TLG 5034 001 :: SCHOLIA IN PINDARUM :: Scholia in Pindarum (scholia vetera) SCHOLIA IN PINDARUM Schol. Scholia in Pindarum (scholia vetera)
Citation: Ode — scholion — (line) | ||||
O 1metr(t) | Scholia in Olympionicarum carmen I | |||
1t | CFQ | Πινδάρου ἐπίνικοι Ὀλυμπιονίκαις. | ||
---|---|---|---|---|
2t | CFQ | Ἱέρωνι Συρακουσίῳ κέλητι. | ||
3 | AE | Τῶν ἐν τοῖς ἐπινίκοις τοῖς ὑπὸ Πινδάρου γεγραμμένοις εἰς τοὺς Ὀλυμπιονίκας πρώτη ᾠδὴ ἐπῳδική ἐστι τριαδικὴ | ||
5 | περικοπῶν δʹ. καὶ ἔστιν ἡ πρώτη στροφὴ καὶ ἀντίστροφος κώλων ιζʹ, ἡ δὲ ἐπῳδὸς κώλων ιγʹ. τῆς στροφῆς καὶ ἀντιστρόφου τὸ αʹ Γλυκώνειον. τὸ Γλυκώνειον μέτρον, τὸ καὶ ἀντισπαστικὸν, ἐστὶ τετρασύλλαβον, συγκείμενον ἐκ βραχείας καὶ δύο μακρῶν καὶ βραχείας, οἷον | |||
10 | Ἀρίσταρχος· ὠνόμασται δὲ διὰ τὸ οἷον ἀντεσπασμένον καὶ οἱονεὶ ἐναντίος διίαμβος εἶναι. τὸ βʹ Φερεκράτειον. τὸ γʹ ἰθυφαλλικὸν λελυμένου τοῦ αʹ τροχαίου. τὸ δʹ ἀναπαιστι‐ κὸν δίμετρον καταληκτικὸν εἰς συλλαβήν. τὸ εʹ Εὐριπίδειον, τροχαικὸν δίμετρον καταληκτικὸν, ὅμοιον τῷ (Phoen. 239)· | |||
15 | νῦν δέ μοι πρὸ τειχέων. τὸ ϛʹ Φερεκράτειον ὅμοιον τῷ βʹ. τὸ ζʹ τροχαικὸν δίμετρον ὅμοιον τῷ εʹ. τὸ ηʹ Φερεκράτειον λεῖπον μιᾷ συλλαβῇ. τὸ θʹ ἰαμβικὸν δίμετρον ὑπερκατά‐ ληκτον, ὅ ἐστιν Ἀλκμανικόν. τὸ ιʹ τροχαικὴ περίοδος ἀπὸ ἰάμβου. τὸ ιαʹ τροχαικὸν δίμετρον ἀκατάληκτον πλεονάζον | |||
20 | τοῦ Εὐριπιδείου συλλαβῇ. τὸ ιβʹ χοριαμβικὸν δίμετρον κα‐ ταληκτικόν. τὸ ιγʹ πενθημιμερὲς κοινὴν λύσιν ἔχον ἰαμβικοῦ καὶ τροχαικοῦ. τὸ ιδʹ τροχαικὸν δίμετρον καταληκτικὸν Εὐρι‐ πίδειον ἑφθημιμερές. τὸ ιεʹ ἀντισπαστικὸν δίμετρον ἀκα‐ τάληκτον ἀπὸ δακτύλου τῆς ἰαμβικῆς ἀρξαμένης ἑπτασήμου. | |||
25 | τὸ ιϛʹ περίοδος ἀπὸ ἰάμβου· καὶ καλεῖται βακχεῖος ἀπὸ | |||
τροχαίου. τὸ ιζʹ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον. τῆς δὲ ἐπῳδοῦ κώλων ιγʹ τὸ αʹ τροχαϊκὸν δίμετρον 〈ἀπὸ〉 ἰάμβου ὁμοίως τῷ ιʹ τῆς στροφῆς. τὸ βʹ χοριαμβι‐ κὸν δίμετρον ὑπερκατάληκτον. τὸ γʹ ἀντισπαστικὸν δίμετρον | 12 in vol. 1 | |||
30 | ὑπερκατάληκτον τροχαικὸν πενθημιμερές. τὸ δʹ ἐκ διμέτρου βραχυκαταλήκτου. τὸ εʹ ἐπιωνικὸν τρίμετρον καταληκτικὸν, 〈ὃ〉 καὶ Φαλαίκειον. τὸ ϛʹ ἀντισπαστικὸν τρίμετρον κατα‐ ληκτικόν. τὸ ζʹ ὅμοιον τῷ ἕκτῳ. τὸ ηʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ θʹ Ἱππωνάκτειον, ἰωνικὸν δίμετρον | |||
35 | βραχυκατάληκτον. τὸ ιʹ ὅμοιον τῷ (Archil. fr. 94, 2), τίς σὰς παρήειρε φρένας; τὸ ιαʹ ἰωνικὸν παροξύτονον ἀκατά‐ ληκτον. τὸ ιβʹ προσοδιακὸν ἐξ ἀντισπάστου καὶ ἰωνικοῦ ... τὸ ιγʹ χοριαμβικὸν δίμετρον καταληκτικόν. | |||
PQ | τὸ αʹ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον Γλυκώνειον. | |||
40 | τὸ βʹ τροχαικὸν δίμετρον βραχυκατάληκτον ἰθυφαλλικόν. τὸ γʹ χοριαμβικὸν δίμετρον καταληκτικὸν περαιούμενον εἰς ἰαμβι‐ κὴν ἢ βακχείαν κατακλεῖδα κατὰ τὴν παράδοσιν. τὸ δʹ ἀναπαιστικὸν δίμετρον καταληκτικὸν, τὸ λεγόμενον παροιμια‐ κόν. τὸ εʹ ὅμοιον τῷ δευτέρῳ. τὸ ϛʹ ὅμοιον τῷ αὐτῷ. | |||
45 | τὸ ζʹ τροχαικὸν δίμετρον καταληκτικὸν, Εὐριπίδειον ἢ λη‐ | |||
κύθιον. τὸ ηʹ τροχαικὸν μονόμετρον ὑπερκατάληκτον. τὸ θʹ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ιʹ ἐπιωνικὸν ἀντι‐ σπαστικὸν δίμετρον καταληκτικὸν τοῦ ἰωνικοῦ ἀπὸ τροχαίου ἀρχομένου. τὸ ιαʹ τροχαικὸν δίμετρον ἀκατάληκτον. τὸ ιβʹ | 13 in vol. 1 | |||
O 1metr(50) | ὅμοιον τῷ τρίτῳ. τὸ ιγʹ προκελευσματικὸν δίμετρον κατα‐ ληκτικόν· ἐν οἷς ὅρα καὶ τὸ θαυμάσιον. ὁ τοιόσδε ῥυθμὸς ταχυτῆτι ἁρμόττει· ὅθεν καὶ προκελευσματικός. βλέπε τοίνυν τὸν σοφώτατον Πίνδαρον πῶς ἥλω ἐν οἷς τὸν τοιοῦτον ῥυθμὸν εὔσημον διὰ τοῦ λόγου ἀποκαθίστησιν, ἐν τῇ ἐν‐ | |||
55 | νοίᾳ ταχυτῆτα κατωρθωκὼς ἐν οἷς λέγει· ὅθεν ὁ πολύφατος, διὰ τὸ τῆς φήμης ταχύ· καὶ, νόον ὑπὸ γλυκυτάταις, διὰ τὸ τοῦ νοὸς ὀξυκίνητον· καὶ, ὁπότ’ ἐκάλεσε πατὴρ, διὰ τὸ τῆς κλήσεως ταχύ· καὶ, ὕδατος ὅτι τε πυρὶ, διὰ τὸ τῶν στοιχείων εὐκίνητον, τοῦ μὲν ἀνωφεροῦς ὄντος, τοῦ δὲ | |||
60 | κατωφεροῦς· καὶ πάλιν, μετὰ τὸ ταχύποτμον· καὶ, ἐμὲ δ’ ἐπὶ ταχυτάτων· καὶ, Πέλοπος ἵνα ταχυτής· καὶ ἐπὶ τούτοις τὸ, θεὸς ἐπίτροπος ἐὼν, διὰ τὴν καὶ ὑπὲρ ῥιπὴν ὀφθαλμοῦ ὀξυκινησίαν τοῦ θείου. τὸ ιδʹ ὅμοιον τῷ ζʹ. τὸ ιεʹ ἔκ τε ἀντισπάστου καὶ αʹ παίωνος κατ’ ἀντιπάθειαν καὶ συλλαβῆς. | |||
65 | τὸ ιϛʹ ἀντισπαστικὸν τρίμετρον καταληκτικὸν κατ’ ἀντιπά‐ θειαν. τὸ ιζʹ ἀντισπαστικὸν, Φαλαίκειον συλλαβῆς δεούσης. | |||
Q | ἡ δὲ ἐπῳδὸς κώλων ιγʹ. τὸ αʹ παίων δεύτερος καὶ ἰαμ‐ | |||
βικὸν πενθημιμερές. τὸ βʹ ἰαμβικὸν πενθημιμερές. τὸ γʹ ἀντισπαστικὸν ἑκατέρωθεν ἔχον τὰς ἰαμβικάς. ἐν δὲ τῷ | 14 in vol. 1 | |||
70 | εὐάνορος ἐκτείνει τὸ ρ. τὸ δέ γε κλέος, κοινὴ συλλαβή. τὸ δʹ ἰαμβικὸν πενθημιμερὲς καὶ ἐφεξῆς τρεῖς ἴαμβοι· ὡς εἶναι τρίμετρον μιᾶς δεούσης μέσον συλλαβῆς. τὸ εʹ παιωνι‐ κὸν τρίμετρον τοῦ μέσου ὄντος ἐπιτρίτου τρίτου, τοῦ δὲ τελευταίου βακχείου, ὃς εἶδός ἐστι τοῦ παιωνικοῦ. τὸ ϛʹ | |||
75 | ἀντισπαστικὸν τρίμετρον ἀκατάληκτον ταῖς ἰαμβικαῖς ἀναμε‐ μιγμένον. τὸ ζʹ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ὑπερκατά‐ ληκτον ἐπίμικτον πρὸς τὰς τροχαικάς. τὸ ηʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ θʹ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον βραχυκατάληκτον. τὸ ιʹ ἰαμβικὸν δίμετρον Ἀνα‐ | |||
80 | κρεόντειον. τὸ ιαʹ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον παρατε‐ τηρημένον· τὴν γὰρ πρώτην συζυγίαν ἀπὸ βραχείας ἀρχο‐ μένην ἐποίησεν. [ἤγουν παίωνα δεύτερον.] τὸ ιβʹ ἐπιωνικὸν ἀπὸ μείζονος τρίμετρον καταληκτικὸν ἐξ ἀντισπάστου· τὴν δὲ κατακλεῖδα ἐκ τροχαίου καὶ τῆς ἀδιαφόρου. τὸ ιγʹ χοριαμ‐ | |||
85 | βικὸν δίμετρον καταληκτικὸν εἰς ἰαμβικὴν κατακλεῖδα περαι‐ ούμενον, τουτέστιν εἰς ἀμφίβραχυν ἢ βακχεῖον διὰ τὸ ἀδιά‐ φορον τῆς τελευταίας. | |||
O 1hyp(t) | A | Ὑπόθεσις τῶν Ὀλυμπιονίκων | ||
O 1inscr a | ADEFHKQ | Γέγραπται μὲν ὁ ἐπινίκιος Ἱέρωνι τῷ Γέλωνος ἀδελφῷ νικήσαντι ἵππῳ κέλητι τὴν οϛʹ Ὀλυμπιάδα, ἢ ὡς | ||
ἔνιοι ἅρματι. ὁ δὲ αὐτὸς νικᾷ καὶ τὴν οζʹ Ὀλυμπιάδα κέλητι, τῇ δὲ οηʹ Ὀλυμπιάδι τεθρίππῳ, ἐν ᾗ Ὀλυμπιάδι | 15 in vol. 1 | |||
5 | ἐτελεύτα. τὸ δὲ ὄνομα τοῦ νικῶντος ἵππου Φερένικός ἐστι· μέμνηται δὲ αὐτοῦ Βακχυλίδης γράφων οὕτως (V, 37)· ξαν‐ θότριχα μὲν Φερένικον Ἀλφεὸν παρ’ εὐρυδίναν πῶλον ἀελλο‐ δρόμαν εἶδε νικάσαντα. ἦν δὲ Ἱέρων Δεινομένους παῖς· Δεινομένους δὲ παῖδες τέσσαρες· Γέλων Ἱέρων Πολύζηλος | |||
10 | Θρασύβουλος· τὸ γένος τύραννος Συρακουσίων τῶν ἐπὶ Σικελίᾳ· υἱὸν δὲ ἔσχε Δεινομένη. νικήσας δὲ τὰ Ὀλύμπια ἀνεκήρυξεν ἑαυτὸν Συρακούσιον καὶ Αἰτναῖον, κτίσας τὴν παρακειμένην [πόλιν τῇ Σικελίᾳ] πόλιν Αἴτνην ὁμώνυμον τῷ ὄρει. 1dQa | |||
O 1inscr b | DEHQ | ἄλλως. γέγραπται ὁ ἐπινίκιος Ἱέρωνι τῷ Γέλωνος ἀδελφῷ νικήσαντι ἵππῳ κέλητι τὴν οϛʹ Ὀλυμπιάδα, ἢ ὡς ἔνιοι ἅρματι. συνέβη δὲ αὐτὸν νικήσαντα καὶ τὴν οηʹ Ὀλυμπιάδα ἐν ταύτῃ τελευτῆσαι. τὸ δὲ ὄνομα τοῦ νικῶντος | ||
5 | ἵππου Φερένικός ἐστιν. μέμνηται δὲ αὐτοῦ Βακχυλίδης γρά‐ φων οὕτως· ξανθότριχα μὲν Φερένικον Ἀλφεὸν παρ’ εὐρυ‐ δίναν πῶλον ἀελλοδρόμον νικήσαντα. 1dD | |||
O 11a | CDEHQ | ἄριστον μὲν ὕδωρ: τρία ἐν ἀνθρώποις ὁ Πίν‐ | ||
δαρος ἄριστα εἶναι λέγει· ἄριστον μὲν ὕδωρ εἰς τὸ ζῆν, οὗ ἄνευ βιοτεύειν ἀδύνατον· εἶτα χρυσὸν ἐν πλούτῳ τῶν ἄλ‐ λων χρημάτων ἐκπρέποντα καθάπερ ἐν νυκτὶ πῦρ· πρὸς δὲ | 16 in vol. 1 | |||
5 | δόξαν τὴν Ὀλυμπίασι νίκην. 1dAC | |||
O 11b | ACDEHQ | ὁ [δὲ] νοῦς τοῦ προοιμίου ὅλου τοιοῦτος· ὥσπερ τὸ μὲν ὕδωρ τῶν ἄλλων στοιχείων χρησιμώτερον, ὁ δὲ χρυσὸς τῆς λοιπῆς ὕλης προτιμότερος, οὕτως καὶ ὁ Ὀλυμπιακὸς ἀγὼν προτιμότερος τῶν ἄλλων. καὶ δευτέραν ἀπόδειξιν συγ‐ | ||
5 | κριτικὴν ποιεῖται, τῶν τοῦ πλούτου χρημάτων ἀξιολογώ‐ τερον καὶ τιμιώτερον ἀποδεικνὺς τὸν χρυσόν. εἰ δὲ μὴ ἐβρά‐ δυνεν, ἠρκέσθη ἂν εἰς τὸν περὶ τῶν στοιχείων λόγον, καίτοι κεφαλαιωδέστερον ὄντα. ἀλλὰ πολύς ἐστιν ἐγκωμιάζων τὸν πλοῦτον, καί φαμεν ἡττᾶσθαι αὐτὸν τῆς ἑαυτοῦ φύσεως | |||
10 | φιλοχρημάτου τυγχανούσης. | |||
O 11c | ACDEQ | ὁ δὲ νοῦς· ὁ δὲ χρυσὸς ἐν ἅπασι τοῖς κτήμασι τοῦ δυνατοῦ πλούτου οὕτω διαλάμπει ὡς ἐν νυκτὶ πῦρ καιόμενον. 1eAC 1gD 4E | ||
O 11d | A(C)DHQbis | ἄριστον μὲν ὕδωρ: ἀρχὴ γὰρ τῶν ὅλων κατὰ Θαλῆν τὸ ὕδωρ. τὸ δὲ ἑξῆς τοῦ λόγου· ὁ δὲ χρυσὸς δια‐ πρέπει μεγάνορος ἔξοχα πλούτου, ἅτε αἰθόμενον πῦρ ἐν νυκτί. διάδηλός ἐστιν ὁ ἐν πλούτῳ χρυσός. 1bAC 1aD inscr.b qa 1fHQb | ||
O 11e | AC[D]EHQ | ἄλλως. οὐδὲν ἕτερόν τι αὐτῷ τὸ προοίμιον βούλεται ἢ τεσσάρων ὄντων τῶν ἱερῶν ἀγώνων συγκριτικῶς ἐπιδοξό‐ τερον τὸν Ὀλυμπιακὸν ἀποφῆναι. οἰκειότατα δὲ καὶ τὴν εἰκόνα τῆς συγκρίσεως παρείληφε. τεσσάρων ὄντων ὡς ἔφην | ||
5 | τῶν ἱερῶν ἀγώνων, καὶ αὐτὰ τὰ κοσμικὰ στοιχεῖα ἰσάριθμα ὄντα τοῖς ἀγῶσι παραλαμβάνει, εἶτα τούτων τῶν στοιχείων χρειωδέστερον τὸ ὕδωρ ἀποδείκνυσι, τῇ τῶν φιλοσόφων ἑπό‐ μενος γνώμῃ, οἳ φυσικώτερον κινηθέντες ἐκ τοῦ ὕδατος ἔφασαν καὶ τὰ ἄλλα τρία στοιχεῖα συνίστασθαι. λέγουσι μὲν | 17 in vol. 1 | ||
10 | γὰρ αὐτοῦ τὸ λεπτομερὲς ἀέρα γίνεσθαι, τὸ δὲ παχύτερον εἰς ἑαυτὸ συνιστάμενον γῆν· ἀποτελεῖν δὲ ἀπολεπτυνόμενον | |||
ACDEHQ | τὸν διάπυρον αἰθέρα πῦρ. διὰ τοῦτο ἄριστον εἶπε τὸ ὕδωρ, ἐπεὶ δοκεῖ τῆς τῶν ἄλλων γενέσεως αἴτιον εἶναι. τὸ γὰρ αἴτιον τῶν δι’ ἑαυτοῦ γινομένων, τοῦτο προὔχον τῶν ἄλλων. | |||
15 | ἔνιοι δὲ καὶ τοῦτο προστιθέασι λέγοντες, ὅτι καὶ πρὸς τὰ λογικὰ καὶ ἄλογα ζῷα ἀναγκαιότερόν ἐστι τὸ ὕδωρ, μάλιστα πρὸς θάλπος, καὶ ὅτι τὰ φυτὰ ἐκ τοῦ ὕδατος τρέφεται, ἡμεῖς δὲ ἐκ τῶν σπερμάτων ζῶμεν, τὰ δὲ σπέρματα οὐκ ἄλλως δύναται ζῳογονηθῆναι εἰ μὴ ἀπὸ ὕδατος. εἰκότως | |||
20 | ACEHQ | τοίνυν τὸ ὕδωρ μεῖζον τῶν ἄλλων στοιχείων. τινὲς δὲ καὶ τὸ Ὁμηρικὸν παραλαμβάνουσιν (Ξ 201)· Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν. εἰ δὲ ὁ Ὠκεανὸς ποτα‐ μὸς καὶ ἡ Τηθὺς πηγὴ, ἡ δὲ τῶν θεῶν γένεσις ἐκ τοῦ | ||
A(CD)EHQ | Ὠκεανοῦ γεννᾶται, εἰκότως καὶ τὸ ὕδωρ τῶν ἄλλων στοι‐ | |||
25 | χείων προτιμότερον. ἀπεδείξαμεν οὖν διὰ πολλῶν τῶν | |||
τεσσάρων στοιχείων προτιμότερον τὸ ὕδωρ· πρὸς ταύτην τὴν ἀπόδειξιν τὸν Ὀλυμπιακὸν ἀγῶνα ἐπιτιμότερον ἀπο‐ δείκνυσιν. 5C; IX lyr. (p. 11, 7) D; 5, dein 18E; inscr.aHQ | 18 in vol. 1 | |||
O 11f | HQ | ἄλλως· σύγκρισις τῶν ἀγώνων πρὸς τὰ στοιχεῖα γράφεται ἐξ αὐτοῦ τοῦ προοιμίου. καὶ γὰρ ὃν τρόπον ἐκεῖνα αἴτια τοῦ ζῆν τοῖς ἀνθρώποις εἰσὶ, τὸν αὐτὸν καὶ τοῦ καλῶς ζῆν τοὺς ἀγῶνάς φησιν. ἐπεὶ δὲ πρώτιστον καὶ | ||
5 | τῶν ἄλλων στοιχείων ἄμεινον· τὸ ὕδωρ ἐστὶ, παραβάλλει αὐτὸ τῇ τῶν Ὀλυμπίων νίκῃ, ὡς καὶ αὐτῇ προὐχούσῃ τῶν ἄλλων τεσσάρων. | |||
O 11g | DHQ | ἄλλως· ἄριστον μὲν ὕδωρ· ὁ δὲ χρυσὸς διαπρέπει τοῦ μεγάλως δυναμένου πλούτου, ἅτε τὸ αἰθόμενον πῦρ ἐν νυκτὶ, ἤγουν ὁ πυρσός. ἀπὸ κοινοῦ τὸ διαπρέπει. | ||
O 11h | AglE | τέσσαρες ἔπαινοι τοῦ ὕδατος· λευκὸν, λεπτὸν, ψυχρὸν καὶ γλυκύ. διαφοραὶ δὲ τοῦ ὕδατος πέντε· ὄμ‐ βριον, πηγαῖον, ποτάμιον, φρεάτιον καὶ λιμναῖον· ὥσπερ καὶ ἐπὶ τοῦ οἴνου· ὁ ἐρυθρὸς, ὁ μέλας καὶ γλυκὺς, ὁ | ||
5 | αὐστηρὸς, ὁ κιρρὸς, ὁ λεπτὸς καὶ [ὁ] λευκός. | |||
O 11i | AglE | τὸ ὕδωρ παχυνόμενον ποιεῖ τὴν γῆν· λεπτυνόμενον, τὸν ἀέρα· πάνυ δὲ λεπτυνόμενον, τὸ πῦρ· καὶ κατὰ τοῦτο ἄριστον. 10eE | ||
O 14a | ACDEHQ | μεγάνορος ἔξοχα: μεγάνορα εἶπε τὸν πλοῦτον, ὡς μὲν ἔνιοι διὰ τὸ παρασκευάζειν τοὺς κεκτημένους αὐτὸν αὐχητικοὺς καὶ ὑπερόπτας. | ||
O 14b | ἢ ὅτι αὐτός ἐστι μεγαλήνωρ, διὰ τὸ πολλὰ δύνασθαι κατεργάσασθαι. νεῦρα γὰρ πολέμου | |||
χρυσός. 9E 13bC | 19 in vol. 1 | |||
O 14c | DHQ | ἄλλως· μεγάνορος: ἤτοι τοῦ αὐξάνοντος τὰς τύχας | ||
HQ | τῶν ἀνθρώπων καὶ ποιοῦντος μείζονα φρονεῖν τῶν καθη‐ κόντων· ἢ ὅτι αὐτὸς μεγάνωρ ἐστὶ, διὰ τὸ πολλὰ δύνασθαι κατεργάσασθαι. | |||
O 15a | ACDEHQ | εἰ δ’ ἄεθλα γαρύειν: ἆθλα νῦν εἴρηκε τὰ ἀγω‐ νίσματα. | ||
O 15b | ἢ καὶ τὰ ἔπαθλα· Ὅμηρος (Ψ 273)· ἱππῆας τάδ’ ἄεθλα δεδεγμένα κεῖτ’ ἐν ἀγῶνι. | |||
O 15c | ACDEHQ | ἄλλως· ἄεθλα ἀγωνίσματα, περιφραστικῶς τοὺς ἀγῶνας. | ||
O 15d | πρὸς ἑαυτὸν δὲ ἐκφέρων εἶπεν· ὦ φίλον ἦτορ, εἰ δὲ καταλέγειν ἆθλα βούλει, νόμιζε ὡς ἐν ἄστροις ἥλιον φαεινότερον, οὕτως ἐν ἄθλοις τὸν Ὀλυμπιακὸν ἀγῶνα πρωτεύειν. | |||
O 15e | DHQ | γαρύεν: φωνεῖν. καταλέγειν. διακρίνειν. ὑμνεῖν. Δωρικῶς δὲ τὸ γαρύεν, τοῦ ι ἐκλείψαντος. | ||
O 15f | ACDEQ | τὸ δὲ γαρύεν γαρύειν λέγει, καὶ ἔστιν ἀποβολὴ τοῦ ι, ὅπερ ἔθος Δωριέων. ἡ δὲ γῆρυς ὅτι ἐπὶ τῆς φω‐ νῆς εἴρηται, εὑρήσομεν καὶ παρ’ Ὁμήρῳ (Δ 437)· οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδ’ ἴα γῆρυς. | ||
O 15g | ἔθος δέ ἐστι Πινδάρῳ, μὴ οἷς προοιμιάζεται συγκριτικοῖς, τούτοις τὰ συγκρινόμενα εὐθέως ἐπάγειν, ἀλλὰ μεταξύ τινα | |||
εἰκόνα ἀποδεικτικὴν τῆς βελτιότητος παρεντιθέναι καὶ οὕτω τὴν σύγκρισιν ἐπιφέρειν. ποιεῖ δὲ τοῦτο θερμός τις ὢν καὶ | 20 in vol. 1 | |||
5 | πολύνους περὶ τὰ νοήματα. 16bE | |||
O 18 | ADHQDHQ | θαλπνότερον: θερμότερον, φανερώτερον, φαεινό‐ τερον· τῇ γὰρ θέρμῃ καίει τὸν ἀέρα καὶ φωτίζειν ποιεῖ. 13A | ||
O 19a | ACDEHQ | ἐν ἁμέρᾳ φαεννὸν ἄστρον: εὖ καὶ ἐκ τοῦ καιροῦ τὸ ἄγαν λαμπρὸν τοῦ ἡλίου βούλεται δεῖξαι ὡς πρὸς τὰ ἄλλα ἄστρα, ἅτινα κατ’ αὐτὸν τὸν καιρὸν ἐξασθενεῖ φαίνεσθαι· διὸ καὶ ἁρμοδίως ἄστρον ἐπήγαγεν. | ||
O 19b | ἔρημον εἶπε τὸν αἰθέρα διὰ τὸ ἄγαν πυρῶδες καὶ τὸ μὴ πλησιάζειν αὐτῷ ζῷον ἐν τῷ ἀσφαλεῖ ἢ ὅτι τὸ ἐρι μόριον λέγουσιν ἀντὶ τοῦ μεγάλου, ὡς καὶ Ὅμηρος (Κ 305)· ἐριαύχενας ἵππους. | |||
O 19c | τὸ δὲ σαφὲς οὕτως ἔχει· εἰ δὲ, ὦ προσφιλεστάτη ψυχὴ, ἀγῶνας φωνεῖν καὶ διακρίνειν θέλεις, μηκέτι τοῦ ἡλίου σκόπει ἕτερον ἄστρον. μήτε θερμότερον μήτε λαμπρότερον διὰ τῆς ἐρήμου αἰθέρος φερόμενον ἐν ἡμέρᾳ, μηδὲ τοῦ | |||
5 | Ὀλυμπιακοῦ ἀγῶνος ἕτερον βελτίονα. 14AE 4C | |||
O 19d | DHQ | ἄστρον: κακῶς εἶπεν ἄστρον· ἔδει γὰρ εἰπεῖν ἀστέρα. τὰ γὰρ ἐκ πολλῶν συγκείμενα ἀστέρων ζῴδια λέγον‐ ται ἄστρα, ὁ δὲ ἥλιος ἀστήρ. | ||
O 19e | τὸ δὲ ὅλον εἰπεῖν· ὥσπερ ἐν ἄστροις ἥλιον εἴποις θαλπνότερον, οὕτως ἐν ἀγῶσι προ‐ | |||
κρίναις Ὀλυμπίαν. | 21 in vol. 1 | |||
O 110a | [D]HQ | αἰθέρος ἐρήμας: ἡ μὲν θάλασσα ἔχει τοὺς ἰχθῦς, ἡ δὲ γῆ τὰ τετράποδα καὶ τὰ ἑρπετὰ, ὁ δὲ ἀὴρ τὰ πτηνά· ὁ μέντοι αἰθὴρ πυρώδης ὢν οὐκ ἔχει. | ||
O 110b | ἢ ἐρήμης, τῆς μὴ ἐχούσης νέφος· οὐ γὰρ συνίσταται εἰς θερμασίαν. | |||
O 110c | ἢ διὰ τὸ μὴ φαίνεσθαι οἰκούμενον. | |||
O 110d | ἢ ὡς πρὸς ἡμᾶς ἐρήμης, διὰ τὸ ἡσύχιον καὶ ἤρεμον. 14a | |||
O 110e | AglE | διαφέρει ὁ αἰθὴρ καὶ ἡ αἰθὴρ, διότι ἡ αἰθὴρ λέγεται τοῦτο τὸ στερέωμα, ὁ αἰθὴρ δὲ ἀρσενικῶς ἡ ἔνα‐ στρος σφαῖρα, ὁ πόλος ἐκεῖνος. insor. E | ||
O 113a | [D]HQ | ὅθεν: ἀπὸ τῆς Ὀλυμπίας. | ||
O 113b | πολύφατος: ὁ ὑπὸ πολλῶν φημιζόμενος. | |||
O 113c | AC | τοῦ‐ τέστι πολυθρύλλητος, ὑπὸ πολλῶν λεγόμενος. | ||
O 113d | C | ἢ ἐν ᾧ πολλοὶ φημίζονται καὶ κλεΐζονται. 15A | ||
O 113e | πολύφατος: πολύφημος. | |||
O 113f | [D]HQ | ὁ ὑπὸ πολλῶν φημι‐ ζόμενος καὶ λεγόμενος. πολυθρύλλητος. 16 | ||
O 114a | [D]HQ | ὁ ὕμνος ἐκ τῆς Ὀλυμπίας περιβάλλεται ταῖς τῶν σοφῶν μητίεσσι καὶ ὑπὸ πάντων τούτων κατασκευάζεται. | ||
O 114b | ἀμφιβάλλεται δὲ, ἤτοι κοσμεῖται, ἢ περιγράφεται καὶ περιλαμβάνεται· ὥσπερ καὶ Ὅμηρος (Ψ 255)· τορνώσαντο δὲ σῆμα. | |||
O 114c | A[D]EHQ | ὕμνος ἀμφιβάλλεται: οἱονεὶ περιγράφεται. περι‐ βάλλεται. | ||
O 114d | AC[D]EHQ | ἔνιοι δὲ κοσμεῖται ὁ ὕμνος. | ||
O 114e | ἡ μετα‐ φορὰ ἀπὸ τῶν στεφάνων. 16A 19C 5E 19a[D]HQ | |||
O 115 | A | κελαδεῖν: ὑμνεῖν. 17 | 22 in vol. 1 | |
O 116 | Κρόνου παῖδ’ ἐς ἀφνεάν: | |||
O 116a | AC[D]HQ | ἰστέον ὅτι τὸ ἱπποτροφεῖν πλουσίων. | ||
O 116b | AC[D]EHQ | [τὸ δὲ ἱκομένους] ἀντὶ τοῦ παραγενόμενοι· τῇ γὰρ αἰτιατικῇ ἀντὶ τῆς ὀρθῆς χρῆται. [ὅπερ οὐκ οἶμαι λόγον ἔχειν.] | ||
O 116c | ἔστι μὲν τὴν ἑστίαν δέξασθαι Κρόνου, καθότι πρόκειται· βέλτιον δὲ οὕτως δέ‐ ξασθαι· εἰς τὴν τοῦ Ἱέρωνος ἐλθόντας ἑστίαν τὸν τοῦ Κρό‐ νου παῖδα Δία ὑμνεῖν. πιθανώτερον γὰρ τῆς νίκης Ὀλυμ‐ | |||
5 | πιακῆς οὔσης τὸν Ὀλύμπιον Δία παρὰ τῷ Ὀλυμπιονίκῃ ὑμνεῖσθαι. 19AE 29C | |||
O 116d | Emg | οἱονεὶ τοῦτο κατασκευάζει, ὅτι τοῦ ὑμνεῖσθαι τὸν Δία οὐδείς ἐστιν ἕτερος 〈αἴτιοσ〉 ἢ ὁ Ἱέρων. | ||
O 117 | A | μάκαιραν: εὐδαίμονα. πλουσίαν. | ||
O 118a | ACDHQ | θεμίστεῖον: Ἡρωδιανὸς (I 137, 5) προπαροξύνει, ἀναλογώτερον γάρ· ἀλλ’ ἡ χρῆσις προπερισπᾷ. 9A 20fC | ||
O 118b | ἄλλως· θεμιστεῖον τὸ δίκαιον, παρὰ τὸ θέμις. | |||
O 118c | DEHQ | ἀμφ‐ έπει: περιέπει. οἱονεὶ θεραπεύει. 20E | ||
O 119a | D | σκᾶπτον τὸ σκῆπτρον. ἔκθλιψις, ἧς ἐν αἰτίᾳ παρέμπτωσις. | ||
O 119b | AC | σκᾶπτον ἐν πολυμάλῳ: κατὰ Δωριέας τὸ σκῆπ‐ | ||
τρον, ἀποβολῇ τοῦ ρ γενόμενον. φησὶ δὲ τὴν βασιλείαν. | A | |||
περιπέφρασται δὲ ὁ λόγος. βούλεται γὰρ εἰπεῖν· ὃς μετὰ | 23 in vol. 1 | |||
A(D)EHQ | δικαιοσύνης βασιλεύει τῆς εὐδαίμονος Σικελίας. ἡ γὰρ | |||
5 | πολύμηλος ἀπὸ μέρους εὐδαίμων νοοῖτο ἄν. 18C 1eE 20cH | |||
O 119c | A | τουτέστι πλουσίᾳ. | ||
O 119d | H | 〈πολυμάλῳ:〉 ἤτοι πολυθρεμμάτῳ· ἢ ἀπὸ τοῦ καρποῦ τῶν μήλων· ἐκεῖ γὰρ περισσῶς λέγεται φυῆναι. ἢ πολυκάρπῳ. καὶ Ὅμηρος (Ι 542)· καὶ αὐτοῖς’ ἄνθεσι μήλων. | ||
O 120a | A(C)DEHQ | δρέπων μέν: ἀντὶ τοῦ δρεπόμενος, ἀπανθιζόμενος πασῶν τῶν ἀρετῶν τὸ τέλειον, ἀνδρείας καὶ δικαιοσύνης καὶ τῶν ἑξῆς. | ||
O 120b | ACDEHQ | αὐτὸ τὸ ἄκρον δρεπόμενος ἀπὸ πασῶν τῶν ἀρετῶν· οἱονεὶ ἀφ’ ἑκάστης τὸ ὠφέλιμον καρπού‐ μενος. 20gCE 20dH | ||
O 120c | AE(H)Q | ἀκαταλλήλως δὲ τῷ δρέπων τὸ ἀγλαΐ‐ ζεται ἐπενήνοχεν. ἐχρῆν γὰρ εἰπεῖν ἀγλαϊζόμενος, ἵν’ ᾖ καλλωπιζόμενος ἐπὶ τῷ τῆς μουσικῆς κάλλει, τουτέστι τῆς ᾠδῆς. 19dH | ||
O 120d | DHQ | ἄλλως· ἀγλαΐζεται δὲ: ἀκαταλλήλως τῷ δρέπων τὸ ἀγλαΐζεται. ἐχρῆν γὰρ εἰπεῖν ἀγλαϊζόμενος ἐν τῷ τῆς μουσικῆς ἄνθει καὶ τῇ ᾠδῇ, ἤτοι μουσικὸς ὢν ἢ περὶ τὴν μουσικὴν διακείμενος. | ||
O 120e | φίλην δὲ τράπεζαν, ἢ ὅτι κατὰ τὸ ἀναγκαῖον συνεστιῶνται· ἢ ὅτι ἐκ ταύτης αἱ φιλίαι. | |||
O 120f | C | δρέπων μέν: ἀντὶ τοῦ δρεπόμενος, ἀπανθιζόμενος καὶ οἷον συλλέγων ὁ Ἱέρων τὰς ἀκρότητας ἀπὸ πασῶν τῶν ἀρετῶν. 20k | ||
O 120g | ACEHQ | ἄλλως· ἀγλαΐζεται δέ: ἐπαγωγικῶς ἀπὸ τῶν | ||
καταριθμηθέντων· εἰρηκὼς γὰρ ἀφνεὸς, ἀγαθὸς, δίκαιος, βασιλεὺς, ἐν τῇ ἀρετῇ τὸ δίκαιον, ἐν τῷ πλουτεῖν τὸ νικᾶν, φησὶν ὅτι κέκτηται καὶ μουσικὴν, ἵνα πάσας τὰς βιωτικὰς | 24 in vol. 1 | |||
5 | ἀρετὰς εἴπῃ. 20iC | |||
O 120h | ACEHQ | ἄλλως· τῷ εἶναι μουσικὸς, ἢ τῷ διακεῖσθαι περὶ μουσικὴν, ὥσπερ φιλίατρος οὐ τῷ εἶναι, ἀλλὰ τῷ διακεῖ‐ σθαι. 24eC | ||
O 120i | ACEHQ | ἀώτῳ δὲ τῆς ᾠδῆς ἄνθει, τουτέστιν ἐν ταῖς ᾠδαῖς. οὐδὲν γὰρ ἕτερον ἢ μουσικῆς ἄνθος αἱ ᾠδαί. | ||
O 120j | AEHQ | οἷα δὲ ἔφη, 〈ἐν〉 τοῖς παρὰ τὸν πότον εἰωθόσι λέγε‐ σθαι. 24aAC | ||
O 120k | A(C)DEHQ | ἀγλαΐζεται: ἀγάλλεται καὶ σεμνύνεται καὶ ἐν τῷ τῆς μουσικῆς ἀπανθίσματι, οἱονεὶ πεπαίδευται μου‐ σικήν. 26fA 16C | ||
O 124a | ACDEHglQ | οἷα παίζομεν φίλαν: τὴν φιλοποιόν. οὐ γὰρ ἐχθροὶ εἰς τράπεζαν συνέρχονται. | ||
O 124b | ACDEQ | τὸ δὲ παίζομεν ὡς πρὸς τράπεζαν, οὔτι σπουδαῖον· ἄκαιρον γάρ. 20hC | ||
O 124c | Hgl | ἢ τὴν προσφιλεστάτην. | ||
O 124d | ADEHQ | ὁ δὲ νοῦς· οἷα παίζομεν φίλαν ἄνδρες: | ||
ὁποῖα μάλιστα μουσικὰ οἱ ἄνθρωποι συνεχῶς κατὰ τὰ συμ‐ πόσια περὶ τὴν προσφιλῆ τράπεζαν παίζομεν. καλῶς καὶ μετὰ τὴν εὐωχίαν εἶπεν· οὐ γὰρ ἦν σπουδαίου ἄνευ τοῦ | 25 in vol. 1 | |||
5 | εὐωχεῖσθαι κιθαρίζειν. | |||
O 124e | ACDEHQ | ἀμφίβολον οὖν πότερον ἀγλαΐζεται μουσικᾶς ἐν ἀώτῳ μουσικὰ συζητῶν παρὰ τὸ δεῖπνον, ἢ ἐπεὶ λύρα περιεφέρετο τοῖς δειπνοῦσιν, ὡς ἀπαρχομένων παιδιᾷ μου‐ σικῇ τοῦ εἰς Ἱέρωνα ὕμνου. | ||
O 126a | ACDEHQ | ἀλλὰ Δωρίαν ἀπὸ φόρμιγγα: παρόσον οἱ ὑπὸ τὸν Παρνασσὸν οἰκοῦντες Δωριεῖς πρῶτοι λέγονται τὸ ὄργανον ἐσκευακέναι. | ||
O 126b | οἱ δὲ παρὰ τὸ δῶρον ἀκούουσιν, ὅτι δὴ τὴν λύραν Ἑρμῆς ἀντὶ τῆς τῶν βοῶν κλοπῆς Ἀπόλλωνι παρέσχεν. | |||
O 126c | οἱ δὲ ὅτι Δωρικῇ ἁρμονίᾳ ἥρμοστο τῷ Πινδάρῳ ἡ λύρα. ἁρμονίαι δὲ πλείονες· Δώριος, Φρύγιος, Λύδιος. | |||
O 126d | τὸ δὲ ἀπὸ δύναται μὲν ἀκούεσθαι καὶ πρὸς τὸ [ἀπὸ] πασσάλου, ἵν’ ᾖ ἀπὸ πασσάλου, δύναται δὲ καὶ πρὸς τὸ λάμβανε, ἵν’ ᾖ ἀπολάμβανε. | |||
O 126e | ADEHQ | ἐκ τούτου τὸ ἀκμαῖον τῆς τοῦ ἐγκωμίου γραφῆς ὑποφαινόμενον εἴη. 20kA 33C | ||
O 126f | AHQ | ἄλλως· ἀλλὰ Δωρίαν ἀπὸ: ὅτι Δωριστὶ συντέ‐ τακται ὁ ἐπίνικος. 29A | ||
O 126g | HQ | περὶ δὲ τῆς Δωριστὶ ἁρ‐ μονίας εἴρηται ἐν παιᾶσιν (fr. 67), ὅτι Δώριον μέλος σεμ‐ νότατόν ἐστιν. | ||
O 126h | DHQ | πασσάλου δὲ, ὅτι ἐπὶ πασσάλων ἔκειντο αἱ κιθάραι· καὶ Ὅμηρος (α 440)· πασσάλῳ ἐγκρε‐ μάσας· διὰ τὸ ἕτοιμον εἶναι εἰς τὸ ἀναλαβεῖν. | 26 in vol. 1 | |
O 126i | ἢ ὅτι ὡς ἀνάθημα ἔν τινι τόπῳ τοῦ οἴκου ἀνάκειται. | |||
O 128a | DHQ | τὸ Πίσας δὲ συσταλτέον διὰ τὸ ἀντίστροφον· οὕτω δὲ οἱ περὶ Πίνδαρον καὶ Σιμωνίδην (fr. 247). | ||
O 128b | περὶ δὲ τῆς Πίσης, ὅτι τόπος ἐν Ἤλιδι ὑπὸ ὑψηλῶν ὄχθων πε‐ ριεχόμενος, Πολέμων (FHG II 121) φησίν. | |||
O 128c | HQ | ἔνιοι δὲ ὑπο‐ συγχέουσι τὴν Πίσαν καὶ τὴν Ἦλιν, οὐκ ὀρθῶς δέ· δι‐ | ||
έστηκε γὰρ ἀπ’ ἀλλήλων τὰ χωρία σταδίων πεντήκοντα. | DHQ | |||
O 128d | ὠνόμασται δὲ Πίσα ἀπὸ τῆς Πίσης τῆς Ἐνδυμίωνος θυγατρός. | |||
O 128e | DHQ | ἀναλάμβανε, ὦ Πίνδαρε, τὴν Δωρίαν φόρμιγγα, καὶ ὕμνει τὸν Φερένικον ἵππον τοῦ Ἱέρωνος καὶ τὴν Πίσαν εἰ ἄρα σοι ἡ τούτων χάρις τὸν νοῦν ηὔφρανεν. | ||
O 128f | HQ | εἴ τινά σοι ἡ Πίσα καὶ ὁ Φερένικος νικήσας παρέσχε λόγων εὐπορίαν. | ||
O 129a | ACDEHQ | καὶ Φερενίκου χάρις: ὄνομα τοῦ νικήσαντος ἵππου. | ||
O 129b | ὁ δὲ νοῦς· εἴ τί σοι, ὦ θυμὲ, ἡ τοῦ ἵππου καὶ τῆς Πίσης χάρις τὸν νοῦν ὑπὸ γλυκυτάταις ἔθηκε φρον‐ τίσιν. 33E | |||
O 129c | AC | χάρις δὲ ἡ ἐπὶ τῇ νίκῃ ἡδονή· φροντίδα δὲ λέγει τοῦ ἐπινικόυ τὴν σκέψιν. | ||
O 132a | ABCDEQ | ὅτε παρ’ Ἀλφεῷ: ἐν Ἤλιδι· ὁ γὰρ Ἀλφεὸς ἐν Ἀρκαδίᾳ τὰς πηγὰς ἔχει, καὶ ἀπ’ αὐτῆς ἀρχόμενος περιρρεῖ καὶ τὴν Ἦλιν. | ||
O 132b | ABDEQ | σύτο δὲ, ὥρμα πρὸς τὸν δρόμον. 36A 20C 34E | ||
O 132c | Bgl | (σύτο:) ὥρμα. | ||
O 133a | ABCDEQ | ἀκέντητον ἐν δρόμοισιν: ἀμάστικτον αὐτῷ τῷ κατὰ φύσιν τάχει τὸ σῶμα κατὰ τὸν ἀγῶνα διαφυλάξας. ἐκ δὲ τούτου τὸ ταχὺ καὶ πρόθυμον τοῦ ἵππου δηλοῖ. καὶ παρὰ τῷ Ὁμήρῳ (Ψ 387)· ἄνευ κέντροιο θέουσαι. 32E | 27 in vol. 1 | |
O 133b | Q | ἔσυτο δὲ, οὕτως ὥρμησεν ὡς μὴ δεῖσθαι κέντρου καὶ μάστιγος. | ||
O 133c | ABC(D)EQ | κράτει ἀντὶ τοῦ νίκῃ. 35D | ||
O 133d | ὁ δὲ νοῦς· ὁ δὲ Φερένικος ταχύνας ἑαυτὸν κατὰ τὸν ἀγῶνα τῇ νίκῃ προσέμιξε τὸν ἑαυτοῦ δεσπότην Ἱέρωνα. 36D | |||
O 134 | BglEgl | (κράτει:) τῇ νίκῃ. | ||
O 135a | AB(C)E | ἱππιοχάρμαν: τὸν τῇ ἱππικῇ χαίροντα. | ||
O 135b | ACDEHQDHQ | καλῶς τὸ ἐπίθετον τῷ βασιλεῖ διὰ τὸ ἱπποτροφεῖν, ἵνα δείξῃ ὅτι οὐ τύχης γέγονεν ἔργον τὸ τῷ Φερενίκῳ χρήσασθαι, ἀλλ’ ἐπιστήμης καὶ τῆς περὶ τὸ πρᾶγμα ἐπιμελείας. | ||
O 135c | ADEHQ | ἔνιοι δὲ ἀναγινώσκουσι παροξύνοντες τὴν παραλήγουσαν συλλαβὴν τοῦ Συρακουσίων καὶ τὴν ἐσχάτην τοῦ ἱππιοχαρμᾶν περι‐ | ||
σπῶσιν, ἵν’ ᾖ Συρακοσίων ἱππιοχαρμῶν. τὸν γὰρ Ἱέρωνα | DHQ | |||
5 | οὐκ εἶναι Συρακούσιον ὅτε ἐνίκα. κτίσαντα γὰρ αὐτὸν τὴν Κατάνην καὶ προσαγορεύσαντα Αἴτνην ἀπ’ αὐτῆς | |||
HQ | Αἰτναῖον αὐτὸν λέγουσιν. εὐήθεις δέ φησι Δίδυμος τού‐ τους· τότε γὰρ ὁ Ἱέρων ἦν Συρακούσιος καὶ οὐδὲ ἦν Αἰτναῖος, ὥς φησιν Ἀπολλόδωρος. ὁ δὲ Ἀριστόνικος ἀξιο‐ | |||
10 | πίστως Αἰτναῖον ὄντα Συρακούσιον ὀνομάζεσθαι. 37A 33dD | |||
O 135d | Agl | γράφεται καὶ ἱππιοχαρμὴν Συρακουσίων καὶ συν‐ τάσσεται οὕτως. ἐτυμολογεῖται δὲ ἢ ἀπὸ τοῦ ἵππου καὶ | ||
τοῦ χαίρω ἢ ἀπὸ τοῦ χάρμη ἡ μάχη. | 28 in vol. 1 | |||
O 136 | ADHQ | λάμπει δέ οἱ κλέος: τῷ ἵππῳ. ἢ τῷ Ἱέρωνι· ὃ καὶ βέλτιον. 38A | ||
O 137a | ABCDEQ | ἐν εὐάνορι Λυδοῦ Πέλοπος: Πίνδαρος μὲν τὸν Πέλοπα Λυδόν φησιν [εἶναι], Ἴστρος δὲ (FHG I 426) Παφλαγόνα, Αὐτεσίων δὲ (FHG IV 345) Ἀχαιὸν ἀπ’ Ὠλέ‐ νου πόλεως, ἧς καὶ Ὅμηρος μνημονεύει (Β 639)· καὶ | ||
5 | Ὤλενον ἠδὲ Πυλήνην. 40ADQ | |||
O 137b | DHQ | εὐάνορι: ἐν τῇ εὐάνορος ἀποικίᾳ, τοῦ Πέλοπος· τουτέστιν ἐν τῇ Πελοποννήσῳ. | ||
O 137c | γράφεται καὶ ἐποικίᾳ· ταὐτὸν δὲ δι’ ἀμφοτέρων. | |||
O 137d | ἀποικίαν δὲ, οὐχ ἣν αὐτὸς ἔστειλεν, ἀλλ’ ἣν αὐτὸς ἐστείλατο. | |||
O 137e | τινὲς εὐάνορι, δο‐ τικῇ ἀντὶ γενικῆς τοῦ εὐάνορος. ἐξ ἀνδρείας γὰρ νικήσας ἔσχε τὴν Ἦλιν. 40d | |||
O 138a | Πέλοπος ἀποικίᾳ: τῇ Πελοποννήσῳ. | |||
O 138b | A | τοῦ δὲ ἀντὶ τοῦ Πέλοπος. 42 | ||
O 138c | Bgl | (ἀποικίᾳ:) κατοικίᾳ. | ||
O 140a | ABCDEQ | [ἐπεί νιν καθαροῦ λέβητος:] λόγος τις παρὰ τοῖς ἱστορικοῖς ἐπὶ τὸ μυθικώτερον πέπλασται, ὡς οἱ θεοὶ ἐπὶ ἑστίασιν ἐκάλεσαν τὸν Τάνταλον [εἰς] ἔρανον [ὅ ἐστι τὴν εὐωχίαν] παρασκευάσαντες. ἐπειδὴ οὖν καὶ αὐτὸς ὁ | ||
5 | Τάνταλος τῷ τοῦ ἐράνου τρόπῳ ἀντεισφέρειν τε τοῖς θεοῖς | |||
εὐωχίαν ἠπόρησεν, ἀσεβοῦς ἐπιχειρήματος πρόφασιν τὸ ἄπορον ἔσχε· διακόψας γὰρ τὸν Πέλοπα ἐγκαθῆκε λέβητι καὶ ἑψήσας τοῖς θεοῖς παρέθηκε τῶν κρεῶν. μόνην δὲ τὴν Δήμητραν ἀγνοίᾳ μεταλαβεῖν λέγουσι· τινὲς δὲ τὴν | 29 in vol. 1 | |||
10 | Θέμιν. γνωρίσαντα δὲ τὸν Δία Ἑρμῇ προστάξαι ἐγκαθεῖναι πάλιν λέβητι τὰ κρέα καὶ ὑγιῆ τὸν παῖδα ἀποδοῦναι. ὁ δὲ | |||
ABCEQ | Βακχυλίδης (fr. 42) τὸν Πέλοπα τὴν Ῥέαν λέγει ὑγιάσαι καθ‐ εῖσαν διὰ λέβητος. | |||
O 140b | τοῦ δευτέρου οὖν ἀκουστέον, ἀφ’ οὗ καὶ ὑγιὴς ἀνεδόθη. 48B 37bDHQ | |||
O 140c | AC(KN) | ἄλλως· λέγεται τῆς Δήμητρος ἀπογευσαμένης τῶν τοῦ Πέλοπος ὠμείων κρεῶν ἐλεφάντινον τὸν Ἑρμῆν ὦμον προσαρμόσαι τῷ Πέλοπι. τούτου φασὶ καὶ ὑπόμνημα τοὺς Πελοπίδας φέρειν λευκότητά τινα κατὰ τὸν ὦμον. τὸ ἐπὶ | ||
5 | τοῦ ὤμου τοῦ Πέλοπος οἱ μὲν λευκόν τι ὡς διὰ τὸν ἐλέ‐ φαντα ἔφασαν, οἱ δὲ λόγχην ἐπὶ τὸν βραχίονα, οἱ δὲ ἐπὶ τὸν ἀριστερὸν βραχίονα Γοργόνα, οἱ δὲ ἐπὶ τῆς ὠμοπλά‐ της τρίαιναν μαρτυροῦσαν τῷ τοῦ Ποσειδῶνος ἔρωτι. 44C | |||
O 140d | DHQ | καθαροῦ λέβητος: ἐν ᾧ συνετίθετο ὁ Πέλοψ. | ||
O 140e | ἀφ’ οὗ καὶ ὑγιὴς ἐγένετο, ὅτε τῆς Δήμητρος τὸν ὠμο‐ πλάτην αὐτοῦ φαγούσης κατ’ ἄγνοιαν ἐλεφάντινος ὦμος ἐτέθη αὐτῷ ὑπ’ αὐτῆς. | |||
O 140f | A | ἐπεί νιν καθαροῦ λέβητος: οἷον ἀφ’ οὗ | ||
αὐτόν. οἱ δὲ, ἐπειδὴ αὐτόν. | 30 in vol. 1 | |||
O 141 | ADEHQ | Κλωθὼ μία τῶν Μοιρῶν· εἴρηται δὲ παρὰ τὸ ἐπικλώθειν ἑκάστῳ τὸ εἱμαρμένον. 44 | ||
O 142a | κεκαδμένον: κεκοσμημένον. 33A | |||
O 142b | Agl | κεκοσμημένον. ἀπὸ τοῦ κάζω τὸ καλλωπίζω. γράφεται δὲ καὶ κεκασμένον. σύγκειται δὲ τὸ ζ ἐκ τοῦ ς καὶ δ. διὰ τοῦτο γράφεται κεκαδμένον. | ||
O 143a | AC | ἦ θαύματὰ πολλά: ἄπιστον εἶναι βούλεται τὸν τῆς ἱστορίας λόγον Πίνδαρος, ὅτι ἐκρεουργήθη ὁ Πέλοψ. ὁ δὲ ἦ βεβαιωτικός. | ||
O 143b | τινὲς δὲ ὀξυτόνως ἀναγινώσκουσιν, ὡς κατὰ ἀποβολὴν τοῦ ς, ἵν’ ᾖ θαυμαστὰ ἔργα· ὡς καὶ Ἡσίοδος (scut. 165)· θαυματὰ ἔργα. | |||
O 143c | ἔνιοι δὲ παράδοξα ἤκουσαν. 48bA 48aC | |||
O 143d | Emg | γράφεται καὶ οὕτως· ἦ θαυματὰ πολλά· ἀντὶ τοῦ ὄντως θαυμαστὰ καὶ ἄξια θαύματος. | ||
O 143e | Agl | γράφεται θαυματά, ἀντὶ τοῦ θαυμαστά. γράφεται δὲ καὶ θαύματα πολλά. | ||
O 144a | ABCDEQ | καὶ πού τι καὶ βροτῶν φάτις: τὸ σαφές· καὶ δὴ οἱ λόγοι εἰσὶ τῶν ἀνθρώπων, φησὶν, οἵτινες ποι‐ κίλων λόγων τεχνάσμασιν εἰς τὸ ἀπατῆσαι τοὺς ἀκούον‐ τας πεποικιλμένοι ὑπὲρ τὸν ἀληθῆ λόγον, ἐξαπατᾶν δύ‐ | ||
5 | νανται. | |||
O 144b | ἔνιοι δὲ φάτιν, ἀντὶ τοῦ τὰς φρένας τῶν ἀν‐ θρώπων ἀπατῶσιν οἱ ψευδεῖς λόγοι. 43AC 58B 48aDQ | |||
O 144c | Agl | γράφεται καὶ φασί. ἐν τῷ συντάγματι συντάσσεται | ||
γὰρ καὶ τὰς φάτις· συντάσσεται δὲ καὶ φασὶν ἀντὶ τοῦ λέγουσιν. | 31 in vol. 1 | |||
O 144d | DQ | ἄλλως· οἱ μῦθοι ὑπὲρ τὸν ἀληθῆ λόγον ἰσχύουσι καὶ ἐξαπατῶσι τοῖς δεδαιδαλμένοις ψεύδεσι καὶ ποικίλοις· πολλὰ γὰρ ἀληθῆ νομίζεται ἐκ τῆς φήμης, ὅτε τὸ ψεῦδος προσλάβῃ. 48b | ||
O 147 | Bgl | (ἐξαπατῶντι:) ἀντὶ τοῦ ἐξαπατῶσι. | ||
O 148a | AB(C)DEQ | ἡ τῆς ποιητικῆς, φησι, χάρις καὶ τὰ ἄπιστα ποιεῖ πιστά. 50A 44dDQ | ||
O 148b | ABCDEQ | Χάρις δ’ ἅπερ ἅπαντα τεύχει: ἡ δὲ χάρις τῆς ποιητικῆς γραφῆς καὶ τῆς κατὰ τὸν μῦθον ποικιλίας τε καὶ ψυχαγωγίας, ἥτις καὶ τοῖς ἀνθρώποις ἅπαντα εἶναι τὰ πράγματα ἡδέα παρασκευάζει, τὴν παρ’ ἑαυτῆς τιμὴν | ||
5 | καὶ χάριν ἐπιφέρουσα, πολλάκις καὶ τὸ ἄπιστον πιστὸν νο‐ μισθῆναι παρεσκεύασεν. 53A | |||
O 148c | DHQ | ἄλλως· τὸ ποίημα τὸ πεπλασμένον διαδεχθὲν ὑπὸ πολλῶν πιστὸν ἐγένετο. | ||
O 150 | A | ἐπιφέρουσα τιμάν: τιμὴν προσφέρουσα τῷ ἐγκω‐ μιαζομένῳ. 59 | ||
O 151a | Emg | καὶ ἄπιστον ἐμήσατο πιστόν: δηλονότι ὁ ποιητὴς διὰ τῆς οἰκείας πιθανολογίας, ἐξ ἧς τὸ ἄπιστον παριστᾷ ὡς πιστὸν, τὴν ἑαυτοῦ δεικνύει δύναμιν. | ||
O 151b | καὶ δὴ καὶ ἡ φάτις τῶν βροτῶν ὑπὲρ τὸν ἀληθῆ ἰσχύει λόγον, ἵνα ἐξαπατῶσιν οἱ μῦθοι πεποικιλμένοι ψεύδεσι ποικίλοις. | |||
O 151c | ἢ καὶ δὴ καὶ τὰς φάτις καὶ τὰς διανοίας τῶν βροτῶν ἐξαπατῶσιν οἱ μῦθοι δεδαιδαλμένοι ψεύδεσι ποικίλοις ὑπὲρ τὸν ἀληθῆ λόγον ἰσχύοντες. | |||
O 153a | ABCDEQ | ἁμέραι δ’ ἐπίλοιποι: ὁ δὲ χρόνος, φησὶ, καὶ τὴν ἀλήθειαν προϊὼν ἀπογυμνοῖ. | ||
O 153b | ABCEQ | ἀξιόπιστος ἔλεγχος. Δημοσθένης (2, 10)· τῷ χρόνῳ δὲ φωρᾶται καὶ περὶ αὑτὰ | ||
καταρρεῖ. | 32 in vol. 1 | |||
O 155a | ABCDEQ | ἐοικὸς δέ ἐστι καὶ προσῆκον ἀνθρώπῳ τὰ καλὰ περὶ θεῶν λέγειν· ἐλάττων γὰρ αἰτία. διὰ δὲ τούτου εὐσε‐ βὲς τὸ ἦθος χαρακτηρίζει. | ||
O 155b | ὡς ὅτι δεῖ μηδὲ ὅλως ἐγ‐ καθιέναι τινὰ εἰς τὸν περὶ τῶν θεῶν λόγον. | |||
O 155c | ἔνιοι δὲ | |||
ABCEQ | μείων ἀντὶ τοῦ οὐδὲ ὀλίγη· ὡς Ὅμηρος (Ε 800)· ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς· ἀντὶ τοῦ οὐδὲ ὀλίγον· ἵν’ ᾖ, οὐδὲ ὀλίγη ἐστὶν αἰτία τῷ καλὰ λέγοντι περὶ | |||
5 | θεῶν. 44B | |||
O 155d | DHQ | ἄλλως· ἔστι δὲ εἰκὸς ἀνθρώπῳ εὔφημα περὶ θεῶν λέγειν καὶ μὴ βλασφημοῦντα λέγειν αὐτοὺς ἀνθρωποφάγους καὶ γαστριμάργους. | ||
O 158a | AB(C)DEQ | υἱὲ Ταντάλου, σὲ δ’ ἀντία προτέρων φθέγ‐ ξομαι: ἐγὼ δὲ σὲ, ὦ Πέλοψ, ἐναντία ταῖς τῶν προτέρων δόξαις ἐγκωμιάσω. | ||
O 158b | ἀντὶ τοῦ ἐναντία καὶ ἕτερα οἷς εἶπον οἱ πρότεροι ποιηταὶ δοξάσω σε καὶ ἐρῶ. οἱ μὲν γάρ σε ἔθεντο τεθνεῶτα, ἐγὼ δὲ κλαπέντα. 69A | |||
O 158c | C | οἱ δὲ τὸ σέ ἀντὶ τοῦ σοῦ, ἵν’ ᾖ· ἐγὼ περὶ σοῦ ἐναντία εἴπω ταῖς 〈τῶν〉 προτέρων δόξαις. | ||
O 158d | DHQ | ἄλλως· γράψω εἰς σὲ παλινῳδίαν καὶ ἐναντία τοῖς λέγουσί σε κρεανομεῖσθαι. | ||
O 159 | A | προτέρων φθέγξομαι: δοξάσω. | ||
O 162a | ACDEHQ | φίλαν τε Σίπυλον: οἱ μὲν πόλεως ὄνομα, οἱ δὲ ὄρους περὶ τὴν Λυδίαν[, ὅθεν ὁ Πέλοψ]. | ||
O 162b | CK | ἐλλειπ‐ τικὸν δέ ἐστι πρὸς τὴν σύνταξιν τὸ ὅλον χωρίον, καὶ ληπ‐ τέον ἔξωθεν τὸ ᾄδεται ἢ τὸ λέγω. | 33 in vol. 1 | |
O 162c | Bgl | (Σίπυλον:) ὄρος περὶ τὴν Λ〈υδίαν.〉 | ||
O 164 | A | ἀγλαοτρίαιναν: τὸν Ποσειδῶνα. | ||
O 166a | DHQ | χρυσέαισιν: ἀντὶ τοῦ ἐπὶ χρυσῶν ἵππων. | ||
O 166b | BglDHQ | μεταβιβάσαι, μεταγαγεῖν. | ||
O 167 | A | ὕπατον εὐρυτίμου: ὕπατον τὸ ὑπεροχώτατον. 71 | ||
O 168 | BDEQ | ποτὶ δῶμα Διός: καθ’ ὑπερβατὸν νοείσθω· Γα‐ νυμήδης γὰρ πρεσβύτερος Πέλοπος. καὶ ἔστι τὸ ὑπερβατὸν οὕτω· Διὸς δῶμα μεταβᾶσαι δευτέρῳ χρόνῳ, ἔνθα ἦν καὶ Γανυμήδης· ἔξωθεν τὸ πρότερον προσληπτέον. | ||
O 169 | ABCDEQ | ἔνθα δευτέρῳ χρόνῳ: δευτέρῳ ἀντὶ τοῦ ὑστέρῳ. προτέρῳ δὲ ἐχρῆν εἰπεῖν· πρεσβύτερος γὰρ Γανυμήδης Πέ‐ | ||
λοπος, ὡς ἔστιν ἐκ τῶν ἐπιγόνων τεκμήρασθαι. Ἕκτωρ γὰρ καὶ Ἀγαμέμνων· Ἀτρεὺς καὶ Πρίαμος· Πέλοψ καὶ | ACDEHQ | |||
5 | Λαομέδων. καὶ πάλιν Λαομέδων, οὗ Πρίαμος, οὗ Ἕκτωρ· Πέλοπος δὲ Ἀτρεὺς, οὗ Ἀγαμέμνων ὁ κατὰ τὸν Ἕκτορα. προανήρπασται οὖν Γανυμήδης Πέλοπος. καθ’ ὑπερβατὸν οὖν αὐτὸ ἀκουστέον, ὅπως ἐπὶ τοῦ Πέλοπος λέγηται, | |||
O 169,col 1(9) | AC | καὶ ἔστι τὸ ὑπερβατὸν | ||
10 | οὕτως· Διὸς δῶμα μεταβᾶ‐ σαι δευτέρῳ χρόνῳ, ἔνθα ἦν καὶ Γανυμήδης· ἔξωθεν τὸ | |||
πρότερον προσληπτέον. 75A 72C | Column end | |||
O 169,col 2(9) | DEHQ | οὕτως· ὁπότ’ ἐκάλεσε | ||
10 | πατὴρ ἐπὶ τὸν εὐνομώτατον ἔρανον φίλαν τε Σίπυλον, τότε ἀγλαοτρίαιναν μεταβᾶσαι δευ‐ τέρῳ χρόνῳ, ἔνθα ἦλθε καὶ | |||
Γανυμήδης. 72 Q | Column end | |||
O 171 | ABglQ | Ζηνὶ τωὔτ’ ἐπὶ χρέος: διὰ τὴν αὐτὴν χρείαν | ||
καὶ ἐπιθυμίαν. 75Q | 34 in vol. 1 | |||
O 172a | ACDEHQ | ὡς δὲ ἄφαντος ἔπελες: ὡς δὲ ἀφανὴς ἐγένου, καὶ οἱ ζητοῦντές σε κενοὶ καὶ ἄπρακτοι ὑπέστρεψαν, μὴ ἀγαγόντες σε τῇ μητρὶ Εὐρυανάσσῃ τὸ ὄνομα, οἱ γείτονες διαδεδώκασιν ὑπὸ τοῦ πατρός σε κατακεκόφθαι τοῖς θεοῖς | ||
5 | εἰς εὐωχίαν, ψευδῆ λέγοντες. 71Q | |||
O 172b | A | ὡς δὲ ἄφαντος: ἀφανὴς ὑπὸ τοῦ Ποσειδῶ‐ νος. 77 | ||
O 175a | AC | ἔννεπε κρυφᾷ τις αὐτίκα: ἕνα φησὶ τῶν γειτόνων φθονοῦντα διασκευάσαι τοῦτον τὸν μῦθον, ὅτι ἐκρεουργήθη. 48aA | ||
O 175b | κρυφᾶ: Δωρικῶς ἀντὶ τοῦ κρύφα. | |||
O 175c | DEHQ | ἁρπαγῆ‐ ναι δέ φησι Πέλοπα ὑπὸ Ποσειδῶνος, εἶτα ἕνα τῶν γειτό‐ νων φθονοῦντα διασκευάσαι τοῦτον τὸν μῦθον, ὅτι ἐκρε‐ ουργήθη. | ||
O 177a | ACDEHQ | ὕδατος ὅτι σε πυρὶ ζέοισαν: τουτέστιν εἰς ὕδωρ ἀκμαίως ζέον, εἰς θερμὸν, κατὰ μέλη τεμόντες ἐμβε‐ βλήκασι, καὶ τὸ τελευταῖον ἐν ταῖς τραπέζαις παραθέντες καὶ μερίδας ποιήσαντες βεβρώκασιν. | ||
O 177b | CEHQ | ἄλλως· ζέοισαν 〈ἀκμάν〉, τὴν ζέσιν τοῦ ὕδα‐ τος· ἐπεὶ τὴν αὐτὴν ἔχει δύναμιν τῷ σιδήρῳ τὸ πῦρ. 84eE | ||
O 179 | DHQ | μαχαίρᾳ τάμον: οἱ Ταντάλου δορυφόροι ἔταμον τῇ μαχαίρᾳ, καὶ μέρος ἑκάστῳ τῶν θεῶν μέλος ἀποδιδόν‐ τες, ἐν τῇ τραπέζῃ τὰ δεύτερα μέλη ἔθηκαν καὶ ἔφαγον. | ||
O 180a | HQ | 〈δεύτατα:〉 δεύτατα ὄντα τοῦ σώματος· τουτ‐ έστι μετὰ τὸ σῶμα μέλη δεύτερα ἔθηκαν, χεῖρας καὶ πόδας καὶ τὴν κεφαλήν. | 35 in vol. 1 | |
O 180b | DHQ | ἄλλως· δεύτατα, ἢ τὰ ἔσχατα, ἢ τὰ βεβρεγμένα τῷ αἵματι. 84e | ||
O 184a | CDEHQ | ἀφίσταμαι: μακρὰν καὶ πόρρω γίνομαι τοῦ τοιαῦτα περὶ θεῶν λέγειν. 85DEHQ | ||
O 184b | ACEHQ | ἀκέρδεια λέλογχε θαμινὰ κακᾱγόρος: τοὺς κα‐ κηγόρους ἀκέρδεια καὶ βλάβη ἐκλήρωσεν. ἀκέρδεια δέ ἐστιν ἡ κακηγορία καὶ βλάβη, ἣ τοὺς κακηγόρους περιέχει. | ||
O 184c | ACDEHQ | τοῦ δὲ κακᾱγόρος Δωρικὴ ἡ ἀνάγνωσις· ἀεὶ γὰρ ἡ αἰτιατικὴ παρ’ αὐτοῖς κατὰ ἀφαίρεσιν τοῦ υ προφέρεται διὰ μόνου τοῦ ο. 84aDEHQ | ||
O 184d | κακηγόρους δὲ λέγει τοὺς ἀσεβεῖς καὶ βλασφήμους. 84bDEHQ | |||
O 184e | ὁ δὲ νοῦς· ἀκέρδεια εἴληχε πυκνῶς τοὺς κακηγόρους· ὅ ἐστιν, οἱ κακήγοροι τῶν ἀνθρώπων πυκνῶς ἐν ἀκερδείᾳ εἰσίν. | |||
O 184f | ἢ οὕτως· οἱ κακήγοροι οὐδὲν λελόγχασιν ἢ ἀκέρδειαν· οἷον οὐδὲν κερδαίνουσι κακηγο‐ ροῦντες. | |||
O 184g | DEHQ | τινὲς δὲ τῇ ἐκλείψει τοῦ υ ἐχρήσαντο. 84dDENQ | ||
O 185 | DEHQ | εἰ δὲ δή τινα: εἰ δὲ δή τινα ἄνδρα ἄλλον οἱ θεοὶ ἐτίμησαν, καὶ μάλιστα τὸν Τάνταλον. | ||
O 187a | CDEHQ | ἀλλὰ γὰρ καταπέψαι: κατασχεῖν καὶ ἐναπο‐ λαῦσαι τῇ εὐτυχίᾳ. | ||
O 187b | ἀλλ’ εὐδαιμονῶν καρτερεῖν οὐκ ἠδυ‐ νήθη. 89eC | |||
O 189a | ACDEHQ | κόρῳ δ’ ἕλεν ἄταν ὑπέροπλον: διὰ δὲ τὸν κόρον μεγάλως ἐβλάβη λίθῳ παλαίσας. | ||
O 189b | ἄλλως· κόρῳ τῇ ὕβρει καὶ τῇ ἀλαζονείᾳ. ὑγιῶς δὲ τῇ τροπῇ διόλου ἐχρήσατο, τῷ καταπέψαι τὸν κόρον ἐφαρμόσας. | 36 in vol. 1 | ||
O 189c | διὰ γὰρ τοῦ κόρου, φησὶ, προσείληφε τὴν ἄτην, ἀδυνατήσας κατασχεῖν τὴν εὐδαιμονίαν. | |||
O 189d | τίκτει τοι κόρος ὕβριν (paroem. I, 308. II, 218). 91 C | |||
O 189e | DEHQ CDEHQ | ἔνιοι δὲ κόρῳ, τῇ πλησμονῇ τῆς τροφῆς. 89aC 91b | ||
O 191a | ACDEHQ | περὶ τῆς τοῦ Ταντάλου κολάσεως ἕτεροι ἑτέρως λέγουσιν· οἱ μὲν γὰρ αὐτόν φασιν ὑποκεῖσθαι Σιπύλῳ τῷ Λυδίας ὄρει, αἰτίαν τινὰ προστιθέντες, ὡς Πανδάρεως ὁ Μιλήσιος ἀποκλέψας τὸν κύνα τῆς Κρήτης, ὃν ὁ Ζεὺς φύ‐ | ||
5 | λακα τοῦ ἱεροῦ κατέστησε, παρατεθειμένος εἴη τῷ Ταντάλῳ. τὸν δὲ Δία ἀποστεῖλαι Ἑρμῆν πειρώμενον τοῦ ὑποδεξαμένου· τὸν δὲ μᾶλλον ψευδόμενον καὶ ἑλέσθαι ἐπιορκῆσαι, ὡς οὐκ ὄντος παρ’ αὐτῷ τοῦ κυνός· καὶ οὕτω τὸν Δία ἐπιθεῖναι κατ’ αὐτοῦ Σίπυλον τὸ ὄρος, ὅπερ ἐστὶ τὸν λίθον. οἱ δὲ, | |||
10 | ὧν ἐστι καὶ Εὐριπίδης (Or. 10)· ἀκόλαστον ἔσχε γλῶσσαν, αἰσχίστην νόσον. Ὅμηρος δὲ αὐτὸν ἑτέρως ὑποτίθεται τιμωρεῖσθαι (λ 582)· ἑσταότ’ ἐν λίμνῃ, ἡ δὲ προσέπλαζε γενείῳ· στεῦτο δὲ διψάων, πιέειν δ’ οὐκ εἶχεν ἑλέσθαι, | |||
15 | καὶ τὰ ἑξῆς· πλὴν εἰ μὴ κατὰ τὸν Ἀρίσταρχον νόθα εἰσὶ | |||
τὰ ἔπη ταῦτα. καὶ Ἀλκαῖος δὲ καὶ Ἀλκμὰν λίθον φασὶν | 37 in vol. 1 | |||
AEHQ | ἐπαιωρεῖσθαι τῷ Ταντάλῳ (Alcae. fr. 93)· κεῖσθαι πὰρ κεφαλᾶς μέγας, ὦ Αἰσιμίδα, λίθος· ὁ δὲ Ἀλκμάν (fr. 87)· ὅπως ἀνὴρ δ’ ἐν ἀσμένοισιν ἀλιτηρὸς ἧστ’ ἐπὶ θάκας κατὰ | |||
20 | ACEHQ | πέτρας ὁρέων μὲν οὐδὲν, δοκέων δέ. ἐπέστησε δὲ καὶ Ἀρ‐ χίλοχος (fr. 53)· μηδ’ ὁ Ταντάλου λίθος τῆσδ’ ὑπὲρ νήσου κρεμάσθω. ἔνιοι δὲ ἀκούουσι τὸν πέτρον ἐπὶ τοῦ ἡλίου· τὸν γὰρ Τάνταλον φυσιολόγον γενόμενον καὶ μύδρον ἀπο‐ φήναντα τὸν ἥλιον ἐπὶ τούτῳ δίκας ὑποσχεῖν, ὥστε καὶ | ||
25 | ἐπαιωρεῖσθαι αὐτῷ τὸν ἥλιον. ὑφ’ οὗ δειματοῦσθαι καὶ καταπτήσσειν. περὶ δὲ τοῦ ἡλίου οἱ φυσικοί φασιν ὡς λίθος καλεῖται ὁ ἥλιος· καὶ Ἀναξαγόρου δὲ γενόμενον τὸν Εὐριπίδην μαθητὴν πέτρον εἰρηκέναι τὸν ἥλιον διὰ τῶν προεκκειμένων (Or. 4)· | |||
30 | ὁ γὰρ μακάριος, κοὐκ ὀνειδίζω τύχας, Διὸς πεφυκὼς, ὡς λέγουσι, Τάνταλος κορυφῆς ὑπερτέλλοντα δειμαίνων πέτρον ἀέρι ποτᾶται καὶ τίνει ταύτην δίκην. καὶ πάλιν δι’ ἄλλων βῶλον λέγοντα οὕτως (Or. 982)· | |||
35 | μόλοιμι τὰν οὐρανοῦ μέσον χθονὸς τεταμέναν | |||
αἰωρήμασι πέτραν ἁλύσεσι χρυσέαις φερομέναν δίναισι βῶλον ἐξ Ὀλύμπου, ἵν’ ἐν θρήνοισιν ἀναβοάσω | 38 in vol. 1 | |||
40 | DEHQ | γέροντι πατρὶ Ταντάλῳ. 97a | ||
O 191b | ACDEHQ | τάν οἱ πατὴρ: τὴν ἄτην, φησὶν, ἐπεκρέμασεν αὐτῷ. ἄτην δὲ εἶπε τὸν λίθον, ὃς ἦν ἄτη· δὶς δὲ παρεί‐ ληφε τὴν ἀντωνυμίαν· τὸ γὰρ οἱ ἰσοδυναμεῖ τῷ αὐτῷ. | ||
O 191c | ἄλλως· δι’ ἥντινα ἄτην ὁ Ζεὺς ὑπὲρ τῆς κεφαλῆς αὐτοῦ λίθον ἐπήρτησεν· ὥστε τῇ προσδοκίᾳ τοῦ καταπίπτειν τὸν λίθον ἐφ’ ἑαυτὸν τιμωρεῖσθαι αὐτόν· ὅντινα ἐπηρτη‐ μένον λίθον ἐπιθυμῶν ἑαυτοῦ ἐκ τῆς κεφαλῆς ἀπώσασθαι | |||
5 | καὶ μὴ δυνάμενος, εὐφροσύνης πλανᾶται, ἀντὶ τοῦ ἔξω τῆς εὐφροσύνης ἐστίν. | |||
O 191d | CDEHQ | ἄλλως· τάν οἱ πατήρ: ἐπικρέμαται αὐτῷ λίθος· εἶτα τοῦτο μενοινῶν καὶ κατὰ ψυχὴν ἔχων, ὡς ἐπιπεσὼν ὁ | ||
DEHQ | λίθος διαφθερεῖ αὐτὸν, τῆς εὐφροσύνης ἀλᾶται, προσδο‐ κῶν ἀεὶ τὴν κεφαλὴν αὐτοῦ βληθήσεσθαι. 96E | |||
O 195a | ACDEHQ | ἔχει δ’ ἀπάλαμνον βίον: ἀπάλαμνον τὸν δει‐ νὸν, πρὸς ὃν οὐκ ἔστι παλαμήσασθαι. | ||
O 195b | περὶ οὗ οὐδεὶς δύναται χεῖρα αὐτῷ ἐπαγαγεῖν βοηθόν. 91aE | |||
O 196 | CDEHQ | ἐμπεδόμοχθον: διηνεκῶς μοχθηρόν. ἠσφαλισμέ‐ | ||
νον τῷ μόχθῳ καὶ τῇ λύπῃ. 97gC 95E 91aDHQ | 39 in vol. 1 | |||
O 197a | A(C)DEHQ | μετὰ τριῶν τέταρτον: ἢ ὅτι ἐν Ἅιδου μετὰ τριῶν τετάρτος κολάζεται, Σισύφου, Τιτυοῦ, Ἰξίονος. | ||
O 197b | ἢ ὅτι μετὰ τριῶν, τοῦ πεινῆν, διψῆν, ἑστάναι, τέταρτον πόνον ἔχει τοῦτον, τὸ τῷ λίθῳ κολάζεσθαι. | |||
O 197c | AEHQ | ἢ μετὰ τριῶν κατὰ ἕνα· ἔστι δὲ τὸ περὶ σῶμα, περὶ ψυχὴν, περὶ τὰ ἐκτός. | ||
O 197d | ACDEHQ | ἢ μετὰ τριῶν κολάζεται, οἷς μετέδωκε τοῦ νέκτα‐ | ||
ρος καὶ ἐξεῖπε τὰ μυστήρια τῶν θεῶν. ὁ οὖν Εὐριπίδης φησίν (l. c.)· ἀκόλαστον ἔσχε γλῶσσαν, αἰσχίστην νόσον. | ACEHQ | |||
O 197e | ἢ ὅτι τριῶν οὐσῶν πρὸ τούτου βασάνων δι’ ὧν τις ἀπώλλυτο, βρόχου, κωνείου, βαράθρου, οὗτος μετὰ τὸ ἀπο‐ θανεῖν καὶ διελθεῖν τὰ τρία διὰ τοῦ θανάτου, καὶ ἐν Ἅιδου κρίνεται. | |||
O 197f | ἔνιοι δὲ ὅτι τρία λέγεται καὶ κοινῶς τὰ πρὸς τὸν θάνατον συνεργοῦντα, ξίφος, ἀγχόνη, κρημνός· Σο‐ φοκλῆς (fr. 822)· λύσω γὰρ εἰ καὶ τῶν τριῶν ἓν οἴσομαι. | |||
5 | τέταρτον οὖν τοῦτον μετὰ τῶν τριῶν ὁ Τάνταλος τῶν εἰς τὸν θάνατον συνεργούντων προσείληφε πόνον τὸν τοῦ ὑπερ‐ κειμένου λίθου. 105C | |||
O 197g | A(C)DEHQ | ἢ ὅτι τριῶν μερίδων οὐσῶν κατὰ τῆς ἀνθρωπίνης φύσεως κατὰ τοὺς ποιητὰς, καὶ τοῖς μὲν εὐδαίμοσι μίαν ἕπεσθαι ἀγαθὴν, δύο δὲ κακὰς, τοῖς δὲ δυσδαίμοσι τὰς τρεῖς φαύλας· ὅθεν καὶ τρισκακοδαίμονας καὶ τρισαθλίους | 40 in vol. 1 | |
5 | ἐν τῷ βίῳ τινὰς λέγεσθαι· ἵν’ ᾖ οὖν ὁ νοῦς οὕτως, ὅτι δὴ ὁ Τάνταλος καὶ μετὰ τὰς τρεῖς ταύτας δυστυχίας ἃς ὑπέστη κατὰ τὸν ἀνθρώπινον βίον, ἐξ ἀνθρώπων γεγονὼς, | |||
A(C)EHQ | καὶ τετάρτην ὑφίσταται. καὶ ὅτι ἡ τοιαύτη γνώμη ἀσφα‐ λής ἐστι, μαρτυρεῖ ἡμῖν καὶ αὐτὸς ὁ Πίνδαρος ἐν ἑτέροις | |||
10 | λέγων (P. III 81)· οἶσθα προτέρων ὅτι ἓν παρ’ ἐσλὸν πή‐ ματα σύνδυο δαίονται βροτοῖς ἀθάνατοι. [ἐν Πυθιονί‐ καις.] 105dEHQ 97aC | |||
O 1105a | ACDEHQ | τοὔνεκά οἱ προῆκαν: τοὔνεκά [οἱ] ἀντὶ τοῦ οὕνεκα, ὥστε ἴσον εἶναι τῷ διὸ δή. | ||
O 1105b | ἀνήρπαστο μὲν ὑπὸ Ποσειδῶνος, τῷ δὲ τὸν Τάνταλον κλέψαι ταῦτα, τού‐ του χάριν ἐξέβαλον τὸν υἱὸν εἰς τὸ τῶν θνητῶν γένος· ἡ γὰρ μετά ἀντὶ τῆς εἰς. | |||
O 1105c | AEHQ | τουτέστι διὰ τοῦτο τὸν Πέ‐ λοπα πάλιν οἱ θεοὶ ἐξ οὐρανοῦ μετέστησαν εἰς ἀνθρώπους Ταντάλου δυσσεβήσαντος. 109E 106Q | ||
O 1105d | AC(D)EHQ | τοὔνεκά οἱ: δαιμονίως τὴν ἱστορίαν μετεχειρί‐ σατο, καί φησιν ὅτι διὰ τὴν ἀσέβειαν τοῦ Ταντάλου οἱ θεοὶ πάλιν ἐξ οὐρανοῦ τὸν Πέλοπα ἀπέστειλαν εἰς ἀνθρώ‐ πους, αὐτάρκη εἶναι ταύτην ἡγούμενοι τῷ Πέλοπι τιμω‐ | ||
5 | ρίαν. καὶ ὅτι πρὸς τοῦτο ὁ λόγος, ἐξαρκέσει τὸ ἐπὶ τῶν ἀνθρώπων ἐπίθετον, τῆς δυστυχίας τὸ ἀκρότατον ἐμφα‐ νίζον. 109aA 111C 105aEQ | ACEHQ | 41 in vol. 1 | |
O 1106 | AHQ | ἀθάνατοι πάλιν: εἰς τοὐπίσω. εἰς τὴν ἐξ ἀρ‐ χῆς πάλιν τῶν ἀνθρώπων ταλαιπωρίαν. 109cA | ||
O 1109a | ABEQ | πρὸς εὐάνθεμον δ’ ὅτε φυάν: τὸ τῆς ἀκ‐ μῆς ἀνθηρὸν λέγει. | ||
O 1109b | ὁ δὲ λόγος· πρὸς τὴν ἀνθηρὰν ἐλθόντι αὐτῷ ἡλικίαν, ὅτε καὶ αἱ τρίχες αὐτοῦ ἔστεφον τὸ γένειον· ἀντὶ τοῦ ὅτε ἠνδρώθη καὶ τέλειος γέγονεν. 111A | |||
O 1109c | ABCDEQ | ὅτε φυὰν λάχναι νιν: ὅτε αἱ τρίχες αὐτοῦ τὸ γένειον ἐστεφάνουν μελαίνουσαι· ὅ ἐστιν ὅτε ἤρχετο γε‐ νειᾶν ὁ Πέλοψ. 112A 113C | ||
O 1110a | PQ | μέλαν δὲ, τὸ μελανθησόμενον ὑπὸ τῆς λάχνης. | ||
O 1110b | Bgl | (ἔρεφον:) ἐστεφάνουν. | ||
O 1111a | ABCDEQ | ἑτοῖμον ἀνεφρόντισε γάμον: ἑτοῖμον, ἐπεὶ πᾶσι παρέκειτο· ἆθλον γὰρ ἦν τῷ νικῶντι. 111fCD | ||
O 1111b | ἢ ὃν αὐτὸς ἑαυτῷ ἡτοίμασεν. | |||
O 1111c | Q | ἢ τὸν ὑπὸ τῶν Μοιρῶν αὐτῷ ἡτοιμασμένον. | ||
O 1111d | ἢ τὸν τοῖς ᾑρημένοις κινδυνεύειν ἐκκείμενον. | |||
O 1111e | ABCDEQ | ἀνεφρόντισε δὲ, ἐπεὶ ἠθέ‐ λησε γῆμαι τὴν Οἰνομάου Ἱπποδάμειαν. 117bDQ 111gC | ||
O 1111f | ἄλλως· τὸν πᾶσιν ἀδεῶς τοῖς βουλομένοις κινδυνεύειν ἐκκείμενον. 111bCD | |||
O 1111g | ABCEQ | ἢ τὸν παρὰ τῶν Μοιρῶν ἡτοι‐ | ||
μασμένον αὐτῷ. 117a | 42 in vol. 1 | |||
O 1112 | ABCDEQ | Πισάτα παρὰ πατρός: τοῦ Οἰνομάου τῆς Πίσης βασιλεύοντος. 118 CD | ||
O 1113 | ABCDEQ | εὔδοξον: ἤτοι τὴν ἔνδοξον· ἢ τὴν συνετὴν, ἀπὸ τοῦ εὖ δοξάζειν. 112 CD | ||
O 1114 | ABEQ | ἐγγὺς δ’ ἐλθών: ἀντὶ τοῦ τὲ τὸν δέ παρέλαβεν. | ||
O 1115 | A | ἐν ὄρφνᾳ: ἐν νυκτί. | ||
O 1116a | ABEQ | ἄπυεν: ἐφώνει. προσεκαλεῖτο. τουτέστιν ηὔξατο τῷ Ποσειδῶνι ὁ Πέλοψ. 118ABE | ||
O 1116b | PQ | βαρύκτυπον δὲ εἶπε τὸν Ποσειδῶνα ἀπὸ τοῦ κτύπου τῆς θαλάσσης. 118 PQ | ||
O 1117a | ABCEQ | ὁ δ’ αὐτῷ παρὰ ποδὶ σχεδὸν φάνη: τὸ ἕτοι‐ μον τῆς τοῦ θεοῦ ἀκοῆς δεδήλωκεν. 112 Q | ||
O 1116b | ABCDEQ | εἴποιμεν δ’ ἂν αὐτὸν προσκαλεῖσθαι τὸν Ποσειδῶνα ἤτοι ὡς ἐραστὴν ἢ ὡς τῆς ἱππικῆς προεστῶτα καὶ δυνατῶς ἔχοντα τέχνῃ πρὸς τὸν ἆθλον συμβαλέσθαι. 106 A 109cC 112 BE 113 D 111fQ | ||
O 1118 | ABCDEQ | σχεδὸν φάνη: οὐ τοπικῶς τὸ σχεδὸν, ἀλλὰ το‐ πικῶς πρὸς τὴν φωνὴν ἀκούσας τοῦ Πέλοπος. 122cA 127bE | ||
O 1119a | ABCDEQ | τῷ μὲν εἶπεν: ὁ μέν ἀντὶ τοῦ μήν· οὐ γὰρ ἀνταποδίδοται πρὸς αὐτό· ὁ μὲν εἶπεν, ὁ δὲ ἤκουσεν. | ||
O 1119b | φίλια δὲ δῶρα Κυπρίας, τὰ προσφιλῆ δῶρα τῆς Ἀφροδίτης εἰ εἰς χάριν τινὰ γίνεται· ἀντὶ τοῦ εἰ χάρις ἐραστοῦ πρὸς ἐρώμενον. | |||
O 1119c | ἢ Κυπρίας, τοῦ γάμου, ἵν’ ᾖ· εἴ τίς σοι χάρις ἐστὶ τοῦ ἐμὲ γῆμαι, σύμπραξον ἡμῖν. | 43 in vol. 1 | ||
O 1119d | ἄλλως· εἴ σοι κεχαρισμένος ἐστὶ τῆς Ἱπποδαμείας ..... καὶ εἰ μὴ μέλλεις ἐναντιοῦσθαι τῷ ἔρωτι τῷ πρὸς τὴν Ἱππο‐ δάμειαν. ταύτην γὰρ φίλια δῶρα Ἀφροδίτης εἶπεν. | |||
O 1119e | ABEQ | ὁ νοῦς· εἰ τὰ τῆς Ἀφροδίτης δῶρα εἰς χάριν γίνεται, ἄγε τὸ τοῦ Οἰνομάου δόρυ πέδασον. | ||
O 1122a | Bgl | (τέλλεται:) ὑπάρχει. | ||
O 1122b | ABCDEQ | πέδασον ἔγχος: κάτασχε. ἐμπόδισον τὸ τοῦ | ||
ABCEQ | Οἰνομάου δόρυ. δόρυ γὰρ μεταχειριζόμενος ἐπεδίωκε προηγουμένους τοὺς μνηστῆρας καὶ συμποδίσας ἀνῄρει. | |||
ABCDEQ | ὥς που καὶ Ἀπολλώνιος μαρτυρεῖ (I, 752)· | |||
5 | Ἐν δὲ δύω δίφροι πεπονήατο δηριόωντε, καὶ τὸν μὲν προπάροιθε Πέλοψ ἴθυνε τινάσσων ἡνία· σὺν δέ οἱ ἔσκε παραιβάτις Ἱπποδάμεια. τὸν δὲ μεταδρομάδην ἐπὶ Μυρτίλος ἤλασεν ἵππους, σὺν τῷ δ’ Οἰνόμαος προτενὲς δόρυ χειρὶ μεμαρπώς | |||
10 | ἄξονος ἐν πλήμνῃσι παρακλιδὸν ἀγνυμένοιο | |||
πίπτεν ἐπεσσυμένος Πελοπήια νῶτα δαΐξαι. 127 A | 44 in vol. 1 | |||
O 1122c | AQ | πέδασον ἔγχος: Ἀμμώνιος ἔγχος Οἰνομάου τὸ ἅρμα ἤκουσεν. 119A | ||
O 1126a | A | ἐς Ἆλιν: εἰς Ὀλυμπίαν· ὅτι τὸ χωρίον τῆς Ἤλι‐ δος. 135 | ||
O 1126b | HQ | κράτει δὲ πέλασον: τῇ νίκῃ δὲ πέλασον, ἵνα. κρατήσω αὐτοῦ. 127bQ | ||
O 1127a | ABCEQ | ἐπεὶ τρεῖς τε καὶ δέκα ἄνδρας ὀλέσσας: καὶ ἐν θρήνοις τὸν αὐτὸν ἀριθμὸν τίθησι τῶν ὑπὸ τοῦ | ||
ABC(D)EQ | Οἰνομάου ἀναιρεθέντων μνηστήρων (fr. 135). πέφνε δὲ τρεῖς καὶ δέκα ἄνδρας· τετράτῳ δ’ αὐτὸς πεδάθη. 129 EQ | |||
O 1127b | ABCEQ | [τρεῖς τε καὶ δέκα ἄνδρας ὀλέσας:] οἱ ἀν‐ αιρεθέντες οὗτοί εἰσι· Μέρμνης· Ἱππόθοος· Πέλοψ ὁ Ὀπούν‐ τιος· Ἀκαρνάν· Εὐρύμαχος· Εὐρύλοχος· Αὐτομέδων· Λάσιος· Χάλκων· Τρικόρωνος· Ἀλκάθους ὁ Πορθάονος· Ἀριστόμαχος· | ||
5 | Κρόκαλος. τούτῳ τῷ ἀριθμῷ τῶν ἀπολομένων μνηστήρων καὶ Ἡσίοδος (fr. 165) καὶ Ἐπιμενίδης (FHG IV, 405) μαρτυρεῖ. | |||
O 1127c | τινὲς δὲ οὕτως αὐτούς φασι ιεʹ· Μέρμνην· Ἱππόστρατον· Αἰο‐ λοπέα· Πείραντα· Ἀκαρνᾶνα· Ἱππομέδοντα· Ἀλκάθουν· Εὐρύα‐ | |||
λον· Εὐρύμαχον· Κρόκαλον· Ἀκρόκομον· Σκόπελον· Λυκούριον· Λάσιον· Χάλκωνα. | 45 in vol. 1 | |||
O 1127d | ABEQ | τινὲς δὲ τοὺς ιγʹ οὕτως· Μέρ‐ μνωνα· Ἱππόθοον· Πέλοπα τὸν Ὀπούντιον· Εὐρύμαχον· Εὐρύλοχον· Ἱππομέδοντα· Λάσιον· Χάλκωνα· Αἰόλιον· Τρι‐ κόρωνον· Ἀκαρνᾶνα· Ἀλκάθουν· Ἀριστόμαχον. | ||
O 1127e | AB(D)EQ | ἄλλοι δὲ ἓξ εἶναι λέγουσιν οὕτως· Τρικόρωνον· Ἀριστόμαχον· Κυριάνοντα· Αἴολον· Πελάγοντα· Κρόνιον. 119 E 127aQ | ||
O 1129a | ABCDEQ | ὁ μέγας δὲ κίνδυνος: ὁ περὶ τῆς ψυχῆς δη‐ λονότι. | ||
O 1129b | ABCEQ | οἷον, οὐδεὶς ἄναλκις ὑπομένει περὶ τῆς ψυχῆς κινδυνεύειν, ἀλλ’ ἔστι τὸ τοιοῦτον ἀνδρὸς ἀλκίμου. ὅμοιον τῷ παρ’ Ὁμήρῳ (Μ 246)· σοὶ δ’ οὐ δέος ἔστ’ ἀπολέσθαι· | ||
5 | οὐ γάρ τοι κραδίη μενεδήιος οὐδὲ μαχήμων. | |||
O 1129c | ἄλλως· τὰ δὲ ἐπικίνδυνα τῶν πραγμάτων οὐ δεῖται ἀτόλμων καὶ ἀθλίων ἀνθρώπων. | |||
O 1129d | ἢ οὕτως· τὸν ἀν‐ δρεῖον μέγας κίνδυνος καταλαμβάνει. | |||
O 1131a | ABCDEQ | θανεῖν δ’ οἷς ἀνάγκα: ἐν δὲ τοῖς ἀνθρώ‐ ποις, οἷς ἐξ ἀνάγκης τὸ θανεῖν, διὰ τί δή τις ἄδοξον τὸ γῆρας ἐν ἀφανείᾳ καὶ ἀδοξίᾳ καθεζόμενος τήκει καὶ | ||
AB(C)EQ | καταναλίσκει μάτην, πάντων τῶν καλῶν ἀμέτοχος ὑπάρ‐ | |||
5 | χων; | |||
O 1131b | ἄλλως· οἷς ἀποθανεῖν ἀνάγκη, τί καί τις καθε‐ ζόμενος ὑπὸ τοῦ ἀνωνύμου γήρως ἕψοιτο; τὸ δὲ ἐν σκότῳ καθήμενος, ἀντὶ τοῦ ἀκινησίᾳ καὶ ἀκλείᾳ καθεστώς. | |||
O 1131c | ἄλλως· εἰ δεῖ ἀποθανεῖν τὸν ἄνθρωπον, ἄξιον αὐτὸν γενναίως ἢ ἀγεννῶς βιώσαντα τελευτᾶν. | |||
O 1131d | ABCDEQ | ἕψοι δὲ, | ||
ἀντὶ τοῦ ἕψοιτο· οὐ γὰρ ἕψει τις τὸ γῆρας, ἀλλ’ ἕψεται ὑπ’ αὐτοῦ. | 46 in vol. 1 | |||
O 1131e | ABEQ | ἀνώνυμον δὲ, τὸ ἐν ἀπραξίᾳ καὶ ἀκλεὲς ὑπάρχον. | ||
O 1131f | Q | ἄλλως· ἐπειδὴ πρόκειται τὸ ἀπο‐ θανεῖν, διὰ τί μὴ μετὰ δόξης τελευτῶμεν, γενναῖόν τι τολ‐ μῶντες; | ||
O 1134a | ABCDEQ | ἀλλ’ ἐμοὶ μὲν οὗτος ἄεθλος: ἀλλ’ ἐμοὶ μὲν ὑπὲρ τοῦ γάμου κινδυνεῦσαι πρόκειται, σοὶ δὲ τῇ γνώμῃ τὸ πέρας ἐπιθεῖναι. | ||
O 1134b | ἄλλως· ἐάν τε συμπράσσῃς, ὦ Πό‐ σειδον, ἐάν τε μὴ, ἐγὼ ὑπομενῶ τοῦτον τὸν ἆθλον τοῦ γά‐ μου. 137 A | |||
O 1135 | A | τὺ δὲ πρᾶξιν φίλαν: σὺ μέντοι δίδου τὴν νί‐ κην καὶ τὴν εὐπραξίαν. 142 | ||
O 1137a | C | ὣς ἔνεπεν: οὕτως εἶπεν. | ||
O 1137b | ABCDEQ | οὐδ’ ἀκράντοις ἐφάψατο ἔπεσι: ἀντὶ τοῦ, οὐδὲ ἀκράντων ἐπῶν. | ||
O 1137c | οὐδὲ ἀτελειώτοις ἐφήψατο λόγοις· παρέσχε γὰρ αὐτῷ ἃ ἐβούλετο· ἐνίκησε γὰρ καὶ ἔλαβε τὴν Ἱπποδάμειαν πρὸς γάμον. | |||
O 1139a | ABC(D)EQ | τὸν μὲν ἀγάλλων θεός: τοῦτον μὲν οὖν, φησι, τὸν Πέλοπα, κοσμῶν καὶ αὔξων, ἔδωκεν αὐτῷ τό τε χρυσοῦν ἅρμα καὶ τοὺς ταχεῖς ἵππους. | ||
O 1139b | AB(C)EQ | ἀγάλλων: κοσμῶν, ὡς ἤδη, ἅτε θεὸς, πεπεισ‐ μένος περὶ τῆς νίκης. 144A | ||
O 1139c | (ἀγάλλων:) ποιῶν ἀγάλλεσθαι ἢ ἀγαλλόμενος. Bgl | |||
O 1142a | A | ἕλεν δ’ Οἰνομάου: ἐνίκησεν. | ||
O 1142b | D | .... 〈Οἰν〉όμαον. ἕλε: ἐφόνευσε. ἢ ἔλαβε τὴν Ἱπποδάμειαν, ὡς τὸ ἔχω οἰκῶ καὶ συνοικῶ. | ||
O 1143 | παρθένον τε σύνευνον: ἀπὸ κοινοῦ τὸ ἕλεν. 145 A | |||
O 1144a | ABC(D)EQ | ἃ τέκε λαγέτας ἓξ: ἥτις Ἱπποδάμεια. | 47 in vol. 1 | |
O 1144b | λαγέτας, ἡγεμόνας. τῶν λαῶν ἡγουμένους. | |||
O 1144c | λέγει δὲ Ἀτρέα· Θυέστην· Πιτθέα· Ἀλκάθουν· Πλεισθένην· Χρύ‐ σιππον. | |||
O 1144d | ἄλλως· Ἀτρεύς· Θυέστης· Ἀλκάθους· Ἵππαλκ‐ μος· Πιτθεύς· Δίας· ἢ Χρύσιππος, ἐξ Ἀξιόχης νύμφης· καὶ Πλεισθένης, ἐξ ἄλλης. | |||
O 1144e | τινὲς δὲ οὕτως· Ἀτρέα· Θυέστην· Ἵππαλκμον· Πλεισθένην· Πιτθέα· Πέλοπα τὸν νεώτερον. 126A | |||
O 1144f | Bgl | (λαγέτας:) ἡγεμόνας. | ||
O 1145 | A | ἀρεταῖσι μεμαότας: ἐπιθυμοῦντας τῆς ἀρετῆς καὶ ταύτης ἀντεχομένους. 148 | ||
O 1146a | ABCDEQ | νῦν δ’ ἐν αἱμακουρίαις: Βοιωτικὴ ἡ φωνή. Βοιωτοὶ γὰρ αἱμακουρίας τὰ τῶν νεκρῶν ἐναγίσματα λέ‐ γουσιν. | ||
O 1146b | ὁ δὲ νοῦς· ἐπὶ δὲ τοῦ παρόντος ὁ Πέλοψ ἐναγισμοῖς καὶ θυσίαις τελευτήσας τιμᾶται παρὰ τοῖς τοῦ Ἀλφειοῦ ῥεύμασι περισημότατον ἔχων μνῆμα παρὰ τῷ πο‐ λυξένῳ βωμῷ. | |||
O 1146c | περιφραστικῶς οὖν ταῦτά φησιν ἀντὶ τοῦ ἀπέθανεν. 149A | |||
O 1146d | Q | ἄλλως· αἱμακουρίαις: τοῖς μεθ’ αἱ‐ μάτων γινομένοις ἐναγισμοῖς. κατ’ ἐνιαυτὸν δὲ ἐγίνοντο τῷ Πέλοπι, ὡς καὶ τοῖς λοιποῖς. ἡ δὲ ἐτυμολογία ἀπὸ τοῦ κορέννυσθαι τὰς ψυχὰς αἵματος. | ||
O 1148 | A | πόρῳ κλιθείς: τῷ ῥεύματι. 146 | ||
O 1149a | ABCDEQ | τύμβον ἀμφίπολον ἔχων: τινές φασι μὴ | ||
μνῆμα, ἀλλ’ ἱερὸν εἶναι τοῦ Πέλοπος, καὶ πρὸ τοῦ Διὸς | 48 in vol. 1 | |||
ABCEQ | αὐτῷ τοὺς Ἠλείους θύειν, τοῦ Ἡρακλέους πρώτου κατὰ τιμὴν τοῦτο πεποιηκότος. | |||
O 1149b | ἀμφίπολον δέ τινες τὸν περι‐ πολούμενον, διὰ τὸ ἐν μέσῃ εἶναι τῇ πόλει· οἱ γὰρ οἰκισταὶ ἐν μέσαις ταῖς πόλεσιν ἐθάπτοντο ἐξ ἔθους. | |||
O 1149c | ἄλλοι δὲ πολούμενον ὑπὸ τῶν ἀγωνιζομένων· ἐν γὰρ τῷ σταδίῳ ἐστὶν αὐτῷ ὁ τάφος. | |||
O 1149d | περιπολούμενον, ὡς τῶν ἐπιφοιτών‐ των διὰ τὸ ἄγαν τῆς κατασκευῆς ἐκπρεπὲς κύκλῳ περιιόν‐ των καὶ θεωμένων. | |||
O 1149e | ABCDEQ | ἔνιοι δὲ ὅτι οἱ δρομεῖς εἰς τὸν τάφον τοῦ Πέλοπος ἔκαμπτον. | ||
O 1149f | A | 〈ἀμφίπολον:〉 διὰ τὸ ἐν μέσῃ εἶναι τῇ πόλει. | ||
O 1150a | ABCDEQ | πολυξενωτάτῳ παρὰ βωμῷ: ἔνιοι μὲν οὖν ἐνόησαν, ὅτι πολύξενόν φησι τὸν βωμὸν τὸν παρὰ τῷ τάφῳ τοῦ Πέλοπος ἑστῶτα διὰ τὸ πλῆθος τῶν εἰς τὴν Ὀλυμπίαν στελλομένων ἀγωνιστῶν τε καὶ θεατῶν, καί φασι τὸν ἑστῶτα | ||
5 | παρὰ τῷ Πέλοπος τάφῳ βωμὸν Πέλοπος εἶναι, ἔνθα αὐτῷ τὰ ἐναγίσματα γίνεται. | |||
O 1150b | οἱ δὲ οὕτως· ὅτι Ἴαμος Ἀπόλ‐ λωνος παῖς παρὰ τοῦ πατρὸς τὴν μαντικὴν λαβὼν περὶ τῆς ἱερωσύνης ἔλεγε τοῖς ἐρωτῶσι. διὰ τὸ πλείστους οὖν ξένους τῆς μαντικῆς ἕνεκεν ἀφικνεῖσθαι, πολυξενώτατον εἶπε τὸν | |||
5 | βωμόν. καὶ τοῦτον τὸν βωμὸν Διὸς καὶ Πέλοπος λέγουσιν ABEQ οἱ ταύτην τὴν ἐξήγησιν ἐκδεξάμενοι. | 49 in vol. 1 | ||
O 1150c | ἐπεὶ πολλοὶ ξένοι εἰσρέουσιν εἰς τὸν Ὀλυμπιακὸν ἀγῶνα· βωμὸς γὰρ ἐν Πίσῃ, ἐφ’ ὃν θύουσι πάντες οἱ ξένοι. | |||
O 1151a | ABCDEQ | τὸ δὲ κλέος τηλόθεν δέδορκεν: ὁ νοῦς· τὸ δὲ τῆς Ὀλυμπίας κλέος ἄνωθεν ἀπὸ τῆς τοῦ Πέλοπος οἰ‐ κήσεως ὁρᾶται· ὡς ἐκείνου τὸ τέλειον τῷ Ὀλυμπιακῷ ἀγῶνι περιθέντος. | ||
O 1151b | τὸ τηλόθεν χρονικῶς ἀκουστέον. | |||
O 1151c | τὸ | |||
AB(C)EQ | δὲ δέδορκεν, ἀντὶ παθητικοῦ τοῦ δέρκεται· ἵν’ ᾖ, ὁρᾶται. | |||
O 1151d | τουτέστι πανταχῆ βλέπεται καὶ ὁρᾶται ὁ Ὀλυμπιακὸς ἀγών. ἰδίως δὲ τὸ δέδορκεν ἐξενήνοχεν ἀντὶ παθητικοῦ τοῦ βλέπεται. | |||
O 1151e | ὅτι μακρόθεν ὁρᾶται τὸ κλέος καὶ εἰς δεῖξιν πίπτει. | |||
O 1151f | ABEQ | ἄλλως· τηλόθεν δέδορκε: τουτέστι πανταχῆ | ||
BE | βλέπεται καὶ βοᾶται ὁ Ὀλυμπιακὸς ἀγών. τὸ γὰρ δέδορκεν, ἀντὶ παθητικοῦ τοῦ βλέπεται. | |||
O 1154a | ABCDQ | ἵνα ταχυτὰς ποδῶν: πρῶτον γὰρ εὑρέθη δρό‐ μου τὸ ἄσκημα, καὶ ἡ πρώτη θέσις τῶν Ὀλυμπίων δρόμου ἦν τὸ σχῆμα. | ||
O 1154b | BEQ | ταχυτὰς ποδῶν ἐρίζεται ἀκμαί τ’ ἰσχύος: ἀπὸ κοινοῦ τὸ ἐρίζεται. | ||
O 1154c | ABCDEQ | ὁ δὲ νοῦς· ἔνθα πρὸς ἀλλήλας ἐρίζουσι καὶ φιλονεικοῦσιν αἱ τῶν ἀκμαίων ἰσχύες, αἳ γεν‐ ναίως πρὸς τοὺς πόνους χωροῦσι. | ||
O 1154d | τὸ δὲ ἀκόλουθον, αἱ ἀκμαῖαι ἰσχύες. | |||
O 1154e | ἀντὶ τοῦ, ἔνθα γίνονται καὶ δρό‐ | 50 in vol. 1 | ||
μοι καὶ πάλαι καὶ παγκράτια καὶ πυγμαί· τοῦτο γάρ ἐστι τὸ θρασύπονοι ἀκμαὶ ἰσχύος. | ABCEQ | |||
O 1157a | ABCDEQ | ὁ νικῶν δὲ: ἔξωθεν ἀκουστέον τὸν Ὀλυμπια‐ κὸν ἀγῶνα. | ||
O 1157b | ὁ νικῶν εὔδιον καὶ ἡδὺν τὸν λοιπὸν ἔχει βίον· ὡς τοῦ τέλους τῶν ἀγωνισμάτων ἐν τῷ Ὀλυμπιακῷ | |||
ABCEQ | ὄντος ἀγῶνι, καὶ τοῦ νικήσαντος ἔχοντος τὸ τέλειον τῆς δόξης. | |||
O 1157c | ABEQ | ἄλλως· ὁ νικῶν δὲ τὸν λοιπὸν αὐτοῦ βίον διάγει ἐν τῇ γῇ μέλι ῥεούσῃ. | ||
O 1157d | 〈μελιτόεσσαν εὐδίαν:〉 ἀντὶ τοῦ, [ἔχει] ἡδεῖαν ἀνάπαυσιν. | |||
O 1157e | ἄλλως· ἀμφίβολον πότερον ὁ νικῶν τὰ Ὀλύμπια εἰς τὸν μετὰ ταῦτα χρόνον ἐν εὐδίᾳ ἐστὶν ἕνεκα τῶν ἄθλων· οἷον, ἕνεκα τοῦ νικῆσαι τὰ Ὀλύμπια ἐν εὐθυμίᾳ ἐστὶ, πολλάκις μέντοι εἴωθε δι’ | |||
5 | BEQ | ἑτέρας συμφορὰς λυπεῖσθαι· ἢ οὕτως· ὁ νικήσας τὰ Ὀλύμπια ἕνεκα τῶν ἄλλων ἄθλων ἐν εὐδίᾳ ἐστίν· οὐκέτι γὰρ φιλο‐ δοξεῖ οὐδὲ ἐπιθυμεῖ νικῆσαι ἕτερον ἀγῶνα. | ||
O 1157f | ἄλλως· ὁ νικῶν ἐν εὐδίᾳ διάγει ἡδόμενος ταῖς νίκαις. | |||
O 1158 | Bgl | (μελιτόεσσαν εὐδίαν:) ἡδεῖαν ἀνάπαυσιν. | ||
O 1159a | BCDEQ | τὸ δ’ αἰεὶ παράμερον ἐσλόν: οἱ ἄνθρωποι τῶν ἔμπροσθεν πεπραγμένων ἀγαθῶν οὐκ εἰώθασι μεμνῆ‐ | ||
σθαι, ἀλλὰ τὸ παρ’ ἡμέραν ἢ καλὸν ἢ κακὸν σκοποῦσιν· ἑκάστῳ οὖν, φησι, τῶν ἀνθρώπων τὸ παρ’ ἡμέραν γινό‐ | 51 in vol. 1 | |||
5 | μενον κρίνεται μέγιστον εἶναι. | |||
O 1159b | BEQ | ἄλλως· τὸ διὰ τῶν ἄθλων παραγινόμενον ἀγαθὸν παρ’ ἐκείνην τὴν ἡμέραν τὴν ἐνεστῶσαν, ἐν ᾗ τις ἐνίκησεν, ὕπατον δοκεῖ καὶ μέγιστον ἀγαθὸν τῷ τετυχηκότι. | ||
O 1159c | ἢ οὕτω· τὸ παρ’ ἡμέραν γινό‐ μενον· τὰ γὰρ ἐνεστῶτα τῶν μελλόντων προκρίνεται. | |||
O 1159d | BCEQ | ἄλ‐ λως· τὸ δὲ καθ’ ἡμέραν καὶ ἀδιαλείπτως παρὸν τοῖς ἀν‐ θρώποις ἀγαθὸν, τοῦτο ἔξοχον καὶ ὑπεράνθρωπον γίνεται ἀγαθόν. | ||
O 1159e | BEFKQ | ἢ οὕτω· τὸ δὲ παρὰ τὴν τοῦ στεφάνου ἡμέ‐ ραν ἀγαθὸν ὕπατον γίνεται παντὶ ἀνθρώπῳ. ἡ δὲ ἡμέρα καθ’ ἥν τις στέφεται τιμιωτάτη ἐστίν. | ||
O 1159f | BCDEQ | ἄλλως· ἐάν τις πρότερον εὐτυχῇ ἐν τῷ ἄλλῳ βίῳ καὶ πάλιν εὐτυχήσας νικήσῃ, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν ᾗ ἐνίκησεν ἐπιλέλησται τῶν προτέρων εὐτυχημάτων. | ||
O 1159g | Q | ἄλλως· τὸ γὰρ κατὰ προαίρεσιν συμβαῖνον ἀγαθὸν ὕπατον καὶ μέγιστον γίνεται παντὶ ἀν‐ θρώπῳ· ὥσπερ καὶ ὁ Ἱέρων ἐπιθυμήσας νίκης ἐνίκησε καὶ ἐγένετο αὐτῷ τοῦτο τὸ παρ’ ἡμέραν ἀγαθὸν κατὰ προ‐ | ||
5 | αίρεσιν τελεσθὲν ὕπατον καὶ μέγιστον. | |||
O 1164a | BCDEQ | Αἰοληίδι μολπᾷ: ἤτοι ποικίλῃ· ποικίλα γὰρ τὰ λυρικά· ἢ Θηβαίᾳ· οἱ γὰρ Αἰολεῖς ᾤκησαν τὰς Θήβας. | ||
O 1164b | τινὲς δέ φασιν ὅτι ἄνωθεν Αἰολεὺς τὸ γένος ὁ Πίνδα‐ ρος· οἱ δὲ ὅτι Αἰολίῳ ῥυθμῷ διὰ τῆς μουσικῆς χρῆται τῶν ποιημάτων. | |||
O 1165a | BCDEQ | πέποιθα δὲ ξένον: ἐμαυτῷ. τὸν Ἱέρωνα. | ||
ἐμπεριέχοντα καὶ δύο τῶν καλῶν· ὅ ἐστιν, ἀγαθὸν καὶ | 52 in vol. 1 | |||
BCEQ | δυνάμενον ὃ βούλεται συντελεῖν. ἐνίοις γὰρ τὸ ἕτερον ἠκολούθηκεν, οὐ τὰ δύο. | |||
O 1165b | ἄλλως· πεπίστευκα δὲ καὶ πέπεισμαι ἀκριβῶς, μηδένα με ἔτι φίλον τῶν νῦν ἀν‐ θρώπων ἐγκωμιάσαι τοῖς ὕμνοις ἀμφότερα ἔχοντα, καὶ ἐπιστήμονα τὰ κατὰ ψυχὴν καὶ σώματος ἰσχὺν τούτου | |||
5 | ἀνδρειότερον· ἅπερ τὰ δύο τῷ Ἱέρωνι πάρεστιν. | |||
O 1165c | ἔνιοι δὲ κατὰ τοῦ Πινδάρου αὐτὸ ἀκούουσιν, ὅπερ καὶ μᾶλλον διὰ τὰ ἑξῆς ἐπαγόμενα· ἵν’ ᾖ τὸ ἐγκώμιον ἐφ’ | |||
BCDEQ | αὑτῷ κινῶν ὁ Πίνδαρος, καὶ ὁ νοῦς τοιοῦτος· πιστεύω δὲ μηδένα ἄλλον ποιητὴν ἐπιστήμονά τε εἶναι καὶ ἀν‐ | |||
5 | δρεῖον καὶ οὕτω δύνασθαι τοὺς φίλους ἐγκωμιάζειν ὥσπερ ἐμαυτόν. | |||
O 1165d | CDEQ | ἄλλως· πεπίστευκα δὲ ὅτι οὐδένα ὕμνησα ἀμφότερα ἔχοντα, ἐμπειρίαν τε καλῶν καὶ δύναμιν· ἀνα‐ φέρεται δὲ τοῦτο εἰς Ἱέρωνα. | ||
O 1165e | Q | ἄλλως· τεθάρρηκά, φη‐ σιν, ὅτι κυρίως ὑμνῶ τὸν εὐδύναμον καὶ φιλάρετον καὶ δίκαιον καὶ γενναῖον. | ||
O 1169a | BCDEQ | δαιδαλωσέμεν ὕμνων πτυχαῖς: κοσμήσειν. πτυχαῖς, ταῖς ποιήσεσιν· ἐπεὶ διαιρεῖται εἰς στροφὰς καὶ ἀντιστρόφους καὶ ἐπῳδάς. | ||
O 1169b | ἄλλως· ὕμνων πτυχαῖς: | |||
BCEQ | τοῖς ὕμνοις κατὰ περίφρασιν. οἰκείως δὲ πρὸς τὸ δαι‐ δαλωσέμεν καὶ τὸ ποικίλλειν, ὥσπερ ἐπὶ κατασκευάσματος, τὸ πτυχαῖς ἐπήγαγεν. | |||
O 1171a | CEHQ | θεὸς ἐπίτροπος: οἱ μὲν, φροντιστὴς τῆς σῆς εὐδαιμονίας, ὦ Ἱέρων, ἀδιάπταιστόν σοι τὴν εὐδαιμονίαν | 53 in vol. 1 | |
CDEHQ | φυλάττει. οἱ δὲ πάλιν ἐπὶ τοῦ Πινδάρου· ἐπίτροπος θεὸς ἐπὶ τῷ ἐμῷ τρόπῳ· καὶ λέγει τὴν Μοῦσαν. | |||
O 1171b | θεὸς ἐπό‐ πτης καὶ διοικητὴς τεαῖσι μήδεται μερίμναις, κῆδος ἔχων τοῦτο, εἰς τοῦτο σπουδάζων τὸ σοῦ προνοεῖσθαι. | |||
O 1171c | ἄλ‐ λως· θεὸς ἐπίτροπός σου ὢν ἔχει τε καὶ φυλάσσει τοῦτο ταῖς σαῖς μερίμναις, τὸ νικᾶν σε. | |||
O 1171d | HQ | ἢ ὅτι θεὸς ἐπί‐ τροπός σου ὢν τοῦτο ἐργάζεται· τὸ γὰρ μήδεται νῦν τοῦτο σημαίνει. | ||
O 1171e | CDEHQ | ταῖς τεαῖσι μερίμναις: ἔμπειρόν τε εἶναι καὶ δυνατὸν τῶν καλῶν καὶ δραστήριον. | ||
O 1173 | Egl | γράφεται καὶ κῦδος ἔχων ἀντὶ τοῦ συνέχων τοῦτο κῦδος. | ||
O 1174a | CDEHQ | εἰ δὲ μὴ ταχὺ λίποι: εἰ δὲ μὴ ταχέως με ἐπι‐ | ||
λίποι ἡ Μοῦσα· καὶ φανερώτερον τὸν λόγον ἐφ’ ἑαυτοῦ τίθησι Πίνδαρος. οὐκ ἦν γὰρ προσῆκον περὶ τοῦ ἐγκω‐ μιαζομένου λέγειν, ἐὰν μή σε ἐπιλίποι ἡ εὐδαιμονία, ἀλλὰ | EHQ | |||
5 | μετριώτερον ἔστιν αὐτὸ λαμβάνειν, ἐὰν ἐπὶ τοῦ Πινδάρου | |||
CDEHQ | ἀκούωμεν· ἐὰν οὖν, φησι, μή με ἐπιλίποι ἡ Μοῦσα, δυνή‐ σομαί σοι καὶ αὖθις τεθρίππῳ νικήσαντι γλυκερώτερον καὶ ἡδύτερον ὕμνον γράψαι καὶ ἐγκωμιάσαι σε, βοηθὸν τῶν ἐμαυτοῦ ποιημάτων εὑρίσκων τὴν σὴν νίκην· σοῦ γὰρ νική‐ | |||
10 | σαντος ἔσται μοι πρόφασις καὶ ὁδὸς ἀφ’ ἧς με δεῖ ἐγκω‐ μιάσαι. | |||
O 1174b | CEHQ | ἄλλως· εἰ δὲ μὴ ταχὺ λίποι: ἔνιοι οὕτως | ||
συνέθηκαν τὸν λόγον· ἐὰν μή με ὁ βίος ταχέως ἐπιλείψῃ, ἀντὶ τοῦ, ἐὰν μὴ τελευτήσω, ἀλλὰ ζῶ, σὺν τῷ ταχεῖ τεθρίππῳ παραγεγονὼς εἰς τὸν εὐδείελον Κρόνιον, τουτέστι τὴν Ὀλυμπίαν, | 54 in vol. 1 | |||
5 | ἐλπίζω γλυκυτέραν σοι καὶ ἡδίω τῆς νῦν ἆσαι ᾠδὴν, ὁδὸν καὶ πρόφασιν τῶν λόγων μου τὴν σὴν εὑρίσκων νίκην. | |||
O 1174c | CDEHQ | τὸ δὲ σὺν ἅρματι παραγεγονὼς, οἱονεὶ σοῦ τεθρίππῳ νικήσαντος ἐν τῇ Ὀλυμπίᾳ καὶ ἐμοῦ ἐπὶ τῇ τοιαύτῃ νίκῃ γράφοντός σοι τὸν ὕμνον. | ||
O 1174d | EHQ | ἄλλως· εἰ δὲ μὴ ταχὺ λί‐ ποι, ἔλπομαι πρὸς εὐδείελον ἐλθὼν Κρόνιον καὶ ἐπίκουρον εὑρὼν λόγων ὁδὸν, ἔτι γλυκυτέραν σὺν ἅρματι θοῷ κλεΐξαι σου τὴν νίκην, ὦ Ἱέρων. | ||
O 1174e | ἄλλως· εἰ δὲ μὴ ταχὺ λίποι ὁ αἰὼν, ὦ Ἱέρων, καὶ ἅρματί σε νικήσαντα ἐλπίζω ὑμνή‐ σειν. | |||
O 1174f | CDEHQ | δύναται δὲ καὶ οὕτως ἀκούεσθαι· εἰ δὲ μὴ ταχὺ λίποι ὁ ἐπίτροπός σου δαίμων, ἔλπομαι ἐπίκουρον εὑρὼν ὁδὸν λόγων, ποιήσειν ἐγκώμιον βοηθῶν σου τῇ δόξῃ. 179bHQ | ||
O 1179a | CDHQ | Κρόνιον: ἀκρωτήριον τῆς Πίσης· περὶ γὰρ τὸν Κρόνιον λόφον ἄγεται [τὰ Ὀλύμπια] ὁ ἀγών. 180bHQ | ||
O 1179b | CDEHQ | ἐμοὶ μὲν ὦν Μοῖσα. ἐμοὶ μὲν οὖν δυνάμει ἡ Μοῦσα ἰσχυρότατα βέλη τρέφει τῶν λόγων, ὥστε βάλλειν καιρίως τοῖς ὕμνοις τοὺς νικηφόρους. | ||
O 1179c | ἄλλως· ἐγὼ μὲν ἐπὶ μουσικῇ πέποιθα· τὸ ἐμὸν βέλος ὑπὸ Μούσης τρέφεται· σὺ δὲ ἐν τῷ πλουτεῖν μέγας εἶ. 179aHQ | |||
O 1180a | EF | βέλος ἀλκᾷ τρέφει: τρέφει εἴρηκεν ἀντὶ τοῦ | ||
ἀλκὴν αὔξει. | 55 in vol. 1 | |||
O 1180b | HQ | ἄλλοισι δ’ ἄλλοι μεγάλοι: ἐκ ταύτης τῆς προφάσεως αἰτεῖ τὸν Ἱέρωνα. | ||
O 1181 | EHQ | τὸ δ’ ἔσχατον κορυφοῦται: τὸ δὲ τελευταῖον καὶ τὸ πλῆρες, οὗπερ οὐκ ἔστιν ὑπερβολὴν τοῖς ἀνθρώποις εὑρεῖν, ὑψοῦται καὶ ἔστι τοῖς βασιλεῦσιν. | ||
O 1182a | CDEHQ | μηκέτι πάπταινε: μηκέτι περιβλέπου καὶ ζή‐ τει τῆς οὔσης εὐδαιμονίας ἐν σοὶ μείζονα· ἔχεις γὰρ τὸ τέλειον. | ||
O 1182b | μηκέτι περαιτέρω τούτων ζήτει ὧν ἔχεις, βα‐ σιλεὺς γενόμενος. 185 CD | |||
O 1183 | Bgl | (πόρσιον:) μεγαλώτερον. | ||
O 1184a | CDEHQ | εἴη σέ τε τοῦτον ὑψοῦ χρόνον πατεῖν: ὁ νοῦς· εἴη σὲ μὲν τὸν χρόνον τοῦτον ὃν ζῶμεν ἐν ὕψει καὶ εὐδαιμονίᾳ διαζῆν, ἐμὲ δὲ τοσαῦτα τοῖς νικηφόροις προσ‐ διαλέγεσθαι τοῖς ἐγκωμίοις, προφανῆ καὶ ἐπίσημον ὄντα διὰ | ||
5 | τὴν σοφίαν ἐν τοῖς Ἕλλησιν. | |||
O 1184b | ἄλλως· εἴη σέ τε τοῦτον τὸν χρόνον ὃν ζῶμεν μὴ ἀποβαλεῖν τὴν βασιλείαν, ἐμέ τε ἐπινίκους γράφειν καὶ ὑμνεῖν τοὺς νικῶντας. fin. sch. CD | |||
O 1185 | CDEHQ | ὑψοῦ: τῷ μὲν ὑψοῦ τὴν εὐδαιμονίαν ᾐνίξατο, τῷ δὲ πατεῖν τὸ ζῆν ᾐνίξατο πάλιν. 184 CD | ||
O 1186 | EHQ | τοσσάδε νικαφόροις: ἀντὶ τοῦ, τοσούτοις νικη‐ φόροις ὁμιλεῖν, οἷος εἶ σύ. χαίρω δὲ γράφων τοιάδε, καὶ | ||
ἔσται τοιαῦτα οἷα ἐπὶ σοῦ. | 56 in vol. 1 | |||
O 1187 | EHKQ | πρόφαντον: φανερὸν καὶ ἔξοχον ἐν τῇ σοφίᾳ πανταχῆ κατὰ τοὺς Ἕλληνας ὄντα. | ||
EFKQ | τέλος τοῦ Θηβαίου Ἱέρωνος. | |||
O 2metr(t) | Scholia in Olympionicarum carmen II | |||
1 | ABCDEQ | Θήρωνι Ἀκραγαντίνῳ ἅρματι. sch. inscr. A 1C | ||
ACDEFQ | Τῆς δευτέρας ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐστὶ ιδʹ. τὸ αʹ περιοδικὸν, διπλοῦς ἴαμβος. τὸ βʹ ἰω‐ νικὸν δίμετρον καταληκτικὸν ἀπὸ τροχαϊκῆς. τὸ γʹ ἀντι‐ | |||
5 | σπαστικὸν ἀπ’ ἀδιαφόρου τοῦ πρώτου ποδὸς δίμετρον ἀκατά‐ ληκτον ἰαμβικῇ κατακλειόμενον. τὸ δʹ χοριαμβικὸν δί‐ μετρον καταληκτικὸν ἀπὸ ἰαμβικῆς συζυγίας. τὸ εʹ ἰαμ‐ βικὸν δίμετρον βραχυκατάληκτον. τὸ ϛʹ ἀντίσπαστος καὶ συλλαβή. τὸ ζʹ ἰωνικὸν ἀπ’ ἐλάττονος δίμετρον κατα‐ | |||
10 | ληκτικὸν ἀπὸ τροχαϊκῆς. τὸ ηʹ ἰωνικὸν δίμετρον ὑπερ‐ κατάληκτον. τὸ θʹ παιωνικὸν δίμετρον καταληκτικόν. τὸ ιʹ ἀντισπαστικὸν δίμετρον βραχυκατάληκτον. τὸ ιαʹ | |||
ὁμόχρονον τῷ ϛʹ τῆς στροφῆς. τὸ ιβʹ ἀντισπαστικὸν δίμετρον βραχυκατάληκτον. τὸ ιγʹ ἑφθημιμερὲς ἰαμβικόν. | 57 in vol. 1 | |||
15 | τὸ ιδʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. ἡ δὲ ἐπῳδὸς κώλων ἐστὶν ηʹ. τὸ αʹ χοριαμβικὸν τρί‐ μετρον βραχυκατάληκτον ἀπὸ ἰαμβικῆς. τὸ βʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ γʹ ἀντισπαστικὸν δίμετρον βραχυ‐ κατάληκτον. τὸ δʹ παιωνικὸν δίμετρον ἀκατάληκτον. | |||
20 | τὸ εʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ϛʹ μικτὸν τρο‐ χαϊκὸν ἀπὸ συζυγίας ἰαμβικῆς. ἡ δὲ ἀπόδοσις ἐν τῷ Λάιον τοῦ ι πάσχει ὑφίζησιν. τὸ ζʹ ἐπιωνικὸν ἰαμβι‐ κῆς ἐπιφερομένης. τὸ ηʹ ἰαμβικὸν μικτὸν ἀπὸ τροχαϊκῆς. 15A 23C 1E | |||
O 2inscr | ABCDabEHQ | Γέγραπται Θήρωνι Ἀκραγαντίνῳ ἅρματι νικήσαντι τὴν οζʹ Ὀλυμπιάδα. ἦν δὲ ὁ Θήρων τὸ ἀνέκαθεν ἀπὸ Οἰδίποδος. ἐκήδευσε δὲ Γέλωνι τῷ τυράννῳ, δοὺς αὐτῷ τὴν θυγατέρα Δημαρέτην, ἀφ’ ἧς καὶ τὸ Δημαρέτειον ὠνο‐ | ||
5 | μάσθη νόμισμα. καὶ αὐτὸς δὲ ὁ Θήρων τὴν Πολυζήλου τοῦ ἀδελφοῦ Ἱέρωνος [θυγατέρα] ἔγημε, καθά φησι Τί‐ | |||
μαιος (FHG I, 213). ἦν δὲ ὁ Θήρων υἱὸς Αἰνησιδάμου. 8 BDaEHQ 11 CDb | BCDabEHQ | |||
O 21a | A(Egl) | Ἀναξιφόρμιγγες: ἤτοι 〈οἱ〉 τῶν φορμίγγων ἀνάσσοντες· ἕπονται γὰρ τοῖς ὕμνοις καὶ φόρμιγγες, δι’ οὓς | 58 in vol. 1 | |
A | καὶ ἀπεδείχθησαν· ἢ οἱ ἀνασσόμενοι ὑπὸ φορμίγγων ὕμνοι· πρότερον γὰρ ἐνδίδωσι 〈τὸ〉 μέλος ὁ κιθαριστής, ἔπειτα ἡ | |||
5 | ᾠδὴ λέγεται· ὡς καὶ ἐν Πυθιονίκαις (P. I, 1)· χρυσέα φόρ‐ μιγξ Ἀπόλλωνος καὶ ἰοπλοκάμων σύνδικον Μοισᾶν κτέανον. | |||
O 21b | B(CD)E(H)Q | Ἀναξιφόρμιγγες ὕμνοι: οἱ τῆς φόρμιγγος ἀνάσσοντες. πρῶτον γὰρ τὰ ᾄσματα συντίθενται, εἶθ’ οὕτω πρὸς αὐτὰ καὶ ἡ λύρα ἁρμόζεται. | ||
O 21c | ἢ οὕτως· ὦ ὕμνοι οἱ ὑπὸ τῆς φόρμιγγος ἀνασσόμενοι. πρῶτον γὰρ ἔκρουον, εἶτα ἐπῇδον. καὶ τούτου μάρτυς Ὅμηρος (α 155)· ἦτοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν. | |||
5 | ἐμφανίζει δὲ τὸν μουσόληπτον. ὡς ἐπιζητῶν γὰρ τίνα ὀφεί‐ λει ὑμνῆσαι, εἶτα καθ’ ἑαυτὸν δοκιμάζων .... | |||
O 21d | ἄλλως· ἀναξιφόρμιγγες ὕμνοι: τὴν αἰτίαν αὐτὸς παρέστησε παρ’ ἣν τοὺς τρεῖς δεῖ ἐπαινεῖν· Δία ὅτι τούτου ἱερὸς ὁ τόπος· Ὀλυμπιάδα δ’ ἔστησεν Ἡρακλῆς· διὸ ὑμνητέον αὐτὸν ὡς | |||
5 | ἥρωα· ἄνθρωπον δὲ Θήρωνα. τυποῖ δὲ ὁ Πίνδαρος ὅτι δεῖ καθ’ ἕκαστον ἐπίνικον ὑμνεῖν θεὸν, ἥρωα, ἄνδρα. | |||
O 23 | Bgl | (κελαδήσομεν:) ὑμνήσομεν. | ||
O 24a | A | ἤ τοι Πίσα μὲν Διός: τὴν αἰτίαν παρέστησε, παρ’ ἣν τοὺς τρεῖς ἐπαινεῖ· Δία μὲν γὰρ ὅτι τούτου ἱερὸς ὁ τόπος· Ὀλυμπιάδα δὲ ἔστασεν Ἡρακλέης· ὅτι τὰς ... μέμνηται ὡς ἥρωος· Θήρωνος δὲ 〈ὡσ〉 ἀνθρώπου. τυποῖ | ||
5 | δὲ ὁ Πίνδαρος ὅτι δεῖ καθ’ ἕκαστον ἐπίνικον τοὺς τρεῖς | |||
ὑμνεῖν, θεὸν, ἥρωα, ἄνθρωπον. | 59 in vol. 1 | |||
O 24b | BE(H)Q | ἤτοι Πίσα μὲν Διός: ἡ μὲν Πίσα τοῦ Διός ἐστιν ἱερά· δι’ ἣν ὑμνεῖν τὸν θεὸν δεῖ· τὸν δὲ Ὀλυμπιακὸν ἀγῶνα ἔστησεν Ἡρακλῆς· ἦν γὰρ κατά τινας παραμεληθείς. | ||
O 27a | A | ἀκρόθινα πολέμου: Ζηνόδοτος μετὰ τοῦ ι γρά‐ φει ἀκροθίνια, ἅπερ κυρίως λέγεται παρὰ τὰς τῶν καρπῶν θῖνας, τουτέστι σωροὺς, [ἢ] οἷον τὰ τῆς θινὸς ἀπάργματα καὶ ἄκρα· λέγεται δὲ ἡ λέξις μεταφορικῶς ἐπὶ παντὸς ἀπάρ‐ | ||
5 | γματος ... κορυφαῖον καὶ κάλλιστον. | |||
O 27b | CD | ἀκρόθινα πολέμου: τὰς ἀπαρχὰς τῶν λαφύρων. | ||
O 27c | BCDEHQ | πρὸς Αὐγέαν πολεμήσας τὸν Ἤλιδος τύραννον καὶ νικήσας ἐκ τῆς λαφυραγωγίας [τὰς ἀπαρχὰς τῶν λαφύρων | ||
C | προσαγαγὼν ἔκτισε] τὸν ἀγῶνα διέθηκεν. 12B 8Db 11 EHQ | |||
O 27d | ἀκροθίνια δὲ καὶ τὰ ἀπάργματα. | |||
O 28a | A | Θήρωνα: Θήρων υἱὸς ἦν Αἰνησιδάμου· εἶχε δὲ συγγενεῖς Κάπυν καὶ Ἱπποκράτην, οἵτινες ἦσαν ἀδελφοί· περὶ ὧν Καλλιστράτης (FHG IV, 433) ἐν τῷ ζʹ φησίν. | ||
O 28b | τετραορίας: τοῦ ἅρματος. ἡ λέξις παρὰ τὸ ἀρηρέναι καὶ ἡρμόσθαι τοὺς ἵππους ἑαυτοῖς. | |||
O 28c | BCDabEHQ | τὸν δὲ Θήρωνα νικήσαντα τεθρίππῳ ὑμνή‐ σωμεν. 1Da | ||
O 28d | BCDEHQ | ὁ δὲ νοῦς αὐτῷ· σεμνύνεται μὲν ὁ Ὀλυμ‐ | ||
πιακὸς ἀγὼν τῷ Διὶ καὶ τῷ καταβεβληκότι τὴν ἀρχὴν Ἡρακλεῖ, οὐδὲν δὲ ἧττον καὶ τρίτον σεμνύνεται Θήρωνι νενικηκότι. 1 BH inscr. CDb 12E 13bQ | 60 in vol. 1 | |||
O 28e | Bgl | (τετραορίας:) τεθρίππου ἅρματος. | ||
O 211a | CDEHQ | δίκαιον ξένον: τὸν μετὰ δικαιοσύνης τοὺς ξέ‐ νους ὑποδεχόμενον. 1d ἄνθρωπον—ἄνδρα, dein inscr. E | ||
O 211b | Egl | (δίκαιον ξένον:) ξενοδοχικόν. ἀντὶ τοῦ δίκαιον καὶ εἰς τοὺς ξένους· οὐ γὰρ αὐτὸς ἦν ξένος. | ||
O 212a | BEHQ | ἔρεισμ’ Ἀκράγαντος: ἕδρασμα ὄντα καὶ τεί‐ χισμα τῆς Ἀκράγαντος. καὶ Ὅμηρος (Γ 229 etc.)· ἕρκος Ἀχαιῶν. Ἀκράγας δὲ καὶ ποταμὸς καὶ πόλις ἐν Σικελίᾳ. 13c HQ | ||
O 212b | CD | ἔρεισμα δὲ τὸν ὄντα ἕδρασμα καὶ τείχισμα. | ||
O 213a | A | εὐωνύμων τε πατέρων: τῶν καλῶς ὀνομαζο‐ μένων πατέρων ἀπάνθισμα. | ||
O 213b | BEHQab | εὐωνύμων τε πατέρων: προγόνων. πάνυ δὲ ὑπερβαλλόντως ἐπαίρει τὸ ἐγκώμιον, καὶ ἐνδόξων προγόνων ἔτι κατ’ ἐπίτασιν αὐτὸν ἄνθος λέγων. 1 Qa 14 HQb | ||
O 213c | (B)EHQ | εὐωνύμων: ἐνδόξων· ἐπεὶ ὁ Θήρων ἀπὸ Κάδμου εἶχε τὸ γένος. 13b HQ | ||
O 214a | A | ὀρθόπτολιν: ὅτι συνέκτισε καὶ αὐτὸς τὴν Ἀκρά‐ γαντα. ἢ ὀρθὸν ἐν τῇ πόλει ἢ ὀρθὴν πόλιν ἔχοντα. metr. A | ||
O 214b | BCDEHQ | ὀρθόπολιν: τὸν τῇ ἑαυτοῦ δικαιοσύνῃ ὀρθοῦντα καὶ σώζοντα τὰς πόλεις, ὡς ἐρυσίπολιν καὶ σωζόπολιν. ἐν‐ ταῦθα διὰ τὸ ἐνοικίσαι τὴν Ἀκράγαντα, ὁμώνυμον οὖσαν | ||
τῷ ὁμωνύμῳ ποταμῷ Ἀκράγαντι. 15c B | 61 in vol. 1 | |||
O 215a | A | καμόντες: ἀναστροφή ἐστιν ἐπὶ τοῦ καμόντες οἱ πολλὰ θυμῷ, κατὰ τὸ ἄρθρον τὸ οἱ· ἵνα ἀναστρέψωμεν καὶ προτάξωμεν· οἱ πολλὰ θυμῷ ..... οἱ πρόγονοι τοῦ Θήρωνος ἔσχον τὴν Ἀκράγαντα· οἴκημα γὰρ ποταμοῦ .... | ||
5 | τοῦ Ἀκράγαντος καὶ τὴν πόλιν ὁμοίως καλεῖσθαι. οἱ δὲ Ἀκραγαντῖνοι Γελῴων εἰσὶν ἄποικοι· ὥστε τὸ πατέρων ἄω‐ τον λέγει ἐπὶ τῶν Θήρωνος προγόνων, οἳ οὐχ ἁπλῶς εἰς τὴν Γέλαν μετῆραν, ἀλλὰ εὐθὺς ἀπὸ Ῥόδου εἰς τὴν Ἀκρά‐ γαντα. καὶ τοῦτο ἐξ αὐτοῦ Πινδάρου σαφηνίζεται, ὡς καὶ | |||
10 | Τίμαιός (FHG I, 214) φησι. | |||
O 215b | B(CD)EHQ | καμόντες οἳ πολλὰ θυμῷ: οἱ πατέρες, φησὶ, οἱ τοῦ Θήρωνος. Ῥόδιοι γὰρ ὄντες ἄνωθεν, καὶ στάσιν ἐμφύλιον ἀποφεύγοντες μετῴκησαν τὴν Σικελίαν, καὶ αὐτόθι πρός τινας βαρβάρους πολεμήσαντες ἔκτισαν τὴν πόλιν. 16 B | ||
O 215c | B(CD)EHQ | καμόντες οἳ πολλὰ: ὁ λόγος καθολικὸς ἐπὶ τῶν προγόνων τοῦ Θήρωνος, οἳ πρῶτον μὲν ἦλθον εἰς | ||
B(CD)HQ | Γέλαν, κἀκεῖθεν εἰς Ἀκράγαντα. οὐ γὰρ λέγει ὁ Πίνδαρος ὅτι καμόντες τὴν Ἀκράγαντα ἔκτισαν, ἀλλ’ ὅτι καθόλου κα‐ | |||
5 | μόντες πολλὰ τοῦ Θήρωνος οἱ πρόγονοι ἔσχον τὴν Ἀκρά‐ γαντα. | |||
O 215d | BCDEHQ | ἱερὸν δὲ εἶπεν οἴκημα τὴν Ἀκράγαντα, διὰ τὸ Ἀθηνᾶς αὐτόθι νεὼν εἶναι περιττῶς ἁγιστευόμενον· ἢ διὰ τὸ τὴν Ἀκράγαντα τῇ Περσεφόνῃ εἰς τὰ ἀνακαλυπτήρια ὑπὸ Διὸς δοθῆναι. ὅτι δὲ περὶ Ἀκράγαντός ἐστι τῷ Πιν‐ | ||
5 | δάρῳ ὁ λόγος, σαφὲς ἐξ ὧν περὶ τοῦ πλούτου τοῦ Θήρωνος διεξιών φησιν (vs. 90 sqq.)· ἐπί τοι Ἀκράγαντι τανύσας αὐδάσομαι ἐνόρκιον λόγον ἀλαθεῖ νόῳ, τεκεῖν μή τινα ἑκα‐ | 62 in vol. 1 | ||
τόν τ’ ἐτέων πόλιν φίλοις μᾶλλον εὐεργέταν πραπίσιν ἀφθο‐ νέστερον χεῖρα Θήρωνος. Ἱππόστρατος δὲ (FHG IV, 433) ἱστο‐ | BEHQ | |||
10 | ρεῖ αὐτὸν πλούτῳ διενηνοχέναι. ἀλλ’ οἵ γε πρόγονοι τῶν Ἀκραγαντίνων Γελῷοι οὐχ οὕτως ηὐπορήκεσαν, ἀλλὰ καὶ πᾶν τοὐναντίον μόγις καὶ ταπεινῶς διέζων, ἐπὶ φυλακῇ τῆς πόλεως μισθαρνοῦντες. ἔνιοι δέ φασιν ὅτι οἱ τοῦ Θήρωνος πρόγονοι οὐδόλως εἰς τὴν Γέλαν κατῆραν, ἀλλ’ εὐθὺς εἰς | |||
15 | τὴν Ἀκράγαντα ἀπὸ Ῥόδου· ὡς καὶ ὁ Πίνδαρος λέγει (fr. 119)· ἂν δὲ Ῥόδον κατῳκίσθεν· ἔνθεν δ’ ἀφορμαθέντες ὑψηλὰν πόλιν ἀμφινέμονται, πλεῖστα μὲν δῶρ’ ἀθανάτοις ἀνέχοντες, ἕσπετο δ’ ἀενάου πλούτου νέφος. 15b B | |||
O 216a | BCEHQ cfr. A 70 | ἱερὸν ἔσχον οἴκημα: Ἀρίσταρχος τὴν πόλιν οἴκημα ποταμοῦ προσηγορεῦσθαί φησι διὰ τὸ ὁμώνυμον εἶναι τῷ ποταμῷ Ἀκράγαντι· τὴν γὰρ ὀνομασίαν ἡ πόλις ἀπὸ τοῦ ποταμοῦ ἔσχεν. | ||
O 216b | BEHQ | Ἀρτέμων δὲ ὁ ἀπὸ Περγά‐ μου (FHG IV, 341) τὴν Γέλαν οἴεται δεῖν ἀκούειν. καὶ γὰρ ταύτην ὁμώνυμον εἶναι Γέλᾳ τῷ ποταμῷ, τοὺς δὲ Ἀκραγαν‐ τίνους Γελῴων εἶναι ἀποίκους· ὥστε τὸ πατέρων ἄωτον ἐν | ||
5 | Γέλᾳ ἐπὶ τῶν τοῦ Θήρωνος προγόνων συντετάχθαι. κεφαλαιώ‐ | |||
σει δὲ χρῆται τῇδε· τὸ καμόντες ἔφη προσήκειν μᾶλλον ἀκούειν ἐπὶ τῶν τὴν Γέλαν ἐκτικότων, ἀλλ’ οὐ τὴν Ἀκράγαντα. οἱ μὲν γὰρ ἀπὸ τοῦ ῥᾴστου συνῳκίσθησαν, οἱ δὲ χαλεπῶς καὶ μόλις. Ἀντίφημος γὰρ ὁ Ῥόδιος καὶ Ἔντιμος ὁ Κρὴς, οἱ τὴν εἰς Γέ‐ | 63 in vol. 1 | |||
10 | λαν στείλαντες ἀποικίαν, πρῶτον μὲν περὶ τὴν συναγωγὴν ἔκαμον οὐ μετρίως, συναθροίζοντες τοὺς ἐκ Πελοποννήσου καὶ Ῥόδου καὶ Κρήτης, εἶτα περὶ τὸν διάπλουν, εἶτα περὶ τὸν κατοικισμὸν, καὶ πάλιν διαγωνισάμενοι πρὸς τοὺς Σικανούς. | |||
O 216c | Μενεκράτης δέ (FHG II, 344) φησι ληρεῖν τὸν Ἀρτέμωνα· μὴ γὰρ καμεῖν τοὺς περὶ Ἀντίφημον περὶ τὴν ἀποικίαν, ἀλλὰ μᾶλλον κατὰ εὐπέτειαν πολλὴν αὐτοῖς πάντα συμβεβηκέναι. περὶ τίνων οὖν λέγει· καμόντες οἳ πολλά; | |||
5 | περὶ τῶν Θήρωνος προγόνων. τούτους γὰρ Θηβαίους ἀνέ‐ καθεν ἀπὸ Κάδμου εἶναι. Κάδμου γὰρ .... Πολύδωρος· τοῦ δὲ Αἵμων· τοῦτον δὲ ἐν κυνηγεσίῳ ἐμφύλιόν τινα ἀποκτείναντα Ἀθήναζε ἀποστῆναι· τοὺς δὲ ἀπὸ τούτου πά‐ λιν ἐξ Ἀθηνῶν ἀποστάντας σὺν τοῖς Ἀργείοις Ῥόδον κατ‐ | |||
10 | οικῆσαι, καὶ μετὰ ταῦτα ἐλθεῖν εἰς Ἀκράγαντα, καὶ μέχρι Θήρωνος ἑπτὰ πρὸς ταῖς ὀκτὼ γενεὰς συναριθμεῖσθαι. ἴσως οὖν πρὸς ταῦτα ἀφορῶν ὁ Πίνδαρός φησι· καμόντες οἳ πολλὰ θυμῷ ἱερὸν ἔσχον οἴκημα ποταμοῦ. | |||
O 216d | BDEHQ | οἴκημα δὲ ποταμοῦ τὴν πόλιν εἶπε διὰ τὴν ὁμωνυμίαν. | ||
O 216e | λείπει δὲ ἡ ἐπὶ, ἵνα ᾖ, τὸ ἐπὶ τοῦ ποταμοῦ οἴκημα ἔσχον, τὴν πόλιν. | |||
O 218a | A | ὀφθαλμός: ἀντὶ τοῦ περίβλεπτοι ἦσαν ἐν Σικελίᾳ· ἀπὸ τοῦ θαυμαστοῦ μέρους τοῦ σώματος τοῦ ὀφ‐ θαλμοῦ. | 64 in vol. 1 | |
O 218b | CDEHQ | Σικελίας τ’ ἔσαν ὀφθαλμός: οἱονεὶ τὸ ἐξαί‐ ρετον καὶ λαμπρότερον ἦσαν τῆς Σικελίας· ἀξιολογώτερον γὰρ ἐν σώματι ὀφθαλμός. | ||
O 218c | ἵν’ εἴπῃ ὅτι περίβλεπτοι ἦσαν. | |||
O 219a | A | μόρσιμος: οὐχ ὁ μεμοιραμένος, ἀλλ’ ἀντὶ τοῦ εὔμοιρος. 〈Ὅμηροσ〉 (Γ 182)· μοιρηγενὲς ὀλβιόδαιμον. | ||
O 219b | βούλεται δὲ λέγειν ὅτι ὁ βίος αὐτοῖς ἐπηκολούθησεν ἐκ πεπρωμένης τινὸς τὴν εὐδαιμονίαν αὐτοῖς καὶ τὴν χάριν ἐπιπέμπων ἐπὶ ταῖς γνησίαις αὐτῶν ἀρεταῖς. | |||
O 219c | CDEHQ | αἰών τ’ ἔφεπε μόρσιμος: ἐπηκολούθησε δὲ τὴν εὐδαιμονίαν ἄνωθεν ἐπιπέμπων ταῖς γνησίαις αὐτῶν ἀρεταῖς. | ||
O 219d | ἢ οὕτως· εὔμοιρος βίος ἐπηκολούθησεν αὐτοῖς ἐκ πεπρωμένης τινός. | |||
O 219e | DHQ | ὡς καὶ παρ’ Ὁμήρῳ (Γ 182)· μοιρηγενὲς ὀλβιόδαιμον. | ||
O 221a | CDEHQ | γνησίαις: ἰδίαις. γνήσια γὰρ τὰ ἴδια πονή‐ ματα, καὶ τὰ ἐκ καμάτων, καὶ οὐκ ἐξ ἐπεισάκτων. | ||
O 221b | DHQ | ἢ γνησίαις ἀρεταῖς, ταῖς ἐκ γένους συγγεγενημέναις αὐτοῖς. | ||
CDEHQ | 22e | |||
O 222a | A | Κρόνιε: οὐ μόνον ὅτι Κρόνου παῖς, ἀλλ’ ὅτι Κρόνιος λόφος καλεῖται ὁ ἐν Ὀλυμπίᾳ. | ||
O 222b | B | ἀλλ’ ὦ Κρόνιε: ὁ νοῦς· ὦ Ζεῦ τὸν οὐρανὸν κατοικῶν καὶ τὸ καὶ τὸ, ἡσθεὶς τούτοις τοῖς ὕμνοις αὔξη‐ σον ἔτι καὶ ἐπιπλέον ἀβλαβῆ αὐτοῖς τὴν πατρῴαν γῆν δια‐ φύλαξον. | ||
O 222c | CDEHQ | ὁ δὲ νοῦς· ἀλλ’ ὦ τοῦ Κρόνου καὶ τῆς Ῥέας παῖ Ζεῦ, τὸν οὐρανὸν κατοικῶν, ὅστις τοῦ Ὀλυμπιακοῦ ἀγῶνος διοικεῖς τὸ ἔδαφος καὶ τὸν πόρον τοῦ Ἀλφειοῦ, ἡσθεὶς τούτοις τοῖς ὕμνοις ἔτι καὶ ἐπιπλέον ἀβλαβῆ αὐτοῖς τὴν | 65 in vol. 1 | |
5 | πατρῴαν γῆν διαφύλαξον. | |||
O 222d | τοῖς περὶ Θήρωνα. metr. C 27 DEHQ | |||
O 222e | CDEHQ | ἀλλ’ ὦ Κρόνιε παῖ: οὐ πατρωνυμικῶς, ἀλλ’ ἀπὸ τοῦ λόφου. εὔχεται δὲ τῷ Διὶ, ἐπειδὴ καὶ τοῦ ἀγῶνος καθ’ ὃν νενίκηκε προστάτης ὁ Ζεύς. 25C | ||
O 223a | BDEHQ | ἕδος Ὀλύμπου νέμων: ἀντὶ τοῦ οἰκῶν. Ὅμη‐ ρος (Β 499)· οἵ τ’ ἀμφ’ Ἅρμ’ ἐνέμοντο, ἀντὶ τοῦ ᾤκουν. | ||
O 223b | DEHQ | ἵν’ ᾖ· ἐν τῷ Ὀλύμπῳ οἰκῶν. δύναται δὲ καὶ τὸ νέμων νοεῖσθαι ἐπὶ τοῦ διοικῶν καὶ διέπων. | ||
O 223c | C | ἕδος Ὀλύμπου: τὴν Ὀλυμπίαν φησί. τὸ δὲ νέμων ἀντὶ τοῦ διοικῶν, διέπων. | ||
O 224a | CDEHQ | ἀέθλων τε κορυφάν: τῶν ἀγωνισμάτων τῶν ἐν Ὀλυμπίᾳ γινομένων· αὐτῷ γὰρ ὁ ἀγὼν οὗτος ἀνά‐ κειται. 27C | ||
O 224b | A | κορυφάν: 〈τὸν〉 Ὀλυμπικὸν ἀγῶνα, καθὰ ἐξέχει τῶν ἄλλων ἀγώνων. | ||
O 224c | ἀπὸ κοινοῦ τὸ νέμων. | |||
O 225 | CDEHQ | πόρον Ἀλφεοῦ: τὴν Ἦλιν. ἀπὸ κοινοῦ δὲ συν‐ απτέον τὸ οἰκῶν ἢ διοικῶν. 22c | ||
O 227a | B(C)DEHQ | εὔφρων: καλῶς διανοούμενος. εὐμενὴς ὤν. | ||
O 227b | ἔτι καὶ ἐπιπλέον τὴν πατρῴαν γῆν αὔξησον τῷ λοιπῷ γένει· λέγει δὲ αὐτῷ τῷ Θήρωνι. | |||
O 227c | BEHQ | ἔτι, ἵνα τῇ προσούσῃ | ||
εὐδαιμονίᾳ ἔτι καὶ τοῦτο ὁ Ζεὺς παράσχῃ. | 66 in vol. 1 | |||
O 228a | A | κόμισον: ἀπὸ μεταφορᾶς τῶν κομῶν, τουτέστι τῶν τριχῶν, αἳ ἐπιμελείας ἀξιοῦνται. οἱ δὲ, ἐπιμελείας ἀξίωσον· ὡς γάρ τινες, φυγὰς ἦν· ἀνακόμισον οὖν αὐτὸν εἰς τὴν πατρίδα. | ||
O 228b | B(C)DEHQ | κόμισον: αὔξησον. εὔχεται τοὺς ἀπογόνους Θή‐ ρωνος ἄρχειν τῶν Ἀκραγαντίνων. | ||
O 229a | B(C)DEHQ | λοιπῷ γένει: τοῖς περὶ Θήρωνα καὶ Ξενοκρά‐ την ἀδελφούς. συγγενεῖς δὲ οὗτοι Ἱέρωνος τοῦ Αἰτναίων βασιλέως. 31C | ||
O 229b | A | τῶν δὲ πεπραγμένων: Δεινομένους παῖδες δʹ ἐγένοντο, Γέλων, Ἱέρων, Πολύζηλος, Θρασύβουλος· κηδεστὴς δὲ ἐγένετο Θήρων τῷ Πολυζήλῳ καὶ τῷ Γέλωνι. κηδεστὴν οὖν ὄντα, φησὶν ὁ Δίδυμος, τὸν Θήρωνα τῷ Πολυζήλῳ | ||
5 | παραμυθεῖται ὁ Πίνδαρος, γράφων κατὰ λέξιν οὕτως· Πο‐ λυζήλῳ τοίνυν τῷ τοῦ Ἱέρωνος ἀδελφῷ [Ἱέρωνι καὶ Θρασυ‐ βούλῳ Θήρων κηδεστής] Γέλωνος [μετὰ] τὴν στρατηγίαν καὶ τὴν γυναῖκα Δημαρέτην κατὰ τὴν τελευτὴν ἐγγυήσαντος, ὥστε ἥνπερ εἶχε Γέλων πρὸς Θήρωνος, ταύτην εἶχε ὁ Πολύ‐ | |||
10 | ζηλος πρὸς Γέλωνος, ..... γαμβρῶν οὖν γεγονότων αὐτῶν Ἱέρων λαμπροῦ τινος τοῦ Πολυζήλου ὑπάρχοντος καὶ σφό‐ δρα παρὰ τοῖς Σικελικοῖς εὐδοκιμοῦντος ὑπὸ φθόνου τὸ μὲν πρῶτον εἰς ἀνοικισμὸν αὐτὸν Συβάρεως ἐξέπεμψε, τῷ μὲν λόγῳ χρηστὴν αὐτῷ καὶ λαμπρὰν ἐλπίδα τιθεὶς, τοῖς | |||
15 | δὲ ἔργοις μεταστὰς αὐτὸν ἐκ τῆς Σικελίας ....... | 67 in vol. 1 | ||
O 229c | BDEHQ | τῶν δὲ πεπραγμένων: ὁ Θήρων θυγατέρα ἑαυ‐ τοῦ ἐξέδωκε πρὸς γάμον Πολυζήλῳ τῷ ἀδελφῷ Ἱέρωνος, ὃς πεμφθεὶς ὑπὸ Ἱέρωνος πολεμῆσαι τοῖς περιοίκοις Σικελιώ‐ ταις βαρβάροις, ἔπαυσε τὸν πόλεμον χωρὶς τῆς τοῦ Ἱέρωνος | ||
5 | γνώμης, καὶ διὰ τοῦτο ἐν ὑφοράσει ἦν. Θρασυδαίου δὲ τοῦ Θήρωνος υἱοῦ πείσαντος τὸν Πολύζηλον ἐπιθέσθαι τῷ Ἱέρωνι, ὑπισχνουμένου αὐτοῦ τοῖς πράγμασι συναντιλήψε‐ σθαι, γνοὺς ὁ Ἱέρων ἔκρινεν αἱρήσειν τὴν Ἀκράγαντα καὶ Θήρωνα καὶ Θρασυδαῖον. μελλόντων δὲ τῶν φίλων .... | |||
10 | ἔπεμψε Σιμωνίδης ὁ λυρικὸς πρὸς αὐτὸν συμβουλεύων, ἐκ‐ ταράξαι μᾶλλον βουλόμενος τῷ μηνύειν τὴν μέλλουσαν αὐ‐ τῶν προδοσίαν ἔσεσθαι καὶ τοὺς προδιδόντας. ὁ δὲ εὐλα‐ βηθεὶς ἐξεχώρησε τῶν πραγμάτων τῷ Ἱέρωνι, ὕστερον δὲ ἀπέλαβεν ἀπ’ αὐτοῦ τὴν τυραννίδα, καὶ διελύθησαν τῆς | |||
15 | ἔχθρας, ὡς καὶ κηδείαν τινὰ πρὸς ἀλλήλους ποιήσασθαι, ἀδελφιδῆν Θήρωνος Ἱέρωνος λαβόντος γυναῖκα. ὅθεν ὁ Πίν‐ δαρος παραπέμψασθαι παραινεῖ τὰ προγεγενημένα. 31 DEH | |||
O 229d | BCEHQ | [ἄλλως· τῶν δὲ πεπραγμένων:] ζητεῖται, δι’ ἣν αἰτίαν εὐξάμενος τῷ Θήρωνι τὰ κάλλιστα, κατάπαυσιν τῶν πραχθέντων δεινῶν αἰτεῖται τὸν Δία. καὶ ὁ μὲν Ἀρίσταρ‐ χός φησι, διὰ τὸ κεκμηκέναι τοὺς τοῦ Θήρωνος πατέρας | ||
5 | κατὰ τὴν Ῥόδον, τῶν πραγμάτων στασιαζομένων, καὶ οὕτω τὴν μετοικίαν εἰς τὴν Σικελίαν στειλαμένων. ὁ δὲ Δίδυμος τὸ ἀκριβέστερον τῆς ἱστορίας ἐκτίθεται, μάρτυρα Τίμαιον | |||
(FHG I, 214) τὸν συντάξαντα τὰ περὶ τῆς Σικελίας προφερό‐ μενος. ἡ δὲ ἱστορία οὕτως ἔχει· Θήρων ὁ τῶν Ἀκραγαν‐ | 68 in vol. 1 | |||
10 | τίνων βασιλεὺς Γέλωνι τῷ Ἱέρωνος ἀδελφῷ ἐπικηδεύσας γάμῳ συνάπτει τὴν ἑαυτοῦ θυγατέρα Δημαρέτην, ἀφ’ ἧς καὶ τὸ Δημαρέτειον νόμισμα ἐν Σικελίᾳ. τοῦ δὲ Γέλωνος τελευτᾶν τὸν βίον μέλλοντος, Πολύζηλος ὁ ἀδελφὸς τὴν στρατηγίαν καὶ τὴν γαμετὴν τοῦ ἀδελφοῦ διαδέχεται κατὰ | BCDEHQ | ||
15 | τὰς Γέλωνος προστάξεις, ὥστε τὸ Θήρωνος εἰς Γέλωνα κῆ‐ δος εἰς τὸν Πολύζηλον μετατεθεῖσθαι. λαμπρῷ δὲ αὐτῷ καὶ περιβλέπτῳ τυγχάνοντι κατὰ τὴν Σικελίαν Ἱέρων φθο‐ νήσας ὁ ἀδελφὸς καὶ πρόφασιν σκηψάμενος τὸν πρὸς Συ‐ βαρίτας πόλεμον, ἀπελαύνει τῆς πατρίδος. ἀλλὰ καὶ τοῦτον | |||
20 | κατώρθωσε τὸν πόλεμον ὁ Πολύζηλος. ὁ δὲ μὴ φέρων γυμνότερον αὐτοῦ κατηγορεῖν ἐπειρᾶτο νεωτερισμοῦ. καὶ οὕτω τὸν Θήρωνα, ὑπεραγανακτήσαντα θυγατρὸς ἅμα καὶ γαμβροῦ, συρρῆξαι πρὸς Ἱέρωνα πόλεμον παρὰ Γέλᾳ τῷ Σικελιωτικῷ ποταμῷ, οὗ Καλλίμαχος μέμνηται (fr. 361)· | |||
25 | οἱ δὲ Γέλᾳ ποταμῷ ἐπικείμενον ἄστυ. μή γε μὴν εἰς | |||
BCEHQ | βλάβην, μηδὲ εἰς τέλος προχωρῆσαι τὸν πόλεμον· φασὶ γὰρ τότε Σιμωνίδην τὸν λυρικὸν περιτυχόντα διαλῦσαι τοῖς βασιλεῦσι τὴν ἔχθραν. τούτοις οἰκείως τοῖς φθάσασιν εὔ‐ χεσθαι τῷ Διί φησι τὸν Πίνδαρον ὁ Δίδυμος, ὥστε λοι‐ | |||
30 | πὸν αὐτοῖς εἰρηναῖον εἶναι τὸν βίον. | |||
O 229e | BCDEHQ | ἡ οὖν διάνοια αὕτη· σὺ μὲν, ὦ Ζεῦ, παράσχοις πάντα τὰ κάλλιστα, καὶ πρὸς τῇ οὔσῃ εὐδαιμονίᾳ πλείονα δοίης ἀγαθά. εἰ δέ τι ἐν τοῖς φθάσασι χρόνοις συμβέβηκεν ἄτοπον, εἴτε δικαίως | ||
5 | εἴτε μὴ, τοῦτο οὐχ οἷόν τέ ἐστιν, οὐδὲ αὐτῷ τῷ χρόνῳ, ὥστε | |||
μὴ γεγενημένον ποιῆσαι. τὸ γὰρ γενόμενον ἀγένητον ποιῆσαι ἀδύνατον· ἴσως δὲ λήθη ἄν τις γένοιτο τῶν κακῶν, ἀγαθῆς μοίρας διαδεξαμένης. 34 CDEHQ | 69 in vol. 1 | |||
O 232a | A | ὁ πάντων πατήρ: τὸ φθάσαν γενέσθαι ἀδύνατον ἀπαλειφθῆναι. ἄλλως· οὐ δυνατὸν γὰρ ἀποίητον γενέσθαι ... | ||
O 232b | ... τὰ πραχθέντα εἴτε δικαίως εἴτε ἀδίκως οὐδ’ ἂν ὁ πάντων πατὴρ δυνηθείη χρόνος· λήθην μέντοι ἱκανὸς ἐμβαλεῖν τύχῃ σὺν ἀγαθῇ· φθερεῖ δὲ τῶν ἀγαθῶν πραγμά‐ των ἡ χαρὰ τῶν ἀτόπων τὰς βλάβας, ὅταν πάλιν εὐδαι‐ | |||
5 | μονία παραγένηται. | |||
O 231 | BCDEH | οὐδ’ ἂν χρόνος ὁ πάντων πατήρ: τῶν δὲ πεπραγμένων ἔργων τὸ τέλος ἀποίητον καὶ ἀγένητον θέμεν οὐδ’ ἂν ὁ πάντων πατὴρ χρόνος δύναιτο, ἀλλ’ ἔστιν ἀδύ‐ | ||
νατον. καὶ Ὅμηρος (Ι 249)· | BCEH | |||
5 | οὐδέ τι μῆχος ῥεχθέντος κακοῦ ἔστ’ ἄκος εὑρεῖν· ἀλλὰ πολὺ πρὶν φράζεσθαί ς’ ἄνωγα. 29dCDEH | |||
O 234a | A | λάθα δέ: τοῦ δὲ κακοῦ λήθη γένοιτ’ ἂν ὑπ’ ἀγαθοῦ τινος ἐπιγινομένου· τὸ γὰρ παλίγκοτον πῆμα οὕτως ἂν μόνως ἀποθνήσκοι χάρματός τινος ἐπιγινομένου. | ||
O 234b | BCDEQ | λάθα δὲ γένοιτ’ ἄν: τῶν δὲ κακῶν γένοιτο ἂν | ||
B(C)EQ | λήθη, διαδεξαμένης εὐδαιμονίας. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι οἱ περὶ Θήρωνα τὸ ἀνέκαθεν δεδυστυχήκασιν, ἀλλ’ εἰς λήθην αὐτῶν ἐξέπεσεν ἡ δυστυχία διὰ τὴν ἐπισυμβᾶσαν | |||
5 | εὐτυχίαν. | |||
O 235a | B(C)DEQ | ἐσλῶν γὰρ ὑπὸ χαρμάτων πῆμα θνᾴσκει: | ||
ὑπὸ γὰρ τῆς χαρᾶς τῶν γεγενημένων ἀγαθῶν τὸ κακὸν ἀφανίζεται καὶ τὸ παλίγκοτον καὶ ἄτοπον δαμασθὲν καὶ ἀναιρεθὲν ὑφ’ ἡδονῆς θνήσκει, μάλιστα ὄλβου ἐπιγινομένου | 70 in vol. 1 | |||
5 | ὑψηλοῦ ἐκ θείας μοίρας. | |||
O 235b | BEQ | ἄλλως· τὸ δὲ τραχὺ πῆμα νικᾶται ὑπὸ τῆς ἀγαθῆς χαρᾶς καὶ ἀφανίζεται, ὁπόταν εἰς ὕψος τὴν εὐδαιμονίαν ἀναφέρῃ ἡ μοῖρα [καὶ ὅταν τὴν εὐδαιμονίαν εἰς ὕψος ἄγῃ]. | ||
O 235c | BglCQ | παλίγκοτον: τὸ χαλεπὸν καὶ ἐναντίον τῷ ἀγαθῷ. | ||
O 236a | δαμασθέν: ἀντὶ τοῦ ἡττηθέν. | |||
O 236b | A | 〈παλίγκο‐ τον:〉 εἰς τοὐπίσω τὸν κότον ἀποβαλὼν καὶ εἰς λήθην ἐμ‐ πίπτειν τῶν κακῶν. | ||
O 236c | ἢ παλίγκοτον ἵνα εἴπῃ τὸ ἰσχυ‐ ρὸν παρὰ τὸ δὶς ἐπιφοιτᾶν δύνασθαι. | |||
O 238a | ἀνεκάς: ἄνωθεν· ἢ ἄνω. | |||
O 238b | A | ὅταν ἡ τοῦ θεοῦ μοῖρα τὸν ὄλβον ἄνω αὐξήσῃ. | ||
O 238c | Bgl | (ἀνεκάς:) πόρρω. ἤγουν ἄνω. ἐξ ὕψους. | ||
O 238e | C | ἀνεκάς: ἄνω. εἰς ὕψος πολύ. | ||
O 239a | A | ἕπεται δὲ λόγος: οὗτος ὁ λόγος ἀκολουθεῖ ταῖς τοῦ Κάδμου κόραις· μεγάλων γὰρ κακῶν τυχοῦσαι ἐκ μετα‐ βολῆς μεγάλων ἀγαθῶν ἐπειράσθησαν. εὖ δὲ τὸ τῶν Κάδ‐ μου θυγατέρων μεμνῆσθαι, ἵνα οἰκείῳ παραδείγματι χρή‐ | ||
5 | σηται· τὸ γὰρ τοῦ Θήρωνος γένος ἐνθένδε κατάγεσθαί φησιν ὁ Πίνδαρος ἐν ἐγκωμίῳ οὗ ἀρχή (fr. 118)· βούλομαι παί‐ δεσσιν Ἑλλάνων. | |||
O 239b | BCDEQ | ἕπεται δὲ λόγος εὐθρόνοις Κάδμοιο κού‐ ραις: οἰκειότατα πρὸς τὴν γνώμην ἑαυτοῦ καὶ τὸ παρά‐ δειγμα λαμβάνει, ὅτι τοὺς προδυστυχήσαντας καὶ εὐδαιμονία διαδέχεται, ὥσπερ καὶ τὰς Κάδμου θυγατέρας. ὁ αὐτὸς γὰρ | ||
5 | λόγος διαδέχεται αὐτὰς καὶ ἐπ’ αὐτῶν ἁρμόζει. αὗται γὰρ τὸ μὲν πρότερον εἰς τοσαύτην δυστυχιῶν ὑπερβολὴν ἐληλύ‐ θασιν ὥστε καὶ τραγικαῖς ὑποθέσεσι χορηγίαν παρασχεῖν· ἀλλ’ ἐφάμιλλος καὶ εὐδαιμονία τὰς κόρας διεδέξατο· τού‐ των δὲ μέμνηται, ἐπεὶ ὁ Θήρων εἰς Λάιον ἀνάγει τὸ γένος. | 71 in vol. 1 | ||
O 239c | BDEQ | ἄλλως· ἕπεται δὲ λόγος: οὗτος ὁ λόγος ἀκολουθεῖ καὶ ταῖς τοῦ Κάδμου κόραις· μεγάλων γὰρ κακῶν τυχοῦσαι, πάλιν ἐκ μεταβολῆς μεγάλων ἀγαθῶν ἐκοινώνησαν. εὖ δὲ τῶν Κάδμου θυγατέρων τὸ παράδειγμα φέρει· ἄνωθεν γὰρ | ||
5 | Θηβαῖος ὁ Θήρων. | |||
O 239d | BCDEQ | εὐθρόνοις: τοῦτο πρὸς τὴν διαδεξαμένην εὐτυ‐ χίαν ἀκουστέον. | ||
O 240 | BCDEQ | ἔπαθον αἳ μεγάλα: Ἰνὼ, Σεμέλη, Αὐτονόη, Ἀγαυή· ἐπεὶ καὶ αὗται παθοῦσαι ἐν ἀρχῇ, ὕστερον ἔτυχον τῆς ἐκ θεῶν τιμῆς. | ||
O 242a | A | πιτνεῖ: ἢ πίπτει ἢ προκατάρχει. | ||
O 242b | BCDEQ | πιτνεῖ: καταπίπτει. | ||
O 242c | BDEQ | τὸ δὲ βαρὺ πένθος πιτνεῖ καὶ ἀφανίζεται τῶν κρεισσόνων διαδεξαμένων ἀγαθῶν. | ||
O 242d | CEQ | ἄλλως· ἡττᾶται γὰρ τὸ κακὸν ὑπὸ τῶν ἀγαθῶν, καὶ λύσις ἐστὶ τῆς συμφορᾶς ὅταν ἀγαθόν τι ἐπιγίνηται. | ||
O 242e | ἐὰν δὲ χωρὶς τοῦ ς γράφηται, ἔσται τὸ νόημα τοι‐ οῦτον· πρὸ τῶν ἀγαθῶν τοῖς ἀνθρώποις τὰ κακά· ὅπερ καὶ ἐν ἑτέρῳ φησίν (fr. 225)· ὁπόταν θεὸς ἀνδρὶ χάρμα πέμψῃ, πάρος μέλαιναν καρδίαν ἐστυφέλιξεν. | |||
O 244 | BCDEQ | ζώει μὲν ἀποθανοῖσα: ἠστειεύσατο πρὸς τὴν τῆς | ||
BCEQ | εὐτυχίας ὑπερβολὴν, ὅτι δοκήσει μὲν τέθνηκεν ἡ Σεμέλη τῷ βρόμῳ τοῦ πυρὸς τοῦ κεραυνίου, ζῇ δὲ νῦν συνδιατρί‐ | |||
βουσα τοῖς οὐρανίοις θεοῖς. | 72 in vol. 1 | |||
O 245 | A | βρόμῳ: ἤχῳ πυρός· ἐκεραυνώθη γάρ. | ||
O 248a | A | Παλλάς: Ἀθηνᾶ ἡ πολιοῦχος τῶν Θηβαίων· οὐκ εἶπε δὲ τὴν Ἥραν, ὅτι μητρυιά. | ||
O 248b | φιλέοντι δὲ Μοῦ‐ σαι: ὡς Θηβαίαν οὖσαν· φιλόλογοι δὲ Θηβαῖοι. | |||
O 248c | [καὶ Ζεὺς πατήρ:] τὸ κῶλον τοῦτο ἀθετεῖ Ἀριστοφάνης· περιτ‐ τεύειν γὰρ αὐτό φησι πρὸς 〈τὰσ〉 ἀντιστρόφους. | |||
O 248d | BCDEQ | φιλεῖ δέ νιν Παλλάς: τοῦτο οἱ μὲν ἁπλῶς διὰ τὴν ἐν θεοῖς διατριβὴν λέγουσιν· οἱ δὲ ὅτι ὡς ἐπιχωρία θεός. ἄγαλμα γὰρ αὐτῆς ὁ Κάδμος ἱδρύσατο ἐν Ὄγκαις, κώμῃ τῆς Βοιωτίας. Ὀγκαία οὖν ἡ Ἀθηνᾶ τιμᾶται. | ||
O 248e | BEQ | φιλέοντι δὲ Μοῖσαι: οἱ μὲν διὰ τὰ περὶ αὐ‐ τῆς τοῖς ποιηταῖς εἰρημένα· οἱ δὲ διὰ τὸν Ἑλικῶνα, ὅς ἐστι τῆς Βοιωτίας. καὶ αὗται οὖν ἐπιχώριοι. | ||
O 248f | φιλέοντι δὲ Μοῖσαι: περισσόν ἐστι κῶλον ὡς πρὸς τὴν ἀντίστρο‐ φον ὅθεν καὶ ὀβελίσκος αὐτῷ παράκειται. πᾶσαι γάρ εἰσι δεκατεσσάρων [ὁμοῦ] κώλων, αὕτη δὲ μόνη δεκαπέντε εὑρίσ‐ | |||
5 | κεται ἔχουσα. | |||
O 248g | C | φιλέοντι δέ: καὶ τοῦτο ὡς θεαὶ ἐπι‐ χώριοι διὰ τὸν Ἑλικῶνα, ὅς ἐστι Βοιωτίας ὄρος· οἱ δὲ, διὰ τὸ ἐν ταῖς ποιήσεσι τὴν Σεμέλην ᾄδεσθαι. | ||
O 250 | DEQ | ὁ κισσοφόρος: ἐπιθετικῶς ὁ Διόνυσος. παῖς δὲ ἤτοι ὁ νεαρὸς, ἢ πρὸς αὐτὴν τὴν Σεμέλην [λέγει]. | ||
O 251a | A | λέγοντι δέ: ἀντὶ τοῦ καὶ ἐν θαλάσσῃ· πρῶτος | ||
γὰρ ὁ σύνδεσμος, εἶτα ἡ πρόθεσις. | 73 in vol. 1 | |||
O 251b | BCDEQ | λέγοντι δ’ ἐν καὶ θαλάσσᾳ: φασὶ δὲ καὶ τὴν Ἰνὼ Κάδμου θυγατέρα μετὰ τῶν θυγατέρων τοῦ Νηρέως ἐν τῇ θαλάσσῃ διὰ παντὸς τοῦ χρόνου ἄφθαρτον οὖσαν | ||
BCEQ | διάγειν καὶ τετάχθαι. αὕτη δὲ ἡ Λευκοθέα Νηρηὶς γενο‐ | |||
5 | μένη. | |||
O 251c | HQ | οὕτως γὰρ, ἤγουν Λευκοθέα, καλεῖται. ἡ γὰρ Ἰνὼ μεταξὺ Βοιωτίας καὶ Ἀττικῆς φυγοῦσα ἦλθεν εἰς τὸν Ἰσθμὸν καὶ ἐκεῖθεν ἥλατο εἰς τὴν θάλασσαν. | ||
O 251d | BCEQ | μαρ‐ τυρεῖ δὲ καὶ Ὅμηρος (Ε 333)· τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ, Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα, | ||
5 | νῦν δ’ ἁλὸς ἐν πελάγεσσι θεῶν ἐξέμμορε τιμῆς. | |||
O 252a | A | Νηρέως: Δωρίδος καὶ Νηρέως αἱ Νηρηίδες. | ||
O 252b | καὶ ἡ Ἰνώ ποτε κακωθεῖσα ὕστερον εἰς ἀθανασίαν μετέ‐ βαλεν, ἐνάλιος γενηθεῖσα θεός. τὸν δὲ ἴδε cett. usque ad τιμῆς. | |||
O 255a | Ag1BCDEQ | ἦτοι βροτῶν: ἀντὶ τοῦ δὴ, ἵνα ᾖ ἡ ἀρχὴ τοῦ λόγου· τῶν δὴ βροτῶν οὐκ ἔστιν οὐδὲν κεκριμένον πέρας θανάτου· ἄδηλον γὰρ πότε συμβήσεται ὁ θάνατος τοῖς ἀν‐ θρώποις. | ||
O 255b | BDEQ | ἄλλως· τοῖς ἀνθρώποις τὸ τέλος τοῦ θανά‐ του κατ’ οὐδὲν σαφές ἐστιν. | ||
O 255c | BCDEQ | ἢ οὕτω· τοῖς ἀνθρώποις τὸ τέλος τοῦ βίου κατ’ οὐδὲν σαφὲς, οὐδὲ ποδαπὴν τὴν ἐπιοῦσαν ἕξουσιν ἡμέραν ἴσασιν. | ||
O 256a | B(C)EQ | πέρας οὔτι κέκριται: οὐδὲ τοῦτο διακεκριμένον ἐστὶν οὐδὲ ἀναμφισβητήσιμον καὶ ἑστηκὸς, ποίαν ἡμέραν εἰρηναίαν καὶ ἀγαθὴν διάξομεν. | ||
O 256b | BCDEQ | παῖδα δὲ ἡλίου | 74 in vol. 1 | |
DQ | τὴν ἡμέραν, ἐπεὶ ὁ ἥλιος τὴν ἡμέραν γεννᾷ ἀνατέλλων. ἀὴρ γὰρ ὑπὸ ἡλίου φωτιζόμενος ποιεῖ τὴν ἡμέραν. | |||
O 258a | A | οὐδ’ ἁσύχιμον: λέγει ὅτι ἄδηλος ἡ τύχη τῶν ἀνθρώπων. τὴν δὲ ἡμέραν θυγατέρα τοῦ Ἡλίου ἔφη ἐναν‐ τίως Ἡσιόδῳ· ἐκεῖνος γάρ φησι (Theog. 124)· 〈Νυκτὸς δ’ αὖτ’〉 Αἰθήρ τε καὶ Ἡμέρα ἐξεγένοντο· | ||
5 | καθὸ ἐκ τῆς ἐπιτολῆς αὐτοῦ ἡ ἡμέρα γεννᾶται. | |||
O 258b | ἀμφί‐ βολον δὲ πότερον αὐτῷ ὁ λόγος καὶ ἐπὶ τοῦ θανάτου· οὐδὲ ὁπότε τελευτήσομεν τὴν ἐσχάτην ἡμέραν .... ὅτι ἀθορύβως ἐν τῷ τοῦ ζῆν χρόνῳ. οὕτω δὲ καὶ Ἀρίσταρχος ἀκούει. | |||
O 258c | BDEQ | οὐδ’ ἁσύχιμον: ἥσυχον. ἀπράγμονα. εὐτυχῆ. | ||
O 258d | BEQ | οὐδ’ ὁπότε ἐν ἡσυχίᾳ ἐσόμεθα ἀθορύβως καὶ ἀταρά‐ χως ἐν τῷ τοῦ ζῆν χρόνῳ. | ||
O 258e | B(C)EQ | οὐδ’ ὁπότε διατελέσομεν ἡμέραν ἥσυχον. | ||
O 258f | ἡμέρα δὲ ἡσύχιος, ἡ τοῦ θανάτου· ἐπεὶ ἐν αὐτῇ θανόντες ἡσυχάζομεν. | |||
O 258g | bg1 | (ἁσύχιμον:) θανάσιμον. | ||
O 260a | BE | ἀτειρεῖ σὺν ἀγαθῷ: ἀβλαβεῖ. ἀκαταπονήτῳ. ἀνεμποδίστῳ. | ||
O 260b | ὁπότε σὺν τῷ ἀβλαβεῖ ἀγαθῷ τελευτή‐ σομεν. | |||
O 261 | Bg1 | (τελευτάσομεν: πληρώσομεν. | ||
O 262a | AB(C)DEQ | ῥοαὶ δ’ ἄλλοτ’ ἄλλαι: ῥεύματα δὲ ἀλλοῖα καὶ | ||
ἀλλοῖα μετὰ εὐθυμιῶν τε καὶ μόχθων εἰς τοὺς ἀνθρώπους ἔρχονται. | 75 in vol. 1 | |||
O 262b | B(C)EQ | θέλει δὲ εἰπεῖν ὅτι οὐχ οἷόν τέ ἐστιν ἀν‐ θρώπους ὄντας ἀεὶ ἐν εὐθυμίᾳ διάγειν, ἀλλὰ πάντως καὶ ἀτόποις ἐντυγχάνειν ἀνάγκη. | ||
O 262c | BEQ | ἄλλως· ῥεύματα. μετα‐ βολαί. | ||
O 262d | αἱ τῆς τύχης φοραὶ ἄλλοτε εἰς ἄλλους ἀνθρώ‐ πους μεταβαίνουσιν ἢ εὐθυμίαν ἢ πόνον παρέχουσαι. | |||
O 265a | A | οὕτω δὲ: οὕτω δὲ ἐπὶ τούτων τῶν περὶ τὸν Θήρωνα ἡ πατρικὴ μοῖρα κακὸν φέρει καὶ πάλιν ἀγαθόν. | ||
O 265b | ἡ ἐξ ἀρχῆς τοῦ γένους τούτου μοῖρα. | |||
O 265c | BCDEQ | οὕτω δὲ μοῖρα ἕως τοῦ ἄλλῳ χρόνῳ: ἐνταῦθα ἡ ἀνταπόδοσις τῆς διανοίας καὶ ἧς ἐξέθετο γνώμης. οὕτω δὴ καὶ τὸν αὐτὸν τρόπον τὰ ῥεύματα τῆς τύχης ἄλλως καὶ ἄλλως φέρεται ἐπί τε καλῶν καὶ κακῶν, καὶ οὐκ ἔστιν ἐπί‐ | ||
5 | μονα, ὥστε δείκνυσθαι ἐκ τοῦ κατὰ Θήρωνα γένους. τού‐ | |||
του μὲν γὰρ εὔφρονα καὶ καλλίστην γένεσιν ἀπέδειξεν ἀπὸ προγόνων ἐκ τοῦ τοὺς θεοὺς ἀνωρθωκέναι αὐτοῦ τὴν εὐδαι‐ | BCEQ | |||
μονίαν· ἐπάγει δέ τι καὶ πῆμα ἐναντιώτατον τῷ ἀγαθῷ ἔστιν ὅτε· ἀφ’ οὗ πήματος ἔστι θεάσασθαι κακῶς διατεθὲν | BCDEQ | |||
10 | καὶ τὸ Λαΐου γένος. ὃν δὴ συμβέβηκεν ὑπὸ τοῦ ἰδίου | |||
BDEQ | παιδὸς φονευθῆναι Οἰδίποδος, ἐν ὁδῷ περιτυχόντα κατὰ τὴν Φωκίδα, καὶ ἐπὶ πέρας ἀγαγεῖν τὸ πρότερον αὐτῷ χρησ‐ μῳδηθέν (Eur. Phoen. 18)· μὴ σπεῖρε παίδων ἄλοκα δαι‐ μόνων βίᾳ. ὁ δὲ Θήρων τὴν συγγένειαν ἔχει πρὸς τὸ γένος | |||
15 | BCEQ | τὸ τοῦ Οἰδίποδος, καὶ διὰ τοῦτο οἰκείως τοῖς περὶ αὐτὸν | ||
BEQ | ἐχρήσατο λόγοις. πῶς δὲ συγγενής ἐστιν, ἐροῦμεν ἑξῆς. | |||
ἑρμηνεύεται δὲ καὶ οὕτως· οὕτω δὲ ἅτε πατρῷον· ὃν τρόπον κατὰ τῶν προγόνων τῶν περὶ τὸν Θήρωνα κατέχει τὸν εὔφρονα πότμον ἡ τύχη, καθάπερ τὸ πατρῷον κατέσχε. | 76 in vol. 1 | |||
O 265d | τουτέστι τῶν Καδμιδῶν. 68aD | |||
O 265e | DEQ | οὕτω δὲ μοῖρ’ ἅτε πατρώιον: ἡ ἐξ ἀρχῆς ἀπὸ γένους μοῖρα ἅμα τοῖς ἀγαθοῖς καὶ πήματα ἄγει, ἀφ’ οὗ ἀνεῖλεν ὁ Οἰδίπους τὸν Λάιον. 68fD 65gQ | ||
O 265f | EQ | ὅτι ἐκ πλούτου κακὸν ἄγει ἡ μοῖρα ἐν ἄλλῳ χρόνῳ, τεκμήριον ὁ Λαΐου παῖς. 68eQ | ||
O 265g | ἄλλως· οὕτω δὲ καὶ ἐπὶ τούτων τῶν περὶ τὸν Θήρωνά, φησιν, ἡ πατρῴα κακὸν ἄγει μοῖρα καὶ πάλιν ἀγαθόν. 65fQ | |||
O 268a | ἐπί τι καὶ πῆμ’ ἄγει: ἐπάγει καί τι. | |||
O 268b | A | χρό‐ νος ἀντὶ χρόνου, ἀντὶ τοῦ ἐπήγαγεν. | ||
O 268c | παλιντράπε‐ λον: ἢ τὸ ἐναντίον τῷ κακῷ· ἢ τὸ ἀηδές. | |||
O 268d | BDEQ | ἐπί τι καὶ πῆμ’ ἄγει: ἐπάγει δὲ ἡ μοῖρα καὶ κακόν τι ἐναντίον ἑτέρῳ χρόνῳ· ἵν’ ᾖ· ἔστιν ὅτε καὶ κακῶν πεῖραν ἡ μοῖρα δίδωσιν. εἶτ’ ἐκ παραδείγματος· τοιγαροῦν καὶ τὸ γένος Λαΐου τάδε ἔπαθεν. 68fQ | ||
O 268e | BDQ | θεόρτῳ: ὑπὸ θεοῦ ὀρθουμένῳ. ἀσφαλεῖ. θεοδωρήτῳ. 65dQ | ||
O 268f | παλιντράπελον: ἀντεστραμμένον. | |||
O 268g | BDEQ | ἡ δὲ ὅλη διάνοια οὕτως ἔχει· ἡ ἀπὸ τοῦ γένους μοῖρα 〈ἐπὶ〉 τὸν περὶ τὸν Θήρωνα εὔφρονα πότμον καὶ ὄλβον ὃν ὁ θεὸς ὀρνύει καὶ δίδωσιν, ἐπάγει τι καὶ ἀντεστραμμένον πῆμα ἐν ἄλλῳ | ||
5 | χρόνῳ. | |||
O 269 | C | ἐν ἄλλῳ δὲ χρόνῳ καὶ ἐπί τινα βλάβην ἄγει ἀντ‐ | ||
εστραμμένως καὶ ἐναντίως τοῖς πρῴην ἀγαθοῖς. | 77 in vol. 1 | |||
O 270a | Bgl | (ἀφ’ οὗπερ:) ἀφ’ οὗ πήματος ἔκτεινεν ὁ παῖς τὸν πατέρα. | ||
O 270b | A | μόρσιμος υἱός: ὁ ἀναγκαῖος 〈καὶ〉 κατὰ μοῖραν αὐτῷ γεγονώς. γράφεται καὶ μόριμος, ὁ μόρον ἐπενεγκών. | ||
O 270c | ἢ ὁ εἱμαρμένος, διὰ τοῦ ς. | |||
O 270d | μόρσιμον υἱὸν τὸν Οἰ‐ δίπουν, καθὸ μοῖραν ἐπήνεγκε τῷ πατρὶ Λαΐῳ· ἐν δὲ τοῖς παιᾶσιν (fr. 68) εἴρηται περὶ τοῦ χρησμοῦ τοῦ ἐκπεσόντος Λαΐῳ· καθὰ καὶ Μνασέας ἐν τῷ περὶ χρησμῶν (FHG III, 157) | |||
5 | γράφει· Λάιε Λαβδακίδη, ἀνδρῶν περιώνυμε πάντων. | |||
O 270e | ἐξ οὗπερ· ἀφ’ οὗ χρόνου Λάιον ἐφόνευσεν Οἰδίπους. εἰσὶ γὰρ ἀπόγονοι τούτων οἱ περὶ Θήρωνα. | |||
O 270f | (cfr. V 16) | ἄλλως· περὶ τῶν Θήρωνος προγόνων, ὅτι οὗτοι τὸ γένος ἀπὸ Θηβαίων εἶχον, ἀπὸ Κάδμου τὸ ἀνέκαθεν. Κάδμου γὰρ Πολύδωρον· τοῦ δὲ Λάβδακον· τοῦ δὲ Λάιον· τοῦ δὲ | ||
5 | Οἰδίποδα· εἶτα Ἐτεοκλέα· τοῦ δὲ Πολύδωρον· τοῦ δὲ Αἵμονα. τοῦτον δὲ τῶν ἐμφυλίων ἀνδρῶν ἀποκτείναντά τινα τῷ κυνηγεσίῳ Ἀθήναζε μεταστῆναι· τοὺς δὲ ἀπὸ τού‐ του πάλιν ἐκ τῶν Ἀθηνῶν μεταστάντας ἅμα τοῖς Ἀργείοις Ῥόδον κατοικῆσαι μέχρι τινῶν γενεῶν κἀκεῖ μείναντας ἐλ‐ | |||
10 | θεῖν εἰς Ἀκράγαντα, καὶ μέχρι Θήρωνος τὰς ἁπάσας γενεὰς ζʹ πρὸς ταῖς ηʹ ἀριθμεῖσθαι. ταῦτα ἱστορεῖ ἐν ἐγκωμίῳ οὗ ἡ ἀρχή (fr. 118)· βούλομαι παίδεσσιν Ἑλλάνων. ἐν δὲ τοῖς προεκκειμένοις καὶ ταύτην τὴν πολλὴν ἄλην αὐτῶν ἀπο‐ κλαίοντα τὸν Πίνδαρον φάναι (vs. 15 vulg.)· καμόντες οἳ | |||
15 | πολλὰ θυμῷ ἱερὸν ἔσχον οἴκημα ποταμοῦ. | |||
O 270g | ἵνα λέγῃ τὴν Γέλαν, οὕτω καλουμένην πόλιν ἐν Σικελίᾳ παρὰ τῷ ποταμῷ τῷ Γέλᾳ, ὡς Καλλίμαχος (fr. 361)· οἱ δὲ Γέλα ποταμοῦ κεφαλῇ ἐπικείμενον ἄστυ. οἱ δὲ τὴν Ἀκράγαντα· πάλιν | 78 in vol. 1 | ||
5 | γὰρ αὕτη πόλις ἐστὶ Σικελίας ὁμώνυμος τῷ ποταμῷ. ἔχοι δ’ ἂν μᾶλλον τὸ βʹ λόγον. μετὰ γὰρ καμάτου ἐκτίσθη Ἀντιφήμου τοῦ Ῥοδίου καὶ Ἐντίμου τοῦ Κρητὸς κατὰ χρησ‐ μὸν Ἀπόλλωνος μαχεσαμένων Σικελιώταις περὶ τοῦ χωρίου. | |||
O 270h | ἱερὸν δὲ οἴκημα ἡ Ἀκράγας ὅτι Ζεὺς ἔδωκεν αὐτὴν Περσεφόνῃ. | |||
O 270i | BEQ | μόριμος υἱός: ἤτοι ὁ κατὰ μοῖραν αὐτῷ γενό‐ μενος, ἢ ὁ μόρον ἐπενεγκών. | ||
O 270k | BDEQ | ὁ δὲ χρησμὸς ὁ δοθεὶς Λαΐῳ δημώδης· Λάιε Λαβδακίδη καὶ τὰ ἑξῆς. | ||
O 270l | DQ | μόρσι‐ μος υἱός: ὁ μεμοιραμένος. ἢ ὁ μόρου αἴτιος τῷ πατρί. | ||
O 272a | BDEQ | τὸ δὲ χρησθὲν παλαίφατον: τὸ δὲ μαντεῖον τὸ δοθὲν Λαΐῳ κατὰ τὴν Πυθῶνα παρ’ Ἀπόλλωνος, τοῦτο πατροκτονήσας ἐπὶ πέρας ἤγαγεν ὁ Οἰδίπους. | ||
O 272b | Q | ἄλλως· παλαίφατον: τὸ πάλαι πεφατισμένον καὶ ῥηθὲν Λαίῳ. | ||
O 272c | C | ἐν δὲ Πυθῶνι: τὸ δὲ χρησθὲν τῷ Λαΐῳ ἐν Πυθοῖ, τὸ (Eur. Phoen. 18) μὴ σπεῖρε, Λάιε Λαβδακίδα, ἄλοκα δαιμόνων βίᾳ, εἰς γὰρ κακόν σου τοῦτ’ ἔσται, ἐξεπλήρωσεν Οἰδίπους. | ||
O 272d | Egl | (τελέσας:) γράφεται καὶ τέλεσε. | ||
O 273a | B(C)DEQ | ἰδοῖσα δ’ ὀξεῖ’ Ἐρινύς: ἤτοι ὀξέως βλέπουσα, ἢ ὀξέως τιμωρουμένη. | ||
O 273b | ἐστύγησεν ὥστε ἀλληλοφονίαν | |||
B(C)EQ | γενέσθαι τοῦ γένους αὐτοῦ. Ἐτεοκλῆς γὰρ καὶ Πολυνεί‐ κης ἀλλήλους ἀνεῖλον. | |||
O 273c | B(C)Q | τοῦτο δὲ ὀξέως θεασαμένη ἡ Ἐριννὺς τὸ γεγονὸς ὑπὸ Οἰδίποδος, ἀνεῖλεν αὐτοῦ τὸ γένος καὶ δι’ ἀλλήλων χωρῆσαι ἐποίησεν. | 79 in vol. 1 | |
O 273c bis | BDQ | λέγει δὲ Ἐτεοκλέα καὶ Πολυνείκην. 81C | ||
O 275 | DEQ | γένος ἀρήιον: ἤτοι γενναῖον τὰ πολεμικὰ, ἢ ὅτι ἀπὸ Ἄρεος τὸ γένος κατῆγε δι’ Ἁρμονίαν. | ||
O 276a | A | Θέρσανδρος: Θέρσανδρος ἔγημε Δαμώνασσαν τὴν Ἀμφιαράου· ἀδελφοὶ δὲ αὐτοῦ Τιμέας καὶ Ἀλάστωρ. | ||
O 276b | τὸ δὲ ἑξῆς τοῦ λόγου· λείφθη δὲ ὁ Θέρσανδρος τοῦ Πολυνείκους πεσόντος οὐκ ἦν ... | |||
O 276c | BDEQ | λείφθη δὲ Θέρσανδρος: τὸ ἑξῆς· ἐλείφθη δὲ τοῦ Πολυνείκους πεσόντος Θέρσανδρος, Ἀνδρότιμος, Ἄλαστος. ὁ δὲ Θέρσανδρος ἐν Μυσίᾳ τρωθεὶς ὑπὸ Τηλέφου τελευτᾷ. | ||
O 276d | B(C)DEQ | ἄλλως· ἐλείφθη δὲ λοιπὸν ὁ υἱὸς Πολυνείκους ἀν‐ αιρεθέντος Θέρσανδρος, ὅστις αὐτῷ ἐξ Ἀργείας τῆς Ἀδράστου θυγατρὸς γέγονεν. | ||
O 278 | B(C)DEQ | νέοις ἐν ἀέθλοις: ἐν τοῖς ἀκινδύνοις ἀγωνίσμασι καὶ πρέπουσι νέοις· λέγει δὲ τοῖς δι’ ἀγῶνος· [ἐν μάχαις τε:] καὶ ἐν πολέμοις ὁ τίμιος καὶ γενναῖος τυγχάνων. | ||
O 280a | B(C)DEQ | Ἀδραστεΐδαν: ἐνταῦθα ἀντὶ ἑνικοῦ πληθυντι‐ κῶς ἐξήνεγκεν· ἔστι γὰρ Ἀδραστεΐδος· ἐκ μιᾶς γὰρ τῆς Ἀδράστου θυγατρὸς Ἀργείας γέγονε. | ||
O 280b | τὸ δὲ Ἀδραστεΐδαν | |||
οὐ περισπαστέον· ἔστι γὰρ θηλυκὸν καὶ ἔχει τὴν εὐθεῖαν | 80 in vol. 1 | |||
BDEQ | Ἀδραστεῒς, τῶν Ἀδραστεΐδων· τὸ γὰρ ἀρσενικὸν περισπᾶ‐ ται, οἱ Ἀδραστεῖδαι, τῶν Ἀδραστειδῶν. 87C | |||
O 281a | A | θάλος ἀρωγὸν δόμοις: [τιμώμενος:] ὁ Θέρ‐ σανδρος. γίνεται γὰρ Ἀργείας τῆς Ἀδράστου θυγατρὸς καὶ Πολυνείκους, εἰς ὃν ἀναφέρει τὸ γένος ὁ Θήρων. | ||
O 281b | Ἀδρα‐ στεΐδων δὲ εἶπε κατὰ τὸ πληθυντικὸν ἀντὶ ἑνικοῦ Ἀδραστίδος· μιᾶς γὰρ ἐγένετο τῆς Ἀργείας ὁ Θέρσανδρος. | |||
O 281c | οὐ δεῖ περισπᾶν τὸ Ἀδραστεΐδαν· εἴρηται γὰρ ἀπὸ τοῦ Ἀδραστίδες· Δαναίδες. | |||
O 281d | B(C)DEQ | θάλος ἀρωγὸν δόμοις: τὸ βλάστημα τοῦ Ἀδρά‐ στου γένους. | ||
O 281e | ἀπὸ γὰρ Θερσάνδρου καὶ Κάδμου οἱ πρό‐ γονοι τοῦ Θήρωνος. | |||
O 281f | ἐπεὶ Θέρσανδρος καὶ Διομήδης οἱ ἐπίγονοι ἐπιστρατεύσαντες ταῖς Θήβαις τῶν προαναιρεθέν‐ των πατέρων ἐξεδίκησαν τὸν φόνον. | |||
O 282a | A | ὅθεν σπέρματος: ἔστι μὲν καὶ οὕτως διαστεῖ‐ λαι· ὅθεν σπέρματος ἔχοντι ῥίζαν· εἶτα ἀπ’ ἄλλης ἀρχῆς· πρέπει τὸν Αἰνησιδάμου· ἣν καὶ ὁ Δίδυμος ἀποδέχεται. Ἀρίσταρχος δὲ οὕτως· ὅθεν σπέρματος ἔχοντι ῥίζαν τὸν | ||
5 | Αἰνησιδάμου· ὥστε ἴσον εἶναι τῷ, ἀφ’ ὧν ἔχοντι τὸ σπέρμα τῷ Αἰνησιδάμου υἱῷ πρέπει λυρῶν καὶ ἐγκωμίων τυγχάνειν. γίνεται δέ, φησιν ὁ Δίδυμος, κατὰ τὴν ἐκφορὰν ταύτην παρέλκον τὸ τυγχανέμεν. τὴν δὲ αἰτιατικὴν πτῶσιν τοῖς ἄνω συναπτέον ὡς προείρηκα, καὶ τὸ πρέπει τὸν Αἰνησι‐ | |||
10 | δάμου ἀπὸ ἄλλης ἀρχῆς· ὁ δὲ Θήρων τοῦ σπέρματος ἔχει ῥίζαν ἀπὸ τούτων. | |||
O 282b | ὅθεν σπέρματος· ἀπὸ γὰρ Οἰδί‐ ποδος οἱ περὶ Θήρωνα. | |||
O 282c | Αἰνησιδάμου γὰρ παῖδες Θή‐ ρων καὶ Ἱέρων. | |||
O 282d | B(C)DEQ | ὅθεν σπέρματος ἔχοντι: ἀφ’ οὗ γένους, τοῦ | ||
B(C)EQ | Θερσάνδρου, ἔχουσι τὴν ῥίζαν οἱ περὶ Θήρωνα. τὸ δὲ γένος | 81 in vol. 1 | ||
B(C)DEQ | Λαΐου καὶ Οἰδίποδος ὁ Θήρων οὕτω κατάγει· Λαΐου Οἰδίπους· τούτου Πολυνείκης· οὗ Θέρσανδρος· οὗ Τισα‐ | |||
5 | μενός· οὗ Αὐτεσίων· οὗ Θήρας· οὗ Σάμος. οὗτος ἔσχεν υἱοὺς δύο, Τηλέμαχον καὶ Κλύτιον· ὧν ὁ μὲν Κλύτιος ἔμεινεν ἐν Θήρᾳ τῇ νήσῳ, ὁ δὲ Τηλέμαχος ἐν χώρᾳ ...., ὅθεν συλλέξας δύναμιν ἔρχεται εἰς Σικελίαν καὶ κρατεῖ τῶν τό‐ πων· ἐξ οὗ Χαλκιοπεύς· οὗ Αἰνησίδαμος· οὗ Θήρων. 76 C | |||
O 287a | A | Ὀλυμπίᾳ μὲν γάρ: εἰς μὲν τὰ Ὀλύμπια ἐνί‐ κησε μόνος, εἰς δὲ τὰ Πύθια μετὰ Ἱέρωνος τοῦ ἀδελφοῦ. τὸ γὰρ παλαιὸν ποιοῦντες ἀμφότεροι τὰς δαπάνας ἴσας, ἔπεμπον ἅρματα εἰς τὸν ἀγῶνα, καὶ νικώντων αὐτῶν κοινῶς | ||
5 | τὰς δαπάνας καὶ τὴν νίκην εἶχον. | |||
O 287b | BDEQ | Ὀλυμπίᾳ μὲν γὰρ αὐτός: Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸς καθ’ ἑαυτὸν γέρας εἴληφεν· ἀντὶ τοῦ ἐν Ὀλυμπίᾳ ἐνίκησεν· ἔσχε δὲ καὶ κοινὰς πρὸς τὸν ἀδελφὸν Ξενοκράτην νίκας ἐν Ἰσθμῷ καὶ Πυθοῖ. ἐξ ἑνὸς γὰρ οἴκου πρὸς ἱππο‐ | ||
5 | τροφίαν διδόντες καὶ ἀπὸ κοινῶν χρημάτων, ἀμφότεροι καὶ ταῖς νίκαις ἀνεγράφοντο. | |||
O 287c | καὶ οἱ μὲν βούλονται ἀκούειν οὕτως· οἱ κοινοὶ αὐτῶν ἵπποι νικήσαντες ἀμφοτέροις παρ‐ εσχήκασι κοινὴν καὶ τὴν δόξαν· οἱ δὲ ὅτι ἐν τοῖς κοινοῖς ἵπποις ἀμφότεροι, ἕκαστος ἰδίᾳ ἐν τοῖς αὐτοῖς ἵπποις ἐνί‐ | |||
5 | κησε τέθριππον· ὃ καὶ μᾶλλον. | |||
O 287d | DEQ | ἄλλως· Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸς γέρας ἔδεκτο: ἀντὶ τοῦ μόνος· Πύθια δὲ καὶ Ἴσθμια Ξενοκράτης. | ||
O 287e | EQ | κατὰ δὲ τοὺς Ἀριστοτέλους Πυθιονίκας μόνος Θήρων ἀναγέ‐ | ||
γραπται· ἤτοι οὖν συλληπτικῶς εἴρηκεν, ἢ ἐπεὶ Θήρωνος ἵπποις ὁ Ξενοκράτης ἐνίκησε, διὸ καὶ συνανεκήρυξε Θή‐ | 82 in vol. 1 | |||
5 | ρωνα. | |||
O 287f | DEQ | ὁμόκληρον δὲ τὸν ἀδελφὸν ἢ διὰ τὸ τοῦ αὐτοῦ κλήρου καὶ φύσεως μετέχειν, ἢ ὅτι Ἴσθμια καὶ Πύθια ὁμοίως ἐνίκησε, διὰ τοὺς δύο στεφάνους μετασχὼν καὶ τῆς αὐτῆς δόξης. | ||
O 287g | ἄλλως· Ξενοκράτης ἦν Θήρωνος ἀδελφός. οὗτος ἐνίκησεν ἱπποτροφῶν καὶ Πύθια καὶ Ἴσθμια, καὶ γέγραφε Πίνδαρος εἰς τὰς τούτου νίκας· κοινὰς οὖν φησιν αὐτῶν εἶναι τὰς νίκας διὰ τὸ ἐκ τοῦ αὐτοῦ οἴκου εἶναι τὰς χορη‐ | |||
5 | γίας καὶ τὰς ἐπιμελείας τῆς ἱπποτροφίας. τὴν γοῦν Ἰσθ‐ | |||
μικὴν νίκην ὑμνῶν Θρασύβουλον προσεφώνησε τὸν τοῦ Θήρωνος υἱόν [οὗτος τοῦ Ξενοκράτους] (J. II, 1)· οἱ μὲν πάλαι, ὦ Θρασύβουλε, φῶτες. οὕτω κοινὰς ἡγοῦντο τὰς νίκας. | EQ | |||
O 287h | C | ἐν Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸς γέρας καὶ τιμὴν ἐδέξατο· ἐν τῇ Πυθοῖ δὲ καὶ Ἰσθμοῖ πρὸς τὸν ὁμόκληρον ἀδελφὸν Ξενοκράτην καὶ αὐτὸν αἱ κοιναὶ χάριτες τὰ ἄνθη τῶν ἁρμάτων τῶν δωδεκαδρόμων, ἤγουν τὰς νίκας, ἤγαγον. | ||
5 | οἱ κοινοὶ ἵπποι αὐτοῖς δόξαν ἔφερον· ἢ ἐν τοῖς ἰδίοις ἵπ‐ ποις ἕκαστος ἰδίᾳ ἐνίκησε τέθριππον. | |||
O 289a | A | ὁμόκλαρον: ἤτοι τῆς αὐτῆς τύχης κεκοινωνη‐ κότα, ἢ τοῦ αὐτοῦ κλήρου καὶ [τῆς] φύσεως μετέχοντα. τὸν Ξενοκράτην δὲ λέγει· ἦν γὰρ Θήρωνος ἀδελφός. οὗτος ἐνίκησεν ἱπποτροφῶν καὶ Ἴσθμια καὶ Πύθια, καὶ γράφει ὁ | ||
5 | Πίνδαρος εἰς τὰς νίκας τούτου. κοινὰς οὖν αὐτοῖς τὰς νίκας φησὶ γεγονέναι διὰ τὸ ἐκ τοῦ 〈αὐτοῦ〉 οἴκου τὰς χορηγίας τῆς ἱπποτροφίας γεγονέναι. | |||
O 289b | B(C)DEQ | ὁμόκλαρον ἐς ἀδελφεόν: ἤτοι διὰ τὴν συγ‐ γένειάν φησιν, ἢ ὡς ὁμοῦ ἱπποτροφούντων αὐτῶν καὶ ἀγωνιζο‐ μένων καὶ ὁμοῦ νικησάντων Ἴσθμια τεθρίππῳ. | 83 in vol. 1 | |
O 289c | BEQ | φησὶν οὖν ὅτι ἐν Ἰσθμῷ αἱ χάριτες τῆς νίκης τῆς ἐν τῷ τεθρίππῳ κοιναὶ ἤγαγον αὐτοῖς τὰ ἄνθη τῶν στεφάνων. ἀπὸ σελίνων γὰρ τὸ στέμμα. | ||
O 289d | ἢ οὕτως· αἱ δὲ χάριτες αἱ ἐν Πυθῶνι καὶ Ἰσθμῷ τὰ ἄνθη τῶν τεθρίππων εἰς αὐτὸν καὶ τὸν ἀδελφὸν ἤνεγκαν. | |||
O 289e | Agl | (ἀδελφεόν:) εἰς τὸν Πράξανδρον ἀδελφὸν τοῦ Θήρωνος ὄντα. | ||
O 290a | Ἰσθμοῖ τε: ἐπιρρηματικῶς λέγεται· οἴκοι. | |||
O 290b | A | 〈κοι‐ ναί:〉 ὡς ἅμα ἱπποτροφούντων αὐτῶν καὶ ἀγωνιζομένων, καὶ ἅμα νικώντων. | ||
O 291 | Bg1 | (ἄνθεα:) νίκας. | ||
O 292a | A | δυωδεκαδρόμων: ὅτι δώδεκα δρόμους ἔτρεχον τὰ τέλεια ἅρματα, τουτέστιν ιʹ καὶ βʹ καμπτῆρας. | ||
O 292b | Amg | τὸ γὰρ παλαιὸν οὐκ ἔκαμπτον οἱ ἵπποι ζʹ καμπτοὺς, ἀλλὰ δώδεκα. | ||
O 293a | A | τὸ δὲ τυχεῖν: τὸ τυχεῖν πειρώμενον ἀγῶνος καὶ λύπην λύει καὶ τὴν ἀθυμίαν ἐκβάλλει. | ||
O 293b | τῷ ἀποτυγχά‐ νοντι κοινὸν ἔγκλημα ἡ ἄνοια καὶ ἡ ἀφροσύνη. | |||
O 293c | ὁ νοῦς· πρῶτον μὲν τὸ πειρᾶσθαι ἀγῶνος παρέχει κάματον τοῖς ἀγωνιζομένοις, ὕστερον δὲ πόνων λύσιν καὶ εὔκλειαν ἔχει. | |||
O 293d | DEQ | τὸ δὲ τυχεῖν πειρώμενον: οὕτως· 〈ὁ〉 ἐπι‐ τυχὼν οὐκέτι ἐν ἀγωνίᾳ ἐστὶ, παρόσον ἄφρονας μὲν λέ‐ γουσι τοὺς ἀγωνιζομένους, τοὺς δὲ νικήσαντας οὐκέτι. | ||
O 293e | CDEQ | ἢ οὕτως τὸ πειρώμενον τοῦ ἀγωνίσματος τυχεῖν λύσιν ποιεῖ τῆς ἀφροσύνης, ὥσπερ τὸ μὴ νικῆσαι ἄφρονα ποιεῖ. | ||
O 293f | BEQ | ἄλλως· τὸ δὲ ἐπιτυχεῖν καὶ νικῆσαι ἀποπειρώμενον ἀγῶ‐ | ||
νος τῶν δυσκόλων φροντίδων τῶν ἐπὶ τῇ νίκῃ ἀπολύει. | 84 in vol. 1 | |||
O 293g | CEQ | ἄλλως· τὸ νικῆσαι δέ, φησι, τὸν ἀγωνιζόμενον παρά‐ λυσιν ποιεῖ τῆς ἀφροσύνης καὶ τῆς λύπης. | ||
O 293h | δύναται | |||
CDEQ | δὲ καὶ κυρίως κεῖσθαι ἡ ἀφροσύνη, ἵν’ ᾖ· ὁ νικήσας | |||
DEQ | νομίζεται ἐκτὸς ἀφροσύνης εἶναι· κρίνουσι γὰρ οὐ τὸ εὖ βεβουλεῦσθαι διὰ τὸ ἐλθεῖν ἐπὶ τὸν ἀγῶνα. | |||
O 296a | ὁ μάν: ἀντὶ τοῦ ὅταν. | |||
O 296b | A | ὁ δὲ νοῦς· ὅταν ᾖ πεποικιλμένος ὁ πλοῦτος σὺν ἀρετῇ, πορίζει τὰ εὐφραίνοντα, καὶ τὰ ἑαυτοῦ καὶ τὰ ἀπὸ τῆς ἀρετῆς περιγινόμενα ἑαυτῷ· ἀρετὴν μὲν γάρ τις ἔχων, ἀχόρηγος δὲ ὢν διὰ τὸ πένης | ||
5 | εἶναι, πολλῶν στέρεται τῶν εὐφραινόντων· πλούσιος δὲ ὢν ἀρετὴν μὴ ἔχων οὐ χρῆται τοῖς εὐφραίνουσι. καὶ 〈ἡ Σαπ‐ φώ·〉 (fr. 80) πλοῦτος ἄνευ ἀρετῆς 〈οὐκ ἀσινὴς πάροι‐ κος. | |||
O 296b bis | ὁ πλοῦτός γε μὴν ταῖς ἀρεταῖσ〉 κεκοσμημένος καὶ τῶν ἐξ αὐτοῦ εὐφραινόντων καὶ τῶν ἐκ τῆς ἀρετῆς κοσμούν‐ των δίδωσι καιρὸν καὶ ἡδονήν. | |||
O 296c | πολλὴν καὶ συνετὴν διάνοιαν πρότερον παρασχὼν, μετὰ ταῦτα καὶ τὰς ἰδίας ὁ πλοῦτος καὶ τὰς τῆς ἀρετῆς εὐφροσύνας παρέχει. | |||
O 296d | προ‐ παρασχὼν τὴν μέριμναν δι’ ἧς πάντα ἀγρεύεται. | |||
O 296e | DEQ | ὁ μὰν πλοῦτος ἀρεταῖς: οἱ μετὰ ἀρετῆς πλου‐ τοῦντες εὐγενῶς τὰ δύο φέρουσι τά τε ἀγαθὰ καὶ τὰ κακά· οὔτε γὰρ τὸν πλοῦτον ἀποδέχεται οὔτε τὴν ἀρετὴν, ἀλλὰ τὰ δύο ἡνωμένα. φησὶ γάρ· ὁ πλοῦτος κοινωνῶν τῇ ἀρε‐ | ||
5 | τῇ ποιεῖ τοὺς ἀνθρώπους εὐγενῶς φέρειν τὰ ἀγαθὰ καὶ τὰ κακὰ ὑπὸ τὸν αὐτὸν καιρὸν, τὴν βαθεῖαν αὐτοῦ ὑπέχων μέριμναν, ὅ ἐστιν ὑπεράνω ὢν τῶν προσπιπτόντων ἀγαθῶν τε καὶ κακῶν. τὸ δὲ ἀγροτέραν σημαίνει ἀγρευτικὴν καὶ ἐρευνητικήν. 98 (C)E | |||
O 296f | BDEQ | ὁ μὰν πλοῦτος: ὁ νοῦς· ὁ δὲ πλοῦτος οὐ μόνος ὢν καθ’ ἑαυτὸν, ἀλλὰ καὶ ἀρετῇ κεκοσμημένος, καιρίως τῶν | ||
τε ἑαυτοῦ ἀγαθῶν καὶ τῆς ἀρετῆς ἀπολαύει, συνετὴν ἔχων | 85 in vol. 1 | |||
B(C)EQ | τὴν φροντίδα πρὸς τὸ ἀγρεύειν τὰ καλά. τούτων γὰρ τὸ | |||
5 | ἕτερον καθ’ ἑαυτὸ οὐχ ἡδύ· ὡς καὶ Καλλίμαχος (H. in Jov. 95)· οὔτ’ ἀρετῆς ἄτερ ὄλβος ἐπίσταται ἄνδρας ἀέξειν, οὔτ’ ἀρετὴ ἀφένοιο· δίδου δ’ ἀρετήν τε καὶ ὄλβον. καὶ ἡ Σαπφώ (fr. 80)· πλοῦτος ἄνευ ἀρετῆς οὐκ ἀσινὴς | |||
10 | πάροικος. ἡ δὲ ἐξ ἀμφοτέρων κρᾶσις εὐδαιμονίας ἔχει τὸ ἄκρον. τοῦτο προσεῖναι τῷ Θήρωνι μαρτυρεῖ. 104B | |||
O 296g | EQ | ἄλ‐ λως· ὁ πλοῦτός γε μὴν ταῖς ἀρεταῖς κεκοσμημένος καὶ τῶν ἐξ αὐτοῦ εὐφραινόντων καὶ τῶν ἐκ τῆς ἀρετῆς κοσμούντων δίδωσι καιρὸν καὶ ἡδονὴν, τὴν πολλὴν καὶ βαθεῖαν καὶ | ||
5 | συνετὴν διάνοιαν εὔκολον καὶ εὔληπτον καὶ ἀγροτέραν δι‐ δούς. | |||
O 296h | βαθεῖαν: τὴν συνετήν. | |||
O 296i | ὑπέχων: ὑπο‐ τιθείς. | |||
O 296k | CEQ | ἀγροτέραν: ἀγρευτικὴν τῶν ἡδέων, θηρευ‐ τικωτέραν πρὸς τὸ πορίζειν τὰ ἀγαθά. 101CE | ||
O 298a | B (C)DEQ | φέρει τῶν τε καὶ τῶν: τῶν αὐτοῦ καλῶν καὶ τῆς ἀρετῆς. | ||
O 298b | ἢ τῶν ἐπὶ τῇ ἀθλήσει καμάτων. | |||
O 298c | ἐκεί‐ νων, φησὶ, καὶ τούτων τῶν καλῶν. 102B 96f(C)E | |||
O 299 | A | βαθεῖαν: τὴν συνετὴν, ἀπὸ τῶν ἐν βάθει ὑδάτων. | ||
O 2100a | τὴν ἅπαντα ἀγρεύουσαν. | |||
O 2100b | A | ἀγροτέραν: ἀντὶ τοῦ εὐαγροτέραν, καὶ θηρευτικὴν εἰς τὸ πορίζειν. | ||
O 2100c | Bgl | (ἀγροτέραν:) φροντιστικήν. | ||
O 2101a | A | ἀστὴρ ἀρίζηλος: ὁ τοιοῦτος πλοῦτος ὁ μετὰ ἀρετῆς ἀστὴρ ἀρίζηλός ἐστι καὶ ἐτυμώτατον ἀνδρὶ φέγγος. | ||
O 2101b | B(C)DEQ | ἀστὴρ ἀρίζηλος: ὁ μετὰ ἀρετῆς πλοῦτος ὡς ἀστήρ ἐστιν ἔκδηλος, ἀληθινὸν φῶς τοῖς ἀνθρώποις. 98B | ||
O 2102a | A | εἰ δέ νιν ἔχων: ἤτοι καθόλου [καὶ] ἐξαιρετέον τὸν δέ σύνδεσμον ἢ μεταληπτέον εἰς τὸν δή· ὁ γὰρ λόγος | ||
τοιοῦτος· ὁ μετὰ τῆς ἀρετῆς πλοῦτος ἀστήρ ἐστιν ἀρίζηλος καὶ ἀληθινώτατον ἀνδρὶ φέγγος, εἰ δή τις αὐτῷ χρήσεται | 86 in vol. 1 | |||
5 | εἰς δέον καὶ οὐκ εἰς ἀδικίαν κατατιθέμενος τὴν δύναμιν αὐτοῦ, ἀλλὰ τοὐναντίον εἰς δικαιοσύνην. | |||
O 2102b | Ἀρίσταρχος ἐξηγεῖται οὕτως· εἴ τις οἶδε τὸ μέλλον, ὅτι ποινὴν τίνουσιν οἱ ἐν Ἅιδου παρανομήσαντες· ὁ γὰρ λόγος ὡς τῶν αὐτῶν πλεονάκις ἀναβιούντων καὶ ἢ ἐνθάδε ἢ καὶ ἐκεῖ δίκας δι‐ | |||
5 | δόντων τῶν ἁμαρτημάτων. | |||
O 2102c | ἔνιοι δὲ ἁπλούστερον ἀκού‐ ουσι τοῦ λόγου οὕτως· εἰ ἔχων τις τὸν πλοῦτον οἶδεν ὅτι ἐν τῷ ὑστέρῳ χρόνῳ οἱ ἀποθανόντες καθ’ Ἅιδου δίκας διδόασιν. | |||
O 2102d | BCDEQ | εἰ δέ νιν ἔχων: εἰ δέ τις τοῦτον ἔχων τὸν πλοῦτον ὁρᾷ καὶ πρὸς τὸ μέλλον, ὅτι τῶν ἀδίκων τελευτη‐ σάντων τὸν βίον τιμωρία καὶ κρίσις παρὰ τοῖς ἀποιχο‐ μένοις πᾶσίν ἐστιν, οὐκ ἂν αὐτῷ εἰς ἀδικίαν ἐχρήσατο. | ||
5 | 106B 105C | |||
O 2104a | BCDEQ | ὅτι θανόντων μὲν ἕως ἐχθρᾷ λόγον φρά‐ σαις ἀνάγκᾳ: ἐγκρίνει τὴν παλιγγενεσίαν. λέγει οὖν· εἴ τις οἶδε τὸ μέλλον, ὅτι οἱ μὲν ἐν τῷ ζῆν ἁμαρτάνοντες, ἐν Ἅιδου κολάζονται, οἱ δὲ ἐν Ἅιδου, ἐν τῷ ἡμετέρῳ βίῳ ἐν | ||
5 | τῇ τοῦ Διὸς ἀρχῇ· ταύτην γὰρ εἶπε τὸν ὑποκείμενον τῷ οὐρανῷ τόπον· καὶ ἐάν τις ἐν ταῖς τρισὶν ἀναβιώσεσιν αἷς ὑφίσταται ἀναμάρτητος εἰς τρὶς ἑκατέρωθεν μένῃ, τοῦτόν φησιν εἰς τὰς τῶν μακάρων νήσους προπέμπεσθαι. τὸ δὲ περὶ τῆς παλιγγενεσίας ἀρχαιότερόν ἐστι· παραδέδοται γὰρ | |||
10 | ἔτι ἀνέκαθεν, ὡς Ὅμηρός φησιν (ς 79)· | |||
νῦν μὲν μήτ’ εἴης, βουγάιε, μήτε γένοιο. πρῶτος δὲ δοκεῖ τούτῳ τῷ δόγματι χρῆσθαι Πυθαγόρας. 113C | 87 in vol. 1 | |||
O 2104b | CDEQ | ἄλλως· ὅτι θανόντων μὲν ἐνθάδε: Χρύσιπ‐ πος οὕτως ἀκούει ἐνθάδε μὲν ὑπὸ τῶν θανόντων ἐτιμω‐ ρήθησαν, κάτω δὲ ὑπὸ τῶν κάτω δικαζόντων, εἴτε Ἅιδης | ||
CDQ | ἐστὶν εἴτε ἕτερός τις. οὐκ ἀπίθανον δέ, φησιν, ὑπὸ τῶν | |||
5 | τελευτησάντων τιμωρεῖσθαι τοὺς ζῶντας· μεστὴ γὰρ τούτων ἐστὶν ἡ τραγῳδία, ὅτι οἱ ἀδικούμενοι εὐχὰς τοῖς καταχθο‐ νίοις ἥρωσι ποιοῦνται, ἵνα ἐπικουρήσωσιν αὐτοῖς, οἷον Ἠλέκτρα τῷ Ἀγαμέμνονι. | |||
O 2104c | CDEQ | ἔνιοι δέ φασι τῆς κατὰ Πυθαγόραν παλιγγενεσίας μνημονεύειν· τὰς γὰρ ψυχὰς εἰς ἕτερα σώματα εἰσδυνούσας ἀνανεοῦσθαι, ὥστε ὅσοι μὲν ὑπὲρ γῆς ὄντες ἐπλημμέλουν, τούτους ἐν Ἅιδου δίκην ὑπέχειν· | ||
5 | ὅσοι δὲ ἀνάπαλιν ἐν Ἅιδου ἐνεωτέρισαν, ὑπὲρ γῆς γενό‐ μενοι δίκας τίνουσιν, ὥστε μηδαμόθεν αὐτοὺς ἀποφυγεῖν τὴν προσήκουσαν τοῖς ἡμαρτημένοις δοῦναι δίκην. 104aC | |||
O 2105a | BCDEQ | τῷ ἀπάλαμνοι φρένες συναπτέον τὸ ἐνθάδε· ὅτι τῶν ἐνταῦθα ἀδίκων ἀπάλαμνοι φρένες αὐτίκα καὶ εὐθέως τελευτησάντων ποινὰς καὶ τιμωρίας ἐκεῖ δεδώκασιν. | ||
O 2105b | CDEQ | ἔξωθεν οὖν· χρῆσθαι αὐτῷ πρὸς εὐσέβειαν δεῖ. 101B | ||
O 2106a | A | Διὸς ἀρχᾷ: 〈Ἀρίσταρχοσ〉 τὸν δέ, φησι, σύν‐ δεσμον ἀντὶ τοῦ γάρ δεῖ ἀκούειν 〈καὶ οὕτω〉 καθιστάναι τὸν λόγον· τὰ γὰρ 〈ἐν〉 τῇ τοῦ Διὸς ἀρχῇ ἀλιτρά. λέγει | ||
γὰρ τοῦτο ὁ Πίνδαρος· ἐπεὶ οἱ ἐν τῷ ζῆν ἁμαρτάνοντες | 88 in vol. 1 | |||
5 | μετὰ τὸν θάνατον δίκας ὑπέχουσιν· οἱ δὲ καθ’ Ἅιδου ἄδικοι τῶν κατὰ τὸν τοῦ ζῆν χωρισμὸν, ὅταν ἀναβιώσωσιν, ἐν μέρει πάλιν δίκας ὑπέχουσιν ἐν τῷ ζῆν τοῖς Ὀλυμπίοις θεοῖς. οἴεται γὰρ ἀναβιοῦν τὰς ψυχὰς Πυθαγορικῇ δόξῃ χρώμενος. | |||
O 2106b | Διὸς ἀρχὴν τοὺς ἐπιγείους βούλεται εἶναι· λέγει δὲ τοὺς ζῶντας. | |||
O 2106c | ABCDEQ | Διὸς ἀρχᾷ: Διὸς ἀρχὴν τὴν ζωὴν καὶ τὴν ἄνω διαγωγήν. φησὶν οὖν ὅτι τὰ ἐν τοῖς ζῶσιν ἁμαρτήματα κατὰ γῆς δικάζει τις. λέγει δὲ τὸν Πλούτωνα τιμωρεῖσθαι αὐτούς. 108 BDEQ | ||
O 2107 | B(C)DE | κατὰ γᾶς: ὑπὸ γῆς, τουτέστι καθ’ Ἅιδου. ὑφί‐ σταται δὲ ἐν Ἅιδου 〈δαίμονά〉 τινα Ἀνάγκην ὀνόματι, καὶ ταύτῃ παραδίδοσθαι τοὺς ἀσεβεῖς. 110 BDEQ | ||
