖ, τῶν ὄμβρων παῦ‐ λαν λαβόντων, ἐκβὰς ἔθυσε Διῒ Φυξίῳ. Ζεὺς δὲ πέμψας Ἑρμῆν πρὸς αὐτὸν ἐπέτρεψεν αἰτῆσαι ὅ, τι βούλεται· ὁ δὲ αἰτεῖται ἀν‐ | |
10 | θρώπους αὑτῷ γενέσθαι. Καὶ Διὸς εἰπόντος, ὑπὲρ κεφαλὴν ἔβαλ‐ λεν αἴρων λάας, τουτέστι λίθους. Καὶ οὓς μὲν ἔβαλλεν ὁ Δευ‐ καλίων, ἄνδρες ἐγίνοντο, οὓς δὲ ἡ Πύῤῥα, γυναῖκες. Διὸ καὶ ὁ Πίνδαρός φησι: Διὸς αἴσᾳ, ἤγουν τῇ τοῦ Διὸς γνώμῃ καὶ βουλῇ καὶ χρησμῷ. | |
O 97 | Ὕδατος σθένοσ]* Τὸν ὄμβρον λέγει· ἐπὶ γὰρ τοῦ σφοδρῶς καταφερομένου ὑετοῦ λέγεται. | |
O 9112 | Ἔμβαλεν] Ἤγουν προσεπέλασεν. | |
O 9119 | Δαμασιμβρότου] Τῆς ἀνδροφόνου. | |
O 9140-141 | Ὅσσᾳ βοᾷ] Ἀντὶ εὐφημίᾳ. | |
O 9155 | Ὤρουσαν] Ὥρμησαν. —Ἑλέσθαι] Ἤγουν κτᾶσθαι καὶ λαβεῖν. | |
O 9156 | Ἄνευ δὲ θεοῦ] Ἤγουν χωρὶς θείας καὶ φυσικῆς βοηθείας. | 20 |
O 9157 | Σκαιότερον] Συγκριτικὸν ἀντὶ ἀπολελυμένου. Θέ‐ λει δὲ εἰπεῖν, ὅτι ἄμεινόν ἐστιν ἀφίστασθαι τῶν ἐπιτηδεύσεων, αἷς οὐκ εὐφυῶς τις προσφέρεται, καὶ ἐπιχειρεῖν ταῖς ἐκ φύσεως ἡμῖν ἐπιβαλλούσαις. | |
O 9163 | Ὄρθιον] Ἤγουν ἐξάκουστον. | |
O 10t | ΟΛΥΜΠΙΩΝ ΕΙΔΟΣ Ιʹ. | |
O 1017 | Νέμει γὰρ ἀτρέκεια] Ἤγουν δικαιοσύνη νέμει καὶ διοικεῖ τὴν πόλιν τῶν Λοκρῶν, ὡς καὶ τὸ (Ὀλ. Γʹ, 21): Ἀτρε‐ κὴς Ἑλλανοδίκας, ἀντὶ ὁ δίκαιος. | |
O 10104 | Τὸ πάλιν ἤδη] Ἤγουν τὸ ἐναντίον τῇ νεότητι, τουτέστι τὸ γῆρας. | |
O 10121 | Παρ’ Ὀλύμπιον] Ἤγουν τὸν ἐν Ὀλυμπίᾳ. | |
O 11t | ΟΛΥΜΠΙΩΝ ΕΙΔΟΣ ΙΑʹ. | |
O 116 | Ὅρκιον] Ἀντὶ μαρτύριον. | |
O 1117 | Στρατὸν] Ἀντὶ τοῦ δῆμον καὶ λαόν. | |
O 1120 | Ἐμφυὲς] Ἔμφυτον. —Αἴθων ἀλώπηξ] Ἤγουν ἡ θερμὴ καὶ πονηρά. | |
O 12t | ΟΛΥΜΠΙΩΝ ΕΙΔΟΣ ΙΒʹ. | |
O 1213 | Τῶν δὲ μελλόντων]* Οἱ περὶ τῶν μελλόντων, φησί, βουλευόμενοι, οὐδὲν ἀνύουσιν· ἄδηλα γὰρ καὶ ἀφανῆ εἰσι τὰ ἐκβησόμενα. Ταῦτά τοι καὶ τῶν βεβουλευμένων τὸ τέλος πολ‐ λοῖς παρὰ προσδοκίαν ἀπέβη. Αἱ φραδαὶ γοῦν, ἤγουν αἱ βουλαὶ | |
5 | καὶ γνώσεις τῶν ἐσομένων, τετύφλωνται καὶ τυφλώττουσιν, ἤ‐ γουν ἀπατῶνται· ὅθεν καὶ τυφλοὶ ὄνειροι οἱ ἀπατηλοὶ καὶ ψευδεῖς. | |
O 1215 | Ἔμπαλιν] Ἤγουν ἀνάπαλιν. | |
O 1218 | Πεδάμειψαν]* Κακῶς διὰ τοῦ πε γέγραπται· καὶ οὐκ ἔστι μία λέξις ἀλλὰ δύο· καὶ δεῖ γράφειν: πόδ’ ἄμειψαν, ἤγουν μετέβησαν· ἀμείβειν γὰρ τὸν πόδα ἐστὶ τὸ μεταβαίνειν | |
καὶ ἐναλλάσσειν αὐτὸν κατὰ τὴν πορείαν. | 21 | |
O 1226 | Ἰσθμοῖ] Ἐν Ἰσθμῷ. | |
O 13t | ΟΛΥΜΠΙΩΝ ΕΙΔΟΣ ΙΓʹ. | |
O 1318 | Ἀγλαΐαν] Ἤγουν λαμπρότητα καὶ δόξαν. | |
O 1332 | Ἄρης] Ἤγουν ἡ κατὰ τὰ πολεμικὰ ἐμπειρία. | |
O 1349 | Αἴγλα ποδῶν ἀνάκειται]* Ἤγουν ἡ τῶν ποδῶν αὐτοῦ ἀρετὴ ἀναγέγραπται ἐν Ὀλυμπίᾳ· τὸ γὰρ ἀνακεῖσθαι ἐνταῦθα οὐχ ἁπλῶς πρόσκειται, ἀλλ’ ἐπὶ τῆς συνήθους αὐτοῦ σημασίας. Τοῖς γὰρ νενικηκόσι τὰ Ὀλύμπια, ὥς ἐστιν ἰδεῖν | |
5 | παρὰ Παυσανίᾳ (ἐν Βʹ Ἠλειακ.), καὶ εἰκόνες καὶ γραφαὶ ἀνετί‐ θεντο, ἐπιγράμματα ἔχουσαι, δηλοῦντα τὴν πατρίδα καὶ τὸν πατέρα καὶ τοὔνομα τοῦ νενικηκότος ἥντινα δήποτε νίκην. Εἰ‐ κὼν οὖν ἢ γραφὴ τοῦ Θεσσαλοῦ ἀνέκειτο ἐν Ὀλυμπίᾳ, μνημεῖον τῆς ἐκ τοῦ δρόμου νίκης αὐτοῦ· ἣν δὴ καὶ αἴγλην ποδῶν φη‐ | |
10 | σιν ἐνταῦθα ὁ ποιητής, ὅτι ἡ νίκη ἐπιδόξους καὶ λαμπροὺς τοὺς ἄνδρας ἀποδείκνυσι. | |
O 1369 | Ἐγὼ δὲ ἴδιος ἐν κοινῷ σταλεὶσ]* Τουτέστι κήρυξ καὶ ἐγκωμιαστὴς τῆς ἀρετῆς ὑμῶν γενόμενος, καὶ ἀνυμνῶν τὴν τῶν προγόνων ὑμῶν ἐμπειρίαν, τὴν περὶ τὰ πολιτικὰ λέγω καὶ πολεμικά, καὶ ταῦτα περὶ τῆς Κορίνθου λέγων οὐ ψεύσομαι. | |
O 13107 | Κοιτάξατο νύκτ’] Ἤγουν καθεύδησεν. | |
O 13108 | Χρήσιος] Προμαντείας. | |
O 13117-118 | Κούφαν] Ἤγουν εὐχερῆ καὶ ῥᾳδίαν καὶ εὔκολον. | |
O 13147 | Ἐν θεῷ] Ἤγουν ὁ θεὸς γεμὴν τελέσαι καὶ πλη‐ ρώσαι τὸ ἐλπιζόμενον. | |
O 13156 | Εὐερκὲς ἄλσοσ]* Τὴν Αἴγινάν φησι· καὶ ἐν Δʹ τῶν Νεμεακῶν Εἴδει τὴν αὐτὴν εὔπυργον ἔδος καλεῖ. Ζήτει ἐκεῖ. | |
O 14t | ΟΛΥΜΠΙΩΝ ΕΙΔΟΣ ΙΔʹ. | |
O 1414 | Ταμίαι] Ἤγουν χορηγοὶ καὶ ἐπίτροποι. | |
O 1424 | Λυδίῳ] Ἤγουν Λυδιστὶ ἡρμοσμένῃ. | |
O 1425 | Τρόπῳ] Μελῳδίᾳ. | 22 |
P 1t | ΠΥΘΙΩΝ ΕΙΔΟΣ Αʹ. | |
P 1prae 1 | Τὸ προοίμιον προσφωνητικόν. Τοῦ σοφωτάτου μαγίστρου σχόλια. Πινδάρου Πύθια]* Κυραῖοι (γρ. Κιῤῥαῖοι), ἔθνος περὶ τὸν Παρνασσόν, τοὺς εἰς τὴν Πυθίαν ἰόντας λοχῶντες ἀνῄρουν. Εὐ‐ | |
5 | ρύλοχος οὖν ὁ Θεσσαλὸς Ἀμφικτύονας συμπαραλαβών, ἐπιθέ‐ μενος αὐτοῖς κατεστρέψατο· ἀνθ’ ὧν ἀμοιβὴν τῆς νίκης καθί‐ στησι πανήγυριν τῷ Ἀπόλλωνι, τὰ λεγόμενα Πύθια, τελουμέ‐ νην κατὰ χρόνους πέντε, ὡς καὶ ἡ τῶν Ὀλυμπίων. Πυθὼν δὲ ἐκαλεῖτο διὰ τὸ σεσῆφθαι ἐκεῖ τὸν ὑπ’ Ἀπόλλωνος ἀνῃρημέ‐ | |
10 | νον δράκοντα· πύθω γὰρ τὸ σήπω· ἢ διότι οἱ δεόμενοι περί τινων μαθεῖν ἐκεῖσε ἀφικνούμενοι ἐμάνθανον. Ποιεῖται δὲ τὸν λόγον πρὸς τὴν τοῦ Ἀπόλλωνος κιθάραν, ὅτι τε αὐτὸς ἐν μου‐ σικῇ ᾖδε τὰ ποιήματα, καὶ ὅτι ἡ παροῦσα ἑορτή, καθ’ ἣν ποιεῖ‐ ται τοὺς ὕμνους, τοῦ Ἀπόλλωνος ἦν· εἰ καί τινές φασι διὰ | |
15 | τοῦτο πρὸς τὴν φόρμιγγα ποιεῖσθαι τὸν λόγον, διότι Ἱέρων αὐτῷ χρυσῆν κιθάραν ὑπέσχετο, ἵνα αὐτὸν ἀναμνήσῃ. | |
P 11 | Χρυσέα φόρμιγξ] Χρυσῆ ὦ κιθάρα. | |
P 12 | Ἰοπλοκάμων] Ἀνθηρὸν ἐχουσῶν τὸν πλόκαμον, ὁποῖόν ἐστι τὸ ἴον. | |
P 13 | Σύνδικον] Σύντροπον, κοινόν. —Κτέανον] Κτῆμα· κιθαρίζοντι γὰρ τῷ Ἀπόλλωνι αἱ Μοῦσαι χορεύουσι. | |
P 14 | Τᾶς] Τῆς κιθάρας. —Βάσις] Ὁ ῥυθμός. —Ἀγλαΐας] Εὐφροσύνης. —Βάσις ἀγλαΐασ]* Τὸ βάσις οἱ μὲν τὸν ῥυθμὸν νοοῦσι· τῆς γὰρ κιθάρας ὁ ῥυθμὸς ἀκούει, ἤγουν κατὰ τὸ μέ‐ λος ἐκείνης συντίθεται· οἱ δὲ διὰ τοὺς τῶν χορευτῶν πόδας· | |
5 | ἀκούουσι γὰρ ἐκεῖνοι τῆς κιθάρας· τουτέστιν, ὁποῖόν ἐστι τὸ μέλος αὐτῆς, καὶ οὗτοι κινοῦνται. Λέγει δὲ τὴν βάσιν ἀρχὴν ἀγλαΐας, ἢ διότι ὁ ῥυθμὸς τὸ πᾶν ἐστι τοῦ λόγου, ἢ ὅτι ἡ κατ’ ἀρχὰς τοῦ χοροῦ κίνησις μεγίστης εὐφροσύνης ὕστερον | |
ἀπ’ αὐτοῦ ἐσομένης ἀρχή ἐστιν. | 23 | |
P 15 | Πείθονται] Ὑπακούουσιν. —Ἀοιδοὶ] Οἱ μελῳδοί. — Σάμασιν] Τοῖς παρὰ σοῦ τύποις, ἤγουν, ὅπως αὐτῇ τὰ μέλη τυπώσῃς, καὶ ἡ παρ’ ἐκείνων ᾠδὴ φέρεται. | |
P 16 | Ἀγησιχόρων] Τῶν τοὺς χοροὺς ἀγόντων· πρὸς γὰρ τὰ ᾄσματα καὶ οἱ χοροὶ ἄγονται. | |
P 17 | Ἀμβολὰς] Ἤγουν ᾄσματος, ἀπὸ τοῦ ἀναβάλλο‐ μαι τὸ προοιμιάζομαι. —Τεύχῃς] Ποιῇς. —Ἐλελιζομένα] Κι‐ νουμένη τοῖς κρούμασιν. | |
P 18 | Καὶ τὸν αἰχματὰν] Ὃν Ζεὺς δίκην αἰχμῆς φέρει. — Κεραυνὸν σβεννύεισ]* Ἤτοι τὸν Δία τῆς ὀργῆς παύεις καὶ μειλί‐ χιον καθιστᾷς, ὁπόταν ἀκούῃ σου. —Σβεννύεις] Παύεις, πραΰνεις. | |
P 19 | Ἀενάου πυρὸς] Τοῦ ἀϊδίου· ἄσβεστον γὰρ τὸ πῦρ τοῦ παρὰ τῷ Διῒ κεραυνοῦ. | |
P 19-10 | Εὕδει] Καθεύδει, ὑπνοῖ. —Ἀνὰ σκάπτῳ Διὸς] Τῇ ῥάβδῳ τοῦ Διός. —Εὕδει δ’ ἀνὰ σκάπτῳ]* Φασὶν ὅτι ἐν τῷ τοῦ Διὸς σκήπτρῳ ἀετὸς κάθηται, δεικνύων τὸ τοῦ Διὸς ἡγε‐ μονικόν, ἐπειδὴ οὗτος βασιλεὺς ἁπάντων πτηνῶν· ὅντινα ἀετόν, | |
5 | φησίν, ἀκούοντα τῆς Ἀπόλλωνος κιθάρας, εἰς ὕπνον τρέπεσθαι θελγόμενον τῇ ᾠδῇ. | |
P 110-11 | Ὠκεῖαν] Ταχεῖαν. —Ἀμφοτέρωθεν] Ἐξ ἀμ‐ φοτέρων τῶν μερῶν αὐτοῦ. —Χαλάξαις] Χαλάσας, καταγαγών. | |
P 113-14 | Ἀρχὸς οἰωνῶν] Ὁ ἡγεμὼν τῶν ὀρνέων. — Κελαινῶπιν] Τὴν εἰς σκότος τοὺς ὀφθαλμοὺς ἄγουσαν. —Οἱ] Αὐτῷ. —Νεφέλαν] Ἤγουν τὸν ὕπνον. | |
P 115 | Ἀγκύλῳ κρατὶ] Τῇ ἐστραμμένον ῥάμφος ἐχούσῃ κεφαλῇ αὐτῆς. —Βλεφάρων] Τῶν ὀφθαλμῶν. | |
P 116 | —Ἁδὺ] Γλυκύ. —Κλαῖστρον] Κλεῖθρον. —Κα‐ | |
τέχευασ]* Τὸ κατέχευας ἢ πρὸς τὸ βλεφάρων συναπτέον, ἢ πρὸς τὸ κρατί, ἵν’ ᾖ τὸ γλεφάρων (γρ. βλεφάρων) πρὸς τὸ κλάϊστρον. Ὁ γὰρ ὕπνος ὥσπερ τι κλεῖθρον τῶν ὀφθαλμῶν, | 24 | |
5 | κλείων αὐτοὺς καὶ οὐκ ἐῶν ἠνεῳγμένους εἶναι. —Κνώσσων] Κοι‐ μώμενος. | |
P 117 | Ὑγρὸν] Εὔχυτον, ἢ ὑγρότητά τινα ἐμφαῖνον ἔχειν. —Αἰωρεῖ] Χαλᾷ, ἢ ὥσπερ κυρτὸν δείκνυσι. —Τεαῖς] Ταῖς σαῖς. | |
P 118-19 | Ῥιπαῖσι] Τοῖς μέλεσι. —Κατασχόμενος] Ἀν‐ δραποδιζόμενος καὶ κηλούμενος. —Βιατὰς Ἄρης) Ὁ θρασὺς καὶ ἀμείλικτος. —Βιατὰς Ἄρησ]* Δείκνυσιν ἐντεῦθεν τὴν τῆς μου‐ σικῆς δύναμιν. Εἰ γὰρ τὸν ἀμείλικτον καὶ θρασὺν Ἄρην θέλγει, | |
5 | τίνα οὐκ ἂν τοῦτο ἐργάσηται; —Τραχεῖαν] Τὴν σκληρὰν καὶ δειλήν. —Ἄνευθε] Μακράν. | |
P 120 | Ἐγχέων] Ἤγουν τὰ ἔγχη. —Ἀκμὰν] Τῶν δορά‐ των τὴν ὀξύτητα. —Ἰαίνει] Εὐφραίνει. —Καρδίαν] Τὴν ἑαυτοῦ. | |
P 121 | —Κώματι] Τῷ μέλει καὶ τῇ ᾠδῇ. —Κῆλα δὲ] Ἤγουν: τὰ θελκτήρια γάρ. | |
P 122-24 | Δαιμόνων θέλγει] Οὐ μόνων τῶν ἀνθρώπων, ἀλλὰ καὶ θεῶν εὐφραίνει. Ἀμφὶ] Περί. —Λατοΐδα] τοῦ Ἀπόλ‐ λωνος. —Λατοΐδα] Συνίζησις. —Σοφίᾳ] Τῇ τῆς μουσικῆς ἐπι‐ στήμῃ. —Βαθυκόλπων) Βαθυζώνων. —Τε] Καί. —Μοισᾶν] Μου‐ | |
5 | σῶν. | |
P 125 | Ὅσσα] Ἀττικῶς ἀντὶ ὅσα. —Πεφίληκε] Ἠγάπη‐ σεν. —Ὅσσα δὲ μὴ πεφίληκε] Τὸ ὅσα μὴ πεφίληκε πρὸς τὸ γᾶν συναπτέον. | |
P 126 | Ἀτύζονται] Μισοῦσι καὶ ἄτην ἡγοῦνται. —Βοὰν] ᾨδήν. | |
P 127 | Πιερίδων] Τῶν ἐν τῇ Πιερίᾳ γεγεννημένων Μουσῶν. —Ἀΐοντα] Ἀκούοντα. | |
P 128 | Γᾶν] Κατά. —Ἀμαιμάκετον] Ἀκαταπόνητον καὶ | |
μέγαν, διὰ τὸ μέγεθος (περὶ τοῦ Τυφῶνος). | 25 | |
P 129 | Αἰνᾷ] Τῇ χαλεπῇ. —Ταρτάρῳ] Ἤγουν ὑπὸ τὴν ῥίζαν τῆς Αἴτνης. | |
P 130 | Πολέμιος] Ὁ ἐχθρός. | |
P 131 | Τυφὼσ]* Ὁ Τυφὼς χεῖρας ἀντάρας τῷ Διῒ ἐκεραυ‐ νώθη ὑπ’ αὐτοῦ ἐν Σικελίᾳ, ἔχων ἐπικείμενον τὴν Αἴτνην τὸ ὄρος. Εἰπὼν δὲ ἄνω: ὅσα μὴ πεφίληκε Ζεύς, ἐπάγει ὅστις ἐστὶν ὁ Τυφώς· τοῦτον γὰρ οὐ φιλεῖ. Εἰκότως δὲ ἐπέβαλε τὴν περὶ | |
5 | αὐτοῦ ἱστορίαν, ἐπειδὴ καὶ ὁ νῦν ἐπαινούμενος Ἱέρων Σικελιώ‐ της ἐστίν, ἔνθα οὗτος κολάζεται. —Ἑκατοντακάρανος] Ἑκα‐ τοντακέφαλος. —Τόν ποτε] Ὅν τινα Τυφῶνα. | |
P 132-33 | Κιλίκιον] Τὸ ἐν τῇ Κιλικίᾳ. —Θρέψε] Ἤγουν ἐγέννησε καὶ ἀνέθρεψε. —Πολυώνυμον ἄντρον] Πολυθρύλλητον σπήλαιον. —Νῦν γε μὰν] Νῦν δὲ μήν. | |
P 134 | Ταί θ’] Αἱ καί. —Κύμασ]* Τὴν Κύμην τινές φασι νῆσον παρακειμένην τῇ Σικελίᾳ, λέγοντες τὸ ὄχθαι ἀντὶ ὑπερ‐ κειμένης τῆς Κύμης Σικελίᾳ· οὓς αὐτὸς μὴ μεμφόμενος τὴν Κύ‐ μην νόει πόλιν ἐν Σικελίᾳ, ἵνα ᾖ τὸ ὄχθαι ἁλιερκέες διὰ τὴν | |
5 | Αἴτνην τὸ ὄρος, ἐν τέλει Σικελίας οὖσαν καὶ πλησιάζουσαν θα‐ λάττῃ. —Ἁλιερκέες] Περίῤῥυτοι. | |
P 135 | Σικελία τ’ αὐτοῦ] Ἡ Σικελία καὶ Τυφῶνος. —Πιέ‐ ζει] Δαμάζει. | |
P 136-37 | Στέρνα λαχνάεντα] Τὰ στήθη, ἤγουν αὐτοῦ, τὰ δασέα ταῖς θριξί· τοιαῦτα γὰρ τὰ τῶν ἰσχυρῶν στήθη. — Κίων δ’ οὐρανία] Ἡ μέχρις οὐρανοῦ φθάνουσα τῷ ὕψει. —Κίων δ’ οὐρανία]* Κίονα οὐρανίαν τὴν Αἴτνην καλεῖ διὰ τὸ μέχρις | |
5 | οὐρανοῦ τῷ ὕψει φθάνειν. | |
P 138 | Νιφόεσς’] Χιονώδης. —Αἴτνα] Ὄρος. —Πάνετες] Δι’ ὅλου τοῦ ἔτους. | |
P 139 | Ὀξείας] Τῆς (ταχέ)ως τιτρωσκούσης τῷ ψύχει. — Ὀξείασ]* Ὀξεῖαν δὲ τὴν χιόνα, ἢ τὴν ταχεῖαν αἴσθησιν τοῦ ἐν αὐτῇ ψυχροῦ τοῖς δεχομένοις ποιοῦσαν, ἢ διότι οἱ ἐφαπτόμενοι | |
ταύτης ὅμοιόν τι πάσχουσι τοῖς κεντουμένοις, βαλλόμενοι τῇ | 26 | |
5 | ψυχρότητι. —Τιθήνα] Τροφός, διὰ τὸ ἀεὶ ἐμφιλοχωρεῖν αὐτὴν τὴν χιόνα. | |
P 140-41 | Τᾶς] Τῆς Αἴτνης. —Ἐρεύγονται] Ἀναδίδον‐ ται. —Ἀπλάτου] Ἀπροσεγγίστου. —Ἁγνόταται] Λαμπρό‐ ταται ἢ καθαρτικαί· τοιοῦτον γὰρ τὸ πῦρ. | |
P 142 | Ἐκ μυχῶν] Ἐκ τῶν ῥιζῶν δηλαδὴ τοῦ ὄρους. — Ποταμοὶ] Πυρός. | |
P 143 | Ἁμέραισι] Ἐν ἡμέραις. —Προχέοντι] Προχέουσι. —Ῥόον] Ῥεῦμα. | |
P 144 | Αἴθων’] Μέλανα ἢ καυστικόν. —Ὄρφναισι] Ἐν νυξί. | |
P 145 | Φοίνισσα] Πυρώδης. —Κυλινδομένα] Συστρεφο‐ μένη. | |
P 146 | Πόντου πλάκα] Ἤγουν τὸν πόντον περιφραστικῶς. —Πατάγῳ] Ἤχῳ, κτύπῳ. | |
P 147 | Ἁφαίστοιο] Πυρός. —Κρουνοὺς] Ῥεύματα. —Ἑρ‐ πετὸν] Ἤγουν ὁ Τυφώς, διὰ τὸ πρηνὴς κεῖσθαι. | |
P 148-51 | Δεινοτάτους] Σφοδροτάτους. —Ἀναπέμπει] Ἐπὶ τὴν κορυφὴν ἀνάγει. —Τέρας μὲν θαυμάσιον] Σημεῖόν τι θαύματος ἄξιον. —Προσιδέσθαι) Ἰδόντα τινὰ μαθεῖν. —Παρεόν‐ των] Τῶν ἐκεῖ ἐλθόντων. —Ἀκοῦσαι] Τινὰ ἐκείνων. —Ἀκοῦ‐ | |
5 | σαι]* Ἰστέον ὅτι ἐν τῇ Αἴτνῃ ἡμέρας μὲν φωτὸς δίχα καπνὸς καυστικὸς ἀναδίδοται, νυκτὸς δὲ πέτραι ἀποσφαιρίζονται ἔξω κεκαυμέναι καὶ ζέουσαι καὶ κτύπον τῇ φορᾷ ἐμποιοῦσαι· πί‐ πτουσι δὲ ἐν τῇ θαλάττῃ· τοὺς γὰρ πόδας τῆς Αἴτνης ἡ θά‐ λαττα βρέχει. | |
P 152-53 | Οἷον] Ὁποῖον. —Μελαμφύλοισ]* Τὸ μελαμ‐ φύλοις (γρ. μελαμφύλλοις) λέγει ἢ ταῖς δασείαις καὶ σκιὰν ὑπὸ τοῦ δάσους ποιούσαις, ἢ ταῖς μέλανα φύλλα ἐχούσαις ὑπὸ τοῦ ἐκεῖθεν ἀναδιδομένου καπνοῦ. Λέγει δὲ ἐν ταῖς κορυφαῖς καὶ τῷ | |
5 | πέδῳ δεδέσθαι αὐτόν, διὰ τὸ ὑπ’ ἐκείνων συνέχεσθαι. —Δέδε‐ | |
ται] Δεδέσμηται. —Κορυφαῖς] Ἐν ταῖς κορυφαῖς τῆς Αἴτνης. | 27 | |
P 154-55 | Στρωμνὰ δὲ] Ἤτοι ἐν τοῖς μυχοῖς τοῦ ὄρους ἡ ἑαυτῶν κοίτη. —Χαράσσοις’] Κατατέμνουσα. —Ἅπαν νῶ‐ τον] Τὴν ῥάχιν αὐτοῦ. —Ποτικεκλιμένον) Κείμενον αὐτόν. — Κεντεῖ] Πλήττει διὰ τὸ ἐπικείμενον βάρος. | |
P 156 | Εἴη Ζεῦ] Ὦ Ζεῦ (εὐχή). —Τὶν] Σοί. —Ἁνδάνειν] Ἀρέσκειν μοι. | |
P 157-58 | Τοῦτ’] Τὴν Αἴτνην. —Ἐφέπεις] Διοικεῖς. — Ὄρος] Ἐνταῦθα γὰρ ἱερὸν αὐτοῦ. —Εὐκάρποιο] Πολυκάρπου Σικελίας. —Μέτωπον] Τὸν ὀφθαλμὸν τοῦ ὄρους. —Μέτωπον] * Μέτωπον Σικελίας λέγει τὴν Αἴτνην, οἱονεὶ ὀφθαλμόν· εἰς ὕψος γὰρ | |
5 | διήκουσα σκοπιὰν τῆς τε θαλάσσης καὶ πάσης τῆς Σικελίας ἔχει. | |
P 159 | Κλεινὸς οἰκιστὴρ] (Περὶ τοῦ Ἱέρωνος) Ὁ ἔνδοξος Ἱέρων. —Ἐκύδανε] Ἐτίμησε. —Πόλιν] Πλησίον γὰρ τοῦ ὄ‐ ρους πόλιν κτήσας (γρ. κτίσας), Αἴτνην ἀπ’ αὐτοῦ ὠνόμασε. | |
P 160 | Γείτονα] Τῷ ὄρει. —Πυθιάδος] Τῆς ἐν τῇ Πυθῶνι πανηγύρεως. | |
P 161-62 | Ἐν δρόμῳ] Τῇ διὰ τοῦ δρόμου νίκῃ τοῦ ἅρ‐ ματος. —Ἀνέειπέ νιν]* Τὸ: ἀνέειπέ νιν λέγει, ἢ ὅτι ἔθος ἦν καὶ τὰς πατρίδας τῶν νικησάντων ὑπὸ τοῦ κήρυκος ἀναγορεύε‐ σθαι, ἢ ὅτι ἡ ἐκείνων ἀναγόρευσις καὶ τῆς πόλεως αὐτῶν ἐστιν, | |
5 | οἷς τοιούτοις προήνεγκεν. —Ἀνέειπέ νιν] Ἀνηγόρευσεν αὐτήν. — Ἀγγέλλων] Μηνύων. —Ἱέρωνος] τοῦ οἰκιστοῦ αὐτῆς. | |
P 163 | Καλλινίκου] Τοῦ νικήσαντος ἐν ἅρματι. —Καλ‐ λινίκου]* Ἐπειδή, ἡνίκα ἐκτίσθη ἡ Αἴτνη, τὸ τοῦ Ἱέρωνος ἅρμα ἐν Πυθίᾳ ἐνίκησε, μέγιστον τοῦτο τεκμήριον ποιεῖται τῆς ἐς ὕστερον συμβησομένης αὐτῇ εὐτυχίας, λέγων ὅτι, ὥσπερ τοῖς | |
5 | ἀρχομένοις ἀπό τινος τόπου πλέειν, ἢν εὐθὺς ἐξ οὐρίας τὸν πλοῦν ποιήσωνται, πάρεστιν ἐντεῦθεν τεκμαίρεσθαι καὶ περὶ τῆς ἐπα‐ νόδου, ὡς ἄρα τοιάδε αὐτοῖς ἔσται, οὕτω καὶ ἡ πόλις ἡ μετὰ | |
τὴν οἰκοδομὴν τιμηθεῖσα, καὶ εἰς τὸν ἔπειτα χρόνον ἀνθήσει. Ἰστέον ὅτι οὐκ ἀπῆλθεν Ἱέρων ἐν τοῖς Πυθίοις, διὰ τὸ νόσῳ κα‐ | 28 | |
10 | τέχεσθαι, ὡς προϊὼν ἐρεῖ, ἀλλὰ τὸ αὐτοῦ ἅρμα. | |
P 164 | Ναυσιφορήτοις] Τοῖς ἐν ναυσὶ φερομένοις. | |
P 165 | Πρώτα] Κατ’ ἀρχὰς τοῦ πλοῦ. —Χάρις] Ἡδονὴ καὶ εὐτυχία. | |
P 166-67 | Ἐς πλόον ἀρχομένοις] Ἤγουν ἀρχὴν ποιου‐ μένοις τοῦ πλοῦ. —Πομπαῖον] Πόμπιμον. —Οὖρον] Ἄνεμον. — Ἐοικότα] Ἤγουν εἰκός ἐστι τοῖς οὕτω πλέουσι. | |
P 168-69 | Κᾀν τελευτᾷ] Ἐν τῷ τέλει τοῦ πλοῦ. —Φερ‐ τέρου] Καλίστου (γρ. καλλίστου). —Νόστου] Ἐπανόδου. —Ὁ δὲ λόγος] Οὗτος ὁ ῥηθείς. —Ὁ δὲ λόγοσ]* Ἤγουν ὁ ῥηθεὶς περὶ τῶν ναυσιφόρων ἀνδρῶν λόγος ἔχει ὑπόληψιν, τουτέστιν ἐκ | |
5 | τούτου ὑπονοεῖν ἐστιν ἡμῖν ὡς ἀεὶ εὐδαίμων ἔσται. | |
P 170 | Ταύταις ἐπὶ συντυχίαις] Ἤγουν τῷ τῆς νίκης συμ‐ βάματι. —Δόξαν φέρει] ὑπόληψιν ἔχει. | |
P 171 | Λοιπὸν] Εἰς τὸ ἑξῆς. —Ἔσεσθαι] τὴν πόλιν. | |
P 172 | Κλυτὰν] Ἔνδοξον. | |
P 173 | Εὐφώνους] Διὰ τὸ ἐν αὐταῖς αὐλοὺς καὶ κιθάρας εἶ‐ ναι. —Θαλίαις] Πανηγύρεσι. —Ὀνομαστὰν] Ὀνομαστήν. | |
P 174 | Λύκιε]* (Εὐχή) Τὸ Λύκιε, ἢ ἀντὶ τοῦ ἐν τῇ Λυκίᾳ τιμώμενε νόει, ἢ ὅτι ἐπίθετον ἦν Ἀπόλλωνος. Λύκιος γὰρ ἐτι‐ μᾶτο ἐν Ἄργει, διὰ τὸ Λύκον τινὰ ἀπεκτονέναι ποτέ. —Δά‐ λοιο] Δήλου. —Ἀνάσσων] Ἄρχων. | |
P 175 | Φοῖβε] ὦ Ἄπολλον. —Παρνασσῷ] Τὴν ἐν τῷ (Παρ‐ νασσῷ). —Κράναν] Πηγήν. | |
P 176 | Κασταλίαν] ὠνομασμένην. —Φιλέων] Φιλῶν. | |
P 177 | Ταῦτα νόῳ] Ἃ ὑπὲρ τῆς πόλεως ἔφην. —Ταῦτα νόῳ]* Ἀντὶ τοῦ εὐμενῶς δεξάμενος ταῦτα ἐθελήσαις πράττειν καὶ συμπεραίνειν. | |
P 178 | Τιθέμεν] Τιθέναι. —Εὔανδρον]* Ἀντὶ τοῦ ἀνδρείους ἔχουσαν πολίτας, ἵνα, τούτων νικώντων, αὐτὴ τιμῷτο. | |
P 179 | Ἐκ θεῶν γὰρ μαχαναὶ] Ἤγουν οἱ θεοὶ πάντα τὰ ἀγαθὰ ἀνθρώποις παρέχουσιν. —Μαχαναὶ] Βοήθειαι, χορηγίαι. | 29 |
P 181-82 | Χερσὶ βιαταὶ] Ἰσχυροί, δυνατοί. —Περίγλωσ‐ σοι] Ῥήτορες. —Ἔφυν] Ἐγένοντο θεόθεν. —Κεῖνον] τὸν Ἱέρωνα. | |
P 183 | Αἰνῆσαι] Ἐπαινέσαι. —Μενοινῶν] Προθυμούμενος. —Μενοινῶν]* Μενοινῶν δὲ καὶ προθυμούμενος αἰνῆσαι καὶ ἐπαι‐ νέσαι ἐκεῖνον τὸν ἄνδρα, ἤτοι τὸν Ἱέρωνα, ἔλπομαι καὶ ἐλ‐ πίζω μὴ βαλεῖν καὶ ῥίψειν τὸν λόγον ἔξω τοῦ ἀγῶνος, ὡσεὶ | |
5 | καὶ ὥσπερ ἄκοντα χαλκοπάραον δονέων καὶ συστρέφων ἐν τῇ παλάμῃ· τουτέστιν ἐλπίζω μὴ ἀπορήσειν περὶ αὐτοῦ πραγμά‐ των φερόντων εἰς ἐγκώμιον· ἀλλ’ ὅσα ἂν περὶ αὐτοῦ εἴπω, ἀξίως ἐρῶ, καὶ προσήκοντα αὐτῷ εἰρῆσθαι. Παρεικάζει οὖν τὸν αὑτοῦ λόγον ἄκοντι· διὸ καὶ εἶπε τὸ: παλάμῃ δονέων· πάλ‐ | |
10 | λουσι γὰρ οἱ ἄνδρες ἐν ταῖς χερσὶ τὰ ἀκόντια. —Ἔλπομαι] Ἐλπίζω. | |
P 184-85 | Χαλκοπάραον] Τὸν χαλκῆν παρειὰν ἤγουν αἰχμὴν ἔχοντα ἄκοντα, ὥσπερ τοῦ ἐν τῷ ἀγῶνι σκοποῦ. — Βαλεῖν] Ῥίψειν τὸν λόγον. —Παλάμᾳ δονέων] Τῇ χειρὶ στρέφων. | |
P 186 | Ῥίψαις] Τὸν λόγον. —Ἀμεύσασθ’ ἀντίους] Νικῆσαι, θανατῶσαι τοὺς ἐχθροὺς Ἱέρωνος. —Ἀμεύσασθ’ ἀντίουσ]* Τοῦτο λέγει, ὅτι ὁ ἐμὸς ἔπαινος πρὸς Ἱέρωνα τοὺς φθονοῦντας αὐτῷ τρώσει. | |
P 187-90 | Εἰ γὰρ]* Τινὲς τὸ: εἰ γὰρ ὀξύνοντες ἀντὶ τοῦ εἴθε φασί, στίζοντες εἰς τὸ παράσχοι· ἐγὼ δὲ ἀντὶ τοῦ ἐὰν λέγων, ὑποστίζω πρὸς τὸ παράσχοι, καί τινα τῶν βιβλίων συμμαρτυροῦντα ἔχων. —Χρόνος] Αὐτοῦ. —Ὄλβον] Τιμήν. — | |
5 | Οὕτω] ὡς νῦν. —Κτεάνων] Κτημάτων. —Δόσιν εὐθύνοι] Χορη‐ γίαν διεξάγοι καὶ οἰκονομοίη. —Καμάτων] Ἤγουν τῆς νῦν κα‐ τεχούσης αὐτὸν νόσου. —Καμάτων]* Τὸ δὲ καμάτων λέγει, ἐπειδὴ ὁ Ἱέρων δυσουρίᾳ κατεχόμενος καὶ φορείῳ ἐν πολέμοις | |
ἀγόμενος κατώρθου τὰς μάχας. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· | 30 | |
10 | εἰ γὰρ εὐδαιμονοίη καὶ κατὰ πλοῦτον καὶ τιμήν, καὶ τοῦ πιέ‐ ζοντος ἀπαλλαγείη νοσήματος, ὄντως ἂν ἐνθυμήσειεν ἡμᾶς τὰς αὑτοῦ ἀνδραγαθίας, ἤτοι εἰς ἔπαινον ἡμᾶς τούτων ὠνήσειεν. Ἔστι δὲ τὸ μνήσειε διπλοῦν, ἢ ὁ Ἱέρων, ἢ ὁ χρόνος· κρεῖττον δέ ἐστι διὰ μόνον τὸν Ἱέρωνα λέγεσθαι· τὸ δὲ κεν καὶ τὸ ἂν | |
15 | ἐκ παραλλήλου. —Ἐπίλασιν] Λήθην. Ἡ γὰρ τούτων ἀπαλλαγὴ λήθην παράσχοι αὐτῷ. | |
P 191 | Ἦ κεν] Ὄντως ἄν. | |
P 192 | Μάχαις] Ἀγωνίσμασι. | |
P 193-94 | Τλάμονι ψυχᾷ] Καρτερικῇ ψυχῇ. —Παρέ‐ μειν’] Ἤγουν, ἐπιμείνας ἠγωνίσατο. —Τλάμονι ψυχᾷ παρέμειν’]* Παραβάλλει τὸν Ἱέρωνα διὰ τὴν κατέχουσαν αὐτὸν νόσον τῷ Ποίαντος υἱῷ Φιλοκτήτῃ· οὐχ ὅτι τὴν αὐτὴν νόσον εἶχον ἀμ‐ | |
5 | φότεροι, ἀλλ’ ὅτι, ὥσπερ Φιλοκτήτης νοσῶν ἐκ τῆς Λήμνου εἰς Τροίαν ἀνεκομίσθη πρὸς τὴν ταύτης ἅλωσιν, οὕτω καὶ Ἱέρων νοσῶν εἰς πολέμους ἐχώρει. Ἡ δὲ ἱστορία τοῦ Φιλοκτήτου τοιαύτη. Ἱστορία. Ἑλένου τοῦ Πριάμου υἱοῦ μάντεως ὄντος, καὶ ἁλόντα (γρ. ἁλόντος) ὑφ’ Ἑλλήνων, ἔλαβον ἀπ’ αὐτοῦ χρη‐ | |
10 | σμόν, μὴ ἂν ἄλλως πορθηθῆναι τὸ Ἴλιον, εἰ μὴ τὰ ὀστᾶ Πέ‐ λοπος ἐκ Λετρίνης ἐνέγκοιεν, καὶ τὸν Ἀχιλλέως υἱὸν Νεοπτό‐ λεμον, καὶ τὸν Φιλοκτήτην ἐκ Λήμνου. Μετακομισθέντων οὖν τῶν ἄλλων, Φιλοκτήτης μόνος ἐναπολέλειπτο. Μετεκλήθη οὖν ὑπ’ Ὀδυσσέως καὶ Νεοπτολέμου ἐκ Λήμνου· ἐκεῖ γὰρ αὐτὸν | |
15 | ἔῤῥιψεν Ὀδυσσεὺς δηχθέντα ὑπὸ ὄφεως ὕδρου, ὅτε ἐκάθαιρον Ἕλ‐ ληνες τὸν κεχωσμένον βωμὸν Ἀθηνᾶς. Ἐλθὼν οὖν εἰς τοὺς Ἕλ‐ ληνας, ἰᾶται τὸ σκέλος ὑπὸ Μαχάονος τῇ ὀφίτιδι λίθῳ. Ἕτε‐ ροι δέ φασιν, ὡς, Ἀπόλλωνος ὕπνον αὐτῷ ἐμβαλόντος, τεμὼν ὁ Μαχάων καὶ βοτάνην θεὶς ἰᾶται. —Ἁνίχ’] Ὅτε. —Εὑρίσκον‐ | |
20 | το] Εὕρισκε. —Παλάμαις] Βοηθείαις. —Τιμὰν] Τιμήν. | |
P 195 | Οὔ τις] Οὐδείς. —Δρέπει] Καρποῦται. | |
P 196 | Πλούτου στεφάνωμ’]* Ὥσπερ ὁ στέφανος τιμὴ τῷ | |
δεξαμένῳ τυγχάνει, οὕτω καὶ ἡ τῶν ἔργων νίκη τιμὴ τοῦ πλού‐ του ἐστίν. —Στεφάνωμ’] Δόξαν λέγω. —Ἀγέρωχον] Μέγιστον καὶ θαυμάσιον. —Γε] Ἀντὶ δέ. | 31 | |
P 197 | Τὴν Φιλοκτήταο] Τὴν Φιλοκτήτου. —Δίκαν ἐφέ‐ πων] Τρόπον διεξάγων. Ἔστι δὲ τὸ ἐφέπων τὴν δίκην ἀντὶ: κατὰ τὸν ὅμοιον τρόπον. | |
P 198 | Ἐστρατεύθη] Ἐστράτευσεν (περὶ τοῦ Φιλοκτήτου). —Ἀνάγκᾳ] Τῇ ἐκ τῆς νόσου. —Φίλον] Αὐτὸν τὸν Ἱέρωνα. — Φίλον]* Οἱ γράφοντες φίλων, τὸ λων ὦ μέγα, ἀμαθεῖς· τὸ δέ ἐστι τοιοῦτον, ἔσανέ τις αὐτὸν φίλον, τουτέστι διὰ κολακείας ὑπελ‐ | |
5 | θὼν φίλον ἐποίησεν. | |
P 199-102 | Καί τις] Ὁ Ἀναξίλαος. —Μεγαλάνωρ]* Ὑπέρφρων καὶ σοβαρός. Οὗτος γὰρ ὁ Ἀναξίλαος Γηρύνων (γρ. Ῥηγίνων) βασιλεὺς ὤν, καὶ θέλων τοὺς ἐν Ἰταλίᾳ Λοκροὺς κα‐ ταπολεμήσειν, ἐκωλύθη ἀπειλαῖς Ἱέρωνος, ὥστε ὑπελθεῖν αὐ‐ | |
5 | τὸν ὕστερον καὶ φίλον ποιῆσαι. —Φαντὶ] Φασί. —Λαμνόθεν] Ἀπὸ τῆς Λήμνου νήσου. —Ἕλκει] Τῷ τοῦ π(οδὸς) τραύματι. —Με‐ ταλλάσσοντας] Ζητήσοντας. —Ἐλθεῖν] Ἐκ Τροίας. | |
P 1103-104 | Ἥρωας] Ὀδυσσέα καὶ Νεοπτόλεμον. — Ἀντιθέους] Ἰσοθέους. —Ποίαντος υἱὸν] Τὸν Φιλοκτήτην. | |
P 1105-106 | Ὃς] Φιλοκτήτης. —Πριάμοιο] Πριάμου. — Πέρσε] Ἐπόρθησε τοξεύσας Ἀλέξανδρον. —Τελεύτασεν] Εἰς τέ‐ λος ἤγαγε. —Τε] Καί. —Πόνους] Οὓς εἶχον Τροίαν πολιορκοῦντες. | |
P 1107 | Ἀσθενεῖ] Νοσερῷ σώματι· λέγει δὲ διὰ τὸ τοῦ σκέλους ἄλγος. | |
P 1108 | Μοιρίδιον ἦν] Μεμοιραμένον ὑπ’ ἐκείνου Τροίαν ἑλεῖν Ἕλληνας. | |
P 1109 | Ὀρθωτὴρ πέλοι] Βοηθὸς ὑπάρχοι. —Ὀρθωτὴρ πέ‐ λοι]* Εἰ μὲν συνάψεις τὸ ὀρθωτὴρ πρὸς τὸ ὧν ἔραται, οὕτως | |
ἐρεῖς: Οὕτω δὲ τῷ Ἱέρωνι πέλοι θεὸς ὀρθωτὴρ ὧν ἔραται καὶ ἐπιθυμεῖ, διδοὺς αὐτῷ τὸν προσέρποντα χρόνον καιρόν, ἤτοι εὐ‐ | 32 | |
5 | καιρίαν καὶ εὐτυχίαν· εἰ δὲ οὐ συνάψεις, οὕτως: Οὕτω δὲ τῷ Ἱέρωνι πλέλοι (γρ. πέλοι) θεὸς ὀρθωτήρ, ἤτοι βοηθὸς καὶ εὐτυ‐ χίας παρεκτικός, διδοὺς αὐτῷ τὸν προσέρποντα καὶ προσερχόμενον χρόνον τῶν πραγμάτων, ὧν ἐπιθυμεῖ, καιρόν, ὥσπερ φαμέν: ἥδε ἡ ἡμέρα πολλῶν ἀγαθῶν ἡμέρα μοι γέγονεν, οὕτω καὶ τοῦτοι | |
P 1110 | Προσέρποντα] Προσερχόμενον. | |
P 1111 | Ἔραται] Ἐπιθυμεῖ. —Καιρὸν διδοὺς] Εὐκαιρίαν καὶ εὐτυχίαν αὐτῷ. | |
P 1112 | Μοῖσα] Ὦ Καλλιόπη. —(Περὶ τοῦ υἱοῦ τοῦ Ἱέρωνος). —Πὰρ Δεινομένει] Ἐν τῷ υἱῷ Ἱέρωνος. —Κελαδῆσαι] Ὑμνῆσαι. | |
P 1113 | Πείθεό (διὰ τὸ μέτρον) μοι ποινὰν τεθρίππων] Πι‐ θοῦ (γρ. πείθου) μοι ἀμοιβὴν τῆς νίκης, ἣν τὸ πατρὸς αὐτοῦ ἅρμα νενίκηκε. | |
P 1114-115 | Χάρμα] Χαρά ἐστι. —Δὲ] Γάρ. —Οὐκ ἀλ‐ λότριον] Ἀλλ’ οἰκεῖον. —Νικαφορία πατέρος] Ἡ νίκη τοῦ πα‐ τρὸς αὐτοῦ τοῦ Δεινομένους. —Νικαφορία πατέροσ]* Τοῦ πατρὸς αὐτοῦ τοῦ Δεινομένους· τουτέστιν ἡ τοῦ Ἱέρωνος νίκη καὶ τοῦ | |
5 | αὐτοῦ παιδός ἐστιν. Εἶπε δὲ τοῦτο, ἵνα μή τις αὐτῷ εἴπῃ, τί‐ νος χάριν τὴν Μοῦσαν ἐπὶ τῷ Δεινομένει καλεῖς; οὐ γὰρ αὐ‐ τός, ἀλλ’ ὁ πατὴρ αὐτοῦ νενίκηκεν. | |
P 1116 | Ἄγε] Ὦ Μοῦσα. —Αἴτνας] Τῆς πόλεως. —Βα‐ σιλεῖ] Τῷ Δεινομένει. | |
P 1117 | Φίλιον ἐξεύρωμεν] Προσφιλῆ ἐπινοήσωμεν. | |
P 1118 | Τῷ πόλιν κείναν]* Τῷ καὶ ᾧτινι Δεινομένει ἔκτι‐ σεν ὁ Ἱέρων ἐκείνην τὴν πόλιν σὺν ἐλευθερίᾳ θεοδμήτῳ ἐν νό‐ μοις Ὑλλίδος στάθμης, ἤτοι Δωρικοῦ τόπου. Ἔκτισεν οὖν τὴν | |
πόλιν, οὕτω ἀντὶ τοῦ κτίσας στρατηγεῖν αὐτῷ ταύτης ἐπέτρε‐ | 33 | |
