TLG 5034 003 :: SCHOLIA IN PINDARUM :: Scholia in Pythia v–vii (scholia vetera et recentiora Thomae Magistri et Triclinii) (e cod. Flor.)

SCHOLIA IN PINDARUM Schol.
(Varia)

Scholia in Pythia v–vii (scholia vetera et recentiora Thomae Magistri et Triclinii) (e cod. Flor.)

Source: Mommsen, T. (ed.), Scholia Thomano–Tricliniana in Pindari Pythia v–xii ex cod. Florentino edita [Programm Gymnasium Frankfurt] Frankfurt am Main: Mahlau & Waldschmidt, 1867: 4–36.

Dup. partim 5034 001, 005

Citation: Ode — scholion — (line)

P 5

t

[Pyth. V.]

P 5

159

Οὐ χρὴ γράφειν ὦ κρονίδαι, ἀλλ’ ὑμεῖς γε κρονίδαι, ἵν’ οἰκεῖον ᾖ τοῖς πρὸ αὐτοῦ τοιούτοις κώλοις.

P 5

161

Μὴ φθινοπωρίς. ἤγουν μὴ ὥσπερ ὑπὸ φθινοπωρινῶν ἀνέμων τὰ φύλλα κεῖται τῶν δένδρων ἐπὶ τῆς γῆς καὶ φθείρεται, οὕτω καὶ πράγματα τούτῳ μα‐ ρανθῇ, ἀλλ’ ἀειθαλὴς αὐτῷ διαμένοι ὁ βίος, μήποτε φθίνων μηδὲ φυλλορροῶν:

P 5

166

καὶ ἐπὶ τῇ ὀλυμπίᾳ. ἐνταῦθα τὸ ἐπι· ἤγουν ὥσπερ ἔδωκεν αὐτῷ ἐν τῇ πυθίᾳ. [gl.]

P 5

168

Τούτῳ τῷ βάττου γένει, ἤγουν τῷ Ἀρκεσιλάῳ. [gl.]

P 6

t

[Pyth. VI.]

P 6

prae 1

ἐκ τῶν παλαιῶν σχολίων: τὸ προοίμιον ἀπὸ τῆς πατρίδος τοῦ νικητοῦ: Ὁ ξενοκράτης οὗτος θήρωνός ἐστιν ἀδελφός. νενίκηκε δὲ τὴν κδʹ πυθιάδα. φανερὸν δέ, ὅτι αἱ ᾠδαὶ οὐ κατὰ τοὺς χρόνους διάκεινται· ἡ γὰρ πρὸ ταύτης ᾠδὴ ἀρκεσιλάῳ γέγραπται νικήσαντι λαʹ πυθιάδα.

P 6

1

ὁ λόγος δὲ ἢ ἀπὸ τοῦ χοροῦ ἐστιν ὡς ἐγκωμιάζοντος τὴν πόλιν ὡς εὔφορον, ἢ ἀπὸ τοῦ ποιητοῦ πρὸς τοὺς μέλλοντας διακομίζειν τὸν ὕμνον. οἱ μὲν οὖν χαρίτων καὶ ἀφροδίτης ἄρουραν τὴν ἀκράγαντα ἀκούουσι διὰ τὸ ἐπιτερπῆ τὴν πόλιν εἶναι καὶ ἐράσιμον, οἱ δὲ ἀλληγορικῶς τὸν πίν‐
5δαρον οἴονται λέγειν οὕτω τὴν ἑαυτοῦ ποίησιν, ἐξ ἧς ἐκαρποῦτο τὰ μέλη:

P 6

4

Ἔνθα, ἐν τῇ πολυχρύσῳ λέγω ἀπολλωνίᾳ νάπῃ, ἤγουν ἐν τῇ πυθίᾳ, τοῖς εὐδαίμοσιν ἐμμενίδαις καὶ τῇ ἀκράγαντι καὶ τῷ ξενοκράτει ὁ πυθιόνικος θησαυρὸς τῶν ὕμνων ἕτοιμος καὶ πρόχειρος κεῖται· ἐκεῖθεν γὰρ τρόπον δή τινα οἱ νικῶντες τοὺς ὕμνους λαμβάνουσιν. ὡς πολλοὺς οὖν νικῶντας κοσμῶν, θησαυρὸς ὕμνων εἴρηται:4

P 6

10

Τὸν ὕμνον, φησίν, οὔτε χειμὼν τῆς μεγαλοήχου νεφέλης ἐπακτὸς ἀπηνὴς λέγω στρατὸς ἐπελθών, οὔτε ἄνεμος τύπτων ἐν χεράσι παμφόροις, ἤγουν συρφετώδει ὕλῃ, ἄξει εἰς τὰ βάθη τῆς θαλάσσης. ἐριβρόμου δὲ νεφέλης τὸν ὄμβρον φησὶ καὶ στρατὸν ἀμείλιχον, σκληρᾷ μεταφορᾷ χρησάμενος διθυραμβωδῶς, παρόσον πολλῶν
5νεφελῶν εἰς ταὐτὸ συναγομένων καὶ συρρηγνυμένων γίνονται οἱ ὄμβροι. ὑπ’ οὐδενὸς οὖν φησιν ἀπαχθήσεσθαι τὸν τοιοῦτον θησαυρὸν τῶν ὕμνων οὔτ’ ὄμβρου οὔτ’ ἀνέ‐ μου, ἀλλ’ εἰσαεὶ διαμενεῖ:

P 6

13

Παμφόροις καὶ χεράσι γράφε καὶ τυπτόμενος, διὰ τὸ μέτρον, καὶ ἄξει, πρὸς τὸ ἄνεμος ἀποδιδούς:

P 6

14

Πρὸς τὸν υἱὸν ξενοκράτους θρασύβουλον ποιεῖται τὸν λόγον, λέγων· ὦ θρασύβουλε, ὁ θησαυρὸς καὶ ὁ ὕμνος ἀπαγγελεῖ καὶ διηγήσεται ἐν τοῖς λόγοις τῶν θνητῶν, τουτέστι τοῖς τῶν ἐσομένων ἀνθρώπων λόγοις, τὴν εὔδοξον καὶ ἐπίδοξον τῷ ἅρματι νίκην, ἤτοι τὴν νίκην τοῦ ἅρματος τὴν ἐν ταῖς κρισαίαις πτυχαῖς, ἤγουν τὴν
5ἐν τῇ πυθῶνι, τῷ σῷ πατρὶ καὶ τῇ κοινῇ ὑμῶν γενεᾷ, τουτέστι χάριν τοῦ σοῦ πατρὸς καὶ τῆς γενεᾶς ὑμῶν. τοῦτο δ’ ὅμοιον τῷ· τί σοι πρὸς ἕκτορ’ ἢ γέροντ’ εἴπω πόσιν; ἤγουν, χάριν σοῦ. ὃ γὰρ λέγει τις περί τινος, ἐκείνῳ λέγει, ἤγουν χάριν ἐκείνου:

P 6

19

Σύ, φησίν, ὦ θρασύβουλε, δεξιῶς καὶ ἐπιτηδείως ἄγεις αὐτὴν τὴν παραίνεσιν ὀρθήν, ἤγουν ὀρθῶς, κρατῶν αὐτὴν τῆς χειρός, ἤτοι ὀρθῶς ταύτην πλη‐ ροῖς καὶ θεὸν τιμῶν καὶ γονέας σέβων:

P 6

20

Ἐφημοσύναν γράφε καὶ τόποτε, ἵν’ οἰκεῖον ᾖ τῷ μέτρῳ. τὸ δὲ τόποτε ἀττικόν ἐστι. συνηθὲς γὰρ ἐκείνοις τὸ τοιαῦτα σχηματίζειν καὶ πρὸς πρᾶγμα τὸν λόγον ἀποδιδόναι. καλὸν γάρ φασιν ἡ ἀρετ, καὶ σοφόν τι χρῆμα ἄνθρω‐ πος. ἀλλὰ καὶ υ’ ὀρφανιζομένῳ καὶ πηλεΐδᾳ διαλελυμένως γράφε· οὕτως
5ἔχει γὰρ τὸ μέτρον ὀρθῶς:5

P 6

28

Ὁ ἀντίλοχος υἱὸς ἦν νέστορος, ὃς καὶ διωκομένου τοῦ πατρὸς αὐτοῦ ὑπὸ μέμνονος τοῦ αἰθιόπων βασιλέως καὶ μὴ δυναμένου φεύγειν διὰ τὸ ὑπὸ πάριδος τρωθῆναι τὸν ἵππον αὐτοῦ καὶ μέλλοντος ἤδη ἀνῃρῆσθαι, βοήσαντος αὐτόν, ἔστη καὶ ἐδέξατο τὸν μέμνονα καὶ ἀνῃρέθη ὑπ’ αὐτοῦ, ῥυσάμενος τὸν πατέρα τοῦ θανάτου:

P 6

35

Μεσήνιον τὸν νέστορά φασιν οὗτοι, ὅσοι ὑπέλαβον τὴν πύλον τῆς με‐ σήνης εἶναι, ἀλλ’ οὐχὶ τῆς κατὰ τὴν ἀρκαδίαν τριφυλίας. ὁ μέντοι ὅμηρος οἶδεν ὑπο‐ τεταγμένην τὴν λακωνικὴν τῇ μεσήνῃ. φησὶ γάρ· δῶρα τά οἱ ξεῖνος λακεδαί‐ μονι δῶκε τυχήσας· τὼ δ’ ἐν μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν: καὶ πίνδαρος
5τὸν νέστορα ἐκ τῆς μεσηνικῆς πύλου φησὶν εἶναι· τριῶν γὰρ οὐσῶν τῶν ἐν πελοπο‐ νήσῳ πύλων μία μέν ἐστιν ἡ περὶ τὸν ἀλφειὸν ποταμὸν ἐν ἤλιδι πύλος, ἣν καὶ ἡρα‐ κλῆς πεπόρθηκεν· ἑτέρα δὲ ἡ τριφυλιακὴ πύλος, ἐν ᾗ ὁ ἀμαθόεις ποταμός, οὗ καὶ ὅμηρος μέμνηται· τρίτη δὲ ἐν μεσήνῃ πύλος περὶ τὸ κορυφάσιον. εἰσὶ δὲ οἵ φασι τὰς τρεῖς πύλους ὑπὸ τὸν νηλέα εἶναι:

P 6

37

ἀπέριψεν. διὰ τὸ μέτρον. [gl.]

P 6

39

Ἐδόκησε δὲ καὶ ἔδοξε τοῖς κατὰ τὴν γενεὰν ὁπλοτέροις καὶ νεωτέροις, τοῦτο τὸ μέγα ἔργον τελέσας, εἶναι ὕπατος καὶ ἔξοχος τῶν πάλαι, πρὸς τὴν ἀρετὴν τὴν ἀμφὶ τοῖς γονεῦσιν· ἤγουν, κατ’ ἄλλα μὲν ἔξοχοι ἂν εἶεν οἱ πάλαι, κατὰ δὲ τὴν εἰς τοὺς γεγεννηκότας τιμὴν οὗτος ἐκείνων ἔδοξεν ὑπερφέρειν:

P 6

40

ἐδόκησέ τε. ἀντὶ μιᾶς. [gl.]

P 6

46

πάτρωΐ τ’. τῷ πάππῳ· οἱ δέ, τῷ θείῳ θήρωνι. [gl.]

P 6

48

Οὔτε εἰς ἀδικίαν, φησίν, οὔτε εἰς ὑπερηφανίαν τῇ ἑαυτοῦ νεότητι χρῆται, ἀλλὰ καὶ τὴν τῶν πιερίδων μουσῶν σοφίαν εἰς βάθος ἐξήσκησεν. εἰς τὸ σο‐ φίαν δὲ τὸ δρέπων λάμβανε κατὰ συνεκδοχήν:

P 6

50

Τίν τ’ ἐλέλιχθον. καὶ σοί, φησίν, ὦ πόσειδον, ἐλέλιχθον, ἤγουν ὁ τὴν γῆν ἑλίσσων καὶ κινῶν, προσέρχεται καὶ ἀποδεκτὸς καὶ ἀρεστός ἐστι μάλα ἐν ἀρέ‐
σκοντι νῷ, ἤγουν ἀρεσκόμενος τῷ σῷ νῷ ἐν ταῖς ὁρμαῖς καὶ κινήσεσι ταῖς εἰς τὴν ἱππείαν εἴσοδον, τουτέστι κατὰ τὴν ἱππικήν, ἀπὸ μέρους. ὁ γὰρ ἐκ πρώτης ἀφετη‐6
5ρίας καὶ τῆς εἰσόδου τῆς κατὰ τὸν δρόμον ἀρίστην ὁρμὴν ἐπιδειξάμενος καὶ πᾶσι δόξας θαυμαστὸς δῆλον ὡς καὶ τὸν ὅλον δρόμον ἄριστα διανύσει καὶ θαυμαστὸς πλέον δόξει καὶ πᾶσιν ἀποδεκτός:

P 6

52

Γλυκεῖα δὲ φρήν. ἡ φρὴν δὲ καὶ ἡ γνῶσις αὐτοῦ ἀμείβεται καὶ ἐναλ‐ λάσσει ἤγουν νικᾷ τὸν τρητὸν καὶ ἐπίπονον πόνον τῶν μελισσῶν. ποταπὴ γλυκεῖα; καὶ ἐν ἄλλοις τισὶ καὶ ἐν τῷ ὁμιλεῖν τοῖς συμπόταις. ἤγουν τοσοῦτόν ἐστι γλυκὺς καὶ εὐόμιλος καὶ ἐν ἄλλοις πολλοῖς καὶ ἐν ταῖς ὁμιλίαις ταῖς πρὸς τοὺς οἰκείους, ὡς καὶ
5τὴν τοῦ μέλιτος ἀμείβειν καὶ ἐναλλάσσειν γλυκύτητα. οὕτω γὰρ ἡδύνει τοὺς ἀκού‐ οντας, ὡς πικρὰν ἡγεῖσθαι τὴν τοῦ μέλιτος γεῦσιν πρὸς τὴν ἐκείνου τῶν λόγων ἡδύ‐ τητα. τοῦτο δ’ ἔοικε τῷ ὁμηρικῷ, ὃ περὶ νέστορος ἐκεῖνος εἴρηκεν, εἰπών· τοῦ καὶ ἀπὸ γλώσσης γλυκίων μέλιτος ῥέεν αὐδ:

P 7

t

[Pyth. VII.]

P 7

prae 1

ἐκ τῶν παλαιῶν σχολίων. τὸ προοίμιον ἀπὸ τῆς πατρίδος τοῦ νικητοῦ. Γέγραπται ἡ ᾠδὴ μεγακλεῖ ἀθηναίῳ, ἀναφέροντι τὸ γένος εἰς ἀλκμαίωνα τὸν γενόμενον ἄγαν πλουσιώτατον. τοῦτον γάρ φασιν ἐληλυθέναι πρὸς κροῖσον, τὸν δὲ συγχωρῆσαι αὐτῷ περιβαλόμενον σκευὴν οἵαν βούλεται εἰσελθεῖν εἰς τὰ ταμιεῖα καὶ
5λαβεῖν ὅσον βούλοιτο χρυσόν. ὑποδησάμενος οὖν κοθόρνους, οἵ εἰσιν ὑποδήματα διονυ‐ σιακά, καὶ κόλπωμα ποιήσας ἐν τοῖς ἐνδύμασιν ἐπεσώρευσεν ἐν τῷ κολπώματι πολὺν χρυσὸν καὶ ἐν τοῖς πλοκάμοις καὶ ἐν τοῖς ποσὶ καὶ ἐν τῷ στόματι. καὶ ἐξελθὼν διὰ τὸ βάρος βίᾳ ἐπορεύετο. διαχυθεὶς οὖν ὁ κροῖσος καὶ γέλωτι πλείστῳ ληφθεὶς ἐπί τε τῇ ὄψει καὶ τῷ ἀκορέστῳ τούτου καὶ ἕτερον αὐτῷ προσεδωρήσατο. διὰ τοῦτο ἐπιφανέστατος
10κατὰ τὴν ἀττικὴν γεγένηται, πλουσιώτατος ὤν. γεγόνασιν οὖν ἐξ αὐτοῦ οἳ ἐκλήθησαν ἀλκμαιωνίδαι, οἳ καὶ κατέλυσαν τὴν τῶν πεισιστρατιδῶν τυραννίδα:

P 7

1

Αἱ ἀθῆναι, φησίν, ἡ μεγάλη πόλις καὶ κατὰ τἄλλα ἃ πρόσεστιν αὐτῇ ἀγαθὰ κάλλιστόν ἐστι, πρᾶγμα δηλονότι, καὶ βαλέσθαι καὶ ὑποθεῖναι αὐτὴν προοίμιον,
κρηπῖδα λέγω καὶ βάθρον τῶν ᾠδῶν καὶ τῶν ὕμνων, τῇ γενεᾷ τῶν ἀλκμανιδῶν τῇ ἐρισθενεῖ καὶ μεγαλοδυνάμῳ ἐν τοῖς ἵπποις, τουτέστιν ἐν τῇ νίκῃ τῇ διὰ τῶν ἵππων·7
5ἤγουν, κάλλιστόν ἐστι προοίμιον θεῖναι τοῦ ὕμνου τοῦ νῦν τὴν πατρίδα τοῦ νικητοῦ μεγίστην οὖσαν.