O 2108a | λείπει τὸ διδοὺς, τῇ ἐχθρᾷ ἀνάγκῃ. | |||
O 2108b | BCDEQ | εἰπὼν τὸν λόγον τῆς τιμωρίας. | ||
O 2108c | ἐχθρᾷ δὲ τοῖς πονηροῖς. | |||
DQ | (113) ταῦτα δὲ τῶν ἀσεβῶν, σκάπτειν ἐν λίμναις τε πελαγί‐ ζεσθαι. 107 BDEQ 104bC | |||
O 2108d | A | φράσας ἀνάγκᾳ: τὸν τῆς τιμωρίας λόγον. | ||
O 2108e | σωματοποιεῖ ἐνταῦθα δαίμονά τινα Ἀνάγκην, ᾗ τὰς ἁμαρ‐ τίας λέγουσιν οἱ ἀκούοντες. | |||
O 2109 | A | ἴσαις δὲ νύκτεσσιν: ἴσον ἡμῖν τοῖς ζῶσι χρό‐ νον ἐπιβάλλει ὁ ἥλιος καὶ τοῖς καθ’ Ἅιδου δικαίοις. | ||
O 2110a | A | ἴσαις δ’ ἐν ἁμέραις: οὐκέτι περὶ τῶν ἀδίκων ἐστὶν ὁ λόγος, ἀλλὰ περὶ τῶν δικαίων· φησὶ δὲ ὅτι τοῖς ζῶσιν ἡμῖν τὸν ἴσον χρόνον ἐπιβάλλει καὶ τοῖς ἐν Ἅιδου | ||
ἀγαθοῖς ὁ ἥλιος, καὶ τόπον ἔχουσι τοιοῦτον καθ’ ὃν ἐπι‐ | 89 in vol. 1 | |||
5 | λάμπει αὐτοῖς ὁ ἥλιος· ἀπονέστερον δὲ ἡμῶν διάγουσι τὸν χρόνον. | |||
O 2110b | BCDEQ | ἴσαις δ’ ἐν ἁμέραις: ἴσον ἡμῖν αὐτοῖς χρόνον ἐπιβάλλει ὁ ἥλιος καὶ τοῖς ἐν Ἅιδου δικαίοις. οὐκ ἐπὶ τῶν ἀδίκων δὲ ὁ λόγος, ἀλλ’ ἐπὶ τῶν δικαίων. φησὶν οὖν ὅτι τὸν ἥλιον ἔχουσι τοῦτον καθ’ ὃν ἐπιβάλλει αὐτοῖς χρόνον | ||
5 | ἀπονέστερον διάγοντες. | |||
O 2110c | CE | ἄλλως· τοὺς ἀγαθοὺς τῶν ἀν‐ δρῶν κατ’ ἴσον ἡμῖν ἀπολαύειν ἐν Ἅιδου φησὶ τοῦ ἡλίου μηδὲν κακοπαθοῦντας. 117 C | ||
O 2113a | A | οὐ χθόνα ταράσσοντες: τουτέστιν οὐκ ἐργα‐ ζόμενοι τὴν γῆν. | ||
O 2113b | χερὸς δὲ ἀκμῇ ἀντὶ τοῦ τῷ καρ‐ πῷ νῦν, καθὸ καὶ Ἀρίσταρχος. | |||
O 2113c | ἔνιοι δὲ χερὸς ἀκμῇ ἀντὶ τοῦ τῇ αἰχμῇ [οἳ] ἀλληγορικῶς ἀκούουσιν· οὐ χθόνα ταράσσοντες, οἷον οὐ πολεμοῦντες κατὰ τὴν γῆν· οὐδὲ πόντιον ὕδωρ, οὐδὲ στόλους κατ’ ἀλλήλων ἐπάγοντες. | |||
5 | κενεὰν δὲ παρὰ δίαιταν, παρὰ τὰ κενὰ ἑαυτῶν κρί‐ ματα. | |||
O 2113d | ἄμεινον δὲ Ἀρίσταρχος, παρὰ τὰ μὴ πλήρη τὰ τῆς διαγωγῆς ἐκεῖ, οἷον εἴ τις λέγοι· μὴ ἐργαζόμενοι οὔτε κατὰ γῆν οὔτε κατὰ θάλατταν δι’ ἔνδειαν. | |||
O 2113e | BCDEQ | οὐ χθόνα ταράσσοντες: οὔτε γεωργοῦντες οὔτε πλέοντες διὰ τὸ κενὰ αὐτοῖς εἶναι τὰ τῆς διαίτης. | ||
O 2113f | ἐν χερὸς δὲ ἀκμᾷ, τῷ καρπῷ τῷ ἀπὸ τῆς χειρός. | |||
O 2113g | CDEQ | ἢ οὕ‐ τως· οὐκ ἀροῦντες οὐδὲ σκάπτοντες τῇ ἀκμαζούσῃ χειρὶ τῶν νέων καὶ δυναμένων ἐργάζεσθαι. | ||
O 2113h | BCEQ | τινὲς δὲ ἀλλη‐ | ||
γορικῶς ἀκούουσιν· οὔτε πολεμοῦντες κατὰ γῆν οὔτε ἀλλή‐ λοις στόλους ἐπάγοντες κατὰ θάλασσαν. [οὔτε ναυμαχοῦ‐ σιν.] | 90 in vol. 1 | |||
O 2113i | CEQ | ἄλλως· οὐ χθόνα ταράσσοντες: οὐ διὰ μό‐ χθου καὶ καμάτου τὴν ἐπιθυμίαν καρπούμενοι. οὐδὲ γὰρ γεωργίᾳ προσέχουσιν ἀναταράσσοντες τὴν γῆν (τινὲς δὲ χερὸς | ||
DEQ | ἀκμᾷ τὸ ἄροτρον ἢ τὸ δόρυ)· οὐδὲ πόντιον ὕδωρ· ἀπὸ | |||
5 | κοινοῦ τὸ ταράσσοντες· ἀντὶ τοῦ, οὐδὲ κατὰ θάλασσαν κιν‐ δυνεύοντες ἔχουσι τὴν ζωήν. 110 C | |||
O 2116 | BDEQ | κενεὰν παρὰ δίαιταν: διὰ τὴν κενὴν καὶ ἄπο‐ ρον δίαιταν· λέγει δὲ τὴν πενίαν· οὐδὲ γὰρ παρὰ τὴν αἰ‐ τίαν τῆς πενίας. | ||
O 2117a | A | τιμίοις: τοῖς τιμωμένοις θεοῖς. | ||
O 2117b | BglCDEQ | τιμίοις θεῶν: τῷ Πλούτωνι καὶ τῇ Περσε‐ φόνῃ. | ||
O 2117c | BCDEQ | οἵτινες οὖν, φησιν, ἔχαιρον τοῖς δικαίοις, ἀπό‐ νως καὶ ἀβασανίστως καὶ ἀδακρυτὶ διάγουσι τὸν ὅλον αἰ‐ | ||
ῶνα πρὸς τῷ μήτε ἀροτριᾶν μήτε ἐνθαλαττεύειν, ἀλλ’ ἐν ταῖς μακάρων νήσοις διάγειν. παρὰ τούτοις γὰρ διατρί‐ | CDEQ | |||
5 | βουσι τοῖς τιμωμένοις ὑπὸ θεῶν, οἵτινες δίκαιοι ἦσαν ζῶντες. | |||
O 2121a | A | τοὶ δ’ ἀπροσόρατον: οἱ ἀσεβεῖς. ἀπροσόρατον δὲ, ἤτοι ὃν οὐκ ἄν τις ὑπομείνειε, δεινόν· ἢ ἀνεπίδεικτον καὶ θεοῖς πόνον ἔχουσιν, οὐδὲ ὑπὸ θεῶν δυνάμενον προσ‐ | ||
οραθῆναι. | 91 in vol. 1 | |||
O 2121b | CDEQ | τοὶ δ’ ὀκχέοντι πόνον: οἱ ἄδικοι πόνον ὑφί‐ στανται καὶ βαστάζουσιν ἀπροόρατον καὶ ἀπροσδόκητον, ὃν οὐδὲ προϊδεῖν οἷόν τέ ἐστιν. | ||
O 2121c | CEQ | ἢ ὃν οὐδεὶς ἰδεῖν ἐθε‐ λήσει. | ||
O 2121d | λέγει δὲ ὅτι οἱ δυσσεβεῖς ἀνεπίδεικτον καὶ θεοῖς πόνον ἔχουσιν, ὅ ἐστιν οὐδὲ ὑπὸ θεῶν προσοραθῆναι δυνά‐ μενον. | |||
O 2121e | DQ | ἄλλως· τοὶ δ’ ἀπροσόρατον: φοβερὸν, ὃν οὐ τολμᾷ τις προσβλέψαι. | ||
O 2121f | Bgl | (ἀπροόρατον:) ἀπροσδόκητον. | ||
O 2122 | Bgl | (ὀκχέοντι:) ὑφίστανται. | ||
O 2123a | A | ὅσοι δ’ ἐτόλμασαν: τοῦτο Πυθαγόρου φήσαν‐ τος ἐπῄνεσε Πλάτων τὸ ῥῆμα, ὅτι τρίτον ἡ ψυχὴ δικαζο‐ μένη ἐν Ἅιδῃ, τρίτον εἰς σῶμα μετεμψυχοῦται, καὶ τοὺς τοσαυτάκις δικαιοπραγήσαντας ἐν βίῳ ἄγειν εἰς τὰς μακά‐ | ||
5 | ρων νήσους καὶ παρὰ τὴν τύρσιν τοῦ Κρόνου, τουτέστι τὰ τείχη καὶ τὴν τοῦ Κρόνου βασιλείαν. λέγει δὲ τὰς μακά‐ ρων νήσους περιφραστικῶς. | |||
O 2123b | εἰς τρίς: ἤτοι ἀριθμῷ, ἢ ἀντὶ τοῦ πολλάκις. | |||
O 2123c | ὅσοι ἐδυνήθησαν ἐν γῇ καὶ ἐν Ἅιδῃ ..... ὡς παρὰ Πλάτωνι (Phaedr. 249 a?)· ἡ ἐς τρὶς ἀδόλως φιλοσοφήσασα ψυχή. | |||
O 2123d | BCDEQ | ὅσοι δ’ ἐτόλμασαν ἐς τρίς: ὅσοι δὲ τρίτον ὑπέμειναν ἐν ἑκατέρῳ τόπῳ μείναντες, ἔν τε τῷ ὑπὲρ γῆν καὶ ὑπὸ γῆν, ἀπέχεσθαι τῶν ἀδίκων ἔργων καὶ δίκαια πράτ‐ τειν, ἐστάλησαν ἣν ὁδὸν ἔταξεν ὁ Ζεὺς, ἣν μακάρων νῆσον | ||
5 | ὀνομάζουσιν· ἣν δὴ Κρόνου τύρσιν προσηγόρευσεν. | |||
O 2123e | ἄλ‐ λως· ὅσοι δὲ ἐκαρτέρησαν μέχρι τριῶν μετεμψυχώσεων εἰς ἑκάτερα τὰ μέρη, εἴς τε τὸν ἐν Ἅιδου μετὰ θάνατον εἴς τε | |||
τὸν τῆς ζωῆς χρόνον, δίκαιοι γενέσθαι δικαίως καὶ τὴν | 92 in vol. 1 | |||
5 | ψυχὴν ὁσίαν φυλάξαι, οὗτοι ἐστάλησαν εἰς ἣν ἔταξεν ὁ Ζεὺς, ὅ ἐστιν εἰς τὰς μακάρων νήσους, ἔνθα Κρόνος ἔχει τὴν ἐκεῖ κατοίκησιν· ἐν αἷς νήσοις πλησίον οὔσαις τοῦ ὠκεανοῦ αἱ πλεῖσται καὶ ἡδεῖαι αὖραι τέρπουσαι πνέουσι, καὶ τὰ ἐν αὐταῖς ἄνθη ὡς χρυσὸς στίλβει, τὰ μὲν ὄντα ἐκ τῆς γῆς, | |||
10 | τὰ [δὲ] ἐκ τῶν δένδρων τῶν ἐν τῇ χέρσῳ, τὰ δὲ ἐκ τῆς τῶν ὑδάτων ἀπορροίας τρεφόμενα, οἱονεὶ ῥόδα, ὑάκινθος, ἴα· ταῦτα γὰρ ὕδατι τρέφεται· ἐξ ὧν ἀνθέων οἱ δίκαιοι ταῖς ἑαυτῶν χερσὶν ὅρμους πλέκουσι καὶ στεφάνους. ἐν‐ δείκνυται δὲ τὸ ὑπερβάλλον τῆς τέρψεως. τὴν δὲ τῆς μετ‐ | |||
15 | εμψυχώσεως γνώμην Πυθαγόρας πρῶτος εἰσηγήσατο, ᾧ νῦν ὁ Πίνδαρος ἀκολουθεῖ. | |||
O 2124 | Bgl | (ἑκατέρωθι:) ἔνθεν κἀκεῖθεν. ἄνωθεν .... | ||
O 2126a | ψυχὰν, ἔστειλαν: ἐτελείωσαν. | |||
O 2126b | BDEQ | παρὰ τὴν Κρόνου βασιλείαν ἐτελείωσαν, ἤνυσαν, ἐπορεύθησαν. | ||
O 2126c | Διὸς δὲ ὁδὸν, ἣν ἔταξε τοῖς δικαίοις. | |||
O 2126d | τὴν ὑπὸ Διὸς δεδειγμένην αὐτοῖς. | |||
O 2126e | ἢ τὴν ὑπὸ τοῦ Διὸς νομο‐ θετηθεῖσαν. | |||
O 2126f | λέγει δὲ πρὸς τοῦ Διὸς κρίνεσθαι τοῦτον· τὸν γὰρ ἑκατέρωθεν μείναντα ἀναμάρτητον εἰς τὰς τῶν μακάρων νήσους πέμπεσθαι. | |||
O 2126g | Bg1 | (ἔτειλαν:) ἐτελείωσαν. | ||
O 2127a | A | ὁδὸν παρὰ Κρόνου: ἐτελείωσαν. παρὰ τὴν τοῦ Κρόνου βασιλείαν. κυρίως δὲ τύρσιν τὸ τεῖχος. | ||
O 2127b | Bg1CDEQCDEQ | τύρσιν: πόλιν. κυρίως δὲ τὸ τεῖχος. λέγονται | ||
δὲ πρῶτοι Τυρσηνοὶ τὴν τῶν τειχῶν κατασκευὴν εὑρηκέναι. | 93 in vol. 1 | |||
O 2128 | A | μακάρων: παρὰ τὸ Ὁμηρικόν (δ 567)· ἀλλ’ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντας ἀήτας. | ||
O 2129 | DEQ | ὅτι ἐν τῷ ὠκεανῷ αἱ τῶν μακάρων νῆσοι λέγον‐ ται καθ’ Ὅμηρον· φησὶ γάρ (δ 568)· ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους. | ||
O 2130a | CDEQ | ἄνθεμα δὲ χρυσοῦ: λείπει τὸ ὡς, ἵν’ ᾖ· ὡς χρυσοῦ φλέγει ἄνθη. | ||
O 2130b | BglCDEQ | ἢ οὕτως· τὰ δὲ ἄνθη λάμπει ὡς ἀπὸ χρυσοῦ. | ||
O 2132a | A | τὰ μὲν χερσόθεν: διέστειλεν ἀπὸ τῶν δένδρων τὰ κατὰ τὴν γῆν βλαστήματα. | ||
O 2132b | ἄνθη ἀπὸ δένδρων· ἐλαίας, μυρσίνης, κισσοῦ. κατὰ γῆν ἄνθη· ἴα καὶ κρόκος. | |||
O 2132c | τὰ μὲν γὰρ ἀπὸ στελέχους καὶ χωρὶς ὕδατος ἀνθεῖ, τὰ δὲ χαμαίζηλα ἐπαρδευόμενα διατηρεῖται θάλλοντα καὶ ἀκμαῖα. | |||
O 2132d | BCDEQ | τὰ μὲν χερσόθεν: διέστειλεν ἀπὸ τῶν δένδρων τὰ κατὰ γῆν βλαστήματα, τουτέστι τὰ χρείαν ἔχοντα ἀρ‐ δεύεσθαι. | ||
O 2135a | A | ὅρμοισιν: ἐν τοῖς ὅρμοις, τοῖς ἑλίγμασιν τὰς κεφαλὰς στεφανοῦνται καὶ τὰς χεῖρας. | ||
O 2135b | κατ’ ἐναλλαγὴν δὲ πτώσεως εἶπεν, ἀντὶ τοῦ χερσὶν ἀναπλέκουσιν ὅρμους καὶ στεφάνους. | |||
O 2135c | BDEQ | ὅρμοισι τῶν χέρας: ὅρμους· ἀντὶ τῆς αἰτια‐ τικῆς τῇ δοτικῇ ἐχρήσατο. | ||
O 2135d | ὅρμοις [οὖν] λέγει τοῖς ἑλίγμασιν, οἷς τὰς κεφαλὰς στεφανοῦνται καὶ τὰς χεῖρας. | |||
O 2135e | BCEQ | ὅρμοισι, τοῖς ἐνέρμασιν, οἷς τὰς χεῖρας στεφανοῦνται καὶ τὰς κεφαλάς. | ||
O 2135f | ἢ τῶν ἀνθῶν ταῖς χερσὶν ὅρμους ἀναπλέκουσι καὶ στεφάνους. | |||
O 2137a | CDEQ | βουλαῖς ἐν ὀρθαῖσι: βουλαῖς δικαίαις. τέτακται γὰρ οὗτος, ὡς καὶ Πλάτων λέγει (Gorg. 526 c), τοὺς δικαίους | ||
πέμπειν εἰς τὰς μακάρων νήσους. | 94 in vol. 1 | |||
O 2137b | BCEQ | ἄλλως· βουλαῖς ἐν ὀρθαῖσιν: ὡς τοῦ Ῥαδα‐ μάνθυος τοῦτο τοῖς δικαίοις παρεχομένου· ὑφίσταται γὰρ αὐτὸν τῶν μακάρων ἄρχοντα νήσων. | ||
O 2137c | ἢ ὡς τούτων μεταλαβόντων φύσεως δαιμονίας, οἵτινες ὀρθοὶ κατὰ βου‐ λὴν καὶ δίκην τὸν τρόπον ἔχοντες, ὡς καὶ ὁ Ῥαδάμανθυς. | |||
O 2137d | ἢ συγχωροῦντος τοῦ Ῥαδαμάνθυος· οὗτος γὰρ δικαιονο‐ μεῖ τοῖς ἐν Ἅιδου. | |||
O 2137e | ABCDEQ | ἢ οὕτω· βουλαῖς ἐν ὀρθαῖσι Ῥαδαμάνθυος· ὁ γὰρ Ῥαδάμανθυς δικαιονομεῖ τοῖς κάτω ὑπηρετῶν τῷ Κρόνῳ. | ||
O 2138a | BCDEQ | ὃν πατὴρ ἔχει ἕτοιμον: τὸν δίχα τοῦ κλη‐ θῆναι ἐλθόντα. | ||
O 2138b | ὅντινα Ῥαδάμανθυν ὁ πατὴρ πάντων Κρόνος, ὁ τῆς Γῆς παῖς, ὁ ἀνὴρ τῆς τὸν ὕπατον ἐχούσης | |||
BDEQ | θρόνον Ῥέας, ἕτοιμον καὶ ἀχώριστον ἔχει πάρεδρον. συγ‐ καταλέγονται δὲ ἐν τούτοις τοῖς δικαίοις ὅ τε Κάδμος καὶ | |||
5 | ὁ Πηλεύς. | |||
O 2140a | A | πόσις: ὁ μὲν Ἀρίσταρχος πόσιος γράφει ὁ πάντων καὶ τὸν Δία ἀκούει συμπότην εἶναι τοῦ Ῥαδαμάν‐ θυος. ὁ δὲ Δίδυμος ἐπὶ τοῦ Κρόνου καθιστᾷ τὸν λόγον· ὃν ὁ πατὴρ πάντων ὁ Κρόνος ἕτοιμον καὶ ἀχώριστον ἔχει | ||
5 | πάρεδρον, πόσις ὢν Ῥέας, παῖς δὲ τῆς ὕπατον ἐχούσης | |||
θρόνον τῆς Γῆς· εἷς γὰρ τῶν Τιτάνων ὁ Κρόνος, οἳ Γῆς εἰσιν υἱοί. θρόνον δὲ αὐτὴν μέγιστον εἰληφέναι ὡς πάντα φέρουσαν καὶ τοῦ κόσμου νομιζομένην εἶναι [θεῶν] τροφόν· ὡς καὶ ὁ ποιητής· ζείδωρον ἄρουραν. | 95 in vol. 1 | |||
O 2140b | ἔνιοι πόσιν ἤκουσαν τὸν συμπότην. | |||
O 2142 | BCDEQ | ἐν τοῖσιν ἀλέγονται: ἀριθμοῦνται. συγκατα‐ λέγονται ἐν τοῖς εὐσεβέσι τοῖς κατοικοῦσι τὰς τῶν μακάρων νήσους. καὶ τὸν Ἀχιλλέα δὲ ἡ μήτηρ τεθνηκότα αὐτόθι ἤγαγεν, ἐπειδὴ τοῦ Διὸς τὴν ψυχὴν ἔπεισεν ἱκεσίαις. | ||
O 2146a | A | ἄμαχον: ἀκαταμάχητον. ἀκαταγώνιστον. | ||
O 2146b | 〈ἀστραβῆ:〉 ἀμετάτρεπτον. οὐ διδόντα εἰς φυγὴν τὰ νῶτα. ἀκίνητον. ἀσάλευτον. | |||
O 2146c | κίονα δὲ οὐ στύλον λέ‐ γει· ἀλλ’ ἔστι παντὶ οἴκῳ τόπος στύλος λεγόμενος, ἐφ’ οὗ κεῖνται οἱ πινσοὶ καὶ λέγεται ὅλην ἔχειν τὴν οἰκίαν. | |||
O 2146d | BCDEQ | ἄμαχον ἀστραβῆ κίονα: μεταφορικῶς εἶπεν. ἀστραβὴς δὲ λέγεται ὁ ἰσχυρὸς καὶ μὴ ῥᾳδίως συστρεφόμε‐ νος. | ||
O 2146e | ἄστρεπτον καὶ ἀμετακίνητον· καὶ ἔστι κατὰ μετά‐ θεσιν τοῦ ε εἰς τὸ α καὶ ἀποβολὴν τοῦ λ· ἔστι γὰρ ἀστρεβλῆ. | |||
O 2146f | οἷον ἄστρεπτον, ἀστραφῆ. | |||
O 2147a | A | Κύκνον τε: τὸν Ποσειδῶνος καὶ Ἁρπαλέης· τὸν γὰρ Ἄρεως ἀνεῖλεν ὁ Ἡρακλῆς. | ||
O 2147b | τὸν δὲ Κύκνον Σκαμανδροδίκης, ἄλλοι δὲ Καλυκίας φασί. | |||
O 2147c | Κύκνον τε θανάτῳ: παραδέδωκε. | |||
O 2147d | BDEQ | τὸν Πο‐ σειδῶνος καὶ Σκαμανδροδίκης· οἱ δὲ Ἁρπάλης. | 96 in vol. 1 | |
O 2147e | BCDEQ | Κύκνοι δὲ δύο, ὁ μὲν Ἄρεος, ὁ δὲ Ποσειδῶνος· καὶ τὸν μὲν Ἄρεος κακῶς τὰ περὶ Θεσσαλίαν διαθέντα Ἡρακλῆς ἀπέκτεινε, τὸν δὲ Ποσειδῶνος Ἀχιλλεὺς στρατευσάμενον καὶ συμμαχοῦντα | ||
5 | τοῖς Τρωσίν. | |||
O 2148 | BCDEQ | Ἀοῦς τε παῖδ’ Αἰθίοπα: τὸν Μέμνονα, τὸν Τιθωνοῦ τοῦ Λαομέδοντος καὶ Ἡμέρας. ταῦτα δὲ λέγουσιν οἱ τὰ μεθ’ Ὅμηρον γράψαντες οὕτω· Τιθωνῷ γίνονται ἐξ Ἡμέρας παῖδες δύο, Μέμνων καὶ Ἠμαθίων. καὶ Μέμνων | ||
5 | μὲν ἀνῃρέθη ὑπ’ Ἀχιλλέως, Ἠμαθίων δὲ ὑπὸ Ἡρακλέος κατὰ τὴν ἀπέλασιν τῶν Γηρυόνου βοῶν. | |||
O 2150a | A | ὠκέα βέλη: ἀλληγορεῖ ἀπὸ τῶν τόξων μετα‐ φέρων ἐπὶ τὰ ποιήματα· φαρέτρα μὲν γὰρ ἡ διάνοια, βέλη δὲ οἱ λόγοι. | ||
O 2150b | Σκυθικὰ δὲ βέλη τὰ ποιήματα λέγει· εἰώ‐ θασι γὰρ οἱ Σκύθαι ὑπὸ τὸν ἀγκῶνα τὰ βέλη βαστάζειν, οἱ δὲ ἐκεῖ Κρῆτες κατὰ τῶν ὤμων. | |||
O 2150c | BCDEQ | ὠκέα βέλη: τροπικὸς ὁ λόγος· βέλη δὲ τοὺς λόγους εἴρηκε διὰ τὸ ὀξὺ καὶ καίριον τῶν ἐγκωμίων· φα‐ ρέτρας δὲ, τῆς διανοίας. τὸ δὲ ὑπ’ ἀγκῶνος ὡς πρὸς τὸ φαρέτρας ἀκουστέον. οὕτω καὶ ὁ βουκόλος (17, 30) ὑπω‐ | ||
5 | λένιόν τε φαρέτρην λέγει. | |||
O 2150d | Q | ἄλλως· πολλά μοι ὑπ’ ἀγκῶνος: ἀντὶ τοῦ πολλὰ λέγειν ἔχω. βέλη δὲ εἴρηκε τὰ ποιήματα. | ||
O 2152a | A | φωνᾶντα συνετοῖσιν: ἀκουστὰ τοῖς συνε‐ τοῖς. | ||
O 2152b | ἀντὶ τοῦ φανερὰ, σαφῆ καὶ ἐκτιθέμενα. | |||
O 2152c | ὁ δὲ Ἀρίσταρχος οὕτω· διάδηλά φησιν ὁ Πίνδαρος τοῖς συνετοῖς τῶν ἀνθρώπων εἶναι, εἰς δὲ τὸ κοινὸν ἀγόμενα ἑρμηνέως χρῄζειν τοῦ σαφηνίζοντος αὐτὰ, ὡς οὐ πᾶσι καταδήλως | 97 in vol. 1 | ||
5 | φράζων· ὥστε τοῖς μὲν σοφοῖς σοφὰ διαλέγεσθαι καὶ μὴ ἔκθεσμα, τοῖς δὲ ἰδιώταις μὴ κατάδηλα γίνεσθαι. | |||
O 2152d | τινὲς δὲ ὅτι πολλὰ ἔχων λέγειν, εἰς τὸ πάντα εἰπεῖν καὶ διατί‐ θεσθαι προσδεῖται ἑρμηνέων· ὡς Ὅμηρος (Β 488)· πληθὺν δ’ οὐκ ἂν ἔγωγε μυθήσομαι. | |||
O 2152e | DQ | φωνάεντα: φωνὴν ἀφιέντα παρὰ σοφοῖς καὶ σαφῆ. | ||
O 2153a | BCDEQ | ἐς δὲ τὸ πᾶν ἑρμηνέων χατίζει: εἰς δὲ τὸ κοινὸν καὶ εἰς τοὺς πολλοὺς καὶ χυδαιοτέρους ἐρχόμενοι ἑρμηνείας χρῄζουσιν. | ||
O 2153b | ἤτοι περὶ τῶν ποιημάτων ἑαυτοῦ διαλέγεται· οἶδε γὰρ ὅτι πολλῇ ἱστορίᾳ κέχρηται καὶ σχήμα‐ σιν ἐξηλλαγμένοις καὶ φράσει ποικίλῃ· ἔχει γὰρ ὑπερβατὰ πολλά. τὰ ποιήματα οὖν μου, φησὶν, ἑρμηνέων χρῄζει. | |||
O 2153c | οἷον, οὐδέν ἐστιν ὃ μὴ χρῄζει ἑρμηνέων· αὐτὸς γὰρ οὐ δύναται διὰ τὸ πλῆθος ἐξειπεῖν πάντα. ὅμοιον δέ ἐστι τῷ (Β 488)· πληθὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ’ ὀνομήνω. | |||
O 2154a | A | ὁ πολλὰ εἰδώς: ὁ τῇ φύσει πολύπειρος καὶ εὑρετικὸς, οὗτός ἐστιν ὁ τῷ ὄντι σοφὸς, καὶ μὴ πάντα δι‐ δακτὰ ἔχων. | ||
O 2154b | BCDEQ | σοφὸς ὁ πολλὰ εἰδώς: ὁ λόγος γνωμικός· καί φησι, σοφός ἐστιν ὁ πλεῖστα ἐπιστάμενος ἐκ φύσεως, ὁ φύσει πρός τι ἔχων. τῶν γὰρ μανθανόντων οἱ ἐκ φύσεως ἔμπειροι βελτίους, ἐπειδὴ καὶ πρεσβυτέρα τῶν μαθημάτων φύσις. | ||
O 2154c | οἱ δὲ ἀπὸ μαθήσεως βουλόμενοι ἠχεῖν καὶ ἐκ πολλῶν συνείροντες, ὃν τρόπον καὶ οἱ κεκράκται κόρακες καὶ μάτην φλυαροῦντες, ἀτελῆ καὶ περιττὰ καὶ ἀσύνετα φθέγγονται πρὸς τὸν συνετὸν καὶ θεῖον ὄρνιν τοῦ Διὸς τὸν ἀετὸν | 98 in vol. 1 | ||
5 | ἀντιβοῶντες. ἀποτείνεται δὲ πρὸς τὸν Βακχυλίδην· γέ‐ γονε γὰρ αὐτῷ ἀνταγωνιστὴς τρόπον τινὰ καὶ εἰς τὰ αὐτὰ καθῆκεν. | |||
O 2157a | A | κόρακες: οἷον, ὡς κόρακες πρὸς ἀετὸν ἀντι‐ βοῶντες, οὕτως οἱ μαθόντες πρὸς τὸν φύσει σοφόν. αἰνίτ‐ τεται Βακχυλίδην καὶ Σιμωνίδην, ἑαυτὸν λέγων ἀετὸν, κόρακας δὲ τοὺς ἀντιτέχνους. | ||
O 2157b | τοὺς εὐφυεῖς ἀετοῖς παραβάλλει, τοὺς ἀφυεῖς κόραξιν. τὸ γὰρ γαρύετον δυικὸν οὐκ ὀρθῶς κεῖται, οὐδὲ τηροῦσι πάνυ τὸ τοιοῦτον οἱ ποιη‐ ταὶ οὗτοι. 164 | |||
O 2158a | BCDEQ | ἄκραντα γαρύετον: οἱ φύσει χρώμενοι λαμ‐ προί· οἱ δὲ μαθόντες ἄκραντα γαρύειν ἥσσονές εἰσι τῶν καθ’ αὑτοὺς ὅ τι δήποτε μαθόντων ἢ ἐπισταμένων. | ||
O 2158b | τὸ [δὲ] γαρύετον κακῶς· οὐδὲ γὰρ ἐπὶ δυϊκοῦ βούλεται ἡ λέξις, οὐδὲ ὑπὲρ δύο κοράκων, ἀλλ’ ὑπὲρ πολλῶν. | |||
O 2158c | ὥσπερ κόρακες πρὸς ἀετὸν φιλονεικοῦσιν, οἱ διδακτοὶ πρὸς τοὺς φύσει αὐτοδιδάκτους. αἰνίττεται δὲ εἰς Σιμωνίδην. 160cE | |||
O 2158d | DQ | εἰ δέ πως εἰς Βακχυλίδην καὶ Σιμωνίδην αἰνίττεται, καλῶς ἄρα ἐξείληπται τὸ γαρύετον δυικῶς. καὶ οὕτως ὄν‐ τως ἔχει ὁ λόγος. | ||
O 2160a | A | σκοπῷ τόξον: μεθέλκων ἑαυτὸν ἐπὶ τοὺς ἐγ‐ | ||
κωμιαζομένους φησίν· ἐπὶ τὸν σκοπὸν ἐπίτεινον τὸ τόξον. | 99 in vol. 1 | |||
O 2160b | BDEQ | ἔπεχε νῦν σκοπῷ: μεθέλκων ἑαυτόν φησιν· ἐπὶ τὸν σκοπὸν στῆσον τὸ τόξον. 161E | ||
O 2160c | BCDEQ | ἔπεχε νῦν σκοπῷ: ἐπέστρεψε τὸν λόγον πρὸς ἑαυτὸν καί φησιν ὅτι, ἐπάνελθε εἰς τὸν ἐξ ἀρχῆς σου σκο‐ πὸν καὶ τὴν σπουδὴν τὴν περὶ τοὺς Θήρωνος ἐπαίνους. δι’ ὅλου δὲ τὴν τοῦ τόξου ἐφύλαξε τροπήν. | ||
O 2160d | τὸ δὲ τίνα βάλλομεν, τίνα ἔχομεν θαυμάσαι ἐκ τῆς ἰδίας δια‐ νοίας. 160bE | |||
O 2161a | BCDEQ | τίνα βάλλομεν, δηλονότι σκοπόν; τὸν νικη‐ φόρον. μήποτε δὲ βέλτιον ἀκούειν σκοπὸν, τὴν Ἀκράγαντα. καὶ γὰρ ἐπιφέρει· ἐπί τοι Ἀκράγαντι τανύσαις. | ||
O 2161b | ἐκ δὲ τούτου σημαίνει τὸν εὔκαιρον καὶ εὔστοχον λόγον. | |||
O 2162a | A | ἐκ μαλθακᾶς: ἀντὶ τοῦ εἰπεῖν μαλθακὴν φρένα, ἐπεὶ παρέβαλε τῷ τόξῳ καὶ τοῖς βέλεσι τὰ ποιήματα, κατὰ μέρος, ἵνα μὴ ᾖ ἐκ τραχύτητος, ἐκ προσηνοῦς φησι φρενὸς τὸν ὕμνον ἀφεθήσεσθαι. 166 | ||
O 2162b | BCDEQ | ἐκ μαλθακᾶς αὖτε φρενός: τοῦτο εἶπε θερα‐ πεύων τὸ σκληρὸν τοῦ λόγου. τὸ γὰρ ἀπὸ τόξου βάλλειν, ὥς φησι, δύσφρονός ἐστι κατὰ τοῦ βαλλομένου. | ||
O 2162c | τῆς [οὖν] προσηνοῦς καὶ οὐ πολεμικῆς διανοίας. 166eC | |||
O 2163 | Bgl | (εὐκλέας:) τοὺς ἐγκωμιαστικοὺς ὕμνους. | ||
O 2164a | A | ἱέντες; ἐπί τοι: ἐπὶ σκοπὸν τὴν Ἀκράγαντα τείνας τὸ τόξον μεθ’ ὅρκου λέξω τὸ ἀληθὲς καὶ ἀποφανοῦμαι. 160 | ||
O 2164b | BDEQ | ἐπί τοι Ἀκράγαντι τανύσσαις: τοῦτο ὡς ἐν συννοίᾳ γενόμενος καὶ μαθὼν τίνα ὀφείλει ἐγκωμιάσαι φησίν, ὅτι ἐπὶ τῇ Ἀκράγαντι τῇ πόλει τοῦ Θήρωνος λέγει τὸ τόξον, | ||
ὅ ἐστι τὸν λόγον, τείνειν. | 100 in vol. 1 | |||
O 2166a | A | αὐδάσομαι μεθόρκιον: ἀποφανοῦμαι μεθ’ ὅρκου τὴν ἀλήθειαν, ὡς μήτε μεγαλοφρονέστερον μήτε εὐερ‐ γετικώτερον μήτε συνετώτερον ἀπὸ ἑκατὸν ἐτῶν ἐνηνοχέναι μᾶλλον Θήρωνος ἄλλον τινά. | ||
O 2166b | ἄλλως· ὄμνυμι ὅρκον ἀληθέστατον, μήτε εὐεργέτην ἀπὸ ἑκατὸν ἐτῶν γενέσθαι μήτε μεγαλόψυχον ....· ἀλλὰ φθόνος τις ταράξαι βουλόμενος ὕβριν ἐπήνεγκεν οὐ δικαίως αὐτῷ. λέγει δὲ τὴν ἔριν τὴν | |||
5 | πρὸς τὸν ἀδελφὸν γενομένην. | |||
O 2166c | καὶ φιλικὸν ἄνδρα καὶ μεταδόσει χρημάτων εὐεργετικώτατον λέγει τὸν Θήρωνα. | |||
O 2166d | BDEQ | αὐδάσομαι ἐνόρκιον: λόγον ὄμνυμι ἔνορκον | ||
BCDEQ | καὶ ἀληθέστατον· ἵνα δείξῃ τὸ πιστὸν ὧν λέγει· περὶ γὰρ ὧν τις πέποιθεν, ὅρκοις διισχυρίζεται. τί δέ, φησιν, ὄμνυμι; μή τινα πόλιν ἄλλην πρὸ ὅλων ἑκατὸν ἐτῶν τεκεῖν | |||
5 | τοιοῦτον ἄνδρα, μηδὲ ἄλλον εἰς εὐεργεσίαν τῶν φίλων πρό‐ χειρον ἢ πρὸς ἐπίδοσιν χρημάτων ἀφθονέστερον τοῦ Θή‐ ρωνος. 173iC 173lEQ | |||
O 2166e | CDEQ | αὐδάσομαι ἐνόρκιον: Ἀκράγας πεντηκοστῇ Ὀλυμπιάδι ἐκτίσθη, ὁ δὲ Θήρων ἑβδομηκοστῇ ἕκτῃ ἐνίκησε. γίνεται οὖν τὰ μεταξὺ ἀπὸ τῆς κτίσεως ἕως τῆς Θήρωνος νίκης ρδʹ ἔτη. ὁ δὲ Πίνδαρος τῷ ἀπηρτισμένῳ ἀριθμῷ | ||
5 | ἐχρήσατο. | |||
O 2166f | Ἕλληνες δὲ κτίζουσιν Ἀκράγαντα. | |||
O 2166g | ἐξ οὗ, φησιν, ἐκτίσθη ἡ πόλις τῶν Ἀκραγαντίνων, οὐκ ἄλλος ἐγένετο ὅμοιος Θήρωνι, εὐεργετικὸς καὶ συνετὸς καὶ μεγα‐ λόφρων οὕτως. 166dC | |||
O 2168 | A | ἑκατόν γε ἐτέων: λέγεται τὴν Ἀκράγαντα πεντη‐ κοστῇ Ὀλυμπιάδι ἐκτίσθαι, ἐκεῖθεν δὲ ἄχρι τῆς Θήρωνος νίκης ἔτη εἶναι ἑκατὸν ἐν Ὀλυμπιάσιν κεʹ· γίνονται δὲ πρὸς ταῖς νʹ Ὀλυμπιάσιν οεʹ. ἐνίκα οὖν οϛʹ· κέχρηται οὖν τῷ | ||
5 | ἀπηρτισμένῳ ἀριθμῷ εἰπὼν ρʹ. | 101 in vol. 1 | ||
O 2173a | A | ἀλλ’ αἶνον ἐπέβασε κόρος: ἀλλὰ τὸν ἔπαινον κόρος ἐπέβη καὶ ὕβρις ἄδικος· κορεσθέντες γάρ τινες τῶν ἀγαθῶν αὐτοῦ αὐτοὶ κατ’ αὐτοῦ ἐγένοντο. προσαγανακτῶν δὲ ταῦτά φησι διὰ τὸ εἰς ἔνια τὸν Θήρωνα ἐλαττωθῆναι, | ||
5 | τύχαις χρησάμενον οὐκ ἐπιτηδείαις. | |||
O 2173b | ἄλλως· ὅτι κατα‐ κορεῖς γίνονται οἱ ἄνθρωποι τοῖς πολλοῖς ἀνθρώποις τῷ φθόνῳ. ἔστι δὲ καὶ παροιμία (Par. Gr. I, p. 308. II, p. 218. 774)· τίκτει γὰρ κόρος ὕβριν. | |||
O 2173c | ὁ κόρος τῶν ἀνθρώ‐ πων τῶν μάργων τῶν θορυβῆσαι θελόντων ἐπέβη τῷ τοῦ Θήρωνος ἐπαίνῳ, κρύψιν θέλων θεῖναι τοῖς τῶν ἀγαθῶν ἔργοις. | |||
O 2173d | BCDEQ | ἀλλ’ αἶνον ἐπέβα κόρος: τὴν ᾠδὴν ταύτην ἔγραψεν ὁ Πίνδαρος τοῦ Θήρωνος πολεμοῦντος διὰ τὴν πρὸς Ἱέρωνα κηδείαν. | ||
O 2173e | κόρος δὲ, ὕβρις μετὰ ἀδικίας. | |||
O 2173f | τὸ χαριστικόν, φησι, τοῦ Θήρωνος ἐπέβησε πολλοὺς εἰς ὕβριν[, δηλονότι αὐτοὺς προηγάγετο]· ἐπεὶ οἱ προδιδόντες αὐτὸν Ἱέρωνι φίλοι ἦσαν. δύναται δὲ τοῦτο καὶ εἰς τοὺς | |||
BDEQ | περὶ Κάπυν τείνειν, οἳ ἐπεστράτευσαν αὐτῷ, μὴ ὑπομέ‐ | |||
5 | νοντες αὐτὸν ὁρᾶν οὕτω λαμπρὸν ὄντα. ἐπέβη οὖν τῷ Θήρωνος ἐπαίνῳ ὁ φθόνος ὑπαντήσας οὐ κατὰ δίκην οὐδὲ ὃν δεῖ τρόπον. | |||
O 2173g | BCDEQ | ἄλλως· Κάπυς καὶ Ἱπποκράτης Θή‐ ρωνος ἦσαν ἀνεψιοί. οὗτοι πολλὰ ὑπ’ αὐτοῦ εὐεργετηθέντες ὡς ἑώρων ηὐξημένην αὐτοῦ τὴν τυραννίδα, φθονοῦντες πόλεμον ἤραντο πρὸς αὐτόν· ὁ δὲ συμβαλὼν αὐτοῖς περὶ | ||
5 | τὴν Ἱμέραν ἐνίκησε. 176C | |||
O 2173h | BDEQ | ἐπέβα κόρος: τὸν ἔπαινον, τὴν δόξαν τοῦ Θήρωνος. κόρος δὲ ὕβρις. | 102 in vol. 1 | |
O 2173i | BCEQ | ἄλλως· τοῦτο ὥσπερ ἀγανακ‐ τῶν ἐφ’ οἷς ἀδίκως λελύπηταί φησιν ὁ Πίνδαρος. καί φησιν ὅτι, ἀλλὰ τὸν ἔπαινον τοῦ Θήρωνος ἤδη ἐπέβη κόρος, ἀντὶ τοῦ ἱκανῶς ἤδη φθονηθεὶς ἐπὶ τοῖς θαύματος ἀξίοις. | ||
5 | BCDEQ | αἰνίττεται δὲ τὴν γενομένην αὐτῷ πρὸς Ἱέρωνα ἔχθραν. 176B 175EQ | ||
O 2173k | (C)EQ | ἄλλως· διὰ τὴν μάχην τὴν πρὸς Ἱέρωνα ἕνεκα Πολυζήλου. ἐκβληθέντα γὰρ αὐτὸν ὑπὸ Ἱέρωνος ἀπὸ Συρακουσῶν ὑπεδέξατο ὁ Θήρων. fin. sch. EQ 173dC | ||
O 2173l | EQ | 〈αἶνον:〉 τοῦτο αὐτὸ τὸ τῆς εὐδοξίας ἀγαθόν. 166bEQ | ||
O 2174a | Bgl | (οὐ δίκᾳ συναντόμενος:) οὐ δικαίως συναν‐ τήσας καὶ ἐπ’ αὐτῷ γεγονώς. | ||
O 2175 | BCDEQ | ἀλλὰ μάργων· ὑπὸ γὰρ μανιωδῶν τινων καὶ ἀνοήτων ἐφθονήθη, αὐτὸ τοῦτο θορύβῳ τινὶ καὶ ματαίᾳ φλυαρίᾳ κρύψαι καὶ σβέσαι βουληθέντων, τὸ ἐκ τῶν καλ‐ λίστων αὐτοῦ ἔργων ἀγαθόν. 178 B | ||
O 2176a | A | λαλαγῆσαι: φλυαρῆσαι. λέγειν τι φθόνου ἐχό‐ μενον. | ||
O 2176b | ἢ θορυβῆσαι, ἀπὸ τοῦ λαλεῖν. | |||
O 2176c | BCDEQ | τὸ λαλαγῆσαι θέλων: λαλαγῆσαι λέγει τὸ θορυβῆσαι τῷ λόγῳ. | ||
O 2176d | Bgl | (λαλαγῆσαι:) ταράξαι. θορυβῆσαι. | ||
O 2176e | Bgl | (θέλων:) ὁ κόρος. | ||
O 2177a | A | 〈κρύφιον:〉 ἡ λέξις ἐνίοις λέγεται χωρὶς τοῦ ι ἀρσενικῶς. | ||
O 2177b | ὃ δὲ βούλεται λέγειν ἔστι τοιοῦτον· τοῖς τῶν καλῶν ἀνδρῶν ἀγαθοῖς ἔργοις ἀφανισμὸν θέλων παρα‐ σκευάσαι. | |||
O 2174b | 〈οὐ:〉 δίχα. | |||
O 2177c | (D)EQ | 〈κρύφον:〉 κρύψιν καὶ ἀφανισμόν. | ||
O 2177d | BCDEQ | κρύφιον: Ἀρίσταρχος χωρὶς τοῦ ι γράφει κρύφον, καὶ ἀποδίδωσι κρύψιν· ὁ κόρος κρύψιν θέλων [καὶ ἀφανισμὸν] θεῖναι τοῖς τῶν ἐσθλῶν καλοῖς. καὶ ἡ ἀντί‐ στροφος δὲ οὕτως ἀπαιτεῖ. 175 B | 103 in vol. 1 | |
O 2178a | A | ἐπεὶ ψάμμος: ἐπεὶ δὲ μετρεῖν ψάμμον ἀδύνα‐ τον, καὶ τὰς εὐεργεσίας τοῦ Θήρωνος μετρεῖσθαι ἀδύνατον. | ||
O 2178b | BCDEQ | ἐπεὶ ψάμμος· παραβολικῶς· λέγει γὰρ, ὥσπερ ἡ ψάμμος οὐκ ἂν ἀριθμῷ περιληφθείη, οὕτως ἀμέτρητος Θήρων ταῖς εὐποιίαις. 173kEQ | ||
D | ὕμνου τῷ Θήρ〈ωνι τέλοσ〉. | |||
5 | EPQ | τέλος Θήρωνος Ἀκραγαντίνου. | ||
O 3metr(t) | Scholia in Olympionicarum carmen III | |||
1 | AC | Τῷ αὐτῷ ἅρματι θεοξένια. | ||
BDEQ | Τῷ αὐτῷ εἰς θεοξένια. 1cB | |||
BDEQ | Τοῦ τρίτου εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων | |||
DEQ | ἐννέα, καὶ ἡ ἐπῳδὸς κώλων ἐννέα. τὸ αʹ ἐγκωμιολογικὸν | |||
5 | EQ | δίμετρον καταληκτικόν. τὸ βʹ προσοδιακὸν δίμετρον ἀκατά‐ ληκτον ἐκ τοῦ ἀπὸ μείζονος καὶ χοριάμβου. τὸ γʹ προσο‐ διακὸν τρίμετρον ἀκατάληκτον 〈ἐκ τοῦ〉 ἀπὸ μείζονος 〈καὶ〉 χοριάμβου καὶ ἑξῆς ὁμοίως ἀπὸ μείζονος ἰωνικοῦ. τὸ δʹ προσοδιακὸν 〈δίμετρον〉 ὑπερκατάληκτον 〈ἐκ τοῦ〉 ἀπὸ μεί‐ | ||
10 | ζονος ἰωνικοῦ 〈καὶ〉 χοριάμβου καὶ συλλαβῆς. τὸ εʹ προσ‐ οδιακὸν τρίμετρον καταληκτικὸν ἀπὸ τροχαϊκῆς 〈καὶ〉 χορι‐ άμβου καὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος. τὸ ϛʹ ἰαμβικὸν πεν‐ θημιμερές. τὸ ζʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ηʹ ὅμοιον τῷ αʹ τῆς στροφῆς. τὸ θʹ Στησιχόρειον. | 104 in vol. 1 | ||
15 | καὶ ἡ ἐπῳδὸς κώλων θʹ. τὸ αʹ τροχαικὸν δίμετρον | |||
(D)EQ | ἀκατάληκτον. τὸ βʹ δακτυλικὸν πενθημιμερές. τὸ γʹ προσ‐ οδιακὸν τρίμετρον καταληκτικὸν ἀπὸ τροχαϊκῆς 〈καὶ〉 χορι‐ άμβου καὶ ἰωνικοῦ ἀπ’ ἐλάσσονος. τὸ δʹ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον. τὸ εʹ προσοδιακὸν δίμετρον | |||
20 | EQ | ἀπὸ χοριάμβου καὶ ἰωνικοῦ ἀπ’ ἐλάσσονος. τὸ ϛʹ ὅμοιον τῷ αʹ τῆς στροφῆς. τὸ ζʹ ἐγκωμιολογικόν. τὸ ηʹ δακτυ‐ λικὸν πενθημιμερές. τὸ θʹ Στησιχόρειον ὁμοίως τῷ θʹ τῆς στροφῆς. | ||
A | Θεοξένια. θεοξενίων ἑορταὶ παρ’ Ἕλλησιν οὕτως ἐπι‐ | |||
25 | τελοῦνται κατά τινας ὡρισμένας ἡμέρας, ὡς αὐτῶν τῶν θεῶν ἐπιδημούντων ταῖς πόλεσιν. ἄγοντος δὲ Θήρωνος τὴν ἑορτὴν τῶν Διοσκούρων καὶ Ἑλένης ἠγγέλθη ἡ νίκη· διὸ ἀπ’ αὐτῶν ἄρχεται. | |||
O 31a | A | Τυνδαρίδαις: ζητεῖται τί δήποτε ὁ Πίνδαρος Ὀλυμπικὸν ὕμνον γράφων εὔχεται τοῖς Διοσκούροις προση‐ νεῖς τῇ ᾠδῇ γενέσθαι· ἐχρῆν γὰρ, εἴπερ ἄρα, Ἡρακλέα τὸν διαθέντα τὸν ἀγῶνα κατακαλεῖσθαι. Ἀρίσταρχος μὲν οὖν | ||
5 | τὴν ἀπορίαν διαλύων τοὺς θεοὺς τούτους σφόδρα ἐν Ἀκρά‐ γαντί φησι τιμᾶσθαι. οἱ δέ φασι θεοξενίων ὄντων καὶ κεκλημένων τῶν Διοσκούρων εἰς τὰ θεοξένια τὸν Θήρωνα νικῆσαι, ᾧ συγχρησάμενον τὸν Πίνδαρον εὔχεσθαι τοῖς Διοσκούροις. οἱ δὲ ὅτι Ἡρακλῆς ἀποθεούμενος τούτοις | |||
10 | ἐπέτρεψε τὸν ἀγῶνα, ὡς καὶ αὐτὸς ὁ Πίνδαρός φησι (vs. 36). τῇ Ἀρισταρχείῳ ἀποδόσει ὁ Δίδυμος μᾶλλον προσ‐ τίθεται. | 105 in vol. 1 | ||
O 31b | BCDEQ | Τυνδαρίδαις τε φιλοξείνοις ἀδεῖν: ὁ νοῦς· τὴν ἔνδοξον Ἀκράγαντα τιμῶν καὶ ἐν αὐτῇ τὸν ὕμνον τε‐ λειῶν καὶ ὀρθῶν τὸν ἐπὶ τῇ τῶν Ὀλυμπίων νίκῃ, ὅστις ὕμνος ἄωτόν ἐστι καὶ κόσμος τῶν ἀκαμαντοπόδων ἵππων | ||
5 | τοῦ Θήρωνος, εὔχομαι ἀρέσαι τοῖς τε Διοσκούροις καὶ τῇ Ἑλένῃ. διὰ τί δὲ τούτοις εὔχεται ἀρέσαι; διὰ τὸ εἰς θεο‐ ξένια γράφειν. ἀντέστραπται δὲ ἡ τάξις, καὶ δοκεῖ τῇ συγ‐ χύσει ἀσάφειαν εἰργάσθαι· ἐπεὶ ἡ ἀκόλουθος ἑρμηνεία οὕ‐ τως ἐστί· κλεινὰν Ἀκράγαντα γεραίρων, Ὀλυμπιονίκαν ὕμνον | |||
10 | ὀρθώσας Θήρωνος ἀκαμαντοπόδων ἵππων ἄωτον, εὔχομαι ἀδεῖν Τυνδαρίδαις τε φιλοξένοις καλλιπλοκάμῳ θ’ Ἑλένᾳ. 7B | |||
O 31c | BCDEQ | Τυνδαρίδαις τε φιλοξείνοις ἀδεῖν: οἱ Διόσ‐ κουροι κατὰ ἐντολὴν Ἡρακλέος διατεθειμένοι τὸν Ὀλυμπι‐ ακὸν ἀγῶνα ὡς ἐνομοθέτησεν Ἡρακλῆς· τούτοις γὰρ εἰς θεοὺς ἀναχωρῶν Ἡρακλῆς τὴν τῶν Ὀλυμπιακῶν ἀγώνων | ||
5 | φροντίδα καὶ ἐπιμέλειαν ἐνεχείρισεν· οὗτοι ἀφ’ ἑαυτῶν ἐπενόησαν πανήγυριν θεοξένια παρὰ τὸ δοκεῖν τότε ξενίζειν τοὺς θεούς. θύοντος οὖν τοῦ Θήρωνος εἰς θεοξένια, ἐν τοσούτῳ ἠγγέλθη αὐτῷ καὶ ἑτέρων αὐτοῦ ἵππων νίκη, καὶ εἰς τοῦτο γράφει ὁ ποιητής. | |||
O 31d | ζητεῖται δὲ διὰ τί μὴ Διὶ ηὔξατο, ᾧ οὗτος ὁ ἀγὼν ἀνάκειται, ἢ Ἡρακλεῖ τῷ κατα‐ | |||
βολεῖ, ἀλλὰ Διοσκούροις. καὶ φαμὲν πρῶτον ὅτι πρὸς τὸ παρόν εἰσιν αὐτοὶ οἱ διοικοῦντες τὸν ἀγῶνα· ἔπειτα ὅ τε | 106 in vol. 1 | |||
5 | Ζεὺς καὶ Ἡρακλῆς. ὁ δὲ Ἀρίσταρχός φησι παρὰ τοῖς Ἀκραγαντίνοις διὰ τιμῆς εἶναι τοὺς Διοσκούρους, καὶ πα‐ τρίῳ ἔθει καὶ νῦν αὐτοὺς χρῆσθαι. ὁ δὲ Δίδυμος ἱστορι‐ κώτερον λέγει καί φησι διὰ τὸ τὸν Θήρωνα ἄνωθεν Ἀργεῖον εἶναι· τιμῶνται δὲ κατὰ τὸ Ἄργος καὶ τὴν Πελοπόννησον | |||
10 | οἱ Διόσκουροι. metr. B | |||
O 35a | A | ὕμνον ὀρθώσαις: τὸν ὕμνον τῶν ἵππων ἄωτον προσηγόρευσεν ὡς ἄνθος καὶ στεφάνωμα αὐτῶν. | ||
O 35b | τὸ δὲ ὀρθώσας εἶπε μετενεγκὼν ἀπὸ τιθεμένων ἀνδριάντων ἢ ἀγαλμάτων. | |||
O 35c | AC | ἣ ὀρθώσας καὶ ὑψώσας καὶ αὐξήσας τὸν ὕμνον. | ||
O 35d | C | ἄωτον δὲ ἀντὶ τοῦ κόσμον αὐτοῦ καὶ στέφανον. | ||
O 35e | Bgl | ὑψώσας καὶ αὐξήσας ἐπινίκιον ὕμνον. | ||
O 36 | Bgl | (ἄωτον:) ἀντὶ τοῦ κόσμησιν. | ||
O 37a | BCDEQ | Μοῖσα δ’ οὕτω ποι παρέστα: οὕτω μοι παρ‐ έστη ἡ Μοῦσα, ἐὰν τοῖς Διοσκούροις ἀρέσω. | ||
O 37b | ἢ, οὕτω μοι ἐρχέσθω ἡ Μοῦσα, ὥστε με Δωρίδι διαλέκτῳ νεοποίκιλον ἐξαγγεῖλαι ὕμνον. 8C | |||
O 37c | BglCQ | ἄλλως· οὕτω γάρ που ἡ Μοῦσα ἐπῆλθέ μοι τὸ εἰς θεοξένια γράψαι. 9C | ||
O 38a | A | νεοσίγαλον: νεοποίκιλον. σιγαλῶσαι γὰρ τὸ ἐπι‐ θεῖναι ἐπὶ πᾶσι τὸν κόσμον. | ||
O 38b | ἀμφιβάλλεται δὲ ὁ λόγος. ἤτοι γὰρ τοιοῦτόν ἐστιν· οὕτω μοι παρέστη ἡ Μοῦσα, ἵνα τοῖς Διοσκούροις ἀρέσω· ἢ, οὕτως μοι παρέστη ἡ Μοῦσα καὶ ἔρχεται ὥστε Δωρίδι διαλέκτῳ νεοποίκιλτον ἐπαγγεῖλαι | |||
5 | ὕμνον. | |||
O 38c | πέδιλον δὲ κυρίως μὲν τὸ ὑπόδημα, νῦν δὲ τὸ μέλος. 〈τὸ δὲ Δωρίῳ〉 ἐπὶ τοῦ πεδίλου τέταχεν, ἵνα †αἰνέσω τὸ Δώριον μέλος. | 107 in vol. 1 | ||
O 38d | τουτέστιν ὅπως διοδεύσω διὰ τοῦ Δωρίου μέλους. | |||
O 38e | BCDEQ | νεοσίγαλον τρόπον: νεοποίκιλτον ἐπινοήσαντι ὑπόθεσιν, τὸ γράψαι εἰς θεοξένια. 7cC | ||
O 39a | BCDEQ | Δωρίῳ φωνάν: τρεῖς ἁρμονίαι, Δωρία, Φρυγία, Λυδία. πεδίλῳ δὲ τῷ ῥυθμῷ. | ||
O 39b | ἀπὸ [δὲ] τοῦ περιέ‐ χοντος τὸ περιεχόμενον. τὴν βάσιν οὖν εἶπε. | |||
O 39c | BCEQ | πρὸς τῷ | ||
CE | Δωρίῳ μέλει ἐναρμόσαι τὴν ἀγλαόκωμον φωνήν. γέγραπται γὰρ ἡ ᾠδὴ Δωριστί. 11E 14Q | |||
O 39d | Bgl | (πεδίλῳ:) τῷ ῥυθμῷ. | ||
O 310a | A | ἐπεὶ χαίταισι μέν: ἐπειδὴ ἐν ταῖς χαίταις τῶν ἵππων ἐπιζευχθέντες οἱ στέφανοι ἀπαιτοῦσί με τὸν ὕμνον αὐτοῖς προσφωνῆσαι, ὅ ἐστιν ἀγλαόκωμον χρέος. ἐκώμαζον γὰρ ὑμνοῦντες τὴν νίκην. | ||
O 310b | τινὲς δὲ χαίταις οὐ τῶν ἵππων, ἀλλὰ τῶν μελλόντων στέλλειν τὸν κῶμον. | |||
O 310c | BCDEQ | ἀγλαόκωμον ἐπεὶ χαίταισι: χαίταις οὐ ταῖς τῶν ἵππων διὰ τὸ νικᾶν, ἀλλὰ ταῖς τῶν μελλόντων στέλλειν τὸν κῶμον ὃν ἔμελλον ᾄδειν. ἐκώμαζον γὰρ ὑμνοῦντες τὴν νίκην. καὶ οὐκ ἀπιθάνως στοχάζονται, ὅτι ἴσως εἰς Διοσκού‐ | ||
5 | ριον ὁ κῶμος ἤγετο καὶ ἡ πομπὴ διὰ τὴν πρὸς τοὺς Διοσκού‐ ρους τοῦ Θήρωνος οἰκειότητα. 17E | |||
O 311 | BCDEQ | ζευχθέντες ἔπι στέφανοι: ζευχθέντες γὰρ οἱ στέφανοι ταῖς τῶν ἵππων θριξὶν ἀπαιτοῦσί με τὸν θεοκατα‐ σκεύαστον ὕμνον τὸν ἐκ Μουσῶν, ὥστε πρὸς τὴν ποικιλό‐ φωνον κιθάραν καὶ τὴν ἡδεῖαν τῶν αὐλῶν ἠχὴν τοὺς ἐμοὺς | ||
5 | εὐπρεπῶς ἁρμόσαι λόγους εἰς χάριν τοῦ Αἰνησιδάμου παι‐ | |||
δὸς Θήρωνος. σύμψαλμα δὲ τὸ γινόμενον. 16DQ | 108 in vol. 1 | |||
O 312a | Bgl | (πράσσοντι:) ἀπαιτοῦσι. | ||
O 312b | A | θεόδματον χρέος: ἢ τὸ ἀπὸ θεῶν μεριζόμενον, ἢ τὸ εἰς θεοὺς μεριζόμενον. | ||
O 312c | Bgl(C)DQ | θεόδματον· τὸ εἰς θεοὺς πεποιημένον. λέγει δὲ τὴν ᾠδήν. 17DQ | ||
O 314a | EQ | τὴν ποίησιν ἐπέων θέσιν εἶπεν. 10 | ||
O 314b | Bgl | ἀπὸ κοινοῦ τὸ πράσσουσιν. | ||
O 316 | ABglDQ | συμμίξαι πρεπόντως: συμβαλεῖν τῇ λύρᾳ καὶ τῷ αὐλῷ τὸν Αἰνησιδάμου παῖδα Θήρωνα. 12DQ | ||
O 317a | BCDEQ | ἅ τε Πίσα με γεγωνεῖν: ἥ τε Πίσα με ἀπαι‐ τεῖ μὴ ἠρεμεῖν, ἀλλὰ ὑμνεῖν καὶ βοᾶν. | ||
O 317b | BDEQ | ἢ τὸ ἑξῆς· πράσσοντί με γεγωνεῖν. | ||
O 317c | ACDEQ | γεγωνεῖν: προσυπακουστέον τὸ πράσσει με ἐκ τοῦ προκειμένου. | ||
O 317d | ἀπαιτεῖ τὸ θεόδματον χρέος. | |||
O 317e | A | τὸ δὲ γεγωνεῖν οἱ μὲν ἀπὸ τῆς γεγωνώς μετοχῆς βαρύτονον Αἰολικῶς κλίναντες γεγώνειν ὡς ἀκούειν, γινώσκειν ἐκφέ‐ ρουσι· γέγωνέ τε πᾶν κατὰ ἄστυ (Ω 703). εἰσὶ δὲ οἳ ἀπὸ τοῦ γεγωνέω σχηματίζουσιν, ὥστε δεῖ περισπᾶν. | ||
O 317f | τὸ ἀπαρέμφατον 〈ἐνεστὼσ〉 ἀντὶ συντελικοῦ φησι παρειλῆφθαι τὸ †γεγωνήσειν. | |||
O 317g | τᾶς ἄπο: τῆς Ὀλυμπίας. | |||
O 317h | BCDEQ | ἀφ’ ἧς δὴ Πίσης αἱ ἀπὸ θεῶν ἀπομεριζόμεναι [ἀοιδαὶ καὶ] ᾠδαὶ ἐπὶ τοὺς ἀνθρώπους παραγίνονται. | ||
O 317i | ἐπὶ τοὺς νικῶντας [ἀνθρώπους]. | 109 in vol. 1 | ||
O 318 | A | θεόμοροι νίσονται: ἀπὸ θεῶν μεριζόμεναι καὶ παρεχόμεναι τοῖς νενικηκόσιν. εἰ μὴ γὰρ θεῶν προνοίᾳ νικήσῃ τις, οὐδὲ ᾄδεται. | ||
O 319a | A | ᾧτινι κραίνων: τὸ ἑξῆς τοῦ ὑπερβατοῦ οὕτως· ᾧτινι ἀμφὶ κόμαις βάλῃ γλαυκόχροα κόσμον ἐλαίας ὑψόθεν βλεφάρων ἀτρεκὴς Ἑλλανοδίκας Αἰτωλὸς ἀνὴρ Ἡρακλέους κραίνων ἐφετμὰς προτέρας. | ||
O 319b | ἄλλως· τὸ ἑξῆς· βλεφά‐ ρων ὑψόθεν· οὕτως γὰρ ἐστέφοντο, ἐπὶ τοῦ μετώπου. Ἀνακρέων (fr. 54)· ἐπὶ δὲ ὀφρύσι σελίνων στεφάνους θέ‐ μενοι. | |||
O 319c | BCDEQ | ᾧτινι κραίνων ἐφετμάς: ἀπὸ τοῦ πληθυντικοῦ μετέπεσεν εἰς τὸ ἑνικόν. | ||
O 319d | τούτῳ, φησὶν, ἀκολουθοῦσιν αἱ ᾠδαὶ, ᾧτινι τελειῶν τὰς ἐντολὰς καὶ τοὺς νόμους τοῦ Ἡρακλέος ὁ δίκαιος καὶ ἀληθὴς Ἑλλανοδίκης, ὁ Ἠλεῖος ἀνὴρ, ἐπὶ τῆς κεφαλῆς ἐπάνω τῶν ὀφθαλμῶν τὸν στέφανον | |||
5 | περιβάλλει τὸν ἀπὸ τῆς ἐλαίας τοῦ κοτίνου. | |||
O 320 | ABglEgl | προτέρας: ὅτι μετὰ τὸν Ἡρακλέα πάλιν Ἴφιτος | ||
A | ἔθηκε τὸν ἀγῶνα τῶν Ὀλυμπίων, διὰ τοῦτο εἶπε προτέρας. | |||
O 321a | BglCDQ | Ἑλλανοδίκαι καλοῦνται οἱ προτεταγμένοι τοῦ ἀγῶ‐ νος, ἐπεὶ μόνοις Ἕλλησιν ἀγωνίζονται. | ||
O 321b-22a | A | ἀτρεκής: ἀτρεκὴς 〈Ἑλλανοδίκας ..... Αἰτωλὸς ἀνήρ· τοὺσ〉 Ἑλλανοδίκας, μᾶλλον δὲ καὶ πάν‐ τας τοὺς Ἠλείους Αἰτωλοὺς εἶπεν· οὕτως γὰρ ὠνομάσ‐ θησαν ἄνωθεν ἀπὸ Αἰτωλοῦ τοῦ Ἐνδυμίωνος, 〈ἢ〉 διὰ | ||
5 | τὴν Ὀξύλου εἰς Ἦλιν ἄφιξιν, ὥσπερ Ἀσκληπιάδης ἀξιοῖ. | |||
περὶ δὲ τοῦ τῶν Ἑλλανοδικῶν ἀριθμοῦ Ἑλλάνικός (FHG I, 57) φησι καὶ Ἀριστόδημος (FHG III, 308), ὅτι τὸ μὲν πρῶτον 〈βʹ〉 ... ιβʹ, τὸ δὲ τελευταῖον ιʹ· τοσαῦται γὰρ αἱ τῶν Ἠλείων φυλαὶ, καὶ ἐφ’ ἑκάστης εἷς ἦν Ἑλλανοδίκης. | 110 in vol. 1 | |||
O 322b | BCDEQ | Αἰτωλὸς ἀνὴρ ὑψόθεν: Αἰτωλὸς ἀντὶ τοῦ Ἠλεῖος. Ὄξυλος γάρ τις, εἷς τῶν Αἰτωλῶν, ἡνίκα ἐπὶ τὴν Πελοπόννησον οἱ Ἡρακλεῖδαι ἠπείγοντο, καθηγήσατο αὐτοῖς τῆς ὁδοῦ, ἀντιδόσεως δὲ τρόπῳ τινὶ τὴν Ἠλείων ἡγε‐ | ||
5 | μονίαν παρ’ αὐτῶν λαμβάνει· παρ’ οὗ λοιπὸν οἱ Ἠλεῖοι Αἰτωλοὶ ὠνομάσθησαν. διὰ τοῦτο οὖν Αἰτωλὸς ἀνὴρ ὁ Ἠλεῖος. | |||
O 322c | BCEQ | ἄλλως· Αἰτωλὸς ἀνὴρ ὁ Ἠλεῖος, ἤτοι ἀπὸ Αἰτωλοῦ τοῦ Ἐνδυμίωνος, ὃς ἦν Ἠλεῖος, ἀποκτείνας δὲ Ἄπιν ἐν τοῖς ἐπ’ Ἀζᾶνι ἄθλοις ἔφυγεν εἰς τὴν πρότερον Κουρῆτιν, Αἰτωλίαν δὲ ὕστερον ἀπ’ αὐτοῦ κληθεῖσαν. ἢ | ||
5 | ἀπὸ Ὀξύλου, ὃς ἦν Αἰτωλὸς τοῦ Ἀνδραίμονος, διεῖλε δὲ τοῖς Ἡρακλείδαις τὴν Πελοπόννησον, καὶ διὰ τοῦτο ἐδωρή‐ σαντο αὐτῷ ἐξαίρετον τὴν Ἦλιν. | |||
O 322d | CDEQ | ἄλλως· Αἰτωλοὶ πρῶ‐ τοι ἐγένοντο Ἑλλανοδίκαι ἐν Ὀλυμπίᾳ. καὶ ὅτι ὁ κτίστης τῆς Ἤλιδος Ὄξυλος Αἰτωλὸς ἦν. | ||
O 322e | Bgl | (Αἰτωλός:) Ἠλεῖος. | ||
O 324a | Bgl | (κόσμον ἐλαίας:) περιφραστικῶς τὴν ἐλαίαν. | ||
O 324b | (τάν:) τὴν ἐλαίαν. | |||
O 324c | BCDEQ | τάν ποτε Ἴστρου: ἥντινα ἐλαίαν ποτὲ ἀπὸ Ἴστρου ποταμοῦ τῶν συσκίων πηγῶν ἐκόμισεν ὁ τοῦ Ἀμφι‐ τρύωνος παῖς Ἡρακλῆς μνημεῖον ἐσόμενον τῶν ἐν τῇ Ὀλυμπίᾳ ἄθλων. 28bCDEQ | 111 in vol. 1 | |
O 325a | BCDEQ | Ἴστρου ἀπὸ σκιαρᾶν παγᾶν: τὰς πηγὰς τοῦ Ἴστρου ἐν Ὑπερβορέοις ὑποτίθεται. | ||
O 325b | Ἴστρος δὲ ποταμὸς διὰ πολλῶν ἐθνῶν τῆς Εὐρώπης χωρῶν· ἔχει δὲ τὰς πη‐ γὰς ἐν τῇ τῶν Ὑπερβορέων χώρᾳ· ὃς νῦν Δάνουβις λέγεται. | |||
O 325c | σκιερὰς δέ φησι πηγὰς ἤτοι τὰς βαθείας ἢ τὰς σκια‐ ζομένας τῇ περὶ αὐτὰς τῶν ἐλαιῶν φυτείᾳ. 28cE | |||
O 327 | BCDEQ | μνᾶμα τῶν Ὀλυμπίᾳ: σύμβολον στέμμα τῶν ἱερῶν ἀγώνων, οἷον Ὀλυμπίων κότινος, Πυθίων δάφνη, Νεμέων σέλινον χλωρὸν, Ἰσθμίων σέλινον ξηρόν. 28cCDQ 25E | ||
O 328a | A | δᾶμον Ὑπερβορέων: ἀπὸ ἄλλης ἀρχῆς ..... ὑπόνοιαν ἔχῃ ὡς τοῖς ἄνω συνηρτημένον. πανταχοῦ δὲ οἱ Ὑπερβόρεοι ἱεροὶ Ἀπόλλωνος. ἐκλήθησαν δὲ Ὑπερβόρεοι ἀπὸ Ὑπερβορέου τινὸς Ἀθηναίου, ὥς 〈φησι〉 Φιλόδημος. Φιλο‐ | ||
5 | στέφανος δὲ (FHG III, 33) τὸν Ὑπερβόρεον Θεσσαλόν φησιν εἶναι. ἄλλοι ἀπὸ Ὑπερβορέου Πελασγοῦ τοῦ Φορωνέως καὶ Περιμήδας τῆς Αἰόλου. ὁ δὲ Φανόδημος τοὺς Ὑπερβορέους ἀπὸ τοῦ Τιτανικοῦ γένους φησὶν εἶναι. ὁ δὲ Ἑκαταῖος (FHG II, 387) ἄλλως ἱστορεῖ. 33 | |||
O 328b | BCDEQ | δᾶμον Ὑπερβορέων: πείσας τὸν δῆμον τὸν τῶν Ὑπερβορέων δοῦναι τὸν κότινον· ὅστις δῆμος θεράπων ἦν τοῦ Ἀπόλλωνος καὶ θρησκευτὴς αὐτοῦ. 25CDQ 27E | ||
O 328c | CDEHQ | δᾶμον Ὑπερβορέων πείσας: τοὺς Ὑπερβορέους | ||
τοῦ Τιτανικοῦ γένους Φερένικός φησιν εἶναι γράφων οὕτως· ἀμφί θ’ Ὑπερβορέων, οἵτ’ ἔσχατα ναιετάουσι νηῷ ὑπ’ Ἀπόλλωνος, ἀπείρητοι πολέμοιο. | 112 in vol. 1 | |||
5 | τοὺς μὲν ἄρα προτέρων ἐξ αἵματος ὑμνήσουσι Τιτήνων βλαστόντας ὑπὲρ δρόμον αἰθρήεντα νάσσασθαι Βορέαο γύην Ἀριμασπὸν ἄνακτα. | |||
O 330a | BCDEQ | πιστὰ φρονέων: φιλικῶς διανοούμενος καὶ πεί‐ θων λόγῳ. | ||
O 330b | ἢ πιστὰ, πειστικά· οἷον πειθοῖ καὶ οὐ βίᾳ· διὸ καὶ ἔπεισεν αὐτούς. | |||
O 330c | BCDEQ | πανδόκῳ: τῷ πάντας ὑποδεχομένῳ, διὰ τὸ εἰς τοὺς ἀγῶνας πολλοὺς ἐπιέναι. | ||
O 331a | A | ἄλσει: οὐ θαυμαστὸν εἰ τὸ μήπω πεφυτευμένον ἄλσος εἶπεν. Ἀριστόνικος προληπτικῶς φησιν εἰρῆσθαι· οἱ δὲ ὅτι πάντα τὰ ἱερὰ, κἂν μήπω πεφυτευμένα ᾖ, ἄλση ἐκάλουν οἱ ἀρχαῖοι. καὶ Ὅμηρος (Β 506)· Ὀγχηστόν θ’ ἱε‐ | ||
5 | ρὸν, Ποσειδήιον ἄλσος. ἥκιστα γὰρ δενδρώδης Ὀγχηστὸς, ἐφ’ ὑψηλοῦ κείμενος. | |||
O 331b | CDEHQ | ἄλσει: οὐκ ἄν τις ἐνταῦθα ἐναντιωθείη τῷ Πιν‐ δάρῳ τὸ ἔτι ἀφύτευτον χωρίον ἄλσος ὀνομάζοντι. ἔλεγον | ||
CEHQ | γὰρ πᾶν χωρίον ἀφιερωμένον θεῷ, κἂν ψιλὸν φυτῶν ᾖ, ἄλσος· ὡς καὶ Ὅμηρος (l. l.)· | |||
5 | Ὀγχηστόν θ’ ἱερὸν, Ποσιδήιον ἀγλαὸν ἄλσος. οὐ γὰρ Ὀγχηστὸς δένδρεσι κομᾷ, ἀλλ’ ἱερός ἐστιν. | |||
O 332a | ACDEHQ | ξυνὸν στέφανον: κοινὸν πᾶσιν ἀνθρώποις φύτευμα καὶ στέφανον τῶν ἀρετῶν. 35A | 113 in vol. 1 | |
O 332b | CDEHQ | ἄλλως· κοι‐ νὸν γενέσθαι φύτευμα τοῦ τε ἄλσους τοῦ Διὸς καὶ τῶν στεφάνων τῶν ἀρετὴν ἐχόντων ἀνδρῶν. 35dC | ||
O 333a | A | ἤδη γὰρ αὐτῷ: περὶ τοῦ χρόνου καθ’ ὃν ἄγε‐ ται τὰ Ὀλύμπια καθ’ ἑκάστην Ὀλυμπιάδα, καὶ Κώμαρχος ὁ τὰ περὶ Ἠλείων συντάξας φησὶν οὕτως· πρῶτον μὲν οὖν παντὸς περίοδον συνέθηκεν ἐν τῇ ἡμέρᾳ .... ἄρχειν νου‐ | ||
5 | μηνίαν μηνὸς ὃς Θωσυθιὰς ἐν Ἤλιδι ὀνομάζεται, περὶ ὃν τροπαὶ ἡλίου γίνονται χειμεριναί· καὶ π͂α Ὀλύμπια ἄγεται ηʹ μηνί· ἑνὸς δὲ ὄντος διαφέροντων τῇ ὥρᾳ, τὰ μὲν ἀρχομένης τῆς ὀπώρας, τὰ δὲ ὑπ’ αὐτὸν τὸν ἀρκτοῦ‐ ρον. ὅτι δὲ καὶ ἄγεται ὁ ἀγὼν, καὶ αὐτὸς ὁ Πίνδαρος | |||
10 | μαρτυρεῖ. 31 | |||
O 333b | BCDEQ | ἤδη γὰρ αὐτῷ καὶ περὶ τοὺς βωμοὺς τοὺς τοῦ Διὸς θυσία καὶ τὰ ἐναγίσματα ἐπεπλήρωτο καὶ ἡ σελήνη πλήρης οὖσα καὶ ὁλοκλήρῳ τῷ φωτὶ πρὸς τὴν ἑσπέραν καὶ τὴν νύκτα ἀντιλάμπουσα καὶ ἀντιφλέγουσα τὸν καιρὸν παρεῖχε | 114 in vol. 1 | |
5 | τῆς κρίσεως τοῦ ἀγῶνος· ἐν γὰρ τῇ ἑκκαιδεκάτῃ τῆς σελήνης ὁ Ὀλυμπιακὸς ἀγὼν τελεῖται. | |||
O 333c | δεῖ δὲ τὸ πρότερον δεύ‐ τερον νοεῖν καὶ τὸ δεύτερον πρῶτον· οὐ γὰρ δὴ θυσίαι ἐγί‐ νοντο πρότερον, εἶτα οὕτως ἡ διχόμηνις ἔλαμπεν, ἀλλὰ πρό‐ τερον ἡ ἡμέρα τῆς πανσελήνου παρεγίνετο, εἶτα οὕτως αἱ | |||
5 | θυσίαι καὶ τὰ λοιπὰ τοῦ ἀγῶνος ἐτελοῦντο. | |||
O 333d | ὁ δὲ λόγος· ἤδη γὰρ τῶν βωμῶν τοῦ πατρὸς αὐτοῦ Διὸς πληρωθέντων θυσιῶν, ἀντὶ τοῦ σεβασθέντων ταῖς θυσίαις καὶ ἐναγίσματα λαβόντων. 35eCE | |||
O 333e | Bgl | (αὐτῷ:) τῷ Ἡρακλεῖ. | ||
O 335a | A | διχόμηνις: διχόμηνις 〈ὅτι〉 περὶ τὴν ιϛʹ παν‐ σελήνου οὔσης ἄγεται τὰ Ὀλύμπια, τουτέστι διχομηνίᾳ Παρ‐ θενίου ἢ Ἀπολλωνίου μηνὸς, παρ’ Αἰγυπτίοις Θὼθ ἢ Με‐ σωρί. | ||
O 335b | ἢ ὅτι ἀσκίαστος ἦν ὁ χῶρος, διὰ τοῦτο ὅλην λάμπει τὴν σελήνην. | |||
O 335c | [ἡ] μήνη: [οὖν] τὸν ὀφθαλμὸν τῆς ἑσπέρας ὅλον ἀντέφλεξεν ἡ μήνη ἡ διχόμηνις καὶ χρυ‐ σάρματος οὖσα. τουτέστι πανσέληνος ἦν. | |||
O 335d | BCDEQ | διχόμηνις: ἡ σελήνη, ἐπεὶ ἐν τῇ πανσελήνῳ ὁ | ||
Ὀλυμπιακὸς ἀγὼν ἄγεται, καὶ τῇ ἑκκαιδεκάτῃ γίνεται ἡ κρίσις. καὶ αὐτὴ εἰς δύο καταμερίζεται, εἴς τε τὴν αὔξησιν καὶ λεῖψιν τοῦ φωτός. 37C 38E | 115 in vol. 1 | |||
O 335e | CDEHQ | διχόμηνις: ὅτι πανσελήνῳ ἄγεται ὁ Ὀλυμπιακὸς ἀγών. πρὸ δὲ τοῦ εἰς Ὑπερβορέους παραγενέσθαι Ἡρακλῆς διατέθεικε μίαν Ὀλυμπιάδα, μηδέπω ἀποδεδειγμένου τοῦ στεφάνου. | ||
O 335f | βούλεται δὲ εἰπεῖν ὅτι ψιλὸς καὶ ἀσκίαστος ἦν ὁ τόπος, ὥστε ὅλον τὸν ὀφθαλμὸν τῆς σελήνης κατα‐ λάμψαι τοὺς βωμούς. | |||
O 335g | γίνεται δὲ ὁ ἀγὼν ποτὲ μὲν διὰ μθʹ μηνῶν, ποτὲ δὲ διὰ νʹ, ὅθεν καὶ ποτὲ μὲν τῷ Ἀπολλωνίῳ μηνὶ, ποτὲ δὲ τῷ Παρθενίῳ ἐπιτελεῖται. | |||
O 335h | χρυσάρματον δὲ εἶπε τὴν σελήνην πρὸς τὸ μεγαλοπρε‐ πέστερον τὴν εἰκόνα διαθέμενος. 41C 35dE | |||
O 335i | DHQ | ἄλλως· ὅλον ὀφθαλμόν: τῆς νυκτὸς τὸ σκοτῶδες πληροῦσα ἡ σελήνη κατελάμπρυνεν. | ||
O 335k | A | χρυσάρματος: †ἁμερίας οὕτω· 〈ἡ〉 χρυσάρματος μήνη τὸν αὑτῆς ὀφθαλμὸν ἑσπέρας ἀντέφλεξεν αὐτῷ. | ||
O 335l | τουτέστι πανσέληνος. | |||
O 335m | σελήνη δὲ ἑκκαιδεκαταία διὰ τὸ ἁβρὸν εἶναι τὸν τόπον καὶ μηδὲν ἐπιπροσθεῖναι ταῖς αὐγαῖς †τί δῆτα κατέχειν τὸν χῶρον. | |||
O 335n | ὃ γὰρ βούλεται λέγειν, τοιοῦτόν ἐστιν· ἐν γὰρ ταῖς ἔμπροσθεν ὑπ’ αὐτοῦ γενομέ‐ ναις θυσίαις ἄδενδρος ἦν ὁ τόπος περὶ τὸ Κρόνιον. 〈οἱ〉 γὰρ τῷ Διὶ ἁγισθέντες βωμοὶ τὴν θυηπολίαν νοοῦσι τοῦ | |||
5 | Διός· ἁγισθέν〈των〉 γὰρ εἶπεν ἀντὶ τοῦ κατασεβασθέντων ταῖς θυσίαις. | |||
O 335o | ἤδη οὖν, φησι, τῶν Ὀλυμπιονικῶν ἀγώ‐ νων τελουμένων, οὐδέπω 〈τοῖσ〉 νικήσασιν ὁ τῆς ἐλαίας | |||
στέφανος ἀπεδέδοτο, ὡς ἂν οὐδὲ αὐτῆς αὐτόθι πεφυτευμένης, ὥστε ἀπὸ τοῦ, ἀλλ’ οὐ καλὰ δένδρεα ἔθαλλεν, ἐκ τοῦ παρεπο‐ | 116 in vol. 1 | |||
5 | μένου τὴν δόσιν τοῦ στεφάνου δηλοῦσθαι. | |||
O 337 | CDHQ | καὶ μεγάλων ἀέθλων: ἢ διὰ τὴν τῶν Ἑλλανο‐ δικῶν ἐπιμέλειαν, ἢ διὰ τὴν σύγκρισιν. 39C | ||
O 338a | A | πενταετηρίδ’ ἁμᾶ: ἰδίως τὰ κεφάλαια ἐκθεὶς ὁ Πίνδαρος τὸ κατὰ μέρος ἐπέξεισιν, ὥστε εἶναι τὸ ἑξῆς τοῦ λόγου τοιοῦτον· ἤδη γὰρ αὐτῷ πενταετηρίδα διαθέντι καὶ θύσαντι τῷ πατρὶ ἦν ὁ χῶρος ἄδενδρος. | ||
O 338b | CDEHQ | καὶ πενταετηρίδ’ ἁμᾶ: ἔθηκε δὲ ὁμοῦ τοῖς εἰρημένοις καὶ χρόνον, πενταετηρικὸν αὐτὸν εἶναι τάξας. | ||
O 338c | πάντων οὖν, φησι, γενομένων τῶν μεγάλων ἄθλων, λοι‐ πὸν τὴν ἁγνὴν καὶ ἀδωροδόκητον κρίσιν ἔθηκε, τὸν ἀγῶνα, ὥστε διὰ τοσούτου τελεῖσθαι καὶ ἐν τόπῳ τῇ Ἤλιδι· ἐκεῖ γὰρ ὁ Ἀλφεὸς ποταμός. 33C | |||
O 339a | Bgl | (κρημνοῖς:) ταῖς ὄχθαις. | ||
O 339b | C | κρημνοὺς Ἀλφεοῦ τὰς ὄχθας λέγει τοῦ ποτα‐ μοῦ. 38C | ||
O 340 | DEHQ | ἀλλ’ οὐ καλά: τὸ ἀλλά ἀντὶ τοῦ δέ. ἐκ δὲ τοῦ παρεπομένου τὴν δόσιν τοῦ στεφάνου δηλοῖ, ὅτι μήπω ἦν. | ||
O 341a | A | ἐν βάσσαις Κρονίου Πέλοπος: τότε. κατὰ τοῦ Κρονίου Πέλοπος βήσσας. | ||
O 341b | Ἀρίσταρχος· χῶρος ὁ ἐν Κρονίου βήσσαις Πέλοπος. λόφος δέ ἐστιν ἐν Ὀλυμπίᾳ ὁ καλούμενος Κρόνιος. | |||
O 341c | τινὲς δὲ Κρονίου Πέλοπος, ὅτι Πλουτὼ θυγάτηρ Κρόνου ἐγένετο, ᾗ συγκοιμηθεὶς ὁ Τάντα‐ λος ἔσχε Πέλοπα. | |||
O 341d | BCDEQ | Κρονίου Πέλοπος: ἤτοι ὅτι ἀπὸ Κρόνου εἶχε τὸ γένος ὁ Πέλοψ· Πλουτὼ γὰρ θυγάτηρ Κρόνου, ἧς Τάν‐ ταλος ὁ πατὴρ Πέλοπος. | ||
O 341e | ἵνα οὖν εἴπῃ ὅτι οὔπω ἦν τὸ τοῦ κοτίνου φυτὸν ἐν ταῖς βήσσαις καὶ τοῖς τόποις τοῦ | |||
Πέλοπος τοῦ Κρονίου· τῆς Πελοποννήσου γὰρ ἦν ἡ Ἦλις. | 117 in vol. 1 | |||
O 341f | ἢ ἁπλούστερον οὕτως· ὅτι ὁ χῶρος τοῦ Πέλοπος ὁ ἐν ταῖς βήσσαις τοῦ Κρονίου οὐδέπω εἶχε τὸ φυτόν. Κρό‐ νιον δὲ ὄρος πλησίον 〈Ὀλυμπίασ〉. 43C | |||
O 342a | A | τούτων ἔδοξεν: ὁ χῶρος γυμνὸς ὢν ἔδοξεν ὑπακούειν ταῖς τοῦ ἡλίου αὐγαῖς, τουτέστι καταλάμπεσθαι ὑπὸ τοῦ ἡλίου. γυμνὸς δὲ ἀντὶ τοῦ ψιλός. τὸ δὲ ὑπα‐ κούειν μεταληπτικῶς εἶπεν ἀντὶ τοῦ αἰσθάνεσθαι. | ||
O 342b | διὰ τὴν καῦσιν τοῦ ἡλίου. | |||
O 342c | BCDEQ | τούτων ἔδοξε: τούτων τῶν φυτῶν γυμνὸς ὢν ὁ κῆπος καὶ ὅλος ὁ τόπος [ἔδοξε καὶ] ἐδόκει ὑπακούειν ταῖς ὀξείαις αὐγαῖς τοῦ ἡλίου, ἀντὶ τοῦ εἶναι κατάθερμος καὶ πυρώδης καὶ ἀσκίαστος. 46C | ||
O 343 | BCDEQ | γυμνὸς αὐτῷ κᾶπος: κᾶπος κυρίως ὁ περιπνεό‐ μενος [ἀνέμοις] τόπος· ὅθεν κάπας τὰς φάτνας [καλεῖσθαι], διὰ τὸ περιπνέεσθαι ὑπὸ τῶν ἵππων τῷ πνεύματι ἀνα‐ σπώντων τὴν τροφήν. 46E 42C | ||
O 345a | δὴ τότ’ ἐς γαῖαν: εἰς τὴν Σκυθίαν. | |||
O 345b | A | ὁ θυ‐ μὸς αὐτὸν παρώρμησεν. | ||
O 345c | Ἀρίσταρχος· εἰς τὴν γῆν ἐλ‐ θεῖν, ὅπου αὐτὸν ἡ Ἰστρία Ἄρτεμις ὑπεδέξατο. δηλοῖ δὲ πάλιν τὴν εἰς Ὑπερβορέους ἐπὶ τὰς τοῦ Ἴστρου πηγὰς ἄφιξιν· ἐκεῖ γὰρ οὕτως τιμᾶται ἡ Ἄρτεμις ὅτι μάλιστα ἐκεῖ ἀπὸ | |||
5 | Ταύρων τοῦ Σκυθικοῦ ἔθνους. | |||
O 345d | ἔνιοι δὲ καὶ βʹ νν γράφουσι καὶ τὸν λόγον ἀπευθύνουσιν οὕτως· τότε δὴ ὁ θυμὸς παρώρμησε τὸν Ἡρακλέα ἐπὶ τὴν Ἰστρίαν γῆν | |||
πορεύεσθαι. | 118 in vol. 1 | |||
O 345e | BCDEQ | θυμὸς ὥρμαινεν: διὰ τοῦτο προεθυμήθη παρα‐ γενέσθαι εἰς τὴν γῆν τοῦ Ἴστρου ποταμοῦ, εἰς τὴν Σκυ‐ θίαν· ἐν ᾗ Σκυθίᾳ ἡ Ἄρτεμις αὐτὸν ὑπεδέξατο ἐλθόντα, ἡνίκα αὐτὸν τοῖς προστάγμασι καὶ ταῖς ἀγγελίαις τοῦ Εὐ‐ | ||
5 | ρυσθέως ὑπουργεῖν ἡ πατρὸς ἀνάγκη παρεσκεύαζεν ἐπὶ τῷ τὴν ἔλαφον ἀγαγεῖν, ἥν ποτε ἡ Ταϋγέτη ἀνέθηκε τῇ Ὀρ‐ θωσίᾳ Ἀρτέμιδι. 50CE | |||
O 346a | BCDEQ | Ἰστρίαν νιν: ἐὰν διὰ τῶν δύο νν Ἰστρίαν νιν, τὴν Σκυθίαν ἀκουστέον. | ||
O 346b | ἔνθα ἡ Ἰστρία Ἄρτεμις αὐτὸν, τὸν Ἡρακλέα, ὑπεδέξατο. Ἰστρία δὲ ἡ Ἄρτεμις ἤτοι ἀπὸ τοῦ Ἴστρου, ὃν περιοικοῦσιν αἱ Ἀμαζόνες, αἳ τιμῶσι μάλιστα τὴν θεὸν, ἢ ἀπὸ Ταύρων ἔθνους Σκυθικοῦ περι‐ | |||
5 | οικοῦντος τὸν Ἴστρον, παρ’ οἷς ὁμοίως τιμᾶται ἡ Ἄρτεμις. | |||
O 346c | τοὺς δὲ ἀναγινώσκειν Ἰστριανὴν, ἵν’ ᾖ τὴν Ἰστρι‐ ανὴν γῆν. 45CE | |||
O 346d | Bgl | (Ἰστρίαν νιν:) γράφεται καὶ Ἰστριανήν. | ||
O 350a | A | εὖτέ μιν ἀγγελίαις: ἡνίκα αὐτὸν ἡ πατρόθεν ἀνάγκη, τουτέστι τοῦ Διὸς, κατὰ τὰς Εὐρυσθέως ἀγγελίας παρεσκεύασεν ἀγαγεῖν τὴν ἔλαφον. | ||
O 350b | θήλειαν δὲ εἶπε καὶ χρυσοκέρων ἀπὸ ἱστορίας· ὁ γὰρ 〈τὴν〉 Θησηίδα γρά‐ ψας (p. 217 K) τοιαύτην αὐτήν ..... καὶ Πείσανδρος ὁ Κα‐ μιρεὺς (fr. 3) καὶ Φερεκύδης (FHG I, 78). καὶ τὸ παρὰ | |||
5 | Ἀνακρέοντι· κεροέσσης λειφθεὶς ἀπὸ μητρὸς [ληφθεὶς] ἐπτο‐ ήθη ..... ὅτι αἱ θήλειαι κέρατα οὐ φύουσιν. ἐκαλεῖτο δὲ ἡ ἔλαφος Κερυνία. | |||
O 350c | CDEHQ | εὖτέ μιν ἀγγελίαις: δι’ ἀγγέλου γὰρ καὶ κήρυ‐ | ||
κος ἐκέλευεν ὁ Εὐρυσθεὺς, τοῦ Κοπρῆος. Ὅμηρος (Ο 639)· ὃς Εὐρυσθῆος ἀέθλων ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ. | 119 in vol. 1 | |||
O 351a | Bgl | (ἔντυ’:) κατεσκεύαζεν. | ||
O 351b | CDEHQ | ἀνάγκα πατρόθεν: παρὰ τὰ ἐν τῷ τʹ τῆς Ἰλιά‐ δος (v. 103). ὁ Ζεὺς πρὸς τὴν Ἥραν· σήμερον ἄνδρα φόωσδε μογοστόκος Εἰλείθυια, | ||
DEHQ | καὶ τὰ ἑξῆς. διὰ τοῦτό φησι πατρόθεν ἀνάγκα. | |||
O 352a | BCDEQ | χρυσοκέρων ἔλαφον: ὅτι ἐπιμελῶς οἱ ποιηταὶ τὴν θήλειαν ἔλαφον κέρατα ἔχουσαν εἰσάγουσι, καθάπερ καὶ τὴν θηλάζουσαν τὸν Τήλεφον γράφουσι καὶ πλάττουσι. | ||
BCEQ | τέτακται δὲ καὶ παρὰ Ἀνακρέοντι (fr. 51)· ἀγανῶς οἷά τε | |||
5 | νεβρὸν νεοθηλέα γαλαθηνὸν, ὅστ’ ἐν ὕλαις κεροέσσης ὑπο‐ λειφθεὶς ὑπὸ μητρὸς ἐπτοήθη. Ζηνόδοτος δὲ μετεποίησεν ἐροέσσης διὰ τὸ ἱστορεῖσθαι τὰς θηλείας κέρατα μὴ ἔχειν, ἀλλὰ τοὺς ἄρρενας. οἱ μέντοιγε ποιηταὶ πάντες κέρατα ἐχού‐ σας ποιοῦσιν. ὅτι δὲ συνέβαινε καὶ εἰκός ἐστιν ἐνίας ἔχειν, | |||
10 | ἐκεῖθεν δῆλον, ὅτι τῶν ἐλεφάντων οἱ μὲν ἐξ Αἰθιοπίας καὶ Λιβύης πάντες σὺν ταῖς θηλείαις ὀδόντας ἔχουσιν, ἢ κέρατα, ὥς τινες· καθὰ καὶ Ἀμυντιανὸς (Script. rer. Alex. M. p. 162 M.) ἐν τῷ περὶ ἐλεφάντων φησί· τῶν δὲ Ἰνδικῶν αἱ θή‐ λειαι χωρὶς ὀδόντων εἰσίν. 53eCDQ 54E | |||
O 353a | ἅν ποτε: ἥν ποτε. | |||
O 353b | ACDEQ | ἡ Τηϋγέτη ἡ θυγάτηρ τοῦ Ἄτλαντος. | ||
O 353c | ταύτην Διὸς βουλομένου βιάσασθαι εἰς ἔλαφον ἐποίησεν ἡ Ἄρτεμις. εἶτα πάλιν ἄνθρωπος γενο‐ μένη τὴν ἔλαφον τῇ Ἀρτέμιδι καθιέρωσε καὶ ἀνέθηκε χρυ‐ | 120 in vol. 1 | ||
σοκέρων οὖσαν ὡς παράδοξον ὑπὲρ τῆς εὐεργεσίας διότι | A | |||
5 | χρυσᾶ ποιήσασα κέρατα διέβαλεν ἐν αὐτῇ· οἱ δὲ ὅτι αὐτο‐ φυῆ ἦν τὰ τῆς ἐλάφου κέρατα χρυσᾶ, καὶ διὰ τοῦτο ὡς ἀξίαν θαύματος ἀνέθηκεν. 54CDQ 61E | |||
O 353d | A | Ταϋγέτα: ἡ Τηϋγέτη τῆς Ἀρτέμιδός ἐστι φίλη. ταύτης ἠράσθη Ζεὺς καὶ αὐτὴν Ἄρτεμις διωκομένην εἰς ἔλαφον μεταβάλλει· ὅθεν καὶ εἰς ὑπόμνημα τοῦ πραχθέντος τὴν ἔλαφον χρυσώσασα ἀνέθηκε γαμηθεῖσα Διί. 55A | ||
O 353e | BCDEQ | Ταϋγέτα: ὄνομα κύριον, Ἄτλαντος θυγάτηρ. αὕτη ἀφιέρωσε τῇ Ἀρτέμιδι τὴν ἔλαφον. λέγεται γὰρ ὅτι ἡνίκα Ἡρακλῆς παρέσχεν αὐτὴν Εὐρυσθεῖ, τότε εὑρέθη ἐπὶ τοῦ τραχήλου αὐτῆς γεγραμμένον· Ταυγέτη ἱερὰν ἀνέθηκεν | ||
5 | Ἀρτέμιδι. 53aCDEQ | |||
O 354a | A | Ὀρθωσίᾳ: τῇ Ἀρτέμιδι. περὶ τῆς Ὀρθωσίας Ἀρτέμιδος Ἀπολλόδωρος γράφει. Ὀρθωσία δὲ ὅτι ὀρθοῖ εἰς σωτηρίαν· ἢ ὀρθοῖ τοὺς γεννωμένους. καὶ ἐν Ἀθήναις ἵδρυται· τὸ ἱερὸν δέ ἐστιν ἐν Κεραμεικῷ. καὶ παρ’ Ἠλείοις | ||
5 | Ὀρθωσίας Ἀρτέμιδος ἱερὸν, ὥς φησι Δίδυμος. 56 | |||
O 354b | BCDEQ | ἀντιθεῖς’ Ὀρθωσίᾳ: Ὀρθωσία ἡ Ἄρτεμις παρὰ | ||
Ὀρθωσιεῦσιν [ὅπερ ἐστὶν ὄρος Ἀρκαδικόν]. ἔστι δὲ καὶ Ἀρκαδίας ὄρος Ὄρθιον, ἀφ’ οὗ καὶ ἡ θεὸς Ὀρθία καὶ Ὀρθωσία καλεῖται. | 121 in vol. 1 | |||
O 354c | ἤτοι τῇ ὀρθούσῃ τὰς γυναῖκας καὶ εἰς σωτηρίαν ἐκ τῶν τοκετῶν ἀγούσῃ. | |||
O 354d | Bgl | (Ὀρθωσίᾳ:) τῇ Ἀρτέμιδι. | ||
O 355a | A | τὰν μεθέπων: ἥντινα διώκων εἰς Ὑπερβορέους ἦλθεν. 51 | ||
O 355b | BCDEQ | τὰν μεθέπων: ταύτην ἐπιδιώκων τὴν ἔλαφον ἐθεάσατο καὶ τοὺς Ὑπερβορέους καὶ ψυχροτάτους τόπους καὶ τὴν Σκυθίαν· ἔνθα στὰς ἐξεπλάγη τὰ δένδρα τῆς ἐλαίας, καὶ αὐτὸν ἐπιθυμία ἔλαβε φυτεῦσαι ἀπ’ αὐτῶν περὶ τοὺς τοῦ | ||
5 | σταδίου τόπους τοῦ ἱππικοῦ. 53eE | |||
O 356a | DQ | πνοιαῖς ὄπισθεν: τὸ πνοιαῖς ἀντὶ τοῦ πνοιῶν. | ||
O 356b | Βορέα δὲ ἀντὶ τοῦ Βορέου Δωρικῶς· οἱ γὰρ Δωριεῖς τὴν ου δίφθογγον εἰς α μεταβάλλουσιν. | |||
O 356c | A | Βορέαο: ὑπερβόρεος γὰρ ἡ χώρα διὰ τὸ ὄπισθεν †ἕρπον τῶν τοῦ Βορέου πνοῶν ἐν τοῖς Ῥιπαίοις ὄρεσιν. | ||
O 358 | A | τῶν μιν γλυκύς: τούτων αὐτὸν τῶν δένδρων ἐπιθυμία ἔσχεν ὥστε μετενεγκεῖν εἰς τὴν Ὀλυμπίαν. | ||
O 359 | DQ | δωδεκάγναμπτον: δώδεκα γὰρ ἐν Ὀλυμπίᾳ τρέ‐ χει τὸ τέλειον ἅρμα, τὸ δὲ πωλικὸν ὀκτώ. | ||
O 360 | A | ἵππων φυτεῦσαι: τὸ Πάνθειον, ἐν ᾧ πεφύτευται ἡ ἐλαία· ἣν δρέπει ἀμφιθαλὴς παῖς χρυσῷ δρεπάνῳ κλά‐ δους ιζʹ τέμνων, ὅσα καὶ τὰ ἀγωνίσματα. | ||
O 361a | A | καὶ νῦν εἰς ταύταν: νῦν τὴν εὐωχίαν ἑορτὴν εἶπε· λέγει γὰρ τὴν τῶν νικηφορίων τοῦ Θήρωνος εὐωχίαν, φάμενος εἰς ταύτην ἔρχεσθαι τὸν Ἡρακλέα μετὰ τῶν Διοσ‐ κούρων. | ||
O 361b | εἰς τὰ θεοξένια. | |||
O 361c | BCDEQ | καὶ νῦν ἐς ταύταν ἑορτάν: τὴν τοῦ νικηφόρου πανήγυριν καὶ εὐωχίαν· εἰώθεισαν γὰρ εὐωχεῖσθαι. τὴν εὐωχίαν γὰρ ἑορτὰν εἶπε. | 122 in vol. 1 | |
O 361d | φησὶ γὰρ ἔρχεσθαι εἰς τὴν Θήρωνος ἑστίαν τόν τε Ἡρακλέα καὶ τοὺς Διοσκούρους, ἐπεὶ ἐξένιζεν αὐτοὺς ὁ Θήρων. | |||
O 362a | A | ἀντιθέοισιν: ἀντὶ τοῦ .... οἱ Διόσκουροι θνητοὶ ὄντες πρότερον ἀθανασίας ἔτυχον παρὰ τοῦ Διός. | ||
O 362b | A | νίσεται: ἔρχεται Ἡρακλῆς σὺν τοῖς Διοσκούροις· τούτοις γὰρ ἀποθεούμενος ἐπέτρεψε διοικεῖν 〈τὸν ἀγῶνα〉. | ||
O 362c | τὸ δὲ ἀντιθέοισιν πρὸς τοὺς Διοσκούρους, ὅτι καὶ θνητοὶ ὄντες ἀθάνατοι ἐγένοντο. | |||
O 362d | BCEQ | καὶ νῦν νίσεται: ἥξει καὶ ἐπὶ τῇ παρούσῃ πανηγύρει τοῦ Θήρωνος ὁ Ἡρακλῆς ἅμα τοῖς ἰσοθέοις τῆς Λήδας παισὶ Διοσκούροις· τούτοις γὰρ ἐπέτρεψε διατιθέναι τὸν ἀγῶνα Ἡρακλῆς, αὐτὸς λοιπὸν εἰς θεοὺς ἀναχωρῶν. | ||
O 366a | BCDEQ | ἀνδρῶν τ’ ἀρετᾶς: καὶ τὰ περὶ τῆς τῶν ἀν‐ δρῶν ἀρετῆς διοικεῖν αὐτοῖς ἐπέτρεψε, τοῖς Τυνδαρίδαις. | ||
O 366b | A | καὶ ῥιμφαρμάτου: Ἀρίσταρχος παρὰ τὴν ῥίψιν, φησὶ, γέγονε τὸ ῥίμφα· σημαίνει δὲ ἡ λέξις τὴν ταχεῖαν φοράν. | ||
O 366c | DQ | ῥιμφαρμάτου: τῆς ταχέα καὶ ὀξέα ἅρματα ἐχούσης. | ||
O 367a | A | ἐμὲ δὲ ὦν: ἐμὲ δὲ οὖν πως ὑμνεῖν τοὺς Ἐμμε‐ νίδας ἡ ψυχὴ παρακελεύεται λαχόντας νίκην παρὰ τῶν Διοσκούρων. | ||
O 367b | φατρία [οὖν] οὕτω καλουμένη, ἐξ ἧς ἦν Θήρων καὶ ἀδελφὸς αὐτοῦ Ἱέρων. | |||
O 367c | οἵτινες τούτους τοὺς θεοὺς ξενίζουσι πολλάκις εὐωχίαν ποιοῦντες. καὶ ἐκά‐ λουν αὐτὴν θεοξένια. | |||
O 367d | τὴν ἑορτὴν ἔνθεν τοὺς Διοσκού‐ | |||
ρους ξενίζειν ἐδόκουν. | 123 in vol. 1 | |||
O 367e | BCDEQ | ἐμὲ δ’ ὦν πα: ἀμφότεροι οἱ σύνδεσμοι παρα‐ πληρωματικοὶ, καὶ ἐν τῷ, Θήρωνί τ’ ἐλθεῖν, ὁ τέ. | ||
O 368a | A | Ἐμμενίδαις: Ἐμμενίδαι λέγονται οἱ περὶ Θή‐ ρωνα, ὡς μὲν οἱ προὑπομνηματισάμενοι, ἀπὸ Ἐμμένους τινὸς τοῦ τὴν Φαλάριδος τυραννίδα καθελόντος. ἦν δὲ ὁ Ἐμμένης Τηλεμάχου παῖς, οὗ γίνεται Αἰνησίδαμος, οὗ Θή‐ | ||
5 | ρων, οὗ Θρασυδαῖος καὶ Φιλοκράτης. | |||
O 368b | BCDEQ | Ἐμμενίδαις: Ἐμμενίδαι φατρία Θήρωνος ἐν Σικελίᾳ. | ||
O 368c | λέγει δὲ τοῖς Ἀκραγαντίνοις. | |||
O 368d | Τηλεμάχου καταλύσαντος τὸν τῶν Ἀκραγαντίνων τύραννον Φάλαριν παῖς γίνεται Ἐμμενίδης, οὗ Αἰνησίδαμος, οὗ Θήρων καὶ Ξενοκράτης· Θήρωνος δὲ Θρασυδαῖος, Ξενοκράτους δὲ Θρα‐ | |||
5 | σύβουλος. | |||
O 371 | Bgl | (πλείσταισι:) πεπληρωμέναις. | ||
O 372a | BCDEQ | ξενίαις ἐποίχονται: ὅτι ἡ γινομένη θυσία τοῖς Διοσκούροις ξενισμὸς λέγεται. | ||
O 372b | ταῖς γινομέναις [οὖν] θυσίαις τοῖς Διοσκούροις ὑπ’ αὐτῶν ὡς εὐσεβῶν ὄντων. | |||
O 372c | ἀγαθῇ [οὖν] γνώμῃ καὶ συνειδήσει οἱ Ἐμμενίδαι τὰς θυσίας ἀεὶ πληροῦσιν. | |||
O 372d | ABgl | ἐποίχονται: ἀντὶ τοῦ περιέπουσι, τιμῶσιν. | ||
O 372e | οἱ Ἐμμενίδαι. | |||
O 374a | A | τελετάς: ἢ τῶν Διοσκούρων ἢ πάντων τῶν θεῶν. | ||
O 374b | τελετὰς δὲ νῦν τὰς ἑορτάς· οὐ γὰρ τὰ ὄργια. | |||
O 375a | A | εἰ δ’ ἀριστεύει μέν: εἰ ταῦτά, φησι, ἀνεπίληπτα καὶ φανερὰ, ὅτι τὸ μὲν ὕδωρ ἄριστόν ἐστι, τῶν δὲ ἄλλων κτεάνων ὁ χρυσὸς, καὶ τὸ περὶ τοῦ Θήρωνος λεγόμενον | ||
σαφές ἐστιν, ὅτι τοῦ Ὀλυμπικοῦ τετυχηκὼς στεφάνου νῦν | 124 in vol. 1 | |||
5 | ἐξ οἴκου ἅπτεται πρὸς αὐτὴν ἤδη τὴν ἐσχατιὰν μέχρι τῶν τοῦ Ἡρακλέος στηλῶν. ἀλληγορικῶς δὲ βούλεται εἰπεῖν ὅτι ἐπ’ ἄκρον τῆς ἀρετῆς ἐλήλυθεν. | |||
O 375b | BCDEQ | εἰ δ’ ἀριστεύει μὲν ὕδωρ: εἰ δὲ τὸ ὕδωρ μὲν τῶν λοιπῶν στοιχείων προτετίμηται καὶ τοῦ πλούτου ὁ χρυ‐ σὸς καὶ τῶν ἀγώνων ὁ Ὀλυμπιακὸς, δῆλόν ἐστιν ὅτι πρὸς τὸ τέλειον τῆς ἀρετῆς ὁ Θήρων παρεγένετο νικήσας καὶ | ||
5 | αὐταῖς τρόπον τινὰ ταῖς τοῦ Ἡρακλέος στήλαις προσεπέλασεν. | |||
O 375c | BCEQ | ἄλλως· καθολικῶς πάντων εἰπών. ὥσπερ οὖν, φησι, τὸ ὕδωρ ἀριστεύει τῶν πάντων, οὕτω καὶ Θήρων ἀριστεύει τῶν ἀνθρώπων. | ||
O 375d | CDEQ | ἄλλως· εἰ δὲ τὸ ὕδωρ τῶν ἄλλων στοιχείων διαφέρει καὶ ὁ χρυσὸς τοῦ πλούτου, νῦν γε ὁ Θήρων πρὸς τὸ ἔσχατον καὶ ἄκρον τῆς νίκης ἱκάνων ἅπτε‐ ται ταῖς οἴκοθεν ἀρεταῖς τῶν Ἡρακλέους στηλῶν. 77E | ||
O 375e | DEQ | καὶ τὸ πόρσω ἐστὶ βροτοῖς σοφοῖς ἄβατον καὶ ἀσόφοις. οὐδαμῶς οὖν αὐτὸ, τὸ πόρσω, διώξω καὶ τούτου μεῖζον ζητήσω, τοῦ Ὀλυμπιακοῦ ἀγῶνος. 81E | ||
O 377a | A | νῦν δέ: ἀντὶ τοῦ νῦν ἤδη. παρατηρητέον δὲ ὅτι οὐδὲν ἀτύχημα γέγονε περὶ τὸν οἶκον Θήρωνος. | ||
O 377b | A | πρὸς ἐσχατιάν: μέχρι τοῦ ἐφικτοῦ καὶ τοῦ ἐσχά‐ του τέλους τῆς ἀνθρωπίνης ἀρετῆς ἐρχόμενος. 81 | ||
O 377c | BE | πρὸς ἐσχατιὰν ἀρεταῖσιν: εἰς ἄκρον ἥκει ἀρε‐ τῆς τοῦ Ὀλυμπιακοῦ ἀγῶνος στεφάνου τετυχηκώς. 79dB | ||
O 378 | A | ἀρεταῖσιν ἱκάνων: ἀντὶ τοῦ οὐκ ἔστι τούτων ἀρετὴ περαιτέρω, οὐδὲ τῶν στηλῶν 〈τῶν〉 Ἡρακλείων γῆ περαιτέρω. τοῦτο δὲ φανερόν ἐστι καὶ σοφοῖς καὶ οὐ σο‐ | ||
φοῖς· ὁ μὲν γὰρ σοφὸς εἰδὼς οὐκ ἐθελήσει περᾶν, ὁ δὲ | 125 in vol. 1 | |||
5 | ἄφρων, κἂν τολμήσῃ, τῆς ἐλπίδος στερήσεται· ὥστε πᾶσιν ἀδύνατον εἶναι. | |||
O 379a | οἴκοθεν: διὰ τῶν οἰκείων ἀρετῶν. | |||
O 379b | BDEQ | τὸ πόρ‐ σω: τὸ ἐπέκεινα τῆς στήλης. | ||
O 379c | ἄλλως· τὸ δὲ περαιτέρω τῶν Ἡρακλέους στηλῶν χωρεῖν οὔτε σοφὸς οὔτε μὴ σοφὸς | |||
BCDEQ | ζητήσειεν ἄν· ἀλλ’ οὐδὲ αὐτὸς ἐγὼ τὸ τοιοῦτον διώξω· εἴην γὰρ ἂν κενός τις καὶ ἀπαίδευτος. 81B | |||
O 379d | BCDEQ | [Ἡρακλέος στηλᾶν:] ὁ Ἡρακλῆς ἡνίκα ἐπὶ τὰς Γηρυόνου βοῦς εἰς τὴν Ἐρύθειαν λεγομένην νῆσον πρὸς τῷ Ὠκεανῷ παρεγένετο, πᾶσαν διεξελθὼν τὴν πλεομένην θάλασσαν, ἐβούλετο προσωτέρω χωρεῖν· εἶτα χάος εὑρὼν καὶ | ||
5 | ζόφον ἔστησε στήλας, δι’ ὧν ἐμήνυσε τὸ τέλος τῆς θαλάσ‐ σης, ὡς μηδὲν εἶναι περαιτέρω πλωτόν. πρὸς τοῦτο οὖν ἡ διάνοια ἀποδίδοται, ὅτι ὁ νικήσας Ὀλύμπια μηδὲν ζητείτω πλέον· ἔχει γὰρ τὸ τέλος τῆς εὐδαιμονίας, ὥσπερ τὸ τέλος τῆς θαλάσσης αἱ Ἡρακλέους στῆλαι. | |||
O 379e | ἐν τόπῳ Γαδεί‐ ροις. 79aB 75eE | |||
O 379f | A | τὸ πόρσω: τὸ ἐπιπόρρω τούτων φησὶν ἄβατον εἶναι καὶ πᾶσιν ἀνέφικτον καὶ σοφοῖς καὶ ἀσόφοις. | ||
O 379g | τὰ δὲ ὑπὲρ τὰ ἐκεῖ φράσαι καὶ τοῖς ποιηταῖς ἀδύνατα, ὡς εἶναι ἄγνωστα καὶ τοῖς σοφοῖς. o. IV | |||
O 381a | A | ἔνιοι δὲ ἀναγινώσκουσι κεινὸς, ὡς παρ’ Ὁμήρῳ (Γ 376)· κεινὴ δὲ τρυφάλεια, ἵν’ ᾖ κενή. κενὸς γὰρ ἂν εἴην, εἰ διώκοιμι πρόσω τῶν Ἡρακλείων στηλῶν, ὧν ὕπερ ἄγαν. 78 | ||
O 381b | BCDEQ | γράφε κεῖνος εἴην, ὁ τῶν δυνατῶν ἐφιέμενος | 126 in vol. 1 | |
BDEQ | καὶ μὴ ἀδυνάτων ἐρῶν. ἔνιοι δὲ ἀναγινώσκουσι κεινὸς εἴην, ἵν’ ᾖ, ἐὰν διώξω τὰ ἀδύνατα, κεινὸς εἴην, οἷον ἄφρων, ὡς ἀδυνάτων ἐφιέμενος. | |||
O 381c | CQ | ἄλλως· περὶ τοῦ κεινὸς εἴην ἐπιστήσας τις λογικὸς καὶ εὑρὼν ὅτι τὰ εὐκτικὰ τῶν ῥημάτων, ὅτε μὲν κυρίως εὐκτικά εἰσι καὶ εὐχὴν περιέχουσιν, ἄνευ συνδέσμου τινὸς προφέρονται, τοῦ ἄν δηλαδὴ ἢ τοῦ εἴ ἢ ἑτέρου ὑποτακτικοῦ μορίου, ὁπη‐ | ||
5 | νίκα δὲ ἀντὶ ὑποτακτικῶν λαμβάνονται, τὰ εἰρημένα μόρια συμπροφερόμενα ἔχουσι, τὸ κεινός ὥσπερ διορθούμενος κεῖνος ἔγραψεν, ἵν’ οὕτως εὐκτικῶς τὸ εἴην ἀποδοθῇ καὶ ἀναχθῇ τὸ νόημα πρὸς τὸν Θήρωνα, εὐχομένου δηλαδὴ τοῦ ποιητοῦ τὸ γενέσθαι κατὰ Θήρωνα καὶ μὴ πλέον τι. καλῶς μὲν οὖν ὁ ἀνὴρ | |||
10 | ἐπεστάτησεν ὡς ἐπήβολος ἄριστος τῆς γραμματικῆς τέχνης· τοῦτο δὲ μόνον ἠγνόησεν, ὅτι ἡ γραμματικὴ ἐπὶ μόνῃ τῇ κοινῇ δια‐ λέκτῳ τὸ κράτος ἔχει καὶ δι’ αὐτὴν συνεστάθη. πρὸς γὰρ τὰς ἄλλας, τὴν Δωρίδα φημὶ καὶ Αἰολίδα καὶ Ἀττικὴν καὶ Ἰάδα, λίαν ἔχει ἀσυντελῶς. διὰ τοῦτο ἐπὶ μὲν τῆς κοινῆς κανόνας | |||
15 | ἀπαιτούμεθα, ἐπὶ δὲ τῶν ἄλλων μόνα ἰδιώματα, οἷον, τόδε ἰδί‐ ωμα Δωριέων καὶ τόδε Ἀττικῶν. ἰστέον οὖν ὅτι τὸ κεινὸς εἴην Δωρικῶς κείμενον παρὰ τῷ Πινδάρῳ ἐστὶν, ὃς τὰ πλείω Δωριστὶ γράφει. οἱ δὲ Δωριεῖς ὀλιγοφραδεῖς καὶ συλληπτικοὶ, ὡς δῆλον ἀπὸ τοῦ χρή καὶ χρῆν, ὧν τὸ μὲν χρή ἀπὸ τοῦ χρεών ἐστι, | |||
20 | συντεθέν· διὸ καὶ τοῦ ἐστί τὸν τόνον ἔχει· τὸ δὲ χρῆν ἀπὸ τοῦ χρεὼν ἦν· διὸ καὶ περισπᾶται. εἴπῃς οὖν καὶ τὸ εἴην ἄν συλ‐ ληπτικῶς καὶ Δωρικῶς, ὡς τῆς συλλαβῆς τῆς ην ἐπελθούσης τῇ ἄν καὶ ἀρκούσης καθ’ ἑαυτῆς καὶ τοῦ συνδέσμου παρὰ τῷ Δωριεῖ. | |||
25 | EQ | τέλος θεοξενίων. | 127 in vol. 1 | |
O 4metr(t) | Scholia in Olympionicarum carmen IV | |||
1 | A | Ψαύμιδι Καμαριναίῳ ἅρματι. inscr. | ||
CQ | Ψαύμιδι Καμαριναίῳ ἵπποις. | |||
BDEQ | Ψαύμιδι Καμαριναίῳ ἵπποις νικήσαντι τὴν ὀγδοηκοστὴν δευτέραν Ὀλυμπιάδα τεθρίππῳ, παιδὶ Ἄκρωνος. metr. Ea | |||
5 | DEQ | b Καμάρινα δὲ πόλις Σικελίας. 1EQ | ||
ADEQ | τοῦ δʹ εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐστὶ ιεʹ. τὸ αʹ ἀνακλώμενον ἰωνικὸν δίμετρον ὑπερκατάληκτον. τὸ βʹ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. τὸ γʹ ἰθυφαλ‐ λικόν. τὸ δʹ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον τῆς αʹ | |||
10 | μακρᾶς ἀναλυομένης. τὸ εʹ ἰωνικὸν δίμετρον ἀκατάληκτον ἀδιαφόρου τῆς ἀρχούσης. τὸ ϛʹ ἰωνικὸν τρίμετρον βραχυ‐ κατάληκτον. τὸ ζʹ λογαοιδικὸν ἐξ ἀναπαίστων καὶ ἰάμβου καὶ συλλαβῆς. τὸ ηʹ Φερεκράτειον λεῖπον τῇ τελευταίᾳ συλλαβῇ. τὸ θʹ ἰαμβικὸν ἑφθημιμερές. τὸ ιʹ ἐπιωνικὸν | |||
15 | τρίμετρον βραχυκατάληκτον. τὸ ιαʹ τροχαικὸν 〈δίμετρον〉 ἀκατάληκτον διαλυθέντων τῶν ποδῶν. τὸ ιβʹ ἰωνικὸν δί‐ μετρον ὑπερκατάληκτον. τὸ ιγʹ ἰωνικὸν δίμετρον βραχυ‐ κατάληκτον τῆς ἀρχούσης ἀδιαφόρου. τὸ ιδʹ ἰαμβικὸν δί‐ μετρον βραχυκατάληκτον· ἢ ἰωνικὸν τῆς αʹ ἀδιαφόρου οὔσης, | |||
20 | διὰ τὴν ἀντίστροφον. τὸ ιεʹ ἰαμβικὸν πενθημιμερές. ἡ δὲ ἐπῳδὸς κώλων ιβʹ. τὸ αʹ ἰωνικὸν δίμετρον ἀκατά‐ ληκτον. τὸ βʹ χοριαμβικὸν δίμετρον καταληκτικόν. τὸ γʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ δʹ προσοδιακὸν τῆς κεοι συνῃρημένης. τὸ εʹ δίμετρον ὑπερκατάληκτον ἐπι‐ | 128 in vol. 1 | ||
25 | χοριαμβικὸν, ἀπὸ τροχαίου ἀναλυομένου. τὸ ϛʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ζʹ δακτυλικὸν τρίμετρον καταληκτικὸν, ἢ προσοδιακὸν τοῦ ἰωνικοῦ βʹ ὄντος. τὸ ηʹ περίοδος, διπλοῦς ἴαμβος. τὸ θʹ περίοδος τροχαϊκὴ ἀπὸ ἰάμβου καταληκτικοῦ. τὸ ιʹ ἰαμβικὸν δίμετρον βραχυ‐ | |||
30 | κατάληκτον. τὸ ιαʹ τροχαϊκὸν ἐπίτριτον τοῦ αʹ ποδὸς ἀνα‐ λυομένου. τὸ ιβʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. 1A inscr. DEQ | |||
A | Ψαύμιδι: ὁ Ψαῦμις ἐνίκησε τὴν πβʹ Ὀλυμπιάδα τε‐ θρίππῳ. ἦν δὲ Σικελὸς ἀπὸ Καμαρίνης πόλεως, ᾗ ὁμώνυ‐ | |||
35 | μος καὶ λίμην. metr. | |||
O 41a | A | Ἐλατὴρ ὑπέρτατε: ἰδίως οἱ νεώτεροι τὴν βρον‐ τὴν ὄχημα καὶ ἵππον τοῦ Διὸς ὑποτίθενται. | ||
O 41b | ὁ δὲ λόγος· ὑπέρτατε βροντᾶς ἐλατὴρ Ζεῦ· οἷον ἡνίοχε. ἀκαμαντόποδος δὲ, μὴ καμνούσης τοὺς πόδας. ἀκοπιάστου καὶ στερρό‐ ποδος. | |||
O 41c | BCDE | Ἐλατὴρ ὑπέρτατε βροντᾶς: ἐπειδὴ ὁ ἀγὼν Ὀλυμπιακὸς, τοῦτον δὲ ὁ Ψαῦμις ἐνίκησεν, εἰκότως ἐξ αὐτοῦ τοῦ Διὸς ποιεῖται τὸ προοίμιον τοῦ ἐπινίκου. | 129 in vol. 1 | |
O 41d | οἱ νεώ‐ τεροι δὲ ἅρματα τὴν βροντὴν τῷ Διὶ εἶναι διδόασι, καὶ λέγουσιν, ὦ ἡνίοχε Ζεῦ. | |||
O 41e | ἡ δὲ ἀκολουθία· ὦ Ζεῦ, ὃς Αἴτναν ἔχεις· καθ’ ὑπερβατόν. | |||
O 41f | ἀλλ’ ὦ Ζεῦ, ὅστις τὴν Αἴτναν κατέχεις τὴν οὖσαν ἶπον καὶ πίεσμα καὶ βάρος τοῦ Τυφῶνος. | |||
O 41g | BEQ | Αἴτνα ὄρος Σικελίας· οἰκειότατα δὲ, Σικε‐ λιώτης γὰρ ὁ νικηφόρος. | ||
O 41h | B | ὅτι καὶ ἡ Καμάρινα πόλις Σικελίας. | ||
O 41i | BEQ | καὶ ἡ Κατάνη ὕστερον Αἴτνη ἐκλήθη. 11Qb | ||
O 41k | BC(D)EQ | τὴν βροντὴν ὁ Πίνδαρος ὡς ἵππον ὑφίσταται τοῦ Διός· διὸ καὶ ἀκαμαντόποδα αὐτὴν εἶπεν. | ||
O 41l | ἤτοι δὲ ὑπέρ‐ τατε Ζεῦ εἴρηκεν, ἢ ὑπέρτατε ἐλατὴρ τῆς βροντῆς. | |||
O 41m | ἀκαμαντόποδος δὲ, τῆς στερρᾶς καὶ μὴ καμνούσης τοὺς πόδας. | |||
O 41n | CDEQ | οὗτος δὲ ὁ Ψαῦμις ἐνίκησε τεθρίππῳ τὴν πβʹ Ὀλυμπιάδα. | ||
O 43a | A | τεαὶ γὰρ ὧραι: αἱ γὰρ ὧραι ἑλίσσουσαι, τουτέστι περικυκλοῦσαι ἔπεμψάν με. | ||
O 43b | Διὸς δὲ ὥρας τὰς Ὀλυμ‐ πιάδας νῦν λέγει. | |||
O 43c | BDEQ | Ζεῦ, τεαὶ γὰρ ὧραι: τὸ ἑξῆς· Ζεῦ, τεαὶ γὰρ ὧραι ἑλισσόμεναί με ἔπεμψαν ὑψηλοτάτων μάρτυρ’ ἀέθλων, ὑπὸ ποικιλοφόρμιγγος ἀοιδᾶς. | ||
O 43d | BCEQ | ἵν’ ᾖ, αἱ γὰρ σαὶ ὧραι τῶν ἐνιαυτῶν ἔπεμψαν. Ὅμηρος (Β 551)· περιτελλομένων ἐνιαυτῶν. | ||
O 43e | μάρτυρα δὲ ἀντὶ τοῦ ὑμνητήν· διὰ γὰρ τῶν ποιημάτων καὶ ὕμνων ἐκδηλότεροι οἱ νικῶντες καὶ ἀίδιος ἡ μαρτυρία. | |||
O 43f | τὸ δὲ, ὑπὸ ποικιλοφόρμιγγος ἀοιδᾶς, τῇ ὑπό ἀντὶ τῆς μετά κέχρηται· ἵν’ ᾖ, μετὰ ποικιλοφορμίγγων ᾠδῶν ἔπεμψάν με αἱ τεαὶ ὧραι. | 130 in vol. 1 | ||
O 43g | BCDEQ | ποικιλοφόρμιγγα δὲ εἶπεν, ἐπειδὴ σὺν μουσικοῖς ὀργάνοις, αὐλῷ τε καὶ κιθάρᾳ, ᾖδον. | ||
O 43h | τῇ δὲ ὑπό ἀντὶ τῆς μετά καὶ Ὅμηρος κέχρηται (Σ 492)· δαΐδων ὑπὸ λαμπομενάων· ἀντὶ τοῦ μετὰ δαΐδων. | |||
O 43i | CDEQ | Διὸς ὥρας τὰς Ὀλυμπιάδας λέγει. | ||
O 43k | DEQ | περισσὸς δὲ ὁ γάρ σύνδεσμος. | ||
O 44 | EQ | 〈ποικιλοφόρμιγγος ἀοιδᾶς:〉 ὅτι αἰτία τοῦ ποι‐ κίλλειν τὴν φόρμιγγα. | ||
O 46a | ὑψηλοτάτων: τῶν Ὀλυμπιακῶν λέγει. | |||
O 46b | A | μάρ‐ τυρα δὲ ἀντὶ τοῦ ἑρμηνέα. | ||
O 47a | A | ξείνων δ’ εὖ πρασσόντων: τῶν φίλων εὖ πρασ‐ σόντων τὴν ἀγγελίαν τὴν περὶ αὐτῶν γλυκεῖαν οὖσαν ἱλα‐ ρῶς οἱ ἀγαθοὶ προσδέχονται καὶ ἀφθόνως. | ||
O 47b | ἔσαναν: ἐχάρησαν. ἡ μεταφορὰ ἀπὸ τῶν σαινόντων κυνῶν τοὺς ἰδίους δεσπότας. | |||
O 47c | BDEQ | ξείνων δ’ εὖ πρασσόντων: ξείνων, φίλων. | ||
O 47d | BCDEQ | ἔσαναν ἀντὶ τοῦ ἐχάρησαν, ἀπὸ τῶν σαινόντων ζώων. | ||
O 47e | ἤτοι δὲ τὸ ἑξῆς· προσέσαναν τὴν ἀγγελίαν· ἢ, πρὸς τὴν ἀγγελίαν ἔσαναν καὶ ἐχάρησαν. | |||
O 47f | ἡ δὲ διάνοια· πρὸς τὴν τῶν εὖ πρασσόντων φίλων ἀγγελίαν ἐχάρησαν οἱ ἀγαθοί. | |||
O 47g | ἢ οὕτω· τὴν δὲ τῶν εὖ πρασσόντων φίλων ἀγγελίαν | |||
BDEQ | γλυκεῖαν οὖσαν ἱλαρῶς οἱ ἀγαθοὶ φίλοι προσδέχονται. τοῦτο δὲ ὡς πρὸς ἑαυτόν. | |||
O 47h | ὁ χορὸς ἥδεται ἐπὶ τῇ τοῦ νενικη‐ κότος εὐπραγίᾳ, ὡς ἂν γνωρίμου. | |||
O 471 | BEQ | ἔσαναν· ἐχάρησαν. | ||
O 47k | ὁ δὲ νοῦς· τῶν γὰρ φίλων εὐδαιμονούντων εὐθέως οἱ γνήσιοι καὶ ἀγαθοὶ ἑταῖροι ἥσθησαν ὑπὸ τῶν γλυκειῶν | |||
ἀγγελιῶν μαθόντες. 1e—iQb | 131 in vol. 1 | |||
O 411a | A | ἵππον: ἀλλ’ ὦ Ζεῦ ὃς τὴν Αἴτναν ἔχεις τὴν παγίδα τὴν ἀνεμόεσσαν (Αἴτνα δὲ πόλις καὶ ὄρος Σικελίας), ὅπου κολάζεται ὁ Τυφὼν ὁ ἑκατὸν ἔχων κεφαλάς. | ||
O 411b | C | γράφεται καὶ ἵππον. ἔστι δὲ ὄνομα ὄρους. | ||
O 411c | CDEHQ | ἶπον ἀνεμόεσσαν: ὁ μὲν Πίνδαρος τῷ Τυφῶνι ἐπικεῖσθαί φησι τὴν Αἴτνην, ὁ δὲ Καλλίμαχος τῷ Ἐγκε‐ | ||
CDEH | λάδῳ, οὕτως (fr. 382)· τριγλώχιν ὀλοῷ νῆσος ἐπ’ Ἐγκε‐ | |||
λάδῳ. ἔνιοι δὲ ἐν Πιθηκούσαις φασὶ τὸν Τυφῶνα, ἄλλοι | CDEHQ | |||
5 | ἐν Φρυγίᾳ, οἱ δὲ ἐν Σικελίᾳ, οἱ δὲ ἐν Αἰγύπτῳ, ὡς Ἡρό‐ δοτος (III, 5), οἱ δὲ ἐν τῷ ὄρει τῷ κατὰ Βοιωτίαν. | |||
O 414a | A | δέξαι: τοῦτον τὸν κῶμον καὶ ὕμνον δέξαι ὄντα Ὀλυμπιονίκην· ἐπειδὴ εἰς τὸν νικήσαντα λέγεται. δέξαι δὲ ἡδέως καὶ κεχαρμένως. | ||
O 414b | BCDEQ | δέξαι Χαρίτων θ’ ἕκατι τόνδε κῶμον: ἀντὶ τοῦ κεχαριτωμένον. | ||
O 414c | ὁ δὲ τέ σύνδεσμος περισσός· ἔστι γὰρ τὸ ἑξῆς· ἀλλὰ Κρόνου παῖ, δέξαι Χαρίτων ἕκατι τόνδε κῶμον ἐπὶ τῇ Ὀλυμπικῇ νίκῃ γεγραμμένον, ὅστις ἐστὶ τῆς τῶν νικησάντων ἀρετῆς χρονιώτατον φάος· σβέννυται γὰρ | |||
5 | BCEQ | τὰ καλὰ ἔργα, μὴ ἔχοντα ποιητικὴν φωνὴν μάρτυρα. | ||
O 414d | τὸ δ’ ἑξῆς· Χαρίτων τ’ εὐρυσθενέων ἕκατι. | |||
O 414e | CEQ | ἄλλως· τόνδε κῶμον: τοῦτον τὸν κῶμον δέξαι καὶ ὕμνον 〈ὄντα〉 Ὀλυμπιόνικον, ἐπειδὴ εἰς τὸν νικήσαντα | ||
CDEQ | λέγεται· δέξαι δὲ ἡδέως 〈καὶ〉 κεχαρισμένως ὡς ἐσόμενον | |||
φῶς πολυχρόνιον τῶν εὐρυσθενῶν, οἱονεὶ τῶν νικησάντων | 132 in vol. 1 | |||
5 | μετὰ ἀνδρείας καὶ ἐναρέτων γενομένων. ἐκ γὰρ τῶν ὀχη‐ μάτων τοῦ Ψαύμιδος ἦλθεν ὁ ὕμνος, ὅστις Ψαῦμις τῷ κοτίνῳ τῷ ἐν τῇ Πίσῃ στεφθεὶς δόξαν τῇ ἑαυτοῦ πατρίδι σπεύδει περιθεῖναι. | |||
O 416a | A | χρονιώτατον: τὸν ὕμνον, ὃς φωστὴρ ἀρετῆς ἐστι, δέξαι τὸν ἐπὶ χρόνον μένοντα. ἀθάνατος γάρ ἐστιν ὁ ὕμνος καὶ ἡ ἀρετή. | ||
O 416b | φάος: τὸν ὕμνον, ὃς φωστὴρ ἀρετῆς 〈ἐστι]· σβέννυται γὰρ τὰ καλὰ ἔργα, μὴ ἔχοντα τὴν ποιη‐ τικὴν φωνὴν μάρτυρα. | |||
O 418a | A | Ψαύμιος γάρ: ἀντὶ τοῦ ἥκει γὰρ ἐπὶ τῶν ὀχέων ὁ Ψαύμιος ὕμνος· ὃν δέξαι, ὦ Ζεῦ. | ||
O 418b | ἢ οὕτως· ὁ τοῦ Ψαύμιος ὕμνος .... 〈ὃσ〉 ἐλαίᾳ στεφανωθεὶς παραγίνεται, τῇ πατρίδι δόξαν περιποιῶν τῇ Καμαρίνῃ· ἔστι δὲ πόλις καὶ λίμνη τῆς Σικελίας. | |||
O 418c | BCDEQ | Ψαύμιος γὰρ ἵκει: ἥκει γὰρ ἐπὶ τῶν ὀχέων τοῦ Ψαύμιδος· τίς; ὁ ὕμνος· ὃς ἐλαίᾳ στεφανωθεὶς παρα‐ γίνεται τῇ ἑαυτοῦ πατρίδι Καμαρίνῃ στέφανον καὶ δόξαν φέρων. 24E | ||
O 420a | A | Πισάτιδι κῦδος: τῇ ἑαυτοῦ πατρίδι. ἥκει γὰρ τῶν ὀχέων τοῦ Ψαύμιδος ὕμνος· ὃν δέξαι, ὦ Ζεῦ. | ||
O 420b | A | ὃς ἐλαίᾳ στεφανωθείς: ὁ Ψαῦμις· ὃς τῇ ἑαυ‐ τοῦ πατρίδι στέφανον καὶ δόξαν θέλει περιποιήσασθαι. | ||
O 421a | A | εὔφρων εἴη: καὶ εἰς τὸν πάντα χρόνον εὔφρων ὁ θεὸς εἴη αὐτῷ. | ||
O 421b | BCDEQ | θεὸς εὔφρων εἴη λοιπαῖς εὐχαῖς: εὐμενής. | ||
O 421c | μετὰ ταύτης οὖν αὐτοῦ τῆς δόξης εἴη αὐτῷ ταῖς λοι‐ παῖς εὐχαῖς εὐμενὴς ὁ θεός· ἐπειδὴ ἄξιος ἐπαίνου μοι | |||
δοκεῖ εἶναι διὰ τὸ εἶναι αὐτὸν λίαν πρόθυμον ἐπὶ τὸ ἱππο‐ | 133 in vol. 1 | |||
τροφεῖν, καὶ ὅτι φιλόξενός ἐστι πάντας δεξιούμενος. εἰς | BDEQ | |||
5 | τὸν μετὰ ταῦτα οὖν χρόνον θεὸς εὔφρων αὐτῷ γένοιτο. | |||
O 421d | ἄλλως· εὐχαῖς: τοῦ νικηφόρου. | |||
O 421e | BEQ | ὁ Ζεύς, φησιν, εἴη εὔφρων καὶ ταῖς λοιπαῖς εὐχαῖς, ἐπειδὴ τὰς περὶ τῆς νίκης ἐτέλεσεν. 26E | ||
O 424a | A | τροφαῖς: ταῖς ἐξ ἑτοίμου ἱπποτροφίαις αὐτὸν ἐπαινεῖ· χαίρει δὲ καὶ ξενίζων. | ||
O 424b | CDEQ | ἐξ ἑτοίμου ἱπποτροφεῖ· χαίρει δὲ καὶ ξενίζων· διὸ ἐπαινῶ αὐτόν. 21E | ||
O 425 | A | χαίροντά τε: καὶ φιλόξενον ὄντα καὶ ἱππικὸν καὶ εἰρηνικὸν καὶ δίκαιον· ἱππικὸν μὲν, ὡς χαίροντα τροφαῖς ἵππων, φιλόξενον δὲ ὡς πάντα ξένον ὑποδεχόμενον καὶ ἐπὶ τούτῳ χαίροντα, εἰρηνικὸν δὲ ὡς ἡσυχίαν ἀγαπῶντα τὴν | ||
5 | φιλοπόλιδα, δίκαιον δὲ ὡς τὴν γνώμην τρέποντα ἐπὶ τὸ καθαρώτατον καὶ ἀμόλυντον. | |||
O 426 | BCDEQ | φιλόπολιν: εἰσὶ γάρ τινες οἱ ἐν ταῖς στάσεσι διά‐ γοντες φιλοπόλιδες ὄντες· τὸν οὖν Ψαῦμιν φιλόπολίν φησιν εἶναι πρὸς τῷ καὶ ἥσυχον ὑπάρχειν. | ||
O 428a | A | οὐ ψεύδεϊ τέγξω: οὐ καταβρέξω οὐδὲ ἀφεψήσω καθάπερ ὕδατι ψεύδει τὸν λόγον. οἷον οὐ ψεύσομαι. | ||
O 428b | BCDEQ | οὐ ψεύδεϊ τέγξω: οὐκ εἰς ὑπερβολὴν τραπή‐ σομαι ψευσάμενος. | ||
O 428c | ἤτοι οὐ κρύψω τὸν λόγον τῷ ψεύ‐ δει· κρύπτεται γὰρ τἀληθῆ ὑπὸ τῶν ψευδῶν. | |||
O 428d | ἢ οὕ‐ τως· οὐ ποιήσω τὸν λόγον ἀσθενέστερον, ἀπὸ μεταφορᾶς τῶν βρεχομένων· ταῦτα γὰρ ἀσθενέστερα γίνεται. | |||
O 428e | οὐ μιανῶ οὖν, φησιν, οὐδὲ βρέξω τὸν λόγον μου ψεύδει· ἀντὶ τοῦ οὐ ψεύσομαι περὶ τῶν ἐγκωμίων τῶν τοῦ Ψαύμιδος λέγων. | |||
O 429a | A | διάπειρά τοι: τοῦτο ἐν τῷ καθόλου λέγει, ὅτι ἡ πεῖρα τῶν ἀνθρώπων ἔλεγχός ἐστι. καὶ τούτου οὖν εἶναι αὐτοῦ πείσεται ὅτι τοιοῦτός ἐστιν. | 134 in vol. 1 | |
O 429b | BCDEQ | διάπειρά τοι βροτῶν ἔλεγχος: πάρεστι δια‐ πειρᾶσαι τὸν Ψαῦμιν καὶ γνῶναι. | ||
O 429c | ἄλλως· ἡ πεῖρα τῶν ἀνθρώπων ἔλεγχος ἀκριβής· καὶ ὁ τούτου πειραθεὶς εἴσεται ὅτι οὕτως ἔχει. | |||
O 429d | παράδειγμα δὲ τοῦ δεῖν τῇ πείρᾳ τἀλη‐ θὲς ἐξετάζειν τὸν Ἐργῖνον παρέλαβεν τὸν Μινυῶν βασιλέα, ἀγωνιζόμενον ἐν τῷ ἐπιταφίῳ ἀγῶνι Θόαντος μετὰ τῶν Ἀργοναυτῶν. γέλωτας δὲ κινῶν ἐπὶ τῷ παρ’ ἡλικίαν ἀθ‐ | |||
5 | λεῖν αὐτὸν, αὐτῇ τῇ πείρᾳ τοῦ ἀγῶνος ἔδειξε νικήσας ὡς εἶχεν ἰσχύος. ἐνίκησε δὲ τοὺς Βορεάδας. | |||
O 429e | ἐλθόντων γὰρ εἰς τὴν Λῆμνον τῶν Ἀργοναυτῶν δοκεῖ Ὑψιπύλη ἡ Θόαντος θυγάτηρ θεῖναι τὸν γυμνικὸν ἀγῶνα, καὶ ὁ Ἐρ‐ γῖνος ἠγωνίσατο· ὡς δὲ γελώμενος ὑπὸ τῶν Λημνιάδων | |||
5 | ὅτι πολιὸς ὢν νέοις ἐσπούδασε διαγωνίσασθαι ἐνίκησε φύσει πολιὸς ὑπάρχων. ὅθεν δῆλον ὡς καὶ αὐτὸς ὁ Ψαῦμις ἤδη πολιὸς ὢν ἐνίκησεν. | |||
O 431a | ἅπερ: ἀντὶ τοῦ εἴπερ. | |||
O 431b | A | ἡ πεῖρα ἤλεγξε καὶ τὸν Ἐργῖνον· ὃν ἔλαβεν εἰκόνα. δοκεῖ γὰρ παρ’ ἱστορίαν λέγειν· οὐ γὰρ ἐν Λήμνῳ τελευτᾷ Θόας ὁ πατὴρ Ὑψιπύλης, ἀλλ’ αὐτὴ μὴ ἀνελοῦσα αὐτὸν λάρνακι ξυλίνῳ βαλοῦσα κατέ‐ | ||
5 | βαλεν ἐν θαλάσσῃ, ὡς Ἀπολλώνιος (I, 620)· οἴη δ’ ἐκ πασέων γεραροῦ περιφείσατο πατρὸς Ὑψιπύλεια Θόαντος, ὃ δὴ κατὰ Λῆμνον ἄνασσεν· λάρνακι δ’ ἐν κοίλῃ μιν ὕπερθ’ ἁλὸς ἧκε φέρεσθαι, αἴ κε φύγῃ. καὶ τὸν μὲν ἐς Οἰνοίην ἐρύσαντο | 135 in vol. 1 | ||
10 | πρόσθεν, ἀτὰρ Σίκινόν γε μεθύστερον αὐδηθεῖσαν. πῶς οὖν λέγει αὐτὸν ἐν Λήμνῳ τεθάφθαι καὶ ἐπ’ αὐτῷ ἀγῶνα ποιῆσαι Ὑψιπύλην; ἀλλ’ ἔξεστι πλάττειν τοῖς ποιη‐ ταῖς ἃ βούλονται. | |||
O 431c | A | Κλυμένοιο: παράδειγμα τοῦ δεῖν 〈τῇ πείρᾳ〉 τὸ ἀληθὲς ἐξετάζειν τὸν Ἐργῖνον προσάγεται· οὗτος γὰρ πα‐ λαιὸς ὢν λίαν ἀγωνιούμενος τὸν ἐπὶ Θόαντι ἀγῶνα ἦλθεν· γελώντων δὲ ἐκείνων ἐπὶ τῷ παρ’ ἡλικίαν δοκεῖν ... αὐτῇ | ||
5 | τῇ πείρᾳ 〈τοῦ〉 ἀγῶνος ἔδειξε νικήσας ἐνόπλιον δρόμον· ὥστε καὶ τοῦ Ψαύμιος †συμπονοῦντος παρέλαβεν ὡς ὅμοιον τὸ κατὰ τὸν Ἐργῖνον. | |||
O 432a | BCDEQ | Λαμνιάδων: καὶ ὁ Καλλίμαχος (fr. 197)· Ἐργῖνος Κλυμένου ἔξοχος ἐν σταδίῳ. | ||
O 432b | ἥτις διάπειρα τὸν Κλυ‐ μένου παῖδα ἀπέλυσε τῆς ἀτιμίας τῶν ἐν Λήμνῳ γυναικῶν. | |||
O 432c | ἡ δὲ ἱστορία τοιαύτη· Ὑψιπύλης ἀγῶνα ἐπιτελούσης | |||
ἐπιτάφιον Θόαντι τῷ πατρὶ Λημνίων βασιλεῖ, συμβέβηκεν ἀπιόντας ἐπὶ τὸ χρυσοῦν δέρας τοὺς Ἀργοναύτας ἐκεῖσε γενέσθαι, καὶ προτραπέντας εἰς τὸν ἀγῶνα ἀγωνίσασθαι. εἷς | 136 in vol. 1 | |||
5 | ὢν οὖν αὐτῶν ὁ Ἐργῖνος νεώτερος μὲν τῷ χρόνῳ, προπόλιος δὲ τὴν κόμην, ὡς μὴ ἱκανὸς ἀγωνίσασθαι διὰ τὴν ὄψιν τῶν πολιῶν ἐγελᾶτο ὑπὸ τῶν γυναικῶν καὶ ἐπεκερτομεῖτο. ὡς δὲ διὰ τῶν ἔργων ἐδείχθη ὑπερβαλλόμενος τοὺς ἀγω‐ νιστάς· ἦσαν δὲ οἱ τοῦ Βορέου παῖδες Ζήτης καὶ Κάλαϊς· | |||
10 | BCEQ | ἐπαύσατο ἡ κατ’ αὐτοῦ γινομένη χλεύη, καὶ τοὐναντίον ἐθαυμάσθη. διὰ τοῦτο οὖν λέγει τὴν πεῖραν πεπαυκέναι τῆς ὕβρεως τῆς κατ’ αὐτοῦ τὰς Λημνιάδας γυναῖκας. | ||
O 434a | A | χαλκέοισιν δὲ ἐν ἔντεσιν: ὁπλῖται γὰρ ἔτρεχον. | ||
O 434b | ὁ δὲ δέ σύνδεσμος ἀντὶ τοῦ γάρ· ἵν’ ᾖ· χαλκέοις γὰρ ἐν ὅπλοις νικῶν. | |||
O 434c | CEQ | χαλκέοις δ’ ἐν ἔντεσιν: ὁ δέ ἀντὶ τοῦ γάρ. | ||
CDEQ | τὸν γὰρ ἔνοπλον δρόμον νικήσας ὁ Ἐργῖνος, εἶτα προσιὼν τῇ Ὑψιπύλῃ ἐπὶ τῷ στεφθῆναι εἶπε πρὸς αὐτὴν δεικτικῶς· οὗτος ἐγώ. | |||
O 436 | A | μετὰ στέφανον: ἐπὶ τὸ στεφθῆναι ἀπιὼν εἶπε τῇ Ὑψιπύλῃ. | ||
O 437 | A | οὗτος ἐγώ: τὸ οὗτος ἐγὼ ταχυτᾶτι δεικτικόν. | ||
O 438 | A | χεῖρες δὲ καὶ ἦτορ: αἱ δὲ χεῖρές μου καὶ ἡ ψυχὴ κατάλληλοι. ἀλλ’ ὅμοιος ἔσομαι, ὅμοια ἐνθυμούμενος καὶ πράττων. | ||
O 439a | A | φύονται καὶ νέοις: ὡς καὶ τοῦ Ψαύμιδος προ‐ πολιοῦντος καὶ νικήσαντος. | ||
O 439b | ἄλλως· πολλάκις τις νέος ὢν πολιοῦται καὶ παρὰ τὸν τῆς ἡλικίας ἐοικότα χρόνον. δη‐ λονότι καὶ αὐτὸς ὁ Ψαῦμις πολιὸς ἦν καὶ οἷον προπόλιος. | |||
Q | ὕμνου τέλος Ψαύμιδος ἐκ Καμαρίνης. | 137 in vol. 1 | ||
O 5metr(t) | Scholia in Olympionicarum carmen V | |||
1 | AC | Τῷ αὐτῷ ἀπήνῃ καὶ κέλητι καὶ τεθρίππῳ. | ||
BDEQ | Τῷ αὐτῷ ἀπήνῃ καὶ κέλητι. inscr.bB | |||
O 5metr a | ADEQ | Τὸ εʹ εἶδος γʹ ἔχει περιόδους ἁπλᾶς πάσας ἑαυταῖς συμφωνούσας· οὐ γάρ ἐστιν ἐπῳδὸς ἡ γʹ. ἐκ κώλων δέ εἰσιν ιθʹ. τὸ αʹ δακτυλικὸν τρίμετρον καταληκτικόν. τὸ βʹ ἰωνικὸν ἀπ’ ἐλάττονος, τῆς αʹ συζυγίας τρίτον παί‐ | ||
5 | ωνα ἐπιδεξαμένης· ὅπερ γίνεται ἐπὶ τῶν ἰωνικῶν. τὸ γʹ ἰθυφαλλικὸν παρὰ μίαν συλλαβήν. τὸ δʹ δακτυλικὸν πενθ‐ ημιμερές. τὸ εʹ ἰθυφαλλικόν. τὸ ϛʹ ἀναπαιστικόν· σύγ‐ κειται δὲ ἐκ βʹ ἀναπαίστων καὶ βακχείου, ὅπερ πάσχει τὰ ἀναπαιστικὰ, καὶ ἑξῆς ἀναπαίστου καταληκτικοῦ. τὸ ζʹ ἰθυ‐ | |||
10 | φαλλικόν. τὸ ηʹ Φερεκράτειον. τὸ θʹ προσοδιακὸν ἐκ τοῦ ἀπ’ ἐλάσσονος καὶ χοριάμβου. τὸ ιʹ δακτυλικὸν δίμε‐ τρον ἀκατάληκτον. τὸ ιαʹ δακτυλικὸν πενθημιμερές. τὸ ιβʹ ἰθυφαλλικόν. τὸ ιγʹ ὅμοιον τῷ ϛʹ. τὸ ιδʹ ἰθυ‐ φαλλικόν. τὸ ιεʹ δίμοιρον ἔπους. τὸ ιϛʹ ἰθυφαλλικόν. | |||
15 | τὸ ιζʹ δίμοιρον ἔπους. τὸ ιηʹ ἐγκωμιολογικὸν παρὰ τὴν τελευταίαν συλλαβήν. τὸ ιθʹ ἰθυφαλλικόν. inscr.bDEQ | |||
O 5metr b | E | ὅμοιον δέ ἐστι μονοστροφικῷ· ἐκ γʹ γὰρ περιόδων ἐστὶ τῶν αὐτῶν, ἐπῳδὸς δὲ οὐκ ἔστιν. | ||
O 5inscr a | ABDEHQ | Αὕτη ἡ ᾠδὴ ἐν μὲν τοῖς ἐδαφίοις οὐκ ἦν, ἐν | ||
δὲ τοῖς Διδύμου ὑπομνήμασιν ἐλέγετο Πινδάρου. 1B 6DEQ | 138 in vol. 1 | |||
O 5inscr b | ABCDEQ | γέγραπται τῷ αὐτῷ Ψαύμιδι τεθρίππῳ καὶ ἀπήνῃ καὶ κέλητι νενικηκότι τὴν ὀγδοηκοστὴν δευτέραν Ὀλυμπιάδα. inscr.a | ||
O 5inscr c | A | περὶ δὲ τῆς ἀπήνης Πολέμων φησί· ἤγετο δὲ ἐν Ὀλυμπίᾳ ἀπήνης ἀγὼν, καί εἰσιν οἱ ἀγωνισά‐ μενοι ἡμίονοι· καταλυθῆναι δὲ τοῦτο τὸ ἀγώνισμα κατὰ τὴν οδʹ Ὀλυμπιάδα καὶ εἶναι ιγʹ νίκας. τὴν δὲ ἀπήνην λαμπή‐ | ||
5 | νην λεγέσθαι ὑπὸ Τεγεατῶν φησιν ὁ Πολέμων· οἱ δὲ, Θεττα‐ λῶν εἶναι τὴν λέξιν. ἐτυμολογεῖται δὲ ἀπήνη αἰπεινή τις οὖσα διὰ τὴν ὑπερτερίαν· διὸ καὶ ὑψηλᾶν ἀρετᾶν τὸν Πίν‐ δαρον λέγειν ὁ λόγος. | |||
O 51a | A | ὦ θύγατερ Ὠκεανοῦ Καμάρινα, δέχου τὸν γλυκὺν ἄωτον τῶν στεφάνων καὶ τῶν ἀρετῶν τῶν ἐν Ὀλυμπίᾳ καρδίᾳ γελανεῖ, τουτέστι γαληνιαζούσῃ, καὶ τῆς ἀκαμαντό‐ ποδος ἀπήνης καὶ τὰ δῶρα τοῦ Ψαύμιδος· σοὶ γὰρ αὐτὰ | ||
5 | παρακομίζει. | |||
O 51b | BCDEQ | Ὑψηλᾶν ἀρετᾶν: ὁ νοῦς· λέγει πρὸς τὴν Κα‐ μάριναν τὴν Ὠκεανοῦ, ᾗ ὁμώνυμος ἡ πόλις καὶ ἡ λίμνη, | ||
CDEHQ | ὅτι δέξαι τῶν ἀρετῶν καὶ τῶν στεφάνων τῶν ἐν Ὀλυμπίᾳ καὶ τῆς ἀπήνης τὸ ἄωτον, ἀντὶ τοῦ τὸν ὕμνον, ὅς ἐστι | |||
5 | δῶρα τοῦ Ψαύμιος νενικηκότος. τὸν ὕμνον δὲ ἄωτον τῶν στεφάνων καὶ τῶν ἀρετῶν εἶπεν, ἐπεὶ οἱ νικῶντες ἐκ τοῦ ὑμνεῖσθαι εὐκλεεῖς γίνονται. Ἀρίσταρχος δὲ ἀκούει Ὠκεα‐ νοῦ θυγατέρα Καμάριναν τὴν λίμνην, ἀφ’ ἧς καὶ τὴν πό‐ λιν ὠνομάσθαι. Ἀρτέμων δὲ (FHG IV, 341) πρὸς τὴν Ἀρέ‐ | |||
10 | θουσαν τὸν λόγον εἶναί φησιν. αὕτη δὲ ἐν Συρακούσαις | |||
κρήνη· ὑποτέτακται δὲ ἡ Καμάρινα ταῖς Συρακούσαις. ἔχει δὲ ἡ Ἀρέθουσα καὶ πᾶσα κρήνη τὰς πηγὰς ἀπὸ Ὠκεανοῦ. βέλτιον δὲ ὡς Ἀρίσταρχος. | 139 in vol. 1 | |||
O 51c | CEHQ | ἄλλως· Καμάρινα καὶ ἡ πόλις τοῦ Ψαύμιδος καλεῖται καὶ λίμνη πλησίον αὐτῆς κει‐ μένη. οἱ μὲν οὖν φασιν ὅτι τῇ πόλει τὸ ὄνομα ἐτέθη ἀπό τινος νύμφης οὔσης, οἱ δὲ ἔκ τινος Ὠκεανοῦ θυγατρὸς ἀμ‐ | ||
5 | φοτέραις, ὡς Ἡσίοδος (th. 364)· | |||
CDEHQ | τρὶς γὰρ μυρίαι εἰσὶ τανίσφυροι Ὠκεανῖναι. πρὸς θυγατέρα οὖν τοῦ Ὠκεανοῦ τὴν Καμάριναν λέγει. | |||
O 51d | B(C)DEHQ | ὁ δὲ νοῦς· ὦ τοῦ Ὠκεανοῦ θύγατερ Καμάρινα, δέχου τὸν γλυκὺν ἄωτον (λέγει δὲ τὸν ὕμνον) τῶν ἐν Ὀλυμπίᾳ ὑψηλοτάτων ἀρετῶν καὶ τῶν στεφάνων τῆς τε ἀπήνης καὶ τοῦ Ψαύμιδος, δέχου δὲ τὸ τοιοῦτο δῶρον φαιδρῷ προσ‐ | ||
5 | ώπῳ. inscr.aDQ metr.bE | |||
O 55 | C | καρδίᾳ γελανεῖ: γαληνιώσῃ καὶ φαιδρᾷ. | ||
O 56a | BDEQ | ἀκαμαντόποδος ἀπήνης: ἁμάξης. | ||
O 56b | BCDEQ | ἀπήνη δέ ἐστιν ἅρμα ἐξ ἡμιόνων ζευχθέν. εἰθισμένου δὲ ἵπποις ἀγωνίζεσθαι, Ἀσάνδραστος ἐπετήδευσε καὶ ἡμιό‐ νοις ἀγωνίζεσθαι. χρόνος δέ τις οὐ μακρὸς, ἀλλὰ δεκαετὴς τοῦτο διέλυσε· διελύθη γὰρ περὶ πεʹ Ὀλυμπιάδα. | ||
O 56c | HQ | ἀκαμαντόποδος δὲ, τῆς κατὰ τὸν δρόμον ἀκοπιά‐ στου ἀπήνης. | ||
O 57a | BDEQ | Ψαύμιός τε δῶρα: ὅστις Ψαῦμις, ὦ νύμφη | ||
Καμάρινα, τὴν σοὶ ὁμώνυμον πόλιν ἐπαίρων καὶ δοξάζων, | 140 in vol. 1 | |||
BCDEQ | τὴν εὐδαίμονα καὶ πολυάνθρωπον Καμάριναν, τοὺς λεγο‐ μένους διδύμους βωμοὺς ἐν τῇ Ἤλιδι ἓξ ἐκόσμησε βου‐ | |||
5 | θυσίαις ὑπὸ ταῖς ἑορταῖς τῶν θεῶν ταῖς μεγίσταις. οἱ γὰρ νικῶντες ἔθυον ἐν τοῖς ἓξ βωμοῖς. 10C | |||
O 57b | CEQ | ἄλλως· ὃς τὰν σὰν πόλιν αὔξων: πρὸς τὴν ἡρωΐδα ἀφ’ ἧς ἡ πόλις· ἀπὸ γὰρ τῆς κρήνης καὶ ἡ πόλις. 13C | ||
O 58a | A | τὰν σὰν πόλιν: τὴν Καμάριναν ὁμώνυμον τῇ πόλει λίμνην οὖσαν ἀκούουσιν, ἀφ’ ἧς καὶ αὐτὴ ἡ πόλις ὠνόμασται. διὸ καὶ Ὠκεανοῦ θυγατέρα αὐτὴν λέγει. | ||
O 58b | AEQ | σὰν πόλιν: τὴν ἀπὸ σοῦ προσαγορευομένην καὶ χρη‐ ματίζουσαν, διὰ τὸ ἐν ἀξιώματι. | ||
O 510a | A | βωμοὺς ἕξ: ἀφ’ ἱστορίας τοῦτο εἴληφεν· ἱστορεῖ γὰρ περὶ τῶν ἓξ βωμῶν Ἡρόδωρος (FHG II, 36) γραμματικός· ἐλθὼν δὲ εἰς τὴν Ἦλιν τὸ ἐν Ὀλυμπίᾳ ἱερὸν ἱδρύσατο Διὸς Ὀλυμπίου καὶ Ὀλυμπίαν τοῦ θεοῦ ὁμώνυμον τὴν χώραν | ||
5 | ἔθεντο. ἔθηκε δὲ αὐτῷ αὐτόθι καὶ ἄλλοις θεοῖς βωμοὺς ἓξ τῷ ἀριθμῷ σύμβολον τῶν ιβʹ θεῶν, καὶ πρῶτον τὸν τοῦ Διὸς τοῦ Ὀλυμπίου, ᾧ σύμβωμον ἐποίησε τὸν Ποσειδῶνα· δεύτερον Ἥρας καὶ Ἀθηνᾶς· τρίτον Ἑρμοῦ καὶ Ἀπόλλωνος· τέταρτον Χαρίτων καὶ Διονύσου· πέμπτον Ἀρτέμιδος καὶ | |||
10 | Ἀλφειοῦ· ἕκτον Κρόνου καὶ Ῥέας. καὶ ἐπὶ πέντε ἡμέ‐ ρας ἦγον τὴν ἑορτὴν βουθυσίας ποιοῦντες καὶ ἀγῶνας ἐπι‐ τελοῦντες. | |||
O 510b | BCDEQ | βωμοὺς ἕξ: Ἡρόδωρός φησι τὸν Ἡρακλέα ἐν Ὀλυμπίᾳ ἱδρύσασθαι δώδεκα θεῶν ἀγάλματα, συμβώμους δὲ αὐτοὺς ποιῆσαι ἓξ βωμοὺς κατασκευάσαντα. | 141 in vol. 1 | |
O 510c | ἄλλως· Ὀλυμπίασι βωμοί εἰσιν ἓξ δίδυμοι τοῖς δώδεκα θεοῖς ἀνι‐ δρυμένοι, ἑνὸς ἑκάστου βωμοῦ δύο θεοῖς καθωσιωμένου· πρῶτος Διὸς καὶ Ποσειδῶνος· δεύτερος Ἥρας καὶ Ἀθηνᾶς· | |||
5 | τρίτος Ἑρμοῦ καὶ Ἀπόλλωνος· τέταρτος Χαρίτων καὶ Διο‐ νύσου· πέμπτος Ἀρτέμιδος καὶ Ἀλφειοῦ· ἕκτος Κρόνου καὶ Ῥέας· ὥς φησιν Ἡρόδωρος. 7bC | |||
O 513a | A | ἀέθλων τε πεμπαμέροις: ὅτι πεμπάμερος ἢ πενθήμερος ὁ ἀγὼν λέγεται· πρὸς γὰρ εʹ ἡμέρας ἄγεται, ἀπὸ ιαʹ ἀρχόμενος 〈καὶ〉 λήγων εἰς ιεʹ· καὶ στεφάνους ἔχει κηʹ, οἷς στεφανοῦσι τοὺς νικῶντας. | ||
O 513b | BCDEQ | πεμπταμέροις ἁμίλλαις: ἐπειδὴ ἐπὶ πέντε ἡμέρας ἤγετο αὐτὰ τὰ ἀγωνίσματα [ἀπὸ ιαʹ μέχρις ιϛʹ]. | ||
O 513c | BDEQ | ἡνίκα οὖν ἐτελεῖτο τὰ ἆθλα τῶν πενθημέρων ἀγώνων, ἐγέ‐ ραιρε τοὺς βωμούς· ἐκόσμησε δὲ τοὺς βωμοὺς νικήσας ἵπποις [τεθρίππῳ] καὶ ἡμιόνοις καὶ κέλητι. | ||
O 513d | B | πεμπταμέροις: ἐπεὶ ἐν πέντε ἡμέραις ἤγετο τὰ Ὀλύμπια, ἀπὸ ἑνδεκάτης μέχρις ἑξκαιδεκάτης. | ||
O 515a | A | μοναμπυκίᾳ τε: καὶ ἵπποις καὶ ἡμιόνοις καὶ μοναμπυκίᾳ, ὅ ἐστι κέλητι· ἄμπυξ γὰρ κατὰ Θετταλοὺς ὁ χαλινός. | 142 in vol. 1 | |
O 515b | BCDEQ | μοναμπυκίᾳ: μονοχαλίνῳ. νοητέον δὲ ἑνὶ ἵππῳ τῷ λεγομένῳ κέλητι. ἄμπυξ μὲν γὰρ κυρίως ἀνάδημα τῆς κεφαλῆς τι, καὶ λῶρος χρυσῷ καὶ λίθοις πεποικιλμένος, ὃν περὶ τὰς κεφαλὰς αἱ γυναῖκες φοροῦσι· μεταφορικῶς δὲ καὶ | ||
5 | οἱ διάχρυσοι χαλινοὶ ἄμπυκες λέγονται· ὡς Ὅμηρος (Ε 358)· χρυσάμπυκας ἵππους· καὶ ἀλλαχοῦ (Χ 469)· ἄμπυκα κεκρύ‐ φαλόν τ’ ἠδὲ πλεκτὴν ἀναδέσμην. | |||
O 516 | BCDEQ | τὶν δὲ κῦδος: σοὶ δὲ, ὦ νύμφη Καμάρινα, τὴν ἐκ τῆς νίκης δόξαν ἀνέθηκεν· ἀντὶ τοῦ, σοὶ χάριν ὁμολογεῖ ἐπὶ τῇ νίκῃ. ἔτι γε μὴν καὶ τὸν αὑτοῦ πατέρα τὸν Ἄκρωνα | ||
CDEHQ | ἀνεκήρυξεν· ἐν γὰρ τῷ ἀγῶνι οἱ νικῶντες καὶ ἀπὸ πατέ‐ | |||
5 | ρων ἀνηγορεύοντο καὶ ἀπὸ προγόνων καὶ πόλεων. καὶ τὴν νέοικον οὖν ἕδραν ἀνηγόρευσεν, τὴν πόλιν αὐτοῦ τὴν νε‐ ωστὶ ἱδρυθεῖσαν καὶ οἰκισθεῖσαν. κτίζεται μὲν γὰρ ἡ Κα‐ μάρινα μεʹ Ὀλυμπιάδι· ἐπικρατησάντων δὲ Συρακουσίων πορθεῖται τῇ νζʹ Ὀλυμπιάδι· εἶτα ἐν τῇ πεʹ Ὀλυμπιάδι τῷ | |||
10 | μεταξὺ χρόνῳ καθ’ ὃν ἐνίκησεν ὁ Ψαῦμις ἀνακτίζεται. εἰ‐ κότως οὖν αὐτὴν νέοικον ὀνομάζει. | |||
O 518 | A | ὃν πατέρα Ἄκρων’ ἐκήρυξεν: Ἄκρων ἐκαλεῖτο ὁ πατὴρ Ψαύμιδος. ὁ γὰρ νικῶν πατέρα καὶ πατρίδα ἀνακη‐ | ||
ρύσσει. | 143 in vol. 1 | |||
O 519a | A | τὰν νέοικον ἕδραν: νέοικον ἕδραν εἶπε τὴν Καμάριναν ὁ Πίνδαρος. σαφηνίζει Τίμαιος ἐν τῇ δεκάτῃ· εἰσὶ δὲ οὗτοι οἱ Καμαριναῖοι .... ὑπὸ τοῦ Γέλωνος τυ‐ ράννου ἀνῃρέθησαν· εἶτα ὑπὸ Γελώων συνῳκίσθησαν ἐπὶ | ||
5 | τῆς ... Ὀλυμπιάδος. ἡ δὲ ἅλωσις ἐγένετο κατὰ τὴν Δα‐ ρείου τοῦ Πέρσου διάβασιν. | |||
O 519b | CDEHQ | τὰν νέοικον ἕδραν: Ἱπποκράτης ὑπὸ τοῦ τῶν Γελώων τυράννου ἀνῃρέθη· εἶτα ὑπὸ Γελώων συνῳκίσθη ἡ Καμάρινα κατὰ τὴν †μβʹ Ὀλυμπιάδα, ὥς φησι Τίμαιος (FHG I, 214)· διὸ καὶ νέοικον ἕδραν εἶπε τὴν πόλιν. ἡ δὲ ἅλωσις | ||
5 | αὐτῆς ἐγένετο κατὰ τὴν Δαρείου τοῦ Ὑστάσπου στρατείαν. | |||
O 519c | ACDEHQ | Φίλιστος ἐν γʹ (FHG I, 187) φησὶν ὅτι Γέλων Καμά‐ ριναν κατέσκαψεν· Ἱπποκράτης δὲ πολεμήσας Συρακουσίοις καὶ πολλοὺς αἰχμαλώτους λαβὼν ὑπὲρ τοῦ τούτους ἀπο‐ δοῦναι ἔλαβε τὴν Καμάριναν καὶ συνῴκισεν αὐτήν. ὁ γοῦν | ||
5 | Πίνδαρος συνῳκισμένην οἶδε τὴν Καμάριναν. | |||
O 519d | A | ὅτι δὲ περὶ τὴν πʹ ἐνίκησεν Ὀλυμπιάδα ὁ Ψαῦμις τῇ ἀπήνῃ, οὕτως συνορᾶται· καταλύεται γὰρ αὐτῇ τὸ ἀγώ‐ νισμα περὶ ὀγδοηκοστὴν εʹ Ὀλυμπιάδα· τῷ δὲ ἅρματι ἐνί‐ κησε τὴν πβʹ· ὥστε τὴν παʹ Ὀλυμπιάδα ἐνίκησε τῇ ἀπήνῃ | ||
5 | ὁ Ψαῦμις. | 144 in vol. 1 | ||
O 520a | ἱκὼν δ’ Οἰνομάου: ἀπὸ τῆς Πίσης. | |||
O 520b | CEHQ | περι‐ φραστικῶς ἀπὸ τῆς Πελοποννήσου ἐλθών. | ||
O 520c | ὅτι καὶ ὁ Οἰνόμαος ἐν Ὀλυμπίᾳ ᾤκει. | |||
O 520d | EHQ | ἱκὼν δὲ ἀντὶ τοῦ παρα‐ γενόμενος. | ||
O 520e | CDEHQ | ἄλλως· ἱκὼν δ’ Οἰνομάου ἕως τόνδε δᾶμον ἀστῶν: ὁ νοῦς· ἐλθὼν δὲ ἐκ τοῦ ἀγῶνος καὶ τῆς Πίσης νικήσας ὑμνεῖ μὲν τὸ σὸν ἄλσος, ὦ πολιοῦχε Ἀθηνᾶ· ἀντὶ τοῦ σὲ ὑμνεῖ· ὑμνεῖ δὲ καὶ τὸν ποταμὸν τὸν Ὄανον κα‐ | ||
5 | λούμενον καὶ τὴν ἐγχωρίαν λίμνην Καμάριναν· ὑμνεῖ δὲ καὶ τοὺς ὀχετοὺς τοῦ Ἱππάριδος ποταμοῦ, ὅστις τοῖς μὲν ὀχε‐ τοῖς αὐτοῦ ἄρδει τὸν ὅλον ὄχλον τε καὶ τόπον, προσκολλᾷ δὲ καὶ προστίθησιν ἀδιαλείπτως ἄλσος μέγα καὶ τόπον πο‐ λύν τε καὶ ὑψηλὸν, ὡς δύνασθαι καὶ θαλάμους ἐξ αὐτοῦ | |||
10 | καὶ μεγάλας ποιεῖν οἰκίας· ἄγει δὲ τὸν δῆμον αὐτὸν εἰς φῶς καὶ χαρὰν ἐξ ἀμηχανίας καὶ ἀπορίας, πάντα παρέχων. λέγεται γὰρ καὶ ναυσίπορος εἶναι καὶ πολύιχθυς. καὶ ὁ μὲν Ἀρίσταρχος βούλεται οὕτω, θαλάμων κατασκευὰς τὸν Ἵππαριν τῇ Καμαρίνῃ παρέχειν· φησὶ γὰρ ὅτι διὰ μέσης | |||
15 | ῥέων τῆς Καμαρίνης τῇ πλημμυρίᾳ ἀναπλάσσει γῆν, ἀφ’ ἧς πλινθεύοντες οἱ Καμαριναῖοι οἰκοδομοῦσι τὰς οἰκίας. προσπλάσσει δὲ γῆν ὡς καὶ ὁ Ἀχελῷος ταῖς Ἐχινάσι καὶ | |||
DEHQ | ὁ Νεῖλος τῇ Αἰγύπτῳ. ὁ δὲ Δίδυμος οὐ τοῦτο βούλεται· οὐ γάρ φησι τοσοῦτον πλημμυρεῖν ὡς δύνασθαι τῇ νεωστὶ | |||
20 | κατασκευασθείσῃ πόλει τοσοῦτον παρασχεῖν πηλὸν πρὸς πλινθοποιίαν. ἀλλὰ τοῦτό φησιν, ὅτι ὁ ποταμὸς διὰ μέσης τῆς ὕλης ῥεῖ· εἶτα κοπτόντων τῶν Καμαριναίων τὰ ξύλα εἰς κατασκευὴν οἴκων, ἀμηχανούντων δὲ πρὸς τὴν κατα‐ γωγὴν, ὑποδέχεσθαι καὶ τῷ πολλῷ ῥεύματι κατάγειν εἰς τὴν | 145 in vol. 1 | ||
25 | EHQ | πόλιν. οὕτω καὶ τὸ ταχέως προσκεῖσθαι τῷ λόγῳ φαμέν. 27C | ||
O 521a | HQ | παρ’ εὐηράτων σταθμῶν: ἐπεράστων οἴκων· νῦν γὰρ καταχρηστικώτερον σταθμῶν τῶν οἴκων. λέγει δὲ ἀπὸ τῆς Ὀλυμπίας. | ||
O 521b | Emg | γράφεται εὐηλάτων· ἔνθα αἱ ἱππηλασίαι γίνονται. | ||
O 522 | CDHQ | πολιάοχε: Καμαριναίων θεὸς ἡ Ἀθηνᾶ καὶ διὰ πλείστης τιμῆς παρ’ αὐτοῖς οὖσα ἡ θεός. καὶ Ἀθήναιον ἐπίσημον ἐν Καμαρίνῃ. εἰς τοῦτο δὲ εἰώθει ὁ κῶμος ἄγε‐ σθαι ἐπὶ τῇ νίκῃ καὶ ὁ ὕμνος ᾄδεσθαι. | ||
O 525a | A | [Ὄανον:] Ἀθηνᾶς ἱερὸν ἐπίσημον ἐν Καμαρίνῃ. | ||
O 525b | CHQ | ποταμόν τε Ὄανον: ποταμὸς ἐν Καμαρίνῃ Ὄανος. | ||
O 525c | τοὺς δὲ ἱεροὺς τόπους ἄλση εἰώθασι λέγειν. 34C | |||
O 527a | A | Ἵππαρις: ὁ Ἵππαρις λέγεται τὰς ῥύσεις τῶν ὑδά‐ των ἔχειν οὐχ ὁμοίας, ἀλλὰ τὴν μὲν γλυκεῖαν, τὴν δὲ πι‐ κράν· ὅπερ κρύπτων ὁ ποιητὴς σεμνοὺς ὀχετοὺς λέγει. Ἵπ‐ παρις δὲ ποταμὸς Σικελίας· | ||
5 | .... καὶ Καμάριναν, ἵν’ Ἵππαρις ἀγκύλον ἕρπει. | |||
O 527b | Ἀρίσταρχος παριέναι φησὶ τὸν Ἵππαριν τὴν πόλιν καὶ | |||
προσχωννύντα ἰλὺν ἀναπλάσσειν αὐτῇ γῆν, καθάπερ τὸν Ἀχελῷον ταῖς Ἐχινάσι νήσοις καὶ τὸν Νεῖλον τῇ Αἰγύπτῳ· κολλᾷ οὖν ἀντὶ τοῦ προσαναπλάσσει γῆν. τοῦτο δέ φησιν | 146 in vol. 1 | |||
5 | ὁ Δίδυμος ἀμάρτυρον εἶναι· οὐ γὰρ ἱστορεῖται περὶ τὸν Ἵππαριν καὶ τὴν Καμάριναν τοῦτο γενόμενον· οὐ γὰρ πλημ‐ μύρᾳ χρῆται ὁ ποταμὸς καταφερόμενος. βέλτιον οὖν οὕτως τινές· ἐπειδὴ ἐξ ὑπογυίου συνῴκισται ἡ Καμάρινα, καθὰ καὶ νέοικον αὐτὴν προσηγόρευσε, γειτνιᾷ δὲ Ἵππαρις αὐτῇ, | |||
10 | κατὰ τοῦτο φάναι ἐπὶ τοῦ συνοικισμοῦ κολλᾶσθαι ὑπ’ αὐ‐ τοῦ σταδίων θαλάμων ταχέως ὑψίπυργον ἄλσος, ἐπεὶ τὰ ἐπιτήδεια πρὸς τὴν οἰκοδομὴν διὰ τοῦ κατάπλου προσεκο‐ μίζετο ὥστε ποιεῖν σταδίους θαλάμους. | |||
O 527c | CDEHQ | Ἵππαρις: ποταμὸς οὗτος ἐν Καμαρίνῃ. ἔστι δὲ αὐτοῦ τοῦ ῥεύματος τὸ μέν τι γλυκὺ, τὸ δὲ ἁλμυρόν· διὸ καὶ τὸν Πίνδαρον εἰρηκέναι σεμνοὺς ὀχετοὺς ἀναστέλλοντα. | ||
O 529a | CDEHQ | κολλᾷ τε σταδίων: εὖ ἑστώτων. ἑδραίων. | ||
O 529b | ὅτι προσχώννυσι καὶ προστίθησί τινα τῇ πόλει γῆν. | |||
O 529c | κολλᾷ οὖν ἀντὶ τοῦ προσαναπλάσσει. | |||
O 529d | τὸ δὲ σταδίων θαλάμων ἄλσος ἀντὶ τοῦ πρὸς οἰκοδομὴν ἐπιτήδειον οἴκων. | |||
O 529e | CEHQ | ἄλλως· κολλᾷ τε σταδίων: Ἀρίσταρχός φησιν ἰλὺν καταφέρειν τὸν Ἵππαριν ὡς καὶ τὸν Νεῖλον· ἐκ δὲ τῆς ἰλύος κατασκευάζεσθαί φησιν ἄλση· κυρίως γὰρ ἀκού‐ εσθαι τὰ ἄλση. οὐκ ἔστι δὲ, ἀλλ’ ὑψίγυια ἄλση τοὺς οἴ‐ | ||
5 | κους φησὶ παρὰ τὸ ἑστάναι ὡς τὰ ἄλση. | |||
O 529f | CDEHQ | ἄλσος δὲ θαλάμων, τὸ πλῆθος τῶν οἴκων, τουτέστιν αὐτὴν τὴν πό‐ | ||
λιν, ὡσεὶ ἔλεγε δένδρων ἄλσος. σταδίων δὲ οἷον ἑδραίων. | DEHQ | |||
O 529g | ὁ οὖν Ἵππαρις κολλᾶ καὶ προστίθησιν ἐπὶ τῇ πόλει τοὺς θαλάμους, καθὸ δι’ αὐτοῦ εἰσκομίζεται τὰ πρὸς τὴν κατασκευὴν ὑπουργήματα, καὶ διὰ τοῦτο αἴτιος τοῦ τὰς | |||
οἰκίας κατασκευάζεσθαι. μεσόγειος γάρ ἐστιν ἡ χώρα. | 147 in vol. 1 | |||
O 529h | CDEHQ | ἄλλως· θάλαμος κυρίως ἐστὶν οἶκος ἐν ᾧ κατακλείον‐ ται αἱ νυμφευόμεναι, ὅτι θάλλουσαι τῇ ἡλικίᾳ συνέρχονται γάμῳ· καταχρηστικῶς δὲ νῦν ὅλας τὰς οἰκίας θαλάμους εἶ‐ πεν ὁ Πίνδαρος. 22C 37D | ||
O 531a | A | ὑψίγυιον ἄλσος: ὑψηλὸν ἀπὸ τῆς γῆς. | ||
O 531b | ἔχον μακροὺς κλάδους, τουτέστι ξύλα μακρὰ οἷς †λακτί‐ ζουσι καὶ ὀροφοῦσι τοὺς θαλάμους. | |||
O 531c | ὑψίγυιον: ὑψηλόν. | |||
O 531d | E | πρὸς οἰκοδομίαν χρή‐ σιμον. | ||
O 532 | E | ὑπ’ ἀμηχανίας: ὑπ’ ἀπορίας. | ||
O 534a | CDEHQ | αἰεὶ δ’ ἀμφ’ ἀρεταῖσιν: ὡμολόγηται ὅτι ἕνεκα τοῦ κτήσασθαι ἀρετὴν καὶ πόνους τις καὶ μεγάλας δαπάνας καταβάλλεται καὶ πρὸς πᾶν ἔργον ἐπικίνδυνον ἀπομάχεται ἡ δαπάνη καὶ ὁ πόνος. | ||
O 534b | CEHQ | κινδύνῳ δὲ κεκαλυμμένον εἶπε νῦν, ἐπειδὴ οὐ μόνον ἄδηλός ἐστι τοῖς τὰ ἑαυτῶν δα‐ πανῶσιν ἡ ἐν Ὀλυμπίᾳ νίκη, ἀλλ’ ὅτι καὶ πλεῖστοι τῶν ἀγωνιζομένων ἀπέθανον ἐν τῷ σταδίῳ. τοῦτο δὲ οὐκ ἔστι | ||
5 | πρόδηλον, οὐδὲ γὰρ πᾶσι συμβαίνει, ἀλλὰ κεκάλυπται ὁ τοιοῦτος κίνδυνος τῇ ἀδηλίᾳ. ἐνδείκνυται δὲ ὅτι οὐ μικρόν ἐστι νικῆσαι Ὀλύμπια. 41D | |||
O 534c | A | πόνος δαπάνα: πονεῖν ἔφη καὶ δαπανᾶν τοὺς ὀρεγομένους ἀρετῆς· καὶ πόνον μὲν τὴν γυμνασίαν εἶπε, δαπάνην δὲ τὴν ἱπποτροφίαν. (Hes. O. et D. 289)· τῆς ἀρετῆς ἱδρῶτα θε[οὶ προπάροιθεν ἔθηκαν]. | ||
O 534d | τὸ ἀγωνίζεσθαι οὐκ ἐκτός ἐστι κινδύνου διὰ τὸ ἄδηλον τῆς τύχης. οἱ δὲ λέγουσιν ὅτι μετὰ κινδύνου ἐνίκησεν ὁ ὑμνούμενος. | |||
O 536a | A | κινδύνῳ κεκαλυμμένον: πρὸς τὴν νίκην· ἄδη‐ | ||
λος γάρ ἐστιν αὕτη τοῖς ἀγωνιζομένοις. | 148 in vol. 1 | |||
O 536b | E | ἔργον κινδύνῳ: τῇ ἀδηλίᾳ· ἄδηλος γὰρ ἡ τῆς νίκης ἔκβασις. | ||
O 536c | πρὸς ἔργον: τὴν νίκην λέγει, ὅτι ἄδηλός ἐστιν. | |||
O 537a | A | εὖ δὲ ἔχοντες: εὐδαιμονήσαντες δὲ καὶ σοφοὶ καὶ λόγιοι τοῖς πολίταις ἔδοξαν εἶναι. | ||
O 537b | CDEHQ | εὖ δὲ ἔχοντες: εὖ δὲ πράξαντες οἱ ἀρετῆς ἀντι‐ ποιούμενοι, ὅ ἐστιν ἐπιτυχόντες οἱ νικήσαντες, καὶ σοφίας δόκησιν ἔχουσιν. | ||
O 537c | CEHQ | ἄλλως· οἱ ἐνάρετοι καὶ πονοῦσιν ἅμα καὶ ἀναλίσκουσιν ἕνεκα τοῦ ἀρετὴν κτήσασθαι. | ||
O 537d | ἢ οὕτω· παρὰ σοὶ, Ψαῦμι, ἕνεκα τῶν ἀρετῶν ὁ πόνος τῇ δαπάνῃ μάχεται· καὶ γὰρ δαπανᾷς καὶ ταλαιπωρεῖς. | |||
O 537e | CDEHQ | σοφοὶ καὶ πολίταις: οἱ γοῦν εὐδαιμονήσαντες καὶ καλῶς διάξαντες κατὰ τὸν βίον ἤδη που καὶ σοφοὶ καὶ λόγιοι ἔδοξαν εἶναι παρὰ τοῖς πολίταις. | ||
O 539a | CDEHQ | σωτὴρ ὑψινεφές: Ἀττικῶς ἀντὶ τοῦ ὑψινεφής. | ||
O 539b | Ζεῦ, ὅστις σωτὴρ τυγχάνεις καὶ τῶν ἐν ὕψει νεφελῶν κρατεῖς τόν τε λόφον οἰκεῖς τοῦ Κρόνου. | |||
O 539c | Κρόνιον δὲ ὄρος ἐστὶν ἐν τῇ Πίσῃ ἱερὸν Κρόνου. 42C 34D | |||
O 541a | DHQ | τιμῶν τ’ Ἀλφεόν: καὶ τιμῶν καταξιῶν καὶ τὸν Ἀλφειὸν ποταμόν. | ||
O 541b | CDHQ | ἀπὸ δὲ μέρους τὴν Ἦλιν λέγει, διὰ τὸν ἀγῶνα. 53C | ||
O 542a | A | Ἰδαῖόν τε σεμνὸν ἄντρον: Ἰδαῖον ἄντρον ἐν Ἤλιδι Δημήτριος ὁ Σκήψιος νέων διακόσμου ἱερὸν Διός. | ||
ἔνιοι δὲ νομίζοντες μὴ τῶν ἐν Ἤλιδι χωρίων αὐτὸν μεμνῆ‐ σθαι ὑπέλαβον μνημονεύειν Ἴδης τῆς ἐν Κρήτῃ ἢ τῆς ἐν | 149 in vol. 1 | |||
5 | Τροίᾳ. οὕτως Θέων φησίν. | |||
O 542b | CDEHQ | Ἰδαῖόν τε σεμνὸν ἄντρον: τὸ Κρητικὸν ὄρος, ἔνθα ἀνετράφη ὁ Ζεὺς ὑπὸ τῶν Κουρήτων φρουρούμενος. ἄντρον δὲ τὸ σπήλαιον λέγει. μέμνηται δὲ τῆς ἀνατροφῆς τοῦ Διὸς καὶ ὁ Καλλίμαχος ἐν ὕμνοις (I, 46 sqq.). | ||
O 544a | A | ἱκέτας σέθεν: παρακαλῶ σε, Ζεῦ, Λυδίαις ὑμ‐ νῶν εὐρυθμίαις φυλάττειν τὴν Καμάριναν ἐν νίκαις καὶ ἀνδρείαις. | ||
O 544b | DHQ | ἱκέτας σέθεν ἔρχομαι: ἡ ἀνταπόδοσις τῆς ἐπι‐ κλήσεως· ὦ Ζεῦ, ἱκέτης σου ἔρχομαι· ἵν’ ᾖ· ἱκετεύω σε, Ζεῦ. | ||
O 544c | A | Λυδίοις ἀπύων: Λυδιστὶ ἡρμοσμένοις. Πτολε‐ μαῖος δὲ ὁ ἐπιθέτης τοὺς ἐν Λυδίᾳ αὐλούς φησι πρωτεύειν ἐν τῇ τέχνῃ. | ||
O 544d | CDEHQ | Λυδίοις ἀπύων: ἀντὶ τοῦ βοῶν, ᾄδων. | ||
O 544e | DEH | αἰτήσω σέ, φησιν, ὦ Ὀλυμπιόνικε Ψαῦμι, καὶ σὲ τοῖς ἵπποις ἐπιτερπόμενον εὔθυμον ἔχειν γῆρας καὶ φέρειν σε ἐπὶ τελευτὴν υἱῶν παρισταμένων. | ||
O 544f | CEHQ | ἄλλως· Λυδίοις ἀπύων ἐν αὐλοῖς: βοῶν. ᾄδων. | ||
O 544g | ἢ ὅτι αἱ λεγόμεναι γλωσσίδες τῶν αὐλῶν ἐν Λυδίᾳ γίνονται, ἢ ὅτι τοὺς μετὰ Πέλοπος ἐλθόντας πρώτους αὐλη‐ τὰς οἱ Ἕλληνες ἐμιμήσαντο. γλυκὺ δὲ τὸ Λύδιον μέλος. | |||
O 544h | CDEHQ | ἔρχομαι οὖν αἰτήσων σε διὰ Λυδίου μελῳδίας ὥστε σε ταύτην τὴν πόλιν, τὴν Καμάριναν, ταῖς εὐανδρίαις καὶ ταῖς εὐφημίαις αὔξειν καὶ ἀγάλλειν. | ||
O 544i | DEHQ | εὐρυθμίαις δὲ | ||
Λυδίαις, Λυδιστὶ ἡρμοσμέναις. | 150 in vol. 1 | |||
O 546 | A | αἰτήσων πόλιν εὐανορίαις: αἰτήσω δὲ σέ, φη‐ σιν, Ὀλυμπιόνικε Ψαῦμι, σὲ τὸν ἵπποις τοῦ Ποσειδῶνος ἐπιτερπόμενον (τῆς γὰρ ἱππικῆς ἔφορος 〈ὁ θεόσ〉, εὔθυ‐ μον ἔχειν γῆρας καὶ φέρειν εἰς τὴν τελευτὴν, υἱῶν σου | ||
5 | παρισταμένων. | |||
O 548 | CDEHQ | σέ τ’ Ὀλυμπιόνικε: πάλιν ἀπέστρεψε τὸν λόγον πρὸς τὸν Ψαῦμιν· καὶ σὲ ἦλθον αἰτήσων, ὦ τὰ Ὀλύμπια | ||
BCDEQ | νενικηκὼς, ταῖς ἵπποις ἐπιτερπόμενον· Ποσειδανίαισι δὲ, | |||
BDEQ | ἐπεὶ φίλιππος ὁ θεός· μέχρι τῆς τελευτῆς σου τοῦ βίου | |||
5 | διάγειν ἐν εὐθυμίᾳ καὶ τὸ γῆρας τοῖς καλοῖς τέρπειν. 41C | |||
O 553a | A | υἱῶν Ψαῦμι: ἢ εὔχεται παῖδας αὐτῷ γενέσθαι, ἢ ὑπὲρ τῶν ὄντων καὶ παρεστώτων αὐτῷ. | ||
O 553b | BCDEQ | υἱῶν, Ψαῦμι, παρισταμένων: παρεστώτων σοι, ὦ Ψαῦμι, καὶ υἱῶν. ἴσως δὲ ὡς πρὸς τέλεον ἄπαιδα· | ||
BDEQ | ἢ ὡς ἐπιθυμοῦντα ἀρρένων παίδων· ἢ ὡς λοιπὸν παρεστώ‐ των αὐτῷ καὶ παίδων. | |||
O 554a | A | ὑγίεντα: τὸν μετὰ ὑγείας· ἢ τὸν ἄθραυστον καὶ ὑγιῆ. | ||
O 554b | ὁ μὲν Ἀρίσταρχος ἀναγινώσκει ὀξύτονον τὴν παραλήγουσαν ἀντὶ τοῦ ὑγιαίνοντα· τινὲς δὲ ὡς χαρίεντα. | |||
O 554c | εἰ δὲ πλοῦτον ἔχει τις μεθ’ ὑγιείας, διοικῶν αὐτὸν καὶ δαπανῶν ὅπως πρεπῶδές ἐστιν, τύχῃ δὲ καὶ ὕμνῳ εὐφη‐ μεῖσθαι, μὴ ζητείτω θεὸς γενέσθαι· ταῦτα γὰρ αὐτῷ ἱκανά. | |||
O 554d | BCDEQ | ὑγίεντα δ’ εἴ τις ὄλβον: τὴν μεθ’ ὑγείας εὐδαιμονίαν. | ||
O 554e | ὁ δὲ νοῦς· ὁ δὲ τὸν πλοῦτον καὶ τὴν εὐδαιμονίαν αὔξων ἐν ἑαυτῷ καὶ οὕτως ἐπαρκῶν τῇ περι‐ ουσίᾳ καὶ διοικῶν τὴν ὕπαρξιν ὥστε καὶ εὐφημίας αὐτῷ | |||
προσγενέσθαι, οὗτος μὴ ζητείτω ἔτι καὶ θεὸς γενέσθαι. | 151 in vol. 1 | |||
O 555a | ὄλβον: τὸν ἐξ ὑγιοῦς ὄλβον. | |||
O 555b | A | εἴ τις ἄρ‐ δοι: οἷον εἴ τις ἐπιμελούμενος τοῦ ἀπὸ τῶν καλῶν συναγο‐ μένου πλούτου τοῦτον αὔξει ἱκανὸς ὢν τοῖς κτήμασι καὶ προσκτώμενος εὐλογίαν, μὴ ζητείτω θεὸς γενέσθαι· ταῦτα | ||
5 | γὰρ αὐτῷ ἱκανά. | |||
O 556 | A | κτεάτεσσιν: ἀπ’ εὐθείας τῆς κτέατος Δωρικῶς· τὰ γὰρ εἰς ον εἰς ος ποιοῦσιν, ὡς παρ’ Ὁμήρῳ (Η 475)· ἀνδραπόδεσσιν. | ||
DQ | τέλος. | |||
O 6metr(t) | Scholia in Olympionicarum carmen VI | |||
1 | AC | Ἀγησίᾳ Συρακουσίῳ ἀπήνῃ. sch. inscr. A | ||
BDEFQ | Ἀγησίᾳ Συρακουσίῳ υἱῷ Σωστράτου ἀπήνῃ. | |||
EFQ | Ἀγησίᾳ Συρακουσίῳ ἀπήνῃ υἱῷ Σωστράτου. | |||
ADE | Τοῦ ϛʹ εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐστὶν | |||
5 | ιαʹ. τὸ αʹ ἐστιν ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ βʹ προσοδιακὸν δίμετρον ἀκατάληκτον. τὸ γʹ προσοδιακὸν τρί‐ μετρον ἀκατάληκτον, αʹ χοριάμβου, βʹ ἰωνικοῦ, γʹ χοριάμ‐ βου. τὸ δʹ ἐγκωμιολογικόν. τὸ εʹ Εὐριπίδειον. τὸ ϛʹ προσοδιακὸν ὑπερκατάληκτον δίμετρον. τὸ ζʹ ἰαμβέλεγος. | |||
10 | τὸ ηʹ ἴαμβος τρίμετρος. τὸ θʹ ὅμοιον τῷ ἕκτῳ. τὸ ιʹ | |||
ἐγκωμιολογικόν. τὸ ιαʹ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. ἡ δὲ ἐπῳδὸς κώλων ιδʹ. τὸ αʹ ἐγκωμιολογικὸν παρὰ μίαν τοῦ πενθημιμεροῦς ἰαμβικοῦ. τὸ βʹ προσοδιακὸν δίμετρον ἀκατάληκτον. τὸ γʹ Στησιχόρειον τῷ Πινδαρικῷ | 152 in vol. 1 | |||
15 | ἰδιώματι· ὁ γὰρ τελευταῖος ἀντὶ τροχαίου ἴαμβον ἔχει. τὸ δʹ ἀναπαιστικὸν μονόμετρον ἀκατάληκτον. τὸ εʹ ἰωνι‐ κὸν δίμετρον ὑπερκατάληκτον. τὸ ϛʹ ἰωνικὸν μονόμετρον ὑπερκατάληκτον, [ἢ ἀναπαιστικὸν δίμετρον]. τὸ ζʹ ἰαμβι‐ κὸν δίμετρον ἀκατάληκτον. τὸ ηʹ Εὐριπίδειον. τὸ θʹ | |||
20 | ὅμοιον τῷ βʹ τῆς στροφῆς κατὰ τὸ ἔθος τῶν ἰωνικῶν ἀπὸ βραχείας. τὸ ιʹ δακτυλικὸν πενθημιμερές. τὸ ιαʹ ὅμοιον τῷ βʹ τῆς στροφῆς. τὸ ιβʹ δακτυλικὸν τρίμετρον κατα‐ ληκτικόν. τὸ ιγʹ προσοδιακὸν ἀπὸ χοριάμβου. τὸ ιδʹ Στησιχόρειον. 7A | |||
O 6inscr a | A | Τὸν Ἀγησίαν οἱ μὲν Συρακούσιον, οἱ δὲ Στυμ‐ φάλιον. οἱ δὲ χρόνοι τῆς ᾠδῆς οἱ πρὸ τῆς καταλύσεως τοῦ τῆς ἀπήνης ἀγωνίσματος· κατελύθη δὲ περὶ τὴν πεʹ Ὀλυμ‐ πιάδα. ἄπορον δὲ τὴν πόστην Ὀλυμπιάδα ἐνίκησεν. | ||
O 6inscr b | BCEQ | Ἀγησίᾳ Συρακουσίῳ: ὡς μὲν ἔνιοι, Συρα‐ | ||
κουσίῳ, ὡς δὲ ἔνιοι, Στυμφηλίῳ, υἱῷ Σωστράτου, ἀπήνῃ. κατελύθη δὲ ἡ ἀπήνη, ὥς τινές φασιν, ὀγδοηκοστῇ πέμπτῃ Ὀλυμπιάδι, κατ’ ἐνίους δὲ ὀγδοηκοστῇ ἕκτῃ. 1dQ | 153 in vol. 1 | |||
O 61a | ABCDEQ | Χρυσέας: ἀλληγορεῖ ὁ ποιητὴς, ὡς ἐπὶ οἰκίας μεγαλοπρεποῦς κατασκευαστὴς τὸν ἐπίνικον διατεθειμένος. παραβάλλει δὲ προπυλαίῳ μὲν τὸ προοίμιον, τῷ δὲ ὅλῳ οἴκῳ τὸν ὕμνον, ἑαυτὸν δὲ τῷ κατασκευάζοντι. | ||
O 61b | A | ὁ δὲ νοῦς· χρυσέας ὑποστήσαντες κίονας πρὸ τοῦ θαλάμου, οὕτως τὸ λοιπὸν πήξομεν μέγαρον, τουτέστι τελειώ‐ σομεν τὴν ᾠδὴν προκαταβαλλόμενοι ἀρχὰς κεφαλαιώδεις. | ||
O 61c | B(C)DEQ | ὁ δὲ νοῦς τοιοῦτος· ὕμνον πήξομεν ὥσπερ θαητὸν μέγαρον χρυσέας κίονας ὑποστήσαντες τῷ προθύρῳ τοῦ θαλάμου, ὅπερ ἐστὶ τὸ προοίμιον. καὶ ὥσπερ θαύματος ἄξιον μέγαρον ἢ οἶκον κατασκευάσαντες τὸ πρόθυρον ἀξιο‐ | ||
5 | πρεπὲς ποιοῦμεν, οὕτω καὶ τοῦ ὕμνου τὸ προοίμιον πήξο‐ μεν ἀξιόλογον. 3Q | |||
O 61d | B(C)DEQ | χρυσέας· τιμίας νῦν κίονας ὑπορθώσαντες. θη‐ λυκῶς δὲ νῦν προήγαγεν, ὡς καὶ Ὅμηρος (α 53)· ἔχει δέ τε κίονας αὐτὸς μακρὰς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν. 1aQ | ||
O 63 | BCEQ | ὡς ὅτε θαητόν: θαυμαστὸν, παρὰ τὴν θέαν. | ||
O 64a | BCDEQ | πάξομεν: κυρίως μὲν τὸ πῆξαι ἐπὶ τῆς τῶν ξύλων ἁρμογῆς λέγεται, νῦν δὲ καταχρηστικῶς ἀντὶ τοῦ κατασκευάσομεν. | 154 in vol. 1 | |
O 64b | A | ἀρχομένου δ’ ἔργου: δύναται τῷ δέ συνδέσμῳ ἀντὶ τοῦ γάρ χρῆσθαι· ἵνα ᾖ ἡ ἀρχὴ οἷον, ὥσπερ ἄλλοι ἀρχόμενοι ἔργου κοσμοῦσι τὰ πρόθυρα, οὕτω κοσμήσομεν καὶ ἡμεῖς τὸ προοίμιον· χρὴ γὰρ παντὸς ἔργου πρόσωπον | ||
5 | τηλαυγὲς εἶναι. τοῦτο δὲ λέγει ἐπειδὴ τὰ περὶ αὐτοῦ προτε‐ ρήματα κατ’ ἀρχὴν τῆς ᾠδῆς λέγει. | |||
O 64c | BCDEQ | ἀρχομένου δ’ ἔργου: ὁ δέ ἀντὶ τοῦ γάρ. ἡ γὰρ ἀκολουθία· παντὸς γὰρ ἔργου, φησὶν, ἀρχομένου περίβλεπτον καὶ ἐξαίρετον δεῖ ποιεῖν τὸ τῆς προσόψεως. | ||
O 64d | τὴν εἰσβο‐ λὴν καὶ τὴν ἀρχήν. | |||
O 64e | λαμπρὰν καὶ ἐπίσημον. | |||
O 66a | A | Ὀλυμπιονίκας: ἐπισυνάγει πρῶτον μὲν 〈ὅτι〉 Ὀλυμπιονίκης, δεύτερον δὲ ὅτι τοῦ μαντείου τοῦ Διὸς διοικητὴς, τρίτον δὲ ὅτι ἀπ’ ἐκείνου τοῦ πρῶτον κτίσαντος τὰς Συρακούσας. metr. A | ||
O 66b | BCDEQ | εἰ δ’ εἴη μὲν Ὀλυμπιονίκας: λοιπὸν περὶ τοῦ Ἀγησίου φησίν· εἴ τις οὖν ὃν τρόπον οὗτος Ὀλυμπιονίκης εἴη καὶ προφήτης τοῦ κατὰ Πίσαν καὶ Ὀλυμπίαν μαντείου καὶ συνῳκικὼς τὰς Συρακούσας, τίνα διαφύγῃ ἂν ὁ τοι‐ | ||
5 | οῦτος ὕμνον; οὐχὶ δὲ παντὸς ἂν τύχῃ, τῶν πολιτῶν γε δὴ τυχὼν ἀφθόνων ἐν τῷ ὑμνεῖσθαι; τοῦτο δὲ προστίθησιν, ἐπειδὴ οἱ πολῖται κατὰ φύσιν ἀλλήλοις φθονοῦσιν. | |||
O 67a | βωμῷ: ἀντὶ τοῦ βωμοῦ. | |||
O 67b | A | δι’ ἐμπύρων ἐν | ||
Ἤλιδι Ἰαμίδαι ἐμαντεύοντο· ἀφ’ ὧν τὸ γένος εἶχεν Ἀγησίας. τοῦ δὲ μαντείου τοῦ ἐν Ἤλιδι καὶ Δικαίαρχος (FHG II, 239) μέμνηται. | 155 in vol. 1 | |||
O 67c | BCDEQ | βωμῷ τε μαντείῳ ταμίας Διὸς ἐν Πίσᾳ: παρόσον ὁ Ἀγησίας ἱερεὺς ἦν τοῦ ἐν Πίσῃ μαντικοῦ βω‐ μοῦ τοῦ τῷ Διὶ ἀνιερωμένου. | ||
O 67d | BDEQ | μαντείῳ δὲ ἀντὶ τοῦ μαντικῷ. | ||
O 67e | Bgl | (μαντείῳ:) μαντικῷ. | ||
O 68a | A | συνοικιστήρ τε: ὅτι οἱ πρόγονοι αὐτοῦ σὺν Ἀρ‐ χίᾳ παρεγένοντο ἐν Συρακούσαις οἱ Ἰαμίδαι, ἀφ’ ὧν εἰκὸς παραλαβεῖν τινας. 14 | ||
O 68b | BDEQ | συνοικιστήρ τε: τοῦτο δὲ οὐκ ἀληθῶς· οὐ γὰρ οὗτος συνῴκισε τὰς Συρακούσας. ἀλλὰ πρὸς ἐγκώμιον εἴ‐ ληφεν· ἀπὸ γὰρ ἐκείνων ὁ Ἀγησίας τῶν συνοικισάντων. | ||
O 612a | A | ἴστω γάρ: οἷον ὅτι ἔχει τὰ προειρημένα τρία. | ||
O 612b | ἢ ἐν τούτῳ τῷ πεδίλῳ, τῆς ἱμερτῆς ἀοιδῆς. | |||
O 612c | τουτ‐ έστι περὶ πόδας ἑαυτοῦ πεποιημένος τὰ τρία καὶ συνῃρη‐ μένα αὐτὰ ἔχων ὁ Ἀγησίας. 18 | |||
O 612d | BglCDQ | ἴστω: γινωσκέτω. καὶ Ὅμηρος (Ο 217)· ἴστω τοῦθ’ ὅτι νῶιν ἀνήκεστον ἄλγος ἔσται. 14aQ | ||
O 612e | Bgl | (πεδίλῳ:) νῦν τῇ βάσει καὶ τῷ ῥυθμῷ. | ||
O 612f | CDQ | πεδίλῳ δὲ τῷ ὑποδήματι· νῦν δὲ τῇ βάσει καὶ τῷ ῥυθμῷ λέγει. 14fQ | ||
O 614a | Σωστράτου υἱός: ὁ Ἀγησίας. | |||
O 614b | BCDEQ | ὁ δὲ νοῦς· ἴστω δὲ ἐν τῷδε βεβηκὼς τῷ τρόπῳ ὁ τοῦ Σωστράτου παῖς Ἀγησίας τὰ προειρημένα τρία ἔχων, Ὀλυμπιονίκης καὶ ταμίας τοῦ Διὸς βωμοῦ καὶ συνοικιστὴς Συρακουσῶν. | ||
O 614c | BCEQ | πεδίλῳ δὲ καὶ τὸ ἑξῆς εἶπεν, ἵν’ εἴπῃ ὅτι προσήρμοσται αὐτῷ τὰ προειρημένα δαιμονίως καὶ ἐξαιρέτως, ὡσανεὶ πέδιλον τῷ ποδί. | 156 in vol. 1 | |
O 614d | BEQ | τουτέστιν ὁ ὕμνος. 12fQ | ||
O 614e | A | ἀκίνδυνοι δ’ ἀρεταί: ἤτοι ὡς περὶ τὸν οἶκον αὐτοῦ πολλῶν κινδύνων γενομένων, ἢ αὐτοῦ μετὰ κινδύνου νικήσαντος. | ||
O 614f | BCDEQ | ἀκίνδυνοι δ’ ἀρεταί: Ἡσίοδος λέγει (O. et D. 289)· τῆς δ’ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν. ὁ δὲ λέγει ὅτι αἱ ἀρεταὶ αἱ χωρὶς πόνων καὶ κινδύνων οὐκ | ||
5 | εἰσὶ τίμιαι οὔτε παρὰ τοῖς ἄλλοις ἀνθρώποις οὔτε παρὰ τοῖς θαλαττεύουσιν ἁπλῶς, εἰ μὴ καὶ ναύμαχός τις εἴη. | |||
BCEQ | παραμυθεῖται δὲ αὐτὸν, ἐπειδὴ μετὰ μόχθου πολλοῦ ἐνί‐ κησεν. | |||
O 616a | A | πολλοὶ δὲ μέμνανται: τὸ διὰ πόνου γιγνό‐ μενον πολλοὶ ἀπομνημονεύουσιν. | ||
O 616b | ἢ οὕτως· πολλοὶ τοῦ καλοῦ μνημονεύουσιν ὅταν πονηθῇ. 12 | |||
O 617a | BCDEQ | καλὸν εἴ τι ποναθῇ: ταῦτα δὲ ὡς κάλλιστα παρὰ τοῖς πολλοῖς μνημονεύεται, τὰ μετὰ πόνων ἀγαθὰ συμβαίνοντα δικαίως. | ||
O 617b | C | τὸ δὲ πονηθῇ ἀντὶ τοῦ μετὰ πόνου κατορθωθείη. | ||
O 618a | A | Ἀγησία: σοὶ δὲ, ὦ Ἀγησία, πάρεστιν ἕτοιμον ἔχειν τὸν ἔπαινον ὡς ἐπῄνεσεν ὁ Ἄδραστος εἰς Ἀμφιάραον. οὗτος ὑπὸ γῆς κατεπόθη πολεμῶν ἐν Θήβαις. τίς οὖν τοῦ Ἀδράστου πρὸς τὸν Ἀμφιάραον ἔπαινος ἐοικώς σοι; ἐκεῖνος | ||
5 | ἀγαθὸς ἦν πολεμεῖν καὶ μάντις, σὺ δὲ καὶ ἀνδρεῖος καὶ μάντις ἀγαθός. ἔχεις δὴ τὸν Ἀμφιαράου ἔπαινον ἑτοίμως. | |||
O 618b | Οἰκλέους δὲ παῖς Ἀμφιάραος. | |||
O 618c | BCDEQ | τὶν δ’ αἶνος ἕτοιμος: σοὶ δὲ, ὦ Ἀγησία, πρό‐ | ||
χειρος καὶ ἁρμόδιος ὁ ἔπαινος καὶ πρέπων ὁ ὑπὸ τοῦ Ἀδράστου ῥηθεὶς τοῦ Ταλαοῦ παιδὸς εἰς τὸν μάντιν Ἀμ‐ φιάραον τὸν Οἰκλέους υἱὸν, ὃν διαστᾶσα καὶ ἡ γῆ ἐδέξατο | 157 in vol. 1 | |||
5 | ἅμα τῷ ἅρματι ἐν Ὠρωπῷ τῆς Βοιωτίας κινδυνεύειν μέλ‐ λοντα· περὶ οὗ μάντεως Ἀμφιαράου ὁ τοῦ Ταλαοῦ παῖς Ἄδραστος εἶπεν ὅτε συνηθροίσθησαν οἱ τῶν ἑπτὰ πυλῶν νεκροὶ ἐν Θήβαις καὶ ἐγένοντο ἑπτὰ πυρκαϊαί· ποθέω στρα‐ τιᾶς ὀφθαλμὸν ἐμᾶς, καὶ τὰ ἑξῆς. 23eE | |||
O 618d | Bgl | (ἑτοῖμος:) νῦν ἁρμόδιος. | ||
O 621a | Bgl | (ἐπεί:) ἀφ’ οὗ. | ||
O 621b | A | ἐπεὶ κατὰ γαῖ’: κεραυνωθεὶς γὰρ Ἀμφιάραος κατέδυ μετὰ τοῦ ἅρματος ἐν τῷ Ὠρωπῷ τῆς Βοιωτίας κατα‐ ποθεὶς ὑπὸ τῆς γῆς. | ||
O 621c | αὐτόν τέ νιν: ὅτι ἐκ παραλ‐ λήλου τέθεικε τὰς ἀντωνυμίας, καὶ ἔστιν ἡ μία αὐτῶν πε‐ ρισσή. | |||
O 621d | κατεπόθη δὲ Ἀμφιάραος, οἱ μὲν περὶ Ὠρωπὸν, οἱ δὲ περὶ Κλεωνάς· τοὺς δὲ ἵππους αὐτοῦ φησιν Ἀντί‐ μαχος (fr. 31 K) εἶναι †ἀσυστάτους, οἱ δὲ Θεσσαλούς· ὀνό‐ ματα δὲ αὐτῶν Θόας καὶ Δίας· ὁ δὲ ἡνίοχος αὐτοῦ Βάτων | |||
5 | ἐκαλεῖτο ἢ Σχοίνικος, συγκαταποθεὶς αὐτῷ. | |||
O 622a | Bgl | ὀνόματα τῶν ἵππων Δίας καὶ Θόας. | ||
O 622b | Bgl | (ἔμαρψεν:) ὑπεδέξατο. | ||
O 623a | A | ἑπτὰ δ’ ἔπειτα πυρᾶν: τῶν διαβεβοημένων ἐστὶ καὶ τοῦτο, πῶς ἑπτά φησι γενέσθαι πυρὰς, [τῶν] ἑπτὰ ἐπι‐ στρατευσάντων καὶ οὐ πάντων καέντων. Ἀμφιάραος μὲν κατεπόθη σὺν τοῖς ἵπποις ἐν Ὠρωπῷ· Πολυνείκης δὲ οὐκ | ||
5 | ἐτάφη· ἄταφος γὰρ ἔμεινεν· Ἄδραστος δὲ ζῶν εἰς Ἄργος ἀπῆλθεν. καταλείπονται δʹ, Τυδεὺς, Καπανεὺς, Παρθενο‐ παῖος, Ἱππομέδων. ὁ μὲν οὖν Ἀρίσταρχός φησιν ὅτι ἰδιάζει | |||
καὶ ἐν τούτοις ὁ Πίνδαρος ὡς καὶ ἐν ἄλλοις. ὁ δὲ Ἀριστό‐ δημός φησι τὰς ἑπτὰ πυρὰς ........ ἀπολομένων. οὕτως | 158 in vol. 1 | |||
10 | καὶ Ἱππομέδων καὶ Ἀρμενίδας (FHG IV, 339) γράφουσι· καὶ πυρὰς ποιεῦντες ἑπτὰ ἐπὶ τοῖς †ἕρμεσιν ἐνταῦθα ὅπου κα‐ λοῦνται Ἑπτὰ Πυραὶ, ἢ ἀπὸ τῶν ἑπτὰ ἐπὶ Θήβας, ἢ ἀπὸ τῶν ἑπτὰ παίδων Νιόβης ἐκεῖ καυθέντων ἀπὸ τῶν ιδʹ χω‐ ρισθεισῶν τῶν συζυγιῶν. | |||
O 623b | BCDEQ | ἑπτὰ δ’ ἔπειτα πυρᾶν νεκρῶν τελεσθέντων: ἐπισωρευθέντων. | ||
O 623c | ἤτοι καταριθμηθέντων, ἵνα καὶ τὸ ἑξῆς τοῦ λόγου οὕτως ἔχῃ· καταριθμήσας γὰρ ὁ Ἄδραστος τοὺς νεκροὺς καὶ λείποντα τὸν Ἀμφιάραον εὑρὼν, εἰκότως δυσφορήσας τὸν λόγον ἀπεφθέγξατο. | |||
O 623d | BCDEQ | ἄλλως· ἑπτὰ δ’ ἔπειτα: ζητεῖται πῶς ἑπτά φησι τὰς πυράς· ἀδύνατον γάρ. ἠφάνιστο γὰρ Ἀμφιάραος· Ἄδραστος δὲ ζῶν εἰς Ἄργος ἀποφεύγει· Πολυνείκης δὲ ἄτα‐ φος ἔρριπτο, ὡς ἐπιστρατεύσας τῇ πατρίδι· ὥστε τῷ ἀληθεῖ | ||
5 | λόγῳ τέσσαρας εἶναι πυρκαϊὰς τῶν τεθνηκότων. ἀλλ’ ἐπι‐ λυτέον οὕτως, ὅτι τὰς πυρὰς ὁ Πίνδαρος καταριθμεῖται οὐ πρὸς αὐτοὺς τοὺς στρατηγοὺς, ἀλλὰ τὰ τούτων στρα‐ τεύματα. ἑπτὰ γὰρ τάξεις στρατευμάτων περὶ τὰς ἑπτὰ πύλας τῶν Θηβῶν μάχην συνεστήσαντο, καὶ οὕτω τῶν ἐν | |||
10 | ἑκάστῃ πύλῃ τεθνηκότων στρατιωτῶν φησι γενέσθαι πυρ‐ | |||
καϊάς. 27E | 159 in vol. 1 | |||
O 623e | BDEQ | ἄλλως· τὸ σημεῖον ὅτι ἑπτὰ πυράς φησι τῶν ἑπτὰ μὴ ἀποθανόντων· Ἀμφιάραος γὰρ κατεπόθη σὺν ταῖς ἵπ‐ ποις ἐν Ὠρωπῷ πόλει τῆς Βοιωτίας. 23bE | ||
O 623f | Bgl | (τελεσθέντων:) συναχθέντων. | ||
O 626 | A | ποθέω: ὁ Ἀσκληπιάδης φησὶ ταῦτα εἰληφέναι ἐκ τῆς κυκλικῆς Θηβαΐδος (fr. 5 K.). | ||
O 627a | A | ὀφθαλμόν: ὅτι ἔνδοξος, ὡς ὀφθαλμὸς τοῦ σώ‐ ματος. | ||
O 627b | ἢ ὅτι μάντις ὢν προέβλεπε καὶ διὰ τοῦτο διαση‐ μότατος ἦν. | |||
O 627c | ὀφθαλμὸν ἐμᾶς: ὀφθαλμὸν στρατιᾶς τὸν Ἀμφιάραον ἐκάλεσεν ὡς δυνάμει προὔχοντα καὶ μάντιν ὄντα καὶ προορᾶν τὰ μέλλοντα δυνάμενον· ὀφθαλμὸς γὰρ προὔχει τοῦ σώματος. τοῦτο οὖν καὶ ἐπὶ τούτου λέγει τοῦ νικη‐ | |||
5 | φόρου. | |||
O 627d | B(C)DEQ | στρατιᾶς ὀφθαλμόν: ἤτοι τὸν ἐν πολέμῳ περί‐ βλεπτον, ἢ τὸν προορᾶν δυνάμενον τὰ μέλλοντα ὡς μάντιν. καὶ δι’ ἀμφότερά, φησιν οὖν, ποθῶ αὐτὸν, ὅτι τε μάντις ἀγαθὸς καὶ πολεμιστὴς (ἀπὸ κοινοῦ τὸ ἀγαθός)· ὅπερ ἔξ‐ | ||
5 | εστιν εἰπεῖν καὶ τῷ Ἀγησίᾳ τῷ δεσπότῃ τοῦ ὕμνου. τί δὲ αὐτῷ πάρεστιν ὃ καὶ τῷ Ἀμφιαράῳ; καὶ μάντις καὶ ἀν‐ δρεῖος τὰ ἐν μάχαις. 35Q | |||
O 629 | Bgl | (τό:) τὸ ἐπὶ Ἀμφιαράου ῥηθέν. | ||
O 630a | A | ἀνδρὶ κώμου δεσπότᾳ: τῷ ἐγκωμιαζομένῳ. | ||
O 630b | οἷον τῷ Ἀμφιαράῳ ὑπῆρξεν, τοιοῦτόν φησι καὶ τούτῳ ἶσον ὑμνούμενον. ἦν γὰρ ἀνὴρ ἀγαθὸς καὶ μάντις ὁ | |||
Ἀγησίας. | 160 in vol. 1 | |||
O 630c | BCDEQ | κώμου δεσπότᾳ: τῷ Ἀγησίᾳ. φησὶ γὰρ καὶ τὸν Ἀγησίαν μεθ’ Ἱέρωνος στρατευσάμενον πολλοὺς πολέ‐ μους κατωρθωκέναι μαντείᾳ καὶ ἀρετῇ. 35BDE | ||
O 632a | A | οὔτε δύσερις ἐών: ὁ γὰρ δύσερις καὶ ψευδῆ δύναται λέγειν πρὸς φιλονεικίαν. | ||
O 632b | ὁ δὲ νοῦς· ἐγὼ οὐκ ὢν φιλόνεικος καὶ ὀμόσαιμι τῷ Ἀγησίᾳ μαρτυρῶν ταῦτα, ἅπερ καὶ ἐπὶ τοῦ Ἀμφιαράου λέγεται· εὔχομαι δὲ ἐπιτρέψαι μοι τὰς Μούσας καὶ συνεργῆσαι. εἰκότως δὲ παρὰ τῶν | |||
5 | Μουσῶν αἰτεῖ ἐπιτραπῆναι, ἐπειδὴ οἶδεν ἀνάρμοστον ὂν τὸ ὀμνύναι ποιητῇ ἐγκωμιάζοντι. | |||
O 632c | B(C)DEQ | οὔτε δύσερις ἐών: ἐγὼ γάρ, φησιν, οὔτε δύσ‐ ερις οὔτε φιλόνεικός τις πάνυ ὢν καὶ τὸν μέγιστον ὅρκον ὀμόσαιμι μαρτυρῶν τῷ Ἀγησίᾳ, ὃ καὶ ἐπὶ τοῦ Ἀμφιαράου λέγεται· εὔχομαι δὲ ἐπιτρέψαι μοι τὰς Μούσας καὶ συνερ‐ | ||
5 | γῆσαι. εἰκότως δὲ ἐπιτραπῆναι παρὰ τῶν Μουσῶν αἰτεῖ, ἐπειδὴ οἶδεν ἀνάρμοστον 〈ὂν〉 ποιητῇ τὸ ὀμνύειν ἐγκωμιά‐ ζοντι. 37BDEQ | |||
O 635 | BDEQ | [τοῦτό γέ οἱ σαφέως μαρτυρήσω:] τοῦτο αὐτὸ μαρτυρήσω τὸ προδεδηλωμένον, ὅτι εἰς πάντα ὁ Ἀγησίας παραπλήσιος ἦν τῷ Ἀμφιαράῳ. 32BDE 30Q | ||
O 637a | A | ὦ Φίντις: Δωριεῖς λ εἰς τὸ ν, ὅταν ἐπιφέρηται ἢ τὸ θ ἢ τὸ τ. ὄνομα δὲ κύριον ὁ Φίντις Δωρικῶς λεγό‐ μενον, οὗ τὸ κοινὸν ὁ Φίλτις ἐστίν. τῇ δὲ κλητικῇ οὐκ ἐχρήσατο ἀλλὰ τῇ εὐθείᾳ (Hom. Γ 277)· Ἠέλιος ὃς πάντ’ | ||
5 | ἐφορᾷς. | |||
O 637b | ἔστι δὲ ἡνίοχος Ἀγησίου τῆς ἀπήνης. | 161 in vol. 1 | ||
O 637c | CDEQ | ὦ Φίντις: οὗτος ἦν ἡνίοχος τῆς ἀπήνης. | ||
O 637d | BCDEQ | ὦ Φίντις, ἀλλὰ ζεῦξον: ὁ νοῦς· ἀλλ’ ὦ Φίντι, ζεῦξον ἤδη τὰς ἡμιόνους μοι. τροπικῷ δὲ τῷ λόγῳ χρῆται. δοκῶν γὰρ προσκαλεῖσθαι τὸν ἡνίοχον, τὴν ἑαυτοῦ ψυχὴν σπουδάσαι πρὸς τὸν ὕμνον προτρέπεται, καί φησιν· ἀντὶ | ||
5 | τοῦ, γενοῦ τοι πρόφασις. | |||
O 637e | BDEQ | ἢ ἔστω μοι ἀφορμὴ τοῦ ὕμνου Φίντις [δὲ] ὁ ἡνίοχος καὶ τὰ ἅρματα τῶν ἡμιόνων. | ||
O 637f | BCEQ | ὦ Φίντις: Δωρικῶς ἐσχημάτισται· εἴη δ’ ἂν κατὰ τὴν ἡμετέραν διάλεκτον Φίλτις. οἱ Δωριεῖς γὰρ τὸ λ εἰς ν μετατιθέασι, ὅταν ᾖ εἴτε τὸ τ εἴτε τὸ θ. | ||
O 639a | ᾇ τάχος: ἀντὶ τοῦ ὡς τάχος. | |||
O 639b | A | τῇ ὁδῷ δὲ τῇ καθαρᾷ, τῇ μὴ ἐχούσῃ ἐπίληψιν ἢ ψεῦδος, ἀλλὰ ἀλή‐ θειαν. | ||
O 639c | τὸ δὲ ὄκχον κατὰ τὸ πλεῖστον ἐπὶ τῶν ἡμιόνων τιθέασιν. | |||
O 639d | ABCDEQ | ὄφρα κελεύθῳ τ’ ἐν καθαρᾷ βάσομεν ὄκ‐ χον: ἵνα ἐπιβιβάσωμεν ἐν καθαρᾷ ὁδῷ τὸ ὄχημα. ἀλλη‐ γορεῖ δὲ νῦν, περὶ τοῦ ὕμνου λέγων· ἵνα διὰ καθαρᾶς λεωφόρου τὸν ὕμνον ἐπιβιβάσαντες τῷ ὀχήματι χρησώμεθα. | ||
O 639e | A | τὸ δὲ βάσομεν ἀντὶ τοῦ βήσωμεν Ὁμηρικόν. | ||
O 639f | BEQ | ὄφρα κελεύθῳ: ἀλληγορεῖ καί φησιν· ἵνα δι‐ καίᾳ καὶ καθαρᾷ ὁδῷ, τῇ τῶν λόγων, ἐπιβήσωμεν τὸ ὄχημα, | ||
BCDEQ | ἀντὶ τοῦ ὑμνήσωμεν .... καὶ προσηκόντως· καὶ ἵνα πρὸς | |||
τὸ γένος ἵκωμαι τῶν ἀνδρῶν, λέγει δὲ τῶν προγόνων τοῦ | 162 in vol. 1 | |||
5 | Ἀγησίου· ἵκωμαι δὲ ἐν αὐταῖς, διὰ τῶν ἐγκωμίων· ἐκεῖναι γὰρ, αἱ ἡμίονοι τοῦ Ἀγησίου, παρὰ τὰς ἄλλας πάσας ἐπί‐ στανται καὶ δύνανται ἡγεμονεῦσαι ταύτην τὴν ὁδόν· ποίαν ὁδόν; τὴν τῶν ὕμνων· ἐπειδὴ τοὺς ἐν Ὀλυμπίᾳ στεφάνους ἐδέξαντο. | |||
O 639g | BmgEgl | γράφεται ἧ τάχος. | ||
O 639h | Bgl | (καθαρᾷ:) τῇ μὴ ἐχούσῃ ἐπίληψιν. | ||
O 640a | Bgl | (ὄκχον:) ὄχημα. | ||
O 640b | A | ἵκωμαί τε πρὸς ἀνδρῶν: ἢ ὁ καί περισσός· ἢ ὅτι ἄλλος .... | ||
O 640c | τὸν καί σύνδεσμον ὑπερβιβαστέον· ἢ περισσός ἐστιν. θέλει γὰρ εἰπεῖν· ὅπως παραγένωμαί τε πρὸς τὸ γένος καὶ τῶν ἀνδρῶν ........ μνημονεύσω καὶ τῶν προγόνων. | |||
O 640d | BCDEQ | ἵκωμαί τε πρὸς ἀνδρῶν: τὸν καί σύνδεσμον ὑπερβιβαστέον· καὶ πρὸς τὸ τῶν ἀνδρῶν γένος παραγένωμαι, τουτέστι μνημονεύσω καὶ τῶν προγόνων αὐτοῦ. ἀνέφερε δὲ ὁ Ἀγησίας εἰς τοὺς Ἰαμίδας τὸ γένος. | ||
O 640e | BDEQ | ἔνιοι δὲ τὸν καί σύνδεσμον περισσὸν δέχονται, ἵν’ ᾖ, ἵκωμαί τε πρὸς τὸ τῶν ἀνδρῶν γένος. | ||
O 641a | Bgl | (καί:) τὸ καί περισσὸν κατὰ ...... | ||
O 641b | ἐξ ἄλλαν: παρὰ τὰς ἄλλας πάσας. | |||
O 641c | BDEQ | ἀντὶ τοῦ ὑπὲρ πάσας τὰς λοιπάς. | ||
O 641d | αὗται γὰρ παρὰ τὰς ἄλλας πάσας τὰς ἀγωνισαμένας νικήσασαι προκαλοῦνται τὸν ὕμνον. | |||
O 644a | BCDEQ | ἐπεὶ δέξαντο: ἀντὶ τοῦ ἐπεδείξαντο τοὺς στε‐ φάνους οὓς ἔλαβον πᾶσιν. | 163 in vol. 1 | |
O 644b | ἐπειδὴ καὶ αὐταὶ αἱ ἡμίονοι στεφάνοις ἐβάλλοντο καὶ ἄνθεσιν. | |||
O 644c | A | χρὴ τοίνυν πύλας: περὶ τῶν ἡμιόνων 〈ὁ〉 λόγος. αὗται γὰρ παρὰ τὰς ἄλλας 〈τὰσ〉 ἀγωνιζομένας νική‐ σασαι προκέκληνται τὸν ὕμνον. | ||
O 644d | γράφεται καὶ 〈ἐπε‐ δέξαντο, ἀντὶ τοῦ〉 ἐπεδείξαντο τοὺς στεφάνους οὓς ἔλαβον. | |||
O 644e | BEQ | πύλας ὕμνων ἀναπιτνάμεν: ἐνέμεινε τῇ τρο‐ πῇ καί φησι· προσήκει τῶν ὕμνων τὰς πύλας ἀνοίγειν ταῖς ἡμιόνοις. | ||
O 644f | EQ | ἄλλως· χρὴ τοίνυν πύλας: προσήκει καθ‐ άπερ πύλας, οὕτω τοὺς ὕμνους ἀναπετάσαι. εὖ δὲ τῇ παρασκευῇ παρίστησι τήν τε τοῦ ἐπαίνου μεγαλειότητα καὶ τὴν ἐν τῷ ἐπαινεῖν ἑαυτοῦ δύναμιν ὁ ποιητής. | ||
O 646a | BCDEQ | πρὸς Πιτάναν δέ: Πιτάναν νῦν τὴν ὁμώνυμον πόλιν λέγει τῇ ἡρωίδι, ἐπικειμένην ταῖς ὄχθαις τοῦ Εὐρώτα ποταμοῦ. προσέθηκε δὲ παρ’ Εὐρώτα πόρον, ἐπεὶ καὶ τῆς Αἰολίδος ἐστὶν ἡ Πιτάνη. αὕτη δὲ ἡ Πιτάνη ἡ τοῦ Εὐ‐ | ||
5 | ρώτα πρόγονός ἐστι τῶν Ἰαμιδῶν. ταύτης γὰρ καὶ Ποσει‐ δῶνος Εὐάδνη, Εὐάδνης δὲ καὶ Ἀπόλλωνος Ἴαμος ὁ μάντις. τῆς Πιτάνης δὲ ὁμώνυμος ἡ πόλις. Εὐάδναι δὲ δισσαὶ, μία μὲν ἡ Ποσειδῶνος καὶ Πιτάνης, ἑτέρα δὲ Ἴφιδος, ἣν καὶ Ἰάνειραν λεγομένην φασὶν Εὐάδνην ὠνομάσθαι διὰ τὸ | |||