5 | ψε. Δέον δ’ εἰπεῖν θεοδμήτως ἔκτισε σὺν ἐλευθερίᾳ, θεοδμήτῳ εἶπε πρὸς τὸ ἐλευθερίᾳ. Φασὶ γὰρ ὅτι, οὓς ἐγκατῴκισεν ἐν τῇ Αἴτνῃ, ἐλευθερίαν καὶ ἀτέλειαν αὐτοῖς ἐδωρήσατο. Ἐπεὶ δὲ τὸ τῆς ἐλευθερίας μέγιστόν ἐστι καὶ ἄντικρυς θεῖον, διὰ τοῦτο λέγει τὸ θεοδμήτῳ σὺν ἐλευθερίᾳ, ἤτοι ἐν θείᾳ ἐλευθερίᾳ, ἐπὶ τῇ | |
10 | δομήσει τῆς πόλεως γενομένῃ. Τὸ δὲ Ὑλλίδος στάθμας νόμοις λέγει, ἐπειδὴ Λακωνικοὺς νόμους ἐν τῇ Αἴτνῃ Ἱέρων ἐθέσπισεν, ἢ ὅτι οἱ ἐν τῇ πόλει κατοικισθέντες Γελῷοι καὶ Συρακούσιοι ἄποικοι Δωριέων εἰσίν. Ἔστι δὲ τὸ Ὑλλίδος ἀπὸ Ὕλλου ἀν‐ δρὸς ἐπιφανεστάτου τῶν Δωριέων, ἄρξαντος τῶν ἐν Ἰταλίᾳ οἰ‐ | |
15 | κησάντων. Κρεῖττον δέ ἐστι τὸ λέγειν τό: Ὑλλίδος ἐν νόμοις διὰ τοὺς ἐγκατοικισθέντας ἐν τῇ Αἴτνῃ Γελῴους καὶ Συρακου‐ σίους, Δωριέων ὄντας ἀποίκους, ἐπεὶ τὸ ἐπαγόμενον μαρτυρεῖ. Οἳ δὲ ἔκγονοι τοῦ Παμφύλου καὶ τῶν Ἡρακλειδῶν, ναίοντες καὶ οἰκοῦντες ὑπὸ ταῖς ὄχθαις τοῦ Ταϋγέτου, Λακωνικοῦ ὄρους, | |
20 | ἤτοι ἐν Λακεδαιμονίᾳ, θέλοντι καὶ θέλουσι μένειν αἰεὶ καὶ πάν‐ τοτε ἐν τοῖς νόμοις τοῦ Αἰγιμιοῦ, ποταποί; Δωριεῖς· του‐ τέστιν οἱ Λάκωνες, ἐάν τε κατὰ χώραν, ἐάν τε ἄλλῃ ποι οἰκήσωσι, τὸ πάτριον σώσουσι φρόνημα καὶ τοὺς αὑτῶν νό‐ μους· ὥστε καὶ οἱ ἀποικισθέντες ἐν Σικελίᾳ Δωριεῖς οὐ μετέ‐ | |
25 | βαλον τὸ ἐξ ἀρχῆς ἦθος. Ὁ δὲ Πάμφυλος πρόγονος ἦν Δωριέων, οὗ καὶ φυλὴ ἐπώνυμος ἐν Λακεδαίμονι, Παμφυλίς. Κατήγοντο γοῦν οἱ Δωριεῖς, οἱ μὲν ἀπὸ Παμφύλου, οἱ δὲ ἀφ’ Ἡρακλειδῶν· ὁ δὲ Αἰγιμιός, ὡς μέν τινές φασι, νομοθέτης ἦν Δωριέων, ὡς δέ τινες, Λυκούργου ἐπίπαππος τοῦ Λακεδαιμονίων νομοθέτου. | |
30 | —Τῷ] ᾯ τινι Δεινομένει. —Πόλιν κείναν] Τὴν Αἴτνην. —Θεο‐ δμάτῳ] Θείας ἐπὶ τῇ δομήσει τῆς πόλεως γενομένης. Φασὶ γὰρ ὅτι ἐλευθερίαν καὶ ἀτέλειαν τῇ πόλει ἐδωρήσατο. | |
P 1120 | Ὑλλίδος] Δωρικοῦ τόπου ἀπὸ Ὕλλου τινός. | |
P 1121 | Νόμοις] Λακωνικοῖς τουτέστιν. | |
P 1122-124 | Καὶ μὰν] Καὶ μήν. —Ἡρακλειδᾶν] Ἡρακλει‐ δῶν. —Ὑπὸ Ταϋγέτου ναίοντες, αἰεὶ] Ὑπὸ ὄρους Λακωνικοῦ κατοι‐ κοῦντες ἀεί. —Τεθμοῖσιν] Νόμοις. —Αἰγιμίου] Νομοθέτου αὐτῶν. | 34 |
P 1125 | Ἔσχον] Πάλαι οἱ Δωριεῖς. —Ἀμύκλας] Τὴν Λακε‐ δαιμονίαν, ἀπὸ μέρους. —Ὄλβιοι] Εὐδαίμονες. | |
P 1126 | Πινδόθεν]* Πίνδος ὄρος Περεβοίας (γρ. Περαιβοίας ἢ Πεῤῥαιβοίας), ἐν ᾧ τέσσαρες πόλεις εἰσίν· ὧν μία ἐπώνυμος τῷ ὄρει, ἀφ’ ἧς ἀναστάντες οἱ τῶν Δωριέων πρόγονοι, ἀφικνοῦν‐ ται εἰς τὴν μεταξὺ Οἴτης ὄρους καὶ Παρνασσοῦ Δωρίδα· ὅθεν | |
5 | καὶ τοὔνομα ἔσχον. Ἐν δὲ τῇ Δωρίδι ταύτῃ ἓξ πόλεις ἦσαν Ἐρινεὸν (γρ. Ἐρινεός), Κύτιον (γρ. Κυτίνιον), Βοιόν, Κάρφαια, Δρυόπη, Λίλαιον (γρ. Λίλαια) ὅθεν μετὰ τῶν Ἡρακλειδῶν εἰς Λακεδαίμονα ἐλθόντες οἰκοῦσι. Γείτονας δὲ λέγει τῶν Τυνδαρι‐ δῶν, ἐπεὶ ὁ τούτων πατὴρ Τυνδάρεως ἐνταῦθα ἦρχε· διὸ κηδεύ‐ | |
10 | σας Μενέλαον, ἔδωκεν αὐτῷ προικὸς χάριν τὴν Σπάρτην. —Πινδό‐ θεν] Ἀπὸ Πίνδου πόλεως Πεῤῥεβοίας (γρ. Πεῤῥαιβοίας). —Ὀρνύ‐ μενοι] Κινούμενοι. | |
P 1127-129 | Τυνδαριδᾶν] Τυνδαριδῶν. —Βαθύδοξοι] Με‐ γάλην τιμὴν ἔχοντες. —Ὧν] Τυνδαριδῶν. —Κλέος ἄνθησεν] Ἡ δόξα ἐξέλαμψεν. —Αἰχμᾶς] Ἀνδρείας. | |
P 1130-133 | Ζεῦ τέλει’] Ζεῦ πληρέστατε (εὐχή). —Τοιαύ‐ την] Οἵαν νῦν ἔχουσιν. —Ἀμένα] τοῦ Ἀμένου ποταμοῦ Σικε‐ λίας. —Αἶσαν ἀστοῖς] Μοῖραν πολίταις. —Βασιλεῦσι] Κεχωρι‐ σμένως τῶν ἄλλων παρέχειν θέλε. —Βασιλεῦσι]* Τινὲς πρὸς τὸ | |
5 | βασιλεῦσιν ὑποστίζοντες καὶ τὸ δίδου ἔξωθεν λαμβάνοντες, τὸ διακρίνειν πρὸς τὸ ἔτυμον λόγον συνάπτουσιν· οὓς αὐτὸς ἐάσας, τὸ μὲν δίδου μὴ λάμβανε ἔξωθεν, ὥσπερ ἐκεῖνοι· πρὸς δὲ τὸ διακρίνειν ὑποστίζων, ἀντὶ τοῦ διάκρινε, λέγε οὕτως: | |
Αἰεὶ δὲ καὶ πάντοτε, ὦ Ζεῦ τέλειε, θέλε διακρίνειν, ἤγουν κε‐ | 35 | |
10 | χωρισμένως τῶν ἄλλων πάρεχε, παρὰ τὸ ὕδωρ τοῦ ἐν Σικελίᾳ Ἀμένα ποταμοῦ, τοῖς ἀστοῖς καὶ τοῖς βασιλεῦσιν αἶσαν καὶ μοῖραν τοιαύτην, οἵαν νῦν ἔχουσιν, ἔτυμον καὶ ἀληθῆ λόγον ἀν‐ θρώπων, τουτέστι παρὰ πάντων ἀληθῶς θρυλλεῖσθαι τὴν αὐ‐ τῶν εὐτυχίαν· ὁ γὰρ ἀληθῶς εὐτυχῶν καὶ τὴν περὶ αὑτοῦ φή‐ | |
15 | μην ἀληθῆ ἔχει καὶ οὐ δύναταί τις περὶ αὐτοῦ λέγων ψεύσασθαι, φανερᾶς οὔσης τῆς προσούσης αὐτῷ εὐτυχίας. —ἔτυμον] Ἀληθῆ. | |
P 1134-136 | Σὺν τοὶ] Ἤγουν μετὰ τῆς σῆς βοηθείας. — Κεν] Ἄν. —Σύν τοί τίν κεν]* Σὺν σοί, ὦ Ζεῦ, ἤγουν μετὰ τῆς σῆς βοηθείας, ὁ ἁγητὴρ καὶ ἡγεμὼν τῆς Σικελίας Ἱέρων τράποι ἂν καὶ εἰς τὸ ἑξῆς πορεύοιτο εἰς ἡσυχίαν καὶ εἰρηναίαν κατά‐ | |
5 | στασιν σύμφωνον, ἐπιτελλόμενος καὶ ἐντελλόμενος ταύτην τῷ υἱῷ αὑτοῦ Δεινομένει καὶ γεραίρων καὶ τιμῶν τὸν δῆμον ταῖς αὑ‐ τοῦ ἀρεταῖς. Εἰ γὰρ μὴ πολέμους ἔχων ἐν αὐτοῖς ἀσχολοῖτο, ἐν ἡσυχίᾳ διάγων, νίκας ἑαυτῷ ἐκ τῶν ἐν εἰρήνῃ ἀγώνων ἐργά‐ σεται, δι’ ὧν τοῖς ὑπ’ αὐτὸν τιμὴ ἔσται. Τὸ δὲ σύμφωνον ἡσυ‐ | |
10 | χίαν λέγει ἢ ὁμόφωνον καὶ ὁμοίαν ᾗ νῦν χρῆται, ἢ ὅτι ἐν τῇ ἡσυχίᾳ ὁμόνοιά ἐστι καὶ ταὐτὰ πάντες φρονοῦσι καὶ λέγου‐ σιν, ἐν δὲ τῷ πολέμῳ ἑτερότητές εἰσι λόγων καὶ βουλῶν. — Ἁγητὴρ] Ὁ ἡγεμὼν Ἱέρων. —υἱῷ] Αὑτοῦ. —Ἐπιτελλόμενος] Ἐντελλόμενος ταύτην. —Δᾶμον] Δῆμον. —Γεραίρων] Τιμῶν ταῖς | |
15 | αὑτοῦ ἀρεταῖς. —Τράποι] Πορεύσοιτο εἰς τὸ ἑξῆς. —Σύμφωνον ἡσυχίαν] Ὁμοίαν τῇ παρούσῃ. | |
P 1137-139 | Ὄφρα] Ἵνα. —Κατ’ οἶκον] Τὸν αὑτοῦ. — Ἅμερον ὄφρα κατ’ οἶκον]* Μὴ λέγε τὸ ἅμερον ἀντὶ τοῦ πράως, ὥσπερ τινὲς συνάπτοντες πρὸς τὸ νεῦσον· ἔχει γὰρ τὸ ἅμερον τὴν δύναμιν πρὸς τὸ ἔχῃ, οὕτως: Ὄφρα καὶ ἵνα ὁ Φοῖνιξ καὶ ὁ | |
5 | Τυρσηνὸς κατὰ τὸν οἶκον ἔχῃ ἥμερον καὶ ἥσυχον, ἤτοι ἡσυχάζῃ· ἔστι γὰρ τὸ ἥμερον οὐδέτερον. Τὸ δὲ Φοῖνιξ, εἰ μὲν βούλει, μὴ σύναπτε πρὸς τὸ ἀλαλατός, ἀλλὰ μεμονωμένον λέγει εἰ δὲ | |
μή, σύναπτε οὕτως: Ὁ Φοῖνιξ ἀλαλατὸς καὶ ὁ Τυρσηνὸς ἀλα‐ λατός. —Ὁ Φοῖνιξ] Ἤγουν οἱ Φοίνικες. —Τυρσανῶν] Τυρση‐ | 36 | |
10 | νῶν. —Ἀλαλατὸς] Ὁ θόρυβος, ἤγουν οἱ Τυρσηνοὶ περιφραστικῶς. | |
P 1140 | Ναυσίστονον ὕβριν]* Ὁπότε Ξέρξης ἐπὶ τὴν Ἑλλά‐ δα στρατεύειν ἔμελλε, Φοίνικας καὶ Τυρσηνούς, ὑπηκόους ὄντας αὐτῷ, ἐκέλευσε μετὰ τοῦ αὑτῶν ναυτικοῦ Σικελίαν παραγενο‐ μένους πορθῆσαι, εἰδὼς ὅτι, ταύτης χειρωθείσης, ἥ τε Πελοπόν‐ | |
5 | νησος καὶ ἡ ἄλλη Ἑλλὰς εὐχείρωτος ἔσται. Ἐν δὲ τῷ αὐτῷ χρόνῳ Ἀθηναῖοι καὶ Πελοποννήσιοι πρὸς Γέλωνα πρεσβείαν ἔπεμψαν, ἀξιοῦντες αὐτὸν μετὰ τῶν Ἑλλήνων καὶ μὴ μετὰ τῶν βαρβάρων γενέσθαι. Καὶ ὃς ὑπακούσας καὶ ναῦς διακοσίας ἐξαρτύσας καὶ δισχιλίους ἱππεῖς καὶ πεζοὺς μυρίους, ἐπεὶ τὸ | |
10 | Φοινίκων ναυτικὸν ἐν τῇ πρὸ τῆς Σικελίας νήσῳ Κύμῃ παρε‐ γένετο, ναυμαχήσας αὐτοὺς κατεστρέψατο. —Ναυσίστονον ὕβριν] Τὴν ἀπὸ τῆς τῶν νηῶν καταβολῆς ἐγγενομένην αὐτῷ ἀτιμίαν. | |
P 1141 | Τὰν πρὸ Κύμας] Τὴν συμβᾶσαν ἐπὶ τῇ Κύμῃ, τῇ πρὸ τῆς Σικελίας νήσῳ. | |
P 1142-143 | Οἷα] Ὁποῖα (περὶ τοῦ Γέλωνος). —Ἀρχῷ] Ἡγεμόνι, τῷ Γέλωνι τῷ ἀδελφῷ Ἱέρωνος. —Δαμασθέντες πά‐ θον] Καταπολεμηθέντες ἔπαθον πάλαι. | |
P 1144 | Ὠκυπόρων] Ταχέως θεουσῶν. —Ναῶν] Πλοίων. | |
P 1145 | Ὃς] Ὁ Γέλων. —Σφιν] Τῶν Φοινίκων καὶ Τυρση‐ νῶν. —Ἐν πόντῳ βάλεθ’] Ἤγουν κατεπόντισε τοὺς ἐν ταῖς ναυσὶ μαχομένους αὐτῶν. —Ἁλικίαν] Νεότητα. —Ἁλικίαν]* Εἰκότως δὲ εἶπε τὸ ἁλικίαν, ἐπειδὴ οἱ ἐν ἡλικίᾳ μάχονται | |
5 | καὶ οὐχ οἱ γέροντες. —Τὸ δὲ ὠκυπόρων ἀπὸ ναῶν ἢ πρὸς τὸ πάθον συναπτέον ἢ πρὸς τὸ βάλετο. | |
P 1146-147 | Ἑλλάδ’] Τὴν Ἑλλάδα. —Ἐξέλκων] Ἐξαι‐ ρούμενος καὶ ἐλευθερῶν. —Βαρείας δουλείας] Τῆς χαλεπῆς καὶ θλιβερᾶς. | |
P 1148 | Πὰρ μὲν Σαλαμῖνοσ]* Ἰστέον ὅτι ἐν μὲν Σαλαμῖνι | |
τὸ τοῦ Ξέρξου ναυτικὸν κατεστράφη ὑπ’ Ἀθηναίων· ἐν δὲ τῇ Βοιωτίᾳ τὸ πεζὸν αὐτοῦ ὄν, Λακεδαιμόνιοι κατηγωνίσαντο· ἐν δὲ τῇ Σικελίᾳ ὁ Γέλων, ὡς ἄνω ἔφημεν, τὸ Φοινίκων καὶ Τυρ‐ | 37 | |
5 | σηνῶν ναυτικὸν διέφθειρε. Ζητεῖται δὲ πῶς, Λακεδαιμονίων νεῶν καὶ ἑτέρων Ἑλληνίδων μετ’ Ἀθηναίων ἐν Σαλαμῖνι οὐσῶν, μό‐ νοι Ἀθηναῖοι τὴν νίκην ἐργάσασθαι λέγονται. Καί φαμεν ὅτι μόνοι οὗτοι ἦσαν οἱ τὴν νίκην ποιήσαντες ταῖς Θεμιστοκλέους βουλαῖς καὶ τῷ τῶν νεῶν πλήθει καὶ τῇ κατὰ θάλατταν ἐμ‐ | |
10 | πειρίᾳ, ὥσπερ καὶ Λακεδαιμόνιοι τὴν ἐν Πλαταίᾳ τῇ τοῦ Παυσανίου στρατηγίᾳ καὶ τῷ κατὰ γῆν ἄριστοι εἶναι τὰ τα‐ κτικά. Λέγει οὖν· αἱρέομαι καὶ προκρίνω μισθὸν μὲν παρὰ τῆς Σαλαμῖνος χάριν καὶ ἀρετὴν τῶν Ἀθηναίων· τουτέστιν ἐν αὐ‐ τῇ οἱ Ἀθηναῖοι τὸ τῶν Περσῶν ναυτικὸν διέφθειραν. Λέγει δὲ | |
15 | τὴν νίκην μισθὸν τῆς Σαλαμῖνος κατὰ τοῦτο· ὥσπερ γὰρ ὁ μισθὸς ὀφείλεται, οἷς δίδοται, οὕτω καὶ ἡ συμβᾶσα ἐν αὐτῇ νίκη ὥσπερ ὠφείλετο καὶ πρέπουσα ἦν γενέσθαι· ἢ ἐπειδὴ μέ‐ ρος ἦν τῆς Ἑλλάδος, ἔδει καὶ ταύτην ἀναγκαίως εἰσενεγκεῖν τι εἰς τὴν ὑπὲρ τοῦ κοινοῦ σωτηρίαν· εἰσήνεγκεν οὖν τὸ ἐν αὐτῇ | |
20 | γενέσθαι τὴν νίκην· ἢ ἐπειδὴ οἱ Ἀθηναῖοι τὴν αὑτῶν πόλιν καταλιπόντες πρὸς αὐτὴν ταῖς ναυσὶ κατέφυγον, ὥσπερ μισθὸν αὐτοῖς ἀπέδωκε τῆς καταφυγῆς, τὸ νικητὰς ἐν αὐτῇ γενέσθαι. | |
P 1149 | Ἐν Σπάρτᾳ δ’ ἐρέω]* Ἐρέω δὲ καὶ λέξω ἐν τῇ Σπάρτῃ τὴν μάχην τὴν πρὸ τοῦ Κιθαιρῶνος· τουτέστιν εἴπω Σπαρτιάτας τὸ τῶν Περσῶν πεζὸν νικῆσαι ἐν τῇ Πλαταιέων πόλει, τῇ πρὸ τοῦ Κιθαιρῶνος ὄρους κειμένῃ πλησίον Βοιω‐ | |
5 | τίας. —Ταῖσι]* Ἤγουν τῇ Σαλαμῖνι ἐξ Ἀθηναίων καὶ τῇ Σπάρ‐ τῃ, ἤτοι τῷ ἀπ’ αὐτῆς λαῷ, ἐν τῇ Πλαταίᾳ κάμον καὶ κατε‐ πολεμήθησαν οἱ ἀγκυλότοξοι Μῆδοι. Παρὰ δὲ τὴν εὔανδρον ἀκτὴν τοῦ Σικελικοῦ ποταμοῦ Ἱμέρα, ἤτοι παρὰ τὴν Σικελίαν, ἐρέω καὶ εἴπω ἀπὸ κοινοῦ ὕμνον τοῖς παισὶ τοῦ Δεινομένους, τε‐ | |
10 | λέσας καὶ πληρώσας τοῦτον ὥσπερ τινὰ ὀφειλήν· ὁ γὰρ ἔπαινος μισθός ἐστιν ἀρετῆς. Ἀποροῦσι δέ τινες πῶς, τοῦ Γέλωνος μό‐ νου τότε νικήσαντος, οὗτος τοῖς τρισὶν ἀνατίθησι τὴν νίκην· καί φαμεν ὅτι τῇ τοῦ Γέλωνος γνώμῃ ἕπεται. Ἐκεῖνος γὰρ | |
τρίποδας τρεῖς χρυσοῦς ἀναθεὶς τῷ Ἀπόλλωνι, ἕνα μὲν δι’ ἑαυ‐ | 38 | |
15 | τόν, δύο δὲ διὰ τοὺς ἀδελφούς, αἰτίους καὶ αὐτοὺς ἐν τούτοις ἐπέγραψεν. | |
P 1155 | Ἐδέξαντ’] Ἔλαβον. —Ἀμφ’ ἀρετᾷ] Ἐπὶ τῇ αὐ‐ τῶν ἀριστείᾳ καὶ κατορθώμασι καὶ ἕνεκα τῆς ἀνδραγαθίας. | |
P 1156 | Καμόντων] Καταπολεμηθέντων καὶ ἰσχυρῶς νι‐ κηθέντων. | |
P 1157 | Καιρὸν εἰ φθέγξαιο]* Αἰσθόμενος ἑαυτὸν ὁ Πίν‐ δαρος ἀκαίρως ἐκβεβηκότα, φησίν: εἰ φθέγξαιο, ὦ θυμέ, και‐ ρὸν τὸν πρέποντα, ἤγουν εἰ ἐγκαίρως τοὺς λόγους ποιήσαιο, συν‐ τανύσας καὶ συνάξας ἐν βραχεῖ καὶ ἐν ὀλίγῳ πέρατα καὶ τέ‐ | |
5 | λη πολλῶν πραγμάτων, τουτέστιν ἀφεὶς τὸ πολλὰ λέγειν, συν‐ τεμὼν εἰς ὀλίγα, μείων καὶ ἐλάττων καὶ οὐδεὶς μῶμος ἕπε‐ ται παρὰ τῶν ἀνθρώπων, ἤγουν οὐδεὶς ψόγον ἐπαγάγῃ σοι ὡς πολυλογοῦντι. Μὴ λάβῃς δὲ πρὸς τὸ καιρὸν ἔξωθεν εἰς, ὥς τι‐ νες· ἀλλ’ ἔστιν αὕτη ἡ αἰτιατικὴ πρὸς τὸ φθέγξαιο· ὁ γὰρ | |
10 | φθεγγόμενος ἔγκαιρα, καιρὸν φθέγγεται. | |
P 1160 | Ἀπὸ γὰρ κόρος ἀμβλύνει]* Ἀπαμβλύνει γὰρ καὶ καταβάλλει ὁ κόρος τῶν λόγων τὰς ταχείας ἐλπίδας τῶν ἀκροατῶν, ποταπός; αἰανὸς καὶ σκοτεινός, ἤτοι τὸ λελογισμέ‐ νον αὐτῶν σκοτίζων· τουτέστιν ἐλπίδα ἔχοντες οἱ ἀκροαταὶ | |
5 | ταχέως ἀκούσεσθαί τι περὶ τοῦ ἐπαινουμένου, σκοτίζονται ὑπὸ τοῦ πολλὰ ἀκούειν μεταξὺ λεγόμενα καὶ τὴν ἐλπίδα αὑτῶν ἀπολύουσιν ἀπαγορεύοντες. Αἰανὸς δὲ κόρος λέγεται οὐχ ὅτι αὐτὸς σκοτεινός ἐστιν, ἀλλ’ ὅτι τοὺς ἄλλους σκοτίζει. Οἱ δὲ | |
λέγοντες τὸ ἐλπίδας ἀντὶ τοῦ γνώμας ἀμαθεῖς. | 39 | |
P 1161 | Ἀπάδις] | |
P 1162-163 | Ἀστῶν δ’ ἀκοὰ]* Τὸ ἀκοὰ πρὸς τὸ βαρύ‐ νει σύναπτε, τὸ δὲ θυμὸν πρὸς τὸ πολιτῶν, οὕτως: Ἡ ἀκοὴ τῶν προσόντων τισὶν ἀγαθῶν βαρύνει καὶ καταβάλλει τὸν θυ‐ μὸν τῶν πολιτῶν, ποταπόν; κρύφιον, μάλιστα καὶ περισσοτέ‐ | |
5 | ρως ἐπὶ ἀλλοτρίοις καὶ ξένοις ἐσθλοῖς. Τοῦτο δὲ λέγει ὡς φθο‐ νουμένου τοῦ Ἱέρωνος τοῖς αὐτοῦ πολίταις. Δέον δὲ εἰπεῖν κρυ‐ φίως, κρύφιον εἶπε πρὸς τὸ θυμόν. Τὸ δὲ μάλιστα εἶπεν, ἵνα δείξῃ ὅτι περισσοτέρως ἡ τῶν ἀλλοτρίων ἀγαθῶν ἀκοὴ τού‐ τους λυπεῖ ἢ ἄλλο τι. —Βαρύνει] Πιέζει καὶ θλίβει. —Ἐσλοῖ‐ | |
10 | σιν] Καλοῖς. | |
P 1164 | Κρέσσων γὰρ οἰκτιρμῶν φθόνοσ]* Ὁ μὲν γὰρ βέλτιστος φθονεῖται διὰ τὰ προσόντα αὐτῷ πλεονεκτήματα, ὁ δὲ μὴ τοιοῦτος ἐλεεῖται. | |
P 1166-168 | Ἀψευδεῖ δὲ πρὸς ἄκμονι]* Τοῦτο λέγει ὡς ἐπαγγειλαμένου τοῦ Ἱέρωνος αὐτῷ δοῦναί τι καὶ οὐ δόντος. Διὸ δὴ ἐπαίρει αὐτὸν ἐκτελέσαι τὴν ὑπόσχεσιν. —Χάλκευε γλῶσσαν] Ἤγουν παρασκεύαζε καὶ ἔθιζε τὴν γλῶσσαν μὴ ψευ‐ | |
5 | δηγορεῖν· ἔστι δὲ ὁ λόγος τροπικός. | |
P 1169-170 | Παραιθύσσει]* Σύναπτε τὸ παραιθύσσει πρὸς τὸ πὰρ σέθεν. Τὸ γὰρ μικρὸν τῶν βασιλέων ἁμάρτημα μέγα δοκεῖ τοῖς ἄλλοις. | |
P 1172 | Πιστοὶ] Πίστεως ἄξιοι. | |
P 1173 | Ὀργᾷ] Ἤγουν προθυμίᾳ καὶ γνώμῃ. | |
P 1177 | Ἱστίον ἀνεμόεν]* Δεῖ γάρ, ἀνέμου πνεύσαντος, τὸ ἱστίον ὑποχαλᾶν, ἵνα μή, ὄντος τεταμένου, ὑπὸ τοῦ ἀνέμου εἰς τοὔμπαλιν ἀνατραπείη τὸ σκάφος. | |
P 1178 | Δολωθῇς] Ἤγουν ζημιούμενος καὶ στερούμενος | |
λάθῃς. —Δολωθῇσ]* Μὴ τοὺς ὀφειλομένους τισὶ μισθοὺς ἀποστε‐ ρῶν κερδαίνειν τι λογίζου· τοῦτο γὰρ τὸ κέρδος αἰσχρὸν καὶ τὸν κερδαίνοντα μιαίνει. | 40 | |
P 1181 | Οἶον ἀποιχομένων]* Οἶον καὶ μόνον τὸ αὔχημα τῆς δόξης, ἤτοι ἡ ἀρετὴ καὶ ὁ ἔπαινος, ποταπόν; ὀπισόμβροτον καὶ ὑπὸ τῶν ἐσομένων βροτῶν ᾀδόμενον, μηνύει καὶ λογίοις καὶ ἀοιδοῖς τὴν δίαιταν καὶ τὴν διαγωγὴν τῶν ἀποιχομένων ἀν‐ | |
5 | δρῶν, τῶν κτησαμένων τοῦτο τὸ αὔχημα· τουτέστιν ἐάν τις καλὸν ἐργάσηται καὶ ἐπαινεθῇ, ἐν τοῖς ἔπειτα ᾄδεται λογο‐ ποιοῖς καὶ ποιηταῖς, ὁποῖός τις ἦν, διεξιοῦσι τὸν ἐπ’ αὐτῷ γε‐ νόμενον ὕμνον. | |
P 1185 | Τὸν δὲ ταύρῳ χαλκέῳ]* Περίλαός τις Ἀθηναῖος ἐλθὼν εἰς Φάλαριν τὸν Ἀκραγαντίνων τύραννον, ὑπέσχετο αὐ‐ τὸν (γρ. αὐτῷ) ταῦρον ποιήσειν χαλκοῦν, ἵνα ἐντὸς αὐτοῦ, ὃν ἂν καταδικάσῃ, ἐμβάλλων καὶ τῷ πυρὶ προσάγων, οὕτω κολά‐ | |
5 | ζῃ· οὗ γενομένου, πρῶτος εἰσεβλήθη Περίλαος, οὐκ ἄξιον τοῦ Φαλάριδος κεκρικότος ἕτερον πρὸ αὐτοῦ κολασθῆναι, ἀλλ’ ἢ τὸν δημιουργόν, ὅπως ἂν μόνος δείξει (γρ. δείξῃ) τὸ αὑτοῦ δη‐ μιούργημα. Λέγει οὖν ὡς κακὸν πάντες ᾄδουσι Φάλαριν. Καὶ ἡ μὲν τοῦ Κροίσου ἀρετὴ ἀεὶ ἐν συμποσίοις καὶ πανηγύρεσιν ὑπὸ | |
10 | τῶν παίδων ἐμμελῶς ᾄδεται, ὁ δὲ Φάλαρις οὐκ ἔχει χώραν ἐν συμποσίοις. Δέον δὲ εἰπεῖν ὁμορόφιον (sic), ὁμορόφιαι (sic) εἶπε πρὸς τὸ φόρμιγγες. Εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν τοὺς ξένους ὑποδεχομένων. Μὴ λάβῃς δὲ εἰς τὸ κοινωνίαν τὸ εἰς, ὥς τινες, ἀλλ’ ἔστιν ἡ αἰτιατικὴ πρὸς τὸ δέχονται, οὕτως: οὐ | |
15 | δέχονταί μιν καὶ αὐτὸν κοινωνίαν, ἤτοι οὐ κοινὸν παραλαμβά‐ νουσιν. | |
P 1186 | Νηλέα νόον]* Μὴ λέγε πρὸς τὸ νόον ἔξωθεν τὸ κατά, ἀλλ’ ἔστι τὸ νόον καὶ τὸ Φάλαριν ταὐτόν. Ὥσπερ γάρ φαμεν: Ὁ Πλάτων σοφὴ διάνοιά ἐστιν, οὕτω καὶ τοῦτο, κα‐ τέχει τὸν Φάλαριν φήμη ἀνηλεῆ νοῦν, ἤγουν κακὸν καὶ ἀμείλι‐ | 41 |
5 | κτον ᾄδουσιν. | |
P 1191 | Ἀέθλων]* Τινὲς πρὸς τὸ ἀέθλων λαμβάνουσιν ἔξωθεν ἀπό, οὕτω: Τὸ δὲ εὖ παθεῖν καὶ εὐτυχῆσαι ἀπὸ ἀέ‐ θλων καὶ ἀγώνων πρῶτον ὑπάρχει. Ἐγὼ δὲ οὕτω: Τὸ δὲ εὖ παθεῖν καὶ εὐτυχῆσαι, ἤτοι νίκης ἀξιωθῆναι ἀγωνιζόμενον, | |
5 | πρῶτον τῶν ἄθλων ἐστί, τουτέστι τοῦτο πρῶτον οἱ ἀγῶνες παρέχουσι· δευτέρα δὲ μοῖρά ἐστιν εὖ ἀκούειν, ἤτοι ἐγκωμιά‐ ζεσθαι, ὡς τῆς μὲν νίκης πρῶτον γινομένης, ἔπειτα δὲ ἐπακο‐ λουθοῦντος τοῦ ὕμνου. Οἱ δὲ πολλοὶ ἀγνοοῦντες καὶ ἀέθλω χωρὶς τοῦ ν γράφουσιν. | |
P 1192-193 | Δευτέρα μοῖρ’] Ἤγουν ἡ τάξις. Δεῖ γὰρ πρῶτον τῆς νίκης τυχεῖν καὶ μετὰ τὴν νίκην τῶν ἐγκωμίων. — Ἀμφοτέροισι] Καὶ νίκῃ καὶ ὕμνῳ. | |
P 1194 | Ἕλῃ] Ἐπικρατὴς γένηται. | |
P 1195 | Δέδεκται] Ἔσχε καὶ ἔλαβεν. | |
P 2t | ΠΥΘΙΩΝ ΕΙΔΟΣ Βʹ. | |
P 2prae 1 | Τὸ προοίμιον ἀπὸ τῆς πόλεως τοῦ νικητοῦ. Τοῦ αὐτοῦ Μαγίστρου σχόλια. | |
P 21-2 | Μεγαλοπόλιες ὦ Συράκοσαι]* Ἐπειδὴ αἱ Συρά‐ κουσαι πόλις ἐστὶν ἐν Σικελίᾳ, εἰς ἃς ὁ Ἱέρων ἐποιεῖτο τὴν οἴ‐ κησιν, διὰ τοῦτο πρὸς αὐτὰς ἀποτείνει τὸν λόγον, φάσκων αὐ‐ τὰς μεγαλοπόλιας, ἢ διότι τέσσαρας πόλεις Ἱέρων καταστρε‐ | |
5 | ψάμενος αὐτὰς ἐποίησεν, Ἀρκαδίνον (γρ. Ἀχραδίνην), Νεάπο‐ λιν, Ἐπιπολάς, Τύχην, ἢ διὰ τὸ τῆς πόλεως θαυμαστὸν καὶ ἐξαίρετον. | |
P 23 | Τέμενος Ἄρεοσ]* Τέμενος δὲ Ἄρεως διὰ τὸ τῶν ἐνοι‐ | |
κούντων πολεμικόν. | 42 | |
P 24 | Σιδαροχαρμᾶν] Σιδήρῳ χαιρόντων. —Σιδαροχαρμᾶν] Ἤγουν ὅπλοις καὶ μάχαις χαιρόντων, κατὰ συνεκδοχήν· ἐκ τοῦ σιδήρου γὰρ τὰ ὅπλα· τοῖς ὅπλοις δὲ ἐν ταῖς κατὰ πόλεμον μάχαις χρώμεθα. | |
P 28 | Ἀγγελίαν]* Τὸ ἀγγελίαν εἶπεν, ἐπειδὴ ὁ ὑπὲρ τῆς νίκης τοῦ τετραόρου γενόμενος ὕμνος ἀγγελεῖ αὐτὸ ταῖς Συ‐ ρακούσαις. | |
P 210-11 | Ἀνέδησεν] Ἤγουν ἐστεφάνωσε καὶ ἐκόσμησε. —Ὀρτυγίαν]* Τὸ Ὀρτυγίαν τινὲς νῆσόν φασι παρακειμένην τῇ Σικελίᾳ, πατρῷον αὐτοῦ κτῆμα. Κρεῖττον δὲ φάσκειν αὐτὴν πόλιν ἐν Σικελίᾳ διὰ τὸ ἐπαγόμενον. —Στεφάνοις] Ταῖς ἀπὸ | |
5 | τῆς νίκης εὐφημίαις καὶ ἐπαίνοις. | |
P 212 | Ποταμίας ἕδος Ἀρτέμιδοσ]* Φασὶ τὸν Ἀλφειὸν πο‐ ταμὸν τῆς ἐν Σικελίᾳ Ἀρεθούσης πηγῆς ἐρῶντα, ἐκ Πελοποννή‐ σου διὰ μέσης τῆς θαλάττης ἀγόμενον συμμίγνυσθαι τῇ πηγῇ. Ἔστι δὲ ἡ πηγὴ πλησίον τῆς Ὀρτυγίας πόλεως. Διὰ δὲ | |
5 | τὸ παρ’ Ἀλφειῷ τὸ ἐν Σικελίᾳ ἱερὸν ἢ ἄγαλμα Ἀρτέμιδος εἶ‐ ναι, διὰ τοῦτο τὴν Ὀρτυγίαν ἕδος ἤτοι τέμενος λέγει. | |
P 216-17 | Ἐπὶ γὰρ ἰοχέαιρα]* Τὸ ἐπὶ πρὸς τὸ τίθησι συναπτέον· τὸ δὲ διδύμᾳ χερὶ ἢ πρὸς τὴν Ἄρτεμιν νοητέον ἀντὶ τοῦ μεγάλῃ βοηθείᾳ· ὁ γὰρ ἀμφοτέραις χερσὶ συμμαχῶν μεγίστην παρέχει βοήθειαν· ἢ τὸ διδύμᾳ χερί, τῇ τοῦ Ἱέρω‐ | |
5 | νος· ἀμφοτέραις γὰρ ταῖς χερσὶ τὰς τοῦ ἅρματος ἡνίας κατεῖ‐ χεν, ἵνα λέγῃ ὅτι τεχνικῶς καὶ καλίστως (γρ. καλλίστως) πρὸς τὸν δρόμον τὸ ἅρμα ὁ Ἑρμῆς καὶ ἡ Ἄρτεμις ἐλάσαι παρέσχον. | |
P 221-22 | Ἔν θ’ ἅρματα] Ἡ ἐν ἀντὶ τῆς εἰς, ὡς ὁ αὐ‐ τὸς (στ. 157): ἐν πάντα δὲ νόμον ....... —Πεισιχάλινα] Πείθονται γὰρ τὰ ὀχήματα τοῖς χαλινοῖς, ὡς | |
5 | αἱ νῆες τοῖς πηδαλίοις. —Πεισιχάλινα]* Τὸ ἅρματα πεισιχά‐ λινα καὶ τὸ ἵππειον σθένος ταὐτόν ἐστιν· ἅρματα γὰρ πεισι‐ χάλινα ἡ μετὰ τῶν ἵππων ἅμαξα· οὐ γὰρ οἷόν τε μόνῃ τῇ ἁμά‐ ξῃ τοῖς χαλινοῖς πείθεσθαι, μὴ ἵππων οὐσῶν. Ἔχει δὲ τὸ ἐν | |
τὴν δύναμιν πρὸς τὸ καταζευγνύῃ. | 43 | |
P 223 | Εὐρυβίαν καλέων θεὸν] Ἐπικαλούμενος τὸν Ποσει‐ δῶνα. —Εὐρυβίαν καλέων θεὸν]* Εὐρυβίαν θεὸν τὸν Ποσειδῶνα λέγει· πρῶτος γὰρ οὗτος ἅρμα παρέσχε Πέλοπι· διὸ καὶ εἰκό‐ τως ἂν βοηθὸς καλοῖτο τοῖς ἅρμασιν. | |
P 224 | Ἐτέλεσσεν] Κατεσκεύασεν. —Ἀνὴρ] Ποιητής. | |
P 225 | Εὐαχέα] | |
P 227-28 | Κελαδέοντι μὲν ἀμφὶ Κινύραν]* Κινύραν τὸν τῶν Κυπρίων λέγει βασιλέα, ὃν ἐν τῷ λόγῳ διὰ τοῦτο παρέ‐ λαβε, διότι καὶ ὁ τοῦ Ἱέρωνος πατὴρ Δεινομένης τὸ ἀνέκαθεν Κύπριον (γρ. Κύπριος) ἦν· τὸ δὲ κελαδέοντι εἶπεν ἢ ὡς ἀρ‐ | |
5 | χηγέτην τῆς νήσου, ἢ ὡς βασιλέα αὐτῆς εὐδαιμονέστατον καὶ μείζω τῶν πρὸ αὐτοῦ γενόμενον. | |
P 232-33 | Ἄγει δὲ χάρις] Προτρέπεται τὸν εὐεργετη‐ θέντα εἰς ἀμοιβήν. —Ἄγει] Ἀναγκάζει. —Ἄγει] Τὸ ἄγει δὲ χάρις μέχρι τοῦ ὀπιζομένα κατὰ παρεμβολὴν κεῖται διὰ μέσου. —Ποί τινος]. —Ποί τινος ἀντὶ ἔργων]* Τί βούλεται τὸ | |
5 | ποί τινος οὐκ οἶδα, οὐδὲ μὴν οἱ οὕτω γράφοντες. Δεῖ δὴ γοῦν γράφειν ποίνιμος ἀπὸ τῆς ποινῆς, ὃ σημαίνει τὴν ἀντέκτισιν καὶ ἀμοιβήν τινος προκαταρκτικῆς χάριτος· οὐ γὰρ ἀεὶ τὴν ὑπὲρ φόνου κόλασιν νοεῖν δίδωσι. Πολλὴ δὲ ἡ χρῆσις ἐπὶ τῆς τοιαύ‐ της σημασίας παρὰ τούτῳ τῷ ποιητῇ· ὅθεν καὶ ἄποινα εἴρη‐ | |
10 | κεν ἀρετῆς τοὺς ἐγκωμιαστικοὺς λόγους, ἤγουν τιμὴν ἀντὶ βραβεῖα καὶ δῶρα τῆς ἀριστείας. —Φίλων ἔργων] Ἤγουν τῶν εὐεργεσιῶν. —Χάρις φίλων]* Τὸ φίλων ἢ πρὸς τὸ ποίτινος συναπτέον ἢ πρὸς τὸ ἔργων, ἵν’ ᾖ τὸ μὲν φίλων ἀρσενικόν, τὸ δὲ ἔργων οὐδέτερον, οὕτως: Ἄγει δὲ καὶ φέρει ἑαυτὴν ἡ χάρις | |
15 | ἀντὶ ἔργων προϋπαρξάντων ὀπιζομένα καὶ ὄπισθεν ἐρχομένη, ποταπή; ποίτινος καὶ ἀμειπτικὴ τῶν φίλων τῶν, δι’ ὧν ἐποίη‐ σαν, παρασκευασάντων· ἢ οὕτως: Ἄγει δὲ ἑαυτὴν ἡ χάρις ἀντὶ | |
ἔργων φίλων ὀπιζομένη καὶ ὄπισθεν ἐρχομένη ποίτινος καὶ ἀμει‐ πτική· τουτέστιν ἡ γινομένη χάρις προϋπαρξάντων τινῶν ἔργων | 44 | |
20 | χάρις ἐστί. Τοῦτο δὲ λέγει διὰ τὸ ἐλευθερωθῆναι τοὺς Ἐπιζε‐ φυρίους Λοκροὺς ὑπ’ αὐτοῦ πολεμίων ἐπιθέσεως καὶ νῦν τοῦτον θαυμάζειν ὡς σωτῆρα. Ἀναξίλας γὰρ καὶ Κλεόφ(ρ)ων ὁ τού‐ του παῖς, τύραννοι ὄντες, ὁ μὲν ἐν Ῥηγίῳ, Ἀναξίλας δὲ ἐν Μεσσή‐ νῃ, πόλεμον τοῖς Ἐπιζεφυρίοις Λοκροῖς ἠπείλησαν. Μαθὼν οὖν | |
25 | Ἱέρων καὶ πέμψας πρὸς αὐτοὺς τὸν κηδεστὴν αὑτοῦ Χρόμιον, ἐπέσχεν αὐτοὺς τῆς ὁρμῆς. | |
P 236 | Ἀπύει] Ὑμνεῖ. | |
P 238 | Ἀσφαλὲς] Ἀκίνδυνον καὶ ἐλεύθερον βλέπουσαι. | |
P 240 | Φαντὶ ταῦτα]* Τοῦτο τὸ ταῦτα πρὸς τὸ εὐεργέταν συνάπτεται· τὸ γὰρ τὸν εὐεργέτην ἀγαναῖς ἀμοιβαῖς ἐποιχο‐ μένους τίνεσθαι ἑρμηνεία ἐστὶ τοῦ ταῦτα. | |
P 241 | Πετρόεντι] | |
P 242 | Κυλινδόμενον] Δινούμενον καὶ περιστρεφόμενον. | |
P 243 | Τὸν εὐεργέταν]* Αὕτη ἡ αἰτιατική, τὸ εὐεργέταν, πρὸς τὸ ἐποιχομένους συντάσσεται, οὕτως: Ἐπὶ τὸν εὐεργέ‐ την οἰχομένους καὶ πορευομένους ἐν ἀμοιβαῖς ἀγαναῖς καὶ λαμ‐ πραῖς τίνεσθαι καὶ ἀνταποδιδόναι αὐτῷ. —Ἀγαναῖς] Προσηνέσιν. | |
P 244 | Ἐποιχομένους] Μετερχομένους. —Τίνεσθαι] Ἀμεί‐ βεσθαι, τιμᾶν. | |
P 245-46 | Εὐμενέσι]* Τὸ εὐμενέσι λέγει, ἐπειδὴ φονεύ‐ σας τὸν πενθερὸν αὑτοῦ ὑπὸ μόνου τοῦ Διὸς ἐκαθάρθη καὶ τιμῆς ἠξίωται, ὡς προϊόντες ἐροῦμεν τὴν ἱστορίαν. | |
P 247 | Ἑλὼν] Προσειληφώς. | |
P 248 | Οὐχ ὑπέμεινεν ὄλβον] Ἤγουν οὐκ ἴσχυσεν εἰς τέλος ἀπολαῦσαι τῆς εὐδαιμονίας. Ὅμοιόν ἐστι τὸ κῶλον τῷ περὶ τοῦ Ταντάλου ἐν τῷ Αʹ Εἴδει τῶν Ὀλυμπίων (στ. 87.): .......... Ἀλλὰ γὰρ κατα‐ | |
5 | πέψαι μέγαν ὄλβον οὐκ ἐδυ‐ νάσθη ........... | |
Κἀκεῖ δέ φησιν ἄταν ὑπέροπλον, ἐνταῦθα δὲ ὑπερήφανον. | 45 | |
P 252 | Ἐς αὐάταν]* Τὸ αὐάταν ἐστὶν αἰολικόν· ἐκεῖνοι γάρ, ὅταν ᾖ λέξις δύο φωνήεντα ἐγγὺς ἔχουσα καὶ μὴ σύμφωνον μέσον, προστιθέασι τὸ υ, τὸ ἀὴρ αὐὴρ καὶ τὸ ἄως αὔως λέγον‐ τες. Ἐπεὶ οὖν οὐ μόνον ἄτη, ἀλλὰ καὶ ἀάτη εὑρίσκεται ἀντὶ | |
5 | μεγάλη βλάβη, ἐπιτατικὸν γάρ ἐστι τὸ α, διὰ τοῦτο προσ‐ τεθέντος τοῦ υ αὐάτη γέγονεν. Ἱστορία περὶ τοῦ φόνου, ὃν Ἰξίων ἐποίησεν. Ἰξίων Δίαν τὴν Δηϊονέως θυγατέρα γήμας, ἐπειδὴ ἀπῃτεῖτο παρ’ αὐτοῦ τὰ ὀφειλόμενα τοῖς τῶν κορῶν πατράσι δίδοσθαι παρὰ τῶν νυμφίων, | |
10 | τοιόνδέ τι ἐμηχανήσατο. Βαθὺ γὰρ ὄρυγμα ποιησάμενος καὶ πῦρ ἐμβαλών, σχίνων φορητὸν ἐπέθηκε, καλέσας αὐτὸν δῆθεν εἰς δεῖπνον. Καὶ ὃς παραγενόμενος καὶ τῷ βόθρῳ ἀπροόπτως ἐμπεπτωκώς, ὑπὸ τοῦ ἐν αὐτῷ πυρὸς διεφθάρη. Μηδενὸς δὲ μήτε θεοῦ μήτε ἀνθρώπου διὰ τὸ μῖσος ὑποδεχομένου Ἰξίονα, | |
15 | μόνος ὁ Ζεὺς εὐμενὴς αὐτῷ καταστὰς ἐκάθηρέ τε τοῦ φόνου καὶ ὁμοδίαιτον ἐποιήσατο. Διάγων οὖν μετ’ αὐτοῦ Ἥραν πειρᾶν ἤρξατο. Ἡ δὲ ἱστορία πᾶσα πολλάκις ἐγράφη· διὸ νῦν παρεῖ‐ ται. Ὥσπερ δέ φαμεν οὐ μόνον πειρῶμαι τὸ ἀπόπειραν ποιοῦ‐ μαι, ἀλλὰ καὶ πειρῶ, οὕτω καὶ πειρῶ τὸ συννεύω οὐ μόνον | |
20 | πειρῷ, ἀλλὰ καὶ πειρῶμαι. | |
P 257 | Αἷμα] Φόνον. | |
P 260-61 | Μεγαλοκευθέεσσιν] Μεγάλοις καὶ εὐρυχώροις. | |
P 262-63 | Ἐπειρᾶτο] Ἤγουν περὶ συνουσίας προσέβαλλε καὶ ἐδοκίμαζεν. | |
P 265 | Παράτροποι] Παράνομοι. —Ἐς κακότατ’] Εἰς βλάβην. | |
