TLG 5034 004 :: SCHOLIA IN PINDARUM :: Scholia et glossae in Olympia et Pythia (scholia recentiora Triclinii, Thomae Magistri, Moschopuli, Germani) (collecta a Triclinio) SCHOLIA IN PINDARUM Schol. Scholia et glossae in Olympia et Pythia (scholia recentiora Triclinii, Thomae Magistri, Moschopuli, Germani) (collecta a Triclinio) Source: Abel, E. (ed.), Scholia recentia in Pindari epinicia, vol. 1. Berlin: Calvary, 1891: 40–480.
Citation: Ode-treatise — scholion-section — (line) | ||
sch metrt | [Σχόλια μετρικά] Δημητρίου Τρικλινίου. | |
sch metr1 | Ἰστέον ὅτι πάντα τὰ μέτρα πλὴν τοῦ δακτυλικοῦ κατὰ διπο‐ δίαν μετρεῖται καὶ ἀνέρχεται μέχρι τοῦ πενταμέτρου. ἔστι δὴ μονόμετρον μὲν τὸ ἔχον πόδας δύο, δίμετρον τὸ ἔχον πόδας τέσ‐ σαρας, τρίμετρον τὸ ἔχον ἕξ, τετράμετρον τὸ ἔχον ὀκτώ, πεντά‐ | |
5 | μετρον τὸ ἔχον δέκα, καὶ περαιτέρω οὐ πρόεισι. παντὸς δὲ μέτρου πλὴν τοῦ δακτυλικοῦ ἀποθέσεις ἤτοι καταλήξεις εἰσὶ τέσσαρες· βραχυκατάληκτον, καταληκτικόν, ἀκατάληκτον καὶ ὑπερκατάληκτον. καὶ βραχυκατάληκτον μέν ἐστιν, ὡς ἐν παρα‐ δείγματι ἐπὶ τοῦ μονομέτρου εἰπεῖν, ὅπερ ποδὸς ὅλου δεῖται πρὸς | |
---|---|---|
10 | ἀπαρτισμόν, οἷον τὸ φεῦ, φεῦ, ἢ τὸ ἰώ, ἢ τὸ ἔα. ταῦτα γὰρ μονόμετρά ἐστι βραχυκατάληκτα διὰ τὸ ἔχειν μὲν τὸν ἕνα πόδα, τοῦ ἑτέρου δὲ λείπεσθαι. καταληκτικὸν δὲ τὸ δεόμενον μιᾶς | |
συλλαβῆς πρὸς ἀπαρτισμόν, οἷον τὸ ἰώ μοι, ἢ τὸ ὤμοι μοι. ταῦτα γὰρ μονόμετρά ἐστι καταληκτικὰ διὰ τὸ ἔχειν ὅλον πόδα | 40 | |
15 | καὶ μίαν συλλαβὴν ἤτοι ἥμισυ ποδός, λείπεσθαι δὲ μιᾶς συλλα‐ βῆς πρὸς ἀπαρτισμόν. ἀκατάληκτον δὲ ὅπερ ἀπηρτισμένους ἔχει τοὺς πόδας, οἷον τὸ ἰοὺ ἰού, ἢ τὸ ἰὼ ἰώ, ἢ τὸ φεῦ φεῦ ἰώ· ταῦτα γὰρ μονόμετρά ἐστιν ἀκατάληκτα διὰ τὸ ἀπηρτισμένους ἔχειν τοὺς πόδας καὶ μὴ ἐλλιπεῖς ὡς τὰ εἰρημένα. ὑπερκατάληκτον δὲ | |
20 | τὸ ἔχον μὲν ἀπηρτισμένους τοὺς πόδας, ἔχον δὲ καὶ συλλαβὴν μίαν πλείονα. εἴρηται δὲ πλὴν τοῦ δακτυλικοῦ, ὅτι τοῦτο μό‐ νον κατὰ μονοποδίαν μετρεῖται διὰ τὸ εἶναι τοὺς πόδας τρισυλ‐ λάβους. ὅτε μὲν οὖν ἀπηρτισμένους ἔχει τοὺς πόδας, λέγεται ἀκατάληκτον, ὅτε δὲ πλείονα συλλαβὴν ἔχει, λέγεται καταλη‐ | |
25 | κτικὸν εἰς συλλαβήν, ὅτε δὲ δύο, καταληκτικὸν εἰς δισύλλαβον. οὐκ ἔχει γὰρ ἐν τούτῳ χώραν τὸ βραχυκατάληκτον ἢ τὸ ὑπερ‐ κατάληκτον, ὡς οἱ μετρικοί φασι. ταῦτα καὶ ἐπὶ διμέτρου καὶ τριμέτρου καὶ τῶν λοιπῶν συμβαίνει τὰ πάθη. Τοῦ αὐτοῦ περὶ σημείων τῆς κοινῆς συλλαβῆς τῶν | |
29t | ἐντὸς κειμένων τῆς βίβλου. | |
30t | Ἐπειδήπερ οἱ πάλαι τὰ περὶ γραμματικῆς συνταξάμενοι | |
31 | σημεῖά τινα σοφῶς ἐπινοήσαντες παραδεδώκασιν, ἐξ ὧν τήν τε δύναμιν καὶ τήν, ὡς ἂν εἴποι τις, ποιότητα τῶν συλλαβῶν | |
καὶ τὴν προφορὰν διαγινώσκειν ἔχοιμεν· συλλαβῶν δέ μοι καὶ οὐ στοιχείων εἴρηται· ἐπειδὴ τὰ μὲν στοιχεῖα καθ’ αὑτὰ κείμενα | 41 | |
35 | οὐδὲ μιᾶς τινος μετέχει δυνάμεως, συλληφθέντα δὲ καὶ οἷον ἑνωθέντα πρὸς ἄλληλα καὶ τὰς συλλαβὰς ἀποτελέσαντα δυνά‐ μεις τέ τινας καὶ ποιότητας ἔχει· ἐπενόησαν δὲ ἄλλα τε σημεῖα, τόνους φημὶ καὶ πνεύματα καὶ τὰ λοιπά, ἃ δὴ καὶ προσῳδίας ὠνόμασαν, ὡς πρὸς τὴν ᾠδὴν καὶ τὴν ἐκφώνησιν τῶν συλ‐ | |
40 | λαβῶν συντελούσας, πρὸς τούτοις δὲ καὶ μακρᾶς μὲν σημεῖον τοδὶ –, τῆς δὲ βραχείας τουτὶ ⏑, τῆς δὲ κοινῆς οὐδαμῶς· ἐκείνων γὰρ καὶ ὅρους ἔθεντο, ταύτης δὲ οὔ· καὶ τὰς αἰτίας αὐτοὶ λέγουσιν· ἐπενοήθη ἔμοιγε τῆς κοινῆς σημεῖον διὰ τὴν τῶν πολλῶν πλάνην, καὶ οἶμαι καλὸν ἂν δόξαι | |
45 | τοῖς εὖ φρονοῦσιν. ἐπενοήθη δὲ διπλοῦν τὸ σημεῖον διὰ τὸ διπλῆν τινα καὶ ταύτην ἔχειν τὴν δύναμιν. ὅτε μὲν οὖν ἀντὶ βραχείας ὀφείλει λαμβάνεσθαι, σημεῖον ἐπενοήθη τοδὶ⸤· μακρὰ δηλονότι καταρχὰς ἄνω βλέπον τὸ τοῦ ι στοιχείου σημεῖον ἔχου‐ σα· ὅτε δ’ ἀντὶ μακρᾶς, τοῦτο ἀντεστραμμένον οὑτωσὶ⸣· μακρὰ | |
sch metr1(50) | δηλονότι ἐν τῷ τέλει κάτω νεῦον τὸ τοῦ ι σημεῖον ἔχουσα. βέλτιον γὰρ ταῦτα τιθέναι καὶ διαγινώσκειν ποία ἐστὶν ἡ κοινὴ ἢ πλανω‐ μένους τινὰς τὸ ποιεῖν γράφειν ποιεῖν ἀμαθῶς, καὶ φύσει βραχὺ φωνῆεν, ἔχον δὲ ἐπαγόμενα δύο σύμφωνα, ὧν τὸ δεύτερον ὑγρόν, ἀμετάβολον ἀεὶ ἀντὶ μακροῦ λαμβάνειν ἢ καὶ τὸ φύσει βραχὺ | |
55 | φωνῆεν ὅταν εἰς μέρος λόγου καταλήγῃ, τὴν μακρὰν ἐπιτιθέντας ἀντὶ μακροῦ λαμβάνειν. ἄτοπον γὰρ οἶμαι τοῦτό γε. | |
Ταῦτά μοι πρὸς τοὺς συνετοὺς εἴρηται καὶ τῶν μέτρων ἔχοντας πεῖραν· εἰ δέ τινες εἶεν ὑπ’ ἀμαθείας μεμφόμενοι, βραχὺς τούτων λόγος. οὐδὲ γὰρ οὐδ’ οἱ πάλαι τὰ κάλλιστ’ ἐπι‐ | 42 | |
60 | νενοηκότες ταῦτα τοῖς τοιούτοις ἐκδεδώκασιν, ἀλλὰ τοῖς συνε‐ τοῖς, βραχὺν λόγον τῶν μὴ συνετῶν ἔχοντες, ὡς καί πού τις ἔφη· Ἀείδω ξυνετοῖσι· θύρας δ’ ἐπίθεσθε βέβηλοι (Orph. Fr. 42 ed. Abel). ἐγὼ δὲ καὶ ἀδικεῖν ἂν φαίην τοὺς συνετούς, ὃς ἂν ἐπινοήσας σοφόν τι τοῦτο λήθης βυθοῖς κατακρύψειε δεδιὼς | |
65 | ἴσως τὴν ἐκ τῶν ἀσυνέτων μέμψιν. ἵν’ οὖν μὴ καὶ αὐτὸς ἀδικεῖν δόξω τοὺς συνετούς, τὸ ἐπελθόν μοι κατὰ νοῦν τούτοις προὔ‐ θηκα, οὗτοι δ’ ἂν εἰδεῖεν εἰ καλῶς ἔχει ἢ μή· ἐπεὶ καὶ ἅ μοι περὶ τῶν χορικῶν μελῶν καὶ τῶν ἄλλων τῶν ἐν τοῖς δράμασι φερομένων εἰδῶν ἐπινενόηται θείᾳ τινὶ καὶ ἀποῤῥήτῳ ἐμπνεύσει | |
70 | πλεῖστα πονησαμένῳ, περί τε τούτων καὶ τῶν ἐν αὐτοῖς μέτρων, καὶ ταῦτ’ ἐν τοῖς δράμασιν ἐξετέθη, ὡς ἂν οἱ ἐντυγχάνοντες ἔχοιεν διαγινώσκειν τάς τε στροφὰς καὶ ἀντιστροφὰς τῶν μελῶν καὶ τὰς ἐπῳδούς, καὶ τίνος ἐστὶν εἴδους καὶ μέτρου τῶν μελῶν ἕκαστον, καὶ μὴ μάτην τὰ τῶν χορῶν ὁρᾶν μέλη τοῖς ὀφθαλμοῖς, | |
75 | μηδὲν δὲ τούτων εἰδέναι· ὥσπερ τινὲς μὴ γραμμάτων ἔχοντες πεῖραν καὶ βιβλίον ἀνὰ χεῖρας ἀράμενοι βλέπουσι μὲν τύπους | |
γραμμάτων, οὐδὲν δὲ τῶν ἐγκειμένων ἴσασιν. | 43 | |
O 1t | Ἐπίνικοι Ὀλυμπιονίκαις. Ἱέρωνι Συρακοσίῳ κέλητι. Ὠιδὴ αʹ. [Δημητρίου Τρικλινίου] περὶ τῶν κώλων τῶν τε στροφῶν καὶ ἀντιστροφῶν τοῦ αʹ εἴδους | |
5 | τῶν Ὀλυμπίων. Παλαιόν. | |
O 1prae 1 | Ἰστέον ὅτι οἱ λυρικοὶ ἐν τοῖς ποιήμασιν αὐτῶν ἐχρῶντο στροφῇ, ἀντιστροφῇ καὶ ἐπῳδῷ· στροφῇ μέν, ὅτι ἀπὸ τῶν δεξιῶν ἐστρέφοντο ἐπὶ τὰ ἀριστερά, ᾗτινι ἀναλογεῖ ἡ τοῦ παν‐ τὸς κίνησις ἡ ἀπὸ τῶν ἀνατολικῶν ἐπὶ τὰ δυτικά· δεξιὰ γὰρ | |
5 | καλεῖ ὁ Ὅμηρος τὰ ἀνατολικά, ἀριστερὰ δὲ τὰ δυτικά· ἀντι‐ στροφῇ δέ, ὅτι ἐκινοῦντο ἀπὸ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξιά, ᾗτινι ἀναλογεῖ ἡ τῶν πλανήτων κίνησις ἡ ἀπὸ δύσεως εἰς ἀνατο‐ λάς· ἐπῳδῷ δέ, ὅτι ἵσταντο ἐν ἑνὶ τόπῳ καὶ ἔλεγον τὰς ᾠδάς, ᾗτινι ἀναλογεῖ ἡ στάσις τῆς γῆς. ἐχρῶντο δὲ καὶ δυάσι καὶ | 44 |
10 | τριάσιν, ὡς οὗτος ὁ ποιητής, ἤγουν στροφῇ, ἀντιστροφῇ καὶ ἐπῳδῷ, ἢ στροφῇ μόνῃ καὶ ἀντιστροφῇ· πολλοὶ δὲ καὶ τετράσιν, ἤγουν στροφῇ, ἐπῳδῷ, ἀντιστροφῇ καὶ πάλιν ἀνομοίῳ ἐπῳδῷ. πεντάσι δέ, ἤγουν ἐπῳδῷ, στροφῇ, ἐπῳδῷ, ἀντιστροφῇ, ἐπῳδῷ· ἅτινα ἐλέγετο προῳδικά, ἐπῳδικά, μεσῳδικὰ καὶ παλινῳδικά. | |
15 | Σύγκειται δὲ τὸ πρῶτον τουτὶ ᾆσμα καί τινα τῶν ἑξῆς ἐκ τριάδος ἐπῳδικῆς. ἔστι δὲ στροφῶν τεσσάρων, ἑκάστης δὲ στρο‐ φῆς καὶ ἀντιστροφῆς τὰ κῶλα ιζʹ. Τὸ αʹ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον, ὃ καὶ ἀπὸ Γλύκωνος τοῦ εὑρόντος αὐτὸ Γλυκώ‐ νειον καλεῖται. Τὸ βʹ τροχαϊκὸν δίμετρον βραχυκατάληκτον, ὃ | |
20 | καλεῖται Ἰθυφαλλικὸν ἀπὸ Ἰθυφάλλου τοῦ Διονύσου, ἔχον τὸν δεύτερον πόδα δάκτυλον. ἐμοὶ δὲ καὶ ἀντισπαστικὸν δοκεῖ δίμε‐ τρον καταληκτικόν, ὃ καλεῖται Φερεκράτειον ἀπὸ τοῦ εὑρόντος Φερεκράτους, ἐκ τροχαϊκῆς συζυγίας καὶ βακχείου. οἰκεῖα γὰρ τῷ μέτρῳ. Τὸ γʹ χοριαμβικὸν δίμετρον καταληκτικόν, ἤτοι ἑφθη‐ | |
25 | μιμερὲς ἐκ παίωνος τετάρτου καὶ βακχείου ἢ ἀμφιβράχεος διὰ τὴν ἀδιάφορον. ἐμοὶ δὲ καὶ τοῦτο Ἰθυφαλλικὸν δοκεῖ τροχαϊκόν, τοῦ πρώτου ποδὸς τριβράχεος ἤτοι χορείου. εἴη δ’ ἂν καὶ παι‐ ωνικόν. Τὸ δʹ ἀναπαιστικὸν δίμετρον καταληκτικὸν ἤτοι ἑφθημι‐ μερές, ὃ καὶ παροιμιακὸν καλεῖται ὅτι πολλαὶ παροιμίαι τούτῳ | 45 |
30 | τῷ μέτρῳ εὕρηνται. Τὸ εʹ ὅμοιον τῷ βʹ, ἤγουν τροχαϊκὸν Ἰθυ‐ φαλλικόν, πλὴν τὸν δάκτυλον ἐν τῇ γʹ ἔχει οὐκ ἐν τῇ βʹ χώρᾳ. Τὸ ϛʹ ὅμοιον κατὰ πάντα τῷ βʹ. Τὸ ζʹ τροχαϊκὸν δίμετρον κατα‐ ληκτικὸν ἤτοι ἑφθημιμερές, ὃ καλεῖται Εὐριπίδειον καὶ ληκύθιον ὡς ἐκ τοῦ ληκυθίου. τὸ γὰρ ληκύθιον, ὅπερ καὶ σίφωνα λέγομεν, | |
35 | ἦχον ἀποτελεῖ ἐκ τοῦ ἀνθρωπείου πνεύματος οἷον ὁ τροχαῖος πούς. Τὸ ηʹ τροχαϊκὸν μονόμετρον ὑπερκατάληκτον. ἐμοὶ δὲ καὶ ἀντισπαστικὸν δοκεῖ ἡμιόλιον ἐκ τροχαϊκῆς συζυγίας καὶ ἰάμβου διὰ τὴν ἀδιάφορον. Τὸ θʹ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. Τὸ ιʹ ἀντισπαστικὸν δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές, ὃ κα‐ | |
40 | λεῖται Φερεκράτειον, ὡς εἴρηται, ἐξ ἀντισπάστου καὶ δακτύλου ἢ κρητικοῦ ἤτοι ἀμφιμάκρου. Τὸ ιαʹ τροχαϊκὸν δίμετρον ἀκατά‐ ληκτον. Τὸ ιβʹ χοριαμβικὸν δίμετρον καταληκτικὸν ἐκ χοριάμβου | |
καὶ δακτύλον ἢ κρητικοῦ. ἐμοὶ δὲ καὶ δακτυλικὸν δοκεῖ πενθημιμε‐ ρές. Τὸ ιγʹ προκελευσματικὸν δίμετρον καταληκτικόν. ἐχρήσατο | 46 | |
45 | δὲ προκελευσματικῷ ἐνταῦθα, ὃς τετράβραχύς ἐστι, διὰ τὸ ταχὺ τῆς φήμης. φησὶ γάρ· ὅθεν ὁ πολύφατος, καὶ ἐν ἑτέρῳ· νόον ὑπὸ γλυκυτάταις, διὰ τὸ ταχὺ τοῦ νοῦ, καὶ ἐν ἑτέρῳ· ὁπότ’ ἐκάλεσε πατήρ, διὰ τὸ ταχὺ τῆς κλήσεως. τοιοῦτος γὰρ καὶ ὁ προκελευσματικός, ταχὺς ὡς ἐκ βραχέων συγκείμενος. εὐκίνητα | |
O 1prae 1(50) | γὰρ τὰ βραχέα, τὰ δὲ μακρὰ τῶν σωμάτων δυσκινητά. Τὸ ιδʹ τροχαϊκὸν ὅμοιον τῷ ζʹ. Τὸ ιεʹ ἀντισπαστικὸν δίμετρον ὑπερ‐ κατάληκτον ἐξ ἀντισπάστου καὶ παίωνος αʹ καὶ συλλαβῆς. ἔν τισι δὲ τῶν κώλων καὶ πεντασύλλαβός ἐστιν ὁ ἀντίσπαστος. ἐμοὶ δὲ δίμετρον δοκεῖ ἀκατάληκτον ἔχον καὶ τὸν βʹ πόδα ἐπί‐ | |
55 | τριτον πεντασύλλαβον. Τὸ ιϛʹ ἀντισπαστικὸν δίμετρον καταλη‐ κτικὸν ἐξ ἀντισπάστου, διτροχαίου καὶ ἀναπαίστου. καλεῖται δὲ τοῦτο Φαλαίκειον, ὅτε τὴν μὲν αʹ ἔχει ἀντισπαστικήν, τὰς δὲ λοιπὰς ἰαμβικάς. ἐνταῦθα δὲ ἀντιπαθής ἐστιν ἡ μῖξις αὐτοῦ. Τὸ ιζʹ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον, ὃ καλεῖται | |
60 | Φαλαίκειον ἀπὸ Φαλαίκου, ὡς εἴρηται. ἐπὶ τῷ τέλει ἑκάστης στροφῆς καὶ ἀντιστροφῆς μόνη παράγραφος· αὕτη γάρ ἐστι ση‐ μεῖον τοῦ τέλους τῶν τε στροφῶν καὶ ἀντιστροφῶν. Ἰστέον ὅτι πᾶσαι αἱ στροφαὶ καὶ ἀντιστροφαὶ τοῦ πα‐ ρόντος ἐπινικίου ὅμοια καὶ ἰσόμετρα ἔχουσι τὰ κῶλα τῇ αʹ. ὁ | |
65 | αὐτός ἐστι λόγος καὶ ἐπὶ τῶν ἑξῆς πλὴν τοῦ ιδʹ. ἐκεῖνο γὰρ ἐνηλ‐ | |
λαγμένας ἔχει τὰς στροφάς. | 47 | |
67t | Περὶ τῶν κώλων τῶν ἐπῳδῶν. | |
68 | Αἱ ἐπῳδοὶ κώλων ιγʹ. Τὸ αʹ παιωνικὸν δίμετρον ὑπερ‐ κατάληκτον ἐκ παίωνος βʹ καὶ ἰαμβικῆς συζυγίας καὶ συλλαβῆς | |
70 | ἐγὼ δ’ ἀντισπαστικὸν τοῦτό φημι δίμετρον ἀκατάληκτον τοῦ αʹ ποδὸς ἀντισπάστου πεντασυλλάβου, τοῦ δὲ βʹ ἐπιτρίτου βʹ. Τὸ βʹ ἰαμβικὸν πενθημιμερὲς τοῦ αʹ ποδὸς ἀναπαίστου. Τὸ γʹ ἀντι‐ σπαστικὸν τρίμετρον καταληκτικὸν ἐξ ἰαμβικῆς συζυγίας, ἀντι‐ σπάστου καὶ ἀναπαίστου ἢ βακχείου. καλεῖται δὲ τοῦτο Ἀλκαϊ‐ | |
75 | κὸν διὰ τὸ μέσον ἔχειν τὸν ἀντίσπαστον, ἑκατέρωθεν δὲ τὰς ἰαμβικάς. Τὸ δʹ, ὡς ἐμοὶ δοκεῖ, σύνθετον ἤτοι ἀσυνάρτητον ἐξ ἰαμβικοῦ διμέτρου βραχυκαταλήκτου, τὸν αʹ ἔχοντος πόδα τρί‐ βραχυν ἤγουν χορεῖον, καὶ τροχαϊκοῦ πενθημιμεροῦς. εἴη δ’ ἂν καὶ ἀντισπαστικὸν τρίμετρον καταληκτικὸν ὅμοιον τῷ γʹ, τὸν αʹ | |
80 | ἔχον πόδα πεντασύλλαβον διΐαμβον, τὸν βʹ ἀντίσπαστον, τὸν δὲ γʹ κρητικὸν ἤτοι ἀμφίμακρον. Τὸ εʹ παιωνικὸν τρίμετρον κατα‐ ληκτικὸν ἐκ παίωνος βʹ, ἐπιτρίτου γʹ καὶ βακχείου. Τὸ ϛʹ ἀντι‐ σπαστικὸν τρίμετρον ἀκατάληκτον ἐξ ἀντισπάστου, διϊάμβου καὶ αὖθις ἀντισπάστου ἢ διϊάμβου ἢ ἐπιτρίτου διὰ τὴν ἀδιάφο‐ | |
85 | ρον. καλεῖται δὲ τοῦτο Φαλαίκειον, ὡς τὴν αʹ χώραν ἔχον ἀντι‐ σπαστικήν, τὰς δὲ λοιπὰς ἰαμβικάς, ὡς εἴρηται. Τὸ ζʹ Ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ὑπερκατάληκτον ἐξ Ἰωνικοῦ καὶ τροχαϊ‐ | |
κῆς συζυγίας καὶ συλλαβῆς. Τὸ ηʹ ἰαμβικὸν δίμετρον βραχυκα‐ τάληκτον. Τὸ θʹ Ἰωνικὸν ἀπὸ μείζονος δίμετρον βραχυκατάλη‐ | 48 | |
90 | κτον, ὃ καὶ ἡμιόλιον καλεῖται ὡς ἔχον τὸν ὅλον πόδα καὶ τὸ ἥμισυ αὐτοῦ. Τὸ ιʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, ὃ καλεῖται Ἀνα‐ κρεόντειον. Τὸ ιαʹ Ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον ἐκ παίωνος βʹ οἰκείου τῷ μέτρῳ καὶ Ἰωνικοῦ. καὶ καλεῖται τοῦτο Κλεομάχειον, τὸ δίμετρον δηλονότι. Τὸ ιβʹ ἐπιωνικὸν ἐξ ἀντισπά‐ | |
95 | στου τρίμετρον καταληκτικόν· ἡ κατακλεὶς δὲ ἐκ τροχαϊκῆς συ‐ ζυγίας καταληκτικῆς ἤτοι κρητικοῦ· καλεῖται δὲ τοῦτο Ἀλκαϊκὸν ἑνδεκασύλλαβον. Τὸ ιγʹ χοριαμβικὸν δίμετρον καταληκτικόν, ἤτοι ἑφθημιμερὲς ἐκ χοριάμβου καὶ βακχείου. Ἐπὶ τῷ τέλει ἑκάστης ἐπῳδοῦ κορωνίς, εἶτα παράγραφος, ἐπὶ δὲ τῆς τελευ‐ | |
O 1prae 1(100) | ταίας ἐπῳδοῦ ἤτοι ἐπὶ τῷ τέλει παντὸς τοῦ ᾄσματος μόνος ἀστερίσκος, ὃς δηλοῖ, ὡς τὸ ᾆσμα τετέλεσται. Ἰστέον ὅτι πᾶσαι αἱ ἐπῳδοὶ τοῦ παρόντος ἐπινικίου ὅμοια καὶ ἰσόμετρα ἔχουσι τὰ κῶλα τῇ αʹ. ὁ αὐτός ἐστι λόγος καὶ ἐπὶ τῶν λοιπῶν, εἰ καὶ μὴ ἔφθημεν κἂν τούτοις δηλώσαντες τὰ περὶ | |
105 | τούτου. χρὴ δὲ ἐν πᾶσιν ἐπινικίοις τὰ σημεῖα τιθέναι ἐπὶ τῷ τέλει τῶν τε στροφῶν καὶ ἀντιστροφῶν καὶ τῶν ἐπῳδῶν, ὡς | |
ἐνταῦθα δεδήλωται. Γέγραπται ὁ ἐπινίκιος Ἱέρωνι τῷ Γέλωνος ἀδελφῷ νική‐ σαντι ἵππῳ κέλητι τὴν ογʹ Ὀλυμπιάδα, ἢ ὡς ἔνιοι ἅρματι· ὁ δ’ | 49 | |
110 | αὐτὸς καὶ τὴν οζʹ νικᾷ κέλητι, τὴν δὲ οηʹ τεθρίππῳ. ἦν δὲ Ἱέρων Δεινομένους παῖς. Δεινομένους γὰρ παῖδες τέσσαρες· Γέλων, Ἱέρων, Πολύζηλος καὶ Θρασύβουλος. οὗτος δὲ ὁ Ἱέρων τύραννος ἦν Συρακουσίων, ἔσχε δὲ υἱὸν Δεινομένην. νικήσας δὲ τὰ Ὀλύμπια ἀνεκήρυξεν ἑαυτὸν Συρακούσιον καὶ Αἰτναῖον· | |
115 | ἔκτισε γὰρ πόλιν ἐν Σικελίᾳ Αἴτνην ὁμώνυμον τῷ ὄρει. συνέβη δὲ νικήσαντα αὐτὸν τὴν οηʹ Ὀλυμπιάδα ἐν ταύτῃ τελευτῆσαι. τὸ δὲ ὄνομα τοῦ νικῶντος ἵππου Φερένικος. μέμνηται αὐτοῦ καὶ Βακχυλίδης (Fr. 6 ed. Bgk.)· Ξανθότριχα μὲν Φερένικον Ἀλφεὸν | |
παρ’ εὐρυδίναν πῶλον ἀελλοδρόμον νικήσαντα. | 50 | |
O 11 | Th. Ἐπειδὴ τέσσαρες ἀγῶνές εἰσι, Ὀλύμπια, Νέμεα, Ἴσθμια, Πύθια, οἱ μὲν τρεῖς ἐν τῇ Πελοποννήσῳ, ὁ δὲ τῶν Πυθίων εἰς Δελφοὺς γινόμενος, ὧν τὰ μὲν Ὀλύμπια καὶ Νέμεα εἰς τὸν Δία, εἰς Ποσειδῶ δὲ τὰ Ἴσθμια, τὰ δὲ Πύθια εἰς Ἀπόλλωνα | |
5 | ἐτελεῖτο, ἔστι δὲ καὶ τέσσαρα στοιχεῖα τὰ τὸ πᾶν συνιστῶντα, πῦρ, ἀήρ, ὕδωρ, γῆ· ἐπεὶ ταῦτα οὕτως ἔχει, βουλόμενος τὸν Ὀλυμπιακὸν ἀγῶνα κρείττω τῶν τριῶν ἀποδεῖξαι καὶ δέον οὕτως εἰπεῖν· ὥσπερ τὸ ὕδωρ κρεῖττον τῶν ἄλλων στοιχείων καθέστη‐ κεν, οὕτω καὶ ὁ Ὀλυμπιακὸς ἀγὼν τῶν ἄλλων ἀγώνων· ὁ δὲ οὐχ | |
10 | οὕτως ἐποίησεν, ἀλλ’ ἄριστον μὲν ὕδωρ φησὶ τῶν ἄλλων στοι‐ χείων. ἐπὶ δὲ τῇ συγκρίσει ταύτῃ ἑτέραν ποιεῖ λέγων· ὁ δὲ χρυ‐ σὸς διαπρέπει καὶ διαλάμπει ἔξοχα καὶ ἐξόχως καὶ ὑπερτάτως τοῦ μεγάνορος καὶ τοῦ τοὺς ἄνδρας μεγίστους κατά τε νοῦν καὶ ἰσχὺν ποιοῦντος νομίζεσθαι πλούτου. πλοῦτον δὲ ἐνταῦθα καλεῖ | |
15 | τὴν τῶν κτημάτων καὶ θρεμμάτων καὶ τῶν ἄλλων περιουσίαν. θέλων δὲ δεῖξαι, πῶς ὑπερέχει ὁ χρυσὸς τοῦ πλούτου, φησίν· | |
ἅτε, καὶ καθά, πῦρ αἰθόμενον καὶ καιόμενον καὶ λαμπόμενον ἐν νυκτί. ἄριστον δέ ἐστι τὸ ὕδωρ τῶν ἄλλων στοιχείων οὕτω· φασὶ γὰρ οἱ φυσικοὶ αἴτιον τὸ ὕδωρ τῆς τῶν τριῶν οὐσίας εἶναι, καὶ τὸ | 51 | |
20 | μὲν λεπτομερέστερον αὐτοῦ ἀέρα γίγνεσθαι, τὸ δὲ παχύτερον εἰς ἑαυτὸ καθιστάμενον γῆν, ἀποτελεῖν δὲ ἀπολεπτυνόμενον τὸν διάπυρον αἰθέρα, ἤτοι τὸ πῦρ. εἰκότως δὲ εἶπε τὸ ἐν ἁμέρᾳ (9)· ἡλίου γὰρ ἐν ἡμέρᾳ λάμποντος οὐδὲν τῶν ἄστρων ὁρᾶται. M. Ἄριστον μὲν ὕδωρ] τῶν ἄλλων δηλονότι στοιχείων· | |
25 | τὰ γὰρ ὑπερθετικὰ ἐπὶ τὰ ὁμογενῆ ἀεὶ τὴν ὑπέρθεσιν ἔχει. M. Ἄριστον] τὰ μὲν ὑπερθετικὰ χωρὶς ἐκείνων, πρὸς ἃ τὴν ὑπέρθεσιν ἔχει, πολλάκις λέγεται καὶ ἔχει ταῦτα συνυπα‐ κουόμενα, ὡς ἐνταῦθα τὸ ἄριστον. τὰ δὲ συγκριτικὰ χωρὶς ἐκεί‐ νων, πρὸς ἃ τὴν σύγκρισιν ἔχει, οὐ δύναται λέγεσθαι, εἰ μὴ ἐπὶ | |
30 | θεοῦ λαμβάνοιτο, ὡς τὸ κρεῖττον παρὰ τῇ θείᾳ γραφῇ. | |
O 11g | ** τὸ προοίμιον ἐκ συγκρίσεως. —* ἐστί. —τῶν ἄλλων στοιχείων· πυρός, ἀέρος, γῆς. | |
O 12g | * καιόμενον, λαμπό‐ μενον· —** καιόμενον, λαμπόμενον ἐν νυκτί· ἐνταῦθα γὰρ σύναπτε τὸ νυκτί. | 52 |
O 13 | M. Ἅτε διαπρέπει] τὸ διαπρέπει λέγεται μὲν μεταβατι‐ κῶς μεσιτευούσης ἀεὶ προθέσεως· οἷον διαπρέπει τόδε ἐπὶ τοῖσδε, ἤγουν διὰ πάντων τούτων πρέπει, τουτέστι παραβαλλόμενον πρὸς πάντα ταῦτα ἀποκρύπτει αὐτά, καὶ εὐπρεπὲς αὐτὸ μόνον δοκεῖ | |
5 | ἐν αὐτοῖς εἶναι. ἐπὶ πολλὰ δὲ ἀεὶ ἢ δυνάμει ἢ ἐνεργείᾳ ποιεῖ‐ ται ταύτην τὴν ἑαυτοῦ μετάβασιν, καὶ οὐδέποτε ἐφ’ ἕν· ὑπερ‐ θετικοῦ γὰρ τρόπον τινὰ δύναμιν ἔχει. δυνάμει δὲ εἴρηται διὰ τὰ περιληπτικὰ τῶν ὀνομάτων, οἷον τὸ χορός, τὸ δῆμος, τὸ πλοῦ‐ τος. ταῦτα γὰρ ἑνικὰ ὄντα τῇ φωνῇ πληθυντικὰ τῇ δυνάμει εἰσί. | |
10 | λέγεται δὲ καὶ μόνον κατ’ ἐξαίρετον, καθὰ καὶ τὰ ὑπερθετικὰ ἐνίοτε, ὡς ἐνταῦθα· Αἰθόμενον πῦρ διαπρέπει νυκτί. οὐ γὰρ πρὸς τὴν νύκτα παραβαλλόμενον εὐπρεπές ἐστι· τοῦτο γὰρ ἀσύνετον λέγειν· ἀλλ’ ἐν νυκτὶ καιόμενον διαλάμπει, πρὸς τὰ ἄλλα δηλονότι παρατιθέμενον, ἃ λαμπρότητα ἔχει. | |
O 13g | διαλάμπει· λάμβανε δὲ συνεκδοχικῶς τοῦτο πρὸς τὸ χρυσός. | |
O 14 | Th. Οἱ λαμβάνοντες εἰς τὸ πλούτου ἔξωθεν τὸ ἐπί, καὶ τὸ ἔξοχα ἀντὶ τοῦ λίαν λέγοντες ληροῦσιν. ἔστι γὰρ ἡ τοι‐ αύτη γενικὴ πρὸς τὸ ἔξοχα, τὸ δὲ ἔξοχα ἀντὶ τοῦ ἐπέκεινα. | |
ὥσπερ οὖν ἐπέκεινα πάντων φαμέν, οὕτω καὶ ἔξοχα πάντων. | 53 | |
O 14g | * τοῦ τοὺς ἄνδρας μεγίστους κατά τε νοῦν καὶ ἰσχὺν δοκεῖν ποιοῦντος, ἢ τοῦ μεγαλαύχους ποιοῦντος· —** τοῦ τοὺς ἄνδρας μεγίστους ποιοῦντος. | |
O 15 | Th. Οὐ μόνον ἆθλον τὸ βραβεῖον, ἀλλὰ καὶ ὁ ἀγών, ὡς ἐνταῦθα. M Εἰ δ’ ἄεθλα] ἆθλον καὶ βραβεῖον τὸ αὐτό, ὡς λῆμμα καὶ δῶρον. λέγεται δὲ οὕτω τὸ διδόμενον γέρας τῷ νικήσαντι | |
5 | ἀθλητῇ ἀπὸ μὲν τῶν διδόντων αὐτὸ βραβευτῶν βραβεῖον, ἀπὸ δὲ τῶν ἀθλούντων ἆθλον. ἐνταῦθα δὲ ἆθλα λέγει τοὺς ἀγῶνας. | |
O 15g | *† ἀγῶνας. —* ὑμνεῖν, φωνεῖν· —† φωνεῖν ἀντὶ τοῦ ὑμνεῖν. | |
O 16 | Germ. Ἕλδεαι] ἀπὸ τοῦ ἐθέλω τραπέντος τοῦ θ εἰς | |
δ κατὰ Μακεδόνας γίνεται ἐδέλω, καὶ ὑπερθέσεως γενομένης ἐέλδω, καὶ κατὰ συγκοπὴν ἕλδω καὶ ἕλδομαι· οἷον θέλω, δέλω· καὶ ἀπὸ τοῦ ἐθέλω ἐδέλω, καὶ καθ’ ὑπέρθεσιν ἐέλδω καὶ κατὰ | 54 | |
5 | συγκοπὴν ἕλδω καὶ ἕλδομαι. § Ἄλλως. γῆρυς ἡ φωνὴ λέγεται, ἡ ἔναρθρος ἤχησις τῆς φωνῆς καὶ αὐτὴ ἡ ἔναρθρος φωνή· ὅπερ ἐστὶ λόγος ὁ προφορικός. λόγος καὶ ὁ ἐνδιάθετος, ὅ ἐστιν ὁ διακριτικός· ὅθεν ἄρα κατὰ μετάληψιν γαρύειν τὸ διακρίνειν. Germ. Διαφέρει ἦτορ καὶ κῆρ· ἦτορ μὲν κατὰ τοὺς δόξαντας | |
10 | τὴν ψυχὴν διαῤῥέουσαν καὶ φθινομένην ἀπὸ τοῦ ἄω τὸ πνέω· οὕτω γὰρ ἐδόξαζον πνεῦμα ταύτην εἶναι· κῆρ δὲ παρὰ τὸ καίω· κατὰ ἑτέρους γὰρ τὸ ζωτικὸν καὶ θερμὸν αἷμα ψυχή. | |
O 16g | ἐπιθυμεῖς. —ὦ φίλη ψυχή. | |
O 17 | Germ. Γερμανοῦ σχόλιον. Ἠέλιος σημαίνει τὰς δύο ἐνεργείας τοῦ πυρός. ἐτυμολογεῖται δὲ παρὰ τὸ αὔω τὸ φωτίζω καὶ τὸ ἕλη ἡ θερμασία, καὶ κατὰ τοῦτο ψιλοῦται. ἔκκοπτε οὖν τὰς αἱρέσεις τῶν χαριεστάτων φυσικῶν τῶν λεγόντων· οὐκ ἔστι | |
5 | φωτεινὸς φύσει οὔτ’ αὖ καυστικός, ἀλλ’ ἐκ τῆς ἄγαν κινήσεως αὐτοῦ καὶ τοῦ παντὸς τὴν θέρμην ἔχει. ἔστι δὲ ἡ λέξις Ὁμήρου, παρ’ οὗ καὶ ὁ νῦν ποιητὴς ἔλαβεν ὡς ἀπάνθισμα. Germ. Ἑτέρα εἰκασία πρὸς πλείονα σύστασιν τῆς ἀπο‐ δείξεως τοῦ ἀγῶνος. | |
O 17g | ** ἡλίου. | |
O 18g | ποταπόν; φλογωδέστερον, λαμπρό‐ τερον. | |
O 19 | Germ. Ἄστρον καλῶς εἶπεν ὀντοποιῶν, σεμνύνων τὸ πρᾶγμα, ὥσπερ καὶ Ὅμηρος τὸ πρόσωπον Αἴαντος πρόσωπά φησιν (Il. VIII. 212). M. Φαεινὸν ἄστρον ἀντὶ τοῦ ἀστήρ. διαφέρει ἀστὴρ καὶ | 55 |
5 | ἄστρον. ἀστὴρ γὰρ ὁ μονομερής· ἄστρον δὲ τὸ ἐκ πολλῶν ἀστέ‐ ρων συγκείμενον. | |
O 19g | λαμπρόν· τοιαύτη γὰρ ἡ τῶν ἀστέρων φύσις. | |
O 110 | Th. Τὸν αἰθέρα ἐνταῦθα θηλυκῶς εἶπε ποιητικῷ ἔθει. ἐρήμης δὲ δι’ αἰθέρος οἱ μέν φασι τοῦ οὐρανίου πυρός, ᾧπερ οὐ πλησιάζει τι τῶν πάντων διὰ τὸ αὐτοῦ δαπανητικόν· διὸ καὶ ἔρημόν ἐστιν· ἐγὼ δέ φημι τὸν ἀέρα, ὃς εἰ καὶ πέτονται ἐν αὐτῷ | |
5 | ζῶα, ἀλλὰ διὰ τὸ μὴ οἰκεῖν ἐνταῦθα ἔρημός ἐστιν. ἄλλως τε καί τι τῆς ἐκείνων ἀλογίας γένοιτ’ ἂν χεῖρον, ἐπεὶ τὸ μὲν πῦρ ἄνω ὂν ἡμῖν οὐχ ὁρᾶται, ἡμεῖς δὲ διὰ τοῦ ἐν τῷ μεταξὺ γῆς καὶ οὐρανοῦ ἀέρος διαφανοῦς ὄντος ἥλιον καὶ σελήνην καὶ ἀστέρας καταλαμβάνομεν. ὅτι δὲ καὶ τὸ αἰθὴρ ἀντὶ τοῦ ἀὴρ εὕρηται, | |
10 | μαρτυρεῖ καὶ Ἀριστοφάνης λέγων περὶ τῶν νεφελῶν οὕτως | |
(Nub. 569)· Ἡμέτερον πατέρ’ αἰθέρα βιοθρέμμονα πάντων. ἐν γὰρ τῷ ἀέρι καὶ οὐ τῷ πυρὶ νεφέλαι συνίστανται, καὶ οὗτος πᾶσι φυτοῖς καὶ ζώοις τὸ ζῆν παρέχει. M. Ἐρήμας δι’ αἰθέρος] παρὰ τοῖς Ἴωσιν οὕτω θη‐ | 56 | |
15 | λυκῶς προφέρεται· ὡς ἡ κίων καὶ ἡ Μαραθών. οὐ πάντα δὲ τὰ τοιαῦτα Ἰωνικά εἰσιν· ἐπεὶ καὶ οἱ Ἀττικοὶ πολλὰ τῶν ὀνομάτων ἀρσενικὰ ὄντα θηλυκῶς ἐκφέρουσιν. | |
O 110g | τοῦ μὴ ὑπό τινος οἰκουμένου ἀέρος. | |
O 111 | M. Μηδ’ Ὀλυμπίας] Ὀλυμπία, Πίσα καὶ Ἦλις τὸ αὐτό· Ὀλύμπια δὲ οὐδετέρως ὁ ἐκεῖ τελούμενος ἀγών. M. Μηδ’ Ὀλυμπίας ἀγῶνα] εἰ μὲν ἱκόμενοι γρά‐ φεται, τὸ ἑξῆς ἔχει οὕτω· μηδὲ ἀγῶνα εἴπωμεν κρείττονα τοῦ | |
5 | ἐν Ὀλυμπίᾳ ἀγῶνος, ἀφικόμενοι εἰς τὴν πλουσίαν οἰκίαν τοῦ Ἱέρωνος τὴν εὐδαίμονα· τὸ δὲ ὅθεν ὁ πολύφατος μέχρι τοῦ Κρόνου παῖδα, διὰ μέσου οὕτως· ὅθεν, ἤγουν ἀπὸ τῆς Ὀλυμ‐ πίας, ὁ ὕμνος, οὗ πολὺ κλέος, πλέκεται βουλαῖς σοφῶν, περι‐ φραστικῶς ἀντὶ τοῦ ὑπὸ τῶν σοφῶν, ὥστε ὑμνεῖν τὸν παῖδα τοῦ | |
10 | Κρόνου, τουτέστι τὸν Δία, ὅς ἐστι δεσπότης τοῦ ἀγῶνος. εἰ δὲ ἱκομένοις, οὕτω· μηδὲ ἀγῶνα εἴπωμεν κρείττονα τοῦ ἀγῶνος τοῦ ἐν Ὀλυμπίᾳ· ὅθεν, ἤγουν ἀπὸ τῆς Ὀλυμπίας, ὁ ὕμνος, οὗ πολὺ κλέος, πλέκεται ἡμῖν νοήμασι σοφῶν, ὥστε ὑμνεῖν τὸν παῖδα | |
τοῦ Κρόνου, ἀφικομένοις εἰς τὴν πλουσίαν οἰκίαν τοῦ Ἱέρωνος, τὴν | 57 | |
15 | μακαρίαν. τὸ δὲ πᾶν ἔχει οὕτω· κράτιστον μέν ἐστι τὸ ὕδωρ τῶν ἄλλων δηλονότι στοιχείων· ὁ δὲ χρυσὸς περιφανής ἐστιν ἐξόχως ἐπὶ τοῦ ὑπερηφανίαν ἐμποιοῦντος πλούτου, καθὰ πῦρ διάδηλόν ἐστιν ἐν νυκτὶ καιόμενον. εἰ δὲ (5) ἀγῶνας ἐθέλεις ὑμνεῖν, ὦ προσφιλὴς ἐμοὶ ψυχή, μὴ ζήτει ἰδεῖν ἐν ἡμέρᾳ ἄλλον ἀστέρα λαμ‐ | |
20 | πρὸν θερμότερον τοῦ ἡλίου, δι’ ἐρήμου τοῦ αἰθέρος, φερόμενον δηλονότι· ἤγουν μὴ ὑπὸ νεφελῶν κρυπτομένου· ὅτε γὰρ ἀσυν‐ νεφής ἐστιν ὁ οὐρανός, τότε ἡ τοῦ ἡλίου δείκνυται θερμότης· μηδὲ ἀγῶνα (11) εἴπωμεν κρείττονα τοῦ ἐν Ὀλυμπίᾳ ἀγῶνος· ὅθεν, ἤγουν ἀπὸ τῆς Ὀλυμπίας, πλέκεται ἡμῖν ὁ ὕμνος, οὗ πολὺ | |
25 | κλέος, νοήμασι σοφῶν, ὥστε ὑμνεῖν τὸν παῖδα τοῦ Κρόνου (16) ἤγουν τὸν Δία, ἀφικομένοις εἰς τὴν πλουσίαν οἰκίαν τοῦ Ἱέρω‐ νος, τὴν εὐδαίμονα, τουτέστι τὴν Σικελίαν· ὅς, ἤγουν ὁ Ἱέρων, διέπει βασιλείαν (19) δικαίαν ἐν τῇ Σικελίᾳ τῇ πολυμήλῳ, ἀντὶ τοῦ τῇ πολυθρέμμονι, δρεπόμενος μέν, ἤγουν τρυγῶν, ἀπανθι‐ | |
30 | ζόμενος ἀπὸ πασῶν τῶν ἀρετῶν τὰ ἐξαίρετα. λαμπρύνεται δὲ | |
(22) καὶ ἐν ἀώτῳ μουσικῆς, ἀντὶ τοῦ ἐν ἐξαιρέτοις μέλεσι μου‐ σικῆς κατ’ ἐκεῖνο τὸ μέρος, ὃ παίζομεν οἱ ἄνθρωποι θαμά, ἀντὶ τοῦ πολλάκις, περὶ φίλην τράπεζαν, ἀντὶ τοῦ φιλικήν, ἤγουν φίλους συνεστιωμένους ἔχουσαν. | 58 | |
O 111g | ἤγουν τοῦ Ὀλυμπιακοῦ. | |
O 112 | M. Αὐδάσομεν] ὁριστικὸν ἀντὶ ὑποτακτικοῦ, ὡς ἐν τῷ· ἵνα εἴδομεν (Il. I, 363). | |
O 112g | κρείττονα. —λέξομεν. | |
O 113 | Germ. Ὅθεν ὁ πολύφατος] ὅθεν, ἀπὸ τῆς Ὀλυμ‐ πίας, τελικοῦ αἰτίου· σοφῶν δὲ μητίεσσι, ποιητικοῦ αἰτίου. | |
O 113g | ἀπὸ τοῦ Ὀλυμπιακοῦ. —πολυθρύλλητος· ἐκεῖνον γὰρ νικῶντες οἱ ἄνδρες πρὸς ἔπαινον αὐτῶν τοὺς σοφοὺς ἐπαίρουσιν. | |
O 114 | Germ. Ἀμφιβάλλεται] οἱονεὶ τοῦτο κατασκευά‐ ζεται τὸ ὑμνεῖσθαι τὸν Δία, οὗ οὐδείς ἐστιν ἕτερος αἴτιος ἢ ὁ | |
Ἱέρων. | 59 | |
O 114g | ἐπέρχεται. | |
O 115g | γνώμαις· —† βουλαῖς, νοήμασι. —ὑμνεῖν αὐτούς. | |
O 116 | Th. Κρόνου παῖδα οἱ μὲν πρὸς τὸ ἑστίαν συντάσ‐ σουσι ληροῦντες· ἐπλανήθησαν δὲ εἰς τοῦτο, διότι ἡ καταρχὰς τὴν οἰκίαν εὑροῦσα ἡ Ἑστία ἦν, ἥτις ἦν Κρόνου θυγάτηρ, ἀφ’ ἧς καὶ τὴν οἰκίαν ἑστίαν λέγομεν. ἐγὼ δὲ Κρόνου παῖδα λέγω τὸν | |
5 | Δία, ὃν δίκαιον ἐπαινεῖσθαι πρὸ τῶν νενικηκότων διὰ τὸ αὐτοῦ τὴν πανήγυριν εἶναι, εἰς ἣν οὗτοι ἐνίκησαν. πρῶτον δὲ καθολικῶς εἰπὼν ἀπὸ τῆς Ὀλυμπίας ἔρχεσθαι τοὺς ὕμνους ἐν τοῖς σοφοῖς ἐπαινεῖν τοὺς νικῶντας· ἐπειδὴ ὁ νῦν νενικηκὼς ὁ Ἱέρων ἦν, αὐτὸς δὲ ἦν ὁ πρὸς τοῦτον τὸν ἔπαινον ἐργαζόμενος, διὰ τοῦτο πρὸς τὸν | |
10 | Ἱέρωνα τὸν λόγον ἀπέτεινε, καὶ ἔστι τὸ ἱκομένους δι’ ἑαυτόν. Germ. Τὸ ἱκομένους ἀντὶ τοῦ ἱκόμενοι καὶ παραγε‐ νόμενοι λέγει· τῇ γὰρ αἰτιατικῇ ἀντὶ ὀρθῆς κέχρηται· ὅπερ οὐκ οἶμαι λόγον ἔχειν. συντάσσεται δὲ καὶ μετὰ αἰτιατικῆς καὶ εὐθείας. | |
O 116g | τὸν Δία. —πλουσίαν. | |
O 117g | μακαρίαν. | |
O 118 | Germ. Ἀμφέπει τὸ περιέπει, οἱονεὶ θεραπεύει ἢ ἀντὶ τοῦ βασιλεύει τῆς εὐδαίμονος Σικελίας· ἡ γὰρ πολύμηλος εὐδαί‐ | |
μων ἀπὸ μέρους νοοῖτο. Germ. Θεμιστεῖον] ὅτι τὸ σκῆπτρον τῆς Θέμιδος τοῖς | 60 | |
5 | βασιλεῦσιν ἐδέδοτο. M. Ὃς ἀμφέπει] ἀντὶ τοῦ διέπει. περιέπειν γάρ ἐστι τὸ φίλον τινὰ κυβερνᾶν καὶ θάλπειν, διέπειν δὲ τὸ διοικεῖν· ἐνταῦ‐ θα δὲ ὁ λόγος τὸ δεύτερον ἀπαιτεῖ. M. Θεμιστεῖον] τοῦτο ἡ μὲν ἀναλογία προπαροξύνει, | |
10 | ἡ συνήθεια δὲ περισπᾷ. ἐπικρατεῖ δὲ ἡ συνήθεια, ὡς καὶ ἐν τῷ χάριεν. κἀκεῖνο γάρ, ὅσον κατὰ τὴν ἀναλογίαν, ἐπὶ τῆς παραλη‐ γούσης ἂν εἶχε τὸν τόνον, ἀλλ’ ἡ συνήθεια προπαροξύνασα αὐτὸ ἐπεκράτησε. | |
O 118g | δίκαιον, ἔννομον. —διεξάγει, περιέπει. | |
O 119 | M. Θεμιστεῖον σκῆπτρον] σκῆπτρον ἡ βασιλικὴ ῥάβδος. ἀπὸ ταύτης δὲ ἐνταῦθα τὴν βασιλείαν θέλει δηλοῦν. τοῦτο δὲ καὶ παρὰ τῷ πεζῷ λόγῳ ἐστὶν ἐν χρήσει. Tr. Σκᾶπτον κατὰ Δωριεῖς τὸ σκῆπτρον, ἀποβολῇ τοῦ ρ | |
5 | γινόμενον. Germ. Πολυμάλῳ] ἤγουν τῇ πολυθρεμμάτῳ, ἢ ἀπὸ τοῦ καρποῦ τῶν μήλων· ἐκεῖ γὰρ περισσῶς λέγεται φυῆναι· ἢ πολυκάρπῳ· καὶ Ὅμηρος (Il. IX. 542)· καὶ αὐτοῖς ἄνθεσι μήλων. | 61 |
O 119g | ἀρχήν. —τῇ πολυθρέμμονι ἢ τῇ πολυκάρπῳ. | |
O 120g | καρπούμενος, λαμβάνων. | |
O 121g | τὰ ἀκρότατα. —ἤγουν εἰς πᾶσαν ἀρετὴν ἄκρος ὤν· —† τῆς ἀνδρίας, τῆς δικαιοσύνης καὶ τῶν ἑξῆς. | |
O 122 | Germ. Ἀγλαΐζεται] ἢ ὅτι αὐτὸς μελικός ἐστιν, ἢ ὅτι φιλακροάμων ἐστὶ τῶν ᾠδῶν καὶ τῆς μουσικῆς· ἢ ὡς ὅτε πᾶν δένδρον, φησίν, ἀναπνέον ἀναφύει τὰ ἄνθη, ἢ ἀλλοπαθές. Th. Δέον ἀγλαϊζόμενος εἰπεῖν πρὸς τὸ δρέπων ἀγλαΐ‐ | |
5 | ζεται εἶπεν. εὕρηται δὲ καὶ παρὰ πᾶσι λογοποιοῖς. φησὶ γὰρ ὁ Συνέσιος· τὰ μὲν ἄλλα σώφρων καὶ μέτριος ἐν τῷ καθ’ ἑαυτὸν βίῳ γενόμενος, ἀλλ’ ὑπὲρ εὐγενείας ἀμφισβητῶν τῷ Κέκροπι διετέλεσε. διὰ δὲ τοῦ εἰπεῖν· ἀγλαΐζεται δὲ καὶ μουσι‐ κῆς ἐν ἀώτῳ, ἤτοι μουσικῇ, περιφραστικῶς δείκνυσιν αὐτὸν | |
10 | εἰρήνης ἀπολαύοντα καὶ οὐ πολέμους ἔχοντα. εἰρηναίας γάρ ἐστι καταστάσεως μουσικῇ καὶ αὐλοῖς τὴν ψυχὴν θέλγειν. | |
O 122g | λαμπρύνεται, κοσμεῖται. | |
O 123 | Germ. Ἐν ἀώτῳ, οἷα παίζομεν] οὐ σπουδαίων ἀνδρῶν καὶ ἐγρηγορότων καὶ νηφόντων τὸ ᾄδειν, ἀλλὰ λίχνων καὶ οὐδ’ ἐν ἑτέρῳ καιρῷ ᾀδόντων ἀλλ’ ἢ ἐν τῷ τῆς τρα‐ πέζης. φίλαν δὲ (24) ἀντὶ τοῦ φιλοποιόν, ἐν ᾗ συναθροίζον‐ | 62 |
5 | ται πάντες οἱ φίλοι, οὐδεὶς δ’ ἀπὸ τῶν ἐχθρῶν· ἢ ἐν ᾗ γίνονται οἱ φίλοι. | |
O 123g | τῷ ἀπανθίσματι· ἀπάνθισμα δὲ μουσικῆς ἡ ᾠδη καὶ ἡ ἐξ αὐτῆς ἡδονή. | |
O 124 | M. Οἷα παίζομεν] ἀντὶ τοῦ κατ’ ἐκεῖνο τὸ μέρος ὃ παίζομεν. ὁμοιωματικὸν ἀναφορικὸν δεικτικὸν ἀντὶ ἀναφορικοῦ δεικτικοῦ. τοῦτο δὲ καὶ παρὰ τοῖς κοινοῖς ἐστιν ἐν χρήσει. | |
O 124g | καθά. | |
O 125g | συνεχῶς· τὸ δὲ ἀμφὶ καθ’ ὑπέρβα‐ τον πρὸς τὸ τράπεζαν λάμβανε. | |
O 126 | Th. Τὸ Δωρίαν οἱ μέν φασιν ἱστορικῶς διὰ τοῦτο ὅτι πρῶτοι οἱ ἐν Παρνασῷ Δωριεῖς λύραν ἐπήξαντο· οἱ δὲ μυθικῶς ὅτι πρῶτος Ἑρμῆς ταύτην πήξας Ἀπόλλωνι δῶρον ἔδωκεν· οὓς αὐτὸς χαίρειν ἐάσας Δωρίαν νόει τὴν Δώριον μέλος ᾄσασαν ἐν | |
5 | τῷ Ἱέρωνος ἐπινικίῳ, ἢ ὅτι ὁ ἐπινίκιος Δωριστὶ συνετέτακτο. εἰσὶ δὲ ἁρμονίαι τρεῖς· Δώριος, Φρύγιος, Λύδιος. ἀναλάμβανε | |
δέ, ὦ Πίνδαρε, τὴν Δωρίαν φόρμιγγα καὶ ὕμνει τὸν Φερένικον ἵππον τοῦ Ἱέρωνος καὶ τὴν Πίσαν, εἰ ἄρα σοι ἡ τούτου χάρις τὸν νοῦν ηὔφρανε. | 63 | |
O 127g | κιθάραν. —† ἐν ᾧ ἦν κρεμαμένη. | |
O 128 | Th. Πίσα χώρα καὶ Ἀλφειὸς ποταμὸς πλησίον Ἤλιδος ἐν Πελοποννήσῳ εἰσί. λέγουσι δέ τινες τὴν Πίσαν καὶ τὴν Ἦλιν πάνυ πλησίον εἶναι, ὅπερ οὐκ ἔστιν ἀληθές· πεντήκοντα γὰρ στάδια ἀλλήλων διέχουσι. Πίσα δὲ ἐκλήθη ἀπὸ Πίσης τῆς θυγατρὸς | |
5 | Ἐνδυμίωνος. ἐλέγετο δὲ ὁ τόπος τοῦ ἀγῶνος καὶ Πίσα καὶ Κρό‐ νιος λόφος. τὸ δὲ Σύτο παρ’ Ἀλφεῷ, καταχρηστικῶς εἶπεν· οὐ γάρ ἐστιν ἐν τῷ τοῦ ἀγῶνος τόπῳ οὗτος ὁ ποταμός, ἀλλὰ πόῤῥω. | |
O 128g | ὦ ψυχή. —ἐνταῦθα γὰρ ἐτελοῦντο τὰ Ὀλύμπια· ὠνόμασται δὲ ἀπὸ Πίσης τῆς Ἐνδυμίωνος θυγατρός. | |
O 129g | οὕτω γὰρ ἐκαλεῖτο ὁ τοῦ Ἱέρωνος ἵππος. —ἡδονή. | |
O 130g | τὸν σόν. —ἡδὺ γὰρ ἐμοὶ τὸ φροντίζειν περὶ αὐτῶν καὶ ὑμνεῖν. | |
O 131g | ** φροντίζειν ἐποίησε. | |
O 132 | Germ. Τὸ σύτο δέμας ἀντὶ τοῦ ὅστις ὥρμησε τὸ δέμας πρὸς τὸν δρόμον. § ὥρμα πρὸς τὸν δρόμον. | |
O 132g | ὅστις ὁ ἵππος ἢ ὁπότε. —ποταμῷ. —ὥρμητο· — † ἀντὶ τοῦ ἐσεύετο αὐτὸς ὁ Φερένικος. | |
O 133g | αὐθόρμητον καὶ μὴ δεόμενον κέντρου πρὸς κίνησιν ὥσπερ οἱ ἄλλοι ἵπποι, ἤγουν ἄψογον· ὁ γὰρ ψόγος ὥσπερ τι κέντρον τοῖς ἐνδεχομένοις. | |
O 134 | τῇ νίκῃ. —προσεπέλασε. —τὸν αὐτοῦ κύριον Ἱέρωνα. | 64 |
O 135 | Th. Ἱπποχάρμαν] τὸν τῇ ἱππικῇ χαίροντα. καλῶς δὲ τὸ ἐπίθεον τῷ βασιλεῖ διὰ τὸ ἱπποτροφεῖν, ἵνα δείξῃ ὅτι οὐ τύχης γέγονε τὸ τῷ Φερενίκῳ χρήσασθαι, ἀλλ’ ἐπιστήμης καὶ τῆς ἀερὶ τὸ πρᾶγμα ἐπιμελείας. | |
O 135g | Συράκουσα πόλις Σικελίας. —τὸν ἐν τοῖς ἱππι‐ κοῖς χαίροντα ἢ τὸν ἱππικώτατον. —** οὕτω χρὴ τὸ κῶλον τοῦτο γράφειν διὰ τὸ μέτρον. | |
O 137 | Germ. Εὐάνορι] τῇ ἀνδρειοτάτῃ, τῇ εὖ διδούσῃ τοῖς ἀνδράσιν. | |
O 137g | αὐτῷ τῷ Ἱέρωνι ἢ τῷ ἵππῳ· —† αὐτῷ, ἤτοι αὐτοῦ τοῦ Ἱέρωνος. —* τῇ εὐδαίμονας ἐργαζομένῃ τοὺς ἄνδρας διὰ τὰς ἐν Ὀλυμπίᾳ νίκας ἢ τῇ ἐχούσῃ καλοὺς ἄνδρας καὶ γενναίους. | |
O 138 | Tr. Πέλοπος ἀποικίᾳ] ἤτοι τῇ Πελοποννήσῳ, ἣν ᾤκησεν ὁ Πέλοψ ἀποικισθεὶς τῆς ἑαυτοῦ πατρίδος τῆς Λυδίας. M. Μεγασθενής] τὰ παρὰ τὸ σθένος καὶ τὸ γένος ὀνό‐ ματα σύνθετα κύρια μὲν ὄντα παροξύνεται· οἷον Δημοσθέ‐ | |
5 | νης, Ἀντισθένης, Διογένης, Θεαγένης· ἐπίθετα δὲ ὀξύνεται· οἷον μεγασθενής, ἀσθενής, μονογενής, εὐγενής. κατὰ ταὐτὰ καὶ | |
Ἀριστοφάνης καὶ Μητροφάνης παροξύνεται κύρια ὄντα· ἀφανὴς δὲ καὶ προφανὴς καὶ διαφανὴς ὀξύνεται ἐπιθετικῶς λεγόμενα· ὧν τὰ μὲν κύρια ἀπὸ τοῦ φαίνειν γίνεται, τὰ δὲ ἐπίθετα ἀπὸ | 65 | |
10 | τοῦ φαίνεσθαι. τὰ δὲ εἰς ος ἀπὸ τοῦ φαίνεσθαι πάντα προ‐ παροξύνεται, εἴτε κύριά εἰσιν εἴτε ἐπίθετα, οἷον ἄφαντος, πρό‐ φαντος, Διόφαντος. | |
O 138g | * ἤγουν ἐν τῇ Πελοποννήσῳ, εἰς ἣν ἀπὸ Λυδίας Πέ‐ λοψ ἀφῖκτο· ἀφ’ οὗ καὶ τοὔνομα ἔσχεν Ἀπία πρὶν καλουμένη. | |
O 139g | * ἐπεθύμησεν, ἐφίλησε· —** ἐπροθύμησεν, εἰς ἔρωτα ἦλθεν. | |
O 140 | Germ. Λέβητος] τὴν ἐργασίαν αὐτὴν ὀνομάζει λέ‐ βητα, ἤγουν τὴν πρᾶξιν. Th. Τάνταλος τιμώμενος πάνυ παρὰ θεοῖς καὶ βουλόμε‐ νος αὐτοῖς ἀνταμείψασθαι σφάττει τὸν αὐτοῦ παῖδα Πέλοπα | |
5 | καὶ δεῖπνον παρατίθησι τοῖς θεοῖς. τῶν ἄλλων οὖν θεῶν ἀπο‐ δεξαμένων αὐτὸν τῆς γνώμης καὶ μὴ φαγόντων, Δημήτηρ ἐλ‐ θοῦσα ἐκ τῆς τῆς θυγατρὸς ζητήσεως καὶ ἀγνοοῦσα τὸν ὦμον κατέβρωξεν. ἐμβαλόντες οὖν αὐτὸν οἱ θεοὶ εἰς λέβητα καὶ ὁλό‐ κληρον αὖθις συμπήξαντες, ἐπεὶ ὁ ὦμος ἀπῆν, ἐλεφάντινον | |
10 | ἀντέθηκαν. διὸ καὶ οἱ ἐκ Πέλοπος καταγόμενοι τοιοῦτον εἶχον τὸν ὦμον. τὴν Κλωθὼ δὲ λέγει ἐξελεῖν αὐτὸν ἐκ τοῦ λέβητος, | |
διότι συγκεκλωσμένον ἦν αὐτῷ παρὰ τῆς τύχης αὖθις ἀναζωω‐ θῆναι· ὃ μὴ δεχόμενος Πίνδαρος ἐλέγξει μὲν προϊών, νῦν δέ φησιν· ἦ θαύματα πολλά· ὅπερ τριπλῶς νόει οὕτως· ὄντως | 66 | |
15 | θαῦμα ὑπάρχουσι τὰ πολλά· ὄντως πολλὰ θαύματά εἰσιν· ὄντως θαυματὰ καὶ θαυμαστά εἰσι πολλά. | |
O 140g | αὐτὸν τὸν Πέλοπα. | |
O 141 | Germ. Φαίδιμον ἐξήνεγκεν ἕτεροι, ὅτι καὶ καθα‐ ρὸς λέβης ἐκεῖνος· ἕτεροι δέ, ὅτι ζῶντα αὐτὸν ἐξήνεγκεν· ὅθεν καὶ καθαρὸν τὸν λέβητα ὀνομάζει. M. Φαίδιμον ὦμον] περιττῶς κεῖται τὸ φαίδιμον· | |
5 | ἢ τὸ κεκαδμένον ἀντὶ τοῦ ἔχοντα. σύνηθες δὲ τούτοις τὸ τοιοῦτον. | |
O 141g | * μοῖρα· —** ἡ τὰ τῶν ἀνθρώπων ἐπικλώθουσα τύχη. —ὀστῷ δηλονότι. —ποταπόν; λαμπρόν. | |
O 142g | * κεκο‐ σμημένον· —† κεκοσμημένον ἢ ἔχοντα. | |
O 143 | Germ. Τὸ ἦ θαῦμα τὰ πολλὰ γράφεται καὶ οὕτως· ἦ θαυματὰ πολλά, ἀντὶ τοῦ ὄντως θαυμαστὰ καὶ ἄξια θαύμα‐ τος. § ἦ θαῦμα ἀντὶ τοῦ ὄντως θαῦμα καὶ ἔκπληξις· ἔκπληξις δὲ καὶ φόβος ἐξ ἀσυνήθους φαντασίας. § ἢ ἐκπληκτικά τινα ὑπερ‐ | |
5 | βαίνοντα τὴν ἀλήθειαν καὶ πρὸς τὸ τερατωδέστερον νεύοντα. | |
ἡ δὲ σύνταξις· φέρεται δὲ καὶ βροτῶν φήμη. | 67 | |
O 143g | * γρ. ἢ θαυματὰ πολλὰ ἀντὶ τοῦ ἄξια θαύματος· — ὄντως ἔκπληξις ὑπάρχει —† ὄντως ἄξια θαύματος κατὰ πολύ. | |
O 144 | Th. Ἐπειδὴ ἐκ πολλῶν ἀνθρώπων λόγων ἡ φήμη συνί‐ σταται, διὰ τοῦτο φάτις εἰπὼν εἶτα πρὸς τὸ ταύτης σημαινόμε‐ νον τὸ μῦθοι ἐπήγαγε. μὴ συνάψῃς δὲ τὸ θνατοῖς πρὸς τὸ τεύχει, ὥς τινες οἴονται, ἀλλὰ πρὸς τὸ ἐπιφέρουσα, οὕτως· | |
5 | ἐπὶ τοῖς θνατοῖς φέρουσα τιμήν, ἤτοι παρ’ αὐτῶν τιμωμένη. τὸ γὰρ ἐν ἀνθρώποις φέρειν τιμήν, τιμᾶσθαί ἐστι. | |
O 144g | * ἡ φήμη. | |
O 146g | πεποικιλμένοι, ἐκ μεταφορᾶς τοῦ μηχανικωτάτου Δαιδάλου. | |
O 147g | ἐξαπατῶσι τοὺς ἀκούον‐ τας καὶ πρὸς πίστιν ἄγουσιν. | |
O 148 | Germ. Ἡ χάρις, ἡ ποιητικὴ δύναμις· τὸ αἰτιατὸν ἀντὶ τοῦ αἰτίου· τῇ ποιητικῇ γὰρ δυνάμει ἐνυπάρχει τὸ ἐνήδονα λέγειν· ἢ τὰ πράγματα δι’ ὀνομάτων ἢ δι’ ὁρισμῶν ἀποδεικνύονται· ἐνταῦθα δὲ ὁρισμῷ τὴν ποιητικὴν ἐδήλωσεν· ποιητικὴ γὰρ χάρις ἅπαντα | |
5 | τεύχει τὰ μείλιχα θνατοῖς κατὰ Πίνδαρον. τὸ δὲ ἐξαπατῶντι ἀντὶ τοῦ ἐξαπατῶσι. τὸ δὲ ψεύδεσι δοτικὴ ἀντὶ εὐθείας καὶ | |
τὸ μῦθοι εὐθεῖα ἀντὶ δοτικῆς. τὸ δὲ ἐπιφέροισα τιμάν, τοῦτο ἀξίωμα τοῦ λόγου, ἐπιδεικνύουσα τὴν ἑαυτῆς δόξαν, τουτέστιν ἰσχύν· ἑκάστου γὰρ δόξα ἡ ἰσχὺς αὐτοῦ. | 68 | |
O 148g | ἡ ποιητικὴ καλλιέπεια· —† ἤτοι δύναμις, ποιητι‐ κῶν λόγων δηλονότι ἐπαγωγός. | |
O 149g | τὰ ἡδέα. —* ἀνθρώποις. | |
O 150g | ἔχουσα· —† ἐπιτιθεῖσα αὐτοῖς ἢ ἑαυτῇ. | |
O 151g | ** πρᾶγμά τι. —ἐσκέψατο. | |
O 152 | Th. Τὸ τὸ οὐκ ἔστι κατὰ ἀντιστροφὴν πρὸς τὸ ἄπιστον, ὡς ληροῦσί τινες, ἀλλ’ εἰπών· καὶ ἄπιστον ἐμή‐ σατο πιστὸν ἔμμεναι, ἐπιφέρει τὸ, καὶ τοῦτο ὃ ποιοῦσι· καὶ ἔστιν ὅμοιον τῷ παρὰ Σοφοκλεῖ (Ai. 46)· Ποίαισι τόλμαις | |
5 | ταῖσδε καὶ φρενῶν θράσει. εὑρήσεις δὲ καὶ ἕτερα πολλὰ τοιαῦτα. | |
O 152g | τοῦτο ὃ ποιοῦσι. | |
O 153 | Germ. Ἁμέραι ἐπίλοιποι, ἤγουν ὁ μετὰ ταῦτα χρόνος καὶ ὁ ἐφεξῆς καιρὸς δεικνύει τὸ πρᾶγμα, ἐλέγχει, ἀπογυμνοῖ ἐκεῖνο καὶ φανεροῖ ὁποῖόν ἐστιν. | |
O 153g | ἤγουν ὁ μετὰ ταῦτα χρόνος δείκνυσι τὸ πρᾶγμα ὁποῖόν ἐστι, καὶ ἔλεγχός ἐστιν ἀκριβής. | |
O 154 | Germ. Τὸ μάρτυρες σοφώτατοι ἀντὶ τοῦ· τὸ γὰρ | |
συνεχῶς λεχθὲν λέγεται καὶ σοφόν. | 69 | |
O 154g | τῆς ἀληθείας. —† γίνονται ἔλεγχοι τοῦ ψεύδους καὶ τῆς ἀληθείας. | |
O 155g | παντί. —*† εἰπεῖν· —** φάναι. | |
O 156g | πρέπον· —† εἰκός. —περὶ θεῶν. | |
O 157g | * ἤγουν οὐδεμία μέμψις τῷ καλὰ λέγοντι περὶ τῶν θεῶν, ἀλλὰ μᾶλλον εὐσέβεια. | |
O 126-57 | M. Ἀλλὰ Δωρίαν ἀπὸ φόρμιγγα] πρὸς τὴν ἑαυτοῦ πάλιν ψυχὴν ἀποτείνει τὸν λόγον· ἀλλὰ τὴν τοῖς Δω‐ ρίοις μέλεσιν ἁρμόζουσαν φόρμιγγα ἀπὸ τοῦ πασσάλου λάμ‐ βανε, ἤγουν μὴ ἀργῶς αὐτὴν ἔα κεῖσθαι· ἀλλὰ λάμβανε καὶ | |
5 | κίνει πρὸς τοὺς ἐπαίνους, εἴ σοι κατά τι τὸν νοῦν (30) ὑπὸ γλυ‐ κυτάταις ἐποίησε φροντίσιν, ἤγουν τὴν γλυκυτάτην φροντίδα, τῶν ἐγκωμίων δηλονότι, φροντίζειν ἐποίησε, τὸ ἐπαγωγὸν τοῦ ἀγῶνος τοῦ ἐν τῇ Πίσῃ καὶ τῆς ἀρετῆς τοῦ ἵππου τοῦ Φερενίκου· ὅτε αὐτὸς ὁ Φερένικος σύτο, ἤγουν ἐσεύετο, ἔτρεχε, πλησίον τοῦ | |
10 | Ἀλφειοῦ ποταμοῦ, ἤγουν ἐν τῇ Ὀλυμπίᾳ, τὸ ἑαυτοῦ σῶμα δι‐ | |
δοὺς ἐν τοῖς δρόμοις οὐ δεόμενον κέντρου· τῇ νίκῃ δὲ (34) ἥνωσε, τουτέστι νικῆσαι ἐποίησε, τὸν ἑαυτοῦ δεσπότην, τὸν Ἱέρωνα, τὸν βασιλέα τὸν Συρακούσιον, τὸν τῇ ἱππικῇ χαίροντα. διάδηλον δέ ἐστιν αὐτοῦ τὸ κλέος (37), ἤγουν τοῦ Ἱέρωνος, παρὰ τῇ ἀποι‐ | 70 | |
15 | κίᾳ τοῦ Πέλοπος τοῦ Λυδοῦ, ἤγουν ἣν ἀποικισθεὶς ὁ Πέλοψ τῆς ἑαυτοῦ πατρίδος τῆς Λυδίας ᾤκησε, τουτέστι τῇ Πελοποννήσῳ, τῇ καλῶς ἐχούσῃ ἕνεκα γενναιότητος ἀνδρῶν. οὗτινος, τοῦ Πέ‐ λοπος δηλονότι, ἔρωτα ἔσχεν ὁ Ποσειδῶν, ὁ μεγάλην ἔχων ἰσχύν, ὁ τὴν γῆν συνέχων· ἐπεὶ γὰρ ἐπ’ αὐτῷ ἐστι τὸ κινεῖν αὐτήν, ἐπ’ | |
20 | αὐτῷ δηλονότι ἐστὶ καὶ τὸ μὴ κινεῖν· διὸ οὐ μόνον Ἐνοσίχθων, ἀλλὰ καὶ Ἀσφάλειος ὁ αὐτὸς καὶ Γαιήοχος. ἠράσθη δὲ αὐτοῦ, ἀφ’ οὗ (40) ἐξήνεγκεν αὐτὸν τοῦ ἱεροῦ διὰ τὴν θυσίαν λέβητος ἡ Κλωθώ, ἐλεφαντίνῳ ὀστῷ λαμπρὸν ἔχοντα τὸν ὦμον. ὄντως (43) ἔκπληξις τὰ πλείω τῶν πραγμάτων, καί που κατά τι παρα‐ | |
25 | σύρουσιν ἔξω τοῦ ἀληθοῦς λόγου τὰς φρένας τῶν ἀνθρώπων καὶ λόγοι ψεύδεσι ποικίλοις πεποικιλμένοι· ἡ ἐπαγωγὸς δὲ δύναμις (48) ἐστι τῶν ποιητικῶν δηλονότι λόγων· τῇ ποιητικῇ γὰρ ἐφεῖ‐ ται τὰ τοιαῦτα· ἥτις ἅπαντα πρὸς τοὺς ἀνθρώπους κατασκευ‐ | |
άζει τὰ μείλιχα, ἤγουν τὰ εὐπαράδεκτα, τὰ ἡδέα, ἐπιτιθεῖσα | 71 | |
30 | αὐτοῖς τιμήν, ἀντὶ τοῦ δύναμιν αἰδοῦς καὶ τιμῆς ἀξίαν· ἢ ἐπιφέ‐ ρουσα τιμὴν ἑαυτῇ δηλονότι καὶ τὸ ἄπιστον ἀπὸ τῆς ἑαυτῆς φύσεως ἐμηχανήσατο πολλάκις πιστὸν τοῦτο εἶναι, ἀντὶ τοῦ δοκεῖν, αἱ ἡμέραι δὲ (53) αἱ ἔμπροσθεν γίνονται ἔλεγχοι σοφώ‐ τατοι τοῦ ἀληθοῦς καὶ τοῦ ψεύδους. ἔστι δὲ πρέπον τῷ ἀν‐ | |
35 | θρώπῳ εἰπεῖν περὶ τῶν θεῶν καλά, τουτέστι λόγους ἀγαθὴν δόξαν ἔχοντας. ἐλάττων γὰρ οὕτω μέμψις, ἀντὶ τοῦ οὐδεμία, ἀλλὰ καὶ ἔπαινος μᾶλλον. | |
O 158g | προκατάστασις. —*† Πέλοψ. —ἐναντίως. | |
O 159g | ἱστορικῶν, ποιητῶν. —εἴπω· ἔχει δὲ τὴν δύναμιν πρὸς τὸ ἁρπάσαι. | |
O 160 | M. Ὁπότε κάλεσε πατήρ] ἀσαφὴς δοκεῖ ὁ λόγος οὐκ ἔχων, τίνα ἐκάλεσεν ὁ Τάνταλος· τὸ ἐπαγόμενον δὲ λύει τὴν αὐτοῦ ἀσάφειαν· ἐπάγεται γάρ· ἀμοιβαῖα θεοῖσι δεῖπνα παρέχων. ἀφ’ οὗ δῆλον γίνεται, ὅτι τοὺς θεοὺς ἐκάλεσεν. | |
5 | εἶχε δ’ ἂν σαφέστερον, εἰ οὕτως ἂν ἐλέγετο· ὁπότε κάλεσε πατὴρ τοὺς θεούς, ἀμοιβαῖα αὐτοῖς δεῖπνα παρέχων. Tr. Ἐλλειπτικὸν δοκεῖ εἶναι πρὸς τὴν σύνταξιν τὸ ὅλον χωρίον, καὶ ληπτέον ἔξωθεν τὸ ᾄδεται. | |
O 160g | † ᾄδεται. —συνήγαγε. —ὁ Τάνταλος. | |
O 161g | δικαι‐ ότατον· ἐπειδὴ ἀντίδοσις ἦν ὧν ὑπὸ θεῶν ἀγαθῶν ἔπασχεν· * ἢ | |
τοῦτο λέγει διὰ τὸ θεοὺς ἑστιάτορας εἶναι. | 72 | |
O 162 | Germ. [Start of a diagram]δαίς ἔρανος ὁ ἐκ πολλῶν συναθροισθεὶς δώρων εἰλαπίνη τὸ ἐξ ἑνὸς γινόμενον δεῖπνον γάμος δὲ ὁ ἐκ νυμφίου καὶ νύμφης.[End of a diagram] | |
5 | Th. Ἀγνοοῦντές τινες εἰς πρὸς τὸ ἔρανον λαμβάνουσιν ἔξωθεν λέγοντες καὶ ἐν τῷ φίλαν τε τὸ τε ἀργόν. τὸ δὲ πᾶν ἐστι τοιοῦτον· ἀντία δὲ καὶ ἐναντίως τῶν προτέρων ἱστορικῶν, ὦ υἱὲ τοῦ Ταντάλου Πέλοψ, φθέγξομαι καὶ εἴπω, τότε ἁρπάσαι σε τὸν | |
ἀγλαοτρίαιναν Ποσειδῶνα ἀνὰ ταῖς χρυσέαις ἵπποις δαμέντα καὶ | 73 | |
10 | τρωθέντα τὰς φρένας ἐν ἱμέρῳ καὶ τῇ σῇ ἐπιθυμίᾳ, ὥστε μετα‐ βᾶσαι καὶ μετενεγκεῖν εἰς τὸ ὕπατον καὶ ὑπερεξοχώτατον δῶμα τοῦ εὐρυτίμου Διός· τότε ἁρπάσαι, ὅτε ἐκάλεσε καὶ συνήγαγεν ὁ σὸς πατὴρ Τάνταλος τὸν εὐνομώτατον ἔρανον, ἤτοι τὴν δικαιο‐ τάτην συναγωγὴν τῶν θεῶν καὶ τὴν φίλην καὶ προσφιλῆ αὐτῷ, | |
15 | τῷ Ταντάλῳ, Σίπυλον, ἤτοι τοὺς ἐν αὐτῇ ὄντας θεούς, παρέχων τοῖς θεοῖς δεῖπνα ἀμοιβαῖα καὶ ἀντίδοτα. μὴ ξενίζου δέ, εἰ λέγεις ἐκάλεσε καὶ τὴν φίλην Σίπυλον· ὥσπερ γάρ φαμεν· κέ‐ κληκα τοὺς ἐμοὺς φίλους καὶ πᾶσαν τὴν πόλιν, ἤτοι τοὺς ἐν αὐτῇ ὄντας πολίτας, οὕτω καὶ τοῦτο. | |
20 | M. Ἔρανος] τὸ εἰσφερόμενον ὑφ’ ἑκάστου τῶν φίλων εἰς κοινὴν ἀπόλαυσιν. Tr. Σίπυλον] οἱ μὲν πόλεως ὄνομα ἔφασαν, οἱ δὲ ὄρος περὶ τὴν Λυδίαν. | |
O 162g | * τὴν συναγωγὴν τῶν θεῶν. —ὄρος τὸ λεγόμενον Κουζινᾶς, ἔνθα ἡ Νιόβη λελάξευται. | |
O 163g | ἀντίδοτα· —† κατὰ ἀμοιβὴν καὶ ἀντίδοσιν γινόμενα. —διδούς. | |
O 164g | τὸν λαμπρὰν τρίαιναν ἔχοντα, τὸν Ποσειδῶνα. | |
O 165g | τρωθέντα. —* τάς. — τῇ σῇ ἐπιθυμίᾳ. | 74 |
O 166g | ἤγουν ἐν τῷ χρυσοῦς ἵππους ἔχοντι αὐτοῦ ἅρματι. | |
O 167g | ὑπέρτατον. —τοῦ μεγίστως τιμωμένου παρὰ πάντων· —* γρ. ἐριτίμου. | |
O 168g | πρός. —μετενέγκαι. | |
O 169g | ὅπου. —* σοῦ· —† ὑστέρῳ· πρότερος γὰρ Γανυμήδης Πέλοπος. τὸ δὲ ἔνθα καθ’ ὑπέρβατον πρὸς τὸ ἦλθεν. | |
O 170g | ὃν ἀετὸς ὁ Ζεὺς γεγονὼς ἐκ Φρυγίας ἥρπασεν. | |
O 171 | Germ. Ζηνὶ τωὔτ’ ἐπὶ χρέος] ἐπὶ τοιοῦτο, ἤγουν ἐπὶ τοιαύτην χρείαν, οἷον διὰ τὴν αὐτὴν χρείαν καὶ ἐπιθυμίαν. τὸ δὲ υ ἀνεκφώνητον μετὰ τοῦ ω μεγάλου. | |
O 171g | ἐπὶ τὸ αὐτὸ χρέος· ἐπὶ συνουσίαν γὰρ καὶ αὐτὸς ὑπὸ τοῦ Διὸς ἡρπάγη τρωθέντος τῷ αὐτοῦ ἔρωτι. | |
O 172g | *† ἀφανής. —*† ὑπῆρχες. | |
O 173g | * τῇ Εὐρυανάσσῃ· —† τῇ Εὐρυανάσσῃ τοὔνομα. —κατὰ πολύ. | |
O 175g | ἐψιθύρισε. —κρυφίως· —† κρυ‐ φίως· Δωρικῶς περισπᾶται. | |
O 176g | ** τῶν φθονούντων τὰ τοῦ πλησίου καλά. | |
O 177g | ** καί. | |
O 178g | *† βράζουσαν. —σφοδρό‐ τητα. | |
O 179g | κατέκοψαν οἱ θεοί. | |
O 180 | Germ. Δεύτατά τε καὶ ὑστέρως· ἢ τὰ ἔσχατα καὶ τὰ τελευταῖα μέρη τῶν κρεῶν, χεῖρας δηλονότι, πόδας καὶ κεφαλήν· ἢ τὰ βεβρεγμένα καὶ τὰ βεβαμμένα τῷ αἵματι, ἀπὸ τοῦ δεύω τὸ βρέχω. | |
5 | M. Ἀμφὶ δεύτατα] ἀπὸ τῆς πρὸ προθέσεως γίνεται συγκριτικὸν μὲν πρότερον, ὑπερθετικὸν δὲ πρῶτον. λέγεται | |
γὰρ τὸ μὲν πρότερον, ὅταν ἓν μόνον ἐπάγηται ἢ πολλὰ ἐν μιᾷ τάξει ἢ ἐν ἑνὶ χρόνῳ. οἷον πρότερος ὅδε τοῦδε καὶ πρότερος ὁ δεῖνα ἡμῶν ἢ τῷ χρόνῳ ἢ τῇ τάξει, ἡμῶν δηλονότι ἐν ἑνὶ χρόνῳ | 75 | |
10 | ἢ μιᾷ τάξει ὄντων. τὸ δὲ πρῶτον, ὅταν πολλὰ ᾖ ἐπαγόμενα, ἄλλο ἄλλου πρότερον ἐφεξῆς ἢ κρεῖττον. ἀκολουθεῖ δὴ πρὸς μὲν τὸ πρότερον τὸ δεύτερον μόνον, ἢ πληθυντικῶς τὰ δεύτερα, κατὰ τὸν εἰρημένον λόγον· πρὸς δὲ τὸ πρῶτον δεύτερον, τρίτον καὶ ἑξῆς. ἀπὸ δὲ τῆς ὑπὸ προθέσεως γίνεται συγκριτικὸν μὲν | |
15 | ὕστερον, ὑπερθετικὸν δὲ ὕστατον, ὧν τὸ μὲν ἀπαντᾷ πρὸς τὸ πρότερον, τὸ δὲ ὕστατον πρὸς τὸ πρῶτον, ὅταν ἐπὶ χρόνου ταῦτα λαμβάνηται. ἐπὶ γὰρ τάξεως τὸ ἔσχατον ἀπαντᾷ καὶ τὸ δεύτε‐ ρον, ὃ καὶ ἐπὶ χρόνου λαμβάνεται καὶ ἐπὶ τάξεως. ἔστι δὲ δύο ἐξ ἀνάγκης ὑπερθετικὰ χρονικά, τὸ πρῶτον καὶ τὸ ὕστατον, τὸ | |
20 | μὲν ἐπὶ τῆς ἀρχῆς, τὸ δὲ ἐπὶ τοῦ τέλους, καὶ δύο ὁμοίως τάξεως, τὸ πρῶτον καὶ τὸ ἔσχατον. τῶν δὲ μέσων τούτων μόνον τὸ δεύ‐ τερον συγκριτικῶς ἐξ ἀνάγκης προφέρεται. ἐπὶ δὲ τῶν ἄλλων ἁπάντων οὐδεμίαν ἔχει χώραν οὔτε τὸ συγκριτικὸν οὔτε τὸ ὑπερ‐ θετικόν. ὁ δὲ Πίνδαρος καὶ ὑπερθετικὸν ἀπὸ τοῦ δευτέρου σχη‐ | |
25 | ματίζει, τὸ δεύτατον· θέλει δὴ τοῦτο σημαίνειν ταὐτὸν τῷ ὕστατον. ὁ δὲ ἐπὶ σμικρότητος τοῦτο τίθησι. διεδάσαντο γάρ, | |
φησίν, ἀμφὶ δεύτατα, ἤγουν εἰς μικρότατα. τὸ δὲ τρίτατος παρὰ ποιηταῖς οὐχ ὑπερθετικῶς οὕτω σχηματίζεται, ἀλλ’ ὡς τὸ ὀγδό‐ ατος παρ’ αὐτοῖς καὶ ἑβδόματος· ἃ κατ’ ἀκολουθίαν λέγεται τοῦ | 76 | |
30 | τέταρτος καὶ δέκατος καὶ πεντεκαιδέκατος καὶ τῶν ὁμοίων. | |
O 180g | τὰ περιβεβρεγμένα τῷ ἐντὸς τοῦ λέβητος ὕδατι ζέοντι, ἐν ᾧ ἥψοντο. | |
O 181g | διεμέρισαν πρὸς ἀλλήλους· — ** σοῦ. | |
O 158-81 | M. Υἱὲ Ταντάλου] ὦ Πέλοψ, υἱὲ τοῦ Ταντά‐ λου, τὰ περὶ σοῦ δὲ ἐγὼ ἐναντίως τῶν προτέρων ἐρῶ ποιητῶν, ὁπότε (60) ἐκάλεσεν ὁ σὸς πατὴρ τοὺς θεοὺς εἰς τὴν προσφιλῆ αὐτοῖς Σίπυλον, δι’ αὐτὸν καὶ τὸν εὐσεβέστατον ἔρανον, ἤγουν | |
5 | τὴν ἀμοιβαίαν δεξίωσιν, λέγω δεῖπνα διδοὺς αὐτοῖς ἀμοιβὴν ἔχοντα τῶν δείπνων, ὧν αὐτοὶ ἔδωκαν αὐτῷ· τότε (64) λέγω ἁρπάσαι σε τὸν Ποσειδῶνα, τὸν τῇ λαμπρᾷ τριαίνῃ χρώμενον, μαλαχθέντα τὸν λογισμὸν ὑπὸ ἔρωτος, ἐπὶ ἵππων χρυσῶν, ἀντὶ τοῦ ἐν ἅρματι χρυσῷ, ὥστε μεταβιβάσαι πρὸς τὸ ἔξοχον οἴκημα | |
10 | τοῦ Διὸς τοῦ πάνυ τιμίου· ὑστέρῳ χρόνῳ ἔνθα ἀπῆλθεν (70) ἀντὶ τοῦ ἀπηνέχθη καὶ ὁ Γανυμήδης, πρότερον δηλονότι, ἐπὶ χρείαν τοῦ Διὸς τὴν αὐτὴν τῇ τοῦ Ποσειδῶνος. ἐπεὶ δὲ ἀφανὴς ὑπῆρχες οὐδὲ πρὸς τὴν μητέρα τὴν σὴν ἤγαγόν σε οἱ πεμφθέν‐ τες ὑπ’ αὐτῆς ἄνδρες ἐπὶ σὴν ζήτησιν, πολλὰ μαιόμενοι, ἤγουν | 77 |
15 | ζητοῦντες, εἶπέ τις (75) αὐτίκα ἀπὸ τῶν φθονερῶν γειτόνων κρυφίως, ὅτι τε ἐπὶ τὴν ἀκμὴν τοῦ ὕδατος τὴν ζέουσαν ὑπὸ πυρός, μαχαίρᾳ ταμόντες σε κατὰ μέλη οἱ περὶ τὸν Τάνταλον ἐμβεβλήκασι καὶ ἐν τῇ τραπέζῃ οἱ θεοὶ διεμερίσαντο εἰς μικρό‐ τατα καὶ ἔφαγον ἀπὸ τῶν κρεῶν τῶν σῶν. | |
O 182g | ἀμήχανον, ἀβούλητον. —* φάγον. | |
O 183g | ** τῶν θεῶν. | |
O 184g | τοῦ τοιαῦτα λέγειν. —** οὐδεμία ὠφέλεια, ἀλλὰ μᾶλλον βλάβη. —ἔλαχεν, ἐκληρώσατο. | |
O 185 | Th. Κακηγόρος] ἀντὶ τοῦ κακηγόρους ἐκβολῇ τοῦ υ Δωρικῶς ὡς τὸ ἐπιτηδές (Hom. Il. A 141). Tr. Κακηγόρως] Δωρικὴ ἡ ἀνάγνωσις· ἀεὶ γὰρ ἡ αἰτια‐ τικὴ παρ’ αὐτοῖς διὰ τοῦ ω μεγάλου ἐκφέρεται· τὼς λύκως γὰρ | |
5 | ὁ Θεόκριτος λέγει (IV. 11). οὐ χρὴ τοίνυν μικρὸν γράφειν τὸ ρος, ὥς τισιν ἔδοξε· μακρὰ γὰρ ἡ τοιαύτη συλλαβὴ ὀφείλει | |
εἶναι. Tr. Κακηγόρως] τοῦτο λέγει ὅτι ὁ κακηγορῶν οὐδὲν ἄλλο κερδαίνει πλὴν τοῦ κακὸς εἶναι. | 78 | |
O 185g | * συχνή· ἤγουν ὁ κατηγορῶν οὐδὲν ἄλλο κερδαίνει πλὴν τὸ κακὸς εἶναι. —** συχνῶς. —** ἤτοι τοὺς κατηγοροῦν‐ τας εἰς τοὺς θεούς. | |
O 186g | οἱ ἐπιτηρηταὶ θεοί. | |
O 187 | Th. Τὸ οὗτος ἢ πρὸς τὸ Τάνταλος νόει ἢ πρὸς τὸ τιμηθέντα παρὰ θεῶν οὕτως· εἰ δέ τινα τῶν ἀνθρώπων οἱ θεοὶ ἐτίμησαν, οὐκ ἄλλος ἦν ὁ τιμηθεὶς ἢ ὁ Τάνταλος οὗτος. ἢ οὕτως· εἰ δέ τινα τῶν ἀνθρώπων οἱ θεοὶ ἐτίμησαν, ὁ Τάνταλος ἦν | |
5 | οὗτος, ἤτοι ὁ τιμηθείς. Germ. Καταπέψαι ἀντὶ τοῦ παρακατασχεῖν, καταχωνεῦσαι. τῇ γὰρ πέψει δύο τινὰ παρέπεται, ἡ κρύψις καὶ ἡ κατάσχεσις. μέγαν δὲ ὄλβον τὴν εὐδαιμονίαν καὶ τὴν τιμήν. | 79 |
O 187g | ** ὁ Τάνταλος ἦν οὗτος ὁ τιμηθείς. —κατασχεῖν· * οἱ γὰρ πέττοντες τὴν τροφὴν καὶ οὐκ ἐμοῦντες κατέχουσι ταύτην ἐντός. | |
O 188g | ὄλβον δὲ λέγει τὴν παρὰ τῶν θεῶν δεδο‐ μένην αὐτῷ τιμήν. | |
O 189 | Germ. Ὥσπερ ὁ κόρῳ ἐσθίων δέεται ὑγιοῦς στομά‐ χου, οὕτω καὶ ὁ κόρῳ τὴν εὐδαιμονίαν λαβὼν δέεται νοὸς ἀνδρείου. | |
O 189g | πλησμονῇ τῆς τιμῆς. | |
O 190 | M. Ἄταν ὑπέροπλον] ὑπέροπλός ἐστιν ἰσχὺς ἡ νι‐ κῶσα τὰ ὅπλα, ἤγουν πρὸς ἣν οὐ δύναται ἀντισχεῖν τὰ ὅπλα. ἐνταῦθα δὲ ὑπέροπλον λέγει βλάβην μεταφορικῶς τὴν ὑπερ‐ βολικὴν καὶ ἀμήχανον. | |
O 190g | βλάβην. —μεγάλην. | |
O 191 | Th. Ἐπειδὴ ὁ λίθος ἦν ἡ ἄτη, διὰ τοῦτο τὰν εἰπὼν ἐπήγαγε τὸ λίθος. ἄλλοι δὲ ἄλλως περὶ τῆς Ταντάλου κολάσεώς φασιν. οἱ μὲν γὰρ ἐπικεῖσθαι αὐτῷ τὸ Σίπυλον· Ζεὺς γὰρ ἀπο‐ στείλας Ἑρμῆν πρὸς αὐτόν, ἵνα τὸν κύνα λάβῃ, ὃν Πανδάρεως | |
5 | ὁ Μιλήσιος φύλακα καταστάντα τοῦ ἱεροῦ τῆς Κρήτης παρὰ Διὸς κεκλοφὼς ἤγαγεν αὐτῷ ἵνα φυλάσσῃ· ἐλθόντος οὖν Ἑρμοῦ πρὸς αὐτὸν καὶ μὴ λαβόντος τὸν κύνα· ἔφασκε γὰρ μὴ ἔχειν· ὀργισθεὶς ὁ Ζεὺς ἐπέθηκεν αὐτῷ τὸ Σίπυλον. οἱ δὲ λέγουσι, διὰ τὸ ἐξειπεῖν αὐτὸν τὰ τῶν θεῶν μυστήρια τοῖς ἀνθρώποις | 80 |
10 | ἐν ᾅδου κολάζεσθαι, μέσον ἑστῶτα λίμνης μέχρι τοῦ πώγωνος· ἧς ὁπότε πιεῖν ἤθελε, τὸ ὕδωρ ἐξίστατο. μαρτυρεῖ δὲ καὶ Ὅμη‐ ρος λέγων (Od. λ 582)· Ἑσταῶτ’ ἐν λίμνῃ· ἡ δὲ προσέπλαζε γενείῳ· Στάτο δὲ διψάων, πιεῖν δ’ οὐκ εἶχεν ἑλέσθαι. | |
15 | ἑστὼς δὲ ἐν τῇ λίμνῃ καὶ λίθον ὑπὲρ κεφαλῆς εἶχεν αἰωρούμε‐ νον. Εὐριπίδης δὲ λέγει (Orest. 2) μέσον ἀέρος αὐτὸν τὸν Τάν‐ ταλον ἀοράτως κρέμασθαι καὶ λίθον ὑπὲρ τῆς αὐτοῦ κεφαλῆς αἰωρεῖσθαι. ἀσφαλέστερος δὲ πάντων Ὅμηρος. καὶ μαρτυρεῖ ἡ παροιμία· Ταντάλου δίψα. δέον δὲ εἰπεῖν τοῦτο, λέγω δὴ τὸ | |
20 | τὸν ὑπὲρ κεφαλῆς λίθον πειρᾶσθαι φυγεῖν καὶ μὴ δύνασθαι· ὁ δὲ τοῦτον εἶπε, πρὸς τὸ βίον. τὸ δὲ ἐμπεδόμοχθον ἢ πρὸς | |
τὸ βίον συναπτέον ἢ πρὸς τὸ πόνον. φασὶ δὲ ἕτεροι τὸ μετὰ τριῶν, ἀντὶ τοῦ μετὰ Ἰξίονος, Σισύφου καὶ Τιτυοῦ. καὶ οὗτοι γὰρ ἐν ᾅδου κολάζονται, Ἰξίων μὲν ἐν τροχῷ περιφερόμενος | 81 | |
25 | διὰ τὸ ἐρασθῆναι τῆς Ἥρας καὶ πρὸς νεφέλην παρεικασθείσῃ προσδραμεῖν καὶ μιγῆναι, ὅθεν καὶ Ἱπποκένταυρος γέγονε· Σί‐ συφος δὲ πέτρον μέγιστον εἰς ἀνάντη τόπον βίᾳ κομίζων καὶ ὁπότε εἰς ἄκρον ἔλθῃ τοῦ τόπου, ἀπολισθαίνοντα τὸν λίθον αὖθις ἀνάγων, καὶ τοῦτο πάσχων διὰ τὴν ἀπάτην, ἣν ἠπάτησε | |
30 | Πλούτωνα· ὁπότε γὰρ τέθνηκε, παρήγγειλε τῇ γυναικὶ μὴ θά‐ ψαι αὐτόν· τῆς δὲ οὕτω πεποιηκυίας κατελθὼν αὐτὸς κατηγόρει πρὸς Πλούτωνα ὡς ἀμελησάσης αὐτοῦ καὶ αὐτὸν αἰτήσας ἀνελ‐ θεῖν καὶ κολάσαι αὐτήν, ἐπεὶ ἀνῆλθε, μὴ βουλόμενος αὖθις εἰς ᾅδου παραγενέσθαι, ὑφ’ Ἑρμοῦ καταχθεὶς ἄκων οὕτω κεκό‐ | |
35 | λασται· Τιτυοῦ δὲ ὡς κατὰ θεῶν μανέντος ὄφεις τὰ σπλάγχνα αὐτοῦ ὑπτίου κειμένου κατεσθίουσιν ἀνακαινιζόμενα ἀεὶ κατὰ | |
τὸ Προμηθέως ἧπαρ. | 82 | |
O 191g | ** βλάβην. —ἤγουν ὁ Ζεύς. —ὑπεράνω. | |
O 192g | * μέγαν. | |
O 193g | λίθον. —*† προθυμούμενος ὁ Τάνταλος. —ἀποῤῥίψαι. | |
O 182-94 | M. Ἐμοὶ δ’ ἄπορα] ἀντὶ τοῦ ἄπορον, τουτέστιν ὑπ’ οὐδενὸς λογισμοῦ ἐνδεδομένον, εἰπεῖν τινα ἀπὸ τῶν θεῶν μάργον τὴν γαστέρα, ἤγουν μαινόμενον, τουτέστιν ἀκρατῆ τῆς γαστρός. ἀφίσταμαι (84) τούτου τοῦ σκοποῦ. βλάβη ἐκληρώ‐ | |
5 | σατο κατὰ πολὺ τοὺς κακηγόρους, τουτέστι τοὺς βλασφημοῦντας εἰς τοὺς θεούς, ἤγουν βλάβην κληρονομοῦσιν οἱ βλασφημοῦντες εἰς τοὺς θεούς. ἐὰν δὲ (85) ἐτίμησάν τινα ἄνθρωπον θνητὸν οἱ ἔφοροι τοῦ οὐρανοῦ, τουτέστιν οἱ θεοί, ὁ Τάνταλος ἦν οὗτος· ἀλλ’ οὐκ ἠδυνήθη καταπέψαι τὴν μεγάλην ταύτην εὐδαιμονίαν, | |
10 | ἀντὶ τοῦ διοικῆσαι ἐπ’ ὠφελείᾳ ἑαυτοῦ· ἀπὸ μεταφορᾶς τῶν ἐν τῷ στομάχῳ σιτίων, ἃ πεφθέντα μὲν ὀνίνησι τοὺς μεταλαμβά‐ νοντας αὐτῶν, ἄπεπτα δὲ μείναντα τοῦ στομάχου μὴ δυνηθέντος κατεργάσασθαι αὐτὰ βλάβην οἶδεν ἐπάγειν. ὑπὸ τοῦ κόρου δέ | |
(89), ἀντὶ τοῦ τοῦ ὄγκου τῆς τιμῆς ἔλαβε βλάβην ὑπερβολικὴν | 83 | |
15 | ἁμαρτὼν εἰς τοὺς θεούς· δι’ ἣν ὁ πατὴρ αὐτοῦ ὁ Ζεὺς ὑπερ‐ κρέμασέν οἱ, αὐτῷ, τουτέστι κατ’ αὐτοῦ, λίθον ἰσχυρόν, ἀντὶ τοῦ μέγαν· ὃν (93) ἀεὶ προθυμούμενος ἀπώσασθαι τῆς κεφαλῆς πόῤῥω ἡδονῆς στρέφεται, μὴ δυνάμενος δηλονότι ἀπαλλαγῆναι αὐτοῦ. | |
O 194g | χαρᾶς. —ἐξίσταται καὶ πικρίᾳ σύνεστι. | |
O 195g | εἰς ὃν οὐκ ἔστι μηχανὴν ἀπαλλαγῆς εὑρεῖν. | |
O 196g | κεκρατημένον μόχθῳ καὶ λύπῃ. | |
O 197g | * τοῦ πεινῆν, διψῆν, ἑστάναι. | |
O 199g | τοῖς ὁμοτρόποις ἀνθρώποις· —** τῷ Σισύφῳ, τῷ Τιτυῷ καὶ τῷ Ἰξίονι. | |
O 1100g | ** πόμα θεῖον. —** τροφὴν θεῶν. | |
O 1101g | τῷ νέκταρι καὶ τῇ ἀμβροσίᾳ· —† δι’ ὧν, ἤγουν τοῦ νέ‐ κταρος καὶ τῆς ἀμβροσίας. | |
O 1102g | * οἱ θεοί· —† ἐποίησαν, αὐτὸν δηλονότι. | |
O 1104 | Germ. Ἁμαρτάνει] ἀντὶ τοῦ ἁμαρτάνει καὶ πράττει κακῶς. ὅταν καὶ γὰρ ἁμαρτάνῃ τις, κυριεύεται ὑπ’ ἐκείνου τοῦ πάθους ἡ λογιστικὴ γνῶσις, καὶ ὡς ἄνους ἄτοπα καὶ μωρὰ πράττων ἁμαρτάνει. | |
O 1104g | * πράττων τι κακόν. —ἀστοχεῖ, σφάλλει. | |
O 195-104 | M. Ἔχει δὲ βίον τοῦτον τὸ ὑπὸ τῷ λίθῳ ἀπά‐ λαμον, ἤγουν ἀμήχανον, πρὸς ὃν οὐκ ἔστι τι μηχανήσασθαι | |
ἐμπεδόμοχθον, τουτέστιν ἰσχυρὰν κάκωσιν ἔχοντα, πόνον τέταρτον μετὰ τριῶν ἄλλων, ἤγουν τοῦ πεινῆν, τοῦ διψῆν, τοῦ | 84 | |
5 | ἑστάναι· διότι (98) κλέψας τὸ νέκταρ καὶ τὴν ἀμβροσίαν τῶν θεῶν ἡλικιώταις αὐτοῦ καὶ συμπόταις ἔδωκε, δι’ ὧν ἀθάνατον αὐτοὶ τοῦτον ἐποίησαν. εἰ δ’ ἀνήρ τις (102) ἐλπίζει θεὸν λήσειν πράττων τι, ἀποτυγχάνει τοῦ πρέποντος λογισμοῦ. | |
O 1105g | διὰ τοῦτο, λέγω τὸ μεταδοῦναι ἀνθρώποις τῆς ἀμβροσίας καὶ τοῦ νέκταρος καὶ ἐξειπεῖν τὰ θεῖα μυστήρια. — † προῆκαν πάλιν ἀντὶ τοῦ ἐπανέστρεψαν· —** κατήγαγον ἐκ τοῦ οὐρανοῦ. —* τὸν Πέλοπα. | |
O 1106g | ** οἱ θεοί. —** αὐτῷ. | |
O 1107g | * εἰς. —τὸ ταχυθάνατον. | |
O 1108g | ** πάλιν. | |
O 1109 | Germ. Εὐάνθεμον] τὴν ἀνθηρὰν κατὰ τὴν διάπλα‐ σιν τοῦ σώματος ἢ πρὸς τὴν εὐθεσίαν. καὶ τὸ μελανθησόμενον (οὔπω γὰρ ἦν μέλαν) πρὸς τὴν συνθεσίαν τῶν μελῶν. | |
O 1109g | ἀνθηράν· —† εὐανθῆ, θαλεράν. —ἡλικίαν. | |
O 1110 | Th. Τὸ νὶν καὶ τὸ γένειον ὅλον καὶ μέρος. τὸ μὲν νὶν ὅλον, τὸ δὲ γένειον μέρος· ὥσπερ ἐστὶ καὶ τό· Ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων (Il. Δ 350). —Tr. Ἔρεφον δὲ ἀντὶ τοῦ ἐστεφάνουν. ὥσπερ γὰρ ὁ στέφανος κύκλῳ τῆς κεφαλῆς | |
5 | ἐστιν, οὕτω καὶ αἱ τοῦ πώγωνος τρίχες κύκλῳ εἰσίν. | |
O 1110g | ἤγουν ὅτε εἰς τοιαύτην ἡλικίαν ἦλθεν ὡς ἐξαν‐ θῆσαι γένειον. —τρίχες. —αὐτόν. —πώγωνα. —ἐστεφάνουν. | |
O 1111 | Germ. Ἑτοῖμον] παρὰ τῶν Μοιρῶν αὐτῷ, ἢ τὸν | |
πᾶσι τοῖς θέλουσι προκείμενον. | 85 | |
O 1111g | πρόχειρον· —** τοιοῦτος γὰρ ἦν ὁ τῆς Ἱπποδα‐ μείας γάμος ἐν κοινῷ προκείμενος ἤτοι προτεθειμένος τῷ βου‐ λομένῳ. —* ἐμελέτησε. | |
O 1112g | τοῦ Οἰνομάου τοῦ ἐν τῇ Πίσῃ κατοικοῦντος. | |
O 1113g | ἀρίστην. | |
O 1114 | Th. Οἰνόμαος, ὁ πατὴρ Ἱπποδαμείας, ἐρῶν αὐτῆς διὰ τὴν τοῦ κάλλους ὑπερβολὴν καὶ οὐκ ἐθέλων ἐκδοῦναι ταύτην εἰς γυναῖκά τινι, προὐκαλεῖτο πάντας εἰς ἅμιλλαν δρόμου τοὺς θέλοντας αὐτὴν ἐγγυήσασθαι, θαῤῥῶν τῷ αὐτοῦ ἅρματι ταχυ‐ | |
5 | τάτῳ ὄντι καὶ μηδένα οἰόμενος ὑπερβαλέσθαι ἂν αὐτὸ δυνηθῆ‐ ναι. οὕτω δὲ ἐποίει τὴν ἅμιλλαν. τῷ μὲν μνηστῆρι ἐδίδου τὴν Ἱπποδάμειαν ἐν τῷ αὐτοῦ ἅρματι φέρειν καὶ προηγεῖσθαι τοῦ δρόμου, αὐτὸς δὲ ὄπισθεν ἰὼν καὶ τῇ χειρὶ φέρων ἔγχος, ὁπότε ἔμελλε τὸν μνηστῆρα παρελθεῖν ἔβαλλέ τε τῷ ἔγχει | |
10 | καὶ ἀνῄρει. τρεῖς οὖν πρὸς τοῖς δέκα ὀλωλεκὼς ἡττήθη ὑπὸ Πέλοπος. ὁ γὰρ ἡνίοχος αὐτοῦ τοῦ Οἰνομάου Μυρτίλος ἐφθάρη χρήμασιν ὑπὸ Πέλοπος, ἵνα περὶ τὰς χοινικίδας τοῦ ἅρματος πανουργεύσῃ τι καὶ τὸν Οἰνόμαον ἐντεῦθεν ἡττηθῆναι παρα‐ | |
σκευάσῃ· οὗ γενομένου Πέλοψ Ἱπποδάμειαν ἔσχε. τῶν δὲ | 86 | |
15 | ἀνῃρρημένων τὰ ὀνόματά εἰσι ταῦτα· Μέρμνης, Ἱππόθοος, Πέλοψ Ὀπούντιος, Ἀκαρνάν, Εὐρύμαχος, Εὐρύλοχος, Αὐτομέδων, Λά‐ σιος, Χάλκων, Τρικόρωνος, Ἀλκάθους ὁ Παρθάωνος, Ἀριστό‐ μαχος, Κρόκαλος· ὧν ταῖς κεφαλαῖς ἔμελλε ναὸν ἀνεγερεῖν τῷ Ἄρει. | |
O 1114g | λαβεῖν. —ἄγχι δ’ ἐλθών] ** οὕτω γράφε διὰ τὸ μέτρον. | |
O 1115 | Th. Τὸ πολιᾶς ἁλὸς ἢ ἀντὶ τοῦ γεραιᾶς νόει, διὰ τὸ εἶναι προγενέστερον τὸ ὕδωρ τῶν ἄλλων στοιχείων, ὡς ἔφα‐ μεν· ἢ ἀντὶ τοῦ λευκῆς· λευκαίνεται γὰρ τῇ τῶν κυμάτων περι‐ φορᾷ καὶ δινήσει. | |
5 | M. Ὄρφνη ἡ νὺξ βαρυτόνως· ὀρφνὴ δὲ νὺξ ἀντὶ τοῦ σκο‐ τεινὴ ἐπιθετικῶς, ὀξύνεται. | |
O 1115g | ** μόνος. —** ἐν νυκτί. | |
O 1116 | M. Βαρύκτυπος] ὁ βαρεῖς κτύπους ἐργαζόμενος. βαρὺ ἐπὶ ὄγκου, ᾧ ἐναντίον τὸ κοῦφον· λέγεται τὸ βαρὺ καὶ ἐπὶ φωνῆς καὶ ἔχει ἐναντίον τὸ ὀξύ. ἐνταῦθα ἐπὶ φωνῆς λέγε‐ ται τὸ βαρὺ ἐν τῇ συνθήκῃ τοῦ βαρυκτύπου. κτύπος δέ ἐστιν ὁ | |
5 | συγκρούσεως ἦχος. | 87 |
O 1116g | ἐπεβοᾶτο. —τὸν Ποσειδῶνα δηλονότι. —μεγαλό‐ κτυπον. | |
O 1117g | * τρίαιναν ἀπὸ τοῦ τρία καὶ τοῦ αἰνόν, τὸ χαλε‐ πόν. —* μεγάλην τρίαιναν ἔχοντα Ποσειδῶνα· —** τὸν με‐ γάλην τρίαιναν ἔχοντα Ποσειδῶνα· τρίαινα δὲ ἀπὸ τοῦ τρία καὶ τοῦ αἰνόν, τὸ χαλεπόν. —** ὁ Ποσειδῶν. —τῷ Πέλοπι. | |
O 1118 | Th. Τὸ σχεδὸν ὥσπερ ἑρμηνεία ἐστὶ τοῦ πὰρ ποδί. τὸ γὰρ παρὰ ποδὶ στῆναι πλησίον ἐστὶ στῆναι. | |
O 1118g | ** παρά. —πλησίον. —** πλησίον ἐφάνη. | |
O 1119 | ** τῷ γράφε διὰ τὸ μέτρον. —τῷ Ποσειδῶνι. —* ὁ Πέλοψ. | |
O 1120g | τῆς Ἀφροδίτης τῆς ἐμῆς. —** κατά τι. | |
O 1121g | * ὦ· —** ὦ Πόσειδον. —** σοὶ δηλονότι. | |
O 1122g | * ὑπάρχει σοι· —** ὑπάρχει. —ἄμβλυνον, ἐξασθένησον. | |
O 1123g | ** τὸ σιδηροῦν. | |
O 1125g | πορευθῆναι ποίησον. | |
O 1126g | * πόλις Πελοποννήσου· —† πόλιν Πελοποννήσου. —νίκῃ. — πλησίασον ἐμέ· —† ἕνωσον ἐμέ, ἀπὸ κοινοῦ. | |
O 1127g | † ἤτοι τρεῖς πρὸς τοῖς δέκα. | |
O 1128 | Tr. Οἱ μνηστῆρας γράφοντες οὐκ ἴσασι τὰ περὶ μέτρων. χρὴ τοίνυν ἐρῶντας γράφειν, ἵν’ οἰκεῖον ᾖ τὸ κῶλον τῷ τῆς στροφῆς. | |
O 1128g | ἀπαξιοῖ καὶ ἀπολέγει. | |
O 1105-129 | M. Τοὔνεκα προῆκαν] διὰ τοῦτο ἐπανέστρε‐ ψαν τὸν υἱὸν αὐτοῦ οἱ θεοὶ ἐπὶ τὸ γένος αὖθις τῶν ἀνθρώπων, | |
τὸ ἐπ’ ὀλίγον ἐν τῇ ζωῇ διαρκοῦν. ὅτε δὲ (109) πρὸς θαλερὰν ἀναδρομὴν σώματος τριχώσεις αὐτὸν σκέπουσαι ἐποίουν αὐτῷ | 88 | |
5 | δηλονότι μέλαν γένειον, γάμον ἀναπολήσας κατὰ νοῦν ἐζήτησε προτεθειμένον, τῷ βουλομένῳ λέγω, σχεθέμεν, ἤγουν σχεῖν, λαβεῖν, τὴν ἀγαθὸν κλέος ἔχουσαν Ἱπποδάμειαν, παρὰ τοῦ πατρὸς αὐτῆς τοῦ Οἰνομάου, τοῦ βασιλεύοντος ἐν τῇ Πίσῃ. πλησίον δ’ ἐλθὼν (114) τῆς λευκῆς θαλάσσης μόνος ἐν νυκτὶ | |
10 | ἐκάλει τὸν Ποσειδῶνα τὸν βαρύκτυπον, τὸν τῇ καλῇ τριαίνῃ χρώμενον. ὁ δὲ εὐθέως (117) παρὰ τοῖς ποσὶν αὐτοῦ ἐφάνη. τούτῳ μὲν εἶπεν ὁ Πέλοψ (119)· ἄγε, ὦ Πόσειδον, ἐὰν κατά τι εἰς χάριν σοι ὦσιν, ἤγουν κεχαρισμένα, ἀρεστὰ ὦσι τὰ προσφιλῆ δῶρα τῆς Ἀφροδίτης· τοῦτο δὲ ἴσως ὡς ἐρώμενος αὐτοῦ λέγει· | |
15 | κατάσχες (122), ἀνενέργητον ποίησον τὸ ἔγχος τὸ Οἰνομάου τὸ σιδηροῦν, ᾧ τοὺς μνηστῆρας συμποδίζων ἀναιρεῖ· ἐμὲ δὲ (124) ἐπὶ ταχυτάτου ἅρματος παράπεμψον εἰς τὴν Ἦλιν· τῇ νίκῃ δὲ | |
ἕνωσον, τουτέστι μετ’ ἐμοῦ δὲ τὴν νίκην ποίησον· ἐπεὶ (127) τρεῖς καὶ δέκα ἄνδρας ἀποκτείνας ὁ Οἰνόμαος ἐρῶντας εἰς τὸ | 89 | |
20 | ἐπιὸν παραπέμπει τὸν τῆς θυγατρὸς αὐτοῦ γάμον. | |
O 1129g | οἷος οὗτος. | |
O 1130g | δειλόν. | |
O 1131g | *† ἀνθρώ‐ ποις. —ἀπαραίτητον ὑπάρχει. | |
O 1132 | M. Τί κέ τις] τὸ τὶς ἀορίστως λεγόμενον πληθυντι‐ κοῦ δύναμιν ἔχει. διὸ πρὸς πληθυντικὸν ἀποδίδοται νῦν. | |
O 1132g | * δέ] γρ. κεν. —διατί ἄν. —* ποταπόν; ἀκλεές· —ἤγουν ἐντὸς οἴκου· —** ἐν ἀκινησίᾳ. | |
O 1133g | δαμάζοι· τὰ γὰρ ἑψόμενα κρέα οἱονεὶ τῷ πυρὶ δαμάζεται· —† ἤτοι ἑαυτῷ ἐφέλκοι ματαίως. | |
O 1134g | * ἀμέτοχος. —τῷ Πέλοπι. —ὁ πρὸς Οἰνόμαον. | |
O 1135g | ** ἄεθλος] ἀγών· —** συνίζησις. —ὑπο‐ τεθήσεται καὶ ἀγωνισθήσεται. —σὺ Δωρικῶς. | |
O 1136 | M. Πρᾶξιν φίλαν] ἀντὶ τοῦ ἀπόβασιν πράξεως προσφιλῆ. πρᾶξις γὰρ ἡ ἐνέργεια καὶ τὸ ἀποτελούμενον ἀπὸ τῆς ἐνεργείας. | |
O 1129-136 | M. Ὁ μέγας δὲ κίνδυνος] ἀντὶ τοῦ τὸ πρᾶγμα, ἐφ’ ᾧ μέγας ἐστὶ κίνδυνος, οὐ δέχεται ἄνδρα οὐ γεν‐ | |
ναῖον τὴν ψυχήν, τουτέστι δειλόν. ἐκείνοις δέ, (131) οἷς ἐστιν ἀνάγκη ἀποθανεῖν ὁπωσδήποτε, διατί ἄν τις ἐν ἀφανείᾳ | 90 | |
5 | καθήμενος ἀκλεὲς γῆρας ματαίως ἕψοι, τουτέστι τῷ χρόνῳ πεπαίνων ἑαυτῷ ἐφέλκοιτο, πάντων τῶν καλῶν ἀμέτοχος ὤν; ἀλλ’ ἐμοὶ μὲν (134) οὗτος ὁ ἀγὼν ὑποκείμενος ἔσται εἰς τὸ ἀγωνίσασθαί με αὐτόν· σὺ δ’ ἀπόβασιν πράξεως δίδου προσφιλῆ. | |
O 1136g | λέγω δὴ τὸ αὐτὸν νικῆσαι, ὃ πάντων ἐμοὶ φίλ‐ τατον. | |
O 1137 | Germ. Ἄκραντον γίνεται ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ κραίνω τὸ τελειῶ· τὸ δὲ κραίνω ἀπὸ τοῦ κάρα, ἡ κεφαλή· διότι παντὸς πράγματος τὸ τέλος λέγεται κορυφή. | |
5 | Th. Δέον ἀκράντων ἐπῶν εἰπεῖν, ὁ δὲ πλαγιάσας ἀκράν‐ τοις ἔπεσιν εἶπε πρὸς τὸ ἐπί. | |
O 1137g | οὕτως. —*† εἶπεν ὁ Πέλοψ. | |
O 1138g | ἀνηνύτοις· —† ἀδυνάτοις. —† οὖν. —† λόγοις. | |
O 1139 | Germ. Ἀγάλλων αὔξων. εὐφυῶς πάνυ καὶ ἁρμονίως συντέθειται τοῦτο τῷ ποιητῇ. ὃν γὰρ τρόπον ὁ λυπούμενος μειοῦται καὶ καταβάλλεται, τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ χαιρό‐ μενος αὔξει καὶ οἱονεὶ θάλλει. διὸ καὶ σοφός τις ἔλεγε· ψυχῆς | |
5 | γὰρ ἀγαλλομένης θάλλει πρόσωπον. | |
O 1139g | τὸν Πέλοπα. —κοσμῶν καὶ σεμνύνων. —ὁ Πο‐ σειδῶν. | |
O 1140g | * ἰστέον, ὅτι τὸ μὲν ἅρμα Πέλοψ πρῶτος ἔδει‐ ξεν ἐκ Ποσειδῶνος λαβών· τὸν δὲ κέλητα Βελλεροφόντης διὰ τὴν πρὸς τὸν Πήγασον ἀνάβασιν. | 91 |
O 1141 | Germ. Πτεροῖσιν] ὥσπερ ἡ θάλασσα τὴν ναῦν ὑπό‐ πτερον κέκτηται (πτερὰ δὲ λέγω τὰ ταύτης ἄρμενα ἢ τὰς κώ‐ πας), οὕτω καὶ ὁ ἵππος πτερὰ κέκτηται τὴν ταχύτητα τῶν πο‐ δῶν· ἀρετὴ γὰρ ἵππου τὸ τρέχειν. | |
O 1141g | μηδέποτε πρὸς τὸν δρόμον ὀκλάζοντας. | |
O 1142 | Th. Τὸ ἕλεν εἰ καὶ πρὸς τὸ παρθένον κατὰ κοινοῦ εἴποις, ἀλλ’ ἐνταῦθα μὲν ἀντὶ τοῦ ἔλαβεν ἐρεῖς, πρὸς δὲ τὸ βίαν ἀντὶ τοῦ ἐκράτησε καὶ ἐνίκησεν. | |
O 1142g | ἐκράτησε. —* ἰσχύν· ἤγουν τὸν Οἰνόμαον. | |
O 1143 | Ἱπποδάμειαν. —† εἶχεν ἀπὸ κοινοῦ, ἔλαβεν. —ποταπήν; —** σύνοικον. | |
O 1144g | * ἥτις. —ἡγεμόνας λαῶν· Ἀτρέα, Θυέστην, Πυτθέα, Ἀλκάθουν, Πλεισθένην, Χρύσιππον. | |
O 1145 | Germ. Τὸ ἀρεταῖσι μεμαότας ἀντὶ τοῦ ἐπιθυμοῦν‐ τας τῆς ἀρετῆς καὶ ταύτης ἀντεχομένους· ἢ προθυμουμένους· ἢ ἐφαπτομένους καὶ χαιρομένους. | |
O 1145g | ταῖς ἀνδρὶ προσηκούσαις. —* προθυμουμένους· | |
—** ἤγουν φροντίδα ποιουμένους τῶν ἀρετῶν. | 92 | |
O 1146 | Th. Κατ’ ἐνιαυτὸν πάντες οἱ ἐν τῇ Πελοποννήσῳ ἔφηβοι ἐν τῷ τοῦ Πέλοπος τάφῳ ταῖς μάστιξι ξαινόμενοι ὥσπερ τινὰ σπονδὴν τὸ αὑτῶν αἷμα τούτῳ παρεῖχον. τοῦτο δὲ ἐποίουν δεικνύντες τὴν τοῦ ἥρωος δύναμιν καὶ νομίζοντες μηδὲν ἄλλο | |
5 | πρὸς αὐτὸν εἶναι δίκαιον ἢ τοῦτο τελεῖσθαι. Tr. Βοιωτικὴ φωνὴ τὸ αἱμακουρίαις· οὗτοι γὰρ αἱμακου‐ ρίας τὰ τῶν νεκρῶν ἐναγίσματα λέγουσιν. | |
O 1146g | θυσίαις ἐξ αἵματος κούρων. | |
O 1147g | εἰς κόσμον αὐτοῦ γιγνομέναις. —ἤτοι σύνεστιν. | |
O 1148g | ἤτοι ἐν τῇ Πελο‐ ποννήσῳ· ἀπὸ μέρους τὸ πᾶν. —πεσών, ἤτοι θανών. | |
O 1149 | Th. Τινές φασι μὴ μνῆμα, ἀλλ’ ἱερὸν εἶναι Πέλοπος καὶ πρὸ τοῦ Διὸς ἐν αὐτῷ τοὺς ἀγωνιζομένους θύειν τοῦ Ἡρα‐ κλέους πρῶτον κατὰ τιμὴν τοῦτο πεποιηκότος. ἀμφίπολον δὲ λέγει ἢ τὸν περιπολούμενον διὰ τὸ ἐν μέσῃ εἶναι τῇ πόλει· | |
5 | ἐνταῦθα γὰρ οἱ οἰκισταὶ ἐθάπτοντο· ἢ τὸν περιπολούμενον ὑπὸ | |
τῶν ἀγωνιστῶν· φασὶ γάρ, ὡς ἐν μέσῳ τῷ σταδίῳ ἦν. | 93 | |
O 1149g | ** τάφον. —περιπολούμενον. | |
O 1150g | ἔνθα πολ‐ λοὶ ξένοι συνάγονται. | |
O 1151g | τῷ ἐν Ὀλυμπίᾳ τοῦ Διός. — ἡ δόξα. | |
O 1152 | Germ. Τὸ τηλόθεν χρονικῶς ἀκουστέον καὶ οὐ τοπι‐ κῶς. τὸ δὲ δέδορκεν ἐνέργειαν ἀντ’ ἐνεργείας λαμβάνει, ἀντὶ τοῦ πίπτει. Ὀλυμπιάδων δέ, ἤγουν τῶν Ὀλυμπιακῶν ἀγώνων· ἀπὸ γὰρ τῶν ἀγωνισμάτων καὶ ἀπὸ τῆς νίκης πρῶτος ὁ Πέλοψ | |
5 | ἐνίκησεν Ὀλύμπια. | |
O 1152g | ἄνωθεν καὶ ἐξ ἀρχῆς. —βλέπει, ἤγουν ἐκλάμ‐ πει. | |
O 1153g | ἤτοι τοῦ Ὀλυμπιακοῦ ἀγῶνος· ἐνταῦθα γὰρ ἡμιλ‐ λήσατο Πέλοψ πρὸς Οἰνόμαον. | |
O 1154g | ὅπου. | |
O 1155g | *† ἁμιλ‐ λᾶται. | |
O 1156g | ἀκρότητες, μεγέθη. —** δυνάμεως. | |
O 1157g | * ἐκεῖσε· —** ἐκεῖ. —* ἐπίλοιπον. —αὐτοῦ. | |
O 1158 | γλυκεῖαν. —* ἡσυχίαν, τουτέστι βέλτιστος παρὰ πάν‐ των νομίζεται. εὐδίαν δὲ εἶπεν ἐκ μεταφορᾶς τῶν ἐν θα‐ λάσσῃ χειμαζομένων καὶ πεπαυμένων τοῦ κλύδωνος· — ** ἡσυχίαν. | |
O 1159 | Th. Τὸ δ’ ἀεὶ τοῦτο λέγει, ὅτι εἴ τις τὸν τῆς ζωῆς αὑτοῦ χρόνον καθ’ ἑκάστην ἡμέραν παρὰ πάντων τιμᾶται, οὐκ ἔστι τούτου μεῖζον οὐδέν. | |
O 1159g | ὧν ἠγωνίσατο ἀγώνων. | |
O 1160g | παρ’ ἡμέραν ἑκά‐ στην, ἤτοι διηνεκές. | |
O 1161g | ἐξοχώτατον καὶ εὐδαιμονίας ἀκρό‐ τατον. | |
O 1162 | Th. Ἐμὲ δὲ χρὴ καὶ πρέπει Αἰοληΐδι μολπᾷ καὶ ὕμνῳ στεφανῶσαι ἐκεῖνον τὸν ἐξ Ὀλυμπίας ἐν νόμῳ ἱππείῳ, τουτέστι διότι ἵππῳ ἐνίκησε κατὰ νόμους. νενομισμένον γάρ ἐστι μὴ μόνον τοῖς οἰκείοις ποσὶν ἀγωνίζεσθαι πεζῇ, ἀλλὰ καὶ ἱππι‐ | 94 |
5 | κῶς· λέγω δὴ ἐν κέλητι καὶ δίφρῳ καὶ τετρώρῳ. λέγει δὲ διὰ τὸν Ἱέρωνα. τὸ δὲ Αἰοληΐδι ἢ ἀντὶ τοῦ ποικίλῃ· ποικίλοι γὰρ οἱ ἐκ λύρας ὕμνοι· ἢ Θηβαίᾳ· οἱ γὰρ Αἰολεῖς ᾤκησάν ποτε Θήβας· ἢ διότι καὶ ὁ Πίνδαρος ἐξ Αἰολέων κατήγετο, ὥς φασί τινες. | |
O 1163g | τὸν ἐν τῇ Ὀλυμπίᾳ νικῶντα. | |
O 1164g | ποικίλῃ ἢ Θηβαϊκῇ. | |
O 1165 | Germ. Τοῦ Γερμανοῦ. Πέποιθα δὲ μή τινα ποιητὴν ἀπὸ τῶν νῦν ποιητῶν ὑπάρχειν ἀμφότερα ἴδριν τε τῶν καλῶν ἅμα καὶ τὴν δύναμιν κυριώτερον ὡς ἐμέ. ἔξωθεν δὲ προσλη‐ πτέον τὸ λοιπὸν πρέπει δαιδαλωσέμεν καὶ ὑμνεῖν τὸν ξένον | |
5 | καὶ φίλον, τὸν Ἱέρωνα δηλονότι. | |
O 1165g | ἐλπίζω, θαῤῥῶ. | |
O 1167g | ἀγαθῶν. —ἐπιστήμονα. | |
O 1169g | ἀνθρώπων. —ἐνδόξοις. —κοσμῆσαι, ὑμνῆσαι. | |
O 1170g | ** ἐπαίνων. —μεθόδοις. | 95 |
O 1171g | ὁ Ἑρμῆς ἢ ὁ ἀγαπῶν σε δαίμων. —ἐπι‐ τηρητὴς τῆς ἐμῆς τέχνης ἢ σοῦ. * νόει δὲ καὶ τὸ ἐπί‐ τροπος καθολικόν· ὁ θεὸς ὁ ἐπίτροπος πάντων. | |
O 1172g | ** ταῖς σαῖς. | |
O 1173g | τὸ ὑπὲρ ἐμοῦ ἢ σοῦ βουλεύε‐ σθαι. | |
O 1174g | ** φροντίσιν. —† ἐμὸς ὁ βίος δηλονότι. | |
O 1175g | εἰς τὸ ἑξῆς. —τῆς νῦν. —** ἄν. | |
O 1176g | ἐν ᾧ τότε νικήσεις. —κοσμήσειν σε. | |
O 1177g | *† βοηθὸν τῇ σῇ νίκῃ. | |
O 1178g | μεταχείρησιν. —φανερὸν διὰ τὸ ὑψηλὸν τοῦ τόπου. | |
O 1165-179 | Th. Τοῦτο καὶ ἐπὶ τοῦ Πινδάρου ὑπὲρ ἑαυτοῦ λέγοντος νοοῦσι, καὶ ἐπὶ τοῦ Ἱέρωνος. καὶ ἐπὶ μὲν τοῦ Ἱέρωνος οὕτω· πέποιθα δὲ καὶ θαῤῥῶ μή τινα ἄλλον ξένον καὶ φίλον ἐμὸν δαιδαλωσέμεν καὶ κοσμῆσαι ἐμὲ ἐν κλυταῖς καὶ ἐνδόξοις | |
5 | πτυχαῖς καὶ περιβολαῖς ἐπαίνων, ἴδριν τε καὶ ἐπιστήμονα καλῶν καὶ ἀγαθῶν ἅμα καὶ ὁμοῦ καὶ κυριώτερον καὶ κρείττονα τῶν νῦν ἀνθρώπων κατὰ δύναμιν σώματός τε καὶ πλούτου, ἀμφότερα· τουτέστιν ἐλπίζω, ὡς οὐδένα ἄλλον ὕμνησα ἐμπειρίαν τε ἀγα‐ θῶν ἔχοντα καὶ κρείττονα τῶν νῦν ἀνθρώπων κατὰ δύναμιν. ἐπὶ | |
10 | δὲ τοῦ Πινδάρου οὕτω· πέποιθα δὲ μή τινα ξένον δαιδαλωσέ‐ | |
μεν καὶ κοσμεῖν ἐν κλυταῖς πτυχαῖς ἐπαίνων, ἴδριν τε καὶ ἐπι‐ στήμονα καλῶν, ἅμα καὶ κυριώτερον καὶ κρείττονα τῶν νῦν ἀνθρώπων κατὰ τὴν τοῦ λόγου δύναμιν, ἀμφότερα· τουτέστιν ἐλπίζω ὡς οὐδεὶς τῶν ἀνθρώπων ἐπίσταται οὕτως ἐγκωμιάζειν | 96 | |
15 | τοὺς φίλους ὥσπερ ἐγὼ καλλίστους ἐγκωμίων τύπους εἰδὼς καὶ κατὰ τὴν τοῦ λόγου δύναμιν πάντας ὑπερέχων. ἔστι δὲ τὸ κα‐ λῶν ἴδριν καὶ τὸ δύναμιν κυριώτερον ἰσοδυναμοῦντα πρὸς τὸ ἀμφότερα. διὸ καὶ μετ’ ἐκεῖνα τοῦτο λέγω κατὰ τὴν σύνταξιν, εἰ καὶ προηγεῖται κατὰ τὴν φράσιν. ἀγνοοῦντες δὲ πάντες ὄντα | |
20 | ἔξωθεν λαμβάνουσιν. ἔστι δὲ καὶ τὸ θεός πρὸς ἀμφότερον νοούμενον, ὥσπερ καὶ τὸ λίποι· ὁ θεός, ἤτοι ὁ Ἑρμῆς, ἐὼν καὶ ὑπάρχων ἐπίτροπος τῆς ἐμῆς τέχνης, μήδεται καὶ βουλεύεται τὰ ὑπὲρ ἐμοῦ, ἐν τεαῖς καὶ ἰδίαις μερίμναις, ἔχων τοῦτο τὸ βουλεύ‐ εσθαι κῆδος καὶ φροντίδα. καὶ πάλιν· ὁ ἐὼν καὶ ὁ ὑπάρχων | |
25 | ἐπίτροπος σὸς θεὸς ἐν τεαῖς καὶ ἰδίαις μερίμναις μήδεται καὶ βουλεύεται τὰ ὑπὲρ σοῦ. εἰ δὲ μὴ ταχὺ καὶ ταχέως λίποι, ἐμὲ μὲν ὁ Ἑρμῆς, σὲ δὲ ὁ σὸς φροντιστὴς θεός, ἤγουν εἰ μὴ ταχέως τοῦ βίου ἀπέλθωμεν, ἔλπομαι καὶ ἐλπίζω ἔτι καὶ εἰς τὸ ἑξῆς, ἐλθὼν παρὰ τὸν εὐδείελον καὶ φανερὸν Κρόνιον λόφον, ἤτοι | |
30 | παρὰ τὴν Ὀλυμπίαν, κλεΐξειν καὶ ὑμνήσειν σε σὺν ἅρματι θοῷ, | |
εὑρὼν ὁδὸν καὶ μεταχείρησιν λόγων γλυκυτέραν τῆς νῦν ἐπίκου‐ ρον καὶ βοηθόν. οὐ γὰρ ἐάσει τὴν σὴν νίκην ὑπὸ λήθης ἀφανι‐ σθῆναι. κρεῖττον δέ ἐστιν ὑπὲρ τοῦ Ἱέρωνος μόνου ταῦτα λέ‐ γεσθαι. | 97 | |