10 | πλῆθος τῶν ἕδνων ὧν ἔδωκε Καπανεύς. | |||
O 646b | BEQ | ἡ δὲ Λα‐ κωνικὴ Πιτάνη Εὐρώτα τοῦ ποταμοῦ γενεαλογεῖται εἶναι. | ||
O 646c | BCEQ | πρὸς Πιτάναν δὲ παρ’ Εὐρώτα πόρον: ὁ Ἀγησίας γένει μὲν ἦν Ἀρκὰς καὶ Ἀργεῖος ὡς ἀπὸ Ἰάμου | ||
οὕτω· Πιτάνη γὰρ γέγονεν Εὐρώτα Λακωνικοῦ ποταμοῦ· ᾗ συνελθὼν Ποσειδῶν ἐγέννησεν Εὐάδνην τινά. αὕτη τὸ | 164 in vol. 1 | |||
5 | γεννηθὲν ἐκπέμπει λαθραίως εἰς Ἀρκαδίαν τρέφεσθαι παρὰ Αἰπύτῳ τῷ Ἐλάτου παιδί. ταύτην τὴν Εὐάδνην ἐν ἀκμῇ γενομένην διεκόρησεν ὁ Ἀπόλλων, καὶ ἔτεκεν Ἴαμον, ἀφ’ οὗ οἱ Ἰαμίδαι μάντεις κατὰ τὴν Πίσαν, εἰς οὓς τὸ γένος ἀνάγει ὁ Ἀγησίας· καὶ οὕτως εὑρίσκεται ὡς μὲν ἀπὸ τῆς | |||
10 | Πιτάνης Ἀργεῖος, ὡς δὲ ἀπὸ Ἰάμου καὶ Εὐάδνης τῆς ἐν Ἀρκαδίᾳ Ἀρκάς. 48E 47dQ | |||
O 646d | A | παρ’ Εὐρώτα πόρον: προσέθηκε τὸ παρ’ Εὐ‐ ρώτα πόρον· ἔστι δὲ Πιτάνη πόλις Λακεδαίμονος, καὶ Εὐ‐ ρώτας ποταμὸς καὶ Σπάρτης καὶ ἄλλος Ἰταλίας. | ||
O 647a | A | δεῖ σάμερον: ἑαυτὸν λέγει ὁ ποιητής· ἀντὶ τοῦ σχολάσω τῷ ὕμνῳ. | ||
O 647b | BCDEQ | δεῖ σάμερον ἐλθεῖν: κατὰ τὸν ὡρισμένον και‐ ρὸν τῶν ἐγκωμίων. | ||
O 647c | δεῖ οὖν, φησι, ταχέως καὶ περὶ τῆς Πιτάνης εἰπεῖν τήμερον, τῆς τοῦ Εὐρώτα ποταμοῦ θυγατρός. 48cBQ | |||
O 647d | ἐν δέοντι καιρῷ. | |||
O 647e | CDQ | δεῖ αὐτῆς μνη‐ σθῆναι σήμερον. 55dE 47bQ | ||
O 648a | BCDEQ | [ἅ τοι Ποσειδάωνι]: λάθρᾳ τεκοῦσα ἡ Πιτάνη ἀπέστειλεν εἰς Ἀρκαδίαν Αἰπύτῳ τῷ Ἐλάτου παιδί. τὸ δὲ ἐκ συντυχίας συμβεβηκὸς ἐκ προνοίας λέγει γεγενῆσθαι. τὴν γὰρ Εὐάδνην ἐκτεθεῖσαν Αἴπυτος εὑρὼν ἀνέλαβεν. 61B 55dQ | ||
O 648b | D | Πιτάνη γὰρ Εὐρώτα Λακωνικοῦ ποταμοῦ· ᾗ Πο‐ σειδῶν μιχθεὶς λάθρᾳ .... γεννῆσαι τὸν Ἴαμον, ἀφ’ οὗ Ἰαμίδαι. | ||
O 648c | BCEQ | ἅ τοι Ποσειδάωνι μιχθεῖσα: ἥτις μιχθεῖσα τῷ Ποσειδῶνι Πιτάνη λέγεται τὴν ἰοπλόκαμον (ἀπὸ μέρους | ||
τὴν καλὴν) Εὐάδνην τεκεῖν, καὶ διαλαθεῖν ἐγκυμονοῦσαν, καὶ κρύψαι τὴν ὠδῖνα τὴν ἑαυτῇ δοκοῦσαν παρθενίαν. | 165 in vol. 1 | |||
5 | παρθένιοι δὲ λέγονται παῖδες οἱ κρύφα τικτόμενοι παρὰ τῶν ἔτι νομιζομένων εἶναι παρθένων. οὕτω που καὶ Ὅμηρος ἐν τῷ καταλόγῳ τῶν Ἀχιλλέως νηῶν φησι (Π 179)· τῆς δ’ ἑτέρης Εὔδωρος ἀρήιος ἡγεμόνευε παρθένιος. | |||
O 648d | BCEQ | ἄλλως· ἅ τοι Ποσειδάονι: πρὸς τὴν ἱστορίαν, ὅτι φησὶ τὸν Ποσειδῶνα Πιτάνῃ μιχθέντα λάθρᾳ γεννῆσαι Εὐάδνην. ἐκ ταύτης δὲ καὶ Ἀπόλλωνος Ἴαμος, ἀφ’ οὗ Ἰαμίδαι. | ||
O 650a | A | ἰοπλόκαμον: ἡ Πιτάνη πρόγονός ἐστι τῶν Ἰα‐ μιδῶν. γίνεται γὰρ Ποσειδῶνος καὶ Πιτάνης Εὐάδνη· Εὐ‐ άδνης δὲ καὶ Ἀπόλλωνος Ἴαμος ὁ μάντις, ἀφ’ οὗ καὶ Ἰαμίδαι. δύο δέ εἰσιν Εὐάδναι· μία μέν ἐστιν ἡ Ποσει‐ | ||
5 | δῶνος καὶ Πιτάνης, ἑτέρα δὲ Ἰφίτου, ἣν καὶ Ἰάνειραν· ἣν ἔγημε Καπανεύς. ἡ δὲ Λακωνικὴ Πιτάνη Εὐρώτα τοῦ ποταμοῦ γενεαλογεῖται, ὡς Σωσίβιος (FHG II, 627). | |||
O 650b | ἡ ἡρω‐ ίνη, ἀφ’ ἧς καὶ ἡ πόλις. | |||
O 651a | A | 〈παρθενίαν:〉 καθ’ ὃ ἐδόκει ἔτι παρθένος εἶναι. διὸ καὶ οἱ ἐξ αὐτῶν παῖδες παρθένιοι. | ||
O 651b | ἢ ὅτι λαθραίως ἡ Πιτάνη διεκορεύθη καὶ ἔτεκεν. | |||
O 652a | A | κυρίῳ δ’ ἐν μηνί: τῷ τὸ κῦρος ἔχοντι τοῦ τόκου. | ||
O 652b | κυρίῳ δ’ ἐν μηνί: τῷ τοῦ τοκετοῦ. | |||
O 652c | BCDEQ | ὁ νοῦς· τῷ κυρίῳ δὲ μηνὶ τοῦ τίκτειν ἀποστείλασα θεράποντας ἐκ‐ πέμπει τὸ βρέφος πρὸς τὸν βασιλέα τῶν Ἀρκάδων Αἴπυτον Ἐλάτου παῖδα. 47E | 166 in vol. 1 | |
O 652d | Q | ἄλλως· κύριον εἶπε τὸν μῆνα εἰς ὃν ἔδει τεκεῖν αὐτήν. 48aQ | ||
O 652e | A | πέμποις’ ἀμφιπόλους: λάθρᾳ φησὶ τὴν Πιτά‐ νην τεκοῦσαν ἀποστεῖλαι τὸ βρέφος τὴν Εὐάδνην εἰς τὴν Ἀρκαδίαν πρὸς Ἐλάτου υἱὸν τρέφεσθαι Αἴπυτον. τούτου καὶ Ὅμηρος μέμνηται (Β 604)· Αἰπύτιον παρὰ τύμβον. | ||
O 652f | παρὼν δὲ καὶ ὁ Αἴπυτος ἐν Λακεδαίμονι ἔλαβεν αὐτὸ ἐκτεθέν· ὁ δὲ Πίνδαρος ποιητικῶς λέγει πεπέμφθαι τὸ βρέφος. | |||
O 654a | A | ἥρωι πορσαίνειν: τὸ ἑξῆς· ἥρωι Εἰλατίδᾳ δό‐ μεν ὥστε πορσαίνειν καὶ τρέφειν τὸ βρέφος. | ||
O 654b | Bgl | (πορσαίνειν: τρέφειν. | ||
O 655a | A | ὃς ἀνδρῶν Ἀρκάδων: Δίδυμός φησιν ὅτι πάντες οἱ ὑπομνηματισάμενοι Φαισάναν τὴν τῆς Ἀρκα‐ δίας πόλιν· αὐτὸς δέ φησιν εἶναι τῆς Ἠλιδίας, καὶ παρα‐ τίθεται Ἴστρον ἱστοροῦντα ἐν τῇ εʹ τῶν Ἠλιακῶν. ἤτοι | ||
5 | οὖν Πίνδαρος ψεύδεται, ἢ διὰ τὸ τὴν Πίσαν ὑπὸ τοῖς Ἀρκάσι ποτὲ γενέσθαι βασιλεύειν φησὶ τῆς Φαισάνης τὸν Αἴπυτον. 57 | |||
O 655b | BCDEQ | ὃς ἀνδρῶν Ἀρκάδων ἄνασσε Φαισάνᾳ: τὴν Φαισάναν πάντες μὲν οἱ ὑπομνηματισταὶ τῆς Ἀρκαδίας εἶναι πόλιν ἐξεδέξαντο· ὁ δὲ Δίδυμός φησι τῆς Ἤλιδος αὐτὴν εἶναι καὶ ὑπεραπολογεῖται τοῦ ῥητοῦ οὕτως, ὅτι ποτὲ οἱ | ||
5 | Ἀρκάδες καὶ τῆς Ἤλιδος ἐβασίλευον κατὰ τὸν χρόνον τοῦ Αἰπύτου. οἱ δὲ βουλόμενοι τὴν Φαισάναν Ἀρκαδικὴν εἶναι | |||
τὸ περὶ Ἀλφειοῦ οὕτως ἐπιλύονται, ὅτι διὰ Φαισάνης ἔχει ὁ ποταμὸς τὰ ῥεύματα. φέρεται γὰρ ἐξ Ἀσέας κώμης Ἀρ‐ καδικῆς. | 167 in vol. 1 | |||
O 655c | ὅτι αἱ πηγαὶ τοῦ Ἀλφειοῦ ἐξ Ἀσέας τῆς Ἀρκαδικῆς εἰσι, καὶ μεταποιοῦνται αὐτοῦ οἱ Ἀρκάδες. 58EQ | |||
O 655d | BCDEQ | ἄνασσε Φαισάνᾳ: ὁ νοῦς· ὅστις Αἴπυτος βασι‐ λεύων τῆς Ἀρκαδίας καὶ ἔχων ὑφ’ ἑαυτὸν τὴν Φαισάναν ἔλαχε κατοικεῖν ἐν ταῖς ἀρχαῖς τοῦ ποταμοῦ· ἄρχεται γὰρ τὰ ῥεῖθρα ἐν Ἀρκαδίᾳ, ἐν Ἤλιδι δὲ ἐκλάμπει πολύς. 48aB | ||
5 | 55bEQ | |||
O 656 | A | Ἀλφεὸν οἰκεῖν: τὸν Ἀλφεόν φησιν οἰκεῖν τὸν Αἴπυτον, ὅτι τῆς Ἠλιδίας ἐπῆρχον οἱ Ἀρκάδες· ἢ ὅτι 〈αἱ〉 πηγαὶ τοῦ Ἀλφεοῦ ἐν Ἀσέᾳ τῆς Ἀρκαδίας εἰσὶ, παρ’ ὃ καὶ ἀντιποιοῦνται αὐτοῦ οἱ Ἀρκάδες. 59 | ||
O 657 | A | ὑπ’ Ἀπόλλωνι: ἀντὶ τοῦ διεκορεύθη ὑπ’ Ἀπόλ‐ λωνος ἡ Εὐάδνη ἐκεῖ τρεφομένη. 56 | ||
O 658a | CDEQ | ἔψαυς’ Ἀφροδίτας: δαιμονίως τὸ ἔψαυσεν ὡς ἐπὶ θείας ἀφροδισίων συνόδου ἔταξε. | ||
O 658b | τὸ δὲ ὅλον· διεφθάρη ὑπ’ Ἀπόλλωνος. | |||
O 658c | DEQ | ἄλλως· τῆς γλυκείας πρῶ‐ τον συνουσίας μετέσχε τοῦ Ἀπόλλωνος. | ||
O 659a | A | οὐδ’ ἔλαθ’ Αἴπυτον: οὐκ ἔλαθε τὸ ἐκ θεοῦ λαθραῖον ἀδίκημα κρύπτουσα τὸν πάντα χρόνον· ἔγνω γὰρ αὐτὴν ἔγκυον οὖσαν. | ||
O 659b | τινὲς τὸν Ἴαμον οὐκ Ἀπόλλωνος, ἀλλὰ Ποσειδῶνος γεγονέναι. | |||
O 660a | Bgl | οὐκ ἠδυνήθη οὖν λαθεῖν τὸν αὐτὴν θρέψαντα Αἴπυτον ἤγουν κλέψασα ἤτοι δεξαμένη τὸν ἐξ Ἀπόλλωνος | ||
γινόμενον παῖδα. | 168 in vol. 1 | |||
O 660b | Bgl | (κλέπτοισα:) συσκιάζουσα. | ||
O 660c | CDEQ | θεοῖο γόνον: τὸν ἐξ Ἀπόλλωνος γινόμενον παῖδα. | ||
O 660d | οὐκ ἠδυνήθη οὖν διαλαθεῖν τὸν αὐτὴν θρέψαντα Αἴπυτον δεξαμένη γόνον θεοῦ. | |||
O 661a | A | ἀλλ’ ὁ μὲν Πυθῶνα: ἀλλ’ ὁ μὲν εἰς Πυθῶνα μαντευσόμενος ἀφίκετο. | ||
O 665b | πιέσας: τὸν ἑαυτοῦ χόλον κατασχών. | |||
O 661c | ἐν θυμῷ πιέσας: κατὰ τὴν ψυχήν. | |||
O 661d | BCDEQ | καίτοι δεινὴν οὖσαν τὴν ὀργὴν λογισμῷ κατασχὼν καὶ πρὸ τῆς ἀληθοῦς γνώσεως οὐκ ἐκφῆναι τὸ δεινὸν βουληθεὶς, καίτοι καὶ πάνυ χαλεπαίνων, εἰς τὸ τοῦ Πυθίου Ἀπόλλωνος μαντεῖον | ||
5 | ἐπορεύετο γνωσόμενος ὑπὲρ τοῦ ἀτλήτου καὶ ἀτόπου τῆς διαφθορᾶς πάθους. | |||
O 662a | Bgl | (χόλον·) τὸν ὑπὲρ τοῦ τεκεῖν αὐτήν. | ||
O 662b | BDEQ | ὀξείᾳ μελέτῃ, τῇ μεγάλῃ φροντίδι· μελέτας γὰρ τὰς φροντίδας λέγουσιν. | ||
O 665a | A | ἀτλάτου: περὶ τοῦ προδεδηλωμένου ἀτολμήτου ὄντος. | ||
O 665b | ἢ ἣν οὐκ ἄν τις ῥᾳδίως ἐνέγκοι διὰ τὴν ὕβριν. | |||
O 666a | ἁ δὲ φοινικόκροκον: ἡ Εὐάδνη. | |||
O 666b | BCDEQ | φοινι‐ κόκροκον, τὴν ἐκ φοινικῆς κρόκης ὑφασμένην. | ||
O 666c | CD | ἢ τὴν ἐκ φοινικοῦ εἴδους κεκροτημένην ἤτοι κατεσκευασμένην. | ||
O 667 | A | ζώναν: ὁ Αἴπυτος ἕως ᾤχετο πρὸς Δελφοὺς μαντευσόμενος, ἡ Εὐάδνη ἀφελομένη τὴν ζώνην τῆς γαστρὸς καὶ τὴν ὑδρίαν ἀποθεμένη ἔτεκε τὸν Ἴαμον. | ||
O 668 | A | ἀργυρέαν: ἔθος ἦν ταῖς ἡρωίσιν ἑαυταῖς ὑδρεύ‐ σασθαι, ὡς καὶ ἡ Εὐάδνη ὅτε τὸν παῖδα ἐγέννησεν. ἔθος δὲ καὶ ταῖς τικτούσαις λύειν τὰς ζώνας. | ||
O 669a | BCDEQ | λόχμας ὑπὸ κυανέας: τοῦ ἀνθηροῦ καὶ κατα‐ πύκνου τοῖς φυτοῖς τόπου. | ||
O 669b | κυανέας, ἤτοι τῆς βα‐ | |||
θείας, ἢ παρὰ τὴν τῶν ἴων χροιάν. | 169 in vol. 1 | |||
O 670a | A | θεόφρονα κοῦρον: ἢ θεῖα φρονοῦντα, καθὸ μάντις ὁ Ἴαμος· ἢ ὅτι θεῶν βουλαῖς ἐγένετο. | ||
O 670b | BCDEQ | τίκτε θεόφρονα κοῦρον: τὸν Ἴαμον, ὅτι μάν‐ τις τὴν τέχνην. | ||
O 670c | BDEQ | ὁ δὲ νοῦς· ἡ δὲ Εὐάδνη τὴν ἐκ φοι‐ νικῆς κρόκης ζώνην λύσασα καὶ ἀποθεμένη, ἀποθεμένη δὲ καὶ τὴν κάλπιν, οὕτω λοιπὸν ἔτεκεν ἐν συσκίῳ τόπῳ τὸν | ||
BCDEQ | ἐσόμενον θεόφρονα παῖδα. φησὶ δὲ τὸν Ἴαμον, ἀφ’ οὗ | |||
5 | τὸ γένος ἔχει ὁ Ἀγησίας. | |||
O 671a | πραΰμητιν: τὴν Εἰλείθυιαν πραΰμητιν εἶπεν, ὅτι αἱ τίκτουσαι πραότεραι γίνονται. | |||
O 671b | ἢ ὅτι παρθέ‐ νοι εἰσίν. | |||
O 671b bis | BDE | πραΰμητίν τ’ Εἰλείθυιαν: πραεῖαν. εὐμενῆ. | ||
O 671c | BDEQ | τῇ Εὐάδνῃ ἀποκυούσῃ παρέστησεν ὁ χρυσοκόμης Ἀπόλ‐ | ||
BCDEQ | λων τὴν Εἰλείθυιαν κεχαρισμένα φρονοῦσαν καὶ τὰς Μοί‐ ρας. ἡ δὲ ἔνδειξις οὐ μόνον περὶ εὐτοκίας, ἀλλὰ καὶ καλ‐ λίστης γενέσεως τοῦ παιδός. | |||
O 671d | Q | πραΰμητιν δὲ πραεῖαν καὶ εὐμενῆ. | ||
O 672 | A | παρέστασέ τε: τοὺς συνδέσμους μεταθετέον· ὁ γὰρ λόγος οὕτως ἀπαιτεῖ· τῇ μὲν ὁ χρυσοκόμας πραΰμητιν Εἰλείθυιάν 〈τε〉 παρέστασεν Μοίρας τε κατὰ τὸν τόκον. | ||
O 673a | BCDEQ | ἦλθε δ’ ὑπὸ σπλάγχνων, ἕως κηδόμενοι: ὁ νοῦς τοιοῦτος· ἐγεννήθη δὲ ἐξ ἐπεράστου ὠδῖνος ὁ Ἴαμος καὶ ἦλθεν εἰς τὸ φῶς εὐθέως. τοῦτον οὖν τίκτουσα καὶ ἐπιλυπουμένη καταλέλοιπεν ἐπὶ τῇ γῇ ἡ Εὐάδνη. δύο δὲ | ||
5 | αὐτὸν φοβερώτατοι δράκοντες θεῶν βουλήσει ἀνέθρεψαν ἀβλαβῆ ἰὸν προσφερόμενοι· ἵνα λέγῃ τὸ μέλι. | |||
O 673b | A | ὑπ’ ὠδῖνος: ἡ δευτέρα ὑπό ἀντὶ τῆς μετά, ἡ | ||
πρώτη δὲ ἀντὶ τῆς ἀπό. | 170 in vol. 1 | |||
O 675 | BCDEQ | ἐς φάος αὐτίκα: εὐθέως. ἀκολούθως ὡς ἀπὸ εὐμενεστάτης Εἰλειθυίας ῥᾳδίαν καὶ ἄμοχθον τὴν ὠδῖνα ἐποιήσατο. | ||
O 676a | A | κνιζομένα: λυπουμένη ἐπὶ τῷ μὴ δύνασθαι τρέ‐ φειν αὐτόν. | ||
O 676b | BCDEQ | τὸν μὲν κνιζομένα: δοκεῖ τὸ κνιζομένα ἐναν‐ τίον εἶναι πρὸς τὴν τῆς Εἰλειθυίας εὐμένειαν· καὶ ἴσως τὴν μετρίαν αἴσθησιν τῆς ἀλγηδόνος ὑποφαίνει [καὶ] κνισ‐ μὸν ὀνομάζων. | ||
O 676c | ἢ λυπουμένη· ἤλγει μὲν γὰρ ὡς μή‐ τηρ, στέργουσα τὸ τέκνον· κατελείπετο δὲ αὐτὸ ἐπὶ τῆς ἐρημίας βουλομένη λαθεῖν. | |||
O 676d | A | γλαυκῶπες αὐτόν: ἢ πυρώδεις· τὸ γὰρ γλαυ‐ κὸν ἐπὶ τοῦ πυρώδους ἔθεντο πολλοὶ καὶ τὴν σελήνην γλαυ‐ κὴν λέγουσιν. ἢ ἀπὸ τοῦ γλαύσσειν. | ||
O 677 | BCDEQ | δαιμόνων βουλαῖσιν: ἤτοι καθόλου τῶν θεῶν ἀκουστέον, ἢ εἰς Ἀπόλλωνα καὶ Ποσειδῶνα ἀνακτέον, τὸν μὲν πατέρα, τὸν δὲ προπάτορα. | ||
O 678a | A | ἀμεμφεῖ: ἀμεμφῆ ἰὸν προσηγόρευσε τὸ μέλι σκληρότερον· ὁ γὰρ ἰὸς μοχθηρόν τι ὑποφαίνει. | ||
O 678b | ἐπειδὴ [δὲ] δράκοντές εἰσιν οἱ τρέφοντες, οὗτοι δὲ εἰώθασιν ἐμεῖν τὸν ἰόν· ὥστε τοὐναντίον ἐργάζεσθαι τὸν τῶν δρακόντων ἰὸν ὥσπερ εἰώθασι κατὰ φύσιν, τοῦ θεοῦ εἰς τοῦτο παρα‐ | |||
5 | στήσαντος τὴν φύσιν τῶν δρακόντων. | |||
O 678c | ἢ ἰῷ μελισ‐ σᾶν τῷ μέλιτι, διὰ τὴν δριμύτητα καὶ κατὰ μεταφοράν. | |||
O 678d | ἐπεὶ δράκοντές εἰσιν, οὗτοι 〈δὲ〉 εἰώθεισαν ἐμεῖν τὸν ἰόν. | |||
O 678e | [ἐν] ἀμεμφεῖ ἰῷ μελισσῶν: ἤγουν ἐν ἀμέμπτῳ ἰῷ | |||
καὶ παρὰ τῶν μελισσῶν· ἤτοι ἁπαλωτέρῳ καὶ γλυκυτέρῳ. | 171 in vol. 1 | |||
O 678f | BCDEQ | ἀμεμφῆ ἰὸν εἶπε τὸ μέλι σκληρότερον· ὁ γὰρ ἰὸς μοχθηρίαν τινὰ ὑποφαίνει. | ||
O 678g | ὡς ἐπὶ δρακόντων δὲ τὸν ἰὸν εἶπεν· ἀποβάλλει γὰρ ὁ δράκων ἰόν· βουλῇ δὲ θεῶν ὡς μελισσῶν ἄνθος ἡδὺ γίνεται καὶ οἷον ὡς μέλι. | |||
O 678h | BCEQ | ἄλλως· ἠστειεύσατο εἰπὼν ἀντὶ τοῦ ἰοῦ μέλι προϊέναι. | ||
O 678i | BCDEQ | τὸ δὲ σημεῖον ὅτι ἰὸν μελισσᾶν εἶπε τὸ μέλι διὰ τὸ ἀφίεσθαι ὑπ’ αὐτῶν· φησὶ δὲ τὸν Ἴαμον ὑπὸ δρακόντων μέλιτι τραφῆναι. | ||
O 679a | BDEQ | βασιλεὺς δ’ ἐπεὶ πετραέσσας: τῆς τραχείας. | ||
O 679b | τὸ δὲ ἑξῆς, πετραέσσας Πυθῶνος. | |||
O 679c | ὁ δὲ νοῦς· ἐπειδὴ οὖν ἦλθεν ἐκ τοῦ μαντείου ὁ βασιλεὺς Αἴπυτος, ἀνήρετο πάντας τοὺς ἐν τῇ οἰκίᾳ περὶ τοῦ γεννηθέντος παιδὸς ὑπὸ τῆς Εὐάδνης. | |||
O 684a | BCDEQ | περὶ θνατῶν: περισσῶς ὑπὲρ πάντας ἀνθρώ‐ πους. | ||
O 684b | ἔλεγε γὰρ αὐτὸν ἐκ πατρὸς Ἀπόλλωνος γεγονέναι καὶ περισσῶς ὑπὲρ πάντας ἀνθρώπους γενέσθαι μάντιν καὶ μηδέποτε αὐτοῦ τὸ γένος διαλείπειν. | |||
O 684c | τὸ ἔφη ἀπὸ κοινοῦ. | |||
O 684d | CDEQ | τὴν μαντείαν οὐδέποτ’ ἐκλείψειν τὴν γενεὰν αὐτοῦ διὰ τὸ ἀπ’ αὐτοῦ τοὺς Ἰαμί‐ δας εἶναι. | ||
O 686a | A | οὐδέποτ’ ἐκλείψειν: διὰ τὸ ἀπ’ αὐτοῦ τοὺς Ἰαμίδας εἶναι. | ||
O 686b | τοὺς ἀπογόνους. | |||
O 687a | A | οὔτ’ ὦν ἀκοῦσαι: ἀντὶ τοῦ ἔλεγον μήτε ἀκη‐ κοέναι παιδὸς μήτε ἰδεῖν παῖδα, ἤδη εʹ [γὰρ] ἡμερῶν διελθουσῶν τῆς γενέσεως τοῦ παιδός. | ||
O 687b | BCDEQ | τοὶ δ’ οὔτ’ ὦν: οἱ κατ’ οἶκον τοῦ Αἰπύτου θεράποντες. | ||
O 688a | BCDEQ | 〈εὔχοντο:〉 εἶπον· τῷ γὰρ εὔχοντο ἀντὶ τοῦ εἶ‐ | ||
πον οἱ Λάκωνες χρῶνται. 89B | 172 in vol. 1 | |||
O 688b | Bgl | (εὔχοντο:) ἀντὶ τοῦ ἔλεγον. | ||
O 688c | BCDEQ | πεμπταῖον γεγεναμένον: τοῦτο οὐχ ὡς ἀπὸ τῶν οἰκετῶν· δίδομεν γὰρ αὐτοῖς τὸ εἰδέναι, εἰ καὶ τὸν ἀριθ‐ μὸν τῶν ἡμερῶν ἀφ’ οὗ γέγονεν ἐπίστανται· ἀλλὰ ῥητέον ἐκ τοῦ ποιητικοῦ προσώπου τὸ τοιοῦτον λέγεσθαι. οἱ οὖν | ||
5 | οἰκέται τοῦ Αἰπύτου ἐρωτώμενοι ἔλεγον μήτε ἑωρακέναι μήτε ἀκηκοέναι· εἶτα ὁ ποιητὴς ἀφ’ ἑαυτοῦ· καὶ ταῦτα πεμπταῖον ἤδη ὂν τὸ παιδίον. 90B | |||
O 689 | BCEQ | [οὔτ’ ἰδεῖν εὔχοντο ἕως τοῦτ’ ὄνομ’ ἀθάνα‐ τον:] ὁ νοῦς· ἔκειτο δὲ ὁ παῖς βεβρεγμένος καὶ κεκαλυμ‐ μένος ταῖς τῶν ἴων ἀκτῖσι [δεδροσισμένος]· διόπερ καὶ τὴν κλῆσιν τὴν τοῦ Ἰάμου αὐτῷ ἡ μήτηρ ἔθετο ἀπὸ τῆς τῶν | ||
5 | ἴων αἰτίας. ἀθάνατον δὲ εἶπεν ὠνομάσθαι αὐτὸν ὡς ἐν τῷ χρησμῷ· εἶπε γὰρ ἀνωτέρω οὐδέποτε ἐκλείψειν τὴν γε‐ νεὰν αὐτοῦ. 88B | |||
O 690a | A | βατείᾳ τ’ ἐν ἀπειράτῳ: ἣν οὐκ ἔστι διὰ τὰ κέντρα διαπερᾶσαι. | ||
O 690b | ἢ τὴν πολλὴν καὶ δύσβατον μετα‐ σχηματίσας βάτειαν εἶπεν. | |||
O 690c | οἷον ἐν δρυμῷ μεγάλῳ. | |||
O 690d | BCDEQ | βατείᾳ τ’ ἐν ἀπειράντῳ: ὅτι βάτειαν εἶπε τὴν βάτον, ὅ ἐστιν ἀκάνθης εἶδος. καὶ ὅτι τὸν Ἴαμον ἐτυμο‐ λογεῖ. | ||
O 690e | ἀπειράντῳ δὲ, ἐν δρυμῷ μεγάλῳ. | |||
O 690f | DEQ | ἀπειράτῳ ἀπὸ πολλῶν. | ||
O 691a | A | ἴων ξανθαῖς τε: ταῖς τῶν ἴων ἀκτῖσι καὶ λαμ‐ πηδόσι δεδροσισμένος. | 173 in vol. 1 | |
O 691b | ἀκτῖσι δὲ παμπορφύροις εἶπεν, ἐπειδὴ τῶν ἴων τὰ μὲν ὑπολευκίζει, τὰ δὲ πορφυρᾶ ἐστιν. | |||
O 691c | BCDEQ | παμπορφύροις ἀκτῖσιν: ἀκτῖνας λέγει τὰς ἀπο‐ πιπτούσας ἀπὸ τῶν ἀνθέων δρόσους. | ||
O 691d | ἢ λαμπηδόνας τῶν ἀνθῶν. | |||
O 692a | A | βεβρεγμένος: τουτέστι δεδροσισμένος ἐν αὐτοῖς. | ||
O 692b | Ζηνόδοτος γράφει ἀντὶ τοῦ βεβρεγμένος .... | |||
O 692c | ἀκτῖνας δὲ ἔφη τὰς ἀποπιπτούσας ἀπὸ τῶν ἀνθέων δρό‐ σους (Hom. Ξ 351)· στιλπναὶ δ’ ἔπιπτον ἐέρσαι. | |||
O 692d | Bgl | (βεβρεγμένος:) δεδροσισμένος. | ||
O 693a | A | κατεφάμιξεν: διὰ τὸ ἐν ἄνθεσι τετράφθαι Ἴα‐ μος ἐκλήθη ἀπὸ τῶν ἴων τῶν περὶ αὐτῷ. | ||
O 693b | BCDEQ | τὸ καὶ κατεφάμιξεν: ἀντὶ τοῦ διὰ τὸ τοῖς ἴοις δροσίζεσθαι αὐτὸν ἀστείως καὶ Ἴαμον καλεῖσθαι. | ||
O 695a | τοῦτ’ ὄνυμα: ἀντὶ τοῦ ὄνομα. | |||
O 695 | A | τὸ ἀθάνα‐ τον ὅτι διαβόητος ἦν· ἢ ὅτι ἐξ αὐτοῦ πολὺ γένος ἐγένετο τῶν Ἰαμιδῶν. | ||
O 695c | ἀθάνατον: διὰ τὸ ἀπ’ αὐτοῦ κεκλῆ‐ σθαι τοὺς Ἰαμίδας. | |||
O 695a | τοῦτ’ ὄνυμ’ ἀθάνατον: διὰ τοῦτο. | |||
O 695b | BDEQ | διὰ τὸ τοὺς Ἰαμίδας [ἀθανάτους] ἀπ’ αὐτοῦ καλεῖσθαι. | ||
O 695c | A | τερπνᾶς δ’ ἐπεί: καλῶς εἶπε τερπνῆς χρυσο‐ στεφάνου καρπόν· ἐν γὰρ τῇ ἀκμῇ τοῦ σώματος οἱ ἄνδρες τὰ τέλεια φρονοῦσι. | ||
O 695d | τερπνὴν δὲ καὶ εὐστέφανον ἐκά‐ λεσε τὴν ἀκμὴν τοῦ σώματος διὰ τὸ ἐπίχαρι αὐτῆς. | |||
O 695e | BCDEQ | τερπνᾶς ἥβας: ὅτι ἐν ταύτῃ μάλιστα τὰ ἡδέα τοῖς ἀνθρώποις γίνεται. | ||
O 695f | τερπνᾶς δ’ ἐπεὶ χρυσοστε‐ φάνοιο: ὁ νοῦς· ἐπειδὴ δὲ ἐν ἀκμῇ ἡλικίας ἐγένετο καὶ | 174 in vol. 1 | ||
BCEQ | τὸν καρπὸν τοῦ χρόνου ἤνεγκε, τὰ γένεια δὲ λέγει, τότε δὴ παραγενόμενος εἰς τὴν Ἐπίδαυρον ηὔξατο· ἐν μέσῳ γὰρ | |||
5 | Ἤλιδος καὶ Ἀρκαδίας ἡ Ἐπίδαυρος, ὧν ἡ μὲν Ἀρκαδία τὴν ἀρχὴν, ἡ δὲ Ἦλις τὰ πρὸς ταῖς ἐκβολαῖς οἰκεῖται τοῦ ποτα‐ | |||
μοῦ. ἐνταῦθα οὖν, εἰς τὴν Ἐπίδαυρον, ἐπεκαλέσατο τόν τε ἑαυτοῦ πρόγονον Ποσειδῶνα καὶ τὸν τοξοφόρον καὶ ἔφορον τῆς θείας Δήλου τὸν Ἀπόλλωνα, τὸν ἑαυτοῦ πατέρα. 102eQ | BCDEQ | |||
O 696 | Bgl | (χρυσοστεφάνοιο:) τῆς τιμίας καὶ ἀνθηρᾶς. | ||
O 697a | καρπὸν ἥβας: τῆς θεοῦ λέγει. | |||
O 697b | A | ὡς ἥβησεν. | ||
O 697c | A | Ἀλφεῷ μέσῳ: ὁ Ἀλφεὸς ἐκ τῆς Ἀρκαδίας ῥέει ἐπὶ τὴν Ἦλιν. | ||
O 697d | κατελθὼν ἐν τῷ ποταμῷ ὑπαίθριος· ἀντὶ τοῦ ὑπὸ τὸν ἀέρα· ἐν νυκτὶ ἐκάλεσε τὸν Ποσειδῶνα τὸν ἑαυτοῦ πρόγονον· ἀντὶ τοῦ πάππον κατὰ μητέρα· εἶπε γὰρ ἐν τοῖς προλαβοῦσιν ὅτι τῇ Πιτάνῃ τῇ νύμφῃ ἐμίγη | |||
5 | ὁ Ποσειδῶν· ἐξ ἧς Εὐάδνη· καὶ ἀπὸ Εὐάδνης καὶ Ἀπόλ‐ λωνος Ἴαμος. | |||
O 6102a | A | λαοτρόφον: ἀντὶ τοῦ τὴν διατρέφουσαν αὐτὸν ἐκ τοῦ λαοῦ τιμήν· λέγει δὲ τὴν μαντικήν· οἱ γὰρ τοιοῦτοι ὑπὸ τοῦ πλήθους τρέφονται μαντευόμενοι. | ||
O 6102b | τινὲς δὲ λαοτρόφον φασὶ τὴν βασιλείαν τὴν τοὺς λαοὺς τρέφουσαν. | |||
O 6102c | λαότροφον οὖν προπαροξυτόνως τὸν διὰ τῆς μαντικῆς τρεφόμενον, παροξυτόνως δὲ τὴν τρέφουσαν τὸν λαὸν, τουτ‐ έστι τὸν ὄχλον. | |||
O 6102d | BDEQ | λαοτρόφον: τὴν τρεφομένην ὑπὸ τῶν λαῶν ἐπιστήμην ἑαυτῷ αἰτῶν. 104Q | ||
O 6102e | BCDEQ | λαοτρόφον τιμάν: βασιλικὴν ἀρχήν· ᾧ καὶ Ὅμηρος ὁμολογῶν τοὺς βασιλέας ποιμένας λαῶν ὀνομάζει. | 175 in vol. 1 | |
O 6102f | αἰτῶν οὖν τιμήν τινα τὴν ἀπὸ πολλῶν, ἐν πολλοῖς ὄχλοις, ὑπάρξαι αὐτοῦ τῇ κεφαλῇ. 102dQ | |||
O 6103 | A | τιμάν τιν’: τιμὴν ἀπὸ τῶν λαῶν καὶ αὐξανο‐ μένην καὶ τρεφομένην. | ||
O 6104a | CDEQ | νυκτὸς ὑπαίθριος: τοῦτο συναπτέον τῷ πρώ‐ | ||
τῳ· καταβὰς ἐν μέσῳ Ἀλφειῷ νυκτὸς ὑπαίθριος. οἰκεῖος δὲ καὶ ὁ καιρὸς πρὸς θείαν ἐπίκλησιν. | BCDEQ | |||
O 6104b | ηὔχετο οὖν, φησιν, αἰτῶν καὶ παρακαλῶν νυκτὸς ὑπαίθριος· ἀρχαιότατος δὲ ὁ τρόπος τῆς εὐχῆς. | |||
O 6105a | A | ἀρτιεπής: σαφὴς καὶ μηδὲν ἔχουσα ἀποκεκρυμ‐ μένον ὥσπερ οἱ χρησμοί. | ||
O 6105b | BCDEQ | ἀρτιεπὴς πατρία ὄσσα: ἡ ἀληθὴς καὶ ἀψευ‐ δής. | ||
O 6105c | BCEQ | ἡ δὲ ἀρτιεπὴς καὶ ἀληθὴς φωνὴ τοῦ πατρὸς αὐ‐ τοῦ πρὸς τὰς εὐχὰς ἀντεφθέγξατο. | ||
O 6105d | BCDEQ | ὄσσα δὲ ἡ φωνή. | ||
O 6106a | A | μετάλλασεν: ἰδίως κέχρηται τῇ λέξει· μεταλ‐ λῆσαι γὰρ λέγουσι τὸ ζητῆσαι, ἀπὸ τῶν μετάλλων· ἐπὶ δὲ τοῦ τοιούτου οὐ τέταχεν, ἀλλ’ ἀντὶ τοῦ ἐφθέγξατο καὶ προσ‐ εῖπεν αὐτόν. | ||
O 6106b | ἔνιοι οὕτως· ἐπεὶ ἀφανὴς ἦν ὁ Ἀπόλλων, ἐπεφάνη μὲν οὔ, προσέπιπτε δὲ αὐτῷ ἡ βοή. | |||
O 6106c | B(C)DEQ | μετάλλασέν τέ νιν: ἐὰν μὲν ἐπὶ τοῦ Ἀπόλ‐ λωνος, νοεῖσθαι δεῖ οὕτως· ἐπεζήτησέ τε αὐτὸν καὶ ἐν | ||
φροντίδι ἔσχεν ὅπως ἂν τὰ μέλλοντα προλέγειν παράσχῃ αὐτῷ· ἐὰν δὲ ἐπὶ τοῦ Ἰάμου, ὅτι τῆς φωνῆς ἀκούσας τοῦ | 176 in vol. 1 | |||
5 | Ἀπόλλωνος ἐπεζήτησεν αὐτὸν, ὥστε καὶ κατ’ ὄψιν αὐτὸν εὐτυχῆσαι τῆς θέας τοῦ θεοῦ. | |||
O 6106d | τὸ δὲ μετάλλασεν, ἐὰν λάβωμεν ἀντὶ τοῦ ἀνηρώτησεν, ἀκύρως κεῖται· μεταλλῆσαι γάρ ἐστι τὸ ζητεῖν, ὡς ἐπὶ τῶν μετάλλων. | |||
O 6106e | BEQ | ἄλλως· μετάλλασέ τέ νιν: ἰδίως κέχρηται τῇ λέξει· μεταλλῆσαι γάρ ἐστι τὸ ζητῆσαι, ἀπὸ τῶν μετάλλων. νῦν δὲ ἐπ’ οὐδενὸς τοιούτου τέταχεν, ἀλλὰ ἀντὶ τοῦ ἐφθέγ‐ ξατο καὶ προσεῖπε καὶ οἱονεὶ ἐφιλοφρονήσατο. | ||
O 6106f | ἔνιοι δὲ οὕτως· ἐπεὶ ἀφανὴς ἦν ὁ Ἀπόλλων τῷ Ἰάμῳ, μόνῃ δὲ φωνῇ προσεῖπεν αὐτὸν, ἐφθέγξατο μὲν ὁ Ἀπόλλων, ὁ δὲ Ἴαμος ἐζήτησε τὸν φθεγξάμενον τίς ἦν. | |||
O 6106g | τὸ δὲ ἑξῆς λεγόμενον· ἐφθέγξατο· ὄρσο τέκος. | |||
O 6107a | A | ὄρσο τέκνον: ὅρμα, τέκνον, τῆς ἐμῆς φωνῆς ὀπίσω· καθηγήσομαι μὲν ἐγὼ, σὺ δὲ ἀκολούθει εἰς τὴν ἐσομένην πάγκοινον χώραν, τὴν Ὀλυμπίαν. | ||
O 6107b | BDEQ | ὄρσο τέκνον δεῦρο: ταῦτα παρὰ Ἀπόλλωνος | ||
BCDEQ | πρὸς Ἴαμον· ἄγε δὴ ἀνίστασο, παῖ, ἀπέλθωμεν εἰς τὴν ἐσομένην ὕστερον πολύκοινον καὶ πολυπληθῆ χώραν· λέγει δὲ τὴν Ὀλυμπίαν. ὡς δὲ θεὸς, καὶ μάντις ἀκριβής ἐστιν | |||
5 | εἰς τὰ μέλλοντα. | |||
O 6107c | A | πάγκοινον ἐς χώραν: κοινὴν χώραν τὴν Ἤλιδα, ὅτι πολλοὶ ξένοι ἐκεῖσε ἤρχοντο ἀγωνισόμενοι. | ||
O 6107d | φήμας δὲ ὄπισθεν, οἷον τῇ φωνῇ ἀκολουθῶν· ὡς Ὅμηρος (Υ 131)· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς. 111 | |||
O 6108 | BCDEQ | φάμας ὄπισθεν: τῇ ἐμῇ φωνῇ ἐπικατακολούθει. Ὁμηρικῶς δέ (l. l.)· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς. | ||
O 6109a | A | πέτραν: τὸν ἐν τῇ Ὀλυμπίᾳ λόφον φησίν. 116 | 177 in vol. 1 | |
O 6109b | πέτραν ἀλίβατον: τὴν ὑψηλήν. | |||
O 6109c | BCDEQ | καὶ ἤτοι ἐφ’ ἧς βαίνοντά ἐστιν ἀλιτεῖν διὰ τὸ ὕψος, ἢ ἐφ’ ἧς ἀνα‐ τέλλων πρῶτον ὁ ἥλιος βαίνει. | ||
O 6109d | BDEQ | ὁ δὲ νοῦς· ὅρμησον, ὦ τέκνον, καὶ ἐλθὲ εἰς τὴν πολύκοινον ἐσομένην χώραν | ||
BEQ | κατακολουθῶν τῇ ἡμετέρᾳ φωνῇ. παρεγένοντο δὲ εἰς τὴν ὑψηλὴν πέτραν τοῦ Κρονίου, ἐν ᾧ Κρονίῳ παρέσχεν αὐτῷ | |||
5 | διπλοῦν θησαυρὸν μαντείας. 116B | |||
O 6111a | A | θησαυρὸν δίδυμον: δίδυμον θησαυρὸν μαν‐ τείας αὐτῷ φησι δοθῆναι, ἕνα μὲν τὸ κατὰ τὸ παρὸν εὐ‐ θέως τότε φωνὴν ἀκούειν ψευδέων ἀνεπίγνωστον, οἷον ἀλη‐ θῆ· μετὰ δὲ ταῦτα τοῦ κατ’ Ὀλυμπίαν ἀγῶνος ὑπὸ τοῦ | ||
5 | Ἡρακλέους τεθέντος τὸ μαντεῖον ἱδρύσασθαι. | |||
O 6111b | BDEQ | θησαυρὸν δίδυμον: ἕνα μὲν, τὸ κατὰ τὸ παρὸν εὐθέως φωνὴν ἀκούειν ψευδῶν ἀνεπίγνωστον· ὕστε‐ ρον δὲ καὶ παρὰ τῷ βωμῷ τοῦ Διὸς μαντεύεσθαι ἐκ τῆς τοῦ πυρὸς ἀναδόσεως. | ||
O 6111c | BEQ | ἄλλως· ἔνθα οἱ ὤπασε θησαυρὸν δίδυμον | ||
BCEQ | ἕως τὸ βωμῷ: ὁ δὲ νοῦς· ἐδίδου δὲ ὁ Ἀπόλλων τῷ Ἰάμῳ δίδυμον θησαυρὸν τῆς μαντείας, τότε μὲν φωνῆς κατακούειν ἀληθοῦς, ὅτε δὲ ὁ ἰσχυρὸς Ἡρακλῆς, τὸ τῶν | |||
5 | Ἀλκαϊδῶν βλάστημα, τύχῃ ἐλθὼν εἰς Ὀλυμπίαν καὶ κτίσῃ τῷ αὑτοῦ πατρὶ περίβλεπτον καὶ πολυάνθρωπον πανήγυριν | |||
BC(D)EQ | καὶ τὸν νόμον καὶ θεσμὸν τῶν μεγίστων Ὀλυμπιακῶν ἄθλων ἐπὶ τῷ τοῦ Διὸς ὑψηλοτάτῳ βωμῷ, τότε Ἴαμον ἐκέλευσεν ὁ Ἀπόλλων χρηστήριον θέσθαι καὶ μαντεῖον τὸ | 178 in vol. 1 | ||
10 | διὰ τῶν θυμάτων. | |||
O 6111d | BDEQ | ἄλλως· μαντεῖον ἦν ἐν Ὀλυμπίᾳ, οὗ ἀρχηγὸς γέγονεν Ἴαμος τῇ διὰ τῶν ἐμπύρων μαντείᾳ· ᾗ καὶ μέχρι τοῦ νῦν οἱ Ἰαμίδαι χρῶνται. ἀναλαμβάνοντες γὰρ τὰ τῶν ἱερείων δέρματα ἐπιτιθέασιν εἰς τὸ πῦρ καὶ | ||
5 | οὕτω μαντεύονται. | |||
O 6111e | ἔνιοι δὲ οὕτω φασὶ, τεμνομένοις δέρμασι μαντεύεσθαι αὐτούς· λαμβάνοντες γὰρ τὰς βύρσας τῶν ἱερείων ἔσχιζον, καὶ κατὰ τὰ σχίσματα ἐμαντεύοντο, ἀφορῶντες εἰς τὴν τομὴν, πότερον εὐθεῖά ἐστιν ἢ οὔ. | |||
O 6113a | ψευδέων ἄγνωστον: ἀληθῆ. | |||
O 6113b | HQ | ἄγνωστος δὲ ψευδέων ἡ τῶν θεῶν φωνή. ἄλλοι δέ φασιν ὄρνεων. | ||
O 6115a | A | σεμνὸν θάλος: Δίδυμός φησι μὴ σώζεσθαι τὸν λόγον· τὸν γὰρ Ἡρακλέα θάλος εἶπεν Ἀλκαϊδᾶν ἀπὸ Ἀμφιτρύωνος, ὃς ἦν Ἀλκαίου παῖς. ἔθος δὲ τῷ Πινδάρῳ κατὰ τοῦ ἑνὸς τάσσειν τὸ πληθυντικόν. | ||
O 6115b | ὅτι Ἀμφι‐ τρύων Ἀλκαίου παῖς ἐστι, δῆλον· ἀφ’ οὗ καὶ Ἀλκείδης ὁ Ἡρακλῆς τὸ πρότερον ἐκαλεῖτο. 109 | |||
O 6115c | BDEQ | σεμνὸν θάλος: τὸ βλάστημα τῶν Ἀλκαϊδῶν· φησὶ δὲ τὸν τοῦ Ἀμφιτρύωνος· ἐκεῖνος γὰρ Ἀλκαίου παῖς. | ||
O 6115d | ἔνιοι μέντοι αὐτὸν τὸν Ἡρακλέα Ἀλκαῖον καλεῖσθαι βούλονται, μετωνομάσθαι δὲ Ἡρακλῆ, Ἀπόλλωνος τοῦτο χρησμοδοτήσαντος. 120B | |||
O 6116a | A | πλειστόμβροτον: παρ’ ἣν οἱ πολλοὶ τῶν ἀν‐ θρώπων συνάγονται. | ||
O 6116b | BDEHQ | πλειστόμβροτον: παρ’ ἣν πλεῖστοι τῶν ἀν‐ | ||
θρώπων ἀθροίζονται. 111B | 179 in vol. 1 | |||
O 6118 | HQ | 〈βωμῷ:〉 τῷ κατὰ τὴν Ὀλυμπίαν μαντικῷ βω‐ μῷ τοῦ Διός. | ||
O 6119 | A | τότ’ αὖ χρηστήριον θέσθαι: τὸ διὰ τῶν ἐμ‐ πύρων μαντεύεσθαι. οὕτως δὲ μέχρι νῦν οἱ Ἰαμίδαι μαν‐ τεύονται, ἔμπυρα θύματα τιθέντες ἐν τῷ βωμῷ. Ἡρακλεί‐ δης δὲ ἐν τῷ περὶ χρηστηρίων (FHG II, p. 197 n. 2) τοῖς δέρμασί | ||
5 | φησιν αὐτοὺς μαντεύεσθαι ἀφορῶντας 〈εἰς τὰσ〉 σχισμὰς τῶν δερμάτων, πότερον εὐθεῖαί εἰσιν ἢ οὔ. | |||
O 6120 | BCDEQ | ἐξ οὗ ὄλβος Ἰαμιδᾶν ἕσπετο: ἰδίως τῇ φράσει ἐχρήσατο· ἀφ’ οὗ δὴ χρόνου τὸ ἐνδοξότατον γένος τῶν Ἰα‐ μιδῶν εὐδαιμονία ἠκολούθησεν· ἀντὶ δοτικῆς τὴν ἀκολου‐ | ||
θίαν ἐχούσης πρὸς τὸν λόγον· ἀφ’ οὗ τῷ τῶν Ἰαμιδῶν | BDEQ | |||
5 | γένει ὁ ὄλβος ἠκολούθησε καθ’ Ἕλληνας. | |||
O 6121 | A | Ἰαμιδᾶν: ἐκτεταμένον τὸ Ἰαμιδᾶν διὰ τὸ ἀντί‐ στροφον. | ||
O 6122a | A | ὄλβος δ’ ἅμ’ ἕσπετο: ὁμοίως τῷ σχήματι τῆς ἑρμηνείας κέχρηται· ἐξ οὗ τῶν Ἰαμιδῶν τὸ γένος ὄλβος ἅμ’ ἕσπετο· ἀντὶ τοῦ τῷ τῶν Ἰαμιδῶν γένει ὄλβος ἠκολούθησεν. | ||
O 6122b | ἄλλως· ὁμοίως τῷ (Ο 305)· ἡ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο, τὸ, γένος τιμῶντες. | |||
O 6122c | BCDEQ | τιμῶντες δ’ ἀρετάς: ἤτοι καθόλου γνωμικὸς ὁ λόγος, ἢ ἐπὶ τῶν Ἰαμιδῶν· οἱ δὲ Ἰαμίδαι τὰς ἀρετὰς τιμῶντες ἀεὶ εἰς ἐπίδοξον ὁδὸν βίου πορεύονται. | ||
O 6123a | A | [ἐς φανερὰν ὁδόν:] ἀμφίβολον πότερον ἀρσε‐ νικόν ἐστι τὸ ἕκαστον ἢ οὐδέτερον. ἐὰν μὲν οὐδετέρως δεξώμεθα, οὕτως· σαφὲς δὲ ποιεῖ καὶ τεκμηριοῖ ἕκαστον | ||
ἔργον ..... 〈ἐὰν δὲ ἀρσενικῶς, οὕτως·〉 τὸ ἴδιον πρᾶγμα | 180 in vol. 1 | |||
5 | ἔκδηλον καὶ φανερὸν καθίστησι τῶν ἀνθρώπων 〈ἕκαστον. | |||
O 6123b | ἄλλως· ἕκαστον γὰρ τῶν ἀνθρώπων〉 τὸ ἴδιον πρᾶγμα φανερὸν ποιεῖ, ὡς Ὅμηρον ἡ ποίησις, ἡ ῥητορικὴ Δη‐ μοσθένην. | |||
O 6123c | BCDEQ | τεκμαίρει χρῆμ’ ἕκαστον: ἕκαστον γὰρ τῶν ἀνθρώπων τεκμαίρει καὶ μηνύει τὸ οἰκεῖον πρᾶγμα, ὡς Ὅμηρον ἡ ποίησις, Δημοσθένην ἡ ῥητορική. | ||
O 6123d | λείπει· ἐγὼ τοίνυν διὰ τοῦτο ἐπαινῶ. | |||
O 6123e | BDEQ | ὁ δὲ λόγος γνωμικός. | ||
O 6124a | B(C)DEQ | μῶμος δ’ ἐξ ἄλλων: φθόνος δὲ καὶ ψόγος ἐξ ἄλλων τινῶν, ἐκ τῶν φθονερῶν, ἐπικρέμαται τούτοις οἷς ἄν ποτε κατὰ τὴν Ὀλυμπίαν περὶ τὸν δωδεκάκυκλον δρό‐ μον ἀγωνισαμένοις καὶ νικήσασιν [καὶ οἷς ἂν] ἡ ἐκ τῆς | ||
5 | νίκης χάρις ἔνδοξον τὴν ὄψιν παράσχῃ. | |||
O 6124b | AB(C)EQ | ἄλλως· ὁ νοῦς· ἐκ τῶν ἄλλων φθονούντων μῶμος ἐπικρέμαται τοῖς τετυχη‐ κόσι τῶν τιμῶν τούτων· οἷον οἱ μὴ τετυχηκότες τοὺς τυχόν‐ τας διαμωμῶνται ὡς μηδενὸς ἀξιολόγου τετυχηκότας. | ||
O 6126a | A | οἷς ποτε πρώτοις: τὸ ἑξῆς τοῦ λόγου· οἷς ἄν ποτε πρῶτον ἁρματηλατήσασιν ἡ αἰδοία Χάρις ἐπιστάζῃ 〈εὐκλεᾶ〉 ..... | ||
O 6126b | εὐκλεᾶ μορφὰν δὲ εἶπε διὰ τὸ περι‐ βλέπτους εἶναι τοὺς νικῶντας καὶ ἐπιχάριτας καὶ λαμπρούς. | |||
O 6127a | BCDEQ | αἰδοία ποτιστάξῃ: ἐπεὶ οἱ νικῶντες δοκοῦσιν εὐειδεῖς εἶναι. | ||
O 6127b | ποτιστάξῃ δὲ, ἐπιχαρίτους ποιήσῃ τοὺς νικῶντας. | |||
O 6129a | B(C)DEQ | εἰ δ’ ἐτύμως ὑπὸ Κυλλάνας ὅροις: Κυλ‐ λήνη ὄρος Ἀρκαδίας ἱερὸν Ἑρμοῦ. | ||
O 6129b | φησὶ δὲ ὅτι εἰ δὴ | |||
ἀληθῶς οἱ τοῦ Ἀγησίου πρόγονοι τὴν Κυλλήνην κατοι‐ κοῦντες τὸ Ἀρκάδιον ὄρος ἐτίμησαν διὰ δώρων καὶ θυσιῶν πολλῶν πολλάκις τὸν κήρυκα τῶν θεῶν τὸν Ἑρμῆν τὸν | 181 in vol. 1 | |||
5 | τῶν ἀγώνων δεσπόζοντα καὶ τὰς μερίδας τῶν ἄθλων κεκλη‐ ρωμένον, τὸν τὴν Ἀρκαδίαν τιμῶντα, τοῦτον ἂν εἴποιμεν καὶ νῦν, ὦ Σωστράτου παῖ, σὺν τῷ ἑαυτοῦ πατρὶ τελειοῦν σοι τὴν ἐπὶ τῇ νίκῃ εὐδαιμονίαν. 130BCEQ | |||
O 6129c | A | ἐτύμως: εἰ δὲ ἀληθῶς, φησι, οἱ τοῦ Ἀγησία κατὰ μητέρα πρόγονοι τὴν Ἀρκαδίαν οἰκοῦντες ἐδωρήσαντο θυσίας τῷ Ἑρμῇ. | ||
O 6129d | A | ὅροις· τῆς Ἀρκαδίας· τὸ δὲ Στύμφηλον ταύτῃ ὑπόκειται. | ||
O 6129e | BCDEQ | Στύμφηλος ὑπόκειται τῇ Κυλλήνῃ· ἔστι δὲ τῆς Ἀρκαδίας. οἱ δὲ κατὰ τὴν μητέρα πρόγονοι τοῦ Ἀγησίου | ||
BDEQ | Στυμφήλιοί εἰσιν. Φιλοστέφανος δὲ ἐν τῷ περὶ Κυλλήνης (FHG III, 30) φησὶ Κυλλήνην καὶ Ἑλίκην θρέψαι ...... | |||
5 | ἐναγωνίου δὲ ὄντος τοῦ θεοῦ φησιν ὅτι οἱ περὶ τὸν Ἀγη‐ σίαν διὰ τὴν συγγένειαν, ἐπειδὴ καὶ ὁ Ἑρμῆς ἐν Ἀρκαδίᾳ, εἰκότως νικῶσιν. 144iB 140C 144E 145bQ | |||
O 6130a | BCEQ | Ἀγησία: σημείωσαι ὅτι κατὰ μητέρα Ἀρκὰς ἦν Ἀγησίας. 129eC | ||
O 6130b | A | μάτρωες: οἱ μητρὸς ἀδελφοί. | ||
O 6131 | BEQ | δώρησαν θεῶν κάρυκα: ἀντὶ τοῦ ἐδωρήσαντο τῷ κήρυκι τῶν θεῶν, ἢ χοροῖς ἐτίμησαν αὐτόν. | ||
O 6134a | A | ὃς ἀγῶνας ἔχει: ἐναγώνιος γὰρ ὁ θεός. | ||
O 6134b | δι’ ὃν νικῶσιν οἱ περὶ Ἀγησίαν. | 182 in vol. 1 | ||
O 6134c | BglHQ | ὃς ἀγῶνας ἔχει: ἐναγώνιος ὁ θεός. | ||
O 6134d | ἢ ὅτι κῆρυξ· κῆρυξ δὲ καὶ ἐν ἀγῶσιν. | |||
O 6134e | ἢ ὅτι τῆς πάλης εὑρετής. | |||
O 6137 | A | ὦ παῖ Σωστράτου: τῇ σῇ εὐτυχίᾳ, ὦ τοῦ Σωστράτου παῖ, τὴν εὐδοξίαν ἐπιστεφανοῖ. τὸ γὰρ κραίνειν καὶ ἐπ’ ἄλλων οὕτως τίθησιν. Ὅμηρος (δ 616)· χρυσὸς δ’ ἐπὶ χείλεσι κεκράανται. ἐπιτετερμάτισται. τινὲς δέχονται | ||
5 | ὡς ἁπλῶς αὐτοῦ λέγοντος ἐστεφάνωται. | |||
O 6140a | A | δόξαν ἔχω τιν’: [δόξαν ἔχω τινά.] δόκησιν ἔχω ἐπὶ τῆς γλώττης, ἥ με παραθήγει ὡς ἀκόνη ὑμνεῖν ὑμᾶς καίπερ διαπροαιρούμενον. | ||
O 6140b | ἀκόνην δὲ λιγυρὰν εἶπε τὴν τοῦ ὕμνου ᾠδήν, ὡς ..... 〈ὃ δοκῶ〉 περὶ 〈τῶν〉 ἀνδρῶν, τοῦτό μοι ἡ ἀκόνη ἡ παροξύνουσα καὶ παρορμῶσα. | |||
O 6140c | BCDEQ | δόξαν ἔχω ἕως ἔτικτεν: ὁ νοῦς· ἔχω τινὰ καὶ ἑτέραν δόκησιν οὕτω με προτρεπομένην λέγειν περὶ σοῦ, ὡσανεὶ τῆς ἀκόνης τῆς ὀξύνειν δυναμένης τὸ παραθηγό‐ μενον· ἥτις δόκησις θελοντί μοι καὶ βουλομένῳ προσέρπει | ||
5 | καὶ προσπίπτει ὑπὸ ταῖς τῶν αὐλῶν πνοαῖς καὶ τῶν ἤχων· διὰ πνοῆς γὰρ ὁ ἦχος ἐκφέρεται· ἥτις δόκησίς ἐστι τοῦ ὑμνεῖν σε ἐκ τῆς ἐμῆς προγόνου Μετώπης ἀπὸ Στυμφήλου πόλεως Ἀρκαδικῆς. | |||
O 6140d | ματρομάτορα δὲ τὴν Μετώπην λέγει ὁ Πίνδαρος οὕτω. Μετώπη θυγάτηρ μὲν ἦν Λάδω‐ | |||
νος τοῦ ποταμοῦ τῆς Ἀρκαδίας, γυνὴ δὲ Ἀσωποῦ τοῦ ἐν Θήβαις ποταμοῦ. ἐκ ταύτης γέγονε νύμφη τις Θήβη, ἀφ’ | BDEQ | |||
5 | ἧς ἡ πόλις· Θηβαῖος δὲ ὁ Πίνδαρος. διὰ τοῦτο ματρο‐ | |||
μάτορα ἰδίαν λέγει τὴν Μετώπην. | 183 in vol. 1 | |||
O 6141a | BDEQ | ἀκόνας λιγυρᾶς: ἀκόνην ὀξεῖάν φησι τὴν μουσικήν· λιγὺς γὰρ νῦν ὁ ὀξύς. καὶ Ὅμηρος (Β 246)· Θερσῖτ’ ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής, ἴσχεο. | ||
5 | οὐ γὰρ ἐγχωρεῖ τὸν ἄκριτα λέγοντα ἡδὺν εἶναι. | |||
O 6141b | BEQ | ἄλλως· ἀκόνης τινὸς δόκησιν ἔχω ἐπὶ γλώσσης· ὅ ἐστι, παρακο‐ νῶμαι. 141dQ | ||
O 6141c | ἢ οὕτως· ἡ δόκησις ἀκόνη μοι· ὃ δοκῶ περὶ τῶν ἀνδρῶν, τοῦτό μοι ἀκόνη ἐστὶν ἡ παροξύνουσά με καὶ παρορμῶσα. 143bQ | |||
O 6141d | ἢ οὕτω· τῆς λιγυρᾶς ἀκόνης ἔχω δόκησιν ἐπὶ τῆς γλώσσης, ἥτις κραίνει τῆς εὐτυχίας τὴν δόκησιν. | |||
O 6141e | BDEQ | ὁ δὲ νοῦς· ὀξὺς ὢν ὀξύτερος γίνομαι παρ’ ἀκόνης τῆς δοκήσεως θηγόμενος. 141cQ | ||
O 6141f | HQ | λιγυρᾶς νῦν τῆς ὀξείας. | ||
O 6142a | προσέρπει: προσάγει. | |||
O 6142b | A | παροξύνει καὶ αὐ‐ τόν με θέλοντα ταῖς καλλιρρόοις ῥοαῖς. | ||
O 6142c | καλλίροοι δὲ ῥοαὶ αἱ ἀπὸ τῶν ὀργάνων ἐκπεμπόμεναι. | |||
O 6142d | Egl | (προσέρπει:) γράφεται προσέλκοι. | ||
O 6143a | HQ | καλλιρόοισι ῥοαῖς: ταῖς ἀπὸ τῶν ὀργάνων ἀναφερομέναις τῶν μετ’ αὐλῶν ὕμνων. 144 | ||
O 6143b | BEQ | ματρομάτωρ: ἡ τῆς μητρὸς τῆς ἐμῆς μήτηρ· πῶς δὲ, ἐπιόντες δείξομεν. 129eE 141fQ | ||
O 6144a | A | Στυμφαλίς: ἀπὸ πατρίδος Ἀρκαδικῆς (Β 608)· Στύμφηλόν τ’ εἶχον καὶ Παρρασίην ἐνέμοντο. | ||
O 6144b | ἡ Μετώπη δὲ Ἀσωποῦ μὲν ἦν γυνὴ, θυγάτηρ δὲ Λά‐ δωνος τοῦ ἐν Ἀρκαδίᾳ ποταμοῦ, μήτηρ δὲ Θήβης, ἀφ’ ἧς ἡ Πινδάρου πατρίς. | |||
O 6144c | προσέλκεταί με ἡ Μετώπη ὑμνεῖν σε διὰ τὴν οἰκειότητα· Ἀρκὰς γὰρ, ἐγὼ δὲ Θηβαῖος ....... ἦν, Θήβη δὲ Ἀσωποῦ καὶ Μετώπης τῆς Λάδωνος τοῦ ποταμοῦ Ἀρκάδος θυγάτηρ· ἀφ’ οὗ καὶ θηλυκῶς οὕτω | 184 in vol. 1 | ||
5 | ποταμὸς ἐν Ἀρκαδίᾳ Μετώπη. | |||
O 6144d | BDEQ | Στυμφαλὶς εὐανθὴς Μετώπα: Μετώπη Ἀσω‐ ποῦ μὲν ἦν γυνὴ, μήτηρ δὲ Θήβης, ἀφ’ ἧς ἡ πόλις Θήβη προσηγορεύθη. διὰ τὴν οἰκειότητα οὖν, φησὶν ὁ Πίνδαρος, τὴν πρὸς ἐμὲ τῆς Μετώπης, ὅτι Θήβης μήτηρ τῆς ἐμῆς | ||
5 | πατρίδος, ἕλκεταί με ἡ Μετώπη Ἀρκὰς οὖσα. | |||
O 6144e | τὴν δὲ Μετώπην φασὶ γήμαντα Ἀσωπὸν τὸν Ὠκεανοῦ, Λάδωνος οὖσαν θυγατέρα, τεκνῶσαι Κέρκυραν, Αἴγιναν, Σαλαμῖνα, Θή‐ βην, Ἅρπινναν, Νεμέαν, Κλεώνην. 129eB | |||
O 6144f | DEHQ | εὐανθὴς δὲ Μετώπα ἡ ἀκμαία καὶ ἀνθηρὰ, ἵν’ ὁ λόγος ἐπὶ τῆς νύμ‐ φης ἀκούηται. 145bE 129eQ | ||
O 6144g | E | ἡ Μετώπη ἡ Ἀρκαδικὴ πόλις (τοῦτο γὰρ σημαίνει διὰ τὸ Στυμφαλίς· Στύμφηλος γὰρ Ἀρκαδίας μητρόπολις) προσέλκει με ἑκόντα ἐν καλλιρόοις πνοαῖς, ἤγουν πρὸς τὸ αὐλεῖν καὶ ὑμνεῖν τὴν Ἀρκαδίαν τὴν τῆς μητρός σου χώραν. | ||
O 6144h | EHQ | ἄλλως· Στυμφαλὶς εὐανθὴς Μετώπα: Ἀρκα‐ δική. Στύμφηλος γὰρ πόλις Ἀρκαδίας. Ὅμηρος (Β 608)· Στύμφηλόν τ’ εἶχον καὶ Παρρασίην ἐνέμοντο. | ||
O 6144i | ματρομάτορα δὲ λέγει τὴν Μετώπην ὁ Πίνδαρος οὕτω· | |||
BE(H)Q | Μετώπη θυγάτηρ μὲν Λάδωνος τοῦ ποταμοῦ τῆς Ἀρκα‐ | |||
δίας, γυνὴ δὲ Ἀσωποῦ τοῦ ἐν Θήβαις ποταμοῦ. | 185 in vol. 1 | |||
O 6145a | BEQ | ἥτις Μετώπη ἐγέννησε τὴν ἱππικὴν Θήβην, κατὰ ἀναφορὰν τῶν ἐνοικούντων ἐν ταῖς Θήβαις. 147EQ | ||
O 6145b | BDEQ | πλάξιππον ἃ Θήβαν ἔτικτε· τᾶς ἐρατεινὸν ὕδωρ: ταύτης οὖν, τῆς Μετώπης· λέγει δὲ νῦν τοῦ ὁμω‐ νύμου ποταμοῦ τῇ ἡρωίδι. | ||
O 6145c | ὅτι δὲ ἡ Μετώπη τῆς Ἀρ‐ καδίας ποταμὸς, Καλλίμαχος ἱστορεῖ ἐν ὕμνοις (in Jov. 26)· πολύστιόν τε Μετώπην. 144gE 144hQ | |||
O 6147a | A | πίομαι: οὐ λέγει κυρίως ὅτι πίομαι τὸ ἀπὸ τῆς Μετώπης ὕδωρ, ἀλλὰ οἷον γεύσομαι αὐτῆς διὰ τὸν ὕμνον καὶ ταύτην εἰς τὸν ὕμνον συλλήψομαι. | ||
O 6147b | BDEQ | πίομαι ἀνδράσιν αἰχματαῖσιν ἕως τοῦ ὕμ‐ νον: ἀνδράσι νῦν τῷ τε Ἀγησίᾳ καὶ τοῖς τούτου προγόνοις. | ||
O 6147c | τὸ δὲ πλέκων, ἤτοι πρὸς τὸ ποικίλον καὶ διάφορον τῆς φθογγῆς· λέγουσι γὰρ καὶ στροφὰς ὧδε· ἢ ὡς ἐπὶ στε‐ φάνου μουσικοῦ. | |||
O 6147d | ὁ δὲ λόγος· ὦ τῆς ἐμῆς πατρίδος Ἀρκαδικῆς Μετώπη· λέγει δὲ τοῦ ποταμοῦ· γεύσομαι τῷ ὕμνῳ καὶ εἰς τὸ ἐγκώμιον ἀναλήψομαι, αὐτῷ τε τῷ Ἀγησίᾳ καὶ τοῖς τούτου ἀνδρείοις καὶ πολεμικωτάτοις προγόνοις τὸν | |||
5 | ποικίλον καὶ πολύφθογγον ὕμνον διαπλέκων καὶ συντιθείς. | |||
O 6148a | BCDEQ | ὄτρυνον νῦν ἑταίρους, Αἰνέα: ἀποστρέφει τὸν λόγον πρὸς Αἰνέαν τὸν χοροδιδάσκαλον. Αἰνέας γὰρ οὗτος χοροδιδάσκαλος, ᾧ ἐχρήσατο διὰ τὸ αὐτὸν ἰσχνό‐ φωνον εἶναι καὶ μὴ δύνασθαι ἐν τῷ δημοσίῳ δι’ ἑαυτοῦ | ||
5 | καταλέγειν τοῖς χοροῖς, ὅπερ οἱ πλείους καὶ μεγαλόφωνοι τῶν ποιητῶν ἀγωνιζόμενοι ἐποίουν, δι’ ἑαυτῶν διδάσκοντες τοὺς χορούς. ἀπέστρεψεν οὖν τὸν λόγον ὁ Πίνδαρος πρὸς τὸν Αἰνέαν λέγων· παρόρμησον νῦν, ὦ Αἰνέα, τοὺς ἑταί‐ ρους τοὺς ἐν τῷ χορῷ, ὥστε ὑμνῆσαι πρῶτον μὲν τὴν Ἥραν· | 186 in vol. 1 | ||
10 | ἔπειτα δὲ γνωρίσαι τοῖς λόγοις ποίησον αὐτοὺς, εἰ κατὰ τὸν | |||
BCEQ | ἀληθῆ λόγον ἐκφεύγομεν τὸ ὄνειδος τῶν Βοιωτῶν καὶ τὴν παροιμίαν τὴν λεγομένην Βοιωτία ὗς. | |||
O 6148b | ἡ δὲ παροιμία ἐντεῦθεν· Ὕαντες, ἔθνος βάρβαρον ἀρχαῖον, κατῴκησαν τὴν Βοιωτίαν· οὕστινας ἐκ παραφθορᾶς τοῦ ὀνόματος, ἀντὶ τοῦ Ὕαντας λέγειν, Ὗς ἐκάλουν· ὥστε καὶ τοῖς ὕστερον διαδο‐ | |||
5 | θῆναι τὴν λέξιν ἐπὶ τῶν Βοιωτῶν καὶ λοιπὸν νομισθῆναι, | |||
BCDEQ | διὰ πολλὴν ἀλογίαν καὶ ἀγροικίαν οὕτως ἐξ ἀρχαίου αὐ‐ τοὺς κεκλῆσθαι, τούς τε βουλομένους εἰς ἀπαιδευσίαν ἐπι‐ σκώπτειν τινὰς, τοῦτο λέγειν· Βοιωτία ὗς | |||
O 6148c | BDEQ | ὁ δὲ νοῦς· παρόξυνον ἐπὶ τοῦ παρόντος τοὺς χορευτὰς, ὦ Αἰνέα, πρῶ‐ τον μὲν τὴν Ἥραν τὴν ἐν τῷ Παρθενίῳ ὄρει Παρθενίαν | ||
ἀνυμνῆσαι, καὶ γνῶναι ἀληθέσι λόγοις διὰ τοῦ ὕμνου ποί‐ | 187 in vol. 1 | |||
5 | ησον τοὺς ἀκούοντας, εἰ ἀποφεύγομεν ἐκεῖνο τὸ ὄνειδος, ὃ ἀμουσίας ἕνεκεν ἡμῖν τοῖς Βοιωτοῖς προστρίβεται. ὑπάρ‐ χεις γὰρ τῶν Μουσῶν ἄγγελος ὀρθὸς καὶ ὑποφήτης, καὶ τρόπον τινὰ σκυτάλη καὶ σκῆπτρον τούτων τυγχάνεις καὶ κρατὴρ ἡδὺς τῶν ὕμνων· ἀντὶ τοῦ, μουσικώτατος γὰρ εἶ. | |||
O 6149a | A | Αἰνέα: Αἰνέας ὁ τοῦ χοροῦ διδάσκαλος, ᾧτινι ὁ Πίνδαρος ἐχρῆτο διὰ τὸ ἰσχνόφωνον καὶ μὴ δι’ ἑαυτοῦ δύνασθαι τοῖς χοροῖς καταλέγειν· ὅπερ οἱ πλεῖστοι ἐποίουν, δι’ ἑαυτῶν ἀγωνιζόμενοι. | ||
O 6149b | A | πρῶτον μὲν Ἥραν: τὴν Σαμίαν Ἥραν. | ||
O 6149c | τινὲς δὲ τὸν Ἀγησίαν φασὶν ἱδρύσασθαι ἄγαλμα Ἥρας. | |||
O 6149d | οἱ δὲ ὅτι γαμήλιος καὶ αἰτία γενέσεων. | |||
O 6149e | καὶ ἐν Εὐβοίᾳ Παρθένος ἐκαλεῖτο. | |||
O 6149f | καὶ ποταμὸς Παρθένιος, ὃς Ἴμβρασος ἐκλήθη. Καλλίμαχος (fr. 213)· ἀντὶ γὰρ ἐκλή‐ θης, Ἴμβρασε, Παρθενίου. | |||
O 6149g | CEHQ | Ἥραν Παρθενίαν: τὴν ἐν τῷ Παρθενίῳ ὄρει τῆς Ἀρκαδίας τιμωμένην [ὑμνῆσαι]· ἵν’ ᾖ, τὴν ἐν Ἀρκαδίᾳ. οὕτως δὲ καὶ ἐν Ἄργει τιμᾶται Ἥρα. | ||
O 6152 | BCEQ | εἰ φεύγομεν, Βοιωτίαν ὗν: ὅτι διὰ τὴν ἀγροι‐ κίαν καὶ τὴν ἀναγωγίαν τὸ παλαιὸν οἱ Βοιωτοὶ ὗες ἐκα‐ | ||
λοῦντο· καθάπερ καὶ αὐτὸς ἐν τοῖς διθυράμβοις (fr. 83)· | BEQ | |||
BCEQ | ἦν ὅτε σύας τὸ Βοιώτιον ἔθνος ἔλεγον. καὶ Κρατῖνος | |||
5 | (fr. 310 K.)· οὗτοι δ’ εἰσὶν Συοβοιωτοὶ, κρουπεζοφόρον γέ‐ νος ἀνδρῶν. 154gQ | |||
O 6153a | A | ὗν: Ἀρίσταρχος· παρὰ τὸ λεγόμενον [ἐν] Βοιωτία ὗς. πεποιθὼς δὲ ὁ Πίνδαρος τοῖς ἑαυτοῦ ποιήμασι κελεύει ἐπιγνῶναι τὸν Αἰνέαν καὶ γνῶναι τὴν τέχνην, εἰ φεύγουσιν οἱ Θηβαῖοι τὸ παλαιὸν ὄνειδος παιδείᾳ διαφέροντες καὶ | 188 in vol. 1 | |
5 | μουσικῇ. τότε γὰρ ὡς ἀμαθεῖς ἐσκώπτοντο. | |||
O 6153b | Ὕαντες δὲ ᾤκησαν τὴν Θήβην, καὶ ἀπὸ τοῦ ὀνόματος μετετράπη τὸ καὶ Συοβοιωτοὺς αὐτοὺς λέγεσθαι. | |||
O 6153c | A | ὗν: Ὕαντες ἔθνος Βοιωτίας, οὕστινας ἐκ παρα‐ φθορᾶς τοῦ ὀνόματος ἀντὶ τοῦ Ὕαντας λέγειν ἐκάλουν Ὗς· ὥστε τοῖς ὕστερον διαδοθῆναι τὴν λέξιν ἐπὶ τῶν Βοιωτῶν καὶ λοιπὸν νομισθῆναι διὰ πολλὴν ἀγροικίαν καὶ ἀλογίαν | ||
5 | οὕτως ἐξ ἀρχαίου αὐτοὺς κεκλῆσθαι, τούς τε βουλομένους τινὰς σκῶψαι ἐκάλουν Βοιωτίαν ὗν. | |||
O 6153d | A | ἐσσὶ γὰρ ἄγγελος: τυγχάνεις γὰρ, ὦ Αἰνέα, ἄγγελος ἀληθὴς καὶ τῶν καλλικόμων Μουσῶν κῆρυξ τῶν τε ἐπισήμων καὶ ἄγαν εὐφήμων ὕμνων κρατὴρ γλυκύτατος. | ||
O 6154a | A | ἠυκόμων: καὶ νῦν τοῦτο σημαίνει· οἷον Μου‐ σῶν εἶ κῆρυξ, διὰ τὸ σκυταλοφορεῖν τοὺς κήρυκας. περὶ δὲ τῆς σκυτάλης καὶ ἐν τοῖς Ἀρχιλόχου ὑπομνήμασιν εἴρηται (fr. 86)· ἀχνυμένη σκυτάλη. | ||
O 6154b | .... παρὰ τοῖς Λακε‐ δαιμονίοις. τινὲς δὲ δύο ἰσοπήχεις καὶ ἰσομήκεις· καὶ τού‐ των τὴν μίαν διδόασι τῷ ἁρμοστῇ, 〈ὃν〉 ἂν ἐκπέμπωσι πο‐ λιτικὴν χρείαν ἔχοντα, τὴν δὲ ἄλλην κατέχουσι· καὶ ὅταν | |||
5 | δέῃ ἐπιστέλλειν ἀναγκαῖά τινα, ὑπὲρ τοῦ ἄγνωστα εἶναι τὰ ἐπιστελλόμενα τοῖς διακομίζουσιν ἑλίσσουσι παρ’ ἑαυτοῖς τὴν σκυτάλην δέρματι λευκῷ καὶ γράφουσι· ἔπειτα λύουσι καὶ | |||
διδόασι, μὴ φυλάττοντα τὴν λέξιν τῶν γεγραμμένων παρ’ ἑτέρῳ τινι ἢ παρ’ ἐκείνῳ, ὃς λαβὼν ἑλίσσει τὴν παρ’ ἑαυ‐ | 189 in vol. 1 | |||
10 | τῷ ῥάβδον καὶ οὕτως φανερῶν τῇ τάξει γενομένων μὴ νοεῖν τὰ γεγραμμένα. | |||
O 6154c | BCDEQ | ἠυκόμων σκυτάλα Μοισᾶν: τῶν εὐκόμων Μουσῶν ἀξιόλογε [ἄγγελε καὶ] κῆρυξ. σκυτάλην γὰρ ἐκ τοῦ συμβεβηκότος λέγουσιν, ὡς καὶ Ἀρχίλοχος (fr. 86)· ἀχνυμένη σκυτάλη. | ||
O 6154d | ἡ δὲ σκυτάλη τοιοῦτόν ἐστι. Λά‐ κωνες κήρυκας διαπεμπόμενοι ξύλον μελαίνοντες περιείλισσον λευκῷ ἱμάντι καὶ περιέγραφον τῷ τε ἱμάντι καὶ τῷ ξύλῳ· εἶτα ὑπέλυον, ὥστε τὴν ἀκολουθίαν τῆς γραφῆς μὴ σώ‐ | |||
5 | ζεσθαι, εἰ μὴ προστεθείη πάλιν ὁ ἱμάς· καὶ οὕτω διὰ μὲν ἑτέρου τὸν ἱμάντα, διὰ δὲ ἑτέρου τὸ ξύλον ἀπέστελλον. | |||
O 6154e | BEQ | οἱ δὲ ὅτι ξύλον διαπρίοντες ἔνδον ἐπέγραφον καὶ οὕ‐ τως ἀπέστελλον. | ||
O 6154f | BCDEQ | οἱ δὲ ὅτι ξύλον τι στρογγύλον, ὅπερ εἰς δύο ποιοῦντες τὸ μὲν ἥμισυ κατεῖχον αὐτοὶ, τὸ δὲ ἕτε‐ ρον ἐδίδουν τῷ ἁρμοστῇ [τῷ στρατηγῷ] τῷ ἐκπεμπομένῳ εἴς τινα πόλιν· εἶτα εἰ ἐβούλοντο δηλῶσαι αὐτῷ περὶ ἀπορ‐ | ||
5 | ρήτων, ἱμάντι περιειλίσσοντες ὃ εἶχον αὐτοὶ ξύλον ἐπέγρα‐ φον· ὅντινα δεχόμενος ὁ ἁρμοστὴς περιείλει ᾧ εἶχεν ἐκείνου ἀποκόμματι καὶ οὕτως ἀνεγίνωσκεν. ἦσαν δὲ ἁρμοσταὶ Λακεδαιμονίων εἴκοσιν. 156Q | |||
O 6154g | BCEQ | ἄλλως· Μοισᾶν: ἀντὶ τοῦ Μουσῶν ἄγγελε καὶ κῆρυξ. | ||
O 6154h | ἐχρῶντο δὲ πλατείαις σκυτάλαις οἱ Λάκωνες, ἐγγράφοντες αὐταῖς τὰς ἐπιστολὰς καὶ ἐγκλείοντες εἰς σκύ‐ τινα ἀγγεῖα καὶ οὕτω σφραγίζοντες. 154cQ | 190 in vol. 1 | ||
O 6156a | BEQ | Συρακοσσᾶν τε καὶ Ὀρτυγίας: Ὀρτυγία νῆ‐ σος ταῖς Συρακούσαις παρακειμένη τὸ πρότερον· νῦν δὲ συνήφθη τῇ πόλει ταῖς Συρακούσαις. | ||
O 6156b | BCDEQ | ἄλλως· νῆσος πρὸ τῶν Συρακουσῶν, ἧς ἄρχει ὁ Ἱέρων. | ||
O 6156c | ὅτι ἡ τῶν Συρακουσίων νῆσος Ὀρτυγία ἐκαλεῖτο, καὶ ὅτι Ἀγησίας ἐπο‐ λιτεύετο ἐν Συρακούσαις· ἦν δὲ τὸ ἀνέκαθεν Στυμφήλιος ἐξ Ἀρκαδίας. | |||
O 6156d | ἥντινά, φησι, τὴν τῶν Συρακουσῶν πόλιν Ἱέρων καθαρῷ σκήπτρῳ διοικῶν, ἴσα καὶ δίκαια βου‐ λευόμενος τιμᾷ καὶ θεραπεύει τὴν Δήμητραν τὴν ἀνθηρὸν [καὶ ἐρυθρὸν] ἔχουσαν πόδα. | |||
O 6156e | HQ | ἢ φοινικόπεζαν, τὴν ἐρυ‐ θρόπουν, ἀπὸ μέρους καλήν· πέζα γὰρ ὁ ποῦς. | ||
O 6158a | A | τὰν Ἱέρων: ἱερωσύνην 〈εἶχεν〉 ὁ Ἱέρων Δή‐ μητρος καὶ Κόρης καὶ Διὸς Αἰτναίου ἐν Σικελίᾳ ἐκ δια‐ δοχῆς Τηλίνου τοῦ προγόνου αὐτῶν. | ||
O 6158b | A | σκάπτῳ: Ἀρίσταρχος· τοῖς κατὰ τὸν χορὸν εἰ‐ πεῖν ἐπικελεύει τῶν τε Συρακουσῶν μεμνῆσθαι καὶ τῆς Ὀρτυγίας· αὕτη δέ ἐστι προσεχὴς ταῖς Συρακούσαις νῆσος καὶ ἀχώματος. | ||
O 6158c | ὁ δὲ Δίδυμος· διὰ τὸν Ἱέρωνα, ἐπεὶ ἄνωθεν ἐκ προγόνων ἱεροφάντης τῶν θεῶν ἀποδέδεικται, τὰ προκείμενά φησιν ὁ Πίνδαρος· καὶ παρατίθεται τὰ Φι‐ | |||
λίστου (FHG IV, 640) καὶ τὰ Τιμαίου (FHG I, 214). | 191 in vol. 1 | |||
O 6159 | A | φοινικόπεζαν: ἐπειδὴ οἱ λικμῶντες τὰ ἄχυρα ξανθοὶ γίνονται τὴν κεφαλήν. πᾶν δὲ ἄκρον πέζα κα‐ λεῖται. | ||
O 6160a | A | λευκίππου τε: ὅτι ἡ Δημήτηρ τὴν Κόρην εὗρε μετὰ τὴν ἁρπαγὴν καὶ λευκοὺς ἵππους ὑποζεύξασα ἀνήγαγεν αὐτήν. | ||
O 6160b | B2DEHQ | λευκίππου τε θυγατρός: ἀπὸ κοινοῦ τὸ ἀμφέπει καὶ τῆς λευκοὺς ἵππους ἐχούσης θυγατρὸς αὐ‐ τῆς· λέγει δὲ τῆς Κόρης. | ||
O 6160c | λεύκιππον δὲ εἶπεν, | |||
B2CDEHQ | ἐπειδὴ λέγεται μετὰ τὴν ἁρπαγὴν ἡ Κόρη, ἣν ὑπέστη ὑπὸ τοῦ Πλούτωνος, εὑρεθεῖσα λοιπὸν ὑπὸ τῆς μητρὸς αὐτῆς Δή‐ μητρος, λευκοπώλῳ ἅρματι ἀνῆχθαι εἰς τὸν Ὄλυμπον πρὸς | |||
5 | τὸν πατέρα τὸν Δία. | |||
O 6160d | B2CEHQ | λέγεται δὲ ὁ Ἱέρων τῆς Δή‐ μητρος καὶ τῆς Κόρης ἱεροφάντης. | ||
O 6162a | A | Ζηνὸς Αἰτναίου: ἐν τῇ Αἴτνῃ Διὸς Αἰτναίου ἄγαλμα ἵδρυται, καὶ ἑορτὴ Αἰτναῖα καλεῖται. | ||
O 6162b | BCEQ | καὶ Ζηνὸς Αἰτναίου: ἀπὸ κοινοῦ τὸ ἀμφέπει. | ||
O 6162c | περιέπει δὲ καὶ θεραπεύει ὁ Ἱέρων καὶ τὸ κράτος τοῦ Διὸς τοῦ κατὰ τὴν Αἴτνην τιμωμένου. | |||
O 6162d | BCDEQ | ἁδύλογοι δέ μιν λύραι: αἱ ἀπὸ τῶν ὀργάνων πνοαί. | ||
O 6162e | ὁ δὲ λόγος· αἱ δὲ ἡδύλογοι αὐτὸν πνοαὶ τῶν ὀργάνων καὶ ᾠδαὶ γνωρίζουσιν· ἤτοι ὡς πολυύμνητον διὰ τὰ κατορθώματα, ἢ ὡς καὶ αὐτὸν μουσικῆς ἔμπειρον· φησὶ γάρ που ἔμπροσθεν (O. I 14)· ἀγλαΐζεται δὲ καὶ μουσικᾶς | |||
5 | ἐν ἀώτῳ. | 192 in vol. 1 | ||
O 6163a | A | μὴ θραύσοι: ὁ ἐπιγινόμενος χρόνος τὸν ὄλβον αὐτῶν μὴ θραύοι, τοὐναντίον δὲ αὐτοὶ ....· τοῦτο γάρ τινες συνεκδέχονται. | ||
O 6163b | μὴ ταράσσοι. | |||
O 6163c | BDEQ | μὴ θραύσοι χρόνος ὄλβον: ὁ λόγος εὐκτικός· μὴ δὴ οὖν, ὦ θεοὶ, θραύσοι καὶ ἀφανίσοι αὐτοῦ τὴν εὐ‐ δαιμονίαν ὁ μακρὸς χρόνος, ἀλλὰ φιλοφροσύναις καὶ εὐ‐ θυμίαις ἐπεράστοις εἴη τὸν Ἱέρωνα τὸ τοῦ Ἀγησίου ἐγκώ‐ | ||
5 | μιον δέξασθαι. | |||
O 6165 | A | σὺν δὲ φιλοφροσύναις: ὅτι φίλος Ἀγησίας Ἱέρωνος καὶ μάντις· ὃς ἀνῃρέθη Ἱέρωνος καταλυθέντος. | ||
O 6166 | C | δέξαιτο κῶμον: τὸ τοῦ Ἀγησίου ἐγκώμιον δέ‐ ξαιτο ὁ Ἱέρων. | ||
O 6167a | BCEQ | οἴκοθεν οἴκαδε: ὅτι Ἀρκὰς καὶ Συρακούσιος ὁ Ἀγησίας. | ||
O 6167b | BCDEQ | ὁ δὲ νοῦς· οἰκεῖον ὄντα καὶ οὐκ ἀλλό‐ τριον. | ||
O 6167c | BEQ | ἴδιον ἐξ ἰδίων. εἰ γὰρ καὶ ἐν Σικελίᾳ οἰκεῖν δοκεῖ ὁ Ἀγησίας, ὅμως ἐκ μητρὸς Ἀρκάς ἐστιν, ὥσπερ ἐδείχθη ἀνωτέρω (129 e). | ||
O 6167d | A | ἀπὸ Στυμφαλίων: ἐκ τοῦ Στυμφήλου εἰς Συρακούσας πέμπει τὸν ὕμνον. μητρόπολις δὲ Ἀρκαδίας ἡ Στύμφηλος. | ||
O 6168a | ποτινισόμενον: παραγινόμενον. | |||
O 6168b | BCDEQ | ὁ δὲ νοῦς τοιοῦτος· δέξαιτο ὁ Ἱέρων ἀπὸ τῆς Ἀρκαδίας ἐρχό‐ μενον τὸν ὕμνον καὶ καταλιπόντα τὴν Στύμφηλον πόλιν, ἥ ἐστι μητρόπολις τῆς εὐμήλου Ἀρκαδίας, καὶ εἰς Σικελίαν | ||
5 | παραγινόμενον. | |||
O 6170a | A | ἀγαθαὶ δὲ πέλονται: ἀγαθαὶ δέ, φησι, καὶ χρήσιμοι κατὰ χειμερίαν νύκτα δύο ἄγκυραι ἠρεισμέναι ἐκ μιᾶς νεώς. τοῦτο δέ φησι διὰ τὸ καὶ τὸν Ἀγησίαν δύο περιέχεσθαι πατρίσι, τῇ τε Ἀρκαδίᾳ καὶ ταῖς Συρακούσαις. | 193 in vol. 1 | |
O 6170b | ἄλλως· ἐν νυκτὶ δ’ ἄνεμοι χαλεποί· —δῆλον νηῶν· πρὸς οὓς χρηστέον δύο ἀγκύραις ..... | |||
O 6170c | ... 〈δύο ἄγ‐ κυραι〉 χρήσιμοι, οὕτω καὶ πρὸς τὰς γινομένας ταραχὰς αἱ δύο πόλεις. | |||
O 6170d | BCDEQ | ἀγαθαὶ δὲ πέλονται: ἀστείως ἀπολογεῖται τοῦ εἶναι τὸν νικηφόρον δύο πατρίδων, καί φησιν· ὥσπερ ἐστὶ λυσιτελὲς καὶ συμφέρον ἐν χειμῶνι καὶ νυκτὶ [τὴν νῆα] δύο ἀγκύραις ἐπερείδεσθαι, οὕτως ἐπικερδὲς καὶ δύο πατρίδας | ||
5 | ἔχειν [τὸν νικηφόρον]. | |||
O 6170e | ἡ δὲ ἔμφασις ὅτι ἐκπίπτοντες τῆς ἑτέρας πόλεως ἐπὶ τὴν ἑτέραν δύνανται σώζεσθαι παρα‐ γινόμενοι. | |||
O 6174 | BDEQ | τῶνδ’ ἐκείνων τε: ὁ νοῦς· θεὸς οὖν τῶν Ἀρκάδων τὴν μοῖραν καὶ τῶν Συρακουσίων παρέχοι τῷ Ἀγησίᾳ καλλίστην. | ||
O 6175 | DEQ | φιλέων δὲ, θεὸς τὸν Ἀγησίαν. | ||
O 6176 | BDEQ | δέσποτα ποντόμεδον: σὺ δὲ, ὦ δέσποτα Πό‐ σειδον, ἄνερ τῆς Ἀμφιτρίτης, πάρεχε αὐτῷ εὐθὺν πλοῦν καὶ ἄκμητον. ἐν εὐθυμίᾳ καὶ εὐδαιμονίᾳ ὄντα παράσχες διανήξασθαι τὸν βίον· καὶ τὸν ἐμὸν δὲ ὕμνον εἰς ἄνθος | ||
5 | καὶ τὸν καρπὸν εἰς δόξαν ἔπαιρε. | 194 in vol. 1 | ||
O 6177a | A | εὔθυνε πλόον: μέλλει γὰρ ὁ Ἀγησίας εἰς Συρακούσας πέμπειν τὸν ὕμνον πλοΐ. | ||
O 6177b | τινὲς δὲ τὴν διαγωγὴν τοῦ βίου πλοῦν φασι ποιεῖσθαι. | |||
O 6179a | A | πόσις: τὸ πόσις ἐπὶ κλητικῆς κεῖται εὐθείας ὂν, ὡς τὸ Ἠέλιος ὃς πάντ’ ἐφορᾷς (Γ 277), καὶ Διὶ φίλος. | ||
O 6179b | δίδου οὖν, φησιν, ὦ Πόσειδον, ὦ πόσις Ἀμφιτρίτης, εὐπλοῆσαι καμάτων ἐκτὸς ἐόντα. | |||
D | τέλος ἀπήνης Ἀγησίᾳ Συρακουσίῳ. | |||
O 7metr(t) | Scholia in Olympionicarum carmen VII | |||
1 | A | Διαγόρᾳ Ῥοδίῳ πύκτῃ υἱῷ Δαμαγήτου. | ||
CE | Διαγόρᾳ Ῥοδίῳ πύκτῃ. | |||
BDQ | Διαγόρᾳ Ῥοδίῳ πύκτῃ νικήσαντι ἑβδομηκοστὴν ἐννάτην Ὀλυμπιάδα. inscr. C metr. Q | |||
5 | BCQ | Ταύτην τὴν ᾠδὴν ἀνακεῖσθαί φησι Γόργων (FHG IV, 410) | ||
BQ | ἐν τῷ τῆς Λινδίας Ἀθηναίας ἱερῷ χρυσοῖς γράμμασιν. ἐνί‐ κησε δὲ καὶ Πύθια καὶ Ἴσθμια. 5C inscr. Q | |||
ADEQ | Τοῦ ζʹ εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐστὶν ιαʹ. τὸ αʹ ἰωνικὸν δίμετρον καταληκτικόν. τὸ βʹ προσοδιακὸν | |||
10 | δίμετρον ἀκατάληκτον. τὸ γʹ τροχαϊκὸν δίμετρον ἀκατά‐ ληκτον. τὸ δʹ Εὐριπίδειον. τὸ εʹ ἰαμβικὸν δίμετρον ὑπερ‐ | |||
κατάληκτον. τὸ ϛʹ δακτυλικὸν πενθημιμερές. τὸ ζʹ ὅμοιον τῷ βʹ. τὸ ηʹ ἐγκωμιολογικόν. τὸ θʹ δακτυλικὸν πενθη‐ μιμερές. τὸ ιʹ ἰωνικὸν δίμετρον ἀκατάληκτον. τὸ ιαʹ | 195 in vol. 1 | |||
15 | δακτυλικὸν τρίμετρον καταληκτικόν. ἡ δὲ ἐπῳδὸς κώλων ιγʹ. τὸ αʹ δακτυλικὸν πενθημιμερές. τὸ βʹ ἰωνικὸν τρίμετρον καταληκτικὸν ἀπὸ τροχαϊκῆς εἰς τροχαϊκήν. τὸ γʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ δʹ δακτυλικὸν τρίμετρον καταληκτικὸν ἢ προσοδιακὸν δίμετρον | |||
20 | ἀκατάληκτον. τὸ εʹ ἀναπαιστικὸν μονόμετρον. τὸ ϛʹ περίοδος, διπλοῦς τροχαῖος. τὸ ζʹ προσοδιακὸν δίμετρον ἀκατάληκτον. τὸ ηʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ θʹ δακτυλικὸν πενθημιμερές. τὸ ιʹ ἰαμβέλεγος τοῦ πρώτου ἰάμβου λελυμένου. τὸ ιαʹ ἰωνικὸν ἀπ’ ἐλάσσονος | |||
25 | δίμετρον καταληκτικόν. τὸ ιβʹ προσοδιακὸν δίμετρον κατα‐ ληκτικόν. τὸ ιγʹ Στησιχόρειον. p. 195, 13—15Q | |||
O 7inscr a | A | Διαγόρᾳ νικήσαντι τὴν οθʹ Ὀλυμπιάδα. τοῦ‐ τον δὲ τὸν Διαγόραν οἱ Ῥόδιοι Ἑρμοῦ παῖδά φασιν. πο‐ ρευομένῃ γὰρ τῇ μητρὶ αὐτοῦ εἰς ἀγρὸν καὶ ἀναπαυομένῃ πρὸς Ἑρμαίῳ τινὶ μιγῆναι τὸν θεὸν, καὶ ἐκ τούτου γενέσθαι | ||
5 | τὸν Διαγόραν. | |||
O 7inscr b | περὶ τοῦ Διαγόρου εἶπε μὲν καὶ Ἀριστο‐ τέλης .... καὶ Ἀπόλλας μαρτυροῦσιν ὅτι δʹ πηχῶν καὶ εʹ δακτύλων ἦν. ἔσχε δὲ καὶ Δαμάγητον υἱὸν πρεσβύτατον τῶν παίδων τετράπηχυν τὸ μέγεθος, τοῦ πατρὸς ἐλάττονα εʹ | |||
5 | δακτύλων. ἔσχε δὲ καὶ ἄλλον ἀδελφὸν Ἀκουσίλαον, θυγα‐ τέρων δὲ υἱοὺς Εὐκλέα Καλλιάνακτος καὶ Πεισίρροδον. οὗτοι δὲ πολλὰς νίκας ἐκ τῶν Ὀλυμπίων ἔσχον, 〈ἔσχον〉 δὲ καὶ ἐκ Πυθίων .... δὲ ἔφη ὅτι παῖδες τούτου διαφόρους ἀγῶνας νικήσαντες καὶ περιβαλόντες τὸν Διαγόραν ἐξῆλθον | 196 in vol. 1 | ||
10 | μακαριζόμενοι, ἀφ’ οὗ Ἡρακλῆς συνέθηκε τὸν ἀγῶνα, μη‐ δενί πω τοιαῦτα συμβῆναι ὥστε καὶ τὸν πατέρα καὶ τοὺς υἱοὺς Ὀλυμπιονίκας γενέσθαι. ἡ θυγάτηρ δὲ τούτου ἦλθεν εἰς τὰ Ὀλύμπια· ᾗ ὄνομα Καλλιπάτειρα. ἐκωλύετο δὲ ὑπὸ τῶν Ἑλλανοδικῶν γυνὴ οὖσα θεωρῆσαι τὰ Ὀλύμπια. ἡ δὲ | |||
15 | οὐχ ὁμοία ἔφη εἶναι ταῖς ἄλλαις γυναιξίν· ἔχειν γὰρ καὶ τὸν πατέρα Διαγόραν καὶ τοὺς τρεῖς ἀδελφοὺς Ὀλυμπιονί‐ κας, Δαμάγητον, Δωριέα, Ἀκουσίλαον, καὶ πέμπτον ἀδελφῆς παῖδα Εὐκλέα καὶ αὐτῆς υἱὸν Πεισίρροδον, καὶ τούτων εἰκόνας εἶναι ἐν Ὀλυμπίᾳ. οἱ Ἑλλανοδίκαι δὲ ἡσθέντες | |||
20 | συνεχώρησαν αὐτῇ θεωρεῖν. | |||
O 7inscr c | BCDEQ | προοίμιον. ὁ Διαγόρας υἱὸς μὲν ἦν Δαμαγήτου τοῦ Ῥοδίου· περὶ δὲ τούτου τοῦ Διαγόρου ἱστόρηται τοι‐ αῦτα. κατὰ γὰρ τὴν Ὀλυμπίαν ἕστηκεν ὁ Διαγόρας μετὰ τὴν Λυσάνδρου εἰκόνα, πηχῶν τεσσάρων δακτύλων πέντε, | ||
5 | τὴν δεξιὰν ἀνατείνων χεῖρα, τὴν δὲ ἀριστερὰν εἰς ἑαυ‐ τὸν ἐπικλίνων. μετὰ δὲ τοῦτον ἵσταται καὶ ὁ Δαμάγη‐ τος ὁ πρεσβύτερος τῶν παίδων αὐτοῦ, ὃς ἦν καὶ ὁμώ‐ νυμος τῷ πάππῳ, παγκράτιον προβεβλημένος, καὶ αὐτὸς | |||
πηχῶν τεσσάρων, ἐλάττων δὲ τοῦ πατρὸς δακτύλων τεσσάρων. | 197 in vol. 1 | |||
10 | ἐχόμενος δὲ τούτων ἕστηκε Δωριεὺς ἀδελφὸς πύκτης καὶ αὐτὸς προβεβλημένος. τρίτος δὲ μετ’ ἐκεῖνον Ἀκουσίλαος, τῇ μὲν ἀριστερᾷ ἱμάντα ἔχων πυκτικὸν, τὴν δὲ δεξιὰν ὥσπερ πρὸς εὐχὴν ἀνατείνων. καὶ οὗτοι μὲν οἱ τοῦ νικηφόρου | |||
BDEQ | παῖδες ἐν στήλαις ἵστανται σὺν τῷ πατρί· μετ’ ἐκείνους | |||
15 | δὲ καὶ θυγατέρων αὐτοῦ νικηφόροι υἱοὶ δύο, Εὔκλων πυγμῇ νικήσας ἄνδρας καὶ μετ’ ἐκεῖνον Πεισίρροδος. καὶ λέγεται κατὰ τὴν Ὀλυμπίαν νικήσαντας τοὺς παῖδας κατὰ τὴν αὐ‐ | |||
τὴν ἡμέραν τῷ πατρί, περιβαλόντας [οὖν] τὸν Διαγόραν περιιέναι τὸ στάδιον μακαριζομένους ὑπὸ τῶν Ἑλλήνων. | BCDEQ | |||
20 | χρόνῳ δὲ ὕστερόν φασι καὶ τὴν τούτου θυγατέρα Ἀριστο‐ πάτειραν ἐλθεῖν εἰς τὴν Ὀλυμπίαν καὶ αἰτεῖν παρὰ τῶν Ἑλλανοδικῶν ἐπιτρέψαι τὴν θέαν αὐτῇ· τοὺς δὲ κωλύειν φάσκοντας κατὰ νόμον γυναῖκα μὴ θεωρεῖν τὸν γυμνικὸν ἀγῶνα. τὴν δὲ φῆσαι πρὸς αὐτοὺς οὐκ ἴσην εἶναι ταῖς | |||
25 | ἄλλαις γυναιξὶν, ἀλλὰ φέρειν πλέον τι, ταῖς προγονικαῖς ἀρεταῖς ἐπερειδομένην, καὶ δεῖξαι τάς τε τοῦ πατρὸς καὶ τῶν ἀδελφῶν στήλας· καὶ οὕτω νικηθέντας τοὺς Ἑλλανο‐ | |||
δίκας ἐπιχωρῆσαι καὶ συνήθειαν νόμου διαλῦσαι καὶ τῇ Ἀριστοπατείρᾳ τὴν θέαν ἐπιτρέψαι. καὶ τὰ μὲν περὶ αὐτῶν | 198 in vol. 1 | |||
30 | τοσαῦτα. ἱστόρηται δὲ ὁ Διαγόρας Ἑρμοῦ παῖς γεγενῆσθαι. φασὶ γὰρ αὐτοῦ τὴν μητέρα εἰς ἀγρόν που πορευομένην, εἶτα καύματος σφοδροῦ ἐπισχόντος ἐπικλιθῆναί τινι Ἑρμαίῳ | |||
BCEQ | τεμένει, καὶ οὕτω τὸν θεὸν αὐτῇ συνελθεῖν, τὸν δὲ Δια‐ γόραν οὕτω τεκεῖν αὐτήν· ὃς πρῶτος ἀφ’ Ἡρακλέος λέγεται | |||
35 | τοιοῦτος γενέσθαι. p. 195, 13—14C 5DE 3Q | |||
O 71a | ABDEQ | φιάλαν ὡς εἴ τις: ὡς εἴ τις φιάλην πάγχρυσον ἀπὸ πλουσίας χειρὸς λαβὼν πεπληρωμένην οἴνου δωρήσεται ἀκμαίῳ νυμφίῳ, ἅμα τὸν οἶνον προπίνων καὶ αὐτὴν τὴν φιάλην δωρούμενος, οὖσαν κεφάλαιον τῶν τοῦ πλούτου κτη‐ | ||
5 | μάτων διὰ τὸ αὐτὴν χρυσῆν εἶναι· ἀπὸ τῶν οἴκων δὲ τοῦ πενθεροῦ δεξάμενος εἰς τὰ ἑαυτοῦ φέρει οἰκήματα· ἐχαρί‐ σατο δὲ τοῦ τε συμποσίου διὰ τοῦ δώρου τὴν ὀφειλομένην χάριν ἀποσώσας καὶ τὴν ἑαυτοῦ συγγένειαν τὴν πρὸς τὸν | ABEQ | ||
ABDEQ | νεανίαν τιμήσας· ἔθηκε δὲ αὐτὸν ζηλωτὸν ἕνεκεν τῆς ὁμο‐ | |||
10 | φροσύνης πρὸς τὴν τοῦ δωρησαμένου θυγατέρα. 5B 8aDQ 12E | |||
O 71b | AB(C)DEQ | ὥσπερ οὖν ὁ πενθερὸς δωρεῖται τῷ νεανίᾳ τὴν φιά‐ λην οἴνου πεπληρωμένην, κἀγὼ τὸ ἄκρατον τὸ ἐκ Μουσῶν ὑπάρχον μοι νέκταρ, ὃ ἐκ τῆς ἐμαυτοῦ διανοίας ἐκαρπω‐ | ||
σάμην, παρέχων τοῖς νικηταῖς ἀνδράσιν, ἱλαροὺς αὐτοὺς | AB(C)EQ | |||
5 | καὶ εὐχαρίστους ἀποτελῶ. 4A 12bB(C)DE 12dQ | 199 in vol. 1 | ||
O 73a | καγχλάζοισαν: ἀντὶ τοῦ πληθύνουσαν. | |||
O 73b | A | ἔν‐ δον δὲ ὅτι ἔσω τῆς φιάλης ἔχεται ὁ οἶνος. | ||
O 73c | ἀμπέλου δρόσῳ: ἤγουν τῷ οἴνῳ. 6 | |||
O 73d | BglQ | καχλάζοισαν: ἀντὶ τοῦ πεπληρωμένην· πρὸς ὃ τὸ σημεῖον. | ||
O 74 | A | δωρήσεται: οὐ μόνον προπίνων, ἀλλὰ καὶ τὴν φιά‐ λην χαρίσεται χρυσῆν οὖσαν. δηλοῖ γὰρ τὸ δωρεῖσθαι, ὡς καὶ Ἀνακρέων (fr. 66?)· ὡς καὶ προπίνων χρηστὰς φιάλου. καὶ Δημοσθένης (18, 296) τοὺς προδιδόντας τὴν πα‐ | ||
5 | τρίδα ... 3 | |||
O 75a | BCDEQ | προπίνων: προπίνειν ἐστὶ κυρίως τὸ ἅμα τῷ κράματι τὸ ἀγγεῖον χαρίζεσθαι. Ἀνακρέων (fr. 66)· ἀλλὰ πρόπινε ῥαδινοὺς ὦ φίλε μηρούς· ἀντὶ τοῦ χαρίζου. καὶ Δημοσθένης (18, 296) τοὺς προδιδόντας τὰς πατρίδας τοῖς | ||
5 | ἐχθροῖς προπίνειν ἔφη τοῖς ἐχθροῖς. 8E | |||
O 75b | Q | ἄλλως· τινὲς προπέμπων λέγουσι, τὸ δὲ προπίνων παλαιὸν σφάλμα φασὶ τῶν γραψάντων. | ||
O 75c | Q | νεανίᾳ δὲ γαμβρῷ, τῷ ἀκμαίῳ νυμφίῳ· γαμβρὸν γὰρ κυρίως τὸν νυμφίον λέγουσι δηλονότι. | ||
O 76a | A | οἴκοθεν: διὰ γὰρ τὴν οἰκειότητα αἱ οἰκίαι κοιναί εἰσι τοῦ πενθεροῦ καὶ τοῦ γαμβροῦ. 10 | ||
O 76b | BCDEQ | πάγχρυσον κορυφάν: τὸ μὲν πάγχρυσον ὡς πρὸς τὴν φιάλην, ἵν’ ᾖ ἡ φιάλη ὅλη χρυσῆ. | ||
O 76c | τὸ δὲ κορυφὰν κτεάνων, ὅτι ἀξιοπρεπέστερος τῶν τοῦ πλούτου χρημάτων ὁ χρυσός. κορυφὰν οὖν τὸ κεφάλαιον καὶ ἄκρον ἀκουστέον. 1aDEQ | |||
O 76d | C | ἐξ Ὁμήρου τοῦτο παρέξεται φάσκον‐ | ||
τος· τῷ κτέρας οὐδὲν ὅμοιον (Κ 216 cl. Ω 235). | 200 in vol. 1 | |||
O 78a | BCDEQ | συμποσίου τε χάριν: ἀντὶ τοῦ τῶν ἐν τῷ συμ‐ ποσίῳ. | ||
O 78b | BCEQ | ὅπως καὶ δόξῃ χαριστικός τις εἶναι παρὰ τοῖς πίνουσιν. | ||
O 78c | A | κᾶδός τε· τὴν κατ’ ἐπιγαμίαν οἰκειότητα τιμῶν τῷ δώρῳ τῆς χρυσῆς φιάλης. ἔνθεν καὶ κηδεστής. 27 | ||
O 78d | BCDEQ | κᾶδός τε τιμάσας ἑόν: τὸ κῆδος. τὴν συγγέ‐ νειαν· ἔοικε γὰρ ὁ δωρούμενος πατὴρ εἶναι τῆς γαμηθείσης τῷ νεανίᾳ νύμφης. 6E | ||
O 710a | A | ζαλωτόν: ζηλωτὸν ἐκεῖνον αὐτοῖς ἐποίησεν ἕνεκεν τῆς ὁμοφροσύνης αὐτοῦ πρὸς τὴν σύνευνον. διὰ γὰρ αὐτὸ τοῦτο δηλονότι παρὰ τοῦ πατρὸς αὐτῆς ἐτιμᾶτο. | ||
O 710b | προσ‐ ληπτέον δὲ εἰς τὸν πλήρη λόγον τὴν ἕνεκα, ἵν’ ᾖ· φίλων δὲ παρόντων ἐποίησεν αὐτὸν ζηλωτὸν ἕνεκα τῆς ὁμόφρονος εὐνῆς. 15 | |||
O 712a | BCDEQ | καὶ ἐγὼ νέκταρ χυτόν: αὐτόχυτον καὶ ἄκρα‐ τον. 1bBCDEQ | ||
O 712b | BCDE | νέκταρ τὸ ποίημα εἶπε· Μοισᾶν δὲ δό‐ σιν, τὴν μουσικὴν καὶ τοὺς ὕμνους. | ||
O 712c | ἱλάσκομαι, ἱλαροὺς ποιῶ. | |||
O 712d | BDEQ | καρπὸν φρενός: τὴν ποίησιν καὶ τὴν ἐπίνοιαν τῶν ποιημάτων καρπὸν εἶπε φρενός. | ||
O 712e | A | νέκταρ χυτόν: καὶ ἐγὼ τὴν τῶν Μουσῶν δόσιν, ἥτις ἐστὶ νέκταρ χυτὸν καὶ αὐτὸ ἄκρατον· οὐ γὰρ ἐπιδέεται τοῦτο συγκράσεως, ὥσπερ οἶνος χωρὶς ὕδατος· .... 8 | ||
O 715 | A | ἱλάσκομαι: ἱλαροὺς ποιῶ τοὺς τὸν ὕμνον λαμ‐ βάνοντας νικηφόρους, ὡς ὁ προπίνων πενθερὸς τῷ γαμ‐ βρῷ τὴν φιάλην καὶ δωρούμενος λαμπρὸν κατασκευάζει τὸν λαμβάνοντα καὶ γεγηθότα. 19 | ||
O 717a | BCDEQ | ὁ δ’ ὄλβιος: οὗτος δέ ἐστιν εὐδαίμων, ὃν ἀγα‐ θὴ δόξα καὶ φήμη κατέχει. | 201 in vol. 1 | |
O 717b | ἤτοι γνωμικῶς· ἢ ἰδίως, ὃν ἂν εὐφημήσω. | |||
O 717c | A | ὄλβιος: καθόλου πᾶς ὁ καλῶς ἀκούων ὄλβιός ἐστιν ........ φῆμαι ἀγαθαὶ κατέχουσιν ἐκ τῶν ἐμῶν ποιημάτων, οἷον τὸν ὑπ’ ἐμοῦ μνησθέντα. 12 | ||
O 719a | A | ἄλλοτε δ’ ἄλλον: τὸ ἑξῆς· ἄλλοτ’ ἄλλον ἡ Χάρις ἐποπτεύει. [τὸν] κομίζονται τῶν κακοπαθειῶν τὴν χάριν οἱ ὑμνηθέντες. | ||
O 719b | δύναται δὲ καὶ ἡ χάρις ἐποπτεύειν ἅμα μὲν ἁδυμελεῖ φόρμιγγι παμφώνων τε ἐν ἔντεσιν αὐλῶν ὅπερ νικῶσι τοῖς νικηφόροις συμβαίνει ποιεῖν. | |||
O 719c | περι‐ φραστικῶς εἶπε τοὺς αὐλοὺς ἔντεα παρὰ τὸ ἔσω τὴν φω‐ νὴν ἔχειν. | |||
O 719d | B(C)DEQ | ἄλλοτε δ’ ἄλλον ἐποπτεύει χάρις: Ἀρίσταρχος χάριν ἀκούει τὴν τῆς εὐδαιμονίας· βέλτιον δὲ τὴν τῶν ποιημάτων. | ||
O 719e | ζωθάλμιος δὲ, ἡ θάλλειν αὐτοὺς ποι‐ οῦσα καὶ οἱονεὶ ζῆν διαπαντὸς μνημονευομένους. | |||
O 719f | BCDEQ | ἄλλως· ἐποπτεύει χάρις: ἡ τῶν ποιημάτων ἡδονή. | ||
O 719g | ὁ δὲ νοῦς· [ἄλλοτε δ’ ἄλλον ἡ ζωθάλμιος χάρις, ἡ τῆς νίκης,] καταλαμβάνει δὲ καὶ ἐποπτεύει ἡ χάρις τοὺς νικη‐ φόρους σύν τε κιθάρᾳ καὶ αὐλοῖς ποικίλως φθεγγομένοις. | |||
O 719h | ζωθάλμιος ἀντὶ τοῦ ζῶσα καὶ θάλλουσα. | 202 in vol. 1 | ||
O 722 | BCDEQ | ἔντεσιν αὐλῶν: περιφραστικῶς τοῖς αὐλοῖς, οὓς ἔντεα εἶπε παρὰ τὸ ἐντὸς ἔχειν τὴν φωνήν. | ||
O 723a | BCDEQ | καὶ νῦν ὑπ’ ἀμφοτέρων: μετὰ αὐλῶν καὶ λύρας. | ||
O 723b | ἡ δὲ ὑπό ἀντὶ τῆς μετά· καὶ Ὅμηρος (Σ 492)· δαΐδων ὑπὸ λαμπομενάων. | |||
O 723c | BCDQ | κατῆλθον οὖν ἀπὸ Θήβης εἰς τὴν Ῥόδον, εἰς τὴν τοῦ νικηφόρου πατρίδα. | ||
O 724a | A | τὰν ποντίαν: διὰ τὸ εἶναι αὐτὴν νῆσον, διὰ τοῦτο ποντίαν εἶπε. | ||
O 724b | κατέβαν δὲ, κατῆλθον ἀπὸ Θή‐ βης ἐπὶ τὴν Ῥόδον, ὑμνῶν αὐτὴν μετὰ αὐλῶν καὶ κιθάρας. | |||
O 724c | BCDEQ | τὰν ποντίαν ὑμνέων παῖδ’ Ἀφροδίτας: σύν‐ ηθες τῷ Πινδάρῳ τὰ τῶν Νηρηίδων ὀνόματα κατὰ τῶν πόλεων τῶν ὁμωνύμως λεγομένων τάττειν, καὶ τοὔμπαλιν· ἔστι δὲ ὅτε καὶ συμπλέκειν, ὥσπερ καὶ νῦν. 〈παῖδα〉 Ἀφρο‐ | ||
5 | δίτης μὲν γὰρ λέγει τὴν ἡρωίδα· ὅτι δὲ ποντίαν ὀνομάζει, τὴν νῆσον βούλεται δηλοῦν. ἐὰν δὲ γράφηται παῖδα Ἀμ‐ φιτρίτης, ὡς Ἀμφιτρίτης αὐτῆς καὶ Ποσειδῶνος οὔσης τῆς Ῥόδου θυγατρός. κατὰ δὲ ταύτην τὴν γραφὴν τὸ | |||
BCEQ | ποντία οὐκέτι ἐπὶ τῆς νήσου θετέον, ἀλλ’ ἐπὶ τῆς Ἀμφι‐ | |||
10 | τρίτης· καὶ γὰρ αὕτη ἐνάλιος δαίμων. | |||
O 724d | Ἀσκληπιάδης δέ φησι γενεαλογεῖσθαι τὴν Ῥόδον Ἀφροδίτης καὶ Ἡλίου· τὸν γὰρ Ἥλιον αὐτῆς ἐρασθῆναι καὶ ἐν αὐτῇ τῇ νήσῳ μιγῆναι. | |||
O 724e | BCDEQ | ἄλλως· ποντίαν παῖδ’ Ἀφροδίτας: τὴν Ῥόδον. διὰ τὸ εἶναι δὲ νῆσον ποντίαν εἶπεν. | ||
O 724c bis | οὐχ ὥς τινες ἠβουλήθησαν, ἐξ Ἡλίου καὶ Ἀφροδίτης τὴν νύμφην γε‐ γενῆσθαι· ἐναντίον γὰρ τὸ ἐπαγόμενον Ἀελίοιό τε νύμφαν· ἀλλ’ ἀκουστέον τὴν Ῥόδον Ἀφροδίτης παῖδα διὰ τὸ ἀνθηρὸν | 203 in vol. 1 | ||
5 | καὶ χαριέστατον, νύμφην δὲ Ἡλίου. λέγεται γὰρ θεασάμενος τὴν νύμφην καὶ ἐρασθεὶς, εἶτα ἁρπάσας ἐν τῇ ὁμωνύμῳ νήσῳ συγγενέσθαι· ἵνα τὸ μὲν ποντίαν παῖδ’ Ἀφροδίτας ἐπ’ αὐτῆς τῆς νήσου λάβωμεν, τὸ δὲ Ἀελίοιό τε νύμφαν ἐπ’ αὐτῆς τῆς ἡρωίδος ἀκούσωμεν. | |||
O 724f | BCEQ | παῖδ’ Ἀφροδίτης εἶπε τὴν Ῥόδον διὰ τὸ κάλλος τῆς νήσου. Ἡρόφιλος δὲ Ποσειδῶνος καὶ Ἀφροδίτης τὴν Ῥόδον εἶναί φησι, Ἐπιμενίδης (FHG IV, 404) δὲ αὐτὴν Ὠκεα‐ νοῦ γενεαλογεῖ· ἀφ’ ἧς τὴν πόλιν ὠνομάσθαι. τινὲς δὲ | ||
5 | αὐτήν φασι κληθῆναι οὕτω διὰ τὸ σπουδαῖα ἔχειν ῥόδα· οἱ δὲ διὰ τὸ ῥοώδη εἶναι τὰ περὶ αὐτήν. | |||
O 724g | BEQ | ἄλλως· ὅτι Ἀφροδίτης φησὶ γενέσθαι Ῥόδον θυ‐ γατέρα, ἀφ’ ἧς κληθῆναι τὴν νῆσον, Ἡλίου δὲ νύμφην. | ||
O 724h | Ἡλίου καὶ Ῥόδης ἐγένοντο παῖδες ἑπτὰ καὶ θυγάτηρ Ἠλεκτρυώνη. 28aQ | |||
O 725 | A | Ἀφροδίτας: Ποσειδῶνος καὶ Ἀφροδίτης Ἡρόδωρος γενεαλογεῖ παρ’ Ἡροφίλῳ, οἱ δὲ Ποσειδῶνος καὶ Ἀμφιτρίτης. οἱ δὲ ὅτι εὐπρεπὴς ἡ Ῥόδος διὰ τὸ κάλλος. | ||
O 726 | A | Ἀελίοιό τε: Ἥλιος ἰδὼν αὐτὴν ἥρπασε καὶ ἐμίγη αὐτῇ ἐν τῇ ἀπ’ αὐτῆς κληθείσῃ Ῥόδῳ. 17 | ||
O 727a | A | εὐθυμάχαν: ἤτοι μὴ ἐπιστρεφόμενον ἐν τῷ πυκτεύειν, ἢ ἐπ’ εὐθείας ἐρχόμενον ἐν μάχῃ. | 204 in vol. 1 | |
O 727b | τὸ δὲ πελώριον οὐκ ἀργῶς, ἀλλ’ ἐπεὶ τετράπηχυς ἦν καὶ εʹ δακ‐ τύλων. | |||
O 727c | BglQ | εὐθυμάχαν δὲ τὸν ἐξ εὐθείας ἀγωνιζόμενον. 28cQ | ||
O 728a | BCDEQ | πελώριον ἄνδρα: οὐ παρὰ τὸ παρατυγχάνον ἐνεγκωμίασε τὸν ἄνδρα Διαγόραν, ἀλλὰ συμφώνως τοῖς προ‐ τέροις οἷς ἐξηγησάμεθα περὶ αὐτοῦ, ὅτι τεσσάρων πηχῶν καὶ πέντε δακτύλων ὁ Διαγόρας. 32cBE 27Q | ||
O 728b | Bgl | (πελώριον:) τεσσάρων γὰρ ἦν πηχῶν. | ||
O 728c | BglQ | παρ’ Ἀλφειῷ: ἤγουν ἐν Ὀλυμπίᾳ. | ||
O 730 | Bgl | (ἄποινα:) ἀντίδωρα. | ||
O 731a | A | 〈καὶ παρὰ Κασταλίᾳ:〉 οὐ μόνον γὰρ Ὀλύμπια ἐνίκησεν, ἀλλὰ καὶ Πύθια· Κασταλία γὰρ κρήνη ἐν Πυθοῖ. | ||
O 731b | παρὰ Κασταλίᾳ: ὡς καὶ Πύθια νικήσαντος τοῦ Διαγόρου. | |||
O 731c | BCDEQ | παρὰ Κασταλίᾳ: ἐνίκησε γὰρ καὶ Πύθια· ἡ δὲ Κασταλία κρήνη ἐν Πυθῶνι. πρὸς δὲ τοῦτο κοινῶς συναπ‐ τέον τὸ στεφανωσάμενον, παρά τε Ἀλφειῷ καὶ Κασταλίᾳ. 36B 32cCDQ 34E | ||
O 732a | A | 〈Δαμάγητον:〉 τὸν τοῦ Διαγόρου πατέρα. | ||
O 732b | 〈ἁδόντα〉 δίκᾳ: ἀντὶ τοῦ δίκαιον ὄντα. | |||
O 732c | BCDEQ | πατέρα τε Δαμάγητον ἁδόντα δίκᾳ: ἀρέ‐ σαντα τῇ δικαιοσύνῃ, ἀντὶ τοῦ δίκαιον. 34C | ||
O 732d | BDEQ | ὁ δὲ νοῦς ὅλος οὕτως ἔχει· κἀγὼ τοίνυν ἐπὶ τοῦ παρόντος σὺν ἀμφο‐ τέροις ἦλθον, τῇ τε λύρᾳ καὶ τοῖς αὐλοῖς, ὥστε ἅμα τῷ νικητῇ Διαγόρᾳ τὴν τοῦ Ἡλίου μὲν νύμφην, Ἀφροδίτης δὲ | ||
5 | παῖδα Ῥόδον ὑμνῆσαι, ὅπως τοῦτον τὸν εὐθύμαχον ἄνδρα | |||
τὸν Διαγόραν τὸν πελώριον καὶ μέγιστον, τὸν παρὰ τῷ Ἀλφειῷ ἐν τῇ Ὀλυμπίᾳ στεφθέντα, διὰ τὴν πυγμὴν τοῖς ὕμνοις ὡς ἀποίνοις καὶ δώροις ὑμνήσω, στεφθέντα δὲ καὶ παρὰ τῇ Κασταλίᾳ τῇ ἐν Πυθοῖ· αἰνέσω δὲ καὶ τὸν πατέρα | 205 in vol. 1 | |||
10 | αὐτοῦ [Διαγόρα] τὸν Δαμάγητον, τὸν ἀρέσκοντα τῇ δίκῃ, τὸν ὅσιον καὶ εὐσεβῆ. 35aDQ | |||
O 732e | BCDEQ | πατέρα τε Δαμάγητον: τὸν τοῦ Διαγόρου. | ||
BDEQ | πάλιν δὲ τούτῳ κοινῶς συναπτέον τὸ αἰνέσω, πατέρα τε Δαμάγητον πελώριόν τε ἄνδρα. 35aBC 32cDQ 35dE | |||
O 732f | Bgl | (ἁδόντα: ἀρέσαντα. | ||
O 733a | A | Ἀσίας εὐρυχώρου: τινὲς τὴν Ῥόδον φασὶ κεῖ‐ σθαι καταντικρὺ τῶν Χελιδονίων νήσων, αἵ εἰσιν ἐπὶ τῆς Λυκίας. οἱ δὲ τὸν Κάρμηλον. Θεότιμος (FHG IV, 517) δὲ ἐν ... τῶν περὶ τοῦ Νείλου ὅρου ἱστοριῶν διὰ τοῦ υ γρά‐ | ||
5 | φει εὔβολον, καὶ οὕτως προσαγορεύεσθαι διὰ τὸ ἐν καλῷ τόπῳ κεῖσθαι τὴν νῆσον· καὶ ἡμεῖς ἐν τῇ συνηθείᾳ φαμὲν εὐβόλως διακεῖσθαι τὰ πράγματα ὅταν ᾖ καλῶς διακείμενα· ὥστε τὴν μεταφορὰν ἀπὸ τῶν ἁλιέων εἶναι. | |||
O 733b | ἢ ὅτι ἐν ἐξέχοντι τόπῳ κεῖται. | |||
O 733c | ἢ ὥσπερ τριήρει οὖσα ὁμοία καὶ Ἀσίας εὐρυχώρου πέλας οὖσα. | |||
O 734a | A | τρίπολιν νᾶσον: τὴν Ῥόδον κατὰ τρεῖς πόλεις ᾤκουν, ὥς φησιν ὁ ποιητής (Β 655)· οἳ Ῥόδον ἀμφενέμοντο διάτριχα κοσμηθέντες, Λίνδον Ἰηλυσόν τε καὶ ἀργιόεντα Κάμιρον. | ||
5 | Δίδυμος δέ φησι καὶ τετάρτην εἶναι πόλιν τὴν νῦν Ἀχαΐαν | |||
καλουμένην. | 206 in vol. 1 | |||
O 734b | BCDEQ | τρίπολιν νᾶσον: τὴν Ῥόδον· ὡς Ὅμηρος (l. c.)· οἳ Ῥόδον ἀμφενέμοντο διάτριχα κοσμηθέντες, Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον. ἔκγονοι δὲ Ἡλίου ἀφ’ ὧν αἱ πόλεις ὠνομάσθησαν· Λίνδος, | ||
5 | Ἰηλυσὸς, Κάμειρος, παῖδες Κερκάφου τοῦ Ἡλίου καὶ Κυ‐ δίππης τῆς Ὀχίμου θυγατρός. 35dBC 36D 35bE | |||
O 734e | HQ | ἄλλως· τρίπολιν εἶπε τὴν Ῥόδον διὰ τὸ ἔχειν τρεῖς πόλεις, Λίνδον, Ἰηλυσὸν καὶ Κάμειρον. 35d | ||
O 735a | BCDEQ | Ἀσίας ἐμβόλῳ: τούτους δὲ ὑμνήσω τοὺς τὴν τρίπολιν νῆσον οἰκοῦντας Ῥόδον, τὴν οὖσαν πλησίον τοῦ ἐμβόλου τῆς εὐρυχώρου Ἀσίας. ἔμβολος δὲ Ἀσίας ἡ Λυκία, διὰ τὸ οὕτω παρατετάσθαι τὴν γῆν ὡσεὶ πόλεως ἔμβολον | ||
5 | ἢ τριήρους. ἔμβολα γὰρ τὰ τῶν πλοίων ὀξέα, ἃ δὴ καὶ σιμώματα καλοῦσιν. 35cCDQ 36E | |||
O 735b | BCDEQ | [Ἀσίας ἐμβόλῳ:] δύναται καὶ ἑτέρως ἑρμη‐ νεύεσθαι τὸ πέλας ἐμβόλῳ ναίοντας. ἡ γὰρ Ῥόδος ἀντικρὺ μὲν κεῖται τῆς Λυκίας καὶ πλησίον· ἐν Λυκίᾳ δέ ἐστι πό‐ λις Ἀρύκανδα λεγομένη, ἧς πλησίον ἱερόν τι χωρίον, ὃ πρό‐ | ||
5 | τερον μὲν Ἔμβολος ἐκαλεῖτο διὰ τὴν θέσιν τοῦ χωρίου· ἐκ γὰρ πολλῶν καὶ πλατέων τῶν παρακειμένων πετρῶν εἰς | BCEQ | ||
BCDEQ | ὀξὺ λήγει μέρος ἡ χώρα· νῦν δὲ προσονομάζεται Τριήρης | |||
ἀπὸ τῆς αὐτῆς αἰτίας, ἐπεὶ ὥσπερ πλοίῳ προσέοικεν ἡ θέσις | 207 in vol. 1 | |||
BCEQ | τοῦ τόπου. ἐπεὶ οὖν μάλιστα ἐν τούτῳ τῷ τόπῳ θρησκευ‐ | |||
10 | τήριόν ἐστιν Ἡλίου, Ῥόδιοι δὲ ἐξ Ἠλίου, διὰ τοῦτο ὡς [Start of a diagram]Ἡράκλειαι στῆλαι Εὐρώπη πέλαγος Ῥόδος | |||
15 | Ἀρύκανδα Ἀσία[End of a diagram] οἰκειοτέρου καὶ προσφόρου μέμνηται τοῦ τόπου. δύναται δὲ καὶ ἀπὸ τῆς ἐκ μέρους περιφράσεως νοεῖσθαι τῇ τῆς Λυκίας πλησίον ὑπαρχούσῃ. 34 BD 32c C 35aE | |||
O 735c | CDEQab | σημείωσαι ὅτι εἰς Ῥόδον τόπος ἐστὶν ἀποτείνων εἰς ὀξὺ κατὰ Λυκίαν ἐμ‐ βόλῳ παραπλήσιος. 35bCDQa 31E 34Qb | ||
O 735d | BCEQ | Ἀργείᾳ σὺν αἰχμᾷ: σὺν πλήθει Ἀργείων ναίον‐ τας· διὰ τοὺς κατελθόντας σὺν Τληπολέμῳ. 31B 35cE | ||
O 736a | ABCDEQ | ἐθελήσω τοῖσιν ἐξ ἀρχᾶς: ἐθελήσω, φησὶ, τοῖς Ἡρακλείδαις, τοῖς ἀπὸ Τληπολέμου Ῥοδίοις, κοινὸν ἐξ ἀρχῆς διορθῶσαι λόγον, τουτέστιν ἀκριβῶσαι καὶ διαση‐ μῆναι. | ||
O 736b | BCDEQ | τρεῖς ἀμφιβολίας ἔχει· ἤτοι γὰρ καθόλου πάν‐ των ἀνθρώπων κοινὸν λόγον, ἢ αὐτῶν τῶν Ῥοδίων, ἢ ἀνθρώποις εἰς μέσον ἀγαγεῖν. | ||
O 736c | BCEQ | ἐθελήσω τοῖσιν ἐξ ἀρχᾶς ἀπὸ Τλαπολέμου: βούλομαι οὖν τοῖς ἐξ ἀρχῆς οὖσιν ἀπὸ Τληπολέμου Ῥοδίοις κοινόν τινα καὶ προσήκοντα λόγον εἰπεῖν καὶ διακριβῶσαι· οἵτινές εἰσι Τληπολεμίδαι οἱ Ῥόδιοι ἐκ τῆς τοῦ Ἡρακλέος | ||
5 | γέννης. βούλεται δὲ τῆς τοῦ Τληπολέμου φυγῆς ὑπεραπο‐ | |||
λογήσασθαι. ὁ γὰρ Τληπόλεμος Λικύμνιον τὸν Ἠλεκτρύ‐ | 208 in vol. 1 | |||
ωνος παῖδα νόθον, ὃς ἐγένετο ἐκ Μιδέας Φρυγίας τινὸς γυναικὸς, ἀφ’ ἧς καὶ ἡ πόλις κέκληται, ἐλαΐνῳ σκυτάλῳ | BCDEQ | |||
BCEQ | πλήξας ἄκων ἀναιρεῖ· ἐπὶ γὰρ βοῦν βουλόμενος ἀκοντίσαι | |||
10 | BCDEQ | τὸ σκύταλον ἔρριψε κατὰ τοῦ Λικυμνίου. ἀποφεύγοντι οὖν τὸ μύσος τοῦ φόνου καὶ χρηστηριαζομένῳ τῷ Τληπο‐ λέμῳ ἀνεῖλε τὸ λόγιον ἀποικίσαι τὸ Ἄργος καὶ εἰς τὴν Ῥόδον ἐλθεῖν. τούτοις καὶ Ὅμηρος μαρτυρεῖ (Β 661)· Τληπόλεμος δ’ ἐπεὶ οὖν τράφη ἐν μεγάρῳ ἐυπήκτῳ, | ||
15 | αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα. λέγεται δὲ κατὰ τὴν βασιλείαν Τληπολέμου μάλιστα εὐδαι‐ μονῆσαι Ῥοδίους, ὡς καὶ Ὅμηρος μαρτυρεῖ (Β 670)· καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων. | |||
BDEQ | ἔστι δὲ αὐτοῦ ἱερὸν καὶ τάφος ἐν Ῥόδῳ· οἱ γὰρ συστρα‐ | |||
20 | τευσάμενοι αὐτῷ διήγαγον τὰ ὀστᾶ ἀπὸ τῆς Ἰλίου εἰς τὴν Ῥόδον, οὐκ εὖ ἔχειν κρίναντες τὸ ἄνευ τοῦ βασιλέως ἐπι‐ νοστῆσαι τῇ πατρίδι. τελεῖται δὲ καὶ ἀγὼν ἐπιτάφιος ἐν τῇ πόλει Τληπολέμου, κατὰ δὲ ἑτέρους ἱερὸς Ἡλίῳ· ἀγωνί‐ ζονται δὲ παίδων ἡλικίαι καὶ στέφονται ἐκ λεύκης. | |||
O 737 | A | ἀπὸ Τλαπολέμου: ἐπεὶ ὁ Τληπόλεμος φυγὼν ἐξ Ἄργους διὰ τὸν Λικυμνίου τοῦ μήτρωος φόνον ἀπῄει μετὰ | ||
νεῶν καὶ κατὰ χρησμὸν ᾤκισε Ῥόδον. Ὅμηρος (l. c.)· Τληπόλεμος δ’ ἐπεὶ οὖν τράφεν ἐν μεγάρῳ ἐυπήκτῳ, | 209 in vol. 1 | |||
5 | αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα ἤδη γηράσκοντα Λικύμνιον, ὄζον Ἄρηος. διὸ καὶ ἔφυγεν. | |||
O 738a | ξυνόν: κοινῶς πᾶσι διηγήσασθαι. | |||
O 738b | A | ὥστε ποιῆσαι κοινὸν πᾶσι καὶ εἰς πάντας ἀγαγεῖν. | ||
O 739 | A | Ἡρακλέος: τοῖς Ῥοδίοις, ἀπὸ Τληπολέμου Ἡρα‐ κλείδαις οὖσιν. | ||
O 740 | BCDEQ | εὐρυσθενεῖ γέννᾳ: παρόσον ἐκ μὲν Ἡρακλέος Τληπόλεμος, ἐκ δὲ Τληπολέμου Ῥόδιοί εἰσιν. 43E | ||
O 741a | Bgl | (ἐκ Διός:) Διὸς Ἡρακλῆς· οὗ Τληπόλεμος. | ||
O 741b | A | εὔχονται: Ἡρακλῆς γὰρ Διὸς, τοῦ δὲ Τληπόλε‐ μος, ὃς Ῥόδον ᾤκησεν. | ||
O 741c | εὔχονται δὲ ἀντὶ τοῦ καυχῶνται. | |||
O 742a | BCDEQ | τὸ δ’ Ἀμυντορίδαι ματρόθεν: ἐναντίως τῷ ποιητῇ τὰ περὶ τῆς μητρὸς Τληπολέμου ἱστορεῖ ὁ Πίνδαρος. Ὅμηρος μὲν γὰρ αὐτὴν Ἀστυόχην ἀποκαλεῖ καὶ Ἄκτορος εἶναι θυγατέρα βούλεται ἐν οἷς φησιν (Β 658)· ὃν τέκεν | ||
5 | BCEQ | Ἀστυόχεια. ἔοικε δὲ ὁ Πίνδαρος ἐντετυχηκέναι τῷ Ἀχαιῷ ἱστοριογράφῳ (FHG IV, 286)· ἐκεῖνος γὰρ οὕτως γενεαλογεῖ· Ὑπερόχης Εὐρύπυλος· οὗ Ὄρμενος· οὗ Φέρης· οὗ Ἀμύν‐ τωρ· οὗ Ἀστυδάμεια ἡ Τληπολέμου μήτηρ. καὶ αὐτὸς δὲ Ἀμύντωρ εἰς Δία τὸ γένος ἀνάγει· ἔνιοι δὲ καὶ υἱὸν Ἀμύν‐ | ||
10 | τορα τοῦ Διὸς εἶναι λέγουσιν. 46eE | |||
O 742b | A | Ἀστυδαμείας: Ὅμηρος ταύτην Ἀστυόχην φησὶν, οὐκ Ἀστυδάμειαν. εἰκὸς δὲ τὸν Πίνδαρον ἀπαντῆσαι ταύτῃ τῇ γραφῇ (Β 658)· ὃν τέκεν Ἀστυδάμεια βίῃ Ἡρακληείῃ. | ||
5 | καὶ Ἡσίοδος δὲ (fr. 134 Rz.) Ἀστυδάμειαν αὐτήν φησι, | |||
Φερεκύδης δὲ (FHG I, 82) Ἀστυγένειαν. ἦν δὲ Φύλαντος θυγάτηρ· τινὲς δὲ ἐξ Ἀντιγόνης αὐτῷ Τληπόλεμόν φασιν· ἐνταῦθα δὲ Ἀμύντορος αὐτήν φησιν ὁ Πίνδαρος, Ἡσίοδος δὲ (l. l.) καὶ Σιμωνίδης Ὀρμένου. εἰκὸς δὲ ὅτι ὁ Πίν‐ | 210 in vol. 1 | |||
10 | δαρος παρὰ τῶν κατὰ τὴν πόλιν λογίων ἤκουσεν Ἀμυντορί‐ δας εἶναι Ῥοδίους μητρόθεν. | |||
O 743 | BCDEQ | ἀμφὶ δ’ ἀνθρώπων φρασίν: ὑπεραπολογεῖται τοῦ φόνου ὃν δέδρακεν ὁ Τληπόλεμος, καί φησι· περὶ τὰς τῶν ἀνθρώπων φρένας μυρίαι καὶ ἀναρίθμητοι ἁμαρτίαι ἀπήρτηνται. | ||
O 746a | A | τοῦτο δ’ ἀμήχανον: ἀμήχανον δέ ἐστι τοῦτο εὑρεῖν καὶ προγνῶναι, ὅπερ νῦν τε καὶ κατὰ τὸ παρὸν δυσ‐ τύχημα φερόμενον πρὸς τὸ τέλος λυσιτελήσει. καὶ τοὐναντίον βούλεται λέγειν, ὅτι τῷ Τληπολέμῳ τὸ κατὰ φύσιν δυστύ‐ | ||
5 | χημα εἰς ἀγαθὸν ἀπέβη, Ῥόδον οἰκήσαντι καὶ βασιλείας καὶ τιμῆς ἀξιωθέντι. | |||
O 746b | ἄλλως· ἀδύνατόν ἐστι τοῦτο εὑρεῖν τὸ περιτυχεῖν ἀνδρὶ καὶ γνῶναι τὸ φέρτατον. | |||
O 747c | ἀντὶ τοῦ τὸ ἀποβησόμενον ἀφ’ οὗ τις γεννηθῇ μέχρι τέλους. | |||
O 746d | B(C)DEQ | τοῦτο δ’ ἀμήχανον: καὶ τὸ τοιοῦτον γνῶναι ἀδύνατόν ἐστι· τὸ ποῖον; ὁποῖόν τε νῦν καὶ ἐπὶ τοῦ παρόν‐ τος βέλτιστόν ἐστι καὶ ἐν ὑστέρῳ· οἷον εἰ καὶ ἐν τῇ τελευ‐ τῇ ἕξει τις καλόν. ἡ δὲ ἀπότασις πρὸς τὸν Τληπόλεμον. 42E | ||
O 746e | B(C)EQ | τοῦτο δ’ ἀμάχανον εὑρεῖν: τὴν παροῦσαν καὶ τὴν μέλλουσαν εὐδαιμονίαν ἀμήχανόν ἐστιν εὑρεῖν. ὁ γὰρ | ||
B(C)DEQ | Τληπόλεμος ἐν ἀρχῇ ἀτυχήσας ὕστερον ἐβασίλευσε τῆς Ῥόδου. | |||
O 748 | Bgl | (τυχεῖν:) συμβῆναι. | ||
O 749a | A | καὶ γὰρ Ἀλκμήνας: Ἀλκμήνης ἀδελφὸν νόθον Λικύμνιον ἐκ Φρυγίας Μιδέας †γενομένης γενόμενον Ἠλεκ‐ τρύωνι· ἀφ’ ἧς καὶ πόλις Μιδέα ἐν Ἄργει· ὃν ἀνεῖλεν ὁ Τληπόλεμος. οἱ γὰρ γνήσιοι παῖδες Ἠλεκτρύωνος ἀπὸ Λυσι‐ | 211 in vol. 1 | |
5 | δίκης ἐγένοντο ἕξ· Γοργοφόνος, Στρατοβάτης, Φυλονόμος, Κελαινεύς, Ἀμφίμαχος, Δηίμαχος. αἰτία δὲ τῆς ἀναιρέσεως ἐγένετο περί τινων τιμῶν· οἱ δὲ περὶ Ἀγίαν καὶ Δερκύλον (FHG IV, 386) φασὶν ἀκούσιον τὸν φόνον γενέσθαι. | |||
O 749b | BCDEQ | καὶ γὰρ Ἀλκμήνας νόθον: καὶ γὰρ τὸν Ἀλκ‐ μήνης νόθον ἀδελφὸν Λικύμνιον ῥοπάλῳ ἐλαίας τύπτων ἀπέκτεινεν ἐν τῇ Τίρυνθι παραγενόμενον ἐκ τῆς οἰκίας τῆς ἑαυτοῦ μητρὸς Μιδέας ὁ Τληπόλεμος ὁ παλαιὸς οἰκιστὴρ | ||
5 | τῆς χώρας. πῶς δὲ νόθος ἀδελφὸς Λικύμνιος Ἀλκμήνης; Ἀλκμήνη μὲν ἐξ Ἠλεκτρύωνος καὶ Λυσιδίκης τῆς Πέλοπος θυγατρὸς γνησίας γυναικός· Λικύμνιος δὲ ἐξ Ἠλεκτρύωνος καὶ Μιδέας γυναικὸς Φρυγίας τὸ γένος. | |||
O 750 | A | νόθον: ἀκουσίως αὐτόν φασιν ἀνῃρηκέναι. νόθον δὲ εἶπεν ὅτι ἐκ Μιδέας τῆς παλλακίδος ἦν, Ἀλκμήνη δὲ καὶ οἱ αὐτῆς ἀδελφοὶ ἐκ Λυσιδίκης. | ||
O 751 | BglQ | σκληρᾶς ἐλαίας: ἀπεσκληκότι ξύλῳ καὶ ῥοπάλῳ ἐλαΐνῳ. | ||
O 752a | BCDEQ | ἐλθόντ’ ἐκ θαλάμων: παραγενόμενον εἰς Ἄρ‐ γος ἐκ τῶν οἴκων τῆς Μιδέας· ἤτοι τῶν τῆς μητρὸς, ἢ καὶ τῆς ὁμωνύμου πόλεως· ἔστι δὲ αὕτη τοῦ Ἄργους ἡ πόλις. | ||
O 752b | Bgl | (Μιδέας:) τῆς μητρός. | 212 in vol. 1 | |
O 753 | A | ἐκ θαλάμων: δύναται ἑκατέρως ἀκούεσθαι· ἔκ τε τῶν τόπων τῆς πόλεως Μιδέας, καὶ ἐκ τῶν θαλάμων τῆς μητρὸς Μιδέας· ἀφ’ ἧς καὶ Ἠλεκτρύωνος [καὶ] Λικύμνιος. | ||
O 754 | BCDEQ | χθονὸς οἰκιστὴρ χολωθείς: τῇ δόξῃ ὁ Πίν‐ δαρος ἕπεται τῶν ἱστορούντων διὰ τιμάς τινας καὶ ἀρχὰς τὸν Τληπόλεμον εἰργάσθαι τὸν φόνον· διὰ γὰρ τοῦ χολω‐ θεὶς τὸ τοιοῦτον ὑποφαίνει. | ||
O 755a | BCDEQ | αἱ δὲ φρενῶν ταραχαί: γνωμικῶς· αἱ δὲ ἀκρα‐ τόθυμοι καὶ προπετεῖς ὀργαὶ ἤδη που καὶ τοὺς σοφοὺς διασφάλλεσθαι ποιοῦσι. | ||
O 755b | BDEQ | τοῦτο δὲ μέση παρεμβολή. | ||
O 756a | A | παρέπλαγξαν: αἱ γὰρ ταραχαὶ καὶ τὸν σοφὸν παράγουσιν εἰς τὸ πρᾶξαί τι ἄτοπον. | ||
O 756b | BCDEQ | μαντεύσατο δ’ ἐς θεὸν ἐλθών: ὡς οὖν ἀπέκτεινεν ὁ Τληπόλεμος τὸν Λικύμνιον, φεύγων τὸ μύσος εἰς Δελφοὺς ἐλθὼν ἐμαντεύσατο ὅποι χρὴ τραπέσθαι. ὁ τοίνυν Ἀπόλλων ἔχρησεν αὐτῷ ὥστε ἀπὸ τῆς ἀκτῆς τῆς | ||
5 | Λερναίας, τουτέστι τοῦ Ἄργους, ἰθύνειν καὶ ὁρμᾶν διὰ πλοίων ἐπὶ τὴν χώραν τῆς νήσου Ῥοδίων. | |||
O 757 | Bgl | (θεόν:) τὸν Ἀπόλλωνα. | ||
O 759a | BDEQ | εὐώδεος ἐξ ἀδύτου: τοῦ τεθυμιαμένου ἀδύτου· λέγει δὲ τοῦ κατὰ τὴν Πυθῶνα. | ||
O 759b | A | πλόον: πλεῖν ἐκέλευσεν αὐτὸν ἀπὸ τῆς Λερναίας ἀκτῆς (τουτέστιν ἀπὸ τοῦ Ἄργους· ἡ γὰρ Λέρνη κρήνη καὶ πόλις Ἄργους) εἰς Ῥόδον. | ||
O 760a | A | Λερναίας ἀπ’ ἀκτᾶς: τὴν Λέρνην οἱ μὲν λέ‐ γουσι κρήνην, οἱ δὲ λοχμῶδες χωρίον· ἐνταῦθα δὲ καὶ Ὕδραν καταδεδυκέναι μυθολογοῦσι. Φερεκύδης δὲ καὶ πό‐ | ||
λιν φησίν· οἱ δὲ ἐπίνειον Ἄργους, ἣ νῦν καλεῖται Λάμπεια. | 213 in vol. 1 | |||
O 760b | BCDEQ | Λερναίας ἀπ’ ἀκτᾶς: ἀπὸ τοῦ Ἄργους. ἡ γὰρ Λέρνη κατὰ μέν τινας κρήνη, κατὰ δέ τινας λοχμῶδες χω‐ ρίον· ἐν ᾗ μυθεύουσι καὶ τὴν Ὕδραν καταδεδυκέναι. φασὶ καὶ τὴν ἄβυσσον κρήνην αὐτόθι εἶναι. ἕτεροι δὲ καὶ πόλιν | ||
5 | φασίν. | |||
O 760c | BDEQ | ὁ δὲ νοῦς· εὐθῦναι τὴν ναῦν εἰς τὴν νῆσον τὴν Ῥόδον, ἐν ᾗ νήσῳ ὁ βασιλεὺς τῶν θεῶν Ζεὺς χρυσέαις σταγόσι τὴν πόλιν κατέβρεχε καὶ ἐπλουτοποίει τοὺς οἰκήτο‐ ρας τῆς Ῥόδου. | ||
O 761a | BCDEQ | εὐθυν ἐς ἀμφιθάλασσον: οἱ μὲν ἀντὶ τοῦ εὐθῦναι, οἱ δὲ ἀντὶ τοῦ εὐθέως. | ||
O 761b | ἀμφιθάλασσον δὲ τὴν ἑκατέρωθεν θαλάσσῃ περιχεομένην. | |||
O 761c | νομὸν δὲ τὴν κατανομήν. | |||
O 761d | Egl | (εὔθυν’:) ἤγουν ὀρθὸν ποίησον. γράφε‐ ται καὶ εὐθὺν. | ||
O 761e | A | ἀμφιθάλασσον: ἀμφιθάλασσον νομὸν τὴν Ῥό‐ δον, καθὸ νῆσος οὖσα περιείργεται θαλάσσῃ. | ||
O 761f | νομὸν δὲ, κατανέμησιν. | |||
O 762 | Bgl | (νομόν:) κατανομήν. | ||
O 763a | A | βρέχε θεῶν βασιλεύς: τοῦτο ἐκ τοῦ Ὁμηρι‐ κοῦ στίχου τοῦ ἀθετουμένου μετενήνεκται (Β 670)· καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων. ὅτι ἄρα νεφέλην ἐπιστήσας τοῖς Ῥοδίοις χρυσὸν ἔχευε· ἢ | ||
5 | ὅτι πολὺν χύδην πλοῦτον αὐτοῖς κατεσκεύασεν, ὁμοίως τῷ (ο 426)· κούρη δ’ εἴμ’ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο. | |||
O 763b | CDEQ | βρέχε θεῶν βασιλεὺς ὁ μέγας: τοῦτο ἐκ τῶν Ὁμήρου ὁρμηθεὶς λέγει, ὅτι Ζεὺς χρυσὸν ἔβρεξε τοῖς Ῥοδίοις διὰ τὸ τὸν ποιητὴν εἰρηκέναι (l. c.)· καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων· | 214 in vol. 1 | |
5 | EQmg | οὐκ εἰρηκότος Ὁμήρου ὅτι ἔβρεξε χρυσὸν, ἀλλὰ περιεποί‐ ησε χύδην αὐτοῖς τὸν πλοῦτον. | ||
O 764 | BDEQ | χρυσέαις νιφάδεσσι: τοῦτο ἄντικρυς ἐκ τοῦ ἀθε‐ τουμένου Ὁμηρικοῦ στίχου εἴληφεν ὁ Πίνδαρος (l. c.)· καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων. | ||
O 765 | BCDEQ | ἁνίχ’ Ἁφαίστου τέχναισι: τὸν καιρὸν καθ’ ὃν Ζεὺς ἐν Ῥόδῳ χρυσὸν ὗσε, διὰ τῆς ἱστορίας ἐπισημαίνεται | ||
ABCDEQ | καί φησιν ὅτι ἡνίκα ὁ Ζεὺς διαιρεθείσης αὐτοῦ τῆς κεφαλῆς ὑπὸ τοῦ πελέκεως τοῦ Ἡφαίστου ἀνέδωκεν ἐκ τῆς | |||
5 | κορυφῆς τὴν Ἀθηνᾶν· ἡ δὲ ἀνορούσασα καὶ ἔκδηλος γε‐ νομένη μέγα ἐβόησεν. | |||
O 766a | A | χαλκελάτῳ πελέκει: ἐν τοῖς Μουσαίου Παλα‐ μάων λέγεται πλῆξαι τοῦ Διὸς τὴν κεφαλὴν, ὅτε τὴν Ἀθη‐ νᾶν ἐγέννα· ἔνιοι δὲ τὸν Προμηθέα λέγουσι· Σωσίβιος δὲ Ἑρμῆν φησι· Ἀριστοκλῆς δὲ νέφει συγκεκρύφθαι τὴν θεὸν, | ||
5 | τὸν δὲ Δία πλήξαντα τὸ νέφος ἐκφῆναι τὴν θεόν. | |||
O 766b | CDEHQ | χαλκελάτῳ πελέκει: οἱ μὲν Παλαμάονα λέγουσι ῥῆξαι τὴν τοῦ Διὸς κεφαλὴν ὅτε Ἀθηνᾶ ἐγεννᾶτο· οἱ δὲ | ||
Ἑρμῆν· οἱ δὲ Προμηθέα· Ἀριστοκλῆς δὲ ὑφίσταται τὴν γένεσιν Ἀθηνᾶς ἐν Κρήτῃ· νέφει γάρ φησι κεκρύφθαι τὴν | 215 in vol. 1 | |||
5 | θεὸν, τὸν δὲ Δία πλήξαντα τὸ νέφος προφᾶναι αὐτήν. | |||
O 768 | BCDEQ | ἀλάλαξεν: ὀξὺ ἀνεβόησε. διὰ δὲ τούτου τὸ φιλο‐ πόλεμον τῆς θεοῦ ἐχαρακτήρισεν. ἡ γὰρ ἀλαλαγὴ κυρίως ἐπὶ τῆς τῶν πολεμίων συμβολῆς γίνεται· εἶτ’ οὖν λέγεται καὶ ἐπὶ τῶν ἐκβακχευμάτων. | ||
O 770a | A | Οὐρανὸς δ’ ἔφριξέ νιν: διὰ τὸ σὺν ὅπλοις γεννηθῆναι ἐφοβήθησαν 〈ὁ〉 Οὐρανὸς καὶ ἡ Γῆ. | ||
O 770b | CGOQ | Οὐρανὸς δ’ ἔφριξέ νιν: ἤτοι διὰ τὸ σὺν ὅπλοις γεννηθῆναι· ἢ διὰ τὴν βοήν. | ||
O 771a | BDEQ | τότε καὶ φαυσίμβροτος: ὁ νοῦς· τότε οὖν, ἡνίκα ἔμελλε τίκτεσθαι ἡ θεὸς, ὁ Ἥλιος τοῖς ἑαυτοῦ παισὶ τοῖς περὶ Ὄχιμον καὶ Κέρκαφον ἐπετείλατο τὸ μέλλον πρᾶγμα, | ||
BEQ | τῆς Ἀθηνᾶς τὴν γένναν, παραφυλάξασθαι καὶ θυσίας | |||
5 | ποιῆσαι, καὶ ὅπως τῇ θεῷ θυσίας πλήθοντα βωμὸν ἐναργῆ κτίσειαν, τοῦτόν τε πηξάμενοι ἐπιθύειν τήν τε ψυχὴν τοῦ πατρὸς αὐτῆς Διὸς τέρψαιεν καὶ αὐτῆς τῆς γεννηθείσης παρθένου τῆς πολεμικῆς. ἔγχος μὲν γὰρ τὸ δόρυ, βρόμος δὲ ὁ ἦχος. | |||
O 771b | BCEQ | ἄλλως· ὁ Ἥλιός, φησι, παρεκελεύσατο τοῖς ἑαυ‐ τοῦ παισὶ καὶ Ῥόδης, μελλούσης γεννᾶσθαι τῆς Ἀθηνᾶς, ὅπως αὐτοὶ πρῶτοι θύσωσιν· ἐκεῖ γὰρ μέλλειν οἰκεῖν τὴν | ||
BCDEQ | θεὸν, παρ’ οἷς ἂν πρῶτον θυσία αὐτῇ ἐπιτελεσθῇ. ἀνερχό‐ | |||
5 | μενοι δὲ εἰς τὴν ἀκρόπολιν πρῶτοι οὗτοι ἐπελάθοντο πῦρ κομίσαι. συνέβη οὖν πρώτους Ἀθηναίους θῦσαι· διόπερ | |||
BCEQ | καὶ τὴν θεὸν αὐτόθι καθιδρυθῆναι, τιμῆσαι δὲ καὶ τὴν | |||
θεὸν τοὺς Ῥοδίους. διὰ τοῦτο δέ φασι τοὺς Ῥοδίους ἄπυρα θύειν, ὥσπερ οἱ πρῶτοι τῇ Ἀθηνᾷ ἔθυσαν· τινὲς δὲ ὅτι | 216 in vol. 1 | |||
10 | καὶ φυλαξάντων αὐτῶν ὑπερησθεὶς ὁ Ζεὺς πλοῦτον καὶ εὐδαιμονίαν παρέσχε, δωρησαμένης καὶ αὐτῆς τῆς Ἀθηνᾶς τὴν περὶ τὴν τέχνην ἀρετήν. | |||
O 771c | A | φαυσίμβροτος: φαεσίμβροτος. τὸ ε καὶ τὸ α εἰς τὴν αυ δίφθογγον συνεῖλεν. | ||
O 771d | Bgl | (φαυσίμβροτος:) ὁ τοῖς βροτοῖς φάος φέρων. | ||
O 772 | BCDEQ | δαίμων Ὑπεριονίδας: ὁ Ὑπερίονος παῖς. Ὑπε‐ ρίων δὲ εἷς τῶν Τιτάνων κατὰ τὴν Ἡσιόδου θεογονίαν (371)· Θεία δ’ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην Ἠῶ θ’, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει, | ||
5 | γείναθ’ ὑποδμηθεῖς’ Ὑπερίονος ἐν φιλότητι. οἱ δὲ αὐτὸ ἐπιθετικῶς ἀκούουσιν ἐν τύπῳ πατρωνυμικῷ· ὁ ὑπὲρ γῆν ἱέμενος, ἢ ὑπὲρ ἡμᾶς πορευόμενος. | |||
O 773 | A | μέλλον ἔντειλεν: τὸ μέλλον ἔσεσθαι ἐνετείλατό, φησιν, ὁ Ἥλιος, ἵνα πρῶτοι θύσωσι Ῥόδιοι τῇ Ἀθηνᾷ· ἐκεῖ γὰρ οἰκήσειν ὅπου θύσουσιν αὐτῇ πρῶτον. Ῥοδίων δὲ ἐπιλαθομένων ἔμπυρα θῦσαι Ἀθηναῖοι ἔθυσαν· διὸ παρ’ | ||
5 | αὐτοῖς ἡ θεὸς τιμᾶται. | |||
O 776 | ABCDEQ | βωμὸν ἐναργέα: ἤτοι τῇ κατασκευῇ πολυτελῆ τυγχάνοντα· ἢ τὸν ἐναργῶς γενόμενον παρὰ τὸν τῆς γεν‐ νήσεως καιρόν· πρῶτοι γὰρ ἔθυσαν τῇ Ἀθηνᾷ. διὸ ἔμελλεν ἐπίσημος εἶναι παρὰ τὸ πλῆθος τῆς τελουμένης θυσίας. | ||
O 777a | BCDEQ | σεμνὰν θυσίαν θέμενοι: τοῦτο πρὸς τὸν τῆς Ἀθηνᾶς τρόπον. | ||
O 777b | σεμνῶς φησι τὰ θύματα αὐτῆς τελεῖν. | 217 in vol. 1 | ||
O 778 | BEQ | ἐγχειβρόμῳ: τῇ παρὰ τὸν πόλεμον βρεμούσῃ. | ||
O 779a | A | ἐν δ’ ἀρετάν: περιποιεῖ ἀρετὴν καὶ χαρὰν ἡ ἐκτὸς προμηθείας αἰδώς· οἷον εἴ τις ἐκ τοῦ προμηθεῖσθαι τὴν αἰδῶ μεταποιεῖται, τούτῳ ἀκολουθεῖ χαρὰ καὶ ἀρετή· ὡς τῶν προσκοπουμένων μηδὲν ἐχόντων. | ||
O 779b | ὁ δὲ λόγος· οἱ τὴν προμήθειαν ἐπιστρεφόμενοι περί τινος καὶ προλαμ‐ βάνοντες τὸ ἐσόμενον διὰ τὸ προβουλεύσασθαι τοῦτο πράτ‐ τουσι κατ’ ἐκτροπὴν καὶ ὕστερον χαίρουσι τοῦτο προβουλευ‐ | |||
5 | σάμενοι. | |||
O 779c | ἔνιοι δὲ ἀναγινώσκουσι περισπωμένως αἰδῶς, τῆς αἰδοῦς. | |||
O 779d | BCEQ | ἐν δ’ ἀρετὰν ἔβαλεν: δύναται ὁ λόγος γνωμι‐ κὸς εἶναι· ἔχει δὲ τὸ σαφὲς οὕτως· ἐπέβαλε δὲ ἀρετὴν καὶ ἡδονὴν τοῖς ἀνθρώποις ἡ περὶ τὰ πράγματα πρόγνωσις. | ||
O 779e | ὃ δέ φησι, τοιοῦτόν ἐστιν· οἱ περὶ τῶν μελλόντων πραγμά‐ των τὸ δέον προσκοπήσαντες καὶ τοῦτο προδιαθέντες, οὗτοι εἰς ἀρετὴν καὶ ἡδονὴν ἔρχονται. | |||
O 779f | ἔνιοι δὲ οὕτως ἐνό‐ ησαν· ἐκ δὲ ταύτης τῆς αἰτίας καὶ αἰδὼς ἡ ὑπάρξασα εἰς τὴν θεὸν ἡ ἐκ τῆς προμηθείας καὶ τῆς προγνώσεως χαρὰν αὐτοῖς καὶ εὐθυμίαν καὶ ἀρετὴν παρέσχεν. | |||
O 781a | A | Προμαθέος αἰδώς: ἡ προμήθεια τοῖς ἀνθρώ‐ ποις αἰτία ἀγαθῶν καὶ ἀρετῆς γίνεται. | ||
O 781b | Προμαθέος αἰδώς: τὸ προσκοπεῖν τὸ μέλλον. 83 | |||
O 782a | B(C)DEQ | ἐπὶ μὰν βαίνει τι καὶ λάθας: ἐνίοτε δὲ καὶ τοῖς ἀκούουσι τὴν προμήθειαν καὶ προσκοπουμένοις τὸ μέλ‐ λον ἐπιβαίνει τι καὶ λήθης ἴδιον νέφος. ἐπὶ δὲ τῶν Ῥο‐ δίων ὁ λόγος, ὅτι καίπερ προδιαστειλαμένου τοῦ Ἡλίου | ||
5 | αὐτοῖς θῦσαι τῇ Ἀθηνᾷ κατὰ τὴν γένεσιν καὶ αὐτοὶ μεμνη‐ μένοι ταύτῃ συντελέσαι, συντελοῦντες τῶν πρὸς τὴν κατα‐ σκευήν τι ἔλιπον· ὅ ἐστι τὸ πῦρ. | 218 in vol. 1 | ||
O 782b | βαίνει τι: ἡ πρόνοια. | |||
O 782c | a | ἐπιβαίνει γε μὴν καὶ λήθης τι ἀπροσδόκητον. 84 | ||
O 783a | A | λάθας ἀτέκμαρτον: πολλάκις τὴν προμήθειαν τὸ τῆς λήθης ἀτέκμαρτον νέφος καὶ διέργεται. | ||
O 783b | ἐνίοτε καὶ τοῖς ἔχουσι τὴν προμήθειαν καὶ προσκοπουμένοις ἐπι‐ βαίνει καὶ ἀνθιστᾷ ἕτερον μέρος. ὁ δὲ λόγος περὶ τῶν Ῥοδίων, ὅτι καίτοι καὶ τοῦ Ἡλίου προαναγγείλαντος αὐτοῖς | |||
5 | θῦσαι τῇ Ἀθηνᾷ κατὰ τὴν γένεσιν καὶ αὐτοὶ μεμνημένοι ταύτῃ συντελέσαι, τῶν πρὸς τὴν παρασκευήν τι παραλει‐ πόντων. 82 | |||
O 784a | A | καὶ παρέλκει πραγμάτων: τῶν πραγμάτων τὴν ὀρθὴν ὁδὸν ἐκτὸς τῶν φρενῶν παρέλκει ἡ λήθη. | ||
O 784b | BDEQ | παρέλκει πραγμάτων ὀρθὰν ὁδόν: ὁ νοῦς οὕτως ἔχει· καίτοι γὰρ οἱ Ῥόδιοι προμαθόντες παρὰ τοῦ Ἡλίου τὴν τῆς Ἀθηνᾶς γένεσιν καὶ κατακούσαντες παρ’ αὐτοῦ τὸ θῦσαι τῇ θεῷ, παρ’ αὐτὴν τὴν ἱερουργίαν τοῦ | ||
5 | κυριωτάτου πρὸς τὰς θυσίας ἐπελάθοντο· οὐκ ἔχοντες γὰρ πῦρ ἀνῆλθον εἰς τὴν ἀκρόπολιν, ἔνθα οἱ βωμοί· καὶ ἄνευ πυρὸς θύοντες τὸ ἱερὸν ἐποίησαν τὸ ἐν τῇ ἀκροπόλει. | |||
O 784c | Bgl | (παρέλκει:) παρατρέπει. | ||
O 786a | A | καὶ τοὶ γὰρ αἰθούσας: καὶ γὰρ αὐτοί, φησιν, ἀνέβησαν ἐπὶ τὴν ἀκρόπολιν παραφυλάξαντες τὴν γένεσιν τῆς Ἀθηνᾶς. | ||
O 786b | ἄλσος μὲν τὸ τέμενος εἴρηκεν· ἄπυρα δὲ [ὅτι] μέχρι νῦν οἱ Ῥόδιοι θύουσιν ἀπ’ ἐκείνης τῆς ἀρχῆς τῇ Ἀθηνᾷ. καὶ Ἀπολλώνιος ὁ ποιητής (fr. 11 ap. Michaël. | |||
diss. Hal. 1875) φησιν ἄπυρα τοὺς Ῥοδίους ἱερὰ θύειν διὰ | 219 in vol. 1 | |||
5 | τὴν πρὸς Ἥφαιστον ἕνεκα τῶν γάμων ἔχθραν, ὅτι ἐπεδίωξε τὴν Ἀθηνᾶν βουλόμενος συμμιγῆναι. οὐ μόνον δὲ Ῥόδιοι ἀπύροις ἱεροῖς χρῶνται, ἀλλὰ καὶ Ἀθηναῖοι. | |||
O 786c | ξανθὰν δὲ κατὰ τὴν ἔμφασιν ἔφη ὁ Πίνδαρος νεφέλην τὴν ἔγκυον οὖσαν χρυσοῦ, καθὸ καὶ τὴν ὕδωρ ἔχουσαν ζοφώδη (fr. 302). | |||
O 786d | A | αἰθούσας ἔχοντες: καὶ οὗτοι γάρ, φησιν, ἀν‐ ῆλθον θῦσαι θέλοντες κατὰ τὴν γένεσιν τῆς θεᾶς κατὰ τὰς ἐντολὰς τοῦ πατρὸς, οὐκ ἔχοντες ὑπέκκαυμα. ἔστι γὰρ τὸ ἑξῆς· οὐκ ἔχοντες [δέ]. | ||
O 786e | πυρὸς σπέρμα τὸν ἄνθρακα [δὲ] λέγει ἢ τὸν σπινθῆρα. | |||
O 786f | αἰθούσας δὲ τῆς αἰθο‐ μένης καὶ λαμπρᾶς καὶ καυστικῆς. | |||
O 786g | BCDEQ | τοὶ γὰρ αἰθούσας: τῆς καυστικῆς, παρὰ τὸ αἴθειν. | ||
O 786h | τὸ δὲ οὔ ἐπίρρημα προσαπτέον τῷ ἔχοντες, ἵν’ ᾖ οὐκ ἔχοντες. | |||
O 786i | φλογὸς δὲ σπέρμα, τὸ πῦρ, ὡς καὶ Ὅμηρος (ε 490)· σπέρμα πυρὸς σῴζων. | |||
O 789a | A | ἄλσος ἐν ἀκροπόλει: ἄλσος τέμενος εἶπεν. | ||
O 789b | ἄπυρα δὲ μέχρι νῦν θύουσιν οἱ Ῥόδιοι τῇ Ἀθηνᾷ. | |||
O 789c | A | ξανθὰν ἀγαγών: εὖ κατὰ τὴν ἔμφασιν ὁ Πίν‐ δαρός, φησιν, νεφέλην ὠνόμασε ξανθὰν, οἷον τὴν ἔγκυον χρυσοῦ· καθάπερ ὅταν ὕδωρ 〈ἔχῃ〉 ὁ ἀὴρ, ζοφώδης ἐστίν. | ||
O 791a | ABDEQ | αὐτὰ δέ σφισιν ὤπασε τέχναν: αὐτὴ δὲ ἡ Ἀθηνᾶ κατὰ πᾶσαν χειρουργικὴν τέχνην τὸ ἄριστον αὐτοῖς ἀπένειμεν. | ||
O 791b | A | ὕστερον δὲ οἱ Ῥόδιοι πολλὰ τῶν πρὸς τὸν βίον ἀνηκόντων ἐργαλείων εὗρον. | ||
O 795a | BCDEQ | ἔργα δὲ ζωοῖσιν ἑρπόντεσσί θ’ ὁμοῖα: τὰ | ||
γὰρ ὑπ’ αὐτῶν δημιουργούμενα καὶ ἐργαζόμενα τοιαῦτα καὶ ὀφθῆναι ἐπὶ τῆς γῆς οἷα καὶ αὐτὰ τὰ ἔμψυχα κινούμενα. ἄριστοι γὰρ περὶ τὴν τῶν ἀνδριάντων κατασκευὴν οἱ Ῥόδιοι. | 220 in vol. 1 | |||
5 | αὐτοὶ γὰρ πρῶτοι οἱ Ῥόδιοι τὴν τῶν ἀνδριάντων ἐξεῦρον δημι‐ ουργίαν, τὸ πρότερον οὐχ οὕτω τιμωμένων. Ἀρίσταρχος δὲ τὰ κατὰ Δαίδαλον αὐτόν φησι μεταφέρειν νῦν ἐπὶ τῶν κατὰ τὴν | |||
BDEQ | Ῥόδον τεχνιτῶν, ὅτι τοιαῦτα κατεσκεύαζον ἔργα. Πολέμων (FHG III, 146) μὲν γάρ φησι παρὰ Χίοις μὲν τὸν Διόνυσον | |||
10 | δεδέσθαι, καὶ παρ’ Ἐρυθραίοις δὲ τὸ ἕδος τῆς Ἀρτέμιδος, καὶ ὅλως πολὺν κατεσπάρθαι λόγον περὶ τῶν ἀγαλμάτων ὡς μὴ μενόντων, ἀλλὰ πορευομένων ἄλλοσε πολλάκις. | |||
O 795b | BCDEQ | ἄλλως· ἔργα δὲ ζωοῖσι: παρὰ τὸ Ὁμηρικόν (Σ 418): χρύσειαι, ζωῇσι νεήνισιν ἔργ’ εἰκυῖαι. | ||
O 795c | κέλευθοι δὲ νῦν τὰ ἐν τῇ πόλει ἄμφοδα. | |||
O 797 | BCEQ | ἦν δὲ κλέος βαθύ: ἐκ δὲ τούτου βαθὺ κλέος καὶ πολλὴ δόξα προσῆν αὐτοῖς. | ||
O 798a | A | δαέντι δέ: τῷ μαθόντι δὲ ἡ σοφία μείζων καὶ φανερὰ γίνεται. ἀδύνατον γὰρ ἔν τινι ποιήσασθαι ἐπίδειξιν μὴ μαθόντα. | ||
O 798b | βέλτιον δὲ οὕτως· οἱ προπαρατυγχάνοντες καὶ μαθόντες τὴν σοφίαν τεχνολογοῦσι. | |||
O 798c | τοῦτο δὲ λέγει ὡς τῶν Ῥοδίων εὐφυῶν μὲν ὄντων κατὰ φύσιν· προσδεξά‐ μενοι δὲ καὶ τὴν τέχνην, οὕτως ἐξ ἀμφοτέρων, τῶν μαθή‐ σεων καὶ τῶν φύσεων, ἐχορήγησαν τὰ μέγιστα. | |||
O 798d | BCDEQ | δαέντι δὲ καὶ σοφία: ἀντὶ τοῦ, δαέντος ἡ σοφία καὶ μείζων καὶ ἄδολος τελέθει. ἀδύνατον γὰρ ἔν τισι ποιήσασθαι ἐπίδειξιν μὴ μαθόντα. | ||
O 798e | BEQ | βέλτιον δὲ οὕ‐ τως· οἱ παρατυχόντες καὶ μαθόντες σοφίαν ἀπ’ αὐτῶν καὶ | ||
ἔντεχνον αὐτοῖς λέγουσι καὶ ἄδολον, ὅ ἐστιν ἁπλῆν. | 221 in vol. 1 | |||
O 798f | ἢ οὕτω· τῷ μαθόντι καὶ ἡ ἄδολος σοφία μείζων γίνεται. | |||
O 798g | BCDEQ | τὸ δὲ σαφὲς οὕτως ἔχει· τῷ δὲ μετ’ εὐφυΐας μεμαθη‐ κότι ἡ σοφία καὶ ἐπὶ τὸ μεῖζον ἀδόλως καὶ ἀνεμποδίστως ἐπαίρεται· ὡς τῶν Ῥοδίων εὐφυῶν μὲν ὄντων κατὰ φύσιν, προσδεξαμένων δὲ καὶ τὴν τέχνην, καὶ οὕτως ἐξ ἀμφοτέρων | ||
5 | τῆς μαθήσεως αὐτοῖς ἐπὶ τὸ ἄκρον ἐλθούσης. | |||
O 799 | Bgl | (ἄδολος:) ἡ φυσική. | ||
O 7100a | BCDEQ | φαντὶ δ’ ἀνθρώπων παλαιαὶ ῥήσιες: οὔπω γὰρ τῶν ἱστοριογράφων ὄντων οἱ κατὰ καιροὺς ποιηταὶ παρὰ τῶν ἐν ταῖς πόλεσι λογίων καὶ γεγηρακότων, οἷς ὁ χρόνος τὸ ἀκριβὲς τῆς γνώσεως ἐμαρτύρει, τὰς ἱστορίας κατακούον‐ | ||
5 | τες ἐμάνθανον. | |||
O 7100b | λέγει δὲ τοιοῦτόν τι· καθ’ ὃν χρόνον οἱ θεοὶ τὸν ὅλον κόσμον πρὸς ἑαυτοὺς διεμερίζοντο, ἀπόν‐ τος τοῦ Ἡλίου καὶ τὸν ἑαυτοῦ διανύοντος δρόμον, οὐδὲ εἷς τῶν θεῶν ὑπέμνησεν ὥστε καὶ αὐτῷ τοῦ κόσμου μερίδα | |||
5 | φυλαχθῆναι. οὐδέπω δὲ ἡ Ῥόδος ἦν ἐκ θαλάσσης ἀναδο‐ θεῖσα· διὸ καὶ ἀκλήρωτος μείνας ὁ θεὸς ταύτην εἵλετο τὴν μερίδα, ἱερὰν αὑτῷ τὴν νῆσον ἐπιτρεψάμενος. | |||
O 7101 | A | οὔπω ὅτε χθόνα: διὰ τὸ μηδέπω εἴναι τοὺς ἱστορικοὺς συγγραφέας, ἀπὸ τῶν κατὰ τὴν πόλιν λογίων πυνθάνονται τὰ ἐπιχώρια οἱ ποιηταί. πρὸ Πινδάρου δὲ τοῦτο οὐχ ἱστόρητο. | ||
O 7105 | Q | ἁλμυροῖσι: ἁλί φησιν ἐνταῦθα αὐτὴν κεκρύφθαι. | ||
O 7106a | A | ἀπεόντος: ἀπόντος δὲ τοῦ Ἡλίου οὐδεὶς τῶν παρόντων θεῶν ἐνέδειξεν οὐδὲ ἐνεφάνισεν ὥστε ἀποκληρῶ‐ σαί τινα χώραν αὐτῷ. | ||
O 7106b | BglQ | ἔνδειξεν: ὑπέδειξεν. ἐνεφάνισεν. | ||
O 7107 | BglQ | λάχος: κλῆρον. μερίδα. | ||
O 7109 | BCDEQ | ἁγνὸν θεόν: τὸν Ἥλιον, οὐχ ὅτι καθ’ ἑαυτὸν ἁγνὸς, ἀλλ’ ὁ ἀφαγνίζειν τῇ ἀκτῖνι δυνάμενος. | ||
O 7110a | A | μνασθέντι δέ: μνησθέντι δὲ αὐτῷ περὶ τοῦ συμβεβηκότος ὁ Ζεὺς ἔμελλεν ἀνακληροῦν ἐξ ἀρχῆς καὶ 〈ἄκυρα〉 ποιεῖν τὰ κεκληρωμένα τοῖς θεοῖς. | 222 in vol. 1 | |
O 7110b | δύναται δὲ τὸ μνασθέντι ἀντὶ τοῦ μνασθέντος. | |||
O 7110c | ἢ μνησθέντι τῷ Ἡλίῳ. | |||
O 7110d | BCDEQ | ἄμπαλον μέλλεν θέμεν: ἀνακλήρωσιν· ἀπὸ τοῦ Ὁμηρικοῦ (Η 171)· κλήρῳ νῦν πεπάλαχθε. | ||
O 7110e | ὁ δὲ νοῦς· ὑπομνησαμένῳ δὲ τῷ Ἡλίῳ ἀνακλήρωσιν ἔμελλε ποιῆσαι ὁ Ζεύς· ἀλλ’ οὐκ εἴασεν αὐτὸν τοῦτο ποιῆσαι ὁ Ἥλιος, ἐπειδὴ εἶπεν ἔνδον τῆς θαλάσσης καὶ ἐν τῷ βυθῷ [ὁρᾶν] | |||
5 | παραυξομένην καὶ ἐγειρομένην ἐκ τοῦ πέδου ἐσομένην ταύ‐ την γὰρ πρός τε ἀνθρώπων χρησιμωτάτην καὶ πρὸς πάντα τὰ ζῷα εὔβοτον καὶ εὔφρονα, ἀπὸ μέρους τῶν προβάτων. | |||
O 7110f | Bgl | (ἄμπαλον:) ἀνακλήρωσιν. | ||
O 7111a | A | ἀλλά νιν οὐκ εἴασεν: ἀλλὰ τοῦτο μὲν ὁ Ἥλιος οὐκ ἠβουλήθη, ἀνακλήρωσιν γενέσθαι καὶ τὸν ἀνα‐ δασμόν· ἑώρα γὰρ τὴν Ῥόδον ἀναβλαστῆσαι μέλλουσαν ἐν τῇ θαλάσσῃ καὶ πάσας ὑπερβαίνειν. διὸ τὴν Λάχεσιν τὴν | ||
5 | μίαν τῶν Μοιρῶν τὴν πρὸς τὸν δασμὸν ἁρμόδιον ἐκέλευσεν αὑτῷ ἐπικρῖναι τὴν Ῥόδον, τοὺς δὲ θεοὺς ὀμόσαι πεποίηκε μηδένα παρερεῖν μηδὲ ἀναπείσειν τὸν Δία γενομένης τῆς | |||
χώρας ἄλλῳ τινὶ δοθῆναι αὐτήν. | 223 in vol. 1 | |||
O 7111b | Bgl | (μιν:) αὐτόν, τὸν Δία, | ||
O 7114 | Bgl | (πεδόθεν:) κάτωθεν ἀπὸ τοῦ πέδου. | ||
O 7115a | ABCEQ | πολύβοσκον: τὴν μεγάλην καὶ πολλοὺς θρέψαι δυναμένην. | ||
O 7115b | BCEQ | ἐν ἴσῳ δὲ τῷ Ὁμηρικῷ (Γ 265): που‐ λυβότειραν. | ||
O 7116a | BmgCDEglQ | μήλοις: καταχρηστικῶς πᾶσι τοῖς ἀλόγοις ζῴοις. | ||
O 7116b | CDEglQ | ἀπὸ μέρους τὸ πᾶν. | ||
O 7117 | ABCDEQ | ἐκέλευσε δ’ αὐτίκα: Ἀρίσταρχος· ἐκέλευσε δ’ ὁ Ἥλιος παραχρῆμα τὴν μὲν Λάχεσιν ἐπιχειροτονῆσαι τῷ λόγῳ, τοὺς δὲ θεοὺς ὀμόσαι μηδένα παρερεῖν μηδὲ παραπείσειν τὸν Δία περὶ τῆς μελλούσης χώρας φαίνεσθαι ὑπ’ αὐτοῦ. | ||
O 7118a | ABCDEQ | Λάχεσιν: πιθανῶς τὴν Λάχεσιν παρέλαβεν, ἐπεὶ περὶ κλήρου ὁ λόγος. 122C | ||
O 7118b | BCDEQ | χρυσάμπυκα Λάχεσιν: ἄμπυξ μὲν κυρίως κόσμος ἐπιτιθέμενος ταῖς τῶν γυναικῶν κεφαλαῖς· οὗ καὶ Ὅμηρος μνημονεύει (Χ 469)· | ||
BCEQ | ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην. | |||
5 | νῦν δὲ καταχρηστικῶς τὴν τιμίαν ἀκουστέον. | |||
O 7118c | Λάχεσις δὲ μία τῶν Μοιρῶν καλεῖται· τριῶν δὲ οὐσῶν τῶν πασῶν | |||
BCDEQ | Ἡσίοδος μνημονεύει (th. 218)· Κλωθώ τε Λάχεσίς τε καὶ Ἄτροπος. ἔστι δὲ τὰ ὀνόματα αὐτῶν πεποιημένα· καὶ ἡ | 224 in vol. 1 | ||
5 | μὲν Κλωθὼ παρὰ τὸ συγκλώθειν τὰ ἀνθρώπινα, ἡ δὲ Λά‐ χεσις παρὰ τὴν κλήρωσιν τὴν ποιὰν, ἣν ἕκαστος γεγονὼς κεκλήρωται· ἡ δὲ τρίτη Ἄτροπος παρὰ τὸ ἀμετάτρεπτον τῆς μοιριδίου ἀνάγκης. 124C | |||
O 7119a | BDEQ | χεῖρας ἀντεῖναι: ἀντὶ τοῦ χειροτονηθῆναι ποιῆσαι, κατὰ μετωνυμίαν. | ||
O 7119b | BEQ | θεῶν δ’ ὅρκον μέγαν: θεῶν ὅρκον τὴν Στύγα. ταύτην γὰρ καὶ Ὅμηρος καὶ Ἡσίοδος (th. 400) οἶδε, δι’ ὧν φησι (Ο 37)· καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος | ||
5 | ὅρκος. | |||
O 7120a | ABEQ | μὴ παρφάμεν: μὴ παραλογίσασθαι, τουτέστιν ἐπικυρῶσαι τὸν τῶν θεῶν ὅρκον. τοῦτο δὲ ὡς ὀμωμοκότων αὐτῶν φυλάξειν τὴν κρυπτομένην ἐν τῇ θαλάσσῃ νῆσον. | ||
O 7120b | Bgl | (παρφάμεν:) παραβῆναι. | ||
O 7122a | BEQ | φαενὸν ἐς αἰθέρα: ἀντὶ τοῦ, ἀλλ’ εἰς τὸν λαμπρὸν αἰθέρα ἀναφανεῖσαν τὴν Ῥόδον αὐτῷ δοθῆναι τῷ Ἡλίῳ. | ||
O 7122b | BDEQ | φαενὸν κατὰ συγκοπὴν φαεινὸν, λαμπρόν. | ||
O 7122c | BCDEQ | αἰθέρα νῦν καταχρηστικῶς τὸν ἀέρα. 118bC | ||
O 7123 | A | ἑᾷ κεφαλᾷ: τῇ ἑαυτοῦ, τοῦ Ἡλίου, κεφαλῇ εἰς τὸ μετὰ ταῦτα μερίδα γενέσθαι. | ||
O 7124a | Bgl | (γέρας:) γράφεται μέρος. | ||
O 7124b | A | τελεύτασαν δὲ λόγων: ἀντὶ τοῦ ἀληθῆ ἐποί‐ | ||
ησαν τὰ δόξαντα. | 225 in vol. 1 | |||
O 7124c | BCDEQ | τελεύταθεν: ἐτελειώθησαν. | ||
O 7124d | ABCDEQ | ὁ δὲ νοῦς· ἐτελειώθη δὲ τούτων τῶν λόγων τὰ κεφά‐ λαια ἐν τῇ ἀληθείᾳ πεσόντα. | ||
O 7124e | Bgl | (τελεύτασαν:) γράφεται τελεύταθεν. | ||
O 7127a | BDEQ | βλάστε μὲν νᾶσος: ὁ νοῦς· ἀνεβλάστησε καὶ ἀνεδόθη ἐκ τῆς θαλάσσης ἡ νῆσος, ἔχει δὲ αὐτὴν εἰς ἰδίαν μοῖραν ὁ Ἥλιος ὁ τῆς τῶν ὀξειῶν ἀκτίνων γενέσεως πατὴρ [Ἥλιος] καὶ τῶν πῦρ πνεόντων ἡγεμὼν ἵππων. | ||
O 7127b | ἐκ δὲ | |||
BCDEQ | τοῦ ὀξειῶν, τῶν πυρωτικῶν ἀκουστέον· τὴν γὰρ ὀξύτητα καὶ ἐπὶ πυρώσεως λέγομεν. | |||
O 7128 | BglE | ἔχει τέ μιν: αὐτὴν, τὴν νῆσον. | ||
O 7129 | A | ὁ γενέθλιος ἀκτίνων: ὁ Ἥλιος, ὁ ἔφορος τῆς γενέσεως πάντων. | ||
O 7131a | BCDEQ | ἔνθα Ῥόδῳ ποτὲ μιχθείς: ὁ νοῦς· ἐν ᾗ νή‐ σῳ τῇ νύμφῃ Ῥόδῳ μιχθείς ποτε ὁ Ἥλιος ἐγέννησεν ἑπτὰ παῖδας ἐπὶ τῶν παλαιῶν ἀνθρώπων τοὺς σοφώτατα νοή‐ ματα παραδεξαμένους [ἀντὶ τοῦ σοφωτάτους]. εἰσὶ δὲ οἱ | ||
5 | Ἡλίου ἑπτὰ παῖδες οὗτοι· Κέρκαφος, Ἀκτὶς, Μακαρεὺς, Τενάγης, Τριόπης, Φαέθων ὁ νεώτερος, Ὄχιμος. | |||
O 7131b | BEmgQ | ἄλλως· Τενάγης ἤτοι Φαέθων [ὁ νεώτατος], Ἀκτὶς, Μάκαρ, Χρύ‐ σιππος, Κάνδαλος, Τριόπης. 132bBQ | ||
O 7131c | EHQ | ἄλλως· Ἡλίου παῖδες καὶ Ῥόδης ἑπτὰ γίνονται· Ὄχιμος, Κέρκαφος, Ἀκτὶς, Μακαρεὺς, Κάνδαλος, Τριόπης, | 226 in vol. 1 | |
CDEHQ | Φαέθων ὁ νεώτερος, ὃν οἱ ἐν τῇ νήσῳ ὀνομάζουσι Τενάγην. τοῦ δὲ Κερκάφου υἱοὶ Λίνδος, Ἰηλυσὸς, Κάμειρος, οἱ ὑπὸ | |||
5 | Πινδάρου ὀνομαζόμενοι, ὥστε μὴ εἶναι αὐτοὺς υἱοὺς Ἡλίου, ἀλλ’ υἱωνούς. | |||
O 7131d | BCDEQ | διὸ καί τινες γράφουσιν· ὧν εἷς μὲν Κάμειρον πρεσβύτατον· ὥστε τὸν λόγον εἶναι τοιοῦτον· ἀφ’ ὧν, τῶν Ἡλίου ἑπτὰ παίδων, εἷς Κέρκαφος ἐγέννησε τοὺς προκειμένους· ὥστε τὴν ἀπό πρόθεσιν ἔξωθεν λαμβά‐ | ||
5 | νειν ἡμᾶς. 138BQ | |||
O 7132a | A | τέκεν ἑπτά: Ἡλίου καὶ Ῥόδης (οὕτω γὰρ αὐ‐ τὴν Ἑλλάνικος καλεῖ) ἑπτὰ γίνονται παῖδες· Ὄχιμος, Κέρ‐ καφος, Ἀκτὶς, Μάκαρος, Κάνδαλος, Τριόπης, Φαέθων ὁ νεώτερος, ὃν οἱ κατὰ τὴν νῆσον Τενάγην καλοῦσι. περὶ | ||
5 | δὲ τῶν ὀνομάτων αὐτῶν διαφωνοῦσι· πάντες δὲ ἑπτά φασιν αὐτούς. | |||
O 7132b | BCDEQ | τέκεν ἑπτὰ σοφώτατα νοήματα: τουτέστι | ||
BCEQ | σοφωτάτους γενομένους. ὁ γὰρ λέγων ὅτι Δημοσθένης ῥή‐ τωρ ἐγένετο σοφώτατα νοήματα τῶν προτέρων ἀνδρῶν παρα‐ δεξάμενος, μηνύει ὅτι ῥήτωρ ἄριστος ἐγένετο. | |||
O 7132c | σοφώτατα νοήματα: οἷον σοφωτάτους. | |||
O 7132d | A | τὸ δὲ ἑξῆς· τέκεν ἑπτὰ παῖδας ἐπὶ τῶν προτέρων ἀνδρῶν παραδεξαμένους σοφὸν νόημα. | ||
O 7132c | τῶν ἑπτὰ τῶν προειρη‐ μένων εἷς ὁ Κέρκαφος ἐκ Κυδίππης τῆς Ὀχίμου τοῦ ἀδελ‐ | |||
φοῦ ὑπὸ Πινδάρου ἱστορεῖται πεποιηκέναι τρεῖς παῖδας, Λίνδον καὶ Ἰηλυσὸν καὶ Κάμιρον, οἳ οὔκ εἰσιν Ἡλίου υἱοὶ, | 227 in vol. 1 | |||
5 | ἀλλ’ υἱωνοί [ἤγουν υἱῶν υἱοί]. | |||
O 7135 | BCDEQ | ὧν εἷς μέν: ὧν, τούτων τῶν ἑπτὰ παίδων, εἷς, ὁ Κέρκαφος, ἐκ Κυδίππης τῆς Ὀχίμου θυγατρὸς ἐγέννησε τρεῖς υἱοὺς, ὧν τὰ ὀνόματα [ὁ Πίνδαρος] ἐξέθετο· Κάμειρον· | ||
BDEQ | Λίνδον· Ἰηλυσόν [τῶν δύο πρεσβύτερον]· ὡς εἶναι τού‐ | |||
5 | τους υἱωνοὺς καὶ οὐ παῖδας Ἡλίου. 131dB 131cQ | |||
O 7138a | Bgl | (τρίχα:) τριχῶς. | ||
O 7138b | A | τριχθὰ δασσάμενοι: διαδασάμενοι τριχῇ τὴν γῆν τὴν πατρῴαν καὶ τὴν μοῖραν τῶν ἄστεων. | ||
O 7138c | BCDEQ | δασσάμενοι πατρῴαν ἄστεων μοῖραν: χω‐ ρὶς καὶ ἰδίᾳ ἕκαστος διαδασάμενοι καὶ διαμερισάμενοι. | ||
O 7138d | ὁ δὲ νοῦς· τούτων δὲ ἕκαστος κεχωρισμένως καὶ κατ’ ἰδίαν ἔχει πόλιν ὁμώνυμον· τὴν γὰρ πατρῴαν, αὐτὴν τὴν νῆσον, εἰς τρεῖς νειμάμενοι διεμερίσαντο, καὶ οὕτως ἐπωνό‐ μασαν τὰς ἕδρας καὶ τὰς πόλεις· ὁμώνυμοι γάρ εἰσιν. | |||
O 7140a | A | κέκληνται δέ σφιν ἕδραι: 〈αἱ〉 ἕδραι, αἱ πόλεις αἱ τρεῖς, ἀπ’ αὐτῶν ὠνομάσθησαν. 〈Ὅμηροσ〉 (Β 656)· Λίνδον Ἰηλυσόν τε καὶ ἀργιόεντα Κάμιρον. | ||
O 7140b | BDEQ | κέκληνται δέ σφιν ἕδραι: ἐπωνομάσθησαν | ||
BCEQ | δὲ αὐτῶν αἱ ἕδραι, τουτέστιν αἱ πόλεις· ἕδρας γὰρ νῦν ταύτας ὀνομάζει. | |||
O 7140c | τοῖς Ἡλίου υἱωνοῖς. | |||
O 7141a | A | τόθι λύτρον συμφορᾶς: τῆς κατὰ τὴν φυγὴν συμφορᾶς γλυκὺ λύτρον ἵσταται. τουτέστι γλυκερὰ νόσος ἵσταται. | 228 in vol. 1 | |
O 7141b | ἄλλως· λυτήριον τῆς φυγῆς τῆς διὰ Λικύμνιον. | |||
O 7141c | BCDEQ | τόθι: ἔνθα καὶ τῷ Τληπολέμῳ, τῷ τῶν Ἀργείων ἡγεμόνι, τῆς οἰκτρᾶς συμφορᾶς λυτήριον γλυκὺ ἵσταται. ἵσταται δὲ αὐτῷ τὸ λυτήριον ὡς τοῖς θεοῖς· θυσίαι γὰρ αὐτῷ διάφοροι γίνονται καὶ ἀγῶνες τελοῦνται. | ||
O 7141d | λυτήριον δὲ τῆς συμφορᾶς τὴν μετοίκησίν φησι καὶ τὴν αὐτόθι τοῦ βίου διατριβήν. | |||
O 7145 | BCDEQ | μήλων τε κνισσάεσσα πομπά: ἡ θυσία. ἐπεί φασιν ὅτι ἀγὼν ἐκεῖ ἄγεται Τληπολέμεια. οἱ δὲ Ἡράκλεια· ὅθεν αὐτῷ θυσίαι ἀξιοπρεπεῖς τελοῦνται αὐτόθι. | ||
O 7146a | A | κρίσις ἀμφ’ ἀέθλοις· κρίσιν εἶπε τὸν ἀγῶνα τῶν Ἡλιείων, ὃν τιθέασιν οἱ Ῥόδιοι. ἐψεύσατο δὲ ὁ Πίν‐ δαρος· οὐ γὰρ Τληπολέμῳ, τῷ δὲ Ἡλίῳ τιθέασι τὸν ἀγῶνα. διὸ καὶ ἡλιορόδιον τὸν ἀγῶνα. | ||
O 7146b | ἀμφ’ ἀέθλοις· τὸν ἀγῶνα τῶν Ῥοδίων ὃν τιθέασιν οἱ Ῥόδιοι Τληπολέμῳ. καὶ τοῦτο δὲ ψεύδεται ὁ Πίνδαρος· οὐ γὰρ Τληπολέμῳ ὁ ἀγὼν ἐπιτελεῖται· οὐ γὰρ Ἡλίῳ, ὡς Ἴστρος (FHG I, 427) φησὶν ἐν | |||
5 | τῇ περὶ τῶν Ἡλίου ἀγώνων· Ῥόδιοι τιθέασιν Ἡλίου ἐν Ῥόδῳ γυμνικόν τε στεφανίτην· ἐν γὰρ Ῥόδῳ ἄγεται τὰ Τληπολέμια. | |||
O 7147a | A | τῶν ἄνθεσι: ἐκ τῶν τιμώντων Τληπολεμίων ἐν | ||
Ἰσθμῷ εἰς τὰ Τληπολέμια οὗτος ἐνίκησε τετράκις εὐτυχέων. | 229 in vol. 1 | |||
O 7147b | BCDEQ | τῶν ἄνθεσι Διαγόρας: τῶν παρὰ Ῥοδίοις ἄθλων. | ||
O 7147c | ἄνθεσι δὲ τοῖς στεφάνοις. τελεῖται γὰρ αὐτόθι ἀγὼν Τληπολέμειος ἐπικαλούμενος. ἐγκωμιαστικῶς δὲ ὁ Πίν‐ δαρος τὸν ἀγῶνα, Ἡλίῳ τελούμενον, εἰς τὸν Τληπόλεμον μετήγαγε. τελεῖται δὲ μηνὸς Γορπιαίου εἰκοστῇ τετάρτῃ | |||
5 | ἡμέρᾳ. ἀπέχει δὲ τῶν Νεμέων ἡμέρας ἕξ. ἀγωνίζονται δὲ παῖδες καὶ ἄνδρες. ὁ δὲ στέφανος λεύκη δίδοται. | |||
O 7148 | BCDEQ | κλεινᾷ τ’ ἐν Ἰσθμῷ: θηλυκῶς τὴν Ἰσθμόν φη‐ σιν, ὡς καὶ ἐν ἄλλοις (O. XIV, 3) τὴν Ὀρχομενόν. λέγει δὲ τὸν Διαγόραν τετράκις Ἴσθμια νενικηκέναι. | ||
O 7150 | BEQ | Νεμέᾳ τ’ ἄλλαν ἐπ’ ἄλλᾳ: καὶ ἐν τῇ Νεμέᾳ ἄλλην ἐπ’ ἄλλῃ νίκην ἔσχεν· οἷον δὶς ἐνίκησεν, οὐκ ἐκ δια‐ λείμματος μέντοι, ἀλλὰ πρώτην Νέμεα νικήσας, καὶ τὴν ἑξῆς ἀγωνισάμενος ἐστέφθη. | ||
O 7151 | ABCDEQ | καὶ κρανααῖς ἐν Ἀθάναις: τὴν ὅλην Ἀττικὴν | ||
ABCEQ | Ἀθήνας προσηγόρευσεν· εἴη δὲ τὰ Παναθήναια νενικηκὼς ἢ τὰ Ἡράκλεια ἢ τὰ Ὀλύμπια ἢ τὰ Ἐλευσίνια [ἢ τὰ Παν‐ | |||
ελλήνια], ἴσως δὲ καὶ πάντα· ἀδήλως γὰρ εἶπεν. | ABCDEQ | |||
O 7152a | A | ὅ τ’ ἐν Ἄργει χαλκός: τὰ Ἥραια, 〈ἃ〉 καὶ Ἑκατόμβαια λέγεται διὰ τὸ πλῆθος τῶν θυομένων βοῶν. λαμβάνουσι δὲ ἐντεῦθεν οὐκ ἀργὸν χαλκὸν, ἀλλὰ τρίποδας καὶ λέβητας καὶ ἀσπίδας καὶ κρατῆρας. | ||
O 7152b | ABDEQ | ἔγνω νιν: ἐγνώρισε δὲ αὐτὸν καὶ ὁ ἐν τῷ Ἄργει διδόμενος χαλκὸς ἆθλον τῷ νικήσαντι. | ||
O 7152c | ABCEQ | τελεῖται δὲ κατὰ τὸ Ἄργος τὰ Ἥραια ἢ τὰ Ἑκατόμβαια διὰ τὸ ἑκατὸν βοῦς θύεσθαι τῇ θεῷ. τὸ δὲ ἆθλον, ἀσπὶς χαλκῆ· οἱ δὲ στέφανοι ἐκ μυρσίνης. | 230 in vol. 1 | |
O 7152d | BCEQ | ἄλλως· ἐν Ἄργει, ἐν τῷ Ἑκατομβαίων ἀγῶνι, χαλκὸς τὸ ἆθλον δίδοται, ὅτι Ἀρχῖνος Ἀργείων γενόμενος βασιλεὺς, ὃς καὶ ἀγῶνα πρῶτος συνε‐ στήσατο, ταχθεὶς ἐπὶ τῆς τῶν ὅπλων κατασκευῆς, ἀπὸ τού‐ | ||
5 | των καὶ τὴν τῶν ὅπλων δόσιν ἐποιήσατο. Ἑκατόμβαια δὲ ὁ ἀγὼν λέγεται ὅτι πομπῆς μεγάλης προηγοῦνται ἑκατὸν βόες, οὓς νόμος κρεανομεῖσθαι πᾶσι τοῖς πολίταις. | BC(D)EQ | ||
O 7152e | τὸ δὲ σημεῖον ὅτι Ἑκατόμβαια λέγει τὰ ἐν Ἄργει νενικηκέναι τὸν Διαγόραν. | |||
O 7153a | A | τά τ’ ἐν Ἀρκαδίᾳ: ἐν Ἀρκαδίᾳ πολλοὶ ἀγῶνες ἄγονται· Λύκαια· Κόρεια· Ἕρμαια. | ||
O 7153b | BC(D)EQ | τά τ’ ἐν Ἀρκαδίᾳ: ἀπὸ κοινοῦ τὸ ἔγνω νιν· ἐγνώρισε δὲ αὐτὸν νικῶντα καὶ τὰ ἐν Ἀρκαδίᾳ ἆθλα. τε‐ λεῖται δὲ ἐν Ἀρκαδίᾳ τὰ Λύκαια ἀνακείμενα τῷ Λυκαίῳ Διί. | ||
O 7153c | BCEQ | τὰ δὲ ἔργα τινὲς οὕτως ἀκούουσιν· ἐπειδὴ οἱ αὐτόθι νικῶντες σκεύεσι τιμῶνται. | ||
O 7153d | ἄλλως· Πολέμων (FHG III, 123) ἐν τῷ περὶ τῶν Θήβησιν Ἡρακλείων φησὶ χαλ‐ κὸν τὸ ἆθλον εἶναι τοῖς ἐν Ἀρκαδίᾳ Λυκαίοις· ὥστε ἀπὸ κοινοῦ τὰ ἔργα καὶ τὸν χαλκὸν ληπτέον, ὅταν φησὶν ὁ | |||
5 | Πίνδαρος· ὅ τ’ ἐν Ἄργει χαλκὸς ἔγνω νιν τά τε ἐν Ἀρκαδίᾳ | |||
ἔργα καὶ Θήβαις. δίδοται γὰρ ἐν ταύταις τρίπους χαλκοῦς. | 231 in vol. 1 | |||
O 7153e | πολλοὶ δὲ ἄγονται ἀγῶνες ἐν Ἀρκαδίᾳ· Λύκαια· Κόρεια· | |||
BCDEQ | Ἀλέαια. ἐν δὲ Θήβαις τὰ Ἡράκλεια· τὰ δὲ αὐτὰ καὶ Ἰολάεια | |||
BCEQ | καλεῖται. ἐν δὲ Βοιωτίᾳ, ἐν μὲν Θεσπιαῖς Ἐρώτια, ἐν δὲ Λεβαδείᾳ τὰ καλούμενα Βασίλεια. | |||
O 7154a | A | καὶ Θήβαις: ἐν μὲν Θεσπιαῖς Ἐρώτια· ἐν ταῖς Πλαταιαῖς τὰ Ἐλευθέρια. ταῦτα Ἀριστόνικος· ὁ δὲ Δίδυμος Βασίλεια καὶ Ἀμφιάρεια καὶ Δήλια ἐπὶ Δηλίῳ καὶ Τροφώνεια ἐν Λεβαδείᾳ. | ||
O 7154b | BCDEQ | ἀγῶνές τ’ ἔννομοι Βοιωτῶν: πάλιν ἀπὸ κοι‐ νοῦ τὸ ἔγνω νιν. | ||
O 7154c | τελοῦνται δὲ ἐν Βοιωτίᾳ διάφοροι | |||
BCEQ | ἀγῶνες· ἐν μὲν Θεσπιαῖς τὰ Ἐρωτίδια· ἐν δὲ Πλαταιαῖς τὰ Ἐλευθέρια· ἐν δὲ Λεβαδείᾳ τὰ Τροφώνια· ἐν δὲ Ὠρω‐ πῷ τὰ Ἀμφιάραια. | |||
O 7156a | A | Πελλάνα τε: ἐν Πελλήνῃ τῇ Ἀχαϊκῇ ἐνίκησε. καλεῖται δὲ ὁ ἀγὼν Θεοξένια· ἐδίδοτο δὲ ἆθλον χλαῖνα. | ||
O 7156b | BDEQ | Πελλάνα τ’ Αἴγινά τε: πάλιν τὸ ἔγνω νιν· ἐγνώρισε δὲ τὸν Διαγόραν ἥ τε Πελλήνη καὶ ἡ Αἴγινα ἑξάκις νενικηκότα. | ||
O 7156c | BCEQ | τελεῖται δὲ ἐν μὲν Πελλήνῃ τῆς Ἀχαΐας ἀγὼν ὁ καλούμενος Θεοξένια· τινὲς δὲ, καὶ τὰ Ἕρ‐ μαια· τὸ δὲ ἆθλόν ἐστι χλαῖνα. ἐν δ’ Αἰγίνῃ τὰ Αἰάκεια· οἱ δὲ Οἰνώναια· ἀμφορίτης ἀγὼν, οὗ Καλλίμαχος μέμνηται | ||
5 | ἐν τοῖς ἰάμβοις (fr. 80). | |||
O 7157 | A | ἐν Μεγάροισι: τὰ Διόκλεια· καὶ Πύθια· καὶ Νέμεα. | ||
O 7158 | A | λιθίνα: στήλη ἥτις οὐχ ἕτερον λόγον ἔχει ἐγκε‐ κολαμμένον ἢ ὅτι νενίκηκε Διαγόρας. ἴσως γὰρ τοιοῦτον ἦν τὸ ἔθος αὐτῶν, τῶν Μεγαρέων, τὸ γράφειν ἐν στήλαις | ||
τὰ τῶν νικώντων ὀνόματα. | 232 in vol. 1 | |||
O 7159a | BCDEQ | ψᾶφος ἔχει λόγον: κατὰ τὰ Μέγαρα ἔθος ἐστὶ τῶν νικηφόρων τὰ ὀνόματα λίθοις ἐγκολάπτεσθαι. φη‐ σὶν οὖν ὅτι καὶ ἐν τοῖς Μεγάροις ἡ λιθίνη ψῆφος οὐχ ἑτέρου τινὸς οὕτως ἐγκεκολαμμένον φέρει τὸ ὄνομα ὡς τὸ | ||
5 | τοῦ Διαγόρα. | |||
O 7159b | BCDQ | τὸ σημεῖον ὅτι ψῆφον λιθίνην λέγει τὴν στήλην διὰ τὸ περιέχειν τὰ ψηφίσματα. | ||
O 7159c | BDEQ | ὦ Ζεῦ, νώτοισιν Ἀταβυρίου: ὁ νοῦς οὕτως ἔχει· ἀλλ’ ὦ Ζεῦ πάτερ τοῦ Ἀταβυρίου ὄρους βασιλεύων, ἐν τιμῇ ἔχε τὸν ὕμνον τὸν εἰς τὸν Ὀλυμπιονίκην καὶ τὸν ἄνδρα τὸν εὑρόντα καὶ τὸν κτησάμενον τὴν ἀρετὴν διὰ τῆς | ||
5 | ἐν πυγμῇ νίκης. | |||
O 7159d | B(C)EQ | ἄλλως· νώτοισιν Ἀταβυρίου: ἐπάνω γὰρ τοῦ ὄρους ἵδρυται ὁ Ζεύς. | ||
O 7159e | BDEQ | νώτοισι δὲ ἀντὶ τοῦ νώτων. | ||
O 7159f | BCEQ | εἰσὶ δὲ χαλκαῖ βόες ἐν αὐτῷ, αἵτινες ὅταν μέλλῃ ἄτοπόν τι γενέσθαι, μυκῶνται. | ||
O 7159g | BCDEQ | ἔστι δὲ καὶ ἐν Σικελίᾳ ὄρος Ἀταβύριον, ὥς φησι Τίμαιος. | ||
O 7160a | Ἀταβυρίου: ὄρος Ῥόδου. | |||
O 7160b | A | νώτοις δὲ ἀλ‐ λάξας πτῶσιν ἀντὶ τοῦ νώτων. τὸ πλάτος δὲ λέγει, ἀπὸ τοῦ σώματος, ὡς πόδας Ἴδης (Hom. Β 824) καὶ κεφαλὴ ὄρους. | ||
O 7160c | Δίδυμος δέ φησιν ἐν Σικελίᾳ εἶναι ὄρος Ἀτα‐ βύριον, ὡς Τίμαιός φησι· καλεῖται δὲ καὶ ὁ Ἀταβύριος. εἰσὶ δὲ καὶ βόες χαλκοῖ ἐπὶ τῷ ὄρει τῆς Ῥόδου, οἳ ὅταν μέλλῃ τι τῇ πόλει γίνεσθαι κακὸν μυκῶνται. | |||
O 7161a | A | τίμα μὲν ὕμνου: περιφραστικῶς τὸν ὕμνον τὸν Ὀλυμπιόνικον. ἢ τὸν Διαγόραν· οὗτος γὰρ νόμος ἐγέ‐ νετο νικήσας τοῦ ὕμνου. βέλτιον δὲ τὸ πρότερον· ἐπιφέρει | ||
γάρ· ἄνδρα τε πὺξ ἀρετὰν εὑρόντα. | 233 in vol. 1 | |||
O 7161b | Bgl | (ὕμνου τεθμόν:) περιφραστικῶς τὸν ὕμνον. | ||
O 7161c | τὸ σημεῖον ὅτι τὴν θέσιν δηλοῖ. | |||
O 7163a | Bgl | (ἄνδρα τε:) ἀπὸ κοινοῦ τὸ τίμα. | ||
O 7163b | A | πὺξ ἀρετάν: τὸν τὴν ἀρετὴν εὑρόντα κατὰ τὴν πυκτικήν. Ὅμηρος (Ψ 634)· πὺξ μὲν ἐνίκησα, ἀντὶ τοῦ πυγμῇ. | ||
O 7163c | τὸν διὰ πυγμῆς ἀρετὴν εὑρόντα. | |||
O 7164 | BEQ | δίδοι τέ οἱ αἰδοίαν χάριν: ὁ νοῦς· δίδου τε αὐτῷ αἰδοίαν χάριν καὶ παρὰ τῶν πολιτῶν καὶ παρὰ τῶν ξένων, ἐπειδὴ τὴν ἐχθρὰν τῆς ὕβρεως ὁδὸν βαδίζει, ἀντὶ τοῦ ἐπεὶ πάντας δι’ αἰδοῦς ἔχει καὶ τιμῆς. | ||
O 7166 | Bgl | (ὕβριος ἐχθρὰν ὁδόν:) τὴν δικαιοσύνην λέγει. | ||
O 7168a | A | σάφα δαείς: σαφῶς μεμαθηκὼς ἃ οἱ πατέρες αὐτῷ ἐχρησμῴδησαν καὶ ὑπέθεντο. | ||
O 7168b | BCDEQ | σάφα δαείς: ταῦτα λοιπὸν ὡς πρὸς ἑαυτόν φησιν ὁ ποιητής· σαφῶς γνοὺς ἅτινα αὐτῷ αἱ τῶν ἀγαθῶν αὐτοῦ πατέρων ὀρθαὶ φρένες ἐξέχραον, οἱονεὶ ἐχρησμῴδουν καὶ παρῄνουν. ὡς περὶ εὐσεβῶν δὲ λίαν ὑπαινίττεται. | ||
O 7168c | ABgl | ἅ τέ οἱ πατέρων: τοῦτο παρὰ τὸ Ὁμηρικὸν εἴρηται (Ζ 209)· μηδὲ γένος πατέρων αἰσχυνέμεν. | ||
O 7168d | A | τουτέστι μὴ ἀπόκρυπτε τοὺς προγόνους, ὦ θυμὲ, ἀλλὰ ὕμνει. ἑαυτῷ δὲ ὁ Πίνδαρος παρακελεύεται. | ||
O 7170a | Bgl | (ἔχραον:) ἐπῆλθον | ||
O 7170b | A | μὴ κρύπτε κοινόν: κοινὸν λέγει τὸ ἔνδοξον· κοινὰ γὰρ τὰ ἔνδοξα, ἐξ ὧν πάντες μεταλαμβάνουσιν. | ||
O 7170c | BCDEQ | μὴ κρύπτε κοινόν: μὴ ἀπόκρυπτε τὸ κοινὸν καὶ διάδηλον τοῖς πολλοῖς τοῦ Καλλιάνακτος γένος (πρό‐ γονος γὰρ τοῦ νικηφόρου οὗτος ἔνδοξος), ἀλλὰ ὕμνει. | ||
O 7170d | κοινὸν σπέρμα λέγει τὸ ἔνδοξον· κοινὰ γὰρ τὰ τοι‐ αῦτα ἐξ οὗ πάντως ἔχει. | |||
O 7170e | τὸ συγγενικόν. | |||
O 7172a | A | Ἐραστεϊδῶν: ὁ νοῦς· σὺν ταῖς τῶν Ἐραστι‐ δῶν χάρισι καὶ ἡδοναῖς ἡ πόλις κοινωνεῖ. ὁ δὲ καί σύν‐ δεσμος περιττεύει. | 234 in vol. 1 | |
O 7172b | BCDEQ | Ἐραστεϊδᾶν: Ἐραστείδης πρόγονος τοῦ Δια‐ γόρου, ἀφ’ οὗ καὶ φυλὴ ὁμώνυμος ἐν Ῥόδῳ. φησὶν οὖν ὅτι σὺν ταῖς τῶν Ἐραστειδῶν χάρισι καὶ ἡδοναῖς (τῶν προ‐ γόνων δὲ αὐτοῦ λέγει) ....· ἐπεὶ καὶ πᾶσα ἡ Ῥόδος πλεί‐ | ||
5 | στας εὐτυχίας ἐκ τῆς τούτου νίκης ἔχει. | |||
O 7172c | A | σὺν χαρίτεσσι: ἐκ τῶν χαρίτων τῶν Ἐραστι‐ δῶν ἢ σὺν ταῖς τῶν Ἐραστιδῶν χάρισι κῦδος ἔχει ἡ πόλις καὶ θαλίας. ὥστε τὸν μὲν Καλλιάνακτα πρόγονον εἶναι, Ἐραστίδας δὲ τὴν φατρίαν ἀπό τινος Ἐράστου καλεῖσθαι | ||
5 | ἢ Ἐραστέος, ἀπὸ τοῦ Ἐραστεύς. | |||
O 7172d | φυλὴ δέ ἐστι τῶν Ἐραστιδῶν ἐν Ῥόδῳ, ἀφ’ ἧς ἦν Διαγόρας. | |||
O 7173a | A | ἐν δὲ μιᾷ μοίρᾳ χρόνου: ἐκ τούτου ἐμφαίνει ὅτι ἄνωθεν αὐτῷ περὶ τὸν οἶκον συμφορὰν συνέβη γενέσθαι, νῦν δὲ ἑτέρως αὐτοῖς πνέει τὰ πράγματα. παραμυθεῖται οὖν αὐτόν. | ||
O 7173b | BCDEQ | ἐν δὲ μοίρᾳ μιᾷ χρόνου: ἐν τῷ βραχεῖ δὲ χρόνῳ τὰ πράγματα ἄλλοτε ἄλλως διατίθεται. εἶπε δὲ ἀλλη‐ γορικῶς, ὡς πρὸ ὀλίγου τινὸς λυπηροῦ αὐτῷ συμβάντος, καὶ ὅτι λοιπὸν ὀφείλει, ἑτέρας αὔρας τὸ δὴ λεγόμενον πνευ‐ | ||
5 | σάσης, τέρπεσθαι καὶ ἐν εὐτυχίᾳ πάσῃ καὶ χαρᾷ διαζῆν. | |||
O 7175 | Bgl | (διαιθύσσουσιν:) ὁρμῶσιν. | ||
D | τέλος Διαγόρου πύκτου. | |||
Q | ὕμνου τέρμα Διαγόρα τοῦ πύκτου. | |||
P | τέλος Διαγόρα Ῥοδίου πύκτου. | 235 in vol. 1 | ||
O 8metr(t) | Scholia in Olympionicarum carmen VIII | |||
1 | A | Ἀλκιμέδοντι παλαιστῇ καὶ Τιμοσθένει παλαιστῇ, καὶ Με‐ λησίᾳ παγκρατιστῇ Νέμεα, Αἰγινήταις νικήσασιν 〈πʹ〉 Ὀλυμπιάδα. | ||
BDEPQ | Ἀλκιμέδοντι παιδὶ παλαιστῇ, καὶ Τιμοσθένει παλαιστῇ | |||
5 | Νέμεα. Μελησίᾳ ἀλείπτῃ. | |||
C | Ἀλκιμέδοντι παιδὶ παλαιστῇ καὶ Τιμοσθένει καὶ Με‐ λησίᾳ παγκρατιστῇ. | |||
DEQ | Τοῦ ηʹ εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων θʹ. τὸ αʹ τροχαϊκὸν ἐπίτριτον, ἢ ἐπιχοριαμβικόν. τὸ βʹ ἰωνι‐ | |||
10 | κὸν ἀπ’ ἐλάσσονος, τρίτου παίωνος ἀντὶ ἰωνικοῦ. τὸ γʹ ἰαμβέλεγος πλεονάζων συλλαβῇ. τὸ δʹ ἐπιχοριαμβικὸν Πιν‐ δαρικὸν, ἢ ἰαμβέλεγος. τὸ εʹ προσοδιακὸν δίμετρον ὑπερ‐ κατάληκτον. τὸ ϛʹ προσοδιακὸν τρίμετρον καταληκτικὸν τοῦ ἰωνικοῦ μέσου ὄντος. τὸ ζʹ δακτυλικὸν πενθημι‐ | |||
15 | μερές. τὸ ηʹ ἰωνικὸν δίμετρον καταληκτικόν. τὸ θʹ Εὐ‐ ριπίδειον. ἡ δὲ ἐπῳδὸς κώλων ιαʹ. τὸ αʹ προσοδιακὸν τρίμετρον ἀκατάληκτον. τὸ βʹ δακτυλικὸν τρίμετρον ἀκατάληκτον. τὸ γʹ χοριαμβικὸν δίμετρον καταληκτικόν. τὸ δʹ ἐγκωμιο‐ | |||
20 | λογικὸν παρὰ τὴν τελευταίαν συλλαβήν. τὸ εʹ δακτυλικὸν τρίμετρον τελικὸν, ἢ προσοδιακόν. τὸ ϛʹ ὅμοιον τῷ αὐτῷ. τὸ ζʹ ὅμοιον τῷ αὐτῷ. τὸ ηʹ δακτυλικὸν πενθημι‐ μερές. τὸ θʹ προσοδιακὸν τρίμετρον ἀκατάληκτον· ὁ πρῶ‐ | |||
τος ἰωνικὸς ἀπ’ ἀδιαφόρου, ὁ δεύτερος χορίαμβος. τὸ ιʹ | 236 in vol. 1 | |||
25 | ἰωνικὸν ἀπ’ ἐλάσσονος, 〈ἐκ〉 τροχαϊκῆς συζυγίας πρώτης καὶ τρίτου παίωνος κατὰ τὸ ἔθος τῶν ἰωνικῶν, τρίμετρον βραχυ‐ κατάληκτον. τὸ ιαʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. | |||
O 8inscr a | BCDEQ | Γέγραπται ὁ ἐπινίκιος προηγουμένως τῷ Ἀλ‐ κιμέδοντι παιδὶ παλαιστῇ νικήσαντι τὴν ὀγδοηκοστὴν Ὀλυμ‐ πιάδα· μέμνηται δὲ ὁ Πίνδαρος καὶ τοῦ ἀδελφοῦ αὐτοῦ Τιμοσθένους Νέμεα νικήσαντος καὶ τοῦ ἀλείπτου αὐτοῦ | ||
5 | Μελησίου, ὥς τινες παγκρατιαστοῦ. τοῖς γὰρ τρισί, φησιν ὁ Δίδυμος, μίαν ᾠδὴν γέγραφε. | |||
O 8inscr b | ζητοῦσι δέ τινες διατί ἐν τῷ ἑνὶ τούτῳ ἐπινικίῳ τοὺς τρεῖς ἐνεκωμίασε; καὶ οἱ μέν φασι, διὰ τὸ μὴ καθ’ ἕκαστον ἀξιολόγους ἀφορμὰς εὑρηκέναι· οἱ δὲ, ὅτι ἐκ τῆς πόλεως ἦσαν τῆς αὐτῆς οἱ | |||
5 | τρεῖς. | |||
O 81a | A | Ὁ Πίνδαρος πρὸς αὐτὴν τὴν Ὀλυμπίαν ποιεῖται τὸν λόγον, ὅ ἐστι πρὸς τὴν Πίσαν τὸν τόπον διαλέγεται· καὶ μητέρα αὐτὴν καλεῖ τῆς ἀληθείας, ἐπειδὴ μετὰ πάσης ἀληθείας ἐκρίνοντο οἱ ἀγωνιζόμενοι. | ||
O 81b | ABCDEQ | Μᾶτερ ὦ χρυσοστεφάνων: μητέρα τῶν ἀγώ‐ νων τὴν Ὀλυμπίαν, οἷον μητρόπολιν, διὰ τὸ ἐπιφανέστατον εἶναι τὸν Ὀλυμπιακὸν ἀγῶνα. | ||
O 81c | ABCDEQ | χρυσοστεφάνων: ἀντὶ τοῦ καλλιστεφάνων. Ὅμηρος (Ι 389)· οὐδ’ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι. | ||
O 81d | ἢ ὅτι ἀληθῶς ἡ διδομένη τοῖς νικῶσιν ἐλαία καλλι‐ στέφανος καλεῖται. | 237 in vol. 1 | ||
O 81e | BCDEQ | δέσποινα δὲ ἀληθείας διὰ τὸ αὐτόθι τὸ τῶν Ἰαμιδῶν μαντεῖον ὑπάρχειν. | ||
O 81f | BCDEQ | μᾶτερ ὦ χρυσοστεφάνων: ἡ τῆς ἀρχῆς ἐξήγησις οὕτως ἔχει· ὦ Ὀλυμπία μῆτερ τῶν χρυσοστεφάνων ἄθλων. | ||
O 81g | BCEQ | μῆτερ δὲ, ἐπεὶ δοκεῖ ὁ Ὀλυμπιακὸς ἀγὼν πρωτεύειν τῇ δόξῃ παρὰ τοὺς ἄλλους. | ||
O 81h | BCDEQ | ὡς οὖν λέγομεν μητρό‐ πολιν τὴν πρώτην καὶ ἐνδοξοτέραν πόλιν, οὕτω καὶ ἐν‐ ταῦθα μητέρα ἄθλων. | ||
O 83a | BEQ | δέσποιν’ ἀλαθείας: ὦ δέσποινα τῆς ἀληθείας· ἐπειδὴ τὸ μαντεῖόν ἐστιν ἐκεῖ τὸ τῶν Ἰαμιδῶν. | ||
O 83b | A | ἵνα μάντιες ἄνδρες: διὰ τὸ τῶν Ἰαμιδῶν μαν‐ τεῖον. | ||
O 83c | τὸ ἑξῆς· ὅπου μάντιες ἄνδρες τοῖς διὰ τοῦ πυρὸς ἱεροῖς σημειούμενοι διαπειρῶνται τοῦ Διός. | |||
O 83d | ἀντὶ τοῦ ἀποπειρῶνται. | |||
O 83e | BCEQ | ἵνα μάντιες ἄνδρες: ἔνθα, λέγει δὲ ἐν τῇ Ὀλυμ‐ πίᾳ, οἱ μάντιες ἄνδρες διὰ τῶν ἐμπύρων θυσιῶν ἀποπει‐ ρῶνταί, φησι, τοῦ Διὸς περὶ τῶν ἀνθρώπων, εἴ τινα λό‐ | ||
γον αὐτῶν ἔχει καὶ φροντίδα. | BEQ | |||
O 84a | A | ἐμπύροις τεκμαιρόμενοι: ἀντὶ τοῦ ἐμπείρων, φησὶ, γινώσκουσι, τίνα ὁ Ζεὺς ἐκ .... τῶν ἀνθρώπων τῶν τὴν ἀρετὴν φιλούντων· τὴν δὲ ἀρετὴν καὶ παραμυθίαν τῶν πόνων ζητοῦσιν, οἱ μὲν ἀγαθῶν, οἱ δὲ τῶν κακῶν ἀνα‐ | ||
5 | βολήν. | |||
O 84b | A | παραπειρῶνται: ἡ παρά περισσή· ἔστι γὰρ πει‐ ρῶνται. | ||
O 84c | ἢ ἡ παρά ἀντὶ τῆς ἀπό· ἔστι γὰρ 〈ἀπο‐〉 | |||
πειράζουσιν. | 238 in vol. 1 | |||
O 84d | BCDEQ | ἀποπειρῶνται οἱ μάντεις καὶ ἐπιζητοῦσι μαθεῖν διὰ τῶν ἐμπύρων τεκμαιρόμενοι καὶ εὑρίσκοντες τὰ σημεῖα. περὶ ποίων δὲ ἀνθρώπων ἀποπειρῶνται; περὶ τῶν ζητούν‐ των καὶ ἐπιθυμούντων μεγάλην ἀρετὴν κτήσασθαι ἐκ τῆς | ||
5 | νίκης καὶ σπουδαζόντων ἀναπνοὴν λαβεῖν ἐκ τῶν κατεχόν‐ των μόχθων. 10hQ | |||
O 85a | A | Διὸς ἀργικεραύνου: ἤτοι παρὰ Διός· ἐνταῦθα ἡ παρά συναπτέον· ὥστε εἶναι· παρὰ Διὸς ἀργικεραύνου πειρῶνται μεγάλαν ἀρετὰν θυμῷ λαβεῖν μαιόμενοι. ὁ δὲ λόγος· εἰ φροντίζει τῶν ἀνθρώπων ὃ ἡμεῖς λέγομεν ἀπο‐ | ||
5 | πειρῶνται. | |||
O 85b | ὁ δὲ Ἀρίσταρχος οὕτως· ἀποπειρῶνται εἰ ἀντιποιεῖται περὶ ἀνθρώπων καὶ ἔχει λόγον τῶν ζητούντων ἀρετὴν κτήσασθαι. | |||
O 810a | A | ἄνεται δὲ πρὸς χάριν· τουτέστιν οἱ εὐσεβεῖς ἀνύουσί 〈τι〉 ταῖς πρὸς θεοὺς λιταῖς, οἱ δὲ ἀσεβεῖς οὐδα‐ μῶς. | ||
O 810b | ἢ οὕτως· τελευτᾷ δὲ πρὸς χάριν εὐσεβείας τὸ μαντεῖον. | |||
O 810c | ἢ οὕτως· ἀνύεται τὰ μαντεῖα ταῖς τῶν ἀν‐ δρῶν λιταῖς. | |||
O 810d | βέλτιον δέ· τελειοῦται τὰ μαντεῖα πρὸς τὸ κεχαρισμένον ἕνεκα τῆς εὐσεβείας· οἷον οἱ εὐσεβεῖς ἀνύ‐ ουσι ταῖς πρὸς θεοὺς λιταῖς καὶ λαμβάνουσι κεχαρισμένους χρησμοὺς, οἱ δὲ ἀσεβεῖς οὔ. | |||