P 269 | Εἶδοσ]* Τὸ εἶδος ἢ διὰ τὴν νεφέλην νοητέον ἢ διὰ τὴν Ἥραν, κρεῖττον δὲ διὰ τὴν νεφέλην. | |
P 278 | Ἄνευ δ’ οἱ Χαρίτων] Ἤγουν χωρὶς ἡδονῆς τῆς ἐν τῇ συνουσίᾳ. —Ἄνευ δ’ οἱ Χαρίτων]* Τὸ οἱ ἀντὶ τοῦ νεφέλῃ | |
νοητέον οὕτως: Ἄνευ Χαρίτων τέκεν ὁ Ἰξίων οἱ καὶ αὐτῇ γό‐ νον ὑπερφίαλον, μόνῃ αὐτῇ μόνον· οὔτε γὰρ ἄλλη νεφέλη ἄν‐ | 46 | |
5 | θρωπον ἔτεκε, καὶ μόνος οὗτος ταύτης ἐγένετο· ἢ τὸ οἱ ἀντὶ τοῦ αὐτῷ, τῷ Ἰξίονι, οὕτω: Μόνη ἡ νεφέλη ἄνευ Χαρίτων τέ‐ κεν αὐτῷ, τῷ Ἰξίονι, γόνον. Ἰστέον δὲ ὅτι οὐ διφυὴς ἄνθρωπος, ὥς τινές φασιν, ἐκ τῆς νεφέλης ἐγένετο, ἀλλ’ ἄγριός τις καὶ ὄρειος· ὃς μιγνύμενος ταῖς ἐν τῷ Πηλίῳ, Θετταλικῷ ὄρει, ἵπποις, τὸ | |
10 | τῶν Ἱπποκενταύρων γένος ἐποίησεν. Ὅτι δέ ἐστι τοῦτο, μαρ‐ τυρεῖ καὶ Πίνδαρος ἐνταυθοῖ λέγων ἐκ τοιαύτης μίξεως στρα‐ τὸν γεγονέναι δίμορφον, ἐοικότα μὲν τοῖς κάτω μέρεσι ταῖς μη‐ τράσιν αὑτῶν ἵπποις, τοῖς δὲ ἄνω τῷ πατρὶ αὑτῶν Κενταύρῳ· ὥστε, εἰ ὁ Κένταυρος διφυὴς ἦν, οὐκ ἂν τοῦτο ἔλεγε Πίνδαρος. | |
P 281 | Γερασφόρον] Ἤγουν ἀπάνθρωπόν τινα καὶ ἀσεβῆ ὄντα. | |
P 289-90 | Θεὸς ἅπαν]* Ὅπερ ἄν, φησίν, ὁ θεῖος νοῦς ἐνθυ‐ μηθῇ, καὶ πληροῖ. Ὁ θεὸς οὖν ἅπαν τέκμαρ καὶ πᾶν διανόημα ἀνύεται καὶ ἐκτελεῖ ἐπ’ ἐλπίδεσιν, ἀντὶ τοῦ κατὰ τὴν προσδο‐ κίαν αὑτοῦ, ἤγουν κατὰ τὴν γνώμην καὶ βούλησιν. Τοῦτο δὲ | |
5 | εἴρηκεν ὁ ποιητὴς πρὸς τὴν τῶν ἀνθρώπων ἀφορῶν φύσιν. Τὸ θεῖον δὲ καὶ διανοεῖται ἅμα καὶ παράγει ἄνευ χρόνου μεσιτείας τὰ διανοούμενα. —Ἐπὶ ἐλπίδεσιν]* Οἱ γράφοντες τὸ ἐλπί‐ δεσσιν ἀντὶ τοῦ γνώμαις ἀμαθεῖς· τὸ δέ ἐστι τοιοῦτον· δέον γὰρ εἰπεῖν βουλαῖς, ἐλπίδεσσιν εἶπεν, ἐπειδὴ ὃ βούλεταί τις | |
10 | ποιῆσαι, καὶ ἐλπίζει τοῦτο τελέσαι. Θεὸς ἅπαν τέκμαρ καὶ ση‐ μεῖον ἀνύεται καὶ τελειοῖ ἐπὶ ταῖς ἐλπίδεσσι· τουτέστιν ἅπαν τέρας καὶ παράδοξον εἰ βουληθείη θεὸς ἐργάσασθαι, ῥᾷστα τοῦτο ποιεῖ. Τοῦτο δὲ εἶπε διὰ τὸ παραδόξως ὑπὸ Διὸς πεποιῆ‐ σθαι τὴν νεφέλην ἐμφερῆ τῇ Ἥρᾳ. | |
P 293 | Παραμείβεται] Παρατρέχει καὶ παρέρχεται. | |
P 294 | Ὑψιφρόνων]* Τοῦτο παρὰ τὸ Ἡσιόδειον (Ἔργ. 5—8): Ῥεῖα μὲν γὰρ βριάει, ῥεῖα δὲ βριάοντα χαλέπτει, Ῥεῖα δ’ ἀρίζηλον μινύθει καὶ ἄδηλον ἀέξει | |
5 | Ζεὺς ὑψιβρεμέτης .......... | |
—Ἔκαμψε] Κατέβαλε καὶ ἐταπείνωσεν. | 47 | |
P 297 | Δάκος ἀδινὸν]* Ἤγουν οὐ δεῖ με κατήγορον εἶναι: Τοῦτο δὲ λέγει, διότι τὴν περὶ τοῦ Ἰξίονος δυστυχίαν διῄει. | |
P 298 | Εἶδον γὰρ ἑκὰσ]* Τοῦτο λέγει, ὅτι τὸν Ἀρχίλοχον πρὸ ἐμοῦ ὄντα οἶδα ἀπορίαν τοῦ βίου ἔχοντα· πάντες γὰρ αὐ‐ τὸν ἐμίσουν ὡς κατήγορον καὶ μόνῳ τῷ παρὰ πάντων ἐπιαίνε‐ το μίσει. | |
P 2101-102 | Πλουτεῖν δὲ σὺν τύχᾳ]* Τὸ πλουτεῖν πρὸς τὸ σοφίας συναπτέον, οὕτω: Τὸ πλουτεῖν σοφίας σὺν τύχῃ καὶ ἐπιτυχίᾳ πότμου καὶ εὐτυχίας ἄριστόν ἐστιν, ἤγουν ὅστις σοφὸς ὢν εὐτυχεῖ, οὗτος ἄριστος. Τοῦτο δὲ λέγει διὰ τὸν Ἀρχίλοχον σοφὸν | |
5 | ὄντα καὶ πενίᾳ κατεχόμενον. Οὐ μόνον δὲ πλουτῶ τόδε φαμέν, ἀλλὰ καὶ πλουτῶ τοῦδε· καὶ μαρτυροῦσιν ἄλλοι τε πολλοὶ καὶ Λιβάνιος λέγων· «Τοιγαροῦν ἐν ἀπορίᾳ χρημάτων πλου‐ τοῦμεν ῥημάτων». Ἢ τὸ σοφίας πρὸς τὸ πότμου συναπτέον, οὕτως: Ἄριστον δὲ ὑπάρχει τὸ πλουτεῖν σὺν τύχῃ καὶ ἐπιτυ‐ | |
10 | χίᾳ πότμου καὶ εὐτυχίας σοφίας, ἤγουν (ὁ) εὐτυχήσας σοφίαν καὶ πλοῦτον ἄριστος· ὥστε πρὸς μὲν τὸ ἄνω τὸ νιν ἀντὶ τοῦ αὐτόν, τὸν πότμον, λέγε, πρὸς δὲ τὸ κάτω ἀντὶ τοῦ αὐτό, τὸ πλουτεῖν. | |
P 2107 | Εὐστεφάνων ἀγυιᾶν]* Τὸ εὐστεφάνων ἀγυιᾶν οὐκ ἔστιν ἀντὶ τοῦ εὐτοίχων, ὥς τινές φασιν· ἀλλ’ εἰώθασιν Ἕλλη‐ νες, ἐπειδὴ συνεχέσι πανηγύρεσιν ἠγλαΐζοντο, τοὺς ἐν ταῖς πό‐ λεσι στενωποὺς στεφάνοις ἐκ κλάδων κοσμεῖν. Ὅτι δέ ἐστι | |
5 | τοῦτο, μαρτυρεῖ Λιβάνιος ἐν τῷ πρὸς Ἰουλιανὸν ἐπιταφίῳ φά‐ σκων: «Στέφανόν τινα κλάδων· πολλοὺς δὲ ἐκ καλωδίων τεταμένων εἰς κίονας ἐκ τοίχων ἐξαρτῶσιν οἱ δῆμοι μετεώ‐ ρους. Τούτων εἷς τῶν στεφάνων, οἷς καλλωπίζομεν τὰς πό‐ λεις, ἐκλυθεὶς τοῦ δεσμοῦ, καταβαίνων ἦν ἐν τῇ τοῦ βασι‐ | |
10 | λέως κεφαλῇ, καὶ ἥρμοσεν». | 48 |
P 2109 | Κτεάτεσσι] Περιουσίᾳ. | |
P 2112 | Πραπίδι] Γνώμῃ. —Παλαιμονεῖ] Διαπαλαίει. | |
P 2113 | Εὐανθέα] Ἀνθηρόν. —Ἀναβάσομαι] Μεταβήσο‐ μαι, ἀναδραμοῦμαι. —Εὐανθέα δ’ ἀναβάσομαι]* Τοῦτο λέγει, ὅτι ἀνελεύσομαι τῷ λόγῳ εἰς τὴν σὴν νεότητα καὶ εἴπω ταύ‐ την ἄριστα τοὺς πολέμους μεταχειρίσασθαί τε καὶ κατορθοῦν. | |
5 | Λέγει οὖν τὸ εὐανθέα στόλον ἀναδραμεῖν πρὸς αὐτὸν ἐν τῷ λόγῳ. | |
P 2114 | Στόλον] Πλοῦν, ὁδόν. —Ἀμφ’ ἀρετᾷ] Τὴν ἐπὶ ἀρετῇ. | |
P 2115-116 | Νεότατι μὲν ἀρήγει θράσοσ]* Τὸ νεότητι θράσος ἀρήγει τοῦτο λέγει, ὅτι οὐδείς ἐστιν ἐν νεότητι ἕτερος ἔπαινος ἢ θρασύνεσθαί τε καὶ κατατολμᾶν τοὺς πολέμους. Πολλοὶ γὰρ νέοι ὄντες καὶ δοκοῦντες ἄριστα ἂν πρὸς τὴν μά‐ | |
5 | χην ἀρκέσειν, πρὸς μόνην τὴν ταύτης ἀκοὴν καταπλήττονται. Τοῦτο δὲ εἶπε διὰ τὸν Ἱέρωνα, ὡς ἐν τῇ νεότητι ἄμαχον ἐν πολέμοις ὄντα. Τὸ δὲ δεινῶν πολέμων, ἢ ὅτι πάντες οἱ πόλε‐ μοι δεινοί εἰσιν, ἢ δεινῶν ἀντὶ τοῦ μεγάλων καὶ φοβερῶν. Τὸ δὲ βουλαὶ πρεσβύτεραι κατ’ ἄμφω νοητέον, ἢ ὅτι πρε‐ | |
10 | σβυτικὴν φρόνησιν εἶχεν Ἱέρων, ἡνίκα νέος ἦν, ἢ ὅτι νέος ὢν ἐμά‐ χετο, νῦν δὲ πρεσβύτης τυγχάνων ὀρθῶς καὶ ἄριστα βουλεύε‐ ται. Σύναπτε οὖν τὸ βουλαὶ δὲ πρεσβύτεραι, εἰ βούλει, πρὸς τὸ ποτὶ πάντα λόγον, εἰ δὲ μή, τὸ ἐπαινεῖν πρὸς τὸ ποτὶ πάν‐ τα λόγον ἐχέτω τὴν δύναμιν: Πρεσβύτεραι δὲ βουλαὶ αἱ σαὶ | |
15 | πρὸς πάντα λόγον, ἤτοι πρὸς πᾶσαν βουλὴν καὶ δημηγορίαν, παρέχοντι καὶ διδόασιν ἐμὸν ἔπος ἀκίνδυνον ἐπαινεῖν καὶ θαυ‐ μάζειν αὐτάς, ἤγουν ἄριστος ὢν περὶ τὸ βουλεύεσθαι, ἀκιν‐ δύνως καὶ ἀφόβως ἐπαινεῖν σε παρέχεις μοι· οὐ γάρ ἐστί μοι δέος μὴ δόξω ψευδῆ λέγειν. Ἢ οὕτω: Πρεσβύτεραι δὲ βουλαὶ αἱ | |
20 | σαὶ παρέχοντι ἐμοὶ ἔπος ἀκίνδυνον ἐπαινεῖν καὶ θαυμάζειν αὐτὰς πρὸς πάντα λόγον, ἤτοι πρὸς πᾶσαν βουλὴν καὶ δημηγορίαν, ὡς ὀρθῶς καὶ ἄριστα γίνονται. Εὕρηται δὲ καὶ ἐμόν· κρεῖττον δέ ἐστι τὸ ἐμοὶ ἔπος παρέχουσιν ἀκίνδυνον καὶ ἄφοβον πρὸς | |
πάντα λόγον, τουτέστι τοιαῦτά εἰσιν, ὥσθ’ ὅσα ἂν εἴπω περὶ | 49 | |
25 | αὐτῶν, οὐ φοβηθήσομαι μὴ μέ τις αἰτιάσηται ὡς εἰκῇ τοὺς λό‐ γους ποιοῦμαι. | |
P 2118 | Εὑρεῖν] Κεκτῆσθαι. | |
P 2119 | Ἱπποσόαισιν] Ἱππεῦσιν. | |
P 2122 | Ἀκίνδυνον ἐμοὶ ἔπος] Ἤγουν περὶ ὧν ἀκινδύνως εἰπεῖν ἔξεστί μοι. | |
P 2123 | Πάντα λόγον] Ἤγουν παντοιοτρόπως. | |
P 2125 | Φοίνισσαν] Σύραν. —Ἐμπολὰν] Ἐμπορίαν, πραγ‐ ματείαν. | |
P 2127 | Καστόρειον]* Ἰστέον ὅτι δύο ὕμνους ὁ Πίνδαρος Ἱέρωνι πέμπων, τόν τε νῦν λεγόμενον καὶ ἕτερον Καστόρειον μέλος ἔχοντα, ὡς αὐτός φησι, τούτου μὲν μισθὸν ἔλαβε πρώην, διὸ καὶ λέγει κατὰ Φοίνισσαν ἐμπολάν, τουτέστιν ὥσπερ οἱ | |
5 | Φοίνικες τὰς ἐμπορίας ποιοῦνται, οὕτω καὶ αὐτὸς μισθὸν λαβὼν παρὰ σοῦ, τοῦτον ἐποίησά σοι· ἢ τὸ κατὰ Φοίνισσαν ἐμπολὰν νοητέον ἀντὶ τοῦ πέμπω σοι τοῦτον, ἵνα μισθὸν λάβω ἐμπορευό‐ μενος τὸν ὕμνον, καθάπερ οἱ Φοίνικες τὰ σφῶν αὐτῶν πράγματα. Τὸ δὲ ἐν Αἰολίδεσσι καὶ Θηβαϊκαῖς Καστόρειον μέλος, τὴν | |
10 | χάριν καὶ ἀρετὴν τῆς ἑπτακτύπου καὶ ἑπταχόρδου φόρμιγγος θέλων καὶ ἀποδεχόμενος, ἄθρησον καὶ ἐπίσκεψαι, εἰ ἄριστόν ἐστιν, ἀντόμενος καὶ συναντώμενος, ἤτοι ἐντείνων τὰς τῆς μουσικῆς χορδάς. Τοῦτο δὲ τὸ μέλος τὸ Καστόρειον τῷ μὲν φαινομένῳ εἰς χάριν αὐτῷ ἔπεμψε, τῇ δ’ ἀληθείᾳ εἰς μισθοῦ δόσιν αὐτὸν | |
15 | προτρέπεται ἐκ τοῦ λέγειν ἄθρησον, ἤγουν ἐπίσκεψαι, οἷος ἐγὼ ποιητής. Τοῦτο δὲ λέγει διὰ Βακχυλίδην εὐδοκιμοῦντα παρὰ Ἱέρωνι. Ἔστι δὲ ἡ ἀρχὴ τούτου τοῦ μέλους αὕτη: «Σύνες ὅ,τι λέγω (ζα)θέων Ἱέρων ἐπώνυμε». Ἔστι δὲ ἐνοπλίου ὀρχή‐ σεως μέλος. Καστόρειον δὲ εἴρηται, ἐπειδὴ ὁ τοῦ Τυνδάρεω Κά‐ | |
20 | στωρ πρῶτος τοῦτο εὗρεν. | |
P 2129 | Ἑπτακτύπου] Ἤγουν ἑπταφθόγγου καὶ ἑπταχόρδου. | 50 |
P 2130 | Ἀντόμενος] Μετέχων. —Ἀντόμενος] Ἀντὶ τοῦ λαμβάνων τὴν λύραν καὶ ἁρμόζων αὐτὴν δοκίμασον, εἰ βούλει, τοῦ Καστορείου μέλους τὴν εὐρυθμίαν. | |
P 2131-132 | Οἷος ἐσσὶ]* Ὑπάρχεις ἐν τῇ φύσει, ἤγουν ἐκ φύσεως ἔχων ἄριστα κρίνειν, κρῖνε καὶ τοῦτο καὶ μὴ ὑπό τινος ἀπατηθῇς. Τοῦτο δὲ λέγει διὰ Βακχυλίδην. —Καλός τοι πί‐ θων] Τὸ δὲ καλός τοι πίθων φησίν, ὅτι φύσει τὰ ἡμέτερα ἡμῖν | |
5 | καλὰ εἶναι δοκεῖ καὶ αὐτοῖς ἀρεσκόμεθα, τοῖς δ’ ἀλλοτρίοις οὐ μέντοι. —Καλός τοι πίθων παρὰ παισὶν]* Ἤγουν ὁ πίθηκος ὡραῖος δοκεῖ τοῖς παισί, τοῖς δ’ ἀνδράσιν οὔ. Ὥστε καὶ ὁ Βακχυλί‐ δης, πίθηκος ὢν τοῖς ἔργοις, μὴ ἀπατάτω σε φρένας ἀγαθὰς ἔχοντα. | |
P 2133 | Ὁ δὲ Ῥαδάμανθυσ]* Οὗτος κατὰ βουλὴν καὶ δί‐ κην ὀρθότατος τὸν τρόπον γέγονεν, ὅθεν καὶ θείας ἠξίωται τι‐ μῆς· παρεδρεύειν γὰρ λογοποιεῖται τῷ Κρόνῳ κατὰ τὰς τῶν Μακάρων νήσους καὶ δικαιονομεῖν τοῖς ἐν ᾅδου. Θέλει δὲ εἰπεῖν, | |
5 | ἔσο δίκαιος κριτὴς καὶ δοκιμαστὴς τῶν ἐμῶν ὀρθός, καὶ μὴ γε‐ νοῦ εὐεπιχείρητος τοῖς ἀπατῶσί σε καὶ διασύρουσιν ἐμὲ παρὰ σοί, καὶ ἕξεις μισθόν, οἷον ὁ Ῥαδάμανθυς. | |
P 2135-136 | Ἔλαχε] Εἶχε. —Καρπὸν] Ἤγουν τὸν λο‐ γισμὸν καὶ διάνοιαν. —Καρπὸν ἀμώμητον]* Ἤγουν ἄριστα καὶ ὡς ἐχρῆν περὶ τῶν πραγμάτων ἐλογίζετο· ὥστε καὶ αὐτὸς οὕτω ποιῶν τῆς αὐτῆς ἐκείνῳ ἀξιωθήσῃ τιμῆς. | |
P 2140 | Ἀμφοτέροις διαβολιᾶν ὑποφάτιεσ]* Καὶ τοῖς κα‐ τηγορουμένοις καὶ πρὸς οὓς τούτων κατηγοροῦσι. Τοῖς μὲν γάρ φησιν, ὡς οἱ δεῖνες ὑβρίζουσί σε καὶ διαβολὴν τούτων πρὸς αὐ‐ τοὺς ποιοῦνται· τοῖς δέ, ἃ πρὸς ἐκείνους κατ’ αὐτῶν ἔλεγον, | |
5 | ταῦτα πάλιν κατ’ ἐκείνων πρὸς αὐτοὺς διεξέρχονται. Τὸ δὲ ὑποφάτιες ἀντὶ τοῦ ὑποβολεῖς διαβολιῶν. | |
P 2141 | Ὀργαῖς ἀτενὲς ἀλωπέκων ἴκελοι]* Τὸ ὀργαῖς ἀτε‐ νὲς τοῦτο λέγει ἀντὶ τοῦ ὅταν ὁρμήσωσι κατά τινων ψιθύρους λόγους διεξιέναι, ἀτενὲς καὶ ἀμετάβλητον πρᾶγμά εἰσιν ἐν ταῖς | |
ὀργαῖς καὶ ταῖς ὁρμαῖς τῶν διαβολιῶν· ἀεὶ γὰρ προχωροῦσιν ἐν | 51 | |
5 | αὐταῖς καὶ οὐδέποτε τῆς κακίας παύονται. Τὸ δὲ ἀλωπέκων ἴκελοι ἀντὶ τοῦ παμμήχανοι καὶ πανοῦργοι, καθάπερ ἀλώπηξ. | |
P 2142-143 | Τί μάλα τοῦτο κερδαλέον τελέθει;]* Τοῦτο δέ, τὸ λάθρα κατά τινος φέρεσθαι, τί μάλα τελέθει καὶ ὑπάρ‐ χει τῷ ποιοῦντι κερδαλέον ἐν κέρδει; ἀντὶ τοῦ: οὐδὲν κέρδος τῷ τοῦτο ποιοῦντι περιγίνεται πλὴν τοῦ κακὸς εἶναι. Ὥσπερ | |
5 | (γάρ) φαμεν: Ἐν φόβῳ ταρβεῖ, οὕτω καί: Κερδαλέον ἐν κέρδει. | |
P 2145-146 | Ἀβάπτιστός εἰμι φελλὸς ὡς, ὑπὲρ ἕρκος ἅλ‐ μασ]* Εἰμὶ γὰρ ἀβάπτιστος ταῖς τῶν ἄλλων κατηγορίαις, ὥσπερ ὁ ἐν τῷ δικτύῳ φελλός ἐστιν ὑπὲρ τὸ ἕρκος καὶ τὴν ἐπιφάνειαν τῆς ἅλμης, ἑτέρας σκευῆς, ἤτοι τοῦ ἐν τῷ δικτύῳ μολίβδου, | |
5 | ἐχούσης τὸ βαθὺ τῆς θαλάσσης, ὥσπερ πονούσης. Λέγει δὲ ὅτι τὰ κατ’ ἐμοῦ παρὰ τῶν ἄλλων λεγόμενα οὐδέν μοι λυμαίνε‐ ται διὰ τὸ μὴ τούτοις ἐνέχεσθαι· ὑπέρκειμαι γὰρ πασῶν κατη‐ γοριῶν δίκην τοῦ ἐν τῷ δικτύῳ φελλοῦ ἐπάνω τῆς τῆς θαλάτ‐ της ἐπιφανείας διὰ τὸ κοῦφον φερομένου, καθελκομένου δὲ τοῦ | |
10 | μολίβδου εἰς τὸ βαθὺ τῆς θαλάσσης καὶ κατασπῶντος τὸ δίκτυον. | |
P 2148 | Ἀδύνατα δ’ ἔπος ἐκβαλεῖν]* Ἀδύνατα καὶ ἀδύ‐ νατον ὑπάρχει ἐκβαλεῖν καὶ ῥίψαι ἤτοι εἰπεῖν τὸν δόλιον ἀστὸν κραταιὸν καὶ ἰσχυρὸν καὶ πιστὸν ἔπος ἐν τοῖς ἀγαθοῖς· τουτέ‐ στιν ὅσα ἂν πονηρὸς κατ’ ἀγαθοῦ ἐρεῖ, οὐ πιστεύεται, τῆς αὐ‐ | |
5 | τοῦ ἀρετῆς ἀνίσχυρον τὴν κατηγορίαν ποιούσης. Ὅμως δέ, εἰ καὶ οὐδὲν ὁ αὐτοῦ λόγος ἰσχύει, σαίνων καὶ κολακευτικῶς καὶ δολίως ἄγαν ὑπερχόμενος πρὸς πάντας, πάγχυ καὶ λίαν δια‐ πλέκει καὶ μηχανὰς ῥάπτει· τουτέστιν εἰ καὶ ὅσα κατ’ ἀγαθῶν λέγει οὐ πιστεύεται, ἀλλὰ τοῦ μηχανοῤῥαφεῖν οὐκ ἀφίσταται, | |
10 | δολίως κολακεύων τοὺς ἀκούοντας, ἵνα δοκῶν αὐτοῖς προσφιλὴς πιστεύηται. Τὸ δὲ ἄγαν πρὸς τὸ σαίνων σύναπτε· τὸ δὲ πάγ‐ χυ πρὸς τὸ διαπλέκει, καὶ μὴ λέγε ἐκ παραλλήλου, ὥσπερ τινές. | |
P 2149 | Κραταιὸν] Πιθανόν. | |
P 2150 | Δόλιον] Πονηρόν. | 52 |
P 2153-154 | Φίλον εἴη φιλεῖν]* Λέγει ὅτι ὁ μὲν φιλῶν με ὑπ’ ἐμοῦ φιληθήσεται, πρὸς δὲ τὸν ἐχθρόν μου ὥσπερ λύκος ἔσομαι καὶ παντοίας ἐργάσομαι λάθρα κατ’ αὐτοῦ μηχανάς. Ἐπεὶ δὲ ὑποθεύσομαι εἶπεν, ἐτήρησε τὴν τροπὴν πρὸς τὸ πα‐ | |
5 | τῶν καὶ τὸ ὁδοῖς κατ’ ἐπαναστροφὴν λέγων ἐν ὁδοῖς σκολιαῖς. | |
P 2155 | Ὑποθεύσομαι]* Ἀπὸ τοῦ θέω τὸ τρέχω, ὅπερ ἐπενθέσει τοῦ υ ψιλοῦ αἰολικῶς ποιεῖ θεύω, ὡς χέω χεύω, καὶ κατὰ τοῦτο ὁ μέλλων θεύσω, ὡς χεύσω, ὁ μέσος θεύσομαι καὶ μετὰ τῆς ὑπὸ προθέσεως ὑποθεύσομαι. | |
P 2157 | Ἐν πάντα δὲ νομὸν]* Ἐς πάντα δὲ νομὸν τρεῖς εἰσι πολιτεῖαι, βασιλεία, δημοκρατία, ἀριστοκρατία. Φησὶν οὖν ὡς ἐν ταύταις ταῖς τρισὶ πολιτείαις ὁ ἀληθὴς ἀνὴρ διαλάμπει καὶ μεῖζον τῶν πονηρευομένων ἰσχύει. Καὶ γὰρ οὗτος εἰπών τι | |
5 | κατ’ αὐτῶν πιστεύεται, ἐκεῖνοι δὲ διαβάλλοντες αὐτὸν οὐ δύναν‐ ται βλάψαι. Τοῦτο δὲ λέγει, ἐπειδὴ ἄνω εἶπεν: ἀδύνατα δ’ ἔ‐ πος ἐκβαλεῖν κραταιὸν ἐν ἀγαθοῖς δόλιον ἀστόν. Λάβρον δὲ στρατὸν λέγει τὸν σφοδρὸν καὶ πολὺν δῆμον, ὃς ὑπὲρ τῆς αὑτοῦ πατρίδος μάχεται, μὴ ὄντος αὐτῇ βασιλέως, ἀλλ’ αὐτὸς αὐτῆς | |
10 | ἄρχων. Τὸ δὲ σοφοὶ λέγει, ἐπειδὴ ἐν τῇ ὀλιγαρχίᾳ οἱ ῥήτορες τὸν δῆμον ἄγουσι, καθάπερ ἦσαν ἐν Ἀθήναις νῦν μὲν Θεμιστο‐ κλῆς καὶ Περικλῆς, νῦν δὲ Μιλτιάδης καὶ Κίμων, ἄλλοτε δὲ Δημοσθένης καὶ Αἰσχίνης, Ὑπερίδης, Ἀντιφῶν καὶ ἕτεροι. | |
P 2161-162 | Χρὴ δὲ πρὸς θεὸν οὐκ ἐρίζειν]* Χρὴ πρὸς τὴν τύχην μὴ μάχεσθαι· ἐπειδὴ γὰρ αὕτη τοὺς μὲν εὐτυχεῖς, τοὺς δὲ δυστυχεῖς ποιεῖ, ὁ τούτοις μαχόμενος αὐτῇ μάχεται. Διὸ καὶ Βακχυλίδῃ νῦν εὐτυχοῦντι οὐ δίκαιόν ἐστι μάχεσθαι. | |
P 2163 | Ἀνέχει] Ὑψοῖ. | |
P 2165-166 | Ἀλλ’ οὐδὲ ταῦτα νόον ἰαίνει φθονερῶν]* Ἐπειδὴ ἐάν τινα (γρ. τινι) καλὸν δοκῇ τι, εὐφραίνει αὐτὸν τοῦ‐ το, διὰ τοῦτο λέγει τὸ ἰαίνει νόον ἀντὶ τοῦ, οὐ καλῶς ταῦ‐ τα δοκοῦσι τοῖς φθονεροῖς, ὥστε τὸν νοῦν αὐτῶν εὐφραίνειν καὶ | |
5 | παύειν τῆς κακουργίας· εἰ γὰρ ἀπεδέχοντο ταῦτα, οὐκ ἂν ἦσαν τοιοῦτοι, εἰδότες ὡς, μεταβολὴν τῶν ἀνθρωπίνων ἐχόντων, εἰ καὶ αὐτοὶ νῦν εὐτυχοῦσιν, ἀλλ’ οὐκ εἰς ἅπαν. Δέον δὲ εἰπεῖν, δο‐ κοῦντες δὲ ἕλκεσθαι ἐκ στάθμης τινὸς περισσῆς καὶ ἑτεροῤῥεποῦς, ἤτοι δοκοῦντες ἀεὶ μετ’ αὐτῶν ἔσεσθαι τὴν τύχην καὶ οὐ μετα‐ | 53 |
10 | πεσεῖσθαι πρὸς ἕτερον, οὕτω δέον εἰπεῖν, ἑλκόμενοι στάθμης τι‐ νὸς εἶπεν, ὅπερ ἐκεῖνοι ὑπολαμβάνουσιν ὡς ὁμολογούμενον οὕτως εἰπών. Στάθμην δὲ λέγουσι τὸ ἄνω τῆς πλάστιγγος, ἀπὸ τού‐ του δὲ καταχρηστικῶς καὶ ὅλην τὴν πλάστιγγα στάθμην φα‐ σί. Περισσᾶς δὲ λέγει, ἐπειδὴ ἡ πλέον τι τῆς ἄλλης ἔχουσα πλά‐ | |
15 | στιγξ τῷ βάρει καθέλκεται· λέγει δὲ ὅτι οἱ πονηροὶ δοκοῦντες ἀεὶ εὐδαιμόνως διάγειν ἐπιχειροῦσι βλάπτειν, οὓς ἂν ἐθέλωσιν· ἀθρόον δὲ μεταβληθέντες τῇ τύχῃ, ἐκείνους μὲν οὐδὲν ἐζημίω‐ σαν, αὐτοὶ δ’ ἐξελεγχθέντες παρὰ πάντων κατεγελάσθησαν, ὃ καὶ Βακχυλίδης πείσεται. —Ἰαίνει] Ἤγουν διορθοῖ καὶ παιδεύει, | |
20 | ὑγιάζει. | |
P 2166-168 | Στάθμας δέ τινος ἑλκόμενοι περισσᾶς] Ἤ‐ γουν ἐκ περιουσίας εὐτυχοῦντες. | |
P 2170 | Τυχεῖν] Ἤγουν κατορθῶσαι καὶ πληρῶσαι. | |
P 2173 | Ζυγὸν ἀρήγει〉* Βοηθεῖ, ἤγουν μεγάλη βοήθειά ἐστιν, ἐάν τις ἔχῃ ἐχθρὸν εὐτυχοῦντα, ὑπομένειν τὰ παρ’ ἐκείνου ἐπιόντα αὑτῷ κακά. | |
P 2175 | Ὀλισθηρὸς] Ἐπισφαλής. —Ὀλισθηρὸς οἶμοσ]* Τὸ γὰρ ἀντιφερίζειν τοῖς κρείττοσι βλάβη καθίσταται. Ἔστι δὲ παροιμία τὸ Πρὸς κέντρα λακτίζειν ἐκ μεταφορᾶς τῶν βοῶν· ἐκεῖνοι γὰρ ὄπισθεν κεντούμενοι λακτίζουσι πρὸς τὸ κέντρον | |
5 | καὶ ἔτι μᾶλλον πλήττονται. —Ἁδόντα]* Οὐ χρὴ γράφειν ἅ‐ δοντα, ἀλλ’ ἁδόντα· τοῦτο γὰρ ἁρμόζει τῷ μέτρῳ. —Ἁδόν‐ τα] Ἀρέσκοντα. —Εἴη] Ἤγουν ἐξείη. | |
P 3t | ΠΥΘΙΩΝ ΕΙΔΟΣ Γʹ. | |
P 31 | Χείρωνα]* Ἐπειδὴ Ἱέρων δυσουρίᾳ κατείχετο, εἰκό‐ | |
τως τὸν Χείρωνα ζῆν κατεύχεται. Οὗτος γὰρ ἰατρικῆς ἄκρως ἐπιστήμων ἦν, παρ’ οὗ Ἀσκληπιὸς καὶ Ἀχιλλεὺς ἰατρικὴν ἐπαι‐ δεύθησαν. —Φιλλυρίδαν] Τὸν υἱὸν τῆς Φιλλύρας. | 54 | |
P 34 | Ζῴειν] Ἀντὶ τοῦ ἀναζῆν. | |
P 35-6 | Εὐρυμέδοντα]* Τὸ εὐρυμέδοντα οἱ μέν φασι δω‐ ρικὸν ἀντὶ τοῦ εὐρυμέδοντος, οὐ καλῶς· ἕτεροι δὲ αἰτιατικὴν λέγουσιν εἶναι πρὸς τὸ Χείρωνα ἀποδιδόντες, καλῶς. | |
P 37 | Βάσσαισι] Ταῖς πτυχαῖς. —Παλίου] Τοῦ Πηλίου ὄ‐ ρους. —Βάσσαισί τ’ ἄρχειν Παλίου] Βήσσαις Πηλίου ἀντὶ τοῦ ἐν τῷ Πηλίῳ περιφραστικῶς. | |
P 38 | Φῆρ’ ἀγρότερον]* Διὰ τὸ ἐν ὄρει διατρίβειν τὸν Χεί‐ ρωνα θῆρα εἶπε· θηρῶν γὰρ ἡ ἐν ὄρεσι δίαιτα· διὰ δὲ τὸ πᾶσιν ἀνθρώποις εὐπρόσιτον εἶναι νοῦν ἔχοντα φίλον ἀνδρῶν εἶπε. | |
P 311 | Τέκνον ἀνωδυνίας] Τοῦτό φησι διὰ τὸ πάντας ὑπερ‐ βεβληκέναι τῇ ἰατρικῇ τέχνῃ καὶ ἐμπειρίᾳ. | |
P 314 | Φλεγύα θυγάτηρ]* Ἡ Κορωνίς· λέγει δὲ νῦν ἐσκια‐ σμένως τὴν ἱστορίαν, προϊὼν δὲ πλατύτερον ἐρεῖ. Ἔστι δὲ αὕ‐ τη: Κορωνὶς ἡ Φλεγύα (γρ. Φλεγύου) θυγάτηρ διακορεσθεῖσα (γρ. διακορευθεῖσα) ὑπ’ Ἀπόλλωνος, ἐγκύμων ἐγένετο· οὐκ ἐθε‐ | |
5 | λήσασα γοῦν διατηρῆσαι τὸ τοῦ θεοῦ λέχος ἁγνόν, ἐξ Ἀρκα‐ δίας ἐλθόντι Ἴσχυϊ λάθρα τοῦ πατρὸς ἐμίγη. Ἐμήνυσε δὲ ταύτην τὴν μίξιν τῷ Ἀπόλλωνι κόραξ, ὃν λευκὸν ὄντα Ἀπόλ‐ λων δυσχεράνας τὸ βαρὺ τῆς ἀγγελίας μέλανα πεποίηκε καὶ ἐξ ἐκείνου πάντες οἱ κόρακες μέλανες. Πίνδαρος δὲ τὸν μῦθον | |
10 | ἀποσεισάμενος εὐσεβῶς μεταχειρίζεται τὸν λόγον καὶ οἴκοθεν τὸν Ἀπόλλωνα ἐγνωκότα τοῦτό φησι πέμψαι τὴν ἀδελφὴν Ἄρ‐ τεμιν Κορωνίδα κατατοξεῦσαι. Τὸ δέ ἐστιν ὅτι λοιμὸν ἐν τῇ ταύτης χώρᾳ ἐνέβαλεν, ὑφ’ οὗπερ οὐ μόνον αὕτη, ἀλλὰ καὶ πολ‐ λοὶ τῶν γειτόνων ἀπέθανον. | |
P 318-19 | Δόμον ἐν θαλάμῳ]* Ἢ τὸ δόμον καὶ τὸ ἐν θαλάμῳ ἐκ παραλλήλου, ἢ τὸ θαλάμῳ πρὸς τὸ δαμεῖσα συνα‐ | |
πτέον. —Εἰς Ἀΐδαο δόμον ἐν Χ θαλάμῳ Χ]* Σημειοῦνται καὶ τὰ δύο κῶλα τῷ Χ, ὅτι ἀσυνάρτητά εἰσι, πλεονάζοντος τοῦ ἐν | 55 | |
5 | θαλάμῳ· ἱκανὸν γὰρ ἦν εἰπεῖν: Εἰς Ἀΐδαο δόμον κατέβη. | |
P 323 | Μιν] Αὐτὸν τὸν Ἀπόλλωνα· τὸ δὲ χόλος μέχρι τοῦ Διὸς διὰ μέσου. | |
P 325 | Αἴνησε] Ὠρέχθη. | |
P 327 | Καὶ φέροισα σπέρμα θεοῦ]* Ἤγουν οὐκ ἠβουλήθη τὸ τοῦ Ἀπόλλωνος λέχος διαφυλάξαι καθαρὸν καὶ κατὰ νό‐ μους ἀνδρὶ συνελθεῖν. Τὸ δὲ ἐλθεῖν τράπεζαν νυμφιδίαν οὕτω λέγε, ἢ οὐκ ἔμεινεν ἐλθεῖν αὐτῇ τράπεζαν νυμφικήν, ἢ οὐκ ἔμει‐ | |
5 | νεν ἐλθεῖν καὶ πορευθῆναι αὐτὴν τράπεζαν νυμφιδίαν, ἤτοι κατὰ νόμον ἀνδρὶ συζυγῆναι. | |
P 343 | Καλλιπέπλου λῆμμα Κορωνίδοσ]* Οὕτω λέγε τοῦ‐ το: Τὸ λῆμα τῆς καλλιπέπλου Κορωνίδος, ἤτοι ἡ Κορωνίς, ἔσχε καὶ ἔλαβε τοιαύτην μεγάλην βλάβην, τὸ ζητεῖν ξένον γάμον· ἤγουν ὁ ξένος γάμος μεγάλην αὐτῇ βλάβη κατέστη. | |
P 353 | Κλέπτει τέ μιν] Λανθάνει αὐτὸν τὸν Ἀπόλλωνα. | |
P 354 | Βουλαῖς] Καὶ διανοήμασιν. | |
P 361 | Κρημνοῖσιν ᾤκει παρθένοσ]* Πῶς παρθένος ἐνταῦθα λέγεται ἡ Κορωνίς, εἴπερ ὑπ’ Ἀπόλλωνος ἐφθάρη; Ἀλλ’ ἰστέον ὅτι παρὰ ποιηταῖς τὸ παρθένος οὐ μόνον τὴν μίξεως ἀπεί‐ ρατον σημαίνει, ἀλλὰ καὶ τὴν νεάνιδα καὶ κόρην, εἰ καί, τυχόν, | |
5 | ἀνδρὸς πεπείραται, ὡς ἐνταῦθα ἡ Κορωνίς, καὶ τῷ Ἀπόλλωνι συνελθοῦσα, οὐμὴν ἀλλὰ καὶ τῷ Ἴσχυϊ. | |
P 367 | Ἀΐστωσεν] Ἔφθειρεν, ἔκαυσεν. | |
P 369 | Σέλας δ’ ἀμφέδραμε] Ἤγουν ἡ φλὸξ περιήφθη, πε‐ ριέλαβε. | |
P 370 | Λάβρον Ἁφαίστου]* Τουτέστιν ἡ τοῦ πυρὸς φλὸξ ἀθρόως ἐξήφθη· σέλας γὰρ κυρίως τὴν ἐν τῷ ἀέρι ἀθρόως ἐξαπτο‐ μένην φλόγα φαμέν, παρὰ τὸ σαλεύεσθαι καὶ κινεῖσθαι. Ἀεὶ γὰρ ἐν κινήσει ἐστὶν ἡ φλόξ· ὅθεν καὶ λάβρον σέλας τὸ σφοδρῶς | |
5 | ἄττον καὶ κινούμενον ἐν ὕλῃ τινὶ καὶ ταχέως ἀναλίσκον αὐ‐ | |
τήν, παρὰ τὸ λα ἐπιτατικὸν μόριον καὶ τὸ βορόν, ἤγουν τὸ κατεσθίον καὶ ἀφανίζον πᾶσαν ὕλην. —Ἁφαίστου] τοῦ πυρός. | 56 | |
P 376 | Παῖδ’ ἐκ νεκροῦ]* Τὸ νεκροῦ νοητέον ἤτοι τῆς νε‐ κρᾶς Κορωνίδος, ἢ ἐξήρπασεν ἐκ νεκροῦ, ἀντὶ τοῦ ἁρπάσας οὐκ εἴασε τῇ μητρὶ συνφλεγῆναι (γρ. συμφλεγῆναι) καὶ νεκρωθῆναι. | |
P 378 | Διέφαινε]* Τὸ διέφαινε ἀντὶ τοῦ δίχα κεχώρισται ἔνθεν καὶ ἔνθεν καιομένη καὶ τόπον κενὸν μεταξὺ ἔχουσα. | |
P 383 | Αὐτοφύτων] Αὐτομάτως γενομένων. | |
P 386 | Τηλεβόλῳ] Τηλόθεν βαλλομένῳ. | |
P 391 | Τοὺς μὲν μαλακαῖσ]* Δείκνυσιν ἐντεῦθεν ὅτι καὶ τὸ τῶν ἐπῳδῶν χρῆμα μεγάλα συνεβάλλετο τῇ ἰατρικῇ. | |
P 394-95 | Ἢ γυίοις περιάπτων πάντοθεν φάρμακα]* Φάρ‐ μακα τὰ λεγόμενα ἰδιωτικῶς φυλακτά, ἢ φάρμακα λέγει τὰ λεγόμενα ἔμπλαστρα. | |
P 396 | Δέδεται] Δεδούλωται. | |
P 397 | Ἔτραπεν] Ἐδελέασεν. —Ἀγάνορι] Ἤγουν δαψιλεῖ. —Ἀγάνορι μισθῷ]* Εἴωθεν ὁ Πίνδαρος τάττειν τὸ ἀγάνωρ καὶ ὑπέροπλος καὶ ὑπέρβιος ἐπὶ μεγέθους ὑπερβολικοῦ πολλάκις, ὡς ἐνταῦθα μισθὸν ἀγήνορα τὸν ἄφθονον καὶ πολὺν νοεῖν δί‐ | |
5 | δωσιν, ὁμοίως καὶ τὸ ὑπερήφανος. Ζήτει εἰς Εἶδ. Βʹ, στ. 52. | |
P 399 | Ἐκ θανάτου κομίσαι] Ἀνασῶσαι καὶ ἀναστῆσαι. | |
P 3102 | Ῥίψαις] Κεραυνοβολήσας. —Ἀμπνοὰν] Ἤγουν τὴν ζωήν. | |
P 3103 | Καθέλεν]* Ἔβαλε χρὴ γράφειν ἐνταῦθα διὰ τὸ μέτρον, οὐχὶ καθεῖλε. | |
P 3104-105 | Αἴθων δὲ κεραυνὸσ]* Ἐκ τοῦ αἴθων κεραυ‐ νὸς δίδωσι καὶ πρὸς τὸ ῥίψας κεραυνὸν νοεῖν. Τὸ δὲ ὠκέως ἢ πρὸς τὸ ῥίψας νοητέον, ἢ πρὸς τὸ ἔβαλεν. | |
P 3109 | Βίον ἀθάνατον]* Ἤγουν μὴ ὡς θεὸς βιοῦν ἐθελή‐ σαις καὶ τοῖς ἀδυνάτοις ἐπιχειρεῖν ὡς δυνατοῖς· τοῦτο δὲ λέ‐ γει διὰ τὸν Ἀσκληπιόν, ὅτι θνητὸς ὢν θεοῦ ἔργον μετεχειρί‐ σατο, τὴν Ἱππολύτου ἀνάστασιν· διὸ καὶ κεραυνωθεὶς ἔγνω τὴν | |
5 | αὑτοῦ φύσιν. | 57 |
P 3110 | Σπεῦδε] Ἐπιζήτει. —Ἔμπρακτον] Εὐκατόρθωτον. —Ἄντλει] Ἤγουν μεταχειρίζου, μετέρχου. | |
P 3111 | Εἰ δὲ σώφρων]* Ὅπερ ἐν ἀρχῇ τοῦ ἐπινικίου ἔλε‐ γε, τοῦτο νῦν ἐπαναλαμβάνει. | |
P 3112 | Καί τί οἱ]* Τὸ οἱ καὶ τὸ θυμῷ καθ’ ὅλον καὶ μέρος. | |
P 3115 | Κέν μιν πίθον]* Ἤγουν εἰ ζῶν ὁ Χείρων ἀπεδέ‐ ξατό με αὐτὸν ἐπαινέσαντα, κατέπεισα ἂν αὐτὸν θεραπευτήν τινα τῆς νόσου πέμψαι σοι. | |
P 3116-117 | Ἐσλοῖσι παρασχεῖν ἀνδράσι] Ἔπεισα ἂν αὐτὸν παρασχεῖν ἰατρὸν τῶν διαπύρων νόσων καί τισι τοῖς ἀγα‐ θοῖς ἀνδράσι. —Θερμᾶν νόσων]* Τῶν δίκην πυρὸς καυστικῶν καὶ ἀναλωτικῶν τῶν τὰς αὐτὰς ἐχόντων. Νόσων δὲ ἀντὶ τοῦ τῆς | |
5 | κατεχούσης τὸν Ἱέρωνα δυσουρίας. | |
P 3119 | Πατέροσ]* Ἤτοι τοῦ Διός· οὗτος γὰρ πατὴρ ἀν‐ δρῶν τε θεῶν τε (Ἰλ. Α, 543): τουτέστιν ἤ τινα ἐξ Ἀπόλ‐ λωνος ἔχοντα τὸ γένος, ἢ ἐκ Διός. Φασὶ δέ τινες καὶ τὸ Λατοΐ‐ δα αἰτιατικὴν εἶναι, ἵνα λέγῃ τὸν Ἀσκληπιὸν ἀπὸ μὲν τῆς | |
5 | μάμμης αὐτοῦ Λατοΐδην, ἀπὸ δὲ τοῦ πατρὸς αὐτοῦ Ἀπολ‐ λωνίδην, ὅπερ ψυχρὸν εἶναι δοκεῖ. | |
P 3121 | Τέμνων] Ἤγουν διαπλέων. | |
P 3128 | Κατέβαν] Ἤγουν κατῆρα καὶ κατῆλθον ἐπὶ τὸν λιμένα. | |
P 3130 | Ἀέθλων Πυθίων]* Τῶν δύο ἀγώνων, οὓς ἐν τῇ Κϛʹ καὶ ΚΖʹ Πυθιάδι κατώρθωσε. Πῶς δέ φησι τὸ ἄγων ὑγείαν, ἀποροῦσί τινες· καί φαμεν ὅτι τοῦτο λέγει, ἐπειδὴ ἄνω ἔφη αὐτὸς παρακινήσειν τὸν Χείρωνα ἰατρὸν τῷ Ἱέρωνι πέμψειν. | |
P 3138 | Παρ’ ἐμὸν πρόθυρον]* Ὅτι πλησίον τῆς αὐτοῦ οἰκίας ἱερὸν ἢ ἄγαλμα Ῥέας καὶ Πανὸς ἦν. —Παρ’ ἐμὸν πρόθυρον] Ἤγουν ἐγγὺς τοῦ ἐμοῦ προθύρου. | |
P 3139 | Μέλποντι] Ὑμνοῦσι. | |
P 3140 | Ἐννύχιαι] Ἤγουν κατὰ τὴν νύκτα. | 58 |
P 3143 | Ὀρθὰν]* Δέον ὀρθῶς εἰπεῖν, ὀρθὰν εἶπε πρὸς τὸ κορυφάν· τὸ δὲ προτέρων ἢ εἰς τὸ λόγων συναπτέον, ἢ μαν‐ θάνων ἀπὸ τῶν προτέρων ἀνδρῶν· δέον δὲ οὕτως εἰπεῖν, ὅτι δαΐονται, ἀσυνδέτως εἶπεν· ἢ στικτέον πρὸς τὸ προτέρων, ὃ καὶ | |