O 1179g | λόφον ἔξωθεν. —οὖν. —ἰσχυρώτατον· ἤγουν πολλὰ δύναται ἐν ἐμοὶ ἡ Μοῦσα. | |
O 1180 | Germ. Ἐγὼ μὲν τιμῶμαι ἐν τῷδε τῷ τόπῳ καὶ τῇδε τῇ χώρᾳ, ἄλλοι ποιηταὶ δὲ ἐν ἄλλοις· ὁ δὲ βασιλεὺς ἐν παντὶ τόπῳ τιμᾶται. τὸ δὲ βέλος ἀλκᾷ τρέφει ἀντὶ τοῦ τὴν ἀλκὴν τρέφει καὶ αὔξει. | |
5 | Germ. Ἄλλοι δ’ ἄλλοισι μεγάλοι] ἐν ἄλλοις δὲ τόποις καὶ χώραις ἄλλοι ποιηταὶ τυγχάνουσι μεγάλοι καὶ ἔνδοξοι. | |
O 1180g | ** ἀντὶ τοῦ λόγον. —δυνάμει. —αὔξει· — ** φυλάττει. —πράγμασι. | |
O 1181 | Tr. Τὸ δ’ ἔσχατον] τὸ ἐξοχώτατον, ἤγουν τὸ τῆς δυνάμεως καὶ εὐδαιμονίας ἀκρότατον οἱ βασιλεῖς ἔχουσιν. | |
O 1181g | ** ὡς ἐγώ, εἰς λόγον δηλονότι· τοῦτο γὰρ νοεῖται. —† ἤτοι τὸ μέγιστον τῶν ἄλλων. | |
O 1182 | Germ. Πόρσιον] μακρότερον καὶ μεῖζον καὶ ὑψηλό‐ τερον τῆς βασιλείας. | |
O 1182g | ** μηδαμῶς. | |
O 1183g | σκόπει. —προσωτέρω, ἤγουν μὴ ζήτει δύναμιν μείζονα· —** ἤγουν περαιτέρω, τὴν βασιλείαν ἔχων. | |
O 1184 | Germ. Ἐπίλογος, εὐχὴ δευτέρα. § εἴη σέ τε τοῦτον τὸν χρόνον. οὐχὶ τὸν ἐνεστῶτα δηλοῖ, ἀλλ’ ὅλον τὸν χρόνον τῆς ζωῆς τοῦ Ἱέρωνος. | 98 |
O 1184g | ** εἴθε. —τὸν τῆς σῆς ζωῆς. | |
O 1185g | ** ἐπὶ μετεώρου σχήματος. —βαίνειν. | |
O 1186g | τοσοῦτον. | |
O 1187 | Th. Τὸ σοφίᾳ προφαντὸν οὐχ ὁμολογουμένως λέγει, ἀλλ’ εὔχεται τοῦτο δοκεῖν, καὶ ἔχει τὴν δύναμιν πρὸς τὸ τοσάδε. δέον γὰρ οὕτως εἰπεῖν· ἐμὲ δὲ εἴη τοσοῦτον ὁμιλεῖν τοῖς νικη‐ φόροις, τουτέστι τοιούτους τοὺς ὑπὲρ αὐτῶν ὕμνους ποιεῖν, ὡς | |
5 | εἶναι προφαντὸν καὶ ὑπέρτατον πανταχοῦ εἰς τοὺς Ἕλληνας ἐν τῇ σοφίᾳ· δέον οὕτως εἰπεῖν πρὸς μετοχὴν τὸν λόγον ἔτρεψε καὶ ἀντὶ τοῦ εἰπεῖν εἶναι, ὄντα εἶπεν. | |
O 1187g | συνεῖναι δι’ ἐγκωμίων. —* φανερώτατον καὶ ὑπέρτατον. | |
O 1188g | ** ὄντα. —πανταχοῦ. | |
O 1137-188 | M. Ὣς ἔννεπεν ἀντὶ τοῦ εἶπεν οὐδὲ λόγων ἐφήψατο ἀδυνάτων τελεσθῆναι. τὸν μὲν (139) τιμῶν ὁ θεὸς ἔδωκεν ἅρμα χρυσοῦν καὶ ἵππους ὑποπτέρους ἀντὶ τοῦ ταχυτά‐ τους· οὐ γὰρ πτερωτοὶ ἦσαν· ἀκαμάτους ἤγουν οὐ κοπιῶντας. | 99 |
5 | ἕλεν δέ (142), ἀντὶ τοῦ καθεῖλε τὴν ἰσχὺν τοῦ Οἰνομάου, περι‐ φραστικῶς ἀντὶ τοῦ τὸν Οἰνόμαον. ἕλεν, ἤγουν ἔλαβε καὶ τὴν παρθένον τὴν Ἱπποδάμειαν σύνευνον. ἔτεκε δέ (144), ἀντὶ τοῦ ἐγέννησεν υἱοὺς ἕξ, λαῶν ἡγεμόνας, ἀνδραγαθίαις ἐν φροντίδι ὄντας· ἀντιστρόφως ἀντὶ τοῦ οἷς ἀνδραγαθίαι ἦσαν ἐν φροντίδι. | |
10 | νῦν δὲ (146) ἥνωται ἐν περιφανέσιν αἱμακουρίαις, ἤγουν χοαῖς δι’ αἱμάτων, ἃς συνήθως ἐτέλουν τοῖς ἀποθανοῦσι, πεσών (148), τουτέστι ταφεὶς παρὰ τῷ ῥεύματι τοῦ Ἀλφειοῦ, τύμβον ἔχων περιπολεῖσθαι δυνάμενον διὰ τὸ μὴ πλησιάζειν τινί, παρὰ βωμῷ, ἔνθα πλεῖστοι ξένοι ἀθροιζόμενοι ἠγωνίζοντο. τὸ δὲ κλέος | 100 |
15 | (151) τῶν Ὀλυμπιάδων δέδορκεν ἀντὶ τοῦ βλέπεται, περιφανές ἐστιν ἐκ μακροῦ, ἐν τοῖς δρόμοις, οὓς ἔδραμεν ὁ Πέλοψ ἐρίζων τῷ Οἰνομάῳ, ὅπου (154) ταχυτὴς ποδῶν ἁμιλλᾶται καὶ ἀκμαὶ ἰσχύος γενναῖα καὶ ἀνδρικὰ ἐργαζόμεναι. τοῦτο γὰρ τὸ θρασύ‐ πονοι. ὁ δὲ νικῶν (157), ἐν τούτῳ δηλονότι τῷ ἀγῶνι, περὶ τὸν | |
20 | ἐπίλοιπον αὐτοῦ βίον ἔχει εὐδίαν, ἤγουν ἠρεμίαν γλυκεῖαν ἕνεκα βραβείων τούτου τοῦ ἀγῶνος, τουτέστιν ἡσυχάζει μετὰ γλυκύ‐ τητος, οὐ ζητῶν βραβεῖα ἑτέρου ἀγῶνος, ἅτε δὴ τῶν μεγίστων τετυχηκώς. ἀεὶ δὲ τὸ ἀγαθὸν (159) τὸ κατὰ τὴν παρεστῶσαν ἡμέραν, ἤγουν τὸ ἐνεστώς, κράτιστον ἔρχεται, ἀντὶ τοῦ δοκεῖ, | |
25 | παντὶ ἀνθρώπῳ. ἐμὲ δὲ (162) χρὴ ἐγκωμιάσαι ἐκεῖνον ὃν ὑπε‐ θέμην δηλονότι, τουτέστι τὸν Ἱέρωνα, κατὰ τὸν νόμον τὸν ἁρμό‐ | |
ζοντα τοῖς ἱππικοῖς διὰ μολπῆς, ἤγουν ᾠδῆς, Αἰολίδος, ἤγουν Θηβαϊκῆς ἢ Πινδαρικῆς. πέποιθα δὲ (165) μηδένα ἄλλον φίλον ἀπὸ τῶν νῦν κατὰ τὰ ἀμφότερα καὶ καλῶν ἔμπειρον καὶ κατὰ | 101 | |
30 | ἰσχὺν ἐπικρατέστερον, κοσμήσειν στροφαῖς ὕμνων κλυταῖς, του‐ τέστι μετεώρῳ φωνῇ ᾀδομέναις καὶ ἐξακουομέναις. ὁ θεός (171), ὦ Ἱέρων, ἐπίτροπος ὤν, ἤγουν τὴν φροντίδα ἀναδεδεγμέ‐ νος τῶν σῶν μεριμνῶν, τουτέστι τῶν περὶ σοῦ, ἃς ἐγὼ δηλονότι φροντίζω περὶ σοῦ βουλεύεται ἔχων ταύτην τὴν φροντίδα. εἰ δὲ | |
35 | μὴ ταχέως λίποι (174), ἔτι ἂν ἐλπίζω δοξάσειν σε σὺν ἅρματι ταχεῖ, δι’ οὗ σὺ δηλονότι νικήσεις, ἀπελθὼν διὰ τῶν ἐγκωμίων παρὰ τὸν Κρόνιον λόφον τὸν εὐδείελον, ἤγουν τὸν μετέωρον καὶ καλῶς ἔχοντα τοῦ ἡλίου κατὰ τὰ πρὸς ἑσπέραν καὶ τὰ περὶ δείλην ἑώαν, εὑρὼν βοηθὸν ὁδὸν λόγων γλυκυτέραν. ἐμοὶ (179) μὲν | |
40 | οὖν ἡ Μοῦσα βέλος, ἀντὶ τοῦ λόγον, τρέφει, τουτέστι περιέπει, φυλάττει, κρατερώτατον κατὰ τὴν ἰσχύν· ἐπ’ ἄλλοις δὲ πράγμα‐ σίν εἰσιν ἄλλοι μεγάλοι· τὸ δὲ μέγιστον τῶν ἄλλων μέγεθος ἐπὶ τοῖς βασιλεῦσίν ἐστιν ηὐξημένον τὴν ἔξοχον αὐτοῦ αὔξησιν. | |
μὴ ἀπόβλεπε (183) πόρσιον, ἤγουν περαιτέρω, τὴν βασιλείαν | 102 | |
45 | δηλονότι ἔχων. εἴθε εἴη σέ τε ταύτην τὴν ἐνισταμένην ζωὴν διέρχεσθαι ὑψοῦ, τουτέστιν ἐπὶ μετεώρου σχήματος καὶ κράτος ἁπάντων ἔχοντος, καὶ ἐμὲ τοσσάδε, ἀντὶ τοῦ τοιάδε, ὁμιλεῖν τοῖς νικηφόροις, προφανῆ ὄντα κατὰ σοφίαν πανταχοῦ κατὰ | |
τοὺς Ἕλληνας. | 103 | |
O 2t | Ἐπίνικοι Ὀλυμπιονίκαις. Θήρωνι Ἀκραγαντίνῳ ἅρματι. Ὠιδὴ βʹ. [Δημητρίου Τρικλινίου] περὶ τῶν κώλων τῶν τε στροφῶν καὶ ἀντιστροφῶν | |
5 | τοῦ βʹ εἴδους. Ἔστι δὲ τὸ ᾆσμα στροφῶν εʹ. Παλαιόν. | |
O 2prae 1 | Τοῦ βʹ εἴδους αἱ στροφαὶ καὶ ἀντιστροφαὶ κώλων ἑκάστη ιδʹ Τὸ αʹ περιοδικόν, ἤτοι βʹ ἴαμβοι καὶ βʹ τροχαῖοι. καλεῖται δὲ περιοδικόν, ὅτι οὐκ ἔστι μέτρου τι εἶδος ἢ ἰαμβικοῦ ἢ τροχαϊ‐ κοῦ ἢ ἑτέρου τινός, ἀλλ’ ἁπλῶς περίοδος καλεῖται τὸ ὑπεράνω | |
5 | τῶν δʹ συλλαβῶν σύστημα· μέχρι γὰρ δʹ συλλαβῶν γνώριμοι οἱ πόδες, τὸ δὲ πλέον περίοδος. Τὸ βʹ Ἰωνικὸν δίμετρον κατα‐ ληκτικὸν ἀπὸ τροχαίων, διαλελυμένου τοῦ αʹ εἰς γʹ βραχείας. Τὸ γʹ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον, πλὴν ὁ αʹ ἀντίσπα‐ στος διαλύεται εἰς βʹ βραχείας καὶ μακρὰν αʹ, καὶ ἡ κατακλεὶς | |
10 | ἰαμβική. ἐμοὶ δὲ δοκεῖ ὡς Ἰωνικόν ἐστι δίμετρον ἀκατάληκτον τῆς αʹ μακρᾶς τοῦ Ἰωνικοῦ διαλυθείσης εἰς βʹ βραχείας, τοῦ δὲ βʹ ποδὸς παίωνος ὄντος βʹ ἀντὶ Ἰωνικοῦ, ἔν τισι δὲ καὶ διϊάμ‐ βου διὰ τὴν ἀδιάφορον. Τὸ δʹ χοριαμβικὸν δίμετρον καταληκτι‐ κὸν ἀπὸ ἰαμβικῆς συζυγίας, ἤτοι τοῦ αʹ σπονδείου. Τὸ εʹ ἰαμβι‐ | 104 |
15 | κὸν δίμετρον βραχυκατάληκτον· ὁ βʹ ποὺς χορεῖος. Τὸ ϛʹ ἀντί‐ σπαστος καὶ συλλαβή. ἔν τισι δὲ διαλύεται ὁ ἀντίσπαστος κατὰ τὴν βʹ μακρὰν καὶ γίνεται πεντασύλλαβος, Τὸ ζʹ Ἰωνικὸν ἀπ’ ἐλάσσονος δίμετρον καταληκτικὸν ἀπὸ τροχαίων· τοῖς Ἰωνικοῖς γὰρ οἰκεῖοι οἱ τροχαῖοι. Τὸ ηʹ Ἰωνικὸν ἀπὸ μείζονος δίμετρον | |
20 | ἀκατάληκτον· ὁ βʹ δὲ ποὺς διΐαμβός ἐστι πεντασύλλαβος. ἐντεῦ‐ θεν δὲ μανθανέτω πᾶς, ὡς καὶ ἐν τοῖς Ἰωνικοῖς εὕρηνται ἴαμβοι, ἀλλ’ οὐ μόνον τροχαῖοι. Τὸ θʹ παιωνικὸν δίμετρον ἀκατάληκτον ἐκ παίωνος δʹ καὶ Κρητικοῦ. Τὸ ιʹ ἀντισπαστικὸν δίμετρον κα‐ ταληκτικὸν εἰς συλλαβήν· τετρασύλλαβοι γὰρ οἱ πόδες. ἡ τελευ‐ | |
25 | ταία ἀδιάφορος· ἔν τισι μὲν γάρ ἐστιν ὁ βʹ ποὺς τρίβραχυς, ἔν τισι δὲ ἀνάπαιστος. Τὸ ιαʹ ὅμοιον τῷ ϛʹ. Τὸ ιβʹ ἀντισπαστι‐ κὸν δίμετρον βραχυκατάληκτον. Τὸ ιγʹ ἰαμβικὸν ἑφθημιμερές· ὁ γʹ ποὺς τρίβραχυς. Τὸ ιδʹ ἰαμβικὸν δίμετρον βραχυκατάλη‐ κτον· ὁ γʹ ποὺς τρίβραχυς ἢ ἀνάπαιστος. ἑξῆς δὲ ἐφ’ ἑκάστῃ | |
30 | στροφῇ καὶ ἀντιστροφῇ παράγραφος. Περὶ τῶν κώλων τῶν ἐπῳδῶν. Αἱ ἐπῳδοὶ κώλων ηʹ. Τὸ αʹ χοριαμβικὸν τρίμετρον βραχυκα‐ τάληκτον. ἡ αʹ συζυγία ἰαμβικὴ ἐκ σπονδείου· συγγενεῖς γὰρ τῷ | |
χοριάμβῳ οἱ ἴαμβοι. Τὸ βʹ χοριαμβικὸν δίμετρον ὑπερκατάλη‐ | 105 | |
35 | κτον, ἀρχόμενον ἀπὸ τροχαίων, ὃ μᾶλλον ἐπιχοριαμβικὸν καλεῖ‐ ται διὰ τὸ τῶν τροχαίων ἀνοίκειον. Τὸ γʹ ἀντισπαστικὸν δίμε‐ τρον βραχυκατάληκτον, ὃ καὶ ἡμιόλιον λέγεται διὰ τὸ ἔχειν τόν τε ὁλόκληρον πόδα καὶ τὸ ἥμισυ τούτου. Τὸ δʹ παιωνικὸν δίμε‐ τρον ἀκατάληκτον, ὅμοιον τῷ θʹ τῆς στροφῆς. Τὸ εʹ ἰαμβικὸν | |
40 | δίμετρον ἀκατάληκτον· ὁ βʹ ποὺς τρίβραχυς. Τὸ ϛʹ μικτὸν τρο‐ χαϊκὸν ἀπὸ ἰαμβικῆς συζυγίας τρίμετρον ἀκατάληκτον· εἰς τὸ Λάϊον (v. 70) συνίζησις. Τὸ ζʹ Ἰωνικὸν δίμετρον ἀκατάληκτον. ἔν τισι δὲ καὶ ἐκ παίωνός ἐστι καὶ διϊάμβου. Τὸ ηʹ ἰαμβικὸν μικτὸν ἀπὸ τροχαίων τρίμετρον καταληκτικόν. ἐμοὶ δὲ δοκεῖ | |
45 | ἀντισπαστικὸν εἶναι ἐξ ἐπιτρίτου βʹ καὶ διϊάμβων. οἰκεῖοι γὰρ οἱ πόδες ἀντισπάστῳ. Ἐπὶ τῷ τέλει ἑκάστης ἐπῳδοῦ τὰ ῥηθέντα σημεῖα. Th. Γέγραπται ὁ ἐπινίκιος Θήρωνι Ἀκραγαντίνῳ ἐν ἅρματι νικήσαντι τὴν οζʹ Ὀλυμπιάδα. ἦν δὲ ὁ Θήρων ἀνέκαθεν ἀπὸ Οἰδί‐ | |
O 2prae 1(50) | ποδος. ἐκήδευσε δὲ Γέλωνι τῷ τυράννῳ ἐπιδοὺς αὐτῷ τὴν θυγα‐ τέρα Δημαρέτην, ἀφ’ ἧς καὶ τὸ Δημαρέτειον προσωνομάσθη νόμι‐ σμα. καὶ αὐτὸς δὲ ὁ Θήρων τὴν Πολυζήλου ἀδελφὴν καὶ Ἱέρω‐ | |
νος ἔγημε, καθά φησι Τίμαιος. ἦν δὲ ὁ Θήρων υἱὸς Αἰνησιδάμου. τοῦτον οὖν τὸν Θήρωνα τεθρίππῳ νικήσαντα ὑμνήσομεν. καὶ | 106 | |
55 | οὗτος δὲ νοῦς αὐτοῦ. | |
O 21 | Germ. Ἀναξιφόρμιγγες] ἀναξιφόρμιγγα τὸν ἀνάσ‐ σοντα τῆς φόρμιγγος καὶ τὸν ἀνασσόμενον ὑπ’ αὐτῆς. λέγει δὲ ὁ ποιητὴς πρὸς τοὺς ὕμνους καὶ πρὸς τὰ ποιήματα, πρὸς τὴν ἑαυτοῦ ψυχήν. | |
5 | Th. Ἀναξιφόρμιγγες ὕμνοι] οἱ τῆς φόρμιγγος ἀνάσ‐ σοντες· πρῶτον γὰρ τὰ ᾄσματα συντίθενται, εἶτα οὕτω καὶ πρὸς αὐτὰ ἡ λύρα ἁρμόζεται· ἢ οἱ ὑπὸ τῆς φόρμιγγος ἀνασσό‐ μενοι· πρῶτον γὰρ ἔκρουον, εἶτα τὰ ᾄσματα ᾖδον, ὥς φησιν Ὅμηρος (Od. α 155)· | |
10 | Ἤτοι ὃ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν. M. Ἀναξιφόρμιγγες] ἤγουν ἄνακτες τῆς φόρμιγγος· ὑπουργὸς γὰρ ἡ φόρμιγξ τῶν ὕμνων καὶ πρὸς αὐτοὺς αὐτὴ ἁρμόζεται. καὶ τοὔνομα δὲ ἐνέργειαν δηλοῖ ἀεὶ καὶ οὐδέποτε πάθος, ὡς τὸ ἀλεξίκακος καὶ παυσίκακος καὶ πλήξιππος, καὶ | |
15 | ἀλεξιάρη παρ’ Ἡσιόδῳ (ἐ κ ἡ 464). | 107 |
O 21g | οἱ τῆς φόρμιγγος ἀνάσσοντες. —** ὦ. | |
O 22 | M. Τίνα θεόν] θεὸν βουλόμενος καὶ ἥρωα καὶ ἄνθρω‐ πον ὑμνῆσαι, ἵν’ εὐπορίαν σχῇ φανερὰν τὴν ἑαυτοῦ καταστῆσαι γνώμην, ἐν ἐρωτήσει σχηματίζει τὸν λόγον· ποιεῖται δὲ τὴν ἐρώ‐ τησιν πρὸς τὴν ἑαυτοῦ Μοῦσαν τὴν συντιθεῖσαν τοὺς ὕμνους· τοὺς | |
5 | ὕμνους γὰρ τίθησιν ἀντὶ τῆς δυνάμεως τῆς συντιθείσης αὐτούς. εἶτα οὐ γυμνὰ ἐπάγει τὰ ὀνόματα τῶν ὑμνηθησομένων, ἀλλὰ μετὰ τῶν αἰτιῶν, δι’ ἃς αὐτοὺς ὑμνεῖν βούλεται, ἵνα καὶ τὸ προσῆκον ἀποδιδοῖτο τοῖς ἐγκωμιαζομένοις. φησὶ γάρ· ὦ ὕμνοι ἄνακτες τῆς φόρμιγγος, τίνα θεὸν μέλλομεν ὑμνήσειν, τίνα ἥρωα, τίνα δὲ | |
10 | ἄνθρωπον; ἡ Πίσα (4) μὲν δή ἐστι τοῦ Διὸς ἱερά, ὥστε δηλονότι ὑμνητέον ἐστὶ θεὸν τὸν Δία· τὴν Ὀλυμπιάδα δέ, ἤγουν τὸν ἀγῶνα τὸν ἐν τῇ Πίσῃ ὁ Ἡρακλῆς ἔστησε, τουτέστι συγκροτεῖ‐ σθαι ἐποίησεν, ἀκρόθινα (7) πολέμου, ἀντὶ τοῦ ἐξαίρετον ἀνά‐ θημα ὃ παρέσχεν ὁ πόλεμος, ὃς ἐπολεμήθη δηλονότι αὐτῷ πρὸς | |
15 | Αὐγείαν, ἐπεὶ οὐκ ἐδίδου αὐτῷ ὁ Αὐγείας τὸν συμπεφωνημένον τῆς ἐξαιρέσεως τῆς κόπρου τῶν θρεμμάτων αὐτοῦ μισθόν. πρέ‐ | |
πον δὴ οὖν δηλονότι καὶ ἥρωα ὑμνεῖν τὸν Ἡρακλέα. | 108 | |
O 23g | ** ἄνθρωπον. —ὑμνήσομεν. | |
O 24 | Germ. Ἤτοι Πίσα μέν] τὴν μόνην πρότασιν τίθησιν ὁ ποιητὴς καὶ τὴν κατασκευὴν ἐᾷ, πρὸς τὸ ξενίζον ἐναποβλέπων καὶ τὴν κοινὴν ὡς ποιητὴς ἐκφεύγων γραφήν. § Ἡ μὲν Πίσα τοῦ Διός. οἷον ἐν συννοίᾳ γεγονὼς πρὸς ἑαυτὸν λέγει, δι’ ἣν αἰτίαν | |
5 | ὑμνεῖν τὸν θεὸν δεῖ. παρίστησι δὲ μόνας τὰς αἰτίας ἁπλᾶς· ὅθεν συλλογιστέον πᾶς ὁ ἀναγινώσκων· ὁ γὰρ ποιητὴς ἐκφεύγει τὴν συνήθη γραφήν, πρός τι τερατωδέστερον καὶ ξενίζον ἐναπο‐ βλέπων. | |
O 24g | δή. —ἐνταῦθα γὰρ ὁ Ὀλυμπιακὸς ἀγών, εἰς ὃν ἀνεφέρετο. | |
O 25 | Th. Ἡρακλῆς στερηθεὶς τῶν μισθῶν, οὓς ὑπέσχετο αὐτῷ δοῦναι Αὐγείας ὁ τῆς Ἤλιδος βασιλεὺς διὰ τὴν τοῦ κό‐ πρου ἐκφόρησιν, ἐστράτευσε κατ’ αὐτοῦ μετὰ τὸ τετελευτηκέναι τοὺς δώδεκα ἄθλους. καὶ πόλεμον συνάψας καὶ τοῦτον ἀνῃρη‐ | |
5 | κὼς τήν τε πόλιν Ἦλιν λαμβάνει καὶ ἐκ τῶν σκύλων πανήγυριν ἔστησε πρὸς τὸν Δία. ταῦτα δὴ τὰ Ὀλύμπια ἐτελεῖτο οὖν κατὰ πέντε χρόνους. | |
O 25g | τὸν Ὀλυμπιακὸν ἀγῶνα. —** ἀντὶ μιᾶς συλλαβῆς οἱ δύο. | |
O 27 | Germ. Ἀκρόθινα] ὑπερευχαριστήρια καὶ ἀπάργματα· ἐνταυθοῖ δ’ ἐναντίως διδάσκων, ὡς γινώσκω μέν, ἐπαφῆκα δὲ διὰ τὸ ξενίζον τὴν κατασκευὴν ἐκεῖ. | 109 |
O 27g | ἀπαρχάς. —τοῦ πρὸς Αὐγείαν τὸν βασιλέα Ἤλιδος. | |
O 28g | ἤγουν τῆς νίκης τῆς διὰ τετρώρου ἅρματος γενομένης αὐτῷ. | |
O 29g | ** τῆς νίκην φερούσης. | |
O 210 | Germ. Τὸ γεγωνητέον ἀντὶ τοῦ ἄξιον ὑμνῆσαι, με‐ γαλῦναι. εἰς τὸ γεγωνητέον καὶ ὑμνητέον στικτέον. καὶ τὸ ὀπὶ ἀντὶ τοῦ ὅπως καὶ καθά, ἢ τῷ ἐμμελεστάτῳ ᾄσματι. | |
O 210g | ὑμνητέον ἐν λόγοις. —φωνῇ. | |
O 211g | * τόν. —* ξε‐ νοδόχον. | |
O 212g | στήριγμα· —** ἑδραίωμα. —τῆς ἐν Σικελίᾳ πόλεως. | |
O 213 | Germ. Εὐωνύμων τε πατέρων] ἐνδόξων· ἐπεὶ ὁ Θήρων ἀπὸ Κάδμου τὸ γένος. ἢ οὕτω. πάνυ ὑπερβαλλόντως ἐπαίρει τὸ ἐγκώμιον ἐνδόξων προγόνων, ὅτι κατ’ ἐπίτασιν αὐτὸν ἄνθος λέγει· ἄωτον γάρ ἐστι τὸ ἄνθος καὶ ἀπάνθισμα | |
5 | ἐξαίρετον. | |
O 213g | εὐγενῶν καὶ ἐνδόξων καὶ παρὰ πάντων εὐφημου‐ μένων. | |
O 214g | ἀπάνθισμα, καλλώπισμα. —* τῇ δικαιοσύνῃ τὰς πόλεις ὀρθοῦντα· —** τὸν ὀρθοῦντα καὶ στηρίζοντα τὰς πόλεις διὰ τῆς δικαιοσύνης. | |
O 215 | Th. Φασὶν Αἵμονα τὸν Κάδμου ἔκγονον ἀποκτείναντά | |
τινα ἐμφύλιον ἐκ Θηβῶν Ἀθήναζε παραγεγενῆσθαι, τοὺς δὲ ἀπὸ τούτου πάλιν ἐξ Ἀθηνῶν μεταστάντας Ῥόδον σὺν Ἀργείοις οἰκῆσαι. καὶ μετὰ ταῦτα στάσεως αὐτοῖς ἐνταυθοῖ γενομένης | 110 | |
5 | εἰς Σικελίαν ἐλθόντας Ἀκράγαντα κτίσαι, πολλὰ καμόντας περὶ τὴν κτίσιν διὰ τὸ ὑπὸ τῶν ἐκεῖ κωλύεσθαι. ἄρχοντες δὲ τῶν τὴν ἀποικίαν στειλαμένων Ἀντίφημος καὶ Ἔντιμος ἦσαν, ὧν μετὰ ἑβδόμην καὶ εἰκοστὴν γενεὰν Θήρων οὗτος γέγονεν. ἱερὸν δὲ οἴκημα ποταμοῦ λέγει τὴν Σικελίαν, ἐπειδὴ ἐντὸς αὐτῆς ποτα‐ | |
10 | μὸς Ἀκράγας ὁμώνυμος τῇ πόλει, ἢ Γέλλας ὁμώνυμος τῇ ἐκεῖ πόλει Γέλλᾳ ῥέει. ἱερὸν δὲ ἢ τὸ μέγα ἢ τὸ ἔχον ἱερά, ἢ ὅτι ἡ ἐν Σικελίᾳ Ἀκράγας Περσεφόνῃ παρὰ Διὸς ἐδόθη εἰς τὰ ἀνα‐ καλυπτήρια. | |
O 215g | * οἱ πατέρες. —* τῇ ψυχῇ. | |
O 216g | μέγα ἢ θεῖον· —† διὰ τὸ εἶναι αὐτόθι νεὼν τῆς Ἀθηνᾶς. | |
O 217g | * τοῦ Ἀκράγαντος ἢ Γέλλα· —** τοῦ Ἀκράγαντος. — ** ἦσαν, ὑπῆρχον. | |
O 218g | ἀσφάλεια, φυλακή, ὥσπερ ὀφθαλμὸς τῷ σώματι. | 111 |
O 219g | ** μεμοιρασμένος. | |
O 220g | εὐφροσύνην· ταύτης γὰρ δεῖ τῷ πλούτῳ. —** ἄγων] ἀντὶ μιᾶς. | |
O 221g | οὐ γὰρ ἐκ πατέρων, ἀλλὰ τοῖς αὐτῶν ἔργοις τιμὴν καὶ πλοῦτον ἐκτήσαντο. | |
O 28-21 | M. Θήρωνα δέ] τὸν Θήρωνα δὲ ἐνδέχεται μέλεσιν ὑμνεῖν· τοῦτο γὰρ τὸ γεγωνητέον ὀπί· ἕνεκα τετραορίας, ἀντὶ τοῦ ἀγῶνος δι’ ἅρματος νικηφόρου· δίκαιον ξένον (11) τουτέστι δίκαιον ὄντα κατὰ τὴν φιλίαν τῶν ξένων· ἔρεισμα, ἤγουν στή‐ | |
5 | ριγμα, ἀσφάλειαν τῆς Ἀκράγαντος καὶ εὐκλεῶν πατέρων υἱὸν ἐξαίρετον· ἀπὸ τοῦ Κάδμου γὰρ κατήγετο· ὀρθόπολιν, τουτέστι συνιστᾶν καὶ ἀνορθοῦν πόλεις ἐπιτήδειον. καμόντες οἳ πολλά (15), οἵτινες, οἱ πατέρες αὐτοῦ δηλονότι, πολλὰ κατὰ τὴν ψυχὴν καμόντες, ἤγουν πολλὰ λυπηθέντες, πολλὰ ἀγωνιάσαντες πρό‐ | |
10 | τερον ἐν ταῖς ἀπὸ Ῥόδου εἰς Γέλλαν, εἶτα ἐκεῖθεν εἰς Ἀκράγαντα μετοικήσεσιν, ἱερὸν ἔσχον οἴκημα ποταμοῦ, ἤγουν τὴν Ἀκρά‐ γαντα, ἣν παρὰ τῷ ποταμῷ ἱδρύσαντο τῷ Ἀκράγαντι· τῶν ἐν τῇ Σικελίᾳ τε ἦσαν ὀφθαλμὸς (17), ἀντὶ τοῦ οἱ περιφανέστατοι | |
καὶ ἡγεμονικώτατοι, βίος τε ἐπηκολούθει εὐτυχὴς πλοῦτόν τε | 112 | |
15 | καὶ ἐπαγωγὸν δύναμιν ἐπάγων ἀρεταῖς γνησίαις (21), ἤγουν οἰκείαις τῷ γένει αὐτῶν. | |
O 222g | ἤτοι Κρόνου υἱέ. | |
O 223g | ἤγουν ὁ τὸν οὐρανὸν οἰκῶν ἢ διεξάγων. | |
O 224g | τῶν γὰρ ἄλλων ἀγώνων κορυφὴ τὰ Ὀλύμ‐ πια· ἢ ὅτι ἐν τῇ Ὀλυμπίᾳ λόφος ἦν ὁ καλούμενος Κρόνος. | |
O 225g | τὴν Πίσσαν· ἐνταῦθα γὰρ οὗτος ἦν. | |
O 226g | * εὐφρανθείς. | |
O 227g | εὐμενής, εὐφραντικός. γῆν δὲ λέγει, ὅσης ὁ Θήρων ἄρχει ἢ οἱ αὐτοῦ πρόγονοι. | |
O 228 | Germ. Τὸ κόσμησον ἀντὶ τοῦ καὶ κοσμεῖσθαι ποίη‐ σον, ἤτοι ἄρξασθαι ἀπὸ τοῦ νῦν ἐν ἀταραξίᾳ. Th. Ἐπειδὴ τὸ γένος πλῆθός ἐστι, διὰ τοῦτο εἶπε τὸ σφί‐ σιν. ἔστιν οὖν τὸ μὲν κόμισον πρὸς τὸ λοιπῷ γένει, τὸ δὲ | |
5 | πατρίαν πρὸς τὸ σφίσιν, ἵν’ ᾖ· τὴν πατρικὴν αὐτοῖς γῆν. τῷ λοιπῷ δὲ γένει νόει ἢ τοῖς ἀπογόνοις τοῦ Θήρωνος, ἢ τῷ Θήρωνι καὶ τοῖς περὶ αὐτόν, ὃ καὶ κρεῖττον. δέον δὲ εἰπεῖν εὔφρονα πρὸς τὸ ἄρουραν, εὔφρων εἶπε πρὸς τὸ κόμισον. λέγει δὲ ὅτι εἰ καὶ οἱ πατέρες τοῦ Θήρωνος πολέμοις καὶ στάσεσιν | |
10 | ἐχρήσαντο, ἀλλ’ εἰρηναίαν τὴν ζωὴν Θήρωνι καὶ τοῖς περὶ αὐτὸν ποίησον. | |
O 228g | * τὴν πατρικήν. —** αὐτοῖς. —ἄγαγε· —† ἤτοι πλείονος ἀξίωσον τῆς ἐπιμελείας. | |
O 229 | Th. Ὁ Θήρων οὗτος Ἀκραγαντίνων βασιλεύων Γέλωνι τῷ Ἱέρωνος ἀδελφῷ ἐπικηδεύσας γάμῳ συνάπτει τὴν αὐτοῦ θυγατέρα Δημαρέτην. τοῦ δὲ Γέλωνος τελευτήσαντος Πολύ‐ ζηλος ὁ ἀδελφὸς αὐτοῦ τὴν βασιλείαν καὶ τὴν γαμετὴν αὐτοῦ | 113 |
5 | διαδέχεται. λαμπρῷ δὲ ὄντι αὐτῷ κατὰ τὴν Σικελίαν Ἱέρων ὁ ἀδελφὸς φθονήσας καὶ προφασισάμενος τὸν πρὸς Συβαρί‐ τας πόλεμον, ἐξάγει τῆς νήσου τοῦτον. κατωρθωκότος οὖν καὶ τοῦτον τὸν πόλεμον Πολυζήλου, Ἱέρων οὐκ ἔχων ὅ τι καὶ γένοιτο πρὸς αὐτὸν ἐπειρᾶτο νεωτερίζειν. Θήρων | |
10 | οὖν ὑπεραγανακτήσας θυγατρὸς ἅμα καὶ γαμβροῦ συῤῥᾶξαι πρὸς Ἱέρωνα ἠβούλετο πόλεμον, ὃν Σιμωνίδης ὁ λυρικὸς κα‐ ταπαύει διαλλάξας πρὸς ἀλλήλους αὐτούς, ὡς καὶ κηδείαν τινὰ πρὸς ἀλλήλους ποιήσασθαι Ἱέρωνα λαβόντα τὴν Θήρω‐ νος ἀδελφήν. φασὶ δέ τινες τὸ πεπραγμένων ἀντὶ τοῦ συμ‐ | |
15 | βάντων τοῖς προγόνοις καμάτων. ἄνω γὰρ εἶπε (v. 15)· Καμόντες οἳ πολλὰ θυμῷ. | |
O 229g | * τοῖς ἑξῆς ἀπογόνοις τοῦ Θήρωνος ἢ τῷ Θήρωνι· —** τοῦ Θήρωνος· τοῖς ἑξῆς ἀπογόνοις ἤτοι τῷ Θήρωνι. — * τοῖς προγόνοις· —† τὸν πόλεμον αἰνίττεται τὸν πρὸς Ἱέρωνα. | |
O 230g | δικαιοσύνῃ. —ἐκτὸς δικαιοσύνης. | |
O 231g | ὅμοιον τῷ παρὰ Σοφοκλεῖ (Ai. 378)· οὐ γὰρ γένοιτ’ ἂν ταῦθ’ ὅπως οὐχ ὧδ’ ἔχειν. | 114 |
O 232g | οὗτος γὰρ πάντα γεννᾷ καὶ πάντ’ ἀναλίσκει. | |
O 233g | παῦσιν καὶ ἀφανισμόν. | |
O 234g | τούτων. —τύχη. | |
O 235g | ἀγαθῶν. —ἡδονῶν ὕστερον ἐπιγενομένων. | |
O 236g | βλά‐ βης προηγούμενον δυστύχημα. —παύεται. —ποταπόν; ὀπι‐ σθόρμητον καὶ εἰς ἀφανισμὸν ἰόν. τὸ δὲ δαμασθὲν ἀντὶ τοῦ φθαρέν. | |
O 237 | Th. Τὸ θεοῦ ἢ πρὸς τὸ ὄλβον οὕτω· τὸν ὄλβον τοῦ θεοῦ, ἤτοι τὴν παρὰ θεῶν ἀνθρώποις εὐδαιμονίαν· ἢ πρὸς τὸ μοῖρα· οἱ γὰρ θεοὶ τοῖς ἀνθρώποις τὴν μοῖραν ἐκπέμπουσιν. | |
O 237g | ** τότε. —* ἤγουν ἡ τύχη. —** εὐτυχία. | |
O 238g | ἄνω εἰς ὕψος· * μακρὰν γὰρ τὸ ὕψος. | |
O 222-38 | M. Ἀλλ’ ὦ Ζεῦ ἐν τῷ Κρονίῳ λόφῳ τιμώμενε, παῖ τῆς Ῥέας, ὁ διοικῶν τὸ ἔδαφος τοῦ οὐρανοῦ, περιφραστι‐ κῶς, ἤγουν τὸν οὐρανόν, καὶ τὴν κορυφὴν τῶν ἄθλων, τουτέστι καὶ τὰ ἐξαίρετα ἆθλα τὰ ἐν Ὀλυμπίᾳ διδόμενα, καὶ τὸ ῥεῦμα (25) | |
5 | τοῦ Ἀλφειοῦ, ἤγουν τὸν Ἀλφειόν, τερφθεὶς τοῖς παροῦσιν ὕμνοις, εὔφρων, ἀντὶ τοῦ ἀσμένως, ἐπὶ πλέον ἐπιμελείας ἀξίωσον τὴν πατρικὴν αὐτῶν ἄρουραν, ἀντὶ τοῦ τὴν γῆν, χάριν τοῦ ἐπιλοίπου γένους αὐτῶν. τὸ δὲ τέλος τῶν πεπραγμένων ἔργων ἐν δίκῃ τε (30) καὶ παρὰ δίκην, ἤγουν δικαίως, καὶ ἀδίκως, τουτέστι παντὶ | |
10 | τρόπῳ, ἀποίητον, ἤγουν μὴ γεγενημένον, οὐδὲ ὁ χρόνος ὁ πάν‐ των πατὴρ δύναιτο ἂν ποιῆσαι· λήθη δὲ τοῦ πεπραγμένου γένοιτο ἂν σὺν τύχῃ εὐτυχεῖ. ὑπὸ γὰρ (35) τέρψεων ἀγαθῶν βλάβη δαμα‐ σθεῖσα θνήσκει, ἀντὶ τοῦ ἀποκρύπτεται, ἐκπίπτει τῆς μνήμης, παλίγκοτος γινομένη δηλονότι, ἤγουν εἰς τοὐπίσω τὴν ἐπιμονὴν | 115 |
15 | τῆς λύπης τοῦ κακοῦ τρέπουσα, ὅταν (37) θεοῦ μοῖρα ἤγουν εὐτυχία, τουτέστιν ὁ θεὸς ὅταν πέμπῃ μεγάλην εἰ δαιμονίαν ἀνεκάς, ἤγουν εἰς παράτασιν χρόνου μακράν. | |
O 239 | Th. Ὁμηρικὸς ζῆλος τὸ εὐθρόνοις. ἐκεῖνος γὰρ τοι‐ ούτοις ἐπιθέτοις κοσμεῖ τὰς γυναῖκας, οἷον Λευκώλενος Ἥρα καὶ Γλαυκῶπις Ἀθάνα καὶ Ἀργυρόπεζα Θέτις. | |
O 239g | * ᾄδεται, ἐπακολουθεῖ. —φήμη. —καλὸν θρόνον ἐχούσαις. | |
O 240g | Σεμέλῃ καὶ Ἰνοῖ, ἃς προϊὼν ἐρεῖ. —** ὑπέ‐ στησαν. | |
O 241g | πρὶν κακά. —δυστυχία προτέρα. | |
O 242 | Germ. Πένθος δὲ πιτνεῖ] κρύπτεται, ἀφανίζεται, καταφέρεται, καταβάλλεται. | |
O 242g | * καταβάλλεται· —** καταβάλλεται, ἀφανίζεται. —** μέγα. | |
O 243g | * ἐπικρατεστέρων· —** ἐπικρατεστέρων, μεγαλωτέρων. —ὕστερον ἐπιόντων. | |
O 244 | Th. Ἡ τῆς Σεμέλης ἱστορία δήλη, ὅτι ἐγκυμονοῦσα | |
Διόνυσον Ἥρας ὑποβολαῖς εἰποῦσα τῷ Διῒ μετὰ κεραυνοῦ ἐλθεῖν πρὸς αὐτὴν κατεκαύθη καὶ πρὸς τὸν οὐρανὸν ἀνῆλθε, Διὸς ἐῤῥαψαμένου τῷ μηρῷ τὸν Διόνυσον, ἄχρις ἂν ὁ προσήκων ἔλθῃ | 116 | |
5 | καιρός. λέγει δὲ φιλεῖσθαι αὐτὴν ὑπὸ τῆς Ἀθηνᾶς ἢ ὅτι εἰς οὐρανοὺς ἀνῆλθεν, ἢ ὅτι Θηβαία ἐστίν, ἐν δὲ Θήβαις ἱερὸν Ἀθηνᾶς Ὄγκας καλουμένης γλώσσῃ. καὶ τὸ φιλεῖσθαι αὐτὴν ὑπὸ τῶν Μουσῶν διπλοῦν· ἢ ὅτι ἐν τοῖς ποιηταῖς τὰ Σεμέλης ᾄδεται πάθη, οἱ δὲ ποιηταὶ μουσόληπτοι, ἢ ὅτι Θηβαία· πλησίον δὲ | |
10 | τῶν Θηβῶν ὁ Ἑλικών, ἔνθα Μοῦσαι χορεύουσιν. | |
O 244g | οὐρανίοις θεοῖς. | |
O 245g | ἤχῳ, φθορᾷ. | |
O 246g | μακρό‐ θριξ καὶ εὐπλόκαμος. | |
O 247g | τὴν Σεμέλην. —** ἡ Ἀθηνᾶ. | |
O 248 | Δημητρίου τοῦ Τρικλινίου. Περισσὸν ἦν ἐνταῦθα κῶλον τὸ Φιλέοντι δὲ Μοῖσαι. τῶν γὰρ ἄλλων στροφῶν καὶ ἀντιστροφῶν ἀνὰ ιδʹ ἐχουσῶν κῶλα αὕτη μόνη εἶχεν, ὅπερ ἦν ἄτοπον. οὐ γὰρ ἐν ἑτέροις τοιοῦτόν τι εὕρηται. διὸ ἐξεβλήθη | |
5 | παρ’ ἐμοῦ, ὡς καὶ ἐν τοῖς βιβλίοις τῶν ἄλλων ποιητῶν πολλὰ περιττὰ ὄντα. οἶμαι δέ, ὡς οὐδεὶς ἡμᾶς μέμψαιτο τοιαῦτα πε‐ ποιηκότας, ἀλλ’ ἐννοήσας, ὡς οὕτω ταῦτα βέλτιόν ἐστιν ἔχειν, θαυμάσειεν ἂν μάλιστα τῆς σπουδῆς. | |
O 248g | * φιλοῦσι. | |
O 249g | ** ὁ πατὴρ πάντων. | |
O 250 | Germ. Παῖς ὁ κισσοφόρος] ... ὅθεν καὶ Εὐριπί‐ δης (Phoen. 652 sqq.)· κισσὸς ὃν περιστεφὴς ἑλικτὸς βρέφος εὐθὺς χλοηφόροις ἔρνεσι κατάσκιον ὀλβίσας ἐνώτισε. | 117 |
O 250g | αὐτῆς. —ὁ κισσὸν ἐστεφανωμένος Διόνυσος. | |
O 251g | λέγουσι. | |
O 252g | σὺν ταῖς θυγατράσιν ἤτοι ταῖς Νηρηίσιν. | |
O 253g | θαλασσίαις. —ζωήν. —ἀθάνατον. | |
O 254g | τῇ καὶ Λευκοθέῃ καλουμένῃ. | |
O 239-55 | M. Ἀκολουθεῖ δὲ αὗτος ὁ λόγος, ἤτοι ἁρμόζει, ταῖς θυγατράσι τοῦ Κάδμου ταῖς νῦν ἐν ἐνδόξῳ τάξει ἱδρυμέ‐ ναις, αἵτινες ἔπαθον συμφορὰς μεγάλας (41). τὸ πένθος δὲ τὸ μέγα ἠφανίσθη τῆς μνήμης ὑπὸ τῶν ἀγαθῶν τῶν ἐπικρατεστέ‐ | |
5 | ρων. ζῇ μὲν (44) ἡ Σεμέλη ἡ ἐπὶ πολὺ τεταμένας ἔχουσα τὰς τρίχας ἐν τοῖς θεοῖς τοῖς τὸν Ὄλυμπον οἰκοῦσι, τουτέστιν ἐν τῇ μετὰ τῶν θεῶν διατριβῇ, ἀποθανοῦσα τῷ βρόμῳ τοῦ κεραυνοῦ, ἀντὶ τοῦ τῷ κεραυνῷ. φιλεῖ (47) δὲ αὐτὴν ἡ Ἀθηνᾶ ἀεὶ διὰ τὸ τὸν πατέρα αὐτῆς τὸν Κάδμον ἱδρύσασθαι αὐτῇ ἄγαλμα ἐν Ὄγ‐ | |
10 | καις κώμῃ τῆς Βοιωτίας, ὅθεν Ὀγκαία Ἀθηνᾶ λέγεται, ὡς Κυλ‐ | |
λήνιος Ἑρμῆς, καὶ ὁ Ζεὺς (49) ὁ πατὴρ πάντων φιλεῖ αὐτὴν κατὰ πολύ· φιλεῖ δὲ αὐτὴν καὶ ὁ παῖς αὐτῆς ὁ κισσοφόρος, ἤγουν ὁ Διόνυσος, ᾧ ἐστιν ὁ κισσὸς ἀφιερωμένος. λέγουσι (50) δὲ τετάχθαι, ἤγουν κεκυρῶσθαι, καὶ τῇ Ἰνοῖ τῇ ἀδελφῇ αὐτῆς | 118 | |
15 | κατὰ πάντα τὸν χρόνον διατριβὴν ἄφθαρτον ἐν τῇ θαλάσσῃ σὺν ταῖς θυγατράσι τοῦ Νηρέως ταῖς θαλασσίαις. | |
O 255g | * δή. —** ὄντως. | |
O 256g | πεφανέρωται· ἤγουν οὐδεὶς οἶδεν, εἰ χρηστὸν ἢ τοὐναντίον τὸ τῆς ζωῆς πέρας ἐπέλ‐ θοι, ἀλλ’ οἱ μὲν πρὶν εὐτυχοῦντες ἐγγὺς θανάτου δεδυστυχήκα‐ σιν, οἱ δὲ τοὐναντίον· —** πεφανέρωται. | |
O 257g | ** πέρας. — *† οὐδαμῶς. | |
O 258 | Germ. Ἡμέραν ἡσύχιμον τὴν τοῦ θανάτου, ἐπεὶ ἐν ταύτῃ θανόντες ἡσυχάζομεν. Tr. Ἡμέραν ἡσυχίας τὸν θάνατον λέγει, ἐπεὶ ἐν αὐτῷ θανόντες ἡσυχάζομεν· παῖδα δὲ ἡλίου τὴν ἡμέραν καλεῖ, ἐπεὶ ὁ | |
5 | ἥλιος ἀνατέλλων τὴν ἡμέραν γεννᾷ. | |
O 258g | ποταπήν; εἰρηναίαν καὶ εὐτυχῆ. | |
O 259 | Germ. Παῖδα ἡλίου τὴν ἡμέραν, ἐπεὶ ὁ ἥλιος τὴν ἡμέραν γεννᾷ ἀνατέλλων καὶ φωτίζων τὸ περιέχον, ἤτοι τὸν ἀέρα· ἀὴρ γὰρ ὑπὸ ἡλίου φωτιζόμενος ποιεῖ τὴν ἡμέραν, ὡς δ’ αὖ γεννᾷ τὴν νύκτα ἡ σκιὰ τῆς γῆς μελαίνουσα τὸν ἀέρα ὄντος | |
5 | ὑπὸ γῆν τοῦ ἡλίου. | |
O 259g | Ὁπότε] νόει κατὰ κοινοῦ τὸ οὔ τι κέκριται. — ἀνατέλλων γὰρ καὶ τὸν ἀέρα φωτίζων ἡμέραν ποιεῖ. | 119 |
O 260g | ἀπα‐ θεῖ καὶ ἀδυστύχῳ. | |
O 261g | * πληρώσομεν. | |
O 262 | Germ. Τοῦτο κατασκευάζει, ὥστε καθὸ ἄνθρωποι πάντες ἄλλοτε ἄλλαις ἡμέραις περιπίπτομεν τοῖς δεινοῖς. | |
O 262g | * αἱ δίκην ῥεύματος μεταβολαί· —** δίκην ῥεύ‐ ματος μεταβολαὶ παρατρέχουσαι. | |
O 263g | ἡδονῶν. | |
O 255-64 | M. Ὄντως τὸ τέλος τοῦ θανάτου τῶν ἀνθρώπων, ἤγουν ὃ ὁ θάνατος ἐπάγει, οὐδαμῶς ἐστι διακεκριμένον, τουτέστι γνώριμον, ὁποῖον ἔσται δηλονότι· οὐδὲ (58) ὁπότε ἀνύσομεν ἡμέ‐ ραν, ἡλίου παῖδα, ἡσυχίας, ἤγουν ἀναπαύσεως μετέχουσαν, λέγω, | |
5 | σὺν ἀγαθῷ μὴ ὑπὸ κακοῦ τινος καταπονουμένῳ, κέκριται δηλο‐ νότι. ῥεύματα δὲ τύχης (62) ἄλλοτε ἄλλα εἰς τοὺς ἀνθρώπους ἔβησαν, ἀντὶ τοῦ ἔρχονται, καὶ μετὰ τέρψεων καὶ μετὰ λυπῶν. | |
O 264g | θλίψεων. —ἐπῆλθον. | |
O 265g | * καθά· —** ἥτις. —πα‐ τρικόν. | |
O 266g | τῶν σῶν προγόνων. —εὐφραντικόν. —εὐδαιμονίαν. | |
O 267 | Germ. Θεόρτῳ τῷ θεορμήτῳ, ὃν κρίνει καὶ διεγείρει ἢ δίδωσιν ὁ θεός· ἢ ἀσφαλεῖ, θεοδωρήτῳ. | |
O 267g | θεοπέμπτῳ. —*† εὐδαιμονίᾳ. | |
O 268g | δυστύχημα. —** φέρει. | |
O 269g | ποταπόν; ἐναντίον, ἀντίστροφον. —* ἐν. | |
O 265-69 | Germ. Οὕτω δὲ μοῖρα τῶνδε καὶ τούτων, ἥτε πατρώϊον καὶ πατρικὴ ὑπάρχουσα ἔχει τὸν εὔφρονα καὶ εὐτυχῆ | |
πότμον καὶ εὐδαιμονίαν παραγενομένη σὺν ὄλβῳ καὶ τύχῃ θε‐ όρτῳ ἐπάγει καί τι πῆμα παλιντράπελον ἐν ἄλλῳ καὶ ἐν ὑστέρῳ | 120 | |
5 | χρόνῳ. Th. Οὕτω δὴ ἡ μοῖρα καὶ ἡ τύχη ἄγει καὶ φέρει ἐπὶ ἄλλῳ χρόνῳ τὸν εὔφρονα καὶ εὐφραντικὸν πότμον καὶ εὐδαιμονίαν τῶνδε, ἤτοι τῶν σῶν προγόνων σὺν ὄλβῳ καὶ εὐδαιμονίᾳ θεόρτῳ καὶ θεοπέμπτῳ· ἐκ γὰρ θεῶν τὰ ἀγαθὰ τοῖς ἀνθρώποις παρα‐ | |
10 | γίνεται· ἄγει παλιντράπελον τοῦτον τὸν πότμον καὶ ἐπί τι πῆμα πατρώιον καὶ πατρικόν· λέγω δὴ τὸ τοῦ Οἰδίποδος. τὸ δὲ ἅτε ἔχει διὰ μέσου ἀντὶ τοῦ καθὼς ἔχει φύσεως ἡ μοῖρα μεταβάλ‐ λειν τὰ πράγματα. λέγει δέ, ὅτι ἡ μοῖρα ἡ φύσιν ἔχουσα μετα‐ βάλλειν ἅπαντα τὴν ἄνωθεν ἐκ θεῶν ἐπελθοῦσαν τοῖς σοῖς | |
15 | προγόνοις εὐδαιμονίαν ἐπὶ δυστυχίαν μετέβαλεν. οὕτω τὸ πα‐ λιντράπελον πρὸς τὸ πότμον νόει, τὸ δὲ πατρώιον πρὸς τὸ πῆμα. ἔχει δὲ λόγον καὶ πρὸς τὸ πότμον νοεῖσθαι, ἵν’ ᾖ· τὸν πατρώιον πότμον τῶνδε, ἤτοι τὴν πατρικὴν αὐτῶν εὐδαι‐ μονίαν. | |
20 | Tr. Οὕτω δὲ μοῖρα] οὕτω δὲ ἡ μοῖρα καὶ ἡ τύχη, ἥτις ἔχει καὶ συνέχει τὸν εὔφρονα καὶ εὐφραντικὸν πατρώιον πότμον καὶ τὴν εὐδαιμονίαν τῶνδε, ἤτοι τῶν σῶν προγόνων, σὺν ὄλβῳ καὶ εὐδαιμονίᾳ θεόρτῳ καὶ θεοπέμπτῳ· ἐκ γὰρ θεῶν τὰ ἀγαθὰ τοῖς ἀνθρώποις παραγίνεται· ἄγει καὶ ἐπί τι πῆμα παλιντράπε‐ | |
25 | λον ἐν ἄλλῳ χρόνῳ· λέγω δὴ τὸ τοῦ Οἰδίποδος. λέγει δέ, ὅτι ἡ | |
μοῖρα ἡ φύσιν ἔχουσα μεταβάλλειν ἅπαντα τὴν ἄνωθεν ἐκ θεῶν ἐπελθοῦσαν τοῖς σοῖς προγόνοις εὐδαιμονίαν ἐπὶ δυστυχίαν μετέβαλεν. ἔχει δὲ λόγον τὸ πατρώιον καὶ πρὸς τὸ πῆμα συνάψαι, ἤγουν πρὸς πατρικὸν ἄγει πῆμα, διὰ τὸ τοῦ Οἰδίποδος | 121 | |
30 | πάθος, ὃ καὶ ἐπάγει. | |
O 270g | ἐξ ἐκείνου τοῦ καιροῦ. —** Λάϊον] συνίζησις. — μεμοιρασμένος· ὁ Οἰδίπους. | |
O 271g | συναντῶν αὐτῷ κατὰ τὰς τριπλᾶς ὁδοὺς τῆς Φωκίδος· —** διὰ τὸ μέτρον. | |
O 272g | μαν‐ τευθὲν τῷ Λαΐῳ ὑπ’ Ἀπόλλωνος. —τὸ πάλαι λεχθὲν αὐτῷ, ὅτε ἀπῆλθε ζητῶν παίδων γένεσιν. | |
O 265-72 | M. Οὕτω δὲ ἡ μοῖρα, ἥτις συνέχει τὴν πατρῴαν τύχην τούτων τὴν ἡδεῖαν σὺν ὄλβῳ, ἤγουν εὐδαιμονίᾳ ὑπὸ θεοῦ ὡρμημένῃ, ἄλλῳ χρόνῳ, ἀντὶ τοῦ κατά τινα χρόνον, καὶ ἐπί τινα βλάβην ἄγει παλιντράπελον, ἤγουν ἐπὶ τὸ ἐναντίον τετραμμένην, | |
5 | ἐξ ἐκείνου τοῦ χρόνου (70), ἀφ’ οὗ ἔκτεινε τὸν Λάϊον ὁ υἱὸς αὐτοῦ ὁ ἐκ μοίρας δαίμονος τεταγμένος ἀποκτενεῖν αὐτὸν συναν‐ τήσας, τὸν παλαιὸν δὲ χρησμὸν τὸν χρησθέντα ἐν τῇ Πυθῶνι τελεσθῆναι ἐποίησεν. | |
O 273g | θεασαμένη τὸν ἄνομον τοῦτον φόνον. —* ταχεῖα. —αὕτη γὰρ τοὺς πατροκτόνους τε καὶ φονεῖς τιμωρεῖ. | |
O 274g | τῷ Οἰδίποδι. | |
O 275g | Ἐτεοκλέα καὶ Πολυνείκην. —* πολεμικὸν ἢ τὸ ἐξ Ἄρεος καταγόμενον· ἐξ Ἀφροδίτης γὰρ καὶ Ἄρεος Ἁρμονία ἡ προμήτωρ αὐτῶν. | |
O 276g | ἐναπέμεινε. | |
O 277g | κατα‐ βληθέντι, θανόντι. | |
O 278g | προσήκουσι νέῳ. —παλαίστρᾳ, ἱπποσύνῃ καὶ τοῖς ἄλλοις. | 122 |
O 280g | παρὰ πάντων διὰ τὸ εὐδοκι‐ μεῖν. —τῆς τοῦ Ἀδράστου θυγατρὸς Ἀργείας, ἣν Πολυνείκης ὁ τούτου πατὴρ ἔγημεν. | |
O 281 | Germ. Θάλος ἀρωγὸν δόμοις] σεμνότης, ἄνθισμα, καλλώπισμα, ἡδονή. | |
O 281g | βοηθόν. —*† τοῖς πατρικοῖς, ἤτοι ταῖς Θήβαις· * ὕστερον γὰρ μετὰ Διομήδους στρατεύσας αὐτὰς παρεστήσατο ἐκδικήσας πατέρα· ἢ ἀρωγὸν δόμοις, ἤτοι τῆς αὐτοῦ βασιλείας ὑπέρμαχον. | |
O 282 | Th. Ἐκ Λαΐου Οἰδίπους· Οἰδίποδος Ἐτεοκλῆς καὶ Πο‐ λυνείκης· Πολυνείκους Θέρσανδρος· οὗ Τισαμενός· οὗ Ἀντεσίων· οὗ Θήρας· οὗ Σάμος. οὗτος ἔσχεν υἱοὺς δύο Τηλέμαχον καὶ Κλύτιον, ὧν ὁ μὲν Κλύτιος ἔμεινεν ἐν Θήρᾳ τῇ νήσῳ, ὁ δὲ Τηλέ‐ | |
5 | μαχος κατῴκει ἐν χώρᾳ, ὅθεν συλλέξας δύναμιν ἔρχεται εἰς Σικελίαν καὶ κρατεῖ τῶν τόπων· ἐξ οὗ Χαλκιοπεύς· οὗ Ἐμμε‐ νείδης· οὗ Αἰνησίδαμος ὁ τοῦ Θήρωνος πατήρ. | |
O 282g | *† ἀπὸ τοῦ Θερσάνδρου. —ἔχουσιν οἱ τοῦ Θήρω‐ | |
νος πρόγονοι. —** ἀρχήν. | 123 | |
O 273-83 | M. Ἰδοῦσα δὲ ὀξέως ἡ ἔφορος τῶν ἀδικουμένων θεὸς φονευθῆναι ἐποίησε τὸ γένος, ἤγουν τοὺς υἱοὺς αὐτοῦ, τοῦ Οἰδίποδος δηλονότι, τοὺς ἀρηΐους, τουτέστι τοὺς πολεμικοὺς καὶ γενναίους, ἢ τοὺς ἀπὸ τοῦ Ἄρεος καταγομένους, δι’ ἀλληλοφο‐ | |
5 | νίας· πεσόντος (77) δὲ τοῦ Πολυνείκους, ἤγουν φονευθέντος, ὑπελείφθη ὁ Θέρσανδρος ὁ υἱὸς αὐτοῦ, τιμώμενος ἐν ἀγῶσι νέοις ἁρμόζουσι καὶ ἐν μάχαις πολέμου, βλάστημα τῶν Ἀδρα‐ στίδων, ἀντὶ τοῦ τῆς Ἀδραστίδος, τουτέστι τῆς θυγατρὸς τοῦ Ἀδράστου, βοηθὸν τῶν δόμων. οὗτος γὰρ σὺν τῷ Διομήδει ἐπι‐ | |
10 | στρατεύσας ταῖς Θήβαις ἐξεδίκησε τὸν τοῦ πατρὸς αὐτοῦ φόνον· ὅθεν (82), ἤγουν ἀπὸ τοῦ Θερσάνδρου, ἔχουσι τὴν ἀρχὴν τοῦ σπέρματος, τουτέστι τοῦ γένους, οἱ περὶ τὸν Θήρωνα δηλονότι. | |
O 284 | Th. Τοῦτο λέγει, ὅτι αἱ τῷ Ξενοκράτει κατορθω‐ θεῖσαι νῖκαι διὰ τετρώρων εἴς τε τὰ Πύθια καὶ τὰ Ἴσθμια καὶ τοῦ Θήρωνός εἰσιν· ἢ ὅτι τοὺς ἵππους κοινοὺς ἐκέκτηντο, μεθ’ ὧν μόνος Ξενοκράτης ἀπελθὼν ἐνίκησεν· ἢ ὅτι τῶν Ξενοκρά‐ | |
5 | τους στεφάνων καὶ Θήρων μετέχει. εἰ γὰρ τὰ φίλων κοινά, πόσῳ γε δὴ μᾶλλον τἀδελφῶν; | |
O 284g | *† υἱόν, ἤτοι τὸν Θήρωνα. | |
O 285g | * ὕμνων ἐκ μέ‐ λους γενομένων. | 124 |
O 286g | τῶν ἐκ λύρας ᾀσμάτων. —ἐπιτυχεῖν. | |
O 287g | ** ἐν τῇ. —ὁ Θήρων. | |
O 288g | * βραβεῖον. —** εἰς τὰ Πύθια. | |
O 289 | Germ. Ὁμόκλαρον ἐς ἀδελφεόν] διὰ τὸ τοὺς δύο στεφάνους μετασχεῖν ὁμόσε καὶ τῷ αὐτῷ οἴκῳ ἱπποτροφεῖν· ἢ τοῦ αὐτοῦ κλήρου καὶ φύσεως μετέχειν. | |
O 289g | τὸν τοῦ αὐτοῦ κλήρου διάδοχον Ξενοκράτην. | |
O 290g | εὐτυχίαι. | |
O 291g | ἤγουν στεφάνους ἐκ νίκης τεθρίππων. | |
O 292g | τοσούτους γὰρ ἔτρεχε τὸ τέτρωρον. | |
O 293g | ἔφερον. | |
O 294g | ἀγῶνος. | |
O 295g | * δυστυχίαν. —ἐκβάλλει, παύει· — ** παραλύει δυσφρόνων] οὕτως ἔχει τὸ κῶλον πρὸς τὸ μέτρον ὀρθῶς. | |
O 293-95 | Th. Τὸ δὲ πειρώμενον ἀγωνίας, ἤτοι ἀγωνιζόμε‐ νον κατορθῶσαι τὸν ἀγῶνα καὶ νικῆσαι· τοῦτο γάρ ἐστι τὸ τυχεῖν· παραλύει καὶ ἐκβάλλει τὸν νικήσαντα δυσφροσύνης, ἤτοι τῆς πρὶν προσούσης αὐτῷ δυστυχίας. ἡ γὰρ τῆς νίκης λαμπρότης | |
5 | λήθην τῶν ὄπισθεν τίθησιν. εὕρηται δὲ καὶ δυσφροσύναν, | |
ἵν’ ᾖ· δυσφροσύναν παραλύει, ἀντὶ τοῦ παύει. εἰκότως δὲ τὴν δυστυχίαν δυσφροσύναν εἶπεν. ἡ γὰρ δυστυχία καὶ τὸν συνετώ‐ τατον τοῦ λελογισμένου κατάγει. τοῦτο δὲ λέγει εἰς τὸν αὐτὸν σκοπόν, εἰς ὃν καὶ πρόσθεν ἔλεγε (v. 29 sq.)· τῶν δὲ πεπραγμέ‐ | 125 | |
10 | νων ἐν δίκᾳ καὶ τὰ ἑξῆς. | |
O 296g | * δέ· —** δή. —** ἤτοι ὁ τῶν ἀρετῶν πλοῦτος. —φρονήσει, γενναιότητι, τοῖς ἄλλοις. | |
O 297g | πεποικιλμένος, κεκοσμημένος. | |
O 298g | ** προτείνει, διδάσκει. —τῶν ἀγαθῶν. τῶν κακῶν. | |
O 296-99 | Th. Ὁ πλούτῳ κεκοσμημένος καὶ ἀρεταῖς κατά‐ κοσμος οὔτε ὑπὸ τῆς ἐπελθούσης αὐτῷ εὐτυχίας ἐπαίρεται οὔτε ὑπὸ δυστυχίας χαυνοῦται. διὸ δεῖ τῷ πλουτοῦντι καὶ ἀρε‐ τῆς, εἰ μέλλει καλῶς τὸν αἰῶνα διάξειν. φησὶ δὲ καὶ Καλλίμα‐ | |
5 | χος (H. in Iov. 95)· Οὔτ’ ἀρετῆς ἄτερ ὄλβος ἐπίσταται ἄνδρας ἀέξειν, Οὔτ’ ἀρετὴ ἀφένοιο· δίδου δ’ ἀρετήν τε καὶ ὄλβον. καὶ Σαπφώ (Fr. 80)· Ὁ πλοῦτος ἄνευ ἀρετῆς οὐκ ἀσινὴς πά‐ ροικος· ἡ δ’ ἐξ ἀμφοτέρων κρᾶσις εὐδαιμονίας ἔχει τὸ ἄκρον. | |
10 | τοῦτο προσεῖναι τῷ Θήρωνι μαρτυρεῖ. | |
O 299g | μεγάλην. —διδοὺς τῷ αὐτὸν ἔχοντι. | |
O 2100g | σκέ‐ ψιν καὶ βουλήν. —τῶν συμφερόντων θηρατικήν. | |
O 2101g | δίκην· | |
γὰρ ἀστέρος καταλάμπει τὸν ἔχοντα. —ἔνδοξος. —ἀληθές· ψυχὴν γὰρ καταλάμπει καὶ οὐ σῶμα, ὡς τὰ ἄλλα φῶτα· — ** Ἀλαθινὸν γράφε, ἵν’ οἰκεῖον ᾖ τῷ μέτρῳ, καὶ μὴ ἔτυμον· | 126 | |
5 | καὶ ἔχει, μὴ ἔχων· οὐ γὰρ ἔχει καλῶς τὸ ἔχων πρὸς τὴν σύνταξιν. | |
O 283-102 | M. Πρέπει τὸν τοῦ Αἰνησιδάμου υἱὸν τὸν Θήρωνα τυγχάνειν ἐγκωμιαστικῶν τε μελῶν καὶ λυρῶν, ἀντὶ τοῦ καὶ λυρικῶν μελῶν. κατὰ μὲν (87) γὰρ τὴν Ὀλυμπίαν αὐτὸς βραβεῖον ἐδέξατο, ἐν τῇ Πυθῶνι δὲ καὶ τῇ Ἰσθμοῖ κοινῶν ἵππων χάριτες | |
5 | (90) εἰς τὸν ἀδελφὸν αὐτοῦ τὸν ἐν τῷ αὐτῷ κλήρῳ ὄντα ἄνθη ἤγαγον, ὀντὶ τοῦ τὰ ἐξαίρετα, τὰς νίκας τῶν δυοκαίδεκα δρό‐ μων τῶν ἁρμάτων. δωδεκάκις γὰρ περιήρχετο τὸν δρόμον τὰ τέλεια ἅρματα. τὸ δὲ τυχεῖν (93) τινα ἀγωνίας ἀντὶ τοῦ νίκης ἐν ἀγῶνι, πειρώμενον, τουτέστι ζητοῦντα τυχεῖν αὐτῆς, πα‐ | |
10 | ραλύει, ἀντὶ τοῦ ἀπολύει, ἐλευθεροῖ τῶν ἀλγεινῶν (εὖφρον τὸ ἡδύ, δύσφρον τὸ ἐναντίον, ἤγουν τὸ ἀλγεινόν). ὁ δὲ πλοῦ‐ τος (96) ὁ πεποικιλμένος ἀρεταῖς, τουτέστιν ὁ τῶν ἀρετῶν πλοῦτος διδάσκει τὸ ἔγκαιρον τῶν καὶ τῶν, ἀορίστως ἀντὶ τοῦ πάντων, ἤτοι τῶν ἀγαθῶν καὶ λυπηρῶν, διάνοιαν (99) | |
15 | διδοὺς βαθεῖαν, ἤγουν συνετήν, ἀγροτέραν, ἀντὶ τοῦ ἀγρευ‐ τικὴν τῶν καλῶν, ἀστὴρ ὢν δηλονότι διάδηλος, φῶς ἀνθρώπῳ ἀληθινόν. | 127 |
O 2102-103 | Th. Ἅπαντες οἱ ἄνθρωποι οἱ μὲν τὸ εἰ δέ μιν ἀναπόδοτον λέγουσιν, οἱ δὲ πρὸς τὸ ἔχων ὑπάρχει λαμβάνου‐ σιν ἔξωθεν. τὸ δ’ ἔστι τοιοῦτον· εἰπὼν γὰρ ἄνω· ἀστὴρ ἀρί‐ ζηλος ἐτυμώτατον ἀνδρὶ φέγγος, ἐπήγαγεν· εἰ δέ μιν | |
5 | ἔχων τις οἶδε τὸ μέλλον, ἤγουν εἰ καὶ τῆς ἐντεῦθεν ἀποδη‐ μίας ἔννοιαν ἔχει καὶ μὴ πρὸς τὰ παρόντα μόνον κέχηνε. γίνε‐ ται δὲ πᾶσιν ἡ ἀπάτη ἀπὸ τοῦ δε, ἀγνοοῦσιν, ὅτι καὶ ἄλλα πολλὰ τοιαῦτα εὕρηται. ὥσπερ γάρ φαμεν, ὅτι ὃ παραινεῖς ἐμοί, ποιήσω, εἰ καὶ αὐτὸς δὲ τοὐμὸν τελέσειας βούλημα, οὕτω | |
10 | καὶ τοῦτο. λέγει δὲ τὸ εἰ δέ μιν οὐκ ἀμφιβάλλων οὐδ’ οἰόμενος ὡς οὐχ οἷόντε τῆς ἀρετῆς ἀντιποιούμενον μὴ καὶ τοῦ μέλλοντος ἔχειν πρόνοιαν (πῶς γάρ;)· ἀλλὰ πλαγιάζων καὶ σχηματίζων τὸν λόγον. δέον γὰρ οὕτως εἰπεῖν· ἀστὴρ ἀρίζηλος ἐτυμώτατον ἀνδρὶ φέγγος· ὁ δέ μιν ἔχων τις οἶδε τὸ μέλλον, οὐχ | |
15 | οὕτως ἐποίησεν, ἀλλ’ ἐπλασίασε σχηματίσας τὸν λόγον καὶ ἀντὶ τοῦ ὁ δέ μιν, εἰ δέ μιν εἶπεν. | |
O 2102-106 | Germ. Εἰ δέ μιν] ὧδε μέμνηται τὰς τρεῖς | |
μετεμψυχώσεις. εἰ δέ τις τοῦτον ἔχων τὸν πλοῦτον οἶδε τὸ μέλ‐ λον, ὅτι οἱ ἀπάλαμνοι φρένες αὐτίκα ἐνθάδε ὑπὸ τῶν θανόντων ποινὰς ἔτισαν, οὐκ ἂν ἑαυτῷ εἰς ἀδικίαν ἐχρήσατο. | 128 | |
O 2103-106 | Th. Τὸ ἐνθάδε πρὸς τὸ ἀπάλαμνοι συνα‐ πτέον, τὸ δὲ αὐτίκα πρὸς τὸ ἔτισαν, οὕτως· αἱ ἀπάλαμνοι καὶ βίαιοι φρένες τῶν θανόντων, ἤγουν οἱ συκοφάνται καὶ πονηροὶ καὶ βίαιοι ἐν τῷ βίῳ, ἀποθανόντες ποινὰς ὧν ἥμαρτον ἔτισαν | |
5 | καὶ ἀπέδωκαν αὐτίκα ἐν ᾅδου. | |
O 2102g | τῷ ἔχοντι αὐτόν. | |
O 2103g | γινώσκει. | |
O 2104g | ** τῶν ἀποθανόντων ἀνθρώπων. | |
O 2105g | ἐν τῷ κόσμῳ. — κακαί, εἰς ἃς οὐκ ἔστι μηχανήσασθαι φάρμακον. | |
O 2106g | δίκας ὧν ἥμαρτον ἀπέδωκαν ἐν ᾅδου. —ἤτοι τῷ κόσμῳ. | |
O 2106 | Th. Διὸς ἀρχὴ ὁ οὐρανὸς καὶ ὁ κόσμος, Ποσειδῶνος θάλασσα καὶ πάντα τὰ ὕδατα, Πλούτωνος τὰ ὑπὸ γῆν καὶ ὁ Τάρταρος. | |
O 2107g | τὰ κακῶς ὑπ’ ἀνθρώπων πεπραγμένα. —** ὑπο‐ κάτω τῆς γῆς. —εἰς ἐξέτασιν καὶ κρίσιν ἄγει· —† κολάζει, κρίνει. | |
O 2108 | Th. Λόγον λέγει τὴν ἀπόφασιν. σύναπτε δὲ τὸ ἐχθρᾷ ἀνάγκῃ πρὸς τὸ δικάζει, τὸ δὲ λόγον φράσας διὰ μέσου οὕτω· δικάζει τις ἐν ἐχθρᾷ καὶ ἀποτόμῳ ἀνάγκῃ, φρά‐ σας τὸν λόγον καὶ τὴν τῆς καταδίκης ἀπόφασιν. εἰκότως δὲ | |
5 | εἶπε τὸ ἐχθρᾷ καὶ τὸ ἀνάγκῃ· τὸ μὲν ἀνάγκῃ διότι ἀπαραί‐ τητόν ἐστι τὸ ἐκεῖ δικαστήριον· τὸ δὲ ἐχθρᾷ, διότι οὐδεὶς ἐκεῖ φίλος, ἀλλ’ ἕκαστος ἐκ τῶν ἔργων αὐτοῦ δικαιοῦται καὶ κατα‐ κρίνεται. | 129 |
O 2108g | ὁ Ῥαδάμανθυς. —ἐν ἀποτόμῳ καὶ βιαίᾳ. — * διδούς, τοῖς κολαζομένοις δηλονότι. | |
O 2102-108 | M. Εἰ γὰρ ἔχει τις αὐτόν, ἤγουν τὸν τῆς ἀρετῆς πλοῦτον, οἶδε τὸ μέλλον, ὅτι (104) τῶν θανόντων μὲν αἱ φρένες αἱ ἀπάλαμνοι, τουτέστιν αἱ ἀδιόρθωτοι, αἱ ἀπαιδαγώγητοι, πρὸς ἃς οὐκ ἔστι τι μηχανήσασθαι, ἐνθάδε αὐτίκα, ἀντὶ τοῦ | |
5 | τάχιστα, τιμωρίας (106) ἔτισαν, ἀντὶ τοῦ ὑπέχουσι· τὰ δὲ ἁμαρ‐ τήματα τὰ ἐν ταύτῃ τῇ ἡγεμονίᾳ τοῦ Διός, ἤγουν τὰ ἐν τῷ κόσμῳ, ὑποκάτω τῆς γῆς κολάζει τις, ἤγουν ὁ Πλούτων, ἀπόφασιν δοὺς ἀνάγκης ἐχθρᾶς, τοῖς κολαζομένοις δηλονότι. | |
O 2109g | ** ἴσον γράφε καὶ ἴσα, ἵν’ ὀρθῶς ἔχῃ τὰ κῶλα πρὸς τὸ μέτρον. —νυξίν. | |
O 2111g | ἀμοχθότερον τῶν ἐν τῷ βίῳ. | |
O 2112g | ἀγαθοί. —ζωήν. | |
O 2109-113 | Germ. Ἡ σύνταξίς ἐστιν αὕτη· ἐσθλοὶ μὲν αἰεί, ἐν ἴσαις νύκτεσσιν, ἐν ἴσαις ἡμέραις, δέρκονται τὸν ἥλιον, ἔχον‐ τες ἀπονέστερον βίοτον. | |
Th. Οἱ δὲ ἐσθλοὶ καὶ ἀγαθοὶ δέρκονται καὶ ὁρῶσιν αἰεὶ | 130 | |
5 | καὶ πάντοτε ἥλιον ἐν ἴσαις νύκτεσιν, ἴσαις δὲ ἡμέραις, τουτέστιν ὅσον καιρὸν ἔχομεν ἡμέραν καὶ ὅσον νύκτα, ἐκεῖνοι ἀεὶ ἐλλάμ‐ πονται ἔχοντες βίον ἀπονέστερον τῶν ἐν τῷ βίῳ. Tr. Οἱ δὲ ἐσθλοὶ καὶ ἀγαθοὶ ἔχοντες αἰεὶ καὶ πάντοτε ἥλιον ἐπίσης ἐν ἡμέραις καὶ νυξί, τουτέστιν ὅσον καιρὸν ἡμεῖς | |
10 | ἔχομεν ἡμέραν καὶ ὅσον νύκτα, ἐκεῖνοι ἀεὶ ἐλλαμπόμενοι νέμον‐ ται βίον ἀπονέστερον τῶν ἐν τῷ βίῳ. | |
O 2113g | τὴν γῆν. —κινοῦντες ἤτοι σκάπτοντες καὶ ἀροῦν‐ τες. | |
O 2114 | * ἰσχύϊ· —** διὰ τῆς ἰσχύος τῶν χειρῶν. | |
O 2115g | * ταράσσοντες· —† ταράσσοντες ἀπὸ κοινοῦ, ἤγουν οὐδὲ ναυτιλίᾳ χρώμενοι. | |
O 2116 | Tr. Δέον εἰπεῖν κενῶς καὶ ματαίως· ματαίως γὰρ οἱ ἄνθρωποι περὶ τὸ ζῆν σπεύδουσιν, ἐπεὶ καὶ τὸ ζῆν μάταιον· κεινὰν εἶπε πρὸς τὸ δίαιταν. | |
O 2116g | *† ματαίαν. —διά· —* εἰς. —τροφήν. | |
O 2117g | Κρόνῳ καὶ Ῥαδαμάνθυι. | |
O 2118g | ** ἐκεῖνοι. | |
O 2119g | ἀληθείαις. | |
O 2121g | οἱ ἄδικοι δηλονότι. —ὃν οὐδεὶς δύναται προσβλέψαι διὰ τὸ βαρύ. | |
O 2122 | M. Ὀκχέοντι] ὄκχος γὰρ τὸ ὄχημα, ὡς ἐν ἄλλοις οὗτος (Ol. VI, 23)· ὄφρα κελεύθῳ τ’ ἐν καθαρᾷ βάσομεν | |
ὄκχον. | 131 | |
O 2122g | ἐκτίνουσιν, ὑφίστανται. —κόλασιν. | |
O 2109-122 | M. Οἱ δὲ ἀγαθοὶ ἐπίσης ἐν ταῖς νυξίν, ἐπίσης δὲ ἐν ταῖς ἡμέραις ἥλιον ἔχοντες, ἤγουν ἀεὶ ἐν φωτὶ ὄντες, ἀπονέ‐ στερον, ἀντὶ τοῦ ἄπονον, ἀκοπίατον ζωὴν νέμονται, τουτέστι διάγουσιν, οὐ χθόνα (113) ταράσσοντες διὰ τῆς ἰσχύος τῶν χει‐ | |
5 | ρῶν, ἤγουν οὐ γεωργοῦντες, οὐδὲ τὸ τῆς θαλάσσης ὕδωρ ταράσσοντες, τουτέστιν οὐδὲ ναυτιλίᾳ χρώμενοι διὰ ματαίαν (116) τροφήν, οἷα κάμνουσιν ἐν τῇ παρούσῃ ζωῇ ἄνθρωποι, ἵνα βίον πορίσωνται· ἀλλὰ παρὰ μὲν τοῖς τιμίοις ἀπὸ τῶν θεῶν, ἤγουν τοῖς ἐν ᾅδου, τῷ Πλούτωνι δηλονότι καὶ τῇ Περσεφόνῃ, | |
10 | ἄλυπον (120) βίον διάγουσιν ἐκεῖνοι, οἵτινες ἔχαιρον εὐορκίαις, τουτέστι τρόποις εὐσεβέσι καὶ δικαίοις· οἱ δέ, ἤγουν οἱ τῆς ἑτέρας μερίδος, οἱ κακοὶ δηλονότι καὶ ἀπαιδαγωγήτους ἔχοντες γνώμας, πόνον ὀκχέοντι, τουτέστιν ὑφίστανται, ἀπὸ μεταφορᾶς τῶν ὀχημάτων, ἀπροσόρατον, ἤγουν μέγαν καὶ οὐ προσβλέπε‐ | |
15 | σθαι δυνάμενον, μεταφορικῶς ἀντὶ τοῦ ἀνύποιστον. | |
O 2123 | Tr. Ἐς τρίς] τῆς κατὰ Πυθαγόραν παλιγγενεσίας μνημονεύει· οὗτος γὰρ τὰς ψυχὰς εἰς ἕτερα σώματα εἰσδυούσας | |
φησὶν ἀνανεοῦσθαι. | 132 | |
O 2123g | τῶν ἀνθρώπων. —ἠθέλησαν. —ἐκ τρίτου. | |
O 2124g | ἐν τῷ βίῳ καὶ ἐν τῷ ᾅδῃ. —διάξαντες. | |
O 2125 | M. Ἀδίκων] ἄδικον τὸ μετέχον ἀδικίας καὶ αὐτὴ ἡ ἀδικία. ἐνταῦθα τὸ δεύτερον. | |
O 2125g | † ἀπὸ] ὑπερβατόν. —μακρὰν παντελῶς. — ** ἀπὸ ἀδικιῶν. | |
O 2126g | ἐπορεύθησαν. | |
O 2127g | ἣν ὁ Ζεὺς τοῖς δικαίοις ἔταξεν. —τὴν πόλιν· πρῶτοι γὰρ Τυρσινοὶ τὴν πόλιν ἐποίησαν. | |
O 2122-128 | Th. Τῷ τῆς μετεμψυχώσεως δόγματι καὶ Πίν‐ δαρος τίθεται, ὃ τὴν ἀρχὴν ἐξ Ὁμήρου ἔσχε. λέγει γὰρ ἐκεῖ‐ νος (Od. ς 78)· μήτ’ εἴης, βουγάϊε, μήτε γένοιο. οὗ Πυθαγόρας δεξάμενος πλατύτερον εἰς μέσον ἐξήνεγκεν. ὅτι δὲ καὶ Πλάτων | |
5 | τῶν τούτῳ πιστευόντων ἦν, μαρτυρεῖ Φαίδων. ὃ δὲ λέγει, τοιοῦ‐ τόν ἐστιν· ὅσοι δὲ τῶν ἀνθρώπων ἐτόλμησαν καὶ ἠθέλησαν ἔχειν τὴν ψυχὴν ἄπο καὶ μακρὰν τῶν ἀδίκων πάμπαν καὶ παν‐ τελῶς, μείναντες ἐς τρὶς καὶ ἐκ τρίτου ἑκατέρωθι, ἤγουν ἐν τῷ βίῳ καὶ ἐν τῷ ᾅδῃ, ἔστειλαν καὶ ἐπορεύθησαν Διὸς ὁδόν, ἤγουν | |
10 | ἣν ὁ Ζεὺς αὐτοῖς ἔταξε, παρὰ τὴν τύρσιν καὶ τὴν πόλιν τοῦ Κρόνου, ἤγουν ἐν ταῖς τῶν μακάρων νήσοις. ἐγένετο δὲ ἡ ἐκ | |
τρίτου διαγωγὴ καὶ ἐν τῷ βίῳ καὶ ἐν τῷ ᾅδῃ, εἰς δόκιμον ἀκριβές. —Tr. αἱ δὲ τῶν μακάρων νῆσοι ἐν τῷ Ὠκεανῷ εἰσιν, ὥς φησιν Ὅμηρος (Od. δ 568)· | 133 | |
15 | Ὠκεανὸς δ’ ἀνίησι παραψυχὴν ἀναψύχειν ἀνθρώπους. | |
O 2128g | ἔνθα] εἰς τὴν πόλιν. | |
O 2129g | τὸ λεγόμενον Ἠλύσιον πεδίον. —αἱ ἐξ Ὠκεανοῦ. —** νᾶσος χρὴ γράφειν διὰ τὸ μέτρον ἀντὶ τοῦ νήσους ἐκβολῇ τοῦ υ· ὡς τὸ ἐπιτηδὲς (Hom. Il. A. 142) ἀντὶ τοῦ ἐπιτηδεῖς. | |
O 2130g | πνοαί. | |
O 2131g | ἄνθη. — ἤγουν χρυσοειδῆ. —λάμπει, στίλβει. | |
O 2132g | ἤγουν ἐκ τῆς ἐν τῇ νήσῳ χέρσου. | |
O 2133g | λαμπρῶν· —† ἐσθλῶν. —δένδρων. | |
O 2134g | τὸ ἐκεῖ ῥέον. —ῥόδα, κρίνα, ἴα. —τρέφει. | |
O 2135-136 | Th. Τοῦτο οὕτω λέγε· τῶν καὶ ἀφ’ ὧν ἀναπλέ‐ κουσι τὰς χεῖρας ἐν ὅρμοις καὶ πλέκουσι στεφάνους εἰς τὰς αὐτῶν κεφαλάς. δέον δὲ εἰπεῖν ὅρμους ἐν ταῖς χερσὶν ὥσπερ τὸ στεφάνους, τὸ μὲν ὅρμοις κατὰ πλαγιασμὸν εἶπεν ἀντι‐ | |
5 | στρόφως, ὥσπερ φαμὲν τὸ ἔδωκαν αὐτῷ θάνατον. τὸ δὲ στεφάνους ὀρθῶς εἴρηκεν. Tr. Ὅρμοισι τῶν] τοῦτο οὕτω λέγε· τῶν καὶ ἀφ’ ὧν ἀναπλέκουσι τὰς χεῖρας ἐν ὅρμοις καὶ ἐν στεφάνοις, τὰς ἑαυτῶν κεφαλὰς δηλονότι. καὶ ἔστιν ὅμοιον τῷ παρ’ Εὐριπίδῃ (Orest. | |
10 | 1086)· Μήθ’ αἷμά μου δέξαιτο κάρπιμον πέδον, Μὴ λαμπρὸς αἰθήρ· τὸ πνεῦμά μου δηλονότι. | |
O 2135g | περιπλέγμασι· —† περιτραχηλίοις κόσμοις. — ἀφ’ ὧν. —τὰς αὐτῶν. | |
O 2136g | οἱ ἐνταῦθα ὄντες κοσμοῦσι. — * ἐπὶ τὰς αὐτῶν κεφαλάς. | |
O 2137g | † κρίσεσιν. —ἀληθέσιν· — † δικαίαις. | |
O 2138g | Ῥαδάμανθυν. —* πάντων, ὃ καὶ σύναπτε ἐνταῦθα· —** πάντων. —** Κρόνος χρὴ γράφειν, οὐ γᾶς, ἵν’ ἔχῃ πρὸς τὸ μέτρον ὀρθῶς. —πρόχειρον, αὐτόκλητον· — ἑαυτῷ. —** παρακαθήμενον. | 134 |
O 2140g | πάντων] πατήρ. | |
O 2141g | ἔξοχον. —** οἱ γράφοντες ὕπατον ἀγνοοῦσι τὰ μέτρα. —* τῆς. —*† βασιλείαν. | |
O 2138-141 | Th. Ὅντινα Ῥαδάμανθυν ἔχει πάρεδρον Κρό‐ νος ὁ παῖς τῆς Γῆς· ἐξ Ὠκεανοῦ γὰρ καὶ Γῆς ἡ τῶν θεῶν, ὥς φασι, γένεσις· ὁ πόσις καὶ ὁ ἀνὴρ τῆς Ῥέας τῆς ἐχούσης θρό‐ νον ὕπατον καὶ ἔξοχον. | |
5 | Tr. Ὃν πατήρ] ὅντινα Ῥαδάμανθυν ἔχει πάρεδρον καὶ συγκάθεδρον ἕτοιμον καὶ πρόχειρον καὶ αὐτόκλητον ὁ πάντων πατὴρ Κρόνος, ὁ πόσις καὶ ὁ ἀνὴρ τῆς Ῥέας τῆς ἐχούσης. θρό‐ νον ὑπέρτατον καὶ ἔξοχον πάντων. | |
O 2123-141 | M. Ὅσοι δὲ ἐτόλμησαν, τουτέστιν ὑπέμειναν, μέχρι τρίτης μετεμψυχώσεως ἐν ἑκατέροις τοῖς μέρεσιν, ἤγουν ἐνταῦθα καὶ ἐν τῷ ᾅδῃ μείναντες ἀπέχειν τὴν ψυχήν, τουτέστι κεχωρισμένην ἔχειν τῶν ἀδικιῶν, ἔτειλαν (126) ἀντὶ τοῦ ἐστεί‐ | |
5 | λαντο, ἤγουν ἐπορεύθησαν τὴν τοῦ Διὸς ὁδόν, ἣν ὁ Ζεὺς δηλο‐ | |
νότι αὐτοὺς πορεύει, λέγω παρὰ τὴν πόλιν τοῦ Κρόνου, τουτέστι παρὰ τὴν πόλιν ἔνθα ὁ Κρόνος ἔχει τὴν οἴκησιν, ἔνθα (128) τὰς νήσους τῶν μακάρων αἱ τοῦ Ὠκεανοῦ αὖραι περιπνέουσιν, ἀντὶ τοῦ ἔνθα αἱ τῶν μακάρων εἰσὶ νῆσοι ὑπὸ τῶν αὐρῶν τοῦ Ὠκεα‐ | 135 | |
10 | νοῦ περιπνεόμεναι. ἄνθη δὲ χρυσοῦ λαμπρότατα λάμπει, τὰ μὲν ἀπὸ τῆς γῆς ἀπ’ ἀγλαῶν, ἀντὶ τοῦ εὐθαλῶν δένδρων· ἄλλα δὲ τρέφει τὸ ὕδωρ. ἀφ’ ὧν (135) ἀναπλέκουσι ταῖς χερσὶ τοὺς περιτραχηλίους κόσμους καὶ στεφάνους κατὰ τὰς κρίσεις (137) τὰς δικαίας τοῦ Ῥαδαμάνθυος, ὃν ὁ πατὴρ πάντων ὁ Κρόνος | |
15 | ἔχει παρακαθήμενον ἑαυτῷ ἕτοιμον, τουτέστιν ἀχώριστον, ὁ ἀνὴρ ὁ τῆς Ῥέας τῆς ἐχούσης θρόνον ὑψηλότατον πάντων. | |
O 2142g | τῷ Κρόνῳ καὶ Ῥαδαμάνθυϊ. —* συνάπτονται, συναριθμοῦνται· —** συγκαταλέγονται. | |
O 2143g | ἐνέβαλεν ἐνταῦθα. | |
O 2144g | τοῦ Διός. —παρακλήσεσι. —κατέπεισε. — ἡ Θέτις. | |
O 2145g | κατέβαλε. | |
O 2146 | Tr. Εἰκότως εἶπε τὸν Ἕκτορα κίονα· ἐκεῖνος γὰρ ἦν ἔρεισμα τῆς Τροίας, οὗ πεσόντος ἐπὶ σαθροῦ τὸ Ἴλιον εἱστήκει. | |
O 2146g | ἀκαταγώνιστον. —ἄκαμπτον. —ἔρεισμα. | |
O 2147 | Th. Δύο Κύκνοι ἐγένοντο, ὁ μὲν Ἄρεος υἱὸς ὁ ἐν Θετταλίᾳ τοὺς παριόντας λοχῶν καὶ ἀποκτείνων, καὶ βουλό‐ μενος ταῖς κεφαλαῖς ναὸν ἀνεγεῖραι τῷ πατρί, ὃν Ἡρακλῆς ἀπέκτεινεν· ὁ δὲ Ποσειδῶνος, ναῦς ἔχων καὶ συμμαχῶν τοῖς | 136 |
5 | Τρωσίν, ἱσταμένος ἐν στενῷ τῆς ἐκεῖ θαλάσσης καὶ οὐκ ἐῶν τοὺς Ἕλληνας ἀποβῆναι, ὃν Ἀχιλλεὺς ἀπέκτεινεν. | |
O 2147g | τὸν υἱὸν τοῦ Ποσειδῶνος. | |
O 2148 | Th. Τιθωνοῦ καὶ Ἡμέρας δύο παῖδες γίνονται, Μέ‐ μνων καὶ Ἠμαθίων, ὧν ὁ μὲν ἀνῃρέθη ὑπ’ Ἀχιλλέως, Ἠμαθίων δὲ ὑφ’ Ἡρακλέους κατὰ τὴν ἀπελασίαν τῶν Γηρυονείων βοῶν. ἐμυθεύσαντο δὲ αὐτοὺς Ἡμέρας εἶναι παῖδας διὰ τὸ Αἰθίοπας | |
5 | ὄντας λευκοὺς καὶ ὡραίους εἶναι. | |
O 2148g | τὸν Μέμνονα. | |
O 2142-149 | M. Ὁ Πηλεύς τε καὶ ὁ Κάδμος ἐν τούτοις τοῖς τὰς τῶν μακάρων νήσους λαχοῦσιν, οἰκεῖν δηλονότι, συγκαταλέ‐ γονται. καὶ τὸν Ἀχιλλέα ἤνεγκεν, ἀντὶ τοῦ πεμφθῆναι ἐποίησεν, ἡ μήτηρ αὐτοῦ ἡ Θέτις, ἐπεὶ διὰ δεήσεων ἔπεισε τὴν ψυχὴν τοῦ | |
5 | Διός· ὅς (145), ἤγουν ὁ Ἀχιλλεύς, ἔσφηλεν, ἀντὶ τοῦ κατέ‐ | |
στρεψε, τὸν Ἕκτορα, τὸν ἀκλινῆ κίονα τῆς Τροίας, τὸν ἄμαχον, τουτέστι τὸν ἀνυπόστατον ἐν ταῖς μάχαις· καὶ τὸν Κύκνον (147), τὸν τοῦ Ποσειδῶνος δηλονότι, τῷ θανάτῳ παρέσχεν, ἤγουν ἐθανάτωσε· καὶ τὸν παῖδα τῆς Ἡμέρας τὸν Μέμνονα, τὸν ἀπὸ | 137 | |
10 | Αἰθιοπίας. | |
O 2149g | ἐνταῦθα γὰρ τὰς φαρέτρας οἱ ἄνθρωποι φέρουσιν. | |
O 2150g | ὠκέα] ταχέα· —** ἀντὶ μιᾶς. —ἤγουν καίριοι καὶ κατὰ σκοπὸν φερόμενοι λόγοι ἱστορίας. | |
O 2151g | ἐστί. —ἤτοι τῆς διανοίας μου. | |
O 2152 | M. Φωνᾶντα] φωνήεντα, ἤγουν φωνὴν ἀφιέναι δυνά‐ μενα. φωνήεντα δὲ γράμματα τὰ φωνεῖσθαι μόνον δυνάμενα, κατ’ ἐναντιότητα τῶν συμφώνων, ἃ σὺν τοῖς φωνήεσιν ἀεὶ ἐκφω‐ νεῖται καὶ οὐδέποτε μόνα. | |
O 2152g | ὁμιλητὰ καὶ νοούμενα. —τοῖς σοφοῖς καὶ φρονί‐ μοις. | |
O 2153g | * ἤτοι εἰς τὸν πολὺν ὄχλον· —† βραχὺ τὸ πάν, Δωρικῶς, ἤτοι τὸν πολὺν ὄχλον. | |
O 2154g | χρῄζει. —ἐστὶν ἐκεῖνος. | |
O 2155 | M. Φυὴ ἡ ἀναδρομὴ τοῦ σώματος. ἐνταῦθα δὲ φυᾷ | |
ἀντὶ τοῦ φύσει. | 138 | |
O 2155g | γινώσκων. —* ἤγουν ἐκ φύσεως καὶ οὐκ ἀπὸ μαθήσεως ὄντα. τοιοῦτος δὲ ἐγὼ παντοίοις σχήμασι καταποι‐ κίλλων τὰ ποιήματα καὶ φράσει ποικίλῃ καὶ πολλοῖς ἄλλοις, ἃ οἴκοθεν καὶ οὐκ ἀπὸ μαθήσεως ἐξεῦρον καὶ ἐμηχανησάμην. | |
O 2156g | οἱ ἐκ μαθήσεως ἔχοντες ταῦτα. —σφοδροί· —† ἀντὶ τοῦ λάβρως, ἤγουν ἀκρατῶς. | |
O 2157g | ἐν πολυλογίᾳ. —ὥσπερ. | |
O 2158g | ἀτέλεστα. —βοῶσι. | |
O 2159g | ἤγουν τὸν ἀετὸν τὸν ἀνακεί‐ μενον τῷ Διΐ· λέγει δὲ δι’ ἑαυτόν. | |
O 2156-159 | Th. Οἱ δὲ μαθόντες γαρύετον καὶ βοῶσιν ἄκραντα καὶ ἀτελείωτα, λάβροι καὶ σφοδροὶ ἐν παγγλωσσίᾳ καὶ πολυλογίᾳ, ὥσπερ κόρακες ὄντες πρὸς τὸν θεῖον ὄρνιθα τοῦ Διός, ἤγουν ἐμέ. τουτέστιν οἱ μὲν ἄλλοι ποιηταί· λέγει δὲ διὰ | |
5 | Βακχυλίδην, οὗτος γὰρ ἀντήριζεν αὐτῷ· περιττολόγοι εἰσὶν ἐν τοῖς αὐτῶν ποιήμασι καὶ ἄκραντα λέγουσιν. ἐγὼ δὲ τὸ προσῆ‐ κον πανταχοῦ τηρῶ καὶ οὐκ ἐκφέρομαι τοῦ εἰκότος, ὥστε ἐκεῖνοι τοιοῦτοι ὄντες κόρακές εἰσιν ὡς πρὸς ἐμέ, ἐγὼ δὲ ἀετός· ὅσῳ γὰρ ἀετὸς κολοιοῦ κρείττων, τοσοῦτον ἐγὼ τούτων | |
10 | βελτίων. | 139 |
O 2149-159 | M. Πολλὰ βέλη ταχέα ὑποκάτω τοῦ ἀγκῶνός μού εἰσιν ἔνδον τῆς βελοθήκης, φωνήεντα (152), ἤγουν φωνὴν ἀφιέναι δυνάμενα παρὰ τοῖς φρονίμοις, ἀντὶ τοῦ· πολλὰ νοήματα ὀξέα ἐν τῇ ψυχῇ μού εἰσι ζῶντα παρὰ τοῖς φρονίμοις, ὡς ἐπίπαν | |
5 | δὲ ἑρμηνέων ἔχει χρείαν. σοφὸς (154) ὁ πολλὰ εἰδὼς φυᾷ, ἀντὶ τοῦ φύσει, τουτέστιν ἀπὸ φύσεως. οἱ μαθόντες δέ (156), ἀντὶ τοῦ οἱ ἀπὸ μαθήσεως δὲ εἰδότες καὶ οὐκ ἀπὸ φύσεως, πρὸς τὸν ἔχοντα δηλονότι τὴν ἰσχὺν ἀπὸ φύσεως ὥσπερ κόρακες λάβρως γηρύουσιν, ἀντὶ τοῦ κράζουσιν ἀπέραντα, παγγλωσσίᾳ, | |
10 | τουτέστι συγκεχυμέναις φωναῖς, πρὸς τὸν θεῖον ὄρνιθα τοῦ Διός, ἤγουν τὸν ἀετόν. | |
O 2160g | ἤγουν ἐπὶ τῷ σκοπῷ, ᾧ ὑπεθέμεθα, λέγω τοῦ Θήρωνος * ἐγκώμιον, ἔχε τοὺς λόγους, ψυχή. | |
O 2161g | ὦ ψυχή. —ἤτοι ἐγκωμιάζομεν. | |
O 2162 | Tr. Εἰκότως εἶπε τὸ μαλθακᾶς πρὸς ἀντιδιαστο‐ λὴν τοῦ τόξου. τὸ μὲν γὰρ σκληρόν ἐστι καὶ πικρίαν ἐμποιοῦν, πρὸς οὓς πέμπει τὰ βέλη· αὕτη δὲ εὐφροσύνης αἰτία τοῖς ἐγκω‐ μιαζομένοις καθίσταται. | 140 |
O 2162g | χαριεστάτης. —πάλιν ὥσπερ ἐν ἀρχῇ. | |
O 2163g | ἐνδόξους. —ἤγουν ἐγκωμιαστικοὺς λόγους. | |
O 2164g | ** ἐπί τοι] ἀντὶ μιᾶς. | |
O 2165g | τὴν τοῦ Θήρωνος πόλιν. —ἐκτείνας (** ἔκτεινε) τὸν λόγον τοῦ ὕμνου. | |
O 2160-165 | M. Ἔπεχε νῦν, ἀντὶ τοῦ ἐπέχων ἤδη ἔντεινε, ὦ θυμέ, κατὰ τοῦ σκοποῦ τὸ τόξον· ἀντὶ τοῦ χαλιναγωγῶν τὸν λόγον ἀπὸ τῶν ἔξω τοῦ καιροῦ ἐπὶ τὴν προκειμένην ὑπόθεσιν ἀπότεινε. ἄγε, εἰπέ, ὦ θυμέ, ἤγουν ὦ ψυχή, τίνα βάλλομεν, | |
5 | ἤγουν τοξεύομεν, ὀϊστοὺς (162) πέμποντες ἐνδόξους ἀπὸ ἡμέ‐ ρου καὶ φιλικῆς φρενός; τουτέστι τίνα ἐγκωμιάζομεν; ἐπὶ τὴν Ἀκράγαντα τάνυσον, ἤγουν ἕλκυσον, τὸ τόξον δηλονότι, ἀντὶ τοῦ ἐπὶ τὴν Ἀκράγαντα ἀπότεινε τὸν λόγον. | |
O 2166g | λέξω· —** διαβεβαιώσομαι. —διώμοτον. | |
O 2168g | γεννῆσαι. | |
O 2169g | χρόνων. —πόλιν] τὸ τινὰ ἐνταῦθα. | |
O 2170g | ἕτερον. | |
O 2171g | φρονήσεσιν, ἤτοι μετὰ λόγου καὶ οὐκ ἀλό‐ γως εὐεργετοῦντα. | |
O 2172g | δαψιλέστερον. —† ἤγουν κατὰ τὸ διδόναι καὶ εὐεργετεῖν. | |
O 2166-173 | Th. Αὐδάσομαι καὶ λέξω ἐν ἀληθεῖ νόῳ, | |
λόγον ἐνόρκιον καὶ μετὰ ὅρκου, μὴ τεκεῖν (168) καὶ γεννῆσαι πόλιν ἑκατὸν ἐτέων καὶ χρόνων τινὰ ἄνδρα ἐν ταῖς πραπίσι καὶ φρονήσεσιν εὐεργέτην τοῖς φίλοις μᾶλλον καὶ περισσοτέρως τοῦ | 141 | |
5 | Θήρωνος, καὶ ἀφθονέστερον καὶ δαψιλέστερον κατὰ τὴν χεῖρα, ἤτοι τὸ διδόναι. εἰ μὲν οὖν τὸ τινὰ πρὸς τὸ ἄνδρα συνάψεις, πόλιν ἑκατὸν ἐτέων νοήσεις τὴν Ἀκράγαντα· ἐν γὰρ τῇ πεντη‐ κοστῇ Ὀλυμπιάδι ἐκτίσθη· Θήρων δὲ ἐν τῇ ἑβδομηκοστῇ ἐνίκη‐ σεν· ἐπειδὴ οὖν εἴκοσιν Ὀλυμπιάδες διὰ μέσου εἰσίν, ἡ δὲ | |
10 | Ὀλυμπιὰς κατὰ πέντε χρόνους ἐγίνετο, ἑκατὸν χρόνων ἀριθμὸς συνάγεται· πεντάκις γὰρ εἴκοσιν ἑκατόν. εἰ δὲ πρὸς τὸ πόλιν τὸ τινὰ συνάψεις, ἀορίστως εἴποις τὸ πόλιν, τοῦτο δὲ ποιῶν μὴ λάβῃς πρὸ ἢ ἕως εἰς τὸ ἑκατὸν ἐτέων, ἀλλὰ χωρὶς τούτων λέγε· τινὰ πόλιν ἑκατὸν ἐτέων. εἰ γὰρ περὶ τὸν κόσμον οἱ χρό‐ | |
15 | νοι, ἐν δὲ τῷ κόσμῳ αἱ πόλεις, καλῶς ἂν ἔχοι λέγειν καὶ τὰς πόλεις τῶν χρόνων. νόει δὲ τὸν λόγον καὶ ἐπὶ μέλλοντος καὶ ἐπὶ παρῳχημένου. τὸ γὰρ τεκεῖν οὐ μόνον μέλλοντα χρόνον δηλοῖ· μέλλων γὰρ δεύτερος τὸ τεκεῖν· ἀλλὰ καὶ παρῳχημένον. τεκεῖν γὰρ καὶ ἀντὶ τοῦ τέξαι καὶ ἀντὶ τοῦ τέξειν φαμέν. | |
20 | M. Αὐδάσομαι, ἀντὶ τοῦ λέγω, διαβεβαιοῦμαι λόγον σὺν | |
ὅρκῳ κατὰ ἀληθῆ διάνοιαν, μηδένα ἄλλον ἄνδρα ἐφ’ ἑκατὸν ἐτῶν, ἤγουν ἐντὸς ἑκατὸν ἐνιαυτῶν, τεκεῖν (168) τὴν πόλιν εὐερ‐ γέτην πρὸς τοὺς φίλους, φρονήσεσι, τουτέστι διὰ τῆς ἑαυτοῦ φρονήσεως μᾶλλον, ἀφθονέστερόν τε κατὰ τὴν χεῖρα, ἀντὶ τοῦ | 142 | |
25 | τὴν δωρεάν, τουτέστι μεγαλοδωρότερον, τοῦ Θήρωνος. | |
O 2173 | Th. Εἰκότως εἶπε. τὸ κόρος. ὥσπερ γὰρ ὁ κόρος παρατροπὴν τοῦ στομάχου καὶ διαφθορὰν ἐργάζεται, ἔστι δ’ ὅτε καὶ ὀργανικὴ βλάβη ἐντεῦθεν γίνεται, οὕτω καὶ ἐπὶ τὸν αἶνον τοῦ Θήρωνος, ἤτοι τὸ ἐκ τῶν μεγάλων εὐεργεσιῶν γινό‐ | |
5 | μενον αὐτῷ θαῦμα, ἐπῆλθε κόρος καὶ φθόνος. Κάπυς γὰρ καὶ Ἱπποκράτης, καίτοι πολλὰ ὑπὸ Θήρωνος εὐεργετηθέντες, ὅμως ὡς ἑώρων αὐτοῦ τὴν ἀρχὴν αὐξομένην, φθονήσαντες μετέστη‐ σαν πρὸς Ἱέρωνα καὶ τοῦτον ἐγείραντες πρὸς τὸν κατ’ αὐτοῦ πόλεμον ἐπειρῶντο τῆς ἀρχῆς καθαιρεῖν, εἰ καὶ μηδὲν ἠδυνή‐ | |
10 | θησαν ὧν ἐβούλοντο πρᾶξαι. | |
O 2173g | τὸ ἐκ τῶν εὐεργεσιῶν αὐτοῦ θαῦμα. —φθόνος· λέγει δὲ τὴν ἐξ Ἱέρωνος μάχην. | |
O 2174g | δικαιοσύνῃ. —ἐρχό‐ μενος. | 143 |
O 2175g | φθονερῶν. —Κάπυος καὶ Ἱπποκράτους. | |
O 2176g | ταράξαι καὶ λυπῆσαι. | |
O 2177 | M. Κρύφον τε] ἀφανισμὸν ποιῆσαι τοῖς καλοῖς ἔργοις τῶν ἀγαθῶν ἀνθρώπων. | |
O 2177g | ποταπόν; ἀφανές. —ἃ πρὸς καθαίρεσιν αὐτοῦ ἐμηχανῶντο. | |
O 2178g | * ἀριθμόν] διὰ τὸ μέτρον λείπει· — ** ἀρθμόν] διὰ τὸ μέτρον. —ἤγουν οὐχ οἷά τέ ἐστιν ἀριθμεῖ‐ σθαι. | |
O 2179g | ἐξ εὐεργεσιᾶν χαράς. | |
O 2180g | ἐξειπεῖν. | |
O 2177-180 | Th. Τὸ ἐπεὶ ψάμμος ἁρμόζεται τῇ ἐννοίᾳ πρὸς τὸ φίλοις εὐεργέτην· τὸ δὲ ἀλλ’ αἶνον μέχρι τοῦ ἔργοις διὰ μέσου παρεκβατικώτερον εἴρηται. καὶ τίς ἂν φράσαι καὶ ἐξει‐ πεῖν δύναιτο τὰ χάρματα καὶ τὰς ἐκ τῶν εὐεργεσιῶν χαράς, ὅσα | |
5 | ἐκεῖνος ὁ Θήρων τοῖς ἄλλοις ἀνθρώποις ἔθηκεν· ἐπεὶ ἡ ψάμμος τῆς θαλάσσης περιπέφευγε τὸν ἀριθμόν, ἤτοι οὐ δυνατόν ἐστιν ἀριθμεῖσθαι. τουτέστιν ὥσπερ ἡ ψάμμος ἀναρίθμητός ἐστιν, οὕτω καὶ αἱ τούτου πρὸς ἀνθρώπους εὐεργεσίαι. | |
O 2173-180 | M. Ἀλλὰ ἐπὶ τὸν ἔπαινον, ἀντὶ τοῦ κατὰ τῶν ἐπαίνων ἀξίων καλῶν τοῦ Θήρωνος ἐκινήθη κόρος, ἀντὶ τοῦ ὕβρις, ἀπ’ ἀγανακτήσεως, οὐ σὺν τῷ δικαίῳ συναντῶν, τουτέστι συμβαίνων, ἀλλ’ ὑπ’ ἀνδρῶν μάργων (175), ἤγουν μανικῶν, | 144 |
5 | φθονερῶν, θέλων διὰ τὸ θορυβῆσαι κρύφον ποιῆσαι, ἀντὶ τοῦ κρύφιον, τουτέστι κεκρυμμένον, ἄδοξον τὸν ἀγαθὸν διὰ τῶν κακῶν ἔργων. ἐπεὶ ἡ ψάμμος (178) ἀριθμὸν περιπέφευγεν, ἀντὶ τοῦ διαπέφευγεν, ἐκεῖνος, ἤγουν ὁ Θήρων, ὅσα χάρματα, του‐ τέστιν ἡδέα, τερπνά, χάριν ἄλλων ἐποίησε, τίς ἂν δύναιτο φρά‐ | |
10 | σαι, ἤγουν εἰπεῖν, διηγήσασθαι; | 145 |
O 3t | Ἐπίνικοι Ὀλυμπιονίκαις. Θήρωνι Ἀκραγαντίνῳ εἰς Θεοξένια Ὠιδὴ γʹ. [Δημητρίου Τρικλινίου] περὶ τῶν κώλων τῶν τε στροφῶν καὶ ἀντιστροφῶν | |
5 | τοῦ γʹ. εἴδους. Ἔστι δὲ τὸ ᾆσμα στροφῶν τριῶν. Παλαιόν. | |
O 3prae 1 | Τοῦ γʹ εἴδους αἱ στροφαὶ καὶ ἀντιστροφαὶ κώλων ἑκάστη θʹ. Τὸ αʹ ἐγκωμιολογικὸν τρίμετρον καταληκτικόν. ἐγκωμιολογικὸν δέ ἐστι τὸ διπενθημιμερὲς λεγόμενον· πενθημιμερῆ γάρ εἰσι βʹ, ἰαμ‐ βικὸν καὶ δακτυλικόν, καὶ ἔστιν ὅτε ἑνὶ στίχῳ μίγνυνται· ἀλλ’ ἐὰν | |
5 | μὲν προτεθῇ τὸ ἰαμβικόν, ἰαμβέλεγος καλεῖται ἀπὸ τῆς ποιότητος· εἰ δὲ τὸ δακτυλικόν, διπενθημιμερὲς ἀπὸ τῆς ποσότητος, τὸ αὐτὸ δὲ καὶ ἐγκωμιολογικόν· σύγκειται γὰρ ἐγκώμια ἐκ τοῦ τοιούτου μέτρου. ἰαμβέλεγος δὲ καλεῖται, ὅτι τὸ ἐλεγεῖον μέτρον ἐκ βʹ | |
πενθημιμερῶν δακτυλικῶν σύγκειται, ἀλλὰ τὸ μὲν αʹ δέχεται | 146 | |
10 | καὶ σπονδείους, τὸ βʹ δὲ μόνον δακτύλους. ἐπεὶ γοῦν καὶ τοῦτο ἐκ βʹ πενθημιμερῶν σύγκειται, τοῦ αʹ δακτυλικοῦ, τοῦ βʹ δὲ ἰαμβικοῦ, διὰ τοῦτο διπενθημιμερὲς καλεῖται. ἔστι δὲ ἀσυνάρτη‐ τον, διότι μὴ πεφυκὸς ἡνώθη. τὸ δὲ ἐν κώλοις ἀσυνάρτητον τοῦτο ἀντιπαθές, ἐναντίοις ποσὶν ἡνωμένον. Τὸ βʹ προσοδιακὸν ἀπὸ μεί‐ | |
15 | ζονος δίμετρον ἀκατάληκτον. λέγεται δὲ προσοδιακόν, διότι ἐν ἑορταῖς τοιούτοις μᾶλλον ἐχρῶντο μέτροις, ὡς καὶ νῦν Πίνδαρος εἰς τὴν τῶν Θεοξενίων ἑορτήν. ἐν γὰρ ταῖς ἑορταῖς πρόσοδοι ἐγίνοντο καὶ εἰσφοραὶ πλείους. σύγκειται δὲ τὸ προσοδιακὸν ἐξ Ἰωνικοῦ ἀπὸ μείζονος καὶ χοριάμβου. πολλάκις δὲ τρέπεται ὁ | |
20 | Ἰωνικὸς κατὰ τὴν ἀρχὴν εἰς τὸν συγγενῆ τροχαῖον, ὡς γίνεσθαι παίων βʹ. Τὸ γʹ προσοδιακὸν τρίμετρον· κατὰ μονοποδίαν γὰρ μετρεῖται μέχρι τοῦ πενταμέτρου. πεντάμετρος γὰρ γενόμενος τριακοντάσημός ἐστιν ἤτοι τριακοντάχρονος· πέρα δὲ τοῦ τρια‐ κοντασήμου οὐ προβαίνει στίχος καθ’ Ἡφαιστίωνα, διὸ καὶ | |
25 | μέχρι πενταμέτρου χωρεῖ τὸ προσοδιακόν. Τὸ δʹ δίμετρον ὑπερ‐ κατάληκτον προσοδιακὸν ἀπὸ Ἰωνικοῦ ἀπὸ μείζονος καὶ χορι‐ άμβου. τοῦτο καὶ ἀναπαιστικόν ἐστιν ἑφθημιμερές. Τὸ εʹ προ‐ σοδιακὸν τρίμετρον καταληκτικὸν ἐκ τροχαικοῦ καὶ χοριάμβου καὶ Ἰωνικοῦ ἀπ’ ἐλάσσονος, ὅσπερ δὴ τραπεὶς εἰς τροχαῖον ποιεῖ | |
30 | ἐπίτριτον βʹ. γίνεται δὲ προσοδιακὸν καὶ ἀπ’ ἐλασσόνων. Τὸ ϛʹ ἰαμβικὸν πενθημιμερές. Τὸ ζʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. Τὸ ηʹ ὅμοιον τῷ αʹ τῆς στροφῆς. Τὸ θʹ Στησιχόρειον ἐξ ἐπιτρίτων Στησιχόρου εὑρόντος αὐτό· δεύτεροι δὲ οἱ ἐπίτριτοι. ἑξῆς δὲ ἐπὶ τῷ τέλει παράγραφος. | 147 |
35 | Περὶ τῶν κώλων τῶν ἐπῳδῶν. Αἱ ἐπῳδοὶ κώλων θʹ. Τὸ αʹ τροχαϊκὸν δίμετρον ἀκατάλη‐ κτον. Τὸ βʹ δακτυλικὸν πενθημιμερές. Τὸ γʹ προσοδιακὸν ἀπ’ ἐλάσσονος τρίμετρον καταληκτικόν. ὁ αʹ ποὺς ἀπὸ τροχαίου, ὡς γίνεσθαι ἐπίτριτον βʹ. Τὸ δʹ Ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ἀκα‐ | |
40 | τάληκτον. Τὸ εʹ προσοδιακὸν δίμετρον ἐκ χοριάμβου καὶ Ἰωνικοῦ ἀπ’ ἐλάσσονος. Τὸ ϛʹ ὅμοιον τῷ αʹ τῆς στροφῆς. Τὸ ζʹ ἐγκωμιολο‐ γικὸν ἐκ δακτυλικοῦ πενθημιμεροῦς καὶ ἰαμβικοῦ ὁμοίου, ὃ καὶ δι‐ πενθημιμερὲς καλεῖται, ὡς εἴρηται. Τὸ ηʹ δακτυλικὸν πενθημιμε‐ ρὲς ὅμοιον τῷ βʹ. Τὸ θʹ Στησιχόρειον τρίμετρον ὑπερκατάληκτον | |
45 | ἐξ ἐπιτρίτων δευτέρων. Ἐπὶ τῷ τέλει ἑκάστης ἐπῳδοῦ κορωνὶς καὶ παράγραφος, ἐπὶ δὲ τῷ τέλει τοῦ ᾄσματος ἀστερίσκος. Th. Οἱ Διόσκουροι κατὰ τὴν ἐντολὴν Ἡρακλέους διατιθέ‐ μενοι τὸν Ὀλυμπιακὸν ἀγῶνα, ὡς ἐνομοθέτησεν ἐκεῖνος· τούτοις γὰρ εἰς θεοὺς ἀναχωρῶν ἀνέθετο· ἐπενόησαν ἀφ’ ἑαυτῶν καὶ | |
O 3prae 1(50) | ἑτέραν ἑορτὴν ὀνομάσαντες ταύτην Θεοξένια παρὰ τὸ δοκεῖν τότε ξενίζειν τοὺς θεούς. θύοντι οὖν τῷ Θήρωνι εἰς Θεοξένια | |
ἐπὶ τῆς νίκης, ἣν προηγωνίσατο, ἀνηγγέλθη αὐτῷ καὶ ἑτέρων αὐτοῦ ἵππων νίκη· δι’ ἣν καὶ τὸ παρὸν γέγραπται ἐπινίκιον. διὸ καὶ Θεοξένια ἐπιγέγραπται. | 148 | |
O 31 | M. Φιλοξένους λέγει αὐτοὺς διὰ τὸ συστῆσαι τὴν ἑορ‐ τὴν τὰ Θεοξένια, εἰς ἣν πολλοὶ ξένοι συνέῤῥεον καὶ φιλοφρονή‐ σεως ἠξιοῦντο. | |
O 31g | τοῖς υἱοῖς τοῦ Τυνδάρεω, Κάστορι καὶ Πολυδεύκει. —τοῖς φιλοῦσι τοὺς ξένους καὶ ἐφόροις αὐτῶν. —ἀρέσκειν. — ** Τὸ προοίμιον εὐκτικόν. | |
O 32g | καλλίτριχι. —τῇ αὐτῶν ἀδελφῇ. | |
O 33g | τὴν πόλιν τοῦ Θήρωνος. —τιμῶν. —* διὰ τῶν τοῦ Θήρωνος ἐγκωμίων. | |
O 34g | τὸν ἐκ τῆς ἐν Ὀλυμπίᾳ νίκης αὐτῷ καταστάντα. | |
O 35g | ἐγείρας, ἀνυψώσας· —† διὰ τοῦ ὀρθῶ‐ σαι ἤγουν ἀνεγεῖραι. —τῶν ἀκαμάντους καὶ ταχεῖς πόδας ἐχόν‐ των. | |
O 36g | ἀπάνθισμα, καρπόν· τῆς γὰρ αὐτῶν νίκης ὁ ὕμνος καρπός. | |
O 31-6 | Tr. Ἀναχωρῶν εἰς θεοὺς Ἡρακλῆς τοῖς Διοσκούροις τὸν Ὀλυμπιακὸν ἀγῶνα ἐπέτρεψε τελεῖν. οὗτοι δὲ πρὸς τούτῳ καὶ ἑτέραν ἑορτὴν ἐξεῦρον, ἣν διὰ τὸ πρὸς πάντας τοὺς θεοὺς γίνεσθαι Θεοξένια ἐκάλουν, οἱονεὶ ξενίαν καὶ τράπεζαν τῶν | |
5 | θεῶν. θύοντι οὖν Θήρωνι καὶ ἑορτάζοντι τὰ Θεοξένια ἠγγέλθη, ὡς ἐν Ὀλυμπίᾳ οἱ αὐτοῦ ἵπποι ἐνίκησαν. διὰ τοῦτο οὖν ὁ ποιη‐ | |
τὴς εὔχεται τοῖς Διοσκούροις καὶ τῇ αὐτῶν ἀδελφῇ Ἑλένῃ ὡς καταστήσασι πρώτοις τὴν τῶν Θεοξενίων ἑορτήν. λέγει οὖν· γεραίρων καὶ τιμῶν τὴν κλεινὴν Ἀκράγαντα, ὀρθώσας καὶ ἐγεί‐ | 149 | |
10 | ρας καὶ ἀνυψώσας ὕμνον τοῦ Θήρωνος Ὀλυμπιονίκην καὶ ἐκ τῆς Ὀλυμπίας αὐτῷ καταστάντα, ἄωτον καὶ ἀπάνθισμα καὶ καρπὸν τῶν ἵππων αὐτοῦ τῶν ἀκαμαντοπόδων, εὔχομαι ἁδεῖν καὶ ἀρέ‐ σκειν τοῖς υἱοῖς τοῦ Τυνδάρεω Διοσκούροις, τοῖς φιλοξένοις καὶ τοῖς φιλοῦσι τοὺς ξένους, καὶ τῇ αὐτῶν ἀδελφῇ τῇ καλλιπλο‐ | |
15 | κάμῳ Ἑλένῃ. | |
O 37g | ἡ ποιητικὴ γνῶσις. —τὸ οὕτω διὰ τὸ ἁρμόσαι λέγει. —*† ἐπῆλθε. | |
O 38g | * ξένον καὶ παράδοξον· ἐπειδὴ τοιοῦτον καὶ τὸ εἰς Θήρωνα νῦν συμβάν, θύοντα Θεοξένια ἐν Ὀλυμπίᾳ διὰ τῶν ἵππων νικῆσαι. | |
O 39 | Pal. Τρεῖς ἁρμονίαι· Δωρία, Φρυγία, Λυδία. Tr. Δωρίῳ πεδίλῳ] ὥσπερ ὁ ποὺς τῷ πεδίλῳ ἁρμό‐ ζεται, οὕτω φησὶ καὶ τὸν ὕμνον τοῦ Θήρωνος ἁρμόσαι Δωρικῇ ἁρμονίᾳ. τρεῖς δὲ ἁρμονίαι· Δώριος, Λύδιος, Φρύγιος· ποικιλω‐ | |
5 | τέρα δὲ τῶν δύο ἡ Δώριος. | |
O 39g | Δωρικῇ. —τὸν ὕμνον τὸν πρὸς αὐτόν. —συνθεῖναι. —ἁρμονίᾳ. | |
O 310g | καλλίστην καὶ ἡδυτάτην. | |
O 37-10 | Germ. Οὕτω δὲ λογισθήσεται ἐμοί, ὅτι παρέστη ἡ Μοῦσα, ἐὰν τοῖς Τυνδαρίδαις ἀρέσω, εὑρόντι τρόπον νεοσίγαλον καὶ νεοποίκιλον, ὥστε ἐναρμόσαι φωνὴν ἀγλαόκωμον ἐν πεδίλῳ | |
Δωρίῳ. τοῦτό ἐστιν ἡ σύνταξις. | 150 | |
O 310g | ταῖς ἐν τοῖς ὤμοις θριξὶ τῶν ἵππων αὐτοῦ. | |
O 311g | ἐπιτεθέντες. —τοῦτο τὸ ἐπὶ πρὸς τὸ χαίταις συναπτέον. | |
O 312 | Germ. Ἐπεὶ οἱ στέφανοι οἱ ζευχθέντες μὲν καὶ πεσόν‐ τες ἐπὶ ταῖς τῶν ἵππων θριξὶν ἀπαιτοῦσιν ἐμὲ τοῦτο τὸ χρέος τὸ θεόδμητον. Germ. Θεόδματον] τουτέστι τὸ θεόκτιστον. | |
O 312g | ἀπαιτοῦσι. —ἄνωθεν ἐκ θεῶν νενομισμένον ὥσπερ ὀφειλὴν ἀποδίδοσθαι τοῖς νικῶσιν. | |
O 313g | κιθάραν. —ποικίλα μέλη ἔχουσαν. | |
O 314g | μέλος. —ποιητικὴν συνθήκην καὶ ῥυθμόν. | |
O 315g | ** οὗτος πατὴρ ἦν Θήρωνος ὁ Αἰνησίδαμος. | |
O 316g | τῷ Θήρωνι. —προσαγαγεῖν. —ἁρμοδίως. | |
O 312-16 | Germ. Ὁ νοῦς· ὥστε συμμίξαι τῷ παιδὶ τοῦ Αἰνεσιδάμου πρεπόντως τὴν φόρμιγγά τε τὴν ποικιλόγαρυν καὶ τὴν βοὴν τῶν αὐλῶν τὴν θέσιν τε τῶν ἐπέων, ἤγουν συμ‐ βαλεῖν αὐτῷ τῷ Θήρωνι τοῖς ὕμνοις. τὸ δὲ πράσσοντι ἀντὶ | |
5 | τοῦ ἀπαιτοῦντι· πράσσω γὰρ σημαίνει καὶ τὸ ἀπαιτῶ, ἐξ οὗ καὶ πράκτωρ· ἢ εἰσπράσσουσι, καὶ δι’ ἐμοῦ ἀντιπτωτικῶς. | |
O 317g | ὁ Ὀλυμπιακὸς ἀγὼν πράσσει ἀπὸ κοινοῦ. —* ὑμ‐ νεῖν. —τῆς Πίσης. | |
O 318g | ** θεόμοροι] συνίζησις. —ἐκ θεῶν μεμοιρασμένοι. —ἐπέρχονται. —εὐφημίαι· ἐκεῖ γὰρ νικῶντες ἄνθρωποι κτῶνται αὐτάς. | |
O 31-18 | M. Τυνδαρίδαις τε] τοῖς Διοσκούροις τε εὔχομαι ἀρέσκειν τοῖς φιλοξένοις καὶ τῇ Ἑλένῃ τῇ καλλιπλοκάμῳ τιμῶν (3) τὴν ἔνδοξον Ἀκράγαντα διὰ τοῦ ἀνεγεῖραι ὕμνον Ὀλυμπιονί‐ | |
κας ὑμνοῦντα, ἄωτον λέγω, ἤγουν κόσμον ἐξαίρετον τῶν ἵππων | 151 | |
5 | τοῦ Θήρωνος τῶν μὴ καμνόντων τοὺς πόδας ἐν τοῖς δρόμοις. ἐπίνοια δὲ (7) ἐγκωμίων μοι παρέστη, ἤγουν ἐπῆλθε τοῦτον τὸν τρόπον ἐξευρόντι, τουτέστιν ἐπινοήσαντι τρόπον νεοσίγαλον, ἤγουν καινοτέραν ἀγλαΐαν ἔχοντα, ᾆσμα λαμπρὰν συνιστῶν χορείαν ἐναρμόσαι Δωρίῳ ῥυθμῷ· ἐπεὶ (10) εἰσπράττονται μὲν | |
10 | ἐμέ, ἤγουν ἀπαιτοῦσιν οἱ στέφανοι οἱ ἐπὶ ταῖς χαίταις τῶν ἵππων ζευχθέντες, τουτέστι συνδεδεμένοι τεθέντες, τοῦτο τὸ χρέος τὸ θεόδμητον, ἤγουν τὸ ὑπὸ τῶν Μουσῶν κατασκευαζόμενον, λέγω φόρμιγγά τε ποικιλόφωνον καὶ (14) βοὴν αὐλὼν καὶ συν‐ θήκην ἐπῶν συμμίξαι πρεπόντως, ἤγουν συναρμόσαι, συμβαλεῖν | |
15 | ταῦτα ἀλλήλοις, χάριν τοῦ παιδὸς τοῦ Αἰνησιδάμου τοῦ Θήρωνος. καὶ ἡ Πίσα (17) δὲ εἰσπράττεταί με γεγωνεῖν, ἀντὶ τοῦ ὑμνεῖν, αὐτὴν δηλονότι, ἧς ἄπο, ἤγουν ἀφ’ ἧς, θεοδώρητοι, ὑπὸ θεῶν κεκληρωμένοι ἔρχονται πρὸς ἀνθρώπους ὕμνοι ἐπινίκιοι. θεοδώ‐ ρητοι δέ, ὅτι οἱ θεοὶ τὰς νίκας δωροῦνται, δι’ ἃς οἱ ὕμνοι. | |
O 319 | M. Ὧιτινι κραίνων] πληθυντικοῦ δύναμιν ἔχει τὸ ᾧτινι· διὸ πρὸς πληθυντικὸν ἀποδίδοται· καὶ πάντα ὅσα ἀορί‐ στως λέγεται, οὐκ ἀνοικείως ἔχει πρὸς πληθυντικὰ ἀποδίδο‐ σθαι· πάντα γὰρ πληθυντικῶν ἔχει δύναμιν. | |
O 319g | τελειῶν. —*† ἐντολάς. | |
O 320g | παλαιάς. | 152 |
O 321g | ἀληθής, ἀπροσωπόληπτος. —τῶν ἐκεῖσε ἀγωνιζομένων Ἑλλή‐ νων κριτής. | |
O 322 | Th. Ὄξυλός τις ἀνήρ, εἷς τῶν Αἰτωλῶν, ἡνίκα ἐπὶ τὴν Πελοπόννησον οἱ Ἡρακλεῖδαι ἠπείγοντο, καθηγήσατο αὐτοῖς τῆς ὁδοῦ, ἀντιδόσεως δὲ τρόπῳ τινὶ τὴν Ἠλείων ἡγεμονίαν παρ’ αὐτῶν λαμβάνει, παρ’ οὗ οἱ Ἠλεῖοι Αἰτωλοὶ ὠνομάσθησαν. διὰ | |
5 | τοῦτο οὖν Αἰτωλὸς ἀνὴρ ἤτοι Ἠλεῖος. ἀγνοοῦντες δέ τινες τὸ ἀνὴρ ἀντὶ τοῦ ὁ Ὄξυλος νοοῦσιν, ὅπερ ἄτοπον. οὗτος γὰρ ἦν ὁ καταρχὰς τιθεμένου τοῦ ἀγῶνος Ἑλλανοδίκης ὑφ’ Ἡρα‐ κλέους καταστάς· ὕστερον δὲ κατὰ διαδοχήν, ὃς ἂν ἐδόκει προὔ‐ χειν ἀληθείᾳ καὶ γνώμῃ δικαιοτάτῃ, εἰς τὴν ὑπηρεσίαν ταύτην | |
10 | ἐχειροτονεῖτο παρὰ τοῦ δήμου. | |
O 322g | Ἠλεῖος. | |
O 323g | περὶ ταῖς θριξὶ τῆς κεφαλῆς, αἳ ὑπεράνω τῶν βλεφάρων εἰσίν. —** περιθήσοι. | |
O 324g | ἐλαίαν. | |
O 319-24 | Germ. Ὧιτινι ὁ Αἰτωλὸς ἀνήρ, Ἑλλανοδίκας ἀτρεκής, κραίνων καὶ τελειῶν τὰς ἐφετμὰς καὶ τὰς ἐντολὰς τὰς προτέρας τοῦ Ἡρακλέους, περιβάλλῃ τὸν κόσμον τῆς ἐλαίας, τὸν γλαυκόχροα, ἀμφὶ ταῖς κόμαισιν, ὑψόθεν τῶν βλεφάρων. | |
5 | Th. Πρῶτον ἀνθρώπους πληθυντικῶς εἰπὼν εἰς ἑνικὸν ἀπέδωκε τὸ ᾧτινι· ᾧτινι ἀνθρώπῳ κραίνων καὶ τελειῶν τὰς προτέρας καὶ παλαιὰς ἐφετμὰς καὶ ἐντολὰς τοῦ Ἡρακλέους ἀνὴρ Αἰτωλὸς καὶ Ἠλεῖος, Ἑλλανοδίκης καὶ τῶν ἐκεῖσε ἀγωνιζομέ‐ νων Ἑλλήνων κριτὴς ἀτρεκὴς καὶ ἀληθὴς καὶ ἀπροσωπόληπτος, | 153 |
10 | βάλῃ καὶ τίθησι περὶ ταῖς κόμαις ὑψόθεν τῶν βλεφάρων κόσμον γλαυκόχροα ἐλαίας, ἤτοι στέφανον ἐξ ἐλαίας λευκῆς εἰς κόσμον καὶ τιμήν. δέον δὲ εἰπεῖν γλαυκόχροος πρὸς τὸ ἐλαίας, ἤτοι τῆς γλαυκὸν εἶδος ἐχούσης, γλαυκόχροα εἶπε πρὸς τὸ κόσμον. | |
15 | M. Ὧιτινι κραίνων] οὗτινος ἂν ὑψόθεν, ἀντὶ τοῦ ὑψοῦ, ἀνωτέρω τῶν βλεφάρων, ἐπὶ ταῖς κόμαις βάλῃ στέφανον ἀπὸ ἐλαίας ὑπόλευκον τὴν χρόαν, ἀπροσωπόληπτος Ἑλλανοδίκης, ἀνὴρ Αἰτωλός, ἀντὶ τοῦ Ἠλεῖος, πληρῶν τὰς ἐντολὰς τοῦ Ἡρα‐ κλέος τὰς προτέρας, ἀντὶ τοῦ τὰς ἀρχαίας, τουτέστιν ἃς τὴν | |
20 | ἀρχὴν ἐκεῖνος ἐνετείλατο. | |
O 325g | * οὗτος γὰρ ὁ ποταμὸς ἐν Ὑπερβορέοις ἔχει τὴν τοῦ ῥεύματος ἀρχήν. —* τῶν ὑπὸ ἐλαιῶν καὶ ἄλλων δένδρων σκιαζομένων. —ἐκόμισεν. | 154 |
O 326 | M. Κατὰ πλεονασμὸν τοῦ α γίνεται Ἀμφιτρυωνιάδας διὰ τὸ μέτρον. τὸ γὰρ ἀκόλουθον Ἀμφιτρυωνίδας ἐστίν. | |
O 326g | *† ὁ υἱὸς τοῦ Ἀμφιτρύωνος Ἡρακλῆς. | |
O 327g | ἐν‐ θύμησιν καὶ μαρτύριον. | |
O 328g | * τοὺς ἐκεῖσε ἄνδρας· —† ἤγουν τοὺς ἐκεῖ ἄνδρας. —* πείσας] ἐνταῦθα συναπτέον τὸ λόγῳ. | |
O 329g | ἐκεῖ γὰρ Ἀπόλλων ἐτιμᾶτο διὰ τὸ τοξικὸν εἶναι τὸ ἔθνος, ὥσπερ οὗτος. | |
O 330 | Germ. Ἔτει] ἢ τῷ ἔτει καὶ ἐν τῷ τότε χρόνῳ, ἢ τῷ ἔτει καὶ τῷ ἐνδιαιτήματι καὶ τῷ κατοικητηρίῳ. | |
O 330g | φιλικά. —τῷ δήμῳ· —* ἐνδιαιτήματι. —πάντας Ἕλληνας δεχομένῳ. | |
O 331 | Tr. Ἴσθι ὅτι πᾶν χωρίον τοῖς θεοῖς ἀφιερωμένον, κἂν ψιλὸν φυτῶν ᾖ, ἄλσος καλεῖται, ὡς Ὅμηρος (Il. Β 506)· Ὀγχηστόν θ’ ἱερόν, Ποσιδήιον ἀγλαὸν ἄλσος. οὐ γὰρ Ὀγχηστὸς δένδρεσι κομᾷ, ἀλλ’ ἱερός ἐστιν. | |
O 331g | ἱερῷ τεμένει. —σκιὰν ἀποτελοῦν τοῖς ἀγωνιζομέ‐ νοις. | |
O 332g | *† κοινόν. | |