O 810e | Ἀσκληπιάδης δὲ χωρὶς τοῦ ς γράφει λιταί· δεήσει δὲ καὶ αὐτὸν λαμβάνειν τὸ ἄνε‐ ται ἀντὶ πληθυντικοῦ τοῦ ἄνονται, ἵνα ᾖ· τελειοῦνται δὲ αἱ λιταὶ πρὸς τὴν χάριν τῆς εὐσεβείας. | |||
O 810f | BCEQ | ἄνεται δὲ πρὸς χάριν: ἀνύεται δὲ τὸ τοιοῦτον· τὸ ποῖον; τὸ φανερωθῆναι τὴν τοῦ Διὸς βουλήν. ἀνύεται 〈δὲ〉 εἰς χάριν τῶν εὐσεβῶς καὶ ὁσίως εὐχομένων καὶ λιτανευόντων, ὅπερ ἐστὶ τῶν μάντεων καὶ ἱερέων. ἐπαινεῖ | ||
5 | BEQ | οὖν ἴσως τοὺς Ἰαμίδας ὡς εὐσεβεῖς· δύναται δὲ καὶ ἐπ’ αὐτῶν τούτων νοεῖσθαι τὸ εὐσεβείας. | 239 in vol. 1 | |
O 810g | πρόσκειται δὲ τὸ σημεῖον ὅτι τὸ σημαινόμενόν ἐστι τοιοῦτον· ἐπιτελεῖται δὲ χάριν τῆς εὐσεβείας, ἢ διὰ τὴν εὐσέβειαν. 12Q | |||
O 810h | BCDEQ | ἄλλως· ἄνεται δὲ πρὸς χάριν: τουτέστιν οἱ εὐσεβεῖς ἀνύουσί τι ταῖς πρὸς τοὺς θεοὺς λιταῖς, οἱ δὲ ἀσεβεῖς οὔ. | ||
O 810i | γράφει δὲ [κατ’ ἐνίους] ὁ Ἀσκληπιάδης ἄνευ τοῦ ς λιταί, καὶ οὕτω καθίστησι τὸν λόγον· πρὸς δὲ τὸ κεχαρισ‐ μένον τῇ εὐσεβείᾳ τῶν ἀνδρῶν ἀνύονται λιταί· ὡς ἂν αὐ‐ τῇ τῇ τῶν ἀνδρῶν εὐσεβείᾳ κεχαρισμένου τοῦ λιτανεύειν | |||
5 | ὄντος. | |||
O 810k | BCEQ | ἄλλως· τελειοῦται ἡ μαντεία πρὸς τὸ κεχαρισ‐ μένον ἕνεκα τῆς εὐσεβείας ταῖς τῶν ἀνδρῶν λιταῖς. | ||
O 810l | BCDEQ | ἢ οὕτω· τελειοῦνται δὲ τὰ μαντεῖα ταῖς τῶν ἀνδρῶν εὐσεβείαις, ὅτι πείθοντες λιταῖς τοὺς θεοὺς λαμβάνουσι χρησμούς. τοῦτο δὲ λέγει, ἐπεὶ οὐ παντὶ ἀνθρώπῳ μαν‐ τεύεται τὸ θεῖον, ἀλλὰ τοῖς εὐσεβέσιν. 10fQ | ||
O 812a | A | ἀλλ’ ὦ Πίσας: πρὸς αὐτὸ τὸ τῆς Πίσης ἄλσος διαλέγεται· ἢ πρὸς τὸ Πάνθειον, ὅπου αἱ ἐλαῖαι φύονται· ἢ πρὸς τὸν τόπον ὅπου οἱ ἀνδριάντες τῶν νικησάντων ἀνάκεινται. | ||
O 812b | BCDEQ | ἀλλ’ ὦ Πίσας εὔδενδρον: ἤτοι λείπει τὸ ἔχων ἢ φιλῶν, τὸ τῆς Πίσης ἄλσος, ἵν’ ᾖ πρὸς τὸν Δία λέ‐ γων· ἢ πρὸς αὐτὸ τὸ ἄλσος τῆς Ὀλυμπίας λέγει, ὅπερ ἀνάκειται τῷ Διὶ τῷ τῆς Πίσης. | ||
O 812c | BCEQ | τὸ εὔδενδρον ἄλσος τὸ ὂν ἐπὶ τῷ Ἀλφειῷ. | ||
O 812d | CDEQ | ὁ δὲ τρόπος περίφρασις. | ||
O 812e | BCDEQ | τοῦτον τὸν κῶμον καὶ τὸν ὕμνον καὶ τὴν ἐκ τῆς στε‐ | ||
φανηφορίας πρόσδεξαι νίκην. | 240 in vol. 1 | |||
O 812f | Bgl | (ἄλσος:) λείπει τὸ ἔχων. | ||
O 814a | A | μέγα τοι κλέος: ᾧτινι ἂν τὸ σὸν γέρας παρα‐ κολουθήσῃ, μέγα κλέος αὐτῷ ἐστιν. | ||
O 814b | BDEQ | μέγα τοι κλέος: μεγίστη γὰρ ἐκείνῳ δόξα, ᾧ ἂν τὸ σὸν κλέος ἐπακολουθήσῃ τὸ ἡδὺ καὶ τερπνόν· ἀγλαΐα γὰρ ἡ τέρψις. | ||
O 816 | ABCDEQ | ἄλλα δ’ ἐπ’ ἄλλον ἔβαν: οὐ πάντες τὰ αὐτὰ ἔχουσιν ἀγαθὰ, ἀλλὰ ἄλλος ἄλλα. λέγει ὅτι αὐτὸς ὁ Ἀλκι‐ μέδων Ὀλύμπια νενίκηκεν, ὁ δὲ ἀδελφὸς Τιμοσθένης Νέμεα· διὸ οὐ πάντες πάντων κοινωνοῦσι τῶν ἀγαθῶν. | ||
5 | ABCEQ | Ὅμηρος (Δ 320)· ἀλλ’ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν. | ||
O 818 | HQ | σὺν θεοῖς: ἀντὶ τοῦ, τῶν θεῶν βουλομένων πολ‐ λαὶ ὁδοὶ γίνονται εἰς τὸ εὖ πράσσειν. | ||
O 819a | B(C)DEQ | ὔμμε δὲ κλάρωσεν: ὑμᾶς μέντοι, ὦ Τιμό‐ σθενες, ἐκλήρωσε καὶ προσῳκείωσεν ἡ μοῖρα καὶ τὸ δαι‐ μόνιον τῷ Διὶ τῷ γενεθλίῳ· γενεθλίῳ δὲ τῷ τῆς γεννήσεως αἰτίῳ. τοῦτο δὲ εἶπεν ἐπειδὴ νεώτεροι ἐνίκησαν. | ||
O 819b | A | ἐκλάρωσεν: ὁ μοιρίδιος ὑμῶν πότμος καὶ ἡ τύχη ἀπεκλήρωσεν ὑμᾶς κατὰ τὴν γένεσιν τῷ Διὶ, σέ τε, ὦ Τιμόσθενες, καὶ τὸν ἀδελφὸν Ἀλκιμέδοντα. | ||
O 821a | A | ἐν Νεμέᾳ: ὅτι Νέμεα νενίκηκεν· Ἀλκιμέδων δὲ Ὀλύμπια· ἀμφότερα δὲ Διὶ ἀνάκεινται. | ||
O 821b | BCDEQ | ἐν Νεμέᾳ πρόφαντον: ἐπιφανῆ καὶ ἐπίσημον ἐποίησεν. | ||
O 821c | ἀμφοτέρους δὲ τοὺς ἀγῶνας τούτους ἀνάπτει | |||
BCEQ | τῷ Διὶ, παρόσον καὶ ἡ Ὀλυμπία καὶ ἡ Νεμέα Διός. καὶ ὁ Καλλίμαχός φησι (fr. 193)· | |||
Ζηνί τε καὶ Νεμέῃ τι χαρίσιον ἕδνον ὀφείλω. | 241 in vol. 1 | |||
O 821d | BDEQ | πρόφαντον· Ἀλκιμέδοντα δέ: σὲ μὲν ἐπι‐ φανῆ καὶ ἔνδοξον ὁ Ζεὺς ἐν τῇ Νεμέᾳ πεποίηκε, τὸν δὲ Ἀλκιμέδοντα Ὀλυμπιονίκην ἐν τῷ Κρονίῳ λόφῳ. | ||
O 822 | A | Κρόνου λόφῳ: τῇ Ἤλιδι. οἱ δὲ ὅτι ὑπὸ τὸ ὄρος ἐκεῖνο Κρόνος ἵδρυται. | ||
O 824a | BCDEQ | ἦν δ’ ἐσορᾶν καλός: καλὸς μὲν ἦν καὶ ὀφθῆ‐ ναι ὁ Ἀλκιμέδων, οὐ κατῄσχυνε δὲ τὸ εἶδος τοῖς ἔργοις. ἀνεκήρυξε γὰρ τὴν Αἴγιναν τὴν ναυτικὴν κρατήσας καὶ νικήσας πάλῃ. | ||
O 825a | A | οὐ κατὰ εἶδος ἐλέγχων: τῷ τῆς πάλης. | ||
O 825b | [ἄλλως·] τὴν εὐμορφίαν, τὸ εἶδος, οὐ κατελέγχων. ὁ δὲ Ὅμηρος (ρ 454) ἐκ τοῦ ἐναντίου· οὐκ ἄρα σοί γε φρένες ἦσαν καὶ εἶδος. | |||
O 826a | ἐξένεπε: ἀνακηρυχθῆναι ἐποίησεν. | |||
O 826b | A | [καὶ] ἀνεκήρυξεν ἑαυτὸν Αἰγινήτην τῇ πάλῃ [καὶ] κρατήσας καὶ νικήσας. | ||
O 826c | δολιχήρετμον δὲ τὴν Αἴγιναν, ὅτι ναυτι‐ κοὶ οἱ Αἰγινῆται· ὡς καὶ ἐν τῷ Περσικῷ πολέμῳ δεύτεροι Ἀθηναίων εὑρέθησαν. | |||
O 826d | ἐξένεπε κρατέων: ἐξηγόρευσεν. | |||
O 826e | BCDEQ | ἀνεκήρυξε τὴν ναυτικὴν Αἴγιναν. Ἡσίοδος (fr. 100, 6)· οἳ δή τοι πρῶτον τεῦξαν νέας ἀμφιελίσσας, πρῶτοι δ’ ἱστία θέσαν νεὼς πτερὰ ποντοπόροιο. | ||
O 828a | A | ἔνθα σώτειρα: ἐν τῇ Αἰγίνῃ ἀσκεῖται ἡ Θέμις ἡ τοῦ ξενίου Διὸς πάρεδρος. | 242 in vol. 1 | |
O 828b | τουτέστι φιλόξενοί εἰσιν, ἴσως διὰ τὸ ἐμπορεῖον εἶναι τὴν Αἴγιναν. | |||
O 828c | BCDEQ | ἔνθα σώτειρα Διὸς ξενίου πάρεδρος ἀσκεῖ‐ ται Θέμις: ἐν ᾗ Αἰγίνῃ ἡ Θέμις ἡ τοῦ Διὸς πάρεδρος ἀσκεῖται καὶ θρησκεύεται. ἐπαινεῖ δὲ αὐτοὺς ὡς φιλοξέ‐ νους, διὰ τὸ παρὰ τῷ πλῷ κεῖσθαι καὶ πολλοὺς ὑπο‐ | ||
5 | δέχεσθαι. διὰ τοῦτο εἶπεν ἔξοχ’ ἀνθρώπων, ἵνα ἐξόχως καὶ ὑπὲρ πάντας ἀνθρώπους εἴπῃ τὴν Θέμιν ἀσκεῖσθαι ἕνεκα φιλοξενίας παρ’ Αἰγινήταις· ἐπειδὴ τὸ κεκριμένον τῆς πρὸς ἕκαστον ἀξίας αὐτοῖς προσμαρτυρεῖ. τοῦτο γὰρ μάλιστα ἀξιώ‐ ματος ἄξιον, τὸ τῶν πλησιαζόντων ἑκάστῳ τὴν πρέπουσαν | BCEQ | ||
10 | καὶ πρόσφορον ἑκάστῳ ἀποδοῦναι τιμήν. διὰ τοῦτο οὖν φησι τιμᾶσθαι ἐξόχως τὴν τοῦ Διὸς ξενίου Θέμιν. ἐπειδὴ ἔνθα ἂν ᾖ πολύ τι καλὸν, ὡς καὶ ἐν Αἰγίνῃ τὸ τῆς φιλο‐ ξενίας, καὶ ἐπὶ πλεῖστον ἀνθρώπων χρόνον ἢ πλῆθος ἀν‐ θρώπων ἔχοι τὴν ῥοπὴν παραγινόμενον, τοῦτο διακρῖναι | |||
15 | καὶ δοκιμάσαι ὀρθῷ λογισμῷ καὶ προσήκοντι, ἵνα ἑκάστῳ τὸ πρέπον παράσχῃ καὶ κατὰ καιρὸν, δύσκολόν ἐστι καὶ δυσανταγώνιστον· ὅπερ Αἰγινῆται ὑπὲρ πάντας κατώρθωσαν. | |||
O 829a | BCDEQ | πάρεδρος ἀσκεῖται Θέμις: Ἀσκληπιάδης ἀντὶ τοῦ τιμᾶται πρὸς τοῦ ξενίου Διός. | ||
O 829b | τουτέστι φιλόξενοί | |||
BCEQ | εἰσιν. ἴσως διὰ τὸ ἐμπορεῖον εἶναι τὴν Αἴγιναν· ὅθεν τὸν ἐπὶ μεταβολῇ φόρτον Αἰγινητικὸν ἔλεγον καὶ τοὺς παντο‐ | |||
πώλας Αἰγινοπώλας. | 243 in vol. 1 | |||
O 830a | BCDEQ | ἔξοχ’ ἀνθρώπων: ἵνα βεβαιώσῃ τὸ ἐξόχως, ἐπά‐ | ||
γει· ἔνθα γάρ τι πολύ ἐστι καὶ ῥοπὴν ἔχει μεγάλην, ὡς καὶ ἐν Αἰγίνῃ τὸ τῆς φιλοξενίας, τοῦτο ὀρθῇ διανοίᾳ καὶ ἀσφαλεῖ κεκριμένως εἰπεῖν μὴ ἔξω τοῦ προσήκοντος, ἀλλ’ | BCEQ | |||
5 | εὐκαίρως, δύσκολόν ἐστι καὶ δυσπαλές. 33dBCDEQ | |||
O 830b | A | ἔξοχ’ ἀνθρώπων: ὅπου γὰρ ἂν ᾖ πολὺ καὶ πολλαχοῦ ῥέπειν δυνάμενον, δυσχερές ἐστι κατὰ τρόπον προ‐ νοῆσαι. τοῦτο δέ φησιν, ὅτι φιλόξενοι ὄντες μετὰ κρίσεως παραδέχονται τοὺς ἀφικνουμένους. | ||
O 830c | ἄλλως· γνωμικόν ἐστι τὸ λεγόμενον, τείνει δὲ εἰς τὸν περὶ φιλοξενίας τῶν Αἰγινητῶν λόγον. σημαίνει δὲ τοῦτο· ἐὰν γὰρ ᾖ πολλὰ καὶ πολλαχῇ ῥέπειν δυνάμενον, περὶ τοῦ τοιούτου προνοῆσαι | |||
5 | κατὰ τρόπον καὶ οἰκονομῆσαι καὶ κατορθῶσαι δυσχερὲς τοῖς πολλοῖς. οὔκ εἰσιν οὖν ἄξενοι οἱ Αἰγινῆται, οὐδὲ μὴν ἄνδρα ἀκρίτως παραδέχονται, ὡς ἡ Πηνελόπη (υ 132)· ἐκπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων χείρονα, τὸν δέ τ’ ἀρείον’ ἀτιμήσας’ ἀποπέμπει. | |||
O 830d | δύναται τὸ πολὺ καὶ πολλᾷ ῥέπον κατὰ τοῦ ὄχλου τί‐ θεσθαι· ἐν ᾗ πόλει ἐστὶν ὄχλος, ἐν ταύτῃ τὸν κατοικοῦντα τῶν συμφερόντων τι νοῆσαι χαλεπόν ἐστιν· [ἀπὸ] ἀκριβοῦς γὰρ διανοίας ἔργον ἐστὶ τουτέστι τοῦτο. οὕτως ἐπλήθυναν | |||
5 | οἱ Αἰγινῆται ὡς μζʹ μυριάδας οἰκετῶν κτήσασθαι, ὥς φη‐ σιν Ἀριστοτέλης (fr. 472 R.). | |||
O 830e | ἐπαινεῖ δὲ τοὺς Αἰγινήτας ὅτι πάντας δεχόμενοι ἐξαιρέτως τοὺς ἀγαθοὺς ἔχουσιν. | |||
O 830f | A | ὅ,τι γάρ: πολλοὺς ξένους παραγίνεσθαί φησιν εἰς Αἴγιναν καὶ δυσχερὲς ὁμοῦ πολλῶν ὄντων διαγινώσκειν τοὺς | ||
Αἰγινήτας, χρηστὸς τίς ἢ τίς φαῦλος· καὶ ὅμως τοσούτους ὑποδεχόμενοι περὶ τοὺς ἀγαθοὺς μᾶλλον ἐσπουδάκασιν. | 244 in vol. 1 | |||
O 830g | τὸ δὲ πολὺ καὶ πολλᾷ ῥέπον, τὸ γένος τῶν ἀνθρώπων. τὸ δὲ δυσπαλὲς ἀπὸ τῶν δοράτων ἔχει τὴν μεταφορὰν, καὶ τὸ ῥέπειν ἀπὸ τῶν ἱστάντων ἐπὶ ζυγοῦ. ὅταν γὰρ τὸ ἐν | |||
5 | τῷ ζυγῷ ἐλαφρὸν ᾖ, εὐχερὲς τὴν ἰσότητα γνῶναι· ἐὰν δὲ βαρὺ, δυσχερές. | |||
O 830h | ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅτι εἰς ὑπερβολήν εἰσι διακρίνειν τὸ καλὸν καὶ τὸ δυσχερὲς, ὅπερ καὶ παρὰ τοῖς ἄλλοις χαλεπὸν νομίζεται. | |||
O 830i | BCDEQ | ὅ,τι γὰρ πολὺ καὶ πολλᾷ ῥέποι: γνωμικόν ἐστι τὸ λεγόμενον, συντείνει δὲ εἰς τὸ περὶ φιλοξενίας τῶν Αἰγινητῶν. σημαίνει δὲ τοῦτο· ὅπου γὰρ ἂν ᾖ τι πολὺ καὶ πολλαχοῦ ῥέπειν δυνάμενον, περὶ τοῦ τοιούτου προ‐ | ||
5 | νοῆσαι καὶ κατὰ τρόπον οἰκονομῆσαι καὶ κατορθῶσαι δυσ‐ χερὲς τοῖς πολλοῖς γίνεται. | |||
O 830k | BCE | οὐκ εἶναι οὖν φησιν ἀξέ‐ νους τοὺς Αἰγινήτας καθάπαξ, οὐδὲ μὴν ἀκρίτως ὑπο‐ δέχονται τοὺς παραγινομένους οὗτοι πάντας, ὡς ὁ Τηλέμαχός φησιν ἐπὶ τῆς Πηνελόπης (υ 131)· | ||
5 | τοιαύτη γὰρ ἐμὴ μήτηρ, πινυτή περ ἐοῦσα· ἐμπλήγδην ἕτερον γε τιμᾷ. | |||
O 830l | δύναται [οὖν] τὸ πολὺ ἐπὶ τοῦ ὄχλου τίθεσθαι τοῦ ἐν τῇ πόλει, οἷον· ὅπου ἐστὶν ὄχλος, ἐνταῦθα τὸν κατοικοῦντα ὄχλον τῶν συμφερόντων τι νοῆσαι χαλεπόν ἐστιν. ἀκριβοῦς γὰρ διανοίας καὶ ἠρεμούσης καὶ ὀλίγων ἀνδρῶν τὸ ἐπὶ τοι‐ | |||
5 | αύτην ἐνεχθῆναι κρίσιν. πλήθειν γὰρ ἀνδρῶν οὕτω φασὶ τὴν Αἴγιναν ὡς εἶναι ἐν αὐτῇ μζʹ μυριάδας οἰκετῶν. 37BCDE | |||
O 833a | Q | τεθμὸς δὲ νόμος. κρίσις. δόγμα. δόκησις. | ||
O 833b | ἁλιερκέα δὲ χώραν τὴν Αἴγιναν· νῆσος γάρ. 37Q | |||
O 833c | A | τεθμὸς δέ τις ἀθανάτων: ἔτι πρὸς τὰ δεδηλω‐ | ||
μένα τείνει περὶ τῆς εἰς τοὺς ξένους αὐτῶν εὐεργεσίας· φησὶ γὰρ ὅτι νόμος τις καὶ θεῶν θέμις καὶ ταύτην τὴν χώραν παντοδαποῖς ξένοις ἔστησε κίονα θεῖον καὶ ἔρεισμα. | 245 in vol. 1 | |||
O 833d | BCDEQ | τὸ σημεῖον, ὅτι τεθμὸν νῦν τὸ δόγμα καὶ τὴν δόκησιν εἴρηκε. | ||
O 833e | τὸ δὲ σαφὲς οὕτω· θεσμὸς δέ τις καὶ δικαία κρίσις τῶν θεῶν καὶ ταύτην τὴν τῇ θαλάττῃ περι‐ τετειχισμένην Αἴγιναν τοῖς πανταχόθεν ἐπιφοιτῶσι ξένοις βάθρον ὥσπερ καὶ ἔρεισμα θεῖον ἐνομοθέτησεν. 30i | |||
O 837a | A | ὁ δ’ ἐπαντέλλων χρόνος: ὁ δὲ ἐπιὼν χρόνος μὴ κάμοι διαφυλάσσων αὐτοὺς ἐν φιλοξενίᾳ. | ||
O 837b | BCDEQ | ὁ δ’ ἐπαντέλλων χρόνος μὴ κάμοι: μήποτε οὖν ἐν παντὶ τῷ ἐπιόντι χρόνῳ λίποι τὸ τοιοῦτον, μηδὲ κάμοι αὐτὸς ὁ χρόνος τοῦτο πράττων. ἔστι δὲ τοῦτο μέσον παρεμβληθέν· ἐπεὶ ἡ ἀκολουθία· κίονα δαιμονίαν Δωριεῖ | ||
5 | BDEQ | λαῷ, καὶ τὰ ἑξῆς· ἵν’ ᾖ· τὴν Αἴγιναν τὴν χώραν, ἥτις ἐστὶ κίων τῶν ξένων, ἡ κρίσις τῶν θεῶν ὑπέστησεν, ὑπὸ τοῦ Δωριέως λαοῦ βασιλευομένην μετὰ τὸν Αἰακόν. | ||
O 839a | A | Δωριεῖ λαῷ: τοῖς Αἰγινήταις. οἱ γὰρ ἀπὸ Δώ‐ ρου Ἀργεῖοι ᾤκισαν Αἴγιναν, ἡγουμένου αὐτῶν τοῦ στόλου Τριάκοντος. | ||
O 839b | BCDEQ | Δωριεῖ λαῷ: ὅτι 〈οἱ〉 μετὰ τὴν Αἰακοῦ βασι‐ λείαν Δωριεῖς τῆς Αἰγίνης ἐκράτησαν. Αἰακοῦ γὰρ καὶ Ψαμάθης Νηρηίδος Φῶκος ἐγένετο. τοῦτον ὡς νόθον ἀδελφὸν ἀπέκτειναν Πηλεὺς καὶ Τελαμὼν, καὶ φεύγει ὁ μὲν | ||
5 | εἰς τὴν Θεσσαλίαν τὴν καλουμένην Φθίαν, Τελαμὼν δὲ εἰς | |||
τὴν Σαλαμῖνα. καὶ τελευτήσαντος οὖν τοῦ Αἰακοῦ ἔρημος ἡ νῆσος περιελείπετο βασιλέως, ἐν τούτῳ Τριάκων τις Ἀργεῖος συλλέξας πλῆθος Ἀργείων (οἱ δὲ Ἀργεῖοι τοῦ Δωρικοῦ γέ‐ | 246 in vol. 1 | |||
νους) εἰς τὴν Αἴγιναν ἦλθον καὶ κατῴκησαν. καὶ οὕτως | BCEQ | |||
10 | ἔδοξε μετὰ τὸν Αἰακὸν ἀποταμιεύεσθαι τοῖς Δωριεῦσιν ἡ τῆς Αἰγίνης ἀρχή. | |||
O 841a | A | τὸν παῖς ὁ Λατοῦς: ἰδίως φησὶν ὁ Δίδυμος καὶ τούτοις χρήσασθαι τὸν Πίνδαρον· τὸν γὰρ Ποσειδῶνα καὶ Ἀπόλλωνα εἰς τὴν τοῦ τείχους κατασκευήν φησι τὸν Αἰακὸν προσλαβεῖν. καὶ τὸν λόγον ἀποδίδωσί, φησιν, ἵνα | ||
5 | διὰ τούτου τοῦ μέρους 〈τοῦ〉 ὑπὸ Αἰακοῦ οἰκοδομηθέντος ἁλώσιμος γένηται ἡ Ἴλιος. παρ’ οὐδενὶ δὲ πρεσβυτέρῳ Πιν‐ δάρου ἡ ἱστορία· ὁ δὲ Εὐφορίων φησίν (fr. 58 M.)· ἦ γὰρ δὴ Φοῖβός τε Ποσειδάων τ’ ἐκάλεσσαν Αἰακὸν, οὐκ ἀβοήθητα περὶ κρήδεμνα δέμοντες. | |||
O 841b | BCDEQ | τὸν παῖς ὁ Λατοῦς: ὅντινα Αἰακὸν ὁ Ἀπόλ‐ λων καὶ ὁ Ποσειδῶν, μέλλοντες τὸν στέφανον καὶ τὸ τεῖχος τῆς Ἰλίου κατασκευάζειν, συνεργὸν εἵλοντο καὶ συλλήπτορα. τούτους γὰρ κατεδίκασεν ὁ Ζεὺς πρὸς τὴν τειχοποιίαν ὑπηρε‐ | ||
5 | τῆσαι τῷ Λαομέδοντι, ἐπειδὴ ἐπεβούλευσαν αὐτῷ εἰς τὴν βασιλείαν· ἠθέλησαν γὰρ αὐτὸν μεταστῆσαι, ὡς καὶ Ὅμηρος μνημονεύει (Α 399)· ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι, Ἥρη τ’ ἠδὲ Ποσειδάων καὶ Φοῖβος Ἀπόλλων, | |||
10 | οὐχ ὡς ἔνιοι, καὶ Παλλὰς Ἀθήνη. | |||
O 842a | Q | εὐρυμέδων: μεγάλως βασιλεύων. | 247 in vol. 1 | |
O 842b | A | ἐπὶ στέφανον: στέφανον τείχεος περιφραστικῶς τὸ τεῖχος. | ||
O 842c | BCEQ | ἐπὶ στέφανον τεῦξαι: μεταφορικῶς τὸ τεῖχος· στέφανος γὰρ ὥσπερ τῶν πόλεων τὰ τείχη. καὶ Ἀνακρέων (fr. 72)· νῦν δ’ ἀπὸ μὲν πόλεως στέφανος ὄλωλεν. | ||
O 844a | BEQ | ἦν ὅτι νιν πεπρωμένον: αὐτὸ, τὸ τεῖχος. | ||
O 844b | BDEQ | οὗτοι [δὲ] συνεργὸν εἵλοντο τὸν Αἰακὸν, ἐπειδὴ ἦν αὐ‐ τῷ πεπρωμένον, τῷ τείχει, πολέμου γενομένου πυρὶ κατα‐ φλεχθῆναι πολλῷ. οὐ γὰρ ἦν δυνατὸν ἁλῶναι αὐτὸ, εἰ τὸ πᾶν ἔργον ἦν θεῶν. | ||
O 844c | B(C)DEQ | ἄλλως· ὅτι πέπρωτο δορυάλωτον γενομένην τὴν πόλιν ταύτην ἐμπυρισθῆναι, διὰ τοῦτό φησι τὸν Ποσειδῶνα καὶ τὸν Ἀπόλλωνα εἰς τὴν τῆς Ἰλίου τεί‐ χισιν προσλαβεῖν τὸν Αἰακὸν, διὰ τοῦ ὑπ’ αὐτοῦ οἰκοδο‐ | ||
5 | μηθέντος ἵνα ἁλώσιμος γένηται καὶ μὴ διὰ τοῦ ὑπὸ τῶν θεῶν. | |||
O 844d | A | πεπρωμένον: ὅτι πεπρωμένον ἦν δοριάλωτον γενηθεῖσαν τὴν Ἴλιον ἐμπυρισθῆναι· ὅπως κατὰ τὸ τοῦ Αἰακοῦ ἔργον ἁλῴη τὸ τεῖχος, καὶ μὴ κατὰ τὸ τῶν θεῶν. | ||
O 847 | Q | λάβρον ἀμπνεῦσαι καπνόν: ἀντὶ τοῦ ἐμπυ‐ ρισθῆναι. | ||
O 848a | A | γλαυκοὶ δὲ δράκοντες: ἀκαταλλήλως εἶπεν· ἔδει γὰρ εἰπεῖν· γλαυκοτέρων δὲ δρακόντων εἰσαλλομένων, οἱ βʹ κάπετον, εἷς δὲ ὄρουσε βοήσας. τὸ δὲ σχῆμα ὅμοιον τῷ· οἱ δὲ δύο σκόπελοι (μ 73). | ||
O 848b | γλαυκοὶ δὲ δράκοντες: φοβεροί. | |||
O 848c | BCDEQ | ὁ δὲ | ||
νοῦς· ἐπειδὴ οὖν ποτε ἐκτίσθη τὸ τεῖχος, εὐθέως καὶ παρα‐ χρῆμα τρεῖς δράκοντες ἐφάνησαν, ὧν οἱ μὲν δύο βουλό‐ μενοι εἰσελθεῖν διὰ τοῦ πύργου εἰς τὸ ἐντὸς κατέπεσον καὶ | 248 in vol. 1 | |||
5 | ἀπέθανον, ὁ δὲ εἷς δράκων εἰσῆλθε μετὰ συριγμοῦ καὶ βοῆς. δηλοῖ δὲ τὴν ἅλωσιν τὴν τότε γενομένην· οἱ γὰρ ἐπιόντες πολέμιοι εἰώθασιν ἐφορμᾶν ἅμα βοῇ. | |||
O 848d | BCEQ | ἔδει εἰ‐ πεῖν· γλαυκῶν δὲ δρακόντων εἰσαλλομένων τριῶν, οἱ δύο μὲν κατέπεσον, ὁ δὲ εἷς ἀνόρουσε. τὸ σχῆμα Ὁμήρου (μ 73)· οἱ δὲ δύο σκόπελοι, ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει. 53fB | ||
O 848e | HQ | κτίσθη νέον: οἱ μὲν νεωστὶ κατασκευασθὲν, οἱ δὲ ἀντὶ τοῦ εὐθύς. | ||
O 849a | A | εἰσαλλόμενοί γε τρεῖς: κτισθέντος, φησὶ, τοῦ τείχους τρεῖς εἰσεπήδησαν δράκοντες, ὧν τοὺς δύο ἀπο‐ θανεῖν, τὸν δὲ ἕτερον ἕνα περιγενέσθαι καὶ εἰσελθεῖν. | ||
O 849b | ἐπειδὴ τρεῖς οἱ κατασκευάζοντες· οἱ μὲν οὖν τῶν θεῶν ἀπέθανον, ὁ δὲ τοῦ Αἰακοῦ εἰσῆλθεν. | |||
O 850 | Bgl | (κάπετον:) κατέπεσον. | ||
O 851 | A | ἀτυζόμενοι: ἢ ταραττόμενοι· Ὅμηρος (Ζ 468)· πατρὸς φίλου ὄψιν ἀτυχθείς· ἢ παρὰ τὴν ἄτην, τουτέστιν ἐν ἄτῃ ἐγένοντο· ἀπέθανον γὰρ πεμέοι πότεμος. | ||
O 852a | A | εἷς δ’ ὄρουσεν: δύο μὲν δράκοντας Ἀχιλλέα καὶ Αἴαντα· ὁ δὲ περιγενόμενος Ἀχιλλέως υἱός. | ||
O 852b | A | βοάσας: καθ’ ὃ μέρος ᾠκοδόμει ὁ Αἰακὸς, εἰσῆλ‐ θεν ὁ δράκων, δι’ οὗ οἱ Ἕλληνες εἰσῆλθον διὰ τοῦ δου‐ ρείου λυσάντων αὐτῶν τῶν Τρώων. | ||
O 853a | A | ἔννεπε δ’ ἀντίον: οὐχ ὑπερέθετο στοχάσασθαι, ἀλλ’ ἐξ ἐναντίας ὁρῶν εἶπε πρὸς τὸν Αἰακὸν ὁ Ἀπόλλων ὅτι κατὰ τὰς σὰς ἐργασίας ἁλίσκεται· οἷον ἁλώσιμόν ἐστιν. ὅμοιον τῷ (λ 116)· οἵ τοι βίοτον κατέδουσιν· οὐδέπω γὰρ | 249 in vol. 1 | |
5 | πάρεισιν οἱ μνηστῆρες ὅτε ἐμαντεύσατο ὁ Ὀδυσσεὺς, ἀλλὰ ἀντὶ τοῦ κατέδονται κατέδουσιν εἶπεν. | |||
O 853b | CDEHQ | ἔννεπε δ’ ἀντίον ὁρμαίνων: φροντίζων καὶ τὴν διάνοιαν ἐφιστάς. | ||
O 853c | ὁ δὲ λόγος· οὐχ ὑπερέθετο στοχά‐ ζεσθαί, φησιν, ἀλλ’ ἐξ ἐναντίου ὁρῶν ἔτι εἶπεν. | |||
O 853d | ὡς δὲ συνέβαλε τὸ σημεῖον, καὶ οἰκείως ἔννεπεν· οἱ προσ‐ βαλοῦντες κατὰ τὰ ἡμέτερα τείχη ἀπολοῦνται καθάπερ οἱ | |||
DEHQ | δύο δράκοντες· ὁ δὲ κατὰ τὸ Αἰακοῦ τείχισμα ἐλθὼν δρά‐ | |||
5 | κων κρατήσει, τουτέστιν οἱ προσβαλοῦντες κατ’ ἐκεῖνο τὸ | |||
CDEHQ | μέρος· ὥστε ἀπὸ τῶν, ἐπειδὴ τὸ τρεῖς ἀρχὴ πλή‐ θους ἐστὶ, τὸ πλῆθος τῶν Ἀχαιῶν εἰς σημείωσιν ἦχθαι. | |||
O 853e | τινὲς δὲ εἰς τὸ ἐγγὺς ἔτι τὸ αἴνιγμα θέλουσιν ἄγειν. | |||
BCDEQ | ἐπειδὴ γὰρ οἱ δράκοντές εἰσι τρεῖς, ὧν δύο ἀπέθανον, εἷς δὲ εἰσῆλθεν, ἀνάγει πρὸς τοὺς ἐξ Αἰακοῦ καὶ λέγει· Τελαμὼν καὶ Πηλεὺς ἀδελφοί· δύο τούτων παῖδες προσ‐ | |||
5 | βαλοῦσι μὲν, ἀπολοῦνται δὲ, Αἴας καὶ Ἀχιλλεύς· ὁ δὲ εἷς Νεοπτόλεμος, ὃς καὶ ἐντὸς τῆς πόλεως ἐγένετο, οὗτος κρα‐ τήσει τῆς πόλεως· ὥστε τὸ ἀνάλογον σώζεσθαι καὶ δράκοντι τῷ εἰσελθόντι καὶ σωθέντι. 61B | |||
O 853f | BCEQ | ὁρμαίνων: διαλογιζόμενος. διανοούμενος. | ||
O 853g | εἶπε δὲ ὁ Ἀπόλλων, ἐναντίον καὶ ἀδέξιον θεασάμενος τὸ | |||
γεγονὸς τέρας. | 250 in vol. 1 | |||
O 855a | B(C)DQ | Πέργαμος ἀμφὶ τεαῖς: Πέργαμος, ἡ ἀκρόπολις. Ὅμηρος (Ε 446)· Περγάμῳ εἰν ἱερῇ. | ||
O 855b | ἀποστρέφει δὲ τὸν λόγον πρὸς Αἰακόν· ἡ πόλις δὲ, ὦ ἥρως Αἰακὲ, τῶν Τρώων εὐάλωτος γενήσεται κατὰ τὴν ἐργασίαν τῶν σῶν χειρῶν, ὡς ἐμοὶ τὸ σημεῖον τὸ γεγενημένον ἐκ τοῦ Διὸς | |||
5 | δηλοῖ. | |||
O 855c | BEQ | ἄλλως· κατὰ τὰς σὰς ἐργασίας ἡ Πέργαμος ἁλίσκε‐ | ||
ται· οἷον ἁλώσιμος ἔσται· ὅμοιον τῷ (λ 115)· οἵ τοι βίο‐ τον κατέδουσιν, ἀντὶ τοῦ καταβρώσονται. οὐδέπω γὰρ παρ‐ ῆσαν οἱ μνηστῆρες ὅτ’ ἐσφαγίαζεν ὁ Ὀδυσσεὺς, ἀλλὰ ἀντὶ | BCEQ | |||
5 | τοῦ κατεδοῦνται κατέδουσιν εἶπε. | |||
O 857 | CEQ | φάσμα τὸ φάντασμα καὶ σημεῖον. εἴρηται δὲ παρὰ τὸ φαίνειν καὶ δηλοῦν. | ||
O 859 | A | ἀλλ’ ἅμα πρώτοις: συμπεριλαμβάνει καὶ τὸν Αἰακόν· πρῶτοι γάρ εἰσιν οἱ περὶ Πηλέα καὶ Τελαμῶνα, δεύτεροι δὲ Ἀχιλλεὺς καὶ Αἴας τούτων ὄντες υἱοί· τρίτος δὲ Νεοπτόλεμος· συγκαταριθμουμένου δὲ καὶ Αἰακοῦ γίνεται | ||
5 | τέταρτος. σὺν Ἡρακλεῖ δὲ ἐστράτευσε καὶ Πηλεὺς, οὐ μόνος Τελαμὼν, ὡς καὶ Εὐριπίδης φησὶν ἐν Ἀνδρομάχῃ (796 sqq.) ..... ὅτι μόνος Τελαμών. συγκαταριθμούμενος οὖν τέταρ‐ τος Νεοπτόλεμος. πρώτοις οὖν τοῖς περὶ Πηλέα πολε‐ μήσασι, τετάρτοις Νεοπτολέμῳ, συναριθμουμένου καὶ Αἰ‐ | |||
10 | ακοῦ, εἰ καὶ μὴ ἐμαχέσατο. | |||
O 860a | BCDEQ | πρώτοις ἄρξεται καὶ τετράτοις: ἰδίως κατὰ | ||
τὴν φράσιν οὐ τῷ αὐτῷ ἀριθμῷ κέχρηται. ὅτε μὲν γὰρ λέγει πρώτοις, οὐ συγκαταριθμεῖται Αἰακὸς, ὅτε δὲ λέγει τε‐ τράτοις, συμπεριλαμβάνει καὶ τὸν Αἰακόν. πρῶτοι μὲν | 251 in vol. 1 | |||
5 | οὖν εἰσιν οἱ περὶ Πηλέα καὶ Τελαμῶνα, δεύτεροι δὲ Ἀχιλ‐ λεὺς καὶ Αἴας, τρίτος δὲ ὁ Νεοπτόλεμος· συγκαταριθμου‐ μένου δὲ τοῦ Αἰακοῦ γίνεται τέταρτος. στρατευομένου εἰ δὲ μεθ’ Ἡρακλέους ἐπὶ τὸν Λαομέδοντα Πηλεὺς 〈καὶ Τελα‐ μὼν〉 κατὰ τὸν Πίνδαρον, κατὰ δὲ τοὺς ἄλλους μόνος | |||
10 | Τελαμών. δεύτεροι δὲ ποιοῦνται στρατείαν μετ’ Ἀγαμέμνονος Ἀχιλλεὺς καὶ Αἴας· μετὰ δὲ ταῦτα Νεοπτόλεμος στρατεύσας αἱρεῖ τὴν Ἴλιον. τὸ σημαινόμενον οὖν ἐστι, πρώτοις τοῖς περὶ Πηλέα, τετάρτῳ δὲ τῷ Νεοπτολέμῳ συγκαταριθμουμένου τοῦ Αἰακοῦ. | |||
O 860b | B(C)EQ | ἄλλως· πρώτοις ἄρξεται καὶ τετράτοις: ἁλω‐ θήσεται δὲ ἡ Τροία οὐ χωρὶς τῶν σῶν ἐκγόνων, ἀλλ’ ἀρχὴν μὲν ἕξει τοῦ πορθεῖσθαι ἀπὸ τῶν σῶν παίδων (τῶν περὶ τὸν Πηλέα λέγει καὶ Τελαμῶνα· οὗτοι γὰρ συνεστράτευσαν | ||
5 | Ἡρακλεῖ ἐπὶ τὴν Ἴλιον διὰ τοὺς Λαομέδοντος ἵππους), ἁλωθήσεται δὲ ὑπὸ τῶν τετάρτων ἀπὸ σοῦ· ἔστι δὲ ὁ Πύρ‐ ρος. | |||
O 860c | BEQ | ἅμα οὖν πρώτοις ἄρξεται καὶ τετάρτοις· πρῶτοι γὰρ, ὡς προείπομεν, ἐπολέμησαν τοῖς Τρωσὶν 〈οἱ〉 συστρα‐ τεύσαντες Ἡρακλεῖ, ὡς καὶ Ὅμηρος μνημονεύει (Ε 638 sqq.)· καὶ τετάρτοις· Πύρρον λέγει τὸν καὶ Νεοπτόλεμον· τέταρ‐ | ||
5 | τος γὰρ ἐξ Αἰακοῦ. Αἰακοῦ γὰρ Πηλεὺς, οὗ Ἀχιλλεὺς, οὗ Νεοπτόλεμος. τὸ τοίνυν τῶν δρακόντων σημεῖον πρὸς τοῦτο | BCEQ | ||
ἔχει τὴν ἀναφοράν. 53eB | 252 in vol. 1 | |||
O 861a | BCDEQ | ὣς ἄρα θεὸς σάφα εἴπας: ταῦτα τὰ περὶ τῶν δρακόντων σημεῖα σαφῶς διαλύσας ὁ Ἀπόλλων εἰς τοὺς ἰδίους ἐστέλλετο κλήρους. | ||
O 861b | Bgl | (εἴπας:) σημείωσαι τὸ εἴπας. | ||
O 862a | A | Ξάνθον ἤπειγεν: ποταμὸς Λυκίας· ἀφ’ οὗ δη‐ λοῖ ὅτι εἰς Λυκίαν ἠπείγετο. | ||
O 862b | ἤπειγε δὲ ἀντὶ τοῦ ἠπείγετο, ἐνεργητικὸν ἀντὶ παθητικοῦ. | |||
O 862c | BCDEQ | Ξάνθον ἤπειγεν καὶ Ἀμαζόνας: ἀπὸ κοινοῦ | ||
BCEQ | τὸ ἔσπευδεν, εἰς τὰς Ἀμαζόνας, οὔσας παρὰ τῷ Θερμώ‐ δοντι ποταμῷ τῆς Παφλαγονίας· ἵν’ ἔχῃ τὸ ἑξῆς οὕτω, κατὰ τὸν τῆς χωρογραφίας λόγον· πρῶτον μὲν εἰς Λυκίαν | |||
5 | BCDEQ | ἔσπευδεν· ἔπειτα εἰς τὰς Ἀμαζόνας· εἶτα ἐκεῖθεν διέβαινεν εἰς Σκυθίαν καὶ 〈ἐπὶ〉 τὸν Ἴστρον ποταμὸν (λέγει δὲ τοὺς Ὑπερβορέους) παρεγένετο. καὶ τὰ μὲν πρῶτα χωρία τῆς Ἀσίας εἰσὶ, τὰ δὲ δεύτερα τῆς Εὐρώπης. | ||
O 862d | Ξάνθον 〈ἤπειγεν〉: ἔσπευδεν. | |||
O 862e | B(C)DEQ | ἐκ δὲ τού‐ του εἰς Λυκίαν· ἱερὰ γὰρ τῷ θεῷ. | ||
O 863 | BCDEQ | Ἴστρον ἐλαύνων: εἰς Ὑπερβορέους, ἔνθα Ἴστρος τὰς πηγὰς ἔχει. 64dE | ||
O 864a | A | ὀρσοτρίαινα: ὁ μὲν οὖν Ἀπόλλων, φησὶν, εἰς τὸν Ξάνθον καὶ εἰς τὸν Ἴστρον ἠπείγετο· ὁ δὲ Ποσειδῶν εἰς Ἰσθμὸν ἤλαυνε χωριζόμενος ἐκ τῆς Τροίας καὶ ἀπο‐ πέμπων τὸν Αἰακὸν δεῦρο, τουτέστιν εἰς Αἴγιναν. θηλυ‐ | ||
5 | κῶς τὴν Ἰσθμὸν, ὡς ἐν ἄλλῳ (O. VII, 148 vulg.) | |||
O 864b | BCDEQ | ὀρσοτρίαινα δ’ ἐπ’ Ἰσθμῷ ποντίᾳ: κλητικὴ ἀντὶ εὐθείας, ὡς καὶ παρ’ Ὁμήρῳ (Π 33)· ἱππότα Πηλεύς. | ||
O 864c | ὁ δὲ νοῦς· ὁ δὲ ὀρσοτριαίνης Ποσειδῶν ἐπὶ Ἰσθμοῦ τοῦ παραθαλασσίου, ὅς ἐστι πλησίον τῆς Κορίνθου, ἠπεί‐ γετο [θεάσασθαι]. 69BDEQ | 253 in vol. 1 | ||
O 864d | BCEQ | ἐπ’ Ἰσθμῷ ποντίᾳ: ἐπίφορός ἐστι πρὸς τὰ θη‐ λυκὰ, ὡς τὸ ἐν αἰνᾷ Ταρτάρῳ (P. I 15)· ὡς καὶ νῦν τῇ Ἰσθμῷ. 64bE | ||
O 865a | HQ | ἅρμα θοὸν τάνυεν: εἰς δρόμον παρώξυνεν. Ὅμηρος (Π 375)· τανύοντο δὲ μώνυχες ἵπποι. | ||
O 865b | A | τάνυεν: ἀπὸ τοῦ παρακολουθοῦντος 〈ἀντὶ〉 τοῦ ἤλαυνεν. 〈Ὅμηροσ〉 (l. l.)· τανύοντο δὲ μώνυχες ἵπποι. ὅταν γὰρ τρέχωσι, τείνονται. 68 | ||
O 866 | BCEQ | ἀποπέμπων Αἰακὸν δεῦρο: εἰς τοῦτον τὸν τό‐ πον· ὑπόκειται γὰρ τὸ ἐγκώμιον ἐν Αἰγίνῃ. ἀπὸ τοῦ χοροῦ δὲ ὁ λόγος. 70BEQ | ||
O 867 | A | δεῦρ’ ἵπποις: δεῦρο, εἰς τοῦτον τὸν τόπον. ἐν Αἰγίνῃ. 69 | ||
O 868 | A | Κορίνθου δειράδα: ἐν γὰρ τῇ Κορίνθῳ τιμᾶται ὁ Ποσειδῶν. δειράδα δὲ κυρίως τὸν τράχηλον, καταχρη‐ στικῶς δὲ πάντα τὰ ἆθλα. ὁ δὲ Ἰσθμὸς στενοῦται ὡς ἐπὶ σώματι τράχηλος. 67 | ||
O 869 | ABDEQ | 〈δαιτικλυτάν:〉 τὴν τὰς θυσίας αὐτῷ καὶ τὰς τιμὰς ἐνδόξως τελοῦσαν. 64dBQ 66E | ||
O 870a | A | τερπνὸν ἐν ἀνθρώποις: οἷον οὐ πάντες ἐπὶ τοῖς αὐτοῖς χαίρουσιν οὐδὲ τέρπονται· τάχα γὰρ ἂν ὑπό τινων φθονηθείην, εἰ παρεκβὰς τὸν ὕμνον Μελησίαν ἐπαινέσω. | ||
πράξω δὲ ὅμως τὸ τοιοῦτον, εἰ καὶ μὴ πᾶσι χαρίζομαι. | 254 in vol. 1 | |||
O 870b | E | σπουδάζουσιν εἰς ὑπεροχὴν ἔχειν· διὸ οὐδ’ ἓν παρ’ αὐτοῖς ἐστι τερπνόν. | ||
O 870c | BCDEQ | τερπνὸν δ’ ἐν ἀνθρώποις ἴσον ἔσσεται οὐ‐ δέν: διάφοροι τῶν παλαιῶν ἐξηγήσεις περὶ τοῦτο γεγόνασι τὸ ῥητόν. οἱ μὲν γὰρ οὕτως· ἐπειδή, φασι, διεχώρισε τοὺς θεοὺς καὶ ἕκαστον ἐπὶ τοὺς ἀρεσκομένους ἤγαγε τόπους, | ||
5 | οἰκείως ἐπάγει τὸ κῶλον, ὅτι ἴσως οὐδὲν τερπνόν ἐστι τοῖς πᾶσιν, οὔτε μὴν ἀνθρώποις οὔτε θεοῖς. οἱ δὲ οὕτως· ἐπειδὴ καινοτέρῳ τῷ τρόπῳ τῶν ἐγκωμίων ἐπιβάλλει τρεῖς ἅμα καθ’ ἕνα ἐπίνικον ἐγκωμιάσας, φασὶ τὸν Πίνδαρον λέγειν ὑπερ‐ απολογούμενον τοῦ ἐγχειρήματος ταῦτα· οὐδὲν ἴσως τερπνόν | |||
10 | ἐστι τοῖς πᾶσιν· εἰ γὰρ ἀηδὲς τοῦτο τοῖς ἄλλοις δοκεῖ, ἀλλ’ | |||
BCEQ | οὖν ἐμοὶ προσφιλές. ὡς Ὅμηρος (ξ 228)· ἄλλος γάρ τ’ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις. | |||
O 870d | BEQ | ἄλλως· οὐχ ὁμοίως ἐπὶ τοῖς αὐτοῖς τέρπονται ἅπαντες· ἄλλος γὰρ ἄλλο προκρίνει. οὐδὲν δὲ τοῦ νικᾶν τερπνότερον παρὰ τοῖς ἀνθρώποις. | ||
O 871a | A | εἰ δ’ ἐγὼ Μελησία: εἰ δὲ ἐγὼ ἐκ τῶν ὕμνων τῶν ἀγενείων ἐπὶ τὸ τοῦ Μελησίου κῦδος ἀνέδραμον, μηδὲ εἷς φθόνον μέμψαιτό μου. | ||
O 871b | ἄλλως· εἰ δ’ ἐγώ, φησι, τὸ γενόμενον τῷ Μελησΐᾳ ἐκ τῶν ἀγενείων κῦδος ἀνέδραμον τῷ ὕμνῳ, τοῦ Ἀλκιμέδοντος ἀφέμενος· οἷον, παρεκβὰς ἦλ‐ θον ἐπ’ αὐτόν· ἀνέδραμον δὲ νῦν ἔφη διὰ τὸ προγενεστέραν | |||
5 | εἶναι τὴν τοῦ Μελησίου νίκην τῆς ἐνεστώσης. ἔνιοι δὲ τὸ ἀνέδραμον ἀκούουσιν ἀντὶ τοῦ ἀναδραμοῦμαι· οἷον, εἰ τὸν ἀθλητὴν καταλιπὼν ἐπὶ τὸν ἀλείπτην ἐλεύσομαι καὶ ὑμνή‐ σω, μηδεὶς [δέ] με μεμψάσθω. Ὅμηρος (ρ 14)· ὁ ξεῖνος | |||
εἴπερ μάλα μηνίει. | 255 in vol. 1 | |||
O 871c | BDEQ | εἰ δ’ ἐγὼ Μελησία: εἰ οὖν καὶ αὐτὸς τῷ Με‐ λησίᾳ τὸν ὕμνον ἐφαρμόζων ἐπὶ τὴν δόξαν αὐτοῦ ἀνέδρα‐ μον, ἣν ἔσχεν ἀγωνιζόμενος [ἐξ] ἀγενείων, μηδείς με τοῦ φθόνου τῷ λίθῳ ἀκοντιζέτω, ἀντὶ τοῦ μηδείς με διὰ βασκα‐ | ||
5 | νίαν κακῶς ἀγορευέτω. Μελησίας δὲ ἀπὸ ἀθλητῶν νῦν ἀλείπτης τοῦ Ἀλκιμέδοντος. | BCDEQ | ||
O 871d | ἢ οὕτως· εἰ δὲ ἐκ τῶν ὕμνων τοῦ Ἀλκιμέδοντος ἐπὶ τὸ τοῦ Μελησίου κῦδος ἀν‐ έδραμον, ὃ ἔσχεν ἐξ ἀγενείων, μηδείς μοι φθονείτω· ἐρῶ γὰρ καί φημι αὐτὸν ὁμοίως ἐν τῇ Νεμέᾳ τὴν αὐτὴν ἐσχη‐ | |||
5 | κέναι χάριν καὶ νίκην· ταύτην δὲ εἴποιμι ἂν ἣν μετὰ ταῦτα εἰς τὴν τῶν ἀνδρῶν μάχην ἐκ τοῦ παγκρατίου ἔσχεν. | BDEQ | ||
O 871e | BEQ | ἄλλως· ὡς τοῦ Μελησίου προηθληκότος καὶ τανῦν ἀλεί‐ φοντος καὶ διδάσκοντος τὸν Ἀλκιμέδοντα· ὥστε οὐ τῷ Με‐ λησίᾳ γράφεται ὁ ἐπίνικος, ἀλλὰ τῷ Ἀλκιμέδοντι. ὁ οὖν εἰδώς, φησι, ῥᾳδίως διδάσκει, οὐχ ὁ ἀγνοῶν. | ||
O 873 | BDEQ | μὴ βαλέτω με: μηδείς μοι φθονείτω, εἰ εἰς τὸ γεγενημένον τῷ Μελησίᾳ ἐξ ἀγενείων κῦδος ἀνέδραμον τῷ ὕμνῳ ἀποσχόμενος τοῦ Ἀλκιμέδοντος. | ||
O 874a | BCDEQ | καὶ Νεμέᾳ γάρ ἕως τοῦ ἐν παγκρατίῳ: ταύτην δὲ τὴν μάχην καὶ τὴν νίκην ἐπὶ τῶν ἀγενείων καὶ ἐν ἀν‐ δράσιν ἔσχεν. | ||
O 874b | BCEQ | ὁμοίως ἐν τῇ Νεμέᾳ τὴν αὐτὴν χάριν ἔσχε νίκης ἀγενείων κἀκεῖ παγκρατίου. | ||
O 874c | ADHQ | καὶ Νεμέᾳ γὰρ ὁμῶς: τὴν γὰρ αὐτὴν χάριν ὁμοίως ἐρῶ καὶ ἐν Νεμέᾳ γεγενημένην αὐτῷ· καὶ γὰρ ἐκεῖ | ||
A | νενίκηκε. δεύτερον ἐξ ἧς πάλιν Νεμεακὴν νίκην αὐτοῦ συνίστησι τοῦ ἀλείπτου τῶν νικηφόρων τούτων, εἰς οὓς τὸν | 256 in vol. 1 | ||
5 | ἐπίνικον ἔγραψεν. ἔστι δὲ καὶ αὐτὸς τῶν νενικηκότων τοὺς προεκκειμένους ἀγῶνας. | |||
O 876a | τὰν δ’ ἔπειτα: τὴν τῶν ἀγενείων. | |||
O 876b | A | τὸ ἔπειτα ἀντὶ τοῦ δή. | ||
O 876c | HQ | τὰν δ’ ἔπειτ’ ἀνδρῶν μάχαν: τὴν νίκην ἐξ ἧς ἐνίκησεν ἄνδρας παγκρατίῳ. | ||
O 877a | A | τὸ διδάξασθαι δέ τοι: ὡς τοῦ Μελησίου προηθληκότος, εἶτα νῦν ἀλείφοντος καὶ διδάσκοντος τὸν Ἀλκιμέδοντα, οὗ ἀλείπτης ἦν. διὸ καὶ ἔφη· τὸ διδά‐ ξασθαι δέ τοι εἰδότι ῥαΐτερον· ὁ γὰρ εἰδὼς ῥᾷον διδάσκει, | ||
5 | οὐκ ἀγνοῶν. | |||
O 877b | BCDEQ | τὸ διδάξασθαι δέ τοι ῥαΐτερον: τὸ διδά‐ ξασθαι δέ τι ἐπιστάμενον βέλτιον καὶ εὔκολόν ἐστι, τὸ δὲ μὴ προμαθεῖν ἀπειρίαν ἔχει· τοιγαροῦν τῶν ἀπειράτων ἀνό‐ ητοί εἰσι καὶ κοῦφοι καὶ ὡς ἔτυχεν οἱ λογισμοὶ φερόμενοι. | ||
5 | ταῦτα δέ φησιν ἐπειδὴ διδάσκαλος ἐγένετο, ἀλείφων τὸν Ἀλκιμέδοντα, καὶ ἀπὸ τούτου αὐτὸν θαυμάζει ὡς ἀπὸ πεί‐ ρας καὶ ἐπιστήμης διδάσκοντα. | |||
O 878a | A | ἄγνωμον δέ: ἀνόητον δὲ διδάσκειν ἄλλους ὃ μὴ αὐτὸς οἶδεν. οὕτως ὁ μὴ προμαθών. | ||
O 878b | ἄλλως· οὐκ ἂν εἴη ἐπιγνώμων οὐδὲ τεχνίτης ὁ μὴ προμαθών. | |||
O 880a | Q | 〈κουφότεραι:〉 ἀνόητοι, ἐλαφραὶ, κεναὶ τῶν ἀμαθῶν αἱ διάνοιαι. | ||
O 880b | A | ἀπειράτων φρένες: τὰς τῶν μὴ πεπειραμένων φρένας κουφοτέρας λέγων ἐπὶ τὸ αὐτὸ σημαίνει. | ||
O 881a | A | κεῖνα δὲ κεῖνος: ὁ μαθὼν καὶ προαθλήσας | ||
εὐκολώτερον ἂν διδάξοι ἄλλον, κατὰ ποῖον τρόπον προβαί‐ νειν οἷόν τε, θέλοντα ἀπὸ τῶν ἱερῶν ἀγώνων δόξαν λαβεῖν. | 257 in vol. 1 | |||
O 881b | ἢ ὁ Μελησίας. | |||
O 881a | B(C)DEQ | κεῖνα δὲ κεῖνος ἂν εἴποι: εἴποι δ’ ἂν ἀκρι‐ βῶς ἐκεῖνα τὰ ἔργα καὶ ἐμπειρότερον ἐκεῖνος ὁ μεμαθηκὼς καὶ τῇ πείρᾳ τὴν διδασκαλίαν ἀκριβώσας, τὰ τῶν ἀγωνισ‐ μάτων ἔργα, καὶ ποῖος τρόπος εἰς εὐδοξίαν ἄνδρα ὁδηγῆσαι | ||
5 | δύναται ἐκ τῶν ἱερῶν ἀγώνων ποθεινὴν βουλόμενον δόξαν ἀποφέρεσθαι. | |||
O 883 | A | τίς τρόπος ἄνδρα: τίς τρόπος ἐκεῖνον τὸν ἄνδρα προάξει 〈τὸν〉 ἐκ τῶν ἱερῶν ἀθλημάτων μέλλοντα τὴν πο‐ θεινοτάτην φέρεσθαι δόξαν. | ||
O 886a | A | νῦν μὲν γὰρ αὐτῷ γέρας: λείπει ἢ ἤνεγκεν ἢ περιεποίησεν. οὐ δεκτέον δὲ ὅτι τριακοντάκις Ἀλκιμέδων ἐνίκησεν, ἀλλ’ ὅτι Μελησίας γυμνάσας τριάκοντα ἀθλητὰς νίκας αὐτῶν ἐδέξατο. ἦν δὲ τριακοστὸς Ἀλκιμέδων. δύνα‐ | ||
5 | ται δὲ τὸ ἑλών μετοχὴ ἀντὶ ῥήματος τοῦ ἑλεῖν. | |||
O 886b | νῦν μὲν αὐτῷ γέρας: τῷ Μελησίᾳ. | |||
O 886c | BCDEQ | ἐπὶ τοίνυν τοῦ παρόντος δόξα αὐτῷ ἐστιν ὁ Ἀλκιμέδων τρια‐ κοστὸς νικητὴς ἀναδειχθείς. λέγεται γὰρ σὺν τούτῳ ἀλεῖ‐ ψαι τριάκοντα μαθητάς. | ||
O 886d | ἄλλως· νῦν τῷ ἀλείπτῃ Με‐ λησίᾳ γέρας ὁ Ἀλκιμέδων περιεποίησε· τὸ γὰρ περιεποίησεν ἔξωθεν προσληπτέον. | |||
O 886e | οὐ δεκτέον [δὲ] πάντως ὅτι ὁ Ἀλκιμέδων τριάκοντα νίκας ἔσχεν· ἀλλ’ ὁ Μελησίας γυμνά‐ σας ἀθλητὰς νίκας αὐτῶν ἐδέξατο τριάκοντα. | |||
O 888a | A | ὃς τύχᾳ μὲν δαίμονος: ὅστις Ἀλκιμέδων τύχῃ μὲν ἀγαθῇ δαίμονος χρησάμενος ἀνδρείας οὐ διαμαρτὼν ἐν τέτρασι παίδων ἀπεθήκατο γυίοις νόστον ἔχθιστον, τουτέστι δʹ ἐποίησε παῖδας οὐχ ἡδέως οἴκαδε ἀπονοστῆσαι τῆς νίκης | ||
5 | στερήσας· ὡς δʹ παῖδας αὐτοῦ καταβεβληκότος. | 258 in vol. 1 | ||
O 888b | BDEQ | ὃς τύχᾳ μὲν δαίμονος: ὅστις Ἀλκιμέδων τῆς τοῦ δαίμονος εὐτυχίας καὶ τῆς· ἀνδρείας τῆς ἰδίας οὐ δια‐ μαρτὼν ἐν τέτρασι παίδων μέλεσιν ἐναποθέμενος τὴν ἑαυ‐ τοῦ ἰσχὺν, τοῖς ἡττηθεῖσι τὴν ἐπὶ τὴν πατρίδα ἀνακομιδὴν | ||
5 | ἐχθροτάτην εἶναι παρεσκεύασε, καὶ τὴν γλῶτταν αὐτῶν τῆς παρρησίας ἀφείλετο, καὶ τὸ βάδισμα κρύφιον καὶ ἀπαρρη‐ σίαστον πεποίηκε· τοιαῦτα γὰρ τὰ τῶν ἡττωμένων ἀτυχή‐ ματα. | |||
O 888c | BCEQ | ἄλλως· ὅστις τῆς τοῦ δαίμονος εὐτυχίας οὐχ ἁμαρτήσας, οὐκ ἀποτυχὼν δὲ οὐδὲ τῆς ἰδίας ἀνδρείας, ἐνίκησεν. | ||
O 890a | BCEQ | ἐν τέτρασι παίδων: τουτέστι τέσσαρας παῖδας ἐνίκησε καὶ ἐποίησεν οὐχ ἡδέως οἴκαδε ἀπονοστῆσαι, τῆς νίκης στερήσας· οἱονεὶ κακῶς ἀπέπεμψεν· ὡς τέσσαρας αὐ‐ τοῦ καταβεβληκότος. | ||
O 890b | B(C)DEQ | ἀπεθήκατο οὖν εἰς τὰ γυῖα αὐτῶν τῶν ἀγωνισαμένων αὐτῷ τὴν ἰδίαν δύναμιν· ἀπὸ τοῦ παρακολουθοῦντος, ἐνίκησεν αὐτοὺς, καὶ ἐποίησεν αὐ‐ τῶν τὸν νόστον ἔχθιστον· οἱ γὰρ νικηθέντες ὅταν οἴκαδε | ||
5 | ἀπίωσιν, ἐν κατηφείᾳ εἰσίν. | |||
O 890c | ἐχθρὰ οὖν αὐτοῖς ἡ ἀνα‐ κομιδή· οὐ γὰρ τὸν κατ’ εὐχὴν νόστον ἔχουσιν, ἀλλ’ ἀπεχθῆ. | |||
O 890d | A | ἀπεθήκατο γυίοις: ἀπεθήκατο τοῖς γυίοις τῶν ἀνταγωνιστῶν τὴν ἰδίαν δύναμιν, τουτέστιν ἀπὸ τοῦ παρα‐ κολουθοῦντος τὸ ἐνίκησε δʹ καὶ ἐποίησεν αὐτῶν τὸν νόστον ἔχθιστον. | ||
O 891a | BCDEQ | νόστον ἔχθιστον: ἀντὶ τοῦ φήμην κακὴν ἐποίησε παρ’ αὐτοῖς· ἕκαστος γὰρ τῶν ὁρώντων ἐπὶ τῆς | ||
γλώττης· οὗτός ἐστιν ὁ νενικηκώς, ἐπιφέρει. | 259 in vol. 1 | |||
O 891b | A | ἀτιμοτέραν γλῶσσαν: οἱ γὰρ ἡττώμενοι καὶ σιωπῶσι καὶ λάθρᾳ ἀναχωροῦσιν ὡς ἀπαρρησίαστοι καὶ ἄγνωστοι τῇ πατρίδι. | ||
O 891c | ἢ ὅτι οὐχ ὑμνοῦνται. | |||
O 891d | BE | ἀτιμοτέραν γλῶσσαν: ἀπαρρησίαστον. | ||
O 892 | B(C)DEQ | καὶ ἐπίκρυφον οἶμον: οἱ γὰρ νενικημένοι οὐ φανερὰς ὁδοὺς ἀπίασιν, ἀλλ’ ἐκτρεπόμενοι διὰ τὸ ἐπονεί‐ | ||
διστον τῆς ἥττης. καὶ ἀλλαχοῦ (fr. 229)· νικώμενοι γὰρ ἄνδρες ἀγρυξίᾳ δέδενται· οὐ φίλων ἐναντίον ἐλθεῖν. | B(C)EQ | |||
O 893a | A | πατρὶ δὲ πατρός: τῷ δὲ προπάτορι αὐτοῦ μένος ἐνέπνευσεν ἐναντίον τῷ γήρᾳ, τουτέστιν ἀντὶ γέροντος νέον αὐτὸν ἐποίησε καὶ εὔθυμον. καὶ Ὅμηρος (τ 360)· αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν. | ||
O 893b | ἢ ἐκ τοῦ ἐναντίου· ἡ γὰρ εὐθυμία τοὺς γέροντας νεάζειν ποιεῖ. | |||
O 893c | BCDEQ | πατρὶ δὲ πατρός: τῷ δὲ πάππῳ αὐτοῦ ἡ τῆς νίκης ἡδονὴ ἐνέβαλε δύναμιν τὴν τοῦ γήρως ἐναντίαν οὖ‐ σαν· οἱονεὶ ταῖς εὐφροσύναις καὶ ταῖς ἡδοναῖς ἀνανεάζειν πεποίηκε τὸν γεγηρακότα ἡ χαρά. 100E | ||
O 894 | A | ἀντίπαλον: ἐτυμολογεῖται 〈παρὰ〉 τὸ πάλος, ἀπὸ τῶν κατὰ συζυγίαν κληρουμένων ἐν τοῖς ἀγῶσιν ἐν τῷ πα‐ λαίειν ἢ παγκρατιάζειν. | ||
O 895a | A | Ἀίδα τοι λάθεται: πᾶς γάρ τις ἁρμόδια καὶ καταθύμια πράξας τοῦ Ἅιδου λήθην ποιεῖται, τουτέστιν ἀθάνατα φρονεῖ διὰ τὴν παρεστῶσαν εὐφροσύνην. | ||
O 895b | BCDEQ | Ἀίδα τοι λάθεται: πᾶς γὰρ ἀνὴρ ἁρμόδια πράξας τῇ ἑαυτοῦ προαιρέσει Ἅιδου, τουτέστι τοῦ θανάτου, λήθην λαμβάνει· ἤ πού γε τῶν ἁπλῶς κατὰ φύσιν ὀχλούν‐ των οἱονεὶ τὸ φρόνημα· τοιαύτη γὰρ ἡ τῆς φαντασίας εὐ‐ | 260 in vol. 1 | |
5 | πραξία τοῖς εὖ πράττουσιν. | |||
O 897 | BCDEQ | ἀλλ’ ἐμὲ χρὴ μναμοσύναν: ἐμὲ τοίνυν χρὴ τὴν μνήμην ἀνεγείροντα ὥσπερ κοιμηθεῖσαν καὶ σιωπηθεῖσαν λοιπὸν (λέγει δὲ τῶν προγόνων αὐτοῦ, οἵτινές εἰσι Βλεψι‐ άδαι οὕτω καλούμενοι ...) οὕτω τὸν εἰς αὐτοὺς ὕμνον | ||
5 | πληρῶσαι διηγούμενον τὸν τῶν χειρῶν αὐτῶν καρπὸν, ὅ ἐστιν ἡ νίκη· ἀνεγεῖραι δὲ τὴν μνήμην τῶν προγόνων διὰ τῶν τοῦ Ἀλκιμέδοντος νικητηρίων. Βλεψιαδῶν δὲ φυλὴ ἐν Αἰγίνῃ ἀπὸ Βλεψιάδου προγόνου Ἀλκιμέδοντος. 101E | |||
O 899 | A | Βλεψιάδαις: Βλεψιάδαι ἡ φατρία αὐτῶν ἐστιν, ὧν εἷς ἀπόγονος ὁ νικήσας. | ||
O 8100 | BDEQ | ἕκτος οἷς ἤδη στέφανος: οἷστισι Βλεψιάδαις καὶ ᾧ γένει ἕκτος ὑπῆρξε στέφανος ἤδη ἐκ τῶν ἱερῶν τού‐ των ἀγώνων. 95E | ||
O 8101a | ABCDEQ | φυλλοφόρων ἀπ’ ἀγώνων: ἤτοι καθὸ οἱ νικῶντες ἐφυλλοβολοῦντο· ἢ φύλλα τοὺς στεφάνους εἶπε, διακρίνων αὐτοὺς πρὸς τοὺς δωρίτας καὶ χρηματίτας. | ||
O 8101b | A | φυλλίναι οἱ στεφανῖται· δωρῖται οἱ θέματα διδόντες· | ||
ἀργυρῖται οἱ ἔχοντες χρυσᾶ ἆθλα. | 261 in vol. 1 | |||
O 8102a | BCDEQ | ἔστι δὲ καί τι θανόντεσσιν: ἔστι δὲ καὶ τοῖς τετελευτηκόσιν ἔννομον καὶ δίκαιον μέρος ἀποδιδόμενον, τὸ τῶν ἐπαίνων λέγει. | ||
O 8102b | A | θανόντεσσι μέρος: καὶ τοῖς ἀποθανοῦσι με‐ μέρισται, καὶ οἱ ἀποθανόντες κοινωνοῦσι τῆς τῶν ἐγκω‐ μίων γραφῆς. | ||
O 8103 | Bgl | (καννόμον:) ἤτοι κατὰ νόμον. | ||
O 8104 | BCDEQ | κατακρύπτει δ’ οὐ κόνις κεδνὰν χάριν: τὴν τῶν συγγενῶν ἀγαθὴν χάριν οὐ κρύπτει κόνις, ἀλλ’ ἐν φα‐ νερῷ κειμένη καὶ τῶν τεθνεώτων ἐφικνεῖται. πρὸς γὰρ τοῦτο τὸ πᾶν λέγει, τὸν μὲν λόγον ἐν τῷ καθόλου τιθεὶς, | ||
5 | τείνων δὲ πρὸς ἐκεῖνο, διὸ τῆς νίκης τούτου ὁ προθανὼν Ἰφίων μετέχει καὶ συνήδεται. | |||
O 8105a | A | συγγόνων κεδνὰν χάριν: τὴν τῶν συγγόνων ἀγαθὴν χάριν οὐ κρύπτει κόνις, ἀλλὰ ἐν φανερῷ κειμένη καὶ εἰς τεθνεῶτας ἀφικνεῖται· πρὸς γὰρ 〈τοῦτο〉 τὸ πᾶν λέγει. | ||
O 8105b | καὶ γὰρ οἱ προαποθανόντες συγγενεῖς τοῦ Ἀλκι‐ μέδοντος μετειλήφασι τῆς ἐπὶ τῇ νίκῃ δόξης, ὡς εἶναι διὰ τὴν τούτου δόξαν ἀθανάτους αὐτούς. | |||
O 8106a | A | Ἑρμᾶ δὲ θυγατρός: Ἰφίων πρόγονος Ἀλκι‐ μέδοντος· οἱ δὲ ὅτι πατὴρ αὐτοῦ. | ||
O 8106b | εἰδωλοπεποίηκεν Ἑρμοῦ θυγατέρα τὴν ἀγγελίαν· ἄγγελος γὰρ οὗτος καὶ διάκτωρ. ὅθεν ἀκούσας ὁ Ἰφίων τῆς τοῦ Ἑρμοῦ θυγατρὸς Ἀγγελίας εἴποι τῷ Καλλιμάχῳ, ὡς καὶ τούτῳ συγγενεῖ ὄντι | |||
5 | καὶ προτετελευτηκότι. | |||
O 8106c | κόσμον δὲ Ὀλυμπίᾳ, τὴν νί‐ κην. | |||
O 8106d | Ἰφίων πατὴρ Ἀλκιμέδοντος τεθνεώς· Καλλίμαχος δὲ εἷς τῶν συγγενῶν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἀκούσας Ἰφίων τὴν ἀγγελίαν εἴποι ἂν Καλλιμάχῳ. | |||
O 8106e | ἄλλως· ποι‐ ητικῶς ἀναπλάττει τῆς ἀγγελίας. ἢ ἴσως ὡς αἴσθησιν ἐχόν‐ των τῶν τεθνεώτων λέγει. | |||
O 8106f | ὁ δὲ νοῦς· παρὰ δὲ τῆς τοῦ Ἑρμοῦ θυγατρὸς ἀκούσας ὁ Ἰφίων εἴποι ἂν Καλλιμάχῳ τῷ συγγενεῖ αὐτοῦ .... ἐκ τοῦ Ὀλυμπιακοῦ ἀγῶνος ὁ Ζεύς. Ἰφίων δὲ καὶ Καλλίμαχος κατὰ μέν τινας 〈ἁπλῶς συγγενεῖσ〉 | 262 in vol. 1 | ||
5 | τοῦ Ἀλκιμέδοντος, κατὰ δὲ ἐνίους ὁ Ἰφίων μὲν πατὴρ, Καλλίμαχος δὲ θεῖος. | |||
O 8106g | ὅτι δὲ ὁ Ἑρμῆς καὶ ἐπουράνιος καὶ ἐπίγειος καὶ ὑποχθόνιος δηλονότι καὶ κῆρυξ θεῶν ἐν οὐρανῷ καὶ ἐν γῇ· καὶ ὅτι ὑποχθόνιος, μαρτυρεῖ Ὅμηρος (ω 1)· Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο. | |||
5 | Ἀγγελία δὲ ὄνομα κύριον τῆς θυγατρὸς Ἑρμοῦ. | |||
O 8106h | B(C)DEQ | ἀκούσας Ἰφίων: ὁ Ἰφίων πρόγονός ἐστιν Ἀλκιμέδοντος [οὗτος]. | ||
O 8106i | εἰδωλοπεποίηκεν Ἑρμοῦ θυγα‐ τέρα τὴν ἀγγελίαν· ἄγγελος γὰρ ὁ θεὸς οὗτος. ἀκούσας οὖν, φησιν, ὁ Ἰφίων τῆς τοῦ Ἑρμοῦ θυγατρὸς Ἀγγελίας ἐννέποι τῷ Καλλιμάχῳ, ὡς καὶ τούτῳ συγγενεῖ ὄντι καὶ | |||
5 | προτετελευτηκότι. τί ἂν οὖν ἐννέποι; τὸν κόσμον τὸν ἐν Ὀλυμπίᾳ, τουτέστι τὴν νίκην. ἡ γὰρ ἑνὸς νίκη πᾶν τὸ γένος κοσμεῖ. | |||
O 8106k | Ἰφίων καὶ Καλλίμαχος κατὰ μέν τινας ἁπλῶς συγγενεῖς τοῦ Ἀλκιμέδοντος, κατὰ δέ τινας Ἰφίων μὲν πατὴρ αὐτοῦ, Καλλίμαχος δὲ θεῖος. 113gD | |||
O 8110 | BCDEQ | ἐσλὰ δ’ ἐπ’ ἐσλοῖς: ἀγαθὰ ἐξ ἀγαθῶν καὶ καλ‐ λίστων παρέχειν αὐτοῖς βούλοιτο ὁ Ζεύς. τὸ δὲ θέλοι εὐκτικῶς. | ||
O 8111a | ABCDEQ | ὀξείας δὲ νόσους: διὰ τὰς ἀλγηδόνας. Ὅμηρος (Λ 269)· | ||
ὡς δ’ ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα. | 263 in vol. 1 | |||
O 8111b | ἢ ὀξείας διὰ τοὺς πυρετούς. Ἄρατος (Ph. 333)· ὀξέα σειριάει. | |||
O 8111c | BCDEQ | καὶ ἀποκωλύοι αὐτῶν τὰς ἐπιπόνους καὶ ὀξείας νόσους. | ||
O 8111d | ὀξεῖαι δέ εἰσιν αἱ ἐπικίνδυνοι. | |||
O 8113a | A | εὔχομαι: εὔχομαι μὴ γενέσθαι νέμεσιν αὐτοῖς μηδὲ φθονηθῆναι περὶ τῶν καλῶν μηδὲ νέμεσιν παρακολου‐ θῆσαι. | ||
O 8113b | εὔχομαι τῷ Διὶ ἐπὶ τῇ τῶν καλῶν αὐτῶν μοίρᾳ μὴ ἐπιθεῖναι διχόβουλον καὶ ἐναντίαν νέμεσιν. | |||
O 8113c | BCDEQ | εὔχομαι ἀμφὶ καλῶν: εὔχομαι μὴ γενέσθαι νέμεσιν αὐτοῖς, τουτέστι μὴ φθονηθῆναι περὶ τῶν καλῶν. | ||
O 8113d | διχόβουλον δὲ τὴν νέμεσιν τὴν ἐπιφθονοῦσαν καὶ ἐναν‐ τία ποιοῦσαν οἷς βουλευόμεθα. | |||
O 8113e | οἷον τὴν διχάζουσαν ἀφ’ ἡμῶν καὶ χωρίζουσαν τὰς βουλάς. | |||
O 8113f | BEQ | ἢ τὴν ἐναντία βουλευομένην τοῖς ἤδη προκατωρθωμένοις ὑφ’ ἡμῶν. 115D | ||
O 8113g | BDEQ | ἄλλως· εὔχομαι δὲ τῷ αὐτῷ Διὶ ἐπὶ τῇ τῶν καλῶν μοίρᾳ νέμεσιν καὶ βασκανίαν μὴ ἐπιβαλεῖν. 110D | ||
O 8114a | A | διχόβουλον: τὴν ἐπίφθονον καὶ ἐναντίαν οὖ‐ σαν οἷς βουλόμεθα. | ||
O 8114b | τουτέστι τὴν διχάζουσαν ἀφ’ ἡμῶν καὶ χωρίζουσαν τὰς βουλάς. | |||
O 8115a | BCDEQ | ἀλλ’ ἀπήμαντον: ἀλλ’ ἵνα ἀβλαβῆ τὸν βίον αὐτῶν διάγων ὁ Ζεὺς καὶ φυλάττων, αὐτοὺς ἐπαίροι εἰς δόξαν καὶ τὴν πατρίδα αὐτῶν Αἴγιναν. | ||
O 8115b | A | ἀπήμαντον: ὁ Ζεὺς ἐπάγων ἀπήμαντον βίον αὐτούς τε αὔξοι καὶ τὴν Αἴγιναν. | ||
PQ | Τέλος Ἀλκιμέδοντος. | 264 in vol. 1 | ||
O 9metr(t) | Scholia in Olympionicarum carmen IX | |||
1 | ABCDEQ | Ἐφαρμόστῳ Ὀπουντίῳ παλαιστῇ. | ||
DEQ | Τοῦ θʹ εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ιϛʹ. τὸ αʹ ἀναπαιστικὸν μονόμετρον ὑπερκατάληκτον. τὸ βʹ ἰωνι‐ κὸν δίμετρον καταληκτικὸν εἰς τροχαϊκὴν συζυγίαν. τὸ γʹ | |||
5 | Φαλαίκειον ἀντισπαστικόν. τὸ δʹ Γλυκώνειον, οἷόν ἐστιν ἀντισπαστικόν. τὸ εʹ ἰαμβικὸν μονόμετρον ὑπερκατάληκτον. τὸ ϛʹ ὅμοιον τῷ δʹ. τὸ ζʹ ἰωνικὸν δίμετρον βραχυ‐ κατάληκτον. τὸ ηʹ ὅμοιον τῷ δʹ καὶ ϛʹ. τὸ θʹ ὅμοιον τῷ ζʹ. τὸ ιʹ περιοδικὸν, ἐπίτριτος τροχαῖος. τὸ ιαʹ ὅμοιον | |||
10 | τῷ ζʹ καὶ τῷ θʹ. τὸ ιβʹ Γλυκώνειον. τὸ ιγʹ ὅμοιον τῷ ζʹ καὶ θʹ καὶ ιαʹ. τὸ ιδʹ ἰαμβικὸν δίμετρον καταληκτικόν. τὸ ιεʹ ἐπιωνικὸν ἄτακτον, βʹ σπονδεῖον ἔχον. τὸ ιϛʹ ἐπιωνικὸν καθαρὸν δίμετρον ἀκατάληκτον. ἡ δὲ ἐπῳδὸς κώλων ιʹ. τὸ αʹ ἰαμβικὸν δίμετρον ἀκατά‐ | |||
15 | ληκτον. τὸ βʹ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ γʹ ἀναπαιστικὸν δίμετρον καταλῆγον μιᾷ συλλαβῇ. τὸ δʹ ἰωνι‐ κὸν καταλῆγον εἰς τροχαϊκὴν συζυγίαν δίμετρον ὑπερκατά‐ ληκτον. τὸ εʹ δακτυλικὸν ἑφθημιμερές. τὸ ϛʹ προσο‐ διακὸν τρίμετρον καταληκτικόν· αʹ ἰωνικὸς ἀπὸ μείζονος, | |||
20 | βʹ χορίαμβος, γʹ ἰωνικὸς ἀπ’ ἐλάσσονος. τὸ ζʹ τρίμετρον ἐπιωνικὸν βραχυκατάληκτον. τὸ ηʹ διπλοῦς τροχαῖος 〈καὶ διπλοῦς ἴαμβοσ〉. τὸ θʹ ἰωνικὸν δίμετρον βραχυκατάληκτον ἀδιάφορον κατὰ τὴν ἄρχουσαν. τὸ ιʹ ἀντισπαστικὸν ἐννεα‐ σύλλαβον Σαπφικὸν πλεονάζον τοῦ Γλυκωνείου μιᾷ συλλαβῇ. | 265 in vol. 1 | ||
O 91a | A | τὸ μὲν Ἀρχιλόχου μέλος: Ἀρχίλοχος ἐλθὼν εἰς Ὀλυμπίαν μέλος ἐποίησεν εἰς Ἡρακλέα ἔχον οὕτως (fr. 119)· τήνελλα καλλίνικε χαῖρε ἄναξ Ἡράκλεις, αὐτός τε καὶ Ἰόλαος, αἰχμητὰ δύο. | ||
O 91b | τὸ ἑξῆς τοῦ λόγου· τὸ μὲν Ἀρχιλόχου μέλος τὸ φω‐ νᾶεν ἐν τῇ Ὀλυμπίᾳ ἤρκεσεν ἡγεμονεῦσαι παρὰ τὸν Κρόνιον λόφον κωμάζοντι Ἐφαρμόστῳ. | |||
O 91e | Ἀρχίλοχος τῷ Ἡρακλεῖ ὕμνον ... ἀπορήσας κιθαρῳδοῦ διά τινος λέξεως τὸ μέλος ἐμιμήσατο. συντάξας οὖν τοῦτο τὸ κόμμα· τήνελλα, οὕτως τὰ ἑξῆς ἀνεβάλλετο, καὶ αὐτὸς μὲν τὸ μέλος τῆς κιθάρας | |||
5 | ἐν μέσῳ τῷ χορῷ ἔλεγε, τὸ τήνελλα, ὁ δὲ χορὸς τὰ ἐπίλοιπα. ἐκ τούτου τὸ λοιπὸν οἱ ἀποροῦντες κιθαρῳδῶν τούτῳ τῷ κόμματι ἐχρῶντο τῷ τήνελλα. τὸ δὲ ὅλον οὕτως· τήνελλα καλλίνικε χαῖρε ἄναξ Ἡράκλεις, αὐτός τε καὶ Ἰόλαος, αἰχμητὰ δύο. | |||
10 | τήνελλα καλλίνικε χαῖρε ἄναξ Ἡράκλεις. | |||
O 91d | τριπλόον δὲ διὰ τοῦτο εἶπεν, ἐπειδὴ τρὶς ἐλέγετο τοῦτο τὸ κομμάτιον τοῖς νικῶσι. κωμάζει δὲ πρὸς τὸν τοῦ Διὸς βωμὸν ὁ νικήσας μετὰ τῶν φίλων, αὐτὸς τῆς ᾠδῆς ἐξηγού‐ μενος. | |||
O 91e | ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὁ μὲν τοῦ Ἀρχιλόχου πεποιημένος ὕμνος ἐδυνάστευσε ῥηθῆναι κατὰ τοῦτον τὸν | |||
ἀγῶνα· ὁ δὲ ὑπ’ ἐμοῦ γενόμενος ῥηθήσεται. | 266 in vol. 1 | |||
O 91f | BCDEQ | τὸ μὲν Ἀρχιλόχου μέλος: ὁ Ἀρχίλοχος πρὸ τού‐ των τῶν λυρικῶν γενόμενος, θελήσας ὕμνον ἀναβαλέσθαι εἰς Ἡρακλέα ἐν τῇ Ὀλυμπίᾳ, ἀπορήσας κιθαρῳδοῦ διά τινος λέξεως μιμήσασθαι τὸν ῥυθμὸν καὶ τὸν ἦχον τῆς κιθάρας | ||
5 | ἐπεχείρησε. συντάξας οὖν τοῦτο τὸ τήνελλα οὕτω τὰ ἑξῆς ἀνεβάλλετο. καὶ αὐτὸς μὲν τὸν ἦχον τῆς κιθάρας ὑποκρινό‐ μενος ἔλεγεν ἐν μέσῳ τὸ τήνελλα καὶ τὰ ἐπίλοιπα, οἷον καλλίνικε χαῖρε ἄναξ Ἡράκλεις, καὶ εἴ τι ἕτερον, οἷον αὐτός τε καὶ Ἰόλαος, αἰχμητὰ δύο, τήνελλα. τὸ λοιπὸν οἱ ἀπο‐ | |||
10 | ροῦντες κιθαρῳδοῦ τούτῳ τῷ κόμματι ἐχρῶντο, τρὶς αὐτὸ ἐπιφωνοῦντες. κεκράτηκεν οὖν ἐπὶ πάντων νικηφόρων παρ’ αὐτὸν τὸν καιρὸν τῆς νίκης ἐπᾴδεσθαι τὸ κόμμα. καὶ τοί‐ νυν ἐπὶ τοῦ Ἐφαρμόστου νικήσαντος τοῦτο ἐλέχθη. | |||
O 91g | ὁ δὲ λόγος· τὸ μὲν τοῦ Ἀρχιλόχου μέλος, οἷον τὸ τήνελλα καλλίνικε, φωνηθὲν καὶ προλεχθὲν ἐν τῇ Ὀλυμπίᾳ, ὅπερ μέλος ἔχον τὸ καλλίνικος τρίτον ἐλέγετο μετὰ πλήθους καὶ χοροῦ, ἐξήρκεσε παρὰ τὸ Κρόνιον ὄρος ἐν τῇ Ὀλυμπίᾳ | |||
5 | καθηγήσασθαι καὶ προρρηθῆναι τότε χορεύοντι καὶ κωμά‐ ζοντι σὺν τοῖς ἑταίροις τῷ Ἐφαρμόστῳ. | |||
O 91h | BDEQ | ἄλλως· ὁ μὲν ὑπ’ Ἀρχιλόχου, φησὶ, λεχθεὶς ὕμνος ἤρκεσεν· ὁ δ’ ὑπ’ ἐμοῦ | 267 in vol. 1 | |
BCDEQ | νῦν γεγονὼς ῥηθήσεται. ἔθος δὲ ἦν κωμάζειν τὴν νίκην ἑσπέρας τοῖς νικηφόροις μετ’ αὐλητοῦ· μὴ παρόντος δὲ αὐ‐ | |||
5 | λητοῦ εἷς τῶν ἑταίρων ἀνακρουόμενος ἔλεγε· τήνελλα καλ‐ λίνικε. | |||
O 91i | BCEQ | ἄλλως· τὸ μὲν Ἀρχιλόχου μέλος, ὃ τοῖς νικῶσι τὰ Ὀλύμπια ἐπῄδετο, ἦν τρίστροφον, κοινῶς δυνάμενον ἁρμόζειν ἐπὶ παντὸς νικηφόρου διὰ τὸ κατὰ τῆς πράξεως αὐτῆς ψιλὸν ἔχειν τὸν λόγον, μήτε δὲ ὄνομα μήτε ἰδίωμα | ||
5 | BEQ | ἀγωνίσματος. ἐφυμνίῳ δὲ κατεχρῶντο τούτῳ· τήνελλα καλ‐ λίνικε. τῷ οὖν Ἐφαρμόστῳ, φησὶν, ἐπήρκεσε παραχρῆμα κατὰ τὴν Ὀλυμπίαν τοῦτο τὸ μέλος κωμάζοντι σὺν τοῖς ἑταίροις. | ||
O 91k | BCDEQ | τὸ δὲ τριπλόος ὅτι τρὶς ἐπεκελάδουν τὸ καλ‐ λίνικε. οὐ καθόλου δὲ τρὶς, ἀλλ’ ὅτι τριπλῆν ἔχει τὴν στρο‐ φὴν καὶ πάλιν ἀναλαμβάνεται. Ἐρατοσθένης δέ (p. 226 Bernh.) φησι μὴ ἐπινίκιον εἶναι τὸ Ἀρχιλόχου μέλος, ἀλλ’ | ||
5 | ὕμνον εἰς Ἡρακλέα· τριπλόον δὲ οὐ διὰ τὸ ἐκ τριῶν στροφῶν συγκεῖσθαι, ἀλλὰ διὰ τὸ τρὶς ἐφυμνιάζεσθαι τὸ καλλίνικε. | |||
BDEQ | περὶ δὲ τοῦ τήνελλα Ἐρατοσθένης φησὶν ὅτι ὅτε ὁ αὐλη‐ τὴς ἢ ὁ κιθαριστὴς μὴ παρῆν, ὁ ἔξαρχος αὐτὸ μεταλαβὼν ἔλεγεν ἔξω τοῦ μέλους, ὁ δὲ τῶν κωμαστῶν χορὸς ἐπέβαλλε | |||
10 | τὸ καλλίνικε, καὶ οὕτω συνειρόμενον γέγονε τὸ τήνελλα καλ‐ λίνικε. ἡ δὲ ἀρχὴ τοῦ μέλους ἐστίν· ὦ καλλίνικε χαῖρε ἄναξ Ἡράκλεες. | |||
O 92 | BCDQ | φωνᾶεν Ὀλυμπίᾳ: οἱ μὲν προσγράφουσι τῷ α τὸ ι καὶ ἀκούουσι φωνῇ, τὸ τῇ φωνῇ λεχθέν· οἱ δὲ ἀπόστροφον | ||
τιθέντες ἐν τῷ α τὸ φωνηθὲν καὶ πολυθρύλλητον ἀκούουσιν. | 268 in vol. 1 | |||
O 93a | BCDEQ | καλλίνικος ὁ τριπλόος κεχλαδώς: τρὶς ὑμνοῦν‐ το οἱ νικηφόροι, ἅμα τῇ νίκῃ καὶ ἐν τῷ γυμνασίῳ καὶ ἐν τῇ πατρίδι. | ||
O 93b | ἢ ὁ πολλάκις λεγόμενος τῇ νίκῃ. | |||
O 93c | ἢ ἐπειδὴ τρία ἰαμβεῖᾳ εἰσιν. | |||
O 93d | BCEQ | ἄλλως· τριπλόος, ὁ πλή‐ θων, οἱονεὶ πλήθει λεγόμενος, ὑπὸ τοῦ πλήθους ᾀδό‐ μενος. | ||
O 93e | ἢ ὁ ἁβρυνόμενος καὶ πολλάκις ᾀδόμενος. τοῦτο λέγει κεχλαδώς. | |||
O 93f | ἄλλως· τριπλόος: ἀκαταλλήλως τῷ μέλος τὸ τριπλόος ἐπήγαγεν ὁ Πίνδαρος, οὐδετέρῳ προσ‐ πλέξας τὸ ἀρσενικόν. ἀλλὰ ῥητέον πρὸς τὴν διάνοιαν αὐ‐ τὸν ἀπηντηκέναι· Ἀρχιλόχου μέλος ὁ ὕμνος, εἶτα ὕμνος ὁ | |||
5 | τριπλοῦς. | |||
O 93g | BEQ | τριπλόος δὲ ἤτοι ὁ τρὶς ἐπᾳδόμενος, ἢ τρί‐ στροφος ὢν κατὰ Ἀρίσταρχον. | ||
O 93h | BDEQ | στροφῇ δὲ καὶ ἀντι‐ στρόφῳ τὰ τῶν λυρικῶν σύγκειται ποιήματα. | ||
O 93i | A | ὁ τριπλόος κεχλαδώς: ὁ μετὰ πλήθους κελάδων· ἢ πληθύει τὰ μέλη. | ||
O 93k | [κωμάζοντι φίλοις:] πλειόνων οὐσῶν ἀντιστρόφων καθ’ ἑκάστην στροφὴν ἔφη ὅτι τρὶς ἐπε‐ κελάδουν καλλίνικε λέγοντες. οὐ καθόλου δὲ τρὶς, ἀλλὰ καὶ τριπλῆν ἔχειν τὴν τροπὴν καὶ πάλιν ἀναλαμβάνεσθαι τοῦτον | |||
5 | τὸν τρόπον. | |||
O 93l | βέλτιον δὲ ὅτι τρὶς ἐπῇδον λέγειν τὸ | |||
ἐφύμνιον οἱ κωμασταί· λέγω δὲ τὸ τήνελλα καλλίνικε. | 269 in vol. 1 | |||
O 93m | Bgl | (κεχλαδώς:) ὁ λεγόμενος. ὁ ὑπὸ ὄχλου ᾀδόμενος. | ||
O 93n | ἢ κεκλαδὼς, ὁ κελάδων. | |||
O 98a | BEQ | ἀλλὰ νῦν ἑκαταβόλων: τότε μὲν οὖν καὶ παρὰ τὸν καιρὸν τῆς νίκης ἐκεῖνα ἐλέχθη ἐν Ὀλυμπίᾳ· νυνὶ δὲ ἀπὸ τῶν τὰ πόρρω βαλλόντων τόξων μουσικῶν. | ||
O 98b | τὸ δὲ ὅλον τροπή· τόξῳ μὲν γὰρ τὴν ποίησιν, βέλεσι δὲ τὰ ἐγκώμια παραβάλλει. | |||
O 98c | ἄλλως· ἑαυτῷ παρακελεύεται· | |||
ABEQ | ἀλλὰ κατὰ τὸν ἐνεστῶτα χρόνον, φησὶν, ἀπὸ τῶν μουσικῶν τόξων ἐπινεμήθητι τοῖς ὕμνοις τὸν Δία καὶ τὴν Ὀλυμπίαν. | |||
O 98d | BEQ | ἑκαταβόλων δὲ, τῶν εἰς ἅπαντα τόπον διικνεῖσθαι ποιούντων τὰ ποιήματα. | ||
O 911a | A | ἐπίνειμαι: ἤτοι τῷ χορῷ ἢ ἑαυτῷ παρακελεύε‐ ται ὁ ποιητής. | ||
O 911b | BCDEQ | σεμνόν τ’ ἐπίνειμαι: ὕμνει, ἢ ὑμνηθῆναι ποί‐ ησον τὴν Πίσαν τὴν πρωτεύουσαν τῶν πόλεων. ἢ διὰ τὸν ἀγῶνα, οἷον τὴν τὸν ἀκρότατον καὶ κάλλιστον τῶν ἀγώνων ἔχουσαν. | ||
O 911c | τὸ δὲ ἐπίνειμαι ἢ πρὸς ἑαυτὸν ἢ πρὸς τὸν χορόν. | |||
O 911d | BEQ | ἄλλως· ἐπίνειμαι: ἔπελθε. ἡ δὲ παρακέλευσις ἢ ὡς πρὸς ἑαυτὸν ἢ ὡς πρὸς τὸν χορόν. | ||
O 911e | BCDEQ | ἔπελθε οὖν, φησι, τὸ ἀκρωτήριον τῆς Ἤλιδος, ὅπερ ποτὲ ὁ Πέλοψ ἐξαί‐ ρετον εἴληφε παρὰ τῆς Ἱπποδαμείας νικήσας τὸν Οἰνόμαον ἕδνον. | ||
O 911f | Bgl | (ἐπίνειμαι:) ἔπελθε. ὕμνησον. | ||
O 912a | A | ἀκρωτήριον Ἄλιδος: τὴν Πίσαν λέγει. | ||
O 912b | ἢ τὴν ἐξέχουσαν τῇ θέσει, ἢ τὴν ἐνδοξοτάτην καὶ πρω‐ τεύουσαν. | |||
O 912b bis | Bgl | (Ἄλιδος:) τῆς Ὀλυμπίας. | 270 in vol. 1 | |
O 913 | CDEHQ | τοιοῖσδε μέλεσιν: τοιοῖσδε ποιήμασι. τοιούτοις ὕμνοις, τοῖς νῦν, καὶ μὴ οἵοις οἱ πρότερον. | ||
O 915a | A | Πέλοψ ἐξάρατο: ὁ Πέλοψ κατὰ μέν τινας Λυ‐ δὸς, κατὰ δέ τινας Φρὺξ ἢ Παφλαγών· κατὰ δὲ Αὐτεσίωνα (FHG IV, 345) Ἀχαιός. | ||
O 915b | A | κάλλιστον ἕδνον: ἕδνον νῦν οὐ τὸ παρὰ τοῦ | ||
ADEHQ | ἀνδρὸς διδόμενον τῇ γαμουμένῃ λέγει, ἀλλ’ ὃ αὐτὸς ἐκεί‐ νην λαβὼν προσεκτήσατο. | |||
O 915c | ACDEHQ | φησὶ τῶν ἐκ τῆς Ἱππο‐ δαμείας αὐτῷ περιγενομένων δώρων, ὅτε ἔγημεν αὐτὴν, τοῦτο κάλλιστον ἕδνον εἶναι, τὴν τῆς χώρας κτῆσιν. | ||
O 915d | CDEHQ | ἄλλως· ἄκυρόν ἐστιν ἐπὶ τῆς Ἱπποδαμείας τὸ ἕδνον· ἕδνα γὰρ δι‐ δόασιν οἱ ἄνδρες, φερνὴν δὲ αἱ γυναῖκες, παρὰ τὸ φέρειν μεθ’ ἑαυτῶν. | ||
O 917a | A | πτερόεντα δ’ ἵει: ἄφιε τὸν γλυκὺν ὀιστὸν καὶ ἐπὶ τὴν Πυθίαν, φησὶ, τὸν ὕμνον ἀπὸ τῆς Ὀλυμπίας μεθιστάς. καὶ γὰρ ἐν Πυθίᾳ ἐνίκησε, λγʹ Πυθιάδι. | ||
O 917b | BCDEQ | πτερόεντα δ’ ἵει γλυκὺν ὀιστόν: τροπικῶς τὸν ὕμνον. πάλιν δὲ ἢ πρὸς ἑαυτὸν ἢ πρὸς τὸν χορὸν λέγει. | ||
O 917c | BDEQ | καὶ εἰς τὴν Πυθῶνα δὲ ἵει καὶ πρόπεμπε τὸν πτερό‐ εντα ὀιστόν. πάλιν δὲ τῇ τροπῇ κέχρηται. παρακελεύεται δ’ ἑαυτὸν ἀπὸ τῆς Ὀλυμπίας βαλεῖν τοῖς τῶν ἐγκωμίων | ||
βέλεσι καὶ τὴν Πυθῶνα κατὰ σκοποῦ. ἐνίκησε δὲ ὁ Ἐφάρ‐ | 271 in vol. 1 | |||
5 | μοστος καὶ Ὀλύμπια, ὡς προεῖπον, καὶ Πύθια, ἑβδομηκοστῇ ὀγδόῃ Ὀλυμπιάδι. | |||
O 917d | Bgl | (ἵει:) πέμπε. | ||
O 918a | BCDEQ | Πυθῶνάδ’ ὀιστόν: ἀντὶ τοῦ καὶ τὴν Πυθῶνα ὕμνει. | ||
O 918b | καὶ πρὸς τὴν Πυθῶνά, φησιν, ἀφίει τὸν γλυ‐ κὺν ὀιστὸν, ὅ ἐστι τὸν ὕμνον, ἀπὸ τῆς Ὀλυμπίας μεταβάς. καὶ γὰρ Πύθια ἐνίκησεν ὁ Ἐφάρμοστος τὴν λʹ Πυθιάδα. | |||
O 918c | BDEQ | οὔτοι χαμαιπετέων: οὐ γὰρ δὴ εὐτελῶν οὐδὲ μικρῶν λόγων ἀπάρξῃ περὶ τῶν τοῦ ἀνδρὸς παλαισμάτων λέγων καὶ τῇ κιθάρᾳ ἐπὶ τούτοις χρώμενος. | ||
O 918d | ABDEQ | οὐ τοι‐ ούτων λόγων ἐφάψῃ κατὰ τοῦτον τὸν ὕμνον, οἳ ἂν πέσοιεν χαμαὶ, ἀλλὰ τοὐναντίον ἐνδόξων καὶ δυναμένων πανταχοῦ διικνεῖσθαι. | ||
O 918e | A | χαμαιπετῆ δὲ κυρίως ἐστὶ δόρατα ἢ βέλη, ὅταν ἀποτυχόντα τοῦ σώματος χαμαὶ πέσῃ. | ||
O 921 | A | φόρμιγγ’ ἐλελίζων: ἀντὶ τοῦ τῇ κιθάρᾳ τὸν ἐπί‐ νικον προσᾴδων. | ||
O 922a | B(C)DEQ | κλεινᾶς ἐξ Ὀπόεντος: ποίου, φησὶν, ἀνδρός; τοῦ ἐκ τῆς Ὀποῦντος· ἵν’ ᾖ, τοῦ Ἐφαρμόστου· ἐκεῖθεν γὰρ τὸ γένος ἔχει. | ||
O 922b | A | αἰνήσαις ἓ καὶ υἱόν: τῇ διαιρέσει οὕτω· τὸ αἰνήσαις, ἐχόμενον δὲ τὸ ἕ· τοῦτο δὲ τὸ ἕ προενεκτέον ἐγ‐ κλίσει καὶ δασυντέον, ἵνα σημαίνῃ· ἐπαινέσας αὐτὴν, τὴν | ||
Ὀποῦντα, καὶ τὸν υἱὸν δὲ αὐτῆς τὸν Ἐφάρμοστον, καθὸ | 272 in vol. 1 | |||
5 | πατρὶς αὐτοῦ ἐστιν. | |||
O 922c | δύναται δὲ καὶ τὴν ἡρωίδα λέγειν, υἱὸν δὲ τὸν Ὀποῦντα. | |||
O 922d | BCDEQ | αἰνήσαις ἓ καὶ υἱόν: ἕ ἀντωνυμία· κεῖται γὰρ ἀντὶ τοῦ αὐτὴν, τὴν Ὀποῦντα· υἱὸν δὲ τὸν πολίτην λέγει. | ||
O 922e | BDEQ | ἄλλως· τὴν πόλιν Ὀποῦντα καὶ τὸν υἱὸν αὐτῆς τὸν νικηφόρον· υἱὸν δὲ ἀντὶ τοῦ πολίτην. | ||
O 922f | δύναται καὶ αὐτὴν τὴν ἡρωίδα λέγειν, υἱὸν δὲ Ὀποῦντα. | |||
O 923a | (ἕ:) αὐτὴν, τὴν Ὀποῦντα. | |||
O 923b | Bgl | (υἱόν:) ἤγουν τὸν πολίτην. | ||
O 924a | A | ἃν Θέμις: ἣν ἡ Θέμις λέλογχεν [ἀντὶ τοῦ ἥν‐ τινα] καὶ ἡ θυγάτηρ αὐτῆς Εὐνομία. ἐνήλλαχε δὲ τὴν πτῶσιν. | ||
O 924b | Θέμιδος δὲ θυγατέρα καὶ Ἡσίοδος (th. 901)· δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, ἣ τέκεν Ὥρας, Εὐνομίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν. | |||
O 924c | ὁ δὲ λόγος ἐπὶ τῆς Ὀποῦντος, ὅθεν ἦν ὁ νικηφόρος. | |||
O 924d | BCDEQ | ἃν Θέμις: ἥντινα Ὀποῦντα ἥ τε Θέμις καὶ ἡ θυγάτηρ ταύτης Εὐνομία ἡ τὰς πόλεις σώζουσα κεκλήρωται | ||
BDEQ | κατέχειν· ἥτις Εὐνομία μεγάλην δόξαν ἔχει. 27dCDQ | |||
O 927a | A | θάλλει δ’ ἀρεταῖς: ἡ Ὀποῦς θάλλει ταῖς ἀρε‐ ταῖς ἔν τε Πυθοῖ καὶ Ὀλυμπίᾳ. τὸ δὲ ἶσον ἀντὶ τοῦ κοι‐ νῶς. | ||
O 927b | παρά τε τὸ σὸν ῥέεθρον, Κασταλία, καὶ τὸ τοῦ Ἀλφεοῦ. | |||
O 927c | BDEQ | θάλλει δ’ ἀρεταῖς: βρύει δὲ καὶ αὔξεται ταῖς τῆς νίκης ἀρεταῖς [ἡ Ὀποῦς] ἔν τε τῇ Κασταλίᾳ πηγῇ ἐν | ||
BCDEQ | Πυθοῖ καὶ ἐν ταῖς τοῦ Ἀλφειοῦ ποταμοῦ ....., τουτ‐ έστιν ἐν τῇ Ὀλυμπίᾳ· ἀφ’ ὧν, ἤτοι ποταμῶν ἢ τόπων, αἱ | |||
5 | νῖκαι καὶ τὰ ἄνθη τῶν στεφάνων τὴν ἔνδοξον τῶν Λοκρῶν μητέρα τὴν Ὀποῦντα ἐπέρχονται καὶ ὑψοῦσι τὴν καλλίδεν‐ δρον· ἀφ’ οὗ δηλοῖ τὴν εὔγειον. 32D 31Q 34C | 273 in vol. 1 | ||
O 927d | θάλλει δ’ ἀρεταῖς: ἡ Ὀποῦς θάλλει ταῖς ἀρεταῖς τῆς Κασταλίας, ἀντὶ | |||
BDEQ | τοῦ τῆς Πυθοῦς· κρήνη γάρ ἐστιν ἐν Πυθῶνι. τὰ γὰρ Πύθια ἐνίκησε καὶ τὰ Ὀλύμπια. 27cCDQ | |||
O 931 | BEQ | ἐπαείροντι: ὑψοῦσι. μετεωροῦσιν. ὑμνοῦσιν. | ||
O 932a | A | ματέρ’ ἀγλαόδενδρον: μητέρα τοῦ Ἐφαρμόστου τὴν Ὀποῦντα, καθὸ μητέρας τὰς πατρίδας λέγουσι. Μᾶτερ ἐμὰ, τὸ τεὸν, χρύσασπι, φησὶ τὴν Θήβην (J. I, 1). | ||
O 932b | μητρό‐ πολις δὲ τῶν Λοκρῶν ἡ Ὀποῦς. | |||
O 932c | BDEQ | ματέρ’ ἀγλαόδενδρον: ματέρα τὴν Ὀποῦντα τοῦ Ἐφαρμόστου πατρίδα. | ||
O 932d | BEQ | μητρόπολιν δὲ τὴν Ὀποῦντα τῶν Λοκρῶν λέγει. | ||
O 933 | BDEQ | ἐγὼ δέ τοι φίλαν πόλιν: ὁ νοῦς τοιοῦτος· ἐγὼ δὴ οὖν ταύτην τὴν προσφιλεστάτην Ὀποῦντα ἐκδήλοις καταυ‐ γάζων ὕμνοις πανταχοῦ ἐκπέμπω ταύτην τὴν ἀγγελίαν καὶ ἵππου παντὸς ταχυτάτου καὶ ναὸς ταχείας θᾶττον, εἴπέρ | ||
5 | τινι θείᾳ μοίρᾳ καὶ μετά τινος θείας χειρὸς τὸν ἐξαίρετον τῶν Χαρίτων κῆπον, τὸν ποιητικὸν λέγει, νέμομαι. τοῦτον δὲ νέμομαι εἶπεν, ὅτι οἶδεν αὑτὸν εὐφυῶς καὶ δυνατῶς φράζοντα, εἰ δὲ καὶ χάρις τοῖς ποιήμασιν ἐφέψεται, ὡς ἄν‐ θρωπος ἀγνοεῖ. | |||
O 934a | A | μαλεραῖς: ταῖς λαμπραῖς, παρόσον τὸ πῦρ λαμ‐ πρὸν καὶ μαλερὸν λέγεται· ὡς ἐκ μὲν τοῦ ἐπιθέτου τὸ πῦρ δηλοῦσθαι, ἐκ δὲ τοῦ πυρὸς τὸ λαμπρόν. ὁ δὲ τρόπος μετάληψις. | ||
O 934b | λαμπρὰς δὲ τὰς ᾠδὰς διὰ τὸ διικνεῖσθαι ὡς τὸ πῦρ. | 274 in vol. 1 | ||
O 934c | ὁ δὲ Δίδυμος ἀντὶ τοῦ μαλακαῖς· καὶ γὰρ ἑτέρωθι (J. R, 8) μαλακοφώνους τὰς ᾠδάς φησιν. | |||
O 934d | BCDEQ | μαλεραῖς ἐπιφλέγων ἀοιδαῖς: λαμπραῖς, κατὰ μετωνυμίαν. | ||
O 934e | BEQ | ἄλλως· ταῖς λαμπραῖς καὶ ἐκδήλοις. | ||
O 934f | BCDEQ | ἐπιφλέγων δὲ ἀντὶ τοῦ ἐπαυγάζων· διόλου γὰρ τῇ τροπῇ ὡς ἐπὶ πυρὸς ἐπέμεινε. | ||
O 934g | λαμπρύνων. | |||
O 934h | ἐγὼ οὖν, φησιν, ὑμνῶν τὴν πόλιν ταύτην τὴν ἀγγελίαν πανταχοῦ πέμψω ταχύτερον ὀξέος ἵππου καὶ νεὼς οὐριοδρομούσης, εἰ σὺν θεοῦ βουλήσει κεχαριτωμένα ποιήματα γράφω. | |||
O 936a | A | ναὸς ὑποπτέρου: ἢ τῆς ταχείας, ἢ τῆς εὐτρε‐ πισθείσης ἀρμένοις. 〈Ὅμηρος·〉 τὰ πτερὰ νηυσὶ πέλονται (λ 124). | ||
O 936b | ναὸς ὑποπτέρου: ταχείας. | |||
O 936c | BEQ | ἢ διὰ τὰς κώ‐ πας. Ὅμηρος (λ 124)· τὰ πτερὰ νηυσὶ πέλονται. | ||
O 936d | ἀγ‐ γελίαν δὲ τὴν περὶ τῆς νίκης. | |||
O 938a | A | εἰ σύν τινι μοιριδίῳ: εἰ σύν τινι μηχανῇ παρὰ Μοιρῶν δεδομένῃ μοι τῶν Χαρίτων ἐπινέμομαι κῆπον καὶ μὴ παρὰ φύσιν βιάζομαι. | ||
O 938b | ἄλλως· εἴπέρ τινι θείᾳ μοίρᾳ τὸν ἐξαίρετον τῶν Χαρίτων κῆπον (τὸν ποιητικὸν λέγει) καρποῦμαι τοῦτον. οἶδε γὰρ αὑτὸν εὐφυῶς μὲν γράφοντα, εἰ δὲ χάρις τοῖς ποιήμασιν ἐπακολουθήσει, ἀγνοεῖ. | |||
O 938c | BCEQ | μοιριδίῳ παλάμᾳ: δαιμονίᾳ μηχανῇ καὶ τέχνῃ. | ||
O 939a | CDEQ | Χαρίτων κᾶπον: τὴν ποιητικὴν λέγει, δι’ ἧς ἔστι χαρίσασθαι. | ||
O 939b | BEQ | ἄλλως: κᾶπον: τὸν ποιητικόν. | 275 in vol. 1 | |
O 939c | BCDEQ | ὅτι δὲ πάροικοι ταῖς Μούσαις αἱ Χάριτες, καὶ Ἡσίοδος μαρτυρεῖ (th. 64)· πὰρ δ’ αὐταῖς Χάριτές τε καὶ Ἵμερος οἰκί’ ἔχουσιν. | ||
O 940 | BDEQ | κεῖναι γὰρ ὤπασαν: αἱ Χάριτες τὰ ἐν τῷ βίῳ | ||
BCDEQ | τερπνὰ τοῖς ἀνθρώποις παρέσχον· ἀγαθοὶ δὲ καὶ σοφοὶ καὶ ἀνδρεῖοι ἄνθρωποι κατὰ βούλησιν τοῦ δαιμονίου καὶ θεῶν γίνονται. Χαρίτων μὲν γὰρ ἔργον οἶδε τὸ τὰ πράγ‐ | |||
5 | ματα χαριέντως ἀποτερματίζειν, Μοιρῶν δὲ καὶ εἱμαρμένης | |||
BCEQ | τὸ δυνατούς τινας κατὰ ἀνδρείαν καὶ συνετοὺς κατὰ φρό‐ νησιν γίνεσθαι. λεληθότως δὲ ὁ Πίνδαρος διὰ τὸ ἀνεπαχ‐ θὲς τὰ ἴδια ἐπεξεργάζεται ἐγκώμια. | |||
O 942 | BCEQ | κατὰ δαίμον’ ἄνδρες: ἀγαθοί, φησιν, ἄνδρες | ||
BCDEQ | κατὰ ἀνδρείαν καὶ σοφοὶ κατὰ σύνεσιν ἐκ θεοῦ μοίρας ἐγένοντο. τοῦτο δὲ παραδεικνὺς παραβάλλει τὸν Ἡρακλέα, ὅτι εἰ μὴ κατὰ θεοῦ μοῖραν ἐγεγόνει τοιοῦτος, οὐκ ἄν | |||
5 | ποτε ὑπέστη ἀντιστῆναι Ἀπόλλωνι καὶ Ποσειδῶνι καὶ Ἅιδῃ Ἡρακλῆς. | |||
O 943 | BCDEQ | ἐπεὶ ἀντίον πῶς ἂν τριόδοντος ἕως θνᾳσκόν‐ των: τίνες εἰσὶν αἱ αἰτίαι δι’ ἃς ἐπολέμησε τοῖς τρισὶ θεοῖς ὁ Ἡρακλῆς; πρὸς τὸν Ποσειδῶνα μὲν προϊστάμενον Πυλίων. ἐπολέμει γὰρ Ἡρακλῆς τοῖς Πυλίοις διὰ ταύτην τὴν αἰτίαν. | ||
5 | ἀνελών τινα Τραχίνιον καὶ φεύγων τοῦ φόνου τὸ μύσος ἔρχεται πρὸς Νηλέα ἐπὶ τῷ καθαρθῆναι τοῦ φόνου. ὡς οὖν οὐκ ἐπέτρεψεν, ἐκίνησε πρὸς Νηλέα πόλεμον. ὁ οὖν Ποσειδῶν ὡς ὑπὲρ παιδὸς ἐμαχέσατο τῷ Ἡρακλεῖ· Νηλεὺς γὰρ καὶ Πελίας Ποσειδῶνος υἱοί. πρὸς δὲ Ἀπόλλωνα οὕτω | |||
10 | καὶ διὰ τοιαύτην αἰτίαν. εἰς γὰρ τὴν Πυθῶνα παρεγένετο μαντευσόμενος περί τινος. ἔφησεν οὖν αὐτῷ ἡ Πυθία μὴ παρεῖναι τὸν θεὸν μηδὲ χρησμῳδεῖν. ὀργισθεὶς δὲ ἐπὶ τού‐ τῳ Ἡρακλῆς ἥρπασε τὸν μαντικὸν τρίποδα καὶ πρὸς αὐτὸν εἵλετο τὴν μάχην. πρὸς δὲ τὸν Ἅιδην διὰ τοῦτο. ἐπι‐ | 276 in vol. 1 | ||
15 | ταχθεὶς γὰρ ὑπὸ τοῦ Εὐρυσθέως τὸν Κέρβερον κύνα ἀγα‐ γεῖν, εἶτα διακωλυόμενος ἐτόλμησε καὶ πρὸς τὸν Ἅιδην. αἱ δὲ μάχαι αἱ πρὸς τοὺς θεοὺς ἐν διαφόρῳ χρόνῳ τῷ Ἡρακλεῖ γεγόνασιν. | |||
O 944a | ACDEHQ | πῶς ἂν τριόδοντος: ἰδίως κἀν τούτοις ὁ Πίνδαρος Ἡρακλέα γράφει τοῖς τρισὶ πολεμῆσαι θεοῖς. δε‐ δόσθω γὰρ αὐτῷ, φησιν ὁ Δίδυμος, περὶ τὴν ὑπὸ Νέστορι Πύλον συστῆναι τὴν μάχην, Ὁμήρου τὴν ἐν Ἅιδου πύλην | ||
5 | νεκύων πύλον εἰρηκότος (Ε 397)· ἐν πύλῳ ἐν νεκύεσσι βαλών. εἴη δ’ ἂν ὁ Πίνδαρος τὰ καὶ τόποις καὶ χρόνοις διεστῶτα εἰς ἕνα καιρὸν ἄγων ἕνεκα τοῦ μειζόνως ἢ ὡς ἔσχε ταῖς ἀληθείαις τὸν Ἡρακλέα ἐπαινεῖν. Ἀπόλλωνι μὲν γὰρ | |||
A | Ἡρακλῆς ἐν Πυθῶνι περὶ τοῦ τρίποδος μάχεται, τῷ Ἅιδῃ | |||
10 | δὲ ὅτε τὸν Κέρβερον ἀνήγαγε, Ποσειδῶνι δὲ ἀμύνοντι Πύλῳ. | |||
O 944b | BDEQ | ἄλλως· ἐπεὶ ἀντίον πῶς: ἐπεὶ εἰ μὴ ἐκ θεῶν | ||
ὑπῆρχε τὰ κάλλιστα τοῖς ἀνθρώποις, πότε ἂν ἠδυνήθη | 277 in vol. 1 | |||
BEQ | Ἡρακλῆς τῷ ῥοπάλῳ ἀντιμάχεσθαι πρὸς τὴν τοῦ Ποσει‐ δῶνος τρίαιναν καὶ νικῆσαι; ἡνίκα ὁ Ποσειδῶν στὰς περὶ | |||
5 | τὴν Πύλον διεκώλυε τὸν Ἡρακλέα καὶ ἐπολέμει. | |||
O 944c | Amg | τὸν Ἡρακλέα φασί τινα Τραχίνιον πεφονευκέναι, εἶτα εἰς Πύλον ἀποδημήσαντα τῆς πατρίδος πρὸς τὸ τοῦ μιάσματος καθαρθῆναι μὴ παραδεχθῆναι 〈ὑπὸ〉 τοῦ τῆς Πύλου τοῦ Νέστορος Νηλέως ἄρχοντος. ἐπὶ τούτῳ διωκό‐ | ||
5 | μενον ἆραι χεῖρας κατὰ τοῦ ἄρχοντος. τοῦ δὲ Νηλέως υἱοῦ Ποσειδῶνος τυγχάνοντος, ἐπὶ ἐκδικήσει τοῦ παιδὸς ἐλθεῖν, καὶ οὕτως Ἡρακλέα θάρσους ἐμπλησθέντα τολμῆσαι καὶ κατ’ αὐτοῦ καίπερ θεοῦ τυγχάνοντος τῇ οἰκείᾳ δυνάμει χρή‐ σασθαι. | |||
O 946 | CDEQ | ἁνίκ’ ἀμφὶ Πύλον: ὅτι παρακήκοεν Ὁμήρου λέ‐ γοντος (Ε 397)· ἐν πύλῳ ἐν νεκύεσσι. διὸ καὶ μεμυθο‐ λόγηκε τὰ περὶ τὴν Πύλον τοῦ Νέστορος. Ὅμηρος δὲ οὐκ ἐν Πύλῳ λέγει τῇ πόλει, ἀλλ’ ἐν πύλῃ τῇ τοῦ Ἅιδου φη‐ | ||
5 | σὶν αὐτὸν μάχεσθαι. | |||
O 948 | A | ἤρειδεν: εἰ μὴ γὰρ ἦν ἐκ θεῶν τοῖς ἀνθρώποις τὰ ἀγαθὰ, πότε ἂν Ἡρακλῆς τῷ ῥοπάλῳ πρὸς τὴν τρίαιναν ἐμάχετο Ποσειδῶνι, ὅτε Ποσειδῶν ἐκώλυεν Ἡρακλέα ἐν τῇ Πύλῳ μαχέσασθαι; πρὸς δὲ Ἀπόλλωνα Ἡρακλῆς ἐμαχέσατο | ||
5 | ὅτε ἐπελθόντι Ἡρακλεῖ πυθέσθαι ἡ Πυθία ἔφη μὴ ἐνδη‐ μεῖν τὸν θεὸν, ὁ δὲ ἀνήρπασεν αὐτοῦ τὸν τρίποδα. πρὸς δὲ τὸν Ἅιδην ἐμαχέσατο ὅτε ἀπεστάλη τοῦ Κερβέρου χάριν παρὰ τοῦ Εὐρυσθέως. | |||
O 950a | CDEQ | οὐδ’ Ἀίδας ἀκινήταν ἔχε ῥάβδον: τῇ ῥάβδῳ κέχρηται καθάπερ ὅπλῳ τινὶ, βίαν μὲν οὐδεμίαν παρεχο‐ μένῃ, καθάπερ ἢ τριόδους ἢ ξίφος ἢ δόρυ, ἀλλὰ δυνάμει συνεχρῆτο θελκτικῇ καὶ μαλακτικῇ τῆς ψυχῆς· ταύτῃ γοῦν | 278 in vol. 1 | |
5 | φησι καὶ τὰς ψυχὰς αὐτὸν κατάγειν. ἐπὶ τοῦ Ἡρακλέους οὖν ὁ Ἅιδης ἐργωδίᾳ τῆς ῥάβδου ταύτης οὐδὲν ἠδύνατο δρᾶσαι διὰ τὸ τὴν δύναμιν αὐτῆς ὑπὸ τοῦ Διὸς ἀμβλύνε‐ σθαι. ἀπὸ κοινοῦ δὲ τὸ εἰ μὴ κατὰ δαίμονα ἄνδρες ἐγέ‐ νοντο, οὐκ ἂν οὐδὲ ὁ Ἅιδης ἀσθενῆ καὶ ἀκίνητον διαμαχό‐ | |||
10 | μενος Ἡρακλεῖ εἶχε τὴν ῥάβδον, ἐν ᾗ ῥάβδῳ τὰ τῶν ἀνδρῶν σώματα ἀσθενῆ ποιῶν οὕτως εἰς τὸν κοῖλον τόπον [τοῦ Ἅιδου] κατάγει τῶν τελευτώντων. | CEQ | ||
O 950b | ὅτι [δὲ] κηλη‐ | |||
τικὴ ἡ ῥάβδος καὶ κατεργάσασθαι δύναται, Ὅμηρός φησιν ἐπὶ τοῦ Ἑρμοῦ (ε 47)· εἵλετο δὲ ῥάβδον, τῇ τ’ ἀνδρῶν ὄμματα θέλγει | CDEQ | |||
5 | ὧν ἐθέλει, τοὺς δ’ αὖτε καὶ ὑπνώοντας ἐγείρει. | |||
O 953 | ABglEQ | κοίλαν ἐς ἀγυιάν: ὡς παρὰ τὸ αἴθω αἴθυια | ||
ABgl | καὶ παρὰ τὸ μύω μυῖα, οὕτω καὶ παρὰ τὸ ἄγω ἀγυιά. λέγοι δ’ ἂν οὖν τὸν Ἅιδην, ὅτι ἐκεῖ ἄγονται οἱ ἄνδρες. | |||
O 954a | DEQ | ἀπὸ, στόμα, ῥῖψον: ἀπόρριψόν μοι τοῦτον τὸν λόγον, ὦ στόμα. παῦσαι τοῦ λέγειν τοιαῦτα περὶ θεῶν· τὸ γὰρ βλασφημίας ἐχόμενα λέγειν περὶ θεῶν ἀλλότριον τοῖς σοφοῖς, ἀνοήτοις δὲ οἰκεῖον. | 279 in vol. 1 | |
O 954b | CDEQ | σοφία μὲν [γὰρ] οἶδε τὸ γινώσκειν τὰ παλαιὰ καὶ ταῦτα ἑρμηνεύειν τεχνικῶς διασκευ‐ άζουσα, τὸ δὲ πρὸς λοιδορίαν ἕλκειν τὰ διηγήματα οὐχ ὅσιόν ἐστιν, ὡς διορίζεται. διὸ ἐχθρὰν σοφίαν αὐτὴν ὀνομάζει. | ||
O 956 | EQ | ἐπεὶ τό γε λοιδορῆσαι: διότι ἄντα τὸν Ἡρακλέα τριῶν θεῶν ἀπέδειξεν ὄντα βελτίονα. | ||
O 957a | ABgl | ἐχθρὰ σοφία: τὸ ἄκρᾳ ἐπὶ σοφίᾳ καυχᾶσθαι πάντα μανίας μετέχει. | ||
O 957b | τὸ δὲ ὑποκρέκει ὑποτερετίζει· οὕτω γὰρ ἔνιοι διηγήσαντο, ἀπὸ 〈τῶν〉 τῆς κιθαρίσεως κρεγμῶν. πρότερον γὰρ ἐπαφώμενοι τῆς κιθάρας ὑποκρέ‐ κουσιν, ἔπειτα τέλεον κιθαρίζουσιν. | |||
O 958 | EQ | τὸ καυχᾶσθαι παρὰ καιρόν: τὸ γοῦν ἐπὶ ταῖς οὕτως ἀκαίροις 〈καὶ〉 οὐκ ἀναγκαίαις διηγήσεσι καυχᾶσθαι καὶ σεμνύνεσθαι μανίας ὅμοιόν ἐστιν. τοῦτο δὲ εἴρηκε παρόσον ἀσεβεῖν δόξει, ἐὰν τὸν Ἡρακλέα ἐγκωμιάζῃ ἐπὶ τῷ | ||
5 | τοὺς θεοὺς νενικηκέναι. | |||
O 959a | DEQ | μανίαισιν ὑποκρέκει: συμφωνεῖ. οἷον ἐνδό‐ σιμόν ἐστιν. | ||
O 959b | CDEQ | ἄλλως· ὑποκρέκει: ὑπηχεῖ. προσέοικεν. ὑποκρέκειν γὰρ κυρίως ἐστὶ τὸ ἠρεμαίως ὑπηχεῖν ἐν τῷ ἁρμό‐ ζειν τὴν κιθάραν. | ||
O 959c | ὑποτερετίζει οὖν, ἐνδόσιμόν ἐστι μανίᾳ. ἡ μεταφορὰ οὖν ἀπὸ τῶν τῆς κιθάρας κρεγμῶν. πρότερον γὰρ τῆς κιθάρας ἐφαπτόμενοι ὑποκρέκουσιν. | 280 in vol. 1 | ||
O 960a | A | μὴ νῦν λαλάγει: μὴ λέγε τοῦτο ὅτι οἱ θεοὶ μετέχουσι τῶν πόνων καὶ μάχης. φιλόθεος γὰρ ὁ Πίνδαρος. | ||
O 960b | μὴ λαλάγει: ἀντὶ τοῦ θορύβει. | |||
O 960c | BCDEQ | μὴ τοίνυν τὰ τοιαῦτα φλυάρει, ἀλλ’ ἀπόρριψον καὶ ἔα καὶ μὴ μέμνησο πολέμων καὶ μαχῶν. τὰ γὰρ τοιαῦτα κεχώρισται τῶν θεῶν καὶ πόρρω ἐστίν. | ||
O 962a | A | φέροις δὲ Πρωτογενείας: ὑμνοῖς τὸ τῆς Πρω‐ τογενείας ἄστυ τὴν Ὀποῦντα. | ||
O 962b | Πρωτογενείας καὶ Λοκροῦ κατ’ ἐπίκλησιν Ὀποῦς· ἡ δὲ Πύρρα καὶ Δευκαλίων ἐκ τοῦ Παρνασσοῦ ἐλθόντες ἐν τῇ λάρνακι πρῶτον ᾤκησαν ἐν τῇ Ὀποῦντι πλησίον Παρνασσοῦ. ἔνιοι οὐκ ἐν Ὀποῦντί φασι | |||
5 | Πύρραν οἰκῆσαι. ὁ γὰρ Ἀπολλόδωρος οὕτως γράφει· οἰκῆσαι δὲ ἐν Κύνῳ τὸν Δευκαλίωνα λέγεται, καὶ τὴν Πύρραν ἐκεῖ τετάφθαι φασίν· ἱστορεῖ δὲ ταῦτα καὶ Ἑλλάνικος (FHG I, 48). δυσχεραίνοι δὲ ἄν τις, πῶς τινές φασι Πύρρας καὶ Δευκα‐ λίωνος εἶναι Πρωτογένειαν, τοῦ Πινδάρου ἐξ Ὀποῦντός τινος | |||
10 | Ἠλείου λέγοντος αὐτὴν γεγενῆσθαι. ὁ δὲ Ἑλλάνικος (l. c.) καὶ τὴν λάρνακα οὐ τῷ Παρνασσῷ φησι προσενεχθῆναι, ἀλλὰ περὶ τὴν Ὄθρυν τῆς Θεσσαλίας. | |||
O 962c | BCDEQ | φέροις δὲ Πρωτογενείας: φέροις δὲ μᾶλλον, | ||
ὦ στόμα, καὶ λέγοις τὰ περὶ τῆς πόλεως τῆς ἀπὸ Πρωτο‐ γενείας· λέγει δὲ τῆς Ὀποῦντος. | 281 in vol. 1 | |||
O 962d | ὑμνοίης δέ, φησι, τὸ τῆς Πρωτογενείας ἄστυ. ταύτης γὰρ καὶ Λοκροῦ κατ’ ἐπί‐ κλησιν μὲν Ὀποῦς, γόνῳ δὲ Διός· Πρωτογένεια δὲ Δευκα‐ λίωνος καὶ Πύρρας. ὁ μέντοι Πίνδαρος Πρωτογένειαν | |||
5 | Ὀποῦντος ἱστορεῖ ἐν τοῖς ἑξῆς. | |||
O 964a | BCDEQ | αἰολοβρόντα Διὸς αἴσᾳ: καλῶς τοῦ κατακλυσ‐ μοῦ μεμνημένος αἰολοβρόνταν εἶπε τὸν Δία. | ||
O 964b | ἵνα οὖν | |||
BEQ | ἐν Ὀποῦντι λέγει· ἐκεῖ γάρ [φησι] Δευκαλίωνα καὶ Πύρ‐ | |||
ραν οἰκῆσαι, ὧν θυγάτηρ Πρωτογένεια. Ἀπολλόδωρος δέ (FHG I, 453) φησιν οὐκ ἐν Ὀποῦντι ἀλλ’ ἐν Κύνῳ τὸν Δευ‐ | B | |||
5 | καλίωνα καὶ τὴν Πύρραν οἰκῆσαι. | |||
O 964c | BEQ | ἄλλως· ἵν’ αἰολο‐ βρόντα: ἔνθα, ἐν ᾗ Ὀποῦντι κατὰ βούλησιν τοῦ Διὸς ὅ | ||
BCDEQ | τε Δευκαλίων καὶ ἡ Πύρρα ἀπὸ τοῦ ὄρους τοῦ Παρνασοῦ καταβάντες κατῴκισαν ἑαυτοῖς οἰκίαν. ὅτε γὰρ ὁ κατακλυσ‐ | |||
5 | μὸς, ἀνῆλθον εἰς τὸν Παρνασόν· ὄρος δέ ἐστι πάντων ὑψηλότατον. Πρωτογένεια δὲ κατὰ μέν τινας Προμηθέως, κατὰ δὲ ἐνίους Ὀποῦντος τοῦ ἐν Ἤλιδι ποταμοῦ. ἐκ ταύ‐ της καὶ Διὸς Ὀποῦς ἡ πόλις τῶν Ὀπουντίων. ἵν’ οὖν δείξῃ τὸ εὐγενὲς τῆς μητρὸς, λέγει τὴν πόλιν τῆς Ὀποῦντος | |||
10 | Πρωτογενείας. | |||
O 968a | BCDEQ | ἄτερ δὲ εὐνᾶς ὁμόδαμον κτησάσθην λίθι‐ | ||
νον γόνον: οἱ προειρημένοι Δευκαλίων τε καὶ Πύρρα χωρὶς κοίτης καὶ μίξεως ὅμοιον καὶ ἶσον γένος δήμου ἐποιήσαντο ἐκ λίθων βολῆς. οἱ γὰρ πεμπόμενοι εἰς τὰ ὄπισθεν λίθοι | 282 in vol. 1 | |||
5 | παρ’ αὐτῶν ἄνθρωποι ἐγένοντο. διὰ τοῦτο καὶ λαοὶ οἱ ὄχλοι ἀπὸ τοῦ λᾶας. | |||
O 968b | Πύρρα δὲ ἡ γυνὴ Δευκαλίωνος. ἐξάδελ‐ φοι οὗτοι· Ἰαπετοῦ γὰρ παῖδες Προμηθεὺς καὶ Ἐπιμηθεὺς δύο ἀδελφοί· καὶ ἐκ μὲν Προμηθέως Ἕλλην, ἀφ’ οὗ καὶ Ἕλληνες, καὶ Δευκαλίων· Πύρρα δὲ [ἡ Δευκαλίωνος γυνὴ] | |||
5 | θυγάτηρ Ἐπιμηθέως. | |||
O 970a | A | λίθινον γόνον: κοινὰ τὰ περὶ Δευκαλίωνα καὶ Πύρραν. καὶ ὅτι τοὺς λίθους κατόπιν ῥίπτοντες ἀνθρώ‐ πους ἐποίουν, μαρτυρεῖ Ἀκουσίλαος (FHG I, 100). | ||
O 970b | A | [ἐπέων σφίσιν οἶμον:] Ἐπίχαρμος (fr. 122K.) ἀπὸ τῶν λάων τῶν λίθων ὠνομάσθαι λαούς φησιν. ὁ δὲ Φιλόχορος (FHG I, 386) ἀπὸ Κέκροπος· οὗτος γὰρ βουλόμενος τὸ τῶν Ἀθηναίων γένος πληθυνθῆναι ἐκέλευσεν αὐτοὺς | ||
5 | λίθους λαβεῖν καὶ ἐνεγκεῖν εἰς τὸ μέσον· ἐξ ὧν ἔγνω δισ‐ μυρίους αὐτοὺς ὄντας. ἀπὸ Κέκροπος οὖν φησι τοὺς ὄχλους 〈λαοὺσ〉 ὠνομάσθαι. (72.) ἐπέων οἶμον δὲ τὸν ὕμνον. | |||
O 970c | BCDEQ | κτησάσθαν λίθινον γόνον: Ἐπίχαρμος (l. c.) ἀπὸ τῶν λίθων λαοὺς τοὺς ὄχλους ὠνομάσθαι φησίν. Φιλό‐ χορος (l. c.) δέ φησι Κέκροπα βουλόμενον τὸ τῶν Ἀθηναίων | ||
γένος ἐπιγνῶναι κελεῦσαι αὐτοὺς λίθους εἰσφέρειν καὶ βάλλειν | 283 in vol. 1 | |||
5 | εἰς τὸ μέσον, ἐξ ὧν ἐπιγνῶναι δισμυρίους αὐτοὺς ὄντας. ἀπὸ Κέκροπος οὖν φησι τοὺς ὄχλους λαοὺς ὀνομασθῆναι. | |||
O 970d | BEQ | ἄλλως· ὅτι κατηκολούθησε τοῖς μυθογράφοις εἰρηκόσι λαοὺς τοὺς ἀνθρώπους προσωνομάσθαι διὰ τὸ ἐκ λίθων γενέσθαι· ἐκ δὲ λίθων ἐγένοντο βροτοὶ, λαοὶ δὲ καλέονται. | ||
O 970e | BCQ | διό φησιν ὁ Πίνδαρος ἄνευ συνουσίας αὐτοὺς κτή‐ σασθαι λίθινον γόνον. | ||
O 972a | BDEQ | ἔγειρ’ ἐπέων σφιν οἶμον λιγύν: τὸν τῶν ἐπέων λιμένα. καθόρμισον εἰς τὸν ὕμνον τοῦτον. | ||
O 972b | BCDEQ | τοῖς ἀπὸ Δευκαλίωνος καὶ τοῖς Λοκροῖς. | ||
O 972c | ὡς τοῦ νικηφόρου ἀπογόνου ὄντος Δευκαλίωνος. | |||
O 972d | DEQ | ἄλλως· ἐπέων οἶμον: ὁδόν. | ||
O 972e | BDEQ | τὸν δὲ κατὰ Δευκαλίωνα λόγον ὡς κοινὸν ὄντα παραιτεῖται λέγειν. φησὶν οὖν· ἔγειρε καὶ ἵστα καὶ παῦε | ||
B(C)DEQ | τὴν ὁδὸν ταύτην τὴν ἡδεῖαν τῆς μυθολογίας (λιγὺν δὲ εἶπε τῇ ἀκοῇ μόνῃ)· προσήκει γὰρ ἐπαινεῖν οὐ τὰ παλαιὰ | |||
5 | διηγήματα, ἀλλὰ παλαιὸν μὲν οἶνον ἐπαίνει, λόγων δὲ νεα‐ ρῶν καὶ προκειμένων τὰς ὑποθέσεις καὶ τὰ ἄνθη (ἄνθη δὲ νῦν τὰς πράξεις). εἶτα πάλιν ὃ παρῃτήσατο ἐκ περιουσίας λέγει. 75B | |||
O 974a | A | ἄνθεα δ’ ὕμνων: παρὰ τὸ Ὁμηρικόν (α 35)· τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείους’ ἄνθρωποι, ἥτις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται. | 284 in vol. 1 | |
O 974b | δοκεῖ δὲ τοῦτο πρὸς τὸ Σιμωνίδειον εἰρῆσθαι· ἐπεὶ ἐκεῖνος ἐλασσωθεὶς ὑπὸ Πινδάρου λοιδορίας ἔγραψε κατὰ τοῦ κρίναντος ἀγαθῶν εἰδέου ἐπειδὴ ἐκεῖνος εἶπεν (fr. 75)· ἐξελέγχει ὁ νέος οἶνος οὔπω πέρυσι δῶρον ἀμπέλου· ὁ δὲ | |||
5 | μῦθος ὅδε κενεόφρων: κούρων δὲ, διὰ τοῦτο ὁ Πίνδαρος ἐπαινεῖ παλαιὸν οἶνον. | |||
O 974c | BCDEQ | ἄνθεα δ’ ὕμνων νεωτέρων αἴνει· Ὅμηρος (α 351)· τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείους’ ἄνθρωποι, ἥτις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται. 79aB | ||
O 974d | ἄλλως· ἄνθεα ὕμνων τὰς ὑποθέσεις. ταῦτα δὲ αἰ‐ νίττεται πρὸς Σιμωνίδην. 74cB 79aEQ | |||
O 975 | B(C)DEQ | νεωτέρων· λέγοντι: ἐπανάληψιν ποιεῖται τοῦ λόγου· λέγει γὰρ τὴν πρώτην πλημμύραν τοῦ ὕδατος Δευ‐ καλίωνος. 74dB 79aCD 78cE 79bQ | ||
O 978a | A | ἄμπωτιν ἐξαίφνας: ἄμπωτιν λέγει τὸ πεδίον τὸ γενόμενον ἐκ τῆς πλημμύρας τοῦ ὕδατος ἀναποθέντος, ἄντλον δὲ τὸ ὕδωρ καὶ τὴν χύσιν τοῦ ὕδατος, ἣν ἡ ἄμ‐ πωτις ἐξήρανεν. Ὅμηρος (ο 479)· ἄντλῳ δ’ ἐνδούπησε. | ||
O 978b | τὸν δὲ κατακλυσμὸν γενέσθαι τινὲς διὰ Πέλοπος ἀνελόν‐ τος Ἄζανα, τινὲς δὲ διὰ τὸ περὶ τὸν Λυκάονος παῖδα ἀσέ‐ βημα ὑπὸ Λυκάονος δὲ διὰ τὴν κρεουργίαν. τὸν δὲ Δία | |||
βουλόμενον καθᾶραι τὴν γῆν τοῦ ἄγους κατακλύσαι. | 285 in vol. 1 | |||
O 978c | BCDEQ | ἄμπωτις: ἄμπωτιν νῦν λέγει τὸ γενόμενον πε‐ δίον ἐκ τῆς τότε πλημμυρίδος ἀναποθέντος τοῦ ὕδατος. | ||
O 978d | τὸν δὲ κατακλυσμὸν γεγενῆσθαι οἱ μὲν διὰ τὸ Πέλοπος ἄγος ὅτε ἐκρεουργήθη· οἱ δὲ διὰ 〈τὸ περὶ〉 τὸν Λυκάονος παῖδα Ἄζανα ἀσέβημα ὑπ’ αὐτοῦ τοῦ Λυκάονος, τοῦ Διὸς βουλομένου πάντα τῆς γῆς ἀποκαθᾶραι ἀσεβήματα. 79cBQ 79bE | |||
O 978e | ἄμπωτιν: ἀνάποσιν. | |||
O 978f | ἄμπωτις δὲ κυρίως ἡ αἰ‐ φνίδιος ὑποχώρησις ἡ ἐκ πλημμύρας τῶν ἐν θαλάσσῃ ὑδά‐ των, ὡς ἐν Λιβύῃ λέγεται. | |||
O 978g | BCEQ | τέχναις δὲ μηχαναῖς καὶ βουλήσεσι Διός. 78cBQ 79bCD 79cE | ||
O 979a | BCDEQ | ὕδατος σθένος: τὴν ῥύσιν λέγει τοῦ ὕδατος, ἣν ἡ ἄμπωτις ἀνεξήρανε. Ὅμηρος (ο 479)· ἄντλῳ δ’ ἐν‐ δούπησε πεσοῦσα. 78eB 78cCD 75EQ | ||
O 979b | CDEQ | ἄντλον: τὸ πλῆθος τοῦ ὕδατος, τὴν χύσιν, παρὰ τὸ ἀντλεῖσθαι. 78eEQ | ||
O 979c | BCDEQ | κείνων δ’ ἔσαν χαλκάσπιδες ὑμέτεροι πρό‐ γονοι: λοιπὸν ὡς πρὸς τὸν Ἐφάρμοστον· ἀπ’ ἐκείνων | ||
δὴ ἦσαν οἱ πρόγονοι ὑμῶν οἱ πολεμικώτατοι, ἐξ ἀρχῆς | 286 in vol. 1 | |||
BCEQ | γενόμενοι ἐκ τῆς γενεᾶς τοῦ Προμηθέως. Ἰαπετοῦ γὰρ Προ‐ | |||
5 | μηθεὺς, ἐξ οὗ [καὶ Κλυμένης] Δευκαλίων, ἐξ οὗ Πρωτογένεια. | |||
B | [πάλιν Ἰαπετοῦ Ἐπιμηθεὺς, ἐξ οὗ καὶ Πανδώρας Πύρρα· | |||
BCEQ | Πύρρας δὲ καὶ Δευκαλίωνος Πρωτογένεια], ἧς καὶ Διὸς Ὀποῦς· ἐξ οὗ Ὀποῦντος οἱ ὄντες ἀπόγονοι τῆς κόρης τῆς Πρωτογενείας καὶ τοῦ ἀρίστου Κρονίδου [τουτέστι] τοῦ | |||
10 | Διὸς, διὰ παντὸς τῆς αὑτῶν γῆς βασιλεύοντες. 82gB | |||
O 979d | BCEQ | ἐναντίωμα δὲ κατὰ τὴν γενεαλογίαν ἐμπίπτει. τὴν γὰρ Πρωτογένειαν οἱ μὲν Δευκαλίωνός φασιν, οἱ δὲ Ὀποῦν‐ τος, καὶ δοκεῖ συμφωνεῖν μήτε ἡ γενεαλογία μήτε ἡ ἱστορία. ἄλλο γάρ τι ποταμὸς Ὀποῦς καὶ ἄλλο ἀνὴρ ἐξ Ἰαπετοῦ. | ||
5 | ἵν’ οὖν τὸ ἀσύμφωνον ἀπὸ τούτων λυθῇ, φασί τινες τὸν Δευκαλίωνα διώνυμον εἶναι καὶ τὸν αὐτὸν λέγεσθαι Ὀποῦντα· ὥσπερ καὶ ἐπὶ τῆς Πηνελόπης. λέγεται γὰρ Ἀρναία πρό‐ τερον καλουμένη παρὰ τῶν φύντων εἰς τὴν θάλασσαν ἐκρι‐ φῆναι, εἶτα ὑπό τινων ὄρνεων πηνελόπων λεγομένων εἰς | |||
10 | τὴν χέρσον ἐξενεχθῆναι, καὶ οὕτως ἀναληφθεῖσαν ὑπὸ τῶν γεννησάντων ὀνομασθῆναι Πηνελόπην ἀπὸ τῆς τῶν ὀρνίθων | |||
ὁμωνυμίας, καὶ τραφεῖσαν διώνυμον εἶναι τὸ λοιπόν. 86dB | 287 in vol. 1 | |||
O 980 | A | ὑμέτεροι πρόγονοι: ὡς ἀπὸ Δευκαλίωνος ὄντων τῶν προγόνων Ἐφαρμόστου. τινὲς δὲ οὕτω τὰ γένη αὐ‐ τῶν· Ἰαπετοῦ καὶ .... Ἐπιμηθεὺς, οὗ καὶ Πανδώρας Πύρρα Δευκαλίωνος γυνή. τούτων φησὶν εἶναι τοὺς προγόνους | ||
5 | τῷ Ἐφαρμόστῳ. | |||
O 981 | CDEQ | Ἰαπετιονίδος: Ἰαπετοῦ Προμηθεὺς, οὗ καὶ Κλυ‐ μένης γίνεται ὁ Δευκαλίων. Ἰαπετοῦ δὲ πάλιν ὁ Ἐπιμηθεὺς, οὗ καὶ Πανδώρας Πύρρα. Πύρρας δὲ καὶ Δευκαλίωνος Πρωτογένεια. | ||
O 982a | BCDEQ | κοῦροι κουρᾶν: πληθυντικῶς εἶπεν· ἐχρῆν γὰρ ἑνικῶς εἰπεῖν· κοῦροι γὰρ κούρης τῆς Πρωτογενείας λέγει. 85bCDEQ | ||
O 982b | B | κοῦροι: ὦ Ὀπούντιοι. | ||
O 982e | A | καὶ φερτάτων Κρονιδᾶν: τὸ ἑνικὸν ἀντὶ πλη‐ θυντικοῦ ἐξενήνοχεν. | ||
O 982d | ἀντὶ 〈τοῦ〉 φερτάτου Κρονίδου· Διὸς γὰρ Λοκρὸς ὁ πρόγονος αὐτῶν. κουρᾶν δὲ πάλιν τῆς κόρης, τῆς Πρωτογενείας. | |||
O 982e | ἢ ὡς καὶ Ἕλληνα φέρειν τὸ γένος ἢ ἀπὸ Δευκαλίωνος. δύναται δὲ καὶ ἀπὸ τοῦ Ὀποῦντος· Διὸς γὰρ ἦν, ὥς φησι Πίνδαρος, θέσει δὲ Λοκροῦ. | |||
O 982f | BCDEQ | φερτάτων Κρονιδᾶν: ἀντὶ τοῦ ἀπὸ φερτάτου Κρονίδου· Διὸς γὰρ Λοκρὸς ὁ πρόγονος αὐτῶν. 85aB | ||
O 982g | BCDEQ | τὸ δὲ Ἰαπετιονίδος φησὶ φύτλας καὶ φερτά‐ των Κρονιδᾶν, ἀντὶ τοῦ τῆς Πρωτογενείας καὶ τοῦ Διὸς, ἀφ’ ὧν τοὺς Ὀπουντίους λέγει γεγενῆσθαι. 82aB 86CDEQ | ||
O 985a | B | πρὶν Ὀλύμπιος ἁγεμών: πρόσθες σύνδεσμον γάρ, ἵν’ ᾖ συναρμοστέος ὁ λόγος τοῖς ἄνωθεν, καὶ εἰπέ· πρὶν γὰρ Ὀλύμπιος ἁγεμών. | 288 in vol. 1 | |
O 985b | BCbeQ | τὸ γὰρ παλαιὸν ὁ Ζεὺς ἀναρπάσας τὴν Πρωτο‐ γένειαν ἥσυχος αὐτῇ ἐμίγη ἐν τῷ Μαινάλῳ ὄρει τῆς Ἀρκα‐ δίας, καὶ μετὰ ταῦτα ἐγκύμονα ποιήσας ἤνεγκε τῷ Λοκρῷ, ἵνα μὴ ὁ αἰὼν καὶ ὁ χρόνος αὐτὸν ἐξέλῃ τῆς ζωῆς ἔρημον | ||
5 | ὄντα παίδων [καὶ γονῆς] καὶ γένους. 79dB 82fCDEQ | |||
O 986a | A | Ἐπειῶν: Ἐπειοὺς τοὺς Ἠλείους, ἀπὸ Ἐπειοῦ τοῦ Ἐνδυμίωνος κληθέντας. τινὲς δὲ τὸν Ἐπειὸν Ἀεθλίου φασίν. | ||
O 986b | BCDEQ | ἀπὸ γᾶς Ἐπειῶν: διὰ τούτων ὁ Πίνδαρος τὴν Πρωτογένειάν φησιν ἐξ Ἤλιδος ἁρπασθεῖσαν εἰς Μαί‐ ναλον τῆς Ἀρκαδίας ὄρος κομισθῆναι ὑπὸ Διός. 88B | ||
O 986c | ἐξήλλαχε δὲ τὴν ἱστορίαν ὁ Πίνδαρος. τὴν γὰρ Πρωτο‐ γένειαν οὐκ Ὀποῦντός φασιν οἱ πλείους, ἀλλὰ Δευκαλίωνος καὶ Πύρρας. 92B | |||
O 986d | BC(D)EQ | Ἐπειῶν τῶν Ἠλείων, ἀπὸ Ἐπειοῦ τοῦ Ἐνδυμίωνος, ἢ τοῦ Ἀεθλίου τοῦ Ἐνδυμίωνος. | ||
O 986e | BCEQ | Ὀποῦν‐ τος ἦν θυγάτηρ Ἠλείων βασιλέως, ἣν Ἀριστοτέλης (fr. 561) Καμβύσην καλεῖ. 86bB | ||
O 987a | A | ἁρπάσαις: ὁ Πίνδαρος τὴν Πρωτογένειαν ἀναρ‐ πασθεῖσαν ὑπὸ τοῦ Διὸς εἰς τὸ Μαίναλον τῆς Ἀρκαδίας ὄρος κομισθῆναι, τὴν δὲ Πρωτογένειαν Ὀποῦντος τοῦ Ἠλείων βασιλέως φησὶ θυγατέρα, ἄλλων τὴν Πρωτογένειαν Πύρρας | ||
5 | καὶ Δευκαλίωνος λεγόντων, ὡς Φερεκύδης φησὶν ἐν τῷ εʹ (FHG I, 85). | |||
O 987b | ἁρπάσας οὖν τὴν Πρωτογένειαν καὶ ἔγκυον αὐτὴν ποιήσας, ἵνα μὴ ὁ Λοκρὸς ἄτεκνος διατελοίη, δέδωκε τῷ Λοκρῷ. ὁ δὲ Λοκρὸς τὸν ἀπὸ Διὸς καὶ Πρωτογενείας παῖδα ὡς ἴδιον σχὼν ὠνόμασεν αὐτὸν Ὀποῦντα ὁμώνυμον | |||
5 | τῷ κατὰ μητέρα πάππῳ. | 289 in vol. 1 | ||
O 987c | Eg1 | (ἕκαλος:) ἥσυχος. νύκτωρ. | ||
O 988a | A | μίχθη: μετὰ γὰρ τὸ φθαρῆναι αὐτὴν ἐγάμησεν ὁ Λοκρός. | ||
O 988b | BDEQ | μίχθη Μαιναλίαισιν: Μαίναλον ὄρος Ἀρκα‐ δίας καὶ πόλις. ἐνταῦθα μιχθεὶς αὐτῇ ὁ Ζεὺς ἤνεγκε τῷ | ||
BCDEQ | Λοκρῷ, ἵν’ ὡς ἑαυτοῦ ἀναθρέψῃ τὸν γεννηθέντα. | |||
O 988c | A | Μαίναλος υἱὸς Λυκάονος, ἀφ’ οὗ τὸ ὄρος τὸ ἐν Ἀρκαδίᾳ ἱερὸν Διός. | ||
O 989 | BCEQ | ἔνεικε Λοκρῷ: Λοκρὸς ἔσχε τὸ γένος ἐκ Διός· ἀφ’ οὗ ἡ τῶν Λοκρῶν χώρα, ἧς Λοκρίδος μητρόπολις ἡ Ὀποῦς. 86cB | ||
O 990a | A | μὴ καθέλοι μιν: μιχθεὶς ὁ Ζεὺς Πρωτογενείᾳ καὶ ἔγκυον αὐτὴν ποιήσας δέδωκε Λοκρῷ. | ||
O 990b | ἵνα μὴ καθέλοι μιν αἰών: ἵνα μὴ ἄτεκνος τελευτήσῃ. | |||
O 990c | δέ‐ δωκεν αὐτῷ, μὴ ὀρφανεύσῃ τοῦ γένους, ἵνα ὡς ἑαυτοῦ θρέψῃ τὸν γεννηθέντα. ἐξ αὐτῆς γίνεται Ὀποῦς, ἐπίκλησιν Λοκροῦ, γένει Διὸς ὤν. | |||
O 992a | B | ὀρφανὸν γενεᾶς: ἄτεκνον. 94aB | ||
O 992b | BCDEQ | ὀρφανὸν γενεᾶς: λέγεται γὰρ ὁ Λοκρὸς ἄπαις γεγενῆσθαι καὶ τὸν ἐκ Διὸς συλληφθέντα ὑπὸ τῆς Πρωτο‐ | ||
γενείας ἴδιον νενομικέναι παῖδα. προεῖχε μέντοι ἡ γυνὴ ἡ Πρωτογένεια τὸ σπέρμα τοῦ Διός. 94bB | CDEQ | |||
O 994a | BDEQ | εὐφράνθη τε ἰδὼν ἥρως θετὸν υἱόν: εὐφράν‐ | ||
θη δὲ ὁ Λοκρὸς θεασάμενος τὸν παῖδα, ὃς ἦν μὲν θετὸς αὐτοῦ κατὰ φύσιν, ἐκ δὲ τῆς ἀγνοίας ἴδιος αὐτοῦ ἐνομί‐ ζετο. 92bB | BCDEQ | |||
O 994b | θετὸν δὲ λέγει ὁ ποιητὴς ἐκ τοῦ ἰδίου προσώπου. [προειρήκει γὰρ ὅτι, εἶχε δὲ σπέρμα μέγιστον ἄλοχος, ἐκ Διός.] ὁ γὰρ Λοκρὸς ἴδιον αὐτὸν ἐνόμιζεν. | 290 in vol. 1 | ||
O 995 | A | θετὸν υἱόν: ὁ Λοκρὸς δηλονότι τὸν Ὀποῦντα οὐκ ἐνόμιζεν εἶναι θετὸν υἱὸν (Διὸς γὰρ), ἀλλὰ ἴδιον. | ||
O 996a | A | μάτρωος δ’ ἐκάλεσέ νιν: κυρίως μήτρωες οἱ μητρὸς ἀδελφοί· νῦν δὲ τὸν τῆς μητρὸς πατέρα Ὀποῦντα μήτρωα. ἦν γὰρ Πρωτογενείας καὶ Διὸς, ἐπίκλησιν δὲ Λοκροῦ. | ||
O 996b | BCDEQ | μάτρωος δ’ ἐκάλεσσέ μιν ἰσώνυμον ἔμμεν: ἡσθεὶς οὖν ἐκάλεσεν αὐτὸν τοῦ πρὸς μητρὸς πάππου τὸ ὄνομα. καὶ νῦν μὲν ὁ Πίνδαρος τὸν ἐκ μητρὸς πάππον μήτρωα ὀνομάζει· Ὅμηρος δὲ καὶ οἱ λοιποὶ τὸν τῆς μητρὸς | ||
5 | ἀδελφὸν μήτρωα καλοῦσιν. φησὶν οὖν ἐν τῇ Ἰλιάδι (Π 717)· Ἀσίῳ, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο, αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος. | |||
O 996c | BEQ | μάτρωος δ’ ἐκάλεσσέ μιν: ὁ Λοκρὸς τὸν | ||
BCEQ | Ὀποῦντα. ἦν δὲ ὁ Λοκρὸς Ἀμφικτύονος τοῦ Διὸς. καὶ ἐκάλεσε τοῦ μητροπάτορος τὸ ὄνομα. Ὀποῦς γὰρ ἐκαλεῖτο ὁ βασιλεὺς τῶν Ἠλείων, ᾧ καὶ οὗτος ὁμώνυμός ἐστιν. 99B | |||
O 998 | B | ὑπέρφατον: ὑπερφυᾶ καὶ μέγαν καὶ τῷ εἴδει καὶ τοῖς πράγμασιν. 101B | ||
O 999a | πόλιν δ’ ὤπασεν: ἐνεχείρισεν αὐτῷ. | |||
O 999b | A | ὥστε ἀπὸ Ὀποῦντος υἱοῦ τοῦ Διὸς ἡ πόλις ὠνόμασται. | ||
O 999c | BDEQ | πόλιν δ’ ὤπασεν: ὄντι δὲ τῷ παιδὶ ἐξαιρέτῳ καὶ ἀνδρωθέντι ὁ Λοκρὸς τὴν πόλιν ἐνεχείρισε καὶ τὸν | ||
ὄχλον διαιτᾶν καὶ διοικεῖν. 98B | 291 in vol. 1 | |||
O 9101 | BCDEQ | ἀφίκοντο δέ οἱ ξένοι: διαβοήτου δὲ τῆς τοῦ Ὀποῦντος ἀρετῆς τυγχανούσης πανταχόθεν τὰς ἰδίας αὐτῶν πατρίδας οἱ περίοικοι καταλελοιπότες πρὸς αὐτὸν ἔσπευδον. παρεγένοντο μὲν οὖν μέτοικοι πρὸς αὐτὸν ἀπό τε τοῦ Ἄρ‐ | ||
5 | γους καὶ Θηβῶν, καὶ οἱ μὲν ἐξ Ἀρκαδίας, οἱ δὲ Πισᾶται. | |||
O 9104a | A | υἱὸν δ’ Ἄκτορος: τὸν Μενοίτιον. τοῦτον δέ φησιν Ἄκτορος καὶ Αἰγίνης· ὃς [οὐκ] ἐκ Θεσσαλίας μετῴ‐ κησεν εἰς Ὀποῦντα. Πυθαίνετος δὲ (FHG IV, 487) Διὶ συνελ‐ θοῦσαν Αἴγιναν γεννῆσαι Αἰακὸν καὶ Δαμοκράτειαν, ἣν γα‐ | ||
5 | μηθῆναι Ἄκτορι ἐν Θετταλίᾳ καὶ τεκεῖν Μενοίτιον· ὕστερον δὲ τοῦτον εἰς Ὀποῦντα ....· συγγενὴς γὰρ ὑπῆρχε τοῦ Λοκροῦ. | |||
O 9104b | (B)CDEQ | υἱὸν δ’ Ἄκτορος: τὸν Μενοίτιον λέγει τὸν Πατρόκλου πατέρα. | ||
O 9104c | BCDEQ | ὑπὲρ πάντας τοὺς ἐνοικοῦντας ξένους ἐτίμησε τὸν Ἄκτορος παῖδα, τὸν ἐξ Αἰγίνης μητρὸς | ||
BDEQ | Μενοίτιον. Αἴγινα δὲ μήτηρ Αἰακοῦ, θυγάτηρ δὲ αὕτη γίνεται Ἀσωποῦ τοῦ ἐν Θήβαις ποταμοῦ. | |||
O 9104d | B | ἀφίκοντο δέ οἱ ξένοι συνοικήσοντες αὐτῷ. | ||
O 9105 | B | ἐποίκων: πάντων τῶν προειρημένων. 106b | ||
O 9106a | BCDEQ | Αἰγίνας τε Μενοίτιον: Αἴγινα μετὰ τὸ τεκεῖν τὸν Αἰακὸν ἦλθεν εἰς Θεσσαλίαν καὶ ἐγαμήθη Ἄκτορι, ἐξ οὗ ἔσχε Μενοίτιον, ὃς ἐπῴκησε τὴν Ὀποῦντα ἀναστὰς ἀπὸ Θεσσαλίας. 107BDEQ | ||
O 9106b | BDEQ | τινὲς ἐκ Δαμοκρατείας τῆς Αἰγίνης καὶ Ἄκτορός φασι τὸν Μενοίτιον· ὁ δὲ Πάτροκλος Μενοιτίου | ||
ἦν καὶ Σθενέλης. 106aB 108DEQ | 292 in vol. 1 | |||
O 9107a | A | τοῦ παῖς: τοῦ Μενοιτίου παῖς ὁ Πάτροκλος ἀπὸ Σθενέλης. καὶ Μυρμιδόνα δὲ αὐτόν φησιν [αὐτὸν] Ὅμη‐ ρος (Σ 10)· Μυρμιδόνων τὸν ἄριστον. | ||
O 9107b | BDEQ | ὁ δὲ νοῦς· τούτου οὖν [φησι] τοῦ Μενοιτίου παῖς συστρατεύσας τοῖς Ἀτρέως παισὶν εἰς Μυσίαν κατήν‐ τησε, καὶ τῶν ἄλλων Ἑλλήνων εἰς φυγὴν τραπέντων μόνος αὐτὸς Ἀχιλλεῖ συμπαρέστη, ἡνίκα τοὺς γενναιοτάτους Ἕλλη‐ | ||
5 | νας τρέψας καὶ νικήσας μέχρι τῶν νεῶν καὶ τοῦ πελάγους συνήλασεν ὁ Τήλεφος. 106bDEQ | |||
O 9108a | A | Τεύθραντος· τὴν Μυσίαν λέγει. βασιλεὺς γάρ τις τῶν ἐκεῖσε Τεύθρας γενόμενος ἀφ’ ἑαυτοῦ ὠνόμασε τὴν πόλιν. ἦν δὲ ὁ Τήλεφος θετὸς παῖς Τεύθραντος· τῇ 〈δὲ〉 ἀληθείᾳ Αὔγης ἦν καὶ Ἡρακλέους ὁ Τήλεφος. | ||
O 9108b | BCDEQ | Τεύθραντος πεδίον τὴν Μυσίαν λέγει. ὁ γὰρ Τεύθρας ἐβασίλευσε τῆς Μυσίας. ὅτε δὲ οἱ Ἕλληνες εἰς τὴν Μυσίαν παρεγένοντο κἀκεῖ νομίσαντες εἶναι τὴν Ἴλιον ἐπολέμουν τοῖς Μυσοῖς, ὁ Τήλεφος πάντας εἰς φυγὴν ἐτρέ‐ | ||
5 | ψατο καὶ μέχρι τῶν νεῶν ἤλασε πλὴν Ἀχιλλέως καὶ Πατρό‐ κλου. διὰ τοῦτο [οὖν] μέμνηται τοῦ γένους τούτου ὡς ἀνδρείου. 115Q | |||
O 9110a | A | ὅτ’ ἀλκάεντας: τὸν Μενοίτιον τὸν πατέρα Πατρόκλου ἀπὸ Αἰγίνης μητρὸς Ἀσωποῦ θυγατρός. | ||
O 9110b | θέλει οὖν εἰπεῖν ὅτι τούτου τοῦ Μενοιτίου παῖς σὺν τοῖς Ἀτρέως παισὶ συστρατεύσας εἰς Μυσίαν κατήντησε, καὶ | |||
Τηλέφου τοῦ Μυσῶν βασιλέως πάντας τρέψαντος εἰς φυγὴν μόνος Ἀχιλλεὺς καὶ Πάτροκλος ἔμειναν. ὡς ἀνδρείου οὖν | 293 in vol. 1 | |||
5 | νῦν τοῦ γένους μέμνηται. | |||
O 9113a | ADEQ | ὥστ’ ἔμφρονι δεῖξαι: ὥστε παραστῆσαι τῷ φρονίμῳ ᾗ ἐκέχρητο ἀνδρείᾳ ὁ Πάτροκλος. | ||
O 9113b | A | ὥστε γνῶ‐ ναι τὸν ἔμφρονα ὅτι γενναῖος ἦν ὁ Πάτροκλος ἀνθιστάμενος Τηλέφῳ. | ||
O 9113c | (C)DEQ | ὥστ’ ἔμφρονι δεῖξαι: οὗτος ἔστη μόνος ἅμα τῷ Ἀχιλλεῖ. | ||
O 9113d | B(C)DEQ | ὥστε δυνατὸν εἶναι δεῖξαι παντὶ φρονίμῳ πρὸς τὸ γνῶναι τὴν τοῦ Πατρόκλου ἐπὶ τῇ ἀνδρείᾳ διά‐ νοιάν τε καὶ σπουδὴν καὶ θάρσος. 119Q | ||
O 9114 | A | μαθεῖν Πατρόκλου: οὕτως ἔστη ἐντῷ πολέμῳ ὥστε παντὶ ἀνθρώπῳ νοῦν ἔχοντι δειχθῆναι τὴν ἰσχὺν καὶ φανερὰν γενέσθαι. | ||
O 9114bis | B | βιατάν: ἰσχυρὸν, ἀνδρεῖον. | ||
O 9115a | A | ἐξ οὗ Θέτιος γόνος: ἐξ ἐκείνου, φησὶ, τοῦ χρόνου παρῄνει αὐτὸν Ἀχιλλεὺς μήποτε ἐν τῷ ὀλεθρίῳ πο‐ λέμῳ χωρὶς τῆς ἑαυτοῦ παρουσίας παρατάττεσθαι, ἀλλ’ ἅμα αὐτῷ πολεμεῖν. | ||
O 9115b | AB(C)DEQ | ἐξ οὗ Θέτιος γόνος: θαυμάσας, φησὶν, ὁ Ἀχιλλεὺς ἐν τῇ προσβολῇ τὴν βίαν τοῦ Πατρόκλου ἀρχὴν ἔλαβε τοῦ θαυμάζειν, καὶ παρῄνει μηδέποτε χωρὶς τάττεσθαι τῆς πολεμικῆς αὐτοῦ τάξεως. | ||
O 9115c | A | ἰδίως δὲ τοῦτο τάσσει χαριζόμενος τῷ Πατρόκλῳ· Ὅμηρος γὰρ διὰ παντὸς λέγει αὐτὸν θεράποντα Ἀχιλλέως. | ||
O 9115d | BCEQ | Ὅμηρος (Π 89)· μὴ σύ γ’ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν Τρωσὶ φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις. 113Q | ||
O 9115e | A | ἢ οὕτως· ἐκ τῆς πρὸς τὸν Τήλεφον μάχης παρηγορεῖτο κατὰ ψυχὴν καὶ τεθαρσήκει, ὅτι τὸν Πάτροκλον εἶχε δια‐ | ||
παντὸς παραστάτην. | 294 in vol. 1 | |||
O 9118a | B | σφετέρας: ἀντὶ τοῦ τῆς ἑᾶς. | ||
O 9118b | AB | ταξιοῦσθαι: παρατάττεσθαι. | ||
O 9118c | A | Ὅμηρος (Π 89)· μὴ σύ γ’ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν. | ||
O 9119a | A | εἴην εὑρεσιεπής: τοῦτό φησιν ὅτι ἔπλασε τὰ περὶ Πατρόκλου εἰρημένα εἰς ἔπαινον τοῦ Ἐφαρμόστου Ὀπουντίου ὄντος. | ||
O 9119b | γενοίμην, φησὶ, διαπαντὸς εὑρίσκειν δυνάμενος τρόπους καὶ διηγεῖσθαι τὰς πράξεις τῶν ἀρχαίων. | |||
O 9119c | BCDEQ | εἴην εὑρεσιεπής: ὡς σεμνυνόμενος τοῖς διηγή‐ μασί φησιν· εἴην δὲ λόγων καινοπρεπῶν εὑρετὴς ἐπὶ τῷ διηγεῖσθαι καὶ πρόσφορος ποιητικῇ μούσῃ καὶ τρόπῳ Μου‐ σῶν ἁρμόδιος. | ||
O 9119d | ἄλλως· γενοίμην, φησὶ, διὰ παντὸς δυνά‐ μενος εὑρίσκειν λόγους καὶ διηγεῖσθαι πράξεις. 122bB | |||
O 9119e | ταῦτα δὲ λέγει διὰ τὸ πλάσασθαι αὐτὸν τὸ ἐπὶ Πατρό‐ κλου προειρημένον ἐπαινεῖν βουλόμενος τὸν Ἐφάρμοστον Ὀπούντιον ὄντα Πατρόκλου πολίτην. 122cB | |||
O 9120a | BEQ | εὑρεσιεπής: καινολόγος. | ||
O 9120b | B | ἀναγεῖσθαι: διηγεῖσθαι. | ||
O 9121a | A | πρόσφορος: κατάλληλος ἐν ποιητικῇ. ἐπιτή‐ δειος. αἴτιος. | ||
O 9121b | EQ | πρόσφορος: μέγας. διαφέρων. | ||
O 9121c | BEQ | πρόσφορος: εὐεπίφορος ἐν ποιήμασιν. ἐπιτήδειος. ἱκανός. 123B | ||
O 9121d | EQ | ταῦτα δέ φησιν ἐπειδὴ εἶπε τὴν περὶ Πατρόκλου ἱστορίαν, ἣν οὐδεὶς εἴρηκε. | ||
O 9122a | A | τόλμα δὲ καὶ ἀμφιλαφής: εἴη μοι τολμᾶν | ||
καὶ ἀποκινδυνεύειν διαπλάσσοντι τὰ τοιαῦτα. | 295 in vol. 1 | |||
O 9122b | B(C)DEQ | ἀμφιλαφὴς δὲ δύναμις ἕσποιτο: ἐμοὶ δὲ παρέποιτο ἐν τοῖς λόγοις ὁμοῦ μὲν εὐτολμία, ὁμοῦ δὲ καὶ δαψίλειά τις δυναμέως. 119eB | ||
O 9122c | BCDEQ | τὸ δὲ ἀμφιλαφής κατὰ ἀντιστοιχίαν εἴρηται κατὰ ἔθος τῶν Μακεδόνων μεταθέσει τοῦ β εἰς φ· ἔστι γὰρ ἀμφιλαβής, ὃ ἔστιν ἀμφοτέραις λαβεῖν ταῖς χερσίν. τοῦτο δὲ ἐπὶ πλήθους συμβαίνει. 120B | ||
O 9123a | A | ξενίᾳ δ’ ἀρετᾷ: ὡς οἰκείου ὄντος τοῦ Λαμ‐ προμάχου πρὸς τὸν Ἐφάρμοστον διὰ Λαμπρόμαχόν φησι γεγονέναι τὸν ἐπίνικον καὶ δι’ ἣν εἶχον προξενίαν πρὸς αὐτόν. | ||
O 9123b | τιμάορος δὲ εἶπεν ἀντὶ τοῦ τιμητὴς ἐσόμενος καὶ τιμῶν διὰ τῆς ἀρετῆς τοῦ ὕμνου, ὡς τοῦ Λαμπρομάχου καὶ Ἐφαρμόστου νενικηκότων Ἴσθμια τῇ αὐτῇ ἡμέρᾳ καὶ Νέμεα. μετὰ δὲ ταῦτα καὶ ἄλλα δὶς ἐνίκησεν Ἴσθμια ὁ | |||
5 | Ἐφάρμοστος. | |||
O 9123c | BCDEQ | προξενίᾳ δ’ ἀρετᾷ τ’ ἤλυθον: πρόξενος ἦν Θηβαίων Λαμπρόμαχος, δι’ ὃν ἔγραψε τὴν ᾠδὴν ταύτην· ἦν δὲ καὶ Ἰσθμιονίκης. δύναται δὲ καὶ τοῦ Πινδάρου | ||
BDEQ | πρόξενος εἶναι. ὁμοῦ δὲ νενικήκασιν Ἴσθμια καὶ Νέμεα τῇ | |||
5 | αὐτῇ ἡμέρᾳ αὐτὸς καὶ ὁ Ἐφάρμοστος. μετὰ δὲ ταῦτα ἄλλα δὶς νενίκηκεν Ἴσθμια ὁ Ἐφάρμοστος. | |||
O 9123d | DEQ | προξενίᾳ τῇ φιλίᾳ. | ||
O 9123e | BCDEQ | τὸ δὲ ἑξῆς οὕτως ἔχει· διὰ δὲ τὴν προξενίαν, τουτέστι τὴν φιλίαν, καὶ τὴν ἀρετὴν τοῦ Λαμπρομάχου ἦλθον ἐπαινέτης τῶν ἐν τῷ Ἰσθμῷ μιτρῶν, ὅτι κατὰ μίαν | ||
ἡμέραν οἱ δύο ἐνίκησαν, ὁ μὲν Ἐφάρμοστος Ὀλύμπια, ὁ δὲ | 296 in vol. 1 | |||
5 | Λαμπρόμαχος Ἴσθμια. | |||
O 9123f | BCEQ | ἔνιοι δέ φασιν ὅτι οἱ δύο Ἴσθ‐ μια ἐν μιᾷ ἡμέρᾳ ἐνίκησαν. | ||
O 9125a | A | Λαμπρομάχου: τὰ βʹ μία ἐστὶ περίοδος. | ||
O 9125b | μίτραισι δὲ ταῖς νίκαις. | |||
O 9125c | EHQ | Ἰσθμίαισι Λαμπρομάχου: Λαμπρόμαχος συγ‐ γενὴς τοῦ Ἐφαρμόστου, κατὰ μίαν ἡμέραν Ἴσθμια σὺν αὐτῷ νικήσας. | ||
O 9125d | BCEQ | μίτραις νῦν τοῖς στεφάνοις καὶ ταῖς νίκαις. μίτρας γὰρ ἔνδοθεν τῶν στεφάνων καὶ διαδήματα ποικίλα εἰώθασι συνδεῖν. | ||
O 9128a | BEQ | ἄλλαι δὲ δύο ἐν Κορίνθου πύλαις: ἐν δὲ Ἰσθμῷ ἄλλαι δύο νῖκαι ἐγένοντο Ἐφαρμόστῳ ἑξῆς. 130EQ | ||
O 9128b | BCEQ | χάρμαι νῦν χαραὶ καὶ ἡδοναί· καθ’ Ὅμηρον δὲ (Η 218) αἱ μάχαι. | ||
O 9128c | BEQ | ἄλλως· ἤτοι μάχαι, ἢ χαραὶ καὶ νῖκαι ἐγένοντο αὐτῷ ἐν τῷ Ἰσθμῷ· Κορίνθου γὰρ πύλαι ὁ Ἰσθμός. 132E 134Q | ||
O 9129 | A | ἔπειτα χάρμα: νῦν ἀντὶ τοῦ χαρά· Ὅμηρος δὲ ἐπὶ τῆς μάχης· οἱ δὲ περὶ Ἴβυκον (fr. 62) καὶ Στησί‐ χορον (fr. 94) χάρμην τὴν ἐπιδορατίδα φασίν. | ||
O 9130a | A | τὰ δὲ καὶ Νεμέας: καὶ ἐν τῇ Νεμέᾳ Ἐφάρ‐ μοστος ἐνίκησε· ἐν Ἀθήναις δὲ τὰ Παναθήναια. | ||
O 9130b | BDEQ | καὶ ἄλλαι δὲ χαραὶ ἐγένοντο τῷ Ἐφαρμόστῳ ἐν | ||
BCDEQ | τῷ κόλπῳ τῆς Νεμέας. ἔστι δὲ περίφρασις ἀντὶ τοῦ ἐν | |||
Νεμέᾳ. κατὰ κοινοῦ δὲ ἀκουστέον τὸ ἐγένοντο χάρμαι. 128bEQ | 297 in vol. 1 | |||
O 9131 | A | κατὰ κόλπον: κατὰ κόλπον Νεμέας. ἐξυπα‐ κουστέον δὲ τὸ χάρμα. | ||
O 9132a | A | Ἄργει τ’ ἔσχεθε: τὰ Ἑκατόμβαια νικήσας καὶ τὰ Ἥραια ἐνίκησεν. οὗτος δὲ ἐν Ἄργει ἐτελεῖτο ὁ ἀγών. | ||
O 9132b | BCDEQ | Ἄργει τ’ ἔσχεθε κῦδος ἀνδρῶν: ἀντὶ τοῦ, καὶ ἐν Ἄργει δὲ δόξαν προσείληφεν ἀνδρῶν νικήσας τὰ Ἥραια. | ||
O 9132c | DEQ | ἀντὶ τοῦ ἐν ἀνδράσι νικᾷ ἐν Ἄργει. 134CDE 137Q | ||
O 9133a | ἀπὸ κοινοῦ [δὲ] τὸ κῦδος ἔσχε. | |||
O 9133b | BCDEQ | ἢ τὰ Πανα‐ θήναια ἢ τὰ Ὀλύμπια. 137CD 134eE 132Q | ||
O 9134a | A | οἷον ἐν Μαραθῶνι: τὰ βʹ μία ἐστὶ περίοδος. | ||
O 9134b | τὸ οἷον θαυμαστικῶς. ἀγωνιζόμενος γὰρ ἐν Μαραθῶνι ἔκκριτος γενόμενος ἐκ τῶν ἀγενείων προβὰς ἄνδρας ἐνίκησε. | |||
O 9134c | δύναται δὲ τὸ οἷον καὶ ψιλῶς ἀντὶ τοῦ μόνον τὸν ἀγῶνα. | |||
O 9134d | BCDEQ | οἷον δ’ ἐν Μαραθῶνι συλαθείς: [νῦν τὰ Ἡράκλεια λέγει. τοῦ δὲ οἷον] διπλῆ ἡ ἐκδοχή. τινὲς γὰρ τὸ οι ψιλῶς ἀναγινώσκουσιν, ἵν’ ᾖ· μόνον ἐν Μαραθῶνι ἀγενείων ἀγωνισάμενος ἡττήθη· καὶ μετεγγράψας ἑαυτὸν εἰς | ||
5 | τοὺς ἄνδρας ἐνίκησεν. ἄτοπον δὲ τοῦτο· οὐ γὰρ ἂν ἐγκω‐ μιάζων περὶ ἥττης ἔμελλε λέγειν. οἱ δὲ θαυμαστικῶς, ὃ καὶ βέλτιον· ὅπως δὲ καὶ οἵως ὑπέμεινεν ἐν Μαραθῶνι ἀγω‐ νιζόμενος πρὸς τοὺς προβεβηκότας ἄνδρας, ἀποσυληθεὶς τῶν | |||
BCEQ | ἀγενείων καὶ ὑπεξελθὼν καὶ εἰς τοὺς ἄνδρας χωρήσας, | |||
10 | ἡνίκα περὶ ἀργυρῶν φιαλῶν προέκειτο ἀγωνίζεσθαι. 133CDEQ | 298 in vol. 1 | ||
O 9134e | τὰ Ἡράκλεια. | |||
O 9134f | E | τὸ δὲ οἷον θαυμαστικόν. | ||
O 9137a | A | ἀμφ’ ἀργυρίδεσσι: ἀργύρειαι φιάλαι ἆθλα ἦσαν ἐν Μαραθῶνι ἐν τοῖς Ἡρακλείοις. | ||
O 9137b | BCDEQ | ἀμφ’ ἀργυρίδεσσι: τοῖς ἐν Μαραθῶνι ἀγω‐ νιζομένοις φιάλαι ἀργυραῖ δίδονται τὸ ἔπαθλον. Ἀθηναίοις δὲ ἔθος χρυσίδας καὶ ἀργυρίδας λέγειν. | ||
O 9138a | A | ὀξυρεπεῖ δόλῳ: ὀξυτάτῃ ἐπιμελείᾳ καὶ τέχνῃ. δόλῳ, παλαίσματι δολίῳ. καταγωνισάμενος τῇ παλαιστικῇ ὀξύτητι. | ||
O 9138b | τὸ δὲ ἀπτωτὶ ἐπιρρηματικῶς. | |||
O 9138c | BCDEQ | φῶτας δ’ ὀξυρρεπεῖ δόλῳ: τῇ ὀξυτάτῃ καὶ ἐπιμελεῖ τέχνῃ. | ||
O 9138d | ὁ νοῦς· τοὺς δὲ ἄνδρας τοὺς ἀνταγω‐ νιστὰς αὐτοῦ τέχνῃ νικήσας ὀξυτάτῃ, [αὐτὸς] μὴ πεσὼν μήτε ὑποστὰς πτῶμα διέβαινε τὸν κύκλον τοῦ σταδίου μεθ’ ὅσης βοῆς. | |||
O 9138e | ἤτοι τὸν ἀγῶνα. | |||
O 9138f | μεθ’ ὅσων ἐπαίνων. | |||
O 9140a | A | διήρχετο κύκλον: τὸν τοῦ σταδίου ἔνθα ἠγω‐ νίζοντο κύκλον. | ||
O 9140b | σὺν βοῇ τῇ τῶν θαυμαζόντων. | |||
O 9140c | DEQ | διήρχετο κύκλον ὅσσᾳ: ἀντὶ τοῦ μεγάλῃ. | ||
O 9140d | ὁ νοῦς· αὐτὸς κατὰ τὴν ἄθλησιν οὐ πεσὼν (θαυμαστι‐ κῶς) μεθ’ ὅσης δὲ βοῆς κύκλον, τὸν τοῦ σταδίου φησὶ, διήρχετο. | |||
O 9140e | A | ὅσσᾳ βοᾷ: μετὰ πάσης βοῆς παριόντι αὐτῷ ἐπήχουν πάντες καὶ ἐθαύμαζον. | ||
O 9141a | A | ὡραῖος ἐών: τὸ ἄκρον τῆς ὥρας καὶ τῆς ἀκ‐ μῆς ἔχων. | ||
O 9141b | οἷον καλὸς ὢν καλὰ ἔπραξεν. | |||
O 9141c | BDEQ | ὡραῖος ἐὼν καὶ καλός: νεανίας μὲν ὢν καὶ | ||
θαυμαστὸς τῷ ὀφθῆναι, ταῖς δὲ πράξεσιν οὐ καταισχύνων τὸ εἶδος. | 299 in vol. 1 | |||
O 9141d | ὅσσᾳ δὲ βοᾷ, μεγάλῃ βοῇ. τὸ γὰρ ὅσσᾳ θαυμαστικῶς. | |||
O 9143a | A | τὰ δὲ Παρρασίῳ στρατῷ: Κλεοφάνης ἐν τῷ περὶ ἀγώνων (FHG IV, 366). τῷ Ἀρκαδικῷ, ὡς ἐν Ἀρκαδίᾳ τὰ Λύκαια νενικηκότος. ἐν τῇ Ἀρκαδίᾳ γὰρ ἤγοντο τῷ Διὶ τὰ Λύκαια. | ||
O 9143b | BCDEQ | τὰ δὲ Παρρασίῳ στρατῷ: ἐν τῷ δήμῳ τῆς Ἀρκαδίας. Παρρασία δὲ μέρος Ἀρκαδίας, ἔνθα τελεῖται Λυκαίου Διὸς ἀγών. | ||
O 9143c | BDEQ | τὰ δὲ ἔργα αὐτοῦ τὰ ἐν τῷ ἀγῶνι τοῦ Λυκαίου Διὸς κατὰ τὴν Παρρασίαν τῆς Ἀρκαδίας ὅπως αὐτὸν ἔδειξε θαύματος ἄξιον. | ||
O 9145a | A | Λυκαίου: ἐν τῇ Ἀρκαδίᾳ, ὅπου ὁ Ζεὺς τετί‐ μηται. | ||
O 9145b | καὶ Λύκαιος ἀπό τινος Λυκαίου. | |||
O 9146a | B(C)DEQ | καὶ ψυχρᾶν ὁπότε: ἐφάνη δὲ θαυμάσιος καὶ ἡνίκα τῶν ψυχρῶν αὐρῶν καὶ τοῦ κρύους τὸ φάρμακον καὶ τὸ βοήθημα ἀπὸ τῆς Πελλήνης λαβὼν ἔφερε, τὴν χλανίδα. ταύτην γὰρ ἐλάμβανον οἱ νικῶντες. | ||
O 9146b | οἷον τρίβωνας. | |||
O 9146c | ὁ δὲ ἀγὼν ἐν Πελλήνῃ Ἕρμαια καλεῖται. 146hB | |||
O 9146d | A | εὐδιανόν: εὐδίαν ποιοῦν. | ||
O 9146e | DEQ | εὐδιανὸν φάρμακον: ἀπὸ κοινοῦ τὸ θαυμα‐ στὸς ἐφάνη. | ||
O 9146f | CEHQ | [εὐδιανὸν δὲ] ἀντὶ τοῦ ἀνάπαυσιν τὴν ἀλεξάνεμον. | ||
O 9146g | BCDEQ | ὅτι ἐν Πελλήνῃ χλαῖνα ἐδίδοτο τῷ νικῶντι χειμῶνος ὥρᾳ. 148B | 300 in vol. 1 | |
O 9146h | BDEQ | ἄγεται δὲ Ἕρμαια καὶ Ἀπόλλωνος ἑορτὴ θεοξένια καλουμένη. 146gB | ||
O 9148a | A | Πελλάνᾳ: ὅτι χλαῖνα ἦν τὸ ἔπαθλον ἐν Πελ‐ λήνῃ, εἴρηται. πεποίηται δὲ ταῦτα παρὰ τὸ Ὁμηρικόν (ξ 529)· ἀλεξάνεμον μάλα πυκνήν. | ||
O 9148b | ἤγετο δὲ ὁ ἀγὼν ἐν Πελλήνῃ τῆς Ἀχαΐας τὰ θεοξένια ἐν χειμῶνι· διὸ καὶ χλαμὺς ἐδίδοτο. | |||
O 9148c | σύνδικος: σύμψηφος. σύμφωνος. | |||
O 9148d | A | τὸν τῶν Ἡρακλείων δὲ ἀγῶνα βούλεται δηλῶσαι. παρὰ γὰρ τῷ κοινῷ σήματι Ἀμφιτρύωνος καὶ Ἰολάου ἄγεται τὰ Ἡράκλεια. | ||
O 9148e | ὁ δὲ νοῦς οὕτως· σύμφωνος δὲ τῶν προειρημένων ἀγώ‐ νων καὶ τὰ Ἰόλεια. | |||
O 9148f | ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐν τοῖς ἀγῶσι συνδικούντων ἀλλήλοις. | |||
O 9148g | τύμβον δὲ λέγει τὸ κενοτάφιον. | |||
O 9148h | BCDEQ | σύνδικος δ’ αὐτῷ Ἰολάου τύμβος: μαρτυρεῖ δὲ αὐτοῦ τῇ ἀνδρείᾳ καὶ ὁ τοῦ Ἰολάου τύμβος ἐν Θήβαις. | ||
O 9148i | Ἰολάεια γὰρ λέγεται ὁ ἀγὼν ὃν ἐνίκησεν. | |||
O 9148k | DEQ | ἄλλως· Ἰολάου τύμβος: ὁ ἐν Θήβαις. | ||
O 9148l | BCDEQ | τὸν τῶν Ἡρακλείων ἀγῶνα θέλων δηλῶσαι τύμβον Ἰολάου εἶπε. παρὰ γὰρ τῷ κοινῷ σήματι Ἀμφιτρύωνος 〈καὶ Ἰολάου〉 ὁ τῶν Ἡρακλείων ἀγὼν ἐτελεῖτο. | ||
O 9150a | A | εἰναλία τ’ Ἐλευσίς: ἐν Ἐλευσῖνι ἄγεται τὰ Δημήτρια. τοῦτον δὲ πρῶτον ἀγώνων φασὶν εἶναι. μετὰ γὰρ | ||
τὸ εὑρεθῆναι τὸν Δημήτριον καρπὸν εὐρωστίας οἱ ἄνθρωποι ἐπίδειξιν ἐπιδειξάμενοι τοῦτον ἠγωνίζοντο, καὶ τετραποδιστὶ | 301 in vol. 1 | |||
5 | τὸ πάλαι περιπατοῦντες ἀνέστησαν καὶ δρόμον ἠγωνίζοντο· ἔνθεν καὶ στάδιον καλοῦσι δρόμον διὰ τὴν στάσιν. | |||
O 9150b | BCDEQ | ἐναλία τ’ Ἐλευσίς: καὶ ἡ Ἐλευσὶς δὲ ἡ πρὸς τῇ θαλάσσῃ κειμένη ταῖς ἀγλαΐαις αὐτοῦ καὶ νίκαις μαρ‐ τυρεῖ. ἄγεται δὲ αὐτόθι ἀγὼν Κόρης καὶ Δήμητρος, ὃς καλεῖται Ἐλευσίνια· οὗ ἔπαθλον κριθαί. | ||
O 9150c | A | Ἐλευσίς: τὸν τῶν Ἐλευσινίων ἀγῶνα λέγει. ἔπαθλον δὲ κεῖται κριθαί· ἄγεται δὲ ἐν Ἀθήναις μετὰ 〈τὴν〉 τῶν Δημητριακῶν καρπῶν συλλογὴν τῇ Δήμητρι εὐχαριστήρια. | ||
O 9152a | A | τὸ δὲ φυᾷ: 〈τὸ〉 θείᾳ φύσει καὶ μοίρᾳ πρασσό‐ μενον καλόν ἐστιν. | ||
O 9152b | ἢ τὸ ἐξ εὐφυΐας. | |||
O 9152c | BCDEQ | τὸ δὲ φυᾷ κράτιστον ἅπαν: τὸ δὲ ἐκ φύ‐ σεως προσὸν ἀγαθὸν καὶ θείας μοίρας κράτιστον καὶ ἐξαί‐ ρετον. λείπει δὲ τὸ ἐστίν. | ||
O 9152d | BCEQ | εἰς ἑαυτὸν δὲ αἰνίττεται· ἀεὶ γὰρ ἑαυτὸν λέγει αὐτοδίδακτον. | ||
O 9153a | A | πολλοὶ δὲ διδακταῖς: πολλοὶ δὲ ἠθέλησαν κλέος λαβεῖν διδαχθέντες καὶ μὴ ἐκ φύσεως ἔχοντες τὴν ἀρετήν. | ||
O 9153b | BCDEQ | πολλοὶ δὲ διδακταῖς: πολλοὶ δὲ δόξαν ἑαυ‐ τοῖς ἠθέλησαν περιποιῆσαι ἀπὸ διδακτῶν ἀρετῶν καὶ ὥρ‐ μησαν καὶ ἔσπευσαν ἐπὶ τοῦτο προελθεῖν. | ||
O 9156a | A | ἄνευ δὲ θεοῦ: ἕκαστον δέ, φησι, πρᾶγμα τὸ χωρὶς θεοῦ πρασσόμενον σιωπώμενον σοφώτερόν ἐστι· πᾶν γὰρ τὸ μὴ κατὰ θεὸν πρασσόμενον δεῖ σιγᾶν καὶ μηδενὸς λόγου ἀξιοῦν. | ||
O 9156b | οἷον σοφώτερόν ἐστι σιγᾶν ἐκεῖνα τὰ πράγματα τὰ μὴ μετειληχότα βουλῆς ἀθανάτου. | |||
O 9156c | οἷον μετὰ θεοῦ τις παραγενόμενος εἰς τοὺς ἀγῶνας ὡς ὁ Ἐφάρ‐ | |||
μοστος, οὗτος καὶ ὑμνεῖσθαι καὶ λαλεῖσθαι ἄξιός ἐστιν. | 302 in vol. 1 | |||
O 9156d | BCDEQ | ἄνευ δὲ θεοῦ σεσιγαμένον οὐ σκαιότερον: τὸ ἄνευ θεοῦ γινόμενον οὐ σκαιότερόν, φησιν, ἀλλ’ ἐκ τῶν ἐναντίων βέλτιον, σιωπώμενον. | ||
O 9156e | οἷον μετὰ θεοῦ τις παραγενόμενος εἰς τοὺς ἀγῶνας, οἷος ὁ Ἐφάρμοστος, ὑμνεί‐ | |||
σθω· ὁ δὲ παρὰ θεόν τι πράσσων, ὡς αὐτόθεν μηδὲ νικᾶν μέλλων, εὐλόγως ἂν καὶ οὐ σκαιῶς σιωπῷτο. | BCEQ | |||
O 9156f | BDEQ | ἢ οὕτως· ἕκαστον δέ, φησι, πρᾶγμα τὸ θεοῦ χωρὶς πραττόμενον οὐ σκαιότερόν ἐστι σιωπώμενον, οἷον σοφώτερόν ἐστι· τὸ γὰρ μὴ κατὰ θεὸν πρασσόμενον δεῖ σιγᾶν. | ||
O 9156g | ἀντὶ τοῦ καλόν ἐστι παρὰ βούλησιν θεοῦ τινα νικήσαντα μὴ ὑμνεῖσθαι. | |||
O 9156h | BCEQ | ἄλλως· ἀπὸ κοινοῦ τὸ κλέος, ἵν’ ᾖ· τὸ δὲ ἄνευ θεοῦ καὶ χωρὶς φύσεως θείας προσγινόμενον κλέος, τοῦτο σεσιγη‐ μένον καὶ μὴ θρυλλούμενον οὐκ ἔστι σκαιότερον οὐδὲ μέμ‐ ψεως ἄξιον· ὡς τοῦ ἐναντίου μέμψιν ἔχοντος, τοῦ μὴ ἐπαι‐ | ||
5 | νεῖν τοὺς φύσει ἀγαθούς· ὅπερ ἑαυτὸν λέγει ποιεῖν. | |||
O 9156i | δύναται δὲ καὶ οὕτω νοεῖσθαι· ἕκαστον δὲ πρᾶγμα, ὃ μὴ κατὰ φύσιν ἐστὶ, τοῦτο σεσιωπημένον οὐκ ἔστι σκαιόν· ἐὰν γὰρ νόθον ὂν ἐμφανίζηται, τότε τὴν ἀδοξίαν προστρίβεται. | |||
O 9156k | BEQ | ἄλλως· πᾶν δὲ πρᾶγμα παρὰ φύσιν γινόμενον οὐχ οὕτως ἐστὶ σιγηθὲν ἀηδὲς ὡς φαινόμενον· φανὲν γὰρ πλέον ἐρυθριάσει καὶ ὑβρισθήσεται. | ||
O 9156l | BCEQ | θεὸν δὲ τὴν φύσιν φησιν. | ||
O 9158a | BCDEQ | [ἐντὶ γὰρ ἄλλαι ὁδῶν ὁδοὶ ἕως τοῦ μελέτα:] | ||
διατί δὲ οὐκ ἔστι σκαιὸν τὸ μὴ θαυμάζειν τοὺς ἄνευ θεοῦ μοίρας τι πράσσοντας, ἑαυτοῖς δὲ ἐπιτρέποντας; ὅτι εἰσὶν αἱρετώτεραι καὶ προτιμότεραί τινες ἐπιτηδεύσεις ἐπιτηδεύ‐ | 303 in vol. 1 | |||
5 | σεων· οἷον αἱ προσφυεῖς ἑκάστῳ καὶ οὐκ ἐναντιούμεναι κατὰ γένεσιν καὶ φύσιν. | BCEQ | ||
O 9158b | ABCDEQ | ἐντὶ γὰρ ἄλλαι ὁδῶν ὁδοὶ ἕως μελέτα: δεῖ ἕκαστον τὴν δεδομένην αὐτῷ ὁδὸν ἐκ θεῶν, ταύτην ἰέναι καὶ μὴ παραβιάζεσθαι. | ||
O 9158c | ACEQ | Ὅμηρος (Ν 730)· ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήια ἔργα, ἄλλῳ δ’ ἐν στήθεσσι τιθεῖ νόον. | ||
O 9158d | BEQ | περαίτεραι δὲ ἀμείνονες. περασιμώτεραι. ἀνυσιμώ‐ τεραι. | ||
O 9158e | ABCEQ | περαίτεραι: εὐοδώτεραι. δι’ ὧν τις δύναται περαιῶσαί τι. | ||
O 9158f | οἷον εἰ μὴ πέφυκας πρὸς τὸ παγκράτιον, | |||
A | πάλην ἄσκει, ἢ ἄλλο τι πρὸς ὃ εὐφυῶς ἔχεις. οὐ γὰρ δεῖ σε ἑνὶ προσέχειν· ἡ γὰρ ἐπιμέλεια ἡμᾶς θρέψει. | |||
O 9158g | DEQ | ὁ γὰρ ἑλόμενός τι ὥστε τηρῆσαι πάντων, ἐκεῖ εὐκλεὴς ἔσται. | ||
O 9159 | B | ὁδοὶ περαίτεραι: πρακτικώτεραι, ἀνυστικώτεραι. | ||
O 9160a | BEQ | μία δ’ οὐχ ἅπαντας ἄμμε θρέψει: οὐ γὰρ ἡ μία μελέτη καὶ τὸ ἓν ἐπιτήδευμα πάντας ἡμᾶς δύναται τρέφειν. | ||
O 9160b | μελέτη δὲ ἄσκησις. ἐπιτήδευμα. 162cB | |||
O 9161a | A | αἰπειναί: δυσέφικτοι. | ||
O 9161b | ABCDEQ | σοφίαι μὲν αἰπειναί: τουτέστιν ἐφ’ ὑψηλοῦ | ||
καὶ προβάσεως κεῖνται αἱ σοφίαι, ὥστε εἶναι τὴν ἐπ’ αὐτὰς ὁδὸν δυσχερῆ. | 304 in vol. 1 | |||
O 9161c | BCDEbq | ἢ οὕτως· ὑψηλόν ἐστι καὶ ἐν μετεώρῳ κείμενον τὸ ἀρετὴν ἔχειν. ὡς Ἡσίοδος (Op. 289)· τῆς δ’ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν. | ||
O 9161d | B | ἢ οὕτως· αἱ μὲν σοφίαι ὑψηλαί εἰσιν καὶ πόρρω καὶ δυσχερεῖς. 162dB | ||
O 9162a | A | προσφέρων ἄεθλον: προσφέρων τῇ σοφίᾳ τὸν ἆθλον. | ||
O 9162b | ἢ πρὸς τοῦτον φέρων τὸν ἆθλον, αὐτὴν τὴν σοφίαν. τὸν ὕμνον δὲ λέγει, ἔπαθλον τοῦ νικηφόρου. | |||
O 9162c | B | τοῦτο δὲ προσφέρων: τὸ τῆς ἐμῆς σοφίας ἐπιτήδευμα. 161B | ||
O 9162d | B(C)DEQ | τοῦτο δὲ προσφέρων ἄεθλον: ἑαυτῷ ὁ Πίν‐ δαρος παρακελεύεται καί φησιν· ὅμως δὲ τοῦτο 〈τὸ〉 ἀπὸ τῆς σοφίας ἆθλον προσφέρων καὶ ἐκπληρῶν, τὸν ὕμνον, μέγα καὶ ὑπερφυὲς ἀναβόησον μετὰ εὐθαρσίας· τί δὲ ἀνα‐ | ||
5 | βόησον; τοῦτον δαιμονίᾳ (λείπει μοίρᾳ) γεγενῆσθαι δυνατὸν ἐν ταῖς χερσὶ καὶ παντὶ τῷ σώματι ἐπιδέξιον κατὰ πᾶν μέλος· ἵνα κοῦφος ᾖ καὶ εὔστροφος καὶ ὁ λεγόμενος ὑγρὸς παλαιστής· ὃς καὶ τῷ βλέμματι ἀλκὴν καὶ δύναμιν ἐμφαίνει. | |||
O 9163a | B | ὄρθιον ὤρουσαι: ὀξὺ καὶ μέγα. Ὅμηρος (Λ 11)· ὄρθι’, Ἀχαιοῖσιν δὲ μέγα σθένος. | ||
O 9163b | λέγει δὲ πρὸς τὸν χορὸν περὶ τοῦ νενικηκότος· βόησον ἀνατεταμένον θαρσῶν ὅτι θείᾳ μοίρᾳ ἐγένετο πρὸς ἄθλησιν οὗτος ὁ ἀνήρ. | |||
O 9163c | ἢ πρὸς ἑαυτὸν λέγει ὅτι ὥρμησα ὀξέως. | |||
O 9163d | A | θαρσέων: θαρρῶν φώνησον ἀνατεινάμενος, ὦ θυμὲ, ὅτι θείᾳ μοίρᾳ ἐγένετο πρὸς ἄθλησιν οὗτος ὁ ἀνήρ. περὶ δὲ τοῦ νενικηκότος ὁ λόγος. | ||
O 9164 | A | δαιμονίᾳ γεγάμεν: ἀντὶ τοῦ θείᾳ μοίρᾳ γε‐ γονέναι. | ||
O 9165a | A | δεξιόγυιον: τὸν Ἐφάρμοστον λέγει· μετὰ γὰρ σῶμα ἔχει καὶ ὑγιῆ τὰ μέλη. | 305 in vol. 1 | |
O 9165b | ἐπιδέξιον κατὰ πᾶν μέλος καὶ βλέποντα ἀνδρικῶς. | |||
O 9165c | BEQ | ὁρῶντ’ ἀλκάν: βλέποντα ἀνδρικῶς. | ||
O 9166a | A | Αἰάντειον: τὸ ἑξῆς· Αἰάντειον βωμὸν ἔστεφε νικῶν ἐν δαιτὶ, τουτέστιν ἐν τῷ ἀγῶνι, τοῦ Ὀιλέως παιδός· ἀπὸ δὲ τοῦ ι τὸ ὄνομα εἶπεν· ὡς καὶ τὰ ἐν Ὀποῦντι Αἰάν‐ τεια νενικηκότος καὶ ἐστεφανωκότος τὸν Αἴαντος βωμόν. | ||
5 | ἄγεται δὲ ταῦτα τῷ Λοκρῷ Αἴαντι ἐν Ὀποῦντι. | |||
O 9166b | CDEQ | Αἰάντειόν τ’ ἐν δαιτί: τὰ Αἰάντεια ἐν Ὀποῦντι ἄγεται· ἃ νικήσας ἐστεφάνωσε τὸν Αἰάντειον βωμὸν ἐν πα‐ νηγύρει. | ||
O 9167 | BCDEQ | ἐν δαιτὶ Ἰλιάδα: ὅστις ἀνὴρ καὶ ἐν τῇ τοῦ Αἴαντος τοῦ Ὀιλέως παιδὸς πανηγύρει καὶ ἐν τῷ ἐπω‐ νύμῳ αὐτοῦ ἀγῶνι νικήσας θυσίαις καὶ στέμμασι τὸν | ||
B | Αἰάντειον βωμὸν ἐκόσμησεν. Ἰλιάδα τοῦ Ὀιλέως παιδὸς, | |||
5 | BCEQ | τοῦ Αἴαντος τοῦ Λοκροῦ. ἄνευ δὲ τοῦ ο εἴρηκε τὸν Ὀιλιάδην Ἰλιάδην εἰπών, ὥς πού φησι καὶ Ἡσίοδος (cfr. fr. 142). | ||
DPQ | τέλος Ἐφαρμόστου. | |||
O 10metr(t) | Scholia in Olympionicarum carmen X | |||
1 | ABCDEQ | Ἀγησιδάμῳ Λοκρῷ Ἐπιζεφυρίῳ παιδὶ πύκτῃ. inscr. B | ||
BDEQ | Τοῦ ιʹ εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ηʹ. τὸ αʹ Ἀσκληπιάδειον ἀντισπαστικὸν ἀκατάληκτον, τοῦ αʹ | |||
ἀντισπάστου ἀπὸ διβραχέος ἀρξαμένου. τὸ βʹ χοριαμβικὸν | 306 in vol. 1 | |||
5 | τρίμετρον βραχυκατάληκτον ἀρξάμενον ἀπὸ ἰαμβικῆς καὶ λῆγον εἰς ἴαμβον. τὸ γʹ ἰαμβικὸν δίμετρον ὑπερκατάληκ‐ τον· ὁ τρίτος δάκτυλος πανταχοῦ. τὸ δʹ τροχαϊκὸν δί‐ μετρον ἀκατάληκτον διῃρημένου τοῦ αʹ ποδός. τὸ εʹ δακτυ‐ λικὸν πενθημιμερὲς, ἢ προσοδιακὸν δίμετρον ἀκατάληκτον. | |||
10 | τὸ ϛʹ ἀντισπαστικὸν δίμετρον βραχυκατάληκτον, ὅ ἐστι Φερεκράτειον παρὰ συλλαβήν. τὸ ζʹ ἐπιωνικὸν τρίμετρον καταληκτικόν. ἡ αʹ συζυγία ἰωνική· ἡ βʹ ἰαμβική· εἶτα τροχαῖος, οἰκεῖος τῇ ἰωνικῇ, 〈καὶ〉 συλλαβή. τὸ ηʹ Γλυ‐ κώνειον· ὅπερ ἔλυσεν ἐν τῷ πέφνε Κτέατον ἀμύμονα, ἐννεα‐ | |||
15 | σύλλαβον. ἡ δὲ ἐπῳδὸς κώλων θʹ. τὸ αʹ χοριαμβικὸν τρίμετρον βραχυκατάληκτον, οὗ ἡ πρώτη συζυγία ἰαμβική ἐστι τοῦ δευτέρου ποδὸς ἀναλυομένου· εἶτα χορίαμβος· εἶτα ποὺς ἁπλοῦς. τὸ βʹ προσοδιακὸν τρίμετρον ἀκατάληκτον· αʹ τρο‐ | |||
20 | χαῖος τοῦ αʹ ποδὸς λελυμένου· εἶτα ἰωνικὸς ἀπὸ μείζονος· εἶτα χορίαμβος. τὸ γʹ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον λελυμένον. τὸ δʹ ἐπιωνικὸν τρίμετρον ἀκατάληκτον ἀπὸ ἰαμβικῆς συζυγίας λελυμένης. τὸ εʹ ἰωνικὸν τετράμετρον καταληκτικὸν, τοῦ γʹ παίωνος ἀντὶ τοῦ ἀπ’ ἐλάσσονος κει‐ | |||
25 | μένου, 〈εἶτα βʹ ἰωνικῶν〉 καὶ τροχαίου καὶ συλλαβῆς. τὸ ϛʹ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον, οὗ ἀπόδοσις· ὁ γὰρ εʹ πούς ἐστι .... τὸ ζʹ προσοδιακὸν τρίμετρον βραχυ‐ κατάληκτον ἐξ ἰωνικοῦ τοῦ ἀπὸ μείζονος 〈καὶ χοριάμβου〉 καὶ ποδὸς ἡμίσεος. τὸ ηʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον· | 307 in vol. 1 | ||
30 | ὁ βʹ ποὺς ἀνάπαιστος· ὁ δʹ τρίβραχυς. τὸ θʹ ἰωνικὸν δίμετρον καταληκτικὸν ἀπὸ τροχαϊκῆς [συζυγίας]. 1bBDEQ | |||
O 10inscr a | A | Ἀγησιδάμῳ: οὗτος ἐνίκησεν ἕκτην καὶ ἑβ‐ δομηκοστὴν Ὀλυμπιάδα. | ||
O 10inscr b | B | Ἔθνη Λοκρῶν εἰσι τρία· Ἐπιζεφύριοι πρὸς Ἰταλίᾳ· Ὀζόλαι πρὸς τῇ Αἰτωλίᾳ· Ἐπικνημίδιοι πρὸς τῇ Εὐβοίᾳ. | ||
O 10inscr c | BDEQ | ἐνίκησε δὲ οὗτος ἑβδομηκοστὴν τετάρτην Ὀλυμ‐ πιάδα. metr. B 1gDEQ | ||
O 101a | A | Τὸν Ὀλυμπιονίκαν: ὁ λόγος πρὸς τὰς Μούσας, ἢ πρὸς τοὺς τοῦ χοροῦ. | ||
O 101b | ABCDEQ | Τὸν Ὀλυμπιονίκαν ἀνάγνωτέ μοι: ἔοικεν ὁ Πίνδαρος ἐκ πολλοῦ συνθέμενος γράφειν τὸν ἐπίνικον ὀλι‐ γωρῆσαι τῆς γραφῆς, αὖθις δὲ ἀποδιδοὺς αὐτῷ σὺν τόκῳ ὥσπέρ τι χρέος παλαιὸν διαλύεσθαι προσθεὶς ἕτερόν τι | ||
5 | ᾠδάριον τὸ ἑξῆς. | |||
O 101c | AB(C)DEQ | ἀνάγνωτέ μοι: ἀντὶ τοῦ ἀναγνωρίσατέ μοι. | ||
O 101d | ἀναμνήσατέ με, ὦ Μοῦσαι, ἐν ᾧ χωρίῳ τῆς φρενός μου Ἀγησίδαμός ἐστιν. | 308 in vol. 1 | ||
O 101e | ὡς προδιατεθειμένος τὸν ἐπίνικον νῦν ἀναμνήσεως δεῖν αὐτῷ φησι. καὶ Σοφοκλῆς ἐν Τριπτο‐ λέμῳ (fr. 540)· σὲ δ’ ἐν φρενὸς δέλτοισι τοὺς ἐμοὺς λό‐ γους. 1hB inscr. DEQ | |||
O 101f | A | ἔστι δὲ τροπικῶς ταῦτα. | ||
O 101g | BDEQ | τὸν Ὀλυμπιονίκαν: ἀπὸ τῆς ἀρχῆς τοῦ προοι‐ μίου ὁ Πίνδαρος δῆλός ἐστιν ὅτι πρὸ πολλοῦ μὲν ἠξίωτο γράψαι, ὑπερθέμενος δὲ νῦν ὡς ἐξ ὑπομνήσεως ἀποδοῦναι βούλεται τὸν ὕμνον. 4B | ||
O 101h | BDEQ | ἀναγνωρίσατέ μοι καὶ εἰς μνήμην τὴν ἐμὴν ἀγά‐ γετε τὸν Ὀλυμπιονίκην τὸν τοῦ Ἀρχεστράτου υἱὸν, καὶ εἴπατε ἐν ποίῳ μέρει μου τῆς διανοίας κεχάρακται. χρεω‐ στῶν γὰρ αὐτῷ ὕμνον γλυκὺν, ὦ Μοῦσαι, ἐπελαθόμην μέχρι | ||
5 | τοῦ παρόντος. 1gB 2Q | |||
O 101i | Q | τρία μέρη φασὶν εἶναι τῆς φρενὸς, λογιστικὸν, μνημο‐ νευτικὸν καὶ φανταστικὸν, καὶ τὸ μὲν λογιστικόν ἐστιν ἐν τῷ ἐγκεφάλῳ, τὸ δὲ φανταστικὸν ἐν τῷ μετώπῳ, τὸ δὲ μνημονευ‐ τικὸν μέσον τῶν δύο. ἔχουσι δὲ ἀμφότερα, τό τε λογιστικὸν | ||
5 | καὶ φανταστικὸν, ὥς τι ταμεῖον τὸ μνημονευτικὸν, καὶ ἐναποτι‐ θεῖσιν ἐν αὐτῷ ἅπερ ἐκεῖνο μὲν φαντάζεται, ἐκεῖνο δὲ, ἤγουν τὸ λογιστικὸν, λογίζεται. ἐκ δὲ τούτου, ἤγουν τοῦ μνημονευ‐ τικοῦ, ἔχομεν μνημονεύειν ἅπερ ἀνέγνωμεν καὶ ἅπερ ἐθεασά‐ μεθα. διά τοι τοῦτο καὶ ὁ Πίνδαρος εἶπεν· ἀναγνωρίσατέ μοι, | |||
10 | ὦ Μοῖσαι, ἐν ποίῳ μέρει τῆς φρενὸς γέγραπται, ἤγουν κεχά‐ ρακται, ὁ παῖς τοῦ Ἀρχεστράτου, ἤγουν ὁ Ἀγησίδαμος. 4bQ | |||
O 102a | EQ | πόθι φρενός: ἐν ποίῳ μέρει τῆς ἐμῆς ψυχῆς ἀπόκειται. | ||
O 102b | διὰ τὸ μῆκος τοῦ χρόνου. | |||
O 102c | γράφεται δὲ | |||
καὶ ἐγγέγραπται, οἱονεὶ ἐγκεχάρακται. | 309 in vol. 1 | |||
O 104a | BCDEQ | ὦ Μοῖς’, ἀλλὰ σὺ καὶ θυγάτηρ Ἀλάθεια Διός: σὺ τοίνυν, ὦ Μοῦσα, καὶ σὺ, τοῦ Διὸς θυγάτηρ Ἀλήθεια, ταῖς ἴσαις καὶ δικαίαις χερσὶν ἀποκωλύσατε καὶ ἀπείρξατε ἀπ’ ἐμοῦ τὴν ἐπίπληξιν καὶ τὴν ἐπιτίμησιν ἣν ἄν τις εἰς | ||
5 | ἐμὲ ποιήσαιτο ὡς εἰς τὸν ξένον μου καὶ φίλον ἡμαρτηκότα, ὅτι ἐψευσάμην καὶ ἐβράδυνα πληρῶσαι τὸν ὕμνον. 9hC 1iQ | |||
O 104b | BDEQ | ἀλιτόξενον: διαμαρτάνουσαν εἰς τοὺς ξένους, ὅτι ξένου αὐτῷ ὄντος τοῦ Ἀρχεστράτου ψευσάμενος ἤλιτεν εἰς αὐτόν[, ὅ ἐστιν ἥμαρτεν]. | ||
O 106a | A | Ἀλάθεια: τὴν Ἀλήθειαν Διός φησι θυγατέρα εἶναι, ἐπεὶ τούτῳ πρέπει τὸ ἀληθεύειν· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ’ ἀπατηλὸν οὐδ’ ἀτελεύτητον (Α 526). | ||
O 106b | ὁ δὲ λόγος· ἀλλὰ σὺ, ὦ Μοῦσα, καὶ Ἀλήθεια τὴν τῶν ψευδῶν ἐπί‐ πληξιν ἐρύκετε. | |||
O 108a | A | ἀλιτόξενον: τὴν τοὺς ξένους βλάπτουσαν. | ||
O 108b | ὅτι καὶ οὗτος εἰς Ἀρχέστρατον ξένον ὄντα ἤλιτεν. | |||
O 109a | A | ἐπελθών: ὁ ἐκ πολλοῦ διαστήματος ἐλθών. | ||
O 109b | ὁ γὰρ ἐκ πολλοῦ χρόνος παραγενόμενος τὸ ἐμὸν χρέος καταισχύνει. | |||
O 109c | πολὺς γὰρ ὁ μεταξὺ χρόνος ἐγένετο καὶ ἦλθεν οὐκ ἐγγύθεν, ἀλλὰ μακρόθεν, 〈ἡνίκα〉 ἀναμνησθεὶς ἐπιτελεῖ τὴν ἐπαγγελίαν. | |||
O 109d | BCDEQ | ἕκαθε γὰρ ἐπελθὼν ὁ μέλλων χρόνος: ὁ προσ‐ δοκώμενος μετὰ τὴν ὑπόσχεσιν ἔσεσθαι, καθ’ ὃν ἀποδίδωσι τὸν ἐπινίκιον. | ||
O 109e | ὁ μελλητικός. | |||
O 109f | ὁ γὰρ ἐκ πολλοῦ διαστή‐ ματος χρόνος παραγενόμενος τὸ ἐμὸν χρέος καταισχυνεῖ· | |||
οἷον βαθὺ αὐτὸ καὶ πολὺ ποιήσει χρέος καὶ αὐξηθησόμενον τόκοις. 10C | 310 in vol. 1 | |||
O 109g | BEQ | ἕκαθε γάρ: ἀφ’ οὗπερ ὑπεσχόμην, πρὸς τοῦτο ἕκαθε. 9iEQ | ||
O 109h | B(C)DEQ | ὁ γὰρ ἐπιγενόμενος χρόνος μετὰ τὴν ὑπόσχεσιν πολὺς ὢν καταισχύνει τὸ ὄφλημα· διὰ δὲ τού‐ του σημαίνει ὅτι πολὺς ὁ διὰ μέσου χρόνος διελήλυθεν, εἴπερ ὁ μέλλων χρόνος οὐκ ἐγγύθεν, ἀλλὰ μακρόθεν ἐλήλυ‐ | ||
5 | θεν, ἡνίκα μνησθεὶς ἐπιτελεῖ τὴν ἐπαγγελίαν. 13EQ 9dC | |||
O 109i | BEQ | ὁ δὲ νοῦς· οὐ γὰρ ὡρισμένως οὐδὲ καθὼς ὑπεσχόμην, ἀλλὰ πόρρω τῆς προθεσμίας ὁ τότε ὡρισμένος καὶ τότε μέλλων [προσδοκώμενος] χρόνος αἰσχύνης ἀξίαν μηνύει μου τὴν ὑπόσχεσιν καὶ ὀφειλὴν βραδύνας. 9hEQ | ||
O 1010 | BC | βαθὺ χρέος: μέγιστον ὄφλημα τὸν ὕμνον λέγει. | ||
O 1011 | A | ὅμως δέ γε λῦσαι δυνατός: ὅμως ἠρεθισμένην τὴν τῶν θνητῶν ἐπιμομφὴν δυνατὸς ὁ τόκος ἐστὶ λῦσαι. ὀξεῖαν γὰρ τὴν ἠρεθισμένην ἢ τὴν εὐεπίφορον· ὁ δὲ ὀφεί‐ λων ἐπιδιδοὺς τόκον ἄμεμπτος γίνεται· φιλοκερδεῖς γὰρ οἱ | ||
5 | ἄνθρωποι. | |||
O 1013a | A | νῦν ψᾶφον: ἀλληγορικῶς ταῦτα λέγει· προσυπ‐ ακουστέον δὲ ἔξωθεν τούτῳ. ἰδίωμα δέ ἐστι Πινδάρου οὕτως ἐλλείπειν τὸ ὥς. παραβάλλει δὲ ἀλληγορῶν τῷ τῆς θαλάσσης ῥεύματι τὴν ἑαυτοῦ δύναμιν. ὡς γὰρ ψῆφον ἐπ’ | ||
5 | αἰγιαλὸν κυλινδουμένην ἐκβρασσόμενον τὸ κῦμα κατακλύζει, τὸν αὐτὸν τρόπον, φησὶ, κἀγὼ τὴν ἐπικυλιομένην καὶ ἐπι‐ φερομένην μοι μέμψιν ἐκκλύσω καθάπερ ψῆφον. | |||
O 1013b | ῥεῦμα οὖν λέγει τῶν ὕμνων τὸ πνεῦμα. | |||
O 1013c | BCEQ | νῦν ψᾶφον ἑλισσομέναν ὅπα κῦμα κατα‐ | ||
κλύσει ῥέον: ἀλληγορικῶς ταῦτα λέγει· προσυπακουστέον δὲ ἔξωθεν τοιοῦτόν τι· ἴδωμεν, θεωρήσωμεν μήποτε κῦμα τὴν ψῆφον δινουμένην ἐπιρρέον κατακλύσῃ. | 311 in vol. 1 | |||
O 1013d | τινὲς δὲ πρὸς τὸ κατὰ τὸν ὕμνον νοούμενον πνεῦμα. | |||
O 1013e | BCDEQ | παρα‐ βάλλει δὲ ἀλληγορῶν τῷ τῆς θαλάσσης ῥεύματι τὴν ἑαυτοῦ δύναμιν. ὡς γὰρ ψῆφον παρ’ αἰγιαλὸν κυλινδουμένην ἐκ‐ βρασσόμενον τὸ κῦμα κατακλύζει, τὸν αὐτὸν τρόπον, φησὶ, | ||
5 | κἀγὼ τὴν ἐπικυλιομένην μέμψιν ἐκκλύσω ὡς ψῆφον. | |||
O 1013f | BCEQ | ἢ οὕτω· νῦν τὴν τῶν ἀνδρῶν μομφὴν ὥσπερ ψῆφον δινουμένην κατακλύσει τὸ τῶν ὕμνων ῥεῦμα ὡς κῦμα. 15Q | ||
O 1013g | CEQ | ἄλλως· νῦν ψᾶφον ἑλισσομέναν: νῦν [ψᾶφον] τὴν παρὰ τῶν ἀνθρώπων μέμψιν κατακλύσει ὁ ὕμνος ὡς ψῆφον | ||
BCEQ | κῦμα, ὅταν τὸν κοινὸν λόγον, τουτέστι τὸ ποίημα, πρὸς χάριν ἀποτίσωμεν. | |||
O 1013h | CEQ | προσυπακουστέον δὲ τὸ ὥς, ἵν’ ᾖ· ὡς ψῆφον ἑλισσομένην, οὕτω τὸ κῦμα κατακλύσει αὐτήν. | ||
O 1013i | CDEQ | ἢ οὕτως· ὥσπερ τὸ κῦμα τὴν ψῆφον ἐπιρρέον κατα‐ κλύζει, οὕτω καὶ τὸν ἐπίνικον ἀποδώσομεν. | ||
O 1013k | EQ | ἢ οὕτως· λείπει τὸ ἴδωμεν ἢ θεωρήσωμεν. | ||
O 1013l | BEQ | νῦν σκοπήσωμεν ὅπως τὸ ἡμέτερον κῦμα ῥέον, τουτέστιν ἡ ἡμετέρα ποίησις, κατα‐ κλύσει τὴν ἑλισσομένην ψῆφον, τουτέστι τὴν καθ’ ἡμῶν ἑλισσομένην λοιδορίαν. | ||
O 1013m | EQ | ἄλλως· νῦν οὖν σκοπήσωμεν ὅπως καθάπερ [λοιδορίαν] ψῆφόν τινα κυλιομένην τὸ τῆς θαλάσσης κῦμα περικλύζει καὶ ἵστησιν, οὕτω στήσωμεν τὸν παρὰ τῶν πολλῶν ψόγον, καὶ σκοπήσωμεν ὅπως τὸν κοινὸν | ||
5 | τοῦ παντὸς γένους καὶ πάσης τῆς πόλεως ἔπαινον προσ‐ | |||
φιλῶς καὶ κεχαρισμένως ἀποτίσωμεν καὶ ἀποδώσομεν. 17hQ | 312 in vol. 1 | |||
O 1013n | B | ἑλισσομέναν: κυλιομένην. | ||
O 1014a | A | ὅπα κῦμα κατακλύσει: τινὲς τὸ ὅπα ἀντὶ τοῦ ὥς νῦν παραλαμβάνουσιν. | ||
O 1014b | BC | ὅπα κῦμα: οἱ μὲν ὅπου, οἱ δὲ ὅπως. | ||
O 1015a | A | κοινὸν λόγον: Ἀρίσταρχος κοινὸν λόγον τὸν ὕμνον, οὗ πολλοὶ ἐπιθυμοῦσι· πολύκοινος γὰρ καὶ εὐεπί‐ φορός ἐστιν εἰς τὸ λέγειν. | ||
O 1015b | BCDEQ | κοινὸν λόγον: ἕτεροι μὲν τὸν περὶ τῶν πολλῶν λόγον· οἱ δὲ τὸν ὕμνον ἤκουσαν, ἤτοι ὅτι πλείονες αὐτοῦ μεθέξουσιν [οἱ νικηφόροι], ἢ ὅτι διὰ πολλῶν ἔσται στομάτων. | ||
O 1015c | ABCDEQ | ὅπα τε κοινὸν λόγον: ὅπως τὸν ὕμνον ἀποτίσωμεν προσφιλῶς τε καὶ κεχαρισμένως τῷ ἐγκωμιαζομένῳ. 17hB | ||
O 1016 | DEQab | φίλαν ἐς χάριν: εἰς χάριν, φησὶ, τοῦ νενικη‐ κότος· ἵν’ ᾖ δῆλον ὅτι καθαρεῖ καὶ ἀποτρίψει τὸ ὄφλημα. 20Qa 19Qb | ||
O 1017a | A | νέμει γὰρ ἁ τραχεῖα πόλις: ἀντὶ τοῦ εὐνο‐ μεῖται· διὸ δεῖ χαρίζεσθαί με τὸν ὕμνον. | ||
O 1017b | ἢ νέμει, οἱονεὶ νομὴν καὶ λαβὴν δίδωσιν ἡ πόλις πρὸς τὸ ἐγκωμιά‐ ζειν· διό φησι· μέλει τέ σφισι Καλλιόπα, τουτέστιν ἐν μου‐ σικῇ καὶ πολέμῳ διαφέρουσιν. | |||
O 1017c | ἢ οὕτως· ἡ ἀτρέκεια νέμει τὴν πόλιν τῶν Λοκρῶν, ἀντὶ τοῦ ἐπαληθεύει ἡ τῶν Λοκρῶν πόλις· διὸ καὶ ἐμοὶ φυλακτέον ἐστὶ τὴν πρὸς αὐ‐ τοὺς ἀλήθειαν γράφοντι τὸν ἐπίνικον καὶ ἀποδιδόντι Ἀγησι‐ | |||
5 | δάμῳ. ὁ δὲ Δίδυμός φησιν ἔχειν λόγον καὶ τὴν ἑτέραν γραφήν· νέμει γὰρ ἁ τραχεῖα πόλις Λοκρῶν, ἐπεὶ περὶ χά‐ | |||
ριτός ἐστιν ὁ λόγος· ἀπονέμει ἡ τραχεῖα πόλις τὴν χάριν, τουτέστιν οἶδεν ἀντιχαρίζεσθαι ἡ τῶν Λοκρῶν πόλις πρὸς ἐγκώμια· διό φησιν· μέλει τέ σφι Καλλιόπα. | 313 in vol. 1 | |||
O 1017d | BDEQ | νέμει γὰρ ἀτρέκεια πόλιν Λοκρῶν: ἀντὶ τοῦ | ||
BCDEQ | νέμεται καὶ ἔστιν ἐν τῇ ἀληθείᾳ, τουτέστι καὶ μεθ’ ἑαυ‐ | |||
τῆς ἔχει τὴν ἀλήθειαν ἡ τῶν Λοκρῶν πόλις. οὐ δεῖ οὖν, φησιν, οὐδ’ ἐμὲ ψεύδεσθαι. 17iB | BCEQ | |||
O 1017e | CEQ | νέμει γὰρ ἀτρέ‐ κεια πόλιν Λοκρῶν, τουτέστιν ἀληθεύει ἡ τῶν Λοκρῶν | ||
CDEQ | πόλις. διὸ καὶ ἐμοὶ τὴν πρὸς αὐτοὺς ἀλήθειαν φυλακτέον. | |||
O 1017f | ἐπεὶ γὰρ περὶ χάριτός ἐστιν ὁ λόγος, φησίν· ὅπα τε κοινὸν λόγον τίσομεν ἐς χάριν· ἀπονέμει γὰρ ἡ τραχεῖα πόλις. | |||
O 1017g | τινὲς οὕτως· οἶδεν ἀντιχαρίζεσθαι ἡ τῶν Λοκρῶν πόλις. 16Qb | |||
O 1017h | BCDEQ | νέμει γὰρ ἀτρέκεια πόλιν Λοκρῶν: ἀντὶ τοῦ ἔχει νομὴν καὶ δίδωσι λαβὰς ἡ πόλις τῶν Λοκρῶν | ||