P 7

4

ἐπεὶ ἐν ἑλλάδι ναίων καὶ οἰκῶν ἐγὼ αὐτός, τίνα πατρίδα καὶ οἶκον ὀνομάσω ἐπιφανέστερον ταύτης πυθέσθαι καὶ ἀκοῦσαι, ἢ ἀκοῦσαί τινα:

P 7

9

Οἱ μέν φασιν, ὅτι διὰ τὸν ὕμνον καὶ τὴν νίκην ἐπιφανέστερον ἐποίησαν τὸν τοῦ ἀπόλλωνος ναὸν ὡς ἐνδόξου πόλεως ὄντες οἱ ἀλκμαιωνίδαι καὶ γένους περι‐ φανοῦς. οἱ δέ, παρὰ τὴν ἱστορίαν· φυγαδευθέντες γὰρ ὑπὸ τῶν πεισιστρατιδῶν τυ‐ ραννησάντων, ηὔξαντο τῷ ἀπόλλωνι ἀνοικοδομῆσαι τὸν ἐν δελφοῖς αὐτοῦ ναόν, ἐμ‐
5πρησθέντα πρότερον ὑπὸ πεισιστρατιδῶν, εἰ τούτων περιγένοιντο. συναγαγόντες οὖν δύναμιν καὶ ἐπιθέμενοι ἐνίκησαν τούτους καὶ ἀπελθόντες μετὰ πλείστων χαριστηρίων ἀνῳκοδόμησαν τῷ θεῷ καὶ θαυμαστὸν εἰργάσαντο, ὡς φιλόχορος ἱστορεῖ:

P 7

11

Οὐ νενίκηκεν οὗτος ἐν ὀλυμπίᾳ, ἀλλὰ τῶν προγόνων τις αὐτοῦ ἴσως ὁμώνυμος. ἵνα δὲ τοῦτον λαμπρύνῃ, καὶ τὴν τῶν προγόνων νίκην τούτῳ προσάπτει:

P 7

17

Τῇ μὲν νῦν εὐτυχηθείσῃ καὶ γεγονυίᾳ νίκῃ χαίρω, φησίν, ἄχνυμαι δέ τι καὶ λυποῦμαι κατὰ τόδε· τὸν φθόνον δηλονότι λυποῦμαι, ὃς ἐναλλάσσει καὶ μετα‐ βάλλει καὶ τὰ καλὰ ἔργα, καὶ λύπην ἐπὶ τῇ χαρᾷ κομίζει. ἔοικε δὲ τὴν τελευτὴν λέγειν ἱπποκράτους περὶ τοῦτον τὸν καιρὸν γενομένην, ὃς συγγενὴς ἦν μεγακλέους τοῦ νικη‐
5τοῦ. εἰκὸς γὰρ ἦν ἀκούσαντα λυπηθῆναι ὡς συγγενῆ:

P 7

20

Φαντί γε μάν. φασὶ δὲ τὴν παρ’ ἀνδρὶ εὐδαιμονίαν θάλλουσαν οὕτω μονίμην, ἤγουν αὔξουσαν διηνεκῶς, φέρεσθαι ἂν καὶ ἔχειν καὶ τὰ καὶ τά, ἤγουν καὶ τὰ καλὰ καὶ τὰ φαῦλα· ἤτοι ἡ παρ’ ἀνδρὶ διηνεκὴς εὐδαιμονία ποτὲ μὲν χαράν, ποτὲ δὲ λύπην αὐτῷ φέρει. τοιοῦτόν ἐστι καὶ τὸ παρ’ ὁμήρῳ· τὸν περὶ μοῦς’ ἐφίλησε,
5δίδου δ’ ἀγαθόν τε κακόν τε· ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δ’ ἡδεῖαν ἀοιδήν. ἐγὼ δὲ καὶ οὕτω τοῦτ’ εἴποιμ’ ἂν μικρὸν ἐναλλάξαν εἰ καὶ τολμηρόν, ὅτι τὴν παρ’ ἀνδρὶ εὐδαιμονίαν οὕτω φασὶ θάλλειν καὶ αὔξειν μόνιμον, ἤτοι διηνεκῶς, φέρουσαν τὰ καὶ
τά, ἤγουν καὶ τὰ καλὰ καὶ τὰ λυπηρά. ἐπεὶ γὰρ αἱ εἰς ἄκρον εὐεξίαι σφαλεραί, καὶ ἐκ μεγίστης τις εὐδαιμονίας εἰς ἄκραν δυστυχίαν κατηνέχθη ἀθρόον, δῆλον ὡς ἡ8
10ἀμφότερα ταῦτα φέρουσα εὐδαιμονία, λύπην φημὶ καὶ χαράν, διηνεκῶς ἂν παραμένειε τῷ ἔχοντι. ὅτι ἀληθές ἐστιν ὅ φημι, μάθοι τις ἂν τὰ περὶ τούτου ζητήσας:

P 8

t

[Pyth. VIII.]

P 8

prae 1

ἐκ τῶν παλαιῶν σχολίων. τὸ προοίμιον εὐκτικόν. Γέγραπται ὁ ἐπινίκιος ἀριστομένει τῷ αἰγινήτῃ, νικήσαντι τὴν λεʹ πυθιάδα.

P 8

1

τὴν ἡσυχίαν δὲ προκαλεῖται διὰ τὸ νεωστὶ λελύσθαι τὰ περσικά. δύναται δὲ λέγειν τοῦτο ἰδίως ὁ πίνδαρος ὡς εὐνομουμένων τῶν αἰγινητῶν καὶ ἐπαινεῖν τὴν ἡσυχίαν ὡς μεγίστην τῇ πόλει. οὔπω γὰρ ἦν ἂν ἐπελθοῦσα πανταχοῦ ἡ εἰρήνη, ἢ ἰδία τοῖς αἰγινήταις ἦν ἂν στάσις περὶ τὸν τῆς νίκης τοῦ ἀριστομένους καιρόν. διὸ
5καὶ οἰκείως τὴν ἡσυχίαν ἐπικαλεῖται, θυγατέρα λέγων δικαιοσύνης. δικαίως γὰρ πολι‐ τευομένων καὶ εὐνομουμένων τῶν πόλεων καὶ εἰρήνη πᾶσα καὶ ἡσυχία καὶ ὁμόνοια πρόσεστιν, ὥσπερ ἐκ τῆς ἀδικίας στάσις καὶ θόρυβος. βουλῶν δὲ καὶ πολέμων ἔχειν λέγει τὰς κλεῖς ὑπερτάτας, ὅτι εἰρήνης οὔσης πρὸς ἀλλήλους μεγίστη τις ἀσφάλεια γί‐ νεται πᾶσι καὶ τῶν βουλῶν τῶν ὑπὲρ αὑτῶν καὶ τῶν πολέμων τῶν πρὸς τοὺς ἔξωθεν.
10ἤγουν εἰρηνεύοντες πρὸς ἀλλήλους καὶ εἰς τὰ καθ’ ἑαυτοὺς ἄριστα βουλεύονται καὶ εἰς τοὺς ἔξωθεν ἐπιπίπτοντας πολέμους. τοῦτο δὲ βούλεται λέγειν, ὅτι εἰρηνεύσαντες, ὦ αἰγινῆται, πρὸς ἀλλήλους, δέξασθε τὸν ὕμνον τὸν εἰς τιμὴν τῆς νίκης γραφέντα τῷ ἀριστομένει. οἴδατε γὰρ καὶ πρὸς ἑτέρους τὸ μαλθακὰ πράττειν, ἤγουν οἴδατε καὶ ἑτέρους σκληρυνομένους μαλάττειν καὶ προσηνεῖς ἀπεργάζεσθαι, καὶ τοῦτο πάσχειν
15αὐτοί, ἤγουν καὶ αὐτοὶ μαλάττεσθαι καὶ ἐπιεικεῖς γίνεσθαι καὶ λήγειν τῆς στάσεως ἐν καιρῷ ἀληθεῖ καὶ πρέποντι, ὅτε χρὴ δηλονότι. πρὸς τὴν ἡσυχίαν δὲ τὸν λόγον ἀπο‐ δίδωσιν ὡς ἐμψύχῳ ταύτῃ διαλεγόμενος:

P 8

10

Ἐάν τις, φησί, τῶν δυσμενῶν καὶ ἐχθρῶν ἐμβάλῃ ἐν τῇ καρδίᾳ αὑτοῦ ὀργὴν ἀμείλιχον καὶ ἰταμωτάτην, τουτέστιν ἐάν τις ταραχώδης καὶ ὑβριστής ἐστιν,
ὑπαντιάξασα αὐτῷ σύ, ὦ ἡσυχία, τουτέστιν ὑπαντήσασα τραχεῖα, τιθεῖς αὐτοῦ τὴν ὕβριν ἐν ἄντλῳ, τουτέστι καταβαπτίζεις καὶ ἀφανίζεις ὡς ἐν ὕδατι τῇ ἀφανείᾳ, ἤγουν9
5βαρέως ἐμπίπτεις καὶ ἀφανίζεις ἐν τῷ σῷ κράτει καὶ ἰσχύι:

P 8

17

Τοῦτο εἶπεν, ὅτι ὁ πορφυρίων ἐπεχείρει βοῦς ἀποσπάσαι ἐκ τῶν δελφῶν, ἄκοντος τοῦ ἀπόλλωνος. διὸ καὶ βέλει τρωθεὶς ἀνῃρέθη ὑπ’ αὐτοῦ:

P 8

23

Συλληπτικῶς τοῦτο εἶπεν οὐδὲ γὰρ ἀμφότεροι ὅ τε τυφὼς καὶ ὁ πορ‐ φυρίων ἐκεραυνώθησαν ἢ ὑπ’ ἀπόλλωνος ἐτοξεύθησαν, ἀλλ’ ὁ μὲν τυφὼς ἐκεραυνώθη ὑπὸ διός, ὁ δὲ πορφυρίων ἐτοξεύθη ὑπὸ τοῦ ἀπόλλωνος. ὅπερ οὖν ἑκατέρῳ συμβέ‐ βηκε, κατ’ ἀμφοτέρων ἔφη:

P 8

26

Τὸν ἀριστομένην λέγει· ἔστι γὰρ ξενάρκους υἱός. διὸ καὶ τὸ χ τέθεικε, καὶ ὅτι κίρραθεν εἴρηκεν, οὗ γίνεται ὁ ἀγὼν ὁ ἱππικὸς ὑπὸ δελφῶν:

P 8

31

Ἡ νῆσος ἡ δικαιόπολις καὶ δικαιοτάτη αἴγινα οὐ κεῖται μακρὰν τῶν χαρίτων, ψαύουσα τῶν αἰακιδῶν ἐν ἀρεταῖς κλειναῖς, ἤγουν μιμουμένη ἡ νῆσος τὰς ἀρετὰς τὰς ἐνδόξους τῶν αἰακιδῶν, οὐκ ἔξω τῶν χαρίτων ἐστίν, ἀλλ’ ἐγγὺς αὐτῶν κεῖται· ὥσπερ γὰρ ἐκεῖνοι μεγίστας ἀρετὰς καὶ χάριτας ἔχουσιν, οὕτω καὶ αὕτη τού‐
5τους μιμουμένη οὐ πόρρω χαρίτων καθίσταται:

P 8

35

Ἢ ἐν πολλοῖς ἄθλοις καὶ ἀγῶσι νίκην φέρουσι καὶ ἐν μάχαις τελείαις ἐκθρεψαμένη μεγίστους ἥρωας ᾄδεται καὶ ὑμνεῖται. ἢ πολλοῖς ποιηταῖς ᾄδεται, ἤγουν ὑπὸ πολλῶν ποιητῶν ὑμνεῖται, ἔν τε τοῖς ἀγῶσι καὶ ἐν τοῖς πολέμοις ἀρίστους καὶ ἐξό‐ χους ἐκθρεψαμένη ἥρωας. οὐ μόνον δὲ τοιούτους ἥρωας ἔθρεψεν, ἀλλὰ διαπρεπής
5ἐστι καὶ τὰ ἐν ἀνδράσι, τουτέστι καὶ ἄνδρας ἀρίστους ἔθρεψεν ἐν πᾶσι διαπρέποντας.

P 8

40

Οὐκ ἔστι μοι, φησί, καιρὸς μακρηγορεῖν καὶ τὰ ἐγκώμια τῶν αἰγινητῶν καὶ τῶν αἰακιδῶν δοῦναι τῇ λύρᾳ καὶ τῷ ἡδεῖ φθέγματι, τουτέστιν ᾄδειν αὐτοὺς διὰ τῆς ᾠδῆς [καὶ] τῆς λύρας, μὴ προσκορὴς δόξω:

P 8

44

Τὸ δὲ σὸν χρέος, ὦ παῖ, τὸ ἐν ποσί μοι, ἤγουν τὸ προκείμενον, ἴτω καὶ ἐλθέτω τρέχον πτηνὸν καὶ ταχύ, νεώτατον τῶν καλῶν ἐν τῇ ἐμῇ μηχανῇ καὶ οἰκο‐ νομίᾳ καὶ τέχνῃ, τουτέστιν ὃν προεθέμην εἰς σὲ ποιῆσαι ὕμνον, καὶ ταχὺς γενέσθω, καὶ νέον καλὸν ἐν τῇ ἐμῇ τέχνῃ. ὀφείλων δὲ εἰπεῖν καὶ ταχέως γενήσεται ὁ σὸς ὕμνος
5καὶ ἄριστος ὑπὸ τῆς ἐμῆς τέχνης, ὁ δὲ οὕτως ἐσχημάτισε τὸν λόγον ὡσανεὶ εὐχόμενος:

P 8

48

Ἐν τοῖς παλαίσμασι, φησί, καὶ τοῖς ἀγῶσι μεταδιώκων καὶ ζηλῶν τοὺς πρὸς μητρὸς θείους σου, οὔτε τὸν ἐν ὀλυμπίᾳ νικήσαντα θεόγνητον καταισχύνεις οὔτε τὴν κλειτομάχου νίκην τὴν ἐν τῷ ἰσθμιακῷ ἀγῶνι, ἀλλ’ ἄξιος εἶ ἀμφοτέρων καλεῖσθαι ἀνεψιὸς ὡς νικητὴς καὶ αὐτὸς γεγονώς:10

P 8

53

Τῶν μιδυλιδῶν, φησί, τὴν φατρίαν αὔξων, τὸν λόγον φέρεις ἐκεῖνον ὃν εἶπέ ποτε ὁ ἀμφιάραος, ἡνίκα ἐθεάσατο ἐν ταῖς ἑπταπύλοις θήβαις παραμένοντας ἐν τῷ πολέμῳ τοὺς υἱοὺς τῶν ἑπτὰ ἐπὶ θήβαις στρατευσάντων προτέρων ἀδράστου καὶ τῶν λοιπῶν. τί δὲ εἶπε φυᾷ τὸ γενναῖον ἐπιπρέπει; ἤγουν σώζουσι τὴν τῶν
5πατέρων ἀρετήν. καὶ σὺ δέ, φησί, τοὺς μητραδέλφους ἐζήλωσας τῇ ἀθλήσει. πῶς δὲ εἶπεν; ἐπεὶ πρότερον κατεπόθη ζῶν. διὰ τοῦ γεγονότος, οἶμαι, αὐτῷ μαντείου ἐν θήβαις:

P 8

64

Θειάομαι. βλέπω, φησί, πρᾶγμα σαφές, τὸν ἀλκμαίωνα πρῶτον δι‐ εξάγοντα καὶ ἰθύνοντα ἐπὶ τῆς αἰθᾶς καὶ λαμπρᾶς ἀσπίδος, ἀπὸ τοῦ αἴθω τὸ λάμπω, ποικίλον δράκοντα ἐν τῇ πόλει τοῦ κάδμου. ἀπὸ μέρους δὲ τοῦτο λέγει. οὗτος δὲ ὁ ἀλκμαίων, ὃν οὗτος ἀλκμᾶνα λέγει, υἱὸς ἦν ἀμφιάρεω. εἶχε δὲ ἐπίσημον ἐν τῇ ἀσπίδι
5δράκοντα. ἢ ὡς ἐπιτήδειόν φασιν ὂν τὸ ζῶον πρὸς οἰωνίσματα· μάντις γὰρ ἦν ἀμφιά‐ ρεως. ἢ καθὸ ἦν ἀπὸ μελάμποδος, οὗ ἱστοροῦσι δύο δράκοντας διαλεῖξαι τὰς ἀκοὰς καὶ διατρῆσαι· διὸ ἐδόκει αἰσθάνεσθαι τῆς τῶν ἄλλων ζώων φωνῆς:

P 8

66

νέμοντα γράφε διὰ τὸ μέτρον. [gl.]

P 8

68

Ὁ καμὼν ἄδραστος, φησίν, ἐν τῇ προτέρᾳ συμφορᾷ, νῦν βελτίονος ἐνέ‐ χεται τύχης ἀγγελίᾳ. οἴκοθεν δὲ ἐναντίως πράξει. πρότερον μὲν γάρ, τῶν ἄλλων ἀπολωλότων, μόνος αὐτὸς ἐσώθη· νῦν δέ, τῶν ἄλλων πάντων σωθέντων, ἀγγελία τις ἀφίξεται πρὸς αὐτόν, ὡς ὁ υἱὸς αὐτοῦ μόνος ἀπώλετο:

P 8

74

Οἱ λέγοντες τοῦ στρατοῦ τῶν θηβαίων θανόντος οὐ καλῶς λέγου‐ σιν, ἀλλ’, ὡς ἐμοὶ δοκεῖ, οὕτω χρὴ λέγειν· μόνος δὲ ὁ ἄδραστος ἐκ τοῦ στρατοῦ τῶν δαναῶν ἀφίξεται καὶ ὑποστρέψει εἰς τὰς ἀγυιὰς τὰς εὐρυχώρους τοῦ ἄβαντος τοῦ πάπ‐ που αὐτοῦ, ἤτοι εἰς τὸ ἄργος, σὺν λαῷ ἀβλαβεῖ, συλλέξας τὰ ὀστᾶ τοῦ υἱοῦ αὐτοῦ
5θανόντος τύχῃ θεῶν, ἤγουν οἰκονομίᾳ· τοιαύτην γὰρ τὴν τύχην αὐτῷ ᾠκονόμησαν. ἄβας δὲ πατὴρ ἦν ταλαοῦ, τοῦ πατρὸς ἀδράστου. τύχῃ δὲ λέγει θεῶν, ἐπεὶ ἐκ θεοῦ ἐδόθη τοῖς ἀνθρώποις ἡ τύχη:

P 8

79

Πρῶτον περὶ τοῦ ἀλκμᾶνος λέγων ὅτι στέφω αὐτὸν καὶ ῥαίνω ἐν ὕμνῳ, εἶτα διαμέσου θεὶς ὅτι γείτων ἐστὶν αὐτοῦ ἀμφιάραος καὶ τῶν κτημάτων αὐτοῦ φύλαξ, περὶ τοῦ ἀλκμᾶνος πάλιν φησὶ καὶ ὅτι ὑπήντησεν αὐτῷ ἐρχομένῳ εἰς τὴν πυθῶνα, τῷ πινδάρῳ, φημί, καὶ ὅτι ἐμαντεύσατο καὶ αὐτὸς ταῖς συγγενικαῖς καὶ προγονικαῖς τέ‐11
5χναις, εἰ χρὴ πορευθῆναι εἰς τὸν ἀγῶνα τοῦτον καὶ νικῆσαι· μάντις γὰρ ἦν ἐκ προ‐ γόνων. ἢ ὅτι εἰς πυθῶνα καὶ αὐτὸς ἀφίκετο μαντευσόμενος, καὶ ἐνέτυχον ἀλλήλοις. ὅτι δὲ τοῦτο οὕτω χρὴ λέγειν, δῆλον. οὐ γὰρ ὁ νικητὴς ἐν θήβαις ᾤκει, ἵν’ εἴη γείτων πινδάρου, ἀλλ’ ἐν αἰγίνῃ· οὐδ’ αὖ ὁ ἀμφιάραος ὑπήντησεν αὐτῷ· πάλαι γὰρ ἐτεθνήκει:

P 8

88

Σύ, φησίν, ὦ ἄπολλον, ἔδωκας αὐτῷ τῷ νικητῇ τὸ μέγιστον τῶν χαρ‐ μάτων, ἤτοι τὴν μεγίστην χαράν, τὸ νικῆσαι δηλονότι μεγίστην νίκην αὐτόθι ἐν τῇ πυθίᾳ. πρόσθεν δὲ καὶ πρότερον ἔδωκας αὐτῷ δόσιν ἁρπαλέαν καὶ πάρεργον πεντά‐ θλου οἴκοι, ἤγουν ἐν τῷ οἴκῳ αὐτοῦ, ἐν αἰγίνῃ· τουτέστιν, ἔδωκας νικῆσαι αὐτὸν
5πένταθλον ἐν αἰγίνῃ. καὶ ἐπήγαγες καὶ ἐπέφερες αὐτῷ ταύτην σὺν τῇ σῇ ἑορτῇ τῶν δελφινίων· ἑόρταζον γὰρ αὐτῷ ταῦτα οἱ ἐν αἰγίνῃ καὶ ἀγῶνάς τινας ἐπετέλουν:

P 8

99

Κώμῳ μέν. τοῦτο καὶ ὡς ἀπὸ τοῦ χοροῦ δύναται λέγεσθαι καὶ ὡς ἀπὸ τοῦ ποιητοῦ. ἀπὸ μὲν τοῦ χοροῦ οὕτω· τῷ μὲν κώμῳ καὶ τῷ χορῷ ἡμῶν δικαιο‐ σύνη παρέστηκε, τουτέστιν οὐ ψευδόμεθα οἷς λέγομεν περὶ ἀριστομένους. ἀπὸ δὲ τοῦ ποιητοῦ οὕτω· δικαίως ὁ ἀριστομένης κωμάζεται καὶ ὑμνεῖται· ἀγαθὸς γάρ ἐστι. τὴν
5δὲ τῶν θεῶν μεταταῦτα ἤγουν εἰς τὸ ἑξῆς ἐπιστροφὴν καὶ ἐπιτήρησιν αἰτῶ ἄφθιτον καὶ διηνεκῆ εἶναι ταῖς ὑμετέραις τύχαις, ὦ ξέναρκες. οὗτος δὲ πατὴρ ἦν τοῦ ἀρι‐ στομένους:

P 8

103

Εἴ τις ἐσθλ. εἴ τις, φησίν, ἄνευ πόνου ἀγαθόν τι ἐκτήσατο, τοῦτον πολλοὶ τῶν ἀφρόνων δοκοῦσι σοφὸν εἶναι καὶ ταῖς ἑαυτοῦ ὀρθοβούλοις μηχαναῖς καὶ ἐπιτεχνήμασι τοῦτο περιποιήσασθαι, ἐγὼ δέ φημι τοῦτο ἐν θεῷ εἶναι καὶ ἔστι τὸ δαι‐ μόνιον αἴτιον τῆς κτήσεως ταύτης:

P 8

110

Ἐγὼ τὸ ὑπὸ μέτρῳ χειρῶν εἰρῆσθαί φημι, ἐπεὶ οἱ μὲν δέσποται ἀπολαύουσι τῶν πραγμάτων αὐτῶν ἀμέτρως καὶ καταχρῶνται ὡς βούλονται, οἱ δέ γε δοῦλοι καὶ αὐτὴν τροφὴν μέτρῳ παρ’ ἐκείνων κομίζονται. τὸ ὑπὸ μέτρῳ δὲ ἀττικόν ἐστιν. οὕτω καὶ εὐριπίδης φησίν· οὐ τῶν θανόντων πριαμιδῶν ὑπ’ ἰλί.
5τοιοῦτόν ἐστι καὶ τό· ὑπὸ τῷ μεγάλῳ πατρὶ σπαργανοῦνται:12

P 8

113

Ἀγῶνα καλεῖ ἐπιχώριον τῆς ἥρας, ὡς ἐμοὶ δοκεῖ, τὸν ἐν ἄργει· ἐκεῖ γὰρ ἐτελεῖτο ἀγὼν τῶν ἡραίων. ἐπιχώριον δὲ αὐτὸν λέγει διὰ τὸ καλεῖσθαι τὴν ἥραν, ἀργείαν.

P 8

119

Τοῖς οὔτε νόστος. τούτοις, φησίν, ἡττηθεῖσιν οὔτε ἐν τῇ οἰκίᾳ αὐτῶν ὑποστροφὴ διεκρίθη καὶ ἐγένετο ἐν τῇ πυθιάδι ἤγουν ἐν τῷ ἀγῶνι τῷ ἐν αὐτῇ ἔπαλπνος καὶ ἡδεῖα καὶ προσηνής, οὐδὲ ἐλθόντων αὐτῶν εἰς τὴν πατρίδα καὶ τοὺς γονεῖς γέλως γλυκὺς ἐνέβαλε χάριν τὴν ἐκ τῆς νίκης, ἀλλὰ λύπη καὶ συμφορὰ γέγονεν
5αὐτοῖς διὰ τὴν ἧτταν. πτώσοντι δὲ καὶ φοβοῦνται κατὰ τὰς ὁδοὺς ἀπήοροι καὶ κεχω‐ ρισμένοι τῶν ἐχθρῶν, τουτέστιν αἰδούμενοι τοὺς ἐχθροὺς ἐκτρέπονται τὰς ὁδούς, δακνό‐ μενοι τῇ συμφορᾷ ἤτοι τῇ ἥττῃ, ἵνα μὴ ὁρῶντες αὐτοὺς ἐκεῖνοι χαίρωσι· ταῖς γὰρ τῶν ἐχθρῶν συμφοραῖς εἰώθασιν οἱ ἐχθροὶ χαίρειν:

P 8

126

Ὁ λαχών, φησί, καὶ κληρωσάμενος καὶ εὑρὼν καλόν τι νέον, ἤγουν νίκην νέαν, πέταται καὶ ὑψοῦται ἐπὶ ἁβρότητος μεγάλης ἐξ ἐλπίδος, τουτέστιν ἐλπίζει καὶ προσδοκᾷ ἐπιβήσεσθαι ἐπὶ μεγάλης εὐδαιμονίας, ἤγουν ἐλπίζε καὶ ἑτέρου τινὸς μείζονος τυχεῖν ἀγαθοῦ, ἐν τῇ ταχείᾳ αὐτοῦ ἀνδρείᾳ, ἤγουν διὰ τῆς ἀνδρείας αὐτοῦ,
5ἔχων καὶ τέρψιν καὶ εὐφροσύνην κρείττονα πλούτου. πλέον γὰρ οὗτος εὐφραίνεται τῶν βαθεῖ πλούτῳ κομώντων. ὁ γὰρ ἐκ τῶν ἀγώνων τούτων στέφανος τιμιώτερος ἐδόκει μυρίων χρυσίων.

P 8

130

τέρψιν δὲ πλούτοιο γράφε, ἵν’ οἰκεῖον ᾖ τῷ μέτρῳ. εἰ γὰρ ἄλλως γράψεις, οὐκ οἰκείως ἔσῃ γεγραφώς:

P 8

135

Ἐφήμεροι, φησίν, ἄνθρωποι· τί ἄν τις εἴποι ὅτι ἔστι τις ἢ ὅτι οὐκ ἔστι; ταχέως μὲν γὰρ ἔστιν εἰπεῖν ὅτι ἔστιν οὗτος, ταχέως δ’ ὅτι οὐκ ἔστιν οὐδείς, διὰ τὴν μετάπτωσιν τῶν πραγμάτων. διατοῦτο καὶ ἐπιφέρει ὅτι σκιᾶς ὄναρ οἱ ἄνθρω‐ ποι, καλῶς τῇ ἐμφάσει χρώμενος, ὡς ἄν τις εἴποι τοῦ ἀσθενοῦς ἀσθενέστεροι. οὐ
5γὰρ οἷόν τε σκιᾶς ὄναρ εἶναι, ἀλλ’ ἀνθρώπου. διὸ καὶ σημειοῦται τὴν λέξιν τῷ χ. ὁμοίως καὶ τὸ διόσδοτον· θεόσδοτον γὰρ ὀφείλων εἰπεῖν, διόσδοτον εἶπεν· ὅθεν καὶ τὸ σημεῖον τίθησιν:

P 8

140

Πρὸς τὴν ἡρωΐδα αἴγιναν τὸν λόγον μετέστρεψεν, ἀφ’ ἧς καὶ ἡ νῆσος
ὀνομάζεται, λέγων· ὦ προσφιλεστάτη μῆτερ αἴγινα, τὴν ὁμώνυμόν σοι πόλιν φύλαττε καὶ περίεπε σὺν ἐλευθέρᾳ πορείᾳ, ἤγουν σὺν ἐλευθερίᾳ. φύλαττε δὲ σὺν τῷ διῒ τῷ βασιλεύοντι πάντων καὶ τῷ αἰακῷ καὶ τοῖς ἐξ αὐτοῦ ἥρωσιν· ἐνταῦθα γὰρ κατῴκει13
5αἰακός. ὅτι δὲ ὑπερβατῶς εἴρηκε τὴν συν, ἤγουν σὺν τῷ δί, διατοῦτο τέθεικε τὸ χ:

P 8

143

Οὐκ ἀγαθόν, ὡς εἰπεῖν, πηλεῖ τε καὶ ἀγαθῷ τελαμῶνι γράφειν, ἀλλὰ πηλεῖ κἀρίστῳ δὴ τελαμῶνι. οὕτω γὰρ ἔχει τὸ κῶλον οἰκείως πρὸς τὰ πρὸ αὐτοῦ:

P 9

t

[Pyth. IX.]

P 9

prae 1

ἐκ τῶν παλαιῶν σχολίων: τὸ προοίμιον ἐκ τοῦ νικητοῦ: Γέγραπται ὁ ἐπινίκιος τελεσικράτει κυρηναίῳ ὁπλιτοδρόμῳ νικήσαντι τὴν κηʹ πυθιάδα, τὴν δὲ λʹ σταδίῳ. τούτου δὲ ἀνάκειται ἐν δελφοῖς ἀνδριὰς ἔχων κράνος ἐκ προγόνων δέ ἐστι δρομεύς. ἀλεξίδαμον γάρ φησιν αὐτοῦ εἶναι πρόγονον λίβυν.

P 9

1

λέγει οὖν· ἐθέλω τὸν πυθιονίκην τελεσικράτην ἐγκωμιάζων σὺν ταῖς βαθυζώνοις χάρισιν εἰπεῖν εὐδαιμονέστατον ἄνδρα, στέφανον καὶ δόξαν ὄντα τῆς ἱππικῆς κυρήνης. ἢ καὶ στέφανον τῆς κυρήνης. εἶπε δὲ τοῦτο ἀσύνδετον:

P 9

6

Ἀφεὶς τὴν πόλιν, ἐπὶ τὴν ἡρωΐδα κυρήνην τὸν λόγον μετάγει, ἧς ἡ πόλις ὁμώνυμος. λέγει οὖν· ἥντινα κυρήνην ἥρπασέ ποτε ὁ ἀπόλλων ἐκ τοῦ πηλίου ὄρους, καὶ ἤνεγκεν ἐν χρυσῷ δίφρῳ τὴν ἀγροτέραν παρθένον ἐκεῖ, ἔνθα ἔθηκε καὶ ἐποίησε νῦν δέσποιναν τῆς πολυμήλου καὶ πολυκάρπου γῆς, ἤτοι τῆς κυρήνης, ὥστε οἰκεῖν τὴν
5τρίτην μοῖραν τῆς ἠπείρου, ἤγουν τὴν λιβύην τὴν εὐήρατον καὶ ἐπιθυμητὴν καὶ ἐπέ‐ ραστον, θάλλουσαν, ἤτοι παντοίοις ἀγαθοῖς εὐθηνουμένην. λέγεται γάρ, εὐφορωτάτην εἶναι τὴν περὶ κυρήνην γῆν, ὡς ἐπὶ ὀκτὼ μῆνας φέρειν τοὺς καρπούς. ἁλωθεῖσα δέ ποτε ὑπὸ περσῶν, αὖθις ὑπ’ ἀλεξάνδρου ἐκτίσθη καὶ πεντάπολις ἐπωνομάσθη. λέγον‐ ται δὲ οἱ κυρηναῖοι καὶ ἰατρικήν ποτε εὐτυχῆσαι:

P 9

14

Τὸ χ τέθεικεν, ὅτι τὴν λιβύην τρίτην εἶπε ῥίζαν τῆς γῆς διὰ τὸ διαι‐ ρεῖν τὴν οἰκουμένην τινὰς εἰς ἀσίαν εὐρώπην καὶ λιβύην:

P 9

15

Τὸ θάλλοισαν δύναται καὶ πρὸς τὴν λιβύην νοεῖσθαι καὶ πρὸς τὴν
κυρήνην τὴν ἡρωΐδα:14

P 9

16

Ζητεῖται, διὰ τί ἐνταῦθα ἡ ἀφροδίτη εὑρίσκεται συμπροπέμπουσα τὸν ἀπόλλωνα καὶ ἐφαπτομένη τοῦ δίφρου. καί φαμεν, ὅτι ἢ διότι μετέρχεται τὰ γαμήλια ἔργα ἡ θεός, ἢ ὅτι, ὡς αὐτός φησι, κῆπος ἀφροδίτης ἡ λιβύη. ἴσως δὲ καὶ διὰ τὸ ἐπέ‐ ραστον τῶν χωρίων. ξένον δὲ ἔφη τῇ κυρήνῃ τὸν ἀπόλλωνα διὰ τὸ νῦν πρώτως
5ἐπιδημῆσαι ἐπ’ αὐτήν. ἄγουσι δὲ τὸν θεὸν ἐκεῖ διὰ τιμῆς:

P 9

19

Ἐνέβαλε, φησίν, αὐτοῖς ἐρατὴν καὶ ἐπέραστον αἰδῶ ἐν ταῖς γλυκεραῖς εὐναῖς, τουτέστιν ἔρωτά τινα μετ’ αἰδοῦς αὐτοῖς ἐνέβαλεν, ἁρμόζουσα καὶ ποιοῦσα καὶ τῷ θεῷ τῷ μιχθέντι καὶ τῇ κόρῃ τοῦ ὕψεως κοινὸν γάμον, ἤγουν συνάπτουσα αὐτοὺς κοινωνίᾳ γάμου:

P 9

23

Ὑψέος. διὰ τὸ μέτρον. [gl.]

P 9

27

Ὁ πίνδος ὄρος ἐστὶ τῆς περραιβίας, ἡ δὲ περραιβία τετράπολις τῆς θετταλίας. τῆς κρεούσης δὲ νηΐδος καὶ πηνειοῦ ἱστορεῖ τὸν ὑψέα εἶναι:

P 9

31

Ὁ ὑψεύς, φησί, τὴν κυρήνην ἀνεθρέψατο. ἔσχε δὲ ταύτην τε ἐκ χλιδα‐ νώπης καὶ υἱὸν τὸν ἀλκαίαν:

P 9

33

Ἡ κυρήνη, φησίν, οὔτε τὰς παλιμπορεύτους ἐφίλησε τῶν ἱστῶν ὁδούς, ἤγουν ἱστοὺς ὑφαίνειν οὐκ ἠγάπησεν, οὔτε τὰς τῶν δείπνων τέρψεις, ἃς ποιοῦνται πρὸς ἀλλήλας αἱ οἰκουροῦσαι γυναῖκες, φιλίας πρὸς ἀλλήλας κατασκευάζουσαι. πα‐ λιμβάμους δὲ λέγει τὰς ὁδοὺς τῶν ἱστῶν, ὅτι αἱ πρώτως τὸν ἱστὸν ἱστῶσαι ὑφαν‐
5τρίαι βαίνουσαί τε καὶ ἐρχόμεναι ἔμπροσθεν καὶ πάλιν εἰς τοὐπίσω ἀνακάμπτουσαι τοῦτον συνιστῶσιν. ἀπὸ μέρους δὲ τὴν ὅλην ὑφαντικὴν ἐδήλωσε. καὶ ὅμηρος· ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν:

P 9

42

Τοῦτο βούλεται εἰπεῖν, ὡς, ἐπειδὴ πολὺν εἶχεν ἔρωτα τοῦ θηρᾶν, παῦ‐ ρον καὶ ὀλίγον ἀναλίσκουσα ἦν τὸν σύγκοιτον καὶ ὁμόκοιτον αὐτῇ γλυκὺν ὕπνον, ῥέποντα καὶ ἐπερχόμενον ἐπὶ τοῖς βλεφάροις πρὸς ἠῶ, τουτέστι πρὸς ὄρθρον, ἤγουν
τὸν ἑωθινὸν γλυκὺν ὕπνον ὀλίγον ὕπνωττεν, ὡς καὶ πρὶν διαλάμψαι τὴν ἡμέραν εὐθὺς15
5πρὸς τὴν θήραν ἐξέρχεσθαι. τοσοῦτον αὐτῆς ὁ τῆς θήρας κατεκράτησεν ἔρως, ὡς καὶ τὸν γλυκὺν ὕπνον ὀλίγον προσίεσθαι:

P 9

45

Κατέλαβε, φησί, ποτὲ ὁ εὐρυφαρέτρας ἀπόλλων ὁ ἑκάεργος αὐτὴν τὴν κυρήνην παλαίουσαν καὶ μαχομένην λέοντι ὀμβρίμῳ καὶ ἰσχυρῷ ἄνευ ἐγχέων ἤγουν δόρατος καὶ ξιφῶν, καὶ θαυμάσας ἐκάλει καὶ τὸν χείρωνα κένταυρον ἐξελθεῖν καὶ θαυμάσαι:

P 9

55

Τοῦ μόχθου, φησί, καὶ καμάτου τοῦ πρὸς τὴν πάλην ὑπερτέραν ἔχει τὴν ἑαυτῆς ψυχήν, οἱονεὶ οὐ κάμνει πρὸς τὸ καταπαλαῖσαι τὸν λέοντα, ἀλλ’ οὐδὲ φόβῳ ἐχειμάσθησαν αὐτῆς αἱ φρένες:

P 9

58

Οὐχ ὡς ἀγνοῶν ἀπόλλων ταῦτά φησιν, ἀλλ’ ὡς θαυμάζων αὐτήν:

P 9

61

Γεύεται ἀλκᾶς ἀντὶ τοῦ ἅπτεται ἀπείρου ἀνδρείας, οἷον ἰσχυρά ἐστι. καὶ ὅμηρος· γευσόμεθ’ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν:

P 9

61bis

Ἆρα, φησίν, ὅσια καὶ ὅσιόν ἐστι προσενεγκεῖν αὐτῇ χεῖρα καὶ ἐκ τῆς κοίτης αὐτῆς ἡδεῖαν βοτάνην ἀποκεῖραι, ἀντὶ τοῦ δρέψασθαι τὴν παρθενίαν αὐτῆς. ὁ δὲ λόγος ἐρωτηματικός ἐστι παρ’ ἀπόλλωνος ἐν ἤθει λεγόμενος. τὸ δὲ χ σημεῖον τέ‐ θειται, ὅτι μεταφορικῶς εἴρηκε τὸ κεῖραι:

P 9

61ter

Ὅσια δὲ τὰν χέρα γράφε· οὕτω γὰρ ἔχει πρὸς τὸ μέτρον οἰκείως. τὸ δὲ κλειτὰν οὐ καλόν·

P 9

66

χλιαρόν. ἀντὶ μιᾶς. [gl.]