O 324-32 | Th. Τὰν καὶ ἥντινα ἐλαίαν ὁ Ἀμφιτρυωνίδης καὶ ὁ υἱὸς τοῦ Ἀμφιτρύωνος Ἡρακλῆς πείσας ἐν λόγῳ τὸν δῆμον τῶν Ὑπερβορέων τὸν θεράποντα τοῦ Ἀπόλλωνος, ἤτοι τοὺς ἐκεῖ ὄντας ἄνδρας καὶ τὸν Ἀπόλλωνα τιμῶντας, πιστὰ φρονέων | 155 |
5 | αὐτοῖς, ἤτοι φίλος ὢν αὐτοῖς καὶ οὐ διὰ μάχης ἰών, ταύτην τὴν ἐλαίαν ἔνεικε καὶ ἐκόμισεν ἀπὸ τῶν σκιερῶν πηγῶν τοῦ Ἴστρου, κάλλιστον (27) μνῆμα καὶ ἐνθύμησιν καὶ μαρτύριον τῶν ἐν Ὀλυμ‐ πίᾳ ἀγώνων· ἐκ γὰρ τοῦ κοτίνου ὁ Ὀλυμπιονίκης δηλοῦται· καὶ φύτευμα σκιαρὸν τῷ πανδόκῳ καὶ πάντας δεχομένῳ τοὺς Ἕλλη‐ | |
10 | νας αἴτει καὶ ἐνδιαιτήματι, τῷ ἄλσει (31) τοῦ Διὸς ἤτοι τῷ τῷ Διῒ ἀφιερωμένῳ, λέγω δὴ τῷ ἐν Ὀλυμπίᾳ τόπῳ, καὶ ξυνὸν καὶ κοινὸν στέφανον ἀρετῶν τοῖς ἀνθρώποις, ἤγουν δι’ οὗ πάντες | |
οἱ νικῶντες στεφανοῦνται. ἄλσος δὲ οὐ μόνον ὁ κατάφυτος τόπος, ἀλλὰ καὶ ὁ τοῖς θεοῖς ἀνακείμενος καταχρηστικῶς· ἐπειδὴ | 156 | |
15 | καὶ πάντες οἱ κατάφυτοι χῶροι τοῖς θεοῖς ἀνετίθεντο. M. Ἥντινα, ἤγουν τὴν ἐλαίαν, ὁ Ἡρακλῆς ὁ υἱὸς τοῦ Ἀμ‐ φιτρύωνος ἤνεγκέ ποτε ἀπὸ τῶν πηγῶν τοῦ Ἴστρου τοῦ ποτα‐ μοῦ τῶν σκιερῶν, ἤγουν τῶν ὑπὸ δένδρων σκιαζομένων, ἤγουν τῶν βαθειῶν, μνημόσυνον (27) κάλλιστον ἐσομένην δηλονότι | |
20 | τῶν ἀγώνων τῶν ἐν Ὀλυμπίᾳ. ἤνεγκε δὲ αὐτὴν πείσας τὸν δῆμον τῶν Ὑπερβορέων, τουτέστι τὸν ἐν τοῖς Ὑπερβορέοις, ἔνθα ἦσαν αἱ ἐλαῖαι, τὸν θεράποντα τοῦ Ἀπόλλωνος. ὅστις, ἤγουν ὁ Ἡρακλῆς, πιστά, τουτέστι φιλικὰ φρονῶν αὐτοῖς, ᾔτησε χάριν τοῦ ἄλσους (31) τοῦ Διός, ἤγουν τοῦ ἀνατεθειμένου τόπου | |
25 | τῷ Διῒ τοῦ παντοδαποὺς ἀνθρώπους ὑποδεχομένου, φύτευμά τε σκιᾶς ποιητικὸν κοινὸν τοῖς ἀνθρώποις καὶ στέφανον τῆς ἀρετῆς τῶν νικώντων ἐν τῷ ἀγῶνι. φύτευμα δὲ λέγει καὶ στέφανον τὴν ἐλαίαν ὡς φυτευθησομένην καὶ εἰς στεφάνους συντελέσου‐ σαν, ταὐτὸ λέγων ὥσπερ εἰ ἔλεγεν· ᾔτησε τὴν ἐλαίαν χάριν τοῦ | |
30 | ἄλσους τοῦ Διός, ἵνα ποιήσῃ αὐτοῖς ἐν αὐτῷ φυτείαν σκιᾶς ποιητικὴν κοινὴν τοῖς ἀνθρώποις, καὶ χρήσηται αὐτῇ καὶ εἰς | |
στεφάνους τῆς ἀρετῆς τῶν νικώντων ἐν τῷ ἀγῶνι. | 157 | |
O 333 | Th. Τὸ αὐτῷ μὴ μόνον πρὸς τὸ ἁγισθέντων, ἀλλὰ καὶ πρὸς τὸ πατρὶ συναπτέον, ἵν’ ᾖ τῷ πατρὶ αὐτῷ καὶ αὐτοῦ. | |
O 333g | τότε. —τῷ Ἡρακλεῖ. | |
O 334g | αὐτοῦ, τῷ Διΐ. —τελε‐ σθέντων, θυσιασθέντων καὶ ἐναγίσματα λαβόντων. | |
O 335g | πο‐ ταπή; πανσέληνος· —† ἡ πανσέληνος· ἐν γὰρ τῇ ἑκκαιδεκάτῃ ὁ Ὀλυμπιακὸς τελεῖται. —χρυσὸν ἅρμα ἔχουσα. | |
O 336g | ἤτοι τὸ ἑαυτῆς φῶς. —ἀντέλαμψε. —σελήνη. | |
O 333-36 | Th. Ἡρακλῆς πρὸ τοῦ τὴν ἐλαίαν ἐξ Ὑπερβο‐ ρέων ἐνηνοχέναι μίαν Ὀλυμπιάδα τετέλεκεν· ἐτελεῖτο δὲ ἡ Ὀλυμπιακὴ πανήγυρις ἐν πανσελήνῳ. τόδε γάρ ἐστι λύσις τοῦ ἀντικειμένου. εἶπε γὰρ ἄν τις αὐτῷ· τίνος χάριν τὴν ἐλαίαν | |
5 | ἐκόμισεν; ἤδη γὰρ καὶ τότε τῶν βωμῶν τῷ πατρί, ἤτοι τῷ Διΐ, ἁγισθέντων καὶ τελεσθέντων καὶ ἐναγίσματα λαβόντων, αὐτῷ καὶ ὑπ’ αὐτοῦ τοῦ Ἡρακλέους ἡ χρυσάρματος μήνη καὶ σελήνη ἀντέφλεξε καὶ ἀντέλαμψεν ὅλον ὀφθαλμὸν τῆς ἑσπέρας, πο‐ ταπή; διχόμηνις καὶ πανσέληνος. ὅτε δέ ἐστιν ἡ σελήνη πανσέ‐ | |
10 | ληνος, δίχα κόπτει τὸν μῆνα· ἐν γὰρ τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦτο γίνεται. ὥσπερ δέ φαμεν, ἡ λαμπὰς ἐν νυκτὶ φῶς | |
ἀστράπτει, οὕτω καὶ τό· ἀντέφλεξεν ὅλον ὀφθαλμὸν τῆς ἑσπέ‐ ρας, τουτέστι διαφανῆ τὴν ἑσπέραν τῷ οἰκείῳ φωτὶ ἐποίησε. τὸ δὲ ὀφθαλμὸν λέγει, ἐπειδὴ τὸ τῆς σελήνης φῶς τοὺς ἐν νυκτὶ | 158 | |
15 | πορευομένους βλέπειν ποιεῖ καὶ ἀπροσκόπτως τὴν πορείαν ἐργάζεσθαι. μὴ λάβῃς δὲ πρὸς τὸ διχόμηνις τὸ οὖσα ἔξωθεν. δέον γὰρ διχομήνως εἰπεῖν, διχόμηνις εἶπε πρὸς τὸ μήνη. λέγεται δὲ μήνη, διότι τοὺς μῆνας αὕτη ἐργάζεται | |
O 337g | ἀληθῆ καὶ ἀπροσωπόληπτον. | |
O 338g | ἤγουν τὸ κατὰ πέντε χρόνους γίνεσθαι. —ὁμοῦ. | |
O 339 | Germ. Ζαθέοις] τοῖς ἄγαν θείοις. | |
O 339g | ἔταξεν ὁ Ἡρακλῆς. —τοῖς θείοις ἢ τοῖς θαυμα‐ στοῖς διὰ τοὺς ἀγῶνας. —*† Ἀλφειοῦ γὰρ κρημνοὶ ὁ τῶν Ὀλυμπίων τόπος. | |
O 333-39 | M. Ἤδη γὰρ αὐτῷ] ἤδη γὰρ ὑπ’ αὐτοῦ, ἤγουν τοῦ Ἡρακλέος, τοῦ βωμοῦ μὲν τοῦ πατρὸς αὐτοῦ τοῦ Διὸς ἁγι‐ σθέντος, τουτέστι δι’ ἐναγισμάτων σεβασθέντος, ἡ πανσέληνος σελήνη ἡ χρυσάρματος ὁλόκληρον τὸν ἑαυτῆς ὀφθαλμὸν ἀντέ‐ | |
5 | φλεξεν ἐπὶ τῆς ἑσπέρας, ἀντὶ τοῦ δεδυκότος τοῦ ἡλίου αὐτὴ | |
τὸν ἑαυτῆς ὀφθαλμὸν λαμπρῶς ἀντέθηκε. λέγεται δὲ ὁ λόγος ἀντιστρόφως ἀντὶ τοῦ, ἤδη γὰρ τῆς πανσελήνου σελήνης τῆς χρυσαρμάτου ὁλόκληρον τὸν ἑαυτῆς ὀφθαλμὸν ἀντιφλεξάσης ἐπὶ τῆς ἑσπέρας, ὁ βωμὸς μὲν τοῦ πατρὸς αὐτοῦ, τουτέστι τοῦ | 159 | |
10 | Ἡρακλέος, δι’ ἐναγισμάτων ὑπ’ αὐτοῦ ἐτιμήθη· μετὰ γὰρ τὴν πανσέληνον αἱ θυσίαι ἐπὶ τῷ βωμῷ, φασίν, ἐτελοῦντο. καὶ με‐ γάλων ἀγώνων ἁγνὴν κρίσιν, ἤγουν ἀδωροδόκητον ἀπροσωπό‐ ληπτον, καὶ πενταετηρίδα ἅμα κατέστησεν, αὐτὸς δηλονότι ὁ Ἡρακλῆς, ἐπὶ τοῖς κρημνοῖς τοῦ Ἀλφειοῦ ποταμοῦ τοῖς ἄγαν | |
15 | θείοις. | |
O 340g | τοῦτο τὸ ἀλλὰ πρὸς τὸ μὲν ἔχει τὴν δύναμιν. — θάλλοντα εἶχε. | |
O 341g | ** ὁ τόπος. —δρόμοις. —τοῦ πλησίον τοῦ Κρονίου λόφου κειμένου. | |
O 342g | *† τῶν δένδρων. | |
O 343 | Th. Ἀπορήσειεν ἄν τις ἐνταῦθα, πῶς τὸ κῆπος λέγει μὴ ὄντων δένδρων· καί φαμεν, ὥσπερ ἄνω εἰρήκει τὸν αὐτὸν τοῦτον τόπον ἄλσος, οὕτω καὶ τοῦτο· ἢ τοῦτον λέγει Πίνδαρος ὡς πρὸς τὸν καιρὸν αὑτοῦ. ἢ ἐπειδὴ κᾶπος καὶ τὸ πνεῦμα καὶ ἡ | |
5 | φάτνη λέγεται· ἔτρεχον δὲ ἐν τούτῳ τῷ τόπῳ οἱ ἵπποι κᾶπος ἀποτελοῦντες ἐκ τῶν μυκτήρων· λόγον ἂν ἔχοι λέγειν καὶ τὸν τόπον κᾶπος ἀπὸ τοῦ ἐν αὐτῷ συμβαίνοντος. κρεῖττον δέ ἐστι τὸ πρῶτον. | |
O 343g | * ταχείαις· —† ταχείαις, σφοδραῖς. | |
O 344g | ὑπο‐ κεῖσθαι καὶ δουλεύειν ὡς καὶ βλάβην ἐντεῦθεν τοῖς τῶν ἀγωνι‐ ζομένων ἐγγίνεσθαι σώμασιν. | 160 |
O 342-44 | Germ Ἔδοξεν αὐτῷ ὁ κῆπος τούτων ὑπάρχων γυμνὸς ὑπακουέμεν καὶ ὑποτάσσεσθαι καὶ καταλάμπεσθαι ταῖς ὀξείαις αὐγαῖς τοῦ ἡλίου. | |
O 345g | οὖν. —** γῆν. —ἔρχεσθαι. —ἐκίνει. | |
O 346g | τὴν ἐν τῷ Ἴστρῳ. —** Ἰστριανὴν γράφε διὰ τὸ μέτρον, ἵν’ οἰκεῖον ᾖ τὸ κῶλον τῷ τῶν ἑτέρων ἐπῳδῶν. —* τὸν Ἡρακλέα. —ἐν τῷ Ἴστρῳ ἤτοι ἐν Ὑπερβορέοις. | |
O 347g | ἡ ἱππικὴ Ἄρτεμις. * ἐν‐ ταῦθα γὰρ ναὸς αὐτῆς, οὗ καὶ Ἰφιγένεια ὑπ’ αὐτῆς ἁρπαγεῖσα κεκόμισται. | |
O 348g | ** ἐδεξιώσατο αὐτόν. —ἐξοχῶν καὶ κρημνῶν. | |
O 349g | πολυστρόφων καὶ κοίλων. * οἰκείως δὲ ἔχει τὸ μυχῶν πρὸς τὸ δειρῶν· ἔνθα γὰρ ὄρη, καὶ φάραγγες καὶ κρημνοί. | |
O 350 | Th. Εἰκότως εἶπε τὸ ἀγγελίαις· διὰ γὰρ μηνύματος ἐπέταττεν αὐτῷ τοὺς ἄθλους τελεῖν· ἐδεδίει γὰρ αὐτὸν αὐτο‐ προσώπως θεᾶσθαι. | |
O 350g | *† ὁπηνίκα. —*† αὐτὸν τὸν Ἡρακλέα. —ἐν μηνύμασι· ** δι’ ἀγγέλων γὰρ αὐτῷ προσέταττεν. | |
O 351 | Th. Ὅτε Ἀλκμήνη τοῦτον ἐνεκυμόνει καὶ ἡ Εὐρυσθέως μήτηρ τὸν Εὐρυσθέα, φασὶ τὴν Ἥραν φθονοῦσαν Ἀλκμήνῃ διὰ τὰς τοῦ Διὸς σποράς, ἐλθοῦσαν πρὸς Δία αἰτῆσαι αὐτὸν παρα‐ σκευάσαι τὸν πρῶτον τεχθήσεσθαι μέλλοντα κύριον ἔσεσθαι | 161 |
5 | τοῦ ὕστερον. κατανεύσαντος οὖν τοῦ Διὸς Ἥραν ἐν τάχει ποι‐ ῆσαι τὴν Εὐρυσθέως γονήν. λέγει οὖν τὴν τοῦ Διὸς πρὸς Ἥραν κατάνευσιν ἀνάγκην. ὕστερον δὲ Ἡρακλῆς ὑπὸ Ἥρας μανεὶς ἐλθὼν εἰς Ἀπόλλωνα καὶ χρώμενος αὐτῷ περὶ τῆς νόσου, ἤκουσε παρ’ αὐτοῦ μὴ ἂν πεπαῦσθαι τῆς νόσου, εἰ μὴ | |
10 | προσελθόντα τῷ Εὐρυσθεῖ ποιεῖν, ὅσα ἂν ἐκεῖνος κελεύῃ. Ταϋ‐ γέτα δὲ ἡ Ἄτλαντος θυγάτηρ ὑπὸ Διὸς ἐρασθεῖσα μετεβλήθη εἰς ἔλαφον ὑπ’ Ἀρτέμιδος καὶ οὕτω τὸν γάμον ἐξέφυγεν, ὕστε‐ ρον δὲ ὑπ’ αὐτῆς πάλιν ἐπανῆλθεν εἰς ἄνθρωπον. τούτων οὖν ἀμειβομένη τῇ Ἀρτέμιδι ἔλαφον ἀνατίθησιν αὐτῇ χρυσῷ κεκο‐ | |
15 | σμημένην τὰ κέρατα, ἐν οἷς ἐπέγραφε· Ταϋγέτα ταύτην ἀφιεροῖ | |
Ἀρτέμιδι· ἣν ἀγαγεῖν ὑπ’ Εὐρυσθέως Ἡρακλῆς ἐπετάχθη· ὅθεν διώκων αὐτὴν μέχρις Ὑπερβορέων ἀφῖκτο, ἀφ’ οὗ τὴν ἐλαίαν εἰς Ὀλυμπίαν ἤγαγε. τὸ δὲ ἀντιθεῖσα (54) ἢ ἀνατιθεῖσα κατὰ συγκοπήν, ἢ ἀνθ’ ἑαυτῆς θεῖσα. | 162 | |
O 351g | ** Εὐρυσθέος] διὰ τὸ μέτρον τὸ κοινὸν ἐτέθη. — ηὐτρέπιζεν. —ἡ ἀπὸ τοῦ Διός. | |
O 352g | ** χρυσὰ κέρατα ἔχου‐ σαν. —** κομίσοντα. | |
O 353g | ἔλαφον. —ἡ θυγάτηρ Ἄτλαντος. | |
O 354 | Tr. Ὀρθωσία ἡ Ἄρτεμις παρὰ τὸ Ὀρθώσιον, ὅπερ ἐστὶν ὄρος Ἀρκαδικόν. ἔστι δὲ καὶ Ὄρθιον ὄρος Ἀρκαδίας, ἀφ’ οὗ καὶ ἡ θεὸς Ὀρθὶς καὶ Ὀρθωσία καλεῖται. ἢ ἡ ὀρθοῦσα τὰς γυναῖκας καὶ εἰς σωτηρίαν ἐκ τῶν τοκετῶν ἄγουσα. | |
O 354g | * τῇ ἐν Ὀρθωσίῳ ὄρει Ἀρκαδίας τιμωμένῃ Ἀρτέ‐ μιδι· ἢ τῇ ὀρθούσῃ τὰς γυναῖκας ἐν τῷ τοκετῷ· ἔφορος γὰρ λοχείας· —** τῇ Ἀρτέμιδι δηλονότι. —** αὐτὴν δηλονότι. | |
O 342-54 | M. Τούτων, ἤγουν τῶν δένδρων, γυμνὸς ὢν ὁ κῆπος, τουτέστιν ὁ μετέωρος τόπος καὶ ὑπὸ τῶν ἀνέμων κατα‐ πνεόμενος, ἔδοξεν αὐτῷ, τῷ Ἡρακλεῖ δηλονότι, ὑπακούειν ταῖς ὀξείαις αὐγαῖς τοῦ ἡλίου, ἀντὶ τοῦ εἰς πεῖραν ἔρχεσθαι τῶν | |
5 | σφοδρῶν ἀκτίνων τοῦ ἡλίου. τότε δὴ (45) ἐφρόντιζεν ἡ ψυχὴ αὐτοῦ, περιφραστικῶς ἀντὶ τοῦ αὐτός, πορεύεσθαι εἰς τὴν γῆν | |
τὴν περὶ τὸν Ἴστρον τὸν ποταμόν. ἔνθα (46) ἡ θυγάτηρ τῆς Λητοῦς ἡ Ἄρτεμις ἡ ἱπποσόα, τουτέστιν ἡ τοὺς ἵππους σοβοῦσα, ἤγουν διεγείρουσα εἰς δρόμον, ἤτοι ἡ ἱππική, ἐδεξιώσατο (48) | 163 | |
10 | αὐτὸν ἐλθόντα ἀπὸ τῶν ἐξοχῶν καὶ τῶν μυχῶν, ἤγουν τῶν κατα‐ δύσεων τῶν πολυστρόφων τῆς Ἀρκαδίας, ὁπηνίκα (50) ἀνάγκη ἀπὸ τοῦ πατρὸς αὐτοῦ τοῦ Διὸς παρεσκεύαζεν αὐτὸν διὰ τῶν προσταγμάτων τοῦ Εὐρυσθέως τῶν δι’ ἀγγέλων αὐτῷ προσταττο‐ μένων· δι’ ἀγγέλων γάρ, φασί, προσέταττεν αὐτῷ ὁ Εὐρυσθεύς, | |
15 | ἃ προσέταττε· τὴν ἔλαφον (52) τὴν θήλειαν, τὴν χρυσόκερων ἄξοντα, ἣν ἡ Ταϋγέτη ἡ τοῦ Ἄτλαντος θυγάτηρ ἀνατιθεῖσα Ἀρτέμιδι τῇ Ὀρθωσίᾳ ἐπέγραψεν ἱεράν, αὐτῆς δηλονότι. | |
O 355g | τὴν ἔλαφον. —ζητῶν· ** διώκων. —** ἴδε] διὰ τὸ μέτρον. —τὴν ἐν Ὑπερβορέοις. | |
O 356g | ** πνοαῖς. —ἀνω‐ τάτω. | |
O 357g | * ψυχροῦ] σύναπτε τοῦτο πρὸς τὸ πνοαῖς. — τότε. —τὰς ἐκεῖ ἐλαίας. —*† ἐθαύμαζε. —ἐκεῖ. | |
O 358g | τῶν δένδρων. —*† αὐτόν. —ἐπιθυμία. | |
O 359 | Tr. Δωδεκάγναμπτον] τὸ ιβʹ γναμπτοὺς ἔχον, ἐπειδὴ καὶ ιβʹ δρόμους ἐποίει τὸ τέλειον ἅρμα τῶν ἵππων, τὸ δὲ πωλικὸν ηʹ. | |
O 359g | * τὸ ιβʹ καμπτοὺς ἔχον· ἐπειδὴ καὶ ιβʹ δρόμους ἐποίει τὸ τέλειον ἅρμα. | |
O 361g | τὴν τῶν Θεοξενίων. | |
O 362g | *† εὐμενής. —*† ἰσοθέοις. —*† ἔρχεται. | |
O 363g | βαθυ‐ κόλπου. —διπλοῖς. —Κάστορι καὶ Πολυδεύκει. | 164 |
O 364g | τούτοις. —ἰών] * εἰς· —ἀπερχόμενος· ἡ δὲ ἱστορία ἐν ἀρχῇ τοῦ ἐπινικίου ἐρρέθη· —† ἀπερχόμενος εἰς Ὄλυμπον. | |
O 365g | † θαυ‐ μαστόν. —τὸν Ὀλυμπιακόν. —διεξάγειν. | |
O 366g | ταχείας. | |
O 367 | ἁρμάτων δρόμου. | |
O 355-67 | M. Ταύτην διώκων εἶδε καὶ ἐκείνην τὴν γῆν τὴν τὰς ἐλαίας ἔχουσαν, ὄπισθεν τῶν πνοῶν (56) τοῦ Βορέου τοῦ ψυχροῦ, ἤγουν κατὰ τὰ Ὑπερβόρεα μέρη· ὅπου σταθεὶς ἐθαύ‐ μαζε τὰ δένδρα, ὧν γλυκὺς ἔρως ἔλαβεν αὐτόν, ὥστε φυτεῦσαι | |
5 | ἀπ’ αὐτῶν δηλονότι, περὶ τὸ τέρμα τοῦ δρόμου τῶν ἵππων τὸ δωδεκάγναμπτον (59), ἤγουν ὃ δωδεκάκις οἱ ἀγωνιζόμενοι τεθρίπποις περιήρχοντο. καὶ δὴ (61) εἰς ταύτην τὴν ἑορτήν, ἤγουν εἰς τὰ Θεοξένια, εὐμενὴς ἔρχεται ὁ Ἡρακλῆς σὺν τοῖς δυσὶ παισὶ τῆς Λήδας τῆς βαθυζώνου, ἤγουν τῆς πολυτελεῖ ζώνῃ | |
10 | ποτὲ χρωμένης, ἤγουν τῆς πλουσίας· καθὸ λέγεται καὶ βαθὺς πλοῦτος ὁ πολὺς ἀπὸ μεταφορᾶς τῆς βαθείας ὕλης ἤτοι δασείας· τοῖς ἀντιθέοις (62), ἤγουν τοῖς ἰσοθέοις, τουτέστι τοῖς Διοσκού‐ ροις. τούτοις γὰρ ἐπέτραπεν, ἤγουν ἐπὶ τῇ ἐξουσίᾳ γὰρ τούτων ἔδωκεν εἰς τὸν οὐρανὸν αὐτὸς ἀπερχόμενος, νέμειν, ἤγουν | |
15 | διοικεῖν τὸν θαυμαστὸν ἀγῶνα, περί τε τῆς ἀρετῆς, ἤγουν τῆς δυνάμεως, τῆς ἐμπειρίας τῶν ἀνδρῶν, καὶ τῆς διφρηλασίας, ἤγουν τῆς σπουδαίας κινήσεως τῶν δίφρων, τῆς ῥιμφαρμάτου, τουτέστι δι’ ἧς ἡ ταχυτὴς τῶν ἁρμάτων δείκνυται. | 165 |
O 367g | οὖν. —* που. | |
O 368 | Th. Ἐμμενίδαι φατρία Θήρωνος ἐν Σικελίᾳ. Τηλέμα‐ χος γάρ τις καταλύσας τὴν Φαλάριδος τυραννίδα ἐν Ἀκράγαντι, τὴν βασιλείαν ἐκτήσατο· οὗ παῖς γίνεται Αἰνησίδαμος ὁ Θήρω‐ νος πατήρ. | |
O 368g | εἰς τοῦτο. —εἰπεῖν. —τοῖς προγόνοις τοῦ Θήρω‐ νος. | |
O 369g | ** καί. | |
O 370g | δόξαν. —τῶν καλοὺς ἵππους ἐχόν‐ των. | |
O 371g | Κάστορος καὶ Πολυδεύκους. —τῶν ἄλλων· — †πάνυ πλείοσι τῶν ἄλλων ἀνθρώπων. | |
O 372g | * φιλοφροσύναις· —** φιλοφρονητικαῖς. —τοὺς Διοσκούρους. —ἔρχονται. — ἃς ἐν ταῖς πανηγύρεσιν αὐτῶν ποιοῦσιν. | |
O 373g | τηροῦντες. | |
O 374g | ** θεῶν. —*† ἑορτάς. | |
O 371-74 | Th. Ὅτι ἐπ’ αὐτοὺς τοὺς Διοσκούρους οἱ πρόγονοι τοῦ Θήρωνος καὶ αὐτὸς ὁ Θήρων οἴχονται καὶ πορεύονται ἐν πλείσταις ἀνθρώπων ξενίαις τραπέζαις, τουτέστιν ὡς οὐδένες ἀνθρώπων θυσίαις καὶ πανηγύρεσιν αὐτοὺς τιμῶσι, φυλάσσον‐ | |
5 | τες καὶ τηροῦντες τὰς τελετὰς καὶ τὰς ἑορτὰς τῶν μακάρων ἐν εὐσεβεῖ γνώμᾳ, τουτέστιν εὐσεβεῖς ὄντες καὶ περὶ τὰς τῶν | |
θεῶν τιμὰς ἀσχολούμενοι. | 166 | |
O 367-74 | M. Ἐμὲ δ’ οὖν ἡ ψυχὴ διεγείρει εἰπεῖν, δόξαν ἐλθεῖν τοῖς Ἐμμενίδαις, ἤγουν τῇ φατρίᾳ τοῦ Θήρωνος, τουτέστι τοῖς Ἀκραγαντίνοις καὶ τῷ Θήρωνι, τῶν Τυνδαριδῶν, ἤγουν τῶν Διοσκούρων τῶν εὐίππων, τουτέστι τῶν ἐπὶ καλῶν ἵππων ὀχου‐ | |
5 | μένων, διδόντων αὐτὴν δηλονότι, διότι (71) αὐτοὺς ἐπέρχονται, ἤγουν δεξιοῦνται, διὰ τραπεζῶν ξενοδοχικῶν πάνυ πλειόνων τῶν ἄλλων ἀνθρώπων, ἀντὶ τοῦ τῶν τραπεζῶν, ἃς οἱ ἄλλοι ποιοῦσιν ἄνθρωποι. ἢ οὕτω· διότι αὐτοὺς δεξιοῦνται διὰ πλεί‐ στων τραπεζῶν πρὸς ἀνθρώπους ξενοδοχικῶν, κατὰ εὐσεβῆ | |
10 | προαίρεσιν φυλάσσοντες, ἤγουν τηροῦντες, τιμῶντες τὰς ἑορτὰς τῶν θεῶν. | |
O 375g | κρεῖττον τῶν ἄλλων στοιχείων ἐστί. —τῶν ἄλλων κτημάτων. | |
O 376g | ἐντιμότατον. | |
O 377 | Th. Τὸ δε οὐκ ἔστιν ἐνταῦθα ἀργόν, ἀλλ’ Ἀττικόν· καὶ γὰρ καὶ ἐν ἀποδόσει τῶν παραβολῶν τιθέαμεν. λέγομεν γάρ· ὥσπερ ὁ δεῖνα κακός, οὕτω δὲ καὶ ὁ δεῖνα. | |
O 377g | * πρὸς τὸ ἀκρότατον· | |
O 378g | ταῖς αὐτοῦ. —ἐρχό‐ μενος. | |
O 379 | Germ. Οἴκοθεν] ἀντὶ τοῦ τῶν ἐκπονημάτων οἰκείων, οὐ τῶν ἐκπάτροθεν καὶ προγονικῶν. Th. Ἡρακλέος στηλᾶν] ἃς ἐν Γαδείροις ἔστησεν, | |
ὅτε πρὸς ζήτησιν τῶν Γηρυόνου βοῶν ἀφῖκτο. ὅτι δὲ οὐκ | 167 | |
5 | ἔστι τούτων ἐπέκεινα ἐλθεῖν, ἡ παροιμία δηλοῖ· τὸ πέρα Γαδεί‐ ρων οὐ περατόν. | |
O 379g | ἀφ’ ἑτέρου καὶ οὐκ ἀπὸ τύχης πατέρων, ὡς ἕτεροι. —* τὸ ἐπέκεινα τῶν στηλῶν. | |
O 380g | ἤτοι ἄγνωστον καὶ ἀκατά‐ ληπτον. | |
O 381 | Germ. Κεινὸς εἴην] γράφεται καὶ κεῖνος ἀντὶ τοῦ ἐκεῖνος εἴην διώκων ὁ τῶν δυνατῶν ἐφιέμενος καὶ μὴ ἀδυ‐ νάτων. | |
O 381g | * αὐτὸ τὸ ἐπέκεινα. —*† μάταιος, εἰ τοῦτο ζη‐ τοίην. —** ἄν· | |
O 377-81 | Th. Ὃ λέγει τοιοῦτόν ἐστιν, ὅτι ὥσπερ τῶν Ἡρα‐ κλείων στηλῶν οὐκ ἔστιν ἐπέκεινά τι, οὕτω καὶ Θήρων εἰς τὸ ἀκρότατον τοῦ θαύματος ἰὼν οὐκ ἂν ἔχοι ποῤῥωτέρω ἐλθεῖν· πάντες γὰρ καὶ σοφοὶ καὶ ἄσοφοι μὴ εἶναι ταύτης ἔτι μείζω | |
5 | εὐδαιμονίαν εἴποιεν, ὥστε καὶ αὐτός, εἰ πλέον τι ζητοίην πρὸς τὸν αὐτοῦ ἔπαινον, μάταιος ἂν εἴην. | |
O 375-81 | M. Εἰ δὲ ἄριστον μέν ἐστι τὸ ὕδωρ τῶν ἄλλων | |
δηλονότι στοιχείων, τῶν κτημάτων δὲ ὁ χρυσός ἐστιν αἰδοιέστα‐ τον, κτῆμα δηλονότι, ἤγουν τιμιώτατον· τὸ γὰρ πλεῖστα αἰδοῦς ἄξιον τιμιώτατον πάντως· νῦν γε (77) ὁ Θήρων πρὸς τὴν ἐσχα‐ | 168 | |
5 | τιάν, ἤγουν τὸ ἀκρότατον καταλαμβάνων, ἅπτεται ταῖς οἴκοθεν ἀρεταῖς, (79) τουτέστι ταῖς γνησίας, ταῖς οἰκείαις τῷ γένει αὐτοῦ, τῶν στηλῶν τοῦ Ἡρακλέος. τοῦτο δέ φησιν, ἐπειδὴ ἐνί‐ κησε τὰ Ὀλύμπια, τὸν κράτιστον ἀγῶνα τῶν ἄλλων. τὸ πόρσω δέ, τουτέστι τὸ πόῤῥω, ἀντὶ τοῦ τὸ περαιτέρω, ἄβατόν ἐστι καὶ | |
10 | ὑπὸ τῶν σοφῶν καὶ ὑπὸ τῶν ἀσόφων. οὐ μὴν διώξω, ἤγουν ζητήσω, τουτέστιν ὅσον τὸ κατ’ ἐμὲ οὐκ ἂν ἐδίωξα. κενός, ἤγουν μάταιος εἴην, εἰ ἐζήτησα, τοῦτο δηλονότι. § ἄβατον τὸ μὴ πρέπον πατηθῆναι, καὶ ὃ οὐ διῆλθέ τις, καὶ ὃ οὐ δύναταί τις διελθεῖν, ἤγουν τὸ ἀδιεξίτητον· ἐνταῦθα κατὰ τὸ τρίτον λέγεται | |
15 | σημαινόμενον. | 169 |
O 4t | Ἐπίνικοι Ὀλυμπιονίκαις. Ψαύμιδι Καμαριναίῳ ἀπήνῃ. Ὠιδὴ δʹ. [Δημητρίου Τρικλινίου] περὶ τῶν κώλων τῆς στροφῆς καὶ ἀντιστροφῆς τοῦ | |
5 | δʹ εἴδους. ἔστι δὲ τὸ ᾆσμα στροφῆς μιᾶς. Παλαιόν. | |
O 4prae 1 | Τοῦ δʹ εἴδους ἡ στροφὴ καὶ ἀντιστροφὴ κώλων ἑκά‐ στη ιεʹ. Τὸ αʹ προσοδιακὸν ἀνακλώμενον δίμετρον ὑπερκα‐ τάληκτον. ἀνακλώμενον δὲ καλεῖται τὸ μέτρον, ὅτι πολλάκις ὁ λείπων χρόνος ἔν τινι βάσει ἀνακλᾶται εἰς ἄλλην βάσιν. παίων | |
5 | γάρ ἐστι γʹ ὁ αʹ ποὺς ἀντὶ Ἰωνικοῦ τοῦ ἀπ’ ἐλάσσονος, καὶ ὁ λείπων χρόνος ἀνεκλάσθη εἰς τελευταίαν τοῦ κώλου συλλαβήν. Τὸ βʹ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. Τὸ γʹ ἰθυφαλλικόν, ἤτοι τροχαϊκὸν δίμετρον βραχυκατάληκτον. τοῦτο δὲ καὶ ἡμιό‐ λιον λέγεται, ὡς ἔχον τὴν συζυγίαν τῶν ποδῶν καὶ τὸ ἥμισυ | |
10 | ταύτης. ἡ τελευταία ἀδιάφορος. Τὸ δʹ Ἰωνικὸν τρίμετρον βρα‐ χυκατάληκτον ἀπὸ μείζονος, ἡ αʹ δὲ μακρὰ τοῦ Ἰωνικοῦ διαλύ‐ εται εἰς βʹ βραχείας, καὶ γίνεται ὁ ποὺς πεντασύλλαβος. τοῦτο καὶ ἀναπαιστικόν ἐστιν, ὡς ἐμοὶ δοκεῖ, δίμετρον ἀκατάληκτον. Τὸ εʹ Ἰωνικὸν δίμετρον ἀκατάληκτον, τῶν ἀρχουσῶν οὐσῶν | 170 |
15 | ἀδιαφόρων, ὡς ἐν τῷ αʹ Ἰωνικῷ ἀρχομένου ἰάμβου καὶ γι‐ νομένου βʹ παίωνος, ὃ καὶ Ἡφαιστίων παρατηρεῖ· πολλάκις γάρ, φησίν, ἀπὸ βραχείας ὁ μείζων Ἰωνικὸς ἄρχεται τοῖς μετρικοῖς, ὁ δὲ βʹ ἀπὸ τροχαίου, ὃς οἰκεῖός ἐστι τοῖς Ἰωνικοῖς. τοῦτο καὶ ἰαμβικόν ἐστιν ἑφθημιμερὲς ἐκ βʹ ἀναπαίστου. | |
20 | Τὸ ϛʹ Ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον βραχυκατάληκτον. Τὸ ζʹ λογαοιδικόν. ἐξ ἀναπαίστων δὲ ἢ δακτύλων σύγκειται τοῦτο τὸ μέτρον, ἐνταῦθα δὲ ἐκ σπονδείων, πλὴν τῆς τελευταίας· οἰκεῖοι δὲ καὶ οἱ σπονδεῖοι ἀναπαίστοις. Τὸ ηʹ Φερεκρά‐ τειον ἀντισπαστικόν. ἔστι δ’ ὅτε ἐκ σπονδείου ἄρχεται ὁ αʹ | |
25 | ἀντίσπαστος. πολλάκις δὲ καὶ διτρόχαιος γίνεται. ἐνδέει δὲ συλλαβῆς πρὸς τὸ τέλειον Φερεκράτειον εἶναι. δίμετρον γάρ ἐστι βραχυκατάληκτον καὶ ἡμιόλιον. Τὸ θʹ ἰαμβικὸν ἑφθη‐ μιμερές. Τὸ ιʹ ἐπιωνικὸν τρίμετρον βραχυκατάληκτον· τῆς γὰρ αʹ συζυγίας οὔσης ἰαμβικῆς ἡ βʹ ἐστὶ τροχαϊκή. διὰ τοῦτο | |
30 | ἐπιωνικὸν ὀνομάζεται. Τὸ ιαʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον, τοῦ βʹ ποδὸς δακτύλου, τοῦ δʹ δὲ χορείου. διελύθη γὰρ ὁ τροχαῖος εἰς τρίβραχυν. Τὸ ιβʹ Ἰωνικὸν ἐξ ἐλάσσονος καὶ μείζονος ἢ διτροχαίου δίμετρον ὑπερκατάληκτον. Τὸ ιγʹ Ἰω‐ νικὸν ἀπὸ μείζονος ἡμιόλιον, ἤτοι δίμετρον βραχυκατάληκτον. | |
35 | τοῦτο καὶ ἀναπαιστικόν ἐστι πενθημιμερές. Τὸ ιδʹ Ἰωνικὸν ἐκ παίωνος βʹ. ἡ κατακλεὶς τροχαῖος. Τὸ ιεʹ ἰαμβικὸν πενθη‐ μιμερές· ἑξῆς δὲ ἐπὶ τῷ τέλει τῶν στροφῶν καὶ ἀντιστρο‐ φῶν παράγραφος. Περὶ τῶν κώλων τῶν ἐπῳδῶν. | 171 |
40 | Ἡ ἐπῳδὸς κώλων ιβʹ. Τὸ αʹ Ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον· Τὸ βʹ χοριαμβικὸν δίμετρον καταληκτικόν· ἡ κα‐ τακλεὶς ἴαμβος, ὡς συγγενής. Τὸ γʹ ἰαμβικὸν δίμετρον ἀκατά‐ ληκτον. Τὸ δʹ προσοδιακὸν ἐξ Ἰωνικοῦ ἀπὸ μείζονος καὶ χορι‐ άμβου καὶ συλλαβῆς, ἤτοι δίμετρον ὑπερκατάληκτον. Τὸ εʹ | |
45 | ἐπιχοριαμβικὸν δίμετρον ὑπερκατάληκτον ἀπὸ τροχαίων ἀρχό‐ μενον. ὁ αʹ δὲ τροχαῖός ἐστι τρίβραχυς. Τὸ ϛʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον· ὁ βʹ τρίβραχυς. Τὸ ζʹ δακτυλικὸν τρίμετρον καταληκτικόν· κατὰ μονοποδίαν γὰρ μετρεῖται τὰ τοιαῦτα. μετρεῖται δὲ ὡς προσοδιακόν, τοῦ αʹ χοριάμβου. Τὸ ηʹ περιοδι‐ | |
O 4prae 1(50) | κόν, διπλοῦς ἴαμβος καὶ διπλοῦς τροχαῖος, ὡς ἐν τῷ αʹ κώλῳ εἴρηται τῆς στροφῆς τοῦ βʹ εἴδους. Τὸ θʹ τροχαϊκὸν δίμετρον καταληκτικόν, ἤτοι ἑφθημιμερὲς ἰάμβου ἀρχομένου. δέχεται δὲ καὶ ἴαμβον τὸ τοιοῦτον μέτρον. οἱ δὲ λέγοντες τοῦτο περιοδικὸν οὐ καλῶς λέγουσι. Τὸ ιʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον, | |
55 | τοῦ γʹ ποδὸς ἀναπαίστου. Τὸ ιαʹ τροχαϊκὸν δίμετρον ἀκατάλη‐ κτον, λυομένου τοῦ αʹ ποδός, τοῦ δὲ δʹ ἰάμβου· ὡς δὲ ἐμοὶ δοκεῖ, προσοδιακόν ἐστι δίμετρον ἀκατάληκτον, ἐκ διτροχαίου διαλε‐ λυμένου ἢ μᾶλλον ἐπιτρίτου δʹ καὶ χοριάμβου. ἰστέον δέ, ὅτι οἱ | |
δʹ τροχαῖοι ἐπίτριτον μέτρον καλοῦνται, ὥσπερ καὶ οἱ γʹ ἡμιό‐ | 172 | |
60 | λιον. Τὸ ιβʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. ἑξῆς δὲ ἐπὶ τῷ τέλει τῆς ἐπῳδοῦ κορωνὶς καὶ παράγραφος. | |
O 41 | Th. Ἐπειδὴ ἡ τοῦ Ψαύμιος νίκη ἐν Ὀλυμπίᾳ ἐγένετο, τὰ δὲ Ὀλύμπια πρὸς τὸν Δία ἐστίν, εἰκότως νῦν τοῦτον ἐπιβοᾶ‐ ται. εἰπὼν δέ· ἐλατὴρ ὑπέρτατε βροντᾶς, καὶ πολλὰ διὰ μέσου θεὶς πάλιν ἐπαναλαμβάνει τὸν αὑτοῦ λόγον καί φησιν· ἀλλὰ | |
5 | Κρόνου παῖ. ἐκ δὲ τοῦ εἰπεῖν· ἐλατὴρ τῆς βροντῆς, διοικητὴν αὐτὸν τῶν οὐρανίων πάντων φησίν. M. Ἐλατὴρ ὑπέρτατε βροντᾶς] ὡς ἐπὶ ἵππου χρῆται τῷ λόγῳ· ἴσως δὲ οὐχ ἅρμα τοῦ Διὸς βούλεται τὴν βροντὴν ὑποτιθέναι, ἀλλὰ μεταφορικῶς τίθησι τὰ ὀνόματα, ἵν’ ᾖ ὁ λόγος | |
10 | οὕτως· ὦ Ζεῦ ὑψηλότατε, ἐλατὴρ τῆς βροντῆς τῆς ἀκαμαντόπο‐ δος, ἀντὶ τοῦ ὃς κινεῖς τὴν βροντὴν τὴν ἐπὶ πλεῖστον διικνουμέ‐ νην χωρὶς ἀτονίας. | |
O 41g | ** Τὸ προοίμιον εὐκτικόν. —διοικητά. —ὕψιστε. | |
O 42g | τῆς ταχέως γινομένης. | |
O 43 | M. Τεαὶ γὰρ ὧραι] διὰ μέσου ταῦτα τίθησι κατα‐ σκευαστικὰ τῆς ἐπενεχθησομένης ἀξιώσεως· ἃ ἐπεὶ εἶδεν ἐπὶ | |
πολὺ παραταθέντα, ἐπαναλαμβάνει τὸν πρὸς τὸν Δία λόγον, εἶτα ἀποδίδωσι τὴν ἀξίωσιν. αἱ σαὶ γὰρ ὧραι, ἤγουν αἱ περίο‐ | 173 | |
5 | δοι τῶν Ὀλυμπιάδων αἱ σοὶ ἀνατεθειμέναι, ἑλισσόμεναι, ἤγουν ἐπανακυκλούμεναι, ἔπεμψάν με μετ’ ᾠδῆς ποικίλων μελῶν φόρ‐ μιγγος, μάρτυρα, ἤγουν ἀγγελέα, ὑμνητὴν ὑψηλοτάτων ἀγώνων. φίλων γὰρ εὖ πρασσόντων, ἀντὶ τοῦ εὐτυχησάντων, νικησάντων, ἔσαναν, ἀντὶ τοῦ ἐτέρφθησαν, πρὸς τὴν ἀγγελίαν τὴν γλυκεῖαν | |
10 | οἱ ἀγαθοί. | |
O 43g | ** ὦ. —ὁ τῶν σῶν Ὀλυμπίων καιρός. | |
O 44 | Th. Οἱ τὸ ὑπὸ ποικιλοφόρμιγγος ἀντὶ τοῦ μετὰ ποικιλοφόρμιγγος λέγοντες καὶ τὴν ὑπό ἀντὶ τῆς μετά λαμ‐ βάνοντες καὶ πρὸς τὸ ἔπεμψαν συνάπτοντες, οὔ μοι δοκοῦσι καλῶς λέγειν. πρὸς γὰρ τὸ μάρτυρα ἔστιν ἡ συνάφεια οὕτω· | |
5 | μάρτυρα ἀέθλων ὑπὸ ποικιλοφόρμιγγος ἀοιδῆς, ἤγουν ὑπὸ τῆς ἐμῆς ποιήσεως δήλους τοὺς ἄθλους τοῖς ἑξῆς καταστήσοντα. | |
O 44g | τῆς ποικιλλομένης ὑπὸ κιθάρας. —εὐφημίας. | |
O 45g | ἐπανιοῦσαι ἐκ περιόδου. —αὗται γὰρ αἴτιαι τοῦ ἐμοῦ ὕμνου. | |
O 46g | κρείττων γὰρ ὁ Ὀλυμπιακὸς τῶν ἄλλων ἀγώνων. —* μαρ‐ τυροῦσι γὰρ οἱ ὕμνοι τοῖς ἑξῆς ἀνθρώποις τὰ πάλαι γινόμενα. πρὸς οὖν τοῦτο καὶ τὸ ὑπὸ ποικιλοφόρμιγγος σύναπτε. | |
O 41-6 | Germ. Ἡ σύνταξις αὕτη· ὦ Ζεῦ ὑπέρτατε ἐλατὴρ | |
τῆς βροντῆς τῆς ἀκαμαντόποδος, αἱ τεαὶ γὰρ ὧραι ἑλισσόμεναι ἔπεμψαν ἐμὲ μάρτυρα τῶν ὑψηλοτάτων ἀέθλων μετὰ τῆς ἀοιδῆς τῆς ποικιλοφόρμιγγος. | 174 | |
O 47 | Germ. Ξείνων δ’ εὖ πρασσόντων] καλῶς εἶπεν εὖ πρασσόντων, ὅτι τὸ πράσσω λαμβάνεται καὶ ἐπὶ καλῷ καὶ κακῷ, ἤγουν πράσσω τὸ εὐτυχῶ, καὶ πράσσω τὸ δυστυχῶ. διὸ καὶ εἶπεν εὖ πρασσόντων ἔσαναν, ἀντὶ τοῦ ἐχάρησαν· ἀντὶ τοῦ | |
5 | αἰτίου τὸ αἰτιατόν· ἀπὸ τῶν σαινόντων ζώων. αἴτιον γὰρ ἡ χαρὰ τοῦ σαίνειν τὰ ζῶα τὰς οὐράς. | |
O 47g | τῶν φίλων. —εὐτυχούντων. —ἐχάρησαν. | |
O 48g | ** εὐθύς. —τῆς εὐτυχίας. | |
O 49g | πρός. —φίλοι. | |
O 410g | ** ἤγουν Ζεῦ. —τὸ ὄρος τῆς Σικελίας. —κατοικεῖς· —** οἰκεῖς. | |
O 411g | βλάβην, κόλασιν. —ὑψηλήν. —*† ἑκατὸν κεφαλὰς ἔχοντος. | |
O 412 | Th. Ὁ Τυφὼς ἐν Σικελίᾳ ἐκεραυνώθη ὑπὸ τοῦ Διὸς ὑποκείμενος τῷ ὄρει τῇ Αἴτνῃ, ἔνθεν πῦρ ἔξω ῥεῖ. φασὶ δὲ ὡς ἐκεῖ καθήμενος Ἥφαιστος μυδροκτυπεῖ. λέγει οὖν τὴν Αἴτνην τοῦ Τυφῶνος ἶπον, τουτέστι τιμωρίαν καὶ κόλασιν· ἴπω γὰρ καὶ | |
5 | ἴπτω τὸ βλάπτω, ἐξ οὗ καὶ ἴψ, εἶδος σκώληκος. | |
O 412g | * ἰσχυροτάτου· —** ἰσχυροῦ. | |
O 413g | τὸν ἐμὸν ὕμνον, ὃν ἐν Ὀλυμπίᾳ νικήσαντι Ψαύμιϊ ποιῶ. | |
O 414 | Th. Τοῦ Χαρίτων θ’ ἕκατι τὸ τε πρὸς τὸ κῶμον συν‐ απτέον, ἵν’ ᾖ τὸ Ὀλυμπιονίκαν καὶ τὸ κῶμον ταὐτόν, οὕτω· | |
δέξαι εὐμενῶς τὸν Ὀλυμπιονίκαν καὶ τὸν κῶμον, χρονιώτατον καὶ διηνεκὲς φάος καὶ ἀπόδειξιν τῶν εὐρυσθενέων καὶ ἐκ μεγά‐ | 175 | |
5 | λης ἰσχύος γινομένων ἀρετῶν τοῦ νικητοῦ, ἕκατι καὶ χάριν τῶν χαρίτων τῶν ἐκ ποιητικῆς, τουτέστι τὴν εὐφημίαν τοῦ Ψαύμιος, ἥτις ἐκ τοῦ ποιητικῶς λέγεσθαι καὶ συντίθεσθαι ἀπόδειξις εἰς τὸν λοιπὸν χρόνον ἔσται τῆς τῶν πεποιηκότων ἀρετῆς. | |
O 414g | * εὐμενῶς. —* τῶν ἐκ ποιητικῆς. —χάριν. | |
O 415g | ὕμνον. | |
O 410-15 | Germ. Ἀλλὰ Κρόνου παῖ] ἀλλ’ ὦ Ζεῦ, ὅστις τὴν Αἴτνην κατέχεις, τὴν ἀνεμόεσσαν, τὴν οὖσαν ἶπον καὶ πίεσμα καὶ βάρος τοῦ ἑκατοντακεφάλου Τυφῶνος τοῦ ὀμβρίμου, δέξαι τόνδε τὸν κῶμον τὸν Ὀλυμπιονίκην, ἕκατι τῶν Χαρίτων τοῦ | |
5 | Τυφῶνος. | |
O 416g | διηνεκές. —δεῖξιν καὶ φανέρωσιν· —† φῶς ὄντα, ἤγουν ἐξαγγελέα, μηνυτὴν καὶ γνωριμοποιόν. | |
O 417g | τῶν ἐκ μεγάλης ἰσχύος γινομένων. | |
O 418g | τοῦ. —ὁ κῶμος. —** ἔρ‐ χεται. | |
O 419 | Th. Μὴ λάβῃς εἰς τὸ ὀχέων ἔξωθεν τὸ ἀπό, ἀλλ’ ἔστιν ἡ τοιαύτη γενικὴ πρὸς τὸ ἵκει, οὕτως· ὁ κῶμος ἵκει καὶ ἦλθε τῶν ὀχέων τοῦ Ψαύμιος. ἐπειδὴ γὰρ ταῦτά ἐστι τοῦ ὕμνου αἴτια, καλῶς ἂν ἔχοι λέγειν, ὅτι τῶν ὀχέων ἦλθε. | |
O 419g | * ἁρμάτων· τούτοις γὰρ ἐνίκησε. | |
O 420g | τῇ ἐν Ὀλυμπίᾳ διδομένῃ τοῖς νικηταῖς. —δόξαν. —ἐμβαλεῖν. | 176 |
O 421 | τῇ αὐτοῦ ἐν Σικελίᾳ πόλει. | |
O 410-21 | M. Ἀλλ’ ὦ Ζεῦ, παῖ τοῦ Κρόνου, ὃς οἰκεῖς τὴν Αἴτνην, τὸν πιεσμὸν τὸν ἐπὶ πολὺ τοῦ ἀέρος ἐπῃρμένον καὶ ὑπὸ τῶν ἀνέμων καταπνεόμενον τοῦ Τυφῶνος, τοῦ ἰσχυροῦ, τοῦ ἑκα‐ τὸν κεφαλὰς ἔχοντος, δέχου (14) τοῦτον τὸν μετὰ χορείας ἔπαι‐ | |
5 | νον τὸν ἐπὶ τῷ Ὀλυμπιονίκῃ τελούμενον, ἕνεκα τῶν χαρίτων, τοῦ νενικηκότος δηλονότι, φῶς ὄντα χρονιώτατον, τουτέστιν ἐπὶ πλεῖστον χρόνον διαμένον, ἀρετῶν μεγάλων τὴν δύναμιν. ἕνεκα (18) γὰρ τῶν ἁρμάτων τοῦ Ψαύμιδος ἥκει, ἐφ’ ὧν δηλονότι πολλὴ ἐδείχθη ἰσχύς. ὅστις, ἤγουν ὁ Ψαῦμις, στεφάνῳ ἀπὸ | |
10 | ἐλαίας Πισάτιδος, ἤγουν Ὀλυμπιακῆς, στεφανωθείς, τουτέστι νικήσας τὸν ἀγῶνα τῶν Ὀλυμπίων, δόξαν σπεύδει ὄρσαι, ἀντὶ τοῦ ἐπιθεῖναι, τῇ Καμαρίνᾳ τῇ ἑαυτοῦ πατρίδι. | |
O 421g | εὐμενὴς καὶ ἐπήκοος. | |
O 422g | * ταῖς εἰς τὸ ἑξῆς· — † ἤγουν εἰς τὸ ἑξῆς. —*† αὐτοῦ. —αὐτὸν τὸν Ψαῦμιν. | |
O 423g | ἐπαινῶ· —** ἐπεὶ ἐπαινῶ αὐτὸν ὡς μάλα μέν, καὶ τὰ ἑξῆς· οὐδὲ γὰρ καλὸν λέγειν τὸ αἰνῶ ἀντὶ τοῦ οἶδα· —† ἀντὶ τοῦ οἶδα. —λίαν. | |
O 424g | πρόχειρον. | |
O 425g | ξένων πάντων ὑπο‐ δοχαῖς. | |
O 426 | Germ. Ἡ σύνταξις αὕτη· καὶ φιλόπολιν τετραμμένον | |
καὶ βλέποντα πρὸς ἡσυχίαν καὶ εἰρήνην ἐν καθαρᾷ γνώμῃ. Th. Τὸ ἡσυχίαν καὶ τὸ φιλόπολιν λέγει ἀντὶ τοῦ φι‐ λοῦντα τὴν ἑαυτοῦ πόλιν καὶ οὐ στάσεσι χαίροντα. τινὲς γὰρ ἐν | 177 | |
5 | τῷ δοκεῖν φιλοπόλιδες εἶναι τοὺς συμπολιτευομένους αὐτοῖς ἐξε‐ λαύνουσιν, ἵνα μόνοι τὴν πόλιν οἰκοῖεν· οὗτος δὲ πρὸς τὸ φιλό‐ πολις εἶναι καὶ ἡσυχίᾳ σύνεστι. μὴ λάβῃς δὲ πρὸς τὸ φιλόπο‐ λιν ἔξωθεν τὸ ὄντα, ὥς τινές φασιν, ἀλλ’ οὕτω λέγε· καὶ τετραμμένον ἐν καθαρᾷ καὶ ἀνυποκρίτῳ γνώμῃ πρὸς ἡσυχίαν | |
10 | φιλόπολιν. τὸ δὲ καθαρᾷ εἶπεν, ἐπειδή τινες ἐν ὑποκρίσει καὶ οὐκ ἐν ἀληθείᾳ ἡσυχάζουσιν. | |
O 427g | ἀνυποκρίτῳ. —ὡρμημένον. | |
O 428g | μαλάξω. | |
O 429g | ὃν περὶ αὐτοῦ εἴπω. —δοκιμή. | |
O 428-29 | Germ. Οὐχὶ τέγξω καὶ βρέξω τὸν λόγον μου ἐν ψεύδει. ἢ οὐχὶ τέγξω καὶ ἀσθενοποιήσω τὸν λόγον μου ἐν ψεύδει, ἀπὸ μεταφορᾶς τῶν ἀρτιγεννῶν· ἐκεῖνα γὰρ διὰ τὸ ὑπερβάλλον τῆς ὑγρότητος ἀσθενῆ εἰσιν. | |
5 | Th. Εἰκότως εἶπε τὸ τέγξω, ἤγουν οὐ φαύλων ὄντων τῶν περὶ αὐτοῦ πραγμάτων εἶτ’ αὐτὸς λέγειν ἐπιχειρήσας περὶ αὐτῶν οὔτ’ ἀληθῆ εἴπω ἀλλὰ ψεύδει χρήσομαι καὶ διὰ τοῦτο τὸ σκληρὸν τῆς φαυλότητος μαλθάξω καὶ μετενέγκω πρὸς τοὐ‐ ναντίον. | |
O 430g | ὑπάρχει. —** σαφὴς ἀπόδειξις. | 178 |
O 431 | Th. Κλυμένου παῖς Ἐργῖνος εἷς ἦν τῶν Ἀργοναυτῶν. ὅτε οὖν εἰς Κόλχους διὰ τὸ χρυσόμαλλον δέρας ἡ Ἀργὰ ἐπέ‐ πλεεν, ἐξῆλθεν ἐν παρόδῳ οὗτος ὁ Ἐργῖνος μετὰ τῶν ἄλλων Ἀργοναυτῶν ἐν τῇ Λήμνῳ. Ὑψιπυλείας δὲ τῆς θυγατρὸς | |
5 | Θόαντος βασιλέως Λημνίων ἐπιτάφιον ἀγῶνα τοῦ πατρὸς προ‐ θείσης Θόαντος Ἐργῖνος οὖν, νέος μὲν ὢν τῇ ἡλικίᾳ, προπόλιος δέ, παρῆλθεν ἀγωνισόμενος καὶ ἐγελᾶτο ὑπὸ τῶν Λημνιάδων γυναικῶν διὰ τὰς πολιάς. κάλλιστα οὖν τὸν ἀγῶνα διενεγκὼν καὶ τοὺς συνάθλους νικήσας Βορεάδας Ζῆθον καὶ Κάλαιν εἰς | |
10 | ὑπερβολὴν ἐθαυμάσθη. | |
O 431g | ἡ πεῖρα. —τὸν Ἐργῖνον. | |
O 432g | τῶν ἐν τῇ Λήμνῳ. | |
O 433g | ἣν αὐτὸν ἠτίμαζον ὡς γηραιὸν καὶ παρ’ ὥραν εἰς τοὺς ἄθλους ἐλθόντα. | |
O 434g | ὅπλοις· ἔνοπλος γὰρ ἔθεεν. | |
O 435 | M. Ὑψιπύλεια] ἡ Ὑψιπύλη, ὡς Πηνελόπεια παρ’ Ὁμήρῳ ἡ Πηνελόπη. | |
O 435g | ** εἶπεν. —τῇ θυγατρὶ Θόαντος. | |
O 436g | εἰς. — ἐλθὼν πρὸς αὐτόν. | |
O 437g | τοιοῦτος. —ποδῶν ὠκύτητι. | |
O 438 | M. Χεῖρες δὲ καὶ ἦτορ ἴσον] τὸ τοιοῦτο καὶ παρὰ τοῖς κοινοῖς δύναται εἶναι ἐν χρήσει· οἷον, σὺ καὶ ὁ πατὴρ ὁ σὸς ὅμοιος. ἔχει δὲ ὁμοίως τῷ· Δαμοίτας καὶ Δάφνις ὁ βουκόλος (Theocr. VI, 1), πλὴν ὅτι ἐκεῖ μὲν τὸ βουκόλος ἀπὸ κοινοῦ | 179 |
5 | λεγόμενον ἀρκοῦν ἦν ἐντελῆ ποιῆσαι τὸν λόγον, ἐνταῦθα δὲ λέγεται μὲν ἀναγκαίως τὸ ἴσον ἀπὸ κοινοῦ κατὰ ἀναλογίαν τοῦ προῤῥηθέντος, μένει δὲ ἔτι ἀτελὴς ὁ λόγος. τὸ γὰρ ἴσον ἀεὶ πρὸς ἕτερον λεγόμενον ἀπαιτεῖ τὴν ἑαυτοῦ σχέσιν καὶ ἐλλιπῶς ἔχει ἕως ἂν ᾖ μόνον· ἀποδεδομένης δὲ αὐτῆς ἐντελὴς ὁ λόγος | |
10 | γίνεται ἔχων οὕτως· αἱ χεῖρες δὲ ἴσαι τῇ προθυμίᾳ καὶ ἡ προ‐ θυμία ἴση ταῖς χερσίν. ἐξ ἀνάγκης γὰρ ἡ ἰσότης ἑκατέρων περὶ ἑκάτερα αὐτὰ ταῦτα χωρεῖ μὴ κειμένου ἑτέρου, ἐφ’ ὃ ἂν αὐτῆς ἡ ἀπόδοσις γένοιτο. | |
O 438g | ψυχή. —ἤγουν καὶ προθυμίᾳ καὶ ἰσχύι ὅμοιός εἰμι. | |
O 440g | λευκαὶ τρίχες. | |
O 441g | συνεχῶς καὶ πολλάκις καὶ οὐχ ἅπαξ. —ἐκτὸς τοῦ. | |
O 442g | ἁρμόδιον. | |
O 421-42 | M. Ὁ θεὸς εἴθε εὐμενὴς εἴη ταῖς εὐχαῖς αὐτοῦ | |
ταῖς ἐπὶ τοῖς ἔμπροσθεν. ἐπεὶ ἐπαινῶ αὐτόν, ἀντὶ τοῦ οἶδα, μάλα μὲν ἕτοιμον (24), τουτέστι πρόθυμον πρὸς τρυφὰς ἵππων, χαίροντά τε, ἤγουν προσκείμενον ξενοδοχίαις πανδόκοις, ἤγουν | 180 | |
5 | πάντας ὑποδεχομέναις, οὐδένα ἀποστρεφομέναις, καὶ πρὸς ἡσυχίαν προφιλῆ τῶν πόλεων (26) ἀποβλέποντα σὺν ἀδόλῳ γνώμῃ. οὐ διὰ ψεύδους μολυνῶ τὸν λόγον, τουτέστιν οὐκ ἀποκρύψομαι τὴν ἀλήθειαν. ἡ πεῖρά ἐστιν ἡ φανεροῦσα τοὺς ἀνθρώπους, ὑφ’ ἧς καὶ οὗτος δηλονότι δειχθήσεται, ἥτις (31) | |
10 | ἔλυσεν ἐκ τοῦ γέλωτος τῶν γυναικῶν τῶν ἐν τῇ Λήμνῳ τὸν παῖδα τοῦ Κλυμένου τὸν Ἐργῖνον. ἐν ὅπλοις γὰρ χαλκοῖς, ἤγουν σιδηροῖς, νικῶν δρόμον εἶπε τῇ Ὑψιπύλῃ ἐπὶ τὸν στέφα‐ νον ἐρχόμενος· οὗτος (37) ἐγώ· ἐκεῖνος δηλονότι, ὃν ἀπηξιοῦτε. αἱ χεῖρες δὲ καὶ τὸ ἦτορ, ἀντὶ τοῦ αἱ πράξεις καὶ ἡ προθυμία, | |
15 | ἐν ἴσῃ ἀκμῇ κατὰ ταχυτῆτα· φύονται δὲ καὶ ἐν ἀνδράσι νέοις λευκαὶ τρίχες θαμά (41), ἀντὶ τοῦ πολλάκις, καὶ ἔξω τοῦ χρό‐ | |
νου τῆς ἡλικίας τοῦ πρέποντος ταῖς πολιαῖς δηλονότι. | 181 | |
O 5t | Ἐπίνικοι Ὀλυμπιονίκαις. Ψαύμιδι Καμαριναίῳ ἀπήνῃ. Ὠιδὴ εʹ. [Δημητρίου Τρικλινίου] περὶ τῶν κώλων τῶν στροφῶν καὶ ἀντιστροφῶν τοῦ | |
5 | εʹ εἴδους. ἔστι δὲ τὸ ᾆσμα στροφῶν γʹ. | |
O 5prae g1 | Τὸ εʹ εἶδος οὐκ ἐπῳδικὸν εἶναί φασιν, ἀλλ’ ἁπλαῖ περίοδοι γʹ ἑαυταῖς συμφωνοῦσαι, καὶ ιθʹ κώλων ἑκάστην περίοδον λέγου‐ σιν. οὐκ ἔστι δὲ τοιοῦτον, ἀλλ’ ἐπῳδικόν ἐστι καὶ τοῦτο, ὡς τῷ σοφωτάτῳ Μοσχοπούλῳ ἐπενοήθη, τὸ ἆσμα, καὶ γʹ στροφῶν, | |
5 | ὡς ὁρᾷς. εἰσὶ γοῦν αἱ στροφαὶ καὶ ἀντιστροφαὶ ἑκάστη κώλων ζʹ. Τὸ αʹ δακτυλικὸν τρίμετρον καταληκτικὸν εἰς δισυλλα‐ βίαν. Τὸ βʹ Ἰωνικὸν ἀπ’ ἐλάσσονος, τῆς αʹ συζυγίας παίωνα γʹ ἐπιδεξαμένης, ὅπερ γίνεται ἐπὶ τοῦ Ἰωνικοῦ· τῆς δὲ βʹ Ἰωνικὸν ἀπὸ μείζονος. Τὸ γʹ ἰθυφαλλικὸν παρὰ μίαν συλλαβήν· ἐμοὶ δὲ | |
10 | δοκεῖ ἀντισπαστικὸν εἶναι πενθημιμερὲς ἐξ ἐπιτρίτου δʹ καὶ συλλαβῆς. Τὸ δʹ δακτυλικὸν πενθημιμερές. Τὸ εʹ ἰθυφαλλικόν. γʹ γάρ εἰσι τροχαῖοι, καὶ ἔστι δίμετρον βραχυκατάληκτον, ὃ καὶ ἡμιόλιον λέγεται. Τὸ ϛʹ ἀναπαιστικὸν λογαοιδικὸν καλούμενον | |
καὶ Ἀρχεβούλειον. σύγκειται δὲ ἐκ βʹ ἀναπαίστων καὶ βʹ βακ‐ | 182 | |
15 | χείων, τοῦ βʹ καταληκτικοῦ· πάσχει δὲ τοῦτο τὰ τοιαῦτα ἀναπαι‐ στικά· πλὴν οὐ καλῶς ἔχει κείμενον τὸν βακχεῖον. τὸν τελευταῖον γὰρ πόδα τοῦ κώλου χρὴ βακχεῖον, ὥς φασιν, εἶναι. Τὸ ζʹ ἰθυ‐ φαλλικόν· γʹ γάρ εἰσι τροχαῖοι. εἰ δέ που καὶ σπονδεῖος ἐν τῷ τέλει εὕρηται, οὐκ ἔξω λόγου. ὅ τε γὰρ ποὺς οἰκεῖος τῷ μέτρῳ, | |
20 | καὶ τὴν τελευταίαν φασὶν ἀδιάφορον εἶναι τῶν κώλων. ἑξῆς ἐφ’ ἑκάστῃ στροφῇ καὶ ἀντιστροφῇ παράγραφος. Περὶ τῶν κώλων τῶν ἐπῳδῶν. Αἱ ἐπῳδοὶ κώλων εʹ. Τὸ αʹ δίμοιρον ἔπους, ἤτοι δακτυλι‐ κὸν τετράμετρον ἀκατάληκτον. δʹ γάρ εἰσι δάκτυλοι· τὰ δʹ | |
25 | δὲ δῆλον ὡς τῶν ϛʹ δίμοιρον. Τὸ βʹ ἰθυφαλλικόν, ἤτοι γʹ τρο‐ χαῖοι. Τὸ γʹ ὅμοιον τῷ αʹ, ἤτοι δίμοιρον ἔπους. Τὸ δʹ χοριαμβικόν, ὡς ἐμοὶ δοκεῖ, τρίμετρον βραχυκατάληκτον, οὐκ ἐγκωμιολογικόν, ὥς φασιν· οὐ γάρ ἐστι διπενθημιμερές· ἐλλιπὲς γάρ ἐστι μιᾷ συλλαβῇ τὸ ἰαμβικόν. ἐπεὶ δὲ πολλὰ τῶν τοιούτων ἐλλιπῆ εὑρί‐ | |
30 | σκεται πρὸς τοὺς παρὰ τοῦ τεχνικοῦ παραδεδομένους κανόνας, ἔστω καὶ τοῦτο ἐγκωμιολογικόν. Τὸ εʹ ἰθυφαλλικόν, γʹ δηλονότι τροχαῖοι. ἐπὶ τῷ τέλει τὰ συνήθη σημεῖα. Th. Γέγραπται ὁ ἐπινίκιος τῷ αὐτῷ Ψαύμιϊ νικήσαντι | |
κέλητι, ἀπήνῃ, τετρώρῳ τὴν πβʹ Ὀλυμπιάδα. ἐπεὶ δὲ οὗτος ὁ | 183 | |
35 | Ψαῦμις ἐκ Σικελίας, ἐν ταύτῃ δὲ πόλις Καμαρίνα καὶ λίμνη, διὰ τοῦτο πρὸς τὴν ἔφορον τῆς λίμνης νύμφην Καμαρίναν ποιεῖται τὸν λόγον, ἥντινα νύμφην παῖδα Ὠκεανοῦ καλεῖ διὰ τὸ πάντας ποταμοὺς καὶ πάσας πηγὰς ἐντεῦθεν τὴν ἀρχὴν ἐσχηκέναι. τὸ δὲ ἄωτον καὶ εἰς τὸ ἀρετῶν καὶ εἰς τὸ στεφάνων καὶ εἰς | |
40 | τὸ ἀπήνης λέγε. ἔστι δὲ τὸ ἄωτον καὶ τὸ δῶρα ταὐτόν. | |
O 51g | ** τὸ προοίμιον εὐκτικόν. —** μεγάλων. —τῶν τοῦ Ψαύμιος. | |
O 52g | * καρπόν· καρπὸς γὰρ τῶν ἀρετῶν καὶ τῶν στεφάνων ὁ ὕμνος, ὃς τοῖς δεχομένοις αὐτὸν γλυκύς ἐστιν. | |
O 53g | ** ἐν. | |
O 54 | M. Ὠκεανοῦ θύγατερ] τὴν Καμαρίναν λέγει τὴν λίμνην, ἀφ’ ἧς ἡ πόλις ἡ Καμαρίνα ὠνομάσθη, ἡ πατρὶς τοῦ Ψαύμιδος. | |
O 54g | Καμαρίνα νύμφη. | |
O 55g | ἐν. —χαριεστάτῃ. | |
O 56g | τοῦ ταχυτάτου δίφρου. —** τοῦ ἐξ ἡμιόνων ἅρματος. —*† δέχου. | |
O 57g | τὸν ὕμνον, ὃς διὰ τὴν νίκην αὐτῷ δεδώρηται ἐξ ἐμοῦ. | |
O 51-7 | Germ. Τὸ ἑξῆς τῆς συντάξεως· ὦ θύγατερ Ὠκεανοῦ Καμαρίνα, τὸν γλυκὺν ἄωτον καὶ ὕμνον τῶν ὑψηλῶν ἀρετῶν καὶ τῶν στεφάνων τῶν ἐν Ὀλυμπίᾳ τῆς ἀπήνης τε τῆς ἀκαμαντόπο‐ | |
δος τὰ δῶρά τε τοῦ Ψαύμιος δέκευ καὶ δέχου καὶ δέξαι ἐν καρ‐ | 184 | |
5 | δίᾳ τουτέστιν ἐν φαιδρῷ προσώπῳ καὶ λαμπρᾷ καὶ φαιδρᾷ, γελανεῖ καὶ γαληνίῳ. M. Ὦ θύγατερ τοῦ Ὠκεανοῦ Καμαρίνα, δέχου σὺν καρδίᾳ γελανεῖ, ἤγουν εἰρηναίᾳ, φαιδρᾷ, τῶν ὑψηλῶν ἀρετῶν καὶ τῶν στεφάνων τῶν ἐν Ὀλυμπίᾳ καὶ τοῦ ἐξ ἡμιόνων ἅρματος τοῦ μὴ | |
10 | κάμνοντος τοὺς πόδας ἐν τοῖς δρόμοις τὸν ἄωτον, ἤγουν τὸν ἐξαίρετον κόσμον, τουτέστι τὸν ὕμνον τὸν γλυκὺν καὶ τὰ δῶρα τοῦ Ψαύμιδος, τουτέστι καὶ τὸ δῶρον, ὅ σοι δωρεῖται ὁ Ψαῦμις. ἄωτον δὲ λέγει τὸν ὕμνον, ὃν δῶρόν φησι τοῦ Ψαύμιδος πρὸς αὐτήν, ἐπεὶ τῆς πατρίδος αὐτοῦ ἐστιν αὐτὴ καὶ συναπολαύει τοῦ | |
15 | εἰς αὐτὸν ἐπαίνου. | |
O 58 | Germ. Ὃς τὰν σὰν πόλιν αὔξων] πρὸς τὴν ἡρωΐδα, ἀφ’ ἧς ἡ πόλις· ἀπὸ γὰρ τῆς κρήνης καὶ ἡ πόλις. τὴν σὴν οὖν, τὴν ἀπὸ σοῦ προσαγορευομένην καὶ χρηματίζουσαν, ὦ Κα‐ μαρίνα. | |
O 58g | ** Ψαῦμις. —δοξάζων καὶ ὑψῶν. | |
O 59g | ἐν ᾗ ἄν‐ θρωποι τρέφονται. | |
O 510g | ἐν ἑνὶ γὰρ ἑκάστῳ δύο θεοὶ ἐτι‐ μῶντο. | |
O 511g | *† ἐτίμησεν. —ἤτοι τῇ Ὀλυμπίᾳ. | |
O 512g | τῶν δώδεκα, ὧν εἰσιν οἱ βωμοί. | |
O 513 | M. Πεμπταμέροις] ποιητικὸν τοὔνομα διά τε τὸ | |
ἀμετάβλητα ἔχειν τὰ ψιλὰ δασέος ἐπαγομένου· ὁ τρόπος δὲ οὗτος τῶν Ἰώνων ἐστί· διά τε τὸ ἀπὸ τοῦ πέμπτου συγκεῖσθαι ἄλλως ὑπὸ τῶν κοινῶν τῶν τοιούτων συντιθεμένων. οὗτοι γὰρ | 185 | |
5 | πενθήμερον λέγουσιν ἀπὸ τοῦ πεντάς, καὶ τριήμερον ἀπὸ τοῦ τριάς, καὶ ἑπταήμερον ἀπὸ τοῦ ἑπτάς. ὅτι δὲ ἀπὸ τοῦ τριὰς καὶ πεντὰς καὶ ἑπτὰς ταῦτα, ἀλλ’ οὐκ ἀπὸ τοῦ τρία καὶ πέντε καὶ ἑπτά, δῆλον ἀπὸ τοῦ τετραημέρου καὶ ἑξαημέρου καὶ ὀκταημέρου, ἐφ’ οἷς ἡ συνθήκη ἐξ ἀνάγκης ἀπὸ τοῦ τετρὰς καὶ | |
10 | ἑξὰς καὶ ὀκτὰς δείκνυται. Call. Ἄλλως. Ἐπειδὴ ἐπὶ πέντε ἡμέρας ἐγένετο τὰ Ὀλύμπια, ἀπὸ ιαʹ μέχρι ιϛʹ, ἡνίκα γοῦν ἐτελεῖτο τὰ ἆθλα τῶν πενθημέρων ἀγώνων, ἐγέραιρε τοὺς βωμοὺς νικήσας. | |
O 513g | μεγάλαις θυσίαις ἢ ταῖς ἐκ βοῶν. —ἀγώνων. | |
O 514g | πέντε γὰρ ἡμέρας τὰ Ὀλύμπια ἐγίνετο. —ἀγωνίσμασιν. | |
O 515 | M. Ἄμπυξ κυρίως κόσμος τις χρυσῷ καὶ λίθοις πεποι‐ κιλμένος, ὃν περὶ τὰς κεφαλὰς αἱ γυναῖκες φοροῦσιν, ἀφ’ οὗ κατὰ μεταφορὰν καὶ οἱ διάχρυσοι χαλινοὶ ἄμπυκες λέγονται. | |
O 515g | ἤτοι ἐν τετρώρῳ. —ἤτοι ἐν ἀπήνῃ. —ἤτοι μονο‐ χαλίνῳ κέλητι· ἄμπυξ γὰρ ὁ χαλινός. | |
O 58-15 | Th. Ὅστις Ψαῦμις ἐν ταῖς μεγίσταις ἑορταῖς τῶν θεῶν καὶ ἐν ταῖς τῶν ἄθλων ἁμίλλαις ταῖς πεμπταμέροις, ἤγουν | |
τοῖς διὰ πέντε ἡμερῶν γινομένοις Ὀλυμπίοις, αὔξων καὶ δοξά‐ ζων τὴν σὴν λαοτρόφον Καμαρίναν πόλιν, ὦ νύμφη, ἐν ἵπποις | 186 | |
5 | καὶ τετρώρῳ καὶ ἐν ἡμιόνοις καὶ ἀπήνῃ καὶ ἐν μοναμπυκίᾳ τε καὶ μονοχαλίνῳ κέλητι γέραρεν ὑπὸ βουθυσίαις τοὺς διδύμους καὶ τοὺς διπλοῦς ἓξ βωμοὺς τῶν δώδεκα θεῶν, Διὸς καὶ Ποσει‐ δῶνος, Ἥρας καὶ Ἀθηνᾶς, Ἑρμοῦ καὶ Ἀπόλλωνος, Χαρίτων καὶ Διονύσου, Ἀρτέμιδος καὶ Ἀλφειοῦ, Κρόνου καὶ Ῥέας, ὧν δώ‐ | |
10 | δεκα μὲν ἀγάλματα Ἡρακλῆς, ὅτε τὸν Ὀλυμπιακὸν ἀγῶνα ἐτί‐ θει, ἐποίησεν, ἓξ δὲ βωμούς, ἵνα ἐν ἑνὶ βωμῷ δύο θεοὶ τιμῶν‐ ται, εἰς οὓς ὁ νικήσας ἐν Ὀλυμπίᾳ θυσίας προσῆγε μετὰ τὴν νίκην, ὥσπερ χάριν ἀποδιδούς. τὸ δὲ μεγίσταις ἑορταῖς θεῶν (11), ἢ τῇ μεγίστῃ ἑορτῇ τοῦ Διὸς τῇ Ὀλυμπίᾳ νοητέον· οὐκ ἔστι | |
15 | γὰρ μείζων ταύτης οὐδεμία ἄλλη· ἢ διὰ τοὺς δώδεκα θεοὺς τοὺς ἐκεῖ ὄντας, ὡς εἴπομεν, τοῦτο λέγε· ἡ γὰρ τοῦ Διὸς πανήγυρις καὶ ἐκείνων ἦν, ἐπειδὴ καὶ πᾶσι τούτοις θυσία προσήγετο παρὰ τῶν νικώντων. ἤρχετο δὲ ἡ πανήγυρις κατὰ τὴν ἑνδεκάτην τοῦ μηνὸς μέχρι τῆς ἑκκαιδεκάτης, ἐν ᾗ τὰ ἆθλα ἐδίδοτο. | |
20 | M. Ὅστις, ἤγουν ὁ Ψαῦμις, τὴν ἀπὸ σοῦ ὠνομασμένην πόλιν, ὦ Καμαρίνα, κατὰ μεταπλασμὸν ἀντὶ τοῦ τὴν Καμαρίναν, τὴν ἐπιτηδείαν εἰς τροφὴν λαῶν αὔξων, ἤγουν ὑψῶν, μεγαλύ‐ νων, τοὺς ἓξ βωμοὺς τοὺς ἐν τῇ Ἤλιδι, οὓς ὁ Ἡρακλῆς κατε‐ σκεύασε, τοὺς διδύμους (10)· ἕκαστος γὰρ αὐτῶν δυσὶ θεοῖς ἦν | 187 |
25 | ἀφιερωμένος· ἐτίμησε κατὰ τὰς ἑορτὰς τῶν θεῶν, ἤγουν κατὰ τὸν καιρὸν τῶν ἑορτῶν, διὰ βουθυσιῶν μεγίστων καὶ δι’ ἁμιλ‐ λῶν (13) ἐπὶ πέντε ἡμέρας ἁμιλληθεισῶν, ἀγώνων· ἐπὶ τοσαύ‐ τας γὰρ ἡμέρας ἐτελεῖτο ὁ Ὀλυμπιακὸς ἀγών· ἵπποις, ἤγουν δι’ ἵππων γενομένων αὐτῷ τῶν ἁμιλλῶν, τουτέστι δι’ ἅρματος ἱππι‐ | |
30 | κοῦ, καὶ δι’ ἡμιόνων, ἤγουν καὶ δι’ ἅρματος ἡμιόνων, καὶ διὰ μοναμπυκίας, τουτέστι καὶ δι’ ἑνὸς χαλινοῦ, ἀντὶ τοῦ καὶ δι’ ἑνὸς ἵππου τοῦ λεγομένου κέλητος. | |
O 516g | ** καί. —σοί, ὦ νύμφη. —*† δόξαν τὴν ἐκ τῆς νίκης. | |
O 517g | πολύ, μέγα. —ἐν τῇ Ὀλυμπίᾳ. —ἤγουν σὲ τῆς νίκης αἰτίαν ἡγήσατο. | |
O 518g | τὸν ἴδιον. —οὕτω γὰρ ἐκαλεῖτο. —ἐδόξασε. | |
O 519 | Th. Νέοικον ἕδραν λέγει τὴν Καμαρίναν, ἐπειδὴ ἐν τῇ μεʹ Ὀλυμπιάδι καταρχὰς κτισθεῖσα ἐν τῇ νζʹ ὑπὸ Συρακου‐ σίων ἐπικρατησάντων τοὺς αὐτὴν ἔχοντας κατέστραπτο· εἶτα ἐν τῇ πβʹ Ὀλυμπιάδι, μεταξὺ τοῦ χρόνου, καθ’ ἣν Ψαῦμις ἐνίκησεν, | 188 |
5 | ἀνεκτίσθη. | |
O 519g | ἤγουν τὴν νεωστὶ οἰκισθεῖσαν Καμαρίναν. | |
O 520g | ** ἐλθών γράφε διὰ τὸ μέτρον καὶ μὴ ἱκών. —* ἐλθὼν ἐν τῇ Καμαρίνῃ. —** εἰς τὴν Καμαρίναν. —ἐνταῦθα γὰρ οὗτος ἡμιλλᾶτο πρὸς τοὺς μνηστῆρας. | |
O 521g | * ἐνταῦθα γὰρ αὗτος Οἰνόμαον ἐνίκησε καὶ ὕστερον ἐτάφη. —ἀπό. —* καὶ ἐνταῦθα γὰρ ἐπιθυμοῦσι πάντες νικῆσαι, διὸ καὶ πᾶσι καλὴν ἐπιθυμίαν ἐμβάλλουσιν. | |
O 522g | τῶν ἐν τῇ Ὀλυμπίᾳ τόπων. —ἡ τὴν πόλιν Καμαρίναν φυλάσσουσα διὰ τὸ ἐν ταύτῃ τὸν ναὸν ἱδρύσθαι. | |
O 523g | ** Ἀθηνᾶ. —κοσμεῖ διὰ τοῦ εἰς αὐτὸν ὕμνου, ἐπειδὴ ὁ αὐτοῦ ὕμνος καὶ τῆς πόλεως ὕμνος. | |
O 524g | τὸν σὸν ναόν, ἤτοι τὴν ἀφιερωμένην σοι πόλιν. | |
O 525g | *† τὸ σόν. —ἐν Σικελίᾳ ὄντα. —** Ὤαννον] διὰ τὸ μέτρον. | |
O 526g | τὴν ἐνταῦθα οὖσαν Κα‐ μαρίναν. | |
O 527g | τιμίους. —ῥεύματα. —* ποταμός· —† ποτα‐ μὸς τῆς λίμνης τῆς Καμαρίνης. | |
O 528g | πιαίνει καὶ ὠφελεῖ. — ἤτοι τοὺς μαχιμωτάτους Καμαριναίους. | |
O 529g | ἐπιφέρει, προσ‐ τίθησιν. —ἑδραίων. | |
O 530g | * οἴκων. | |
O 531g | ἤγουν ἀπὸ γῆς εἰς | |
ὕψος. —ἤτοι ξύλα. | 189 | |
O 527-31 | Th. Ἵππαρις ποταμὸς ἐν Σικελίᾳ πλησίον Καμα‐ ρίνης, τοσοῦτος τῷ ῥεύματι ὡς καὶ ναυσίπορος εἶναι· ἔχει δὲ τὰς πηγὰς ἔκ τινος ὄρους ἐν Σικελίᾳ δένδρα πολλὰ ἔχοντος· τέμνοντες οὖν ἐνταῦθα οἱ Καμαριναῖοι ξύλα πρὸς οἰκοδομίαν | |
5 | ἐμβάλλουσιν ἐν τῷ ποταμῷ· ὁ δὲ τῷ αὐτοῦ ῥεύματι φέρει αὐτὰ πρὸς τὴν πόλιν, ὅθεν λαμβάνοντες χρῶνται. ἔχει δὲ καὶ πλείστους ἰχθῦς. διὰ γοῦν τὸ ῥέειν αὐτὸν ἐπὶ συμφέροντι τῆς πόλεως, σεμνοὺς τοὺς αὐτοῦ ὀχετοὺς ἐκάλεσε. καὶ κολλᾷ καὶ ἐπιφέρει ταχέως ἄλσος ὑψίγυον θαλάμων καὶ οἴκων σταδίων | |
10 | καὶ ἑδραίων· τουτέστι κατάγει ταχέως πρὸς τὴν πόλιν, ἃ ἐν τῷ ὄρει οἱ Καμαριναῖοι τέμνουσι ξύλα, δι’ ὧν ἑδραιοτάτους οἴκους ἐργάζονται· ὑψιγύων δὲ δέον εἰπεῖν πρὸς τὸ θαλάμων, ἤτοι διωρόφων καὶ τριωρόφων οἴκων, ὑψίγυον εἶπε πρὸς τὸ ἄλσος. ἢ ὑψίγυον ἄλσος λέγε ἀντὶ τοῦ ὑψηλὰ καὶ μεγάλα ξύλα. | |
O 532g | ἣν περὶ τὴν τούτων καταγωγὴν ἔχει. —ἤτοι εἰς ἀνάπαυσιν καὶ ἀφροντισίαν. | |
O 533g | τῶν Καμαριναίων. | |
O 516-33 | M. Τὶν δὲ κῦδος] σοὶ δέ, τῇ Καμαρίνῃ δηλονότι· | |
τῇ λίμνῃ, δόξαν ἁβράν, ἀντὶ τοῦ λαμπράν, νεάζουσαν, ἀνέθηκε νικήσας, καὶ τὸν ἑαυτοῦ πατέρα τὸν Ἄκρωνα ἀνεκήρυξεν, ἀντὶ τοῦ ἀνακηρυχθῆναι ἐποίησε, καὶ τὴν καθέδραν αὐτοῦ τὴν | 190 | |
5 | νεωστὶ οἰκισθεῖσαν, τουτέστι τὴν Καμαρίναν τὴν πόλιν. ἐπανα‐ στρέψας (20) δὲ μετὰ νίκης ἀπὸ τῶν καλῶν καὶ ἐπεράστων σταθμῶν, ἀντὶ τοῦ οἴκων, τοῦ Οἰνομάου καὶ τοῦ Πέλοπος, ἤγουν ἀπὸ τῆς Ὀλυμπίας, ὦ Παλλὰς ἡ συνέχουσα τὴν πόλιν, τὴν Κα‐ μαρίναν δηλονότι, ᾄδει μέν, ἤγουν ὑμνεῖ τὸν σὸν ναὸν τὸν ἁγνὸν | |
10 | καὶ τὸν ποταμὸν (25) τὸν Ὤανον καὶ τὴν λίμνην τὴν ἐγχωρίαν, ἤγουν τὴν Καμαρίναν, καὶ τὰ σεβάσμια ῥεύματα, δι’ ὧν ὁ Ἵππα‐ ρις ὁ ποταμὸς ἄρδει τὸν στρατόν, ἀντὶ τοῦ τὸν λαὸν τῆς Καμα‐ ρίνης, κολλᾷ (29) τε ὁ Ἵππαρις, ἤγουν προστίθησί τε ἀεὶ καὶ αὔξει ταχέως, ἀντὶ τοῦ ῥᾳδίως, ὑψίγυιον ἄλσος θαλάμων στα‐ | |
15 | δίων, ἀντὶ τοῦ μετέωρον πληθὺν οἰκημάτων στεῤῥῶν, κατάγων τοῖς ἑαυτοῦ ῥεύμασι τὰ ὑπὸ τῶν Καμαριναίων εἰς κατασκευὴν οἰκημάτων τεμνόμενα ξύλα, καὶ ἄγων τοῦτον τὸν δῆμον τῶν πολιτῶν, τουτέστι τῶν Καμαριναίων, ἀπὸ τῆς ἀμηχανίας τῆς οὔσης αὐτοῖς ἕνεκα τῆς καταγωγῆς τῶν ξύλων εἰς φῶς, ἀντὶ | |
20 | τοῦ εἰς μηχανήν. | |
O 534g | * ἤγουν ὁ χρηστόν τι κατορθῶσαι θέλων καὶ κόπῳ καὶ χρημάτων δαπάνῃ χρῆται. | 191 |
O 535g | ** καί. —* καταγωνί‐ ζεται· τοῦτο δὲ λέγει ὑπὲρ τοῦ Ψαύμιος αἰτίαν σχόντος πρὶν ἐστέφθαι τῇ νίκῃ ὡς πέρα τοῦ δέοντος ἱπποτρόφου. | |
O 535 | Germ. Αἰεὶ δ’ ἀμφ’ ἀρεταῖσι μάρναται ὁ πόνος ἡ δαπάνη τε. ἢ οὕτως. αἰεὶ δ’ ἀμφ’ ἀρεταῖσι μάρναται ὁ πόνος σὺν τῇ δαπάνῃ. | |
O 536 | Th. Τοῦτο λέγει, ἐπειδὴ τὸ τῆς νίκης τέλος οὐ μόνον ἄδηλόν ἐστιν, ἀλλὰ καὶ ἐπικίνδυνον· πολλοὶ γὰρ τῶν ἐν τοῖς σταδίοις ἀγωνιζομένων πρὶν νίκης ἐπιτυχεῖς γεγενῆσθαι ἀπέ‐ θανον ἢ τὸ μέγεθος τῶν ἀγώνων οὐκ ἐνεγκόντες ἢ ὑπὸ τῶν | |
5 | ἀνθαμίλλων κατενεχθέντες. διὸ καὶ Ἡσίοδος εἰκότως τὴν πρὸς ἀρετὴν φέρουσαν ὁδὸν τραχεῖαν προσεῖπεν (ἐ κ ἡ 289). | |
O 536g | τὴν τοῦ κατορθῶσαι ἐπιτυχίαν. —κεκρυμμένον. | |
O 537g | ἤτοι εὐτυχήσαντες κατὰ τὸν ἀγῶνα. —ἄγαν προνοητικοὶ αὐτῶν. | |
O 538g | μὴ μόνον τοῖς ἄλλοις. —εἶναι. | |
O 536-38 | M. Ἀεὶ δ’ ἀμφ’ ἀρεταῖς] ἀντὶ τοῦ ἐπ’ ἀρι‐ στείαις, τουτέστιν ἕνεκα ἀριστειῶν, κόπος καὶ ἀναλώματα μάρ‐ ναται, ἀντὶ τοῦ ἁμιλλᾶται, ἤγουν ἐπίσης συμβάλλεται πρὸς πᾶσαν ἐργασίαν ὑπὸ κινδύνου οὖσαν κεκαλυμμένην, τουτέστιν | |
5 | ὑποψίαν ἔχουσαν κινδύνου. οἱ εὖ δὲ ἔχοντες, ἤγουν οἱ εὐτυχοῦν‐ τες, τουτέστιν οἱ νικῶντες, καὶ σοφοὶ τοῖς πολίταις ἐνομίσθη‐ σαν εἶναι. | 192 |
O 539g | ὦ. —οὐράνιε. | |
O 540g | τὸν ἐν Ὀλυμπίᾳ· ἔνθα πρὶν ἱερὸν ἦν Κρόνου. | |
O 541g | διὰ τὸ πλησίον ῥέειν τῆς Πίσης. | |
O 542g | μεγαλόῤῥουν. —* Κρητικόν. Ἴδη γὰρ ὄρος καὶ ἐν Κρήτῃ, ἔνθα Ζεὺς ἀνετράφη Κουρήτων ἠχούντων, ἵνα μὴ γνοίη Κρόνος αὐτὸν κλάοντα. | |
O 543 | Germ. Ἄντρον παρὰ τὸ ἀνατετορῆσθαι καὶ τετρυ‐ πῆσθαι. | |
O 543g | ** καί. —διὰ τὴν τοῦ Διὸς τροφήν. —*† σπή‐ λαιον. —** τιμῶν ἀπὸ κοινοῦ. | |
O 544g | παρακλήτωρ. —σοῦ. —* Λυδίοις αὐλοῖς λέγει, ἢ διότι τοὺς μετὰ Πέλοπος ἐκ Λυδίας ἐλθόντας αὐλητὰς πρώτους Ἕλληνες ἐμιμήσαντο, ἢ ὅτι οἱ Λύδιοι αὐλοὶ γλυκύτεροι καὶ ποικιλώτεροι τῶν ἄλλων | |
5 | εἰσίν. | |
O 545g | ᾄδων τὸν Ψαῦμιν· —** διὰ τὸ μέτρον. | |
O 546g | σέ. —*† τὴν Καμαρίναν. —καλοῖς ἀνδράσι. | |
O 547g | ἐνδόξοις. | |
O 548g | *† κοσμεῖν. | |
O 539-48 | M. Ὦ Ζεῦ σωτὴρ ὑψινεφές, ἤγουν ὁ τὴν διατρι‐ | |
βὴν ἄνω ἐπὶ τῶν νεφελῶν ποιούμενος καὶ ὁ οἰκῶν τὸν λόφον τὸν Κρόνιον, ἤγουν τὴν Πίσαν καὶ ὁ ἔνδοξον ποιῶν τῇ αὐτόθι δηλονότι οἰκήσει τὸν Ἀλφειὸν τὸν ποταμὸν τὸν πλατέως ῥέοντα, | 193 | |
5 | καὶ ὁ τιμῶν ἀπὸ κοινοῦ, τὸ σπήλαιον τὸ σεβάσμιον τὸ τῆς Ἴδης τοῦ ὄρους τοῦ ἐν τῇ Κρήτῃ, ἱκέτης ἔρχομαι σὸς ἐν αὐλοῖς Λυ‐ δίοις ἀπύων, ἀντὶ τοῦ ὑμνῶν, αἰτήσων σε δαιδάλλειν, τουτέστι κοσμεῖν, τήνδε τὴν πόλιν, ἤγουν τὴν Καμαρίναν, εὐανορίαις, ἤτοι εὐδοξίαις ἀνδραγαθημάτων, κλυταῖς, τουτέστιν ἐπὶ πολὺ | |
10 | διηκούσαις τῇ φήμῃ. | |
O 548bisg | ὦ Ψαῦμι. | |
O 549g | Ὀλυμπίας νικητά. | |
O 551g | εὐφραι‐ νόμενον. —*† ἔχειν. | |
O 552g | εὐφραντόν. | |
O 553g | ** τοῦτο γὰρ πάντες πατέρες εὔχονται. | |
O 548-53 | Germ. Ἡ σύνταξις αὕτη. σέ τε, ὦ Ψαῦμι, Ὀλυμ‐ πιόνικε καὶ ὁ τὰ Ὀλύμπια νενικηκώς, ἦλθον αἰτήσων τὸν Δία τὸ ἐπιτερπόμενον ἐν Ποσειδανίοις ἵπποις φέρειν γῆρας εὔθυμον εἰς τελευτὴν παρισταμένων υἱῶν. | |
O 553g | δίκαιον ἢ μεθ’ ὑγείας. | |
O 554g | *† πλοῦτον. | |
O 555g | * αὔξει. —** συνίζησις. —τοῖς ἰδίοις κτήμασι. | |
O 556g | εὐφημίαν παρὰ νικῶν. —* αὐτῷ· —** ἑαυτῷ. | |
O 555-57 | Germ. Ἄρδει ἀντὶ τοῦ ἀρδεύει, αὔξει, χέει, πλησμίως ἔχει· εὐλογίαν δὲ ἀντὶ τοῦ ἔπαινον παρὰ ἀνθρώ‐ | |
πων· καὶ μετὰ τοῦτο εὖ λεγόμενος παρὰ τοῖς ἀνθρώποις. τὸ δὲ ματεύσῃ ἀντὶ τοῦ ζητήσῃ· ἀπὸ τοῦ μῶ τὸ ζητῶ γίνεται | 194 | |
5 | ματεύω. | |
O 548-57 | Th. Πρὸς τὸν Δία τὸν λόγον τείνων ἐπέστρεψε πρὸς τὸν Ψαῦμιν. δέον γὰρ οὕτως εἰπεῖν· αἰτῶ σε, ὦ Ζεῦ, κο‐ σμεῖν τὴν πόλιν καὶ τὸν Ψαῦμιν εὐθύμου γήρως ἐπιτυχῆ ποιῆσαι· ἐπειδὴ πρὸς τοῦτον ἐποίει τὸν ὕμνον, φέρειν σε εἶπεν, ἀντὶ τοῦ | |
5 | ἔχειν γῆρας εὔθυμον. τὸ δὲ Ποσειδανίοις εἶπεν ἢ διότι Πο‐ σειδῶν πρῶτον Πέλοπι ἅρμα ἐνεχείρισεν, ὡς πρώην εἰρήκει, ἢ τὸ Ποσειδανίοις ἀντὶ τοῦ ταχέσι καὶ γαύροις. τοιαύτη γὰρ ἡ τῆς θαλάττης ὁρμή. λέγει δέ, ὅτι ἐάν τις μεθ’ ὑγείας ἀπολαύῃ τῶν ὄντων καὶ μηδαμόθεν ἁρπάζων ὥσπερ ἕτεροι, ἀλλὰ νίκαις | |
10 | ἑαυτὸν ὥσπερ ὁ Ψαῦμις κοσμῶν, μὴ τούτου μεῖζον ζητήσῃ· οὐκ ἔστι γὰρ κρείττων ταύτης εὐδαιμονία ἑτέρα, ἢ ἡ τῶν θεῶν. ἢ τὸ ὑγίεντα ἀντὶ τοῦ δίκαιον, ἵν’ ᾖ τὸ ἐξαρκέων κτεάτεσσι τούτου μεθερμηνευτικόν. | |
M. Σέ τε, ὦ Ψαῦμι Ὀλυμπιόνικε, τὸν ἐπιτερπόμενον ἵπποις. | 195 | |
15 | Ποσειδωνίοις, ἀντὶ τοῦ ἀρίστοις, ἔχειν γῆρας ἄλυπον μέχρι τοῦ τέλους τοῦ βίου σου, υἱῶν (53) σοι παρισταμένων. εἴ τις δὲ ἄρδει, ἀντὶ τοῦ αὔξει, πλοῦτον ὑγίεντα, τουτέστιν ὑγιεινόν, ὑγείας μετέχοντα, ἐξαρκῶν, ἀντὶ τοῦ ἐπαρκούμενος, ἤγουν βοηθούμενος ὑπὸ χρημάτων, καὶ εὐλογίαν, τουτέστιν ἔπαινον | |
20 | προστιθείς, μὴ ζητήσῃ θεὸς γενέσθαι. | 196 |
O 6t | Ἐπίνικοι Ὀλυμπιονίκαις. Ἀγησίᾳ Συρακοσίῳ ἀπήνῃ. Ὠιδὴ ϛʹ. [Δημητρίου Τρικλινίου] περὶ τῶν κώλων τῶν στροφῶν καὶ ἀντιστροφῶν τοι | |
5 | ϛʹ εἴδους. ἔστι δὲ στροφῶν εʹ. Παλαιόν. | |
O 6prae g1 | Τοῦ ϛʹ εἴδους αἱ στροφαὶ καὶ ἀντιστροφαὶ κώλων ἑκάστη ιαʹ. Τὸ αʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. ἔχει δὲ συνεκφώνησιν ἤτοι συνίζησιν τὸ αʹ κῶλον τῆς αʹ στροφῆς. Τὸ βʹ προσοδιακὸν δί‐ μετρον ἀκατάληκτον ἐξ Ἰωνικοῦ ἀπὸ μείζονος καὶ χοριάμ‐ | |
5 | βου. Τὸ γʹ προσοδιακὸν τρίμετρον ἀκατάληκτον, τοῦ αʹ χορι‐ άμβου, τοῦ βʹ Ἰωνικοῦ, τοῦ γʹ πάλιν χοριάμβου. Τὸ δʹ ἐγκω‐ μιολογικὸν ἤτοι διπενθημιμερὲς ἐκ δακτυλικοῦ καὶ ἰαμβικοῦ πενθημιμεροῦς. Τὸ εʹ τροχαϊκὸν ἑφθημιμερές, ὃ καλεῖται Εὐρι‐ πίδειον ἢ ληκύθιον. Τὸ ϛʹ προσοδιακὸν δίμετρον ὑπερκατάληκτον | |
10 | ἐξ Ἰωνικοῦ ἀπὸ μείζονος καὶ χοριάμβου καὶ συλλαβῆς. τοῦτο δὲ καὶ ἀναπαιστικόν ἐστιν ἑφθημιμερές, ὡς ἐμοὶ δοκεῖ, σπον‐ δείου ἀρχομένου. Τὸ ζʹ ἀσυνάρτητον ἐξ ἰαμβικοῦ καὶ δακτυλι‐ κοῦ πενθημιμερῶν, ὃ καλεῖται ἰαμβέλεγος. Τὸ ηʹ ἴαμβος τρίμε‐ τρος ἀκατάληκτος. Τὸ θʹ ὅμοιον τῷ ϛʹ, ἤτοι προσοδιακὸν δίμε‐ | 197 |
15 | τρον ὑπερκατάληκτον ἢ καὶ ἀναπαιστικόν. Τὸ ιʹ ἐγκωμιολογικόν, ἤτοι διπενθημιμερές, ὅμοιον τῷ δʹ· ἐλλείπει δὲ μιᾷ συλλαβῇ τὸ ἰαμβικόν. τοῦτο καὶ προσοδιακόν ἐστιν ἐκ χοριάμβου, Ἰωνικοῦ, καὶ πάλιν χοριάμβου καταληκτικοῦ. Τὸ ιαʹ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. ἐπὶ τῷ τέλει τὰ ῥηθέντα σημεῖα. | |
20 | Περὶ τῶν κώλων τῶν ἐπῳδῶν. Αἱ ἐπῳδοὶ κώλων ιδʹ. Τὸ αʹ ἐγκωμιολογικόν, ὅμοιον τῷ ιʹ τῆς στροφῆς, ἢ καὶ προσοδιακόν, ὡς εἴρηται ἐκεῖ. Τὸ βʹ προ‐ σοδιακὸν δίμετρον ἀκατάληκτον ἐξ Ἰωνικοῦ καὶ χοριάμβου. Τὸ γʹ Στησιχόρειον, ἤτοι τροχαϊκὸν τρίμετρον ἔχον ἐν τῷ τέλει | |
25 | ἴαμβον Πινδαρικῷ ἰδιώματι. Τὸ δʹ ἀναπαιστικὸν μονόμετρον ἀκατάληκτον. Τὸ εʹ Ἰωνικὸν δίμετρον ὑπερκατάληκτον ἀπὸ τῶν μειζόνων. Τὸ ϛʹ Ἰωνικὸν μονόμετρον ὑπερκατάληκτον, ἢ ἀνα‐ παιστικόν, ὅμοιον τῷ δʹ. Τὸ ζʹ ἰαμβικὸν δίμετρον ἀκατά‐ ληκτον. Τὸ ηʹ τροχαϊκὸν ἑφθημιμερὲς Εὐριπίδειον. Τὸ θʹ προ‐ | |
30 | σοδιακόν, ὅμοιον τῷ βʹ. Τὸ ιʹ δακτυλικὸν πενθημιμερές. Τὸ ιαʹ ὅμοιον τῷ βʹ. Τὸ ιβʹ δακτυλικὸν τρίμετρον ἀκατάληκτον. Τὸ ιγʹ προσοδιακὸν τρίμετρον βραχυκατάληκτον ἀπὸ χοριάμβου. Τὸ | |
ιδʹ τροχαϊκὸν τρίμετρον καθαρὸν Στησιχόρειον· οὐκ ἔχει γὰρ τὸ Πινδαρικὸν ἰδίωμα. Ἐφ’ ἑκάστῃ ἐπῳδῷ κορωνὶς καὶ παράγρα‐ | 198 | |
35 | φος, ἐπὶ δὲ τῷ τέλει τοῦ ᾄσματος ἀστερίσκος. | |
O 61g | ** Τὸ προοίμιον ἐκ παραδείγματος. —λαμπράς· — ** συνίζησις. —ὑποβαλόντες. | |
O 62g | ἑδραίῳ. —τῇ ἀρχῇ. — τοῦ οἴκου. | |
O 63g | πηγνύομεν. —θαυμαστόν. —* οἶκον· — ** οἴκημα. | |
O 64g | κατασκευάσομεν τὸν ὕμνον. —ἀρχὴν λαμβάνον‐ τος. —** γὰρ. —† τοῦ καλοῦ δηλονότι. —** ἤτοι τὴν ἀρχήν. | |
O 61-4 | Germ. Ἡ σύνταξις αὕτη. οὕτως πήξομεν καὶ κατα‐ σκευάσομεν καὶ συναρμόσομεν τὸν ὕμνον, ὡς ὅτε καὶ ὁπότε κατασκευάζομεν μέγαρον θαητὸν ὑποστήσαντες τοὺς χρυσέους κίονας ἐν τῷ εὐτυχεῖ προθύρῳ τοῦ θαλάμου. | |
5 | Th. Τὸν λόγον ποιεῖται ἐκ μεταφορᾶς τῶν οἰκίας μεγαλο‐ πρεπεῖς κατασκευαζόντων. ὥσπερ γὰρ ἐκεῖνοι εἰς τὰ πρόθυρα κίονας μεγάλας ὑποβάλλουσιν, οὕτω καὶ οὗτος ὡσπερεὶ μέγα‐ ρον κατασκευάζων τὸν ὅλον ὕμνον, χρυσέας κίονας ἐν τοῖς προ‐ | |
θύροις, ἤτοι τῷ προοιμίῳ, ὑφίστησι. κίονας δὲ χρυσᾶς ἐνταῦθα | 199 | |
10 | νόει τὴν τοῦ προοιμίου καλλίστην καὶ μεγαλοπρεπεστάτην ἀρχήν. πήξομεν καὶ κατασκευάσομεν τὸν ὕμνον οὕτως, ὥσπερ ὅτε πηγνύομεν θηητὸν θαυμαστὸν μέγαρον καὶ οἶκον, ὑποστή‐ σαντες καὶ ὑποβαλόντες τῷ εὐτειχεῖ προθύρῳ τοῦ θαλάμου χρυσέας καὶ λαμπρὰς κίονας. | |
O 65g | ** πρέπει. —*† ποιῆσαι. —*† λαμπρόν. | |
O 61-5 | M. Ὥσπερ ὅτε θαυμαστὸν μέγαρον πήγνυμεν, εὔκτιστον ποιοῦμεν τὸ πρόθυρον αὐτοῦ, λαμπρὰς κίονας ὑποτι‐ θέντες αὐτῷ· οὕτω θαυμαστὸν ὕμνον μέλλοντες συντιθέναι, λαμπρὰ πρότερον τὰ τούτου προοίμια ποιήσαντες οὕτω συνθῶ‐ | |
5 | μεν αὐτόν. ἀρχομένου γὰρ ἔργου, λαμπροῦ δηλονότι, χρὴ ποι‐ ῆσαι πρόσωπον, ἤγουν ἀρχήν, τηλαυγῆ, τουτέστι λαμπράν. | |
O 66g | * τις. —ἐν Ὀλυμπίᾳ νικήσας. | |
O 67 | Th. Τοῦτο λέγει διὰ τὸν Ἀγησίαν. ἦν γὰρ καὶ Ὀλυμπιο‐ νίκης καὶ τοῦ ἐν Ὀλυμπίᾳ βωμοῦ ἱερεὺς ἢ διοικητὴς καὶ ἑορ‐ ταστής, καὶ οἱ αὐτοῦ πρόγονοι συνῴκισαν τὴν Συρακουσίων πόλιν. | |
5 | Th. Τὸ μαντείῳ λέγει διότι ἐνταῦθα οἱ Ἰαμίδαι ἐμαν‐ τεύοντο, ὡς καὶ αὐτὸς προϊὼν ἐρεῖ. | |
O 67g | ** καί. —*† μαντικῷ. —διοικητήρ, ἱερεύς. | 200 |
O 68g | ** οἰκιστής. —** καί. —† κλεινῶν. | |
O 69g | ἄν. | |
O 610g | ὁ πάντα ταῦτα ἔχων. —μὴ φθονερῶν. | |
O 611g | ** πολιτῶν. — ἐπιθυμητοῖς ὕμνοις· πᾶς γὰρ ἐπιθυμεῖ τοῦ ὑμνεῖσθαι. | |
O 65-11 | M. Εἰ δ’ εἴη μέν τις Ὀλυμπιονίκης τῷ βωμῷ τε τοῦ Διὸς τῷ μαντικῷ τῷ ἐν τῇ Πίσῃ ταμίας, ἤγουν ἱερεύς, συνοικιστής τε (8) τῶν ἐνδόξων Συρακουσῶν· ταῦτα δὲ τοῦ Ἀγησίου εἰσὶ πλεονεκτήματα· (οὐκ αὐτὸς δὲ συνῴκισε τὰς Συρακούσας, | |
5 | ἀλλ’ οἱ πατέρες αὐτοῦ, ὧν τὸ ἔργον ἐπὶ τῷ παιδὶ αὐτῶν τίθησιν οἰκείως) τίνα κε (9) φύγοι ὕμνον, ἀντὶ τοῦ τίνι ἂν ὕμνῳ ἀνοίκειος γένοιτο ἐκεῖνος ὁ ἀνὴρ ἐν ᾠδαῖς ἐπιθυμηταῖς ἐπικύρσας, ἤγουν ἐπιτυχὼν πολιτῶν οὐ φθονούντων; | |
O 612g | *† γινωσκέτω. —** δή. —τῷ ἔχοντι τὰ τρία ταῦτα. | |
O 613g | προσφυῆ καὶ οἰκεῖον. | |
O 614g | *† ὁ Ἀγησίας. — * αἱ δίχα κινδύνου. | |
O 611-14 | Germ. Ἴστω γὰρ καὶ γινωσκέτω ὁ υἱὸς τοῦ Σω‐ στράτου, ὁ ὑμνούμενος δηλονότι, ἔχων δαιμόνιον καὶ λαμπρὸν πόδα καὶ προοίμιον ἐν τούτῳ τῷ πεδίλῳ καὶ τῷ ὕμνῳ. § τοῖς μὲν ὕμνοις παρέπονται στίχοι, τοῖς δὲ στίχοις ῥυθμός· καὶ πόδες | |
5 | ἐντὸς τῶν στίχων, οἱ δ’ αὖ στίχοι ἐντὸς τῶν ὕμνων. καλῶς ἄρα κληθήσονται καὶ πόδες καὶ πέδιλον ὁ ὕμνος. M. Ἴστω γάρ] γινωσκέτω δὴ ὁ υἱὸς τοῦ Σωστράτου ὁ Ἀγησίας τούτῳ τῷ ὑποδήματι, ἀντὶ τοῦ τούτῳ τῷ ὕμνῳ, τουτέ‐ | |
στι τῷ τῆς νίκης τῶν Ὀλυμπίων καὶ τῷ τῆς ἱερατείας καὶ τῷ | 201 | |
10 | τῆς συνοικίσεως τῶν Συρακουσῶν, δαιμόνιον πόδ’ ἔχων, ἀντὶ τοῦ δαιμονίως αὐτὸς ἁρμόζων, τουτέστιν ὡς ἀπὸ μοίρας δαί‐ μονος. | |
O 615g | ἤτοι ἐν ἠπείρῳ. —ἤγουν ἐν θαλάσσῃ. | |
O 616g | ἐπαι‐ νεταί. | |
O 617g | * διὰ πόνου τινὶ γένηται· ὁ γὰρ συμβὰς αὐτῷ πό‐ νος οὐκ ἐᾷ λήθην κατακαυχήσασθαι. | |
O 614-17 | Th. Ὁ μετὰ πόνου καὶ κινδύνου τὴν ἀρετὴν κατορ‐ θώσας πλείστου ἄξιος διὰ τὸ προηγήσασθαι πόνον τῆς αὐτοῦ ἀρετῆς· ὁ δὲ ἁπλῶς οὕτως εὐτυχῶν οὐκ ἐπαινετός· τύχης γὰρ εὐμενείᾳ κάλλιστος εἶναι δοκεῖ. χρὴ οὖν καὶ τοὺς ἐν ἠπείρῳ καὶ | |
5 | τοὺς θαλαττεύοντας οὐκ εἰ κατὰ σκοπὸν αὐτοῖς χωροίη τὰ πράγματα, τοῦτο σκοπεῖν, ἀλλὰ καὶ ἀγῶνας κατορθοῦν ἐθέλειν. τοῦτο δὲ λέγει παραμυθούμενος Ἀγησίαν ὡς μετὰ πόνου νική‐ σαντα. M. Αἱ ἀρεταὶ δὲ αἱ χωρὶς κινδύνων οὔτε παρ’ ἀνδράσιν | |
10 | οὔτ’ ἐν ναυσὶ κοίλαις, τουτέστιν οὔτε ἐν γῇ οὔτε ἐν θαλάσσῃ εἰσὶ τίμιαι, ἤγουν ἐπαινεταί. κυβερνήτης γὰρ ἄριστος ἐν κλύδωνι δείκνυται, καὶ ἀγωνιστὴς κραταιὸς ἰσχυρὸν ἀνταγωνιστὴν ἔχων. | |
εἴ τι δὲ καλὸν σὺν πόνῳ κατορθωθῇ, πολλοὶ τούτου μέμνηνται. | 202 | |
O 618g | ὦ. —σοί. —πρόχειρος καὶ ἁρμόζων ὁ λόγος ἐκεῖ‐ νος. | |
O 619g | *† δικαίως. —*† υἱὸν Ὀϊκλέους· —** συνίζησις· | |
O 620g | † πρός. | |
O 621g | ** καί. | |
O 622 | Tr. Ἔμαρψεν] ἤγουν κατεκάλυψε σχισθεῖσα ἐν τῷ Ὠρωπῷ τῆς Βοιωτίας, ἔνθα καὶ μαντεῖον αὐτοῦ ἐστιν. | |
O 622g | *† λαμπράς. —Δίαντα καὶ Θόαντα. | |
O 623 | Th. Δέον ἑπτὰ πυρῶν νεκρῶν τελεσθεισῶν εἰπεῖν, τελεσθέντων εἶπε πρὸς τὸ νεκρῶν οὕτω· τελεσθέντων δὲ νεκρῶν ἑπτὰ πυρῶν, ἀντὶ τοῦ νεκρῶν γεγονότων ἑπτὰ καύσεων. ἑπτὰ δὲ καύσεις λέγει, ἐπειδὴ καὶ τὰ τάγματα παντὸς τοῦ Ἀρ‐ | |
5 | γείου στρατοῦ ἑπτὰ ἦσαν, ὥστε οἱ ἐν ἑνὶ ἑκάστῳ ἀποθανόντες πυρᾷ ὑπεβλήθησαν πεπαυμένου τοῦ πολέμου καὶ ὑποσπόνδους τῶν Ἀργείων τοὺς αὐτῶν νεκροὺς εἰληφότων· οὕτω γὰρ ἦν ἔθος. ὥστε μὴ νόει τὸ νεκρῶν περὶ τῶν στρατηγῶν· ἀμήχανον γάρ. ἐπεὶ Ἄδραστος μὲν ζῶν ἐξεκεχωρήκει πρὸς Ἄργος, Ἀμφιάραος | |
10 | δὲ ζῶν ὑπὸ γῆς κατεπόθη, Πολυνείκης δὲ μετὰ Ἐτεοκλέους ἐντὸς Θηβῶν ἤχθη, οἱ δὲ καυθέντες τῶν στρατηγῶν τέσσαρες ἦσαν. τὸ δὲ Θήβαις πρὸς τὸ τελεσθέντων συναπτέον. | 203 |
O 623g | ** γάρ. —** δή. —καύσεων. | |
O 624 | M. Ταλαϊονίδας] ἀπὸ τοῦ Ταλαὸς Ταλαΐων, καὶ ἀπὸ τούτου Ταλαϊονίδης, ὡς ἀπὸ τοῦ Ἰαπετὸς Ἰαπετίων, εἶτα ἀπὸ τούτου Ἰαπετιονίδης. | |
O 624g | ὁ υἱὸς τοῦ Ταλαοῦ Ἄδραστος. | |
O 625g | ** λόγον. | |
O 627 | M. Ἀμφότερον] εἰ μὲν οὐδετέρως τοῦτο δέχοιτό τις, παρακινδυνεύει· οὐ γὰρ ἑνικῶς δύναται λέγεσθαι τὰ ἀμφό‐ τερα· εἰ δ’ ἀρσενικῶς κατ’ αἰτιατικήν, ἀντὶ τοῦ ἀμφοτεροδέ‐ ξιον, ἔξω τῆς γνώμης τοξεύει τῶν χρησαμένων αὐτῷ. ἐπὶ γὰρ | |
5 | τούτου τοῦ σημαινομένου καὶ μετὰ εὐθείας ἔστιν ὅτε λέγουσιν αὐτό, ὡς ἐν τούτοις· Ἀμφότερον, πολιός τε νόον πολιός τε κάρηνον. δοκεῖ δὴ ἐπιῤῥηματικῶς μᾶλλον λέγεσθαι, ἀντὶ τοῦ κατ’ ἀμφότερα. οὕτω γὰρ καὶ τὴν ἔννοιαν σώζει καὶ τὸ παρακινδύ‐ | |
10 | νευμα λύει καὶ τῇ χρήσει οἰκείως ἔχει. | |
O 627g | τὸν Ἀμφιάραον. —* ὥσπερ ἐν τῷ Ἱέρωνος Ὀλυμ‐ πιονίκει (Ol. I 165) ἔφαμεν τὸ ἀμφότερα ἐν τῷ Πέποιθα δὲ μή τινα ξένον, οὕτω καὶ τοῦτο. | 204 |
O 628g | ** καί. —δεξιόν· ὅμοιόν ἐστι τῷ παρ’ Ὁμήρῳ βασιλεύς τ’ ἀγαθὸς κρατερός τ’ αἰχμητής. | |
O 629g | πολέμῳ. —μάχεσθαι ἀγαθόν. | |
O 618-29 | M. Ὦ Ἀγησία, πρὸς σὲ δέ ἐστιν ἔπαινος ἑτοῖμος, ἤγουν πρόχειρος, οὐ σὺν πόνῳ εὑρισκόμενος, ἅτε δηλονότι ὑφ’ ἑτέρου προειρημένος, ὃν δικαίως ἐφθέγξατό ποτε ὁ Ἄδραστος διὰ γλώττης εἰς τὸν μάντιν τὸν Ἀμφιάραον τὸν υἱὸν τοῦ Ὀϊκλέος, | |
5 | ἡνίκα κατέσχεν ἡ γῆ αὐτόν τέ νιν, ἤγουν καὶ αὐτὸν ἐκεῖνον, καὶ τὰς ἵππους αὐτοῦ τὰς φαιδίμας, τουτέστι τὰς λαμπράς, τὰς πε‐ ριφανεῖς. τῶν νεκρῶν γὰρ δὴ τῶν ἑπτὰ πυρκαϊῶν τελεσθέντων, ἤγουν συναχθέντων καὶ ἀποκαταστάντων ἐπὶ τῷ δοθήσεσθαι τῇ πυρᾷ· ἑπτὰ γὰρ ταγμάτων ὄντων ἑκάστου τάγματος οἱ πε‐ | |
10 | σόντες εἰς ἰδίαν πυρκαϊὰν συνελέγοντο· εἶπεν ἐν ταῖς Θήβαις ὁ υἱὸς τοῦ Ταλαοῦ ὁ Ἄδραστος τοιοῦτόν τι ἔπος· ποθῶ ἰδεῖν δη‐ | |
λονότι τὸν ὀφθαλμὸν τῆς ἐμῆς στρατιᾶς, ἀντὶ τοῦ τὸν περιφανέ‐ στατον καὶ ἐξαίρετον, τουτέστι τὸν Ἀμφιάραον, ἀμφότερον, ἐπιῤῥηματικῶς ἀντὶ τοῦ κατ’ ἀμφότερα, μάντιν τε ἀγαθὸν ὄντα, | 205 | |
15 | ἤγουν ἀγαθὸν τὴν μαντικήν, καὶ δουρὶ μάρνασθαι, τουτέστι καὶ ἀγαθὸν κατὰ τὴν ἐν πολέμῳ μάχην. | |
O 629g | * τοῦτο τὸ πρὸς Ἀμφιάραον ῥηθέν. καὶ γὰρ καὶ αὐτὸς ἀμφότερά ἐστι, καὶ ἀνδρεῖος καὶ ἐκ μάντεων καταγόμε‐ νος. | |
O 630g | τῷ Ἀγησίᾳ. —ὕμνου· οὗτος γὰρ αἴτιος τοῦ ὕμνου νικήσας γεγένηται. | |
O 631 | Germ. Πάρεστι] τὸ ἐστί κατάφασις, ἡ κατάφασις δὲ συγκατάθεσις καὶ οἱονεὶ συναρμογή. ἐπεὶ δὲ οὕτως ταῦτά εἰσι, τεθήσεται τὸ πάρεστιν ἀντὶ τοῦ ἁρμόζει. τὸ γὰρ ἐστὶ κατάφασις. | |
O 631g | ** Νῦν πάρεστι γράφε διὰ τὸ μέτρον καὶ οὐ δύσερίς τις· εἰ δ’ ἄλλως γράφεις, οὐκ ὀρθὸν ἔσται. | |
O 632g | * μάτην φιλόνεικος. —** ὢν ἐγώ. | |
O 633g | οὖν. | |
O 635 | Germ. Τοῦτο αὐτὸ προσμαρτυρήσω τὸ προδεδηλωμέ‐ | |
νον, ὅτι εἰς πάντα ὁ Ἀγησίας παραπλήσιος ἦν τῷ Ἀμφιαράῳ. | 206 | |
O 635g | τὸ πρὸς Ἀμφιάραον ῥηθέν. —τῷ Ἀγησίᾳ. —φα‐ νερῶς καὶ ἀληθῶς. | |
O 636 | Germ. Εἰκότως ἐπιτραπῆναι παρὰ τῶν Μουσῶν αἰτιᾶ‐ ται, ἐπειδὴ οἶδεν ἁρμοστὸν καὶ ἁρμόδιον ὁ ποιητὴς τὸ ὀμνύειν τοῖς ἐγκωμιάζουσι τὸν ὅρκον ἐπιτρεπόντων τῶν σοφῶν. | |
O 636g | τοῦτο εἰπεῖν με παραχωρήσουσι· λέγει δὲ διὰ τὴν αὐτοῦ γνώμην, ὡς ἀκριβῶς τοῦτο ἐπισταμένην. | |
O 629-36 | M. Τοῦτο τὸ ἐπὶ Ἀμφιαράῳ δηλονότι ῥηθὲν ἔπος πάρεστι νῦν, ἀντὶ τοῦ ἁρμόζει, καὶ τῷ ἀνδρὶ τῷ Συρακουσίῳ, τῷ δεσπότῃ τοῦ μετὰ χορείας ὕμνου, ἤγουν τῷ Ἀγησίᾳ. οὔτε φιλόνεικος ὢν (32) οὔτε τις ἄγαν σκληρὸς εἰς ἔριν, καὶ μέγαν | |
5 | ὅρκον ὀμόσας, τοῦτο τὸ ἔπος, ἤγουν τοῦτον τὸν ἔπαινον ἀληθῶς αὐτῷ, τῷ Ἀγησίᾳ, μαρτυρήσω. αἱ γλυκύφωνοι δὲ ᾠδαὶ ἐπ’ ἐμοὶ τοῦτο δώσουσιν, ἤγουν οὐκ ἀντιτάξονται, συνδραμοῦν‐ ται τῇ μαρτυρίᾳ. | |
O 637g | ἡνίοχε τοῦ Ἀγησίου, ἤγουν ὦ ψυχὴ ἐμή. —ἤγουν | |
ὑπὸ ζυγὸν ἄγαγε· λέγει δὲ ἀντὶ τοῦ ἄρχου ἐπαινεῖν τοὺς Ἀγη‐ σίου ἵππους. | 207 | |
O 638g | ἤτοι τὰς ἡμιόνους, περιφραστικῶς. | |
O 639 | καθά ἐστι. | |
O 637-39 | Germ. Ἡ σύνταξις αὕτη. ἀλλ’ ὦ Φίντις καὶ ὦ ἡνίοχε, ὦ νοῦ, ζεῦξον ἤδη μοι τὸ σθένος τῶν ἡμιόνων, ᾗ καὶ καθὰ τάχος καὶ ταχέως, αὐτόχρημα. ἢ οὕτως. ἀλλ’ ὦ Φίντις, ζεῦξον ἤδη μοι τὸ σθένος τῶν ἡμιόνων, αἳ καὶ αἵτινες, ἤγουν αἱ | |
5 | ἡμίονοι, ἄντικρυς ὑπάρχουσι τάχος καὶ ταχέως, αὐτόχρημα· αὐτὴ ἡ ποιότης, ἡ ταχυτής. | |
O 639g | * ἵνα. —** καί. —ἤτοι ἐγκωμίου προσήκοντι τόπῳ. | |
O 640g | πορεύσομεν. —τὸ ἅρμα ἤτοι τὸν ὕμνον. — ** καὶ. —τῶν Ἀγησίου προγόνων. | |
O 639-40 | Germ. Ὄφρα κελεύθῳ τ’ ἐν καθαρᾷ] ἵνα ἐπι‐ βιβάσωμεν καὶ πορεύσωμεν ἐν καθαρᾷ καὶ ἀνεμποδίστῳ ὁδῷ τὸν ὄκχον καὶ τὸ ἅρμα καὶ ὄχημα. | |
O 640-41 | Th. Τὸ πρὸς εἰς τὸ γένος συναπτέον, οὕτω· καὶ ἵκωμαι καὶ ἔλθω καὶ πρὸς τὸ γένος τῶν ἀνδρῶν. | |
O 641g | αἱ τοῦ Ἀγησίου ἡμίονοι, ἤγουν τὸ αὐτὰς ἐγκωμιά‐ ζειν. | |
O 642g | *† ὁδηγῆσαι ἡμᾶς. | |
O 643g | τὴν τοῦ ἐγκωμίου. — ἐστεφανοῦντο γὰρ καὶ οἱ ἵπποι. | |
O 644g | ** ἤτοι ἐστεφανώθησαν. —** πρέπει. —εἰσόδους, ἀρχάς. | |
O 645g | ἀνοιγνύναι. —ταῖς ἡμιόνοις. | |
O 637-45 | M. Ἀλλ’ ὦ Φίντις, ἤγουν ἡνίοχε· πρὸς τὸν ἑαυτοῦ δὲ λέγει νοῦν· ζεῦξον ἤδη ἐμοί, ἤγουν ἀπὸ τοῦ νῦν, τὸ σθένος τῶν ἡμιόνων, τουτέστι τὴν δύναμιν τοῦ λόγου τοῦ περὶ τῶν | |
ἡμιόνων τοῦ Ἀγησίου καθ’ ὅσον τάχος, (39) ὅπως ἐν ὁδῷ κα‐ | 208 | |
5 | θαρᾷ, τουτέστι δικαίᾳ, ἀναβιβάσωμεν τὸν ὄκχον, ἤγουν τὸ ὄχημα, ἀντὶ τοῦ τὸν ὕμνον τὸν ἐπὶ τῷ ἀφίκωμαί τε καὶ πρὸς τὸ γένος τῶν ἀνδρῶν, ἤγουν πρὸς τὸν Ἴαμον. κεῖναι γάρ (41), ἤγουν αἱ ἡμίονοι τοῦ Ἀγησία μόναι δηλονότι ἐξ ἁπάντων τῶν ἄλλων ἵππων ἐπὶ τὴν ὁδὸν ταύτην, ἤγουν τὴν πρὸς τὸ γένος τοῦ | |
10 | Ἀγησία ἐπίστανται ἡγεμονεῦσαι, ἤγουν ὁδηγῆσαι, προοδο‐ ποιῆσαι· ἐπεὶ στεφάνους ἐδέξαντο, ἤγουν ἐστεφανώθησαν ἐν τῇ Ὀλυμπίᾳ. χρὴ τοίνυν (44) ἀναπιτνάμεν, ἤγουν ἀναπεταννύειν, ἀνοίγειν, χάριν αὐτῶν, τῶν ἡμιόνων δηλονότι, τὰς πύλας τῶν ὕμνων, ἀντὶ τοῦ χρὴ ὑμνεῖν αὐτάς. —Ἀπὸ τοῦ πιτνῶ, τὸ πίπτω, | |
15 | καὶ τῆς ἀνὰ προθέσεως ἀναπιτνῶ. ἀφ’ οὗ ἀναπιτνᾶν καὶ Δωρι‐ κῶς ἀναπιτνάμεναι καὶ ἀναπιτνάμεν ἀντὶ τοῦ ἄνω κεῖσθαι ποιεῖν, ἤγουν ἀνοίγειν, ἀναπετᾶν. ἀποβάλλει δὲ τὸ προσγεγραμ‐ μένον καὶ συστέλλεται κατὰ τὴν ἀκολουθίαν τοῦ ἔμεναι, δόμε‐ ναι, θέμεναι. | |
O 646 | Th. Εὐρώτου τοῦ Λακωνικοῦ ποταμοῦ θυγάτηρ γέγονε Πιτάνα. αὕτη ὑπὸ Ποσειδῶνος ἔγκυος γενομένη καὶ τῷ δοκεῖν εἶναι παρθένος λανθάνουσα, ὅτε καιρὸς ἥκει τοῦ τοκετοῦ, γεννήσασα τὴν Εὐάδνην δέδωκε ταῖς ἀμφιπόλοις λάθρα πρὸς | 209 |
5 | Αἴπυτον τὸν Ἀρκάδων βασιλέα ἀγαγεῖν τὸ βρέφος. ἄλλοι δέ φασι, καὶ ἀληθῆ λέγοντες, ὡς ἡνίκα τοῦτο ἐγέννησε, διὰ τῶν θεραπαινίδων εἰς ἐρημίαν ἐξέθηκεν· ὅθεν ἀνελόμενος Αἴπυτος ἔτρεφεν. ὃ καὶ Πίνδαρος εἰδώς, ἐπειδὴ ἐγκώμιον Ἀγησίου ποιεῖται, ἀντὶ τοῦ εἰπεῖν ἐκθεῖναι αὐτὴν τὸ βρέφος ἐκπέμψαι | |
10 | πρὸς Αἴπυτον λέγει. ἀτιμίαν γὰρ Ἀγησίου εἶχεν ἄν. | |
O 646g | τὴν Ἀγησίου προμήτορα. —ποταμοῦ Λακωνικοῦ. | |
O 647g | ἀναδραμεῖν με τῷ ὕμνῳ. —ἐγκαίρως· δεῖ γὰρ τοὺς προγόνους αὐτοῦ πρῶτον εἰπόντα εἶτα καὶ ἐπ’ αὐτὸν καταβῆναι· | |
O 648g | ἡ Πιτάνη. | |
O 649g | ** ἑνωθεῖσα γαμικῶς. —*† τῷ υἱῷ τοῦ Κρόνου. | |
O 650g | τὴν ὥσπερ ἴα τρίχας ἔχουσαν. —γεννῆ‐ σαι. —** οἱ γράφοντες ἰοπλόκαμον ἀγνοοῦσι τὰ μέτρα. | |
O 651 | Th. Τοῦτο διπλῶς νόει. φασὶ δὲ κρύψαι τὴν παρθε‐ νίαν ἐν τοῖς κόλποις τὴν ὠδῖνα, τουτέστιν ἡ παρθενία ἤτοι τὸ δοκεῖν παρὰ πάντων παρθένον εἶναι ἔκρυψε τὴν συμβᾶσαν αὐτῇ | |
ὑπὸ Ποσειδῶνος ὠδῖνα, ἀντὶ τοῦ λανθάνειν ἐποίησεν. ἢ οὕτω. | 210 | |
5 | κρύψαι δὲ τὴν ἐν τοῖς κόλποις ὠδῖνα τὴν παρθενίαν, τουτέστι τὸ ἐγκύμονα αὐτὴν ὑπὸ Ποσειδῶνος γενέσθαι, πόῤῥω αὐτὴν τῶν παρθένων ἐποίησε. τὸ δὲ ἐν τοῖς κόλποις λέγει διὰ τὸ εἶναι τὴν ὠδῖνα ἐντὸς κόλπου. εἰ καὶ εὕρηται παρά τισι τῶν βιβλίων κρύψε τὸ ψε ψιλὸν ἀντὶ τοῦ ἔκρυψε κατὰ συγκοπὴν | |
10 | τοῦ ε, ἀλλ’ οὐκ ἔχει λόγον· ἀμήχανον γὰρ οὕτω συνταχθῆναι· οὐ γάρ ἐστι τὸ ὠδῖνα εὐθεῖα, ἀλλ’ αἰτιατική, ὥστε ζητητέον τοὺς οὕτω λέγοντας, τίς ἔκρυψεν; Tr. Τοῦτο διπλῶς νόει. ἔκρυψε δὲ ἡ Πιτάνη ἐν τοῖς κόλποις τὴν παρθενίαν καὶ παρθενικὴν ὠδῖνα, ἤγουν ἣν συνέλαβεν ὠδῖνα | |
15 | ἔκρυψε παρθένος εἶναι δοκοῦσα. ἢ οὕτως· ἔκρυψε δὲ ἐν τοῖς κόλποις τὴν ὠδῖνα τὴν παρθενίαν, τουτέστι τὴν κρυφίως γενο‐ μένην. Παρθένιοι γὰρ λέγονται παῖδες οἱ λάθρα τικτόμενοι παρὰ τῶν ἔτι νομιζομένων εἶναι παρθένων. οὕτω που καὶ Ὅμηρός φησι (IL. Π 179)· | |
20 | Τῆς δ’ ἑτέρης Εὔδωρος Ἀρήιος ἡγεμόνευεν Παρθένιος. ἐμοὶ δὲ δοκεῖ κάλλιον παρθενίᾳ γράφειν, ἵν’ εἴη σαφὴς ὁ λόγος οὕτως· ἔκρυψε δὲ τὴν ἐν τοῖς κόλποις ὠδῖνα ἐν τῇ παρ‐ θενίᾳ, ἤτοι ἐν τῷ δοκεῖν ἔτι παρθένος εἶναι. εἰ δ’ ἐπ’ εὐθείας | |
25 | τὸ παρθενία νοήσεις λέγων, ἔκρυψε δὲ ἡ παρθενία τὴν ἐν τοῖς κόλποις ὠδῖνα, οὐ μόνον σαφέστερος ἂν εἴη ὁ λόγος, ἀλλὰ | |
καὶ κατὰ σύνταξιν ἀρίστως ἔχων. οἱ δὲ γράφοντες τὸ ψαι δίφθογγον, ἵνα πρὸς τὸ λέγεται συντάξωσιν, ἀγνοοῦσι τὰ μέτρα. | 211 | |
O 651g | * λέγεται. —* τὴν παρθενικήν. | |
O 652g | ἤγουν τῷ νενομισμένῳ τοῦ τοκετοῦ. | |
O 653g | * τὰς δούλας. —* αὐταῖς. | |
O 654 | Germ. Τὸ προσαίνειν ἀντὶ τοῦ τρέφειν. γίνεται δὲ ἀπὸ τοῦ πόρσω, τὸ μακράν, ἐξ οὗ καὶ πόρσιον τὸ μακρότερον. τῷ μηκύνειν γοῦν παρέπεται ἡ αὔξησις, ἡ δὲ αὔξησίς ἐστι καὶ ἐν τοῖς ἐμψύχοις σώμασιν οὐκ ἄλλως εἰ μὴ διὰ τροφῆς. ῥηθήσεται | |
5 | πορσαίνειν οὖν τὸ τρέφειν. | |
O 654g | * τρέφειν καὶ αὔξειν. —*† δοῦναι. —*† τῷ υἱῷ τοῦ Ἐλάτου τῷ Αἰπύτῳ. | |
O 655g | τὴν Εὐάδνην. —** ὁ Αἴπυ‐ τος. —*† ἐβασίλευεν. —** ἐν. | |
O 646-55 | M. Πρὸς τὴν Πιτάνην δὲ τὴν τοῦ ὀνόματος αὐτῆς μεταδοῦσαν τῇ πόλει τῇ παρὰ τὸ ῥεῦμα τοῦ Εὐρώτα τοῦ ποτα‐ μοῦ δεῖ σήμερον ἀπελθεῖν ἐγκαίρως, ἥτις (48) τῷ Ποσειδῶνι μιγεῖσα τῷ υἱῷ τοῦ Κρόνου λέγεται τεκεῖν αὐτῷ θυγατέρα με‐ | |
5 | λανοπλόκαμον τὴν Εὐάδνην. κρύψε (51) δὲ παρθενίαν ὠδῖνα κόλποις ἡ Πιτάνη, ἤγουν συνέλαβε δὲ ἐν τοῖς μυχοῖς τῆς γαστρὸς ἐγκυμόνησιν, σύλληψιν παρθενικήν. ἀσάφειάν τινα ἔχει ὁ λόγος, ταύτης δὲ αἰτία ἡ διάλυσίς ἐστιν. εἰ γὰρ συνημμένος ὁ λόγος ἐλέγετο, ἦν ἂν σαφὴς ἔχων οὕτως. ἥτις τῷ Ποσειδῶνι μιγεῖσα | |
10 | τῷ υἱῷ τοῦ Κρόνου, λέγεται συλλαβοῦσα ἐν τοῖς μυχοῖς τῆς γαστρὸς σύλληψιν παρθενικὴν τεκεῖν αὐτῷ θυγατέρα μελανο‐ πλόκαμον τὴν Εὐάδνην. κατὰ τὸν μῆνα δὲ τὸν ὡρισμένον (52) τοῦ τόκου, ἤγουν αὐτίκα δὲ καθ’ ὃν μῆνα ἔτεκεν αὐτήν, πέμ‐ πουσα ἀμφιπόλους, ἀντὶ τοῦ προσπόλους, ἤγουν δούλους, ἐκέ‐ | 212 |
15 | λευσεν αὐτοῖς δηλονότι δοῦναι τὸ βρέφος τῷ ἥρωϊ (54) τῷ Εἰλατίδῃ, ἤγουν τῷ Αἰπύτῳ τῷ υἱῷ τοῦ Ἐλάτου πορσαίνειν, ἤγουν ἀνατρέφειν, αὔξειν. ἀπὸ τοῦ πόῤῥω πόρσω, καὶ ἀπὸ τούτου πορσαίνω, τὸ εἰς προκοπὴν ἄγω καὶ πόῤῥω ποιῶ ἐκεί‐ νου, ἐφ’ ᾧ ἐστιν. | |