BCEQ | πρὸς ἐγκώμια· διὸ ἐπήνεγκε· μέλει τέ σφι Καλλιόπα καὶ χάλ‐ κεος Ἄρης. καὶ γὰρ καὶ ἐν τῇ μουσικῇ διαφέρουσι κἀν τοῖς | |||
5 | κατὰ πόλεμον· διὸ ἀφορμὰς δίδωσι τοῖς βουλομένοις. 17dB | |||
O 1017i | BCDEQ | τραχεῖα δὲ εἰκότως ἂν λέγοιτο, λοφώδης οὖσα καὶ ἐπι‐ θαλασσίδιος. αὐτὸς γάρ φησιν (fr. 200)· οἵ τ’ ἀργίλο‐ | ||
φον πὰρ Ζεφυρίου κολώναν. καὶ ὃ βούλεται λέγειν, ἔστι τοιοῦτον· καίπερ τραχεῖα οὖσα εὐνομεῖται. διὰ τί δέ, φη‐ | BCEQ | |||
5 | σὶν Ἀριστοτέλης (fr. 548)· ἐπειδὴ γὰρ ἐχρῶντο τῷ θεῷ πῶς ἂν πολλῆς ταραχῆς ἀπαλλαγεῖεν, ἐξέπεσεν αὐτοῖς χρησμὸς | |||
ἑαυτοῖς νόμους τίθεσθαι. ὅτε καί τις ποιμὴν, ᾧ ὄνομα Ζάλευκος, πολλοὺς νόμους δυνηθεὶς εἰσενεγκεῖν τοῖς πολίταις δοκίμους, γνωσθείς τε καὶ ἐρωτηθεὶς πόθεν εὕροι, ἔφησεν | 314 in vol. 1 | |||
10 | ἐνύπνιον αὐτῷ τὴν Ἀθηνᾶν παρίστασθαι· διὸ αὐτός τε ἠλευθέρωται καὶ νομοθέτης κατέστη. | |||
O 1017k | BCDEQ | οὐκ ἀπὸ σκοποῦ δὲ μουσικοὺς εἶπε τοὺς Λοκρούς· Λοκριστὶ γάρ τις ἁρμονία ἐστὶν, ἣν ἀσκῆσαί φασι Ξενόκριτον τὸν Λοκρόν. 17dQ | ||
O 1018a | A | Ζεφυρίων: τῶν Ἐπιζεφυρίων. τρισσά εἰσιν 〈ἐν〉 Ἑλλάδι ἔθνη τῶν Λοκρῶν· Ἐπικνημίδιοι καὶ Ὀζόλαι 〈καὶ Ἐπιζεφύριοι〉· Ἐπικνημίδιοι μὲν οἱ μετὰ τοῦ Ὀιλέως Αἴαν‐ τος εἰς Ἴλιον παραγενόμενοι· οἳ τὸ ὄνομα παρ’ οὓς αἱ κνη‐ | ||
5 | μῖδες τοῦ Ὀιλέως Αἴαντος ὅπου κεῖνται. Ὀζόλαι δὲ ὑπέρ‐ κεινται καὶ αὐτοὶ ...... ἀπὸ τῶν φυγόντων Κενταύρων ἐκλήθησαν Ὀζόλαι. τρίτον δὲ Ἐπιζεφύριοι Ἰταλοὶ μίαν πό‐ λιν καὶ οὐκ ἐθνηδὸν οἰκοῦντες· ἀπὸ δὲ ἄκρας ὑπερκειμένης Ἐπιζεφυρίας ἐκλήθησαν Ἐπιζεφύριοι· ὧν εἷς ἐστιν ὁ νενι‐ | |||
10 | κηκώς. | |||
O 1018b | A | μέλει τέ σφι Καλλιόπα: οὐκ ἀπὸ σκοποῦ τούτους εἶπε τοὺς Λοκροὺς μουσικοὺς, ἀλλ’ ὅτι ἔστι τις ἁρμονία Λοκριστὶ προσαγορευομένη, ἣν ξυναρμόσαι φασὶ Ξενόκριτον τὸν Λοκρόν. Καλλίμαχος (fr. 541)· ὃς Ἰταλὴν | ||
5 | ἐφράσατ’ ἁρμονίην. | |||
O 1019a | A | Κυκνέα μάχη: ὅτι τὸν Ἄρεος Κύκνον Ἡρακλῆς φυγὼν αὖτις ἀνεῖλε, Στησίχορος (fr. 12) ἐν τῷ ἐπιγραφο‐ | ||
μένῳ Κύκνῳ φησίν. διὰ τὸν Ἀγησίδαμον δὲ εἰκότως ἡ ἱστορία· οὗτος γὰρ καταλύειν ἤδη προῃρημένος ὑπὸ τοῦ | 315 in vol. 1 | |||
5 | ἀλείπτου ἀνερρώσθη παραθήξαντος αὐτόν. | |||
O 1019b | BCDEQ | τράπε δὲ Κυκνέα μάχα: ἐτράπη δὲ καὶ ὑπε‐ χώρησεν ἐν τῇ πρὸς τὸν Κύκνον μάχῃ ὁ μέγιστος Ἡρακλῆς, παρορμήσαντος Ἄρεος τὸν Κύκνον. ἐμαχέσατο δὲ Ἡρακλῆς ὅτι κακόξενος ἦν Κύκνος καὶ ἐν παρόδῳ τῆς Θεσσαλίας | ||
5 | οἰκῶν ἀπεκαρατόμει τοὺς παριόντας ναὸν τῷ Ἀπόλλωνι βου‐ λόμενος ἐκ τῶν κεφαλῶν οἰκοδομῆσαι, καὶ αὐτῷ παριόντι ἐπιβουλεῦσαι ἠθέλησε. συστάσης οὖν αὐτοῖς μάχης ἐφυγά‐ δευσεν Ἡρακλῆς, συμβαλλομένου Ἄρεος τῷ παιδὶ Κύκνῳ. ἀλλ’ ὕστερον Ἡρακλῆς καὶ τοῦτον ἀπέκτεινε. Στησίχορος | |||
10 | (fr. 12) ἐν 〈τῷ〉 ἐπιγραφομένῳ Κύκνῳ ἱστορεῖ. | |||
O 1019c | BCEQ | τοι‐ γάρτοι διὰ τὸ καὶ τὸν Ἀγησίδαμον ἀπολήγοντα ἤδη ὑπὸ Ἰολάου ἀλείπτου ἀνερρῶσθαι εἰκότως ταῦτα ἐπηγάγετο. | ||
O 1019d | BDEQ | ἐχέτω οὖν, φησι, τῷ Ἴλᾳ Ἀγησίδαμος χάριν, ὡς Ἀχιλλεῖ Πάτροκλος παρορμήσαντι εἰς τὸν πρὸς τοὺς βαρβάρους πό‐ λεμον. 21Q | ||
O 1020 | BEQ | [ὑπέρβιον Ἡρακλέα:] ὡς Ἡρακλέα τραπέντα ἀνέρ‐ ρωσεν ἡ Ἀθηνᾶ, οὕτως καὶ τὸν Ἀγησίδαμον ὁ Ἰόλαος. 13gQ | ||
O 1021a | A | Ἰολάῳ φερέτω χάριν: ἐτράπη μὲν ἐν τῇ μάχῃ τοῦ Κύκνου ὁ Ἡρακλῆς. ὁ Κύκνος υἱὸς ὢν τοῦ Ἄρεος ἐν τῇ παρόδῳ τῆς Θεσσαλίας οἰκῶν τοὺς παριόντας ξένους ἐκαρατόμει, ἐκ τῶν κεφαλῶν ναὸν τῷ Ἀπόλλωνι ποιῆσαι | ||
5 | βουλόμενος. παριόντι τοίνυν τῷ Ἡρακλεῖ ἐπεβούλευσε, καὶ συστάσης μάχης ἐτράπη εἰς φυγὴν ὁ Ἡρακλῆς συλλαβομένου τοῦ Ἄρεος ὡς παιδὶ τῷ Κύκνῳ. ἀλλὰ ὕστερον αὐτὸν μόνον γενόμενον ἐνίκησεν ὁ Ἡρακλῆς. ἔοικε δὲ ὁ Ἀγησίδαμος | |||
ἡττῆσθαι πρῶτον, εἶτα ὕστερον ὑπὸ Ἰολάου παροξυνθεὶς | 316 in vol. 1 | |||
10 | νενικηκέναι. τῷ Ἰολάῳ, φησὶν οὖν, χάριν ἐχέτω ὁ Ἀγησί‐ δαμος ὥσπερ Ἀχιλλεῖ Πάτροκλος. 24 | |||
O 1021b | BCEQ | Ἰόλᾳ φερέτω χάριν: οὕτω, φησὶ, τῷ Ἰόλᾳ χά‐ ριν ἐχέτω ὁ Ἀγησίδαμος ὁ πύκτης, ὥσπερ Πάτροκλος τῷ Ἀχιλλεῖ. τοῖς γὰρ ὅπλοις ἠρίστευσε τοῖς ἐκείνου. | ||
O 1022 | A | ὡς Ἀχιλεῖ Πάτροκλος: ὁ γὰρ Ἀχιλλεὺς τοῖς ἰδίοις ὅπλοις κοσμήσας Πάτροκλον καὶ παραθαρρύνας ἔπεμψεν εἰς τὸν πόλεμον. 26 | ||
O 1023a | BC | φύντ’ ἀρετᾷ: τὸν φύντα πρὸς ἀρετὴν σὺν θεοῦ παλάμῃ παροξύνας τις πρὸς μέγα κλέος ὁρμῆσαι ποιήσειεν. | ||
O 1023b | C | τὸ δὲ παλάμῃ ἀντὶ τοῦ γνώμῃ καὶ βουλῇ καὶ ἐπινοίᾳ. | ||
O 1024 | A | πελώριον: τὰ βʹ μία ἐστὶ περίοδος ιζʹ συλλαβῶν. 22 | ||
O 1026a | A | ἄπονον δ’ ἔλαβον: ὡς μετὰ πόνου αὐτοῦ λα‐ βόντος τὴν νίκην. οἱ δὲ χωρὶς πόνου νικῶντες ἄδοξοι. | ||
O 1026b | ὀλίγοι τινές εἰσιν οἳ χαρὰν ἐκτήσαντο χωρὶς πόνων. | |||
O 1026c | τὸ ὀλίγοι ἀντὶ τοῦ οὐδείς (Ε 800)· ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς. | |||
O 1026d | B(C)DEQ | ἄπονον δ’ ἔλαβον χάρμα παῦροί τινες: οὗ‐ τος μὲν οὖν, φησι, μετὰ πόνου ἔλαβε τὴν νίκην· ὀλίγοι δέ εἰσιν οἱ χωρὶς πόνου νικήσαντες. | ||
O 1026e | BCEQ | ἢ οὕτως· οὐδένες χωρὶς πόνου χαράν τινος ἔσχον ἔργου. | ||
O 1026f | BDEQ | οὐδένες πρὶν ἐνεργῆσαι νικῶσί τι. ἡ δὲ νίκη τῷ βίῳ αὐτῶν ἐστι φάος. | ||
O 1027 | A | βιότῳ φάος· [τὸ φάος] τὸ χάρμα τὸ ἀπὸ τῆς | ||
νίκης ἁπάντων τῶν ἔργων τοῦ βίου φάος εἴρηκεν. | 317 in vol. 1 | |||
O 1028a | A | ἐξαίρετον: προτρέπουσί με ἀεῖσαι τὸν ἀγῶνα τὸν ἐξαίρετον τῶν Ὀλυμπίων. | ||
O 1028b | δηλονότι δικαίως ᾄδεται. | |||
O 1028c | BDEQ | ἀγῶνα δ’ ἐξαίρετον ἀεῖσαι: ἐμὲ δὲ παρώρ‐ μησαν αἱ τοῦ Διὸς θέμιδες ὑμνῆσαι τοῦτον τὸν ἀγῶνα. | ||
O 1028d | B(C)D(E)Q | θέμιδες δὲ Διὸς ὁ κατὰ θεσμὸν τῆς πενταετηρίδος πληρωθεὶς χρόνος. | ||
O 1028e | ἢ οὕτως· ἐμὲ προτρέπουσιν αἱ [Διὸς] θέμιδες ᾆσαι τὸν ἀγῶνα τὸν ἐξαίρετον τοῦ Διὸς τοῦ ἐν Ὀλυμπίᾳ. | |||
O 1028f | (C)EQ | ἄλλως· τὸ ἑξῆς· ἀγῶνα θέμιτες [δὲ] Διὸς ὦρσαν, ἐπεὶ μετὰ δικαιοσύνης ἀγωνίζονται. | ||
O 1028g | BCEQ | ἀντὶ τοῦ θέμιδες. Δωρικὴ δὲ ἡ κλίσις. Ὅμηρος (Ο 87)· Θέμιστι δὲ καλλιπαρῄῳ. | ||
O 1029a | A | ὃν ἀρχαίῳ σάματι: τὸ αὐτό ἐστι τό τε μνῆμα τὸ τοῦ Πέλοπος καὶ ὁ βωμός. οὐ γὰρ ἑτέρωθι μὲν ὁ Πέ‐ λοψ, ἑτέρωθι δὲ ὁ Βωμός. | ||
O 1029b | BCDEQ | ὃν ἀρχαίῳ σάματι πὰρ Πέλοπος βωμῷ: τὸ μνῆμα τοῦ Πέλοπος τὸ αὐτὸ τῷ βωμῷ. οὐ γὰρ ἑτέρωθι μὲν ὁ Πέλοψ, ἑτέρωθι δὲ ὁ βωμὸς, ἀλλ’ ἓν καὶ τὸ αὐτὸ χωρίον ἐστὶ σῆμα καὶ βωμός. | ||
O 1029c | ἑξάριθμον δὲ, ἐπεὶ τῶν ιβʹ θεῶν ἓξ βωμοὺς κατεσκεύασεν. | |||
O 1029d | ὅντινα ἀγῶνα πλη‐ σίον τοῦ ἀρχαίου σήματος καὶ τάφου ἓξ βωμῶν ἀριθμὸν ἔχοντα [ἕκτον βωμὸν] ἱδρύσατο καὶ κατεστήσατο Ἡρακλῆς, ἡνίκα τοὺς τοῦ Ποσειδῶνος ἀνεῖλε παῖδας Κτέατον καὶ | |||
5 | Εὔρυτον, ἵνα δυνηθῇ τῆς ὑπηρεσίας μισθὸν κομίσασθαι παρὰ τοῦ Αὐγέου πλεῖστον ὄντα, καὶ παρὰ ἄκοντος αὐτὸς ἑκών. 34eB | 318 in vol. 1 | ||
O 1031a | A | βωμῶν ἑξάριθμον: ἐν τοῖς ἓξ βωμοῖς δώδεκα 〈θεοῖσ〉 Ἡρακλῆς ἔθυεν· περὶ ὧν εἴπαμεν. | ||
O 1031b | ἓξ γὰρ βωμοὺς ἔκτισεν Ἡρακλῆς ἡνίκα τοὺς Ποσειδῶνος παῖδας ἐφόνευσε Κτέατον καὶ Εὔρυτον. | |||
O 1031c | τῷ γὰρ δοκεῖν ἦσαν Ἄκτορος καὶ Μολιόνης. | |||
O 1032 | BCDEQ | [ἐκτίσσατ’ ἐπεὶ Ποσειδάνιον:] Κτέατος καὶ Εὔ‐ ρυτος ἀδελφοὶ, τῷ μὲν λόγῳ Ἄκτορος καὶ Μολιόνης, τῇ δὲ ἀληθείᾳ Ποσειδῶνος καὶ Μολιόνης. οὗτοι συνεστρατεύσαντο Αὐγείᾳ, καὶ ἐπειδὴ εἰς τὸν μισθὸν τῆς ἐκχύσεως τῆς ὄνθου | ||
5 | ἠδικεῖτο Ἡρακλῆς, ἀποκαθάρας μὲν τὴν κόπρον, ἀποστερού‐ μενος δὲ τοῦ συμφωνηθέντος μισθοῦ, τούτους λοχήσας ἐν Κλεωναῖς τοῦ Ἄργους ὁ Ἡρακλῆς προανεῖλεν, ἵν’ εὐαλώ‐ τερος αὐτῷ μονωθεὶς ὁ Αὐγείας γένηται. ἦν δὲ ὁ μισθὸς ἡ δεκάτη τῶν βοῶν. 34eCE | |||
O 1033 | A | Κτέατον: καὶ γὰρ Κτέατον καὶ Εὔρυτον τοὺς Ποσει‐ δῶνος παῖδας καὶ Μολιόνης περὶ Κλεωνὰς ἐνεδρεύσας πο‐ ρευομένους περὶ τὸν Ἰσθμὸν ἀνεῖλεν. ἀπέκτεινε δὲ τοὺς Μολιονίδας καὶ Ἡρακλῆς ὅπως εἰσπράξαιτο τοῦ Αὐγέου | ||
5 | μισθόν. | |||
O 1034a | A | λάτριον: τὸν ἐν τῇ λατρείᾳ γενόμενον. ἐλάτρευσε γὰρ τῷ Αὐγέᾳ ἐκβαλὼν τὴν ἐν τῇ αὐλῇ κόπρον. | ||
O 1034b | CDEQ | ὡς Αὐγέαν λάτριον ἀέκονθ’ ἑκὼν μισθὸν ὑπέρβιον πράσσοιτο: τὸ ὥς ἀντὶ τοῦ ἵνα. | ||
O 1034c | BCDEQ | ἀνεῖλεν | ||
οὖν τοὺς Μολιονίδας ὁ Ἡρακλῆς ἵν’ εἰσπράξηται τὸν Αὐγείαν. | 319 in vol. 1 | |||
O 1034d | BDEQ | λάτριον δὲ μισθὸν τὸν ἀντὶ τῆς λατρείας καὶ ὑπη‐ ρεσίας. 36cBCE | ||
O 1034e | BCDEQ | ὡς Αὐγέαν λάτριον: ἐλάτρευσε γὰρ αὐτῷ ὁ Ἡρακλῆς ἐκφορήσας τὴν ἐν τῇ αὐλῇ κόπρον. | ||
O 1034f | ὑπέρ‐ βιον δὲ τὸν πολύν. | |||
O 1034g | BDEQ | ὅτι ἐν τῷ πρὸς Αὐγέαν πολέμῳ Ἡρακλῆς ὑπὸ τῶν Μολιονιδῶν ἁλοὺς ἔφυγε, διὸ μηνίσας αὐτοῖς τὸν περὶ Κλεωνὰς συνεστήσατο λόχον, φησὶ Μνασέας ὁ Παταρεύς. 32Ba 34bCEa 42EbQb | ||
O 1034h | B | ὡς Αὐγέαν: τὸ ὥς ἀντὶ τοῦ ὅπως. | ||
O 1036a | A | λόχμαισι δὲ δοκεύσας: ὅτε Αὐγέᾳ ἐπολέμει Ἡρακλῆς διὰ τὸν μισθὸν τῆς κόπρου, εἶχε πολλοὺς συμ‐ μάχους Τιρυνθίους, οὓς οἱ Μολιονίδαι ἐφόνευσαν βοηθοῦντες Αὐγέᾳ. | ||
O 1036b | B | λόχμαισι: δασέσι τόποις. 42 | ||
O 1036c | BEQ | λόχμαισι δὲ δοκεύσας: ἐπιτηρήσας γὰρ αὐτοὺς ἐν τοῖς συνδένδροις τόποις τῶν Κλεωνῶν ἀνεῖλεν ὁ Ἡρακλῆς | ||
BCEQ | ἐνεδρεύσας καὶ λοχήσας, διότι πρῴην ποτὲ τὸ στράτευμα αὐτοῦ τὸ ἐκ τῶν Ἀργείων ἐν τῇ πόλει τῶν Ἠλείων καθεζό‐ | |||
5 | μενον ἐπολέμησαν αὐτοὶ ὑπερήφανοι τῆς Μολιόνης οὗτοι. | |||
O 1037a | B(C)DEQ | ὑπὸ Κλεωνᾶν δάμασε: Δωρικῶς· ὑπὸ Κλεωνῶν. | ||
O 1037b | ὄνομα πόλεως Ἀργολικῆς. | |||
O 1037c | B | τινὲς δὲ δῆμον Λακω‐ νικόν. | ||
O 1037d | B(C)DEQ | ἐδάμασε δὲ Εὔρυτον καὶ Κτέατον, ἤτοι ἀπέκ‐ τεινεν αὐτούς. | ||
O 1037e | B | ἐφόδῳ ἀντὶ τοῦ λόχῳ (Hom. Α 151)· ἢ ὁδὸν ἐλθέμεν, ἀντὶ τοῦ ἐνέδραν ἐλθεῖν. | 320 in vol. 1 | |
O 1037f | ἀπέκτεινε δὲ | |||
B(C)EQ | αὐτοὺς πορευομένους ἐπὶ τὸν Ἰσθμικὸν ἀγῶνα. 38bC | |||
O 1037g | B(C)DEQ | τὸ δὲ ὅτι πρόσθε ποτέ τὴν αἰτίαν ἀποδιδοὺς τοῦ γεγενημένου ὁ Πίνδαρός φησιν. 39aC | ||
O 1038a | A | ἐφ’ ὁδῷ: διχῶς, ἐφ’ ὁδῷ, ἢ ὑφὲν ἀντὶ τοῦ ἐφό‐ δῳ, τῇ ἐνέδρᾳ. | ||
O 1038b | C | ἐφόδῳ: ἤτοι ἐνέδρᾳ. 37g | ||
O 1039a | B(C)DEQ | ὅτι πρόσθε ποτὲ Τιρύνθιον: τουτέστιν ὅτι πολλοὺς συστρατεύσαντας αὐτῷ ἀπέκτειναν. οἱ δὲ ἀποθα‐ νόντες ἐν τῇ μάχῃ Τελαμὼν, Χαλκώδων καὶ Ἰφικλῆς ὁ πρεσβύτατος αὐτοῦ ἀδελφός. | ||
O 1039b | BEQ | Τιρύνθιον Ἀργεῖον· Τίρυνς γὰρ πόλις Ἄργους. 34gBbEbQb | ||
O 1040 | A | Τελαμών· Χαλκώδων· Ἴφικλος, ἀδελφὸς αὐτοῦ. | ||
O 1042a | BCDEQ | καὶ μὰν ξεναπάτας βασιλεὺς Ἐπειῶν: ξεναπάτην αὐτόν φησι διὰ τὴν τοῦ μισθοῦ ἀγνωμοσύνην. | ||
O 1042b | ἀλλὰ μὴν καὶ ὁ περὶ τοὺς φίλους ἀπατηλὸς Αὐγέας, ὁ τῶν Ἠλείων βασιλεὺς, ἐθεάσατο οὐ πολὺ ὕστερον τὴν ἑαυτοῦ πατρίδα εἰς πλῆθος κακῶν ἐμβαλλομένην τοῦτο μὲν πυρὶ, τοῦτο δὲ σιδήρῳ, καὶ εἰς ῥεῦμα ἄτης ἐγκαθίσασαν. 46fC | |||
O 1043a | A | ξειναπάτας: οὐ μετ’ οὐ πολὺ τῆς ἰδίας ἀπάτης καὶ ἀδικίας. | ||
O 1043b | ἄλλως· οὐ μετ’ οὐ πολὺν χρόνον Αὐγείας εἶδεν ἁλισκομένην τὴν πατρίδα. | |||
O 1045a | A | ὑπὸ στερεῷ πυρί: διὰ τὸ κατασκάπτεσθαι τὴν | ||
πορθουμένην πόλιν [καὶ καίεσθαι]. | 321 in vol. 1 | |||
O 1045b | BC | πλαγαῖς τε σιδήρου: διὰ τὸ κατασκάπτεσθαι ὑπὸ τῶν σκαφέων. | ||
O 1046a | A | βαθὺν εἰς ὀχετόν: καθεζομένην εἰς τὸν βαθὺν ὀχετὸν τῆς ἄτης τῆς ἑαυτοῦ. | ||
O 1046b | ἄλλως· εἰς βάθος κακῶν. | |||
O 1046c | B(C)E | βαθὺν ἐς ὀχετὸν ἄτας: κατὰ περίφρασιν ἄτην. | ||
O 1046d | εἰς ῥεῦμα ἄτης ἐμπεσοῦσαν. 47C | |||
O 1046e | BCgl | ἵζοισαν δὲ, ἐπι‐ καθημένην. | ||
O 1046f | BCDEQ | ἑὰν πόλιν: τὴν πόλιν φασὶ καλεῖσθαι Φύκτεον ἀπό τινος Φυκτέως, οὗ μέμνηται καὶ Ἡσίοδος (fr. 97) οὕτω· τὴν δ’ Ἀμαρυγκείδης Ἱππόστρατος, ὄζος Ἄρηος, Φυκτέος ἀγλαὸς υἱὸς, Ἐπειῶν ὄρχαμος ἀνδρῶν. 45C | ||
O 1047a | A | νεῖκος δὲ κρεισσόνων: τῶν κρεισσόνων τὸ νεῖκος οὐ ῥᾴδιόν ἐστιν ἀποθέσθαι· ἐπὶ γὰρ τοῖς κρείσσοσι κεῖται τὸ ὅταν θέλωσι πολεμεῖν. καὶ Ὅμηρος (Α 80)· κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηι. | ||
O 1047b | BCDEQ | νεῖκος δὲ κρεσσόνων: παραφράζει τὸ Ὁμηρι‐ κόν (Α 80)· κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηι. | ||
O 1047c | ὅ ἐστι· τὸ τῶν κρεισσόνων νεῖκος οὐ ῥᾴδιον ἀπο‐ θέσθαι· ἐπὶ γὰρ τοῖς κρείττοσι κεῖται τὸ ὅτε θέλουσι πολε‐ μεῖν. | |||
O 1047d | BCDE | ἄλλως· ἀδύνατον γάρ ἐστι τῷ ἥττονι τὸ τῶν ὑπερεχόντων κράτος ἐκκλῖναι. | ||
O 1048a | A | κἀκεῖνος ἀβουλίαις: ἀντὶ τοῦ ὕστατος τῆς ἁλώσεως ἀπέθανεν. | ||
O 1048b | τουτέστι μετὰ τὸ ἁλῶναι τὴν πόλιν ἀπώλετο διὰ τὴν ἑαυτοῦ ἀβουλίαν. | |||
O 1048c | BCDEQ | κἀκεῖνος ἀβουλίαις: ὁ γοῦν Αὐγείας διὰ τὴν | ||
οἰκείαν ἄνοιαν περὶ τὰ τελευταῖα τῆς ἁλώσεως περιτυχὼν τῷ Ἡρακλεῖ οὐκ ἠδυνήθη τὸν μέγιστον καὶ χαλεπώτατον θάνατον ἐκφυγεῖν. | 322 in vol. 1 | |||
O 1051a | BCDEQ | ὁ δ’ ἄρ’ ἐν Πίσᾳ ἔλσαις ὅλον τε στρατόν: ἐν χωρίῳ τινὶ χωριζομένῳ τῆς Ὀλυμπίας κατὰ τὴν τῶν γεωγράφων βουλὴν σταδίους τρεῖς. | ||
O 1051b | ὁ δὲ νοῦς· ὁ δὲ δὴ τοῦ Διὸς ἰσχυρότατος υἱὸς συναγαγὼν καὶ κατασχὼν ἐν τῇ Πίσᾳ, ἤτοι τῇ Ἤλιδι, τὸν ὅλον αὐτοῦ στρατὸν καὶ τὴν πᾶσαν λείαν, οὕτω λοιπὸν κατεσκεύαζε τὸ θεῖον τοῦ Διὸς | |||
5 | ἄλσος. | |||
O 1051c | ἔλσας ὅλον στρατόν: ὁ Ἡρακλῆς. | |||
O 1051d | BDEQ | συν‐ δήσας. συγκλείσας. κατασχών. καθιδρύσας. | ||
O 1051e | D | τὸν τοῦ Αὐγέου λαόν. | ||
O 1053a | A | σταθμᾶτο: περιεγράφετο. ἐσημειοῦτο. ἐχωρογρά‐ φει. ἐποίει. | ||
O 1053b | BCDEQ | σταθμᾶτο: κατεμετρεῖτο. περιώριζε. περιεσκέπ‐ τετο. ἢ κατεσκεύαζεν. | ||
O 1053c | ἄλσος δὲ τὸ ἀνιερωμένον τῷ θεῷ γῆς μέρος, εἰ καὶ ψιλὸν εἴη φυτῶν. | |||
O 1053d | A | ἄλσος: ὁ σύμφυτος καὶ ἀνιερωμένος τῷ θεῷ τόπος. | ||
O 1054a | A | περὶ δὲ πάξαις: περιπήξας δὲ ὁ Ἡρακλῆς τὰ ὅπλα κύκλῳ τὸ ἱερὸν κατεβάλλετο. | ||
O 1054b | B(C)DEQ | περὶ δὲ πάξαις: περιπήξας δέ, φησιν, ὁ Ἡρα‐ κλῆς κύκλῳ τὰ ὅπλα ἐσταθμᾶτο τῷ πατρὶ τῷ μεγίστῳ τὸ | ||
ἱερὸν, ἀντὶ τοῦ κατεβάλλετο. 55eB | 323 in vol. 1 | |||
O 1055a | A | Ἄλτιν: ὁ νοῦς· τὴν μὲν Ἄλτιν καθιέρωσε τῷ θεῷ, τὸν δὲ κύκλῳ τόπον συμπόσιον ἐποίησεν. | ||
O 1055b | οἱ περὶ Ἀριστόδημον καὶ Λεπτίνην καὶ Διονύσιον γράφουσιν Ἄλτιν. μὴ γὰρ πρέπον ἐστὶ τὴν ἄρτι πεπορθημένην Ἦλιν ἱερὰν γενέσθαι τῷ Διί· καὶ λόγον ἔχει τὸ τοῦ Διὸς ἱερὸν ἱδρύ‐ | |||
5 | σθαι ἐν Πίσῃ. οὐ γὰρ ἐν Ἤλιδι οἱ ἐρχόμενοι ἐπὶ τὴν πανήγυριν θοινῶνται, ἀλλὰ ἐν Πίσῃ. τὸ γὰρ ἐν κύκλῳ τοῦ ἱεροῦ καταγωγαῖς διείληπτο. διῴκισται δὲ ἡ Πίσα τῆς Ὀλυμπίας γʹ σταδίους. Ἄλτιν οὖν γραπτέον· οὕτως γὰρ τὸν περὶ Ὀλυμπίαν τόπον ἐκάλουν. | |||
O 1055c | BCDEQ | Ἀριστόδημος γράφει ἀντὶ τοῦ Ἆλιν Ἄλτιν· οὕτω γὰρ τὸν περὶ Ὀλυμπίαν τόπον καλεῖσθαι, καὶ τὸν Δία ἐξ | ||
BCEQ | ἐπιθέτου Ἄλτιον. μὴ γὰρ λόγον ἔχειν τὴν ὑπ’ αὐτοῦ πε‐ πορθημένην Ἦλιν ἱερὰν καὶ καθαρὰν ποιῆσαι. ἀλλὰ μηδὲ | |||
5 | ἱερὸν εἶναι Διὸς ἐν Ἤλιδι, ἀλλ’ ἐν Πίσῃ. ἀπῳκίσθαι δὲ τὴν Πίσαν τῆς Ὀλυμπίας σταδίους ἕξ. Δίδυμος δὲ κατὰ χώραν ἐῶν τὴν γραφὴν τὸν Πίνδαρον τὴν Πίσαν Ἦλιν λέγειν φησίν· οἱ γὰρ Ἠλεῖοι ὑφ’ ἑαυτοὺς ποιησάμενοι τοὺς Πισαιάτας Ἦλιν τὴν Πίσαν μετωνόμασαν. εἰ οὖν ἡ Πίσα | |||
10 | μετέβαλε, τί ἂν εἴη ἐμποδὼν γράφειν Ἆλιν; καὶ Καλλίμαχος δὲ τὴν Ἦλιν Διὸς οἰκίον εἶπεν ἀντὶ τοῦ Πίσαν (fr. 198)· | |||
Ἦλιν ἀνάσσεσθαι Διὸς οἰκίον ἔλλιπε Φυλεῖ· | BCDEQ | |||
BDEQ | ἱερὰν δὲ τὴν Ἦλιν ἀντὶ τοῦ Πίσαν. καὶ τὸν ἐν Πίσῃ δὲ | |||
Δία Ἠλεῖον εἶπε Καλλίμαχος (fr. 99)· Ἄλιος ὁ Ζεύς. 58B | 324 in vol. 1 | |||
O 1055d | BDEQ | Ἄλτιν μὲν ὅ γ’ ἐν καθαρῷ διέκρινε: τὴν μὲν | ||
DEQ | Ἦλιν ἢ Ἄλτιν καθιέρωσε τῷ θεῷ, τὸ δὲ κύκλῳ δάπεδον αὐτῆς εἰς συμπόσιον ἐποίησεν. 57B | |||
O 1055e | BDEQ | ἄλλως· Ἄλτιν τὸ ἄδυτον, κατὰ δέ τινας τὸν νεὼν, κατὰ δὲ ἐνίους ὄνομα χωρίου. | ||
O 1055f | BEQ | γράφεται Ἆλιν. τὴν μὲν Ἦλιν καθιέρωσε τῷ θεῷ, τὸν δὲ κύκλῳ τόπον αὐτῆς εἰς συμπόσιον ἐποίησεν. 55dB | ||
O 1055g | D | ἄλλως· Ἄλτιν τὸ στάδιον· ἐκλήθη δὲ οὕτως διὰ τὸ ἅλ‐ λεσθαι ἐν αὐτῷ τοὺς ἀθλοῦντας. | ||
O 1057a | BCDEQ | κύκλῳ δάπεδον: τὸ δὲ χωρίον τὸ κύκλῳ τοῦ ἱεροῦ καταλυτήριον ἔταξεν εἶναι τῶν ἀγωνιζομένων εἰς εὐ‐ ωχίαν. | ||
O 1057b | τὸ δὲ ὅλον· περιπήξας δὲ καὶ περιφράξας τό‐ πον τὸν μὲν ναὸν καὶ τὸ ἄδυτον αὐτὸ διεχώρισεν ἐν τῷ καθαρωτάτῳ μέρει ἀνὰ τὸ μεσαίτατον· τὸ δὲ εἰς κύκλον τῆς γῆς ἢ τοῦ νεὼ καταγώγιον ἐποίησε καὶ δειπνητήριον τῶν | |||
5 | ξένων. 55cB | |||
O 1058a | A | τιμάσαις πόρον Ἀλφεοῦ: πρώτῳ τῷ Ἀλφειῷ ἔθυσεν 〈ὡσ〉 ἐγχωρίῳ θεῷ· καὶ γὰρ μετὰ τῶν δώδεκα θεῶν τιμᾶται. σφόδρα δὲ αὐτὸν τιμῶσι σάλμιοι. | ||
O 1061 | 〈ἇς:〉 ἀντὶ τοῦ ἕως. τοῦ ποταμοῦ γίνονται. | |||
O 1058b | BDEQ | τιμάσαις πόρον Ἀλφεοῦ μετὰ δώδεκ’ ἀνάκ‐ των θεῶν: καὶ γὰρ αὐτὸς ἐγκαταριθμεῖται τοῖς ιβʹ θεοῖς. | ||
B(C)DEQ | ὁ δὲ ἐν Ὀλυμπίᾳ βωμὸς οὐ δύναται ἐξ ἄλλου ὕδατος γε‐ νέσθαι εἰ μὴ ἐκ τοῦ Ἀλφειοῦ. | |||
O 1058c | B(C)EQ | ἄλλως· Ἀλφειῷ εἰκότως | 325 in vol. 1 | |
B(C)DEQ | ὡς ἐγχωρίῳ ἔθυσε ποταμῷ. μετὰ δὲ τῶν δώδεκα θεῶν τοὺς βωμοὺς ἐποίησε· βωμοὺς γὰρ ἵδρυσε διδύμους ἕξ· ἐπωνόμασέ τε τοῦτον τὸν τόπον Κρόνου πάγον. τὸ πρό‐ | |||
5 | τερον γὰρ οὐδεμίαν εἶχε προσηγορίαν, ἕως ἐβασίλευσεν ὁ | |||
B(C)EQ | Οἰνόμαος, ἀλλὰ κρημνὸς οὖσα καὶ ἀοίκητος ἐξέκειτο τοῖς πολλοῖς ὑετοῖς καὶ ὄμβροις. 62B | |||
O 1058d | B | τιμάσαις πόρον Ἀλφεοῦ: τουτέστι πρώτῳ τῷ Ἀλφειῷ ἔθυσεν ὡς ἐντο‐ πίῳ θεῷ. | ||
O 1059a | B | μετὰ δώδεκ’ ἀνάκτων: ἀντὶ τοῦ ἐν δώδεκα θεοῖς. | ||
O 1059b | B | καὶ πάγον Κρόνου: Κρόνιον πάγον προση‐ γόρευσεν. | ||
O 1059c | A | πάγον Κρόνου: μετὰ ταῦτά, φησι, τὸν Κρόνιον πάγον προσηγόρευσεν οὐκ ἔχοντα πρότερον 〈ὄνομα〉. | ||
O 1061a | B | ἇς Οἰνόμαος: ἀντὶ τοῦ ἕως· καὶ ἔστιν ἐπίρρημα χρονικόν. 63 | ||
O 1061b | Bmg | τὸ ἇς παρά τισιν ἀντὶ τοῦ ἕως. | ||
O 1062a | ABCDEQ | βρέχετο: ἀντὶ τοῦ κατεσιωπᾶτο. συνήθως γὰρ τὸ βρέχειν ἐπὶ τοῦ σιωπῆσαι τίθησι. καὶ ἀλλαχοῦ (fr. 240)· μὴ σιγᾷ βρεχέσθω. | ||
O 1062b | BCEQ | τινὲς δὲ οὕτως· ἐκρύπτετο νιφάδι, τῇ περὶ τὸν Οἰνόμαον ἀδοξίᾳ. 58dB | ||
O 1063a | A | ἐν πρωτογόνῳ τελετᾷ: ἐν τῇ πρώτῃ γεγενημένῃ θυσίᾳ αἱ Μοῖραι ἔστησαν, ὡς ταύτην εὔμοιρον γενέσθαι, καὶ ὁ τὴν ἀλήθειαν πᾶσαν πᾶσι φανερῶν Χρόνος, ἐνδεικνύ‐ μενος ὅτι ἐπὶ πολὺν χρόνον τελεσθήσεται. | ||
O 1063b | BCDEQ | ταύτᾳ δ’ ἐν πρωτογόνῳ τελετᾷ: ἐν δὴ ταύτῃ τῇ πρώτῃ καταβολῇ τῶν Ὀλυμπίων καὶ πρώτῃ τελουμένῃ ἑορτῇ παρεγένοντο μὲν αἱ Μοῖραι αἱ τίμιαι καὶ ὁ τὴν ἀλή‐ θειαν πᾶσι φανερῶν Χρόνος. τοῦτο δὲ εἶπεν ἐνδεικνύμενος | 326 in vol. 1 | |
5 | ὅτι εὐμοίρως καὶ πολυχρονίως ἡ πανήγυρις τελεσθήσεται. | |||
O 1063c | BCEQ | ἄλλως· ἐν ταύτῃ πρῶτον ἀγομένῃ τῇ ἑορτῇ τῶν Ὀλυμ‐ πίων παρέστησαν αἱ Μοῖραι καὶ ὁ Χρόνος τοῖς τόποις. παρείληφε δὲ τὰς Μοίρας καὶ τὸν Χρόνον ὅτι εὔμοιρός τε ὁ ἀγὼν ἔσοιτο καὶ εἰς ἅπαντα τὸν αἰῶνα. | ||
O 1067a | A | Χρόνος: διότι καὶ οὗτος ὁ χρόνος ἀποδέδωκε τὸν ὕμνον ὃν εἶπεν. | ||
O 1067b | ἄλλως· τὸ δὲ πρότερον ἀσαφὲς 〈σαφὲσ〉 καὶ κατάδηλον ἐποίησεν, ὅτι Ἡρακλῆς διελὼν ἔθυσε τὰς ἀπαρχὰς τῶν σκύλων. | |||
O 1067c | κατέφρασε: ὁ χρόνος, φησὶ, προιὼν τὸν τόπον ἐδήλωσε. | |||
O 1068 | τὴν λείαν. | |||
O 1069 | ἔθηκε τὴν πρώτην Ὀλυμπιάδα. | |||
O 1067d | BCDEQ | τὸ δ’ ἐς ἀφανὲς ἰὼν πρόσω κατέφρασε: τὸ δὲ πρότερον ἀφανὲς ὂν προιὼν ὁ χρόνος ἐνεφάνισε καὶ φανερὸν ἐποίησε, ποῦ τὰ λάφυρα τοῦ πολέμου καὶ τὰ ἀπάργματα ἔθυσεν ὁ Ἡρακλῆς. | ||
O 1067e | BEQ | ἢ οὕτω· προιὼν δὲ ὁ χρόνος τὸ σαφανὲς ἡμῖν κατέδειξεν, ὅπως τὴν τοῦ πο‐ λέμου δόσιν, τουτέστι τὰ ἀκροθίνια διαμερίσας τοῖς θεοῖς ἔθυσε. 68bEQ | ||
O 1067f | CEHQ | ἄλλως· τὸ ἀφανὲς ἰὼν εἰς τὸ πρόσω ὁ | ||
C | χρόνος ἔκδηλον ἐποίησεν. ἀφανὲς γὰρ ὂν πρότερον τοῦτο τὸ χωρίον ὁ χρόνος διάδηλον ἐποίησεν. | 327 in vol. 1 | ||
O 1067g | CHQ | ἕτεροι δὲ οὕτω, σαφανές, ἵν’ ᾖ τὸ σαφὲς, ὑφὲν ἀναγινώσκουσιν, ὡς πρὸς | ||
CEHQ | τὴν ἄνω διάνοιαν· τὸ δὲ ἀληθὲς ὂν καὶ σαφὲς ἀεὶ ὁ χρόνος φανεροῖ. | |||
O 1068a | BCEQ | ὅπα τὰν πολέμοιο δόσιν: ὅπου καὶ ἐν ᾧ τό‐ πῳ διανείμας τὰ λάφυρα λαβών τε τὰς ἀπαρχὰς ἔθυσε, καὶ ὅπως (θαυμασίως) τὴν τοῦ ἀγῶνος ἑορτὴν κατέστησεν ἐν τῇ πρώτῃ Ὀλυμπιάδι καὶ τοῖς ἀγωνίσμασιν. 69EQ | ||
O 1068b | πολέμου δόσιν τὰ λάφυρά φησιν. | |||
O 1068c | BEQ | ὅπου τὴν λῆψιν τὴν ἐκ τοῦ πολέμου γενομένην διελὼν τὰ ἀκροθίνια τοῖς θεοῖς ἔθυ‐ σεν. 67fEQ | ||
O 1069a | ἀκρόθινα: ἀντὶ τοῦ ἀκροθίνια. | |||
O 1069b | A | ὅπως ἄρα τὸν πρῶτον ἐνιαυτὸν καταριθμῶν ἀνέθηκε τὴν πρώτην Ὀλυμπιάδα. | ||
O 1069e | BCDEQ | καὶ πενταετηρίδ’ ὅπως: θαυμαστικῶς λέγει· καὶ πενταετηρικὸν ὅπως ἄρα ἔστησε καὶ ἐνομοθέτησεν εἶναι τὴν τὼν Ὀλυμπίων πανήγυριν. 72B | ||
O 1071 | AB | σὺν Ὀλυμπιάδι: κατὰ τὴν τῶν Ὀλυμπίων πρώ‐ την θέσιν. 85B | ||
O 1072a | BCDEQ | τίς δὴ ποταίνιον ἔλαβε στέφανον: πρὸς τὴν Μοῦσαν. | ||
O 1072b | ποταίνιον: πρόσφατον· ἐκ δὲ τοῦ παρα‐ κολουθοῦντος σημαίνει τὸ πρῶτον, ἐπεὶ ὁ πρῶτος πρόσ‐ φατός ἐστι. | |||
O 1072c | τίς οὖν, φησι, πρῶτος ἔλαχε τὸν στέφανον | |||
ὅτε ἔθηκεν ὁ Ἡρακλῆς τὸν ἀγῶνα; | 328 in vol. 1 | |||
O 1072d | AEQ | τίς δὴ ποταίνιον: Δωρικῶς τὸν πρόσφατον. | ||
O 1072e | A(C)DEQ | τίς δὴ οὖν προσφάτως καὶ ἐν ἀρχῇ νικῆσαι δεδύνηται, | ||
ACEQ | ἤτοι διὰ χειρῶν ἢ δρόμῳ ἢ ἅρματι, ἐνδόξως μὲν αὐτὸς ἀγωνισάμενος, τὸ δὲ τοῦ ἀνταγωνιστοῦ κλέος καθελών; | |||
O 1072f | A | ἄλλως· ποταίνιον ἀντὶ τοῦ πρόσφατον, νεαρόν. ἐκ δὲ τοῦ παρακολουθοῦντος νῦν σημαίνειν βούλεται. | ||
O 1072g | τίς πρῶτον ἔλαχε στέφανον, ὅτε ἔθηκε τὸν ἀγῶνα Ἡρακλῆς; | |||
O 1074a | A | ἐν δόξᾳ θέμενος: ἀντὶ τοῦ ἔνδοξον νομίσας τὸ νικῆσαι. | ||
O 1074b | τουτέστι συλλαβὼν τὴν εὐχὴν ἢ καύχημα 〈τοῦ〉 ἀνταγωνιστοῦ καθελὼν διὰ τοῦ ἔργου. | |||
O 1074c | ἢ οὕτως· τὸ ἀγώνιον εὖχος δόξαν θέμενος καὶ ἔργῳ καθελὼν αὐτό. | |||
O 1074d | BCEQ | ἀγώνιον εὖχος ἔργῳ καθελών: τὸ ὑπερβατόν· ἀγώνιον εὖχος καθελὼν, τὸ τοῦ ἀνταγωνιστοῦ, καὶ τὴν νίκην, τὴν αὐτοῦ εὐχὴν, ἔργῳ ἀποβαλών. | ||
O 1074e | BDEQ | ἢ οὕτω· συλλαβὼν τὴν εὐχὴν, ὅ ἐστι τὸ καύχημα τοῦ ἀνταγωνιστοῦ καθελὼν διὰ τοῦ ἔργου. 85E | ||
O 1075a | Bgl | (ἐν δόξᾳ θέμενος:) ἔνδοξον νομίσας τὸ νικῆ‐ σαι. | ||
O 1075b | ἢ θέμενος τὸ ἀποτελέσας λέγει. | |||
O 1075c | ἢ θέμενος καὶ ποιήσας ἑαυτὸν ἐν δόξῃ. | |||
O 1076a | A | τὸ εὐθὺ, τὸ μὴ ἔχον καμπὴν καθάπερ ὁ δίαυλος. | ||
O 1076b | BCDEQ | στάδιον μὲν ἀρίστευσεν εὐθύτονον: εὐθὺ, τὸ μὴ ἔχον καμπὴν, τὸν ἁπλοῦν δρόμον. | ||
O 1078a | A | Οἰωνός: τὸν Οἰωνὸν ὁ Πίνδαρος ἤδη ἠνδρω‐ | ||
μένον νικῆσαι στάδιον περὶ τὴν πρώτην θέσιν τῶν Ὀλυμ‐ πίων, ἔνιοι δέ φασιν αὐτὸν διεσπαράχθαι ὑπὸ τῶν Ἱππο‐ κόωντος κυνῶν. ἐκλήθη δὲ οὕτως ὑφ’ Ἡρακλέους διὰ τὸ | 329 in vol. 1 | |||
5 | ὀξέως αὐτὸν τρέχειν ὡς πτηνὸν καὶ μὴ καταλαμβάνεσθαι. | |||
O 1078b | BCDEQ | τὸν δὲ Οἰωνὸν Πίνδαρος ὡς ἤδη ἠνδρωμένον νικῆσαί φησι στάδιον περὶ τὴν πρώτην θέσιν τῶν Ὀλυμ‐ πίων· ἔνιοι δὲ παῖδα ὄντα αὐτὸν ὑπὸ τῶν Ἱπποκοωντιδῶν διειργάσθαι. | ||
O 1078c | παῖς ὁ Λικυμνίου Οἰωνός: ὁ νοῦς· ὁ μὲν τοῦ Λικυμνίου παῖς Οἰωνὸς τὸ εὐθύτονον καὶ ἀκαμπὲς στάδιον δραμών· οὗτος δὲ ὁ Οἰωνὸς ἦλθεν ἀπὸ πόλεως Μιδέας καλουμένης τοῦ Ἄργους, βασιλεύων καὶ ἡγεμὼν | |||
5 | λαοῦ ὤν. ἡ δὲ μεταφορὰ τοῦ ἐλαύνων ἀπὸ τῶν ποιμνίων. | |||
O 1078d | BCEQ | ἄλλως· εὐθύτονον στάδιον εἶπε· τοιοῦτον γὰρ λέγεται εἶναι τὸ στάδιον. | ||
O 1078e | BEQ | ἄλλως· παῖς ὁ Λικυμνίου, ὃς ἤδη ἀνδρωθεὶς τὴν πρώτην τῶν Ὀλυμπίων θέσιν καὶ δίαυλον ἐνίκησεν. | ||
O 1078f | τὸ χʹ ὅτι Οἰωνὸς προηγούμενος ἦλθεν. ἔστι δὲ ὄνομα κύριον ὁ Οἰωνός. | |||
O 1078g | ἀπὸ Μιδέας κώμης Ἀργο‐ λικῆς. ἔνιοι δὲ πόλεως. | |||
O 1078h | A | Μιδέαθεν: ἀπὸ Μιδέας. | ||
O 1079a | A | στρατὸν ἐλαύνων: καὶ ἡγούμενος .... ἣν συνε‐ κρότησεν εἰς συμμαχίαν Ἡρακλεῖ ἀπὸ Μιδέας ὢν, ὅθεν καὶ Ἀλκὼ ἡ Λικυμνίου ἀδελφή. | ||
O 1079b | B(C)DEQ | ὁ δὲ πάλᾳ κυδαίνων Ἔχεμος Τεγέαν: ὁ δὲ | ||
Ἔχεμος ἠρίστευσε πάλῃ κυδαίνων, ὅ ἐστι δοξάζων τὴν πόλιν αὐτοῦ Τεγέαν· ἔστι δὲ πόλις Ἀρκαδίας· δοξάζων δὲ διὰ τὸ ἀναγορευθῆναι ἀπὸ Τεγέας. προσυπακουστέον τὸ ἠρίστευσεν. | 330 in vol. 1 | |||
5 | ὑπὸ δὲ τούτου τοῦ Ἐχέμου τὸν Ὕλλον φασὶ τελευτῆσαι κατ‐ ιόντα εἰς Πελοπόννησον. | |||
O 1080 | A | Ἔχεμος: προσυπακουστέον τὸ ἠρίστευσε· τὴν δὲ πάλην ἐνίκησεν Ἔχεμος Ἀρκὰς τὸ γένος. ὑφ’ οὗ φασι τὸν Ὕλλον τελευτῆσαι εἰς Πελοπόννησον κατιόντα. ἐγάμησε δὲ τὴν Τιμάνδραν· Ἡσίοδος (fr. 114) Τιμάνδρην, φησὶν, Ἔχε‐ | ||
5 | μος θαλερὴν ποιήσατ’ ἄκοιτιν. | |||
O 1083a | BCDEQ | ἀν’ ἵπποισι δὲ τέτρασιν ἕως Ἁλιρροθίου: ἐφ’ ἵπποις δὲ τέτρασιν, τεθρίππῳ ἀγωνισάμενος ἐνίκησεν ὁ Ἁλιρρόθιος. ὅθεν τινὲς σῆμα Ἁλιρροθίου κατὰ περίφρασιν ἤκουσαν, οἱονεὶ τὸ σημεῖον καὶ ἡ δόξα τοῦ Ἁλιρροθίου, | ||
5 | ὡς καὶ Ὅμηρος· ἱερὴ ἲς Τηλεμάχοιο, καί· βίη Ἡρακληείη. | |||
BCEQ | ὁ δὲ Δίδυμος οὕτω καθίστησι τὸν λόγον. τὴν Μαντινέαν φησὶν εἶναι ἱερὰν Ποσειδῶνος, καὶ παρατίθεται τὸν Βακχυ‐ λίδην λέγοντα οὕτω (c. 20)· Ποσειδάνιον ὡς Μαντινέες τριόδοντα χαλκοδαιδάλοισιν ἐν ἀσπίσιν φορεῦντες. ἐπίσημον | |||
10 | γὰρ εἶναι τῶν ἀσπίδων τὸν Ποσειδῶνος τριόδοντα, ὅτι παρ’ αὐτοῖς μάλιστα τιμᾶται ὁ θεός. ἔσται οὖν τὸ σαφὲς οὕτω | |||
BCDEQ | κατ’ αὐτὸν, ἔξωθεν παραλαμβανομένου τοῦ ὀνόματος· ἀν’ ἵπποισι δὲ τέτρασιν Ἥρως ὁ ἀπὸ Μαντινέας ἐνίκα· ἥ ἐστιν ἡ Μαντινέα σημεῖον καὶ ἱερὰ τοῦ Ποσειδῶνος. Ἁλιρρόθιον | |||
15 | γὰρ ἐπιθετικῶς τὸν Ποσειδῶνά φησι. καὶ παρατίθεται τὸ Ὁμηρικόν (Ε 292)· πάσας δ’ ὀρόθυνεν ἀέλλας παντοίων | |||
ἀνέμων. παρατίθεται δὲ καὶ τὸν γράφοντα τὴν Θησηίδα, μαρτυροῦντα τῷ Ἥρωι τὴν τοῦ ἅρματος ἡνιοχευτικὴν ἀρετήν· | 331 in vol. 1 | |||
20 | στρωφᾷς δὲ πώλους ὡς ὁ Μαντινεὺς Ἥρως. 83eQ | |||
O 1083b | BEQ | ἄλλως· ἀν’ ἵπποις τέτρασιν: ἐὰν μὲν γράφηται σᾶμα Ἁλιρροθίου, ἔσται αὐτὸς ὁ Ἁλιρρόθιος ἥκων ὡς ἂν ἐπίσημος ἐγένετο ὁ Ἁλιρρόθιος· ἐὰν δὲ Σᾶμος Ἁλιρροθίου φανερόν· οἷον, Σᾶμος Ἁλιρροθίου ἐνίκησεν. Ἀριστόδημος | ||
5 | δέ φησι μὴ δύνασθαι συγχρονεῖν Ἁλιρρόθιον τὸν κατὰ Κέ‐ κροπα Ἡρακλεῖ. ἀλλὰ μηδὲ Ἀρκάδα εἶναι, ἀλλ’ Ἀθηναῖον· Σῆμον δέ τινα νῦν νενικηκέναι ἅρματι, ὥς φησι Δίφιλος ὁ τὴν Θησηίδα ποιήσας ἔν τινι ἰάμβῳ οὕτω· τρέψας δὲ πώλους ὡς ὁ Μαντινεῦς Σῆμος, | |||
10 | ὃς πρῶτος ἅρματ’ ἤλασεν παρ’ Ἀλφειῷ. | |||
O 1083c | CDEQ | ἀπὸ Μαντινέας: Μαντινέα πόλις Ἀρκαδίας· σῆμα δὲ Ἁλιρροθίου περιφραστικῶς ὁ Ἁλιρρόθιος. | ||
O 1083d | CEQ | ἢ σῆμα ἐπίσημος, φανερός. 86Q | ||
O 1083e | BCDEQ | σᾶμ’ Ἁλιρροθίου: Ἁλιρρό‐ θιος Μαντινεὺς ὁμώνυμος τῷ Ἀθηναίῳ, ὃς ἦν Ποσειδῶνος καὶ Βαθυκλείας. | ||
O 1083f | τινὲς γράφουσι Σῆρος Ἁλιρροθίου, οὗ μέμνηται Ἡσίοδος (fr. 106)· | |||
ἤτοι ὁ μὲν Σῆρον καὶ Ἀλάζυγον υἱέας ἐσθλούς. ἦν δὲ ὁ Σῆρος τοῦ Ἁλιρροθίου τοῦ Περιήρους καὶ Ἀλκυ‐ | 332 in vol. 1 | |||
5 | όνης. 71B 86E 83bQ | |||
O 1084a | A | Ἁλιρροθίου: ὁ Ἁλιρρόθιος νικῶν ἐπίσημος ἐγέ‐ νετο. | ||
O 1084b | ὁ δὲ λόγος· ἀπὸ τῆς ἁλιρροθίου Μαντινείας ἐν ἅρματι πρῶτος ἐνίκα· ἢ ἐπίσημος ὢν Ἁλιρρόθιος· τὸ γὰρ ἐνίκα πᾶσι τούτοις ὑπακουστέον· εἶτα ἀφ’ ἑτέρας ἀρχῆς· ἄκοντι Φράστωρ ἔλασε σκοπόν. | |||
O 1084c | ἢ οὕτως· ἀν’ ἵπποισι δὲ τέτρασιν: ἀπὸ Μαντινείας καὶ ἅρμασιν ἐνίκα Θησεύς. | |||
O 1084d | σῆμα Ἁλιρροθίου: οἷον ὅμοιος ὢν Ἁλιρροθίῳ τῷ ἀδελφῷ. ἢ ἐπίσημος ὢν Ἁλιρρόθιος. | |||
O 1084e | 〈ὅτι〉 μετὰ τὴν τῆς Ἤλιδος ἅλωσιν εἷς ἦν τῶν ἀγωνισαμένων ὁ Θησεὺς ἱστορεῖ Ἀρίστιππος (FHG IV, 327), οὐχ ἅρματι δὲ, ἀλλὰ παγ‐ κρατίῳ. | |||
O 1085a | A | Φράστωρ: ὁ Φράστωρ τοῦ σκοποῦ τῷ ἀκοντίῳ ὑπερήλασεν. | ||
O 1085b | BCDEQ | [ἄκοντι δὲ Φράστωρ ἔλασε σκοπόν:] ὁ δὲ Φράστωρ ἀκοντίῳ ἀγωνισάμενος ἔρριψε κατὰ σκοποῦ. οἱ δὲ | ||
BCDEQ | τὸ ἤλασε σκοπόν ἀντὶ τοῦ τῆς νίκης εὐτύχησε. (86.) ἔστι δὲ ὄνομα κύριον. 76E 87Q | |||
O 1086a | μᾶκος δὲ Νικεύς: ὡς Τυδεύς. | |||
O 1086b | A | ὁ δὲ λό‐ γος· μακρόν τι καὶ ἐπίμηκες ἐδίσκευσεν ὁ Νικεύς. ὅτι δὲ πέτροις τὸ παλαιὸν ἐδίσκευον, Ὅμηρος (θ 190)· βόμβησεν δὲ λίθος. | ||
O 1086c | BCDEQ | μᾶκος δ’ Ἐνικεύς: Ἐνικεὺς ὄνομα κύριον. | 333 in vol. 1 | |
O 1086d | μακρὸν ἐδίσκευσε δίσκῳ λιθίνῳ. οὕτως οἱ ἀρχαῖοι. μᾶκος δὲ μακρόν. (87.) παρὰ τὸ Ὁμηρικόν (Τ 131)· χειρὶ περι‐ στρέψας. 85Q | |||
O 1087a | BDEQ | χέρα κυκλώσαις ὑπὲρ ἁπάντων: πάντας, φησὶ, τοὺς ἀνταγωνιστὰς τῇ βολῇ παρελθών. | ||
O 1087b | CDEQ | τὸ δὲ χέρα κυκλώσας παρὰ τὸ Ὁμηρικόν (θ 189)· τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός. | ||
O 1087c | BCDEQ | τὸ δὲ καὶ συμμαχία θόρυβον, καὶ τοῖς παρεστῶσιν | ||
BCEQ | αὐτοῖς συμμάχοις ἔκπληξιν καὶ τάραχον ἐκίνησε μέγαν διὰ τὸ ὑπερβεβλημένον τῆς βολῆς θαῦμα. καὶ τοῦτο παρὰ τὸ Ὁμηρικόν (θ 190)· | |||
5 | κατὰ δ’ ἔπτηξαν ποτὶ γαίῃ Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες. | |||
O 1088a | BEQ | καὶ συμμαχία θόρυβον: ἀντὶ τοῦ τὸ πλῆθος θαυμάσαν ἀνεβόησεν ἐπὶ τῷ τῆς βολῆς μήκει. | ||
O 1088b | (C)DEQ | ἢ οὕτω· παρεκίνησε καὶ ἀνήγειρε τὸ τῶν συμμάχων πλῆθος. 90dQ | ||
O 1088c | A | [κυκλώσαις:] ἤτοι διὰ τὸ προβάλλειν τοὺς ἄλ‐ λους τῷ δίσκῳ διαταραχθῆναι εἰς τὸ πλῆθος ἀποθαυμάσαν‐ τας ἐπὶ τῷ τῆς βολῆς μήκει. | ||
O 1088d | θόρυβον: ἀνήγειρε δὲ νικήσας ταραχὴν τοῖς συνοῦσιν· ἐβόησαν γὰρ θαυμάσαντες τῆς βολῆς τὸ μῆκος. | |||
O 1089 | B | παρέθηξεν: ἐκίνησε. παρώρμησεν. | ||
O 1090a | B | ἐν δ’ ἕσπερον ἔφλεξεν εὐώπιδος: τῆς δὲ | ||
BCDEQ | εὐώπιδος σελήνης τὸ ἐρατὸν φάος κατέλαμψε τὴν ἑσπέραν. ταῦτα γὰρ ἐγένετο τοῦ ἑσπέρου καὶ τοῦ σκότου καταυγα‐ ζομένου ὑπὸ τῆς σεληνιακῆς αὐγῆς. | 334 in vol. 1 | ||
O 1090b | ἐρατὸν δὲ φάος, τὸ πανσέληνον· τελεῖται γὰρ κατὰ πληροσέληνον, ὡς αὐτὸς ἐν τοῖς πρώτοις εἶπεν (III, 19). | |||
O 1090c | ἔδει δὲ οὕτως εἰπεῖν· | |||
BCEQ | οὔσης δὲ πανσελήνου ἐτέθη ὁ ἀγὼν, ὁ δὲ τὸν ἀγῶνα δια‐ θέμενος τοῦτο τότε ἐπήνεγκεν. 92Q | |||
O 1090d | BEQ | ἐν δ’ ἕσπερον ἔφλεξε: τὸ ἑσπερινὸν φάος. | ||
O 1090e | ὅτι ἐν πανσελήνῳ ἐτέθη ὁ ἀγών. 90aQ | |||
O 1091 | A | σελάνας ἐρατὸν φάος: τοῦτο ἔδει πρῶτον εἰπεῖν ὅτι πανσελήνου οὔσης ὁ ἀγὼν ἐτέθη. εὐήθως δὲ καὶ οἱ φαντασθέντες ἄχρι δύσεως ἡμέρας αὐτοὺς ἀγωνίζεσθαι. | ||
O 1092a | A | ἀείδετο δέ: τῶν ἐπινίκων λεγομένων ἤχει ἡ Πίσα. | ||
O 1092b | BCDEQ | ἀείδετο δὲ πᾶν τέμενος: ἐν δὲ ταῖς εὐωχίαις περιῄδετο καὶ ἠχεῖτο τὸ πᾶν τέμενος εὐφημιῶν καὶ ὕμνων λεγομένων. οὗτος γὰρ ἐγκωμιαστικὸς τρόπος. | ||
O 1092c | BCEQ | ἢ οὕτως· ἐνεκωμιάζετο ἐκ τῶν νικώντων τὸ τέμενός, φησιν. | ||
O 1094 | BCDEQ | ἀρχαῖς δὲ προτέραις ἑπόμενοι: ταῖς οὖν ἀρ‐ χαῖς καὶ τοῖς ἐπιτηδεύμασι τῶν φθανόντων καὶ νῦν ἡμεῖς ἀκολουθοῦντες τὴν ἐπώνυμον τῆς νίκης χάριν, τουτέστι τὸν ἐπινίκιον ὕμνον εἴπωμεν, θαυμάζοντες τήν τε βροντὴν τοῦ | ||
5 | Διὸς καὶ τὸν ἔμπυρον αὐτοῦ κεραυνόν. 96B | |||
O 1095a | A | χάριν νίκας: ἔξωθεν ληπτέον τὸ εἴς· εἰς χάριν κελαδησόμεθα βροντάν. | ||
O 1095b | τὸ δὲ ἐπωνυμίαν τοῦ χάριν | |||
ἐπίθετον· τὴν ἐπωνύμους ποιοῦσαν, ἀντὶ τοῦ ἐπονομάζοντος καὶ καλοῦντος. | 335 in vol. 1 | |||
O 1095c | ἄλλως· ἐπωνυμίαν νίκης χάριν τὸν ἐπί‐ νικον εἶπεν. | |||
O 1095d | CDEQ | ἐπωνυμίαν χάριν: ἔξωθεν τὴν εἴς πρόθεσιν λάβε· εἰς χάριν κελαδήσομεν. | ||
O 1095e | ἀντὶ τοῦ τὸν κεραυνὸν ὑμνήσομεν. | |||
O 1095f | CEQ | ἄλλως· τὴν ὀνομαστὴν βροντὴν καὶ δια‐ βόητον. | ||
O 1095g | ἢ οὕτω· τὴν νίκην περιφραστικῶς τὴν διαβόητον. | |||
O 1095h | ἄλλως· χάριν νίκης, διὰ τὴν νίκην. | |||
O 1095i | BEQ | ἢ οὕτως· ἐπί‐ θετον τῆς νίκης τῆς ἐπωνύμους ποιούσης. | ||
O 1095k | ἢ τῆς ὄνομα φερούσης καὶ κρατούσης ἐν παντὶ κράτει. 99B | |||
O 1096a | A | πυρπάλαμον βέλος: τὸν κεραυνὸν καὶ ἐκ πυ‐ ρὸς καὶ ἐκ Διὸς τεχνασθέντα. | ||
O 1096b | BCEQ | καὶ πυρπάλαμον βέλος ἐν ἅπαντι κράτει: τὸν ἐπὶ πάσῃ χρείᾳ τοῦ κράτους αὐτοῦ ἁρμόδιον καὶ ἐπαρ‐ κοῦντα πρὸς τὰς χρείας. | ||
O 1096c | BCDEQ | ἢ πρὸς πᾶσαν αὐτῷ δύνα‐ μιν ἀραρότα. | ||
O 1096d | BDEQ | ἢ κράτει τῇ νίκῃ· νικῶντα ἀεί. 95B | ||
O 1096e | EQ | κράτει ἀραρότα: ἡρμοσμένον παντὶ κράτει τοῦ Διός. | ||
O 1099a | A | χλιδῶσα δὲ μολπά: τρυφῶσα δὲ ἡ μολπὴ τῶν ἐπέων ἀντιάσει πρὸς τὸν κάλαμον. τοῦτο δέ φησιν ἐπεὶ μετ’ αὐλῶν τὸν ὕμνον ἔλεγον. | ||
O 1099b | BCEQ | χλιδῶσα: τρυφῶσα. ἐναβρυνομένη. | ||
O 1099c | BCDEQ | ἡ μολπὴ ἡ τῶν μελῶν ἁβρῶς καὶ ἡδέως ἐντρυφῶσα τῇ ἡδονῇ ἀπαντήσει πρὸς αὐτόν. | ||
O 10100a | A | ἀντιάξει: ὁμοδρομήσει. συναντήσει τῷ αὐλῷ. | ||
O 10100b | οἷον ἀντιάσει. ἀνακινήσει. | |||
O 10100c | DEQ | ἀντιάξει μελέων: ἀπαντήσει. ἀντηχήσει. | 336 in vol. 1 | |
O 10100d | BEQ | ὁ δὲ ὕμνος τρυφηλῶς καὶ ἡδέως μετὰ αὐλῶν ῥηθή‐ σεται. 106cE | ||
O 10101a | A | Δίρκᾳ: καὶ ἐν ἀρχῇ ἔλεγεν ὅτι διέστηκε τὸ πρῶτον τῆς ὁμολογίας τοῦ γράψαι τὸ ἐγκώμιον. καὶ νῦν ἀπὸ τῆς Δίρκης [τὴν Θήβην φησὶ] καὶ ἐν Θήβῃ φησὶ μετὰ πολὺν χρόνον πεφηνέναι τὰ μέλη καὶ τὰ ποιήματα, ὡς ἐν | ||
5 | Θήβαις γεγραφὼς τὸν ἐπίνικον μετὰ πολὺν χρόνον τῆς ὁμολογίας. | |||
O 10101b | BDEQ | τὰ παρ’ εὐκλεεῖ Δίρκᾳ: ἅτινα μέλη ἐν τῇ ἐνδόξῳ Δίρκῃ, ἤτοι Θήβαις, ἐν πλείονι μὲν χρόνῳ τῆς προσ‐ δοκίας ἐφάνη καὶ ἐγράφη· ἀλλ’ οὕτως ἐστὶ γλυκὺς ὁ ἐπί‐ | ||
νικος τῷ λαβόντι ὥσπερ παῖς γνησίας γυναικὸς καὶ οὐ | B | |||
5 | παλλακίδος πατρὶ γεννηθεὶς ἤδη γεγηρακότι. | |||
O 10101c | BCDEQ | ἄλλως· Δίρκη πηγὴ ἐν Θήβαις. | ||
O 10101d | BCEQ | κεχρονικέναι μέν φησι καὶ ἐν ἀρχῇ λέγων ὁ Πίνδαρος ὅτι διέστηκεν ἀπὸ τῆς ὁμολογίας πρὶν γραφῆναι τὸ ποίημα· καὶ νῦν ἀπὸ τῆς Δίρκης (σημαί‐ νων ἐν Θήβαις) φησὶ μετὰ πολὺν χρόνον πεφηνέναι τὰ | ||
5 | μέλη καὶ τὰ ποιήματα, ὡς ἐν Θήβαις γεγραφὼς [τὰ μέλη καὶ τὰ ποιήματα, ἤτοι] τὸν ἐπίνικον, μετὰ πολὺν τῆς ὁμολογίας τῆς περὶ τοῦ γράφειν χρόνον. | |||
O 10101e | BDEQ | ἅπερ μέλη χρόνῳ ἐφάνη ἐν Βοιωτίᾳ. ἐπεὶ μετὰ χρόνον ἔγραψε τὸ ποίημα. 102cE 106cQ | ||
O 10102a | CDE | ἀλλ’ ὥστε παῖς ἐξ ἀλόχου: γνησίας γυναικὸς καὶ οὐ παλλακίδος. | ||
O 10102b | CDEQ | ὁ δὲ νοῦς· ἀλλ’ οὕτως ἐστὶ γλυκὺς | ||
DEQ | ὁ ἐπίνικος τῷ λαβόντι ὥσπερ παῖς πατρὶ γεννηθεὶς ἤδη γεγηρακότι. 101E | 337 in vol. 1 | ||
O 10102c | BDEQ | ὁ δὲ νοῦς· οὕτω δέ σοι ποθεινὰ καὶ ἡδέα ἔσται, ὥσπερ τις γνήσιος παῖς ἐκ νομίμης γυναικὸς | ||
BCDEQ | πατρὶ ποθεινὸς ὁρᾶται εἰς τὸ ἀνάπαλιν τῆς νεότητος ἐλ‐ | |||
θόντι· τουτέστι, γηράσαντι. πάνυ τε τοῦ ἑαυτοῦ πατρὸς | BCEQ | |||
5 | τὸν νοῦν ἐκπυροῖ πρὸς τὸν πόθον κεχαρισμένος φαινόμενος. διατί δὲ ὁ παῖς ποθεινός ἐστι γηρῶντι; ἐπειδή, φησιν, ἡ περιουσία καὶ ὁ πλοῦτος ἄρχοντα καὶ δεσπότην ἑαυτοῦ λαχὼν ἀλλότριον τοῦ γένους καὶ ἔξωθέν τινα ἐπαχθέντα λυπηρότατός ἐστι τῷ ἀποθνήσκοντι. | |||
O 10102d | CEQ | τὸ δὲ ἵκοντι νεότατος, εἰς τὸ ἔμπαλιν τῆς νεότητος, τὸ γῆρας. | ||
O 10102e | εἰς τὸ γῆρας ἤδη ἐληλυθότι, καθ’ ὃν καιρὸν οὐκ ἔστιν οἷος ἄλλο γεννῆσαι. | |||
O 10104a | A | τοὔμπαλιν: εἰς τὸ ἐναντίον τῆς νεότητος. | ||
O 10104b | τουτέστι γεγηρακώς. | |||
O 10104c | θερμαίνει: ὁ γεννηθεὶς τοῦ πατρὸς θάλπει τὸν νοῦν. | |||
O 10106a | ABDEQ | ἐπεῖ πλοῦτος: τοῦτο ἐν τῷ καθόλου λέγει· ἐπεὶ πλοῦτος ὁ ἐπακτὸν λαχὼν ποιμένα τὸν διαδεξάμενον τῷ καταλιπόντι καὶ ἀποθνήσκοντι στυγερός ἐστιν. διὰ δὲ τούτου σημαίνει ὅτι ἐάν τις ἔχων πλοῦτον ἄτεκνος ἀπο‐ | ||
5 | θνήσκῃ διάδοχον μὴ καταλιπὼν, ἐπώδυνος αὐτῷ γίνεται. | |||
O 10106b | BCDEQ | ἄλλως· τὸν μὴ κατὰ γένος διάδοχον· παρὰ τὸ Ὁμηρι‐ | ||
κόν (Ε 158)· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέονται. τὸ δὲ θνᾴσκοντι κοινῶς πρὸς ἀμφότερα· ἀλλότριον θνήσκοντι, καὶ στυγερώτατος θνήσκοντι. πάνυ γὰρ ἀλγοῦσιν οἱ τοῖς μὴ | 338 in vol. 1 | |||
5 | προσήκουσι διαδόχοις χρώμενοι. 109EQ | |||
O 10106c | BDEQ | ὥσπερ οὖν, φησι, λυπηρόν ἐστι τῷ τελευτῶντι ἀλλοτρίῳ τινι χρήσασθαι κλη‐ ρονόμῳ, οὕτως ἀλγεινόν ἐστι καὶ ὅταν κάλλιστα μὲν εἴη διαπεπραγμένος τις, ἄνευ δὲ ἐπαίνου καταλύσῃ τὸν βίον, | ||
5 | ὦ Ἀγησίδαμε, κενῶς μοχθήσας, ὡς μηδὲ βραχύ τι τερπνὸν καὶ ἡδὺ ἀποκερδάναι ἐκ τῶν πόνων. 102EQ | |||
O 10109 | AB(C)DEQ | καὶ ὅταν καλὰ [μὲν] ἔρξαις: καὶ ὅταν καλά τις ἐπιτελέσας ἔργα δίχα καὶ χωρὶς ἀοιδῆς ἀποθάνῃ ἀκλεὴς, τῷ μόχθῳ βραχὺ δέδωκε τερπνὸν, τουτέστι βραχὺ ἐτέρφθη παρα‐ χρῆμα, οὐκέτι δὲ τελευτήσαντος αὐτοῦ μέμνηταί τις. 114A 113E | ||
O 10110 | A | Ἀίδα σταθμόν: τὸν οἶκον. ἢ τὸν Ἅιδην, περι‐ φραστικῶς. | ||
O 10111 | A | τὸ κενεὰ πνεύσας ἀντὶ τοῦ ματαίως μοχθήσας. | ||
O 10112a | A | τερπνόν: βραχὺ τυγχάνει παρ’ αὐτὴν τὴν νίκην. 122 | ||
O 10112b | DEQab. | βραχύ τι τερπνόν ἀντὶ τοῦ οὐδέν. οὐδὲ ὀλί‐ γον. οὐδὲ τὸ ἐλάχιστον. 114EQb | ||
O 10113a | A | τὶν δέ: ἀντὶ τοῦ οὐδέν. ... πᾶσα μουσικὴ ἀναπέμπει καὶ διαποικίλλει τὴν χάριν. | ||
O 10113 | τὶν δ’ ἁδυεπής τε λύρα: | |||
O 10113b | BCDEQ | τίν σοί Δωρικῶς. | ||
O 10113c | σοὶ οὖν, φησι, πᾶν εἶδος μουσικῆς διαποικίλλει τὴν χάριν καὶ παρέχει τὴν ἡδονήν. | 339 in vol. 1 | ||
O 10113d | BC | παρὰ τὸ Ὁμηρικόν (Γ 126)· πολέας δ’ ἐνέπασσεν ἀέθλους. 112E | ||
O 10114a | A | ἀναπάσσει: ἤτοι ἀνεγείρει. ἄνω ποιεῖ. ἀνα‐ βάλλει. | ||
O 10114b | καὶ γὰρ τὸ πάσσειν ποικίλλειν ἐστὶ, καὶ παστὸς διὰ τὸ πεποικίλθαι. | |||
O 10114c | ἀναποικίλλει σοι τὴν χάριν ἥ τε λύρα καὶ ὁ αὐλός. Ὅμηρος (l. l.)· πολέας δ’ ἐνέπασσεν ἀέθλους. | |||
O 10114d | B | ἀναπάσσει: ἀναπέμπει. ἀναποικίλλει. | ||
O 10114e | ἀναπάσσει: ἀνεγείρει. ἄνω ποιεῖ. | |||
O 10114f | EQab | ἢ ἀνα‐ ποικίλλει σοι τὴν χάριν ἥ τε λύρα καὶ ὁ αὐλός. 119Qb | ||
O 10115a | χάριν· τὴν τῶν νικησάντων. | |||
O 10115b | A | τρέφουσι καὶ αὔξουσι τήνδε τὴν χάριν τοῦ νικῶντος αἱ Μοῦσαι. | ||
O 10115c | ἀντὶ τοῦ τὸ ποίημα. | |||
O 10115d | δοξάζουσι τοὺς νικῶντας. | |||
O 10115e | BCDEQ | τρέφοντι δ’ εὐρὺ κλέος: αὔξουσι δέ σου τὸ κλέος αἱ Μοῦσαι καὶ οἱ λόγοι· ἀθάνατοι γὰρ οἱ διὰ τῶν λόγων ἔπαινοι. | ||
O 10115f | BDEQ | τρέφουσι δὲ αἱ Μοῦσαι μέγιστον κλέος τῶν νικησάντων. | ||
O 10117a | A | ἐγὼ δὲ συνεφαπτόμενος: καὶ αὐτὸς ἐγὼ τῶν Μουσῶν τῆς ᾠδῆς ἐπιλαμβανόμενος τρέφω σου τὸ κλέος ὕμνῳ ὡσανεὶ μέλιτι πιαίνων τὴν πόλιν. 110 | ||
O 10117b | BDEQ | ἐγὼ δὲ συνεφαπτόμενος σπουδᾷ: καὶ αὐ‐ τὸς δὲ ἐγὼ τῇ σπουδῇ συνεφαπτόμενος τῶν Μουσῶν, συλ‐ λαμβανόμενος καὶ συνεργῶν τρέφω σου τὸ κλέος καὶ αὔξω, εἴς τε τὸ τῶν Λοκρῶν 〈ἔθνοσ〉 ἐμαυτὸν ἐμβάλλων καὶ ὡσ‐ | ||
5 | ανεὶ μέλιτι πιαίνων τὴν πόλιν [καὶ ἡδέως διατίθημι ὑμνῶν.] | 340 in vol. 1 | ||
O 10117 | σπουδᾷ: τῇ σπουδῇ τῶν Μουσῶν. | |||
O 10118 | BEQ | ἀμφέπεσον μέλιτι καταβρέχων: ὥρμησα. αὐ‐ τῷ τῷ ποιήματί, φησι, καταβρέχων, τουτέστιν ὑμνῶν. 123Q | ||
O 10119 | EQ | παῖδ’ ἐρατόν: ταῦτα κομματικῶς καθ’ ἑαυτὸν λέγει. | ||
O 10120 | B | τὸν εἶδον: ἀντὶ τοῦ ἔγνων. | ||
O 10121a | κρατέοντα: νικῶντα. | |||
O 10121b | B | χειρὸς ἀλκᾷ: ἀντὶ τοῦ πυκτικῇ. | ||
O 10122a | A | κεῖνον κατὰ χρόνον: οὐ γὰρ ἐν ᾧ καιρῷ ἐνί‐ κησεν ἔγραψε τὸν ὕμνον. | ||
O 10122b | BCEQ | κεῖνον κατὰ χρόνον: τὴν βραδυτῆτα τοῦ ἐπι‐ νικίου καὶ νῦν ἐπιδείκνυται. subscr. Q | ||
O 10122c | A | ἰδέᾳ τε καλόν: καὶ τῇ ὥρᾳ τοῦ σώματος ἐνα‐ βρυνόμενον καὶ τῷ κάλλει. | ||
O 10123a | BCEQ | ὥρᾳ τε κεκραμένον: καὶ τῷ κάλλει τοῦ σώ‐ ματος ἀναλόγως συγκεκραμένον καὶ φαιδρυνόμενον τῇ τού‐ του ὥρᾳ. | ||
O 10123b | BDEQ | ἅ ποτ’ ἀναιδέα: ἥτις ὥρα ποτὲ τὸν ἀναιδῆ θάνατον ἀπεκώλυσε τοῦ Γανυμήδους ἅμα τῇ Ἀφροδίτῃ. | ||
BCDEQ | Ὅμηρος (Υ 234)· τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν | |||
5 | κάλλεος εἵνεκα οἷο, ἵν’ ἀθανάτοισι μετείη. | |||
O 10123c | CDEQ | ἄλλως· ἡ ὥρα, φησὶ, τῆς ἡλικίας τῷ Γανυμήδει θά‐ νατον ἄλαλκε· καὶ γὰρ δι’ αὐτὴν καὶ διὰ τὸ κάλλος ἀθάνα‐ | ||
BCDEQ | τος ἐγένετο. 112Qb | |||
D | τέλος Ἀγησιδάμου. | 341 in vol. 1 | ||
O 11metr(t) | Scholia in Olympionicarum carmen XI | |||
1 | ABCDE | Τῷ αὐτῷ τόκος. | ||
BDEQ | Τοῦ ιαʹ εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ϛʹ, ἡ δὲ ἐπῳδὸς κώλων ιʹ. τὸ αʹ ἰαμβέλεγος τῆς τελευταίας εἰς τὴν ἀρχὴν μετατεθείσης. τὸ βʹ ὅμοιον τῷ αʹ παρὰ τὴν | |||
5 | τελευταίαν συλλαβήν. τὸ γʹ τὸ αὐτὸ παρὰ τὸν τελευταῖον πόδα. τὸ δʹ μικτὸν ἐκ διμέτρου τροχαϊκοῦ καὶ ἡμίσεος ἔπους. τὸ εʹ τροχαϊκὸν τρίμετρον βραχυκατάληκτον εἰς ἴαμβον Πινδαρικῷ ἔθει. τὸ ϛʹ ἰαμβέλεγος. ἡ δὲ ἐπῳδὸς κώλων ιʹ. τὸ αʹ ἐγκωμιολογικόν. τὸ βʹ | |||
10 | δίμοιρον ἔπους. τὸ γʹ ἰαμβέλεγος παρὰ τὴν πρώτην συλ‐ λαβήν. τὸ δʹ τροχαϊκὸν τρίμετρον καταληκτικόν. τὸ εʹ τὸ αὐτό. τὸ ϛʹ Εὐριπίδειον. τὸ ζʹ ἐγκωμιολογικὸν ἐπι‐ λαμβάνον. τὸ ηʹ χοριαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ θʹ Εὐριπίδειον. τὸ ιʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. | |||
O 11inscr a | BCDEQ | τόκος ἐπιγέγραπται, ἐπειδὴ ἐν προσθήκης μέ‐ ρει τελευταῖον γέγραφε, καθάπερ καὶ ἐπὶ τῶν δανεισμάτων τὸ προστιθέμενον ἐκτὸς τοῦ ἀρχαίου. τόκος δὲ κέκληται παρὰ τὸ ἐπιτετέχθαι καὶ ἐπιγεγενῆσθαι τῷ ἀριθμῷ. | ||
O 11inscr b | (B)CDEQ | τῷ αὐτῷ γέγραφεν ἐν προσθήκης μέρει διδοὺς ὡς ἂν τόκον διὰ τὸ | ||
μὴ παρὰ τὸν τῆς νίκης καιρὸν γεγραφέναι τὸν ἐπίνικον. | 342 in vol. 1 | |||
O 111a | A | ἔστιν ἀνθρώποις: ὁ λόγος· καιρός ἐστι τοῖς ἀν‐ θρώποις ὅτε χρεία γένηται ἀνέμων, ὅ,τι ἐπὶ τῶν πλεόντων μάλιστα συμβαίνει, καὶ γεωργοῖς ὄμβρου· τότε δηλονότι ἐπι‐ νίκων ὕμνων καὶ ἐγκωμίων .... | ||
O 111b | ..... ἄλλο ἔστι δὲ ὅτε καὶ τοῖς γεωργοῖς ὀμβρίων ὑδάτων γένηται. | |||
O 111c | BCDEQ | ἔστιν ἀνθρώποις ἀνέμων ὅτε πλείστα χρῆ‐ σις: ἔστι καιρὸς τοῖς ἀνθρώποις, φησὶν, ὅτε πλείστη χρεία | ||
BCEQ | γίνεται ἀνέμου, οἷον ἐπὶ τῶν πλεόντων μάλιστα συμβαίνει· ἔστι δὲ ὅτε καὶ οὐρανίων ὄμβρων τοῖς γηπονοῦσι χρεία· | |||
5 | οὕτω δηλονότι καὶ τοῖς ἀθληταῖς ἐγκωμίων. | |||
O 111d | EQ | ἄλλως· | ||
DEQ | ἔστιν ὅτε τοῖς ἀνθρώποις πολλὴ χρεία ἐστὶν ἀνέμου, οἱονεὶ τοῖς πλέουσι, καὶ ἔστιν ὅτε πλείστη χρεία ἐστὶν ὄμβρων καὶ ὑετῶν, οἱονεὶ τοῖς γηπονοῦσιν. | |||
O 112 | A | ἔστι δ’ οὐρανίων: ἔστι δὲ καὶ ὅτε οὐρανίων ὑδά‐ των τοῖς γεωργοῦσιν. 4 fin. | ||
O 113 | A | παίδων νεφέλας: παῖδας νεφελῶν τοὺς ὄμβρους φησίν. | ||
O 114a | A | εἰ δὲ σὺν πόνῳ τις: εἰ δὲ φιλοπονήσας τις εὐ‐ τυχοίη. | ||
O 114b | εἰ δέ τίς, φησι, μὴ κατὰ κενὸν πονήσει. | |||
O 114c | εἰ δὲ διὰ τῶν πόνων ἀθλήσας νίκης τύχοι, τούτῳ μά‐ λιστα χρεία τῶν ὕμνων· οὗτοι γὰρ αὐτῷ ἀρχὴν ποιοῦνται τῶν ὕστερον ἐσομένων περὶ αὐτοῦ λόγων· διὰ γὰρ τοὺς ὕμνους καὶ οἱ ὕστερον μνημονεύουσι τῶν προγενεστέρων, | |||
5 | καὶ ὡσανεὶ ὅρκος πιστὸς, οὕτως καὶ 〈οἱ〉 ὕμνοι διασώζου‐ σιν αὐτῶν τὴν ἀρετήν. (3) | |||
O 114d | BDEQ | εἰ δὲ σὺν πόνῳ τις εὖ πράσσοι: εἰ δέ τίς, | ||
φησι, μὴ κατὰ κενὸν πονήσει, διὰ δὲ τῶν πόνων ἀθλήσας τοῦ ἀθλήματος τῆς νίκης τύχοι, τούτῳ προσδεῖ τῶν ὕμνων· οὗτοι γὰρ αὐτῷ ἀρχὴν ποιοῦνται τῶν ὕστερον ἐσομένων | 343 in vol. 1 | |||
5 | περὶ αὐτοῦ λόγων. 4fBEbQb | |||
O 114e | BCDEQ | ἄλλως· εἰ δέ τις πονήσας εὐτυχῆ πράσσοι καὶ νικήσει, τούτῳ οἱ ἡδεῖς οὗτοι ὕμνοι τῶν ὕστερον ἐπαίνων ἀρχὴ γίνονται καὶ πρόφασις· ἀντὶ τοῦ οἱ ὕμνοι οὗτοι αἴτιοι γίνονται τοῦ καὶ αὖθις μνημο‐ | ||
5 | νεύεσθαι τοῦ νικηφόρου τὰ κατορθώματα, τῶν ὕστερον μετὰ ταῦτα λόγων ἤτοι ἐπαίνων μελλόντων λέγεσθαι τοῦ ὕμνου τὴν ἀρχὴν καὶ τὴν πρόφασιν διδόντος. 6B 4dEbQb | B(C)EQ | ||
O 114f | BDEQ | μελιγάρυες: ἐπειδὴ ἡδυτάτοις μέλεσιν ἐχρήσατο. | ||
O 114g | BEQ | ἄλλως· μελιγάρυες ὕμνοι, φησὶ, τῶν ὑστέρων λόγων ἀρχή εἰσι. δι’ αὐτοὺς γὰρ καὶ οἱ ὕστεροι μνημονεύουσι τῶν προγενεστέρων. | ||
O 114h | ἢ ταῖς ἀρεταῖς οἱ ὕμνοι συνηρμοσμένοι εἰσὶ τῶν ὑμνουμένων. 4eB 7bE | |||
O 115 | A | τέλλεται: ἀντὶ τοῦ τέλλονται οἱ ὕμνοι· ἑνικὸν ἀντὶ πληθυντικοῦ. | ||
O 116a | A | καὶ πιστὸν ὅρκιον: σύνθημα. ὁμολόγημα. δύ‐ ναταί τις ὀμόσαι νενικηκέναι τὸν Ἀγησίδαμον ἀκούων τοῦ ὕμνου. | ||
O 116b | ἄλλως· οἱ ὕμνοι πιστὸν ὅρκιόν εἰσι τῶν ἀρε‐ τῶν· οὐ γὰρ ἀπολείπουσιν αὐτοὺς οὐδέποτε συμπαρόντες, ἀεὶ δὲ μνείαν πορίζουσιν αὐτοῖς. | |||
O 116c | BCDQ | καὶ πιστὸν ὅρκιον μεγάλαις ἀρεταῖς: οἱ ὕμνοι. οὐ γὰρ ἀπολείπουσιν αὐτοὺς παρόντες, ἀλλ’ ἀεὶ μνείαν αὐ‐ τοῖς πορίζουσιν. 7bQ | ||
O 117a | AEQ | ἀφθόνητος δ’ αἶνος: ἀφθόνητος ὁ ὕμνος ἐστὶν | ||
ἔπαινος καὶ ἀνάκειται τοῖς Ὀλυμπιονίκαις. 8Q 15E | 344 in vol. 1 | |||
O 117b | ABCDEQ | ἄλλως· καὶ τὸ μέγιστον, ὅτι ἀλλότριος τῶν διὰ φθό‐ νον ἐπιβουλευόντων ὁ ὕμνος ἐστίν· εἰκόνα μὲν γὰρ καὶ ἄγαλμα καθέλοι ἄν τις διὰ φθόνον, ὕμνον δ’ οὐκ ἂν ἀφα‐ νίσειεν. 7aEQ | ||
O 118 | B(C)DEQ | τὰ μὲν ἁμετέρα γλῶσσα: ταῦτα οὖν τὰ κατορ‐ θώματα καὶ τὰ ἐγκώμια τῶν ἐν Ὀλυμπίᾳ νενικηκότων καὶ ἡ ἡμετέρα γλῶσσα καὶ Μοῦσα περιέπειν καὶ ἀνυμνεῖν βού‐ λεται. | ||
O 119 | A | γλῶσσα ποιμαίνειν θέλει: προστατεῖν, φησὶν, ἡ γλῶσσά μου τῶν Ὀλυμπιονικῶν θέλει καὶ κατορθοῦν καὶ ἀνυμνεῖν τὰ κατορθώματα τῶν νικησάντων. | ||
O 1110a | A | ἐκ θεοῦ ἀνήρ: καὶ ἡμεῖς, φησι, καὶ οἱ ὕμνοι καὶ οἱ ἐγκωμιάζοντες τῆς τῶν θεῶν ἐπινοίας δεόμεθα. | ||
O 1110b | BCDEQ | ἐκ θεοῦ δ’ ἀνήρ: κατὰ δὲ βούλησιν δαιμονίου ἴσως καὶ τῷ αὐτῷ τρόπῳ σοφὸς διαπαντὸς ἀνθεῖ ταῖς γνώ‐ μαις. | ||
O 1110c | ἀπὸ γὰρ θείας μοίρας μουσικός τις καὶ ἔξοχος λάμπει ὁμοίως ὥσπερ καὶ σὺ νενίκηκας. τοῦτο δὲ πρὸς τὰ ἴδια ἐγκώμια κατασκευάζει, λέγων ἑαυτὸν διαπαντὸς σοφῶς φράζειν. | |||
O 1111 | BDEQ | ἴσθι νῦν Ἀρχεστράτου παῖ: ἴσθι δὴ οὖν καὶ γίνωσκε, ὦ Ἀγησίδαμε, ὅτι τῆς σῆς πυγμῆς ἕνεκεν τὸν κόσ‐ μον τὸν διὰ τοῦ στεφάνου κελαδήσω. λέγει δὲ, τὸν ὕμνον ἀναβοήσω τῆς καλλιστεφάνου ἐλαίας. 14DEQ | ||
O 1113a | CDEQ | κόσμον ἐπὶ στεφάνῳ: τὸν ὕμνον λέγει. | ||
O 1113b | A | ἐλαίας: λείπει τὸ δεξάμενον. | ||
O 1113c | ABCDEQ | παρεῖται δέ τι εἰς τὸ τοῦ λόγου πλῆρες· πληρωθείη δ’ ἂν οὕτως· χρυσέας ἐλαίας κόσμον σε δεξάμενον κελαδήσω τοὺς Ἐπιζεφυρίους Λοκροὺς φροντίδος ἀξιῶν διὰ σέ. 16DE 15Q | 345 in vol. 1 | |
O 1114a | ADEQ | κόσμον ἁδυμελῆ κελαδήσω: κελαδήσω τὸν ὕμνον σου τῆς νίκης τῶν Ἐπιζεφυρίων Λοκρῶν φροντίδα ποιούμενος καὶ μνήμην. | ||
O 1114b | A | ἔθνη δὲ γʹ Λοκρῶν· Λοκροὶ οἱ Ἐπιζεφύριοι οἱ ἐν τῇ Ἰταλίᾳ· Λοκροὶ Ὀζόλαι οἱ ἐν τῇ Αἰτωλίᾳ· Λοκροὶ οἱ Ἐπικνημίδιοι οἱ ἐν τῇ Εὐβοίᾳ· ὅθεν Αἴας ὁ Ὀιλέως ὑπῆρχε καὶ τὴν ἐπωνυμίαν ἔσχε τὴν τοῦ | ||
5 | Λοκροῦ. | |||
O 1114c | BC(D)EQ | γένη δὲ καὶ ἔθνη τῶν Λοκρῶν εἰσι τρία, Ἐπιζεφύριοι, Ὀζόλαι, Ἐπικνημίδιοι. τούτων οἱ μὲν Ἐπιζε‐ φύριοί εἰσιν ἐν τῇ Ἰταλίᾳ, οἱ δὲ Ὀζόλαι πρὸς τῇ Αἰτω‐ λίᾳ, οἱ δ’ Ἐπικνημίδιοι πρὸς τῇ Εὐβοίᾳ, ὅθεν Αἴας ὁ | ||
5 | Ὀιλέως. 13DEQ | |||
O 1115a | A | ἀλέγων: ὑμνῶν. καὶ Ἀλκαῖος (fr. 58; sed po‐ tius Alcm. 23, 2)· οὐκ ἐγὼ Λύκον ἐν Μούσαις ἀλέγω. παρὰ τὸ ἀλέγειν καὶ φροντίδα ποιεῖν. | ||
O 1115b | ὁ δὲ λόγος οὗτος· τὴν Ἐπιζεφυρίων γενεὰν ὑμνῶν ὅπου συγκωμάζονται μέν σε ἐγγυήσομαι ἀφίζεσθαι εἰς στρατὸν μήτε ἄξενον μήτε καλῶν ἄπειρον. 19 | |||
O 1115c | EQ | ἀλέγων: ἐν φροντίδι ἔχων. μεμνημένος. ἀνυμ‐ νῶν. 8E | ||
O 1116a | A | ἔνθα συγκωμάξατ’· ἐγγυάσομαι: ἐκεῖ δὲ συγ‐ | ||
χορεύσατε, ὦ Μοῦσαι· ἐγγυῶμαι γὰρ ὑμῖν μηδαμῶς τὸν στρατὸν αὐτῶν καὶ τὸν δῆμον κακόξενον εἶναι καὶ μὴ χαί‐ ροντα μουσικῇ. 20 | 346 in vol. 1 | |||
O 1116b | BCDEQ | ἔνθα συγκωμάξατε: ἐν ταύτῃ τῇ Λοκρίδι τῶν Ἐπιζεφυρίων συγκωμάσατε καὶ συγχορεύσατε, ὦ Μοῦσαι· ἐγ‐ γυήσομαι δὲ ἀφίξεσθαι ὑμᾶς πρὸς στρατὸν μὴ ἄξενον μηδὲ | ||
DEQ | καλῶν ἄπειρον, ἀλλὰ πάντων καλῶν πεπειραμένον. 19cB | |||
O 1117 | B | φυγόξενον: φυγαδεύοντα τοὺς ξένους. κακόξενον. | ||
O 1119a | A | ἀκρόσοφον δὲ καὶ αἰχμητὰν ἀφίξεσθαι: τουτέστιν εἰς ἄκρον ἐληλυθότα σοφίας. 16 | ||
O 1119b | BC | ἀκρόσοφον: τὸν ἐπ’ ἄκρον ἰόντα σοφίας. 20B | ||
O 1119c | BCDEQ | τὸ γὰρ ἐμφυὲς οὔτ’ αἴθων ἀλώπηξ: τὸ γὰρ ἦθος τὸ ἐκ τῆς φύσεως οὐκ ἂν μεταβάλοι οὔτε ἡ δολία ἀλώπηξ οὔτε οἱ φοβεροὶ λέοντες. τοῦτο δὲ ὡς φύσει ὄντας αὐτοὺς πρὸς ἀρετὴν ἐπιτηδείους καὶ οὐχ οἷόν τε μεταβλη‐ | ||
5 | θῆναι αὐτούς. διὰ τοῦτο οὖν, φησι, καὶ ἐγγυῶμαι αὐτούς. | |||
O 1119d | ἄλλως· τὸ γὰρ ἐμφυὲς οὔτ’ αἴθων ἀλώπηξ: τού‐ τοις ὑπακουστέον ὅτι οὐδὲ οἱ Λοκροὶ τὸ συγγενικὸν μετ‐ έβαλον, ἀλλ’ 〈εἰσὶν〉 ὡς ἀπ’ ἀρχῆς αἰχμηταὶ τῶν προδεδηλω‐ μένων ἀρετῶν μετέχοντες ἐκ φύσεως. | |||
O 1119e | ὥσπερ οὖν ὁ λέων οὐ μεταβάλλει τὸ γενναῖον οὔτε ἡ ἀλώπηξ τὸ σοφὸν, οὕτως οὐδὲ οἱ Λοκροὶ τὸ ἔμφυτον ἦθος μεταβάλλονται. 17B | |||
O 1120a | A | οὔτ’ αἴθων ἀλώπηξ: πανοῦργον ζῷον ἡ ἀλώ‐ πηξ· ὁ δὲ λέων δυναμικώτερος· ἀλλ’ οὐκ ἀλλάξει τὸ ἦθος τὸ ἔμφυτον. | ||
O 1120b | αἴθων ἀλώπηξ: διάπυρος. | |||
O 1120c | B(C)Q | δολία τῇ δια‐ νοίᾳ. | ||
O 1120d | ἢ αἴθων, παρόσον λαμπουρὶς καλεῖται. | 347 in vol. 1 | ||
O 1121 | A | οὐδ’ ἐρίβρομοι λέοντες: καὶ τούτοις ὑπακουστέον ὅτι οὐδὲ οἱ Λοκροὶ τὸ συγγενικὸν μεταβεβλήκασιν, ἀλλ’ εἰσὶν ὃν τρόπον ἐξ ἀρχῆς αἰχμηταὶ καὶ τῶν προδεδηλωμένων ἀρετῶν μετέχοντες ἐκ φύσεως καὶ ἀπ’ ἀρχῆς [οἱ] τοιοῦτοι. | ||
5 | DPQ | τέλος τόκου. | ||
O 12metr(t) | Scholia in Olympionicarum carmen XII | |||
1 | AC | Ἐργοτέλει Ἱμεραίῳ δολιχεῖ καὶ Ἴσθμια καὶ Πύθια. | ||
BDEFQ | Ἐργοτέλει Ἱμεραίῳ δολιχοδρόμῳ Πύθια καὶ Ἴσθμια, νική‐ σαντι τὴν οζʹ Ὀλυμπιάδα. sch. inscr. B | |||
BDEQ | Τοῦ ιβʹ εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων θʹ. | |||
5 | τὸ αʹ ἰαμβέλεγος λειπούσης τῆς πρώτης συλλαβῆς [ἢ τοῦ τέλους μετακειμένου ἐπὶ τὴν ἀρχήν]. τὸ βʹ ἐπιχοριαμ‐ βικὸν δίμετρον ἀκατάληκτον. τὸ γʹ προσοδιακὸν δίμετρον ἀκατάληκτον. τὸ δʹ τροχαϊκὸν τρίμετρον καταληκτικὸν ὅμοιον τῷ (Archil. fr. 99) Ζεῦ πάτερ, γάμον μὲν οὐκ ἐδαισάμην. | |||
10 | τὸ εʹ Πινδαρικὸν ἐκ Στησιχορείου τρίμετρον ἀκατάληκτον. τὸ ϛʹ ἰαμβέλεγος τοῦ τέλους ἐπὶ τὴν ἀρχὴν μετακειμένου. τὸ ζʹ Εὐριπίδειον. τὸ ηʹ προσοδιακὸν δίμετρον ὑπερ‐ κατάληκτον. τὸ θʹ Εὐριπίδειον. ἡ δὲ ἐπῳδὸς κώλων ιʹ. τὸ αʹ ἐγκωμιολογικόν. τὸ βʹ | |||
15 | δακτυλικὸν τρίμετρον καταληκτικόν. τὸ γʹ Εὐριπίδειον. τὸ δʹ ἀναπαιστικὸν τρίμετρον βραχυκατάληκτον. τὸ εʹ προσο‐ διακὸν καὶ συλλαβή. τὸ ϛʹ τροχαϊκὸν δίμετρον ἀκατά‐ ληκτον. τὸ ζʹ ἰαμβέλεγος τῆς πρώτης ἀφῃρημένης [ἢ τοῦ τέλους μετακειμένου]. τὸ ηʹ Πινδαρικὸν ἀπὸ Στησιχορείου. | 348 in vol. 1 | ||
20 | τὸ θʹ Στησιχόρειον. τὸ ιʹ τροχαϊκὸν δίμετρον ἀκατά‐ ληκτον. 1B | |||
O 12inscr a | A | Ἐργοτέλει: Ὀλυμπιάδα μὲν ἐνίκησεν οζʹ καὶ τὴν ἑξῆς οθʹ, Πυθιάδα δὲ κεʹ καὶ Ἴσθμια ὁμοίως. αὐτὸς δὲ ὁ Ἐργοτέλης ἦν μὲν τὸ γένος Κρὴς Κνώσιος· φυγα‐ δευθεὶς δὲ ἐντεῦθεν ἀπῆλθεν εἰς Ἱμέραν πόλιν τῆς Σικε‐ | ||
5 | λίας, ἐξ ἧς ἦν ὁ Στησίχορος ὁ μελοποιὸς, καὶ πολίτης γρα‐ φεὶς ἐνταῦθα ἤθλησεν. διὰ δὲ τοῦ προοιμίου εὔχεται ἀεὶ τὴν Ἱμέραν ἐλευθέραν εἶναι καὶ ἀνυπότακτον ἄλλοις. φανε‐ ρὸν δὲ 〈ὅτι〉 καὶ διὰ τοῦτο τὴν Τύχην προσαγορεύει [καὶ] Διὸς ἐλευθερίου παῖδα, ἣν καὶ παρακαλεῖ ἀμφιπολεῖν τὴν | |||
10 | Ἱμέραν. | |||
O 12inscr b | BCDEQ | Ἐργοτέλης Κρὴς μὲν ἦν τῷ γένει πόλεως Κνωσσοῦ, ὃς ἠγωνίσατο ἑβδομηκοστὴν ἑβδόμην Ὀλυμπιάδα καὶ τὴν ἑξῆς Πυθιάδα εἰκοστὴν ἐννάτην. στασιαζομένης δὲ τῆς πόλεως φυγὰς εἰς Ἱμέραν πόλιν Σικελιωτικὴν ἀπῆλθε, | ||
5 | καὶ καταλαβὼν πάλιν τὰ ἐν Σικελίᾳ πράγματα στασιαζόμενα | |||
πρὸς Γέλωνος καὶ Ἱέρωνος, ἐκδεξάμενος εἰρήνην ἐνίκησε. διὸ πρὸς τὴν Εἰρήνην ἀποτείνεται ἐν τῷ προοιμίῳ ὡς αἰ‐ τίαν γενομένην τῷ νικηφόρῳ τῆς νίκης. | 349 in vol. 1 | |||
O 12inscr c | Ἱμέραν δὲ νῦν τὴν πόλιν αὐτὴν λέγει· ἔστι δὲ καὶ ποταμός. ἐκ ταύ‐ της δὲ τῆς Ἱμέρας καὶ Στησίχορος ὁ μελοποιός. | |||
O 12inscr d | ἦν δὲ ὁ Ἐργοτέλης υἱὸς Φιλάνορος καὶ ἐπολιτογραφήθη ἐν‐ ταῦθα. metr. B | |||
O 121a | A | Λίσσομαι παῖ Ζηνός: καταλυθέντων τῶν περὶ Ἱέρωνα ἀθλήσας ἤδη ἐνίκησεν· ὅθεν τὸν ἐλευθέριον Δία .... ὡς τῶν Σικελιωτῶν κατελευθερωθέντων τῆς τυραννίδος. | ||
O 121b | BCDEQ | Λίσσομαι παῖ Ζηνὸς ἐλευθερίου: τὴν Εἰρή‐ νην ἐλευθερίου Διὸς ὑποτίθεται θυγατέρα διὰ τὴν ἐνοῦσαν τοῖς εἰρηνεύουσιν ἐλευθερίαν. | ||
O 121c | ἔστι δὲ ὡς τὸ (Hom. Α 37)· Χρύσην ἀμφιβέβηκας. | |||
O 121d | ἱκετεύω οὖν σε, ὦ τοῦ ἐλευθερίου Διὸς παῖ Τύχη σώτειρα, περὶ τῆς μεγαλοσθενοῦς πόλεως τῆς Ἱμέρας καλουμένης. | |||
O 121e | EHQ | [ἔστι δὲ] Ἱμέρα πόλις Σικελίας. ἀμφιπόλει δὲ, περιπόλει. σῶζε. | ||
O 121f | B | εὔχεται δὲ μὴ ὑποταγῆναι τὴν Ἱμέραν μηδενί. | ||
O 124a | EQ | τίν: σοί Δωρικῶς. | ||
O 124b | BEQ | τὶν γὰρ ἐν πόντῳ: διὰ σὲ γὰρ καὶ νῆες ἐν τῇ θαλάσσῃ ἰθύνονται. 5B | ||
O 124c | ἢ ὑπὸ σοῦ. | |||
O 124d | διὰ τὴν τύ‐ χην φησὶ καὶ τὰς ἐν ἀνθρώποις ἐλπίδας ἐκκλείεσθαι. 7B | |||
O 124e | A | θοαὶ νᾶες: ἐπεὶ καὶ αἱ νῆες τύχῃ τινὶ κινοῦνται. ὁμοίως δὲ καὶ αἱ δημηγορίαι γίνονται. | ||
O 125a | BCDEQ | λαιψηροὶ πόλεμοι: κοῦφοι καὶ ἀνόητοι· διὰ τὸ ἀνοήτως ποιεῖν ὁρμᾶν τοὺς μαχομένους. | ||
O 125b | ἤτοι ὅτι ὀξέως ἡ ὀργὴ διανίσταται τῶν ἀνθρώπων, ἐξ ἧς ὁ πόλε‐ μος. 8B | 350 in vol. 1 | ||
O 126 | A | αἵ γε μὲν ἀνδρῶν: ὃ ἄν τις ἐλπίζῃ, οὐκ εὐθέως ἀποβαίνει, οὐδὲ εὐθυποροῦσιν αἱ ἐλπίδες, ἀλλὰ ποτὲ μὲν εἰς ὕψος φέρεται τὰ προσδοκώμενα ὡς τελευτηθησόμενα, ὁτὲ δὲ ῥίπτεται καὶ ταπεινοῦται. | ||
O 127a | CDEQ | πόλλ’ ἄνω, τὰ δ’ αὖ κάτω: πεπλανημένως. | ||
O 127b | BCDEQ | διὰ σὲ οὖν, ὦ Τύχη, πάντα γίνονται. αἱ γοῦν τῶν ἀν‐ θρώπων ἐλπίδες πολλάκις ἀντιστρόφῳ τῇ προσδοκίᾳ χρησά‐ μεναι μάτην διεξῆλθον καὶ περισσῶς ἠλπίσθησαν. 10B | ||
O 128 | ABCDEQ | ψευδῆ μεταμώνια τάμνοισαι: τὰ ψευδῆ μετα‐ μώνια εἶπεν ἀντὶ τοῦ μετέωρα αἰρόμενα. τὸ δὲ τάμνοισαι | ||
A | ἀπὸ μεταφορᾶς τῶν νεῶν εἴληπται. ὥσπερ γὰρ αἱ νῆες τρέ‐ χουσιν, οὕτως καὶ αἱ τῶν ἀνθρώπων ἐλπίδες ἀνὰ πολλὰ | |||
5 | πράγματα φέρονται καὶ κυλίονται τοῖς πονήμασι, καὶ οὐδὲν ὧν ᾠήθησαν ἀληθὲς εὑρίσκουσι. τοῦτο δὲ πρὸς τὸν ὑμνού‐ μενον, ἐπεὶ φυγὰς γενόμενος καὶ νομίσας δυστυχεῖν ἐνίκησε παρὰ προσδοκίαν. 4dB | |||
O 1210a | ACDEQ | σύμβολον: σύμβολον ἀρσενικῶς καὶ οὐδετέρως. | ||
O 1210b | συμβόλους δὲ λέγομεν πταρμοὺς ἢ φήμας ἢ ἀπαντήσεις. | |||
ὡς Ἀρχίλοχος (fr. 44)· μετέρχομαί σε σύμβολον ποιούμενος. | 351 in vol. 1 | |||
O 1210c | BCEQ | σύμβολον δ’ οὔπω τις ἐπιχθονίων πιστόν: τοιγαροῦν, φησιν, οὐδεὶς τῶν ἀνθρώπων τεκμήριον ἢ ση‐ μεῖον δυνάμενον πιστώσασθαι περὶ τῶν ἐλπιζομένων πράξεων εὕρατο παρὰ θεοῦ, ὅτι πάντως ἐκβήσεται κατὰ τόνδε τὸν | ||
5 | τρόπον ὡρισμένως. | |||
O 1210d | BCDEQ | ἄλλως· οὐδεὶς ἀνθρώπων πράξεως μελλούσης ἔσεσθαι πιστὸν εὗρε παρὰ θεῶν σημεῖον. Φιλό‐ χορος δὲ (FHG I, 416) τὰς ἐκ φήμης μαντείας, τουτέστι κλη‐ | ||
δόνας καὶ πταρμοὺς σύμβολόν φησι λέγεσθαι· χρήσασθαι | BCEQ | |||
5 | δὲ αὐτοῖς πρώτην Δήμητραν. 14bB | |||
O 1210e | A | οὔπω τις ἐπιχθονίων: οὐδεὶς ἀνθρώπων περὶ πράξεως μελλούσης ἔσεσθαι πιστὸν εὗρε παρὰ θεοῦ σημεῖον ἢ τεκμήριον ὅτι πάντως ἐκβήσεται κατὰ πάντα τρόπον ὡρισ‐ μένως εἰπεῖν. | ||
O 1213 | A | τετύφλωνται φραδαί: ἀπροόρατοί εἰσιν αἱ γνώ‐ σεις καὶ ἀφανεῖς αἱ ἀποβάσεις. | ||
O 1214a | BCDEQ | ἔπεσεν ἔμπαλιν μὲν τέρψιος: τὰ ἐναντία τῇ τέρψει, τουτέστι τὰ ἀηδῆ. 14eB | ||
O 1214b | καὶ γὰρ τοῖς ἕτερα τῆς γνώμης προσδοκῶσι τὰ ἐναντία συνέβη. τὸ δὲ ἔπεσεν ἀπὸ μεταφορᾶς τῶν κύβων. | |||
O 1214c | οἱ μὲν γὰρ τὰ ἐναντία ἢ ὡς προσεδόκησαν καὶ μετεῖχον τέρψεως εὕραντο· οἱ δὲ χα‐ λεπαῖς καὶ δειναῖς πραγμάτων ζάλαις περιτυχόντες μέγιστον ἀγαθὸν αἰφνιδίως μετηλλάξαντο τοῦ προσδοκωμένου κακοῦ. | |||
5 | πάντων δὲ τῶν προειρημένων ὁ σκοπὸς τὴν ἀναφορὰν εἰς τὸν Ἐργοτέλη ἔχει, ἐπειδὴ προσδοκήσας ἐκ τοῦ κατὰ Κρήτην πολέμου καὶ τῆς φυγῆς ἀδέξια τὰ μέλλοντα δι’ εὐτυχίαν πολλὴν ὕστερον δόξαν ἐκτήσατο. | 352 in vol. 1 | ||
O 1214d | EQ | ἄλλως· τὰ ἐναν‐ τία τῇ τέρψει, τουτέστι τὰ ἄδηλα καὶ ἀφανῆ ἀηδῆ. | ||
O 1214e | BCEQ | ἄλλως· ἔνιοι δὲ ἐν ζάλαις καὶ πραγμάτων χειμῶσι γενό‐ μενοι ἐν μικρῷ χρόνῳ μετήμειψαν καὶ μετήλλαξαν εἰς βαθὺ καὶ μέγα ἀγαθὸν παραγενόμενοι. | ||
O 1216a | A | ἀντικύρσαντες: ἀντὶ τοῦ ἐντυχόντες ζάλαις καὶ τρικυμίαις. | ||
O 1216b | ἔνιοι ἐν ζάλαις περιπεσόντες πραγμάτων καὶ χειμῶσιν ἐκομίσαντο ἐν μικρῷ χρόνῳ ἀντὶ τοῦ πήματος βαθὺ ἀγαθόν. ταύτην δὲ τὴν γνώμην λέγει πολλάκις ὁ Πίνδαρος, ὅτι παρὰ μὲν εὐτυχίαν κακὸν ἐμβαίνειν εἴωθε, | |||
5 | παρὰ δὲ δυστυχίαν ἀγαθόν. καὶ γὰρ ὁ Ἐργοτέλης φυγα‐ δευθεὶς καὶ ἐπὶ ἆθλον ἀγωνισάμενος ἐνίκησεν. | |||
O 1217 | BEQ | πήματος ἐν μικρῷ: λείπει ἡ ἀντί, ἵν’ ᾖ ἀντὶ | ||
BDEQ | πήματος. τοῦτο δὲ εἶπε διὰ τὸν Ἐργοτέλη· καὶ γὰρ οὗτος ἐκ πημάτων τῶν περὶ τὴν ἀπόπτωσιν ἀγαθὸν ἔσχε τὴν νίκην. | |||
O 1219 | A | υἱὲ Φιλάνορος: ὁ λόγος πρὸς τὸν Ἐργοτέλη υἱὸν ὄντα Φιλάνορος. λέγει δὲ, προδεδηλωκὼς 〈περὶ〉 τῶν συμ‐ φορῶν ὅτι φιλεῖ μεταπίπτειν ἐξ ἀγαθῶν μὲν κακὰ, ἐκ κακῶν δὲ ἀγαθὰ, ὅτι καὶ Ἐργοτέλης εἰ μὴ ἐφυγαδεύθη, οὐκ ἂν | ||
5 | ἠγωνίσατο. | |||
O 1220a | A | ἅτ’ ἀλέκτωρ: τὸν ἀλεκτρυόνα παρέλαβε διὰ 〈τὸ〉 τὰς τῶν ἀλεκτρυόνων μάχας [καὶ] κατοικιδίας γίνεσθαι καὶ | ||
μηδὲν ἄξιον λόγου [δρᾶν] δημοσίᾳ. | 353 in vol. 1 | |||
O 1220b | BCDEQ | ἐνδομάχας ἅτ’ ἀλέκτωρ: τὸν ἀλέκτορα παρεί‐ ληφε διὰ τὸ κατοικιδίους ποιεῖσθαι τὰς μάχας τὸ ζῷον τοῦτο καὶ μηδὲν λόγου ἄξιον δρᾶν δημοσίᾳ. θέλει δὲ εἰ‐ πεῖν ὅτι εἰ μὴ ἔφυγεν ἐκ τῆς πατρίδος, οὐκ ἂν ἐστεφανώθη. | ||
O 1220c | ἄλλως· τί οὖν, φησιν, ὦ τοῦ Φιλάνορος υἱὲ Ἐργό‐ τελες; καὶ ἡ σὴ τιμὴ ἀκλεὴς ἂν ἐγένετο καὶ ἀπεμαράνθη ἂν καὶ ἀπώλετο ἡ τῆς ὀξύτητός σου τῶν ποδῶν δόξα, εἴ‐ περ ἐν τῇ τῶν προγόνων σου ἑστίᾳ παρέμεινας ἐκεῖ μόνον | |||
5 | ἀγωνιζόμενος ὡς εἴ τις ἀλέκτωρ ἐνοικίδιος τοῖς ἔνδον ὄρνισι μαχόμενος, καὶ μὴ ἡ γεγενημένη στάσις καὶ ὁ πόλεμος ὁ ἐν τῇ πατρίδι σου τῇ Κνωσσῷ στερήσας σε ἦν τῶν οἰκείων καὶ ποιήσας ἀναχωρῆσαι τῆς πατρίδος, ὥστε δυνηθῆναι τὸν Ὀλυμπίασιν ἀγῶνα νικῆσαι. | |||
O 1221a | DEQ | συγγόνῳ παρ’ ἑστίᾳ: ἐν τῇ Κρήτῃ κατοικίδιον ἂν ἔσχε τὴν ἀρετήν. | ||
O 1221b | CEQ | συγγόνῳ, ἐν τῇ συγγενικῇ, τῇ ἀπὸ προγόνων· Κνώσσιος γὰρ ἦν. λέγει δὲ ὅτι καὶ τὸ δόξαν κακῶς γεγενῆσθαι, τὸ τῆς φυγῆς, τοῦτο αὐτῷ ἀγα‐ θὸν προέβη. | ||
O 1222a | A | κατεφυλλορόησε ποδῶν: τουτέστιν, ἡ ταχυ‐ τής σου ἐμαράνθη· ἀπὸ τῆς τῶν φύλλων φυλλοροήσεως. | ||
O 1222b | εἴπερ οὖν, φησι, μείνας ἦς ἐν τῇ πατρίδι, ἅτε ἐνδο‐ μάχης ἀλέκτωρ, οὕτως περιεῖδες ἂν φυλλοροοῦσάν σου τὴν ἀρετὴν, τουτέστι μαραινομένην. βούλεται δὲ εἰπεῖν ὅτι ἀπό‐ δοξος ἂν ἦς. | |||
O 1224 | A | Κνωσσίας: Κνώσσιος ὁ Ἐργοτέλης· διὰ δὲ στάσιν ἦλθεν .... ὅπου ἤθλησεν. | ||
O 1225a | BCDEQ | νῦν δ’ Ὀλυμπίᾳ στεφανωσάμενος: ἐκ δὲ | ||
ταύτης τῆς αἰτίας τῆς κατὰ τὴν φυγὴν στεφθεὶς ἐν Ὀλυμ‐ πίᾳ καὶ ἐν Πυθίᾳ καὶ ἐν Ἰσθμῷ, τὰ θερμὰ ὕδατα τῶν Νυμφῶν ἐν τῇ Ἱμέρᾳ ὑψοῖς καὶ ἐπαίρεις τῇ δόξῃ. 27B | 354 in vol. 1 | |||
O 1225b | βούλεται δὲ λέγειν ἀπὸ μέρους αὐτὴν τὴν πόλιν· τόπος γὰρ ἐν αὐτῇ τὰ θερμὰ λουτρὰ τὰ φυσικὰ ἔχων. 28BCDEQ | |||
O 1227a | A | θερμὰ Νυμφᾶν: ἀντὶ τοῦ ἐπαίρεις καὶ αὔξεις. | ||
O 1227b | ἀπὸ μέρους δέ φησι τὴν Ἱμέραν ἀντὶ τοῦ τὴν Σικελίαν, ὅτι ἐν Μεγάροις θερμὰ λουτρά ἐστιν, ἃ τῷ Ἡρακλεῖ φασι τὴν Ἀθηνᾶν ἀναδοῦναι ἵνα λούσηται, ὅτε τὰς βοῦς ἀπε‐ λαύνων Γηρυόνου παρεγένετο. τινὲς δὲ τὰς Νύμφας ἀνα‐ | |||
5 | δοῦναι αὐτὰ, ὡς ὁ Πίνδαρος. | |||
O 1227c | BCDEQ | θερμὰ Νυμφᾶν: τὰ θερμὰ ἐν τῇ Σικελίᾳ τὰ τῆς Ἱμέρας πόλεως λέγεται Ἀθηνᾶν ἀναδοῦναι εἰς ἀπόλαυ‐ σιν Ἡρακλεῖ, ἡνίκα ἐκεῖ ἐφάνη (τινὲς δὲ Νύμφας, καθὼς καὶ Πίνδαρος), ἵνα ἀπολούσηται, ὅτε τὰς Γηρυόνου βοῦς | ||
5 | ἀπελαύνων παρεγένετο. 25bB | |||
O 1228 | BCDEQ | λοιπὸν ὡς ἐν ἰδίᾳ γῇ παροικῶν καὶ οὐδενὸς τῶν ἔξωθεν ἐπιδεόμενος. 27CDEQ | ||
PQ | τέλος Ἐργοτέλους. | 355 in vol. 1 | ||
O 13metr(t) | Scholia in Olympionicarum carmen XIII | |||
1 | DEF(H)KQ | Ξενοφῶντι Κορινθίῳ σταδιοδρόμῳ καὶ πεντάθλῳ νική‐ σαντι τὴν οθʹ Ὀλυμπιάδα. 1B | ||
C | Ξενοφῶντι Κορινθίῳ πεντάθλῳ. | |||
BDEQ | Τοῦ ιγʹ εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ιαʹ. | |||
5 | τὸ αʹ ἀντισπαστικὸν τρίμετρον καταληκτικὸν ἀπὸ πρώτου ποδὸς ἀδιαφόρου καὶ τροχαίου. ὁ τρίτος ποῦς παρηνομήθη· ὁ γὰρ ἀντίσπαστος ἀπὸ βʹ τροχαίων, ὅπερ πάσχει κατὰ μέ‐ σον. τὸ βʹ Φερεκράτειον. τὸ γʹ ἴαμβος τρίμετρος βραχυ‐ κατάληκτος. ὁ βʹ ποῦς ἁπανταχοῦ τρίβραχυς. ὁ δʹ ἄτακ‐ | |||
10 | τος· σπονδεῖος γὰρ εὑρίσκεται παρὰ τοῖς μελοποιοῖς. τὸ δʹ ἴαμβος τρίμετρος βραχυκατάληκτος. τὸ εʹ διπλῆ περίοδος, καὶ διπλοῦς ἴαμβος ἀρχόμενος. τὸ ϛʹ ἐπιωνικὸν τρίμετρον ἀκατάληκτον ἀπὸ ἰαμβικῆς καὶ ἰωνικοῦ ἀπ’ ἐλάσσονος καὶ τροχαϊκῆς τῆς οἰκείας. τὸ ζʹ δακτυλικὸν πενθημιμερές. | |||
15 | τὸ ηʹ ἐπιχοριαμβικὸν, ἀπὸ τροχαϊκῆς διποδίας καὶ χοριάμβου, τῆς καί βραχείας οὔσης διὰ τὴν κατάληξιν. τὸ θʹ προσ‐ οδιακὸν ἢ ἀναπαιστικόν. τὸ ιʹ Εὐριπίδειον· αἱ δὲ ἀπο‐ δόσεις ἑπτασύλλαβοί εἰσιν ἰωνικοὶ ἀπ’ ἐλάσσονος. τὸ ιαʹ | |||
ἐπιχοριαμβικὸν, ἢ τροχαῖος ἐπίτριτος. | 356 in vol. 1 | |||
20 | ἡ δὲ ἐπῳδὸς καὶ αὐτὴ κώλων ιαʹ. τὸ αʹ προσοδιακὸν δίμετρον ἀκατάληκτον τῆς μοι βραχείας οὔσης. τὸ βʹ ἐγ‐ κωμιολογικόν. τὸ γʹ τὸ αὐτό. τὸ δʹ ὅμοιον τῷ ιαʹ τῆς στροφῆς. τὸ εʹ ἰωνικὸν δίμετρον ἀκατάληκτον. τὸ ϛʹ Εὐριπίδειον. τὸ ζʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. | |||
25 | τὸ ηʹ δακτυλικὸν πενθημιμερές. τὸ θʹ ἐπιωνικὸν ἄτακτον· ὁ γὰρ βʹ σπονδεῖός ἐστιν· εἶτα ἥμισυ συζυγίας. γίνεται δὲ ἐν τοῖς ἐπιωνικοῖς ἡ ἀταξία, ὡς ἐν τῷ Ὦ καλλίστη πόλι πα‐ σῶν, ὅσας Κλέων ἐφορᾷ (Eupol. fr. 290 K.). τὸ ιʹ Εὐρι‐ πίδειον. τὸ ιαʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. 6B | |||
O 131a | BCDEQ | Τρισολυμπιονίκαν: παρόσον τρεῖς νίκας αὐτοῖς συμβέβηκε γενέσθαι, τᾷ μὲν παιδὶ δύο κατὰ τὴν αὐτὴν ἡμέραν, πεντάθλῳ καὶ σταδίῳ ἀγωνισαμένῳ, τῷ δὲ πατρὶ Θεσσαλῷ τοὔνομα πρῶτον ἐν τῇ ξθʹ Ὀλυμπιάδι. | ||
O 131b | τὸν τρισολυμπιονίκην οἶκον ἐπαινῶν τὸν πρᾷον μὲν πρὸς τοὺς πολίτας, φιλοξενώτατον δὲ πρὸς τοὺς ξένους, εἰς γνῶσιν ἄξω καὶ ὑμνήσω διὰ τούτων καὶ τὴν εὐδαίμονα Κόρινθον, | |||
5 | τὴν τοῦ Ἰσθμίου Ποσειδῶνος οὖσαν προπύλαιον καὶ οἰκη‐ τήριον, ἥτις ἀγλαοὺς κούρους καὶ ἄνδρας ἔχει. | |||
O 131c | ἀγλα‐ όκουρον τὴν εὔανδρον λέγει. | |||
O 134a | CDEQ | Ἰσθμίου πρόθυρον: ὅτι ἀρχὴ καὶ τέλος τῆς Πελοποννήσου ὁ Ἰσθμός. πρόθυρον δὲ, τοῖς εἰς Πελο‐ πόννησον στελλομένοις. | ||
O 134b | DEQ | ἔνιοι δὲ, τὴν τοῦ Ἰσθμίου | ||
Ποσειδῶνος οὖσαν προπύλαιον καὶ οἰκητήριον. | 357 in vol. 1 | |||
O 134c | BCDEQ | ἄλλως· πρόθυρον καὶ θύρας εἰώθασι καλεῖν τὴν Κόριν‐ θον διὰ τὸ ἀρχὴν ἢ τέλος εἶναι τῆς Πελοποννήσου. Βακχυ‐ λίδης (c. I, 14)· ὦ Πέλοπος λιπαρᾶς νάσου θεόδματοι πύλαι. | ||
O 134d | BCEQ | ἢ οὕτως· ἐπεὶ ἀρχὴ μὲν τοῖς ἀπὸ τῆς Ἑλλάδος εἰς Πελοπόννησον πορευομένοις, ἐσχάτη δὲ τῆς Πελοποννή‐ σου. metr. B | ||
O 136a | BCDEQ | ἐν τᾷ γὰρ Εὐνομία ναίει: ἐν γὰρ ταύτῃ, τῇ Κορίνθῳ, οἰκεῖ ἡ Εὐνομία καὶ ἀδελφὴ αὐτῆς ὁμότροφος Εἰρήνη· ὡς Ἡσίοδος (theog. 901)· δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, ἣ τέκεν Ὥρας | ||
5 | Εὐνομίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν. | |||
O 136b | βάθρον πολίων: ἐφ’ ὧν πᾶσα πόλις ἀσφαλῶς βέβηκεν. | |||
O 136c | CDEQ | Εὐνομία, Δίκη, Εἰρήνη ἀδελφαὶ ἐκ Θέμιδος. | ||
O 1312a | BCDEQ | ἐθέλοντι δ’ ἀλεξεῖν ὕβριν: ἤτοι εὐκτικῶς εἶπε, τὴν τῶν θεῶν· βούλοιντο δ’ ἂν ἀπαμύνειν τὴν ὕβριν καὶ ἀποκωλύειν· ἢ περὶ τῶν Κορινθίων, ὅτι βούλημα δέ ἐστιν αὐτῶν καὶ σκοπὸς ἐκκλίνειν τὴν ὕβριν, ἀντὶ τοῦ καθεστῶτές | ||
5 | εἰσι καὶ οὐχ ὑβρισταί. | |||
O 1312b | B(C)DEQ | ἔνιοι δὲ οὕτως· βούλημα δὲ καὶ σκοπὸν ἔχουσιν αἱ τῆς Θέμιδος θυγατέρες ἀπαλεξεῖν | ||
τὴν ὕβριν τὴν τοῦ κόρου μητέρα τὴν θρασεῖαν. 16Q | 358 in vol. 1 | |||
O 1312c | (BC)EHQ | ἄλλως· ἐθέλοντι δ’ ἀλεξεῖν: αἱ προειρημέναι θεαὶ ἀπαλεξήσουσι τὴν ὕβριν τῶν πόλεων. | ||
O 1312d | BCEQ | οὐκ ὀρθῶς δὲ τὴν ὕβριν τοῦ κόρου μητέρα λέγει, ἀλλὰ τὸ ἀνάπαλιν εἰ‐ πεῖν ἔδει. | ||
O 1312e | Ὅμηρος (? Theogn. v. 153)· τίκτει τοι κόρος ὕβριν, ὅταν κακῷ ὄλβος ἕπηται. | |||
O 1314a | BCDEQ | ἔχω καλά τε φράσαι: ἔχω τοίνυν περὶ τῆς Κορίνθου τὰ κάλλιστα διεξελθεῖν· παρορμᾷ γὰρ ἡ τόλμα τὴν γλῶτταν, ἡ εὐθεῖα τόλμα νῦν καὶ πρόσφορος, διηγεῖσθαι περὶ αὐτῶν. 17cB | ||
O 1314b | (D)EQ | ἄλλως· ἡ ὑπομονὴ καὶ ἡ εὐτολμία τὴν γλῶττάν μου παρορμᾷ λέγειν τὰ ἐπ’ εὐθείας καὶ ἐφεξῆς τούτοις πράγματα. 17aQ | ||
O 1316a | DEQ | ἄμαχον δὲ κρύψαι: ἀμήχανον καὶ ἀδύνατον ἀποκρύψαι τὸ συγγεγενημένον ἦθος καὶ ἐκ φύσεως. 12cQ | ||
O 1317a | BCDEQ | ὔμμι δὲ παῖδες Ἀλάτα: ὑμῖν γὰρ, ὦ Κορίν‐ θιοι, τὴν ἀπὸ τῶν νικῶν ἡδονήν τε καὶ τέρψιν παρέσχον αἱ Ὧραι, νικηταῖς γενομένοις ἐν τοῖς μεγίστοις καὶ ἱεροῖς ἀγῶσιν. 17dB | ||
O 1317b | (C)DEQ | παῖδας δὲ Ἀλήτου εἶπε τοὺς Κορινθίους. πῶς δὲ παῖδες Ἀλήτου οἱ Κορίνθιοι; Ἀλήτης Ἱππότου τοῦ Φύλαντος τοῦ Ἀντιόχου τοῦ Ἡρακλέους, οὗτος ἐκράτησε | ||
Κορίνθου. διόπερ παῖδας Ἀλήτου εἶπε τοὺς Κορινθίους ὡς | 359 in vol. 1 | |||
5 | ἀπογόνους. | |||
O 1317c | BCDEQ | ἄλλως· Ἀλήτου παῖδες οἱ Κορίνθιοι. Ἀλή‐ της γὰρ ἡγήσατο τῆς ἀποικίας τῶν Ἡρακλειδῶν, ὅτε οἱ Ἡρακλεῖδαι κατῄεσαν εἰς Πελοπόννησον, καὶ αὐτὸς εἷς ὢν τῶν Ἡρακλειδῶν· ἦν γὰρ Ἱππότου τοῦ Φύλαντος τοῦ Ἀντι‐ | ||
5 | όχου τοῦ Ἡρακλέους. Δίδυμος δέ φησι τὸν Ἀλήτην μὴ οἰκιστὴν τῆς Κορίνθου γεγονέναι, ἀλλὰ βασιλέα, ἔτει τρια‐ κοστῷ μετὰ τὴν τῶν Δωριέων ἄφιξιν. 17aB 17fDEQ | |||
O 1317d | BDEQ | οὐ μόνον ἐνδόξους διὰ τὰς νίκας τοὺς Κορινθίους αἱ Ὧραι ἐποίησαν, ἀλλὰ καὶ ταῖς καρδίαις αὐτῶν ἐνέβαλον σο‐ φίαν. 20DEQ | ||
O 1317e | B | φησὶ δὲ ταῦτα, ἐπειδὴ Φείδων τις, Κο‐ ρίνθιος ἀνὴρ, εὗρε μέτρα καὶ σταθμία· καὶ ἄλλα πολλὰ λέ‐ γονται εὑρηκέναι οἱ Κορίνθιοι· διὸ καὶ ἐπιφέρει· πᾶν δ’ εὑρόντος ἔργον. πολλὰ οὖν εὗρον οἱ Κορίνθιοι. | ||
O 1317f | DEQ | νικαφόρον ἀγλαΐαν: τὴν ἐκ τῆς νίκης ἡδο‐ νήν. 17dDEQ | ||
O 1320a | CEQ | ὑπερελθόντων: νικησάντων. ὑπερβαλόντων καὶ κρεισσόνων γενομένων. | ||
O 1320b | CDEQ | ὑπερελθόντων ἱεροῖς: σχῆμά ἐστιν ἀντὶ τοῦ ὑπερελθοῦσιν. 24Q | ||
O 1321a | DEQ | πολλὰ δ’ ἐν καρδίαις: ἐπεὶ πολλὰ οἱ Κορίνθιοι ἐτεχνήσαντο καὶ εὗρον· διὸ καὶ ἐπιφέρει· πᾶν δ’ εὑρόντος ἔργον. | ||
O 1321b | EQ | πολλὰ οὖν εὗρον οἱ Κορίνθιοι, ὥστε καὶ τὰ ὕστερον εὑρεθέντα ἴδια αὐτῶν νομισθῆναι. | ||
O 1321c | CDEQ | ἄλλως· καὶ οὐ μόνον νίκην παρέσχον ὑμῖν αἱ Ὧραι, ἀλλὰ καὶ πλεῖστα | ||
σοφὰ διανοήματα ὁ χρόνος ἐν ταῖς καρδίαις τῶν παρ’ ὑμῖν ἀνδρῶν ἐνέβαλεν· ἀντὶ τοῦ καὶ ἀνδρείους ὑμᾶς ἤνεγκεν ὁ | 360 in vol. 1 | |||
5 | χρόνος καὶ συνετοὺς καὶ σοφούς. | |||
O 1321d | ταῦτα δέ φησιν ἐπειδὴ Φείδων τις ἀνὴρ Κορίνθιος εὗρε μέτρα καὶ σταθμούς. καὶ ἄλλα πολλὰ λέγονται εὑρηκέναι οἱ Κορίνθιοι. 25Q | |||
O 1324 | CDEQ | ἅπαν δ’ εὑρόντος ἔργον: τοῦ πρῶτον εὑρόντος | ||
DEQ | ἴδιόν ἐστιν, οὐχὶ δὲ τοῦ ὕστερον μιμησαμένου· παρ’ ὑμῖν γὰρ τοῖς Κορινθίοις πολλὰ τῶν ἔργων εὑρέθη. 21Q | |||
O 1325a | BDEQ | ταὶ Διονύσου πόθεν ἐξέφανεν: αἱ τοῦ Διο‐ νύσου πανηγύρεις πόθεν ἐξέλαμψαν σὺν τῷ διθυράμβῳ, ἀντὶ τοῦ τὸν διθύραμβον προσλαβοῦσαι; 26aB | ||
O 1325b | CDEQ | αἱ τῶν διθυράμβων χάριτες αἱ τῷ Διονύσῳ ᾀδόμεναι πόθεν ἐφά‐ νησαν; τοῦτο δὲ ὡς παρὰ Κορινθίοις πρῶτον εὑρεθέντων 〈τῶν〉 εἰς τὸν Διόνυσον διθυράμβων. | ||
O 1325c | BCEQ | ὁ Πίνδαρος δὲ ἐν μὲν τοῖς ὑπορχήμασιν (fr. 115) ἐν Νάξῳ φησὶ πρῶτον εὑρεθῆναι διθύραμβον, ἐν δὲ τῷ πρώτῳ τῶν διθυράμβων (fr. 71) ἐν Θήβαις, ἐνταῦθα δὲ ἐν Κορίνθῳ. 26bB | ||
O 1326a | BCDEQ | σὺν βοηλάτᾳ: βοηλάτην τὸν διθύραμβον προσ‐ αγορεύει, ἤτοι διὰ τὸ βοῦν εἶναι τῷ νικήσαντι ἔπαθλον· ἱερὸς γὰρ τοῦ Διονύσου· ἢ διὰ τὸ ἐλαύνεσθαι αὐτὸν διὰ βοῆς καὶ λέγεσθαι. 25cB | ||
O 1326b | BDEQ | Χάριτες διθυράμβῳ: οὕτως ἀκουστέον· αἱ τοῦ Διονύσου διθυράμβων ἐν Κορίνθῳ ἐφάνησαν χάριτες, τουτ‐ έστι τὸ σπουδαιότατον τῶν Διονύσου διθυράμβων ἐν Κο‐ | ||
ρίνθῳ πρῶτον ἐφάνη· ἐκεῖ γὰρ ὡράθη ὁ χορὸς ὀρχούμενος· | 361 in vol. 1 | |||
5 | ἔστησε δὲ αὐτὸν πρῶτος Ἀρίων ὁ Μηθυμναῖος, εἶτα Λάσος ὁ Ἑρμιονεύς. | |||
O 1326c | BCDEQ | ἄλλως. ὁ λόγος ἐρωτηματικὸς, ὑπακού‐ | ||
εται δὲ δηλονότι· ἐκ Κορίνθου. συνίστησι γὰρ ὅτι πρῶτος ἐν Κορίνθῳ διθύραμβος εἰσήχθη, ὃς ἦν κύκλιος χορὸς, Ἀρίωνος τοῦ Μηθυμναίου συστήσαντος αὐτόν. | BCEQ | |||
O 1326d | EQ | ἡ δὲ ἀκολουθία· αἱ τοῦ Διονύσου δὴ οὖν χάριτες ὁ διθύραμβος ποῦ πρῶτον ἐξεφάνη; οὐκ ἀπὸ Κορίνθου; | ||
O 1326e | ἄλλως· τοῦτο | |||
DEQ | ἐν ἤθει φησίν· ὅπου, φησὶν, ὤφθησαν αἱ ἐπὶ τῶν δι‐ θυράμβων χάριτες; δηλονότι ἐν Κορίνθῳ. | |||
O 1327a | B | τίς γὰρ ἱππείοις ἐν ἔντεσι μέτρα: τουτέστι τὰ ἵππεια μέτρα τοῦ χαλινοῦ. ἀποδεδώκασι δὲ τῷ δοκεῖν τὸν Πήγασον πρῶτον ὑπὸ Βελλεροφόντου ἐν Κορίνθῳ κατε‐ ζεῦχθαι. Δίδυμος δέ φησι μήτε τοὺς ἱππικοὺς δρόμους | ||
5 | μήτε τὰς τῶν ἁρμάτων κατασκευὰς μήτε τὸν χαλινὸν διὰ τούτων δηλοῦσθαι, ἀλλὰ τὸν κεραμεικὸν τροχὸν, ἐκ μετα‐ φορᾶς διχόθεν μετενηνεγμένης, τοῦτο μὲν ὅτι ἵπποις οἰκεῖος ὁ τροχὸς, τοῦτο δὲ ὅτι ἑκατέρωθεν ἐλαύνεται ὑπὸ ποδὸς πτέρνης. Καλλίμαχος (fr. 263)· πτέρνῃ θ’ ἵππος ἐλαυνό‐ | |||
10 | μενος. | |||
O 1327b | BCDEQ | τίς γάρ, φησιν, ἕτερος εὗρε τὰ μέτρα τὰ ἐν τοῖς ἱππείοις ἔντεσι καὶ ὅπλοις γινόμενα; ἱππείοις δὲ ἔν‐ | ||
τεσιν εἶπε τοῖς τροχοῖς τοῖς κεραμεικοῖς, ἐπειδὴ ἐπὶ τροχοῦ πλάττεται, ὁ δὲ τροχὸς κοινωνεῖ τῷ ἅρματι τῶν ἵππων. | BDEQ | |||
O 1327c | DEQ | καὶ Θεόφραστος μὲν ἐν τῷ περὶ εὑρημάτων Ὑπέρβιον | ||
CDEQ | τὸν Κορίνθιόν φησιν εὑρηκέναι τὴν τοῦ κεραμεικοῦ τροχοῦ | 362 in vol. 1 | ||
CEQ | μηχανήν. μέτρα δὲ αὐτὸν ὁ Πίνδαρος, παρόσον ἐν κερα‐ μεικοῖς μετροῦμεν. [καὶ ὅσα ἄλλα, χόες, ψυκτῆρες, κώθωνες.] | |||
5 | ἔνιοι δὲ ἵππεια ἔντεα ἅρματα καὶ χαλινοὺς, ἀπὸ μέρους τοὺς πολεμικούς. ὅτι δὲ παρ’ αὐτοῖς ὁ χαλινὸς εὕρηται, δείκνυσι τὰ ἑξῆς. 29CEQ | |||
O 1327d | BCEQ | ὁ Δίδυμος ἑτέραν ἀποδίδωσιν οὕτως ἔχουσαν· τὴν ἔν πρόθεσιν, ἀντὶ τῆς εἴς κειμένην, συναπτέον πρὸς τὰ μέτρα· τίς γὰρ τοῖς εἰς τὰ μέτρα ἱπ‐ πείοις ἔντεσιν ἐχρήσατο πρώτη ἢ σὺ, ὦ Κόρινθε; ἵππεια | ||
5 | δὲ ἔντεα ἀκουστέον τὰ Φειδώνεια ἀγγεῖα· ἔντεα γὰρ ἂν εἴη τὰς χοίνικας καὶ τοὺς μεδίμνους λέγων, διὰ τὴν κοιλότητα. καὶ Ὅμηρος (η 232)· ἀμφίπολοι δ’ ἀπεκόσμεον ἔντεα δαιτός. τούτων οὖν τῶν εἰς τὰ μέτρα ἐντέων εὑρετάς φησιν εἶναι τοὺς Κορινθίους. διατί δὲ ἵππεια αὐτὰ εἶπεν; ὅτι Φείδων | |||
10 | ὁ πρῶτος κόψας Κορινθίοις τὸ μέτρον Ἀργεῖος ἦν· τὸ δὲ Ἄργος ἵππειον λέγουσιν οἱ ποιηταί. Εὐριπίδης (J. T. 700)· ὅταν εἰς Ἑλλάδ’ ἵππειόν τ’ Ἄργος μόλῃς. 31bC 31aEQ | |||
O 1329a | BCDEQ | ἢ θεῶν ναοῖσιν οἰωνῶν βασιλέα δίδυμον: τὸν αἰετόν· φησὶ δὲ τὸ κατὰ τοὺς ναοὺς τῶν θεῶν ἀέτωμα. τίς οὖν, φησιν, ἐν τοῖς ναοῖς τῶν θεῶν τὸν βασιλέα τῶν ὀρνίθων ἐπέθηκε, τὸ λεγόμενον ἀέτωμα; δίδυμον δέ φησιν, | ||
5 | ὅτι διπλᾶ τὰ ἀετώματα, ὄπισθεν καὶ ἔμπροσθεν, διὰ τὸ ἐξ ἑκατέρων τῶν μερῶν κατασκευάζεσθαι αὐτά. | 363 in vol. 1 | ||
O 1329b | EQ | ἄλλως· οἰωνῶν βασιλέα: ὁ ἀετὸς οἰωνῶν βασιλεύς ἐστιν ὁ ἐπὶ | ||
BEQ | τῶν ἱερῶν τιθέμενος. τινὲς δὲ τὸ ἀέτωμα λέγουσιν, ὥς φησι Δίδυμος παρατιθέμενος Τίμαιον (FHG I, 202) λέγοντα· | |||
5 | BCEQ | καὶ τοῦτο ἐν ταῖς οἰκοδομίαις αὐτῶν εὕρημα, ταύτην ἀπο‐ δοὺς τὴν ἐξήγησιν τῶν προκειμένων. 27dCEQ | ||
O 1331a | BCEQ | ἐν δὲ Μοῖς’ ἁδύπνοος: ποῦ δὲ ἡ μουσικὴ ἀν‐ θεῖ καὶ τὰ πολεμικὰ ἀλλαχοῦ; τοῦτο δὲ διὰ τὸν Εὔμολπον ὄντα Κορίνθιον καὶ γράψαντα νόστον τῶν Ἑλλήνων. 32C | ||
O 1331b | BCDEQ | ἀντὶ τοῦ μουσικοί εἰσι· παρόσον καὶ ποιηταὶ διαση‐ μότατοι ἐν Κορίνθῳ ἐγένοντο, ὧν ἦν καὶ Αἴσων, οὗ μέμνη‐ ται Σιμωνίδης (fr. 215). ἐν δὲ τῷ Περσικῷ πολέμῳ καὶ οὗτοι ἐστρατεύσαντο ἔχοντες ἡγεμόνα Ἀδείμαντον. 31aC | ||
O 1332a | BCDEQ | ἐν δ’ Ἄρης ἀνθεῖ νέων: ποῦ δέ, φησι, καὶ τὰ τοῦ πολέμου ἐμπείρως οὕτω γίνεται; τοῦτο δὲ διὰ τὰ Μη‐ δικά φησιν, ὅτε ἠνδραγάθησαν· ἐπεὶ Ξέρξου ἡττηθέντος καὶ φυγόντος ὑπὸ Ἀθηναίων, [ὅτε καὶ] πεντήκοντα ναῦς τοῦ | ||
5 | Πέρσου κατέδυσαν. | |||
O 1332b | BCEQ | ἄλλως· τὸν Ἄρην φησὶν ἐν Κο‐ ρίνθῳ λάμπειν τείνων εἰς τὰ περὶ Περσίδα, ἐν οἷς ὑπὲρ τῆς τῶν Ἑλλήνων σωτηρίας ἠνδραγάθησαν οἱ Κορίνθιοι. Θεόπομπος δέ φησι καὶ τὰς γυναῖκας αὐτῶν εὔξασθαι τῇ | ||
5 | Ἀφροδίτῃ ἔρωτα ἐμπεσεῖν τοῖς ἀνδράσιν αὐτῶν μάχεσθαι ὑπὲρ τῆς Ἑλλάδος τοῖς Μήδοις, εἰσελθούσας εἰς τὸ ἱερὸν | |||
τῆς Ἀφροδίτης, ὅπερ ἱδρύσασθαι τὴν Μήδειαν λέγουσιν Ἥρας προσταξάσης. εἶναι δὲ καὶ νῦν ἀναγεγραμμένον ἐλε‐ γεῖον εἰσιόντι εἰς τὸν ναὸν ἀριστερᾶς χειρός (Simon. 137)· | 364 in vol. 1 | |||
10 | Αἵδ’ ὑπὲρ Ἑλλάνων τε καὶ ἀγχεμάχων πολιητᾶν ἕστασαν εὐχόμεναι Κύπριδι δαιμονίᾳ. Οὐ γὰρ τοξοφόροισιν ἐβούλετο δῖ’ Ἀφροδίτα Μήδοις Ἑλλάνων ἀκρόπολιν δόμεναι. | |||
O 1335 | CDEHQ | ἀφθόνητος ἔπεσσιν: ἐπὶ τοῖς ἔπεσι [τῆς Ὀλυμ‐ πίας] καὶ τοῖς ὕμνοις οἷς λέγω περὶ αὐτῶν μὴ νεμεσήσῃς, ὦ Ζεῦ. | ||
O 1338a | BCDEQ | Ξενοφῶντος εὔθυνε: τοῦ Ξενοφῶντος εὔθυνε | ||
BDEQ | τὴν εὐτυχίαν, οὔριον καὶ εὐδιεινὸν διδοὺς αὐτῷ τὸ δαι‐ μόνιον. | |||
O 1338b | ποίει δὲ αὐτὸν εὐτυχῆ καὶ εὐδαίμονα. | |||
O 1339a | B(C)DEQ | δέξαι δέ οἱ στεφάνων ἐγκώμιον: καὶ πρόσ‐ δεξαι ἡδέως τὸν ἐπὶ τῶν στεφάνων αὐτοῦ θεσμὸν καὶ νό‐ μιμον ἔπαινον· λέγει δὲ τὸν ὕμνον. | ||
O 1339b | DEQ | δέξαι δέ οἱ, ἀντὶ τοῦ δέξαι παρὰ αὐτοῦ. | ||
O 1339c | B(C)DEQ | τεθμὸν τὸν νόμον· νόμος γάρ ἐστιν οὗτος, Ὀλυμπιονίκας ὑμνεῖσθαι. | ||
O 1339d | τὸν ἐγ‐ κωμιαστικὸν λόγον, ὅς ἐστιν ὕμνος τῶν νικηφόρων. | |||
O 1339e | BCDEQ | τὸν ἄγει: ὅντινα ὕμνον ἐκτήσατο καὶ ἄγει ἑαυτῷ νι‐ κῶν καὶ στάδιον ὁμοῦ καὶ πένταθλον. | ||
O 1339f | BDEQ | ἐν τῷ σταδίῳ. | ||
O 1339g | τῆς νίκης. | 365 in vol. 1 | ||
O 1343b | BDEQ | τῶν ἀνὴρ θνατός: ὧν εὐτυχημάτων, τῶν τῆς διπλῆς νίκης, οὐδέπω πρότερον εὐτύχησεν ἀνήρ. | ||
O 1343c | CDEQ | ἄλλως· ἀντὶ τοῦ οὐδεὶς πώποτε τῶν ἀνθρώπων τὰς δύο ταύτας νίκας ἐν μιᾷ ἡμέρᾳ ἔλαβεν, εἰ μὴ μόνος αὐτός. | ||
O 1343d | BEQ | πρῶτον καὶ μόνον φησὶ τὸν Ξενοφῶντα κατὰ τὴν αὐτὴν ἡμέραν στάδιον καὶ πένταθλον νικῆσαι Ὀλύμπια. | ||
O 1343e | B | λέγει δὲ καὶ ἄλλας νίκας αὐτοῦ. | ||
O 1345a | BCDEQ | δύο δ’ αὐτὸν ἔρεψαν πλόκοι σελίνων: νῦν στέφανοι. ἐκ σελίνων γὰρ οἱ στέφανοι. | ||
O 1345b | πλόκοι δὲ, παρὰ τὸ πλέκεσθαι τοῖς τὰ Ἴσθμια νικῶσι. | |||
O 1345c | BCEQ | σημειωτέον ὅτι ἤδη ἀπεδέδεικτο Ἰσθμοῖ ἀπὸ σελίνων στέφανος, ὡς ἐν | ||
BCDEQ | Νεμέοις. ἀμφότεροι γὰρ ἐπιτάφιοι, ἱερὸν δὲ τὸ σέλινον τῶν καταχθονίων. | |||
O 1346a | οὐκ ἀντιξοεῖ: οὐκ ἐναντιοῦται. | |||
O 1346b | BCDEQ | ἀντὶ τοῦ ἐνίκησε καὶ Νέμεα. | ||
O 1346c | οἱ δὲ ὅτι ἀντίκειται, ἀπὸ μετα‐ φορᾶς τῶν ξύλων τῶν ξεομένων καὶ ἀλλήλοις ἁρμοζομένων. | |||
BCEQ | τὰ γὰρ συναρμοζόμενα συγξέεται ἀλλ’ ἀντιξοεῖ καὶ ἀντι‐ βαίνει πρὸς τὴν ξέσιν ἁρμοστὰ ὄντα. | |||
O 1348 | BCDEQ | πατρὸς δὲ Θεσσαλοῖο: καὶ τοῦ πατρὸς αὐτοῦ Θεσσαλοῦ (κύριον δὲ ὄνομα· αὐτοῦ τούτου γὰρ παῖς ὁ Ξενοφῶν) ἀνάκειται ἐν τῇ Ὀλυμπίᾳ ἡ δόξα ἡ ἐκ τοῦ δρόμου. | 366 in vol. 1 | |
O 1349 | B | 〈αἴγλα:〉 ἀντὶ τοῦ ἡ νίκη. | ||
O 1350a | DEQ | Πυθοῖ τ’ ἔχει: ὡς καὶ τὰ Πύθια τοῦ Θεσσαλοῦ νενικηκότος. | ||
O 1350b | BDEQ | ὁ δὲ λόγος· κατὰ δὲ τὴν Πυθίαν διαύλου καὶ σταδίου τιμὴν ἔλαβε. | ||
O 1350c | B | λέγει δὲ Θεσσαλὸν, τὸν τοῦ Ξενοφῶντος πατέρα. | ||
O 1351a | B | ἁλίῳ ἀμφ’ ἑνί: ἀντὶ τοῦ ἐν μιᾷ ἡμέρα. | ||
O 1351b | B(C)DEQ | μηνός τέ οἱ τωὐτοῦ: κατὰ δὲ τὸν αὐτὸν μῆνα τρία ἔργα καὶ ἐν ταῖς Ἀθήναις ταῖς τραχείαις καὶ τρεῖς ἄθλους περιεποίησεν αὐτῷ ἡ ὀξύδρομος ἡμέρα. | ||
O 1351c | ἔργα καὶ ἀγωνίσματα κάλλιστα, ἀφ’ ὧν ἐστέφθη τὰς κόμας καὶ τὴν κεφαλήν. | |||
O 1351d | τρία δὲ ἔργα εἶπε δίαυλον καὶ ὁπλιτι‐ κὸν δρόμον καὶ στάδιον. | |||
O 1354 | BCDEQ | ποδαρκὴς ἁμέρα θῆκεν: ἤτοι ἡ πρὸς τὸν δρό‐ μον τότε ἀποκληρωθεῖσα καὶ ἐπαρκοῦσα· ἢ ἡ παρασχοῦσα αὐτῷ τὸ τάχος διαρκές· ἢ αὐτὴ οὖσα [ἡ] ὀξύπορος καὶ ὀξύπους. | ||
O 1356a | BCDEQ | Ἑλλώτια δ’ ἑπτάκις: τὴν προσηγορίαν φασὶ ταύτην ἐσχηκέναι τὴν Ἀθηνᾶν ἀπὸ τοῦ ἐν Μαραθῶνι ἕλους, ἔνθα ἵδρυται. | ||
O 1356b | CDEQ | ἄλλως· Τιμάνδρου θυγατέρες τέσσαρες Κορίνθιαι· Ἑλλωτὶς, Εὐρυτιώνη, Χρυσῆ, Κοτυτώ. ἁλούσης τῆς πόλεως τὴν νέαν τὴν Χρυσῆν ἡ Ἑλλωτὶς ἁρπάσασα | ||
εἰσῆλθεν εἰς τὸν ναὸν τῆς Ἀθηνᾶς, ἔνθα περικατάληπτος | 367 in vol. 1 | |||
5 | γενομένη ἔρριψεν ἑαυτὴν εἰς τὸ πῦρ. καθάρσια οὖν ἄγεται τῇ θεῷ, ἅτινα οἱ μετὰ ταῦτα Ἀλήτου Ἑλλώτια καλοῦσιν. 57E | |||
O 1356c | BCDEQ | ἑορτὴ τῆς Ἀθηνᾶς ἐν Κορίνθῳ, ἐν ᾗ καὶ ὁ ἀγὼν τελεῖται ὁ καλούμενος λαμπαδοδρομικὸς, ἐν ᾧ ἔτρεχον νεα‐ νίαι λαμπάδας κρατοῦντες. αὕτη δὲ ἡ πανήγυρις εὑρέθη κατὰ μέν τινας ἐπειδὴ τὸν ἵππον τοῦ Βελλεροφόντου ὑπέ‐ | ||
5 | ταξεν ἡ θεὸς τὸν Πήγασον καὶ περιέθηκεν αὐτῷ τὰ χαλινὰ καὶ οὕτως εἷλεν αὐτόν. ἢ διὰ τοῦτο· Δωριεῖς σὺν τοῖς Ἡρακλείδαις ἐπιθέμενοι Πελοποννησίοις Κόρινθον χειρωσά‐ μενοι ταύτην τῇ φλογὶ συνέφλεγον. τῶν τοίνυν γυναικῶν ἐν τῇ πορθήσει φευγουσῶν, τινὲς ἐξ αὐτῶν ἅμα Εὐρυτιώνῃ | |||
10 | καὶ Ἑλλωτίδι εἰς τὸν τῆς Ἀθηνᾶς εἰσελθοῦσαι νεὼν οὕτω διαφεύξασθαι τὸν κίνδυνον προσεδόκησαν. ὡς δὲ ᾔσθοντο Δωριεῖς, κατὰ τούτων πῦρ ἔπεμψαν. αἱ μὲν οὖν ἄλλαι ἔφυγον, ἡ δὲ Εὐρυτιώνη καὶ ἡ Ἑλλωτὶς ἀδελφαὶ τυγχά‐ νουσαι μετὰ παιδίου κατεφλέχθησαν. λοιμοῦ δὲ συμπε‐ | |||
15 | σόντος οὐ πρότερον τὸ νόσημα παύσασθαι ἔφη ἡ θεὸς πρὶν ἐξιλεώσασθαι τῶν παρθένων τὰς ψυχὰς καὶ Ἑλλωτίδος Ἀθη‐ νᾶς ἱερὸν ἱδρύσασθαι καὶ πανήγυριν Ἑλλώτια καλουμένην· καθ’ ἥν φησιν ἑπτάκις νενικηκέναι τὸν Ξενοφῶντα. | |||
O 1356d | EQ | ἄλλως· ἐν Κορίνθῳ τὰ Ἑλλώτια ἄγεται τῇ Ἑλλωτίᾳ Ἀθηνᾷ. τυχεῖν δὲ αὐτὴν ταύτης τῆς προσηγορίας Κορίνθιοι μὲν λέγουσιν ἑλοῦσαν καὶ χαλινώσασαν παρ’ αὐτοῖς τὸν Πή‐ γασον· οἱ δὲ ἀπὸ τοῦ ἕλους τοῦ περὶ τὸν Μαραθῶνα, ἐν | 368 in vol. 1 | |
5 | ᾧ ἵδρυται· οἱ δὲ ἀπὸ Ἑλλωτίδος παρθένου. 70E | |||
O 1357 | BCDEQ | Ποτειδᾶνος τεθμοῖσιν: ἐν τοῖς Ἰσθμικοῖς ἀγῶ‐ σιν· οὗτοι γὰρ τοῦ Ποσειδῶνος νόμιμοι ἀγῶνες. | ||
O 1358a | CDEQ | Πτοιοδώρου Θεσσαλὸς, Θεσσαλοῦ Ξενοφῶν. | ||
O 1358b | BDEQ | Πτοιοδώρῳ σὺν πατρί: Τερψίου ἀδελφὸς Πτοιόδωρος, καὶ Τερψίου μὲν παῖδες Ἐρίτιμος καὶ Ναμερτίδας, Πτοιο‐ δώρου δὲ Θεσσαλὸς, οὗ Ξενοφῶν. | ||
O 1358c | τινὲς δὲ τὸν Να‐ μερτίδαν Ἐρίτιμόν φασιν, Ἐριτίμου δὲ Αὐτόλυκον. | |||
O 1358d | BCDEQ | μακρότεραι τέρψιες: αἱ πλείους ἀκολουθοῦσι νῖκαι ἐπιτερπεῖς καὶ ὕμνοι μέγιστοι. καὶ ἥδε μὲν ἡ ἐξή‐ γησις οὕτως, εἰ τὰ τῆς γραφῆς, ὡς ἔν τισιν, ἔχει τὸν τρό‐ πον τοῦτον· μακρότεραι τέρψιες ἕψονται ἐρίτιμοί τ’ ἀοιδαί. | ||
5 | εἰ δὲ ὀνόματα λάβοιμεν τὸ Τερψίας καὶ τὸ Ἐρίτιμος, ἔσται | |||
τὰ τῆς διανοίας ὡς εἴπομεν. 62bC | 369 in vol. 1 | |||
O 1360a | BDEQ | ὅσσα τ’ ἐν Δελφοῖσι: θαυμαστικῶς τὸ ὅσσα, ἀντὶ τοῦ πολλάκις ἐν Δελφοῖς ἐνίκησαν. | ||
O 1360b | ἀντὶ τοῦ τὰ Πύθια. | |||
O 1362a | B(C)DEQ | ἠδὲ χόρτοις ἐν λέοντος: πόσα δὲ καὶ ἐν τῇ Νεμέᾳ, ἥτίς ἐστι περιορισμὸς τοῦ λέοντος, ἐν ᾧ ἐτράφη ὁ λέων ὁ ὑπὸ τοῦ Ἡρακλέους ἀναιρεθείς. 63C | ||
O 1362b | BCDEQ | ἄλλως· χόρτοις περιορίσμασι· τὸ γὰρ παλαιὸν χόρτους φυτεύοντες | ||
BCEQ | ἀντὶ φραγμῶν περιώριζον τοὺς τόπους. Ὅμηρος (Ω 640)· αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον. 62aC | |||
O 1363a | BCDEQ | δηρίομαι πολέσιν: διαφιλονεικήσω πλείστοις περὶ τῶν ὑμετέρων καλῶν, καὶ τοῖς ἄλλοις ἀξιοπρεπέσι τὰ κατορθώματα ὑμῶν ἀντιπαραθεὶς οὐκ ἐλάττονα ὄντα ταῦτα ἀποδεικνύς. | ||
O 1363b | ἢ οὕτω· διαμαχεσθήσομαι εἷς ὢν περὶ πλειόνων κατορθωμάτων. | |||
O 1363c | πλεῖστα μὲν οὖν περὶ ὑμῶν πρὸς πάντας καταλέγειν ...., σαφῶς μέντοι καὶ ἀκριβῶς οὐκ ἂν δυνηθείην πάντα εἰπεῖν, ὥσπερ οὐδὲ θαλασσίας ψηφῖδος τὸν ἀριθμόν. | |||
O 1363d | EQ | ἢ οὕτως· περὶ πλήθει καλῶν· τῶν ἀνδραγαθημάτων. | ||
O 1363e | CEQ | οὕτω τὰ καλὰ πλεονάζει παρ’ | ||
EQ | ὑμῖν ὥστε μηδὲ ἀριθμῆσαι σαφῶς καθάπερ οὐδὲ τὰς πα‐ | |||
ραθαλασσίους ψηφῖδας. | 370 in vol. 1 | |||
O 1366 | Bgl | (ποντιᾶν:) θαλασσίων. πολιῶν. | ||
O 1367a | BDEQ | ἕπεται δ’ ἐν ἑκάστῳ μέτρον: τὸ μέτρον και‐ ροῦ δεῖ· κἀγὼ οὖν, φησι, παύσομαι ὑπὲρ μέτρον ἐπαινῶν ὑμᾶς. | ||
O 1367b | DEQ | ἐπεὶ δὲ μετρίως ἐκτὸς τῆς ᾠδῆς ἐγένετο, θέλει ἀναλαβεῖν. | ||
O 1367c | BCEQ | ἄλλως· οὐδὲν οὖν πλεῖον δύναμαι λέγειν, ἵνα μὴ τῷ ἀμέτρῳ λυπήσω τινάς. | ||
O 1367d | CEQ | ἑκάστῳ γὰρ πράγ‐ ματι μέτρον ἀκολουθεῖ καὶ συμμετρία· τοῦτο δὲ αὐτὸ νοῆ‐ σαι τὸ τῆς συμμετρίας εὔκαιρόν τέ ἐστι καὶ ἄριστον. | ||
O 1369a | BCDEQ | ἐγὼ δ’ ἴδιος ἐν κοινῷ σταλείς: ἐγὼ δὴ οὖν, οὐχ, ὡς ἀλλότριός τις, ἀλλ’ ὡς ἴδιος καὶ κοινὸς ἐν ὑμῖν, | ||
BEQ | παρ’ οἷς καὶ τὴν σύνεσιν τῶν προγόνων ὑμῶν λέγων καὶ τὰ ἀνδραγαθήματα τῶν παρ’ ὑμῖν ἡρώων τὰ κατὰ πόλεμον | |||
5 | καὶ αὐτὰ λέγων, οὐδὲν ἀλλότριον διαψεύσομαι τῆς Κορίν‐ θου. 69cQ | |||
O 1369b | ἄλλως· ὡς ἴδιος, τουτέστιν ὡς εἷς ἐξ ὑμῶν ἀποσταλεὶς καὶ προκριθεὶς τὴν βούλησιν τῶν ὑμετέρων προ‐ γόνων καὶ τὸν ἡρωικὸν πόλεμον οὐ ψεύσομαι περὶ τῆς Κο‐ | |||
ρίνθου γαρύων, τουτέστι φωνῶν καὶ λέγων. μῆτιν δὲ | BCDEQ | |||
5 | παλαιγόνων ἔφη τὴν Σισύφου. ἱστορεῖται γὰρ γεγονέναι συνετός. Ὅμηρος (Ζ 153)· ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ’ ἀνδρῶν. 69dQ | |||
O 1369c | EQ | ἄλλως· οὐκ ἀλλότριός τις ὑμῶν ἀλλ’ οἰκεῖος, οὐκ ἴδιος δὲ κατὰ γένος. 69bQ | ||
O 1369d | CEQ | ἄλλως· ἐν κοινῷ: ἐν ὑμῖν. | ||
O 1369e | ἢ οὕτως· κοινοῦ ὄντος τοῦ ἐγκωμιάζειν οὐκ ἐχρησάμην τῇ κοινότητι. 56cE | |||
O 1370 | E | παλαιγόνων: τῶν σοφῶν. τοῦτο γὰρ εἰρήκασιν οἱ | ||
παλαιοὶ τῶν σοφῶν. | 371 in vol. 1 | |||
O 1372a | BDEQ | αὕτη ἐστὶν ἡ μῆτις ἡ προκειμένη τῶν προγόνων, ἧς ὑπόδειγμα Σίσυφος. | ||
O 1372b | BEQ | τὸν μὲν Σίσυφον λέγω, φη‐ σὶν, οὕτω συνετώτατον ἐν ταῖς ἐπινοίαις γεγενῆσθαι ὡς ἂν θεόν. | ||
O 1373 | B | πυκνότατον παλάμαις: συνετώτατον βουλαῖς ἢ γνώμαις. | ||
O 1374a | BCDEQ | καὶ τὰν πατρὸς ἀντία Μήδειαν: καὶ τὴν Μήδειαν ὑμνῶ τὴν παρὰ γνώμην τοῦ πατρὸς αὐτῆς γαμη‐ θεῖσαν· ἐγαμήθη δὲ τῷ Ἰάσονι σοφὴ οὖσα· τὴν γενομένην σώτειραν καὶ βοηθὸν τῇ Ἀργοῖ. ἐβούλετο γὰρ ὁ Αἰήτης | ||
5 | ἀνελεῖν τοὺς Ἀργοναύτας. | |||
O 1374b | BEQ | ἄλλως· πατρὸς ἀντία: ἠναντιώθη κατὰ τὸν γάμον τῷ πατρὶ ἡ Μήδεια· ὃν γὰρ ἐκεῖνος οὐκ ἐβούλετο Ἰάσονα, τούτῳ ἐγήματο καὶ συναπῆρεν αὐτῷ. | ||
O 1374c | BCDEQ | ζητεῖται δὲ τί δήποτε τὴν Μήδειαν Κολχίδα οὖσαν εἰς τοὺς περὶ Κορινθίων λόγους προσάγεται. 74gC | ||
O 1374d | BDEQ | φασὶ δὲ τὴν Κόρινθον πατρῷον εἶναι κτῆμα Μηδείας. Αἰήτῃ γὰρ τῷ Ἡλίου καὶ Ἀντιόπης χρησμὸν δοθῆναι πόλιν οἰκίζειν ἐν Κόλχοις ἀπ’ αὐτοῦ τὴν ἐπωνυμίαν ἔχουσαν, τὴν δὲ τῶν Κορινθίων τυραννίδα παρακαταθέσθαι Βούνῳ τῷ | ||
5 | Ἑρμοῦ, ἐντειλάμενον, εἰ μὲν ἐπανέλθοι, ἀποδοῦναι αὐτῷ, εἰ δὲ μὴ, αὐτὸν ἔχειν. | |||
O 1374e | BEQ | τὴν δὲ Μήδειαν ἐρασθῆναι Σισύφου φησὶ Θεόπομπος. 74gEQ | ||
O 1374f | BCEQ | ἄλλως· διὰ τί Μη‐ | ||
δείας ἐμνημόνευσεν; ὅτι ἡ Κόρινθος πατρῷον αὐτῆς κτῆμα γέγονε τούτῳ τῷ λόγῳ· Ἀλωεὺς γὰρ καὶ Αἰήτης ὁ Μηδείας πατὴρ ἐγένοντο παῖδες Ἡλίου καὶ Ἀντιόπης. τούτοις ὁ | 372 in vol. 1 | |||
5 | Ἥλιος διένειμε τὴν χώραν, καὶ ἔλαβεν Ἀλωεὺς τὴν ἐν Ἀρ‐ καδίᾳ, τὴν δὲ Κόρινθον Αἰήτης. Αἰήτης δὲ μὴ ἀρεσθεὶς τῇ ἀρχῇ Βούνῳ μέν τινι Ἑρμοῦ υἱῷ παρέδωκε τὴν πόλιν | |||
BCDEQ | εἰπὼν φυλάττειν τοῖς ἐσομένοις ἐξ αὐτοῦ. αὐτὸς δὲ εἰς Κολχίδα τῆς Σκυθίας ἀφικόμενος ᾤκησε βασιλεύων. διδά‐ | |||
10 | σκει δὲ τοῦτο Εὔμηλός τις ποιητὴς ἱστορικὸς εἰπών (fr. 2 K.)· | |||
BCEQ | ἀλλ’ ὅτε δ’ Αἰήτης καὶ Ἀλωεὺς ἐξεγένοντο Ἠελίου τε καὶ Ἀντιόπης, τότε δ’ ἄνδιχα χώρην δάσσατο παισὶν ἑοῖς Ὑπερίονος ἀγλαὸς υἱός. ἣν μὲν ἔχ’ Ἀσωπὸς, ταύτην πόρε δίῳ Ἀλωεῖ· | |||
15 | ἣν δ’ Ἐφύρη κτεάτισς’, Αἰήτῃ δῶκεν ἅπασαν. Αἰήτης δ’ ἄρ’ ἑκὼν Βούνῳ παρέδωκε φυλάσσειν εἰσόκεν αὐτὸς ἵκοιτ’ ἢ ἐξ αὐτοῖό τις ἄλλος, ἢ παῖς ἢ υἱωνός· ὁ δ’ ἵκετο Κολχίδα γαῖαν. Βοῦνος δὲ Ἑρμοῦ καὶ νύμφης τινὸς παῖς. 78CEQ | |||
O 1374g | ἄλλως· Μηδείας μέμνηται ὅτι ἐν Κορίνθῳ κατῴκει καὶ ἔπαυσε Κο‐ ρινθίους λιμῷ κατεχομένους θύσασα Δήμητρι καὶ νύμφαις Λημνίαις. ἐκεῖ δὲ αὐτῆς ὁ Ζεὺς ἠράσθη, οὐκ ἐπείθετο δὲ | |||
5 | ἡ Μήδεια τὸν τῆς Ἥρας ἐκκλίνουσα χόλον· διὸ καὶ Ἥρα ὑπέσχετο αὐτῇ ἀθανάτους ποιῆσαι τοὺς παῖδας. ἀποθανόν‐ τας δὲ τούτους τιμῶσι Κορίνθιοι, καλοῦντες μιξοβαρβά‐ ρους. 74fCEQ | 373 in vol. 1 | ||
O 1377 | B | προπόλοις: τοῖς ἐμπορεύουσι. λέγει δὲ τοὺς Ἀργο‐ ναύτας. | ||
O 1378a | EQ | τὰ δὲ καί ποτ’ ἐν ἀλκᾷ: καὶ τά ποτε δὲ, λεί‐ πει γένη, διὰ τῆς ἰδίας ἀνδρείας δόξαντα διατέμνειν καὶ πέρας ἐπιτιθέναι τῇ μάχῃ ἐξ ἀμφοτέρων τῶν μερῶν, τουτ‐ έστιν Ἑλλήνων τε καὶ Τρώων. ἀπὸ κοινοῦ τὸ γαρύων τε | ||
5 | καὶ ἀνυμνῶν. | |||
O 1378b | BCDEQ | τὰ δὲ καί ποτ’ ἐν ἀλκᾷ: λείπει τὰ γένη. | ||
O 1378c | οἱ Κορίνθιοι ἐπ’ ἀμφότερα ἠρίστευσαν ἐν Ἰλίῳ· καὶ γὰρ τοῖς Τρωσὶ συνεμάχησαν καὶ τοῖς Ἕλλησι, Τρωσὶ μὲν Γλαῦ‐ κος τὸ γένος εἰς Βελλεροφόντην ἀναφέρων τὸν Γλαύκου τοῦ Σισύφου, τοῖς δὲ Ἀχαιοῖς Εὐχήνωρ Πολυίδου τοῦ μάν‐ | |||
5 | CDEQ | τεως. διὰ τοῦτο δὲ καὶ Σιμωνίδης εἶπε (fr. 50)· Κοριν‐ θίοισιν οὐ μανίει ... οὐδὲ Δαναοί. ἀμφοτέροις γὰρ σύμ‐ μαχοι ἐγένοντο. | ||
O 1382a | BCDEQ | τοὶ μὲν γένει Ἀτρέος: οἱ μὲν γὰρ περὶ τὸν | ||
BDEQ | Εὐχήνορα (Κορίνθιος δὲ ὁ ἀνήρ) ἅμα τοῖς Ἀτρείδαις ἐβού‐ λοντο τὴν Ἑλένην ἀνακομίσασθαι ἁρπασθεῖσαν ὑπὸ Ἀλεξάν‐ | |||
δρου τοῦ Ἰλιώτου. ὅτι δὲ Εὐχήνωρ Κορίνθιος ἦν, καὶ | BCEQ | |||
5 | Ὅμηρός φησιν (Ν 663)· ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς, ἀφνειός τ’ ἀγαθός τε, Κορινθόθι οἰκία ναίων. 82eC 85Q | 374 in vol. 1 | ||
O 1382b | B(C)DEQ | οἱ δ’ ἀπὸ πάμπαν εἴργοντες: οἱ δὲ ἀπε‐ κώλυον καὶ ἀνθίσταντο παντελῶς, οἱ περὶ τὸν Γλαῦκον. λέγεται δὲ καὶ οὗτος Κορίνθιος. πῶς δὲ Κορίνθιος; | ||
O 1382c | BCDEQ | οὐ μόνον ἡ τοῦ Εὐχήνορος ἀνδρεία τοῦ συστρατεύσαντος τοῖς Ἀτρείδαις διὰ τὴν Ἑλένην, ἀλλὰ καὶ ἡ τοῦ Γλαύκου, ὃς ἀντεστράτευσε καὶ ἀνθίστατο αὐτοῖς. | ||
O 1382d | BCEQ | ὅτι τὸ γένος ἐξ ἀρχῆς Ἑλληνικὸν ἔσχε καὶ ἐκ τῆς Κορίνθου ὁ Γλαῦκος. πῶς δέ; Γλαῦκος γὰρ γίνεται τοῦ Ἱππολόχου τοῦ Βελλερο‐ φόντου τοῦ Γλαύκου τοῦ Σισύφου τοῦ Αἰόλου τοῦ Ἕλληνος | ||
5 | BCDEQ | τοῦ Διός. βούλεται οὖν δεῖξαι ὅτι οἱ παρ’ Ἕλλησιν ἄριστοι καὶ οἱ παρὰ Τρωσὶν ἔξοχοι κατὰ τὸ ἀληθὲς Κορίν‐ θιοι ἐτύγχανον. 85CEb | ||
O 1382e | πῶς δὲ ὁ Γλαῦκος γέγονε Λύκιος; ὅτι ὁ Βελλεροφόντης πεμφθεὶς εἰς Λυκίαν Κορίνθιος ὢν ἀπὸ τοῦ Προίτου ὡς ὀφείλων ἐπιβουλευθῆναι διὰ τὴν ἐπι‐ ψευσαμένην μοιχείαν παρὰ τῆς γυναικὸς, ἠρίστευσέ τε τὰ | |||
5 | μέγιστα, καὶ προσδοκώμενον αὐτοῦ ἔσεσθαι φονέα τὸν βα‐ σιλέα τῶν Λυκίων τὸν πενθερὸν Προίτου, καὶ αὐτὸς πεν‐ θερὸν ἔσχε γαμήσας αὐτοῦ θυγατέρα Ἀντίκλειαν· ἐξ οὗ Λυ‐ κίαν οἰκοῦντος ὡς βασιλέως υἱὸς γέγονεν Ἱππόλοχος· οὗ | |||
BCEQ | Γλαῦκος. οὕτως ἄρα Κορίνθιος Γλαῦκος τῷ γένει. ὄνομα | 375 in vol. 1 | ||
10 | δὲ τῷ Λυκίων βασιλεῖ Ἰόβατος. καὶ Ὅμηρος τούτοις μαρ‐ τυρεῖ (Ζ 191)· ἀλλ’ ὅτε δὴ γίνωσκε θεοῦ γόνον ἠὺν ἐόντα. 82bCEb 89Q | |||
O 1383 | B | ἐκ Λυκίας δέ: ὁ δέ σύνδεσμος ἀντὶ τοῦ γάρ κεῖται, καὶ ἔστιν· ἐτρόμεον γὰρ οἱ Ἕλληνες τὸν Λύκιον Γλαῦκον. | ||
O 1385 | BCDEQ | τοῖσι μὲν ἐξεύχετο: παρὰ τοῖς Τρωσὶν ηὔχει καὶ διηγεῖτο, ὅτι ἐν τῷ τῆς Πειρήνης ἄστει τῇ Κορίνθῳ τοῦ | ||
BDEQ | πατρὸς αὐτοῦ ἔχει τὴν ἀρχὴν καὶ τὸ γένος καὶ τὴν βασι‐ λείαν καὶ τὴν περιουσίαν. καὶ ἤτοι τοῖς Λυκίοις ηὔχει καὶ | |||
5 | διηγεῖτο, ἢ τοῖς Τρωσίν. ἀπὸ Λυκίων δὲ τοὺς Τρῶας δεῖ νοεῖν. 86bB | |||
O 1386a | B | Πειράνας: Πειρήνη κρήνη ἐν Κορίνθῳ. 89B | ||
O 1386b | BCDEQ | σφετέρου πατρός: ἀντὶ τοῦ προγόνου· | ||
BCEQ | οὐ γὰρ ὁ πατὴρ αὐτοῦ Ἱππόλοχος ἡγεμονίαν εἶχεν εἰς Κό‐ ρινθον, ἀλλ’ ὁ πρόγονος αὐτοῦ ὁ Σίσυφος. 86aB 82bQ | |||
O 1389a | B(C)DEQ | ὃς τᾶς ὀφιώδεος υἱόν ποτε Γοργόνος: ὅστις τῆς Γοργόνος τῆς ὀφιώδους λεγομένης εἶναι τὸν υἱὸν Πήγασον ἵππον ὄντα πτερωτὸν θέλων ὑποζεῦξαι τῷ χαλινῷ ἀληθῶς πλεῖστα ἔπαθε καὶ ὑπέστη παρὰ τοῖς κρουνοῖς καὶ | ||
5 | ῥεύμασι τῆς Πειρήνης (λέγει δὲ ἐν τῇ Κορίνθῳ) πρὸ τοῦ κομίσαι αὐτῷ τὴν Ἀθηνᾶν χρυσόδετον χαλινὸν παραστᾶσαν | |||
BDEQ | καθεύδοντι. ὃ οὖν εἶδεν ὄναρ, τοῦτο διαναστὰς ἐκ τοῦ ὕπνου δι’ ἔργων εὗρεν. | |||
O 1389b | CEHQ | ἄλλως· ὅστις πρόγονος αὐτοῦ | ||
καὶ πρὸς πατρὸς ὢν πάππος· λέγει δὲ τὸν Βελλεροφόντην. | 376 in vol. 1 | |||
O 1389c | CDEHQ | ὅτι δὲ τῆς Γοργόνος ἀποτμηθείσης τὴν κεφαλὴν ὑπὸ τοῦ Περσέως ἀνεδόθη ὁ Πήγασος ἵππος, καὶ Ἡσίοδος μαρ‐ τυρεῖ (theog. 280)· τῆς ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν, | ||
5 | ἐξέθορε Χρυσάωρ τε μέγας καὶ Πήγασος ἵππος. | |||
O 1389d | CDEHQ | ὀφιώδεος: δράκοντας γὰρ εἶχε τὰς τρίχας. | ||
O 1391 | EHQ | ὃς πολλὰ πάθε ζεῦξαι ποθέων: ὃς πολλὰ ἔπαθε χαλινῶσαι καὶ ζεῦξαι τὸν Πήγασον βουλόμενος παρὰ τοῖς κρουνοῖς τῆς Πειρήνης [ὅ ἐστι τῇ Πειρήνῃ]. υἱὸς δὲ τῆς Μεδούσης ὁ Πήγασος. | ||
O 1394 | BCDEQ | ἐξ ὀνείρου δ’ αὐτίκα ἦν ὕπαρ καὶ τὰ ἑξῆς: τοῦτο εἶπεν ὡς καθεύδοντι αὐτῷ τῆς Ἀθηνᾶς ἐνηνοχυίας τὸν χαλινὸν, ᾧ ἔμελλε χαλινώσειν τὸν Πήγασον. (95B) μὴ πρότερον δὲ καταζεῦξαι πρὶν μαντεύσασθαι αὐτῷ Πολύιδον | ||
5 | τὸ δύνασθαι ..... τὸν δὲ χαλινὸν αὐτῷ Ποσειδῶνα παρα‐ σχεῖν. 97B 99cC | |||
O 1395 | BEQ | φώνασε δ’ εὕδεις: εἶπε παραστᾶσα κατ’ ὄναρ αὐτῷ ἡ θεός· κοιμᾶσαι, ὦ βασιλεῦ, ὃς κατάγεις τὸ γένος ἀπὸ Αἰόλου; 94finB | ||
O 1397a | BEQ | ἄγε φίλτρον τόδε: τὸν χαλινὸν, ὅτι τούτῳ οἱ ἵπποι πείθονται. πικρότερον δὲ τῇ μεταφορᾷ. | ||
O 1397b | BDEQ | ἄγε δὴ οὖν δέχου τοῦτον τὸν χαλινὸν, ὅς ἐστι πεῖσμα καὶ φίλ‐ τρου αἴτιος τοῖς ἵπποις, καὶ τῷ δαμάζοντι Ποσειδῶνι, τῷ πατρί σου, θύων ταῦρον εὐθαλῆ καὶ μέγαν, οὕτως ἐπί‐ | ||
5 | δειξον αὐτόν. | 377 in vol. 1 | ||
O 1398a | BDEQ | καὶ δαμαίῳ: τῷ δαμαστικῷ· ἵππιος γὰρ ὁ θεός. | ||
O 1398b | BEQ | ἢ δαμαῖος λέγεται Ποσειδῶν ἐν Κορίνθῳ ἀπὸ τῆς τῶν ἵππων δαμάσεως. | ||
O 1399a | BDEQ | ἀργᾶντα πατρὶ δεῖξον: ἀργᾶντα νῦν τὸν ἔκ‐ δηλον τῷ μεγέθει. | ||
O 1399b | BCDEQ | πατρὶ δὲ, τῷ Ποσειδῶνι. τῷ μὲν γὰρ λόγῳ ὁ Βελλεροφόντης Γλαύκου ἐστὶ τοῦ Σισύφου, τῇ δὲ ἀληθείᾳ Ποσειδῶνος, ὥσπερ Ἡρακλῆς Ἀμφιτρύωνος. 100C | ||
O 1399c | BCEQ | ἄλλως· ἐπιλαμβάνονταί τινες τοῦ ἐπιθέτου, ἐπειδὴ ταῦ‐ ρον εἶπε θύειν Ποσειδῶνι ἀργήεντα, ὅπερ δηλοῖ λευκὸν, | ||
BCDEQ | τοῦ Ὁμήρου εἰπόντος (γ 6), ὅτι χρὴ θύειν „ταύρους παμ‐ μέλανας ἐνοσίχθονι κυανοχαίτῃ“. ἀλλὰ βοηθεῖται τὸ ἀργᾶντα· | |||
5 | οὐ γὰρ λευκὸν τῇ χροιᾷ βούλεται λέγειν, ἀλλὰ τὸν ἐκλάμ‐ ποντα τῷ μεγέθει καὶ ἐπιφανῆ ἐν τῇ ἀγέλῃ. 99bC | |||
O 13100a | BCDEQ | κυάναιγις ἐν ὄρφνᾳ: μέλαιναν καὶ φοβερὰν αἰγίδα ἔχουσα. αἰγὶς δὲ τὸ ὅπλον. | ||
O 13100b | DEQ | κνώσσοντι δὲ καθεύδοντι. ὁ δὲ νοῦς· ἡ κυαναιγὶς παρθένος τοσαῦτα ἔδοξεν ἐν τῷ ὀνείρατι διαλέγεσθαι· ὁ δὲ ἐξανέστη ἄσμενος καὶ εὗρε τὸν χαλινὸν ἕτοιμον. | ||
O 13100c | CEQ | οὐχ ὥς τινες βούλονται παρακελεύεσθαι αὐτῷ τὴν Ἀθηνᾶν διηγεῖσθαι τὰ παρ’ αὐ‐ τῆς αὐτῷ ῥηθέντα κατ’ ὄναρ. οὐκ ἔστι δὲ, ἀλλ’ ἐκείνη βελ‐ τίων ἡ ἐκδοχὴ, λαμβανομένη ἀπὸ τοῦ ποιητικοῦ προσώπου. | ||
O 13102a | BEQ | ἀνὰ δ’ ἔπαλτ’ ὀρθῷ ποδί: λοιπὸν ὁ ποιητὴς ταῦτα· ἀνήλατο δὲ ἐκ τῆς κοίτης καὶ ἔστη. | 378 in vol. 1 | |
O 13102b | ἀσμένως. περιχαρὴς ὤν. | |||
O 13103a | BCEQ | συλλαβὼν τέρας: τὸν χαλινὸν τέρας εἶπεν, ὅτι ὄναρ φανεὶς ὕπαρ ὤφθη. | ||
O 13103b | BDEQ | παρακείμενον δὲ εὑρὼν τὸν χαλινὸν καὶ ἀναρπάσας αὐτὸν πρὸς τὸν μάντιν ἦλθεν εὐθέως τὸν ἐπιχώριον, | ||
O 13105 | BDEQ | [δεῖξέν τε Κοιρανίδᾳ:] τὸν Κοιράνου παῖδα Πολύιδον. ἐλθὼν δὲ πρὸς τὸν μάντιν | ||
BCDEQ | ἔδειξε καὶ διεσαφήνισεν αὐτῷ τὴν ὅλην ἀπόβασιν τοῦ πράγματος καὶ τὴν κατάστασιν, | |||
O 13106 | [ὥστ’ ἀνὰ βωμῷ θεᾶς κοιτάξατο:] ὅπως τε ἐπὶ τοῦ βωμοῦ τῆς Ἀθηνᾶς ἐκαθεύδησεν ἐκ τῆς τοῦ Πολυίδου προμαντείας καὶ συμ‐ βουλῆς, ὡς αὐτοῦ συμβουλεύσαντος αὐτῷ διὰ μαντείας, | |||
5 | CDEQ | ἀγωνιῶντι περὶ τῆς κατοχῆς τοῦ ἵππου, παρακαθευδῆσαι τῷ βωμῷ τῆς Ἀθηνᾶς, | ||
O 13109 | DEQ | [ὥστε οἱ αὐτὰ Ζηνὸς ἐγ‐ χεικεραύνου:] καὶ ὅπως αὐτὴ ἡ θεὸς αὐτῷ παρέσχε τὸν χαλινὸν ἡ θυγάτηρ τοῦ ἐγχεικεραύνου Διός. | ||
O 13111a | BCDEQ | δαμασίφρονα δὲ εἶπε χρυσόν, ἵν’ ᾖ τὸν τί‐ μιον, ἢ ὅτι διάχρυσος ἦν τῇ κατασκευῇ ὁ χαλινός· δαμά‐ | ||
ζοντα δὲ τὸ φρόνημα τὸ ἄγριον τῶν ἵππων καὶ ἥμερα φρονεῖν ἀναγκάζοντα. καὶ αὐτὸς δὲ ὁ χρυσὸς δαμασίφρων, | BCEQ | |||
5 | ἐπεὶ ἱκανὸς ἀπατῆσαι. | 379 in vol. 1 | ||
O 13111b | BCDEQ | ἐνυπνίῳ δ’ ᾇ τάχιστα πείθεσθαι: τοῦ Βελλε‐ ροφόντου δὲ τὸ ὄναρ διηγησαμένου εἶπεν ὁ Πολύιδος ὡς τάχιστα καὶ ἀνυπερθέτως πείθεσθαι τῷ ἐνυπνίῳ. 114cC | ||
O 13113a | BDEQ | ὅταν δ’ εὐρυσθενεῖ: ὡς ταῦτα αὐτῷ εἰπόντος τοῦ μάντεως. | ||
O 13113b | BCDEQ | καὶ ἡνίκα ἂν τὸν ταῦρον θύῃ τῷ Πο‐ σειδῶνι, τότε δὴ τῇ ἱππικωτάτῃ Ἀθηνᾷ ἱδρύσασθαι βωμὸν ἤτοι ἄγαλμα. 114bB 116C | ||
O 13114a | BCEQ | κραταίποδ’ ἀναρύῃ: ὡς Ὅμηρος (Α 459)· αὐέρυσαν μὲν πρῶτα. 116B | ||
O 13114b | BCDEQ | κραταίποδα τὸν ταῦρον. οὕτω Δελφοὶ ἰδίως ἐκάλουν. 113bC | ||
O 13114c | ἀναρύῃ δὲ σφάζῃ, θύῃ, ἀπὸ τοῦ παρακολουθοῦντος. 114aBC | |||
O 13116a | BCDEQ | τελεῖ δὲ θεῶν δύναμις καὶ τὰν παρ’ ὅρ‐ κον: ἐπιτελοῦσι δὲ καὶ παρέχουσιν οἱ θεοὶ καὶ τὰ νομιζό‐ μενα ἀδύνατα, περὶ ὧν ἄν τις καὶ δι’ ὅρκων τὴν ἐλπίδα | ||
CDEQ | ἀπαγορεύσοι· καὶ ἐπιτελοῦσιν οὐ δυσκόλως, ἀλλὰ κούφως | |||
5 | καὶ εὐμαρῶς. | |||
O 13116b | BCDEQ | ἄλλως· οὐχὶ τὴν ἐξ ἐπιορκίας, ἀλλὰ καὶ εὐόρκως ἀπελπισθεῖσαν. | ||
O 13116c | BDEQ | ἢ οὕτω· δύναται δὲ θεὸς τε‐ λέσαι καὶ τὸ μεθ’ ὅρκου ἀδύνατον νομιζόμενον εἰς περίκτη‐ σιν. | ||
O 13116d | BCEQ | ἄλλως· οἷον εὐχερὲς καὶ ἀδύνατον. | ||
O 13116e | τοῦτο δὲ γνωμολογεῖ, ὅτι δὴ καὶ Βελλεροφόντης ὀμόσας μηδέποτε ζευχθήσεσθαι τὸν Πήγασον, δι’ ἐπικουρίαν Ἀθηνᾶς ὑπὸ | |||
ζυγὸν ἐποίησεν. 121E | 380 in vol. 1 | |||
O 13118 | BDEQ | καὶ ὁ καρτερὸς ὁρμαίνων: καὶ δὴ ἐκ τούτων ὁ γενναῖος Βελλεροφόντης μετὰ σπουδῆς ἔλαβε τὸν χαλινὸν, | ||
BEQ | καὶ τὸν πτερωτὸν ἵππον Πήγασον ἐχαλίνωσε· τοῦτο γάρ ἐστι τὸ τείνων ἀμφὶ γένυι. 121B 123E | |||
O 13119 | B | ὁρμαίνων: προθυμούμενος. 123B | ||
O 13121a | BCDEQ | πραῢ τείνων ἀμφὶ γένυι: πραΰνοντα καὶ ἡμεροῦντα, ὡς ἄν τι φάρμακον ἰατρικόν. λέγει δὲ τὸν χα‐ λινόν. 119B 118E | ||
O 13121b | C | τὸ δὲ τείνων ἀμφὶ γένυι ἀντὶ τοῦ χαλινῶν. | ||
O 13123a | BCDEQ | χαλκωθείς: ἤτοι χαλκοῦν περιθέμενος θώρακα, ἢ ὅπλα ἐνδὺς χαλκᾶ. | ||
O 13123b | BCDEQ | ἔπαιζεν: ἀντὶ τοῦ ἐπειρᾶτο, ἐγυμνάζετο εὐκό‐ λως, ὥσπερ παιδιᾶς τρόπῳ. | ||
O 13123c | ἔστι δὲ ἐτέρπετο. ἢ ἐνό‐ πλιον ὄρχησιν ἐποιεῖτο. ἢ σὺν τοῖς ὅπλοις εὐχερῶς ἐμάχετο. | |||
O 13124 | BCDEQ | σὺν δ’ ἐκείνῳ καί ποτ’ Ἀμαζονίδων: μετὰ δὲ τοῦ ἵππου ὢν ͡ἢ σὺν αὐτῷ] ποτε καὶ τὸν στρατὸν τῶν Ἀμαζόνων τὸν ἐκ τοῦ ἀέρος τοῦ ἐρήμου καὶ τῶν ψυχρο‐ τάτων τόπων τῶν Ὑπερβορέων ἐνίκησεν. | ||
O 13125a | BCEQ | αἰθέρος ψυχρᾶς: τῆς ἐν Σκυθίᾳ· κρυώδης γὰρ καὶ δυσχείμερος. | ||
O 13125b | μετέωρος γὰρ ὢν ἀνῄρει. | |||
O 13128a | BDEQ | καὶ Χίμαιραν πῦρ πνέοισαν: ἐνίκησε δὲ σὺν αὐτῷ καὶ τὴν πυρίπνουν Χίμαιραν, καὶ τοὺς Σολύμους ἀνεῖλε. | ||
O 13128b | BCDEQ | Σόλυμοι δὲ ἔθνος πρὸς τῇ Λυκίᾳ, μεταξὺ Λυκίας καὶ Παμφυλίας, πολεμικώτατον, ὅπερ καλοῦσι 〈Πι‐ σίδασ〉. | 381 in vol. 1 | |
O 13128c | BEQ | εἶπε δὲ ταῦτα καὶ Ὅμηρος περὶ τοῦ Βελλερο‐ φόντου (Ζ 155 sq.). | ||
O 13130a | DEQ | διασωπάσομαί οἱ μόρον ἐγώ: σιωπήσω. | ||
O 13130b | ὑποστέλλεται τὰ κατὰ τὴν τελευτὴν εἰπεῖν, ὅτι πεσὼν ἐκ τοῦ Πηγάσου χωλὸς ἐγένετο. | |||
O 13130c | BDEQ | ἄλλως. τὸν θάνατον αὐ‐ | ||
τοῦ σιγήσομαι. ὑποστέλλεται γὰρ τὸ κατὰ τὴν τελευτὴν ἐκβεβηκὸς αὐτῷ κακόν. λέγεται γὰρ ὅτι ἀναπτῆναι βουλη‐ θεὶς τῷ Πηγάσῳ, κούφως παρακινδυνεύσας, κατὰ βούλησιν | BCDEQ | |||
5 | τοῦ Διὸς οἰστρωθέντος τοῦ Πηγάσου ἐκπίπτει καὶ χωλοῦται· καὶ ἐπλανᾶτο κατὰ τὸ Ἀλήιον χωλός. καὶ Ὅμηρός φησιν (Ζ 201)· ἤτοι ὁ κὰπ πεδίον τὸ Ἀλήιον οἶος ἀλᾶτο ὃν θυμὸν κατέδων. | |||
O 13130d | BQ | τὸν δ’ ἐν Ὀλύμπῳ: Πήγασον· καταβαλὼν γὰρ τὸν Βελ‐ λεροφόντην ἀπενόστησεν εἰς τὸν οὐρανόν. | ||
O 13130e | BCDQ | τὸν Πήγασον αἱ οὐράνιαι φάτναι τοῦ Διὸς ὑπεδέξαντο. κατηστερίσθη γάρ. καὶ Ἄρατος (892. 898) μέμνηται ὅτι εἰσὶ φάτναι ἐν οὐρανῷ καὶ ὄνοι καλούμενοι ἀστέρες. 133cQ | ||
O 13133a | BCDEQ | ἐμὲ δ’ εὐθὺν ἀκόντων ἱέντα ῥόμβον: ἀλλ’ ὁ μέν, φησιν, οὕτως· ἐμὲ δὲ χρὴ οὐ παρὰ σκοπὸν ἱέντα τὰ βέλη μου τὰ πολλὰ ταῖς χερσὶν ἰσχυρῶς ἔχειν, ἀλλ’ | ||
ὀξύν τινα τὸν ἀκοντισμὸν αὐτῶν ποιεῖσθαι. 133cB | 382 in vol. 1 | |||
O 13133b | ἀλληγορικῶς· ὅτι οὐ χρή με περὶ ἄλλων πολυλογεῖν, ἐά‐ σαντα τὸν προκείμενον ἔπαινον. τὸ δὲ ἀκόντων ῥόμβον τὴν δίνησιν καὶ τὴν βολὴν τῶν ἀκοντίων, τροπικῶς δὲ τὸν ἐγκωμιαστικὸν λόγον φησὶν, ὡς καὶ ἐν ἄλλοις (O. II 83)· | |||
5 | πολλά μοι ὑπ’ ἀγκῶνος ὠκέα βέλη ἔνδον ἐντὶ φαρέτρας. ἀφέμενος γὰρ τοῦ νικηφόρου εἰς τὰ πάτρια ἀναδραμὼν πλείονι τῇ παρεκβάσει κέχρηται· διὸ καὶ ἐπιστρέφει ἑαυ‐ τόν. 136BQ | |||
O 13133c | B(D)EQ | ἱέντα ῥόμβον: τὸ ἑξῆς· ἐμὲ δὲ ἱέντα πολλὰ βέλη. | ||
O 13133d | [παρὰ σκοπὸν οὐ χρή:] ῥόμβον τὴν ῥίψιν καὶ ὁρμήν. λέγει δὲ ὅτι οὐ χρὴ περιττολογεῖν περὶ ἄλλων καὶ ἐκτραπῆναι τοῦ προκειμένου. 133bB 133aQ | |||
O 13136 | B(C)DEQ | Μοίσαις γὰρ ἀγλαοθρόνοις εἴκων: ὁ νοῦς· οὐ γὰρ ἦλθον δι’ ἄλλο τι, ἀλλὰ ταῖς Μούσαις ἐπίκουρος καὶ ὑπηρέτης ἦλθον, ἵνα τῆς Κορίνθου τούτους τοὺς ἀπὸ τῆς φατρίας τῆς Ὀλιγαιθίδος καλουμένης ὄντας ἐπαινέσω | ||
5 | καὶ τὰ πραχθέντα ὑπ’ αὐτῶν ἐν τῷ Ἰσθμῷ καὶ τῇ Νεμέᾳ. | |||
O 13137 | BCDEQ | Ὀλιγαιθίδαισίν τ’ ἔβαν: οἱ περὶ τὸν Ξενο‐ | ||
φῶντα τοῦτον τὸν ἐπαινούμενον Ὀλιγαιθίδαι λέγονται κατὰ φατρίαν, ὡς τὸ ἀνέκαθεν ὄντες ἀπ’ Ὀλιγαίθου τινὸς ἀρχαίου. | BCEQ | |||
O 13138a | BDEQ | παύρῳ δ’ ἔπει θήσω: ἐν ὀλίγῳ καὶ συντόμῳ | ||
λόγῳ δῆλα καὶ φανερὰ πλεῖστα πράγματα καὶ ἀθρόα ποι‐ ήσω. | 383 in vol. 1 | |||
O 13138b | BCDEQ | ἄλλως· ἀντὶ τοῦ ἐν ὀλίγῳ τὰ πολλὰ φανερὰ ποιήσω. 139cDEQ | ||
O 13139a | BCDEQ | ἀλαθής τέ μοι: ἀληθὴς δὲ περὶ τούτων καὶ ἐξαίρετος ὅρκος ἔσται. ὀμνύειν δὲ βούλεται ὡς ἀληθεύων ἐν τοῖς ἐπαίνοις. | ||
O 13139b | BE | ἄλλως· ἰδίως ἔφη ἔξορκος ἀντὶ τοῦ ὅρκος. (139cEbQb) | ||
O 13139c | BDEQ | ὀμόσω οὖν αὐτὸς τοὺς ἀπὸ τῆς φα‐ τρίας [Ὀλιγαιθίδος] ἑξηκοντάκις νενικηκέναι. | ||
O 13141 | BDEQ | ἀμφοτέρωθεν: τουτέστιν ἔν τε Ἰσθμοῖ καὶ Νε‐ μέᾳ κεκηρύχθαι αὐτούς. 139aDEQ (143EbQb) | ||
O 13143 | BCDEQ | ἁδύγλωσσος βοά: λείπει τὸ ἀνεκήρυξεν αὐ‐ τοὺς ἡ τοῦ κήρυκος γλῶσσα ἑξηκοστὸν νικήσαντας· ἑξη‐ κοντάκις γὰρ ἀμφοτέροις τοῖς ἀγῶσιν, Ἰσθμίοις καὶ Νε‐ μέοις, ἀνεκηρύχθησαν οἱ Ὀλιγαιθίδαι, τριακοντάκις ἐν ἑκά‐ | ||
5 | στῳ ἀγῶνι. | |||
O 13144a | BCDEQ | τὰ δ’ Ὀλυμπίᾳ αὐτῶν ἔοικεν ἤδη πάροιθε λελέχθαι: εἶπε γὰρ ἐν ἀρχῇ τοῦ ὕμνου οὕτω· τρισ‐ ολυμπιονίκαν. | ||
O 13144b | ὁ δὲ νοῦς· τὰ δὲ ἐν τῇ Ὀλυμπίᾳ αὐ‐ τῶν νικητήρια ἤδη ὡς ἔοικε προείρηται ἐν τοῖς ἔμπροσθεν λόγοις. | |||
O 13145 | BDEQ | τὰ δ’ ἐσσόμενα: τὰ δὲ μέλλοντα, ἀντὶ τοῦ ἐὰν δὲ πάλιν νικήσῃ Ὀλύμπια, αὖθις σαφέστερον ἐπαινέσω αὐτόν. | ||
O 13146 | BCDEQ | νῦν δ’ ἔλπομαι: νῦν δὲ ἐγὼ ἐλπίζω καὶ προσ‐ δοκῶ νικῆσαι αὐτόν· ἐν δὲ τῷ κρείττονι τὸ τοιοῦτο τῆς προσδοκίας δοῦναι. | 384 in vol. 1 | |
O 13148a | BCDEQ | εἰ δὲ δαίμων ὁ γενέθλιος ἕρποι: εἰ δὲ τὸ συγκληρωθὲν δαιμόνιον καὶ ἡ τύχη ἐπὶ τὸ πλεῖστον προΐοι νικητὰς αὐτοὺς μηνύον, ἀναθήσομεν τὸ τοιοῦτον εὐεργέτημα τῷ Διὶ καὶ Ἄρει. | ||
O 13148b | διατί δέ φησι τῷ Διὶ καὶ τῷ Ἐνυ‐ αλίῳ ἐπιτρέψειν; ὅτι ὁ μὲν Ζεὺς πατὴρ ἀνδρῶν τε θεῶν τε, καὶ Ὀλυμπία τοῦ Διὸς ἱερά· τὸν δὲ Ξενοφῶντα οὐ μόνον ἀθλητὴν γεγενῆσθαί φασιν, ἀλλὰ καὶ τὰ πολεμικὰ ἀγαθόν. | |||
O 13148c | BCEQ | ἢ ὅτι τοῦ Οἰνομάου πατήρ ἐστιν ὁ Ἄρης καὶ μετέχει τῆς Ὀλυμπίας. | ||
O 13148d | ἄλλως· Διί τ’ Ἐνυαλίῳ τε: τῷ μὲν | |||
BCDEQ | Διὶ ὅτι ὁ ἀγὼν αὐτῷ ἀνάκειται καὶ τελεῖται, τῷ δὲ Ἄρει ἐπειδὴ ἐπιχώριος καὶ πατρῷος τῶν Ἠλείων ὁ Ἄρης. μιχθεὶς γὰρ Ἁρπίνῃ θυγατρὶ Ἀσωποῦ τοῦ Θηβαίου ποταμοῦ ἐτέ‐ | |||
5 | κνωσε τὸν Οἰνόμαον ὁ Ἄρης, ὃς ἦν βασιλεὺς τῶν τό‐ | |||
πων. εἰς χάριν οὖν τοῦ παιδὸς προΐστατο τῆς χώρας τῶν Ἠλείων. | BCEQ | |||
O 13150a | BCDEQ | τὰ δ’ ἐπ’ ὀφρύι Παρνασίᾳ: τὰ ἐν Δελφοῖς Πύθια. ἐκ τοῦ παρακειμένου ὄρους λέγει. | ||
O 13150b | BDEQ | ὅ ἐστι Πύ‐ θια ἑξάκις. [ | ||
O 13150c | B | καὶ ἐν Ἄργει δὲ καὶ ἐν Θήβαις] | ||
O 13152 | BDEQ | ὅσα τ’ Ἀρκάσιν: καὶ ἐν Ἀρκαδίᾳ δὲ ὅπως δεσ‐ πότης γέγονε τοῦ στεφάνου, ὁ βωμός ἐστι μάρτυς ὁ τοῦ | 385 in vol. 1 | |
B | Λυκαίου Διὸς καὶ ἡ ἐκεῖ ἀγομένη πανήγυρις. ἐκεῖ γὰρ νικήσας ἐστέφθη. | |||
O 13155 | BCDEQ | Πελλάνα τε καὶ Σικυών: ἐν Σικυῶνι Πύθια ἄγεται. ἡ δὲ Πελλήνη τῆς Ἀχαΐας πόλις [ὅπου τὰ Φιλο‐ ξένια, καὶ αἱ χλαῖναι δίδονται]. ἡ δὲ Σικυὼν Βοιωτίας [ἐν ᾗ τὰ Πύθια ἄγεται. καὶ ἐν Αἰγίνῃ τὰ Δελφίνια καὶ | ||
5 | Αἰάκεια]. | |||
O 13156a | BCDEQ | καὶ Μέγαρ’ Αἰακιδᾶν: ἐν Μεγάροις τὰ Διό‐ κλεια καὶ Πύθια. ἐν Ἐλευσῖνι τὰ Δημήτρια ἢ Ἐλευσίνια. | ||
O 13156b | BCE | εὐερκὲς δὲ ἄλσος διὰ τὸ κύκλῳ ὑπὸ θαλάσσης ὥσπερ ἕρκους καὶ τείχους περιβεβλῆσθαι. | ||
O 13156c | ἢ διὰ τὴν φιλο‐ ξενίαν. | |||
O 13158a | BCDEQ | ταί θ’ ὑπ’ Αἴτνας ὑψιλόφου: καὶ αἱ ὑπὸ τὴν Αἴτνην τὸ Σικελικὸν ὄρος πόλεις (πόλεις δὲ λέγει τὰς | ||
BCEQ | Συρακούσας) μαρτυροῦσιν αὐτοῦ τῇ ἀνδρείᾳ· Ἴσθμια γὰρ ἐν αὐταῖς τελεῖται, ἃ καὶ ἐνίκησε Ξενοφῶν. | |||
O 13158b | BEQ | ἄλλως· ταί θ’ ὑπ’ Αἴτνας: τῆς Σικελίας [πόλεις]· ἐκεῖ γὰρ ἄγε‐ ται ἀγὼν Νέμεα καλούμενος. | ||
O 13158c | ἢ οὕτως· ἐν Συρακού‐ σαις ἄγεται Ἴσθμια ὡς ἐν Κορίνθῳ· ἄποικοι γὰρ Κοριν‐ | |||
BCEQ | θίων Συρακούσιοι. | 386 in vol. 1 | ||
O 13159a | BEQ | ἅ τ’ Εὔβοια καὶ πᾶσαν καθ’ Ἑλλάδα: καὶ ἐν τῇ Εὐβοίᾳ δὲ πάσῃ καὶ τῇ Ἑλλάδι ζητῶν εὑρήσεις τινὰ μείζονα λόγου παντὸς καὶ πάσης γνώσεως νικητήρια. ὑπερ‐ βολικῶς δὲ εἶπεν. | ||
O 13159b | BCDEQ | ἄλλως· ἐν Εὐβοίᾳ Γεραίστια ὑπὸ | ||
BCEQ | πάντων Γεραιστίων ἄγεται Ποσειδῶνι διὰ τὸν συμβάντα χειμῶνα περὶ Γεραιστόν· καὶ ἐν Ἀμαρύνθῳ τῆς Εὐβοίας Ἀμαρύσια νενικήκασιν. | |||
O 13160 | BCDQ | καὶ πᾶσαν τὴν Ἑλλάδα ἐπιπορευόμενος εὑρήσεις μείζονα ἔργα πεποιηκότα αὐτὸν ἢ ὡς δύνασαι ἰδεῖν. | ||
O 13162 | BCDEQ | μᾶσσον ἢ ὡς ἰδέμεν: τὸ πλῆθος τῶν στεφά‐ νων, φησὶν, ἐκπέφευγε τὴν τῆς ὁράσεως μετάληψιν. | ||
O 13163a | BCDEQ | ἀλλὰ κούφοισιν ἐκνεῦσαι ποσίν: [εἶπε] τοῦτο πρὸς ἑαυτὸν παρακελευόμενος ἀποδραμεῖν ἀπὸ τούτων καὶ καταπαῦσαι τὸν ὕμνον. | ||
O 13163b | ἢ οὕτως· ἐπαύσατο τῶν ἐπαίνων καὶ περὶ ἑαυτοῦ λέγει ὅτι χρὴ ἀποστῆναι κούφοις ποσὶν, ἀνεπαχθῆ φανέντα. | |||
O 13163c | δίδου μοι οὖν, φησιν, ὦ Ζεῦ τέλειε, αἰδῶ τε καὶ εὐτυχίαν, ἐξ ἧς ἐστι τέρπεσθαι καὶ ἥδεσθαι. | |||
O 13163d | ἀντὶ τοῦ αἰδέσιμόν με ποίει καὶ τιμῆς ἄξιον. | |||
O 13163e | B | ἢ οὕτως· αἰδεστικούς τε καὶ αἰδεσίμους αὐτοὺς ποίει ἐπιμελῶς προαρξάμενος. | ||
DQ | Τέλος Ξενοφῶντος. | 387 in vol. 1 | ||
O 14metr(t) | Scholia in Olympionicarum carmen XIV | |||
1 | CDEQ | Ἀσωπίχῳ Ὀρχομενίῳ σταδιεῖ παιδὶ Κλεοδάμου νικήσαντι τὴν οϛʹ Ὀλυμπιάδα. sch. inscr. B | ||
BDEQ | Τὸ τεσσαρεσκαιδέκατον εἶδος μονοστροφικόν ἐστιν ἐκ ιηʹ κώλων καὶ ιζʹ. τὸ αʹ Σαπφικὸν ἐννεασύλλαβον. τὸ βʹ | |||
5 | Φαλαίκιον. τὸ γʹ ἐκ χοριάμβου 〈καὶ διιάμβου〉 καὶ ἰωνι‐ κοῦ ἀπ’ ἐλάσσονος τρίμετρον ἀκατάληκτον. τὸ δʹ Φερε‐ κράτειον ἀτελές. τὸ εʹ ἐπιωνικὸν ἀπ’ ἐλάσσονος τρίμετρον καταληκτικόν. τὸ ϛʹ δακτυλικὴ διποδία ἑξασύλλαβος. τὸ ζʹ ἐκ παιώνων δύο καὶ ἀντισπαστικοῦ πενθημιμεροῦς. | |||
10 | τὸ ηʹ τροχαϊκὸν ἑφθημιμερές. τὸ θʹ ἐκ δακτυλικῆς δι‐ ποδίας καὶ τροχαϊκοῦ [καὶ ἰαμβικῆς βάσεως] πενθημιμεροῦς. τὸ ιʹ ἐξ ἀντισπάστου πεντασήμου καὶ τροχαϊκῆς κατακλεῖδος. τὸ ιαʹ ἰωνικὸν ἀπὸ μείζονος ἑφθημιμερές. τὸ ιβʹ δακ‐ τυλικὸν πενθημιμερές. τὸ ιγʹ τροχαϊκὸν δίμετρον ἀκατά‐ | |||
15 | ληκτον. τὰ ιδʹ ἐξ ἰωνικῆς βάσεως ἀπ’ ἐλάττονος καὶ τρο‐ χαϊκοῦ πενθημιμεροῦς. τὸ ιεʹ ἰωνικὸν ἀπ’ ἐλάττονος ἑφ‐ | |||
θημιμερές. τὸ ιϛʹ ἐξ ἰωνικῆς βάσεως ἀπ’ ἐλάσσονος καὶ ἰαμβικοῦ ἡμιολίου ἀτάκτου. τὸ ιζʹ ἐκ χοριάμβου καὶ ἰαμ‐ βικοῦ πενθημιμεροῦς. τὸ ιηʹ ἰαμβικὸν ἑφθημιμερές. | 388 in vol. 1 | |||
20 | τὰ λοιπὰ ἑπτακαίδεκα οὕτως· τὸ αʹ Φαλαίκιον τὸ βʹ ἐκ χοριάμβου καὶ ἰαμβικοῦ ἑφθημιμεροῦς. τὸ γʹ Ἀλκμαι‐ ώνειον δεκασύλλαβον. τὸ δʹ ἀντισπαστικὸν δίμετρον ὑπερ‐ κατάληκτον. τὸ εʹ ἐκ χοριάμβου καὶ ἰαμβικῆς βάσεως. τὸ ϛʹ χοριαμβικὸν ἑφθημιμερές. τὸ ζʹ ἐξ ἀντισπάστου καὶ | |||
25 | τροχαϊκῆς κατακλεῖδος. τὸ ηʹ ἐκ χοριαμβικοῦ εἰς ἀντι‐ σπαστικόν. τὸ θʹ ἐξ ἰωνικῆς βάσεως καὶ τοῦ πεντασήμου καὶ χοριαμβικοῦ καὶ ἰωνικοῦ ἀπὸ μείζονος. τὸ ιʹ Ἀσκλη‐ πιάδειον. τὸ ιαʹ δακτυλικὴ τριποδία. τὸ ιβʹ ἰαμβικὸν ἑφθημιμερές. τὸ ιγʹ ἐξ ἀντισπάστου καὶ ἰαμβικοῦ ἑφθημι‐ | |||
30 | μεροῦς. τὸ ιδʹ Γλυκώνειον. τὸ ιεʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ιϛʹ ἐκ χοριάμβου καὶ ἰαμβικοῦ ἑφθημι‐ μεροῦς. τὸ ιζʹ ἰαμβικὸν πενθημιμερές. 1BQ | |||
O 14inscr a | BEQ | Ἀσωπίχῳ Ὀρχομενίῳ σταδιεῖ παιδὶ Κλεοδάμου νικῶντι τὴν οϛʹ Ὀλυμπιάδα στάδιον. Κηφισὸς δὲ ποταμὸς ἐν Ὀρχομενῷ, ἔνθα καὶ αἱ Χάριτες τιμῶνται. | ||
O 14inscr b | C | γέγραπ‐ | ||
ται ὁ ὕμνος Ἀσωπίχῳ τῷ ἀπὸ τῆς Ὀρχομενοῦ, ὃς ἐνίκησεν οϛʹ Ὀλυμπιάδα στάδιον. ταῖς Χάρισι δὲ προσφωνεῖ ὁ ποιη‐ τὴς ταῖς τιμωμέναις κατὰ τὴν Ὀρχομενόν. ὁ δὲ Κηφισσὸς | 389 in vol. 1 | |||
5 | τῆς Ὀρχομενοῦ ἐστι ποταμὸς, ἔνθα καὶ αἱ Χάριτες τιμῶν‐ ται. | |||
O 14inscr c | BCEQ | ταύταις δὲ Ἐτέοκλος ὁ Κηφισοῦ τοῦ ποταμοῦ πρῶτος ἔθυσεν, ὥς φησιν Ἡσίοδος (fr. 66). διὰ δὲ τοῦ Ὀρχομενοῦ ὁ Κηφισὸς ῥεῖ. δύο δὲ Ὀρχομενοὶ, ὁ μὲν Μι‐ νύειος ὁ ἐν Βοιωτίᾳ, ὁ δὲ πολύμηλος ὁ ἐν Ἀρκαδίᾳ. τοῦ | ||
5 | δὲ Μινυείου νῦν μέμνηται. metr. B. 2Q | |||
O 141a | BCDEQ | Καφισίων ὑδάτων λαχοῖσαι: ἐπειδὴ χαριέντως ἀπέβη τοῦ ἀγῶνος τὸ ἐπιχείρημα, προσφωνεῖ ταῖς Χάρισι | ||
BDEQ | τιμωμέναις κατὰ τὸν Βοιωτικὸν Ὀρχομενόν· αἷς λέγεται πρῶτος Ἐτέοκλος τεθυκέναι ὁ Κηφισοῦ παῖς. ὁ δὲ Κηφι‐ | |||
5 | σὸς τῆς Ὀρχομενοῦ ποταμός. | |||
O 141b | BCDEQ | ὁ δὲ νοῦς· ὦ ἀοίδιμοι βασίλειαι Χάριτες, αἳ τὰ τοῦ Κηφισοῦ ὕδατα ἐκληρώθητε | ||
BDEQ | καὶ κατοικεῖτε τὴν εὔγειον Ὀρχομενὸν, τυγχάνουσαι καὶ τοῦ τῶν Μινυῶν γένους ἐπίσκοποι, ἐπακούσατέ μου νῦν εὐχο‐ | |||
5 | μένου. inscr. Q | |||
O 142 | BCEQ | αἵτε ναίετε καλλίπωλον ἕδραν: ἱππικοὶ λέγονται οἱ Ὀρχομένιοι. Ἐργῖνος γὰρ ἵππῳ νικήσας Θηβαίους φό‐ ρου ὑποτελεῖς ἔσχεν, ἄχρις οὗ Ἡρακλῆς αὐτοὺς ἠλευθέρωσεν. | ||
O 145a | BCDEQ | παλαιγόνων Μινυᾶν: τὸ τῶν Μινυῶν γένος | ||
ἀρχαῖον ἀπὸ Μινυοῦ τοῦ Θεσσαλοῦ, Ποσειδῶνος υἱοῦ καὶ τοῦ γένους τῶν Ἀργοναυτῶν. | 390 in vol. 1 | |||
O 145b | πλησιόχωροι καὶ γείτονες οὗτοι οἱ Μινυΐδαι Ὀρχομενίων. | |||
O 145c | EFQ | ἀπὸ Μινύου. Μινύας δὲ ἐκ Καλλιρρόης τῆς Ὠκεανοῦ καὶ Ποσειδῶνος. | ||
O 145d | BCEQ | ὁ δὲ Μινύας πρῶτος ἦρξεν Ὀρχομενοῦ. | ||
O 147a | BCDEQ | σὺν γὰρ ὑμῖν τὰ τερπνά: μεθ’ ὑμῶν γὰρ, ὦ Χάριτες, τὰ ἐπιτερπῆ καὶ ἡδέα γίνεται καὶ συμβαίνει τοῖς | ||
BDEQ | ἀνδράσι. καὶ εἴτε σοφὸς, ὡς Ὅμηρος, δι’ ὑμᾶς· οἱ γὰρ ἐπιχαρεῖς λόγοι δι’ ὑμᾶς πᾶσι μόνιμοι διὰ παντός. | |||
O 148a | BCDEQ | εἴ τις ἀγλαός: ἀνδρεῖος νῦν· αἱ γὰρ τρεῖς ἀρε‐ ταὶ δι’ ὑμᾶς, ἡ σοφία, τὸ κάλλος, ἡ ἀνδρεία. | ||
O 148b | C | αὗται δὲ αἱ Χάριτες τιμῶνται παρὰ τῷ ναῷ τοῦ Ἀπόλλωνος. | ||
O 1412a | BCDEQ | κοιρανέοντι χορούς: ἤτοι ὑπὸ τὴν ἐξουσίαν ἔχουσι τοὺς χορούς· ἢ βασιλεύουσι τῶν χορῶν, ἵνα πτῶσις ἀντὶ πτώσεως ᾖ, αἰτιατικὴ ἀντὶ γενικῆς. | ||
O 1412b | BC | τὸ δὲ οὔτε δαῖτας, ἀντὶ τοῦ οὔτε τῶν εὐωχιῶν καὶ θυσιῶν. | ||
O 1412c | BCE | ἀλλὰ καὶ τῶν ἐν οὐρανῷ πάντων προστατοῦσι καὶ κρατοῦσιν αἱ Χάριτες. | ||
O 1412d | CN | τὸ δὲ γίνεται ἀντὶ τοῦ ἀνύεται. | ||
O 1416a | BCDEQ | χρυσότοξον θέμεναι παρὰ Πύθιον Ἀπόλ‐ λωνα: παρὰ τῷ Ἀπόλλωνί φησι καθέζεσθαι τὰς Χάριτας | ||
διὰ τὴν πρὸς αὐτὸν οἰκειότητα. ἐν γοῦν Δελφοῖς ἐπὶ τῆς δεξιᾶς εἰσιν ἱδρυμέναι τοῦ Ἀπόλλωνος. | 391 in vol. 1 | |||
O 1416b | C | σέβουσι δὲ τὴν τοῦ Διὸς τιμὴν τὴν αἰώνιον. | ||
O 1416c | BDEQ | πλησίον γὰρ τοῦ χρυσο‐ τόξου Ἀπόλλωνος ἀποθέμεναι τοὺς ἑαυτῶν θρόνους καὶ ἐγγὺς αὐτοῦ ἱδρυμέναι ἀένναον καὶ ἀθάνατον οὖσαν τὴν τοῦ πα‐ τρὸς αὐτῶν τιμὴν Διὸς σέβουσιν. | ||
O 1416d | BE | ἀένναον κυρίως μὲν τὸ ἀεὶ ἐν τῷ ῥεῖν καὶ νάειν ὄν· νῦν δὲ τὸ αἰώνιόν φησιν. | ||
O 1416e | BCDEQ | ἀντὶ τοῦ ἀνελλιπῶς καὶ αἰωνίως παρὰ τῷ Διὶ τιμῶν‐ ται τῷ ἐν οὐρανῷ ὄντι. | ||
O 1419a | B(C)DEQ | πότνια Ἀγλαΐα: ἀπὸ τοῦ περὶ αὐτῶν λόγου μετῆλθεν ἐπὶ τὸν πρὸς αὐτάς. | ||
O 1419b | ὦ σεμνὴ καὶ τιμία Ἀγλαΐα, καὶ Εὐφροσύνη ἡ τοῖς ὕμνοις χαίρουσα, τοῦ τῶν θεῶν κρατίστου παῖδες Διός. 21aC | |||
O 1419c | BCDEQ | τὰ δὲ ὀνόματα τῶν τριῶν κατέλεξεν Ἡσίοδος (th. 906. 908)· τρεῖς δέ οἱ Εὐρυνόμη Χάριτας τέκε καλλιπαρῄους, Ἀγλαΐην τε καὶ Εὐφροσύνην Θαλίην τ’ ἐρατεινήν. | ||
O 1420a | B(C)DEQ | κρατίστου παῖδες: οὐχ ὅτι κρατίστους ἔχουσι | ||
BEQ | παῖδας, ἀλλ’ ὅτι αὐταὶ κράτισται παῖδές εἰσι· νέαι γάρ. | |||
O 1420b | αἱ κράτισται τῶν παίδων τῶν θεῶν. | |||
O 1420c | BCEQ | ἢ τῶν κρα‐ τίστων θεῶν παῖδες. 21bC | ||
O 1421a | BCEQ | ἐπήκοοι: γίνεσθε δηλονότι· τοῦτο γὰρ λείπει. 23BEQ 19cC | ||
O 1421b | BCDEQ | Θάλεια δὲ ἡ Χάρις παρὰ τὸ τεθηλέναι τὴν μνήμην τῶν εὖ πεπονθότων. | 392 in vol. 1 | |
O 1421c | DEQ | τὸ δὲ ἰδοῖσα ἔνιοί φασι πρὸς τὴν τρίτην Θαλίαν λέγεσθαι. | ||
O 1421d | BCDEQ | τὸ ἰδοῖσα κοινὸν ἐπὶ ὅλων· ἰδοῖσα ὦ Εὐφροσύνη, ἰδοῖσα ὦ Θάλεια, ἰδοῖσα ὦ Ἀγλαΐα. θεασάμεναι τοῦτον τὸν χορὸν σὺν εὐ‐ μενεῖ τύχῃ εὐκόλως χορεύοντα, ἀπὸ κοινοῦ, ἐπήκοοι γίνεσθε. | ||
O 1421e | BC | ἔνιοι δέ φασι πρὸς τὴν τρίτην Θάλειαν τοῦτο λέ‐ γεσθαι. 26bC | ||
O 1421f | BEQ | ὅτι δὲ τρεῖς εἰσι, καὶ Ἡσίοδος ἐν Θεο‐ γονίᾳ (l. l.) λέγει. 26BEQ | ||
O 1423a | BEQ | 〈ἐπ’ εὐμενεῖ τύχᾳ:〉 ἐπ’ εὐδαιμονίᾳ καὶ εὐ‐ μοιρίᾳ. 21bBEQ | ||
O 1423b | C | τὸ κοῦφα βιβῶντα ἀντὶ τοῦ εὐκόλως προβαί‐ νοντα. | ||
O 1423c | ἐν Λυδῷ τρόπῳ καὶ ῥυθμῷ καὶ μουσικῇ. 27bC | |||
O 1426a | BEQ | ἐν μελέταις τε ἀείδων: ἐπιμελείαις· ἔνθεν καὶ ἡ μέλισσα τὸ ζῷον, ὂν ἐπιμελέστατον. | ||
O 1426b | BCE | ἦλθον οὖν, φη‐ σιν, ὑμνήσων τὸν Ἀσώπιχον ἐμμελῶς καὶ ἡδέως. 23bC | ||
O 1427a | Bgl | (ἔμολον:) ὅρα τὸ μέτρον. | ||
O 1427b | DEQ | Ὀλυμπιόνικος ἁ Μινυεία: Ὀρχομενὸς γὰρ Μι‐ νύειος πόλις. | ||
O 1427c | BCDEQ | ὁ δὲ Ἀρίσταρχος· ἰδίως, φησὶ, προτάξας τὰ ὀνόματα τῶν Χαρίτων ἑνικῶς ἐφώνησε· σεῦ ἕκατι, ὦ Χάρι. προσφωνοῦσί τε οἱ ποιηταὶ τοὺς χοροὺς τοὺς ἐκ πλή‐ θους συνεστῶτας ἑνικῶς. βεβιασμένον οὖν νυνὶ προτάξαντα | ||
5 | τὰ ὀνόματα λέγειν ἕκατί σου ἑνικῶς. | |||
O 1427d | BDEQ | ἢ ὅτι πρὸς αὐ‐ τὸν λέγει τὸν νικηφόρον. | 393 in vol. 1 | |