P 9

68

Τῆς περὶ τὰς γυναῖκας σοφῆς πειθοῦς, φησίν, ὦ ἄπολλον, κρυπταί εἰσι τῶν ἱερῶν συνουσιῶν αἱ κλεῖς· καὶ ἐν θεοῖς καὶ ἐν ἀνθρώποις ὁμοίως ἐστὶ τοῦτο· αἰδοῦνται γὰρ ἀμφότεροι φανερῶς περὶ ἀφροδισίων διαλέγεσθαι, τουτέστιν· οὐκ ἔθος ἐστὶν οὔτε θεοῖς οὔτ’ ἀνθρώποις ἀναπτύσσειν καὶ φανεροῦν διὰ πειθοῦς τὰ περὶ
5συνουσίας, ἀλλὰ κρύπτειν, ὡς ἐν κλεισί τισιν ἀσφαλιζομένους:

P 9

73

Αἰδοῦνται, φησίν, ἀμφότεροι φανερῶς τυχεῖν τῆς εὐνῆς τῆς ἡδείας πρῶ‐ τον, τουτέστι τὸ τυχεῖν τῆς εὐνῆς πρῶτον φανερῶς αἰδοῦνται. καὶ διὰ τοῦτο κρύ‐ πτουσι τὰ περὶ τούτου, ἵνα μὴ φανερὸν ἐκ πρώτης ἐπιχειρήσεως τὸ πρᾶγμα γένηται·
εἰ γὰρ καὶ μεταταῦτα φανεροῦται, ἀλλὰ ἐν ἀρχῇ τοῦτο κρύπτειν σπουδάζουσιν:16

P 9

77

Ὁ λόγος ἠθικός· ἐμὲ ἐρωτᾷς, ὦ δέσποτα ἄπολλον, πόθεν τῆς κυρήνης ἡ γενεὰ καὶ τίνες οἱ γονεῖς; ὅστις πάντων τῶν κατὰ τὸν βίον τὸ κύριον τέλος οἶδας καὶ πάσας τὰς ὁδοὺς καὶ ὅσα ἐν τῇ ὕλῃ φύλλα ἀναφύει ἡ γῆ ἐν ἔαρι καὶ ὅσην ψάμα‐ θον οἱ ἄνεμοι ταράσσουσιν:

P 9

80

Ὅ τις χρὴ γράφειν, ἵν’ οἰκεῖον ᾖ τῷ μέτρῳ. τὸ σημεῖον δέ, οἶμαι, χ τέθειται, ἐπεὶ τὸ τέλος μόνον πάντων εἶπεν αὐτὸν εἰδέναι καὶ οὐχὶ καὶ τὴν ἀρχήν, πλὴν ἀπὸ τούτου κἀκεῖνο νοεῖν ἔδωκεν. ὁ γὰρ τὸ τέλος τινὸς εἰδώς, εὔδηλον ὅτι καὶ τὴν ἀρχὴν ἐπίσταται:

P 9

80bis

Σὺ πάντα, φησίν, ἐπίστασαι καὶ ὡς θεὸς προγινώσκεις τὸ μέλλον καὶ ὅπως ἄρα ἔσεται. εἰ δὲ χρὴ κἀμὲ ἀντιφερίζειν ἤγουν ἐξισοῦσθαι σοὶ καὶ προλέγειν τὰ μέλλοντα, ἐρῶ. ἢ τὸ ἀντιφερίζειν ἀντὶ τοῦ ἐναντίον σου ἤγουν ἐνώπιόν σου φέ‐ ρεσθαι καὶ κατατολμᾶν λέγειν τι:

P 9

89

Ταύτῃ, φησίν, ἀφίκου πόσις εἰς τήνδε τὴν βῆσσαν, ἤγουν τὸ ὄρος. ἢ ἵκεο καὶ ἐλθέ. καὶ μέλλεις ἐνεγκεῖν καὶ κομίσαι αὐτὴν διὰ τοῦ πόντου. τοῦτο γὰρ δηλοῖ τὸ ὑπὲρ πόντου, πρὸς τὸν ἔξοχον κῆπον τοῦ διός, ἤγουν τὴν λιβύην. διὸς δὲ κῆπον λέγει τὴν λιβύην διὰ τὸ πλησιάζειν τῇ αἰγύπτῳ, ἣν διὸς τέμενος οἱ ποιηταί
5φασιν. ἢ διὰ τὸ τὸν ἄμμωνα δία νομίζεσθαι. φησὶ γάρ· ἄμμων, ὀλύμπου δέ‐ σποτα, καὶ πάλιν διὸς ἐν ἄμμωνος θεμέθλοις. ἄμμωνι γὰρ ἡ λιβύη ἀνάκειται:

P 9

90

Οὐ χρὴ γράφειν ὑπερποντίου διός· οὐ γὰρ οἰκεῖόν ἐστι τῷ μέτρῳ· ἀλλὰ ὑπὲρ πόντου, ἤγουν ὑπεράνω τοῦ πόντου. οὕτω γὰρ καὶ πρὸς τὴν σύνταξιν ἄριστ’ ἂν ἔχοι, καὶ πρὸς τὸν τοῦ μέτρου ῥυθμόν:

P 9

93

Ἀποικία ἐστὶν ἡ κυρήνη νησιωτῶν τινων θηραίων τῶν ἐκ λακεδαίμονος μετοικησάντων. θήρας γὰρ ἐκεῖνος ὁ στείλας εἰς αὐτὴν ἀποικίαν, λάκων ἀνέκαθεν ἦν. ἡ περὶ τούτων δὲ ἱστορία εἴρηται ἔνθα τὰ περὶ ἰάσονος διηγεῖται καὶ μηδείας:

P 9

95

Ταύτην, φησίν, ὑποδέξεται ἡ λιβύη ἐκεῖ ὅπου μέρος τῆς ἰδίας γῆς δω‐ ρήσεται ἔννομον, οὔτε φυτῶν ἀπεστερημένον οὔτε ἔξω κυνηγεσίων, ὥστε συντελεῖν αὐτῷ εἰς τὴν θήραν καὶ εἰς πᾶν ὃ βούλεται ἕτερον:

P 9

104

Ἐν τῇ λιβύῃ, φησίν, ἡ κυρήνη τέξεται παῖδα, τουτέστι τὸν ἀρισταῖον, ὃν ὁ ἑρμῆς ἀνελὼν καὶ λαβὼν ἀπὸ τῆς μητρὸς οἴσει καὶ κομίσει καὶ δώσει ταῖς ὥραις καὶ τῇ γῇ τρέφειν. δώσει δὲ αὐτὸν τῇ γῇ ὡς προμάμμῃ. ἡ κρέουσα γὰρ ἡ ὠκεανίς, γῆς παῖς οὖσα, ἔτεκε τὸν ὑψέα τὸν πατέρα κυρήνης, ἧς ὁ ἀρισταῖος:17

P 9

108

θεῖσαι ἐν ἑαυταῖς. οὕτω τὸ αὑταῖς σύντασσε. [gl.]

P 9

114

Φασὶν ὡς πρὸ τοῦ γενέσθαι ἀρισταῖον τὰ πρόβατα οὐκ εἶχεν ὀπάονας, ἤτοι ἀκολούθους καὶ φύλακας. τοῦτον δὲ διὰ τὸ κτηνοτροφίαν καὶ κυνηγεσίαν εὑρη‐ κέναι ἀγρέα καὶ νόμιον ὠνόμαζον. φαίνεται δὲ ὅτι καὶ τὴν ἐλαιουργίαν καὶ μελιτουρ‐ γίαν πρῶτος ἐπενόησεν ἀρισταῖος. τοῦτον καὶ τοῦ μέλιτος εὑρετὴν εἶναι λέγουσιν, ὃ
5δὴ τῆς ἀθανασίας δέκατον εἶδος ᾠήθησαν εἶναι:

P 9

119

Εἰπὼν ὅτι οἱ θεοὶ πάντα ἀνύουσι ταχέως ἃ βούλονται πρᾶξαι καὶ ὁδοὺς ἔχουσι βραχείας, ἐπήγαγεν ὅτι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καθ’ ἣν ὁ χείρων αὐτῷ διελέγετο, καὶ εἰς λιβύην αὐτὴν ἤγαγε, τὴν κυρήνην δηλονότι, καὶ συνῆλθεν αὐτῇ, τῆς τε ὁδοῦ τὸ τάχος καὶ τῆς πράξεως διὰ τούτων ἀμφοτέρων δηλώσας:

P 9

119bis

ὠκεῖα δὲ πρᾶξις γράφε, ἵνα τοῖς πρὸ αὐτῶν κώλοις οἰκείως ἔχῃ τὰ κῶλα ταῦτα. οἱ γὰρ πρὸς τὸ ὁδοὶ ὠκεῖαι γράφοντες πράξεις ἀγνοοῦσι τὰ μέτρα:

P 9

132

Ἱμερτὴν δόξαν τὴν ἐκ τῆς νίκης λέγει τιμήν. πάντες γὰρ ἐπεθύμουν νικηταὶ ἐν τοῖς ἀγῶσι τούτοις γενέσθαι καὶ στεφανωθῆναι. τὸν γὰρ ἐκ σελίνων ἢ ἐλαίας στέφανον μυρίων χρυσίων καὶ λίθων τιμιώτερον ἦγον, καὶ σπουδὴ πᾶσιν ἦν γυμνάζεσθαι, ὥστ’ ἀρίστους γεγονότας μὴ διαμαρτεῖν τῆς νίκης καὶ τῶν ἐπὶ ταύτῃ
5λαμπρῶν στεφάνων:

P 9

137

Οἱ μέν φασιν, ὅτι ἰόλαος τεθνηκώς, ἐπειδὴ ἔμαθεν εὐρυσθέα ἐξαιτού‐ μενον παρ’ ἀθηναίων τοὺς ἡρακλείδας καὶ ἀπειλοῦντα πόλεμον εἰ μὴ δώσουσιν, ηὔξατο ἀναβιῶναι, καὶ ἀναβιοὺς ἀπέκτεινε τὸν εὐρυσθέα, συνταχθεὶς τοῖς περὶ τὸν ὕλλον καὶ τὴν κεφαλὴν αὐτοῦ ἀποτεμών, καὶ πάλιν τέθνηκεν. οἱ δὲ πρὸς τὸ πιθανώτερον
5ἕλκουσι τὴν ἱστορίαν, ὅτι γέρων ὢν ηὔξατο ἀνηβῆσαι καὶ τελέσας τὸν ἆθλον εὐθέως ἐτελεύτησεν:

P 9

141

Ἐκ τοῦ πρήθω τὸ καίω τὸ ἔπραθον γίνεται. ἐπακολουθεῖ γὰρ τοῖς φονευθεῖσι καὶ τῷ θανάτῳ προσομιλήσασι τὸ καυθῆναι κατὰ τὸ σύνηθες:

P 9

145

Ἀμφιτρύωνα προσκαλεσάμενος ὁ ἠλεκτρυὼν εἰς βοήθειαν, ὅτε ὁ πρὸς ταφίους ἦν αὐτῷ πόλεμος, τὴν αὐτοῦ θυγατέρα ἀλκμήνην τούτῳ κατεγγυᾶται. ὁ δὲ κατά τινα τύχην [ἄκων] αὐτὸν ἀπέκτεινε, καὶ τὰς μυκήνας ἀφεὶς εἰς θήβας φυγὼν μετῴκησεν:18

P 9

148

Ἡ ἀλκμήνη, φησί, μιγεῖσα τῷ διῒ καὶ τῷ ἀμφιτρύωνι, ἔτεκεν ἐν μιᾷ ὠδῖνι, ἤτοι ἐν ἑνὶ τόκῳ, σθένος διδύμων υἱῶν κρατησίμαχον, ἤγουν πολεμικωτάτην δύναμιν, ἤτοι ἰσχυροτάτους υἱούς:

P 9

151

Τὸ κωφὸς εἶπεν, ἐπειδὴ ὁ μὴ ἀκηκοὼς περὶ τῶν προσόντων τινὶ καλῶν οὐδὲ εἰπεῖν τι περὶ τούτου δύναται καὶ ἐπαινέσαι αὐτόν.

P 9

154

ἐπιμέμναται δὲ γράφε, μὴ ἀεὶ μέμναται. οὕτω γὰρ ἔχει τὸ κῶλον ὀρθῶς, οὐκ ἐκείνως:

P 9

156

Ὁ λόγος ἔοικε παρὰ τοῦ ὑμνουμένου λέγεσθαι πρὸς τὸν ἡρακλέα καὶ ἰφικλέα. φησὶ γάρ· παθὼν ἐσθλόν τι καὶ ἀγαθὸν τέλειον καὶ πληρέστατον ἐπ’ εὐχῇ, ἤγουν κατ’ εὐχὴν ἐμήν, κωμάσομαι τούτους, ἤτοι ὕμνον προσάξω. ἢ κωμάσομαι λέγε τέλειον ἐν τούτοις, ἤγουν τελέως τούτους ὑμνήσω. θέλει δὲ εἰπεῖν ὅτι τετυχηκὼς τῆς
5νίκης τῶν ἡρακλείων, κἀγὼ ἀντικωμάσομαι καὶ ὑμνήσω αὐτόν. νενίκηκε δὲ ἴσως καὶ τὰ ἰολάεια, καὶ διὰ τοῦτο κἀκείνου ἐμνημόνευσεν:

P 9

158

Εὔχεται ὁ ποιητὴς καὶ μετὰ χάριτός τινος γράφειν, ἤτοι χάριν τινὰ καὶ ἡδονὴν ἔχειν τὰ αὐτοῦ ποιήματα, ὡς πᾶσιν εἶναι ἐπέραστα καὶ πᾶσι γενέσθαι φα‐ νερά, ὥστε μὴ διαφθαρέντα λήθῃ παραδοθῆναι. διὰ τοῦτο γὰρ καὶ τὸ κελαδεννὸν ἐπίθετον ἐπέθηκε ταῖς χάρισιν, ὥστε ἐξηχηθῆναι παρ’ αὐτῶν ταῦτα ἐν ἅπασι καὶ μὴ
5σιγῇ καλυφθῆναι. καὶ τὸ καθαρὸν εἴληπται αὐτῷ φέγγος, ὥστε δῆλα γενέσθαι καὶ μὴ ἀφανείᾳ τινὶ καλυφθῆναι καὶ σκότῳ:

P 9

162

πόλιν τάνδ’. τὴν κυρήνην. [gl.]

P 9

163

Ἀμήχανον εἶπε τὴν σιωπήν, ἐπειδὴ οἱ νικηθέντες σιωπῇ καὶ ἀπορίᾳ κατέχονται ἀμηχανοῦντες. τί δήποτε πρὸς τοὺς ἐρωτῶντας ἂν εἴποιεν, ὅτου χάριν ἡττήθησαν; καὶ ἑτέρωθί πού φησι· νικώμενοι δ’ ἀγρυξίᾳ δέδενται:

P 9

164

Οὕνεκεν εἰ φίλος· διατοῦτο, φησίν, εἴ τις τῶν ἀστῶν καὶ τῶν πο‐ λιτῶν ὑπάρχει φίλος αὐτῷ, εἴ τις ἀντάεις καὶ ἐναντίος ἤτοι ἐχθρός, μὴ κρυπτέτω καὶ
καλυπτέτω ἐν σιωπῇ ἀλλ’ ἐπαινείτω καὶ κηρυττέτω αὐτόν, μὴ βλάπτων καὶ ἀθετῶν καὶ ἀτιμάζων τὸν λόγον τοῦ ἁλίου γέροντος, ἤτοι τοῦ νηρέως τοῦ θαλασσίου θεοῦ.19
5ἐκεῖνος γὰρ ἔννεπε καὶ ἔλεγεν αἰνεῖν καὶ ἐπαινεῖν οὐ μόνον τὸν φίλον δηλονότι ἀλλὰ καὶ τὸν ἐχθρὸν καλὰ ῥέζοντα καὶ πράττοντα. ἐπαινεῖν δὲ οὐχ ἁπλῶς, ἤτοι ῥᾳθύμως καὶ ἀφελῶς, ἀλλὰ σὺν παντὶ θυμῷ καὶ προθυμίᾳ πάσῃ, καὶ δίκῃ ἤτοι δικαιοσύνῃ. δίκαιον γάρ ἐστι πάντα τὸν καλόν τι πράττοντα ἐπαινεῖν, κἂν ἐχθρὸς εἴη:

P 9

172

Πλεῖστα νικήσαντα. καὶ σέ, φησίν, ὦ τελεσίκρατες, εἶδον νική‐ σαντα πλεῖστα ἤγουν πολλάκις ἐν ταῖς ὡρίαις τελεταῖς τῆς παλλάδος, ἤτοι ἐν ταῖς κατὰ καιρὸν ὡρισμένον γινομέναις ἑορταῖς αὐτῆς, ἤτοι εἰς τὰ παναθήναια, καὶ ὡς καὶ ὅτι ηὔχοντο αἱ παρθενικαί, ἤγουν αἱ παρθένοι, ἄφωνοι, τουτέστιν ἄνευ φωνῆς ἤτοι καθ’
5ἑαυτάς, οὐ γὰρ ἐξηκούετο αὐτῶν ἡ φωνή, ἑκάστη λέγω ηὔχετο, ἔμμεν καὶ εἶναί σε πόσιν καὶ ἄνδρα αὐτῆς ἢ υἱόν. οὐ μόνον δὲ ἐν τοῖς παναθηναίοις ὁρῶσαί σε αἱ γυναῖκες νικῶντα ταῦτα ηὔχοντο, ἀλλὰ καὶ ἐν ὀλυμπίοις καὶ ἐν τοῖς ἄλλοις ἀγῶσι τῆς βαθυ‐ κόλπου καὶ πλατείας γῆς, καὶ ἐν πᾶσιν ἁπλῶς ταῖς ἐν ἑκάστῃ πόλει ἐπιχωρίοις ἀγῶσιν. εἰπὼν δὲ ἢ υἱόν, ἔδωκε νοεῖν, ὡς οὐ μόνον αἱ παρθένοι ηὔχοντο εἶναι αὐτῶν ἄνδρα
10τὸν τελεσικράτην, ἀλλὰ καὶ αἱ λοιπαὶ γυναῖκες αἱ ἄνδρας ἔχουσαι ηὔχοντο εἶναι τοῦτον υἱὸν αὐτῶν. οὐ γὰρ αἱ παρθένοι ηὔχοντο τοῦτον εἶναι αὐταῖς υἱόν, μήπω πεῖραν ἐσχηκυῖαι ἀνδρῶν:

P 9

172bis

Εἴ σοι δοκεῖ καλῶς ἔχειν τὴν σύνταξιν ἣν εἴπομεν, ἔστω ταῦθ’ οὕτως· εἰ δὲ βούλει, σύναπτε τὰ παρόντα ἔπη τοῖς ἄνω, οὕτως· εἶδόν σε νικήσαντα πλεῖστα ἐν ταῖς ὡρίαις τελεταῖς τῆς παλλάδος καὶ ἐν ὀλυμπίοις καὶ ἐν τοῖς ἄθλοις τῆς βαθυ‐ κόλπου γῆς καὶ ἐν πᾶσιν ἐπιχωρίοις καὶ ὅτι ηὔχοντο αἱ παρθένοι ἄφωνοι ἑκάστη, εἶναί
5σε πόσιν φίλτατον αὐτῆς, ἢ υἱόν:

P 9

179

Ἐμέ, φησίν, ἀκειόμενον καὶ θεραπεύοντα τὴν δίψαν τῶν ᾠδῶν τις πράσσει καὶ ἀπαιτεῖ ἕτερον χρέος, ἐγεῖραι καὶ ἀνυψῶσαι καὶ ἀνακαλέσασθαι πάλιν καὶ τὴν δόξαν τῶν παλαιῶν σῶν προγόνων, τουτέστιν, ἐπεὶ αἱ ᾠδαὶ τρόπον δή τινα δίψαν εἶχον ἀνυμνῆσαί σε τὸν νικητὴν καὶ ἤδη θεραπείαν ἔσχον τῆς δίψης ὑπ’ ἐμοῦ, ἐξείρ‐
5γασται γάρ μοι ὁ περί σου ὕμνος, τίς ἀπαιτεῖ με καὶ τῶν σῶν μνησθῆναι προγόνων καὶ τὴν ἐκείνων δόξαν αὖθις ἀνακαλέσασθαι; ὤφελε γοῦν εἰπεῖν, οὐδείς, ἀλλ’ ἐγὼ
ἑκὼν τούτων ἐπιμνησθήσομαι· ὁ δέ, τοῦτ’ ἀφείς, εὐθὺς τὰ περὶ ἐκείνων διηγεῖται. καὶ οὕτω μὲν τὸ τις ἀορίστως νοεῖται· εἰ δὲ βούλει, καὶ ὡρισμένως τοῦτ’ εἰπέ, οὕτως· ἐμὲ δὲ ἀκειόμενον καὶ θεραπεύοντα τὴν δίψαν τῶν ᾠδῶν ἀπαιτεῖ τις χρέος, ἐγεῖραι20
10πάλιν τὴν δόξαν τῶν σῶν προγόνων, ὡς ἂν εἰ ἔλεγέ τις τῶν προσηκόντων ἐκείνοις, ἢ χάρις τις ἣν ἔσχον ἐξ ἐκείνων:

P 9

185

ἐς πόλιν γράφε διὰ τὸ μέτρον. [gl.]

P 9

185bis

Ἴρασα πόλις λιβύης, ἣν ᾤκει ἀνταῖος, οὐχ ὁ ὑπὸ ἡρακλέους ἀναιρεθείς· ἐκεῖνος γὰρ διαλλάσσει τῷ χρόνῳ· ἀλλ’ ἕτερος, ὃς τὴν θυγατέρα ἀλκηΐδα τοῖς μνη‐ στευομένοις προὔθηκεν ἆθλον δρόμου τῷ φθάσαντι λαβεῖν κελεύσας, ὅμοιόν τι ποιή‐ σας τῷ δαναῷ· κἀκεῖνος γὰρ τὰς θυγατέρας εἰς δρόμον προὔθηκε. τὴν δὲ κόρην ταύ‐
5την τῶν τελεσικράτους τις πρόγονος ἀλεξίδαμος μνηστευσάμενος καὶ νικήσας τὸν δρόμον ἔγημεν:

P 9

183

Ἡ σύνταξις· οἷοι καὶ ὁποῖοι ἔβαν καὶ ἦλθον εἰς τὴν ἴρασαν πόλιν τοῦ ἀνταίου περὶ τῆς γυναικὸς τῆς λιβύσσης, μνηστῆρες λέγω, ἔβησαν εἰς τὴν καλλίκομον κόρην τὴν ἀγακλέα καὶ ἔνδοξον πάνυ, ἥντινα πολλοὶ λίαν ἀριστῆες ἄνδρες σύγγονοι καὶ συγγενεῖς ᾔτουν λαβεῖν καὶ πολλοὶ ξένοι, ἐπεὶ θαυμαστὸν εἶχεν εἶδος. τὸ οἷοι
5δὲ ὅμοιόν ἐστι τῷ παρ’ αἰσχύλῳ· οἷος ἀμίστρης ἠδ’ ἀρταφρένης. εὑρήσεις δὲ τὸν λόγον ἐκεῖ:

P 9

194

Ἄλλως ἀρξάμενος, ἄλλως τὸν λόγον ἐσχημάτισεν. εἰπὼν γὰρ ὁ πατὴρ δὲ ἤγουν ὁ ἀνταῖος φυτεύων καὶ κατασκευάζων τῇ θυγατρὶ τὸν γάμον κλεινότερον καὶ ἐνδοξότερον, τὸ καὶ τὸ πεποίηκεν, ὁ δέ, σχηματίσας τὸν λόγον, προτίθησι τὸ παρά‐ δειγμα τὸ περὶ τῶν παίδων τοῦ δαναοῦ, εἶτα ἐπάγει καὶ ὅτι οὕτω καὶ οὗτος πεποίη‐
5κεν ἐπὶ τῇ αὐτοῦ θυγατρί:

P 9

200

Ζητεῖται, διατί, πεντήκοντα οὐσῶν τῶν θυγατέρων δαναοῦ, μη οὗτος εἶπε. καὶ ῥητέον ὅτι ἀμυμώνη μὲν προδιαφθαρεῖσα ἦν ποσειδῶνι, ὑπερμνήστρα δὲ ἐρασθεῖσα λυγκέως οὐκ ἀπέκτεινε τοῦτον. αἱ δὲ ἄλλαι, πεισθεῖσαι τῷ πατρῴῳ βουλή‐ ματι, ἀνεῖλον τοὺς αἰγύπτου παῖδας:

P 9

200bis

Ἔστησεν αὐτήν, φησί, πρὸς τῇ ἐσχάτῃ γραμμῇ τοῦ δρόμου, τοῦτο ἄκρον καὶ τέλος εἶναι διαταξάμενος. ἐχάρασσον δὲ γραμμήν τινα, ἣν ἀρχὴν καὶ
τέλος εἶχον οἱ ἀγωνιζόμενοι. ὅθεν καὶ παροιμία· μὴ κίνει γραμμήν. ἐν μέσοις δὲ αὐτῶν εἶπεν, ὅτι, ὃς ἂν πρῶτος πηδήσας τῶν πέπλων αὐτῆς ἐφάψηται, ἐκεῖνος αὐτὴν21
5ἀπαγέσθω:

P 9

215

Τὸ ἔφυγεν οὐ κυρίως εἴρηται· οὐ γὰρ ἐδίωκέ τις αὐτόν. ἀλλὰ τὸ τάχος βούλεται παραστῆσαι, παρόσον οἱ διωκόμενοι ἐπιτείνουσι τὸν δρόμον:

P 9

218

ἤγουν ἐπ’ αὐτὸν ἔρριπτον φύλλα καὶ ἄνθη καὶ στεφάνους ἐκ τῶν κλάδων. [gl.]

P 9

220

—πρότερον—ἤγουν πολλοὺς καὶ ἄλλους ἀγῶνας ἐνίκησεν. [gl.]

P 9

200bis

Διὰ τὸ ταχὺ τῆς νίκης καὶ ὅτι δρόμου ἦν ἡ νίκη, ἐν ᾧ περὶ ταχυτῆτος ποδῶν ἀγωνίζονται, πολλὰ πτερὰ νίκης καὶ πρότερον αὐτὸν λέγει δέξασθαι, ἤγουν πολλοὺς καὶ ἄλλους ἀγῶνας νικῆσαι. πτερὰ δὲ νίκης περιφραστικῶς ἡ νίκη, ἐπεὶ οἷον ἐπτερωμένους τοὺς νικητὰς καὶ ἐπηρμένους ποιεῖ:

P 10

t

[Pyth. X.]

P 10

prae 8

ἐκ τῶν παλαιῶν σχολίων. τὸ προοίμιον ἀπὸ τῆς πατρίδος τοῦ νικητοῦ: Ἦν μὲν τὸ γένος ὁ προκείμενος νικηφόρος θεσσαλός, πόλεως δὲ πελιναίου. ἐνίκησε δὲ τὴν κηʹ πυθιάδα, ἐνίκησε δὲ καὶ τὴν οβʹ καὶ ογʹ ὀλυμπιάδα. τὴν δὲ λα‐ κεδαίμονα νῦν παρέλαβεν, ὡς αὐτὸς δηλοῖ, ὅτι ἀμφότερα τὰ ἔθνη ὑπὸ τῶν ἡρακλει‐
5δῶν ἐβασιλεύοντο. ἐν δὲ τῇ αὐτῇ ἡμέρᾳ ἐνίκησε καὶ στάδιον, οὗ οὐκ ἐμνήσθη, ἴσως τοῦ διαύλου μόνον μισθὸν λαβών. φησὶ γοῦν· ὦ ὀλβία καὶ εὐδαιμονεστάτη λακεδαῖ‐ μον καὶ ὦ μακαρία θεσσαλία· ἐν γὰρ ἀμφοτέραις ἐξ ἑνὸς πατρὸς τοῦ γενναίου ἡρα‐ κλέους τὸ γένος βασιλεύει. τί κομπῶ καὶ πολυλογῶ παρὰ καιρόν;

P 10

8

Ἀλεύα τε παῖδες. ἢ καθόλου οἱ θετταλοὶ ἀπὸ ἀλεύα τοῦ βασιλεύοντος αὐτῶν, ὡς καὶ σισυφίδαι οἱ κορίνθιοι ἀπὸ σισύφου. ἢ ἀλεύα παῖδες οἱ ὄντες ἑταῖροι τῷ ἱπποκλεῖ. λέγει δὲ ὅτι ἡ πυθὼ καὶ τὸ πελιναῖον καὶ τοῦ ἀλεύα οἱ παῖδες προσ‐ καλοῦνταί με ὑμνῆσαι τὸν νικητήν, θέλοντες ἀγαγεῖν καὶ κομίσαι τῷ ἱπποκλεῖ τὴν
5ἐγκωμιαστικὴν τῶν χορευτῶν φωνήν, ἥτις ἔνδοξον τοῦτον ποιήσει καὶ ἐξάκουστον. γεύεται γάρ, φησί, τῶν ἄθλων, τουτέστι, νῦν πρῶτον εἰς τὸν ἀγῶνα εἰσῆλθε καὶ ἐν τῷ στρατῷ τῶν ἀμφικτυόνων καὶ περιοίκων ὁ παρνάσσιος μυχὸς ἤτοι ἡ πυθὼ ὕπατον
καὶ ἔξοχον αὐτὸν τῶν διαυλοδρόμων παίδων ἀνηγόρευσεν:22

P 10

15

ἰδίως τοῦτο λέγει, καὶ ἐπιφωνεῖ τὸν θεὸν ὡς ἔφορον τοῦ ἀγῶνος. [gl.]

P 10

19

ἤγουν κατὰ τὸ ἐκ γένους ἔμφυτον. [gl.]

P 10

21

ἡ νίκη ἡ ἐν ὀλυμπίᾳ ἐποίησεν αὐτὸν νικῆσαι ἐν ὅπλοις. [gl.]

P 10

21bis

Ἡ ὀλυμπιονίκη, φησί, τουτέστιν ἡ νίκη ἡ ἐν ὀλυμπίᾳ γενομένη, ἐνέ‐ θηκεν αὐτὸν δὶς ἐν τοῖς πολεμαδόκοις ὅπλοις τοῦ ἄρεος, ἤγουν ὁπλιτοδρόμον ὄντα, δὶς ἐν τῷ τοιούτῳ ἀγῶνι ἐποίησε νικῆσαι. καὶ ὁ ἀγὼν ὁ ὑπὸ τὴν βαθυλείμωνα πέ‐ τραν τῆς κίρρας, ἤγουν ὁ πυθικὸς ἀγών, ἔθηκεν ἀπὸ κοινοῦ τὸν φρικίαν, τὸν πατέρα
5τοῦ ἱπποκλέους, κρατησίποδα, ἤτοι νικῆσαι τοῖς ποσὶν ἐποίησε. βούλεται δὲ δεῖξαι αὐτὸν καὶ ὀλυμπιονίκην καὶ πυθιονίκην. διὸ καὶ ἄνω εἴρηκεν ὡς τοῖς ἴχνεσιν ἐμβέ‐ βηκε τοῦ πατρός, ἀπὸ τῶν ἰχνῶν δηλώσας ὡς δρομεὺς ἦν καὶ οὗτος ὡς ὁ πατὴρ αὐτοῦ· πλὴν ἐκεῖνος μὲν ὁπλιτοδρόμος νενίκηκεν, οὗτος δὲ διαυλοδρόμος:

P 10

29

Ἐμοὶ δοκεῖ, πολλῶν καὶ ἄλλων τερπνῶν ὄντων ἐν τῇ ἑλλάδι, ταῦτα μόνα λέγειν τὸν ποιητὴν τερπνά, τὴν ἐκ τῶν ἀγώνων νίκην καὶ τὸν ἐπὶ ταύτῃ ὕμνον, ἤ, εἰ βούλει γε, καὶ τὸν στέφανον· πλείστη γὰρ ἦν αὐτοῖς τοῖς ἕλλησι, φημί, σπουδὴ νικητάς τε γενέσθαι καὶ στέφανον ἐν τῇ κεφαλῇ δέξασθαι καὶ ὕμνοις ἀνα‐
5κηρυχθῆναι:

P 10

32

Ἐπειδὴ πάθος ψυχῆς ὁ φθόνος ἐστὶ καὶ νόσος αἰσχίστη, διατοῦτο λέγει: εἴη ὁ θεὸς ἀπήμων καὶ ἀβλαβὴς κατὰ τὴν ψυχήν, ἤγουν, μὴ τοιοῦτον πάθος ὁ θεὸς ἐν τῇ ψυχῇ δέξαιτο, ὡς φθόνῳ δοκεῖν μετατρέπειν τὰ προσόντα τοῖς ἀνθρώποις ἀγαθά. ἐκεῖνος δέ ἐστιν εὐδαίμων, φησί, καὶ ὑμνητὸς τοῖς σοφοῖς, ἤγουν ἐκεῖνον ὑμνοῦσιν
5οἱ σοφοί, ὃς κρατήσας καὶ νικήσας ἐν χερσὶν ἢ ἐν ἀρετῇ ποδῶν, ἤτοι ἐν πάλῃ καὶ δρόμῳ, ἕλῃ καὶ λάβῃ τὰ μέγιστα τῶν ἄθλων, ἤγουν τῶν ἀγώνων ἢ τῶν βραβείων, ἐν τόλμῃ καὶ θρασύτητι καὶ σθένει καὶ ἰσχύϊ. ἀμφότερα δὲ τέθεικεν, ὅτι ὁ ἰσχυρὸς καὶ ἀνδρεῖος δεῖται καὶ τόλμης. δειλίας γὰρ οὔσης ἐν τῇ αὐτοῦ ψυχῇ, οὐδὲν τῆς ἀνδρείας ὄφελος. ταῦτα δὲ διαμέσου εἴρηται, τὰ δὲ ἑξῆς τοῖς ἄνω συνάπτεται, ἐν οἷς περὶ τοῦ
10νικητοῦ καὶ τοῦ πατρὸς αὐτοῦ ἔλεγεν. οὐ γὰρ τὸν κρατήσαντα τῶν μεγίστων ἄθλων εὔχεται καὶ τὸν υἱὸν ἰδεῖν τὸν νεώτερον τυχεῖν στεφάνων πυθίων, ἀλλὰ περὶ τῶν νῦν ἐπαινουμένων ταῦτά φησι. καὶ τὰ ἑξῆς δὲ περὶ τούτων ἐστὶν εἰρημένα. λέγει γὰρ ὅτι ὁ μὲν χάλκεος οὐρανός, ἤγουν ὁ ἰσχυρός, οὐ γενήσεται τῷ τοιούτῳ ἐπιβατός, τουτέ‐
στιν, οὐκ ἂν δυνηθείη εἰς οὐρανοὺς ἀνελθεῖν καὶ τοῖς θεοῖς συγγενέσθαι. γένοιτο δὲ23
15ἐλθεῖν αὐτὸν εἰς τὸν ἔσχατον πλοῦν τῶν ἀγαθῶν ὧν μετέχει τὸ τῶν βροτῶν ἔθνος, ἤγουν εἰς τὸ ἀκρότατον ἀφῖχθαι τῶν ἐν ἀνθρώποις ἀγαθῶν:

P 10

46

Οὔτε ἐν ναυσί, φησίν, οὔτε πεζὸς ἰὼν καὶ πορευόμενος εἰς τὸν ἀγῶνα τῶν ὑπερβορέων, τουτέστιν εἰς τοὺς ὑπερβορέους, εὕροις ἂν θαυμαστὴν ὁδόν. ἤγουν εἰ διὰ τούτων ἔλθῃς, οὐκ ἂν εἴη θαυμαστόν· πολλοὶ γὰρ ἂν τοῦτο δυνηθεῖεν. εἰ δ’ ἐνταῦθα τυγχάνων, τὰ ἐκεῖ γινώσκεις γινόμενα, ὡς ἐγὼ νῦν περὶ τούτων διέξειμι,
5τοῦτ’ ἂν εἴη θαύματος ἄξιον. τὸ γὰρ διηγεῖσθαί τινα ἃ οὐκ αὐτὸς τεθέαται, ἄλλων δὲ ἰδόντων καὶ διηγουμένων ἀκήκοε, τοῦτ’ ἔστι θαυμαστόν. ἀγῶνα δὲ ὑπερβορέων οἱ μὲν τὸ ἄθροισμα λέγουσιν, ἐγὼ δέ φημι τοῦτ’ εἰρηκέναι ὡς ἀγῶνός τινος κἀκεῖ τελουμένου τῷ ἀπόλλωνι, εἰ καὶ μὴ δῆλον τοῦτο πεποίηκεν. ἔθος γὰρ τούτῳ βραχυ‐ λογεῖν καὶ λέξει μιᾷ ὅλην αἰνίττεσθαι ἱστορίαν. ἐπειδὴ γὰρ τοιαύτην ἐτέλουν ἀπόλ‐
10λωνι ἑορτήν, εἰκός ἐστι καὶ ἀγῶνά τινα τούτῳ τελεῖν:

P 10

51

Κλειτὰς ὄνων. τὸ σημεῖον τίθησι συνήθως χ, ὅτι οἱ ὑπερβόρειοι ὄνους θύουσι τῷ ἀπόλλωνι. ὡς καὶ καλλίμαχος. τέρπουσι] λιπαραὶ φοῖβον ὀνοσφαγίαι. δίδυμος δέ φησι· ταῦτα μετὰ τοῦ γελοίου καὶ ἄσεμνά ἐστι. τίνα γὰρ ἂν λόγον ἔχοι ἥδεσθαι τὸν ἀπόλλωνα τοῖς ὀρθιάζουσι ζώοις;

P 10

55

Ἥδεται, φησίν, ὁ ἀπόλλων ὁρῶν τὴν ἀναίρεσιν τῶν ζώων. ὕβριν δὲ τὴν ἀναίρεσίν φησι διὰ τὰ σκιρτήματα ἃ ἐν τῇ σφαγῇ ποιοῦσιν οἱ ὄνοι. κνώδαλα δὲ κυρίως μὲν τὰ θαλάττια ζῶα, καταχρηστικῶς δὲ καὶ τὰ χερσαῖα:

P 10

56

Ἐγὼ ὀρθίων κνωδάλων φημὶ τῶν ἁπλῶν καὶ ἀκάκων ὄνων. ἀφελῆ γὰρ τὰ ζῶα ταῦτα καὶ ἄκακα, μαστιγούμενά τε καὶ ἀχθοφορεῖν ἀναγκαζόμενα. εἰ δὲ μὴ ἀνάξιον εἴη τοῦ ποιητοῦ τὸ ῥηθησόμενον ἢ μᾶλλον εἰ ἀστειευόμενος τοῦτο εἴρηκεν, ὀρθίαν ὕβριν φημὶ τὸ σπερματογόνον τῶν ζώων μόριον, διὰ τὸ συνεχῶς ὀρθιάζειν·
5λάγνον γὰρ τὸ ζῶον μάλιστα. διὰ γὰρ τοῦτο καὶ τὸ γελᾷ προσέθηκεν ἀντὶ τοῦ μει‐ δι, ὁρῶν αὐτοὺς ἐπὶ σφαγὴν ἑλκομένους καὶ ἴσως τὸ μόριον ὀρθιάζοντας:

P 10

65

Μόχθου, φησί, καὶ μάχης μακράν εἰσι, τὴν παρὰ τὸ μὴ πράσσειν τὸ δίκαιον ἐκφεύγοντες μέμψιν, οἱονεὶ οὐκ ἄδικα πράττοντες μέμψιν ὑφίστανται
παρὰ τῶν θεῶν:24

P 10

72

Ἡ ἱστορία ἐστὶ τοιαύτη. ὅτε ὁ ἀκρίσιος ἀποκυήσασαν τὴν δανάην τὸν περσέα λάθρα ᾔσθετο, τότε ἐνείρξας αὐτὴν εἰς κιβωτὸν μετὰ τοῦ παιδός, καθῆκεν εἰς τὸ πέλαγος. καὶ προσηνέχθη ἡ κιβωτὸς σερίφῳ τῇ νήσῳ, ἧς πολυδέκτης ἐβασίλευε. καί ποτε ἀνδρωθέντος αὐτοῦ καὶ ἑστιωμένου παρὰ τῷ πολυδέκτῃ, ἑτέρων ἕτερα εἰσ‐
5φερόντων εἰς ἔρανον, αὐτοῦ μὴ ἔχοντός τι εἰσενεγκεῖν ὑποσχομένου δὲ τὴν τῆς γορ‐ γόνος κομίσαι κεφαλήν, πολυδέκτης ἐρῶν τῆς μητρὸς αὐτοῦ καὶ βουλόμενος τοῦτον ἐκποδὼν ποιήσασθαι καὶ τοῦ σκοποῦ τυχεῖν, εὔκαιρον λαβὼν πρόφασιν, τὴν ὑπό‐ σχεσιν ἀπῄτει πληρῶσαι καὶ τῆς νήσου ἐξήλαυνεν. ὁ δὲ ἀπελθὼν καὶ τὴν κεφαλὴν τῆς γοργόνος ἀποτεμών, εἰσήνεγκεν εἰς τὸν ἔρανον, καὶ πάντας ἀπελίθωσε τοὺς ἐν
10τῷ συμποσίῳ καὶ αὐτὸν τὸν πολυδέκτην. πῶς δὲ εἰς ὑπερβορέους ἦλθεν ὁ περσεύς; ἐπεὶ τὰς γοργόνας τινές φασιν ἐν τοῖς αἰθιοπικοῖς εἶναι μέρεσιν, ἃ πρὸς ἀνατολὴν καὶ μεσημβρίαν εἰσίν, οἱ δὲ ἐπὶ τῶν περάτων λιβύης, ἃ πρὸς δύσιν εἰσίν· ὅτι δὲ αἱ γορ‐ γόνες οὔκ εἰσι πρὸς ἄρκτους, δῆλον· οὐδεὶς γὰρ ἱστόρησεν:

P 10

74

αἰσχύλος. δρακοντόμαλλοι γοργόνες βροτοστυγεῖς. [gl.]

P 10

76

Ἐμοί, φησίν, οὐδὲν τῶν ὑπὸ θεῶν γινομένων φαίνεται εἶναί ποτε ἄπι‐ στον, ὥστε θαυμάσαι. οἱ γὰρ ἀπιστοῦντες, οὗτοι θαυμάζουσιν, πῶς τόδε τὸ παρά‐ δοξον γέγονεν· ἐγὼ δέ, πιστεύων πάντα τοὺς θεοὺς δύνασθαι, οὐ θαυμάζω:

P 10

79

Ἐπιτιμᾷ ἑαυτῷ ὁ πίνδαρος ὡς πολλῇ χρησαμένῳ τῇ παρεκβάσει, καὶ τρο‐ πικῶς ποιεῖται τὸν λόγον ὡς ἐπὶ νεώς· παῦσον τὴν κώπην, ταχέως δὲ καὶ τὴν ἄγ‐ κυραν ἕλκυσον ἐν τῇ γῇ ἀπὸ τῆς πρώρας, οὖσαν δηλονότι τὴν ἄγκυραν ἀλέξημα καὶ βοήθημα τῆς χοιράδος πέτρας, ἤτοι φυλάττουσαν τὴν ναῦν τῆς βλάβης τῆς χοιράδος
5πέτρας. χοιράδες δὲ πέτραι λέγονται αἱ ὕφαλοι, ἐφ’ ὧν καχλάζει τὸ κῦμα καὶ λαν‐ θάνειν αὐτὰς παρασκευάζει, εἰς ἃς αἱ νῆες συμπίπτουσαι συντρίβονται. τὸ δὲ πρώ‐ ραθεν, ὅτι ἐκ τῆς πρώρας καθίενται αἱ ἄγκυραι εἰς τὴν θάλασσαν:

P 10

81

τῆς ὑφάλου· τῆς τραχείας .... τὴν οὖσαν βοήθειαν. [gl.]

P 10

83

ἐκείνη γὰρ ἄλλοτε ἐπ’ ἄλλο ἄνθος μεταπηδᾷ. [gl.]25

P 10

84

εὐθύνει. μεταφέρει. [gl.]

P 10

85

Ἐλπίζω δέ, φησί, τῶν ἐφυραίων τῶν περὶ τὸν πηνειὸν ποταμὸν τὴν ἐμὴν ἡδεῖαν φωνὴν ᾀδόντων, ἔτι καὶ πλέον τὸν ἱπποκλέα ἕνεκεν τῶν στεφάνων σὺν ταῖς ᾠδαῖς θαυμαστὸν καὶ ἐπίδοξον θήσειν ἐν τοῖς ὁμήλιξι καὶ ἐν τοῖς πρεσβυτέροις ἀνδράσι, καὶ ταῖς νεωτέραις παρθένοις μέλημα καὶ φροντίδα καὶ μέριμναν. φατρία δὲ
5παρὰ τοῖς θετταλοῖς ἡ τῶν ἐφυραίων. οἱ δὲ τοὺς κρανωνίους ἤκουσαν. ἡ γὰρ κρα‐ νὼν τοπρότερον ἔφυρα ἐκαλεῖτο, ὕστερον δὲ μετωνομάσθη κρανὼν ἀπό τινος αὐτῆς βασιλεύσαντος κρανῶνος καὶ ἀναιρεθέντος ὑπὸ οἰνομάου μνηστευομένου τὴν ἱπποδάμειαν. εἰς τιμὴν τοίνυν τούτου κρανῶνα τὴν ἔφυραν ὠνόμασαν:

P 10

95

Τυχὼν δέ, φησίν, ἕκαστος τούτων τῶν πραγμάτων ἃ ὀρούει, ἤτοι εἰς ἃ τὴν ὁρμὴν ἔχει καὶ ὧν κινηθεὶς ἐρασθῇ δηλονότι, σχοίη ἂν ἁρπαλέαν καὶ ταχεῖαν τὴν παραπόδας φροντίδα καὶ μέριμναν, ἤτοι τὴν μεταταῦτα. ὁ γὰρ τυχὼν οὗ ἐπιθυμεῖ ἀγαθοῦ καὶ ἕτερον παραπόδας τοιοῦτον ἀφίξεσθαι φροντίζει. τὰ δὲ εἰς ἐνιαυτὸν ἐλευ‐
5σόμενα, ἤτοι τὰ μετὰ πολὺν χρόνον, ἄδηλόν ἐστι καὶ ἀδύνατον προνοῆσαι. τοῦτο δὲ εἴρηκε διὰ τὸ μετὰ τὴν νίκην εὐθὺς καὶ τὸν ὕμνον ἐπιφημισθῆναι τῷ νικητῇ. ἢ τὴν πρὸ ποδῶν, τουτέστι τὴν ὡσανεὶ ἀναχεῖρας οὖσαν:

P 10

99

θώραξ εἷς ἦν τῶν ἀλευάδων, ἑταῖρος τοῦ νικηφόρου, ὃς καὶ ἠξίωσε τὸν ποιητὴν ἐπὶ τῇ νίκῃ τοῦ ἑταίρου συντάξαι τὸν ἐπινίκιον. φησὶ γοῦν· θαρρῶ τῇ προσηνεῖ φιλίᾳ τοῦ θώρακος, ὡς οὐκ ἂν ἀποτύχοιμι μισθοῦ. τοῦτο γὰρ ὑπονοεῖν δίδωσιν ἀπὸ τοῦ εἰπεῖν πέποιθα. ὃς τὴν ἐμὴν ἐπιθυμῶν χάριν, τοῦτο τὸ τῶν μου‐
5σῶν τέθριππον ἅρμα ἔζευξε, λέγω δὲ τὸν ὕμνον, ἄγων ἐμὲ εἰς τοῦτο φιλῶν φι‐ λοῦντα καὶ ἀγόμενος προθύμως. χάριν δὲ ἔφησεν ἐμὴν ἢ ἣν κατεσκεύαζεν ἀπὸ τοῦ μισθοῦ χάριν, ἢ ὃν ἔμελλεν ἕξειν ἔπαινον, τὸν ὕμνον συνθείς· ἢ ἐμὴν χάριν εἴποις τὸν μετὰ χάριτος καὶ τεχνικῆς ἐπιστήμης γενησόμενον ὕμνον. ἅρμα δὲ πιερίδων τέ‐ τρωρον τὸν ὕμνον λέγει μεταφορικῶς, οὐ μόνον διὰ τὸ ὑψηλόν τινα καὶ μετέωρον
10εἶναι· τοιοῦτον γὰρ ὁ ἔμμετρος λόγος, διατοῦτο γὰρ καὶ τὸν ἐκτὸς μέτρου λόγον πεζὸν ὀνομάζουσιν· ἀλλὰ καὶ διὰ τὸ εἰς μέγιστον ὕψος τῆς ποιήσεως τοῦτον ἀφῖχθαι, ὥσπερ
οἱ ἔφ’ ἅρματος βαίνοντες:26

P 10

105

Ὥσπερ, φησί, τῷ ἀπόπειραν καὶ δοκιμὴν ποιουμένῳ ὁ χρυσὸς ἐν τῇ βασάνῳ διαπρέπει καὶ τὸ ἑαυτοῦ ἀνθηρὸν τῆς ὕλης δείκνυσιν, οὕτω καὶ ὁ ὀρθὸς νοῦς ἐκ τῆς πείρας δοκιμάζεται. τοιοῦτος οὖν εὑρεθήσεται καὶ ὁ νικητής. βάσανος δέ ἐστι λίθος λυδία, ἐν ᾗ ὁ χρυσὸς ἀκονώμενος δείκνυται, πότερον καλὸς ἢ κίβδη‐
5λός ἐστιν:

P 10

110

Ἐν τοῖς ἀγαθοῖς, φησί, κεῖνται αἱ κεδναὶ καὶ συνεταὶ κυβερνήσεις τῶν πόλεων αἱ πατρικαί, τουτέστιν οἱ ἀγαθοὶ τῶν ἀνθρώπων τὰς πατρῴας πόλεις μετὰ συνέσεως κυβερνῶσι καὶ διοικοῦσι. πατρῴων δὲ ὀφείλων εἰπεῖν πόλεων, πατρώϊαι πρὸς τὸ κυβερνήσεις εἶπε. τὸ δὲ κεῖται ἀντὶ τοῦ κεῖνται. συνήθως δὲ τούτῳ
5τῷ σχήματι κέχρηται:

P 11

t

[Pyth. XI.]

P 11

prae 6

ἐκ τῶν παλαιῶν σχολίων: τὸ προοίμιον εὐκτικόν: Γέγραπται ἡ ᾠδὴ θρασυδαίῳ θηβαίῳ παιδὶ νικήσαντι κηʹ πυθιάδα καὶ λγʹ δί‐ αυλον καὶ στάδιον. οὐκ εἰς τὴν τοῦ διαύλου δὲ νίκην γράφει, ἀλλ’ εἰς τὴν τοῦ σταδίου. ἐν τῷ εἶναι δὲ θηβαῖον τὸν θρασύδαιον τὰς ἀπαθανατισθείσας θηβαίας
5ἡρωΐδας ἐπικαλεῖται κατὰ τὸν προσαγορευτικὸν λόγον, οὐχὶ τὸν διηγηματικόν. φησὶ γοῦν· ὦ κάδμου κόραι, σεμέλη μὲν τῶν ὀλυμπίων θεῶν σύνοικε, ἰνὼ δὲ τῶν νηρη‐ ΐδων τῶν θαλασσίων, παραγίνεσθε σὺν τῇ μητρὶ τοῦ ἡρακλέους τῇ ἀριστογόνῳ, ἤτοι τῇ ἀλκμήνῃ, εἰς τὴν μελίαν εἰς τὸν ἄδυτον ἀνθρώποις θησαυρὸν τῶν χρυσέων καὶ τι‐ μίων τριπόδων, ὃν ἐτίμασεν ἀπόλλων ἐξόχως καὶ ὠνόμασεν ἰσμήνιον, ἀληθῆ μαντείων
10θῶκον ὄντα:

P 11

6

Μελία ὠκεανοῦ θυγάτηρ, ἰσμηνοῦ δὲ ἀδελφή, ἐξ ἧς καὶ ἀπόλλωνος τή‐ νε[ρ]ος ὁ μάντις, ὃς παρ’ ἰσμηνῷ τῷ ποταμῷ ἐμαντεύσατο. καὶ αὐτόθι μαντεῖόν ἐστιν, ὃ ἰσμήνιον καλεῖται. ἔστι δὲ καὶ πηγὴ ὁμώνυμος τῇ ἡρωΐδι. τριπόδων δὲ εἶπε θη‐ σαυρὸν τὸ ἰσμήνιον διὰ τὸ αὐτόθι πολλοὺς ἀνακεῖσθαι τρίποδας. οἱ γὰρ θηβαγενεῖς
5ἐτριποδηφόρουν ἐκεῖσε:27

P 11

12

Ἔνθα δή, φησίν, ἤγουν εἰς τὸν ἰσμηνὸν καλεῖ συνέρχεσθαι τὸν ἐπί‐ νομον ὑμῶν τῶν ἡρωΐδων στρατὸν ὁμηγυρέα καὶ συνηθροισμένον, ἵνα ὑμνῆτε τὴν ἱερὰν θέμιν· θέμιδος γὰρ ἦν τὸ χρηστήριον, ὅθεν καὶ τὸ θεμιστεύειν· καὶ τὴν πυ‐ θῶνα καὶ τὸν ὀρθοδίκαν ὀμφαλὸν τῆς γῆς, ἤτοι τὴν πυθῶνα ἐκ παραλλήλου, σὺν παν‐
5νυχίσι. χάριν λέγω ταῖς ἑπταπύλοις θήβαις καὶ τῷ τῆς κίρρας ἀγῶνι. ἐπικαλεῖται δὲ ἢ ὁ ἀπόλλων ἢ ὁ νικητὴς ἢ ἡ μελία, ὃ καὶ βέλτιστον· θήλεια γὰρ οὖσα, εἰκότως τὰς ἡρωΐδας ἐπικαλεῖται:

P 11

21

Ἐν τῷ τῆς κίρρας ἀγῶνι, φησίν, ἤτοι τῷ πυθικῷ, ἀνέμνησεν ὁ θρασύ‐ δαιος τὴν πατρικὴν αὐτοῦ οἰκίαν, τῶν κατορθούντων ἐκείνου δηλονότι, ἐπιβαλὼν καὶ ἐπιθεὶς αὐτῇ τρίτον στέφανον νικῶν ἐν τῇ χώρᾳ τῇ πλουσίᾳ τοῦ πυλάδου, τοῦ φίλου τοῦ λάκωνος ὀρέστου. τρίτον δὲ λέγει στέφανον, ὅτι ἀναγέγραπται ὁ πατὴρ αὐτοῦ
5ὀλυμπιονίκης γεγονὼς καὶ πυθιονίκης, ὡς [καὶ] οὗτος ἐρεῖ. οὗτος δὲ μόνον πυθιονί‐ κης. τὸ χ δὲ σημεῖον τέθειται, ὅτι τὴν φωκίδα χώραν ἀφνεὰν ἄρουραν εἶπε πυλάδου καὶ ὅτι τὸ ξένου λάκωνος ὀρέστα τοιοῦτον ἀντὶ τοῦ ἐν τῇ χώρᾳ τοῦ πυλάδου ὃς ἦν φίλος τοῦ ὀρέστου:

P 11

25

Τὸν ὀρέστην, φησί, φονευομένου τοῦ πατρὸς αὐτοῦ ἀγαμέμνονος, ἡ ἀρσινόη ἡ τροφὸς αὐτοῦ ἐκ τοῦ δόλου τῶν κρατερῶν χειρῶν τῆς κλυταιμνήστρας τῆς δυσπενθοῦς ὑπανεῖλε καὶ κρυφίως ὑφείλετο ἤγουν ἔκλεψεν, ὅτε ἡ ἀνηλεὴς γυνή, ἤγουν ἡ κλυταιμνήστρα, πόρευσε καὶ ἔπεμψε παρὰ τὴν εὔσκιον ἀκτὴν τοῦ ἀχέροντος
5τὴν κασάνδραν τὴν κόρην τοῦ πριάμου τὴν δαρδανίδα, ἤγουν τὴν ἐκ δαρδάνου κατα‐ γομένην, σὺν τῇ ψυχῇ τοῦ ἀγαμέμνονος. τότε γὰρ καὶ αὐτὴν ἐφόνευσεν, ὡς αἰσχύλος ἐν ἀγαμέμνονι λέγει δράματι. δαρδανίδα τὴν κόρην λέγε, ἵν’ εἴη τὸ δα βραχύ· οὕτω γὰρ ἀπαιτεῖ τὸ μέτρον. εἰ δὲ τοῦ δαρδανίδα πριάμου εἴποις, οὐκ ἔσται τὸ κῶλον ὀρ‐ θόν· μακρὸν γὰρ τότε τὸ α γίνεται.

