TLG 5034 002 :: SCHOLIA IN PINDARUM :: Capitula ad praefationem scholiorum ad Pindari carmina

SCHOLIA IN PINDARUM Schol.
(Varia)

Capitula ad praefationem scholiorum ad Pindari carmina

Source: Drachmann, A.B. (ed.), Scholia vetera in Pindari carmina, vol. 3. Leipzig: Teubner, 1927 (repr. Amsterdam: Hakkert, 1966): 306–311.

Citation: Page — (line)

306

(12t)

Capitula ad praefationem pertinentia
13a. Ἢ μετὰ ἑνὸς ἵππου ἠγωνίζοντο καὶ ἐλέγοντο κέλλητες, ἢ μετὰ δύο καὶ ἐλέγοντο νικῶντες ἅρματι, ἢ μετὰ τεσσάρων
15καὶ ἐνίκων τεθρίππῳ, ἢ μετὰ 〈βʹ〉 ἡμιόνων καὶ ἐνίκων ἀπήνῃ b. Ἰστέον ὅτι οἱ λυρικοὶ ἐν τοῖς ποιήμασιν αὐτῶν ἐχρῶντο στροφῇ, ἀντιστρόφῳ καὶ ἐπῳδῷ· στροφῇ μὲν, ὅτι ἀπὸ τῶν δεξιῶν ἐστρέφοντο ἐπὶ τὰ ἀριστερά, ᾗτινι ἀναλογεῖ ἡ τοῦ παν‐ τὸς κίνησις ἡ ἀπὸ τῶν ἀνατολικῶν ἐπὶ τὰ δυτικά. δεξιὰ γὰρ
20καλεῖ ὁ Ὅμηρος τὰ ἀνατολικά, ἀριστερὰ δὲ τὰ δυτικά· ἀντι‐ στρόφῳ δὲ, ὅτι ἐκινοῦντο ἀπὸ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξιά, ᾗτινι ἀναλογεῖ ἡ τῶν πλανήτων κίνησις ἡ ἀπὸ δύσεως εἰς ἀνατολάς· ἐπῳδῷ δὲ, ὅτι ἵσταντο ἐν ἑνὶ τόπῳ καὶ ἔλεγον τὰς ᾠδὰς, ᾗτινι ἀναλογεῖ ἡ στάσις τῆς γῆς. ἐχρῶντο δὲ καὶ τριάσι
25καὶ δυάσιν, ὡς οὗτος [ὁ ποιητής], ἤγουν στροφῇ, ἀντιστρόφῳ306

307

καὶ ἐπῳδῷ, ἢ στροφῇ μόνῃ καὶ ἀντιστρόφῳ· οἱ δ’ ἄλλοι καὶ τετράσιν καὶ πεντάσιν, ἤγουν στροφῇ, ἐπῳδῷ, ἀντιστρόφῳ καὶ πάλιν ἀνομοίῳ ἐπῳδῷ· πεντάσι δὲ, ἤγουν ἐπῳδῷ, στροφῇ, ἐπῳδῷ, ἀντιστρόφῳ, ἐπῳδῷ· ἅτινα ἐλέγοντο προῳδικὰ καὶ ἐπῳ‐
5δικὰ καὶ μεσῳδικὰ καὶ παλινῳδικά.
6tc. Πινδάρου λυρικοῦ Ὀλυμπιονῖκαι.
7Ἐπειδὴ λυρικός ἐστιν ὁ Πίνδαρος, καὶ πρὸς λύραν ᾄδονται τὰ ποιήματα αὐτοῦ, κατὰ τριάδας, στροφὴν, ἀντίστροφον καὶ ἐπῳδὸν, καὶ ἐκ κώλων τὰ μέλη συνίστανται· πλὴν ὅσων καὶ
10ὁποίων ἡ στροφὴ, ἐκ τοσούτων καὶ τοιούτων καὶ ἡ ἀντίστρο‐ φος, ἡ δὲ ἐπῳδὸς ἀνόμοιός ἐστι πρὸς αὐτὰς, καὶ εἰκότως· ἐπεὶ κινουμένοις εἰς τὰ δεξιὰ τοῖς χορευταῖς ᾔδετο ἡ στροφή, εἰς δὲ τὰ ἀριστερὰ ἐκ τῶν δεξιῶν ἡ ἀντίστροφος, ἡ δὲ ἐπῳ‐ δὸς ἱσταμένοις διεβιβάζετο, εἰς εἰκόνα τῆς τε τοῦ παντὸς κι‐
15νήσεως ἀπὸ ἀνατολῶν εἰς δυσμὰς, τῆς τε τῶν πλανήτων κι‐ νήσεως ἀπὸ δύσεως εἰς ἀνατολὰς, καὶ τῆς τῆς γῆς ἀκινη‐ σίας. καὶ οὕτω μὲν ἡ τριαδικὴ μελοποιία κατὰ τὰς στροφὰς, τὰς ἀντιστρόφους καὶ τὰς ἐπῳδούς. ταῦτα δὲ ἐκ κώλων συν‐ ίστανται. τὰ δὲ κῶλα μέτρον διάφορον ἔχουσιν, ἐκ ποδῶν
20συνιστάμενον. dΛεκτέον περὶ ποδῶν καὶ ἰστέον ὅτι οἱ πάντες πόδες εἰσὶν εἰκοσιοκτώ. τέσσαρες οἱ δισύλλαβοι· ὀκτὼ οἱ τρισύλλαβοι· δε‐ καὲξ οἱ τετρασύλλαβοι, οἳ δὴ καὶ τέλειον μέτρον καὶ συζυγίαν ἀπαρτίζουσιν· οἱ δ’ ἄλλοι πόδες, πλὴν τοῦ καθαροῦ δακτύλου,
25κατὰ διποδίαν εἰς συζυγίαν συνίστανται καὶ μέτρα λέγονται307