5 | κρεῖττον· Ὅμηρος γὰρ δύο πίθους παρὰ τὴν τοῦ Διὸς αὐλήν φησιν εἶναι, τὸν μὲν κακῶν, τὸν δὲ ἀγαθῶν. Πίνδαρος δὲ τρεῖς λέγει· πλείω γὰρ τὰ κακὰ τῶν ἡδέων. Ἐγὼ δὲ κἀκεῖνον τρεῖς φημι λέγειν· φησὶ γὰρ (Ἰλιάδ. Ω, 527): Δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει | |
10 | Δώρων, οἷα δίδωσι, κακῶν, ἕτερος δὲ ἐάων. ὥστε οἱ μὲν δύο τῶν κακῶν δώρων εἰσίν, οἷα δίδωσι Ζεύς, ὁ δὲ ἕτερος τῶν ἐάων, ἤτοι τῶν ἀγαθῶν· ἐξ ὧν ὅτι κἀκεῖνος τρεῖς λέγει συνάγεται, εἰ καί τινες ἀγνοοῦντες δύο φασὶ λέγειν. | |
P 3146 | Δαΐονται] Ἤγουν διανέμουσι καὶ διαμερίζουσι. | |
P 3149 | Τὰ καλὰ τρέψαντες ἔξω]* Οἱ γὰρ συνετοὶ καὶ σώ‐ φρονες παντοίως μηχανῶνται, εἴ τι κακὸν ἔχοιεν, κρύπτειν, δει‐ κνύντες τὰ προσόντα αὑτοῖς ἀγαθὰ καὶ τῇ τούτων εὐτυχίᾳ οὐδενὸς λόγου ἐκεῖνα κρίνοντες. | |
P 3152 | Εἴ τιν’ ἀνθρώπων]* Ἤγουν εἴπέρ τις καὶ ἄλλος, εἰκότως εὐδαιμόνησε καὶ αὐτός. | |
P 3159 | Μελπομενᾶν ἐν ὄρει]* Ἐν τῷ Πηλίῳ ὄρει ὁ τοῦ Πη‐ λέως καὶ Θέτιδος γάμος γεγονὼς κιθαρίζοντα μὲν ἔσχεν Ἀπόλ‐ λωνα, τὰς δὲ Μούσας πρὸς τὴν κιθάρας ᾠδὴν ᾄσματα εὐθὺς ἀνα‐ βαλλομένας. Ἐν δὲ ταῖς Θήβαις εἰς τὸν τοῦ Κάδμου γάμον καὶ | |
5 | Ἁρμονίας πάντες οἱ θεοὶ ἐπιθαλαμίους ᾖσαν ᾠδάς. | |
P 3167-168 | Ἕδνα τε δέξαντο]* Πηλεὺς μὲν παρὰ Πο‐ σειδῶνος ἵππους καὶ παρ’ Ἡφαίστου μάχαιραν, Κάδμος δὲ παρ’ Ἀφροδίτης ὅρμον χρυσοῦν. —Διὸς δὲ χάριν]* Λέγει τὴν ὕστερον ἐπελθοῦσαν αὐτοῖς εὐτυχίαν. Πρόσθεν γὰρ ἐκπεσόντες τῶν αὑ‐ | |
5 | τῶν πατρίδων καὶ πολλὰ καμόντες, ὕστερον θείων ἠξιώθησαν γάμων, Πηλεὺς μὲν τοῦ τῆς Θέτιδος, Κάδμος δὲ τοῦ τῆς Ἁρμο‐ νίας, θυγατρὸς Ἀφροδίτης καὶ Ἄρεως. | |
P 3174 | Ἐρήμωσαν] Ἀφείλοντο, ὑστέρησαν (γρ. ἴς. ἐστέρη‐ | |
σαν). —Πάθαις] Συμφοραῖς. | 59 | |
P 3175-176 | Εὐφροσύνας μέρος αἱ τρεῖσ]* Τῷ Κάδμῳ ἐγέ‐ νοντο τρεῖς θυγατέρες, Σεμέλη, Ἀγαυή, Ἰνὼ ἡ καὶ Λευκοθέα καλουμένη. Σεμέλη μὲν οὖν ἐκεραυνώθη, ὡς ἴσμεν, Ἀγαυὴ δὲ καὶ Ἰνὼ μανεῖσαι τὰ τέκνα διέφθειραν. Θυώνην δὲ καλεῖ τὴν Σε‐ | |
5 | μέλην ἀπὸ τῶν τοῦ παιδὸς αὐτῆς Διονύσου Βακχῶν· Θυὰς γὰρ ἡ Βάκχη. | |
P 3178-179 | Μόνον ἀθανάτα τίκτεν]* Ὅσους παῖδας ἡ Θέτις ἐγέννα, ἐν ὕδατι ζέοντι λέβητος ἐμβάλλουσα διώλλυ, οὐκ ἐθέλουσα φανῆναι παῖδας θνητοὺς τρέφουσα· θεὰ γὰρ ἦν. Ἐπι‐ χειρήσασα οὖν καὶ τὸν Ἀχιλλέα τοῦτο ποιῆσαι, ἐξαίφνης ὑπὸ | |
5 | Πηλέως κατελήφθη καὶ εἰς τὴν θάλασσαν ἀπέφυγε. Διὰ οὖν τὸ μόνον τὸν Ἀχιλλέα διαφυλαχθῆναι, μόνον ἔτικτε λέγει. Εἰρή‐ καμεν οὖν τὴν ἱστορίαν ἐν τῇ Λυκόφρονος Παραφράσει. | |
P 3185 | Χρὴ πρὸς μακάρων]* Δέον εἰπεῖν: Χρὴ λογίζεσθαι εὖ πάσχειν, εὖ πασχέμεν εἶπε· ὃ δεῖ λογίζεσθαι, ὡς ὁμολογού‐ μενον θείς, ὥσπερ καὶ πρώην ἐποίησε τὸ: Στάθμας ἑλκόμενοι περισσᾶς, ὥσπερ εἴπομεν. | |
P 3186-187 | Ἄλλοτε δ’ ἀλλοῖαι πνοαί]* Ἤγουν ἄλλο‐ τε ἄλλως οἱ ἄνεμοι πνέουσι, ποτὲ μὲν σφοδροί, ποτὲ δ’ ἀνειμέ‐ νοι· ὥστε καὶ τὰ πράγματα νῦν μὲν οὕτω, νῦν δὲ ἄλλως φέρε‐ ται. Ταῦτα δὲ πάντα λέγει παραθυμούμενος τὸν Ἱέρωνα διὰ | |
5 | τὴν νόσον. | |
P 3190 | Ἐπιβρίσας] Ἤγουν περιουσιάσας. | |
P 3192 | Ἀμφέποντ’] Ἐπικρατοῦντα. | |
P 3193 | Ἀσκήσω] Δι’ ἐπιμελείας ἕξω. | |
P 3194 | Θεραπεύων] Κυβερνῶν. —Μαχανὰν] Δύναμιν καὶ | |
γνῶσιν. | 60 | |
P 3196 | Εἰ δέ μοι πλοῦτον θεὸς ἁβρὸν ὀρέξαι]* Ἐντεῦθεν προτρέπεται τὸν Ἱέρωνα εἰς εὐεργεσίαν. | |
P 3198 | Νέστορα καὶ Λύκιον]* Ἤτοι ἐν ταῖς ἀνθρώπων γλώσ‐ σαις φέρονται διὰ τὸ Ὁμήρου τυχεῖν ἐπαινέτου. | |
P 3200-201 | Ἐξ ἐπέων κελαδεννῶν]* Τὸ ἐπέων κελαδεν‐ νῶν ἢ πρὸς τὸ φάτις συναπτέον, ἢ πρὸς τὸ ἅρμοσαν. | |
P 3203 | Ἅρμοσαν]* Ἀντὶ τοῦ συνέταξαν καὶ συνέγραψαν. Ἐνέμεινε τῇ μεταφορᾷ· εἰπὼν γὰρ τέκτονες, ἐπήγαγε καὶ τὸ ἥρμοσαν. Τεκτόνων γάρ ἐστι τὸ ἁρμόττειν ξύλῳ ξύλον. | |
P 4t | ΠΥΘΙΩΝ ΕΙΔΟΣ Δʹ. | |
P 44 | Λατοΐδαισιν ὀφειλόμενον]* Τοῖς Λητοῦς παισίν, Ἀπόλ‐ λωνι καὶ Ἀρτέμιδι. Δίκαιον γὰρ ἐν τοῖς τῶν νικώντων ὕμνοις γεραίρεσθαι καὶ Ἀπόλλωνα, οὗ ὁ ἀγών, σὺν τούτῳ δὲ καὶ τὴν ἀδελφὴν αὐτοῦ Ἄρτεμιν. | |
P 46-7 | Χρυσέων Διὸς αἰετῶν]* Ζεὺς καταμετρήσασθαι τῆς οἰκουμένης τὸ μεσαίτατον βουληθείς, ἴσους κατὰ τὸ τάχος ἀετοὺς ἐκ δύσεως καὶ ἀνατολῆς ἀφῆκεν· οἱ δὲ διϊπτάμενοι συνέ‐ πεσον ἀλλήλοις κατὰ τὴν Πυθῶνα· ὥστε φανέντος ἐνταῦθα τοῦ | |
5 | μέσου, δύο χρυσοῦς ἀετοὺς ἐν τῷ Ἀπόλλωνος ἀνατεθῆναι ναῷ. Διὸ καὶ τὴν τούτου ἱέρειαν πάρεδρον αὐτοῦ λέγει. —Διὸς αἰε‐ τῶν]* Ἀετῶν Ζηνὸς γράφε, οὐχὶ Διὸς αἰετῶν· οὕτω γὰρ ἁρμό‐ ζει τῷ μέτρῳ· καὶ ἱερὰ γράφε, οὐχὶ ἱέρεα· οὐ γὰρ οἰκείως ἔχει τῷ μέτρῳ. | |
P 410 | Οἰκιστῆρα Βάττον]* Οὗτος ὁ Βάττος, Ἀριστοτέλης πρώην καλούμενος, ἐν Θήρᾳ τῇ νήσῳ οἰκῶν καὶ τὴν φωνὴν ὑπό τινος συμβάματος νοσήσας, διὸ καὶ Βάττος ἐκλήθη· βατταρί‐ | |
ζειν γάρ ἐστι τὸ παρακεκομμένως φθέγγεσθαι· οὗτος οὖν εἰς | 61 | |
5 | Πυθίαν ἐλθών, ἵνα περὶ τῆς φωνῆς ἔροιτο, χρησμὸν ἔλαβε παρὰ τοῦ Ἀπόλλωνος ἐκ Θήρας νήσου εἰς Λιβύην ἀποικίσαι καὶ κτίσαι Κυρήνην, ἣν ἀποικίαν καὶ ἡ Μήδεια τοῖς Ἀργοναύταις προεῖπεν, ὡς προϊὼν ἐρεῖ. | |
P 414 | Ἐν ἀργινόεντι μαστῷ]* Ὥσπερ Ὅμηρος τὸ Ἄργος οὖθαρ ἀρούρης φησίν (Ἰλ. Ι, 141), οὕτω καὶ οὗτος τοῦτο μετα‐ ποιῶν, τὸν τόπον, ἐν ᾧ ἡ Κυρήνη ἐκτίσθη, ἀργήεντα μαστὸν καλεῖ, ἐπειδὴ καὶ τὸ γάλα λευκόν· ἄλλοι δέ φασιν ὡς ἔστιν ἐν | |
5 | τῇ Κυρήνῃ ἐξοχή τις ὀρεινὴ ἀεὶ νιφομένη. | |
P 415-16 | Καὶ τὸ Μηδείας ἔποσ]* Ἱστορία περὶ τῆς φυ‐ γῆς Ἰάσονος καὶ Μηδείας. Ὅτε μετὰ Μηδείας ἐκ Κόλχων οἱ Ἀργοναῦται ἐξέφυγον, οὐ κατ’ εὐθεῖαν τὸν πλοῦν ἐποιήσαντο· ᾔ‐ δεσαν γὰρ ὑπὸ Αἰήτου τοῦ τῆς Μηδείας πατρὸς διωχθησόμε‐ | |
5 | νοι. Ἐλθόντες οὖν εἴς τι μέρος τοῦ ἐν Λιβύῃ ὠκεανοῦ καὶ τενα‐ γώδη εὑρόντες αὐτόν, ὡς οὐκ ἠδύναντο πλεῖν, Μηδείας συμβου‐ λευσάσης, ἄραντες ἐπὶ νώτων τὴν Ἀργὼ καὶ δύο καὶ δέκα ἡ‐ μέρας δι’ ἐρήμου γῆς πορευόμενοι, ἐν τῷ λιμένι τῆς Τριτωνίδος θαλάσσης καθῆκαν αὐτήν. Ὁπότε δὲ ἔμελλον ἀνασπάσαντες | |
10 | τὰς ἀγκύρας πλεῖν, ὁ τοῦ Ποσειδῶνος υἱὸς Τρίτων εἰκασθεὶς Εὐ‐ ρυπύλῳ, καὶ αὐτῷ Ποσειδῶνος υἱῷ, εἰς λόγους ἦλθεν αὐτοῖς, καὶ ἐπεὶ ἠναγκάζοντο τὸν πλοῦν ἐν τάχει ποιεῖσθαι διὰ τὸν Αἰήτου φόβον, ἀντὶ ξενίου τὴν παρατυχοῦσαν βῶλον ἐκ γῆς Εὐφήμῳ τῷ τῆς Ἀργοῦς πρῳρεῖ δέδωκε. Τοῦ δὲ θέντος ταύ‐ | |
15 | την ἐν πρῴρᾳ, ἡνίκα εἰς Θήραν τὴν νῆσον προσωρμίσαντο, κλύδω‐ νος γενομένου καὶ τῶν κυμάτων ὑπὲρ τῶν τοίχων τῆς νεὼς αἰ‐ ρομένων, ἐν πρῴρᾳ οὖσα ἡ βῶλος συνεφελκύσθη πρὸς θάλατταν. Ὅθεν τοῦτο ἰδοῦσα Μήδεια ἔφη χρόνῳ ποτὲ ἀποικίαν ἐκ Θήρας εἰς Λιβύην ἑπτακαιδεκάτῃ γενεᾷ ἀπὸ Εὐφήμου· Βάττος γὰρ | |
20 | ἀπ’ αὐτοῦ ἑπτακαιδέκατος· ἃ Πίνδαρος κατὰ λεπτὸν ἱστορεῖ. —Ἀγκομίσαιθ’] Ἀνασώσαιτο. —Χ Ἑβδόμᾳ καὶ σὺν δεκάτᾳ γενεᾷ]* Σημειοῦται τὸ κῶλον τῷ Χ, ὅτι ἑπτακαιδεκάτῃ γε‐ νεᾷ ἀπὸ τῶν Ἀργοναυτῶν φησι γενομένους ἐκ τῶν Λημνιάδων οἰκίσαι τὴν πρότερον Καλίστην (γρ. Καλλίστην), ὕστερον δὲ | 62 |
25 | Θήραν. | |
P 417 | Θήραιον]* Τὸ Θήραιον ἢ πρὸς τὸ ἔπος συναπτέον, ἢ πρὸς τὸ ἀπέπνευσε. Ζαμενὴς δὲ ἡ μανικωτάτη· ἀπέκτονε γὰρ τοὺς αὑτῆς παῖδας καὶ τὸν ἀδελφὸν ἄψαρτον (γρ. Ἄ‐ ψυρτον). | |
P 418 | Ἀπέπνευς’] Ἀπεφθέγξατο, εἶπεν. —Ἀθανάτου] Θείου. | |
P 425-26 | Κόραν] Ἤγουν νέαν γῆν καὶ νῆσον. —Ῥίζαν] Καὶ μητρόπολιν ἐσομένην. Ἀλεξάνδρου Φορτίου. Κόραν ἀστέων ῥίζαν]* Τροπικῶς ταῦτα ἐξενήνεκται· τὸ δὲ | |
5 | ἑξῆς οὕτω· Φημὶ γάρ, τουτέστιν οἰωνίζομαι καὶ προμηνύω, ἐκ ταύτης τῆς γῆς τοῦ Ἐπάφου, ἤγουν τῆς βώλου τῆς ἀπὸ τῆς Λιβυκῆς γῆς εἰλημμένης καὶ τῇ θαλάσσῃ διαλυθείσης, φυτεύσε‐ σθαί ποτε, ἤγουν ἀναφανήσεσθαι καὶ ἀναδοθήσεσθαι, ἐκ τοῦ βυ‐ θοῦ δηλονότι, κόραν καὶ νέαν γῆν· λέγει δὲ τὴν Θήραν νῆσον· | |
10 | ῥίζαν ἤτοι μητρόπολιν γενησομένην πολυανθρωποτάτην· καὶ τίνων ἔσεσθαι μητρόπολιν; τῶν πόλεων τῶν ἐν τοῖς θεμελίοις τοῦ Διὸς τοῦ Ἄμμωνος, ἤγουν ἐν τῇ Λιβύῃ κατὰ περίφρασιν. Κόρην δὲ τὴν Θήραν τὴν νῆσον εἴρηκεν, ὅτι ἐκ τῆς βώλου, ἧς ἔλαβεν Εὔφημος παρ’ Εὐρυπύλου, μετὰ χρόνον ἀνεδόθη ἐκ τοῦ | |
15 | βυθοῦ κατ’ ἐκεῖνο τῆς ἁλός, ἔνθα διελύθη ἡ βῶλος, ὡς καὶ Ἀ‐ πολλώνιος ἐν Δʹ Ἀργοναυτικῶν μαρτυρεῖ λέγων (στ. 1747—50): Ὦ πόποι, ἦ μέγα δή σε καὶ ἀγλαὸν ἔμμορε κῦδος· Βώλακα γὰρ τεύξουσι θεοί, πόντον δὲ βαλόντι Νῆσον, ἵν’ ὁπλότεροι παίδων σέθεν εὐνάσσονται (sic) | |
20 | Παῖδες ................................ Φανερὸν δὲ τοῦτο καὶ ἐξ ὧν ἐπάγει μικρὸν ὕστερον (στ. 34—35): ... μεγάλαν πολίων ματρόπολιν Θήραν γενέσθαι ........... Ἢ κόρην φησὶ διὰ τὸν ὄνειρον, ὃν εἶδεν Εὔφημος μετὰ τὴν τῆς | 63 |
25 | βώλου λῆψιν, ὡς παρ’ Ἀπολλωνίῳ ἐστὶν ἰδεῖν (Δʹ, στ. 1731 —36): .................... Εἴσατο γάρ οἱ Δαιμονίη βῶλαξ ἐπιμάστιος ᾧ ἐν ἀγοστῷ Ἄρδεσθαι λευκῇσιν ὑπαὶ λιβάδεσσι γάλακτος, | |
30 | Ἐκ δὲ γυνὴ βώλοιο πέλειν ὀλίγης περ ἐούσης Παρθενικῇ ἰκέλη· μίχθη δέ οἱ ἐν φιλότητι Ἄσχετον ἱμερθείς· ................ καὶ τὰ ἑξῆς. | |
P 429 | Δελφίνων]* Διὰ τοῦ εἰπεῖν δελφίνων τὸ ἐν νήσῳ οἰκεῖν ἐδήλωσεν· ἐν γὰρ τῇ θαλάσσῃ ἡ νῆσος, τῆς δὲ θαλάσσης εἰσὶν οἱ δελφῖνες· διὰ δὲ τοῦ εἰπεῖν ἵππους τὴν ἐν χέρσῳ δίαιταν· οἱ γὰρ ἠπειρῶται τοῖς ἵπποις χρῶνται. | |
P 430 | Ἀμείψαντες] Οἱ τῆς Θήρας ἄποικοι δηλαδή. | |
P 433 | Κεῖνος ὄρνισ]* Ἐπειδὴ ὄρνις ἐστὶν ἡ μαντεία διὰ τὸ ἐξ ὀρνέων μαντεύεσθαι, ἀπὸ δὲ τῆς βώλου ἡ Μήδεια τὴν ὕ‐ στερον ἐκ Θήρας εἰς Λιβύην ἐσομένην ἀποικίαν προὐτεθεσπίκει, διὰ τοῦτο ὄρνιν τὴν βῶλον ἐκάλεσεν. | |
P 435 | Τόν ποτε Τριτωνίδος]. | |
P 436 | Προχοαῖς] Ταῖς ἐκβολαῖς. | 64 |
P 437 | Θεῷ]* Ἡ δοτικὴ τῷ θεῷ πρὸς τὸ καταβάς ἐστιν. —Θεῷ ἀνέρι εἰδομένῳ] | |
P 440 | Αἴσιον]* Ὅτι ἅμα τῇ τῆς βώλου δόσει καὶ βροντὴ ἐῤῥάγη, δηλοῦντος τοῦ Διὸς τὰ ἀπ’ αὐτῆς συμβησόμενα. —Αἴ‐ σιον]* Ἀντὶ τοῦ ἐνδέξιον καὶ ἐπ’ ἀγαθῷ συμβόλῳ ὁ Ζεὺς ἐβρόν‐ τησεν. Ὅτι δὲ αἱ ἀστραπαὶ καὶ αἱ βρονταὶ χρηστὰ τὰ ἐκβησό‐ | |
5 | μενα ἐπαγγέλλονται, πολλαχοῦ δηλοῦται. Λέγεται δὲ ταῦτα ἐκ Διὸς διὰ τὸ ἐξ ἀέρος εἶναι, ὅς ἐστι Ζεύς. Ὁ αὐτὸς προϊών φησι (στ. 350): Ἐκ νεφέων δέ οἱ ἀντ‐ άϋσε βροντᾶς αἴσιον | |
10 | Φθέγμα ............. | |
P 441 | Ἔκλαγξε βροντὰν] Ἀντὶ τοῦ ἐβρόντησε βροντήν. Ἡ δὲ φράσις ὡς τὸ μάχομαι μάχην ἀττικῶς. | |
P 442 | Ποτὶ]* Σύναπτε τὸ ποτὶ πρὸς τὸ νηΐ τὸ δὲ ἡνίκα πρὸς τὸ διδόντι συναπτέον· τὸ δ’ αἴσιον δ’ ἐπί οἱ διὰ μέσου· ἢ ἀσυνδέτως ἀπὸ τοῦ ἡνίκα ἀρκτέον καὶ ἀποδοτέον πρὸς τὸ τουτάκι. —Χαλκόγενυν] Σιδηρᾶν. | |
P 443 | Κρημνάντων] Ἐξαρτησάντων καὶ κρεμασάντων. — Ἐπέτοσσε] Κατέλαβε. | |
P 444 | Ἀργοῦς χαλινόν]* Ὥσπερ ὁ χαλινὸς ἐπέχει τὸν ἵπ‐ πον, οὕτω καὶ ἡ ἄγκυρα τὴν ναῦν. — Ἀλεξάνδρου Φορτίου. Ἀργοῦς χαλινὸν]* Χαλινὸν ἐνταῦθα οὐ τὴν ἄγκυράν φησιν, | |
5 | ὥς τινες οἴονται, ἀλλὰ τὸ πεῖσμα, ἤγουν τὸ σχοινίον, ᾧ πείθε‐ ται ἡ ναῦς, ὡς ἵππος χαλινῷ. Ἵνα δὲ τῶν ὑπὸ τοῦ Πινδάρου λεγομένων τὸν νοῦν ἀκριβέστερον καταλάβῃς, ἄκουσον. Ὅτε οἱ | |
Ἀργοναῦται διὰ ξηρᾶς ἐπ’ ὤμων τὴν Ἀργὼ βαστάξαντες (γρ. βαστάσαντες) εἰς τὴν Τριτωνίδα λίμνην αὐτὴν καθείλκυσαν | 65 | |
10 | καὶ κατ’ αὐτὴν πλανώμενοι ἐζήτουν διέξοδον, ἀμηχανοῦντες διὰ τὴν τῶν χωρίων ἀπειρίαν, αὖθις εἰς γῆν ἀπέβησαν, ὅπως θεοῖς τοῖς ἐγχωρίοις θυσίαν ποιησάμενοι ἐξιλεώσωνται αὐτοὺς καὶ τῆς (γρ. τοῦ) οἴκαδε νόστου τύχωσιν, ὁ Τρίτων αὐτοῖς ἐπεφάνη, εἰ‐ κασθεὶς Εὐρυπύλῳ, καὶ ἐκ τῆς παρατυχούσης αὐτῷ γῆς λαβών, | |
15 | δῶρον Εὐφήμῳ παρέσχε ξενικόν· πρὸς τούτῳ καὶ ἐμήνυσε τὴν διάβασιν, καθ’ ἣν διαπλεῦσαι δυνήσονται· καὶ ταῦτα εἰπὼν ἠφαν‐ τώθη. Οἱ δὲ Ἀργοναῦται παρὰ χρῆμα ἐμβάντες, εἰς ἀνάπλουν παρεσκευάζοντο τὰς ἀγκύρας ἀνασπάσαντες· ἀλλὰ πρὸ τῆς εἰρε‐ σίας τῷ δαίμονι πρόβατον ἱέρευσαν, εὐχόμενοι ὅπως αὐτοῖς πέ‐ | |
20 | ρας τῆς πλάνης ὁ ἐπιφανεὶς δαίμων παράσχοι. Μεταξὺ γοῦν θυόντων, δεύτερον αὐτοῖς ὁ Τρίτων ἀναφαίνεται, καὶ λαβόμενος τοῦ σχοινίου τῆς Ἀργοῦς, ὃ χαλινὸν νῦν φησι Πίνδαρος, ἦγεν ἔξω τῆς λίμνης πρὸς τὸ πέλαγος. Τοῦτο δὲ τὸ πεῖσμα, δι’ οὗ ὁ Τρίτων εἷλκε τὴν Ἀργώ, ὁλκήϊον Ἀπολλώνιος καλεῖ· φησὶ | |
25 | γὰρ ἐν Δʹ (στ. 1607—8), οἱονεὶ μεταφράζων τὴν τοῦ Πινδάρου ῥῆσιν, οὕτως: Ὡς ὅγ’ ἐπισχόμενος γλαφυρῆς ὁλκήϊον Ἀργοῦς Ἦγ’ ἅλαδε προτέρωσε ................... Λέγει γοῦν ἡ Μήδεια ἀναμιμνήσκουσα τοὺς Ἀργοναύτας, —Καὶ | |
30 | ταῦτα μὲν γεγόνασιν ὁπηνίκα ὁ Τρίτων ἀναγομένων ἡμῶν εἵλκυ‐ σε τὴν Ἀργὼ πρὸς πέλαγος ἄγων, δηλονότι διὰ τοῦ χαλινοῦ καὶ τοῦ πείσματος· τὸ δὲ ἐπέτοσσε. | |
P 445-46 | Φέρομεν] Ἐβαστάζομεν. —Γαίας] Ἐπιφανείας. —Φέρομεν νώτων ὑπὲρ γαίασ]* Καὶ Ἀπολλώνιος (Δʹ, 1566—7): Νῆα μεταχθονίην ἐκομίσσαμεν εἰς τόδε λῖμνος (γρ. λίμνης) Χεῦμα δι’ ἠπείρου βεβαρημένοι· ............. | |
P 450 | Ἐπῆλθε] Ἐπεφάνη. | 66 |
P 454 | Εὐεργέται] Ἤγουν οἱ εὐεργετικοὶ ξενισταί. | |
P 457 | Φάτο]* Τὸ φάτο πρὸς τὸ ἔμμεναι συναπτέον, τὸ δὲ ἔμμεναι πρὸς τὸ Εὐρύπυλος, οὕτω: Φάτο δὲ καὶ εἶπεν ὁ φα‐ νεὶς ἡμῖν τότε δαίμων ἔμμεναι Εὐρύπυλος. | |
P 458 | Ἐννοσίδα]* Τὸ Ἐνοσίδης δὲ γίνεται ἀπὸ τοῦ ἐνόω, ἐνόσω τὸ κινῶ καὶ τοῦ δᾶ, ὅ ἐστι δωρικῶς ἡ γῆ. | |
P 463 | Οὐδ’ ἀπίθησέ νιν]* Ἤγουν εἰς ἀπείθειαν καὶ ἀνηκοΐαν ἐνέβαλεν αὐτόν, τὸν Εὔφημον, διὰ τὴν τοῦ δώρου φαυλότητα. Εἰπὼν δὲ ἀορίστως τὸ νιν, ἡρμήνευσε διὰ τοῦ ἥρως. | |
P 466 | Δαιμονίαν] Ἤγουν κατὰ θεῖον δαίμονα καὶ μοῖραν δοθεῖσαν. | |
P 470 | Ἑσπέρας ὑγρῷ πελάγει σπομέναν]* Ἤγουν ὑπὸ τῶν κυμάτων παρασυρεῖσαν τῆς ἑσπερίας θαλάσσης· ἐν γὰρ τῇ ἑσπε‐ ρίᾳ θαλάττῃ ἐστὶν ἡ Θήρα νῆσος· ἢ ἑσπέρας, ἤτοι κατὰ τὸν καιρὸν τῆς ἑσπέρας. Σύναπτε δὲ τὸ σπομέναν πρὸς τὸ ἐκ δού‐ | |
5 | ρατος, ἢ τὸ ἐκ δούρατος καὶ πρὸς τὸ κατακλυσθεῖσαν. | |
P 471 | Ὄτρυνον θαμὰ]* Ἤγουν πλεῖστα τοῖς ναύταις παρε‐ κελευόμην φροντίδα τῆς βώλου ποιεῖσθαι καὶ φυλάττειν. Δέον δὲ εἰπεῖν ὄτρυνον θεράποντας, πλαγιάσας θεραπόντεσσιν εἶ‐ πεν· ὁ γὰρ ἐν ἀνθρώποις ὀτρύνων, τούτους ὀτρύνει· ἡ γὰρ διέγερ‐ | |
5 | σις οὐ πρὸς ἄλλον τινὰ ἢ τὸν διεγειρόμενον γίνεται· ὥστε ταὐτόν ἐστι λέγειν ὀτρύνω σε καὶ ὀτρύνω ἐν σοὶ τόδε. | |
P 472 | Λυσιπόνοις] Ἤγουν τοῖς λύουσι καὶ ἐλευθεροῦσιν ἡμᾶς τῶν πόνων. | |
P 474 | Ἄφθιτον]* Ἄφθιτον λέγει σπέρμα τὸ κατὰ θείαν, μοῖραν γεγονός· ἔστι δὲ ὅμοιον τῷ ἄνω εἰρημένῳ, τῷ δαιμονίαν βῶλον. | |
P 478 | Ταίναρον εἰς ἱερὰν]* Ἤγουν θείαν διὰ τὸ ἐν αὐτῇ εἴσοδον πρὸς ᾅδην εἶναι. Ἦν δὲ ἡ Ταίναρος πατρὶς Εὐφήμου. | |
P 483 | Τετράτων παίδων]* Ἱστορία πότε ἐχρῆν γενέσθαι τὴν ἀποικίαν. Εἱμαρμένον ἦν, εἰ εἰς τὴν πατρίδα αὑτοῦ Εὔφη‐ μος τὴν βῶλον ἐκόμισε, τετάρτη ἂν ἀπ’ αὐτοῦ γενεὰ εἰς Λιβύην ἀφικομένη Κυρήνην ἂν ἔκτισε. Νῦν δὲ τῆς βώλου ἐν τῇ πρὸς | |
5 | Θήραν θαλάσσῃ διαλυθείσης, τετάρτη μὲν Εὐφήμου γενεὰ εἰς Θήραν ἀφίκετο, ἀπὸ δὲ τῆς Θήρας εἰς Λιβύην ἑπτακαιδεκάτη, ὡς τρισκαιδεκάτης γενεᾶς οὔσης μέχρι Βάττου, ἀφ’ οὗ ἐκ Ταινά‐ ρου εἰς Θήραν οἱ ἀπὸ Εὐφήμου τέταρτοι ἦλθον· ὥστε ἐξ ἀμφο‐ τέρων ἑπτακαιδεκάτη συνάγεται γενεά. | 67 |
P 488 | Νῦν γε μὰν]* Ἱστορία ὅπως αἱ Λήμνιαι ἀνεῖλον τοὺς ἄνδρας αὐτῶν. Ταῖς Λημνιάσι γυναιξὶν ἐκλιπούσαις τὸ ἔθος, τὸ (sic) κατ’ ἐνιαυτὸν εἶχον, τελοῦσαι τῇ Ἀφροδίτῃ ἑορ‐ τήν, χαλεπήνασα ἡ θεὸς δυσωδίαν ἐνέβαλεν, ὅθεν ἀπεσείσαντο | |
5 | τὴν αὐτῶν κοινωνίαν οἱ ἄνδρες. Αἱ δὲ μὴ βουλομένους αὐτοὺς ταύταις συγγίνεσθαι, συνθέμεναι πρὸς ἀλλήλας ἀπέκτειναν. Ἐρη‐ μωθείσης δὲ ἀῤῥένων τῆς Λήμνου, οἱ Ἀργοναῦται κατὰ πάρο‐ δον πλοῦ αὐταῖς συνεγένοντο, καὶ συλλαβοῦσαι ἀπ’ αὐτῶν καὶ τεκοῦσαι παῖδας, ὕστερον τούτους λαβοῦσαι ἀπῆλθον εἰς Λακε‐ | |
10 | δαίμονα. Τοὺς οὖν παῖδας τοὺς σφῶν πατέρας ζητοῦντας Λάκω‐ νες ἐδέξαντο καὶ πολιτείας μετέδωκαν· συνθεμένους δὲ ἐπιθέ‐ σθαι τῇ Σπάρτῃ φωράσαντες οἱ Λάκωνες καθεῖρξαν εἱρκτῇ· αἱ δὲ μητέρες εἰσελθοῦσαι πρὸς αὐτούς, τὰς οἰκείας ἐσθῆτας αὐτοὺς ἐνέδυσαν· αὗται δὲ τὰς ἐκείνων λαβοῦσαι ἐν τῇ εἱρκτῇ ἔμειναν· | |
15 | οἱ δὲ παῖδες ὡς γυναῖκες ἐξῆλθον. Βουλομένων δὲ τῶν Λακώ‐ νων αὐτοὺς ἀνελεῖν, Θήρας ὁ Αὐτεσίωνος κατὰ συντυχίαν ἀποι‐ κίαν στέλλων εἰς Θήραν τὴν νῆσον, καθικέτευσε Λάκωνας εἰς τὴν ἀποικίαν τούτους παραλαβεῖν· καὶ δεξάμενος ἄγει πρὸς Θή‐ ραν. Συνῆν δὲ καὶ αὐτοῖς καὶ Σάμος, οὗ ἀπόγονος Βάττος ὁ κτί‐ | |
20 | στης Κυρήνης· ἐν δὲ παρόδῳ ὁ Θήρας καὶ ἀπὸ Μυκηνῶν καὶ Ἄργους ἄνδρας ἔλαβε μετὰ τῶν Λακεδαιμονίων, ὧν εἶχεν. | |
P 490-91 | Οἵ κεν τάνδε]* Εἰπὼν γένος ἐπήγαγεν οἵτι‐ νες, πληθυντικόν, ἐπειδὴ τὸ γένος περιληπτικόν ἐστιν ὄνομα καὶ πλῆθος ἀνθρώπων ἐνταῦθα σημαίνει. | |
P 497 | Πύθιον ναὸν]* Τὸ Πύθιον ναὸν καὶ τὸ πολυχρύσῳ | |
δώματι ἐκ παραλλήλου· τὸ δὲ ἀμμνάσει ἀντὶ τοῦ εἰς ἀνάμνη‐ σιν ἄξει τῆς ἀποικίας, οὐχ ὅτι προεῖδεν αὐτὴν Βάττος, ἀλλὰ τοῦτο λέγει ὡς εἱμαρμένης καὶ προορισθείσης τῆς ἀποικίας. | 68 | |
P 499 | Νείλοιο πρὸς πῖον τέμενος Κρονίδα]* Τὴν Λιβύην ἀπὸ τῆς Αἰγύπτου νοητέον· ταύτην γὰρ ὁ Νεῖλος ἄρδει· τὸ δὲ Κρο‐ νίδα ἀντὶ τοῦ ἐκγόνου Κρόνου, εἴπερ Νεῖλος μὲν ἐκ Διός, Ζεὺς δὲ ἐκ Κρόνου. | |
P 4101 | Ἀκίνητοι] Ἥσυχοι. —Σιωπᾷ] Σιγῇ καὶ ἀφωνίᾳ· ἡ γὰρ ἔκπληξις ἀφασίαν οἶδεν ἐμποιεῖν φύσει· τοῦτο δὲ παρὰ τὸ Ὁμη‐ ρικὸν (Ἰλ. Γ, 95): ....... ἀκὴν ἐγένοντο σιωπῇ. | |
P 4103 | Μῆτιν] Γνώμην. | |
P 4109 | Πεπρωμένον] Μεμοιραμένον. | |
P 4114 | Ἦρος ἀκμᾷ]* Ἤγουν τῷ ἀκμαίῳ τῆς αὐτοῦ ἡλι‐ κίας. Ἐπεὶ δὲ ἦρος εἶπε, διὰ τοῦτο καὶ τὸ φοινικανθέμου εἶπεν· ἄλλως τε καὶ ἡ ἀκμὴ τῆς ἡλικίας ἀνθηρά τίς ἐστι καὶ εὔχαρις. | |
P 4118 | Ἀμφικτυόνων]* Ἀμφικτύονες ἔθνος περὶ τὴν Πυ‐ θῶνα, διὸ καί εἰσι τῆς τῶν Πυθίων ἑορτῆς ὥσπερ ἔξαρχοί τι‐ νες καὶ προστάται· διδόασι γὰρ οὗτοι τὰ ἆθλα τοῖς νικῶσιν. | |
P 4120 | Μοίσαισι] Ἤγουν ὕμνοις καὶ ᾠδαῖς. | |
P 4123 | Τιμαὶ φύτευθεν]* Τοῦτο λέγει ἢ διὰ τὴν βῶλον ἐκ θεοῦ δοθεῖσαν αὐτοῖς, ἢ διότι ὡς οὐδένες ἀνθρώπων ἐθαυ‐ μάσθησαν. | |
P 4124 | Τίς γὰρ ἀρχὰ]* Πρὸς τὴν Μοῦσαν ποιεῖται τὸν λόγον καὶ οὗτος ζήλῳ Ὁμηρικῷ. | |
P 4125 | Τίς δὲ κίνδυνοσ]* Ἤγουν τίνα κίνδυνον φοβούμενοι εἰς τοιαύτην ἀνάγκην ἔπεσον. | |
P 4126 | Θέσφατον ἦν] Ἐντεῦθεν ἀπὸ τῆς Μούσης ποιεῖται τὸν λόγον. | |
P 4128 | Ἀκνάμπτοις] Ἤγουν ἀπαραιτήτοις καὶ ἀμετατρέ‐ πτοις, ἐπειδὴ οὕτως ἐπέπρωτο. | |
P 4129 | Ἦλθε] ἐξέπεσε. | 69 |
P 4133 | Μονοκρήπιδα]* Ὅπως ἐφάνη ὁ Ἰάσων μονοπέ‐ διλος. Ἰάσων ἐκ τοῦ Πηλίου ὄρους καταβάς, ἐπειδὴ ἐπεραιοῦ‐ το τὸν Ἄναυρον ποταμόν, ὑπὸ τῆς τούτου ἰλύος τὸ ἓν τῶν ὑπο‐ δημάτων ἀφῄρηται. Ἐπειδὴ δὲ Πελίας χρησμὸν πρώην ἐδέξα‐ | |
5 | το παρ’ Ἀπόλλωνος, ὡς ὑπὸ μονοπεδίλου τῆς ἀρχῆς ἐκπεσεῖ‐ ται, ἰδὼν οὕτως ἔχοντα Ἰάσονα, ἐφοβήθη. Ἐκτίθησι δὲ καὶ Πίνδαρος πλατύτερον τὴν ἱστορίαν καὶ προϊόντες εἰσόμεθα ὅπως τε εἰς λόγους ἦλθεν αὐτῷ καὶ ὅπως εἰς Σκυθίαν διὰ τὸ χρυσόμαλλον δέρας πέπομφεν. | |
P 4134 | Ἐν φυλακᾷ] Παρατηρήσει. —Σχεθέμεν] Ἔχειν. | |
P 4135-136 | Αἰπεινῶν] Ὀρεινῶν. —Ἀπὸ σταθμῶν] Ἤγουν τοῦ Πηλίου ὄρους, ἔνθα τὰς διατριβὰς ἐποιεῖτο παρὰ Χείρωνι. | |
P 4140 | Ἐσθὰς δ’ ἀμφότερόν μιν ἔσχεν]* Ἤτοι περιέσκε‐ πεν αὐτὸν ἐσθής. Λέγει δὲ ὅτι διπλοῦν ἔνδυμα ἐφόρει, ἐν τὸς μὲν οἷον οἱ Μάγνητες φοροῦσιν, ἐπάνω δὲ αὐτῆς ὥσπερ ἐπωμίδα δορὰν παρδάλεως, τεκμήριον τῆς παρὰ Χείρωνι ὀρεινῆς διατριβῆς. | |
P 4144 | Χ Στέγετο φρίσσοντας ὄμβρουσ]* Οὐκ αὐτοὺς φρίσ‐ σοντας, ἀλλὰ φρίσσειν ποιοῦντας· διὸ καὶ τὸ σημεῖον συνήθως τίθεται τὸ Χ. | |
P 4145-146 | Πλόκαμοι κερθέντεσ]* Ἤγουν οὐχ ὡς ἦν ἔθος τοῖς ἄλλοις ἀνθρώποις τέμνειν τὰς αὑτῶν τρίχας, ὅταν πέ‐ ρα τοῦ μετρίου αὐξήσωσιν, οὕτω καὶ αὐτὸς ταύτας ἐκέκαρτο, ἀλλ’ ἔφερε ταύτας καὶ ἀπέριττος ἦν, ἅτε ἐν ὄρει διαιτώμενος. | |
5 | Τὸ δὲ ἀγλαοὶ λέγει, ἐπειδὴ εἰς καλλωπισμὸν αὑτῶν τοῦτο ἐποίουν ἄνθρωποι, Δέον δὲ εἰπεῖν ἀγλαῶς, ἀγλαοὶ εἶπε πρὸς τὸ πλόκαμοι. | |
P 4149 | Ἐστάθη]* Συναπτέον τὸ ἐστάθη πρὸς τὸ ἀγορᾷ. Λέγει δὲ ὅτι ἐλθὼν ἐκεῖ καὶ στὰς μέσον τοῦ πλήθους οὐκ ἐξε‐ πλάγη, ἀλλ’ ὥσπερ ἂν εἰ μετ’ αὐτῶν ἀεὶ διῆγεν, οὕτως ἄτρε‐ στος ἦν. | |
P 4154 | Οὔτι που] Ἠθοποιΐα. | |
P 4155 | Χαλκάρματοσ]* Ἤγουν ὁ χαλκᾶ ὅπλα ἐνδεδυμέ‐ νος Ἄρης· εἰκάζετο γὰρ τούτῳ διὰ τὸ μέγεθος τοῦ σώματος, | |
ὡς τὸ τῆς μορφῆς φοβερόν. | 70 | |
P 4157-8 | Ἰφιμεδείας παῖδασ]* Ὦτος καὶ Ἐφιάλτης οἱ Ἀλωέως καὶ Ἰφιμεδείας παῖδες ἐπιβούλως πρὸς θεοὺς διακεί‐ μενοι καὶ ἀνελθεῖν εἰς οὐρανὸν θέλοντες, ἀνέθεσαν τὰ ὄρη τὴν Ὄσσαν καὶ τὸ Πήλιον ἐπὶ τοῦ Ὀλύμπου, τοξευθέντες δὲ ὑπ’ | |
5 | Ἀπόλλωνος ὤλοντο· οἷς ὁ Ἰάσων εἰκάζετο διὰ τὸ φοβερόν. | |
P 4161 | Θήρευσε κραιπνὸν]* Εἰ μὲν ὑποστίξεις πρὸς τὸ θή‐ ρευσε, χωρὶς ἄρθρου ἐρεῖς κραιπνόν, συνάπτων πρὸς τὸ ὀρνύ‐ μενον· εἰ δὲ πρὸς τὸ κραιπνόν, μετὰ τοῦ ἄρθρου ἐρεῖς τὸ κραιπνὸν βέλος. Ἔστι δὲ καὶ πρὸς τὸ θήρευσε συνάπτοντα | |
5 | τοῦτο χωρὶς τοῦ ἄρθρου λέγειν οὕτως: ἐθήρευσε κραιπνόν, ἵν’ ᾖ καὶ πρὸς τὸ βέλος καὶ πρὸς τὸ Τιτυόν, οὕτως: ἐθήρευσε τὸν Τιτυὸν κραιπνὸν καὶ ταχύν, ἤτοι παραυτίκα, ἡνίκα αὐτῆς ἠράσθη. | |
P 4163 | Ὄφρα τισ]* Ἀποθανών, φησίν, ὁ Τιτυὸς παράδειγ‐ μα γέγονε τοῖς ἄλλοις μὴ τῶν ὑπὲρ αὑτοὺς ἐρᾶν. | |
P 4165 | Ἀμειβόμενοι] Ἀμοιβαίως διαλεγόμενοι. | |
P 4171 | Κλέπτων] Κρύπτων. | |
P 4178 | Καταμιάναις] Καταισχύναις. —Καταμιάναισ]* Τὸ καταμιάναις ἢ πρὸς τὸ γένναν συναπτέον, οὕτω· Μὴ καταμιά‐ νας τὴν γένναν, τουτέστι μὴ καταψευσάμενος πρὸς τοὺς γεννή‐ τορας ἀτιμάσῃς αὐτούς, ἄλλους ἀντ’ ἐκείνων πλασάμενος· ἢ τὸ | |
5 | γένναν πρὸς τὸ εἰπέ, οὕτως: Εἰπὲ τὴν γένναν μὴ καταμιάνας καὶ μολύνας αὐτὴν ἐν ψεύδεσιν ἐχθίστοις, τουτέστι μὴ ψεύδει χρησάμενος καὶ σαυτὸν ἀτιμάσας· οὐ γὰρ πρέπει σοι ψεύδεσθαι ἀνδρὶ θαυμαστῷ ὄντι. | |
P 4179 | Τὸν] Τὸν Πελίαν. —Θαρσήσας] Θάῤῥος καὶ παῤῥη‐ σίαν λαβὼν ὁ Ἰάσων. | |
P 4180 | Ὧδ’ ἀμείφθη] Οὕτως ἀπεκρίνατο. —Φαμὶ διδα‐ σκαλίαν]* Τὸ φημὶ διδασκαλίαν Χείρωνος τούτου λέγει ἕνε‐ κα, ἢ πρὸς τὸν λόγον τοῦ Πελίου εἰπόντος αὐτῷ μὴ ψεύδε‐ σθαι ἀπολογούμενος ὅτι οὐ ψεύσομαι· Χείρωνος γάρ εἰμι μαθη‐ | |
5 | τὴς τοῦ τὴν ἀλήθειαν εἰδότος· ἢ ἁπλῶς οὕτως ἀρχόμενος τῆς κατ’ αὐτὸν διηγήσεως. | |
P 4186 | Εὐτράπελον] | 71 |
P 4188 | Ἀρχαίαν κομίζων]. —Κομίζων]* Ἄγων. Ἔρχο‐ μαι γὰρ ταύτης ἐξελεῖν τὸν Πελίαν καὶ παραδοῦναι τῷ ἐμῷ πα‐ τρί. Σύναπτε δὲ τὸ κομίζων πρὸς τὸ τιμάν· τὸ δὲ βασιλευο‐ μέναν, ὑπὸ τοῦ Πελίου δηλαδή· οὗτος γὰρ ἐξελὼν ἀνόμως τῆς | |
5 | ἀρχῆς Αἴσονα ἐβασίλευσεν. | |
P 4194 | Χ Λευκαῖς πιθήσαντα φρεσὶν]* Σημειοῦται τὴν λέ‐ ξιν τῷ Χ, ὅτι λευκὰς τὰς φρένας οὗτος εἶπεν. —Λευκαῖς φρε‐ σὶν]* Τὸ λευκαῖς φρεσὶν ἐκαινοτόμησε Πίνδαρος ἀπὸ τοῦ Ὁμη‐ ρικοῦ (Ἰλ. Α, 103): εἰ γὰρ ἐκεῖνος μελαίνας τὰς φρονίμους φη‐ | |
5 | σίν, εἰκότως ἂν ἔχοι λέγειν καὶ τὰς μωρὰς λευκάς· μέλαιναι δὲ φρένες εἰσὶν (αἱ) ἀκατανόητοι, λευκαὶ δὲ αἱ πᾶσι δῆλαι. | |
P 4195-6 | Ἀποσυλᾶσαι] Ἤγουν ἐξ ἐπιθέσεως ἀφελεῖν καὶ μετὰ δόλου ἀπογυμνῶσαι καὶ λαβεῖν. | |
P 4198 | Ὑπερφιάλου ἁγεμόνοσ]* Τοῦ θρασυτάτου καὶ ἀνο‐ μωτάτου Πελίου, ὅς, ἐπεὶ τὸν ἐμὸν τῆς ἀρχῆς ἐξεῖλε πατέρα, οὐκ ἤθελεν ἐξ αὐτοῦ γεννηθῆναί τινα, ἵνα μὴ τὴν ἀρχὴν ἀνακαλέσηται. | |