O 655 | Th. Πάντες μὲν οἱ ὑπομνηματισταὶ τῆς Ἀρκαδίας εἶναι πόλιν τὴν Φαισάναν διεδέξαντο, ὁ δὲ Δίδυμος τῆς Ἤλιδος αὐτὴν εἶναί φησι καὶ ὑπεραπολογεῖται τοῦ ῥητοῦ οὕτως, ὅτι ποτὲ οἱ Ἀρκάδες καὶ τῆς Ἤλιδος ἐβασίλευον κατὰ τὸν χρόνον τοῦ Αἰ‐ | |
5 | πύτου. οἱ δὲ βουλόμενοι τὴν Φαισάναν Ἀρκαδικὴν εἶναι τὸ περὶ Ἀλφειοῦ οὕτως ἀπολύονται, ὅτι διὰ Φαισάνης ἔχει ὁ ποταμὸς τὰ ῥεύματα· φέρεται γὰρ ἐξ Ἀσίας κώμης Ἀρκαδικῆς· ἢ ὅτι αἱ πηγαὶ τοῦ Ἀλφειοῦ ἐκ Νασσέως τῆς Ἀρκαδικῆς εἰσι καὶ μετα‐ ποιοῦνται αὐτοῦ οἱ Ἀρκάδες. | |
O 656g | * ὄνομα πόλεως. —† πόλει. | |
O 657g | ἐν τῷ Αἰπύτῳ. —*† ἡ Εὐάδνη. | 213 |
O 658g | μετέσχεν. | |
O 659g | εἰ καὶ κατ’ ἀρχάς. | |
O 660g | κρύπτουσα. —τοῦ Ἀπόλλωνος. —τὴν ὠδῖνα, τὸ σπέρμα. | |
O 661g | ὁ Αἴπυτος. —†** εἰς τὴν Πυθῶνα. —*† τῇ ψυχῇ αὐτοῦ. —βίᾳ κατασχών. —† συσφίξας, κατασχών. | |
O 662g | ἣν πρὸς αὐτὴν ὀργὴν εἶχε. —ποταπόν; ἄῤῥητον. | |
O 663g | ταχείᾳ. —*† φροντίδι. | |
O 665g | ** περὶ ταύτης. —ἀφορήτου. —τῆς δι’ Εὐάδνην λύπης. —† ἤγουν τῆς φθορᾶς τῆς κόρης. | |
O 666g | *† ἡ Εὐάδνη. —ἐρυθράν. | |
O 667g | ἀποῤῥίψασα· οὕτω γὰρ ποιοῦσιν αἱ τίκτουσαι. | |
O 668g | καρδάριον· ἐξῆλθε γὰρ τῆς πό‐ λεως δῆθεν ἀντλήσουσα ὕδωρ. | |
O 669 | Germ. Κυανέας] ἢ τῆς βαθυτάτης κατὰ τοῦ δάσους ἢ τῆς ὑπὸ τῶν ἴων χροίας μελαινομένης. | |
O 669g | ὑπὸ τὸ δάσος τῶν ἴων. —* ἤτοι τὰς σκιώδεις διὰ τὸ δάσος ἢ ὅτι τὰ ἴα τοιαύτην ἔχει χροιάν. | |
O 670 | Tr. Κυανέας ἢ τὰς σκιώδεις διὰ τὸ δάσος ἢ ὅτι τὰ ἴα τοιαύτην ἔχει τὴν χροιάν. θεόφρονα δὲ λέγει τὸν Ἴαμον ὡς γινώσκοντα τὰ πάντα διὰ τῆς μαντικῆς ὥσπερ οἱ θεοί. | |
O 655-70 | M. Ὅστις, ἤγουν ὁ Αἴπυτος, ἀνδρῶν Ἀρκάδων ἐβασίλευε κατὰ τὴν πόλιν τὴν Φαισάναν, ἔλαχέ τε, ἤγουν ἐκλη‐ ρώθη οἰκεῖν τὸν Ἀλφειόν· ἀπὸ τῆς Φαισάνης γὰρ καταῤῥεῖ ὁ Ἀλφειός, καταντᾷ δὲ εἰς τὴν Ἦλιν· τὸ δὲ μέσον αὐτοῦ κατὰ τὴν | |
5 | Ἐπίδαυρον· ἔνθα ἀνατραφεῖσα (57) αὐτή, δηλονότι ἡ Εὐάδνη, ὑπ’ Ἀπόλλωνος πρῶτον ἔψαυσεν Ἀφροδίτης γλυκείας, ἀντὶ τοῦ ἱμερτῆς. κλέπτουσα δέ, ἤγουν πειρωμένη λαθεῖν ἐγκυμονοῦσα τὸν γόνον, τουτέστι τὸ σπέρμα τοῦ θεοῦ, ἤτοι τοῦ Ἀπόλλωνος, οὐκ ἔλαθε τὸν Αἴπυτον ἐν παντὶ χρόνῳ, ἤγουν διὰ παντός. ἀλλ’ | 214 |
10 | ὁ μὲν (61) γνοὺς θυμὸν οὐ φατὸν, ἤγουν ἄῤῥητον, μέγαν, ἐν τῇ ψυχῇ κατασχὼν σὺν φροντίδι ὀξείᾳ, τουτέστιν ἐπιτεταμένῃ, ἀπὸ μεταφορᾶς τῶν ὀξέων βελῶν τῶν βλάπτειν μάλιστα δυνα‐ μένων, ἀφανὴς ἐγένετο ἀπερχόμενος Πυθῶναδε, ἤγουν εἰς τὴν Πυθῶνα, μαντευσόμενος περὶ ταύτης τῆς ἀφορήτου βλάβης, | |
15 | τουτέστι τῆς κρυφίου διακορήσεως. ἡ δέ (66), ἤγουν ἡ Εὐάδνη, καταθεῖσα τὴν ζώνην αὐτῆς τὴν φοινικόκροκον, ἤγουν τὴν τῷ κρόκῳ βεβαμμένην καὶ τὴν καλπίδα τὴν ἀπὸ ἀργύρου κατεσκευ‐ ασμένην (ἔστι δὲ ἡ κάλπις ἀγγεῖόν τι ὑδροδόχον) λόχμας ὑπὸ κυανέας (69), ἤγουν ὑποκάτω δένδρων σκιᾶς βαθείας ποιητικῶν | |
20 | διὰ τὴν πυκνότητα ἔτεκεν υἱὸν θεόφρονα, ἤγουν ἐνθέου φρονή‐ σεως δεκτικόν. τοῦτο δέ φησι διὰ τὴν ὕστερον ἠσκημένην αὐτῷ μαντικήν. | |
O 671g | τῇ Εὐάδνῃ. —ὁ χρυσὰς κόμας ἔχων Ἀπόλλων. —ποταπήν; πραεῖαν. | 215 |
O 672g | * θεὰ ἔφορος τοῦ τοκε‐ τοῦ. —** καί. —* ἵνα τὰ κάλλιστα τῷ παιδὶ ἐπικλώ‐ σωσι· τοῦτο δὲ ἐποίει σεμνύνων τὰς αὐτοῦ γονάς. —** Ἐλευθὼ γράφε καὶ μὴ Εἰλείθυια. οὕτω γὰρ ἁρμόζει τῷ | |
5 | μέτρῳ. | |
O 673g | * ἐν τούτῳ γὰρ τῷ τῆς γαστρὸς μέρει ἐστὶ τὸ ἔμβρυον· ἢ τὸ σπλάγχνων ἀντὶ τοῦ γαστρὸς ἁπλῶς. | |
O 674g | * γέννας τῆς ἐπιθυμητῆς, ἢ διότι θεοῦ παῖδα ἐγέννα, ἢ ὅτι πᾶσαι ἐπιθυμοῦσι τεκεῖν καὶ τῶν ἐντεῦθεν ἀπηλλάχ‐ θαι κακῶν. | |
O 675g | τὸν Ἴαμον. —λυπουμένη ἡ μήτηρ. — † κυρίως κνίζεσθαι τὸ ἐρωτικῶς λυπεῖσθαι. | |
O 676g | ** ἀφῆκε. —γλαυκόφθαλμοι. | |
O 677g | ** τῶν θεῶν. —προστάξεσι καὶ γνώμαις. | |
O 679 | Germ. Ἰῷ μελισσᾶν] ἰῷ τῷ ὡς ἀπὸ μελισσῶν· με‐ τετρέπετο γὰρ τῇ θεῶν κελεύσει ὁ ἰὸς ὁ τοῦ δράκοντος εἰς μέλι· ἢ ἐν κηρίῳ μελισσῶν. ἐπεὶ οὐδέν ἐστιν ἄλλο ἴδιον ἢ ὁ ἰὸς τῷ δράκοντι μεταδιδόναι, φυλάξας ὁ ποιητὴς τοῦτο, ἐδήλωσε | |
5 | διὰ τούτου τὸ κηρίον. Th. Εἰκότως εἶπε τὸ ἀμεμφεῖ ἰῷ μελισσᾶν· ὁ γὰρ τῶν ὄφεων ἰὸς μεμπτὸς διὰ τὸ φθορὰν ἐργάζεσθαι. | 216 |
O 679g | φροντίζοντες αὐτοῦ. —*† ὁ Αἴπυτος. | |
O 680g | *† πετρώδους· ἐν γὰρ τῷ Παρνασῷ οἱ Δελφοί. | |
O 681g | ** τοῦ μαντείου. —τῷ αὐτοῦ. | |
O 682 | Th. Μὴ λάβῃς εἰς τὸ παῖδα ἔξωθεν τὸ διά, —ἀλλ’ ὥσπερ φαμέν, στερῶ σε πλοῦτον, καὶ ἀφαιρῶ σε οἰκίαν, καὶ ὑβρίζω σε ὕβριν, οὕτω καὶ ἔρομαί σε λόγον. | |
O 682g | *† ἠρώτησε. —ὅντινα. | |
O 683g | τοῦ Ἀπόλλωνος. — ** τὸν παῖδα. —*† γεγονέναι. | |
O 684g | *† περισσῶς. — ** τῶν ἀνθρώπων. | |
O 685g | † τοῖς ἀνθρώποις. | |
O 686g | ὑπέρτατον. —* τὴν αὐτοῦ· —† αὐτῷ, δηλονότι ἔφη. | |
O 671-86 | M. Ταύτῃ μὲν τικτούσῃ ὁ Ἀπόλλων ὁ χρυσῆν ἔχων κόμην παρέστησεν Ἐλευθώ τε, ἤγουν Εἰλείθυιαν, ἔφορον | |
δηλονότι θεὰν τῶν τόκων, πραΰμητιν, ἤγουν πραέα, φίλα φρο‐ νοῦσαν αὐτῇ, καὶ τὰς Μοίρας συμπαρέστησεν, ἵν’ εὐδαίμων εἴη | 217 | |
5 | δηλονότι ὁ παῖς. ἦλθε δὲ (73) ὁ Ἴαμος εἰς φῶς αὐτίκα ἐκ τῆς ἐπεράστου ἐντὸς τῶν σπλάγχνων ἐγκυμονήσεως. τὸν μὲν κνιζο‐ μένη, ἀντὶ τοῦ λυπουμένη, ἀλγοῦσα, κατελίμπανεν (76) ἐν γῇ· δύο δὲ δράκοντες γλαυκῶπες, ἤγουν λαμπροὺς καὶ στίλβοντας ἔχοντες τοὺς ὀφθαλμούς, κατὰ βούλησιν θεῶν ἐθρέψαντο αὐτὸν κηδό‐ | |
10 | μενοι, ἤγουν ἐπιμελούμενοι, δι’ ἰοῦ μελισσῶν ἀμεμφοῦς, τουτέ‐ στιν οὐ μέμψεως ἀξίου ἀλλὰ ἐπαίνου δηλονότι, ἤτοι διὰ μέλιτος. ὁ βασιλεὺς δέ, ὁ Αἴπυτος δηλονότι, ἐπεὶ ἀφίκετο ἐκ τῆς Πυθῶ‐ νος τῆς πετραέσσης, ἤγουν τῆς πετρώδους, τῆς τραχείας, ἐλαύνων, τοὺς ἵππους δηλονότι, ἅπαντας τοὺς ἐν τῷ οἴκῳ ἠρώτα (82), διὰ | |
15 | τὸν παῖδα, ὃν ἡ Εὐάδνη ἔτεκε· τοῦ Φοίβου γὰρ πατρὸς ἔφη αὐτὸν γεγονέναι, υἱὸν δηλονότι, μάντιν δὲ ἔσεσθαι τοῖς ἀνθρώ‐ ποις ἔξοχον περισσῶς πάντων τῶν ἀνθρώπων, ἤγουν ὑπὲρ πάν‐ τα ἀνθρώπους· οὐδέ ποτε ἐκλείψειν, ἤγουν σβεσθήσεσθαι, ἐκποδὼν γενήσεσθαι τὴν γενεὰν αὐτοῦ. | |
O 687g | οὕτως. —ἔλεγεν ὁ Αἴπυτος. —οἱ κατ’ οἶκον· — † οὗτοι. —οὖν. —ὃν ἤρετο αὐτοὺς παῖδα. | |
O 688 | Germ. Πᾶσα εὐχὴ διὰ λόγου· ἐπεὶ δὲ οὕτω, ῥηθήσε‐ | |
ται καὶ ὁ ἁπλὸς λόγος εὐχή. Th. Διεβεβαιοῦντο, ἐπεὶ ὁ καυχώμενος διαβεβαιοῦται τοῦτο ὃ καυχᾶται. ἢ εὔχοντο ἀντὶ τοῦ μετὰ τῆς πρὸς θεοὺς εὐχῆς διε‐ | 218 | |
5 | βεβαιοῦντο. τὸ δὲ πεμπταῖον γεγενημένον ἀντὶ τοῦ πέντε ἡμέρας ἔχοντα μετὰ τὸ γεννηθῆναι. ἔστι δὲ ἀπὸ τοῦ ποιητοῦ λέγοντος πέντε τοῦτον ἡμέρας ἔχοντα μετὰ τὸ γεννηθῆναι· ἐκεῖνοι γὰρ οὔτε ἀκοῦσαι οὔτε ἰδεῖν διεβεβαιοῦντο. | |
O 688g | διεβεβαιοῦντο. | |
O 690 | Th. Τὸ σχοίνῳ ἐνταῦθα καὶ τὸ βατείᾳ καταχρη‐ στικῶς εἶπε. σχοῖνος γὰρ τὸ λεγόμενον ἰδιωτικῶς βροῦλον καὶ ἡ τούτων συναγωγὴ καὶ βατεία ἡ τῶν βάτων συναγωγή· ἐνταῦθα δὲ τὸ σχοίνῳ καὶ βατείᾳ ἀντὶ τοῦ δάσει νόει, ἢ διότι ἐν ταῖς | |
5 | βάτοις τὰ ῥόδα καὶ τὰ ἴα εὑρίσκονται. | |
O 690g | πολλῇ καὶ δασείᾳ. | |
O 691g | πυρώδεσι. —παμποικίλοις καὶ ὀξέσι. | |
O 692g | στιλπνότητι. —*† δεδροσισμένος. —* Δέον ἁβρῶς εἰπεῖν, ἤτοι δαψιλῶς βεβρεγμένος, ἁβρὸν εἶπε πρὸς τὸ σῶμα. | 219 |
O 693g | ** τό. —τὸ ἐν τοῖς ἴοις γεννηθῆναι. —ὠνόμα‐ σεν. | |
O 694g | αὐτόν. —ἐν. —ἡ Εὐάδνη. | |
O 695g | ὃ καλεῖται. — ἀκατάπαυστον· πάντες γὰρ οἱ ἐξ ἐκείνου οὕτω καλοῦνται. | |
O 687-95 | M Οὕτως ἄρα ἐδήλου. οἱ δέ, ἤγουν οἱ ἐν τῷ οἴκῳ, οὔτ’ οὖν ἀκοῦσαι οὔτε ἰδεῖν τοῦτον εὔχοντο, ἤγουν ἠρνοῦντο μετὰ καταρῶν, καὶ ταῦτα πεμπταῖον, ἤγουν πέντε ἡμερῶν γεγε‐ νημένον (89), τουτέστιν ὄντα. ἀλλ’ ἐγκέκρυπτο γὰρ (ὁ ἀλλὰ ἀντὶ | |
5 | τοῦ καί) ἤγουν καὶ γὰρ ἐγκέκρυπτο ἐν σχοίνῳ καὶ ἐν βατίᾳ, ἤγουν βάτῳ ἀπειράτῳ, τουτέστιν ἀψηλαφήτῳ, ἀψαύστῳ, διὰ τὰς ἀκάνθας, ἀκτῖσιν ἴων, ἤγουν λαμπρότησι, διαυγείαις ξανθαῖς καὶ κατὰ πολὺ πορφυροῖς, περιφραστικῶς ἀντὶ τοῦ ὑπὸ διαυγῶν ἴων ξανθῶν καὶ κατὰ πολὺ πορφυρῶν βεβρεγμένος (92) τουτέστι | |
10 | δεδροσισμένος τὸ τρυφερὸν σῶμα. διὸ καὶ τοῦτο, ὃ ἐκαλεῖτο δηλο‐ νότι, τὸ Ἴαμος, διέδωκεν ἡ μήτηρ αὐτοῦ καλεῖσθαι αὐτὸν κατὰ | |
πάντα τὸν ἑξῆς χρόνον, ἀθάνατον, ἀντὶ τοῦ ἀθανάτως. | 220 | |
O 696 | Th. Ἐπεὶ εἰς τοῦτο ἡλικίας ἦλθεν ὡς γένειον ἀνθῆσαι ξανθόν. τὸ δὲ τερπνᾶς εἶπε διὰ τὸ τοὺς ἐν τοιαύτῃ ἡλικίᾳ ὄντας ὡραίους φαίνεσθαι. δέον δὲ εἰπεῖν χρυσοστέφα‐ νον πρὸς τὸ καρπόν, χρυσοστεφάνοιο εἶπε πρὸς τὸ ἥβης. | |
O 697g | τὸ γένειον. —τῇ Πελοπονήσῳ· ἀπὸ μέρους τὸ πᾶν. | |
O 698 | ** ἐπεκαλέσατο. | |
O 699g | μεγαλοδύναμον. —ἴδιον· πατὴρ γὰρ τῆς μητρὸς αὐτοῦ Εὐάδνης. | |
O 6100g | τὸν τοξικὸν Ἀπόλλωνα. | |
O 6101 | Th. Θεοδμήτης λέγει, ἢ ἣν ἔχουσιν οἱ θεοὶ δόμον, Ἀπόλλων καὶ Ἄρτεμις, ἢ τῆς ὑπὸ θεῶν κατασκευασθείσης καὶ οἱονεὶ δομηθείσης. ὕφαλον γὰρ οὖσαν Ζεὺς ἀνῆκεν εἰς φῶς. | |
O 6101g | ** τῆς νήσου. —τῆς οἰκουμένης ὑπ’ Ἀρτέμιδος καὶ Ἀπόλλωνος. —† θεόδμητον ἴσως λέγει αὐτὴν διὰ τὸ πλανωμένην στῆναι ὑπὸ τῆς γεννήσεως τοῦ Ἀπόλλωνος. —ἐπιτηρητήν, φύ‐ λακα. | |
O 6102g | ζητῶν αὐτούς. —τροφὴν αὐτῷ ἐκ τῶν λαῶν προ‐ ξενοῦσαν. | |
O 6103g | τῇ ἰδίᾳ· —† τῇ ἑαυτοῦ κεφαλῇ, ἤτοι τῇ ἰδίᾳ. | |
O 6104 | Th. Τὸ νυκτὸς πρὸς τὸ καταβὰς συνάπτεται. μὴ λάβῃς δὲ ἔξωθεν ἐπί, ἀλλ’ ἔστιν ἡ τοιαύτη γενικὴ πρὸς τὸ καταβάς. νυκτὸς γὰρ ἦν ἡ τοιαύτη κατάβασις. | |
O 6104g | * δίχα τινὸς ἐν τῇ κεφαλῇ καλύμματος· οὕτω γὰρ | |
ἦν ἔθος εὔχεσθαι. | 221 | |
O 695-104 | M. Ἐπεὶ δὲ ἔλαβεν ὁ Ἴαμος καρπὸν ἥβης ἡδείας, πάγκαλον προτεινούσης στέφανον, ἤγουν γένεια, ἃ προέτεινεν ἡλικίας ἀκμὴ τερπνὴ παγκάλως δι’ αὐτῶν στεφανοῦσα, τουτέ‐ στιν ἐπεὶ δὲ εἰς ἀκμὴν ἡλικίας ἔφθασε τερπνῆς, καὶ γενείοις | |
5 | παγκάλως ἐστεφανώσατο, καταβὰς ἐκάλεσεν (98) ἐν τῷ μέσῳ τοῦ Ἀλφειοῦ, ἤγουν κατὰ τὴν Ἐπίδαυρον, τὸν Ποσειδῶνα τὸν ἑαυτοῦ πάππον τὸν εὐρυβίαν, ἤγουν τὸν κατὰ πολὺ ἰσχυρόν, καὶ τὸν σκοπόν, ἤτοι τὸν ἔφορον, τὸν ἡγεμόνα τῆς Δήλου τῆς νήσου τῆς θεοδμήτου τὸν τοξοφόρον, τουτέστι τὸν Ἀπόλλωνα | |
10 | τὸν πατέρα αὐτοῦ, αἰτῶν (102) αὐτὸς ἐν νυκτὶ ὑπαίθριος, ἐπιῤ‐ ῥηματικῶς ἀντὶ τοῦ ἐν ἀσκέπῳ τόπῳ, τιμήν τινα τῇ ἑαυτοῦ κεφαλῇ, περιφραστικῶς ἀντὶ τοῦ ἑαυτῷ, λαότροφον, τουτέστιν ὑπὸ τοῦ λαοῦ αὐξανομένην. λαοτρόφος, ὁ λαὸν τρέφων· λαό‐ | |
τροφος δὲ προπαροξυτόνως, ὁ ὑπὸ λαοῦ τρεφόμενος. | 222 | |
O 6105g | ἐξεναντίας ἐβόησεν. —* ἡ ἄρτια καὶ ἀληθῆ λέ‐ γουσα· Ψευδηγορεῖν γὰρ οὐκ ἐπίσταται στόμα τὸ θεῖον (Aesch. Prom. 1032.) | |
O 6106 | Germ. Ὄσσα] ἡ φήμη, καὶ ἡ ἁπλῶς φωνὴ τοῦ Ἀπόλ‐ λωνος. Th. Τὸ πατρικὴ ὄσσα ἢ ἀντὶ δοτικῆς ληπτέον, ἵν’ ᾖ ἀντε‐ φθέγξατο ὁ ἀρτιεπὴς Ἀπόλλων ἐν πατρικῇ ὄσσῃ ἢ ἀντεφθέγξατο | |
5 | ἡ πατρικὴ ὄσσα ἡ ἀρτιεπής· ἢ δίχα τοῦ ἄρθρου τὸ ἀρτιεπὴς λέγε οὕτως· ἀντεφθέγξατο ἡ πατρία ὄσσα ἀρτιεπὴς ἤγουν παραυ‐ τίκα τῶν ἐκείνου λόγων. τὸ δὲ μετάλλασέ τέ μιν διὰ μέσου, ἀντὶ τοῦ ἠρεύνα ὅτου χάριν αὐτὸν ἐπεβοήσατο. τὸ δὲ ἀντε‐ φθέγξατο πρὸς τὸ ὄρσο ἔχει τὴν δύναμιν καὶ πάγκοινον τὸν | |
10 | χῶρον καλεῖ διὰ τὴν ἐν αὐτῷ ὕστερον συμβᾶσαν πανήγυριν τῶν Ὀλυμπίων. | |
O 6106g | ἡ πατρική. —† ὁ πατρικὸς χρησμός. —ἡ φωνὴ τοῦ Ἀπόλλωνος. —ἠρεύνα. | 223 |
O 6107g | ὅρμησον. —ἐνταῦθα ἢ ἐλθέ. | |
O 6108g | τὸν πᾶσιν ἀνθρώποις κοινόν. —* τὴν Ὀλυμπίαν. — ἐλθεῖν. —τοῦ ἐμοῦ λόγου· οὐ γὰρ ἑωρᾶτο θεὸς ὢν ἄϋλος. | |
O 6109g | ** ἀφίκοντο. —ὁ Ἀπόλλων καὶ ὁ Ἴαμος. | |
O 6110g | τὴν μό‐ νην τῷ ἡλίῳ βατὴν διὰ τὸ ὕψος. | |
O 6111g | * ὅπου. —* αὐτῷ. — παρέσχεν. —πλοῦτον· —† ἀπὸ μεταφορᾶς τοῦ ἀποθέτου πλούτου. —*† διπλοῦν. | |
O 6112g | μαντικῆς. —ἤτοι πρὸς τὸ παρόν. —† αὐτοῦ τοῦ Ἀπόλλωνος δηλονότι. —καταλαμβάνειν. | |
O 6113g | εἰ γὰρ ἡ ἀλήθεια σαφὴς καὶ δήλη, τὰ ψευδῆ ποικίλα καὶ ἄγνωστα. | |
O 6114 | Germ. Θρασυμάχανος] ὡς ἐν ταυτῷ φιλοσυντόμως λέγων τὰς δύο ἀρετάς. ἔστι δὲ ἡ λέξις τοῦ Ὁμήρου. | |
O 6114g | ἡνίκα· —† ὁπηνίκα δ’ ἄν. —ὁ ἐν θρασέσι καὶ δυσκατεργάστοις μηχανὰς εὑρίσκων. | |
O 6115g | ἔντιμον. —Ἀλ‐ καῖος γὰρ ὁ πάππος τῆς μητρὸς αὐτοῦ Ἀλκμήνης. | |
O 6116 | Th. Τὸ πατρί θ’ ἑορτάν] τὸ οὐκ ἔστιν ἀργόν, ὡς οἴονταί τινες, ἀλλὰ τοῦτο λέγει διὰ τὸ προϋπάρχειν ἐκεῖ Κρόνου ἱερόν, ὅθεν καὶ Κρόνιος λόφος καλεῖται, ἢ διότι ἡ τοῦ Διὸς ἑορτὴ καὶ τῶν ἄλλων ἕνδεκα θεῶν ἦν, ὡς ἔφαμεν τὸ Ἑορ‐ | |
5 | ταῖς θεῶν μεγίσταις, ἐν τῷ Ψαύμιος Ὀλυμπιονίκει (V. 11). τὸ δὲ κτίσῃ ἀντὶ τοῦ ποιήσῃ· ὁ γὰρ κτίζων οἰκίαν ποιεῖ ταύτην. | 224 |
O 6116g | * τῷ Διῒ· —** τοῦ Διός. —τὴν Ὀλυμπιακὴν πανήγυριν. —καταστήσῃ. —ἐν ᾗ πλεῖστοι συνάγονται. | |
O 6117 | Germ. Τεθμόν τε] θεσμόν, νόμον. ἔστι δὲ ἱερὸν Διὸς ἐκεῖ καὶ μαντεύονται ἀπὸ τῶν γινομένων θυμάτων. | |
O 6117g | *† νόμον. —† θείη δηλονότι. οὐ γὰρ δύναται τὸ κτίσῃ ἀπὸ κοινοῦ λέγεσθαι· συνυπακούεται δὴ τὸ οἰκεῖον κατ’ ἀναλογίαν τοῦ προῤῥηθέντος. —ἀγώνων. | |
O 6118 | Germ. Ἤτοι τῷ μεγίστῳ τέρατι τῶν ἄλλων βωμῶν καὶ ἐν ἄλλαις γὰρ πόλεσιν ὑπῆρχον βωμοὶ τοῦ Διός. | |
O 6118g | ** τοῦ Διός. —* τῷ ὑψηλῷ. —ὅτε Ἡρακλῆς τὸν ἀγῶνα θήσει. | |
O 6119 | Th. Ἐμαντεύοντο ἐν τῇ Ὀλυμπίᾳ οἱ Ἰαμίδαι ἢ μηρὸν πιμελῇ κεκαλυμμένον εἰς πῦρ ἐμβάλλοντες ἢ δορὰν προβάτου σχίζοντες καὶ ἐκ τῆς σχίσεως, εἰ μὲν εὐθεῖα γένηται, καλὰ ἔσε‐ σθαι μαντευόμενοι, εἰ δὲ λοξή, ἀποτρόπαια. | |
O 6119g | *† μαντεῖον. | |
O 6120g | μαντείου ἢ τοῦ Ἰάμου. — ποταπόν; ἔνδοξον. | |
O 6122g | πλοῦτος. —σὺν τῷ ἐνδόξῳ. — * αὐτοῖς. —** ἠκολούθει αὐτοῖς. | |
O 6104-122 | M. Ἀντεφθέγξατο δὲ αὐτῷ χρηματισμὸς πατρι‐ κὸς ἀρτιεπής, ἤγουν ἀληθῆ χρηματίζων, μετάλλασσέ τε αὐτόν, ἤτοι ἐζήτησε, τουτέστι καὶ ἐπεστράφη αὐτοῦ. ἔστι δὲ ὁ λόγος πρωθύ‐ στερος. ὤφειλε γὰρ οὕτως· ἐζήτησε δὲ αὐτόν, ἤγουν ἐπεστράφη | 225 |
5 | αὐτοῦ χρηματισμὸς τοῦ πατρὸς ἀψευδῆ χρηματίζων, καὶ ἀντεφθέγ‐ ξατο· ὄρσο (107), τέκνον, ἤγουν διεγέρθητι, κινήθητι ὄπισθεν τῆς φήμης, ἤγουν τοῦ ἐμοῦ χρηματισμοῦ, τῆς ἐμῆς φωνῆς, ἐλθεῖν ὧδε εἰς τὴν χώραν τὴν πάγκοινον, ἐσομένην δηλονότι. τίνα δὲ ταύ‐ την τὴν χώραν λέγει, ἐν τῷ ἐπαγομένῳ λόγῳ δείκνυσιν. ἐπάγει | |
10 | γάρ· ἀφίκοντο δὲ ἐπὶ τὴν πέτραν τοῦ Κρονίου λόφου τοῦ ὑψηλοῦ τὴν ἠλίβατον, ἤγουν τὴν μετέωρον καὶ ὀρθίαν, τουτέστι τὴν Ὀλυμπίαν, ὅπου (111) παρέσχεν αὐτῷ, τῷ Ἰάμῳ δηλονότι ὁ Ἀπόλλων θησαυρὸν μαντείας διπλοῦν, τότε μὲν φωνὴν ἀκούειν αὐτοῦ, δηλονότι τοῦ Ἀπόλλωνος, ψευδέων ἄγνωστον, ἤγουν οὐ | |
15 | γινώσκουσαν ψεύδη, ἐνεργητικῶς· εἰ γὰρ ἐπὶ παθητικῆς ἐλέγετο σημασίας, δοτικῇ ἂν συνετάττετο· ὅταν (114) δὲ ἐλθὼν ὁ Ἡρακλῆς ὁ θρασυμήχανος, ἤγουν ὁ γενναῖα μηχανώμενος, τὸ βλάστημα τὸ | |
σεβάσμιον τῶν ἀπὸ τοῦ Ἀλκαίου, τοῦ Ἀμφιτρύωνος, ἑορτήν τε τοῦ πατρὸς αὐτοῦ τοῦ Διὸς κτίσῃ, ἀντὶ τοῦ συστήσῃ, πλειστόμβροτον, | 226 | |
20 | ἤγουν ὑπὸ πλείστων ἀνθρώπων συγκροτουμένην, καὶ νόμον (117) μέγιστον ἀγώνων, θείη δηλονότι, ἐν βωμῷ Διὸς ἀκροτάτῳ, ἀντὶ τοῦ ὑψηλοτάτῳ· τότε δὴ προσέταξε τῷ Ἰάμῳ ποιῆσαι χρηστή‐ ριον, ἤγουν μαντεῖον· ἀφ’ οὗ χρόνου (120) κατὰ πολὺ δεδοξα‐ σμένον ἐστὶ κατὰ τοὺς Ἕλληνας τὸ γένος τῶν Ἰαμιδῶν, ἤγουν | |
25 | τῶν ἀπὸ τοῦ Ἰάμου καταγομένων, ἀφ’ οὗ ἀπὸ κοινοῦ, ὄλβος, ἀντὶ τοῦ εὐδαιμονία ἠκολούθησεν, αὐτῷ δηλονότι. | |
O 6122 | Tr. Τὸ τιμῶντες εἰ μὲν μετὰ τοῦ οἱ ἄρθρου εἴποις, καθολικῶς γνωμικὸς ἔσται ὁ λόγος. εἰ δὲ χωρὶς τοῦ ἄρθρου, πρὸς τοὺς Ἰαμίδας νοήσεις· καὶ τὸ τεκμαίρει χρῆμ’ ἕκαστον ἢ δι’ αὐτοὺς ἢ διὰ πάντας ἐρεῖς. | |
O 6123g | διάδηλοι πᾶσι γίνονται. —μηνύει, ὅστις ἐστίν. | |
O 6124 | Th. Τοῦτο λέγει ὑπὲρ τοῦ Ἀγησίου ἢ ὡς φθονη‐ θέντος παρά τινων διὰ τὴν κατορθωθεῖσαν αὐτῷ νίκην, ἢ ἁπλῶς τοῦτο λέγων, ὅτι οἱ νικῶντες βασκαίνονται. πρὸς γὰρ τὸν ἔχονθ’ ὁ φθόνος ἕρπει, φησὶ Σοφοκλῆς (Ai. 157.). τὸ δὲ ποτὶ | |
5 | πρὸς τὸ μορφὰν συναπτέον οὕτως· οἷς πρὸς τὴν μορφήν, ποτα‐ πήν; εὐκλέα καὶ ἔνδοξον στάζει χάρις αἰδοία καὶ σεμνή, τουτέ‐ στιν οἷς διὰ τὴν κατορθωθεῖσαν αὐτοῖς νίκην μεγάλη τις εὐφρο‐ σύνη συμβαίνουσα χαρίεντα αὐτῶν τὰ πρόσωπα τίθησιν. ἡ γὰρ ἐν τῷ προσώπῳ ἐπιφαινομένη ἡδονὴ τεκμήριόν ἐστι τῆς ἐν | 227 |
10 | τῇ ψυχῇ ἡδονῆς. δέον δὲ εἰπεῖν εὐκλεῶς πρὸς τὸ στάζει, εὐκλέα εἶπε πρὸς τὸ μορφήν. τὸ δὲ πρώτοις πρὸς τὸ στά‐ ζει συναπτέον, οὐ πρὸς τὸ ἐλαυνόντεσσιν. | |
O 6124g | * πρᾶξις. —* ἄνθρωπον ἢ Ἰαμίδην. | |
O 6125g | ** φθονούντων. | |
O 6126g | *† τούτοις. —ἐν ᾧ ποτε δώδεκα δρό‐ μους ποιεῖ τὸ τέλειον ἅρμα· λέγει δὲ τὸν Ὀλυμπιακὸν ἀγῶνα. | |
O 6127 | δι’ ἵππων ἁμιλλωμένοις· —† ἐλαύνουσι τοὺς ἵππους δηλο‐ νότι. —σεμνή. —πρός. | |
O 6128g | ἡδονή. —* ποταπήν; ἔν‐ δοξον. | |
O 6122-128 | M. Οἱ τιμῶντες δέ, ἀντὶ τοῦ οἱ ἀσκοῦντες ἀρε‐ τάς, ὥσπερ οὗτοι δηλονότι, εἰς φανερὰν ὁδὸν ἔρχονται, ἤγουν εἰς διάδηλον καὶ περιφανῆ πολιτείαν. τεκμαίρει χρῆμ’ ἕκαστον (124), ἤγουν ἕκαστον ἄνθρωπον ἡ πρᾶξις δεικνύει. ψόγος δὲ | |
5 | ἀπ’ ἄλλων φθονούντων κρέμαται, ἀντὶ τοῦ ἐπιφέρεται τούτοις (126), ὧν ἐπὶ τὴν ἔνδοξον ὄφιν χάρις, νίκης δηλονότι, αἰδοῦς ἀξία, στάζει, ἀντὶ τοῦ παραγίνεται, πρῶτον, τουτέστιν ἐξαιρέ‐ τως, περὶ δωδέκατον δρόμον ἐλαυνόντων τοὺς ἵππους. | 228 |
O 6129g | ἀληθῶς, ὥσπερ οὖν ἐστιν. —ὄρος Ἀρκαδικοῦ. | |
O 6130 | Germ. Μάτρωες ἄνδρες οἱ ἀπὸ μητρὸς καταγόμενοι· καὶ πάτρωες οἱ ἀπὸ πατρός. | |
O 6130g | * ὦ. —* οἱ πρὸς μητρὸς συγγενεῖς σου, ἐνταῦθα γὰρ ἡ σὴ προμήτωρ, Εὐάδνη, ὡς ἔφαμεν, ἀνετράφη ὑπὸ τῷ Αἰπύτῳ. | |
O 6131g | * κατοικοῦντες. —* ἐδεξιώσαντο. | |
O 6132g | παρακλητικαῖς. —ἐν. | |
O 6133g | κατὰ πολύ. —εὐσέβεια γὰρ τὸ τοῖς θεοῖς θύειν. | |
O 6134g | ἤγουν ἔφορος ἀγώνων ἐστί· καλεῖται γὰρ ἐναγώνιος, ὡς καὶ ἄλλάττα ὀνόματα. | |
O 6135g | μερίδα. | |
O 6136 | Th. Τὸ τιμᾷ εἰ μὲν τρίτον πρόσωπον νοήσεις, οὕτως ἐρεῖς· καὶ τιμᾷ τὴν Ἀρκαδίαν τὴν εὐάνορα, διὰ τὸ ἐκεῖ ναὸν αὐτοῦ εἶναι· εἰ δὲ ἀντὶ τοῦ τιμῇ, τὸ ἔχει ἀπὸ κοινοῦ λάβῃς οὕτω· καὶ ἔχει τὴν εὐάνορα Ἀρκαδίαν ἐν τιμῇ, τουτέστιν ἢ ἐκεῖ | |
5 | κατοικῶν τιμᾶται, ἢ ἐκεῖ κατοικεῖ εἰς ταύτης τιμήν. | |
O 6136g | τὴν καλοὺς ἄνδρας ἔχουσαν. | |
O 6129-137 | Germ. Ἡ σύνταξις αὕτη. εἰ δὲ ἐτύμως καὶ ἀλη‐ θῶς οἱ ἀπὸ μητρὸς καταγόμενοι μάτρωες ἄνδρες τοῦ Ἀγησίου, οἱ ναιετάοντες καὶ οἱ κατοικοῦντες ὑπὸ τοῖς ὅροις τῆς Κυλλήνης, ἤγουν τῆς Ἀρκαδίας, τὸν Ἑρμῆν τὸν κήρυκα τῶν θεῶν, εὐσε‐ | |
5 | βέως καὶ εὐσεβῶς, πολλὰ δὴ ἐν πολλαῖς θυσίαις ἐν λιταῖς καὶ | |
ἐν παρακλήσεσι, δώρησαν καὶ ἐδεξιώσαντο καὶ ἐφιλοφρόνησαν, ὃς ὁ θεὸς ἐναγώνιος ἔχει τοὺς ἀγῶνας τὴν μοῖράν τε τῶν ἀέθλων, τουτέστι τὴν πάλην, τιμᾷ τε τὴν Ἀρκαδίαν τὴν εὐάνορα· κεῖ‐ νος, ὦ παῖ τοῦ Σωστράτου, καὶ τὰ λοιπά. | 229 | |
O 6137g | * ὁ Ἑρμῆς. —** ὦ Ἀγησία. | |
O 6138g | τῷ μεγά‐ λους ἤχους διὰ τῶν βροντῶν ποιοῦντι Διΐ. | |
O 6139g | τελειοῖ. —σοῦ. | |
O 6140 | Th. Τὸ ἔχω τινὰ ἐπὶ γλώττῃ δόκησιν ἀκόνας λιγυρᾶς τοῦτο λέγει, ἀντὶ τοῦ ἐπέρχεταί μοι ἔννοιά τις καὶ λόγος ἡδὺς ὑπὲρ σοῦ, παρακινῶν με λέγειν τοῦτο πρὸς σέ. ὥσπερ γὰρ ἡ ἀκόνη ὀξύνει τὸ παραθηγόμενον, οὕτω καὶ ἡ ἐμὴ μουσικὴ ὥσπερ | |
5 | τις ἀκόνη ἐστὶ πρὸς ἐμέ. ἐπεὶ δὲ διὰ τῆς μουσικῆς ἔψαλλε πάντα τὰ αὐτοῦ ποιήματα, εἰκότως καὶ τὴν νῦν ἐπερχομένην αὐτῷ δόκησιν ὑπὲρ τοῦ Ἀγησίου εἰπεῖν τῆς αὐτοῦ μουσικῆς ταύτην εἶναί φησι. τὸ δὲ πνοαῖς αὐλῶν λέγει, διότι καὶ μετὰ μουσι‐ κῆς καὶ αὐλῶν ᾖδε τοὺς ὕμνους. | |
O 6140g | ἔννοιαν καὶ τρόπον ἐγκωμιαστικόν. | |
O 6141g | τῇ ἐμῇ. —παροξυσμοῦ. —ἐμμούσου. | |
O 6142g | * ἡ δόκησις· — ** ἡ δόξα. —καὶ αὐτὸν εἰπεῖν. —* προσέρχεται. | |
O 6143 | Germ. Καλῶς εἶπε καλλιῤῥόοις ὡς ἐπὶ ὑγρότητος, καὶ πνοαῖς ἐπεὶ καὶ ἡ πλῆξις αὕτη τῆς φόρμιγγος διὰ τοῦ ἀέρος· γίνεται, πλησσομένου τούτου διὰ τῆς κρούσεως τοῦ πλήκτρου. | |
O 6143g | ἡδέως ἠχοῦσιν. —ᾠδαῖς. | 230 |
O 6129-143 | M. Εἰ δ’ ἀληθῶς, ὦ Ἀγησία, οἱ ἄνδρες οἱ σοὶ πρό‐ γονοι πρὸς μητρὸς οἱ οἰκοῦντες ὑποκάτω τοῦ ὄρους τῆς Κυλλήνης· Ἀρκὰς γὰρ ἦν πρὸς μητρὸς ὁ Ἀγησίας· θυσίαις λιτανευτικαῖς (132) πολλάκις πολλαῖς ἐδώρησαν, ἀντὶ τοῦ ἐδωρήσαντο, ἐδε‐ | |
5 | ξιώσαντο εὐσεβῶς τὸν κήρυκα τῶν θεῶν τὸν Ἑρμῆν, ὃς (134) τῶν ἀγώνων ἐξουσιάζει καὶ μερίδος τῶν βραβείων, τὴν Ἀρκα‐ δίαν τε τὴν καλῶς ἔχουσαν ἕνεκα γενναιότητος ἀνδρῶν τιμᾷ, ἤγουν δοξάζει οἰκῶν ἐν αὐτῇ· κεῖνος (137) ὁ Ἑρμῆς, ὦ παῖ τοῦ Σωστράτου, σὺν τῷ πατρὶ αὐτοῦ τῷ Διῒ τῷ βαρυγδούπῳ, | |
10 | τουτέστι τῷ τῶν βροντῶν αἰτίῳ τῶν τὸν βαρὺν κτύπον ἐργα‐ ζομένων, κραίνει (139), ἀντὶ τοῦ διοικεῖ τὴν σὴν εὐτυχίαν. δόξαν ἔχω, ἀντὶ τοῦ λόγον φέρων τινὰ ἐπὶ γλώσσῃ (141), ἤγουν πρόχειρον εἰρῆσθαι ἀπὸ τοῦ νοῦ δηλονότι, ὡς σίδηρον ἀπὸ ἀκόνης λιγυρᾶς, τουτέστιν ὀξέως ποιούσης ἠχεῖν τὰ ἀκονού‐ | |
15 | μενα, ὅς με ἕλκει ἐθέλοντα ἐπὶ πνοὰς καλλιῤῥόους (143), ἤγουν ᾠδὰς εὐήχους, τὰς ἀπὸ τῶν ὀργάνων ἀναφερομένας. | |
O 6143g | λέγω ἡ τῆς ἐμῆς μητρὸς μήτηρ· —† τουτέστι τῆς | |
ἐμῆς πατρίδος μήτηρ ἤτοι τῶν Θηβῶν. | 231 | |
O 6144 | Th. Ἡ Μετώπη θυγάτηρ ἦν Λάδωνος τοῦ ποταμοῦ, γυνὴ δὲ Ἀσωποῦ τοῦ ἐν Θήβαις ποταμοῦ, ἀφ’ οὗ θυγατέρα ἔσχε Θήβην, ἧς πόλις ἐπώνυμος. Θηβαῖος δὲ ὁ Πίνδαρος· διὸ καὶ τὴν Μετώπην μητρομάτορα καλεῖ, οἱονεὶ μητέρα τῆς μητρὸς αὐτοῦ | |
5 | Θήβης. φασὶ δὲ τὴν Μετώπην οἱ μὲν λίμνην, οἱ δὲ ποταμόν. | |
O 6144g | * ἡ Ἀρκαδική. Στύμφαλος γὰρ πόλις Ἀρκαδίας· τὸ δὲ εὐανθὴς ἀντὶ τοῦ ὡραία· —†** ἤγουν ἡ θυγάτηρ τῆς Στυμφαλίδος. | |
O 6145g | πολεμικήν, ἱππικωτάτην. —ἐγέννησεν. | |
O 6146g | πλείστου ἄξιον· λέγει δὲ τιμᾶν τὴν πατρίδα. | |
O 6147g | * πίνω. —πολεμικοῖς. | |
O 6148g | ἔμμουσον· ποικίλος γὰρ ὁ μετὰ μουσικῆς. | |
O 6143-148 | M. Μητρομήτωρ ἐστὶν ἐμή, ἀντὶ τοῦ τῆς ἐμῆς πατρίδος, τουτέστι τῶν Θηβῶν μήτηρ ἡ Μετώπη ἡ εὐαν‐ θής, ἤγουν ἡ φαιδρά, ἡ τῆς Στυμφαλίδος θυγάτηρ. θυγατέρα δὲ λέγουσι τὴν Μετώπην τῆς Στυμφαλίδος διὰ τὸ εἶναι τὴν Στυμ‐ | |
5 | φαλίδα περιεκτικὴν αὐτῆς. μητρομήτωρ δὲ εἰπὼν ἐπάγει ὥσπερ ἐφερμηνεύων· ἥτις (145), ἤγουν ἡ Μετώπη, τὴν Θήβαν ἔτεκε τὴν πλήξιππον, ἤγουν τὴν πλήττουσαν τοὺς ἵππους ἐν τοῖς δρόμοις, τουτέστι τὴν ἱππικήν, τὴν πολεμικήν. ταύτης ἐπέραστον ὕδωρ πίομαι, ἀντὶ τοῦ εὐπορίαν λόγων ἀπὸ ταύτης πορίσομαι ποικίλον | 232 |
10 | ὕμνον συντιθεὶς χάριν ἀνδρῶν αἰχμητῶν, τουτέστι πολεμιστῶν. | |
O 6148bisg | * διέγειρον. —* συγχορευτάς· —† τοὺς συγχο‐ ρευτάς. | |
O 6149 | Th. Οὗτος χοροδιδάσκαλος ἦν τοῦ παρὰ Πινδάρῳ χοροῦ, ᾧ τινι Αἰνέᾳ πρὸς τὸν δῆμον ἐχρῆτο Πίνδαρος διδά‐ σκοντι τὰ αὐτοῦ ποιήματα καὶ μεθ’ ἑτέρων ψάλλοντι διὰ τὸ αὐτὸς ἰσχνόφωνος εἶναι καὶ μὴ δύνασθαι λέγειν ἀξίως. | |
O 6149g | * ὦ· —† χοράρχης ἦν οὗτος. | |
O 6150g | *† τὴν ἐν Παρθενίῳ ὄρει Ἀρκαδίας τιμωμένην. | |
O 6151g | τοὺς ἄλλους. —παλαιόν. | |
O 6152g | ** τὴν Θηβαίαν. | |
O 6153 | Germ. Ἐκ τῶν ἐν τῇ Βοιωτίᾳ κατοικούντων ἀγροίκων Ὑάντων πάντη διαβαλλομένων τῇ ἀγνωσίᾳ ὡς καὶ παραφθα‐ ρέντος τοῦ ὀνόματος τούτων καὶ ὗς ᾀδομένου δοκεῖν οὕτως ἐξ ἀρχῆς αὐτοὺς καλεῖσθαι. | |
5 | Th. Ὕαντες, ἔθνος ἀρχαῖον καὶ βάρβαρον, ᾤκησαν ἐν Βοιω‐ τίᾳ, οὓς διὰ πολλὴν προσοῦσαν αὐτοῖς ἀλογίαν σκώπτοντές τινες καὶ παραφθείροντες τὸ ὄνομα ἕνα ἕκαστον τούτων ὗν ἔλε‐ γον, καὶ ἐπεκράτησε τοσοῦτον αὕτη ἡ διαφθορά, ὡς εἰς ὄνει‐ δος τοῖς Θηβαίοις τοὺς ἄλλους προφέρειν ταύτην τὴν παροιμίαν | 233 |
10 | τὸ Βοιωτία ὗς. λέγει οὖν Πίνδαρος πρὸς τὸν Αἰνέαν, ὅτι διέγει‐ ρον τὸν τὰ ἔπη ᾄδοντα χορόν, ἵνα γνῶσιν ἅπαντες, ὡς οὐ τῇ παροιμίᾳ προσήκομεν τῇ λεγούσῃ Βοιωτία ὗς, ἀλλ’ ἐσμὲν Μου‐ σῶν θρέμματα. | |
O 6153g | χοῖρον. —*† κῆρυξ. —ἀληθὴς διὰ τὴν φωνήν· ἐγὼ γὰρ ἰσχνόφωνος. | |
O 6154 | Th. Ὅτε πρός τινα πόλιν οἱ Λάκωνες στρατηγὸν ἔπεμπον, βουλόμενοι δηλῶσαί τι αὐτῷ τῶν ἀποῤῥήτων οὐκ ἐπί‐ στευον χάρτῃ, ἀλλὰ τοιοῦτόν τι ἐποίουν· τορεύοντες ξύλον στρογγύλον τριῶν ἢ τεττάρων πηχῶν, τέμνοντες εἰς δύο τὸ | |
5 | μὲν ἓν τῷ ἐκπεμπομένῳ στρατηγῷ ἐδίδουν, θάτερον δὲ αὐτοὶ κατεῖχον. ὁπότε δὲ πρὸς αὐτὸν μηνῦσαί τι ἐβούλοντο, περιειλίσ‐ | |
σοντες στενὸν ἱμάντα τῷ παρ’ αὐτοῖς ξύλῳ ἔγραφον· εἶτα ἀπο‐ λύσαντες τὸν ἱμάντα τῷ στρατηγῷ αὐτὸν ἔπεμπον. ὁ δὲ ἐνειλίσ‐ σων τῷ οἰκείῳ ξύλῳ τοῦτον ἀνεγίνωσκε τὰ γεγραμμένα πρὸς | 234 | |
10 | αὐτόν. λέγει οὖν τὸν Αἰνέαν σκυτάλην Μουσῶν, οἱονεὶ ἄγγελον τῶν αὐτοῦ ἐπῶν πρὸς τοὺς ἄλλους. | |
O 6154g | εὐπλοκάμων. —μηνυτής. | |
O 6155g | μεγαλοπρεπῶς ᾀδομένων. —ὕμνων ἐμῶν τῶν πρὸς ἄλλους. | |
O 6148-155 | M. Ὦ Αἰνέα, διέγειρον νῦν τοὺς ἑταίρους, ἤγουν τοὺς συγχορευτάς, πρῶτον μὲν ὑμνῆσαι τὴν Ἥραν τὴν Παρθενίαν (150), ἤγουν τὴν ἐν τῷ Παρθενίῳ ὄρει τῆς Ἀρκαδίας τιμωμένην, ἔπειτά τε γνῶναι, ἀντὶ τοῦ γνώριμον ποιῆσαι κατὰ | |
5 | ἀληθῆ λόγον, εἰ φεύγομεν τὴν Βοιωτίαν ὗν (153), λέγω τὸ ἀρχαῖον ὄνειδος, τουτέστι τὴν παλαιὰν διαβολὴν τὴν ἐπὶ τῇ ἀμουσίᾳ. ὑπάρχεις γὰρ ἄγγελος ὀρθός, ἤγουν κήρυξ ἀληθής, τῶν καλλιτρίχων Μουσῶν σκυτάλη, τουτέστι ῥάβδος, γλυκὺς κρατήρ, ἤγουν γλυκὺ ἀγγεῖον, γλυκὺς οἶκος τῶν ᾠδῶν τῶν ἀγα‐ | |
10 | φθέγκτων, τουτέστιν ὧν πολὺ τὸ κλέος. | 235 |
O 6156g | * εἰπὲ αὐτοῖς. —†** εἰπὲ αὐτοῖς· τοῖς ἑταίροις δηλονότι. —ἤτοι ἐπαινεῖν. | |
O 6157g | νῆσος παρακειμένη τῇ Σικελίᾳ ἢ πόλις πλησίον Συρακουσῶν· —† νῆσος παρακειμένη ταῖς Συρακούσαις. | |
O 6158g | * Ὀρτυγίαν ἢ Συράκουσαν. — νομίμῳ ἐξουσίᾳ. —διεξάγων. | |
O 6159g | ὑγιῆ, νόμιμα βουλευό‐ μενος. —ἐρυθρόπουν. | |
O 6160g | * περιέπει καὶ τιμᾷ. —† Δήμη‐ τρα ὁ σῖτος καὶ ἡ ἔφορος καρπῶν θεός. | |
O 6161 | Th. Λεύκιππον λέγει τὴν Περσεφόνην ἢ διότι ἔθος ἐστὶ τοῖς ποιηταῖς τοιούτοις ἐπιθέτοις κοσμεῖν τοὺς θεούς, ὡς καὶ ὄπισθεν φοινικόπεζαν εἶπε τὴν Δήμητραν, ἢ διότι λευκῷ ἅρματι ἐποχουμένη εὑρέθη ὑπὸ τῆς μητρός, ὅτε ἁρπασθεῖσαν | |
5 | ὑπὸ Πλούτωνος ἐζήτει αὐτήν. | |
O 6161g | * τῆς Περσεφόνης. —* ἀμφέπει ἀπὸ κοινοῦ· ἐν γὰρ τῇ Σικελίᾳ τὰ τῆς Περσεφόνης ἀνακαλυπτήρια ἐτελοῦντο. | |
O 6162g | ἤτοι τὸν ἐν τῇ Αἴτνῃ Δία ἀμφέπει. | |
O 6156-162 | M. Εἶπον δὲ τοῖς ἑταίροις μεμνῆσθαι τῶν Συρακουσῶν τε καὶ τῆς Ὀρτυγίας, ἥντινα, ἤγουν τὴν Ὀρτυγίαν, καθαρῷ σκήπτρῳ διοικῶν ὁ Ἱέρων, τουτέστιν ἁγνῇ καὶ καθαρᾷ | |
βασιλείᾳ, ἄρτια (159), ἤγουν ἔγκαιρα, ἀληθῆ βουλευόμενος, | 236 | |
5 | ἀμφέπει, τουτέστι περιέπει, τιμᾷ τὴν Δήμητρα τὴν φοινικόπε‐ ζαν, ἤγουν τὴν ἐρυθροὺς ἔχουσαν τοὺς πόδας· ἀπὸ μέρους δὲ πᾶσαν ἐρυθρὰν θέλει δηλοῦν· καὶ τῆς θυγατρὸς αὐτῆς τῆς λευκίππου, ἤγουν τῆς Κόρης τῆς καὶ Περσεφόνης, τὴν ἑορτὴν τιμᾷ δηλονότι, καὶ τὸ κράτος τοῦ Διὸς τοῦ κατὰ τὴν Αἴτνην | |
10 | τιμωμένου, περιφραστικῶς ἀντὶ τοῦ καὶ τὸν Δία τὸν κατὰ τὴν Αἴτνην τιμώμενον. λεύκιππον δὲ λέγει τὴν Περσεφόνην, ἐπεί φασι μετὰ τὴν ἁρπαγήν, ἣν ἥρπασεν αὐτὴν ὁ Πλούτων, εὑρε‐ θεῖσαν διὰ λευκοπώλου ἅρματος ἀνῆχθαι ὑπὸ τῆς μητρὸς εἰς τὸν Ὄλυμπον. | |
O 6162 | Th. Γλυκύφθογγοι λέγει, ἢ διότι μουσικῇ καὶ αὐλοῖς ἔχαιρεν, ὡς καὶ πρώην ἔφη (Ol. I, 14)· ἀγλαΐζεται δὲ καὶ μου‐ σικῆς ἐν ἀώτῳ· ἢ διότι αὐτὸν ἑκάστοτε ἐπαινεῖ, ἵν’ ᾖ τὸ λύραι αἱ ἐμαί. ἐκ δὲ πάντων τούτων, ὧν ἄνωθεν ἔφη, δείκνυσιν αὐτὸν | |
5 | νομίμως ἄρχοντα, ἄριστα βουλευόμενον, πρὸς θεοὺς εὐσεβέ‐ στατον καὶ βίον ἐνήδονον ζῶντα. | |
O 6162g | γλυκύφθογγοι. | |
O 6163g | *† αὐτὸν τὸν Ἱέρωνα. — ᾠδαί, ὕμνοι. | |
O 6164g | ἀμβλυνεῖ καὶ παύσει. —* τὴν εὐδαιμονίαν αὐτοῦ. —* ἐπερχόμενος. | |
O 6165g | φιλίαις ἀποδοχαῖς. —ἐπιθυ‐ μηταῖς· ἐπιθυμοῦσι γὰρ πάντες ἀρέσκειν τοῖς ἄρχουσιν αὐτῶν. | |
O 6166g | * τοῦ. —* τὸν ὕμνον. | |
O 6167 | Th. Τὸ Στυμφαλίων ἀντὶ τοῦ Ἀρκαδικῶν· Στύμφα‐ λος γὰρ πόλις Ἀρκαδίας. ἔστι δὲ καὶ τὸ οἴκοθεν καὶ τὸ Στυμ‐ φαλίων τειχέων καὶ τὸ ματέρ’ εὐμήλοιο λιπόντ’ Ἀρκα‐ δίας ταυτό. τὸ δὲ οἴκοθεν οἴκαδε παροιμία ἐστὶν ἐπὶ τῶν ἀπὸ | 237 |
5 | τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἰόντων. | |
O 6167g | ἀπὸ τῆς μητρίδος αὐτοῦ Ἀρκαδίας εἰς τὴν πατρίδα αὐτοῦ Συράκουσαν. —** ἀπὸ τῶν ἐν Στυμφαλίδι πόλεων εἰς Σικελίαν. | |
O 6168g | ** συνίζησις. —προσερχόμενον· —ἤγουν πρῶτον εἰπόντα περὶ Ἀρκαδίας καὶ νῦν Συράκουσαν λέγοντα. | |
O 6169 | Th. Μὴ λάβῃς εἰς τὸ Ἀρκαδίας ἔξωθεν τὸ ἀπό, ἀλλ’ ἔστιν ἡ τοιαύτη γενικὴ πρὸς τὸ μητέρα. ὥσπερ γάρ φαμεν ἀνθρώπῳ Αἰθιοπίας συνέμιξα, ἤγουν Αἰθίοπι, οὕτω καὶ τοῦτο. τὸ δὲ εὐμήλοιο ἢ πολυθρέμμονος ἢ πολυκάρπου. μῆλον γὰρ | |
5 | καὶ ὁ καρπὸς καὶ τὸ πρόβατον. | |
O 6169g | ἤγουν τὸ λέγειν περὶ τῶν ἐν Ἀρκαδίᾳ προγόνων αὐτοῦ. | |
O 6162-169 | M. Ἡδύλογοι δὲ λύραι καὶ μολπαὶ γινώσκουσιν αὐτόν, ἀντὶ τοῦ λύραι δὲ καὶ μολπαὶ δι’ ἡδέων λόγων ὑμνοῦσιν αὐτόν, ἤγουν τὸν Ἱέρωνα, διὰ τὰ κατορθώματα αὐτοῦ. εἴθε μὴ | |
θραύσοι ἤγουν μὴ κοιμίσοι (164), μὴ ἀφανίσοι ὁ χρόνος ὁ ἐφέρ‐ | 238 | |
5 | πων, τουτέστιν ὁ ἐπερχόμενος, τὸν ὄλβον, ἤτοι τὴν εὐδαιμονίαν αὐτοῦ, δηλονότι τοῦ Ἱέρωνος. σὺν φιλοφροσύναις δέ (165), ἤγουν δεξιώσεσιν ἐπεράστοις εἴθε δέξαιτο τὸν ὕμνον τοῦ Ἀγησίου, ὃν ὑμνεῖται δηλονότι ὁ Ἀγησίας, οἴκοθεν, ἤγουν ἀπὸ τῆς πατρί‐ δος τοῦ Ἀγησίου, λέγω ἀπὸ τῶν τειχῶν τῶν Στυμφαλίων, του‐ | |
10 | τέστι τῶν πόλεων τῶν ἐν Στυμφαλίδι, προσερχόμενον οἴκαδε, ἤγουν εἰς τὴν ἑτέραν αὐτοῦ πατρίδα, ἤτοι τὴν Σικελίαν· Ἀρκὰς γὰρ καὶ Συρακούσιος ὁ Ἀγησίας. λέγω λείποντα τὸν ὕμνον τὴν μητέρα τῆς Ἀρκαδίας τῆς καλῶς ἐχούσης ἕνεκα θρεμμάτων, τουτέστι τὴν Στυμφαλίδα. | |
O 6170g | καλαὶ καὶ συμφέρουσαι τῇ νηΐ. | |
O 6171g | τρικυμίαν ἐχούσῃ. —** ταχείας. | |
O 6173 | Th. Τοῦτο εἶπε διὰ τὸ ἔχειν τὸν Ἀγησίαν δύο πατρί‐ δας, Ἀρκαδίαν καὶ Συράκουσαν. ὥσπερ γὰρ χειμαζομένης νηὸς ἐν νυκτὶ αἱ δύο ἄγκυραι ὑφάλου πέτρας ἐχόμεναι σώζουσιν αὐτὴν καὶ μὴ τοῖς ἀνέμοις ὑπείκειν ἐργάζονται, τὸν αὐτὸν τρόπον | |
5 | καὶ ὁ δύο πατρίδας ἔχων ὠφελεῖται· ἀτυχούσης γὰρ τῆς μιᾶς ἐπὶ τὴν ἑτέραν ἐλθὼν ὠφελεῖται. | |
O 6173g | ἐστηρίχθαι ἔν τινι πέτρᾳ ὑφάλῳ· —† ἀπὸ τοῦ σκίμ‐ ποδος σκίμπτομαι τὸ στηρίζομαι, ἀφ’ οὗ τὸ ἀπεσκίμφθαι. —ὁ ὑπὲρ αὐτοῦ φροντίζων. | 239 |
O 6174 | Germ. Τῶν δ’ ἐκείνων τε] τούτων τῶν Ἀρκάδων καὶ τῶν Συρακουσίων. | |
O 6174g | τῶν Συρακουσίων. —τῶν Ἀρκάδων. —ἔνδοξον. | |
O 6175g | τύχην. —τῷ Ἀγησίᾳ. —αὐτόν. | |
O 6176g | ὦ Πόσειδον ὁ τῆς θαλάσσης ἄρχων. | |
O 6177g | λείαν καὶ ἡδυτάτην τὴν κατὰ τὸν βίον ὁδόν. | |
O 6178g | * τὸν πλοῦν· —** ὄντα τὸν πλοῦν. — αὐτῷ τῷ Ἀγησίᾳ. | |
O 6179g | χρυσῆν ἠλακάτην ἐχούσης. —* ὁ ἀνήρ. —** τῆς θαλάσσης. | |
O 6180g | * αὔξανε, ἤτοι ἡδεῖαν τοῖς δεχο‐ μένοις καὶ κρείττονα τῶν ἄλλων ποίει. | |
O 6170-180 | M. Ἀγαθαὶ δέ εἰσι δύο ἄγκυραι ἐκ νηὸς ταχείας ἀπεσκίμφθαι, ἤγουν κρέμασθαι, ἐρείδουσαι αὐτήν· τουτέστιν ἀγαθαὶ δὲ δύο πατρίδες δεξιοῦσθαί τινα, ὥσπερ δύο ἄγκυραι ἀπεσκίμφθαι ἐκ νηὸς ταχείας. ὁ θεὸς εἴθε παρέχοι τὴν μοῖραν | |
5 | τούτων (174), ἤγουν τῶν Ἀρκάδων, ἐκείνων τε, ἤγουν τῶν Συρακουσίων, κλυτήν, τουτέστιν ἐπὶ πολλὰς ἀκοὰς ἐρχομένη μετὰ δόξης. σὺ δέ, ὦ δέσποτα (176) Πόσειδον, ποντόμεδον, ἤγουν βασιλεῦ τῆς θαλάττης, ἄνερ τῆς Ἀμφιτρίτης τῆς χρυση‐ λακάτου, φιλῶν τοῦτον, ἤτοι τὸν Ἀγησίαν ὡς ἀπόγονον σόν, | 240 |
10 | εὐθὺν (177) πλοῦν, ἀντὶ τοῦ ἄπονον ζωὴν δίδου, αὐτῷ δηλονότι, καμάτων, ἀντὶ τοῦ δυστυχιῶν ἐκτὸς οὖσαν· τῶν ἐμῶν δὲ ὕμνων | |
τὸ ἄνθος εὐτερπὲς ἄεξε, ἀντὶ τοῦ αὔξων τερπνὸν ποίει. | 241 | |
O 7t | Ἐπίνικοι Ὀλυμπιονίκαις. Διαγόρᾳ Ῥοδίῳ πύκτῃ. Ὠιδὴ ζʹ. [δημητρίου Τρικλινίου] περὶ τῶν κώλων τῶν στροφῶν καὶ ἀντιστροφῶν τοῦ | |
5 | ζʹ εἴδους. Ἔστι δὲ στροφῶν εʹ. Παλαιόν. | |
O 7prae g1 | Τοῦ ζʹ εἴδους αἱ στροφαὶ καὶ ἀντιστροφαὶ κώλων ἑκάστη ιαʹ. Τὸ αʹ Ἰωνικὸν ἀπ’ ἐλάσσονος δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές. Τὸ βʹ προσοδιακὸν δίμετρον ἀκατάληκτον, Ἰωνι‐ κοῦ τοῦ αʹ, τοῦ δὲ βʹ χοριάμβου. Τὸ γʹ τροχαϊκὸν δίμετρον ἀκα‐ | |
5 | τάληκτον. Τὸ δʹ τροχαϊκὸν δίμετρον καταληκτικὸν Εὐριπίδειον ἢ ληκύθιον. Τὸ εʹ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. Τὸ ϛʹ δα‐ κτυλικὸν πενθημιμερές. Τὸ ζʹ προσοδιακὸν ὅμοιον τῷ βʹ. Τὸ ηʹ | |
ἐγκωμιολογικὸν ἤτοι ἐκ δακτυλικοῦ καὶ ἰαμβικοῦ πενθημιμερῶν. Τὸ θʹ ὅμοιον τῷ ϛʹ. Τὸ ιʹ Ἰωνικὸν ἀπ’ ἐλάσσονος δίμετρον ἀκα‐ | 242 | |
10 | τάληκτον. Τὸ ιαʹ δακτυλικὸν τρίμετρον ἀκατάληκτον. Ἐφ’ ἑκάστῃ στροφῇ καὶ ἀντιστροφῇ παράγραφος. Περὶ τῶν κώλων τῶν ἐπῳδῶν. Αἱ ἐπῳδοὶ κώλων ἑκάστη ιγʹ. Τὸ αʹ δακτυλικὸν πενθημιμε‐ ρές. Τὸ βʹ προσοδιακὸν ἀπὸ μείζονος Ἰωνικοῦ τρίμετρον ἀκα‐ | |
15 | τάληκτον. Τὸ γʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. Τὸ δʹ δακτυλι‐ κὸν τρίμετρον ἀκατάληκτον, ἢ προσοδιακὸν δίμετρον ἀκατάληκτον ἐκ χοριάμβου καὶ Ἰωνικοῖ. Τὸ εʹ ἀναπαιστικὸν μονόμετρον. Τὸ ϛʹ δακτυλικὸν ἑφθημιμερές, ὃ καλεῖται ἀκέφαλον διὰ τὸ ἔχειν βραχεῖ‐ αν τὴν αʹ συλλαβήν. Τὸ ζʹ προσοδιακὸν δίμετρον ἀκατάληκτον. Τὸ | |
20 | ηʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. Τὸ θʹ δακτυλικὸν πενθημιμε‐ ρές. Τὸ ιʹ ἰαμβέλεγος, τοῦ αʹ ἰάμβου λελυμένου. ἔστι γὰρ ἐξ ἰαμβικοῦ καὶ δακτυλικοῦ πενθημιμερῶν. Τὸ ιαʹ Ἰωνικὸν δίμε‐ τρον καταληκτικὸν ἀπὸ ἐλάσσονος. Τὸ ιβʹ προσοδιακὸν δίμετρον καταληκτικὸν ἀπὸ ἐλάσσονος Ἰωνικοῦ καὶ χοριάμβου καταληκτι‐ | |
25 | κοῦ. Τὸ ιγʹ τροχαϊκὸν τρίμετρον ἀκατάληκτον, ὃ καλεῖται Στησιχό‐ ρειον. Ἐπὶ τῷ τέλει τὰ συνήθη σημεῖα, ἤτοι ἐφ’ ἑκάστῃ ἐπῳδῷ κορωνὶς καὶ παράγραφος, ἐπὶ δὲ τῷ τέλει τοῦ ᾄσματος ἀστε‐ | |
ρίσκος. Th. Ταύτην τὴν ᾠδήν φασιν ἀνακεῖσθαι χρυσοῖς γράμμα‐ | 243 | |
30 | σιν ἐν τῷ τῆς Λιναίας Ἀθηνᾶς ἱερῷ· ἀνέθεσαν δὲ ἢ Πίνδαρον τιμῶντες ἢ Διαγόραν. M. Ταύτην τὴν ᾠδὴν ἀνακεῖσθαί φησι Γόργων ἐν τῷ τῆς Ληναίας Ἀθηνᾶς ἱερῷ χρυσοῖς γράμμασιν. ἐνίκησε δὲ καὶ Πύθια καὶ Ἴσθμια. | |
O 71g | ** Τὸ προοίμιον ἐκ παραδείγματος. —ποτήριον. — ** ὥσπερ. —** ἄνθρωπος. | |
O 72g | εὐδαίμονος. —τῆς αὐτοῦ. —*† λαβών. | |
O 73g | οἱονεὶ πηδῶσαν, ὥσπερ ἔστιν ὁρᾶν ἐν τοῖς καλλίστοις τῶν οἴνων. | |
O 74g | ἤτοι οἴνῳ. —δῶρον παράσχοι ταύτην. | |
O 75g | αὐτοῦ. —πρῶτος ἐκ ταύτης γευόμενος. | |
O 77g | *† ἐξαίρετον τῶν ἄλλων κτημάτων. | |
O 78g | τὴν ἡδονήν. —*† τὴν αὐτοῦ συγγένειαν. | |
O 79g | τὸ ἴδιον. —σὺν τούτοις δέ. —τῶν ἐν τῷ συμποσίῳ. | |
O 710g | ** παρόντων. —*† ἐποίησε. —αὐτὸν τὸν γαμβρόν. | |
O 711g | * μακαριστόν. —συγγενικῆς. —*† ἕνεκα τοῦ λέχους· —** τοῦ λέχους. | |
O 712g | θεῖον πόμα ἤτοι ὕμνον. — ῥευστόν. | |
O 71-12 | Germ. Ἡ σύνταξις αὕτη. ὡς εἰ τις ἄνθρωπος ἑλὼν ἀπὸ χειρὸς ἀφνειᾶς φιάλην πάγχρυσον κορυφὴν τῶν κτεάνων | |
καχλάζοισαν ἔνδον ἐν δρόσῳ τῆς ἀμπέλου προπίνων δωρήσεται τῷ νεανίᾳ γαμβρῷ οἴκοθεν οἴκαδε διὰ τὴν ὁμόφρονα εὐνήν, | 244 | |
5 | τιμήσας τὴν χάριν τε τοῦ συμποσίου τὸ κῆδός τε τὸ ἑόν, παρε‐ όντων δὲ τῶν φίλων ἐνέθηκέ μιν ζηλωτόν· οὕτω καὶ ἐγὼ τὸ νέκταρ τὸ χυτόν, καὶ τἄλλα. | |
O 713g | αὗται γὰρ τοὺς λόγους παρέσχον μοι. —ἀγωνι‐ σταῖς, ἤτοι τῷ Διαγόρᾳ. | |
O 714g | τοῖς γὰρ δεχομένοις ὁ ἔπαινος γλυκύς. | |
O 715g | * τῆς ἐμῆς. —ἱλαροὺς καὶ χαρίεντας αὐτοὺς ποιῶ διὰ τοῦ ὕμνου. | |
O 716g | ἐν ἀμφοτέροις γὰρ τούτοις ἐνίκησε Διαγόρας. | |
O 71-17 | Th. Ὥσπερ εἴ τις ἄνθρωπος ἑλὼν καὶ λαβὼν ἀπὸ τῆς ἀφνειᾶς καὶ ἐνδόξου χειρὸς αὐτοῦ φιάλην καὶ ποτήριον πάγ‐ χρυσον, κορυφὴν καὶ ἐξαίρετον τῶν ἄλλων κτεάνων καὶ κτημάτων, καχλάζουσαν καὶ κινουμένην ἔνδον ἐν δρόσῳ ἀμπέλου, ἤτοι οἴνῳ, | |
5 | δωρήσεται καὶ δῶρον ταύτην παράσχοι νεανίᾳ (5) γαμβρῷ αὐτοῦ οἴκοθεν οἴκαδε· ἑαυτοῦ γὰρ οὖσαν γαμβρῷ ἑαυτοῦ ἔδωκε· προ‐ πίνων καὶ πρῶτος γευόμενος ἀπὸ ταύτης, τιμήσας καὶ τὴν χάριν τοῦ συμποσίου καὶ τὸ ἑὸν (9) καὶ ἴδιον κῆδος καὶ συγγένειαν, τουτέστι τίμιον τὸ συμπόσιον τῇ φιλοδωρίᾳ ποιήσας, καὶ ὅτι τὸ αὐτὸν συγ‐ | |
10 | γενῆ ἔχειν πλείστου ἄξιόν ἐστιν, ἐπειδὴ τοιαῦτα χαρίζεται· ἐν δέ, ἤγουν σὺν τούτοις ἔθηκέ μιν καὶ αὐτόν, τὸν γαμβρόν, παρόντων τῶν φίλων ζηλωτὸν καὶ μακαριστὸν ἕνεκα τῆς εὐνῆς καὶ τοῦ λέχους οὗπερ ἠξίωται, τῆς ὁμόφρονος καὶ συγγενικῆς· καὶ ἐγὼ πέμπων τοῖς ἀεθλοφόροις καὶ ἀγωνισταῖς ἀνδράσι (14) νικώντεσσι | 245 |
15 | καὶ νικῶσιν ἐν Ὀλυμπίᾳ καὶ ἐν Πυθοῖ, νέκταρ χυτὸν καὶ ῥευ‐ στόν, ἤτοι ὕμνον, δόσιν Μουσῶν, γλυκὺν καρπὸν τῆς ἐμῆς φρε‐ νός, ἱλάσκομαι καὶ ἱλαροὺς καὶ χαρίεντας αὐτοὺς τίθημι. εἰ δὲ οὕτως ἐστὶν ἡ τῆς παραβολῆς ταύτης ἀπόδοσις, μὴ θαυμάσῃς· πολλὰ γὰρ ἂν τοιαῦτα ζητῶν εὑρήσεις. | |
20 | Th. Τὸ φιάλαν εἰ μὲν συνάψεις πρὸς τὸ πάγχρυσον, κορυφὴν αὐτὴν τῶν ἄλλων κτεάνων νοήσεις, οὐχ ὡς ποτήριον, ἀλλ’ ὡς χρυσῆν. ἔφη γὰρ πρόσθεν (Ol. III, 44)· Κτεάνων δὲ χρυσὸς αἰδοιέστατος. εἰ δὲ συνάψεις τὸ πάγχρυσον πρὸς τὸ τιμήσας, εἴποις οὕτω· τιμήσας τὴν πάγχρυσος κορυφὴν τῶν | |
25 | κτεάνων, τουτέστι τὸν αὐτῷ προσόντα χρυσόν· διότι οὐχ ἕτερόν τι κτῆμα, ἀλλὰ φιάλην ἐκ χρυσοῦ ἐχαρίσατο. τὸ δὲ ἀφνειᾶς ἀπὸ χειρὸς ἢ πρὸς τὸ ἑλὼν σύναπτε, ἢ πρὸς τὸ δωρήσεται· κρεῖτ‐ | |
τον δέ ἐστι τὸ πρῶτον, ὅπερ ἀγνοοῦντές τινες διὰ τὸ ἔχειν τινὰ ἀσάφειαν οὐ δέχονται. τὸ δ’ οὕτως ἔχει· ἑλὼν ἀφνειᾶς ἀπὸ χει‐ | 246 | |
30 | ρός, τουτέστιν αὐτὸς ταύτην κατέχων, ἐπεὶ ἑτέρῳ ἔδωκεν, ὥσπερ ἀπὸ τῆς κατεχούσης αὐτὴν χειρὸς ταύτην ἀφεῖλε τὴν κύλικα. τὸ δὲ κῆδος ἢ ὡς ἔφαμεν λέγε, ἢ κῆδος ἑὸν νόει τὸν ἴδιον γαμ‐ βρόν· ἵν’ ᾖ τὸ κῆδος τιμάσας ἑὸν καὶ τὸ ἐν δέ μιν ζηλωτὸν ἔθηκε ταυτόν. πρὸς δὲ τὸ εὐνᾶς εἰ καὶ τὸ ἕνεκα ἔξωθεν ἐλάβομεν, | |
35 | ἀλλὰ κατὰ τὴν κοινὴν συνήθειαν· ἔστι γὰρ ἡ τοιαύτη γενικὴ πρὸς τὸ ζηλωτός. εἰ γὰρ ἡ εὐνὴ ζηλωτὸν ἐκεῖνον ἐποίησε, πῶς οὐκ εἰκός ἐστι λέγειν ζηλωτὸν εὐνῆς; ὥσπερ γὰρ ῥεῦμα πηγῆς λέγομεν, οὕτω καὶ τοῦτο. ὅπερ εἰ μὴ δέχεταί τις, οὐδεὶς ἡμῖν λόγος. τὸ δὲ ἱλάσκομαι εἶπεν ἐκ μεταφορᾶς τῶν ἱκετευ‐ | |
40 | ομένων, οὓς οἱ ἱκετεύοντες τῷ συνεχεῖ τῆς ἱκεσίας πρὸς οἶκτον καὶ ἔλεον αὐτῶν μαλθάσσουσιν. M. Ὥσπερ εἴ τις φιάλην λαβὼν διόλου χρυσῆν, κορυφὴν κτεάνων, ἤγουν ἐξαίρετον κτῆμα τῶν κτημάτων, καχλάζουσαν ἔνδον δρόσῳ ἀμπέλου, τουτέστιν οἴνῳ, ἀντὶ τοῦ οἶνον ἔχουσαν | |
45 | ἔνδον ἀναπηδῶντα τῇ ἑαυτοῦ φυσικῇ θέρμῃ, διὰ χειρὸς πλουσιο‐ δώρου δωρήσεται, ἤγουν χαρίσεται νεανίᾳ (5) γαμβρῷ ἑαυτοῦ προπίνων, τουτέστιν ἅμα τῷ πόματι καὶ τὴν φιάλην χαριζόμενος, | |
οἴκοθεν, ἤγουν ἀπὸ τοῦ ἰδίου οἴκου, ὥστε ἐνεγκεῖν τὸν νεανίαν εἰς τὴν ἑαυτοῦ οἰκίαν, τὸ ἐπαγωγόν τε τοῦ συμποσίου τιμήσας, περι‐ | 247 | |
O 71-17(50) | φραστικῶς, τουτέστι τὸ συμπόσιον καὶ τὴν συγγένειαν τὴν ἑαυτοῦ (9)· φίλων δὲ συμπαρόντων ἐποίησεν αὐτόν, ἤγουν τὸν ἑαυτοῦ γαμβρόν, ζηλωτόν, τουτέστι μακαριστὸν ἕνεκα τῆς συναφείας τῆς γαμικῆς, ᾗ ἐξ ἀνάγκης ἕπεται ἡ ὁμοφροσύνη· οὕτω δηλονότι καὶ ἐγὼ νέκταρ χυτόν, λέγω δόσιν Μουσῶν, τουτέστιν ἣν αἱ Μοῦσαι | |
55 | διδόασι, γλυκὺν καρπόν, ἤγουν τόκον τῆς ἐμῆς γνώσεως πέμπων ἀνδράσιν (14) ἀθλοφόροις, ἤτοι νικηταῖς ἐν Ὀλυμπίᾳ καὶ Πυθοῖ νικῶσιν, ἀντὶ τοῦ νικήσασιν, ἱλάσκομαι αὐτοὺς δηλονότι, ἤγουν ἱλαρούς, χαρωποὺς ποιῶ. | |
O 717 | Th. Εἰ μὲν ὀξύνεις τὸ ὁ, οὕτως ἐρεῖς· ὅδε καὶ οὗτος ὑπάρχει ὄλβιος καὶ εὐδαίμων, ὃν κατέχουσι φῆμαι ἀγαθαί· εἰ δὲ καθ’ ὁμαλισμὸν γράφεις, οὕτως· ὁ δὲ ὄλβιος οὗτός ἐστιν, ὃν φῆμαι κατέχουσιν ἀγαθαί. | |
O 717g | εὐδαίμων. | |
O 718g | ἤγουν ὃν πάντες θαυμάζουσιν. | |
O 719g | ἐν ἄλλῳ καιρῷ. —ἄνθρωπον. —ἐπιβλέπει. —νίκης εὐτυχία. | |
O 720g | θάλλειν καὶ ζῆν αὐτὸν ποιοῦσα εἰς τὸ ἑξῆς. — γλυκυτάτῃ. | |
O 721 | Th. Πολυφθόγγοις διὰ τὰς ἐν αὐτοῖς ὀπάς. λέγει δὲ ὅτι ἡ κατορθωθεῖσά τινι νίκη εἰ ἐπαίνου τεύξεται, ἀδιαλείπτως αὐτή τε θάλλει καὶ ὥσπερ ζῇ οὐχ ὑπὸ λήθης ἀφανιζομένη, καὶ τὸν ποιήσαντα ταύτην τοιοῦτον τοῖς ἑξῆς παρίστησι. τὸ δὲ | 248 |
5 | φόρμιγγι καὶ τὸ αὐλοῖς λέγει, ἐπειδὴ διὰ τοιούτων αὐτὸς ᾖδε τὰ ἔπη. | |
O 721g | ἀδιαλείπτως· σύναπτε δὲ πρὸς τὸ ζωθάλμιος. — ** κιθάρᾳ. —** πολυφθόγγοις. | |
O 722g | ἤτοι αὐλοῖς ἐντεταμέ‐ νως ἠχοῦσιν. | |
O 717-22 | M. Οὗτος δὲ μακάριος, ὃν κατέχουσι φῆμαι ἀγα‐ θαί, τουτέστι διαλαλήσεις χρησταί, ἃς οἱ ὕμνοι δηλονότι ποιοῦσι. τὸ γὰρ ἐπαγόμενον τοῦτο δίδωσι συνυπακούεσθαι. ἐπάγεται γάρ· ἄλλοτε (19) δ’ ἄλλον ἐποπτεύει χάρις ζωθάλμιος, ἀντὶ τοῦ | |
5 | ἄλλοτε δὲ ἄλλον θάλπει, περιέπει τὸ ἐπαγωγὸν τῶν ὕμνων τὸ θαλερᾶς ζωῆς πάροχον, ἅμα μὲν (21) καὶ σὺν φόρμιγγι ἡδέα μέλη ἐργαζομένῃ καὶ ἐν ἔντεσιν, ἤγουν κατασκευάσμασιν αὐλῶν, περιφραστικῶς ἀντὶ τοῦ καὶ ἐν αὐλοῖς παμφώνοις, τουτέστι ποι‐ κίλως φωνοῦσιν. | |
O 723g | ** δή. —* τῆς φόρμιγγος καὶ τῶν αὐλῶν. | |
O 724g | τῷ νῦν προκειμένῳ εἰς ὕμνον. —* θαλασσίαν. | |
O 725 | Th. Λέγουσί τινες τὴν Ῥόδον, ἧς ἡ νῆσος ἐπώνυμος, | |
παῖδα μὲν Ἀφροδίτης εἶναι, γυναῖκα δὲ Ἡλίου, βεβαιοῦντες τοῦτο ἀπὸ τοῦ νύμφην· ἄλλοι παῖδ’ Ἀφροδίτης καὶ Ἡλίου. σὺ δὲ τοῖς πρώτοις πείθου· μαρτυρήσει δὲ καὶ Πίνδαρος προ‐ | 249 | |
5 | ιών. ποντίαν δὲ λέγει διὰ τὸ τὴν ἐξ αὐτῆς ὀνομασθεῖσαν Ῥόδον ἐν θαλάσσῃ εἶναι καὶ ταύτην ἐν αὐτῇ κατοικεῖν. τὸ δὲ εὐθυ‐ μάχαν ἢ πρὸς τὸ Ῥόδον νόει, ὡς καὶ ὄπισθεν ἔφη τὸ Θήβαν πλήξιππον (Ol. VI, 85), ἢ πρὸς τὸ ἄνδρα. εὐθυμάχης δὲ ἀνὴρ ὁ ὁμόσε τῇ μάχῃ χωρῶν καὶ μηδαμῶς εἰς δειλίαν νεύων. | |
10 | διὰ τοῦτο δὲ εἶπε τὸ ὑμνέων τὴν Ῥόδον, διὰ τὸ τὸν Διαγόραν Ῥόδιον εἶναι. | |
O 725g | ** ὑμνῶν. —** τὴν θυγατέρα. | |
O 726g | ** τοῦ Ἡλίου. —*† τὴν γυναῖκα. | |
O 727g | τὴν ἡρωΐδα λέγει, ἧς ἡ νῆσος ἐπώνυμος. | |
O 728 | Germ. Εὐθυμάχαν τὸν ἀντιπροσωποῦντα τοὺς συναγω‐ νιστὰς καὶ μὴ παρακάμπτοντα καὶ παραγκωνίζοντα. | |
O 728g | ἵνα. —* τὸν μεγαλόσωμον Διαγόραν ἢ οὗ ἐν Ὀλυμ‐ πίᾳ ἀνδριὰς ἵσταται πηχῶν δʹ καὶ δακτύλων εʹ. —** τὸν Δια‐ γόραν. | |
O 729g | τῇ Ὀλυμπίᾳ. | |
O 730g | ** ὑμνήσω. —δι’ ἧς ἐνταῦθα ἐνίκησε. —δῶρα. | |
O 731g | ἤτοι ἐν Πυθίᾳ· ἐνταῦθα γὰρ ἡ Κα‐ σταλία πηγή. | |
O 732g | τὸν αὐτοῦ. —ἀρέσκοντα τῇ δικαιοσύνῃ, | |
ἤτοι τὸν δικαιότατον. | 250 | |
O 733 | Germ. Ἔμβολος τὸ ἀπὸ πλατέος εἰς ὀξὺ λῆγον, ὥσπερ ἐστὶν ἀπὸ μέσης νηὸς μέχρι καὶ τέλους, λέγεται. | |
O 733g | μείζων γὰρ αὕτη Λιβύης καὶ Εὐρώπης. | |
O 734 | Th. Ἐτέθη ταῖς πόλεσι τὰ ὀνόματα ἀπὸ τῶν τοῦ Ἡλίου υἱωνῶν, Λίνδου, Ἰηλυσοῦ, Καμείρου. γράφεται δὲ καὶ Ἐμβό‐ λου καὶ Ἐμβόλῳ· καὶ τὸ μὲν Ἐμβόλου οὕτως ἀποδώσεις· ναίοντας τὴν τρίπολιν νῆσον πέλας τοῦ Ἐμβόλου τῆς εὐρυχώρου | |
5 | Ἀσίας. ἀντικρὺ γὰρ Ῥόδου Λυκία, ἥτις ἐστὶ τῆς Ἀσίας, ἐν δὲ τῇ Λυκίᾳ χωρίον τι Ἔμβολος καλούμενον διὰ τὸ εἰς ὀξὺ λήγειν τε καὶ στενὸν καὶ προήκειν εἰς θάλατταν. τὸ δὲ Ἐμβόλῳ οὕτω· ναίοντας τὴν τρίπολιν νῆσον ἐν Ἐμβόλῳ πέλας τῆς εὐρυ‐ χώρου Ἀσίας. μέρος γάρ τι τῆς Ῥόδου τὸ πρὸς Ἀσίαν εἰς ὀξὺ | |
10 | καὶ στενὸν παρατέταται, ὡς ἐοικέναι ἐμβόλῳ νηός. ἔμβολα γὰρ τὰ τῶν πλοίων ὀξέα, ἃ δὴ καὶ πρῶραι καλοῦνται. | |
O 734g | τὴν τρεῖς ἔχουσαν πόλεις, Λίνδον, Ἰηλυσὸν καὶ Κάμειρον. —* Ῥόδον. | |
O 735g | * τῆς Λυκίας, ἤτοι τῷ ἄκρῳ αὐτῆς τῆς Ῥόδου. —τὸν πατέρα καὶ τὸν υἱόν. —οἱ γὰρ μετὰ Τληπολέμου ἐνταῦθα οἰκήσαντες Ἀργεῖοι. | 251 |
O 723-35 | M. Καὶ δὴ μετ’ ἀμφοτέρων, ἤγουν τῆς φόρμιγγος καὶ τῶν αὐλῶν, ἦλθον σὺν τῷ Διαγόρᾳ τῷ νικηφόρῳ, τουτέστι τοῦ Διαγόρου τὴν ὁδὸν ἡγουμένου· οὗτος γὰρ νικήσας ἐγένετο αἴτιος τῆς ὁδοῦ ταύτης· ὑμνῶν (25) τὴν Ῥόδον τὴν θαλασσίαν τὴν παῖδα | |
5 | τῆς Ἀφροδίτης, καὶ νύμφην, ἤγουν γυναῖκα τοῦ Ἡλίου· ὅπως (28) ἄνδρα πελώριον, ἤτοι πάνυ μέγαν, αὐτὸν τὸν Διαγόραν δηλονότι, εὐθυμάχαν, ἤγουν ἄτρεπτον ἐν μάχαις, ὁμόσε χωροῦντα, ἐν τῇ Πίσῃ στεφανωσάμενον, τουτέστι νικήσαντα, καὶ (31) ἐν τῇ Κα‐ σταλίᾳ τῇ ἐν Πυθοῖ, ἐπαινέσω ἄποινα, ἀντὶ τοῦ εἰς ἀμοιβὴν τῆς | |
10 | πυγμῆς, καὶ τὸν πατέρα αὐτοῦ τὸν Δαμάγητον τὸν ἀρεστὸν γεγο‐ νότα τῇ δίκῃ, ἤτοι τὸν τιμήσαντα τὴν δίκην, τοὺς ναίοντας, ἀντὶ τοῦ τοὺς κατοικήσαντας σὺν αἰχμῇ, τουτέστι δυνάμει, στρατιᾷ Ἀργείᾳ τὴν νῆσον τὴν τρίπολιν, ἤγουν τὴν Ῥόδον, ἐφ’ ᾗ τρεῖς ἦσαν πόλεις, Λίνδος, Ἰηλυσὸς καὶ Κάμειρος, πέλας, ἤτοι πλη‐ | |
15 | σίον τοῦ ἐμβόλου τῆς Ἀσίας τῆς εὐρυχόρου, τουτέστι τῆς ἐπὶ | |
πολὺ πλάτος κατὰ κύκλον ἀνοιγομένης. | 252 | |
O 736g | τῷ Διαγόρᾳ καὶ Δημαγήτῳ καὶ τοῖς ἄλλοις Ῥοδίοις· —† ἕνεκα τῶν. | |
O 738g | κοινόν· —** πᾶσιν ἀνθρώποις. — μηνύων ἤγουν ἱστορῶν. —ἀποδοῦναι. | |
O 740g | τῇ ἰσχυροτάτῃ. | |
O 736-40 | Th. Ἐθελήσω ὀρθῶσαι καὶ ἀποδοῦναι τοῖσι καὶ τούτοις, Διαγόρᾳ, Δημαγήτῳ καὶ τοῖς ἄλλοις Ῥοδίοις, λόγον ξυνὸν καὶ κοινὸν τῇ εὐρυσθενεῖ γέννᾳ τοῦ Ἡρακλέους, ἀγγέλλων ἐξ ἀρχῆς ἀπὸ Τληπολέμου· τουτέστι δείξω τοὺς Ῥοδίους ἐξ | |
5 | Ἡρακλέους τὸ γένος κατάγοντας, ἀρξάμενος τῆς κατὰ Τληπόλε‐ μον διηγήσεως. τὸ δὲ ἀπὸ Τληπολέμου ὥσπερ μεθερμηνευτικόν ἐστι τοῦ ἐξ ἀρχῆς. | |
O 741 | Th. Τληπόλεμος ὁ τῶν Ῥοδίων πρόγονος υἱὸς ἦν Ἡρα‐ κλέους καὶ Ἀστυδαμείας. λέγει οὖν τοὺς Ῥοδίους ἐκ μὲν τοῦ πατρὸς τοῦ Τληπολέμου εἰς Δία ἀνάγειν τὸ γένος, εἴπερ Ῥόδιοι μὲν ἐκ Τληπολέμου, ἐξ Ἡρακλέους δὲ Τληπόλεμος, ἐκ Διὸς δὲ | |
5 | Ἡρακλῆς· ἐκ δὲ τῆς μητρὸς αὐτοῦ Ἀστυδαμείας εἰς Ἀμύντορα· Ἀμύντωρ γὰρ ὁ τῆς Ἀστυδαμείας πατήρ. | |
O 742g | εἶναι. —ἀπόγονοι Ἀμύντορος. | |
O 743 | Germ. Τὸ δὲ ματρόθεν] ποιητικῶς ἐπακολουθεῖ τὸ Ἀστυδαμείας τῷ ἐπιῤῥήματι τοῦ ματρόθεν ἐπανα‐ | |
λύσει. Th. Τὸ μητρόθεν πρὸς τὸ τόδε συναπτέον, τὸ δὲ Ἀμυν‐ | 253 | |
5 | τορίδαι διὰ μέσου. | |
O 743g | θυγατρὸς Ἀμύντορος. —ὑπεραπολογεῖται Τληπο‐ λέμου. | |
O 744g | ἁμαρτίαι· —ἤγουν οἱ ἄνθρωποι ἁμαρτίαις ὑπό‐ κεινται καὶ οὐκ ἐπὶ τοῦ αὐτοῦ βαίνουσιν. | |
O 745g | ** ἐπίκεινται. | |
O 746g | ἄπορόν ἐστιν. —τινά. | |
O 747g | * ὅπερ. | |
O 748g | * κάλλι‐ στον. —* τούτου. | |
O 746-48 | Th. Ἀμήχανον δὲ ὑπάρχει εὑρεῖν τοῦτο ὅτι καὶ ὅπερ ὑπάρχει φέρτατον καὶ κράτιστον νῦν ἀνδρὶ τυχεῖν τούτου καὶ ἐν τῇ τελευτῇ, τουτέστιν οὐδεὶς οἶδεν, ὡς εἴ τῳ πάρεστι νῦν εὐδαιμονία, καὶ ὕστερον ταύτης τεύξεται. τοῦτο δὲ λέγει | |
5 | ὑπὲρ Τληπολέμου πρῶτον μὲν εὐτυχοῦντος, ὕστερον δὲ φόνον πεποιηκότος, εἰ καὶ μετὰ ταῦτα πάλιν εὐδαιμονέστατος γέγονε, | |
Ῥοδίων βασιλεὺς καταστάς. ἡ δὲ ἱστορία ἔχει οὕτω. Λικύμνιον νόθον κασίγνητον Ἀλκμήνης ἐκ τῆς πατρίδος αὐτοῦ ἐλθόντα εἰς Τίρυνθα Τληπόλεμος στασιάσας πρὸς αὐτὸν ἀπέκτεινεν ἐλαΐνῳ | 254 | |
10 | ῥοπάλῳ βαλὼν πόῤῥωθεν. οἱ δέ φασιν, ὅτι βοῦν πλῆξαι θέλων καὶ ῥάβδον πόῤῥωθεν ῥίψας πρὸς ταύτην ἀποτυχῶν ταύτης βάλ‐ λει Λικύμνιον καὶ ἀναιρεῖ. ἐλθόντι οὖν εἰς Δελφοὺς καὶ ἀπαλλα‐ γὴν τοῦ μίσους ζητοῦντι ἔχρησεν Ἀπόλλων Ἀργείους παραλα‐ βόντα μετοικίζειν εἰς Ῥόδον. νόθος δὲ ἀδελφὸς τῆς Ἀλκμήνης | |
15 | ὁ Λικύμνιος οὕτως ἦν· Ἠλεκτρυὼν γὰρ Λυσιδίκην τὴν Πέλοπος ἀδελφὴν λαβὼν κατὰ νόμους ποιεῖ Ἀλκμήνην, Μηδέᾳ δὲ πορνι‐ κῶς συνελθὼν ποιεῖ Λικύμνιον. | |
O 736-48 | M. Ἐθελήσω ἀγγέλλων, ἤγουν διηγούμενος, διορ‐ θῶσαι, τουτέστιν ὀρθῶς εἰπεῖν, ἰθῦναι κοινὸν πᾶσιν ἀνθρώποις λόγον χάριν τῶν ἐξ ἀρχῆς ἀπὸ τοῦ Τληπολέμου καταγομένων, ἤγουν τῶν Ῥοδίων, λέγω τῆς γενεᾶς τοῦ Ἡρακλέος τῆς εὐρυσθε‐ | |
5 | νοῦς (40), τουτέστι τῆς κατὰ πολὺ ἰσχυρᾶς. κατὰ μὲν γὰρ τὸ μέρος τὸ ἀπὸ τοῦ πατρὸς ἐκ τοῦ Διὸς εὔχονται εἶναι, ἀντὶ τοῦ μετὰ | |
τοῦ σεμνύνεσθαι λέγουσιν οἱ Ῥόδιοι· ἀπὸ τοῦ εὔχομαι τὸ καυχῶμαι· κατὰ δὲ τὸ ἀπὸ τῆς μητρὸς μέρος Ἀμυντορίδαι εὔχονται εἶναι ἀπὸ τῆς Ἀστυδαμείας. ταῖς φρεσὶ δέ, ἀντὶ τοῦ | 255 | |
10 | ταῖς ψυχαῖς τῶν ἀνθρώπων περικρέμανται ἀμπλακίαι, ἤγουν ἁμαρτίαι ἀναρίθμητοι (45), ἀντὶ τοῦ πλεῖσται, μυρίαι, τουτέστι μυρίαι δὲ ἁμαρτίαι περικρέμανται ἑκάστῃ ψυχῇ ἀνθρώπου, ὧν εἴς τινα δηλονότι ἀνάγκη αὐτὴν ἐμπεσεῖσθαι. τοῦτο δὲ ἀμή‐ χανον, ἤγουν ἀδύνατον εὑρεῖν, λέγω ὅπερ νῦν κράτιστον συμβέ‐ | |
15 | βηκεν ἀνθρώπῳ, τὸ αὐτὸ καὶ ἐν τῇ τελευτῇ, ἤγουν τῷ θανάτῳ αὐτοῦ τυχεῖν, τουτέστι συμβῆναι, εὑρεθῆναι. | |
O 749g | *† ἀδελφόν. | |
O 750g | * οὐ νόμιμον. —*† ῥάβδῳ. —*† τύπτων. | |
O 751g | * τοιοῦτον γὰρ τὸ φυτόν. | |
O 752g | * πόλει Ἄργους. | |
O 753g | *† οἴκων. —*† τῆς μητρὸς αὐτοῦ. | |
O 754g | * τῆς τῶν Ῥοδίων. —* ὁ Τληπόλεμος. —* τὸ χολωθεὶς πρὸς τὸ ἔκτανε συναπτέον. | |
O 749-54 | Germ. Ἡ σύνταξις αὕτη. καὶ γὰρ ὁπότε ὁ οἰκι‐ στὴρ τῆσδε τῆς χθονὸς χολωθεὶς καὶ ὀργισθεὶς τὸν Λικύμνιον τὸν νόθον κασίγνητον τῆς Ἀλκμήνης τὸν ἐλθόντα ἐκ τῶν θαλά‐ μων τῆς Μιδέας ἔκτανεν ἐν τῇ Τίρυνθι θένων ἐν σκάπτῳ τῆς | |
5 | σκληρᾶς ἐλαίας. | |
O 755g | * γάρ. —στάσεις· λέγει δὲ νῦν τὸν θυμόν. | |
O 756g | ἐξήγαγον τοῦ καθεστηκότος. | |
O 749-56 | M. Καὶ γὰρ ὁ οἰκιστὴς ταύτης τῆς γῆς, ἤγουν τῆς Ῥόδου, ὁ Τληπόλεμος δηλονότι, χολωθείς, ἤτοι ὀργισθείς ποτε ἔκτανε τὸν Λικύμνιον τὸν νόθον ἀδελφὸν τῆς Ἀλκμήνης, ἐν Τίρυνθι· πόλις δὲ τοῦ Ἄργους ἡ Τίρυνς· ἐλθόντα ἐκ (53) τῶν θα‐ | 256 |
5 | λάμων, ἤγουν τῶν οἴκων τῆς Μιδέας, τῆς μητρὸς αὐτοῦ, θένων τουτέστι τύπτων αὐτὸν ῥάβδῳ ἀπὸ σκληρᾶς ἐλαίας. αἱ δὲ φρενῶν ταραχαί, ἤγουν αἱ δὲ προπετεῖς καὶ ἀκρατεῖς ὀργαί, παρέ‐ πλαξαν καὶ σοφόν, τουτέστιν ἐξήνεγκαν τοῦ ὀρθοῦ καὶ φρόνι‐ μον. ἀπὸ τοῦ πλάζω τοῦ πλανῶ τὸ παρέπλαξαν. | |
O 757g | περὶ τῆς τοῦ φόνου ἀπαλλαγῆς. —τὸν Ἀπόλλωνα. —ὁ Τληπόλεμος. | |
O 758g | * ὁ χρυσᾶς κόμας ἔχων Ἀπόλλων. | |
O 759g | τεθυμιασμένου. —τοῦ μὴ πολλοῖς εἰσβατοῦ νεώ. | |
O 760g | Ἀργείας· Λέρνη γὰρ ἐκεῖσε πηγή. | |
O 761g | ἐξ εὐθείας ποιήσα‐ | |
σθαι· —** οὐ χρὴ γράφειν εὐθὺν πρὸς τὸ πλόον· ἀσύντακτον γὰρ τοῦτο· ἀλλὰ στέλλε ἤγουν στέλλου· οὕτω γὰρ ἔχει ὀρθῶς. —περίῤῥυτον. | 257 | |
O 762g | οἴκησιν· λέγει δὲ τὴν Ῥόδον. | |
O 763g | *† ὁ Ζεύς. | |
O 764g | ** συνίζησις. —ὑετοῖς. —τὸ πόλιν καὶ τὸ ἔνθα ἐκ παραλλήλου· ἢ καθ’ ὅλον καὶ μέρος, ἵν’ ᾖ τὸ ἔνθα ὅλον, τὸ δὲ πόλιν μέρος. | |
O 765 | Th. Διαιρεθείσης τῆς τοῦ Διὸς κεφαλῆς ὑπὸ Ἡφαίστου καὶ Ἀθηνᾶς ἐξελθούσης· ἐκεῖ γὰρ αὐτὴν ὤδινεν, ἐλθὼν Ἥλιος εἶπε Ῥοδίοις πρώτους θῦσαι αὐτῇ ὡς ἀναγκαῖον ὂν ἐκεῖ ταύτην οἰκῆσαι παρ’ οἷς ἂν πρώτοις θυσία αὐτῇ γένηται. ἀνελθόντες | |
5 | οὖν εἰς τὴν ἀκρόπολιν Ῥόδιοι θῦσαι αὐτῇ, ἐπελάθοντο καὶ πῦρ συμπαραλαβεῖν τοῖς ἐναγίσμασι, καὶ ἀπύρως ἔθυσαν· διὸ συνέβη Ἀθηναίους πρώτους θύσαντας πυρὶ ἐν αὐτοῖς τὴν θεὸν οἰκεῖν ἠξιῶσθαι. Ζεὺς οὖν Ῥοδίων τὴν γνώμην ἀποδεξάμενος χρυ‐ σὸν ὑετὸν αὐτοῖς κατέχεεν. | |
10 | Th. Τὸ ἡνίκα ἄνω καὶ πρὸς τὸ ἔνθα ἔχει τὴν ἀπόδοσιν καὶ οὐ πρὸς τὸ τότε· ἔστι γὰρ ἐνταῦθα τὸ τότε παραπλήσιον | |
ὥσπερ ποιεῖ Ὅμηρος ἔν τισι τῶν παραβολῶν ἄνω μὲν ἐχούσαις τὴν ἀπόδοσιν, ὅμως δὲ ἐπάγει ὕστερον καὶ τὸ οὕτως οὐκ εἰς ἀπόδοσιν τῆς παραβολῆς, ἀλλὰ διὰ τὴν ἑξῆς ἔννοιαν. | 258 | |
O 765g | ὁπότε. | |
O 766g | σιδηρῷ. | |
O 767g | τοῦ Διός. — ** ἤγουν εἰς τὴν ἀκρόπολιν. | |
O 768g | ὁρμήσασα, ἐξελθοῦσα. — ἐβόησε. | |
O 769g | * μεγάλῃ· δείκνυσι δὲ ἐντεῦθεν τὸ πολεμικὸν τῆς θεοῦ ἢ ὅτι μέγας λόγος ἀνθρώποις ὑπὲρ αὐτῆς ἔσται. | |
O 770g | συνέσταλται. —αὐτήν. —*† πάντων. | |
O 771g | ὁ φωτίζων τοὺς βροτοὺς ταῖς ἀκτῖσιν ἥλιος. | |
O 772g | ὁ υἱὸς τοῦ Ὑπερίονος, ὃς ἦν εἷς τῶν Τιτάνων. | |
O 773 | Th. Μέλλον χρέος λέγει διὰ τοῦτο, διότι ἀναγκαίως ἔμελλεν ἐκεῖσε τὴν θεὸν οἰκήσειν ἐν οἷς ἂν πρώτοις θυσία αὐτῇ γένηται. | |
O 773g | προσέταξε τηρῆσαι καὶ μὴ ἀμελῆσαι. | |
O 774g | τοῖς ἐκγόνοις αὐτοῦ Ῥοδίοις. | |
O 775g | ** τῇ Ἀθηνᾷ. —** ἀνοικο‐ δομήσαιεν. | |
O 776g | λαμπρόν. | |
O 777g | εὐσεβῆ, μεγάλην. | |
O 778 | Th. Εἰ μέν ἐστιν ἰάναιεν, σαφής ἐστιν ἡ σύνταξις· εἰ δέ ἐστιν ἰάναι· πλέον γὰρ τοῦτο ἢ ἐκεῖνο εὕρηται· τοῦτο | |
ἔχει τὴν ζήτησιν. φαμὲν οὖν, ὅτι ἐπειδὴ τὸ ὡς ἂν καὶ πρὸς εὐκτικὸν καὶ πρὸς ἀπαρέμφατον συντάσσομεν (λέγομεν γὰρ ὡς | 259 | |
5 | ὂν ποιήσαιεν καὶ ὡς ἂν ποιῆσαι) διὰ τοῦτο καὶ πρὸς εὐκτι‐ κὸν καὶ πρὸς ἀπαρέμφατον ἀπεδόθη τῷ Πινδάρῳ ἡ σύνταξις· ἔστι δὲ ὅμοιον τῷ παρὰ Θουκυδίδῃ (III, 21)· ὥστε πάροδον μὴ εἶναι παρὰ πύργον, ἀλλὰ δι’ αὐτῶν μέσων διῄεσαν. | |
O 778g | τῷ Διΐ. —ψυχήν. —εὐφράναιεν. —τῇ Ἀθηνᾷ. | |
O 779g | τῇ τὸ ἔγχος σειούσῃ, ἤτοι τῇ πολεμικῇ. | |
O 756-79 | M. Ἀπελθὼν δὲ εἰς τὸν θεὸν ἐμαντεύσατο, ἤγουν μαντείαν ᾔτησεν. εἰς τὸν θεὸν δὲ εἰπὼν ἀδήλως, διὰ τοῦ ἐπα‐ γομένου δῆλον ποιεῖ, ὅτι εἰς τὸν Ἀπόλλωνα λέγει αὐτὸν ἀπελ‐ θεῖν. ἐπάγει γάρ· τῷ μὲν εἶπεν ὁ Χρυσοκόμας. δῆλον δὲ πᾶσίν | |
5 | ἐστιν, ὅτι τὸ Χρυσοκόμης οὐκ ἄλλου τινός ἐστιν ἐπίθετον ἢ τοῦ Ἀπόλλωνος. τούτῳ μὲν ὁ Ἀπόλλων ὁ χρυσῆν ἔχων κόμην εἶπεν ἐκ τοῦ ἀδύτου, ἤγουν τοῦ ναοῦ τοῦ εὐωδίας πεπληρωμένου· στέλλε (61) πλοῦν, ἀντὶ τοῦ στέλλου ἀπὸ τῆς ἀκτῆς, ἀντὶ τοῦ τοῦ αἰγιαλοῦ τῆς Λέρνης, τουτέστιν ἀπὸ τοῦ Ἄργους, εἰς τὸν νομόν, | |
10 | ἤγουν τὴν διατριβήν, τὸν τόπον τὸν ἀμφιθάλασσον, τουτέ‐ στι τὸν ὑπὸ θαλάσσης περιλαμβανόμενον, εἰς τὴν Ῥόδον λέγω, | |
ὅπου ποτὲ ὁ βασιλεὺς τῶν θεῶν ὁ μέγας, ἤγουν ὁ Ζεύς, ἔβρεχε τὴν πόλιν ἀντὶ τοῦ ἔβρεξε διὰ νιφάδων χρυσῶν, ἤγουν διὰ ψηγμάτων χρυσοῦ ἀπὸ νεφῶν καταῤῥηγνυμένων, ὁπηνίκα | 260 | |
15 | ταῖς τέχναις τοῦ Ἡφαίστου, ἀντὶ τοῦ τῷ ὀργάνῳ, τῷ τῇ τέχνῃ τοῦ Ἡφαίστου κατασκευασθέντι (66), λέγω τῷ ὑπὸ σιδήρου ἠλασμένῳ πελέκει, ἡ Ἀθηνᾶ ἀνορούσασα, ἤγουν ἀνορμήσασα κατὰ τὸ ἄκρον τῆς κορυφῆς τοῦ πατρὸς αὐτῆς τοῦ Διὸς ἠλά‐ λαξε, τουτέστι πολεμικὸν ἐβόησε κατὰ βοὴν ὑπερμήκη, ἤγουν | |
20 | ὑπερβολικῶς ὑψηλήν. ὑπερβολικῶς· ὁ οὐρανὸς δὲ ἔφριξεν αὐτήν, τουτέστι συνεστάλη, ἐφοβήθη, καὶ ἡ γῆ ἡ μήτηρ πάντων. τότε καὶ ὁ θεὸς ὁ φῶς τοῖς ἀνθρώποις φέρων, ὁ Ὑπεριονίδης, ἤγουν ὁ υἱὸς τοῦ Ὑπερίονος, τουτέστιν ὁ Ἥλιος, ἐνετείλατο τοῖς παισὶν αὐτοῦ τοῖς προσφιλέσιν, ἤτοι τοῖς Ῥοδίοις, χρέος μέλλον (73), | |
25 | τουτέστι πρᾶγμα ἐξ ἀνάγκης γενησόμενον παραφυλάξασθαι, ἤγουν τὴν γέννησιν τῆς Ἀθηνᾶς, ὅπως ἂν χάριν αὐτῆς τῆς θεᾶς τῆς γεννηθησομένης πρῶτοι κτίσωσι βωμόν, ἤγουν θυσιαστή‐ ριον, ναὸν ἐναργῆ, τουτέστι μετέωρον, περιφανῆ, καὶ σεμνὴν | |
θυσίαν ἐν αὐτῷ ποιήσαντες τὴν ψυχήν τε εὐφράναιεν τοῦ | 261 | |
30 | πατρός, ἤγουν τοῦ Διός, τοῦ γενησομένου πατρὸς αὐτῆς, καὶ τῆς κόρης, ἤτοι τῆς θυγατρός, τουτέστι καὶ αὐτῆς τῆς Ἀθηνᾶς τῆς γενησομένης θυγατρὸς αὐτοῦ τοῦ Διός, τῆς ἐγχειβρόμου, ἤγουν τῆς περὶ τὸν ἠχητικὸν πόλεμον εὐφυοῦς, γενησομένης δηλονότι. | |
O 779 | Germ. Ἐν δ’ ἀρετὰν ἔβαλεν] ἡ αἰδὼς δὲ τοῦ Προ‐ μηθέως ἐνέβαλεν ἐν τοῖς ἀνθρώποις ἀρετὴν καὶ χάρματα. Th. Τουτέστιν ὁ μετὰ τοῦ προβεβουλεῦσθαι ποιῶν τι ὁμοῦ τε κατορθοῖ τοῦτο καὶ ἡδονὴν ἔχει ἅτε κατωρθωκώς. τὸ δὲ | |
5 | αἰδὼς Προμηθέως λέγει, διότι πᾶς ὁ χρώμενος προμηθείᾳ οἱονεὶ τὸν Προμηθέα αἰδεῖται καὶ τιμᾷ. | |
O 780g | ἡδονάς. | |
O 782g | ἀνθρώποις. —δή. | |
O 783g | ἄσκοπον. —σκοτισμός. | |
O 784g | * παρασύρει καὶ μεταφέρει τοὺς ἀνθρώ‐ πους, ἤγουν ἔξω τοῦ ὀρθοῦ καὶ προσήκοντος τίθησιν. ἔστι δὲ αὕτη ἡ παραγωγὴ ἔξω φρενῶν· —** παρασύρει. | |
O 786g | οἱ Ῥόδιοι. —*† καυστικῆς. | |
O 787g | ** σπινθῆρα. —ἐν τῇ ἀκροπό‐ λει. —σύναπτε τὸ οὐ πρὸς τὸ ἔχοντες. | |
O 788g | ἐποίησαν. — οὐκ ἔχουσι πῦρ. —θύμασι. | |
O 789g | ναὸν καὶ βωμὸν τῇ Ἀθηνᾷ. —* διὰ τὸ ἐκ Διὸς κεφαλῆς γεγενῆσθαι τὴν Ἀθηνᾶν ἐν ἀκρο‐ | |
πόλει ἔθυον. | 262 | |
O 779-89 | M. Ἐμβάλλει δὲ τοῖς ἀνθρώποις, ἤγουν ἐμποιεῖ ἀρετῆς τιμὴν καὶ χαρὰν τοῦ Προμηθέως, τουτέστι τῆς προβουλεύ‐ σεως τὸ αἰδέσιμον, ἤτοι ἡ αἰδὼς ἡ ἑπομένη τῷ Προμηθεῖ, περι‐ φραστικῶς ἀντὶ τοῦ ὁ Προμηθεὺς ὁ αἰδέσιμος, ἀλλ’ ἐπιβαίνει | |
5 | (82), ἤγουν ἐπέρχεται καὶ νέφος τι λήθης ἀτέκμαρτον, τουτέστιν ἀπροσδόκητον, καὶ παρέλκει, ἤγουν παρατρέπει, ἐκκρούει, τὴν ὀρθὴν μέθοδον τῶν πραγμάτων ἔξω τῶν λογισμῶν. καὶ οὗτοι γάρ (86), οἱ τοῦ Ἡλίου δηλονότι παῖδες, ἀνέβησαν οὐκ ἔχοντες, ἤγουν οὐ φέροντες σπέρμα φλογὸς καυστικῆς, τουτέστι πῦρ, ὃ | |
10 | τὴν καυστικὴν αὔξει φλόγα. ἀνέβησαν δὲ εἰπὼν ἀδήλως διὰ τῶν ἐπαγομένων δῆλον ποιεῖ ὅτι εἰς τὴν ἀκρόπολιν λέγει αὐτοὺς ἀναβῆναι. ἐπάγει γάρ· τεῦξαν δ’ ἀπύροις ἱεροῖς ἄλσος ἐν ἀκρο‐ πόλει, ἤγουν κατεσκεύασαν δὲ ἐν τῇ ἀκροπόλει ναὸν σὺν θυσίαις ἀπύροις, τουτέστιν ἅμα καὶ θυσίας πυρὸς ἀμετόχους τελέ‐ | |
15 | σαντες. | |
O 789g | τοῖς Ῥοδίοις. | |
O 790g | πυρώδη· τοιοῦτος γὰρ ὁ χρόνος. | |
O 791g | *† ἔβρεξε. —* ἤγουν ἡ Ἀθηνᾶ. | |
O 792g | *† αὐτοῖς τοῖς Ῥοδίοις. | |
O 793g | * ἀνθρώπων. | |
O 794g | Ἀθηνᾶ. — | |
* καλλιέργοις· —** καλλίστοις ἔργοις. | 263 | |
O 792-94 | Th. Τὸ τεχνᾶν πασᾶν πρὸς τὸ ἀριστοπόνοις χερσὶ συναπτέον οὕτως· ὤπασέ σφισιν ἡ Ἀθηνᾶ, ἐπεὶ ἡ φρόνη‐ σις μηχανᾶται τὰς τέχνας, κρατεῖν τῶν ἐπιχθονίων ἀνθρώπων, ἐν ἀριστοπόνοις χερσὶ πασᾶν τεχνᾶν. λέγει δὲ τὸ χερσὶ τεχνῶν, | |
5 | ἐπειδὴ αἱ χεῖρες τὰς τέχνας ἐργάζονται ἢ τὸ ἐπιχθονίων πρὸς τὸ τεχνᾶν, ἵν’ ᾖ τῶν ἐπιχθονίων πασῶν. | |
O 795 | Th. Ῥόδιοι οὕτως ἄριστοι ἀνδριαντοποιοὶ ἦσαν, ὡς ζῶσιν ἐοικότας ἀνδριάντας κατασκευάζειν καὶ δεσμεῖν αὐτοὺς τοῖς ποσὶν ὥσπερ δεδοικότας μὴ τοῖν ποδοῖν χρησάμενοι φύγοιεν· ἐδόκουν γὰρ ὥσπερ κινεῖσθαι. τοιοῦτοι καὶ οὓς Δαίδαλος ἐποίει. | |
5 | μὴ εἴποις δὲ τὸ τε ἀργόν, ὥσπερ τινές, ἀλλ’ οὕτω· καὶ φέρον δὲ ἔργα. | |
O 795g | * ἀνδριάντας· —** τοὺς ἀνδριάντας λέγει. — ζῶσιν. —** ἀρίστην γὰρ τῶν ἀνδριάντων δημιουργίαν ἐξεῦ‐ ρον. —κινουμένοις· τὰ γὰρ ζῶντα κινοῦνται. | |
O 796g | ** καί. —αἱ τῶν Ῥοδίων ἀγυιαί. | |
O 797g | φέρουσιν· ἀντιχρονικῶς. — ** ἐστί. —τῶν ἔργων καὶ τοῦ πλούτου. | |
O 798g | μέγα. —τῷ | |
μαθόντι εὐφυεῖ. | 264 | |
O 799 | Germ. Μείζων ἄδολος] διότι οἱ πρὶν ἀγράπτως τὴν σοφίαν ἐδέχοντο κατὰ διαδοχὴν τούτων γενομένην πατέρων τοῖς παισίν. Th. Τὸ καὶ ἢ Ἀττικόν, ὥσπερ φαμὲν τὸ τί καὶ ποιήσω; | |
5 | ἢ οὕτω· καὶ τῷ δαέντι δὲ καὶ τῷ μαθόντι εὐφυεῖ τελέθει καὶ ὑπάρχει σοφία μείζων τῆς ἐξ εὐφυΐας μόνης, ἄκρατος καὶ ἄδο‐ λος· τουτέστιν εἴ τις ὢν εὐφυὴς προσλάβῃ καὶ μάθησιν, οὗτός ἐστιν ὁ τῷ ὄντι σοφός. λέγει δὲ διὰ τοὺς Ῥοδίους ὡς ὄντας καὶ δραστηρίους τῷ νῷ καὶ παρὰ τῆς Ἀθηνᾶς διδαχθέντας. | |
O 799g | τῆς ἐξ εὐφυΐας μόνης. —ἄκρατος. | |
O 789-99 | M. Κείνοις μέν, ἤγουν χάριν μὲν ἐκείνων τουτέστι τῶν Ῥοδίων, ξανθὴν νεφέλην ἀγαγὼν ὁ Ζεὺς δηλονότι χρυσὸν ἔβρεξεν· αὐτὴ δὲ ἡ γλαυκῶπις, ἤγουν ἡ Ἀθηνᾶ ἡ ὀξὺ ὁρῶσα καὶ στιλπνόν, παρέσχεν αὐτοῖς (92) κρατεῖν, τουτέστι τὸ κράτος | |
5 | ἔχειν τῶν ἐπιχθονίων, ἤγουν τῶν ἀνθρώπων, κατὰ πᾶσαν τέχνην διὰ χειρῶν ἀριστοπόνων, ἤγουν ἄριστα ἔργα κατασκευαζουσῶν. ἔργα δὲ αἱ κέλευθοι, ἤγουν αἱ ὁδοὶ τῆς Ῥόδου δηλονότι ἔφερον, (97) τουτέστιν ἐπικείμενα αὐταῖς εἶχον ὅμοια ζῶσι καὶ ἕρπουσιν, ἀντὶ τοῦ βαδίζουσιν· ἦν δὲ κλέος βαθύ, ἀντὶ τοῦ πολύ, ἀπὸ με‐ | 265 |
10 | ταφορᾶς τῆς βαθείας ὕλης, ἤγουν δασείας. τῷ δαέντι δέ, ἤγουν τῷ διδαχθέντι ὑπ’ αὐτῶν τῶν Ῥοδίων, καὶ ἡ φρόνησις ἡ ἄδολος, ἤγουν ἡ φυσική, μείζων γίνεται, τουτέστιν εἰ καὶ φυσική ἐστιν αὐτῷ σοφία, ἥτις ἀεὶ κρατεῖ τῆς ἀπὸ μαθήσεως, ἐπίδοσιν καὶ αὐτὴ λαμβάνει διὰ τὴν ὑπερβολὴν τοῦ κάλλους καὶ τῆς ποι‐ | |
15 | κιλίας τῆς τέχνης. | |
O 7100 | Th. Φασὶν ὡς ἡνίκα Ζεὺς μετὰ τῶν θεῶν μερισμὸν ἐποι‐ εῖτο τοῦ κόσμου, οἱ μὲν ἄλλοι τούτων κλήρους ἔλαβον, Ἥλιος δὲ μὴ παρατυχὼν ἐν τῷ μερισμῷ ἀκλήρωτος ἔμεινε. βουλομένου οὖν τοῦ Διὸς πάλον ἐκ δευτέρου ποιήσασθαι οὐκ εἴασεν Ἥλιος | |
5 | εἰπὼν τὴν ἐκ θαλάττης ἀναδοθεῖσαν νῆσον αὐτῷ δεδόσθαι. ἦν δὲ ἡ Ῥόδος. | |
O 7100g | φασι. —* δέον παλαιῶν εἰπεῖν πρὸς τὸ ἀνθρώπων, παλαιαὶ εἶπε πρὸς τὸ ῥήσιες. | |
O 7101g | *† λόγοι. | |
O 7102g | ἐμερίζοντο πρὸς ἀλλήλους. —* ἤτοι ἄλλοι θεοί. | |
O 7103g | δήλην εἰς τὴν ἐπιφάνειαν. | 266 |
O 7104g | *† θαλασσίῳ. | |
O 7105g | * αὐτὴν τὴν Ῥόδον. | |
O 7106g | διὰ τὸ ἀνύτειν τὸν ἴδιον δρόμον. —τῶν θεῶν. | |
O 7107g | κλῆρον καὶ μερίδα. | |
O 7108g | αὐτὸν τὸν Ἥλιον. — ἀμέτοχον κλήρου. | |
O 7109g | καθαρόν, φωτιστικόν. | |
O 7100-109 | M. Φασὶ δὲ λόγοι ἀνθρώπων ἐκ παλαιοῦ χρό‐ νου ᾀδόμενοι οὔπω φανερὰν εἶναι τὴν Ῥόδον ἐν τῷ πελάγει τῷ θαλασσίῳ, ὅτε ὁ Ζεύς τε καὶ οἱ θεοὶ οἱ ἄλλοι διεμερίζοντο ἑαυτοῖς τὴν γῆν· κεκρυμμένην δὲ εἶναι τὴν νῆσον, τουτέστιν | |
5 | αὐτὴν τὴν Ῥόδον, ἐν τοῖς βένθεσι τοῖς ἁλμυροῖς (105), ἀντὶ τοῦ ἐν τοῖς βαθέσι μυχοῖς τῆς ἁλμυρᾶς θαλάττης· ἀπόντος δὲ τοῦ Ἡλίου ἐν τῷ ὑπὸ γῆν δηλονότι ἡμισφαιρίῳ οὐδεὶς ἔνδειξεν, ἀντὶ τοῦ ὑπέδειξε, τουτέστιν ὑπέμνησε, τὸν Δία δηλονότι, διὰ λάχος, ἤγουν κλῆρον αὐτοῦ, ἤτοι τοῦ Ἡλίου. καὶ δὴ (108) κατέ‐ | |
10 | λιπον αὐτὸν τὸν ἁγνὸν θεόν· ἁγνὸν δὲ λέγουσιν αὐτὸν διὰ τὸ ἁγνίζειν δύνασθαι ταῖς αὑτοῦ ἀκτῖσι· χώρας ἀκλήρωτον, ἤγουν ἄμοιρον. | |
O 7110 | Th. Ἡ τοιαύτη δοτικὴ τὸ μνησθέντι πρὸς τὸ θέμεν ἔχει τὴν δύναμιν. | |
O 7110g | μνημονεύσαντι τῷ Ἡλίῳ κλήρου. —* ἐκ δευτέ‐ ρου κλῆρον. | |
O 7111g | *† θεῖναι. —*† αὐτὸν τὸν Δία. | 267 |
O 7112g | ** ἀφῆκεν. —λευκῆς ἢ τῆς γηραιᾶς. | |
O 7113g | ** ὁ Ἥλιος. — ** βλέπειν. | |
O 7114g | ἀναγομένην. —ἤγουν ἐκ τοῦ τῆς θαλάσ‐ σης πυθμένος. | |
O 7116g | εὐφραντικὴν τοῖς θρέμμασιν. | |
O 7110-116 | M. Μνησθέντι δὲ ἀντὶ τοῦ ἀναμνησθέντος, ἤγουν εἰς ἀνάμνησιν ἐλθόντος, τοῦ Ἡλίου δηλονότι, ὁ Ζεὺς ἄμπαλον, ἤγουν ἀναμερισμὸν ἔμελλε θεῖναι, ἀντὶ τοῦ τιθέναι, ἤγουν ποιεῖν, ἀλλ’ οὐκ εἴασεν (112) αὐτόν, τὸν Δία δηλονότι, ὁ | |
5 | Ἥλιος· ἐπεὶ εἶπεν ὁρᾶν αὐτὸς ἔνδον τῆς θαλάσσης τῆς λευκῆς τινα γῆν πολύβοσκον ἀνθρώποις, ἀντὶ τοῦ ἀνθρώπων, τουτέστι πολυειδῶς τρέφειν ἀνθρώπους δυναμένην, καὶ ἡδεῖαν μήλοις, ἀντὶ τοῦ πᾶσι τοῖς ἀλόγοις ζώοις, αὐξομένην, ἀντὶ τοῦ ἀναδι‐ δομένην, πεδόθεν, τουτέστιν ἀπὸ τοῦ πυθμένος. | |
O 7117g | * ὁ Ἥλιος. | |
O 7118g | * χρυσῆν περικεφαλαίαν ἔχου‐ σαν. —μία τῶν Μοιρῶν αὕτη. | |
O 7119g | * ὅρκος θεῶν ἦν τὸ τῆς Στυγὸς ὕδωρ. | |
O 7118-119 | Th. Εἰκότως εἶπε τὸ Λάχεσις, ἐπειδὴ περὶ κλήρου ἦν ὁ λόγος. τὸ δὲ χεῖρας ἀνατεῖναι εἶπεν ἀντὶ τοῦ χειρο‐ τονῆσαι, ἐκ μεταφορᾶς τῶν δικαστηρίων. ἐκεῖ γὰρ ἡνίκα τις νόμον ἢ ψήφισμα περὶ τοῦ κοινοῦ ἐποιεῖτο, εἰ καλὸν καὶ συμφέ‐ | |
5 | ρον ἔδοξε τοῖς πρυτάνεσιν εἶναι, τὰς χεῖρας ἀνέτεινον βεβαι‐ οῦντες αὐτό. | |
O 7120g | παραβῆναι. | |
O 7119-120 | Th. Ἐκ τοῦ εἰπεῖν θεῶν ὅρκον μὴ παρφά‐ μεν δείκνυσιν, ὡς οὐ μόνον τὰς χεῖρας ἀνέτεινεν ἡ Λάχεσις, ἀλλὰ καὶ ὤμοσε τὸ τῆς Στυγὸς ὕδωρ. | 268 |
O 7121g | * τῷ Διΐ. | |
O 7122g | ** λαμπρόν· συνίζησις. — ἤτοι εἰς τὴν ἐπιφάνειαν. —* τὴν νῆσον. | |
O 7123g | * τῇ αὐτοῦ. | |
O 7124g | εἰς τὸ μέλλον. —** τιμήν. —ἐτελέσθησαν. | |
O 7125 | Th. Μὴ εἴπῃς τελεύτασαν δὲ καὶ ἐτελέσθησαν κορυφαὶ καὶ τέλη τῶν λόγων πετοῖσαι καὶ πεσοῦσαι ἐν ἀληθείᾳ, τουτέ‐ στιν οἱ τοῦ διὸς πρὸς Ἥλιον λόγοι οὐ παρεβάθησαν, ἀλλ’ ἐπλη‐ ρώθησαν. ἔστι δὲ τὸ ἐτελεύτησαν κορυφαὶ λόγων καὶ τὸ ἐν | |
5 | ἀληθείᾳ πετοῖσαι ταυτόν· οἱ γὰρ πληρούμενοι λόγοι ἀληθεύουσιν, οἱ δὲ μὴ πληρούμενοι οὐκ ἀληθεύουσιν. | |
O 7125g | τῶν τοῦ Διὸς πρὸς Ἥλιον. —τέλη. | |
O 7126g | * πεσοῦσαι, ἤτοι ἀληθεύσασαι. | |
O 7127g | *† ἀνεδόθη. —ἀδολε‐ σχία τοῦτο. | |
O 7128g | * Ῥόδος. —*† αὐτήν. | |
O 7129g | ταχυτάτων. —*† ὁ γεννήτωρ· ἔστι δὲ ταυτὸν τῷ πατήρ. | |
O 7130g | *† ἡνίο‐ χος. —Λάμπου καὶ Φαέθωνος. | |
O 7117-130 | M. Ἐκέλευσε δὲ ὁ Ἥλιος, ἀντὶ τοῦ εἶπεν, ἐζή‐ | |
τησεν αὐτίκα τὴν Μοῖραν μὲν τὴν Λάχεσιν, ἤγουν τὴν τοὺς κλή‐ ρους διανέμουσαν, τὴν χρυσῆν περικεφαλαίαν φοροῦσαν, τὰς χεῖρας ἀνατεῖναι, ἀντὶ τοῦ τὴν ἑαυτῆς ψῆφον δοῦναι, ὅρκον δὲ | 269 | |
5 | τῶν θεῶν μέγαν γενέσθαι, μὴ παρφάμεν, ἤγουν μὴ ἄλλο τι βουλεύ‐ σασθαι αὐτούς, ἀλλὰ σὺν τῷ παιδὶ τοῦ Κρόνου τῷ Διῒ κατανεῦ‐ σαι, πεμφθεῖσαν αὐτὴν τὴν νῆσον, ἤγουν ἀναδοθεῖσαν εἰς τὸν αἰθέρα, ἀντὶ τοῦ τὸν ἀέρα (122), τὸν λαμπρόν, γέρας ἔσεσθαι ἐξο‐ πίσω, τουτέστιν εἰς τὸ ἐπιόν, τῇ ἑαυτοῦ κεφαλῇ, ἀντὶ τοῦ αὐτῷ | |
10 | τῷ Ἡλίῳ δηλονότι. ἐτελεύτησαν δέ, ἤγουν ἐτελειώθησαν αἱ κορυφαί, τουτέστι τὰ τέλη, αἱ ἀποκαταστάσεις τῶν λόγων, ἐν ἀληθείᾳ πεσοῦσαι, ἀντὶ τοῦ ἀποβᾶσαι· λέγω ἐβλάστησε μέν, ἀντὶ τοῦ ἀνεδόθη ἐκ τῆς θαλάσσης τῆς ὑγρᾶς ἡ νῆσος (128), ἔχει τε αὐτὴν ὁ πατὴρ ὁ γεννήτωρ τῶν ἀκτίνων τῶν ὀξειῶν, του‐ | |
15 | τέστι τῶν καυστικῶν ἢ τῶν ταχειῶν, ἤτοι ὁ Ἥλιος ὁ ἀρχός, ἀντὶ τοῦ ὁ ἡνίοχος τῶν ἵππων τῶν πνεόντων πῦρ. | |
O 7131g | ** ὅπου. —*† τῇ ἡρωΐδι. —** ἑνωθεὶς γα‐ μικῶς. | |
O 7132 | Th. Τὸ ἑπτὰ πρὸς τὸ παῖδας συναπτέον οὕτω· τέκεν ἑπτὰ παῖδας παραδεξαμένους ἢ ἀπὸ τοῦ Ἡλίου ἢ ἀπ’ ἄλλων διδασκάλων σοφώτατα νοήματα, ἤγουν σοφωτάτους γενομένους ἐπὶ τῶν προτέρων ἀνδρῶν, ἤτοι ἐπὶ τῶν ὑπαρχόντων ἐν τοῖς χρό‐ | |
5 | νοις ἐκείνοις ἀνθρώπων. τῶν δὲ παίδων τὰ ὀνόματά εἰσι ταῦτα· Κέρκαφος, Ὀχιμος, Ἀκτίς, Μακαρεύς, Τενάγης, Τριόπης, Φαέθων. | 270 |
O 7132g | ** ἔτεκεν. —** παῖδας. | |
O 7133g | ἤγουν τῶν ἐν ἐκείνοις ὑπαρχόντων χρόνοις. | |
O 7134g | ἢ ἀπὸ τοῦ Ἡλίου ἢ ἀπό τινων ἄλλων διδασκάλων. | |
O 7135g | τῶν παίδων. —* ὁ Κέρκα‐ φος. | |
O 7136g | προγενέστερον Καμείρου καὶ Λίνδου. — † ἀντὶ τοῦ πρώτιστον. | |
O 7137g | ἐκ Κυδίππης. —* μακρὰν κωλύουσι. —** μακρὰν κεχωρισμένως. | |
O 7138g | εἰς τρία. | |
O 7139g | μερίσαντες. —** πατρικήν. | |
O 7140 | Th. Μὴ εἴπῃς τὸ σφὶν ἀντὶ τοῦ σφῶν, ὥς τινές φασιν ἀπατώμενοι ἀπὸ τοῦ ἕδραι, ἀλλ’ ἔστιν ἡ τοιαύτη δοτικὴ πρὸς τὸ κέκληνται οὕτως· αἱ ἕδραι δὲ κέκληνται καὶ ἐκλήθη‐ σαν σφὶν καὶ αὐτοῖς, τῷ Λίνδῳ, τῷ Ἰαλύσῳ, τῷ Καμείρῳ, | |
5 | τουτέστι πρὸς τὰ τούτων ὀνόματα καὶ αὗται τὴν προσηγορίαν ἐσχήκασιν. | |
O 7140g | ἀστέων] τοῦτο πρὸς τὸ ἔχοντι. —ἐκλήθησαν αὐτοῖς αἱ καθέδραι, ἤτοι αἱ πόλεις. | |
O 7131-140 | M. Ἔνθα, ἤγουν ἐν τῇ Ῥόδῳ τῇ νήσῳ, μιγείς | |
ποτε αὐτὸς ὁ Ἥλιος τῇ Ῥόδῳ τῇ ἡρωΐδι ἐγέννησεν ἑπτὰ παῖδας τοὺς παραδεξαμένους ἐπὶ τοῦ χρόνου τῶν προτέρων ἀνθρώπων σοφώτατα νοήματα, ἤγουν ἐπιτηδεύματα, μαθήματα, ἀφ’ ὧν εἷς | 271 | |
5 | μὲν (135) ὁ πρῶτος Κέρκαφος τὸν Κάμειρον ἐγέννησε καὶ πρεσβύτατον τὸν Ἰάλυσον, ἐπιῤῥηματικῶς ἀντὶ τοῦ καὶ τὸν Ἰάλυσον πρώτιστα ἐγέννησε, καὶ τὸν Λίνδον. ἀπάτερθε δέ, ἤγουν χωρίς, ἰδίᾳ, εἶχον μερίδα ἀστέων, ἤτοι πόλεων, ἕκαστος εἰς τρεῖς μοίρας διαμερισάμενοι τὴν πατρῴαν γῆν· καλοῦνται δὲ | |
10 | αἱ ἕδραι, ἤγουν αἱ καθέδραι, τὰ φρούρια, ἔνθα ἕκαστος ἐνεθρό‐ νιστο, αὐτοῖς, ἀντὶ τοῦ ἀπὸ τῶν ὀνομάτων αὐτῶν. | |
O 7141g | *ὅπου. —* παῦσιν. —* ἔσχεν. —τοῦ μιάσμα‐ τος, ὃ διὰ τὸν φόνον ἔσχεν. | |
O 7142g | τοῦτο εἶπεν ἐπειδὴ γλυκὺ τὸ ἁμαρτίας πεπαῦσθαι. | |
O 7143g | † ἀντὶ τοῦ ἐγένετο. —** τῶν Τίρυνθον οἰκούντων. | |
O 7144g | βασιλεῖ. | |
O 7145g | ἵσταται. — * ἐκ θυσίας γινομένη πανήγυρις· —† κνίσσης μετέχουσα ἑορτὴ γίνεται δηλονότι. | |