308

ὧντινων δὴ μέτρων καὶ αἱ καταλήξεις τέσσαρές εἰσιν· ἀκατά‐ ληκτον, τὸ μὴ ἔχον ἔλλειμμα τὸ τυχόν· καταληκτικὸν, τὸ κατὰ συλλαβὴν λεῖπον· βραχυκατάληκτον, τὸ κατὰ πόδα δισύλλαβον ἢ τρισύλλαβον λεῖπον· καὶ ὑπερκατάληκτον, τὸ ἔχον ἐπέκεινα
5συλλαβήν. ἀλλὰ πρῶτον περὶ ποδῶν ῥητέον. Δισύλλαβοι τέσσαρες· πυρρίχιος ἐκ δύο βραχειῶν, ⏑⏑, οἷον λόγος· ἴαμβος ἐκ βραχείας καὶ μακρᾶς, ⏑–, οἷον λέβης· τρο‐ χαῖος ἐκ μακρᾶς καὶ βραχείας, –⏑, οἷον ἦτορ· σπονδεῖος ἐκ δύο μακρῶν, ––, οἷον ἥρως.
10Τρισύλλαβοι ὀκτώ· χορεῖος, ὁ καὶ τρίβραχυς, ⏑ ⏑ ⏑, οἷον ἄατος· δάκτυλος, ἐκ μακρᾶς καὶ δύο βραχειῶν, –⏑⏑, οἷον Πίν‐ δαρος· ἀμφίβραχυς, ἐκ βραχείας καὶ μακρᾶς καὶ βραχείας, ⏑–⏑, οἷον ἄμητος· ἀνάπαιστος, ἐκ δύο βραχειῶν καὶ μακρᾶς, ⏑⏑–, οἷον ἀπάτωρ· βακχεῖος, ἐκ βραχείας καὶ δύο μακρῶν, ⏑––,
15οἷον δομήτωρ· ἀμφίμακρος, ὁ καὶ Κρητικὸς, ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς, –⏑–, οἷον Καικίας· παλιμβάκχειος, ἐκ δύο μακρῶν καὶ βραχείας, ––⏑, οἷον συγγνωστός· μολοττὸς, ὁ ἐκ τριῶν μακρῶν, –––, οἷον Πειραιεύς. Οἱ δὲ τετρασύλλαβοι δεκαέξ· προκελευσματικὸς, ὁ ἐκ τεσσά‐
20ρων βραχειῶν, ⏑⏑⏑⏑, οἷον ἀνιαρός· παίων πρῶτος, ἐκ μακρᾶς καὶ τριῶν βραχειῶν, –⏑⏑⏑, οἷον ἡμίονος· παίων βʹ ἐκ βρα‐ χείας καὶ μακρᾶς καὶ ἑτέρων δύο βραχειῶν, ⏑–⏑⏑, οἷον ἀγεύ‐ σιος· παίων γʹ ἐκ δύο βραχειῶν καὶ μακρᾶς καὶ βραχείας, ⏑⏑–⏑, οἷον παράκοιτος· παίων τέταρτος ἐκ βραχειῶν τριῶν καὶ
25μακρᾶς, ⏑⏑⏑–, οἷον παρακαλῶ· ἰωνικὸς ἀπὸ μείζονος ἐκ δύο
μακρῶν καὶ δύο βραχειῶν, ––⏑⏑, οἷον Κλειτώνυμος· ἰωνικὸς308