P 4200 | Δνοφερὸν] Τὸ δνοφερὸν λέγει, ἢ ὅτι ἐντὸς δόμου ἐτελεῖτο, ἢ ὅτι πεπλασμένον ἦν· τὰ δὲ πεπλασμένα ἄλλα φαί‐ νεται καὶ ἄλλα ἐστίν. | |
P 4207 | Λευκίππων] Ἱππικῶν. | |
P 4208 | Κεδνοὶ] Ὦ ἔντιμοι. —Φράσσατε] Μηνύσατε. | |
P 4209 | Ἐπιχώριος] Ἐντόπιος ὤν. | |
P 4211-12 | Ἰάσονα κικλήσκων προσηύδα]* Ἰατρικὴν γὰρ διδάξας ὡς θεραπευτὴν τῶν νόσων Ἰάσονα ὠνόμασε. | |
P 4213-14 | Ἐισελθόντ’]* Παρεπιγραφή, ὅτι ἔδειξαν αὐτῷ τοὺς σφετέρους δόμους. | |
P 4215-16 | Ἐκ δ’ ἄρ’ αὐτοῦ]* Τὸ αὐτοῦ ἢ πρὸς τὸ βλε‐ φάρων συναπτέον, ἵν’ ᾖ ἐκ τῷ βλεφάρων αὐτοῦ, ἢ καθ’ ὅλον καὶ μέρος. —Πομφόλυξαν δάκρυα]* Ὅτι καὶ ἐκ τῆς χαρᾶς δάκρυα ῥέουσι, μαρτυρεῖ Σοφοκλῆς (Ἠλέκτρ. 1230—31): | |
5 | ................. κἀπὶ συμφορᾶς | |
Γεγηθὸς ἕρπει δάκρυον ὀμμάτων ἄπο. | 72 | |
P 4218 | Ἐξαίρετον] Ὑπέρμετρον. | |
P 4220 | Καὶ κασίγνητοι σφίσιν]* Τὸ σφίσιν οὐ πρὸς τὸ κασίγνητοί ἐστιν· οὐ γὰρ τοῦ Ἰάσονος καὶ Αἴσονος ἀδελφοὶ ἦσαν Φέρης καὶ Ἀμυθάων, ἀλλὰ τοῦ μὲν Ἰάσονος θεῖοι, Αἴσονος δὲ ἀδελφοί· ἀλλ’ ἔστι πρὸς τὸ ἤλυθον. Κρηθέως δὲ καὶ Τυροῦς υἱοὶ | |
5 | Αἴσων, Φέρης, Ἀμυθάων· ἀπὸ δὲ Φέρητος καὶ Φεραὶ πόλις τοὔ‐ νομα ἔσχον πλησίον οὖσαι τῆς Ἰωλκοῦ, διὸ καὶ ἐγγὺς λέγει. Ἐν δὲ ταῖς Φεραῖς πηγὴ ἦν Ὑπερηῒς καλουμένη ἐξ Ὑπέρητός τινος οἰκήσαντος ἐνταῦθα, ὃν Μέλας ὁ Φρίξου ἐξ Εὐρυκλείας γεν‐ νᾷ. Ὁ δὲ Ἀμυθάων ἐν Μεσήνῃ τῇ Λακωνικῇ πόλει ᾤκει. Ἦλθον | |
10 | δὲ μετ’ αὐτῶν καὶ οἱ αὐτοῦ υἱοὶ Μέλαμπος καὶ Ἄδμητος. | |
P 4230 | Τάνυεν] Ἔσπευδεν. | |
P 4232 | Ἔν θ’ ἁμέραισ]* Ἤγουν πέντε ἡμέραις καὶ νυξὶ καρ‐ πωσάμενος τὴν ἐκ τῆς δαιτὸς εὐφροσύνην. | |
P 4234 | Λόγον θέμενος] Ποιησάμενος. | |
P 4237 | Ἐπέσποντ’] Ἐπείθοντο. —Κλισιᾶν] τῶν καθεδρῶν. | |
P 4240 | Κατέσταν] Ἐγένοντο. | |
P 4243-44 | Πραῢν δ’ Ἰάσων μαλθακᾷ φωνᾷ] Πρὸς τῇ ὑφειμένῃ φωνῇ μιγνύων καὶ λόγον πρᾳότατον. —Μαλθακᾷ φω‐ νᾷ]* Ἤγουν πρᾳείᾳ καὶ ἐμμελεῖ φωνῇ, ὅπως ἀποσταίη τῆς ἀρ‐ χῆς, πρὸς αὐτὸν ἔλεγεν. | |
P 4246 | Ποσειδᾶνος Πετραίου]* Ἤγουν τοῦ ἐν Πέτρᾳ ὄρει Θετταλικῷ τιμωμένου, ἢ ὅτι διατεμὼν τὰ Θετταλικὰ ὄρη, δι’ αὐτῶν ῥεῖν τὸν Πηνειὸν ἐποίησε, πρότερον διὰ μέσης τῆς πόλεως ῥέοντα καὶ πολλὰ τῶν χωρίων καταβλάπτοντα. Ἄλλοι δέ | |
5 | φασιν ὅτι ἐν Πέτρᾳ κοιμηθεὶς ἀπεσπερμάτισεν, ὅθεν ὁ Σκύφιος ἵππος ἐγένετο. Ἄγουσι δὲ καὶ οἱ Θετταλοὶ ἀγῶνα Ποσειδῶνι Πετραίῳ. | 73 |
P 4247 | Φρένες ὠκύτεραι]* Ταχύτεραι τοῦ δέοντος· ἤγουν τινὲς τῶν ἀνθρώπων ἀμφισβητήσεις πρός τινας ἔχοντες, ἀφέντες διὰ κρίσεως ταύτας λύειν, εἰς ἔργον χωροῦσιν. | |
P 4248 | Πρὸ δίκας] Ἤγουν τὴν δίκην. | |
P 4249 | Τραχεῖαν] Ἀτερπῆ. —Ἐπίβδαν]* Ἐπίβδαι κυρίως εἰσὶν αἱ μετὰ τὰς ἑορτὰς σύνεγγυς ἡμέραι, οἱονεὶ ἐπὶ τῇ αὐδό‐ μεναι καὶ λεγόμεναι· νῦν δὲ καταχρηστικῶς τὴν τοῦ μέλλοντος χρόνου ἡμέραν ἐπίβδαν καλεῖ. | |
P 4250 | Θεμισσαμένους] Καταλιπόντας. | |
P 4254-55 | Θρασυμήδεϊ Σαλμωνεῖ]* Οὗτος ἀσεβῶς πρὸς τοὺς θεοὺς διακείμενος, ἔκ τινος μηχανήματος ἀντιβροντᾶν ἐτόλ‐ μησε τῷ Διΐ. Διὸ καί φασιν, οἱ μὲν ὑπὸ Διὸς κεραυνῷ, οἱ δὲ ὑπ’ Ἀπόλλωνος τόξοις βληθέντα αὐτὸν ἀπολέσθαι. Οὗτος οὖν | |
5 | ὁ Σαλμωνεὺς καὶ Κρηθεὺς υἱοὶ Αἰόλου· Κρηθέως δὲ Αἴσων ὁ πατὴρ Ἰάσονος· Σαλμωνέως δὲ Τυρὼ ἡ μήτηρ Πελίου· ὥστε Ἰά‐ σων καὶ Πελίας τρίτοι ἐξ Αἰόλου καὶ Ἰναρέας (γρ. Ἐναρέτης). | |
P 4257 | Χρύσεον] Λαμπρόν. | |
P 4258 | Μοῖραι δ’ ἀφίσταντ’ εἴ τις ἔχθρα πέλει ὁμογόνοις] Γνωμικόν. —Μοῖραι] Ἤγουν ἡ εὐμοιρία καὶ εὐδαιμονία. | |
P 4260 | Αἰδῶ καλύψαι]* Εἰ μὲν τὸ αἰδῶ καλύψαι πρὸς τὸ μοῖραι νοήσεις, οὕτως ἐρεῖς: Ἀφίστανται δὲ αἱ μοῖραι ὥστε καλύψαι καὶ ἀφανίσαι τὴν αἰδῶ καὶ τὴν τιμὴν καὶ τὴν εὐδαι‐ μονίαν, εἴ τίς ἐστιν ἔχθρα τοῖς συγγενέσι· τουτέστιν οἱ πρὸς | |
5 | ἀλλήλους διαμαχόμενοι συγγενεῖς ὑπὸ μοιρῶν μισοῦνται καὶ ἣν ἔχουσιν εὐδαιμονίαν ἀφαιροῦνται· εἰ δὲ πρὸς τὸ ἔχθρα νοήσεις, οὕτως· Ἀφίστανται δὲ αἱ μοῖραι τοῦ τοιούτου πράγματος, εἰ | |
πέλει καί ἐστιν ἔχθρα τις τοῖς ὁμογενέσι καὶ τοῖς συγγενέσι, καλύψαι καὶ ἀφανίσαι τὴν πρὸς ἀλλήλους αἰδῶ καὶ ἐντροπήν. | 74 | |
10 | Εἰς γὰρ ἀναίδειαν φέρει ἡ μάχη τοὺς αὐτὴν ἔχοντας. | |
P 4271 | ᾯ ποτε Κρηθεΐδασ]* Τὸ ᾧ ἢ ἀντὶ τοῦ ἐν τῷ θρό‐ νῳ νοητέον, ἢ ἀντὶ τοῦ ἐν τῷ σκήπτρῳ, ἵνα διὰ τοῦ ἐγκαθίζων ὁ θρόνος νοῆται. | |
P 4272 | Ἐγκαθίζων] Ἡ ἐν πρὸς τὸ ᾧ συναπτέα, ἵν’ ᾖ ἐν ᾧ καθίζων. | |
P 4274 | Ξυνᾶς ἀνίασ]* Λύπης, ἤγουν τοῦ ἐξ ἀμφοτέρων συῤ‐ ῥαγῆναι πόλεμον καί τινας τῶν ἐμῶν τε καὶ σῶν ἐν αὐτῷ κιν‐ δυνεῦσαι. | |
P 4275 | Λῦσον] Ἤγουν ἀπόδος. | |
P 4276 | Ἀναστήσῃ] Ἐγείρῃς καὶ κινήσῃς. | |
P 4278 | Ἀνταγόρευσε] Ἀντεῖπε, τουτέστιν ἀπεκρίνατο. — Ἔσσομαι]. | |
P 4280 | Ἀμφιπολεῖ] Περικυκλεῖ. | |
P 4282 | Ἀφελεῖν] Ἀπολῦσαι. | |
P 4288 | Ἀθέων βελέων]* Ἤτοι τῶν ἐπιβουλῶν καὶ ὧν κατ’ αὐτοῦ καὶ τῆς ἀδελφῆς ἐμηχανᾶτο. Ἡ ἱστορία ἐγράφη ἐν Νεφέ‐ λαις Ἀριστοφάνους (στ. 256). | |
P 4292 | Ναῒ πομπὰν] Ἤγουν στόλον καὶ πλοῦν. —Ναῒ πομπὰν] Ἤγουν διὰ νηὸς στέλλεσθαι. | |
P 4298 | Ζεὺς ὁ γενέθλιος] Ἤγουν ὁ ὁμόγνιος καὶ ὁ τὰ τοῦ γένους ἐφορῶν δίκαια. | |
P 4300 | Κρίθεν] Διεχωρίσθησαν. | |
P 4305 | Χ Ἀλκμάνασ]* Σημειοῦται τὴν λέξιν τῷ Χ, ὅτι τὸ χωρὶς συμβεβηκὸς τῷ Ἡρακλεῖ καὶ ἐπὶ τῶν Διοσκούρων κοινῶς εἴρηκεν· οἱ μὲν γὰρ Διὸς καὶ Λήδας, ὁ δὲ Ἀλκμήνης μόνος (sic) | |
P 4308 | Ἀλκὰν] Ἀνδρίαν. —Ἀλκὰν]* Τὴν οἰκείαν δύναμιν, μὴ μάταιος καὶ ἀνεπίδεικτος εἴη οἴκοι μένοντες. | 75 |
P 4314 | Ἀοιδᾶν πατὴρ]* Τοῦτο λέγει διὰ τὸ πάντας ὑπερ‐ βεβληκέναι τῇ μουσικῇ. | |
P 4318-19 | Χ Κεχλαδόντας ἥβᾳ]* Τὸ κεχλαδόντας ἥβᾳ ἀντὶ τοῦ πληθύνοντας τῇ ἥβη, διὸ καὶ σημειοῦται τὴν λέξιν τῷ Χ. Ἔχει δὲ τὸ κῶλον καινόν τι πρὸς τὰ πρὸ αὐτοῦ ἐκ χοριάμβου ἀρχόμενον. —Κεχλαδόντασ]* Ἤγουν ἀναβράτ‐ | |
5 | τοντας καὶ μετεωριζομένους, ἢ ἀκμάζοντας καὶ ἀνθοῦντας. Ἡ μεταφορὰ ἀπὸ τῶν κυμάτων, ἢ καὶ ἀπὸ τῶν ἀναζεόντων ὑδά‐ των καὶ ἐπαιρομένων τῇ βράσει. Ἔστι δὲ μέσου παρακειμένου μετοχὴ ἀπὸ τοῦ χλάζω, ὅθεν καὶ τὸ καχλάζω ἐπὶ τῆς αὐτῆς σημασίας, ἢ καὶ ἄλλως. | |
P 4322 | Θυμῷ γελανεῖ]* Θηλυκῶς εἶπε τὸ θυμῷ, ὥσπερ καὶ ἐν ἄλλοις εἴωθε ποιεῖν. | |
P 4325-26 | Πεφρίκοντας] Ἤγουν ἐπτερωμένους. —Πεφρί‐ κοντασ]* Ἀντὶ τοῦ φρίττοντας· ὥσπερ ἀπὸ τοῦ ἕστακα μέσου παρακειμένου γίνεται τὸ ἐστήκω, οὕτως ἀπὸ τοῦ πέφρικα τὸ πεφρίκω. Ἔστι δὲ ὅλον καὶ μέρος, ἤγουν πεπυκνωμένα καὶ | |
5 | ἐσκιασμένα ἔχοντες τὰ νῶτα καὶ τοὺς (sic) ὠμοπλάτας. Ἰστέον δὲ ὅτι λέγοντες φρίττουσι τρίχες, δηλοῦμεν ὅτι ὑπὸ φόβου ὀρθαὶ ἵστανται· ὅταν δὲ εἴπωμεν ἡ κεφαλὴ φρίττει ταῖς θριξί, σημαίνομεν ὅτι ἐσκίασται καὶ πεπύκνωται αὐταῖς. —Πορφυ‐ ρέοισ]* Τοῦτο λέγει διὰ τὸ εὐδαιμονεστάτους ὄντας ταχέως | |
10 | πρὸς πόλεμον φέρεσθαι, ὥσπερ ὑπὸ πτερῶν κινουμένους. Τὸ νῶτα δὲ λέγει, ἐπειδὴ τὰ πτερὰ ἐντεῦθεν ἐκφύεται. | |
P 4328 | Πόθον γ’ ἔνδαιεν Ἥρα]* Ἐπειδὴ ἡ Ἥρα ἔφορός ἐστι τῆς βασιλείας, οἱ δὲ τῆς Ἀργοῦς ἐπιβάντες ἥρωες ἄρχοντες ἦσαν ἐθνῶν, διὰ τοῦτο εἶπε πᾶσι τούτοις τὴν Ἥραν πολὺν πό‐ θον ἐμβεβληκέναι τοῦ διὰ τῆς Ἀργοῦς εἰς Κολχίδα πλεῦσαι. | |
5 | Τὸ δὲ ἅλιξιν πρὸς τὸ θανάτῳ συναπτέον· ὁ γὰρ κάλλιστα ἔρ‐ γα δράσας, εἰ καὶ ὡς ἄνθρωπος μετάσχοι τῆς τελευτῆς, ἀλλὰ διὰ τὸ παρὰ πάντων ᾄδεσθαι ἀθάνατός ἐστι· τὸ δὲ φάρμακον ἑᾶς ἀρετᾶς λέγει, ἐπειδὴ διὰ τὴν οἰκείαν ἀρετὴν τὴν τοιαύτην ἀθανασίαν εὑρίσκει. | 76 |
P 4330 | Ἀκίνδυνον] Ἀπράγμονα. | |
P 4331 | Αἰῶνα πέσσοντ’] Τὴν ζωὴν διαβιβάζοντα ἢ κατερ‐ γαζόμενον καὶ ἀναλίσκοντα. —Ἀλλ’ ἐπὶ καὶ θανάτῳ] Ἤγουν κατὰ τοῦ θανάτου· ἡ ἐπὶ ἐνταῦθα ἀντὶ τῆς κατά. | |
P 4332 | Κάλλιστον] Εὐπρεπέστατον. —Ἀρετᾶς] Διὰ τῆς (ἀρετῆς). | |
P 4336-37 | Λέξατο] Ἤγουν ἐδεξιώσατο. —Ἐπαινήσαις] Τῆς προθυμίας δηλαδή. | |
P 4338 | Ὀρνίχεσσι]* Ἐπειδὴ τὸ κλήρους ποιεῖν τῶν ἀν‐ θρώπων ἐστί, τὸ δὲ δι’ ὀρνίθων μαντεύεσθαι θεῖόν τι, διὰ τοῦ‐ το ὀρνίχεσσιν εἰπών, ἐν ἱεροῖς κλήροις ἐπήγαγε. | |
P 4341 | Ἐμβόλου] Ἀντὶ τοῦ τῆς πρῴρας. | |
P 4342 | Κρέμασαν ἀγκύρασ]* Ἤγουν ἀναγαγόντες αὐτὰς ἐκ τοῦ τῆς θαλάσσης βάθους ἐνῆκαν τῇ νηῒ ἤδη πλεῖν μέλλοντες. | |
P 4345 | Ὠκυπόρους] Ταχέως πορευούσας καὶ πεμπούσας τοὺς ναυτιλλομένους, ἢ ὅτι αὐταί εἰσι ταχεῖαι. | |
P 4346 | Ῥιπὰς] Ὁρμὰς καὶ κινήσεις. | |
P 4348 | Εὔφρονα] Ἤγουν εὐφροσύνης αἴτια καὶ τερπνά. | |
P 4350 | Ἐκ νεφέων]* Εἰκότως εἶπε τὸ νεφέων· συμπεπη‐ γότων γὰρ τούτων, ἐξ ἀναθυμιάσεως ἀὴρ ἔνδον περιλαμβάνεται, καὶ βιαζόμενος ἐξελθεῖν ἐκπυροῦται καὶ αὐτός, καὶ σπασμὸς ἐντεῦθεν τῶν νεφῶν γίνεται, ἣν δὴ καλοῦσι βροντήν· διὸ καὶ ἅμα | |
5 | βροντῇ καὶ ἀστραπή, καὶ δέον ἡμᾶς πρώτης αἰσθάνεσθαι τῆς βρον‐ τῆς· πρώτη γὰρ αὕτη γίνεται· ἐπειδὴ (ἴς. ἐπεὶ δὲ) ἡ ὅρασις κρείτ‐ των καὶ ταχυτέρα τῆς ἀκοῆς, πρώτης τῆς ἀστραπῆς αἰσθανόμεθα. | |
P 4356 | Κάρυξε] Ἐκέλευσε. | |
P 4357 | Ἐμβαλεῖν] Ἤγουν περιπεσεῖν καὶ ἐγχειρεῖν. —Κώ‐ | |
παισι] Τῇ κωπηλασίᾳ. | 77 | |
P 4359-60 | Ὑπεχώρησε] Ἐπηκολούθησε. —Ἄκοροσ]* Ἤγουν μὴ ἔχουσα κόρον· λέγει δὲ ὅτι οὐκ εἶχεν αὐτοὺς κόρος ἐρέτ‐ τοντας. | |
P 4362 | Πεμπόμενοι] Στελλόμενοι, πλέοντες. | |
P 4363-64 | Ἕσσαντ’] Ἔκτισαν· ἀπὸ τοῦ ἕζω τὸ ἱδρύω καὶ οἰκοδομῶ, καὶ δασύνεται. —Τέμενος] Ναόν. | |
P 4365 | Χ Φοίνισσα]* Φοίνισσα λέγει, ἤγουν πυῤῥά, ἀπὸ τοῦ χρώματος· διὸ καὶ τὸ σημεῖον τὸ Χ, ὅτι φοίνισσαν εἶπεν ἀπὸ τοῦ φοινικοῦ σχηματίσας. —Θρηϊκίων ἀγέλα] Σύνθες Πινδάρῳ πυῤῥοὺς τοὺς βόας καλεῖν· ἔφη γὰρ καὶ ἀνωτέρω (στ. 264): | |
5 | Καὶ βοῶν ξανθὰς ἀγέλας ἀφίη‐ μ’ ....................... δέον δὲ εἰπεῖν φοινίκων ταύρων, εἶπε φοίνισσα ἀγέλα· σύ‐ νηθες δὲ αὐτῷ καὶ τόδε. | |
P 4367 | Λίθων βωμοῖο θέναρ]* Λίθων βωμοῦ θέναρ λέγε, ἤγουν θέναρ καὶ κοίλωμα λίθων βωμοῦ, τουτέστι βωμὸν ἐκ λίθων κοῖλον νεόκτιστον· οὕτω γὰρ ἁρμόζει τῷ μέτρῳ, οὐχὶ λίθινον. | |
P 4368 | Ἐς δὲ κίνδυνον]* Εἵμαρτο ταῖς συμπληγάσιν ὡς, εἰ δι’ αὐτῶν ναῦς διαβαίη καὶ μὴ συσχεθῇ, πεπαυμένης τῆς φο‐ ρᾶς, ἀκινήτους ἑστάναι. | |
P 4372 | Ζωαὶ] Ζῶσαι. | |
P 4377-78 | Κελαινώπεσσι]* Ἢ τοῖς καταπληκτικοὺς ὀφθαλμοὺς ἔχουσιν, ἢ τοῦτο λέγει ὡς Αἰγυπτίων ἀποίκοις· Αἰ‐ γύπτιοι γὰρ τῇ τε χροιᾷ καὶ τοῖς ὀφθαλμοῖς μέλανες. | |
P 4380 | Πότνια]* Ἡ πότνια δὲ καὶ σεβασμία Κυπρογένεια Ἀφροδίτη φέρε πρῶτον τοῖς ἀνθρώποις Ὀλυμπόθεν καὶ ἐξ οὐρα‐ νοῦ τὴν τετράκναμον ποικίλην ἴυγγα τῶν ὠκυτάτων βελέων, ἤτοι δι’ ἧς οἱ ἐρῶντες τοὺς ἐρωμένους βάλλουσι, τὴν μαινάδα | |
5 | καὶ ἑταιρικὴν ὄρνιν ζεύξασα ἐν κύκλῳ καὶ τροχῷ ἀλύτῳ. Μυ‐ | |
θεύονται γὰρ ὡς ἐξ οὐρανοῦ τὰ πρὸς ἔρωτας θέλγητρα τοῖς ἀν‐ θρώποις ἧκεν· Ἰάσονι γάρ, ὁπότε εἰς Κολχίδα ἀφῖκτο, ὑπέδειξεν Ἀφροδίτη πῶς δεῖ τὴν Μήδειαν εἰς ἔρωτα ἄξειν αὑτοῦ, ἵν’ ὑπ’ αὐτῆς φαρμάκοις ἀσφαλισθείς (δεινὴ γὰρ ἦν αὕτη φαρμακουρ‐ | 78 | |
10 | γός), ἀκαταγώνιστος ᾖ τῷ πατρὶ αὐτῆς Αἰήτῃ· ὑπέδειξε δὲ οὕ‐ τως. Ἴυγξ ὄρνεόν ἐστι πτηνόν, ἣ καὶ σεισοπυγὶς καλεῖται, συμ‐ βαλλομένη πρὸς τὰ ἐρωτικά, ποικίλη τὴν τρίχωσιν, δολιχόδει‐ ρος, γλῶσσαν ἐπὶ πολὺ ἐκτεταμένην ἔχουσα πυκνῶς περιστρε‐ φομένην καὶ σείουσα τὸ οὐραῖον. Ταύτην Ἀφροδίτη πρώτη λα‐ | |
15 | βοῦσα ἐδέσμησεν ἐκ τροχοῦ τινος, οὗ κινουμένου, ἐπῳδὰς πρὸς αὐ‐ τὴν ἔλεγεν· ὃ Ἰάσων μαθὼν καὶ ποιήσας, Μήδειαν πρὸς αὑτὸν ἐξέ‐ μηνεν. —Ὠκυτάτων βελέων]* Ἀντὶ τοῦ τῶν ὀξυτάτων καὶ σφο‐ δρῶν ὀδυνῶν καὶ πόνων ἐρωτικῶν, ὡς παρ’ Ὁμήρῳ τὸ (Ἰλ. Λ, 269): .......... ὠδίνουσαν ἔχει βέλος ὀξὺ γυναῖκα. | |
P 4381-82 | Τετράκναμον]* Τὴν τέσσαρας κνήμας ἤτοι πόδας ἔχουσαν, τούς τε αὑτῆς πόδας καὶ τὰς δύο πτέρυγας, αἷς ἀντὶ ποδῶν πρὸς τὸ ἵπτασθαι χρῆται. —Τετράκναμον]* Σημειοῦται τὸ τετράκναμον τῷ Χ, ὅτι μεταφορικῶς ἀπὸ τοῦ | |
5 | τροχοῦ καὶ ἐπὶ τῶν Ζώων εἴρηκεν. | |
P 4383 | Ἐν ἀλύτῳ]* Τὸ ἐν ἀλύτῳ ἐνταῦθα οἱ μὲν δύο μέ‐ ρη λόγου φασίν, οἱ δὲ τοῖς παλαιοῖς τῶν βιβλίων πειθόμενοι ἕν, ἵν’ ᾖ παραπλήσιον τῇ ἐπαοιδὴ καὶ ἐπίμαρτο καὶ ἄλλοις μυρίοις. | |
P 4388 | Αἰδῶ] Εὐλάβειαν. —Ποθεινὰ δ’ Ἑλλὰς] Ἡ διὰ πό‐ θου αὐτῇ γενομένη. —Ποθεινὰ δ’ Ἑλλὰσ]* Τουτέστιν ἵνα τὴν βάρβαρον γῆν ἐάσασα εἰς Ἕλληνας ἀφίκηται. | |
P 4390 | Δονέοι] Ῥιπίζοι καὶ διακινοίη. —Μάστιγι Πειθοῦσ]* Τὸ μάστιγι Πειθοῦς ἀντὶ τοῦ τῇ πρὸς Ἰάσονα τρώσει καὶ συγ‐ κατανεύσει· σύναπτε δὲ πρὸς τὸ δονέοι. Εἴρηται ἐκ μεταφορᾶς | |
τῶν ἵππων, οὓς τῇ μάστιγι πρὸς τὸν δρόμον κινοῦμεν. | 79 | |
P 4393 | Φαρμακώσας’] Διὰ φαρμάκων παρασκευάσασαι | |
P 4398-99 | Ἐν μέσσοις] Ἀντὶ τοῦ εἰς μέσον. —Σκίμψα‐ το] Ἀντὶ παρέθηκε καὶ παρήγαγεν. | |
P 4400 | Τὸν στίχον τοῦτον οὕτω διαιρεῖ ὁ σχολιαστής: ................ ἀπὸ ξαν‐ θᾶν γεννύων .............. | |
P 4401 | Πνέον] Ἔπεμπον, ἀπεφύσων. | |
P 4404-5 | Ὀρθὰς δ’ αὔλακασ]* Τὸ ὀρθὰς αὔλακας πρὸς τὸ ἤλαυνε συναπτέον, τὸ δὲ ἐντανύσας διὰ μέσου. | |
P 4406 | Ἀναβωλακίασ]* Τῆς ἐν τῷ τέμνεσθαι ὑπ’ ἀρότρου βώλακας ἀναπεμπούσης· λέγει δὲ ὅτι μέχρις ὀργυιᾶς τὴν γῆν ἔτεμνε τῷ ἀρότρῳ. | |
P 4407 | Νῶτον γᾶς] Τὴν ἐπιφάνειαν τῆς γῆς. | |
P 4410 | Ἀγέσθω] Λαμβανέτω. | |
P 4411 | Θυσάνῳ] Μαλλώσει. —Θυσάνῳ]* Θύσανος τὸ λε‐ γόμενον κρόσσιον· τὸ δὲ ἄφθιτον λέγει διὰ τὸ τὸ δέρμα ἀνα‐ κείμενον εἶναι τῷ Διΐ· στρωμνὴν δὲ λέγει, ἐπειδὴ οἱ παλαιοὶ ἐν ἀρνακίσι τὰς κοίτας ἐποιοῦντο. | |
P 4413 | Πίσυνος] Θαῤῥῶν. | |
P 4414 | Εἴχετ’ ἔργου] Ἐνεχείρησε τῷ ἔργῳ. | |
P 4417 | Ἀνάγκασ]* Ἐν ἀνάγκῃ γὰρ καὶ οὐχ ἑκόντες οἱ βόες ζεύγνυνται· διὸ καὶ ἔντεσιν ἀνάγκας εἶπεν ἀντὶ τοῦ: τοῖς κατ’ ἀνάγκην δεσμοῦσιν. —Ἀνάγκας] Ἤγουν τοῦ ζυγοῦ. | |
P 4425 | Καρτερὸν ἄνδρα]* Ἀποροῦσί τινες πῶς ἄνδρα εἶ‐ πεν, δέον ἀνδρὶ εἰπεῖν, ἐπειδὴ τὸ ὀρέγω δοτικῇ συντάσσεται· καί φαμεν ὅτι ἡ τοιαύτη αἰτιατικὴ οὐκ ἔστι πρὸς τὸ ὄρεγον, ἀλλὰ πρὸς τὸ ἔρεπτον· ὥσπερ γὰρ λέγομεν φιλῶ σοι καὶ πάν‐ | |
5 | τα τὰ ἀγαθὰ παρέχω, οὐ πρὸς τὸ φιλῶ, ἀλλὰ πρὸς τὸ παρέ‐ χω ἀποδιδόντες τὴν σύνταξιν, καὶ πάλιν ὥσπερ οὗτος ἄνω εἰ‐ ρήκει (στ. 318): Τὸν μὲν Ἐχίονα, κε‐ χλαδότας (sic) ἥβᾳ, τὸν δ’ Ἔρυτον ...... | |
10 | διὰ μέσου τὸ κεχλαδότας (sic) θείς, οὕτω καὶ τοῦτο. Ἄλλοι | |
δὲ τὸ πρὸς ἀντὶ τοῦ εἰς λέγοντες, οὕτως ἀποδιδόασι τὴν αἰτια‐ τικήν· κρεῖττον δέ ἐστι τὸ πρῶτον, ἵν’ ὦσιν οἱ αὐτοῦ ἑταῖροι πρὸς τῷ τοῦ Αἰήτου θαύματι ταῦτα ποιοῦντες. | 80 | |
P 4427 | Χ Ἔρεπτον]* Κυρίως τὸ ἐρέπτειν ἐπὶ τῶν ἀλό‐ γων ζώων τάττεται, ὅταν ἐπὶ τῆς ἔρας, ἤγουν τῆς γῆς, ἐσθίου‐ σι (sic): νῦν δὲ ἐπὶ τοῦ ἔρεφον ἔλαβε· διὸ καὶ τὸ σημεῖον τέ‐ θεικε συνήθως τὸ Χ. | |
P 4430-31 | Ἔνθα νιν ἐκτάνυσαν]* Καὶ Ἀπολλώνιος (Ἀρ‐ γον. Βʹ, 1272—3): .......... Τόθι κῶας ὄφις εἴρυτο δοκεύων Πεπτάμενον λασίοισιν ἐπὶ δρυὸς ἀκρεμόνεσσιν. | |
P 4433 | Πράξασθαι] Τελειῶσαι, κατορθῶσαι, τὸν Ἰάσονα δηλ. | |
P 4434-35 | Δράκοντος δ’ εἴχετο λαβροτάταν γενύων] Περίφρασις ἀντὶ τοῦ ὑπὸ φοβερωτάτου δράκοντος ἐφυλάττετο. —Εἴχετο] Ἐτηρεῖτο. | |
P 4438 | Τέλεσεν ἂν]* Σημείωσαι κἀνταῦθα τὸ τέλεσεν ἑνικὸν ἀντὶ πληθυντικοῦ. Ἀλεξάνδρου Φορτίου. Τέλεσεν ἂν]* τὸ ἂν ἐνταῦθα οὐκ ἔστιν ἄρθρον θηλυκόν, καθά | |
5 | τινές φασιν, ἀλλ’ ἔστι σύνδεσμος δυνητικός. Καὶ τὸ ἑξῆς οὕτως ἔχει: Αἱ πληγαὶ τοῦ σιδήρου ἐτέλεσαν ἄν μοι μακρὰ νεῖσθαι κατὰ τὴν ἁμαξιτόν· τουτέστιν αἱ πληγαὶ τοῦ ξίφους καὶ ἡ μά‐ χη, καθ’ ἣν ὁ Ἰάσων ἔπληττε καὶ ἐτίτρωσκε τῷ ξίφει τοὺς ἐκ τῶν ἐσπαρμένων ὀδόντων τοῦ δράκοντος ἀναδιδομένους ἄνδρας, | |
10 | ἐπὶ πολύ με πορεύεσθαι παρεσκεύασαν ἂν κατὰ τὴν ὁδόν, ἤγουν ἐπὶ πλεῖστον ἐμβραδῦναί με ἐποίησαν, καὶ μακροτέρᾳ χρῆσθαι τῇ παρεκβάσει, τὰ κατ’ ἐκεῖνον τὸν ἀγῶνα ὑπὸ Ἰάσονος πεπραγ‐ μένα διεξιόντα. Τοῦτο δὲ καὶ Ἀπολλώνιος ἐν Γʹ τῶν αὑτοῦ | |
Ἀργοναυτικῶν μαρτυρεῖ λέγων (στ. 1379—84): | 81 | |
15 | Τοῖος ἄρ’ Αἴσονος υἱὸς ἐπέσσυτο γηγενέεσσι. Γυμνὸν δ’ ἐκ κολεοῖο φέρε ξίφος, οὖτα δὲ μίγδην Ἀμώων, πολέας μὲν ἔτ’ ἐς νηδὺν λαγόνας τε Ἡμίσεας δ’ ἀνέχοντας ἐς ἠέρα, τοὺς δὲ καὶ ἄχρις Ὤμων στελλομένους, τοὺς δὲ νέον ἑστηῶτας· | |
20 | Τοὺς δ’ ἤδη καὶ ποσσὶν ἐπειγομένους ἐς ἄρηα. Οἱ λέγοντες οὖν ἃν ἀντὶ τοῦ ἥντινα ναῦν ἐτέλεσαν αἱ τοῦ σι‐ δήρου πληγαί, χαιρέτωσαν, ὡς ἀπαιδεύτως ἔχοντες κατὰ τοῦ‐ το. Ὅτι δὲ τὰς ἐν τῇ μάχῃ γινομένας τρώσεις καὶ φόνους πλη‐ γὰς σιδήρου εἴωθεν ὁ Πίνδαρος καλεῖν, αὐτὸς οὗτος μαρτυρή‐ | |
25 | σει ὑπὲρ αὑτοῦ· φησὶ γὰρ ἐν τῷ τῶν Ὀλυμπιονίκων Εἴδει Ιʹ (στ. 42—46): ............ Καὶ μὰν Ξεναπάτας Ἐπειῶν βασιλεύς, ὄπισθεν Οὐ πολλόν, ἴδε πατρίδα πολυκτέανον | |
30 | Ὑπὸ στερεῷ πυρὶ πλαγαῖς τε σιδάρου Βαθὺν εἰς ὀχετὸν ἄτας ἵζοισαν ἑὰν πόλιν. | |
P 4439-40 | Νεῖσθαι κατ’ ἀμαξιτὸν]* Τοῦτο λέγει διὰ τὴν εἰς τοσοῦτον παρέκβασιν· τὸ δὲ συνάπτει, ἤγουν ἓν ἄλλου ἔχεσθαι ποιεῖ· οὐ γὰρ ἀκαίρως ἐκβέβηκα, ἀλλ’ ὑπὸ τῆς τῶν πραγμάτων ἀκολουθίας· ὥστε οὐ δίκαιός εἰμι αἰτίαν λαβεῖν. — | |
5 | Ὥρα] Καιρός. | |
P 4445 | Κλέψεν]* Ἐπειδὴ κλέψεν εἶπεν, ἵνα μή τις ὑπο‐ λάβοι ὅτι ἄκουσαν ἀφείλετο, ἐπήγαγε σὺν αὐτῇ ἀντὶ τοῦ οἰ‐ κείᾳ αὑτῆς θελήσει. | |
P 4446 | Τὰν Πελίαο φόνον]* Τὴν τὸν Πελίαν φαρμάκοις φονεύσασαν, ὡς μὴ βουλόμενον ἐπανιόντι Ἰάσονι τὴν ἀρχὴν ἀποδοῦναι. | |
P 4450 | Γυίων] Τῶν ποδῶν. —Ἀέθλοισ]* Ἀγῶσιν, οὓς ἐπὶ τῷ πατρὶ Θόαντι ἡ αὐτοῦ θυγάτηρ Ὑψιπύλεια ἔστησεν. | |
P 4451 | Ἀμφὶσ]* Γράφεται οὐ μόνον ἀμφὶ ἀντὶ τῆς περί, ἀλλὰ καὶ ἀμφίς. | |
P 4452 | Συνεύνασθεν] Συνεμίγησαν. | |
P 4453 | Τουτάκισ]* Τουτέστιν ὅτε οἱ Ἀργοναῦται ταῖς | |
Λημνιάσιν ἐμίγησαν, τότε ἡ τοῦ γένους ὑμῶν ἤρξατο ῥίζα, ἐπει‐ δὴ εἱμαρμένον ἦν ὑμᾶς ἐξ ἐκείνων γενέσθαι. Ἡ δὲ ἱστορία προεῤ‐ ῥέθη. Τὸ δὲ ἦμαρ ἢ νυκτὸς λέγει ἀντὶ τοῦ οὐκ οἶδα εἴτε καθ’ | 82 | |
5 | ἡμέραν ἢ νύκτα ταύταις ἐμίγησαν. | |
P 4455-57 | Εὐφάμου]* Ἕτερος ἦν οὗτος ὁ Εὔφημος παρὰ τὸν δεξάμενον τὴν βῶλον. Τὸ δὲ λοιπὸν αἰεὶ τέλλετο ἀντὶ τοῦ εἰς τὸ ἑξῆς ἀεὶ προὐχώρει καὶ ηὔξανεν. | |
P 4459 | Ἅν ποτε]* Ἢ τὴν ἰδίαν αὐτοῖς νομισθεῖσαν διὰ τὸ ἐν αὐτῇ πλεῖστον αὐξηθῆναι τὸ σφῶν γένος, ἢ τὸ ἣν ἀντὶ τοῦ ἥντινα, ἵν’ ᾗ τὸ ἀπῴκησαν κατὰ συνεκδοχήν. | |
P 4461 | Ἔνθεν δ’ ὕμμι]* Ἡ ἱστορία δι’ ἣν αἰτίαν Βάττος εἰς Δελφοὺς ἀφῖκτο, καὶ ὅπως τὸν τῆς εἰς Λιβύην ἀποικίας χρησμὸν ἐδέξατο, προεῤῥέθη. | |
P 4468 | Εἰ γάρ τις ὄζουσ]* Ὑπὲρ Δημοφίλου νῦν ὁ Πίνδαρος ἱκεσίαν τῷ Ἀρκεσίλᾳ προσαγαγεῖν βούλεται· οὗτος γὰρ εἷς ἦν τῶν ἐκ τῆς Κυρήνης ὑπ’ Ἀρκεσίλα φυγαδευθέντων, διότι στάσιν ἐποίησαν βουλόμενοι τῆς ἀρχῆς αὐτὸν ἐκβαλεῖν. Ἐλθὼν οὖν εἰς | |
5 | Θήβας καὶ δεηθεὶς Πινδάρου, ὡς δέ τινές φασι, καὶ τὸν μισθὸν τοῦ ἐπινικίου οὗτος ἦν ὁ δοὺς αὐτῷ, πέπεικεν αὐτὸν τὸν παρόν‐ τα ἐπινίκιον γράψαι πρὸς Ἀρκεσίλαν, διότι ἐνίκησε, καὶ ἅμα ἵνα δεηθείη ὑπὲρ αὐτοῦ. Δηλοῖ οὖν διὰ τῆς παραβολῆς ὅτι, ὥσ‐ περ δρῦς περιῃρημένη τοὺς κλάδους οὐδέν ἐστιν, οὕτω καὶ πόλις | |
10 | τῶν οἰκητόρων κενωθεῖσα. Ἔστι δὲ ἡ ἀπόδοσις τοῦ εἰ γάρ τις εἰς τὸ ἐσσὶ δ’ ἰατήρ, εἰ καὶ πολλοὶ ἐκ τοῦ δὲ ἀπατώμενοι ἀνα‐ πόδοτον τοῦτο ἐῶσιν, οὐκ εἰδότες ὅτι οἱ Ἀττικοὶ τὰ πλεῖστα τέλη τῶν ἀποδόσεων μετὰ τοῦ δὲ ἐκφέρουσιν, ὡς καὶ αὐτὸς ἐν ἄλλοις τε ἐποίησε καὶ ἐν τούτῳ (Ὀλ. Εἶδ. Γʹ, 75—8): | |
15 | Εἰ δ’ ἀριστεύει μὲν ὕδωρ, κτεάνων Δὲ χρυσὸς αἰδοιέστατον· Νῦν δὲ πρὸς ἐσχατιὰν Θή‐ ρων (ἀρεταῖσιν) ἱκάνων | |
καὶ τὰ ἑξῆς. | 83 | |
P 4469-70 | Αἰσχύνοι]* Τὸ αἰσχύνῃ ὑποτακτικὸν ῥῆμα νοητέον, οὐκ ὄνομα· οὕτω γὰρ ἁρμόζει τῷ μέτρῳ· ὁ γὰρ τεμὼν τοὺς κλάδους τῆς δρυὸς ἀτιμάζει τὸ εἶδος αὐτῆς. Ἐπεὶ δὲ ἄδηλόν ἐστιν ὅπου ὁ τῆς δρυὸς κορμὸς χρησιμεύει, | |
5 | διὰ τοῦτο εἰκάζων καὶ οὗτός φησι τὸ εἴποτε. Οὐ γάρ ἐστιν ἀλλαχοῦ αὐτῷ τῷ κορμῷ χρήσασθαι ὅτι μὴ εἰς πυρὸς ἄνα‐ ψιν ἢ εἰς στύλου κατασκευήν. —Εἶδος] Θέαν. | |
P 4472 | Διδοῖ ψᾶφόν περ αὐτᾶς] Ἤγουν αὐτὴν περὶ ἑαυτῆς τὸ τελευταῖον ψηφίζεται, ἐκκοπῆναι δηλαδὴ καὶ δίδοσθαι πυρί· ἤγουν ὁ τῶν οἰκείων ἐρημωθεὶς ὑπὸ τῶν δυσμενῶν, ῥᾳ‐ δίως ἢ μαχαίρας ἔργον γίνεται, ἢ ὑπὸ ζυγὸν ἀθλιώτερον ἄγε‐ | |
5 | ται καὶ δουλείαν. | |
P 4473 | Χειμέριον]* Τὸ δὲ χειμέριον εἶπεν, ἐπειδὴ ἐν χειμῶνι μάλιστα πυρὸς χρείαν ἔχουσιν ἄνθρωποι. | |
P 4474 | Ἐξίκηται]* Τὸ δὲ ἐξίκηται ἀντὶ τοῦ ἔλθῃ ἡ δρῦς μετὰ τὴν τῶν κλάδων ἀφαίρεσιν· πῦρ χειμέριον, ἀντὶ τοῦ εἰς πῦρ ἐμβληθῇ. Ὥσπερ δέ φαμεν ἧκον τὴν πόλιν ἀντὶ τοῦ εἰς τὴν πόλιν, οὕτω καὶ τοῦτο. | |
P 4476 | Ἐρειδομένα]* Τουτέστιν ἐρείδουσα τὸ τῆς οἰκίας στέγος καὶ φυλακὴν αὐτῆς ἐντεῦθεν ποιοῦσα, οὐκ ἐᾷ πονεῖν τοὺς κλέπτας καὶ ἅρπαγας ὡς μάτην πονήσαντας· ἢ τὸ ἄλ‐ λοις ἀντὶ τοῦ πράγμασι ληπτέον, οὕτως: Ἀμφέπει καὶ | |
5 | περιέπει, ἤτοι φέρει μόχθον καὶ πόνον ἐν ἄλλοις· τουτέστι κίων τῆς οἰκίας οὖσα πονεῖ καὶ αὐτὴ σὺν τοῖς ἄλλοις τοῖς ταύτην ἀνέχουσι, λέγω δὲ τείχεσι καὶ στύλοις· ὃ καὶ κρεῖττον τοῦ προτέρου. | |
P 4477 | Μόχθον] Ἤγουν μοχθεῖ ἀθλίως. —Μόχθον ἄλ‐ | |
λοις ἀμφέπει] Ἤγουν ἀλλοτρίοις παρὰ τὸν οἰκεῖον αὑτῆς χῶ‐ ρον· τουτέστιν, ἢ ἀθλιωτάτην δουλείαν ὑφέστημεν ἐν ἀλλο‐ δαπῇ γῇ. —Ἀμφέπει] Φέρει. | 84 | |
P 4479 | Ἑὸν ἐρημώσασα χῶρον] Τὸν αὑτῆς καταλι‐ ποῦσα τόπον, ἔνθα πεφυτευμένη ἦν ποτε. —Ἑὸν χῶρον] Ἤ‐ γουν τὴν οἰκείαν πατρίδα. | |
P 4480 | Ἐπικαιρότατος] Τῇ παρούσῃ καταστάσει ἁρμο‐ διώτατος. | |
P 4482-83 | Μαλακὰν χεῖρα προσβάλλοντα] Ἐλαφρὰν χεῖρα προσάγοντα. —Ἀμφιπολεῖν] Θεραπεύειν. | |
P 4484-86 | Σεῖσαι] Εἰς στάσιν κινῆσαι. —Χώρας] Ἤγουν ἡσυχίας. —Ἕσσαι] Στῆσαι. —Ἕσσαι]* Τὸ ἕσσαι ἀπὸ τοῦ ἔζω τὸ καθίζω καὶ ἵστημι, ὁ ἀόριστος ἕσα, τὸ ἀπαρέμ‐ φατον ἕσαι καὶ προσλήψει ἑτέρου ς διὰ τὸ μέτρον ἕσσαι. | |
P 4491-92 | Τλᾶθι] Θέλε. —Ἀμφὶ Κυράνας θέμεν σπουδὰν ἅπασαν] Ἤγουν διὰ πάσης σπουδῆς ἔστω σοι ἡ Κυ‐ ρήνη, τουτέστιν ἡ ταύτης ἐπὶ τὸ ἀρχαῖον ἀποκατάστασις. — Σπουδὰν] Φροντίδα. | |
P 4493-94 | Τῶν δ’ Ὁμήρου]* Φησὶν ἐν Ὁμήρῳ Ὀδυσ‐ σεύς, ὅτε πρὸς Ἀχιλλέα πρεσβεύει, ὡς τὸν ἀγαθὸν πρεσβευ‐ τὴν χρὴ περὶ πλείστου ποιεῖσθαι καὶ τιμᾶν. Λάμβανε δὲ τὸ ἔφα διὰ μέσου. —Συνθέμενος] Συγκαταθέμενος. —Συνθέ‐ | |
5 | μενοσ]* Ἤγουν ἐπαινέσας καὶ ἀποδεχόμενος καὶ τόδε τὸ ἔπος, τῶν τοῦ Ὁμήρου ἐπῶν δηλαδή. —Πόρσυν’]* Ἤγουν λόγου καὶ ἐπιμελείας ἀξίωσον· εἰπὼν καὶ τόδε συμβαλεῖν δί‐ δωσιν, ὡς καὶ τἆλλα τοῦ Ὁμήρου διὰ τιμῆς εἶχεν ἀρμ.... —Πόρσυν’] Ἐπιμελείας ἀξίωσον. | |
P 4495 | Τιμὰν] Φέρειν τιμὴν ἤγουν τιμᾶσθαι. | |
P 4496-97 | Αὔξεται καὶ Μοῖσα δι’ ἀγγελίας ὀρθᾶσ]* Ἐπειδὴ τοῖς ποιηταῖς ἔθος πρὸς χάριν καὶ μὴ πρὸς ἀλήθειαν | |
λέγειν, διὰ τοῦτό φησιν αὔξεται καὶ Μοῖσα δι’ ἀγγελίας ὀρθᾶς· τουτέστιν εἰ καὶ οἱ ποιηταὶ οἴκοθεν τὸ εὔδαιμον | 85 | |
5 | ἔχουσιν ὡς ποιηταί, ἀλλ’ ὅμως μείζω ἧς ἔχουσι τιμὴν λαμβάνουσιν, εἰ πρὸς ἀλήθειαν χρῶνται τοῖς λόγοις, καθάπερ ἐγὼ νῦν ὑπὲρ Δημοφίλου ποιῶ. —Ὀρθᾶς] Ἀληθοῦς. | |
P 4508 | Οὐδὲ μακύνων τέλος οὐδὲν]* Ἐπειδὴ εἶπεν οὐκ ἐρίζων ἀντία τοῖς ἀγαθοῖς, ἐπιφέρει οὐδὲ μακύνειν (γρ. μα‐ κύνων) τέλος οὐδέν· τουτέστιν οἱ μὲν ἄλλοι ἐναντίοι τοῖς ἀγαθοῖς εἰσι, καὶ παραμένουσι μέχρι τέλους τῇ σφῶν κακίᾳ· | |