P 11

26

Ἰδίως φησὶν ὁ πίνδαρος ἀρσινόην εἶναι τὴν ὀρέστου τροφόν. φερεκύ‐ δης δὲ λαοδάμειαν λέγει καὶ τὸν ταύτης παῖδά φησιν ἀνῃρῆσθαι ὑπὸ αἰγίσθου, νομι‐ ζόμενον ὀρέστην εἶναι, τὸν δὲ ὀρέστην κλαπέντα εἰς φωκίδα πεμφθῆναι πρὸς τὸν ταύ‐ της βασιλεύοντα στρόφιον τὸν πατέρα πυλάδου. ἡρόδοτος δὲ τριῶν ἐτῶν εἶναι τὸν
5ὀρέστην τότε ἱστόρησεν:28

P 11

34

Πότερόν νιν. δύο ἐπιζητεῖ αἰτίας, δι’ ἃς τὸν ἀγαμέμνονα ἀνεῖλε, καί φησι· πότερον ἡ ἰφιγένεια ἡ παῖς αὐτῆς μακρὰν τῆς πατρίδος σφαγεῖσα ἐπὶ τῷ εὐρίπῳ ἐλύπησεν αὐτὴν καὶ ἐκίνησεν ὥστε τὴν ὀργὴν ταύτην τὴν βαρυτάτην κινῆσαι, ἤγουν τὸ βαρύτατον ἐπιχείρημα ἄρασθαι καὶ τολμῆσαι κατὰ τοῦ ἀγαμέμνονος; ἢ ἑτέρῳ
5λέχει δαμαζομένην, ἤγουν ἑτέρῳ ἀνδρὶ μισγομένην, αὐτὴν αἱ νυκτεριναὶ κοῖται, ἤτοι αἱ νυκτεριναὶ τῆς μοιχείας συνουσίαι, παρήγαγον ἐπὶ τὴν κατὰ τοῦ ἀγαμέμνονος μανίαν, ὥστε αὐτὸν ἐν δόλῳ φονεῦσαι;

P 11

45

Ἴσχει τε γάρ. τοῦτο διὰ τὸν ἀγαμέμνονα, ὅτι ἐπιφανὴς ὢν ἐφθο‐ νήθη· καὶ γάρ, φησίν, ἔχει καὶ ἡ εὐτυχία καὶ εὐδαιμονία οὐ μικρὸν φθόνον· τοῖς εὐτυχοῦσι γὰρ ἀεὶ βασκαίνουσιν ἄνθρωποι. ὁ δὲ ταπεινὰ καὶ οἰκτρὰ πνέων, τουτέ‐ στιν ὁ εὐτελὴς καὶ πένης, ἀφώνως ἠχεῖ, τουτέστι ζῇ. διὰ γὰρ τὴν πενίαν εὐτελής τις
5ὤν, καὶ ἀφανής ἐστι καὶ σιωπῶν τὸν βίον ἀνύει. τὸ σημεῖον δὲ κεῖται χ, ὅτι χαμηλὰ τὰ ταπεινὰ εἶπεν:

P 11

47

Ἀπέθανε μέν, φησίν, αὐτὸς ὁ ἀγαμέμνων ὁ ἀτρείδης, ἐν χρόνῳ πολλῷ παραγεγονὼς ἐν ταῖς κλυταῖς καὶ ἐνδόξοις ἀμύκλαις, ἤγουν λακεδαίμονι, καὶ τὴν μάν‐ τιν ὤλεσε κόρην, ἤγουν ἀπολέσθαι πεποίηκεν. αἴτιος γὰρ ἦν αὐτὸς τοῦ ὑπὸ κλυται‐ μνήστρας ἀποθανεῖν αὐτήν, ἐπειδὴ περὶ τῆς ἑλένης μαχόμενος, συμφλεχθείσης τῆς
5τροίας καὶ τῶν ἐνοικούντων τρώων, διέλυσε τοὺς δόμους αὐτῶν τῆς εὐδαιμονίας, τουτ‐ έστι τοὺς πλουσίους αὐτῶν οἴκους κατέστρεψεν:

P 11

49

ὄλεσσε. διὰ τὸ μέτρον. [gl.]

P 11

53

ἐξίκετο. ἀφίκετο. ἦλθεν. συστέλλεται τὸ ι. [gl.]

P 11

56

ἔκπεφνε. οὕτω διὰ τὸ μέτρον. [gl.]

P 11

58

Ἐπιπλήττει ὥσπερ ἑαυτὸν ὁ πίνδαρος παρεκβάσει χρησάμενος, καί φη‐ σιν· ἆρ’, ὦ φίλοι, κατ’ ἀμευσίπορον ὁδὸν ἐπλανήθην, εὐθεῖαν τοπρότερον πορευό‐ μενος; ἢ ἄνεμός με τοῦ πλοῦ ἐξέβαλεν, ἤγουν ἔξω τοῦ δέοντος βαδίζειν πεποίηκεν, ὥσπερ θαλασσίαν ναῦν; ἀμευσίπορον δὲ λέγει τὴν τρίοδον, ἐπειδὴ ὁ ἀπ’ εὐθείας ἐν
5τριόδῳ παραγενόμενος ἀπορεῖ ποίαν ὁδὸν ἀμείψεται καὶ βαδίσει:

P 11

63

τὸ δ’ ἐτεόν. ἀντὶ μιᾶς. ἀληθῶς. [gl.]29

P 11

63 bis

Μοῦσα. τὸ δ’ ἐτεόν. εἰ δὲ ἀληθῶς, ὦ ἡμετέρα μοῦσα, συνέθου εὖ καὶ καλῶς παρασχεῖν τὴν σὴν φωνὴν ἐπὶ μισθῷ ὑπάργυρον ἤγουν ἐπιμίσθιον ἀργυ‐ ρίου, χρὴ καὶ πρέπει ταρασσέμεν καὶ ἀνακινεῖν καὶ ἀναμοχλεύειν ἄλλα τό γε νῦν ἢ τῷ πατρὶ τοῦ θρασυδαίου τῷ πυθονίκῳ ἤτοι τῷ ἐν πυθοῖ νικήσαντι ἢ τῷ θρασυδαίῳ,
5ἤγουν ἐπεὶ μισθὸν εἴληφας, οὐ χρὴ ἑτέρων μεμνῆσθαι, ἄλλα δὲ κινεῖν καὶ προτιθέναι εἰς ἔπαινον, τὸν θρασύδαιον δηλονότι καὶ τὸν πατέρα αὐτοῦ. τούτων γὰρ ἡ εὐφρο‐ σύνη καὶ ἡ δόξα ἡ ἐκ τῆς νίκης διαλάμπει:

P 11

70

Ἄνω πυθιονίκην τὸν τοῦ θρασυδαίου πατέρα εἰπών, νῦν καὶ ὀλυμπιο‐ νίκην λέγει, αὐτὸν δὲ μόνον πυθιονίκην. φησὶ γάρ· τὰ μὲν ἐν ἅρμασι καλλίνικοι ὑπῆρξαν πάλαι, ἤγουν πρὸ χρόνων νενικήκασιν ἐν ἅρματι πύθια, καὶ ἐν ὀλυμπίᾳ ἔσχον ταχεῖαν ἀκτῖνα ἤτοι λαμπρότητα τῶν πολυθρυλλήτων ἀγώνων ἐν ἵπποις, ἤγουν
5κἀνταῦθα ἐνίκησαν ἅρματι. καὶ ἐν πυθοῖ καταβάντες ἐπὶ γυμνὸν στάδιον, ἤλεγξαν τὴν στρατιὰν τὴν ἑλληνίδα, ἤγουν τὸν τῶν ἑλλήνων λαόν, ἐν τῇ ταχυτῆτι τῶν ποδῶν δηλονότι. τοῦτο δὲ μόνου ἦν θρασυδαίου τὸ νικῆσαι στάδιον, ὥσπερ τὰ εἰρημένα τοῦ πατρὸς αὐτοῦ. συλληπτικῶς δὲ ἐπ’ ἀμφοτέροις κἀκεῖνα καὶ ταῦτα τέθεικεν:

P 11

83

Οἱ φθονεροί, φησί, τῇ αὐτῶν ἄτῃ καὶ βασκανίᾳ ἀμύνονται καὶ μάχον‐ ται ἐκεῖνον, εἴ τις τὸ τέλειον τῆς εὐδαιμονίας καὶ εὐτυχίας λαβὼν καὶ ἐν ἡσυχίᾳ καὶ εἰρήνῃ διάγων τὴν χαλεπὴν ὕβριν καὶ στάσιν ἀπέφυγεν. ἔσχε δὲ καλλίονα θάνατον, ἤτοι τίμιον, πορὼν καὶ παρασχὼν τῇ γλυκυτάτῃ αὐτοῦ γενεᾷ, ἤτοι τοῖς φιλτάτοις
5αὐτοῦ παισί, χάριν εὐώνυμον, τουτέστιν εὐφημίαν δεξιὰν καὶ ὑπὸ πάντων φημιζομέ‐ νην, βελτίστην καὶ κρείττονα τῶν κτημάτων αὐτοῦ, ὧν αὐτοῖς καταλέλοιπε. δύο δὲ βούλεται δηλῶσαι ἐν τούτοις· ἓν μέν, ὅτι οἱ φθονεροὶ τοὺς εἰς ἄκρον εὐδαιμονίας ἐληλακότας καὶ ἀποθανόντας ἀμύνονται τῇ αὐτῶν βασκανίᾳ, μέμψεις τινὰς κατ’ αὐτῶν φέροντες· ἕτερον δέ, ὅτι οἱ τοιαύτῃ συζήσαντες εὐδαιμονίᾳ, ὡς εἰρηνικὸν καὶ ἥσυχον
10διελθεῖν τὸν βίον καὶ φυγεῖν τὴν χαλεπὴν στάσιν καὶ μάχην οὐ μόνον τίμιον ἔσχον τέλος, ἤγουν οὐ μόνον ἄριστον καὶ ἔνδοξον ἐκτήσαντο θάνατον, ἀλλὰ καὶ τοῖς παισὶν αὐτῶν εὐφημίαν παρὰ πᾶσιν ᾀδομένην παρέσχον κρείττονα τῶν κτημάτων, ὧν αὐτοῖς καταλελοίπασι. βουλόμενος δὲ δεῖξαι τοῦτο ὡς πολλῷ τῶν κτημάτων ἡ εὐφημία κρείτ‐ των, ὡς ἂν τοῦτο πάντας παρακινήσῃ διώκειν, ἰόλαόν τε καὶ διοσκούρους παράδειγμα
15τέθεικε, δεικνὺς ἐκ τούτου ὡς οὐδὲν ἐκείνους τὰ κτήματα ὠφέλησεν, ἡ δ’ εὐφημία
μέχρι τουνῦν τὴν αὐτῶν ἀρετὴν ἀνακηρύττει:30

P 11

95

Τὸ τοῦ ὁμήρου μοι δοκεῖ ἐνταῦθα παραφράζειν, τό· ἄλλοτε μὲν ζώους’ ἑτερήμεροι, ἄλλοτε δ’ αὖ[τε] τεθνᾶσιν:

P 12

t

[Pyth. XII.]

P 12

prae 8

ἐκ τῶν παλαιῶν σχολίων: τὸ προοίμιον εὐκτικόν: Γέγραπται ἡ ᾠδὴ μίδᾳ αὐλητῇ ἀκραγαντίνῳ. οὗτος ἐνίκησε τὴν κδʹ πυθιάδα καὶ κεʹ. φασὶ δὲ αὐτὸν καὶ παναθήναια νενικηκέναι. ἱστοροῦσι δέ τι ἴδιον σύμ‐ πτωμα συμβεβηκέναι περὶ τὸν αὐλητὴν τοῦτον. ἀγωνιζομένου γὰρ αὐτοῦ ἀνακλασθεί‐
5σης τῆς γλωσσίδος ἀκουσίως καὶ προσκολληθείσης τῷ οὐρανίσκῳ, μόνοις τοῖς καλά‐ μοις τρόπῳ σύριγγος αὐλῆσαι, τοὺς δὲ ἀκροατὰς ἡσθέντας καὶ ξενισθέντας τῷ ἤχῳ νικῆσαι οὕτω κρῖναι αὐτόν. ὁ δὲ λόγος ἀποτείνεται τῷ πινδάρῳ πρὸς τὴν ἀκρά‐ γαντα πόλιν. φησὶ γάρ· ὦ φιλόκαλε καὶ καλλίστη τῶν ἀνθρωπίνων πόλεων πόλις, ἕδος καὶ ἔδαφος τῆς περσεφόνης· ἀπὸ μέρους δὲ τὴν ὅλην σικελίαν δηλοῖ, ἣν ἐδωρή‐
10σατο τῇ περσεφόνῃ ὁ ζεύς· ἥτις ναίεις καὶ οἰκεῖς ἐπὶ τοῦ μηλοβότου ἀκράγαντος, τοῦ ὁμωνύμου ποταμοῦ, εἰς τὴν εὔδμητον καὶ εὐκατασκεύαστον κολώνην· λέγεται γὰρ ἐφ’ ὑψηλοῦ κεῖσθαι· τὸ δὲ ναίεις ἀντὶ τοῦ ναί, ὡς ὅμηρος ναιετάουσι πόληες ἀντὶ τοῦ ναιετάονται· καὶ ὦ ἄνα καὶ ἄνασσα τῶν ἀθανάτων, ἤτοι τῶν θεῶν, καὶ τῶν ἀνθρώπων, ἵλαος καὶ ἡμερωτάτη δέξαι σὺν εὐμενείᾳ, ἤγουν εὐμενῶς ὑπόδεξαι,
15τόδε τὸ στεφάνωμα τοῦ ἐνδόξου μίδα τὸ ἐκ πυθῶνος, ἤτοι τὸν ὕμνον τόνδε τὸν ἐπὶ τῇ νίκῃ τῶν πυθίων γινόμενον αὐτῷ· δέξαι δὲ τόνδε, ἤγουν τὸν μίδαν, νικήσαντα ἐν τῇ τέχνῃ αὐτοῦ, ἤτοι τῇ αὐλητικῇ, νὶν καὶ αὐτὴν τὴν ἑλλάδα· ἥντινα τέχνην ἐφεῦ‐ ρεν ἡ ἀθηνᾶ ποτε διαπλέξασα καὶ κατασκευάσασα τὸν ὀλέθριον θρῆνον τῶν θρασειῶν γοργόνων, ἤτοι μιμησαμένη πῶς ἐθρήνουν ἐκεῖναι. τοιοῦτο γάρ τι μυθεύεται περὶ
20τούτου, ὅτι, ὅτε ὁ περσεὺς ἐκαρατόμησε τὴν μέδουσαν, αἱ δύο ἀδελφαὶ ἐθρήνουν αὐ‐
τὴν καὶ ἐκ τῆς κεφαλῆς αὐτῶν καὶ τῶν ὄφεων τῶν περὶ αὐτὴν συριγμός τις ἀνεδίδοτο. τούτου τοῦ συριγμοῦ ἀκούσασα ἡ ἀθηνᾶ τοῦ ἐκ τῶν ὄφεων πρὸς μίμησιν τῶν θρήνων καὶ τοῦ γινομένου συριγμοῦ ἐκ τῶν ὄφεων ἐπενόησε τὴν αὐλητικήν, ἣν καὶ ὠνόμασε πολυκέφαλον νόμον διατοῦτο, ἐπεὶ ἐκ τῶν πολλῶν κεφαλῶν τῶν ὄφεων εἷς τις ἀνε‐31
25δίδοτο συριγμός:

P 12

8

εὐμενί. ἤγουν εὐμενῶς. ἰωνικὴ συστολή. [gl.]