309

ἀπ’ ἐλάττονος ἐκ δύο βραχειῶν καὶ δύο μακρῶν, ⏑⏑––, οἷον κακοδαίμων· διτρόχαιος ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς καὶ βραχείας, –⏑–⏑, οἷον Κλειτόδημος· διίαμβος ἐκ βραχείας καὶ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς, ⏑–⏑–, οἷον θεηγορῶ·
5χορίαμβος ὁ ἐκ μακρᾶς καὶ βραχείας καὶ βραχείας καὶ μακρᾶς, ἡ μακρὰ δὲ καὶ ἡ βραχεῖα ἀντὶ χορείου ἐστὶ τριβράχεος, –⏑⏑–, οἷον χειρονομῶ· ἀντίσπαστος ὁ ἐκ βραχείας καὶ μακρᾶς καὶ μακρᾶς καὶ βραχείας τῶν ἀντεσπασμένων καὶ ἐξ ἐναντίας ὄν‐ των, ⏑––⏑, οἷον θεόκλητος. —Οἱ τέσσαρες ἐπίτριτοι. ἐπίτρι‐
10τοι δὲ λέγονται κατὰ λόγους ἀριθμητικούς· ὁ τέταρτος γὰρ τοῦ τρίτου ἐπίτριτος. ἐπειδὴ τοίνυν ἐκ τετραχρόνου σπονδείου καὶ τριχρόνου ἰάμβου ἢ τροχαίου σύγκειται ὁ ἐπίτριτος, διὰ τοῦτο ἐπίτριτος λέγεται. καὶ πρῶτος ἐπίτριτός ἐστιν ὁ ἐκ βραχείας καὶ τριῶν μακρῶν, ⏑–––, οἷον θεορρήμων· βʹ ἐπίτριτος ὁ ἐκ
15μακρᾶς καὶ βραχείας καὶ δύο μακρῶν, –⏑––, οἷον τοιχορύκ‐ της· τρίτος ἐπίτριτος ὁ ἐκ δύο μακρῶν καὶ βραχείας καὶ μα‐ κρᾶς, ––⏑–, οἷον αὐτοκράτωρ· τέταρτος ἐπίτριτος ὁ ἐκ τριῶν μακρῶν καὶ βραχείας, –––⏑, οἷον εἰρήναρχος. δισπόνδειος ὁ ἐκ τεσσάρων μακρῶν, ––––, οἷον εἰρηναρχῶ.
20e. Ἰστέον ὅτι ἀντιπαθεῖ τῷ τροχαίῳ ὁ ἴαμβος. διὰ τοῦτο καὶ ἀπὸ τῶν τετρασυλλάβων τινὲς μὲν τῷ τροχαίῳ πρόσκεινται καὶ πρὸς τὰς ἰαμβικὰς συζυγίας ἀπᾴδοντές εἰσι, τινὲς δὲ τῷ
ἰάμβῳ καὶ πρὸς τὰς τροχαϊκὰς συζυγίας οὐ συμφωνοῦσιν·309