5 | οὗτος δὲ οὔτε ἐναντίος ἐστίν, οὔτε παραμένει τῇ κακίᾳ, ἐπειδὴ οὐκ ἐναντίος ἐστίν. Εἰ δ’ ἄρα καὶ συμβῇ σφαλῆναι ὡς ἄνθρωπον, ἀλλὰ ταχέως μεταχωρεῖ, καὶ ἔννοιά τις αὐτὸν τοῦ ἁμαρτήματος λαμβάνουσα καταφεύγειν εἰς παραίτησιν ποιεῖ· ὥσπερ καὶ νῦν δι’ ἐμοῦ ἱκετεύει σε καταχθῆναι πρὸς τὴν πα‐ | |
10 | τρίδα. —Μακύνων τέλος οὐδὲν] Ἀναβαλλόμενος πρᾶξίν τινα. | |
P 4509 | Βραχὺ μέτρον ἔχει]* Ἤτοι βραχύς ἐστιν, ὥστε δεῖ τοῦτον ἁρπάζειν, ἵνα μὴ διαδρὰς οἰχήσηται· ὃ δὴ καὶ Δη‐ μόφιλος ποιεῖ. | |
P 4510 | Εὖ νιν ἔγνωκεν] Ἤγουν οἶδε χρῆσθαι καιρῷ. | |
P 4514-16 | Καὶ μὰν κεῖνος Ἄτλας οὐρανῷ προσπα‐ λαίει]* Εἰκότως Ἄτλαντι τὸν Δημόφιλον παρεικάζει. Ὥσ‐ περ γὰρ ἐκεῖνος ἀνέχων τὸν οὐρανὸν προσταλαιπωρεῖ, οὕτω καὶ οὗτος πατρίδος καὶ κτημάτων ἀφιστάμενος. | |
P 4518 | Λῦσε δὲ Ζεὺσ]* Τοῦτο λέγει ὅτι τοῦ Διὸς καὶ αὐτὸς μιμητὴς γενόμενος, ἐπάνελθε πρὸς τὸν Δημόφιλον τῇ γνώμῃ καὶ κάθοδον αὐτῷ δός. | |
P 4520 | Λήξαντος οὔρου] * Τουτέστιν οὐκ ἀεὶ πνεῦμα τῇ νηῒ πάρεστιν, ὥστε πάντων τῶν πραγμάτων ἐχόντων μετα‐ βολάς, δεῖ καὶ αὐτὸν μεταβεβλῆσθαι, καὶ μὴ ἀεὶ Δημοφίλῳ ὀργίζεσθαι. | |
P 4521 | Εὔχεται] Δέεται, παρακαλεῖ. | |
P 4522 | Νοῦσον διαντλήσας] Ἤγουν διανύσας καὶ κου‐ | |
φισθεὶς τῆς νόσου καὶ τῆς φυγῆς ἀπαλλαγείς. | 86 | |
P 4523-24 | Οἶκον ἰδεῖν] Ἤγουν τὴν πατρίδα ἐπιδεῖν. —Ἐπ’ Ἀπόλλωνός τε κράνᾳ] * Ἐν Κυρήνῃ κρήνη ἦν, του‐ τέστι πηγή, ἥτις ἐκαλεῖτο Ἀπόλλωνος κρήνη. Οὐ χρὴ οὖν κυράνᾳ γράφειν, ἀλλὰ κράνᾳ, ἵν’ οἰκεῖον ᾖ τῷ μέτρῳ. — | |
5 | Ἐφέπων] Ἐπιμελούμενος. | |
P 4525 | Πρὸς ἥβαν]* Πρὸς αὔξησιν καὶ χαράν· νῦν γὰρ ὑπὸ τῆς λύπης ὡσπερεὶ καταβέβληται· ἢ τὸ πρὸς ἥβαν ἀντὶ τοῦ πρὸς τοὺς ἡλικιώτας καὶ τὴν μετ’ ἐκείνων ἕνωσιν. | |
P 4528 | Θιγέμεν] Κρούειν. | |
P 4529 | Ἀπαθὴς] Ἤγουν μήτε τινὰ τῶν πολιτῶν βλά‐ ψας, μήτε βλαβεὶς ὑπό τινος αὐτῶν. | |
P 4531 | Ὁποίαν Ἀρκεσίλᾳ]* Εἰ μὲν τὸ Ἀρκεσίλᾳ δο‐ τικὴν φήσεις, οὕτως ἐρεῖς· Καὶ μυθήσαιτο ἂν καὶ εἴποι κα‐ τελθὼν εἰς τὴν πατρίδα, ποίαν πηγὴν ἐπέων ἀμβροσίων καὶ θείων εὗρε τῷ Ἀρκεσίλᾳ, ἀντὶ τοῦ ποῖ’ ἄττα ἐγκώμια κατ’ | |
5 | αὐτοῦ ἐμηχανήσατο, λέγων ἐμοὶ τὰ προσόντα αὐτῷ ἀγαθὰ καὶ ἐπαινέσαι τῇ ποιήσει παρακαλέσας, πρόσφατον καὶ νεω‐ στὶ ξενωθεὶς τῇ Θήβῃ, ἤγουν ἐκ νέου πρὸς ἡμᾶς ἐπιδημήσας. Εἰ δέ ἐστι κλητική, πρὸς τὸ πρόσφατον ὑποστίξεις, καὶ οὕ‐ τως ἐρεῖς· Καὶ μυθήσαιτο ἂν καὶ εἴποι, ὦ Ἀρκεσίλα, ποίαν | |
10 | πηγὴν πρόσφατον ἀμβροσίων ἐπέων εὗρε ξενωθεὶς τῇ Θήβῃ, τουτέστιν ἡλίκος ποιητὴς γέγονεν ἐμοὶ συγγενόμενος· ὃ καὶ κρεῖττον. Τὸ δὲ ἀμβροσίων πρὸς μὲν τὸ πρῶτον ἀντὶ τοῦ ἀϊδίων καὶ ἀθανάτων· τοιοῦτον γὰρ τὸ τῶν ἐγκωμίων χρῆμα· πρὸς δὲ τὸ δεύτερον ἀντὶ τοῦ θείων καὶ θαυμαστῶν καὶ ἐκ | |
15 | θεῶν τοῖς ἀνθρώποις δοθέντων. | |
P 51(t) | ΠΥΘΙΩΝ ΕΙΔΟΣ Εʹ. | |
P 5prae 1 | Τὸ προοίμιον προσφωνητικὸν ἀπὸ τοῦ προσώπου. Ἐκ τῶν παλαιῶν σχολίων. | |
Ἀρκεσιλάῳ]* Γέγραπται ἡ ᾠδὴ νικήσαντι τῷ Ἀρκεσι‐ λάῳ ἅρματι τὴν ΛΑʹ Πυθιάδα· ἐπειδὴ γὰρ διήγημα μᾶλ‐ | 87 | |
5 | λον ἐν τῷ πρώτῳ ἐπινικίῳ, οὐκ ἐγκώμιον πεποίηται Πίνδα‐ ρος, ἐδέησεν αὐτῷ καὶ δευτέρου ἐπινικίου. | |
P 51 | Ὁ πλοῦτος εὐρυσθενὴσ]* Τότε ἐστὶν ὁ πλοῦτος εὐ‐ ρυσθενής, ὅτε κεκραμένος ἐστὶν ἀρετῇ, ἤγουν ὅτε καὶ ἀρετὴν ἔχει ὁ τοῦτον κεκτημένος, ἤτοι μετάδοσιν· ταύτην γὰρ ἀρε‐ τὴν ἐνταῦθά φησι· καὶ ποιεῖ τοῦτον ἑπέτην πολύφιλον, ἤγουν | |
5 | πολλοῖς τῶν φίλων ἑπόμενον καὶ ἀκολουθοῦντα. Αὔξεται γὰρ ὁ πλοῦτος μᾶλλον μεταδιδόμενος. Τοῦτο δὲ λέγει διεγεί‐ ρων αὐτὸν πρὸς μετάδοσιν, ὡς ἂν καὶ τούτῳ δοίη τι. | |
P 56 | Ὦ θεόμορ’ Ἀρκεσίλα] | |
P 515 | Σοφοὶ δέ τοι κάλλιον] | |
P 516-17 | Φέροντι] Διεξάγουσι καὶ διοικοῦσι. —Χ Καὶ τὰν θεόσδοτον δύναμιν]* Τὸ σημεῖον τέθειται τὸ Χ, ὅτι θεόσδοτον εἶπε τὸν πλοῦτον ἀντὶ τοῦ θεόδοτον. | |
P 520 | Μεγάλαν] Ἐπισήμων. | |
P 522 | Αἰδοιέστατον] Εὐπρεπέστατον καὶ τιμιώτατον. | |
P 523-24 | Μιγνύμενον] Ἑνούμενον. —Φρενὶ] Φρονήσει. | |
P 526 | Εὖχος ἤδη] Ἤγουν τὴν νίκην λοιπόν. | |
P 534 | Ἔξοχ’ ἑταίρων] Ἤγουν ὑπὲρ τοὺς ἄλλους συνή‐ | |
θεις φίλους. | 88 | |
P 538 | Θεμισκερόντων]* Οἶμαι δεῖν γράφειν θεμισκρεόν‐ των, ὡς καὶ θεμίσκοπος. —Θεμισκερόντων] Τῶν δικαιοτά‐ των καὶ νομίμως βασιλευόντων καὶ μετὰ δικαιοσύνης, ὡς καὶ ἐν Νεμεονίκαις φησί (Εἶδ. Ιʹ, στ. 125): Θεμιπλέκτοις | |
5 | στεφάνοις. | |
P 539 | Ἀρισθάρματον]* Τὸν στέφανον εἶπεν ἀρισθάρμα‐ τον γέρας, τὸν ἐπὶ τῇ τῶν ἵππων ἀριστείᾳ δοθέντα. —Ἀ‐ ρισθάρματον] Τὸ ἐκ τῆς ἀριστείας τοῦ ἅρματος. | |
P 541 | Ξενωθεὶς] Ἐπιδημήσας. | |
P 543 | Ἀκηράτοις ἁνίαισ]* Λέγει δὲ ὡς οὐδὲν τοῦ ἅρ‐ ματος κατέκλασεν ὁ Κάῤῥωτος, ἀλλὰ τὰ μὲν τῶν συναγω‐ νιζομένων αὐτοῦ (γρ. αὐτῷ) ἅρματα κατεάγη κατὰ τὸν δρό‐ μον, τὸ τούτου δὲ σῶον ἔμεινε· διὸ καὶ ἀνετέθη τῷ Ἀπόλ‐ | |
5 | λωνι. | |
P 546 | Ἀλλὰ κρέμαται]* Οὕτω μοι δοκεῖ συντετάχθαι· Ἀλλὰ κρέμαται τὰ δαιδάλματα τῶν τεκτόνων τῶν χε‐ ριαρᾶν, ἤγουν τὸ ἅρμα, ὃ οἱ τέκτονος κατεσκεύασαν, ὁπόσα ἄγων ὁ Κάῤῥωτος εἰς τὸ κοιλόπεδον νάπος τοῦ θεοῦ, τὸν | |
5 | Κρισσαῖον λέγω λόφον, ἄμειψε καὶ ἀμοιβὴν τῆς νίκης ἔδωκε τὸ καὶ ὅπερ, τὸ νάπος, ἔχει σφε καὶ αὐτὸ τὸ κυπαρίσσινον μέ‐ λαθρον σχεδὸν καὶ πλησίον ἀμφὶ τὸ (γρ. τῷ) ἀνδριάντι· ἤγουν ἐν ᾧ νάπει ἐστὶν αὐτὸ τὸ κυπαρίσσινον μέλαθρον, ὃ περιέχει τὸν ἀνδριάντα. | |
P 551 | Νάπος θεοῦ]* Τὴν Πυθῶνά φησιν· ἐκαλεῖτο γὰρ πρότερον Νάπη καὶ Κρισσαῖον ἡ Πυθώ· ἐνταῦθα δὲ τόπος (ἴς. γρ. νάπος) τὸ πεδίον νοεῖν ἐστιν, ἔνθα οἱ ἱππικοὶ ἀγῶνες ἐτελοῦντο. | |
P 560 | Φλέγοντι] Καταλάμπουσι. | |
P 565 | Πετόντεσσιν]* Τὸ πετόντεσσιν εἴρηται, ὅτι τῶν τεσσαράκοντα ἁρμάτων τῶν συναγωνιζομένων αὐτῷ πεσόν‐ των καὶ συντριβέντων ἐν τῷ δρόμῳ, μόνου τοῦ Καῤῥώτου τὸ ἅρμα ὁλόκληρον καὶ ἀβλαβὲς διεσώθη. | |
P 566 | Ὅλον] Ὁλόκληρον. | |
P 572-4 | Ὁ Βάττου δ’ ἕπεται παλαιὸς ὄλβοσ]* Εἰ καὶ πολλά φησι κέκμηκας διασῶσαι τὸ ἅρμα ὁλόκληρον (οὐδεὶς γὰρ ἄνευ πόνων τι κατορθοῖ)· ἀλλ’ ὅμως ὁ τοῦ Βάττου πα‐ λαιὸς πλοῦτος ἀκολουθήσει σοι· οὗτος γὰρ καὶ ταῦτα διοικεῖ | 89 |
5 | καὶ διεξάγει, ἤγουν καὶ τῆς πόλεως Κυρήνης ὥσπέρ τις πύρ‐ γος καὶ στήριγμα γίνεται καὶ φῶς τοῖς ξένοις χαρίζεται τού‐ τους φιλοφρονούμενος· ὥστε ἐλεύσεται καὶ πρὸς σὲ οὕτω μο‐ χθήσαντα καὶ νικήσαντα. Φῶς δὲ τοῖς ξένοις εἶπε· τοῦτο γὰρ διὰ τῶν ὀμμάτων δηλοῦται, ἐπειδὴ τυφλοῖς ἐοίκασιν οἱ πρὸς | |
10 | ἀλλοδαπὰς ἀφιγμένοι πόλεις. Τὸν Ἀρκεσίλαον δὲ διὰ τοῦτο διεγείρει, ὥστε χάριτας δοῦναι τῷ Καῤῥώτῳ τῆς νίκης. | |
P 575 | Πύργος] Ἀσφάλεια. | |
P 576 | Κεῖνόν γε καὶ βαρύκομποι λέοντεσ]* Ἐγὼ δὲ τὴν τοῦ Βάττου γλῶσσάν φημι· εἰ γὰρ καὶ διὰ ταύτην οὐδέν τι Ἀπόλλων αὐτῷ ἔχρῃσεν, ἀλλ’ ἀφεὶς τὰ περὶ τούτου τῆς ἀποι‐ κίας ἔχρῃσε μόνης, ἀλλ’ εἰκός ἐστιν ἐννοεῖν ὅτι καὶ τὴν τού‐ | |
5 | του ἀφωνίαν ἰάσατο. Οὗτος γὰρ βαρειῶν νόσων ἀκέσματα ἀν‐ δράσι καὶ γυναιξὶ νέμει, ὡς προϊὼν ἐρεῖ. Οἶμαι δὲ ὅτι διὰ τοῦτο καὶ ταῦτα εἴρηκε. Βουλόμενος οὖν ὁ ποιητὴς τὰ περὶ τῆς τοῦ Βάττου φωνῆς δηλῶσαι, διὰ τῆς γλώττης ᾐνίξατο. | |
P 577 | Περὶ δείματι] Ὑπὸ φόβου. | |
P 578 | Ἀπένεικεν] Διεκόμισεν. | |
P 582 | Ὄφρα μὴ ταμία]. —Ταμίᾳ] Βασιλεῖ. —Ὄφρα μὴ ταμία]* ὅς γέ τις οὐ ταμίᾳ χρὴ γράφειν, ἵν’ ᾖ τὸ κῶλον ὅμοιον τῷ τῆς πρώτης ἐπῳδοῦ· τὸ γὰρ ὄφρα μὴ ταμία οὐκ ἔχει ὀρθῶς. Ὁμοίως καὶ τὸ ἐγένετο μαντεύμασι· τὸ δὲ γέ‐ | |
5 | νοιτο οὐκ ὀρθόν. | 90 |
P 584 | Γένοιτο] Ἐγένετο. | |
P 586 | Ἀκέσματ’] Θεραπείας, ἰάσεις. | |
P 587 | Νέμει] Παρέχει. —Πόρεν τε κίθαριν]* Τοῦτο εἴ‐ ληπται παρὰ τὸ (Ἡσιόδ. Θεογ. 94—95): Ἐκ γάρ τοι Μουσάων καὶ ἑκηβόλου Ἀπόλλωνος Ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθονὶ καὶ κιθαρισταί. | |
P 591 | Μυχόν τ’ ἀμφέπει]* Ἀναμνησθεὶς τῆς ἰατρικῆς τοῦ θεοῦ καὶ τῆς μουσικῆς καὶ τῆς σοφίας, νῦν καὶ τῆς μαν‐ τικῆς μέμνηται. Εἴασε δὲ τὴν τοξικήν· οὐ χρεία γὰρ ταύτης ἐνταῦθα μνημονεῦσαι. —Ἀμφέπει] Ἀμφιπολεύει, ἤγουν καὶ | |
5 | ἐν ἀδύτοις μαντικοῖς ἐνδιαιτᾶται καὶ ἐνοικεῖ. | |
P 592-93 | Τῷ καὶ Λακεδαίμονι] Τῷ κε ἤγουν τούτῳ δή. Τὸ κὲ οἱ γράφοντες διὰ διφθόγγου οὐκ οἴδασι τὰ περὶ μέ‐ τρων. —Τῷ] ᾧ γράφε μὴ τῷ. —Λακεδαίμονι]* Ἐμοὶ δο‐ κεῖ Λακεδαιμόνων ἄριστα εἶναι γράφειν, ἵν’ οἰκεῖον ᾖ τῷ μέ‐ | |
5 | τρῳ· τὸ γὰρ Λακεδαίμονι οὐκ ὀρθῶς ἔχει. Συντάσσειν δὲ τοῦτο οὕτως ὀφείλεις: ᾯ καὶ ᾧτινι καὶ τοὺς τῶν Λακεδαιμόνων ἐκγόνους ἔνασσεν ἀπὸ κοινοῦ, ἤγουν τοὺς προγόνους ἡμῶν ἐπὶ τὴν Κυρήνην· τοῦτο γὰρ προτάξας εἰπεῖν, εἶτα διὰ μέσου θεὶς τὰ περὶ τῶν Ἡρακλειδῶν, αὖθις ἐπανέλαβεν εἰπών· Ἐμὸν | |
10 | γαρύεται δ’ ἀπὸ Σπάρτας κλέος· ὅπερ ταὐτόν ἐστιν ἐκείνῳ· ἐν Λακεδαιμονίᾳ γὰρ ἡ Σπάρτη. | |
P 593 | Ἔν τ’ ἄργει καὶ] | |
P 597 | Γαρύεν] Λέγουσι. | |
P 5110 | Ἀντανορίδαι]* Οἱ Ἀντήνορος παῖδες Γλαῦκος, Ἀκάμας καὶ Ἱππόλοχος, πορθηθείσης τῆς αὐτῶν πατρίδος Τροίας, ζωγρηθέντες ἦλθον εἰς Λιβύην σὺν Ἑλένῃ καὶ Μενε‐ λάῳ καὶ ᾤκησαν ἐν αὐτῇ· οὓς ἀποθανόντας, φησί, δεξιοῦνται | |
5 | οἱ Κυρηναῖοι ἐν θυσίαις νεκροῖς πρεπούσαις. | |
P 5111 | Καπνωθεῖσαν] Καυθεῖσαν. | |
P 5117 | Τοὺς Ἀριστοτέλησ]* Τοὺς Κυρηναίους λέγει, οὓς ὁ Βάττος, ὁ Ἀριστοτέλης πρότερον καλούμενος, ὡς εἴρηται, ἤγαγεν ἐκ Θήρας εἰς Λιβύην. Τὸ ἀνοίγων δὲ τὴν κέλευθον τῆς ἁλὸς εἴρηκεν, ἐπειδὴ ἀοικήτου οὔσης τῆς Λιβύης πρό‐ | 91 |
5 | τερον, οὐδὲ τὴν ἐκεῖ θάλασσαν ἔπλευσέ ποτέ τις· οὗτος με‐ τοικίσας ἐκεῖ καὶ διὰ νεῶν τὸν πλοῦν ποιησάμενος, ὁδόν τινα ὡς εἰπεῖν ἤνοιξε τοῖς βουλομένοις ἐκεῖσε καταίρειν. | |
P 5120 | Εὐθύτομόν τε]* Καὶ τὴν σκιρωτὴν (γρ. σκυρω‐ τὴν) καὶ σκληρὰν καὶ τραχεῖαν ὁδὸν καὶ πετρώδη κατέ‐ θηκε καὶ ἐποίησε ταῖς πομπαῖς καὶ πανηγύρεσι τοῦ Ἀπόλ‐ λωνος εἶναι εὐθύτομον καὶ εὐθυτάτην καὶ λείαν πεδιάδα καὶ | |
5 | ἱππόκροτον· ἤγουν ἱππόδρομον ταύτην πεποίηκεν ἐξομαλίσας. Προσθεὶς τὸ ἱππόκροτον τὸ πάνυ λεῖον τῆς ὁδοῦ ἐνεφάνισε· διὰ γὰρ τῶν λειοτέρων ἀεὶ χωρίων τοὺς ἵππους ἐλαύνομεν· οἱ δὲ πεζῇ βαίνοντες ἐπὶ τραχυτέρας ὁδοῦ τὴν πορείαν ποιή‐ σαιεν ἄν. | |
P 5121 | Ἀπολλωνίαις] Διὰ τιμῆς γὰρ ἄγουσι τὸν Ἀπόλ‐ λωνα Κυρηναῖοι. | |
P 5123 | Ἱππόκροτον] Ἱππήλατον. | |
P 5125 | Πρυμνοῖς ἀγορᾶς] Ἤγουν ἐν ἐπιφανεστάτῳ μέρει τῆς τῶν Κυρηναίων (ἀγορᾶς). | |
P 5126 | Δίχα κεῖται] Ἤγουν ἰδίᾳ καὶ μόνος ἀπ’ ἄλλων. | |
P 5128-30 | Ἥρως δ’ ἔπειτα λαοσεβὴς] Ἤγουν μετὰ θάνατον ἥρωσιν ἐγκαταλεγόμενος, τῷ τῶν Κυρηναίων λαῷ σεπτός ἐστιν. —Ἄτερθε δὲ] Ἤγουν ἔξω τῆς ἀγορᾶς. —Λα‐ χόντες ἀΐδαν] Ἤγουν ἀποθανόντες. | |
P 5131 | Ἱεροὶ] Θεῖοι. | |
P 5132 | Μεγάλαν δ’ ἀρετὰν] Ἐπειδὴ ἡ τυχοῦσα ἐγκω‐ μίων ἀρετὴ πᾶσιν ἐξάκουστος γίνεται, καὶ οἱ ὑπὸ γῆν ὄντες | |
πρόγονοι τοῦ Ἀρκεσιλάου ἴσως αἰσθάνονται αὐτῆς. —Μεγά‐ λαν δ’ ἀρετὰν]* Ὁ δὲ ἀντὶ τοῦ γάρ· ἡ γὰρ ἀρετὴ ἡ ὑποῤῥαν‐ | 92 | |
5 | θεῖσα τῇ μαλθακᾷ καὶ ἡδείᾳ δρόσῳ καὶ τοῖς χεύμασι τῶν κώ‐ μων, ἀντὶ τοῦ τοῖς γλυκυτάτοις ὕμνοις κοσμηθεῖσα, μεγάλη ἐστὶ καὶ ἐπισημοτάτη καὶ ἐξάκουστος αὐτῆς ἡ δόξα. —Με‐ γάλαν δ’ ἀρετὰν]* Οἱ γράφοντες μεγάλαν ἀρετὰν καὶ ῥανθει‐ σᾶν, οὐ καλῶς γράφουσι· τὸ γὰρ ῥανθεισᾶν οὐκ ἔχει πρὸς τὸ | |
10 | μέτρον ὀρθῶς. Χρὴ τοίνυν μεγάλα δ’ ἀρετὰ γράφειν καὶ ῥαν‐ θεῖσα καὶ συντάττειν οὕτω: Μεγάλη δ’ ἀρετή ἐστιν ἐκείνη ἡ ῥανθεῖσα ἤτοι κοσμηθεῖσα ἐν δρόσῳ μαλθακῇ ἤτοι ἐν ὁμαλῷ ἐπαίνῳ· δρόσῳ δὲ εἶπε καὶ ῥαπθεῖσα, ἐπεὶ οἱ ἐν ἄθλοις μο‐ χθήσαντες καὶ ἱδρώσαντες ἢ ἐν ἑτέροις τισὶν ἀγωνίσμασι, δρόσον | |
15 | τινὰ καὶ ἀναψυχὴν τοὺς ἐπαίνους δέχονται. Τοῦτο δὲ διὰ μέ‐ σου εἴρηται· τὸ δὲ κώμων θ’ ὑποχεύμασιν εἰσακούοντι τοῖς ἄνω συναπτέον. Εἰπὼν γὰρ ὡς ἕτεροι βασιλεῖς πρὸ τῶν δω‐ μάτων εἰσὶ τεθαμμένοι καὶ βουλόμενος δεῖξαι ὡς οὐδέν ἐστι τὸ τάφους ἔχειν ἐπιφανεῖς καὶ πρὸ τῆς πόλεως κειμένους, ἀλλ’ | |
20 | ἡ ἐπαινεθεῖσα ἀρετὴ ἐκείνη ἐστὶ μεγάλη, ἐπήγαγεν ὅτι καὶ τῶν ὕμνων τῶν εἰς αὑτοὺς γεγονότων οἱ βασιλεῖς ἐκεῖνοι ἀκούου‐ σιν ὑποχθόνιοι ὄντες. Οὗτος γὰρ μόνος τοῖς τεθνηκόσιν ἐστὶν ὄλβος· τἆλλα γὰρ πάντα τούτοις οὐκ ὠφελεῖ, ἃ προσῆν αὐ‐ τοῖς ἐν τῷ βίῳ. Πρὸς δὲ τούτῳ κοινὴν ἡγοῦνται χάριν καὶ τὸν | |
25 | εἰς τὸν υἱὸν Ἀρκεσίλαον ὕμνον· ἐνδίκως γὰρ ὑμνεῖται. Τοῦτο δὲ πρὸς χάριν τῷ Ἀρκεσιλάῳ εἰρήκει, βουλόμενος διεγεῖραι αὐτὸν ἀγαθὰ πράττειν ὥστε ἐπαίνων ἀξιοῦσθαι καὶ δεῖξαι τοῦτον ἐξ ἐκείνων τῶν θαυμαζομένων καταγόμενον. —Ἀρετὰ] Ἡ νι‐ κηφορία. | |
P 5135-6 | Ἀκούοντι] Οἵτινες βασιλεῖς ἀκούουσιν ἴσως καὶ αἰσθάνονται, φησί, τῆς οἰκείας αὑτῶν εὐδαιμονίας τῆς διὰ τὴν νίκην, δικαίως οὖσαν κοινὴν δόξαν καὶ εὐφροσύνην αὐτοῖς καὶ τῷ ἀπογόνῳ αὐτῶν τῷ Ἀρκεσιλάῳ. —Χθονία φρενὶ] Καὶ | |
5 | ὑπὸ τὸν ᾅδην ὄντες. —Ὄλβον] Τὴν εὐφημίαν. | |
P 5138-9 | Ἔνδικον] Ἀντὶ τοῦ ἡ δικαία. —Τ’ Ἀρκε‐ σίλᾳ] Τῷ. —Τὸν ἐν ἀοιδᾷ νέων πρέπει χρυσάορα Φοῖβον ἀπύ‐ ειν]* Ὀφείλει, φησίν, ὁ Ἀρκεσίλαος ὑμνεῖν ἐν τῷ αὑτοῦ ὕμνῳ καὶ τῷ χορῷ τῶν νέων τὸν Ἀπόλλωνα, διότι ἐκ Πυθῶνος εἴ‐ | 93 |
5 | ληφε τὴν νίκην καὶ τὸ μέλος, ὃ νῦν εἰς αὐτὸν γέγραπται· ὅπερ λυτήριόν ἐστι τῶν δαπανῶν, ὧν εἰς τοὺς ἀγῶνας ἠνάλωσεν. Ὡς πολλὰ δὲ καταναλώσαντος Ἀρκεσιλάου, ταῦτα εἶπεν. | |
P 5141 | Πυθωνόθεν] Ἤγουν ἐκ τῶν Πυθίων. —Πυθωνό‐ θεν] Ἤγουν διὰ τὴν ἐν Πυθοῖ νίκην. | |
P 5142-3 | Λυτήριον] Ἀμοιβήν. | |
P 5146-7 | Κρέσσονα μὲν ἁλικίας νόον φέρβεται]* Δέον εἰπεῖν καὶ τὸ θάρσος τοσοῦτον ἐστίν, οἷος ὁ ἀετὸς ἐν τοῖς ὄρνισι· πολὺ γὰρ οὗτος τῶν ἄλλων ὀρνίθων τὴν ἰσχὺν διαφέρει· ὁ δὲ σχηματίσας τὸν λόγον, ἀετός, φησίν, ἔπλετο τανύπτερος καὶ | |
5 | μέγας ἐν ὄρνισι, σεμνύνων αὐτὸν ὡς βασιλέα τῷ τοῦ κρατίστου τῶν ὀρνέων καὶ βασιλικωτάτου παραδείγματί τε καὶ ὀνόματι. | |
P 5151 | Ἕρκος] Πύργος. | |
P 5156 | Ἔσοδοι] Ἀγῶνες. | |
P 5157-8 | Οἱ τὸ νῦν] Ἐπὶ τοῦ παρόντος. —Τελεῖ] πα‐ ρέχει. —Δύνασιν] Ἀντὶ τοῦ τὸ κράτος καὶ τὴν νίκην. | |
P 5159 | Ὦ Κρονίδαι]* Οὐ χρὴ γράφειν ὦ Κρονίδαι, ἀλλ’ ὑμεῖς γε Κρονίδαι, ἵν’ οἰκεῖον ᾖ τὸ κῶλον τοῖς πρὸ αὐτοῦ τοι‐ ούτοις κώλοις. | |
P 5160 | Ἐπ’ ἔργοισιν] Ἐν ἀγῶσι καὶ πολέμοις. | |
P 5161 | Ἔχειν] Κρατεῖν. —Μὴ φθινοπωρὶσ]* Ἤγουν μὴ ὥσ‐ περ ὑπὸ φθινοπωρινῶν ἀνέμων τὰ φύλλα κεῖται τῶν δένδρων ἐπὶ τῆς γῆς καὶ φθείρεται, οὕτω καὶ τὰ πράγματα τούτῳ μα‐ ρανθείη, ἀλλ’ ἀειθαλὴς αὐτῷ διαμένοι ὁ βίος μήποτε φθίνων | |
5 | μηδὲ φυλλοῤῥοῶν. | |
P 5166 | Εὔχομαι] Δέομαι, παρακαλῶ. | 94 |
P 61(t) | ΠΥΘΙΩΝ ΕΙΔΟΣ ϛʹ. | |
P 6prae 5 | Τὸ προοίμιον ἀπὸ τῆς πατρίδος τοῦ νικητοῦ. Ἐκ τῶν παλαιῶν σχολίων. Ξενοκράτει Ἀκραγαντίνῳ]* Ὁ Ξενοκράτης οὗτος Θήρωνός ἐστιν ἀδελφός· νενίκηκε δὲ τὴν ΚΔʹ Πυθιάδα. Φανερὸν δὲ ὅτι αἱ | |
5 | ᾠδαὶ οὐ κατὰ τοὺς χρόνους διάκεινται· ἡ γὰρ πρὸ ταύτης ᾠδὴ Ἀρκεσιλάῳ γέγραπται νικήσαντι ΛΑʹ Πυθιάδα. | |
P 65 | Ἔνθ’ ὀλβίοισιν Ἐμμενίδαισ]* Ἔνθα, ἐν τῇ πολυχρύσῳ λέγω Ἀπολλωνίᾳ νάπῃ, ἤγουν ἐν τῇ Πυθίᾳ, τοῖς εὐδαίμοσιν Ἐμμενίδαις καὶ τῇ Ἀκράγαντι καὶ τῷ Ξενοκράτει ὁ πυθιόνι‐ κος θησαυρὸς τῶν ὕμνων ἕτοιμος καὶ πρόχειρος κεῖται· ἐκεῖθεν | |
5 | γὰρ τρόπον δήτινα οἱ νικῶντες τοὺς ὕμνους λαμβάνουσιν· ὡς πολλοὺς οὖν νικῶντας κοσμῶν θησαυρὸς ὕμνων εἴρηται. | |
P 613 | Παμφόρῳ χεράδι τυπτόμενοσ]* Παμφόροις καὶ χε‐ ράσι γράφε καὶ τυπτόμενος, διὰ τὸ μέτρον, καὶ ἄξει πρὸς τὸ ἄνεμος ἀποδιδούς. | |
P 615 | Πατρὶ τεῷ Θρασύβουλε]* Πρὸς τὸν υἱὸν Ξενοκράτους Θρασύβουλον ποιεῖται τὸν λόγον, λέγων· Ὦ Θρασύβουλε, ὁ θη‐ σαυρὸς καὶ ὁ ὕμνος ἀπαγγελεῖ καὶ διηγήσεται ἐν τοῖς λόγοις τῶν θνητῶν, τουτέστι τοῖς τῶν ἐσομένων ἀνθρώπων λόγοις, τὴν | |
5 | ἔνδοξον καὶ ἐπίδοξον τῷ ἅρματι νίκην, ἤτοι τὴν νίκην τοῦ ἅρ‐ ματος τὴν ἐν ταῖς Κρισσαίαις πτυχαῖς, ἤγουν τὴν ἐν τῇ Πυ‐ θῶνι, τῷ σῷ πατρὶ καὶ τῇ κοινῇ ὑμῶν γενεᾷ, τουτέστι χάριν τοῦ σοῦ πατρὸς καὶ τῆς γενεᾶς ὑμῶν. Τοῦτο δ’ ὅμοιον τῷ (Εὐριπ. Ἑκ. 419): | |
10 | Τί σοι πρὸς Ἕκτορ’, ἢ γέροντ’ εἴπω πόσιν; ἤγουν χάριν σοῦ· ὃ γὰρ λέγει τις περί τινος, ἐκείνῳ λέγει ἤγουν χάριν ἐκείνου. | |
P 619 | Σύ τοι σχέθων νιν ἐπιδέξια]* Σύ, φησίν, ὦ Θρασύ‐ | |
βουλε, δεξιῶς καὶ ἐπιτηδείως ἄγεις αὐτὴν τὴν παραίνεσιν ὀρθήν, ἤγουν ὀρθῶς κρατῶν αὐτὴν τῆς χειρός, ἤτοι ὀρθῶς ταύτην πλη‐ ροῖς καὶ θεὸν τιμῶν καὶ γονέας σέβων. | 95 | |
P 620 | Ἄγεις εὐφημοσύναν, τάν ποτ’ ἐν ὄρεσι]* Ἐφημο‐ σύναν γράφε καὶ τό ποτ’, ἵν’ οἰκεῖον ᾖ τῷ μέτρῳ· τὸ δὲ τό ποτε ἀττικόν ἐστι· σύνηθες γὰρ ἐκείνοις τὰ τοιαῦτα σχηματίζειν καὶ πρὸς πρᾶγμα τὸν λόγον ἀποδιδόναι· καλὸν γάρ, φασίν, ἡ ἀρετὴ | |
5 | καὶ σοφόν τι χρῆμα ἄνθρωπος. Ἀλλὰ καὶ υἷ’ ὀρφανιζομένῳ καὶ Πηλεΐδᾳ διαλελυμένως γράφε· οὕτως ἔχει γὰρ τὸ μέτρον ὀρθῶς. | |
P 628 | Ἐγένετο καὶ πρότερον Ἀντίλοχος βιατὰσ]* Ὁ Ἀντί‐ λοχος υἱὸς ἦν Νέστορος· ὃς καὶ διωκομένου τοῦ πατρὸς αὐτοῦ ὑπὸ Μέμνονος τοῦ Αἰθιόπων βασιλέως, καὶ μὴ δυναμένου διὰ τὸ ὑπὸ Πάριδος τρωθῆναι τὸν ἵππον αὐτοῦ, καὶ μέλλοντος ἤδη | |
5 | ἀνῃρῆσθαι (γρ. ἀναιρεῖσθαι), βοήσαντος αὐτόν, ἔστη καὶ ἐδέ‐ ξατο τὸν Μέμνονα καὶ ἀνῃρέθη ὑπ’ αὐτοῦ ῥυσάμενος τὸν πατέ‐ ρα τοῦ θανάτου. | |
P 630-1 | Ἐναρίμβροτον] Τὸν ἀνδροφόνον. —Ἀμμείνας]. Στράταρχον] | |
P 635-6 | Μεσσανίου δὲ γέροντος δοναθεῖσα φρὴν] Ἀντὶ τοῦ ὁ Μεσσήνιος δὲ γέρων, δονηθείσης αὐτῷ τῆς φρενός. | |
P 638 | Μένων δ’ ὁ θεῖος] Ὁ δὲ ἀντὶ τοῦ γάρ. | |
P 639 | Κομιδὰν] Σωτηρίαν. | |
P 640 | Γενεᾷ ὁπλοτέροισιν]* Ἐδόκησε δέ, φησί, καὶ ἔδοξε τοῖς κατὰ τὴν γενεὰν ὁπλοτέροις καὶ νεωτέροις, τοῦτο τὸ μέγα | |
ἔργον τελέσας, εἶναι ὕπατος καὶ ἔξοχος τῶν πάλαι πρὸς τὴν ἀρετὴν τὴν ἀμφὶ τοῖς γονεῦσιν· ἤγουν κατ’ ἄλλα μὲν ἔξοχοι ἂν | 96 | |
5 | εἶεν οἱ πάλαι, κατὰ δὲ τὴν εἰς τοὺς γεγεννηκότας τιμὴν οὗτος ἐκείνων ἔδοξεν ὑπερφέρειν. —Ὁπλοτέροισιν] Ἤγουν τοῖς μετα‐ γενεστέροις. | |
P 642 | Ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν πρὸς ἀρετὰν] Ἔδοξε νικᾶν τοὺς πάλαι τῇ περὶ τοὺς γειναμένους ἀρετῇ. | |
P 647-48 | Οὔθ’ ὑπέροπλον]. —Ἥβαν δρέπων]* Οὔτε εἰς ἀδικίαν, φησίν, οὔτε εἰς ὑπερηφανίαν τῇ ἑαυτοῦ νεότητι χρῆται, ἀλλὰ καὶ τὴν τῶν Πιερίδων Μουσῶν σοφίαν εἰς βάθος ἐξήσκη‐ σεν. Εἰς τὸ σοφίαν δὲ τὸ δρέπων λάμβανε κατὰ συνεκδοχήν. | |
P 649 | Τίν τ’, Ἐλέλιχθον]* Καὶ σοί, φησίν, ὦ Πόσειδον Ἐλέλιχθον, ἤγουν ὁ τὴν γῆν ἑλίσσων καὶ κινῶν, προσέρχεται καὶ ἀποδεκτὸς καὶ ἀρεστός ἐστι μάλα ἐν ἀρέσκοντι νῷ, ἤγουν ἀρεσκόμενος τῷ σῷ νῷ ἐν ταῖς ὁρμαῖς καὶ κινήσεσι ταῖς εἰς τὴν | |
5 | ἱππείαν εἴσοδον, τουτέστι κατὰ τὴν ἱππικὴν ἀπὸ μέρους· ὁ γὰρ ἐκ πρώτης ἀφετηρίας καὶ τῆς εἰσόδου τῆς κατὰ τὸν δρόμον ἀρίστην ὁρμὴν ἐπιδειξάμενος καὶ πᾶσι δόξας θαυμαστός, δῆλον ὡς καὶ τὸν ὅλον δρόμον ἄριστα διανύσει καὶ θαυμαστὸς πλέον δόξει καὶ πᾶσιν ἀποδεκτός. | |
P 650 | Ὃς ἱππείαν]. | |
P 652 | Γλυκεῖα δὲ φρὴν]* Ἡ φρὴν δὲ καὶ ἡ γνῶσις αὐτοῦ ἀμείβεται καὶ ἐναλλάσσει, ἤγουν νικᾷ τὸν τρητὸν καὶ ἐπίπονον πόνον τῶν μελισσῶν, ποταπή; γλυκεῖα καὶ ἐν ἄλλοις τισὶ καὶ ἐν τῷ ὁμιλεῖν τοῖς συμπόταις· ἤγουν τοσοῦτόν ἐστι γλυκὺς καὶ | |
5 | εὐόμιλος καὶ ἐν ἄλλοις πολλοῖς καὶ ἐν ταῖς ὁμιλίαις ταῖς πρὸς τοὺς οἰκείους, ὡς καὶ τὴν τοῦ μέλιτος ἀμείβειν καὶ ἐναλλάσσειν γλυκύτητα· οὕτω γὰρ ἡδύνει τοὺς ἀκούοντας, ὡς πικρὰν ἡγεῖ‐ | |
σθαι τὴν τοῦ μέλιτος γεῦσιν πρὸς τὴν ἐκείνου τῶν λόγων ἡδύ‐ τητα. Τοῦτο δ’ ἔοικε τῷ Ὁμηρικῷ, ὃ περὶ Νέστορος ἐκεῖνος εἴ‐ | 97 | |
10 | ρηκεν, εἰπὼν (Ἰλ. Α, 249): Τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή. | |
P 654 | Ἀμείβεται] Νικᾷ, ὑπερβαίνει. —Τρητὸν πόνον] Ἤ‐ γουν τὰ κηρία. | |
P 71(t) | ΠΥΘΙΩΝ ΕΙΔΟΣ Ζʹ. | |
P 7prae 1 | Τὸ προοίμιον ἀπὸ τῆς πατρίδος τοῦ νικητοῦ. | |
P 71 | Κάλλιστον αἱ μεγαλοπόλιες Ἀθᾶναι]* Αἱ Ἀθῆναι, φησίν, ἡ μεγάλη πόλις, καὶ κατὰ τὰ ἄλλα, ἃ πρόσεστιν αὐτῇ ἀγαθά, κάλλιστόν ἐστι πρᾶγμα, δηλονότι καὶ βαλέσθαι καὶ ὑπο‐ θεῖναι αὐτὴν προοίμιον, κρηπῖδα λέγω καὶ βάθρον τῶν ᾠδῶν καὶ | |
5 | τῶν ὕμνων τῇ γενεᾷ τῶν Ἀλκμανιδῶν, τῇ ἐρισθενεῖ καὶ μεγα‐ λοδυνάμῳ ἐν τοῖς ἵπποις, τουτέστιν ἐν τῇ νίκῃ τῇ διὰ τῶν ἵππων· ἤγουν κάλλιστόν ἐστι προοίμιον θεῖναι τοῦ ὕμνου τοῦ νῦν τὴν πατρίδα τοῦ νικητοῦ μεγίστην οὖσαν· ἐπεὶ ἐν Ἑλλάδι ναίων καὶ οἰκῶν ἐγὼ αὐτός, τίνα πατρίδα καὶ οἶκον ὀνομάσω ἐπιφα‐ | |
10 | νέστερον ταύτης πυθέσθαι καὶ ἀκοῦσαι, ἢ ἀκοῦσαί τινα; | |
P 73 | Εὐρυσθενεῖ]. | |
P 75 | Τίνα πάτραν, τίνα τ’ οἶκον] Ἐν (ἴς. Ἐν τῇ) συνηθείᾳ | |
φαμηλίαν φασὶ φυλήν. | 98 | |
P 715-6 | Ὑμαὶ] Ὑμέτεραι. | |
P 717-8 | Νέᾳ δ’ εὐπραγίᾳ χαίρω]* Τῇ μὲν νῦν εὐτυχη‐ θείσῃ καὶ γεγονυίᾳ νίκῃ χαίρω, φησίν, ἄχνυμαι δέ τι καὶ λυποῦ‐ μαι κατὰ τόδε, τὸν φθόνον δηλονότι λυποῦμαι, ὃς ἐναλλάσσει καὶ μεταβάλλει καὶ τὰ καλὰ ἔργα καὶ λύπην ἐπὶ τῇ χαρᾷ κο‐ | |
5 | μίζει. Ἔοικε δὲ τὴν τελευτὴν λέγειν Ἱπποκράτους, περὶ τοῦτον τὸν καιρὸν γενομένην, ὃς συγγενὴς ἦν Μεγακλέους τοῦ νικητοῦ· εἰκὸς γὰρ ἦν ἀκούσαντα λυπηθῆναι ὡς συγγενῆ. | |
P 720 | Φαντὶ]* Φασὶ δὲ τὴν παρ’ ἀνδρὶ εὐδαιμονίαν θάλ‐ λουσαν οὕτω μονίμην ἤγουν αὐξάνουσαν διηνεκῶς φέρεσθαι ἂν καὶ ἔχειν τὰ καὶ τά, ἤγουν τὰ καλὰ καὶ φαῦλα· ἤτοι ἡ παρ’ ἀνδρὶ διηνεκὴς εὐδαιμονία ποτὲ μὲν χαράν, ποτὲ δὲ λύπην αὐτῷ | |
5 | φέρει, ὥς φησιν Ὅμηρος (Ὀδυς. Θ, 63): Τὸν πέρι Μοῦς’ ἐφίλησε ....... καὶ τὰ λοιπά. Ἐγὼ δὲ καὶ οὕτω τοῦτ’ εἴποιμ’ ἄν, μικρὸν ἐναλ‐ λάξας, εἰ καὶ τολμηρόν, ὅτι τὴν παρ’ ἀνδρὶ εὐδαιμονίαν οὕτω φασὶ θάλλειν καὶ αὔξειν μόνιμον, ἤτοι διηνεκῶς φέρουσαν τὰ καὶ | |
10 | τά, ἤγουν καὶ τὰ καλὰ καὶ τὰ λυπηρά. Ἐπεὶ γὰρ αἱ εἰς ἄκρον εὐεξίαι σφαλεραὶ καὶ ἐκ μεγίστης τις εὐδαιμονίας εἰς ἄκραν δυσ‐ τυχίαν κατηνέχθη ἀθρόον, δῆλον ὡς ἡ ἀμφότερα ταῦτα φέ‐ ρουσα εὐδαιμονία, λύπην φημὶ καὶ χαράν, διηνεκῶς ἂν παρα‐ μείνειε τῷ ἔχοντι. Ὅτι δ’ ἀληθές ἐστιν ὅ φημι, μάθοι τις ἂν | |
15 | τὰ περὶ τούτου ζητήσας. —Γε μὰν] Ἀλλ’ ὅμως. | |
P 81(t) | ΠΥΘΙΩΝ ΕΙΔΟΣ Ηʹ. | |
P 810 | Τὺ δ’ ὁπόταν τις ἀμείλιχον]* Ἐάν τις, φησί, τῶν δυσμενῶν καὶ ἐχθρῶν ἐμβάλλῃ (γρ. ἐμβάλῃ) ἐν τῇ καρδίᾳ αὑ‐ | |
τοῦ ὀργὴν ἀμείλικτον καὶ ἰταμωτάτην, τουτέστιν ἐάν τις τα‐ ραχώδης καὶ ὑβριστής ἐστιν, ὑπαντιάξασα αὐτῷ σύ, ὦ Ἡσυχία, | 99 | |
5 | τουτέστιν ὑπαντήσασα τραχεῖα τιθεῖς αὐτοῦ τὴν ὕβριν ἐν ἄν‐ τλῳ, τουτέστι καταβαπτίζεις καὶ ἀφανίζεις ὡς ἐν ὕδατι τῇ ἀ‐ φανείᾳ, ἤγουν βαρέως αὐτῷ ἐπιπίπτεις καὶ ἀφανίζεις ἐν τῷ σῷ κράτει καὶ τῇ ἰσχύϊ. —Ἀμείλιχον] Ἀμάλακτον. | |
P 815 | Τὰν οὐδὲ Πορφυρίων]* Τοῦτο εἶπεν, ὅτι ὁ Πορφυ‐ ρίων ἐπεχείρει βοῦς ἀποσπᾶσαι ἐκ τῶν Δελφῶν, ἄκοντος τοῦ Ἀ‐ πόλλωνος· διὸ καὶ βέλει τρωθεὶς ἀνῃρέθη ὑπ’ αὐτοῦ. Ἢ οὐδὲ Πορφυρίων μάθεν ἀντὶ τοῦ ἔλαθεν ἐρεθίζων αὐτὸν παρὰ τὸ | |
5 | πρέπον. | 100 |
P 820 | Τυφὼς Κίλιξ]* Ὁ πολυκέφαλος Τυφώς, ὁ ἐκ Κιλι‐ κίας, οὐκ ἐξέφυγε τὸ ὑπὸ τῆς βίας αὑτοῦ σφαλῆναι, οὐδὲ μὴν ὁ βασιλεὺς τῶν Γιγάντων ὁ Πορφυρίων ἄλυξεν, ἀπὸ κοινοῦ, καὶ ἐφυλάχθη τὸ μὴ ἐκπεσεῖν τῆς αὐτοῦ βίας. Δμᾶθεν δέ, ἤγουν | |
5 | ἀλλ’ ἐδάμασαν (γρ. ἐδαμάσθησαν) καὶ ἀνῃρέθησαν (ὁ δὲ ἀντὶ τοῦ ἀλλὰ ἐνταῦθα), ὁ μὲν κεραυνῷ ὁ Τυφώς, ὁ δὲ Πορφυρίων τοῖς τοῦ Ἀπόλλωνος τόξοις. | |