O 7146g | * περί. —† ἐπὶ τοῖς ἀγῶσι γίνεται. | |
O 7147 | Th. Ὅτε οἱ Ἕλληνες εἰς Τροίαν ἐστράτευσαν, ἦν καὶ Τληπόλεμος οὗτος μετὰ Ῥοδίων. ἀποθανόντος οὖν ἐκεῖ ἤγαγον τὰ ὀστᾶ αὐτοῦ εἰς Ῥόδον ὡς οἰκιστοῦ ταύτης, καὶ ναὸν αὐτῷ ποιήσαντες πανήγυριν κατ’ ἐνιαυτὸν ἄγουσι τὰ λεγόμενα Τλη‐ | |
5 | πολέμια. ἔστι δὲ τὸ τῶν ἀγώνων ἆθλον λεύκινος στέφανος, ὃν δὶς ἔσχε Διαγόρας νικήσας. εἰς δὲ τὸ ἄνθεσι καὶ στεφάνῳ ἐστεφανώσατο ἔξωθεν νόει ἀπὸ τοῦ στεφάνῳ. ἀγνοοῦντες δέ τινες οὕτω γράφουσιν· ὧν ἄνθεσι Διαγόρας ἐστεφανώσατο δίς. καὶ σὺ ἐν παλαιοῖς καὶ πολλοῖς βιβλίοις ἐξετάσας ὡς καὶ | 272 |
10 | ἡμεῖς στεφάνῳ εὑρήσεις. | |
O 7147g | * μὴ λάβῃς εἰς τὸ τῶν ἔξωθεν τὸ ἀπό, ἀλλὰ πρὸς τὸ ἄνθεσίν ἐστιν ἡ γενική· τῶν γὰρ ἀγώνων ἦσαν τὰ ἄνθη δι’ αὐτοὺς διδόμενα. | |
O 7148g | ἐνδόξῳ. —τῷ τῆς Πε‐ λοποννήσου. | |
O 7149g | νικῶν. | |
O 7150g | ἐστεφανώσατο. —νίκην εὐτυχῶν. | |
O 7151 | Th. Τὸ κρανααῖς ἐν Ἀθήναις λέγει ἢ διὰ τὴν τῶν Παναθηναίων ἑορτὴν ἢ τῶν Ἐλευσινίων ἢ τῶν Ἡρακλείων. διὰ δὲ τὸ εἶναι τὴν Ἀττικὴν κατάξηρον καὶ λεπτόγυιον τὸ κρα‐ νααῖς εἶπεν. | |
O 7151g | καταξήροις, λεπτογυίοις. —ἐστεφανώσατο εὐτυχῶν. | |
O 7152 | Th. Ἐν τῷ Ἄργει πανήγυρίς ἐστι τῆς Ἥρας τὰ λεγό‐ μενα Ἥραια ἢ Ἑκατόμβαια. θύονται γὰρ ἑκατὸν βόες τῇ θεῷ. τὸ δὲ ἔπαθλον τῶν ἀγώνων χαλκῆ ἀσπὶς καὶ στέφανος ἐκ μυρ‐ σίνης. τὸ δὲ ἐν Ἀρκαδίᾳ ἔργα ἀντὶ τοῦ τὰ ἐκεῖ διδόμενα | |
5 | χαλκᾶ σκεύη τοῖς νικῶσιν ἐν τῇ τοῦ Λυκαίου Διὸς πανηγύρει. | 273 |
O 7152g | * νικῶντα τὸν Διαγόραν. | |
O 7153g | * ἔγνω αὐτὸν νικῶντα ὁ ἐν ταύτῃ χαλκός. —† τὰ δὲ ἔργα ἀπὸ κοινοῦ. | |
O 7154 | Th. Τελοῦνται ἐν Βοιωτίᾳ ἀγῶνες ἐν Θεσπιαῖσιν Ἐρώτια, ἐν δὲ Πλαταιαῖς τὰ Ἐλευθέρια πρὸς τὸν Δία διὰ τὸ ἐν ταύταις νικῆσαι τοὺς Μήδους, ἐν δὲ Λεβαδίᾳ τὰ Τροφώνια, ἐν δὲ Ὠρωπῷ τὰ Ἀμφιαρήϊα. | |
O 7154g | * ἐν ταῖς Θήβαις τὰ Ἡράκλεια ἐτελεῖτο, ὧν ἆθλον ἦν χαλκὸς τρίπους. | |
O 7155g | νενομισμένοι ἔγνωσαν αὐτόν. —ἔγνω αὐτόν. | |
O 7156 | Germ. Ἐν τῇ Πελλήνῃ τε καὶ ἐν τῇ Αἰγίνῃ ἐγνώσθη νικῶν ἑξάκις. Th. Ἐν Πελλήνῃ τῆς Ἀχαΐας ἀγῶνές εἰσι Θεοξένια καὶ Ἕρμαια, ὧν τὸ ἆθλον χλαῖνα· ἐν δὲ Αἰγίνῃ τὰ Αἰάκεια, ὧν τὸ | |
5 | ἆθλόν ἐστι κρατήρ. | |
O 7157 | Th. Οἱ ἐν τοῖς Μεγάροις ἀγῶσι νικῶντες λιθίνης ἠξιοῦντο στήλης διὰ ψηφίσματος, ἐν αἷς τὸ αὐτῶν ὄνομα ἐνεκό‐ λαπτον καὶ τὸ ὑπὲρ αὐτῶν ψήφισμα. | 274 |
O 7158g | ἢ τὸν αὐτοῦ. | |
O 7159 | Pal. Ψῆφος ὁ λίθος διὰ τὸ δέχεσθαι τὰ ψηφίσματα, ἤγουν ὀνόματα τῶν νικώντων. | |
O 7159g | ἡ διὰ ψηφίσματος τοῖς νικῶσι γινομένη στήλη. | |
O 7141-159 | M. Τόθι, ἤγουν ὅπου, ἐν τῇ Ῥόδῳ δηλονότι, ἵσταται τῷ Τληπολέμῳ τῷ ποτε ἀρχηγέτῃ τῶν Τιρυνθίων, ἀντὶ τοῦ ἐγένετο, λύτρον, ἀντὶ τοῦ παῦλα, ἐλευθερία ἡδεῖα τῆς συμ‐ φορᾶς τῆς οἰκτρᾶς, ἤγουν τῆς πλάνης ἧς ἐπλανήθη· ἐβασίλευσε | |
5 | γὰρ ἐκεῖ· ὅπου ἵσταται αὐτῷ, ἤγουν γίνεται ὥσπερ θεῷ, καὶ πομπή (145), ἤτοι ἑορτή, τιμὴ κνίσσης μετέχουσα, ἣν πρόβατα σφαγιαζόμενα καὶ καιόμενα ποιεῖ· τουτέστιν ὅπου γίνεται αὐτῷ ὥσπερ θεῷ καὶ τιμὴ διὰ θυσιῶν, ὅπου γίνεται αὐτῷ ἀπὸ κοινοῦ, καὶ κρίσις ἐπ’ ἀγῶσιν. ἐτελεῖτο γὰρ αὐτῷ ἀγὼν τὰ | |
10 | Τληπολέμεια, ὁ δὲ νικήσας αὐτὰ λεύκην ἐλάμβανε στέφανον. | |
τῶν ἄνθεσιν, ὧντινων, ἤγουν τῶν Τληπολεμείων, τοῖς στεφάνοις ὁ Διαγόρας ἐστεφανώσατο δίς, καὶ ἐν τῇ ἐνδόξῳ Ἰσθμῷ ἐστε‐ φανώσατο τετράκις εὐτυχῶν, ἤγουν ἐπιτυγχάνων, νικῶν, καὶ ἐν τῇ Νεμέᾳ (150) ἄλλην ἐπ’ ἄλλῃ στεφανηφορίαν δηλονότι, του‐ | 275 | |
15 | τέστι διττὰς στεφανηφορίας ἐστεφανώσατο· καὶ ἐν ταῖς Ἀθήναις ταῖς κρανααῖς, ἀντὶ τοῦ καὶ ἐν τῇ Ἀττικῆ τῇ πετρώδει καὶ καταξή‐ ρῳ, ἔνθα ἐτελεῖτο τὰ Παναθήναια, τὰ Ἡράκλεια, τὰ Ἐλευσίνια, τὰ Πανελλήνια, ἐστεφανώσατο, ἕνα τινὰ τούτων τῶν ἀγώνων δη‐ λονότι ἢ καὶ πάντας νενικηκώς. καὶ ὁ χαλκός (152), τουτέστιν ἡ | |
20 | ἀσπὶς ἡ χαλκῆ ἡ διδομένη ἐν Ἄργει· ἔνθα ἐτελεῖτο τὰ Ἥραια τὰ καὶ Ἑκατόμβαια λεγόμενα· ἔγνω αὐτόν, ἀντὶ τοῦ ἐδεξιώ‐ σατο αὐτὸν νενικηκότα. καὶ τὰ ἔργα τὰ ἐν Ἀρκαδίᾳ ἔγνω αὐτόν· ἐτελεῖτο γὰρ ἐν Ἀρκαδίᾳ ἀγὼν τὰ Λύκαια τῷ Λυκαίῳ Διῒ ἀνα‐ κείμενος· οἱ δὲ νικῶντες σκεύεσι χαλκοῖς ἐτιμῶντο. καὶ τὰ | |
25 | ἔργα τὰ ἐν Θήβαις ἔγνω αὐτόν· τὰ Ἡράκλεια τὰ καὶ Ἰολάεια ἐτελεῖτο ἐν ταῖς Θήβαις, ἐδίδοτο δὲ τῷ νικήσαντι τρίπους χαλ‐ | |
κοῦς· καὶ οἱ ἀγῶνες οἱ Βοιώτιοι (155), ἤγουν οἱ ἐν τῇ Βοιωτίᾳ, οἱ ἔννομοι, τουτέστιν οἱ συνήθως κατὰ νόμους τελούμενοι ἔγνω‐ σαν αὐτόν· ἐτελοῦντο δὲ ἐν τῇ Βοιωτίᾳ διάφοροι ἀγῶνες, ἐν μὲν | 276 | |
30 | Θεσπιαῖς τὰ Ἐρώτια, ἐν δὲ Πλαταιαῖς τὰ Ἐλευθέρια, ἐν δὲ Λεβαδείᾳ τὰ Τροφώνεια, ἐν δὲ Ὠρωπῷ τὰ Ἀμφιαράϊα. καὶ ἡ Αἴγινα, ἔνθα ἐτελεῖτο ἀγὼν τὰ Αἰάκια, ἔγνω αὐτόν, καὶ ἡ Πελλήνη, ἔνθα ἐτελεῖτο τὰ Θεοξένια καὶ τὰ Ἕρμαια· τὸ δὲ ἆθλον ἦν χλαῖνα· ἔγνω αὐτὸν νικῶντα ἑξάκις. καὶ ἐν τοῖς | |
35 | Μεγάροις (157) οὐχ ἕτερον ὄνομα ἐπιγεγραμμένον φέρει ἡ ψῆ‐ φος ἡ λιθίνη, τουτέστιν ἡ στήλη, ἀλλ’ ἢ τὸ τοῦ Διαγόρου. ἀπὸ τοῦ πλεονάζοντος δὲ τοῦτό φησι· ψῆφον δὲ λέγει τὴν στήλην διὰ τὸ περιέχειν τὰ τῶν κριτῶν ψηφίσματα. | |
O 7160g | ὄρος Σικελίας, ἐν ᾧ χαλκαῖ βόες εἰσὶ μηκώμεναι, ὅταν τι γενήσεται ἄτοπον. | |
O 7161 | Germ. Τίμα μὲν κατὰ τὸν τεθμὸν τοῦ ὕμνου τὸν Ὀλυμ‐ πιονίκην ἄνδρα, τὸν εὑρόντα τὴν ἀρετὴν κατὰ τὸ πύξ. | |
O 7162 | Th. Ἢ ἀποδέχου τὸν κατὰ νόμους τοῖς ἀγωνισταῖς διδόμενον ὕμνον, ἢ νικῶντας δείκνυε, ἵνα καὶ ὕμνοι σπουδά‐ ζωνται. | 277 |
O 7162g | * νόμον. | |
O 7163g | τίμα. —** τὸν Διαγόραν. —διὰ πυγμῆς. —νίκην καὶ θαῦμα· λέγω δὴ τὸν Διαγόραν. | |
O 7164g | τῷ Διαγόρᾳ. —ἤγουν αἰδέσιμον εἶναι διὰ τὰς νίκας. | |
O 7165g | παρὰ πολιτῶν. —παρά. | |
O 7166g | * τῆς ἀδικίας. | |
O 7167g | δικαιοσύνην. —κάλλιστα πορεύεται. | |
O 7168g | *† μαθών. —ἅτινα. —αὐτῷ. | |
O 7169g | αἱ ὀρθῶς τὰ πράγματα κρίνουσαι. —* τὸ φρένες ἢ αὐτοῦ νόει ἢ πρὸς τὸ πατέρων, ἵν’ ᾖ τὸ ἐξ ἀγαθῶν πρὸς τὸ πράγματα. | |
O 7170g | ὑπετίθεσαν· ἤγουν τοὺς αὐτοῦ πατέρας μιμούμενος τοιοῦτός ἐστιν. —* ἤγουν μὴ ἀφάνιζε τὴν γένεσιν τοῦ Διαγόρου, τὴν ἔχουσαν κοινωνίαν ἀπὸ Καλλιάνακτος ἤτοι καταγομένην. | |
O 7171 | Th. Ἤγουν σὺν ταῖς εὐτυχίαις τοῦ Διαγόρου καὶ τῶν αὐτοῦ προγόνων καὶ ἡ πόλις ἡ Ῥόδος ἔχει θαλίας καὶ πανη‐ γύρεις καὶ εὐφροσύνας ἑτέρας. | |
O 7172g | Ἐραστείδης πρόγονος αὐτοῦ. —* εὐτυχίᾳ. | |
O 7173 | Pal. Αὖραι] πνοαί· ἤγουν ἐν βραχεῖ χρόνῳ ἄλλοτε ἄλλως διατίθεται τὰ πράγματα. τοῦτο δὲ λέγει ὡς πρὸ | |
ὀλίγου λυπηροῦ τινος αὐτῷ συμβάντος. | 278 | |
O 7173g | εὐφροσύνας ἑτέρας. —ἡ Ῥόδος. | |
O 7174g | ἤγουν ἐν μιᾷ καιροῦ ῥοπῇ ὁ μὲν λυπεῖται, ὁ δὲ εὐφραίνεται. | |
O 7175g | τοῦτο λέγει διά τινα συμβᾶσαν λύπην Διαγόρᾳ. —* ὁρμῶσι. — ** πνοαί. | |
O 7159-175 | M. Ἀλλά, ὦ Ζεῦ πάτερ ὁ βασιλεύων τῶν νώτων ἀντὶ τοῦ τῆς κορυφῆς τοῦ Ἀταβυρίου ὄρους· τοῦτο δὲ λέγει διὰ τὸ ἱδρῦσθαι αὐτὸν ἐπὶ τῇ κορυφῇ τοῦ Ἀταβυρίου· τίμα μὲν τὸν νόμον τοῦ ὕμνου, ἤγουν τὴν συνήθειαν, τίμα καὶ | |
5 | τὸν ἄνδρα τὸν Ὀλυμπιονίκην, τὸν εὑρόντα ἀρετήν, ἀντὶ τοῦ εὐφη‐ μίαν ἕνεκα ἀρετῆς, πύξ, τουτέστι διὰ τῆς πυκτικῆς, δίδου τε (164) αὐτῷ αἰδοίαν χάριν, ἀντὶ τοῦ τιμὴν αἰδεσίμου χάριτος, καὶ παρὰ τῶν ἀστῶν, ἤγουν τῶν πολιτῶν, καὶ παρὰ τῶν ξένων, τουτέστι τῶν ἀπ’ ἀλλοτρίου τόπου, ἐπεὶ ὁδὸν εὐθυπο‐ | |
10 | ρεῖ, ἤγουν κατ’ εὐθεῖαν πορεύεται οὐκ ἐκτρεπόμενος, ἐχθράν, τουτέστι ξένην, ἀλλοτρίαν ὕβρεως, ἤτοι ἀδικίας, σάφα δαείς· | |
πρὸς τὸν Δία καὶ τοῦτο· σαφῶς μαθών, ἅτινα αἱ τῶν ἀγαθῶν αὐτοῦ πατέρων ὀρθαί, ἤγουν ἀληθεῖς, δίκαιαι φρένες, ἐξέχραον, ἀντὶ τοῦ ἔχραον, ἤγουν ἔχρων, τουτέστιν ἐχρησμῴδουν, παρῄνουν | 279 | |
15 | αὐτῷ, ἀφ’ ὧν πατέρων τοιοῦτος παῖς, αὐτὸς δηλονότι ἐβλάστησε, μὴ κρύπτε (170), ἀντὶ τοῦ μὴ ἔα κρυβῆναι ἐν ἀδοξίᾳ, τὸ σπέρμα, ἤγουν τὸ γένος τὸ κοινόν, τουτέστι τὸ φανερὸν καὶ ἔνδοξον πᾶσι καὶ ὠφέλιμον, τὸ ἀπὸ τοῦ Καλλιάνακτος τοῦ προγόνου τοῦ Διαγόρου. καὶ σὺν ταῖς χάρισιν, ἀντὶ τοῦ διὰ τῶν χαρίτων, του‐ | |
20 | τέστι τῶν ἀνδραγαθημάτων τῶν Ἐρατιδῶν, ἤγουν τῆς ἐν Ῥόδῳ φυλῆς τῆς ἀπὸ τοῦ Ἐρατίδου τοῦ προγόνου τοῦ Διαγόρου, ἔχει ἡ πόλις θαλίας, ἤγουν εὐωχίας, εὐφροσύνας. ἐν δὲ μοίρᾳ χρόνου μιᾷ, τουτέστιν ἐν ὥρᾳ μιᾷ, ἐν καιρῷ ἑνὶ χρόνου, αὖραι, ἀντὶ τοῦ μεταβολαί, διαιθύσσουσιν, ἤγουν ὁρμῶσιν, ἄλλοτε ἄλλαι, καὶ εἴ | |
25 | τι συμβέβηκε δηλονότι καὶ τούτοις λυπηρόν, ταχέως ἐπὶ τὸ | |
κρεῖττον τραπήσεται. | 280 | |
O 8t | Ἐπίνικοι Ὀλυμπιονίκαις. Ἀλκιμέδοντι Αἰγινήτῃ παιδὶ παλαιστῇ. Ὠιδὴ ηʹ. [Δημητρίου Τρικλινίου] περὶ τῶν κώλων τῶν στροφῶν καὶ ἀντιστροφῶν τοῦ | |
5 | ηʹ εἴδους. ἔστι δὲ στροφῶν δʹ. Παλαιόν. | |
O 8prae g1 | Τοῦ ηʹ εἴδους αἱ στροφαὶ καὶ ἀντιστροφαὶ κώλων ἑκάστη θʹ. Τὸ αʹ τροχαϊκὸν δίμετρον καταληκτικόν, τοῦ γʹ ποδὸς δακτύλου, ἢ χοριαμβικόν. οἱ δὲ λέγοντες τοῦτο τὸ μέτρον ἐπίτριτον οὐ κα‐ λῶς λέγουσιν· οὐ γάρ εἰσι δʹ τροχαῖοι, ἵν’ ᾖ ἐπίτριτον. Τὸ βʹ | |
5 | Ἰωνικὸν ἀπ’ ἐλάσσονος δίμετρον καταληκτικόν. Τὸ γʹ ἰαμβέλεγος πλεοναζούσης συλλαβῆς· ἐξ ἰαμβικοῦ γὰρ καὶ δακτυλικοῦ πεν‐ θημιμερῶν σύγκειται, ἔχε· δὲ καὶ περισσὴν συλλαβήν. Τὸ δʹ ἐπιχοριαμβικὸν ἑνδεκασύλλαβον, ὃ καλεῖται Σαπφικόν, διὰ τὸ ἔχειν τὸν αʹ πόδα τροχαϊκὸν ἑπτάσημον ἤτοι ἐπίτριτον. οὐ γάρ | |
10 | ἐστι Πινδαρικόν, ὡς λέγουσι. Τὸ εʹ προσοδιακὸν δίμετρον ὑπερ‐ κατάληκτον ἐξ Ἰωνικοῦ ἀπὸ μείζονος καὶ χοριάμβου καὶ συλλα‐ βῆς. τοῦτο δὲ καὶ ἀναπαιστικόν ἐστιν ἑφθημιμερὲς σπονδείου | |
ἀρχομένου, ὡς ἐμοὶ δοκεῖ. Τὸ ϛʹ προσοδιακὸν ἑτέρως τρίμετρον καταληκτικὸν ἐκ χοριάμβου καὶ Ἰωνικοῦ ἀπ’ ἐλάσσονος. Τὸ ζʹ | 281 | |
15 | δακτυλικὸν πενθημιμερές. Τὸ ηʹ Ἰωνικὸν ἀπ’ ἐλάσσονος δίμετρον καταληκτικόν. Τὸ θʹ τροχαικὸν δίμετρον καταληκτικὸν ἤτοι ἑφθη‐ μιμερές, ὃ καλεῖται Εὐριπίδειον ἢ ληκύθιον. Ἐπὶ τῷ τέλει τῆς στροφῆς καὶ ἀντιστροφῆς παράγραφος. Περὶ τῶν κώλων τῶν ἐπῳδῶν. | |
20 | Αἱ ἐπῳδοὶ κώλων ιαʹ. Τὸ αʹ προσοδιακὸν τρίμετρον ἀκατά‐ ληκτον ἐξ Ἰωνικοῦ καὶ χοριάμβου καὶ διτροχαίου ἢ ἐπιτρίτου. Τὸ βʹ δακτυλικὸν τρίμετρον ἀκατάληκτον. Τὸ γʹ χοριαμβικὸν δίμετρον καταληκτικόν. Τὸ δʹ ἐγκωμιολογικὸν μιᾶς λειπούσης συλλαβῆς. τὸ γὰρ ἐγκωμιολογικὸν ἐκ δακτυλικοῦ καὶ ἰαμβικοῦ | |
25 | πενθημιμερῶν σύγκειται. Τὸ εʹ ὅμοιον τῷ βʹ, δακτυλικὸν ἢ προ‐ σοδιακὸν ἐκ χοριάμβου καὶ Ἰωνικοῦ ἀπ’ ἐλάσσονος. Τὸ ϛʹ ὅμοιον τούτῳ. Τὸ ζʹ ὅμοιον τούτοις. Τὸ ηʹ δακτυλικὸν πενθημιμερές, εἰ δὲ βούλει προσοδιακὸν δίμετρον καταληκτικὸν ἐκ χοριάμ‐ βου καὶ Ἰωνικοῦ καταληκτικοῦ. Τὸ θʹ προσοδιακὸν τρί‐ | |
30 | μετρον ἀκατάληκτον· ὁ αʹ δὲ ποὺς τοῦ αʹ κώλου ἀντὶ Ἰωνικοῦ παίωνα βʹ ἔχει. Τὸ ιʹ Ἰωνικὸν ἀπ’ ἐλάσσονος τρίμετρον βραχυκα‐ τάληκτον ἐκ τροχαϊκῆς συζυγίας καὶ παίωνος γʹ κατὰ τὸ σύνηθες τῶν Ἰωνικῶν. Τὸ ιαʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. Ἐπὶ τῷ τέλει τὰ συνήθη σημεῖα. | |
35 | Th. Γέγραπται ὁ ἐπινίκιος Ἀλκιμέδοντι παιδὶ παλαιστῇ, Τιμοσθένει ἀδελφῷ αὐτοῦ παλαιστῇ Νέμεα, καὶ Μελησίᾳ ἀλείπτῃ | |
Ἀλκιμέδοντος. συμπαρέλαβε δὲ καὶ τοὺς τρεῖς, τὸν μὲν Ἀλκι‐ μέδοντα ὡς Ὀλυμπιονίκην ἐν πάλῃ, τὸν δὲ Τιμοσθένην ὡς ἀδελ‐ φὸν αὐτοῦ Νεμέοις νικήσαντα πάλῃ, Μελησίαν δὲ ὡς ἀλείπτην | 282 | |
40 | Ἀλκιμέδοντος ἢ καὶ τοῦ ἀδελφοῦ. ἦσαν δὲ οὗτοι ἐξ Αἰγίνης νήσου. | |
O 81g | πρώτη. —τῶν καλοὺς προξενούντων στεφάνους. | |
O 82g | τῶν ἄλλων τριῶν ἀγώνων. | |
O 83 | Th. Δέσποιναν εἶπεν ἀληθείας τὴν Ὀλυμπίαν, ὅτι ἐκεῖ μαντεῖον ἦν Ἰαμιδῶν, ἐν ᾧ μαντευόμενοι τἀληθῆ ἐγίνωσκον, ὡς καὶ αὐτὸς ἤδη λέξει. | |
O 83g | οἱονεὶ ταμεῖον. —ὅπου. —* οἱ Ἰαμίδαι. | |
O 84g | τοῖς ἐν πυρὶ θύμασι. —*† σκοποῦντες. —ἀπόπειραν λαμβάνου‐ σιν. | |
O 85g | λαμπρὸν κέραυνον ἔχοντος ἢ ταχὺν κατὰ ἀντίφρασιν. | |
O 86 | Germ. Εἴ τιν’ ἔχει λόγον] ὀντὶ τοῦ φροντίδα, εἴτε συμφέροντα εἴτε ἀσύμφορον, περὶ τῶν μαιομένων καὶ ζητούντων ἐν θυμῷ μεγάλην ἀρετήν· καὶ γὰρ κινουμένου τοῦ θυμικοῦ ἐν τῇ καρδίᾳ, ὅθεν καὶ εὐκάρδιος, παρακινεῖταί τις πρὸς γεν‐ | |
5 | ναιότητα, ὅθεν καὶ τὸν Ἀχιλλέα διὰ τὸ πάνυ εἶναι θυμικὸν εἶναι καὶ ἀνδρειότατον· ἥτις ἀρετὴ ὑπάρχει ἀναπνοὴ καὶ ἀνάπαυσις τῶνδε τῶν μόχθων καὶ τῶν κόπων· καὶ γὰρ ὁπότε συμφέρον | |
ἀποφθέγξηται αὐτῷ εἶναι, τόδε τι πάντως χάριεν· ὁπότε δὲ οὐ συμφέρον ἀλλὰ μᾶλλον καὶ παραβλάπτον, καὶ οὕτω χάριεν· ἐκω‐ | 283 | |
10 | λύθησαν γὰρ τῆς βλάβης. | |
O 86g | * ὁ Ζεύς. —*† φροντίδα. | |
O 87g | προθυμουμένων. — ἤτοι μέγα κλέος ἐκ τῆς νίκης. | |
O 88g | τὸ θυμῷ ἢ πρὸς τὸ λαβεῖν συναπτέον ἢ πρὸς τὸ μαιομένων. | |
O 89g | οὓς ὑφίστανται ἐν τοῖς ἀγῶσιν. —ἀναπνοὴν καὶ παραμυθίαν. | |
O 810 | Tr. Οὐ χρὴ ἄνεται γράφειν οὐδ’ εὐσεβείας, ἀλλὰ πληρέονται καὶ εὐσεβέων καὶ λιταί. οὕτω γὰρ ἔχει πρός τε τὴν σύνταξιν καὶ τὸ μέτρον ὀρθῶς. οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ πολλὰ ἕτερα ἐκαινοτομήθη τῷ σοφωτάτῳ Μοσχο‐ | |
5 | πούλῳ κἀμοί, ὡς ἐξετάζων εὑρήσεις, ἀνοικείως ἔχοντα πρὸς τὸ μέτρον. | |
O 810g | * ἀναδίδοται ἡ μαντεία ἢ ἡ ἀρετή. —ἀντάμειψιν. | |
O 811 | Th. Εἰ μὲν συνάψεις τὸ ἀνδρῶν πρὸς τὸ λιταῖς, οὕτως ἐρεῖς· ἐν δὲ ταῖς λιταῖς τῶν ἀνδρῶν ἤτοι τῶν Ἰαμιδῶν ἀνύεται καὶ δίδοται ἡ μαντεία πρὸς χάριν εὐσεβείας, ἤγουν εἰς ἀνταμοιβὴν τῆς τῶν ἀγωνιζομένων πίστεως πρὸς τὸ θεῖον. εἰ | |
5 | δὲ τὸ ἀνδρῶν πρὸς τὸ εὐσεβείας συνάψεις, οὕτως· ἐν δὲ ταῖς λιταῖς, ἃς Ἰαμίδαι ὑπὲρ τῶν ἀθλούντων ποιοῦσιν, ἄνεται καὶ ἀναδίδοται παρὰ τοῦ πυρὸς ἡ μαντεία πρὸς χάριν καὶ ἀντα‐ μοιβὴν τῆς τῶν ἀθλούντων ἀνδρῶν εὐσεβείας. τουτέστιν εἰ μὲν εὐσεβεῖς καὶ δίκαιοί εἰσιν οἱ ἀγωνιζόμενοι, ἐξάπτεται τὸ ἐν | 284 |
10 | τοῖς μηροῖς πῦρ καὶ νίκην αὐτοῖς παριστᾷ· εἰ δὲ ἀσεβεῖς καὶ ἄδικοι, οὐκ ἐξάπτεται. | |
O 81-11 | M. Μᾶτερ ὦ χρυσοστεφάνων] ὦ Ὀλυμπία μῆτερ, τουτέστιν αἰτία τῶν βραβείων τῶν χρυσοστεφάνων, ἀντὶ τοῦ καλλιστεφάνων, ἤγουν τῶν κάλλιστον ἐχόντων κόσμον, του‐ τέστιν ὦ Ὀλυμπία, ἐν ᾗ δίδονται οἱ κάλλιστοι στέφανοι τῶν | |
5 | βραβείων, δέσποιν’ ἀληθείας, ἤγουν ἀληθείας προϊσταμένη· εἶτα θέλων δηλῶσαι, ὅπως προΐσταται τῆς ἀληθείας, ἐπάγει· ὅπου ἄνδρες μάντεις, οἱ Ἰαμίδαι δηλονότι, ἐν ἐντόμοις θύμασι σκοποῦντες παραπειρῶνται, ἀντὶ τοῦ ἀποπειρῶνται, ἤγουν εἰς γνῶσιν ζητοῦσιν ἐλθεῖν τοῦ Διὸς τοῦ ἀργικεραύνου, τουτέστι | |
10 | τοῦ αἰτίου τῶν ταχέων κεραυνῶν· λέγω εἴ τινα (6) φροντίδα ἔχει αὐτὸς δηλονότι ὁ Ζεὺς περὶ τῶν ἀνθρώπων τῶν ζητούντων κατὰ ψυχὴν μεγάλην ἀρετὴν λαβεῖν, ἀντὶ τοῦ τιμὴν μεγάλης νίκης· τῶν δὲ μόχθων, ἤγουν τῶν καμάτων ἀνάπνευσιν, ἄνεσιν. πλη‐ ροῦνται δὲ αἱ λιταί, ἤγουν αἱ δεήσεις τῶν εὐσεβῶν ἀνδρῶν | |
15 | τῶν Ἰαμιδῶν δηλονότι, πρὸς χάριν τουτέστι χαριέντως, θαυ‐ | |
μασίως. | 285 | |
O 811g | * τῶν ἀγωνιζομένων ἤτοι τῶν Ἰαμιδῶν. — * παρακλήσεσιν, ἃς ἐποιοῦντο ἐν τῇ θυσίᾳ πρὸς τὸν Δία. | |
O 812g | ἤγουν ὦ ἐν Ὀλυμπίᾳ Ζεῦ. | |
O 813g | τὸν νῦν ὕμνον. —τὴν δίκην στεφάνου διδομένην αὐτοῖς εὐφημίαν. | |
O 814g | ἤγουν εὐμενῶς. —ἔστιν ἐκείνῳ. | |
O 815g | ** ἄν. —στέφανος ἐκ τῆς αὐτόθι νίκης. —ἐπέλθῃ. | |
O 816 | Pal. Τοῦτο λέγει, ὅτι ὁ μὲν Ἀλκιμέδων Ὀλύμπια ἐνίκη‐ σεν, ὁ δὲ Τιμοσθένης Νέμεα. | |
O 816g | ἤγουν ὁ μὲν ἐν πάλῃ, ὁ δὲ ἐν πυγμῇ, ὁ δὲ ἐν δρόμοις νικᾷ. | |
O 817g | * ἤγουν πολυσχιδής ἐστιν ἡ εὐτυχία καὶ ὁ μὲν τὴν ὁ δὲ τὴν μετὰ τῆς τῶν θεῶν βοηθείας κτᾶται. —** γάρ. | |
O 818g | ** εὐτυχίας. | |
O 812-18 | M. Ἀλλ’ ὦ Πίσας εὔδενδρον] πρὸς τὴν Ὀλυμπίαν ἀποτείνων ἤρξατο, εἶτα πολλὰ διὰ μέσου θεὶς καὶ μὴ ἐπαγαγὼν τὴν ἀπόδοσιν ἐπαναλαμβάνει τὸν πρὸς αὐτὴν λό‐ γον, καὶ οὕτως ἐπάγει προσεχῆ καὶ ῥᾳδίαν τὴν ἀπόδοσιν | |
5 | καί φησιν· ἀλλ’ ὦ ἄλσος εὔδενδρον τῆς Πίσης τῆς ἐπὶ τῷ Ἀλφειῷ, ἤγουν ἀλλ’ ὦ Ὀλυμπία, δέξαι τοῦτον τὸν κῶμον, του‐ τέστι τὸν μετὰ χορείας ὕμνον, καὶ ταύτην τὴν στεφανηφορίαν, | |
ἤγουν τὴν ἐν στεφάνοις ἀνακήρυξιν· μεγάλη δόξα (14) ἀεί ἐστι, δηλονότι ἐκείνῳ τῷ ἀνθρώπῳ, ᾧ τινι ἂν ἕσπηται, ἤγουν | 286 | |
10 | ἀκολουθήσῃ τὸ σὸν γέρας, ἤτοι ἡ σὴ τιμὴ ἡ λαμπρά. ἄλλα δὲ (16) τῶν ἀγαθῶν, τουτέστιν ἄλλα δὲ ἀγαθὰ ἐπ’ ἄλλους ἔβησαν ἀντὶ τοῦ ἔρχονται. πολλαὶ δὲ ὁδοί εἰσιν, ὧν ἑκάστη εἰς διάφο‐ ρον εὐπραγίαν ἄγει βοηθούντων τῶν θεῶν, ἤγουν πολλαὶ δὲ καὶ διάφοροι εὐπραγίαι εἰσίν, ὧν ἄλλον ἄλλης ἐστὶ τυχεῖν βοηθούν‐ | |
15 | των τῶν θεῶν. | |
O 819 | Th. Ἐπειδὴ ὁ Ἀλκιμέδων καὶ ὁ Τιμοσθένης νεώτεροι ὄντες ἐνίκησαν, διὰ τοῦτό φησιν, ὅτι ἡ προσοῦσα ὑμῖν μοῖρα προσῳκείωσεν ὑμᾶς τῷ αἰτίῳ τῆς γεννήσεως Διΐ, τουτέστιν ἐξ ἁπαλῶν ὀνύχων εὐτυχεῖτε. | |
O 819g | ** ὦ. —σὲ καὶ τὸν ἀδελφόν. —ὥσπερ ἀπὸ κλή‐ ρου ᾠκείωσεν. —ἡ εὐτυχία. | |
O 820 | Germ. Ζηνὶ γενεθλίῳ] ὅτι ἀνάκειται τῷ Ζηνὶ ἡ τῶν παίδων ἥβη. | |
O 820g | τῷ τῆς γεννήσεως αἰτίῳ. —* Ζεύς. | |
O 821g | φανε‐ ρώτατον ἐν τῇ πάλῃ· —πρόφατον] ** διὰ τὸ μέτρον. | |
O 822g | ** τὸν σὸν ἀδελφόν. —** ἤτοι ἐν τῇ Ὀλυμπίᾳ. | |
O 823g | ἐν πάλῃ. | |
O 824g | ἐστί. —* τινὰ αὐτόν. —εὐπρεπής, ὡραῖος. — ἐν τῇ πράξει. | |
O 825g | ἤγουν οὐ καταισχύνων τὸ κάλλος διὰ τῶν πράξεων, ἀλλ’ ἐν ἀμφοτέροις θαυμαστός. | |
O 826g | ἀνεκήρυξεν. —ἐν τῇ Ὀλυμπίᾳ. | |
O 827g | ἐν. —τὴν δολιχὸν ἤγουν πολὺ ναυ‐ | |
τικὸν ἔχουσαν. —*† πατρίδα ὑμῶν. | 287 | |
O 819-27 | M. Ὦ Τιμόσθενες, ὑμᾶς δὲ ἐκλήρωσεν, ἤγουν ἔταξεν ἡ τύχη ἐν τῷ Ζηνὶ τῷ γενεθλίῳ, τουτέστιν ἐν τῇ νεότητι, ἐφ’ ᾗ τιμᾶται γενέθλιος Ζεύς, ὡς ἔφορος δηλονότι τῆς γεννή‐ σεως. ὃν μέν, ἤγουν ἔστι μὲν ὅν, τουτέστι σὲ ἐν τῇ Νεμέᾳ πρό‐ | |
5 | φαντον (21), τουτέστιν ἔξοχον, λαμπρόν· τὸν Ἀλκιμέδοντα δὲ τὸν σὸν ἀδελφὸν ἐποίησεν ἡ τύχη Ὀλυμπιονίκην παρὰ τῷ λόφῳ τοῦ Κρόνου. ἦν δὲ ὁ Ἀλκιμέδων καλός, ἤγουν εὐειδὴς εἰς τὸ ὁρᾶν αὐτόν τινα (24), καὶ τῷ ἔργῳ, τουτέστι καὶ διὰ τῆς πρά‐ ξεως οὐ κατελέγχων, ἤγουν οὐ καταισχύνων τὸ εἶδος ἤτοι τὴν | |
10 | μορφήν, ἐξένεπεν (26), ἤγουν ἀνεκήρυξεν, ἀντὶ τοῦ ἀνακηρυχθῆ‐ ναι ἐποίησε νικῶν ἐν πάλῃ τὴν πατρίδα αὐτοῦ τὴν Αἴγιναν τὴν δολιχήρετμον, ἤγουν τὴν μακροῖς ἐρετμοῖς, ἤτοι μακραῖς κώπαις χρωμένην, τουτέστι τὴν ναυτικήν. | |
O 828 | Germ. Οὕτως ἀποῤῥητέον. διὰ τί εἶπε ξενίου καὶ οὐκ εἶπε φιλίου; καὶ τῶν ἑτέρων τι παραδηλῶν σοφώτερον, ὅτι καὶ ξένιοι ἦσαν οἱ Αἰγινῆται καθὸ δικαιότατοι· παρακολού‐ | |
θημα δὲ τοῦ δικαίου, οὐχὶ τοῦ ἀδίκου, τὸ ξενοδοχεῖν. | 288 | |
O 828g | * εἰς τὴν Αἴγιναν· —** ἐν τῇ Αἰγίνῃ. —σωστική. —τοῦ ἐφόρου τῆς τῶν ξένων ὑποδοχῆς. | |
O 829g | σύνεδρος. — ἐνεργεῖται· —† ἐπιμελεῖται, ἀξιοῦται. —* δικαιοσύνη. | |
O 830g | ἐπέκεινα τῶν ἄλλων. —* ὅπερ πρᾶγμα. | |
O 831g | ἐστί. —καὶ νεύει ὡς ἡ Αἰγινητῶν φιλοξενία. | |
O 832 | Germ. Ὅτι γὰρ πολὺ καὶ πολλᾷ ῥέποι] ὅ τι γὰρ πολύ, τὸ φιλοξενεῖν, καὶ πολλὰ καὶ πολλαχῶς εἰς τοὺς φιλοξε‐ νουμένους ῥέποι, ὥστε μὴ διακρίνειν ἐν ὀρθῇ φρενὶ παρὰ και‐ ρόν, δυσπαλὲς καὶ δύσκολον ὑπάρχει. | |
5 | Germ. Τὸ φρενὶ μὴ παρὰ καιρὸν τοῦτό ἐστιν· ὅπερ δὴ τοῖς ἄλλοις ἀδύνατον, τοῦτο τοῖς Αἰγινήταις εὐχερέστατον. | |
O 832g | δικαίᾳ, —τοῦτο. —γνώσει. —ἀλλ’ ἐγκαίρως. | |
O 833g | δύσκολον. | |
O 830-33 | Pal. Ὅπου γὰρ ὑπάρχει πλῆθος πολὺ λαοῦ παντο‐ δαποῦ νεῦον εἰς πολλά, εἰς ἀδικίας λέγω, πλεονεξίας, καὶ τὰ τοι‐ αῦτα, τὸ εὑρεθῆναί τινα ἐξ ἐκείνου τοῦ λαοῦ ὥστε διακρίνειν τὸ καλὸν καὶ τὸ ἀγαθὸν ἐν δικαίᾳ φρενὶ μὴ παρὰ τὸ πρέπον, δύσκολον | |
5 | ὑπάρχει. τοῦτο δὲ λέγει διὰ τοὺς παρόντας νικητὰς ὡς καλῶς καὶ δικαίως ζῶντας ἐν τῇ Αἰγίνῃ πολυανθρώπῳ οὔσῃ. | |
O 828-33 | Th. Ἐπειδὴ ἡ Αἴγινα νῆσός ἐστι καὶ τοὺς παρα‐ πλέοντας ὑποδέχεται καὶ φιλοξενεῖ, διὰ τοῦτο εἶπεν ἀσκεῖσθαι ἐν αὐτῇ τὴν πάρεδρον τοῦ ξενίου Διὸς Θέμιν, ἐπαινῶν τοὺς Αἰγινήτας ὡς οὐ μόνον φιλοξένους ὑπὲρ πάντας ἀνθρώπους, | 289 |
5 | ἀλλὰ καὶ μετὰ δικαιοσύνης τοῦτο ποιοῦντας· πρὸς ὅ ἐστιν ἡ κατασκευή· ὅ τι δὴ πρᾶγμα πολύ ἐστι καὶ ῥέπει καὶ νεύει πολλὰ καὶ κατὰ πολύ, ὁποία ἐστὶν ἡ τῶν Αἰγινητῶν φιλοξενία πρὸς ἅπαντας, δυσπαλὲς καὶ δύσκολον ὑπάρχει διακρίνειν τοῦτο τὸ πρᾶγμα ἐν ὀρθῇ καὶ δικαίᾳ φρονήσει μὴ παρὰ καιρόν, ἀλλ’ | |
10 | ἐγκαίρως. τουτέστιν ἔχει μέν τις φιλοξενίαν, ἀλλ’ οὐ δύναται διακρίνειν πρὸς τίνας δεῖ ταύτην ποιεῖν καὶ πρὸς τίνας οὔ, ἀλλ’ ἀλόγως ἐργάζεται. Αἰγινῆται δὲ καὶ πολλὴν ταύτην ἔχουσι καὶ μετ’ ἀληθοῦς διακρίσεως ταύτην μεταχειρίζονται. M. Ἔνθα, ἤγουν ἐν τῇ Αἰγίνῃ, ἐπιμελείας ἀξιοῦται Θέμις, | |
15 | ἀντὶ τοῦ Δίκη, πάρεδρος τοῦ Διὸς τοῦ ἐφόρου τῶν ξένων, μά‐ λιστα πάντων τῶν ἄλλων ἀνθρώπων. καὶ γὰρ ὅπερ (30) ἂν ᾖ τι πολὺ καὶ πολλαχόσε, ἤγουν εἰς πολλὰς ὁδοὺς τείνει διαφε‐ ρούσας ἀλλήλων, τοῦτο διοικεῖν ἀσφαλεῖ κρίσει λογισμοῦ καὶ | |
δικαίᾳ οὐκ ἔξω τοῦ ἐγκαίρου, ἤγουν τοῦ ἁρμόζοντος, δυσχερές | 290 | |
20 | ἐστιν· ὥσπερ ἐν αὐτῇ τῇ Αἰγίνῃ δηλονότι πλῆθος συῤῥεῖ ξένων διαφέρον τὰς γνώμας, εἶτα ὀρθῶς διοικεῖται. | |
O 833g | ἡ παρὰ τῶν θεῶν νενομοθετημένη φιλοξενία. — ** τῶν θεῶν. | |
O 834g | τὴν ὑπὸ θαλάσσης περιεχομένην νῆσον. | |
O 835g | πάντοθεν ἰοῦσιν. —ὑπέθηκεν. | |
O 836g | ἔρεισμα καὶ ἀσφάλειαν. —θείαν. | |
O 837g | ὁ ἐπιών. | |
O 838 | Germ. Τὸ μὴ κάμοι τοῦτο δὲ ἀλλοπαθές. ἐπέθηκε γὰρ τὸ ἔργον ἐκεῖνο τῷ χρόνῳ, ὡς λέγομεν ἐπί τε τοῦ ἀέρος καὶ τῆς θαλάσσης, ἡνίκα ἐν νηνεμίᾳ ὦσι, γελᾶν, τὸ ἐπισυμβαῖνον τοῖς θεωροῦσι πάθος ἐκείνοις ἐπεντιθέντες. ἀκόλουθον δὲ καὶ | |
5 | τὸ ἀμειδὴς ὁ Ἅιδης. | |
O 838g | τὸ τοὺς ξένους ὑποδέχεσθαι. | |
O 839g | Δωρικῷ· — * τῷ Ἀργείῳ. —οἰκουμένην, κατεχομένην· σύναπτε δὲ πρὸς τὸ χώραν· τὸ δὲ ὁ δ’ ἐπαντέλλων χρόνος διὰ μέσου. | 291 |
O 840 | Th. Αἰακὸς ἐκ μὲν νομίμου γυναικὸς Πηλέα καὶ Τελα‐ μῶνα γεννᾷ, ἐκ δὲ Ψαμμάθης Νηρηΐδος οὐ κατὰ νόμον αὐτῷ συνελθούσης Φῶκον· ὃν ὡς νόθον ἀδελφὸν Πηλεύς τε καὶ Τελα‐ μὼν ἀποκτείναντες διὰ τὸ μὴ κοινωνὸν σχεῖν τοῦ πατρῴου κλή‐ | |
5 | ρου, ὁ μὲν εἰς Σαλαμῖνα, Πηλεὺς δὲ εἰς Θετταλίαν παραγίνεται. τελευτήσαντος δὲ Αἰακοῦ καὶ ἐρήμου βασιλέως τῆς νήσου ἀπο‐ λειφθείσης Τριάκων τις Ἀργεῖος συλλέξας πλῆθος ἐξ Ἄργους εἰς Αἴγιναν ἐλθὼν κατοικεῖ. εἰσὶ δὲ οἱ Ἀργεῖοι τὸ ἀνέκαθεν ἐκ γένους Δωρικοῦ. | |
O 833-40 | M. Τεθμὸς δέ τις ἀθανάτων, ἤγουν συνθήκη δέ τις, βουλὴ τῶν θεῶν, καὶ ταύτην τὴν χώραν τὴν ἁλιερκέα, ἤτοι τὴν θαλάσσῃ περιειλημμένην, παντοδαποῖς (35) ξένοις, ἤγουν ἀπὸ παντὸς τόπου ἀφικνουμένοις, ὑπέστησε κίονα δαιμονίαν, ἤτοι | |
5 | θείαν ἢ ὀλβίαν, τουτέστιν ὑποκειμένην ἐποίησεν εἰς ἀνάπαυσιν | |
καὶ ἀσφάλειαν παντοδαπῶν ξένων ὥσπερ εἴ τις κίονα ὑπόθοιτο οἴκῳ. ὁ δὲ (37) ἐπερχόμενος χρόνος τοῦτο ἐνεργῶν εἴθε μὴ ἀτονήσειε. διὰ μέσου τοῦτο· τὸ δὲ ἑξῆς· παντοδαποῖς ὑπέ‐ στησε ξένοις κίονα δαιμονίαν Δωριεῖ λαῷ ταμιευομένην ἐξ Αἰα‐ | 292 | |
10 | κοῦ, τουτέστιν ὑπὸ τῶν Ἀργείων· οἱ γὰρ Ἀργεῖοι τοῦ Δωρικοῦ γένους· διοικουμένην μετὰ τὸν Αἰακόν. ἐκ Διὸς καὶ Αἰγίνης ἡρωΐ‐ δος Αἰακός, ἀφ’ ἧς παρωνομάσθη ἡ πόλις ἡ Αἴγινα. | |
O 841 | Pal. Τούτους ἐπιβούλους εὑρὼν ἑαυτοῦ ὁ Ζεὺς ὀργι‐ σθεὶς παρέδωκε τῷ Λαομέδοντι κτίσαι τὸ Ἴλιον τοῦ Λαομέδον‐ τος τούτους ἐξαιτησαμένου· οἱ δὲ εἵλοντο συλλήπτορα τὸν Αἰα‐ κόν. ἐκ τούτου γοῦν τοῦ τείχους τοῦ κτισθέντος παρὰ τοῦ | |
5 | Αἰακοῦ ἑάλω ὕστερον ἡ Τροία. Th. Ποσειδῶν καὶ Ἀπόλλων καὶ Ἥρα καὶ ἕτεροι τῶν θεῶν ἐπεβούλευσαν τῷ Διῒ τῆς ἀρχῆς καθελεῖν. καὶ ὃς αἰσθόμενος Ἥραν μὴν ἐν ἀέρι κρεμᾷ χρυσοῦν ἄκμωνα αἰωρήσας ἐκ τῶν αὐτῆς ποδῶν, Ποσειδῶνα δὲ καὶ Ἀπόλλωνα καταδικάζει ὑπηρε‐ | |
10 | τῆσαι Λαομέδοντι πρὸς τὸν τῆς Ἰλίου τειχισμόν. οἱ δὲ συμπα‐ ραλαμβάνουσιν Αἰακόν· δι’ ἥντινα δὲ αἰτίαν, αὐτὸς λέγει ὅτι ἦν πεπρωμένον πορθηθῆναι αὐτὴν καὶ παραδεδόσθαι πυρί. τούτου δὲ οὕτως ὄντος οὐκ ἦν θεμιτὸν ἔργον θεῶν ἀνδρῶν καταβεβλῆ‐ σθαι χερσί. διὰ τοῦτο οὖν συμπαρέλαβον Αἰακόν, ἵνα ἐκ τοῦ | |
15 | δομηθέντος αὐτῷ τείχους ἁλώσιμος ἔσται ἡ πόλις· διὸ καὶ οἱ εἰσπηδήσαντες εἰς τὸ τεῖχος τρεῖς δράκοντες οἱ μὲν δύο καταπε‐ σόντες ὀλώλασι δηλοῦντες ὡς τὸ ὑπὸ τῶν δύο θεῶν δομηθὲν τεῖ‐ χος ἀνάλωτον ἔσται, ὁ δὲ εἷς ἐντὸς εἰσῆλθε τῆς πόλεως ἐν συριγ‐ μῷ, ἐπεὶ καὶ οἱ πόλιν πορθοῦντες βοῇ χρῶνται. | 293 |
O 841g | τὸν Αἰακόν. —*† ὁ Ἀπόλλων. —ὁ μέγιστος βα‐ σιλεὺς τῆς θαλάσσης. | |
O 842g | *† τῇ Τροίᾳ. —τῶν τειχῶν περι‐ βολήν· τὸ δὲ ἐπί πρὸς τὸ Ἰλίῳ σύναπτε. | |
O 843g | * κατασκευά‐ σαι· —** κατασκευάσειν. —συμπράκτορα. | |
O 844g | τὴν Τροί‐ αν. —*† μεμοιρασμένον. | |
O 845g | ἐγειρομένων. | |
O 846g | ταῖς τὰς πόλεις πορθούσαις. | |
O 847 | Germ. Λαῦρον ἀμπνεῦσαι καπνὸν ἀντὶ τοῦ ἐμπυρι‐ σθῆναι. | |
O 847g | σφοδρόν. —ἀναπνεῦσαι ἐκ τοῦ κάοντος αὐτὴν πυρός. | |
O 848g | γλαυκοὺς ἔχοντες ὦπας. —ἡ πόλις. | |
O 847-48 | Germ. Ἡ ἀναπνοὴ διττή ἐστι· λέγεται γὰρ καὶ εἰσ‐ πνοὴ καὶ ἐκπνοή. γλαυκὸν (48) δέ ἐστι τὸ μέσον λευκοῦ καὶ μέλανος· ἔχει γὰρ καὶ τὸ λευκόν. ἔλαβε δὲ εἶδος ἀντὶ γένους· ὤφειλε γὰρ εἰπεῖν ὄφιες· τοῦτο δέ ἐστι τὸ πλεονεκτούμενον. | |
O 849g | * τὸν νεωστὶ κατασκευασθέντα· —** εἰ βούλει τὸν νεωστὶ κατασκευασθέντα πύργον, λέγε ὑποστίζων εἰς τὸ ἐκτίσθη. | |
O 850g | * κατέπεσον. | |
O 851 | Th. Οἱ μὲν τὸ δατιζομένω κουφίζουσιν, ἵνα μὴ ἀσύν‐ | |
δετον ᾖ, λέγοντες αὖθι δὲ καὶ αὐτόθι ἔνθα κατέπεσον, ἀτιζομένω καὶ ἄτην καὶ βλάβην ἀπὸ τῆς πτώσεως ἔχοντες βάλον καὶ ἀφῆκαν τὰς ψυχάς. οἱ δὲ δατιζομένω ἀντὶ τοῦ | 294 | |
5 | εἰς πολλὰ ὑπὸ τῆς πτώσεως κατακοπέντες φασί, λέγοντες ἀσυν‐ δέτως. | |
O 851g | * αὐτόθι. —ἀφῆκαν. —** τὸ πνοὰς κάλλιον διὰ τὸ μέτρον ἢ τὸ ψυχάς. | |
O 848-51 | Germ. Ἡ σύνταξίς ἐστιν αὕτη. ἐπεὶ ἐκτίσθη νέον καὶ νεωστὶ τὸ τεῖχος, τριῶν δρακόντων γλαυκῶν καὶ λευ‐ κῶν ἐσαλλομένων εἰς τὸν νέον πύργον, οἱ δύο μὲν κάππετον καὶ κατέπεσον, αὖθι δὲ ἀτυζομένω καὶ ἀτυζόμενοι βάλον καὶ κατέ‐ | |
5 | βαλον καὶ ἀπέῤῥιψαν τὰς ψυχάς, ἤγουν ἀπέθανον. | |
O 852g | ὁρμήσας εἰσῆλθεν. —* συρίξας· —† ἀντισυρίξας. | |
O 853g | ἐσαφήνιζε πρὸς τὸν Αἰακόν. —ἐξ ἐναντίας ἢ κακόν. — φροντίζων. | |
O 854g | ** σημεῖον. | |
O 855 | Th. Λαομέδων εἰπὼν τῷ Ἡρακλεῖ, ἢν τὸ κῆτος ἀνέλῃ, ὃ ἐπιὸν τὴν χώραν αὐτοῦ ἐλυμαίνετο, δώσειν τοὺς αὐτοῦ ἵππους, ὡς οὐκ ἔδωκε, λαβὼν Ἡρακλῆς Πηλέα καὶ Τελαμῶνα κατὰ τῆς | |
Τροίας ἐστράτευσε καὶ εἷλεν αὐτήν. τὸ πρώτοις οὖν λέγει διὰ | 295 | |
5 | Πηλέα καὶ Τελαμῶνα, τὸ δὲ τετράτοις διὰ Νεοπτόλεμον. τέταρτος γὰρ οὗτος ὡς πρὸς Αἰακόν, εἴπερ οὗτος μὲν υἱὸς Ἀχιλλέως, Ἀχιλλεὺς δὲ Πηλέως, Αἰακοῦ δὲ Πηλεύς. | |
O 855g | ἡ πόλις. —*† ἰδίαις· —** ἐπὶ ταῖς σαῖς· δέον εἰπεῖν τεᾶς πρὸς τὸ χειρός, τεαῖς εἶπε πρὸς τὸ ἐργασίαις. | |
O 856g | ὦ Αἰακέ. —πορθεῖται. | |
O 857g | οὕτως. | |
O 858g | τοῦ μέγαν κτύπον διὰ τῶν βροντῶν ποιοῦντος. | |
O 859g | χωρίς. —** σοῦ. | |
O 860g | * Πηλεῖ καὶ Τελαμῶνι· —** τῷ Τελαμῶνι. —τῆς ἁλώ‐ σεως. | |
O 861g | *† τῷ Νεοπτολέμῳ. | |
O 841-61 | M. Τὸν παῖς ὁ Λατοῦς] ὅντινα, ἤγουν τὸν Αἰακόν, ὁ υἱὸς τῆς Λητοῦς ὁ Ἀπόλλων καὶ ὁ Ποσειδῶν ὁ μεγάλην βασιλεύων βασιλείαν μέλλοντες ἐπιτεύξειν, ἀντὶ τοῦ τεύξειν, ἤγουν κατα‐ σκευάσειν στέφανον ἤτοι περίβολον, περιτείχισμα τῷ Ἰλίῳ, | |
5 | ἐκάλεσαν συνεργὸν ἕνεκα τοῦ τείχους, ὅτι (44) ἦν μεμοιραμένον κινουμένων πολέμων ἐν μάχαις πορθητικαῖς τῶν πόλεων ἀνα‐ πνεῦσαι αὐτήν, ἤγουν τὴν πόλιν, λάβρον καπνόν, ἀντὶ τοῦ ἀνα‐ πνοὴν ἀναπέμψαι σφοδροῦ καπνοῦ, τουτέστι πυρποληθῆναι. | |
γλαυκοὶ δὲ (48) δράκοντες τρεῖς, ἤγουν στιλπνοὶ τοὺς ὀφθαλ‐ | 296 | |
10 | μοὺς καὶ τῇ ἐνοράσει ἐκφοβοῦντες, ἐπεὶ ἐκτίσθη νέον, ἤτοι πα‐ ραχρῆμα, τὸν πύργον, ἤγουν τὸ τεῖχος ἐσαλλόμενοι, ἀντὶ τοῦ εἰσπηδῆσαι πειρώμενοι, οἱ δύο (50) μὲν κατέπεσον, αὐτόθι δὲ ἀτυζόμενοι, ἤγουν ταραττόμενοι, ἐν ἄτῃ γενόμενοι, τὰς πνοὰς ἀπέβαλον, ἤτοι ἀπέπνευσαν, ὁ εἷς δὲ εἰσῆλθε βοήσας, ἀντὶ τοῦ | |
15 | συρίξας. ἔννεπε δέ (53), ἀντὶ τοῦ εἶπεν εὐθὺς ὁ Ἀπόλλων ὁρμαί‐ νων, ἤγουν διαλογιζόμενος, σκοπῶν τέρας ἐναντίον, τουτέστιν ἐχθρόν, οὐ δεξιόν· ἡ Πέργαμος, ἤγουν ἡ ἐξοχὴ τοῦ τείχους, ὦ ἥρως Αἰακέ (56), ἐπὶ ταῖς σαῖς ἐργασίαις, ἤτοι κατασκευαῖς τῆς χειρός, ἀντὶ τοῦ ἐπὶ ταῖς ἐργασίαις τῆς σῆς χειρός, ἁλίσκε‐ | |
20 | ται, ἀντὶ τοῦ ἁλώσιμος ἔσται. οὕτως ἐμοὶ λέγει, ἀντὶ τοῦ νοεῖν δίδωσι, τὸ πεμφθὲν φάσμα, ἤγουν ἡ πεμφθεῖσα ὄψις τοῦ Διὸς τοῦ υἱοῦ τοῦ Κρόνου τοῦ τῶν βαρυήχων βροντῶν αἰτίου· οὐκ ἄτερ (59), ἤγουν οὐκ ἔξω τῶν ἀπογόνων σου ἁλώσιμος ἔσται, ἀλλ’ ἅμα τοῖς πρώτοις σοῖς ἀπογόνοις, ἤγουν τῷ Τελαμῶνι, | |
25 | ἄρξεται, τουτέστιν ἀρχὴν λήψεται τοῦ ἁλίσκεσθαι, καὶ τοῖς ἀπὸ σοῦ δηλονότι τετάρτοις, ἤτοι τῷ Νεοπτολέμῳ, ἁλώσεται δη‐ λονότι. | 297 |
O 861g | *† τῷ Νεοπτολέμῳ. —* ὁ Ἀπόλλων. —* εἰπών. | |
O 862 | Germ. Ξάνθον] Λυκία ὄνομα τοῦ τόπου καὶ ἐκ τοῦ ποταμοῦ τοῦ ἐκεῖσε ῥέοντος τὴν χώραν σημαίνει. Th. Ἐν Ξάνθῳ, ἐν Ἀμαζόσιν, ἐν Ἴστρῳ πρὸς τοὺς Ὑπερ‐ βορέους ἐτιμᾶτο Ἀπόλλων, ὥσπερ καὶ Ποσειδῶν ἐν τῷ Ἰσθμῷ | |
5 | τῆς Πελοποννήσου, ἔνθα τὰ Ἴσθμια εἰς αὐτὸν ἐγίνοντο, καὶ ἐν τῇ ἐξοχῇ τῆς Κορίνθου. σύναπτε δὲ τὸ ποντίᾳ Ἰσθμῷ καὶ τὸ Κορίνθου δειράδι. | |
O 862g | * ποταμὸν ἐν Τροίᾳ· —** ποταμὸν Λυκίας. | |
O 863g | * ἐρχόμενος. | |
O 864g | * ὁ τὴν γῆν τριαίνῃ κινῶν Ποσειδῶν. | |
O 865g | *† ταχύ. —ἐκίνει. | |
O 866g | ἀποκομίζων. | |
O 867g | εἰς τὴν Αἴγι‐ ναν. —τοῖς αὐτοῦ, ἤτοι τῷ ἅρματι. | |
O 868g | * ἐξοχῇ. —ἐπιτη‐ ρήσων. | |
O 869g | εὐωχίαν. —ἔνδοξον. | |
O 864-69 | Germ. Ὁ Ὀρσοτρίαινα δὲ τάνυε καὶ παρώξυνε τὸ θοὸν ἅρμα ἐπὶ τῇ Ἰσθμῷ τῇ ποντίᾳ καὶ ἐπὶ τῇ δειράδι τῆς Κορίνθου, ἐποψόμενος καὶ μέλλων ἰδεῖν τὴν δαῖτα τὴν κλυτήν, ἀποπέμπων τὸν Αἰακὸν ἀνὰ ταῖς ἵπποις ταῖς χρυσέαις δεῦρο καὶ | |
5 | ἐνταῦθα εἰς τοῦτον τὸν τόπον, ἤγουν ἐν τῇ Αἰγίνῃ. οἱ τοιοῦτοι δευτέρα γενεά, τετάρτη δὲ ὁ Πύῤῥος ὁ καὶ Νεοπτόλεμος. τρίτον | |
γὰρ ἐπορθήθη ἡ Τροία. | 298 | |
O 870g | ἡδύ. —ὅμοιον· ὁ μὲν γὰρ τοῦτο, ὁ δὲ ἐκεῖνο ἀπο‐ δέχεται. | |
O 861-70 | M. Ὣς ἄρα] ὁ ἄρα ἀντὶ τοῦ δή. οὕτω δὴ ὁ θεὸς ὁ Ἀπόλλων σαφῶς εἰπὼν εἰς τὸν Ξάνθον τὸν ποταμόν· ἀπὸ τούτου δὲ τὴν Λυκίαν θέλει δηλοῦν, ἤπειγε, τουτέστιν ἔσπευδεν ἐλαύνων τοὺς ἵππους δηλονότι, καὶ ἐκ τούτου εἰς τὰς Ἀμαζόνας τὰς καλαῖς | |
5 | ἵπποις χρωμένας, ἤγουν τὰς πολεμικάς, καὶ ἀπ’ ἐκείνων εἰς τὸν Ἴστρον τὸν ποταμόν, τουτέστιν εἰς τὴν Σκυθίαν· ὁ ὀρσοτριαίνης δέ (64), ἤγουν ὁ Ποσειδῶν ὁ τὴν τρίαιναν φέρων, ἀποπέμπων τὸν Αἰακὸν δεῦρο, ἤγουν ὧδε, τουτέστιν εἰς τὴν Αἴγιναν, ἐν χρυσοῖς ἵπποις, ἐπέτεινε τὸ ταχὺ ἅρμα, ἤτοι ἐπέσπευδεν ἐπὶ | |
10 | τὸν Ἰσθμὸν τὸν περὶ τὴν Κόρινθον καὶ ἐπὶ τὴν δειράδα, ἤγουν τὴν ἐξοχὴν τῆς Κορίνθου, θεασόμενος τὴν δαῖτα, ἀντὶ τοῦ τὴν θυσίαν τὴν κλυτήν, ἤτοι τὴν εὐκλεῆ, τὴν περιᾳδομένην, τὴν τε‐ λουμένην αὐτῷ, ἐκεῖ δηλονότι. τερπνὸν δὲ (70) ἐν τοῖς ἀνθρώ‐ ποις, τουτέστιν ἐν τοῖς ἀνθρωπίνοις πράγμασιν οὐδὲν ἔσται | |
15 | ἀντὶ τοῦ ἐστίν, ἐν ἴσῃ μοίρᾳ ταττόμενον, πᾶσι δηλονότι, ἤγουν οὐδέν ἐστιν ἡδὺ ἐν τοῖς ἀνθρωπίνοις πράγμασιν, ἐφ’ ᾧ πάντες ἐπίσης τερφθήσονται, διὸ οὐδὲ τοῖς θεοῖς δηλονότι οἱ αὐτοὶ τό‐ | |
ποι ἀρέσκουσιν. | 299 | |
O 871g | * τῷ· —** τοῦ· διὰ τὸ μέτρον. | |
O 872g | δόξαν, ἣν ἔσχεν ἐκ πάλης. | |
O 873g | ἤγουν μηδεὶς μέμψιν ἐπαγέτω μοι. | |
O 874g | ἐν τῇ. —*† ὁμοίως. | |
O 875g | τὴν ἀπὸ τῆς πάλης νίκην. | |
O 876g | ἄλλην δ’ ἐρέω μετὰ ταῦτα, ἤγουν ἐν ἀνδρικῇ ἡλικίᾳ. | |
O 870-77 | Th. Τὸ τερπνὸν ἐν ἀνθρώποις] προκατάστασίς ἐστιν οὗ μέλλει εἰπεῖν περὶ τοῦ Μελησίου, ὃς ἦν ἀλείπτης Ἀλκι‐ μέδοντος καὶ τοῦ ἀδελφοῦ αὐτοῦ Τιμοσθένους. ἐνίκησε δὲ οὗτος ὁ Μελησίας νέος ὢν ἐν τῇ Ὀλυμπίᾳ. βούλεται οὖν Πίνδαρος | |
5 | ταύτην τὴν νίκην εἰπεῖν νῦν, καὶ ἐπειδὴ τὸ παιδικῆς νίκης μεμνῆ‐ σθαι μέμψιν ἂν αὐτῷ παρὰ τῶν ἀκουόντων ἤγαγεν, ὡς ἤδη πρεσβύτου ὄντος τοῦ Μελησίου, φησίν· εἰ δὲ ἐγὼ ἀνέδραμον ἐν τῷ ὕμνῳ κῦδος καὶ δόξα τῷ Μελησίᾳ ἐξ ἀγενείων, ἤγουν εἰ ἐπαινέσαιμι αὐτόν, ὅτι ἀγένειος ὢν ἐν Ὀλυμπίᾳ πάλαι νενί‐ | |
10 | κηκε, μὴ βαλέτω με ὁ φθόνος ἐντραχεῖ λίθῳ, ἤγουν μηδεὶς διὰ φθόνον κακῶς ἀγορευέτω με. ἐρέω γὰρ καὶ λέξω ἐν τῇ Νεμέᾳ ταύτην τὴν χάριν, ἤγουν ἣν ἐν τῇ πάλῃ νίκην ἔσχεν ὁμῶς καὶ ὁμοίως, ἤτοι ἀγένειος ὤν. τὴν δέ, καὶ ἄλλην δὲ μάχην ἀνδρῶν ἐκ παγκρατίου, ἐρέω ἀπὸ κοινοῦ. καὶ γὰρ ἀγένειος ὢν Μελησίας | |
15 | ἐν Ὀλυμπίᾳ καὶ ἐν Νεμέᾳ ἐκ πάλης ἐστεφανώθη καὶ ἀνὴρ γενό‐ μενος παγκράτιον ἐν Νεμέᾳ ἐνίκησε. τὸ δὲ μάχην ἀνδρῶν (76) λέγει, ἐπειδὴ ἀνὴρ ὢν παγκράτιον πρὸς ἄνδρας ἠγωνίσατο. | 300 |
O 871-77 | M. Εἰ δὲ ἐγὼ διὰ τοῦ ὕμνου εἰς τὸ κλέος ἀνατρέ‐ χω τοῦ Μελησίου τὸ ἐξ ἀγενείων, ἤγουν τὸ ἐκ παίδων αὐτῷ γεγενημένον, μὴ βαλέτω με φθόνος λίθῳ σκληρῷ, ἀντὶ τοῦ διασυρμῷ ὀνειδιστικῷ, βαρεῖ. καὶ ἐν τῇ Νεμέᾳ (74) γὰρ ὁμοίως | |
5 | ἐρέω, ἀντὶ τοῦ λέγω, ταύτην τὴν χάριν, τουτέστι τὴν τιμήν, τὴν νίκην ὑπάρξαι δηλονότι αὐτῷ· τὴν δὲ τῶν ἀνδρῶν μάχην, ἀντὶ τοῦ τὴν δὲ νίκην τοῦ ἀγῶνος, ὃν ἠγωνίσατο ἐν ἀνδρὸς ἡλικίᾳ, ἔπειτα, ἤγουν μετὰ ταῦτα, λέγω ὑπάρξαι αὐτῷ ἐν παγ‐ κρατίῳ. | |
O 877g | * ἤγουν ὁ προαθλήσας οὗτος εἰδὼς τὴν μάχην ὡς δεῖ μεταχειρίζεσθαι, κάλλιστος ἂν ἀλείπτης ἄλλων γένοιτο· τοιοῦτος δὲ καὶ ὁ Μελησίας. —ἕτερον. | |
O 878g | εὐχερέστερον. —ἀνόητον ὥστε διδάξαι· * ὁ γάρ τι ποιήσας οὗτος καὶ διδά‐ ξας αὐτὸ ἄριστος. | |
O 879g | ** τὸ μὴ πρότερον διδαχθῆναι. | |
O 880g | ἐλαφρότεραι πρὸς διδαχήν. —ἤγουν τῶν μὴ προκατωρθω‐ κότων ὃ διδάξουσιν. | |
O 881g | ὁ πειραθεὶς τούτων καὶ προκατωρ‐ θωκώς. —** διδάξει. | 301 |
O 882g | ἐξοχώτερον καὶ κρεῖττον. — * τῶν μὴ πειραθέντων. | |
O 883g | ποία μηχανή; ἔστι δὲ τὸ τίς τρόπος ἑρμηνεία τοῦ κεῖνος. —αὐξήσει καὶ νικητὴν ποιήσει. | |
O 884g | τῶν ἐπὶ ταῖς πανηγύρεσι τῶν θεῶν γινομένων ἀγώνων. | |
O 885g | ἀγαπητὴν αὐτῷ. —** τιμήν. —λαβεῖν. | |
O 877-85 | M. Τὸ διδάξασθαι δέ, ἀντὶ τοῦ τὸ διδάξαι τῷ εἰδότι, ἤγουν τῷ ἐμπείρῳ, τῷ ἐπισταμένῳ, ἐστὶ ῥαΐτερον, ἤτοι ῥᾷον ἀντὶ τοῦ ῥᾴδιον, ἤγουν εὔκολον. καὶ ὁ Μελησίας δηλονότι, εἰ μὴ αὐτὸς ἦν ἔμπειρος ἀθλητής, οὐκ ἂν ἄλλους ἀλείφων ἐποίει | |
5 | νικᾶν. τὸ δὲ μὴ προμαθεῖν ἄγνωμον, ἤγουν ἄπειρον καὶ ἀνεπι‐ τήδειον εἰς διδασκαλίαν ἑτέρων. τῷ εἰδότι εἰπὼν εὔκολον εἶναι τὸ διδάξαι ὤφειλεν ἐπαγαγεῖν· τῷ δὲ μὴ εἰδότι οὐκ εὔκολον· ὁ δὲ ἐπὶ τὸ πρᾶγμα μετατίθησι τὸν λόγον καί φησι· τὸ μὴ προ‐ μαθεῖν δὲ ἄπειρον, ταυτὸ λέγων ὥσπερ εἰ ἔλεγεν· ὁ δὲ μὴ προ‐ | |
10 | μαθὼν ἄπειρος τούτου δηλονότι, ἤγουν τοῦ διδάξαι. κουφότεραι γάρ, ἀντὶ τοῦ κοῦφαι, ἤγουν ἐλαφραί, ἀμαθεῖς αἱ φρένες τῶν ἀπειράτων, ἤτοι τῶν μὴ πεπειραμένων, τῶν μὴ προμαθόντων. κεῖνα δὲ τὰ ἔργα ἐκεῖνος (81) ἂν εἴποι, ἤγουν ὁ πε‐ πειραμένος, περαίτερον, ἀντὶ τοῦ περαιτέρω, ἤγουν ἐπὶ πλέον | |
15 | τῶν ἄλλων λέγοι, τίς τρόπος, ἤτοι τίς ὁδός, τίς μηχανὴ προβι‐ βάσει ἄνδρα, τουτέστιν αὐξήσει, δοξάσει ἐκ τῶν ἱερῶν ἀγώνων μέλλοντα φέρειν, ἀντὶ τοῦ ἀποφέρεσθαι δόξαν ποθεινοτάτην, τουτέστιν ὑπερποθουμένην. | 302 |
O 886g | τῷ Μελησίᾳ. —* ἐστί. —ἡ γὰρ τῶν μαθητῶν δόξα πρὸς τοὺς διδασκάλους ἀνέρχεται. —† ἀνέρχεται. | |
O 887g | ἤγουν μετὰ εἰκοσιεννέα ἀθλητὰς νικήσαντας * ἀλειφθέντας ὑπὸ Μελησίου. | |
O 888g | εὐτυχίᾳ θεικῇ. | |
O 889g | ἀνδρείας. —ἁμαρτών, ἀλλὰ καὶ ἀνδρεῖος ὤν. | |
O 890 | Th. Δέον εἰπεῖν τεττάρων παίδων, τέτρασιν εἶπε πρὸς τὸ γυίοις, καὶ ἔστιν ὅμοιον τὸ τεαῖς χειρὸς ἐργα‐ σίαις (42). | |
O 890g | τέσσαρας γὰρ παῖδας ἐνίκησεν ἐν τῇ πάλῃ. — ἐνέβαλε. —** τοῖς μέλεσιν. | |
O 891g | ὑποστροφὴν πρὸς τὸν οἶκον. —ἄτιμον. —ἤγουν ὀνειδιστικοὺς λόγους παρὰ τῶν αὐ‐ τοὺς ὁρώντων. | |
O 892 | Th. Ἐπίκρυφον οἶμον] ἤγουν ἐν σκότῳ πορείαν· ὁ γὰρ νικηθεὶς ἀτίμως τε πρὸς τὸν οἶκον χωρεῖ διὰ τὴν ἧτταν καὶ τοὺς ὁρῶντας αὐτὸν εἰς μυκτηρισμὸν ἄγει. διὰ τοῦτο ἐν νυκτὶ τὴν πορείαν ποιεῖται. | |
O 893g | *† τῷ πάππῳ. —ὁ γὰρ πατὴρ αὐτοῦ προαπέθα‐ νεν. —*† ἐνέβαλεν. —ἰσχύν. | |
O 894g | * ἐναντίον· ὑπὸ γὰρ τοῦ γήρως καταβεβλημένος ὥσπερ ὑπὸ τῆς τοῦ παιδὸς νίκης | |
ἰσχὺν ἔλαβε καὶ τῆς τοῦ γήρως ἐπιλέλησται ἀσθενείας. | 303 | |
O 886-94 | M. Νῦν μὲν τιμή ἐστιν αὐτῷ, τῷ Μελησίᾳ δηλο‐ νότι τῷ ἀλείπτῃ, ὁ Ἀλκιμέδων νίκην ἑλὼν ὑπὸ ἀλείπτῃ τούτῳ μετὰ ἐννέα καὶ εἴκοσιν ἄλλους ὑπὸ τούτου γεγυμνασμένους· ὅστις (88), ἤγουν ὁ Ἀλκιμέδων, σὺν εὐτυχίᾳ θεοῦ, ἠνορέας δέ, | |
5 | ἤγουν ἀνδρίας οὐκ ἀμπλακών, ἀντὶ τοῦ οὐκ ἄμοιρος γεγονώς, οὐκ ἀποτυχών, ἐν τέτρασι μέλεσι παίδων, ἀντὶ τοῦ ἐν μέλεσι τεσσάρων παίδων, περιφραστικῶς ἀντὶ τοῦ ἐν τέτρασι παισίν, ἀπεθήκατο, ἀντὶ τοῦ ἐπέθηκεν ἐπαναστροφὴν (91) εἰς τὸν οἶκον αὐτῶν, ἔχθιστον, ἤγουν πάνυ μεμισημένην, καὶ ἀτιμοτέραν γλῶσ‐ | |
10 | σαν, ἀντὶ τοῦ ἄτιμον ἤτοι ἀπαῤῥησίαστον, καὶ οἶμον, ἤγουν ὁδὸν ἐπέθηκεν αὐτοῖς ἐπίκρυφον, τουτέστι λαθραίαν καὶ ἀποφεύ‐ γουσαν τὰς ὄψεις τῶν ἀνθρώπων διὰ τὴν αἰσχύνην τῆς ἥττης, τῷ πατρὶ δὲ τοῦ πατρὸς αὐτοῦ, ἤγουν τῷ πάππῳ αὐτοῦ ἐνέβαλε μένος, τουτέστιν ἰσχὺν τοῦ γήρως ἀντίπαλον, ἀντὶ τοῦ ἐναντίαν, | |
15 | ἤτοι καταπονούμενον αὐτὸν ὑπὸ τοῦ γήρως ἀνέῤῥωσεν. | |
O 895g | * ἐν τῷ· —† ἐν τῷ Ἅιδῃ. —ἐπιλανθάνεται παρὰ τῶν ἐν τῷ βίῳ. | |
O 896g | ἁρμόδια αὐτῷ ἤτοι καλά. | 304 |
O 895-96 | M. Ἀΐδα τοι λάθεται ἄρμενα πράξας ἀνὴρ] εἰς κατασκευὴν τοῦ ἀνωτέρω τοῦτο γνωματεύεται· ἤγουν ὁ ἄν‐ θρωπος ὁ παθὼν ἀρεστὰ τῇ ἑαυτοῦ γνώμῃ, ἤτοι ὁ εὐτυχή‐ σας, τοῦ θανάτου ἐπιλανθάνεται, ἤγουν ἀνώτερος γίνεται τοῦ | |
5 | θανάτου, ἀνεπιστρόφως ἔχει αὐτοῦ τῇ εὐπραγίᾳ ἀναῤῥων‐ νύμενος. | |
O 897g | μνήμην αὐτῶν. | |
O 898g | *† ἀνιστῶντα. —εἰπεῖν. | |
O 899g | καρπόν, ἤτοι τὴν νίκην. —οὗτοι γὰρ οἱ τοῦ Ἀλκιμέδοντος πρόγονοι. —ὕμνον. | |
O 8100g | ἐπειδὴ Τιμοσθένης καὶ Ἀλκιμέ‐ δων ἕκτοι ἀπὸ Βλεψιαδῶν ἦσαν. | |
O 8101g | τῶν τὰ στεφάνων φύλλα τοῖς νικῶσι φερόντων. | |
O 8102g | τοῖς προγόνοις· —† τοῖς θανοῦ‐ σιν. —τῶν ἐπαίνων, οὓς λαμβάνουσιν οἱ ἀπόγονοι. | |
O 8103g | * κατά. —ἐνεργούμενον. | |
O 895-103 | Th. Βούλεται εἰπεῖν περὶ τῶν τοῦ Ἀλκιμέδοντος προγόνων, ὅτι κάλλιστοι ἦσαν. λέγει οὖν· ὁ πράξας ἄρμενα καὶ ἁρμόδια ἑαυτῷ λήθεται καὶ ἐπιλανθάνεται παρὰ τῶν ἄλλων ἐν τῷ ἀΐδᾳ· ἀλλ’ ἐμὲ χρὴ καὶ πρέπει φράσαι καὶ εἰπεῖν τὸν | 305 |
5 | νῦν ἐπινίκιον καὶ ὕμνον τοῦ Ἀλκιμέδοντος, τὸν ἄωτον καὶ τὸν καρπὸν τῶν χειρῶν, ἤτοι τὴν νίκην, ἐγείροντα τοῖς Βλεψιάδαις μνημοσύνην καὶ ἐνθύμησιν αὐτῶν· τουτέστιν εἰ καὶ οἱ Βλεψιάδαι θανόντες οὐκ ἔρχονται εἰς μνήμην ἀνθρώποις, ὁποῖοί τινες ἦσαν τὰς ἀρετάς, ἀλλ’ ἐγὼ νῦν ἐγκωμιάζων Τιμοσθένην καὶ Ἀλκιμέ‐ | |
10 | δοντα τοὺς αὐτῶν ἀπογόνους δείξω πᾶσιν ἀνθρώποις τὴν αὐτῶν ἀρετήν, καὶ ὅτι ἡ τούτων εὐδαιμονία καὶ πρὸς τοὺς ἀπογόνους ἀφῖκτο, οὓς οὐκ εἰκὸς γενέσθαι τοιούτους μὴ προϋπαρχόντων αὐτοῖς καλλίστων ἐκ προγόνων παραδειγμάτων. τὸ δὲ ἕκτος στέφανος περίκειται (100) λέγει, ἐπειδὴ Τιμοσθένης καὶ | |
15 | Ἀλκιμέδων ἕκτοι ἀπὸ Βλεψιαδῶν ἦσαν, ὥστε ὁ τούτων στέ‐ φανος Βλεψιάδαις ἕκτος περιετέθη. τὸ δὲ ἔστι καὶ θανόν‐ τεσσι (102) τοῦτο λέγει ἢ ὅτι καὶ τοῖς προγόνοις ἡ τῶν παίδων εὐφημία καθίσταται, ἢ ὅτι οἱ τοὺς παῖδας ἐγκωμιάζοντες καὶ τῶν προγόνων εἰς μνείαν ἔρχονται, ὡς ὁ ἐγκωμιαστικὸς ἀναγ‐ | |
20 | κάζει νόμος. | |
O 8104g | οὐ κωλύει καὶ μὴ πρὸς ἐκείνους ἰέναι. —ὁ τάφος αὐτῶν. | |
O 8105g | συγγενῶν. —ἤτοι τὴν τῆς νίκης εὐτυχίαν. | |
O 897-105 | M. Ἀλλ’ ἐμὲ χρὴ ἀνιστῶντα μνήμην τοῖς Βλεψι‐ άδαις τῇ φυλῇ τοῦ Ἀλκιμέδοντος φράσαι αὐτοῖς ἐπινίκιον ὕμνον, ἄωτον τῶν χειρῶν αὐτῶν, ἤγουν καρπόν, ὃν αἱ χεῖρες αὐτῶν ἤνεγκαν· οἷς (100), ἤγουν τοῖς Βλεψιάδαις, ἕκτος ἤδη στέφα‐ | 306 |
5 | νος περίκειται ἀπ’ ἀγώνων φυλλοφόρων, ἤγουν στεφανηφόρων, ἀντὶ τοῦ στεφάνων αἰτίων. ἔστι δὲ καὶ τοῖς ἀποθανοῦσι μέρος τι, ὃ πραττόμενον πρὸς αὐτοὺς κατὰ νόμους ἂν πράττοιτο· ἤγουν οὐ μόνον πρὸς τοὺς ζῶντάς εἰσί τινα κατὰ νόμους ἀποδι‐ δόμενα, ἀλλὰ καὶ πρὸς τοὺς ἀποθανόντας ἔστι τι μέρος, ὃ πρατ‐ | |
10 | τόμενον κατὰ νόμους ἂν πράττοιτο· τὸ τῶν ἐγκωμίων λέγει, ὃ ἐν τοῖς ἑξῆς σαφέστερον δηλοῖ. ἐπάγει γάρ· οὐ κατακρύπτει δὲ (104) ἡ κόνις, ἤγουν ἡ γῆ, ὁ τάφος, τὴν ἀγαθὴν ἀρετὴν τῶν συγγενῶν, ὥστε μὴ ἀναφέρεσθαι δηλονότι αὐτὴν πρὸς αὐτοὺς ἐν τῷ τάφῳ. | |
O 8106 | Pal. Ἰφίων καὶ Καλλίμαχος συγγενεῖς Ἀλκιμέδοντος. Th. Ἐπειδὴ ὁ Ἑρμῆς ἄγγελος τῶν θεῶν ἐστι καὶ ἔστιν ἐν οὐρανῷ καὶ γῇ καὶ πρὸς τὸν Ἅιδην ψυχοπομπός, διὰ τοῦτο λέγει τῆς αὐτοῦ φωνῆς ἀκοῦσαι τὸν Ἰφίονα, ἣν εἰδωλοποιῶν | |
5 | θυγατέρα αὐτοῦ καλεῖ. | |
O 8106g | † ἡ γὰρ ἀγγελία θυγάτηρ τοῦ λόγου. —ὁ Ἀλκι‐ μέδοντος πρόγονος. | |
O 8107g | εἴποι ἄν. | |
O 8108g | τῷ αὐτοῦ ἀδελ‐ φῷ. | |
O 8109g | τὸν ἐξ ἐλαίας στέφανον. —* ἐν. —κόσμον. — αὐτοῖς. | |
O 8110g | ἤγουν νίκας ἐπὶ ταῖς νίκαις. | |
O 8111g | * δοῦναι | |
τῷ Ἀλκιμέδοντι καὶ Τιμοσθένει καὶ Μελησίᾳ. —ποταπάς; ταχείας. | 307 | |
O 8112g | * ἀποσοβοίη αὐτῶν. | |
O 8114g | μέμψιν. —ἐναν‐ τίαν τοῖς καλοῖς. —μὴ θεῖναι τὸν Δία αὐτοῖς. | |
O 8115g | ἀβλαβῆ καὶ ἀκίνδυνον. | |
O 8116g | Ἀλκιμέδοντα καὶ Τιμοσθένη καὶ Μελησίαν. —αὔξει. | |
O 8106-116 | M. Ὁ Ἰφίων δέ, ὁ πατήρ, ὥς φασί τινες, τοῦ Ἀλκιμέδοντος, ἐνέποι ἄν, ἀντὶ τοῦ ἀγγείλαι, μηνύσαι τῷ Καλλι‐ μάχῳ προσήκοντι κατὰ γένος καὶ τετελευτηκότι καὶ αὐτῷ τὸν κόσμον τὸν ἐν Ὀλυμπίᾳ τὸν λιπαρόν, ἤγουν τὸν λαμπρόν, ὃν ὁ | |
5 | Ζεὺς παρέσχε τῷ γένει αὐτῶν διὰ τοῦ Ἀλκιμέδοντος, ἀκούσας αὐτὸς ὁ Ἰφίων αὐτὸν τὸν κόσμον δηλονότι τῆς Ἀγγελίας τῆς θυγατρὸς τοῦ Ἑρμοῦ ἀγγελλούσης αὐτὸν πρὸς αὐτόν. ἀγαθὰ (110) δ’ ἐπ’ ἀγαθοῖς ἔργα, ἤγουν ἀγαθὰ δὲ ἔργα συνεχῆ καὶ ἐπάλληλα εἴθε θέλοι ὁ Ζεὺς δοῦναι αὐτοῖς, ὀξείας δὲ νόσους, | |
10 | τουτέστι σφοδρὰς καὶ ἐπικινδύνους ἀπαλάλκοι, ἤτοι ἀποσο‐ | |
βοίη, ἀπ’ αὐτῶν δηλονότι. εὔχομαι (113) ἐπὶ τῇ μοίρᾳ τῶν κα‐ λῶν, τῇ διδούσῃ δηλονότι αὐτοῖς τὰ καλά, μὴ θεῖναι αὐτὸν τὸν Δία, ἀντὶ τοῦ μὴ ἐᾶσαι συμβῆναι Νέμεσιν διχόβουλον, ἀντὶ τοῦ φθόνον ἐναντία βουλευόμενον, ἀλλ’ ἄγων, τουτέστι κυβερνῶν | 308 | |
15 | τὸν βίον αὐτῶν δηλονότι ἀβλαβῆ αὐτούς τε εἴθε αὔξοι καὶ τὴν | |
πόλιν αὐτῶν. | 309 | |
O 9t | Ἐπίνικοι Ὀλυμπιονίκαις. Ἐφαρμόστῳ Ὀπουντίῳ παλαιστῇ. Ὠιδὴ θʹ. [Δημητρίου Τρικλινίου] περὶ τῶν κώλων τῶν στροφῶν καὶ ἀντιστροφῶν τοῦ | |
5 | θʹ εἴδους. ἔστι δὲ στροφῶν δʹ. Παλαιόν. | |
O 9prae 1 | Τοῦ θʹ εἴδους αἱ στροφαὶ καὶ ἀντιστροφαὶ ἑκάστη κώλων ιϛʹ. Τὸ αʹ ἀναπαιστικὸν μονόμετρον ὑπερκατάληκτον εἰς δισυλλα‐ βίαν. Τὸ βʹ Ἰωνικὸν ἀπὸ μείζονος δίμετρον καταληκτικὸν εἰς τρο‐ χαικὴν συζυγίαν. Τὸ γʹ ἀντισπαστικὸν τρίμετρον καταληκτικόν, ὃ | |
5 | καλεῖται Φαλαίκειον· Φάλαικος γὰρ τούτου εὑρετής. ἔχει δὲ τὴν μὲν αʹ συζυγίαν ἀντισπαστικὴν ἢ καθαρὰν ἢ τρεπομένην εἰς τὰ δʹ τοῦ δισυλλάβου σχήματα, ὡς Ἡφαιστίων φησί, τὴν δὲ βʹ ἰαμβι‐ κήν, τὴν δὲ τελευταίαν ἀδιάφορον ἢ τροχαϊκὴν ἢ ἰαμβικήν. Τὸ δʹ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον, ὃ καλεῖται Γλυκώνειον, | |
10 | ἐκ διτροχαίου ἢ ἐπιτρίτου. Τὸ εʹ ἰαμβικὸν μονόμετρον ὑπερκα‐ | |
τάληκτον, τοῦ βʹ ἀναπαίστου. Τὸ ϛʹ ὅμοιον τῷ δʹ. Τὸ ζʹ Ἰωνι‐ κὸν δίμετρον βραχυκατάληκτον ἀπὸ μείζονος, ἤτοι ἡμιόλιον. Τὸ ηʹ ὅμοιον τῷ δʹ καὶ ϛʹ. Τὸ θʹ ὅμοιον τῷ ζʹ. Τὸ ιʹ περιοδικόν, ἐπίτριτος τροχαῖος. οἱ γὰρ δʹ τροχαῖοι ἐπίτριτον μέτρον καλοῦν‐ | 310 | |
15 | ται, ὡς οἱ γʹ ἡμιόλιον· περιοδικὸν δὲ διὰ τὸ μίσγεσθαι ἰάμβοις. ἐμοὶ δὲ δοκεῖ προσοδιακὸν δίμετρον ἀκατάληκτον, ἐκ διτροχαίου διαλελυμένου καὶ χοριάμβου. Τὸ ιαʹ ὅμοιον τῷ ζʹ καὶ θʹ. Τὸ ιβʹ ὅμοιον τῷ δʹ. Τὸ ιγʹ ὅμοιον τῷ ζʹ. Τὸ ιδʹ ἰαμβικὸν ἑφθημι‐ μερές, τοῦ βʹ ἀναπαίστου. Τὸ ιεʹ ἐπιωνικὸν δίμετρον ἀκατάλη‐ | |
20 | κτον· καλοῦσι δὲ τοῦτο ἄτακτον διὰ τὸ μὴ ἔχειν τὴν αʹ συζυγίαν τροχαϊκὴν ἀλλὰ ἰαμβικὴν καὶ μὴ ἐν τῇ αʹ χώρᾳ τὸν σπονδεῖον ἀλλ’ ἐν τῇ βʹ. Τὸ ιϛʹ ἐπιωνικὸν καθαρὸν δίμετρον ἀκατάληκτον, καθαρὰν ἰαμβικὴν ἔχον τὴν αʹ συζυγίαν. Ἐπὶ τῷ τέλει ἑκάστης στροφῆς καὶ ἀντιστροφῆς παράγραφος. | |
25 | Περὶ τῶν κώλων τῶν ἐπῳδῶν. Αἱ ἐπῳδοὶ κώλων ιʹ. Τὸ αʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. Τὸ βʹ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον, τοῦ αʹ ἀναπαίστου. Τὸ γʹ ἀναπαιστικὸν δίμετρον καταληκτικὸν εἰς συλλαβήν, ἤτοι ἑφθημιμερές. Τὸ δʹ Ἰωνικὸν δίμετρον ὑπερκατάληκτον, καταλῆ‐ | |
30 | γον εἰς τροχαϊκὴν συζυγίαν. Τὸ εʹ δακτυλικὸν ἑφθημιμερές. Τὸ ϛʹ προσοδιακὸν τρίμετρον καταληκτικόν, τοῦ αʹ Ἰωνικοῦ ἀπὸ μείζονος, τοῦ βʹ χοριάμβου, τοῦ γʹ Ἰωνικοῦ ἀπ’ ἐλάσσονος κα‐ ταληκτικοῦ. τοῦτο καὶ ἀναπαιστικόν ἐστι δίμετρον ἀκατάληκτον, σπονδείου ἀρχομένου. Τὸ ζʹ ἐπιωνικὸν τρίμετρον βραχυκατά‐ | |
35 | ληκτον· ἐμοὶ δὲ τοῦτο ἀσυνάρτητον δοκεῖ, ἐξ ἰαμβικῆς συζυ‐ γίας. Τὸ ηʹ περιοδικόν, διπλοῦς τροχαῖος καὶ διπλοῦς ἴαμβος, ἤτοι δίμετρον ἀκατάληκτον. ἔχει δὲ ἀντὶ τροχαίων σπονδείους· διὸ καὶ ἐπιλαμβάνονται τούτου ὡς σπονδεῖον ἔχοντος ἐν περιττῇ συλλαβῇ· ἀνοίκειον γὰρ τοῦτο τῷ τροχαϊκῷ μέτρῳ. Τὸ θʹ Ἰω‐ | 311 |
40 | νικὸν δίμετρον βραχυκατάληκτον, ἤτοι ἡμιόλιον. ἔχει δὲ τὸν αʹ πόδα παίωνα βʹ ἀντὶ Ἰωνικοῦ. Τὸ ιʹ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον ἐννεασύλλαβον, ὃ καλεῖται Σαπφικὸν, ἐκ τρο‐ χαίων ἀρχόμενον. πλεονάζει δὲ τοῦ Γλυκωνείου μιᾷ συλλαβῇ. Ἐπὶ τῷ τέλει τὰ συνήθη σημεῖα. | |
O 91 | Pal. Οὗτος ὁ Ἀρχίλοχος πρὸ τῶν λυρικῶν ἦν, ὃς ἐφεῦρε τὸν Τήνελλα ὕμνον ᾄδεσθαι τοῖς νικηταῖς. οὗτινος ᾀσθέντος καὶ ἐπὶ τῷ παρόντι νικητῇ, βούλεται τοῦτον ἐγκωμιάσαι καὶ αὐτὸς ὁ ποιητής. διὸ λέγει· ἀρκετὸν μὲν ἐγένετο τῷ Ἐφαρ‐ | |
5 | μόστῳ ὁ ὕμνος τοῦ Ἀρχιλόχου ᾀσθεὶς εἰς αὐτὸν πρὸ τοῦ φθά‐ σαι ἡμᾶς· ὅμως βούλομαι καὶ αὐτὸς ἐγκωμιάσαι αὐτόν. Th. Ἀρχίλοχος ἦν λυρικὸς ποιητής, ἐποίησε δὲ πρὸς τὸν Ἡρακλέα ὕμνον λέγοντα Καλλίνικε χαῖρε καὶ ἕτερ’ ἄττα. ἐπειδὴ | |
δὲ ἡ τῆς μουσικῆς φωνὴ ἄναρθρός ἐστιν, ἐμηχανήσατο αὐτὸς | 312 | |
10 | ἀπήχημά τι ταύτης ἔναρθρον ποιῆσαι, ὅπερ ἐστὶ τὸ Τήνελλα προσᾳδόμενον τῷ ὕμνῳ. ἐλέγετο δὲ ὁ ὕμνος ἐκ τρίτου πρότε‐ ρον μὲν εἰς Ἡρακλέα ῥηθείς, ἐπικρατήσας δὲ ὕστερον καὶ εἰς τοὺς Ὀλυμπιονίκας λέγεσθαι, ὥσπερ καὶ ἐπὶ τῷδε τῷ Ἐφαρ‐ μόστῳ. λέγει οὖν Πίνδαρος, ὅτι τὸ μὲν μέλος τοῦ Ἀρχιλόχου | |
15 | ἐῤῥήθη τῷ Ἐφαρμόστῳ ἐν Ὀλυμπίᾳ νικήσαντι· νῦν δὲ ἐγὼ ὕμνοις αὐτόν τε καὶ τὸν ἐν Ὀλυμπίᾳ Δία κοσμήσω. ἔστι δὲ τὸ φωνᾶεν Ὀλυμπίᾳ διὰ μέσου· τὸ δὲ μέλος ἑρμηνεύει διὰ τοῦ τριπλόος ὁ καλλίνικος κεχλαδὼς οὕτω· τὸ μὲν Ἀρχιλόχου μέλος ὁ τριπλόος καὶ ἐκ τρίτου ᾀδόμενος καλλίνικος φωνᾶεν καὶ φωνη‐ | |
20 | θὲν ἐν τῇ Ὀλυμπίᾳ τῷ Ἐφαρμόστῳ κωμάζοντι καὶ χαίροντι σὺν τοῖς φίλοις ἑταίροις παρὰ τὸν Κρόνιον λόφον ἤρκεσε καὶ ἀρκε‐ τὸν ἐφάνη ἁγεμονεῦσαι καὶ καθηγήσασθαι, τουτέστιν ἀρκεῖ προῤῥηθέν. | |
O 91g | ** Τὸ προοίμιον ἀπὸ τοῦ νικητοῦ. —ὁ διὰ μουσι‐ κῆς ὕμνος. | |
O 92g | * φωνηθέν· —** τὸ φωνῆεν. —ἐν τῇ. | |
O 93 | Germ. Τὸ κεχλαδὰς ἀντὶ τοῦ ὁ εἰς κόρον ἐλθὼν τοῦ ἄδεος. χλιδᾶν γὰρ τὸ τρυφᾶν καὶ εἰς κόρον φέρεσθαι τοῦ τινος πράγματος. | |
O 93g | ἤγουν ἐκ τρίτου. —ὁ δεχόμενος τὸ χαῖρε· —* εὐτυ‐ χήσας· —** εὐτυχής. | |
O 94g | ἀρκετὸν ἐφάνη. —* εἰς. —ἤτοι τὴν Ὀλυμπίαν. | |
O 95g | καθηγήσασθαι καὶ προῤῥηθῆναι. | |
O 96g | χαίροντι καὶ πανηγυρίζοντι. | 313 |
O 98 | Pal. Ἑκαταβόλων] ἀπὸ τοῦ μακρὰν καὶ πανταχοῦ πέμ‐ πεσθαι τοὺς ὕμνους. | |
O 98g | μακρὰν πεμπόντων τὰ βέλη. | |
O 99g | ἃ Μοῦσαί μοι ἔδωκαν. | |
O 910g | * ἐπί. —τὸν πυρώδη ἀστραπὴν ἔχοντα. | |
O 911g | τὸ σεβάσμιον. —ἔπελθε, ὦ στόμα. | |
O 912g | * ἤτοι τὴν Ὀλυμπίαν. | |
O 914g | τὸ ἀκρωτήριον, ἀπὸ μέρους τὴν Πελοπόννη‐ σον. | |
O 915g | ἤτοι ἔλαβε παρ’ Οἰνομάου. | |
O 916g | * προῖκα. | |
O 917g | πέμπε. | |
O 918g | κἀνταῦθα γὰρ ἐνίκησεν. —ἤτοι ἔπαινον. | |
O 91-18 | M. Τὸ μὲν μέλος, ὅπερ ὁ Ἀρχίλοχος συνέθηκεν ἐν Ὀλυμπίᾳ, τὸ φωνῆεν, ἤγουν τὸ μετεώρῳ φωνῇ ᾀδόμενον, λέγω ὁ καλλίνικος ὁ τριπλοῦς κεχληδώς· ἐπιῤῥηματικῶς τὸ τριπλοῦς ἀντὶ τοῦ ἐκ τρίτου· ἤτοι ὁ καλλίνικος ὁ ἐκ τρίτου | |
5 | κεχληδώς, τουτέστι τὸ χαῖρε δεχόμενος, ἤγουν τὸ μέλος τὸ καλ‐ λίνικε χαῖρε τὸ ἐκ τρίτου λεγόμενον, ἱκανὸν ἐγένετο κατὰ τὸν ὄχθον, ἀντὶ τοῦ τὸν λόφον τὸν Κρόνιον πρηγήσασθαι κωμά‐ ζοντι (6) τῷ Ἐφαρμόστῳ, ἤγουν τὴν ἐπὶ τῇ νίκῃ χορείαν τελοῦντι σὺν τοῖς ἑταίροις αὐτοῦ, τουτέστι τοῖς συνήθεσι, | |
10 | τοῖς προσφιλέσιν. ἀλλὰ νῦν (8), ὦ ψυχὴ δηλονότι, διὰ τόξων Μουσῶν πόῤῥω βαλλόντων, ἀντὶ τοῦ διὰ λόγων ἐγκωμιαστικῶν, | |
οὓς αἱ Μοῦσαι παρέχουσι, πόῤῥω τὴν εὐφημίαν πεμπόντων, τὸν Δία τε τὸν τῆς πυρώδους καὶ λαμπρᾶς ἀστραπῆς αἴτιον ἐπίνει‐ μαι, ἤγουν ἐπέξελθε, τόξευσον, τουτέστιν ὕμνησον τοιοῖσδε | 314 | |
15 | μέλεσιν, ἤτοι διὰ τοιούτων ποιημάτων, καὶ τὸ σεβάσμιον ἀκρω‐ τήριον τῆς Ἤλιδος, ἤγουν τὴν Ὀλυμπίαν, ὕμνησον δηλονότι, ὅπερ (14) ποτὲ ὁ Πέλοψ ὁ ἥρως ὁ ἀπὸ τῆς Λυδίας ἐξήρατο, ἀντὶ τοῦ ἤρατο, ἤτοι ἔλαβεν, ἕδνον κάλλιστον, ἀντὶ τοῦ προῖκα καλλίστην τῆς Ἱπποδαμείας. βέλος δὲ γλυκὺ πτερωτόν, ἀντὶ | |
20 | τοῦ λόγον ἐγκωμιαστικὸν ἵει, ἤγουν πέμπε Πυθῶνάδε, τουτέστι πρὸς τὴν Πυθῶνα. μέμνηται δὲ καὶ τῆς Πυθῶνος, ἐπειδὴ καὶ ἐν αὐτῇ ἐνίκησεν ὁ Ἐφάρμοστος. | |
O 919g | ταπεινῶν καὶ φαύλων. | |
O 920g | *† τοῦ Ἐφαρμόστου. —* ἐν. | |
O 921g | * τῇ μουσικῇ· —** κιθάραν. —* ᾄδων καὶ μέλη πλέκων. εἰ δὲ φόρμιγγα εἴποις αἰτιατικήν, τὸ ἐγχελί‐ ζων ἀντὶ τοῦ κρούων λάβῃς. | |
O 922g | πόλις μητρόπολις Λοκρί‐ δος. | |
O 923g | ἐπαινέσαις τὴν Ὀποῦντα. —τὸν πολίτην αὐτῆς Ἐφάρμοστον. | |
O 924g | Ὀποῦντα. —ἡ δικαιοσύνη. —** καί. — αὐτῆς. | |
O 925 | Th. Σώτειρα Εὐνομία] σώζει γὰρ ἡ Εὐνομία τὰς πόλεις. λέγει δέ, ὅτι ἡ Ὀποῦς εὐνομίᾳ καὶ δικαιοσύνῃ χαίρει. θυγάτηρ δὲ ἡ Εὐνομία Δικαιοσύνης, ἐπειδὴ οἱ νόμοι δικαίου χάριν ἐτέθησαν. | |
O 926g | ἡ μεγάλα καλὰ δωρουμένη τοῖς ἔχουσιν. | |
O 927g | σεμ‐ νύνεται ἡ Ὀποῦς. —ταῖς τοῦ Ἐφαρμόστου. —** δύο σς εἰς τὸ ἴσσον χρὴ γράφειν ἵν’ εἴη τὸ ι μακρόν· ἔνθα δέ ἐστιν ἕν, βραχύ ἐστιν. | 315 |
O 928g | ἤτοι ἐν Πυθίοις. | |
O 929g | * εἰς τὴν Ὀλυμπίαν· —** ἐν τῇ Ὀλυμπίᾳ. | |
O 930g | τῆς Ὀλυμπίας καὶ τῆς Πυθῶνος. —ἤτοι στέφανοι. | |
O 931g | ὑψοῦσι, σεμνύνουσιν· οἱ γὰρ τοῦ πολίτου στέφανοι καὶ τῆς αὐτοῦ πόλεως γίνονται. | |
O 932g | τὴν Ὀποῦντα. —τὴν ἀγλαοῖς θάλλουσαν δένδρεσιν, ὅπερ ἐστὶ γῆς ἀρετή. | |
O 918-32 | M. Οὔτοι χαμαιπετέων] μὴ δῆτα ἅψῃ λόγων χαμαὶ κειμένων, τουτέστιν ὑπτίων, εὐτελῶν· ἤγουν μὴ χρήσῃ εὐτελέσι λόγοις, ἐλελίζων, ἤτοι κινῶν φόρμιγγα ἐπὶ τοῖς παλαί‐ σμασι τοῦ ἀνδρός, ἀντὶ τοῦ χάριν τῆς ἐν πάλῃ νίκης τοῦ ἀν‐ | |
5 | δρὸς τοῦ ἐκ τῆς ἐνδόξου (22) Ὀποῦντος. αἰνήσαις, ἀντὶ τοῦ ἐπαίνεσον, ὕμνησον αὐτὴν τὴν πόλιν τὴν Ὀποῦντα καὶ τὸν υἱόν, ἀντὶ τοῦ τὸν πολίτην αὐτῆς, δηλονότι τὸν Ἐφάρμοστον, ἥντινα, ἤγουν τὴν πόλιν, λέλογχε, τουτέστιν εἰς κλῆρον ἔλαβεν, ἡ Θέμις, ἀντὶ τοῦ ἡ Δίκη, καὶ ἡ θυγάτηρ αὐτῆς ἡ τὰς πόλεις σώζουσα ἡ | |
10 | κατὰ πολὺ τιμία Εὐνομία. ἕπεται γὰρ τῇ δίκῃ τὸ καλῶς τοῖς νόμοις χρῆσθαι. θάλλει δὲ (27) αὐτὴ ἡ Ὀποῦς, ἤγουν λαμπρά | |
ἐστιν ἐπ’ ἀρεταῖς, τουτέστιν ἐπ’ ἀριστείαις, τουτέστιν ἐπ’ ἀνδραγαθίαις ἐπίσης τε ἐν τῇ Κασταλίᾳ, ἤγουν ἐν τῇ Πυ‐ θῶνι καὶ πλησίον τοῦ ῥεύματος τοῦ Ἀλφειοῦ, ἤτοι καὶ ἐν τῇ | 316 | |
15 | Ὀλυμπίᾳ· ὅθεν (30), ἤγουν ἀπὸ τῆς Κασταλίας καὶ τοῦ Ἀλ‐ φειοῦ, στεφάνων ἐξαίρετοι κόσμοι ἐπαίρουσι, τουτέστι μεγαλύ‐ νουσιν, ὑμνοῦσι τὴν Ὀποῦντα τὴν μητρόπολιν τῶν Λοκρῶν, τὴν περιᾳδομένην, τὴν ἀγλαόδενδρον, ἤγουν τὴν εὐθαλῶν δέν‐ δρων αὐξητικήν, τουτέστι τὴν εὔγειον. | |
O 933 | Germ. Ἡ σύνταξις αὕτη· ἐγὼ δὲ ταύτην τὴν φίλην πόλιν ἐν ἀοιδαῖς μαλεραῖς καὶ ἐκδήλοις καὶ φωτειναῖς ἐπιφλέ‐ γων καὶ καταυγάζων καὶ μεγαλύνων καὶ λαμπρύνων, παντᾶ καὶ πανταχοῦ πέμψω ταύτην τὴν ἀγγελίαν καὶ τὴν αἴνεσιν καὶ | |
5 | θᾶσσον καὶ ταχύτερον τοῦ ἵππου τοῦ ἀγάνορος καὶ τῆς νηὸς τῆς ὑποπτέρου. | |
O 933g | τὴν Ὀποῦντα. | |
O 934g | δίκην πυρὸς ἀστραπτούσαις. —*† λαμπρύνων. —* ὕμνοις· —** ᾠδαῖς. | |
O 935g | ἄγαν ἀνδρείου καὶ ἱππικωτάτου. —*† ταχύτερον. | |
O 936g | τῆς δίκην πτερῶν τὸ ἱστία ἐχούσης. | |
O 937g | * τὸν ὕμνον ὃν πρὸς τὸν πολίτην αὐτῆς πλέκων καὶ αὐτὴν ἀΐδιον θήσω μέχρις ἂν παρ’ ἀνθρώποις ὦσι λόγοι. | |
O 938g | θείᾳ εὐτυχίᾳ. | |
O 939 | Th. Φησὶν Ἡσίοδος ἐν Θεογονίᾳ μετὰ Μουσῶν εἶναι τὰς Χάριτας (Theog. 64)· πὰρ δ’ αὐταῖς Χάριτές τε καὶ Ἵμεροι | |
οἰκί’ ἔχουσιν. | 317 | |
O 939g | θαυμασιώτατον. —βόσκομαι. —*† ἤγουν εἰ μετὰ Μουσῶν καὶ Χαρίτων τοὺς λόγους μεταχειρίζομαι. | |
O 940g | αἱ Μοῦσαι μετὰ Χαρίτων παρέσχον ἐμοί. | |
O 941g | τὰ κάλλιστα περὶ λόγους. | |
O 933-41 | M. Ἐγὼ δὲ τὴν προσφιλῆ ἐμοὶ πόλιν ταύτην τὴν Ὀποῦντα φλέγων, ἀντὶ τοῦ λαμπρύνων ᾠδαῖς μαλεραῖς, τουτέ‐ στι λαμπραῖς, ταχύτερον καὶ ἵππου ἀγάνορος, ἤτοι πάνυ γεν‐ ναίου (ἀπὸ μεταφορᾶς τῶν ἀνδρῶν· ὁ ἀγήνωρ γὰρ ἐπὶ ἀνθρώ‐ | |
5 | πων λέγεται κυρίως καὶ ἔστι ταὐτὸν τῷ ἀνδρεῖος· ἵπποι δὲ λέγονται κατὰ τοῦτο γενναῖοι καὶ ἀγέρωχοι καὶ εὔψυχοι) καὶ νηὸς ὑποπτέρου, ἀντὶ τοῦ ταχυτάτης, θᾶττον πέμψω πανταχόσε ταύτην τὴν ἀγγελίαν (37) τὴν περὶ τῶν ἀνδραγαθημάτων, αὐτῆς δηλονότι καὶ τῆς εὐνομίας, εἰ σύν τινι μοιριδίῳ· δύναται τὸ εἰ | |
10 | ἐνταῦθα καὶ ἀντὶ τοῦ ἐπεὶ λαμβάνεσθαι καὶ διστακτικῶς, ἄμει‐ νον δὲ τὸ δεύτερον· εἰ σὺν παλάμῃ τινί, ἀντὶ τοῦ βοηθείᾳ μοι‐ ριδίῳ, τουτέστι μοίρας κρείττονος, κῆπον ἐξαίρετον καρποῦμαι | |
Χαρίτων, ἀντὶ τοῦ δύναμιν λόγων, ἣν Χάριτες ἐφορῶσι, τουτέστι Χαρίτων μετέχουσαν. κεῖναι γὰρ (40), ἤγουν αἱ Χάριτες παρέ‐ | 318 | |
15 | σχον τοῖς ἀνθρώποις τὰ τέρψιν ἐμποιοῦντα. | |
O 941bisg | κατὰ φρόνησιν καὶ ἀνδρείαν. | |
O 942g | κατὰ τὴν τῶν θεῶν βούλησιν. | |
O 943 | Th. Τραχίνιόν τινα ἀνελὼν Ἡρακλῆς προστάξαντος Ἀπόλλωνος ἔρχεται εἰς Νηλέα τὸν Ποσειδῶνος, ἵνα ὑπ’ αὐτοῦ καθαρθείη τοῦ φόνου. μὴ βουληθέντος οὖν τοῦ Νηλέως πόλε‐ μον συνέστησε πρὸς αὐτὸν Ἡρακλῆς καὶ πρὸς τὸν τούτου πα‐ | |
5 | τέρα Ποσειδῶνα τῷ παιδὶ συμμαχοῦντα. | |
O 943g | εἰ μὴ τοῦτό ἐστιν ὅ φημι. | |
O 944g | τοῦ τρίαιναν ἔχον‐ τος Ποσειδῶνος. | |
O 945g | * ῥᾶβδον. —* ἐκίνησε. | |
O 946g | ἧς ἦρχε Νηλεὺς ὁ Νέστορος πατήρ. | |
O 947g | ἐπίεζεν αὐτὸν· — † ἐμάχετο αὐτῷ. —** ὁ. | |
O 948 | Germ. Τὸ ἀργυρέῳ τόξῳ πολεμίζων ἀντὶ τοῦ· ἐλ‐ θὼν ὁ Ἡρακλῆς ἐν τῇ Πυθῶνι καὶ ἀκούσας μὴ χρησμὸν διδόναι τὸν θεόν, διὰ τὴν ἀνηκοΐαν τὴν εἰς αὐτὸν ἀφείλατο τὸν τρίποδα ἐναντιούμενος τῷ θεῷ. | |
5 | Th. Ἐλθὼν εἰς Πυθίαν Ἡρακλῆς ὑπέρ του χρησόμενος τῷ Ἀπόλλωνι ἤκουσε παρὰ τῆς Πυθίας μὴ εἶναι τὸν θεὸν ἐνταῦθα μηδὲ μαντεύεσθαι. ὀργισθεὶς οὖν ἐπὶ τούτῳ τὸν τρίποδα λα‐ | |
βὼν ἔῤῥιψεν ὥσπερ μάχην ἐντεῦθεν ἀνταίρων πρὸς τὸν θεόν. | 319 | |
O 948g | * ἐπίεζεν· —ἐμάχετο. —** καί. —τὸν Ἡρακλέα. —** συνίζησις. | |
O 950 | Th. Ἐπολέμησε δὲ πρὸς τὸν Ἅιδην, ὅτε ἀπελθὼν τὸν Κέρβερον λαβεῖν ἐκωλύετο παρ’ αὐτοῦ. λέγει οὖν, πῶς ἂν Ἡρα‐ κλῆς τοῦτο ἐποίησε, μὴ ὑπὸ Διὸς τοιοῦτος γεγονώς; | |
O 950g | ** ὁ Ἀπόλλων. —πρὸς Ἡρακλῆ. | |
O 952 | Th. Δέον εἰπεῖν βροτῶν πρὸς τὸ θνησκόντων βρότεα εἶπε πρὸς τὰ σώματα. | |
O 952g | ἀνθρώπινα. —* ἐν· —** ἐν ᾗ. —** καταβιβά‐ ζει. | |
O 953g | εὐρύχωρον τόπον τοῦ Ἅιδου· —** ἤτοι τὴν δίοδον, τὸν στενωπόν. | |
O 954 | Th. Τὸ μοι οὐκ ἔστι πρὸς τὸ στόμα, ὡς οἴονταί τινες, ἀλλ’ ἔστι πρὸς τὸ ῥίψον, καὶ ἔστιν ὅμοιον τῷ ἀφαιρῶ σοι τὴν νόσον. | |
O 954g | τὸν περὶ τῶν θεῶν. | |
O 956g | ἀτιμάσαι. | |
O 957g | κακή | |
O 958g | ἀπρεπῶς καὶ μετὰ μνήμης θεῶν. | |
O 959 | Germ. Ὑποκρέκειν τὸ γαληνίως ὑπᾴδειν. ἔνεστι δὲ | |
τόδε, ὁπότε ὁ μουσικὸς ῥυθμίζει τὰς τούτου χορδάς. | 320 | |
O 959g | ὑπηχεῖ, τουτέστι μανίας ἐγγύς ἐστιν. | |
O 941-59 | M. Ἀγαθοὶ δὲ ἐγένοντο ἄνδρες, ἤγουν ἀνδρεῖοι καὶ σοφοί, τουτέστι φρόνιμοι κατὰ δαίμονα, ἀντὶ τοῦ κατὰ μοῖ‐ ραν θείαν. ἐπεὶ εἰ μὴ ἐγένοντο δηλονότι κατὰ μοῖραν θείαν φρόνιμοι καὶ ἀνδρεῖοι, πῶς ἂν ὁ Ἡρακλῆς ἐναντίον τῆς τριαίνης | |
5 | τοῦ Ποσειδῶνος ἐτίναξεν, ἤγουν σὺν σφοδρᾷ ὁρμῇ ἐκίνησε διὰ τῶν χειρῶν τὴν σκυτάλην, τουτέστι τὴν ῥάβδον, τὸ ῥόπαλον, ὁπηνίκα (46) ὁ Ποσειδῶν στὰς ἤρειδεν, ἀντὶ τοῦ ἐπίεζεν αὐτὸν ἀμφὶ τὴν Πύλον, ἀντὶ τοῦ κατὰ τὴν Πύλον, ἐπίεζέ τε αὐτὸν ὁ Φοῖβος δι’ ἀργυροῦ τόξου πολεμῶν αὐτῷ δηλονότι. οὐδὲ ὁ | |
10 | Ἅιδης (50) εἶχεν ἀκίνητον, ἤγουν ἀνενέργητον τὴν ἑαυτοῦ ῥά‐ βδον, δι’ ἧς κατάγει τὰ σώματα τῶν ἀνθρώπων εἰς τὴν ἀγυιάν, ἤτοι τὴν δίοδον, τὸν στενωπὸν τὸν κοῖλον τῶν ἀποθνησκόντων, τουτέστι τὰς καταδύσεις τῆς γῆς, ἃς οἱ ἀποθνήσκοντες διέρχον‐ ται. συνάπτει μὲν τὴν μάχην τῶν θεῶν τούτων τὴν πρὸς τὸν | |
15 | Ἡρακλῆ, ἀντιτάττει δὲ αὐτὸν τῇ τριαίνῃ μόνῃ τοῦ Ποσειδῶνος, ἀφ’ ἧς συνυπακούειν δίδωσι καὶ τὴν πρὸς τοὺς ἄλλους αὐτῷ ἀντιπαράταξιν καὶ ἰσχύν. ὁ γὰρ λόγος αὐτῷ σαφέστερον οὕτως | |
ἔχει· ἐπεὶ πῶς ἂν ὁ Ἡρακλῆς ἐναντίον τῆς τριαίνης τοῦ Ποσει‐ δῶνος τὸ ἑαυτοῦ ῥόπαλον ἐκίνησεν, ὁπηνίκα ὁ Ποσειδῶν ἐπίε‐ | 321 | |
20 | ζεν αὐτὸν καὶ ὁ Φοῖβος καὶ ὁ Ἅιδης διὰ τῆς ἑαυτοῦ ῥάβδου; ἀγανακτῶν δὲ πρὸς τοῦτον τὸν λόγον ὡς προσκρούοντα τοῖς θεοῖς ἀναστέλλει ἑαυτὸν μὴ λέγειν τοιαῦτα καί φησιν· ἀπόῤῥιψον (54), ἤγουν ὡς βάρος ἀπόθου, ὡς ἐπιβλαβῆ ἔασον τοῦτον τὸν λόγον, ὦ στόμα ἐμόν· ἐπεὶ τό γε λοιδορῆσαι θεούς, τουτέστι | |
25 | τὸ βλάσφημα περὶ θεῶν εἰπεῖν, ἐχθρὰ σοφία, ἤγουν μεμισημένη, καὶ τὸ καυχᾶσθαι ἔξω τοῦ καιροῦ (τοῦτο δέ φησιν ἐπεὶ Χαρί‐ των κῆπον εἶπε νέμεσθαι) μανίαις ὑποκρέκει, ἀντὶ τοῦ συνᾴδει, τουτέστι μανίᾳ ἐστὶν ἴσον. | |
O 960 | Germ. Καλῶς εἶπε τὸ λαλάγει, ἐπεὶ τὸ λαλαγεῖν καὶ ἐπὶ τῶν βακχευμάτων. | |
O 960g | βόα, λέγε. | |
O 961g | ῥῖψον. —** καί. | |
O 962g | * μα‐ κράν. —* φέρε. | |
O 964 | Germ. Παρεκέντρισε δὲ τὸ αἰολοβρόντα παραδηλῶν ὡς μετὰ τὸν κατακλυσμὸν ἐκ τοῦ Παρνασοῦ κατέβαν· ὡς καὶ ὄπι‐ σθεν εἶπε Διὸς ξενίου, παραδηλῶν τὴν Αἴγιναν ξενοδόχον, ὡσαύτως καὶ Ζηνὶ γενεθλίῳ (Ol. VIII. 20), παραδηλῶν ὡς | |
5 | παῖδες ὄντες ἐνίκησαν. | |
O 964g | τῇ Ὀποῦντι. —* ὅπου· —** ὅπου ἤγουν ἐν τῇ Ὀποῦντι. —*† τοῦ ποικίλα βροντῶντος. | |
O 965g | ἐν μοίρᾳ. | |
O 966g | ** κατὰ τὸν χρόνον τούτων κατακλυσμὸς ἐγένετο. | |
O 967g | ὄρους. —κατελθόντες. | |
O 968g | οἴκησιν. —** ἐποίησαν τὴν ἀρχήν. | |
O 969g | συνουσίας. —ὁμόφυλον. | |
O 970 | Th. Τὸν ἐπὶ τῷ Νῶε κατακλυσμὸν Ἕλληνες ἐξ ἡμῶν κεκλοφότες οὕτω φασί· Διὸς τὴν γῆν κατακλύσαντος Δευκαλίων καὶ Πύῤῥα ἔν τινι κιβωτίῳ εἰσελθόντες μετεωρίσθησαν ὑπὸ τοῦ ὕδατος ὑπεράνω τοῦ Παρνασοῦ, κατὰ δέ τινας ὄρους Λυκορὶ κα‐ | 322 |
5 | λουμένου· πεπαυμένου δὲ τοῦ ὕδατος ἐξελθόντες τοῦ κιβωτίου προσετάχθησαν ὑπὸ τοῦ Διὸς τὰ τῆς μητρὸς αὐτῶν ὀστᾶ ὄπι‐ σθεν ῥίπτειν· οὐκ ἄλλην δὲ ἢ τὴν γῆν μητέρα ὑποτοπήσαντες, λίθους λαβόντες ὄπισθεν αὐτῶν ἔῤῥιπτον· καὶ οὓς μὲν ἡ Πύῤῥα ἔῤῥιπτε γυναῖκες, οὓς δὲ Δευκαλίων ἄνδρες ἐγένοντο. ὅθεν ἐστὶ | |
10 | καὶ τὸ λαὸς ὄνομα· λᾶς γὰρ ὁ λίθος. | |
O 970g | * ἐκτίσαντο. —ἤγουν ἐκ λίθων γεννηθέντα. | |
O 971g | ** λαοί] διὰ τὸ μέτρον. —ὠνομάσθησαν οἱ γεννηθέντες. | |
O 960-71 | M. Μὴ νῦν, ὦ στόμα δηλονότι, λαλάγει, ἤγουν λήρει τὰ τοιαῦτα· ἔα πάντα πόλεμον καὶ πᾶσαν μάχην χωρίς, ἤτοι μακρὰν τῶν θεῶν· φέροις δέ, ἀντὶ τοῦ φέρε, κίνει, τὴν γλῶσ‐ σαν πρὸς τὸ ἄστυ τῆς Πρωτογενείας τῆς θυγατρὸς τοῦ Ὀποῦν‐ | |
5 | τος, τοῦ καὶ Δευκαλίωνος. ὅπου (64), ἤγουν ἐν τῇ Ὀποῦντι, ἡ Πύῤῥα καὶ ὁ Δευκαλίων ἀπὸ τοῦ Παρνασοῦ καταβάντες, τῇ αἴσῃ, ἀντὶ τοῦ τῇ προστάξει, τῇ βουλῇ τοῦ Διὸς τοῦ αἰολοβρόν‐ του, ἤγουν τοῦ τῶν ταχέως κινουμένων βροντῶν αἰτίου οἶκον | |
(68) ἐποίησαν τὴν ἀρχήν. χωρὶς δὲ συνδυασμοῦ γενεὰν ἐκτησά‐ | 323 | |
10 | σθην, ἤγουν ἐκτήσαντο, ἔσχον, λιθίνην, τουτέστιν ἀπὸ λίθων. ὁμόδημον, ἤτοι ὁμογενῆ. λαοὶ δὲ ὠνομάσθησαν, ἡ γενεὰ δηλο‐ νότι· πρὸς τὸ σημαινόμενον ἡ ἀπόδοσις. | |
O 972 | Germ. Ὁ νοῦς· ἔγειρε, παῦσον· τὸ γὰρ ἵστασθαι παῦσίς ἐστι. § ἐπέων φησὶν οἶμον ὁδὸν ἢ ᾠδήν, ᾆσμα, προ‐ οίμιον. Th. Λέγει, ὅτι ἐατέον τοὺς περὶ τούτου λόγους. ἔστι δὲ | |
5 | ἡ τοιαύτη σύνταξις ὁμοία τῇ ἄνω, τῷ Ἀπό μοι λόγον τοῦτον, στόμα, ῥίψον. οὕτω δὲ παραιτούμενος λέγειν περὶ τούτων πάλιν ἐπιχειρεῖ λέγειν. δέον δὲ λιγέως εἰπεῖν ἀντὶ τοῦ ταχέως ἔγειρε, λιγὺν εἶπε πρὸς τὸν ὕμνον. | |
O 972g | ἀνίστα καὶ πόῤῥω φέρε. —αὐτοῖς, τῇ Πύῤῥᾳ καὶ τῷ Δευκαλίωνι. —* ἀκολουθίαν. | |
O 973 | Th. Τὸ αἴνει καὶ πρὸς τὸ ἄνθεα λάμβανε. αἴνει δὲ ἄνθεα νεωτέρων ὕμνων, ἤτοι νεωτέρους ὕμνους, περιφραστι‐ κῶς. λέγει δέ, ὅτι τὸ τὰ νέα ὑμνεῖν κρεῖττον. | |
O 973g | ποταπόν; ὀξύν. —κρείττων γὰρ τοῦ νέου. | |
O 974g | ἤγουν ὕμνους, περιφραστικῶς. | |
O 975g | ** λέγουσι. —* δέ. | |
O 978g | μηχαναῖς καὶ βουλαῖς. —* ἀνάποσιν· —** ἀνάπωσιν. | |
O 979g | τὸ ὕδωρ. —** τουτέστι τὸ πλῆθος τοῦ ὕδατος λαβεῖν. — λαβεῖν, ἀφανίσαι. | |
O 972-79 | M. Ἔγειρ’ ἐπέων, ἀντὶ τοῦ κίνησον, ὦ στόμα, | |
χάριν αὐτῶν, τῶν Ὀπουντίων δηλονότι τῶν ἀπὸ τοῦ Δευκαλίω‐ νος ὁδὸν ἐπῶν λιγεῖαν, ἤγουν ἐμμελῆ· ἐπαίνει δὲ οἶνον μὲν πολυετῆ, ἄνθη δέ, ἀντὶ τοῦ ἀνθηρότητα, λαμπρότητα ὕμνων | 324 | |
5 | νεωτέρων, τουτέστι καινοτέραν ὁδὸν ἐχόντων. λέγουσι (75) δὴ κατακλύσαι μέν, ἤγουν καταποντίσαι, καλύψαι τὸ σθένος τοῦ ὕδατος, ἀντὶ τοῦ τὸ ὕδωρ περιφραστικῶς, τὴν γῆν τὴν μέλαιναν, ἀλλὰ διὰ τῶν τεχνῶν τοῦ Διός, ἤγουν τῶν μη‐ χανῶν, τῶν δυνάμεων, ἀνάπωσιν λέγουσιν ἐξαίφνης, ἤγουν | |
10 | ἀναῤῥόφησιν, συστολὴν τῆς ἀναχύσεως καὶ εἰς τὴν γῆν αὖθις κατάδυσιν λαβεῖν τὸ ἄντλον, τουτέστι τὸ πλῆθος τοῦ ὕδατος. | |
O 979bisg | τῆς Πύῤῥας καὶ τοῦ Δευκαλίωνος. | |
O 980g | πολεμι‐ κώτατοι. —οἱ σοί, ὦ Ἐφάρμοστε. | |
O 981 | Pal. Ἰαπετὸς ἐγέννησε Προμηθέα καὶ Ἐπιμηθέα. ἐκ γοῦν τοῦ Προμηθέος ἐγεννήθη Δευκαλίων, ἐκ δὲ τοῦ Ἐπιμη‐ θέος τοῦ καὶ Ὀποῦντος ἐγεννήθη ἡ Πύῤῥα, ἐκ δὲ τῆς Πύῤῥας καὶ Δευκαλίωνος ἡ Πρωτογένεια. ἐκ ταύτης δὲ καὶ τοῦ Διὸς | |
5 | ὁ Ὀπούς, ἀφ’ οὗ ἡ πόλις Ὀπούς, μητρόπολις τῶν Λοκρῶν. | |
Th. Ἰαπετοῦ παῖδες Προμηθεὺς καὶ Ἐπιμηθεύς. Προμη‐ θέως καὶ Κλυμένης Δευκαλίων ὁ καὶ Ὀποὺς καλούμενος, Ἐπιμη‐ θέως καὶ Πανδώρας Πύῤῥα, Πύῤῥας δὲ καὶ Δευκαλίωνος Πρωτο‐ γένεια, ἣν ἔγημε Λοκρός. διὰ δὲ τὸ μὴ ποιεῖν ὑπ’ αὐτοῦ παῖδα, | 325 | |
10 | ἵνα μὴ χωρὶς διαδόχου θάνῃ Λοκρός, ἁρπάζεται Πρωτογένεια ἐκ Διός, ᾗ συνελθὼν ἐν τῷ Μαινάλῳ ὄρει τῆς Ἀρκαδίας καὶ ἐγκύμονα ποιήσας ἐπανάγει πάλιν αὐτὴν πρὸς Λοκρόν, ὃς τὸ γεννηθὲν ὑπ’ αὐτῆς παιδίον Ὀποῦντα ἐκάλεσε, συνώνυμον Ὀποῦντι τῷ καὶ Δευκαλίωνι, τῷ Πρωτογενείας πατρί. | |
O 981g | ἐξ ἀρχῆς. —ἀπὸ τῆς τοῦ Ἰαπετοῦ. | |
O 982g | *† γε‐ νεᾶς. —παῖδες. —θυγατέρων. | |
O 983g | καλλίστων. —τοῦ Ὀποῦντος τοῦ ὑπὸ τοῦ Κρόνου παιδὸς Διὸς σπαρέντος. | |
O 984g | αὐτόχθονες καὶ οὐ μετανάσται. | |
O 979-84 | M. Κείνων δ’ ἔσσαν] τοῦτο πρὸς τὸν Ἐφάρ‐ μοστον. ἐξ ἐκείνων δὲ ἦσαν ἀρχῆθεν οἱ ὑμέτεροι ἀντὶ τοῦ οἱ σοὶ πρόγονοι οἱ χαλκάσπιδες, τουτέστιν οἱ πολεμισταί, λέγω τῆς γενεᾶς τῆς ἀπὸ τοῦ Ἰαπετοῦ καταγομένης κοῦροι (82), ἤγουν | |
5 | παῖδες, ἀπόγονοι, τῶν κορῶν τε, ἀντὶ τοῦ τῆς κόρης, ἤγουν τῆς Πρωτογενείας, καὶ τῶν ἀρίστων Κρονιδῶν, ἀντὶ τοῦ καὶ τοῦ ἀρίστου υἱοῦ τοῦ Κρόνου τοῦ Διός, ἐγχώριοι βασιλεῖς αἰεί, ἤγουν γνήσιοι βασιλεῖς καὶ οὐκ ἐπείσακτοι κατὰ διαδοχήν. | 326 |
O 985g | *† ὁ τοῦ οὐρανοῦ βασιλεὺς Ζεύς. | |
O 986g | θυγα‐ τέρα· —** παῖδα γράφε διὰ τὸ μέτρον, οὐχὶ θύγατρα, καὶ Ὀποῦντος, οὐ μὴν Ὀπόεντος. —Ἠλείων, ἤτοι τῆς Ὀποῦν‐ τος. | |
O 987g | *† τοῦ καὶ Δευκαλίωνος καλουμένου. —ἥσυχος. | |
O 988g | ἐν Ἀρκαδίᾳ τὸ Μαίναλον ὄρος. | |
O 989g | *† ἐξοχαῖς. —ἔφε‐ ρεν αὐτήν. | |
O 990g | *† τῷ ἀνδρὶ αὐτῆς. —καταβάλοι αὐτόν. | |
O 991g | ὁ τῆς ζωῆς αὐτοῦ χρόνος. —θάνατον. —ἐνεγκών. | |
O 992g | ποταπόν; ἐστερημένον. —ἤτοι παιδός, διαδόχου. | |
O 994g | ἡ Πρωτογένεια. —** ἐχάρη. —** καί. —** θεασάμενος. | |
O 995g | ὁ Λοκρός. —ὄντα. | |
O 996 | Pal. Προσέταξε, φησί, καλεῖσθαι τὸ βρέφος ὁ Λοκρὸς τῷ ὀνόματι τοῦ πρὸς μητρὸς αὐτοῦ πάππου Ὀποῦντος, βασι‐ | |
λέως τῶν Ἠλείων. ἢ κατά τινας· προσέταξε καλεῖσθαι αὐτό, τὸ βρέφος, Ὀποῦντα τῷ ὀνόματι τοῦ πρὸς μητρὸς αὐτοῦ τῆς | 327 | |
5 | Πρωτογενείας πάππου Ἐπιμηθέως τοῦ καὶ Ὀποῦντος. Germ. Μάτρως ὁ ἀπὸ μητρὸς πάππος, πάτρως δὲ ὁ πρὸς πατρός. οἱ μὲν οὖν ἄλλοι ποιηταὶ μάτρωας τοὺς τῆς μητρὸς ἀδελ‐ φούς, ὁ δὲ νῦν ποιητὴς τὸν πατέρα τῆς μητρός. | |
O 996g | τοῦ πάππου Ὀποῦντος. —τὸν παῖδα. | |
O 997g | ὁμώ‐ νυμον. —εἶναι. | |
O 998g | ἐξοχώτατον. —τῷ τοῦ σώματος κάλλει. | |
O 999g | τοῖς ἐκ χειρῶν. —τὴν ἀπ’ αὐτοῦ κληθεῖσαν Ὀποῦντα. | |
O 9100g | *† παρέσχεν αὐτῷ. —τὸν ἐν αὐτῇ. —διεξάγειν καὶ βασιλεύειν. | |
O 985-100 | M. Πρὶν Ὀλύμπιος] πρότερον, τὴν ἀρχήν, ὁ βασιλεὺς ὁ ἐν τῷ Ὀλύμπῳ ὁ Ζεὺς τὴν θυγατέρα τοῦ Ὀποῦντος τοῦ καὶ Δευκαλίωνος ἀναρπάσας, ἤγουν μετέωρον εἰς τὸν ἀέρα λαβὼν λάθρα (τοῦτο γὰρ τὸ ἕκηλος) ἀπὸ τῆς γῆς τῶν Ἐπειῶν, | |
5 | τουτέστι τῶν Ἠλείων (Ἐπειοὶ γὰρ οἱ Ἠλεῖοι ὠνομάσθησαν ἀπὸ Ἐπειοῦ τοῦ Ἐνδυμίωνος) ἐμίγη (88) αὐτῇ ἐν ταῖς ἐξοχαῖς ταῖς Μαιναλίαις, ἤγουν ταῖς τοῦ Μαινάλου· ὄρος δὲ Ἀρκαδίας τὸ Μαίναλον· καὶ ἤνεγκε τῷ Λοκρῷ τῷ ἀνδρὶ αὐτῆς, ἵνα μὴ καθέλοι αὐτόν, τὸν Λοκρὸν δηλονότι, ἤγουν καταστρέψειεν ὁ | |
10 | αἰών, ἀντὶ τοῦ ὁ χρόνος, ἐστερημένον (92) γενεᾶς, πότμον ἐφά‐ ψας, ἤγουν συντυχίαν θανάτου ἐπαγαγών. ἔχεν δὲ ἀντὶ τοῦ ἔσχε σπέρμα μέγιστον, ἀντὶ τοῦ υἱὸν ἀπὸ σπέρματος μεγίστου ἡ γυνὴ | |
τοῦ Λοκροῦ ἡ Πρωτογένεια· εὐφράνθη τε ὁ ἥρως, ἤγουν ὁ Λοκρός, ἰδὼν υἱὸν τῇ ἀληθείᾳ μὲν ὄντα θετόν, ἀντὶ τοῦ νόθον, ὑπ’ αὐτοῦ | 328 | |
15 | δὲ γνήσιον νομιζόμενον, ὠνόμασε δὲ αὐτὸν οὕτως ὥστε (97) εἶναι ἰσώνυμον, ἀντὶ τοῦ ὁμώνυμον τοῦ μάτρωος αὐτοῦ, ἤγουν τοῦ πρὸς μητρὸς αὐτοῦ πάππου, τουτέστιν Ὀποῦντα ὠνόμασεν αὐτόν (ἰστέον δέ, ὅτι παρὰ τὴν συνήθειαν τῶν ἄλλων ἐδέξατο ἐνταῦθα οὗτος τὸ ὄνομα· μήτρων γὰρ οἱ ἄλλοι τὸν πρὸς μητρὸς | |
20 | λέγουσι θεῖον) ἄνδρα ὑπέρφατον, γενόμενον δηλονότι αὐτὸν τὸν Ὀποῦντα, ἤγουν ὑπερβολικῶς θαυμαστὸν κατά τε τὴν μορφήν, τουτέστι τὸ εἶδος, καὶ κατὰ τὰ ἔργα, ἤγουν τὰς πράξεις. τὴν πόλιν δέ, τὴν Ὀποῦντα δηλονότι, καὶ τὸν λαὸν αὐτοῦ παρέσχεν αὐτῷ ὁ Λοκρὸς δηλονότι διαιτᾶν, ἤγουν διοικεῖν. | |
O 9101g | διὰ τὴν αὐτοῦ φήμην· —** διὰ τὸ μέτρον συστέλλεται. —αὐτῷ. —** Ἰωνικῶς. | |
O 9104g | τῶν ἐπελθόντων ξένων. | |
O 9105g | † τῶν ξένων τῶν κατοικησάντων τὴν Ὀποῦντα. | |