O 1427e | ὁ δὲ νοῦς· διότι τούτου δρα‐ μόντος ἔδοξεν Ὀλυμπιόνικος ἀναγορεύεσθαι ἡ τῶν Μινυῶν πόλις σοῦ ἕνεκεν. τὸ δὲ σοῦ ὡς πρὸς ἑκάστην ἰδίᾳ. καὶ τοῦτο οὖν κοινὸν ὅλων. 28cQ | |||
O 1427f | BEQ | σοῦ ἕκατι, ὦ νικηφόρε. | ||
O 1427g | ἢ πρὸς μίαν τῶν Χαρίτων ἀπὸ τοῦ πλήθους μετ‐ έβη. Subscr. Q | |||
O 1427h | C | οἱ δὲ τὸ ἕκατι σοῦ ὡς πρὸς μίαν ἑκά‐ στην ἰδίᾳ. ἢ πρὸς αὐτὸν τὸν νικηφόρον· ὅτι σοῦ ἕνεκεν, Ἀσώπιχε, ἔνδοξός ἐστιν ἡ Μινυείη ἥ τε Ὀρχομενὸς ὡς νική‐ σαντος. | ||
O 1428a | B(C)EQ | μελαντειχέα νῦν δόμον Φερσεφόνας ἐλθὲ Ἀχοῖ: παραγενοῦ πρὸς τὸν σκοτεινὸν οἶκον, ὦ Φήμη καὶ Ἠχὼ, διηγησομένη καὶ ἀγγελοῦσα τὴν καλλίστην ἀγγελίαν τῷ πατρὶ Ἀσωπίχου Κλεοδάμῳ. | ||
O 1428b | EQ | οἰκείως τὸν δόμον τῆς Περσεφόνης μελαντειχέα εἶπεν. 27fQ | ||
O 1428c | DEQ | μελαντειχέα δόμον ἐλθὲ Ἀχοῖ: ἐλθὲ νῦν, Ἠχὼ, εἰς τὸν τῆς Περσεφόνης δόμον, ἵνα τὸν Κλεόδαμον | ||
B(C)DEQ | ἰδοῦσα περὶ τοῦ υἱοῦ αὐτοῦ εἴπῃς ὅτι ὁ υἱὸς αὐτοῦ ἐστεφάνωσε τὴν χαίτην, τουτέστιν, ἵν’ εἴπῃς αὐτῷ τὸν υἱὸν | |||
5 | αὐτοῦ νενικηκέναι καὶ νεώτερον ἐόντα. | |||
O 1428d | ἐν τῇ ἐνδο‐ ξοτάτῃ Ὀλυμπίᾳ ἐστέφθαι τοῖς τῆς ἀθλήσεως στέμμασι τὰς κόμας τὰς νεωτέρας αὐτοῦ. ἀπὸ μέρους δὲ τὸ τῆς ἡλικίας νέον λέγει. 28aQ | |||
O 1433 | E | κόλποις παρ’ εὐδόξοιο Πίσας: ἐν Ὀλυμπίᾳ. | 394 in vol. 1 | |
O 1435a | CE | πτεροῖσι: τοὺς στεφάνους λέγει· ἐπειδὴ ἐπαί‐ ρει τοὺς νικῶντας ὁ στέφανος. | ||
O 1435b | C | ἢ παρόσον ὁ στε‐ φανούμενος γάνυται καὶ οἷον ὑπόπτερος καὶ μετάρσιος γί‐ νεται. | ||
DGQ | Πινδάρου τέλος Ὀλυμπιονίκων. | |||
5 | B | Πινδάρου ἐπινίκιοι Ὀλυμπιονικῶν. | 395 in vol. 1 | |
P hypt | DG | Ἀρχὴ Πυθίων. | ||
DEFG | Ὑπόθεσις Πυθίων. | |||
P hypa | BDEFGQ | Ὁ τῶν Πυθίων ἀγὼν ἐτέθη μὲν πρότερος τῶν Ἰσθ‐ μίων πολλοῖς ἔτεσιν, ἡ δὲ αἰτία τοιαύτη μυθολογεῖται περὶ αὐτῶν. Λητὼ γὰρ ἡ Κοίου τοῦ Οὐρανοῦ καὶ Γῆς, καὶ Φοί‐ βης τῆς Κρόνου, ᾗ Ζεὺς ἐμίγη ὄρτυγι εἰκασθείς, ἔγκυος γε‐ | ||
5 | νομένη ὤδινεν ἐπὶ τοῦ Ζωστῆρος τῆς Ἀττικῆς· τίκτει τε Ἄρ‐ τεμιν καὶ Φοῖβον ἐν Δήλῳ τῇ πρότερον Ὀρτυγίᾳ καλουμένῃ. καὶ Ἄρτεμις αὐξηθεῖσα ἦλθεν εἰς Κρήτην, καὶ τὸ Δικτύνιον ὄρος κατέσχεν· Ἀπόλλων δὲ ἐν Λυκίᾳ· τῇ δὲ μητρὶ τὴν Δῆ‐ λον ἀπένειμαν. ἔρχεται τοίνυν εἰς Δελφοὺς Ἀπόλλων, Πύ‐ | |||
10 | θωνι τὰς βοῦς νέμων. Ἑρμῆς δὲ χέλυν εὑρὼν τετράχορδον λίνα ἀντὶ χορδῶν ἐνημμένην, ἐπειδὴ οὔπω τῶν νεύρων ἡ χρῆσις εὕρητο, καὶ ἁλοὺς τὰς Ἀπόλλωνος βοῦς κλέπτων, ἀντὶ τῆς κλοπῆς τὴν χέλυν δίδωσι τῷ Ἀπόλλωνι, λαβὼν παρ’ αὐ‐ τοῦ τὸ κηρύκειον. ἑπτάφθογγον δὲ αὐτὴν ἐποίησεν, ἁρμο‐ | |||
15 | σάμενος πρὸς τὴν τοῦ Πανὸς σύριγγα, οὐ τοῦ Ἑρμοῦ καὶ | |||
Πηνελόπης, ἀλλὰ τοῦ Διὸς καὶ Θύβρεως· ἢ τάχα ἑπτὰ φθόγ‐ γοις αὐτὴν ἐκέρασε διὰ τὸ αὐτὸν ἑπταμηνιαῖον γεγενῆσθαι. δοκεῖ δὲ οὗτος τὰ λίνα ἐξελὼν τοῖς νεύροις ἐντεῖναι τὴν λύ‐ ραν· ὅθεν καὶ λέγεται Λίνον ᾑρηκέναι. ἔμαθε δὲ καὶ τὴν | 1 in vol. 2 | |||
20 | μαντικὴν τέχνην ὑπὸ τοῦ Πανός· οὗτος γὰρ τοῖς Ἀρκάσι θε‐ μιστεύει πᾶσιν ἐπιμελῶς. εἶτα ἔρχεται ἐπὶ τὸ μαντεῖον, ἐν ᾧ πρώτη Νὺξ ἐχρησμῴδησεν, εἶτα Θέμις. Πύθωνος δὲ τότε κυριεύσαντος τοῦ προφητικοῦ τρίποδος, ἐν ᾧ πρῶτος Διό‐ νυσος ἐθεμίστευσε, .... καὶ ἀποκτείνας τὸν ὄφιν τὸν Πύ‐ | |||
25 | θωνα ἀγωνίζεται τὸν Πυθικὸν ἀγῶνα κατὰ ἑβδόμην ἡμέραν· πεῖρον μέν, ὅτι ἀπεπειράθη τῆς μάχης τῆς πρὸς τὸ θηρίον· ἴαμβον δὲ διὰ τὴν λοιδορίαν τὴν γενομένην αὐτῷ πρὸ τῆς μάχης· λέγεται γὰρ ἰαμβίζειν τὸ λοιδορεῖν· δάκτυλον δὲ ἀπὸ Διονύσου, ὅτι πρῶτος οὗτος δοκεῖ ἀπὸ τοῦ τρίποδος θεμι‐ | |||
30 | στεῦσαι· Κρητικὸν δὲ ἀπὸ Διός· μητρῷον δέ, ὅτι Γῆς τὸ μαντεῖόν ἐστι· σύριγμα δὲ διὰ τὸν τοῦ ὄφεως συριγμόν. οὕτω μὲν οὖν κατέστη πρῶτον ὁ τῶν Πυθίων ἀγών. μετὰ δὲ ταῦτα Κρίσης κτισθείσης ἐπὶ τῶν στενῶν τῆς ἐπὶ τοὺς Δελφοὺς ἀγούσης ὁδοῦ, καὶ πολλὰ τῶν Κρισαίων ἐργαζομένων ἐπὶ | |||
35 | τοὺς Ἕλληνας καὶ ἀποσυλούντων τοὺς ἐπὶ τὸ χρηστήριον | |||
DEFGQ | βαδίζοντας, οἱ Ἀμφικτύονες ἑλόντες τὴν Κρῖσαν μετὰ τῶν ἄλλων συμμάχων καὶ κύριοι αὐτῶν γενόμενοι διέθηκαν ἕτε‐ ρον ἀγῶνα, ἐν ᾧ καὶ αὐληταὶ ἠγωνίσαντο. οἱ δὲ τὸν γυμ‐ | |||
νικὸν ἀγῶνα νικήσαντές εἰσιν οἵδε, ὅτε Ἀπόλλων ἔθηκε Πύ‐ | 2 in vol. 2 | |||
40 | θια, ἐν τῷ τοῦ Πύθωνος ἀγῶνι· Κάστωρ στάδιον, πὺξ Πολυ‐ δεύκης, δολιχὸν Κάλαϊς, ὁπλίτην Ζήτης, δίσκον Πηλεύς, πάλην Τελαμών, παγκράτιον Ἡρακλῆς· οὓς τῷ φυτῷ τῆς δάφνης ἐστεφάνωσεν. | |||
P hypb | EFGQ | ἄλλως· ἡ ὑπόθεσις τῶν Πυθίων. Εὐρύλοχος ὁ Θεσσαλὸς καταπολεμήσας Κιρραίους ἀνεκτήσατο τὸν ἀγῶνα τοῦ θεοῦ· οἱ δὲ Κιρραῖοι λῃστρικῇ ἐφόδῳ χρώμενοι ἐφόνευον τοὺς παραβάλλοντας εἰς τὰ τοῦ θεοῦ. περιεγένετο δὲ αὐτῶν | ||
5 | ἐπὶ ἄρχοντος Ἀθήνησι μὲν Σιμωνίδου, Δελφοῖς δὲ Γυλίδα. οἱ μὲν οὖν Κιρραῖοι εἰς τὴν παρακειμένην τῷ Παρνασῷ Κίρφιν ὄρος ἀπέφυγον, ὅσοι δὴ καὶ περιλειφθέντες ἐτύγχα‐ νον. καταλιπὼν δὲ ὁ Εὐρύλοχος ἐνίους τῶν Θεσσαλῶν μετὰ Ἱππία τοῦ στρατηγοῦ. ὥστε τοὺς ὑπολοίπους χειρώσασθαι, | |||
10 | ᾤχετο ἀνακτησόμενος τὸν ἀγῶνα, καὶ δὴ τοῦτον χρηματίτην μόνον ἔθετο. μετὰ δὲ χρόνον ἑξαετῆ καταγωνισαμένων τῶν μετὰ τοῦ Ἱππία τοὺς ὑπολελειμμένους τῶν Κιρραίων, ἐπὶ μὲν Ἀθήνησιν ἄρχοντος Δαμασίου, ἐν δὲ Δελφοῖς Διοδώρου, ὕστερον καὶ στεφανίτην ἔθεντο κατορθώσαντες. τὸν δὲ Εὐ‐ | |||
15 | ρύλοχον νέον ἐκάλουν Ἀχιλλέα, ὡς Εὐφορίων ἱστορεῖ (fr. 53 Mein.)· ὁπλοτέρου τ’ Ἀχιλῆος ἀκούομεν Εὐρυλόχοιο, Δελφίδες ᾧ ὕπο καλὸν Ἰήϊον ἀντιβόησαν | |||
〈Κρῖσαν〉 πορθήσαντι, Λυκωρέος οἰκία Φοίβου. | 3 in vol. 2 | |||
20 | μόνων δὲ κιθαρῳδῶν ἀγωνιζομένων τοπαλαιὸν ἐποίησεν ὁ Εὐρύλοχος καὶ τὰ ἕτερα ὑπάρχειν ἀγωνίσματα. | |||
P hypc | DEFGQ | ἄλλως· τὰ Πύθια ἐτέθη, ὡς μέν τινες ἐπὶ τῷ δρά‐ κοντι, ὃν φύλακα ὄντα τοῦ ἐν Δελφοῖς μαντείου ὁ Ἀπόλλων ἔκτεινεν· ἐκλήθη δὲ ὁ ἀγὼν ἀπὸ τοῦ τόπου· τῷ δὲ τόπῳ ἦν τὸ ὄνομα Πυθὼ ἤτοι ἀπὸ τοῦ τοὺς φοιτῶντας ἐπὶ τὸ μαν‐ | ||
5 | τεῖον τοῦ θεοῦ πυνθάνεσθαι ἢ διὰ τὸ σαπῆναι τὸ θηρίον αὐτόθι ἀναιρεθέν. πύθεσθαι γάρ ἐστι τὸ σήπεσθαι, ὡς παρ’ Ὁμήρῳ (α 161)· λεύκ’ ὀστέα πύθεται ὄμβρῳ. καθαρθεὶς δὲ Ἀπόλλων τὸν τῆς δρακοντοκτονίας φόνον ἐν Κρήτῃ παρὰ Χρυ‐ σοθέμιδι ἐκεῖθεν ἦλθεν εἰς τὰ Θεσσαλικὰ τέμπη, ἔνθεν μετε‐ | |||
10 | κομίσατο τὴν δάφνην. μέχρι δὲ πολλοῦ ἡ εἰς τοὺς τῶν νι‐ κώντων στεφάνους χωροῦσα δάφνη ἐντεῦθεν ἐκομίζετο ὑπὸ παιδὸς ἀμφιθαλοῦς. ἐτελεῖτο δὲ ὁ ἀγὼν καταρχὰς μὲν διὰ ἐν‐ ναετηρίδος, [ἔκτισαν δὲ τὸν ἀγῶνα οἱ Ἀμφικτύονες Εὐρυλόχου τοῦ Θεσσαλοῦ θέντος αὐτόν,] μετέστη δὲ εἰς πενταετηρίδα .... | |||
15 | διὰ τὸ τὰς Παρνασίδας νύμφας Ἀπόλλωνι κτείναντι τὸ θηρίον τὰς ἐν ταῖς χερσὶν ὀπώρας προσενεγκεῖν δῶρα. | |||
P hypd | DEFGQ | ἄλλως· τὸν Πυθικὸν ἀγῶνα διέθηκεν Εὐρύλοχος ὁ Θεσσαλὸς σὺν τοῖς Ἀμφικτύοσι τοὺς Κιρραίους καταπολεμήσας ὠμούς τινας ὄντας καὶ βιαζομένους τοὺς περιοίκους, ἐπὶ ἄρ‐ χοντος Δελφοῖς μὲν Γυλίδα, Ἀθήνησι δὲ Σίμωνος. καὶ νική‐ | ||
5 | σας ἔθετο χρηματικὸν ἀγῶνα· χρήμασι γὰρ μόνοις τοὺς νική‐ σαντας ἐτίμων, οὔπω στεφάνου ὄντος. ἔθετο δὲ ἀγῶνα κι‐ θαρῳδικὸν ὥσπερ καὶ πρότερον, προσέθηκε δὲ αὐλητὴν καὶ αὐλῳδόν· καὶ τοῦ τῶν Ἀμφικτυόνων στρατεύματος ἀναχωρή‐ | |||
σαντος ὀλίγοι περιελείφθησαν, ὥστε τὴν Κίρφιν διαπορθῆσαι· | 4 in vol. 2 | |||
10 | ἡγεῖτο δὲ τῶν περιλειφθέντων Ἱππίας ὁ Θεσσαλός. καὶ ἔτει ἕκτῳ μετὰ τὴν τῆς Κίρρας ἅλωσιν ἀνεκήρυξαν τῷ θεῷ τὸν στεφανίτην, ἐπὶ Διοδώρου μὲν ἄρχοντος Δελφοῖς, Ἀθήνησι δὲ Δαμάσιδος. ἀντίκειται δὲ ἐκ μεσημβρίας τῷ ὄρει τοῦ Παρ‐ νασοῦ Κιρραῖον πεδίον καὶ ὄρος, ὃ Κίρφιν καλοῦσιν, ἐν ᾧ | |||
15 | μέσος ὁ Πλεῖστος φέρεται ποταμός. καὶ ὅτι Εὐρύλοχος ὁ Θεσσαλὸς τοὺς Κιρραίους ἐπόρθησε, μαρτυρεῖ καὶ Εὐφορίων· ὁπλοτέρου τ’ Ἀχιλῆος ἀκούομεν Εὐρυλόχοιο. | |||
P 1metr(t) | Scholia in Pythionicarum carmen I | |||
1 | DEG | Ἱέρωνι Αἰτναίῳ ἢ Συρακουσίῳ ἅρματι Πύθια. | ||
EFGQ | Ἱέρωνος γένος. Ἱέρων ἄνωθεν Συρακούσιός ἐστι, τὴν δὲ Κατάνην ἀνακτίσας ὁμωνύμως τῷ παρακειμένῳ ὄρει Αἴτναν προσηγόρευσε, καὶ Αἰτναῖον ἑαυτὸν κατὰ τοὺς ἀγῶνας νικῶν | |||
5 | ἀνεκήρυξεν. ἐνίκησε δὲ ὁ Ἱέρων τὴν μὲν κϛʹ Πυθιάδα καὶ τὴν ἑξῆς κέλητι, τὴν δὲ κθʹ ἅρματι, εἰς ἣν ὁ ὑποκείμενος ἐπίνικος τέτακται. ἔσχε δὲ ὁ Ἱέρων τὴν τῶν Συρακουσίων ἀρ‐ χὴν μετὰ τὴν Γέλωνος τοῦ ἀδελφοῦ τελευτὴν τῇ οεʹ Ὀλυμ‐ πιάδι. στέφονται δὲ δάφνῃ οἱ νικῶντες. | |||
10 | DEFGQ | Ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐστὶ ιβʹ. τὸ αʹ σύγκει‐ ται ἐκ διμοίρου τροχαίου καταληκτικοῦ. τὸ βʹ πενθημιμερὲς | ||
δακτυλικόν, ὅμοιον τῷ μῆνιν ἄειδε θεά. τὸ γʹ ὀκτασύλλαβον Σαπφικόν, ᾧ τὸ πρῶτον ὅλον Σαπφοῦς γεγραμμένον. ἔστι δὲ δίμετρον [τροχαϊκὸν] ἀκατάληκτον ἐπιχοριαμβικόν. τὸ δʹ | 5 in vol. 2 | |||
15 | Πινδαρικὸν ἐκ Σαπφικοῦ· σύγκειται δὲ ἐκ τροχαϊκῆς συζυ‐ γίας καὶ χοριάμβου καὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος καὶ συλλαβῆς. τὸ εʹ ἀντισπαστικὸν 〈δίμετρον〉 ὑπερκατάληκτον, τοῦ πρώτου ποδὸς τῆς πρώτης συζυγίας διαφερούσης. τὸ ϛʹ σύνθετον ἐκ τοῦ λεγομένου προσοδιακοῦ καὶ ἰαμβικῆς συζυγίας. τὸ ζʹ κατὰ | |||
20 | τὸ Πινδαρικὸν ἐκ Σαπφικοῦ, διαφέρον τοῦ τετάρτου, ὅτι ἐκεῖνο μὲν ὑπερκατάληκτον, τοῦτο δὲ καταληκτικόν. τὸ ηʹ τρο‐ χαϊκὸν τρίμετρον καταληκτικόν. τὸ θʹ πενθημιμερὲς δακτυ‐ λικόν, ὅμοιον τῷ μῆνιν ἄειδε θεά. τὸ ιʹ ὅμοιον τῷ ζʹ. τὸ ιαʹ προσοδιακὸν παρὰ τὴν ἰαμβικὴν συζυγίαν. τὸ ιβʹ τρο‐ | |||
25 | χαϊκὴ διποδία, ὅ ἐστι μονόμετρον. ἡ δὲ ἐπῳδὸς κώλων ιεʹ. τὸ αʹ δακτυλικὸν τρίμετρον κατα‐ ληκτικόν. τὸ βʹ τροχαϊκὸν δίμετρον καταληκτικὸν Εὐριπίδειον. τὸ γʹ προσοδιακὸν δίμετρον ἀκατάληκτον, τῆς τελευταίας ἀδια‐ φόρου οὔσης. τὸ δʹ κατὰ τὸ Πινδαρικὸν ἐκ Σαπφικοῦ, δια‐ | |||
30 | φέρον τοῦ τετάρτου, ὅτι ἐκεῖνο μὲν ὑπερκατάληκτον, τοῦτο δὲ καταληκτικόν, ὅμοιον τῷ ζʹ καὶ τῷ ιʹ τῆς στροφῆς. τὸ εʹ δί‐ | |||
μετρον τροχαϊκὸν ἀκατάληκτον, ὅμοιον τῷ αʹ τῆς στροφῆς. τὸ ϛʹ δίμετρον ἰωνικὸν καταληκτικόν. τὸ ζʹ προσοδιακόν, ὅμοιον τῷ ϛʹ τῆς στροφῆς. τὸ ηʹ ὅμοιον τῷ γʹ τῆς στροφῆς. | 6 in vol. 2 | |||
35 | τὸ θʹ ἰωνικὸν δίμετρον ἀπ’ ἐλάσσονος καταληκτικόν. τὸ ιʹ ὅμοιον τῷ δʹ τῆς στροφῆς, ἐκείνου ὑπερκαταλήκτου ὄντος. τὸ ιαʹ δίμετρον τροχαϊκὸν ἀκατάληκτον, ὅμοιον τῷ αʹ τῆς στροφῆς. τὸ ιβʹ ὁμοίως. τὸ ιγʹ πενθημιμερὲς δακτυλικόν, ὅμοιον τῷ μῆνιν ἄειδε θεά. τὸ ιδʹ προσοδιακόν· ἐξ ἰωνικοῦ | |||
40 | ἀπ’ ἐλάσσονος σύγκειται καὶ χοριάμβου. τὸ ιεʹ δίμετρον τρο‐ χαϊκὸν ἀκατάληκτον, ὅμοιον τῷ αʹ τῆς στροφῆς. 1aDEFGQ | |||
P 1inscr a | DEFGQ | Γέγραπται μὲν ὁ ἐπίνικος Ἱέρωνι, λέγεται δὲ ὁ Πίνδαρος οὕτως ἐπιβεβλῆσθαι κατὰ Ἀρτέμωνα τὸν ἱστο‐ ρικόν (FHG IV p. 341), ὅτι δὴ αὐτῷ ὁ Ἱέρων χρυσῆν ὑπέσχετο κιθάραν. τὰ δὲ τοιαῦτα περιεργίας πεπλήρωται. οἰκειότατα | ||
5 | γὰρ Πυθίου ὄντος τοῦ ἀγῶνος τὸν θεὸν προστάτην ὄντα ἀνυμνεῖ. | |||
P 1inscr b | Πυθὼ δὲ λέγεται ἢ παρὰ τὸ πυνθάνεσθαι τοὺς ἀφικνουμένους, ἢ παρὰ τὸ σήπεσθαι τὸν Πυθῶνα ἐν αὐτῇ. | |||
ἐκαλεῖτο δὲ τὸ πρότερον Νάπη, εἶτα Πετρήεσσα, εἶτα Κρίσσα, εἶτα Πυθώ. Αἰτναῖος δὲ ἀνηγορεύθη, ἐπειδὴ Συρακούσιος | 7 in vol. 2 | |||
5 | ὢν ἔκτισε τὴν Αἴτνην. 1bDGQ 3aEF | |||
P 11a | DEFGQ | χρυσέα φόρμιγξ: τινὲς χρυσῆν ὑποσχέσθαι κιθάραν τὸν Ἱέρωνα τῷ Πινδάρῳ. διὸ καὶ ὁ ποιητὴς ὑπομιμνήσκων αὐτὸν τῆς ἐπαγγελίας ἀπὸ τῆς κιθάρας ἤρξατο τοῦ προοι‐ μίου. Inscr. DEFGQ | ||
P 11b | χρυσῆ δὲ κιθάρα ἀντὶ τοῦ τιμία, ὡς χρυσῆ Ἀφροδίτη (Χ 470). 4EF | |||
P 13a | DEFGQ | σύνδικον Μοισᾶν κτέανον: συνῳδόν, οἱονεὶ οὐκ ἐναντίον. ὁ δὲ Ἀπολλώνιος σύντροπον ἤκουσε· δίκη γὰρ ὁ τρόπος. ὡς καὶ Ὅμηρος (τ 43)· αὕτη τοι δίκη ἐστί. | ||
P 13b | οὐ μάτην δὲ αὐτῷ παρέρριπται τὸ Ἀπόλλωνος κτῆμα εἰπεῖν τὴν κιθάραν· ἀντὶ γὰρ τῆς τῶν βοῶν κλοπῆς παρ’ Ἑρμοῦ πρῶ‐ τος ἐκτήσατο τὸ ὄργανον. | |||
P 13c | Cglr | ἢ Ἀπόλλωνος, διὰ τὸ τὸν Ἀπόλ‐ λωνα προκατάρχειν τοῦ χοροῦ τῶν Μουσῶν. | ||
P 13d | DEFGQ | ὁ δὲ νοῦς· χρυσῆς κιθάρα, καὶ τοῦ Ἀπόλλωνος κτῆμα καὶ τῶν μελανο‐ | ||
πλοκάμων Μουσῶν συνῳδὸν καὶ σύντροπον, παρόσον ὁ μὲν Ἀπόλλων τῇ κιθάρᾳ τῶν ᾠδῶν προκαθηγεῖται τῶν Μουσῶν, | EFGQ | |||
5 | αὗται δὲ χορεύουσιν. 1bEF | |||
P 14a | DEFGQ | τᾶς ἀκούει μὲν βάσις: βάσιν ἔνιοι τὸν ῥυθμόν· πρὸς γὰρ ῥυθμὸν ἡ ἁρμονία τῶν μελῶν διατυποῦται· οἱ δὲ τὴν τῶν ποδῶν κροῦσιν· προκατάρχονται γὰρ αἱ ᾠδαὶ παρὰ τῆς κιθάρας, εἶθ’ οὕτως ἕπεται ὁ τῶν χορευτῶν ῥυθμός. | ||
P 14b | r | ἢ βάσις ὁ ῥυθμός, παρὰ τὸ βαίνειν εἰς τὸν ῥυθμὸν τοῖς κρού‐ | ||
ουσι τὴν γῆν τοῖς ποσίν. | 8 in vol. 2 | |||
P 14c | DEFGQ | ἀγλαΐας ἀρχά: ἀμφίβολον πότερον ἡ βάσις ἀγλαΐας ἀρχὴ οὖσα, ἢ σὺ ὦ κιθάρα ἀγλαΐας τυγχάνεις ἀρχή. κἀν‐ τεῦθεν δὲ ἄδηλον, ἤτοι ἀγλαΐαν τὴν κατὰ τὰς πανηγύρεις φησί, καθ’ ἣν πάντες γαννύμενοι τερπόμεθα, ἢ ἀγλαΐαν τὴν | ||
5 | διάχυσιν καὶ εὐφροσύνην. | |||
P 14d | EFGQ | ἄλλως· ἀγλαΐας ἀρχάν: τὴν ἀρχὴν καὶ τὰς προανακρούσεις. | ||
P 15a | DEFGQ | πείθονται δ’ ἀοιδοὶ σάμασιν: ἀοιδοὶ ἤτοι ἐν τῷ καθόλου, ἢ ἐπὶ τῶν Μουσῶν ὁ λόγος. ὡς γὰρ ἔφην, Ἀπόλ‐ λων μὲν προκατάρχει τῶν κρουμάτων, πρὸς δὲ τὰ κρούματα εὐρύθμως αἱ Μοῦσαι χορεύουσι. | ||
P 15b | σάμασι: σημείοις. τοῖς συνθήμασιν. | |||
P 15c | Cr | ἢ τοῖς κελεύσμασιν, ἀπὸ τοῦ σημῆναι διὰ τῆς προανακρούσεως. | ||
P 15d | DEFGQ | ὁ δὲ νοῦς· ἧς, σοῦ ὦ κιθάρα, κατακούει μὲν ἡ τῶν ποδῶν κροῦσις, τῆς εὐφροσύνης καὶ διαχύσεως ἀρχὴ οὖσα· πείθονται δὲ καὶ οἱ ἀοιδοὶ τοῖς σοῖς συνθήμασιν, ὅταν τῶν προοιμίων τῶν ἡγουμένων τῶν χορῶν | ||
5 | τὰς προαναφωνήσεις καὶ κρούσεις κατασκευάζῃς διακινουμένη. | |||
P 17a | DEFGQ | ἀμβολάς: τὰς προαναφωνήσεις. ὡς καὶ Ὅμηρος (α 155)· ἦτοι ὃ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν. | ||
P 17b | DGQ | ἐλελιζομένη δέ, ἢ διακινουμένη ἢ διακρουομένη. | ||
P 18 | DEFGQ | κεραυνὸν σβεννύεις: κατὰ τὸ ἐναντίον προήγαγεν· ἔδει γὰρ εἰπεῖν κεραυνοῦ πῦρ. τὸ δὲ τοιοῦτον σχῆμα τοῦ λόγου καὶ παρ’ Ὁμήρῳ (Δ 535)· ὁ δὲ χασσάμενος πελεμίχθη. πελεμιχθεὶς γὰρ ἀνεχώρησεν. | ||
P 19a | DGQ | ἀένναον κυρίως ἐπὶ τῶν ὑδάτων τίθεται, καταχρη‐ στικῶς δὲ ὁ Πίνδαρος νῦν ἐπὶ τοῦ κεραυνοῦ τάττει ἀντὶ τοῦ ἄσβεστον. | 9 in vol. 2 | |
P 19b | r | σκάπτῳ δὲ Δωρικῶς τῷ σκήπτρῳ. | ||
P 110a | DEFGQ | Διὸς αἰετός: πάνυ γὰρ διετύπωσεν, ὅτι δὴ ὁ ἀετὸς ἐπικαθήμενος τῷ τοῦ Διὸς σκήπτρῳ καὶ κατακηλού‐ μενος ταῖς μουσικαῖς ᾠδαῖς εἰς ὕπνον κατάγεται, ἀμφοτέρας χαλάσας τὰς πτέρυγας καὶ ταλαντευόμενος καὶ ζυγοστατού‐ | ||
5 | μενος ὥσπερ διὰ τὴν τοῦ σκήπτρου στενότητα, ὥστε αὐτῷ μὴ ἐξολισθαίνειν τῇ ᾠδῇ, ἀλλὰ ἀσφαλῆ τὴν βάσιν ὑπάρχειν. ἡ δὲ Σαπφὼ (fr. 16) ἐπὶ τοῦ ἐναντίου ἐπὶ τῶν περιστερῶν· .. ταῖσι ψυχρὸς μὲν ἔγεντο θυμός, Πὰρ δ’ ἱεῖσι τὰ πτερά .... | |||
P 110b | EFGQ | ὁ δὲ νοῦς· καὶ τὸν ἰσχυρὸν καὶ πολεμικώτατον κεραυνὸν σβεννύεις τοῦ διαπαντὸς ὄντος πυρός. ἀφυπνοῖ δὲ τῇ ἡδονῇ συσχεθεὶς ἐπὶ τοῦ σκήπτρου τοῦ Διὸς ὁ ἀετὸς τὴν ταχεῖαν ἑαυτοῦ πτέρυγα ἐξ ἀμφοτέρων τῶν μερῶν χαλάσας, ὁ τῶν | ||
5 | ὀρνέων βασιλεύς. | |||
P 113a | DEFGQ | κελαινῶπιν νεφέλαν: ἤτοι κατ’ αὐτῆς τῆς νε‐ φέλης τὸ ἐπίθετον, ἵνα σωματικώτερον ἀναπλάσῃ τὴν νεφέ‐ | ||
λην τὴν μέλανας ἔχουσαν ὀφθαλμούς, ἢ τὴν μελαίνουσαν τοὺς ὀφθαλμοὺς νεφέλην. | EFGQ | |||
P 113b | Cr | ἄλλως. κελαινῶπιν νεφέλαν τὴν ἐπίχυσιν τοῦ ὕπνου φησίν. | ||
P 113c | DEFGQ | ἄλλως· ἀντὶ τοῦ ὕπνον, παρόσον ἀφεγγής ἐστι. κατέχευας, ὦ κιθάρα, ἁπαλὸν καὶ ἡδὺ | ||
κλεῖθρον κατὰ τῶν βλεφάρων. | 10 in vol. 2 | |||
P 115a | DEFGQ | ἀγκύλῳ κρατί: τῇ ἐπικεκαμμένῃ κεφαλῇ τοῦ ἀε‐ τοῦ. οὕτω δὲ εἶπε διὰ τὸ ῥάμφος αὐτοῦ. καὶ Ὅμηρος (τ 538)· ἀγκυλοχείλης. | ||
P 115b | DGQ | τὸ δὲ κλαῖστρον ἀντὶ τοῦ κλεῖθρον. | ||
P 117a | DEFGQ | ὑγρὸν νῶτον αἰωρεῖ: ἀντὶ τοῦ εἰς ὕπνον κατα‐ φερόμενος ὑπὸ σοῦ, ὦ κιθάρα, αἰωρεῖται τὸν νῶτον ἐπὶ θά‐ τερον ῥέπων. 18aE | ||
P 117b | ἄλλως· ὑγρὸν νῶτον: τὸν εὐδιά‐ | |||
χυτον ὑπὸ τῆς ἡδονῆς. γραφικώτατα δὲ συνδιατιθέμενον τῇ ᾠδῇ καὶ θελγόμενον τὸν ἀετὸν ὑπετύπωσεν. 19aEF | EFGQ | |||
P 118a | ῥιπαῖσι: ταῖς βολαῖς. λέγει δὲ τοῖς μέλεσιν. | |||
P 118b | DEFGQ | ὁ δὲ νοῦς· ὁ δὲ ἀετὸς εἰς ὕπνον τῇ ἡδονῇ καθελκόμενος τὸν εὐδιάχυτον αὐτοῦ νῶτον ἐπαίρει, τοῖς σοῖς μέλεσι θελχθείς. 17bE | ||
P 119a | DEFGQ | βιατὰς Ἄρης: ὁ γὰρ ἰσχυρότατος Ἄρης τὴν τρα‐ χυτάτην τῶν δοράτων ἀκμὴν καταλιπών, τουτέστι τὸν πόλε‐ μον, εὐφραίνει τὴν καρδίαν τῷ τῆς κιθάρας κηλήματι. 21bE | ||
P 119b | EFGQ | κώματι τῷ κοιμήματι, τῷ θέλγματι. | ||
P 121a | EFGQ | κῆλα δέ: κατὰ συναίρεσιν τὰ κηλήματα. Ὅμηρος δὲ (Α 383) τὰ τοξικὰ βέλη· τὰ δ’ ἐπῴχετο κῆλα θεοῖο. δυνατὸν δὲ ἀκούειν καὶ νῦν τροπικώτερον βέλη τὰ θελκτικὰ τῆς μουσικῆς πάθη. 25aEF | ||
P 121b | κῆλα τὰ ὑπὸ μουσικῆς θέλ‐ γματα. | |||
P 121c | DEFGQ | ὁ δὲ νοῦς· τὰ δὲ τῆς μουσικῆς κηλήματα καὶ τῶν θεῶν θέλγει τὰς φρένας παρὰ τῇ σοφίᾳ τοῦ Ἀπόλλωνος καὶ τῶν εὐπλοκάμων Μουσῶν. 19bEF | ||
P 125a | EFGQ | ὅσσα δὲ μὴ πεφίληκε: τοῦτο εἶπεν, ἵνα ὦσιν οἱ ἀκροαταὶ ἕτοιμοι πρὸς τὴν ἀκρόασιν. | ||
P 125b | τουτέστιν ὅσα δὲ μήτε κατὰ γῆν, μήτε κατὰ τὴν ἄπειρον θάλασσαν φιλεῖ ὁ Ζεύς, ἀποστρέφεται τὴν ᾠδὴν τῶν Μουσῶν. 29bF | 11 in vol. 2 | ||
P 129a | DEFGQ | ἐν αἰνᾷ Ταρτάρῳ: πάλιν κατὰ τὸ ἴδιον ἔθος θηλυκῶς τὴν Τάρταρον προήγαγεν, ὡς καὶ τὴν Ἰσθμόν. καὶ | ||
EFGQ | τὸ Τυφώς· ἔδει γὰρ ὁ Τυφών. Ὅμηρος (Β 782) ἑτέραν εὐ‐ θεῖαν οἶδεν, ὁ Τυφωεύς· Τυφωέϊ γαῖαν ἱμάσσῃ. 31bF | |||
P 129b | DEFGQ | ἀπὸ κοινοῦ, ἀτύζεται καὶ οὗτος. | ||
P 129c | ὁ δὲ νοῦς· ἀποστρέφεται τὴν μουσικὴν ὁ Τυφὼν ὁ ἐν τῷ Ταρτάρῳ κείμενος. 29aF | |||
P 131a | Cr | ἑκατοντακάρανος: οὐκ ἀριθμητικῶς, ἀλλ’ ἀντὶ τοῦ πολυκέφαλος. | ||
P 131b | DEFGQ | τόν ποτε Κιλίκιον: ὅν ποτε, τὸν Τυφῶνα, ἔθρεψε μὲν τὸ ἐν Κιλικίᾳ πολυθρύλλητον σπήλαιον, νῦν δὲ αἱ τῆς Κύμης ὄχθαι καὶ ἡ Σικελία τὰ δασέα αὐτοῦ στήθη πιέζει. | ||
P 131c | ἄλλως· τόν ποτε Κιλίκιον θρέψε: στασιάζεται ἡ περὶ τοῦ Τυφῶνος ἱστορία. οἱ μὲν γὰρ αὐτὸν ὄρει τῆς Βοιωτίας ὑποκεῖσθαι ἔφασαν, καὶ ὥς εἰσιν αὐτόθι πυρὸς ἀναδόσεις· οἱ δὲ ἐν Φρυγίᾳ· ἕτεροι ἐν Λυδίᾳ. Ἀρτέμων δέ | |||
5 | τις ἱστορικὸς (FHG IV p. 341) πιθανώτερον λογοποιεῖ. καθάπαξ γάρ φησι πᾶν ὄρος ἔχον πυρὸς ἀναδόσεις ἐπὶ Τυφῶνι καίε‐ | |||
σθαι. ἔστι δὲ τὸ πιθανὸν ἐξ αὐτῆς τῆς τοῦ ὀνόματος ἱστο‐ ρίας· τύφειν γὰρ τὸ καίειν. ὁ δὲ Πίνδαρός φησι τὸν Τυ‐ | 12 in vol. 2 | |||
φῶνα ἐν Κιλικίᾳ τεθράφθαι, ὡς καὶ Ὅμηρος (Β 783)· | EFGQ | |||
10 | εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς· ὑποκεῖσθαι δὲ τῷ ὄρει καὶ αὐτόθι πυρὸς κρατῆρας καὶ τοὺς ἀναδιδομένους πρηστῆρας. | |||
P 131d | EF | τὸ ἑξῆς· ἑκατοντακάρηνος ὁ Τυφὼς πολέμιος τῶν θεῶν. | ||
P 132 | DGQ | πολυώνυμον: ἀντὶ τοῦ πολυθρύλλητον διὰ τὸ ἀνατραφῆναι ἐν αὐτῷ τὸν Τυφῶνα. | ||
P 134a | DEFGQ | ταί θ’ ὑπὲρ Κύμας: Κύμη νῆσος παρακειμένη τῇ Σικελίᾳ. ἔστι δὲ καὶ ἑτέρα τῶν Αἰολέων. φαίνεται δὲ οὐχ ἡ Κύμη πῦρ ἀναδιδοῦσα, ἀλλ’ ἡ καλουμένη Προχύτη, ἣν καὶ Πιθηκούσσας ὀνομάζουσι. συμβαίνουσι γὰρ αὐτόθι κυμάτων | ||
5 | ἐξαισίων κινήσεις καὶ ἀνέμων σφοδροτάτων ἐπίπνοιαι καὶ πρηστήρων ἐπιφάνειαι καὶ πυρὸς καταφλέξεις, ὡς μυθολογεῖ‐ σθαι ὑποκεῖσθαι τὸν Τυφῶνα. | |||
P 134b | DEFGQ | ἁλιερκέες ὄχθαι: ἤτοι αἱ τὴν ἅλα ἕρκος ἔχου‐ σαι, ἢ τῆς ἁλὸς αὐταὶ ἕρκος οὖσαι, διὰ τὸ μὴ συγχωρεῖν ἐπί‐ προσθεν φέρεσθαι τὰ κύματα. | ||
P 136a | DEFGQ | κίων δ’ οὐρανία: ἡ Αἴτνη τὸ ὄρος, ἣν οὕτω διὰ τὸ ὕψος ὠνόμασεν ὑποστηρίζουσαν τὸν οὐρανόν. | ||
P 136b | ὁ δὲ νοῦς· ἡ δὲ οὐρανία κίων συνέχει τὸν Τυφῶνα, ἡ κατὰ πᾶσαν ὥραν ἔτους χιονιζομένη καὶ τῆς ὀξείας χιόνος τροφὸς οὖσα, ἡ Αἴτνη. | |||
P 138a | DEFGQ | πάνετες: τὸ πάνετες ἀμφίβολον· ἤτοι γὰρ δια‐ παντὸς συνέχει τὸν Τυφῶνα ἡ Αἴτνη καὶ δι’ αἰῶνος, ἢ τῷ | ||
ἑξῆς συναπτέον ὀξείας χιόνος τιθήνα, ἵν’ ἦ, δι’ ἔτους ἀεὶ τιθηνουμένη τὴν χιόνα. 39G | 13 in vol. 2 | |||
P 138b | ἄλλως· οὐ κατὰ παντός, ἀλλὰ κατὰ πᾶσαν ὥραν ἔτους, ἵνα εἰς ὑπερβολὴν ἄρῃ τὸν λό‐ γον, λέγων καὶ χειμῶνι καὶ θέρει χιονίζεσθαι τὴν Αἴτνην. 40G | |||
P 139 | EFGQ | χιόνος ὀξείας: ἤτοι παρὰ τὴν πυκνότητα τῆς κατα‐ φορᾶς, ἢ παρὰ τὴν ψυχρότητα, ὅτι οἱ ἐφαπτόμενοι ὅμοιόν τι πάσχουσι τοῖς κεντουμένοις. 38bG 41aEFQ | ||
P 140 | DEFGQ | ἀπλάτου: ἢ ἀπροσπελάστου ἢ πολλοῦ. 41bDEFGQ | ||
P 141a | EFGQ | πυρὸς ἁγνόταται: ἁγνότατον τὸ πῦρ φησιν, ὅτι ἁγνιστικόν ἐστιν, ἢ καὶ παρὰ τὸ θεῖον τὸ αὐτόθι γινόμενον, ᾧ καθαίρομεν, ὡς καὶ Ὅμηρος (χ 482)· ὄφρα θεειώσω μέγαρον. τῇ δὲ τροπῇ ἐπιμένει διόλου πυρὸς ποταμοὺς καὶ πηγὰς λέγων | ||
5 | διὰ τὴν ἄγαν τοῦ πυρὸς ἀνάδοσιν. 40EFQ 47G | |||
P 141b | DEFGQ | ὁ δὲ νοῦς· ἧστινος Αἴτνης ἀναφυσῶνται καὶ ἀναδίδονται ἐκ τῶν μυχῶν ἀπροσπελάστου πυρὸς πηγαί· οἱ δὲ ποταμοὶ τοῦ πυρὸς ἐν ἡμέρᾳ ῥοῦν καὶ φορὰν προχέουσι καπνοῦ ἤτοι μέλανα ἢ καυστικόν· | ||
5 | ἐν δὲ τῇ νυκτὶ ἡ ξανθὴ τοῦ πυρὸς φλὸξ ἐκρήγνυσι τοῦ ὄρους τὰς πέτρας, καὶ εἰσκυλίει τῇ παρακειμένῃ θαλάσσῃ. 41aG 47D | |||
P 146 | DGmg | πόντος τὸ πέλαγος. καὶ Ὅμηρος· ἐπ’ εὐρέα νῶτα θαλάσσης. 52D | ||
P 147a | DEFGQ | Ἁφαίστοιο ἑρπετόν: ὁ Τυφών, παρόσον ἐξ αὐ‐ τοῦ ἢ δι’ αὐτὸν οἱ τοῦ πυρὸς ἀναδίδονται πρηστῆρες. | ||
P 147b | κρουνοὺς δὲ τροπικῶς μέν φησιν ὡς ἐπὶ ποταμοῦ, ἐμ‐ φαίνει δὲ τὰς τοῦ πυρὸς ἀναφυσήσεις. | |||
P 147c | ὁ δὲ νοῦς· ἐκεῖνο | |||
δὲ τὸ τοῦ Ἡφαίστου ἑρπετὸν κρουνοὺς πυρὸς δεινοτάτους ἀναδίδωσι, θαυμαστὸν μὲν ἰδεῖν, θαυμαστὸν δὲ καὶ τῶν παρόντων καὶ ἑωρακότων ἀκοῦσαι. 46D | 14 in vol. 2 | |||
P 149 | Egl | γράφεται καὶ προσιδέσθαι. | ||
P 152a | DEFGQ | ἐν μελαμφύλλοις: τοῖς πολυδένδροις. ἡ γὰρ τῶν δένδρων πυκνότης βαθεῖαν ἀπεργάζεται τὴν ὕλην. | ||
P 152b | ζη‐ τητέον δέ, πῶς φησι τὸν Πυθῶνα ἐνδεδῆσθαι ταῖς τῆς Αἴτ‐ νης κορυφαῖς, ὅν φησιν ὑπ’ αὐτῇ κεῖσθαι; ῥητέον δέ, ὅτι ὑπόκειται μὲν αὐτῷ τὸ ἔδαφος ὑπὸ τὸν νῶτον, ἐπίκειται δὲ | |||
5 | τῷ στήθει ἡ Αἴτνη ὥσπερ δεσμὸς καὶ σχοινίον ἐν μέσῳ αὐ‐ τὸν συνέχουσα. | |||
P 154a | χαράσσοισα: ἐπιξύουσα, ἐπινύσσουσα. | |||
P 154b | DEFGQ | ὁ νοῦς· τὸ ὑπεστρωμένον ἔδαφος, φησί, κεντρῶδες καὶ ἐπιξύει τὸν τοῦ Τυφῶνος νῶτον· τὸ δὲ κεντρώσεως αἴτιόν ἐστι τὸ τῆς Αἴτνης ἐπικείμενον βάρος. | ||
P 154c | τὸ μὲν ἐπικεκλιμένον νῶ‐ τον κεντεῖ ἐπιξύουσα ἡ ὑποκειμένη τοῦ ἐδάφους κεντρώδης στρωμνή. | |||
P 156a | DEFGQ | εἴη Ζεῦ, τὶν εἴη ἁνδάνειν: ἐπειδὴ περὶ τοῦ Τυ‐ φῶνος λόγον ἐκίνησε καὶ τὰς τιμωρίας αὐτοῦ διεξῆλθεν, ὥσ‐ περ φόβῳ διατεθεὶς πρὸς τὰ διηγήματα κατεύχεται τὸν Δία ἔχειν εὐμενῆ. | ||
P 156b | ὁ δὲ νοῦς· εἴη σοι, φησίν, ὦ Ζεῦ, ἀρέ‐ σκειν, ὅστις τοῦτο τὸ ὄρος περιέπεις τὴν Αἴτνην, ἥ ἐστι τῆς εὐκάρπου Σικελίας πρόσωπον, ἤτοι διὰ τὸ ἐπιφανὲς ἢ διὰ τὸ ὕψος. τιμᾶται δὲ κατὰ τὸ ὄρος τῆς Αἴτνης ὁ Ζεύς. | |||
P 157 | DEFGQ | γαίας μέτωπον τὴν Αἴτνην μεταφορικῶς ἀπὸ τῶν | ||
EFGQ | ζῴων, ἤτοι διὰ τὸ ἐπίσημον αὐτὴν εἶναι ἢ διὰ τὸ ὕψος καὶ | |||
τὴν ἀνάβασιν. | 15 in vol. 2 | |||
P 158 | Cr | τοῦ μὲν ἐπωνυμίαν: τούτου οὖν τοῦ ὄρους τὴν ὁμώνυμον πόλιν Αἴτνην ὁ ἔνδοξος οἰκιστὴς Ἱέρων ἐδόξασεν ἀνακηρύξας κατὰ τὰ Πύθια· ἀνεκήρυξε γὰρ ὑπὲρ τὸ καλλί‐ νικον ἅρμα τοῦ Ἱέρωνος ὁ κήρυξ οὖσαν αὐτοῦ πατρίδα. | ||
P 164 | DEbisFbisGQ | ναυσιφορήτοις: τοῖς διὰ νηὸς φερομένοις ἀν‐ δράσι χάρις καὶ ἡδονή, πρώτοις φερομένοις διὰ θαλάσσης | ||
EbisFbisGQ | πόμπιμον καὶ οὔριον ἐπιπνεῦσαι ἄνεμον· οὕτω καὶ τῇ Αἴτνῃ ἀνακτισθείσῃ, πρῶτον ἐν ἀγῶσιν ἐπιφανεστάτην γενέσθαι. | |||
P 167 | DEFGQ | ἐοικότα γάρ: ἐοικὸς γὰρ καὶ πρέπον ἐστὶ τὸν ἐξ ἀρχῆς ἀγαθῆς ἀρξάμενον, τοῦτον καὶ τέλους εὐδόξου τεύξε‐ σθαι. οὕτως οὖν καὶ τὴν Αἴτνην ἐκ πρώτης ἀρξαμένην ἐν τοῖς ἀγῶσιν ἐπίδοξον εἶναι ὑπολαμβάνω καὶ διηνεκῶς εὐπρα‐ | ||
5 | γήσειν. | |||
P 169 | DEFGQ | ὁ δὲ λόγος ταύταις: ὁ δὲ ἐγκωμιαστικὸς λόγος δοξάζει αὐτὴν ταῖς συντυχίαις ταύταις τῆς νίκης εἰς τὸ λοι‐ πὸν καὶ τὴν Αἴτνην ἵπποις καὶ στεφάνοις εὔδοξον καὶ σὺν θαλίαις καὶ κώμοις ἡδέσιν ὀνομαστὴν ἀποδεικνύειν. | ||
P 174 | DEFGQ | Λύκιε καὶ Δάλοιο ἀνάσσων: ὦ Λύκιε Ἄπολλον καὶ τῆς Δήλου βασιλεύων καὶ τοῦ Παρνασοῦ τοῦ ἐν Φωκίδι ὄρους τὴν Κασταλίαν κρήνην φιλῶν, ἐθελήσαις ταῦτα τῷ σῷ νῷ πράττειν καὶ συμπεραίνειν καὶ εὔανδρον ἀποτελεῖν | ||
5 | τὴν χώραν. ἐκ θεῶν γὰρ ταῖς ἀνθρωπίναις ἀρεταῖς πᾶσαι μηχαναὶ δωροῦνται. κατὰ δαίμονα γάρ τινα σοφοὶ καὶ ταῖς χερσὶν ἀνδρεῖοι, καὶ ἄγαν εὔγλωσσοι καὶ δυνατοὶ κατὰ τὸ λέ‐ γειν ἐγένοντο. | 16 in vol. 2 | ||
P 182 | DEFGQ | ἄνδρα δ’ ἐγὼ κεῖνον: τὸν δὲ Ἱέρωνα ἐγκωμιάσαι προθυμούμενος ἐλπίζω παρὰ σκοπὸν μὴ τὸν ὕμνον ῥίψειν, ἀντὶ τοῦ κατὰ σκοποῦ προσδοκῶ βαλεῖν τοὺς ὕμνους ὡς ἄξιον ὄντα τὸν Ἱέρωνα ἀνυμνῶν. | ||
P 184 | DEFGQ | μὴ χαλκοπάραον: τὸ ὑπερβατόν· μὴ ὥσπερ χαλ‐ κοπάραον ἄκοντα παλάμᾳ δονέων ἀγῶνος ἔξω βαλεῖν. | ||
P 186 | DEFGQ | μακρὰ δὲ ῥίψας: ἐλπίζω μακρῶς καὶ δυνατῶς ἀκοντίσας παρελθεῖν καὶ νικῆσαι τοὺς ὑπεναντίους. | ||
P 187 | DEFGQ | εἰ γὰρ ὁ πᾶς χρόνος: τὸ εἴ τοῦτο νῦν εὐκτικόν ἐστιν, ἀντὶ τοῦ αἴθε. αἴθε γὰρ ὁ πᾶς χρόνος αὐτῷ τήν τε εὐδαι‐ | ||
μονίαν καὶ τὸν πλοῦτον ἐπ’ εὐθείας ἀγάγοι καὶ τῶν καμά‐ των τῶν τῆς λιθουρίας ἐπίλησιν ἀγάγοι, ὡς ἐγὼ τοὺς ἐναν‐ | EFGQ | |||
5 | τίους νικῆσαι προσδοκῶ. καὶ τάχα ἂν εἰς ὑπόμνησιν ἀγάγοι, | |||
DEFGQ | ὁποίας ὁ Ἱέρων ἐν τοῖς πολέμοις τῇ πολεμικῇ ἑαυτοῦ καὶ ὑπομονητικῇ ψυχῇ ὑπέμεινε μάχας, ἡνίκα ἐκτῶντο τὴν Σι‐ κελικὴν τυραννίδα, ἣν αὐτοῖς οἱ θεοὶ ταῖς ἑαυτῶν μηχαναῖς ἐδωρήσαντο, ὁποίαν οὐδεὶς τῶν ἄλλων Ἑλλήνων δρέπεται, | |||
10 | τοῦ πλούτου στεφάνωμα οὖσαν τίμιον. φασὶ δὲ τὸν Ἱέρωνα [καὶ] πρὸς Γέλωνα τὸν ἀδελφὸν ἐστασιακέναι τῆς ἀρχῆς ἕνεκα. | |||
P 189a | DEFG | καμάτων ἐπίλασιν: καμάτων φησὶ τῶν συν‐ εχόντων τὸν Ἱέρωνα ἐκ τοῦ νοσήματος τῆς λιθουρίας. φησὶ γάρ που καὶ ὁ Ἀριστοτέλης ἐν τῇ τῶν Γελῴων πολιτείᾳ | ||
(fr. 486) [τὸν Γέλωνα] ὑδέρῳ νοσήματι τὸν βίον τελευτῆσαι | 17 in vol. 2 | |||
5 | τὸν τοῦ Ἱέρωνος ἀδελφόν, αὐτὸν δὲ τὸν Ἱέρωνα, ἐν τῇ τῶν Συρακουσίων πολιτείᾳ (fr. 587), δυσουρίαν δυστυχῆσαι. | |||
P 189b | EFG | τῆς νόσου. τοῦ Ἱέρωνος νοσήσαντος. ὅτι διὰ λιθουρίαν φορείῳ φερόμενος ἐνίκα τὰς μάχας ὁ Ἱέρων. παραβάλλων δὲ αὐτὸν τῷ Ποίαντος Φιλοκτήτῃ παρείκασεν. | ||
P 191 | DEFGQ | ἦ κεν ἂν μνάσειεν: ἀναμνήσειεν ἂν ὁ χρόνος, εἰ ἐπίλησις γένοιτο τῶν καμάτων, ὥστε φανερὰν αὐτοῦ γενέσθαι τὴν ἀρετήν, ἣν εἶχεν ἐν πολέμοις. | ||
P 194 | DEFGQ | ἁνίχ’ εὑρίσκοντο: ὁ μὲν λόγος ἐστὶ περὶ Ἱέρωνος καὶ Γέλωνος, τῶν τυραννευσάντων ἐν Συρακούσαις. τὸ δὲ σημαινόμενον· ὅτε σὺν τῇ τῶν θεῶν μηχανῇ ἀνεκτῶντο τὴν βασιλείαν. τιμὴν γὰρ εἴωθε τὴν βασιλείαν ὀνομάζειν. | ||
P 197 | DEFGQ | τὰν Φιλοκτήταο δίκαν: ἐπὶ δὲ τοῦ παρόντος τὸν Φιλοκτήτου τρόπον μετερχόμενος ἐστρατεύθη καὶ τὴν μάχην ἐνίκησε. φορείῳ δὲ φερόμενος ὁ Ἱέρων κατηγωνίζετο τοὺς ἐναντίους. | ||
P 198 | DEFGQ | σὺν δ’ ἀνάγκᾳ μιν: σὺν δὲ τῇ ἀνάγκῃ τῆς νόσου καί τις ὑπερήφανος ἔσανε καὶ ἐκολάκευσε τὸν Ἱέρωνα. ὃ δὲ βούλεται λέγειν, ὅτι καὶ νοσοῦντα αὐτὸν πολλοὶ τῶν ὑπερ‐ ηφάνων ἐκολάκευσαν. | ||
P 199a | DEFGQ | μεγαλάνωρ: αἰνίττεται τοῦτο εἰς Ἀναξίλαον τὸν τῶν Ῥηγίνων βασιλέα βουληθέντα Λοκροὺς καταπολεμῆσαι τοὺς ἐν Ἰταλίᾳ καὶ ἐμποδισθέντα τῇ τοῦ Ἱέρωνος ἀπειλῇ. ὅτι δὲ Ἀναξίλαος Λοκροὺς ἠθέλησεν ἄρδην ἀπολέσαι καὶ ἐκωλύθη | ||
5 | πρὸς Ἱέρωνος, ἱστορεῖ καὶ Ἐπίχαρμος ἐν Νάσοις (fr. 98). | |||
P 199b | ἢ οὕτως· ὡς τοῦ Θήρωνος μεγάλα μὲν δυναμένου, κολα‐ κεύσαντος δὲ Ἱέρωνα. | |||
P 1100 | DEFGQ | φαντὶ Λαμνόθεν: τῇ ἱστορίᾳ καὶ Βακχυλίδης συμφωνεῖ ἐν τοῖς διθυράμβοις (fr. 7 Bl.), ὅτι δὴ οἱ Ἕλληνες ἐκ Λήμνου μετεστείλαντο τὸν Φιλοκτήτην Ἑλένου μαντευσα‐ μένου. εἵμαρτο γὰρ ἄνευ τῶν Ἡρακλείων τόξων μὴ πορθη‐ | 18 in vol. 2 | |
5 | θῆναι τὴν Ἴλιον. | |||
P 1101a | DEFGQ | μεταλλάσοντας ἐλθεῖν: ἐπιζητήσοντας· ἡ δὲ με‐ ταφορὰ ἀπὸ τῶν τὰ μέταλλα ἐπιζητούντων. ἐπειδὴ δὲ διὰ τὸ πάθος τῷ Φιλοκτήτῃ τὸν Ἱέρωνα εἴκασε, τῇ ἐπεξεργασίᾳ χρώ‐ μενος ἐπιπλέον συνείρει τὰ ἐγκώμια. | ||
P 1101b | ὁ δὲ νοῦς· φασὶ δὲ ἐκ Λήμνου τῷ ἕλκει καταπονούμενον τὸν τοῦ Ποίαντος υἱὸν ἐπιζητήσοντας ἐλθεῖν τοὺς ἰσοθέους ἥρωας. | |||
P 1105 | DEFGQ | ὃς Πριάμοιο πόλιν: ὅστις Φιλοκτήτης τὴν Ἴλιον ἐπόρθησε καὶ ἐπὶ τέλος ἤγαγε τοῖς Ἕλλησι τοὺς πόνους· ἀνεῖλε γὰρ τὸν Πάριν· ἀσθενεῖ μὲν καὶ ἀδυνάτῳ σώματι βα‐ δίζων, ἀλλὰ μεμοιραμένον ἦν τὸ τὴν Ἴλιον ἁλῶναι τοῖς Ἡρα‐ | ||
5 | κλείοις τόξοις. | |||
P 1109a | DEFGQ | οὕτω δ’ Ἱέρωνι θεὸς ὀρθωτὴρ πέλοι: οὕτω δὲ, φησὶ, τῷ Ἱέρωνι ὀρθωτὴρ καὶ ἰατρὸς γένοιτο ὁ θεός, ὡς | ||
EFGQ | καὶ τῷ Φιλοκτήτῃ. φησὶ γὰρ Διονύσιος (FHG II p. 10) χρη‐ σμοῖς Ἀπόλλωνος ἀπολουσάμενον τὸν Φιλοκτήτην ἀφυπνῶσαι, | |||
5 | τὸν δὲ Μαχάονα ἀφελόντα τοῦ ἕλκους τὰς διασαπείσας σάρ‐ κας καὶ ἐπικλύσαντα οἴνῳ τὸ τραῦμα ἐπιπάσαι βοτάνην, ἣν Ἀσκληπιὸς εἴληφε παρὰ Χείρωνος, καὶ οὕτως ὑγιασθῆναι τὸν ἥρωα. | |||
P 1109b | οὕτως οὖν καὶ τῷ Ἱέρωνι ὡς τῷ Φιλοκτήτῃ ὁ θεὸς ὀρθωτὴρ καὶ ὑγείας αἴτιος γένοιτο εἰς τὸν ἐσόμενον χρόνον, ὧν ἐπιθυμεῖ εὐκαιρίαν παρεχόμενος. | |||
P 1109c | ἄλλως. οὕτω δὲ τῷ Ἱέρωνι ὀρθωτὴρ καὶ θεραπευτὴς ὁ θεὸς γένοιτο ὡς καὶ τῷ | |||
Φιλοκτήτῃ. | 19 in vol. 2 | |||
P 1112 | DEFGQ | Μοῖσα, καὶ πὰρ Δεινομένει: ὦ Μοῦσα, πείθου μοι χορεῦσαι καὶ παρὰ τῷ Ἱέρωνος υἱῷ Δεινομένει, ποινὴν καὶ ἀντέκτισιν τῷ νικηφόρῳ ἅρματι τὸ ἐγκώμιον παρεχομένη. οὐ γὰρ ἀλλοτρία ἡδονὴ τῷ παιδὶ ἡ τοῦ πατρὸς νίκη. Δεινο‐ | ||
5 | μένης δὲ υἱὸς Ἱέρωνος ἐκ τῆς Νικοκλέους τοῦ Συρακουσίου | |||
EFGQ | θυγατρὸς κατὰ Φίλιστον (FHG I p. 189) καὶ Τίμαιον· ἐκ γὰρ τῆς Ἀναξιλάου θυγατρὸς καὶ τῆς Θήρωνος ἀνεψιᾶς οὐκ ἐπαι‐ δοποίησεν ὁ Ἱέρων προγαμήσας ταύτην· ὅθεν ἐστὶ καὶ ὁ παῖς ὁμώνυμος τῷ πάππῳ· Δεινομένης γὰρ ὁ πατὴρ Ἱέρωνος. | |||
P 1116 | DEFGQ | ἄγ’ ἔπειτα: ἄγε τοίνυν, ὦ Μοῦσα, ἐπὶ τῷ τῆς Αἴτνης βασιλεῖ Δεινομένει προσφιλέστατον ἀνεύρωμεν ὕμνον. | ||
P 1118a | DEFGQ | τῷ πόλιν κείναν: ὁ νοῦς· ᾧ, τῷ Δεινομένει δηλονότι, ὁ Ἱέρων τὴν Αἴτνην ἀνέκτισε καὶ διοικεῖν ἔδωκε σὺν θείᾳ ἐλευθερίᾳ, καὶ τοῖς νόμοις τῆς Δωρίου δικαιοσύνης, ἀπὸ κοινοῦ τὸ διοικεῖν ἔδωκεν. | ||
P 1118b | EFGQ | ἄλλως· ἀνακτίσας τὴν Κατάνην ὁ Ἱέρων καὶ Αἴτνην μετονομάσας διοικεῖν Δεινο‐ μένει τῷ υἱῷ ταύτην δέδωκεν. | ||
P 1118c | ἄλλως· τῷ Δεινομένει ὁ Ἱέρων Αἴτναν παραδέδωκεν ἐν νόμοις τῆς Δωρίδος στάθμης. τοῦτο δὲ λέγει, ἐπεὶ στρατηγὸν αὐτῆς κατέστησεν αὐτόν, ἐλευ‐ θέρους ἀφεὶς τοὺς Αἰτναίους καὶ τοῖς Λακωνικοῖς τρόποις ἢ | |||
5 | νόμοις χρωμένους. | |||
P 1120a | DEFGQ | Ὑλλίδος στάθμας Ἱέρων ἐν νόμοις ἔκτισε: νόμοις τῆς Δωρίδος δικαιοσύνης· ἀπὸ Ὕλλου τοῦ ἐπιφανε‐ στάτου τῶν Δωριέων, ὃς ἐβασίλευσε τῶν περὶ Ἰταλίαν οἰκη‐ σάντων. | ||
P 1120b | ἔνιοι δὲ Ὑλλίδος στάθμας οὕτω· τῆς Λυκούργου | |||
EFGQ | νομοθεσίας. οὗτος γὰρ ἑνδέκατός ἐστιν ἀπὸ Ἡρακλέους, ὡς Ἔφορος (FHG I 253) ἱστορεῖ. ὁ οὖν Ἱέρων Γελῴους καὶ Με‐ γαρεῖς καὶ Συρακουσίους ὄντας τῶν Δωριέων ἀποίκους ἐνῴ‐ | 20 in vol. 2 | ||
5 | κισε τῇ Αἴτνῃ. καὶ οὕτως ἂν ὁ λόγος ἀκολούθως ἔχοι, ὡς Δωριεῦσιν οὖσιν Αἰτναίοις καὶ Λακωνικοὺς νόμους θέσθαι τὸν Ἱέρωνα. | |||
P 1121a | DEFGQ | ἐθέλοντι δὲ Παμφύλου: Πάμφυλος, ἄλλος τῶν Ἡρακλειδῶν, καὶ Δύμας καὶ Δῶρος υἱοὶ Αἰγιμιοῦ, ἀφ’ ὧν Παμφυλὶς καὶ Δυμανὶς φυλαὶ ἐν Λακεδαίμονι. | ||
P 1121b | ὁ δὲ νοῦς· θέλουσι δὲ οἱ Ὑλλίδαι, τουτέστιν οἱ Λακεδαιμόνιοι, ἀπὸ Ἡρακλέους καὶ Παμφύλου κατάγεσθαι. 123EF | |||
P 1121c | EFGQ | ἄλλως· θέλοντι δὲ Παμφύλου: οἱ Δωριεῖς οἰκοῦντες πρότερον τὴν Πίνδον οὖσαν μίαν τῆς τετραπόλεως τῆς ἐν Περραιβίᾳ ἀφικνοῦνται εἰς τὴν μεταξὺ Οἴτης καὶ Παρνασοῦ Δωρίδα | ||
5 | ἑξάπολιν οὖσαν· ἐστὶ δὲ Ἐρινεὸν, Κύτινον, Βοιὸν, Λίλαιον, Κάρφαια, Δρυόπη· ἐκ δὲ τούτων σὺν τοῖς Ἡρακλείδαις εἰς Λακεδαίμονα κατέρχονται. ὁ δὲ νοῦς ἐπαμφοτερίζει. θέλουσι δὲ οἱ ἀπὸ Παμφύλου Ἡρακλέους ἀπόγονοι Δωριεῖς οἱ παρὰ ταῖς ὄχθαις τοῦ Τηϋγέτου ὄρους μένοντες ἐμμένειν τοῖς Αἰγι‐ | |||
10 | μιοῦ νόμοις. 127bEF | 21 in vol. 2 | ||
P 1123 | DEFGQ | Τηΰγετον ὄρος Λακωνικόν, οὗ καὶ Ὅμηρος (ζ 103) μέμνηται· ἢ κατὰ Τηΰγετον περιμήκετον. | ||
P 1125 | DEFGQ | ἔσχον δ’ Ἀμύκλας: κατέσχον τὴν Σπάρτην· ἀπὸ γὰρ μιᾶς πόλεως τὴν πᾶσαν ἐμφαίνει Λακωνικήν. | ||
P 1126 | DEFGQ | Πινδόθεν ὀρνύμενοι: διὰ Πίνδου τὴν κάθοδον ποιησάμενοι εὐχερῶς τῆς Πελοποννήσου ἐκράτησαν. Πίνδος δὲ Περραιβίας ὄρος. | ||
P 1127a | DEFGQ | Τυνδαριδᾶν: ὅτι θέλει λέγειν τοὺς Ἡρακλείδας, καθ’ ὃν χρόνον ἀνεκτήσαντο τὴν Λακωνικὴν καὶ τὴν Πελο‐ πόννησον. 121cEF | ||
P 1127b | DEFGQ | βαθύδοξοι γείτονες: ἔδει σύνοικοι εἰπεῖν. ἀλλὰ ῥητέον, ὅτι ἱστοροῦσί τινες τοὺς Διοσκούρους μετῳκηκέναι εἰς Ἄργος· γειτνιᾷ δὲ τὸ Ἄργος τῇ Λακεδαίμονι. καὶ οὕτως ὁ Πίνδαρος κατὰ λόγον γείτονάς φησι τοὺς Λακεδαιμονίους | ||
5 | τῶν Διοσκούρων. | |||
P 1130a | DEFGQ | Ζεῦ τέλειε: ὁ νοῦς· ὦ Ζεῦ τέλειε, διαπαντὸς τοῖς Αἰτναίοις τοῖς περιοικοῦσι τὸν Ἀμένη ποταμὸν τοιαύτην μερίδα βασιλεῦσί τε καὶ δημόταις παράσχου, ὥστε τὸν τῶν ἀνθρώπων λόγον διακρίνειν τοῦτο καὶ ἀληθὲς ἀποφαίνειν, | ||
5 | ὅτι ἐν ἐλευθερίᾳ εἰσίν. | |||
P 1130b | EFGQ | οἱ δὲ τὸ τοιαύτην μοῖραν τοῖς Αἰτναίοις ἀνδρείας, οἵαν καὶ Λακεδαιμόνιοι κατὰ πόλεμον | ||
ἔχουσιν. | 22 in vol. 2 | |||
P 1132 | DGQ | ἀστοῖς: τουτέστι δίδου τοῖς βασιλεῦσι καὶ τοῖς ἀστοῖς τοῖς περὶ τὸν Ἱέρωνα μερίδα εὐτυχίας. | ||
P 1134 | DEFGQ | σύν τοι: σὺν σοὶ, ὦ Ζεῦ, ὁ βασιλεὺς Σικελίας Ἱέρων τῷ ἑαυτοῦ υἱῷ Δεινομένει ἐντελλόμενος τὸν τῶν Αἰτ‐ ναίων δῆμον ἐπιτρέποι διαπαντὸς εἰς σύμφωνον καὶ εἰρη‐ ναίαν ἡσυχίαν. | ||
P 1137a | DEFGQ | λίσσομαι, νεῦσον, Κρονίων: ὁ νοῦς· καθικε‐ τεύω σε, ὦ Κρόνου παῖ Ζεῦ, ἐπίνευσον, ὅπως ὅ τε τῶν Φοι‐ νίκων καὶ ὁ τῶν Καρχηδονίων καὶ Τυρσηνῶν θόρυβος ἥσυ‐ χον καὶ εἰρηναῖον ἔχοι τὸν οἶκον· ἐπίνευσον 〈δὲ〉 θεασά‐ | ||
5 | μενος τὴν πρὸ τῆς Κύμης ναυμαχίαν. | |||
P 1137b | EFGQ | ἄλλως· χαριέστατα ἐκ τοῦ θορύβου τὴν τῶν βαρβάρων ἀκοσμίαν ὑπεστήσατο, ὡς καὶ Ὅμηρος (Δ 436)· ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει. | ||
P 1137c | (D)EFGQ | ἄλλως· Τυρσηνοὶ καὶ Καρχηδόνιοι, οἵ εἰσι Φοινίκων ἄποι‐ κοι, διεμάχοντο πρὸς Κυμαίους· μελλόντων οὖν ἄρδην ἀπόλ‐ λυσθαι τῶν Κυμαίων, Ἱέρων συμμαχήσας τοὺς μὲν Κυμαίους διέσωσε, τῶν δὲ Τυρσηνῶν τοὺς πλείστους ἀπώλεσε. κατεύ‐ | ||
5 | χεται οὖν ὁ Πίνδαρος εἰρηνικὰ καὶ ἀστασίαστα μένειν λοιπὸν τὰ πράγματα Καρχηδονίοις καὶ Σικελιώταις. | |||
P 1142 | DEFGQ | οἷα Συρακοσίων: ὁποῖα γὰρ ὑπὸ τῷ ἄρχοντι καὶ | ||
βασιλεῖ τῶν Συρακουσίων Ἱέρωνι ἀναιρεθέντες πεπόνθασιν οἱ Καρχηδόνιοι καὶ Τυρσηνοί· ὅστις ὁ Ἱέρων ἀπὸ τῶν τα‐ χειῶν νεῶν ἐνέβαλε τῇ θαλάσσῃ πᾶσαν τὴν ἡλικίαν. | 23 in vol. 2 | |||
P 1146a | DEFGQ | Ἑλλάδ’ ἐξέλκων βαρείας: ἔνιοι μὲν Ἑλλάδα τὴν ἐν Σικελίᾳ ἤκουσαν, ἔνιοι δὲ Ἑλλάδα τὴν Ἀττικήν. ἱστορεῖ‐ ται γάρ τι τοιοῦτον, ὅτι Ξέρξου μέλλοντος στρατεύειν ἐπὶ τὴν Ἑλλάδα πρέσβεις ἦλθον πρὸς Καρχηδονίους κελεύοντες πλεῖν ἐπὶ | ||
5 | Σικελίαν καὶ τοὺς τὰ τῶν Ἑλλήνων φρονοῦντας καταστρέφεσθαι, καὶ οὕτως ὁρμᾶν ἐπὶ τὴν Πελοπόννησον. οἱ μὲν οὖν Καρχηδό‐ νιοι ὑπήκουσαν. κατὰ δὲ τὸν αὐτὸν χρόνον πρὸς Ἱέρωνα πρέ‐ σβεις ἦλθον παρ’ Ἀθηναίων ἀξιοῦντες συμμαχεῖν τοῖς Ἕλλησιν· οἷς ὑπήκουσαν οἱ περὶ τὸν Γέλωνα, καὶ κατασκευασάμενοι δια‐ | |||
10 | κοσίας ναῦς καὶ δισχιλίους ἱππέας καὶ μυρίους πεζοὺς τὸν τῶν Καρχηδονίων στόλον κατεναυμάχησαν κατὰ τῆς Σικελίας ὁρμῶντα, ὥστε καὶ τοὺς Σικελιώτας καὶ τοὺς ἄλλους Ἕλληνας ἐλευθερῶσαι. | |||
P 1146b | EFGQ | ἄλλως· ἔνιοι μὲν Ἑλλάδα τὴν Σικελίαν ἤκουσαν, τινὲς δὲ Ἑλλάδα τὴν Ἀττικήν. εἰκὸς δὲ ταῖς Ἐφό‐ ρου ἱστορίαις ἐντυχόντα τὸν Πίνδαρον, ἐξηκολουθηκέναι αὐ‐ τὸν αὐτῷ. ἱστορεῖ γὰρ Ἔφορος (FHG I p. 264) τοιοῦτον, ὅτι | ||
5 | παρασκευαζομένου Ξέρξου τὸν ἐπὶ τῇ Ἑλλάδι στόλον, πρέ‐ σβεις παραγενέσθαι πρὸς Γέλωνα τὸν τύραννον ἱκετεύοντας εἰς τὸν τῶν Ἑλλήνων σύλλογον ἐλθεῖν· ἐκ δὲ Περσῶν καὶ Φοινίκων πρέσβεις πρὸς Καρχηδονίους, προστάσσοντας ὡς πλεῖστον δέοι στόλον εἰς Σικελίαν βαδίζειν καταστρεψομένους | |||
10 | τοὺς τὰ τῶν Ἑλλήνων φρονοῦντας πλεῖν ἐπὶ Πελοπόννησον. ἀμφοτέρων δὲ τὸν λόγον δεξαμένων, καὶ τοῦ μὲν Ἱέρωνος συμμαχῆσαι τοῖς Ἕλλησι προθυμουμένου, τῶν δὲ Καρχηδο‐ | |||
νίων ἑτοίμων ὄντων συμπρᾶξαι τῷ Ξέρξῃ, Γέλωνα διακοσίας εὐτρεπίσαντα ναῦς καὶ δισχιλίους ἱππεῖς καὶ πεζοὺς μυρίους | 24 in vol. 2 | |||
15 | κατακοῦσαι στόλον Καρχηδονίων καταπλεῖν ἐπὶ Σικελίαν καὶ διαμαχησάμενον μὴ μόνον τοὺς Σικελιώτας ἐλευθερῶσαι, ἀλλὰ | |||
DEFGQ | καὶ σύμπασαν τὴν Ἑλλάδα. εἰκὸς οὖν ταύτῃ τῇ ἱστορίᾳ ἐν‐ τετυχηκέναι τὸν Πίνδαρον. 147eF | |||
P 1147a | DEFGQ | αἱρέομαι: αἱροῦμαι καὶ ἀποδέχομαι, φησὶ, τὴν παρὰ Σαλαμῖνος καὶ Ἀθηναίων χάριν καὶ μισθόν, ὅτι ἐκιν‐ δύνευσαν ὑπὲρ πάσης τῆς Ἑλλάδος. | ||
P 1147b | EFGQ | ἄλλως· λαμβάνω καὶ λογίζομαι σωτηρίαν τῆς Ἑλλάδος τὴν τῶν Ἀθηναίων νί‐ κην. 149F | ||
P 1147c | ἄλλως· αἱρέομαι: αἱροῦμαι, φησί, τὴν τῆς Ἑλλάδος σωτηρίαν τὸν παρ’ Ἀθηναίων μισθόν· τοῦτό ἐστιν ἡ παρὰ Σαλαμῖνος χάρις. | |||
P 1147d | λαμβάνω τὴν χάριν, τουτέστι τῆς Σαλαμῖνος τὴν μάχην, εἰς μισθὸν καὶ εἰς σωτηρίαν τῆς Ἑλ‐ λάδος παρὰ τῶν Ἀθηναίων. οἱ γὰρ Ἀθηναῖοι εἰς Σαλαμῖνα ναυμαχήσαντες πρὸς τοὺς Πέρσας ἔσωσαν τὴν Ἑλλάδα. 147aF | |||
P 1149 | DEFGQ | αἱροῦμαι δὲ καὶ ἀποδέχομαι, φησὶ, τὴν πρὸ Κιθαι‐ ρῶνος μάχην τῶν Σπαρτιατῶν, καθ’ ἣν οἱ τοξόται τῶν πεζι‐ κῶν ἡγούμενοι περὶ Πλαταιὰς τὴν πεζικὴν ἀνετρέψαντο δύ‐ ναμιν. | ||
P 1152a | DEFGQ | πὰρ δὲ τὰν εὔυδρον ἀκτάν: ὁ νοῦς· καὶ παρὰ τὴν εὔυδρον ἀκτὴν τοῦ Ἱμέρα ποταμοῦ τὸν ὕμνον τοῖς τοῦ | ||
Δεινομένεος παισὶ τελέσας, ἀπὸ κοινοῦ τὸ αἱρέομαι· ὅντινα ὕμνον ἐδέξαντο παρὰ τῇ ἑαυτῶν ἀρετῇ τῶν πολεμίων ἀναιρε‐ | 25 in vol. 2 | |||
5 | θέντων. | |||
P 1152b | EFGQ | φασὶ δὲ τὸν Γέλωνα τοὺς ἀδελφοὺς φιλοφρονού‐ μενον ἀναθεῖναι τῷ θεῷ χρυσοῦς τρίποδας ἐπιγράψαντα ταῦτα (Simon. fr. 141 Bgk.)· Φημὶ Γέλων’, Ἱέρωνα, Πολύζηλον, Θρασύβουλον, | ||
5 | παῖδας Δεινομένευς τοὺς τρίποδας θέμεναι, βάρβαρα νικήσαντας ἔθνη, πολλὴν δὲ παρασχεῖν σύμμαχον Ἕλλησιν χεῖρ’ ἐς ἐλευθερίην. | |||
P 1153 | DEFGQ | Ἱμέρα παίδεσσιν: Ἱμέρας ποταμὸς ἐν Σικελίᾳ, περὶ οὗ καὶ Αἰσχύλος φησὶν ἐν Γλαύκῳ (fr. 32)· καλοῖσι λουτροῖς ἐκλέλουμαι δέμας εἰς ὑψίκρημνον Ἱμέραν δ’ ἀφικόμην. | ||
P 1155a | EFGQ | τὸν ἐδέξαντο: ὅντινα ὕμνον ἐδέξαντο ἐπὶ τῇ ἑαυτῶν ἀρετῇ τῶν πολεμίων ἀνδρῶν ἀναιρεθέντων. | ||
P 1155b | DEFGQ | ἄλ‐ λως· ὅντινα ὕμνον ἐδέξαντο νικήσαντες τοὺς Καρχηδονίους. | ||
P 1157a | DEFGQ | καιρὸν εἰ φθέγξαιο: οἱ μέν φασι λείπειν τὴν κατά πρόθεσιν, ἵν’ ᾖ· κατὰ καιρὸν εἰ φθέγξαιο. | ||
P 1157b | εἰ και‐ ρίως λέγων, τῆς πολυλογίας τὰ πέρατα εἰς ἓν συντείνας καὶ συμπλέξας, ἐκφύγοις ἂν τὸν φθόνον. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν δικτύων. | |||
P 1157c | τὸ δὲ ἑξῆς· εἰ ἐν βραχεῖ φθέγξαιο κατὰ καιρὸν, πολλῶν πείρατα συντανύσας, μείων ἕπεται μῶμος ἀν‐ θρώπων. | |||
P 1157d | EFGQ | ἄλλως· αἰσθάνεται ἑαυτοῦ ἐκπεπτωκότος. ὁ δὲ νοῦς οὕτως· εἰ τὰ καίρια λέγεις τῶν πολλῶν τὰ πέρατα εἰς ἓν συντεμὼν καὶ συμπλέξας, οὐκ ἀκολουθήσει σοι μέμψις οὐδὲ | ||
φθόνος. | 26 in vol. 2 | |||
P 1160a | DEFGQ | ἀπὸ γὰρ κόρος αἰανής: ὁ γὰρ διηνεκὴς κόρος καὶ ἡ μακρολογία τὰς ταχείας καὶ μικροψύχους διανοίας ἀμ‐ βλύνει τῶν ἀνθρώπων. | ||
P 1160b | EFGQ | ἄλλως· ὁ γὰρ κόρος καὶ ἡ μα‐ κρολογία ἀμβλύνει τὰς τῶν ἀκουόντων διανοίας. | ||
P 1162a | DEFGQ | ἀστῶν δ’ ἀκοά: ἡ δὲ τῶν πολιτῶν ἀκοὴ κρυ‐ φίως λυπεῖ τὴν ψυχὴν ἐπὶ τοῖς ἀλλοτρίοις τῶν πολιτῶν κατ‐ ορθώμασιν. ἀλλήλοις γὰρ ὡς ἐπὶ τὸ πλεῖστον διαφθονοῦσιν. | ||
P 1162b | EFGQ | ἄλλως· ἀντὶ τοῦ λυποῦνται οἱ πολῖται ἐπὶ τοῖς τῶν ἀλ‐ λοτρίων καλοῖς· καὶ ἐπὶ τοῖς σοῖς, Ἱέρων, φθονοῦσι καλοῖς. τί τοῦτο; | ||
P 1164a | EFGQ | ἀλλ’ ὅμως κρέσσον: ἀλλ’ ὅμως βέλτιον φθο‐ νεῖσθαι ἤπερ οἰκτείρεσθαι. μὴ οὖν παρέλκου μηδὲ παρόρα τὰ καλὰ, ὦ Ἱέρων. | ||
P 1164b | DEFGQ | ἄλλως· μὴ διὰ τὸν φθόνον, φησὶ, παρόρα τὰ καλὰ, ἀλλὰ τὸν νῦν τεταγμένον σοι δῆμον δικαίῳ καὶ ἀγαθῷ κυβέρνα πηδαλίῳ. νώμα γὰρ ἀντὶ τοῦ κυβέρνα. | ||
P 1167a | DGQ | ἀψευδεῖ δὲ πρὸς ἄκμονι: σκληρῶς ἄκμονα τὸ στόμα ἀπὸ μεταφορᾶς τῶν χαλκευόντων. πρὸς ἄκμονι δὲ ἀψευδεῖ χάλκευε, ὅ ἐστι, φιλαλήθης ἔσο. | ||
P 1167b | ἄλλως· ἀντὶ τοῦ | |||
EFGQ | ἀλήθευε. ἴσως δέ τι ἐπηγγείλατο τῷ Πινδάρῳ ὁ Ἱέρων. | |||
P 1169 | DEFGQ | εἴ τι καὶ φλαῦρον παραιθύσσει: λείπει ὁ γάρ· ἐὰν γάρ τι καὶ εὐτελὲς παρὰ σοῦ λεχθῇ καὶ ὁρμήσῃ, καὶ τοῦτο μέγα καὶ διὰ πάντων φέρεται. φησὶ δὲ μεγάλα εἶναι τὰ τῶν ἀρχόντων ἁμαρτήματα, κἂν εὐτελῆ τυγχάνῃ. εἰ καί | ||
5 | τι οὖν εὐτελὲς ἁμάρτῃς, τοῦτο μέγιστον ἔσται. | 27 in vol. 2 | ||
P 1171 | DGQ | πολλῶν ταμίας: πολλῶν γὰρ δεσπότης καὶ βασι‐ λεὺς τυγχάνεις καὶ διοικητής. βασιλεὺς γὰρ ἦν. | ||
P 1172 | DEGQ | πολλοὶ μάρτυρες ἀμφοτέροισι: τῷ τε ἀληθεῖ καὶ τῷ ψευδεῖ· ἢ σοὶ καὶ τῷ υἱῷ. ὁ δὲ Σιδώνιος, σοὶ καὶ τοῖς ὑποτεταγμένοις. | ||
P 1173 | DEFGQ | εὐανθεῖ δ’ ἐν ὀργᾷ: εὐγενεῖ. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν εὐγενῶν φυτῶν. εὐγενεῖ δὲ, φησὶ, τρόπῳ παρα‐ μένων, εἰ δή τι φιλεῖς τὴν ἡδεῖαν τῶν ἐγκωμίων ἀκοὴν, μὴ ἀπόκαμνε πρὸς τὰς δαπάνας. ἐκ δὲ τούτου προτρέπεται τὸν | ||
5 | Ἱέρωνα μισθὸν αὐτῷ παρασχεῖν τοῦ ἐπινίκου. | |||
P 1176 | DEFGQ | ἐξίει δ’ ὥστε κυβερνάτας: ὥσπερ δὲ κυβερνήτης ἄριστος, ἔα πρὸς πνεῦμα τὸ ἱστίον· ἵνα ἱστίον μὲν τὸν μισθὸν, πνεῦμα δὲ τὸ ἐγκώμιον ἀκούσωμεν. | ||
P 1178 | DEFGQ | μὴ δολωθῇς κέρδεσιν εὐτραπέλοις: ὁ νοῦς· μὴ δολωθῇς, ὦ προσφιλέστατε Ἱέρων, τῇ ἐχθροτάτῃ φιλο‐ κερδείᾳ. | ||
P 1179a | DEFGQ | ὀπισθόμβροτον: τὸ φροντίδος ἀξιούμενον ὑπὸ τῶν ἀνθρώπων τῶν μετὰ ταῦτα καὶ μετὰ θάνατον λεγόμενον ἐγκώμιον. | ||
P 1179b | EFGQ | ἄλλως· τὸ μετὰ ταῦτα ἐσόμενον τῆς δόξης καύχημα, ὅπερ μόνον τῶν τεθνηκότων ἀνθρώπων τὸν βίον καταμηνύει τοῖς τε λογίοις καὶ ποιηταῖς. | ||
P 1179c | οἱ δὲ οὕτω· τὸ ἐκ τῆς δόξης καύχημα τὸ μετὰ ταῦτα ἐσόμενον, ὅπερ μόνον τῶν τεθνηκότων ἀνδρῶν τὸν βίον καταμηνύει. | |||
P 1181a | DEGQ | οἶον ἀποιχομένων: τὸ μετὰ ταῦτα ἐσόμενον τῆς δόξης καύχημα, ὅπερ μόνον τῶν τεθνηκότων ἀνθρώπων τὸν βίον καταμηνύει τοῖς τε λογίοις καὶ ποιηταῖς. | ||
P 1181b | DEFGQ | ἀοιδοῖς μὲν τοῖς ποιηταῖς, λογίοις δὲ τοῖς πεζογράφοις. | ||
P 1184 | DEFQQ | οὐ φθίνει Κροίσου φιλόφρων ἀρετά: οὐδα‐ | ||
μῶς φθείρεται καὶ λήθην λαμβάνει ἡ τοῦ Κροίσου φιλοφρο‐ νητικὴ ἀρετή. ὅτι δὲ πλούσιος καὶ φιλόφρων ὁ Κροῖσος ἦν, δῆλος ὁ λόγος. | 28 in vol. 2 | |||
P 1185 | DEFGQ | τὸν δὲ ταύρῳ χαλκέῳ: κατὰ δὲ τοὐναντίον, φησὶ, Φάλαριν τὸν ἐν τῷ χαλκῷ βοῒ κατακαύσαντα τοὺς ἀνθρώ‐ πους αἰσχρὰ φάτις ἔχει. τὸν δὲ τοῦ Φαλάριδος ταῦρον οἱ Ἀκραγαντῖνοι κατεπόντωσαν, ὥς φησι Τίμαιος (FHG I p. 222)· | ||
5 | τὸν γὰρ ἐν τῇ πόλει δεικνύμενον μὴ εἶναι τοῦ Φαλάριδος, καθάπερ ἡ πολλὴ κατέχει δόξα, ἀλλ’ εἰκόνα Γέλα τοῦ ποτα‐ μοῦ. κατασκευάσαι δὲ αὐτόν φασι Περίλαον καὶ πρῶτον ἐν αὐτῷ κατακαῆναι. Καλλίμαχος (fr. 119)· πρῶτος ἐπεὶ τὸν ταῦρον ἐκαίνισεν, ὃς τὸν ὄλεθρον | |||
10 | εὗρε τὸν ἐν χαλκῷ καὶ πυρὶ γιγνόμενον. | |||
P 1186 | EF | νηλέα 〈νόον〉: τινὲς ἄνοον, τὴν λε ἀποστρέφοντες. | ||
P 1187 | DEFGQ | ἐχθρὰ Φάλαριν: ὁ νοῦς· τοῦ μὲν Κροίσου οὐδα‐ μῶς φθείρεται ἡ φιλοφρονητικὴ ἀρετὴ, τὸν δὲ χαλκῷ ταύρῳ τῶν ξένων καυτῆρα καὶ ἀνηλεῆ τὸν νοῦν Φάλαριν αἰσχρὰ πανταχοῦ κατέχει φήμη. | ||
P 1188 | DEFGQ | οὐδέ μιν φόρμιγγες: ὁ νοῦς· οὐδὲ αὐτὸν αἱ ὑποικίδιοι κιθάραι παρὰ συμποσίοις καὶ δείπνοις εἰς κοινω‐ νίαν ἡδεῖαν δέχονται ταῖς τῶν παίδων ὁμιλίαις καὶ τοῖς ὕμνοις. τουτέστιν οὐδέποτε τὸν Φάλαριν ἐν συμποσίοις παῖδες | ||
5 | ὑμνοῦσιν. λείπει δὲ τῷ λόγῳ ἡ εἴς πρόθεσις. | |||
P 1191 | DEFGQ | τὸ δὲ παθεῖν εὖ: τὸ δὲ ἐπιτυχεῖν ἄθλων καὶ ἀγῶνος καὶ εὖ πρᾶξαι πρωτεύει· ἀνυμνεῖσθαι δὲ νικήσαντα δευτέρα μοῖρα. ἀμφοτέροις δὲ τούτοις ὃς ἂν ἐπιτύχῃ καὶ κρατήσῃ, στέφανον ὑψηλότατον δέχεται. | ||
5 | Q | τέλος. | 29 in vol. 2 | |
P 2metr(t) | Scholia in Pythionicarum carmen II | |||
1 | DEG | Τῷ αὐτῷ. 1aDG 1bE | ||
Q | Τῷ αὐτῷ Ἱέρωνι. 1aQ | |||
F | Ἱέρωνι Συρακουσίῳ νικήσαντι ἅρματι. 1bF Περὶ τῶν κώλων τῆς στροφῆς καὶ ἀντιστροφῆς τοῦ | |||
5 | δευτέρου τῶν Πυθίων εἴδους. Τῆς δευτέρας ᾠδῆς ἡ μὲν στροφὴ καὶ ἀντίστροφος κώ‐ λων ιεʹ τὸ αʹ δίμετρον τροχαϊκὸν καταληκτικὸν λελυμένους ἔχον τοὺς δύο πόδας. τὸ βʹ ἰαμβικὸν δίμετρον βραχυκατά‐ ληκτον. τὸ γʹ τροχαϊκὸν δίμετρον βραχυκατάληκτον. τὸ δʹ | |||
10 | ἰαμβικὸν δίμετρον καταληκτικόν. τὸ εʹ χοριαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ϛʹ ἀναπαιστικὸν δίμετρον ὑπερκατά‐ ληκτον. τὸ ζʹ Ἰωνικὸν ἀπὸ μείζονος δίμετρον καταληκτικὸν, τῆς πρώτης συλλαβῆς ἀδιαφόρου οὔσης. τὸ ηʹ χοριαμβικὸν τρίμετρον ἀκατάληκτον. τὸ θʹ τρίμετρον ἰαμβικὸν βραχυκα‐ | |||
15 | τάληκτον. τὸ ιʹ ἐπιωνικὸν δίμετρον ἀκατάληκτον. τὸ ιαʹ μονόμετρον ἀναπαιστικόν. τὸ ιβʹ δίμετρον ἐπιχοριαμβικὸν ἀκατάληκτον. τὸ ιγʹ τρίμετρον ἰαμβικὸν βραχυκατάληκτον. τὸ ιδʹ δίμετρον τροχαϊκὸν καταληκτικὸν Εὐριπίδειον. τὸ ιεʹ πενθημιμερὲς ἰαμβικόν. | |||
20 | Περὶ τῆς ἐπῳδοῦ αὐτοῦ. Ἡ δὲ ἐπῳδὸς κώλων ιδʹ. τὸ αʹ δίμετρον τροχαϊκὸν ἀκα‐ τάληκτον. τὸ βʹ δίμετρον ἰαμβικὸν βραχυκατάληκτον. τὸ γʹ δίμετρον χοριαμβικὸν καταληκτικόν. τὸ δʹ τρίμετρον ἀν‐ τισπαστικὸν ἀκατάληκτον, ἀπὸ ἰαμβικῆς ἀρχόμενον καὶ κατα‐ | |||
25 | κλειόμενον ἰαμβικῇ. τὸ εʹ παιωνικὸν δίμετρον καταληκτικόν. τὸ ϛʹ Γλυκώνειον, τοῦ πρώτου ποδὸς ἀδιαφόρου, εἶτα τρο‐ χαίου, εἶτα διϊάμβου. τὸ ζʹ ἀντισπαστικὸν τρίμετρον κατα‐ ληκτικὸν Πινδαρικὸν, ἀπὸ τροχαίου εἰς τροχαῖον. τὸ ηʹ σύν‐ | |||
θετον ἀπὸ παίωνος καὶ διμέτρου Ἰωνικοῦ ἀκαταλήκτου, τοῦ | 30 in vol. 2 | |||
30 | τε ἀνακλωμένου καὶ τοῦ ἀπὸ μείζονος. τὸ θʹ πενθημιμερὲς ἰαμβικόν. τὸ ιʹ Ἰωνικὸν δίμετρον κατακλειόμενον ἐκ τροχαϊ‐ κῆς διποδίας. τὸ ιαʹ χοριαμβικὸν τρίμετρον καταληκτικόν. τὸ ιβʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ιγʹ Πινδαρι‐ κόν, διὰ τὸ πολλάκις τὸν Πίνδαρον αὐτῷ κεχρῆσθαι. σύγκει‐ | |||
35 | ται δὲ ἐξ ἀντισπάστου καὶ χοριάμβου καὶ ἰάμβου καὶ συλλα‐ βῆς. τὸ ιδʹ Ἰωνικὸν ἀπὸ μείζονος ἀκατάληκτον. | |||
DEFGQ | Inscr. Γέγραπται μὲν Ἱέρωνι ἅρματι νικήσαντι, ἄδηλον δὲ εἰς ποῖον ἀγῶνα· διεστασίασται γὰρ οὐ μετρίως τοῖς πρὸ ἡμῶν. οἱ μὲν γὰρ οὐδὲ ὅλως ἐπίνικον αὐτὸν εἶναί φασι, Τί‐ | |||
40 | μαιος δὲ (FHG I p. 232) θυσιαστικὴν, Καλλίμαχος (fr. 100d 16) Νεμεακὴν, Ἀμμώνιος καὶ Καλλίστρατος Ὀλυμπιακὴν, ἔνιοι Πυθικὴν, ὡς Ἀπολλώνιος ὁ εἰδογράφος, ἔνιοι δὲ Παναθη‐ | |||
ναϊκήν. αὐτίκα γοῦν Διονύσιος ὁ Φασηλίτης οὐκ οἴεται δεῖν γράφειν τᾶν λιπαρᾶν ἀπὸ Θηβᾶν, ἀλλὰ τᾶν λιπαρᾶν ἀπ’ | EFGQ | |||
45 | Ἀθηνᾶν διὰ τὸ Παναθηναϊκὸν εἶναι τὸν ἐπίνικον καταφέ‐ ρεσθαι γάρ πως τὸν Πίνδαρον εἰς τὸ τὰς Ἀθήνας λιπαρὰς προσαγορεύειν, τὰς δὲ Θήβας χρυσαρμάτους καὶ εὐαρμάτους καὶ λευκίππους καὶ κυανάμπυκας· τέλεον εὐχερής τις ὤν. καὶ γὰρ καὶ ἄλλας πλείους λιπαρὰς καλεῖ, ὥσπερ τὴν Σμύρναν | |||
P 2metr(50) | (fr. 204)· καὶ λιπαρῷ Σμυρναίῳ ἄστει· καὶ τὴν Αἴγυπτον ἐν Διθυράμβοις (fr. 82)· τὰν λιπαρὰν μὲν Αἴγυπτον ἀγχίκρημ‐ νον. καὶ τὰς Θήβας δέ που εἶπε λιπαράς (fr. 196)· λιπαρᾶν | |||
τε Θηβᾶν μέγαν σκόπελον. ἄλλως τε εὔηθες ἀπὸ τῶν Ἀθη‐ νῶν φάναι τῷ Ἱέρωνι τὸ μέλος φέρεσθαι. οὐ γὰρ τὸ μέλος, | 31 in vol. 2 | |||
55 | ἀλλ’ ἡ νίκη αὐτῷ Ἀθήνηθεν ἀφικνεῖται· ὁ δὲ Πίνδαρος οὐκ Ἀθηναῖος, ἀλλὰ Θηβαῖος, ὥστε ἀπὸ Θηβᾶν δεῖ γράφειν, ὅθεν ἦν ὁ τὸ ποίημα συνθείς. 1bDGQ 2EF | |||
P 21a | DEFGQ | μεγαλοπόλεις εἶπε τὰς Συρακούσας, ἐπειδὴ Ἀρχίας τέσσαρας πόλεις καταστρεψάμενος εἰς μίαν συνήγαγεν. εἰσὶ δὲ αὗται· Ἀχραδίνη, Νεάπολις, Ἐπιπολαὶ, Τύχη. οὐκ ἐκ τοῦ παρατυχόντος οὖν μεγαλοπόλεις εἴρηκε τὰς Συρακούσας. sch. | ||
5 | inscr. DGQ 4EF | |||
P 21b | ἄλλως· ὦ μεγαλοπόλιες Συράκουσαι τοῦ με‐ γαλοπολέμου Ἄρεος τέμενος οὖσαι, ἀντὶ τοῦ ἀνδρεῖοι ὄντες, ἀνδρῶν σιδήρῳ καὶ ἵπποις χαιρόντων καὶ πολεμικῶν τροφοὶ οὖσαι. 6bEF | |||
P 22 | DEFGQ | βαθυπολέμου τέμενος Ἄρεος: τοῦτο εἴρηκε διὰ τὸ νεωστὶ Καρχηδονίους καὶ Λίβυας καὶ Τυρρηνοὺς ὑπὸ τῶν περὶ Γέλωνα καὶ Ἱέρωνα μὴ μόνον τῇ νήσῳ ἐπιπλεύσαντας καθῃρῆσθαι, ἀλλὰ καὶ ὑπ’ αὐτοῖς τὴν Καρχηδόνα γενέσθαι, | ||
5 | ὥστε ὑπακούειν· τὸ γοῦν ἀνθρωποθυτεῖν φησιν ὁ Θεόφρα‐ στος ἐν τῷ περὶ Τυρρηνῶν παύσασθαι αὐτοὺς Γέλωνος προσ‐ τάξαντος. ὅτι δὲ καὶ ἐκέλευσεν αὐτοὺς χρήματα εἰσφέρειν, Τίμαιος (FHG I p. 214) διὰ τῆς ιδʹ ἀνέγραψεν. 1aEF 6bQ | |||
P 24 | EFQ | τὸ σιδηροχαρμᾶν κατὰ κοινοῦ καὶ τῶν ἀνδρῶν καὶ | ||
τῶν ἵππων. | 32 in vol. 2 | |||
P 26a | EFQ | λιπαρᾶν διὰ τὸν Διόνυσον καὶ Ἡρακλέα καὶ αὐτόν. 10EFQ | ||
P 26b | DEFGQ | φέρων μέλος ἔρχομαι: οὐκ αὐτὸς ὁ Πίνδαρος ἥκων εἰς τὰς Συρακούσας ταῦτά φησιν· οὐ γὰρ ἀφῖκται πρὸς τὸν Ἱέρωνα, ἀλλ’ ἡ ᾠδὴ ἀποστολική· ἤτοι οὖν ἐκ τοῦ διακο‐ μίσαντος τὴν ᾠδὴν πρὸς τὸν τύραννόν ἐστιν ὁ λόγος ἢ ἐκ | ||
5 | τοῦ χοροῦ· διὰ γὰρ χοροῦ ἔπεμπε τοὺς ἐπινίκους. | |||
P 26c | ὁ δὲ νοῦς· ἀπὸ τῶν εὐδαιμόνων Θηβῶν παραγίνομαι τὸ μέλος φέ‐ ρων, ἀγγελίαν καὶ ἀνακήρυξιν τοῦ ἅρματος τοῦ [κατὰ] τὴν χθόνα ἐλελίζοντος καὶ ἀνακινοῦντος· ὁ δὲ εὐάρματος Ἱέρων | |||
5 | νικῶν εὐσυνόπτοις καὶ διαυγεστάτοις ἀνέδησε στεφάνοις τὴν Ὀρτυγίαν. sch. inscr. EF 4Q | |||
P 210 | DEFGQ | Ὀρτυγίαν στεφάνοις: ἐν Ὀρτυγίᾳ ἦν τὰ ἱπποτρο‐ φεῖα Ἱέρωνος. Ὀρτυγίαν δὲ τὴν ἐπὶ τῆς Σικελίας χερρόνησόν φησιν· αὐτῆς γὰρ νῆσος οὖσα τοπρότερον συνήφθη ταῖς Συ‐ ρακούσαις. | ||
P 212a | EFGQ | ποταμίας ἕδος: τῆς Ἀλφειώας. φασὶ γάρ τινες Ἀλφειὸν ἐρασθέντα τῆς θεοῦ καὶ διώξαντα ἄχρι τῆς Ὀρτυγίας | ||
FGQ | παύσασθαι. ὅθεν Ἀλφειώας Ἀρτέμιδος ἐκεῖ φασιν εἶναι ἱε‐ ρὸν, ἣν νῦν ποταμίαν εἶπεν. | |||
P 212b | DEFGQ | ἄλλως· ἕδος Ἀρτέμιδος: | ||
ἵδρυται γὰρ ἄγαλμα Ἀρτέμιδος ἐπὶ τῇ Ἀρεθούσῃ, ἡ δὲ Ἀρέ‐ θουσα ἐξ Ἀλφειοῦ τοῦ ποταμοῦ δέχεται τὰ ῥεύματα· ποτα‐ μίαν οὖν [Ἄρτεμιν] αὐτὴν διὰ τοῦτο ὠνόμασεν. | 33 in vol. 2 | |||
P 213 | DEFGQ | τᾶς οὐκ ἄτερ κείνας: ἧστινος ἐκείνας οὐ χωρὶς τῆς Ἀρτέμιδος τὰς πεποικιλμένας ἐχούσας ἡνίας πώλους ταῖς ἀγαναῖς ἑαυτοῦ χερσὶν ἐδάμασε καὶ ὑπέζευξε. τὸ δὲ κείνας τῷ πώλους συναπτέον· ἐπεὶ καὶ αὕτη ἱππική· | ||
5 | EFGQ | τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα (Ζ 205). | ||
P 216a | DEFGQ | ἐπὶ γὰρ ἰοχέαιρα: τὸ ἐπί τῷ τίθησι συναπτέον. Διδύμα δὲ ἡ Ἄρτεμις καλεῖται. | ||
P 216b | ὁ δὲ νοῦς· ἡ δὲ παρθένος Ἄρτεμις ἀμφοτέραις αὐτῆς ταῖς χερσὶ καὶ ὁ ἐναγώνιος Ἑρμῆς τὸν λαμπρὸν ἐπιτίθησι κόσμον τῷ ἅρματι. | |||
P 218a | DGQ | ὅ τ’ ἐναγώνιος: ὡς καὶ Αἰσχύλος (fr. 384) φη‐ σίν· ἐναγώνιε Μαίας καὶ Διὸς Ἑρμᾶ. προστάτης γὰρ ὁ Ἑρ‐ μῆς τῶν ἀγώνων. | ||
P 218b | κόσμον δὲ τὸν στέφανόν φησιν. | |||
P 220a | DEFGQ | ξεστὸν ὅταν δίφρον: ὅταν τὸν δίφρον κατα‐ ζευγνύῃ καὶ τὰ ἅρματα τὰ πεισιχάλινα, τὰς σειρὰς δηλονότι καὶ τὰ ζυγά. πεισιχάλινα δὲ πῶς τὰ ἅρματα; χαλινοῖς γὰρ οὐ χρῶνται πρὸς τὴν κατάζευξιν. ἤτοι οὖν τὰς ἡνίας δεκτέον | ||
5 | χαλινοὺς εἰρῆσθαι διὰ τὸ χαλᾶσθαι αὐτὰς καὶ πάλιν ἀνέλκε‐ σθαι, ἢ καὶ ἐπὶ τῶν κελήτων δεκτέον· ἠγώνισται γὰρ καὶ κέ‐ λησιν. | |||
P 220b | EFGQ | ὅταν οὖν ὁ Ἱέρων εἰς τὸν ἀγῶνα παρασκευάζῃ τὰ ἅρματα, ἡ Ἄρτεμις προσάπτεται αὐτοῦ τῶν χαλινῶν καὶ τῶν ὀχημάτων, κατὰ τὸ Ὁμηρικόν (Ε 799)· | ||
ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο. | 34 in vol. 2 | |||
P 220c | ἢ οὕτως· ἐπιτίθησι, φησὶ, τὰς χεῖρας ἡ Ἄρτεμις καὶ ὁ Ἑρμῆς τῷ Ἱέρωνι, ὅταν τὸν εὔξεστον δίφρον καὶ τὰ πεισιχά‐ λινα ἅρματα, ὅ ἐστι τὰς ἡνίας, τὸ ἵππειον καταζευγνύῃ σθέ‐ νος, ἀντὶ τοῦ ὅτε τοὺς ἵππους ζεύγνυσι, καλῶν τὸν Ποσει‐ | |||
5 | δῶνα ὡς ἵππειον θεὸν, ὁ Ἱέρων. | |||
P 221 | DEFGQ | ἔν θ’ ἅρματα: ἡ ἔν ἀντὶ τῆς εἴς, ἵν’ ᾖ· ὅταν εἰς τοὺς δίφρους καὶ τοὺς χαλινοὺς ζευγνύῃ τὸ ἵππειον σθένος, ὅ ἐστι τοὺς ἵππους. | ||
P 224 | DEFGQ | ἄλλοις δέ τις ἐτέλεσεν: ἄλλοις βασιλεῦσιν ἄλλος ποιητὴς ὕμνον εὐηχῆ καὶ εὔρυθμον κατασκευάζει, ὄντα τὸν ὕμνον ἀμοιβὴν καὶ λύτρα τῆς ἀρετῆς. εἶτα ἡ ἀνταπόδοσις τοῦ νοῦ· ἐγὼ δὲ σοὶ, ὦ Ἱέρων· καὶ ἐπισυνάπτει ἐργασίαν. | ||
P 225 | GglHglR | (εὐαυχέα:) ἐφ’ ᾧ ἔστι τινὰ αὐχεῖν. | ||
P 227a | DEFGQ | κελαδέοντι μὲν ἀμφὶ Κινύραν: περὶ μὲν τὸν Κινύραν οἱ ὕμνοι τῶν Κυπρίων γίνονται, ἐγὼ δὲ περὶ σέ. ἦν δὲ οὗτος Ἀπόλλωνος υἱὸς, ἢ Πάφου κατὰ ἐνίους. | ||
P 227b | διαπορεῖται δὲ, τί δή ποτε εἰς τοὺς τοῦ Ἱέρωνος ἐπαίνους | |||
EFGQ | τὸν Κινύραν προσῆκται, εἰ μὴ ὅτι ταῖν θεοῖν ἱεροφάντης ἀπεδέδεικτο· Δεινομένους γὰρ υἱεῖς εἰσιν οἱ περὶ τὸν Ἱέρωνα τοῦ τὰ ἱερὰ ἐκ Τριοπίου τῆς Κύπρου εἰς Σικελίαν κομίσαν‐ | |||
5 | τος. ὁ δὲ Κινύρας οὗτός ἐστιν, ἀφ’ οὗ οἱ ἐν Κύπρῳ Κινυ‐ ρίδαι τῇ θεῷ ἀνιέρωνται. | |||
P 227c | (D)EFGQ | ἢ οὕτως· εἰσὶν οἱ λέγοντες τὸν Δεινομένην τὸν πατέρα Ἱέρωνος ἀνέκαθεν Κύπριον· | ||
EFGQ | διὸ νῦν εὐλόγως γράφων εἰς τὸν Ἱέρωνα μέμνηται Κινύρου. τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι. (Λ 20.) | 35 in vol. 2 | ||
P 227d | DEFGQ | ὁ δὲ νοῦς· χορεύουσι μὲν περὶ τὸν Κινύραν πολλάκις οἱ τῶν Κυπρίων ὕμνοι, ὅντινα ὁ χρυσοκόμης ἠγάπησεν Ἀπόλλων ἱερέα καὶ σύντροφον καὶ συνήθη τῆς Ἀφροδίτης ὄντα. | ||
P 227e | E(F) | ἡ δὲ ἀνταπόδοσις τοῦ λόγου αὕτη· περὶ μὲν τὸν Κινύραν οἱ τῶν Κυπρίων ὕμνοι, περὶ δὲ σὲ ὁ ἐμὸς καὶ τῶν Συρα‐ κουσίων. | ||
P 228 | DEFGQ | φᾶμαι Κυπρίων· τόν: τὸν τῶν Κυπρίων βασιλέα, οὗ καὶ Ὅμηρος μέμνηται (Λ 20). υἱὸς δὲ Εὐρυμέδοντος καὶ Παφίας νύμφης. ἐγένετο δὲ ἱερεὺς τῆς Κυπρίας Ἀφροδίτης. | ||
P 231a | DEFGQ | κτίλον Ἀφροδίτας: ὅτι κτίλον τὸν συνήθη καὶ εἰθισμένον τῇ χειρὶ προσηγόρευσε. καὶ αὐτὸς ὁ Πίνδαρος τὸ | ||
EFGQ | τιθασσεύεσθαι κτιλεύεσθαι λέγει (fr. 238)· ἔνθα [αἱ] ποῖ‐ μναι κτιλεύονται κάπρων λεόντων τε. | |||
P 231b | ἢ οὕτως· οὐχ ὅτι ἐρώμενος Ἀπόλλωνος ὁ Κινύρας· ἀλλ’ ἀγαπᾶσθαί φησιν αὐ‐ τὸν ὑπὸ τοῦ θεοῦ διὰ τὸ ἐγκωμιάζεσθαι αὐτὸν ὑπὸ τῶν μου‐ σικῶν. | |||
P 231c | DEFGQ | ἄλλως· Ὅμηρος μὲν (Γ 196. Ν 492) κτίλον τὸν προηγούμενον τῆς ποίμνης κριόν· ἡ δὲ τοῦ ὀνόματος ἐτυμο‐ λογία οὐχ οὕτως ἔχει. ἔστι γὰρ παρὰ τὸ κτίσαι, ὅ ἐστι τὸ θρέψαι· ὡς αὐτὸς ὁ Πίνδαρος (fr. 313) ἐν ἄλλοις· ὀρεικτί‐ | ||
5 | του συὸς, τοῦ ἐν ὄρει τεθραμμένου. νῦν δὲ τὸν ἱερέα. | |||
P 231d | κτί‐ λον Ἀφροδίτης οἱονεὶ σύνθρεμμα καὶ συνήθη τῇ θεῷ. | |||
P 232 | DEFGQ | Ἄγει δὲ χάρις: ἄγει δὲ ἑαυτὴν ἡ χάρις πρὸς ἀμοι‐ | ||
βήν τινος ὑποστρεφομένη τῶν προϋπαρξάντων προσφιλεστά‐ των ἔργων. ὁ δὲ λόγος αὐτῷ, ὅτι προευεργετηθεὶς ὑπὸ τοῦ Ἱέρωνος νῦν ἀμείβεται αὐτὸν τοῖς ὕμνοις καὶ ἐγκωμίοις. | 36 in vol. 2 | |||
P 233a | EFGQ | ἀντὶ ἔργων: ἀντὶ τῶν ὕμνων ἡ χάρις ἄγει τὸν ποιητὴν εἰς τὸ λέγειν καὶ ὑμνεῖν, ἀντὶ τοῦ ὁ μισθός. ποί‐ τινος δὲ ἀμειπτική. | ||
P 233b | DEFGQ | ἄλλως· ἔξωθεν προσληπτέον χάριν, ὥστε εἶναι τὸν λόγον τοιοῦτον· ἡ δὲ χάρις χάριν ἄγει ἀντὶ φίλων ἔργων σεβομένη τὸν εὐεργετήσαντα. | ||
P 233c | ὀπιζομένη δὲ ἀμειβομένη, ἀνταποδιδοῦσα, ἐντρεπομένη· μετὰ αἰδοῦς γὰρ χαρίζονται, ἀλλ’ οὐ μετὰ θράσους. | |||
P 233d | ἢ ὀπιζομένη, ὕστερον ἐπακολουθοῦσα· ἡ γὰρ ἀμειπτικὴ χάρις ὑστέρα τῆς προκαταρ‐ κτικῆς. τοῦτο δὲ εἶπε διὰ τὸ τοὺς Λοκροὺς χάριν ὁμολογεῖν τῷ Ἱέρωνι, προευεργετήσαντι αὐτούς. | |||
P 234 | DEFGQ | ὀπιζομένη ἤτοι ἐπιστρεφομένη· ἢ ὅτι μετὰ αἰδοῦς καὶ θράσους αἱ χάριτες δίδονται. 36bQ | ||
P 236a | EFGmgQ | οὗτοί εἰσιν Ἐπιζεφύριοι Λοκροὶ πρὸς τῇ Ἰταλίᾳ οἰκοῦντες. 38Q | ||
P 236b | DEFGQ | Λοκρὶς παρθένος ἀπύει: ὁ νοῦς· ἀνυμνοῦσι μὲν τὸν Κινύραν οἱ Κύπριοι· σὲ δὲ, ὦ Δεινομένους παῖ Ἱέ‐ ρων, Ἐπιζεφυρία παρθένος προελθοῦσα λοιπὸν τῶν οἴκων ἀναφωνεῖ καὶ ἀνυμνεῖ, τῶν πολεμικῶν καμάτων ἐξ ἀπροσδο‐ | ||
5 | κήτου ἀπαλλαγεῖσα καὶ διὰ τὴν σὴν δύναμιν ἐλεύθερον βλέ‐ πουσα. | |||
P 236c | EFGQ | ἄλλως· Ἀναξίλα τοῦ Μεσσήνης καὶ Ῥηγίου τυ‐ | ||
ράννου πολεμοῦντος Λοκροῖς Ἱέρων πέμψας Χρόμιον τὸν κηδεστὴν διηπείλησεν αὐτῷ, εἰ μὴ καταλύσαιτο τὸν πρὸς αὐ‐ τοὺς πόλεμον, αὐτὸν πρὸς τὸ Ῥήγιον στρατεύειν· οὗπερ δὴ | 37 in vol. 2 | |||
5 | πρὸς τὴν ἀπειλὴν ἐνδόντος ἐν εἰρήνῃ διήγαγον οἱ Λοκροί. ἐφ’ οἷς οὖν ἔπαθον, αἱ Λοκρίδες ᾖδον καὶ καθύμνουν τὸν Ἱέρωνα. 36aQ | |||
P 238 | DEFGQ | δρακεῖς’ ἀσφαλές: ἐλεύθερον βλέπουσα. Ἀναξίλας γὰρ καὶ Κλεόφρων ὁ τούτου παῖς Ἰταλίας ὄντες τύραννοι, ὁ μὲν ἐν Μεσσήνῃ τῇ Σικελιωτικῇ, ὁ δὲ ἐν Ῥηγίῳ τῷ ἐπὶ Ἰτα‐ λίας, πόλεμον ἠπείλουν Λοκροῖς· διαπρεσβευσάμενος δὲ πρὸς | ||
5 | αὐτοὺς ὁ Ἱέρων ἔπαυσε τοῦ πολέμου τοὺς Λοκρούς. | |||
P 239 | DEFGQ | θεῶν δ’ ἐφετμαῖς: ταῖς δὲ τῶν θεῶν ἐντολαῖς καὶ βουλήσεσι τὸν Ἰξίονά φασι ταῦτα τοῖς ἀνθρώποις βοᾶν, | ||
EFGQ | τῷ ταχεῖ τροχῷ πανταχοῦ δινούμενον, ὥστε τὸν εὐεργέτην προσηνέσιν ἀμοιβαῖς μετερχομένους ἀμείβεσθαι. | |||
P 240a | DEFGQ | Ἰξίονα φαντὶ ταῦτα: τίνος ἕνεκεν εἰς τοὺς περὶ Ἰξίονα παρεκβέβηκε λόγους ὁ Πίνδαρος; εἰ γὰρ οἱ Λο‐ κροὶ, ἀνθ’ ὧν εὐηργετήθησαν ὑφ’ Ἱέρωνος, ᾄδουσιν αὐτὸν, εἰς οὐδὲν ὁ Ἰξίων αὐτῷ προσῆκται· τότε γὰρ ἐχρῆν εἰς παρά‐ | ||
5 | δειγμα αὐτὸν ἄγεσθαι, εἰ μὴ τῆς χάριτος οἱ Λοκροὶ ἐμέμνηντο, ὥσπερ ὁ Ἰξίων. εἰ μὴ ἄρα καθόλου παρελήλυθεν ὁ Ἰξίων, ὅτι τὸν εὐεργέτην προσήκει τοῖς αὐτοῖς ἀεὶ ἀμείβεσθαι. 41D | |||
P 240b | EFGQ | τὸν δὲ Ἰξίονα οἱ μὲν Ἀντίονος γενεαλογοῦσιν, ὡς Αἰσχύλος (fr. 89)· Φερεκύδης δὲ (FHG I p. 96) Πεισίωνος, ἔνιοι δὲ Ἄρεος, οἱ δὲ Φλεγύα. Ἀσκληπιάδης δὲ ἐν τρίτῳ Τραγῳδουμένων οὕτω γράφει. προσιστοροῦσι δὲ ἔνιοι, ὅτι καὶ μανείη ὁ Ἰξίων, | 38 in vol. 2 | |
5 | ὡς Φερεκύδης· καὶ τὴν ἐπὶ τοῦ τροχοῦ δὲ κόλασιν αὐτῷ παρεγκεχειρήκασιν· ὑπὸ γὰρ δίνης καὶ θυελλῶν αὐτὸν ἐξαρ‐ πασθέντα φθαρῆναί φασιν. οὗτος ἔγημε Δίαν τὴν Δηϊονέως θυγατέρα. ἔθος δὲ ἐπὶ τοῖς παλαιοῖς τοῖς τῶν νυμφῶν πα‐ τράσι δῶρά τινα προσάγειν, ὡς καὶ Ὅμηρος (Λ 244)· | |||
10 | πρῶθ’ ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλι’ ὑπέστη αἶγας ὁμοῦ καὶ ὄϊς. ὁ δὲ Δηϊονεὺς κατὰ τὸ σύνηθες γήμαντα τὸν Ἰξίονα τὴν τῶν | |||
DEFGQ | δώρων εἰσεπράττετο δόσιν· καὶ οὕτως ὁ Ἰξίων διορύξας βό‐ θρον καὶ πληρώσας πυρὸς ἐκάλεσε τὸν πενθερὸν ὡς ἐπὶ εὐ‐ | |||
15 | ωχίαν. ὁ δὲ ἀπρονόητος ὢν τοῦ μηχανήματος εἰσελθὼν ἐπέστη | |||
EFGQ | τῇ πυρᾷ καὶ κατεκαύθη. τοῦ δὲ μύσους μηδενὸς καθαρί‐ ζοντος τὸν Ἰξίονα, ἀποστραφέντων δὲ αὐτὸν καὶ τῶν ἄλλων θεῶν, οἰκτείρας ὁ Ζεὺς ἐκάθηρε μὲν αὐτὸν τοῦ φόνου, ἀνή‐ γαγε δὲ καὶ εἰς οὐρανὸν καὶ συνέστιον εἶχεν αὐτόν. τὸν δὲ | |||
20 | δευτέρῳ ἁμαρτήματι ἐπιχειροῦντα εἰς ἔρωτα τῆς Ἥρας κινη‐ θῆναί φασι· μαθόντα δὲ τὸν Δία νεφέλην τῇ Ἥρᾳ ἀναπλάσαι | |||
καὶ ἐκτυπῶσαι ὁμοίαν, τὸν δὲ Ἰξίονα θεασάμενον ἐφορμῆσαι καὶ παρακλιθῆναι. γενέσθαι δὲ ἐξ αὐτῶν ἄγριόν τινα καὶ τερατώδη ἄνδρα, ὃν Κένταυρον ὠνόμασαν. ὕστερον δὲ τροχῷ | 39 in vol. 2 | |||
25 | τοὺς πόδας καὶ τὰς χεῖρας τοῦ Ἰξίονος προσδεσμευθῆναι, καὶ κελεῦσαι τὸν Δία πρὸς τὴν δίνησιν τοῦ τροχοῦ τὸ τοιοῦ‐ τον ...., ὡς προσήκει τοὺς εὐεργετήσαντας βελτίοσιν ἀμεί‐ βεσθαι καὶ μὴ τοῖς ἐναντίοις καταβλάπτειν. 54cD | |||
P 241 | DGQ | πτερόεντι τροχῷ: δεδεμένος, φησὶ, τῷ τροχῷ ὁ Ἰξίων τοῦτο βοᾷ καὶ λέγει, ὅτι δεῖ τοὺς εὐεργέτας ἀντευ‐ εργετεῖν. | ||
P 245a | DEFGQ | ἔμαθε δὲ σαφῶς ὁ Ἰξίων, ὅτι δεῖ τὸν εὐεργέτην ἀνταμείβεσθαι. παρὰ γὰρ τοῖς Κρόνου παισὶν εὐμενῶς δια‐ τεθεῖσιν αὐτῷ ἡδὺν δεξάμενος βίον τὴν ἐν θεοῖς διαγωγὴν, τὸν μακρὸν καὶ ὑπεραίροντα τὴν αὐτοῦ φύσιν ὄλβον ἐνεγκεῖν | ||
5 | οὐκ ἴσχυσεν, ὅτε τῆς Ἥρας ταῖς μεμηνυίαις φρεσὶν ἐπεθύμη‐ σεν, ἥντινα Ἥραν μόναι αἱ τοῦ Διὸς κοῖται ἔλαχον. | |||
P 245b | DGQ | ἄλ‐ λως· μαθὼν τὸ σαφὲς ἔγνω. εὐμενῶς διατεθεῖσιν. | ||
P 252a | DEFGQ | ἀλλά νιν ὕβρις ἐς αὐάταν: εἰς ἄτην καὶ βλάβην. τὸ δὲ αὐάταν Αἰολικῶς προήγαγεν· ἐκεῖνοι γὰρ, ἐὰν ᾖ δύο φωνήεντα, ἐντιθέασι τὸ υ, ὡς ἐπὶ τοῦ ἀήρ αὐήρ, καὶ ἄως | ||
αὔως. ὅτε δὲ σύμφωνόν ἐστι μεταξὺ, οὐκέτι. πῶς οὖν | 40 in vol. 2 | |||
5 | τὸ ἄτη τοῦ τ ὄντος μεταξὺ ἀνεδέξατο τὸ υ; καί φαμεν, ὅτι ἀπὸ συναιρέσεως γέγονεν· ἦν γὰρ ἀάτη· καὶ Ὅμηρος (Τ 91)· πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται. καὶ οὕτως ἀναλόγως, εἰ καὶ κατ’ ἔκθλιψιν γέγονε. διὰ τὸ ὑπάρχειν τὸ ἕτερον α, ἀνεδέξατο τὸ υ. | |||
P 252b | GQ | ἄλλως· ἀλλά νιν: ὁ νοῦς· ἀλλά νιν καὶ αὐτὸν τὸν Ἰξίονα ἡ ὕβρις εἰς ἄτην μεγάλην ἐνέβαλεν. | ||
P 252c | EFGQ | ἄλλως· αὐάταν ὑπεράφα‐ νον: μεγάλην ἄτην. Αἰολικῶς δὲ προήγαγε τὴν λέξιν. ἐκεῖ‐ νοι γὰρ, ἐὰν ὦσι δύο φωνήεντα, ἐπεντιθέασι τὸ υ ὡς ἐπὶ τοῦ ἄως αὔως. ἐπεὶ οὖν ἐστιν ἀάτη, αὐάτη παρ’ αὐτῷ εἴρηται. 54bE | ||
P 254a | DEFGQ | ἐξαίρετον ἔσχε μόχθον: τὸν ἐξηλλαγμένον. ἤτοι δὲ ὅτι μέγας, ἢ ὃν οὐδεὶς ἄλλος ἔσχεν. οὐδεὶς γὰρ ἄλλος παραδέδοται ἐπὶ τροχοῦ κολαζόμενος. (53) Ὁμηρικῶς ἀντὶ τοῦ ταχέως. ταχέως δὲ παθὼν καὶ τιμωρηθεὶς τὸν πρέποντα αὐτῷ | ||
5 | καὶ ἁρμόζοντα ἐδέξατο μισθόν. 63E | |||
P 254b | DEFGQ | αἱ δύο δ’ ἀμπλακίαι: τοῦτό φησιν, ὅτι τὸ μὲν τοῦ φόνου ἁμάρτημα συνέγνων οἱ θεοὶ, τὸ δὲ δεύτερον οὐ‐ κέτι. καί φησιν, ὅτι αἱ δύο ἁμαρτίαι εἰσὶ φερέπονοι, οἱονεὶ | ||
πόνον καὶ τιμωρίαν τοῖς ἁμαρτάνουσιν ἐπιφέρουσαι. 40bD | 41 in vol. 2 | |||
P 254c | DGQ | ἄλλως· δύο ἀμπλακίας φησὶ τόν τε ἐμφύλιον φόνον καὶ τὴν ἐπιθυμίαν τῆς Ἥρας. | ||
P 257 | DEFGQ | ὅτι τ’ ἐμφύλιον αἷμα: τῶν δύο ἁμαρτημάτων δι‐ αίρεσιν ποιεῖται καί φησιν· Ἰξίων ἐμφύλιον φόνον ἐνέμιξεν ἀνθρώποις· οἷον πρῶτος κατειργάσατο ἐν ἀνθρώποις τὸν ἐμ‐ φύλιον φόνον· δεύτερον δὲ, ὅτι τοῖς μεγάλοις καὶ εὐκατα‐ | ||
5 | σκευάστοις θαλάμοις τοῦ Διὸς τὴν γαμετὴν Ἥραν ἐπείρα τε | |||
EFGQ | καὶ ἐνήδρευε. τὸ γὰρ ἐπειρᾶτο παθητικὸν ὂν ἀντὶ τοῦ ἐνερ‐ γητικοῦ ἐστι, σημαίνει δὲ τὸ ἐνήδρευεν. οὕτω γὰρ καὶ πει‐ | |||
ρατὰς τοὺς κατὰ πέλαγος [λῃστὰς] λέγομεν, κυρίως δὲ τοὺς | DEFGQ | |||
EFGQ | ἐν ὁδῷ κακουργοῦντας, παρ’ ὃ δὴ καὶ ὁδουροὺς αὐτοὺς | |||
10 | λέγουσιν. Εὐριπίδης ἐν Ἀρχελάῳ (fr. 260)· ἔπαυς’ ὁδουροὺς λυμεῶνας. καὶ Σοφοκλῆς ἐν Αἰγεῖ (fr. 21)· πῶς δῆθ’ ὁδου‐ ρῶν ὅμοιος ἐξέβης λαθών; 54aE | |||
P 258 | CP | οὐκ ἄτερ τέχνας: οὐ χωρὶς δόλου. τοῦτο δὲ λέγει διὰ τὸν βόθρον. σημειωτέον δὲ, ὅτι καὶ τοὺς δόλους καὶ τὰς πανουργίας τέχνας τινὲς ἐκάλουν. | ||
P 263 | DEFGQ | χρὴ δὲ καθ’ αὑτὸν αἰεί: προσῆκον δέ ἐστι, φησὶ, τῶν κατὰ τὴν ἑαυτοῦ δύναμιν τὸ μέτρον σκοπεῖν καὶ τούτων ἐπιθυμεῖν, καὶ μὴ τῶν ὑπὲρ δύναμιν ὀρέγεσθαι. ὅμοιον δὲ τοῦτο τῷ ὑπὸ Χίλωνος ἐν Δελφοῖς ἐγγραφέντι [γνῶθι σαυτόν], | ||
5 | ὅ τινές φασι Σωδάμου εἶναι. | 42 in vol. 2 | ||
P 265 | DEFGQ | παράτροποι: αἱ μοιχίδιοι καὶ τοῦ δέοντος παρα‐ τετραμμέναι εἰς κακότητα καὶ βλάβην ἐνέβαλον. ἔνιοι δὲ γρά‐ φουσιν, εἰς κακότητα ὀρθὴν, καὶ οὐχὶ ἀθρόαν, ἵν’ ᾖ εὐθεῖαν, ἀπὸ μεταφορᾶς τῶν ὁδῶν. | ||
P 269 | CP | εἶδος γάρ: τὸ γὰρ εἶδος ἡ νεφέλη ὁμοία ἦν τῇ ὑπερεχούσῃ τοῦ οὐρανίου Κρόνου θυγατρί. | ||
P 271 | DEFGQ | ἅν τε δόλον: ἥντινα νεφέλην δόλον Ἰξίονι κατε‐ σκεύασαν αἱ τοῦ Διὸς τέχναι καλὸν καὶ ἄξιον βλάβος. πῆμα δὲ τὴν νεφέλην εἶπε ὡς πρὸς τὸ ἀποτέλεσμα, τὸ ἐξ αὐτῆς βλάβος. 73aE 73bF | ||
P 272 | DEFGQ | καλὸν πῆμα: ὡς καὶ Ἡσίοδος (Theog. 585)· καλὸν κακόν· καλὸν μὲν διὰ τὸ ὡμοιῶσθαι τῇ Ἥρᾳ, πῆμα δὲ ὡς πρὸς τὸ ἀποτέλεσμα. 75EF | ||
P 273a | DEFGQ | τὸν δὲ τετράκναμον: τὸν δὲ τετράραβδον δεσ‐ μὸν ἤνυσε καὶ κατειργάσατο ἑὸν ὄντα δεσμὸν καὶ ὄλεθρον ὁ Ἰξίων, ἶσον ταῖς χερσὶ καὶ τοῖς ποσὶ πρὸς τὸ τῇ δέσει τῶν χειρῶν καὶ τῶν ποδῶν ἐξαρκεῖν. 72F | ||
P 273b | DEFGQ | τὸν δὲ τετράκναμον: κνήμη τοῦ τροχοῦ ῥάβδος ἡ ἀπὸ τῆς χοινικίδος ἐπὶ τὸν κύκλον διήκουσα. οἱ δὲ ἁρμά‐ τειοι τροχοὶ τῶν ἀνθρώπων ἑξάκνημοί εἰσιν, οἱ δὲ τῶν θεῶν δι’ ὑπερβολὴν τοῦ κόσμου παρὰ τῷ Ὁμήρῳ (Ε 723) ὀκτά‐ | ||
5 | κνημοι εἶναι λέγονται. οἰκείως δὲ ὁ Πίνδαρος τὸν τοῦ Ἰξίο‐ νος τροχὸν τετράκνημον εἶπεν, ἵνα τοῖς μὲν δυσὶ ποσὶ τὰς | |||
δύο, ταῖς δὲ χερσὶ τὰς δύο προσάψῃ κνήμας. 72E 73aF | 43 in vol. 2 | |||
P 275 | DEFGQ | ἐν δ’ ἀφύκτοισι: ὁ νοῦς· ἐν δὲ τοῖς ἀφύκτοις δεσ‐ μοῖς πεσὼν τὴν πᾶσιν ἐγνωσμένην ἀνεδέξατο ἀγγελίαν καὶ φήμην. | ||
P 277a | DEFGQ | τὰν πολύκοινον ἀγγελίαν: τὴν πᾶσιν ἐγνωσμέ‐ νην. φησὶ δὲ ταύτην ὅτι χρὴ τοὺς εὐεργέτας καλοῖς ἀμείβε‐ σθαι. | ||
P 277b | EFGQ | ἄλλως· τὴν πᾶσιν ἐγνωσμένην· κοινὰ γὰρ τὰ Ἰξί‐ ονος· ἢ τὴν ὠφέλιμον. τίς δέ ἐστιν αὕτη; ἣν δεδεμένος ὁ Ἰξίων ἐν τῷ τροχῷ ἔλεγε, τὸν εὐεργέτην ἀγαναῖς ἀμοιβαῖς ἀμείβεσθαι. | ||
P 278a | DEFGQ | ἄνευ οἱ χαρίτων: ἀντὶ τοῦ ἔξω συνουσίας. χαρί‐ ζεσθαι γὰρ κυρίως λέγεται τὸ συνουσιάζειν, ὥσπερ Θεόπομπος ἐν Μήδῳ (fr. 29, I p. 740 K.) εἰσάγει τὸν Λυκαβηττὸν λέ‐ γοντα· | ||
5 | παρ’ ἐμοὶ τὰ λίαν μειράκια χαρίζεται τοῖς ἡλικιώταις. καὶ Ἀριστοφάνης ἐν Ἱππεῦσιν (517) ἐκ μεταφορᾶς· πολλῶν γὰρ δὴ πειρασάντων αὐτὴν ὀλίγοις χαρίσασθαι. καὶ Σαπφώ (fr. 34)· σμικρά μοι πάϊς ἔμμεναι φαίνεο κἄχα‐ | |||
10 | ρις, ἡ μήπω δυναμένη χαρίζεσθαι. | |||
P 278b | ἄλλως· Ἀρίσταρχος ἀφ’ ἑτέρας ἀρχῆς νῦν ἐπὶ τῆς νεφέλης ὑφίσταται τὸν λόγον τῆς τῷ Ἰξίονι συνευνασθείσης. | |||
P 278c | ἄνευ δέ οἱ Χαρίτων, | |||
οἷον τὸν ἄχαριν γόνον. ἄχαρις γὰρ ἦν τις καὶ ἄγριος ὁ Νε‐ φέλης καὶ Ἰξίονος Κένταυρος. | 44 in vol. 2 | |||
P 278d | EFGQ | συνίστησιν ὁ Πίνδαρος ἐξ Ἰξίονος καὶ Νεφέλης τοὺς δισωμάτους Κενταύρους· ἐκείνην μὲν γάρ φησι τεκεῖν τὸν τοιοῦτον γόνον, ὃς οὔτε ἐν ἀνθρώ‐ ποις οὔτε ἐν θεοῖς τιμὴν εἶχεν· ὄνομα δέ φησιν αὐτῷ εἶναι | ||
5 | Κένταυρον. τοῦτον δὲ ἐν Μαγνησίᾳ ἵπποις μιγνύμενον γεν‐ νῆσαι τοὺς διφυεῖς Κενταύρους, ὥστε ἐκείνους κατὰ τὸ γε‐ νικὸν ὄνομα ὀνομασθῆναι Κενταύρους ἀπὸ τῆς τοῦ πατρὸς ὀνομασίας. εἰσί γε μὴν οἳ τὸν ὅλον μῦθον παρεγκεχειρήκασιν ὡς οὐ γεγονότων διφυῶν. Λέλεγας γάρ φασιν αὐτοὺς προσ‐ | |||
10 | αγορευομένους διὰ τὸ ἀποκεντῆσαι τοὺς ταύρους προσαγορευ‐ θῆναι Ἱπποκενταύρους· οἱ δὲ ὅτι ἵπποις κέλησιν ἐποχηθέντες πρῶτοι πάντων τοῦτο διεπράξαντο. | |||
P 280a | DEFGQ | μόνα καὶ μόνον: ἀντὶ τοῦ μονόμετρον καὶ ξένον τὴν φύσιν. | ||
P 280b | οἱ δὲ μόνον καὶ οὐκέτι ἕτερον· οὐδεὶς γὰρ ἄλλος Νεφέλης ἐγένετο υἱός· καὶ παρὰ τὰς ἄλλας νεφέλας μόνη ἔτεκε Κένταυρον. | |||
P 281a | DEFGQ | οὔτ’ ἐν θεῶν νόμοις: ἐγέννησε, φησὶν, ἡ νεφέλη τῷ Ἰξίονι παῖδα οὔτε ἐν ἀνθρώποις γέρας ἀποφερόμενον, ἀντὶ τοῦ τῆς τῶν ἀνθρώπων φύσεως ξένον ὄντα, οὔτε ἐν τοῖς | ||
τῶν θεῶν νόμοις τιμώμενον. ἐκ δὲ τούτου πάλιν οὐδὲ θεοῖς | 45 in vol. 2 | |||
5 | ὅμοιον. 85cDGQ | |||
P 281b | (C)P | ἢ τὸν οὔτε τῆς τῶν ἀνθρώπων μετέ‐ χοντα φύσεως οὔτε τῆς τῶν θεῶν. | ||
P 282a | DEFGQ | ὃς ἵπποισιν: ὅστις ὁ ἐξ Ἰξίονος καὶ νεφέλης Κέν‐ ταυρος ταῖς ἵπποις ταῖς Θεσσαλικαῖς ἐμίγνυτο κατὰ τὰς ὑπω‐ ρείας τοῦ Πηλίου ὄρους. | ||
P 282b | EFGQ | ἄλλως· Κένταυρόν φησι γεννη‐ θῆναι ἄνδρα ἐκ τοῦ Ἰξίονος καὶ τῆς νεφέλης· ὃν πλησιάζοντα ταῖς ἐν τῷ Πηλίῳ ἵπποις γεννῆσαι τοὺς διφυεῖς Κενταύρους, τὰ μὲν κάτω τῇ μητρὶ παραπλήσια ἔχοντας, τὰ δὲ ἄνω τῷ | ||
5 | πατρί. | |||
P 285a | DEFGQ | ἐκ δ’ ἐγένοντο στρατός: ἐξεγένοντο δὲ στρατὸς θαυμαστὸς Κενταύρων ἀμφοτέροις τοῖς γεγεννηκόσιν ὅμοιοι. ἔσχον δὲ εἰς ἓν συμβεβλημένας τὰς δύο φύσεις, καὶ τὰ μὲν κάτω ἐμφερεῖς ἦσαν ταῖς μητράσι, τὰ δὲ ἄνω τῷ πατρί. | ||
P 285b | DEFGQ | ἐκ δ’ ἐγένοντο στρατός: ἡ φράσις κατὰ σχῆμα· ἀπὸ πληθυντικοῦ γὰρ ἑνικὸν ἐπήγαγε. καὶ ἔστι τὸ ἐναντίον παρ’ Ὁμήρῳ (Ο 305)· ἡ πληθὺς ἐπὶ νῆας ἀπὸ στρατοῦ ἀπονέοντο. | ||
5 | καὶ τὸ ἶσον (Σ 496)· αἱ δὲ γυναῖκες ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη. 89DGQ | |||
P 285c | DEFGQ | ζητεῖται διατί, εἰ ἐν Μαγνησίᾳ τῆς Θεσσαλίας οἱ Κένταυροι ἐτράφησαν, πῶς ἐν Φολόῃ τῇ Ἀρκαδικῇ Ἡρακλεῖ ἀντιτάσ‐ σονται. καὶ ῥητέον, ὅτι Πειρίθους ὁ Ἰξίονος παῖς καὶ Δίας τῆς Δηϊονέως ὡς ἂν οἰκειότατα ἔχων πρὸς τοὺς Κενταύρους | ||
5 | τὴν τῶν γάμων ἑστίασιν ἐπιτελῶν κέκληκεν αὐτοὺς, ἐπιλαθό‐ | |||
μενος δὲ τῷ Ἄρει θῦσαι ἔσχε μηνίοντα τὸν θεόν· καὶ οὕτως οἱ Κένταυροι κερασθέντες τῆς τῶν κρατήρων κατὰ τὴν εὐω‐ χίαν ἀποπνοίας αἰσθόμενοι οὐ κατέσχον ἑαυτοὺς τῆς ἐμφύτου μανίας· ἐμφορησάμενοι γὰρ οἴνου ἀκράτου ἀκολάστως ἐφώρ‐ | 46 in vol. 2 | |||
10 | μησαν ταῖς τῶν Λαπιθῶν γυναιξὶ, πολλῶν δὲ ἀναιρεθέντων ἐκ τῶν Κενταύρων οἱ περιλειφθέντες εἰς Φολόην ἀπέφυγον τὴν οὕτω κληθεῖσαν ἀπὸ ἑνὸς τῶν Κενταύρων. 82aDGQ | |||
P 289 | DEFGQ | ἐπὶ ἐλπίδεσσιν: ἐλπίδας νῦν τὰς φρένας φησὶ καὶ | ||
EFGQ | διανοίας. λέγει δὲ, ὅτι θεὸς ὃ ἂν διανοηθῇ, τοῦτο καὶ ἀνύει. τοῦτο δὲ γνωμολογεῖ διὰ τὸν Ἰξίονα, ἐπεὶ ὁ Ζεὺς τὴν νεφέλην τῇ Ἥρᾳ ἴσχυσεν ἀπεικάσαι. | |||
P 291 | EFGQ | ὃ καὶ πτερόεντ’ αἰετόν: ἐπεὶ τῶν ζῴων τὰ μέν ἐστι θαλάσσια, τὰ δὲ χερσαῖα, τὰ δὲ μετάρσια, ἀφ’ ἑκάστου | ||
DEFGQ | εἴδους ἓν παρέλαβε τῶν τριῶν τὸ κρατιστεῦον. τὸν ἀετὸν οὖν τὸν βασιλέα τῶν πτηνῶν ὁ θεὸς καταλαμβάνει καὶ παρ‐ | |||
5 | αλλάσσει, ὁ δὲ δελφὶς δοκεῖ τῶν ἐναλίων προέχειν καὶ ταχύ‐ τατος εἶναι· καὶ τοῦτον δὲ παραμείβεται· καὶ ὁ ἄνθρωπος προέχει τῶν ἐπιγείων· καὶ τοῦτον δὲ ὑψιφρονοῦντα καὶ καυ‐ χώμενον κατακάμπτει ὁ θεὸς καὶ καταπαλαίει. τοῖς δὲ ἀγα‐ θοῖς τῶν ἀνθρώπων ἀγήραον καὶ ἄφθαρτον εὐδοξίαν ἀπέ‐ | |||
10 | νειμεν. | |||
P 297 | DEFGQ | δάκος ἀδινόν· ἰδίως τὸ δάκος ἀδινὸν εἶπεν, ἀντὶ | ||
τοῦ κακόν. ὃ δὲ βούλεται λέγειν· ἐμὲ δὲ δεῖ φεύγειν τὰς κακ‐ ηγορίας, τουτέστι τὸ κακηγορεῖν τινας. αἰνίττεται δὲ εἰς Βακχυλίδην· ἀεὶ γὰρ αὐτὸν τῷ Ἱέρωνι διέσυρεν. | 47 in vol. 2 | |||
P 299 | DEFGQ | ἐν ἀμαχανίᾳ: ἐν ἀπορίᾳ βίου διὰ τὴν λοιδορίαν φησὶ καθεστῶτα, πάντων αὐτὸν ἀποστρεφομένων. | ||
P 2101a | DEFGQ | ἔχθεσι πιαινόμενον· ὑπὸ τῶν ἀνθρώπων τοι‐ ούτοις ἔχθεσι πιαινόμενον, βαρὺν ἐπιφέρουσιν αὐτῷ λόγον. | ||
P 2101b | δύναται καὶ ἑτέρως διαιρεῖσθαι, διὰ μὲν τοῦ πόλλ’ ἐν ἀμηχανίᾳ ψογερὸν Ἀρχίλοχον νοουμένου παρὰ τοῖς ἀνθρώ‐ ποις ψεγόμενον τὸν Ἀρχίλοχον καὶ πόλλ’ ἐν ἀμηχανίᾳ ψεγό‐ μενον, ἐπεὶ βαρυλόγοις ἔχθεσιν ἐπιαίνετο καὶ ἔχαιρεν, εἰς λοι‐ | |||
5 | δορίαν ἀνθρώπων καὶ εἰς κακομηχανίαν χρώμενος τῇ ποιήσει. | |||
P 2101c | EFGQ | ἢ οὕτως· εἶδον γὰρ, φησὶ, τὸν Ἀρχίλοχον πιαινόμενον λόγοις ψογεροῖς ἐν ἀπορίᾳ. | ||
P 2101d | οἷον καὶ τὸν Ἀρχίλοχον ἐν ἀπορίᾳ εἶδον, ἐπεὶ ψογερὸς ἦν. | |||
P 2101e | DEFGQ | τὸ πλουτεῖν δὲ σὺν τύχᾳ: τὸ δὲ ἐπιτυγχάνειν, φησὶ, πλούτου μετὰ σοφίας, ἄριστόν ἐστιν. | ||
P 2101f | ἢ οὕτω· τὸ | |||
EFGQ | εὐπορεῖν σοφίας σὺν εὐτυχίᾳ ἄριστόν ἐστι. τοῦτο δὲ ἐπὶ τοῦ Ἱέρωνος ἀκουστέον. ἀποστρέφει γὰρ εἰς τοῦτον τὸν λόγον· ὃ σὺ ἔχεις σὺν εὐτυχεῖ πότμῳ, σοφίας ἐστὶν ἄριστον. ζητεῖται | |||
5 | BEFGQ | δὲ, πῶς τὸ πλουτεῖν σοφίας λέγει ἄριστον· σοφία γὰρ πλού‐ του κρείττων. μήποτε οὖν οὐχὶ συγκριτικῶς, τοῦ πλούτου πρὸς τὴν σοφίαν συγκρινομένου· ἐχρήσατο γὰρ ἂν οὐχ ὑπερ‐ | ||
θετικῇ λέξει τῇ ἄριστον, ἀλλὰ συγκριτικῇ τῇ ἄρειον. ἄρειον μὲν γὰρ τόδε τοῦδε, ἄριστον δὲ πολλῶν. δῆλον οὖν, ὅτι τὸ | 48 in vol. 2 | |||
10 | πλουτεῖν τέταχεν οὐ κυρίως ἐπὶ τοῦ νοουμένου κατὰ τὸν βίον πλούτου, οἷον περιουσιάζειν χρήμασιν, ἀλλὰ μεταφορικῶς, τὸ πληθύειν καὶ περιουσιάζειν ἐν πότμῳ σοφίας ἄριστόν ἐστιν, [οἷον, τὸ τῇ σοφίᾳ πλουτεῖν ἄριστόν ἐστιν]. Ἀρίσταρχος δὲ οὕτως· οἷον εἴ τις λέγει, εὐποτμότατός ἐστιν ὁ πλουτῶν καὶ | |||
15 | σοφίας ἅμα τυγχάνων. | |||
P 2104a | BDEFGQ | τὺ δὲ σάφα νιν ἔχεις: τοῦτο πρὸς τὸν Ἱέρωνα εἶπε· σὺ δὲ ἐλεύθερος ὢν, ὦ Ἱέρων, ἐλευθέρᾳ τῇ φρενὶ τὴν ἀρετὴν ἔχων καὶ τὴν σοφίαν ἣν προεῖπε καὶ πλουτῶν, δύνα‐ σαι καὶ ἑτέροις πεπαρεῖν, ἤτοι πορίζειν καὶ παρασκευάζειν. | ||
P 2104b | ἢ παρασχεῖν. καὶ πλουσίους ἀποδεῖξαι. | |||
P 2105 | DEFGQ | πεπαρεῖν: ὅτι τὸ πεπαρεῖν πορίσαι ἢ περιποιῆσαι ἢ πλουσίους ἀποδεῖξαι. | ||
P 2106 | DEFGQ | κύριε: κυρωτικὲ καὶ τελεστικὲ, τουτέστι πάντων ἔχων τὴν κυριότητα. | ||
P 2107 | DEFGQ | εὐστεφάνων: ἤτοι ὑψηλῶν, ἢ εὖ τετειχισμένων. στέφανος γὰρ πόλεως τὸ τεῖχος. | ||
P 2108 | BDEFGQ | εἰ δέ τις ἤδη κτεάτεσσιν: εἰ δέ τις πλούτῳ καὶ τιμῇ φησιν ἕτερόν τινα τῶν κατὰ τὴν Ἑλλάδα τῶν πρὸ τού‐ | ||
του μείζονα καὶ ἀξιολογώτερον γεγενῆσθαι, κούφῃ καὶ μα‐ ταίᾳ φρενὶ διαπαλαίει καὶ μάχεται, ἀντὶ τοῦ ἀνόητός ἐστι | 49 in vol. 2 | |||
5 | [καὶ ἀναίσθητος]. | |||
P 2112 | DEFGQ | παλαιμονεῖ: οἷον ματαιολογεῖ, καὶ οἷον ἐλπίδι ἐλαφρᾷ καὶ κούφῃ παλαίει· ἀσύνετος γάρ ἐστιν. | ||
P 2113a | BDEFGQ | εὐανθέα δ’ ἀναβάσομαι: ἤδη δὲ ὁρμήσω ἀν‐ θηρῶς ἀνυμνήσων τὴν ἀρετὴν τοῦ Ἱέρωνος. | ||
P 2113b | ἢ οὕτως· ἐπὶ τὸν ἀνθηρὸν στόλον ὁρμήσω τῆς ἀρετῆς τοῦ Ἱέρωνος, ἵν’ ᾖ ἀνθηρὸν στόλον λέγων τὴν ἀρετὴν τοῦ Ἱέρωνος διὰ τοὺς στεφάνους· ἢ διὰ τὸ περὶ Ἰξίονος προειπεῖν. μεταβὰς | |||
5 | τοίνυν ἐπ’ εὐανθέα στόλον ἀναβήσομαι. | |||
P 2113c | BEFGQ | ἄλλως· ἐπειδὴ περὶ λοιδοριῶν διεξῆλθε καὶ τῆς Ἀρχιλόχου δυσφημίας, φη‐ σὶν ὅτι ἐπ’ εὐανθεστέραν ὁδὸν λόγων ἀναβήσομαι καὶ ἀνυ‐ μνήσω σε, ὦ Ἱέρων, περὶ τῆς ἀρετῆς σου λέγων. | ||
P 2113d | τὸ δὲ εὐανθῆ στόλον, ἡ μεταφορὰ ἀπὸ τῶν πλεόντων ἡδέως. | |||
P 2115 | BDEFGQ | νεότατι μὲν ἀρήγει: τῇ νεότητι μὲν βοηθεῖ ἡ περὶ τὸ πολεμεῖν θρασύτης. τοῦτο δὲ ἐν τῷ καθόλου γνωμι‐ κῶς ἀναπεφώνηκεν. | ||
P 2116a | BDEFGQ | ὅθεν φαμί: ὅθεν φημὶ καὶ σὲ τὴν ἄπειρον δόξαν εὑρηκέναι, ἐκ τῶν πολέμων τῶν κατορθουμένων διὰ τὴν νεό‐ τητα. τοῦτο δέ φησι, παρόσον ἔτι νέος ὢν ὁ Ἱέρων σὺν Γέ‐ λωνι τῷ ἀδελφῷ τοὺς ἐπὶ τῆς Σικελίας πολέμους διήνεγκε. | ||
P 2116b | BEGQ | ὅθεν: ἀπὸ τῆς θρασύτητος τῆς περὶ τοὺς πολέμους. 121cB | ||
P 2121a | BDEFGQ | βουλαὶ δὲ πρεσβύτεραι: αἱ δὲ σαὶ γνῶμαι καί‐ τοι ἀκμαίου ὄντος πρεσβύτεραί εἰσι καὶ συνεταί· διὸ ἀκίνδυ‐ νόν μοι παρέχουσιν αἱ σαὶ γνῶμαι τὸ κατὰ πάντα ἐγκωμιά‐ ζειν σε. | 50 in vol. 2 | |
P 2121b | BEFGQ | ἢ οὕτως· ἀκίνδυνον ἐμοὶ τῷ τοὺς ἐπαίνους | ||
BDEFGQ | παρέχοντι πρὸς πάντα λόγον ἐπαινεῖν, οἷον οὐκ ἐλεγχθή‐ σομαι ὑπό τινος ὅτι ψευδῶς σε ἐπαινῶ. ἃ γὰρ ἔχεις, ταῦτα καὶ λέγω. 125B | |||
P 2121c | BEFGQ | βουλαὶ δὲ πρεσβύτεραι: οἷον, ὑπὲρ τὴν νεό‐ τητα βουλεύῃ. καὶ Σοφοκλῆς (fr. 562) ἐπὶ τοῦ Τρωίλου· τὸν ἀνδρόπαιδα δεσπότην ἀπώλεσα, παῖδα μὲν τὴν ἡλικίαν, ἄνδρα δὲ τῷ φρονήματι. | ||
P 2121d | τοῦτο δὲ εἶπεν ὅτι ἐν μὲν νεότητι πολεμικὸς ἦν ὁ Ἱέρων, ἐν ἡλικίᾳ δὲ εὔβουλος. 121aB | |||
P 2125a | BDEFGQ | κατὰ Φοίνισσαν ἐμπολάν: οἷον ἐπὶ κέρδει καὶ πράσει· οἱ γὰρ Φοίνικες παλιγκάπηλοι. Σοφοκλῆς (fr. 823)· ὠνὴν ἔθου καὶ πρᾶσιν, ὡς Φοῖνιξ ἀνήρ, Σιδώνιος κάπηλος. | ||
5 | καὶ ὁ Κωμικός (fr. IV 334 M.)· εὐθὺς Φοῖνιξ γίγνομαι· τῇ μὲν δίδωμι χειρὶ, τῇ δὲ λαμβάνω. | |||
BEFGQ | τοῦτο δὲ εἶπεν ὁ Πίνδαρος, παρόσον μισθοῦ συντέταχε τῷ Ἱέρωνι τὸ ἐγκώμιον. | |||
P 2125b | BDEFGQ | ἄλλως· τοῦτο μὲν τὸ μέλος καὶ τοῦ‐ τον τὸν ἐπίνικον κατὰ τὴν τῶν Φοινίκων ἐμπορίαν, ἀντὶ τοῦ | ||
λαβὼν παρὰ σοῦ μισθὸν, διὰ τῆς θαλάσσης διαπέμπομαί σοι. | 51 in vol. 2 | |||
P 2125c | BDEFGQ | τὸ δὲ Καστόρειον μέλος ὑπορχηματικὸν, Αἰολικῷ ῥυθμῷ συντεταγμένον, ὅπερ χάριν καὶ προῖκά σοι διεπεμψάμην, ἀπαντήσας τῷ μέλει, φησὶ δὲ τῷ Καστορείῳ, καὶ ὑποδεξά‐ μενος αὐτὸ διὰ τῆς ἑπταμίτου κιθάρας, φησὶ δὲ τῆς λύρας, | ||
5 | ἑκὼν ἐπιθεώρησον τὸ μέλος, ἀντὶ τοῦ κροῦσον καὶ δοκίμασον, εἰ μὴ εὐρύθμως γέγραπται. | |||
P 2127 | BEFGQ | τὸ Καστόρειον: τὸν ἐπίνικον ἐπὶ μισθῷ συν‐ τάξας ὁ Πίνδαρος ἐκ περιττοῦ συνέπεμψεν αὐτῷ προῖκα ὑπόρχημα, οὗ ἡ ἀρχή (fr. 105)· Σύνες ὅ τοι λέγω ζαθέων ἱερῶν ἐπώνυμε, | ||
5 | ὃ δὴ Καστόρειον εἶπε διὰ τὸ τὴν ἔνοπλον ὄρχησιν κατ’ ἐνίους τοὺς Διοσκούρους εὑρεῖν· ὀρχηστικοὶ γάρ τινες οἱ Διόσκουροι. ὁ δὲ Ἐπίχαρμος (fr. 75) τὴν Ἀθηνᾶν φησι τοῖς Διοσκούροις τὸν ἐνόπλιον νόμον ἐπαυλῆσαι, ἐξ ἐκείνου δὲ τοὺς Λάκωνας μετ’ | |||
BDEFGQ | αὐλοῦ τοῖς πολεμίοις προσιέναι. τινὲς δὲ ῥυθμόν τινά φασι | |||
10 | τὸ Καστόρειον, χρῆσθαι δὲ αὐτῷ τοὺς Λάκωνας ἐν ταῖς πρὸς τοὺς πολεμίους συμβολαῖς. διέλκεται δὲ ἡ τῆς πυρρίχης ὄρ‐ χησις, πρὸς ἣν τὰ ὑπορχήματα ἐγράφησαν. ἔνιοι μὲν οὖν | |||
φασι τὴν ἔνοπλον ὄρχησιν πρῶτον Κούρητας εὑρηκέναι καὶ ὑπορχήσασθαι, αὖθις δὲ Πύρριχον Κρῆτα συντάξασθαι, | 52 in vol. 2 | |||
15 | Θαλήταν δὲ πρῶτον τὰ εἰς αὐτὴν ὑπορχήματα· Σωσίβιος δὲ, τὰ ὑπορχηματικὰ πάντα μέλη Κρηταϊκὰ λέγεσθαι. ἔνιοι δὲ οὐκ ἀπὸ Πυρρίχου τοῦ Κρητὸς τὴν πυρρίχην ὠνομάσθαι, ἀλλὰ ἀπὸ τοῦ παιδὸς τοῦ Ἀχιλλέως Πύρρου ἐν τοῖς ὅπλοις ὀρχησαμένου ἐπὶ τῇ κατὰ Εὐρυπύλου τοῦ Τηλέφου νίκῃ. | |||
20 | BDEFGQ | Ἀριστοτέλης δὲ (fr. 519) πρῶτον Ἀχιλλέα ἐπὶ τῇ τοῦ Πα‐ | ||
τρόκλου πυρᾷ τῇ πυρρίχῃ κεχρῆσθαι, ἣν παρὰ Κυπρίοις φησὶ πρύλιν λέγεσθαι, ὥστε παρὰ τὴν πυρὰν τῆς πυρρίχης τὸ ὄνομα θέσθαι. 125c repet. BDEFGQ | BEFGQ | |||
P 2128a | DEFGQ | ἐν Αἰολίδεσσι: ἐπεὶ οἱ Αἰολεῖς κιθαρῳδοί· τὸ δὲ μέλος Αἰολικῷ ῥυθμῷ συνέταξε. ἢ τὸ ποίημα. | ||
P 2128b | ἄλλως· Αἰολίδεσσι: Βοιωτίαις· ἐκεῖθεν γὰρ ὁ Πίνδαρος. τοιοῦτόν ἐστι καὶ τὸ ἑτέρωθι (Pind. fr. 191) λεγόμενον· Αἰολεὺς ἔβαινε Δωρίαν κέλευθον ὕμνων. | |||
P 2131a | BDEFGQ | γένοιο δ’ οἷος ἐσσὶ μαθών: ἐπισκεψάμενος δὲ τὸν ἀποσταλέντα σοι ὕμνον διάμεινον τῷ ἐξ ἀρχῆς τρόπῳ ἴσος, καὶ μὴ μεταβληθῇς τὴν προαίρεσιν ὑπὸ τῶν κολακευόν‐ των σε. | ||
P 2131b | μαθὼν δὲ, φησὶ, τὸ γεγραμμένον γενήθητι οἷος εἶ, σοφὸς, καὶ σύνες τὸ λεγόμενον, ὃ οἱ παῖδες εἰώθασι λέ‐ γειν, πίθων καλὸς, πρὸς τὸν πίθηκον οὐκ ὄντα καλὸν ἀλλ’ | |||
εἰδεχθῆ. μαθὼν οὖν τοῦτο, φησὶ, γενήθητι οἷος εἶ, μὴ λέ‐ | 53 in vol. 2 | |||
5 | γεσθαι μὲν σοφὸς, τῷ δὲ πράγματι ἄσοφος, ὥσπερ ὁ πίθων. ταῦτα δὲ ἔνιοι τείνειν αὐτὸν εἰς Βακχυλίδην· εὐδοκιμῆσαι γὰρ αὐτὸν παρὰ τῷ Ἱέρωνι. | |||
P 2131c | BEFGQ | ὃ δὲ βούλεται λέγειν, ὅτι ὥσπερ παρὰ τοῖς παισὶ καλός ἐστιν ὁ πίθων, οὕτω παρὰ τοῖς ἄφροσι καὶ κόλαξιν οἱ ὑπερέχοντες λέγονται σοφοὶ καὶ πάντα ἔχειν τὰ ἀγαθά· δεῖ δὲ αὐτοῖς μὴ πιστεύειν, ἀλλὰ τοῖς βελτίοις | ||
5 | καὶ σοφοῖς. 132dB | |||
P 2131d | EFGQ | γένοιο δ’ οἷος ἐσσὶ μαθών: οἷος εἶ ἐξ ὧν ἔγραψα, γένοιο τοιοῦτος. | ||
P 2131e | ἢ οὕτως· οἷος εἶ, μὴ ἀπατηθῇς. | |||
P 2132a | BDEFGQ | πίθων παρὰ παισίν: ὡς ὁ πίθηκος ἀκούων παρὰ τῶν παίδων, ὅτι καλός ἐστιν, ἐπαίρεται, οὕτω καὶ οἱ | ||
BEFGQ | μάταιοι τῶν ἀνθρώπων ἐπαίρονται καὶ χαυνοῦνται, ὅπερ τοῖς φρονίμοις οὐχ ἁρμόζει εἰδόσιν ὅτι κατὰ κολακείαν καὶ | |||
5 | ἐνέδραν ἐπαινοῦνται, οὐκ ἐξ ἀληθείας. | |||
P 2132b | μήποτε οὖν χα‐ ριέστερόν ἐστιν οὕτως ἀκούειν· Θρασυδαῖος ἑταῖρος ἦν Πιν‐ δάρου, Ἱέρων δὲ ἐπολέμησε Θήρωνι τῷ Θρασυδαίου πατρί. εἰκὸς οὖν διαβεβλῆσθαι τὸν Πίνδαρον τῷ Ἱέρωνι, ὅθεν ἀπο‐ | |||
5 | λογούμενος εἰς τοῦτο πᾶσαν ἀναφέρει παραίνεσιν. 133B | |||
P 2132c | BEFGQ | ἢ οὕτως· ὥσπερ ὁ πίθηκος σπουδάζεται παρὰ τοῖς παισὶν φαῦλος ὤν, οὕτω καὶ Βακχυλίδης παρὰ παισὶ μὲν ἄφροσιν εὐδοκιμείτω, παρὰ σοὶ δὲ σοφῷ ὄντι πίθηκος ἔστω. 132aB | ||
P 2132d | ἄλλως· αἰνίττεται εἰς τὸν Βακχυλίδην· οἷον, παρὰ τοῖς παισὶ δοκεῖ καλὸς εἶναι ὁ πίθηκος, παρὰ δὲ ἀνδράσιν οὐκέτι· γινώσκεται γὰρ ἀκριβῶς τὸ ζῷον. | |||
P 2132e | ἔνιοι δὲ οὕτως· ὥσπερ παρὰ παισὶ δοκεῖ καλὸς εἶναι καὶ γελοῖος, οὕτως καὶ ὁ Βακ‐ χυλίδης. | 54 in vol. 2 | ||
P 2132f | BDEFGQ | δύναται δὲ καὶ οὕτω νοεῖσθαι· ὁ Βακχυλίδης παρὰ παισὶ δοκεῖ εἶναι σοφὸς, παρὰ τελείοις δὲ οὐκέτι. 132cB | ||
P 2133a | BDEFGQ | ὁ δὲ Ῥαδάμανθυς εὖ πέπραγεν: ὁ Ῥαδά‐ μανθυς διὰ τὸ μὴ εὐεξαπάτητος εἶναι σοφὸς ὑπείληπται· καὶ σὺ οὖν, ὦ Ἱέρων, μὴ πείθου διαβολαῖς μηδὲ πιθηκισμοῖς, ὅ ἐστιν ἀπάταις. | ||
P 2133b | EFGQ | ἄλλως· ὁ λόγος παραινετικὸς τῷ Ἱέρωνι, ὅτι οὐ προσήκει σε κολακεύουσιν ἥδεσθαι. οἱ γὰρ τοιοῦτοι φιληδεῖς εἰσι παισὶ, τελείοις γε μὴν οὐκέτι. | ||
P 2133c | DEFGQ | ἰδοὺ γὰρ ὁ Ῥαδάμανθυς εὖ ἔπραξε καὶ ἐπίδοξος γεγένηται ὅτι ἄψεκτον τῶν φρενῶν εἶχε τὸν καρπὸν, τουτέστι τὸν λογισμὸν, καὶ οὐ‐ δαμῶς ταῖς ἀπάταις ἐτέρπετο τὴν ψυχὴν, οἷα μάλιστα ταῖς | ||
5 | τῶν κολάκων καὶ ἀπατεώνων ἀνθρώπων μηχαναῖς καὶ ἀπά‐ ταις εἴωθε παρακολουθεῖν. | |||
P 2138a | BDEFGQ | οἷα ψιθύρων παλάμαις: τῶν κολάκων καὶ ἀπατεώνων, παρὰ τὸ ἠρέμα ψιθυρίζειν. | ||
P 2138b | B | παλάμαις δὲ ταῖς τέχναις. | ||
P 2139 | BDEFGQ | ἄμαχον κακόν: ὁ λόγος γνωμικός· ἀκαταμάχητον κακὸν τὸ τῶν κολάκων φῦλον. τὸ δὲ ἄμαχον κακὸν δύναται συνάπτεσθαι τῷ ἀμφοτέροις, ἵν’ ᾖ· οἱ ψίθυροι ἄμαχον κακόν εἰσιν ἀμφοτέροις, καὶ τῷ διαβαλλομένῳ καὶ τῷ πρὸς ὃν δια‐ | ||
5 | βάλλουσιν. | |||
P 2140a | BDEFGQ | διαβολιᾶν ὑποφάτιες: ἑρμηνευταὶ καὶ διάβολοι, παρὰ τὸ φατίζειν καὶ λέγειν. | ||
P 2140b | DEFGQ | τὸ δὲ ἀμφοτέροις, ὅτι | ||
τόνδε μὲν τῷδε διαβάλλουσι, τόνδε δὲ τῷδε· ὅπερ Ὅμηρος (Ε 831) ἀλλοπρόσαλλόν φησι. | 55 in vol. 2 | |||
P 2140c | διαβολιᾶν δὲ ἀντὶ τοῦ διαβολῶν Δωρικῶς, ἤτοι κατηγοριῶν. | |||
P 2141 | BDEFGQ | ὀργαῖς ἀτενές: τρόποις· καὶ ὅτι ἀτενές ἐστιν εὐ‐ θύτατα καὶ ὀρθότατα. διὰ δὲ τούτου τὸ ὁμοιότατον δηλοῖ. καθόλου δὲ τοῖς τῶν ἀλωπέκων τρόποις εἰσὶν ὅμοιοι. | ||
P 2142a | BDEFGQ | κέρδει δὲ τί μάλα: ἐρωτηματικὸς ὁ λόγος· | ||
BEFGQ | ἀλλὰ καὶ κέρδει τοῦτο ποιοῦσιν· εἶτα ἡ ἐπαγωγή· τί δὴ αὐ‐ τοῖς τοῦτο τὸ κατηγορεῖν ἐπικερδὲς τυγχάνει; ὁ αὐτὸς καὶ ἐν ἄλλοις (O. I, 53)· ἀκέρδεια λέλογχε θαμινὰ κακαγόρους. | |||
P 2142b | ἄλλως· τὸ δὲ διαβάλλειν οὐδὲν ἐπικερδὲς ἔχει. | |||
P 2142c | BDEFGQ | τί αὐ‐ τοῖς κέρδος τὸ διαβάλλειν ἐμέ; ἐγὼ γὰρ ὡς φελλὸς ἁλιευτικοῦ δικτύου, αὐτοῦ ὄντος ἐν βάθει, ἐπιπλέω καὶ οὐ βαπτίζομαι. | ||
P 2142d | BEFGQ | ὡς ὑπὸ ἄλλου σκεύους βαρύνεται ὁ φελλὸς καὶ οὐ δύ‐ νει, οὕτως ἐγὼ ἀβάπτιστός εἰμι ὡς φελλός. | ||
P 2142e | DEFGQ | θηλυκῶς δὲ λέγει τὴν φελλόν. | ||
P 2142f | τὸ δὲ βαθύ συναπτέον τῷ ἕρκος. 147EF | |||
P 2142g | DEFGQ | τί μάλα τοῦτο κερδαλέον: τί περιγίνεται κέρ‐ δος τοῖς ψιθύροις; οὐδὲν γὰρ ἀνύουσιν. οὐ γὰρ πεφρόντικα ὡς ὁ ἀβάπτιστος φελλός. δῆλον δὲ ἐκ τούτου μᾶλλον ὅτι περὶ αὑτοῦ λέγει ὁ Πίνδαρος. 147 DGQ | ||
P 2144a | BDEFGQ | ἅτε γὰρ ἐνάλιον: ἐγὼ ὥσπερ σαγήνης πονούσης | ||
καὶ βάθος λοιπὸν ἐχούσης κατὰ τοῦ πελάγους, ἀβάπτιστος ὢν ὡς ὁ φελλὸς ...... | 56 in vol. 2 | |||
P 2144b | ...... καὶ ἐπινήχεται ὑπὲρ τὴν τῆς θαλάσσης ἐπιφάνειαν ἀβαπτίστου φύσεως ὤν, οὕτω καὶ | |||
B | ἐγὼ ταῖς τῶν ἄλλων κακηγορίαις ἀβάπτιστός εἰμι, ἑτέρας σκευῆς ὢν, ὡς πρὸς τὴν σαγήνην τὸν φελλόν. 148DEFGQ | |||
P 2147 | DEFGQ | ὡς ὑπὲρ ἕρκος ἅλμας: τῇ τῆς θαλάσσης ἐπι‐ φανείᾳ, ὅτι τῇ ἑαυτῆς ἐπιφανείᾳ περιτειχίζεται. 144a DGQ 142g EF | ||
P 2148a | BDEFGQ | ἀδύνατα δ’ ἔπος ἐκβαλεῖν: ἀδύνατόν ἐστι τὸν διαβάλλοντα ἐν ἀγαθοῖς ὄντα ἀνθρώποις εἰπεῖν τι κραταιόν· ἀσθενὲς γὰρ λέγει. | ||
P 2148b | DEFGQ | κραταιὸν δὲ, κρατυνθῆναι καὶ πιστευ‐ θῆναι δυνάμενον. | ||
P 2148c | BEFGQ | ἢ οὕτως· ἀδύνατον δέ ἐστι τὸν δόλιον ἄνδρα, φαῦλα λέγοντα καὶ ψευδῆ, πεῖσαι συνετὸν ἄνδρα καὶ φρόνιμον. | ||
P 2148d | DEFGQ | ἄλλως· ἀδύνατόν ἐστι δόλιον πολίτην λέγειν τινὰ ἐν ἀγαθοῖς καὶ φρονίμοις ἀνδράσι λόγον ἰσχυρὸν καὶ πρὸς ἀπάτην πιστόν. | ||
P 2150a | CP | ὅμως μάν: ὅμως πάντας κολακεύων ὁ δόλιος ἀνὴρ ἐπιπολὺ καλῶς διανύει τὸν βίον. | ||
P 2150b | πλοκήν τινα ποιεῖ. | |||
P 2152a | πάγχυ διαπλέκει: πλοκήν τινα ποιεῖ. | |||
P 2152b | DEFGQ | ἐὰν διάπλεκε γέγραπται, πρὸς ἑαυτὸν λέγει ὁ Πίνδαρος. | ||
P 2153a | BDEFGQ | φίλον εἴη φιλεῖν: εἴη με τοὺς μὲν φίλους τῶν ἀνθρώπων φιλεῖν, πρὸς δὲ τὸν ἐχθρὸν ἅτε καὶ αὐτὸς ὢν ἐχθρὸς λύκου τρόπον ὑποδραμοῦμαι. 155cB | ||
P 2155b | BEFGQ | ἄλλως· μὴ πρὸς πάντας εἴη μοι σαίνειν, φησὶ, καὶ φίλους καὶ ἐχθροὺς, ἀλλὰ τὸν μὲν φίλον σανῶ, τὸν δὲ ἐχθρὸν ἐπιτηρήσω, ἵνα μετ‐ έλθω καθάπερ λύκος ἐνεδρεύων, οὐκ εὐθείαις ἀλλὰ σκολιαῖς | ||
5 | ὁδοῖς, τουτέστιν οὐχ ἑνὶ τρόπῳ ἀλλὰ παντοῖος ἔσομαι. 157 B | |||
P 2155a | DEFGQ | λύκοιο δίκαν: ὡς λύκος. | 57 in vol. 2 | |
P 2155b | EFQ | προσδραμοῦμαι αὐτῷ λύκου τρόπον. | ||
P 2155c | BDEFGQ | τὰ ἴχνη αὐτοῦ φυλάξω ὡς λύκος, ἐπ’ ἄλλο καὶ ἄλλο βαί‐ | ||
νων, τοῦ ἐχθροῦ ἄλλοτε ἄλλα πράγματα διαψηλαφῶν, ὥστε τοῦτον βλάψαι. 157EF | DEFGQ | |||
P 2155d | BDEFGQ | οἱονεὶ ἐπιπατῶν αὐτοῦ τοῖς ἴχνεσι καὶ βλάπτων αὐτὸν οὐκ ἐκ τοῦ φανεροῦ, ἀλλὰ λελη‐ θότως εἰς τὸν ἐχθρὸν κακουργῶν. 153bB 161EF | ||
P 2157a | BDEFGQ | ἐν πάντα δὲ νομόν: κατὰ πᾶσαν ἀρχήν. ἐπεὶ τρεῖς πολιτείας φησὶν εἶναι, δημοκρατίαν, ὀλιγαρχίαν, τυραν‐ νίδα. | ||
P 2157b | ὁ νοῦς· κατὰ πᾶσαν δὲ ἀρχὴν ὁ εὐθυρρήμων, ὁ μὴ ἕτερα μὲν νοῶν ἕτερα δὲ λέγων, βελτίων ἐστὶν, ἔν τε τυ‐ ραννίδι καὶ δημοκρατίᾳ καὶ ὅταν τὴν πόλιν οἱ σοφοὶ καὶ ἄριστοι διοικῶσι. προφέρει γὰρ οὐχ ὑποκρινόμενος. 155dEF | |||
P 2161a | BDEFGQ | χρὴ δὲ πρὸς θεόν: προσήκει δὲ μὴ φιλονεικεῖν πρὸς τὸ δαιμόνιον, ἀλλ’ οἷα ἂν διδῷ, ταῦτα καὶ φρονεῖν. πολλάκις γὰρ τὰ τῶνδε μὲν ὑψοῖ, ἄλλοτε δὲ τὰ τῶν ἑτέρων ἑτέροις ἔδωκεν. | ||
P 2161b | BEFGQ | ἄλλως· οἱ διαβάλλοντες γὰρ ἐρίζουσιν. οὐ δεῖ οὖν θεοῖς ἀντιβαίνειν. | ||
P 2163a | DEFGQ | ὃς ἀνέχει: οἱονεὶ μετεωρίζει, ὥστε εἶναι περὶ αὐ‐ τοὺς μεγάλην δόξαν. | ||
P 2163b | BGQ | ἄλλως· κἀγὼ οὖν εἴξω τῷ Βακχυ‐ λίδῃ [φησὶ] τὰ νῦν, παρὰ θεῶν εὖ πράττοντι, καὶ οὐκ ἀντι‐ | ||
βήσομαι τῇ προαιρέσει ἐπιπλεῖστον. | 58 in vol. 2 | |||
P 2163c | DEFGQ | τοτὲ μὲν τἀκείνων· ἐπεὶ ἔφησεν ὅτι τὸν μὲν ὁ θεὸς ὑψοῖ, τὸν δὲ καταρριπτεῖ, φησὶν ὅτι οὐδὲ ταῦτα τῶν ἀπατεώνων καὶ κολάκων πείθει τὴν ψυχὴν εἰς τὸ ἀπέχεσθαι τῆς τοιαύτης ὑποστάσεως λογιζομένους ὡς οὐ παραμενεῖ | ||
5 | αὐτοῖς ἡ νῦν δοκοῦσα παρεῖναι εὐτυχία. | |||
P 2165a | DEFGQ | ἀλλ’ οὐδὲ ταῦτα νόον ἰαίνει: τίνα ταῦτα; ἐπεὶ προείρηκεν ὅτι ὁ θεὸς στρέφει τὸν βίον καὶ οὐκ ἐν τῇ αὐτῇ τάξει ἀεὶ τὰ πράγματα μένει, φησὶν ὅτι οὐδὲ ταῦτα τοὺς φθονεροὺς καὶ διαβόλους ἰαίνει οὐδὲ προσπαθῆ ποιεῖ τὸν | ||
5 | νοῦν αὐτῶν, ἵνα παύσωνται διαβάλλοντες. | |||
P 2165b | BCP | ἀλλ’ οὐδὲ ταῦτα νόον ἰαίνει φθονερῶν: ἐπεὶ προείρηκεν ὅτι τὸν μὲν ὁ θεὸς ὑψοῖ, τὸν δὲ καταρρίπτει, καὶ οὐκ ἐν τῇ αὐτῇ τάξει τὰ πράγματα μένει, φησὶν ὅτι οὐδὲ ταῦτα τοὺς φθονεροὺς καὶ διαβόλους κινεῖ εἰς τὸ ἀπέχεσθαι | ||
5 | τοῦ πρὸς τοὺς πέλας φθόνου, λογιζομένους ὡς οὐ παραμενεῖ αὐτοῖς ἡ νῦν δοκοῦσα παρεῖναι εὐτυχία. | |||
P 2165c | BP | οὐκ ἰαίνει οὖν, φησὶ, οὐ προσπαθῆ ποιεῖ τὸν νοῦν αὐτῶν, ἵνα παύσωνται διαβάλλοντες. | ||
P 2166a | DEFGQ | ἰαίνει δὲ ἀντὶ τοῦ θερμαίνει καὶ προσπαθῆ ποιεῖ τὸν νοῦν. | ||
P 2166b | τὸ δὲ στάθμας φροντίδος. | |||
P 2166c | BDEFGQ | σταθμώμενοι, | ||
BEFGQ | φησὶ, πολλὰ καὶ περιγράφοντες μεγάλα τινὰ μέλλοντα ἔσε‐ σθαι αὐτοῖς, προωδυνήθησαν πρὶν τυχεῖν ὧν ἐπιζητοῦσι καὶ ἐλπίζουσιν. | 59 in vol. 2 | ||
P 2166d | BDEFGQ | στάθμας δέ τινος: ἡ ἀναφορὰ πάλιν πρὸς Βακ‐ χυλίδην. εἴληπται δὲ οὕτως ἡ διάνοια, διὰ τὸ παρὰ τῷ Ἱέ‐ ρωνι τὰ Βακχυλίδου προκρίνεσθαι ποιήματα, καί φησιν ὅτι φέρειν δεῖ τὰ συμπτώματα τῆς τύχης. | ||
P 2168 | DEFGQ | ἐνέπαξαν ἕλκος: οἷον, ἥλκωσαν αὐτῶν τὴν καρ‐ δίαν, πρὶν κακῶσαί τινα καὶ κατορθῶσαι ἃ κατ’ ἀλλήλων μη‐ χανῶνται· ὅ ἐστιν, ἄδικα φρονοῦντες πρότερον ἑαυτοὺς ὀδυ‐ νῶσι πρὶν ἄλλους κακῶσαι. | ||
P 2171a | EFGQ | φέρειν δέ: τὰ δὲ προσπίπτοντα παρὰ τῆς τύχης ὑποβάλλοντα τὸν αὐχένα ὑπομένειν συμφέρει. | ||
P 2171b | BDEFGQ | ἄλλως· φέρειν δὲ ἐλαφρῶς καὶ ἄνευ φιλονεικίας τὸν παρὰ τῆς τύχης ζυγὸν συμβάλλεται, ὥσπερ βοῦν ὑποδύντα τὸν ζυγόν. | ||
P 2171c | πάλιν αὐτῷ πρὸς τὸ τοῦ Βακχυλίδου ἀναφέρεται ὁ λόγος. ἕλξω γὰρ, φησὶ, τὸν ζυγὸν, ὡς ἡ τύχη ἠβουλήθη, διὰ τὸ τιμᾶσθαι παρὰ σοὶ (τῷ Ἱέρωνι) μᾶλλον ἐμοῦ τὸν Βακχυλίδην. | |||
P 2171d | DEFGQ | ἄλλως· ἐπικουρητικόν ἐστι καὶ ἀρηκτικὸν τὸ μὴ ἀντι‐ τείνειν ταῖς τῶν θεῶν βουλήσεσιν, ἀλλ’ ὡς βούλονται ὑπο‐ δύντα τὸν ζυγὸν καὶ κατακύψαντα ἕλκειν καὶ προκόπτειν τὸ ἔργον τοῦ βίου. ἐπεὶ οὖν Βακχυλίδης ἐστί σου φίλος, ἕλξω | ||
5 | ὑποδὺς τὴν τῆς τύχης ζεύγλην ὡς βοῦς. | |||
P 2173a | BDEFGQ | ποτὶ κέντρον λακτιζέμεν: λακτίζειν δὲ πρὸς κέντρον οὐκ ἀσφαλὲς, οὐδὲ ἀβλαβὴς ὁδὸς τυγχάνει· τούτεστιν, | ||
οὐ συμφέρει τῇ τύχῃ ἄνθρωπον ὄντα διαμάχεσθαι. ἡ δὲ τροπὴ ἀπὸ τῶν βοῶν· τῶν γὰρ βοῶν οἱ ἄτακτοι κατὰ τὴν | 60 in vol. 2 | |||
5 | γεωργίαν κεντριζόμενοι ὑπὸ τοῦ ἀροῦντος λακτίζουσι τὸ κέν‐ τρον καὶ μᾶλλον πλήττονται. | |||
P 2173b | DEFGQ | ἄλλως· οὐ βούλομαι, φησὶ, βίᾳ φίλος σου εἶναι, ἀλλὰ αἱρετός. | ||
P 2173c | BDEFGQ | ἄλλως· ἐγὼ, φησὶ, πρὸς κέντρα οὐ λακτίζω, ἀλλὰ εἴξας ἕλξω τὸν ζυγὸν, ὅ ἐστι | ||
EFGQ | τὸ ἔργον τοῦ βίου. Αἰσχύλος Ἀγαμέμνονι (1624)· πρὸς κέντρα μὴ λάκτιζε, μὴ παίσας μογῇς. | |||
5 | καὶ Εὐριπίδης (fr. 604)· πρὸς κέντρα μὴ λάκτιζε τοῖς κρατοῦσί σου. | |||
P 3metr(t) | Scholia in Pythionicarum carmen III | |||
1 | DEGQ | Τῷ αὐτῷ κέλητι. | ||
F | Ἱέρωνι Συρακουσίῳ. | |||
B | Τῆς τρίτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ιγʹ. τὸ αʹ ὅμοιον τῷ (P. I 7)· ἀμβολὰς τεύχῃς ἐλελιζομένα. τὸ βʹ | |||
5 | τὸ αὐτὸ τῷ πρώτῳ. τὸ γʹ δίμετρον ἰαμβικὸν ἀκατάληκτον, ὅμοιον τῷ (Archil. fr. 94, 2)· τίς σὰς παρήειρε φρένας. τὸ δʹ προσοδιακόν. τὸ εʹ δακτυλικὸν πενθημιμερές. τὸ ϛʹ ἀνα‐ παιστικὸν μονόμετρον. τὸ ζʹ δίμετρον ἰαμβικὸν ἀκατάληκτον. τὸ ηʹ Ἰωνικὸν ἀπὸ μείζονος μονόμετρον ὑπερκατάληκτον, ἢ | |||
10 | ἀναπαιστικὸν μονόμετρον ἀκατάληκτον. τὸ θʹ προσοδιακόν. τὸ ιʹ δίμετρον Ἰωνικὸν ἀπ’ ἐλάσσονος καταληκτικόν. τὸ ιαʹ πενθημιμερὲς δακτυλικόν. τὸ ιβʹ ἐπιχοριαμβικὸν τρίμετρον καταληκτικόν. τὸ ιγʹ ἐγκωμιολογικόν. | |||
B | ἡ ἐπῳδὸς κώλων ιεʹ. τὸ αʹ ὅμοιον τῷ αʹ τῆς στροφῆς. | |||
15 | τὸ βʹ τροχαϊκὸν τρίμετρον καταληκτικὸν [Πινδαρικόν]. τὸ γʹ ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ δʹ δίμετρον Ἰωνι‐ κὸν ἀπ’ ἐλάσσονος. τὸ εʹ ὅμοιον τῷ (P. I 34)· ταί θ’ ὑπὲρ Κύμας ἁλιερκέες ὄχθαι. τὸ ϛʹ πενθημιμερὲς δακτυλικόν. τὸ ζʹ ὅμοιον τῷ· τίς σὰς παρήειρε φρένας. τὸ ηʹ ὅμοιον τῷ ϛʹ. | 61 in vol. 2 | ||
20 | τὸ θʹ ὅμοιον τῷ ζʹ. τὸ ιʹ ὅμοιον τῷ ϛʹ καὶ τὸ ηʹ. τὸ ιαʹ προσοδιακόν. τὸ ιβʹ δίμετρον [τροχαϊκὸν] ἐπιχοριαμβικόν. τὸ ιγʹ Ἰωνικὸν ἀπ’ ἐλάσσονος δίμετρον ἀκατάληκτον. τὸ ιδʹ μο‐ νόμετρον ἀναπαιστικὸν, ὅμοιον τῷ ἕκτῳ τῆς στροφῆς. τὸ ιεʹ ὅμοιον τῷ· τίς σὰς παρήειρε φρένας. | |||
P 3inscr a | BDEFGQ | Γράφει τὸν ἐπίνικον Ἱέρωνι νικήσαντι κέλητι τὴν εἰκοστὴν ἕκτην καὶ εἰκοστὴν ἑβδόμην Πυθιάδα. καὶ φα‐ νερὸν, ὅτι εἰς ἀμφοτέρας τὰς νίκας τὸν ἐπίνικον συντάττει, δι’ ὧν ὀνομάζει στεφάνους ἀέθλων καὶ κώμους ἀέθλων. τὸ | ||
5 | δὲ προοίμιον πρὸς τὴν Ἱέρωνος νόσον ἐστίν· κατεύχεται γὰρ ἀναβιῶναι τὸν Χείρωνα καὶ ὑγιάσαι τῆς νόσου τῆς λιθουρίας τὸν Ἱέρωνα. inscr.b B | |||
P 31a | DEFGQ | Χείρων ὁ Κένταυρος γίνεται παῖς Κρόνου καὶ Φιλύ‐ | ||
ρας τῆς Ὠκεανοῦ, καὶ ἔστιν ὁ νοῦς οὕτως· ἐβουλόμην τὸν Χείρωνα, εἰ προσῆκον τοῦτο εὔξασθαι, ἀναβιῶναι τὸν ἤδη τεθνηκότα. 1bB | BDEFGQ | |||
P 3inscr b | BDEFGQ | Ἤθελον Χείρωνά κε Φιλλυρίδαν: Ἱέρωνι Πύθια νικήσαντι τὴν κζʹ Πυθιάδα· μέμνηται δὲ καὶ τῆς πρὸ ταύτης Πυθιάδος, ὥστε ἐπὶ ταῖς δύο νίκαις τὴν ᾠδὴν συν‐ τετάχθαι. συνᾴδει δὲ καὶ τὰ ἀπὸ τῶν χρόνων. ὡς γὰρ ἤδη | ||
5 | βασιλεύοντός φησιν (Vs. 70)· ὃς Συρακόσσαισιν ἄρχει πραῢς ἀστοῖς. καθίσταται δὲ ὁ Ἱέρων βασιλεὺς κατὰ τὴν οϛʹ Ὀλυμ‐ πιάδα, τῆς κηʹ Πυθιάδος τῇ προκειμένῃ Ὀλυμπιάδι συγχρόνου οὔσης, ὥστε πάντη τε καὶ πάντως μετὰ τὴν ὕστερον Πυθιάδα, ἥτις γέγονε περὶ τὴν οεʹ Ὀλυμπιάδα, συντετάχθαι τόνδε τὸν | 62 in vol. 2 | ||
10 | ἐπίνικον. πρὸς δὲ τὴν παροῦσαν τύχην τοῦ Ἱέρωνος ἁρμο‐ σάμενος εὔχεται ἐν ταῖς πτυχαῖς τοῦ Πηλίου διάγειν τὸν Χεί‐ ρωνα ὑπὲρ τοῦ δύνασθαι τὸν Ἱέρωνα θεραπείας τυχεῖν ὑπ’ | |||
BEFGQ | αὐτοῦ· λιθιάσει γὰρ νόσῳ κατείχετο. τὸν δὲ Χείρωνα μιᾶς τῶν Ὠκεανίδων καὶ Κρόνου γενεαλογοῦσιν. 1aB | |||
P 31b | BDEFGQ | τὸ δὲ ἑξῆς· ἤθελον δὴ τὸν ἀποιχόμενον Οὐρανίδου Κρόνου γόνον εὐρυμέδοντα Φιλλυρίδην Χείρωνα, εἰ χρεὼν ἔπος κοινὸν τοῦτ’ εὔξασθαι ἡμετέρας ἀπὸ γλώσσης. κοινὸν δὲ, ἤτοι κατακοίνως λεγόμενον ἐν τῷ βίῳ· οἷον, εἰ ἔζη ὁ | ||
5 | δεῖνα, ἐποίησεν ἂν τάδε. ἢ κοινὸν, τὸ ἐσόμενον κοινὸν ἀγα‐ θόν· εἰ γὰρ ἀνέζησε, πολλοὺς ἂν ὑγίασεν. ἢ κοινὸν ἀγαθὸν, ἐμοί τε καὶ τῷ Ἱέρωνι· εἰ γὰρ ὑγίανεν ὁ Ἱέρων, ἐμὸν ἦν | |||
BEFGQ | ἀγαθὸν καὶ τοῦ Ἱέρωνος. ἢ κοινὸν, τὸ ἐσόμενον κοινὸν διὰ τὴν ἐμὴν δύναμιν· τὸ γὰρ ποίημα κοινὸν εἴωθε λέγειν διὰ | |||
10 | τὸ πανταχόσε διϊκνεῖσθαι. ἢ ὡς κοινῆς οὔσης πᾶσι τῆς εὐ‐ τυχίας, τὸν Ἱέρωνα ἀπαλλαγῆναι τῆς νόσου. | |||
P 37 | BDGQ | βάσσαισί τ’ ἄρχειν: ἐν τοῖς βασίμοις τόποις καθη‐ γεῖσθαι τοῦ Πηλίου φησὶ τὸν Χείρωνα τὸν ὄντα μὲν θῆρα ἄγριον κατὰ τὸ σῶμα· Κένταυρος γάρ· τὸν δὲ νοῦν ἔχοντα προσφιλέστατον ἀνθρώποις. | 63 in vol. 2 | |
P 39 | BDEFGQ | οἷος ἐών: ὁ νοῦς· ὁποῖος ὢν τήν τε φύσιν καὶ τὸν νοῦν ὁ Χείρων ἀνέθρεψε τὸν τῆς ἀνωδυνίας καὶ ὑγείας πρᾳ‐ ότατον κατασκευαστὴν ἥρωα Ἀσκληπιὸν, ἥρωα ὄντα καὶ παν‐ τοίας νόσου βοηθόν. | ||
P 311a | DEFGQ | τέκτονα νωδυνίας: τὸν κατασκευαστὴν τῆς νω‐ δυνίας· ἰατρὸς γάρ. | ||
P 311b | BDEFGQ | ἡ δὲ ἀνωδυνία γυιαρκής· τότε γὰρ τοῖς μέλεσι τοῦ σώματος ἐπαρκοῦμεν, ὅταν ὦμεν ἀνώδυνοι. | ||
P 314 | BDEFGQ | τὸν μὲν εὐίππου θυγάτηρ: τὸν Ἀσκληπιὸν οἱ μὲν Ἀρσινόης, οἱ δὲ Κορωνίδος φασὶν εἶναι. Ἀσκληπιάδης δέ φησι τὴν Ἀρσινόην Λευκίππου εἶναι τοῦ Περιήρους, ἧς καὶ Ἀπόλλωνος Ἀσκληπιὸς καὶ θυγάτηρ Ἐριῶπις· [Hes. | ||
5 | fr. 107 Rz.] | |||
BEFGQ | ἡ δ’ ἔτεκ’ ἐν μεγάροις Ἀσκληπιὸν ὄρχαμον ἀνδρῶν, Φοίβῳ ὑποδμηθεῖσα, ἐϋπλόκαμόν τ’ Ἐριῶπιν. καὶ Ἀρσινόης ὁμοίως· Ἀρσινόη δὲ μιγεῖσα Διὸς καὶ Λητοῦς υἱῷ | |||
10 | τίκτ’ Ἀσκληπιὸν υἱὸν ἀμύμονά τε κρατερόν τε. | |||
καὶ Σωκράτης (FHG IV p. 496) γόνον Ἀρσινόης τὸν Ἀσκληπιὸν ἀποφαίνει, παῖδα δὲ Κορωνίδος εἰσποίητον. ἐν δὲ τοῖς εἰς Ἡσίοδον ἀναφερομένοις ἔπεσι (fr. 123) φέρεται ταῦτα περὶ τῆς Κορωνίδος· | 64 in vol. 2 | |||
15 | τῆμος ἄρ’ ἦλθε κόραξ, φράσσεν δ’ ἄρα ἔργ’ ἀΐδηλα, Φοίβῳ ἀκερσεκόμῃ, ὅτ’ ἄρ’ Ἴσχυς γῆμε Κόρωνιν Εἰλατίδης Φλεγύαο Διογνήτοιο θύγατρα. ἐν δὲ τοῖς Ὁμηρικοῖς ὕμνοις (15, 1)· Ἰητῆρα νόσων Ἀσκληπιὸν ἄρχομ’ ἀείδειν, | |||
20 | υἱὸν Ἀπόλλωνος, τὸν ἐγείνατο δῖα Κορωνίς Δωτίῳ ἐν πεδίῳ, κούρη Φλεγύα βασιλῆος. Ἀριστείδης δὲ ἐν τῷ περὶ Κνίδου κτίσεως συγγράμματί (FHG IV 324) φησιν οὕτως· Ἀσκληπιὸς Ἀπόλλωνος παῖς καὶ Ἀρσι‐ νόης. αὕτη δὲ παρθένος οὖσα ὠνομάζετο Κορωνὶς, Λευκίπ‐ | |||
25 | που δὲ θυγάτηρ ἦν τοῦ Ἀμύκλα τοῦ Λακεδαίμονος· Ἀσκλη‐ πιοῦ δὲ καὶ Ἠπιόνης Ποδαλείριος καὶ Μαχάων. | |||
P 315a | BEF | πρὶν τελέσσαι: πρὶν ἐκτελέσαι τὰ κατὰ τὰς ὠδῖ‐ νας, πρὶν ἐκτεκεῖν. | ||
P 315b | ματροπόλον δὲ τὴν Εἰλείθυιαν, διὰ τὸ περὶ τὰς μητέρας εἱλεῖσθαι ἢ πολεῖσθαι τὰς τῶν γεννω‐ μένων. | |||
P 318a | BDEFGQ | εἰς Ἀΐδαο δόμον ἐν θαλάμῳ: σημειοῦνται οἱ ὑπομνηματισάμενοι τὰ δύο κῶλα τὸ χʹ παρατιθέντες, ὅτι ἀσυν‐ άρτητά εἰσι. πῶς γάρ φησιν εἰς Ἀΐδαο δόμον, καὶ πάλιν ἐν θαλάμῳ κατέβα; καὶ ἐξηγούμενοι περιττεῦον λαμβάνουσι | ||
5 | τὸ ἐν θαλάμῳ. | |||
P 318b | ἔστι δὲ τὸ ἑξῆς οὕτως· ὑπὸ χρυσέοις τόξοις ἐν θαλάμῳ δαμεῖσα εἰς Ἀΐδαο δόμον κατέβα τέχναις Ἀπόλλωνος. | 65 in vol. 2 | ||
P 318c | BDEFGQ | ἐν θαλάμῳ: τὸ σημεῖον, ὅτι τὸ ἐν θαλάμῳ πλεο‐ νάζει· ἱκανὸν γὰρ ἦν εἰπεῖν εἰς Ἀΐδαο δόμον κατέβα. καὶ πρὸς τὸ λείπειν τὸν καὶ σύνδεσμον, ἵν’ ᾖ· εἰς δόμον καὶ θά‐ λαμον κατέβη. | ||
P 318d | BEFGQ | ἄλλως. πρὶν γεννῆσαι ἐν τῷ θαλάμῳ. | ||
P 318e | ἐχαριεντίσατο δὲ εἰπὼν θάλαμον τὸν Ἅιδην. | |||
P 320a | χόλος δ’ οὐκ ἀλίθιος: οὐκ ἄπρακτος. | |||
P 320b | BDE2GQ | του‐ τέστιν ἡ δὲ ὀργὴ τῶν τοῦ Διὸς παίδων οὐκ ἔστι ματαία, ἀλλὰ δυνατὴ τελειῶσαι. 22dDGQ | ||
P 322a | BDEFGQ | ἀποφλαυρίξασά μιν: ἐξευτελίσασα, ἐκφαυλίσασα τὸν Ἀπόλλωνα. | ||
P 322b | αἰτίαν ὑποτίθησι, δι’ ἣν ἀνῃρέθη ὑπ’ Ἀρτέμιδος κατὰ τὰς Ἀπόλλωνος τέχνας, ὥστε τὸν δέ αἰτιατι‐ κὸν παρειλῆφθαι ἀντὶ τοῦ γάρ. 25D | |||
P 322c | BEFGQ | ἀποσκυβαλίσασα γὰρ αὐτὸν ταῖς ἁμαρτίαις ταῖς τῶν φρενῶν ἄλλον αἴνησε γάμον· Ἴσχυϊ γὰρ ἐμίχθη· διὸ χαλεπήνας ὁ θεὸς Ἀρτέμιδι συνέταξεν ἀνελεῖν αὐτήν. 25BGQ | ||
P 322d | BDEFGQ | ἀποφλαυρίξασά μιν: ἐπανάληψις τοῦ διηγήμα‐ τος. ἡ γὰρ δὴ Κορωνὶς ἐκφαυλίσασα τὸν Ἀπόλλωνος γάμον ταῖς τῶν φρενῶν ἁμαρτίαις, ξένον ἐπῄνεσε γάμον λάθρα τοῦ πατρὸς, πρότερον τῷ τὰς κόμας ἀτμήτῳ συνελθοῦσα Ἀπόλ‐ | ||
5 | λωνι καὶ φέρουσα τοῦ θεοῦ τὸ καθαρὸν σπέρμα. 27B 22aDGQ | 66 in vol. 2 | ||
P 325a | BDEFGQ | κρύβδαν πατρός: τοῦτο πρὸς τὸ προκείμενον συν‐ απτέον, οὐ πρὸς τὸ ἑξῆς. | ||
P 325b | ἄλλως· ἤτοι κρύβδαν πατρὸς καὶ πρότερον μιχθεῖσα τῷ Ἀπόλλωνι, ἢ στικτέον εἰς τὸ πα‐ τρὸς, ἵν’ ᾖ τὸ κρύβδαν ἐπὶ τοῦ δευτέρου γάμου. | |||
P 325c | BEFGQ | ἄλλως· εἰ γὰρ ὁ πατὴρ αὐτὴν ἐβεβίαστο συγγενέσθαι τῷ Ἴσχυϊ, συνέγνω ἂν αὐτῇ ὁ Ἀπόλλων. διατί δὲ προὐτίμησε τὸν Ἴσχυν τοῦ Ἀπόλλωνος; Ἀκουσίλαός (FHG I p. 103) φησιν, ὡς κατὰ δέος | ||
5 | ὑπεροψίας θνητῷ βουληθεῖσα συνεῖναι. 22dB | |||
P 327 | BDEFGQ | καὶ φέροισα σπέρμα θεοῦ: ἐμοιχεύθη, φησὶ, τὸ τοῦ θεοῦ καθαρὸν σπέρμα φέρουσα τὸν Ἀσκληπιόν· ἐπειδὴ ὑπ’ Ἀπόλλωνος φθαρεῖσα ἐξ αὐτοῦ εἶχε καθαρὸν τὸν Ἀσκλη‐ πιὸν ἀνεπίμικτον θνητοῦ σπορᾶς· ἢ ἐπεὶ παρθένον οὖσαν ἔτι | ||
5 | καθαρὰν διεπαρθένευσεν. οὐκ ἔμεινεν οὖν φέρουσα τὸ τοῦ θεοῦ σπέρμα καθαρὸν οὐδὲ τοὺς ἐσομένους ὑμεναίους τοῦ γάμου. | |||
P 328 | BDEFGQ | οὐκ ἔμεινεν ἐλθεῖν τράπεζαν: οὐχ ὑπέμεινε, φησὶν, ἡ Κορωνὶς ἐλθεῖν τὴν νυμφιδίαν τράπεζαν, ἀντὶ τοῦ νόμῳ γαμηθῆναι, οὐδὲ τῶν ὑμεναίων τὴν ἠχὴν, ὁποῖα μά‐ λιστα αἱ ὁμήλικες παρὰ ταῖς ἑαυτῶν φίλαις φιληδοῦσι ταῖς | ||
5 | ἑσπεριναῖς ᾠδαῖς μετεωρίζεσθαι τὴν ψυχὴν καὶ παίζειν. 32bF | |||
P 332a | BDEFGQ | ἑσπερίαις ὑποκουρίζεσθαι ἀοιδαῖς: ἀντὶ τοῦ παίζειν καὶ χορεύειν. | ||
P 332b | ἢ ἀμφοτέρους τοὺς κόρους ὑμνεῖν, τὸν νυμφίον καὶ τὴν νύμφην. 38cF | |||
P 332c | BEFGQ | ἄλλως· τὸ ὑποκουρί‐ ζεσθαι ἀοιδαῖς εἶπε διὰ τὸ τοὺς ὑμνοῦντας ἐπευφημιζομένους | 67 in vol. 2 | |
BDEFGQ | λέγειν σὺν κόροις τε καὶ κόραις. Αἰσχύλος Δαναΐσι (fr. 43)· κἄπειτα δ’ εἶσι λαμπρὸν ἡλίου φάος, | |||
5 | ἕως ἐγείρω πρευμενεῖς τοὺς νυμφίους νόμοισι θέντων σὺν κόροις τε καὶ κόραις ... κἀν τῷ βίῳ εὐκορεῖ ἀντὶ τοῦ κόρους κορώνας παρατρέποντες ἔνιοί φασιν (PLG4 III p. 663) ἐκκόρει κόρει κορώνας. 32aF | |||
P 338a | αἰσχύνων: ἐξευτελίζων. | |||
P 338b | BEF | ἔδει εἰπεῖν ὅπερ φῦλον. νῦν δὲ ὅς εἶπεν, ἵνα ᾖ, ὃς ἀνθρώπων. | ||
P 338c | EFGQ | ἐπιχώρια νῦν λέγει τὰ παρόντα· ἔστι δὲ ὅμοιον τῷ (Hes. fr. 219)· νήπιος, ὃς τὰ ἑτοῖμα λιπὼν ἀνέτοιμα διώκει. | ||
P 342 | BEFGQ | τοιαύτην, φησὶν, ἔσχεν ἄτην ἡ Κορωνίς. τὰ γὰρ | ||
ἐπιχώρια ἐάσασα ἐσπούδασε ξένῳ γαμηθῆναι. | 68 in vol. 2 | |||
P 343a | DEFGQ | καλλιπέπλου λῆμα: περιφραστικῶς ἡ Κορωνίς. Ὅμηρος (β 409)· ἱερὴ ἲς Τηλεμάχοιο. | ||
P 343b | DEFGQ | ἐλθόντος γάρ: ἐλθόντος γὰρ ἀπ’ Ἀρκαδίας εὐ‐ νάσθη ξένου· ὅ ἐστιν ἐν λέκτροις τοῦ ξένου παρεκοιμήθη. 46bDEFG | ||
P 346a | BDEFGQ | οὐδ’ ἔλαθε σκοπόν: τὸν νοῦν λέγει τοῦ Ἀπόλ‐ λωνος. Ἡσίοδος (fr. 123) δὲ τὸν κόρακα, ὅπερ ἐστὶν ἀπί‐ θανον. 48aDEFG | ||
P 347 | BC | μηλοδόκῳ: τῇ πολλὰ ὑποδεχομένῃ θύματα. 48aB | ||
P 346b | BDEFGQ | ἐν δ’ ἄρα μηλοδόκῳ Πυθῶνι: ὁ νοῦς· ἐν δὲ Πυθῶνι ὢν ὁ Ἀπόλλων ἐπῄσθετο τῷ ἱερῷ νόῳ τὸ ἁμάρτημα, ὅντινα τὸν νοῦν αὐτοῦ φησιν εἶναι κοινωνὸν ὁ Πίνδαρος διὰ τὴν μαντικήν. 50B 48dE 46aDG (48a repet. F) | ||
P 348a | BDEFGQ | τόσσαις: ἀντὶ τοῦ τυχών. ὁ Απόλλων. 49EF (et DGQ post 48a2) 48cQ (et F post 48a2) | ||
P 348b | BCQ | τὸ δὲ ἄιεν, ἀντὶ τοῦ ᾔσθετο. Ὅμηρος (Λ 532)· οἱ δὲ πληγῆς ἀίοντες. 49B 52aQ | ||
P 348c | BDFGQ | ἡνίκα οὖν ἡ Κορωνὶς τῷ Ἴσχυϊ συνῆλθεν, ἐν Πυ‐ θῶνι τυχὼν ὁ Ἀπόλλων ᾔσθετο. | ||
P 348d | BDEFGQ | καλῶς δὲ ὁ Πίνδαρος τὴν περὶ τὸν κόρακα παρακρουσάμενος ἱστορίαν δι’ ἑαυτοῦ φησι τὸν Ἀπόλλωνα κατειληφέναι τὴν Κορωνίδα. 52B 46aEF | ||
(48a repet. DGQ) | 69 in vol. 2 | |||
P 349 | BDEFGQ | τὸ δὲ ναοῦ πρὸς τὸ Πυθῶνι, ἵν’ ᾖ· τοῦ ἐν Πυ‐ θῶνι ναοῦ. 46bB | ||
P 350 | BDEFGQ | κοινᾶνι: κοινωνὸς τοῦ Ἀπόλλωνος ὁ νοῦς ἐστιν. διατί; ὅτι οὐχ ὥσπερ ἡμεῖς παρ’ ἑτέρου πυθόμενοι παρακο‐ λουθοῦμεν τοῖς οὖσιν, οὕτω καὶ ὁ Ἀπόλλων, ἀλλὰ δι’ ἑαυτοῦ οἶδεν. 48cB | ||
P 351a | DEFGQ | γνώμαν: τὴν πρόγνωσιν τὴν περὶ τῆς Κορωνίδος. | ||
P 351b | πεπιθών: ἀντὶ τοῦ πεισθεὶς ὑπὸ τοῦ κοινωνοῦ. τού‐ τῳ γὰρ ἀνακοινοῦται καὶ συνδιακρίνει τὰ ὄντα πάντα. 48bQ | |||
P 352a | DEFGQ | πάντα ἴσαντι νόῳ: ὅτι οὐ παρ’ ἑτέρου ἤκουσεν, ἀλλ’ αὐτὸς δι’ ἑαυτοῦ ἔγνω. | ||
P 352b | BDEFGQ | ὁ δὲ Ἀρτέμων (FHG IV p. 342) τὸν Πίνδαρον ἐπαινεῖ, ὅτι παρακρουσάμενος τὴν περὶ τὸν κόρακα ἱστορίαν [αὐτὸν δι’ ἑαυτοῦ ἐγνωκέναι φησὶ τὸν Ἀπόλλωνα]· ἱστορεῖται γὰρ, ὅτι τὴν Ἴσχυος μίξιν ἐδήλωσεν αὐτῷ ὁ κόραξ, | ||
5 | παρὸ καὶ δυσχεράναντα ἐπὶ τῇ ἀγγελίᾳ ἀντὶ λευκοῦ μέλανα αὐτὸν ποιῆσαι· τοῦτον δὴ τὸν μῦθον διωσάμενόν φησι τὸν Πίνδαρον τῷ ἑαυτοῦ νῷ καταλαβεῖν τὸν Ἀπόλλωνα τὰ πε‐ πραγμένα τῇ Κορωνίδι· παράλογον γὰρ τὸν ἄλλοις μαντευό‐ μενον αὐτὸν μὴ συμβαλεῖν τὰ κατ’ αὐτοῦ δρώμενα. χαίρειν | |||
10 | οὖν φράσας τῷ μύθῳ τέλεον ὄντι ληρώδει αὐτόν φησι τὸν Ἀπόλλωνα παρὰ τοῦ νοῦ πυθόμενον ἐπιπέμψαι τὴν Ἄρτεμιν τῇ Κορωνίδι. τὸν δὲ περὶ τὸν κόρακα μῦθόν φησι καὶ Ἡσίο‐ δον μνημονεύοντα λέγειν οὕτως (fr. 123)· | |||
τῆμος ἄρ’ ἄγγελος ἦλθε κόραξ ἱερῆς ἀπὸ δαιτός | 70 in vol. 2 | |||
15 | Πυθὼ ἐς ἠγαθέην, καί ῥ’ ἔφρασεν ἔργ’ ἀΐδηλα Φοίβῳ ἀκερσεκόμῃ, ὅτι Ἴσχυς γῆμε Κόρωνιν Εἰλατίδης, Φλεγύαο Διογνήτοιο θύγατρα. | |||
P 353a | BDEFGQ | ψευδέων δ’ οὐχ ἅπτεται: [ψευδῶν δ’ οὐχ ἅπτεται] ὁ τοῦ Ἀπόλλωνος νοῦς. | ||
P 353b | BEFGQ | ὅ ἐστιν οὐδέποτε ψευ‐ δῶν ἐφάπτεται λόγων. | ||
P 353c | BDEFGQ | κλέπτει τέ μιν οὐ θεός: τὸν νοῦν τοῦ Ἀπόλ‐ λωνος, ὃν οὐδεὶς παραλογίζεται οὔτε θεὸς οὔτε ἄνθρωπος οὔτε ἔργοις οὔτε βουλαῖς. οὐκ ἄρα κόραξ εἶπεν ἀλλ’ ὁ νοῦς, καθὸ μαντικὸς καὶ ἀπαραλόγιστος. | ||
P 355 | BDEFGQ | καὶ τότε γνοὺς Ἴσχυος: τότε μαθὼν ὁ Ἀπόλλων τοῦ Ἴσχυος τοῦ Ἐλάτου παιδὸς τὴν ξένην κοίτην καὶ τὴν ἄδικον κακουργίαν, ἔπεμψε τὴν ἀδελφὴν Ἄρτεμιν τὴν ἀκα‐ ταμαχήτῳ δυνάμει ὁρμῶσαν, εἰς τὴν Λακέρειαν. ἡ δὲ Λα‐ | ||
5 | κέρεια πόλις Θεσσαλίας. 60B | |||
P 356 | DEFGQ | ξενίαν κοίταν· ἢ τὴν μετὰ φιλίας γενομένην ἢ τὴν λαθραίαν, ἀπὸ τοῦ ξένου. | ||
P 359 | BDEFGQ | ἐς Λακέρειαν: ὅτι ἐν Λακερείᾳ ᾤκει Κορωνὶς, Φε‐ ρεκύδης ἐν αʹ (FHG I p. 71) ἱστορεῖ, πρὸς ταῖς πηγαῖς τοῦ Ἀμύρου· καὶ περὶ τοῦ κόρακος διηγεῖται, καὶ ὅτι Ἄρτεμιν ἔπεμψεν ὁ Ἀπόλλων, ἣ πολλὰς ἅμα γυναῖκας ἀπέκτεινεν, | ||
5 | Ἴσχυν δὲ Ἀπόλλων ἀποκτείνει, τὸν δὲ Ἀσκληπιὸν δίδωσι | |||
Χείρωνι. ἡ δὲ Βοιβιὰς καὶ Νεσσωνὶς ἐλέγετο, ὥσπερ Ἀρχῖνος (FHG IV p. 317) ἐν Θεσσαλικοῖς· Βοιβιὰς δὲ ἐκλήθη ἀπὸ μιᾶς τῶν νυμφῶν Βοιβηΐδος. 62B | 71 in vol. 2 | |||
P 360a | κρημνοῖσι: ταῖς ὄχθαις. | |||
P 360b | BDEFGQ | ἐπειδὴ ἡ παρθένος ὤκει [Κορωνὶς] παρὰ ταῖς ὄχθαις τῆς Βοιβιάδος λίμνης. | ||
DGQ | αὕτη δὲ παράκειται τῇ Λακερείᾳ. 59B | |||
P 362a | BDEFGQ | δαίμων δ’ ἕτερος: ὁ κακοποιὸς, ὡς πρὸς τὸν ἀγαθόν. | ||
P 362b | ὁ δὲ κακοποιὸς δαίμων εἰς τὴν τῆς μοιχείας κακουργίαν τρέψας τὴν Κορωνίδα, καὶ ἀναιρεθῆναι αὐτὴν παρεσκεύασε. Καλλίμαχός φησιν (fr. 91)· οὐ πάντες, ἀλλ’ οὓς ἔσχεν ὥτερος δαίμων. | |||
P 364a | BDEFGQ | καὶ γειτόνων πολλοί: τῆς τοῦ Ἀπόλλωνος .... | ||
P 364b | πολλοὶ, φησὶ, τῶν γειτόνων ἀπήλαυσαν τοῦ κακοῦ τοῦ περὶ τὴν Κορωνίδα· λοιμὸς γὰρ ἐγένετο, αἴτιοι δὲ τῶν λοι‐ μῶν Ἀπόλλων καὶ Ἄρτεμις. λοιμοῦ οὖν γενομένου συνα‐ | |||
πήλαυσαν οἱ μηδὲν αἴτιοι. Ἡσίοδος (O. D. 240)· | BEFGQ | |||
5 | πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα. | |||
P 365 | BDEFGQ | ἁμᾶ: Ἡρωδιανὸς ἐν τῷ ιθʹ οὕτω φησί· Δωριεῖς περισπῶσι τὸ παντᾶ, ὥσπερ καὶ τὸ κρυφᾶ παρὰ Πινδά‐ | ||
ρῳ (O. I 47). τοιοῦτον δέ ἐστι καὶ τὸ ἁμᾶ περισπώμενον [ἐκ τοῦ ἁμῆ γενόμενον]. ζητεῖται δὲ εἰ τῷ περισπωμένῳ τῷ | 72 in vol. 2 | |||
5 | ἁμᾶ προστεθήσεται τὸ ι. | |||
P 366a | BDEFGQ | πολλὰν δ’ ἐν ὄρει πῦρ ἐξ ἑνός: τὸ ὥς λείπει, καὶ περιττεύει ὁ τέ. ἔστι γάρ· ὥσπερ δὲ πῦρ ἐμπεσὸν ὕλην πολλὴν φθείρει, οὕτω τὸ ἁμάρτημα τῆς Κορωνίδος πολλοὺς ἔφθειρεν. | ||
P 366b | BEFGQ | ἄλλως· ὥσπερ ἐάν τις εἰς ὕλην πολλὴν σπιν‐ θῆρα βάλῃ, οὐ μόνον ἐκεῖνο τὸ μέρος εἰς ὃ βέβληται κατα‐ καίεται, ἀλλὰ καὶ πᾶσα ἡ ὕλη συγκαίεται, οὕτω θανάτου βλη‐ θέντος εἰς τὴν Κορωνίδα ἀπ’ Ἀρτέμιδος καὶ λοιμικοῦ πάθους | ||
5 | BDEFGQ | κατασκήψαντος, πολλοὶ τῶν γειτόνων ἀπώλοντο. καὶ Εὐρι‐ πίδης (fr. 411)· μικροῦ γὰρ ἐκ λαμπτῆρος Ἰδαῖον λέπας πρήσειεν ἄν τις. | ||
P 368 | BDEFGQ | τείχει ξυλίνῳ: τῇ πυρκαϊᾷ, ἐφ’ ἧς ἐτέθη τὸ σῶμα τῆς Κορωνίδος εἰς ἀφανισμόν. | ||
P 370 | BDEFGQ | τότε εἶπεν Ἀπόλλων: ἐπεὶ δὲ ἐξήφθη ἡ πυρὰ, εἶπεν Ἀπόλλων· οὐκέτι ὑπομενῶ τὸ ἐμὸν σπέρμα ἰδεῖν συν‐ απολλύμενον τῇ Κορωνίδι. | ||
P 375 | BDEFGQ | βάματι δ’ ἐν πρώτῳ: ἐὰν μὲν γράφηται ἐν πρώ‐ | ||
τῳ, ὡς νῦν γέγραπται, ἔσται ἑνὶ βήματι ὁ Ἀπόλλων ἀπὸ τῆς Πυθῶνος ἐληλυθὼς εἰς τὴν Θεσσαλίαν· ἐὰν δὲ, ὡς ἔν τισι, βάματι δ’ ἐν τριτάτῳ, ἔσται παραφράζων τὸ τρὶς μὲν ὀρέξατ’ | 73 in vol. 2 | |||
5 | ἰών (Ν 20). ἔστι δὲ σεμνότερον καὶ πρέπον τῷ θεῷ τὸ ἅμα τῷ πρώτῳ βήματι ῥύσασθαι τὸν παῖδα, ἔστι δὲ καὶ πρὸς τὴν ἀντίστροφον σύμφωνον. ὁ μέντοι Ἀρίσταρχος γράφει τριτάτῳ. | |||
P 378 | BDEFGQ | διέφαινεν: οὐ λέγει, ὅτι διαφανὴς ἐγένετο καὶ λαμ‐ πρὰ, ἀλλ’ ὅτι ἡ φύσις τοῦ πυρὸς οἷον διεσχίσθη· οἷον διάστη‐ μα τοῦ πυρὸς ἐγενήθη, ἕως ἂν ἐπιβὰς ὁ Ἀπόλλων ἀνέληται τὸν παῖδα. | ||
P 379 | BDEFGQ | καί ῥά μιν: καὶ δὴ τὸν ἑαυτοῦ παῖδα Ἀπόλλων ἐνεχείρισεν τῷ Κενταύρῳ τῷ Θεσσαλῷ ἀναδιδάσκειν τὰς πολ‐ λῶν πημάτων αἰτίας τοῖς ἀνθρώποις νόσους θεραπεύειν. | ||
P 383a | BDEFGQ | τοὺς μὲν ὧν ὅσσοι μόλον: τούτους μὲν οὖν, ὅσοι παρεγένοντο ἑλκῶν κοινωνοὶ, ἢ τῷ λαμπρῷ σιδήρῳ τὰ μέλη τετρωμένοι, ἢ χειροπληθεῖ λίθῳ μακρόθεν βεβλημένῳ (ἀπὸ κοινοῦ δὲ τὸ μέλη τετρωμένοι), ἢ τῷ θερμαντικῷ πορθού‐ | ||
5 | μενοι καὶ κατακαιόμενοι τὸ σῶμα, ἢ φρίκῃ ἢ ῥίγει, ἀπολύ‐ σας ἄλλον ἀλλοίων λυπῶν ἐξήγαγεν· ὅ ἐστι τῶν νόσων. | |||
P 383b | (B)DEFGQ | αὐτοφύτων: τῶν φυμάτων· ταῦτα γὰρ αὐτόφυτα ἕλκη, ὡς ἂν οὐχ ὑπ’ ἄλλων ἐπακτὰ ὄντα, ἀλλ’ αὐτόματα γι‐ νόμενα. | ||
P 384 | DEFGQ | πολιῷ χαλκῷ τετρωμένοι: τραυματίαι σιδήρῳ· ἢ | ||
τραύματα εἰληφότες διὰ χαλκοῦ. | 74 in vol. 2 | |||
P 386 | (B)DEFGQ | χερμάδι: χειροπληθεῖ λίθῳ μακρόθεν βεβλημένῳ. ἀπὸ κοινοῦ δὲ τὸ μέλη τετρωμένοι. | ||
P 387 | DEFGQ | ἢ θερινῷ πυρί: τῷ θερμαντικῷ ἢ τῷ πυρετῷ ἐκ‐ πορθούμενοι τὸ σῶμα. | ||
P 389 | DEFGQ | χειμῶνι: τῷ ῥίγει καθόλου. τῷ ῥιγοπυρέτῳ. | ||
P 391 | BDEFGQ | ἔξαγεν, τοὺς μὲν μαλακαῖς: καὶ τοὺς μὲν προση‐ νέσιν ᾠδαῖς θεραπεύων, τοὺς δὲ προσηνῆ φάρμακα πίνοντας, ἢ τοῖς μέλεσιν αὐτῶν περιάπτων τινὰ πρὸς θεραπείαν, τοὺς δὲ τομαῖς καὶ χειρουργίαις ταῖς διὰ σιδήρου ἀνέστησεν ὀρθοὺς | ||
5 | καὶ ὑγιεῖς ἀπέδειξεν. ὅτι δὲ ἀρχαία ἦν καὶ δι’ ἐπῳδῆς ἡ ἰα‐ τρικὴ, καὶ οὐ μόνον ἡ διὰ φαρμάκων καὶ διαίτης, φησὶ καὶ Ὅμηρος (τ 457)· ἐπαοιδῇ δ’ αἷμα κελαινὸν ἔσχεθον. | |||
P 396 | BDEGQ | ἀλλὰ κέρδει: ἀλλὰ καὶ ἡ σοφία κέρδει δέδεται καὶ ἥττηται. μετέστρεψε γὰρ καὶ τὸν θεὸν, φησὶ δὲ τὸν Ἀσκλη‐ πιὸν, τῷ πλείονι μισθῷ ὁ χρυσὸς ἐν ταῖς χερσὶ φανεὶς, ὥστε ἄνδρα ἐκ θανάτου ἀναγαγεῖν ἤδη τῷ μοιριδίῳ ληφθέντα. | ||
5 | λέγεται δὲ ὁ Ἀσκληπιὸς χρυσῷ δελεασθεὶς ἀναστῆσαι Ἱππόλυ‐ | |||
τον τεθνηκότα· οἱ δὲ Τυνδάρεων, ἕτεροι Καπανέα, οἱ δὲ Γλαῦκον, οἱ δὲ Ὀρφικοὶ (fr. 256 Ab.) Ὑμέναιον, Στησίχορος | BEGQ | |||
δὲ (fr. 16) ἐπὶ Καπανεῖ καὶ Λυκούργῳ· οἱ δὲ διὰ τὸ τὰς Προιτίδας ἰάσασθαι, οἱ δὲ διὰ τὸ τὸν Ὠρίωνα· Φύλαρχος | 75 in vol. 2 | |||
10 | (FHG I p. 336) ὅτι τοὺς Φινείδας ἰάσατο, Φερεκύδης (FHG I p. 72) δὲ ὅτι τοὺς ἐν Δελφοῖς θνήσκοντας ἀναβιοῦν ἐποίησεν. | |||
P 3100 | (B)DEGQ | χερσὶ δ’ ἄρα: προσυπακουστέον δὴ τῷ ῥίψαις τὸν κεραυνόν. τοῦτον ῥίψας δι’ ἀμφοτέρων, τοῦ τε Ἀσκληπιοῦ καὶ τοῦ ἀνισταμένου ἀπὸ τοῦ θανάτου, ἀνεῖλεν αὐτούς. | ||
P 3102a | BDEGQ | ῥίψαις δι’ ἀμφοῖν: οἷον, οὕτω περίθυμος ἐγε‐ νετο ὁ Ζεὺς, ὥστε ἐνσκῆψαι βέλος διαμπὰξ δι’ ἀμφοτέρων τῶν μαστῶν ἢ τῶν πλευρῶν. | ||
P 3102b | δι’ αὐτοῦ τε τοῦ Ἀσκλη‐ πιοῦ καὶ τοῦ ἰατρευθέντος, ὥστε καὶ τὸν Ἀσκληπιὸν ἀνῃρῆ‐ σθαι καὶ τὸν ἀναβεβιωκότα. ὁ δὲ Κράτης τὸν Ἀσκληπιόν φησι καὶ τὸν διδάξαντα αὐτὸν Χείρωνα. οὐδεὶς δὲ τοῦτο | |||
5 | μαρτυρεῖ. | |||
P 3104 | DEGQ | αἴθων κεραυνός: ὁ διάπυρος κεραυνὸς ἐνεστή‐ ριξεν ἀμφοτέροις τὸν θάνατον. | ||
P 3106 | BDEGQ | χρὴ τὰ ἐοικότα: πρέπει τὰ ἀρέσκοντα τοῖς θεοῖς καὶ τὰ πρέποντα, ἢ τὰ ἁρμόζοντα τοῖς ἀνθρώποις, ἐκεῖνα παρὰ θεῶν ζητεῖν γινώσκοντα τὰς παρὰ πόδας ὁποίας ἔχο‐ μεν μοίρας· οἷον τὸ ἐνεστὼς, τὰ καθεστῶτα, οἵαν μοῖραν εἰλή‐ | ||
5 | χαμεν. ὅμοιον τῷ Χίλωνος ἀποφθέγματι τῷ Γνῶθι σαυτόν. | |||
τὸ δὲ ὅλον, ὅτι θνητοὶ πεφύκαμεν. | 76 in vol. 2 | |||
P 3109 | BDEGQ | μὴ φίλα ψυχά: ὁ λόγος πρὸς ἑαυτόν· μηδαμῶς δὲ, ὦ προσφιλεστάτη ψυχὴ, θνητὴ τυγχάνουσα ἐπ’ ἀθάνατον σπεῦδε βίον, ἀλλὰ μᾶλλον ἐπιζήτει μηχανὴν, ἣν καὶ καταπρά‐ ξασθαι δύνασαι. 111E | ||
P 3110a | BDEGQ | τὰν δ’ ἔμπρακτον: οἷον, τοιούτοις ἐπιχείρει ἃ δύναται πραχθῆναι. τοῦτο γὰρ σημαίνει τὸ ἔμπρακτον. | ||
P 3110b | ἣν δέον ἐστὶ πρᾶξιν ἀνύειν, ταύτην διαπράττου. πρὸς δὲ τὸ ἄντλει καὶ τὴν μηχανὴν ἐπήγαγεν. 112E | |||
P 3111a | BDEGQ | εἰ δὲ σώφρων: ἀνέδραμε πάλιν εἰς τὴν ἀρχὴν τοῦ ἐπινίκου. τοῦτο γὰρ ἐκείνῳ προσαπτέον Ἤθελον Χείρωνά κε Φιλλυρίδαν· καὶ μετὰ τὴν διάνοιαν ἐκείνην τὴν εὐκτικὴν εἰκότως προσάψομεν. | ||
P 3111b | BDEGQ | ἄλλως· ἐπανέλαβε τὰ ἐν ἀρχῆν ἀρχὴν θέντα, Ἤθελον Χείρωνά κε Φιλλυρίδαν, ἐπεὶ πολλά ἐστι τὰ διὰ μέσου ῥηθέντα. εἰ οὖν ὁ σώφρων Χείρων ἐκεῖνος ἄντρον ἔναιεν ἔτι, καὶ ἐκήλησα ἂν αὐτὸν καὶ ἐφιλοτιμησάμην ταῖς | ||
5 | ἐμαῖς ᾠδαῖς, καὶ ἔπεισα ἂν αὐτὸν ἰατρὸν ὄντα παρασχεῖν τῷ Ἱέρωνι τῶν καυστικῶν νόσων ἀπόλυσίν τινα. διάπυροι γὰρ αἱ νόσοι. 110E 117B | |||
P 3112a | (B)DEG | καί τί οἱ: καί τι αὐτῷ φίλτρον καὶ ἡδονὴν ἐν τῇ ψυχῇ ἐποίουν οἱ ἐμοὶ ὕμνοι. | ||
P 3112b | ὁ δὲ νοῦς· εἰ δὲ ὁ σώφρων καὶ ὁ συνετώτατος κατὰ τὸ Πήλιον ἔτι ᾤκει ἄντρον | |||
BDEGQ | Χείρων, καί τι αὐτῷ φίλτρον καὶ ἡδονὴν οἱ ἐμοὶ ἡδύφωνοι ὕμνοι ἐτίθεσαν, ἰατρὸν ἂν αὐτὸν καὶ ἐπὶ τοῦ παρόντος τοῖς | |||
5 | ἀγαθοῖς ἀνδράσιν ἔπεισα παρασχεῖν, ἤτοι τοῦ τῆς Λητοῦς παιδὸς Ἀπόλλωνος κεκλημένον υἱόν· φησὶ δὲ τὸν Ἀσκληπιόν· ἢ τοῦ Διὸς, καὶ ἀπὸ κοινοῦ κεκλημένον, αὐτὸν τὸν Ἀπόλ‐ | |||
λωνα. 120bB | 77 in vol. 2 | |||
P 3117 | BDEGQ | θερμᾶν νόσων: ἢ ὅτι ἐπύρεττεν ὁ Ἱέρων, ὡς ἔνιοι τῶν ἱστορικῶν ἐβουλήθησαν, ἢ ὅτι ἐποδαλγία· τὸ δὲ νόσημα τῶν διαπύρων φασίν. οἱ δὲ τὴν λιθουρίαν ἀποδεδώκασιν. 112bB | ||
P 3118a | DEGQ | ἤ τινα Λατοΐδα: μητρωνυμικῶς τοῦ Ἀπόλλω‐ νος· φησὶ δὲ τὸν Ἀσκληπιόν. | ||
P 3118b | ἄλλως· ἤ τινα τοῦ Ἀπόλ‐ λωνος ἀπόγονον κεκλημένον ἢ καὶ υἱὸν αὐτοῦ· ἀπὸ κοινοῦ δὲ τὸ κεκλημένον. | |||