P 821 | Ἄλυξεν] Ἀπὸ κοινοῦ τὸ ἄλυξεν. | |
P 828 | Πόᾳ Παρνασσίᾳ] Ἤγουν τῇ δάφνῃ. | |
P 829 | Δωριεῖ τε κώμῳ] Ἤγουν Δωρίᾳ ἁρμονίᾳ συντεταγμένον. | |
P 830 | Ἔπεσσε] Κεῖται. | |
P 831 | Ἁ δικαιόπολισ]* Ἡ νῆσος δέ, ἡ δικαιόπολις καὶ δι‐ καιοτάτη Αἴγινα, οὐ κεῖται μακρὰν τῶν Χαρίτων ψαύουσα τῶν Αἰακιδῶν ἐν ἀρεταῖς κλειναῖς· ἤγουν μιμουμένη ἡ νῆσος τὰς ἀ‐ ρετὰς τὰς ἐνδόξους τῶν Αἰακιδῶν οὐκ ἔξω τῶν Χαρίτων ἐστίν, | |
5 | ἀλλ’ ἐγγὺς αὐτῶν κεῖται. Ὥσπερ γὰρ ἐκεῖνοι μεγίστας ἀρετὰς καὶ χάριτας ἔχουσιν, οὕτω καὶ αὕτη τούτους μιμουμένη οὐ πόῤ‐ ῥω Χαρίτων καθίσταται. | |
P 835-6 | Πολλοῖσι μὲν γὰρ ἀείδεται νικαφόροις ἐν ἀέθλοις] Ἀνακηρύττεται ἡ Αἴγινα ἐν τοῖς ἀγῶσι χάριν τῶν νικηφόρων τῶν ἐξ αὐτῆς, ὡς ἂν εἴ τις εἴποι, Ἀριστομένης ὁ Ξενάρκους Αἰ‐ γινήτης πάλιν νενίκηκε. —Νικαφόροις ἐν ἀέθλοισ]* Ἢ ἐν ἄθλοις | |
5 | καὶ ἀγῶσι νίκην φέρουσι καὶ ἐν μάχαις ταχείαις ἐκθρεψαμένη μεγίστους ἥρωας ᾄδεται καὶ ὑμνεῖται, ἢ πολλοῖς ποιηταῖς ᾄδε‐ ται, ἤγουν ὑπὸ πολλῶν ποιητῶν ὑμνεῖται ἔν τε τοῖς ἀγῶσι καὶ ἐν τοῖς πολέμοις ἀρίστους καὶ ἐξόχους ἐκθρεψαμένη ἥρωας. Οὐ μόνον δὲ τοιούτους ἥρωας ἔθρεψεν, ἀλλὰ διαπρεπής ἐστι καὶ τὰ | |
10 | ἐν ἀνδράσι, τουτέστι καὶ ἄνδρας ἀρίστους ἔθρεψεν ἐν πᾶσι δια‐ | |
πρέποντας. | 101 | |
P 837 | Θοαῖς] Σφοδραῖς. | |
P 840 | Εἰμὶ δ’ ἄσχολοσ]* Οὐκ ἔστι μοι, φησί, καιρὸς μακρη‐ γορεῖν καὶ τὰ ἐγκώμια τῶν Αἰγινητῶν καὶ τῶν Αἰακιδῶν δοῦ‐ ναι τῇ λύρᾳ καὶ τῷ ἡδεῖ φθέγματι, τουτέστιν ᾄδειν αὐτὰ διὰ τῆς ᾠδῆς τῆς λύρας, μὴ προσκορὴς δόξω. | |
P 842-3 | Λύρᾳ τε καὶ φθέγματι] Τῇ κρούσει τῆς λύρας καὶ τῇ ᾠδῇ, ἤγουν λυρῳδίᾳ. —Κόρος ἐλθὼν] Ἀηδία ἐπελθοῦσα. | |
P 844-5 | Κνίσῃ] Λυπήσῃ. —Τὸ δ’ ἐν ποσί μοι ἴτω τρέ‐ χον]* Τὸ δὲ σὸν χρέος, ὦ παῖ, τὸ ἐν ποσί μοι, ἤγουν τὸ προκεί‐ μενον, ἴτω καὶ ἐλθέτω τρέχον πτηνὸν καὶ ταχὺ νεώτατον τῶν καλῶν ἐν τῇ ἐμῇ μηχανῇ καὶ οἰκονομίᾳ καὶ τέχνῃ· τουτέστιν ὃν | |
5 | προεθέμην εἰς σὲ ποιῆσαι ὕμνον, καὶ ταχὺς γενέσθω καὶ νέον καλὸν ἐν τῇ ἐμῇ τέχνῃ. Ὀφείλων δὲ εἰπεῖν καὶ ταχέως γενήσε‐ ται ὁ σὸς ὕμνος καὶ ἄριστος ἐπὶ τῆς ἐμῆς τέχνης, ὁ δὲ οὕτως ἐσχημάτισε τὸν λόγον ὡσανεὶ εὐχόμενος. —τὸ δ’ ἐν ποσί μοι] Ἤγουν διὰ σπουδῆς ἔστω μοι τὴν περὶ τῆς Αἰγίνης παραλιπόντι | |
10 | διὰ τὴν μακρολογίαν. —Τεὸν χρέος] Ἤγουν ὁ ὕμνος. | |
P 849-50 | Ὀλυμπίᾳ τε Θεόγνητον] Τὸν ἐν Ὀλυμπίᾳ νι‐ κήσαντα. | |
P 852 | Ἰσθμοῖ] Τὸν ἐν (Ἰσθμῷ). —Θρασύγυιον] Ἣν διὰ τὴν τῶν μελῶν θρασύτητά τε καὶ ῥώμην ἔσχεν· ἔδει μὲν θρα‐ συγυίου εἰπεῖν πρὸς τὸ Κλειτομάχου, τουτέστι ῥωμαλέου καὶ ἰσχυροῦ, ὁ δὲ πρὸς τὸ νίκην εἶπεν αὐτό. | |
P 858 | Αἰχμᾷ] Τῷ πολέμῳ. | 102 |
P 864-5 | Θεάομαι σαφὲσ]* Θεάομαι καὶ βλέπω πρᾶγμα σαφές, τὸν Ἀλκμαίωνα πρῶτον διεξάγοντα καὶ ἰθύνοντα ἐπὶ τῆς αἰθᾶς καὶ λαμπρᾶς ἀσπίδος (ἀπὸ τοῦ αἴθω τὸ λάμπω) ποι‐ κίλον δράκοντα ἐν τῇ πόλει τοῦ Κάδμου. Ἀπὸ μέρους δὲ τοῦτο | |
5 | λέγει. Οὗτος δὲ ὁ Ἀλκμαίων, ὃν οὗτος Ἀλκμᾶνα λέγει, υἱὸς ἦν Ἀμφιάρεω· εἶχε δὲ ἐπίσημον ἐν τῇ ἀσπίδι δράκοντα, ἢ ὡς ἐπιτήδειον, φασίν, ὂν τὸ ζῶον πρὸς οἰωνίσματα (μάντις γὰρ ἦν Ἀμφιάρεως), ἢ καθὸ ἦν ἀπὸ Μελάμποδος, οὗ ἱστοροῦσι δύο δρά‐ κοντας διαλεῖξαι τὰς ἀκοὰς καὶ διατρῆσαι· διὸ καὶ ἐδόκει αἰ‐ | |
10 | σθάνεσθαι τῆς τῶν ἄλλων ζώων φωνῆς. —Αἰθᾶς] Λαμπρᾶς. | |
P 874-75 | Στρατοῦ θανόντος ὀστέα λέξας υἱοῦ]* Οἱ λέ‐ γοντες τοῦ στρατοῦ τῶν Θηβαίων θανόντος, οὐ καλῶς λέγουσιν. ἀλλ’, ὡς ἐμοὶ δοκεῖ, οὕτω χρὴ λέγειν: Μόνος δὲ ὁ Ἄδραστος ἐκ τοῦ στρατοῦ τῶν Δαναῶν ἀφίξεται καὶ ὑποστρέψει εἰς τὰς | |
5 | ἀγυιὰς τὰς εὐρυχώρους τοῦ Ἄβαντος τοῦ πάππου αὑτοῦ, ἤτοι εἰς τὸ Ἄργος, σὺν λαῷ ἀβλαβεῖ, συλλέξας τὰ ὀστᾶ τοῦ υἱοῦ αὑτοῦ θανόντος τύχῃ θεῶν, ἤγουν οἰκονομίᾳ· τοιαύτην γὰρ τὴν τύχην αὐτῷ ᾠκονόμησαν. Ἄβας δὲ πατὴρ ἦν Ταλαοῦ τοῦ πατρὸς Ἀδράστου. Τύχῃ δὲ λέγει θεῶν, ἐπεὶ ἐκ θεῶν ἐδόθη τοῖς ἀν‐ | |
10 | θρώποις ἡ τύχη. | |
P 882 | Γείτων ὅτι μοι]* Πρῶτον περὶ τοῦ Ἀλκμᾶνος λέ‐ γων, ὅτι στέφω αὐτὸν καὶ ῥαίνω ἐν ὕμνῳ, εἶτα διὰ μέσου θείς, ὅτι γείτων αὐτοῦ ἐστιν Ἀμφιάραος καὶ τῶν κτημάτων αὐτοῦ φύλαξ, περὶ τοῦ Ἀλκμᾶνος πάλιν φησί, καὶ ὅτι ὑπήντησεν αὐτῷ | |
5 | ἐρχομένῳ εἰς τὴν Πυθῶνα, τῷ Πινδάρῳ φημί, καὶ ὅτι ἐμαν‐ τεύσατο καὶ αὐτὸς ταῖς συγγενικαῖς καὶ προγονικαῖς τέχναις, εἰ χρὴ πορευθῆναι εἰς τὸν ἀγῶνα τοῦτον καὶ νικῆσαι· μάντις | |
γὰρ ἦν ἐκ προγόνων· ἢ ὅτι εἰς Πυθῶνα καὶ αὐτὸς ἀφίκετο μαν‐ τευσόμενος καὶ ἐνέτυχον ἀλλήλοις. Ὅτι δὲ τοῦτο οὕτω χρὴ | 103 | |
10 | λέγειν, δῆλον· οὐ γὰρ ὁ νικητὴς ἐν Θήβαις ᾤκει, ἵν’ εἴη γείτων Πινδάρου, ἀλλ’ ἐν Αἰγίνῃ· οὐδ’ αὖ ὁ Ἀμφιάραος ὑπήντησεν αὐ‐ τῷ· πάλαι γὰρ ἐτεθνήκει. | |
P 888 | Τὺ δ’ ἑκατηβόλε]* Σύ, φησίν, ὦ Ἄπολλον, ἔδωκας αὐτῷ τῷ νικητῇ τὸ μέγιστον τῶν χαρμάτων, ἤτοι τὴν μεγί‐ στην χαράν, τὸ νικῆσαι δηλονότι μεγάλην νίκην αὐτόθι ἐν τῇ Πυθίᾳ· πρόσθεν δὲ καὶ πρότερον ἔδωκας αὐτῷ δόσιν ἁρπαλέαν | |
5 | καὶ πάρεργον πεντάθλου οἴκοι, ἤγουν ἐν τῷ οἴκῳ αὐτοῦ ἐν Αἰ‐ γίνῃ· τουτέστιν ἔδωκας νικῆσαι αὐτὸν πένταθλον ἐν Αἰγίνῃ καὶ ἐπήγαγες καὶ ἐπέφερες αὐτῷ ταύτην σὺν τῇ σῇ ἑορτῇ τῶν Δελ‐ φινίων· ἑώρταζον γὰρ ταῦτα οἱ ἐν Αἰγίνῃ καὶ ἀγῶνάς τινας ἐπετέλουν. | |
P 889-90 | Διανέμων] Διέπων καὶ κυβερνῶν. | |
P 899 | Κώμῳ μὲν ἁδυμελεῖ]* Τοῦτο ὡς ἀπὸ τοῦ χοροῦ δύ‐ ναται λέγεσθαι καὶ ὡς ἀπὸ τοῦ ποιητοῦ· ἀπὸ μὲν τοῦ χοροῦ οὕτω: Τῷ μὲν κώμῳ, ἤγουν τῷ χορῷ ἡμῶν, δικαιοσύνη παρέ‐ στηκε, τουτέστιν οὐ ψευδόμεθα οἷς λέγομεν περὶ Ἀριστομένους· | |
5 | ἀπὸ δὲ τοῦ ποιητοῦ οὕτω: Δικαίως ὁ Ἀριστομένης κωμάζεται καὶ ὑμνεῖται· ἀγαθὸς γάρ ἐστι· τὴν δὲ τῶν θεῶν μετὰ ταῦτα ἤτοι εἰς τὸ ἑξῆς ἐπιστροφὴν καὶ ἐπιτήρησιν αἰτῶ ἄφθιτον καὶ διηνεκῆ εἶναι ταῖς ὑμετέραις τύχαις, ὦ Ξέναρκες. Οὗτος δὲ πα‐ τὴρ ἦν τοῦ Ἀριστομένους. | |
P 8107 | Τὰ δ’ οὐκ ἐπ’ ἀνδράσι κεῖται] Οὐκ ἔστιν ἐν τῇ ἐξουσίᾳ αὐτῶν. | |
P 8109 | Ἄλλοτε δ’ ἄλλον]. —Ὕπερθε βάλλων] Ἤγουν ὑψῶν. | |
P 8110-11 | Ὑπὸ χειρῶν μέτρῳ καταβαίνει]* Ἐγὼ τὸ ὑπὸ μέτρῳ χειρῶν εἰρῆσθαί φημι, ἐπεὶ οἱ μὲν δεσπόται ἀμέτρως ἀπολαύουσι τῶν πραγμάτων αὑτῶν καὶ καταχρῶνται ὡς βού‐ | |
λονται, οἱ δέ γε δοῦλοι καὶ αὐτὴν τὴν τροφὴν μέτρῳ παρ’ ἐκεί‐ | 104 | |
5 | νων κομίζονται· τὸ ὑπὸ μέτρῳ δὲ ἀττικόν ἐστιν. Οὕτω καὶ Εὐριπίδης φησὶν (Ἑκάβ. 747): Οὐ τῶν θανόντων Πριαμιδῶν ὑπ’ Ἰλίῳ. Τοιοῦτόν ἐστι καὶ τό: «ὑπὸ τῷ μεγάλῳ πατρὶ σπαργανοῦται». | |
P 8112 | Μεγάροις δ’ ἔχεις γέρασ]* Ἤτοι ἔλαβες βραβεῖον καὶ τιμὴν ἐν Μεγάροις, ἤγουν νενίκηκας τὰ ἐν Μεγάροις τελού‐ μενα Διόκλεια, ἢ καὶ τὰ Πύθια, καὶ ἐν μυχῷ Μαραθῶνος, περι‐ φραστικῶς ἀντὶ τοῦ ἐν Μαραθῶνι, ἀπὸ κοινοῦ, ἔχεις γέρας, του‐ | |
5 | τέστιν ἐστέφθης νικήσας τὰ Ἡράκλεια. Ἦν δὲ ἀργυρὶς τοῦ ἐν Μαραθῶνι ἀγῶνος τὸ ἔπαθλον, ἤγουν ἀργυρᾶ φιάλη. Καὶ ὁ αὐ‐ τὸς ἐν Ὀλυμπιονίκαις (Εἶδ. Θʹ, 134): Οἷον ἐν Μαραθῶνι συ‐ λαθεὶς ἀγενείων | |
10 | Μένεν ἀγῶνα πρεσβυτέρων Ἀμφ’ ἀργυρίδεσσιν· | |
P 8113-14 | Ἥρας τ’ ἀγῶν’ ἐπιχώριον]* Ἀγῶνα καλεῖ ἐπιχώριον τῆς Ἥρας, ὡς ἐμοὶ δοκεῖ, τὸν ἐν Ἄργει· ἐκεῖ γὰρ ἐτε‐ λεῖτο ἀγὼν τῶν Ἡραίων· ἐπιχώριον δὲ αὐτὸν λέγει διὰ τὸ κα‐ λεῖσθαι τὴν Ἥραν Ἀργείαν. | |
P 8119-20 | Τοῖς οὔτε νόστος ὁμῶς ἔπαλπνοσ]* Τούτοις, φησί, τοῖς ἡττηθεῖσιν οὔτε ἡ ἐν τῇ οἰκίᾳ αὐτῶν ὑποστροφὴ διε‐ κρίθη καὶ ἐγένετο ἐν τῇ Πυθιάδι, ἤγουν ἐν τῷ ἀγῶνι τῷ ἐν αὐ‐ τῇ, ἔπαλπνος καὶ ἡδεῖα καὶ προσηνής, οὐδὲ ἐλθόντων αὐτῶν εἰς | |
5 | τὴν πατρίδα καὶ τοὺς γονεῖς γέλως γλυκὺς ἐνέβαλε χάριν τὴν ἐκ τῆς νίκης, ἀλλὰ λύπη καὶ συμφορὰ γέγονεν αὐτοῖς διὰ τὴν ἧτταν. Πτώσσοντι δὲ καὶ φοβοῦνται κατὰ τὰς ὁδοὺς ἀπήωροι καὶ κεχωρισμένοι τῶν ἐχθρῶν, τουτέστιν αἰδούμενοι τοὺς ἐχθροὺς ἐκτρέπονται τὰς ὁδούς, δακνόμενοι τῇ συμφορᾷ, ἤγουν τῇ ἥττῃ, | |
10 | ἵνα μὴ ὁρῶντες αὐτοὺς ἐκεῖνοι χαίρωσι· ταῖς γὰρ τῶν ἐχθρῶν | |
συμφοραῖς εἰώθασιν οἱ ἐχθροὶ χαίρειν. | 105 | |
P 8126 | Ὁ δὲ καλόν τι νέον λαχών]* Ὁ λαχών, φησί, καὶ κληρωσάμενος καὶ εὑρὼν καλόν τι νέον, ἤγουν νίκην νέαν, πέταται καὶ ὑψοῦται ἐπὶ ἁβρότητος μεγάλης ἐξ ἐλπίδος· τουτέ‐ στιν ἐλπίζει καὶ προσδοκᾷ ἐπιβήσεσθαι ἐπὶ μεγάλης εὐδαιμο‐ | |
5 | νίας, ἤγουν ἐλπίζει καὶ ἑτέρου τινὸς μείζονος τυχεῖν ἀγαθοῦ ἐν τῇ ταχείᾳ αὑτοῦ ἀνδρείᾳ, ἤγουν διὰ τῆς ἀνδρείας αὑτοῦ, ἔχων καὶ τέρψιν καὶ εὐφροσύνην κρείττονα πλούτου· πλέον γὰρ οὗτος εὐφραίνεται τῶν βαθεῖ πλούτῳ κομώντων· ὁ γὰρ ἐκ τῶν ἀγώ‐ νων τούτων στέφανος μυρίων ἐδόκει τιμιώτερος χρυσίων. Τέρψιν | |
10 | δὲ πλούτοιο γράφε, ἵν’ οἰκεῖον ᾖ τῷ μέτρῳ· εἰ γὰρ ἄλλως γρά‐ ψεις, οὐκ οἰκείως ἔσῃ γεγραφώς. | |
P 8138 | Ἔπεστι]. | |
P 8140-41 | Αἴγινα, φίλα μᾶτερ]* Πρὸς τὴν ἡρωΐδα Αἴ‐ γιναν τὸν λόγον μετέστρεψεν, ἀφ’ ἧς καὶ ἡ νῆσος ὀνομάζεται, λέγων· Ὦ προσφιλεστάτη μῆτερ Αἴγινα, τὴν ὁμώνυμόν σοι πόλιν φύλαττε καὶ περίεπε σὺν ἐλευθέρᾳ πορείᾳ, ἤγουν σὺν ἐλευθερίᾳ· | |
5 | φύλαττε δὲ σὺν τῷ Διῒ τῷ βασιλεύοντι πάντων καὶ τῷ Αἰακῷ καὶ τοῖς ἐξ αὐτοῦ ἥρωσιν· ἐνταῦθα γὰρ κατῴκει Αἰακός. Ὅτι δὲ ὑπερβατῶς εἴρηκε τὴν σύν, ἤγουν σὺν τῷ Διΐ, διὰ τοῦτο τέθεικε τὸ Χ. | |
P 8143 | Κρέοντι] Συνίζησις. | |
P 8144-5 | Πηλεῖ τε κἀρίστῳ Τελαμῶνι]* Οὐκ ἀγαθόν, ὡς εἰπεῖν, Πηλεῖ τε καὶ ἀγαθῷ Τελαμῶνι γράφειν, ἀλὰ Πηλεῖ κἀρίστῳ δὴ Τελαμῶνι· οὕτω γὰρ ἔχει τὸ κῶλον οἰκείως πρὸς τὰ πρὸς αὐτοῦ. | 106 |
P 9t | ΠΥΘΙΩΝ ΕΙΔΟΣ Θʹ. | |
P 933-4 | Οὔθ’ ἱστῶν παλιμβάμουσ]* Παλιμβάμους δὲ λέγει τὰς ὁδοὺς τῶν ἱστῶν, ὅτι αἱ πρῶτον τὸν ἱστὸν συνιστῶ‐ σαι ὑφάντριαι βαίνουσαί τε καὶ ἐρχόμεναι ἔμπροσθεν καὶ πά‐ λιν εἰς τοὐπίσω ἀνακάμπτουσαι τοῦτο συνιστῶσιν· ἀπὸ μέρους | |
5 | δὲ τὴν ὅλην ὑφαντικὴν ἐδήλωσε. Καὶ Ὅμηρος (Ἰλ. Α, 31): Ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν. | |
P 942 | Τὸν δὲ σύγκοιτον γλυκὺν]* Τοῦτο βούλεται εἰπεῖν, | |
ὡς ἐπειδὴ πολὺν εἶχεν ἔρωτα τοῦ θηρᾶν, παῦρον καὶ ὀλίγον ἀ‐ ναλίσκουσα ἦν τὸν σύγκοιτον καὶ ὁμόκοιτον αὐτῇ γλυκὺν ὕπνον, ῥέποντα καὶ ἐπερχόμενον ἐπὶ τοῖς βλεφάροις πρὸς ἠώ, τουτέστι | 107 | |
5 | πρὸς ὄρθρον· ἤγουν τὸν ἑωθινὸν γλυκὺν ὕπνον ὀλίγον ὕπνωττεν, ὡς καὶ πρὶν διαλάμψαι τὴν ἡμέραν εὐθὺς πρὸς τὴν θήραν ἐξέρ‐ χεσθαι· τοσοῦτον αὐτῆς ὁ τῆς θήρας κατεκράτησεν ἔρως, ὡς καὶ τὸν γλυκὺν ὕπνον ὀλίγον προσίεσθαι. | |
P 945 | Κίχε νιν]* Κατέλαβε, φησί, ποτε ὁ εὐρυφαρέτρας Ἀπόλλων ὁ ἑκάεργος αὐτὴν τὴν Κυρήνην παλαίουσαν καὶ μα‐ χομένην λέοντι ὀμβρίμῳ καὶ ἰσχυρῷ ἄνευ ἐγχέων, ἤγουν δόρα‐ τος καὶ ξιφῶν, καὶ Θαυμάσας ἐκάλει καὶ τὸν Χείρωνα Κένταυρον | |
5 | ἐξελθεῖν καὶ θαυμάσαι. | |
P 953 | Ἀταρβεῖ] Ἀταράχῳ. | |
P 954 | Κεφαλᾷ] Διανοίᾳ. | |
P 955-6 | Μόχθου καθύπερθε νεᾶνις ἦτορ ἔχοισα] Τουτέ‐ στιν ὑπερφρονοῦσα τοῦ ἀγωνίσματος. | |
P 958 | Τίς νιν ἀνθρώπων τέκεν;]* Οὐχ ὡς ἀγνοῶν ὁ Ἀπόλ‐ λων ταῦτά φησιν, ἀλλὰ θαυμάζων αὐτήν. | |
P 961-2 | Ὁσία, κλυτὰν χέρα]* Ὅσια δὲ τὰν χέρα γρά‐ φε· οὕτω γὰρ ἔχει πρὸς τὸ μέτρον οἰκείως· τὸ δὲ κλειτὰν οὐ καλόν. | |
P 964 | Κεῖρεν] Τὸ κεῖραι μεταφορικῶς εἴρηκεν. | |
P 968-9 | Κρυπταὶ κλαΐδες] | |
P 973-4 | Αἰδέοντ’ ἀμφαδὸν ἁδείας τυχεῖν τὸ πρῶτον εὐνᾶσ]* Αἰδοῦνται, φησίν, ἀμφότεροι φανερᾶς τυχεῖν τῆς εὐνῆς | |
τῆς ἡδείας πρῶτον· τουτέστι τὸ τυχεῖν τῆς εὐνῆς πρῶτον φα‐ νερῶς αἰδοῦνται καὶ διὰ τοῦτο κρύπτουσι τὰ περὶ τούτου, ἵνα | 108 | |
5 | μὴ φανερὸν ἐκ πρώτης ἐπιχειρήσεως τὸ πρᾶγμα γένηται· εἰ γὰρ καὶ μετὰ ταῦτα φανεροῦται, ἀλλ’ ἐν ἀρχῇ τοῦτο κρύπτειν σπουδάζουσι. | |
P 977-8 | Κούρας δ’ ὁπόθεν γενεὰ] | |
P 979-80 | Ὦ ἄνα]. —Ὃσ]* Ὅτις χρὴ γράφειν, ἵν’ οἰ‐ κεῖον ᾖ τῷ μέτρῳ. Τὸ σημεῖον δέ, οἶμαι, Χ τέθειται, ἐπεὶ τὸ τέλος μόνον πάντων εἶπεν αὐτὸν εἰδέναι καὶ οὐχὶ τὴν ἀρχήν· πλὴν ἀπὸ τούτου κἀκεῖνο νοεῖν ἔδωκε· ὁ γὰρ τὸ τέλος τινὸς | |
5 | εἰδὼς εὔδηλον ὅτι καὶ τὴν ἀρχὴν ἐπίσταται. —Τέλος] Τὴν ἔκ‐ βασιν τὴν κυρίαν καὶ βεβαίαν. | |
P 986-8 | Χ’ ὥτι πόθεν ἔσσεται]. —Εὖ καθορᾷς] Σὺ πάντα, φησίν, ἐπίστασαι καὶ ὡς θεὸς προγινώσκεις τὸ μέλλον καὶ ὅ‐ πως ἄρα ἔσεται· εἰ δὲ χρὴ κἀμὲ ἀντιφερίζειν, ἤγουν ἐξισοῦσθαί σοι καὶ προλέγειν τὰ μέλλοντα, ἐρῶ· ἢ τὸ ἀντιφερίζειν ἀντὶ | |
5 | τοῦ ἐναντίον σοῦ, ἤγουν ἐνώπιόν σου φέρεσθαι καὶ κατατολμᾶν λέγειν τι. | |
P 989 | Ταύτᾳ πόσις ἵκεο βᾶσσαν]* Ταύτῃ, φησίν, ἀφίκου πόσις εἰς τήνδε τὴν βῆσσαν, ἤγουν τὸ ὄρος· ἢ ἵκεο καὶ ἐλθέ, καὶ μέλλεις ἐνεγκεῖν καὶ κομίσαι αὐτὴν διὰ τοῦ πόντου· τοῦτο | |
γὰρ δηλοῖ τὸ ὑπὲρ πόντου πρὸς τὸν ἔξοχον κῆπον τοῦ Διός, | 109 | |
5 | ἤγουν τὴν Λιβύην· λέγει δὲ τὴν καὶ τὰ λοιπά. | |
P 992 | Ἔνθα νιν ἀρχέπολιν]* Ἀποικία ἐστὶν ἡ Κυρήνη νη‐ σιωτῶν τινων Θηραίων τῶν ἐκ Λακεδαίμονος μετοικησάντων. Θήρας γὰρ ἐκεῖνος ὁ στείλας εἰς αὐτὴν ἀποικίαν Λάκων ἀνέ‐ καθεν ἦν. Ἡ περὶ τούτων δὲ ἱστορία εἴρηται ἔνθα τὴν περὶ Ἰά‐ | |
5 | σονος διηγεῖται καὶ Μηδείας. | |
P 999 | Ἵνα οἱ χθονὸς αἶσαν] | |
P 9104 | Τόθι παῖδα τέξεται] | |
P 9113 | Ἀνδράσι χάρμα φίλοις] | |
P 9119 | Ὠκεῖα δ’ ἐπειγομένων] | |
P 9128 | Εὐθαλεῖ συνέμιξε τύχᾳ] Ἀνθηρᾷ ἥνωσεν εὐτυχίᾳ. | 110 |
P 9129 | Ἀνέφανε] Ἤγουν ἀνακηρυχθῆναι ἐποίησεν. | |
P 9130 | Εὔφρων] Μετ’ εὐφροσύνης καὶ χαρᾶς. | |
P 9132 | Δόξαν ἱμερτὰν]* Ἱμερτὴν δόξαν τὴν ἐκ τῆς νίκης λέγει τιμήν· πάντες γὰρ ἐπεθύμουν νικηταὶ ἐν τοῖς ἀγῶσι τού‐ τοις γενέσθαι καὶ στεφανωθῆναι· τὸν γὰρ ἐκ σελίνων ἢ ἐλαιῶν στέφανον μυρίων χρυσίων καὶ λίθων τιμιώτερον ἦγον (ἴς. γρ. | |
5 | ἡγοῦντο), καὶ σπουδὴ πᾶσιν ἦν γυμνάζεσθαι ὥστ’ ἀρίστους γεγονότας μὴ διαμαρτεῖν τῆς νίκης καὶ τῶν ἐπὶ ταύτῃ λαμ‐ πρῶν στεφάνων. | |
P 9134 | Βαιὰ δ’ ἐν μακροῖσι]* Τουτέστι τὰ μικρὰ μεγάλα ποιεῖν ἀκοὴν ἔχουσιν οἱ ποιηταί· σοφοὺς γὰρ ἐνταῦθα τοὺς ποιη‐ τάς φησι καὶ τοὺς ἐν τῷ λέγειν δεινούς. Λύει δὲ τὴν αἰτίαν τοῖς ἐπιφερομένοις καί φησιν ὅτι τῇ εὐκαιρίᾳ ἑπόμενοι πολλά‐ | |
5 | κις μακρηγοροῦσι καὶ οὐ τῇ ποιητικῇ αὑτῶν ἀδείᾳ τὰ βαιὰ μεγαλύνουσιν. Ἀλεξάνδρου Φορτίου. | |
P 9137 | Ἔγνων ποτὲ καὶ Ἰόλαον]* Τὴν ἐν Δελφοῖς τοῦ Τελεσικράτους νίκην ἐγκωμιάσας καὶ μέλλων καὶ τὰς ἄλλας αὐτοῦ νικηφορίας εἰς ἀνάμνησιν ἄγειν κἀν τούτῳ ἐμβραδύναντι, προὐθεράπευσε τὰ ῥηθησόμενα τῷ· ἀρεταὶ δ’ ἀεὶ μεγάλαι πολύ‐ | |
5 | μυθοι. Ταῦτα δὲ μέχρι τοῦ· παντὸς ἔχει κορυφὰν διὰ μέσου κεῖται· εἶτα ὁ κατάλογος ἕπεται τῶν ἀγώνων, ὧν Τελεσικράτης νενίκηκε. Φησὶ γοῦν, αἱ ἑπτάπυλοι Θῆβαι, τουτέστιν οἱ Θηβαῖοι, εἶδον τὸν Ἰόλαον οὐκ ἀτιμάσαντα καὶ ἄτιμον ἀποδείξαντα καὶ ἐφύβριστον τὸν Τελεσικράτην, ἀλλὰ μάλιστα τοῦτον τετί‐ | |
10 | μηκε νικήσαντα τὸν αὐτῷ ἀνακείμενον, τῷ Ἰολάῳ, ἀγῶνα, τὰ Ἰόλαια καλούμενα, ἃ καὶ Ἡράκλεια λέγεται. Ταῦτα δὲ ἐτε‐ λεῖτο παρὰ τῷ κοινῷ σήματι Ἀμφιτρύωνος. Οἱ δὲ τὸ νὶν ἀνα‐ | |
φορικὸν εἶναι τοῦ καιρὸς ο(ἰό)μενοι καὶ λέγοντες, αἱ Θῆβαι ἔγνων τὸν Ἰόλαον οὐκ ἀτιμάσαντά νιν καὶ αὐτόν, τὸν καιρόν, | 111 | |
15 | ἑτέραν βαίνουσι τῇ τοῦ Πινδάρου (δι)ανοίᾳ κατὰ τοῦτο. Οἱ δ’ ἐντυγχάνοντες τῶν κρειττόνων ἔχεσθε κατὰ δύναμιν. | |
P 9141 | Ἔπραθεν]* Ἐκ τοῦ πρήθω τὸ καίω τὸ ἔπραθον γίνεται· ἐπακολουθεῖ γὰρ τοῖς φονευθεῖσι καὶ τῷ θανάτῳ προσ‐ ομιλήσασι τὸ καυθῆναι κατὰ τὸ σύνηθες. —Ἔπραθεν] Ἐπόρ‐ θησε καὶ ἔκοψεν. —Ἀκμᾷ] Τῇ κόψει. | |
P 9143 | Ἀμφιτρύωνοσ]* Ἀμφιτρύωνα προσκαλεσάμενος ὁ Ἠλεκτρύων εἰς βοήθειαν, ὅτε ὁ πρὸς Ταφίους ἦν αὐτῷ πόλεμος, τὴν αὑτοῦ θυγατέρα Ἀλκμήνην τούτῳ κατεγγυᾶται. Ὁ δὲ κατά τινα τύχην ἄκων αὐτὸν ἀπέκτεινε καὶ τὰς Μυκήνας ἀφεὶς | |
5 | εἰς Θήβας φυγὼν μετῴκησεν. | |
P 9151 | Κωφὸς ἀνήρ τισ]* Κωφὸς εἶπεν, ἐπειδὴ ὁ μὴ ἀκη‐ κοὼς περὶ τῶν προσόντων τινὶ καλῶν, οὐδὲ εἰπεῖν τι περὶ τού‐ του δύναται καὶ ἐπαινέσαι αὐτόν. Ἐπιμέμναται δὲ γράφε, μὴ ἀεὶ μέμναται· οὕτω γὰρ ἔχει τὸ κῶλον ὀρθῶς, οὐκ ἐκείνως. | |
P 9156 | Τοῖσι τέλειον] | |
P 9158 | Χαρίτων κελαδεννᾶν]* Εὔχεται ὁ ποιητὴς καὶ με‐ τὰ χάριτός τινος γράφειν, ἤτοι χάριν τινὰ καὶ ἡδονὴν ἔχειν τὰ | |
αὑτοῦ ποιήματα, ὡς πᾶσιν εἶναι ἐπέραστα καὶ πᾶσι γενέσθαι φανερά, ὥστε μὴ διαφθαρέντα λήθῃ παραδοθῆναι. Διὰ τοῦτο | 112 | |
5 | γὰρ καὶ τὸ κελαδεννὸν ἐπίθετον ἐπέθηκε ταῖς Χάρισιν, ὥστε ἐξηχηθῆναι παρ’ αὐτῶν ταῦτα ἐν ἅπασι καὶ μὴ σιγῇ καλυφθῆ‐ ναι, καὶ τὸ καθαρὸν εἴληπται αὐτῷ φέγγος, ὥστε δῆλα γενέ‐ σθαι καὶ μὴ ἀφανείᾳ τινὶ καλυφθῆναι καὶ σκότῳ. | |
P 9160 | Αἰγίνᾳ τε γὰρ] Ἐν Αἰγίνῃ ἀγὼν ἐτελεῖτο τὰ Αἰ‐ άκεια. | |
P 9161 | Νίσσου τ’ ἐν λόφῳ] Ἤγουν ἐν Μεγάροις, ἔνθα ἤ‐ γετο τὰ Διόκλεια. | |
P 9162 | Εὐκλεΐξαι] Ἤγουν ἀνακηῤῥήξαι (γρ. ἀνακηρῦξαι). | |
P 9163 | Σιγαλὸν] Κατηφῆ. | |
P 9164 | Οὕνεκεν εἰ φίλος ἀστῶν]* Τὸ οὕνεκεν εἰ φίλος διὰ τοῦτο, φησίν, εἴ τις τῶν ἀστῶν καὶ τῶν πολιτῶν ὑπάρχει φίλος αὐτῷ, εἴ τις ἀντάεις καὶ ἐναντίος, ἤτοι ἐχθρός, μὴ κρυ‐ πτέτω καὶ καλυπτέτω ἐν σιωπῇ, ἀλλ’ ἐπαινείτω καὶ κηρυτ‐ | |
5 | τέτω αὐτόν, μὴ βλάπτων καὶ ἀθετῶν καὶ ἀτιμάζων τὸν λό‐ γον τοῦ ἁλίου γέροντος, ἤτοι τοῦ Νηρέως, τοῦ θαλασσίου θεοῦ· ἐκεῖνος γὰρ ἔννεπε καὶ ἔλεγεν αἰνεῖν καὶ ἐπαινεῖν οὐ μόνον τὸν φίλον δηλονότι, ἀλλὰ καὶ τὸν ἐχθρὸν καλὰ ῥέζοντα καὶ πράτ‐ τοντα· ἐπαινεῖν δ’ οὐχ ἁπλῶς, ἤτοι ῥᾳθύμως καὶ ἀφελῶς, ἀλ‐ | |
10 | λὰ σὺν παντὶ θυμῷ καὶ προθυμίᾳ πάσῃ καὶ δίκῃ, ἤτοι δικαιο‐ σύνῃ· δίκαιον γάρ ἐστι πάντα τὸν καλόν τι πράττοντα ἐπαι‐ νεῖν, κἂν ἐχθρὸς εἴη. | |
P 9172 | Πλεῖστα νικήσαντα]* Καὶ σέ, φησίν, ὦ Τελεσίκρα‐ τες, εἶδον νικήσαντα πλεῖστα, ἤγουν πολλάκις, ἐν ταῖς ὡρίαις τε‐ λεταῖς τῆς Παλλάδος, ἤτοι ἐν ταῖς κατὰ καιρὸν ὡρισμένον γε‐ νομέναις ἑορταῖς αὐτῆς, ἤτοι εἰς τὰ Παναθήναια· καὶ ὡς καὶ | |
5 | ὅτι ηὔχοντο αἱ παρθενικαί, ἤγουν αἱ παρθένοι, ἄφωνοι, τουτέ‐ | |
στιν ἄνευ φωνῆς, ἤγουν καθ’ ἑαυτάς· οὐ γὰρ ἐξηκούετο αὐτῶν ἡ φωνή· ἑκάστη, λέγω, ηὔχετο ἔμμεν καὶ εἶναί σε πόσιν καὶ ἄν‐ δρα αὑτῆς, ἢ υἱόν· οὐ μόνον ἐν τοῖς Παναθηναίοις ὁρῶσαί σε αἱ γυναῖκες νικῶντα ταῦτα ηὔχοντο, ἀλλὰ καὶ ἐν Ὀλυμπίοις καὶ | 113 | |
10 | ἐν τοῖς ἄλλοις ἀγῶσι τῆς βαθυκόλπου καὶ πλατείας γῆς καὶ ἐν πᾶσιν ἁπλῶς τοῖς ἐν ἑκάστῃ πόλει ἐπιχωρίοις ἀγῶσιν. Εἰπὼν δὲ ἢ υἱόν, ἔδωκε νοεῖν ὡς οὐ μόνον αἱ παρθένοι ηὔχοντο εἶναι αὑτῶν ἄνδρα τὸν Τελεσικράτην, ἀλλὰ καὶ αἱ λοιπαὶ γυναῖκες, αἱ ἄνδρας ἔχουσαι, ηὔχοντο τοῦτον υἱὸν αὑτῶν· οὐ γὰρ αἱ παρ‐ | |
15 | θένοι ηὔχοντο εἶναι αὑταῖς υἱόν, μήπω πεῖραν ἐσχηκυῖαι ἀνδρῶν. Ἀλεξάνδρου Φορτίου. | |
P 9177-8 | Καὶ βαθυκόλπου γᾶσ]* Τοῦτο οὐχ, ὥς τινες οἴονται, καθολικῶς εἴρηται τῷ Πινδάρῳ, ὡς ἁπλῶς τοὺς κατὰ πόλεις ἀγῶνας νενικηκότα τὸν Τελεσικράτην· τοῦτο γὰρ καὶ πάνυ ἀδύνατον· ἀλλὰ δηλῶσαι θέλων τὰ Δημήτρια, ἃ καὶ | |
5 | Ἐλευσίνια λέγεται, εἶπε· καὶ βαθυκόλπου γᾶς ἀέθλοις. Καὶ γῆν μὲν αὐτὴν τὴν σωματοειδῆ θεὸν ἐνταῦθα νοεῖ, τὸ δὲ ἐπί‐ θετον ἐπήγαγεν, ἀφορῶν πρὸς αὐτὸ τῆς γῆς τὸ εὖρος τῆς τε οἰ‐ κουμένης καὶ ἀοικήτου. Φησὶ γοῦν, αἱ παρθένοι πολλάκις εἶδόν σε νικήσαντα καὶ ἐν τοῖς Παναθηναίοις καὶ ἐν τοῖς Ὀλυμπίοις | |
10 | (ἀγὼν γὰρ καὶ οὗτος Ἀθηναίων ἐπιχώριος) καὶ ἐν τοῖς ἀέθλοις τῆς Γῆς, ἤγουν τῆς Δήμητρος, καὶ ἐν πᾶσι τοῖς ἐπιχωρίοις ἀ‐ γῶ(σι) τῶν Ἀθηναίων, ἤγουν Ἡρακλείοις καὶ Πανελληνίοις· τοῦ‐ το γὰρ δηλοῖ τό· ἔν τε πᾶσιν ἐπιχωρίοις, τοὺς τῶν Ἀθηναίων μόνον νοῶν τοῦτο ἔφη. Οἱ δὲ λέγοντες· ἐν πᾶσιν ἐπιχωρίοις | |
15 | ἀέθλοις ἀντὶ τοῦ ἐν πᾶσιν ἁπλῶς τοῖς ἐν ἑκάστῃ πόλει ἐπι‐ χωρίοις ἀγῶσι πόῤῥω τῆς ὀρθῆς ἐννοίας πλανῶνται. —Βαθυ‐ κόλπου] Εὐρυχώρου. —Βαθυκόλπου] Ὅτι ἐν Ἐλευσῖνι Δήμη‐ τρός ἐστιν ἀγὼν τὰ Δημήτρια, ἃ καὶ Ἐλευσίνια λέγεται. | |
P 9179-80 | Ἐμὲ δ’ οὖν τις ἀοιδᾶν δίψαν αἰκειόμενον]* Ἐ(μέ), φησίν, αἰκειόμενον καὶ θεραπεύοντα τὴν δίψαν τῶν ᾠδῶν, τίς πράσσει καὶ ἀπαιτεῖ ἕτερον χρέος ἐγεῖραι καὶ ἀνυ(ψῶσαι καὶ ἀν)ακαλέσασθαι πάλιν καὶ τὴν δόξαν τῶν παλαιῶν σῶν | |
5 | προγόνων· τουτέστιν, ἐπεὶ αἱ ᾠδαὶ τρόπον δήτι(να ..... ὑμ)νῆ‐ σαί σε τὸν νικητήν, καὶ ἤδη θεραπείαν ἔσχον τῆς δίψης ὑπ’ ἐ‐ μοῦ· ἐξείργασθαι (γρ. ἐξείργασται) γάρ μ(ο)ι ὁ περὶ σοῦ ὕ(μνος, ὃς?) ἀπαιτεῖ με καὶ τῶν σῶν μνησθῆναι προγόνων, καὶ τὴν ἐκεί‐ νων δόξαν αὖθις ἀνακαλέσασθαι. Ὤφειλε γοῦν εἰπεῖν· οὐδείς, | 114 |
10 | ἀλλ’ ἐγὼ ἑκὼν τούτων ἐπιμνησθήσομαι· ὁ δὲ τοῦτ’ ἀφείς, εὐ‐ θὺς τὰ περὶ ἐκείνων διηγεῖται· καὶ οὕτω μὲν τὸ τὶς ἀορίστως νοεῖται· εἰ δὲ βούλει καὶ ὡρισμένως τοῦτο, εἰπὲ οὕτως· ἐμὲ δὲ ἀκειόμενον καὶ θεραπεύοντα τὴν δίψαν τῶν ᾠδῶν ἀπαιτεῖ τις χρέος ἐγεῖραι πάλιν τὴν δόξαν τῶν σῶν προγόνων· ὡς ἂν εἰ | |
15 | ἔλεγε, τίς τῶν προσηκόντων ἐκείνοις, ἢ χάρις τις, ἣν ἔσχον ἐξ ἐκείνων. | |
P 9103-4 | Λιβύσσας ἀμφὶ γυναικὸς] Ἕνεκα τῆς γυναικὸς τῆς Λιβυκῆς. | |
P 9187 | Κάραν] | |
P 9188 | Πολλοὶ] Ἀντὶ τοῦ πλεῖστοι. | |
P 9190 | Σύγγονοι] Ἀντὶ τοῦ ἐντόπιοι. | |
P 9191 | Θαητὸν εἶδος] Τὴν ὄψιν, τὴν ἰδέαν, τὴν θέσιν τῶν μελῶν. Σύνταξις· Οἷοι καὶ ὁποῖοι ἔβαν καὶ ἦλθον εἰς τὴν Ἴρασαν πόλιν τοῦ Ἀνταίου περὶ τῆς γυναικὸς τῆς Λιβύσσης μνηστῆρες | |
5 | ἔβησαν εἰς τὴν καλλίκομον κόρην τὴν ἀγακλέα καὶ ἔνδοξον πάνυ, ἥντινα πολλοὶ λίαν ἀριστῆες, ἄνδρες σύγγονοι καὶ συγγε‐ νεῖς, ᾔτουν λαβεῖν καὶ πολλοὶ ξένοι, ἐπεὶ θαυμαστὸν εἶχεν εἶ‐ δος. Τὸ οἷοι δὲ ὅμοιόν ἐστι τῷ παρ’ Αἰσχύλῳ ἐν Πέρσαις (στ. 21): Οἷος Ἀμίστρης ἠδ’ Ἀρταφέρνης. | 115 |
10 | εὑρήσεις δὲ τὸν λόγον ἐκεῖ. | |
P 9194 | Πατὴρ δὲ θυγατρὶ φυτεύων]* Ἄλλως ἀρξάμενος, ἄλλως τὸν λόγον ἐσχημάτισεν. Εἰπὼν γάρ, ὁ πατήρ, ἤγουν ὁ Ἀνταῖος, φυτεύων καὶ κατασκευάζων τῇ θυγατρὶ τὸν γάμον κλεινότερον καὶ ἐνδοξότερον, τὸ καὶ τὸ πεποίηκεν· ὁ δὲ σχημα‐ | |
5 | τίσας τὸν λόγον, προτίθησι τὸ παράδειγμα τὸ περὶ τῶν παί‐ δων Δαναοῦ, εἶτα ἐπάγει καὶ ὅτι οὕτω καὶ οὗτος πεποίηκεν ἐπὶ τῇ αὑτοῦ θυγατρί. | |
P 9201 | Ἅπαντα χορὸν] Τὸ πλῆθος τῶν θυγατέρων. | |
P 9202 | Ἐν τέρμασιν αὐτίκ’ ἀγῶνος] Ἐν τῇ ἄκρᾳ τοῦ δρό‐ μου γραμμῇ. | |
P 9203-4 | Ἀέθλοις ἐκέλευσε διακρῖναι ποδῶν] Ἀέθλοις ποδῶν, ἤγουν δρόμῳ. | |
P 9205 | Σχήσοι] Λάβοι. | |
P 9206 | Σφιν] Ἤγουν τῷ πατρὶ καὶ τῇ κόρῃ. | |
P 9209-10 | Κοσμήσαις] Ὁρίσας καὶ τά(ξας)· κόσμος γὰρ καὶ ἡ τάξις, ἢ ἀντὶ τοῦ στολίσας αὐτήν. | |
P 9213 | Ἀμφί οἱ ψαύσειε πέπλοις] Ἀντὶ τοῦ περιλάβοι καὶ ἀγκαλίσοιτο αὐτήν. | |
P 9215 | Φύγε] Ἔδραμε. | |
P 9219-20 | Πολλὰ δὲ πρόσθεν πτερὰ δέξατο νίκασ]* Διὰ τὸ ταχὺ τῆς νίκης καὶ ὅτι δρόμου ἦν ἡ νίκη, ἐν ᾧ περὶ τα‐ χυτῆτος ποδῶν ἀγωνίζονται, πολλὰ πτερὰ νίκης καὶ πρότερον αὐτὸν λέγει δέξασθαι, ἤγουν πολλοὺς καὶ ἄλλους ἀγῶνας νι‐ | |
5 | κῆσαι. Πτερὰ δὲ νίκης περιφραστικῶς ἡ νίκη, ἐπεὶ οἷον ἐπτε‐ | |
ρωμένους τοὺς νικητὰς καὶ ἐπηρμένους ποιεῖ. | 116 | |
P 101(t) | ΠΥΘΙΩΝ ΕΙΔΟΣ Ιʹ. | |
P 102-3 | Πατρὸς δ’ ἀμφοτέραις] Ὁ δὲ ἀντὶ τοῦ γάρ. | |
P 108 | Ἀλεύα τε παῖδες] | |
P 1015 | Ἀνέειπεν] Ἀνεκήρυξεν. *Σύνταξις: Ἡ Πυθὼ καὶ τὸ Πελιναῖον (γρ. Πελινναῖον) καὶ τοῦ Ἀλεύα οἱ παῖδες προσκαλοῦνταί με ὑμνῆσαι τὸν νικητήν, θέλοντες ἀγαγεῖν καὶ κομίσαι τῷ Ἱπποκλέᾳ τὴν ἐγκωμιαστι‐ | |