O 9106g | Μενοίτιος ἐξ Ἄκτορος καὶ Αἰγίνης. | |
O 9107 | Th. Οἱ Ἕλληνες ὅτε εἰς Τροίαν ἐστράτευον, προσώ‐ | |
κειλαν ἐν Μυσίᾳ καὶ νομίζοντες ταύτην εἶναι τὴν Τροίαν ἐδῄουν. ὁ οὖν ταύτης βασιλεὺς Τήλεφος ἀμυνόμενος ὑπὲρ τῆς χώρας μάχην συνῆψε τοῖς Ἕλλησιν, ἧς καρτερᾶς γενομένης οἱ μὲν ἄλλοι | 329 | |
5 | πάντες Ἕλληνες εἰς ναῦς ἀνεχώρησαν, μόνος δὲ Πάτροκλος σὺν τῷ Ἀχιλλεῖ ἐμάχετο. | |
O 9107g | τοῦ Μενοιτίου ὁ Πάτροκλος. | |
O 9108g | οὗτος γὰρ πρῶτος ἐβασίλευσε Μυσίας. —τὴν Μυσίαν. —ἐλθών· ἐνόμιζον γὰρ Ἕλληνες ταύτην εἶναι τὴν Τροίαν· —† ἀπελθών. | |
O 9110g | ἰσχυροτάτους. —τοὺς Ἕλληνας. | |
O 9111g | εἰς τροπὴν ἀγαγών. —ταῖς θαλασσίαις. —ἤτοι ταῖς ναυσὶν αὐτῶν. | |
O 9113 | Th. Ὥστ’ ἔμφρονι δεῖξαι] ἤγουν· ἐπεὶ Πάτρο‐ κλος ἔστη σὺν Ἀχιλλεῖ τῶν ἄλλων Ἑλλήνων τραπέντων, πᾶς ἀνὴρ νουνεχὴς ἔγνω ἂν ἰδών, ὅτι Πάτροκλος ἔξοχος ἦν τὰ εἰς μάχην. | |
O 9113g | *† φρονίμῳ. | |
O 9114g | γνῶναι. —* ἰσχυρόν. | |
O 9115 | γνώμην καὶ προθυμίαν εἰς τὰ πολεμικά. —*† ὁ Ἀχιλλεύς. | |
O 9116g | ἐν τῷ ὀλεθρίῳ πολέμῳ. —αὐτόν. | |
O 9117g | παρήγγειλε. | |
O 9118g | τῆς αὐτοῦ. —μακράν. —τάττεσθαι. | |
O 9119g | τῆς τοὺς παραπεσόντας αὐτῇ βροτοὺς δαμαζούσης. | |
O 9101-119 | M. Ἀφίκοντο δὲ πρὸς αὐτόν, ἤγουν τὸν Ὀποῦν‐ τα, ξένοι καὶ ἐκ τοῦ Ἄργους καὶ ἐκ τῶν Θηβῶν καὶ Ἀρκάδες, | |
οἱ δὲ καὶ ἀπὸ τῆς Πίσης, ἤγουν Ἠλεῖοι. ἀπὸ τῶν ἐποίκων δέ, τουτέστι τῶν ξένων τῶν κατοικησάντων ἐν τῷ βασιλευομένῳ | 330 | |
5 | ὑπ’ αὐτοῦ τόπῳ, τὸν Μενοίτιον ἐτίμησεν ἐξόχως, τὸν υἱὸν τοῦ Ἄκτορος καὶ τῆς Αἰγίνης, οὗτινος (107), τουτέστι τοῦ Μενοιτίου ὁ υἱός, ὁ Πάτροκλος δηλονότι, ἅμα τοῖς Ἀτρείδαις ἀπελθὼν εἰς τὴν γῆν τοῦ Τεύθραντος, ἤγουν εἰς τὴν Μυσίαν (ἣν τοῦ Τεύ‐ θραντος λέγει διὰ τὸ ἄρξαι αὐτῆς ποτε τὸν Τεύθραντα, τότε δὲ | |
10 | ἐπ’ αὐτῇ ὁ Τήλεφος ἐβασίλευε) μόνος ἔστη σὺν τῷ Ἀχιλλεῖ, ὅτε ὁ Τήλεφος τρέψας τοὺς Δαναοὺς τοὺς ἀλκήεντας, ἤγουν τοὺς ἰσχυρούς, τοὺς γενναίους, ἐνέβαλεν εἰς τὰς πρύμνας τὰς θαλασσίας, ἀντὶ τοῦ εἰς τὰς ναῦς τὰς ἐν τῇ θαλάσσῃ τὴν διατρι‐ βὴν ποιουμένας· ὥστε (113) δεῖξαι αὐτὸς ὁ Πάτροκλος τῷ | |
15 | φρονίμῳ μαθεῖν τὸν νοῦν τοῦ Πατρόκλου, ἀντὶ τοῦ τὸν ἑαυτοῦ, τὸν βιατήν, ἤγουν τὸν γενναῖον, τὸν ἀνδρεῖον (ἀπὸ τοῦ βία, ἡ ἰσχύς) ἀφ’ οὗ χρόνου παρηγορεῖτο (117), ἀντὶ τοῦ παρῄνει, ἔλεγεν αὐτῷ ὁ υἱὸς τῆς Θέτιδος ὁ Ἀχιλλεύς, μηδέποτε ταξιοῦ‐ σθαι, τουτέστι παρατάττεσθαι αὐτὸν ἐν τῷ πολέμῳ τῷ ὀλε‐ | |
20 | θρίῳ χωρὶς τῆς αἰχμῆς τῆς σφετέρας, ἀντὶ τοῦ τῆς ἑᾶς, τουτέ‐ στι τῆς ἑαυτοῦ, τῆς δαμασιμβρότου, ἤγουν τῆς τοὺς ἄνδρας κτεινούσης. | |
O 9119 | Th. Εἴην εὑρεσιεπής] ἤγουν εἴθε τοιαύτας ἱστο‐ ρίας εὑρίσκοιμι, ἵνα ἐποχούμενος τῷ παρὰ τῶν Μουσῶν δοθέν‐ τι μοι δίφρῳ, λέγω δὴ τῇ ποιητικῇ, ἁρμοδίως τῇ παρούσῃ ὑπο‐ θέσει ποιῶμαι τοὺς λόγους. τοῦτο δὲ λέγει, ἐπειδὴ καὶ ὁ | 331 |
5 | Πάτροκλος Ὀπούντιος ἦν ὥσπερ καὶ Ἐφάρμοστος. τοῦ δὲ ἐναγεῖσθαι τὸ ἐν πρὸς τὸ δίφρῳ συναπτέον, οὕτως· ἐν τῷ δίφρῳ τῶν Μουσῶν ἡγεῖσθαι καὶ προέρχεσθαι. | |
O 9120 | Pal. Ὡς πρὸς τοὺς παρεστῶτας λέγει. | |
O 9120g | ἐφευρετικὸς τοιούτων ἱστοριῶν. —ἐποχεῖσθαι, προέρχεσθαι εἰς τὸν τοῦ Ἐφαρμόστου ἔπαινον. | |
O 9121g | ἁρ‐ μόδιος τῇ παρούσῃ ὑποθέσει, ἤγουν τῇ ποιήσει. —** ἅρματι. | |
O 9122g | ἤγουν πρόθυμος εἴην εἰς τὸ ὑμνεῖν καὶ λόγων εὔπορος. | |
O 9123g | ἐν φιλίᾳ αὐτοῦ τῇ πρὸς Ἐφάρμοστον νίκῃ. | |
O 9124g | ** καί. —ὑμνητής· —** συνίζησις. —ταῖς ἐν Ἰσθμοῖ δοθεί‐ σαις αὐτῷ. | |
O 9125 | Th. Ἐπειδὴ Ἐφάρμοστος καὶ Λαμπρόμαχος Ὀπούν‐ τιοι ὄντες φίλοι τε ἦσαν καὶ ἐν τῷ Ἰσθμῷ ἅμα ἐνίκησαν, διὰ τοῦτο ἐν τῷ Ἐφαρμόστου ὕμνῳ καὶ τούτου μέμνηται. | |
O 9125g | οὗτος Ὀπούντιος ἦν. —στεφάνοις. | |
O 9126g | *† ὁ Ἐφάρμοστος καὶ ὁ Λαμπρόμαχος. —*† ἐνίκησαν. | |
O 9127g | πάλην. | |
O 9128 | Th. Κορίνθου πύλας λέγει τὸν Ἰσθμόν· ἐν τῷ τέλει γὰρ αὐτοῦ ἡ Κόρινθος κεῖται. λάμβανε δὲ εἰς τὸ ἐγένετο, τῷ Ἐφαρμόστῳ, κατὰ συνεκδοχήν. τὸ δὲ Νεμέας κατὰ κόλ‐ | |
πον ἀντὶ τοῦ εἰς τὴν Νεμέαν περιφραστικῶς. | 332 | |
O 9128g | *† ἤτοι ἐν τῷ Ἰσθμῷ. | |
O 9129g | * κατὰ συνεκδο‐ χὴν τὸ τῷ Ἐφαρμόστῳ. —ὕστερον. —ἀγῶνες, χαραί. | |
O 9130g | ἄλλαι δέ. —ἐγένοντο. | |
O 9131g | * Ἐφαρμόστῳ] ἀπὸ κοινοῦ τὸ ἐγένοντο. | |
O 9132g | εἰς τὰ Ἥραια. —ἤγουν ἀνὴρ ὢν ἐνίκησεν. | |
O 9133g | ἤγουν παῖς ὢν ἐν Παναθηναίοις ἐνί‐ κησεν. | |
O 9119-133 | M. Εἴθε εἴην καινῶν ἐπῶν εὑρετής, ὥστε ἀνα‐ γεῖσθαι, ἀντὶ τοῦ διηγεῖσθαι τὰ περὶ τούτων δηλονότι· πρόσφο‐ ρος, ἤγουν ἐπιτήδειος γενόμενος ἐν δίφρῳ τῶν Μουσῶν, ἀντὶ τοῦ ἐν ὑψηλῇ ποιήσει, ἣν αἱ Μοῦσαι δωροῦνται. τόλμα δέ, ἀντὶ | |
5 | τοῦ παῤῥησία, εἴθε ἕσποιτο (123), ἤγουν ἀκολουθήσειεν ἐμοί, καὶ δύναμις ἀμφιλαφής, ἀντὶ τοῦ μεγάλη, ἀπὸ μεταφορᾶς τῶν ὄγκον ἐχόντων σωμάτων, ὧν ἀμφοτέραις ταῖς χερσίν ἐστι λαβέ‐ σθαι. ἔστι δὴ ἀμφιλαβής, καὶ τροπῇ τοῦ β εἰς φ κατ’ ἔθος Μα‐ κεδόνων ἀμφιλαφής. ἐπὶ προξενίᾳ δέ, ἤγουν χάριν τῆς προ‐ | |
10 | ξενίας, τουτέστι τῆς φιλοφρονήσεως τοῦ Λαμπρομάχου πρὸς τοὺς Θηβαίους, καὶ χάριν τῆς ἀρετῆς, ἤτοι ἀνδρείας καὶ τῶν ἀνδραγαθημάτων αὐτοῦ, ἦλθον τιμάορος, ἤγουν τιμητής, ὑμνητὴς γενησόμενος τῶν μιτρῶν, ἀντὶ τοῦ τῶν στεφάνων αὐτοῦ, οὓς ἐν | |
τῷ Ἰσθμῷ ἔλαβεν, ὅτε ἀμφότεροι, ἤγουν αὐτὸς ὁ Λαμ‐ | 333 | |
15 | πρόμαχος καὶ ὁ Ἐφάρμοστος ἐκράτησαν ἔργον, τουτέστιν ἐνίκη‐ σαν νίκην κατὰ μίαν ἡμέραν. ἀμφότεροι γάρ, φασίν, ἐνίκησαν ἐν μιᾷ ἡμέρᾳ, ὁ μὲν Ἐφάρμοστος Ὀλύμπια, ὁ δὲ Λαμπρόμαχος Ἴσθμια· ἔνιοι δέ φασιν, ὅτι οἱ δύο Ἴσθμια ἐν μιᾷ ἡμέρᾳ ἐνίκη‐ σαν. ἔπειτα (128) δὲ ἄλλαι δύο χάρμαι, ἤγουν χαραὶ νίκης, ἀντὶ | |
20 | τοῦ νῖκαι, ἐγένοντο τῷ Ἐφαρμόστῳ ἐν ταῖς πύλαις τῆς Κορίνθου, ἤγουν ἐν τῷ Ἰσθμῷ· ταὶ δέ, ἤγουν αὗται δέ, ἀντὶ τοῦ τοσαῦται δέ, καὶ κατὰ τὸν κόλπον τῆς Νεμέας ἐγένοντο δηλονότι αὐτῷ νῖκαι. καὶ κατὰ τὸ Ἄργος (132), ἔνθα ἐτελεῖτο ἀγὼν τὰ Ἥραια, ἔλαβε κῦδος ἀνδρῶν, ἤγουν γέρας ἀνδράσι προσῆκον, τουτέστιν | |
25 | ἐν ἀνδρὸς ἡλικίᾳ νενικηκώς· παῖς δὲ ἐν Ἀθήναις νικήσας δηλο‐ νότι ἔλαβε κῦδος. | |
O 9134g | ὁποῖον, ἤτοι μέγαν. —* ἐν τῷ· —** τῇ. | |
O 9135g | κλαπείς, ἤτοι ἐκ παίδων εἰς ἄνδρας ἐλθών. | |
O 9136g | * ὑπέ‐ μεινεν· —** ὑπέμενεν. —τοιούτους γὰρ ἄνδρας ἐνίκησεν. | |
O 9137g | περί. —χρυσαῖς φιάλαις· τοῦτο γὰρ ἦν ἆθλον αὐτόθι. | |
O 9138g | τοὺς ἐκεῖ ἀγωνιζομένους. —ταχυτάτῳ. —* τέχνῃ τῆς πάλης. | |
O 9139g | θαῤῥαλέῳ. —καταγωνισάμενος. | |
O 9140g | ** πε‐ ριήρχετο. —τὸν τοῦ σταδίου χορόν. —μεγάλῃ· —** ἐν. | |
O 9141g | ἔλεγε γάρ· ὁ βουλόμενος ἐλθέτω εἰς ἅμιλλαν. | |
O 9142g | εὔμορφος. —ἔργα. —πράξας. | |
O 9134-142 | M. Ἐν δὲ Μαραθῶνι φεῦ ὅπως ἑαυτὸν λάθρα | |
ἐξαγαγὼν ἀπὸ τῶν ἀγενείων, ἀντὶ τοῦ ἀπὸ τοῦ ἀγωνίσασθαι μετὰ τῶν ἀγενείων, ἀνέμενε τὸν ἀγῶνα τῶν πρεσβυτέρων, ἤγουν τῶν τελεωτέρων τὴν ἡλικίαν, τουτέστι τῶν ἀνδρῶν, ἀμφ’ ἀργυ‐ | 334 | |
5 | ρίδεσσιν, ἀντὶ τοῦ ἐπὶ ταῖς ἀργυρίσιν, ἤγουν ταῖς ἀργυραῖς φιά‐ λαις, αἳ ἐδίδοντο ἐκεῖ γέρας. ἄνδρας δὲ (138) δαμάσας, ἤγουν καταβαλὼν διὰ μηχανῆς ἀφόβου, ὀξυῤῥεποῦς, ἤτοι ταχεῖαν ἐχούσης τὴν ὁρμήν, διήρχετο τὸν κύκλον, ἤγουν τὸν ἀγῶνα, φεῦ τῆς βοῆς ὅσῃ· ἐπὶ δοτικῆς τὸ ὅσῃ· ἤγουν δι’ ὅσης βοῆς διήρ‐ | |
10 | χετο· ὡραῖος ὤν, ἤγουν ἐν ἀκμῇ ἡλικίας, καὶ καλός, τουτέστιν εὔμορφος, καὶ κάλλιστα ἔργα πράξας. | |
O 9143g | Παῤῥάσιον τόπος Ἀρκαδίας, ἔνθα ἐνίκησεν. | |
O 9145g | ** τοῦ Διός. —περί. | |
O 9146g | Ὁπότ’] ἐφάνη θαυμα‐ στός. —κάλλιστον. | |
O 9147 | Germ. Οἱ νικήσαντες ἐν τῇ Πελλήνῃ ἐλάμβανον παχὺ καὶ χειμερινὸν ἱμάτιον. | |
O 9147g | θεραπείαν· ** χλαῖνα γὰρ ἐδίδοτο. —ἀνέμων. | |
O 9148 | Th. Ἐν Πελλήνῃ πανήγυρις ἐγίνετο τὰ Ἕρμαια ἢ τὰ Φιλοξένια πρὸς τὸν Ἀπόλλωνα· ἔνθα νικήσας Ἐφάρμοστος διφθέραν ἔλαβε· τοῦτο γὰρ ἦν ἆθλον· ἥτις ἀλεξίκακός ἐστι τῶν ἀνέμων. ἐδίδοτο δὲ διφθέρα διὰ τὸ ἐν χειμῶνι τοὺς ἀγῶ‐ | |
5 | νας τούτους γίνεσθαι. τὸ δὲ σύνδικος διὰ τοῦτο λέγει, ἐπειδὴ ἐν ταῖς Θήβαις ἀγὼν ἐτελεῖτο Ἡράκλεια καὶ Ἰόλεια. ἦν δὲ ἐν μέσῳ τοῦ σταδίου ὁ τοῦ Ἰόλεω τάφος, ἔνθα Ἐφάρμοστος ἐνίκησεν. | 335 |
O 9148g | ἐν. —ἐδέξατο. —σύμμαρτυς τῆς ἐνταῦθα νίκης. | |
O 9150 | Th. Ἐν τῇ Ἐλευσῖνι τῆς Ἀττικῆς ἀγὼν ἐτελεῖτο Δήμητρος καὶ Περσεφόνης, τὰ καλούμενα Ἐλευσίνια, ἔνθα ἐνίκησεν. | |
O 9150g | *† ἡ παραθαλασσία. —ἐνταῦθα γὰρ ἀγὼν Δήμη‐ τρος καὶ Περσεφόνης. | |
O 9151g | ταῖς αὐτοῦ νίκαις. —* ἥνωται. | |
O 9143-151 | M. Κατὰ δὲ τὰ ἔργα τὰ γενόμενα αὐτῷ ἐν τῷ στρατῷ τῷ Παῤῥασίῳ, ἤγουν ἐν τῷ Ἀρκαδικῷ (Παῤῥασία γὰρ τόπος ἐν Ἀρκαδίᾳ) θαυμαστὸς ἐφάνη ὤν, λέγω κατὰ τὴν πανή‐ γυριν τοῦ Λυκαίου Διὸς θαυμαστὸς ἐφάνη ὤν, καὶ ὁπότε ἔφερεν, | |
5 | ἀντὶ τοῦ ἀπηνέγκατο ἐν τῇ Πελλήνῃ (148), ἔνθα ἐτελεῖτο ἀγὼν τὰ Ἕρμαια, φάρμακον εὐδιανόν, ἀντὶ τοῦ ἀποσοβητικὸν τῶν πνοῶν τῶν ψυχρῶν· χλαῖνα γὰρ ἐκεῖ ἐδίδοτο τῷ νικῶντι. σύνδι‐ κος δέ, τουτέστι μάρτυς αὐτῷ τῷ Ἐφαρμόστῳ δηλονότι, ἐστὶ | |
κατὰ τὰς ἀγλαΐας, ἤγουν τὰς λαμπρότητας, τουτέστι κατὰ τὰς | 336 | |
10 | νίκας, ὁ τύμβος τοῦ Ἰολάου, ἔνθα ἐτελεῖτο ἀγὼν τῷ Ἰολάῳ τὰ Ἰολάϊα, καὶ ἡ Ἐλευσὶς ἡ εἰναλία, ἤγουν ἡ παραθαλασσία, μάρ‐ τυς ἐστὶν αὐτῷ δηλονότι κατὰ τὰς νίκας· ἐτελεῖτο δὲ αὐτόθι ἀγὼν Κόρης καὶ Δήμητρος, ὃς ἐκαλεῖτο Ἐλευσίνια, ἐλάμβανε δὲ γέρας ὁ νικῶν κριθάς. | |
O 9152g | τὸ ἐκ φύσεως· Ἐφάρμοστος γὰρ φυσικῇ ἀνδρίᾳ καὶ οὐ τέχνῃ μόνῃ τοὺς ἀγῶνας κατώρθου. | |
O 9153g | καὶ οὐ φυ‐ σικαῖς. | |
O 9154g | *† δόξαν. | |
O 9155g | *† ὥρμησαν. —* λαβεῖν. | |
O 9156g | ἤγουν μὴ ἀπὸ φύσεως κατορθούμενον· * τὸ δὲ θεοῦ λέγει, ἐπειδὴ ἐκ θεοῦ πάρεστι τοῖς ἀνθρώποις φύσει ἀνδρείοις εἶναι καὶ ἄλλο τι ἀγαθὸν ἔχειν. —σιωπηθέν. | |
O 9157g | οὐ κακόν ἐστι. —πρᾶξις. | |
O 9158g | εἰσί. | |
O 9159g | μεταχειρήσεις πράξεων. — ἐξοχώτατοι εἰς κατόρθωσιν τῷ πρὸς αὐτὰς πεφυκότι. | |
O 9160g | οὐ γὰρ εἰς τὸ αὐτὸ καὶ ἓν πάντες εὐδοκιμοῦσιν. —* ἡμᾶς. — * αὐξήσει καὶ δοξάσει. | |
O 9161g | ἄσκησις καὶ ἐνέργεια. — * ὑψηλαί. | |
O 9152-161 | Th. Τὸ δὲ φυᾷ φασί τινες λέγειν τὸν Πίνδαρον δι’ ἑαυτόν, ληροῦντες· ἔστι γὰρ πρὸς τὸν Ἐφάρμοστον, ἐπειδὴ ἐκ φύσεως ἀνδρεῖος ὢν καὶ οὐκ ἀπὸ μόνης τέχνης τοὺς συναγω‐ νιζομένους ἐνίκα. πρὸς ὃ ἐπιφέρει· πολλοὶ δὲ τῶν ἀνθρώπων | |
5 | ἐν διδακταῖς ἀρεταῖς, τουτέστιν οὐ φύσει ὄντες ἀνδρεῖοι, ἀλλ’ ὑπὸ διδαχῆς μόνης καὶ μαθήσεως, ὤρουσαν καὶ ὥρμησαν ἀνε‐ | |
λέσθαι καὶ λαβεῖν κλέος, ἤτοι νικῆσαι καὶ δοξασθῆναι. ἕκαστον δὲ χρῆμα, ἤγουν πᾶσα πρᾶξις ἄνευ θεοῦ (156), ἤγουν μὴ ἀπὸ φύσεως κατορθουμένη οὐ σκαιότερον καὶ οὐ φαῦλον ὑπάρχει | 337 | |
10 | σεσιγημένον καὶ σιωπηθέν, ἀλλὰ μᾶλλον καλόν ἐστιν, εἰ μηδεὶς γινώσκει αὐτό. μόνα γὰρ τὰ ἐκ φύσεως πλείστου ἐστὶν ἄξια, ὥστε εἰ μὴ πρός τι φυσικῶς ἔχει τις, οἷον πάλην λέγω καὶ δρό‐ μον καὶ ἄλλον τινὰ ἀγῶνα, ἀφεὶς τοῦτο, πρὸς ὃ ἡ φύσις αὐτοῦ ῥέπει, τρεπέσθω. ἐντὶ γὰρ καὶ εἰσὶν ἄλλαι ὁδοὶ καὶ μεταχειρή‐ | |
15 | σεις πράξεων περαίτεραι καὶ ἐξοχώτεραι ὁδῶν ἑτέρων, τουτέστι πολλῶν οὐσῶν πράξεων, τὴν προσφυῆ σοι μεταχειριζόμενος κα‐ τορθώσεις αὐτὴν μᾶλλον ἢ τὴν οὐ προσφυῆ. M. Τὸ δὲ φυᾷ, ἀντὶ τοῦ τὸ μὲν φύσει, τουτέστι τὸ μὲν ἀπὸ φύσεως ἅπαν κράτιστον, ἤγουν ἄριστον, δεξιώτατον. διὰ τὸν | |
20 | Ἐφάρμοστον δὲ τοῦτο λέγει. πολλοὶ δὲ δι’ ἀρετῶν, ἤγουν ἐπιτηδευμάτων δεδιδαγμένων παρὰ ἀνθρώπων, δόξαν ὥρμησαν ἑλέσθαι, ἤτοι λαβεῖν· χωρὶς δὲ θεοῦ (156), τουτέστι τῆς φύ‐ σεως, ἕκαστον πρᾶγμα οὐ σκαιότερόν ἐστιν, ἀντὶ τοῦ οὐκ ἀπρε‐ πές, σεσιγημένον, ἤγουν ἄπρακτον ὑπάρχον· τουτέστιν ἕκαστον | |
25 | δὲ πρᾶγμα χωρὶς φύσεως πρεπωδέστερόν ἐστιν, εἰ σεσιγημένον | |
ἐστίν. εἰσὶ γὰρ ὁδοὶ ἄλλαι, πρὸς ἃς ἔχει δηλονότι τις εὐφυῶς, περαίτεραι, ἀντὶ τοῦ δυνάμεναι μᾶλλον ἀνύεσθαι ὁδῶν ἑτέρων, πρὸς ἃς οὐκ ἔχει δηλονότι τις εὐφυῶς· οὐχ ἅπαντας δὲ ἄμμε, ἀντὶ τοῦ ἡμᾶς, μία μελέτη, ἤγουν ἓν ἐπιτήδευμα, δυνατόν ἐστι θρέψαι, ἀντὶ | 338 | |
30 | τοῦ οὐ δυνατὸν δέ ἐστι πάντας ἡμᾶς ἐν ἑνὶ ἐπιτηδεύματι τραφῆ‐ ναι, ἤγουν τὸν βίον ἀνῦσαι, τουτέστιν ἐν ἑνὶ ζῆσαι ἐπιτηδεύματι. | |
O 9152-162 | Pal. Ἤγουν μὴ ὤν τις παλαιστρίτης καλὸς με‐ τερχέσθω ἄλλην τέχνην· εἰσὶ γὰρ πολλαί· μία γὰρ οὐχ ἅπαντας ἡμᾶς θρέψει τέχνη, ἤγουν οὐκ ἔστι δυνατὸν πάντας παλαιστρί‐ τας εἶναι· αἱ σοφίαι δὲ μεγάλαι εἰσὶν ἢ ὑψηλαί, ὡς εἶναι τὴν | |
5 | ἐπ’ αὐτῶν ὁδὸν δυσχερῆ, ἤγουν τὸ κατορθῶσαί τινα ἀρετὴν δυσ‐ χερὲς ὑπάρχει. | |
O 9162 | Th. Τὸ τοῦτο πρὸς τὸ γεγάμεν ἔχει τὴν δύναμιν οὕτω· προσφέρων, ὦ θυμέ, ἆθλον καὶ ὥσπερ βραβεῖον τῆς νίκης τὸν ὕμνον τῷ Ἐφαρμόστῳ θαρσέων καὶ θαρσῶν καὶ μὴ ἀμφιβάλλων ὤρυσαι καὶ μετὰ βοῆς ὕψωσον ὄρθιον τοῦτο, γεγά‐ | |
5 | μεν καὶ ὑπάρξαι τόνδε τὸν ἄνδρα τοιόνδε καὶ τοιοῦτον. | |
O 9163g | ὑψηλόν. —μετὰ βοῆς ὕψωσον. | |
O 9164g | * τὸν Ἐφάρμοστον. —ἤγουν δαιμονίως καὶ εὐφυῶς. —ὑπάρξαι. | |
O 9165 | Germ. Ἤγουν καὶ ἐν τῷ βλέμματι δύναμιν φέρει, οὗ καὶ τὸ ὄμμα τὴν ἀλκὴν γέμει. δεξιόγυιον δέ, ποδαπόν; τὸν δε‐ | |
ξιῶς ἐργαζόμενον καὶ ἀνάλογα τὰ μέλη ἔχοντα. | 339 | |
O 9165g | ἰσχυρὸν ταῖς χερσὶ καὶ παντὶ τῷ σώματι ἐπι‐ τήδειον. | |
O 9166 | Th. Αἴας ὁ Λοκρὸς ἐν Τροίᾳ ἀποθανὼν τιμᾶται ἐν τῇ Λοκρίδι ἴσα θεῷ. κενοτάφιον γὰρ τούτου ἐνταῦθα ἐποίησαν μέ‐ σον τοῦ τόπου, ἔνθα οἱ τῆς ἐν αὐτῷ πανηγύρεως ἀγῶνες τελοῦν‐ ται. ἐνίκησεν οὖν ἐνταῦθα Ἐφάρμοστος. δέον δὲ εἰπεῖν, ἐπε‐ | |
5 | στεφάνωσε τὸν βωμὸν τοῦ Ὀϊλίδα Αἴαντος· Ὀϊλέως γὰρ υἱὸς ὁ Αἴας· Αἰάντειον εἶπε πρὸς τὸν βωμόν. | |
O 9166g | πόλεμον, ἤτοι πολεμικώτατον. —ἐν τῇ πανηγύρει. | |
O 9167g | *† ὁ Ἐφάρμοστος. —τοῦ υἱοῦ τοῦ Ὀϊλέως. | |
O 9168g | ἐδόξασεν. —** ἤτοι τάφον. | |
O 9161-168 | M. Αἱ σοφίαι μέν, ἤγουν αἱ λογικαὶ τέχναι αἰπει‐ ναί, ἤτοι ὑψηλαί· τοῦτο δὲ τὸ ἆθλον, ἤγουν τὸ γέρας, τουτέστι τὸν ὕμνον προσφέρων, ὦ νοῦ, δηλονότι τῷ Ἐφαρμόστῳ, ὤρυσαι, ἀντὶ τοῦ βόησον ὄρθιον, ἤγουν ὀξύ, ὑψηλόν, μετὰ θάῤῥους, τόνδε τὸν | |
5 | ἄνδρα, τουτέστι τὸν Ἐφάρμοστον, ἀπὸ μοίρας δαίμονος γεγο‐ | |
νέναι εὔχειρα (165), ἤγουν γενναῖον τὰς χεῖρας, δεξιόγυιον, ἤτοι ἐπιτήδειον, εὔστροφον κατὰ πᾶν τὸ σῶμα, ὁρῶντα ἀλκήν, του‐ τέστι παράστημα γενναῖον ἔχοντα, ὅστις νικῶν ἐπεστεφάνωσεν, ἤγουν ἐκόσμησε δαιτί, τουτέστι δι’ ἑορτῆς, τὸν βωμὸν τὸν | 340 | |
10 | Αἰάντειον τοῦ Ὀιλιάδου, ἀντὶ τοῦ τὸν βωμὸν τὸν τοῦ Αἴαντος τοῦ υἱοῦ τοῦ Ὀϊλέως. πρὸς τὸ σημαινόμενον τοῦ κτητικοῦ ἡ | |
ἀπόδοσις. τὸ τοιοῦτο δὲ σύνηθες καὶ τῷ πεζῷ λόγῳ. | 341 | |
O 10t | Ἐπίνικοι Ὀλυμπιονίκαις. Ἀγησιδάμῳ Λοκρῷ Ἐπιζεφυρίῳ παιδὶ πύκτῃ. Ὠιδὴ ιʹ. [Δημητρίου Τρικλινίου] περὶ τῶν κώλων τῶν στροφῶν καὶ ἀντιστροφῶν τοῦ | |
5 | ιʹ εἴδους. ἔστι δὲ στροφῶν εʹ. Παλαιόν. | |
O 10prae 1 | Τοῦ ιʹ εἴδους αἱ στροφαὶ καὶ ἀντιστροφαὶ κώλων ἑκάστη ηʹ. Τὸ αʹ ἀντισπαστικὸν τρίμετρον ἀκατάληκτον, ὃ καλεῖται Ἀσκληπιάδειον ὡς εὑρόντος ἢ καταχρησαμένου αὐτῷ. σύγκειται δὲ ἐκ βʹ ἀντισπάστων καὶ βʹ ἰάμβων, ἀλλ’ ὁ αʹ ἀντίσπα‐ | |
5 | στος οὐκ ἔστι καθαρός· τρέπεται γὰρ εἰς τὰ εἰρημένα τοῦ δισυλλάβου σχήματα, καὶ ἔστιν ἐνταῦθα παίων γʹ. Τὸ βʹ χορι‐ αμβικὸν τρίμετρον βραχυκατάληκτον, ἀρξάμενον ἐξ ἰαμβικῆς συζυγίας καὶ καταλῆξαν εἰς ἴαμβον. Τὸ γʹ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον τὸν γʹ ἔχον πόδα δάκτυλον. Τὸ δʹ τροχαϊκὸν | |
10 | δίμετρον ἀκατάληκτον τοῦ αʹ καὶ γʹ ποδὸς διαλελυμένου εἰς τρί‐ βραχυν. Τὸ εʹ προσοδιακὸν δίμετρον ἀκατάληκτον ἐξ Ἰωνικοῦ καὶ χοριάμβου, ἢ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον | |
σπονδείου ἀρχομένου. Τὸ ϛʹ ἀντισπαστικὸν δίμετρον βραχυκα‐ τάληκτον ἤτοι ἡμιόλιον· οἱ δέ φασι Φερεκράτειον ἐνδέον μιᾷ | 342 | |
15 | συλλαβῇ. Τὸ ζʹ Ἰωνικὸν τρίμετρον καταληκτικόν· ἡ αʹ Ἰωνική, ἡ βʹ ἰαμβικὴ καὶ ἡ γʹ τροχαϊκή. Τὸ ηʹ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον, ὃ καλεῖται Γλυκώνειον. διέλυσε δὲ τὸν ἀντίσπα‐ στον εἰς τὸ Πέφνε Κτέατον ἀμύμονα, ποιήσας τὸ κῶλον ἐννεα‐ σύλλαβον. Ἐφ’ ἑκάστῃ στροφῇ καὶ ἀντιστροφῇ παράγραφος. | |
20 | Περὶ τῶν κώλων τῶν ἐπῳδῶν. Αἱ ἐπῳδοὶ κώλων θʹ. Τὸ αʹ χοριαμβικὸν τρίμετρον βραχυ‐ κατάληκτον, οὗ ἡ αʹ συζυγία ἰαμβικὴ τοῦ βʹ ποδὸς διαλελυμένου εἰς τρίβραχυν, εἶτα χορίαμβος, εἶτα ποὺς ἁπλοῦς. Τὸ βʹ προ‐ σοδιακὸν τρίμετρον ἀκατάληκτον· ἡ αʹ συζυγία τροχαϊκὴ τοῦ αʹ | |
25 | τροχαίου διαλελυμένου εἰς τρίβραχυν, εἶτα Ἰωνικὸς ἀπὸ μείζο‐ νος, εἶτα χορίαμβος. Τὸ γʹ ἰαμβικὸν τρίμετρον βραχυκατάλη‐ κτον, τινὰς τῶν ποδῶν ἔχον λελυμένους. ἐμοὶ δὲ δοκεῖ Ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον καταληκτικόν, τὸν βʹ ἔχον πόδα πεντα‐ σύλλαβον, ἤτοι ἰαμβικὴν συζυγίαν διαλελυμένου τοῦ βʹ ποδός, | |
30 | τὴν δὲ γʹ Ἰωνικὴν καταληκτικήν. Τὸ δʹ ἐπιωνικὸν τρίμετρον ἀκατάληκτον, τῆς αʹ συζυγίας ἰαμβικῆς λελυμένης εἰς ἴαμβον καὶ ἀνάπαιστον, τῶν δ’ ἄλλων Ἰωνικῶν. Τὸ εʹ Ἰωνικὸν τετράμετρον καταληκτικόν, τοῦ γʹ παίωνος ἀντὶ Ἰωνικοῦ κειμένου τοῦ ἀπ’ ἐλάσσονος, εἶτα Ἰωνικῶν, καὶ τροχαϊκῆς συζυγίας καταληκτικῆς. | |
35 | Τὸ ϛʹ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον ἐξ ἰάμβων καὶ ἀνα‐ | |
παίστων. ἐμοὶ δὲ δοκεῖ ὡς ἰαμβέλεγός ἐστι τὸ τοιοῦτο κῶλον· ἐκ γὰρ βʹ ἰάμβων καὶ συλλαβῆς καὶ ἐκ βʹ δακτύλων καὶ συλλα‐ βῆς σύγκειται. εἰ δ’ ἔν τισι τῶν κώλων καὶ τρίβραχυς εὕρηται, ἀλλ’ οὐκ ἔστι τρίβραχυς, ἀλλὰ δάκτυλος· κοινὴ γὰρ συλλαβὴ τὰ | 343 | |
40 | τέλη τῶν λέξεων ἐν τῷ δακτυλικῷ λελόγισται. Τὸ ζʹ προσοδια‐ κὸν τρίμετρον βραχυκατάληκτον ἐξ Ἰωνικοῦ ἀπὸ μείζονος, χορι‐ άμβου καὶ ἡμίσεος ποδὸς ἀδιαφόρου. Τὸ ηʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον· ὁ βʹ ποὺς ἀνάπαιστος, ὁ δὲ δʹ τρίβραχυς. Τὸ θʹ Ἰωνικὸν δίμετρον καταληκτικὸν ἀπὸ τροχαικῆς εἰς Ἰωνικὴν | |
45 | συζυγίαν. Ἐπὶ τῷ τέλει τὰ συνήθη σημεῖα. | |
O 101 | Th. Ἔοικεν ὁ Πίνδαρος ἐκ πολλοῦ συνθέμενος γράψειν αὐτῷ τὸν ἐπινίκιον ὀλιγωρῆσαι διά τινα περιπέτειαν· νῦν οὖν ὥσπερ τι χρέος ἀποδίδωσιν αὐτῷ τὸν παρόντα ὕμνον. ἐπεὶ δὲ τὸ χρέος γεγονὸς χρόνιον ἀπαιτεῖ καὶ τόκον, προστίθησι μετὰ | |
5 | ταῦτα καὶ ᾠδάριόν τι ὥσπερ τινὰ τόκον. τὸ δὲ ἀνάγνωτε οὐχ, ὥς φασί τινες, ἀντὶ τοῦ ἀναγνωρίσατε, ἀλλ’ ἐπειδὴ γέγραπται λέγει, διὰ τοῦτο ἀνάγνωτε εἶπε· τὰ γὰρ γεγραμμένα ἀναγινώ‐ σκεται. φασὶ δέ τινες πρὸς τὰς Μούσας πάσας ποιεῖσθαι τὸν λόγον· ἐγὼ δέ φημι πρὸς τὴν Μοῦσαν καὶ τὴν Ἀλήθειαν, εἰ καὶ | |
10 | ὕστερον ταύτας ἐπιβοᾶται. | 344 |
O 101g | τὸν ἐν τῇ Ὀλυμπίᾳ νικήσαντα πυγμῇ. | |
O 102g | *† τὸν Ἀγησίδαμον. —ποῦ. | |
O 103g | ἐγράφη. | |
O 104 | Th. Ἐπειδὴ ποιήσειν αὐτῷ ὕμνον εἰπὼν οὐκ ἐψεύσθη, ἀλλ’ ἐπελάθετο, διὰ τοῦτό φησιν· ὦ Μοῦσα καὶ ὦ Ἀλήθεια, ἀντὶ τοῦ ὦ λόγοι τῆς ἐμῆς ποιήσεως, ἀληθῶς, ὡς ὑπεσχόμην, ἐπαινέσαντα αὐτὸν μὴ συγχωρήσητε ψευδομένου αἰτίαν λα‐ | |
5 | βεῖν με. | |
O 104g | ὕμνον. —εἰς λήθην ἦλθον. | |
O 105 | Germ. Ἀλιτόξενον ἐνιπὴν τὴν ἐπιτίμησιν καὶ τὴν ἐπί‐ πληξιν τὴν διαμαρτάνουσαν εἰς τοὺς ξένους καὶ ποιοῦσαν ἁμαρ‐ τάνειν εἰς τοὺς φίλους αὐτῶν· τὸ γὰρ ξένος λέγει ὁ φίλος. | |
O 105g | Καλλιόπη ἢ Τερψιχόρη. | |
O 107g | *† δικαίᾳ. —κωλύ‐ σατε. | |
O 108g | κακολογίαν τὴν ἁμαρτάνουσαν εἰς τοὺς ξένους ἢ τὴν ἐπενεχθησομένην μοι ὡς ἀλιτῶντι καὶ ψευσαμένῳ περὶ τοὺς φίλους. | |
O 109 | Th. Τὸ μέλλων λέγει ὡς πρὸς τὸν καιρόν, καθ’ ὃν ὑπέσχετο ὑμνῆσαι. ὁ γὰρ μετ’ αὐτὸν ἐπιὼν χρόνος ὡς πρὸς αὐτὸν μέλλων ἦν. | 345 |
O 109g | ἐκ πολλοῦ. —ἐπιγενόμενος. | |
O 1010g | αἰσχύνονται γὰρ οἱ χρεωστοῦντες οὓς χρεωστοῦσιν. —ποταπόν; πολύ. | |
O 1011g | ** διαλῦσαι. —ποταπήν; ταχεῖαν. | |
O 1012g | ὃν οἱ ἄνθρωποι διδόασιν ὀφείλοντες. | |
O 101-12 | M. Τὸν Ὀλυμπιονίκαν ἀνάγνωτέ μοι, ὦ παρόντες δηλονότι, ἤγουν ἀναγνόντες ὥσπερ ἐν βιβλίῳ γράμματα, εἰς μνήμην ἀγάγετέ μοι τὸν υἱὸν τοῦ Ἀρχεστράτου, τὸν Ἀγησίδα‐ μον τὸν Ὀλυμπιονίκην, ἐν ποίῳ μέρει τῆς ἐμῆς μνήμης ἐστὶ γε‐ | |
5 | γραμμένος, ἤτοι ἀποκείμενος. γλυκὺ γὰρ μέλος, ἀντὶ τοῦ ἡδὺν ὕμνον χρεωστῶν αὐτῷ ἐπελαθόμην. ἀλλ’ ὦ Μοῦσα (5), σὺ καὶ ἡ Ἀλήθεια ἡ θυγάτηρ τοῦ Διὸς ἐρύκετον, ἤγουν ἐρύκετε, κωλύετε, παύετε ὀρθῇ χειρί, ἤγουν δικαίᾳ, ἀντὶ τοῦ κωλύετε διὰ τῆς χειρὸς δικαίως, τὴν ἐνιπήν, ἤτοι τὴν ἐπιτίμησιν τῶν | |
10 | ἀνθρώπων τὴν ἕνεκα ψευδῶν, τὴν ἀλιτόξενον, τουτέστι τὴν ὀνείδη προσφέρουσαν ἡμῖν ἕνεκα τῆς εἰς τὸν φίλον ἁμαρτίας. ἕκαθεν γάρ (9), ἤγουν πρὸ πολλοῦ χρόνου ἐπελθών, τουτέστι παραγενόμενος, ἐνστὰς ὁ μέλλων χρόνος, ἤτοι ὁ ἀποκείμενος, ὁ συμπεφωνημένος, τὸ ἐμὸν χρέος τὸ βαθύ, τουτέστι τὸ πολύ, | |
15 | κατῄσχυνεν, ἤγουν ἤλεγξεν, ἐπονείδιστον ἔδειξεν. ὅμως δὲ δυνατός ἐστιν ὁ τόκος, ἤγουν ὁ ὕμνος ὁ ἐπὶ τῷ ὀφειλομένῳ ὕμνῳ προστεθησόμενος, λῦσαι τὴν ἐπιμομφήν, τουτέστι τὴν πολλὴν μέμψιν τῶν ἀνθρώπων, τὴν ὀξεῖαν, ἤγουν τὴν ὀξέως κινουμένην, τουτέστι τὴν μετ’ ὀργῆς καὶ ἀγανακτήσεως κι‐ | 346 |
20 | νουμένην. | |
O 1013g | τὰ τῆς ἄμμου λιθίδια. —περιφερομένην τῷ κύματι. | |
O 1014g | * ὥσπερ. | |
O 1015 | Germ. Ὅπα καὶ ὅπου τὸν κοινόν, ἤτοι τὸν μέλλοντα ᾄδεσθαι κοινῶς· κοινὸς γὰρ ὁ ἔπαινος διὰ τὸ τοιοῦτον. ἢ ὅτι διὰ τοὺς νʹ χορευτὰς ᾔδετο· ἢ ὡς τὸν μέλλοντα ἡδῦναι καὶ ἐμὲ διὰ τὴν φιλίαν. | |
5 | Th. Τὸ κοινὸν λόγον ἀντὶ τοῦ πάγκοινον τοῖς μετιοῦσι νῦν τε καὶ ἐσύστερον. ἔχει δὲ τὸ ὅπα τε τὴν δύναμιν πρὸς τὸ τίσομεν ἐς φίλαν χάριν· τὸ δὲ κοινὸν λόγον ὕστε‐ ρον λέγε. | |
O 1015g | ἀφανίσει καὶ πόῤῥω θήσει. —* φωνὴν καὶ ὕμνον. | |
O 1016g | ἀποδώσομεν Ἀγησιδάμῳ. | |
O 1017 | Th. Εἰ μὲν εἴποις νέμει γὰρ ἀτρέκεια πόλιν Λοκρῶν, τὸ νέμει ἀντὶ τοῦ διοικεῖ καὶ διεξάγει νοήσεις· εἰ δὲ ἀτρέκειαν πόλις, τὸ νέμει ἀντὶ τοῦ τρέφει ἐρεῖς. Th. Λοκροὶ Ἐπιζεφύριοι, Λοκροὶ Ἐπικνημίδιοι, Λοκροὶ | |
5 | Ὀπούντιοι, Λοκροὶ Ὀζόλαι. τέσσαρα γὰρ γένη Λοκρῶν. | |
O 1017g | *† διοικεῖ· —** διεξάγει. —ἀλήθεια· διὸ καὶ | |
ἡμᾶς δεῖ τὴν πρὸς αὐτὴν ὑπόσχεσιν ἐκτελέσαι. | 347 | |
O 1018 | Th. Τὸ Καλλιόπη λέγει, ἢ ὅτι καὶ παρ’ αὐτοῖς ἡ ποιητικὴ χάρις ἐσπουδάζετο, ἢ ὅτι νίκας ποιοῦντες τοὺς ποιητὰς εἰς ὕμνον ἐγείρουσιν. | |
O 1018g | * διὰ φροντίδος ἐστί. —* τοῖς Λοκροῖς. | |
O 1019g | σιδηροφόρος. | |
O 1013-19 | M. Νῦν σκοπήσωμεν δηλονότι, ὅπως τὸ κῦμα τὸ ῥέον κατακλύσει, ἤγουν καλύψει, τὴν κυλιομένην παρὰ τῷ αἰγιαλῷ ψῆφον· συμβολικὸς ὁ λόγος, ἀντὶ τοῦ νῦν σκοπήσωμεν, ὅπως ἡ δύναμις τῶν ἡμετέρων λόγων ἀποκρύψει τὴν φερομένην | |
5 | καθ’ ἡμῶν τῶν ἀνθρώπων μέμψιν, ὅπως τε κοινὸν ὕμνον πάσῃ τῇ πόλει δηλονότι ἀποδώσομεν εἰς χάριν ἀφορῶντα, ἤγουν δύ‐ ναμιν ἐπαγωγόν, φίλην, τουτέστι φιλουμένην. ἔχομεν δὲ δηλονότι εὐπορίαν λόγων· νέμει γάρ (17), ἤγουν διοικεῖ τὴν πόλιν τῶν Λοκρῶν τῶν Ἐπιζεφυρίων τὴν πατρίδα τοῦ Ἀγησιδάμου ἀτρέ‐ | |
10 | κεια, τουτέστιν ἀλήθεια, καὶ διὰ φροντίδος ἐστὶν αὐτοῖς, ἤγουν τοῖς Λοκροῖς, ἡ Καλλιόπη, τουτέστι καὶ ποιητικοί εἰσι, καὶ ὁ Ἄρης, ἤγουν ὁ πόλεμος, ὁ χαλκῷ, ἤτοι ὅπλοις ὠχυρωμένος, μέλει αὐτοῖς, τουτέστι καὶ πολεμικοί εἰσιν. | |
O 1019 | Pal. Καὶ εἰ ἐνικήθης, μή σοι μελέτω. τράπε γάρ, καὶ | |
τὸ ἑξῆς. Th. Κύκνος ὁ Ἄρεος υἱὸς ἐν παρόδῳ τῆς Θετταλίας οἰκῶν τοὺς παριόντας ἐκαρατόμει, βουλόμενος ἐκ τῶν κεφαλῶν Ἄρει | 348 | |
5 | νεὼν ἀνεγεῖραι. παριὼν οὖν καὶ ὁ Ἡρακλῆς καὶ ὑπὸ τούτου ἐπι‐ βουλευθεὶς μάχην συνῆψεν αὐτῷ. βεβοηθηκότος δὲ Ἄρεος τῷ παιδὶ τραπεὶς ἀνεχώρησεν, ἀλλ’ ὕστερον μόνον Κύκνον εὑρὼν ἀπέκτεινε. λέγει οὖν τὴν Ἡρακλέους τροπὴν εἰς παραμύθιον Ἀγησιδάμου ὀκλάσαντος μὲν ἐν τῇ τῆς πυγμῆς μάχῃ καὶ τὸν | |
10 | ἀντίπαλον ἂν παρὰ μικρὸν νικῆσαι ποιήσαντος, εἰ μὴ ὁ ἀλεί‐ πτης αὐτοῦ Ἴλας ἰδὼν θάρσος ἐνέβαλε· διὸ καὶ ἐνίκησεν. | |
O 1019g | εἰς τροπὴν ἔφερε. | |
O 1020 | Germ. Ὑπέρβιον τὸν Ἡρακλέα, τουτέστι τὸν ἰσχυρόν. | |
O 1020g | τὸν λίαν ἰσχυρόν. —ποταπός; | |
O 1021 | Pal. Νικῶν δὲ ὁ Ἀγησίδαμος ἐχέτω χάριν τῷ ἀλείπτῃ αὐτοῦ Ἰόλᾳ ὡς τῷ Ἀχιλλεῖ Πάτροκλος. | |
O 1021g | ** ἐν τῷ Ὀλυμπιακῷ ἀγῶνι. —τῷ αὐτοῦ ἀλείπτῃ. | |
O 1022g | ὁ νῦν εὐφημούμενος. —διὰ γὰρ αὐτὸν καὶ οὗτος ἐνίκα. — ** Ἀχιλεῖ] διὰ τὸ μέτρον. | |
O 1023g | παρακινήσας. —** ἄν. — τινά. —* τὸ ἀρετῇ ἢ πρὸς τὸ θήξας, ἵν’ ᾖ· παρακινήσας ἐν ἀρετῇ, ἢ πρὸς τὸ ὁρμῆσαι, ἵν’ ᾖ· ὁρμῆσαι ἐν ἀρετῇ πρὸς κλέος μέγα. —πρός. | |
O 1024g | μέγα. —ἀγαγεῖν λέγεται ὥσπερ Ἴλας Ἀγησίδαμον. | |
O 1025g | τίς. —*† βοηθεία. | 349 |
O 1023-25 | Germ. Καὶ φῶτ’ ἀρετᾷ] ὁ νοῦς· καὶ τὸν φῶτα δὲ καὶ τὸν ἄνδρα ὁ ἀνὴρ σὺν τῇ παλάμῃ καὶ σὺν τῇ βοηθείᾳ καὶ τῇ συνεργίᾳ τοῦ θεοῦ (ἐξασφαλίζεται τοῦτο οὕτω) θήξας καὶ διεγείρας καὶ ὀξύνας τῇ ἀρετῇ ὁρμᾶσαι καὶ ἀναβιβασθῆναι | |
5 | ἐποίησεν εἰς κλέος καὶ δόξαν πελώριον καὶ μέγα καὶ λαμπρόν. | |
O 1026g | * χωρὶς πόνου. —*† χαράν. —ὀλίγοι. | |
O 1027g | ἡ γὰρ τῆς νίκης δόξα ἁπάντων τιμιωτέρα ἐστὶ τῷ ἔχοντι. | |
O 1026-27 | Germ. Ὀλίγοι εἰσὶν οἱ χωρὶς πόνου λαβόντες χαράν, ἤγουν νίκην· ἥτις ἐστὶ φῶς ἐν βιότῳ καὶ ἐν τῇ ζωῇ. ἢ οὕτω· χάρμα δὲ ἄπονον πρὸ πάντων τῶν ἔργων παῦροί τινες, ἀντὶ τοῦ οὐδέ τινες, ἔλαβον· ὅπερ τῷ βίῳ αὐτῶν καὶ τῇ ζωῇ, τὸ χάρμα, | |
5 | ἐστὶ φάος. | |
O 1019-27 | M. Τράπε δέ] ἤγουν εἰς φυγὴν ἐκίνησε καὶ τὸν Ἡρακλέα τὸν ὑπερβολικῶς ἰσχυρὸν ἡ μάχη ἡ Κυκνεία, ἤγουν ἡ τοῦ Κύκνου τοῦ υἱοῦ τοῦ Ἄρεος, τουτέστιν ἣν μετὰ τοῦ Κύκνου συνε‐ κρότησεν ὁ Ἡρακλῆς. τοῦτο δὲ εἶπεν, ἐπειδὴ ὁ Ἀγησίδαμος | |
5 | ὑπεστάλη ἐν τῷ ἀγῶνι, εἶτα ὑπὸ τοῦ Ἴλα τοῦ ἀλείπτου ἀναῤῥω‐ σθεὶς ἐνίκησε. διὸ ἐπάγει· τοὺς πύκτας δὲ ἐν τῇ Ὀλυμπιάδι νικῶν ὁ Ἀγησίδαμος τῷ Ἴλᾳ φερέτω χάριν, ἤγουν εὐχαριστίαν, ὥσπερ ὁ Πάτροκλος τῷ Ἀχιλλεῖ ἔφερε δηλονότι, ὅτε ἔτρεπε | |
τοὺς Τρῶας μετὰ τῶν ὅπλων αὐτοῦ. παρορμήσας δ’ ἂν ἀνὴρ σὺν | 350 | |
10 | παλάμῃ, ἤγουν βοηθείᾳ θεοῦ, ἄνδρα πρὸς ἀρετήν, πρὸς πελώριον, τουτέστιν ὑψηλότατον, ὥρμησεν, ἀντὶ τοῦ ἀνεβίβασεν, ὕψωσε κλέος. ὀλίγοι δέ τινες, ἀντὶ τοῦ οὐδέ τινες ἔλαβον χαρὰν χωρὶς πόνων, λέγω φῶς τῷ βιότῳ, τουτέστι τῇ παρούσῃ ζωῇ, ἔργων πρὸ πάντων, ἀντὶ τοῦ ἀπὸ πάντων φημὶ τῶν ἔργων. | |
O 1028g | τὸν Ὀλυμπιακὸν ἀγῶνα. —ὑπέρτατον τῶν ἄλλων. — ὑμνῆσαι. | |
O 1029g | τοὺς γὰρ νικῶντας δίκαιον ἐπαινεῖν. —*† διή‐ γειράν με. —ἀγῶνα. —παλαιῷ. | |
O 1030 | Th. Τὸ πὰρ Πέλοπος εἰ μὲν συνάψεις πρὸς τὸ σώ‐ ματι, οὕτως ἐρεῖς· ὅντινα ἀγῶνα ἐκτίσατο καὶ ἐποίησεν ὁ Ἡρακλέης βωμὸν ἑξάριθμον παρὰ τῷ ἀρχαίῳ σώματι τοῦ Πέλο‐ πος, ἤτοι τῷ ἔχοντι τὸ σῶμα αὐτοῦ τάφῳ, ἵν’ ᾖ τὸ ὃν ἐκτίσατο | |
5 | βωμὸν ἑξάριθμον ἀντὶ τοῦ ὃν ἔθηκεν ἐν τῷ κτισθέντι ὑπ’ αὐτοῦ ἑξαρίθμῳ βωμῷ. εἰ δὲ τὸ Ἡρακλῆς πρὸς τὸ ἀρχαίῳ σώματι συνάψεις, τὸ πὰρ Πέλοπος πρὸς τὸ βωμὸν ἑξάριθ‐ μον νοήσεις οὕτως· ὅντινα ἀγῶνα παρὰ τὸν ἑξάριθμον βωμὸν τοῦ Πέλοπος, ἤτοι τὴν ἐν Πελοποννήσῳ Πίσαν ἐκτίσατο ὁ | |
10 | Ἡρακλέης ἐν ἀρχαίῳ σώματι, ἤτοι ὃν ὁ παλαιὸς Ἡρακλῆς συν‐ έστησεν. ὃ καὶ κρεῖττον. | |
O 1031g | * ἤγουν ἓξ βωμοὺς τὸν ἀριθμὸν ἔχοντα· — ** οὕτως ἄμεινον γράφεσθαι βίη Ἡρακλέος· οἱ δὲ γράφον‐ τες ἑτέρως οὐκ ὀρθῶς γράφουσιν. | |
O 1032g | συνέστησεν. —* υἱὸν | |
Ποσειδῶνος. | 351 | |
O 1033 | Th. Κτέατος καὶ Εὔρυτος Μολιόνης καὶ Ποσειδῶνος υἱοί. ὅτε δὲ Ἡρακλῆς μετὰ Τιρυνθίων κατ’ Αὐγείου ἐστράτευσε, συμμαχοῦντες οὗτοι Αὐγείᾳ ἔν τινι τόπῳ τῆς Ἤλιδος λοχήσαν‐ τες τοῦ στρατοῦ τὸ πλεῖστον διέφθειραν, ἔπειθ’ ὕστερον αὐτοὺς | |
5 | Ἡρακλῆς εἰς τὸν Ἰσθμιακὸν ἀγῶνα μέλλοντας ἀπιέναι λοχήσας καὶ αὐτὸς ἐν ταῖς λόχμαις τῶν Κλεωνῶν, τούτους ἀπέκτεινε. μο‐ νωθέντος οὖν Αὐγείου πρῶτον μὲν τὴν πόλιν αὐτοῦ πορθεῖ, ἔπειτα καὶ αὐτὸν ἀναιρεῖ. | |
O 1033g | ἐφόνευσεν. —** Κτέατον] συνίζησις. —τὸν εἰς ἀνδρίαν ἐπαινετόν. | |
O 1034g | οὗτοι γὰρ συμμαχοῦντες Αὐγείᾳ οὐκ εἴων αὐτὸν ἀποδοῦναι ὃν ὑπέσχετο μισθόν. —δουλικόν· ἤτοι τὸν διὰ τὴν τῆς κόπρου ἐκφόρησιν. | |
O 1035g | τὸν ἰσχυρόν. | |
O 1036g | ἀπῄτει. | |
O 1036 | Th. Τὸ ὡς πράσσοιτο ἢ τὸ ὡς ἀντὶ τοῦ ἐπεί, ἵν’ ᾖ τὸ πράσσοιτο ἀντὶ τοῦ ἔπρασσεν, ἢ τὸ ὡς ἀντὶ τοῦ ἵνα, ἵν’ ᾖ πρὸς μέλλοντα. τὸ δὲ ὑπέρβιον πρὸς τὸ Αὐγέαν συναπτέον. | |
O 1034-36 | Germ. Ὡς Αὐγέαν λάτριον] ὁ νοῦς· ὡς καὶ ὅτι (ἢ ἀντὶ τοῦ ἵνα) πράσσοιτο ἀντὶ τοῦ ἀπαιτητικῶς ἀπῄτει καὶ ἐζήτει τῷ Αὐγέᾳ τὸν μισθὸν τὸν λάτριον, τὸν ὑπέρβιον καὶ τὸν πολὺν ἑκὼν καὶ βουλόμενος ὁ Ἡρακλῆς ἀέκοντα καὶ μὴ βουλό‐ | |
5 | μενον τὸν Αὐγέαν. Εὔρυτος δὲ λέγεται υἱὸς ὢν καὶ αὐτὸς Πο‐ σειδῶνος. λάτριον δὲ τὸν μισθὸν τὸν καὶ δούλειον, ὅτι ἐλάτρευ‐ | |
σεν αὐτῷ καὶ μετὰ ταπεινοφροσύνης. | 352 | |
O 1028-36 | M. Τὸν ἀγῶνα δὲ τὸν ἐξαίρετον, ἀντὶ τοῦ τὸ κα‐ τασκεύασμα τὸ ἐν Ὀλυμπίᾳ, ἔνθα ὁ ἀγὼν ἐτελεῖτο, ὑμνῆσαι ὦρσαν, ἤγουν διήγειραν ἐμέ, δηλονότι αἱ θέμιτες, ἤτοι αἱ νομο‐ θεσίαι τοῦ Διός, αἱ κατὰ νόμους συνήθειαι. τοῦ Διὸς δὲ λέγει | |
5 | αὐτάς, ἐπεὶ βασιλέα πάντων αὐτὸν ἐνόμιζον, βασιλέως δὲ τὸ νομοθετεῖν. ὅν, ἤγουν τὸν ἀγῶνα, ἡ ἰσχὺς τοῦ Ἡρακλέος, περι‐ φραστικῶς ἀντὶ τοῦ ὁ Ἡρακλῆς, ἐκτίσσατο (32), ἀντὶ τοῦ ἔκτισε, κατεσκεύασε, πλησίον τοῦ ἀρχαίου μνήματος τοῦ Πέλοπος· ἐπεί, ἤγουν ἀφ’ οὗ, τὸν Κτέατον τὸν ἀμύμονα, ἤτοι τὸν ἄψογον | |
10 | ἐφόνευσε, τὸν υἱὸν τοῦ Ποσειδῶνος· ἐφόνευσε δὲ τὸν Εὔρυτον τὸν ἀδελφὸν αὐτοῦ, ἵνα πράσσοιτο, ἤγουν ἀπαιτοίη τὸν Αὐγείαν ἄκοντα ἑκὼν τὸν μισθὸν τὸν ὑπέρβιον, ἀντὶ τοῦ τὸν ὑπερβολι‐ κῶς πολύν, ἀπὸ μεταφορᾶς τῶν ὑπερβολικῶν τὴν ἰσχύν, τὸν λά‐ τριον, τουτέστι τὸν ὑπὲρ τῆς δουλείας τῆς ἐξαιρέσεως τῆς κό‐ | |
15 | πρου. συνεμάχουν γὰρ οὗτοι, ἤγουν ὁ Κτέατος καὶ ὁ Εὔρυτος, τῷ Αὐγείᾳ οὐ προθυμουμένῳ δοῦναι τῷ Ἡρακλεῖ τὸν συμπεφω‐ νημένον μισθόν. ἦσαν δὲ οὗτοι μητρὸς μὲν τῆς Μολιόνης, ἀφ’ ἧς καὶ Μολιονίδαι ἐλέγοντο, πατρὸς δὲ λόγῳ μὲν τοῦ Ἄκτορος αὐτοὺς ἔλεγον, τῇ δ’ ἀληθείᾳ τοῦ Ποσειδῶνος ἐνόμιζον. | |
O 1036g | * συνδένδροις τόποις. —** γάρ. —*† ἐπιτηρή‐ σας. | |
O 1037g | τὸ ὑπὸ πρὸς τὸ λόχμαις ἀντιστρεπτέον. | 353 |
O 1038g | παρόδῳ· ἤρχοντο γὰρ πρὸς τὸν Ἰσθμιακὸν ἀγῶνα. | |
O 1039g | ὅτε ἐπολέμει Αὐγείᾳ. | |
O 1040g | τὸν ἐκ Τίρυνθος πόλεως. —κατε‐ πολέμησαν. | |
O 1041g | κοίλοις τόποις. —διάγοντα. | |
O 1042g | οἱ τῆς Μολιόνης υἱοί. —ὑπέρφρονες διὰ τὴν ἀνδρίαν. | |
O 1043g | ὁ ἀπατή‐ σας τὸν Ἡρακλῆν τῷ μισθῷ. —* Αὐγείας. —* τῶν Ἠλείων. —εἰς τὸ μέλλον. | |
O 1044g | κατὰ πολύ· ἔστι δὲ τὸ ὄπισθεν καὶ τὸ οὐ πολλὸν ἀντὶ τοῦ μετ’ ὀλίγον. —** ἴδε] διὰ τὸ μέτρον. —** πολυκτέανον] συνίζησις. | |
O 1045g | μεγάλῳ. | |
O 1046g | μέγαν· ἤτοι εἰς μεγάλην ἄτην περιφραστικῶς. —καθημένην. —ἰδίαν. —τὴν Ἦλιν. | |
O 1036-46 | M. Λόχμαισι δέ] ὁ δὲ ἀντὶ τοῦ γάρ· ἤγουν ἐν συνδένδροις γὰρ τόποις ὑποκάτω τῶν Κλεωνῶν· πόλις δὲ τοῦ Ἄργους αἱ Κλεωναί· ἐφόνευσε καὶ ἐκείνους ὁ Ἡρακλῆς, τουτέ‐ στι τὸν Κτέατον καὶ τὸν Εὔρυτον, ἐφ’ ὁδῷ, ἤγουν ἐν ἐνέδρᾳ, | |
5 | δοκεύσας, τουτέστιν ἐπιτηρήσας, διότι (39) πρότερόν ποτε αὐτοὶ οἱ Μολίονες οἱ ὑπερφίαλοι, ἤγουν οἱ ὑπερβολικῶς ὑπερήφανοι, στρατὸν αὐτοῦ Τιρύνθιον, ἤτοι Ἀργεῖον, καθήμενον ἐν ταῖς κοι‐ λάσι τῆς Ἤλιδος ἐπόρθησαν, ἀντὶ τοῦ ἔφθειραν. καὶ μὴν ὁ βα‐ σιλεὺς τῶν Ἐπειῶν, ἤτοι τῶν Ἠλείων, ἤγουν ὁ Αὐγείας, ὁ | |
10 | ξεναπάτας (43), τουτέστιν ὁ τοὺς φίλους ἀπατῶν· τοῦτο δέ φησι διὰ τὴν τοῦ μισθοῦ ἀγνωμοσύνην αὐτοῦ· ὄπισθεν, ἤγουν | |
ὕστερον μετὰ ταῦτα, οὐκ ἐπὶ πολὺν χρόνον εἶδε τὴν πατρίδα, τὴν ἑαυτοῦ πόλιν τὴν πολυκτέανον, ἤτοι πολυκτήμονα, πολυ‐ θρέμμονα, ὑπὸ στερεοῦ πυρός, ἤγουν ἰσχυροῦ, δραστηρίου, καὶ | 354 | |
15 | ὑπὸ πληγῶν σιδήρου καθίζουσαν, καταδυομένην εἰς βαθὺ ῥεῦμα βλάβης. | |
O 1047 | Th. Διὸ καὶ Αὐγείαν οὐχ οἷόν τ’ ἦν τὴν Ἡρακλέους μά‐ χην ἀποφυγεῖν καὶ μὴ ὑπὸ τούτου τετιμωρῆσθαι. | |
O 1047g | * φιλονικίαν. —ἀποβαλέσθαι. —* ἀμήχανον. | |
O 1048g | *† ὁ Αὐγείας. —ταῖς αὐτοῦ ἀφροσύναις. —ὕστερος. | |
O 1049g | τῆς τῆς πόλεως πορθήσεως. —ἀντὶ τοῦ παραταξάμενος τῷ Ἡρακλεῖ. | |
O 1050g | μέγαν. —** ἀλλὰ συνελήφθη δηλονότι τῷ θανάτῳ. | |
O 1047-50 | M. Νεῖκος δέ· ὁ δὲ ἀντὶ τοῦ γάρ· ἤγουν τὴν φι‐ λονεικίαν γὰρ τὴν πρὸς τοὺς ἐπικρατεστέρους κινηθεῖσαν ἀπο‐ θέσθαι ἀντὶ τοῦ ἐκφυγεῖν ἐπιτιθεμένην δηλονότι καὶ βλάπτου‐ σαν (ἡ ἀπόθεσις γὰρ ἐπὶ βάρους λέγεται) ἄπορον, ἤγουν | |
5 | ἀμήχανον, ἀδύνατον. καὶ ἐκεῖνος, ἤγουν ὁ Αὐγείας, δι’ ἀβουλίαν, τουτέστι μωρίαν, ὕστατος ἁλώσιος (ἐπιῤῥηματικῶς τὸ ὕστατος) ἤγουν τελευταῖον περὶ τὸ τέλος τῆς ἁλώσεως, τουτέστι τῆς πορθήσεως τῆς ἑαυτοῦ πόλεως συναντήσας, ἤγουν συγκρούσας τῷ Ἡρακλεῖ δηλονότι, θάνατον χαλεπὸν οὐκ ἐξέφυγεν. | |
O 1051g | *† συναγαγών. | |
O 1052g | ** λεῖαν γράφε καὶ μὴ λαΐαν, διὰ τὸ μέτρον. —λαφυραγωγίαν. —* ἰσχυρὸς Ἡρακλῆς. | 355 |
O 1053 | Germ. Τὸ σταθμᾶτο ἀντὶ τοῦ διεμέτρει καὶ ἐμέριζεν. | |
O 1053g | ἐσκόπει, κατεσκεύαζε. —λίαν θαυμαστόν. — *† ἱερόν. | |
O 1054 | Germ. Τὸ πατρὶ μεγίστῳ πάξας ὀντὶ τοῦ πήξας καὶ περικυκλώσας τὸ ἄλσος καὶ περιορίσας. | |
O 1054g | τῷ Διΐ. —τοὺς περιβόλους ποιήσας. | |
O 1055 | Pal. Ἄλτιν] τὸ ἄδυτον τοῦ ναοῦ, ἀπὸ τοῦ ἅλλομαι τὸ πηδῶ, κατὰ ἀντίφρασιν· εἰς ὃν οὐδεὶς ἅλλεται ἤγουν εἰσέρχεται τῶν μὴ ἀξίων. | |
O 1055g | θυσιαστήριον. —* οὗτος. —ἐν ὑψηλῷ τόπῳ. | |
O 1056g | * διεχώρησεν. | |
O 1057g | *† ἐποίησε. —δείπνου τῶν πανη‐ γυριζόντων. | |
O 1058g | τοῖς δώδεκα γὰρ θεοῖς καὶ οὗτος συνη‐ ρίθμητο. | |
O 1059 | Th. Τινές φασιν, ὡς πρὸ τοῦ τὸ δωδεκάθεον τὸν Ἡρα‐ κλέα ποιῆσαι, Κρόνιος ἐκαλεῖτο λόφος διὰ τὸ Κρόνου ἱερὸν ἐνταυθοῖ εἶναι. ἄλλοι δὲ λέγουσι, μεθ’ ὧν καὶ Πίνδαρος, ὡς ἔρημος ἦν ὁ χῶρος, Ἡρακλῆς δὲ τὸ δωδεκάθεον κτίσας Κρόνιον | |
5 | λόφον τὸν τόπον ὠνόμασεν ἀπὸ τοῦ ὑπερέχοντος. ὁ γὰρ Κρόνος πατὴρ τῶν θεῶν. | |
O 1059g | ὄρος. | |
O 1060g | *† ὠνόμασεν. | |
O 1061g | * ἀνώνυμον, ἀκλεές. —χώρας. | |
O 1062 | Germ. Βρέχετο] τουτέστι κατεσιωπᾶτο καὶ ἠφανίζετο, | |
ἀντὶ τοῦ ἀφανὴς ἦν. Germ. Βρέχετο] τὰ γὰρ ἐν ὑγρότητι καὶ ἀσθενέστερα. ὅσῳ δὲ μᾶλλον ἐξικμάζονται, τοσούτῳ καὶ στεῤῥότερα γίνονται. | 356 | |
O 1062g | τὸ μέρος. —† τουτέστιν ἐκαλύπτετο ὑπὸ πολλῆς χιόνος, ἀντὶ τοῦ σιωπῇ. —* ἐν. | |
O 1060-62 | Th. Δέον εἰπεῖν νωνύμως, νώνυμον εἶπε πρὸς τὸ μέρος, οὕτως· ἧς γὰρ χώρας Οἰνόμαος ἦρχε τοῦτο τὸ μέ‐ ρος ἐν ᾧ νῦν ἡ Ὀλυμπία, ἐβρέχετο πρόσθεν ἐν πολλῇ νιφάδι νώνυμον, ἤτοι ἀνώνυμον. εἰκότως δὲ εἶπε τὸ νιφάδι· λόφος γὰρ | |
5 | ἦν. ἔστι δὲ ἡ τοιαύτη γενικὴ τὸ ἧς πρὸς τὸ νώνυμον, ἵν’ ᾖ ἀκλεὲς καὶ ἄδοξον αὐτῆς. | |
O 1051-62 | M. Ὁ δὲ υἱὸς τοῦ Διὸς ὁ ἰσχυρός, ἤγουν ὁ Ἡρακλῆς, ἐν τῇ Πίσᾳ ἔλσας, τουτέστι συναγαγών, κατασχών, ὅλον τε τὸν στρατὸν καὶ πᾶσαν τὴν λεῖαν, ἤγουν τὴν λαφυραγωγίαν, ἐσταθ‐ μᾶτο, ἀντὶ τοῦ κατεμέτρει χάριν τοῦ πατρὸς αὐτοῦ τοῦ μεγίστου, | |
5 | ἤγουν τοῦ Διός, ναὸν ἄγαν θεῖον, ἀντὶ τοῦ τόπον εἰς κατασκευὴν ναοῦ κατὰ πολὺ θείου. περιπήξας δέ, ἤγουν περιορίσας, περικυ‐ κλώσας τὴν Ἆλτιν μέν, τουτέστι τὸ ἱερόν, οὗτος, ἤγουν ὁ Ἡρακλῆς | |
ἐν καθαρῷ τόπῳ δηλονότι διέκρινεν, ἤτοι ἐχώρισε, τὸ δὲ κύκλῳ (57) τῆς Ἄλτεως πέδον, ἤγουν χωρίον ἐποίησε δείπνου κατά‐ | 357 | |
10 | λυσιν, ἤγουν καταγωγήν, ἀνάπαυσιν, τιμήσας τὸν πόρον τοῦ Ἀλφειοῦ, περιφραστικῶς ἀντὶ τοῦ τὸν Ἀλφειόν, μετὰ τῶν δώ‐ δεκα θεῶν τῶν βασιλέων, καὶ πάγον, ἤγουν ὄρος Κρόνου, του‐ τέστι Κρόνιον λόφον, προσεφθέγξατο, ἤτοι προσηγόρευσεν, ὠνόμασε πάντα τὸν τόπον δηλονότι. πρότερον γὰρ νώνυμνος, | |
15 | ἤγουν ἄδοξος, ἔξω ὕμνου, τουτέστι κλέους, προσηγορίας δη‐ λονότι, ἡ χώρα, ἧς ἐβασίλευεν ὁ Οἰνόμαος, ἐβρέχετο πολλῇ νιφάδι, τουτέστιν ἐκαλύπτετο ὥσπερ ὑπὸ πολλῆς καταφερομέ‐ νης χιόνος. | |
O 1062bisg | * ἐνταῦθα. | |
O 1063g | τῇ πρώτῃ ἑορτῇ. | |
O 1065 | Th. Εὕρηται καὶ μένος καὶ μόνος. καὶ τὸ μὲν μένος οὕτω· καὶ ὁ χρόνος ὁ ἐλέγχων τὴν ἀλήθειαν τὸ μένος καὶ τὴν ἰσχὺν αὐτῆς, ποταπόν; ἐτήτυμον καὶ ἀληθές. τὸ δὲ μόνος οὕτω· καὶ ὁ χρόνος ὁ μόνος ἐλέγχων τὴν ἀλήθειαν, ποταπήν; | |
5 | ἐτήτυμον. εἶπε δὲ τὰς Μοίρας καὶ τὸν χρόνον παραστῆναι τότε τῇ πανηγύρει, ἵνα εὐδαίμων εἴη καὶ μηδέποτε παύσαιτο. | |
O 1065g | ἵνα εὐτυχήσῃ ἡ ἑορτή. —πλησίον. —*† ἀποδει‐ κνύων. | |
O 1066g | ποταπήν; | |
O 1067 | Germ. Χρόνος] διὰ τὸ ὡς πολὺ τοῦ χρόνου μῆκος | |
ἐξαρκέσαι τὸν τῶν Ὀλυμπίων ἀγῶνα. Th. Τοῦ σαφανὲς ἔστι μεθερμηνευτικὸν τὸ ὅπη καὶ ὅπως. τὸ δὲ ἀκρόθινα πρὸς τὸ ἔθυε συναπτέον, ἵν’ ᾖ τὸ διελὼν | 358 | |
5 | πρὸς τὴν τοῦ πολέμοιο δόσιν. | |
O 1067g | * σαφές· —* γρ. τὸ δ’ ἐς ἀφανές. —ἤγουν αὐξη‐ θείς. | |
O 1068g | κατεμήνυσεν. | |
O 1062-68 | M. Ἐν ταύτῃ δὲ τῇ ἑορτῇ τῇ πρωτογόνῳ, ἤγουν τῇ πρῶτον γενομένῃ, τουτέστι τῇ ἐν τῇ πρώτῃ καταβολῇ τῶν Ὀλυμπίων, παρέστησαν μέν, ἤγουν παραγενόμεναι ἔστησαν πλη‐ σίον αἱ Μοῖραι (65), παρέστη καὶ ὁ χρόνος, ὁ μόνος τὴν ἀλή‐ | |
5 | θειαν ἀποδεικνύων φανερῶς. τὸ δὲ σαφὲς ἔμπροσθεν χωρῶν ἐφανέρωσεν, ἀντὶ τοῦ φανεροῖ, ἤγουν δηλοῖ. ταῦτα δέ φησι διὰ τὴν ἐπακολουθήσασαν τῷ ἀγῶνι εὐδαιμονίαν καὶ τοῦ κλέους βεβαίωσιν. | |
O 1068bisg | ἤτοι τὴν λαφυραγωγίαν. | |
O 1069g | ἀκρόθινα] ἀπαρ‐ χάς· —ἀντὶ μιᾶς συλλαβῆς. —μερίσας. —τῷ Διΐ. —πο‐ ταπήν; κατὰ πέντε γινομένην χρόνους. | |
O 1070g | * πῶς. —ὁ Ἡρακλῆς. | |
O 1071g | ἤγουν τῇ καταρχὰς ἑορτῇ. —ταῖς τότε γινο‐ | |
μέναις νίκαις. | 359 | |
O 1072 | Germ. Πρωταίνιον] ἐκ δύο λέξεων ταυτοσημάντων συνετέθη τὸ πρωταίνιον, ἐκ τοῦ πρῶτος καὶ τοῦ αἶνος· αἶνος γάρ ἐστι πρῶτον καὶ μέγιστον τῶν κατὰ κόσμον τερπνῶν. | |
O 1072g | τοῦτο πρὸς τὰς Μούσας λέγει. —* πρόσφατον. — ἐν τῇ πρώτῃ Ὀλυμπιάδι. | |
O 1074g | * τιμήν· —** τιμῇ. —διὰ τῆς νίκης. —** ἑαυτόν· —† ποιήσας, ἑαυτὸν δηλονότι. —** οἱ γράφοντες ἐν δόξαν οὐ καλῶς γράφουσιν. | |
O 1075g | *† καύχημα· —ἤτοι τὸ τοῦ ἀνταγωνιστοῦ. —αὐτοῦ. | |
O 1074-75 | Th. Θέμενος ἐν τῷ ἔργῳ αὐτοῦ δόξαν καὶ τιμήν, καθελὼν καὶ καταβαλὼν εὖχος ἀγώνιον, ἤτοι τὸν ἀνταγωνιστὴν αὐτοῦ νικήσας καὶ οὐκ ἐάσας νικῆσαί τε καὶ καυχήσασθαι. Tr. Ἐν δόξᾳ θέμενος] θέμενος ἑαυτὸν δηλονότι ἐν | |
5 | δόξῃ καὶ τιμῇ, καθελὼν καὶ καταβαλὼν τὸ εὖχος τοῦ ἀνταγω‐ νιστοῦ, ἤτοι τὸν ἀνταγωνιστὴν αὐτοῦ, καὶ οὐκ ἐάσας νικῆσαί τε αὐτὸν καὶ καυχήσασθαι. | |
O 1068-75 | M. Ὁπηνίκα δὲ τὴν δωρεὰν τοῦ πολέμου ὁ Ἡρα‐ κλῆς δηλονότι, διαχωρίσας τὰ ἀκρόθινα, ἤγουν τὰ ἐξαίρετα ἔθυε, καὶ εὐθὺς ὡς τὴν ἑορτὴν τὴν πενταετηρίδα, ἤγουν τὴν διὰ πέντε ἐτῶν τελουμένην κατέστησεν, ἤτοι ἔταξε, τελεῖσθαι ἐποί‐ | |
5 | ησεν ἐν Ὀλυμπιάδι πρώτῃ, τουτέστιν ἐν τῇ πρώτῃ ἑορτῇ καὶ ἐν ταῖς πρώταις δηλονότι νικηφορίαις, ἤγουν νίκαις· τίς δὴ (72) ἐκληρώσατο στέφανον ποταίνιον, ἤγουν πρόσφατον, ἐναγώνιον χερσίν, ἀντὶ τοῦ ἔργοις χειρῶν, τουτέστι διὰ πυγμῆς ἢ δισκεύ‐ σεως ἢ τοιούτου τινός, καὶ ποσίν, ἀντὶ τοῦ ἔργοις ποδῶν, ἤτοι | 360 |
10 | διὰ δρόμων, καὶ ἅρμασιν, ἤγουν δι’ ἁρμάτων, ἀντὶ τοῦ καὶ δι’ ἱππηλασίας· ἐν δόξῃ θέμενος ἑαυτὸν δηλονότι, καθελών, ἀντὶ τοῦ ἑλών, ἤτοι λαβὼν καύχημα ἔργῳ, τουτέστι δι’ οἰκείας νίκης, δι’ οἰκείων ἀνδραγαθημάτων. | |
O 1076 | Germ. Εὐθύτονον εἶπε τὸ στάδιον διὰ τὸ ὀρθόν· τοιοῦ‐ τον καὶ γὰρ τὸ στάδιον εἶναι λέγεται, ἀκαμπές. ὁ δὲ δίαυλος νυσσώδης κατὰ μίαν νύσσαν. | |
O 1076g | τοῦτο ὡς ἀπὸ τῶν Μουσῶν· —ἐνίκησεν. —ὀρθὸν καὶ μηδεμίαν ἔχον καμπήν· —* ἤγουν δρόμον ἁπλοῦν. | |
O 1078 | Germ. Τὸ Μαδέαθεν ἀντὶ τοῦ εἰς τὴν Μηδέαν. Μηδέα δέ ἐστι πόλις Ἄργους. | |
O 1078g | οὕτως ἐκαλεῖτο. —* ἐν τῇ Ὀλυμπίᾳ· —** εἰς τὴν Ὀλυμπίαν. —*† ἀπὸ Μιδέας πόλεως. | |
O 1079 | Germ. Στρατόν] τὸν ἁπλῶς δῆμον στρατὸν λέγει ὁ νῦν ποιητής. | |
O 1079g | *† ἄγων. —* παλαίστρᾳ. —* ἠρίστευσε. | |
O 1080g | κοσμῶν. —*† τὴν αὐτοῦ πατρίδα. | |
O 1081g | τὴν νίκην. | |
O 1083g | *† ἤγουν ἐν τετρώρῳ ἔφερε νίκην. | |
O 1084g | τῆς αὐτοῦ πατρίδος. —* σημεῖον, ἤτοι ὁ Ἁλιῤῥόθιος, περιφραστικῶς. —** οὕτως ἄμεινον γράφεσθαι ἠείδετο. ὃς δ’ ἄλλως γράφει, οὐ καλῶς γράφει. | |
O 1085g | ἀκοντίῳ. —διεπέρασε. —τὸ τῆς βολῆς σημεῖον. | 361 |
O 1086 | Th. Μὴ λάβῃς εἰς τὸ μῆκος ἔξωθεν εἰς, ἀλλ’ οὕτω λέγε· ὁ Ἐνικεὺς δὲ κυκλώσας τὴν χέρα, ἐν πέτρῳ ἔδικε καὶ ἔῤῥιψε μῆκος, ἤγουν ἡ τοῦ πέτρου ῥίψις πολλοῦ μήκους ἐγένετο ὑπὲρ ἁπάντων καὶ ἐπέκεινα πάντων. ὥσπερ δέ φαμεν· ὑβρίζω σε | |
5 | ὕβριν, οὕτω καὶ τὸ ἔδικε μῆκος, ἀντὶ τοῦ μακρὰν ἔῤῥιψε ῥίψιν. | |
O 1086g | μακρὰν τοῦ λίθου βολήν. —ἔῤῥιψεν. —* ἐν. | |
O 1087g | περιαγαγὼν ὥσπερ ἔθος. —ἐπέκεινα πάντων τῶν συνα‐ γωνιζομένων. —** ὑπὲρ ἅπαντας γράφε καὶ μὴ ὑπὲρ ἁπάντων· οὕτω γὰρ ἔχει πρὸς τὴν σύνταξιν ὀρθῶς. | |
O 1088g | ἤγουν τοῖς παρεστῶσιν αὐτοῦ φίλοις. —μετὰ βοῆς ἔπαινον. | |
O 1089g | παρώρμισε. | |
O 1076-89 | M. Τὸ στάδιον μὲν τὸ κατ’ εὐθεῖαν εἰς μῆκος | |
τεταμένον διὰ τῶν ποδῶν τρέχων ὁ Οἰωνὸς ὁ υἱὸς τοῦ Λικυμνίου ἠρίστευσεν, ἤγουν ἠνδραγάθησεν, ἄριστος ἐφάνη· ἦλθε δὲ Μι‐ δέαθεν, ἤτοι ἀπὸ τῆς Μιδέας (πόλις δὲ αὕτη τοῦ Ἄργους) στρα‐ | 362 | |
5 | τὸν ἐλαύνων, τουτέστιν ἄγων, ἐπαγόμενον ἔχων. ὁ δὲ Ἔχεμος ἠρίστευσεν ἐν πάλῃ δοξάζων τὴν Τέγεαν τὴν ἑαυτοῦ πατρίδα· ἔστι δὲ ἡ Τέγεα πόλις Ἀρκαδική· ὁ Δόρυκλος δὲ ἔφερεν, ἀντὶ τοῦ ἤρατο, τὸ τέλος, ἤγουν τὸ κράτος τῆς πυγμῆς, τουτέστι τὴν ἐν τῇ πυγμῇ νίκην, οἰκῶν τὴν πόλιν τὴν Τίρυνθα· ἐν ἵπποις δὲ | |
10 | (83) τέτρασιν ὁ Σῆμος ὁ ἀπὸ Μαντινέας νικήσας δηλονότι ἠείδετο, ἤγουν ἀνεκηρύττετο. ὁ Φράστωρ δι’ ἄκοντος ἔλασεν, ἤγουν ἀφῆκεν, ἔπεμψεν ἐπὶ τὸν σκοπόν, τουτέστιν εὐστόχως ἠκόντι‐ σεν· ὁ Ἐνικεὺς δὲ τὴν χεῖρα κυκλώσας, ἤγουν κατὰ κύκλον στρέψας, ἔδικε, τουτέστιν ἔβαλε διὰ πέτρας, ἤτοι ἐδίσκευσεν | |
15 | εἰς μῆκος ὑπὲρ ἅπαντας τοὺς ἀνταγωνιστὰς δηλονότι, καὶ τῇ συμμαχίᾳ, ἀντὶ τοῦ τῷ πλήθει τῶν συναγωνιστῶν παραίθυξε, τουτέστιν ἐκίνησε, διεῤῥίπισε, θόρυβον μέγαν. | |
O 1090g | σὺν τούτοις. —ποταπόν; —ἔλαμψε. —τῆς εὐο‐ φθάλμου. —τουτέστι τούτων γενομένων νὺξ ἤδη παρῆν. | |
O 1091g | ἐπιθυμητὸν τοῖς ἐν νυκτὶ οὖσιν. | |
O 1092g | ὑμνεῖτο. —εὐφρανταῖς εὐωχίαις. | |
O 1093g | * περί. —ἤγουν εὐωχουμένων πρός τε αὐτοὺς καὶ πρὸς τὸν Δία ὕμνοι ᾔδοντο. | |
O 1090-93 | M. Ἐν τούτοις δέ, ἤγουν ἐν ᾧ χρόνῳ ταῦτα ἐγίνετο, | |
ἔφλεξεν, ἤτοι ἀνέλαμψε τὸ ἐπέραστον φῶς τῆς σελήνης τῆς εὐο‐ φθάλμου. ἕσπερον, ἐπιῤῥηματικῶς ἀντὶ τοῦ κατὰ τὴν ἑσπέραν· τουτέστιν οὔσης δὲ πανσελήνου ταῦτα ἐτελεῖτο. ἀείδετο δέ, | 363 | |
5 | ἀντὶ τοῦ περιηχεῖτο τοῖς ὕμνοις πᾶς ὁ ναός, κατὰ τὸν τρόπον, ἀντὶ τοῦ τὸν νόμον τὸν ἐγκωμιαστικόν, ἐν θαλίαις, ἤγουν εὐωχίαις ἡδείαις, ἃς δηλονότι εὐωχοῦντο οἱ εὐφημοῦντες. | |
O 1094g | ἤγουν τῇ παλαιᾷ συνηθείᾳ. —*† ἀκολουθοῦντες. | |
O 1095g | τῆς τοὺς ἔχοντας αὐτὴν ἀγερώχους ποιούσης. | |
O 1096g | *† ὑμνήσομεν. —τὸ ἐν τῇ παλάμῃ τοῦ Διὸς φερόμενον πῦρ. | |
O 1097g | τοῦ κτύπους ἐγείροντος ταῖς βρονταῖς. —ἐν παντὶ ἔργῳ καὶ δυνάμει. | |
O 1098g | * τὸν καυστικόν. —ἡρμοσμένον. | |
O 1094-98 | Th. Ἑπόμενοι δὲ καὶ ἀκολουθοῦντες ταῖς προτέραις ἀρχαῖς, ἤγουν τῇ παλαιᾷ συνηθείᾳ· πρὸ γὰρ τῶν νικηφόρων τότε ὁ Ζεὺς ὑμνεῖτο· κελαδησόμεθα καὶ ὑμνήσομεν τὴν βροντὴν τοῦ ὀρσικτύπου Διὸς καὶ τὸ πυρπάλαμον βέλος, τὸν αἴθωνα καὶ τὸν | |
5 | καυστικὸν κεραυνόν, τὸν ἀρηρότα καὶ ἡρμοσμένον ἐν ἅπαντι κρά‐ τει, ἤγουν ᾧ Ζεὺς χρῆται εἰς ἅπασαν χρείαν· κελαδησόμεθα καὶ ὑμνήσομεν χάριν καὶ ὕμνον, ἐπωνυμίαν τῆς ἀγερώχου νίκης· ὁ γὰρ ἐπίνικος τῆς νίκης ἐπώνυμος. ὥσπερ δέ φαμεν· ὑμνῶ ὕμνον, οὕτω καὶ τὸ κελαδησόμεθα χάριν. τὸ γὰρ πρὸς τὸν Δία | |
10 | κελάδημα χάρις καὶ ὕμνος ἐστίν. οἱ δὲ εἰς πρὸς τὸ χάριν λαμ‐ βάνοντες ἔξωθεν, ἀγνοοῦντες λέγουσιν. | |
O 1099g | τρυφῶσα. —ἡ τῆς μουσικῆς ᾠδή. | |
O 10100g | ἀντη‐ | |
χήσει. —δέον εἰπεῖν μέλη καλάμου, κάλαμον μελέων εἶπεν ἀντιστρόφως. | 364 | |
O 10101g | τὰ μέλη. —ἐνδόξοις Θήβαις. — ἤγουν ὕστερον τοῦ τεταγμένου καιροῦ ὁ ἐπίνικος γέγραπται. | |
O 1094-101 | M. Ἀρχαῖς δὲ προτέραις] ἀντὶ τοῦ ταῖς τάξεσι δὲ τῆς ἀρχῆς τῆς παλαιᾶς ἀκολουθοῦντες καὶ νῦν ἡμεῖς εἰς χάριν ἐπωνυμίαν, ἀντὶ τοῦ περιώνυμον ἤγουν περίφημον, μεγάλην, τῆς νίκης τῆς ἀγερώχου, τουτέστι τῆς μετεώρου, τῆς | |
5 | ἐξόχου, ὑμνήσομεν τὴν βροντὴν τοῦ Διὸς τοῦ κινοῦντος τοὺς κτύπους τῶν βροντῶν καὶ τὸ βέλος τὸ πυρπάλαμον, ἤγουν τὸ πῦρ προτεῖνον, τουτέστι τὸ πυρῶδες, λέγω τὸν κεραυνὸν τὸν καυστι‐ κόν (98), τὸν ἀρηρότα, ἤγουν τὸν ἁρμόζοντα, τὸν ἐπαρκοῦντα ἐν ἅπαντι τῷ κράτει αὐτοῦ, ἀντὶ τοῦ ἐν πάσῃ χρείᾳ τοῦ κράτους | |
10 | αὐτοῦ. ἡ μολπὴ δὲ τῶν μελῶν, ἀντὶ τοῦ τῶν ποιημάτων, τῶν ἐγκωμίων, ἤγουν σὺν αὐλῷ ᾀδομένη, χλιδῶσα, ἤγουν τρυφῶσα, ἁβρά, ἀντιάσει, τουτέστιν ἀπαντήσει ταῖς ἀκοαῖς δηλονότι· ἅτινα, τουτέστι τὰ μέλη, τὰ ἐγκώμια, διὰ χρόνου μὲν ἐφάνησαν παρὰ τῇ Δίρκῃ τῇ εὐκλέϊ, ἀντὶ τοῦ τῇ εὐκλεεῖ κατὰ συγκοπήν, | |
15 | (ὡς ἐν ἄλλοις εὐκλέα λέγει μορφὰν (Ol. VI 128) ἀντὶ τοῦ εὐκλεᾶ) τουτέστι παρὰ ταῖς Θήβαις· τὸν ποταμὸν γὰρ εἰπὼν τὸν παρὰ ταῖς Θήβαις τὰς Θήβας ἐδήλωσεν. | |
O 10102 | Th. Εἰκότως εἶπε τὸ ἀλόχου, ἵνα δείξῃ οἰκεῖον αὐτοῦ παῖδα. λέγει δὲ ὅτι, εἰ καὶ μὴ ἡνίκα ἐνίκησας τὸν ὕμνον σοι γέ‐ γραφα, ὅμως νῦν ἀποδιδοὺς μεγίστην εὐφροσύνην παράσχω σοι, | |
καὶ τοιαύτην οἵαν παῖς παρέχει πατρὶ εἰς γῆρας αὐτῷ γεγονὼς | 365 | |
5 | ἐκ τῆς ἰδίας ἀλόχου. ἔστι δὲ ἡ ἀπόδοσις τῆς παραβολῆς εἰς τὸ καὶ ὅταν, εἰ καὶ δοκεῖ ἀναρμόστως ἀποδοθῆναι. δέον γὰρ οὕτως εἰπεῖν· ὥσπερ ὀψίγονος παῖς ποθεινὸς τῷ πατρί, οὕτω καὶ τὸ ὕστερον δοθέν τινι ἐγκώμιον οὕτω πρέπον ποιῆ‐ σαι· ὁ δὲ ἄλλως ἐξήνεγκεν. εὕροις δ’ ἂν καὶ παρὰ λογοποιοῖς | |
10 | πολλὰ τοιαῦτα. | |
O 10102g | ὥσπερ. —γυναικός. | |
O 10103g | ἀγαπητός ἐστι. — * ἐλθόντι. | |
O 10104g | εἰς τὸ ἐναντίον, ἤγουν εἰς γῆρας· —** τὸ πάλιν] οὕτως ἔχει πρὸς τὸ μέτρον ὀρθῶς. —ἀπὸ τοῦ νῦν. — λίαν. —θάλπει καὶ εὐφραίνει. | |
O 10105g | τῇ πρὸς τὸν παῖδα στοργῇ. —ἑαυτοῦ. | |
O 10106g | ὁ κτησάμενος. | |
O 10107g | διάδοχον καὶ οἰκονόμον. —ξένον. —τῷ ἔχοντι αὐτόν. | |
O 10108g | λυπηρότατος· βαρὺ γὰρ τὸ μὴ οἰκεῖον καταλιπεῖν κληρονόμον. | |
O 10109g | *† πράξας. —ὕμνου. —*† χωρίς. | |
O 10110g | ὦ. —τόπον. | |
O 10111g | ἔλθῃ. —*† μάταια. —μοχθήσας. —ἐπεὶ οὐχ ὕμνου τε‐ τύχηκεν. | |
O 10112g | παρέσχε. —τῷ ἐν τῇ ζωῇ πόνῳ. —ὀλίγον καὶ οὐδέν. —ἡδύ. | |
O 10102-112 | M. Ἀλλ’ οὕτως ἐφάνη τέρψιν ἔχοντα, δηλονότι πρὸς τὸν νενικηκότα, καθὰ παῖς ποθεινὸς ἀπὸ γυναικὸς γνησίας τῷ πατρὶ φαίνεται γεννηθεὶς αὐτῷ ἤδη εἰς τὸ γῆρας ἀφιγμένῳ. κατὰ πολὺ δὲ θερμαίνει, ἤγουν ἐξάπτει, διεγείρει τὸν λογισμὸν | |
5 | αὐτοῦ πρὸς φιλοφροσύνην. ἐπεὶ ὥσπερ πλοῦτος ὁ λαχών, ἤγουν | |
ὁ κληρωσάμενος, ὁ εἰς κλῆρον λαβὼν ποιμένα, ἀντὶ τοῦ δεσπό‐ την ἐπείσακτον ἀλλότριον κατὰ πολὺ μεμισημένος (108) ἐστὶ τῷ ἀποθνήσκοντι, ἀντὶ τοῦ ἐπεὶ ὥσπερ κατὰ πολὺ μεμισημένον ἐστὶ τῷ ἀποθνήσκοντι τὸ εἰς κλῆρον λαβεῖν τὸν πλοῦτον αὐτοῦ | 366 | |
10 | δεσπότην ἐπείσακτον, ἀλλότριον, οὕτως, ὦ Ἀγησίδαμε, καὶ ὅταν ἀνὴρ καλὰ ἔργα πράξας εἰς τὸν σταθμόν, ἤγουν εἰς τὸν τό‐ πον τοῦ ᾅδου, τουτέστιν εἰς τὸν ᾅδην ἀφίκηται χωρὶς ᾠδῆς, ἤτοι ἐγκωμίων, μάταια κοπιάσας βραχεῖάν τινα τέρψιν παρέσχε τῷ ἀγῶνι, ἀντὶ τοῦ οὐδεμίαν. | |
O 10113g | σοί. —γλυκύφθογγος. | |
O 10114g | † τερπνός. — ἀνακαινίσει. | |
O 10115g | ἐπὶ τὴν πρόσθεν ὀφειλομένην· —† του‐ τέστιν ἐπὶ τὴν πρόσθεν ὀφειλομένην σοι. —ποταπόν; μέγα. | |
O 10116g | *† αἱ θυγατέρες. —* Μοῦσαι. | |
O 10117g | συνεπιλαμβανόμε‐ νος αὐταῖς. | |
O 10118g | ἔνδοξον. —διὰ τοῦ ὕμνου. —περί. — ὕμνῳ. | |
O 10119g | *† τὴν καλοὺς ἄνδρας ἔχουσαν. —*† τὴν σήν. —* τὸν Ἀγησίδαμον. | |
O 10120g | ἐράσμιον. —ἐπῄνεσα. —ὅντινα Ἀγησίδαμον. | |
O 10121g | νικῶντα πυγμήν. —δυνάμει. | |
O 10122g | ὅτε ἐνίκησε. —τῷ εἴδει καὶ τῇ θέσει τοῦ σώματος. | |
O 10123g | εὐμορ‐ φίᾳ, χάριτι. —ἡνωμένον. —** ἥτις· —ἡ ὥρα. | |
O 10124g | τὸν ἀναιδῶς προσερχόμενον πᾶσι. —* τῷ. —** θάνατον. | |
O 10125g | ἀπεσόβησε. —* τῇ Ἀφροδίτῃ· τουτέστιν ὡραῖος ὢν καὶ ὑπὸ Διὸς ἁρπασθεὶς συνουσίας χάριν ἀθάνατος γέγονε· — | |
σὺν τῇ Ἀφροδίτῃ. | 367 | |
O 10113-125 | M. Σοὶ δὲ ἡδυεπής τε λύρα, ἀντὶ τοῦ ἡδύφω‐ νος ἀναπάσσει, τουτέστιν ἐπιπάττει, ἐνστάζει χάριν, ἀντὶ τοῦ μέλος χάριεν, ἤγουν τὸ ἐπαγωγὸν ἔχον καὶ τερπνὸν αὐλὸς ἀνα‐ πάσσει χάριν· ἔχουσι δέ σοι, ἀντὶ τοῦ φέρουσι, παρέχουσιν αἱ | |
5 | Πιερίδες, ἤτοι αἱ Μοῦσαι αἱ θυγατέρες τοῦ Διός, κλέος εὐρύ, ἤγουν ἐπὶ πολὺν τόπον παραπεμπόμενον. ἐγὼ δὲ (117) συνε‐ φαπτόμενος, ἤγουν συνεργῶν, συλλαμβανόμενος αὐταῖς ταῖς Μούσαις δηλονότι, σὺν σπουδῇ ἀμφέπεσον ἀντὶ τοῦ περιπτύσ‐ σομαι τὸ περιᾳδόμενον καὶ εὐκλεὲς ἔθνος τῶν Λοκρῶν· κατα‐ | |
10 | βρέχων μέλιτι, ἀντὶ τοῦ κοσμῶν ὕμνῳ ἡδεῖ τὴν πόλιν αὐτῶν τὴν καλῶς ἔχουσαν ἕνεκα γενναιότητος ἀνδρῶν. τὸν υἱὸν δὲ τοῦ Ἀρχεστράτου, ἤγουν σὲ αἴνησα, ἀντὶ τοῦ ἐπαινῶ, ὃν εἶδον, ἀντὶ τοῦ ἔγνων νικῶντα (121) ἔργῳ τῆς ἰσχύος τῶν χειρῶν, τουτέστι πυγμῇ ἐν Ὀλυμπίᾳ κατ’ ἐκεῖνον τὸν χρόνον, ὅτε ἠγωνίζετο δηλο‐ | |
15 | νότι, κατὰ τὴν ἰδέαν τε, ἤγουν τὸ εἶδος, τὴν μορφὴν καλὸν ὄντα, ἤτοι εὐειδῆ, ὥρᾳ τε, ἤγουν ἀκμῇ ἡλικίας κεκραμένον, του‐ τέστι συνόντα, ἥτις ποτέ, ἤγουν ἡ ὥρα, ἅμα τῇ Ἀφροδίτῃ ἄλαλκε τῷ Γανυμήδει, ἤγουν ἐβοήθησεν ἀποσοβήσασα τὸν | |
ἀναιδῆ θάνατον, τουτέστι τὸν ἄκαμπτον, τὸν φθοροποιόν. | 368 | |
O 11t | Ἐπίνικοι Ὀλυμπιονίκαις. Ἀγησιδάμῳ Λοκρῷ Ἐπιζεφυρίῳ παιδὶ πύκτῃ. Ὠιδὴ ιαʹ. [Δημητρίου Τρικλινίου] περὶ τῶν κώλων τῆς στροφῆς καὶ ἀντιστροφῆς τοῦ | |
5 | ιαʹ εἴδους. ἔστι δὲ μιᾶς στροφῆς. Παλαιόν. | |
O 11prae 1 | Τοῦ ιαʹ εἴδους ἡ στροφὴ καὶ ἀντιστροφὴ ἑκάστη κώλων ϛʹ. Τὸ αʹ προσοδιακόν, ὡς ἐμοὶ δοκεῖ, τρίμετρον ἀκατάληκτον. ἐξ ἐπιτρίτου βʹ, χοριάμβου καὶ Ἰωνικοῦ ἀπ’ ἐλάσσονος. Τὸ βʹ ὅμοιον, πλὴν τρίμετρον καταληκτικόν. οἱ δὲ λέγοντες. ὡς ἰαμβέ‐ | |
5 | λεγοι καὶ ἀμφότερά ἐστι τὰ κῶλα μετατιθεμένης τῆς τελευταίας τούτων συλλαβῆς ἐν τῇ ἀρχῇ, οὔ μοι δοκοῦσι καλῶς λέγειν, ἐπεὶ μηδ’ ἐν ἄλλοις κώλοις τοιοῦτό τι κεκαινοτόμηται. Τὸ γʹ ὅμοιον, πλὴν δίμετρον ἀκατάληκτον. Τὸ δʹ ἀσυνάρτητον ἐκ τρο‐ χαϊκοῦ διμέτρου ἀκαταλήκτου καὶ ἡμίσεος ἔπους· τρίμετρον | |
10 | γάρ ἐστι δακτυλικὸν τὸ ἥμισυ τοῦ ἔπους. Τὸ εʹ τροχαϊκὸν τρί‐ μετρον βραχυκατάληκτον εἰς ἴαμβον καταλῆγον Πινδαρικῷ ἔθει. τοῦτο γὰρ ἐν τοῖς τροχαϊκοῖς ἔθος αὐτῷ. Τὸ ϛʹ ἰαμβέλεγος, | |
ἤτοι ἐξ ἰαμβικοῦ καὶ δακτυλικοῦ πενθημιμερῶν· εἰ δὲ βούλει, ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον ἐξ ἰάμβων καὶ ἀναπαί‐ | 369 | |
15 | στων. Ἐπὶ τῷ τέλει τῆς στροφῆς καὶ ἀντιστροφῆς παρά‐ γραφος. | |
17t | Περὶ τῶν κώλων τῶν ἐπῳδῶν. | |
18 | Ἡ ἐπῳδὸς κώλων ιʹ. Τὸ αʹ ἐγκωμιολογικόν, ἤτοι ἐκ δακτυλικοῦ καὶ ἰαμβικοῦ πενθημιμερῶν. Τὸ βʹ δίμοιρον ἔπους· | |
20 | οἱ γὰρ δʹ πόδες τῶν ϛʹ δίμοιρον. Τὸ γʹ ἰαμβέλεγος, ὅμοιον τῷ ϛʹ τῆς στροφῆς. Τὸ δʹ τροχαϊκὸν τρίμετρον καταληκτικόν. Τὸ εʹ ὅμοιον τροχαϊκόν. Τὸ ϛʹ τροχαϊκὸν δίμετρον καταληκτικόν, ἤτοι ἑφθημιμερές, ὃ καλεῖται Εὐριπίδειον ἢ ληκύθιον. Τὸ ζʹ ἐγκω‐ μιολογικὸν Πινδαρικῷ ἔθει· ἐπιλαμβάνονται δὲ αὐτοῦ διὰ τὸ | |
25 | ἀντὶ μιᾶς τῆς τελευταίας συλλαβῆς τοῦ ἰαμβικοῦ ἔχειν βʹ. Τὸ ηʹ χοριαμβικὸν δίμετρον ὑπερκατάληκτον. Τὸ θʹ ὅμοιον τῷ ϛʹ. Τὸ ιʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. Ἐπὶ τῷ τέλει κορωνὶς καὶ παράγραφος. | |
O 111 | Tr. Ἐπειδὴ διπλοῦν ἔφη τὸν ὕμνον γίνεσθαι τοῖς νικη‐ ταῖς, τὸν μὲν ἐγγράφως ἀπὸ τῶν ποιητῶν, τὸν δὲ ἀπὸ φήμης τῶν ἄλλων ἀνθρώπων, διὰ τοῦτο τούτῳ τῷ προοιμίῳ ἐχρήσατο τῶν ἀνέμων καὶ τῶν ὄμβρων. παρεικάζει δὲ τὴν μὲν τῶν | |
5 | ἄλλων φήμην ἀνέμοις ὡς ἀστάτοις· τοιαύτη γὰρ ἡ φήμη ἀνυ‐ πόστατος· τὸν δὲ ἔγγραφον ὕμνον ὄμβρῳ, οὐ μόνον ὡς τὴν γῆν πιαίνοντι καὶ θάλλειν ποιοῦντι τὰ σπέρματα, ἀλλὰ καὶ ὡς στασίμῳ καὶ ἐπὶ πλεῖστον καιρὸν διαμένοντι. τοιοῦτος δὲ καὶ ὁ ὕμνος· θάλλειν γὰρ ποιεῖ τὸν ὑμνούμενον καὶ εἰς μακροὺς διαμένειν | |
10 | χρόνους. | 370 |
O 112g | ὅτε αὐτοῖς χρῆσις. | |
O 113g | νεφέλης γὰρ πρῶτον συνι‐ σταμένης ἔπειθ’ ὑετὸς ἀπ’ αὐτῆς γίνεται. | |
O 114g | κόπῳ. —εὐτυ‐ χεῖ. —ἥδιστοι. | |
O 115 | Th. Σημείωσαι ἐνταῦθα τὸ τέλλεται. οὐδεὶς γὰρ οὔτε τῶν προγενεστέρων οὔτε τῶν ἔπειτα ἐν τοῖς ἀρσενικοῖς καὶ θηλυκοῖς ὀνόμασι τῷ ἑνικῷ ἀντὶ πληθυντικοῦ ἐχρήσατο ὥσπερ οὗτος. ἡμεῖς δὲ εἰ μὴ καὶ ἐν ἄλλοις ταυτηνὶ τὴν παρανομίαν | |
5 | οὗτος ἐποίει, εἴποιμεν ἂν πρὸς τὸ πιστὸν ὅρκιον ἀποδεδό‐ σθαι τὸ τέλλεται οὕτως· οἱ μελιγάρυες ὕμνοι ἀρχαὶ καὶ προ‐ φάσεις τῶν ὑστέρων ὑπὲρ αὐτοῦ λόγων καὶ πιστὸν ὅρκιον τέλλε‐ ται ταῖς μεγάλαις αὐτοῦ ἀρεταῖς. | |
O 115g | τῶν μελλόντων. —ἀφορμαί. —τῶν ὑπὲρ αὐτοῦ· — † ἤτοι τῆς ὕστερον φήμης. —* ὑπάρχουσι. | |
O 116g | ἤγουν ὥσπερ ἐν ὅρκῳ πιστοῦνται τὰ μέγιστα αὐτοῦ κατορθώματα. —τέλλον‐ ται. | |
O 117g | ὃν οὐδεὶς δύναται φθονήσας ἐξαλεῖψαι. | |
O 118g | * ὁ διὰ τῶν ὕμνων· καὶ γὰρ οἱ τοῖς νικηφόροις παρὰ τῶν ἄλλων ἀνιστά‐ μενοι ἀνδριάντες ἢ ὑπὸ χρόνου ἢ ὑπὸ βασκάνων τινῶν καθαι‐ ροῦνται· ὁ δὲ διὰ λόγων ὕμνος ἔστ’ ἂν ἄνθρωποι ὦσιν, ἀθάνατος | |
5 | μένει· —** ὁ διὰ ὕμνων. —* τῶν ὕμνων· —† ἤγουν τὰ τῶν ὕμνων. | |
O 1110g | ὥσπερ ἐγὼ θεόσδοτον ἔχων τὸ τῶν λόγων κρά‐ τος. —*† θάλλει. —*† διανοίαις. | |
O 1111g | * σῆς. | |
O 1112g | ὦ. | 371 |
O 1113g | *† ὕμνον. —ὃν αὐτὸς ἔσχες. —τῆς ὥσπερ χρυσὸς κομιζομένης τοῖς αὐτὴν δεχομένοις· —** συνίζησις. | |
O 1114g | γλυ‐ κύν. —*† ὑμνήσω. | |
O 1115g | ἐντεῦθεν γὰρ αὐτὸς ἔσχες τὸ γένος. —φροντίζων καὶ ὑμνῶν. | |
O 111-8 | M. Ἔστιν ἀνθρώποις] ἔστι καιρὸς ὅτε ἐστὶ τοῖς ἀνθρώποις χρεία πλείστη ἀνέμων, ἔστι δὲ καιρὸς ὅτε ἐστὶ χρεία αὐτοῖς ὑδάτων οὐρανίων ὀμβρίων, τουτέστι τῶν ἐκ τῶν ὄμβρων, τῶν παίδων τῆς νεφέλης, ἤγουν οἵτινες ὄμβροι παῖδές | |
5 | εἰσι τῆς νεφέλης. εἰ δέ (4) τις εὖ πράσσοι, ἤτοι εὐτυχοίη, νικῴη μετὰ κόπου, οἱ ἡδύφωνοι ὕμνοι τέλλεται ἀντὶ τοῦ τέλλονται, ἤγουν γίνονται αὐτῷ ἀρχαί, τουτέστι ῥίζαι, αἰτίαι τῶν ὑστέρων λόγων, ἤτοι φημῶν, τουτέστι τοῦ ἐπικρατῆσαι ὕστερον τὴν φήμην τῆς νίκης, καὶ πιστὸν ὅρκιον, ἤγουν καὶ βεβαία ἀσφάλεια γίνον‐ | |
10 | ται οἱ ἡδύφωνοι ὕμνοι τοῖς μεγάλοις κατορθώμασιν αὐτοῦ. οὗτος δὲ ὁ ἔπαινος ὁ δι’ ἐμμελῶν ποιημάτων δηλονότι, ἀφθόνη‐ τος, ἤγουν ἄπειρος τῶν κακῶν τοῦ φθόνου, τουτέστιν ἀκαταπό‐ νητος ἢ ἀδιάβλητος ἀνάκειται, ἀντὶ τοῦ διαμένει τοῖς Ὀλυμπιο‐ νίκαις. τὰ μέν, ἀντὶ τοῦ τὸ μέν, ἤγουν τὸ τῶν ὕμνων, ἡ ἐμὴ | |
15 | γλῶσσα (9) ἐθέλει ποιμαίνειν, ἀντὶ τοῦ διοικεῖν, οἰκονομεῖν. ἐκ βοηθείας δὲ θεοῦ πᾶς ἀνὴρ ἀνθεῖ ἐσαεί, ἀντὶ τοῦ λαμπρός ἐστιν, | |
εὐδοκιμεῖ ἐπὶ σοφαῖς διανοίαις. γίνωσκε νῦν, ὦ Ἀγησίδαμε (12), παῖ τοῦ Ἀρχεστράτου, ὅτι ἕνεκα τῆς σῆς πυγμαχίας, τουτέστι τοῦ ἀγῶνος τῆς πυγμῆς, ἣν σὺ ἠγωνίσω, ὑμνήσω κόσμον, | 372 | |
20 | ἀντὶ τοῦ ὕμνον ἡδυμελῆ, τουτέστιν ἐξ ἡδέων μελῶν συγκείμενον, ἐπὶ τῷ στεφάνῳ τῆς ἐλαίας τῆς χρυσῆς, ἀντὶ τοῦ τῆς τιμίας, τῆς καλλίστης, ἀλέγων, ἤγουν ἐν φροντίδι ποιούμενος, τουτέστιν ὑμνῶν τὴν γενεὰν τῶν Λοκρῶν τῶν Ἐπιζεφυρίων. | |
O 1116g | * εἰς τοὺς Λοκρούς. —συμπανηγυρίσατε. —ὑπο‐ σχεθῶ. | |
O 1117g | ** οὐ. —αὐτὸν τὸν τῶν Λοκρῶν. —ἀλλ’ ὑπο‐ δοχέα τῶν ξένων. | |
O 1118g | ** οὐ. | |
O 1119g | ἄκρον ἐν τῇ σοφίᾳ. — πολεμικώτατον. —* ἐλθεῖν ὑμᾶς. | |
O 1117-19 | Th. Ἀποροῦσιν ἐνταῦθα, πῶς πρὸς τὸ φυγόξε‐ νον καὶ τὸ ἀπείρατον στερήσεις ἔθηκεν, εἰς δὲ τὸ ἀκρόσο‐ φον καὶ τὸ αἰχμητὰν οὔ. καί φαμεν, ὅτι ὃν τρόπον ἔχει τὸ οὔτε τόδε καὶ τόδε, οὕτω καὶ ἐνταῦθα· ἐγγυάσομαι καὶ | |
5 | ὑποσχεθῶ ἀφίξεσθαι καὶ ἐλθεῖν ὑμᾶς εἰς στρατόν μιν καὶ αὐτόν, τὸν τῶν Λοκρῶν, οὐκ εἰς φυγόξενον οὐδὲ καλῶν ἀπείρατον, καὶ ἀκρόσοφον καὶ αἰχμητήν. | |
O 1120 | Th. Τοῦτο λέγει διὰ τοὺς Λοκροὺς ὡς φύσει ἀγαθοὺς ὄντας πρὸς πᾶν ἔργον καὶ οὐδέποτε τοῦ εἶναι τοιούτους παυ‐ σομένους. | |
O 1120g | τὸ ἐν τῇ φύσει προσόν. —ἡ πρὸς πανουργίαν διά‐ πειρος. | |
O 1121g | οἱ μεγάλα βρυχώμενοι. | 373 |
O 1116-22 | M. Ἔνθα, ἤγουν ἐν τοῖς Λοκροῖς, ὦ Μοῦσαι, συγκωμάσατε, τουτέστιν ὁμοῦ χορεύουσαι ὑμνήσατε, ἀπελθοῦ‐ σαι δηλονότι ἐκεῖσε. ἐγγυήσομαι, ἤτοι βεβαιώσομαι, μὴ εἰς στρατὸν φυγόξενον, ἤγουν διώκοντα τοὺς ξένους, τουτέστιν | |
5 | ἄξενον, αὐτὸν τὸν τῶν Λοκρῶν δηλονότι, ἀφίξεσθαι, ἤγουν παρα‐ γενήσεσθαι, ἀπελεύσεσθαι ὑμᾶς, μηδὲ ἀπείρατον, ἤγουν ἀδόκι‐ μον, ἀμέτοχον καλῶν, ἔργων δηλονότι· εἰς ἀκρόσοφον δέ (19), τουτέστιν ἄκρως σοφὸν στρατὸν βεβαιῶ ἀπελθεῖν ὑμᾶς, καὶ αἰχμητήν, ἤγουν αἰχμὴν εἰδότα μεταχειρίζεσθαι, ἀντὶ τοῦ πολε‐ | |
10 | μιστήν. τὸ γὰρ ἐμφυὲς ἦθος, τουτέστι τὸν γὰρ ἔμφυτον τρόπον, ἤτοι τὸν φυσικόν, οὔτε ἡ ἀλώπηξ ἡ αἴθων, ἤγουν ἡ διάπυρος, ἡ τοὺς τρόπους δραστηρία, οὔτε οἱ λέοντες οἱ μεγαλόηχοι διαλ‐ | |
λάξαιντο, ἤγουν διαλλάξουσι, μεταβαλοῦσιν. | 374 | |
O 12t | Ἐπίνικοι Ὀλυμπιονίκαις. Ἐργοτέλει Ἱμεραίῳ δολιχοδρόμῳ. Ὠιδὴ ιβʹ. [Δημητρίου Τρικλινίου] περὶ τῶν κώλων τῆς στροφῆς καὶ ἀντιστροφῆς τοῦ | |
5 | ιβʹ εἴδους. ἔστι δὲ μιᾶς στροφῆς. Παλαιόν. | |
O 12prae g1 | Τοῦ ιβʹ εἴδους ἡ στροφὴ καὶ ἀντιστροφὴ ἑκάστη κώλων θʹ. Τὸ αʹ προσοδιακόν, ὡς ἐμοὶ δοκεῖ, τρίμετρον καταληκτικόν, ἐξ ἐπιτρίτου βʹ, χοριάμβου καὶ Ἰωνικοῦ ἀπ’ ἐλάσσονος καταληκτικοῦ. οἱ δὲ λέγοντες τοῦτο ἰαμβέλεγον, | |
5 | καινοτομοῦντες ἃ οὐκ ἔξεστιν, οὐ καλῶς μοι δοκοῦσι λέγειν. Τὸ βʹ ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον, ἐκ τροχαϊκῆς συζυγίας καὶ χοριάμβου. Τὸ γʹ προσοδιακὸν δίμετρον ἀκατά‐ ληκτον ἐξ Ἰωνικοῦ ἀπ’ ἐλάσσονος καὶ χοριάμβου. Τὸ δʹ τροχαϊ‐ κὸν τρίμετρον καταληκτικόν, ὃ καλεῖται Ἀρχιλόχειον. Τὸ εʹ τρο‐ | |
10 | χαϊκὸν τρίμετρον ἀκατάληκτον Στησιχόρειον τῷ Πινδαρικῷ | |
ἔθει· ἴαμβον γὰρ ἔχει ἐν τῇ τελευταίᾳ χώρᾳ. Τὸ ϛʹ, ὡς ἐμοὶ δοκεῖ, προσοδιακόν ἐστιν ὅμοιον τῷ αʹ. ἐκ τῶν αὐτῶν γὰρ ποδῶν σύγκειται, πλὴν τρίμετρόν ἐστιν ἀκατάληκτον. ἃ δὲ καὶ περὶ τούτου λέγουσιν, οὔ μοι δοκεῖ εὔλογα. Τὸ ζʹ Εὐριπίδειον | 375 | |
15 | ἢ ληκύθιον· τροχαϊκὸν γάρ ἐστιν ἑφθημιμερές. Τὸ ηʹ προσο‐ διακὸν δίμετρον ὑπερκατάληκτον, ἐξ Ἰωνικοῦ ἀπὸ μείζονος καὶ χοριάμβου καὶ συλλαβῆς. τοῦτο καὶ ἀναπαιστικόν ἐστιν ἑφθη‐ μιμερές. Τὸ θʹ ὅμοιον τῷ ζʹ. Ἐπὶ τῷ τέλει τῆς στροφῆς καὶ ἀντιστροφῆς παράγραφος. | |
20 | Περὶ τῶν κώλων τῆς ἐπῳδοῦ. Ἡ ἐπῳδὸς κώλων ιʹ. Τὸ αʹ ἐγκωμιολογικὸν διπενθημιμε‐ ρὲς ἐκ δακτυλικοῦ καὶ ἰαμβικοῦ πενθημιμερῶν. Τὸ βʹ δακτυλι‐ κὸν τρίμετρον ἀκατάληκτον. Τὸ γʹ Εὐριπίδειον ἢ ληκύθιον. Τὸ δʹ ἀναπαιστικὸν τρίμετρον βραχυκατάληκτον. Τὸ εʹ προσοδια‐ | |
25 | κόν, ὅμοιον τῷ ηʹ τῆς στροφῆς, καὶ ἀναπαιστικὸν ἐκ σπονδείου ἑφθημιμερές. Τὸ ϛʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. Τὸ ζʹ ὅμοιον τῷ αʹ τῆς στροφῆς, πλὴν ἐκ τροχαϊκῆς συζυγίας ἀρχόμε‐ νον. Τὸ ηʹ τροχαϊκὸν Στησιχόρειον, ὅμοιον τῷ εʹ τῆς στροφῆς σὺν τῷ Πινδαρικῷ ἔθει. Τὸ θʹ Στησιχόρειον καθαρὸν τρίμετρον | |
30 | ἀκατάληκτον. Τὸ ιʹ ὅμοιον τῷ ϛʹ. Ἐπὶ τῷ τέλει κορωνὶς καὶ παράγραφος. Th. Ἐργοτέλης Κρὴς ὢν τὸ γένος καὶ τῆς πόλεως αὐτοῦ | |
Κνωσσοῦ στασιαζομένης ἀπῇρεν εἰς Ἱμέραν πόλιν Σικελίας, ἔνθα καὶ ἑτέραν στάσιν εὑρών, Γέλωνος καὶ Ἱέρωνος, ἐπεὶ πε‐ | 376 | |
35 | παυμένων τῆς μάχης εἰρήνη ἐγένετο, ἀπελθὼν οὗτος ἐν Ὀλυμ‐ πίᾳ δόλιχον δρόμον νικᾷ· ἔστι δὲ ὁ δόλιχος εἶδος δρόμου. ἀποτείνεται οὖν Πίνδαρος πρὸς τὴν Τύχην τὴν τὴν εἰρήνην ποιή‐ σασαν, εἶτα πρὸς τὰς ἐλπίδας, δεικνύων ἐντεῦθεν, ὡς οὐδεὶς οἶδε τὸ μέλλον ἐπελθεῖν αὐτῷ· τοῦτο δὲ ἐποίησε διὰ τὸν | |
40 | Ἐργοτέλην ἐξελθόντα μὲν τῆς πατρίδος αὐτοῦ διὰ στάσιν, ἵνα πρὸς εἰρηναῖον χωρίον γένηται, εὑρόντα δὲ καὶ Σικελίαν στασιαζομένην. | |
O 121g | *† ἱκετεύω. —*† θύγατερ. —ἐλευθερίαν καὶ εἰρή‐ νην ποιοῦντος. | |
O 122 | Germ. Ἀμφιπόλει] ἢ ἓν μέρος λόγου ῥῆμά ἐστιν ἀντὶ τοῦ σῶζε· ἢ δύο μέρη λόγου, ἵν’ ᾖ· περὶ τῇ πόλει. | |
O 122g | * μεγαλοδυνάμῳ· —** τῇ μεγαλοδυνάμῳ Ἱμέρᾳ. —περί. | |
O 123g | ἤγουν ἕνεκα τῆς πόλεως· —† ἤγουν περὶ πόλει. —ὦ. | |
O 124g | *† ἐν θαλάσσῃ. —* βοηθοῦνται καὶ οὐκ εἰς κλύ‐ δωνα πίπτουσιν ἢ πεσοῦσαι ταχέως ἀπαλλάττονται· —** βοη‐ θοῦνται. | |
O 126g | ὑπὸ σοῦ κυβερνῶνται. | |
O 124-6 | Th. Εἰ μὲν ἄρθρον πρὸς τὸ λαιψηροὶ λάβῃς ἔξω‐ θεν, οὕτως ἐρεῖς· ὑπὸ σοῦ κυβερνῶνται ἐν τῇ χέρσῳ οἱ λαιψη‐ ροὶ πόλεμοι, ἤγουν ἢ οἱ λαιψηρῶς καὶ κούφως καὶ ἀνοήτως τοῖς ἀνθρώποις γενόμενοι, ἢ οἱ λαιψηρῶν καὶ ταχυτάτων καὶ σπου‐ | 377 |
5 | δαίων ἀνθρώπων δεόμενοι. εἰ δὲ χωρὶς τοῦ ἄρθρου, οὕτως· ὑπὸ σοῦ κυβερνῶνται ἐν τῇ χέρσῳ οἱ πόλεμοι· ποταποί; λαιψη‐ ροὶ καὶ ταχεῖς· ἤγουν ταχέως παύονται. οὕτω δὲ ἐρεῖς καὶ τὸ βουλαφόροι καὶ χωρὶς ἄρθρου καὶ μετὰ τοῦ ἄρθρου. τοῦτο δὲ λέγει, ἐπεὶ εἰρήνης ὑπὸ τῆς τύχης γενομένης βουλευτήρια καὶ | |
10 | δικαστήριά ἐστιν. | |
O 121-6 | M. Λίσσομαι, παῖ Ζηνός] ὦ Τύχη σώζουσα τοὺς ἀνθρώπους, ἤγουν φυλάττουσα, περιέπουσα, θύγατερ τοῦ Διὸς τοῦ Ἐλευθερίου, τουτέστι τοῦ ἐφόρου τῆς ἐλευθερίας (Διὸς δὲ Ἐλευθερίου θυγατέρα λέγει αὐτήν, ἐπεὶ ἐδόξαζον αὐτὴν | |
5 | ὑψοῦν τε καὶ ἀπαλλάττειν δουλείας καὶ φυλάττειν τῶν ἐλευθέ‐ ρων τὴν ἐλευθερίαν) λίσσομαι, ἤγουν ἱκετεύω ἀμφὶ τῇ Ἱμέρᾳ τῇ πόλει, ἀντὶ τοῦ περὶ τῆς Ἱμέρας τῆς πόλεως τῆς εὐρυσθενοῦς, τουτέστι τῆς πολλὴν ἐχούσης δύναμιν. ἢ οὕτως· ἱκετεύω, ἀμφι‐ | |
πόλει, ἤγουν περιπόλει, περίεπε, ἐπισκοπῆς ἀξίου τὴν Ἱμέραν | 378 | |
10 | τὴν πόλιν τὴν πολλὴν ἔχουσαν δύναμιν. ὑπὸ σοῦ γὰρ κυβερνῶνται ἐν τῇ θαλάσσῃ αἱ ταχεῖαι νῆες καὶ ἐν τῇ χέρσῳ, ἀντὶ τοῦ τῇ γῇ οἱ πόλεμοι οἱ λαιψηροί, ἤγουν οἱ σφοδροὶ τὴν ὁρμὴν καὶ δρα‐ στήριοι· ὑπὸ σοῦ κυβερνῶνται καὶ αἱ ἀγοραὶ αἱ βουληφόροι, τουτέστιν οἱ τόποι, ἔνθα αἱ βουλαὶ δίδονται, ἤτοι τὰ βουλευτήρια. | |
O 126g | * δέ. | |
O 127g | * πάλιν. | |
O 128g | ποταπά; κοῦφα, μάταια. —ποιοῦσαι, παρασκευάζουσαι. | |
O 129g | συστρέφονται· —† ἤγουν τῇ συστροφῇ τοῦ χρόνου συστρέφονται. | |
O 126-9 | Th. Αἱ δὲ ἐλπίδες κυλίνδονται καὶ δίκην τροχοῦ περιφέρονται, τάμνοισαι καὶ ποιοῦσαι πολλὰ τῶν ἀνδρῶν ἄνω, τὰ δέ, καὶ ἄλλα δέ, αὖ καὶ πάλιν, κάτω, ψευδῆ μεταμώνια καὶ μάταια· τουτέστιν ἕτερά τις ἐλπίζει καὶ ἑτεράττα ἀποβαίνου‐ | |
5 | σιν. ἔστι δὲ τὸ ψευδῆ καὶ τὸ μεταμώνια ἑρμηνεία τοῦ ἄνω καὶ κάτω. καὶ γὰρ ἡ τοιαύτη ἀνατροπὴ ψευδεῖς τοὺς ἐλπίζον‐ τας τίθησιν· ἢ τὸ ἐλπίδες πρὸς τὸ ἀνδρῶν συναπτέον. | |
O 1210g | σημεῖον. —** τῶν ἀνθρώπων. | |
O 1211g | βέβαιον. | |
O 1212g | * ὑπαρξούσης· —** μελλούσης. —ἀπὸ τῶν θεῶν· σύναπτε δὲ πρὸς τὸ ἐσομένης, οὐ πρὸς τὸ εὗρε. | |
O 1213g | τῶν ἐσομένων πραγμάτων. —ἄδηλοί εἰσιν. —* αἱ γνῶμαι. | |
O 1214g | παρὰ βούλησιν. —συμβεβήκει· —† ἀντὶ τοῦ ἐπέβη. | |
O 1215g | εἰς τοὐναντίον. —ἄλλοι δέ. | |
O 1216g | πρῶτον ἐπιτυχόντες. | |
O 1217g | ἀγαθόν. —μέγα. —τῆς πρώτης βλάβης. —ὀλίγῳ. | |
O 1218g | με‐ τηλλάξαντο· ἐκ μεταφορᾶς τῶν μετοικιζομένων. | |
O 126-18 | M. Αἵ γε μὴν ἐλπίδες τῶν ἀνθρώπων κυλίνδονται, | |
ἤγουν τῇ στροφῇ τοῦ χρόνου συμφέρονται, τέμνουσαι, ἀντὶ τοῦ ἐλπίζουσαι, λογιζόμεναι πολλὰ ἄνω ἔσεσθαι, τὰ δὲ δὴ κάτω, ψευδῆ μεταμώνια (ἐπιῤῥηματικῶς ἀντὶ τοῦ ψευδῶς, ματαίως). | 379 | |
5 | σύμβολον δέ (10), ἤγουν σημεῖον προγνωστικόν, ἀσφαλὲς οὔπω τις κατενόησεν ἀπὸ τοῦ θεοῦ περὶ τῆς ἐσομένης πράξεως, ἤγουν τύχης. τῶν δὲ μελλόντων (ὁ δὲ ἀντὶ τοῦ γάρ) ἤγουν αἱ φράδαι γάρ, τουτέστιν αἱ γνώσεις τῶν μελλόντων τετύφλωνται, ἀντὶ τοῦ ἀφανεῖς, ἄδηλοί εἰσιν. πολλὰ δὲ (14) ἔπεσεν, ἀντὶ τοῦ | |
10 | ἀπέβησαν τοῖς ἀνθρώποις παρὰ προσδοκίαν, ἔμπαλιν δὴ τέρ‐ ψεως, ἤγουν κατὰ τὸ ἐναντίον τῆς παρούσης αὐτοῖς τέρψεως· οἱ δὲ ἀλγειναῖς ταραχαῖς ἀντικύρσαντες, ἀντὶ τοῦ ἐγκύρσαντες ἤτοι ἐντυχόντες, ἐν μικρῷ χρόνῳ, ἀντὶ τοῦ βραχεῖ, εἰς πολὺ ἀγαθὸν ἀπὸ πήματος, ἤγουν ἀπὸ κακοπαθείας, ἀπὸ βλάβης, | |
15 | πεδάμειψαν, ἀντὶ τοῦ μετήμειψαν, ἤτοι μετέπεσον. | |
O 1219g | *† Ἐργότελες. —ὄντως. —ἡ σή. —ἄν. | |
O 1220g | ἔνδον τῆς οἰκίας μαχόμενος. —καθά. | |
O 1221g | * συγγενικῇ. — οἰκίᾳ, ἤτοι τῇ πατρίδι. | |
O 1222g | ποταπή; ἄδοξος. —μάτην ἀνή‐ λωται· ἐκ μεταφορᾶς τῶν φυλλοῤῥοούντων δένδρων· —** διὰ τὸ μέτρον. —ἡ διὰ τάχος. | |
O 1223g | ἡ ἐναντίους τοὺς ἄνδρας ἀλλή‐ λοις ποιοῦσα. | |
O 1224g | ἐξήλασε. —* πατρίδος. | |
O 1219-24 | Germ. Ἐνδομάχας ἀλέκτωρ] ὁ νοῦς· ὦ υἱὲ | |
τοῦ Φιλάνορος· τὸ σχῆμα ἀποστροφή· ἡ τεὰ καὶ ἡ σὴ καὶ ἡ ἰδία τιμὴ τῶν ποδῶν ἀκλεὴς ἂν καὶ ἄδοξος κατεφυλλοῤῥόησε καὶ ἐφθάρη, ἅτε ὁ ἀλέκτωρ ὁ ἐνδομάχας καὶ ὁ ἔνδον τὰς κατοικι‐ | 380 | |
5 | δίους ποιῶν μάχας (ὑπάρχει, ἐλλειπτικῶς) παρὰ τῇ παρεστίᾳ καὶ τῇ οἰκίᾳ τῇ συγγόνῳ, ἐν ᾗ ἐγεννήθη· εἰ μὴ ἡ στάσις ἡ ἀντι‐ άνειρα ἄμερσε καὶ ἐστέρησε καὶ ἐκίνησεν ἀπὸ τῆς Κνωσίας πάτρας καὶ πατρίδος. M. Ὦ υἱὲ τοῦ Φιλάνορος Ἐργότελες, ὄντως δὴ | |
10 | καὶ ἡ σὴ τιμὴ τῶν ποδῶν, ἀντὶ τοῦ καὶ ἡ τιμὴ τῆς ταχυτῆτος τῶν σῶν ποδῶν ἄδοξος ἂν κατεφυλλοῤῥόησεν, ἤγουν κατεμα‐ ράνθη παρὰ τῇ οἰκίᾳ τῇ συγγόνῳ, ἀντὶ τοῦ τῇ συγγενικῇ, τῇ πατρικῇ, καθὰ ἀλέκτωρ ἔνδον, ἐν τῷ οἴκῳ τὰς μάχας ποιούμε‐ νος, ἀφανής ἐστι δηλονότι, εἰ μὴ ἡ μάχη ἡ ἀντιάνειρα, τουτέστιν | |
15 | ἡ ἐξ ἐναντιώσεως τῶν ἀνδρῶν γινομένη, ἐστέρησέ σε τῆς πατρίδος τῆς σῆς τῆς Κνωσίας, ἀντὶ τοῦ τῆς Κνωσοῦ· τὸ κτητικὸν ἀντὶ τοῦ ἁπλοῦ. | |
O 1226g | ἐν τῇ. —ὦ. | |
O 1227 | Th. Ὅτε Ἡρακλῆς λαβὼν τὰς Γηρυόνου βοῦς ἐπανῄει ἐν Σικελίᾳ, αὐτῷ θερμὰ ὕδατα ἐκ τῆς γῆς ἀναδεδόσθαι Ἀθηνᾶ παρεσκεύασεν, ἵνα λουτροῖς αὐτοῖς χρήσαιτο πλεῖστα καμὼν περὶ τὴν ὁδόν. λέγει οὖν τὸ θερμὰ λουτρὰ Νυμφᾶν, ἤτοι τὴν | |
5 | Ἱμέραν ἀπὸ μέρους. | |
O 1227g | τοῦ Ἡρακλέους. —ὑψοῖς διὰ τῶν στεφάνων. — ἐνδιαιτώμενος. | |
O 1228g | ἤτοι τῇ Ἱμέρᾳ, ἐν ᾗ οἰκεῖς. | 381 |
O 1225-28 | M. Νῦν δέ, ὦ Ἐργότελες, τούτου γενομένου, ἐν τῇ Ὀλυμπίᾳ στεφανωσάμενος, ἤγουν νικήσας, καὶ δὶς ἐν Πυθῶνι νικήσας καὶ ἐν τῷ Ἰσθμῷ νικήσας, τὰ θερμὰ λουτρὰ τῶν Νυμ‐ φῶν τὰ ἐν τῇ Ἱμέρᾳ τῇ πόλει βαστάζεις, ἤγουν ὑψοῖς, μεγαλύ‐ | |
5 | νεις, ὁμιλῶν, τουτέστιν οἰκῶν, ἀναστρεφόμενος παρ’ αὐτῇ, τῇ Ἱμέρᾳ δηλονότι, ὥσπερ εἰ ἀνεστρέφου παρὰ τῇ οἰκείᾳ γῇ, | |
ἤγουν τῇ πατρίδι σου τῇ Κνωσῷ. | 382 | |
O 13t | Ἐπίνικοι Ὀλυμπιονίκαις. Ξενοφῶντι Κορινθίῳ σταδιοδρόμῳ καὶ πεντάθλῳ. Ὠιδὴ ιγʹ. [Δημητρίου Τρικλινίου] | |
5 | περὶ τῶν κώλων τῶν στροφῶν καὶ ἀντιστροφῶν τοῦ ιγʹ εἴδους. ἔστι δὲ στροφῶν εʹ. Παλαιόν. | |