P 3119 | DEGQ | ἢ πατέρος: τοῦ Διός. παρὰ τὸ Ὁμηρικόν (Ο 47)· πατὴρ ἀνδρῶν τε θεῶν τε. ἢ πατέρος υἱὸν τὸν Ἀπόλλωνα. | ||
P 3120a | BDEGQ | καί κεν ἐν ναυσί: καὶ δὴ ἂν ναυσὶ διαπλεύσας, [καὶ] διατεμὼν τὸ Ἰόνιον πέλαγος παρεγενόμην ἐπὶ τὴν Ἀρέ‐ θουσαν τὴν ἐν τῇ Ὀρτυγίᾳ τῇ Σικελικῇ κρήνην, παρὰ τὸν Αἰτναῖον φίλον Ἱέρωνα, ὃς καὶ ταῖς Συρακούσαις βασιλεύει | ||
5 | τοῖς πολίταις πρᾳότατος ὢν καὶ ἀνεπαχθὴς καὶ τοῖς ἀγαθοῖς οὐ διαφθονῶν, τοῖς τε ξένοις ἀξιάγαστος ὑπάρχων πατὴρ διὰ τὴν φιλοφροσύνην. 127bB | |||
P 3120b | BDEGQ | Ἰονίαν τέμνων θάλασσαν: Ἰόνιον πέλαγος τὸ περὶ Σικελίαν, τὸ παρὰ τὸ Ἀδριατικὸν πέλαγος, ὡς καὶ Θου‐ κυδίδης (I 24)· Ἐπίδαμνός ἐστι πόλις ἐν δεξιᾷ εἰσπλέοντι τὸν Ἰόνιον πόντον. παράκειται δὲ καὶ ἡ Σικελία· ἀπὸ τῶν | ||
5 | οὖν γειτνιώντων τὴν νῆσον ἐδήλωσεν. | |||
P 3120c | ἄλλως. τὸ Ἰόνιον πέλαγος τὸ περὶ Σικελίαν τὸ ὄνομα ἔλαβεν, ὡς μὲν ἔνιοι | |||
(Aesch. Prom. 866) ἀπὸ Ἰοῦς· Θεόπομπος δὲ (FHG I p. 302) ἀπὸ Ἰονίου ἀνδρὸς Ἰλλυριοῦ. Ἀρχέμαχος (FHG IV p. 316) δὲ ἀπὸ | 78 in vol. 2 | |||
5 | τῶν ἀπολομένων ἐν αὐτῷ Ἰαόνων. | |||
P 3122 | BDEGQ | Ἀρέθουσαν ἐπὶ κράναν: ἡ Ἀρέθουσα κρήνη ἐν Ὀρτυγίᾳ τῇ Σικελιωτικῇ, ἣν δὴ ἀπόλλωνος οὖσαν ἱερὰν Ἀπόλ‐ λωνος ἀπέδωκεν. 120aB | ||
P 3124 | DGQ | νέμει: ὃς ὢν βασιλεὺς Συρακουσῶν νέμει καὶ διοι‐ κεῖ τὰ δέοντα. | ||
P 3127a | BDEGQ | τῷ μὲν διδύμας: ὁ νοῦς· τῷ δὲ Ἱέρωνι διπλα‐ σίους χάριτας (ἔξωθεν παρέσχον ἂν), εἰ παρεγενόμην ὑγείαν ἅμα κομίζων τιμίαν καὶ τὸν ὕμνον τῶν Πυθικῶν ἄθλων αἴγλην ὄντα καὶ λαμπηδόνα· οὕστινας τοὺς στεφάνους ἀρι‐ | ||
5 | στεύων τῷ τάχει ἔλαβεν ὁ Φερένικός ποτε ἐν τῇ Κίρρᾳ· εἶτα ἡ ἀνταπόδοσις πρὸς τὸ πρῶτον· εἰ κατῆλθον εἰς Σικελίαν, παρεγενόμην ἂν τὸ βαθύτατον πέλαγος διαπεράσας, καί φημι οὐρανίου ἀστέρος λαμπρότερον καὶ ἐπιφανέστερον ἄγειν φῶς τήν τε θεραπείαν καὶ τὸν ὕμνον. 134B | |||
P 3127b | BDEGQ | διδύμας χάριτας: τήν τε τοῦ ἰατρεύοντος Χεί‐ ρωνος, εἰ ἀνεβίωσε, καὶ τὴν τῶν ὕμνων, ὧν εἰς αὐτὸν γράφω. | ||
P 3128 | BDEGQ | εἰ κατέβαν: ἀντὶ τοῦ ἦλθον. Ὅμηρος (Ξ 19)· πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον, | ||
ἀντὶ τοῦ ἐλθεῖν. 127aB | 79 in vol. 2 | |||
P 3132 | EGQ | τοὺς ἀριστεύων: οὕστινας ἀριστεύων τοὺς στε‐ φάνους τῷ τάχει ἔλαβεν ὁ Φερένικός ποτε ἐν τῇ Κίρρᾳ. | ||
P 3134a | BDEGQ | ἀστέρος οὐρανίου: ἐφάνην ἂν αὐτῷ τοῦ ἡλίου λαμπρότερος· ὥστε οὐράνιον ἀστέρα λέγεσθαι τὸν ἥλιον. | ||
P 3134b | εἰ οὖν, φησὶν, εὐξάμενοι παρεστήσαμεν τὸν Χείρωνα ἀπαλ‐ λάξειν αὐτὸν τῆς νόσου, καὶ τὸ ἐπὶ τῇ νίκῃ ποίημα κατε‐ σκεύασα, τότε ἐφάνην ἂν αὐτῷ ὡς ἥλιος, διαβὰς τὸ πέλαγος καὶ ἐλθὼν εἰς Σικελίαν. 137bB | |||
P 3137a | BDEGQ | ἀλλ’ ἐπεύξασθαι: ἀλλ’ ἐπεύξασθαι μὲν καὶ καθικετεῦσαι ἐγὼ βούλομαι τὴν Ῥέαν, ἥντινα αἱ κόραι πλη‐ σίον τῶν ἐμῶν οἴκων σὺν τῷ Πανὶ ἀνυμνοῦσι κατὰ τὴν νύκτα, τὴν σεμνὴν θεόν. λέγεται δὲ Ῥέας ἱερὸν πλησίον τῶν | ||
5 | Πινδάρου οἴκων εἶναι. φησὶν οὖν ὅτι κατεύξομαι τὴν Ῥέαν, παρόσον δοκεῖ τῶν νόσων αὐξητικὴ καὶ μειωτικὴ εἶναι· κατ‐ εύξομαι οὖν αὐτὴν, φησὶν, εὐμενῆ εἶναι τῷ Ἱέρωνι. 139B 138E | |||
P 3137b | BDEGQ | ἀλλ’ ἐπεύξασθαι μὲν ἐγὼν ἐθέλω ματρί: Ἀριστόδημός φησιν Ὀλυμπίχου αὐλητοῦ διδασκομένου ὑπὸ Πινδάρου γενέσθαι κατὰ τὸ ὄρος, ὅπου τὴν μελέτην συνετί‐ θει, καὶ ψόφον ἱκανὸν καὶ φλογὸς καταφοράν· τὸν δὲ Πίν‐ | ||
5 | δαρον ἐπαισθόμενον συνιδεῖν Μητρὸς θεῶν ἄγαλμα λίθινον τοῖς ποσὶν ἐπερχόμενον, ὅθεν αὐτὸν συνιδρύσασθαι πρὸς τῇ οἰκίᾳ Μητρὸς θεῶν καὶ Πανὸς ἄγαλμα. τοὺς δὲ πολίτας πέμ‐ | |||
ψαντας εἰς θεοῦ πυνθάνεσθαι περὶ τῶν ἐκβησομένων· τὸν δὲ ἀνειπεῖν, ἱερὸν Μητρὸς θεῶν ἱδρύσασθαι. τοὺς δὲ ἐκπλα‐ | 80 in vol. 2 | |||
10 | γέντας τὸν Πίνδαρον διὰ τὸ προειληφέναι τὸν χρησμὸν, ὁμοίως τῷ Πινδάρῳ ἐκεῖσε τιμᾶν τὴν θεὸν τελεταῖς. 137aB 139E | |||
P 3138 | (B)DEGQ | παρ’ ἐμὸν πρόθυρον: ὅτι ἐγειτνία τῇ Πινδάρου οἰκήσει Μητρὸς θεῶν ἱερὸν καὶ Πανὸς, ὅπερ αὐτὸς ἱδρύ‐ σατο. 137bE | ||
P 3139a | BDEGQ | σὺν Πανί: τὸ σὺν Πανὶ οὐχ ὅτι αἱ κόραι σὺν τῷ Πανὶ χορεύουσι καὶ ἀνυμνοῦσι τὴν Ῥέαν, ἀλλὰ τὴν Ῥέαν καὶ τὸν Πᾶνα ἀνυμνοῦσι. πάρεδρος γὰρ ὁ Πὰν τῇ Ῥέᾳ, ὡς αὐ‐ τὸς ὁ Πίνδαρος ἐν τοῖς κεχωρισμένοις τῶν Παρθενείων (fr. 95) | ||
5 | φησίν· Ὦ Πὰν Ἀρκαδίας μεδέων, ἕως τοῦ Ματρὸς μεγάλας ὀπαδὲ, σεμνῶν Χαρίτων μέλημα τερπνόν. | |||
P 3139b | ἄλλως. πρὸς τῇ οἰκίᾳ τοῦ Πινδάρου Μητρὸς θεῶν ἵδρυτο ἱερὸν, ᾗ θέλειν εὔξασθαί φησι. οἱ δὲ, ὅτι καθάρτριά ἐστι τῆς μανίας ἡ θεός· καὶ τὸν Διόνυσον δὲ καθᾶραι τῆς μανίας δοκεῖ. τὸν δὲ Πᾶνα | |||
5 | παρείληφεν, ὡς μὲν ἔνιοί φασιν, ὅτι καὶ ὁ Πὰν πλησίον καθ‐ | |||
ίδρυτο Πινδάρου, ἢ ὅτι σύνεστι τῇ θεῷ ὡς ὄρειος ὤν. καὶ ἡ Ῥέα δὲ ὄρειος λέγεται διὰ τὸ ἐν Ἴδῃ οἰκεῖν. (140.) ἐννύ‐ χιαι δὲ, ἐπεὶ νυκτὸς αὐτῇ τὰ μυστήρια τελεῖται. (138.) κοῦ‐ ραι δὲ, αἱ τοῦ Πινδάρου θυγατέρες Πρωτομάχη καὶ Εὔμη‐ | DEGQ | |||
10 | τις. ἢ αἱ νύμφαι. | |||
P 3141a | BDEGQ | εἰ δὲ λόγων συνέμεν: εἰ δὲ δύνασαι συνεῖναι τὴν τῶν λόγων ὀρθὴν κορυφὴν, [καὶ] γινώσκεις ἀσφαλῶς | ||
μανθάνων τὰ τῶν παλαιῶν. λέγει δὲ τὰ παρὰ τοῦ ποιητοῦ, ὅτι παρὰ ἓν ἀγαθὸν πήματα δύο ἀπονέμουσιν οἱ θεοί. φησὶ | 81 in vol. 2 | |||
5 | γάρ που (Ω 527)· δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει δώρων οἷα διδοῦσι, κακῶν, ἕτερος δὲ ἐάων. ᾧ μὲν καμμίξας δώῃ Ζεὺς τερπικέραυνος, ἄλλοτε μέν τε κακῷ ἐπιμίσγεται, ἄλλοτε δ’ ἐσθλῷ. | |||
10 | δοκοῦσι γὰρ οἱ εὐδαίμονες συγκεκραμένον ἔχειν τοῖς ἀγαθοῖς καὶ φαῦλον· οἱ δὲ δυστυχεῖς ἄκρατον τὴν δυστυχίαν. διὸ καὶ περὶ τοῦ Δημοδόκου τοῦ κιθαρῳδοῦ φησιν (θ 63)· ὃν πέρι Μοῦς’ ἐφίλησε, δίδου δ’ ἀγαθόν τε κακόν τε· ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δ’ ἡδεῖαν ἀοιδήν. | |||
15 | διὸ εἴτις λέγει, διατί θεοφιλὴς ὢν πήρωσιν ἐδυστύχησεν, ἔχο‐ μεν λέγειν, ὅτι ἀδύνατόν ἐστιν ἄνθρωπον ὄντα τελέως ἐν πᾶ‐ σιν εὐτυχεῖν καὶ ἀπαθῆ εἶναι. ὁ μέντοι Πίνδαρος οὕτως ἐδέ‐ ξατο, δύο πίθους εἶναι φαύλων καὶ ἕνα ἀγαθῶν. διὸ καὶ αὐτός φησιν· ἓν παρ’ ἐσλὸν πήματα σύνδυο. οὐκ ἔστι δὲ | |||
20 | τοῦτο. δύο γὰρ οἱ πίθοι εἰσὶ, καὶ ὁ μὲν εἷς ἀγαθῶν, ὁ δὲ ἕτερος φαύλων. τὸ γὰρ ἕτερος ἐλέγχει παρακείμενον, ὅπερ ἐπὶ δυϊκοῦ μόνου ἀριθμοῦ λέγεται, τῶν δύο τὸ ἕτερον. ὁ λόγος οὖν πρὸς τὴν Ἱέρωνος νόσον καὶ πρὸς τὸ τῆς βασι‐ λείας ἀξίωμα. μηδαμῶς, φησὶν, ὦ Ἱέρων, ἀλγύνου· ἀδύνατον | |||
25 | γάρ ἐστιν ἄνθρωπόν σε ὄντα καὶ εὐδαιμονοῦντα μὴ ἔχειν τι καὶ βλάβης. ἀνασηκοῦσι γὰρ ὥσπερ τὰ ἀγαθὰ τῇ τῶν φαύ‐ λων μερίδι. | |||
P 3141b | ἄλλως· ἔνιοι ἀπεκδοχήν φασιν εἶναι ταῦτα τῶν Ὁμήρου, ὡς εἰπόντος αὐτοῦ ὅτι τριῶν ὄντων πίθων, ἑνὸς μὲν τῶν ἀγαθῶν, δυεῖν δὲ τῶν κακῶν, ὁ Ζεὺς δίδωσιν | |||
ἐξ ἑκάστου μοῖραν. ἐλέγχεται δὲ, ὅτι τὸ ἕτερος ἐπὶ δύο μό‐ | 82 in vol. 2 | |||
5 | νων λέγεται· ὅτι εἰ καὶ ᾔδει τρεῖς ὄντας τοὺς πίθους, ἄλλος ἂν εἶπε καὶ οὐχ ἕτερος. ἔστι δὲ ὑποστίξαντα εἰς τὸ δώρων οἷα δίδωσι διαστεῖλαι καλῶς· κακῶν, ἕτερος δὲ ἐάων. δύο οὖν λέγει πίθους Ὅμηρος, κακῶν τε καὶ ἀγαθῶν, καὶ ᾧ μὲν ἀνθρώπων ἓν παρ’ ἓν ἀγαθὸν καὶ κακὸν δῷ, εὐδαίμων ἐστὶν, | |||
10 | ᾧ δ’ ἂν ἐκ θατέρου δῷ δύο μοίρας τῶν κακῶν, τοῦτον εἶναι κακοδαίμονα. ταῦτα δὲ λέγει παραμυθούμενος τὸν Ἱέρωνα, ὑπὲρ τοῦ πρᾴως φέρειν τὴν λιθίαν. | |||
P 3145 | DGQ | ἓν παρ’ ἐσλόν: ὡς δὲ λεγόμενον προφέρεται τὸ τοιοῦτον, ὅτι τοῖς ἀνθρώποις οἱ θεοὶ τὴν τρίτην τῶν ἀγαθῶν μοῖραν, τῶν δὲ κακῶν τὰς δύο ἀπομερίζουσιν. | ||
P 3147 | BDEGQ | τὰ μὲν ὦν: ταῦτα μὲν οὖν τὰ φαῦλα ἀδυνάτως ἔχουσιν οἱ ἄφρονες κοσμίως καὶ ἀνθρωπίνως φέρειν, ἀλλ’ οἱ συνετοὶ φέρουσι, τὰ καλὰ προσβάλλοντες ἔξω, καὶ λογιζόμενοι ῥᾷον φέρουσι τὰ φαῦλα. | ||
P 3149 | BDEGQ | ἀλλ’ ἀγαθοί: τὴν μεταφορὰν εἴληφεν, οἷον ἄν τις νοήσειεν, ἐπὶ τῶν ἱματίων. ὅταν γὰρ ἔχῃ κηλῖδας, οὐ δυνά‐ μενός τις εὐκόσμως χρῆσθαι, τὸ μὲν κηλιδωθὲν ἔνδον ἔστρεψε, τὸ δὲ καλὸν ἔξω· τοὐναντίον δὲ ἐὰν ἄφρων ᾖ, τὰς κηλῖδας | ||
5 | ἔξω ἐᾷ. καὶ τὸν βίον οὖν τῶν ἀνθρώπων φησὶ κοινῇ μὲν πάντων ἔχειν πήματα, ταῦτα δὲ τοὺς μὲν ἄφρονας ἐν φανερῷ παρέχειν, τοὺς δὲ σώφρονας μετὰ κόσμου φέρειν ἀποκρυπτο‐ μένους καὶ τὰ καλὰ τοῦ βίου ἔξω τρέποντας. 150bB | |||
P 3150a | BDEGQ | τὶν δὲ μοῖρα: ὁ νοῦς· σοὶ δὲ, ὦ Ἱέρων, μερὶς ἀγαθῶν ἀκολουθεῖ· τὸν γὰρ δὴ τῶν λαῶν ἡγούμενον πλοῦ‐ τον καὶ ἡ ἐξ ἀρχῆς ἐδωρήσατό σοι καταβολὴ, καὶ ὁρᾷ σε εἴπερ τινὰ τῶν ἄλλων ἀνθρώπων εὐδαίμονα. 151B | ||
P 3150b | ἄλλως· τοῦτο ἔχεις, φησὶν, ἀγαθόν. μοῖρα γάρ σοι τῆς εὐδαιμονίας σύν‐ εστιν. | 83 in vol. 2 | ||
P 3150c | ἄλλως· σοὶ δὲ ἡ τῆς εὐδαιμονίας μοῖρα ἀκολουθεῖ· ἀποκεκλήρωσαι γὰρ τὰ ἀγαθὰ, τὸν λαγέταν καὶ τύραννον τῶν ἀνθρώπων πλοῦτον. 150aB | |||
P 3151a | DEGQ | λαγέταν: τὸν γὰρ λαγέταν τύραννον ἔχεις πλοῦ‐ τον. | ||
P 3151b | BDEGQ | λαγέτας δὲ ὁ πλοῦτος, ἐπεὶ πάντας ἄγει λαούς· ὑπο‐ τάσσονται γὰρ αὐτῷ πάντες. ἀλλὰ μὴν καὶ τύραννός ἐστι. τοῦτο πρὸς τὸ ἓν παρ’ ἐσλὸν πήματα σύνδυο· καὶ γὰρ τῷ Ἱέρωνι εὐδαιμονία μὲν ἡ τῆς τυραννίδος ἐπὶ μέγιστον ἕπε‐ | ||
5 | ται, παρεπλάκη δέ τι κακὸν, ἡ νόσος. | |||
P 3153a | BDEGQ | αἰὼν δ’ ἀσφαλής: βίος δὲ ἀσφαλὴς καὶ ἄπται‐ στος οὐδαμοῦ ἐγένετο, οὔτε παρὰ τῷ Αἰακίδῃ Πηλεῖ, οὔτε παρὰ τῷ ἰσοθέῳ Κάδμῳ· καίτοι λέγονται τῶν ἀνθρώπων εὐ‐ δαιμονίαν ἐξοχωτάτην ἐσχηκέναι. | ||
P 3153b | ἄλλως· βίος δὲ ἄνευ σφάλματος καὶ βλάβης οὐκ ἐγένετο οὔτε Πηλεῖ οὔτε Κάδμῳ. ταῦτα δὲ διὰ τὴν νόσον αὐτῷ παραινεῖ. (158B) τὸν δὲ Κάδμον παρέλαβε διὰ τὸ καὶ τοῦτον εὐδαιμονήσαντα ἐκπεσεῖν | |||
5 | εἰς Ἰλλυριούς· ὅλως δὲ αὐτὸν ἀποσεμνύνουσι διαπεφυκότα τὸ γένος εἰς θεούς. πρόπαππος γὰρ ὁ Ζεὺς καὶ πάππος ὁ Πο‐ σειδῶν, ὁ δὲ Ἄρης κηδεστὴς, ἡ δὲ Ἀφροδίτη πενθερὰ, ἡ δὲ Θυώνη καὶ ἡ Λευκοθέα θυγατέρες, ὁ δὲ Διόνυσος καὶ ὁ Παλαίμων θυγατριδοῖ· τὸ δὲ ὅλον καὶ ὑπὸ θεῶν καὶ ὑπὸ ἀν‐ | |||
10 | θρώπων τετιμῆσθαί που μάλιστα πάντων κατὰ τὴν Ἑλλάδα· διόπερ καὶ αὐτὸς ἀπεθεώθη μετὰ τῆς γυναικὸς Ἁρμονίας, καὶ | |||
κατῴκησαν ἐν τῷ Ἠλυσίῳ πεδίῳ ἐπὶ δρακόντων ἅρματος, ὡς οἱ ποιηταὶ καὶ οἱ μυθογράφοι [ἡμῖν] παραδεδώκασιν. (153a repet. EGQ) 160B | 84 in vol. 2 | |||
P 3158a | DEGQ | οἵ τε καὶ χρυσαμπύκων: οἳ, οὗτοι· συλληπτι‐ κὸς ὁ τρόπος. | ||
P 3158b | οἵτινες καὶ τῶν Μουσῶν ᾀδουσῶν καὶ ἐν τῷ Πηλίῳ ὄρει καὶ ἐν ταῖς ἑπταπύλοις Θήβαις κατήκουσαν. | |||
BDEGQ | καὶ ταῦτα διὰ τὴν νόσον αὐτῷ παραινεῖ· καὶ γὰρ ὁ Πηλεὺς καὶ ὁ Κάδμος, φησὶν, εὐδαιμονέστατοι γενόμενοι τῶν ἀν‐ | |||
5 | θρώπων εἴς τινα καὶ ἐδυστύχησαν· διὸ, ὦ Ἱέρων, μὴ κατα‐ πονοῦ διὰ τὸ πάθος τῆς λιθιάσεως· τὰ γὰρ ἄλλα πάντα εὐ‐ τυχὴς πέφυκας. 153bmed. B | |||
P 3160 | BDEGQ | καὶ ἐν ἑπταπύλοις: καὶ ἐνταῦθα τὸ χωρὶς ἑκά‐ στῳ συμβεβηκὸς συλληπτικῶς ἐπ’ ἀμφοτέρων τίθησι, καὶ λίαν πυκνός ἐστιν ἐν τοῖς τοιούτοις· ὁ μὲν γὰρ Πηλεὺς ἐν Πηλίῳ τῷ ὄρει παρὰ Χείρωνι τὴν Θέτιν ἔγημεν, ὁ δὲ ἕτερος ἐν Θή‐ | ||
5 | βαις τὴν Ἁρμονίαν. εἶπε δὲ, ὅτι τῶν Μουσῶν ἤκουσαν καὶ ἐν τῷ [Πηλίῳ] ὄρει καὶ ἐν ταῖς Θήβαις· πρὸς ὃ καὶ τὸ ση‐ μεῖον. | |||
P 3165 | BDEGQ | καὶ θεοὶ δαίσαντο: καὶ οἱ θεοὶ παρ’ ἀμφοτέροις εὐωχήθησαν, τουτέστιν ἐν τοῖς ἀμφοτέρων γάμοις. ὅπερ Ὅμηρος (Ω 62)· πάντες δ’ ἀντιάασθε γάμου θεοί, ἐπὶ τοῦ Πηλέως. | ||
P 3166 | BDEGQ | καὶ Κρόνου παῖδας: καὶ τοὺς Κρόνου παῖδας βασιλεῖς ἐθεάσαντο ἐν ταῖς χρυσαῖς καθέδραις, καὶ δῶρα παρ’ αὐτῶν ἐδέξαντο. (167aB) ἀλλ’ ὅμως, φησὶ, καὶ οὗτοι ἄπται‐ | ||
στον οὐκ ηὐτύχησαν βίον. ὁ μὲν γὰρ Κάδμος εἰς ὄφιν | 85 in vol. 2 | |||
5 | μεταβαλὼν ἀπέθανεν, ὁ δὲ [Πηλεὺς] ἐν Ἰκῷ τῇ νήσῳ ἀτυχήσας τὸν βίον οἰκτρῶς καὶ ἐπωδύνως ἀπέθανεν, ὡς καὶ ὁ Καλλί‐ μαχος (fr. 372) μαρτυρεῖ. 168B | |||
P 3167a | BDEGQ | ἕδνα τε: ἀκύρως τὰ δῶρα ἕδνα εἶπε. τῷ μὲν γὰρ Πηλεῖ γαμοῦντι τὴν Θέτιν ὁ Ποσειδῶν διὰ τὴν σωφροσύνην ἐδωρήσατο ἵππους, Ἥφαιστος δὲ μάχαιραν· τῷ δὲ Κάδμῳ γαμοῦντι τὴν Ἁρμονίαν Ἀφροδίτη χρυσοῦν ὅρμον ἐδωρήσατο, | ||
5 | ὃν κτησάμενος Πολυνείκης κατὰ διαδοχὴν τοῦ γένους παρ‐ έσχεν Ἐριφύλῃ, ἵνα πείσῃ Ἀμφιάραον ἵν’ ἐξέλθῃ ἐπὶ τὸν πόλεμον. | |||
P 3167b | ὃ λέγει οὖν τοιοῦτόν ἐστι· καὶ δῶρα παρ’ αὐ‐ | |||
τῶν ἔλαβον, ἀλλ’ ὅμως, φησὶ, καὶ οὗτοι ἄπταιστον βίον οὐκ εὐτύχησαν. ὁ μὲν γὰρ Κάδμος μετέβαλεν εἰς ὄφιν, ὁ δὲ Πη‐ λεὺς ἐν Ἰκῷ τῇ νήσῳ οἰκτρῶς ἀπέθανεν. 166 med. B | DEGQ | |||
P 3168a | BDEGQ | Διὸς δὲ χάριν: κατὰ δὲ τὴν τοῦ Διὸς γνώμην μεταβαλόντες ἐκ τῶν προτέρων ἀγαθῶν, διὰ τῶν δευτέρων καμάτων ἔστησαν ὀρθὴν τὴν καρδίαν, τουτέστι διὰ τὰς ὑπερ‐ βαλλούσας ἀτυχίας ἔκπληκτοι ὥσπερ καὶ τὴν καρδίαν πλη‐ | ||
5 | γέντες γεγόνασιν. | |||
P 3168b | οἱ δὲ οὕτως· ἐκ τῶν προτέρων ἀγαθῶν μεταβαλλόμενοι τὴν ὀρθὴν καρδίαν καὶ εὐδαίμονα διὰ καμά‐ των καὶ συμφορῶν ἰσχυρῶν ἦλθον. | |||
P 3169 | BDEGQ | μεταμειψάμενοι: ἐπεὶ ἐξέφυγον ἐκ τῶν πατρί‐ δων, οἷον ἐκ τῶν προτέρων κακῶν μεταβαλόντες ηὐφράνθη‐ | ||
σαν· θεῶν γὰρ ἔτυχον γάμων. | 86 in vol. 2 | |||
P 3173a | BDEGQ | τὸν μὲν ὀξείαισι: τὸν μὲν Κάδμον αἱ θυγατέρες ἀπολλύμεναι τὸ τῆς εὐφροσύνης μέρος ἠρήμωσαν. ἐν σχήματι δὲ εἶπεν, ἀντὶ τοῦ εὐφροσύνης ἔρημον ἐποίησαν. | ||
P 3173b | EGQ | ἄλλως· τὸν μὲν Κάδμον αἱ τρεῖς θυγατέρες ταῖς ὀξείαις συμφοραῖς | ||
BDEGQ | τὸ τῆς εὐφροσύνης μέρος ἠρήμωσαν καὶ ἀφείλαντο· εἰς δὲ τὸ τῆς ἐπεράστου Σεμέλης λέχος ὁ Ζεὺς παρεγένετο. ὅτι δὲ | |||
5 | αἱ θυγατέρες τοῦ Κάδμου ἐδυστύχησαν, δῆλος ὁ λόγος. ἡ μὲν γὰρ Σεμέλη ἐκεραυνώθη παρὰ Διός· ἡ δὲ Ἀγαυὴ καὶ Ἰνὼ εἰς μανίαν τραπεῖσαι τοὺς παῖδας διέσπασαν· καὶ ἡ μὲν Ἀγαυὴ τὸν Πενθέα, ἡ δὲ Ἰνὼ κατά τινας τὸν Μελικέρτην εἰς λέβητα καθῆκε· πολλοὶ γὰρ τὸν Ἀθάμαντα διδόασιν ἐμ‐ | |||
10 | βεβληκέναι τῷ λέβητι. | |||
P 3177a | BDEGQ | ἤλυθεν ἐς λέχος: Θυώνη ἡ Σεμέλη. οὕτω δὲ ὀνομάζεται ἀπὸ τοῦ περὶ τὸν Διόνυσον πάθους, ὅτι θύει καὶ ἐνθουσιᾷ κατὰ τοὺς χορούς. οὕτω καὶ Θυάδες αἱ Βάκχαι, καὶ θύσθλα οἱ θύρσοι. | ||
P 3177b | ἄλλως· Θυώνῃ τῇ Σεμέλῃ· διω‐ νυμίᾳ γὰρ ἐκέχρητο. εἰσὶν οἳ καὶ τὴν αὐτὴν Διώνην λέγου‐ σιν, ὥσπερ Εὐριπίδης ἐν Ἀντιγόνῃ (fr. 177)· ὦ παῖ Διώνης, ὡς ἔφυς μέγας θεός, | |||
5 | Διόνυσε, θνητοῖς τ’ οὐδαμῶς ὑπόστατος. ἔνιοι δὲ τὴν Θυώνην ἑτέραν τῆς Σεμέλης φασὶν εἶναι, τρο‐ φὸν τοῦ Διονύσου, ὥσπερ Πανύασις ἐν τρίτῳ Ἡρακλείας (fr. 5)· καί ῥ’ ὁ μὲν ἐκ κόλποιο τροφοῦ θόρε ποσσὶ Θυώνης. | 87 in vol. 2 | ||
10 | ἐτυμολογοῦσι δὲ τὴν Θυώνην ἀπὸ τῆς θυηλῆς. Σεμέλη δὲ ἢ κατὰ τὸ μυθικὸν ἡ τὰ μέλη τοῦ σώματος ὑπὸ τῶν βροντῶν διασαλεύσασα, ἢ κατὰ τὸ φυσικὸν ὅτι σείει τὰ μέλη τῶν οἰ‐ νουργούντων αὐτὸν ὁ Διόνυσος, ἐν ᾧ τοὺς βότρυς ἁλλόμενοι πατοῦσιν· ἡ δὲ Θυώνη κατὰ τὸ μυθικὸν, διὰ τὸ κεραυνοῖς | |||
15 | τεθραῦσθαι, κατὰ δὲ τὸ φυσικὸν, ὅτι πυρώδης ἡ οὐσία τοῦ οἴνου. | |||
P 3178a | BDEGQ | τοῦ δὲ παῖς, ὅνπερ μόνον: τοῦ δὲ Πηλέως παῖς ὁ Ἀχιλλεὺς, ὅνπερ μόνον ἡ ἄφθαρτος Θέτις ἐγέννησεν, ἐν τῷ Ἰλιακῷ πολέμῳ τοῖς Ἀπόλλωνος τόξοις ἀπολιπὼν τὴν ψυχὴν καὶ τῷ πυρὶ καιόμενος ἐκίνησεν ἐπ’ αὐτῷ γόον ἐκ | ||
5 | τῶν Ἑλλήνων. μετὰ γὰρ τὸ τελευτῆσαι ἐκάη. | |||
P 3178b | ἄλλως· οὐ μόνον αὐτὸν ἐγέννησεν, ἀλλὰ καὶ ἄλλους, οὓς βουλομένη ἀπα‐ θανατίζειν ἔκτεινε. φασὶ δὲ ὅτι καὶ τὸν Ἀχιλλέα μέλλουσα καίειν καὶ καταληφθεῖσα ὑπὸ τοῦ Πηλέως εἰς θάλασσαν | |||
5 | ἔφυγεν. | |||
P 3181a | BDEGQ | ὦρσεν ἐν πυρί: τὸ ἑξῆς· ὦρς’ ἐκ Δαναῶν γόον πυρὶ καιόμενος. | ||
P 3181b | EGQ | ὦρσε, διορμῆσαι ἐποίησεν. 182bB | 88 in vol. 2 | |
P 3182a | BDEGQ | εἰ δὲ νόῳ τις ἔχει: εἰ δέ τις τὴν ἀλήθειαν τῶν πραγμάτων προϊδεῖν δύναται, δεῖ πρὸς τῶν θεῶν εὖ πά‐ σχοντα ἑαυτὸν μὴ λυπεῖν, ἀλλὰ συνεπιδιδόναι τὴν ψυχὴν ταῖς ἀπὸ τῶν θεῶν εὐπραγίαις. τὸ δὲ εὖ κοινὸν πρός τε τὸ | ||
5 | πασχέμεν καὶ πρὸς τὸ μακάρων τυγχάνοντα. 187B | |||
P 3182b | ἄλλως· εἰ δέ τις τῶν ἀνθρώπων οἶδε τῆς ἀληθείας τὴν ὁδὸν, τουτέ‐ στιν ὀρθῶς λογίζεται καὶ φρόνιμός ἐστι, προσήκει τινὰ εὖ παρὰ θεῶν εὐεργετούμενον ὑφίστασθαι καὶ τῆς εὐπραγίας | |||
5 | ἀπολαύειν. Ὅμηρος (Γ 65)· οὔτοι ἀπόβλητ’ ἐστὶ θεῶν ἐρικυδέα δῶρα, ὅσσα κεν αὐτοὶ δῶσιν· ἑκὼν δ’ οὐκ ἄν τις ἕλοιτο. 182aB | |||
P 3187 | BDEGQ | ἄλλοτε δ’ ἀλλοῖαι πνοαί: ὥσπερ οὐχ οἱ αὐτοὶ ἄνεμοι διαπαντὸς πνέουσιν, ἀλλ’ ἄλλοτε ἄλλοι, οὕτω καὶ αἱ τύχαι τῶν ἀνθρώπων οὐχ αἱ αὐταὶ παραμένουσιν, ἀλλ’ ἄλλοτε μὲν εἰς κακὸν μεταβάλλουσιν, ἄλλοτε δὲ εἰς ἀγαθόν. Εὐρι‐ | ||
5 | πίδης (Herc. 101)· κάμνουσι γάρ τοι καὶ βροτοῖς αἱ συμφοραί, καὶ πνεύματ’ ἀνέμων οὐκ ἀεὶ ῥώμην ἔχει. | |||
P 3189 | BDEGQ | ὄλβος δ’ οὐκ ἐς μακρόν: ἡ δὲ τῶν ἀνθρώπων εὐδαιμονία οὐκ εἰς μακρὰν παραγίνεται, ἀντὶ τοῦ οὐκ ἐπι‐ πολὺ παραμένει, ἐπειδὰν μάλιστα ἐπακολουθήσας πολὺς ἐπι‐ βαρήσῃ καὶ παραγένηται. | ||
P 3190 | BDEGQ | εὖτ’ ἂν ἐπιβρίσας: ἡνίκα ἐπιβαρύνας αὑτὸν καὶ ἀθροίσας ἕπηται. ἐξ οὗ καὶ Εὐριπίδης (Orest. 340)· | ||
ὁ μέγας ὄλβος οὐ μόνιμος ἐν βροτοῖς. | 89 in vol. 2 | |||
P 3191 | BDEGQ | σμικρὸς ἐν σμικροῖς: τινὲς οὕτως· ἐὰν μικρὰ ᾖ τὰ περὶ ἐμὲ, καὶ αὐτὸς ἐκ τῆς ἀνάγκης ἔσομαι μικρός· ἐὰν δὲ μεγάλα, εἰκότως ἐπαρθήσομαι καὶ μεγάλα φρονήσω. ἄτοπον δὲ καὶ οὕτω κατὰ Πίνδαρον τὴν ἀλαζονείαν δοκεῖν ταῖς τύ‐ | ||
5 | χαις συσχηματίζεσθαι. ἔστιν οὖν ὃ λέγει τοιοῦτον· μικροῖς συνὼν καὶ καταδεεστέροις ἐμοῦ μικρὸν ἐμαυτὸν ποιήσω συμ‐ μετρήσας ἐκείνοις, ἐν δὲ τοῖς μείζοσι πάλιν ὁ αὐτὸς τυγχά‐ νων ἐκείνοις ἐξισωθήσομαι. | |||
P 3193a | BDEGQ | δαίμονα: τὸν δὲ περιέχοντά με δαίμονα καὶ τύ‐ χην οἴσω τῇ διανοίᾳ, καὶ θεραπεύσω αὐτὸν κατὰ τὴν ἐμαυ‐ τοῦ γνώμην. | ||
P 3193b | ἢ οὕτως· ἀεὶ τὸν περιέχοντά με δαίμονα θεραπεύων ταῖς φρεσὶν ἀσκήσω, μικρὰ μὲν πράσσων ἐν μι‐ κροῖς, ἐν δὲ μεγάλοις μεγάλας ἐπιβολὰς λαμβάνων. | |||
P 3195a | BDEGQ | εἰ δέ μοι πλοῦτον: αἰνίττεται εἰς τὸν Ἱέρωνα προτρεπόμενος αὐτὸν ἀφειδῶς τοῖς ποιηταῖς χορηγεῖσθαι τὸν μισθὸν, ὥστε ἀνυμνεῖσθαι αὐτόν. | ||
P 3195b | ὁ δὲ νοῦς· ἐὰν δέ μοι ὁ θεὸς πλοῦτον ἀνθηρὸν καὶ εὐδαιμονίαν παράσχῃ, ἐπίζω δόξαν εὑρεῖν ὑψηλοτάτην καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον. | |||
P 3198a | BDEGQ | Νέστορα καὶ Λύκιον Σαρπηδόνα: καὶ τὸν Νέστορα καὶ τὸν Σαρπηδόνα διὰ τοὺς ὕμνους τῶν ποιητῶν γινώσκομεν. | ||
P 3198b | BDEGQ | Νέστορα καὶ Λύκιον: τὸ ἑξῆς· Νέστορα καὶ Λύκιον Σαρπηδόνα γινώσκομεν ἐξ ἐπέων κελαδεινῶν, οἷα σοφοὶ τέκτονες ἅρμοσαν [ἀνθρώπων]. ἀνθρώπων δὲ φάτις περιφραστικῶς, ἡμεῖς οἱ ἄνθρωποι. | ||
P 3198c | ἢ προστίθεμεν τὸ ἴσασι, καὶ ἕξει τὴν ἀκολουθίαν οὐκέτι δι’ ὑπερβατοῦ, ἀλλ’ ἀκολούθως. | 90 in vol. 2 | ||
P 3199 | BDEGQ | ἀνθρώπων φάτις: λείπει τὸ ἔχει τῷ λόγῳ, ἵν’ ᾖ οὕτως· Νέστορα καὶ Λύκιον Σαρπηδόνα ἀνθρώπων φάτις ἔχει, καὶ ἐξ ἐπέων κελαδεινῶν αὐτοὺς γινώσκομεν, οἷα σοφοὶ τέκτονες ἅρμοσαν ποιηταί. | ||
P 3202a | BDEGQ | γινώσκομεν· ἁ δ’ ἀρετά: ἡ δὲ ἀρετὴ ταῖς ἐπι‐ δόξοις ᾠδαῖς χρονία καὶ διηνεκὴς παραμένει. | ||
P 3202b | ἡ δὲ ἀρετὴ τῶν ἀνθρώπων ἐπὶ χρόνον παραμένει ὕμνων τυχοῦσα. τὸ δὲ τοιοῦτον διαπράξασθαι ὀλίγοις ῥᾴδιόν ἐστι καὶ εὐκατόρθωτον, τὸ καὶ πλουτεῖν καὶ ἐπαινεῖσθαι. προτρέπεται δὲ αὐτὸν δω‐ | |||
5 | ρεῖσθαι τοῖς ποιηταῖς, ἵνα ὑμνηθῇ. | |||
P 4metr(t) | Scholia in Pythionicarum carmen IV | |||
1 | DEGQ | Ἀρκεσιλάῳ Κυρηναίῳ ἅρματι. | ||
B | Τῆς τετάρτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ιδʹ. τὸ αʹ ὅμοιον τῷ (P III 1) Ἤθελον Χείρωνά κε Φιλλυρίδαν. τὸ βʹ ὅμοιον τῷ αʹ. τὸ γʹ ἰαμβέλεγος. τὸ δʹ ὅμοιον | |||
5 | τῷ αʹ καὶ βʹ. τὸ εʹ δίμετρον ἰαμβικὸν ὑπερκατάληκτον. τὸ ϛʹ δακτυλικὸν πενθημιμερές. τὸ ζʹ δίμετρον Ἰωνικὸν ἀπ’ ἐλάσσονος ἀνακλώμενον. τὸ ηʹ δακτυλικὸν πενθημιμερές. τὸ θʹ ὅμοιον τῷ (Archil. fr. 94) τίς σὰς παρήειρε φρένας. τὸ ιʹ δίμετρον τροχαϊκὸν ἀκατάληκτον. τὸ ιαʹ δακτυλικὸν | |||
10 | ἑφθημιμερές. τὸ ιβʹ Εὐριπίδειον. τὸ ιγʹ χοριαμβικὸν δί‐ μετρον καταληκτικόν. τὸ ιδʹ δίμετρον τροχαϊκὸν ἀκατάληκτον. | |||
B | ἡ ἐπῳδὸς κώλων ιγʹ. τὸ αʹ ὅμοιον τῷ Ἤθελον Χείρωνά κε Φιλλυρίδαν. τὸ βʹ ὅμοιον τῷ τίς σὰς παρήειρε φρένας. τὸ γʹ δακτυλικὸν πενθημιμερές. τὸ δʹ ἰαμβέλεγος. τὸ εʹ | 91 in vol. 2 | ||
15 | δίμετρον τροχαϊκὸν ἀκατάληκτον. τὸ ϛʹ προσοδιακὸν τρίμε‐ τρον καταληκτικόν. τὸ ζʹ ὅμοιον τῷ τίς σὰς παρήειρε φρένας. τὸ ηʹ προσοδιακόν. τὸ θʹ ἰαμβέλεγος, τοῦ πρώτου πεν‐ θημιμεροῦς λείποντος μιᾷ συλλαβῇ. τὸ ιʹ ὅμοιον τῷ τίς σὰς παρήειρε φρένας. τὸ ιαʹ τὸ αὐτό. τὸ ιβʹ ὅμοιον τῷ αʹ. | |||
20 | τὸ ιγʹ δίμετρον τροχαϊκὸν ἀκατάληκτον. | |||
P 4inscr a | BDEGQ | Γράφεται ἡ ᾠδὴ Ἀρκεσιλάῳ Πολυμνήστου παιδὶ, Κυρηναίῳ τὸ γένος τῆς Λιβύης, νικήσαντι τὴν τριακοστὴν πρώτην Πυθιάδα. ἔνιοι καὶ 〈τὴν〉 ὀγδοηκοστὴν Ὀλυμπιάδα· ἀλλ’ οὐκ ἔγραψεν εἰς τὴν Ὀλυμπιακὴν αὐτοῦ νίκην, καίτοι | ||
5 | μετὰ τὴν Πυθικὴν γενομένην, ἀλλ’ εἰς τὰ Πύθια μόνον. γράφει δὲ καὶ εἰς ταύτην καὶ ἑτέραν αὐτοῦ νίκην ἐφεξῆς, ἥτις καὶ οἰκειοτέρα ἐστὶ κατὰ τὰ νοήματα καὶ κατὰ τὴν οἰκο‐ νομίαν· ἡ γὰρ δὴ προκειμένη ᾠδὴ ἱστορικὴν ἔχει παρέκβασιν. τὰ γὰρ ἐπὶ Κυρήνης κτίσεως καὶ τῶν ἐπ’ αὐτῇ ταραχῶν περι‐ | |||
10 | έχει. ὁ δὲ Ἀρκεσίλαος τοὺς μὲν ἀνεῖλε, τοὺς δὲ ἐφυγάδευσεν, ἐν οἷς τις ἦν καὶ Δαμόφιλος, ὃς ἐκπεσὼν τῆς πατρίδος ἦλθεν εἰς Θήβας, ὑπὲρ οὗ φαίνεται ὁ Πίνδαρος παρακαλῶν καὶ βουλόμενος αὐτὸν διαλλάξαι καὶ ἀξιῶν τὴν Μοῦσαν παρα‐ στῆναι τῷ Ἀρκεσιλάῳ, καθ’ ἣν ἡμέραν διαπέμπεται τὸν ἐπί‐ | |||
15 | νικον. οὐ γὰρ προσκαλεῖται αὑτῷ γράφων παραστῆναι τὴν Μοῦσαν· οὐ γὰρ ἂν διωρίσατο ἐν μιᾷ ἡμέρᾳ γράψαι τὸν ὕμνον. 1aDEGQ | |||
P 4inscr b | [Σάμερον μὲν χρή σε παρ’ ἀνδρὶ | |||
φίλῳ:] ταύτην ἔγραψεν Ἀρκεσιλάῳ τῷ Κυρηναίων βασιλεῖ νικήσαντι τὴν τριακοστὴν πρώτην Πυθιάδα, καὶ γεγονότι ἀπὸ τοῦ πρώτου Βάττου. Κυρήνης γὰρ πρῶτος ἐβασίλευσε | 92 in vol. 2 | |||
5 | Βάττος ὁ Πολυμνήστου, ὁ καὶ τὴν ἀποικίαν ἐκ Θήρας εἰς Λιβύην ἀπαγαγὼν καὶ Κυρήνην οἰκίσας, ὃς διάδοχον τῆς ἀρχῆς κατέλιπεν Ἀρκεσίλαον. παρὰ δὲ τούτου παρέλαβε τὴν δυναστείαν Βάττος ὁ ἐπικληθεὶς εὐδαίμων· τοῦ δὲ Βάττου ἄλλος γίνεται Ἀρκεσίλαος, καὶ οὕτω παῖς παρὰ πατρὸς τὴν | |||
10 | δυναστείαν παρέλαβε, καὶ τέσσαρες μὲν Βάττοι, τέσσαρες δὲ Ἀρκεσίλαοι ἐγένοντο. πέμπτος δέ ἐστιν Ἀρκεσίλαος Φερετίμης υἱὸς, οὗ καὶ Ἡρόδοτος (4, 162) μνημονεύει. ὁ δὲ τελευταῖος οὗτος Ἀρκεσίλαος δολοφονηθεὶς ὑπὸ Κυρηναίων ἀπέβαλε τῶν Βαττιαδῶν τὴν ἀρχὴν ἔτη διακόσια διαμείνασαν. Ἡρόδοτος | |||
15 | (4, 155) μὲν οὖν φησιν, ὅτι ἡ Πυθία τὸν πρῶτον Βάττον οὕτω προσηγόρευσεν Ἀριστοτέλην πρότερον λεγόμενον, τῇ Λι‐ βύων φωνῇ· Λίβυες γὰρ Βάττους τοὺς βασιλεῖς λέγουσιν· οἱ δὲ ὅτι ἰσχνόφωνος ἦν καὶ περὶ τῆς φωνῆς πυνθανόμενον ἡ Πυθία Βάττον προσηγόρευσεν, ἐπεὶ καὶ τὸ ἐπέχεσθαι τὴν | |||
20 | γλῶτταν βατταρίζειν φαμέν. ἔνιοι δὲ Κόκκυγα αὐτὸν καλεῖ‐ σθαι, διὰ τὸ μὴ γεγωνὸς φθέγγεσθαι. ὁ δὲ Ἀκέσανδρος (FHG IV p. 286) μὴ ἐκ γενετῆς αὐτόν φησιν ἰσχνόφωνον γεγε‐ νῆσθαι, ἀλλ’ ἀπὸ ταὐτομάτου δεθῆναι τὴν γλῶτταν. ἦν δὲ ὁ ἀνὴρ ῥητορικὸς, φησὶ, καὶ συμβουλεύσασθαι δυνάμενος. | |||
25 | 1bDEGQ | |||
P 41a | BDEGQ | τάττεται ἡ ᾠδὴ εἰς τοὺς ἐπινίκους, μεῖζόν τι ἢ κατὰ ἐπίνικον οὖσα διὰ τὸ μεμηκύνθαι καὶ πραγμάτων ἔχειν ἀφή‐ γησιν ἐντοπίων, τὸ δὲ ἀνωτάτω καταλλαγὴν φυγάδος Δαμο‐ φίλου τινός. διαλέγεται δὲ ὁ Πίνδαρος πρὸς τὴν Μοῦσαν, | 93 in vol. 2 | |
5 | καὶ παραινεῖ αὐτῇ σήμερον παραστῆναι τῷ Ἀρκεσιλάῳ, εἰς ἐκείνην ἀναφέρων τὸν λόγον τὴν ἡμέραν, ἐν ᾗ ἔμελλε δέξα‐ σθαι τὸν ἐπίνικον ὁ Ἀρκεσίλαος. οὐ γὰρ εἰ ἐν νουμηνίᾳ λόγου χάριν ἐγράφη, ἐκείνῃ ὑπεστήσατο τῇ ἡμέρᾳ καὶ παρὰ τῷ Ἀρκεσιλάῳ ἔσεσθαι, ἀλλ’ ὃ ἔμελλεν ἔσεσθαι, τοῦτο ὡς ἐπὶ | |||
10 | τοῦ καιροῦ καὶ ἐνεστηκότος εἶπε. τὴν δὲ Κυρήνην εὔιππον εἶπεν οὐκ ἐκ τοῦ παρατυχόντος, ἀλλ’ ὅτι Ποσειδῶν τοὺς Λί‐ βυας διδάξειε τὴν τῶν ἁρμάτων κατάζευξιν· καὶ τὴν ἱππίαν δὲ Ἀθηνᾶν ἐν Λιβύῃ γενέσθαι φασί. τινὲς δὲ ὡς ὅτι ἡ ἱπ‐ πικὴ ἐν τῇ Λιβύῃ εὑρέθη. inscr.bDEGQ | |||
P 41b | ἄλλως· Σάμε‐ ρον μέν: ὁ νοῦς· σήμερον μὲν προσήκει σε παραστῆναι καὶ τῷ προσφιλεστάτῳ ἀνδρὶ καὶ βασιλεῖ τῆς εὐίππου Κυρήνης, ὅπως ἂν, ὦ Μοῦσα, σὺν τῷ Ἀρκεσιλάῳ κώμους ἄγοντι καὶ | |||
5 | χορεύοντι ἐπὶ τῇ νίκῃ, τοῖς τε Λητοῦς παισὶ καὶ τῇ Πυθῶνι τὸν ὀφειλόμενον ὕμνον αὐξήσῃς καὶ ἀποδῷς τὸν τῶν ὕμνων οὖρον. | |||
P 41c | DGQ | σὺν Ἀρκεσίλᾳ: τὸ σύν πρὸς τὸ αὔξῃς, ἵν’ ᾖ συν‐ αύξῃς. κωμάζοντι δὲ, κώμους ἄγοντι· κώμους δὲ ἄγουσιν οἱ νικῶντες κατὰ τὴν ἑαυτῶν πατρίδα. | ||
P 44 | BDEGQ | Λατοΐδαισιν: ἤτοι τοῖς Ἀπόλλωνος ἢ τῷ Ἀπόλλωνι μόνῳ, ὥστε τὸ πληθυντικὸν ἀπὸ τοῦ ἑνικοῦ ἐξενεχθῆναι, ὅπερ καὶ βέλτιον, τῷ αἰτίῳ τῆς νίκης ὀφείλεσθαι τὸν ὕμνον καὶ τῷ τόπῳ, οὗπερ ὁ ἀγὼν ἐπώνυμος. δύναται δὲ καὶ τοὺς | ||
5 | Κυρηναίους διὰ τὸ Ἀπόλλωνος καὶ Κυρήνης τὸν Ἀρισταῖον | |||
γενέσθαι, ὃν παρὰ Κυρηναίοις ὡς οἰκιστὴν διὰ τιμῆς ἄγε‐ σθαι· δύναται δὲ καὶ τοὺς Δελφοὺς λέγειν. ἑτέρωθι γὰρ (fr. 192) Ἀπολλωνίδας αὐτοὺς προσηγόρευσε· Δελφοὶ θεμί‐ στων [ὕμνων] μάντιες Ἀπολλωνίδαι. | 94 in vol. 2 | |||
P 46 | BDEGQ | ἔνθα ποτὲ χρυσέων: λόγος τις τοιοῦτος περιηχεῖ, ὅτι ὁ Ζεὺς καταμετρήσασθαι τῆς οἰκουμένης τὸ μεσαίτατον βουληθεὶς ἴσους κατὰ τὸ τάχος ἀετοὺς ἐκ δύσεως καὶ ἀνατο‐ λῆς ἀφῆκεν· οἱ δὲ διϊπτάμενοι συνέπεσον ἀλλήλοις κατὰ τὴν | ||
5 | Πυθῶνα, ὥστε τὴν σύμπτωσιν ὁρίζειν αὐτόθι τῆς ὅλης οἰ‐ κουμένης τὸ μεσαίτατον. ὕστερον δὲ σημεῖον τοῦ γεγονότος καὶ χρυσοῦς ἀετοὺς κατασκευάσας ἀνέθηκε τῷ τοῦ θεοῦ τε‐ μένει. | |||
P 47a | BDEGQ | Διὸς αἰετῶν πάρεδρος: ὅπου ποτὲ ἡ τῶν χρυ‐ σῶν τοῦ Διὸς ἀετῶν πάρεδρος καὶ ἱέρεια τοῦ Ἀπόλλωνος Πυ‐ θία οὐκ ἀποδημοῦντος τοῦ θεοῦ ἀλλὰ παρόντος ἐχρησμῴδησε συνοικιστὴν τῆς Λιβύης γενέσθαι τὸν Βάττον, ὅπως ἂν τὴν | ||
5 | ἱερὰν νῆσον Θήραν καταλιπὼν ὁ Βάττος κτίσῃ τὴν εὐάρματον καὶ ἱππικωτάτην πόλιν ἐν τῷ τροφιμωτάτῳ καὶ ἄκρῳ μέρει τῆς Λιβύης, καὶ τὸ τῆς Μηδείας ἔπος ἀνασώσῃ τὸ περὶ τῆς Θήρας, ὅτι δὴ ἑπτακαιδεκάτῃ γενεᾷ ἀποικία ἔσται ἐκ Θήρας εἰς Λιβύην, ὅπερ δὴ ἔπος ἡ τοῦ Αἰήτου παῖς ἡ ὀργίλη Μή‐ | |||
10 | δεια ἐκ τοῦ ἀθανάτου ἀπεφθέγξατο στόματος, ἡ τῶν Κόλχων βασιλίς. | |||
P 47b | EGQ | ἄλλως· Διὸς αἰετῶν: ὅτι ὑπὸ Διὸς ἀφεθέντες ἐκ τῶν περάτων τῆς γῆς συνέπεσον ἐνταῦθα, καὶ οὕτως | ||
ἐγνώσθη τὸ μέσον τῆς γῆς. ὧν εἰκόνες οἱ χρυσοῖ ἀνέκειντο | 95 in vol. 2 | |||
DEGQ | παρὰ τὸν ὀμφαλὸν ἀετοί· ἤρθησαν δὲ ἐν τῷ Φωκικῷ πο‐ | |||
5 | λέμῳ, ὃν συνεστήσατο Φιλόμηλος. | |||
P 48 | BDEGQ | οὐκ ἀποδάμου: διὰ τούτων ἐμφαίνει τῶν ῥηθέντων τὸ ἀσφαλές. τότε γὰρ ἡ Πυθία μάλιστα ἀκριβέστερον χρη‐ σμῳδεῖ, ὅτε καὶ πάρεστι τῷ μαντείῳ ὁ θεός. | ||
P 49 | BDEGQ | ἱέρεα: ἡ ἱέρεια· καὶ οὕτως τονιστέον· ἔστι γὰρ κατὰ ἀποβολὴν τοῦ ι. οὐ γὰρ κατὰ Ἀττικοὺς ἱερέα. Ὅμηρος (Ζ 300) γοῦν φησι· τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν, | ||
5 | συστείλας τὴν τελευταίαν. | |||
P 410a | BDEGQ | χρῆσεν οἰκιστῆρα Βάττον: περὶ τῆς τοῦ Βάτ‐ του εἰς τὸ μαντεῖον ἀφίξεως οὐχ ὁμολογοῦσιν ἀλλήλοις οἱ συγγραφεῖς. οἱ μὲν γὰρ ἕνεκεν τῆς φωνῆς αὐτόν φασι, καὶ τὸν χρησμὸν ἄνω καὶ κάτω θρυλλοῦσι τόν (Herodot. 4, 155)· | ||
5 | Βάττ’, ἐπὶ φωνὴν ἦλθες· ἄναξ δέ σε Φοῖβος Ἀπόλλων ἐς Λιβύην πέμπει μηλοτρόφον οἰκιστῆρα. | |||
BEGQ | οἱ δὲ στάσεως παραπεσούσης πολιτικῆς· ὁ γοῦν Μενεκλῆς (FHG IV p. 449) πιθανωτέραν δοκεῖν φησι τῆς στάσεως τὴν αἰ‐ | |||
τίαν, μυθικωτέραν δὲ τὴν περὶ τῆς φωνῆς. φησὶ δὲ, ὅτι οἱ | 96 in vol. 2 | |||
10 | πολῖται ἐν τῇ Θήρᾳ ἐστασίασαν καὶ διέστησαν ἀλλήλων, ἡγεῖτο δὲ τῆς ἑτέρας τῶν στάσεων ὁ Βάττος· διαγωνισαμένων δὲ τῶν στάσεων τοὺς τοῦ Βάττου συνέβη ἐκπεσεῖν τῆς πόλεως καὶ φυγεῖν τὴν χώραν, ἀπογινώσκοντας δὲ τὴν εἰς τὴν πατρίδα κάθοδον περὶ ἀποικίας βουλεύεσθαι· ἀποδημήσας δὲ εἰς Δελ‐ | |||
15 | φοὺς Βάττος ἠρώτα περὶ τῆς στάσεως, πότερον διαγωνίσονται πρὸς τὴν ἀποικίαν ἢ ἑτέρωσέ ποι ἀποικίαν στείλωνται. τὸν δὲ θεὸν χρῆσαι· Βάττε, 〈τὸ〉 πρόσθε κακὸν, τὸ δὲ δεύτερον ἐσθλὸν ἐρευνᾷς. ἔρχεο, λεῖφ’ ἁλίαν χώραν· ἤπειρος ἀμείνων | |||
20 | ἠῷος. πρότερον δόλον ἔκβαλε, πείθεϊ πείθων. στέρξον γῆν ὁσίως, ἣν μισεῖ πολλὴν ἀθεμίστως. οἷά τ’ ἀνὴρ ἕρξει, τοῖον τέλος αὐτὸν ἱκάνει. | |||
P 410b | ἱερὰν δὲ εἶπε τὴν Θήραν ἤτοι διὰ τὸ περὶ τὴν γῆν ἰδίωμα· κισσηρώδης γὰρ οὖσα πολυφόρος ἐστὶ καὶ πολύκαρπος· ἢ ὅτι Κάδμος ἐπιβαλὼν καὶ τὴν νῆσον οἰκίσας βωμοὺς ἱδρύσατο | |||
B(D)EGQ | Ποσειδῶνος καὶ Ἀθηνᾶς. Ἱεροκλῆς δέ φησι (FHG IV p. 430) | |||
5 | τοὺς ἐκ Λακεδαίμονος ἐποικίσαντας Ἀπόλλωνι αὐτὴν ἀνιε‐ ρῶσαι. | |||
P 410c | BEGQ | ἐγχωρεῖ δὲ καὶ κόσμου χάριν κεῖσθαι τὸ ἐπίθετον. | ||
P 410d | B(DGQ) | οἰκιστῆρα Βάττον: λείπει τὸ ἔσεσθαι [οἰκιστῆρα]. | ||
P 410e | B | νᾶσον τὴν Θήραν λέγει. | 97 in vol. 2 | |
P 410f | DEGQ | ἱερὰν νᾶσον τὴν Θήραν οὐχ ἁπλῶς ὀνομάζει, ἀλλ’ ὅτι Κάδμος κατὰ ζήτησιν Εὐρώπης τῆς ἀδελφῆς στελλόμενος προσ‐ ορμισθεὶς τῇ νήσῳ ἀνέκτισε Ποσειδῶνος καὶ Ἀθηνᾶς ἱερὸν αὐτόθι, ὡς ἱστορεῖ Θεόφραστος. | ||
P 414 | BDEGQ | ἀργινόεντι μαστῷ: Ἀρίσταρχος μὲν τὸ Ὁμηρικὸν (Ι 141) οὖθαρ ἀρούρης παράγειν αὐτόν φησι πιθανῶς, ὑπαλλαξάμενον τὸν μαστόν· Ἱεροκλῆς δέ φησι τὴν πόλιν κεῖσθαι ἐπὶ λόφου μαστοειδοῦς λευκογείου. μᾶλλον δὲ ἀπὸ | ||
5 | τῆς εὐτροφίας, ὡς Ἀρίσταρχος· καὶ γὰρ ὁ ἀργινόεις συνᾴδει τούτῳ μᾶλλον, ἀπὸ γάλακτος. | |||
P 415a | DEGQ | καὶ τὸ Μηδείας ἔπος ἀγκομίσαι: τουτέστιν ἀνασώσειεν, οἷον ἐπὶ τέλος ἀγάγοι. ἔστι δὲ ὁ Ἀριστοτέλης ιζʹ ἀπὸ Εὐφήμου τοῦ Ποσειδῶνος καὶ Εὐρώπης τοῦ λαβόντος τὴν βῶλον παρὰ Τρίτωνος. | ||
P 415b | BDEGQ | ἄλλως· ἀγκομίσαι: ἀνακο‐ μίσειεν, ἐπιμελείας ἀξιώσειεν. ἔχει δὲ ἡ ἱστορία οὕτως· ἡνίκα εἰς τὴν Σύρτιν ἐμπεσόντες οἱ Ἀργοναῦται ἔφερον διὰ τῆς Λιβύης ἐπ’ ὤμων τὴν Ἀργὼ, εἶτα καθῆκαν εἰς τὴν θάλασσαν, | ||
5 | συντυχόντες Εὐρυπύλῳ τῷ Ποσειδῶνος παιδὶ καὶ ἐπειγόμε‐ νοι πρὸς τὸν πλοῦν ἐδέξαντο ξένια τὰ παρατυχόντα. βῶλον γὰρ ἐκεῖνος δραξάμενος ἔδωκε γῆς· ὁ δὲ Εὔφημος ἐδέξατο· εἶτα πρὸς τῇ Θήρᾳ ὑπερκλύσαντος τοῦ κύματος καὶ διαλυ‐ θείσης τῆς βώλου ἐμαντεύσατο ἡ Μήδεια, τοὺς ἀπ’ Εὐφήμου | |||
10 | ἑπτακαιδεκάτους ἀποικίαν στείλασθαι ἐκ Θήρας εἰς Λιβύην. ὁ δὲ Εὔφημος γίνεται παῖς Ποσειδῶνος καὶ Μηκιονίκης τῆς Εὐρώτα θυγατρὸς, ὃς ἔγημε θυγατέρα Ἀλκμήνης Λαονόμην, ἀφ’ οὗ ἑπτακαιδέκατος ὢν ὁ Βάττος [ὁ καὶ Ἀριστοτέλης] ἀποικίαν εἰς Λιβύην ἐστείλατο. κατὰ τὴν μαντείαν οὖν τῆς | 98 in vol. 2 | ||
15 | Μηδείας ἑπτακαιδέκατος γεγονὼς ὁ Βάττος ἐδυστύχησε τὴν φωνὴν, καὶ ἐκ θεοῦ, τίς λύσις εἴη, ἀνερωτῶντι αὐτῷ ἀνεί‐ λετο οὕτω· Βάττ’, ἐπὶ φωνὴν ἦλθες· ἄναξ δέ σε Φοῖβος Ἀπόλλων ἐς Λιβύην πέμπει μηλοτρόφον οἰκιστῆρα. | |||
20 | τὸ δὲ σημεῖον, ὅτι ἑπτακαιδεκάτῃ γενεᾷ ἀπὸ τῶν Ἀργοναυτῶν φησι γενομένους ἐκ τῶν Λημνιάδων οἰκίσαι τὴν πρότερον Καλλίστην, ὕστερον δὲ Θήραν. 24B | |||
P 417a | BDEGQ | ζαμενής: ἡ ἄγαν ὀργίλη καὶ πικρά. τὸ δὲ ἐπί‐ θετον ἐκ τῆς ἱστορίας, ὅτι ὑπέμεινε καὶ τοὺς ἑαυτῆς ἀπο‐ σφάξαι παῖδας. 22B | ||
P 417b | DGQ | Θήραιον: τὸ περὶ τῆς Θήρας λεχθέν. ἢ τὸ ἐν τῆς Θήρᾳ εἰρημένον· ἐκεῖ γὰρ ὁ λόγος τῆς Μηδείας καὶ τὸ μάν‐ τευμα ἐρρέθη. | ||
P 418 | BDEGQ | ἀθανάτου στόματος: τῆς Μηδείας εἶπεν, ὡς μὲν Χαῖρις, ἐκ μέρους τὴν ἀθάνατον, ἐπεὶ καὶ Ἡσίοδος ἐν τῇ Θεογονίᾳ (992 cl. 965) ἀθάνατον αὐτήν φησιν· ὡς δὲ Ἀσκλη‐ πιάδης, ὅτι οὐδὲν τῶν ῥηθέντων ὑπ’ αὐτῆς ἀτελὲς γεγένηται | ||
5 | οὐδὲ ἐφθάρη. 17B | 99 in vol. 2 | ||
P 422 | BDGQ | κέκλυτε: ἐπακούσατε, ὦ μεγαλοψύχων τε ἀνδρῶν καὶ θεῶν παῖδες. 29dB | ||
P 424a | BDEGQ | φαμὶ γὰρ τᾶσδ’ ἐξ ἁλιπλάκτου: τῆς Θήρας, [ἤτοι] ὅτι ἐνάλιος οὖσα πλήττεται ὑπὸ κυμάτων· ἢ τῆς βώλου τῆς διαλυθείσης ὑπερκλύσαντος τοῦ κύματος τὴν ναῦν. 25aB | ||
P 424b | ὁ δὲ νοῦς· φημὶ γὰρ ἐκ ταύτης τῆς ἁλιπλάκτου γῆς τὴν Ἐπάφου κόρην Λιβύην τῶν πόλεων τὴν ῥίζαν καὶ καταβολὴν φυτεῦσαι καὶ σπεῖραι τὴν τοῖς ἀνθρώποις ἐν ἐπιμελείᾳ οὖ‐ σαν, ἐν τοῖς τοῦ Διὸς Ἄμμωνος θεμελίοις, τουτέστι τῇ Λι‐ | |||
5 | βύῃ. 18B | |||
P 425a | BDEGQ | Ἐπάφοιο κόραν: τὴν Λιβύην τὴν ἡρωΐδα, ἀφ’ ἧς καὶ ἡ χώρα. Ἐπάφου γὰρ τοῦ Διὸς καὶ Ἰοῦς Λιβύη, ἧς καὶ Ποσειδῶνος Βῆλος. | ||
P 425b | DEGQ | ἄλλως· Ἐπάφοιο κόραν: τὴν Λιβύην· ὅτι ἡ χώρα Λιβύης τῆς Ἐπάφου τοῦ Διὸς καὶ Ἰοῦς | ||
BDEGQ | τῆς Ἰνάχου ὁμώνυμος. εἰώθασι δὲ οὗτοι συμπλέκειν τὰ τῶν χωρῶν ἢ πόλεων καὶ τὰ τῶν ἡρωΐδων ὀνόματα διακοινοποι‐ | |||
5 | οῦντες, οἷον (Pind. fr. 195)· εὐάρματε χρυσοχίτων, ἱερώτα‐ | |||
τον ἄγαλμα, Θήβα. τὸ μὲν γὰρ εὐάρματε τῆς πόλεως, τὸ δὲ χρυσοχίτων τῆς ἡρωΐδος. | BEGQ | |||
P 426 | BDEGQ | ἀστέων ῥίζαν: τὴν Κυρήνην. ἐξ αὐτῆς γὰρ καὶ Ἀπολλωνία καὶ Τεύχειρα ἐκτίσθησαν. | ||
P 427 | BDEGQ | μελησίμβροτον: τὴν μελήσουσαν πολλοῖς. βούλεται δὲ λέγειν, ὅτι ἐκ τῆς Θήρας ἡ Λιβύη μεταφυτευθήσεται πό‐ λεων ῥίζαν. 29DEGQ | ||
P 428 | BDEGQ | Διὸς ἐν Ἄμμωνος: Ἄμμωνα Λίβυες τὸν Δία προσαγορεύουσι καὶ οὕτω τιμῶσι, καὶ ἔστιν αὐτοῦ μαντεῖον ἐν Λιβύῃ· καὶ γὰρ καὶ Φαῖστος ἐν τοῖς Λακεδαιμονικοῖς (FHG IV p. 472) ἐπιβάλλων φησί· | 100 in vol. 2 | |
5 | Ζεῦ Λιβύης Ἄμμων κερατηφόρε κέκλυθι μάντι. ἐνταῦθα δὲ πῶς τὴν Κυρήνην τοῦ μαντείου πλησίον εἶναί φησιν; ἀπέχει γὰρ ἱκανοῖς σταδίοις· ἀλλὰ ῥητέον, ὅτι πᾶσα ἡ χώρα ἀνιέρωται τῷ θεῷ. 24bB 33DEGQ | |||
P 429a | DEGQ | ὅτι αἱ παραπλεύριοι ἄκανθαι αὐτῶν πτερύγια κα‐ λοῦνται. | ||
P 429b | BDEGQ | τὸ δὲ ἐλαχύ πρὸς σύγκρισιν τῶν ὀρνέων. 32B | ||
P 429c | ἀντὶ δὲ νησιωτικῶν καὶ θαλασσίων ἔργων ἠπειρωτικὰ καὶ ἱππικὰ μεταλήψονται. 29eB | |||
P 429d | ὁ δὲ λόγος, ὅτι νησιῶται ὄν‐ τες οἱ Θηραῖοι ἠπειρῶται γίνονται. 29cB | |||
P 429e | ὁ δὲ νοῦς· ἀντὶ δὲ τῶν μικροπτερύγων δελφίνων ἵππους μεταλήψονται καὶ ἡνία ἀντὶ κωπῶν, καὶ δίφρους κινήσουσι κατὰ τὸν δρόμον. πτέρυγας δὲ τῶν δελφίνων τὰς ἀκάνθας φησὶ τὰς ἑκατέρωθεν | |||
5 | τῶν βραγχίων, αἷς καὶ διανήχονται καὶ διΐπτανται ὥσπερ οἱ ἰχθύες. 29bB 28 DEGQ | |||
P 432 | B | ἀελλόποδας δὲ ἀπὸ τῶν ἑλκόντων τοὺς δίφρους εἴρηκεν. | ||
P 433a | B(D)EGQ | κεῖνος ὄρνις: ἡ βῶλος, κεῖνο ὄρνεον· τὸ γὰρ ὄρ‐ νεον ἐπὶ τῆς βώλου λαμβάνουσιν. | ||
P 433b | BDEGQ | ἄλλως· κεῖνος ὄρνις: ἐκεῖνος ὁ σύμβολος· τουτ‐ | ||
έστιν ἡ βῶλος παρασκευάσει τῶν μεγίστων πόλεων μητρό‐ πολιν γενέσθαι τὴν Θήραν. ἀπὸ γὰρ ταύτης ἡ Κυρήνη ἀνα‐ κτίζεται. 36aB | 101 in vol. 2 | |||
P 435 | BDEGQ | τόν ποτε: ὁ νοῦς· ὅν ποτε τὸν ὄρνιν, ὅ ἐστι τὴν βῶλον, ἐν ταῖς προχοαῖς τῆς Τριτωνίδος θαλάσσης, θεῷ ἀν‐ δρὶ ὁμοιωθέντι καὶ ξένια παρεχομένῳ ἐκ τῆς πρώρας καταβὰς ὁ Εὔφημος ἐδέξατο. 36cB | ||
P 436a | BEGQ | Τριτωνίδος ἐν προχοαῖς: τρίτων ποταμὸς Λι‐ βύης, ἐν ᾧ ἡ Ἀθηνᾶ ἐγεννήθη [ἀφ’ οὗ καὶ Τριτογένεια ὀνο‐ μάζεται]. | ||
P 436b | BDEGQ | ἄλλως· Τριτωνίδος λίμνης: οὕτω καλου‐ μένη θάλασσα περὶ τὴν Λιβύην, καθ’ ἣν συντρέχοντες τῷ Εὐρυπύλῳ τὴν βῶλον ἐδέξαντο οἱ Ἀργοναῦται. 35B | ||
P 436c | ζη‐ τεῖται δὲ, δι’ ἣν αἰτίαν ὑπεδέξατο τὴν βῶλον ὁ Εὔφημος· καὶ οἱ μὲν, ὅτι πρωρεὺς ἦν, φαίνεται γὰρ καὶ ὁ Εὐρύπυλος ἐπιστὰς τῇ πρώρᾳ καὶ ἐπιδιδοὺς τὸ ξένιον· οἱ δὲ διὰ τὴν | |||
5 | συγγένειαν, ἀμφότεροι γὰρ Ποσειδῶνος, ὅ τε δοὺς καὶ ὁ λα‐ βών. ὁ δὲ Ἀσκληπιάδης τὰ ἐν ταῖς μεγάλαις Ἠοίαις παρα‐ | |||
BEGQ | τίθεται (fr. 143)· ἢ οἵη Ὑρίῃ πυκινόφρων Μηκιονίκη, ἣ τέκεν Εὔφημον Γαιηόχῳ Ἐννοσιγαίῳ | |||
10 | μιχθεῖς’ ἐν φιλότητι πολυχρύσου Ἀφροδίτης. | |||
P 437 | ἀνέρι εἰδομένῳ: τοῦτο καινοτέρως ὁ Πίνδαρος ἱστορεῖ, ὅτι θεὸς Εὐρυπύλῳ παρεικασθεὶς παρέστη τοῖς Ἀρ‐ γοναύταις. (36c repet. DEGQ) | 102 in vol. 2 | ||
P 440 | BDEGQ | αἴσιον δ’ ἐπί οἱ Κρονίων: αἴσιον δὲ τῇ δόσει βροντήσας ἐπεκτύπησεν ὁ Ζεύς (42B), ὅτε τὴν ἄγκυραν τὴν χαλκᾶς ἔχουσαν γένυς πρὸς τῇ νηὶ ἀνελκυσάντων τῶν Ἀργο‐ ναυτῶν καὶ κρημνάντων ἐπέτυχεν ὁ Εὐρύπυλος. σημαίνει δὲ | ||
5 | διὰ τούτου τὸν ἀπόπλουν· ὅτε γὰρ πλεῖν μέλλουσιν, ἀνάγουσι τὰς ἀγκύρας. 43B | |||
P 442a | BDEGQ | ἁνίκ’ ἄγκυραν: τὸν Τρίτωνά φησιν αὐτοῖς συν‐ τετυχηκέναι ἀναγομένοις ἤδη. τότε γὰρ τὰς ἀγκύρας τοῦ βυ‐ θοῦ ἀνασπάσαντες ἐκκρεμῶσι τῆς νεώς. | ||
P 442b | Ἀργοῦς δὲ χα‐ λινὸν τὴν ἄγκυραν λέγει, διὰ τὸ ἐπέχειν τὰς ναῦς δίκην χαλινοῦ· πρὸς τῇ νηῒ γὰρ κρημνάντων ἐπεκύρησε, τουτέστιν ἀναγομένων. τίς δὲ ἐπεκύρησεν; ὁ ἀνδρὶ εἰκασμένος Τρί‐ | |||
5 | των. 40 med. B | |||
P 443 | B | ἐπέτοσσεν: ἐπέτυχεν. | ||
P 444a | B | Ἀργοῦς χαλινόν: χαλινὸν νῦν τὴν ἄγκυραν λέγει ἀπὸ μεταφορᾶς τῶν ἵππων. | ||
P 444b | BDEG | τοῦτο προσειληφέναι φησὶ Δίδυμος Πίνδαρον τε‐ ρατείας χάριν τῆς πρὸς ἡμᾶς, ἐπεὶ οὐδὲ πρέπον τὸ πρὸς εἰ‐ δότας λέγειν. ὁ δὲ Ἀμμώνιος περὶ τούτων οὕτω γράφει· καὶ ἑαυτὴν συμπεριλαμβάνει διὰ τὸ ταῖς αὐτῆς βουλαῖς τὴν ἔξω | ||
5 | φυγὴν ποιήσασθαι· ἐκβιβάσαι γὰρ συνεβούλευσε καὶ διὰ τοῦ | |||
Ἀδρίου ποιῆσαι τὸν πλοῦν. τοῦτο δὲ ἐναντίον τῷ ἐκ τοῦ Ὠκεανοῦ ὑπὲρ τὴν Λιβύην κομίσαι τὴν ναῦν εἰς τὴν Τριτω‐ νίδα· ἀλλὰ μᾶλλον ὡς διὰ τοῦ Φάσιδος εἰς τὸν Ὠκεανὸν ἐκ‐ πεπτωκότων. | 103 in vol. 2 | |||
P 444c | δώδεκα δέ: οἱ λόγοι παρὰ τῆς Μηδείας· ἐν δώδεκα ἡμέραις τοπρότερον ἔξω τοῦ Ὠκεανοῦ ἐφέρομεν κατὰ τῶν νώτων τῆς ἐρήμου καὶ ὁμαλῆς γῆς τὸ θαλάττιον δόρυ, τουτέστι τὴν ναῦν, τοῖς ἡμετέροις βουλεύμασιν ἀνα‐ | |||
5 | σπάσαντες. | |||
P 446 | BDEGQ | νώτων ἐρήμων: ὑπὲρ τῶν ἐρήμων νώτων τῆς γῆς. παρὰ γὰρ τὸν Λιβυκὸν Ὠκεανὸν ἐλθόντες, καὶ μὴ δυνάμενοι διεξελθεῖν διὰ τὸ εἶναι τεναγώδη, συμβουλαῖς τῆς Μηδείας βαστάσαντες τὴν ναῦν διεκόμισαν εἰς τὴν Τριτωνίδα λίμνην. | ||
P 447 | B | μήδεσσιν ἀνσπάσαντες ἀμοῖς: τὸ πρόσωπον τῆς Μηδείας μιμεῖται ὁ ποιητής. | ||
P 449 | BDEGQ | τουτάκι δ’ οἰοπόλος: τὸ τηνικαῦτα δὲ ὁ μόνος ἀναστρεφόμενος θεὸς παρεγένετο ἀνδρὸς αἰδεσίμου καὶ ἀξιο‐ πρεποῦς φαιδρὰν καὶ εὐπρεπῆ ὄψιν ὁμοιωθείς. | ||
P 451 | BDEGQ | ἀνδρὸς αἰδοίου: ὁ Τρίτων Εὐρυπύλῳ ὁμοιούμενος Κυρήνης βασιλεῖ. | ||
P 452 | BDEGQ | φιλίων δ’ ἐπέων: λόγων δὲ προσφιλῶν καὶ φιλο‐ φρονητικῶν κατήρχετο, ὥσπερ τοῖς ξένοις παραγεγονόσιν οἱ ξενισταὶ τὰ δεῖπνα καὶ τὴν φιλοφροσύνην πρῶτον ἐπαγγέλλονται. | ||
P 453 | (B)DEGQ | ἅτ’ ἐλθόντεσσιν: ἅ τε τοῖς ἐλθοῦσι ξένοις οἱ εὐερ‐ γέται ἐπαγγέλλονται δεῖπνα, ταῦτα ἐπηγγέλλετο. τοῦτο γὰρ | ||
δεῖ συνυπακοῦσαι. | 104 in vol. 2 | |||
P 456 | BDEGQ | ἀλλὰ γὰρ νόστου: ἀλλὰ γὰρ ἡ τῆς γλυκείας ἀνακο‐ μιδῆς πρόφασις ἐκώλυεν αὐτοὺς παραμένειν καὶ τῆς θεοῦ δεξιώσεως ἀπολαύειν. | ||
P 457 | BDEGQ | Φάτο δ’ Εὐρύπυλος: ἔλεγε δὲ ὁ Εὐρύπυλος τοῦ ἀφθάρτου Ποσειδῶνος εἶναι παῖς. τοῦτον Ἀπολλώνιος (4, 1552. 1561) ποτὲ μὲν Εὐρύπυλον προσαγορεύει, ποτὲ δὲ Τρίτωνα. Ἀκέσανδρος δέ φησιν ἀδελφὸν εἶναι τὸν Εὐρύ‐ | ||
5 | πυλον Τρίτωνος, γράφων οὕτως· Εὐρύπυλος Ποσειδῶνος καὶ Κελαινοῦς τῆς Ἄτλαντος, Τρίτωνος ἀδελφός. οὗτος γαμεῖ Στερόπην τὴν Ἡλίου, Πασιφάης ἀδελφὴν, καὶ γίνονται παῖ‐ δες δύο, Λυκάων καὶ Λεύκιππος. | |||
P 459 | BDEGQ | γίνωσκε δ’ ἐπειγομένους: συνεώρα δὲ καὶ αὐτὸς ἡμᾶς ἐπειγομένους, καὶ ἀναρπάσας εὐθέως ἐκ τῆς γῆς τῇ δεξιᾷ χειρὶ τὸ παρατυχὸν ξένιον ἐζήτει παρασχεῖν. | ||
P 461 | DEGQ | Δεξιτερᾷ προτυχόν: Χαῖρίς φησι δεῖν γράφειν προτυχόν, ἵν’ ᾖ· ἀναρπάσας δὲ εὐθὺς ἐκ τῆς ἀρούρης τὸ | ||
BDEGQ | παρατυχὸν ξένιον ἔδωκεν· ὅπερ ἦν ἡ βῶλος. διατί δὲ Εὔ‐ φημος ἐδέξατο, πολλῶν ὄντων, ζητεῖται. καὶ οἱ μέν φασι διὰ | |||
5 | τὸ ἐγγύς· πρωρεὺς γὰρ ἦν· διό φησι Πίνδαρος πρῴραθεν. | |||
BEGQ | οἱ δὲ διὰ συγγένειαν· οἱ δὲ ὅτι ὁ δοὺς τὴν βῶλον, εἴτε Τρί‐ των ἦν εἰκασμένος Εὐρυπύλῳ εἴτε ἦν Εὐρύπυλος, οὗτος ἦν Ποσειδῶνος υἱός· ἄλλως δὲ καὶ ὅλη ἡ Λιβύη ἱερὰ Ποσει‐ δῶνος διὰ τὸ μεμίχθαι Λιβύῃ τὸν Ποσειδῶνα· ταύτῃ οὖν | |||
10 | καὶ ὁ Εὔφημος διὰ τὴν οἰκειότητα ἐδέξατο. προσθείη δ’ ἄν τις, ὅτι καὶ Ταιναρίου ἐβασίλευεν, Ποσειδῶνος δὲ αὕτη ἱερά. | 105 in vol. 2 | ||
BDEGQ | Ἀσκληπιάδης δέ φησιν ὅτι καὶ Περικλύμενος καὶ Ἐργῖνος καὶ Ἀγκαῖος· τί οὖν οὐδεὶς εἰλήφει τούτων; φησὶ γοῦν αὐτὸς δῶρον ἔχειν τὸν Εὔφημον παρὰ Ποσειδῶνος τὴν θάλασσαν | |||
15 | ἀπημάντως διαπορεύεσθαι ὡς διὰ γῆς. πρὸς δὲ τοὺς λέγοντας ὅτι Εὔφημος κυβερνήτης ἦν καὶ 〈μὴ〉 πρωρεὺς, τοῦτο γὰρ ἱστορεῖν Θεότιμον, λεκτέον ὅτι καὶ πάνυ λόγον ἔχει τὸν κυ‐ βερνήτην ὡς ἡγούμενον τῆς νεὼς τὴν βῶλον παρὰ Τρίτωνος λαβεῖν. | |||
P 463a | BDEGQ | οὐδ’ ἀπίθησέ νιν: παθητικῶς· οὐκ ἀπειθῆ αὐ‐ τὸν πεποίηκε πρὸς τὴν ὑποδοχήν. | ||
P 463b | BDEGQ | ἀλλ’ ἥρως: ὁ δὲ ἥρως Εὔφημος ἐπιθορὼν ταῖς ἀκταῖς τῇ αὐτοῦ χειρὶ τὴν αὑτοῦ ἀνθαρμόσας καὶ ἐπεκτείνας χεῖρα ἐδέξατο τὴν θείαν βῶλον. | ||
P 465 | B | ἀντερείσας: συνάψας. | ||
P 466 | BDEGQ | βώλακα δαιμονίαν: τὴν θείαν· καὶ ἤτοι ὅτι ἐξ αὐτῆς ἀποικίαι καὶ χρησμοὶ Ἀπόλλωνος, ἢ ὅτι θεὸς ὁ δωρη‐ σάμενος. | ||
P 467a | BDEGQ | πεύθομαι δ’ αὐτάν: ἔτι περὶ τῆς βώλου τὸν λό‐ γον ποιεῖται ἡ Μήδεια, ὅτι πέπυσται χθὲς αὐτὴν διατετη‐ κυῖαν, καίπερ παρακελευομένη φυλάξαι. | ||
P 467b | ἄλλως· μετέπεσεν ἐπὶ τὸ ποιητικὸν πρόσωπον, καὶ οὐκέτι τὸ τῆς Μηδείας ἐφύ‐ λαξε διαπαντός. | |||
P 467c | ὁ δὲ νοῦς· κατακούω δὲ αὐτὴν, τὴν βῶ‐ λον, κατακλυσθεῖσαν ἐκ τῆς νεὼς σὺν τῇ θαλάσσῃ τῆς δύσεως διενηνέχθαι καὶ διαλυθῆναι συμφερομένην τοῖς κύμασι. 67eB | |||
P 467d | BDEGQ | ἐναλίᾳ βᾶμεν: συμβεβηκέναι καὶ εἰς ταὐτὸ γε‐ γενῆσθαι τῇ θαλασσίᾳ ἅλμῃ, ὅ ἐστι κατὰ περίφρασιν τῇ θα‐ λάσσῃ. 68B | 106 in vol. 2 | |
P 467e | τὴν σύν οὖν πρόθεσιν συντακτέον τῷ βᾶμεν, ἵν’ ᾖ συμβῆναι καὶ συνελθεῖν εἰς ταὐτό. 67dB | |||
P 468 | B | ἐκ δούρατος: ἐκ τῆς νηός. | ||
P 470a | BDEGQ | ἑσπέρας ὑγρῷ πελάγει: ἤτοι κατὰ τὸν καιρὸν τῆς ἑσπέρας, ἢ τῆς δυτικῆς θαλάσσης. | ||
P 470b | ἀκολουθήσασαν. | |||
P 471 | BDEGQ | ἦ μάν νιν: ναὶ μὴν αὐτὴν, τὴν βῶλον, συνεχῶς τοῖς λυσιπόνοις οἰκέταις φυλάξαι, φησὶν, [ὤτρυνον]· τούτων δὲ εἰς λήθην ἦλθον αἱ φρένες. | ||
P 472 | BDEGQ | λυσιπόνοις: ἐπειδὴ οἱ οἰκέται τῶν δεσποτῶν τοὺς πόνους διαλύουσι τῇ θεραπείᾳ· ὡς Εὐριπίδης (fr. 1019)· δούλοισι γάρ τε ζῶμεν οἱ ἐλεύθεροι. | ||
P 474a | BDEGQ | καὶ νῦν ἐν τᾷδ’: ὁ λόγος περὶ τῆς Θήρας, ὡς τῆς Μηδείας προσορμισθείσης κατὰ τὸ τηνικαῦτα καὶ δια‐ λεγομένης περὶ τῆς βώλου. | ||
P 474b | ὁ δὲ νοῦς· καὶ νῦν ἐν ταύτῃ τῇ ἀφθάρτῳ νήσῳ πρὸ τοῦ δέοντος καιροῦ διεχύθη τῆς εὐρυ‐ χώρου Λιβύης τὸ σπέρμα, τουτέστιν ἡ βῶλος. | |||
P 476a | BDEGQ | σπέρμα πρὶν ὥρας: διχῶς τὸ σπέρμα δύναται νοεῖσθαι, καὶ ὅτι Λιβυκὴ ἡ βῶλος, καὶ ὅτι οἷον ἀρχὴ τῆς εἰς Λιβύην ἀποικίας. | ||
P 476b | BDGQ | πρὶν ὥρας: πρὸ τοῦ δέοντος καιροῦ. | ||
P 476c | BDEGQ | εἰ γὰρ οἴκοι νιν βάλε: εἰ γὰρ δὴ αὐτὴν, τὴν βῶλον, ἐν τοῖς ἑαυτοῦ οἴκοις ἤγαγε παρὰ τὸ χθόνιον τοῦ Ἅιδου στόμα εἰς τὴν ἱερὰν Ταίναρον παραγεγονὼς, ἐκ δὲ | ||
τούτου εἰς Λακεδαίμονα ἐλθὼν, ὁ τοῦ ἱππικοῦ Ποσειδῶνος | 107 in vol. 2 | |||
5 | υἱός. 81aB | |||
P 476d | Ταίναρος δὲ πόλις Λακωνικὴ, ἐν ᾗ καὶ πύλη | |||
DEGQ | ἐστὶν εἰς Ἅιδου. Μένανδρος (fr. 842 K.)· πύλη τίς ἐστι Ταινάρου πρὸς ἐσχάτοις. 83B | |||
P 479a | BDEGQ | Εὔφαμος ἐλθών: εἰ γὰρ τὴν βῶλον ἔσωσεν εἰς Ταίναρον, ἥτις Ἅιδου ἐστὶ στόμα, μετὰ τέσσαρας ἂν γενεὰς ἐγενήθη ἡ ἀποικία καὶ ἔλαβε σὺν τοῖς ἄλλοις τὴν εὐρεῖαν ἤπειρον Λιβύην. | ||
P 479b | DEGQ | γυναῖκα δὲ ἔσχεν ὁ Εὔφημος Λα‐ ονόμην Ἡρακλέους ἀδελφὴν, Ἀμφιτρύωνος θυγατέρα καὶ Ἀλκμήνης. | ||
P 479c | BDEGQ | ἐπεὶ δὲ οὐ διεσώθη, ἀλλ’ ἐτάκη ἐν τῇ Θήρᾳ. οὐκέτι φησὶν ἐλεύσεσθαι ἐκ τῆς Λακωνικῆς τὴν ἀποικίαν μετὰ τέσσαρας γενεὰς, ἀλλὰ μετὰ ἑπτακαίδεκα ἐξ ἀλλοδαπῶν γυναικῶν γεννηθέντας τινὰς καθέξειν τῆς Λιβύης. 76dB | ||
P 481a | BDEGQ | τόν ποτ’ Εὐρώπα: ὅντινά ποτε ἡ Εὐρώπη ἡ τοῦ Τιτυοῦ θυγάτηρ ἐγέννησε παρὰ ταῖς ὄχθαις τοῦ Κηφισοῦ τοῦ Βοιωτικοῦ ποταμοῦ (79aB), τετάρτων ἐξ Εὐφήμου παίδων γεγονότων γένος αὐτῷ ἐκείνην ἔλαβε καὶ κατέσχε σὺν τοῖς | ||
5 | Ἕλλησι τὴν μεγάλην καὶ πλατεῖαν ἤπειρον τῆς Λιβύης. τότε γὰρ τῆς μεγάλης Λακεδαίμονος ἀνάστατοι γίνονται καὶ τοῦ Ἀργείου κόλπου καὶ τῶν Μυκηνῶν. 85B | |||
P 483 | BDEGQ | τετράτων παίδων κ’ ἐπιγεινομένων: οἱ γὰρ ἐξ Εὐφήμου τέταρτοι ἔμελλον ἀποικίαν στέλλεσθαι ἀπὸ Λακε‐ δαίμονος εἰς Λιβύην· νῦν δὲ διὰ τὸ λελύσθαι τὴν βῶλον εἰς | ||
Θήραν ἐκ Λακεδαίμονος οἱ τέταρτοι ἀπὸ Εὐφήμου ἔρχονται | 108 in vol. 2 | |||
5 | καὶ ἀπὸ Θήρας οἱ ἑπτακαιδέκατοι, ὡς μετὰ τὴν τετάρτην γε‐ νεὰν Εὐφήμου τὴν ἐλθοῦσαν εἰς Θήραν ἄλλας τρισκαίδεκα γενέσθαι εἰς Θήραν. 81a med. B | |||
P 485 | BDEGQ | τότε γὰρ μεγάλας: τότε γὰρ οἱ Ἡρακλεῖδαι κατελ‐ θόντες μετὰ τέσσαρας γενεὰς ἐξανέστησαν τοὺς προκατέχοντας [ἀπὸ Εὐφήμου] Μυκηνῶν καὶ Ἄργους καὶ Λακεδαίμονος. ἤλλακται δὲ ὁ χρόνος· ἐξανίστανται γάρ φησιν ἀντὶ τοῦ ἐξ‐ | ||
5 | αναστήσονται. ταῦτα γὰρ ἡ Μήδεια προλέγει ὡς ἐσόμενα ὕστερον. 88bB | |||
P 488a | BDEGQ | νῦν γε μὰν ἀλλοδαπᾶν: ἐπὶ δὲ τοῦ παρόντος τῶν ἀλλοδαπῶν καὶ ξένων γυναικῶν τὸ ἐν ταῖς κοίταις ἔκ‐ κριτον καὶ διαπρεπὲς γένος εὑρήσει τὴν ἀποικίαν· οἵτινες σὺν τιμῇ θεῶν εἰς ταύτην τὴν νῆσον παραγενόμενοι τέκωσι τὸν | ||
5 | Βάττον τὸν τῶν τῆς Λιβύης πεδίων δεσπότην. 93aB | |||
P 488b | ἡ ἱστορία τοιαύτη· ταῖς Λημνίαις γυναιξὶν ἀσεβῶς διακειμέναις περὶ τὰς τῆς Ἀφροδίτης τιμὰς ἡ θεὸς δυσοσμίαν προσέπεμψε, καὶ οὕτως αὐτὰς οἱ ἄνδρες ἀπεστράφησαν· αἱ δὲ συνθέμεναι | |||
5 | πρὸς ἑαυτὰς ἐξ ἐπιβουλῆς τοὺς ἄνδρας ἀνεῖλον. τηνικαῦτα δὲ οἱ Ἀργοναῦται τὸν εἰς Σκυθίαν στελλόμενοι πλοῦν προσ‐ ωρμίσθησαν τῇ Λήμνῳ, καὶ εὑρόντες ἔρημον ἀρσένων τὴν νῆσον συνελθόντες ταῖς γυναιξὶν ἀπηλλάγησαν. οἱ δὲ φύντες ἐξ αὐτῶν ἦλθον εἰς Λακεδαίμονα κατὰ ζήτησιν τῶν πατέρων, | |||
10 | καὶ προσδεχθέντες παρὰ Λάκωσι καὶ πολιτευσάμενοι συν‐ | |||
έθεντο ἐπιθέσθαι τῇ Σπάρτῃ. γνωσθέντες δὲ συνελήφθησαν καὶ καθείρχθησαν ἐν εἱρκτῇ· κατὰ δέ τινας αἱ μητέρες ἐλ‐ θοῦσαι πρὸς αὐτοὺς τὰς μὲν αὑτῶν ἐσθῆτας ἐκείνοις περι‐ έθεσαν καὶ αὐτόθι ἔμειναν, ἐκείνους δὲ ὡς γυναῖκας ἀπο‐ | 109 in vol. 2 | |||
15 | πέμψασαι κατακαλυψαμένους ἔσωσαν, οἱ δὲ παῖδες τῷ μηχα‐ νήματι λαθραίως ἀπέφυγον. τῶν δὲ Λακώνων βουλομένων αὐτοὺς ἀνελεῖν, Θήρας ὁ Αὐτεσίωνος κατὰ συντυχίαν τότε ἀποικίαν στέλλων καθικέτευσε τοὺς Λάκωνας εἰς τὴν ἀποι‐ κίαν αὐτῷ τοὺς ἄνδρας παρασχεῖν, καὶ δεξάμενος εἰς τὴν | |||
20 | Θήραν ἐκτοπίζει. συνῆν δὲ αὐτῷ καὶ Σάμος, οὗ ἀπόγονος Βάττος, ὃς πρῶτος ἀποικίαν εἰς Κυρήνην ἔστειλεν. | |||
P 488c | ἄλλως· ζητεῖται τίνες εἰσὶν ἀλλοδαπαὶ γυναῖκες, ἐξ ὧν φησι τοὺς φύντας καθέξειν τὴν Κυρήνην, πότερον ἐπειδή τινες ἐν Θήρᾳ ᾤκησαν μετὰ Κάδμου συνεξορμήσασαι, ὅτε ἐπὶ τὴν τῆς Εὐ‐ | |||
5 | ρώπης ζήτησιν ἀπῆρεν ἐκ Φοινίκης· ὑπέμειναν γὰρ ἐν Θήρᾳ μετὰ Μεμβλιάρεω τοῦ Κάδμῳ συνεξορμήσαντος Φοίνισσαί τινες γυναῖκες· ἢ ἀλλοδαπὰς γυναῖκας τὰς Λημνίας λέγει, [περὶ ὧν ἡ ἱστορία προείρηται]. 88aB | |||
P 489 | B | κριτὸν εὑρήσει: τίς εὑρήσει; ἡ προκειμένη ἤπει‐ ρος ἡ Λιβύη. | ||
P 490 | B | οἵ κεν τάνδε: ἔδει εἰπεῖν, ὅπερ γένος. | ||
P 491 | BDEGQ | τάνδε σὺν τιμᾷ: ἐν ταύτῃ τῇ νήσῳ τῇ Θήρᾳ· ἐν αὐτῇ γὰρ διελέγετο ἡ Μήδεια. 94cE | ||
P 492 | B | τέκωνται: ἀντὶ τοῦ τέξονται. 94B | ||
P 493a | BDEGQ | κελαινεφέων πεδίων: τῶν τῆς Λιβύης· καὶ οἱ μὲν διὰ τὸν αὐτόθι συνεχῆ ὄμβρον καὶ τοὺς χειμῶνας, διὸ καὶ εὔκαρπος ἡ Κυρήνη διὰ τὸ συνεχῶς δεύεσθαι· τινὲς δὲ διὰ τὸ τῶν πεδίων μέγεθος. | 110 in vol. 2 | |
P 493b | ἄλλως· Ἀμμώνιός φησι διὰ τὸ περὶ τὴν Κυρήνην μόνον ἵστασθαι νέφος παρὰ τὴν ἄλλην Λιβύην. ἢ μᾶλλον μεγέθους τις ἔμφασις δηλοῦται διὰ τὸ ἀποσκοτοῦσθαι τὰς ὄψεις τοῦ πέρατος μὴ ὁρωμένου. 89B 96aE | |||
P 494a | τὸν μέν: τὸν Βάττον. | |||
P 494b | B | πολυχρύσῳ: τῇ Πυ‐ θοῖ. ὅτι δὲ πολυχρήματος, καὶ Ὅμηρός φησι (Ι 404 sq.). | ||
P 494c | BDEGQ | ὅντινά ποτε τὸν Βάττον ἐν τῷ πολυχρύσῳ οἴκῳ ὁ Ἀπόλλων ἀναμνήσει τοῖς ἑαυτοῦ χρησμοῖς εἰς τὸν Πυθικὸν νεὼν πα‐ ραγενόμενον οἰκιστὴν τῆς Κυρήνης γενέσθαι. 97bB 93aE 97aDGQ | ||
P 496a | BDEGQ | θέμισσι: τοῖς χρησμοῖς. | ||
P 496b | BE | ἀναμνήσει τὰ ἑξῆς ἐπιφερόμενα. 100B | ||
P 496c | DGQ | τί δὲ ἀναμνήσει; οἰκιστὴν τῆς Κυρήνης γενέσθαι. 99DGQ | ||
P 497a | DEGQ | καταβάντα χρόνῳ: χρόνῳ δὲ ὕστερον ταῖς ναυσὶ πολλοὺς ἀγαγεῖν πρὸς τὸ τοῦ Κρονίδου Νείλου λιπαρὸν τέ‐ μενος· φησὶ δὲ τὴν Λιβύην. | ||
P 497b | BDEGQ | τέμενος [γὰρ] Νείλου Διὸς τὴν Λιβύην φησίν. καὶ ἤτοι τὸν Νεῖλον ἀντὶ τοῦ Διός φη‐ σιν, ἐπειδὴ παρὰ τοῖς Αἰγυπτίοις τιμᾶται ὡς θεός· ἢ παρὰ τὸ Ὁμηρικόν (δ 581)· | ||
5 | ἂψ δ’ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο. 99B | |||
P 497b bis | BDEGQ | χρόνῳ δ’ ὑστέρῳ: ὁ δέ ἀντὶ τοῦ δή, ἵν’ ᾖ· χρόνῳ δὴ ὑστέρῳ διὰ νεῶν πολλοὺς ἄνδρας ἀγαγεῖν ἀπὸ Θήρας εἰς τὴν Λιβύην. 97aB 96aDGQ | 111 in vol. 2 | |
P 499 | BDEGQ | τέμενος Κρονίδα: τὸν Νεῖλον Κρονίδαν [φησὶν], ὡς Παρμένων· Αἰγύπτιε Ζεῦ Νεῖλε. ἀναλογεῖν γὰρ τοῖς τοῦ Διὸς ὄμβροις τὸ τοῦ Νείλου ὕδωρ, καὶ ὥσπερ ἀντίστροφόν τινα τοῦτον τῷ Διῒ εἶναι. 96aB | ||
P 4100a | BDEGQ | ἦ ῥα Μηδείας ἐπέων στίχες: ἔφη ἡ τῆς Μη‐ δείας στιχομυθία. συνήθως δὲ ὁ Πίνδαρος πληθυντικοῖς ἑνικὰ ἐπήνεγκεν. | ||
P 4100b | ὁ νοῦς· οὕτως εἰρήκασιν οἱ τῆς Μη‐ δείας λόγοι, οἱ δὲ ἰσόθεοι ἥρωες κατεπλάγησαν σιωπῇ τὴν πυκνὴν καὶ συνετὴν συμβουλὴν τῆς Μηδείας κατακούσαντες. | |||
P 4104a | BDEGQ | ὦ μάκαρ υἱὲ Πολυμνάστου: ὦ Ἀριστότελες. ὁ γὰρ αὐτὸς Βάττος καὶ Ἀριστοτέλης. | ||
P 4104b | ὁ δὲ νοῦς· ὦ μακάριε υἱὲ τοῦ Πολυμνήστου Ἀριστότελες, σὲ ἐν τῷ τῆς Μηδείας λόγῳ ὁ χρησμὸς ὤρθωσε καὶ ἀπέδειξε τῆς Δελφικῆς ἱερείας αὐτομάτῳ φθόγγῳ. 106bB | |||
P 4106a | BDEGQ | χρησμὸς ὤρθωσε μελίσσας: τὰς περὶ τὰ θεῖα καὶ μυστικὰ μελίσσας καὶ ἑτέρωθι (fr. 158)· ταῖς ἱεραῖς με‐ λίσσαις τέρπεται. ὅτι δὲ τὰς περὶ τὰ ἱερὰ διατελούσας καὶ Μελίσσας ἔλεγον, Μνασέας ὁ Παταρεὺς (FHG III p. 150) ἀφη‐ | ||
5 | γεῖται λέγων, ὡς κατέπαυσαν αὗται σαρκοφαγοῦντας τοὺς ἀν‐ θρώπους πείσασαι τῇ ἀπὸ τῶν δένδρων χρῆσθαι τροφῇ, καθ’ ὃν καιρὸν καὶ Μέλισσα μία τις αὐτῶν κηρία μέλιτος εὑροῦσα πρώτη ἔφαγε καὶ ὕδατι μίξασα ἔπιε, καὶ τὰς ἄλλας δὲ ἐδί‐ δαξε, καὶ τὰ ζῷα μελίσσας ἐξ ἑαυτῆς ἐκάλεσε, καὶ φυλακὴν | 112 in vol. 2 | ||
10 | πλείστην ἐποιήσατο· ταῦτα δέ φησιν ἐν Πελοποννήσῳ γενέ‐ | |||
σθαι. ἄνευ γὰρ Νυμφῶν οὔτε Δήμητρος ἱερὸν τιμᾶται διὰ τὸ ταύτας πρώτας καρπὸν ἀποδεῖξαι καὶ τὴν ἀλληλοφαγίαν παῦσαι καὶ περιβλήματα χάριν αἰδοῦς ἐξ ὕλης ἐπινοῆσαι, οὔτε γάμος οὐδεὶς ἄνευ Νυμφῶν συντελεῖται, ἀλλὰ ταύτας | BEGQ | |||
15 | πρῶτον τιμῶμεν μνήμης χάριν· ὅτι τε εὐσεβείας καὶ ὁσιότητος ἀρχηγοὶ ἐγένοντο. 107aB | |||
P 4106b | (B)DEGQ | ἄλλως· χρησμὸς μελίσσας: τῆς Δελφικῆς ἱερείας· φησὶ δὲ τῆς Πυθῶνος. | ||
P 4106c | BDEGQ | μελίσσας δὲ τὰς ἱερείας, κυρίως μὲν τὰς τῆς Δήμητρος, καταχρηστικῶς δὲ καὶ τὰς πάσας, διὰ τὸ τοῦ ζῴου καθαρόν. 106aB | ||
P 4107a | BDEGQ | Δελφίδος αὐτομάτῳ κελάδῳ: ἤτοι αὐτοκελεύ‐ στῳ· οὐ γὰρ κατὰ ἐπίταγμα τῶν χρησμῳδουμένων ἡ προφῆτις τοὺς χρησμοὺς ἐκφέρει, ἀλλ’ ἐπιπνοίᾳ· ἢ τῷ μὴ ἐκ συντάξεως φερομένῳ, ἀλλ’ ἀπαυτοματιζομένῳ· καὶ ἰδίως· οὐκ ἐρωτηθεῖς’ | ||
5 | ὑπὸ τοῦ Βάττου περὶ τῆς ἀποικίας, ἀλλὰ περὶ τῆς φωνῆς· ἔνθεν δὴ καὶ αὐτώρης ὁ τρίπους. Καλλίμαχος (fr. 264)· αὐ‐ | |||
τώρης ὅτε τοῖσιν ἐπέφραδε. καὶ τότε αὐτώρης ἡ μάντις λέ‐ γεται, ὅταν μὴ βουλομένου τινὸς, περὶ ὅτου ἥκει μαντευσό‐ | 113 in vol. 2 | |||
μενος, ἀπαυτοματίσῃ. τοιοῦτον οὖν ἐστι καὶ τὸ αὐτομάτῳ | BEGQ | |||
10 | κελάδῳ, ὃν προήκατο οὐδενὸς πυθομένου. | |||
P 4107b | BDEGQ | ἄλλως· αὐ‐ τομάτῳ κελάδῳ· παρόσον ἐκ ταὐτομάτου ἔχρησεν ἡ Πυθία περὶ τῆς ἀποικίας, τοῦ Βάττου περὶ φωνῆς ἐρωτῶντος. | ||
P 4108 | BDEGQ | ἅ σε χαίρειν: ἥτις σε περὶ τῆς κακοφωνίας καὶ τραχείας φωνῆς ἀνερωτῶντα τίς παρὰ θεῶν λύσις γένοιτο, χαίρειν τρὶς προσειποῦσα εἱμαρμένον βασιλέα διὰ τῶν χρη‐ σμῶν ἀπέφηνε τῇ Κυρήνῃ. | ||
P 4111 | BDEGQ | φωνᾶς ἀνακρινόμενον: ἀνερευνῶντα, τίς ἔσται τῆς φωνῆς ποινὴ, τουτέστιν ἀπόλυσις· ἐπεὶ ἡ ποινὴ ἀπολύ‐ σεως ἕνεκεν γίνεται. | ||
P 4112 | B | ποινὰ τίς: ἀμοιβὴ ἢ λύσις. | ||
P 4113a | BDEGQ | ἦ μάλα δή: ὁ νοῦς· ναὶ δὴ λίαν καὶ ἐπὶ τοῦ παρόντος, ὥσπερ ἐν τῇ τοῦ φοινικοῦ καὶ ἀνθηροῦ ἔαρος ἀκμῇ καὶ ὥρᾳ, ἀπὸ κοινοῦ θάλλει τὸ μέρος καὶ τὸ ἄνθος, οὕτω καὶ ἐν τούτοις τοῖς παισὶν ὄγδοον μέρος ὢν θάλλει καὶ βλα‐ | ||
5 | στᾷ ὁ Ἀρκεσίλαος. | |||
P 4113b | BDGQ | τὸ μετά συντακτέον τῷ παισί. | ||
P 4115a | BDGQ | τούτοις ὄγδοον: τὰ ῥηθέντα ὑπὸ τῆς Πυθίας νῦν θάλλει ὡς ἐν ἔαρι ἐπὶ τοῦ ὀγδόου γένους. ὄγδοος γὰρ | ||
BDEGQ | Ἀρκεσίλαος ἀπὸ Βάττου τοῦ πρώτου, ᾧ γράφει νῦν ὁ Πίν‐ δαρος. | |||
P 4115b | BDGQ | ἄλλως· μετὰ τοὺς ἀπὸ Εὐφήμου ἑπτακαίδεκα | ||
καὶ νῦν ὁ Ἀρκεσίλαος ὄγδοός ἐστιν. | 114 in vol. 2 | |||
P 4115c | BDGQ | παισί: τοῖς Κυρηναίοις. | ||
P 4116a | B | τῷ μὲν Ἀπόλλων: τῷ Ἀρκεσιλάῳ. | ||
P 4116b | BDEGQ | τῷ μὲν Ἀπόλλων: τούτῳ μὲν τῷ Ἀρκεσιλάῳ ὅ τε Ἀπόλλων καὶ ἡ Πυθὼ ἐκ τῆς ἱπποδρομίας δόξαν καὶ μνήμην ἐκ πάντων τῶν περιοίκων δεδώκασιν. | ||
P 4118 | BDEGQ | ἀμφικτυόνων: ἀμφικτύονες καλοῦνται οἱ ἀγωνο‐ θέται τῶν Πυθίων ἐκ δώδεκα ἐθνῶν τῆς Ἑλλάδος ὄντες. | ||
P 4119 | BDEGQ | ἀπὸ δ’ αὐτὸν δώσω: ἀποδώσω δὲ αὐτὸν ἐγὼ ταῖς Μούσαις, ἀντὶ τοῦ ὑμνήσω νενικηκότα· ἀνυμνήσω δὲ καὶ τὸ χρυσοῦν δέρας. ζητεῖται δὲ, δι’ ἣν αἰτίαν καὶ Ἰάσονος ἐμνήσθη καὶ τοῦ εἰς Σκυθίαν ἀπόπλου· καί φαμεν ὅτι Ἀρ‐ | ||
5 | κεσίλαος εἰς Εὔφημον ἀνάγει τὸ γένος τὸν τὴν βῶλον ὑπο‐ δεξάμενον καὶ συσταλέντα τοῖς Ἀργοναύταις. 121c | |||
P 4121a | BDEGQ | χρύσεον νάκος κριοῦ: κατὰ κοινοῦ τὸ Μοί‐ σαισι δώσω. 122B | ||
P 4121b | DEGQ | διὰ τί δὲ συγκαταπέπλοχε ταῖς εἰς τὸν Ἀρκεσίλαον ᾠδαῖς τὰ περὶ τὸν πλοῦν τῶν Ἀργοναυτῶν τὸν ἐπὶ τὸ χρυσοῦν δέρος τοῦ κριοῦ; ὅτι τὸ γένος τῶν περὶ τὸν Ἀρκεσίλαον τὴν ἀρχὴν εἶχεν ἀπὸ Εὐφήμου, ᾧ καὶ ἡ βῶλος | ||
5 | ἐδόθη. 122 | |||
P 4121c | BDEGQ | μετὰ γὰρ κεῖνο πλευσάντων Μινυᾶν: ἐπ’ ἐκεῖνο γὰρ τὸ δέρος. | ||
P 4121d | ὁ δὲ νοῦς· ἐπὶ γὰρ τοῦτο τὸ δέρος πλευσάντων τῶν Ἀργοναυτῶν θεῖαι τιμαὶ τοῖς Κυρηναίοις ἐφυτεύθησαν. 121a | |||
P 4122 | BDEGQ | πλευσάντων Μινυᾶν: τῶν Μινυῶν· φησὶ δὲ | ||
τῶν Ἀργοναυτῶν, ὅτι οἱ πλείους αὐτῶν εἰς Μινύαν τὸν Πο‐ σειδῶνος καὶ Τριτογενείας τῆς Αἰόλου τὸ γένος ἀνῆγον. καὶ Ἀπολλώνιός φησιν (I 230)· | 115 in vol. 2 | |||
5 | ἐπεὶ Μινύαο θυγατρῶν οἱ πλεῖστοι καὶ ἄριστοι ἀφ’ αἵματος εὐχετόωντο. | |||
P 4123 | BDGQ | σφισίν: αὐτοῖς, τοῖς Κυρηναίοις τοῖς εἰς Θήραν τὴν ἀποικίαν στειλαμένοις. | ||
P 4124a | BDEGQ | τίς γὰρ ἀρχὰ δέξατο ναυτιλίας: ὁ λόγος ἐρω‐ τηματικὸς πρὸς τὴν Μοῦσαν· τίς γὰρ ἀρχὴ τοῦ πλοῦ; ποῖος δὲ κίνδυνος ἐν τοῖς ἰσχυροτάτοις τοῦ ἀδάμαντος ἔδησεν ἥλοις; τουτέστι ποία ἰσχυρὰ καὶ κινδυνώδης ἀνάγκη παρώρμησε τοὺς | ||
5 | Ἀργοναύτας; εἶτα Ὁμηρικῷ ζήλῳ μετὰ τὴν ἐρώτησιν ἐπάγει τὸ αἴτιον· μεμοιραμένον ἦν τὸν Πελίαν ἐκ τῶν ἄγαν διαφα‐ νῶν Αἰολιδῶν τελευτῆσαι τὸν βίον, ἢ καὶ γνώμαις ἢ καὶ πράξεσιν ἀκαταμαχήτοις καὶ σκληραῖς. | |||
P 4124b | DGQ | ἄλλως· χρῆται ὁ ποιητὴς ζήλῳ Ὁμηρικῷ· μετὰ γὰρ τὴν πρὸς τὴν Μοῦσαν | ||
BDGQ | ἐρώτησιν τὴν αἰτίαν ἐπάγει. ἄρχεται δὲ τῆς ἱστορίας, δι’ ἣν ἔπλευσαν οἱ Ἀργοναῦται. | |||
P 4124c | DGQ | θέσφατον δὲ μεμοιραμένον, χρησμῳδηθέν. | ||
P 4127 | BDEGQ | ἐξ ἀγαυῶν Αἰολιδᾶν: Αἰολίδης ὁ Ἰάσων· Αἴ‐ σονος γὰρ τοῦ Κρηθέως [γίνεται] τοῦ Αἰόλου υἱός· ἔνθ’ ἦτοι πρῶτον Τυρὼ ἴδον εὐπατέρειαν, ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι· | ||
5 | φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο (λ 235)· εἶτα τὸ ἑξῆς· τοὺς δ’ ἑτέρους Κρηθῆϊ τέκεν βασίλεια γυναικῶν | |||
Αἴσονά τ’ ἠδὲ Φέρητα (λ 258). | 116 in vol. 2 | |||
P 4129 | BDEGQ | Ἦλθε δέ οἱ κρυόεν: ἦλθε δὲ καὶ ἀνεδόθη τὸ φρικτὸν τοῦτο μάντευμα τῷ συνετῷ αὐτοῦ θυμῷ, τὸ κατὰ τὸν μέσον ὀμφαλὸν ῥηθὲν [τουτέστι κατὰ τὸ Δελφικὸν χρηστήριον τὸ ἐν μέσῳ τῆς οἰκουμένης] τῆς εὐδένδρου γῆς· λέγει δὲ τῆς | ||
5 | Πυθῶνος. | |||
P 4132 | B | ῥηθὲν ματέρος: τῆς γῆς. | ||
P 4133a | BDEGQ | τὸν μονοκρήπιδα: ἡ ἱστορία παρὰ Φερεκύδει (FHG I p. 87). ἔθυε τῷ Ποσειδῶνι, φησὶν, ὁ Πελίας, καὶ προ‐ εῖπε πᾶσι παρεῖναι· οἱ δὲ ἦσαν οἵ τε ἄλλοι πολῖται καὶ ὁ Ἰήσων· ἔτυχε δὲ ἀροτρεύων ἐγγὺς τοῦ Ἀναύρου ποταμοῦ, | ||
5 | ἀσάμβαλος δὲ διέβαινε τὸν ποταμὸν, διαβὰς δὲ τὸν μὲν δε‐ ξιὸν ὑποδεῖται πόδα, τὸν δὲ ἀριστερὸν ἐπιλήθεται, καὶ ἔρχε‐ ται οὕτως ἐπὶ δεῖπνον. ἰδὼν δὲ ὁ Πελίας συμβάλλει τὸ μαν‐ τήϊον, καὶ τότε μὲν ἡσύχασε, τῇ δ’ ὑστεραίᾳ μεταπεμψάμενος αὐτὸν ἤρετο ὅ,τι ποιοίη εἰ αὐτῷ χρησθείη ὑπό του τῶν πολι‐ | |||
10 | τῶν ἀποθανεῖν· ὁ δὲ Ἰήσων, πέμψαι ἂν εἰς Αἶαν αὐτὸν ἐπὶ τὸ κῶας τὸ χρυσόμαλλον, ἄξοντα ἂν ἀπὸ Αἰήτεω. ταῦτα δὲ τῷ Ἰήσονι Ἥρη ἐς νόον βάλλει, ὡς ἔλθοι ἡ Μήδεια τῷ Πε‐ λίᾳ κακόν. 133cB | |||
P 4133b | BEGQ | μονοκρήπιδα, τὸν μονοσάμβαλον· κρηπὶς γὰρ τὸ βῆμα, καὶ εἴρηται παρὰ τὴν βάσιν. 134B | ||
P 4133c | ἄλλως· ὅτι ἐκ τοῦ Ἀναύρου ποταμοῦ μόγις τὸ δεξιὸν πέ‐ διλον ἔσωσεν, ἱστορεῖ καὶ Ἀπολλώνιος (I 10)· ἄλλο μὲν ἐξεσάωσεν ὑπ’ ἰλύος, ἄλλο δ’ ἔνερθε | |||
κάλλιπεν αὖθι πέδιλον ἐνισχόμενον προχοῇσιν. | 117 in vol. 2 | |||
5 | εἰσὶ δὲ καὶ Αἰτωλοὶ πάντες μονοκρήπιδες διὰ τὸ πολεμικώ‐ τατοι εἶναι. ἦν δὲ τὸ μάντευμα τοιοῦτον· [τὸν μονοκρήπιδα πάντως ἐν φυλακῇ σχεθέμεν μεγάλᾳ καὶ τὰ ἑξῆς.] 133bB | |||
P 4134 | B | ἐν φυλακῇ σχεθέμεν: ἀντὶ τοῦ φυλάσσεσθαι. | ||
P 4135a | DEGQ | αἰπεινῶν σταθμῶν: ἀπὸ τῶν ὑψηλοτάτων ἐν‐ αύλων, λέγει δὲ τοῦ Χειρωνείου σπηλαίου. | ||
P 4135b | BDEGQ | σταθμῶν ἐς εὐδείελον: τὴν εὖ πρὸς ἑσπέραν κειμένην. ἢ τὴν δια‐ φανῆ καὶ ἐπίσημον. | ||
P 4135c | ὁ δὲ νοῦς· ὅταν ἀπὸ τῶν ὑψηλο‐ τάτων ἐπαύλεων τοῦ Χείρωνος (παρὰ γὰρ αὐτῷ ἐπαιδεύθη) εἰς τὴν πρὸς τῇ ἑσπέρᾳ γῆν τῆς εὐδόξου Ἰωλκοῦ παραγένηται ξένος ὢν καὶ πολίτης. 138B | |||
P 4135d | τὸ δὲ σημεῖον χʹ, ὅτι σταθ‐ μοὺς τὰς κατ’ ἀγροὺς ἐπαύλεις ἔλεγον, καὶ ὅτι εὐδείελον τὸ εὔδηλον προσονομάζεται (ν 234)· ἦ πού τις νήσων εὐδείελος ἠέ τις ἀκτή. 145B | |||
P 4138a | BDEGQ | ξεῖνος αἴτ’ ὦν ἀστός· καὶ ξένος ὢν καὶ πολίτης ὁ Ἰάσων, πολίτης μὲν ὅτι Ἰωλκίους εἶχε τοὺς γονεῖς, ξένος δὲ ὅτι τεχθεὶς παρὰ τῷ Χείρωνι ἀνετράφη. | ||
P 4138b | ὁ δὲ Ἰάσων χρόνῳ παρεγένετο, δύο δόρασι θαυμαστὸς καὶ ἐκπληκτικός. | |||
P 4140a | BDEGQ | ἐσθὰς δ’ ἀμφότερόν μιν ἔχεν: ἐσθὴς δὲ δι‐ πλῆ συνεῖχεν αὐτὸν, ἥ τε τῶν Μαγνήτων ἐπιχώριος, ἁρμο‐ | ||
ζομένη τοῖς θαυμαστοῖς μέλεσι, καὶ ἡ παρὰ Χείρωνι παρ‐ δαλέα, ἣ ἔσκεπε καὶ ἀπήλεξε τοὺς φρίσσειν παρασκευάζοντας | 118 in vol. 2 | |||
5 | ὄμβρους. | |||
P 4140b | DEGQ | ἄλλως· ἠμφίεστο γὰρ δύο σχήματα, τό τε παρὰ Χείρωνι καὶ τὸ Μαγνήτων, καὶ ἡ μὲν ἦν στολὴ, ἡ δὲ παρὰ Χείρωνι δορὰ παρδάλεως. | ||
P 4144 | BDEGQ | φρίσσοντας ὄμβρους: οὐκ αὐτοὺς φρίσσοντας, ἀλλὰ φρίσσειν ποιοῦντας. καὶ Ὅμηρος (Ζ 132)· ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας, οὐκ αὐτοῦ μαινομένου, ἀλλὰ τοῦ μανιοποιοῦ. καὶ χλωρὸν | ||
5 | δέος (Η 479), τὸ χλωροποιόν. διὸ καὶ τὸ σημεῖον. 135dB | |||
P 4145 | BDEGQ | οὐδὲ κόμαν πλόκαμοι: οὐδὲ τὴν πρώτην κόμην εἰς ἀπαρχὴν τοῖς θεοῖς ἐκείρατο, ἀλλ’ ὡς Ἀχιλλεὺς νέος ἦν πρωτοκόμης (Ψ 144)· | ||
BEGQ | Σπερχεῖ’, ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεύς. | |||
5 | καὶ παρ’ Αἰσχύλῳ (Choeph. 6)· πλόκαμον Ἰνάχῳ θρεπτήριον, τὸν δεύτερον δὲ τόνδε πενθητήριον, Ὀρέστης φησὶ τῷ Ἀγαμέμνονι. τὰς γὰρ πρώτας κόμας τοῖς ποταμοῖς οἱ ἀρχαῖοι ἀπεκείροντο, σύμβολον τοῦ ἐξ ὕδατος | |||
10 | εἶναι πάντων τὴν αὔξησιν. | |||
P 4148a | BDEGQ | τάχα δ’ εὐθὺς ἰών: ὁ νοῦς· ταχέως δὲ εὐθὺ πορευόμενος τῆς ἑαυτοῦ γνώμης τῆς ἀφόβου καὶ ἀταράχου ἔστη διάπειραν λαμβάνων. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι καὶ | ||
πολλοῦ ὄχλου ὄντος ἐν τῇ πόλει πρὸς παρρησίαν ὅλον ἑαυτὸν | 119 in vol. 2 | |||
5 | παρεσκεύαζεν. | |||
P 4148b | ἄλλως· εὐθύς: [ἀντὶ τοῦ εὐθέως. ἢ] ἐπ’ εὐθείας πορευθείς. τὸ δὲ σφετέρας οὐχ ὑγιῶς· ἔδει γὰρ ἑᾶς· περὶ ἑνὸς γὰρ ὁ λόγος. | |||
P 4149a | DEGQ | γνώμας ἀταρβάκτοιο: οἷον πρὸς παρρησίαν ὅλον ἑαυτὸν παρεσκεύαζε. | ||
P 4149b | τὸ δὲ σημεῖον χʹ, ὅτι ἀταρ‐ βήκτοιο εἶπεν ἀντὶ τοῦ ἀκαταπλήκτου, καὶ ὅτι γνώμας ἀντὶ τοῦ διανοίας. | |||
P 4149c | τὸ δὲ ἑξῆς· ἐστάθη ἐν ἀγορᾷ πλήθοντος ὄχλου. | |||
P 4152a | BDEGQ | τὸν μὲν οὐ γίνωσκον: τοῦτον μὲν οὖν νεωστὶ τῇ Μαγνησίᾳ ἐπιδημήσαντα οἱ ἐνοικοῦντες οὐκ ἐγίνωσκον. | ||
P 4152b | ὀπιζομένων: ἐπιστρεφομένων εἰς αὐτὸν καὶ τοὺς ὦπας ἐπιβαλλόντων. | |||
P 4152c | ἢ οὕτως· ἐπεὶ ὄπις ἐστὶν ἡ τοῦ μέλλοντος ἐπιστροφὴ, τὸ ἐσόμενον ὕστερον προλαβών τις εἶπεν. | |||
P 4152d | ἢ ὀπιζομένων, τῶν τοὺς θεοὺς πρὸ ὀφθαλμῶν ἐχόντων καὶ εὐλαβῶν. | |||
P 4154a | BDEGQ | οὔτι που οὗτος Ἀπόλλων: ἐχρήσατο τῷ λόγῳ πάνυ κεκολασμένως τὸ οὔτι προσθεὶς, καὶ ἔδωκε διὰ μὲν τὸ κάλλος ὅμοιον εἶναι τοῖς θεοῖς τὸν Ἰάσονα, διά γε μὴν τὸ τῆς φύσεως φθαρτὸν ἀμφιβάλλων ἀπαρνεῖται. | ||
P 4154b | ὁ δὲ νοῦς· οὐδαμῶς οὗτός ἐστιν ὁ Ἀπόλλων, οὐδὲ μὴν ὁ ἱππικώτατος Ἄρης ὁ πόσις τῆς Ἀφροδίτης. τοῦτο δέ φησι διὰ τὸ ἄγαν ἀνθηρὸν καὶ ὡραῖον τοῦ Ἰάσονος. χαριέστατα δὲ παρέλαβεν | |||
5 | Ἄρεα καὶ Ἀπόλλωνα. | |||
P 4156a | BDEGQ | ἐν δὲ Νάξῳ φαντὶ θανεῖν: ἐν δὲ τῇ εὐδαί‐ μονι Νάξῳ φασὶ τεθνηκέναι τὸν τῆς Ἰφιμεδείας παῖδα Ὦτον καὶ σὲ, ὦ τολμηρότατε Ἐφιάλτα. Ἰφιμεδείας δὲ καὶ Ἀλωέως γεγόνασι παῖδες Ὦτος καὶ Ἐφιάλτης. οὗτοι δὲ ἀσεβῶς διετέ‐ | 120 in vol. 2 | |
5 | θησαν περὶ τὴν Ἄρτεμιν, καί ποτε εἰς ἔλαφον ἑαυτὴν ἡ θεὸς μεταποιήσασα θηρεύουσιν αὐτοῖς κατὰ τὴν Νάξον ἐν μέσῳ ὤφθη. οἱ δὲ κατατοξεύειν τὴν ἔλαφον ὑπολαμβάνοντες ἔλα‐ θον ἀλλήλους τιτρώσκοντες. τούτους οὖν ἐπὶ τοῦ ἐκτραπέλου τοῦ Ἰάσονος σώματος παρείληφεν. | |||
P 4156b | ἄλλως· ἐν τῇ Νάξῳ τεθνήκασιν οἱ Ἀλωεῖδαι, οἱ καλοὶ ἐκεῖνοι. μέμφεται δὲ Χαῖ‐ ρις ἐπὶ τῇ παραλήψει τῶν Ἀλωειδῶν· ἀρκεῖ γὰρ ὁ Ἀπόλλων καὶ ὁ Ἄρης. θεοῖς μὲν γὰρ εἰκάζομέν τινας, ἀνθρώποις δὲ | |||
5 | ὑπερφυέσι καὶ τερατώδεσιν οὐκέτι. ὅτι δὲ εὐπρεπὴς ἦν ὁ Ἰάσων, δῆλον ἐκ τοῦ καὶ τὴν Ἥραν κατά τινας αὐτῷ ἐπιμα‐ νῆναι. | |||
P 4160a | BDEGQ | καὶ μὰν Τιτυόν: ἀλλὰ μὴν τὸν Τιτυὸν τὸ τῆς Ἀρτέμιδος βέλος ἐθήρευσε καὶ ἀνεῖλεν ἐκ τῆς ἀνικήτου βελο‐ θήκης ὁρμώμενον. ἀκύρως δὲ τὸν Τιτυὸν ἐνταῦθα παρατί‐ θησι τερατώδη ὄντα τὸ σῶμα καὶ ἄλλως ἀσεβῆ. | ||
P 4160b | ἄλλως· ὁ μὲν Τιτυὸς μέγας ἦν, καλὸς δὲ οὔ. ὅτι δὲ ὑπὸ Ἀπόλλωνος καὶ Ἀρτέμιδος ἐτελεύτησε, Φερεκύδης (FHG I p. 71) φησίν. | |||
P 4163 | BDEGQ | ὄφρα τις τᾶν ἐν δυνατῷ: τοξευθεὶς, φησὶν, ὁ Τιτυὸς ὑπὸ τῆς Ἀρτέμιδος καὶ ἀναιρεθεὶς παράδειγμα τοῖς μετὰ ταῦτα γέγονεν, ὅπως ἄν τις τῶν δυνατῶν ἐπιθυμιῶν | ||
ὀρέγηται. | 121 in vol. 2 | |||
P 4165 | BDEGQ | τοὶ μὲν ἀλλάλοισιν: τοιαῦτα μὲν οἱ κατὰ τὴν ἀγορὰν Μάγνητες ὄντες ἀλλήλοις διαλεγόμενοι ἔλεγον. | ||
P 4166a | προτροπάδαν: ἀντὶ τοῦ ἐπτοημένως. | |||
P 4166b | BDEGQ | ὁ δὲ νοῦς· ἐν δὲ τοῖς ἡμιόνοις καὶ τῇ ἐνδόξῳ ἀπήνῃ ἐπτοημένως παρεγένετο σπεύδων ὁ Πελίας. 168cB | ||
P 4166c | DGQ | ἢ προτροπάδην τὸ προτετραμμένος ἐπ’ εὐθείας. | ||
P 4168a | BDEGQ | τάφε δ’ αὐτίκα: ἐξεπλάγη δὲ ἰδὼν τὸν μονο‐ κρήπιδα, ὡς κατ’ αὐτοῦ τι δράσοντος τοῦ Ἰάσονος, καὶ τοῦ χρησμοῦ νῦν ἀποτελουμένου. 172B | ||
P 4168b | πέδιλον δὲ νῦν εἶπε τὴν κρηπῖδα· πάντα γὰρ τὰ τοῖς ποσὶ περιειλούμενα πέδιλα καλεῖται. 168aB | |||
P 4168c | BEGQ | ἄλλως· εὐθέως δὲ κατεπλάγη θεασάμενος τὸ ἄγαν αὐτῷ διὰ τὸν χρησμὸν εὔγνωστον ὑπόδημα τοῦ Ἰά‐ σονος τῷ δεξιῷ αὐτοῦ περικείμενον ποδί. | ||
P 4169 | DEGQ | ἀρίγνωτον: τὸ ἄγαν αὐτῷ διὰ τὸν χρησμὸν εὔ‐ γνωστον. | ||
P 4171a | BDEGQ | κλέπτων δὲ θυμῷ: ὑποκλέπτων δὲ τῇ ψυχῇ τὸν φόβον τὸν κατὰ τὸν χρησμὸν προσεῖπεν. 168bB | ||
P 4171b | DEGQ | ἀντὶ τοῦ οὐκ ἀναγυμνῶν αὑτοῦ τὴν εὐλάβειαν. | ||
P 4172 | BDEGQ | ποίαν γαῖαν, ὦ ξεῖν’, εὔχεαι: ποίαν γῆν, ὦ ξένε, καυχᾷ ἔχειν πατρίδα, καὶ τίς σε τῶν χαμαιγενέων ἀν‐ θρώπων ἐκ τιμίας ἀνῆκε γαστρός; εἰπὲ, μὴ τοῖς ἐχθροῖς ψεύ‐ | ||
δεσι τὴν τιμίαν καταμιάνῃς γένναν. 177B | 122 in vol. 2 | |||
P 4174a | BDEGQ | ἀνθρώπων χαμαιγενέων: τὸ ἀνθρώπων ἥρ‐ μοζε τῷ ἔτεκεν, ὃ καὶ ἐπ’ ἀρσένων τίθεμεν· τὸ δὲ γυναικῶν τῷ νῦν κειμένῳ ἐξανῆκε γαστρός· ἴδιον γὰρ τῶν γυναικῶν τοῦτο. | ||
P 4174b | πολιᾶς δὲ νῦν λέγει τῆς τιμίας, παρὰ τὸ τοῦ γήρως ἔντιμον. 180B | |||
P 4177 | BDEGQ | μὴ ψεύδεσι καταμιάνας: λείπει ἤτοι τὸ εἶδος ἢ τὸν λόγον. μὴ μολύνας τοῖς ψεύδεσι τὴν μορφὴν καὶ τὸ εἶ‐ δος, εἰπὲ πόθεν γεγέννησαι· οἷον πρὸς τὸ εἶδος καὶ ἐλευθε‐ ρίως φθέγγου. 174B | ||
P 4180a | BDEGQ | φαμὶ διδασκαλίαν Χείρωνος οἴσειν: φημὶ καὶ διαβεβαιοῦμαι τὴν Χείρωνος διδασκαλίαν κομίζειν, ἀντὶ τοῦ γνώσῃ διὰ τῶν λόγων οὐ ψευδόμενόν με, ὡς τοῦ Χεί‐ ρωνος ἐλευθερίως αὐτὸν ἀναθρέψαντος καὶ διδάξαντος μὴ | ||
5 | ψεύδεσθαι. | |||
P 4180b | ἄλλως· διδασκαλία τοῦ Χείρωνος, ἡ ἀλή‐ θεια· οἷον, οὐ ψεύσομαι ἀλλὰ τὴν ἀλήθειαν ἐρῶ, ἣν ἔμαθον παρὰ Χείρωνος δικαίου τυγχάνοντος. | |||
P 4181 | BDEGQ | ἄντροθε γὰρ νέομαι: ἔθος αὐτῷ τῶν τοπικῶν τὸ ν ἀφαιρεῖν. ὁ δὲ νοῦς· ἐκ γὰρ τοῦ Χειρωνίου σπηλαίου παραγίνομαι ἀπὸ τῆς Χαρικλοῦς καὶ Φιλύρας, ἔνθα με αἱ τοῦ Κενταύρου ἁγναὶ κόραι ἀνέθρεψαν. | ||
P 4182 | BDEGQ | πὰρ Χαρικλοῦς: Χαρικλὼ γυνὴ Χείρωνος, θυγά‐ τηρ Ἀπόλλωνος ἢ ὥς τινες Πέρσου ἢ Ὠκεανοῦ, ἐξ ἧς καὶ Χείρωνος Κάρυστος. ὁ δὲ Ἡσίοδος (fr. 124) Ναΐδα φησὶ τὸν Χείρωνα γῆμαι. | 123 in vol. 2 | |
P 4184 | BDEGQ | εἴκοσι δ’ ἐκτελέσαις ἐνιαυτούς: εἴκοσι δὲ ἐκ‐ πληρώσας ἐνιαυτοὺς παρὰ Χείρωνι οὔτε ἔργον οὔτε λόγον ἐκείνοις ἀπαίδευτον εἰπὼν παρεγενόμην εἰς τὰ οἰκεῖα, τὴν ἀρχὴν καὶ βασιλείαν ἀναλαμβάνειν σπεύδων τοῦ πατρὸς Αἴ‐ | ||
5 | σονος ὑπ’ ἄλλῳ νῦν οὐ κατὰ τὸ δίκαιον οὖσαν. | |||
P 4186a | DEGQ | ἐντράπελον: ἀπαίδευτον, αἰσχρὸν, ὃ ἐκτρέψαιτο ἄν τις. | ||
P 4186b | ἢ οὕτως· ἐναντίον καὶ αἰσχρὸν, ὃ ἄν τις ἐν‐ τραπείη. | |||
P 4188a | BDEGQ | οἴκαδ’ ἀρχαίαν κομίζων: παραγώγως ἐξήγαγε τὴν ἀρχὴν, ὡς καὶ Ὅμηρος (τ 73) τὴν ἀνάγκην· ἀναγκαίη γὰρ ἐπείγει. | ||
P 4188b | ἄλλως· Χαῖρις γράφει ἀρχὰν ἀγκομίζων, ἵν’ ᾖ, τὴν ἀρχὴν ἀνακομιούμενος τοῦ ἐμοῦ πατρὸς, ἥτις βα‐ σιλεύεται παρὰ πάντα τὰ δίκαια. ὁ γὰρ Πελίας ἀφείλετο τὸν Αἴσονα τὴν ἀρχήν. | |||
P 4190 | BDEGQ | τάν ποτε Ζεὺς ὤπασεν: ἥντινά ποτε βασιλείαν ὁ Ζεὺς ἐχαρίσατο τῷ Αἰόλῳ καὶ τοῖς αὐτοῦ παισίν. ἡ δὲ γε‐ νεαλογία οὕτω· Προμηθέως Δευκαλίων, οὗ Ἕλλην, οὗ Αἴολος, | ||
οὗ Κρηθεὺς καὶ Ἀθάμας καὶ Σαλμωνεύς· καὶ Κρηθέως μὲν | 124 in vol. 2 | |||
5 | παῖς Αἴσων, Αἴσονος δὲ Ἰάσων· Σαλμωνέως δὲ Τυρὼ, ἧς καὶ Ποσειδῶνος Πελίας καὶ Νηλεύς. | |||
P 4193 | BDEGQ | πεύθομαι γάρ μιν Πελίαν ἄθεμιν: κατακούω δὲ τὸν ἄδικον Πελίαν ταῖς ἀνοήτοις πεισθέντα φρεσὶ τῶν ἡμετέρων γονέων ἀποσυλῆσαι τὴν βασιλείαν. | ||
P 4194a | BDEGQ | λευκαῖς πιθήσαντα φρασίν: λευκὰς εἶπε φρέ‐ νας κατὰ τὸ ἐναντίον ταῖς παρ’ Ὁμήρῳ μελαίναις, ἃς ἐκεῖνος ἀπὸ τῶν ἐν βάθει διαφαινομένων ὑδάτων κατὰ μεταφορὰν ὠνόμασε. τὰ μὲν γὰρ ἐπιπόλαια τῶν ὑδάτων διαυγῆ καὶ | ||
5 | λευκὰ, τὰ δὲ ἐν βάθει μέλανα· διόπερ τὰς μὲν ἐπιπολαίους λευκὰς φρένας εἶπε, τὰς δὲ ἐν βάθει μελαίνας Ὅμηρος. | |||
P 4194b | DGQ | ἄλλως· σημειωτέον ὅτι τὰς κενὰς οὕτως εἶπεν. | ||
P 4195a | BDEGQ | ἁμετέρων ἀποσυλᾶσαι: Χαῖρις γράφει ἁμετέ‐ ρων, καὶ περισπᾷ τὸ ἀρχεδικᾶν, ἵν’ ᾖ, τῶν ἡμετέρων πατέρων τῶν ἀρχεδικῶν ἀποσυλῆσαι αὐτὸν πεύθομαι. ἐὰν δὲ ἀρχε‐ δίκαν, τὴν ἀρχὴν, ἣν κατὰ δίκην, τουτέστι κατὰ τὸ δίκαιον | ||
5 | εἶχον οἱ ἐμοὶ γονεῖς. βιάζεται δὲ μεταγράφων. προτέταχε γὰρ τὴν ἀρχήν· ἱκόμαν οἴκαδε ἀρχαίαν κομίζων· διόπερ ἀκολού‐ θως ἐπήνεγκεν· ἁμετέραν ἀποσυλῆσαι. ἐὰν δὲ περισπωμένως ἀναγινώσκωμεν ἀρχεδικᾶν, οὐκ ἐκκόπτει ἡ γραφή· ἔσται γὰρ ὁ λόγος τοιοῦτος· τὴν ἡμετέραν ἀρχὴν τῶν ἀρχεδικῶν μου | |||
10 | γονέων πεύθομαι τὸν Πελίαν ἀποσυλῆσαι. | |||
P 4195b | EGQ | ἄλλως· ἀρχε‐ | ||
δικᾶν ἐὰν περισπωμένως, τῶν δικαίων βασιλέων· ἐὰν δὲ βα‐ ρυτόνως ἀρχεδίκαν, ἀρχεδίκην, ἵν’ ᾖ· τὴν ἐξ ἀρχῆς βασιλείαν, 〈ἣν〉 εἶχον δικαίως. | 125 in vol. 2 | |||
P 4197a | BDEGQ | τοί μ’ ἐπεὶ πάμπρωτον εἶδον: οἵτινές με γο‐ νεῖς, ἐπειδὴ τεχθεὶς τὸ πρῶτον φῶς ἐθεασάμην, τοῦ ἀδικω‐ τάτου βασιλέως δεδοικότες τὴν ὕβριν, φροντίδα καὶ λύπην πένθιμον ὥσπερ τετελευτηκότος μου ἐν τοῖς οἴκοις θέμενοι | ||
5 | σὺν θρήνῳ γυναικείῳ λαθραίως ἔπεμπον, ἐνδήσαντες σπαρ‐ γάνοις πορφυροῖς, κοινωνὸν τὸ τῆς νυκτὸς σκότος τοῦ μηχα‐ νήματος ἐσχηκότες, καὶ δεδώκασί με ἀνατρέφειν τῷ Χείρωνι. | |||
P 4197b | BEGQ | ἄλλως· οἱ γονεῖς οἱ ἐμοὶ, ὅτε ἐγεννήθην, δείσαντες τὴν ὕβριν τοῦ ἡγεμόνος Πελίου, ὑποθέντες τεθνηκέναι με καὶ κηδεύειν, μετὰ κωκυτοῦ γυναικῶν ὡς ἐκφορὰν τελοῦντες κρύφα καὶ νύκτωρ ἐξέπεμψαν πρὸς τὸν Χείρωνα, ἵνα μηδὲν | ||
5 | πάθω ὑπὸ τοῦ Πελίου. | |||
P 4204a | DEGQ | νυκτὶ κοινάσαντες: τῇ νυκτὶ κοινωνήσαντες κατὰ τὴν ὁδὸν, ἀντὶ τοῦ νυκτός με κατακρύψαντες. | ||
P 4204b | Κρο‐ νίδᾳ: τῷ Χείρωνι· ἐκ γὰρ Κρόνου καὶ Φιλύρας ἐστί. | |||
P 4204c | DGQ | τὸ δὲ τράφεν κατὰ Δωριέων ἔθος ἀποβολῇ τοῦ ι. | ||
P 4206a | BDEGQ | ἀλλὰ τούτων μὲν κεφάλαια λόγων ἴστε: ἀλλὰ τούτων μὲν τῶν λόγων τὰ κεφάλαια καὶ τὸ πέρας γινώ‐ σκετε, τῶν δὲ ἱππικῶν μοι πατέρων τοὺς οἴκους μηνύσατε, ὦ ἔντιμοι πολῖται. 209B | ||
P 4206b | DG | κεφάλαια λόγων: τὰ μείζονα καὶ τὰ καίρια. | ||
P 4207 | BDEGQ | λευκίππων πατέρων: εὐεπίφορος ὁ Πίνδαρος λευκίππους καλεῖν (fr. 202)· λευκίππων Μυκηναίων προ‐ | ||
φᾶται. 211B | 126 in vol. 2 | |||
P 4209 | BDEGQ | Αἴσονος γὰρ παῖς ἐπιχώριος ὑπάρχων οὐκ εἰς ξένην ἥκω γῆν. 207B | ||
P 4211a | BDEGQ | φὴρ δέ με θεῖος Ἰάσονα κικλῄσκων προσ‐ ηύδα: παρὸ ἰατρὸς ἦν, τὸν ἐκτραφέντα ὑπ’ αὐτοῦ φερωνύ‐ μως Ἰάσονα ἐκάλεσε παρὰ τὴν ἴασιν. | ||
P 4211b | ὁ δὲ νοῦς· ὁ Κέν‐ ταυρος δέ με Ἰάσονα ἐκάλει .... καὶ θῆρα μὲν διὰ τὴν συμ‐ βολὴν τοῦ σώματος καὶ τὴν φύσιν, θεῖον δὲ ἤτοι παρὰ τὴν δικαιοσύνην ἢ παρὰ τὸν τεκόντα Κρόνον. | |||
P 4213a | BDEGQ | ὣς φάτο: οὕτως εἶπε· τοῦτον δὲ, τὸν Ἰάσονα, εἰσελθόντα ἐγνώρισαν οἱ τοῦ πατρὸς ὀφθαλμοί, καὶ ἅμα τῇ γνώσει ἀπὸ τῶν καταγεγηρακότων βλεφάρων ἀνεβράσθη δά‐ κρυα, ἐπειδὴ κατὰ τὴν ἑαυτοῦ ψυχὴν ἐξαιρέτως καὶ ὑπερβε‐ | ||
5 | βλημένως ἥσθη. 215B | |||
P 4213b | BDEGQ | ἄλλως· εἰσελθόντα δὲ αὐτὸν ἔγνω ὁ πατήρ. πῶς δὲ δυνατὸν τὸν ὑπὸ τὴν γένεσιν ἐν σπαργάνοις ἐκτεθέντα, νῦν δὲ τετελειωμένον κατὰ τὴν ἡλικίαν, ἐπιγινώ‐ σκεσθαι παρὰ τοῦ πατρός; δεῖ οὖν ὑπονοεῖν ὅτι διὰ χρόνου | ||
5 | τινὸς ὁ Αἴσων ἐπισκεψόμενος τὸν υἱὸν λεληθότως ἐπορεύετο πρὸς τὸν Κένταυρον· αὐτὸς γὰρ ἐξέθετο ὅπως ἐκτραφῇ· διὸ καὶ ἐγνώρισεν αὐτὸν εἰς τὴν ἰδίαν κατελθόντα. 221aB | |||
P 4215a | BDGQ | ἐκ δ’ ἄρ’ αὐτοῦ πομφόλυξαν: ἀνεβράσθησαν. ὡς ἐπὶ τῶν ζεστῶν ὑδάτων ἔφη. | ||
P 4215b | ἢ οὕτως· κατὰ μετα‐ φορὰν τὴν ἀπὸ τῶν ἀναζεόντων ὑδάτων· τοιοῦτος γὰρ ἦχος γίνεται ἀπὸ βρασμοῦ. τὸ δὲ σημεῖον χʹ, ὅτι ἐκ τοῦ παρεπο‐ | |||
μένου ἀντὶ τοῦ ἐδάκρυσεν. | 127 in vol. 2 | |||
P 4217 | BDEGQ | ἐπεὶ γάθησεν ἐξαίρετον: γίνεται γὰρ τοῦτο, ἐπειδὰν ὑπέρμετρος χαρὰ ἐπιπέσῃ, ὥστε ἀκουσίως δακρύειν. Σοφοκλῆς (fr. 824)· χῶρος γὰρ οὗτός ἐστιν ἀνθρώπου φρενῶν, | ||
5 | ὅπου τὸ τερπνὸν καὶ τὸ πημαῖνον φύει· δακρυρροεῖ γοῦν καὶ τὰ καὶ τὰ τυγχάνων. 213bB | |||
P 4221a | B | ἤλυθον κείνου γε κατὰ κλέος: κατὰ τὴν Ἰά‐ σονος ἐπάνοδον. | ||
P 4221b | DEGQ | ἐγγὺς μὲν Φέρης: πλησίον αἱ Φεραὶ τῆς Ἰωλ‐ | ||
κοῦ· κρήνη δὲ Ὑπερηὶς ἐν Φεραῖς, ὡς Σοφοκλῆς (fr. 825)· ὦ γῆ Φεραία, χαῖρε, σύγγονόν θ’ ὕδωρ Ὑπέρεια κρήνη, νᾶμα θεοφιλέστατον. | BDEGQ | |||
P 4221c | BDEGQ | ἐγγὺς μὲν Φέρης: ἐγγὺς ἀντὶ τοῦ ἐγγύθεν, ἐκ τῶν σύνεγγυς τόπων, ὡς τῶν Φερῶν ἐγγὺς κειμένων τῆς Ἰωλκοῦ. Ὑπέρεια δὲ κρήνη ἐν ταῖς Φεραῖς. φασὶ δὲ ἔνιοι, ἀπὸ Ὑπέρη‐ τος αὐτὴν λαβεῖν τοὔνομα, ὡς Φερεκύδης (FHG I p. 86). φησὶ | ||
5 | γὰρ οὕτω· Μέλας ὁ Φρίξου γαμεῖ Εὐρύκλειαν· τῶν δὲ γί‐ νεται Ὑπέρης, ὃς ᾤκει ἐπὶ τῇ κρήνῃ τῇ ἀπ’ αὐτοῦ κληθείσῃ Ὑπερείῃ. καὶ κατ’ ἐνίους δὲ ἔκδοσις παρ’ Ὁμήρῳ οὕτως ἔχει (Β 711)· οἳ δὲ Φερὰς ἐνέμοντο, ἰδὲ κρήνην Ὑπέρειαν. | |||
10 | εἶναι δέ φασι καὶ ἐν Λακωνικῇ Ὑπέρειαν κρήνην. | 128 in vol. 2 | ||
P 4223a | BDEGQ | ἐκ δὲ Μεσσάνας Ἀμυθάν: ἐκ δὲ τῆς Μεσσή‐ νης τῆς Λακωνικῆς πόλεως ὁ Ἀμυθὰν παρεγένετο. καὶ ὅτι οὗτοι Αἴσονος ἀδελφοί, καὶ Ὅμηρός πού φησι (λ 258)· τοὺς δ’ ἑτέρους Κρηθῆϊ τέκεν βασίλεια γυναικῶν, | ||
5 | Αἴσονά τ’ ἠδὲ Φέρητ’ Ἀμυθάονά θ’ ἱππιοχάρμην. | |||
P 4224 | BQ | Ἄδματος καὶ Μέλαμπος: οὗτοι ἐκείνων ἦσαν υἱοὶ, καὶ σὺν τοῖς πατράσιν αὐτῶν ἦλθον. Ἀμυθάονος γὰρ Μελάμπους, Φέρητος δὲ Ἄδμητος, ἀνεψιοὶ τοῦ Ἰάσονος. | ||
P 4226a | BDEGQ | ἐν δαιτὸς δὲ μοίρᾳ: ἐν δὲ τῷ συμποσιακῷ καιρῷ. | ||
P 4226b | ἄλλως· ἐν δὲ τῇ μερίδι τῆς εὐωχίας, τουτέστιν ἐν τῷ συμποσιακῷ καιρῷ, προσηνέσι λόγοις αὐτοὺς ὁ Ἰάσων δεξιούμενος, ξένια ἁρμόζοντα κατασκευάζων, πᾶσαν εὐφροσύ‐ νην καὶ ἡδονὴν αὐτοῖς ἐξέτεινεν. | |||
P 4228 | BDEGQ | Ἰάσων δέγμενος: οὐχ ὡς πάντας ὑποδεδεγμένου τοῦ Ἰάσονος τοὺς περὶ Φέρητα δεῖ νοεῖν, ἀλλ’ ἐπειδὴ διὰ τὴν παρουσίαν αὐτοῦ ἐγένετο ὑπὸ Αἴσονος τοῦ πατρὸς ἡ ξε‐ νία τοῖς ἀδελφοῖς, διὰ τοῦτο εἶπεν αὐτὸν ὑποδέχεσθαι. ἡ γὰρ | ||
5 | ἀναφορὰ τῆς ξενίας εἰς αὐτὸν ἀνήγετο. 231bB | |||
P 4231a | DEGQ | ἀθρόαις πέντε δραπών: ἀδιαλείπτως διὰ νυκ‐ | ||
τὸς καὶ ἡμέρας τὸ ἄνθος τῆς ζωῆς ἀποδρέπων παρ’ αὐτοῖς, τὰ πρὸς τὴν εὐωχίαν παρεχόμενος. 234B | 129 in vol. 2 | |||
P 4231b | ὁ δὲ νοῦς· ἐν πέντε ὅλαις νυξὶ καὶ ἡμέραις δρεπόμενος τὸ ἱερὸν τῆς ζωῆς ἀπάνθισμα, τὴν εὐφροσύνην, ἐξένιζε τοὺς συγγενεῖς. 231aB | |||
P 4231c | DGQ | ἄλλως· τουτέστιν ἐν θυμηδίᾳ διάγων καὶ εὐφροσύνῃ. | ||
P 4234 | BDEGQ | ἀλλ’ ἐν ἕκτᾳ πάντα λόγον: ἀλλ’ ἐν τῇ ἕκτῃ ἡμέρᾳ ὅλον τὸν λόγον τὸν σπουδαῖον ἐξ ἀρχῆς ὁ Ἰάσων τοῖς ἐγγενέσιν ἑαυτοῦ ἐκοινώσατο· οἱ δὲ ἀκούσαντες ἠκολούθησαν. | ||
P 4237a | BEQ | οἱ δ’ ἐπέσποντο: οἱ δὲ συνῄεσαν αὐτῷ καὶ τὴν αὐτὴν γνώμην ἀνέλαβον. | ||
P 4237b | BDEGQ | οἱ δὲ ἐπηκολούθησαν αὐτοῦ τῇ προαιρέσει εὐωχηθέντες. | ||
P 4237c | BDEGQ | αἶψα δ’ ἀπὸ κλισιᾶν ὦρτο: ταχέως δὲ ἀπὸ τῶν σκηνῶν σὺν τοῖς προρρηθεῖσιν ὥρμησεν ὁ Ἰάσων, καὶ δὴ παρεγένοντο εἰς τὸν τοῦ Πελίου οἶκον, σπουδαίως δὲ ἔσω τοῦ οἴκου κατέστησαν. 242bB | ||
P 4239 | B | ἐσσύμενοι: μετὰ σπουδῆς. | ||
P 4242a | BDEGQ | Τυροῦς ἐρασιπλοκάμου γενεά: ὁ Πελίας. καὶ Ὅμηρος (λ 254)· ἡ δ’ ὑποκυσαμένη Πελίαν τέκε καὶ Νηλῆα. 244B | ||
P 4242b | ὁ νοῦς· ἡ δὲ τῆς Τυροῦς γέννα, τουτέστιν ὁ Πελίας, τού‐ των ἀκούσας καὶ αἰσθόμενος τὴν εἴσοδον, ἀπήντησεν αὐτοῖς. | |||
P 4243 | BDEGQ | πραῢν δ’ Ἰάσων: πραῢν δὲ ὁ Ἰάσων μαλθακῇ καὶ οὐ τραχείᾳ φωνῇ ἀποστάζων τοῦ στόματος λόγον κατε‐ | ||
βάλλετο βάσιν καὶ ἀρχὴν τῶν σοφῶν λόγων. 239B | 130 in vol. 2 | |||
P 4244 | B | ποτιστάζων ὄαρον: τὴν ὁμιλίαν. | ||
P 4246a | BDEGQ | παῖ Ποσειδᾶνος Πετραίου: Πετραῖος τιμᾶται Ποσειδῶν παρὰ Θεσσαλοῖς, ὅτι διατεμὼν τὰ ὄρη τὰ Θεττα‐ λικὰ, φημὶ δὴ τὰ Τέμπη, πεποίηκε δι’ αὐτῶν ἐπιτρέχειν τὸν ποταμὸν, πρότερον διὰ μέσης τῆς πόλεως ῥέοντα καὶ πολλὰ | ||
5 | BEGQ | τῶν χωρίων διαφθείροντα. καὶ Καλλίμαχος (h. in Del. 105)· φεῦγε δὲ καὶ Πηνειὸς ἑλισσόμενος διὰ Τεμπέων. οἱ δὲ, ὅτι ἐπί τινος πέτρας κοιμηθεὶς ἀπεσπερμάτισε, καὶ τὸν θορὸν δεξαμένη ἡ γῆ ἀνέδωκεν ἵππον πρῶτον, ὃν ἐπεκάλεσαν Σκύφιον. | ||
P 4246b | BDEGQ | ἄλλως· ἐπίθετον Ποσειδῶνος ὁ Πετραῖος. φασὶ δὲ καὶ ἀγῶνα διατίθεσθαι τῷ Πετραίῳ Ποσειδῶνι, ὅπου ἀπὸ τῆς πέτρας ἐξεπήδησεν ὁ πρῶτος ἵππος· διὸ καὶ Ἵππιος ὁ Ποσειδῶν. | ||
P 4246c | ἄλλως· ὦ τοῦ Πετραίου Ποσειδῶνος παῖ, αἱ μὲν τῶν ἀνθρώπων φρένες ταχύτεραι μὲν ἐπαινέσαι καὶ ἀνελέ‐ σθαι τὸ παρὰ τὸ δίκαιον κέρδος· καίτοι ἑρπόντων ἐκ τῆς ἀδικίας πρὸς τὴν ἑξῆς τραχεῖαν ὁδὸν, ὅμως τὸ κέρδος τοῦ | |||
5 | δικαίου προκρίνουσιν. | |||
P 4247a | BEGQ | ἐντὶ μὲν θνατῶν φρένες ἕως πρὸς ἐπίβδαν: | ||
ἐπίβδαι κυρίως καλοῦνται αἱ ἐχόμεναι τῶν ἑορτῶν ἡμέραι, αἱ μεθέορτοι, ἐπιβάδες τινὲς οὖσαι, οἷον ἐπαγόμεναι τῇ ἑορτῇ. τινὲς δέ φασι παρεμβεβλῆσθαι τὸ βῆτα· τὰς γὰρ ἐπὶ δαιτὶ | 131 in vol. 2 | |||
5 | λέγουσιν ἐπίβδας, ὡς τὴν σίδην σίβδην, καὶ ἔασον ἔβασον. οἱ δὲ, μετῆχθαι ἀπὸ τῶν ἐπιβδαλλομένων προβάτων· βδάλ‐ λοντες γὰρ οἱ ποιμένες ἅπαξ αὖθις ἐπιβδάλλουσι. νῦν δὲ σημαίνει τὸ μέλλον καὶ τὸ μετὰ ταῦτα. | |||
P 4247b | BDEGQ | ὁ δὲ λόγος· αἱ τῶν ἀνθρώπων φρένες πρὸς τραχεῖαν ἑρπόντων ἐπίβδαν, ὡς ἄν τις εἴποι, καίπερ τοῖς τοιούτοις μετὰ τὴν παροῦσαν εὐ‐ φροσύνην τοῦ κέρδους τραχείας ἐπιούσης ἐπίβδης, ἢ καίπερ | ||
5 | τοῦ τοιούτου πράγματος τοῦ ἀδίκου ἢ ἐπικερδοῦς τραχεῖαν ἔχοντος τὴν ἐπίβδαν, τουτέστι τὴν μετὰ ταῦτα ἀπόλαυσιν οὐ τερπνὴν ἔχοντος. 250aDEGQ | |||
P 4247c | DEGQ | τὸ δὲ ἐπίβδας τὰς μεθεόρ‐ τους φασὶν, οἱονεὶ τὰς ἐπιβαινούσας ἡμέρας τῇ πανηγύρει. νῦν δὲ τὸν μετὰ ταῦτα χρόνον δηλοῖ. 250bDEGQ | ||
P 4250a | BDEGQ | ἀλλ’ ἐμὲ χρή: ἀλλὰ προσήκει ἐμὲ καὶ σὲ ἀφε‐ μένους τῶν ἀγανακτήσεων συντιθέναι εἰς τὸ λοιπὸν τοῦ βίου τὴν εὐδαιμονίαν. 247cDEGQ | ||
P 4250b | θεμισσαμένους: δικαίως διακρίναντας τοὺς τρόπους ἐκτελεῖν τὴν λοιπὴν εὐδαιμο‐ νίαν. 253B | |||
P 4252 | BDEGQ | εἰδότι τοι ἐρέω: γινώσκοντί σοι λέγω· μία μήτηρ ἡ Ἐνάρεα τῷ τε Κρηθεῖ καὶ τῷ Σαλμωνεῖ, ἐν δὲ τρίταις γο‐ ναῖς ἐξ ἐκείνων φυτευθέντες ἡμεῖς τὴν χρυσῆν δύναμιν τοῦ | ||
ἡλίου ὁρῶμεν, τουτέστιν ἐν ζῶσι διάγομεν. 253b med. B | 132 in vol. 2 | |||
P 4253a | BDEGQ | μία βοῦς: καταχρηστικώτερον τὴν τοκάδα φησὶ, τουτέστι τὴν μητέρα. λέγεται δὲ μήτηρ Κρηθεῖ καὶ Σαλμωνεῖ Ἐνάρεα. | ||
P 4253b | ἄλλως· μία βοῦς μεταφορικῶς μία γυνή. (252 B) ἰδίως δὲ οὐκ ἀπὸ ἀνδρογενείας εἴληφεν ἀπὸ τοῦ Αἰόλου, ἀλλ’ ἀπὸ τῆς γυναικός· εἰ μὴ ἄρα ὅτι οἱ πάπποι ἀλλήλοις ὁμογάστριοι, ὅ τε Κρηθεὺς καὶ ὁ Σαλμωνεὺς, ὁ μὲν Αἴσονος, | |||
5 | ὁ δὲ Πελίου. | |||
P 4253c | ἀντὶ τοῦ, ἓν ἔχομεν γένος. καὶ Ἡσίοδος (fr. 7)· Αἰολίδαι δ’ ἐγένοντο θεμιστοπόλοι βασιλῆες, Κρηθεὺς ἠδ’ Ἀθάμας καὶ Σίσυφος αἰολομήτης, Σαλμωνεύς τ’ ἄδικος καὶ ὑπέρθυμος Περιήρης. | |||
P 4255 | BDEGQ | Σαλμωνέως Τυρὼ, Τυροῦς Πελίας. τρίτος οὖν ἀπὸ Σαλμωνέως ὁ Πελίας. ὁ δὲ Ἰάσων καὶ αὐτὸς οὕτω τρίτος· Κρηθεύς ἐστι Σαλμωνέως ἀδελφὸς, Κρηθέως δὲ Αἴσων, Αἴ‐ σονος δὲ Ἰάσων, τρίτος ἀπὸ Κρηθέως. ὁ μὲν οὖν Πελίας | ||
5 | ἀπὸ Σαλμωνέως κατὰ μητέρα ἀριθμούμενος, Ἰάσων δὲ κατὰ πατέρα ἀπὸ Κρηθέως. | |||
P 4258a | BDEGQ | Μοῖραι δ’ ἀφίσταντ’ εἴ τις ἔχθρα πέλει: ἐὰν δέ τις ἔχθρα ὁμογόνοις γεννηθῇ, ὥστε καλύπτειν τὴν αἰδῶ καὶ ἀποκρύπτειν, τουτέστι μὴ αἰδεῖσθαι, τοῦ τοιούτου πρά‐ γματος ἀφίστανται αἱ Μοῖραι· ὡς ἄν τις εἴποι, οὐκ εὐμοι‐ | ||
5 | ροῦσιν, οὐκ ἀγαθῇ μοίρᾳ χρῶνται. | |||
P 4258b | ὁ δὲ Χαῖρις προσ‐ τιθεὶς τὸ ι γράφει ἀφίσταιντο, ἵν’ ᾖ εὐκτικὸς ὁ λόγος· ἀφί‐ | |||
σταιντο αἱ Μοῖραι, εἰ μέλλοι ἐν τῷ γένει ἡμῶν διαφορὰ γίνεσθαι, ὥστε ἀναίδειαν προστραπῆναι. καὶ οὐκ ἀπιθάνως | 133 in vol. 2 | |||
5 | ὁ Χαῖρις. | |||
P 4261 | BDEGQ | οὐ πρέπει νῷν: οὐ προσῆκον οὐδὲ δίκαιον ἡμῖν ἀμφοτέροις τοῖς τὸν χαλκὸν τιτρώσκουσι ξίφεσιν, οὔτε μὴν ἀκοντίοις τὴν μεγάλην καὶ περίσημον τῶν προγόνων βασι‐ λείαν διαμοιράσασθαι. | ||
P 4263a | BDEGQ | μῆλά τε γάρ τοι ἐγὼ καὶ βοῶν ξανθὰς ἀγέλας: τὰ μὲν γὰρ πρόβατα καὶ τὰς τῶν βοῶν ἀγέλας ἀφί‐ ημι καὶ συγχωρῶ, καὶ πάντας τοὺς ἀγροὺς οὕστινας ἀφελό‐ μενος τῶν ἐμῶν γονέων νέμῃ, τὸν σὸν πλοῦτον ἐκ τῆς ἐπι‐ | ||
5 | καρπίας αὔξων. | |||
P 4263b | μῆλα δὲ νῦν καταχρηστικώτερον πᾶσαν τὴν τῶν τετραπόδων κτῆσιν ἀρχαΐζων φησί. καὶ Ὅμηρος (Ρ 550)· ἀνθρώπους ἀπέπαυσεν ἐπὶ χθονὶ, μῆλα δὲ κήδει. | |||
P 4266 | DEGQ | ἁμετέρων τοκέων: ἀντὶ τοῦ τοκέως, τοῦ πατρός. ὁ γὰρ Αἴσων τοῦ Πελίου κατὰ μητέρα ἀδελφός. | ||
P 4268 | BDEGQ | κοὔ με πονεῖ τεὸν οἶκον: οὐκ ἀλγύνει δέ με ταῦτα τὸν σὸν οἶκον αὔξοντα. | ||
P 4270a | DEGQ | ἀλλὰ καὶ σκᾶπτον: ἀπὸ κοινοῦ τὸ πονεῖ. καὶ ὁ ἀλλά ἀντὶ τοῦ δέ, ἵν’ ᾖ· πονεῖ δέ με τὸ σκῆπτρον καὶ ὁ θρόνος. | ||
P 4270b | BDEGQ | ἄλλως· ἀλλὰ καὶ τὸ σκῆπτρον τὸ τῆς μοναρχίας καὶ ὁ θρόνος τῆς μοναρχίας, ἔξωθεν τὸ, λυπεῖ με. | ||
P 4271 | BDEGQ | ᾧ ποτε Κρηθεΐδας: ᾧτινί ποτε τῷ θρόνῳ ὁ τοῦ Κρηθέως παῖς Αἴσων ἐπικαθεζόμενος ἐπ’ εὐθείας ἦγε τοῖς ὑπηκόοις τὰς δίκας. | 134 in vol. 2 | |
P 4274a | BDEGQ | τὰ μὲν ἄνευ ξυνᾶς ἀνίας: ταῦτα μὲν οὖν χω‐ ρίς τινος ἀνίας καὶ λύπης διάλυσον τῷ δικαίῳ, μή τι νεώ‐ τερον ἡμῖν καὶ ἐπιβλαβὲς ἐξ αὐτῆς ἀνασταίη κακόν. | ||
P 4274b | ἐὰν δὲ ᾖ ἀναστήσῃ, ἔσται ὁ νοῦς τοιοῦτος· μὴ ὁ νεωτερισμὸς ἡμῖν κακὸν ἀναστήσῃ. | |||
P 4274c | BEGQ | ἄλλως· τινὲς κατὰ συναλοιφὴν θέλουσιν ἐξενηνέχθαι, ὡς παρ’ Ὁμήρῳ (Α 203)· ἢ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρείδαο, ἀντὶ τοῦ ἴδηαι. οὕτως οὖν ἀναστήσῃ ἀντὶ τοῦ ἀναστήσηαι. | ||
P 4277 | BDEGQ | ὣς ἄρ’ ἔειπεν: οὕτως εἶπεν ὁ Ἰάσων· ὁ δὲ Πελίας ἠρέμα καὶ ἡσύχως ἀνταπεκρίθη αὐτῷ. | ||
P 4278 | BDEGQ | ἔσσομαι τοιοῦτος: γενήσομαι τοιοῦτος, οἷος μη‐ δὲν ἀναστῆσαι ἄδικον καὶ νεώτερον. ἀλλὰ ἤδη με τὸ γηραιὸν μέρος τῆς ἡλικίας περικυκλοῖ καὶ περιέχει. | ||
P 4281a | BDEGQ | σὸν δ’ ἄνθος ἥβας ἄρτι κυμαίνει: μετεωρίζε‐ ται· ἀπὸ τῶν κυμάτων ἡ μεταφορά. πρὸς τί δὲ ταῦτα λέγει; ἐγὼ μὲν εἰς ἐπανόρθωσιν τοῦ γένους οὐκέτι ἰσχύω τι δρᾶν γέρων ὤν· σὺ δὲ νέος ὢν δύνασαι ἀπολῦσαι τὸν ἐκ τῶν χθο‐ | ||
5 | νίων γεγονότα κότον τῷ γένει ἡμῶν. ἴδιος δέ ἐστι καὶ ἐν‐ ταῦθα ὁ Πίνδαρος μετὰ τοῦ δέρους καὶ τὴν ψυχὴν τοῦ Φρίξου κελεύων τῷ Ἰάσονι ἐκ τῆς Αἴας ἀνακαλέσασθαι· ἐπὶ γὰρ τούτῳ μηνίειν τοὺς χθονίους δαίμονας· τῶν ἄλλων ἐπὶ | |||
μόνην τὴν κομιδὴν τοῦ δέρους αὐτὸν ἐκπεμφθῆναι λεγόντων. | 135 in vol. 2 | |||
10 | ὅτι δὲ τὰς ψυχὰς ἀνεκαλοῦντο τῶν ἐπὶ ταῖς ἀλλοδαπαῖς ἀποι‐ χομένων, Ὅμηρος δηλοῖ (ι 64) οὐδ’ ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι, πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῧσαι. 284D | |||
P 4281b | ἄλλως· ἐπειδὴ γὰρ ἐν Κόλχοις τέθνηκεν ὁ Φρίξος, κελεύει με δι’ ὀνείρων ἀνακαλέσασθαι αὐτοῦ τὴν ψυχὴν εἰς Θεσσα‐ λίαν, παραγενόμενον εἰς τοὺς τοῦ Αἰήτου οἴκους, κελεύει δέ με καὶ τὸ δέρμα τοῦ κριοῦ ἀγαγεῖν, ᾧτινί ποτε ἐκ τοῦ πόν‐ | |||
5 | του διεσώθη καὶ ἐκ τῶν τῆς μητρυιᾶς ἀθέων βελῶν, τῶν ἐπιβουλῶν. 288D | |||
P 4281c | BEGQ | ἔθος δὲ ἦν τῶν τελευτησάντων ἐπ’ ἀλλοδαπῆς, εἰ καὶ μὴ τὰ σώματα εἴη παρ’ αὐτὰ, τὰς γοῦν ψυχὰς διά τινων μυστηρίων ἀνακαλεῖσθαι καὶ ὥσπερ συμ‐ πλεούσας εἰς τὴν πατρίδα διαπεραιοῦν. τοῦτο καὶ Ὅμηρος | ||
5 | (l. c.) οἶδεν. | |||
P 4284 | DEGQ | κομίξαι: ἤτοι ἀνακομίσαι ἢ ἀνακαλέσασθαι, ἢ ἐπι‐ μελείας ἀξιῶσαι· ἡρωϊκώτερον δὲ τὸ πρότερον καὶ ἄξιον τοῦ πλοῦ. 281bD | ||
P 4288a | BDEGQ | ἔκ τε ματρυιᾶς ἀθέων βελέων: ἐκακώθη γὰρ διὰ τὴν μητρυιὰν ἐρασθεῖσαν αὐτοῦ καὶ ἐπεβουλεύθη, ὥστε φυγεῖν. ταύτην δὲ ὁ μὲν Πίνδαρος ἐν Ὕμνοις (fr. 49) Δη‐ μοδίκην, Ἱππίας δὲ (FHG II p. 62) Γοργῶπιν· Σοφοκλῆς ἐν | ||
5 | Ἀθάμαντι (p. 131 N.) Νεφέλην· Φερεκύδης (FHG I p. 86) Θε‐ μιστώ· ὃς καί φησι τῶν καρπῶν φθειρομένων ἐκ ταὐτομάτου ἐθελούσιον δοῦναι ἑαυτὸν εἰς σφαγήν. τὸ δὲ ἀθέων βελέων | |||
ἀλληγορικῶς ἀντὶ τοῦ βουλευμάτων ἢ λόγων ἢ πραγμάτων· οὐ γὰρ ἐνδόντος αὐτοῦ πρὸς ἃ ἡ μητρυιὰ παρεκάλει, ἐπιβου‐ | 136 in vol. 2 | |||
10 | λευθῆναι εἰς τὰ τεθρυλλημένα. | |||
P 4288b | BGQ | ἄλλως· βελέων: τῶν ἐπιβουλῶν. | ||
P 4288c | τὴν κατ’ Ἰνὼ ἱστορίαν ἐκτίθεται. | |||
P 4289 | BDEGQ | ταῦτά μοι ὁ θαυμαστὸς ὄνειρος παραγενόμενος ἔλεγεν. | ||
P 4290 | BDGQ | μεμάντευμαι: ἐμαντευσάμην δὲ εἰς Δελφοὺς ἐλ‐ θὼν, εἰ ἐρευνητέον τι τούτων καὶ φροντιστέον, τουτέστιν εἰ πρακτέον· καὶ ὡς τάχιστα κελεύει ναῦν παρασκευάσασθαι καὶ καθέλκειν εἰς τὸν ἐπὶ Σκυθίαν ἀπόπλουν. | ||
P 4293 | BDEGQ | τοῦτον ἄεθλον: τοῦτον τὸν ἆθλον ἑκὼν ἐκτέλε‐ σον, καί σοι προΐημι ἄρχειν καὶ βασιλεύειν τῆς Θεσσαλίας· περὶ δὲ τῶν λεγομένων καὶ τῆς ἀποδόσεως τῆς βασιλείας ὅρ‐ κος ἰσχυρὸς καὶ βέβαιος ὁ γενέθλιος ἡμῖν Ζεὺς γενέσθω. | ||
5 | γενέθλιος δὲ ἀμφοτέροις, Πελίᾳ τε καὶ Ἰάσονι· Σαλμωνεὺς γὰρ καὶ Κρηθεὺς εἰς Δία τὸ γένος ἀνῆγον. | |||
P 4299 | BDEGQ | σύνθεσιν ταύταν: ταύτην τὴν συνθήκην τῶν ὅρ‐ κων καὶ τῆς βασιλείας πρὸς ἑαυτοὺς ἐπαινέσαντες διεχωρίσθησαν. | ||
P 4301 | BDEGQ | ἀτὰρ Ἰάσων: ὁ δὲ Ἰάσων αὐτὸς παρώξυνε τὸν ὄντα καὶ δόξαντα πλοῦν εἰς Σκυθίαν ἀναφανεροῦν παντα‐ χοῦ. 303bB | ||
P 4303a | BDEGQ | τάχα δὲ Κρονίδαο: ταχέως δὲ οἱ τοῦ Κρόνου παιδὸς Διὸς τρεῖς παῖδες τὸν ἀριθμὸν, οἱ ἀκοπίαστοι κατὰ τὴν μάχην, παρεγένοντο. καὶ ἐκ μὲν Ἀλκμήνης Ἡρακλῆς, ἐκ δὲ Λήδας οἱ Διόσκουροι. πάλιν δὲ συλληπτικῶς ἐχρήσατο | ||
5 | τῷ τρόπῳ. φαίνεται γὰρ Ἡρακλῆς Ἀλκμήνης καὶ Λήδας υἱὸς κατὰ τὸ ἀδιαχώριστον τοῦ λόγου· ἀλλὰ προσήκει ὑποδιαι‐ ροῦντας ἑκάστῳ τὸ οἰκεῖον τῆς γενέσεως προσάπτειν. 305B | 137 in vol. 2 | ||
P 4303b | BDEGQ | τάχα δὲ Κρονίδαο Ζηνὸς υἱοὶ τρεῖς: πάντας Σοφοκλῆς ἐν ταῖς Λημνιάσι τῷ δράματι (fr. 354) καταλέγει τοὺς εἰς τὸ Ἀργῷον εἰσελθόντας σκάφος, καὶ ὁ Αἰσχύλος ἐν Καβείροις (p. 31 N.). ὁ δὲ Πίνδαρος συσταλῆναι τὸν Ἡρα‐ | ||
5 | κλέα τοῖς Ἀργοναύταις φησὶν, ὡς δὲ ἐν Μυσίᾳ ἐξῆλθεν ἐφ’ ὕδρευμα, κατελείφθη παρὰ τῶν Ἀργοναυτῶν· οἱ δὲ νεώτεροι, διὰ τὸ κατὰ τὴν εἰρεσίαν ἄπειρον αὐτὸν εἶναι καὶ συντρίβειν | |||
BEGQ | τὰς κώπας, ὡς καὶ Ἀπολλώνιος (I 1167)· δὴ τότ’ ἀνοχλίζων τετρηχότος οἴδματος ὁλκούς | |||
10 | μεσσόθεν ἄξεν ἐρετμόν. οἱ δὲ, ὅτι ἐφ’ οὗ ἂν ἐκαθέσθη μέρους, ἐκεῖ ἡ ναῦς ἔκλινεν. 303aB | |||
P 4305 | BDEGQ | Ἀλκμήνας: τὸ χʹ, ὅτι τὸ χωρὶς συμβεβηκὸς τῷ Ἡρακλεῖ [τῷ τῆς Ἀλκμήνης] καὶ ἐπὶ τῶν Διοσκούρων κοινῶς εἴρηκεν· οἱ μὲν γὰρ Διὸς καὶ Λήδας, ὁ δὲ Ἀλκμήνης μόνος. | ||
P 4306a | BDEGQ | δοιοὶ δ’ ἀνέρες, Ἐννοσίδα γένος: δύο δὲ ἄνδρες παρεγένοντο ἐκ Ποσειδῶνος ἔχοντες τὸ γένος, τὴν ἑαυτῶν αἰδεσθέντες δύναμιν, τουτέστιν οὐκ ἀνάξια τῆς ἑαυ‐ τῶν ἀνδρείας λογισάμενοι· καὶ ὁ μὲν Περικλύμενος ἐκ Πύλου, | ||
5 | ὁ δὲ Εὔφημος ἐκ Ταινάρου, ὅ ἐστιν ἀκρωτήριον τῆς Λακω‐ νικῆς, παρεγένοντο. πάλιν συλληπτικώτερον· οὐ γὰρ ἀμφό‐ | |||
τεροι ἀπὸ Ταινάρου καὶ Πύλου, ἀλλ’ ὁ μὲν Περικλύμενος [ἐκ Χλωρίδος] ἐκ Πύλου στέλλεται, ὁ δὲ ἐκ Ταινάρου ὁ Εὔ‐ φημος, ὡς αὐτὸς προεῖπεν. | 138 in vol. 2 | |||
P 4306b | EGQ | ἄλλως· καὶ ἐνταῦθα συλλη‐ πτικῶς. Περικλύμενος γὰρ Νηλέως καὶ Χλωρίδος ἐκ Πύλου, Εὔφημος δὲ ἐκ Ταινάρου. | ||
P 4306c | BEGQ | πῶς δὲ Ἐννοσίδα εἶπε τοὺς δύο; Νηλέως γὰρ ὁ Περικλύμενος, ὁ δὲ Νηλεὺς Ποσειδῶνος υἱός· ὁ δὲ Εὔφημος Ποσειδῶνος ἐκ Ταινάρου, υἱωνὸς δὲ ὁ Περικλύμενος ἐκ Πύλου. | ||
P 4308a | BDEGQ | αἰδεσθέντες ἀλκάν: ἐντραπέντες ἣν εἶχον ἀλ‐ κὴν καταισχῦναι, εἰ μὴ ὑπακούσειαν τοῖς καλοῦσι. | ||
P 4308b | διὰ τοῦτο ὑπέμειναν πλεῦσαι, ἵνα μὴ καταιδεσθῶσιν ὡς ἄναν‐ δροι. 313aE | |||
P 4310 | BDEGQ | τῶν μὲν κλέος ἐσλόν: τούτων μὲν οὖν ἐξ ἀμφο‐ τέρων τῶν Ποσειδῶνος παίδων δόξα τις ἀγαθὴ συνεπεράνθη κατὰ τὸν ἀπόπλουν τῶν Ἀργοναυτῶν. 313bBE | ||
P 4313a | BDEGQ | ἐξ Ἀπόλλωνος δὲ φορμικτάς: Ἀπόλλωνος τὸν Ὀρφέα φησὶν εἶναι, ὃν καὶ αὐτὸς ὁ Πίνδαρος καὶ ἄλλοι Οἰ‐ άγρου λέγουσιν. Ἀμμώνιος δὲ σύμφωνον τὴν ἱστορίαν θέλων εἶναι, οὕτως ἀποδίδωσιν· ἐξ Ἀπόλλωνος φορμικτάς: ὁ δὲ ἀπὸ | ||
5 | τοῦ Ἀπόλλωνος μουσικός· ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθονὶ καὶ κιθαρισταί (Hes. theog. 94). ὥσπερ οὖν ἐκ Διὸς λέγουσιν εἶναι τοὺς βασιλεῖς, οὐχ ὅτι γό‐ νος εἰσὶ τοῦ Διὸς, ἀλλ’ ὅτι τὸ βασιλεύειν ἐκ Διὸς ἔχουσιν, | |||
10 | οὕτως ἐξ Ἀπόλλωνος φορμικτὴν αὐτὸν εἶπεν· ἡγεμὼν γὰρ ὁ | |||
BEGQ | θεὸς τῆς κιθαρῳδίας. ὁ μέντοι Χαῖρις οὐκ ἀπιθάνως τούτους φησὶν ὠνομάσθαι τοὺς ἐκ θεῶν γεγονότας, οἷον Διοσκού‐ ρους καὶ Ἡρακλέα· οὕτω δὴ καὶ Ὀρφέα, διὰ τὸ Ἀπόλ‐ λωνος εἶναι υἱὸν γόνῳ. παρατίθεται δὲ καὶ χρησμόν τινα, | 139 in vol. 2 | ||
15 | ὅν φησι Μέναιχμον ἀναγράφειν ἐν τῷ Πυθικῷ (scr. rer. Alex. p. 146). ἔχει δὲ οὕτως· Πιέρες αἰνοπαθεῖς, στυγνὴν ἀποτίσετε λώβην Ὀρφέ’ ἀποκτείναντες Ἀπόλλωνος φίλον υἱόν. καὶ Ἀσκληπιάδης (FHG III p. 303) ἐν ἕκτῳ Τραγῳδουμένων | |||
20 | ἱστορεῖ Ἀπόλλωνος καὶ Καλλιόπης Ὑμέναιον, Ἰάλεμον, Ὀρ‐ φέα. 316B 310E | |||
P 4313b | BDEGQ | ἐξ Ἀπόλλωνος δὲ φορμικτάς: παρ‐ εγένετο ὁ τῶν ἀοιδῶν πατὴρ ἐξ Ἀπόλλωνος ὢν καὶ κιθαριστὴς ὁ εὐαίνητος Ὀρφεὺς, ὁ ὑπὸ πάντων ἐπαινούμενος. 313aB | ||
P 4316 | BDEGQ | πέμπε δ’ Ἑρμᾶς: συνέστειλε δὲ τοῖς ἥρωσιν ὁ χρυσῆν μεταχειριζόμενος ῥάβδον Ἑρμῆς τοὺς διδύμους ἑαυ‐ τοῦ παῖδας ἐπὶ τὸν δεινότατον ἆθλον, Ἐχίονα καὶ Εὔρυτον, τῷ τῆς ἀκμῆς ὑπεραίροντας θερμῷ. τὸ δὲ σχῆμα τῆς φρά‐ | ||
5 | σεως Ἀλκμανικόν· πρὶν γὰρ εἰπεῖν τὰ δύο ὀνόματα, μέσην ἔταξε τὴν μετοχήν. 318B | |||
P 4317a | BDEGQ | ἐπ’ ἄτρυτον: τὸν ἄτρυτον καὶ τὸν ἀκαταπόνη‐ τον· ἐκ δὲ τούτου τὸν ὑπερβεβλημένον ὡς δεινὸν ἐμφαίνει 328bB | ||
P 4317b | DGQ | ἢ τὸν οὐκ ἐνδιδόντα οὐδὲ ὑπείκοντα. | ||
P 4318a | DEGQ | κεχλάδοντας: πληθύοντας τῇ ἥβῃ· πρὸς ὃ καὶ τὸ χʹ. 324E | ||
P 4318b | BDEGQ | κεχλάδοντας ἥβᾳ: πλήθοντας. κυρίως δὲ χλῆδος ἡ μετὰ ἤχου τῶν ὑδάτων ῥύσις, μιμητικῶς εἰρημένη, ὡς καὶ βρόμος πυρός. τῷ δὲ τῆς ἑρμηνείας σχήματι πλει‐ στάκις Ἀλκμὰν κέχρηται. ἐπὰν γὰρ περὶ δυοῖν ποιῆται τὸν | 140 in vol. 2 | |
5 | λόγον, τὸ ἕτερον ὄνομα προθεὶς περὶ ἀμφοῖν ποιεῖται τὸν λόγον, εἶτα οὕτω τὸ ἕτερον προσαπέδωκεν, οἷον (fr. 9)· Κά‐ στωρ τε, πώλων ταχέων δμητῆρες ἱππόται σοφοὶ, καὶ Πολυ‐ | |||
δεύκης κυδρός. καὶ Ὅμηρος (Ε 774)· ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος. | BEGQ | |||
P 4318c | οἱ δὲ περὶ τὸν Εὔρυτον, Ἀντιανείρας τῆς Μενέτου. | |||
P 4319 | BDEGQ | ὁ δὲ νοῦς· ταχύτατοι δὲ πρὸς τὴν ἐξόρμησιν οἱ περὶ τὸ Πάγγαιον ὄρος οἰκοῦντες Βορεάδαι τοῖς ἥρωσι συνεστέλ‐ λοντο. 330aE | ||
P 4321a | BDGQ | καὶ γὰρ ἑκών: καὶ γὰρ αὐτοὺς ἑκὼν ψυχῇ προσ‐ ηνεστάτῃ ταχέως ἐκέλευσεν ὁ τῶν ἀνέμων βασιλεὺς Βορέας. | ||
P 4321b | ἴσως δὲ τὰ ὀνόματα πεποιημένα ἀπὸ τοῦ πατρός. 325DGQ | |||
P 4324 | BDEGQ | Ζήταν Κάλαΐν τε: οἱονεὶ Ζαήτην, ὅ ἐστιν ἄγαν ἄοντα καὶ πνέοντα, καὶ Κάλαϊν οἷον καλῶς ἄοντα. τινὲς δὲ ἀναιροῦσι τὸν τῶν Βορεαδῶν μῦθον οὐ βουλόμενοι αὐτοὺς εἶναι πτερωτοὺς, ταχυτάτους δὲ εἶναι καὶ ὠκύτητι τῶν ποδῶν | ||
5 | διαφέροντας, καὶ τὴν Ὠρείθυιαν οὐχ ὅτι Βορέας ἥρπασεν. ἀλλ’ ὅτι ἀνὴρ τῶν ἐν Θρᾴκῃ ἐνδόξων. Βορείους δὲ ἐκάλουν | |||
οἱ Ἕλληνες τοὺς τὴν Θρᾴκην οἰκοῦντας διὰ τὰ τοῦ Βορέου πνεύματα. ἐπεμίγνυντο δὲ τοῖς Ἕλλησιν οἱ περὶ Ζήτην καὶ Κάλαϊν καὶ ἠγωνίζοντο διὰ τὴν πρὸς Ἀθηναίους συγγένειαν, | 141 in vol. 2 | |||
10 | καὶ ἐκαλοῦντο ἀπὸ τῶν τόπων Βορεάδαι. 328aDGQ | |||
P 4325 | BDEGQ | πεφρίκοντας: διακινοῦντας· φρὶξ γὰρ κυρίως ἡ ἠρεμαία κίνησις τῶν κυμάτων. μυθικὸν δέ τι ἀνέπλασεν ἐπτερῶσθαι φήσας τοὺς Βορεάδας, καὶ ἴσως ἀλληγορικώτερον ὁ μῦθος ἔχει διὰ τὰς ταχείας τοῦ πατρὸς πνοάς. 317B 324DGQ | ||
P 4328a | DGQ | πόθον ἔνδαιεν: ἤγουν ἐνέκαιεν ἐπιθυμίαν τοῦ ἐμβῆναι. | ||
P 4328b | BDEGQ | πόθον ἔνδαιεν: ἐπέκαιε δὲ καὶ ἐνέβαλλεν ἐπι‐ θυμίαν τοῖς ἥρωσιν ἡ Ἥρα τοῦ Ἀργώου σκάφους, ὥστε μή τινα ἀπολειπόμενον ἀκινδύνως καὶ ἀδόξως τὸν αἰῶνα παρὰ μητρὶ μένοντα διαιτᾶσθαι. 318bE | ||
P 4330a | BDEGQ | τὰν ἀκίνδυνον: μὴ ἔξωθεν κινδύνου ἕκαστον παρὰ τῇ μητρὶ διαιτᾶσθαι. | ||
P 4330b | ἢ οὕτως· ἰέναι δὲ ἐν ἐπιθυμίᾳ ἐποίει ἡ Ἥρα, μὴ μένειν ἀδόξως παρὰ τῇ μητρὶ, ἀλλὰ καὶ ἐπὶ τῷ θανάτῳ τῆς ἰδίας ἀρετῆς κάλλιστον φάρμακον τὴν μετὰ ταῦτα εὐδοξίαν σὺν τοῖς ἄλλοις ὁμήλιξιν εὑρέσθαι. | |||
P 4331 | DGQ | θηλυκῶς ὁ Πίνδαρος τὴν αἰῶνα κατὰ τὸ ἴδιον ἔθος ἐξήνεγκε. | ||
P 4332a | BDGQ | φάρμακον θανάτου ἡ ἀρετὴ καὶ ἡ εὔκλεια. | 142 in vol. 2 | |
P 4332b | ἀντὶ τοῦ παραμυθίαν τοῦ θανάτου ταύτην εὑρεῖν, τὴν ἀπὸ τοῦ πλεῦσαι ἀρετήν. | |||
P 4334 | BDEGQ | ἐς δ’ Ἰωλκόν: ἐπειδὴ δὲ κατέβη εἰς τὴν Ἰωλκὸν τὸ τῶν ναυτῶν ἀπάνθισμα, τουτέστιν οἱ Ἀργοναῦται. τὸ δὲ κατέβα ἀντὶ τοῦ κατῆλθε, καὶ πυκνῶς αὐτῷ χρῆται, τῷ κατα‐ βῆναι ἀντὶ τοῦ παραγενέσθαι. | ||
P 4336 | BDEGQ | λέξατο: ἤτοι κατέλεξε καὶ κατελόχισεν, ἢ ἠρίθμη‐ σεν· ἐν δ’ ἡμέας πρώτους λέγε κήτεσιν (δ 452)· καὶ τὸ ὡρο‐ λόγιον ὡράριθμόν ἐστιν, ἐν ᾧ τὰς ὥρας ἀριθμοῦμεν. | ||
P 4337 | BDEGQ | καί ῥά οἱ μάντις: καὶ δὴ τῷ Ἰάσονι ὁ μαντικώ‐ τατος Μόψος ὄρνισί τε καὶ κλήροις μαντευόμενος προθύμως ἐνεβίβασε τῷ σκάφει τοὺς Ἀργοναύτας, αἴσιον γενέσθαι δη‐ λονότι φήσας τὸν ἀπόπλουν. | ||
P 4338a | BEGQ | ὀρνίχεσσι καὶ κλάροισι: ταῖς μαντείαις χρησά‐ | ||
μενος ὁ Μόψος ἐνεβίβασε τὸν στρατὸν προθύμως. εἰώθασι δὲ διὰ κλήρων μαντεύεσθαι· οἷον, ἐὰν βάλλοντός μου τόδε ἀναβῇ, ἀποτελεσθήσεται τόδε· ἐὰν δὲ μὴ, οὐκ ἀποτελεσθήσε‐ | BDEGQ | |||
5 | EGQ | ται. καὶ ἐν τοῖς ἱεροῖς ἀστράγαλοι κεῖνται, οἷς διαμαντεύον‐ | ||
BDEGQ | ται βάλλοντες αὐτούς. κατ’ ἐνίους δὲ τρισὶν ἐχρήσαντο μάν‐ τεσιν οἱ Ἀργοναῦται, Μόψῳ τῷ Ἄμπυκος, Ἴδμονι τῷ Ἄβαντος, Ἀμφιαράῳ τῷ Ὀϊκλέους. 342B | |||
P 4338b | κλάροισιν: ἰστέον ὅτι κλήροις τοπρὶν ἐμαντεύοντο, καὶ ἦσαν ἐπὶ τῶν ἱερῶν τραπε‐ ζῶν ἀστράγαλοι, οἷς ῥίπτοντες ἐμαντεύοντο. (338 med. B) | 143 in vol. 2 | ||
P 4341a | BDEGQ | ἐπεὶ δ’ ἐμβόλου: ἐπειδὴ δὲ τοῦ ἐμβόλου ἄνω‐ θεν τὰς ἀγκύρας ἐκρέμασαν ἀποπλεῖν λοιπὸν μέλλοντες, χρυ‐ σῆν φιάλην ἐν χερσὶν ἔχων ὁ τῆς νεὼς ἡγεμὼν Ἰάσων κατὰ τὴν πρύμναν ἐπισπένδων τὸν τῶν θεῶν πατέρα Δία καὶ τὰς | ||
5 | τῆς θαλάσσης ὁδοὺς καὶ τὰς τῆς εὐφροσύνης ἡμέρας αἰτίας ἐκάλει, καὶ τὴν προσφιλεστάτην μοῖραν τῆς ἐπανόδου, του‐ τέστιν ἐπαναπλεύσασθαι ἠξίου. 344B | |||
P 4341b | BEGQ | ἄλλως· ἐμβόλου: τοῦ ξύλου εἰς ὃ ἀναδεσμοῦσι τὴν ἄγκυραν. οὐκ ἦν δὲ κατὰ τοὺς ἥρωας τοῦτο· διό φαμεν ἰδίως τεθεικέναι τὸν Πίνδαρον. κοινότατον δέ ἐστιν ὅτι ἀποπλεῖν μέλλοντες ἀνέλκουσι τὰς | ||
5 | ἀγκύρας καὶ τῆς νεὼς ἐξαρτῶσιν. 341aB | |||
P 4342 | BDEGQ | ἀγκύρας: τοῦτο ἰδίως φησὶν ὁ Πίνδαρος· οὐ γὰρ ταῖς ἀγκύραις ἐκέχρηντο, ἀλλὰ λίθοις, ὥς φησι καὶ Ἀπολλώ‐ νιος (I 1277, al.). 341bB | ||
P 4344a | BDEGQ | πατέρ’ Οὐρανιδᾶν: τὸν Δία. διατί δὲ πρῶτον ἐπισπένδων τῇ θαλάσσῃ Διῒ καὶ οὐ Ποσειδῶνι ἔθυσεν ὁ Ἰά‐ σων; εἰκότως παρὰ τὸ Ἀράτειον (ph. 2)· μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί, | ||
5 | πᾶσαι δ’ ἀνθρώπων ἀγοραὶ, μεσταὶ δὲ θάλασσαι καὶ λιμένες. | |||
P 4344b | ἐγχεικέραυνον δὲ Ζῆνα, τὸν τῷ κεραυνῷ ἀντὶ ἔγχους χρώ‐ μενον· βέλος γὰρ τοῦτο τοῦ Διὸς διδόασιν, ὡς τοῦ Ποσει‐ δῶνος τὴν τρίαιναν καὶ Διονύσου τὸν θύρσον. | 144 in vol. 2 | ||
P 4350 | BDEGQ | ἐκ νεφέων δέ οἱ: ἐκ δὲ νεφῶν βροντήσας ὁ Ζεὺς αἴσιον σύμβολον αὐτῷ ἐδίδου τῆς ὁδοῦ. ἀστράπτων ἐπιδέξι’, ἐναίσιμα (Β 353). | ||
P 4352 | (B)DEGQ | ἐκ δὲ τῆς βροντῆς ἀντιλάμψεις καὶ λαμπηδόνες ἐγέ‐ νοντο. ὅταν γὰρ βροντήσῃ, ἀστράπτει. | ||
P 4354a | BDEGQ | ἀμπνοὰν δ’ ἥρωες: ἀναπνεύσαντες δὲ οἱ ἥρωες ἔστησαν σημείοις, τοῖς τοῦ Διὸς δηλονότι, πειθόμενοι, ὡς πρὸ τούτου ἀγωνιώντων αὐτῶν. | ||
P 4354b | ἀμπνοὰν δὲ ἔστησαν, περιφραστικῶς ἀνέπνευσαν. | |||
P 4356 | BDEGQ | κάρυξε δ’ αὐτοῖς: ἀνεκήρυξε δὲ αὐτοῖς ὁ μάντις σπουδαιότερον ἐμβαλεῖν ταῖς κώπαις καὶ ἐρέττειν, ἡδείας ὑπο‐ φαίνων ἐλπίδας· ἡ δὲ κωπηλασία ἐχώρει ἐκ τῶν ταχειῶν χει‐ ρῶν τῶν Ἀργοναυτῶν, ἄκορος οὖσα. ἐκ δὲ τούτου τὸ ἄγαν | ||
5 | αὐτῶν κατὰ τὴν εἰρεσίαν πρόθυμον ἐμφαίνει. | |||
P 4358a | DEGQ | ἐνίπτων: λέγων. καὶ Ὅμηρος ἐνίψω φησίν. | ||
P 4358b | ἐνίψαι δὲ ἀντὶ τοῦ εἰπεῖν· ὡς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω (β 137). | |||
P 4359 | DEGQ | εἰρεσία δ’ ὑπεχώρησεν: ἡ εἰρεσία ἐχώρησεν αὐ‐ | ||
τοῖς, τουτέστι προέβη αὐτοῖς ἡ εἰρεσία. | 145 in vol. 2 | |||
P 4360 | DEGQ | ἄκορος δὲ, τουτέστιν οὐκ ἐλάμβανον κόρον ἐλαύ‐ νοντες, ἀλλ’ ἦσαν πρόθυμοι. | ||
P 4361 | BDEGQ | σὺν νότου δ’ αὔραις: σὺν δὲ ταῖς τοῦ νότου πνοαῖς εἰς τὸ ἄξεινον τοῦ πόντου στόμα παρεγένοντο, ἔνθα καὶ προκαθιερωμένον εὑρόντες βωμὸν ἔκτισαν καὶ αὐτοὶ Πο‐ σειδῶνος τέμενος, καὶ δεξάμενοι Θρᾳκικοὺς ταύρους πυρροὺς | ||
5 | τὴν χροιὰν ἱερούργησαν τῷ θεῷ. | |||
P 4365a | φοίνισσα δὲ, πυρρὰ, ἀπὸ τοῦ χρώματος. | |||
P 4365b | DEGQ | τὸ δὲ σημεῖον, ὅτι φοίνισσαν εἶπεν ἀπὸ τοῦ φοινικέου σχηματί‐ σας. | ||
P 4365c | BDEGQ | Ὅμηρος μέντοι οἰκείως τῇ τοῦ ὕδατος φύσει καὶ τῷ Ποσειδῶνι ἀπονέμει τὰ θύματα (γ 6)· ταύρους παμμέλανας ἐνοσίχθονι κυανοχαίτῃ. | ||
P 4366 | DEGQ | ταύρων ὑπᾶρχεν: ἀντὶ τοῦ ἡγεῖτο τῆς καθι‐ δρύσεως. | ||
P 4367a | BDEGQ | μεταφορικῶς δὲ λέγει βωμοῖο θέναρ τὸ πλάτος αὐτοῦ· τῶν γὰρ χειρῶν θέναρ καλοῦσι τὸ πλατύ. τὸ δὲ ἢ ἀπὸ τοῦ θεῖναι πεποίηται τὸ ὄνομα ἢ ἀπὸ τοῦ θένειν ἐν αὐτῷ. | ||
P 4367b | ἄλλως· βωμοῖο θέναρ, τὸ τοῦ βωμοῦ κοίλωμα τὸ ὑποδεχόμενον τὰ θύματα. | |||
P 4367c | ἀπὸ κοινοῦ δὲ τὸ ὑπῆρχεν ἀκουστέον· ὑπῆρχε βωμοῖο θέναρ, κατὰ περίφρασιν ὁ βωμὸς, καὶ ὑπῆρχεν ἀγέλη Θρᾳκικῶν ταύρων. | |||
P 4368 | BDEGQ | ἐς δὲ κίνδυνον βαθὺν ἱέμενοι: ἐς δὲ τὸν ὑψη‐ λότατον κίνδυνον προθυμίαν ἔχοντες καὶ σπουδὴν τὸν τῶν νεῶν ἔφορον καὶ δεσπότην καθικέτευον τῶν συνδρομάδων πετρῶν ἐκφυγεῖν τὴν ἀκαταμάχητον δύναμιν καὶ κίνησιν καὶ | 146 in vol. 2 | |
5 | μὴ καταληφθῆναι ὑπ’ αὐτῶν. φασὶ δὲ τὰς Κυανέας πέτρας πάλαι ἐπικινεῖσθαι τῷ πελάγει καὶ συμπίπτειν ἀλλήλαις. | |||
P 4370 | BDEGQ | συνδρόμων κινηθμόν: Ὅμηρος μὲν ἐκτοπίζει τὸν Ἰάσονος πλοῦν (μ 69)· οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς, καὶ τὰ ἑξῆς· οἱ δὲ νεώτεροι πόντον ὑφίστανται δύο νησίδια | ||
5 | σκοπελοειδῆ ἀλλήλοις συρρηγνύμενα. καὶ ἴσως Ὅμηρος οὐδὲ αὐτὰς τὰς πέτρας ἐπικυλίεσθαί φησιν, ἀλλὰ τὰ κύματα ἐγει‐ ρόμενα μεταξὺ ταῖς πέτραις προσρήσσειν τὰς ναῦς. φησὶ γοῦν (μ 71)· καί νύ κε τὴν ἔνθ’ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας, | |||
10 | ὅτι τὴν ναῦν προσέρρηξεν ἂν τῇ πέτρᾳ τὸ κῦμα, καὶ οὐκ αὐτὴ ἡ πέτρα συνεκρότησε τῇ ἑτέρᾳ· οἱ δὲ νεώτεροι συντρέ‐ χειν φασίν. ὁ δὲ Πίνδαρος προστρατεύεταί τι λέγων ὅτι δί‐ δυμαι ἦσαν ζωαί. 372Q | |||
P 4371 | BDEGQ | δίδυμαι ζωαί: ζώσας αὐτὰς εἶπε διὰ τὴν κίνησιν. ἔστι δὲ διθυραμβικὸν τὸ τῆς τοιαύτης ἑρμηνείας· πολλάκις γὰρ ἐπὶ τὸ κοῦφον ἀνάγονται. 373bQ | ||
P 4372 | BDEGQ | κυλινδέσκοντό τε: ἐπεκυλίοντο δὲ ἀλλήλαις αἱ | ||
πέτραι ταχύτερον ἤπερ αἱ τῶν ἠχητικῶν ἀνέμων πνοαί. | 147 in vol. 2 | |||
P 4373a | DEGQ | ἀνέμων στίχες: τάξεις καὶ ὁρμαί. ἴσως δὲ ἀπὸ τοῦ στίζειν τὴν θάλασσαν· στιγμῇ γὰρ ἔοικε τὸ φρικάζον. καὶ Ὅμηρος (Ξ 16)· ὡς δ’ ὅτε πορφύρει πέλαγος μέγα. 371Q | ||
P 4373b | BDEGQ | ἀλλ’ ἤδη τελευτάν: ἀλλὰ λοιπὸν τελευτὴν καὶ θάνατον αὐταῖς ταῖς πέτραις ὁ τῶν Ἀργοναυτῶν πλοῦς ἐπή‐ γαγεν. οἰκείως δὲ τελευτὰν ἐπήγαγεν, ὡς πρὸς τὸ ζωάς· καὶ γὰρ εἵμαρτο διαπλευσάσης νεὼς ῥιζωθῆναι τὰς πέτρας τῷ | ||
5 | πελάγει. | |||
P 4373c | ἄλλως· ὥσπερ διὰ τὴν κίνησιν ζωὰς αὐτὰς εἶ‐ πεν, οὕτω διὰ τὴν στάσιν τῆς κινήσεως τελευτὴν ἐπήγαγεν. | |||
P 4376a | BDEGQ | ἐς Φᾶσιν δ’ ἔπειτεν: ἔπειτα εἰς τὸν Φᾶσιν πο‐ ταμὸν ἦλθον παρ’ αὐτῷ τῷ ταχεῖ Αἰήτῃ, ἔνθα τοῖς κατα‐ πληκτικοῖς Κόλχοις τὴν ἑαυτῶν ἰσχὺν προσήγαγον καὶ προσ‐ έμιξαν, περιφραστικῶς παρεγένοντο. 377B | ||
P 4376b | Φᾶσις δὲ πο‐ ταμὸς Σκυθίας τῆς κατὰ τὴν Ἀσίαν· ἔστι γὰρ καὶ ἑτέρα Εὐρώπης πλησίον τῆς Μαιώτιδος λίμνης καὶ τοῦ Τανάιδος ποταμοῦ. τούτου καὶ Ἀπολλώνιος μνημονεύει (2, 401)· | |||
5 | Φᾶσις δινήεις εὐρὺν ῥόον εἰς ἅλα βάλλει. 381aB | |||
P 4377 | BDEGQ | κελαινώπεσσιν: οἱ μὲν τοῖς καταπληκτικοῖς τὴν ὄψιν· τὸ γὰρ κελαινὸν ἐπὶ τῆς καταπλήξεως λαμβάνουσιν· οἱ δὲ, ὅτι Αἰγυπτίων ἄποικοί εἰσιν οἱ Σκύθαι, διὰ τοῦτο καὶ | ||
μελανόχροας αὐτοὺς εἶναι λέγουσιν. δοκοῦσι δὲ καὶ Αἰγυπ‐ | 148 in vol. 2 | |||
5 | τίων εἶναι ἄποικοι. ἔχουσι δὲ καὶ λινουργοῦσι τὴν καλάμην, ὥσπερ Αἰγύπτιοι. Καλλίμαχος (fr. 265)· Κολχίδος ἐκ καλά‐ μης. 376bB | |||
P 4379a | DEGQ | μίξαν Αἰήτᾳ: ἀντὶ τοῦ συνῆλθον, ἐπιμιχθῆναι ἐποίησαν τὴν ἑαυτῶν βίαν ἐκείνοις. | ||
P 4379b | τουτέστιν ἐμίγησαν αὐτοῖς. | |||
P 4380a | BDEGQ | πότνια δ’ ὀξυτάτων: ἡ δὲ δέσποινα τῶν ὀξυ‐ τάτων βελῶν τὴν ποικίλην τῇ τριχώσει ἴυγγα τὴν τετράκνημον ἐξ οὐρανοῦ καταγαγοῦσα ἐν τῷ ἀλύτῳ ὑποζεύξασα τροχῷ συνέπραττε τῷ Ἰάσονι. 381bB | ||
P 4380b | DEGQ | ὀξυτάτων δὲ βελέων τῶν ἐρωτικῶν. | ||
P 4381a | BDEGQ | ποικίλαν ἴυγγα τετράκναμον: ἴυγξ ὄρνεον πεποικιλμένον τῇ τριχώσει, μακροτράχηλον, γλῶσσαν ἔχον ἐπιπολὺ ἐκτεταμένην, πυκνῶς περιστρεφόμενον καὶ περιδινοῦν τὸν τράχηλον. τοῦτο τὸ ὄρνεον δοκοῦσιν αἱ φαρμακίδες εὐ‐ | ||
5 | θετεῖν αὐταῖς εἰς τὰς ἐρωτικὰς ἐπῳδάς· λαμβάνουσαι γὰρ αὐτὸ δεσμεύουσιν ἐκ τροχοῦ τινος, ὃν περιρρομβοῦσιν ἅμα ἐπᾴδουσαι. οἱ δέ φασιν, ὅτι τὰ ἔντερα αὐτοῦ ἐξελκύσασαι καθάπτουσι τῷ τροχῷ. ταύτην οὖν, φησὶ, τὴν ἴυγγα πρῶ‐ τον Ἀφροδίτη ἐκ τοῦ Ὀλύμπου ἤνεγκεν εἰς ἀνθρώπους καὶ | |||
10 | ἔδωκεν Ἰάσονι, καὶ ἐδίδαξεν αὐτὸν τὰς ἐπῳδὰς τὰς ἐρωτικὰς, ἵν’ ἐκμήνας τὴν Μήδειαν ποιήσῃ συμμαχεῖν αὐτῷ. κνῆμαι | |||
δὲ τὰ μέσα τῶν τροχῶν ξύλα. ἔστι δὲ καὶ μεταφορικῶς ἀκοῦσαι τὰς πτέρυγας πόδας εἰρημένας, καὶ κατὰ τὸ ἀνάλογον δη‐ λονότι. οὐ γὰρ ἁπλῶς ἐκδεσμεύεται ἐκ τοῦ τροχοῦ τετρα‐ | 149 in vol. 2 | |||
15 | κνήμου ὄντος, ἀλλ’ ἄνωθεν μὲν 〈ἐκ〉 τῶν δύο πτερύγων, κάτωθεν δὲ ἐκ τῶν δυεῖν ποδῶν. τινὲς δὲ τετρακνήμον’ ἀν‐ έγνωσαν, ἵν’ ᾖ, ἐν τῷ τετρακνήμονι κύκλῳ. 380aB | |||
P 4381b | ζη‐ τεῖται, πῶς τετράκνημον τὴν ἴυγγά φησιν· οὐδὲ γὰρ λόγου ἔχεται κατὰ τοῦ τροχοῦ ἀκούειν· οὐδὲ γὰρ τετράκνημον κύ‐ κλῳ. ῥητέον οὖν, ὅτι κατά τινας ὁμωνύμως ὁ τροχὸς τῷ | |||
5 | ζῴῳ ἴυγξ λέγεται, ὅν φασιν ἔχειν τέσσαρας κνήμας. ἔστι δὲ καὶ μεταφορικῶς νοῆσαι, ὡς προείπομεν. | |||
P 4385a | BDEGQ | λιτάς τ’ ἐπαοιδάς: τὰς δὲ φαρμακευτικὰς ἐπα‐ οιδὰς ἐξεδίδαξεν ἡ Ἀφροδίτη τὸν σοφὸν Ἰάσονα. | ||
P 4385b | λιτάς τ’ ἐπαοιδάς: λιτανευτικὰς, καθὸ οἱ ταῖς ἐπαοιδαῖς χρώμενοι λιτανεύουσι τοὺς θεοὺς καὶ εὔχονταί τινα γενέσθαι αὐτοῖς. πρὸς τί οὖν ἐδίδαξε τὰς ἐπαοιδάς; ἵνα ἡ Μήδεια, ἣν προσ‐ | |||
5 | εφέρετο αἰδῶ πρὸς τοὺς γονεῖς, ταύτην μὴ κατέχῃ, ἀλλ’ ἀν‐ αιδὴς γενομένη καταλίπῃ μὲν αὐτοὺς, πρόσθηται δὲ τῷ ξένῳ. | |||
P 4388 | BDEGQ | ποθεινὰ δ’ Ἑλλάς: ἡ ποθεινὴ δὲ Ἑλλὰς αὐτὴν τῇ τῆς Πειθοῦς μάστιγι κατὰ τὴν φρένα καιομένην διακινοίη καὶ παρασκευάσαι συναπᾶραι τοῖς Ἀργοναύταις. | ||
P 4391 | BDEGQ | καὶ τάχα πείρατ’ ἀέθλων: καὶ ταχέως τῷ Ἰά‐ σονι ἡ Μήδεια ὑπετίθετο τὰ πέρατα καὶ τὰ τέλη τῶν ἄθλων, ὧν ἔμελλεν αὐτῷ ἐπιτάττειν ὁ πατὴρ αὐτῆς Αἰήτης. | 150 in vol. 2 | |
P 4393 | BDEGQ | σὺν δ’ ἐλαίῳ: ἡ Μήδεια κατέχρισε τὸν Ἰάσονα διὰ τοὺς πυρπνόους ταύρους. πρῶτον γὰρ ὁ Αἰήτης ζεύξας αὐτοὺς καὶ καταγωνισάμενος προέθηκε τῷ Ἰάσονι· ἵνα οὖν μηδὲν ὑπὸ τοῦ πυρὸς πάσχῃ, φάρμακα ἐλαίῳ μίξασα ἔδωκεν | ||
5 | Ἰάσονι ἡ Μήδεια. | |||
P 4394 | BDEGQ | ἀντίτομα δὲ εἶπε τὰ ἀλεξιφάρμακα κατὰ μετα‐ φορὰν τὴν ἀπὸ τῶν ῥιζοτόμων· ἁπλούστερον γὰρ τῇ ἰατρικῇ χρώμενοι τὰ πολλὰ τῶν παθημάτων ῥίζαις ἀπεθεράπευον, ἃς τέμνοντες ἐπετίθεσαν, ὡς Πάτροκλος (Λ 846)· | ||
5 | ἐπὶ δὲ ῥίζαν βάλε πικρήν χερσὶ διατρίψας. | |||
P 4395 | BDEGQ | καταίνησάν τε: κατῄνεσαν δὲ καὶ συνέθεντο κοι‐ νὸν ποιῆσαι τὸν γάμον τὸν γλυκὺν καὶ ἀλλήλοις μιγῆναι. 398bB | ||
P 4398a | BDEGQ | ἀλλ’ ὅτ’ Αἰήτας: ὅτε δὲ ὁ Αἰήτης ἐν μέσοις τὸ ἀδαμάντινον κατέθηκεν ἄροτρον καὶ τοὺς βοῦς, οἵτινες φλόγα ἀπέπνεον τῶν ξανθῶν γενύων καιομένου πυρὸς, καὶ ταῖς χαλκαῖς αὐτῶν ὁπλαῖς ἐπέξεον καὶ ἐπεχάραττον τὴν γῆν ἐπι‐ | ||
5 | στρεφόμενοι κατὰ τὴν πορείαν. 402B 405E | |||
P 4398b | BDEGQ | ἀδαμάντινον: οἱ μὲν ὡς ἐκ τῆς τοῦ ἀδάμαντος φύσεως τὸ ἰσχυρὸν ἤκουσαν, οἱ δὲ ὅτι ἀληθῶς ἐξ ἀδάμαντος ἦν. | ||
P 4398c | B | εἶχε γὰρ ὁ Αἰήτης χαλκόποδας ταύρους, οἳ τοὺς προσπελάζοντας κατέκαιον προχέοντες πῦρ τῶν μυκτήρων, | ||
οὓς ὁ Αἰήτης καταζεύξας εἰς μέσον ἤγαγε καὶ ἠροτρίασε τὴν γῆν, εἶτα λύσας ἐκέλευσε τὸν Ἰάσονα ζευγνύειν. | 151 in vol. 2 | |||
P 4398d | ἄλλως· τοὺς πυρίπνους ταύρους Ἀντίμαχος ἐν Λύδῃ (fr. 9) Ἡφαι‐ στοτεύκτους λέγει. καὶ Σοφ〈οκλῆσ〉 ...... δὲ χαλκοῦς βοῦς ἀδερμάτους φησίν· | |||
5 | χαλκοσκελεῖς γὰρ ....... ..ὲν ἐκπνέουσι πνευμάτων ἄπο· φλέγει δὲ μυκτὴρ, ὥς.... (Soph. fr. 312) 〈κα〉ὶ Ἀπολλώνιος (3, 409)· δύω πεδίον τὸ Ἀρήϊον ἀμφινέμονται | |||
10 | ταῦρ〈οι χα〉λκόποδες, στόματι φλόγα φυσιόωντες. 398aB | |||
P 4399 | DGQ | σκίμψατο: ἤρεισεν, ἐπὶ τῆς γῆς κατέθηκεν. | ||
P 4402 | BDEGQ | ὁπλαῖς ἀμειβόμενοι: οἱ ταῦροι προβαίνοντες. τὸ γὰρ ἀμειβόμενοι οὕτως ἀκουστέον· τοὺς πόδας ἐναλλάσ‐ σοντες κατὰ τὴν πορείαν. | ||
P 4404 | (B)DEGQ | ὀρθὰς δ’ αὔλακας: τὰς εὐθείας τοῦ ἀρότρου το‐ μάς· διὸ καὶ αὔλακες εἴρηνται παρὰ τὸν αὐλόν. πᾶν δὲ ἐπί‐ μηκες οὕτω φασίν. 406E | ||
P 4405 | BDEGQ | ἐντανύσαις: ἐντείνας δὲ ἤλαυνε, καὶ ἐπ’ εὐθείας ἔτεμνε τὰς αὔλακας, καθ’ ἃς ὀργυιὰν (μέτρον δέ ἐστιν) ἔσχιζε | ||
τὴν γῆν εἰς βάθος κάτω τῷ ἀρότρῳ. 398bE | 152 in vol. 2 | |||
P 4406a | BDEGQ | ἀναβωλακίας δ’ ὀργυιάν: μέτρον τι ἡ ὀργυιά. φησὶν οὖν, ὅτι διέτεμνε τὰς αὔλακας ὀργυιᾶς μέτρον ἐχούσας κατὰ τὸ βάθος. | ||
P 4406b | ὁ δὲ λόγος· τῆς δὲ ἀναβωλακίας γῆς τὸν νῶτον ἔσχιζεν ἐπ’ ὀργυιάν. ἀναβωλακίας δὲ, τῆς ἐν τῇ τμήσει τοὺς βώλους ἀναπεμπούσης. | |||
P 4407 | BDEGQ | ἔειπε δ’ ὧδε: ὁ νοῦς· οὕτω δὲ ἔλεγεν ὁ Αἰήτης· τοῦτο τὸ τῆς γεωργίας ἔργον ἐμοὶ τελειώσας ὃς τῆς νεὼς προηγεῖται, τὴν ἄφθαρτον στρωμνὴν τὸ κῶας ἀφαιρείσθω, τὸ κάλλιστον ὂν τῇ χρυσῇ μαλλώσει. | ||
P 4410a | DEGQ | ἄφθιτον στρωμνάν: τὸ κῶας, ὅτι τοπαλαιὸν ἐπ’ αὐτῶν ἐκοιμῶντο. | ||
P 4410b | BDEGQ | ἄλλως· ἄφθιτον στρωμνὴν εἶπε τὸ δέρος τοῦ κριοῦ, τὸ κώδιον· οἱ γὰρ ἀρχαῖοι ὑπεστρώννυντο τὰ κώδια, ἀφ’ οὗ καὶ κῶμα ὁ ὕπνος, διὰ τὸ ἐπὶ κωδίων αὐ‐ τοὺς κοιμᾶσθαι. Ἀριστοφάνης (eq. 400)· | ||
5 | εἴ σε μὴ μισῶ, γενοίμην ἓν Κρατίνου κώδιον. | |||
P 4410c | ἄφθιτον δὲ αὐτὸ εἶπε, καθὸ χρυσοῦν ἦν· ὁ δὲ χρυσὸς ἄφθαρτος. καὶ ἡ Σαπφώ (fr. 142) ..... ὅτι Διὸς παῖς ὁ χρυσός, κεῖνον οὐ σὴς οὐδὲ κὶς δάπτει, | |||
5 | βροτεᾶν †φρένα κράτιστον φρενῶν (Pind. fr. 222). | 153 in vol. 2 | ||
P 4411 | BDEGQ | θυσάνῳ: τῷ μαλλῷ. θύσανοι γὰρ οἱ κροσσοὶ ἀπὸ τοῦ θύσσεσθαι καὶ παραιωρεῖσθαι· νῦν δὲ ἐπὶ τῶν μαλλῶν τέταχε· καὶ γὰρ οὗτοι θύσσονται διὰ τὸ εὐτραφές. | ||
P 4412a | B | ὣς ἄρ’ αὐδάσαντος ἀπὸ κροκόεν: ἢ τὸ κρο‐ κοβαφές, ἢ τὸ ὑφαντὸν παρὰ τὴν κρόκην. | ||
P 4412b | ὁ δὲ νοῦς· ἀπορρίψας δὲ ὁ Ἰάσων τὸ κροκωτὸν ἱμάτιον, πειθόμενος δὲ καὶ πεποιθὼς τῇ Ἀφροδίτῃ εἴχετο τοῦ ἔργου τοῦ ἀροτριᾶν. ἦν δὲ θεῷ πίσυνος, τῷ Ἔρωτί φησιν ἢ τῇ Ἀφροδίτῃ ἢ τῷ | |||
5 | Διί. 414bB | |||
P 4414a | BDEGQ | πῦρ δέ νιν οὐκ αἰόλει: πῶς τὸ πῦρ οὐκ ἐτά‐ ρασσε τὸν Ἰάσονα, ὁ μὲν Πίνδαρος οὐκ ἐξέθετο· ἡ δὲ ἱστορία οὕτως. ἐκέλευσεν ἡ Μήδεια τῷ Ἰάσονι μὴ ἐλαύνειν πρὸς τὸν ἀντιφυσῶντα ἄνεμον τοὺς βόας, ἵνα μὴ τὸ πῦρ ἀντικειμένης | ||
5 | τῆς πνοῆς [βλάψῃ τοῦτον, ἀλλ’] ὄπισθεν φερομένης ὥσπερ συντρεχούσης καὶ ὀξυνούσης εἰς τοὔμπροσθεν τὴν τῆς φλο‐ γὸς ἀποφύσησιν· ἐκέλευσε δὲ καὶ συμπεράσαντα τὴν αὔλακα ἀπὸ τοῦ ἐκείνης τέλους μὴ ἄρχεσθαι, ὅπερ ἔθος τοῖς ἀροτριῶσιν, ἀλλ’ ἀναποδίσαντα οὕτω πάλιν ἄρχεσθαι διὰ τὰ πνεύματα | |||
10 | τὰ ἀντικείμενα, ὡς ἔφαμεν. 415B | |||
P 4414b | ὁ δὲ νοῦς· τὸ δὲ πῦρ αὐτὸν οὐκ ἐτάρασσε ταῖς ἐντολαῖς τῆς Μηδείας πεισθέντα. αἰόλλειν δὲ τὸ ταράσσειν, αἰόλησις γὰρ ἡ κινήσις. ὡς καὶ Ὅμηρος (υ 27)· | |||
5 | αἰόλλει, μάλα δ’ ὦκα λιλαίεται ὀπτηθῆναι. 414aB | 154 in vol. 2 | ||
P 4415 | BDEGQ | ξείνας ἐφετμαῖς: ταῖς μαγείαις, ἃς ἐπετείλατο τῷ πυρί. ἢ ὅτι ἐνετείλατο αὐτῷ τούτοις τοῖς φαρμάκοις ἀλειψάμενον οὕτως ἔρχεσθαι, καὶ ἐσῴζετο αὐτῆς ταῖς ἐντο‐ λαῖς. 417B | ||
P 4416 | BDEGQ | σπασάμενος δ’ ἄροτρον: ὁ νοῦς· σπασάμενος δὲ ὁ Ἰάσων τὸ ἄροτρον καὶ δήσας τοῖς βοείοις λώροις καὶ ταῖς τοῦ ζυγοῦ ἀνάγκαις τοὺς αὐχένας αὐτῶν ἐμβαλὼν ἤλαυνεν. 422bB | ||
P 4417a | BDEGQ | βοείοις δήσας: τοῖς ἐκ βοείων δερμάτων λώ‐ ροις. | ||
P 4417b | ἤτοι ἀνάγκας ἔντεσιν, ἵν’ ᾖ περιφραστικῶς τῇ ἀνάγκῃ· ἢ ἀνάγκῃ, ἵνα λείπῃ τῇ ἑαυτοῦ, τῇ ἐκ τῆς ἑαυτοῦ ἰσχύος ἀνάγκῃ. ὀρθῶς δὲ τὸ ἀνάγκας· οὐ γὰρ ἑκουσίως ταῦτα τὰ ζῷα ἀροῖ καὶ πονεῖ, ἀλλὰ μετὰ τῆς ἐξ ἡμῶν ἀνάγκης ἐπι‐ | |||
5 | τιθεμένης αὐτοῖς. 416B 420E | |||
P 4419 | DEGQ | ἐριπλεύρῳ φυᾷ: τῇ μεγαλοπλεύρῳ φύσει τῶν ταύρων. 422E | ||
P 4420 | DEGQ | κέντρον αἰανές: ἤτοι ὀδυνηρὸν παρὰ τὸν αἰαγ‐ μόν· αἰάζειν γὰρ τὸ θρηνεῖν· ἢ παρὰ τὴν αἶαν, τὸ μέγα· τὰ γὰρ μεγάλα τῇ γῇ εἰκάζομεν. 419E | ||
P 4422a | BDEGQ | ἴυξε δ’ ἀφωνήτῳ: ἀνεστέναξεν. ὁ δὲ νοῦς· ἐστέ‐ ναξε δὲ λαθραίως κατὰ τὴν ψυχὴν ὁ Αἰήτης τὴν τοῦ Ἰάσονος δύναμιν θαυμάσας. 427bB | ||
P 4422b | BDEGQ | ἀφωνήτῳ περ ἔμπας: καίπερ τοιούτῳ ἄχει πληγεὶς [ἀφώνῳ], καθ’ ὃ οὐκ ἄν τις φωνὴν ἀφείη, ἀλλ’ ἐκ‐ | ||
σταίη, ὅμως ἀνεβόησε θαυμάσας. 422aB | 155 in vol. 2 | |||
P 4427a | BDEGQ | ποίας ἔρεπτον: κυρίως τὸ ἐρέπτειν ἐπὶ τῶν ἀλόγων ζῴων τάττεται, ὅτι ἐπὶ τῇ ἔρᾳ, τουτέστι τῇ γῇ ἐσθί‐ ουσιν. ὡς Ὅμηρος (Θ 560)· ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας. | ||
5 | νῦν δὲ ἀντὶ τοῦ ἔρεφον ἔλαβε, τουτέστιν ἐστέγουν, ἐστεφά‐ νουν. 428B | |||
P 4427b | ἄλλως· τὸ παλαιὸν ἐφυλλοβόλουν τοὺς νικη‐ φόρους τοῖς τῆς γῆς χλωροῖς. 427aB | |||
P 4428 | BDEGQ | αὐτίκα δ’ Ἀελίου: εὐθέως δὲ ὁ τοῦ Ἡλίου παῖς Αἰήτης τὸ χρυσόμαλλον κῶας ὑπεδείκνυε τῷ Ἰάσονι, ἔνθα αὐτὸ ἐξέτειναν αἱ τοῦ Φρίξου μάχαιραι. | ||
P 4431 | BDEGQ | Φρίξου μάχαιραι: τουτέστιν ἡ περὶ τὸ ἐκδέρειν τοῦ Φρίξου ἐνέργεια· Φυξίῳ γὰρ Διῒ τὸ δέρος ἀνιέρωσεν. τὸ δὲ χʹ 〈ὅτι〉 ὑπὸ τοῦ Φρίξου φησὶν ἀνατεθῆναι τῷ Ἄρει τὸ τοῦ χρυσομάλλου κριοῦ δέρος. | ||
P 4434a | BDEGQ | κεῖτο γὰρ λόχμᾳ: τῷ δασεῖ τῆς ὕλης· λόχμη γὰρ τὸ δάσος. καὶ παρ’ Ὁμήρῳ (τ 439)· ἔνθα δ’ ἄρ’ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς. | ||
P 4434b | λείπει δὲ ἡ ὑπό. 436aB | |||
P 4434c | BDEGQ | δράκοντος δ’ εἴχετο: κατείχετο δὲ, φησὶ, τὸ | ||
κῶας ὑπὸ τῶν δεινοτάτων τοῦ δράκοντος γενύων, ὃς καὶ τῷ πάχει καὶ τῷ μήκει τοῦ σώματος πεντηκόντερον ναῦν κατεῖ‐ χεν· ἔνιοι δὲ, ἐμβληθεὶς ἐπλήρου ναῦν πεντηκόντερον. 438B | 156 in vol. 2 | |||
P 4436a | BDEGQ | πάχει μάκει τε πεντηκόντερον: τουτέστιν ὑπερεῖχεν. ὁ δράκων πεντηκόντερον ναῦν ἐνίκα τῷ μεγέθει, μείζων ἦν αὐτῆς. | ||
P 4436b | ἢ οὕτως· εἰ ἐνέβαλες αὐτὸν εἰς τὴν πεντηκόντερον ναῦν, πλήρωμα ἂν αὐτῆς ἐγένετο, ὥστε περιτ‐ τεύειν τινὰ μέρη αὐτοῦ καὶ ὑπερκεῖσθαι. 434cB | |||
P 4438 | BDEGQ | ἃν πλαγαὶ σιδάρου: ἥντινα τὴν ναῦν συνεπέρα‐ νον αἱ τοῦ σιδήρου πληγαί. πάλιν δὲ τῷ συνήθει σχήματι κέχρηται τὸ ἑνικὸν τῷ πληθυντικῷ συζεύξας, καίτοι παρὸν | ||
BDGQ | εἰπεῖν τέλεσσαν. γράφεται δὲ καὶ τέλεσσαν. | |||
P 4439a | B | κατ’ ἀμαξιτόν: ἀντὶ τοῦ μακρῶς λέγω τὰ ποιή‐ ματα καὶ ἐπεκτείνω. | ||
P 4439b | BDEGQ | κατ’ ἀμαξιτόν: κατὰ τὴν ὁδὸν ταύτην τὴν τῶν ἐγκωμίων τοῦ Ἰάσονος πορεύεσθαι καὶ λέγειν. | ||
P 4439c | BDEGQ | ὥρα γὰρ συνάπτει: καιρός με ἐπείγει, ὥστε πρὸς τὸν Ἀρκεσίλαον ἀναδραμεῖν. | ||