P 12

15

Τότε, φησίν, ἄϊε καὶ ἤκουσεν ἡ ἀθηνᾶ τὸν θρῆνον τοῦτον λειβόμενον καὶ ἀποστάζοντα σὺν δυσπενθεῖ καμάτῳ, ἤγουν μετὰ δακρύων γινομένων δυσπενθῶς· δεινῶς γὰρ ἐπένθουν καὶ σὺν μόχθῳ καὶ ὀδύνῃ τὴν ἀδελφήν· ὑπὸ ταῖς παρθενίοις καὶ παρθενικαῖς κεφαλαῖς τῶν γοργόνων καὶ ὑπὸ ταῖς ἀπλάτοις καὶ ἀπλησιάστοις καὶ
5φοβεραῖς κεφαλαῖς τῶν ὄφεων τῶν περὶ τὰς ἐκείνων κεφαλάς· ὄφεις γὰρ αἱ τρίχες αὐτῶν ἦσαν· ὡς καὶ αἰσχύλος· δρακοντόμαλλοι γοργόνες βροτοστυγεῖς. τότε τοίνυν ἤκουσε τὸν θρῆνον ἡ ἀθηνᾶ, ὅτε ὁ περσεὺς ἄϋσε καὶ ἐπολέμησε τὸ τρίτον μέρος τῶν ἀδελφῶν γοργόνων, ἤτοι τὴν τρίτην τῶν γοργόνων, ἄγων καὶ κομίζων μοῖ‐ ραν ἤτοι θάνατον τῇ ἐναλίῳ καὶ θαλασσίᾳ σερίφῳ νήσῳ καὶ τοῖς ἐν αὐτῇ λαοῖς:

P 12

19

ἄϋσεν ἐπολέμησεν. ἀπὸ τῆς ἀϋτῆς. [gl.]

P 12

23

Ἦτοι τότε. ὄντως τότε ἠμαύρωσε καὶ ἠφάνισε τὸ θεσπέσιον καὶ ἐκ θεῶν καταγόμενον γένος τοῦ φόρκοιο, ἤγουν τοῦ φόρκου, ἤτοι τὰς φορκίδας γοργόνας. φασὶ γὰρ ὅτι τὴν μὲν μίαν ἐκαρατόμησε, τὴν δ’ ἄλλην ἐτύφλωσεν· ἕνα γὰρ ὀφθαλ‐ μὸν αἱ τρεῖς εἶχον. καὶ τὸν λυγρὸν καὶ χαλεπὸν ἔρανον, ἤτοι τὴν εἰσφοράν, θῆκε καὶ
5ἐποίησε τῷ πολυδέκτῃ τῷ βασιλεῖ σερίφου. καὶ τῆς μητρὸς τῆς εὐπαρᾴου καὶ εὐει‐ δοῦς τὴν δουλοσύνην ἔθηκεν ἔμπεδον καὶ ἀσφαλῆ, ἤγουν ἐλευθέραν, καὶ τὸ λέχος τὸ ἀναγκαῖον, ἤτοι τὴν μετ’ ἀνάγκης συνοίκησιν, ἔθηκεν ἐλεύθερον· ἄκουσαν γὰρ εἷκεν αὐτὴν πολυδέκτης εἰς λέχος· τὴν κρᾶτα τῆς μεδούσας, ἤτοι τὴν κεφαλήν, συλήσας καὶ κρυφίως λαβὼν ὁ υἱὸς δανάης, ἤγουν ὁ περσεύς, ὅν φασιν ἀπὸ χρυσοῦ γενέσθαι
10αὐτομάτως εἰς τὸν οἶκον εἰσρυέντος δανάης. ἀλλ’ ἡ μὲν περὶ τούτου ἱστορία ἐν δρά‐ ματι σοφοκλέους εἴρηται, ἡ δὲ περὶ τοῦ ἐνταῦθα δηλουμένου ἐράνου ἐν ἑτέρῳ ἐπι‐
νικίῳ προείρηται:32

P 12

28

συλλήσας. διὰ τὸ μέτρον. [gl.]

P 12

30

αὐτορύτου. διὰ τὸ μέτρον ἓν ρ. [gl.]

P 12

31

Ἀλλ’ ἐπεὶ ἡ παρθένος ἀθηνᾶ, φησίν, ἐρρύσατο τὸν φίλον αὐτῇ ἄνδρα ἤτοι τὸν περσέα ἤγουν ἐλευθέρωσε τούτων τῶν πόνων τῶν ὑπὲρ τῆς γοργόνος, τεῦχε καὶ κατεσκεύασε τὸ πάμφωνον μέλος τῶν αὐλῶν ἤτοι τοὺς αὐλούς, ὄφρα καὶ ὅπως μιμήσαιτο σὺν τοῖς τοιούτοις αὐλοῖς τὸν ἐρικλάγκταν καὶ μεγαλόηχον καὶ μεγάλην ποι‐
5οῦντα κλαγγὴν γόων καὶ θρήνων τὸν χριμφθέντα καὶ ἐκδοθέντα ἐκ τῶν καρπαλίμων καὶ ἰσχυρῶν γενύων καὶ στομάτων τῆς εὐρυάλης τῆς γοργόνος. πληθυντικῶς δὲ εἶπε τῶν γενύων, δηλῶν ὡς οὐκ ἐκ μόνου τοῦ στόματος ἐκείνης καὶ τῆς ἀδελφῆς αὐτῆς σθενοῦς ὁ θρῆνος ἐξήρχετο· δεῖ γὰρ ἀπὸ ταύτης κἀκείνην νοεῖν· ἀμφότεραι γὰρ τὸν θρῆνον ἐποίουν· ἀλλὰ καὶ ἀπὸ τῶν γενύων ἤτοι τῶν στομάτων τῶν ὄφεων, αἵτινες
10ὡς χαῖται τῶν κεφαλῶν αὐτῶν ἀπῃώρηντο:

P 12

41

Πολυκέφαλον νόμον ὠνόμασε τὸ μέλος, ἐπειδὴ αἱ τῶν δρακόντων κεφα‐ λαὶ αἱ συρίξασαι πολλαὶ ἦσαν, ὧν κατὰ μίμησιν συνέθηκε τοῦτο. ἔνδοξον δὲ μνη‐ στῆρα ἤτοι ὑπόμνημα τῶν ἀγώνων λέγει τὸ μέλος, ὅτι τῶν αὐλῶν ἠχούντων πρὸς τοὺς ἀγῶνας ἐχώρουν οἱ ἀθληταί. πρότερον μὲν γὰρ ἡσυχάζουσιν, ἀρξαμένων δὲ τῶν ὀρ‐
5γάνων ᾄδειν, σύνθημα οἷον λαμβάνοντες χωροῦσι πρὸς τοὺς ἀγῶνας:

P 12

44

Τοὺς δόνακας λέγει, οἳ περὶ τὴν ὀρχόμενον φύονται, ἐξ ὧν αἱ αὐλη‐ τικαὶ γλωσσίδες γίνονται. ἐν γὰρ τῷ κηφισῷ ποταμῷ τῷ περὶ τὴν ὀρχομενὸν ὄντι οἱ αὐλητικοὶ κάλαμοι φύονται. τὸ δὲ ναίουσι κάλαμοι σκληρὸν καὶ διθυραμβῶδες προήγαγεν· ἔδει γὰρ εἰπεῖν φύονται:

P 12

51

Ἐκτελευτήσει καὶ τελέσει, φησίν, ὁ θεὸς τὸν ὄλβον τοῦτον, τουτέστιν ἐπὶ τέλους ἄξει ἢ σήμερον ἢ αὔριον, ἤτοι ὕστερον· τοῦτο γὰρ ἔδει ἐπενεγκεῖν, ὃ δὴ παρέλιπεν. τουτέστιν· ἐὰν μὴ παραχρῆμά τις εὐτυχήσῃ, μὴ ἀδημονείτω· ὁ γὰρ θεὸς τὸ εἱμαρμένον ἢ σήμερον τελέσει ἢ αὔριον· τὸ γὰρ μόρσιμον καὶ εἱμαρμένον οὐ φευ‐
5κτόν ἐστιν, ἀλλ’ ἀπαραιτήτως ἔρχεται. τοῦτο δέ φησιν, ἐπεὶ ἀπροσδοκήτως ἐνίκησε,
κλασθέντος τοῦ καλάμου:33

P 12

54

Ἀλλ’ ἔσται, φησί, χρόνος οὗτος, ὃς βαλὼν καὶ τρώσας ἤγουν λυπήσας τινὰ καὶ ἄλλοις δηλονότι τισὶ καὶ ἐν ἀνελπιστίᾳ ἔμπαλιν ἤτοι ἐναντίον τῆς ἐκείνου γνώμης τὸ μὲν δώσει μετά τινα χρόνον δηλονότι, τὸ δὲ οὐδαμῶς. τοιοῦτο δέ τι δοκεῖ λέγειν, ὅτι, ἐλπίσαντός τινος μετὰ βραχύν τινα χρόνον γενέσθαι αὐτῷ ἀγαθόν τι, ὁ
5χρόνος παραταθεὶς καὶ λυπήσας αὐτὸν καὶ εἰς ἀνελπιστίαν ἐμβαλὼν ἐναντίαν τῇ αὐτοῦ γνώμῃ· οὐχ οὕτω γὰρ ἐκεῖνος ἤλπιζε· τὸ μὲν ἔδωκε τῶν ἐλπιζομένων αὐτῷ, τὸ δὲ οὐδαμῶς, καὶ τοῦτο δὲ μετὰ πολύν τινα χρόνον παρ’ ἐλπίδας:

N hyp

t

Ὑπόθεσις τῶν νεμέων πινδάρου:

N hyp

1

παλαιόν. Τὸν ἀγῶνα τῶν νεμέων τινὲς μὲν ὑφ’ ἡρακλέους τεθεῖσθαί φασιν ἐπὶ τῇ τοῦ λέοντος ἀναιρέσει, οἱ δὲ ἄλλην τινὰ [ἱστο]ρίαν λέγουσιν. οἱ ἑπτὰ ἐπὶ θήβας πολυνεί‐ κει συμμαχοῦντες παρέβαλον τῇ νεμέᾳ διψήσαντες, οἱ δέ φασι τῇ λήμνῳ τῇ θρᾳκικῇ.
5ἐντυγχάνουσι δὲ ὑψιπύλῃ τῇ λημνίᾳ καὶ καθικετεύουσιν ὡς τῶν χωρίων ἔμπειρον οὖσαν δεῖξαι αὐτοῖς ὕδωρ πότιμον. ἡ δὲ χάριν τούτοις ἀπονεῖμαι βουληθεῖσα κατέ‐ λιπεν ἔν τινι τόπῳ ἀρχέμορον τὸν λυκούργου τοῦ ἱερέως παῖδα, ὃν ἔφερεν ἐν χερσὶν ὡς τροφὸς οὖσα τούτου. ἀπερχομένων δὲ αὐτῶν ἐπὶ τὴν πηγήν, ὄφιν φασὶν ἐξελθόντα τοῦ φωλεοῦ περιπλακῆναι τῷ παιδὶ καὶ ἀποπνῖξαι. τοὺς δὲ ἐπανελθόντας καὶ τὸ πά‐
10θος θεασαμένους ἀνελεῖν μὲν τὸν ὄφιν, δυσφορῆσαι δὲ ἐπὶ τῷ γεγονότι, ὅτι δὴ ἡ αὐ‐ τῶν χρεία αἰτία τῆς τοῦ παιδὸς ἀναιρέσεως γέγονεν. εἶτα τῇ συμφορᾷ βραχεῖάν τινα παραμυθίαν διδόντας θάψαι τὸν παῖδα καὶ ἐπιτάφιον ἀγῶνα θέσθαι τὸν νεμεαῖον, καθ’ ὃν οἱ κριταὶ φαιὰς ἐστολισμένοι στολὰς κρίνουσι τοὺς ἀγωνιζομένους, ὑπόμνημα τοῦ πένθους ταῖς στολαῖς ἔχοντες. ὁ γὰρ ἀγὼν ἐπιτάφιος καὶ κατὰ τριετίαν ἤγετο.
15ἔτυχε δὲ ὑψιπύλη ἐν νεμέᾳ τρόπῳ τοιούτῳ. ὡρισμένου παρὰ τῶν λημνιάδων πᾶν τὸ
ἄρσεν ἀναιρεθῆναι γένος, ἐκ πασῶν ὑψιπύλη τὸν πατέρα θόαντα ἐνείρξασα κιβωτῷ ἐφύλαττεν. ὕστερον δὲ μετὰ τὸ τοὺς ἀργοναύτας ἐκπλεῦσαι, φανεροῦ γενομένου ταῖς λημνιάσι τοῦ κατὰ τὸν θόαντα, αὐτὸν μὲν κατεπόντωσαν ἐνείρξασαι τῇ κιβωτῷ, ἐψη‐ φίσαντο δὲ καὶ κατὰ τῆς ὑψιπύλης θάνατον. ἡ δὲ μαθοῦσα φεύγει. ἐν τοσούτῳ δὲ34
20λῃσταῖς περιτυχοῦσα πιπράσκεται λυκούργῳ. κατ’ ἐκεῖνον δὲ τὸν χρόνον κατὰ ζήτη‐ σιν οἱ ταύτης παῖδες θόας καὶ εὔνεως παρέβαλον ἐν νεμέᾳ. εὐρυδίκης δὲ τῆς λυκούρ‐ γου γυναικὸς βουλομένης διὰ τὸν ὀφέλτου τοῦ καὶ ἀρχεμόρου θάνατον ἀνελεῖν τὴν ὑψιπύλην καὶ διατοῦτο ἔν τινι τόπῳ κατακλεισάσης αὐτήν, ἀμφιάραος μαντευσάμενος δείκνυσι πᾶσι τὴν ὑψιπύλην. ἡ δὲ τοῦτο εὐτυχήσασα παρεκάλει τοὺς ἥρωας τοῖς παισὶ
25συναγωνίσασθαι. ἀμφιάραος δὲ μαντευόμενος καὶ τοῖς εἰρημένοις στρατηγοῖς, ἀρχέ‐ μορον τὸν παῖδα ὠνόμασεν, ὅτι αὐτοῖς ἀρχὴ μόρου ἐγένετο ὁ τούτου θάνατος. ἄλλοι δέ, ὧν ἐστι καὶ αἰσχύλος, ἐπ’ ἀρχεμόρῳ τῷ νεμέας παιδὶ συστῆναι τὸν ἀγῶνα λέγου‐ σιν· οἱ δὲ ἐπὶ τῷ ταλαοῦ παιδί, ἀδράστου δὲ ἀδελφῷ. εἰσὶ δέ τινες, οἳ καὶ παλαι‐ ότερον εἶναί φασι τὸν ἀγῶνα τοῦ θηβαϊκοῦ πολέμου. ἤθλησαν δὲ ἐν αὐτῷ περὶ στε‐
30φάνου μόνου, οὐκ ἐθελήσαντες δωροδοκεῖν, ἐν τιμῇ καθιστάντες τὸν ἀγῶνα. ὑπέσχοντο δὲ οἱ στρατηγοὶ ἐκ τῶν λαφύρων ὑποστρέψαντες γυμνήτην αὐτὸν ποιῆσαι, καὶ δια‐ τοῦτο στεφανίτης πρῶτον ἐκλήθη. προέστησαν δὲ τοῦ ἀγῶνος ἀργεῖοι καὶ κορίνθιοι καὶ κλεωναῖοι, ἐμπεδοῦντες δὲ αὐτὸν τῷ νεμέῳ ἐπέθηκαν διΐ. καὶ ἡρακλῆς ὕστερον νικήσας καὶ καταγωνισάμενος τὸν νεμεαῖον λέοντα ἐπεμελήθη τοῦ ἀγῶνος, τὰ πολλὰ
35ἀνορθωσάμενος, καὶ διὸς εἶναι ἱερὸν ἐνομοθέτησεν. ἐστέφοντο δὲ τοπαλαιὸν ἐλαίαις, ὕστερον δὲ μετὰ τὴν συμφορὰν τῶν μηδικῶν ἐπὶ τιμῇ τῶν κατοιχομένων ἔπλεκον τὸν στέφανον ἐν χλωρῷ σελίνῳ. διαφέρει δὲ τοῦ κατὰ τὸν ἰσθμόν, καθόσον ἐκεῖνος μὲν ξηρὰ ἔχει τὰ σέλινα, οὗτος δὲ χλωρά. ἤγετο δὲ μηνὶ πανέμῳ ιη, ὅς ἐστιν ἰούλιος. οὐκ ἐξῆν δὲ πρότερον ἀγωνίζεσθαι, εἰ μὴ τοὺς ἀπὸ στρατιωτικοῦ γένους· ὕστερον δὲ
40ἐπιλειψάντων καὶ τοῦ ἔθους διαλυθέντος, συνέβη πάντας ἀγωνίζεσθαι. ὁ δὲ ἀγὼν
ἱππικός τε καὶ γυμνικός:35

N 1

t

[Nem. I.]

N 1

prae 1

Γέγραπται ὁ ἐπίνικος χρομίῳ αἰτναίῳ. ἱέρων γὰρ οἰκιστὴς τῆς κατάνης βου‐ λόμενος ὀνομάζεσθαι, τὸ κατάνη ἐξελὼν αἴτνην μετωνόμασε τὴν πόλιν, ἑαυτὸν οἰκιστὴν προσαγορεύσας, καὶ ἐν ταῖς ἀναρρήσεσιν ἔν τισι τῶν ἀγώνων αἰτναῖον ἑαυτὸν εἶπεν. οὕτω καὶ τὸν χρόμιον αἰτναῖον καλεῖ. ζητεῖται δέ, τί δή ποτε ἀλφειῷ προσ‐
5διαλέγεται καὶ ὀρτυγίᾳ, τῆς νίκης οὐκ οὔσης ὀλυμπιακῆς. ἔνιοι μὲν οὖν φασιν ὅτι τὰ ἱπποτροφεῖα τοῦ ἱέρωνος καὶ τοῦ χρομίου ἐν ὀρτυγίᾳ ἦν, τὴν δὲ ἱερὰν εἶναι ἀρτέμιδος, τὴν δὲ θεὸν ἱππικήν. ὅμηρος δὲ καὶ πίνδαρος χρυσήνιον προσεφώνησαν αὐτὴν καὶ τὴν ἐπ’ αὐτῇ ἄρτεμιν. διατοῦτο καὶ ἐν ἄλλοις πίνδαρον φάναι ποταμίας ἕδος ἀρ‐ τέμιδος. ἀπόχρη δὲ εἰπεῖν, ὅτι ἱππικὴ ἡ θεός. ἀνάκειται δὲ ἡ νῆσος αὕτη τῇ θεῷ·
10ψεῦδος γὰρ τὸ εἶναι τὰ ἱπποτροφεῖα τοῦ ἱέρωνος ἐν αὐτῇ:36