O 13prae 1 | Τοῦ ιγʹ εἴδους αἱ στροφαὶ καὶ ἀντιστροφαὶ ἑκάστη κώλων αʹ. Τὸ αʹ ἀντισπαστικὸν τρίμετρον καταληκτικὸν ἐκ παίωνος γʹ. ἀδιάφορος γάρ ἐστιν ἡ αʹ συζυγία. ἃ δὲ περὶ τούτου λέγου‐ σιν, οὔ μοι δοκεῖ εὔλογα. Τὸ βʹ ἀντισπαστικὸν δίμετρον κατα‐ | |
5 | ληκτικόν, ἤτοι ἑφθημιμερές, ὃ καλεῖται Φερεκράτειον ἐκ διτρο‐ χαίου. Τὸ γʹ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον, τοῦ βʹ ποδὸς χορείου τριβράχεος, τοῦ δὲ δʹ σπονδείου, ὃν καὶ ἀτάκτως παρὰ τοῖς μελοποιοῖς φασι κεῖσθαι. ἐμοὶ δ’ ἐπιωνικὸν δοκεῖ εἶναι ἀπ’ ἐλάσσονος τρίμετρον καταληκτικόν, ἐκ παίωνος βʹ, Ἰωνικοῦ καὶ | |
10 | τροχαϊκῆς συζυγίας καταληκτικῆς. Τὸ δʹ ἰαμβικὸν τρίμετρον | |
βραχυκατάληκτον καθαρόν. Τὸ εʹ περιοδικὸν ἰάμβοις καὶ τρο‐ χαίοις, ἀλλὰ τὸ μὲν ἰαμβικόν ἐστι μονόμετρον ἐξ ἀναπαίστου ἀρχόμενον, τὸ δὲ τροχαϊκὸν δίμετρον βραχυκατάληκτον, τοῦ βʹ ποδὸς δακτύλου. ἐμοὶ δὲ δοκεῖ ἐκ βʹ ἰαμβικῶν συγκεῖσθαι | 383 | |
15 | κώλων πενθημιμερῶν, καὶ ἔστιν ὥσπερ ἀσυνάρτητον, εἰ καὶ μὴ ἐκ διαφόρων κώλων σύγκειται. εἰ δὲ μὴ παραδίδωσι τοῦτο ὁ μετρικός, οὐδὲν θαυμαστόν· τὰ καιριώτερα γὰρ παραδίδωσιν, ὡς ἐγχειρίδιον γράφων. Τὸ ϛʹ ἐπιωνικὸν τρίμετρον ἀκατάληκτον, τῆς αʹ συζυγίας ἰαμβικῆς, τῆς βʹ Ἰωνικῆς ἀπ’ ἐλάσσονος καὶ | |
20 | τῆς γʹ τροχαϊκῆς. Τὸ ζʹ δακτυλικὸν πενθημιμερές. Τὸ ηʹ χορι‐ αμβικὸν δίμετρον ἀκατάληκτον, ἔχει δὲ ἔν τισι μὲν τοὺς χορι‐ άμβους καθαρούς, ἔν τισι δὲ ἰαμβικὴν ἢ τροχαϊκὴν συζυγίαν καὶ τὴν κατάληξιν ὡσαύτως ἀδιάφορον. Τὸ θʹ προσοδιακὸν ἐξ Ἰωνικοῦ καὶ χοριάμβου· εἰ δὲ βούλει, ἀναπαιστικόν. Τὸ ιʹ τρο‐ | |
25 | χαϊκὸν ἑφθημιμερὲς Εὐριπίδειον ἐκ δακτύλου ἀρχόμενον. ἐμοὶ δὲ δοκεῖ προσοδιακὸν εἶναι ἐκ χοριάμβου καὶ Ἰωνικοῦ ἢ ἐπι‐ τρίτου διὰ τὴν ἀδιάφορον. Τὸ ιαʹ ἐπιχοριαμβικὸν ἐκ τροχαϊκῆς συζυγίας ἢ ἐπιτρίτου καὶ χοριάμβου. Ἐφ’ ἑκάστῃ στροφῇ καὶ ἀντιστροφῇ παράγραφος. | |
30 | Περὶ τῶν κώλων τῶν ἐπῳδῶν. Αἱ ἐπῳδοὶ κώλων ιαʹ. Τὸ αʹ προσοδιακὸν δίμετρον ἀκατά‐ ληκτον ἐξ Ἰωνικοῦ ἀπὸ μείζονος καὶ χοριάμβου. Τὸ βʹ ἐγκω‐ μιολογικὸν ἐκ δακτυλικοῦ καὶ ἰαμβικοῦ πενθημιμερῶν. Τὸ γʹ τροχαϊκὸν δίμετρον ὑπερκατάληκτον δακτύλοις μεμιγμένον. Τὸ | |
35 | δʹ προσοδιακὸν ἢ ἐπιχοριαμβικὸν ὅμοιον τῷ ιαʹ τῆς στροφῆς. | |
Τὸ εʹ Ἰωνικὸν ἀπ’ ἐλάσσονος δίμετρον ἀκατάληκτον. Τὸ ϛʹ Εὐριπίδειον. Τὸ ζʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. Τὸ ηʹ δακτυλικὸν πενθημιμερές. Τὸ θʹ Ἰωνικὸν τρίμετρον βραχυκατά‐ ληκτον. ἔστι δέ, ὥς φασιν, ἀταξία ἐν αὐτῷ· ἡ γὰρ βʹ συζυγία | 384 | |
40 | ἰαμβικὴ οὖσα ἐν τῇ βʹ χώρᾳ σπονδεῖον ἔχει ἀτάκτως· διὸ καὶ ἐπιλαμβάνονται αὐτοῦ. ὡς καὶ τὸ παρ’ Εὐπόλιδι ἐπιωνικὸν ἐν τῷ Χρυσῷ γένει τό· Ὦ καλλίστη πόλι πασῶν, ὅσας Κλέων ἐφορᾷ. Τὸ ιʹ Εὐριπίδειον. Τὸ ιαʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. Ἐφ’ | |
45 | ἑκάστῃ ἐπῳδῷ τὰ συνήθη σημεῖα. | |
O 131 | Th. Τρισολυμπιονίκην λέγει τὸν τοῦ Ξενοφῶντος οἶκον, ἐπειδὴ αὐτῷ μὲν τῷ Ξενοφῶντι δύο Ὀλυμπιακαὶ νῖκαι κατὰ τὴν αὐτὴν ἡμέραν ἐγένοντο πεντάθλου καὶ σταδίου, τῷ πατρὶ δὲ Θεσσαλῷ μία πρόσθεν. | |
O 131g | ** Τὸ προοίμιον ἀπὸ τῆς πατρίδος τοῦ νικητοῦ. | |
O 132g | πρᾷον καὶ προσφιλῆ. —τοῖς Κορινθίοις. | |
O 133g | ὑπουργὸν πρὸς ἃ βούλονται. —γνωρίσω καὶ ἐπαινέσω. | |
O 134 | Th. Ἡ Κόρινθος ἐν τέλει μὲν τοῦ Ἰσθμοῦ, ἐν ἀρχῇ δὲ τῆς Πελοποννήσου κειμένη, εἰκότως προπύλαιον τοῦ ἐν τῷ Ἰσθμῷ τιμωμένου Ποσειδῶνος τῷ Πινδάρῳ καλεῖται. | |
O 134g | εὐδαίμονα. —* τὴν πόλιν τοῦ Ξενοφῶντος. —τοῦ ἐν Ἰσθμῷ τιμωμένου. | |
O 135g | προπύλαιον. —καλοὺς κούρους ἔχον. | |
O 136g | ἀδελφαὶ αὐτῆς. | |
O 137g | στήριγμα. | |
O 138g | ὁμοδίαιτος τῇ δικαιοσύνῃ, ἧς παρούσης καὶ εἰρήνη ἐστί· πλεονεξία γὰρ καὶ ἀδικία πολέμους ποιεῖ. | 385 |
O 139g | φύλακες. | |
O 1310g | * πολυτίμητοι· —** αἱ πολυτίμητοι, λέγω. | |
O 1311g | τῆς καλῶς βουλευομένους τοὺς αὐτὴν ἔχοντας ποιούσης. | |
O 1312 | Th. Ὕβριν λέγει τὴν ἀδικίαν καὶ πλεονεξίαν, αἳ πλῆ‐ θος πολέμων καὶ σφαγῶν καὶ φόνων καὶ παντοίων κακῶν παρα‐ σκευάζουσι γίνεσθαι, καὶ πάντων τούτων τοῖς ἀνθρώποις εἰσὶν αἴτιαι. Ὅμηρος δὲ τὸν κόρον πατέρα τῆς ὕβρεως λέγει λέγων· | |
5 | τίκτει τοι κόρος ὕβριν. | |
O 131-11 | M. Τρισολυμπιονίκαν] τὸν οἶκον ἐπαινῶν τοῦ Ξενοφῶντος τὸν τρὶς ἐν Ὀλυμπίᾳ νενικηκότα, τὸν πρᾷον τοῖς πολίταις, τοῖς ξένοις δὲ θεράποντα, ἀντὶ τοῦ θεραπευτήν, γνώ‐ σομαι, ἀντὶ τοῦ εἰς ἀνάμνησιν ἄξω τὴν Κόρινθον τὴν πατρίδα | |
5 | τοῦ Ξενοφῶντος τὴν μακαρίαν, τὸ πρόθυρον (5) τῆς Πελοπον‐ νήσου δηλονότι, τὸ λαμπροὺς ἔχον νέους, τὸ τοῦ Ἰσθμίου Ποσει‐ δῶνος, τουτέστιν ὃ ὁ Ποσειδῶν ὁ ἐν τῷ Ἰσθμῷ τιμώμενος ἔχει κατοικητήριον δηλονότι. ἐν τᾷ γάρ, ἤγουν ἐν ταύτῃ, ἤτοι τῇ Κορίνθῳ οἰκεῖ ἡ Εὐνομία, ἤγουν ἡ κατὰ νόμους καλῶς ἐνεργου‐ | |
10 | μένη διοίκησις, καὶ αἱ κασίγνηται, ἤτοι αἱ ἀδελφαὶ αὐτῆς τῆς | |
Εὐνομίας δηλονότι, ἡ Δίκη (8) ἡ ἀσφαλής, ἀντὶ τοῦ ἡ ἀσφαλείας· ποιητική, τὸ βάθρον, ἤγουν ἡ ἀσφάλεια τῶν πόλεων, καὶ ἡ Εἰρήνη ἡ ὁμότροπος, τουτέστιν ἡ τὴν αὐτὴν αὐτῇ γνώμην ἔχουσα, ταμίαι οὖσαι, ἤγουν πάροχοι πλούτου τοῖς ἀνθρώποις, αἱ χρυσαῖ | 386 | |
15 | λέγω, ἀντὶ τοῦ αἱ κάλλισται θυγατέρες τῆς Θέμιδος τῆς εὐβού‐ λου, τουτέστι τῆς δίκαια βουλευομένης. | |
O 1312g | ἀποσοβεῖν ἔνθα ἂν ὦσιν. —ἀδικίαν καὶ πλεονεξίαν. —τοῦ πλήθους παντοίων κακῶν. | |
O 1314g | εἰπεῖν περὶ τῆς Κορίν‐ θου. —προθυμία. | |
O 1315g | ἀληθής. —διεγείρει. | |
O 1312-15 | Germ. Ἡ σύνταξις αὕτη. ἐθέλοντι δὲ καὶ ἐθέ‐ λουσιν ἀλεξεῖν καὶ ἀποκωλύειν καὶ ἐκφεύγειν τὴν ὕβριν τὴν θυγατέρα τοῦ κόρου, τὴν μητέρα τὴν θρασύμυθον. ἔχω καλά τε φράσαι περὶ τῶν Κορινθίων, ἡ τόλμα τε καὶ ἡ εὐτολμία | |
5 | ὀρνύει καὶ διεγείρει καὶ παρορμᾷ τὴν γλῶσσαν ἐμοῦ λέγειν εὐθεῖα καὶ εὐθέως. ἢ οὕτως· ἔχω καλά τε φράσαι, ἡ τόλμα τε ἡ εὐθεῖα ὀρνύει τὴν γλῶσσαν ἐμοῦ λέγειν περὶ τῶν Κο‐ ρινθίων. | |
O 1316g | ἀμήχανον καὶ ἀδύνατον. —ἀφανίσαι. —* τὸ ἔμφυ‐ τον, ὥστε καὶ Κορίνθιοι ἀγαθοὶ ἐκ φύσεως ὄντες οὐκ ἄν ποτε μεταβληθεῖεν. | |
O 1317 | Th. Ἀλάτης ἀνήρ τις ἡγήσατο Ἡρακλείδαις τῆς πρὸς Πελοπόννησον ἐπανόδου. κατοικήσαντος οὖν ἐν Κορίνθῳ Ἀλᾶ‐ | |
ται ἀπ’ αὐτοῦ οἱ Κορίνθιοι καλοῦνται. | 387 | |
O 1317g | τοῖς Κορινθίοις. —κατὰ πολύ. | |
O 1318g | ἐκ νικῶν καὶ ἀνδραγαθιῶν. —λαμπρότητα. | |
O 1319g | * παρέσχον. —ἃς ἔχετε. | |
O 1320 | Th. Αἰτιῶνταί τινες ἀσυνέτως τὸν Πίνδαρον, διότι ὑπερελθόντων εἶπε δέον ὑπερελθοῦσιν εἰπεῖν πρὸς τὸ ὑμῖν. οὓς αὐτὸς χαίρειν ἐάσας τὸ μὲν ὑμῖν νόει, διότι τὸ ὤπασαν δοτικῇ συντάσσεται, τὸ δὲ ὑπερελθόντων οὐ πρὸς | |
5 | τὴν σύνταξιν τοῦ ὤπασάν ἐστιν, ἀλλ’ ἐπειδὴ αἰτία ἐστὶ τοῦ νικαφόρον ἀγλαΐαν. σχηματίζομεν δὲ τὰς αἰτίας καὶ πρὸς τὴν ὄπισθεν σύνταξιν, εἰ δοτικὴ καὶ αἰτιατική ἐστι, καὶ πρὸς γενι‐ κήν· διὰ τοῦτο καὶ νῦν οὐ πρὸς τὸ ὑμῖν, ἀλλ’ ὡς αἰτία πρὸς γενικὴν ἀπεδόθη· ὥσπερ ἐστὶ τοῦτο· πολλῶν κακῶν πειραθῆναι | |
10 | συνέβη μοι ἁμαρτωλοῦ ὄντος. | |
O 1320g | ὑπερβαλλομένων τοὺς ἄλλους· —** ὑπερελθόν‐ των χρὴ γράφειν, οὐχ ὑπερελθοῦσιν· οὕτω γὰρ ἔχει πρὸς τὸ μέτρον ὀρθῶς. —ταῖς τῶν θεῶν πανηγύρεσιν. | |
O 1312-21 | M. Ἐθέλουσι δὲ ἀλεξεῖν, ἤγουν ἀποσοβεῖν, διώ‐ κειν τὴν ὕβριν, τὴν τοῦ κόρου θυγατέρα δηλονότι, τὴν μητέρα τῶν θρασέων, ἤτοι τῶν ἐπηρμένων λόγων. κόρος λέγεται κυρίως | |
ἐπὶ τοῦ στομάχου, ὅταν ἐμπλησθῇ βρωμάτων· ἀπὸ τούτου δὲ | 388 | |
5 | καὶ ἐπὶ τῶν μεγάλης περιουσίας ἀπολαυόντων ἢ τιμῆς ἢ ἑτέ‐ ρου τοιούτου, καθὸ λέγεται ἐνταῦθα. ὕβρις δὲ ἡ ἀδικία καὶ ἀλαζονεία καὶ ἔπαρσις κατὰ τῶν ὑποδεεστέρων, ἣν ἡ Εὐνομία καὶ ἡ Δίκη καὶ ἡ Εἰρήνη ἀποστρέφεται καὶ διώκει. ἔχω καλά τε εἰπεῖν ἐπὶ τῇ Κορίνθῳ, τόλμα δέ, τουτέστι προθυμία εὐθεῖα, ἀντὶ | |
10 | τοῦ δικαία, τὴν γλῶσσάν μου παρορμᾷ εἰς τὸ λέγειν. ἄμαχον δέ, ἤγουν ἀμήχανον, ἀδύνατον κρύψαι, ἤτοι σβέσαι, ἐᾶσαιʹ, τὸ συγγεγενημένον ἐμοὶ φυσικὸν ἦθος. ὑμῖν δέ (17), ὦ παῖδες, ἀντὶ τοῦ ἀπόγονοι τοῦ Ἀλήτου, τουτέστιν ὦ Κορίνθιοι, πολλά‐ κις μὲν παρέσχον αἱ Ὧραι αἱ πολυειδῆ ἄνθη προτείνουσαι λαμ‐ | |
15 | πρότητα νικηφόρον, ἀντὶ τοῦ νικητικήν, δι’ ἐξόχων ἀνδραγα‐ θιῶν ὑπερελθοῦσιν, ἤγουν νικήσασιν ἐν ἱεροῖς, ἤτοι θείοις ἀγῶσιν. | |
O 1321g | πολλάκις δέ. | |
O 1322g | τῶν ἐν ὑμῖν. | |
O 1323g | αἱ πολλὰ ἄνθη τοῖς ἀνθρώποις φέρουσαι. | |
O 1324g | ποταπά; παλαιά. — | |
* ἐστί· —* εἰ γὰρ καί τινες τοῖς εὑρεθεῖσι παρὰ Κορινθίων ἐπιδεδωκότες ἐξέλαμψαν, ἀλλ’ οἱ καταρχὰς εὑρόντες αὐτὰ Κο‐ ρίνθιοι κρείττους εἰσὶν αὐτῶν τῷ εὑρεῖν. | 389 | |
O 1317-24 | Germ. Ὕμμι δὲ παῖδες] ὁ νοῦς· ὑμῖν δέ, ὦ παῖδες τοῦ Ἀλήτου, ἤγουν ὦ Κορίνθιοι, ὑπερελθόντων καὶ ὑπερ‐ ελθοῦσι καὶ ὑπερνικήσασιν ἐν τοῖς ἱεροῖς ἀέθλοις, τουτέστι νικη‐ ταῖς γενομένοις ἐν τοῖς ἱεροῖς ἀγῶσιν, αἱ ὧραι αἱ πολυάνθεμοι, | |
5 | ἤτοι τὸ ἔαρ (κατὰ γὰρ τὸν καιρὸν τοῦ ἔαρος ἠγωνίζοντο—πάντα γὰρ ὁ χρόνος οἶδε χαρίζειν) πολλὰ καὶ κατὰ πολὺ ἢ πολλαχοῦ ὤπασαν καὶ παρέσχον ταῖς ἄκραις ἀρεταῖς, λέγω τὰ κατὰ τὴν νικηφόρον μὲν ἀγλαΐαν, πολλὰ δὲ ἀρχαῖα σοφίσματα ἔβαλ‐ λον ἐν ταῖς καρδίαις τῶν ἀνδρῶν· τουτέστιν, ὅτι οὐ μόνον | |
10 | ἐνδόξους ἐποίησαν διὰ τῆς νίκης, ἀλλὰ καὶ σοφοὺς ἐκείνους ἐποίησαν. | |
O 1323-24 | Th. Τὸ Ὧραι πολυάνθεμοι καὶ πρὸς τὸ ὤπασαν ἐκληπτέον. παρέχουσι δὲ αἱ Ὧραι τὰς νίκας διὰ τὸ τὰς πανηγύρεις κατὰ περίοδον φέρειν, ἐν αἷς ἀγῶνες καὶ νῖκαι γίνονται. πῶς δὲ ἀρχαῖα σοφίσματα ἐν τοῖς Κορινθίοις ἔβαλον; | |
5 | ἐπειδὴ ἔν τε τῷ ἔαρι καὶ τῷ θέρει καὶ τοῖς ἄλλοις καιροῖς ἐμη‐ χανήσαντο τὰ πρόσφορα. δέον δὲ εἰπεῖν· σοφίσματα ἔβαλον κα‐ ταρχάς, ἀρχαῖα εἶπε πρὸς τὸ σοφίσματα. | |
O 1325g | * αὗται. —ἐξεφάνησαν. | 390 |
O 1326 | Th. Βοηλάτην καλεῖ τὸν διθύραμβον, ἢ διότι τῷ κατορθώσαντι αὐτὸν βοῦς ἐδίδοτο ἆθλον, ἢ διότι διὰ βοῆς ἠλαύνετό τε καὶ ἐτελεῖτο. ὁ δὲ διθύραμβος χορὸς ἦν κυκλικὸς πρὸς τὸν Διόνυσον, ἐλέγετο δὲ ὁ διθύραμβος ἀπὸ Διονύσου τοῦ | |
5 | ἐκ δύο θυρῶν ἐξελθόντος, ἔκ τε τῆς μητρῴας αὐτοῦ γαστρὸς καὶ τοῦ μηροῦ τοῦ Διός. εὗρον δὲ Κορίνθιοι πρῶτον τοῦτον ἐν τοῖς Διονυσιακοῖς ὥσπερ καὶ τὸ μέτρον τοῦ κεραμεικοῦ τροχοῦ πόσον δεῖ γίνεσθαι, ὃν ἵππεια ἔντεα καλεῖ, καὶ τὰ ἐπάνω τῶν νεῶν ἀετώματα διπλᾶ. | |
O 1327g | χορῷ. —ἱππικοῖς. | |
O 1326-27 | Germ. Αἱ χάριτες δὲ αἱ τοῦ Διονύσου πόθεν ἐξέ‐ φανεν σὺν τῷ διθυράμβῳ τῷ βοηλάτᾳ; οὐκ ἐξ ὑμῶν, ὦ Κο‐ ρίνθιοι; | |
O 1328g | ** τοῖς ἅρμασι. | |
O 1329g | * ὀρνέων. | |
O 1330g | τὸν ἀετόν. —διπλοῦν. | |
O 1331g | ἐπέθηκε] λάμβανε τοῦτο κατὰ συνεκ‐ δοχὴν καὶ πρὸς τὸ ἔντεσιν. —ἐν αὐτοῖς τοῖς Κορινθίοις. — ἡδυτάτη. | |
O 1332g | * αὐτοῖς. —ἀκμάζει. | |
O 1333g | ὀλεθρίαις τοῖς δεχομένοις. | |
O 1332-33 | Germ. Ἐν δ’ Ἄρης ἀνθεῖ] ἐν τίσι δὲ ἀνθεῖ ὁ Ἄρης ὁ ἐν ταῖς οὐλίαις αἰχμαῖς τῶν νέων ἀνδρῶν; ἐν ὑμῖν δηλονότι. | 391 |
O 1331-33 | Th. Μοῖς’ ἁδύπνοος λέγει, ἢ ὅτι μουσικώτατοι ἦσαν Κορίνθιοι, ἢ ὅτι ἐν Κορινθίοις κάλλιστοι ποιηταὶ ἐγένοντο, ὧν εἷς ἦν Ἔσων. ἀνθεῖ δὲ ἐν αὐτοῖς ὁ Ἄρης, διότι πολεμι‐ κώτατοί εἰσι καὶ ἐν τῷ Περσικῷ πολέμῳ κάλλιστα ἐξέλαμψαν. | |
O 1321-33 | M. Πολλάκις δὲ ἔβαλον ὑμῖν αἱ Ὧραι ἐν καρδίαις ἀνδρῶν, τουτέστι πολλάκις δὲ ἔβαλον αἱ Ὧραι ἐν καρδίαις ἀνδρῶν ὑμετέρων σοφίσματα ἀρχαῖα, ἤγουν ἐπινοίας τεχνῶν πρῶτον εὑρημένας, οὔπω πρότερον εὑρημένας. ἅπαν δ’ εὑρόντος | |
5 | ἔργον, τουτέστιν ἅπασα δὲ ἐργασία τεχνικὴ τοῦ εὑρόντος αὐτὴν τὴν ἀρχήν, ἤτοι τοῦ ἐφευρόντος ἐστίν. αἱ Χάριτες (25) τοῦ Διονύσου, ἤγουν αἱ ἑορταὶ αἱ τὸ ἐπαγωγὸν ἔχουσαι, αἱ παρὰ τοῖς Κορινθίοις ὑμῖν τελούμεναι δηλονότι, σὺν ὕμνῳ διθυράμβῳ βοηλάτῃ, τουτέστι χάριν βοὸς ᾀδομένῳ, πόθεν ἄλλοθεν, ἢ παρ’ | |
10 | ὑμῶν δηλονότι, ἐξέφανεν, ἤγουν ἐλαμπρύνθησαν; τίς δὲ ἄλλος ἔθηκεν, ἀντὶ τοῦ ἐπενόησε συμμετρίας ἐν κατασκευάσμασιν ἱππείοις, ἀντὶ τοῦ πολεμικοῖς· ἤγουν τίς δὲ ἄλλος ἐπενόησε τὴν ἐν τοῖς ὅπλοις συμμετρίαν; ἢ (29) τίς ἄλλος ἐπενόησεν ἐν τοῖς ναοῖς τῶν θεῶν τὸν βασιλέα τῶν ὀρνέων τὸν διπλοῦν, ἤγουν τὸν | |
15 | διπλοῦν ἀετόν, τουτέστι τὸ λεγόμενον ἀέτωμα; ἐν τούτοις δέ, τουτέστι τοῖς Κορινθίοις ἀνθεῖ, ἀντὶ τοῦ ἀκμάζει, περιφανής ἐστι, δύναμις ποιητικὴ ἡδύπνους, ἤγουν ἡδυμελής, τερπνὰ προ‐ τείνουσα μέλη· ἐν τούτοις δὲ ἀνθεῖ Ἄρης, τουτέστι πολε‐ μικὴ ἐμπειρία νέων ἀνδρῶν, ἐν αἰχμαῖς, ἀντὶ τοῦ ἐν μάχαις | 392 |
20 | ὀλεθρίαις. | |
O 1334g | θεῶν ὑπέρτατε. —μέγα. | |
O 1335 | Germ. Φθόνος καὶ νέμεσις οὐ διαφέρουσιν. φθόνος ἡ νέμεσις, νέμεσις ὁ μερισμός. ἀφθόνητος οὖν ὁ μὴ φθόνον καὶ μερισμὸν καὶ διχασμὸν ἐμποιῶν ταῖς φήμαις αὐτῶν. | |
O 1335g | ἤγουν μὴ νεμεσήσῃς τοῖς αὐτῶν ἐπαίνοις, ἀλλὰ νίκης αἴτιος γενοῦ, ἵνα καὶ τούτων τυγχάνοιεν ἀεί. | |
O 1336g | * κατά. — ** ὦ. | |
O 1337g | τὸν τῶν Κορινθίων. —ἀδυστύχητον. —διεξά‐ γων. | |
O 1338g | ἐξόρθου, κατευόδου τῆς τύχης τὴν εὐθυδρομίαν. | |
O 1337-38 | Germ. Ὁ νοῦς· καὶ ὁ νέμων καὶ διοικῶν τόνδε καὶ τοῦτον τὸν λαὸν τὸν ἀβλαβῆ, εὔθυνε τὸν οὖρον καὶ τὴν εὐτυ‐ χίαν καὶ τὴν εὐδαιμονίαν ἢ τὴν εὐθυτάτην κίνησιν τοῦ Ξενοφῶν‐ τος δαίμονος, τὸν ὑπάρχοντα ἀπὸ τοῦ δαίμονος καὶ τῆς τυχῆς, | |
5 | ἤγουν ἀπὸ τῶν Μοιρῶν. ἢ οὕτω. καὶ νέμων καὶ φυλάττων τόνδε τὸν λαὸν ἀβλαβῆ, εὔθυνε τὴν εὐτυχίαν τοῦ Ξενοφῶντος τὴν ἀπὸ τοῦ δαίμονος οὖσαν οὔριον καὶ εὐδιεινήν. | |
O 1339g | * ἐγκωμιαστικὸν νόμον. | |
O 1340g | τὸν ὕμνον· εἰ γὰρ | |
ἡ Ὀλυμπία αἰτία τῆς νίκης, καὶ τῶν ὕμνων ἄρα αἰτία. | 393 | |
O 1341g | ὁμοῦ, ἤγουν ἐν μιᾷ ἡμέρᾳ. | |
O 1343g | ἐπέτυχεν ἐν ταὐτῷ. — πεντάθλου καὶ δρόμου. | |
O 1334-44 | M. Ὦ Ζεῦ πάτερ ἔξοχε, εὐρύ, ἀντὶ τοῦ μεγάλως, κραταιῶς ἀνάσσων τῆς Ὀλυμπίας, γενοῦ κατὰ πάντα τὸν χρό‐ νον ἀφθόνητος, ἀντὶ τοῦ οὐκ ἐῶν ἐπιτίθεσθαι φθόνον τοῖς ἔπεσι τούτοις τοῖς ἐπ’ αὐτοῖς, τουτέστι τοῖς ὕμνοις. ἐπίφθο‐ | |
5 | νον τὸ ἔχον φθόνον, ἤγουν τὸ φθονούμενον· ἄφθονον τὸ χω‐ ρὶς φθόνου γινόμενον ἢ διδόμενον, οἷον ἄφθονος χάρις ἡ χωρὶς φθόνου διδομένη, καὶ ἄφθονος πρᾶξις ἡ χωρὶς φθόνου πρατ‐ τομένη· ἀφ’ οὗ ἄφθονος πλοῦτος ὁ πολύς, καὶ ἄφθονον πλῆθος ὁμοίως ἀντὶ τοῦ πολύ. ἀφθόνητος δὲ ὁ μὴ φθονούμενος· ἐνταῦθα | |
10 | δὲ τὸ ἀφθόνητος ἐπὶ ἐνεργείας κεῖται. καὶ τόνδε (37) τὸν λαὸν τοῦ Ξενοφῶντος νέμων, ἤγουν διοικῶν, ἀβλαβῆ, ἐπιῤῥηματικῶς ἀντὶ τοῦ ἐν ἀσφαλείᾳ, ἐν εὐτυχίᾳ, εὔθυνε, ἤγουν εὐόδου, τοῦ δαίμονος αὐτοῦ δηλονότι, ἤγουν τοῦ θεοῦ τοῦ διοικοῦντος αὐτῷ τὸν βίον, τὸν οὖρον, τουτέστι τὸν οὔριον ἄνεμον, μεταφο‐ | |
15 | ρικῶς ἀπὸ τῶν νεῶν, ἀντὶ τοῦ τὴν εὐτυχίαν. οὖρος γὰρ ποιητι‐ κῶς ὁ ἀπὸ τῆς οὐρᾶς ἤτοι τῆς πρύμνης τῆς νεὼς ἐπιτήδειος ἄνεμος, ὃν οὔριον οἱ πεζογράφοι φασίν, ἀφ’ οὗ καὶ τὸ Ἐξ | |
οὐρίας πλεῖν. ἀπόδεξαι δὲ τὸν νόμον τὸν ἐγκώμιον, ἀντὶ τοῦ τὸν ἐγκωμιαστικὸν τῶν στεφάνων αὐτοῦ, ὃν ἐπάγεται ἀπὸ τῶν χω‐ | 394 | |
20 | ρίων τῆς Πίσης (41) νικῶν, ἀντὶ τοῦ νικήσας, τὸν δρόμον τοῦ στα‐ δίου, ἤγουν τὸ στάδιον, ἅμα τῷ πεντάθλῳ. ἐλέγετο δὲ στάδιον μὲν ὁ τόπος, ἐν ᾧ ἔτρεχον· ἦν δέ, φασί, διαστήματος πήχεων τριακοσίων· πένταθλον δέ, ὃ εἶχεν ἐν ἑνὶ χρόνῳ τὰ πέντε ταῦτα, πυγμήν, πάλην, δίαλμα, δίσκον καὶ δρόμον. οὐκ ἐπέτυχεν | |
25 | οὐδαμῶς πρότερόν τις ἀνὴρ θνητὸς τούτων, ἀντὶ τοῦ τούτου τοῦ πράγματος, τουτέστι τοῦ νικῆσαι ἐν μιᾷ ἡμέρᾳ ταύτας τὰς δύο νίκας. | |
O 1345g | *† ἐστεφάνωσαν. —πλόκαμοι· ἐνταῦθα γὰρ σέλινα ἐδίδοτο ἆθλα. | |
O 1346g | *† ἐν τῷ Ἰσθμιακῷ ἀγῶνι. | |
O 1347g | ἐκλάμψαντα. —* τά. —ἤγουν ὁ τῶν Νεμέων ἀγὼν οὐκ ἐναντιοῦται αὐτῷ· ἐνίκησε γὰρ καὶ τοῦτον. | |
O 1348g | * αὐτοῦ. — ** οὕτως ἐκαλεῖτο. —*† ἤγουν ἐν τῇ Ὀλυμπίᾳ. | |
O 1349g | λαμ‐ πρότης. —ἐκ δρόμου νίκης. | |
O 1350g | * ἐν τῇ. | |
O 1351g | ** καί. — * ἤγουν ἐν μιᾷ ἡμέρᾳ. | |
O 1352g | ** καί. —** ταῖς λεπτογυίοις· τοιαύτη γὰρ ἡ Ἀττική· | |
O 1353g | ἤγουν ἐν Παναθηναίοις. —δίαυ‐ λον, ὁπλιτικὸν δρόμον καὶ στάδιον. | |
O 1354g | ἡ ταχεῖα· ἤγουν τρία ἔργα κατορθώσας ἐστεφανώθη. | |
O 1351-55 | Germ. Μηνός τέ οἱ] μετὰ τοῦ μηνός τε τοῦ | |
αὐτοῦ τρία ἔργα κάλλιστα ἡ ποδαρκὴς ἡμέρα ἐν ταῖς κρανααῖς Ἀθάναις (λέγει δὲ ἔργα κάλλιστα τοὺς στεφάνους) θῆκε καὶ ἔθηκεν ἀμφὶ ταῖς κόμαις αὐτοῦ. | 395 | |
O 1356g | *† ἑορτὴ Ἀθηνᾶς ἐν Κορίνθῳ. —ἔργα ἀνέθηκεν αὐτῷ κάλλιστα. | |
O 1356 | Th. Ἑλλώτια ἑορτὴ Ἀθηνᾶς ἐν Κορίνθῳ. Δωριεῖς μετὰ Ἡρακλειδῶν ἐπιθέμενοι Κορινθίοις καὶ Κόρινθον χειρω‐ σάμενοι ταύτην φλογὶ ἔκαιον. φυγοῦσαι οὖν αἱ Κορίνθιαι παρ‐ θένοι εἰς τὸν τῆς Ἀθηνᾶς βωμόν, ὅπως σωθεῖεν, αἰσθομένων | |
5 | Δωριέων καὶ πῦρ ἐμβαλόντων εἰς τὸν ναόν, αἱ μὲν ἄλλαι τῶν παρθένων ἔφυγον, Ἑλλωτιώνη δὲ μετὰ τῆς ἀδελφῆς Εὐρυτιώ‐ νης κατεφλέχθη. λοιμοῦ δὲ ὕστερον γενομένου ἔχρησεν Ἀθηνᾶ, μὴ πρότερον παύσασθαι τὸν λοιμόν, πρὶν τὰς τῶν κατακαεισῶν παρθένων ψυχὰς ἐξιλεώσασθαι καὶ ἱερὸν Ἀθηνᾶς Ἑλλωτίας | |
10 | ἱδρύσασθαι· ὃ δὴ καὶ γεγένηται. ἕτεροι δέ φασι διὰ τὸ ἑλεῖν τὸν Πήγασον ἐν χαλινῷ ὑπ’ Ἀθηνᾶς δοθέντι Βελλεροφόντῃ πα‐ νήγυριν καὶ ἱερὸν Ἑλλωτίας Ἀθηνᾶς ὑπ’ αὐτοῦ γεγενῆσθαι, ἢ τοῦτο τὸ ὄνομα ἐσχηκέναι τὴν πανήγυριν καὶ τὸν ναὸν ἀπὸ τοῦ | |
ἐν Μαραθῶνι ἕλους. ἔστι γὰρ ἐκεῖ ἄγαλμα Ἀθηνᾶς Ἑλλωτίας. | 396 | |
O 1345-56 | M. Δύο δὲ στέφανοι ἀπὸ σελίνων πεπλεγμένοι ἐστεφάνωσαν αὐτὸν φανέντα, ἤγουν παῤῥησιασάμενον, ἀγωνισά‐ μενον ἐν Ἰσθμιάσιν, ἀντὶ τοῦ ἐν τῷ ἀγῶνι τῷ ἐν Ἰσθμῷ. σημείω‐ σαι, ὅτι οὐ μόνον πίτυς ἐδίδοτο ἐν τῷ Ἰσθμῷ, ἀλλὰ καὶ σελίνου | |
5 | στέφανος, ὥσπερ ἐν τῇ Νεμέᾳ· πλὴν ἐν μὲν τῷ Ἰσθμῷ ἀπὸ ξηρῶν σελίνων, φασίν, ἐπλέκετο ὁ στέφανος, ἐν δὲ τῇ Νεμέᾳ ἀπὸ χλω‐ ρῶν. καὶ τὰ Νέμεα οὐκ ἀντιξοεῖ, ἤγουν οὐκ ἀντίκειται τούτῳ τῷ Ξενοφῶντι· νενίκηκε γὰρ καὶ ἐν αὐτοῖς. τοῦ πατρὸς δὲ (48) αὐτοῦ τοῦ Ξενοφῶντος, τοῦ Θεσσαλοῦ, φήμη λαμπρὰ τῆς ἀρετῆς | |
10 | τῶν ποδῶν ἀνάκειται, ἀντὶ τοῦ ἐπικρατεῖ, παραμένει ἐπὶ τοῖς ῥεύμασι τοῦ Ἀλφειοῦ, ἤγουν ἐν τῇ Ὀλυμπίᾳ (Θεσσαλὸς ὁ ἀπὸ Θεσσαλίας· ἐνταῦθα δὲ ὄνομα κύριον ὁ Θεσσαλός)· ἐν τῇ Πυθοῖ τε ἔσχεν, ὁ Θεσσαλὸς δηλονότι, κλέος νίκης σταδίου καὶ διαύλου ἡλίῳ ἀμφ’ ἑνί, ἀντὶ τοῦ ἐπὶ μιᾷ ἡμέρᾳ, καὶ ἐν τῇ Ἀττικῇ (53) τῇ | |
15 | τραχείᾳ ἐπὶ τοῦ αὐτοῦ μηνὸς ἡ ἡμέρα ἡ τοῖς δρόμοις διαρκοῦσα, ἤγουν ἡ ἱκανῶς τοῖς δρόμοις ἀνατεθειμένη, τρία ἔργα κάλλιστα, | |
ἀντὶ τοῦ τριῶν ἔργων καλλίστων στεφάνους ἔθηκεν ἐπὶ τῇ κεφαλῇ αὐτοῦ· τὰ Ἑλλώτια δέ (ἑορτὴ δὲ ἦν αὕτη τῆς Ἀθη‐ νᾶς ἐν τῇ Κορίνθῳ) ἑπτάκις ἔθηκαν δηλονότι στέφανον ἐπὶ ταῖς | 397 | |
20 | κόμαις αὐτοῦ. | |
O 1357g | ἤτοι τῷ Ἰσθμῷ, παρ’ ᾧ τελεῖται Ποσειδῶνος πα‐ νήγυρις ἐξ ἀρχῆς νενομοθετημένη. —† Ποσειδῶνος. | |
O 1358g | οὗτος πατὴρ Θεσσαλοῦ. —** αὐτοῦ. —πλείονες ὧν ἔφην. | |
O 1359g | * ἠκολούθησαν αὐτῷ, τῷ Θεσσαλῷ. ἔστι δὲ τὸ ἕψονται ἀντιχρονισμός, ἢ τὸ μέλλον μαντευόμενος λέγει. τούτου δὲ ὄντος ζῶντα νοήσεις τὸν Πτοιόδωρον. —ἄγαν τίμιαι. | |
O 1360g | εὐφημίαι. | |
O 1356-60 | Germ. Ὁ νοῦς. ἐν δὲ τοῖς τεθμοῖσι τοῖς ἀμφιά‐ λοις· οὗτοι γὰρ τοῦ Ποσειδῶνος νόμιμοι ἀγῶνες· σὺν τῷ Πτοιοδώρῳ πατρὶ αἱ τέρψιες αἱ ἀοιδαί τε αἱ ἐρίτιμοι μακρό‐ τεραι ἕψονται καὶ γενήσονται. ἢ οὕτως· ἐν δὲ τοῖς ἀμφιάλοις | |
5 | τεθμοῖς τοῦ Ποσειδῶνος αἱ ἀοιδαὶ αἱ τέρψεις καὶ αἱ τοῦ Τέρ‐ ψιος, αἱ ἐρίτιμοι καὶ αἱ τοῦ Ἐριτίμου σὺν τῷ πατρὶ τῷ Πτοιο‐ δώρῳ μακρότεραι ἕψονται. | |
O 1360g | πολλά. | |
O 1361g | ἐν τοῖς Πυθίοις. —Ξενοφῶν, Θεσ‐ σαλέ, Πτοιόδωρε. | |
O 1362g | ἤτοι τῇ Νεμέᾳ, ἔνθα Ἡρακλῆς ἀνεῖλε τὸν λέοντα. | |
O 1356-62 | M. Ἐν δὲ τοῖς ἀγῶσι τοῖς κατὰ νόμους τελουμέ‐ | |
νοις τοῖς ἀμφιάλοις, ἤγουν τοῖς ἐν τῷ τόπῳ τῷ ἀμφοτέρωθεν θάλατταν ἔχοντι, τουτέστι τοῖς ἐν τῷ Ἰσθμῷ, ὧν ἔφορος ὁ Ποσειδῶν, μακρότεραι, ἀντὶ τοῦ μείζονες τέρψεις (59) καὶ κατὰ | 398 | |
5 | πολὺ τίμιοι ὕμνοι ἕψονται, ἀντὶ τοῦ ἕπονται, ἤγουν ἀκολουθοῦ‐ σιν αὐτῷ δηλονότι σὺν τῷ πατρὶ αὐτοῦ τῷ Πτοιοδώρῳ. εἶτα ἀποτείνων τὸν λόγον πρὸς αὐτούς φησι· καὶ ἐν τοῖς Δελφοῖς βαβαὶ τῶν ἀνδραγαθημάτων ὅσα ἠνδραγαθήσατε· καὶ ἐν τοῖς χόρτοις τοῦ λέοντος, ἤγουν καὶ ἐν τῷ περιορίσματι, τῷ τόπῳ | |
10 | ἔνθα ὁ λέων ἐτράφη ὁ ὑπὸ τοῦ Ἡρακλέος ἀναιρεθείς, τουτέστι καὶ ἐν τῇ Νεμέᾳ (ἐν αὐτῇ γὰρ ἐτράφη οὗτος ὁ λέων) βαβαὶ δηλονότι τῶν ἀνδραγαθημάτων ὅσα ἠνδραγαθήσατε. | |
O 1363g | φιλονεικήσω. —πλείστοις ἀνθρώποις. | |
O 1364g | * ἕνεκα πλήθους. —* ὅσον μέν. —* κατὰ τό. | |
O 1365g | † ἤγουν οὐκ ἂν εἰδείην ὥστε λέγειν τὸν ἀριθμὸν τῶν ὑμετέρων ἀνδραγα‐ θημάτων. | |
O 1366g | θαλασσίων. —* ψάμμων· —** τῶν τῆς ἄμμου λιθιδίων. —* πληθύν. | |
O 1367g | * ὀφείλεται. —*† ἀκολου‐ θεῖ. —πράγματι. —συμμετρία. —* ἐνθυμηθῆναι· —** ταύ‐ την τὴν συμμετρίαν. | |
O 1368g | * πρεπωδέστατος. | |
O 1363-68 | Th. Δηρίομαι πολλέσι] τοῦτο λέγει ἀντὶ τοῦ ἐρίσω πρὸς τοὺς πολλοὺς περὶ τοῦ πλήθους τῶν ὑμετέρων ἀνδραγαθη‐ μάτων, καὶ οὐδένα τῶν πάντων τοσαῦτα κατωρθωκότα εὑρήσω | |
ἐπεὶ δὲ πλήθει ἀορίστως εἶπε, διὰ τοῦτό φησιν· Ὡς μὲν σαφές, | 399 | |
5 | ἤγουν πόσα εἰσὶ ταῦτα τῇ ἀληθείᾳ, οὐ δύναμαι λέγειν τὸν ἀρι‐ θμὸν τῆς ψάμμου· ὥστε ὥσπερ τοῦτο ἀδύνατον, οὕτω καὶ τὸ ταῦτα ἀπαριθμήσασθαι. διὸ δὲ τὸ ἄμετρον πλῆθος παραιτού‐ μενος ὡς ἀδύνατον, τὴν συμμετρίαν αἱρεῖται καί φησιν· ἕπεται δ’ ἐν ἑκάστῳ μέτρον, τουτέστι πᾶν πρᾶγμα συμμετρίαν ἔχει, ὃ | |
10 | δὴ καὶ ποιήσω σύμμετρα ἐκλεξάμενος. M. Δηρίομαι, ἤγουν μάχομαι, φορτικὸς γίνομαι πολλοῖς ἀνθρώποις δηλονότι περὶ τοῦ πλήθους τῶν ἀνδραγαθημάτων τῶν ὑμετέρων· κατὰ πολὺ μέντοι ἀκριβῶς οὐκ ἂν εἰδείην ὥστε λέγειν τὸν ἀριθμὸν τῶν ψηφίδων τῶν παραθαλασσίων, ἤγουν | |
15 | τῆς ψάμμου, ἀντὶ τοῦ κατὰ πολὺ μέντοι ἀκριβῶς οὐκ ἂν εἰδείην τὸν ἀριθμὸν αὐτῶν λέγειν, ἤγουν τῶν ὑμετέρων ἀνδραγαθημά‐ των, ὥσπερ οὐδὲ τὸν ἀριθμὸν τῶν ψηφίδων τῶν παραθαλασσίων. ἕπεται δέ, ἀντὶ τοῦ προσήκει ἐπάγεσθαι ἑκάστῳ πράγματι μέτρον, ἤγουν συμμετρίαν. τὸ νοῆσαι δὲ αὐτό, ἤγουν τὸ μέτρον, | |
20 | καιρός ἐστιν ἄριστος, τουτέστιν εὐκαιρία, εὐστοχία ἐστὶν ἀρίστη. | |
O 1369g | μόνος. —* οἴκοθεν καὶ ἀφ’ ἑαυτοῦ· —** οἴκο‐ θεν. —τῶν Κορινθίων. —* ὁρμηθείς· —** κινηθείς. | |
O 1370g | * σύνεσιν. —* λέξων· —βοῶν, ὑμνῶν. —* ἀρχαίων· — τῶν πάλαι Κορινθίων προγόνων. | |
O 1371g | * τὸ κατὰ πόλεμον κρά‐ τος. —** καί. —ἡρωϊκαῖς, μεγάλαις. —* ἀνδραγαθίαις. | |
O 1372g | * ψευδηγορήσω. —* λέγων. —περί. —ὃς ἐκ Κορίνθου ἦν. | |
O 1373g | συνετώτατον γαρύων. —μηχαναῖς· —* βουλαῖς. | |
O 1374g | θεῶν γὰρ τὸ μηχανᾶσθαι ἐν ἀμηχάνοις ὥσπερ ἐκεῖνος. — | |
** τοῦ Αἰήτου. | 400 | |
O 1375 | Th. Διατί ἐμνημόνευσε τῆς Μηδείας Κολχίδος οὔσης; καί φαμεν, ὅτι ἡ Κόρινθος πρῶτον αὐτῆς ἦν κτῆμα οὕτως· Ἀλωεὺς καὶ Αἰήτης ὁ Μηδείας πατὴρ ἐγένοντο παῖδες Ἡλίου καὶ Ἀντιόπης. τούτοις ὁ Ἥλιος διένειμε τὴν χώραν, καὶ ἔλαβεν | |
5 | Ἀλωεὺς μὲν τὴν Ἀρκαδίαν, τὴν δὲ Κόρινθον Αἰήτης. Αἰήτης δὲ μὴ ἀρεσθεὶς τῇ ἀρχῇ Βουνόμῳ μέν τινι Ἑρμοῦ υἱῷ παρέ‐ δωκε τὴν πόλιν, εἰπὼν φυλάσσειν τοῖς ἐσομένοις ἐξ αὐτοῦ· αὐτὸς δὲ εἰς Κολχίδα τῆς Σκυθίας ἀφικόμενος καὶ κατασχὼν ἐκεῖσε χώραν τινὰ ἐβασίλευεν. Ἰάσων οὖν ἐλθὼν εἰς αὐτὸν διὰ | |
10 | τὸ χρυσόμαλλον δέρας ἠράσθη παρὰ Μηδείας, ἣ παρασκευά‐ σασα αὐτὸν λαβεῖν τὸ χρυσόμαλλον δέρας συναπῆρεν αὐτῷ πρὸς τὴν Ἑλλάδα ἄκοντος Αἰήτου. εἰρήκαμεν δὲ τὴν ἱστορίαν πλατύτερον ἐν τῇ τοῦ Λυκόφρονος παραφράσει. | |
O 1375g | * ἀπεναντίας· —** ἐξεναντίας. —γαρύων. — * κατασκευάσασαν. —πρὸς Ἰάσονα. | |
O 1376g | σωστικήν. —* διὰ συνέσεως. | 401 |
O 1377g | * ναύταις· —ἤτοι τῆς ἐν τῇ Ἀργοῖ, οὓς ἀνε‐ λεῖν Αἰήτης ἐβούλετο. | |
O 1369-77 | M. Ἐγὼ δὲ ὡς ἴδιος καὶ οὐκ ἀλλότριος ὢν ἐν τῇ κοινότητι ὑμῶν παραγενόμενος τὴν φρόνησίν τε ὑμνήσων τῶν πάλαι γεγενημένων ὑμετέρων ἀνδρῶν καὶ τὸν πόλεμον τὸν ἐν ταῖς ἀρεταῖς, τουτέστι ταῖς ἀνδρείαις ταῖς ἥρωσι προσηκούσαις, | |
5 | οὐ ψεύσομαι περὶ τῆς Κορίνθου, τὸν Σίσυφον μὲν ὑμνῶν δηλο‐ νότι πυκνότατον (73) παλάμαις, ἀντὶ τοῦ βουλαῖς, πράξεσι, τουτέστι συνετώτατον ὡς θεόν, καὶ τὴν Μήδειαν ὑμνῶν ὁμοίως ὡς συνετωτάτην τὴν ποιήσασαν ἑαυτῇ τὸν γάμον κατ’ ἐναντιό‐ τητα τῆς γνώμης τοῦ πατρὸς αὐτῆς, τὴν γενομένην σώτειραν | |
10 | τῆς νηὸς τῆς Ἀργοῦς καὶ τῶν προπόλων, ἀντὶ τοῦ τῶν ἐπιμελου‐ μένων αὐτῆς, ἤγουν τῶν ἐπιβατῶν αὐτῆς. κυρίως δὲ πρόπολος ὁ νεωκόρος. | |
O 1378 | Tr. Τὸ ποτὲ πρὸς τὸ ἐδόκησαν συναπτέον, τὸ δὲ τὰ δὲ πρὸς τὸ ἀλκάν, οὕτω· τὰ δὲ ἐν ἀλκῇ ἐδόκησάν ποτε. | |
O 1378g | * τὰ δὲ ἐν ἰσχύϊ πολέμου. —δυνάμει. —* ἔμπρο‐ σθεν. | |
O 1379g | τῆς Τροίας. —*† ἔδοξαν. | |
O 1380 | Th. Οἱ Κορίνθιοι ἐπ’ ἀμφότερα ἠρίστευσαν ἐν Ἰλίῳ· καὶ γὰρ τοῖς Τρωσὶ συνεμάχησαν καὶ τοῖς Ἕλλησι· Τρωσὶ μὲν | |
Γλαῦκος τὸ γένος εἰς Βελλεροφόντην ἀνάγων τὸν Γλαύκου τοῦ Σισύφου, τοῖς δὲ Ἀχαιοῖς Εὐχήνωρ ὁ Πολυείδου τοῦ μάντεως. | 402 | |
5 | ὅτι δὲ Εὐχήνωρ Κορίνθιος ἦν, καὶ Ὅμηρος μαρτυρεῖ λέγων (Il. N 683)· ἦν δέ τις Εὐχήνωρ Πολυείδου μάντιος υἱός ἀφνειός τ’ ἀγαθός τε, Κορινθόθι οἰκία ναίων. | |
O 1380g | ἤγουν ἐπ’ ἀμφοτέροις τοῖς πολεμίοις Ἕλλησί τε καὶ Τρωσίν. —* τὰ μέρη. —* κατασκευάζειν. —* τάγμα ἢ νίκην· —** κατορθοῦν νίκην. | |
O 1381g | ὁ Εὐχήνωρ καὶ οἱ μετ’ αὐτοῦ Κορίνθιοι. —* ἤτοι σὺν τοῖς Ἀτρείδαις. | |
O 1382g | * ἀπο‐ λαμβάνοντες· —** ἄγοντες, λαμβάνοντες. —* οἱ περὶ τὸν Γλαῦκον· —** ὁ Γλαῦκος καὶ οἱ περὶ αὐτόν. —* παντελῶς. | |
O 1383g | *† ἀπείργοντες· —τοὺς Ἕλληνας. | |
O 1384g | *† ἔτρεμον. — *† Ἕλληνες. | |
O 1385 | Tr. Ἄστυ Πειρήνης λέγει τὴν Κόρινθον ἀπό τινος γυ‐ ναικὸς οὕτω καλουμένης. | |
O 1385g | * ἐν τοῖς Δαναοῖς. —καυχώμενος διηγεῖτο. | |
O 1386 | Th. Ἡ τοῦ Προίτου γυνὴ ἐρασθεῖσα Βελλεροφόντου ὡς οὐκ ἔσχεν αὐτὸν πειθόμενον, κατεψεύσατο αὐτοῦ πρὸς τὸν ἴδιον ἄνδρα Προῖτον. καὶ ὃς πρὸς τὸν τῆς Λυκίας βασιλέα κη‐ δεστὴν ὄντα αὐτοῦ Ἰόβατον ἀποστέλλει ὑπ’ αὐτοῦ τεθνηξόμε‐ | |
5 | νον. Ἰόβατος οὖν ἐκπέμπει αὐτὸν κατὰ τῆς Χιμαίρας, ὑπ’ αὐτῆς νομίζων αὐτὸν διαφθαρήσεσθαι. Βελλεροφόντης δὲ θέλων μετὰ τοῦ Πηγάσου ἵππου τὸν πρὸς τὴν Χίμαιραν ἐργάσασθαι πόλε‐ μον, ἐπεὶ πολλὰ παθὼν οὐχ οἷόστ’ ἦν αὐτὸν ὑποτάξαι, καθ’ ὕπνους εἶδε τὴν Ἀθηνᾶν ἐγχειρίζουσαν αὐτῷ χαλινόν, καὶ ἀνα‐ | 403 |
10 | στὰς ὕπαρ εὗρε τὸ ὄναρ. ὅθεν χαλινώσας τὸν ἵππον καὶ κατα‐ πολεμήσας Χίμαιραν ἔλαβεν ἆθλον τὴν θυγατέρα Ἰοβάτου Ἀντίκλειαν, ἀφ’ ἧς ἔσχεν Ἱππόλοχον τὸν τοῦ Γλαύκου πατέρα. | |
O 1386g | τῇ Κορίνθῳ. —* ἰδίου. | |
O 1387g | * τοῦ Βελλεροφόν‐ του· —** τοῦ πάππου αὐτοῦ Βελλεροφόντου. —* βασι‐ λείαν· —† τὴν ἀσφάλειαν. —* μέγαν· —** πολύν. | |
O 1388g | εἶναι. —* οἶκον. | |
O 1378-88 | M. Τὰ δὲ ἀντὶ τοῦ κατὰ τὸ δέ, τουτέστι καὶ κατὰ τὸ ἕτερον δὲ μέρος, ἤγουν καὶ κατὰ τὸν πόλεμον δὲ πρὸ τῶν τειχῶν τοῦ Ἰλίου ποτέ, ἤτοι πάλαι ἔδοξαν οἱ Κορίνθιοι ἐπ’ ἀμ‐ φότερα τὰ μέρη τῶν πολεμίων ἐν ἰσχύϊ τέμνειν τέλος, ἀντὶ τοῦ | |
5 | ἔχειν τὸ ἔξοχον· οἱ μέν (81), οἱ περὶ τὸν Εὐχήνορα δηλονότι, σὺν τῷ γένει τοῦ Ἀτρέως τῷ προσφιλεῖ αὐτῷ, δηλονότι τῷ Ἀτρεῖ, τουτέστι σὺν τοῖς παισὶ τοῦ Ἀτρέως τῷ Ἀγαμέμνονι καὶ τῷ Μενελάῳ, τὴν Ἑλένην κομίζοντες, ἀντὶ τοῦ ζητοῦντες κομί‐ σασθαι· οἱ δέ, ἤγουν οἱ περὶ τὸν Γλαῦκον, ἀπείργοντες, τουτέ‐ | |
10 | στι κωλύοντες πάμπαν. ἐκ τῆς Λυκίας γὰρ τὸν Γλαῦκον ἐλθόντα | |
σύμμαχον τοῖς Τρωσὶν ἔτρεμον οἱ Ἕλληνες. τούτοις μέν (85), ἤγουν τοῖς Λυκίοις, ηὔχετο, τουτέστι διηγεῖτο φιλοτιμούμενος ἐν τῇ πόλει τῆς Πειρήνης τῆς πηγῆς, ἤτοι ἐν τῇ Κορίνθῳ εἶναι τὴν βασιλείαν τοῦ σφετέρου πατρός, ἀντὶ τοῦ τοῦ ἑοῦ, ἤγουν | 404 | |
15 | τοῦ ἑαυτοῦ πάππου, τουτέστι τοῦ Βελλεροφόντου, καὶ μεγάλην κληρονομίαν καὶ μέγαρον, ἤτοι οἰκίαν, καθέδραν. | |
O 1389g | τῆς ὄφεις περὶ τὰ νῶτα ἐχούσης Μεδούσης. | |
O 1390g | ὄντως. —τῆς Κορίνθου. | |
O 1391g | ** τὸν ἵππον. —* ἐπιθυ‐ μῶν. | |
O 1392g | * ἕως οὗ. —* αὐτῷ. —* χρυσῆν περικεφαλαίαν ἔχοντα. | |
O 1393g | Ἀθηνᾶ. —ἐκόμισεν. | |
O 1391-94 | Germ. Ὁ νοῦς· ὃς καὶ ὅστις ὁ Βελλεροφόντης ποτὲ ἦ καὶ ὄντως ποθέων καὶ ζητῶν ζεῦξαι καὶ ὑποτάξαι καὶ χαλινῶσαι τὸν Πήγασον τὸν υἱὸν τῆς ὀφιώδους Γοργόνης ἀμφὶ τοῖς κρουνοῖς πολλὰ ἔπαθε καὶ ὑπέστη, πρίν γε καὶ πρότερον ἡ | |
5 | κούρη Παλλὰς ἤνεγκε καὶ ἔδωκέν οἱ καὶ αὐτῷ τῷ Βελλεροφόντῃ τὸν χρυσάμπυκα χαλινόν. | |
O 1394g | * ἐκ φαντάσματος. —* παραχρῆμα. | |
O 1395g | * ἔργον φανερῶς· —** ἤγουν φανερὸν τὸ ὄναρ ἐγένετο. —ἡ Ἀθηνᾶ. | |
O 1396g | Βελλεροφόντα, τοῦ Αἰόλου ἀπόγονε. —** ἐν ἤθει τοῦτο ἀναγνωστέον, οὐ κατ’ ἐρώτησιν· οὐ γὰρ ἠγνόει, εἰ κα‐ θεύδει. | |
O 1397 | Th. Φίλτρον ἵππειον λέγει τὸν χαλινὸν τὸν διὰ μακρὸν ἔθος ὡσανεὶ προσφιλῆ τοῖς ἵπποις ὄντα, ἢ τὸν ποθούμενον ὑπὸ σοῦ καὶ φιλούμενον· ζητεῖς γὰρ εὑρεῖν ἱππικὸν δεσμὸν κατὰ τοῦ Πηγάσου. | |
O 1397g | * εἶα. —* ποθεινόν, ἐπιθυμητόν. —* χαλινόν. — * δέχου. | |
O 1398 | Germ. Ἀργάντα πατρί] ἀργάντα νῦν οὐχὶ τὸν λευ‐ κόν, ἀλλὰ τὸν διάδηλον τῷ μήκει καὶ ἔκδηλον τῷ μεγέθει καὶ περιφανῆ· Ὅμηρος γὰρ μέλαν κελεύεται θύειν διὰ τὸ φοβερόν. | 405 |
O 1398g | τῷ τῶν ἵππων δαμαστικῷ Ποσειδῶνι. —τὸν χαλι‐ νόν. | |
O 1399g | * λευκόν. —* πατρί] σοῦ· τῇ ἀληθείᾳ Βελλερο‐ φόντης Ποσειδῶνος ἦν υἱός, δοκῶν εἶναι Γλαύκου. | |
O 1389-99 | M. Ὅς, ἤγουν ὁ Βελλεροφόντης, πάλαι τὸν Πήγα‐ σον τὸν ἵππον τὸν υἱὸν τῆς Γοργόνος τῆς ὀφιώδους, τουτέστι τῆς ὁμοίωσίν τινα ὄφεως ἐχούσης, ποθῶν ζεῦξαι, ἀντὶ τοῦ ὑπα‐ γαγεῖν, τῷ χαλινῷ ὑποτάξαι, ὄντως πολλὰ ἔπαθεν ἐπὶ τοῖς ῥεύ‐ | |
5 | μασι τῆς Πειρήνης, δηλονότι τῆς ἐν Κορίνθῳ πηγῆς, ἕως ἐνεγ‐ κοῦσα ἔδωκεν αὐτῷ ἡ παρθένος ἡ Ἀθηνᾶ χαλινὸν χρυσάμπυκα, ἀντὶ τοῦ χρυσᾶ φάλαρα ἔχοντα, ἐν ὕπνῳ δηλονότι. ἐπάγεται γάρ· ἐξ ὀνείρου (94) δ’ αὐτίκα ἦν ὕπαρ, τουτέστιν ἦν δὲ ἡ δόσις αὐτίκα ἐκ τοῦ ὀνείρου ἐν τῷ φανερῷ. ἐφώνησε δὲ ἡ Ἀθηνᾶ | |
10 | τῷ Βελλεροφόντῃ ἐν τῷ ὕπνῳ δηλονότι· καθεύδεις, ἤγουν ὑπνώττεις, ὦ βασιλεῦ Αἰολίδη, τουτέστιν ἀπόγονε τοῦ Αἰόλου; ἄγε δέχου τόδε τὸ φίλτρον τὸ τῶν ἵππων, ἤγουν τὸ φάρμακον τὸ πραϋντικὸν τῶν ἵππων, καὶ τῷ πατρὶ τῷ σῷ τῷ Ποσειδῶνι, τῷ δαμαστικῷ τῶν ἵππων, ἤγουν τῷ ἱππικῷ, δεῖξον αὐτό, θύων | |
15 | αὐτῷ ταῦρον περιφανῆ, εὐτραφῆ. | 406 |
O 13100g | * ἡ μελανείμων Ἀθηνᾶ διὰ τὸ ἐν βάθει κεῖσθαι τὴν γνῶσιν· —ἡ μέλαιναν αἰγίδα φοροῦσα. —κοιμωμένῳ. | |
O 13101g | * ἡ Ἀθηνᾶ. —* τοσαῦτα. | |
O 13102 | Germ. Ἔπαλτο] ἀντὶ τοῦ ἀνηγέρθη καὶ ἀνεπήδησεν ὁ Βελλεροφόντης. | |
O 13102g | * ἐνομίσθη· —ἐφάνη. —* ἀνωρμήθη· —ἀνεπήδησε τοῦ ὕπνου. —* ὁρμητικῷ· —συντόμῳ. | |
O 13103g | * πλησίον κεί‐ μενον. —* κρατήσας. —τὸν θαυμασίως ἀναφανέντα αὐτῷ χαλινόν. | |
O 13104 | Th. Σύναπτε τὸ Κοιρανίδᾳ πρὸς τὸ μάντιν. ὁ γὰρ Πολύειδος οὗτος μάντις Κοιράνου υἱὸς ἦν, ὃς καὶ προϋπέθετο Βελλεροφόντῃ καταδαρθεῖν παρὰ τῷ τῆς Ἀθηνᾶς βωμῷ, ὡς ἐκεῖθεν ἐσομένης αὐτῷ τῆς τοῦ ζητουμένου λύσεως. | |
O 13104g | * ἐντόπιον. —* Πολύειδον. —* χαίρων. | |
O 13105g | ἀπόβασιν. | |
O 13106g | ** τοῦ συμβάντος. —πῶς. —* ἐν. | |
O 13107g | * Ἀθηνᾶς. —* ἐκοιμήθη. —* κατά. | |
O 13108g | μαν‐ τείας. —* πῶς. | |
O 13109g | αὐτῷ. —* Ἀθηνᾶ. | |
O 13110g | θυγάτηρ, ἡ Ἀθηνᾶ. —ἔδωκεν. | |
O 13111 | Th. Δαμασίφρονα χρυσὸν λέγει, ὃν ἔμπροσθεν εἶπε χρυσάμπυκα χαλινὸν ὡς τὰς φρένας τῶν ἵππων δαμάζοντα καὶ εὐπειθεῖς ἐργαζόμενον· ἢ διότι ὁ χαλινὸς χρυσοῦς ἦν, ὁ δὲ χρυσὸς πάντων ἀνθρώπων δαμάζει καὶ πείθει τὰς φρένας. | |
O 13111g | * δαμάζοντα τὴν ἔπαρσιν, ἤγουν χρυσοῦν χαλι‐ | |
νόν· —τὸν δαμάσαντα τὰς τοῦ Πηγάσου φρένας χαλινόν. — ** τὸν χρυσοῦν χάλινον. —** τῷ ὀνείρῳ. | 407 | |
O 13113g | * παρε‐ κελεύσατο. —ὁ μάντις. —* αὐτόν· —τὸν Βελλεροφόντην. | |
O 13100-112 | M. Τοσαῦτα ἔδοξεν εἰπεῖν αὐτῷ ἐν νυκτὶ ὑπνώττοντι ἡ παρθένος, τουτέστιν ἡ Ἀθηνᾶ, ἡ κυαναιγίς, ἤγουν ἡ μέλαιναν ἔχουσα αἰγίδα. ἀνεπήδησε δὲ ὁ Βελλεροφόντης γενόμενος δηλονότι ἐν ὀρθῷ ποδί· παρ’ ἑαυτῷ δὲ κείμενον | |
5 | εὑρὼν τέρας, ἤτοι θαῦμα, τουτέστι τὸν χαλινὸν οὕτω θαυμα‐ σίως φανέντα, τὸν ἐπιχώριον (104) μάντιν τὸν Πολύιδον τὸν υἱὸν τοῦ Κοιράνου ζητήσας εὗρεν ἀσμένως, ἤγουν μετὰ περιχα‐ ρείας, καὶ ἔδειξεν, ἀντὶ τοῦ ἐδήλωσεν αὐτῷ πᾶσαν τὴν τελευτήν, ἤγουν τὴν ἀπόβασιν τοῦ πράγματος, ὅπως τε ἐν τῷ ναῷ τῆς | |
10 | θεᾶς, ἤτοι τῆς Ἀθηνᾶς, ὕπνωσε κατὰ τὴν νύκτα μετὰ τὴν (108) μαντείαν ἐκείνου· ἐκεῖνος γάρ, ὡς ἔοικεν, ἔχρησεν αὐτῷ ἀμη‐ χανοῦντι περὶ τῆς κατασχέσεως τοῦ Πηγάσου ἀπελθεῖν καὶ καθευδῆσαι ἐκεῖ· ὅπως τε παρέσχεν αὐτῷ τὸν χρυσοῦν χαλινὸν τὸν δαμάζοντα τὰ φρονήματα τῶν ἵππων αὐτὴ ἡ παῖς τοῦ | |
15 | Διὸς τοῦ τῷ κεραυνῷ ὡς ἔγχει χρωμένου, ἤγουν ἡ Ἀθηνᾶ. ἐκέλευσε δὲ αὐτὸν ὁ μάντις πείθεσθαι τῷ ἐνυπνίῳ ὅτι τά‐ χιστα. | |
O 13113bisg | * μεγαλοδυνάμῳ. | |
O 13114g | * τὸν ἰσχυρόπουν Πή‐ γασον· —** τὸν ἰσχυρὸν ταῦρον. —* κωλύσῃ διὰ χαλινοῦ· —** θύῃ. —* τῷ τὴν γῆν περιέχοντι Ποσειδῶνι. | |
O 13115g | * θεῖναι· —ἐκέλευσεν ἀπὸ κοινοῦ. —* πλησίον. | |
O 13116g | * πληρῆ ποιεῖ· —** διὰ τὸ μέτρον πληροῖ γράφε, οὐ τελεῖ. —* πρὸς ἣν ὀμνύει τις οὐκ ἰσχύων. —τὴν δι’ ὅρκου ἀπαγο‐ ρευθεῖσαν. | 408 |
O 13117g | * τὴν ἔξω ἐλπίδος. | |
O 13118g | * ῥᾳδίαν· — ** ῥᾴστην. | |
O 13116-118 | Germ. Ὁ νοῦς· τελεῖ δὲ καὶ πληροῖ ἡ δύναμις τῶν θεῶν, ἀντὶ τοῦ ὁ θεός, καὶ τὰ παρ’ ἀνθρώποις ἀπαγορευ‐ θέντα πράγματα. Th. Οἱ θεοὶ καὶ τὰ νομιζόμενα ἀδύνατα ῥᾷστα ποιοῦσι, | |
5 | περὶ ὧν ἄν τις καὶ δι’ ὅρκου ἀπαγορεύσειεν ὡς οὐχ οἷά τε γενέ‐ σθαι. ἔστι δὲ τὸ παρ’ ἐλπίδα καὶ τὸ παρ’ ὅρκον ταυτόν· τὰ γὰρ ἀδύνατα καὶ ἀνέλπιστα. | |
O 13113-118 | M. Ὅταν δὲ ἀνερύῃ, ἤγουν ἀνατρέπῃ, ἀντὶ τοῦ σφάζῃ, θύῃ, ἀπὸ τοῦ παρακολουθοῦντος, τὸν κραταιὸν τοὺς πόδας ταῦρον τῷ Ποσειδῶνι τῷ συνέχοντι τὴν γῆν, τῷ κατὰ πολὺ ἰσχυρῷ, ἐκέλευσεν αὐτίκα ποιῆσαι τῇ Ἀθηνᾷ τῇ ἱππικῇ, | |
5 | ἤγουν τῇ πολεμικῇ, ναόν. πληροῖ δὲ (116) ἡ δύναμις τῶν θεῶν κούφως, τουτέστιν εὐχερῶς τὴν κτίσιν, ἀντὶ τοῦ τὴν πρᾶξιν καὶ τὴν παρ’ ὅρκον, ἤγουν τὴν μὴ δεομένην βεβαιώσεως ὅρκων εἰς τὸ μὴ πραχθῆναι ὡς ἀνέλπιστον δηλονότι οὖσαν καὶ ἀδύνατον, καὶ τὴν παρ’ ἐλπίδα, τουτέστι καὶ ἣν οὐκ ἄν τις ἐλπίσαι ποτὲ | |
10 | πράξειν. | |
O 13118bisg | * καὶ δή· —μέν. | |
O 13119g | * ζητῶν, προθυμούμενος· | |
—** κινηθείς. —* ἔλαβε· τὸ ἕλε πρὸς τὸ ἵππον σύ‐ ναπτε· —** τοῦτο πρὸς τὸ ἵππον σύναπτε. | 409 | |
O 13120g | τὸ δίκην φαρμάκου πραῧνον τοὺς ἵππους, * ἢ βοήθημα πρὸς ὃ ἔχρηζε. | |
O 13121g | * πραοποιόν. —* ἕλκων. —ἐν τῷ στόματι τοῦ ἵππου. | |
O 13122g | * ταχύν. —** ἐπιβὰς ἐπ’ αὐτόν. | |
O 13123g | * πολεμικὰ παίγνια· —** τὰ πολεμικά. —* καθοπλισθείς· —** ὁπλισθείς. —* ἐγυμνάζετο· —** σύναπτε ἐνταῦθα τὸ ἐνόπλια. | |
O 13124g | * τῷ ἵππῳ τῷ Πηγάσῳ. | |
O 13125 | Th. Αἰθέρος εἶπε θηλυκῶς ὡς ποιητής· ψυχρᾶς δέ, ἐπεὶ καὶ ὁ ἀὴρ αἰθὴρ λέγεται, ψυχρότερον δὲ τὸ βόρειον μέρος, ἔνθα οἰκοῦσιν αἱ Ἀμαζόνες. ἐρήμου δὲ διὰ τὸ τοῦ ἀέρος κενόν. λέγει δέ, ὡς σὺν τῷ Πηγάσῳ τὰς ὑπὸ τοῦ ὑπερβορέου | |
5 | κλίματος Ἀμαζόνας καὶ τὴν Χίμαιραν καὶ τοὺς Σολύμους ἔθνος ἀπώλεσεν. | |
O 13126g | * ἀοίκου. —* τοξεύων. | |
O 13128g | * ἐκπνέουσαν. | |
O 13129g | ἀπώλεσεν. | |
O 13118-129 | M. Ἤτοι καὶ ὁ καρτερός] ὁ ἤτοι ἀντὶ τοῦ δή, ἤγουν καὶ δὴ καὶ ὁ ἰσχυρὸς Βελλεροφόντης ὁρμαίνων, ἤτοι προθυμούμενος, ἔλαβεν ἵππον ὑπόπτερον, τουτέστι τὸν Πήγασον φάρμακον πραΰ, ἀντὶ τοῦ πραϋντικόν, ἤγουν τὸν παρὰ τῆς Ἀθηνᾶς | |
5 | χαλινόν, τείνων, ἀντὶ τοῦ ἐφαπλώσας, ἐπενεγκὼν ἀμφὶ τῇ γένυϊ, ἀντὶ τοῦ ἐπὶ τῇ γένυϊ, τουτέστιν ἐπὶ τῷ στόματι αὐτοῦ δηλονότι· | |
ἀναβὰς δὲ εὐθὺς (123) ἐπ’ αὐτὸν ἔπαιζεν ἐνόπλιον παιδιὰν χαλ‐ κωθείς, ἤτοι ὁπλισάμενος. (κραταιὸς κοινόν, κρατερὸς ποιητι‐ κὸν τὸ αὐτό, καὶ κατὰ μετάθεσιν τοῦ ρ καρτερός.) σὺν ἐκείνῳ | 410 | |
10 | δέ, ἤγουν τῷ Πηγάσῳ ποτὲ ἐφόνευσε καὶ τὸν στρατὸν τὸν γυναι‐ κεῖον τῶν Ἀμαζόνων τὸν τοξότην, βάλλων αὐτόν, τουτέστι βο‐ λαῖς ἐπιτιθέμενος αὐτῷ ἄνωθεν ἀπὸ τῶν κοιλωμάτων τῆς αἰθέ‐ ρος τῆς ψυχρᾶς, ἀντὶ τοῦ τοῦ ἀέρος τοῦ ψυχροῦ, τοῦ ἐρήμου, ἤγουν ἐφ’ ᾧ οὐ διατρίβει πτηνὰ διὰ τὴν ψυχρότητα, καὶ τὴν | |
15 | Χίμαιραν τὴν πνέουσαν πῦρ, τουτέστιν ἥτις ἔπνει πῦρ, καὶ τοὺς Σολύμους. ἔθνος δὲ ἦσαν οἱ Σόλυμοι μεταξὺ Λυκίας καὶ Παμ‐ φυλίας πολεμικώτατον. | |
O 13130 | Th. Τὸ διασωπάσομαι εἶπε διὰ τὸ συμβὰν αὐτῷ ἐν τῇ τελευτῇ κακόν. οὐ γὰρ ἄξιον πολλοὺς καὶ μεγάλους ἐπαί‐ νους ὑπὲρ αὐτοῦ διϊόντα καὶ τῶν συμβάντων αὐτῷ μνησθῆναι κακῶν. φασὶ γάρ, ὡς βουληθεὶς πρὸς οὐρανὸν ἀναπτῆναι σὺν | |
5 | τῷ Πηγάσῳ ἐξοιστρωθέντος τοῦ ἵππου παρὰ τοῦ Διὸς πίπτει καὶ χωλοῦται· κατὰ δέ τινας καὶ τυφλοῦται, καὶ ἐκπλανᾶται κατὰ τὸ Ἀλήϊον χωλός. φησὶ δὲ καὶ Ὅμηρος περὶ αὐτοῦ (Il. | |
Ζ 201. sq.)· Ἤτοι ὁ καππεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο | 411 | |
10 | Ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων. | |
O 13130g | * οὐ λέξω, σιγήσω. —* αὐτῷ. —* θάνατον, δυστυχίαν· φασὶ γάρ, ὡς ἐναέριος ἐφέρετο ὁ Πήγασος, φέρων καὶ τὸν Βελλεροφόντην, ὃς καὶ κρημνηθεὶς ἐκεῖθεν χωλός τε καὶ τυφλὸς ἐγένετο καὶ ἀλώμενος ἀπέθανε· —** τὴν δυστυχίαν, | |
5 | τὸν θάνατον. | |
O 13131g | τὸν Πήγασον. —ἐν οὐρανῷ. —* ἄστρα οὕτω καλούμενα. | |
O 13132g | * ἐκ παλαιοῦ πεποιημέναι ἢ τίμιαι· —** αἱ τίμιαι. | |
O 13133g | ὀρθόν. —** βελῶν. —πέμποντα. — δίνησιν, συστροφήν. | |
O 13134g | * ἔξω σκοποῦ· —** παρὰ τὴν βούλησιν, ἣν προὐθέμην. | |
O 13135g | τοὺς πλείστους ἐπαίνους. — * εὐτρεπίζειν· —οἰκονομεῖν, ἐκπέμπειν. | |
O 13133-135 | Germ. Ὁ νοῦς· ἐμὲ δὲ τὸν καρτύνοντα καὶ ἔχοντα καὶ ἰσχυροποιοῦντα ἐν ταῖν χεροῖν τὰ πολλὰ βέλεα οὐ χρὴ ἱέναι καὶ πέμπειν τὸν εὐθὺν ῥόμβον, τὴν δίνησιν καὶ ἀκον‐ τίων παρὰ σκοπὸν καὶ ἔξω τοῦ σκοποῦ. | |
5 | Th. Τὰ μὲν τοῦ Βελλεροφόντου καὶ τοῦ Πηγάσου οὕτως ἔσχεν· ἐμὲ δὲ ἱέντα εὐθὺν ῥόμβον ἀκόντων, ἤγουν σκοπὸν θέμενον ἐπαινεῖν Ξενοφῶντα, οὐ χρὴ κρατύνειν τὰ πολλὰ βέλη ἐν ταῖν χεροῖν παρὰ σκοπόν, ἤγουν οὐ δεῖ παρεκ‐ βάσει πολλῇ χρῆσθαι καὶ τοὺς πλείστους τῶν ἐπαίνων εἰς ἑτέ‐ | |
10 | ρους ἀναλίσκειν. | 412 |
O 13130-135 | M. Σιωπήσομαι, ἤγουν σιγήσω τὸν θάνατον αὐτοῦ, τὸν Βελλεροφόντου δηλονότι. τοῦτο δέ φησιν, ἐπεὶ δυστυχὲς αὐτῷ τὸ τέλος ἐγένετο πεσόντι ἀπὸ τοῦ ἵππου καὶ χωλωθέντι. τὸν δέ, ἤγουν τὸν ἵππον, αἱ φάτναι τοῦ Διὸς αἱ | |
5 | ἀρχαῖαι ἐδέξαντο ἐν οὐρανῷ· ἄστρα γὰρ λέγουσιν εἶναι ἐν οὐρανῷ ἀρχῆθεν φάτναι καλούμενα καὶ ὄνοι. ἐμὲ δὲ χρὴ ἱέντα, ἤγουν βάλλοντα ῥόμβον, ἀντὶ τοῦ βολὴν ἀκόντων εὐθεῖαν οὐκ ἔξω τοῦ σκοποῦ ἐρείδειν τὰ πλείω βέλη διὰ τῶν χειρῶν. συμ‐ βολικὸς ὁ λόγος ἀντὶ τοῦ ἐμὲ δὲ χρὴ προσήκουσαν ποιούμενον | |
10 | τὴν ὁρμὴν τῶν λόγων, τουτέστι διὰ τὸ κατὰ τὸ προσῆκον ποιεῖ‐ σθαι τὴν ὁρμὴν τῶν λόγων οὐκ ἔξω τῆς προκειμένης ὑποθέ‐ σεως ποιεῖσθαι τοὺς πλείους λόγους. —Ῥόμβος ὁ κοινῶς στροῦμβα, ἥτις καὶ βέμβιξ λέγεται καὶ στρόμβος, ἀφ’ οὗ τὸ στρομβηδόν. ἐνταῦθα δὲ ῥόμβον λέγει ἀντὶ τοῦ στρόμβησιν, | |
15 | λέγει δὲ οὕτω τὴν βολὴν τῶν ἀκόντων διὰ τὸ μετὰ δινήσεως αὐτὴν γίνεσθαι. | |
O 13136g | ἤγουν ὑπὸ Μουσῶν κατεχόμενος. —* τοῖς ἐνδό‐ ξοις. —* ὑπακούων. | |
O 13137 | Tr. Ὀλιγαιθίδαι φατρία ἐν Κορίνθῳ ἀπό τινος Ὀλι‐ γαίθου, ἧς ἦν Ξενοφῶν. | |
O 13137g | * τοῖς ἀπὸ Ὀλιγαίθου καταγομένοις. —* ἐπαι‐ νέτης, βοηθός· βοήθεια γὰρ τῶν ἀγαθῶν ἔργων τὰ ἔπη οὐκ ἐῶντα τοῦ λοιποῦ λήθην αὐτῶν κατακαυχήσασθαι· —** βοη‐ θός. | 413 |
O 13138g | * ἀγωνισαμένοις δηλονότι ἐν Ἰσθμῷ καὶ Νεμέᾳ. —* ἐν ὀλίγῳ. | |
O 13139g | ποιήσω. —πάντα, ὁμοῦ πάσας τὰς νίκας. | |
O 13138-139 | Germ. Ὁ νοῦς· ἐν ἔπει δὲ καὶ ἐν λόγῳ παύρῳ καὶ σμικρῷ καὶ συντόμῳ θήσω ἀθρόα καὶ πολλὰ ἢ ὁμοῦ, τά τε ἐν Ἰσθμοῖ τὰ ἐν τῇ Νεμέᾳ τε φανερά. | |
O 13140 | Th. Ἀλαθής τέ μοι ἔξορκος] ἤγουν εἰ ὅρκῳ χρήσομαι ὡς κατὰ ἀλήθειαν καὶ οὐ πρὸς χάριν ἐπαινῶ αὐτόν, ἀληθεύσω. | |
O 13140g | ἐξαίρετος ὅρκος. —* ἐπενεχθήσεται. | |
O 13141g | * ὑπῆρξε τοῖς Ὀλιγαιθίδαις. | |
O 13142g | * ἀπὸ τοῦ Ἰσθμοῦ καὶ τῆς Νεμέας. —* ἡδύλογος. | |
O 13143g | * ἀγαθοῦ· —ὑπῆρξε τοῖς Ὀλιγαιθίδαις· λʹ γὰρ ἐν ἑκατέρῳ ἀγῶνι ἐνίκησε τῶν Ὀλιγαιθι‐ δῶν. | |
O 13144g | ἔργα. —* ἐν. —τῶν Ὀλιγαιθιδῶν. —** φαί‐ νεται. | |
O 13145g | * πρότερον. —* λεχθῆναι· —ῥηθῆναι. —* ἐν τῷ προοιμίῳ, ὅτε τρισολυμπιονίκην τὸν οἶκον αὐτῶν εἶπεν. | |
O 13146g | * ἔργα· —καὶ τὰς μελλούσας αὐτοῖς συμβήσεσθαι νίκας. —ὅτε γενήσονται. | |
O 13147g | γενήσεσθαι αὐτάς. | |
O 13148g | * τὸ ἀποτέλεσμα· —τῶν εὐχῶν. | |
O 13136-148 | M. Ταῖς Μούσαις γὰρ ταῖς ἐπὶ λαμπρῶν θρό‐ | |
νων ἱδρυμέναις, ἤγουν ταῖς τιμίαις καὶ ἐν ἐνδόξῳ τάξει τεταγ‐ μέναις εἴκων, ἤτοι ὑπηρετῶν, ἦλθον ἐπίκουρος, ἀντὶ τοῦ ὑμνητὴς τοῖς Ὀλιγαιθίδαις, τουτέστι τῇ φατρίᾳ τοῦ Ξενο‐ | 414 | |
5 | φῶντος, ἀντὶ τοῦ τοῖς Κορινθίοις, διὰ τὰ ἐν Ἰσθμῷ αὐτῶν ἔργα καὶ διὰ τὰ ἐν Νεμέᾳ. ἐν βραχεῖ δὲ λόγῳ ποιήσω φανερὰ πολλὰ ὁμοῦ, καὶ ὅρκος ἔσται ἐμοὶ ἐπὶ τούτοις ἀληθής. ἑξηκοντάκις (141) γὰρ ἀμφοτέρωθεν, ἤγουν ἀπὸ τοῦ Ἰσθμοῦ καὶ τῆς Νε‐ μέας, βοὴ κήρυκος ἀγαθοῦ, κατὰ τὸ κηρύττειν δηλονότι, ἡδύ‐ | |
10 | φωνος ἀνεκήρυξεν, αὐτοὺς δηλονότι. ἡδύγλωσσον δὲ λέγει τὴν βοὴν οὐ διὰ τὸ ἐμμελὲς αὐτῆς, ἀλλὰ διὰ τὸ τερπνὴν παρέχειν τὴν ἀνακήρυξιν τοῖς ἀνακηρυττομένοις. τὰ δὲ (144) ἔργα αὐτῶν τὰ ἐν Ὀλυμπίᾳ, τουτέστιν αἱ νῖκαι δὲ αὐτῶν αἱ ἐν Ὀλυμπίᾳ δο‐ κοῦσιν ἤδη πρότερον εἰρῆσθαι (ἔφη γὰρ αὐτοὺς ἐν τῇ ἀρχῇ | |
15 | τρὶς νενικηκέναι ἐν τῇ Ὀλυμπίᾳ) καὶ τὰ ἐσόμενα, ἤγουν καὶ τὰς ἐσομένας αὐτοῖς νίκας τότε ἄν, ὅτε ἔσονται δηλονότι, φαίην σαφῶς· νῦν δὲ ἐν ἐλπίσιν ἔχω τὸ τέλος τῆς νίκης αὐτῶν ὅμως ἐν τῷ θεῷ. | |
O 13148bisg | ἡ ἐκ γενέσεως αὐτῶν εὐτυχία. —* ὁ ἀπὸ γένους κατιών. —* προέρχοιτο· —εἰς τέλος ἀφίξεται. | |
O 13149g | ὡς ἐφόρῳ τοῦ ἀγῶνος· —** ἀντὶ μιᾶς. —τῷ Ἄρει ὡς πατρῴῳ τῶν Ἠλείων θεῷ. | |
O 13150g | τὰ ἔργα αὐτῶν. —* ἐξοχῇ· — ἤγουν ἐν Πυθοῖ. | |
O 13151g | * ἔνθα ἐτελεῖτο τὰ Ἥραια τὰ καὶ Ἑκατόμβαια. | |
O 13152g | * ἔνθα ἐτελεῖτο καὶ τὰ Ἰολάϊα. | 415 |
O 13153g | * ὁ βασιλεύων. | |
O 13154g | τοῦ Ἀπόλλωνος. | |
O 13155g | Πελλάνα] ἡ νῦν Κασάνδρεια· —* ἔνθα ἐτελεῖτο τὰ Θεοξένια καὶ τὰ Ἕρ‐ μαια· τὸ δὲ ἆθλον ἦν χλαῖνα. —Σικυών] πόλις Βοιωτίας· — * ἔνθα ἤγετο τὰ Πύθια. | |
O 13156g | * ἐν οἷς ἐτελεῖτο τὰ Διόκλεια. —ἡ Σαλαμὶς ἢ ἡ Αἴγινα· —* ἔνθα ἐτελεῖτο τὰ Αἰάκεια. | |
O 13157g | * ἔνθα ἤγετο τὰ Δημήτρια τὰ καὶ Ἐλευσίνια. —* ἔνθα ἐτελεῖτο τὰ Ἡράκλεια. | |
O 13158g | αἱ ἐν Σικελίᾳ πόλεις. | |
O 13159g | ** πόλιες] συνίζησις. | |
O 13161g | ἔργα τῶν Ὀλιγαιθιδῶν. | |
O 13162g | * μείζω. —* καὶ νοῆσαι. | |
O 13163g | * ἐλαφροῖς ὑφ’ ἡδο‐ νῆς. —* ἀπελθεῖν· —ἐπιστρέψαι ἐμὲ ἢ τὸν Ξενοφῶντα. | |
O 13164g | * πάντα τελειῶν. —τιμήν. —** μὴ δίδοι γράφε, ἀλλὰ διδούς· τοῦτο γὰρ κάλλιον. | |
O 13163-165 | Germ. Ὁ νοῦς· ἀλλὰ ὦ Ζεῦ τέλειε, δίδοι καὶ δίδου ἐκνεῦσαι καὶ περιπατῆσαι ἐν κούφοις δή με ποσί· δίδου τε αἰδῶ καὶ τύχην γλυκεῖαν τερπνῶν καὶ ποιημάτων καὶ ἔργων. | |
O 13148-165 | M. Εἰ δὲ ὁ δαίμων ὁ γενέθλιος, ἤγουν ὁ θεὸς ὁ διοικῶν τοῦ Ξενοφῶντος τὸν βίον ἀπὸ γενέσεως, ἕρποι, του‐ τέστι προκόπτοι, ἐπιδιδοίη, τῷ Διῒ καὶ τῷ Ἐνυαλίῳ, ἤγουν τῷ Ἄρει, δώσομεν πράττειν τοῦτο· τῷ Διῒ μὲν ὅτι ὁ ἀγὼν αὐτῷ | |
5 | ἦν ἀνατεθειμένος, τῷ δὲ Ἄρει ἐπειδὴ ἐπιχώριος καὶ πατρῷος τῶν Ἠλείων ὁ Ἄρης. τὰ δὲ ἐπὶ τῇ ὀφρύϊ, ἀντὶ τοῦ τῇ ἐξοχῇ τῇ τοῦ Παρνασοῦ, τουτέστιν ἐν τοῖς Πυθίοις ἔργα αὐτοῦ, καὶ τὰ ἐπὶ τῷ Ἄργει (151), ἔνθα ἐτελεῖτο τὰ Ἥραια τὰ καὶ Ἑκατόμ‐ | |
βαια· ἐδίδοτο δὲ τῷ νικήσαντι ἀσπὶς χαλκῆ· καὶ τὰ ἐν ταῖς | 416 | |
10 | Θήβαις (152), ἔνθα ἤγετο τὰ Ἡράκλεια τὰ καὶ Ἰολάϊα, βαβαὶ τοῦ πλήθους ὅσα ἐστί. καὶ ἐν τοῖς Ἀρκάσιν ἀνάσσων, ἤγουν νικῶν, φεῦ τοῦ πλήθους ὅσα ἐστὶν ἔργα αὐτοῦ. μαρτυρήσει τὰ ἔργα αὐτοῦ ὁ βωμὸς τοῦ Λυκαίου Διὸς ὁ ἄναξ ὁ ἐν Ἀρκαδίᾳ, καὶ ἡ Πελλήνη (155)· πόλις δὲ ἦν αὕτη τῆς Ἀχαίας, ἔνθα ἐτε‐ | |
15 | λεῖτο τὰ Θεοξένια καὶ τὰ Ἕρμαια· τὸ δὲ ἆθλον ἦν χλαῖνα· καὶ ἡ Σικυών, ἔνθα ἤγετο τὰ Πύθια· τῆς Βοιωτίας δὲ ἦν αὕτη ἡ πόλις· καὶ τὰ Μέγαρα, ἐν οἷς ἐτελεῖτο τὰ Διόκλεια, καὶ τὸ ἄλσος ἀντὶ τοῦ ἡ καθέδρα τῶν Αἰακιδῶν ἡ καλῶς τῇ θαλάττῃ περιει‐ λημμένη, ἤγουν ἡ Αἴγινα, ἔνθα ἐτελεῖτο τὰ Αἰάκεια. μαρτυρήσει | |
20 | καὶ ἡ Ἐλευσὶς τὰ ἔργα αὐτοῦ, ἔνθα ἤγετο τὰ Δημήτρια τὰ καὶ Ἐλευσίνια, καὶ ἡ πλουσία Μαραθών, ἔνθα ἐτελεῖτο τὰ Ἡρά‐ κλεια· ἦν δὲ τὸ ἆθλον ἀργυραῖ φιάλαι· καὶ αἱ πόλεις αἱ καλλί‐ πλουτοι (159), ἤγουν αἱ πλούτῳ κομῶσαι αἱ ὑποκάτω τῆς Αἴτνης τῆς ὑψηλὴν ἐχούσης κορυφήν, τουτέστιν αἱ Συράκουσαι, ἔνθα | |
25 | ἐτελεῖτο ἀγὼν Ἴσθμια καλούμενος. καὶ ἡ Εὔβοια μαρτυρήσει αὐτοῦ τὰ κατορθώματα, καὶ κατὰ πᾶσαν τὴν Ἑλλάδα ἐρευνῶν | |
εὑρήσεις αὐτῶν ἔργα μείζονα ἢ ὡς ἰδεῖν, ἀντὶ τοῦ νοῆσαι. ἀλλά, (163) ὦ Ζεῦ τέλει, ἤγουν ποίει ἐκνεῦσαί με, ἤτοι ἐξελθεῖν ἀνύ‐ σαντα ἤδη τὸν ὕμνον ἐλαφροῖς ποσί, τουτέστιν ἀνεπαχθῶς, ἐλα‐ | 417 | |
30 | φρῶς, ὑπ’ οὐδενὸς βαρούμενον, αἰδῶ διδούς, ἀντὶ τοῦ δύναμιν | |
αἰδέσιμον, καὶ εὐτυχίαν ἡδέων γλυκεῖαν. | 418 | |
O 14t | Ἐπίνικοι Ὀλυμπιονίκαις. Ἀσωπίχῳ Ὀρχομενίῳ παιδὶ σταδιεῖ. [Δημητρίου Τρικλινίου] Περὶ τῶν κώλων τῆς αʹ μονοστρόφου στροφῆς τοῦ ιδʹ | |
5 | εἴδους τῶν Ὀλυμπίων. Παλαιόν. | |
O 14prae 1 | Τὸ ιδʹ εἶδος τῶν Ὀλυμπίων οὐκ ἔστιν ἐπῳδικὸν ὡς τὰ λοιπά, ἀλλὰ βʹ ἐστὶ στροφῶν μονοστρόφων· οὔτε ἀντιστροφὰς γὰρ ἔχουσιν οὔτε ἐπῳδούς, ἀλλὰ μονόστροφοί εἰσιν ὡς εἴρηται. ἔστι δὲ τῆς μὲν αʹ στροφῆς τὰ κῶλα ιηʹ. Τὸ αʹ ἀντισπαστικὸν | |
5 | δίμετρον ὑπερκατάληκτον, τοῦ αʹ ποδὸς ἐπιτρίτου γʹ, τοῦ βʹ παίωνος γʹ καὶ συλλαβῆς. καλεῖται δὲ Σαπφικὸν ἢ Ἱππωνά‐ κτειον· εὕρημα γάρ ἐστι Σαπφοῦς, ὁ δὲ Ἱππώναξ πολλάκις | |
ἐχρήσατο. ἔστι δ’ ἐννεασύλλαβον. Τὸ βʹ ἐπιωνικὸν τρίμετρον καταληκτικὸν, τοῦ αʹ ποδὸς ἐπιτρίτου γʹ, τοῦ βʹ παίωνος γʹ ἀντὶ | 419 | |
10 | Ἰωνικοῦ, τοῦ δὲ γʹ χοριάμβου καταληκτικοῦ, ὃς γίνεται δάκτυ‐ λος. Τὸ γʹ ἀντισπαστικὸν διπλοῦν Φερεκράτειον· σύγκειται γὰρ ἐκ βʹ κώλων Φερεκρατείων, ὧν τὸ βʹ ἀτελές. τὸ μὲν γάρ ἐστι δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές, τὸ δὲ δίμετρον βρα‐ χυκατάληκτον ἀντὶ ἀντισπάστου παίωνα βʹ ἔχον. Τὸ δʹ παιωνικὸν | |
15 | δίμετρον καταληκτικόν, ἐκ παίωνος δʹ καὶ ἀναπαίστου. Τὸ εʹ ἐπιωνικὸν τρίμετρον καταληκτικόν, τῆς αʹ συζυγίας ἰαμβικῆς, τῆς βʹ Ἰωνικῆς ἀπ’ ἐλάττονος ἤτοι παίωνος γʹ ἀντὶ Ἰωνικοῦ, τῆς δὲ γʹ τροχαϊκῆς καταληκτικῆς. Τὸ ϛʹ ἑξασύλλαβον, δακτυ‐ λικὴ διποδία ἤτοι δακτυλικὸν δίμετρον. ὡς δ’ ἐμοὶ δοκεῖ, παι‐ | |
20 | ωνικόν ἐστι Κρητικὸν λεγόμενον δίμετρον ἀκατάληκτον ἐκ βʹ Κρητικῶν. Τὸ ζʹ, ὡς ἐμοὶ δοκεῖ, ἀσυνάρτητόν ἐστιν ἐκ παιωνι‐ κοῦ Κρητικοῦ διμέτρου ἀκαταλήκτου καὶ ἀντισπαστικοῦ διμέ‐ τρου βραχυκαταλήκτου, ἢ κατὰ συνίζησιν τῆς τελευταίας πενθη‐ μιμεροῦς, ὃ καλεῖται δοχμιακόν, τὸ ἀντισπαστικὸν δηλονότι. εἰ | |
25 | δὲ βούλει, ἀντισπαστικὸν ἔστω τρίμετρον ἀκατάληκτον ἐξ ἐπι‐ τρίτου δευτέρου, διϊάμβου καὶ παίωνος αʹ διὰ τὴν ἀδιάφορον. Τὸ ηʹ τροχαϊκὸν ἑφθημιμερές, ἤτοι Εὐριπίδειον ἢ ληκύθιον. Τὸ θʹ ἀσυνάρτητον ἐκ δακτυλικῆς διποδίας ἤτοι διμέτρου ἀκατα‐ λήκτου καὶ τροχαϊκοῦ πενθημιμεροῦς. Τὸ ιʹ ἀντισπαστικὸν ἑφθη‐ | |
30 | μιμερὲς Φερεκράτειον ἐξ ἀντισπάστου ἑξασήμου ἢ ἑπτασήμου καὶ τροχαϊκῆς κατακλεῖδος. Τὸ ιαʹ Ἰωνικὸν ἀπὸ μείζονος ἑφθη‐ μιμερές. Τὸ ιβʹ δακτυλικὸν πενθημιμερές. Τὸ ιγʹ τροχαϊκὸν | |
δίμετρον ἀκατάληκτον. Τὸ ιδʹ Ἰωνικὸν δίμετρον ὑπερκατάλη‐ κτον ἀπ’ ἐλάττονος ἐξ Ἰωνικῆς καὶ τροχαϊκῆς συζυγίας καὶ | 420 | |
35 | συλλαβῆς. ἃ δὲ καὶ περὶ τούτου καὶ τῶν ἄνω κώλων φασίν, οὐκ ὀρθῶς ἔχει. Τὸ ιεʹ Ἰωνικὸν ἀπ’ ἐλάττονος ἑφθημιμερές, τῆς αʹ συζυγίας τροχαϊκῆς ἤτοι ἐπιτρίτου βʹ, τῆς δὲ βʹ Ἰωνικῆς κατα‐ ληκτικῆς. Τὸ ιϛʹ, ὡς ἐμοὶ δοκεῖ, ἀναπαιστικόν ἐστι δίμετρον ἀκατάληκτον· εὕρηται γὰρ τοῦ Ἀπόλλωνος τὸ α καὶ μακρόν. εἰ | |
40 | δὲ βούλει, ἔστω ὁ βʹ ποὺς τρίβραχυς· οἰκεῖος γὰρ τῷ μέτρῳ. τοῦτο καὶ Ἰωνικὸν γένοιτ’ ἂν ἀπ’ ἐλάττονος τρίμετρον καταλη‐ κτικόν, παίωνος γʹ ἀρχομένου ἀντὶ Ἰωνικοῦ. ἃ δὲ καὶ περὶ τού‐ του λέγουσιν, οὐ καλά. Τὸ ιζʹ ἐκ χοριάμβου καὶ ἰαμβικῆς συζυ‐ γίας ἤτοι ἑφθημιμερὲς χοριαμβικόν. ἐμοὶ δὲ δοκεῖ καὶ τροχαϊκὸν | |
45 | εἶναι δίμετρον ἀκατάληκτον, τοῦ αʹ ποδὸς δακτύλου· τὸ γὰρ ἀέναον μακρὸν ἔχει τὸ α, ὡς καὶ τὸ Ἀέναοι Νεφέλαι παρ’ Ἀρι‐ στοφάνει (Nub. 276). Τὸ ιηʹ ἰαμβικὸν ἑφθημιμερές. Ἐπὶ τῷ τέλει παράγραφος. Περὶ τῶν κώλων τῆς βʹ μονοστρόφου στροφῆς. | |
O 14prae 1(50) | Ἡ βʹ δὲ τοῦ αὐτοῦ ἐπινικίου μονόστροφος στροφὴ κώλων ιζʹ. Τὸ αʹ ἀντισπαστικὸν τρίμετρον καταληκτικὸν Φαλαίκειον, τῆς αʹ συζυγίας τροχαϊκῆς, τῶν ἄλλων δὲ ἰαμβικῶν. Τὸ βʹ χοριαμβικὸν τρίμετρον καταληκτικὸν ἐκ χοριάμβου καὶ ἰαμβικῶν συζυγιῶν. Τὸ γʹ Ἀλκμαιώνειον δεκασύλλαβον· σύγκειται δὲ ἐξ ἰάμβων | |
55 | βʹ καὶ δακτύλων βʹ, καὶ ἔστι τοῦ Ἀλκμαίωνος εὕρημα. Τὸ δʹ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον ἐκ τροχαϊκῆς καὶ ἰαμβι‐ κῆς συζυγίας μεμιγμένον. Τὸ εʹ χοριαμβικὸν δίμετρον ἀκατά‐ ληκτον ἐκ χοριαμβικῆς καὶ ἰαμβικῆς συζυγίας. Τὸ ϛʹ χοριαμβικὸν δίμετρον ὑπερκατάληκτον ἐκ χοριαμβικῆς καὶ ἰαμβικῆς συζυγίας. | 421 |
60 | Τὸ ζʹ ἀντισπαστικὸν δίμετρον καταληκτικὸν ἐξ ἀντισπάστου καὶ τροχαϊκῆς κατακλεῖδος. Τὸ ηʹ προσοδιακὸν ἐκ χοριάμβου καὶ Ἰωνικοῦ ἀπ’ ἐλάττονος, ὡς ἐμοὶ δοκεῖ. ἃ δὲ καὶ περὶ τούτου λέγουσιν, οὐ καλά. Τὸ θʹ ἐκ βʹ σύγκειται ἡμιολίων, τοῦ αʹ ἀνα‐ παιστικοῦ, τοῦ βʹ δὲ ἰαμβικοῦ· γʹ γάρ εἰσιν ἀνάπαιστοι καὶ γʹ | |
65 | ἴαμβοι. τὸ γὰρ ἡμιόλιον, ὡς οἶσθα, ἥμισύ ἐστι καὶ ὅλον. Τὸ ιʹ ἀντισπαστικὸν τρίμετρον ἀκατάληκτον Ἀσκληπιάδειον, ἐκ τρο‐ χαϊκῆς καὶ ἀντισπαστικῆς καὶ ἰαμβικῆς συζυγίας. Τὸ ιαʹ δακτυ‐ λικὴ τριποδία ἤτοι δακτυλικὸν τρίμετρον. ὡς δὲ ἐμοὶ δοκεῖ, προσοδιακόν ἐστι δίμετρον ἀκατάληκτον ἐκ χοριάμβου καὶ Ἰωνι‐ | |
70 | κοῦ ἀπ’ ἐλάττονος. Τὸ ιβʹ ἰαμβικὸν ἑφθημιμερές, ἐμοὶ δὲ χορι‐ αμβικὸν δοκεῖ ἑφθημιμερές. Τὸ ιγʹ ἀντισπαστικὸν τρίμετρον καταληκτικόν, τῆς αʹ συζυγίας τροχαϊκῆς ἤτοι παίωνος γʹ, τῶν δὲ ἑξῆς ἰαμβικῶν. ἐμοὶ δὲ ἀναπαιστικὸν δοκεῖ δίμετρον ἀκατά‐ ληκτον, τοῦ γʹ ποδὸς τριβράχεος. Τὸ ιδʹ ἀντισπαστικὸν δίμε‐ | |
75 | τρον ἀκατάληκτον Γλυκώνειον ἐξ ἀντισπαστικῆς καὶ ἰαμβικῆς | |
συζυγίας. Τὸ ιεʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ σπονδείων καὶ δακτύλων. ἐμοὶ δὲ καὶ Ἰωνικὸν δοκεῖ ἀπὸ μείζονος τρί‐ μετρον βραχυκατάληκτον, τῆς αʹ συζυγίας Ἰωνικῆς, τῆς δὲ βʹ τροχαϊκῆς ἤτοι ἐπιτρίτου δʹ, καὶ βʹ συλλαβῶν. Τὸ ιϛʹ χοριαμβι‐ | 422 | |
80 | κὸν τρίμετρον καταληκτικόν, ἐκ χοριαμβικῆς καὶ ἰαμβικῆς συζυ‐ γίας καὶ βακχείου. Τὸ ιζʹ ἰαμβικὸν πενθημιμερές. Ἐπὶ τῷ τέλει τῆς βʹ ταύτης στροφῆς κορωνὶς μόνη. | |
O 141 | Tr. Γέγραπται ὁ ὕμνος Ἀσωπίχῳ τῷ ἀπὸ Ὀρχομενοῦ νικήσαντι τὴν οϛʹ Ὀλυμπιάδα. ὁ λόγος πρὸς τὰς Χάριτας. Th. Ἐπειδὴ ὁ μὲν Ἀσώπιχος Ὀρχομένιός ἐστιν, ὁ δὲ Κηφισὸς ποταμὸς περὶ τὸν Ὀρχομενόν, ἐν ᾧ ποταμῷ τιμῶνται | |
5 | αἱ Χάριτες, εἰκότως ἄρα ὁ ποιητὴς προσφωνεῖ πρῶτον ταῖς Χάρισι. δύο δὲ Ὀρχομενοί εἰσιν· ὁ μὲν ἐν Ἀρκαδίᾳ πολύμηλος καλούμενος, ὁ δὲ ἐν Βοιωτίᾳ Μινύειος, ἀπὸ Μϊνυοῦ τοῦ Θεσσα‐ λοῦ Καλλιρόης καὶ Ποσειδῶνος υἱοῦ, ἀφ’ οὗ καὶ τὸ γένος τῶν Ἀργοναυτῶν· Μινύειοι γὰρ οὗτοι λέγονται. Ὀρχομενὸς δὲ καὶ | |
10 | ἐπὶ ἀρσενικοῦ καὶ θηλυκοῦ εὕρηται. | |
O 141g | ** Τὸ προοίμιον εὐκτικόν. —** τοῦ Κηφισοῦ πο‐ ταμοῦ. —κληρωσάμεναι. | |
O 142g | * οἰκεῖτε. —ἤγουν τὴν ἱππικω‐ τάτην Ὀρχομενίων πόλιν. | |
O 143g | * εὔγεω ἢ εὐγείου· —** εὐγείου. | 423 |
O 144g | ** πόλεως Βοιωτίας. | |
O 145g | * ἀρχαίων· —τῶν ἀρχηγε‐ τῶν τοῦ Ὀρχομενίων γένους. —* ἔφοροι. | |
O 147g | * σὺν βοηθείᾳ, συνεργίᾳ ὑμῶν· —** μετὰ τῆς ὑμῶν βοηθείας. —** τὰ εὐφραντά. | |
O 149g | ὡραῖος. —λαμπρός, ἐπίσημος. | |
O 1412g | διεξά‐ γουσι καὶ καθιστῶσι. —τὰς κατὰ τὰς πανηγύρεις εἰς αὐτοὺς συστάσεις. | |
O 1413g | θυσίας. | |
O 141-13 | M. Καφισίων ὑδάτων] Ὦ Χάριτες ἀοίδιμοι, ἤγουν περιβόητοι βασίλισσαι τῆς πλουσίας Ὀρχομενοῦ, ἔφοροι τῶν Μι‐ νυῶν τῶν ἀρχαίων τὴν γένεσιν, αἵτινες οἰκεῖτε ἕδραν, ἤγουν καθέ‐ δραν, τόπον καλλίπωλον, τουτέστιν ἵπποις κομῶντα, ἢ καλλίβωλον, | |
5 | ἤτοι εὔγειον, τῶν τοῦ Κηφισοῦ τοῦ ποταμοῦ ὑδάτων τὸν κλῆρον ἐσχηκυῖαι· τοῦτο γὰρ δύναται τὸ λαχοῦσαι· κλῦτε (6), ἀντὶ τοῦ ἐπακούσατε ἐμοῦ δηλονότι· ἐπεὶ εὔχομαι ὑμῖν, ἤγουν ἐπικαλοῦμαι ὑμᾶς. σὺν ὑμῖν γάρ, ἀντὶ τοῦ δι’ ὑμῶν γίνεται τοῖς ἀνθρώποις πάντα τὰ τερπνὰ καὶ τὰ γλυκέα, λέγω εἴτις ἀνήρ ἐστι σοφός, ἤγουν φρό‐ | |
10 | νιμος καὶ ψυχικὴν ἀρετὴν ἔχων, δι’ ὑμῶν ἐστιν αὐτῷ τὸ τερπνὸν τῆς φρονήσεως· εἴτις ἐστὶ καλὸς ἤγουν εὔμορφος καὶ σωματικῇ ἀρετῇ χρῆται, δι’ ὑμῶν ἐστιν αὐτῷ τὸ τερπνὸν τοῦ κάλλους· εἴτις ἐστιν ἀγλαός, τουτέστι λαμπρός, περιφανὴς τὰ ἐκτὸς καὶ εὐδοξίαν ἔχων, δι’ ὑμῶν ἐστιν αὐτῷ τὸ τερπνὸν τῆς λαμπρότητος. | |
15 | καὶ γὰρ καὶ οἱ θεοὶ χωρὶς τῶν σεβασμίων Χαρίτων οὔτε χοροὺς κοιρανοῦσιν, ἀντὶ τοῦ δεσπόζοντες διατάττουσι· χοροὺς δὲ λέ‐ | |
γει οὓς οἱ ἄνθρωποι αὐτοῖς τελοῦσιν· οὔτε δαῖτας, ἤγουν ἑορτάς, θυσίας, ἀνθρώπων δηλονότι ἐπ’ αὐτούς, δεσπόζοντες διατάτ‐ τουσιν | 424 | |
O 1414g | ἔφοροι. | |
O 1415g | διὰ τὴν πρὸς αὐτὸν οἰκειότητα· ὁ μὲν γάρ ἐστι μουσικός, χαριέστερον δὲ οὐδὲν μουσικῆς. | |
O 1417g | διη‐ νεκῆ. —εὐλαβῶς ἐνεργοῦσι. | |
O 1419g | σεβασμία. —* ταῦτά ἐστι τὰ ὀνόματα τῶν τριῶν Χαρίτων· Ἀγλαΐα καὶ Εὐφροσύνη καὶ Θαλία. ποιεῖται δὲ πρῶτον τὸν λόγον πρὸς τὰς δύο, ἔπειτα πρὸς τὴν Θαλίαν. | |
O 1420g | ἤγουν τοῦ Διός. | |
O 1421g | * γίνεσθέ μου τῶν ὕμνων. | |
O 1423g | ὕμνον. —ἐπὶ λαμπρᾷ εὐτυχίᾳ. | |
O 1424g | ῥᾷστα. | |
O 1426g | Λυδίαις. | |
O 1427g | ἐστι. —* Ὀλυμπιόνικος γέγονεν. — * δέον καὶ ἡ Μινύεια εἰπεῖν, ἀσυνδέτως εἶπεν. | |
O 1429g | ἤγουν διὰ τῆς εἰς τὸν πολίτην αὐτῆς παρά σου βοηθείας. | |
O 1413-28 | M. Ἀλλὰ πάντων τῶν ἔργων ταμίαι, ἤγουν διεξα‐ γωγεῖς, αἱ Χάριτες οὖσαι δηλονότι, τὴν ἀΐδιον τιμὴν τοῦ πατρὸς αὐτῶν τοῦ οὐρανίου, ἤγουν τοῦ Διὸς σέβουσιν, ἀντὶ τοῦ δοξά‐ ζονται ἐν οὐρανῷ, θέμεναι, ἤγουν θεῖσαι τοὺς ἑαυτῶν θρόνους | |
5 | πλησίον τοῦ Ἀπόλλωνος τοῦ χρυσοτόξου τοῦ ἐν τῇ Πυθῶνι τιμωμένου. ἐκεῖ γάρ, φασίν, ἦσαν αὗται ἱδρυμέναι ἐν τοῖς δεξιοῖς | |
τοῦ Ἀπόλλωνος. ὦ σεβασμία (19) Ἀγλαΐα καὶ ὦ Εὐφροσύνη φίλη τῶν μολπῶν, θυγατέρες τοῦ κρατίστου τῶν θεῶν, ἤγουν τοῦ Διός, ἐπήκοοι νῦν γένεσθε δηλονότι· καὶ ὦ Θαλία ἐρασί‐ | 425 | |
10 | μολπε, ἤγουν τῶν μολπῶν ἐρῶσα, ἐπήκοος γενοῦ ἰδοῦσα τόνδε τὸν κῶμον, ἀντιστρόφως ἀντὶ τοῦ ἐπήκοος γενομένη ἐπίσκεψαι τοῦτον τὸν σὺν ὕμνῳ χορὸν τὸν μετεώρως στρεφόμενον ἐπὶ μοίρᾳ εὐμενεῖ, ἤγουν ἀγαθὰ φρονούσῃ· τὸν Ἀσώπιχον γὰρ ἦλθον ἀείδων, ἀντὶ τοῦ ᾄσων, ἤγουν ὑμνήσων, ἐν τρόπῳ, τουτέστι | |
15 | ῥυθμῷ Λυδίῳ, καὶ ἐν μελέταις, ἀντὶ τοῦ συνθήκαις ἐπῶν, διότι Ὀλυμπιόνικος ἐγένετο δηλονότι ἡ τῶν Μινυῶν πόλις, του‐ τέστιν ἡ Ὀρχομενὸς ἡ πατρὶς τοῦ Ἀσωπίχου, σοῦ χάριν, ὦ Θαλία. | |
O 1428g | τὸν σκοτεινόν. | |
O 1429bisg | ὦ φήμη θεά. | |
O 1430g | * τῷ Ἀσωπίχου, Κλεοδάμῳ. | |
O 1431g | ἵνα. —* τόν. | |
O 1432g | αὐτῷ. — αὐτῷ. | |
O 1433g | ἐν. | |
O 1434g | αὐτὸς ὁ Ἀσώπιχος. | |
O 1435g | στεφάνοις. — ἤγουν τὴν κεφαλὴν ἀπὸ μέρους. | |
O 1431-35 | Th. Τὸ Κλεόδημον πρὸς τὸ ἰδοῦσα, τὸ δὲ υἱὸν πρὸς τὸ εἴπῃς, οὕτως· ἵνα ἰδοῦσα τὸν Κλεόδημον εἴπῃς αὐτῷ τὸν υἱὸν ὅτι ἐστεφάνωσεν οὗτος ὁ Ἀσώπιχος τὴν νέαν αὐτοῦ χαίτην, ἤτοι τὴν κεφαλὴν ἐν τοῖς κόλποις τῆς Πίσης, | |
5 | ἤγουν ἐν τῇ Ὀλυμπίᾳ, ἐν τοῖς πτεροῖς τῶν κυδίμων ἀέθλων, τοῖς δίκην πτερῶν αἴρουσι τὸν νικήσαντα. τοιαύτη δὲ καὶ ἡ παρὰ | |
Ἀριστοφάνει σύνταξις (Nub. 95)· Οἳ τὸν οὐρανὸν Λέγοντες ἀναπείθουσιν, ὥς ἐστι πνιγεύς· | 426 | |
10 | καὶ πάλιν (Nub. 145)· Ἀνήρετ’ ἄρτι Χαιρεφῶντα Σωκράτης Ψύλλαν, ὁπόσους ἅλλοιτο τοὺς αὐτῆς πόδας. | |
O 1428-35 | M. Νῦν, ὦ Ἠχοῖ, τουτέστι φήμη, ἄπιθι εἰς τὴν καθέδραν τῆς Περσεφόνης τὴν μέλανα τείχη ἔχουσαν, ἤγουν εἰς τὸν Ἅιδην, φέρουσα ἀγγελίαν περιᾳδομένην τῷ πατρὶ τοῦ Ἀσω‐ πίχου τῷ Κλεοδήμῳ, ὅπως ἰδοῦσα αὐτὸν τὸν Κλεόδημον εἴπῃς | |
5 | (32) τὸν υἱὸν αὐτοῦ ὅτι ἐστεφάνωσε τὴν χαίτην, ἀντὶ τοῦ τὴν κόμην αὐτοῦ παρὰ ταῖς κοιλάσι τῆς ἐνδόξου Πίσης, ἤγουν ἐν τῇ ἐνδόξῳ Ὀλυμπίᾳ, πτεροῖς ἐνδόξων ἀγώνων, ἀντὶ τοῦ στεφάνοις ἐπαίρουσι καὶ οἷον πτεροῦσι τοὺς στεφανουμένους. ἐπὶ τοῦ πράγματος δὲ ὀφείλων θεῖναι τὸ εἴπῃς, ἵν’ ᾖ ὁ λόγος οὕτως· | |
10 | ὅπως ἰδοῦσα τὸν Κλεόδημον εἴπῃς, ὅτι ὁ υἱὸς αὐτοῦ τὴν νέαν | |
κόμην αὐτοῦ ἐν τῇ Ὀλυμπίᾳ ἐστεφάνωσεν· ὁ δὲ ἐπὶ τοῦ ὀνόμα‐ τος αὐτὸ τίθησιν, εἶτα ἐπάγει τὸ πρᾶγμα, καὶ ποιεῖ τὸν λόγον ὅμοιον τῷ (Eur. Hecub. 986)· Εἰπέ μοι τὸν Πολύδωρον, εἰ ζῇ. κατ’ αἰτιατικὴν δὲ λέγεται ἐν τούτοις τὸ ὄνομα· τὸ γὰρ λέγειν | 427 | |
15 | αἰτιατικὴν ἀεὶ λαμβάνει, ὅτε πρὸς τὸ λεγόμενον ἀποτείνει. | 428 |
P 1t | Πινδάρου Πύθια. Ἐπίνικοι Πυθιονίκαις. Ἱέρωνι Αἰτναίῳ ἅρματι. Ὠιδὴ αʹ. [Δημητρίου Τρικλινίου] | |
5 | περὶ τῶν κώλων τῶν στροφῶν καὶ ἀντιστροφῶν τοῦ αʹ εἴδους τῶν Πυθίων. Παλαιόν. | |
P 1prae 1 | Τοῦ αʹ εἴδους τῶν Πυθίων αἱ στροφαὶ καὶ ἀντιστροφαὶ κώλων ἑκάστη ιβʹ. Τὸ αʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. Τὸ βʹ δακτυλικὸν πενθημιμερές. Τὸ γʹ ὀκτωσύλλαβον Σαπφικόν, δίμετρον ἀκατάληκτον ἐκ τροχαϊκῆς συζυγίας καὶ χοριάμβου· | |
5 | καὶ ἔστιν ἐπιχοριαμβικόν. Τὸ δʹ Πινδαρικὸν ἐκ Σαπφικοῦ, τρί‐ μετρον ὑπερκατάληκτον· σύγκειται δὲ ἐκ τροχαϊκῆς συζυγίας, χοριάμβου, Ἰωνικοῦ ἀπ’ ἐλάττονος καὶ συλλαβῆς. Τὸ εʹ ἀντι‐ σπαστικὸν δίμετρον ὑπερκατάληκτον· ἔχει δ’ ἐπιτρίτους δʹ ἀντὶ ἀντισπάστων. Τὸ ϛʹ σύνθετον ἔκ τε τοῦ λεγομένου προσοδιακοῦ | |
10 | καὶ ἰαμβικῆς συζυγίας. ἔστι δὲ τὸ προσοδιακὸν δίμετρον ἀκα‐ τάληκτον ἐξ Ἰωνικοῦ καὶ χοριάμβου. Τὸ ζʹ Πινδαρικὸν ἐκ Σαπ‐ φικοῦ ἑνδεκασύλλαβον, ἤτοι τρίμετρον καταληκτικόν. σύγκει‐ ται δὲ ἐκ τροχαϊκῆς συζυγίας, χοριάμβου καὶ Ἰωνικῆς κατα‐ ληκτικῆς, ἤτοι ἀναπαίστου. Τὸ ηʹ τροχαϊκὸν τρίμετρον κατα‐ | 429 |
15 | ληκτικόν. Τὸ θʹ δακτυλικὸν πενθημιμερὲς ὅμοιον τῷ βʹ. Τὸ ιʹ ὅμοιον τῷ ζʹ. Τὸ ιαʹ προσοδιακὸν δίμετρον ἀκατάληκτον ἐξ Ἰω‐ νικοῦ καὶ χοριάμβου. Τὸ ιβʹ τροχαϊκὴ συζυγία, ἤτοι μονόμετρον. Ἑξῆς παράγραφος ἐφ’ ἑκάστῃ στροφῇ καὶ ἀντιστροφῇ. Περὶ τῶν κώλων τῶν ἐπῳδῶν. | |
20 | Αἱ ἐπῳδοὶ κώλων ἑκάστη ιεʹ. τὸ αʹ δακτυλικὸν τρίμετρον, καὶ εἰ μέν ἐστιν ἡ τελευταία βραχεῖα, ἐστὶ καταληκτικὸν εἰς δι‐ σύλλαβον, εἰ δὲ μακρά, ἀκατάληκτον. Τὸ βʹ τροχαϊκὸν δίμετρον καταληκτικὸν Εὐριπίδειον ἢ ληκύθιον. Τὸ γʹ προσοδιακὸν δί‐ μετρον ἀκατάληκτον. ἐμοὶ δὲ δοκεῖ ὅμοιον εἶναι τῷ αʹ. Τὸ δʹ | |
25 | Πινδαρικὸν ἐκ Σαπφικοῦ ὅμοιον τῷ ζʹ καὶ ιʹ τῆς στροφῆς. Τὸ εʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. Τὸ ϛʹ Ἰωνικὸν δίμετρον κα‐ ταληκτικὸν ἀπ’ ἐλάττονος ἐκ τροχαϊκῆς συζυγίας καὶ Ἰωνικοῦ καταληκτικοῦ. ἐμοὶ δὲ παιωνικὸν δοκεῖ Κρητικὸν δίμετρον ἀκα‐ τάληκτον ἐκ Κρητικοῦ καὶ παίωνος δʹ. Τὸ ζʹ ὅμοιον τῷ ϛʹ τῆς | |
30 | στροφῆς. Τὸ ηʹ προσοδιακὸν δίμετρον ὑπερκατάληκτον ἐκ χο‐ ριάμβου καὶ Ἰωνικοῦ ἀπὸ μείζονος καὶ συλλαβῆς. οἱ δὲ λέ‐ γοντες αὐτὸ ἀκατάληκτον οὐ καλῶς, οἶμαι, λέγουσι. Τὸ θʹ Ἰωνικὸν ἀπ’ ἐλάττονος δίμετρον καταληκτικόν, ἤτοι ἑφθημι‐ | |
μερές. Τὸ ιʹ προσοδιακὸν τρίμετρον ἀκατάληκτον ἢ Πινδαρικὸν | 430 | |
35 | ἐκ Σαπφικοῦ, ἐκ τροχαϊκῆς συζυγίας, χοριάμβου καὶ Ἰωνικοῦ ἀπ’ ἐλάττονος. Τὸ ιαʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον τοῦ αʹ ποδὸς χορείου. Τὸ ιβʹ ὅμοιον. Τὸ ιγʹ ὅμοιον τῷ βʹ τῆς στροφῆς. Τὸ ιδʹ προσοδιακὸν δίμετρον ἀκατάληκτον ἐξ Ἰωνικοῦ καὶ χο‐ ριάμβου. Τὸ ιεʹ ὅμοιον τῷ ιαʹ. Ἑξῆς κορωνίς, εἶτα παράγραφος | |
40 | ἐν πάσαις ταῖς ἐπῳδοῖς· ἐν δὲ τῷ τέλει τοῦ ᾄσματος ἀστερί‐ σκος. ἔστι δὲ τὸ ᾆσμα εʹ στροφῶν. Th. Κυραῖοι, ἔθνος περὶ τὸν Παρνασὸν τοὺς εἰς τὴν Πυ‐ θίαν ἰόντας λοχῶντες ἀνῄρουν. Εὐρύλοχος οὖν ὁ Θεσσαλὸς Ἀμ‐ φικτίωνας συμπαραλαβὼν ἐπιθέμενος αὐτοῖς, κατεστρέψατο. | |
45 | ἀνθ’ ὧν ἀμοιβὴν τῆς νίκης καθίστησι πανήγυριν τῷ Ἀπόλλωνι, τὰ λεγόμενα Πύθια, τελουμένην κατὰ χρόνους εʹ, ὡς καὶ ἡ τῶν Ὀλυμπίων. Πυθὼν δὲ ἐκαλεῖτο διὰ τὸ σεσῆφθαι ἐκεῖ τὸν ὑπ’ Ἀπόλλωνος ἀνῃρημένον δράκοντα· πύθω γὰρ τὸ σήπω. ἢ διότι οἱ δεόμενοι περί τινων μαθεῖν, ἐκεῖσε ἀφικνούμενοι | |
P 1prae 1(50) | ἐμάνθανον. ποιεῖται δὲ τὸν λόγον πρὸς τὴν τοῦ Ἀπόλλωνος κιθάραν, ὅτι τε αὐτὸς ἐν μουσικῇ ᾖδε τὰ ποιήματα, καὶ ὅτι ἡ ἑορτὴ ἡ παροῦσα, καθ’ ἣν ποιεῖται τοὺς ὕμνους, τοῦ Ἀπόλ‐ | |
λωνος ἦν. εἰ καί τινές φασι διὰ τοῦτο πρὸς τὴν φόρμιγγα πε‐ ποιῆσθαι τὸν λόγον, διότι Ἱέρων αὐτῷ χρυσῆν κιθάραν ὑπέ‐ | 431 | |
55 | σχετο, ἵνα αὐτὸν ἀναμνήσῃ. | |
P 11 | Germ. Ἐπιδεξίως πως ἐν ὑπομνήσει ἄγει αὐτὸν τῆς χρυσέας φόρμιγγος τῆς ὑποσχεθείσης. οὐχ ἁπλῶς δὲ εἶπε χρυσέα φόρμιγξ, ἀλλ’ αἰνιγματωδῶς παραδηλοῖ αὐτῷ τοῦ τὴν ὑποσχεθεῖσαν φόρμιγγα χρυσέαν πέμψαι. | |
P 11g | ** Τὸ προοίμιον προσφωνητικόν. —** χρυσῆ. —ὦ κιθάρα. | |
P 12g | τῶν ἀνθηρὸν ἐχουσῶν πλόκαμον, ** ὁποῖόν ἐστι τὸ ἴον. | |
P 13g | σύντροπον, κοινόν. —κτῆμα· κιθαρίζοντι γὰρ τῷ Ἀπόλλωνι αἱ Μοῦσαι χορεύουσιν. | |
P 14 | Th. Τὸ βάσις οἱ μὲν τὸν ῥυθμὸν νοοῦσι. τῆς γὰρ κιθά‐ ρας ὁ ῥυθμὸς ἀκούει, ἤγουν κατὰ τὸ μέλος ἐκείνης συντίθεται. οἱ δὲ διὰ τοὺς τῶν χορευτῶν πόδας· ἀκούουσι γὰρ ἐκεῖνοι τῆς κιθάρας. τουτέστιν ὁποῖόν ἐστι τὸ μέλος αὐτῆς καὶ οὗτοι | |
5 | κινοῦνται. λέγει δὲ τὴν βάσιν ἀρχὴν ἀγλαΐας ἢ διότι ὁ ῥυθμὸς τὸ πᾶν ἐστι τοῦ λόγου, ἢ ὅτι ἡ κατ’ ἀρχὰς τοῦ χοροῦ κίνησις μεγίστης εὐφροσύνης ὕστερον ἀπ’ αὐτοῦ ἐσομένης ἀρχή ἐστιν. | |
P 14g | τῆς κιθάρας. —** ἤγουν ὁ ῥυθμός. —εὐφροσύ‐ νης. | |
P 15g | ** ὑπακούσουσιν. —οἱ μελῳδοί. —τοῖς παρὰ σοῦ τύποις, ἤγουν ὅπως αὐτὴ τὰ μέλη τυπώσῃς, καὶ ἡ παρ’ ἐκείνων ᾠδὴ φέρεται. | |
P 16g | τῶν τοὺς χοροὺς ἀγόντων· πρὸς γὰρ τὰ ᾄσματα καὶ οἱ χοροὶ ἄγονται. —* μελῶν. | |
P 17g | * ἄσματα· — ** ἤγουν ᾄσματα, ἀπὸ τοῦ ἀναβάλλομαι τὸ προοιμιάζο‐ | |
μαι. —ποιῇς. —* κινουμένη· —** κινουμένη τοῖς κρούμασιν. | 432 | |
P 18 | Tr. Κεραυνὸν σβεννύεις] ἤτοι τὸν Δία τῆς ὀργῆς παύεις καὶ μειλίχιον καθιστᾷς, ὁπόταν ἀκούῃ σου. | |
P 18g | ** ὃν ὁ Ζεὺς δίκην αἰχμῆς φέρει. —** παύεις, πραΰ‐ νεις. | |
P 19g | τοῦ ἀϊδίου· ἄσβεστον γὰρ τὸ πῦρ τοῦ παρὰ τῷ Διῒ κεραυνοῦ. | |
P 110g | * ὑπνοῖ· —** καθεύδει. —* τῇ ῥάβδῳ· — ** τῇ ῥάβδῳ τοῦ Διός. | |
P 19-10 | Th. Φασίν, ὅτι ἐν τῷ τοῦ Διὸς σκήπτρῳ ἀετὸς κάθηται δεικνύων τὸ τοῦ Διὸς ἡγεμονικόν, ἐπειδὴ καὶ οὗτος βασιλεὺς ἁπάντων πτηνῶν. ὅντινα ἀετόν φησιν ἀκούοντα τῆς Ἀπόλλωνος κιθάρας εἰς ὕπνον τρέπεσθαι θελγόμενον τῇ ᾠδῇ. | |
P 111g | ποταπήν; ταχεῖαν. —ἤτοι ἐξ ἀμφοτέρων τῶν μερῶν αὐτοῦ. | |
P 112g | * χαλάσας· —** καταγαγών. | |
P 113g | ὁ ἡγε‐ μών. —* ἤτοι τῶν ὀρνέων πάντων. —τὴν εἰς σκότος τοὺς ὀφθαλμοὺς ἄγουσαν. | |
P 114g | ** γάρ. —* αὐτῷ· —** ἐπ’ αὐτῷ. — ἤτοι τὸν ὕπνον. | |
P 115g | τῇ ἐστραμμένον ῥάμφος ἐχούσῃ. — ** κεφαλῇ αὐτοῦ. —τῶν ὀφθαλμῶν. | |
P 116 | Th. Τὸ κατέχευας ἢ πρὸς τὸ γλεφάρων συνα‐ πτέον ἢ πρὸς τὸ κρατί, ἵν’ ᾖ τὸ γλεφάρων πρὸς τὸ κλαῖ‐ στρον. ὁ γὰρ ὕπνος ὥσπερ τι κλεῖθρον τῶν ὀφθαλμῶν κλείων αὐτοὺς καὶ οὐκ ἐῶν ἠνεῳγμένους εἶναι. | |
P 113-16 | Germ. Ὁ νοῦς· ἐπὶ τῷ κρατὶ δὲ καὶ τῇ κεφαλῇ τῇ ἀγκύλῳ, τῇ καμπύλῳ ἀπὸ τοῦ ῥάμφους (τὸ κεφαλῇ δηλοῖ, ὅτι καὶ ἐπ’ αὐτῷ τῷ αἰετῷ) κατέχευας καὶ ἔχυσας τὴν κελαι‐ | |
νῶπιν νεφέλην, ἤγουν μέλανα ὕπνον κατέχυσας, τὸ ἡδὺ κλεῖ‐ | 433 | |
5 | στρον καὶ κλειδίον (τὸ γὰρ ἡδὺ τοῦ ὕπνου λέγει) τῶν βλε‐ φάρων. | |
P 116g | γλυκύ. —κλεῖθρον. —κατέχεας. —κοιμώμε‐ νος. | |
P 117g | ποταπόν; εὔχυτον, ** ἢ ὑγρότητά τινα ἐμφαῖνον ἔχειν. —χαλᾷ, ** ἢ ὥσπερ κυρτὸν δείκνυσιν. —ταῖς σαῖς. | |
P 118 | Th. Δείκνυσιν ἐντεῦθεν τὴν τῆς μουσικῆς δύναμιν. εἰ γὰρ τὸν ἀμείλικτον καὶ θρασὺν Ἄρην θέλγει, τίνα οὐκ ἂν τοῦτο ἐργάσηται; | |
P 118g | τοῖς μέλεσιν. —ἀνδραποδιζόμενος καὶ κηλούμε‐ νος. —ὁ θρασὺς καὶ ἀμείλικτος. | |
P 119g | ** τὴν σκληρὰν καὶ δεινήν. —μακράν. | |
P 120g | τῶν δοράτων. —** τὴν ὀξύτητα ἢ τὰ ἔγχη. —εὐφραίνει. —* τὴν αὐτοῦ· —** τὴν ἑαυτοῦ. | |
P 121g | *τῷ μέλει καὶ τῇ ᾠδῇ. —* τὰ θελκτήρια. | |
P 122g | * οὐ μόνον τῶν ἀνθρώπων. —* εὐφραίνει. —* περί. | |
P 123g | ** συνίζη‐ σις. —τοῦ Ἀπόλλωνος. —τῇ τῆς μουσικῆς ἐπιστήμῃ. —** βα‐ θυζώνων. | |
P 124g | * καί. | |
P 125g | ** Ἀττικῶς ἀντὶ τοῦ ὅσ‐ σους. —ἠγάπησεν. —* τὸ ὅσσα μὴ πεφίληκε πρὸς τὸ γᾶν συναπτέον. | |
P 126g | μισοῦσι καὶ ἄτην ἡγοῦνται. —** ᾠδήν. | |
P 127g | τῶν ἓν τῇ Πιερίᾳ γεγεννημένων Μουσῶν. —ἀκούοντα. | |
P 128g | κατὰ τὴν. —* καί. —μέγαν καὶ ἀκαταπόνητον διὰ τὸ μέγεθος. | |
P 129g | τῇ χαλεπῇ. —** ἤγουν ὑπὸ τὴν ῥίζαν τῆς Αἴτνης. | |
P 130g | ** ὁ ἐχθρός. | |
P 131 | Th. Ὁ Τυφὼς χεῖρας ἀντάρας τῷ Διῒ ἐκεραυνώθη | |
ὑπ’ αὐτοῦ ἐν Σικελίᾳ, ἔχων ἐπικείμενον τὴν Αἴτνην τὸ ὄρος. εἰπὼν δὲ ἄνω· ὅσα μὴ πεφίληκε Ζεύς, ἐπάγει, ὅστις ἐστὶν ὁ Τυφώς. τοῦτον γὰρ οὐ φιλεῖ. εἰκότως δὲ ἐπέβαλε τὴν περὶ | 434 | |
5 | αὐτοῦ ἱστορίαν, ἐπειδὴ καὶ ὁ νῦν ἐπαινούμενος Ἱέρων Σικε‐ λιώτης ἐστίν, ἔνθα οὗτος κολάζεται. | |
P 131g | ** ἑκατοντακέφαλος. —** ὅντινα Τυφῶνα. | |
P 132g | τὸ ἐν τῇ Κιλικίᾳ. —* ἐγέννησεν· —** ἤγουν ἐγέννησε καὶ ἀνέθρεψε. | |
P 133g | πολυθρύλλητον. —** σπήλαιον. —** δέ. | |
P 134 | Th. Τὴν Κύμην τινές φασι νῆσον παρακειμένην τῇ Σικελίᾳ, λέγοντες τὸ ὄχθαι ἀντὶ τοῦ ἡ ὑπερκειμένη τῆς Κύμης Σικελία, οὓς αὐτὸς μὴ μεμφόμενος τὴν Κύμην νόει πόλιν ἐν Σικελίᾳ, ἵν’ ᾖ τὸ ὄχθαι ἁλιερκέες διὰ τὴν Αἴτνην τὸ ὄρος ἐν | |
5 | τέλει Σικελίας οὖσαν καὶ πλησιάζουσαν θαλάττῃ. | |
P 134g | αἱ. —** καί. —** νήσου ἢ πόλεως. —περίῤῥυ‐ τοι. | |
P 135g | ** τοῦ Τυφῶνος. —δαμάζει. | |
P 136g | τὰ στήθη· — ** ἤγουν αὐτόν. —δασέα ταῖς θριξί· τοιαῦτα γὰρ τὰ τῶν ἰσχυ‐ ρῶν στήθη. | |
P 137g | ** ἡ μέχρις οὐρανοῦ φθάνουσα τῷ ὕψει. — ** κατέχει. | |
P 138g | χιονώδης. —** τὸ ὄρος. —δι’ ὅλου τοῦ ἔτους. | |
P 139g | ** τῆς ὀξέως τιτρωσκούσης τῷ ψύχει. —τροφός, διὰ τὸ ἀεὶ ἐμφιλοχωρεῖν αὐτῷ τὴν χιόνα. | |
P 136-39 | Th. Κίονα οὐρανίαν τὴν Αἴτνην καλεῖ διὰ τὸ μέ‐ χρις οὐρανοῦ τῷ ὕψει φθάνειν. ὀξεῖαν δὲ τὴν χιόνα ἢ τὴν ταχέως αἴσθησιν τοῦ ἐν αὐτῇ ψυχροῦ τοῖς δεχομένοις ποιοῦσαν ἢ διότι οἱ ἐφαπτόμενοι ταύτης ὅμοιόν τι πάσχουσι τοῖς κεντου‐ | |