310

ἤγουν πρὸς μὲν τὸν χορίαμβον καὶ πρὸς τὸν ἀντίσπαστον αἱ ἰαμβικαὶ συζυγίαι χρήσιμοι, πρὸς δὲ τοὺς ἰωνικοὺς οὐκέτι· πρὸς δὲ τοὺς ἰωνικοὺς πάλιν αἱ τροχαϊκαὶ συζυγίαι χρήσιμοι, πρὸς δὲ ἐκείνους οὐκέτι. εἰσὶ δὲ ἰαμβικαὶ συζυγίαι ἢ δύο ἴαμ‐
5βοι ἢ σπονδεῖος καὶ ἴαμβος, καὶ πλέον οὐδέν· αἱ δὲ τροχαϊκαὶ συζυγίαι ἢ δύο τροχαῖοι ἢ τροχαῖος καὶ σπονδεῖος. πολλάκις δὲ κεῖνται καὶ ἀπὸ τῶν τρισυλλάβων. ἐπὶ γὰρ τοῦ ἰαμβικοῦ ἐν τῷ πρώτῳ καὶ ἐν τῷ τρίτῳ καὶ ἐν τῷ πέμπτῳ ἢ ἴαμβος ἢ σπονδεῖος ἢ χορεῖος ἢ δάκτυλος ἢ ἀνάπαιστος· ἐπὶ δὲ τῶν
10ἀρτίων χωρῶν, τῆς τε δευτέρας καὶ τετάρτης καὶ ἕκτης, ἢ ἴαμ‐ βος ἢ χορεῖος ἢ ἀνάπαιστος, οὐδέποτε δὲ ὁ ἀπὸ μακροῦ ἀρχό‐ μενος. ἐπὶ δέ γε τοῦ τροχαϊκοῦ ἐν τῇ δευτέρᾳ καὶ τετάρτῃ καὶ ἕκτῃ ἢ τροχαῖος ἢ σπονδεῖος ἢ δάκτυλος ἢ ἀνάπαιστος ἢ χο‐ ρεῖος, ἐν δὲ τῇ πρώτῃ καὶ τρίτῃ καὶ πέμπτῃ οἱ ἀπὸ μακροῦ
15ἀρχόμενοι καὶ μόνοι, ἢ τροχαῖος ἢ δάκτυλος ἢ σπονδεῖος, οὐδέποτε δὲ ἀνάπαιστος ἢ χορεῖος. καὶ ταῦτα μὲν περὶ τῶν ποδῶν. f. Λυρικοὶ δέ εἰσιν οὗτοι· Ἀλκμὰν Στησίχορος Ἀλκαῖος Ἴβυκος Ἀνακρέων Σιμωνίδης Πίνδαρος Βακχυλίδης. οὕτω δὲ
20προσηγορεύθησαν διὰ τὸ πρὸς λύραν ᾄδεσθαι τὰ ποιήματα αὐτῶν· διὸ δεῖ ταύτης παρ’ αὐτοῖς. μέλη δὲ τὰ ἐν αὐτοῖς ἤτοι διὰ τὸ ἀπὸ τελείων ἀφαιρεῖσθαι μέτρων· καὶ γὰρ ἡμεῖς τὰ ἀπὸ τελείων ἀφαιρούμενα μέτρα μέλη καλοῦμεν ἢ ἀπὸ Μέ‐ λας τῆς Ὠκεανοῦ θυγατρός, καθὰ Λυσανίας φησίν· ἢ καθό‐
25σον μέλιτι παραπλησίαν ἔχει τὴν ἡδονήν. δύναται δὲ καὶ διὰ τὸ κροῦμα ᾠδὴ καὶ μέλη ὁμωνύμως λέγεσθαι. καὶ κῶλα δὲ ὁμοίως, ἐπεὶ μὴ τέλειά ἐστι μέτρα. τῶν δὲ ᾠδῶν αἱ μέν εἰσι
μονόστροφοι, αἱ δὲ τριαδικαί. καὶ μονόστροφοι μὲν αἱ Σαπφοῖ310

311

καὶ Ἀλκαίῳ καὶ Ἀνακρέοντι διὰ τριῶν ἢ τεσσάρων κώλων ὡρισμένην ἔχουσαι τὴν κατάστασιν καὶ ὑπὸ περιγραφῆς διειρ‐ γόμεναι· τριαδικαὶ δὲ αἱ συνεστῶσαι ἔκ τε στροφῆς καὶ ἀντι‐ στρόφου καὶ ἐπῳδοῦ. στροφὴ μὲν οὖν ἐστι κώλων ποσῶν
5εὔρυθμος σύνθεσις ἑτεροίας στροφῆς ἀντιστρόφου καὶ ἐπῳ‐ δοῦ. κέκληται δὲ ἡ μὲν στροφή, καθό φησι Πτολεμαῖος ἐν τῷ περὶ στατικῆς ποιήσεως, διὰ τὸ τοὺς ᾄδοντας κύκλῳ κινεῖ‐ σθαι περὶ τὸν βωμὸν, σημαίνοντας τὴν τοῦ βίου κίνησιν· ἀντίστροφος δὲ διὰ τὸ ἀναστρέφοντας αὐτοὺς εὐρύθμως κινεῖ‐
10σθαι, ἄχρις ἂν ἔλθωσιν ἐπ’ ἐκεῖνον τὸν τόπον, ἀφ’ οὗ ἤρξαντο πρῶτον κινεῖσθαι· ᾐνίσσοντο δὲ διὰ τούτου τὴν τοῦ ἡλίου κίνησιν, ἐπειδὴ τὴν ἐναντίαν οὗτος δοκεῖ τῷ κόσμῳ ποιεῖσθαι· ἐπῳδὸς δὲ, ἐπειδὴ ἱστάμενοι ἐπῇδον, διὰ τούτου τὸ ἔμμονον
καὶ στερρὸν τῆς γῆς παριστῶντες.311