5 | κὴν τῶν χορευτῶν φωνήν, ἥτις ἔνδοξον τοῦτο ποιήσει καὶ ἐξά‐ κουστον. Γεύεται γάρ, φησί, τῶν ἀέθλων, τουτέστι νῦν πρῶτον εἰς τὸν ἀγῶνα εἰσῆλθε, καὶ ἐν τῷ στρατῷ τῶν Ἀμφικτυόνων καὶ περιοίκων ὁ Παρνάσσιος μυχός, ἤτοι ἡ Πυθώ, ὕπατον καὶ ἔξοχον αὐτὸν τῶν διαυλοδρόμων παίδων ἀνηγόρευσεν. | |
P 1021-3 | Ὀλυμπιονίκα δὶς ἐν πολεμαδόκοις Ἄρεος ὅ‐ πλοις θῆκεν]* Ἡ Ὀλυμπιονίκη, φησί, τουτέστιν ἡ νίκη ἡ ἐν Ὀλυμπίᾳ γενομένη, ἐνέθηκεν αὐτὸν δὶς ἐν τοῖς πολεμαδόκοις ὅπλοις τοῦ Ἄρεως, ἤγουν ὁπλιτοδρόμον ὄντα δὶς ἐν τῷ τοιού‐ | |
5 | τῳ ἀγῶνι ἐποίησε νικῆσαι· καὶ ὁ ἀγὼν ὁ ὑπὸ τὴν βαθυλείμονα πέτραν τῆς Κίῤῥας, ἤγουν ὁ Πυθικὸς ἀγών, ἔθηκεν, ἀπὸ κοινοῦ, τὸν Φρικίαν τὸν πατέρα τοῦ Ἱπποκλέου κρατησίποδα, ἤτοι νι‐ κῆσαι τοῖς ποσὶν ἐποίησε. Βούλεται δὲ δεῖξαι αὐτὸν καὶ Ὀλυμ‐ πιονίκην· διὸ καὶ ἄνω εἴρηκεν ὡς τοῖς ἴχνεσιν ἐμβέβηκε τοῦ πα‐ | |
10 | τρός, ἀπὸ τῶν ἰχνῶν δηλώσας ὡς δρομεὺς ἦν καὶ οὗτος, ὡς ὁ πατὴρ αὐτοῦ· πλὴν ἐκεῖνος μὲν ὁπλιτοδρόμος νενίκηκεν, οὗτος δὲ διαυλοδρόμος. | |
P 1029 | Τῶν δ’ ἐν Ἑλλάδι τερπνῶν]* Ἐμοὶ δοκεῖ, πολλῶν καὶ ἄλλων τερπνῶν ὄντων ἐν τῇ Ἑλλάδι, ταῦτα μόνα λέγειν | |
τὸν ποιητὴν τερπνά, τὴν ἐκ τῶν ἀγώνων νίκην καὶ τὸν ἐπὶ ταύ‐ τῃ ὕμνον, ἤ, εἰ βούλει γε, καὶ τὸν στέφανον· πλείστη γὰρ ἦν | 117 | |
5 | αὐτοῖς, τοῖς Ἕλλησί φημι, σπουδὴ νικητάς τε γενέσθαι καὶ στέφανον ἐν τῇ κεφαλῇ δέξασθαι καὶ ὕμνον ἀνακηρυχθῆναι. | |
P 1031 | Μὴ φθονεραῖσ]* Ἐπειδὴ πάθος ψυχῆς ὁ φθόνος ἐστὶ καὶ νόσος αἰσχίστη, διὰ τοῦτο λέγει, εἴη ὁ θεὸς ἀπήμων καὶ ἀβλαβὴς κατὰ τὴν ψυχήν, ἤγουν μὴ τοιοῦτον πάθος ὁ θεὸς ἐν ψυχῇ δέξαιτο, ὡς φθόνῳ δοκεῖν μετατρέπειν τὰ προσόντα τοῖς | |
5 | ἀνθρώποις ἀγαθά. Ἐκεῖνος δέ ἐστι, φησίν, εὐδαίμων καὶ ὑμνη‐ τὸς τοῖς σοφοῖς, ἤγουν ἐκεῖνον ὑμνοῦσιν οἱ σοφοί, ὃς κρατήσας καὶ νικήσας ἐν χερσὶν ἢ ἐν ἀρετῇ ποδῶν, ἤτοι ἐν πάλῃ καὶ δρό‐ μῳ, ἕλῃ καὶ λάβῃ τὰ μέγιστα τῶν (ἄ)θλων, ἤγουν τῶν ἀγώνων ἢ τῶν βραβείων, ἐν τόλμῃ καὶ θρασύτητι καὶ σθένει καὶ ἰσχύϊ. | |
10 | Ἀμφότερα δὲ τέθεικεν, ὅτι ὁ ἰσχυρὸ(ς καὶ) ἀνδρεῖος δεῖται καὶ τόλμης· δειλίας γὰρ οὔσης ἐν τῇ αὐτοῦ ψυχῇ, οὐδὲν τῆς ἀν‐ δρείας ὄφελο(ς .......... δι)ὰ μέσου εἴρηται· τὰ δὲ ἑξῆς τοῖς ἄνω συνάπτεται, ἐν οἷς περὶ τοῦ νικητοῦ καὶ τοῦ πατρὸς (αὐ‐ τοῦ ......) κρατήσαντα τῶν μεγίστων ἄθλων, εὔχεται καὶ | |
15 | τὸν υἱὸν ἰδεῖν τὸν νεώτερον τυχεῖν στεφάνων Πυθίων. Ἀλλὰ πε‐ ρὶ τῶν νῦν ἐπαινουμένων ταῦτά φησι· καὶ τὰ ἑξῆς δὲ περὶ τού‐ των ἐστὶν εἰρημένα· λέγει γὰρ ὅτι ὁ μὲν χάλκεος οὐρανός, ἤ‐ γουν ὁ ἰσχυρός, οὐ γενήσεται τῷ τοιούτῳ ἐπιβατός, τουτέστιν οὐκ ἂν δυνηθείη εἰς οὐρανοὺς ἀνελθεῖν καὶ τοῖς θεοῖς συγγενέ‐ | |
20 | σθαι· γένοιτο δὲ ἐλθεῖν αὐτὸν εἰς τὸν ἔσχατον πλοῦν τῶν ἀγα‐ θῶν, ὧν μετέχει τὸ τῶν βροτῶν ἔθνος, ἤγουν εἰς τὸ ἀκρότατον ἀφῖχθαι τῶν ἐν ἀνθρώποις ἀγαθῶν. | |
P 1032 | Μετατροπίαις] Μεταβολαῖς. | |
P 1033 | Ἀπήμων] Ἀπαθής. | |
P 1035 | Σοφοῖς] Ἤγουν τοῖς ποιηταῖς. | 118 |
P 1036 | Ποδῶν ἀρετᾷ] Ταχυτῆτι. | |
P 1040 | Τυχόντα] Μετασχόντα. | |
P 1043 | Βρότεον ἔθνος] Ἤγουν γένος. | |
P 1046 | Ναυσὶ δ’ οὔτε πεζὸς ἰὼν]* Οὔτε ἐν ναυσί, φησίν, οὔ‐ τε πεζὸς ἰὼν καὶ πορευόμενος εἰς τὸν ἀγῶνα τῶν Ὑπερβορέων, τουτέστιν εἰς τοὺς Ὑπερβορέους, εὕροις ἂν θαυμαστὴν ὁδόν· ἤ‐ γουν εἰ διὰ τούτων ἔλθῃς, οὐκ ἂν εἴη θαυμαστόν· πολλοὶ γὰρ | |
5 | ἂν τοῦτο δυνηθεῖεν. Εἰ δ’ ἐνταῦθα τυγχάνων τἀκεῖ γινώσκεις γινόμενα, ὡς ἐγὼ νῦν περὶ τούτων διέξειμι, τοῦτ’ ἂν εἴη θαύ‐ ματος ἄξιον. Τὸ γὰρ διηγεῖσθαί τινα ἃ οὐκ αὐτὸς τεθέαται, ἄλλων δὲ ἰδόντων καὶ διηγουμένων ἀκήκοε, τοῦτό ἐστι θαυμα‐ στόν. Ἀγῶνα δὲ Ὑπερβορέων οἱ μὲν τὸ ἄθροισμα λέγουσιν, ἐγὼ | |
10 | δέ φημι τοῦτ’ εἰρηκέναι, ὡς ἀγῶνός τινος κἀκεῖ τελουμένου τῷ Ἀπόλλωνι, εἰ καὶ μὴ δῆλον τοῦτο πεποίηκεν· ἔθος γὰρ τούτῳ βρα‐ χυλογεῖν καὶ λέξει μιᾷ ὅλην αἰνίττεσθαι ἱστορίαν. Ἐπειδὴ γὰρ τοιαύτην ἐτέλουν Ἀπόλλωνι ἑορτήν, εἰκός ἐστι καὶ ἀγῶνά τινα τούτῳ τελεῖν. | |
P 1057 | Ἀποδαμεῖ] Ἤγουν ἐλλείπει. | |
P 1060 | Βοαὶ] Κτύποι. —Καναχαὶ] Ἦχοι. Ἀλεξάνδρου Φορτίου. | |
P 1074 | Δρακόντων φόβαισι]* Τοῦτό φησιν ὅτι ἀντὶ τριχῶν ὄφεσιν ἐπεφρίκει ἡ τῆς Γοργοῦς κεφαλή. Ὅθεν καὶ ἐν Ὀλυμ‐ πιονίκαις τὴν Γοργὼ ὀφιώδη φησὶν ὁ αὐτὸς (Εἶδος ΙΓʹ, στ. 89.) διὰ τὴν εἰρημένην αἰτίαν. Παραγέγονεν οὖν κομίζων τὴν πεποι‐ | |
5 | κιλμένην τῆς Γοργοῦς κεφαλὴν ταῖς ἐκ δρακόντων θριξί, τὴν γε‐ νομένην αἰτίαν τοῖς νησιώταις καὶ τοῖς Σεριφίοις τοῦ ἀπολι‐ θοῦσθαι· δείξαντος γὰρ αὐτοῖς τοῦ Περσέως τὸ Γοργόνειον κάρα, ἐξ ἀνθρώπων λίθοι ἐγένοντο οἱ Σερίφιοι καὶ αὐτὸς ὁ Πολυδέ‐ κτης. Ὅτι δὲ ὄφεις εἶχον αἱ Γοργόνες περὶ τὴν κεφαλήν, ὁ αὐ‐ | |
10 | τὸς ἐν τῷ ΙΒʹ Εἴδει τῶν Πυθίων (στ. 12—7.) φησί: ............... τάν ποτε Παλλὰς ἐφεῦρε, θρασειᾶν Γοργόνων Οὔλιον θρῆνον διαπλέξαις’, Ἀθάνα. Τὸν παρθενίοις ὑπό τ’ ἀ‐ | 119 |
15 | πλάτοις ὀφίων κεφαλαῖς Ἄϊε λειβόμενον | |
P 1079 | Σχάσον] Στῆσον. | |
P 1087 | Προχεόντων] Πεμπόντων. | |
P 1089 | Ἕκατι] χάριν. | |
P 1096 | Ἁρπαλέαν σχέθει] | |
P 10102-3 | Ἅρμα Πιερίδων τετράορον]* Τετράορον ἅρ‐ μα τὸν ὕμνον εἴρηκεν, ὅτι τέσσαρσι στροφαῖς, ἀντιστροφαῖς τε καὶ ἐπῳδοῖς συντέτακται. | |
P 111(t) | ΠΥΘΙΩΝ ΕΙΔΟΣ ΙΑʹ. | |
P 118 | Περίαλλ’] Ἐξόχως. | |
P 1113 | Ἐπίνομον] Ἐντόπιον. | |
P 1121 | Ἔμνασεν] Ἤγουν ἀνακηρυχθῆναι ἐποίησεν. | |
P 1137 | Βαρυπάλαμον] Κακομήχανον. | |
P 1148 | Χρόνῳ] Βραδέως. | |
P 1150 | Ἀμφ’ Ἑλένᾳ πειρωθέντων] Τὸ περιεχόμενον ἀντὶ τοῦ περιέχοντος. —Ἀμφ’ Ἑλένᾳ] Ἕνεκα τῆς Ἑλένης. | |
P 1158-9 | Ἀμευσίπορον] Τὴν ἀμείβουσαν καὶ ἀλλάττουσαν τὴν πορείαν· ἔχει γὰρ πολλὰς ἐκτροπὰς ἡ τρίοδος. | |
P 1163 | Τὸ δὲ τεὸν εἰ μισθῷ] | |
P 1164-5 | Ἄλλοτ’ ἄλλα χρὴ ταρασσέμεν] | 120 |
P 1171 | Πολυφάτων] Πολυθρυλλήτων. | |
P 1174 | Ἤλεγξαν] ᾜσχυναν. | |
P 1186 | Μέλανος] Τοῦ ᾅδου. | |
P 1188 | Γλυκυτάτᾳ γενεᾷ] Ἤγουν τοῖς παισὶν αὑτοῦ. | |
P 1189 | Εὐώνυμον] Εὔδοξον. | |
P 121(t) | ΠΥΘΙΩΝ ΕΙΔΟΣ ΙΒʹ. | |
P 1225 | Λυγρόν τ’ ἔρανον]* Ἡ ἱστορία οὕτως ἔχει ἐπὶ τὸ μυθικώτερον. Τοῦ Περσέως ἐν Σερίφῳ μετὰ τῆς μητρὸς διάγον‐ τος παρὰ Δίκτυϊ καὶ ἡβήσαντος, Πολυδέκτης ὁ Δίκτυος ὁμομή‐ τριος ἀδελφός, βασιλεὺς Σερίφου τυγχάνων, ἰδὼν τὴν Δανάην | |
5 | ἠράσθη αὐτῆς· ἠπόρει δὲ συγκοιμηθῆναι, καὶ παρασκευάσας ἄ‐ ριστον ἐκάλει ἄλλους τε πολλοὺς καὶ αὐτὸν τὸν Περσέα. Πυθο‐ μένου δὲ τοῦ Περσέως ἐπὶ τίνι ὁ ἔρανος εὐωχεῖται, τοῦ δὲ φή‐ σαντος ἐπὶ ἵππῳ, Περσεὺς εἶπεν ἐπὶ τῇ τῆς Γοργόνος κεφαλῇ. Μετὰ δὲ τὸν ἔρανον τῇ ἑξῆς ἡμέρᾳ, ὅτε οἱ ἄλλοι ἐρανισταὶ τὸν | |
10 | ἵππον ἀπεκόμιζον, καὶ (γρ. ἴσως· ἧκε καὶ) Περσεύς. Ὁ δὲ οὐκ ἐδέχετο, ἀπῄτει δὲ τὴν τῆς Γοργόνος κεφαλὴν κατὰ τὴν ὑπό‐ σχεσιν· ἐὰν δὲ μὴ κομίσῃ, τὴν μητέρα αὐτοῦ λήψεσθαι ἔφη. Ὁ δὲ ἀνιαθεὶς ἀπέρχεται ὀλοφυρόμενος τὴν συμφορὰν εἰς τὸ ἔσχα‐ τον τῆς νήσου· Ἑρμῆς δὲ αὐτῷ ὀφθεὶς καὶ πεῦσιν αὐτῷ προσα‐ | |
15 | γαγών, μανθάνει τὴν αἰτίαν τοῦ θρήνου· ὁ δὲ ἡγεῖται, θαῤῥεῖν εἰπών. Καὶ πρῶτον μὲν ἡγεῖται αὐτῷ πρὸς τὰς τοῦ Φόρκου Γραίας, Πεμφρηδὼ καὶ Ἐντὼ καὶ Ἰαινώ (γρ. Πεφρηδὼ καὶ Ἐνυὼ καὶ Δεινώ), Ἀθηνᾶς φρασάσης· καὶ αὐτῶν μὲν ὑφαιρεῖται | |
τὸν ὀφθαλμὸν καὶ τὸν ὀδόντα ὀρεγουσῶν ἀλλήλας. Αἱ δὲ αἰσθα‐ | 121 | |
20 | νόμεναι βοῶσι καὶ ἱκετεύουσι τὸν ὀφθαλμὸν καὶ τὸν ὀδόντα ἀποδοῦναι· ἑνὶ γὰρ αἱ τρεῖς ἐκ διαδοχῆς ἐκέχρηντο. Ὁ δὲ Περ‐ σεὺς αὐτὸν ἔχειν ἔφη καὶ ἀποδώσειν, ἐὰν αὑτῷ ὑποδείξωσι τὰς νύμφας, αἳ ἔχουσι τὴν Ἄϊδος κυνέην καὶ τὰ πέδιλα τὰ ὑπόπτερα καὶ τὴν κίβησιν. Αἱ δὲ αὐτῷ φράζουσι· καὶ ὁ Περσεὺς | |
25 | ἀποδίδωσι καὶ ἀπελθὼν πρὸς τὰς νύμφας σὺν Ἑρμῇ, αἰτήσας τε καὶ λαβών, ὑποδεσμεῖται τὰ ὑπόπτερα πέδιλα καὶ τὴν κί‐ βησιν περιβάλλει κατὰ τῶν ὤμων καὶ τὴν Ἄϊδος κυνέην τῇ κεφαλῇ περιτίθησιν· εἶτα ἔρχεται πετόμενος κατὰ τὸν Ὠκεανὸν καὶ τὰς Γοργόνας, συνεπομένων αὐτῷ Ἑρμοῦ τε καὶ Ἀθηνᾶς· | |
30 | ταύτας δὲ καὶ κοιμωμένας εὑρίσκει. Ὑποτίθενται δὲ αὐτῷ οἱ θεοὶ οὗτοι, ὅπως χρὴ τὴν κεφαλὴν ἀποτεμεῖν ἀπεστραμμένον, καὶ δεικνύουσιν ἐν τῷ κατόπτρῳ τὴν Μέδουσαν, ἣ μόνη ἦν θνητὴ τῶν Γοργόνων. Ὁ δὲ πλησίον γενόμενος, ἀποτέμνει τῇ ἅρπῃ τὴν κεφαλὴν καὶ ἐνθεὶς εἰς τὴν κίβησιν φεύγει· αἱ δὲ αἰσθό‐ | |
35 | μεναι διώκουσιν, οὐχ ὁρῶσι μέντοι αὐτὸν διὰ τὴν Ἄϊ(δ)ος (κυ‐ νέην. Περσ)εὺς δὲ εἰς Σέριφον γενόμενος, ἔρχεται παρὰ Πολυδέ‐ κτην καὶ κελεύει συναθροῖσαι τὸν λαόν, ὅπως δείξῃ αὐτοῖς τὴν τῆς Γοργόν(ος κεφαλήν, εἰ)δὼς ὅτι ἰδόντες ἀπολιθωθήσονται. Ὁ δὲ Πολυδέκτης ἀολλίσας τὸν ὄχλον, κελεύει αὐτὸν δεικνύειν. Ὁ | |
40 | δὲ ἀποστρεφ(όμενος .... ἐκ) τῆς κιβήσεως καὶ δείκνυσιν. Οἱ δὲ ἰδόντες λίθοι ἐγένοντο, καὶ διὰ τοῦτο λυγρὸν καὶ ὀλέθριόν φη‐ σιν ἔρανον ...... Ταῦτα δὲ Φερεκύδης ἱστορεῖ ἐν τῇ δευτέρᾳ. —Λυγρόν τ’ ἔρανον] Ὅτι πάντας τοὺς ἐν ἐν τῷ συμποσίῳ ἀπε‐ λίθωσε καὶ αὐτὸν τὸν Πολυδέκτην. | |
N 11(t) | ΝΕΜΕΩΝ ΕΙΔΟΣ Αʹ. | |
N 15 | Ὕμνος ὁρμᾶται] Τὸ προοίμιον. —Θέμεν] Λαμβάνει. | |
N 112 | Δαιμονίαις] Θείαις. | |
N 125 | Ἵππαιχμον] Ἱππόμαχον, πολεμικόν. | 122 |
N 132 | Κεκόσμηται] Ἡτοίμασται. | |
N 142 | Τρόπῳ] Φύσει. | |
N 143 | Χρήσιες] Ἐνέργειαι. | |
N 146 | Εὖ τε παθεῖν] Ἀπολαβεῖν. | |
N 147 | Ἐξαρκέων] Μεταδιδούς. | |
N 163 | Ὠκείας] Λάβρας. | |
N 164 | Ἀμφελίξασθαι] Περιβαλεῖν. | |
N 166 | Πειρᾶτο] Ἐγεύετο, ἥπτετο. | |
N 173 | Ἀρήγοισαι] Ὑπηρετοῦσαι. —Λέχει] | |
N 177 | Ταχὺ] Ταχέως. —Καδμείων] Τῶν Θηβαίων. — Ἀγοὶ] Ἡγεμόνες. | |
N 178 | Ἀθρόοι] Ἅμα πάντες. | |
N 180 | Κολεοῦ] Τῆς θήκης. | |
N 181 | Ὀξείαις] Σφοδραῖς. —Τυπεὶς] Πληγείς. | |
N 184 | Κᾶδος] Πῆμα, κακόν. | |
N 187 | Λῆμα] Τρόπον. | |
N 189 | Ῥῆσιν] Λόγον. | |
N 197 | Σὺν πλαγίῳ] Ἤγουν μετὰ ἀδικίας. | |
N 198 | Κόρῳ στείχοντα] Ὕβρει προσέχοντα καὶ ἀδικίᾳ. — Ἐχθρότατον] Ἤγουν ὑβριστὴν καὶ ἄδικον. | |
N 1101 | Μάχαν] Κατὰ (τὴν μάχην). | |
N 1102-3 | Ἀντιάζωσιν] Ἐναντίοι ἔλθωσιν. —Ὑπὸ ῥιπαῖ‐ σι] Ἡ ὑπὸ ἀντὶ τῆς μετά. | |
N 1104 | Πεφύρσεσθαι] Κονιοῦσθαι. | |
N 1108 | Λαχόντ’] Λαβόντα. | |
N 1111 | Δαίσαντα] Ἑστιάσαντα. | |
N 21(t) | ΝΕΜΕΩΝ ΕΙΔΟΣ Βʹ. | |
N 218 | Νεῖσθαι] Πορεύεσθαι. | |
N 224 | Ἀέξει] Ὑψοῖ, δοξάζει. | 123 |
N 31(t) | ΝΕΜΕΩΝ ΕΙΔΟΣ Γʹ. | |
1 | Πότνια] Ἐντιμοτάτη. | |
N 325 | Ἐμίανε] ᾜσχυνε. | |
N 327(27-8) | Καματωδέων] Ἐπιπόνων. | |
N 328(30) | Βαθυπεδίῳ] Μεγάλῃ. | |
N 345(48) | Μοῖσαν] Τὸ ποίημα. | |
N 355(58) | Εἷλεν] Ἐπόρθησεν. | |
N 375(81) | Ἔπρασσεν] Κατειργάζετο. | |
N 376(82) | Ἔναιρεν] Ἐφόνευε. | |
N 378(84) | Ἀσθμαίνοντα] Πνευστιῶντα. | |
N 383(89) | Ἑρκέων] Βρόχων. | |
N 395(102) | Πεμφθεὶς] Σταλείς, πλεύσας. | |
N 3110-11(119-20) | Τάνδε νᾶσον εὐκλεεῖ προσέθηκε λόγῳ] Ἡ φράσις ὡς τὸ ἐν Ὀλυμπίοις (Εἶδος Αʹ, 34): Κράτει δὲ προσέμιξε δεσπόταν ἀντὶ τοῦ νίκην τῷ δεσπότῃ προὐξένησεν· οὕτω κἀνταῦθα ἀντὶ | |
5 | τοῦ λόγον καὶ ἔπαινον εὐκλεᾶ τῇ νήσῳ προσέθηκε. | |
N 3128(137) | Πνοαῖσιν] Φθόγγοις. | |
N 41(t) | ΝΕΜΕΩΝ ΕΙΔΟΣ Δʹ. | |
N 413 | Ἐξέλοι] Ἐξείποι. Ἀλεξάνδρου Φορτίου. | |
N 432 | Οὕνεκ’ Ἀμφιτρύωνοσ]* Παρὰ τῷ τοῦ Ἀμφιτρύωνος τάφῳ ἐτελεῖτο τὰ Ἰολάεια, ὡς καὶ Πίνδαρος αὐτός φησιν ἐν Πυθιονίκαις, Εἴδει Θʹ (στ. 137—44): Ἔγνων ποτὲ καὶ Ἰόλαον | |
5 | Οὐκ ἀτιμάσαντά νιν ἑ‐ πτάπυλοι Θῆβαι. Τόν, Εὐρυ‐ σθῆος ἐπὶ κεφαλὰν Ἔπραθεν ἐν φασγάνου ἀκμᾷ, Κρύψαν ἔνερθ’ ὑπὸ γᾶν | |
10 | Διφρηλάτα Ἀμφιτρύωνος | |
Σάματι ............. Οὐκ ἔστιν οὖν τὸ Ἀμφιτρύωνος ἀντὶ τοῦ Ἀμφιτρυωνίδου, ὥς τινές φασιν, ἀλλ’ ἐκ τοῦ εἰπεῖν: παρὰ τύμβον Ἀμφιτρύωνος ἐδήλωσε τὰ Ἰολάεια, ὡς ἡ ἄνω ῥῆσις τοῦ ποιητοῦ μαρτυρεῖ. | 124 | |
15 | Ταῦτα δὲ καὶ Ἡράκλεια λέγεται. | |
N 451 | Λόγον] Ὃ λέγω. | |
N 469 | Χρόνος ἕρπων] Ἤγουν προϊών. | |
N 487 | Ἰόνιον πόρον] Κόλπον καὶ πέλαγος. | |
N 488 | Πὰρ ποδὶ] Καὶ τοῖς τέρμασι. | |
N 490 | Προστραπὼν] Ἤγουν πορθήσας. | |
N 495 | Τᾷ Δαιδάλου δὲ μαχαίρᾳ]* Ὁ Πηλεὺς Φῶκον τὸν ἀδελφὸν κατὰ πατρίδα σὺν Τελαμῶνι δολοφονήσας φεύγει εἰς Φθίαν πρὸς Εὔρυτον τὸν Ἄκτορος, ὑφ’ οὗ καὶ καθαίρεται. Ἐκεῖ‐ θεν δὲ ἐπὶ τὴν θήραν τοῦ Καλυδωνίου κάπρου ἐλθών, Εὐρύτῳ | |
5 | ἐντυγχάνει καὶ κτείνει τοῦτον ἄκων. Πάλιν οὖν ὁ Πηλεὺς ἐκ Φθίας φυγών, εἰς Ἰωλκὸν πρὸς Ἄκαστον ἀφικνεῖται καὶ καθαί‐ ρεται ὑπ’ αὐτοῦ. Ἀστυδάμεια δὲ ἡ Ἀκάστου γυνή, ἣν ὁ Πίν‐ δαρος Ἱππολύτην καλεῖ, ἐρασθεῖσα Πηλέως καὶ μὴ δυνηθεῖσα πεῖσαι αὐτόν, διὰ τὴν ἄγαν σωφροσύνην τοῦ ἀνδρός, συνελθεῖν | |
10 | αὑτῇ, καταψεύδεται αὐτοῦ πρὸς Ἄκαστον ὡς ἀποπειραθέντος αὑτῆς καὶ βίαν ἐπαγαγεῖν ἐπιχειρήσαντος. Ὁ δὲ Ἄκαστος κτεῖναι μέν, ὃν καθῇρεν, οὐκ ἠβουλήθη, ἄγει δὲ αὐτὸν προφά‐ σει θήρας εἰς τὴν κατὰ τὸ Πήλιον ἐρημίαν. Ἀποκοιμηθέντα δὲ αὐτὸν Ἄκαστος καταλιπὼν καὶ τὴν μάχαιραν ὑπὸ τὴν κό‐ | |
15 | προν τῶν βοῶν κρύψας, ἀφῆκεν αὐτὸν καὶ ἀνεχώρησεν, εἰπών, εἰ δίκαιος εἶ, σωθήσῃ. Ὁ δὲ ἐξαναστὰς καὶ μὴ εὑρὼν τὴν μά‐ χαιραν, ἔμελλεν ἀπόλλυσθαι καταληφθεὶς ὑπὸ τῶν Κενταύρων· σώζεται δὲ ὑπὸ Χείρωνος, ὃς καὶ τὴν μάχαιραν ἐκζητήσας δί‐ δωσιν αὐτῷ. Ἕτεροι δέ φασιν ὡς μέλλοντι αὐτῷ ὑπὸ Θηρίων | |
20 | διαφθείρεσθαι οἱ θεοὶ μάχαιραν ἡφαιστότευκτον ἐχαρίσαντο δι’ Ἑρμοῦ καὶ οὕτως ἔφυγε τὸν κίνδυνον. | |
N 496 | Φύτευεν] Ἤρτυεν. | |
N 4111(112) | Γαδείρων τὸ πρὸς Ζόφον οὐ περατὸν]* Ἤ‐ γουν ἀπέρατον καὶ ἀδιόδευτον. Τὰ Γάδειρα γάρ ἐστι τόπος περὶ τὰ ἑσπέρια μέρη, ἀποτελεύτησιν ἔχων τῆς πλεομένης θαλάσ‐ σης, ὧν τὸ ἐπέκεινα ἄπλωτον ὡς βραχῶδες καὶ σκοτεινὸν καὶ | 125 |
5 | θηρότροφον (γρ. θηροτρόφον). Παρήχθη τοίνυν ἐκεῖθεν ἡ παροι‐ μία καὶ λέγεται, ὅταν τις ἐκεῖνο φθάσῃ τὸ μέτρον, οὗπερ τὸ πλέον οὐ χωρεῖ, ὥς φασιν, πρὸς ὃ οὐ δύναταί τις ὑπεραρθῆναι. —Τὸ πρὸς ζόφον] Τὴν δύσιν. | |
N 4119(120) | Κάρυξ] Ὑμνητής. | |
N 4134-6(135-7) | Ὕμνος δὲ τῶν ἀγαθῶν ἑργμάτων βασιλεῦσιν ἰσοδαίμονα τεύχει] Ἤγουν ἡ εὐφημία τῶν λαμπρῶν κατορθωμάτων ἴσον βασιλεῦσι τὸν ἄνδρα ποιεῖ. | |
N 51(t) | ΝΕΜΕΩΝ ΕΙΔΟΣ Εʹ. | |
N 56-7 | Διαγγέλοις’] Διαιωνίζουσα, διαβιῶσα. | |
N 518 | Θέσσαντο] Ηὔξαντο. | |
N 519 | Πατέρος Ἑλλανίου] Διὸς Ἑλληνίου. | |
N 526 | Κεκινδυνευμένον] Ἤγουν τετολμημένον καὶ πεπραγ‐ μένον. | |
N 529 | Ἀποινώσας] | |
N 530-1 | Οὔτοι ἅπασα κερδίων φαίνοισα πρόσωπον ἀλά‐ θει’ ἀτρεκὴς] Γνωμικόν. | |
N 561 | Ξεινίου πατρὸς] Τοῦ Διός. | |
N 562 | Εὐφράσθη] | |
N 566 | Πράξειν] Παρασχεῖν. | |
N 598 | Ποιάεντα] Φαιδρά. | |
N 61(t) | ΝΕΜΕΩΝ ΕΙΔΟΣ ϛʹ. | |
N 613 | Στάθμαν] Γραμμήν, τέρμονα. | |
N 617 | Ἀμειβόμεναι] Ἤγουν ἐκ διαλειμμάτων. | |
N 623 | Ἐναγώνιος] Ἤγουν ἀγῶνος πειραθεὶς καὶ γευσάμενος. | |
N 624 | Μεθέπων] Κληρωθεὶς καὶ μετερχόμενος. —Διόθεν] | |
Ἐκ θεῶν. | 126 | |
N 673 | Ἔρεψ’] Ἔστεψε. | |
N 681 | Πέταται] Διϊκνεῖται. | |
N 685 | Ἐπᾶλτο] Διέπτη. | |
N 694 | Ἑλισσόμενον] Κυλινδούμενον. | |
N 698 | Μεθέπων] Βαστάζων. | |
N 6102 | Ἐνέποισιν ἱεροὺσ]* Ἱεροὶ ἀγῶνες οἱ ἐπίσημοι καὶ ἐκτροπὰς ἔχοντες· περιχώριοι δὲ οἱ μὴ τοιοῦτοι, οἷα τὰ ἐν Ἄργει Ἥραια, τὰ ἐν Θήβαις Ἰόλαια, τὰ ἐν Εὐβοίᾳ Βασίλεια, καὶ ἕτεροι ἀγῶνες τοιοῦτοι. —Ἱεροὺς] Ἤγουν τοὺς περιοδικούς. | |
N 6103 | Ἐπάρκεσε] Προσέθηκε, παρέσχεν. | |
N 6107-8 | Ἄνθε’] Ἤγουν στεφάνους. | |
N 71(t) | ΝΕΜΕΩΝ ΕΙΔΟΣ Ζʹ. | |
N 716 | Εἰ δὲ τύχῃ τις ἕρδων] | |
N 719 | Δεόμεναι] Ὑστερούμεναι. | |
N 723 | Ἄποινα] Ἀμοιβή. | |
N 726 | Βάλον] Ἑαυτοὺς δηλονότι. | |
N 729 | Ἔλπομαι] Ὑπολαμβάνω. | |
N 733 | Σοφία] Ἡ ποίησις. | |
N 741 | Κομίσαι] Ἀνα(κομίσαι) καὶ ἀνακτήσασθαι. | |
N 747 | Ἁβρὸν] Ἀνθηρόν. | |
N 749 | Εὐρυκόλπου] Εὐρυχώρου. | |
N 753 | Ἀποπλέων] Ἀπονοστῶν, ἀπαίρων. | |
N 763 | Βάρυνθεν] Ἐβαρύνθησαν. | |
N 765 | Ἄλσει] Ναῷ. | |
N 774 | Θρασὺ] Τολμηρόν. | |
N 789 | Ἀπέχων] Ἄπωθεν ἔχων. | |
N 790 | Ὧτε] Ὥσπερ. | |
N 793 | Ἀγαθοῖσι] Ἀνδρείοις. | 127 |
N 796 | Ἔν τε δαμόταισ]* Καὶ ἐν τοῖς ἰδίοις δημόταις κατα‐ φανής εἰμι, ὡς ἂν οὐδενὶ ἐνεχόμενος ἀτόπῳ πράγματι. | |
N 7104 | Προβὰς] Ὑπερβάς. | |
N 7107 | Ἀδίαντον] Ἄβρεκτον. | |
N 7116 | Λύριον] | |
N 7127 | Γεύεται] | |
N 7143 | Δυσβάτων] Δυσκόλων. | |
N 7153 | Ἀμπολεῖν] Ἀναδιηγεῖσθαι. | |
N 7155 | Μαψυλάκασ]* Ἐπὶ ματαίῳ ὑλακτῶν καὶ φλυαρῶν. Ἀπὸ τῶν κυνῶν εἴληπται τοῦτο τῶν οὕτως ὑλακτούντων καὶ ἐπ’ οὐδεμιᾷ προφάσει. | |
N 81(t) | ΝΕΜΕΩΝ ΕΙΔΟΣ Ηʹ. | |
N 843 | Ἀντέταται] Ἀνάκειται. | |
N 858 | Ἀντείνει] Ὑψοῦται. | |
N 861 | Ἐφαπτοίμαν] Ἐχοίμην. | |
N 863 | Χρυσὸν εὔχονται] Προσευχόμενοι αἰτοῦσι. | |
N 867 | Ἐπισπείρων] Προστρίβων. | |
N 876 | Κομίξαι] Ἤγουν ἀναστῆσαι. | |
N 880 | Ὑπερεῖσαι] Ὑποβαλεῖν. | |
N 882 | Δὶς δὴ δυοῖν]* Τοῦτό φησιν, ὅτι διαυλοδρόμος ὁ νι‐ κηφόρος, καθὰ καὶ προεῖπε (στ. 26.): ...... Δείνιδος δισσῶν σταδίων Χαίρω δὲ ἐνιεὶς καὶ ἐμβάλλων κόμπον, ἤγουν τὸ ἀξίωμα τὸ διὰ | |
5 | τῶν ὕμνων, πρόσφορον καὶ ἁρμόδιον τῷ ἔργῳ καὶ τῇ νίκῃ, του‐ τέστι χαίρω ἄξια τῆς ὑποθέσεως λέγων. | |
N 884 | Κάματον] Κακοπάθειαν. | |
N 91(t) | ΝΕΜΕΩΝ ΕΙΔΟΣ Θʹ. | |
N 935 | Δίκαν] Τὴν ἔριν καὶ μάχην. | |
N 937 | Ἀνδρομέδαν] | 128 |
N 952 | Ἔντεσιν] Ἤγουν ἅρμασιν. | |
N 958 | Σχίσεν] Διέστησεν, ἠνέῳξεν. | |
N 976 | Κτεάνων] Ἤγουν τοῦ πλούτου. | |
N 977 | Ψυχὰς] Γνώμας. | |
N 983 | Ἔκρινας] Ἔγνως. | |
N 990 | Παρποδίου] Ἐπικειμένου. | |
N 991 | Ποδὶ] | |
N 992 | Ψυχᾷ] Βουλῇ. | |
N 9106 | Ἐὼν] | |
N 9111 | Οὐκ ἔτ’ ἐστὶ πόρσω] Ἤγουν ἔξεστιν, ἢ οὐ δυνατόν ἐστιν· ἀθάνατος γὰρ γενέσθαι οὐ δύναται. Τοῦτο γὰρ ἐννοεῖν δίδωσιν, ὡς καὶ ἐν ἄλλοις διαῤῥήδην φησί. | |
N 9112 | Θνατὸν] Ὄντα αὐτόν. —Σκοπιᾶς] Ἀκρότητος. | |
N 9113 | Ἐφάψασθαι] Ἐφικνεῖσθαι. | |
N 9115 | Αὔξεται] Ἀντὶ τοῦ χαίρει. | |
N 101(t) | ΝΕΜΕΩΝ ΕΙΔΟΣ Ιʹ. | |
N 1018 | Ἀριστεύει]* Τουτέστιν ὑπερτερεῖ καὶ προέχει τῶν ἄλλων πόλεων, τὸ Ἄργος δηλονότι. Καλλικόμοισι δὲ ἀπὸ μέ‐ ρους, καλαῖς καὶ εὐμόρφοις γυναιξὶ πρωτεύει τὸ Ἄργος. | |
N 1032-3 | Τελείᾳ παρὰ ματέρι]* Ἤγουν τῇ Ἥρᾳ. Ἀριστο‐ φάνης ἐν Θεσμοφοριαζούσαις (στ. 982—5): Ἥραν τε τὴν Τελείαν Μέλψωμεν, ὥσπερ εἰκός· | |
5 | Ἣ πᾶσι τοῖς χοροῖσιν ἐμ‐ παίζει τε καὶ κλῇδας γάμου φυλάττει. ἤγουν ἡ Γαμηλία. | |
N 1036 | Ἀργεῖον τέμενος] Ἡ πόλις τὸ Ἄργος. | |
N 10112 | Ἀμφὶ βουσὶν] Ἕνεκα τῶν βοῶν. | |
N 10114 | Ταϋγέτου πόδ’] Σκοπῶν. | |
N 10127 | Ἔμβαλον] Προσέῤῥηξαν. | 129 |
N 10142 | Ὄρθιον] Ἐξάκουστον. | |
N 10148 | Μεταλαμβάνειν] Κοινωνεῖν. | |
N 111(t) | ΝΕΜΕΩΝ ΕΙΔΟΣ ΙΑʹ. | |
N 1120 | Περιστέλλων] Περιβεβλημένος καὶ φορῶν. | |
N 1123 | Μελιγδούποισι] Ἡδυτάτοις. —Δαιδαλθέντα] Κο‐ σμηθέντα. | |
N 1131 | Ὄχθῳ] Ὄρει καὶ λόφῳ. | |
N 1134 | Ἑορτὰν] Πανήγυριν. | |
N 1135 | Τέθμιον] Διάταξιν καὶ νόμον οὖσαν. | |
N 1160 | Προμαθείας] Προγνώσεως. | |
I 11(t) | ΙΣΘΜΙΩΝ ΕΙΔΟΣ Αʹ. | |
I 149 | Τιμαῖσιν] Κατορθώμασιν. | |
I 160 | Ἀγάνορα κόμπον] Σεμνὸν καύχημα. | |
I 179 | Καὶ σέθεν Ἀμφιτρύων] Διὰ τὰ Ἡράκλεια καὶ Ἰό‐ λαια τοῦτό φησιν. | |
I 180 | Μινύα τε μυχὸν] Τὸν Ὀρχομενὸν τὴν πόλιν. —Ἤ‐ γουν τὰ Μινύεια. | |
I 181 | Καὶ τὸ Δάματρος κλυτὸν ἄλσος Ἐλευσῖνα] Ἤγουν τὰ Ἐλευσίνεια (sic) καὶ τὰ Βασίλεια καὶ Γεραίστεια (sic). — *Ἐν Εὐ(βοίᾳ) ἀγὼν τελεῖται τὰ (Βα)σίλεια, ἐν δὲ Θεσσαλίᾳ Πρω‐ τεσίλεια, ἐν δὲ Εὐβοίᾳ τὰ Γεραίστεια. | |
I 183 | Πρωτεσίλα] Τὰ Πρωτεσίλεια. | |
I 190 | Εἴη μιν εὐφώνων πτερύγεσσιν] Ἤγουν τοῖς ὕμνοις καὶ ταῖς ᾠδαῖς ὥσπερ τισὶ πτέρυξιν ἀερθέντα καὶ μετεωρισθέντα. | |
I 196 | Τεύχοντ’] Προξενοῦντα. —Νέμει] Κέκτηται. | 130 |
I 21(t) | ΙΣΘΜΙΩΝ ΕΙΔΟΣ Βʹ. | |
I 214 | Μαλθακόφωνοι] Ἡδύφωνοι. | |
I 247 | Προσάντης] Χαλεπή. | |
I 259-60 | Ὑπέστειλεν ἱστίον] Ὑπεχάλασεν, ὅπερ εἰώ‐ θασι ποιεῖν οἱ πλέοντες ἀνέμου ἐπιπνεύσαντος σφοδροῦ. | |
I 41(t) | ΙΣΘΜΙΩΝ ΕΙΔΟΣ Δʹ. | |
I 45 | Ὕμνῳ διώκειν] Διηγεῖσθαι, ὑμνῆσαι. | |
I 420 | Ἅπτονθ’] Ἅπτονται ἀντὶ τοῦ ἐγγίζουσιν. | |
I 437-9 | Ἀνάγει φάμαν] Ἀνεγείρει δόξαν. —Παλαιὰν] Ἤγουν τὴν ἤδη πεπαλαιωμένην καὶ σβεσθεῖσαν τῶν κατορθω‐ μάτων. —Ἐν ὕπνῳ γὰρ πέσεν] Ἀντὶ τοῦ εἰς λήθην, ἤγουν ἀφυ‐ πνώττει καὶ μεμάρανται. | |
I 440 | Θαητὸς] Ἔκδηλος. | |
I 444 | Ἀδραστείοις ἀέθλοις] Τοῖς Νεμεακοῖς ἀγῶσι. | |
I 452 | Ἀφάνεια τύχας] Ἤγουν τῆς μελλούσης ἐκβάσεως, | |
I 459 | Φοίνιον] Τὸν φονίαν καὶ πολεμικόν. | |
I 473 | Προφρόνων] Προθύμων. | |
I 478 | Μῆτιν] Τέχνην. | |
I 483 | Φύσιν] Τὴν μορφὴν καὶ τὸ σῶμα. | |
I 4105 | Δαῖτα πορσύνοντες] Ἑορτὴν καὶ πανήγυριν. Λέγει δὲ τὴν τῶν Ἡρακλείων. | |
I 4106-107 | Νεόδματα στεφανώματα] Νεαρὰ στέμματα. | |
I 4108 | Ἔμπυρα] Τὰς θυσίας. | |
I 4111 | Ἀνατελλομένα] Ἀναπτομένη. | |
I 4112 | Παννυχίζει] Διανυκτερεύει. | |
I 4113 | Λακτίζουσα] Πλήττουσα. —Ἄττουσα γὰρ λακτί‐ ζειν δοκεῖ τὸν ἀέρα ἢ φλόξ. | |
I 4120 | Πρόσθεν] Κατὰ τὸν φθάσαντα χρόνον. | 131 |
I 4122 | Πεπιθὼν] Πειθόμενος. | |
I 4124 | Τερπνὴν] Ἡδεῖαν. —Ἀποστάζων] Προστιθείς. | |
I 4(5)1(t) | ΙΣΘΜΙΩΝ ΕΙΔΟΣ Δʹ (γρ. Εʹ). | |
I 4(5)6 | Ὦ ’νασα] Γρ. ’νασσα, ὡς Θρᾲξ (γρ. Θρᾷξ) Θρᾷσσα. | |
I 4(5)7 | Ὠκυδινάτοις] Ταχυστρόφοις. | |
I 4(5)17 | Εὖ πάσχων] Εὐημερῶν. —Λόγον ἐσλὸν ἀκούῃ] Ἤ‐ γουν εὖ ἀκούει καὶ εὐφημίαις κοσμεῖται. | |
I 4(5)30 | Φθόνει] Φείδου. —Κόμπον] Ἔπαινον. | |
I 4(5)33 | Λόγον] Τὴν εὐφημίαν. —Κλέονται] Ἤγουν κλεΐ‐ ζονται καὶ εὐκλεεῖς εἰσι. Τὸ κλε συνεστάλη διὰ τὸ μέτρον ἐλ‐ λείψει τοῦ ἰῶτα. | |
I 4(5)45 | Παίδων] Ἀπογόνων. | |
I 4(5)48 | Ἔλα νῦν μοι] Ἄγε δεῦρο. | |
I 4(5)52 | Ἐσλὸν] Ἀνδρεῖον. | |
I 5(6)1(t) | ΙΣΘΜΙΩΝ ΕΙΔΟΣ Εʹ (ϛʹ). | |
I 5(6)13 | Σπένδειν] Καταβρέχειν. —Μελιφθόγγοις ἀοιδαῖς] Ἡδίστοις λόγοις ἐγκωμιαστικοῖς. Ὅμοιον δὲ μετ’ ὀλίγα ἐποίσει τό· Τέθμιόν μοι φαμὶ σαφέστατον εἶναι, | |
5 | Τάνδ’ ἐπιστείχοντα (νᾶσον) Ῥαιν(έμ)εν εὐλογίαις. | |
I 5(6)26 | Ἐφετμαῖς] Ἐπιθυμίαις. Ἐφίεμαι γὰρ σημαίνει καὶ τὸ ἐπιθυμῶ. | |
I 5(6)30 | Ῥαινέμεν] Ῥαντίζειν. —Εὐλογίαις] Λόγοις ἐγκω‐ μιαστικοῖς καὶ ἐπαίνοις. | |
I 5(6)32 | Ἐν σχερῷ κέλευθοι] Ὁδοὶ φέρουσαι δηλονότι. | |
I 5(6)55 | Καρτεραίχμαν] Τὸν πολεμικώτατον καὶ γενναῖον. | |
I 5(6)59 | Πεφρικυῖαν] Ἤγουν πεπληρωμένην, ὥστε φρίσσειν ἐπ’ αὐτῇ τὸν τοῦ οἴνου ἀφρόν. | |
I 5(6)72 | Φαμένῳ] Εὐξαμένῳ. | |
I 5(6)93 | Χαρίτων] Τῶν ἐκ τῆς ποιήσεως ἐγκωμίων, | |
I 5(6)94 | Ἄρδοντι] Καταβρέχουσιν. | 132 |
I 6(7)1(t) | ΙΣΘΜΙΩΝ ΕΙΔΟΣ ϛʹ (Ζʹ). | |
I 6(7)19 | Ἔστασας] Στῆναι παρεσκεύασας. | |
I 6(7)23 | Εὕδει] Σεσιώπηται. | |
I 6(7)24 | Χάρις] Δόξα. | |
I 6(7)25 | Σοφίας] Ποιήσεως. | |
I 6(7)31 | Ἀρετὰν] Γνώμην. | |
I 6(7)33 | Φλέγεται] Καταλάμπεται καὶ περιφανὴς γίνεται τοῖς ἐκ ποιήσεως δώροις. | |
I 6(7)47-48 | Εὐανθέ’] Ἀνθηρὰν καὶ ὡραίαν. —Ἀπέπνευσας] Θνήσκων ἀπώλεσας. —Ἁλικίαν] Νεότητα. | |
I 6(7)49 | Ἄριστοι] Οἱ ἀνδρειότατοι. | |
I 6(7)57 | Διώκων] Ζητῶν. | |
I 6(7)61-62 | Ἐξικέσθαι] Καταλαβεῖν. | |
I 81(t) | ΙΣΘΜΙΩΝ ΕΙΔΟΣ Ηʹ. | |
I 821 | Ταντάλου λίθον] Τὸν κίνδυνον. | |
I 823 | Ἀτόλματον] Ἀνυπομόνητον δεινόν. —Μόχθον] | |
Πόλεμον. | 133 |