5 | μένοις βαλλόμενοι τῇ ψυχρότητι. | |
P 140 | Th. Ἰστέον ὅτι ἐν τῇ Αἴτνῃ ἡμέρας μὲν φωτὸς δίχα καπνὸς καυστικὸς ἀναδίδοται, νυκτὸς δὲ πέτραι ἀποσφαιρίζον‐ ται ἔξω κεκαυμέναι καὶ ζέουσαι, καὶ κτύπον τῇ φορᾷ παρέ‐ χουσαι. πίπτουσι δὲ ἐν τῇ θαλάττῃ. τοὺς γὰρ πρόποδας τῆς | 435 |
5 | Αἴτνης ἡ θάλαττα βρέχει. | |
P 140g | τῆς Αἴτνης. —ἀναδίδονται. —ἀπροσεγγίστου. | |
P 141g | λαμπρόταται ἢ καθαρτικαί· τοιοῦτον γὰρ τὸ πῦρ. | |
P 142g | ** ἐκ τῶν ῥιζῶν δηλονότι τοῦ ὄρους. —** πυρός. | |
P 143g | ** ἐν ἡμέραις. —ῥεῦμα. | |
P 144g | μέλανα ἢ καυστικόν. — ἐν νυξί. | |
P 145g | πυῤῥώδης. —συστρεφομένη. | |
P 146g | ἤτοι τὸν πόντον περιφραστικῶς. —** ἤχῳ· —κτύπῳ. | |
P 147g | πυρός. — * ῥεύματα· —** ῥεῦμα. —ἤγουν ὁ Τυφὼς διὰ τὸ πρηνὴς κεῖσθαι. | |
P 148g | σφοδροτάτους. —** ἤγουν ἐπὶ τὴν κορυφὴν ἀνάγει. | |
P 149g | ** σημεῖόν τι. —** θαύματος ἄξιον. —ἰδόντα τινὰ μαθεῖν. | |
P 150g | * τῶν ἐντεῦθεν ἐλθόντων· —** τῶν ἐκεῖ ἐλθόντων. | |
P 151g | ** τινὰ ἐκείνων. | |
P 152g | ὁποῖον. —** ταῖς μέλανα φύλλα ἐχούσαις. | |
P 153g | δεδέσμηται. —** ἐν ταῖς κο‐ ρυφαῖς τῆς Αἴτνης. | |
P 154g | ** ἤτοι ἐν τοῖς μυχοῖς τοῦ ὄρους. — ἡ αὐτοῦ κοίτη, —* καταῤῥηγνύουσα· —** κατατέμνουσα. | |
P 152-54 | Th. Τὸ μελαμφύλλοις λέγει ἢ ταῖς δασέσι καὶ σκιὰν ὑπὸ τοῦ δάσους ποιούσαις ἢ ταῖς μέλανα φύλλα ἐχού‐ σαις ὑπὸ τοῦ ἐκεῖθεν ἀναδιδομένου καπνοῦ. λέγει δὲ ἐν ταῖς κορυφαῖς καὶ τῷ πέδῳ δεδέσθαι αὐτὸν διὰ τὸ ὑπ’ ἐκείνων | |
5 | συνέχεσθαι. | |
P 155g | τὴν ῥάχιν αὐτοῦ. —κείμενον αὐτόν. —πλήττει διὰ τὸ ἐπικείμενον βάρος. | |
P 156g | ** ὦ. —σοί. —ἀρέσκειν με· — | |
* τοῦτο δὲ λέγει διὰ τὸ φάσκειν περὶ τοῦ Τυφῶνος ἐχθροῦ ὄντος τοῦ Διὸς καὶ τοιαῦτα ὑπ’ ἐκείνου παθόντος. | 436 | |
P 157g | ** τὴν Αἴτνην. —διοικεῖς· ἐνταῦθα γὰρ ἱερὸν αὐτοῦ. —τῆς πολυ‐ κάρπου Σικελίας. | |
P 158 | Th. Μέτωπον τῆς Σικελίας λέγει τὴν Αἴτνην οἱονεὶ ὀφθαλμόν. εἰς ὕψος γὰρ διήκουσα σκοπιὰν τῆς τε θαλάσσης καὶ πάσης τῆς Σικελίας ἔχει. | |
P 158g | τὸν ὀφθαλμόν. —** τοῦ ὄρους. | |
P 159g | ὁ ἔνδοξος Ἱέρων. —ἐτίμησε· πλησίον γὰρ τοῦ ὄρους πόλιν κτίσας Αἴτνην ἀπ’ αὐτοῦ ὠνόμασεν. | |
P 160g | τῷ ὄρει. —τῆς ἐν τῇ Πυ‐ θῶνι πανηγύρεως. | |
P 161 | Th. Τὸ ἀνέειπέ νιν λέγει ἢ ὅτι ἔθος ἦν καὶ τὰς πατρίδας τῶν νικησάντων ὑπὸ τοῦ κήρυκος ἀναγορεύεσθαι ἢ ὅτι ἡ ἐκείνων ἀναγόρευσις καὶ τῆς πόλεως αὐτῶν ἐστιν, οἷς τοιούτους προήνεγκεν. | |
P 161g | τῇ διὰ τοῦ δρόμου νίκῃ τοῦ ἅρματος. —ἀνηγό‐ ρευσεν αὐτήν. | |
P 162g | μηνύων. —τοῦ οἰκιστοῦ αὐτῆς. | |
P 163g | τοῦ νικήσαντος ἐν ἅρματι. | |
P 164 | Th. Ἐπειδὴ ἡνίκα ἐκτίσθη ἡ Αἴτνη, τὸ τοῦ Ἱέρωνος ἅρμα ἐν Πυθίᾳ ἐνίκησε, μέγιστον τοῦτο τεκμήριον ποιεῖται τῆς ἐς ὕστερον συμβησομένης αὐτῇ εὐτυχίας, λέγων ὅτι ὥσπερ τοῖς ἀρχομένοις ἀπό τινος τόπου πλέειν, ἢν εὐθὺς ἐξ οὐρίας τὸν | |
5 | πλοῦν ποιήσωνται, πάρεστιν ἐντεῦθεν τεκμαίρεσθαι καὶ περὶ τῆς ἐπανόδου ὡς ἄρα τοιάδε αὐτοῖς ἔσται, οὕτω καὶ ἡ πόλις | |
ἡ μετὰ τὴν οἰκοδομὴν τιμηθεῖσα, καὶ εἰς τὸν ἔπειτα χρόνον ἀνθήσει. ἰστέον δέ, ὅτι οὐκ ἀπῆλθεν Ἱέρων ἐν τοῖς Πυθίοις διὰ τὸ νόσῳ κατέχεσθαι, ὡς προϊὼν ἐρεῖ, ἀλλὰ τὸ αὐτοῦ ἅρμα. | 437 | |
P 164g | ** τοῖς ἐν ναυσὶ φερομένοις. | |
P 165g | γάρ. —κατ’ ἀρχὰς τοῦ πλοῦ. —* ἡδονὴ καὶ εὐτυχία. | |
P 166g | ἤγουν ἀρχὴν ποιουμένοις τοῦ πλοῦ. | |
P 167g | πόμπιμον. —ἄνεμον. —ἤγουν εἰκός ἐστιν οὕτω πλέουσιν. | |
P 168g | ἐν τῷ τέλει τοῦ πλοῦ. — ποταπῇ; καλλίστῃ. | |
P 169 | Tr. Ὁ δὲ λόγος. ἤγουν ὁ ῥηθεὶς περὶ τῶν ναυσιφό‐ ρων ἀνδρῶν λόγος ἔχει ὑπόληψιν, τουτέστιν ἐκ τούτου ὑπονοεῖν ἡμῖν ἐστιν, ὡς ἀεὶ εὐδαίμων ἔσται. | |
P 169g | ἐπανόδου. —οὗτος ὁ ῥηθείς. | |
P 170g | ἤγουν τῷ τῆς τύχης συμβάματι. —ὑπόληψιν ἔχει. | |
P 171g | εἰς τὸ ἑξῆς. —τὴν πόλιν. | |
P 172g | ἔνδοξον. | |
P 173g | διὰ τὸ ἐν αὐταῖς αὐλοὺς καὶ κι‐ θάρας εἶναι. —πανηγύρεσιν. —ὀνομαστήν. | |
P 174 | Th. Τὸ Λύκιε νόει ἢ ἀντὶ τοῦ ἐν τῇ Λυκίᾳ τιμώμενε, ἢ ὅτι ἐπίθετον ἦν Ἀπόλλωνος. Λύκιος γὰρ ἐτιμᾶτο ἐν Ἄργει διὰ τὸ Λύκον τινὰ ἀπεκτονέναι ποτέ. | |
P 174g | τῆς Δήλου νήσου. —ἄρχων. | |
P 175g | ὦ Ἄπολλον. — τὴν ἐν τῷ Παρνασῷ ὄρει. —πηγήν. | |
P 176g | οὕτως ἡ πηγὴ ὠνο‐ μάζετο. —φιλῶν. | |
P 177g | Tr. Ταῦτα νόῳ] ἀντὶ τοῦ εὐμενῶς δεξάμενος ταῦτα, ἐθελήσαις πράττειν καὶ συμπεραίνειν. | |
1 | ἃ ὑπὲρ τῆς πόλεως ἔφην. —τῷ σῷ. | 438 |
P 178 | Tr. Εὔανδρον] ἀντὶ τοῦ ἀνδρείους ἔχουσαν πολίτας, ἵνα τούτων νικώντων αὐτὴν τιμῷτο. | |
P 178g | τιθέναι. —ποταπήν. —τιθέναι. —καί. | |
P 179g | βοήθειαι, χορηγίαι. | |
P 180g | ἤγουν οἱ θεοὶ πάντα τὰ ἀγαθὰ ἀνθρώποις παρέχουσιν. | |
P 181g | δυνατοί, ἰσχυροί. | |
P 182g | ῥήτο‐ ρες. —ἐγένοντο θεόθεν. —τὸν Ἱέρωνα. | |
P 183g | ἐπαινέσαι. — προθυμούμενος. —ἐλπίζω. | |
P 184g | τὸν χαλκῆν παρειὰν ἤτοι αἰχμὴν ἔχοντα. —ἀκόντιον. —ὥσπερ. —τοῦ ἐν τῷ ἀγῶνι σκοποῦ. | |
P 185g | ῥίψειν τὸν λόγον. —τῇ χερί. —στρέφων. | |
P 183-85 | Th. Μενοινῶν δὲ καὶ προθυμούμενος αἰνῆσαι καὶ ἐπαινέσαι ἐκεῖνον τὸν ἄνδρα ἤτοι τὸν Ἱέρωνα, ἔλπομαι καὶ ἐλπίζω μὴ βαλεῖν καὶ ῥίψειν τὸν λόγον ἔξω τοῦ ἀγῶνος, ὡσεὶ καὶ ὥσπερ ἄκοντα χαλκοπάρῃον δονέων καὶ συστρέφων ἐν τῇ | |
5 | παλάμῃ. τουτέστιν ἐλπίζω μὴ ἀπορήσειν περὶ αὐτοῦ πραγμά‐ των φερόντων πρὸς ἐγκώμιον. ἀλλ’ ὅσα ἂν περὶ αὐτοῦ εἴπω, ἀξίως ἐρῶ καὶ προσήκοντα αὐτῷ εἰρῆσθαι. παρεικάζει οὖν τὸν αὐτοῦ λόγον ἄκοντι· διὸ καὶ εἶπε τὸ παλάμῃ δονέων. πάλ‐ λουσι γὰρ οἱ ἄνδρες ἐν ταῖς χερσὶ τὰ ἀκόντια. | |
P 186g | τὸν λόγον. —νικῆσαι καὶ θανατῶσαι τοὺς ἐχ‐ θροὺς Ἱέρωνος. —τοῦτο λέγει, ὅτι ὁ ἐμὸς ἔπαινος πρὸς Ἱέρωνα τοὺς φθονοῦντας αὐτῷ τρώσει. | |
P 187g | αὐτοῦ. —τιμήν. | |
P 188g | ὡς νῦν. —κτημάτων. —χορηγίαν. | |
P 189g | διεξάγοι καὶ οἰκονο‐ μοίη. —ἤτοι τῆς νῦν κατεχούσης αὐτὸν νόσου. —λήθην. | |
P 190g | ἡ γὰρ τούτων ἀπαλλαγὴ λήθην παράσχοι αὐτῷ. | |
P 191g | ὄντως ὄν. — ἐνθυμήσειεν ὁ χρόνος ἢ ὁ Ἱέρων ἡμᾶς. | 439 |
P 192g | μάχαις] ἀγω‐ νίσμασι. | |
P 193g | καρτερικῇ. —ἤγουν ἐπιμείνας ἠγωνίσατο. | |
P 187-93 | Th. Τινὲς τὸ εἰ γὰρ ὀξύνοντες ἀντὶ τοῦ εἴθε φασί, στίζοντες εἰς τὸ παράσχοι· ἐγὼ δὲ ἀντὶ τοῦ ἐὰν λέ‐ γων, ὑποστίζω πρὸς τὸ παράσχοι, καί τινα τῶν βιβλίων συμ‐ μαρτυροῦντα ἔχων. Τὸ δὲ καμάτων (89) λέγει, ἐπειδὴ ὁ Ἱέρων | |
5 | δυσουρίᾳ κατεχόμενος καὶ φορείῳ ἐν πολέμοις ἀγόμενος κατ‐ ώρθου τὰς μάχας. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. εἰ γὰρ εὐδαιμο‐ νοίη καὶ κατὰ πλοῦτον καὶ τιμὴν καὶ τοῦ πιέζοντος ἀπαλλαγείη νοσήματος, ὄντως ἂν ἐνθυμήσειεν ἡμᾶς τὰς αὐτοῦ ἀνδραγαθίας, ἤτοι εἰς ἔπαινον ἡμᾶς τούτων κινήσειεν. ἔστι δὲ τὸ μνήσειε | |
10 | διπλοῦν· ἢ ὁ Ἱέρων ἢ ὁ χρόνος. κρεῖττον δέ ἐστι διὰ μόνον τὸν Ἱέρωνα λέγεσθαι, τὸ δὲ κεν καὶ τὸ ἂν ἐκ παραλλήλου. | |
P 194g | ὅτε. —εὕρισκεν. —βοηθείαις. | |
P 195g | οὐδείς. — καρποῦται. | |
P 196 | Th. Ὥσπερ ὁ στέφανος τιμὴ τῷ δεξαμένῳ τυγχάνει, οὕτω καὶ ἡ τῶν ἔργων νίκη τιμὴ τοῦ πλούτου ἐστίν. | |
P 196g | δόξαν λέγω. —μέγιστον καὶ θαυμάσιον. —δέ. | |
P 197 | Th. Παραβάλλει τὸν Ἱέρωνα διὰ τὴν κατέχουσαν αὐτὸν νόσον τῷ Ποίαντος υἱῷ Φιλοκτήτῃ, οὐχ ὅτι τὴν αὐτὴν νόσον εἶχον ἀμφότεροι, ἀλλ’ ὅτι ὥσπερ Φιλοκτήτης νοσῶν ἐκ τῆς Λήμνου εἰς Τροίαν ἐκομίσθη πρὸς τὴν ταύτης ἅλωσιν, | |
5 | οὕτω καὶ Ἱέρων νοσῶν εἰς πολέμους ἐχώρει. ἡ δὲ ἱστορία τοῦ Φιλοκτήτου τοιαύτη. Ἑλένου τοῦ Πριάμου υἱοῦ μάντεως | |
ὄντος καὶ ἁλόντος ὑφ’ Ἑλλήνων, ἔλαβον ἀπ’ αὐτοῦ χρησμόν, μὴ ἂν ἄλλως πορθηθῆναι τὸ Ἴλιον εἰ μὴ τὰ ὀστᾶ Πέλοπος ἐκ Λετρίνης ἐνέγκοιεν καὶ τὸν Ἀχιλλέως υἱὸν Νεοπτόλεμον | 440 | |
10 | καὶ τὸν Φιλοκτήτην ἐκ Λήμνου. μετακομισθέντων οὖν τῶν ἄλλων Φιλοκτήτης μόνος ἐναπολέλειπτο. μετεκλήθη οὖν ὑπ’ Ὀδυσσέως καὶ Νεοπτολέμου ἐκ Λήμνου· ἐκεῖ γὰρ αὐτὸν ἔῤ‐ ῥιψεν Ὀδυσσεὺς δηχθέντα ὑπὸ ὄφεως ὕδρου, ὅτε ἐκάθαιρον Ἕλληνες τὸν κεχωσμένον βωμὸν Ἀθηνᾶς. ἐλθὼν οὖν εἰς τοὺς | |
15 | Ἕλληνας, ἰᾶται τὸ σκέλος ὑπὸ Μαχάονος τῇ ὀφίτιδι λίθῳ. ἕτε‐ ροι δέ φασιν, ὡς Ἀπόλλωνος ὕπνον αὐτῷ ἐμβαλόντος, τεμὼν ὁ Μαχάων καὶ βοτάνην θεὶς ἰᾶται. | |
P 197g | τρόπον. —διεξάγων. —ἔστι δὲ τὸ ἐφέπων τὴν δίκην ἀντὶ τοῦ κατὰ τὸν ὅμοιον τρόπον. | |
P 198g | ἐστρά‐ τευσεν. —τῇ ἐκ τῆς νόσου. —αὐτὸν τὸν Ἱέρωνα. | |
P 199g | διὰ Ἀναξίλαος. —ὤν. —ὑπέρφρων καὶ σοβαρός. | |
P 1100g | διὰ κολακείας ὑπελθὼν ἐποίησε φίλον. | |
P 198-100 | Th. Οἱ γράφοντες φίλον τὸ λον μέγα λη‐ ροῦσι. τὸ δέ ἐστι τοιοῦτον. ἔσανέ τις αὐτὸν φίλον, τουτέστι διὰ κολακείας ὑπελθὼν φίλον ἐποίησεν. —Μεγαλάνωρ (99) ὑπέρφρων καὶ σοβαρός. οὗτος γὰρ ὁ Ἀναξίλαος Ῥηγίνων βα‐ | |
5 | σιλεὺς ὢν καὶ θέλων τοὺς ἐν Ἰταλίᾳ Λοκροὺς καταπολεμήσειν ἐκωλύθη ἀπειλαῖς Ἱέρωνος ὥστε ὑπελθεῖν αὐτὸν ὕστερον καὶ | |
φίλον ποιῆσαι. | 441 | |
P 1100bisg | ἀπὸ τῆς Λήμνου νήσου. | |
P 1101g | τῷ τοῦ ποδὸς τραύματι. —πιεζόμενον. —ζητήσοντας. | |
P 1102g | ἐκ Τροίας. | |
P 1103 | Ὀδυσσέα καὶ Νεοπτόλεμον. —ἰσοθέους. | |
P 1104g | τὸν Φιλοκτήτην. | |
P 1105g | Φιλοκτήτης. —ἐπόρθησε τοξεύσας Ἀλέ‐ ξανδρον. | |
P 1106g | εἰς τέλος ἤγαγεν. —οὓς εἶχον Τροίαν πο‐ λιορκοῦντες. | |
P 1107g | νοσερῷ σώματι· λέγει δὲ διὰ τὸ τοῦ σκέλους ἄλγος. | |
P 1108g | μεμοιραμένον ὑπ’ ἐκείνου Τροίαν ἑλεῖν Ἕλληνας. | |
P 1109g | βοηθός. —ὑπάρχοι. | |
P 1110g | προσερχό‐ μενον. | |
P 1111g | ἐπιθυμεῖ. —εὐκαιρίαν καὶ εὐτυχίαν. —αὐτῷ. | |
P 1109-111 | Εἰ μὲν συνάψεις τὸ ὀρθωτὴρ πρὸς τὸ ὧν ἔραται, οὕτως ἐρεῖς. οὕτω δὲ τῷ Ἱέρωνι πέλοι θεὸς ὀρθωτὴρ ὧν ἔραται καὶ ἐπιθυμεῖ διδοὺς αὐτῷ τὸν προσέρποντα χρόνον καιρὸν ἤτοι εὐκαιρίαν καὶ εὐτυχίαν. εἰ δὲ οὐ συνάψεις, οὕτως. | |
5 | οὕτω δὲ τῷ Ἱέρωνι πέλοι θεὸς ὀρθωτὴρ ἤτοι βοηθὸς καὶ εὐτυχίας παρεκτικός, διδοὺς αὐτῷ τὸν προσέρποντα καὶ προσ‐ ερχόμενον χρόνον τῶν πραγμάτων ὧν ἐπιθυμεῖ καιρόν. ὥσπερ γάρ φαμεν· ἥδε ἡ ἡμέρα πολλῶν ἀγαθῶν ἡμέρα μοι γέγονεν, οὕτω καὶ τοῦτο. | |
P 1112g | ὦ Καλλιόπη. —ἐν. —τῷ υἱῷ Ἱέρωνος. —ὑμ‐ νῆσαι. | |
P 1113g | πίθεο] διὰ τὸ μέτρον· —πιθοῦ μοι. —ἀμοι‐ βὴν τῆς νίκης, ἣν τὸ πατρὸς αὐτοῦ ἅρμα νενίκηκεν. | |
P 1114 | Νικαφορία πατέρος] τοῦ πατρὸς αὐτοῦ τοῦ Δει‐ νομένους. τουτέστιν ἡ τοῦ Ἱέρωνος νίκη καὶ τοῦ αὐτοῦ παιδός ἐστιν. εἶπε δὲ τοῦτο, ἵνα μή τις αὐτῷ εἴπῃ, τίνος χάριν τὴν Μοῦσαν ἐπὶ τῷ Δεινομένει καλεῖς; οὐ γὰρ αὐτός, ἀλλ’ ὁ πατὴρ | |
5 | αὐτοῦ νενίκηκεν. | |
P 1114g | χαρά ἐστι. —γάρ. —ἀλλ’ οἰκεῖον. | |
P 1115g | ἡ νίκη. —τοῦ πατρὸς αὐτοῦ τοῦ Δεινομένους. | 442 |
P 1116g | ὦ Μοῦσα. —τῆς πόλεως. —τῷ Δεινομένει. | |
P 1117g | προσ‐ φιλῆ. —ἐπινοήσωμεν. | |
P 1114-117 | Germ. Τὸ ἄγ’ ἔπειτα ἀντὶ τοῦ ἄγε τοίνυν, ὦ Μοῦσα. τοῦτο προτρεπτικὸν πρὸς τὴν Μοῦσαν καὶ ἐφεξῆς κατὰ ἀκολουθίαν· ἐπὶ τῷ τῆς Αἴτνης βασιλεῖ Δεινομένει προσ‐ φιλέστατον ἀνεύρωμεν καὶ προσαρμόσωμεν ὕμνον. τὸ δὲ χάρμα | |
5 | δ’ οὐκ ἀλλότριον τοῦτό ἐστι λύσις τοῦ ἀντιπίπτοντος, ἤγουν οὐ ξένη χαρά ἐστιν ἡ τοῦ πατρὸς νίκη τῷ υἱῷ καὶ ἀνεύφραντον οὐ λογισθήσεται. | |
P 1118 | ᾧτινι Δεινομένει. —τὴν Αἴτνην. —θείως ἐπὶ τῇ δομήσει τῆς πόλεως γενομένῃ. | |
P 1119g | φασὶ γάρ, ὅτι ἐλευ‐ θερίαν καὶ ἀτελείαν τῇ πόλει ἐδωρήσατο. | |
P 1120g | Δωρικοῦ τόπου, ἀπὸ Ὕλλου τινός. | |
P 1121g | Λακωνικοὺς γὰρ νόμους ἐν ταύτῃ ἐθέσπισεν. | |
P 1118-121 | Germ. Ὁ νοῦς. τῷ καὶ ᾧτινι τῷ Δεινομένει ὁ Ἱέρων ἔκτισε καὶ ἔδωκε διοικεῖν κείνην τὴν πόλιν σὺν ἐλευ‐ θερίᾳ θεοδμήτῳ καὶ θείᾳ, ἥντινα πόλιν ἔκτισεν ὁ Ἱέρων ἐν νόμοις τῆς στάθμης καὶ δικαιοσύνης καὶ νόμου τῆς Ὑλλίδος καὶ | |
5 | τῆς Δωρικῆς, ἢ καὶ τῆς τοῦ Λυκούργου, ἤ τινος ἐξόχου Δωριέων Δωρίδος. | |
P 1122g | οἱ. | |
P 1123g | ὄρους Λακωνικοῦ. —κατοικοῦντες. — ἀεί. | |
P 1124g | νόμοις. —νομοθέτου αὐτῶν. | |
P 1125g | Δωριῆς] ποταποί; | |
P 1118-125 | Τῷ πόλιν κείναν] τῷ καὶ ᾧτινι Δεινομέ‐ νει ἔκτισεν ὁ Ἱέρων ἐκείνην τὴν πόλιν σὺν ἐλευθερίᾳ θεοδμήτῳ | |
ἐν νόμοις Ὑλλίδος στάθμας ἤτοι Δωρικοῦ τόπου. ἔκτισεν οὖν τὴν πόλιν τούτῳ, ἀντὶ τοῦ κτίσας στρατηγεῖν αὐτῷ ταύτης | 443 | |
5 | ἐπέτρεψε. δέον δὲ εἰπεῖν θεοδμήτως ἔκτισε σὺν ἐλευθερίᾳ, θεοδμήτῳ εἶπε πρὸς τὸ ἐλευθερίᾳ. φασὶ γάρ, ὅτι οὓς ἐγ‐ κατῴκισεν ἐν τῇ Αἴτνῃ, ἐλευθερίαν καὶ ἀτέλειαν αὐτοῖς ἐδω‐ ρήσατο. ἐπεὶ δὲ τὸ τῆς ἐλευθερίας μέγιστόν ἐστι καὶ ἄντι‐ κρυς θεῖον, διὰ τοῦτο λέγει τὸ θεοδμήτῳ σὺν ἐλευθερίᾳ | |
10 | ἤτοι ἐν θείᾳ ἐλευθερίᾳ ἐπὶ τῇ δομήσει τῆς πόλεως γενομένῃ. τὸ δὲ Ὑλλίδος στάθμης (120) νόμοις λέγει, ἐπειδὴ Λακωνι‐ κοὺς νόμους ἐν τῇ Αἴτνῃ Ἱέρων ἐθέσπισεν, ἢ ὅτι οἱ ἐν τῇ πόλει κατοικισθέντες Γελῷοι καὶ Συρακούσιοι ἄποικοι Δω‐ ριέων εἰσίν. ἐστὶ δὲ τὸ Ὑλλίδος ἀπὸ Ὕλλου ἀνδρὸς ἐπι‐ | |
15 | φανεστάτου τῶν Δωριέων, ἄρξαντος τῶν ἐν Ἰταλίᾳ οἰκησάντων. κρεῖττον δέ ἐστι λέγειν τὸ Ὑλλίδος ἐν νόμοις διὰ τοὺς ἐγκατοικισθέντας ἐν τῇ Αἴτνῃ Γελῴους καὶ Συρακουσίους Δω‐ ριέων ὄντας ἀποίκους, ἐπεὶ τὸ ἐπαγόμενον μαρτυρεῖ. οἱ δὲ ἔκγονοι (121) τοῦ Παμφύλου καὶ τῶν Ἡρακλειδῶν ναίον‐ | |
20 | τες καὶ κατοικοῦντες ὑπὸ ταῖς ὄχθαις τοῦ Ταϋγέτου Λακω‐ νικοῦ ὄρους ἤτοι ἐν Λακεδαιμονίᾳ, θέλοντι καὶ θέλουσι μένειν αἰεὶ καὶ πάντοτε ἐν τοῖς νόμοις τοῦ Αἰγιμιοῦ, ποταποί; Δω‐ ριεῖς· τουτέστιν οἱ Λάκωνες ἐάν τε κατὰ χώραν ἐάν τε ἄλλῃ ποι οἰκήσωσι, τὸ πάτριον σώζουσι φρόνημα καὶ τοὺς αὐτῶν | |
25 | νόμους, ὥστε καὶ οἱ ἀποικισθέντες ἐν Σικελίᾳ Δωριεῖς οὐ | |
μετέβαλον τὸ ἐξ ἀρχῆς ἦθος. ὁ δὲ Πάμφυλος πρόγονος ἦν Δωριέων, οὗ καὶ φυλὴ ἐπώνυμος ἐν Λακεδαίμονι, Παμφυλίς. κατήγοντο οὖν οἱ Δωριεῖς οἱ μὲν ἀπὸ Παμφύλου, οἳ δ’ ἀφ’ Ἡρακλειδῶν. ὁ δὲ Αἰγιμιός (124), ὡς μέν τινές φασι, νομο‐ | 444 | |
30 | θέτης ἦν Δωριέων, ὡς δέ τινες, Λυκούργου, ἐπίπαππος τοῦ Λακεδαιμονίων νομοθέτου. | |
P 1125bisg | πάλαι οἱ Δωριεῖς. —τὴν Λακεδαιμονίαν, ἀπὸ μέρους. —εὐδαίμονες. | |
P 1126g | ἀπὸ Πίνδου πόλεως Περε‐ βοίας. —κινούμενοι. | |
P 1127g | Κάστορος καὶ Πολυδεύκους. — μεγάλην τιμὴν ἔχοντες. | |
P 1128g | τῶν Τυνδαριδῶν. | |
P 1126-127 | Πινδόθεν] Πίνδος ὄρος Περεβοίας, ἐν ᾗ τέσσαρες πόλεις εἰσίν, ὧν μία ἐπώνυμος τῷ ὄρει, ἀφ’ ἧς ἀνα‐ στάντες οἱ τῶν Δωριέων πρόγονοι ἀφικνοῦνται εἰς τὴν μεταξὺ Οἴτης ὄρους καὶ Παρνασοῦ Δωρίδα, ὅθεν καὶ τοὔνομα ἔσχον. | |
5 | ἐν δὲ τῇ Δωρίδι ταύτῃ ἓξ πόλεις ἦσαν· Ἐρινεόν, Κύτιον, Βοιόν, Κάρφαια, Δρυόπη, Λίλαιον, ὅθεν μετὰ τῶν Ἡρακλειδῶν εἰς Λακεδαίμονα ἐλθόντες οἰκοῦσι. γείτονας δὲ λέγει τῶν Τυνδα‐ ριδῶν, ἐπεὶ ὁ τούτων πατὴρ Τυνδάρεως ἐνταῦθα ἦρχε, διὸ καὶ κηδεύσας Μενέλαον ἔδωκεν αὐτῷ προικὸς χάριν τὴν | |
10 | Σπάρτην. | |
P 1128bisg | δόξα. | |
P 1129g | ἐξέλαμψεν. —ἤτοι τῆς ἀνδρείας. | |
P 1130g | πληρέστατε. —οἵαν νῦν ἔχουσιν. | |
P 1131g | ποταμοῦ Σι‐ κελίας. | |
P 1132 | Germ. Τὸ δίδου λείπει, ἵν’ ᾖ· δίδου τοῖς βασιλεῦσι | |
καὶ τοῖς ἀστοῖς τοῖς περὶ τὸν Ἱέρωνα μερίδα εὐτυχίας. | 445 | |
P 1132g | μοῖραν. —τοῖς πολίταις. | |
P 1133g | κεχωρισμένως τῶν ἄλλων παρέχειν θέλε. —ἀληθῆ. | |
P 1132-133 | Καὶ βασιλεῦσι] τινὲς πρὸς τὸ βασιλεῦσιν ὑποστίζοντες καὶ τὸ δίδου ἔξωθεν λαμβάνοντες, τὸ δια‐ κρίνειν πρὸς τὸ ἔτυμον λόγον συνάπτουσιν, οὓς αὐτὸς ἐάσας τὸ μὲν δίδου μὴ λάμβανε ἔξωθεν, ὥσπερ ἐκεῖνοι, πρὸς δὲ | |
5 | τὸ διακρίνειν ὑποστίζων ἀντὶ τοῦ διάκρινε λέγε οὕτως. αἰεὶ δὲ καὶ πάντοτε, ὦ Ζεῦ τέλειε, θέλε διακρίνειν ἤγουν κεχω‐ ρισμένως τῶν ἄλλων πάρεχε παρὰ τὸ ὕδωρ τοῦ ἐν Σικελίᾳ Ἀμένα ποταμοῦ τοῖς ἀστοῖς καὶ τοῖς βασιλεῦσιν αἶσαν καὶ μοῖραν τοιαύτην οἵαν νῦν ἔχουσιν ἔτυμον καὶ ἀληθῆ λόγον ἀν‐ | |
10 | θρώπων, τουτέστι παρὰ πάντων ἀληθῶς θρυλλεῖσθαι τὴν αὐτῶν εὐτυχίαν. ὁ γὰρ ἀληθῶς εὐτυχῶν καὶ τὴν περὶ αὐτοῦ φήμην ἀληθῆ ἔχει καὶ οὐ δύναταί τις περὶ αὐτοῦ λέγων ψεύ‐ σασθαι, φανερᾶς οὔσης τῆς προσούσης αὐτῷ εὐτυχίας. | |
P 1134g | μετὰ τῆς σῆς βοηθείας. —τοι] ἀργόν. —τιν] σοί. —ἄν. —ὁ ἡγεμὼν Ἱέρων. | |
P 1135g | αὐτοῦ. —καί. —ἐντελ‐ λόμενος ταύτην. —τιμῶν ταῖς αὐτοῦ ἀρεταῖς. | |
P 1136g | πορεύ‐ σοιτο εἰς τὸ ἑξῆς. —ὁμοίαν τῇ παρούσῃ. | |
P 1134-136 | Σύν τοι τίν κεν] σὺν σοί, ὦ Ζεῦ, ἤτοι μετὰ τῆς σῆς βοηθείας ὁ ἀγιστὴρ καὶ ἡγεμὼν τῆς Σικελίας Ἱέρων τράποι ἂν καὶ εἰς τὸ ἑξῆς πορεύοιτο εἰς ἡσυχίαν καὶ εἰρηναίαν | |
κατάστασιν σύμφωνον ἐπιτελλόμενος καὶ ἐντελλόμενος ταύτην | 446 | |
5 | τῷ υἱῷ αὐτοῦ Δεινομένει καὶ γεραίρων καὶ τιμῶν τὸν δῆμον ταῖς αὐτοῦ ἀρεταῖς. εἰ γὰρ μὴ πολέμους ἔχων ἐν αὐτοῖς ἀσχο‐ λοῖτο ἐν ἡσυχίᾳ διάγων, νίκας ἑαυτῷ ἐκ τῶν ἐν εἰρήνῃ ἀγώνων ἐργάσεται, δι’ ὧν τοῖς ὑπ’ αὐτὸν τιμὴ ἔσται. τὸ δὲ σύμφω‐ νον ἡσυχίαν λέγει ἢ ὁμόφωνον καὶ ὁμοίαν ᾗ νῦν χρῆται ἢ ὅτι | |
10 | ἐν τῇ ἡσυχίᾳ ὁμόνοιά ἐστι καὶ ταὐτὰ πάντες φρονοῦσι καὶ λέ‐ γουσιν, ἐν δὲ τῷ πολέμῳ ἑτερότητές εἰσι λόγων καὶ βουλῶν. | |
P 1137g | ἱκετεύω σε. —ἐπάκουσον τῶν ἐμῶν εὐχῶν. — ὦ Ζεῦ. —ἥσυχον ἤγουν ἡσύχως. | |
P 1138g | ἵνα. —τὸν αὐ‐ τοῦ. —ἤτοι οἱ Φοίνικες. | |
P 1139g | ὁ θόρυβος ἤτοι οἱ Τυρσηνοὶ περιφραστικῶς. | |
P 1137-139 | Ἅμερον ὄφρα κατ’ οἶκον] μὴ λέγῃς τὸ ἅμερον ἀντὶ τοῦ πράως ὥσπερ τινὲς συνάπτοντες πρὸς τὸ νεῦσον· ἔχει γὰρ τὸ ἅμερον τὴν δύναμιν πρὸς τὸ ἔχῃ, οὕτως. ὄφρα καὶ ἵνα ὁ Φοίνιξ καὶ ὁ Τυρσηνὸς κατὰ τὸν οἶκον | |
5 | ἔχῃ ἥμερον καὶ ἥσυχον, ἤτοι ἡσυχάζῃ; ἔστι γὰρ τὸ ἥμερον οὐδέτερον. τὸ δὲ Φοίνιξ, εἰ βούλει, μὴ σύναπτε πρὸς τὸ ἀλαλητός, ἀλλὰ μεμονωμένον λέγε. εἰ δὲ μή, σύναπτε οὕτως· ὁ Φοίνιξ ἀλαλητὸς καὶ ὁ Τυρσηνῶν ἀλαλητός. | |
P 1140g | τὴν ἀπὸ τῆς τῶν νηῶν καταβολῆς ἐγγενομένην πάλαι αὐτῷ ἀτιμίαν. | |
P 1141g | τὴν συμβᾶσαν ἐπὶ τῇ Κύμῃ τῇ πρὸ τῆς Σικελίας νήσῳ. | |
P 1142g | ὁποῖα. —ἡγεμόνι τῷ Γέλωνι τῷ ἀδελφῷ Ἱέρωνος. | |
P 1143g | καταπολεμηθέντες. —ἔπαθον πά‐ λαι. | |
P 1144g | ταχέως θεουσῶν. —πλοίων. | |
P 1145g | ὁ Γέλων. — τὴν Φοινίκων καὶ Τυρσηνῶν τὴν ἡλικίαν. —ἤτοι κατεπόντισε τοὺς ἐν ταῖς ναυσὶ μαχομένους αὐτῶν. | 447 |
P 1140-145 | Ναυσίστονον ὕβριν] ὁπότε Ξέρξης ἐπὶ τὴν Ἑλλάδα στρατεύειν ἔμελλε, Φοίνικας καὶ Τυρσηνούς, ὑπη‐ κόους ὄντας αὐτῷ, ἐκέλευσε μετὰ τοῦ αὐτῶν ναυτικοῦ Σικε‐ λίαν παραγενομένους πορθῆσαι, εἰδὼς ὅτι ταύτης χειρωθείσης | |
5 | ἥ τε Πελοπόννησος καὶ ἡ ἄλλη Ἑλλὰς εὐχείρωτος ἔσται. ἐν δὲ τῷ αὐτῷ χρόνῳ Ἀθηναῖοι καὶ Πελοποννήσιοι πρὸς Γέλωνα πρεσβείαν ἔπεμψαν, ἀξιοῦντες αὐτὸν μετὰ τῶν Ἑλλήνων καὶ μὴ μετὰ τῶν βαρβάρων γενέσθαι. καὶ ὃς ὑπακούσας καὶ ναῦς διακοσίας ἐξαρτήσας καὶ δισχιλίους ὁπλίτας καὶ πεζοὺς μυ‐ | |
10 | ρίους, ἐπεὶ τὸ Φοινίκων ναυτικὸν ἐν τῇ πρὸ τῆς Σικελίας νήσῳ Κύμῃ παρεγένετο, ναυμαχήσας αὐτοὺς κατεστρέψατο. τὸ δὲ ὠκυπόρων ἀπὸ ναῶν ἢ πρὸς τὸ πάθον συναπτέον ἢ πρὸς τὸ βάλετο. εἰκότως δὲ εἶπε τὸ ἡλικίαν, ἐπειδὴ οἱ ἐν ἡλικίᾳ μάχονται, καὶ οὐχ οἱ γέροντες. | |
P 1146g | πᾶσαν. —ἐκβάλλων. —μεγάλης καὶ δυσχεροῦς· εἰ γὰρ προὐχώρησεν αὐτοῖς ἡ ὁρμή, ἅπαντ’ ἂν τὰ τῶν Ἑλλή‐ νων ᾤχετο πράγματα. | |
P 1147g | τῆς ἀπὸ τῶν Περσῶν. —θέλω, προκρίνω. | |
P 1148 | Πὰρ μὲν Σαλαμῖνος] ἰστέον, ὅτι ἐν μὲν Σαλαμῖνι τὸ τοῦ Ξέρξου ναυτικὸν κατεστράφη ὑπ’ Ἀθηναίων· ἐν δὲ τῇ Βοιωτίᾳ τὸ πεζὸν αὐτοῦ ὂν Λακεδαιμόνιοι κατηγωνίσαντο. ἐν | |
δὲ τῇ Σικελίᾳ ὁ Γέλων, ὡς ἄνω ἔφαμεν, τὸ Φοινίκων καὶ Τυρ‐ | 448 | |
5 | σηνῶν ναυτικὸν διέφθειρε. ζητεῖται δέ, πῶς Λακεδαιμονίων νεῶν καὶ ἑτέρων Ἑλληνίδων μετ’ Ἀθηναίων ἐν Σαλαμῖνι οὐ‐ σῶν, μόνοι Ἀθηναῖοι τὴν νίκην ἐργάσασθαι λέγονται. καί φα‐ μεν, ὅτι μόνοι οὗτοι ἦσαν οἱ τὴν νίκην ποιήσαντες ταῖς Θεμι‐ στοκλέους βουλαῖς καὶ τῷ τῶν νεῶν πλήθει καὶ τῇ κατὰ θά‐ | |
10 | λατταν ἐμπειρίᾳ, ὥσπερ καὶ Λακεδαιμόνιοι τὴν ἐν Πλαταίᾳ τῇ τοῦ Παυσανίου στρατηγίᾳ καὶ τῷ κατὰ γῆν ἄριστοι εἶναι τὰ τακτικά. λέγει οὖν· αἱρέομαι καὶ προκρίνω μισθὸν μὲν παρὰ τῆς Σαλαμῖνος χάριν καὶ ἀρετὴν τῶν Ἀθηναίων· τουτέστιν ἐν αὐτῇ οἱ Ἀθηναῖοι τὸ τῶν Περσῶν ναυτικὸν διέφθειραν. λέ‐ | |
15 | γει δὲ τὴν νίκην μισθὸν τῆς Σαλαμῖνος κατὰ τοῦτο· ὥσπερ γὰρ ὁ μισθὸς ὀφείλεται, οἷς δίδοται, οὕτω καὶ ἡ συμβᾶσα ἐν αὐτῇ νίκη ὥσπερ ὠφείλετο καὶ πρέπουσα ἦν γενέσθαι· ἢ ἐπειδὴ μέρος ἦν τῆς Ἑλλάδος, ἔδει καὶ ταύτην ἀναγκαίως εἰσενεγκεῖν τι εἰς τὴν ὑπὲρ τοῦ κοινοῦ σωτηρίαν· εἰσήνεγκεν οὖν τὸ ἐν | |
20 | αὐτῇ γενέσθαι τὴν νίκην· ἢ ἐπειδὴ οἱ Ἀθηναῖοι τὴν αὑτῶν πόλιν καταλιπόντες πρὸς αὐτὴν ταῖς ναυσὶ κατέφυγον, ὥσπερ μισθὸν αὐτοῖς ἀπέδωκε τῆς καταφυγῆς, τὸ νικητὰς ἐν αὐτῇ γενέσθαι. | |
P 1148g | ἀπό. —ἀρετήν. | |
P 1149g | λέξω. | |
P 1150g | τὴν ἐν τῇ Πλαταίᾳ, ἣ πλησιάζει τούτῳ τῷ ὄρει. | |
P 1149-150 | Ἐν Σπάρτῃ δ’ ἐρέω] ἐρέω δὲ καὶ λέξω ἐν τῇ Σπάρτῃ τὴν μάχην τὴν πρὸ τοῦ Κιθαιρῶνος· τουτέστιν εἴπω Σπαρτιάτας τὸ τῶν Περσῶν πεζὸν νικῆσαι ἐν τῇ Πλα‐ ταιέων πόλει, τῇ πρὸ τοῦ Κιθαιρῶνος ὄρους κειμένῃ πλησίον | |
5 | Βοιωτίας. | |
P 1151g | τῇ Σαλαμῖνι καὶ τῇ Σπάρτῃ, ἤγουν τῷ ἀπ’ αὐτῶν λαῷ. —οἱ Πέρσαι. —κατεπολεμήθησαν ἐν Πλαταίᾳ. — οἱ περιφερῆ τόξα ἔχοντες. | 449 |
P 1152g | τὴν ἄριστον ὕδωρ ἔχου‐ σαν. | |
P 1153g | τοῦ· —ποταμοῦ Σικελίας. —Γέλωνι, Ἱέρωνι, Ἱέρωνι, Πολυζήλῳ· —Γέλων, Ἱέρων, Πολύζηλος Δεινομένους παῖδες, ᾧ ὁμώνυμος ὁ Ἱέρωνος παῖς. —ἐρέω ἀπὸ κοινοῦ. | |
P 1154g | Δεινο‐ μένεος] οὗτος γὰρ πατὴρ αὐτῶν· —συνίζησις. —πληρώσας. | |
P 1151-154 | Ταῖσιν] ἤγουν τῇ Σαλαμῖνι ἐξ Ἀθηναίων καὶ τῇ Σπάρτῃ, ἤτοι τῷ ἀπ’ αὐτῆς λαῷ, ἐν τῇ Πλαταίᾳ κάμον καὶ κατεπολεμήθησαν οἱ ἀγκυλότοξοι Μῆδοι. παρὰ δὲ τὴν εὔυδρον ἀκτὴν τοῦ Σικελικοῦ ποταμοῦ Ἱμέρα, ἤτοι παρὰ τὴν | |
5 | Σικελίαν, ἐρέω καὶ εἴπω ἀπὸ κοινοῦ ὕμνον τοῖς παισὶ τοῦ Δεινομένους τελέσας καὶ πληρώσας τοῦτον ὥσπερ τινὰ ὀφει‐ λήν· ὁ γὰρ ἔπαινος μισθός ἐστιν ἀρετῆς. ἀποροῦσι δέ τινες, πῶς τοῦ Γέλωνος μόνου τότε νικήσαντος οὗτος τοῖς τρισὶν ἀνατίθησι τὴν νίκην· καί φαμεν, ὅτι τῇ τοῦ Γέλωνος γνώμῃ | |
10 | ἕπεται. ἐκεῖνος γὰρ τρίποδας τρεῖς χρυσοῦς ἀναθεὶς τῷ Ἀπόλ‐ λωνι ἕνα μὲν δι’ ἑαυτόν, δύο δὲ διὰ τοὺς ἀδελφούς, αἰτίους καὶ αὐτοὺς ἐν τούτοις ἐπέγραψεν. | |
P 1155g | ὕμνον. —ἀνδραγαθίᾳ. | |
P 1156g | τῶν Φοινίκων καὶ Τυρσηνῶν. —καταναυμαχηθέντων ὑπ’ αὐτῶν. | |
P 1157g | ἤγουν εἰ ἐγκαίρως τοὺς λόγους ποιήσαιο, ὦ θυμέ. —ἔργων. —(ἐπι‐ διόρθωσις). | |
P 1158g | τέλη. —συνάξας. | |
P 1159g | ἐν ὀλίγῳ. — ἤγουν οὐδείς. —ἀκολουθεῖ. | |
P 1160g | μέμψις. | |
P 1157-160 | Καιρὸν εἰ φθέγξαιο] αἰσθόμενος ἑαυτὸν | |
ὁ Πίνδαρος ἀκαίρως ἐκβεβηκότα, φησίν· εἰ φθέγξαιο, ὦ θυμέ, καιρὸν τὸν πρέποντα, ἤγουν εἰ ἐγκαίρως τοὺς λόγους ποιήσαιο, συντανύσας καὶ συνάξας ἐν βραχεῖ καὶ ἐν ὀλίγῳ πέρατα καὶ | 450 | |
5 | τέλη πολλῶν πραγμάτων, τουτέστιν ἀφεὶς τὸ πολλὰ λέγειν καὶ συντεμὼν εἰς ὀλίγα, μείων καὶ ἐλάττων καὶ οὐδεὶς μῶμος ἕπεται παρὰ τῶν ἀνθρώπων, ἤγουν οὐδεὶς ψόγον ἐπαγάγῃ σοι ὡς πολυλογοῦντι. μὴ λάβῃς δὲ πρὸς τὸ καιρὸν ἔξωθεν εἰς, ὥς τινες· ἀλλ’ ἔστιν αὕτη ἡ αἰτιατικὴ πρὸς τὸ φθέγξαιο· | |
10 | ὁ γὰρ φθεγγόμενος ἔγκαιρα, καιρὸν φθέγγεται. | |
P 1160g | τῶν λόγων. —καταβάλλει. | |
P 1161g | ποταπός; σκοτεινός. | |
P 1161 | Germ. Ἐλπὶς ἔργον διανοίας· ὅθεν καὶ δέδεκτο τὸ ἐνεργούμενον ἀντὶ τοῦ ἐνεργοῦντος καὶ τὸ αἰτιατὸν ἀντὶ τοῦ αἰτίου. | |
P 1161-162 | Ἀπὸ γὰρ κόρος ἀμβλύνει] ἀπαμβλύνει γὰρ καὶ καταβάλλει ὁ κόρος τῶν λόγων τὰς ταχείας ἐλπίδας τῶν ἀκροατῶν· ποταπός; αἰανὸς καὶ σκοτεινὸς ἤτοι τὸ λελογι‐ σμένον αὐτῶν σκοτίζων· τουτέστιν ἐλπίδα ἔχοντες οἱ ἀκροαταὶ | |
5 | ταχέως ἀκούσεσθαί τι περὶ τοῦ ἐπαινουμένου, σκοτίζονται ὑπὸ τοῦ πολλὰ ἀκούειν μεταξὺ λεγόμενα καὶ τὴν ἐλπίδα αὐτῶν ἀπολλύουσιν ἀπαγορεύοντες. αἰανὸς δὲ κόρος λέγε‐ ται οὐχ ὅτι αὐτὸς σκοτεινός ἐστιν, ἀλλ’ ὅτι τοὺς ἄλ‐ λους σκοτίζει. οἱ δὲ λέγοντες τὸ ἐλπίδας ἀντὶ τοῦ γνώμας | |
10 | ἀμαθεῖς. | |
P 1162g | τῶν πολιτῶν. —ἤγουν κρυφίως. —καταβάλλει. | |
P 1163g | περισσοτέρως. —ἀγαθοῖς. —ξένοις. | 451 |
P 1162-163 | Ἀστῶν δ’ ἀκοά] τὸ ἀκοὰ πρὸς τὸ βαρύνει σύναπτε, τὸ δὲ θυμὸν πρὸς τὸ πολιτῶν, οὕτως· ἡ ἀκοὴ τῶν προσόντων τισὶν ἀγαθῶν βαρύνει καὶ καταβάλλει τὸν θυ‐ μὸν τῶν πολιτῶν, ποταπόν; κρύφιον μάλιστα καὶ περισσοτέρως | |
5 | ἐπὶ ἀλλοτρίοις καὶ ξένοις ἐσθλοῖς. τοῦτο δὲ λέγει ὡς φθονου‐ μένου τοῦ Ἱέρωνος τοῖς αὐτοῦ πολίταις. δέον δὲ εἰπεῖν κρυ‐ φίως, κρύφιον εἶπε πρὸς τὸ θυμόν. τὸ δὲ μάλιστα εἶπεν, ἵνα δείξῃ, ὅτι περισσοτέρως ἡ τῶν ἀλλοτρίων ἀγαθῶν ἀκοὴ τούτους λυπεῖ ἢ ἄλλο τι. | |
P 1162-164 | Κρέσσων γὰρ οἰκτιρμοῦ φθόνος͡ ὁ μὲν γὰρ βέλτιστος φθονεῖται διὰ τὰ προσόντα αὐτῷ πλεονεκτήματα, ὁ δὲ μὴ τοιοῦτος ἐλεεῖται. | |
P 1164g | ἤγουν εἰ καὶ φθονοῖο. —κρείττων. —ἐλέου. | |
P 1165g | καταλίμπανε καὶ ἀμέλει. —διέξαγε, κυβέρνα. | |
P 1166g | ἤγουν δίκαιος ἔσο τοῖς ὑπό σε. | |
P 1167g | ἤγουν φιλαλήθης ἔσο· εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν χαλκευόντων. | |
P 1168g | οἰκο‐ νόμει, εὐτρέπιζε. | |
P 1166-168 | Τοῦτο λέγει ὡς ἐπαγγειλαμένου τοῦ Ἱέρωνος αὐτῷ δοῦναί τι καὶ οὐ δόντος. διὸ δὴ ἐπαίρει αὐτὸν ἐκτελέσαι τὴν ὑπόσχεσιν. | |
P 1169g | φαῦλον, εὐτελές. —ὁρμήσει. | |
P 1170g | ἤγουν μέγα δοκεῖ τοῖς ἄλλοις. | |
P 1171g | παρὰ σοῦ, ἤγουν ἀπὸ σοῦ. | |
P 1169-171 | Σύναπτε τὸ παραιθύσσει πρὸς τὸ πὰρ σέθεν. τὸ γὰρ μικρὸν τῶν βασιλέων ἁμάρτημα μέγα δοκεῖ τοῖς ἄλλοις. | |
P 1171bisg | φύλαξ ἤτοι ἄρχων. | |
P 1172g | ἤτοι τοῖς καλοῖς καὶ κακοῖς. —βέβαιοι. | |
P 1173g | εὐθαλεῖ. —ὁρμῇ τῇ περὶ τὰ | |
καλά. —παραμένων ἀεί. | 452 | |
P 1173 | Germ. Ἡ ὀργὴ ἐπιμερίζεται μόνῳ τῷ μανικῷ τρόπῳ, τὸ δὲ νῦν ἐπιμεμέρισται καὶ κεκοινώνηται πᾶσι τοῖς τρόποις κατὰ τόνδε τὸν ποιητήν. | |
P 1174 | ἤτοι ὕμνους ἡδεῖς. | |
P 1175g | ἀκούειν. —μὴ ἀπαγό‐ ρευε, ἀλλὰ μισθοὺς δαψιλεῖς τοῖς ὑμνοῦσί σε πάρεχε. | |
P 1176g | ὑποχάλα πρὸς τοὺς μισθούς. —ὥσπερ ἐξίει. | |
P 1177 | Ἱστίον ἀμπετάσας] δεῖ γὰρ ἀνέμου πνεύσαντος τὸ ἱστίον ὑποχαλᾶν, ἵνα μὴ ὄντος τεταμένου ὑπὸ τοῦ ἀνέμου εἰς τοὔμπαλιν ἀνατραπείη τὸ σκάφος. | |
P 1177g | λαῖφος. —τανύσας. | |
P 1178 | Μὴ δολωθῇς] μὴ τοὺς ὀφειλομένους τισὶ μισθοὺς ἀποστερῶν κερδαίνειν τι λογίζου. τοῦτο γὰρ τὸ κέρδος αἰσχρὸν καὶ τὸν κερδαίνοντα μιαίνει. | |
P 1178g | μὴ ἀπατηθῇς καὶ μιανθῇς. —Ἱέρων. | |
P 1179g | εὐ‐ τραπέλοις] κακοῖς καὶ ἀδίκοις· ἔστι δὲ καὶ εὐτράπελον τὸ κα‐ λόν· —ἀντὶ μιᾶς. —ποταπόν; ὑπὸ τῶν ἐσομένων βροτῶν ᾀδόμενον. | |
P 1180g | ἤτοι ὁ ὕμνος. | |
P 1181g | μόνον. —ἀποθανόν‐ των. | |
P 1182g | διαγωγήν. | |
P 1183g | λογοποιοῖς. —ποιηταῖς. | |
P 1181-183 | Οἶον ἀποιχομένων] οἶον καὶ μόνον τὸ αὔ‐ χημα τῆς δόξης, ἤτοι ἡ ἀρετὴ καὶ ὁ ἔπαινος, ποταπόν; ὀπισόμ‐ βροτον καὶ ὑπὸ τῶν ἐσομένων βροτῶν ᾀδόμενον μηνύει καὶ λογίοις καὶ ἀοιδοῖς τὴν δίαιταν καὶ τὴν διαγωγὴν τῶν ἀποιχο‐ | |
5 | μένων ἀνδρῶν, τῶν κτησαμένων τοῦτο τὸ αὔχημα· τουτέστιν ἐάν τις καλὸν ἐργάσηται καὶ ἐπαινεθῇ, ἐν τοῖς ἔπειτα ᾄδεται λογοποιοῖς καὶ ποιηταῖς, ὁποῖός τις ἦν, διεξιοῦσι τὸν ἐπ’ αὐτὸν | |
γενόμενον ὕμνον. | 453 | |
P 1184g | οὐ φθείρεται, ἀλλὰ θάλλει παρὰ τοῖς ποιηταῖς. — ἤγουν ἡ πρὸς τοὺς φίλους εὐεργεσία. | |
P 1185 | Τὸν δὲ ταύρῳ χαλκέῳ] Περίλαός τις Ἀθηναῖος ἐλθὼν εἰς Φάλαριν τὸν Ἀκραγαντίνων τύραννον ὑπέσχετο αὐτῷ ταῦρον ποιήσειν χαλκοῦν, ἵνα ἐντὸς αὐτοῦ ὃν ἂν καταδικάσῃ ἐμβάλλων καὶ τῷ πυρὶ προσάγων οὕτω κολάζῃ. οὗ γενομένου | |
5 | πρῶτος εἰσεβλήθη Περίλαος, οὐκ ἄξιον τοῦ Φαλάριδος κεκρι‐ κότος ἕτερον πρὸ αὐτοῦ κολασθῆναι ἀλλ’ ἢ τὸν δημιουργόν, ὅπως ἂν μόνος δείξῃ τὸ αὐτοῦ δημιούργημα. λέγει οὖν ὡς κακὸν πάντες ᾄδουσι Φάλαριν, καὶ ἡ μὲν τοῦ Κροίσου ἀρετὴ ἀεὶ ἐν συμποσίοις καὶ πανηγύρεσιν ὑπὸ τῶν παίδων ἐμμε‐ | |
10 | λῶς ᾄδεται, ὁ δὲ Φάλαρις οὐκ ἔχει χώραν ἐν συμποσίοις. δέον δὲ εἰπεῖν ὁμορόφιον, ὁμορόφιαι εἶπε πρὸς τὸ φόρ‐ μιγγες· εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν τοὺς ξένους ὑποδεχο‐ μένων. μὴ λάβῃς δὲ εἰς τὸ κοινωνίαν τὸ εἰς, ὥς τινες, ἀλλ’ ἔστιν ἡ αἰτιατικὴ πρὸς τὸ δέχονται, οὕτως· οὐ δέχονταί μιν | |
15 | καὶ αὐτὸν κοινωνίαν, ἤτοι κοινωνὸν παραλαμβάνουσιν. | |
P 1185g | χαλκῷ. —τὸν καίοντα τοὺς ἀνθρώπους. | |
P 1186g | ποταπόν; ἀνηλεῆ καὶ ἀμείλιχον τὸν νοῦν. | |
P 1187g | κακή. — κρατεῖ. —πανταχοῦ. —φήμη. | |
P 1186-187 | Νηλεὰ νόον] μὴ λέγε πρὸς τὸ νόον ἔξωθεν τὸ κατά, ἀλλ’ ἔστι τὸ νόον καὶ τὸ Φάλαριν ταὐτόν. ὥσπερ γάρ φαμεν· ὁ Πλάτων σοφὴ διάνοιά ἐστιν, οὕτω καὶ τοῦτο· κατέχει τὸν Φάλαριν φήμη ἀνηλεῆ νοῦν, ἤγουν κακὸν καὶ ἀμεί‐ | |
5 | λικτον ᾄδουσιν. | 454 |
P 1188g | αὐτόν. —αἱ κιθάραι. —ποταπαί; ὁμόστεγον ἔχουσαι. | |
P 1189g | ἤγουν κοινωνὸν παραλαμβάνουσιν. —ἡδί‐ στην. —τοῖς μέλεσι. | |
P 1190 | Germ. Ὄαρ λέγεται ἡ γυνὴ καὶ κατὰ συναίρεσιν ὤρ· ἐκ δὲ τοῦ ὄαρ λέγεται καὶ ὀαρίζειν, τὸ γυναικεῖα διαλέ‐ γεσθαι. | |
P 1191g | ἤτοι νίκης ἠξιῶσθαι ἀγωνιζόμενον. —ἐστί. — ἀέθλων] συνίζησις· —τῶν ἀγώνων. | |
P 1192g | ἤγουν ἐγκωμίου τυγχάνειν. —τύχη ἐστί. | |
P 1191-192 | Τινὲς πρὸς τὸ ἀέθλων λαμβάνουσιν ἔξωθεν ἀπό, οὕτω· τὸ δὲ εὖ παθεῖν καὶ εὐτυχῆσαι ἀπὸ ἀέθλων καὶ ἀγώνων πρῶτον ὑπάρχει. ἐγὼ δὲ οὕτω· τὸ δὲ εὖ παθεῖν καὶ εὐτυχῆσαι, ἤτοι νίκης ἀξιωθῆναι ἀγωνιζόμενον, πρῶτον τῶν | |
5 | ἄθλων ἐστί, τουτέστι τοῦτο πρῶτον οἱ ἀγῶνες παρέχουσι. δευ‐ τέρα δὲ μοῖρά ἐστιν εὖ ἀκούειν, ἤτοι ἐγκωμιάζεσθαι ὡς τῆς μὲν νίκης πρῶτον γινομένης, ἔπειτα δὲ ἐπακολουθοῦντος τοῦ ὕμνου. οἱ δὲ πολλοὶ ἀγνοοῦντες καὶ ἀέθλω χωρὶς τοῦ ν γρά‐ φουσιν. | |
P 1193g | τῇ νίκῃ καὶ τῷ ἐγκωμίῳ. | |
P 1194g | ἐντύχῃ. — λάβῃ ταῦτα ἀμφότερα. | |
P 1195g | μέγιστον. —ἤτοι θαυμάσιος | |
καὶ μέγας ἔδοξεν. | 455 | |
P 2t | Ἐπίνικοι Πυθιονίκαις. Ἱέρωνι Συρακοσίῳ ἅρματι. Ὠιδὴ βʹ. [Δημητρίου Τρικλινίου] περὶ τῶν κώλων τῶν στροφῶν καὶ ἀντιστροφῶν | |
5 | τοῦ βʹ εἴδους τῶν Πυθίων. | |
P 2prae g1 | Τοῦ βʹ εἴδους τῶν Πυθίων αἱ στροφαὶ καὶ ἀντιστροφαὶ κώλων ἑκάστη ιηʹ. Τὸ αʹ τροχαϊκὸν ἑφθημιμερὲς τοὺς πρώτους βʹ πόδας ἔχον ἐκ τριβράχεος ἤτοι χορείου. Τὸ βʹ Ἰωνικὸν ἀπ’ ἐλάττονος δίμετρον καταληκτικὸν ἐκ βʹ παίωνος ἀντὶ Ἰωνικοῦ | |
5 | καὶ Ἰωνικοῦ καταληκτικοῦ. Τὸ γʹ Ἰωνικὸν ὅμοιον δίμετρον ἀκα‐ τάληκτον ἐκ παίωνος δʹ καὶ Ἰωνικοῦ ἀπ’ ἐλάττονος. Τὸ δʹ Ἰωνι‐ κὸν ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον. τοῦτο καὶ ἰαμβικόν ἐστιν ἑφθημιμερὲς τοῦ βʹ ποδὸς ἀναπαίστου. Τὸ εʹ δακτυλικὸν δίμετρον ἤγουν βʹ δάκτυλοι. Τὸ ϛʹ προσοδιακὸν τρίμετρον ἀκα‐ | |
10 | τάληκτον ἐξ Ἰωνικοῦ ἀπὸ μείζονος, χοριάμβου καὶ Ἰωνικοῦ ἀπ’ ἐλάττονος. Τὸ ζʹ Ἰωνικὸν ἀπὸ μείζονος δίμετρον καταληκτικὸν | |
ἐκ παίωνος βʹ καὶ Ἰωνικοῦ καταληκτικοῦ ἤτοι διτροχαίου. Τὸ ηʹ τετράμετρον βραχυκατάληκτον ἐκ βʹ προσοδιακῶν. σύγκειται γὰρ ἐκ χοριάμβου, παίωνος βʹ ἀντὶ Ἰωνικοῦ ἀπὸ μείζονος, χορι‐ | 456 | |
15 | άμβου αὖθις καὶ Ἰωνικοῦ ἀπ’ ἐλάττονος ἡμίσεος. Τὸ θʹ προσ‐ οδιακὸν τρίμετρον ἀκατάληκτον ἄλλον τρόπον ἐσχηματισμένον. οὐ γὰρ τὴν βʹ ἔχει συζυγίαν χοριαμβικήν, ἀλλὰ τὴν γʹ. ἐξ Ἰω‐ νικοῦ γάρ ἐστιν ἀπὸ μείζονος, παίωνος γʹ καὶ χοριάμβου. τὸ αὐτὸ δὲ καὶ ἰαμβικόν ἐστι τρίμετρον βραχυκατάληκτον τοῦ βʹ | |
20 | ποδὸς τριβράχεος, τοῦ δὲ εʹ ἀναπαίστου. Τὸ ιʹ Ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ὑπερκατάληκτον ἐξ Ἰωνικοῦ ἀπὸ μείζονος, παίωνος γʹ καὶ συλλαβῆς. τὸ αὐτὸ καὶ ἰαμβικὸν εὕρῃς δίμετρον ἀκατάληκτον τοῦ βʹ ποδὸς τριβράχεος. Τὸ ιαʹ ἀναπαιστικὸν μονόμετρον ἀκατάληκτον. Τὸ ιβʹ Ἰωνικὸν ἀπ’ ἐλάττονος τρί‐ | |
25 | μετρον βραχυκατάληκτον ἐκ παίωνος δʹ, ἐκ γʹ, καὶ ἡμίσεος Ἰω‐ νικοῦ. ἔστω δὲ καὶ παιωνικόν, εἰ βούλει. Τὸ ιγʹ Ἰωνικὸν τρίμετρον καταληκτικὸν ἐξ ἐπιτρίτου γʹ, Ἰωνικοῦ ἀπὸ μείζονος καὶ ἑτέρου καταληκτικοῦ ἤτοι δακτύλου. Τὸ ιδʹ τροχαϊκὸν ἑφθημιμερὲς ἤτοι Εὐριπίδειον. Τὸ ιεʹ ἰαμβικὸν πενθημιμερὲς ἐξ ἀναπαίστου αʹ. | |
30 | Ἑξῆς ἐπὶ πάσῃ στροφῇ καὶ ἀντιστροφῇ παράγραφος. Περὶ τῶν κώλων τῶν ἐπῳδῶν. Αἱ ἐπῳδοὶ κώλων ἑκάστη ιδʹ. Τὸ αʹ παιωνικὸν τρίμετρον βραχυκατάληκτον ἐκ παίωνος δʹ, ἐκ γʹ, καὶ ἡμίσεος Ἰωνικοῦ. οἰκεῖοι γὰρ οἱ πόδες. Τὸ βʹ παιωνικὸν δίμετρον καταληκτικὸν ἐκ | |
35 | παίωνος βʹ καὶ Κρητικοῦ. Τὸ γʹ χοριαμβικὸν δίμετρον ἀκατά‐ | |
ληκτον ἐκ χοριάμβου καὶ ἀντισπάστου. Τὸ δʹ πολυσχημάτιστον τρίμετρον ἀκατάληκτον ἐκ χοριάμβου καὶ ἀντισπάστου καὶ ἰαμ‐ βικῆς συζυγίας. Τὸ εʹ παιωνικὸν δίμετρον καταληκτικὸν ἐκ παί‐ ωνος δʹ καὶ ἀναπαίστου. Τὸ ϛʹ ἀντισπαστικὸν δίμετρον ἀκατά‐ | 457 | |
40 | ληκτον ἐξ ἀντισπάστου καὶ ἰαμβικῆς συζυγίας. Τὸ ζʹ ἀντισπα‐ στικὸν τρίμετρον καταληκτικὸν ἐξ ἀντισπάστων βʹ, τοῦ πρώ‐ του πεντασυλλάβου διαλελυμένου καὶ τροχαϊκῆς συζυγίας κατα‐ ληκτικῆς ἤτοι Κρητικοῦ. Τὸ ηʹ παιωνικὸν τρίμετρον ἀκατάληκτον ἐκ παίωνος δʹ, ἐκ γʹ, καὶ Ἰωνικοῦ ἀπὸ μείζονος. Τὸ θʹ ἰαμβικὸν | |
45 | πενθημιμερές. Τὸ ιʹ Ἰωνικὸν δίμετρον ἀκατάληκτον ἐξ Ἰωνικοῦ καὶ τροχαικῆς συζυγίας. Τὸ ιαʹ προσοδιακὸν τρίμετρον κατα‐ ληκτικὸν ἐξ ἰαμβικῆς συζυγίας, χοριάμβου καὶ τροχαϊκῆς συζυ‐ γίας καταληκτικῆς. Τὸ ιβʹ Ἰωνικὸν δίμετρον καταληκτικὸν ἐξ ἐπιτρίτου γʹ καὶ Ἰωνικοῦ καταληκτικοῦ. Τὸ ιγʹ πολυσχημάτιστον | |
P 2prae g1(50) | τρίμετρον καταληκτικὸν ἐξ ἀντισπάστου, χοριάμβου καὶ ἰαμβι‐ κῆς συζυγίας καταληκτικῆς. Τὸ ιδʹ Ἰωνικὸν δίμετρον ἀκατάλη‐ κτον ἐκ παίωνος βʹ καὶ τροχαϊκῆς συζυγίας. εἰ δὲ βούλει, ἔστω καὶ ἰαμβικὸν ἑφθημιμερὲς τοῦ βʹ ποδὸς ἀναπαίστου. Ἑξῆς ἐφ’ ἑκάστῃ ἐπῳδῷ κορωνὶς καὶ παράγραφος, ἐν δὲ τῷ τέλει τοῦ | |
55 | ᾄσματος ἀστερίσκος. ἔστι δὲ στροφῶν δʹ. | |
P 21g | Τὸ προοίμιον ἀπὸ τῆς πόλεως τοῦ νικητοῦ. | |
P 22g | τοῦ μεγάλου ἐν μάχαις. | |
P 23g | ἱερόν. —τοῦ. | |
P 21-3 | Ἐπειδὴ αἱ Συράκουσαι πόλις ἐστὶν ἐν Σικελίᾳ, εἰς | |
ἃς Ἱέρων ἐποιεῖτο, τὴν οἴκησιν, διὰ τοῦτο πρὸς αὐτὰς ἀποτεί‐ νει τὸν λόγον, φάσκων αὐτὰς μεγαλοπόλιας, ἢ διότι τέσσαρας πόλεις Ἱέρων καταστρεψάμενος αὐτὰς ἐποίησεν, Ἀρκαδίνην, | 458 | |
5 | Νεάπολιν, Ἐπιπολάς, Τύχην, ἢ διὰ τὸ τῆς πόλεως θαυμαστὸν καὶ ἐξαίρετον. τέμενος δὲ Ἄρεος διὰ τὸ τῶν ἐνοικούντων πολε‐ μικόν. | |
P 24g | τῶν ἐν τοῖς πολέμοις χαιρόντων· λάμβανε δὲ καὶ πρὸς τὸ ἀνδρῶν καὶ πρὸς τὸ ἵππων. | |
P 25g | ἐξαίρετοι. | |
P 26g | ὑμῖν. — τῶν εὐγείων. | |
P 27g | τὸν ὕμνον. | |
P 28 | Τὸ ἀγγελίαν εἶπεν, ἐπειδὴ ὁ ὑπὲρ τῆς νίκης τοῦ τετραώρου γενόμενος ὕμνος ἀγγελεῖ αὐτὸ ταῖς Συρακούσαις. | |
P 28g | τοῦ τετραώρου ἅρματος τοῦ ἐπὶ γῆς κινουμένου. | |
P 24-8 | Germ. Τὸ σιδηροχαρμᾶν ἀπὸ κοινοῦ καὶ τῶν ἀν‐ δρῶν καὶ τῶν ἵππων. —Λιπαρᾶν διὰ τὸν Διόνυσον, καὶ ἐλε‐ λίχθονος τῆς ταραττούσης τὴν γῆν. | |
P 29g | ποταπός; καλὸς ἐν τῷ ἅρματι φανείς. —τετρα‐ ορίᾳ. —νικῶν. | |
P 210 | Τὴν Ὀρτυγίαν τινὲς νῆσόν φασι παρακειμένην τῇ Σικε‐ λίᾳ, πατρῷον αὐτοῦ κτῆμα. κρεῖττον δὲ φάσκειν αὐτὴν πόλιν ἐν Σικελίᾳ διὰ τὸ ἐπαγόμενον. | |
P 210g | λαμπροῖς. —ἐστεφάνωσεν. | |
P 211g | πόλιν ἐν Σικε‐ λίᾳ πατρίδα αὐτοῦ. | |
P 212 | Φασὶ τὸν Ἀλφειὸν ποταμὸν τῆς ἐν Σικελίᾳ Ἀρεθούσης πηγῆς ἐρῶντα ἐκ Πελοποννήσου διὰ μέσης θαλάττης ἀγόμενον | |
συμμίγνυσθαι τῇ πηγῇ. ἔστι δὲ ἡ πηγὴ πλησίον τῆς Ὀρτυγίας πόλεως. διὰ δὲ τὸ παρ’ Ἀλφειῷ τὸ ἐν Σικελίᾳ ἱερὸν ἢ ἄγαλμα | 459 | |
5 | Ἀρτέμιδος εἶναι, διὰ τοῦτο τὴν Ὀρτυγίαν ἕδος ἤτοι τέμενος λέγει. | |
P 212g | τῆς ἐν Ἀλφειῷ ποταμῷ ἱδρυμένης. | |
P 213g | Ἀρτέ‐ μιδος. —χωρίς. —τὰς ἐν τῷ ἅρματι. —λαμπραῖς. | |
P 214g | ποι‐ κίλους χαλινοὺς ἐχούσας. | |
P 215g | ἤλασε νικητικῶς πρὸς τὸν δρόμον. —τοὺς ἵππους. | |
P 216g | ἡ τοξικὴ καὶ τοῖς βέλεσι χαί‐ ρουσα. | |
P 217g | διπλῆ. | |
P 216-17 | Ἐπὶ γὰρ Ἰοχέαιρα] τὸ ἐπὶ πρὸς τὸ τίθησι συναπτέον. τὸ δὲ διδύμῃ χερὶ ἢ πρὸς τὴν Ἄρτεμιν νοητέον ἀντὶ τοῦ μεγάλῃ βοηθείᾳ· ὁ γὰρ ἀμφοτέραις χερσὶ συμμαχῶν μεγίστην παρέχει βοήθειαν· ἢ τὸ διδύμῃ χερὶ τῇ τοῦ Ἱέρωνος· | |
5 | ἀμφοτέραις γὰρ ταῖς χερσὶ τὰς τοῦ ἅρματος ἡνίας κατεῖχεν, ἵνα λέγῃ, ὅτι τεχνικῶς καὶ καλλίστως πρὸς τὸν δρόμον τὸ ἅρμα ὁ Ἑρμῆς καὶ ἡ Ἄρτεμις ἐλάσαι παρέσχον. | |
P 218g | ὁ ἔφορος τῶν ἀγώνων. | |
P 219g | λαμπρόν. —τὴν ἐκ τῆς νίκης τιμήν. | |
P 220g | τετορευμένον. —ἅρμα. | |
P 221g | τὰ τοῖς χαλινοῖς πειθόμενα πρὸς τὴν κίνησιν. | |
P 222g | δύναμιν. —τὸ τῶν ἵππων, ἤτοι τοὺς ἵππους περιφραστικῶς. | |
P 221-22 | Τὸ ἅρματα πεισιχάλινα καὶ τὸ ἵππειον σθέ‐ νος ταὐτόν ἐστιν· ἅρματα γὰρ πεισιχάλινα ἡ μετὰ τῶν ἵππων ἅμαξα. οὐ γὰρ οἷόν τε μόνῃ τῇ ἁμάξῃ τοῖς χαλινοῖς πείθεσθαι μὴ ἵππων οὐσῶν. ἔχει δὲ τὸ ἐν τὴν δύναμιν πρὸς τὸ κατα‐ | |
5 | ζευγνύῃ. | |
P 223 | Εὐρυβίαν θεὸν τὸν Ποσειδῶ λέγει· πρῶτος γὰρ οὗτος ἅρμα παρέσχε Πέλοπι· διὸ καὶ εἰκότως ἂν βοηθὸς καλοῖτο τοῖς ἅρμασιν. | 460 |
P 223g | τὸν ἐν τῇ τριαίνῃ κινοῦντα τὴν γῆν. —μεγαλοδύ‐ ναμον. —ἐπικαλούμενος. —τὸν Ποσειδῶ. | |
P 224g | ἐποίησεν. | |
P 225g | εἰς ὅν ἐστι καλῶς αὐχήσασθαι τὸν ἔχοντα. | |
P 226g | ἀμοιβήν. —τῶν αὐτῶν. | |
P 227 | Κινύραν τὸν τῶν Κυπρίων λέγει βασιλέα, ὃν ἐν τῷ λόγῳ διὰ τοῦτο παρέλαβε, διότι καὶ ὁ τοῦ Ἱέρωνος πατὴρ Δει‐ νομένης τὸ ἀνέκαθεν Κύπριος ἦν. τὸ δὲ κελαδέοντι εἶπεν ἢ ὡς ἀρχηγέτην τῆς νήσου, ἢ ὡς βασιλέα αὐτῆς εὐδαιμονέστα‐ | |
5 | τον καὶ μείζω τῶν πρὸ αὐτοῦ γενόμενον. | |
P 227g | ὑμνοῦσι. —τὸν τῶν Κυπρίων βασιλέα. | |
P 228 | Germ. Ὅντινα τὸν τῶν Κυπρίων βασιλέα· οὗ καὶ Ὅμη‐ ρος μέμνηται. υἱὸς δὲ Εὐρυμέδοντος καὶ Παφίας νύμφης· ἐγέ‐ νετο δὲ ἱερεὺς τῆς Κυπρίας Ἀφροδίτης. | |
P 228g | πλειστάκις. —οἱ ὕμνοι. —Κινύραν. | |
P 229g | ὁ χρυ‐ σόθριξ. —προθύμως. | |
P 230g | ἢ ὡς τοξικὸν ἢ ὡς μουσικόν. | |
P 231g | κτίλον] φίλον. —αὐτῇ γὰρ ἀφιέρωται ἡ Κύπρος. —φέρει ἑαυτήν. | |
P 233g | ποταπή; ἀμειπτική. —ἔργων] προϋπαρξάντων. | |
P 234 | Pal. Ἡ Ἐπιζεφυρία Λοκρὶς ἐπολιορκεῖτο ὑπὸ τῶν ἐχ‐ θρῶν· ὧν ἀπελασθέντων τῇ δυνάμει Ἱέρωνος προσεγένετο | |
ταῖς Λοκρίσι παρθένοις βλέπειν στερεῶς, ἀσφαλῶς, ἤγουν ἀφόβως, πρὸ τοῦ τῷ φόβῳ τῶν ἐχθρῶν ἔνθα κἀκεῖσε συχνῶς | 461 | |
5 | τοὺς ὀφθαλμοὺς περιφερούσαις. | |
P 234bis | ὄπισθεν ἐρχομένη τῶν ἔργων ἤτοι ὕστερον. | |
P 232-34 | Χάρις φίλων] τὸ φίλων ἢ πρὸς τὸ ποίτινος συναπτέον ἢ πρὸς τὸ ἔργων, ἵν’ ᾖ τὸ μὲν φίλων ἀρσενικόν, τὸ δὲ ἔργων οὐδέτερον, οὕτως· ἄγει δὲ καὶ φέρει ἑαυτὴν ἡ χάρις ἀντὶ ἔργων προϋπαρξάντων. ὀπιζομένα δὲ ὄπισθεν ἐρχο‐ | |
5 | μένη, ποταπή; ποίτινος καὶ ἀμειπτικὴ τῶν φίλων τῶν δι’ ὧν ἐποίησαν ἔσεσθαι ταύτην παρασκευασάντων. ἢ οὕτως. ἄγει δὲ ἑαυτὴν ἡ χάρις ἀντὶ ἔργων φίλων ὀπιζομένη καὶ ὄπισθεν ἐρχομένη ποίτινος καὶ ἀμειπτική· τουτέστιν ἡ γινομένη χάρις προϋπαρξάντων τινῶν ἔργων χάρις ἐστί· τοῦτο δὲ λέγει διὰ τὸ | |
10 | ἐλευθερωθῆναι τοὺς Ἐπιζεφυρίους Λοκροὺς ὑπ’ αὐτοῦ πολε‐ μίων ἐπιθέσεως καὶ νῦν τοῦτον θαυμάζειν ὡς σωτῆρα. Ἀναξί‐ λας γὰρ καὶ Κλεόφρων ὁ τούτου παῖς τύραννοι ὄντες, ὁ μὲν ἐν Ῥηγίῳ, Ἀναξίλας δὲ ἐν Μεσσήνῃ, πόλεμον τοῖς Ἐπιζεφυρίοις Λοκροῖς ἠπείλησαν. μαθὼν οὖν Ἱέρων καὶ πέμψας πρὸς αὐτοὺς | |
15 | τὸν κηδεστὴν αὐτοῦ Χρόμιον, ἐπέσχεν αὐτοὺς τῆς ὁρμῆς. | 462 |
P 234g | τοῦ Δεινομένους. —Ἱέρων. | |
P 235g | ἐκτὸς τῶν δό‐ μων· οὕτω γὰρ ἦν ἔθος πανηγυρίζειν. | |
P 236g | ἤγουν αἱ Λοκρίδες γυναῖκες. —θαυμάζει καὶ ὑμνεῖ. | |
P 237g | τῶν τοῦ πολέμου. — μόχθων. —ἐν οἷς οὐκ ἦν ἀπαλλαγὴν μηχανήσασθαι. | |
P 238g | τὴν σὴν ἀρχήν. —ἰδοῦσα. —βέβαιον. | |
P 239g | ἤτοι ταῖς τοῦ Διὸς προσταγαῖς. | |
P 240 | Φαντὶ ταῦτα] τοῦτο τὸ ταῦτα πρὸς τὸ τὸν εὐερ‐ γέτην συνάπτεται. τὸ γὰρ τὸν εὐεργέτην ἀγαναῖς ἀμοιβαῖς ἐποιχομένους τίνεσθαι, ἑρμηνεία ἐστὶ τοῦ ταῦτα. | |
P 240g | φασί. | |
P 241g | ταχυτάτῳ. | |
P 242g | ἀεὶ περιφερόμενον. | |
P 243 | Αὕτη ἡ αἰτιατικὴ τὸ εὐεργέταν πρὸς τὸ ἐποιχομέ‐ νους συντάσσεται οὕτως. ἐπὶ τὸν εὐεργέτην οἰχομένους καὶ πορευομένους ἐν ἀμοιβαῖς ἀγαναῖς καὶ λαμπραῖς τίνεσθαι καὶ ἀνταποδιδόναι αὐτῷ. | |
P 243g | λαμπραῖς. —ἐν. | |
P 244g | πορευομένους. —ἀνταπο‐ διδόναι καὶ ἀντιχαρίζεσθαι αὐτῷ. | |
P 239-44 | Germ. Ἐν ταῖς ἐφετμαῖς δὲ καὶ ταῖς ἐντολαῖς τῶν θεῶν φασι τὸν Ἰξίονα παντᾶ καὶ πανταχοῦ κυλινδόμενον ἐν τροχῷ πτερόεντι καὶ ταχεῖ λέγειν τοῖς βροτοῖς ταῦτα, ὅτι πρέ‐ πον ἐστὶ τίνεσθαι τοὺς ἐποιχομένους τὸν εὐεργέτην ἐν ἀμοιβαῖς | |
5 | ἀγαναῖς. | |
P 245 | Τὸ εὐμενέσι λέγει, ἐπειδὴ φονεύσας τὸν πενθερὸν αὐτοῦ ὑπὸ μόνου τοῦ Διὸς ἐκαθάρθη καὶ τιμῆς ἠξίωται, ὡς προϊόντες ἐροῦμεν τὴν ἱστορίαν. | |
P 245g | τοῦτο. —βέβαιον ἐξ ὧν αὐτὸς ἔπαθεν. —ποτα‐ ποῖς; | |
P 246g | τῷ Διῒ καὶ τῇ Ἥρᾳ. | |
P 247g | λαβών. —ζωήν. | |
P 248g | ποταπόν; πολυχρόνιον. —ἣν παρ’ αὐτοῖς ἠξιώθη εὐδαιμο‐ νίαν. | |
P 249g | μανίας γὰρ ἦν τὸ τοιαῦτα πράττειν. —ἐν. | 463 |
P 250g | ἐπεθύμησε. —Ἥραν. —κοῖται. | |
P 251g | ἐκτήσαντο. —τὴν πολλὴν εὐφροσύνην ἔχοντος, ἢ τοῦ πολλῶν ἀγαθῶν ὄντος αἰτίου, ἢ τοῦ κατὰ πολὺ καὶ ἄγαν θαυμαζομένου. | |
P 252 | Τὸ αὐάταν ἐστὶν Αἰολικόν· ἐκεῖνοι γάρ, ὅταν ᾖ λέξις δύο φωνήεντα ἔχουσα ἐγγὺς καὶ μὴ σύμφωνον μέσον, προστι‐ θέασι τὸ υ, τὸ ἀὴρ αὐὴρ καὶ τὸ ἄως αὔως λέγοντες. ἐπεὶ οὖν οὐ μόνον ἄτη, ἀλλὰ καὶ ἀάτη εὑρίσκεται ἀντὶ τοῦ μεγάλη | |
5 | βλάβη (ἐπιτατικὸν γάρ ἐστι τὸ α) διὰ τοῦτο προστεθέντος τοῦ υ αὐάτη γέγονεν. | |
P 252g | τὸν Ἰξίονα. —ἡ πρὸς τὴν Ἥραν. —βλάβην. — μεγάλην· λέγω δὴ τὴν τοῦ τροχοῦ κόλασιν. | |
P 253g | ἐνέβαλε. | |
P 252-53 | Germ. Ἀλλά νιν] ὁ νοῦς· ἀλλά νιν καὶ αὐτὸν τὸν Ἰξίονα ἡ ὕβρις καὶ ἡ κακὴ βουλὴ καὶ προαίρεσις εἰς ἄτην μεγάλην ἐνέβαλεν. | |
P 253bisg | ταχέως. —προσήκοντα τῇ ὕβρει. | |
P 254g | παρά‐ δοξον καὶ παρηλλαγμένον. —πόνον ἤτοι κόλασιν. —περὶ τῶν δύο ἁμαρτιῶν Ἰξίονος. | |
P 255g | ἁμαρτίαι, ὃς ἐρεῖ· τοῦτο δὲ καθολικῶς καὶ οὐ περὶ μόνου τοῦ Ἰξίονος λέγων συνάπτει εἰς τὸν περὶ τοῦτον λόγον. | |
P 256g | πόνους καὶ κολάσεις φέρουσαι. — ὑπάρχουσι. —τοῦτο μέν. | |
P 257g | ὁ Ἰξίων. —συγγενικόν, τὸ τοῦ πενθεροῦ αὐτοῦ. | |
P 258g | οὐδεὶς γὰρ ἄλλος ἐμφύλιον αἷμα πρὸ αὐτοῦ ἐποίησεν. —χωρίς. —ἀλλὰ μετὰ μηχανῆς. | |
P 259g | ἐπέβαλε. —τοῖς ἀνθρώποις. | |
P 260g | τοῖς μεγάλους τοὺς ἐνοικοῦντας ἔχουσιν. | |
P 261g | οἴκοις. | |
P 262g | τὴν σύζυγον Ἥραν. —ἐρωτικῶς ἐπεχείρει. | |
P 257-62 | Ἱστορία περὶ τοῦ φόνου, ὃν Ἰξίων ἐποίη‐ | |
σεν. Ἰξίων Διάντην τὴν Δηιονέως θυγατέρα γήμας, ἐπειδὴ ἀπῃτεῖτο παρ’ αὐτοῦ τὰ ὀφειλόμενα τοῖς τῶν κορῶν πατράσι δί‐ δοσθαι παρὰ τῶν νυμφίων, τοιόνδε τι ἐμηχανήσατο. βαθὺ γὰρ | 464 | |
5 | ὄρυγμα ποιησάμενος καὶ πῦρ ἐμβαλὼν σχίνων φορυτὸν ἐπέθηκε, καλέσας αὐτὸν δῆθεν εἰς δεῖπνον. καὶ ὃς παραγενόμενος καὶ τῷ βόθρῳ ἀπροόπτως ἐμπεπτωκὼς ὑπὸ τοῦ ἐν αὐτῷ πυρὸς διεφθάρη. μηδενὸς δὲ μήτε ἀνθρώπου διὰ τὸ μῦσος ὑποδεχομένου Ἰξίονα, μόνος ὁ Ζεὺς εὐμενὴς αὐτῷ καταστὰς | |
10 | ἐκάθηρέ τε τοῦ φόνου καὶ ὁμοδίαιτον ἐποιήσατο. διάγων οὖν μετ’ αὐτοῦ Ἥραν πειρᾶν ἤρξατο. ἡ δὲ ἱστορία πᾶσα πολλάκις ἐγράφη. διὸ νῦν παρεῖται. ὥσπερ δέ φαμεν οὐ μόνον πειρῶμαι τὸ ἀπάτειραν ποιοῦμαι, ἀλλὰ καὶ πειρῶ, οὕτω καὶ πειρῶ τὸ συννεύω οὐ μόνον πειρῶ, ἀλλὰ καὶ πειρῶμαι. | |
P 263g | πρέπει. —εἰς. | |
P 264 | Παντὸς ὁρᾶν μέτρον] Πάντα ἄνθρωπον καὶ τοῦ μὲν ἁρμόζοντος αὐτῷ ἐπιθυμεῖν, τοῦ δ’ ὑπὲρ αὐτὸν μὴ ἐφίεσθαι. καὶ μαρτυρεῖ ἡ παροιμία φάσκουσα «μὴ ὑπὲρ τὰ ἐσκαμμένα πήδα» καὶ «τὴν κατὰ σαυτὸν ἔλα» καὶ «γνῶθι σαυτόν» καὶ | |
5 | «τοῖς ἀνεφίκτοις μὴ ἐπιχείρει». | |
P 264g | πράγματος. —πάντα ἄνθρωπον. | |
P 265g | γάμοι. ἔξω τοῦ ἁρμόζοντος γενόμενοι. —δυστυχίαν. | |
P 266g | αἰφνί‐ διον. —τοὺς αὐταῖς χρησαμένους. —πρός. | |
P 267g | τὸν Ἰξίονα. —ἀφίκοντο αἱ παράτροποι εὐναί, ἤτοι καὶ οὗτος αὐταῖς περι‐ πέπτωκεν Ἥρας ἐπιθυμήσας. —συνεκοιτάσθη. | |
P 265-67 | Germ. Παράτροποι] ὁ νοῦς· αἱ εὐναὶ δὲ αἱ | |
μοιχίδιοι καὶ αἱ τοῦ δέοντος παρατετραμμέναι εἰς κακότητα καὶ βλάβην ἀθρόως ἐνέβαλον πάντα ἄνθρωπον, αἵτινες καὶ πρὸς τοῦτον ἦλθον. | 465 | |
P 268g | οὐ γὰρ Ἥρᾳ ἐμίχθη ὡς ᾤετο, ἀλλὰ νεφέλῃ. —Ἥρᾳ γὰρ ἐδόκει μίγνυσθαι. —ζητῶν. —ἀναίσθητος. | |
P 269 | Τὸ εἶδος ἢ διὰ τὴν νεφέλην νοητέον ἢ διὰ τὴν Ἥραν. κρεῖττον δὲ διὰ τὴν νεφέλην. | |
P 269g | κατὰ τό. —ἐξοχωτάτῃ. | |
P 270g | ἥρμοζε, καὶ ὡμοι‐ οῦτο ἡ νεφέλη. —τῶν θεαινῶν. | |
P 271g | τῇ Ἥρᾳ. —νεφέλην. — ἀπάτην, ἄγρευσιν. | |
P 272g | ἐποίησαν. —μηχαναί. —ὡς πρὸς τὴν αὐτοῦ δόκησιν· ᾤετο γὰρ Ἥρᾳ μίγνυσθαι. | |
P 273g | βλάβην· φωραθεὶς γὰρ ἐντεῦθεν Ἥρας ἐρῶν κεκόλασται. —τέσσαρας κνήμας ἔχοντα. | |
P 274g | κατεσκεύασεν ἐξ ὧν ἐφωράθη. —τὸν τροχὸν ἐν ᾧπερ ἐδέθη. | |
P 275g | ἴδιον. —κόλασιν. —ὁ Ἰξίων. — ἐξ ὧν οὐ δύναται φυγεῖν. | |
P 276g | τῷ τροχῷ ἐν ᾧ περιδέδεται. | |
P 277g | τὸν πολυθρύλλητον. | |
P 278g | τὸ χρὴ τοὺς εὐεργέτας καλλίσ‐ τοις ἀμείβεσθαι. —τῶν τῆς συνουσίας. —ἐγέννησεν. | |
P 279g | υἱόν. —μέγαν καὶ παλαμναῖον. | |
P 281g | τίμιον· ἀλλὰ ἄγριον καὶ οὐ τοῖς τῶν θεῶν νόμοις πειθόμενον, ἀλλ’ αὐτόβουλον καὶ ἰδι‐ ογνώμονα. | |
P 282g | αὐτόν. —ὠνόμασεν ἡ νεφέλη. —τρέφουσα καὶ αὐξάνουσα. | |
P 283g | ταῖς ἐν Μαγνησίᾳ πόλει Θετταλίας, τῇ κα‐ λουμένῃ νῦν Πέτρᾳ. | |
P 284g | συνεγένετο. | |
P 285g | ὄρους Θετταλι‐ κοῦ. —τοῖς πρόποσι. —ἐκ τῆς τοιαύτης μίξεως. | |
P 286g | τῷ Κενταύρῳ καὶ ταῖς ἵπποις. | |
P 287g | ὅμοιοι. —τὸ τὰ πρὸς τὸ κάτω συναπτέον, ἤγουν τὰ κάτω μέν. —ἀπὸ μητρός. | |
P 288g | τὰ ὑπεράνω. —ἀντὶ τοῦ πατρός. | |
P 285-88 | Germ. Ἐκ δ’ ἐγένοντο στρατὸς] ἐξεγέ‐ νοντο δὲ στρατὸς θαυμαστὸς Κενταύρων ἀμφοτέροις τοῖς γεγεν‐ | |
νηκόσιν ὁμοῖοι. ἔσχον δὲ εἰς ἓν συμβεβλημένας τὰς δύο φύσεις, καὶ τὰ μὲν κάτω ἐμφερεῖς ἦσαν ταῖς μητράσιν, τὰ δὲ ἄνω τοῖς | 466 | |
5 | πατράσιν. Germ. Οἷον καὶ παροιμία· ἵππος μὲν ἐρεύγεται ἄνδρα, ἀνὴρ δ’ ἐξαπέπερδεν ἵππον. | |
P 278-88 | Τὸ οἱ ἢ ἀντὶ τοῦ τῇ νεφέλῃ νοητέον, οὕτως· ἄνευ Χαρίτων τέκεν ὁ Ἰξίων οἱ καὶ αὐτῇ γόνον ὑπερφίαλον, μόνῃ αὐτῇ μόνον· οὔτε γὰρ ἄλλη νεφέλη ἄνθρωπον ἔτεκε, καὶ μόνος οὗτος ταύτης ἐγένετο. ἢ τὸ οἱ ἀντὶ τοῦ αὐτῷ τῷ Ἰξίονι, οὕτω | |
5 | μόνη ἡ νεφέλη ἄνευ Χαρίτων τέκεν αὐτῷ τῷ Ἰξίονι, γόνον. ἰστέον δέ, ὅτι οὐ διφυὴς ἄνθρωπος, ὥς τινές φασιν, ἐκ τῆς νε‐ φέλης ἐγένετο, ἀλλ’ ἄγριός τις καὶ ὄρειος, ὃς μιγνύμενος ταῖς ἐν τῷ Πηλίῳ, Θετταλικῷ ὄρει, ἵπποις, τὸ τῶν Ἱπποκενταύρων γένος ἐποίησεν. Ὅτι δέ ἐστι τοῦτο, μαρτυρεῖ καὶ Πίνδαρος ἐν‐ | |
10 | ταυθοῖ, λέγων ἐκ τῆς τοιαύτης μίξεως στρατὸν γεγονέναι δίμορ‐ φον, ἐοικότα μὲν τοῖς κάτω μέρεσι ταῖς μητράσιν αὐτῶν ἵπποις, τοῖς δὲ ἄνω τῷ πατρὶ αὐτῶν Κενταύρῳ. ὥστε εἰ ὁ Κένταυρος διφυὴς ἦν, οὐκ ἂν τοῦτο ἔλεγε Πίνδαρος. | |
P 289g | ἤγουν Βουλαῖς. —ὅτι θεῶν βουλαῖς πάντα γίνε‐ ται. | |
P 290g | σημεῖον καὶ παράδοξον. —τελεῖ. | |
P 289-90 | Germ. Ὁ θεὸς ἅπαν τὸ τέκμαρ καὶ τὸ διανόημα, | |
ὅπερ διανοηθῇ ἐπὶ ταῖς ἐλπίδεσσι καὶ ταῖς φρεσὶ καὶ ἐπὶ ταῖς διανοίαις αὐτοῦ, ἀνύει καὶ πληροῖ. διὸ καὶ ἐντίθησιν, ὅτι τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ τῷ θεῷ. | 467 | |
P 289-90bis | οἱ λέγοντες τὸ ἐλπίδεσσιν ἀντὶ τοῦ γνώμαις ἀμαθεῖς· τὸ δέ ἐστι τοιοῦτον. δέον γὰρ εἰπεῖν βουλαῖς, ἐλπί‐ δεσσιν εἶπεν, ἐπειδὴ ὃ βούλεταί τις ποιῆσαι, καὶ ἐλπίζει τοῦτο τελέσαι. θεὸς ἅπαν τέκμαρ καὶ σημεῖον ἀνύεται καὶ τε‐ | |
5 | λειοῖ ἐπὶ ταῖς ἐλπίδεσσι· τουτέστιν ἅπαν τέρας καὶ παράδοξον εἰ βουληθείη θεὸς ἐργάσασθαι, ῥᾷστα τοῦτο ποιεῖ. τοῦτο δὲ εἶπε διὰ τὸ παραδόξως ὑπὸ Διὸς πεποιῆσθαι τὴν νεφέλην ἐμ‐ φερῆ τῇ Ἥρᾳ. | |
P 291g | ὅστις. —πτερωτόν. | |
P 292g | ἀετόν. —καταλαμβά‐ νει καὶ οὐκ ἐκφεύγει αὐτὸν πετόμενος. —θαλάσσιον. | |
P 293g | παρέρχεται ἤγουν νικᾷ. | |
P 294g | μεγαλαύχων. —κατέβαλεν. | |
P 295g | ἄλλοις. | |
P 296g | δόξαν. —ἀθάνατον καὶ μηδέποτε γηρά‐ σκον. —πρέπον ἐστί. | |
P 297 | Δάκος ἀδινόν] ἤγουν οὐ δεῖ με κατήγορον εἶναι. τοῦτο δὲ λέγει, διότι τὴν περὶ τοῦ Ἰξίονος δυστυχίαν διῄει. | |
P 297g | τρῶσιν. —δαψιλές. | |
P 298g | ἤτοι μεταγενέστερος Ἀρχιλόχου. | |
P 299g | ἐν ἀπορίᾳ τοῦ ζῆν. | |
P 2100g | τὸν ψόγοις χαί‐ ροντα. —τοῖς ἐκ τῆς βαρύτητος τῶν αὐτοῦ λόγων γινομένοις αὐτῷ παρὰ τῶν ἄλλων ἀνθρώπων. | |
P 2101g | μίσεσι καὶ ἀποστρο‐ φαῖς. —τρεφόμενον. | |
P 298-101 | Germ. Ἑκὰς γὰρ ἐὼν τὰ πολλὰ εἶδον ἐν ἀμηχα‐ νίᾳ τὸν Ἀρχίλοχον τυγχάνοντα, πιαινόμενον καὶ ἐναβρυνόμενον ἐν βαρυλόγοις ἔχθεσιν. ἢ οὕτως. ἑκὰς γὰρ ἐὼν ἐγὼ τὰ πολλὰ εἶδον ἐν ἀμηχανίᾳ ἐμαυτὸν ψογερόν, πιαινόμενον ἐν βαρυλόγοις | |
5 | ἔχθεσιν ὡς τὸν Ἀρχίλοχον. | 468 |
P 298-101bis | Τοῦτο λέγει, ὅτι τὸν Ἀρχίλοχον πρὸ ἐμοῦ ὄντα οἶδα ἀπορίαν τοῦ βίου ἔχοντα· πάντες γὰρ αὐτὸν ἐμίσουν ὡς κατήγορον καὶ μόνῳ τῷ παρὰ πάντων ἐπιαίνετο μίσει. | |
P 2102g | ἐπιτυχίᾳ. —εὐτυχίας. | |
P 2103g | ἐστί. | |
P 2104g | σὺ δέ, ὦ Ἱέρων. —ἀληθῶς. —τὸ πλουτεῖν ἢ τὸν πότμον. —με‐ γαλοδώρῳ, εὐεργετικῇ. | |
P 2101-104 | Τὸ πλουτεῖν πρὸς τὸ σοφίας συναπτέον, οὕτω. τὸ πλουτεῖν σοφίας σὺν τύχῃ καὶ ἐπιτυχίᾳ πότμου καὶ εὐτυχίας ἄριστόν ἐστιν, ἤγουν ὅστις σοφὸς ὢν εὐτυχεῖ, οὗτος ἄριστος. τοῦτο δὲ λέγει διὰ τὸν Ἀρχίλοχον σοφὸν ὄντα καὶ | |
5 | πενίᾳ κατεχόμενον. οὐ μόνον δὲ πλουτῶ τόδε φάμεν, ἀλλὰ καὶ πλουτῷ τοῦδε· καὶ μαρτυροῦσιν ἄλλοι τε πολλοὶ καὶ Λιβάνιος λέγων (Epist. ed. Wolf. 1738 p. 185)· τοιγαροῦν ἐν ἀπορίᾳ χρημάτων Πλουτοῦμεν ῥημάτων. ἢ τὸ σοφίας πρὸς τὸ πότ‐ μου συναπτέον, οὕτως. ἄριστον δὲ ὑπάρχει τὸ πλουτεῖν σὺν | |
10 | τύχῃ καὶ ἐπιτυχίᾳ πότμου καὶ εὐτυχίας σοφίας, ἤγουν εὐτυχή‐ σας σοφίαν καὶ πλοῦτον ἄριστος· ὥστε πρὸς μὲν τὸ ἄνω τὸ νὶν ἀντὶ τοῦ αὐτὸν, τὸν πότμον, λέγε, πρὸς δὲ τὸ κάτω ἀντὶ τοῦ αὐτό, τὸ πλουτεῖν. | |
P 2105g | ἐκ τούτου προτρέπει αὐτὸν εἰς εὐεργεσίαν αὐτοῦ. —παρέχειν· ἤγουν σὺ πλουτίζειν τοὺς ἄλλους δύνασαι. | |
P 2106g | παροχεῦ, εὐεργετικέ. —βασιλεῦ. | |
P 2107 | Τὸ εὐστεφάνων ἀγυιᾶν οὐκ ἔστιν ἀντὶ τοῦ τῶν εὐτοίχων, ὥς τινές φασιν· ἀλλ’ εἰώθασιν Ἕλληνες ἐπειδὴ συνε‐ | |
χέσι πανηγύρεσιν ἠγλαΐζοντο, τοὺς ἐν ταῖς πόλεσι στενωποὺς στεφάνοις ἐκ κλάδων κοσμεῖν. ὅτι δέ ἐστι τοῦτο, μαρτυρεῖ | 469 | |
5 | Λιβάνιος ἐν τῷ πρὸς Ἰουλιανὸν ἐπιταφίῳ φάσκων (I. p. 535 ed. Reiske)· στέφανόν τινα κλάδων· πολλοὺς δὲ ἐκ καλωδίων τε‐ ταμένων εἰς κίονας ἐκ τοίχων ἐξαρτῶσιν οἱ δῆμοι μετεώρους. τούτων εἷς τῶν στεφάνων, οἷς καλλωπίζομεν τὰς πόλεις, ἐκλυ‐ θεὶς τοῦ δεσμοῦ, καταβαίνων ἦν ἐν τῇ τοῦ βασιλέως κεφαλῇ, | |
10 | καὶ ἥρμοσεν. | |
P 2107g | πόλεων, περιφραστικῶς. | |
P 2108g | μαχίμου λαοῦ. | |
P 2109g | κτήμασι καὶ πλούτω. —ἐν δόξῃ. | |
P 2110g | εἰς τήν. | |
P 2111g | τῶν πρό σου. —κρείττονά σου. | |
P 2112g | μωρᾷ. —διανοίᾳ. — διϊσχυρίζεται τοῦτο. —ματαίᾳ· οὐ γάρ τις ἐγένετο πλουσιώτε‐ ρος καὶ ἐντιμότερός σου. | |
P 2108-112 | Germ. Εἰ δέ τις λέγει ἕτερόν τινα γενέσθαι ὑπὲρ τῶν πάροιθεν καὶ πρὸ τούτου ἀνὰ τὴν Ἑλλάδα ὑπέρτε‐ ρον καὶ κρείττονα τοῦ Ἱέρωνος ἐν κτεάτεσι καὶ ἐν πλούτῳ καὶ ἐν τιμῇ. παλαιμονεῖ καὶ ματαιολογεῖ ἐν πραπίδι καὶ ἐν φρενὶ | |
5 | κούφῃ χαύνῃ καὶ σαθρᾷ, κενεᾷ, ματαίᾳ καὶ ψευδεῖ. | |
P 2113 | Τοῦτο λέγει, ὅτι ἀνελεύσομαι τῷ λόγῳ εἰς τὴν σὴν νεότητα καὶ εἴπω ταύτην ἄριστα τοὺς πολέμους μεταχειρίσασθαι τε καὶ κατορθοῦν. λέγει οὖν εὐανθέα στόλον τὸ ἀναδραμεῖν πρὸς αὐτὴν ἐν τῷ λόγῳ. | |
P 2113g | κάλλιστον καὶ ἐπαινετόν. —ἀνέλθω. | |
P 2114g | πο‐ ρείαν. —τῇ σῇ. | |
P 2115g | ὑμνῶν. —τῇ. | |
P 2116g | βοηθεῖ. —τόλμα. —ἐκ τοῦ θράσους. | |
P 2117g | τὴν μεγάλην ἣν ἔχεις. | |
P 2118g | εἰς τοὺς πολέμους, ὅτε νέος ἦσθα. | |
P 2119g | ἱππικῷ στρατῷ. | |
P 2120g | μαχόμενον. | |
P 2121g | αἱ σαί. | |
P 2122g | γεροντικαί. —ἄφο‐ βον. —λόγον. | |
P 2123g | πρός. | |
P 2124g | θαυμάζειν αὐτάς. | 470 |
P 2121-124 | Germ. Αἱ βουλαὶ δὲ σοῦ αἱ πρεσβύτεραι καί τοι ἀκμαίου ὄντος παρέχουσιν ἐμοὶ ἔπος ἀκίνδυνον πρὸς πάντα λόγον ὥστε ἐπαινεῖν. ἢ ἄλλως αἱ βουλαὶ δὲ σοῦ πρεσβύτεραι ὑπάρχουσιν ἤδη. τίνι ὑπάρχουσιν; ἐμοὶ τῷ παρέχοντι ἔπος | |
5 | ἀκίνδυνον πρὸς πάντα λόγον ὥστε ἐπαινεῖν. | |
P 2115-124 | Τὸ νεότητι θράσος ἀρήγει τοῦτο λέγει, ὅτι οὐδείς ἐστιν ἐν νεότητι ἕτερος ἔπαινος ἢ θρασύνεσθαί τε καὶ κατατολμᾶν τοὺς πολέμους. πολλοὶ γὰρ νέοι ὄντες καὶ δοκο‐ ῦντες ἄριστα ἂν πρὸς τὴν μάχην ἀρκέσειν, πρὸς μόνην τὴν ταύ‐ | |
5 | της ἀκοῆν καταπλήττονται. τοῦτο δὲ εἶπε διὰ τὸν Ἱέρωνα, ὡς ἐν τῇ νεότητι ἄμαχον ἐν πολέμοις ὄντα. τὸ δὲ δεινῶν πολέ‐ μων (116) ἢ ὅτι πάντες οἱ πόλεμοι δεινοί εἰσιν, ἢ δεινῶν ἀντὶ τοῦ μεγάλων καὶ φοβερῶν τὸ δὲ βουλαὶ πρεσβύτε‐ ραι (121) κατὰ ἄμφων νοητέον, ἢ ὅτι πρεσβυτικὴν φρόνεσιν εἶχεν | |
10 | Ἱέρων, ἡνίκα νέος ἦν, ἢ ὅτι νέος ὢν ἐμάχετο, νῦν δὲ πρεσβύτης τυγχάνων ὀρθῶς καὶ ἄριστα βουλεύεται. σύναπτε οὖν τὸ βου‐ λαὶ δὲ πρεσβύτεραι, εἰ μὲν βούλει, πρὸς τὸ ποτὶ πάντα λόγον, εἰ δὲ μή, τὸ ἐπαινεῖν πρὸς τὸ ποτὶ πάντα λόγον ἐχέτω τὴν δύναμιν· πρεσβύτεραι δὲ βουλαὶ αἱ σαὶ πρὸς πάντα | |
15 | λόγον, ἤτοι πρὸς πᾶσαν βουλὴν καὶ δημηγορίαν παρέχοντι καὶ διδόασιν ἐμὸν ἔπος ἀκίνδυνον ἐπαινεῖν καὶ θαυμάζειν αὐτάς, ἤγουν ἄριστος ὢν περὶ τὸ βουλεύεσθαι, ἀκινδύνως καὶ ἀφόβως ἐπαινεῖν σε παρέχεις μοι· οὐ γάρ ἐστί μοι δέος μὴ δόξω ψευδῆ λέγειν. ἢ οὕτω. πρεσβύτεραι δὲ βουλαὶ αἱ σαὶ παρέχοντι ἐμοὶ | |
20 | ἔπος ἀκίνδυνον ἐπαινεῖν καὶ θαυμάζειν αὐτὰς πρὸς πάντα λό‐ γον, ἤτοι πρὸς πᾶσαν βουλὴν καὶ δημηγορίαν, ὡς ὀρθῶς καὶ | |
ἄριστα γίνονται. εὕρηται δὲ καὶ ἐμόν (122). κρεῖττον δέ ἐστι τὸ ἐμοί πρὸς τὸ μέτρον. ἢ σύναπτε τὸ ἀκίνδυνον πρὸς τὸ ποτὶ πάντα λόγον, οὕτως· ἐμοὶ ἔπος παρέχουσιν ἀκίνδυνον | 471 | |
25 | καὶ ἄφοβον πρὸς πάντα λόγον, τουτέστι τοιαῦταί εἰσὶν, ὥσθ’ ὅσα ἂν εἴπω περὶ αὐτῶν, οὐ φοβηθήσομαι μή μέ τις αἰτιάσηται, ὡς εἰκῆ τοὺς λόγους ποιοῦμαι. | |
P 2125g | τὸ νῦν λεγόμενον. —ὡς Φοινίκων ἐμπορίαν καὶ πραγματείαν· ἐμπορικὸν γὰρ τὸ τῶν Φοινίκων γένος. | |
P 2126g | λευ‐ κῆς. —θαλάσσης. —σοί. | |
P 2127 | Pal. Καστόρειον] ὡς ἀπό τινος Κάστορος τοῦτο ἐφευρόντος. —§. ὅπερ τότε μὲν ἀπεστάλη τῷ Ἱέρωνι μετὰ τοῦ παρόντος εἴδους, νῦν δὲ οὐχ εὑρίσκεται. | |
P 2127g | ὃ Κάστωρ πρῶτος εὗρεν. | |
P 2128g | Θηβαϊκαῖς; ἐξ Αἰολέων γὰρ οἱ Θηβαῖοι. | |
P 2129g | ἐπίσκεψαι καὶ δοκίμασον, εἰ ἄριστόν ἐστι. —τῆς ἑπτὰ κτύπους διὰ τῶν ἑπτὰ χορδῶν ἀπο‐ τελούσης. | |
P 2130g | τῆς κιθάρας. —ἀντόμενος] διὰ τὸ μέτρον· — ἤτοι ἐντείνων τὰς χορδὰς καὶ ᾄδων αὐτό. | |
P 2127-130 | Germ. Τὸ δὲ Καστόρειον μέλος τὸ συντεταγμέ‐ νον ἐν Αἰολίδεσσι χορδαῖς εἰς χάριν σοῦ ἀντώμενος καὶ ἀπαν‐ τήσας διὰ τῆς φόρμιγγος τῆς ἑπτακτύπου θέλων ἄθρησον. μα‐ θὼν τὸ μέλος οἷόν ἐστι, γένοιο οἷος ἐσσί. | |
P 2125-130 | Ἰστέον, ὅτι δύο ὕμνους ὁ Πίνδαρος Ἱέρωνι πέμ‐ πων, τόν τε νῦν λεγόμενον καὶ ἕτερον Καστόρειον μέλος ἔχοντα, ὡς αὐτός φησι, τούτου μὲν μισθὸν ἔλαβε πρώην, διὸ καὶ λέγει κατὰ Φοίνισσαν ἐμπολάν, τουτέστιν ὥσπερ οἱ Φοίνικες τὰς | |
5 | ἐμπορίας ποιοῦνται, οὕτω καὶ αὐτὸς μισθὸν λαβὼν παρά σου, τοῦτον ἐποίησά σοι. ἢ τὸ κατὰ Φοίνισσαν ἐμπολάν νοητέον, | |
ἀντὶ τοῦ πέμπω σοι τοῦτον, ἵνα μισθὸν λάβω ἐμπορευόμενος τὸν ὕμνον καθάπερ οἱ Φοίνικες τὰ σφῶν αὐτῶν πράγματα. τὸ δὲ ἐν Αἰολίδεσσι καὶ Θηβαϊκαῖς χορδαῖς Καστόρειον μέλος, τὴν χάριν | 472 | |
10 | καὶ ἀρετὴν τῆς ἑπτακτύπου καὶ ἑπταχόρδου φόρμιγγος θέλων καὶ ἀποδεχόμενος, ἄθρησον καὶ ἐπίσκεψαι, εἰ ἄριστόν ἐστιν, ἀντόμενος καὶ συναντώμενος, ἤγουν ἐντείνων τὰς τῆς μουσικῆς χορδάς. τοῦτο δὲ τὸ μέλος τὸ Καστόρειον τῷ μὲν φαινομένῳ εἰς χάριν αὐτῷ ἔπεμψε, τῇ δ’ ἀληθείᾳ εἰς μισθοῦ δόσιν αὐτὸν προ‐ | |
15 | τρέπεται ἐκ τοῦ λέγειν ἄθρησον καὶ ἐπίσκεψαι, οἷος ἐγὼ ποι‐ ητής. τοῦτο δὲ λέγει διὰ Βακχυλίδην εὐδοκιμοῦντα παρὰ Ἱέ‐ ρωνι. ἔστι δὲ ἡ ἀρχὴ τούτου τοῦ μέλους αὕτη· σύνες ὅτι λέγω, ζαθέων Ἱέρων ἐπώνυμε. Καστόρειον δὲ εἴρηται, ἐπειδὴ ὁ τοῦ Τυνδάρεω Κάστωρ πρῶτος τοῦτο εὗρεν. ἔστι δὲ ἐνοπλίου ὀρχή‐ | |
20 | σεως μέλος. | |
P 2131 | Οἷος ἐσσί] ὑπάρχεις ἐν τῇ φύσει, ἤγουν ἐκ φύ‐ σεως ἔχων ἄριστα κρίνειν, κρῖνε καὶ τοῦτο καὶ μὴ ὑπό τινος ἀπατηθῇς. τοῦτο δὲ λέγει διὰ Βακχυλίδην. | |
P 2131g | εἰς τὴν περὶ τούτου ἐπίσκεψιν τοιοῦτος καὶ μὴ μεταβληθῇς. —ὑπάρχεις ἐν τῇ φύσει. —διεξιὼν τοῦτο τὸ μέλος. | |
P 2132g | ὁ πίθηκος. —ἐν. | |
P 2131-133 | Pal. Ἤγουν καλοὶ μὲν δοκοῦσιν εἶναι οἱ ἐμὲ ψέγοντες Βακχυλίδης καὶ οἱ ἕτεροι τοῖς μὴ συνετοῖς, ὡς πίθηκες τοῖς παισίν. ἀλλ’ οὐχὶ καὶ παρὰ συνετοῖς. οὓς μὴ δέχοιο, εἰ θέ‐ λεις συνετὸς εἶναι κατ’ ἐμοῦ λέγοντας. | |
5 | Καλός τοι πίθων] ἤγουν ὁ πίθηκος ὡραῖος δοκεῖ τοῖς παισί, τοῖς δὲ ἀνδράσιν οὔ. ὥστε καὶ ὁ Βακχυλίδης πίθηκος ὢν τοῖς λόγοις μὴ ἀπάτωσε φρένας ἀγαθὰς ἔχοντα. | 473 |
P 2134g | εὐδαιμόνησε κριτὴς τῶν ἐν Ἅιδου ὤν. | |
P 2135 | Καρπὸν ἀμώμητον] ἤγουν ἄριστα καὶ ὡς ἐχρῆν περὶ τῶν πραγμάτων ἐλογίζετο· ὥστε καὶ αὐτὸς οὕτω ποιῶν τῆς αὐτῆς ἐκείνῳ ἀξιωθήσῃ τιμῆς. | |
P 2135g | ἤτοι γνῶσιν. —ἄψογον. | |
P 2136g | ἤγουν ἐν Ἅιδου δικάζων οὐκ ἀπατᾶται περὶ τὰς κρίσεις, πρὸς χάριν ταύτας ποι‐ ούμενος καὶ παραλογιζόμενος ὑπό τινων. | |
P 2137g | ἀπατᾶται. — ἤγουν ἐν τῇ ψυχῇ. | |
P 2138g | ὁποῖα, ἤτοι τὸ ἀπατᾶν. —τῶν κρύφα κατηγόρων. —μηχαναῖς. —ἀκολουθεῖ. | |
P 2139g | ἀνθρώ‐ πων. —εἰσὶν οἱ κρύφα κατήγοροι· οὐ γὰρ ὁρᾷ τις αὐτοὺς ἵνα καὶ ἀμύναιτο. | |
P 2140g | καὶ τοῖς κατηγορουμένοις καὶ πρὸς οὓς τούτων κατηγοροῦσιν. —ὑποβολεῖς διαβολιῶν. | |
P 2139-140 | Ἀμφοτέροις διαβολιᾶν] καὶ τοῖς κατη‐ γορουμένοις καὶ πρὸς οὓς τούτων κατηγοροῦσι. τοῖς μὲν γάρ φασιν, ὡς οἱ δεῖνες ὑβρίζουσί σε καὶ διαβολὴν τούτων πρὸς αὐτοὺς ποιοῦνται. τοῖς δέ, ἃ πρὸς ἐκείνους κατ’ αὐτῶν ἔλεγον, | |
5 | ταῦτα πάλιν κατ’ ἐκείνων πρὸς αὐτοὺς διεξέρχονται. τὸ δὲ ὑπο‐ φάτιες ἀντὶ τοῦ ὑποβολεῖς διαβολιῶν. | |
P 2141 | Τὸ ὀργαῖς ἀτενὲς τοῦτο λέγει ἀντὶ τοῦ ὅταν ὁρμή‐ σωσι κατά τινων ψιθύρους λόγους διεξιέναι, ἀτενὲς καὶ ἀμετά‐ βλητον πρᾶγμά εἰσιν ἐν ταῖς ὀργαῖς καὶ ταῖς ὁρμαῖς τῶν διαβο‐ | |
λιῶν· ἀεὶ γὰρ προχωροῦσιν ἐν αὐταῖς καὶ οὐδέ ποτε τῆς κακίας | 474 | |
5 | παύονται. τὸ δὲ ἀλωπέκων ἴκελοι ἀντὶ τοῦ παμμήχανοι καὶ πανοῦργοι, καθάπερ ἀλώπηξ. | |
P 2141g | ὁρμαῖς ἤτοι ταῖς διαβολαῖς. —πρᾶγμά ἐστιν· οἱ κρύφα κατά τινων λέγοντες. —ὅμοιοι. | |
P 2142g | τὸ λάθρα κατά τινος φέρεσθαι. | |
P 2143g | ἐπικερδές. —ὑπάρχει τῷ ποιοῦντι. | |
P 2142-143 | Τί μάλα τοῦτο] τοῦτο δὲ τὸ λάθρα κατά τινος φέρεσθαι, τί μάλα τελέθει καὶ ὑπάρχει τῷ ποιοῦντι κερ‐ δαλέον ἐν κέρδει; ἀντὶ τοῦ οὐδὲν κέρδος τῷ τοῦτο ποιοῦντι περιγίνεται πλὴν τοῦ κακὸς εἶναι. ὥσπερ δέ φαμεν ἐν φόβῳ | |
5 | ταρβεῖ, οὕτω καὶ κερδαλέον ἐν κέρδει. | |
P 2144g | θαλάσσιον. | |
P 2145g | τὸ τῆς θαλάσσης. —τοῦ ἐν τῷ δικτύῳ μολίβδου. | |
P 2146g | ταῖς τῶν ἄλλων κατηγορίαις. — ὁ ἐν τῷ δικτύῳ. | |
P 2147g | τὴν ἐπιφάνειαν. —ἐστί. —θαλάσσης. | |
P 2144-147 | Germ. Ἀβάπτιστός εἰμι] ὁ δὲ νοῦς ἀβά‐ πτιστος γάρ εἰμι ὡς; ἅτε καὶ καθὰ σκευῆς καὶ σαγήνης καὶ δι’ ἑτέρας κατασκευῆς τῶν φελλῶν ἐχούσης πόνον ἐνάλιον ὑπὲρ τὸ βαθὺ ἕρκος τῆς ἅλμης. λέγει γὰρ τὰς μολίβδους τὰς κατη‐ | |
5 | γορίας. | |
P 2145-147 | Ἀβάπτιστός εἰμι] εἰμὶ γὰρ ἀβάπτιστος, ταῖς τῶν ἄλλων κατηγορίαις, ὥσπερ ὁ ἐν τῷ δικτύῳ φελλός ἐστιν ὑπὲρ τὸ ἕρκος καὶ τὴν ἐπιφάνειαν τῆς ἅλμης, ἑτέρας σκευῆς, ἤτοι τοῦ ἐν τῷ δικτύῳ μολίβδου, ἐχούσης τὸ βαθὺ τῆς θαλάσσης, | |
5 | ἅτε καὶ καθὰ πόνον θαλάσσιον, τουτέστιν ἐντὸς τῆς θαλάσσης ὥσπερ πονούσης· λέγει δέ, ὅτι τὰ κατ’ ἐμοῦ παρὰ τῶν ἄλλων λεγόμενα οὐδέν μοι λυμαίνεται διὰ τὸ μὴ τούτοις ἐνέχεσθαι· ὑπέρκειμαι γὰρ πασῶν κατηγοριῶν δίκην τοῦ ἐν τῷ δικτύῳ | |
φελλοῦ ἐπάνω τῆς θαλάσσης ἐπιφανείας διὰ τὸ κοῦφον φερο‐ | 475 | |
10 | μένου, καθελκομένου δὲ τοῦ μολίβδου εἰς τὸ βαθὺ τῆς θαλάσ‐ σης καὶ κατασπῶντος τὸ δίκτυον. | |
P 2148g | λόγον. —ῥίψαι ἤτοι εἰπεῖν. | |
P 2149g | ἰσχυρὸν καὶ πιστόν. —ἀνδράσι. | |
P 2150g | πανοῦργον. —πολίτην. —εἰ καὶ οὐδὲν ὁ κατὰ τῶν ἀγαθῶν λόγος ἰσχύει. | |
P 2151g | κολακευτικῶς καὶ δολίως ὑπερχόμενος. —πρός. —τοὺς ἀκούοντας τὴν τῶν ἀγαθῶν κατηγορίαν. | |
P 2152g | λίαν. —μηχανοῤῥαφεῖ κατὰ τῶν ἀγαθῶν. | |
P 2148-152 | Ἀδύνατα δ’ ἔπος] ἀδύνατα δὲ καὶ ἀδύνα‐ τον ὑπάρχει ἐκβαλεῖν καὶ ῥίψαι ἤτοι εἰπεῖν τὸν δόλιον ἀστὸν κραταιὸν καὶ ἰσχυρὸν καὶ πιστὸν ἔπος ἐν τοῖς ἀγαθοῖς· τουτέσ‐ τιν ὅσα ἂν πονηρὸς κατ’ ἀγαθοῦ ἐρεῖ, οὐ πιστεύεται, τῆς αὐ‐ | |
5 | τοῦ ἀρετῆς ἀνίσχυρον τὴν κατηγορίαν ποιούσης. ὅμως δέ, εἰ καὶ οὐδὲν ὁ αὐτοῦ λόγος ἰσχύει, σαίνων καὶ κολακευτικῶς καὶ δο‐ λίως ἄγαν ὑπερχόμενος πρὸς πάντας. πάγχυ καὶ λίαν διαπλέκει καὶ μηχανὰς ῥάπτει· τουτέστιν εἰ καὶ ὅσα κατ’ ἀγαθῶν λέγει οὐ πιστεύεται, ἀλλὰ τοῦ μηχανοῤῥαφεῖν οὐκ ἀφίσταται, δολίως | |
10 | κολακεύων τοὺς ἀκούοντας, ἵνα δοκῶν αὐτοῖς προσφιλὴς πιστεύ‐ ηται. τὸ δὲ ἄγαν πρὸς τὸ σαίνων σύναπτε· τὸ δὲ πάγχυ πρὸς τὸ διαπλέκει, καὶ μὴ λέγε ἐκ παραλλήλου, ὥσπερ τινές. | |
P 2153g | αὐτῷ, τῷ πανούργῳ. —κοινωνῶν. —ἀναιδείας τῆς προσούσης αὐτῷ ὥστε τὰ αὐτὰ καὶ αὐτὸς ποιεῖν. —τὸν ἐμόν. | |
P 2154g | ἐμέ. —πρός. —τὸν ἐμόν. —καθά. | |
P 2155g | αὐτοῦ. —τρόπον. —ὑποδραμοῦμαι καὶ κρύφα τι κατ’ αὐτῶν μηχανήσομαι. | |
P 2156g | τὰ αὐτὸν βλάψοντα. —ἤτοι | |
μηχανώμενος κατ’ αὐτοῦ. —πανουργίαις καὶ μηχαναῖς κακαῖς. | 476 | |
P 2153-156 | Φίλον εἴη φιλεῖ] λέγει, ὅτι ὁ μὲν φιλῶν με ὑπ’ ἐμοῦ φιληθήσεται, πρὸς δὲ τὸν ἐχθρόν μου ὥσπερ λύκος ἔσομαι καὶ παντοίας ἐργάσομαι λάθρα κατ’ αὐτοῦ μηχα‐ νάς. ἐπεὶ δὲ ὑποθεύσομαι εἶπεν, ἐτήρησε τὴν τροπὴν | |
5 | πρὸς τὸ πατῶν καὶ τὸ ὁδοῖς κατ’ ἐπαναστροφὴν λέγων ἐν ὁδοῖς σκολιαῖς. | |
P 2157 | Pal. Ὅτι τρεῖς νόμοι τὸ παλαιόν· βασιλεία, δημο‐ κρατία, ἀριστοκρατία. βασιλεία ὅτε ἦρχε μόνος ὁ βασιλεύς, δημοκρατία ὅτε ἦρχεν ὁ δῆμος, ἀριστοκρατία ὅτε ἦρχον οἱ ἄριστοι τοῦ λαοῦ ἤγουν σοφώτεροι τρεῖς ἢ καὶ τέσσαρες. | |
P 2157g | εἰς πᾶσαν πολιτείαν. —ἀληθής. | |
P 2158g | ἤγουν ἰσχύει καὶ κρείττων τῶν πονηρῶν ἐστιν. | |
P 2159g | ἐν μοναρχίᾳ. — χὡπόταν] λάμβανε κἀντεῦθεν τὸ τηρέοντι κατὰ συνεκδοχήν. | |
P 2160g | ὁ σφοδρὸς καὶ πολὺς δῆμος· λέγει δὲ τὴν δημοκρατίαν. | |
P 2161g | φυλάσσουσιν, ἤγουν ἐν τῇ ὀλιγαρχίᾳ. | |
P 2157-161 | Ἐς πάντα δὲ νομόν] τρεῖς εἰσι πολιτεῖαι, βασιλεία, δημοκρατία, ἀριστοκρατία. φησὶν οὖν, ὡς ἐν ταύ‐ ταις ταῖς τρισὶ πολιτείαις ὁ ἀληθὴς ἀνὴρ διαλάμπει καὶ μεῖζον τῶν πονηρευομένων ἰσχύει. καὶ γὰρ οὗτος εἰπών τι κατ’ αὐτῶν | |
5 | πιστεύεται, ἐκεῖνοι δὲ διαβάλλοντες αὐτὸν οὐ δύνανται βλά‐ ψαι. τοῦτο δὲ λέγει, ἐπειδὴ ἄνω εἶπεν· ἀδύνατα δ’ ἔπος ἐκ βαλεῖν κραταιὸν ἐν ἀγαθοῖς δόλιον ἀστόν. λάβρον δὲ στρα‐ | |
τόν λέγει τὸν σφοδρὸν καὶ πολὺν δῆμον ὃς ὑπὲρ τῆς αὐτοῦ πα‐ τρίδος μάχεται, μὴ ὄντος αὐτῇ βασιλέως, ἀλλ’ αὐτὸς αὐτῆς ἄρ‐ | 477 | |
10 | χων. τὸ δὲ σοφοὶ λέγει, ἐπειδὴ ἐν τῇ ὀλιγαρχίᾳ οἱ ῥήτορες τὸν δῆμον ἄγουσι, καθάπερ ἦσαν ἐν Ἀθήναις νῦν μὲν Θεμιστο‐ κλῆς καὶ Περικλῆς νῦν δὲ Μιλτιάδης καὶ Κίμων, ἄλλοτε δὲ Δημοσθένης, Αἰσχίνης, Ὑπερείδης, Ἀντίφων καὶ ἕτεροι. | |
P 2162g | πρὸς τὴν τύχην μὴ μάχεσθαι. | |
P 2163g | ὑψοῖ. — ποτέ. | |
P 2164g | ποτέ. —πάλιν. | |
P 2165g | μεγάλην δόξαν. | |
P 2161-165 | Χρὴ δὲ πρὸς θεόν] Χρὴ πρὸς τὴν τύχην μὴ μάχεσθαι· ἐπειδὴ γὰρ αὕτη τοὺς μὲν εὐτυχεῖς, τοὺς δὲ δυστυχεῖς ποιεῖ, ὁ τούτοις μαχόμενος αὐτῇ μάχεται. διὸ καὶ Βακχυλίδῃ νῦν εὐτυχοῦντι οὐ δίκαιόν ἐστι μάχεσθαι. | |
P 2166g | ἤγουν τὰ μεταβάλλεσθαι τὰ ἀνθρώπινα. — εὐφραίνει ἐν τῷ ἀποδέχεσθαι ταῦτα. | |
P 2167g | ἐξεχόμενοι καὶ αἰωρούμενοι. | |
P 2168g | ἑτεροῤῥεποῦς. —ἐνέβαλον. —τραῦμα, πληγήν. | |
P 2169g | τῇ αὐτῶν. | |
P 2170g | τῷ λογισμῷ. —βουλεύ‐ ονται. —ἐκείνων. | |
P 2166-170 | Germ. Ἀνέλκοντες ἑαυτοὺς καὶ παραβιάζοντες περισχεῖν τὰ μεγάλα καὶ μὴ εὐποροῦντες, ἐνέπηξαν τῇ ἑαυτῶν καρδίᾳ τραῦμα ὀδύνης ἐμποιητικόν, πρόσθε (ὅπερ δηλοῖ πρὸ τοῦ) ἀπορῆσαι τοῦ περισχεῖν τῇ διανοίᾳ λελαξευμένα ἐξ ὑπο‐ | |
5 | σάθρου τινὸς εἴδωλα λογισμῶν κερδαινόντων ἐπιζήμια. ἢ οὕτως. ὡς ἀπό τινος δὲ στάθμης περισσῆς ἑλκόμενοι ἐνέπη‐ ξαν τῇ ἑαυτῶν καρδίᾳ πρόσθεν ἕλκος ὀδυνηρὸν πρὶν ὅσα ἐν | |
φροντίδι μητίονται τυχεῖν. | 478 | |
P 2165-170 | Pal. Ἀλλ’ οὐδὲ οὕτως ἤγουν μὴ φιλονεικῶν αὐτοῖς τοῖς κατ’ ἐμοῦ δύναμαι θεραπεῦσαι αὐτούς ... στά‐ θμης τραχείας ἑλκόμενοι ἐνέπηξαν τὸ ἕλκος τὸ ὀδυνηρὸν ἤγουν βέλος τῆς κακίας τῇ ἰδίᾳ καρδίᾳ πρότερον πρὶν καὶ πρὸ τοῦ | |
5 | τυχεῖν ὅσα βούλονται ἤγουν τρῶσαι ἡμᾶς. | |
P 2166-170bis | Ἀλλ’ οὐδὲ ταῦτα νόον γʹ ἰαίνει] ἐπειδὴ ἐάν τινι καλὸν δοκῇ τι, εὐφραίνει αὐτὸν τοῦτο, διὰ τοῦτο λέγει τὸ ἰαίνει νόον ἀντὶ τοῦ οὐ καλῶς ταῦτα δοκοῦσι τοῖς φθο‐ νεροῖς, ὥστε τὸν νοῦν αὐτῶν εὐφραίνειν καὶ παύειν τῆς κακουρ‐ | |
5 | γίας· εἰ γὰρ ἀπεδέχοντο ταῦτα, οὐκ ἂν ἦσαν τοιοῦτοι, εἰδότες, ὡς μεταβολὴν τῶν ἀνθρωπίνων ἐχόντων εἰ καὶ αὐτοὶ νῦν εὐτυ‐ χοῦσιν, ἀλλ’ οὐκ εἰς ἅπαν. δέον δὲ εἰπεῖν, δοκοῦντες δὲ ἕλ‐ κεσθαι ἐκ στάθμης τινὸς περισσῆς καὶ ἑτεροῤῥεποῦς, ἤτοι δοκοῦντες ἀεὶ μετ’ αὐτῶν ἔσεσθαι τὴν τύχην καὶ οὐ μεταπε‐ | |
10 | σεῖσθαι πρὸς ἕτερον, οὕτω δέον εἰπεῖν, ἑλκόμενοι στάθμας τινὸς εἶπεν, ὅπερ ἐκεῖνοι ὑπολαμβάνουσιν ὡς ὁμολογούμενον οὗτος εἰπών. στάθμην δὲ λέγουσι τὸ ἄνω τῆς πλάστιγγος, ἀπὸ τούτου δὲ καταχρηστικῶς καὶ ὅλην τὴν πλάστιγγα στάθμην φασί. περισσῆς δὲ λέγει, ἐπειδὴ ἡ πλέοντι τῆς ἄλλης ἔχουσα | |
15 | πλάστιγξ τῷ βάρει καθέλκεται· λέγει δέ, ὅτι οἱ πονηροὶ δο‐ κοῦντες ἀεὶ εὐδαιμόνως διάξειν, ἐπιχειροῦσι βλάπτειν, οὓς ἂν ἐθέλωσιν· ἀθρόον δὲ μεταβληθέντες τῇ τύχῃ, ἐκείνους μὲν οὐδὲν ἐζημίωσαν, αὐτοὶ δ’ ἐξελεγχθέντες παρὰ πάντων κατε‐ γελάσθησαν, ὃ καὶ Βακχυλίδης πείσεται. | |
P 2171g | τὰ αὐτῶν κακά. —ἀβαρῶς καὶ ὑπομονητικῶς. | |
P 2172g | ποταπόν; ἐπάνω τοῦ αὐχένος. | |
P 2173 | Ζυγὸν ἀρήγει] βοηθεῖ, ἤγουν μεγάλη βοήθειά ἐστιν, ἐάν τις ἔχῃ ἐχθρὸν εὐτυχοῦντα, ὑπομένειν τὰ παρ’ ἐκεί‐ νου ἐπιόντα αὐτῷ κακά. | 479 |
P 2173g | τοῦτο εἴρηται ἐκ μεταφορᾶς τῶν βοῶν. —βοη‐ θεῖ. —πρός. | |
P 2174g | λακτίζειν. —ἐστίν. | |
P 2175g | ἐπικίνδυ‐ νος. —ὁδός. | |
P 2175 | Ὀλισθηρὸς οἶμος] τὸ γὰρ ἀντιφερίζειν τοῖς κρείττοσι βλάβη καθίσταται. ἔστι δὲ παροιμία τὸ πρὸς κέντρα λακτίζειν ἐκ μεταφορᾶς τῶν βοῶν· ἐκεῖνοι γὰρ ὄπισθεν κεν‐ τούμενοι λακτίζουσι πρὸς τὸ κέντρον καὶ ἔτι μᾶλλον πλήττονται. | |
P 2175bis | Οὐ χρὴ γράφειν ᾄδοντα, ἀλλ’ ἀδόντα. τοῦτο γὰρ ἁρμόζει τῷ μέτρῳ. | |
P 2175bisg | ἀρέσκοντα. | |
P 2176g | ἀνδράσι. —συνεῖναι. | 480 |