P 4440 | BDEGQ | καί τινα οἶμον ἴσαμι: καί τινα οἶδα ὁδὸν βρα‐ χεῖαν, τουτέστιν οἶδα κατὰ τὰς ἐξηγήσεις καὶ βραχέα λέγειν. | ||
P 4442 | BDEGQ | σοφίας ἑτέροις: ἤτοι ταύτης τῆς σοφίας, τῆς | ||
περὶ τὸ συντόμως λέγειν, καὶ ἄλλων γέγονα καθηγητὴς, ὅ ἐστι διδάσκαλος· ἢ πολλοῖς προσέσχον ἄλλοις, ὡς ἐν συντο‐ μίᾳ, ὥστε ταχέως αὐτὰ ἐξειπεῖν. | 157 in vol. 2 | |||
P 4443 | BDEGQ | κτεῖνε μὲν γλαυκῶπα: ἐπισυνάπτει τῆς ἱστορίας τὸ συμπέρασμα· ὁ μὲν Ἰάσων ἀνεῖλε ταῖς τῆς Μηδείας τέχ‐ ναις τὸν γλαυκόφθαλμον καὶ πεποικιλμένον ἔχοντα νῶτον ὄφιν, ὦ Ἀρκεσίλαε. | ||
P 4445a | BDEGQ | κλέψε τε Μήδειαν: ἔκλεψε δὲ καὶ τὴν Μή‐ δειαν ἑκοῦσαν, τὴν τὸν Πελίαν φονεύσασαν. | ||
P 4445b | ὁ δὲ νοῦς· κατεργασάμενος μὲν τὸν ἆθλον ὁ Ἰάσων λάθρα τοῦ Αἰήτου καὶ τῶν Κόλχων ἀπέκλεψε τὴν Μήδειαν ἑκοῦσαν καὶ αὐτὴν, τὴν τῷ Πελίᾳ φόνον γενομένην· εἶτα ναυτιλλόμενοι ἐνεμίγη‐ | |||
5 | σαν τῷ τε τοῦ Ὠκεανοῦ πελάγει καὶ τῇ Ἐρυθρᾷ θαλάσσῃ | |||
DEGQ | καὶ τῶν Λημνίων γυναικῶν τῶν ἀνδροφόνων τῷ ἔθνει· ἀπὸ κοινοῦ τὸ ἐμίγησαν. 446DEGQ | |||
P 4445c | DEGQ | σὺν αὐτῇ, σὺν τῇ Μηδείᾳ θελούσῃ καὶ ἐνερ‐ γούσῃ· ὅπερ ἔνιοι μὴ νοοῦντες μεταγράφουσι σὺν αὐτῷ, τῷ δέρει. γίνεται δὲ παρέλκον. δεῖ οὖν· σὺν αὐτῇ βουλομένῃ ἔκλεψε, καὶ τὸν ἀδελφὸν Ἄψυρτον ὑπέμεινε διασπάσαι διὰ | ||
5 | τὸν ἀπὸ τῆς ἴυγγος ἔρωτα Ἰάσονος. 447DEGQ | |||
P 4446 | DEGQ | Πελιαοφόνον: ὁ Χαῖρις οὐ βούλεται συνθέτως ἀναγινώσκειν Πελιαοφόνον· ἐκ γὰρ δυοῖν τελείων ἐστὶ τοῦ | ||
Πελίαο καὶ τοῦ φόνου. γίνεται δὲ τοιαύτη σύνθεσις, ὡς μεταβάλλεσθαι τὸν τόνον· ἤτοι οὖν, φησὶν ὁ Δίδυμος, προ‐ | 158 in vol. 2 | |||
5 | ενεκτέον τὰν Πελιαοφονόν ὀξυτόνως, ἵν’ ᾖ φονευτικήν· ἢ παροξυτόνως, ἥτις ἦν τοῦ Πελίου φόνος. 445cDEGQ | |||
P 4447a | BDEGQ | ὁ δὲ νοῦς· προσεπέλασαν δὲ καὶ τῷ Ὠκεανῷ καὶ τῇ Ἐρυθρᾷ θαλάσσῃ. καινῶς δὲ ὁ Πίνδαρος ταῦτα τὰ πε‐ λάγη ἱστορεῖ πεπλανῆσθαι τοὺς Ἀργοναύτας. | ||
P 4447b | ἄλλως· ἐν τ’ Ὠκεανοῦ: ἡ πρόθεσις περιττεύει τοῦ λόγου. εἴληφε δὲ ὁ Πίνδαρος τὸ πάντων πρῶτον γενόμενον, καὶ ἀντεστραμμένως ἔσχατον ἔθηκεν. εἰς μὲν γὰρ τὸν Ὠκεανὸν καὶ τὴν Ἐρυθρὰν | |||
5 | εἰσέβαλον φεύγοντες ἐκ Κόλχων· ταῖς δὲ Λημνίαις ἐμίγησαν, πρὶν εἰς τὸν πόντον ἐπιπλεῦσαι. ἀλλ’ ἵνα ἐπὶ τὴν τοῦ γένους ἀρχὴν ἐπανέλθῃ, τὸ πρότερον ἀντεστραμμένως ὕστερον ἔθηκεν. | |||
P 4448 | BEGQ | Λημνιᾶν τ’ ἔθνει γυναικῶν: οὐκ ἀκολούθως. οὐ γὰρ ὑποστρέφοντες προσέβαλον τῇ Λήμνῳ, ἀλλ’ ἀπιόντες. | ||
P 4449 | BDEGQ | ἀνδροφόνων: ἐξ ἐκείνης τῆς ἱστορίας. αἱ τῶν Λημνίων γυναῖκες ἀσεβήσασαι ἀεὶ εἰς τὴν Ἀφροδίτην διηνε‐ κῶς ἔσχον μηνιῶσαν τὴν θεόν· μῖσος γὰρ αὐταῖς πρὸς τοὺς ἄνδρας προσετρίψατο, καὶ οὕτως ἐκεῖνοι πρὸς τοὺς Θρᾷκας | ||
5 | πολεμοῦντες κἀκ τοῦ πολέμου τὰς αἰχμαλωτίδας λαβόντες | |||
παρεκοιμῶντο· ἐφ’ ᾧ ζηλοτυπήσασαι αἱ γυναῖκες ἐψηφίσαντο ἐκ Θρᾴκης ὑποστρέφοντας τοὺς ἄνδρας ἀνελεῖν, ὅπερ καὶ πε‐ ποιήκασιν. | 159 in vol. 2 | |||
P 4450a | BDEGQ | ἔνθα καὶ γυίων ἀέθλοις: οἱ μὲν τῶν ἱστορικῶν βούλονται τοὺς Ἀργοναύτας ἀγωνίζεσθαι ἐπὶ τοῖς ἀναιρε‐ θεῖσιν ἀνδράσιν, οἱ δὲ ἐπὶ τῷ Θόαντος ..... | ||
P 4450b | τὸ δὲ ἔνθα, ἐν τῇ Λήμνῳ· ἐν τοῖς ἀγῶσιν ἐπεδείξαντο τῶν μελῶν τὴν ἀνδρείαν καὶ τὴν κρίσιν, ἀγωνιζόμενοι περὶ ἐσθῆτος. | |||
P 4451 | BDEGQ | τὸ ἐσθᾶτος ἀμφὶς ἀμφίβολον, πότερον τῆς ἐσθῆ‐ τος χωρὶς ἠγωνίσαντο, τουτέστι γυμνοὶ, ἢ τὸ ἀμφίς ἀντὶ τῆς περί δεκτέον· χρῶνται γὰρ τῇ λέξει καὶ ἐπὶ τούτου· ἵν’ ᾖ τὸ ἔπαθλον ἐσθὴς, ὥστε περὶ ἐσθῆτος αὐτοὺς ἠγωνίσθαι, ὃ καὶ | ||
5 | ὑγιές ἐστι. καὶ γὰρ καὶ παρὰ Σιμωνίδῃ (fr. 205) ἐστὶν ἡ ἱστορία, ὅτι περὶ ἐσθῆτος ἠγωνίσαντο. καὶ Πίνδαρος ἐν Ὀλυμπιονίκαις (IV 20? IX 97?). 459E | |||
P 4453a | DGQ | ἀκτῖνας: τὸ σπέρμα. λείπει δὲ ἡ σύν ἢ ἡ ἔν, ἵν’ ᾖ σὺν ὄλβῳ ἢ ἐν ὄλβῳ. | ||
P 4453b | B | τουτάκις ὑμετέρας ἀκτῖνας: τηνικαῦτα δὲ τοῦ σοῦ γένους τὰς λαμπηδόνας καὶ καταβολὰς σὺν εὐδαι‐ μονίᾳ διεδέξατο μεμοιραμένον ἦμαρ ἢ νύκτες. | ||
P 4453c | ὁ δὲ νοῦς· τὸ τηνικαῦτα τοῦ σοῦ γένους ἡ καταβολὴ γέγονεν ἐν ἡμέρᾳ ἢ ἐν νυκτί. | |||
P 4455a | BDEGQ | ἆμαρ ἢ νυκτός: τοῦτο λέγει ὅτι ἢ νυκτὸς ἢ ἡμέρας συνελθόντες ταῖς Λημνιάσι γυναιξὶν οἱ ἥρωες ἔσχον ὑμᾶς. | ||
P 4455b | BDEGQ | τόθι γὰρ γένος Εὐφάμου: ἀποστρέφει τὸν λόγον πρὸς τὸν Ἀρκεσίλαον, ἐπεὶ Ἀριστοτέλης ὁ πρόγονος αὐ‐ τοῦ ἀπὸ τῶν Λημνίων γυναικῶν ἦν. οἱ γὰρ Ἀργοναῦται ἐν τῇ Λήμνῳ ταῖς Λημνιάσιν ἐπλησίασαν, ἐν οἷς καὶ Εὔφημος | 160 in vol. 2 | |
5 | Λαμάχῃ συνελθὼν Λευκοφάνην ἐποίησεν· ἀφ’ ὧν Ἀριστο‐ τέλης ὁ πρόγονος Ἀρκεσιλάου. | |||
P 4455c | BEGQ | ἄλλως· τόθι γένος: διὰ τούτων τὴν ἐν ἀρχῇ πρόθεσιν συγκεφαλαιοῖ, καθ’ ἣν εἶπε (vs. 67 sqq.) τὸν Ἀρκεσίλαον ταῖς Μούσαις ἀποδώσειν καὶ τὸ πάγχρυσον νάκος κριοῦ· μετὰ γὰρ κεῖνο πλευσάντων Μι‐ | ||
5 | νυῶν θεόπομποί σφισι τιμαὶ φύτευθεν· τοῦ Εὐφήμου γεν‐ | |||
νήσαντος ἐκ τῆς Λημνίας τὸν τούτων ἀρχηγὸν τοῦ γένους. οἱ γὰρ ἀπὸ τούτων ἐκπεσόντες ἐκ Λήμνου εἰς Λακεδαίμονα παρεγένοντο, ἐκεῖθεν δὲ ἀπῴκησαν τὴν καλουμένην Καλλί‐ στην νῆσον, Θήρα τὴν ἀποικίαν ἀγαγόντος, ἀφ’ οὗ Θήρα | BDEGQ | |||
10 | μετωνομάσθη. | |||
P 4455d | διαποροῦσι δὲ, διατί μόνου Εὐφήμου μνημονεύει, πολλῶν ταῖς Λημνίαις πλησιασάντων· ἐπιλύεται δὲ ὁ Δίδυμος φάσκων, ὅτι ἀπὸ Εὐφήμου τούτου ἐγένετό τις καὶ ἕτερος Εὔφημος ὁ σὺν Βάττῳ τὴν Κυρήνην κτίσας, ὃν | |||
5 | διὰ τὴν ὁμωνυμίαν ἀπ’ ἐκείνου τις ὑποτοπάσει εἶναι. | |||
P 4455e | BEGQ | ἐγένοντο δὲ καὶ πλείους Εὔφημοι· πρῶτος ὁ Μηκιονίκης καὶ Ποσειδῶνος, δεύτερος ὁ Σάμου παῖς ἀπόγονος τοῦ πρώ‐ του Εὐφήμου, τρίτος ὁ σὺν Βάττῳ, τέταρτος ὁ κατὰ τὸν Ἀρ‐ κεσίλαον, ὃν ξενολογήσοντα ἔπεμψεν ὁ βασιλεὺς καὶ τὸν Πυ‐ | ||
5 | θικὸν ἀγῶνα ἀγωνιούμενον. 461E | |||
P 4459a | BDEGQ | ἄν ποτε Καλλίσταν ἀπῴκησαν χρόνῳ νᾶ‐ σον: Χαῖρις βούλεται γράφειν ἔν ποτε ἀντὶ τοῦ ἄν ποτε, κατὰ τὴν τοῦ Πινδάρου συνήθειαν. | 161 in vol. 2 | |
P 4459b | τὸ δὲ ἑξῆς· οἱ δὲ ἀπὸ τῶν ἡρώων γεγενημένοι παῖδες καὶ τοῖς Λακεδαιμονίοις μιχθέντες κατὰ τὴν ζήτησιν τῶν πατέρων παρέβαλον εἰς τὴν Ἑλλάδα, καὶ εἰς τὴν Καλλίστην ποτὲ χρόνῳ ἀπῴκησαν. 455aE | |||
P 4459c | BDGQ | Καλλίσταν: τὴν Θήραν. φησὶ Καλλίμαχος (fr. 112)· Καλλίστη τοπάροιθε, τὸ δ’ ὕστερον οὔνομα Θήρη. | ||
P 4461 | BDEGQ | ἔνθεν δ’ ὔμμι: ἐντεῦθεν δὲ, ἐκ τῆς Θήρας, τῷ Ἀρκεσιλάῳ ὁ Ἀπόλλων χρησμοῖς καὶ μαντείαις δέδωκε σὺν θεῷ τὸ τῆς Λιβύης πεδίον τιμαῖς αὔξειν τὸ θεῖον πόλισμα καὶ διοικεῖν τῆς τίμιον ἐχούσης θρόνον Κυρήνης· ἵνα ἐπὶ | ||
5 | τὴν νύμφην τὸν λόγον ἀνάγωμεν. | |||
P 4464a | DGQ | ἄστυ: ἐλλείπει ὁ τέ, ἵν’ ᾖ· ἄστυ τε χρυσοθρόνου. | ||
P 4464b | BDEGQ | τὸ ἑξῆς· διανέμειν δέδωκεν ὑμῖν τὴν Κυρήνην καὶ διοικεῖν συνετὴν γνῶσιν εὑροῦσιν. | ||
P 4467 | BDEGQ | γνῶθι νῦν τὰν Οἰδιπόδα σοφίαν: προτρέπεται τὸν Ἀρκεσίλαον ὁ Πίνδαρος συνορᾶν αὐτοῦ τὸ αἴνιγμα. τὸ γὰρ Οἰδιπόδα σοφίαν τοῦτο βούλεται, ὅτι κἀκεῖνος τὸ τῆς Σφιγγὸς αἴνιγμα ἔλυσεν. ὃ δὲ αἰνίττεται, ἔστι τοιοῦτον. ἐστα‐ | ||
5 | σίασάν τινες ἐν τῇ Κυρήνῃ κατὰ τοῦ Ἀρκεσιλάου, βουλόμενοι αὐτὸν μεταστῆσαι τῆς ἀρχῆς· ὁ δὲ ἐπικρατέστερος αὐτῶν γε‐ | |||
νόμενος ἐφυγάδευσεν αὐτοὺς τῆς πατρίδος. ἐν τοῖς οὖν στα‐ σιώταις ἦν καὶ ὁ Δημόφιλος, ὃς καὶ αὐτὸς ἀνάστατος γέγονε τῆς πατρίδος, καὶ φυγαδευθεὶς ἔρχεται εἰς Θήβας καὶ ἀξιοῖ | 162 in vol. 2 | |||
10 | τὸν Πίνδαρον (τινὲς δὲ, ὅτι καὶ τὸν μισθὸν τοῦ ἐπινίκου δί‐ δωσι τῷ Πινδάρῳ αὐτός), ὥστε τῇ τοῦ ἐπινίκου γραφῇ διαλ‐ λάξαι αὐτὸν πρὸς τὸν Ἀρκεσίλαον. ἦν δὲ αὐτῷ καὶ πρὸς γένους. | |||
P 4468a | BDEGQ | εἰ γάρ τις ὄζους: περὶ Δημοφίλου ἀπολογεῖται τὸ αἴνιγμα. εἰ γάρ τις, φησὶ, περικόψει δρῦν, ὅμως δὲ καὶ τὸν καρπὸν ἀποβεβληκυῖα φέρει περὶ ἑαυτῆς ψῆφον γενομένη ἢ οὐδὸς ἤ τι ἄλλο τοιοῦτον· ὡς καὶ Ὅμηρος (φ 43)· οὐδόν | ||
5 | τε δρύϊνον προσεβήσετο· ἢ τὸ πανέσχατον, εἴ ποτε πυρὸς χει‐ μερίου χρεία γένηται, πρὸς ἀλέαν χρήσιμός ἐστιν. | |||
P 4468b | BEGQ | ὁ δὲ νοῦς· εἰ γάρ τις μεγάλης δρυὸς ἐκκόψει κλάδους καὶ καται‐ σχύνῃ αὐτῆς τὸ θαυμαστὸν εἶδος τῇ τῶν ἀκρεμόνων περι‐ κοπῇ, ὅμως καὶ φθινόκαρπος οὖσα ψῆφον περὶ αὑτῆς δίδω‐ | ||
5 | σιν, ὅτι δύναται εἴς τι χρησιμεύειν καὶ ἄκαρπος οὖσα, ὅταν αὐτῇ κατὰ τὸν χειμῶνα πῦρ λοίσθιον ἐπιγένηται. | |||
P 4478 | DEGQ | μόχθον ἄλλοις: ἀλλὰ τοῖς βαστάζουσιν ἢ τοῖς λῃ‐ στεύειν βουλομένοις, διὰ τὸ μηκέτι δύνασθαι ἐστεγασμένης τῆς οἰκίας. | ||
P 4480a | BDEGQ | ἐσσὶ δ’ ἰατήρ: οὐχ ὅτι ἰατρὸς ἦν ὁ Ἀρκεσίλαος, ἀλλ’ ὅτι ἐνόσει τὴν φυγὴν ὁ Δημόφιλος. φησὶ γοῦν· δεῖ αὐτὸν πρὸς σοῦ θεραπεύεσθαι. | ||
P 4480b | BDGQ | ἄλλως· ἐσσὶ δ’ ἰατήρ: | ||
B | θεραπευτικὸς τῆς παρούσης καταστάσεως. τοῦτο γὰρ δηλοῖ τὸ ἐπικαιρότατος. | |||
P 4481a | BDEGQ | Παιάν τέ σοι: ὁ δὲ Ἀπόλλων σοι τετίμηκε τὴν ζωήν. τῇ μέντοι τροπῇ ἐπιμένει διόλου· ἰατρικῆς γὰρ προ‐ στάτης ὁ θεός. | 163 in vol. 2 | |
P 4481b | ἄλλως· Παιάν τέ σοι: καὶ αὐτός σοι ὁ Παιὰν τὴν εἰς τοῦτο δύναμιν παρέχεται. ποιεῖται δὲ τὸν λό‐ γον ὑποψίας ἐνεστώσης τοῖς Κυρηναίοις πρὸς τὸν Ἀρκεσίλαον καὶ ταραττομένων αὐτῶν ὑπ’ ἐκείνου ἢ ἐλαττουμένων παραι‐ | |||
5 | τούμενος καταστῆσαι τὴν πόλιν ἐπὶ τὸ ἀρχαῖον. | |||
P 4482a | BDEGQ | χρὴ μαλακάν: προσήκει σε πραεῖαν ἐπιφέροντα τὴν χεῖρα θεραπεύειν τὴν τοῦ ἕλκους τρῶσιν, καὶ μὴ τὰς ἀλ‐ γηδόνας τρίβειν. | ||
P 4482b | BEGQ | καὶ ταῦτα μεταφορικῶς ἀκουστέον. δεῖ, φησὶν, μαλακὴν προσφέροντα τὴν χεῖρα τὴν τοῦ ἕλκους τρῶ‐ σιν θεραπεύειν. | ||
P 4484 | BDEGQ | ῥᾴδιον μὲν γάρ: τὸ μὲν γὰρ διασεῖσαι πόλιν καὶ τοῖς ἀσθενεστέροις ῥᾴδιόν ἐστι, μή τοί γε δὴ τοῖς ἐν δυνάμει κειμένοις· οἷον εἰώθαμεν λέγειν, τὸ κακὸν ῥᾴδιον ποιῆσαι· ἀλλὰ διασεισθεῖσαν πόλιν ἐπὶ χώρας καταστῆσαι δυσχερές | ||
5 | ἐστιν, ἐὰν μὴ θεὸς ἡγῆται τοῖς δυναστεύουσιν εἰς τὸ αὐτὸ πειρωμένοις ἀγαγεῖν κατάστημα. | |||
P 4489a | BDEGQ | τὶν δὲ τούτων: διπλῆ ἐστιν ἡ διάνοια. καὶ οἱ μὲν οὕτως ἀποδεδώκασι· σοὶ δὲ τούτων αἱ χάριτες καταπράτ‐ τονται, ἐὰν τῆς Δημοφίλου φυγῆς φροντίσῃς. οἱ δὲ οὕτως· ὅτι μάλιστα παρὰ σοῦ αἱ τοιαῦται χάριτες γίνονται καὶ πρά‐ | ||
5 | ξεις περὶ τῶν διοικουμένων ἐν τῇ βασιλείᾳ. | |||
P 4489b | ἄλλως· σοὶ δὲ τοῦ κυβερνᾶσθαι ὑπὸ θεῶν ἐκτελοῦνται χάριτες. | |||
P 4489c | ἢ οὕτως· σοὶ δὲ καὶ τοῦ κατορθῶσαι ὑπὸ θεῶν αἱ χάριτες ὑπό‐ κεινται. | |||
P 4489d | B(D)EGQ | ἢ οὕτως· σοὶ δὲ καὶ τοῦ ὀρθῶσαι τὴν πόλιν αἱ χάριτες ἐξυφαίνονται ὑπὸ θεῶν ἢ παρὰ τῶν θεῶν κατα‐ σκευάζονται, τουτέστιν ἔχεις παρὰ θεῶν δεδωρημένον τὸ δύ‐ νασθαι τὴν πόλιν εἰς τὸ ἀρχαῖον ἀποδοῦναι κατάστημα. διό | 164 in vol. 2 | |
5 | φησι τλῆθι. | |||
P 4489e | BDEGQ | ἰδίως δὲ τῷ τλᾶθι κέχρηται· ἔστι γὰρ ὑπό‐ μενε, τελευτᾷ δὲ εἰς τὸ πρᾴως φέρε τὰ ἡμαρτημένα. | ||
P 4491 | BDEGQ | τλᾶθι τᾶς εὐδαίμονος: ὑπόμεινον περὶ τῆς εὐ‐ δαίμονος Κυρήνης πᾶσαν ἔχειν σπουδὴν, ὡς καὶ τῆς πόλεως λυπουμένης καὶ ζητούσης τοὺς φυγαδευθέντας πολίτας, καὶ ὀφείλοντος αὐτοῦ τιμῆσαι τὸ δαιμόνιον. | ||
P 4493 | BDEGQ | τῶν δ’ Ὁμήρου: τῶν δὲ Ὁμήρου καὶ τόδε σύνες τὸ ῥῆμα, οἷον κατὰ μνήμην ἔχε καὶ τίμα. διὰ γὰρ τοῦ πόρ‐ συνε καὶ τόδε ἀκουστέον. ἐκείνου δὲ τοῦ ἔπους μέμνηται τοῦ (Ο 207)· | ||
5 | ἐσθλὸν καὶ τὸ τέτυκται, ὅτ’ ἄγγελος αἴσιμα εἰδῇ. τοῦτο δὲ πρὸς ἑαυτὸν ὁ Πίνδαρος ἀνάγει, ὅτι ὀφείλεις μοι πεισθῆναι πρεσβεύοντι ὡς ἀγαθῷ ἀγγέλῳ. | |||
P 4496a | BDEGQ | αὔξεται καὶ Μοῖσα δι’ ἀγγελίας: ἀντιστρόφως εἶπε· θέλει γὰρ εἰπεῖν· αὔξεται ἀγγελία διὰ μούσης τῆς ἑαυ‐ τοῦ. | ||
P 4496b | αὔξεται καὶ ὀρθὴ γίνεται ἡ ἀγγελία, τουτέστι διὰ τῆς ποιήσεως· αὕτη γὰρ ἡ ἀγγέλλουσα καὶ συμβουλεύουσα τῷ Ἀρκεσίλᾳ διαλύσασθαι πρὸς τοὺς πολίτας. | |||
P 4496c | BDGQ | ὁ δὲ λό‐ γος· αὔξεται καὶ ἡ ποίησις δι’ ὀρθῆς ἀγγελίας καὶ παιδείας. | ||
P 4497a | BDEGQ | ἐπέγνω μὲν Κυράνα: ἐπέγνω ἐπειράθη, οἷον γνῶσιν ἔσχεν. | 165 in vol. 2 | |
P 4497b | ἄλλως· ἐπέγνω μὲν ἡ Κυρήνη καὶ ὁ τοῦ Βάττου οἶκος, τουτέστι τὸ σὸν ὦ Ἀρκεσίλαε οἴκημα, τὴν δι‐ καιοσύνην τῶν Δημοφίλου φρενῶν. | |||
P 4499 | BDEGQ | Βάττου μέγαρον δικαίαν: ἤτοι δικαίαν παροξυ‐ τόνως, ἵν’ ᾖ τὴν δίκην, ὡς καὶ τὴν ἀρχὴν ἀρχαίαν παρα‐ γώγως· ἢ περισπωμένως, ἵν’ ᾖ δικαίων Δημοφίλου πραπίδων. | ||
P 4501a | BDEGQ | κεῖνος γὰρ ἐν παισίν: ἐκεῖνος γὰρ ὁ Δημό‐ φιλος ἐν μὲν παισὶ τὴν ἡλικίαν νεώτερός ἐστιν, ἐν δὲ φρεσὶ πρεσβύτερος τὸ φρόνημα, ὥσπερ ἂν ἑκατονταετεῖ χρόνῳ ἐπι‐ τυχών· οἱονεὶ οὕτω φρόνιμός ἐστιν ὡσπερεὶ ἑκατονταετὴς ἀνήρ. | ||
P 4501b | ἄλλως· οὕτως ἐστὶ φρόνιμος ὡς πολυετὴς ἀνήρ. ἐὰν δὲ κυρίως ἀκούηται, ἀπεμφαίνει· ὁ γὰρ ἑκατονταετὴς παραφρο‐ νεῖ. δεῖ οὖν μεταλαμβάνειν εἰς τὸ πολυετής. ὡς τὸ (Υ 247)· οὐδ’ ἂν νηῦς ἑκατόνζυγος. | |||
P 4501c | B | τουτέστι, φρόνιμός ἐστιν ὡς πολυέτης ἀνήρ. | ||
P 4504a | BDEGQ | ὀρφανίζει μὲν κακὰν γλῶσσαν: ἐρημοῖ, ἀπο‐ χωρίζει. τουτέστιν ἥκιστα κακολογεῖ. | ||
P 4504b | ἄλλως· τῆς ἐλευ‐ θερίου φωνῆς τὴν κακὴν καὶ λοίδορον γλῶσσαν χωρίζει, [ἤτοι] οὐκ ἔστιν ὑβριστής. | |||
P 4504c | ὁ δὲ νοῦς· ἀποχωρίζει μὲν τῆς ἐλευθερίου αὐτοῦ φωνῆς τὴν κακογλωσσίαν, ἔμαθε δὲ | |||
BEGQ | βδελύττεσθαι τοὺς ὑβριστὰς, οὔτε μὴν τοῖς ἀγαθοῖς ἐξεναν‐ τίας φιλονεικεῖ, οὐδὲ τὸ τῶν πραγμάτων τέλος πρὸς ἄνυσιν | |||
5 | μηκύνει· ὁ γὰρ ἐν ἀνθρώποις καιρὸς, οἱονεὶ βίος, βραχὺ ἔχει τὸ μέτρον· οἱονεὶ, ἡ τῶν πραγμάτων εὐκαιρία ῥᾳδίαν ἔχει τὴν παραδρομήν. | 166 in vol. 2 | ||
P 4504d | BDEGQ | ἄλλως· τῆς ἑαυτοῦ φανερᾶς καὶ ἐκλάμπρου φωνῆς ὀρφανίζει τὴν κακὴν γλῶσσαν, ὅ ἐστι τὴν κακολογίαν. | ||
P 4504e | ἢ οὕτω· τὴν κακὴν γλῶτταν τῆς φανερᾶς φωνῆς ὀρφα‐ νὴν ποιεῖ· οἷον οὐδὲν φθέγγεται κακόν. | |||
P 4504f | BE | κακὴν γλῶτταν ὀρφανὴν φωνῆς ἔχει. ἥκιστα κακολογεῖ. | ||
P 4507 | BDEGQ | οὐκ ἐρίζων ἀντία τοῖς ἀγαθοῖς: τὸ χʹ, ὅτι ἐκ τῶν Ἡσιόδου Ἔργων (716) εἴληπται· ἐκεῖνος γὰρ παραινεῖ μὴ ὁμιλεῖν τοῖς κακοῖς μηδὲ ἐπιπλήττειν μηδὲ ψέγειν τοὺς ἀγαθούς· | ||
5 | μηδὲ κακῶν ἕταρον, μήδ’ ἐσθλῶν νεικητῆρα. Ὅμηρος δὲ τὸν Θερσίτην εἰσήγαγε φιλόκακον καὶ μισάγαθον· ὅσους γὰρ ὁ ποιητὴς ἐγκωμίακε κατ’ ἀρετὴν, τούτους ἔψεγε. διὸ καὶ ἔλεγεν (Β 220)· ἔχθιστος δ’ Ἀχιλῆϊ μάλιστ’ ἦν ἠδ’ Ὀδυσῆϊ. 510aDGQ | |||
P 4508a | B | ὁ γὰρ καιρὸς πρὸς ἀνθρώπων: καιρὸς ὁ χρό‐ νος. ἡ εὐκαιρία. | ||
P 4508b | BDEGQ | βραχὺ μέτρον ἔχει: οὐκ ἐπιπολὺ τοῖς ἀνθρώ‐ ποις παρατεῖνον ἔχει τὸ μέτρον, ἀλλὰ σπάνιός ἐστι καὶ βρα‐ χὺς ὁ χρόνος· διὸ καὶ δεῖ, ὅτε ἔξεστιν, αὐτὸν λαμβάνειν. 510cB 511aDGQ | ||
P 4510a | BDEGQ | θεράπων δέ οἱ, οὐ δράστας: οὐκ ἀποδιδρά‐ σκων, τὸν καιρὸν ὁ Δημόφιλος. | ||
P 4510b | ἀκολουθεῖ δὲ, φησὶν, | |||
αὐτῷ ὁ καιρὸς θεράπων, οὐ δράστης, ἀλλὰ παράμονος, του‐ τέστιν οὐ παρέρχεται αὐτὸν, ἀλλὰ πάντα τὰ καίρια γινώ‐ σκει. 511aB | 167 in vol. 2 | |||
P 4510c | ἄλλως· πολλαὶ κατὰ τοῦτο τὸ ῥητὸν ἐξηγή‐ σεις προεχώρησαν. τῷ καιρῷ ἕπεται οὐχ ὡς δράστας, ὅ ἐστι δραπέτης· οὐ πανουργῶν οὐδὲ τὰ παρ’ αὐτοῦ προστασσόμενα ὑπερτιθέμενος καὶ ἀναβαλλόμενος τὰ προσπίπτοντα. 510aB | |||
5 | 508bDGQ | |||
P 4511a | BDEGQ | φαντὶ δ’ ἔμμεν: φασὶ δὲ τοῦτο ἀνιαρότατον εἶναι τὸ γινώσκοντά τινα τῇ ἀνάγκῃ, ἀντὶ τοῦ δι’ ἀνάγκην, τούτων ἐκτὸς εἶναι, καὶ μηδὲν ἀπολαύειν αὐτῶν δύνασθαι, ἐφόσον βούλεται. ὅτι καὶ ὁ Δημόφιλος εἰδὼς τὰ τῆς πατρί‐ | ||
5 | δος καλὰ, ἀνάγκῃ τῆς φυγῆς οὐκ ἐχρήσατο αὐτοῖς. | |||
P 4511b | ἄλ‐ λως· χαλεπόν ἐστι τὸ γινώσκειν ὅ,τι καλὸν μὲν, μὴ πράσσειν | |||
B | δὲ αὐτό. τὸ γὰρ ἔξω πόδας ἔχειν τοιοῦτόν ἐστι, μήτε ἐν αὐτῷ εἶναι τῷ εὖ πράττειν, ἀλλ’ ἐξ ἀνάγκης αὐτὸ προΐεσθαι. | |||
P 4511c | ἢ οὕτω· λυπηρὸν, τὸν καλῶς ποιοῦντα κακῶς ἀκού‐ ειν. 514cB | |||
P 4514a | BDEGQ | καὶ μὰν κεῖνος Ἄτλας: καὶ μὴν καὶ ὁ Δημό‐ φιλος τοσοῦτον ἔχει τὸ τῆς φυγῆς ἄχθος, ὅσον καὶ ὁ Ἄτλας τῷ βάρει πιεζόμενος διηνεκῶς προσπαλαίει τῷ οὐρανῷ. | ||
P 4514b | φέρει δὲ τῷ Ἄτλαντι ὅμοιον ἄχθος Δημόφιλος τῆς πατρί‐ δος καὶ τῶν κτημάτων μακρὰν χωρισθείς. 548cB | |||
P 4514c | ἄλλως· ἀντὶ τοῦ, καὶ παρὰ θεοῖς τὰ πράγματα ποικίλας ἔχει τὰς μεταβολάς· ὁ γοῦν Ἄτλας κακῶς πάσχει τὸν οὐρανὸν βαστά‐ ζων, πρότερον εὐτυχῶν. 518aE | |||
P 4514d | BEGQ | ἄλλως· Ἄτλας οὐρανῷ: λείπει τὸ ὡς. διὰ δὲ τούτου βούλεται σημαίνειν, ὅτι οὐκ ἀεὶ τὰ αὐτὰ μένει τῶν πραγμάτων, οὐχ ὅτι παρὰ ἀνθρώποις, | ||
ἀλλ’ οὐδὲ παρὰ θεοῖς. 514aB 519E | 168 in vol. 2 | |||
P 4518a | BDEGQ | λῦσε δὲ Ζεύς: ἀπέλυσε δὲ καὶ ὁ Ζεύς ποτε τοὺς Τιτᾶνας τῆς τιμωρίας, καίτοι ἐπιθεμένους αὐτοῦ τῇ ἀρχῇ καὶ μεταστῆσαι βουληθέντας. ἐγκαλοῦσι δέ τινες τῷ Πινδάρῳ, ὅτι οὐκ οἰκείως ἐπὶ τῆς διαλλαγῆς τὸν Ἄτλαντα παρείληφε· | ||
5 | διηνεκῶς γὰρ μοχθεῖ. 519B | |||
P 4518b | λῦσε δὲ Ζεύς: τοῦτο εἴρη‐ ται πρὸς τὸ μὴ δεῖν ἐν ταῖς τιμωρίαις ἀδιάλλακτον ἔχειν τὸ ἔχθος μηδὲ ἀθανάτους ἔχειν τὰς λύπας. 518aB | |||
P 4518c | ἄλλως· τοῦτο πρὸς τὴν παράκλησιν ἁρμόζει, ὅτι τοὺς Τιτᾶνας Ζεὺς ἔλυσεν ὑπὸ τοῦ Κρόνου δεθέντας. 518bB 514dE | |||
P 4519a | DEGQ | ἐν δὲ χρόνῳ μεταβολαί: μεταβολαὶ γίνονται ἀνέμων. | ||
P 4519b | BDEGQ | ἐν χρόνῳ δὲ καὶ τὸ ἱστίον τῆς νεὼς εὐδιεινὴν ἔχει μεταβολὴν τοῦ χειμερινοῦ λωφήσαντος ἀνέμου. | ||
P 4521 | BDEGQ | ἀλλ’ εὔχεται οὐλομέναν νοῦσον: ἀλλὰ κατεύ‐ χεται Δημόφιλος ταύτην τὴν ἐνεστῶσαν ὀλεθριωτάτην νόσον τῆς φυγῆς διαντλήσας καὶ ἀποφυγὼν τὸν κατὰ τὴν Κυρήνην οἶκον θεάσασθαι, καὶ ἐπὶ τῇ τοῦ Ἀπόλλωνος κρήνῃ πάλιν | ||
5 | συνήθως συμποσιάσαι καὶ τὴν ψυχὴν ἐκδοῦναι πρὸς φιλο‐ φροσύνην καὶ συμπόσια. | |||
P 4523 | DEGQ | ἐπ’ Ἀπόλλωνος: Ἀπόλλωνος κρήνην φησὶν, ἧς καὶ Καλλίμαχος (h. in Ap. 88) μνημονεύει· οἱ δ’ οὔπω πηγῇσι Κύρης ἐδύναντο πελάσσαι Δωριέες. | ||
P 4526a | BDEGQ | δαιδαλέαν φόρμιγγα: διόλου ἀπὸ κοινοῦ λη‐ πτέον τὸ εὔχεται. | 169 in vol. 2 | |
P 4526b | εὔχεται πολλάκις τὴν πεποικιλμένην κιθάραν ἐν σοφοῖς βαστάζων καὶ μουσικευόμενος ἐν τοῖς πο‐ λίταις λοιπὸν ἐν ἡσυχίᾳ εἶναι, μήτε τινὶ κακὸν προστριψά‐ μενος, καὶ αὐτὸς δὲ ἀβλαβὴς ὢν τὸ λοιπὸν πρὸς τοὺς πολί‐ | |||
5 | τας. | |||
P 4526c | BEGQ | τὸ δὲ ὅλον· ὥστε ἀπαγγεῖλαι τὰ ὑπὸ Πινδάρου αὐτῷ δεδομένα ποιήματα. θέλει δὲ εἰπεῖν, ὅτι καὶ μουσικός ἐστιν. | ||
P 4528 | DGQ | ἡσυχίᾳ θιγέμεν: ἀντὶ τοῦ ἡσυχίας. σύνηθες δὲ τὸ σχῆμα τῷ Πινδάρῳ. | ||
P 4530a | BDEGQ | παραγέγονε πρὸς τὸν Πίνδαρον ὁ Δημόφιλος, ἵνα αὐτὸν ἀξιώσῃ διὰ τοῦ ὕμνου διαλλάξαι αὐτὸν πρὸς τὸν Ἀρ‐ κεσίλαον. | ||
P 4530b | BDEGQ | καί κε μυθήσαιτο: καὶ δὴ εἴποι ἄν σοι, ὁποίαν εὗρε πηγὴν τῶν θείων ἐπῶν, ἀρτίως ἐπιξενωθεὶς καὶ ἐπιδη‐ μήσας ταῖς Θήβαις. τοῦτο δὲ ὡς πρὸς ἑαυτὸν, ὅτι θαυμα‐ στῶς γράφει. | ||
5 | EG | τέλος Ἀρκεσιλάου. | ||
P 5metr(t) | Scholia in Pythionicarum carmen V | |||
1 | DEG(Q) | Τῷ αὐτῷ Ἀρκεσιλάῳ. | ||
B | Τῆς πέμπτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ιδʹ. τὸ αʹ χοριαμβικὸν δίμετρον καταληκτικόν. τὸ βʹ περιοδικόν· | |||
ἢ λέγεται διπλοῦς ἴαμβος· ἔστι δὲ 〈δίμετρον καταληκτικόν. | 170 in vol. 2 | |||
5 | τὸ γʹ〉 δίμετρον ἰαμβικὸν ὑπερκατάληκτον. τὸ δʹ ὅμοιον τῷ αὐτῷ. τὸ εʹ τροχαϊκὸν μονόμετρον ὑπερκατάληκτον. τὸ ϛʹ παιωνικὸν δίμετρον ἀκατάληκτον. τὸ ζʹ ἀντισπαστικὸν μονό‐ μετρον ὑπερκατάληκτον. τὸ ηʹ ὅμοιον τῷ (Archil. fr. 94, 2) τίς σὰς παρήειρε φρένας. τὸ θʹ χοριαμβικὸν δίμετρον κατα‐ | |||
10 | ληκτικόν. τὸ ιʹ ...... τὸ ιαʹ παιωνικὸν δίμετρον ἀκατά‐ ληκτον διὰ Κρητικοῦ, ὅ ἐστι παίων δʹ. τὸ ιβʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ιγʹ ἰαμβικὸν δίμετρον καταληκτι‐ κὸν, ὅ ἐστιν ἑφθημιμερές. τὸ ιδʹ τροχαϊκὸν δίμετρον κατα‐ ληκτικόν. | |||
15 | B | ἡ ἐπῳδὸς κώλων ἐστὶ δώδεκα σὺν δύο. τὸ αʹ ἀντισπα‐ στικὸν δίμετρον ἀκατάληκτον. τὸ βʹ ἰαμβικὸν δίμετρον κα‐ ταληκτικόν. τὸ γʹ ἰαμβικὸν μονόμετρον ὑπερκατάληκτον. τὸ δʹ περιοδικὸν, διπλοῦς τροχαῖος, ἀκατάληκτον. τὸ εʹ τρο‐ χαϊκὸν τρίμετρον βραχυκατάληκτον. τὸ ϛʹ περιοδικόν· ἢ λέ‐ | ||
20 | γεται διπλοῦς ἴαμβος. ἔστι δὲ τρίμετρον καταληκτικόν. τὸ ζʹ Γλυκώνειον. τὸ ηʹ ἀντισπαστικὸν τρίμετρον βραχυκατά‐ ληκτον. τὸ θʹ ἀντισπαστικὸν δίμετρον βραχυκατάληκτον. τὸ ιʹ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον· ἰδίως δὲ ἐπήνεγκεν αὐτῷ τοὺς τροχαίους. τὸ ιαʹ παιωνικὸν δίμετρον | |||
25 | ἀκατάληκτον. τὸ ιβʹ ἀντισπαστικὸν δίμετρον βραχυκατάλη‐ κτον. τὸ ιγʹ ὅμοιον τῷ αὐτῷ. τὸ ιδʹ χοριαμβικὸν δίμετρον καταληκτικὸν, ὅμοιον τῷ πρώτῳ τῆς στροφῆς. | |||
P 5inscr | BDEGQ | Γέγραπται καὶ αὕτη ἡ ᾠδὴ νικήσαντι τῷ Ἀρκε‐ | ||
σιλάῳ ἅρματι τὴν λαʹ Πυθιάδα. ἐπειδὴ δὲ διήγημα ἐν τῷ πρώτῳ μᾶλλον ἐπινίκῳ ἤπερ ἐγκώμιον πεποίηται τῷ Πιν‐ δάρῳ καὶ παρέκβασις διηγηματικὴ τῶν κατὰ Ἰάσονα, ἐδέησεν | 171 in vol. 2 | |||
5 | αὐτῷ καὶ δεύτερον γράψαι ἐπίνικον. | |||
P 51a | BDEGQ | τὸ δὲ ὁ πλοῦτος εὐρυσθενής, τὸν μετὰ ἀρετῆς πλοῦτόν φησιν εὐρυσθενῆ εἶναι. τὸ γὰρ ἕτερον ἄνευ τοῦ ἑτέρου οὐκ ἀσφαλὲς, ὡς καὶ Καλλίμαχος (in Iov. 95)· οὔτ’ ἀρετῆς ἄτερ ὄλβος ἐπίσταται ἄνδρας ἀέξειν, | ||
5 | οὔτ’ ἀρετὴ ἀφένοιο· καὶ ἡ Σαπφώ (fr. 80)· ὁ πλοῦτος ἄνευ ἀρετᾶς οὐκ ἀσινὴς πάροικος. 1cB | |||
P 51b | ὁ νοῦς· ὁ πλοῦτος ἄγαν ἰσχυρότατός ἐστιν, ὅταν τις ἀνθρώπων ἀρετῇ συγκεκραμένον καθαρᾷ τῆς τύχης αὐτὸν παραδούσης ἀνάγῃ πολύφιλον ὄντα καὶ διδῷ τοῖς ἐν χρείᾳ καθεστηκόσιν. 6B (5bDbEbGbQb) | |||
P 51c | μόνον οὕτως ὁ πλοῦ‐ τος εὐρυσθενής ἐστιν [ὄντως] καὶ μέγα ἰσχύει, ἐὰν κεκρα‐ μένος ἀρετῇ ὑπάρχῃ. | |||
P 55a | BDEGQ | πολύφιλον δὲ, ἐπειδὴ τῷ πλουτοῦντι πολλοὶ ἕπον‐ ται. οὕτω δὲ Ἀρίσταρχος· ἔστι μὲν χωρὶς τὸ πολύφιλον λέ‐ γειν, χωρὶς δὲ τὸ ἑπέταν· τοιοῦτός ἐστι τῷ ἔχοντι ὀπαδὸς, ὥστε πολλοὺς φίλους ποιεῖν. ἔστι δὲ καὶ συναμφότερα ἀκού‐ | ||
5 | ειν· ᾧ πολλοὶ ἕπονται. (1b repet. DEGQ) | |||
P 55b | DEGQ | πολύφιλον ἑπέ‐ ταν: ᾧ πολλοὶ φίλοι ἕπονται. | ||
P 55c | BDEGQ | τὸ δὲ ἀνάγῃ τὸ αὐτὸ τῷ αὔξῃ. | ||
P 55d | ἢ ἐν τῷ καθόλου τὸν πολύφιλον πλοῦτον, ἢ ὅταν πολυφίλως αὐτὸν ἀνάγῃ, ὅτι πολύφιλοι οἱ πλούσιοι. | |||
P 55e | ἢ | |||
οὕτω· τὸν τοῖς ἐν χρείᾳ καθεστηκόσιν ἑπόμενον. 1bB | 172 in vol. 2 | |||
P 56 | BDEGQ | ὦ θεόμοιρε: ὦ ἐκ θεοῦ ταύτην ἔχων τὴν μοῖραν. ὅ ἐστιν ἐκ θεῶν εἰληφὼς τὴν βασιλείαν. | ||
P 57 | BDEGQ | σύ τοί νιν κλυτᾶς αἰῶνος: σὺ, φησὶν, ὦ Ἀρκεσίλαε, αὐτὸν, τὸν πλοῦτον, ἀπ’ ἄκρων βαθμίδων τῆς αἰῶνος, του‐ τέστιν ἀπ’ ἀρχῆς τοῦ βίου καὶ ἀφ’ οὗ ἐγνωρίσθης τῷ βίῳ κόσμος, σὺν εὐδοξίᾳ μετέρχῃ, ὅτι οὐκ εἰς ῥᾳθυμίαν αὐτῷ | ||
5 | χρώμενος εἶ, ἀλλ’ εἰς τὰ δοξάζειν δυνάμενα, ἱπποτροφίας καὶ τὰ τοιαῦτα. | |||
P 510a | BDEGQ | διατί δὲ σὺν Κάστορι; ἢ ὅτι ἱππικὸς ὁ θεός· Ὅμη‐ ρος (Γ 237)· Κάστορά θ’ ἱππόδαμον· ὁ δὲ Ἀρκεσίλαος ἱππο‐ τρόφει· δοκεῖ δὲ πρῶτος συνωρίδα καταζεῦξαι Κάστωρ· ἢ ὅτι ἄνωθεν οἱ Βαττιάδαι καὶ Ἀριστοτέλης Λάκωνες ἦσαν, ὅθεν | ||
5 | καὶ οἱ Τυνδαρίδαι· ἀπὸ γὰρ Λακώνων εἰς Θήραν ἦλθον, | |||
BEGQ | ἀπὸ δὲ τῆς Θήρας εἰς Κυρήνην· ἢ ὅτι ἐπιφανῶς ἄγουσιν οἱ Κυρηναῖοι τὰ Διοσκούρεια, Βάττου πρώτου καταδείξαντος τὴν εὐχήν. | |||
P 510b | BDEGQ | ἕκατι χρυσαρμάτου Κάστορος: κέλητα καὶ χα‐ λινὸν πρῶτος Βελλεροφόντης κατέζευξε, συνωρίδα Κάστωρ, ἅρμα Ἐριχθόνιος ὁ Ἀθηναῖος, ἀστράβην Ὀξύλος ὁ Αἰτωλός. | ||
P 512a | BDEGQ | εὐδίαν ὃς μετὰ χειμέριον: ὁ Κάστωρ σοι εὐ‐ δίαν παρασκευάζει. ὑπαινίττεται δὲ τὸν τῶν Κυρηναίων νεω‐ τερισμόν· στάσις γὰρ ἐνέπεσεν αὐτῷ πρὸς τὸν δῆμον· ὃν δὴ χειμῶνα ἔφη. | ||
P 512b | διχόθεν ὁ Κάστωρ εὐμενής σοί ἐστιν, εἴς τε τὴν εὐδίαν ἐκ χειμῶνος κατάστασιν, καὶ εἰς τὴν ἱππικὴν νίκην. | 173 in vol. 2 | ||
P 512c | ἄλλως· εὐδίαν ὅς: ὅστις ὁ Κάστωρ μετὰ τὸν χειμερινὸν ἐκεῖνον ὄμβρον τῶν πραγμάτων περὶ τὴν σὴν μα‐ καρίαν ἑστίαν καταλάμπει. τοῦτο δέ φησιν, ὅτι ἐστασίαστο τὰ περὶ τὴν Κυρήνην πράγματα τῷ Ἀρκεσιλάῳ κατ’ ἐκεῖνο | |||
5 | καιροῦ. | |||
P 515 | BDEGQ | σοφοὶ δ’ ἔτι κάλλιον: διδόασι, φησὶν, οἱ θεοὶ τοῖς ἀνθρώποις ἀγαθὰ, οἱ δὲ σοφοὶ καλλίονα ποιοῦσιν αὐτὰ προσεπικοσμοῦντες διὰ τὴν αὐτῶν ἀρετήν. | ||
P 516a | DEGQ | φέροντι καὶ τὰν θεόσδοτον: ἀντὶ τοῦ φέρουσι καὶ ποιοῦσι. | ||
P 516b | τὸ δὲ [σημεῖον] χʹ, ὅτι θεόσδοτον εἶπε τὸν πλοῦτον ἀντὶ τοῦ θεόδοτον. | |||
P 517 | BDEGQ | σὲ δ’ ἐρχόμενον: σὲ δὲ δικαίως ζῶντα πολὺς σὺν εὐδαιμονίᾳ πλοῦτος περιέχει. | ||
P 519 | BDEGQ | τὸ μὲν, ὅτι βασιλεύς ἐσσι: τοῦτο Ἀττικὸν τὸ σχῆμα· τοῦτο μὲν, ὅτι βασιλεὺς εἶ μεγάλων πόλεων, ἔχει σου ὁ συγγενὴς ὀφθαλμὸς γέρας αἰδοιέστατον, τουτέστιν ὁ ἴδιός σου ὀφθαλμὸς βλέπει περὶ σὲ ὂν τὸ γέρας τῆς βασιλείας αἰ‐ | ||
5 | δοιέστατον, οἷον βλέπει σεαυτὸν τιμώμενον· δύναται γὰρ ἀπὸ τοῦ ὀφθαλμοῦ τὸ ὅλον σῶμα σημαίνεσθαι· καὶ κατὰ τοῦτο δὲ μακάριος εἶ, ὅτι τὰ Πύθια ἐνίκησας. | |||
P 524a | BDEGQ | μάκαρ δὲ καὶ νῦν: μακάριος δὲ τυγχάνεις καὶ ἐπὶ τοῦ παρόντος, ὅτι τῆς εὐδόξου Πυθιάδος τὴν δόξαν τοῖς ἵπποις λαβὼν ἐδέξω καὶ τοῦτον τὸν κῶμον καὶ ὕμνον παρὰ τῶν χορευτῶν, ὄντα Ἀπόλλωνος παίγνιον. καὶ ἤτοι ὅτι Μου‐ | ||
5 | σηγέτης ὁ θεός· παιδιὰ γὰρ Ἀπόλλωνος ἡ χορεία· ἢ Ἀπόλ‐ λωνος ἄθυρμα τὴν νίκην· Ἀπόλλωνι γὰρ ἀνιέρωται ὁ ἀγών. | |||
P 524b | DEGQ | ὃ δὲ λέγει, ὅτι Πύθια νενίκηκεν. | 174 in vol. 2 | |
P 529 | BDEGQ | τῷ μή σε λαθέτω: διὸ μή σε λανθανέτω ἡ Κυρήνη ἀνυμνουμένη. | ||
P 531 | BDEGQ | ἀμφὶ κᾶπον Ἀφροδίτας: κῆπον Ἀφροδίτης τὴν Κυρήνην ὠνόμασεν ὡς καλλίκαρπον καὶ διὰ τοῦτο ἐράσμιον καὶ ἐπαφρόδιτον· εἰ μὴ ἄρα τὸν τῶν Χαρίτων λόφον ὠνό‐ μασεν οὕτως [Ἀφροδίτης κῆπον εἶπε]. Καλλίμαχος (fr. 266)· | ||
5 | ἢ ὑπὲρ αὐσταλέον Χαρίτων λόφον. | |||
P 533 | BDEGQ | παντὶ μὲν θεὸν αἴτιον ὑπερτιθέμεν: ἐπὶ παν‐ τὸς πράγματος δεῖ τῷ θεῷ τὴν αἰτίαν ἀνάπτειν καὶ ὑπερτι‐ θεῖν, καὶ φιλεῖν· οὕτως Ἀρίσταρχος ἀντὶ τοῦ φίλει· καὶ σὲ τοίνυν πρὸ μὲν πάντων τῷ θεῷ 〈προσήκει ......〉, προσ‐ | ||
5 | ήκει δὲ φιλεῖν παρὰ τοὺς ἄλλους ἑταίρους Κάρρωτον. ἔστι δὲ ἡνίοχος, ἐπιχώριον δὲ Κυρηναίοις τὸ ὄνομα. εἰσὶ δὲ οἳ καὶ τῆς Ἀρκεσιλάου γυναικὸς πατέρα εἶναι ἔφασαν τὸν Κάρ‐ ρωτον. | DEGQ | ||
P 534 | BDEGQ | φιλεῖν δὲ Κάρρωτον: Κάρρωτος ὄνομα κύριον, περὶ οὗ μέμνηται πρὸς τὸν Ἀρκεσίλαον· οἱ δὲ τὸν ἡνίοχον τούτου, ὅν φησιν ὁ Δίδυμος τῆς Πυθικῆς νίκης αἴτιον γε‐ νέσθαι τῷ Ἀρκεσιλάῳ, κατάγειν δὲ αὐτῷ καὶ στρατιωτικὸν | ||
5 | ἀπὸ τῆς Ἑλλάδος ἀθροίσαντα. ταῦτα δὲ πιστοῦται παρατιθέ‐ | |||
μενος τὰ Θεοτίμου (FHG IV p. 517) ἐκ τοῦ πρώτου περὶ Κυρή‐ νης ἔχοντα οὕτως· διαπίπτουσαν δὲ τὴν πρᾶξιν αἰσθόμενος Ἀρκεσίλαος καὶ βουλόμενος δι’ αὑτοῦ τὰς Ἑσπερίδας οἰκίσαι πέμπει μὲν εἰς τὰς πανηγύρεις ἵππους ἀθλήσοντας Εὔφημον | 175 in vol. 2 | |||
10 | ἄγοντα, νικήσας δὲ τὰ Πύθια καὶ τὴν ἑαυτοῦ πατρίδα ἐστε‐ φάνωσε καὶ ἐποίκους εἰς τὰς Ἑσπερίδας συνέλεγεν. Εὔφημος μὲν οὖν ἐτελεύτα· Κάρρωτος δὲ τῆς Ἀρκεσιλάου γυναικὸς ἀδελφὸς διεδέξατο τὴν τῶν ἐποίκων ἡγεμονίαν. ὁ τοίνυν Πίνδαρος τοὺς ἑταίρους καθομιλῶν τὸ καταπραχθὲν τῷ Εὐ‐ | |||
15 | φήμῳ τῷ Καρρώτῳ προσῆψε· μόνον γὰρ κατορθῶσαί φησιν αὐτὸν ἀγαγόντα τὸ στρατιωτικόν. δόξειε δ’ ἂν τούτοις συν‐ ᾴδειν καὶ τὸ μείζοσιν ἢ καθ’ ἡνίοχον τοῖς περὶ αὐτοῦ λόγοις τὸν Πίνδαρον κεχρῆσθαι· ἑταῖρον γάρ φησι καὶ εὐεργέτην τοῦ βασιλέως, ὅπερ ἂν εἰκότως ἐπὶ κηδεστοῦ λέγοιτο ἢ ἐπὶ | |||
20 | ἡνιόχου· φησὶ γάρ, ἑκόντι τοίνυν πρέπει νόῳ τὸν εὐεργέτην ἀντιάσαι ...... αὐτουργόν τινα τὸν Κάρρωτον γενόμενον ἡνιοχῆσαι τὸ ἅρμα, διὰ τὸ ἐπιεικῶς τοὺς Κυρηναίους ἁρμα‐ τηλάτας εἶναι καὶ ἱππικοὺς, ὥστε ἀμφότερα τῷ Ἀρκεσιλάῳ αὐτὸν κατειργάσθαι, ἡνιοχῆσαί τε καὶ στρατολογῆσαι. 35fE | |||
P 535a | BDEGQ | ὃς οὐ τὰν Ἐπιμηθέος: Ἐπιμηθέως λέγουσιν ὡς ἐπίπαν θυγατέρα τὴν Μεταμέλειαν καὶ τὰ παραπλήσια, καθάπερ καὶ Προμηθέως τὴν Προμήθειαν. νῦν δὲ ὁ Πίν‐ δαρος τὴν Πρόφασιν αὐτὴν Ἐπιμηθέως εἶπε θυγατέρα. | ||
P 535b | οὐκ ἐκόμισεν οὖν σοι, ὦ Ἀρκεσίλαε, Κάρρωτος λόγους καὶ | |||
προφάσεις, ἀλλὰ τὴν νίκην. εἰώθασι γὰρ οἱ ἡττηθέντες σκήπτεσθαι ποριζόμενοι προφάσεις τῆς ἥττης. | 176 in vol. 2 | |||
P 535c | DEGQ | τὸν δὲ στέφανον εἶπεν ἀρισθάρματον γέρας τὸν ἐπὶ τῇ τῶν ἵππων ἀριστείᾳ δοθέντα. διὰ δὲ τῆς Κασταλίας ἐκ μέρους τὴν Πυθὼ δεδήλωκεν. | ||
P 535d | BEGQ | ἄλλως· ὅτι Ἐπιμηθέως θυγατέρα τὴν πρό‐ φασιν εἴρηκε. παρεισῆκται δὲ ὁ Ἐπιμηθεὺς ἀνόητος καὶ ἀπὸ τῶν ἀποβαινόντων συμπτωμάτων καὶ παθῶν διδασκόμενος τὰ ἀσύμφορα καὶ μεταμελόμενος, ὁ δὲ τούτου ἀδελφὸς Προ‐ | ||
5 | μηθεὺς καὶ σοφὸς καὶ προορώμενος· διὸ καὶ τοὔνομα ἀπὸ τοῦ προμαθεῖν ἔσχε. καὶ Σοφοκλῆς (?) δὲ ἐν τῷ Προμηθεῖ τοῦ Προμηθέως, θέλων λέγειν τῆς φρονήσεως ἀντέχεσθαι καὶ μὴ τῆς μεταμελείας. | |||
P 535e | ὀψίνοον δὲ τὴν Πρόφασιν εἶπε, διὰ τὸ ὀψέ ποτε καὶ βραδέως τὰ συμφέροντα καὶ ἀσύμφορα κα‐ ταλαμβάνειν. 39E | |||
P 535f | BDEGQ | ὅστις ὁ Κάρρωτος οὐ τὴν τοῦ βραδέως βουλευσαμένου Ἐπιμηθέως θυγατέρα Πρόφασιν ἄγων εἰς τοὺς οἴκους τῶν Βαττιαδῶν, τουτέστι τῶν Κυρηναίων, παρε‐ γένετο. | ||
P 535g | ὁ δὲ νοῦς τῷ λόγῳ, ὅτι οὐχ ἡττηθεὶς καὶ προ‐ φασισάμενος αἰτίαν τῆς ἥττης ἦλθεν εἰς Κυρήνην, ἀλλὰ νι‐ κήσας. 35aE | |||
P 539 | BDEGQ | ἀλλ’ ἀρισθάρματον: ὁ νοῦς· ἀλλ’ ἐξοχώτατον ἐκ τῶν ἁρμάτων γέρας ἐν Πυθῶνι παραγεγονὼς περιέβαλεν ὁ Κάρρωτος ταῖς σαῖς κόμαις, ἀφθάρτοις ἡνίαις κατὰ τὸ τέ‐ | ||
μενος τῶν δυωδεκαδρόμων ἐπαρκῶν· φησὶ δὲ τῶν ἁρμάτων· | 177 in vol. 2 | |||
5 | ὅτι δώδεκα δρόμους ἀνύει τὸ τέλειον ἅρμα, τὸ δὲ πωλικὸν ὀκτώ. μαρτυρήσει δὲ καὶ ὁ Καλλίμαχος. | |||
P 540a | (B)DEGQ | ὕδατι Κασταλίας ξενωθείς: ἐν Πυθῶνι παρα‐ γεγονώς· ἀπὸ δὲ τῆς πηγῆς τὸ χωρίον ἀκουστέον. | ||
P 540b | ὁ δὲ νοῦς τοιοῦτος· ἀλλ’ ἄριστον γέρας ὁ Κάρρωτος ταῖς σαῖς κό‐ μαις περιέβαλεν, ἀφθάρτοις ἡνίαις κατὰ τὸ τέμενος τῶν δυω‐ δεκαδρόμων ἁρμάτων, τουτέστι τὸ στάδιον, τοῖς ποσὶν ἐπαρ‐ | |||
5 | κέσας καὶ τὴν νίκην ἀπενεγκάμενος. | |||
P 543 | BDEGQ | ἀκηράτους τὰς ἡνίας ἔφη ἀντὶ τοῦ ἀδιαφθόρους· οὐ γὰρ διεφθάρησαν κατὰ τὸν δρόμον. ἀλλὰ διέμειναν ὑγιεῖς· ἔξωθεν δὲ προσληπτέον τὴν κατά, ἵν’ ᾖ κατὰ τὸ τέμενος. | ||
P 544a | DEGQ | ποδαρκέων δωδεκαδρόμων τέμενος: τέμενος τὸ πεδίον ἐν ᾧ ὁ ἀγὼν ἄγεται. | ||
P 544b | (B)DEGQ | ὅτι δὲ δωδεκάκις τρέ‐ χουσι, μαρτυρεῖ καὶ Καλλίμαχος (fr. 468)· δωδεκάκις περὶ †δίφρον ἐπήγαγεν ἴθματα δίφρου. | ||
P 545a | BDEGQ | κατέκλασε γὰρ ἐντέων σθένος οὐδέν: οὐδὲν γὰρ τῶν αὐτοῦ ἁρμάτων ὁ Κάρρωτος κατέκλασεν. ἐν γὰρ τοῖς ἑξῆς αὐτὸς ἱστορεῖ μʹ δίφρους τοὺς συναγωνιζομένους τῷ τοῦ Ἀρκεσιλάου ἅρματι κατεάχθαι κατὰ τὸν δρόμον, μόνον | ||
5 | δὲ τὸ τοῦ Καρρώτου ὄχημα ἀπήμαντον ἀνύσαι τὸ στάδιον, καὶ διὰ τοῦτο ἀνατεθεῖσθαι τῷ Ἀπόλλωνι. | 178 in vol. 2 | ||
P 545b | ὁ δὲ νοῦς· οὐδαμῶς δὲ συνέτριψε τῆς τοῦ ἅρματος σκευῆς οὐδὲν, ἀλλὰ κρέμαται καὶ ἀνιέρωται τῷ Ἀπόλλωνι, ὁπόσα τῶν ταῖς χερσὶν ἁρμοζόντων τεκτόνων ποικίλματα ἄγων τὸν Κρισαῖον λόφον | |||
5 | ..... κατὰ τὸ κοιλόπεδον πεδίον [ἔδραμε] τοῦ Ἀπόλλωνος. | |||
P 547 | DGQ | χεριαρᾶν: τῶν χερὶ ἀρεσκόντων καὶ κατασκευαζόν‐ των τὰ τεκταινόμενα. | ||
P 549 | DEGQ | Κρισαῖον λόφον: ἀνατεθεικέναι φησὶν αὐτὸν ἀπὸ τῆς νίκης ἐν Δελφοῖς τῷ Ἀπόλλωνι τὸν δίφρον τοῦ ἅρματος. | ||
P 550 | DEGQ | ἄμειψεν ἐν κοιλόπεδον: ὅτι ὁ ἀγὼν ἐν τῷ πεδίῳ τελεῖται. κατὰ σύγκρισιν δὲ τὴν πρὸς τὸ Παρνάσσιον ὄρος κοιλόπεδον εἶπε τὸ χωρίον. | ||
P 551a | DEGQ | νάπος τὸ πεδίον ἐν ᾧ ὁ ἀγὼν ἄγεται, κατὰ σύγ‐ κρισιν τὴν πρὸς τὸν Παρνασόν. ὄρος γὰρ ἐκεῖνο δικόρυφον. καὶ ἑτέρωθι (P. VI 9) Ἀπολλωνίαν νάπην καλεῖ τὸν τόπον τοῦτον. | ||
P 551b | BDEGQ | τό σφ’ ἔχει: ὅπερ τὸ ὄχημα ἔχει τις οἶκος ἐστε‐ γασμένος κυπαρισσίνοις δοκοῖς πλησίον τοῦ ἀνδριάντος, ὅν‐ τινα μονόβολον ὄντα οἱ Κρῆτες παρὰ τῷ Παρνασίῳ ὄρει κα‐ θίδρυσαν, τουτέστιν ἐν τῇ Πυθοῖ. | ||
P 551c | DEQ | ὡς ἀνδριάντος μονο‐ ξύλου ἀνακειμένου ἐν Δελφοῖς Κρητῶν ἀναθέντων. | ||
P 556 | BDEGQ | μονόδροπον: μονόβολον. μονόξυλον. παρὰ τὸ μό‐ νον αὐτὸ εἰλῆφθαι· δρέπεσθαι γὰρ τὸ λαμβάνειν. | ||
P 557 | BDEGQ | ἑκόντι τοίνυν πρέπει: ὁ λόγος πρὸς τὸν Ἀρκεσί‐ λαον. προσήκει σε, φησὶν, ἑκοντὶ τὸν εὐεργέτην Κάρρωτον | ||
ἀμείψασθαι ἀνθ’ ὧν εἰς σὲ διεπράξατο. | 179 in vol. 2 | |||
P 559 | BDEGQ | Ἀλεξιβιάδα, σὲ δ’ ἠΰκομοι: ὦ Ἀλεξιβίου υἱὲ Κάρρωτε, σὲ δὲ αἱ εὔκομοι ἐκ τῆς μνήμης καταλαμβάνουσι Χάριτες. | ||
P 561 | BDEGQ | μακάριος, ὃς ἔχεις: μακάριος δὲ καὶ εὐδαίμων τυγχάνεις, ὅστις καὶ μετὰ τὸν μέγαν κάματον διὰ τῶν ἐμῶν φερτάτων λόγων, τουτέστι τῶν ὕμνων, ἔχεις μνημεῖα τῶν καμάτων. ταῦτα δὲ ἤτοι πρὸς τὸν Ἀρκεσίλαον λέγει διὰ τὸ | ||
5 | στάσεσι κεχρῆσθαι πρὸς τοὺς ὑπηκόους, ἢ πρὸς τὸν Κάρρωτον, διότι περὶ τὴν τῶν ἐποίκων συλλογὴν πολλὰ ἐταλαιπώρησεν. | |||
P 564 | BDEGQ | ἐν τεσσαράκοντα: ὁ νοῦς· ἐν γὰρ τεσσαράκοντα καταπεσοῦσιν ἡνιόχοις ἄθραυστον καὶ ὑγιᾶ τὸν δίφρον ἤγα‐ γες ἀταράχῳ διανοίᾳ, καὶ παρεγένου εἰς τὸ Λιβύης πεδίον ἐκ τῶν ἐνδοξοτάτων ἀγωνισμάτων καὶ εἰς τὴν ἐπίδοξον πόλιν | ||
5 | Κυρήνην. | |||
P 566 | DEGQ | ὅλον δίφρον: ὁλόκληρον καὶ ὑγιᾶ. προείρηται δὲ ὅτι τὰ συνηγωνισμένα αὐτῷ μʹ ἅρματα συνεθραύσθη. | ||
P 571a | BDEGQ | πόνων δ’ οὔ τις: καθολικῶς φησι, παραμυθού‐ μενος αὐτόν. | ||
P 571b | τὸ ὅλον· οὐδεὶς δὲ ἀνθρώπων ἄμοιρός ἐστι πόνων καὶ καμάτων, οὔτε ἔσται ποτέ. ἴσος δὲ τοῦτο, ὡς τοῦ Καρρώτου κεκμηκότος ἀβλαβὲς διασῶσαι τὸ ἅρμα. | |||
P 574a | BDEGQ | τὰ καὶ τὰ νέμων: τουτέστι τὰ ἀγαθὰ καὶ τὰ κακά. ἀμήχανον γὰρ, φησὶν, ἄνθρωπον ὄντα πάντα ἀγαθὰ λαχεῖν. Ὅμηρος (Ω 527)· δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει. | ||
5 | καὶ αὐτὸς ὁ Πίνδαρος (P. III 81)· | |||
ἓν παρ’ ἐσλὸν πήματα σύνδυο δαίονται βροτοῖς. | 180 in vol. 2 | |||
P 574b | BEGQ | χρῶνται δὲ τῷ ἔμπαν ἀντὶ περισπωμένου τοῦ ὁμῶς, ὅ ἐστιν ἴσον τῷ ὁμοίως· καὶ γὰρ τὸ ἔμπης ἀντὶ περισπωμένου τοῦ ὁμῶς τάσσει Ὅμηρος (ς 354)· ἔμπης μοι δοκέει δαΐδων σέλας ἔμμεναι | ||
5 | καὶ κεφαλῆς. καὶ πάλιν (Ξ 174)· ἔμπης ἐς γαῖάν τε καὶ οὐρανόν. | |||
P 574c | B | καὶ ἐπὶ τῶν ὁμοίων. 76bB | ||
P 576a | BDGQ | κεῖνόν γε καὶ βαρύκομποι: ἐκεῖνον δὲ, τὸν Βάττον, καὶ οἱ χαλεποὶ λεόντες τῆς Λιβύης εὐλαβηθέντες ἔφυγον. 78aB | ||
P 576b | BDEGQ | κεῖνόν γε καὶ βαρύκομποι: Ἀρίσταρχος κατὰ τὸν τόπον φησὶ τοῦτον, καθ’ ὃν ἔκτισται ἡ Κυρήνη, λέοντας διατρίβειν πολλοὺς, τῷ δὲ Βάττῳ τὸν Ἀπόλλωνα δοῦναί τινας ἐπῳδὰς, δι’ ὧν [αὐτοὺς] ἔμελλεν ἀποσοβήσειν καὶ τὸν τόπον | ||
5 | ἡμερώσειν. ὑπερποντίαν δὲ αὐτὸν ἐπενέγκαι γλῶσσάν φησι, παρόσον τὴν τοῦ Ἀπόλλωνος φωνὴν ἐκ Δελφῶν εἰς Λιβύην μετήνεγκε. μήποτε δὲ τροπικῇ κατείληπται φράσει, καὶ ἔστιν ὃ βούλεται λέγειν, ὅτι ἐνθήρου τῆς Λιβύης οὔσης, ὁ Βάττος οἰκίσας τὴν Κυρήνην παρεσκεύασε φυγεῖν τοὺς λέοντας, δέει | |||
10 | τῷ ἀπ’ αὐτοῦ τῶν λεόντων διασκεδασθέντων. 76aB | |||
P 578a | BDEGQ | γλῶσσαν ἐπεί σφιν: οὐχ ὅτι, φησὶν ὁ Δίδυμος, οἱ λέοντες ἐκ φωνῆς ἔφυγον, ἀλλ’ ἐπεὶ τὴν ἀπόφασιν ἐκ τῆς | ||
Πυθίας ὑπὲρ τὸν πόντον διεκόμισεν. ἐλθόντι γὰρ αὐτῷ εἰς Δελφοὺς καὶ χρωμένῳ πῶς ἀποκαταστήσει τὴν φωνὴν, παρα‐ | 181 in vol. 2 | |||
5 | λιποῦσα τὸ ἐρωτηθὲν ἐκέλευσεν αὐτῷ πόλιν κτίζειν ἐπὶ τῆς Λιβύης. τοιοῦτον οὖν ἐστι τὸ γλῶσσαν ἐπεί σφιν ἀπένεικεν, ἐπεὶ τὸν χρησμὸν διεκόμισε. κατὰ γὰρ τὸν χρησμὸν διεβί‐ βασεν ὄχλον καὶ ἔκτισε τὴν Κυρήνην· ἔφυγον δὲ οἱ λέοντες φοβηθέντες τὸ πλῆθος, οὐ τὴν φωνὴν τοῦ Βάττου. οἱ δὲ τὸ | |||
10 | γλῶσσαν ἐπεί σφιν ἀπένεικεν ὑπερποντίαν, οὕτως ἀποδιδόα‐ σιν, ὅτι τοσοῦτον ἐφώνησεν, ὥστε τὴν πρότερον ἐνδεδωκυῖαν αὐτῷ ὑπερποντίαν γενέσθαι. | |||
P 578b | DGQ | ἄλλως· ὑπερποντίαν, τὴν μεγάλην, ὥστε καὶ διὰ θαλάσσης ἀκούεσθαι καὶ ἐξικνεῖσθαι. | ||
P 580a | BDGQ | ὁ δ’ ἀρχαγέτας: ὁ δὲ τῆς ἀποικίας ἀρχηγέτης Ἀπόλλων τοὺς θῆρας εἰς φυγὴν παρώρμησεν, ὅπως ἂν μὴ τῷ βασιλεῖ τῆς Κυρήνης τῷ Βάττῳ ἀτελὴς γένοιτο καὶ οὐχὶ οἰκισθείη ἡ Κυρήνη. | ||
P 580b | BDEGQ | καὶ τοῦτο ἑαυτῷ συνᾴδων ὁ Δί‐ δυμος οὕτως ἀποδίδωσιν· ἐπεὶ ὁ Ἀπόλλων ἔχρησεν οἰκίσαι τὴν Κυρήνην, αἴτιος ἐγένετο τοῦ φυγεῖν τοὺς θῆρας. οἰκιζο‐ μένης γὰρ τῆς πόλεως ἔφυγον. | ||
P 583 | BDEGQ | ἀτελὴς γένοιτο: ἀτελὴς ὁ Ἀπόλλων· μενόντων γὰρ τῶν θηρίων οὐκ ἂν ᾠκίσθη ἡ Κυρήνη. | ||
P 585 | BDEGQ | ὃ καὶ βαρειᾶν νόσων: ὅστις ὁ Ἀπόλλων καὶ τῶν βαρειῶν νόσων τοῖς τε ἀνδράσι καὶ ταῖς γυναιξὶν ἄκεσιν δί‐ δωσι· καὶ γὰρ ταῦτα διὰ χρησμῶν θεραπεύει. | ||
P 587 | BDEGQ | πόρεν τε κίθαριν: τὴν κιθαριστικὴν ἐμπειρίαν. Ὅμηρος (Β 827)· ᾧ τόξον Ἀπόλλων, ἀντὶ τοῦ τὴν τοξικήν. | ||
P 588 | BDEGQ | δίδωσί τε μοῖσαν: ἐχαρίσατο δὲ τῷ τῶν ἀνθρώπων γένει καὶ τὴν κιθάραν, καὶ δωρεῖται τὴν μουσικὴν οἷς ἂν βούληται, ἀστασίαστον ἄγων εἰς τὰς φρένας τῶν ἀνθρώπων δικαιοσύνην. | 182 in vol. 2 | |
P 591 | BDEGQ | ἐπειδὴ καὶ τὸ ἄδυτον αὐτοῦ μαντικόν. | ||
P 592 | BDEGQ | τῷ καὶ Λακεδαίμονι ἐν Ἄργει τε: ᾧ, τῷ χρησμῷ, καὶ τοὺς Ἡρακλείδας καὶ τοὺς Αἰγιμιοῦ παῖδας κατῴκισεν ἐν Λακεδαίμονι καὶ Ἄργει καὶ ἐν Πύλῳ. ἀπὸ δὲ τῆς Πύλου τὴν Μεσσήνην ....... διδόασι. τριμερὴς δὲ ἡ τῶν Ἡρα‐ | ||
5 | κλειδῶν διαίρεσις. οἱ μὲν γὰρ Ἀριστοδήμου παῖδες Προκλῆς καὶ Εὐρυσθένης ἔσχον τὴν Λακωνικὴν, ὁ δὲ Τήμενος τὸ Ἄρ‐ γος, ὁ δὲ Κρεσφόντης τὴν Μεσσήνην· χρησμῷ δὲ κατῆλθον προστάξαντος τοῦ Ἀπόλλωνος, δῆλον δὲ ὅτι καὶ οἱ Αἰγιμιοῦ παῖδες Δύμας καὶ Πάμφυλος συγκατῆλθον τοῖς Ἡρακλείδαις. | |||
10 | συνῴκησαν δὲ οἱ Θηβαῖοι τοῖς Λακεδαιμονίοις. | |||
P 593 | BDEGQ | καὶ ζαθέᾳ Πύλῳ: ἀπὸ τῆς Πύλου τὴν Μεσσήνην σημαίνει. οἱ γὰρ νεώτεροι τὴν Πύλον, ἧς Νέστωρ ἡγεῖτο, οὐ περὶ τὴν Τριφυλίαν τῆς Ἀρκαδίας, ἀλλὰ περὶ τὴν Μεσ‐ σήνην διδόασιν. 99aE | ||
P 596a | BDEGQ | τὸ δ’ ἐμὸν γαρύετ’ ἀπὸ Σπάρτας: ὁ λόγος ἀπὸ τοῦ χοροῦ τῶν Λιβύων ἢ ἀπὸ τοῦ ποιητοῦ. | ||
P 596b | ὁ δὲ νοῦς· τὸ δὲ ἡμῶν κλέος καυχᾶται εἶναι ἀπὸ Σπάρτης, ὅπου γεγεννη‐ μένοι οἱ πρόγονοι ἡμῶν οἱ Αἰγεῖδαι εἰς τὴν Θήραν ἀφίκοντο. ἐκ Λακεδαίμονος γὰρ εἰς τὴν Θήραν ἡ ἀποικία ἐγένετο, ἐκ | |||
5 | δὲ Θήρας εἰς Κυρήνην. Αἰγείδας δὲ κέκληκε τοὺς Λακεδαι‐ μονίους διὰ τὸ κατοικισθῆναι τοὺς παρὰ Θηβαίοις καλου‐ | |||
μένους Αἰγείδας ἐν Λακεδαίμονι. 101aE | 183 in vol. 2 | |||
P 599a | DEGQ | ὅθεν γεγενναμένοι: ἐπεὶ ἐκ Λακωνικῆς ἐλθόντες | ||
EGQ | οἱ περὶ Θήραν Καλλίστην ᾤκησαν. Καλλίμαχος (in Apoll. 74)· ἐκ μέν σε Σπάρτης ἕκτον γένος. | |||
P 599b | BDEGQ | ἄλλως· συνῴκησαν γὰρ οἱ Θηβαῖοι τοῖς Λακεδαιμονίοις. χρόνῳ δὲ οἱ Λακεδαιμόνιοι συνεξῆλθον τοῖς εἰς Θήραν ἀπῳκηκόσι, φημὶ δὲ τοῖς ἀπὸ τῶν Λημνιάδων καὶ τῶν Ἀργοναυτῶν· ἀπὸ δὲ Θήρας γεγέ‐ | ||
5 | νηται ἀποικία εἰς Κυρήνην. ἔστιν οὖν τὸ πᾶν ἐσπουδασμένον τῷ Πινδάρῳ ὥστε δεῖξαι αὐτὸν συγγενῆ Λακεδαιμονίων καὶ Κυρηναίων, οὕτω δὲ καὶ τοῦ νικηφόρου. 96E 101bDGQ | |||
P 5101a | BDEGQ | Αἰγεῖδαι ἐμοὶ πατέρες: θέλει δεῖξαι τὸν Ἀρ‐ κεσίλαον τὸ γένος κατάγοντα ἀπὸ τῶν Ἡρακλειδῶν. 104DGQ | ||
P 5101b | Αἰγεῖδαι ἐμοὶ πατέρες: διτταὶ γίνονται αἱ τῶν Θήβη‐ θεν Αἰγειδῶν εἰς Σπάρτην ἀφίξεις, προτέρα μὲν ἡ σὺν τοῖς Δωριεῦσι καὶ Ἀριστοδήμῳ, ἧς μέμνηται Ἔφορος ἐν τῇ πρώτῃ (FHG I p. 235) λέγων· Ὕλλον καὶ τοὺς ἄλλους τοὺς ἀποτυχόντας | |||
5 | τῆς ἐπὶ τὴν Σπάρτην στρατείας ἐπερωτᾶν τὸν θεὸν, τίνας τῶν Ἑλλήνων ποιήσονται πρὸς τὴν κάθοδον συμμάχους· τὸν δὲ ἀνελεῖν, τοὺς ὑπὸ Ἡρακλέους εὐεργετηθέντας, πρώτους δὲ τούτους κελεῦσαι Αἰγείδας παρακαλεῖν. ὑπολαμβάνοντας δὲ ταῦτα εὐλόγως προστεταχέναι τὸν θεὸν ἐλθεῖν εἰς τὰς Ἀθήνας | |||
10 | πρῶτον, εἰδότας Θησέα τὸν Αἰγέως [μέγιστα πάντων ὑφ’ Ἡρακλέους εὐεργετημένον, εὖ δὲ ἔχειν τὴν μαντείαν νομί‐ ζοντας,] καὶ [πρώτους τοὺς] Θησέως [τοῦ Αἰγέως] ἀπογόνους | |||
ἐκάλουν, τοῦ τῆς καθόδου μὴ διαμαρτεῖν. ἔπειτά φασι τὸν Ἀριστόδημον διὰ τῆς Βοιωτίας πορευόμενον καταλαβεῖν θύ‐ | 184 in vol. 2 | |||
15 | οντάς τινας τῶν Θηβαίων παρὰ τὴν ὁδὸν, καὶ τοῦ κήρυκος ἀκούσαντα τοῖς Αἰγείδαις εὐχομένου τὰ ἀγαθὰ λαβεῖν περὶ τῆς μαντείας ἔννοιαν, καὶ νομίσαντα δεῖν, ἐπειδὴ τοὺς Ἀθή‐ νηθεν Αἰγείδας πρώτους παρακαλοῦντες διημάρτανον, τοὺς ἐκ τῶν Θηβῶν συμμάχους μετελθεῖν πρότερον. κατὰ τύχην | |||
20 | δὲ ταύτῃ τῇ στρατείᾳ τῶν Ἡρακλειδῶν τὴν Πελοπόννησον κατασχόντων ἡγοῦντο τὸ μαντεῖον εἰρῆσθαι περὶ τῶν ἐν Θή‐ βαις Αἰγειδῶν. ἑτέρα δὲ ἡ σὺν Τιμομάχῳ, ἐν ᾧ πρὸς Ἀμυ‐ κλαεῖς Λακεδαιμονίοις καθειστήκει πόλεμος. τινὲς δὲ Αἰγέα, ἀφ’ οὗ ἡ τῶν Αἰγειδῶν ἐν Θήβαις φατρία τοὔνομα ἔλαβε, | |||
25 | Σπαρτὸν εἶναι τῶν ἀπὸ Κάδμου. 101aDGQ | |||
P 5104a | DEGQ | ἔνθεν, διαδεξάμενοι ἀπὸ τῆς Θήρας τὰ πάτρια ἔθη τῆς πανηγύρεως· ἢ ὅθεν τὸ γένος κατάγοντες ἡμεῖς οἱ Θηβαῖοι ἐπαινοῦμεν τὴν Κυρήνην, ὦ Ἄπολλον. | ||
P 5104b | BDEGQ | τούς τε γὰρ Αἰγείδας κατὰ χρησμὸν ἀπὸ Θηβῶν λαβόντες ἀπὸ ἑορτῆς Καρνείου Ἀπόλλωνος δειπνοῦντας ἐπήγαγον. | ||
P 5109a | DEGQ | χαλκοχάρμαι ξένοι: οἱ Ἀντήνορος παῖδες ζω‐ γρηθέντες τρεῖς ὄντες ἦλθον εἰς Λιβύην καὶ ᾤκησαν· εἰσὶ δὲ Γλαῦκος, Ἀκάμας, Ἱππόλοχος. | ||
P 5109b | BDEGQ | ἄλλως· ἥντινα Λιβύην οἰκοῦσι καὶ κατέχουσιν οἱ πολεμικώτατοι ξένοι οἱ τοῦ Ἀντή‐ | ||
νορος παῖδες. σὺν γὰρ τῇ Ἑλένῃ καὶ τῷ Μενελάῳ παρεγέ‐ νοντο, ἐπειδὴ τὴν πατρίδα πορθηθεῖσαν ἐθεάσαντο κατὰ τὸν | 185 in vol. 2 | |||
5 | πόλεμον. | |||
P 5110 | BDEGQ | Τρῶες Ἀντανορίδαι: περὶ τῆς εἰς Κυρήνην ἀφίξεως τῶν Ἀντηνοριδῶν Λυσίμαχος (FHG III p. 337) ἐν πρώτῳ τῶν νόστων ἱστορεῖ, παρ’ Ἄμνακι βασιλεῖ Λιβύων αὐτοὺς ᾠκηκέναι μὴ βουλομένους συνοικεῖν τοῖς τὸ Ἴλιον πεπορθη‐ | ||
5 | κόσι, καὶ ὅτι ἔκτισαν μεθ’ ἱκανὸν χρόνον τὸν μεταξὺ Κυρήνης καὶ τῆς θαλάσσης κείμενον λόφον Ἀντηνοριδῶν ἐπικεκλη‐ μένον. τινὲς δὲ οὕτω τὴν ἱστορίαν ἐκτίθενται· οἱ Ἀντηνορί‐ δαι φιλοφρονητικώτερον διέκειντο πρὸς τοὺς Ἕλληνας· φησὶ γάρ που καὶ αὐτὸς ὁ Ἀντήνωρ (Γ 205)· ἤδη γὰρ καὶ δεῦρό | |||
10 | ποτ’ ἤλυθεν· καὶ ὑποβαίνων· τοὺς δ’ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα. καὶ οἱ Ἕλληνες δὲ κατὰ τὴν πόρθησιν παρδαλέαν τῷ Ἀντή‐ νορος οἴκῳ παρῃώρησαν σημεῖον ποιούμενοι τοῖς οἰκείοις στρατιώταις τοῦ μηδένα ὡς πολέμιον οἶκον πορθῆσαι. δια‐ | |||
15 | φυγόντες δὲ τὸν πόλεμον συναπῆραν μὲν τῷ Μενελάῳ, κατὰ δὲ τὴν πλάνην τοῦ Μενελάου εἰς Λιβύην ἐλθόντες οἱ Ἀντη‐ νορίδαι, καταπονηθέντες τῷ χειμῶνι καὶ τῇ πολυχρονίῳ πλάνῃ ᾤκησαν αὐτόθι. | |||
P 5113a | BDEGQ | τὸ δ’ ἐλάσιππον ἔθνος: ἀντὶ τοῦ 〈οἱ Κυρη‐ ναῖοι〉. οἱ Κυρηναῖοι ἐρχόμενοι πρὸς αὐτοὺς μετὰ τοῦ φέ‐ ρειν δῶρα καθαγίζουσιν ἐπιμελῶς καὶ προσδέχονται καὶ θερα‐ πεύουσιν· οὓς διεπεραίωσε τὴν τῆς ἁλὸς κέλευθον ἀνοίγων, | ||
5 | τουτέστι σχίζων διὰ τὸν πλοῦν, ἢ ἀντὶ τοῦ συνήθη ποιῶν. τὸ μὲν γὰρ πρῶτον οὐκ ἐπλεῖτο, ὡς ἂν τῆς Κυρηναϊκῆς ἐρή‐ μου οὔσης· ὅτε δὲ ᾤκισεν αὐτὴν, πλοΐμη ἐγένετο διὰ τὰς ἐπιμιξίας. | 186 in vol. 2 | ||
P 5113b | BEGQ | ἄλλως· τὸ δὲ ἱππικώτατον ἔθνος τῶν Κυρη‐ ναίων μετ’ ἐπιμελείας τοὺς Ἀντήνορος παῖδας τεθνηκότας δεξιοῦνται θυσίαις, παραγίνονται δὲ μετὰ δώρων καὶ ἐναγι‐ σμάτων. | ||
P 5113c | BDEGQ | ἄλλως· οἱ Κυρηναῖοι ἐτίμων, φησὶ, τοὺς Ἀν‐ τηνορίδας οἵδε, οὓς ὁ Βάττος ἤγαγεν εἰς τὴν Λιβύην τῆς πλατείας θαλάττης τὴν ὁδὸν ἀνοίγων. | ||
P 5117 | BDEGQ | τοὺς Ἀριστοτέλης: ὅτι Ἀριστοτέλης ἦν ὁ κτίσας τὴν Κυρήνην, ὁ κληθεὶς Βάττος, ὁ καὶ τὴν λεγομένην Σκυ‐ ρωτὴν πλατεῖαν αὐτοῖς κατασκευάσας. | ||
P 5118 | DEGQ | κέλευθον ἀνοίγων: ἀντὶ τοῦ πλοΐμην λοιπὸν ποιῶν τὴν ἐπὶ τὴν Λιβύην θάλασσαν τῷ τὴν Κυρήνην κτί‐ ζειν· τότε γὰρ διὰ τὸ ἔρημον τῆς χώρας οὐκ ἐπλεῖτο ἐκείνη ἡ θάλασσα. | ||
P 5119 | BDEGQ | ἄλσεα μείζονα: ἀντὶ τοῦ μεγάλα ἁπλῶς, οὐ πρὸς ἄλλα συγκρίνων. ἄλση δὲ τὰ τῶν θεῶν τεμένη. | ||
P 5120a | BDEGQ | εὐθύτομόν τε: κάθοδον ἐποίησεν εὐθυτενῆ καὶ λείαν· τῶν γὰρ χωρίων τραχυτάτων ὄντων λείαν ἀπειργάσατο τὴν ὁδόν. 121B | ||
P 5120b | σκυρωτὴν δὲ λιθόστρωτον· σκῦρον γὰρ λέγουσι τὴν λατύπην τὴν ἀπὸ τῆς κατεργασίας τῶν λίθων | |||
ἀποπίπτουσαν. 124gB | 187 in vol. 2 | |||
P 5121 | BDEGQ | Ἀπολλωνίαις: ταῖς τοῦ Ἀπόλλωνος ἀλεξιμβρότοις θαλίαις, ἀπὸ κοινοῦ βαδιστὴν ἐποίησεν. ἀλεξιμβρότοις δὲ, ταῖς ἀπαλεξούσαις τὰ τῶν ἀνθρώπων φαῦλα· τοὺς γὰρ θεοὺς θεραπεύομεν πρὸς ἀπαλέξησιν τῶν φαύλων. 124eB | ||
P 5123 | DEGQ | ἱππόκροτον: καὶ ἵπποις πεδιάδα βαδιστὴν καὶ ταῖς τοῦ Ἀπόλλωνος εἶναι θαλίαις βαδιστὴν ἀπὸ κοινοῦ. | ||
P 5124a | BDEGQ | σκυρωτὰν ὁδόν: οὕτω καλεῖται πλατεῖα Σκυ‐ ρωτὴ ἐπὶ τῆς Κυρήνης, λέγεται δὲ καὶ τὸ ἱερὸν τῶν Διοσκού‐ ρων ἐν ἐκείνῃ τῇ πλατείᾳ εἶναι. | ||
P 5124b | B | λέγεται δὲ σκυρωτὴ, ἀντὶ τοῦ λιθόστρωτος. 124fB | ||
P 5124c | BDEGQ | ἄλλως· σκυρωτάν: τὴν Σκυρωτὴν οὖν, φησὶν, ὁδὸν κατεσκεύασεν ὁ Βάττος, δι’ ἧς αἱ τῷ Ἀπόλλωνι γινόμεναι πομπαὶ κομίζονται εἰς τὸ ἱερόν. | ||
P 5124d | πεδιάδα δὲ κέκληκε τὴν ὁδὸν ὡς ἐπίπεδον καὶ λείαν. 124aB | |||
P 5124e | τὰς δὲ πομπὰς ἀλεξιμβρότους, ἤτοι παρὰ τὸ ἀλέγειν ὅ ἐστι φροντίζειν, ὧν φροντίζουσιν ὡς συντελεσθῶσιν· ἢ ἐπεὶ εἰς ἀλέξησιν τῶν κακῶν ὑπὲρ τῶν βροτῶν γίνονται. πομπαῖς γὰρ καὶ θυσίαις ἱλάσκονται τὸ δαιμόνιον. 124cB | |||
P 5124f | BDEGQ | ἔνθα πρυμνοῖς ἀγορᾶς: τὸν τάφον αὐτοῦ συνίστησιν ἐπὶ τοῖς τῆς ἀγορᾶς ὁρίοις ὄντα. φησὶ γὰρ, ἐπ’ ἐσχάτοις τῆς ἀγορᾶς δίχα κεῖται θανὼν, ἐπὶ τῷ διορίζοντι τὴν ἀγορὰν ἄκρῳ. ἔστι δὲ καὶ οὕτω διελέσθαι· ἐπὶ πρυμνοῖς | ||
5 | τῆς ἀγορᾶς κεῖται θανὼν, δίχα τῶν ἄλλων ἡρώων. 126B | |||
P 5124g | τὸ δὲ χʹ ὅτι πρυμνοῖς ἀγορᾶς εἶπεν ἀντὶ τοῦ τοῖς ἐσχάτοις ἄκροις. | |||
P 5124h | τὸ δὲ ἐπίδιχα, ἐπὶ θάτερα μέρη. 127B | |||
P 5126 | BDEGQ | ἐπίδιχα: διακεχωρισμένος τῶν ἄλλων βασιλέων ἐν τῇ Κυρήνῃ πρὸς τὰ τελευταῖα τῆς ἀγορᾶς κεῖται τεθνηκὼς ὁ Βάττος. 120bB | 188 in vol. 2 | |
P 5127a | BDEGQ | μάκαρ μέν: μακάριος μὲν ὅτε ἐν ζῶσιν ἦν, καὶ μετὰ ταῦτα, φησὶν, ὡς ἥρως τιμᾶται σεπτὸς ὢν παρὰ Κυρη‐ ναίοις. | ||
P 5127b | DGQ | λαοσεβὴς δὲ ὁ ὑπὸ τοῦ λαοῦ σεβόμενος. | ||
P 5129 | BDEGQ | πρὸ δωμάτων: ποίων δωμάτων; ἤτοι τοῦ ἥρωος Βάττου ἢ τῶν βασιλείων ἢ καὶ πρὸ τῶν τῆς πόλεως πυλῶν. καὶ κατὰ τοῦτο δοκεῖ τῶν ἄλλων διαφέρειν ὁ Βάττος, ὅτι ὁ μὲν ἄκρᾳ ἀγορᾷ τέθαπται, οἱ δὲ πρὸ τῆς πόλεως. | ||
P 5132 | BDEGQ | μεγάλαν δ’ ἀρετᾶν: τῶν δὲ ἐπισήμων σου ἀρε‐ τῶν κατακούουσιν, ὦ Ἀρκεσίλαε, οἱ πρόγονοι τῇ ἑαυτῶν φρενὶ τῇ ὑπογείῳ. τῶν ἀρετῶν δὲ, τῶν οὐσῶν αὐτῶν ὄλ‐ βου. 136aB | ||
P 5133 | DEGQ | δρόσῳ μαλθακᾷ: τοῖς ποιήμασιν ἐπικοσμουμένην τὴν ἀρετὴν αὐτῶν τῇ χθονίᾳ φρενὶ ἀκούουσιν. 136bE | ||
P 5135a | BDEGQ | ἀκούοντί ποι: τὴν μεγάλην τοῦ Ἀρκεσιλάου ἀρετὴν τοῖς ποιήμασιν ἐπικοσμουμένην ἀκούουσί που τῇ χθο‐ νίᾳ αὐτῶν φρενί. 138aB | ||
P 5135b | BDGQ | χθονίᾳ δὲ φρενὶ, παρόσον τεθνήκασι καὶ ἐν τῇ γῇ κεῖνται. 136bB | ||
P 5136a | BDEGQ | σφὸν ὄλβον: ὄλβον λέγει τὴν κῶμον, ὅς ἐστιν αὐτῶν ὄλβος. τί γὰρ καταλείπεται τοῖς τεθνεῶσιν ἢ ὄλβον ἔχειν τοὺς ἐπαίνους τοὺς διὰ τῶν ποιημάτων, τουτέστι πλου‐ τεῖν ἐπαίνοις. 135bB 138aE | ||
P 5136b | BDEGQ | υἱῷ τε κοινὰν χάριν: τὸν Ἀρκεσίλαον υἱὸν εἶπε, καθὸ ἀπόγονος ἦν τοῦ Βάττου. ἀκούοντες οὖν τῶν ὕμνων τῶν εἰς Ἀρκεσίλαον κοινὴν ἔχουσι τὴν χάριν οἱ πρό‐ | ||
γονοι. 135aBE | 189 in vol. 2 | |||
P 5138a | BDEGQ | τὸν ἐν ἀοιδᾷ νέων πρέπει: πρέπει τὸν Ἀπόλ‐ λωνα εὐχαριστεῖσθαι ὑπ’ Ἀρκεσιλάου καὶ ὑμνεῖσθαι αὐτὸν ἐν τῇ ᾠδῇ τῶν νέων, διότι ἐκ Πυθῶνος εἴληφε τὴν νίκην καὶ τὸ μέλος, ὃ νῦν γέγραφεν, ὅ ἐστι λυτήριον τῶν δαπανῶν. | ||
5 | (138bB) ἐδαπάνησε μὲν γὰρ πολλὰ καὶ ἐπόνησεν, οὐκ εἰς κενὸν δὲ, ἀλλὰ τυχὼν τῆς νίκης ἀμοιβὴν ἔσχε τῆς δαπάνης. ταῦτα δὲ εἶπεν ὡς πολλὰ δεδωκότος καὶ καταναλώσαντος Ἀρκεσι‐ λάου. 146B | |||
P 5138b | ἄλλως· τὸν ἐν ἀοιδᾷ: ὅντινα τὸν Ἀρκεσί‐ λαον ἐν τῷ χορῷ καὶ τῇ τούτου ᾠδῇ προσήκει ἀνυμνεῖν τὸν Ἀπόλλωνα, ἔχοντα τὸν Ἀρκεσίλαον τὴν ἐκ Πυθῶνος καλλί‐ στην τῶν δαπανῶν παραμυθίαν· λέγει δὲ τὴν νίκην καὶ τὸ | |||
5 | τοῦ ἐπινίκου μέλος. 138a med. B | |||
P 5143 | DEGQ | ἄνδρα κεῖνον: τὸν Ἀρκεσίλαον, τὸν ὑπὲρ εὐδοξίας δαπανῶντα. | ||
P 5146 | BDEGQ | κρέσσονα μέν: τουτέστι κρείσσονα τῆς ἡλικίας νοεῖ καὶ λέγει, ὑπὲρ τὴν ἡλικίαν ἔχει τὸν νοῦν καὶ τὴν φρό‐ νησιν. | ||
P 5148 | BDEGQ | θάρσος τε: τὸ δὲ θάρσος καὶ τὴν ἀνδρείαν το‐ σοῦτός ἐστιν ὅσος ὁ ἀετὸς πρὸς τοὺς ἄλλους ὄρνις συγκρινό‐ μενος. | ||
P 5150 | DEGQ | ἀγωνίας δ’ ἕρκος: ἀντὶ τοῦ τῶν ἀγώνων ὀχύ‐ ρωμα θαυμαστὸν ἔχει τὸ σθένος. | ||
P 5151 | BDEGQ | οἷον σθένος: θαυμαστικῶς· ὁποῖον δὲ ἐν ταῖς ἀγωνίαις καὶ τοῖς ἀγῶσιν ἔχει τὸ ἑαυτοῦ σθένος ὡς ἂν ὀχύ‐ | ||
ρωμα καὶ τειχίον. | 190 in vol. 2 | |||
P 5152a | BDEGQ | ἔν τε Μοίσαισι ποτηνὸς ἀπὸ ματρὸς φίλας: ἀμφίβολον, πότερον ἀπὸ μητρὸς πεπαιδευμένος, ἢ ἀπὸ τῆς πρώτης ἡλικίας ἔνδοξος ἦν καὶ πτηνὸς, τουτέστι τῇ δόξῃ μετεωριζόμενος. | ||
P 5152b | ἢ οὐχ ὑπὸ μητρὸς ἐδιδάσκετο, ἀλλὰ φύσει τέλειος ἦν κατ’ ἀρετὴν, οὐ νεοσσὸς ἀλλὰ πτηνὸς, του‐ τέστιν οὐ τῶν διδασκόντων ἔχρῃζεν. | |||
P 5152c | ἄλλως· ἐν δὲ λόγῳ καὶ ἀρετῇ ὀξὺς καὶ ταχὺς ἀφ’ ἑαυτοῦ εὐθὺς τεχθεὶς γέγονεν· ἀντὶ τοῦ ἐκ νέας ἡλικίας καὶ περὶ παίδευσιν ἐπιθυμητι‐ κῶς ἔχει. | |||
P 5155a | καλῶν ἔσοδοι: ἀντὶ τοῦ ἔθη. | |||
P 5155b | BDEGQ | ὅσα τέ ἐστι παρὰ Κυρηναίοις τῶν καλῶν ἔθη, ταῦτα ὑπέμεινε καὶ κατώρ‐ θωσε πρῶτος. | ||
P 5157 | BDEGQ | θεός τέ οἱ: τὸ δαιμόνιον, φησὶν, αὐτῷ ἐπί τε τοῦ παρόντος προθύμως τελεῖ τὰ κατὰ δύναμιν καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον. 164E | ||
P 5159 | BDEGQ | καὶ τὸ λοιπὸν, ὦ Κρονίδαι: ἐπεὶ εὐκταίως νῦν ἔχει αὐτῷ τὰ παρὰ τῶν θεῶν, οὕτω καὶ ἐς τὸ μέλλον, ὦ Κρονίδαι, φησὶ, μὴ ἐάσητε τοιοῦτον ἐλάττωμα περὶ τὸν βίον αὐτοῦ γενέσθαι, ὥστε καθάπερ ὑπὸ φθινοπώρου πνοῆς τὰ | ||
5 | φύλλα κεῖται ἐπὶ τὴν γῆν τῶν δένδρων, οὕτω καὶ τὰ πράγ‐ ματα αὐτοῦ μαρανθῆναι, ἀλλ’ ἀειθαλὴς αὐτοῦ μένοι ὁ βίος μηδέποτε φθίνων μηδὲ φυλλορροῶν. 166E | |||
P 5164 | BE | Διός τοι νόος: ὁ δὲ τοῦ Διὸς νοῦς τὴν ἑκάστου τύχην κυβερνᾷ καὶ ἐπὶ τὰ βελτίονα ἄγει. 159E | ||
P 5166 | BDEGQ | εὔχομαί νιν: εὔχομαι, φησὶν, αὐτὸν, τὸν Δία, ὥσπερ νῦν ἐν τῇ Πυθῶνι δέδωκε γέρας καὶ τιμὴν τὴν ἀπὸ τῆς νίκης, οὕτω καὶ ἐν Ὀλυμπίᾳ δοῦναι αὐτῷ νίκην τινὰ τῷ Ἀρκεσιλάῳ, ὅστις ἐστὶ Βάττου γένος. | 191 in vol. 2 | |
P 5168 | B | γέρας ἐπὶ Βάττου γένει: ἰστέον ὅτι οὐκ ἔχει τὴν ποσότητα τῶν κώλων. | ||
P 6metr(t) | Scholia in Pythionicarum carmen VI | |||
1 | DEGQ | Ξενοκράτει Ἀκραγαντίνῳ ἅρματι. | ||
P 6metr a | B | τοῦ ἕκτου εἴδους ἡ ᾠδὴ μονόστροφός ἐστι κώλων ἐν‐ νέα. τὸ αʹ σύνθετον ἐκ πενθημιμεροῦς καὶ ἑφθημιμεροῦς ἰαμβικόν. τὸ βʹ τρίμετρον ἐπιωνικὸν ἀκατάληκτον. ἄδηλον δὲ πότερον ἐκ δευτέρου παίωνος ἢ πρώτου. τὸ γʹ ὅμοιον | ||
5 | τῷ (Archil. fr. 94, 2). τίς σὰς παρήειρε φρένας. τὸ δʹ τρί‐ μετρον ἐπιχοριαμβικὸν ὑπερκατάληκτον. τὸ εʹ ὅμοιον τῷ γʹ. τὸ ϛʹ τρίμετρον τροχαϊκὸν καταληκτικόν. τὸ ζʹ ἰαμβικὸν πενθημιμερές. τὸ ηʹ ἰαμβικὸν δίμετρον καταληκτικόν. τὸ θʹ ἀντισπαστικὸν τρίμετρον καταληκτικὸν Πινδαρικόν. inscr. B | |||
P 6metr b | BDEGQ | Ξενοκράτης Θήρωνος ἀδελφός. ἔστι δὲ ἡ ᾠδὴ μονό‐ στροφος, αἱ δὲ μονόστροφοι ἀντιστρεφούσας ἔχουσι τὰς στρο‐ φὰς ἀλλήλαις, ὥστε ἴσα εἶναι τά τε τῆς στροφῆς καὶ ἀντι‐ στρόφου καὶ ἐπῳδοῦ. διὸ οὐδὲ κορωνίσι χρῶνται ἐπ’ αὐτῶν | ||
5 | διὰ μέσου. αἱ δὲ πρὸς τριάδα γεγραμμέναι ἴσας ἔχουσι τὰς στροφὰς καὶ ἀντιστρόφους, τὴν δὲ ἐπῳδὸν διαλλάσσουσαν τούτων. 1aBDEGQ | |||
P 6inscr | BDEGQ | Γέγραπται Ξενοκράτει Ἀκραγαντίνῳ νενικηκότι | ||
κατὰ τὴν κδʹ Πυθιάδα. φανερὸν δὲ, ὅτι αἱ ᾠδαὶ οὐ κατὰ χρόνον διάκεινται· ἡ γὰρ πρὸ ταύτης ᾠδὴ Ἀρκεσιλάῳ γέ‐ γραπται νικήσαντι λαʹ Πυθιάδα. 1dDEGQ metr.bB | 192 in vol. 2 | |||
P 61a | BDEGQ | Ἀκούσατ’· ἦ γὰρ ἑλικώπιδος Ἀφροδίτας: ὁ λόγος ἤτοι ἀπὸ τοῦ χοροῦ ἐστιν ὡς ἐγκωμιάζοντος τὴν πόλιν ὡς εὔφορον, ἤτοι παρὰ τοῦ Πινδάρου πρὸς τοὺς μέλλοντας διακομίζειν τὸν ὕμνον. 1dB | ||
P 61b | ὁ δὲ νοῦς· ἀκούσατε· ναὶ γὰρ δὴ τῆς εὐοφθάλμου Ἀφροδίτης καὶ αὐτῶν τῶν Χαρίτων ὑπὸ τὸ χωρίον ἀναστρεφόμεθα, ἀντὶ τοῦ ἀνυμνοῦμεν τὴν Ἀκρά‐ γαντα εἰς τὸν ναὸν παραγινόμενοι τὸν τῆς ἐριβρόμου γῆς | |||
5 | ὄντα ὀμφαλὸν, τουτέστιν εἰς τὴν Πυθῶνα. 5B | |||
P 61c | DEGQ | ἔνιοι δὲ ἄρουραν Χαρίτων καὶ Ἀφροδίτης τὴν ποιητικὴν ἤκουσαν, ἀφ’ ἧς δρέπεται τὰ μέλη ὁ Πίνδαρος. inscr. DEGQ | ||
P 61d | BDEGQ | ἀμ‐ φιβάλλει δὲ τὰ τῆς φράσεως, καὶ οἱ μὲν Χαρίτων καὶ Ἀφρο‐ δίτας ἄρουραν τὴν Ἀκράγαντα ἀκούουσι διὰ τὸ ἐπιτερπῆ τὴν πόλιν εἶναι καὶ ἐράσμιον· οἱ δὲ τὸν Πύθιον ναόν. δύναται | ||
5 | δὲ καὶ ἀλληγορῶν ὁ Πίνδαρος τὴν ἑαυτοῦ ποίησιν λέγειν, ὅτι ἐξ αὐτῆς ἐκαρποῦτο τὰ μέλη. | |||
P 61e | ὁ δὲ λόγος ἐκ τῶν χορευτῶν ἤτοι πρὸς ἀλλήλους διαλεγομένων ἢ πρὸς τοὺς ἀναληψομένους τὸ ποίημα. | |||
P 61f | ὁ δὲ ἦ σύνδεσμος ἀντὶ τοῦ δή κεῖται. | |||
P 61g | ὃ δὲ βούλεται λέγειν, τοιοῦτόν ἐστιν· ἀκούσαθ’, ἑλικώπιδος γὰρ δὴ Ἀφροδίτης ἄρουραν ἢ Χαρίτων ἄρουραν ἀναπολοῦμεν εἰς τὴν Πυθὼ παριόντες, ἥ ἐστιν ὀμφαλὸς | |||
τῆς γῆς. 1bB | 193 in vol. 2 | |||
P 64 | DGQ | Πυθιόνικος θησαυρὸς ὁ ὕμνος· θησαυρίζεται γὰρ παντὶ τῷ χρόνῳ. | ||
P 65a | BDEGQ | ἔνθ’ ὀλβίοισιν Ἐμμενίδαις: οὐκ ἀπὸ φυλῆς, ὁ Ἀρίσταρχος· τοῦ κυρίου γὰρ ὄντος Ἐμμενίδου οὐκ ἂν γένοιτο Ἐμμενίδας· ἡ δὲ ποιητικὴ παρέκτασις καὶ σχηματισμοὶ ἐπὶ τῶν κυρίων πατρωνυμικῶν ἐπὶ τὰ αὐτῶν τρεπόμενα ὀνόματα, | ||
5 | οἷον Ἡρακλείδης καὶ Ἀσκληπιάδης ἔστι μὲν σχήματι πατρω‐ | |||
νυμικὰ, κύρια δέ τινων. εἴ τις οὖν τὸν τοῦ Ἡρακλείδου υἱὸν πατρωνυμικῶς βούλοιτο σημῆναι, ὁμωνύμως ἂν πάλιν | BEGQ | |||
BDEGQ | [πατρὸς] Ἡρακλείδην καλοίη. Ἱππόστρατος δὲ (FHG IV p. 433) ὁ τὰ περὶ Σικελίας γενεαλογῶν φησιν, ὅτι Ἐμμενίδης καὶ Ξενό‐ | |||
10 | δικος Τηλεμάχου υἱοὶ, καὶ Ἐμμενίδου μὲν οἱ περὶ Θήρωνα καὶ Ξενοκράτην, Ξενοδίκου δὲ Ἱπποκράτης καὶ Κάπυς, οἳ φυγαδευθέντες ὑπὸ Θήρωνος ὕστερον Καμίκου κατέσχον τῆς Σικελικῆς πόλεως, καθ’ ἣν καὶ ὁ Μίνως ὑπὸ ταῖς Κωκάλου θυγατράσιν ἀπώλετο κατὰ ζήτησιν Δαιδάλου ἐλθών. | |||
P 65b | ὁ δὲ νοῦς· ἔνθα, ἐν τῇ Πυθῶνι, τοῖς εὐδαίμοσιν Ἐμμενίδαις καὶ τῇ Ἀκράγαντι καὶ τῷ Ξενοκράτει ὁ ὑπὲρ τῆς τῶν ἵππων νίκης Πυθιόνικος θησαυρὸς, τουτέστιν ὁ ὕμνος ἕτοιμος καὶ | |||
5 | πρόχειρος ἵσταται καὶ ἀνάκειται ἐν τῇ πολυχρύσῳ Ἀπολλωνίᾳ νάπῃ τῇ Πυθοῖ. | |||
P 65c | BEGQ | ἢ οὕτως· ἔνθα, ἐν τῷ ναῷ τῷ ἐν Πυθοῖ. ἐκεῖ γὰρ ἡ Ἀπολλωνία νάπη, περὶ ἧς ἐν Παιᾶσιν | 194 in vol. 2 | |
BDEGQ | εἴρηται (fr. 69). ἔνιοι δὲ νάπην τὸ πεδίον ἤκουσαν, ἐν ᾧ οἱ ἱππικοὶ ἀγῶνες ἐτελοῦντο. | |||
P 66 | DEGQ | ποταμίαν εἶπε τὴν Ἀκράγαντα διὰ τὸ ὁμωνυμεῖν τῷ ποταμῷ. | ||
P 69a | BDEGQ | Ἀπολλωνίᾳ νάπᾳ: τινές φασιν εἰς τρεῖς μοίρας διῃρῆσθαι τοὺς Δελφούς· καὶ τούτων ἡ μὲν λέγεται ὑπάτῃ, ἡ δὲ μέση, ἐν ᾗ ἐστι καὶ αὐτὴ ἡ καλουμένη νάπη. | ||
P 69b | DGQ | Ἀπολ‐ λωνίαν νάπην τὴν Πυθῶνα λέγει ἐνταῦθα. | ||
P 610a | BEGQ | τὸν οὐ χειμέριος ὄμβρος: τὸν ὕμνον, ὃν καὶ θησαυρὸν εἶπεν. 11B | ||
P 610b | BDEGQ | ἄλλως· ὁ νοῦς· ὅντινα τὸν ὕμνον οὔτε ὁ χειμὼν τῆς μεγαλοήχου νεφέλης ἀπηνὴς στρατὸς ἐπελ‐ θὼν οὔτε ἄνεμοι ταῖς πνοαῖς τύπτοντες καὶ στρέφοντες τῇ πολυφόρῳ χεράδι ἄξουσι καὶ ἐμβαλοῦσιν εἰς τὰ βάθη τῆς | ||
5 | θαλάσσης. 13aB | |||
P 611 | BDEGQ | ἐριβρόμου νεφέλας στρατός: τὸν ὄμβρον φησὶ, σκληρᾷ μεταφορᾷ χρησάμενος διθυραμβωδῶς, παρόσον πολ‐ λῶν νεφῶν εἰς ταὐτὸ συναγομένων ῥήγνυνται οἱ ὄμβροι. τὸν οὖν τῶν ὕμνων θησαυρὸν ὑπ’ οὐδενὸς ἀπαχθήσεσθαι, οὔτε | ||
5 | ὑπὸ ὄμβρου οὔτε ὑπὸ ἄλλου τινός. 10bB | |||
P 613a | BDEGQ | παμφόρῳ χεράδι: τῷ κοπρώδει φορυτῷ. κυρίως | ||
BEGQ | ἡ ἐκ τῆς χαράδρας ἀκαθαρσία. Ὅμηρος (Φ 319)· εἰλύσω ψαμάθοισιν, ἅλις χεράδος περιχεύας. | 195 in vol. 2 | ||
P 613b | χερὰς δὲ ὁ μετὰ ἰλύος καὶ λίθων συρφετός. | |||
P 613c | DGQ | τὸ δὲ τυπτόμενοι ἀντὶ τοῦ τύπτοντες. | ||
P 613d | BDEGQ | φάει δὲ πρόσωπον: ἔξωθεν προσληπτέον εἰς τὸν πλήρη λόγον ἔχων· ἔχων τὸ πρόσωπον ἐν φωτὶ καθαρῷ, του‐ τέστι λελαμπρυσμένος τῷ προσώπῳ καὶ ἐπιφανὴς ὢν ὁ θη‐ σαυρός. | ||
P 613e | ὁ δὲ Θρασύβουλος υἱός ἐστι Ξενοκράτους, (16 B) ἐπιστατεῖ δὲ, ὡς εἰκὸς, τῶν ἱππικῶν ἀγώνων, παρὸ δὴ καὶ προσδιαλέγεται αὐτῷ ὁ Πίνδαρος. 15B | |||
P 613f | ἢ οὕτως· ὁ νοῦς· ὁ δὲ τῶν ὕμνων ἐν καθαρῷ φωτὶ λελαμπρυσμένος τὸ πρόσω‐ πον θησαυρὸς τῷ σῷ πατρὶ Ξενοκράτει, ὦ Θρασύβουλε, κοι‐ νὴν τῷ γένει σου τοῖς πολυθρυλλήτοις τῶν ἀνδρῶν λόγοις | |||
5 | ἀπαγγελεῖ τὴν ἐπίδοξον τοῦ ἅρματος νίκην τὴν εὐτυχηθεῖσαν | |||
B | ἐν Δελφοῖς. ἡ γὰρ Κρίσα τῶν Δελφῶν. 19 B | |||
P 615 | BDEGQ | πατρὶ τεῷ, Θρασύβουλε: ὦ τοῦ Ξενοκράτους παῖ. τοῦτον δὲ ὡς φιλοπάτορα καὶ προεστῶτα τῆς ἱππικῆς ἐπαινεῖ, οὐχ ὥς τινες ἐβουλήθησαν, ἡνίοχον. ὁ γὰρ ἡνίοχος Νικό‐ μαχός ἐστιν, ὡς ἐκ τῶν Ἰσθμιονικῶν (II 22) δῆλός ἐστιν. 13fB | ||
P 616 | BDEGQ | λόγοισι θνατῶν: φανερὸν ὅτι ὁ Θρασύβουλος υἱὸς Ξενοκράτους. τὰς γὰρ Χείρωνος ὑποθήκας αὐτῷ διὰ τοῦτο λέγει, ἐπειδὴ τὰς περὶ πατέρων εὐσεβείας περιέχει. (13e med. B) | ||
P 619a | BDEGQ | σύ τοι σχέθων νιν: ὁ νοῦς· σὺ τοίνυν, Θρασύ‐ βουλε, δεξιῶς καὶ ἀληθῶς ἄγεις τὴν ἐντολὴν καὶ παραίνεσιν, ἥν ποτε ἐν τοῖς ὄρεσι μονωθέντι τῷ Ἀχιλλεῖ τὸν τῆς Φιλύρας | ||
υἱὸν Χείρωνα εἰπεῖν φασιν, ἐξαιρέτως μὲν τὸν μεγαλόφωνον | 196 in vol. 2 | |||
5 | καὶ ἀστραπῶν καὶ κεραυνῶν δεσπότην Δία παρὰ τοὺς ἄλλους θεοὺς τιμᾶν καὶ σέβεσθαι, ταύτης δὲ τῆς τιμῆς τῆς πρὸς τοὺς θεοὺς μὴ στερίσκειν τῶν γεγεννηκότων [τοὺς] τὸν εἱ‐ μαρμένον βίον, [ἐφ’ ὧν ζῶσι χρόνων, μετιόντας]. καὶ ἔστιν ἡ ἀπόδοσις τοιαύτη· οὕτω καὶ σὺ, Θρασύβουλε, περὶ τοὺς θεοὺς | |||
10 | καὶ τοὺς γονεῖς φυλάττεις τὴν εὐσέβειαν. | |||
P 619b | ἐπιδέξια: ἐπιδεξίως. | |||
P 619c | E | 〈νιν:〉 αὐτὴν, τὴν ἐντολήν. | ||
P 622 | BDEGQ | ὀρφανιζομένῳ ἤτοι χωριζομένῳ ἢ ὀρφανῷ γονέων ὄντι παρὰ τῷ Χείρωνι. τὰς δὲ Χείρωνος ὑποθήκας Ἡσιόδῳ ἀνατιθέασιν, ὧν ἡ ἀρχή (fr. 170)· εὖ νῦν μοι τάδ’ ἕκαστα μετὰ φρεσὶ πευκαλίμῃσιν | ||
5 | φράζεσθαι· πρῶτον μὲν, ὅταν [εἰς σὸν] δόμον εἰσαφίκηαι, ἔρδειν ἱερὰ καλὰ θεοῖς αἰειγενέτῃσιν. 28bB | |||
P 628a | BDEGQ | ἐγένετο καὶ πρότερον: ἐγένετο καὶ τοπαλαιὸν, φησὶ, γενναῖος ὁ Ἀντίλοχος, τὸ φρόνημα τοῦτο φέρων τὸ περὶ τοὺς πατέρας εὐσεβὲς καὶ δίκαιον, ὅστις ὁ Ἀντίλοχος ὑπεραπώλετο τοῦ πατρὸς τὸν δεινὸν τῶν Αἰθιόπων ὑπομείνας | ||
5 | βασιλέα Μέμνονα. 31B | |||
P 628b | BDGQ | τοῦ δεῖν περὶ τοὺς πατέρας σπου‐ δαῖον εἶναι παράδειγμα τὸν Ἀντίλοχον παρήγαγεν. 28aB | ||
P 631 | BDEGQ | Νεστόρεον γὰρ ἵππος ἅρμα: τὸ γὰρ δὴ τοῦ Νέ‐ στορος ἅρμα ὁ ἵππος ἐνεπόδιζε τρωθεὶς τοῖς τοῦ Ἀλεξάνδρου βέλεσι. μέμνηται τούτου καὶ Ὅμηρος, ἔνθα φησί (Θ 86)· σὺν δ’ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ. | ||
5 | ὅτι δὲ ὑπὲρ τοῦ πατρὸς ἐτελεύτα ὁ Ἀντίλοχος, κεφαλαιωδέ‐ στερον εἶπε (δ 188)· | |||
τόν ῥ’ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός. | 197 in vol. 2 | |||
P 633 | (D)GQ | ὁ δ’ ἔφεπεν: ὁ δὲ Μέμνων ἐπεδίωκε καὶ μεθ’ ὁρμῆς διεκίνει τὸ δόρυ. | ||
P 635a | BDEGQ | Μεσσανίου δὲ γέροντος: Μεσσήνιον τὸν Νέ‐ στορά φασιν οὗτοι, ὅσοι ὑπέλαβον τὴν Πύλον τῆς Μεσσήνης εἶναι, ἀλλ’ οὐχὶ τῆς κατὰ τὴν Ἀρκαδίαν Τριφυλίας. ὁ μέν‐ τοι Ὅμηρος οἶδεν ὑποτεταγμένην τῇ Λακωνικῇ τὴν Μεσσή‐ | ||
5 | νην. φησὶ γάρ (φ 13. 15)· δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας· τὼ δ’ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν. | |||
P 635b | ὁ δὲ νοῦς· τοῦ δὲ Μεσσηνίου γέροντος ταραχθεῖσα ἡ φρὴν ἐβόα τὸν παῖδα. | |||
P 635c | ἄλλως· καὶ Πίνδαρος τὸν Νέστορα ἐκ τῆς Μεσσηνιακῆς Πύλου φησὶν εἶναι. τριῶν γὰρ ὄντων τῶν ἐν Πελοποννήσῳ Πύλων εἷς μέν ἐστιν ὁ περὶ τὸν Ἀλφειὸν ποταμὸν ἐν Ἤλιδι Πύλος, ὃν καὶ ὑφ’ Ἡρακλέος πεπορθῆσθαί | |||
5 | [φασιν]· ἕτερος δὲ ὁ Τριφυλιακὸς Πύλος, ἐν ᾧ ὁ Ἀμαθόεις | |||
BEGQ | ποταμός· τρίτος ἐν Μεσσήνῃ περὶ τὸ Κορυφάσιον. εἰσὶ δὲ οἵ φασι τοὺς τρεῖς Πύλους περὶ τὸ Κορυφάσιον ὑπὸ τὸν Νηλέα εἶναι· δοκεῖ δὲ τῷ Διδύμῳ ἐκ τοῦ Τριφυλιακοῦ Πύλου εἶναι τὸν Νέστορα, ἔνθα καὶ Ἀμαθόεις ἐστὶ ποταμὸς καθ’ | |||
10 | Ὅμηρον. | |||
P 637a | BDEGQ | χαμαιπετὲς δ’ ἄρ’ ἔπος: εὐτελές. μάταιον. 38B | ||
P 637b | ὁ δὲ λόγος· οὐ μάταιον δὲ τὸν λόγον ἑαυτοῦ ἔρριψεν. ὑπομείνας γὰρ ὁ θαυμαστὸς Ἀντίλοχος ἠγόρασε τῷ μὲν ἰδίῳ θανάτῳ τὴν τοῦ πατρὸς ἀνακομιδὴν καὶ ζωὴν, ἔδοξε δὲ ἐν τοῖς ἀρχαιοτέροις πρῶτος γεγονέναι. 44aB | 198 in vol. 2 | ||
P 638 | BDEGQ | θεῖος ἀνήρ: ὁ Ἀντίλοχος, ὅτι δὴ ὑπ’ ὀφθαλμοῖς ἔχων καὶ προορώμενος τὸ δεινὸν ὅμως ὑπὲρ πατρὸς μετὰ προθυμίας ἀπέθανεν. | ||
P 639a | BDEGQ | ἐδόκησέ τε τῶν πάλαι: ἔδοξε τοῖς ἀρχαίοις πρῶ‐ τος γεγονέναι πρὸς τὸν πατέρα φιλόστοργος ἐν τοῖς ὁπλοτέ‐ ροις. | ||
P 639b | τὸ δὲ ἑξῆς· τῶν πάλαι ἔργον τελέσας πελώριον ἐν τῇ γενεᾷ τῶν ὁπλοτέρων ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν ἐδό‐ κησεν. 37bB | |||
P 644a | BDEGQ | τῶν δὲ νῦν καὶ Θρασύβουλος: τῶν δὲ ἀνθρώ‐ πων τῶν καθ’ ἡμᾶς ὁ Θρασύβουλος πρὸς τὴν τοῦ πατρὸς ἑαυτοῦ στάθμην καὶ ὀρθότητα μάλιστα βαίνει, οἱονεὶ τὸν πατέρα αὐτοῦ τιμᾷ. | ||
P 644b | τὸ δὲ πάτρῳ, τῷ πρὸς πατρὸς θείῳ Θήρωνι. ἐπερχόμενος οὖν πρὸς τὴν τοῦ θείου ἀγλαΐαν, καὶ κατὰ τὸν κόσμον ἴσον ἑαυτὸν ἀπέδειξεν. | |||
P 644c | ἢ οὕτως· ἀντὶ τοῦ πάτρωϊ ποιητικῶς. τὸν γὰρ Θήρωνα λέγειν θέλει τὸν ἀδελφὸν Ξενοκράτους. | |||
P 644d | τῶν δὲ καθ’ ἡμᾶς ἀνθρώπων Θρασύβουλος τὴν πρὸς τοὺς πατέρας ἑαυτοῦ στάθμην εὐθεῖαν ἔχει εὔνοιαν. πρὸς τὴν στάθμην δὲ τὰ πάντα εὐθύνεται. | |||
P 647a | BDEGQ | νόῳ δὲ πλοῦτον ἄγει: μετὰ λογισμοῦ πλουτεῖ. νόῳ γὰρ ἄγει τὸν πλοῦτον· οὐχ ὑπὸ τοῦ πλούτου εἰς ἀκρα‐ σίαν τρέπεται τὸν νοῦν, ἀλλὰ λογισμῷ κατέχει τὸν πλοῦτον ἐφ’ ἃ δεῖ, τῆς τε ἥβης ἀπολαύει οὔτε εἰς πλημμέλειαν οὔτε | ||
5 | εἰς ὑπεροψίαν ἀποχρώμενος αὐτῇ. 47cE | 199 in vol. 2 | ||
P 647b | BDEGQ | ἄδικον οὔτε: οὔτε εἰς ἄδικον οὔτε εἰς ὑπερήφα‐ νον τὴν ἑαυτοῦ ἥβην δρεπόμενος, ἀντὶ τοῦ οὐ καταχρώμενος τῇ ἑαυτοῦ νεότητι πρὸς ἀλαζονείαν. 49E | ||
P 647c | BDEGQ | ὑπέροπλον ἥβαν δρέπων, σοφίαν δέ: δρεπό‐ μενος δὲ τὴν σοφίαν καὶ καταδεδυκὼς εἰς τοὺς ταύτης μυ‐ χούς. ἐκ δὲ τούτου ὅτι ἄγαν σοφός ἐστι. ἀπὸ κοινοῦ δὲ τὸ δρέπων. 47bE | ||
P 649 | BDEGQ | τίν τε, Ἐλέλιχθον: σοὶ δὲ, ὦ Πόσειδον, προσέρχε‐ ται καὶ προσοικειοῦται, ὃς εὗρες ἱππείαν εἴσοδον· τουτέστιν ἱππικὰς ἁμίλλας· ὅτι ἵππιος ὁ θεός. ἡ δὲ φρὴν αὐτοῦ κατὰ τὴν πρὸς τοὺς συμπότας ὁμιλίαν γλυκεῖά ἐστιν, ὥστε τὰ κηρία | ||
5 | παραλλάσσειν καὶ παραπορεύεσθαι τῇ γλυκύτητι τῶν φρενῶν· ἀντὶ τοῦ νικᾷ τὸ μέλι. | |||
P 7metr(t) | Scholia in Pythionicarum carmen VII | |||
1 | DEG | Μεγακλεῖ Ἀθηναίῳ ἵπποις Ὀλύμπια· Ἴσθμια· [Πύθια]. | ||
B | Τῆς ζʹ ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἑπτά. τὸ αʹ ἰαμβικὸν τρίμετρον καταληκτικόν. τὸ βʹ Ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον. τὸ γʹ σύνθετον ἐκ διμέ‐ | |||
5 | τρου βραχυκαταλήκτου ἰαμβικοῦ καὶ πενθημιμεροῦς ἰαμβικοῦ. τὸ δʹ προσοδιακόν. τὸ εʹ Φερεκράτειον ἀπὸ βραχειῶν ἀρ‐ ξάμενον. τὸ ϛʹ δίμετρον Ἰωνικὸν καταληκτικόν. τὸ ζʹ | |||
δίμετρον τροχαϊκὸν ὑπερκατάληκτον. | 200 in vol. 2 | |||
B | ἡ ἐπῳδὸς κώλων ἐννέα. τὸ αʹ τροχαϊκὸν μονόμετρον | |||
10 | ὑπερκατάληκτον. τὸ βʹ τὸ αὐτὸ ὁμοίως. τὸ γʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ δʹ τὸ αὐτὸ ὁμοίως. τὸ εʹ παιωνικὸν δίμετρον καταληκτικόν. τὸ ϛʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ζʹ ὅμοιον τῷ (Archil. fr. 94, 2) τίς σὰς παρήειρε φρένας. τὸ ηʹ χοριαμβικὸν δίμετρον ἀκατά‐ | |||
15 | ληκτον. τὸ θʹ ἰαμβικὸν πενθημιμερές. | |||
P 7inscr a | BDEGQ | Γέγραπται Μεγακλεῖ Ἀθηναίῳ νικήσαντι τὴν κεʹ Πυθιάδα τεθρίππῳ. ἔστι δὲ οὗτος οὐχ ὁ τὰ Ὀλύμπια νενικηκὼς, ἀλλ’ ἕτερος· τὴν δὲ ἐκείνου νίκην τούτῳ προσ‐ άπτει ὁ Πίνδαρος συνήθως ἑαυτῷ. τὴν γὰρ μζʹ ἐκεῖνος Ὀλυμ‐ | ||
5 | πιάδα ἀναγράφεται νενικηκώς· ὁ δὲ τὴν πϛʹ ἕτερος [δὲ] ἂν εἴη Μεγακλῆς τούτῳ ὁμώνυμος. 3DEGQ | |||
P 7inscr b | ἄλλως· γέγραπται μὲν ἡ ᾠδὴ Μεγακλεῖ Ἀθηναίῳ ἀναφέροντι τὸ γένος εἰς Ἀλκ‐ μαίωνα τὸν γενόμενον ἄγαν πλουσιώτατον. τοῦτον γάρ φα‐ σιν ἐληλυθέναι πρὸς Κροῖσον, τὸν δὲ συγχωρῆσαι αὐτῷ δια‐ | |||
5 | σκευασθῆναι ὡς βούλεται, καὶ σκευὴν ἀναλαβεῖν ὁποίαν προ‐ ῃρεῖτο, καὶ εἰσελθόντα εἰς τὰ βασίλεια καὶ εἰς τὰ ταμιεῖα ἀναλαβεῖν ὅσον βούλοιτο χρυσόν. ὑποδησάμενος οὖν κοθόρ‐ νους, οἵ εἰσιν ὑποδήματα Διονυσιακὰ, καὶ κόλπωμα ποιήσας ἐνεσώρευσε τῷ κολπώματι χρυσόν· ἔτι δὲ καὶ τοὺς πλοκάμους | |||
10 | ἐνέδησεν ὑποβαλὼν αὐτοῖς καὶ τὸ στόμα. διὰ δὲ τὸ βάρος βίᾳ ἐπορεύετο· διαχυθεὶς οὖν ὁ Κροῖσος ἐπ’ αὐτῷ γέλωτι, ἐπί τε τῇ ὄψει καὶ τῷ γλίσχρῳ, καὶ ἕτερον αὐτῷ προσεδωρή‐ σατο. διά τοι τοῦτο ἐπιφανέστατος κατὰ τὴν Ἀττικὴν γεγέ‐ νηται, ὡς ἄγαν ὢν πλουσιώτατος. γεγόνασι δὲ ἐξ αὐτοῦ οἳ | 201 in vol. 2 | ||
15 | ἐκλήθησαν Ἀλκμαιωνίδαι, οἳ καὶ κατέλυσαν τὴν τῶν Πεισι‐ στρατιδῶν τυραννίδα. 1bBEGQ 4aD | |||
P 71a | DEGQ | Κάλλιστον αἱ μεγαλοπόλιες· κάλλιστόν ἐστι προ‐ οίμιον τῇ εὐρυσθενεῖ γενεᾷ τῶν Ἀλκμαιωνιδῶν αἱ μεγαλο‐ πόλιες Ἀθῆναι, καὶ θεμέλιον τῶν ᾠδῶν τοῖς ἵπποις βαλέσθαι, | ||
BDEGQ | καὶ ἀπὸ κοινοῦ· κάλλιστόν ἐστι προοίμιον αἱ Ἀθῆναι· ἀντὶ | |||
5 | τοῦ ἐπὶ τῇ νίκῃ κάλλιστόν ἐστιν ἐν τῷ ὕμνῳ ἐγκωμιάσαι τὸν νικηφόρον ἀπὸ τῶν Ἀθηνῶν. 3B inscr.b DEGQ | |||
P 71b | BEGQ | ὁ λόγος· κάλλιστόν ἐστι προοίμιον τῶν Ἀλκμαιωνιδῶν αἱ Ἀθῆναι, ὥστε κρηπῖδα ὑποβαλέσθαι τοῦ ἐπαίνου τὸν ἀπὸ τῆς πατρίδος κόσμον. 1aB 4aEGQ | ||
P 73 | BDEGQ | εὐρυσθενῆ δὲ εἶπε τὴν γενεὰν αὐτῶν διὰ τὸ τὸν Ἀλκμαίωνα ἀνδρεῖόν τινα καὶ ἐπιφανῆ γενέσθαι· ἀφ’ οὗ καὶ οἱ Ἀλκμαιωνίδαι, οἳ τὴν τῶν Πεισιστρατιδῶν τυραννίδα κατ‐ έλυσαν. 1aDEGQ | ||
P 74a | DEGQ | ἐπεὶ τίνα ἀκηκοέναι ἐπὶ τῇ Ἑλλάδι περιφανέστερον οἶκον οἰκοῦντα εἴπω; | ||
P 74b | BDEGQ | ἄλλως· ἐπεὶ τίνα πατρίδα τίνα τε οἶκον ἐν τῇ Ἑλλάδι ἐπιφανέστερον τῶν Ἀλκμαιωνιδῶν εἰπεῖν δυνήσομαι; ἰδίως δὲ τὸ ναίων παρείληπται· ὅθεν τινὲς γρά‐ φουσι ναίοντα. ἄλλοι γράφουσιν, οἶκόν τ’ ἀΐων, ὅ ἐστιν | ||
5 | ἀκούων. | |||
P 76a | DEGQ | ναίων ὀνυμάξαι: τινὲς ἀφαιροῦσι τὸ ν, γράφοντες ἀντὶ τοῦ ναίων ἀίων. ἢ τίνα οἶκον ἐπιφανέστερον τούτων | 202 in vol. 2 | |
BDEGQ | ὀνομάσω. ἕτεροι δὲ πάλιν τὸ μὲν ν αἴρουσι, τὸν δὲ τόνον οὕτω προφέρονται, αἰῶν’· ἵν’ ᾖ συναλοιφὴ ἀντὶ τοῦ αἰῶνι, | |||
5 | οἷον τῷ αἰῶνι ὀνυμάξομαι, τῷ αἰῶνι παρακαταθήσομαι. ὁ δὲ Δίδυμος ἁπλούστερον ἀκούει· αὐτὸς ἐγὼ ναίων ἐν τῇ Ἑλλάδι, | |||
BEGQ | ἀντὶ τοῦ οἰκῶν, τίνα ἐπιφανέστερον οἶκον ὀνυμάξομαι; οὐκ ἐξ ἀκοῆς ἀκηκοὼς, ἀλλ’ αὐτὸς ναίων ἐν τῇ Ἑλλάδι τίνα δυ‐ ναίμην ἂν αὐτῆς ἐπιφανεστέραν ὀνομάσαι; | |||
P 76b | BDEGQ | τὸ δὲ ναίων ἀντὶ τοῦ ναίοντα, ὡς καὶ Ὅμηρος (Β 350)· φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα, εἶτα ὑποβαίνων· ἀστράπτων ἐπιδέξια, ἀντὶ τοῦ ἀστράπτοντα. | ||
P 78 | BDEGQ | πάσαισι γὰρ πολίεσιν· ἐν γὰρ πάσαις ταῖς πόλεσιν ὁ λόγος καὶ ἡ φήμη ἀναστρέφει περὶ τῶν τοῦ Ἐρεχθέως πο‐ λιτῶν, τουτέστι τῶν Ἀθηναίων· οἱονεὶ πᾶσα πόλις θαυμάζει τὰς Ἀθήνας καὶ τὰς ἀνδραγαθίας τῆς πόλεως. 9bDGQ | ||
P 79a | BDEGQ | Ἄπολλον, οἳ τεόν τε δόμον: οἵτινες οἱ Ἀλκμαιω‐ νίδαι, ὦ Ἄπολλον, ἐν τῇ ἐξοχωτάτῃ Πυθῶνι τὸν σὸν οἶκον θαυμαστὸν κατεσκεύασαν. 11DGQ | ||
P 79b | Ἄπολλον, οἳ τεόν τε δόμον: οἱ μὲν, ὅτι διὰ τὸν ὕμνον καὶ τὴν νίκην ἐπιφα‐ νέστερον ἐποίησαν τὸν τοῦ Ἀπόλλωνος νεὼν, οἱ δὲ παρὰ τὴν ἱστορίαν. λέγεται γὰρ ὅτι τὸν Πυθικὸν νεὼν ἐμπρησθέντα, | |||
5 | ὥς τινές φασιν, ὑπὸ τῶν Πεισιστρατιδῶν οἱ Ἀλκμαιωνίδαι φυγαδευθέντες ὑπὸ τῶν Πεισιστρατιδῶν ὑπέσχοντο ἀνοικοδο‐ μήσειν, καὶ δεξάμενοι χρήματα καὶ συναγαγόντες δύναμιν ἐπέθεντο τοῖς Πεισιστρατίδαις, καὶ νικήσαντες μετ’ εὐχαριστη‐ ρίων πλειόνων ἀνῳκοδόμησαν τῷ θεῷ τὸ τέμενος, ὡς Φιλό‐ | 203 in vol. 2 | ||
10 | χορος (FHG I p. 395) ἱστορεῖ, εὐξάμενοι πρότερον τῷ θεῷ. 9aDGQ | |||
P 711 | BDEGQ | ἄγοντι δέ με: ἀντὶ τοῦ ἄγουσι δέ με καὶ προτρέ‐ πονται ἐπὶ τὸν ὕμνον, ὦ Μεγάκλεες, αἱ ὑμῶν νῖκαι καὶ τῶν προγόνων, πέντε μὲν ἐν Ἰσθμῷ γενόμεναι, μία δὲ ἐξοχωτάτη ἐν τῇ Ὀλυμπίᾳ· δύο δὲ ἐκ Δελφῶν. | ||
P 714 | BDEGQ | Διὸς Ὀλυμπιάς: οὐ νενίκηκεν οὗτος Ὀλύμπια, ἀλλὰ ἄλλοι ὁμώνυμοι τούτου· ἕνεκα δὲ τοῦ ἀπολαμπρῦναι αὐτὸν καὶ τὴν προγονικὴν τούτῳ ἀνατίθησι νίκην. | ||
P 718a | BDEGQ | χαίρω τι, τὸ δ’ ἄχνυμαι: Ἀρίσταρχος, συμβεβη‐ κέναι αὐτῷ τι σύμπτωμα περὶ τὴν νίκην ταύτην· ὅθεν καί φησι τὸ μὲν χαίρειν, τὸ δὲ ἄχνυσθαι, φθόνου τινὸς παρακει‐ μένου τοῖς καλοῖς ἔργοις· οὕτω μέντοι γε γίνεσθαι παραμονί‐ | ||
5 | μους τὰς εὐτυχίας, ἐπὰν ἔχωσί τι κρᾶμα καὶ δυστυχήματος. ἔοικε δὲ τὸ περὶ τὴν Ἱπποκράτους τελευτὴν περὶ τοῦτον τὸν καιρὸν ἀπηντηκέναι, εἰς ὃν καὶ θρῆνον γράφει ὁ Πίνδαρος· ἦν δὲ ὁ Ἱπποκράτης συγγενὴς τοῦ νικηφόρου. | |||
P 718b | DGQ | ἄλλως· ἐπὶ τῇ νῦν εὐτυχηθείσῃ νίκῃ χαίρω, ἄχνυμαι δὲ διὰ τὸν Ἱπ‐ ποκράτην. | ||
P 723 | DEGQ | τὰ καὶ τά: ἀντὶ τοῦ ἀγαθὰ καὶ κακά. βεβαίαν δέ φησι τὴν εὐδαιμονίαν εἶναι, ὅταν τῇ πολλῇ εὐπραγίᾳ παρέ‐ πηταί τι φαῦλον. τοιοῦτόν ἐστι τὸ παρ’ Ὁμήρῳ (θ 63)· τὸν πέρι Μοῦς’ ἐφίλησε, δίδου δ’ ἀγαθόν τε κακόν τε· | 204 in vol. 2 | |
5 | DGQ | ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δ’ ἡδεῖαν ἀοιδήν. | ||
P 8metr(t) | Scholia in Pythionicarum carmen VIII | |||
1 | DEG(Q) | Ἀριστομένει Αἰγινήτῃ παλαιστῇ νικήσαντι Πύθια. 1bDG | ||
B | Τῆς ὀγδόης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐν‐ νέα. τὸ αʹ ὅμοιον τῷ (Arch. fr. 94, 2) τίς σὰς παρήειρε φρένας. τὸ βʹ τροχαϊκὸν μονόμετρον ὑπερκατάληκτον. τὸ | |||
5 | γʹ Ἰωνικὸν δίμετρον βραχυκατάληκτον. τὸ δʹ χοριαμβικὸν δίμετρον ὑπερκατάληκτον. 〈τὸ εʹ χοριαμβικὸν δίμετρον ὑπερ‐ κατάληκτον.〉 τὸ ϛʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ζʹ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ηʹ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον. τὸ θʹ ἰαμβικὸν δίμετρον βρα‐ | |||
10 | χυκατάληκτον. | |||
B | ἡ ἐπῳδὸς κώλων ἕνδεκα. τὸ αʹ ἰαμβικὸν δίμετρον ὑπερ‐ κατάληκτον. τὸ βʹ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον. τὸ γʹ ἰαμβικὸν πενθημιμερές. τὸ δʹ περιοδικόν· ἢ λέγεται διπλοῦς τροχαῖος, ὑπερκατάληκτον. τὸ εʹ Ἰωνικὸν δίμετρον | |||
15 | ἀπὸ μείζονος βραχυκατάληκτον. τὸ ϛʹ τὸ αὐτὸ ὁμοίως. τὸ ζʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ηʹ Γλυκώνειον. 〈τὸ θʹ Γλυκώνειον.〉 τὸ ιʹ ἀναπαιστικὸν δίμετρον κατα‐ ληκτικόν. τὸ ιαʹ ἰθυφαλλικόν. | 205 in vol. 2 | ||
P 8inscr | BEQ | Γέγραπται ἡ ᾠδὴ Ἀριστομένει Αἰγινήτῃ παλαιστῇ νικήσαντι τὴν λεʹ Πυθιάδα. 1bBQ | ||
P 81a | BDEGQ | ἰδίᾳ Αἰγινήταις ἦσαν στάσεις περὶ τὸν τῆς νίκης τοῦ Ἀριστομένους καιρόν· διὸ καὶ οἰκείως τὴν Ἡσυχίαν κατεύ‐ χεται, ποιητικώτατα δὲ τὴν ἡσυχίαν τῆς δικαιοσύνης ἔφη παῖδα εἶναι, ᾗ καὶ ἐκ τῶν ἐναντίων τῆς ἀδικίας τὸν θόρυ‐ | ||
5 | βον. 3bB 3cDGQ | |||
P 81b | BDEGQ | Φιλόφρον Ἡσυχία: τὴν Ἡσυχίαν κατακαλεῖται διὰ τὸ νεωστὶ λελύσθαι τὰ Περσικά. δύναται δὲ καὶ ἁπλῶς λέγειν ὁ Πίνδαρος ὡς περὶ εὐνομουμένων τῶν Αἰγι‐ νητῶν. καὶ ἐπαινεῖ τὴν ἡσυχίαν ὡς μεγιστόπολιν· ὅπου γὰρ | ||
5 | ἡσυχία, καὶ εἰρήνη. εἰρήνη δ’ ἀνὰ γῆν κουροτρόφος (Hes. O. D. 228). | |||
P 83a | BDEGQ | βουλῶν τε καὶ πολέμων ἔχοισα κλεῖδας: οὕτω κατὰ τὸ αὐτοφυλακτικόν· ἐν ᾗ βουλαί εἰσι· πολέμων δὲ, ἵνα διακλείῃ αὐτοὺς καὶ ἀπείργῃ. 1aB | ||
P 83b | ὁ δὲ νοῦς· ὦ Ἡσυχία φιλοφρονητικὴ καὶ μεγίστη ἐν ταῖς πόλεσιν οὖσα, τῆς Δι‐ καιοσύνης θυγάτηρ, εἰρήνης τε καὶ πολέμων καὶ βουλευτη‐ ρίων ἔχουσα τὰς μεγάλας κλεῖς. 1aDGQ | |||
P 83c | ὦ μεγιστόπολι: ἤτοι ὅτι μεγίστας ἀποτελεῖ τὰς πόλεις ἀστασιάστους οὔσας, ἢ ὅτι αὐτὴ μέγα ἐν ταῖς πόλεσιν ἰσχύει. | 206 in vol. 2 | ||
P 84 | DEGQ | ἔχοισα κλαῖδας: τῆς μὲν εἰρήνης κατὰ τὸ φυλακτι‐ κὸν, ἐν ᾗ καὶ βουλαί εἰσιν· ἀπὸ δὲ πολέμων ἵνα διακλείῃ. | ||
P 85 | BDGQ | Πυθιόνικον: ἀντὶ τοῦ παρὰ Ἀριστομένους δέχου τὴν Πυθικὴν νίκην αὐτοῦ. | ||
P 87 | BDEGQ | τὺ γὰρ τὸ μαλθακόν: σὺ γὰρ, ὦ Ἡσυχία, τὸ προσ‐ ηνὲς καὶ ἐπιεικὲς ἔρξαι καὶ ποιῆσαι δύνασαι. | ||
P 89 | BDEGQ | καιρῷ σὺν ἀτρεκεῖ: τουτέστιν εὐκαίρως, ὁμοδρο‐ μοῦντος τῷ καιρῷ τοῦ παθεῖν. τὸ γὰρ ἀτρεκεῖ ἀντὶ τοῦ ὁμο‐ τρεκεῖ, ὡς ἄλοχος ὁμόλοχος. | ||
P 810a | BDEGQ | τὺ δ’ ὁπόταν τις ἀμείλιχον: σὺ δὲ ὅταν τις ἀπροσηνῆ, οἱονεὶ ἰταμωτάτην ὕβριν καὶ ὀργὴν ἐνθῇ τῇ ἑαυ‐ τοῦ καρδίᾳ, τραχεῖα καὶ προσάντης τῇ τῶν δυσμενῶν καὶ ἀπηνῶν ἀπαντήσασα κεφαλῇ, τὴν ἀλαζονείαν αὐτῶν ἐν ἀφα‐ | ||
5 | νείᾳ τιθεῖς. ἔθος δὲ Πινδάρῳ ἀπὸ ἑνικοῦ εἰς πληθυντικὸν καταφέρεσθαι, ὡς κἀνταῦθα· ὅταν τις, εἶτα δυσμενέων. 10cB | |||
P 810b | ὁ δὲ νοῦς ὅλος· σὺ, ὦ Ἡσυχία, τοὺς ἀλαζόνας καὶ ὑβρι‐ στὰς ἀφανίζεις καὶ ἀμαυροῖς. 15B | |||
P 810c | BDEGQ | ὅταν τις ἀμείλιχον: ἐάν τις, φησὶ, ταραχώδης | ||
καὶ ὑβριστὴς γένηται, τοῦτο γάρ ἐστι τὸ, ἀμείλιχον καρδίᾳ κότον ἐνελάσῃ, ὑπαντιάξασα αὐτῷ σὺ, ὦ Ἡσυχία, τουτέστιν ἀπαντήσασα, τραχεῖα τῷ τῶν πολεμίων κράτει, ὅ ἐστι πολέ‐ | 207 in vol. 2 | |||
5 | μους ἐπιστήσασα, τιθεῖς αὐτοῦ τὴν ὕβριν ἐν ἄντλῳ, τουτέστι βαπτίζεις αὐτοῦ τὴν ὕβριν. | |||
P 814 | BDEGQ | ἐν ἄντλῳ: τῷ ὕδατι καὶ ἀφανείᾳ. ὡς Ὅμηρος (ο 479)· ἄντλῳ δ’ ἐνδούπησε πεσοῦς’ ὡς εἰναλίη κήξ. 10bB | ||
P 815a | BDEGQ | τὰν οὐδὲ Πορφυρίων: ἣν οὐδὲ ὁ Πορφυρίων γίγας ᾔσθετο παρὰ τὸ καθῆκον ἐξερεθίζων· διόπερ καὶ ἀνῃ‐ ρέθη. | ||
P 815b | ὁ δὲ νοῦς· ἥντινα τὴν Ἡσυχίαν ἀποστραφεὶς καὶ παρὰ τὸ δέον ἐρεθίζων οὐδὲ ὁ Πορφυρίων ἔγνω· διὸ καὶ ἀπώλετο. | |||
P 817 | BDEGQ | κέρδος δὲ φίλτατον: ὄνησίς ἐστι τῶν διδομένων, ὅταν τις παρ’ ἑκόντος λαμβάνῃ, τὸ δὲ μετὰ βίας ἀγόμενον κέρδος ἀνόνητόν ἐστι. τοῦτο δὲ εἶπεν, ὅτι Πορφυρίων ἐπε‐ χείρει βοῦς ἀποσπάσαι Ἡρακλέος ἄκοντος αὐτοῦ. | ||
P 819 | BDEGQ | βία δὲ καὶ μεγάλαυχον: ἡ τοῦ σώματος ἰσχὺς τὸν μεγαλαυχήσαντα ἐπὶ τῇ ῥώμῃ σφάλλει τῷ χρόνῳ· ὑποδείγματι δὲ τῷ Τυφῶνι ἐχρήσατο καὶ τοῖς ἑξῆς. | ||
P 823 | BDEGQ | δμᾶθεν δὲ κεραυνῷ: πάλιν συλληπτικῶς· οὔτε γὰρ ὁ Τυφὼς καὶ ὁ Πορφυρίων ἐκεραυνώθησαν καὶ ὑπὸ Ἀπόλ‐ | ||
λωνος ἐτοξεύθησαν, ἀλλ’ ὁ μὲν Τυφὼς διοβλὴς γέγονεν, ὁ δὲ | 208 in vol. 2 | |||
BEGQ | Πορφυρίων ὑπὸ Ἀπόλλωνος ἐτοξεύθη. ὁ δὲ τὸ τῷ ἑτέρῳ | |||
5 | συμβεβηκὸς ὡς κατ’ ἀμφοτέρων ἔφη. | |||
P 826a | BDEGQ | Ξενάρκειον ἔδεκτο: τὸν Ἀριστομένην· ἔστι γὰρ Ξενάρκους υἱός. πρὸς ὃ τὸ χʹ, καὶ ὅτι Κίρραθεν εἴρηκεν, οὗ συντελεῖται ὁ ἀγὼν ὁ ἱππικὸς ὑπὸ Δελφῶν. | ||
P 826b | ὁ δὲ νοῦς· ὅστις ὁ Ἀπόλλων εὐμενεῖ νόῳ ὑπεδέξατο ἐν Δελφοῖς ἐστεφα‐ νωμένον τῇ δάφνῃ τὸν Ἀριστομένην. | |||
P 829a | BDEGQ | Δωριεῖ τε κώμῳ: τῷ τῶν Αἰγινητῶν ὕμνῳ· Δω‐ ριεῖς γὰρ ἀπὸ Ἄργους εἰς Αἴγιναν κατῴκησαν. 31DEGQ | ||
P 829b | DEGQ | Δωριεῖς γὰρ, ἄποικοι ὄντες Ἀργείων. | ||
P 830 | BDEGQ | οὐκ ἔξω Χαρίτων ἡ Αἴγινα, οὐκ ἄχαρις. 34DEGQ | ||
P 831 | BDEGQ | ἁ δικαιόπολις: ἡ δὲ δικαιόπολις νῆσος Αἴγινα οὐκ ἐξέπεσε τῶν Χαρίτων, θίγουσα ταῖς τῶν Αἰακιδῶν ἀρε‐ ταῖς. 29bDEGQ | ||
P 834 | DEGQ | δόξαν ἀπ’ ἀρχᾶς: ἐξ ἀρχῆς δὲ τελείαν ἔχει τὴν δό‐ ξαν ἡ Αἴγινα καὶ οὐ νῦν μόνον. | ||
P 835 | BDEGQ | πολλοῖσι μὲν γάρ: πολλοῖς μὲν γὰρ ἀνυμνεῖται ἀγῶσι καὶ ἐν ταῖς ὀξείαις μάχαις γενναίους καὶ πολεμικοὺς ἀγαγοῦσα ἥρωας, διαπρέπει δὲ καὶ ἐν ἀνδράσιν εὐβουλίας ἕνε‐ κεν καὶ γνώμης. 40bB | ||
P 840a | BDEGQ | εἰμὶ δ’ ἄσχολος ἀναθέμεν: ἀντὶ τοῦ, οὐκ εὐ‐ καιρῶ πᾶσαν αὐτῆς τὴν ἀρετὴν ἐμπεριλαβεῖν τῷ ὕμνῳ. δεῖ γάρ με τὸν νικηφόρον ἐπαινεῖν, εὐλαβοῦμαι δὲ μὴ προσκορὴς φανῶ. 43B | ||
P 840b | ἄλλως· εἰμὶ δ’ ἄσχολος: ἐν ἀσχολίᾳ, φη‐ | |||
σὶν, εἰμὶ καὶ οὐκ εὐκαιρῶ, ὥστε πᾶσαν τὴν τῆς Αἰγίνης μα‐ κρηγορίαν ἀναθεῖναι τῇ λύρᾳ καὶ τῷ ἡδεῖ φθέγματι, οἱονεὶ τῇ ᾠδῇ. | 209 in vol. 2 | |||
P 840c | οὐκ ἔστι καιρὸς τὰ ἐγκώμια τῆς Αἰγίνης καὶ τῶν Αἰακιδῶν λέγειν, μή τις φθόνος βλάψῃ με. 40aB | |||
P 840d | DEGQ | οἱ δὲ, μὴ προσκορὴς ὀφθῶ. | ||
P 843a | BDEGQ | μὴ κόρος ἐλθών: ὑπερθέμενος, φησὶ, τὸ παρεκ‐ βάσει περὶ Αἰγίνης τι εἰπεῖν, μὴ κόρος ἐπιδράμῃ μου τοῖς ποιήμασι, ὃ νῦν ἐξείληφα ἔργον, τὸ ἐν ποσί μου τρέχον, του‐ τέστι τὸ πρόσφατον· τί δέ ἐστι τοῦτο; ἡ νίκη· ταύτην ὑμνή‐ | ||
5 | σω. 44bDGQ 46aB | |||
P 844a | BDEGQ | τὸ δ’ ἐν ποσί μοι: τὸ νῦν παρὰ ποσί μου ὄφλημα, τοῦτο νῦν τρέχον καὶ μετὰ σπουδῆς παραγινέσθω ταχὺ παρὰ τῇ ἐμῇ γνώμῃ. 46bB 46aDGQ | ||
P 844b | DEGQ | τὸ τρέχον ὡς ἐπὶ σταδίου τῇ μεταφορᾷ κέχρηται. 44aDGQ | ||
P 846a | BDEGQ | ἐμᾷ ποτανόν: ἢ πετόμενον, ἐπεὶ τὰ ποιήματα εἰς πᾶσαν διϊκνεῖται πόλιν, ἢ μετέωρον. 44aB | ||
P 846b | ἢ οὕτω· τὸ πρᾶγμα πτηνὸν καὶ τὸ χρέος γινέσθω, τουτέστι τὸ ποίημα ταῖς ἐμαῖς τέχναις, ὥστε καὶ διαπόντιον δύνασθαι εἶναι. | |||
P 846c | DGQ | νεώτατον καλῶν: πρόσφατον· ὑπόγυος γὰρ ἡ νίκη. 48bB | ||
P 848a | BDEGQ | παλαισμάτεσσι γάρ: τοῖς γὰρ παλαίσμασι τοὺς πρὸς μητρός σου θείους μεταδιώκων καὶ ζηλῶν οὔτε τὸν Ὀλυμπίᾳ Θεόγνητον νικήσαντα καταισχύνεις οὔτε τὴν Κλει‐ | ||
τομάχου ἐν Ἰσθμοῖ νίκην, καὶ ἀπὸ κοινοῦ τὸ κατελέγχεις. 53aB | 210 in vol. 2 | |||
P 848b | ὁ δὲ Κλειτόμαχος καὶ Θεόγνητος θεῖοι τοῦ νικηφόρου· Ὀλυμπιονίκης δὲ ὁ Θεόγνητος, ὁ δὲ Κλειτόμαχος Ἰσθμιονίκης. φησὶ δὲ αὐτὸν μὴ κατελέγχειν τοὺς τῆς μητρὸς ἀδελφοὺς, ἀλλὰ κατ’ ἴχνη τούτων βαίνειν. 48aB | |||
P 853a | BDEGQ | αὔξων δὲ πάτραν Μιδυλιδᾶν λόγον φέρεις: φατρία ἐν Αἰγίνῃ Μιδυλιδῶν ἀπὸ Μιδύλου προγόνου ἐπι‐ δόξου γεγονότος. αὐτὸς δ’ ἐν ἄλλοις (fr. 190)· ἁ Μιδύλου δ’ αὐτῷ γέννα, φησί. μαρτυρεῖ δὲ καὶ Ὅμηρος (Ν 354)· | ||
5 | ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδ’ ἴα πάτρη, ἀντὶ τοῦ φατρία. τῷ οὖν σῷ γένει τοῖς Μιδυλίδαις δόξαν προσέθηκας. | |||
P 853b | ὁ δὲ νοῦς· τῶν δὲ Μιδυλιδῶν τὴν φατρίαν αὔξων τὸν λόγον φέρεις ἐκεῖνον, ὃν εἶπέ ποτε Ἀμφιάραος, ἡνίκα ἐθεάσατο ἐν ταῖς ἑπταπύλοις Θήβαις παραμένοντας | |||
BEGQ | τοὺς υἱοὺς τῶν ἑπτὰ ἐπὶ Θήβας, ὅτε ἀπὸ τοῦ Ἄργους τὴν | |||
5 | δευτέραν ἐπάνοδον ἐπανῆλθον οἱ Ἐπίγονοι. | |||
P 855 | BDEGQ | τὸν ὅνπέρ ποτ’ Οἰκλέος: τοῦτον, φησὶ, τὸν λό‐ γον φέρεις, ὦ Ἀριστόμενες, ὃν εἶπεν ὁ Ἀμφιάραος ἰδὼν θαρ‐ σαλέως πολεμοῦντας τοὺς Ἐπιγόνους κατὰ τῶν Θηβαίων. τί δὲ εἶπε; φυᾷ τὸ γενναῖον ἐπιπρέπει· ὅτι σῴζουσι τὴν τῶν | ||
5 | γονέων ἀρετήν. καὶ σὺ δὲ, φησὶ, τοὺς μήτρωας ζηλοῖς τῇ ἀθλήσει. 61B | |||
P 857a | BDEGQ | ᾐνίξατο: ἀντὶ τοῦ ἀπεφθέγξατο· οὐ γὰρ αἰνιγμα‐ | ||
τωδῶς εἶπε. καὶ παρ’ Ὁμήρῳ (Ν 374)· Ὀθρυονεῦ, πέρι δή σε βροτῶν αἰνίζομ’ ἁπάντων. | 211 in vol. 2 | |||
P 857b | πῶς δὲ ταῦτα ὁ Ἀμφιάραός φησιν; εἰ μὴ ὅτε ζῶν κατεπόθη, κατά τινα θείαν ἐπίνοιαν προσδιελέγετο τοῖς Ἐπι‐ γόνοις. 63bB | |||
P 857c | DGQ | ἄλλως· ᾐνίξατο ἐπῄνεσεν εἶπε παρὰ τὸν αἶνον. | ||
P 861 | BDEGQ | ὧδ’ εἶπεν: ὁ δὲ Ἀμφιάραος τῶν Ἐπιγόνων μαχο‐ μένων εἶπε· τῇ φύσει τὸ συγγενὲς ἐκ πατέρων προθύμημα τοῖς παισὶν ἐπιπρέπει. Ὅμηρος (Ε 253)· οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι, | ||
5 | τουτέστι συγγενικόν. 57aB 64DGQ | |||
P 863a | DEGQ | ἐκ πατέρων παισί: τοῖς ἐπιγόνοις ἐπιπρέπει τὸ ἐκ πατέρων. | ||
P 863b | BDEGQ | πῶς ὅτι θεάομαι σαφὲς δράκοντα; ὡς τοῦ | ||
DEG | Ἀλκμαίονος ἔχοντος ἐπὶ τῆς ἀσπίδος ἐπίσημον δράκοντα, ὅτι ἐπιτήδειον πρὸς οἰωνοὺς τὸ ζῷον καὶ καταδῦνον εἰς τὰς ὀπὰς τῆς γῆς, κατέδυ δὲ καὶ ὁ Ἀμφιάραος, ὁ δὲ παῖς ση‐ | |||
5 | μεῖον τῆς τοῦ πατρὸς ἔσῳζε τέχνης. 66DGQ | |||
P 864 | BDEGQ | λῆμα. θεάομαι σαφές: θεωρῶ γὰρ, φησὶ, σαφῶς ἐν ταῖς Θήβαις τὸν Ἀλκμαίονα, ποικίλον δράκοντα ἐπὶ τῆς καταπληκτικῆς ἀσπίδος διακινοῦντα. | ||
P 865a | DEGQ | δράκοντα ποικίλον αἰθᾶς: τῆς λαμπρᾶς, παρὰ τὸ αἴθειν. | ||
P 865b | ἀντὶ τοῦ θεωρῶ τὸν Ἀλκμᾶνα διακινοῦντα | |||
ἐπὶ τῇ ἀσπίδι ἐπίσημον δράκοντα. 63DGQ | 212 in vol. 2 | |||
P 866a | BDEGQ | Ἀλκμᾶν’ ἐπ’ ἀσπίδος: διατί ὁ Ἀλκμαίων εἶχεν ἐπὶ τῆς ἀσπίδος δράκοντα; ὅτι ἐπιτήδειον πρὸς οἰωνοὺς τὸ ζῷον, μάντις δὲ καὶ ὁ Ἀμφιάραος· ὁ δὲ παῖς σημεῖον τῆς τοῦ πατρὸς ἔσῳζε τέχνης. | ||
P 866b | DEGQ | ἐπεὶ γηγενὲς τὸ ζῷον καὶ κατα‐ δύον εἰς τὰς ὀπὰς τῆς γῆς, κατέδυ δὲ καὶ ὁ Ἀμφιάραος. | ||
P 866c | BDEGQ | ἢ καθὸ ἦν ἀπὸ Μελάμποδος. ἱστοροῦσι δὲ δύο δράκοντας διαλεῖξαι τὰς ἀκοὰς τοῦ Μελάμποδος καὶ διατρῆσαι πρὸς ἀλλήλας· διὸ καὶ δοκεῖ αἰσθάνεσθαι τῆς τῶν ἀλόγων ζῴων φωνῆς. | ||
P 868a | BDEGQ | ὁ δὲ καμὼν προτέρᾳ πάθᾳ: ὁ δὲ τῷ προτέρῳ πάθει καμὼν καὶ τὸν στρατὸν ἀπολέσας Ἄδραστος νῦν κρείσ‐ σονος οἰωνοῦ ἐνέχεται ἀγγελίᾳ· νικήσει γὰρ τῇ μάχῃ, τὸ δὲ κατὰ τὸν ἴδιον οἶκον ἐναντίως πράξει. πρότερον μὲν γὰρ | ||
5 | ἐσώθη μόνος, κατὰ δὲ τὴν δευτέραν στρατείαν πάντων σω‐ θέντων, αὐτὸς μόνος τὸν υἱὸν ἀπέβαλεν Αἰγιαλέα, ὥς φησιν Ἑλλάνικος (FHG I p. 47) λέγων ἐν Γλίσαντι τὴν συμβολὴν γε‐ γενῆσθαι. | |||
P 868b | ἢ οὕτως· ὁ δὲ καμὼν Ἄδραστος τῇ προτέρᾳ συμφορᾷ, νῦν βελτίονος ἔχεται τύχης, τῇ τοῦ ὄρνιθος ἀγγελίᾳ καὶ κλῃδόνι. οἰωνιστὴς γὰρ ὁ Ἀμφιάραος. | |||
P 871 | DEGQ | τὸ δὲ οἴκοθεν ἀντία πράξει: ἐναντίως τοῖς πᾶσι τὰ κατὰ τὸν οἶκον πράξει· μόνος γὰρ τὸν παῖδα ἀπολέσει. | ||
BDEGQ | ἐν γὰρ τῇ πρώτῃ στρατείᾳ οἱ μὲν ἄλλοι ἓξ στρατηγοὶ ἀπώ‐ | |||
λοντο, ἐν δὲ τῇ δευτέρᾳ, ὅτε οἱ Ἐπίγονοι, μόνος ὁ Ἀδράστου | 213 in vol. 2 | |||
5 | παῖς Αἰγιαλεὺς ἀπώλετο. οὕτω καὶ ἐξ αὐτοῦ φασιν Ἀδρά‐ στειαν κληθῆναι τὴν Νέμεσιν. | |||
P 873 | BDEGQ | μόνος γὰρ ἐκ Δαναῶν: μόνος γὰρ τῶν Ἑλλήνων τοῦ Θηβαίου στρατοῦ τελευτήσαντος τοῦ υἱοῦ τὰ ὀστᾶ συνα‐ γαγὼν καὶ συλλέξας ἀφίξεται εἰς τὸ Ἄργος σὺν τῷ στρατο‐ πέδῳ ἀβλαβεῖ καὶ περισωθέντι. | ||
P 877a | BDEGQ | ἰστέον ὅτι Ἄβας ὁ Λυγκέως ᾤκησε τὸ Ἄργος, εἶτα μετέστη εἰς Εὔβοιαν. ὅτι δὲ Λυγκέως Ἄβας, ἐξ ἐκείνου δῆλον (trag. fr. adesp. 454)· σφαγὰς δὲ Δαναοῦ παρθένων Λυγκεὺς φυγών | ||
5 | Ἄβαντα φύει διάδοχον τυραννίδος. | |||
P 877b | DGQ | ἄλλως· Ἄβας πατὴρ Ταλαοῦ, ἐξ οὗ ὁ Ἄδραστος. | ||
P 878a | BDEGQ | τοιαῦτα μὲν ἐφθέγξατ’ Ἀμφιάρηος: ὡς ἀπὸ τοῦ χοροῦ τὸ πρόσωπον μιμουμένου τοῦ νενικηκότος. ταῦτα δὲ εἴρηκεν ὡς ὑπάρχοντος ἡρῴου καὶ γειτνιῶντος τῇ τοῦ νι‐ κηφόρου οἰκίᾳ, προσυποτίθεται δὲ ὅτι καὶ ὑπήντησε πορευο‐ | ||
5 | μένῳ εἰς τὸν ἀγῶνα καὶ τῆς μαντείας ἐφήψατο καὶ αὐτὸς ὢν μάντις. ἐμφαίνει δὲ διὰ τούτων, ὅτι ἐγεγόνει τις μαντεία περὶ τῆς νίκης αὐτοῦ. | |||
P 878b | ἄλλως· ἐφηδόμενος δὲ καὶ αὐτὸς τὸν Ἀλκμάονα στεφανῶ τῇ ᾠδῇ, ὅτι δή μοι ὁ τούτου πατὴρ Ἀμφιάραος γείτων ἐστὶ καὶ φύλαξ τῶν ἐμῶν κτημάτων, καὶ ὅτι ἀπιόντι εἰς τὸν τῆς γῆς ὀμφαλὸν, τουτέστιν εἰς τὴν Πυ‐ | |||
5 | θῶνα, ἀπήντησε καὶ τῶν μαντευμάτων ἐφήψατο τοῖς συγγεν‐ | |||
νηθεῖσιν αὐτῷ τυχὸν [δὲ λέγει συγγόνοις τέχναις]. | 214 in vol. 2 | |||
P 882 | BDEGQ | γείτων ὅτι μοι: τῇ Ἀριστομένους οἰκίᾳ παρίδρυτο Ἀλκμάονος ἡρῷον, ἴσως δὲ καὶ τῇ αὐτοῦ μαντείᾳ χρησάμενος ἐπὶ τὸν ἀγῶνα ἐπορεύθη καὶ ἐνίκησεν. | ||
P 883a | DEGQ | κτεάνων φύλαξ ἐμῶν: ἐπεὶ οἱ ἀπὸ τοῦ χοροῦ Αἰγινῆταί εἰσιν. | ||
P 883b | DGQ | ἐπεὶ ἐκ προγόνων ἦν μάντις, διὰ τοῦτο εἶπε συγγόνοισι. | ||
P 888 | BDEGQ | τὺ δ’ ἑκαταβόλε: σὺ δὲ, ὦ Ἄπολλον, τὸν πάντας δεχόμενον ἐν τῷ Πυθῶνι νεὼν εὐδόξως διανέμων τοῦτο μὲν τὸ μέγιστον κλέος τῆς νίκης αὐτόθι ἐν τῷ Πυθῶνι παρέσχες, ἐν Αἰγίνῃ δὲ πρὸ τοῦ ἐνίκησε τὰ Δελφίνια Ἀπόλλωνος ἀγῶνα. | ||
P 891 | BDEGQ | τόθι χαρμάτων: ὡς τοῦ Ἀριστομένους, πρὶν λα‐ βεῖν τὰ Πύθια, νενικηκότος ἐν οἴκῳ, τουτέστιν ἐν Αἰγίνῃ ἀγῶνα ἱερὸν Ἀπόλλωνος πένταθλον. ἄγεται δὲ ἐν Αἰγίνῃ Δελφίνια Ἀπόλλωνι. | ||
P 894 | BDEGQ | σὺν ἑορταῖς ὑμαῖς: ταῖς σαῖς, καὶ πλεονάζει τούτῳ ὁ Πίνδαρος. τιμᾶται δὲ σφόδρα ἐν Αἰγίνῃ Ἀπόλλων καὶ Ἄρτεμις. | ||
P 895a | BDEGQ | ἑκόντι δ’ εὔχομαι νόῳ: σοὶ δὲ, ὦ Ἄπολλον, εὔ‐ χομαι ἐφορᾶν σε ἕκαστον τῶν ποιημάτων, ὅσα κατά τινα ἁρ‐ μονίαν ἐπέρχομαι καὶ γράφω. | ||
P 895b | ἄλλως· ἤτοι διαβεβαιοῦμαι, | |||
BDEQ | ἢ εὔχομαί σοι, ὦ Ἄπολλον, καθ’ ἁρμονίαν πρὸς πάντα ἔρχε‐ σθαι πράγματα, οἷον πρὸς μηδὲν πλημμελῶς ἔρχεσθαι. | |||
P 899a | BEQ | κώμῳ μὲν ἁδυμελεῖ: τῷ μὲν χορῷ ἡμῶν δικαιο‐ σύνη παρέστηκε, τουτέστιν οὐ ψευδόμεθα οἷς λέγομεν περὶ τοῦ Ἀριστομένους. | ||
P 899b | ἢ οὕτως· δικαίως κωμάζεται ὁ Ἀρι‐ | |||
στομένης καὶ ἐπιτηδείως· ἀγαθὸς γάρ ἐστι. τὴν δὲ τῶν μετὰ ταῦτα ἐπιστροφὴν παρὰ τῶν θεῶν εὔχομαι ἀνεπίφθονον ἐπὶ ταῖς ὑμετέραις τύχαις γενέσθαι. ὁ δὲ Ξενάρκης πατὴρ τοῦ | 215 in vol. 2 | |||
5 | νικηφόρου. | |||
P 8103a | BDEGQ | εἰ γάρ τις ἐσλὰ πέπαται: εἰ γάρ τις, φησὶν, ἀγαθὰ κέκτηται μὴ σὺν πολλῷ πόνῳ ἀλλὰ ῥᾳδίως, τοῖς πολ‐ λοῖς τῶν ἀνθρώπων δοκεῖ σοφὸς ὢν ἐν ἄφροσι τὸν ἑαυτοῦ βίον κορύσσειν, τουτέστιν αὔξειν, ταῖς ὀρθοβούλοις ἑαυτοῦ | ||
5 | ἐπιτεχνήσεσιν. | |||
P 8103b | ἢ οὕτως· εἴ τις ἄνευ πόνου ἀγαθόν τι περιεκτήσατο, τοῦτον οἱ πολλοὶ τῶν ἀφρόνων δοκοῦσι σοφὸν | |||
BEGQ | εἶναι, καὶ τοῦτο ἐκ τῆς σοφίας δοκεῖ οὕτω περιπεποιῆσθαι. ἐγὼ δέ φημι τοῦτο ἐν θεῷ εἶναι, καὶ ἔστι τὸ δαιμόνιον αἴ‐ | |||
5 | τιον τῆς κτήσεως. | |||
P 8103c | πέπαται δέ, ἀντὶ τοῦ κέκτηται. καὶ Ὅμηρος (Δ 433)· πολυπάμμονος ἀνδρὸς ἐν αὐλῇ, ἀντὶ τοῦ πλουσίου. | |||
P 8107 | BDEGQ | τὰ δ’ οὐκ ἐπ’ ἀνδράσι κεῖται: ταῦτα δὲ οὐκ ἔστιν ἐν ἀνθρώποις, τὸ ἐκ περινοίας κτήσασθαι· τὸ δαιμόνιον δὲ ἑκάστῳ παρέχει. | ||
P 8108 | BDEGQ | δαίμων δὲ παρίσχει: ἐπεὶ προεῖπεν ὅτι ὁ δαίμων πάντα παρέχει, ἐπήγαγεν ὅτι ποτὲ μὲν ἄλλοτε ἄλλον ὑψηλὸν ποιῶν, ἄλλοτε δὲ ὑποχείριον ποιῶν καὶ οἰκτρὸν καὶ ταπεινόν. | ||
P 8110 | DEGQ | ἄλλον δ’ ὑπὸ χειρῶν: ὑπὸ χειρῶν μέτρον περι‐ | ||
φραστικῶς περὶ τὰς χεῖρας ποιεῖ, ἀντὶ τοῦ τῇ χειρὶ αὐτοῦ | DGQ | |||
καὶ τῇ ἐξουσίᾳ. | 216 in vol. 2 | |||
P 8111a | BDEGQ | μέτρον καταβαίνει: ἀντὶ τοῦ καταβαίνειν ποιεῖ. | ||
P 8111b | μεμετρημένα ἑκάστῳ τὰ κακὰ καὶ τὰ ἀγαθὰ παρέχεται, οὔποτε τῶν ἐν μονίμῳ τύχῃ κρατῶν. | |||
P 8113a | DEGQ | μυχῷ τ’ ἐν Μαραθῶνος: ἀντὶ τοῦ ἔχεις γέρας, ἀπὸ κοινοῦ. | ||
P 8113b | τουτέστι τὰ Παναθήναια. | |||
P 8113c | BDEGQ | Ἥρας τ’ ἀγῶν’ ἐπιχώριον: ὡς καὶ ἐν Αἰγίνῃ Ἡραίων ἀγομένων κατὰ μίμησιν τοῦ ἐν Ἄργει ἀγῶνος· ἄποι‐ κοι γὰρ Ἀργείων. Δίδυμος δέ φησι τὰ Ἑκατόμβαια αὐτὸν νῦν λέγειν ἐπιχώριον ἀγῶνα Αἰγινητῶν διὰ τὴν συγγένειαν. | ||
P 8115 | BDEGQ | νίκαις τρισσαῖς: σὺν ταῖς τρισὶ ταύταις νίκαις καὶ τὰ Πύθια νικήσας τέτρασι σώμασι τῶν ἀνταγωνιστῶν ἄνωθεν ἐνέπεσας, ἧττον αὐτῶν φροντίζων. | ||
P 8116 | BDEGQ | δάμασσας ἔργῳ: μετ’ ἔργου καὶ ἐνεργείας πολλῆς καθυπέταξας σαυτῷ. | ||
P 8117 | DEGQ | τέτρασι δ’ ἔμπετες: ὡς ἄνευ κλήρου τέσσαρας παῖδας προκαλεσαμένου καὶ νικήσαντος. | ||
P 8119 | BDEGQ | τοῖς οὔτε νόστος ὁμῶς: οἷστισι τοῖς ἡττηθεῖσιν ἐκ τῆς Πυθίας ἡ ἀνακομιδὴ οὔτε ἡδεῖα οὔτε προσηνὴς ἐγένετο, οὔτε ἐλθόντων αὐτῶν ἐπὶ τὴν πατρίδα περὶ τὴν μη‐ τέρα καὶ τοὺς γονεῖς γέλως γλυκὺς χάριν ἐκίνησε τὴν ἐκ τῆς | ||
5 | νίκης· ἐκ δὲ τοῦ ἐναντίου λύπη καὶ συμφορὰ περὶ τὸν οἶκον τῶν ἡττηθέντων γέγονεν. | |||
P 8124a | DEGQ | ἐχθρῶν ἀπάοροι πτώσσοντι: ἀφωρισμένοι, κεχωρισμένοι. | ||
P 8124b | BDEGQ | οἷον εὐλαβοῦνται καὶ φεύγουσι τοὺς ἐχ‐ | ||
θροὺς τῇ τῆς ἥττης συμφορᾷ δακνόμενοι. 126bB | 217 in vol. 2 | |||
P 8126a | BDEGQ | ὁ δὲ καλόν τι νέον: ὁ δὲ καλὸν πράξας ὑπὸ τῶν ἐλπίδων μετέωρος φέρεται. 131B | ||
P 8126b | ἄλλως· ὁ δὲ νεωστὶ καλὸν καταπραξάμενος καὶ νικήσας, ἀπὸ μεγάλης ἁβρότητος καὶ εὐδαιμονίας ἐκ τῶν εὐτυχηθεισῶν ἐλπίδων ὑψοῦται, ταῖς ταχείαις αὐτοῦ ἐπαιρόμενος ἀνδρείαις, ἔχων καὶ κρείττονα | |||
5 | πλούτου τὴν φροντίδα, τουτέστι τὴν νίκην. 126aB | |||
P 8131a | BEGQ | ἐν δ’ ὀλίγῳ βροτῶν τὸ τερπνὸν αὔξεται: λείπει τὸ χρόνῳ. | ||
P 8131b | B | τουτέστι χρόνον μικρὸν αὔξει τοὺς ἀν‐ θρώπους καὶ καταβάλλει ἡ τυχοῦσα πρόφασις. ἔξωθεν οὖν προσληπτέον τὸ χρόνῳ. | ||
P 8131c | BDEGQ | ἐν ὀλίγῳ δὲ χρόνῳ τὸ τῶν ἀν‐ θρώπων ἡδὺ καὶ καλὸν εἶναι δοκοῦν αὔξεται καὶ παραμένει· οὕτω δὲ πάλιν ταχέως αὐξηθὲν τὸ ἀγαθὸν ἀφανίζεται ἀηδεῖ τινι γνώμῃ καὶ πείρᾳ σεσεισμένον καὶ νικηθέν. | ||
P 8133 | DGQ | ἀποτρόπῳ: τῇ παρὰ τρόπον καὶ παρὰ τὸ δέον ἐχθρᾷ γνώμῃ. [καὶ πείρᾳ σεσεισμένον καὶ νικηθὲν καὶ] οὐ κατὰ τὴν ἡμῶν δόκησιν. | ||
P 8135a | BDEGQ | ἐπάμεροι, τί δέ τις; τῶν ἐφημέρων ἀνθρώπων τί ἄν τις εἴποι ὅτι ἔστι τις, ἢ πάλιν ὅτι οὐκ ἔστι; ταχέως μὲν γὰρ ἔστιν εἰπεῖν, ὅτι ἐστί τις οὗτος, ταχέως δὲ ὅτι οὐ‐ δεὶς, διὰ τὴν μετάπτωσιν τῶν πραγμάτων. διὰ τοῦτο δὲ καὶ | ||
5 | ἐπιφέρει, ὅτι σκιᾶς ὄναρ ἄνθρωποι, εὖ τῇ ἐμφάσει χρώμενος, ὡς ἄν τις εἴποι τοῦ ἀσθενοῦς τὸ ἀσθενέστερον. οὐ γὰρ οἷον ἀνθρώπου ὄναρ ἐστὶν, ἀλλὰ σκιᾶς ἀνθρώπου. | |||
P 8135b | ἢ οὕτως· | |||
ἐπάμεροι· ὦ ἄνθρωποι, τίς ἐστιν ὁ δοκῶν εἶναι καὶ μέγας καὶ πλούσιος; τίς δὲ ὁ νομιζόμενος οὐδεὶς καὶ εὐτελής; ὀνεί‐ ρατα σκιᾶς ἐσμεν οἱ ἄνθρωποι. | 218 in vol. 2 | |||
P 8136a | BEGQ | ἀλλ’ ὅταν αἴγλα διόσδοτος ἔλθῃ: ἀλλ’ ὅταν ἐκ Διὸς δεδομένη αἴγλη ἐπέλθῃ, τουτέστιν ὅταν ὁ Ζεὺς ἐπι‐ λαμπρύνῃ, ἡδὺς ὁ βίος γίνεται τοῖς ἀνθρώποις. | ||
P 8136b | BDEGQ | ἀλλ’ ὅταν αἴγλα Διός: ἀλλ’ ὅταν αἴγλη τις καὶ φῶς ἐκ θεοῦ παραγένηται, λαμπρὸν φέγγος ἔπεστι κατὰ τῶν ἀνθρώπων καὶ προσηνὴς ὁ βίος καὶ ἡ ζωή. | ||
P 8136c | ἐπιμέμφονταί τινες τῷ Πινδάρῳ, ὅτι ἐγκώμιον γράφων θρηνεῖ τὸν ἀνθρώπινον βίον. | |||
P 8140a | BDEGQ | Αἴγινα, φίλα μᾶτερ: τὸν λόγον πρὸς τὴν ἡρω‐ ίδα ἀπέστρεψεν, ἀφ’ ἧς καὶ ἡ νῆσος. | ||
P 8140b | ὁ δὲ νοῦς· ὦ προσ‐ φιλεστάτη μῆτερ Αἴγινα, τὴν ὁμώνυμόν σοι πόλιν φύλασσε καὶ περίεπε σὺν ἐλευθερίᾳ, φύλασσε δὲ σὺν τῷ Διῒ καὶ τῷ βασιλεῖ Αἰακῷ καὶ τοῖς ἐξ αὐτοῦ ἥρωσιν. | |||
P 8140c | ἢ οὕτω· τοῦτο ἐκ τοῦ χοροῦ λέγοιτο ἂν, ὥστε τὴν Αἴγιναν μητέρα τῶν χο‐ ρευόντων λέγεσθαι. | |||
P 8140d | ἐλευθέρῳ δὲ στόλῳ ἀντὶ τοῦ ἐλευ‐ θέρᾳ στάλσει ἢ στάσει καὶ σχήματι, μὴ ταττομένη ὑπ’ ἄλλοις. | |||
P 8140e | B | Αἴγινα φίλα μᾶτερ: προσφωνεῖ τῇ ἡρωίδι. | ||
P 8142 | DGQ | σὺν Διῒ καὶ κρέοντι: τὸ χʹ, ὅτι ὑπερβάτως εἴ‐ ρηκε σὺν Διῒ καὶ κρέοντι καὶ σὺν Αἰακῷ. | ||
P 9metr(t) | Scholia in Pythionicarum carmen IX | |||
1 | DEG(Q) | Τελεσικράτει Κυρηναίῳ ὁπλιτοδρόμῳ 1aE | ||
B | Τῆς ἐννάτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ιεʹ. | |||
τὸ αʹ ἀναπαιστικὸν δίμετρον ὑπερκατάληκτον. τὸ βʹ τρο‐ χαϊκὸν τρίμετρον καταληκτικὸν, εἰς ἴαμβον καταλῆγον. τὸ | 219 in vol. 2 | |||
5 | γʹ Ἀρχιλόχειον, ὅμοιον τῷ (Archil. fr. 79) Ἐρασμονίδη Χα‐ ρίλαε. τὸ δʹ πενθημιμερὲς δακτυλικόν. τὸ εʹ τὸ αὐτὸ τῷ γʹ, ἀλλὰ τοῦτο δωδεκάσημον, τὸ δὲ γʹ ἑνδεκάσημον. τὸ ϛʹ δίμετρον ἐπιχοριαμβικὸν ἀκατάληκτον. τὸ ζʹ δίμετρον Ἰω‐ νικὸν ἀπ’ ἐλάσσονος ἀκατάληκτον. τὸ ηʹ δακτυλικὸν πεν‐ | |||
10 | θημιμερές. τὸ θʹ τρίμετρον δακτυλικὸν ἀκατάληκτον. τὸ ιʹ δακτυλικὸν πενθημιμερές. τὸ ιαʹ τὸ αὐτὸ τῷ γʹ καὶ εʹ. τὸ ιβʹ δακτυλικὸν πενθημιμερές. τὸ ιγʹ τροχαϊκὸν δίμετρον καταληκτικὸν Εὐριπίδειον. τὸ ιδʹ τὸ αὐτὸ τῷ ιγʹ. τὸ ιεʹ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. | |||
15 | B | ἡ ἐπῳδὸς κώλων ἐστὶ ιδʹ. τὸ αʹ Πινδαρικόν· ἔστι δὲ ἐγκωμιολογικόν. τὸ βʹ δακτυλικὸν τρίμετρον καταληκτικόν. τὸ γʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ δʹ πενθημι‐ μερὲς δακτυλικόν. τὸ εʹ ἐπιχοριαμβικὸν δίμετρον ἀκατά‐ ληκτον. τὸ ϛʹ Ἰωνικὸν δίμετρον καταληκτικόν. τὸ ζʹ τρο‐ | ||
20 | χαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ηʹ ἐπιχοριαμβικὸν δίμε‐ τρον ἀκατάληκτον. τὸ θʹ Ἰωνικὸν δίμετρον καταληκτικὸν ἀνακλώμενον. τὸ ιʹ Πινδαρικὸν παρὰ τὸ πρῶτον Σαπφικὸν καὶ ἰαμβέλεγος. τὸ ιαʹ ἰαμβέλεγος μετατεθεικὼς τὴν πρώ‐ την ἐπὶ τὴν τελευταίαν συλλαβήν. τὸ ιβʹ τροχαϊκὸν δίμε‐ | |||
25 | τρον καταληκτικὸν Εὐριπίδειον. τὸ ιγʹ δακτυλικὸν πενθη‐ μιμερές. τὸ ιδʹ ὅμοιον τῷ ιαʹ. | |||
P 9inscr a | BDEGQ | Γράφει τῷ προειρημένῳ τὴν ᾠδὴν νικήσαντι κηʹ Πυθιάδα. ἐνίκησε μέντοι καὶ στάδιον τὴν λʹ Πυθιάδα, οὐ φαίνεται δὲ ὁ Πίνδαρος ταύτης τῆς νίκης μνημονεύων, ἴσως ὅτι φθάσας τῆς εἰκοστῆς ὀγδόης ἔγραψεν. | ||
P 9inscr b | ἄλλως· γρά‐ | |||
φεται Τελεσικράτει Κυρηναίῳ νικήσαντι τὴν κηʹ Πυθιάδα ὁπλίτῃ, τῇ δὲ λʹ στάδιον· παρὸ δὴ οὐ μνημονεύει τῆς ἐν τῷ σταδίῳ νίκης. τούτου δὲ ἀνάκειται ἐν Δελφοῖς ἀνδριὰς ἔχων | 220 in vol. 2 | |||
5 | κράνος. ἐκ προγόνων δέ ἐστι δρομεύς· Ἀλεξίδαμον γάρ φησιν αὐτοῦ εἶναι πρόγονον Λίβυν, ἐλθόντα ἐπὶ τὴν Ἀνταίου θυγα‐ τέρα καὶ ἀγωνισάμενον. πολλοὶ δὲ ταύτης μνηστῆρες. 1bB 6E | |||
P 91a | BDEGQ | ὁ νοῦς· βούλομαι τὸν Πυθιονίκην Τελεσικράτην ἐγ‐ κωμιάζων σὺν ταῖς βαθυζώνοις Χάρισιν ἀνυμνεῖν, εὐδαι‐ μονέστατον ἄνδρα, στέφανον καὶ δόξαν ὄντα τῆς ἱππικῆς Κυρήνης. 6B | ||
P 91b | χαλκάσπιδα, ὅτι σὺν ἀσπίσι χαλκαῖς τὸν ὁπλίτην ἔτρεχον δρόμον. inscr. E | |||
P 91c | B | τὸ ἑξῆς δὲ, σὺν βα‐ θυζώνοις Χάρισιν. 1aB | ||
P 96a | BDEGQ | τὰν ὁ χαιτάεις: εἰς τὴν ἡρωίδα, ἀφ’ ἧς τοὔνομα ἔλαβεν ἡ πόλις Κυρήνη, μετάγει τὸν λόγον. ἀπὸ δὲ Ἠοίας Ἡσιόδου τὴν ἱστορίαν ἔλαβεν ὁ Πίνδαρος, ἧς ἡ ἀρχή (fr. 128)· ἢ οἵη Φθίῃ Χαρίτων ἄπο κάλλος ἔχουσα | ||
5 | Πηνειοῦ παρ’ ὕδωρ καλὴ ναίεσκε Κυρήνη. | |||
P 96b | ὁ δὲ νοῦς· ἥντινα τὴν Κυρήνην ὁ κομήτης Ἀπόλλων ἐκ τῶν ὑψηλῶν τοῦ Πηλίου κόλπων ἥρπασε καὶ ἤνεγκε χρυσῷ δίφρῳ, τὴν θηρευτικὴν καὶ ἀγρευτικὴν παρθένον. | |||
P 96c | DEGQ | ἀνε‐ μοσφαράγων: τῶν ψόφον ἀποτελούντων ἐκ τοῦ ἀνέμου. | ||
P 911 | BDEGQ | τόθι νιν πολυμήλου: ἔνθα αὐτὴν τῆς πολυπρο‐ βάτου καὶ εὐκάρπου γῆς ἔθηκε δέσποιναν, καὶ οἰκεῖν θάλ‐ λουσαν καὶ γαυριῶσαν τὴν ἐπέραστον τρίτην μοῖραν τῆς | ||
ἠπείρου γῆς, τουτέστι τὴν Λιβύην. | 221 in vol. 2 | |||
P 914a | BDEGQ | ῥίζαν τρίταν: τὸ χʹ, ὅτι τὴν Λιβύην τρίτην εἶπε ῥίζαν τῆς γῆς διὰ τὸ μερίζειν τινὰς ὅλην τὴν οἰκουμένην εἰς Ἀσίαν καὶ Εὐρώπην καὶ Λιβύην. | ||
P 914b | BE | εἰς ἔπαινον τοῦτο εἴληφε· τουτέστιν, ὅτι ἡ Λιβύη τρίτον ἐστὶ τῆς οἰκουμένης καθ’ αὑτὴν, καὶ οὐ τῇ Ἀσίᾳ συνταττομένη. | ||
P 916a | BDEGQ | ὑπέδεκτο δ’ ἀργυρόπεζ’ Ἀφροδίτα: ζητεῖται, διατί καὶ ἐνταῦθα ἡ Ἀφροδίτη εὑρίσκεται συμπροπέμπουσα τὸν Ἀπόλλωνα καὶ ἐφαπτομένη τοῦ δίφρου. καὶ ἤτοι ὅτι μετ‐ έρχεται τὰ γαμήλια ἔργα ἡ θεός, ἢ ὅτι, ὡς αὐτός φησι | ||
5 | (P. V 31), κῆπος Ἀφροδίτης ἡ Λιβύη. καὶ ἴσως διὰ τὸ ἐπέραστον τῶν χωρίων· οὐκ ἔχομεν γὰρ ἐξ ἱστορίας δεῖξαι, ὅτι ἱερὰ ἦν ἡ Λιβύη τῇ θεῷ. | |||
P 916b | ὁ δὲ νοῦς· ὑπεδέξατο δὲ ἡ λευκόπηχυς Ἀφροδίτη τὸν Δήλιον ξένον, τουτέστι τὸν Ἀπόλ‐ λωνα, κούφως καὶ ἠρεμαίως τῶν θείων ὀχημάτων τῇ χειρὶ αὐτῆς ἁπτομένη. | |||
P 916c | (B)DEGQ | ἄλλως· τὴν Ἀφροδίτην φησὶ προσῆφθαι τοῦ ὀχήματος διὰ τὸ προεστάναι τὴν θεὸν τῶν γάμων· ἀλλὰ σύ γ’ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο (Ε 429). | ||
P 916d | BDEGQ | ξένον δὲ ἔφη τῇ Κυρήνῃ τὸν Ἀπόλλωνα διὰ τὸ νῦν πρῶ‐ τον ἐπιδημῆσαι. διὰ τιμῆς δὲ ἄγουσι τὸν θεόν. | ||
P 919 | BDEGQ | καί σφιν ἐπὶ γλυκεραῖς: καὶ δὴ αὐτῶν ταῖς γλυ‐ κεραῖς κοίταις ἐπέραστον ἔβαλεν αἰδῶ, κοινὸν ἁρμόζουσα τὸν μιχθέντα γάμον τῷ θεῷ καὶ τῇ τοῦ Ὑψέως κόρῃ Κυρήνῃ. | ||
P 925a | τουτάκις: τότε. | |||
P 925b | BDEGQ | ὅστις ὁ Ὑψεὺς τῶν ἀνδρειο‐ τάτων Λαπιθῶν βασιλεὺς ἐτύγχανεν ἐξ Ὠκεανοῦ δεύτερος κατάγων τὸ γένος. ἐξ Ὠκεανοῦ γὰρ Πηνειὸς ὁ ποταμὸς, ἀφ’ οὗ ἐγένετο ὁ Ὑψεύς. | 222 in vol. 2 | |
P 927a | BDEGQ | ὅν ποτε Πίνδου: τῷ Θετταλικῷ ὄρει· Πίνδος γὰρ ὄρος Περραιβίας, ἡ δὲ Περραιβία τετράπολις τῆς Θεσσα‐ λίας. | ||
P 927b | τὸ δὲ ναῒς εὐφρανθεῖσα, ἀντὶ τοῦ παννυχίσασα διὰ τὴν εὐφροσύνην. Ναΐδος δὲ καὶ Πηνειοῦ τὸν Ὑψέα Φερεκύδης (FHG I p. 72), Ἀκέσανδρος δὲ (ibid. IV p. 285) Φιλύρας τῆς Ἀσωποῦ καὶ Πηνειοῦ ἱστορεῖ τὸν Ὑψέα. | |||
P 927c | B | ὁ δὲ νοῦς· ὅντινα τὸν Ὑψέα ποτὲ ἐν ταῖς ἐξοχαῖς τῆς Πίνδου ἡ Ναῒς εὐφρανθεῖσα τῇ τοῦ Πηνειοῦ μίξει ἐγέννησε Κρέουσα Γῆς οὖσα θυγάτηρ. | ||
P 931 | BDEGQ | ὁ δὲ τὰν εὐώλενον: ὁ δὲ Ὑψεὺς τὴν λευκόπηχυν Κυρήνην ἀνέθρεψεν. ἔσχε δὲ ταύτην ἐκ Χλιδανώπης· οὐ μόνον δὲ Κυρήνην ἔσχεν, ἀλλὰ καὶ Ἀλκαίαν. | ||
P 933a | BDEGQ | παλιμβάμους: παλιμπορεύτους. αἱ γὰρ ὀρθαὶ ὑφαίνουσαι προπορεύονται καὶ πάλιν τὸν αὐτὸν πορεύονται τόπον καὶ ὑποστρέφουσιν. ὡς καὶ Ὅμηρος (Α 31)· ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν. 35aB | ||
P 933b | ὁ δὲ νοῦς· αὕτη μὲν οὖν ἡ Κυρήνη οὔτε τὰς παλιμπορεύ‐ τους ἐφίλησε τῶν ἱστῶν ὁδοὺς οὔτε τῶν δείπνων ταῖς τέρψε‐ σιν ἢ τῶν ἑταιρῶν τῶν οἴκου δεσποζουσῶν, ἀπὸ κοινοῦ οὐχ | |||
εἵλετο, τὰς τέρψεις. 37B | 223 in vol. 2 | |||
P 935a | BDEGQ | δείπνων οἰκουριᾶν: οἰκοδεσποινῶν, οἱονεὶ τῶν ἤδη γεγαμημένων καὶ ἀρχουσῶν οἰκιῶν. 35bB | ||
P 935b | DGQ | γράφεται δὲ καὶ δεῖπνον οἰκουριῶν. | ||
P 937 | BDEGQ | ἀλλ’ ἀκόντεσσί τε χαλκέοις: ἀλλὰ χαλκοῖς δόρασι καὶ ξίφει μαχομένη ἐπόρθει καὶ ἀνῄρει τοὺς ἀγρίους θῆρας, πολλὴν ἡσυχίαν καὶ εἰρήνην ταῖς πατρῴαις παρέχουσα βου‐ σίν· ἀναιρουμένων γὰρ τῶν ἀγρίων θηρῶν εὐμαρῶς καὶ ἀδεῶς | ||
5 | τὰ ἥμερα τῶν ζῴων νέμεται. | |||
P 942 | BDEGQ | τὸν δὲ σύγκοιτον: καὶ τὸν ἑωθινὸν δὲ ὀλίγον ἐπερχόμενον τοῖς βλεφάροις ἡδὺν ὕπνον ἀφανίζουσα καὶ ἀνα‐ λίσκουσα· ἔξωθεν τὸ ἐθήρα. 44bB | ||
P 943a | DEGQ | παῦρον ἐπὶ βλεφάροις: οἷον εἶχε περὶ θήραν ἐμμανῶς, ὡς καὶ πρὶν ἡμέρας θηρᾶν καὶ μὴ κοιμᾶσθαι τὸν ἑωθινὸν ὕπνον. | ||
P 943b | BDEGQ | οἱ δὲ προστιθέντες ὅτι δι’ ὅλης νυκτὸς καὶ μέχρι τοῦ ἑωθινοῦ ἐθήρα, ἄτοποι. οὐ γὰρ οἷόν τε νυκ‐ τὸς σκότους ὄντος θηρᾶν, ἀλλ’ εἰ ἄρα, περὶ τὸν ὄρθρον. 45B | ||
P 943c | ἄλλως· παῦρον ἐπὶ βλεφάροις: ὡς τὰς νύκτας ὅλας περὶ τὰ κυνηγέσια γινομένης αὐτῆς, πρὸς ὄρθρον δὲ κοιταζο‐ μένης αὐτῆς. οὗτος γάρ ἐστιν ὁ πρὸς τὴν ἕω ῥέπων ὕπ‐ νος. 43bB | |||
P 944a | ῥέποντα: ἀντὶ τοῦ ἐπερχόμενον. | |||
P 944b | (B)DEGQ | ἄλλως· ὕπνον ἀναλίσκουσα: ἔξωθεν προσυπακουστέον τὸ ἐθήρα. | ||
P 944c | BEGQ | ὁ δὲ λόγος· οὕτως ἐμμανῶς εἶχε περὶ θήραν ὡς καὶ πρὸ ἡμέρας θηρᾶν καὶ μὴ κοιμᾶσθαι τὸν ἑωθινὸν ὕπνον. 43cB | ||
P 945 | BDEGQ | κίχε νιν: κατέλαβε δὲ ἐν τῷ Πηλίῳ τότε τὴν Κυ‐ ρήνην ὁ Ἀπόλλων τῷ ἰσχυρῷ ἄνευ δόρατος μόνην διαμαχο‐ | ||
μένην λέοντι. καὶ Καλλίμαχος (in Apoll. 91)· ἔνθα λέοντα | 224 in vol. 2 | |||
5 | Ὑψηῒς κατέπεφνε βοῶν σίνιν Εὐρυπύλοιο. | |||
P 950a | BDEGQ | σεμνὸν ἄντρον, Φιλυρίδα: τὸ σεμνόν σου σπή‐ λαιον, Κένταυρε, καταλιπὼν ἐλθὲ καὶ θαύμασον τὴν ψυχὴν τῆς γυναικὸς, ὁποῖον νεῖκος ἀντὶ τοῦ ὁποίαν νίκην ἐπάγει τῇ ἑαυτῆς κεφαλῇ ἡ νεᾶνις τοῦ καμάτου ὑπερτέραν ἔχουσα | ||
5 | τὴν ἑαυτῆς ψυχὴν, οἱονεὶ οὐ κάμνουσα πρὸς τὸ καταπαλαῖσαι τὸν λέοντα· ἀλλ’ οὐδὲ φόβῳ ἐχειμάσθησαν αὐτῆς αἱ φρένες. | |||
P 950b | αὐτὴ ἀταρβὴς οὖσα, τὴν ψυχὴν ὕπερθεν ἔχουσα τοῦ μόχθου, τουτέστιν οὐ νικωμένη τῷ μόχθῳ, οἵαν φιλοτιμίαν ἐπάγει τῇ ἑαυτῆς κεφαλῇ. | |||
P 958 | BDEGQ | τίς νιν ἀνθρώπων τέκε: τίς δὴ αὐτὴν ἀνθρώπων ἐγέννησεν; ἀπὸ ποίας δὲ φύσεως καὶ γέννης ἀποσπασθεῖσα [καὶ γεννηθεῖσα] τῶν συμφύτων ὀρῶν τοὺς κευθμῶνας ἔχει, ἀντὶ τοῦ θηρᾷ. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν κλάδων τῶν ἀπο‐ | ||
5 | σπωμένων τῶν φυτῶν. | |||
P 961a | BDEGQ | γεύεται δ’ ἀλκᾶς: γεύεται δὲ καὶ ἐφάπτεται ἀπείρου καὶ πολλῆς ἀνδρείας, οἷον ἰσχυρά ἐστιν. Ὅμηρος (Υ 258)· γευσόμεθ’ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν, | ||
5 | ἀντὶ τοῦ πολεμήσωμεν. | |||
P 961b | [ἢ οὕτω·] πέρας οὐκ ἐχούσης διὰ τὸ μέγεθος. | |||
P 961c | τὸ δὲ ἑξῆς· ἆρα ὅσιόν ἐστι τὴν χεῖρα προσενεγκεῖν καὶ δρέψαι τὴν παρθενίαν αὐτῆς; ὁ γὰρ λόγος ἐρωτηματικὸς παρ’ Ἀπόλλωνος ἐν ἤθει λεγόμενος. | |||
P 961d | ὅσιόν ἐστι τὴν ἔνδοξον χεῖρα αὐτῇ ἐπενεγκεῖν ἆρα, καὶ ἐκ τῶν κοιτῶν ἡδεῖαν βοτάνην ἀποκεῖραι; ἀντὶ τοῦ διαπαρθενεῦσαι αὐτήν. 64B | 225 in vol. 2 | ||
P 964a | BDEG | κεῖραι μελιαδέα ποίαν: τὸ σημεῖον, ὅτι μετα‐ φορικῶς εἴρηκε τὴν ἀκμήν. 64cB | ||
P 964b | BDEGQ | ἄλλως· καὶ γεννῆσαι ἐξ αὐτῆς παῖδα. τοῦτο γάρ ἐστι τὸ κεῖραι μελιηδέα ποίαν. 64aB | ||
P 964c | ἢ τὴν παρθενίαν. | |||
P 965 | BDEGQ | Κένταυρος ζαμενής: ζαμενὴς νῦν ὁ συνετός. τι‐ νὲς δὲ ὁ ἰσχυρός. τὸν δὲ Ἀπόλλωνα εὐθέως ὁ συνετὸς Κέν‐ ταυρος τῇ ἀγανῇ αὐτοῦ ὀφρύϊ προσηνὲς καὶ ἡδὺ γελάσας ἀνταπεκρίνατο. | ||
P 966a | BDEGQ | χλαρὸν γελάσας: ἤτοι πολὺ, κεχαλασμένον· χλι‐ δὸν γὰρ λέγουσι τὸ πλῆθος· ἢ προσηνὲς καὶ ἡδὺ, παρὰ τὸ χλιαρόν· τὰ μὲν γὰρ ἀπηνῆ τοῖς ψυχροῖς παραβάλλουσι, τὰ δὲ προσηνῆ καὶ τερπνὰ τοῖς θερμοῖς διὰ τὴν γινομένην διά‐ | ||
5 | χυσιν. οὕτως οὖν ἐπιπολὺ γελάσας· οὐ γὰρ ὡς οἱ σκυθρω‐ πάζοντες συνηγμένας εἶχε τὰς ὀφρῦς. | |||
P 966b | EGQ | ἢ οὕτω· χλαρὸν ἀντὶ τοῦ χλιαρὸν καὶ ἡδὺ κατὰ συναίρεσιν. | ||
P 967 | BDEGQ | μῆτιν ἑάν: κατὰ τὴν ἑαυτοῦ διάνοιαν, οἱονεὶ ὑπο‐ | ||
μειδιάσας, ἵνα μὴ δῶμεν αὐτὸν πολὺ καὶ ἄκαιρον γελάσαντα. | 226 in vol. 2 | |||
P 968a | BDEGQ | κρυπταὶ κλαΐδες ἐντὶ σοφᾶς Πειθοῦς: ἕκα‐ στος, φησὶ, κρύπτει τοὺς λόγους τοὺς περὶ συνουσίας. ἔοικε παρεγχειρεῖν ὁ Χείρων τὸν Ἀπόλλωνα, ἐπεὶ προεῖπεν ἐκεῖνος· ὅσια κλυτὰν χεῖρά οἱ προσενεγκεῖν; | ||
P 968b | B | ἢ οὕτως ἀποδοτέον· σὺ Ἄπολλον ἐρωτᾷς με, εἰ ὅσια κλυτὰν χεῖρά οἱ προσενεγ‐ | ||
κεῖν, ὁ πᾶν τὸ ἐσόμενον εἰδώς· μάντις γὰρ εἶ. ἀλλ’ ἐπεὶ αἰσχυνόμεθα περὶ τούτων λέγειν καὶ κρυπτῶς ταῦτα ἐνεργεῖ‐ | BDEGQ | |||
5 | ται, καὶ σὺ αἰδούμενός με ἐρωτᾷς· ἐπίστασαι γὰρ μάντις ὤν. | |||
P 968c | ἄλλως· τῆς περὶ τὰς γυναῖκας πειθοῦς, φησὶν, ὦ Ἄπολ‐ λον, κρυπταί εἰσι τῶν ἱερῶν συνουσιῶν αἱ κλεῖς· ἐν θεοῖς [γὰρ] καὶ ἀνθρώποις ὁμοίως ἐστὶ τοῦτο· ἀπερυθριῶν γὰρ ἡμῶν ἕκαστος αἰσχύνεται ἐκ τοῦ φανεροῦ περὶ ἀφροδισίων | |||
5 | διαλέγεσθαι. | |||
P 973a | BDEGQ | αἰδέοντ’ ἀμφαδόν: αἰσχύνονται γὰρ οἵ τε ἄν‐ δρες καὶ οἱ θεοὶ τὸ πρῶτον ἐκ τοῦ φανεροῦ τῆς ἡδείας κοί‐ της τυχεῖν. | ||
P 973b | ἢ οὕτως· αἰδοῦνται, ὦ Ἄπολλον, [οἵ τε ἄν‐ δρες καὶ οἱ θεοὶ] φανερῶς τὸν ἔρωτα λέγειν. | |||
P 975a | BDEGQ | καὶ γὰρ σέ: καὶ γὰρ σὲ, ὃν οὐδὲ θεμιτὸν οὐδὲ δυνατὸν ψεύσασθαι, παρέτρεψεν ὁ προσηνής σου τρόπος ἐρω‐ τᾶν με περὶ Κυρήνης τοῦ γένους καὶ τῆς μίξεως, καίπερ εἰ‐ δότα ἀκριβῶς πάντα. | ||
P 975b | ἡ αἰδὼς ἐποίησέ σε τὸν μάντιν πυνθάνεσθαι, ὃν οὐδεμία διαφεύγει ἀλήθεια, πάντα δὲ τὰ μέλλοντα προγινώσκεις. | |||
P 977 | BDEGQ | κούρας δ’ ὁπόθεν γενεὰν ἐξερωτᾷς ὦ ἄνα: ὁ λόγος ἠθικός· ἐμὲ ἐρωτᾷς, ὦ δέσποτα Ἄπολλον, πόθεν τῆς κόρης ἡ γενεὰ καὶ τίνες οἱ γονεῖς; ὅστις πάντων τῶν ὑπὸ τὸν βίον οἶδας τὸ τέλος καὶ πάσας τὰς ὁδοὺς καὶ ὅσα ἐν τῷ | 227 in vol. 2 | |
5 | ἔαρι φύλλα ἀναφύει. | |||
P 986 | BDEGQ | χὥ, τι πόθεν ἔσσεται: καὶ πόθεν νῦν τὴν ἀρχὴν μέλλει λαμβάνειν, καλῶς καὶ ἀπταίστως καθορᾷς. ἀπὸ κοι‐ νοῦ, ὃς ταχὺ πάντα οἶδας καὶ δύνασαι, ἐμὲ περὶ τῶν τῆς κό‐ ρης γονέων ἐρωτᾷς; | ||
P 988a | BDEGQ | εἰ δὲ χρὴ καὶ πὰρ σοφὸν ἀντιφερίξαι: εἰ δὲ χρὴ καὶ σοφῷ σοι ὄντι ἐξισωθῆναι, ἐρῶ. | ||
P 988b | BEGQ | ἄλλως· εἰ δὲ ἐξισωθῆναί σοι δεῖ καὶ μαντεύσασθαι, ὡς σὺ μαντεύῃ, [ἐρῶ]. | ||
P 989 | BDEGQ | ἵκεο βᾶσσαν: παραγενοῦ ταύτῃ πόσις, ταύτην τὴν βῆσσαν καὶ τὸ σπήλαιον, ἔξωθεν τὸ καταλιπών. | ||
P 990a | BDEGQ | καὶ μέλλεις ὑπὲρ πόντου: μέλλεις γὰρ αὐτὴν διὰ τοῦ πόντου εἰς τὸν τοῦ Διὸς ἔξοχον κῆπον ἐνεγκεῖν. φησὶ δὲ τὴν Λιβύην. | ||
P 990b | BDEGQ | Διὸς ποτὶ κᾶπον: τὴν Λιβύην Διὸς κῆπον λέγει διὰ τὸ πλησιάζειν τῇ Αἰγύπτῳ, ἣν Διὸς τέμενος οἱ ποιηταί φασιν (P. IV 56). | ||
P 990c | ἢ διὰ τὸ τὸν Ἄμμωνα Δία νομίζε‐ σθαι. Ἄμμων Ὀλύμπου δέσποτα (fr. 36)· καὶ πάλιν (P. IV 66)· Διὸς ἐν Ἄμμωνος θεμέθλοις. Ἄμμωνος δὲ ἡ Λιβύη. | |||
P 990d | ἄλλως· πῶς Διὸς κῆπος ἡ Λιβύη; ὅτι δοκεῖ ὁ Ζεὺς ἐν Λιβύῃ Ἄμμων τιμᾶσθαι· ὥς φησι Φαῖστος ὁ τὰ Λακεδαι‐ μονικὰ συνταξάμενος (FHG IV p. 472)· Ζεῦ Λιβύης Ἄμμων κερατηφόρε κέκλυθι μάντι. | 228 in vol. 2 | ||
P 992a | BDEGQ | ἔνθα νιν ἀρχέπτολιν: αὐτήν. ἡ γὰρ πόλις ἀπ’ αὐτῆς Κυρήνη κληθήσεται. | ||
P 992b | ἔνθα αὐτὴν, ἐπὶ τὸ ὑψηλὸν μέρος τῆς Λιβύης, δέσποιναν ἀποδείξεις, τὸν ἐκ Θήρας ὄχ‐ λον ἀναστήσας καὶ συναθροίσας. 95E | |||
P 994a | BDEGQ | ὄχθον ἐς ἀμφίπεδον: ἀμφίπεδον εἶπεν ὄχθον τὴν Κυρήνην διὰ τὸ αὐτὴν μὲν ἐπ’ ὄχθου ἱδρύσθαι, περὶ αὐτὴν δὲ πεδιάδα εἶναι. | ||
P 994b | ἀμφίπεδον δὲ, ἑκατέρωθεν πε‐ δία ἔχοντα. 99E | |||
P 994c | DGQ | ἢ τὸν πανταχόθεν ὁδευόμενον τοῖς πεδίοις. | ||
P 995 | BDEGQ | νῦν δ’ εὐρυλείμων: ὁ νοῦς· ἐπὶ δὲ τοῦ παρόντος αὐτὴν ἡ πλατεῖς ἔχουσα λειμῶνας Λιβύη ὑποδέξεται τὴν ἔν‐ δοξον νύμφην ἐν τοῖς τιμίοις αὐτῆς οἴκοις μετὰ προθυμίας, ἔνθα αὐτῇ τὴν μερίδα τῆς γῆς εὐθέως κατασκευάζειν καὶ οἰ‐ | ||
5 | κονομεῖν ἐννόμως καὶ δικαίως παράσχοι, οὔτε πολυκάρπων φυτῶν ἄμοιρον, οὔτε ἀνεπίγνωστον θηρίων, τουτέστι πολύ‐ θηρον. 94E | |||
P 999 | BDEGQ | ἵνα οἱ χθονὸς αἶσαν: ὅπου τῆς ἰδίας γῆς μέρος δωρήσεται ἡ Λιβύη τῇ Κυρήνῃ οὔτε φυτῶν ἀπεστερημένον οὔτε ἔξω κυνηγεσίων, ὥστε συντελεῖν ἐννόμως αὐτῇ, ὥστε | ||
συνάπτεσθαι καὶ συμβάλλεσθαι πρὸς τὴν κατασκευήν. | 229 in vol. 2 | |||
P 9100a | DEGQ | συντελέθειν: συντελεῖν, κατασκευάζειν, ἢ οἰκο‐ νομεῖν. | ||
P 9100b | BDEGQ | ἄλλως· συντελοῦσαν αὐτῇ ἐν ταῖς νομαῖς καὶ νεμήσεσι, συναύξουσαν αὐτῇ καὶ τὰς φυτείας καὶ τὰ κυνη‐ γέσια. ἔνθηρος γὰρ ἡ Λιβύη. | ||
P 9102 | DEGQ | φυτῶν νήποινον: κυρίως μὲν τὸν ἀνεκδίκητον, νῦν δὲ τὸν ἄμοιρον καὶ ἄπειρον. | ||
P 9104 | BDEGQ | τόθι παῖδα τέξεται: ὁ νοῦς· ἐν τῇ Λιβύῃ ἡ Κυρήνη τέξεται παῖδα [λέγει δὲ] τὸν Ἀρισταῖον, ὅντινα ὁ ἔν‐ δοξος Ἑρμῆς ἀνελὼν καὶ λαβὼν παρὰ τῆς μητρὸς οἴσει καὶ δώσει τρέφειν Ὥραις, καὶ Γῇ δώσει ὡς προμάμμῃ τῆς 〈μη‐ | ||
5 | τρὸς τοῦ〉 παιδός. ἡ γὰρ Κρέουσα ἡ Ναϊὰς Γῆς παῖς οὖσα ἔτεκε τὸν Ὑψέα τὸν πατέρα τῆς Κυρήνης. | |||
P 9105 | BDEGQ | Ὥραισι καὶ Γαίᾳ: καλῶς τῇ Γῇ δίδωσιν, ἐπεὶ καὶ ἐκ Γῆς δίδωσι καταφέρειν τὸ γένος· Γῆς γὰρ Κρέουσα, ἧς Ὑψεὺς, οὗ Κυρήνη, ἧς Ἀρισταῖος. | ||
P 9107 | BDEGQ | ταὶ δ’ ἐπιγουνίδιον: αἱ δὲ Ὧραι καὶ ἡ Γῆ ἐπὶ τοῖς ἑαυτῶν γόνασι θεῖσαι τὸν Ἀρισταῖον καὶ θαυμάσασαι τὸ βρέφος ἐνστάξουσι τοῖς χείλεσι νέκταρ καὶ ἀμβροσίαν, καὶ ποιήσουσιν αὐτὸν ἀθάνατον ὥσπερ Ζῆνα καὶ Ἀπόλλωνα· ἵνα | ||
5 | τὸ ὥσπερ ἔξωθεν ὑπακούσωμεν. 113aB | |||
P 9108a | DEGQ | θησάμεναι βρέφος αὐταῖς: δι’ ἑαυτῶν. | ||
P 9108b | ἢ οὕτως· τοῖς ὄμμασιν. | 230 in vol. 2 | ||
P 9112 | DEGQ | ἁγνὸν Ἀπόλλωνα: τὸν Ἀρισταῖόν τινες Ἀπόλ‐ | ||
λωνα, τινὲς δὲ καὶ Ἀγρέα. ἔστι δὲ τοῦ μέλιτος εὑρετὴς, ὃ δὴ τῆς ἀθανασίας δέκατον μέρος ᾠήθησαν εἶναι. 115bB | BDEGQ | |||
P 9113a | BDEGQ | χάρμα φίλοις: θρέψουσι δὲ αὐτὸν τοῖς ἀνθρώ‐ ποις χαρὰν καὶ ὄφελος, ἀκόλουθον ὄντα τῶν προβάτων. πρὸ γὰρ τοῦ γενέσθαι Ἀρισταῖον τὰ πρόβατα ὀπάονας οὐκ εἶχεν. | ||
P 9113b | ἄλλως· ἀκίνητον τῶν προβάτων ἀκόλουθον αὐτὸν θή‐ σονται, τοῖς δὲ αὐτὸν Ἀρισταῖον καλεῖν, καὶ ἀπὸ κοινοῦ τὸ θήσονται. | |||
P 9115a | BDEGQ | Ἀγρέα καὶ Νόμιον: ἰστέον ὅτι τὸν Ἀρισταῖον διὰ τὸ τὴν κτηνοτροφίαν καὶ κυνηγεσίαν εὑρηκέναι Ἀγρέα καὶ Νόμιον, Δία καὶ Ἀπόλλωνα προσηγόρευον. 112B | ||
P 9115b | φαίνεται δὲ, ὅτι καὶ τὴν ἐλαιουργίαν καὶ μελιτουργίαν πρῶτος ἐπινενόηκεν Ἀρισταῖος. | |||
P 9117a | BDEGQ | ὣς ἄρ’ εἰπὼν ἔντυεν: οὕτως εἰπὼν ὁ Χείρων παρεσκεύαζε τὸν Ἀπόλλωνα τελειοῦν τὸ τῶν γάμων τέλος. | ||
P 9117b | ἄλλως· ἕτοιμον αὐτοῖς τόπον ἐποίει, ἵνα οὕτως ὁ γάμος κρανθῇ. | |||
P 9117c | ἢ ὁμιλήσας, ὅτι πολυομίλης γενηθήσεται ὁ Ἀρισταῖος καὶ ἀθάνατος παῖς, παρεσκεύασεν αὐτῷ τὸν γά‐ μον. | 231 in vol. 2 | ||
P 9117d | τουτέστιν, εἰ καὶ ἀνεβάλλετο τὸν γάμον ὁ Ἀπόλ‐ λων, ἀλλὰ τοῖς λόγοις προετράπη ταχέως μιχθῆναι. | |||
P 9117e | BEGQ | ὡς ἄρα εἰπών: ἀντὶ τοῦ, εἰπόντος τοῦ Χείρωνος ηὐτρε‐ πίζετο αὐτοῖς τὰ πρὸς τὸν γάμον. | ||
P 9119a | BDEGQ | ὠκεῖα δ’ ἐπειγομένων: σπευδόντων δὲ τῶν θεῶν ταχεῖα καὶ ἡ πρᾶξις καὶ ἡ κατόρθωσις γίνεται. | ||
P 9119b | BDGQ | αἱ δὲ ὁδοὶ τῶν θεῶν βραχεῖαι καὶ μικραί εἰσι διὰ τὸ ταχὺ καὶ ἀκοπίαστον αὐτῶν. | ||
P 9119c | BEGQ | ἄλλως· γλαφυρῶς ἀπέπαυσε τὸν νοῦν ἀπὸ τῆς μίξεως, εἰπὼν ὅτι οἱ θεοὶ πάντα ἀνύουσι καὶ ὁδοὺς ἔχουσι βραχείας, ὧν ἂν θέλωσι πρᾶξαι. 121cB | ||
P 9121a | BDEGQ | κεῖνο κεῖν’ ἆμαρ: ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐκεῖνο τὸ πρᾶγμα διετέλεσεν, ἐν ᾗ ὡμίλησεν αὐτῷ ὁ Χείρων, καὶ ἐτελειώθη τὰ περὶ τὸν γάμον. | ||
P 9121b | ἢ οὕτως· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἁρπάσας τὴν Κυρήνην ἐκόμισεν εἰς Λιβύην. 123B | |||
P 9121c | BG | ἄλλως· κεῖνο: εὐθὺς ἤγαγεν αὐτὴν εἰς Λιβύην καὶ συν‐ ῆλθεν αὐτῇ. 121aB | ||
P 9123a | BDEGQ | ἐν πολυχρύσῳ Λιβύας: ἐν δὲ τῷ πολυχρύσῳ θαλάμῳ τῆς Λιβύης ἐμίγη αὐτῇ ὁ Ἀπόλλων, ἔνθα τὴν καλλί‐ στην πόλιν καὶ ἔνδοξον κατὰ τοὺς ἀγῶνας περιέπει ὁ Ἀπόλλων τὴν ὁμώνυμον τῇ νύμφῃ Κυρήνην. | ||
P 9123b | 〈Λιβύας:〉 ἡ ἡρωίς. | |||
P 9126a | BDGQ | καὶ νῦν ἐν Πυθῶνί νιν: καὶ νῦν δὲ ἐν τῇ θείᾳ Πυθῶνι νικήσας ὁ Τελεσικράτης ἐπιφανῆ ἐποίησε τὴν Κυρήνην. | ||
P 9126b | DGQ | ὁ δὲ Τελεσικράτης Καρνειάδου παῖς ἦν. | 232 in vol. 2 | |
P 9130 | BDGQ | ἅ νιν εὔφρων δέξεται: ἥτις αὐτὸν ἡ Κυρήνην εὐμενὴς δέξεται ἡ καλὰς ἔχουσα γυναῖκας, πατρίδι δόξαν ἐπέραστον ἄγοντα αὐτὸν ἀπὸ Δελφῶν. | ||
P 9133a | BDEGQ | ἀρεταὶ δ’ αἰεί: αἱ δὲ μεγάλαι ἀρεταὶ ἀεὶ καὶ πολύμυθοί εἰσι, ἀντὶ τοῦ πολλῶν λόγων δέονται πρὸς τὰ ἐγ‐ κώμια. | ||
P 9133b | ἢ οὕτω· περὶ τῶν μεγάλων ἀρετῶν πολλὰ ἔνε‐ στιν εἰπεῖν. | |||
P 9134a | BDEGQ | βαιὰ δ’ ἐν μακροῖσιν: ἐάν τις, φησὶ, μακρὰ ἐκλάβῃ πράγματα καὶ βαιὰ ποιήσῃ αὐτὰ τῷ λόγῳ, ἀκοὰ σο‐ φοῖς ἐστι, τουτέστι σοφοῦ ἀκροατοῦ δεῖται, ἵνα συνῇ τὰ πολλὰ ἐπιτετμημένα. | ||
P 9134b | ἢ οὕτως· ἐν μεγάλοις δὲ κατορθώ‐ μασιν ὀλίγα συντιθέναι καὶ λέγειν, τοῖς σοφοῖς ἡ τοιαύτη ἀκοὴ καὶ ποίησις ᾠκείωται. | |||
P 9135 | BDEGQ | ὁ δὲ καιρὸς ὁμοίως: παντὸς δὲ πράγματος τὸ τέλος καὶ κορυφὴν ὁμοίως ἡ εὐκαιρία ἔχει, ἀντὶ τοῦ δεῖ κατὰ καιρὸν καὶ μεγάλα καὶ μικρὰ λέγειν. | ||
P 9137a | BDEGQ | ἔγνων ποτὲ καὶ Ἰόλαον: ὁ γὰρ Ἰόλαος τεθνη‐ κὼς ἐπειδὴ ἔμαθεν Εὐρυσθέα ἐξαιτούμενον παρ’ Ἀθηναίων τοὺς Ἡρακλείδας καὶ ἐπαπειλοῦντα πόλεμον, εἰ μὴ δώσουσιν, εὔξατο ἀναβιῶναι, καὶ ἀναβιώσας ἀπέκτεινε τὸν Εὐρυσθέα | ||
5 | καὶ πάλιν τέθνηκεν. οἱ δὲ πρὸς τὸ πιθανώτερον ἕλκουσι τὴν ἱστορίαν, ὅτι γέρων ὢν ηὔξατο ἀνηβῆσαι, καὶ τελέσας τὸν ἆθλον εὐθέως ἐτελεύτα. | |||
P 9137b | ὁ δὲ νοῦς· ἐγνώρισαν δέ ποτε καὶ αἱ ἑπτάπυλοι Θῆβαι τὸν Ἰόλαον οὐκ ἀτιμάσαντα τὴν τῶν πραγμάτων εὐκαιρίαν, οἱονεὶ καταχρησάμενον τῇ εὐ‐ καιρίᾳ. | |||
P 9137c | ἢ οὕτως· ἔκρυψεν ἡ Θήβη αὐτὸν, ἐπεὶ τὸν Εὐ‐ ρυσθέα ἀπεκεφάλισεν, ἐν τῷ τοῦ Ἀμφιτρύωνος σήματι, ὅπου αὐτοῦ ὁ προπάτωρ ἦν κείμενος. ὅτι δὲ εὐξάμενος ὁ Ἰόλαος ἀνενεώθη καὶ ἀπέκτεινεν Εὐρυσθέα, δῆλον· ηὔξατο δὲ τῷ | 233 in vol. 2 | ||
5 | Διῒ ἐπὶ μίαν ὥραν ἡβῆσαι, ὅτε διὰ τοὺς Ἡρακλείδας ἐν τῇ Ἀττικῇ καταφυγόντας Εὐρυσθεὺς Ἀθηναίοις πόλεμον συν‐ εκρότησεν. | |||
P 9138 | DEGQ | οὐκ ἀτιμάσαντά νιν: αὐτόν. τίνα; τὸν καιρόν. εἰς γὰρ δέον καὶ ἐν καιρῷ τοῖς πράγμασι κατεχρήσατο συν‐ ταχθεὶς τοῖς περὶ τὸν Ὕλλον καὶ τὴν κεφαλὴν τοῦ Εὐρυσθέως ἀποκόψας. | ||
P 9139 | BDEGQ | τὸν Εὐρυσθέως ἐπεί: ὅντινα τὸν Ἰόλαον, ἐπειδὴ τῇ τοῦ ξίφους ἀκμῇ τὴν τοῦ Εὐρυσθέως κεφαλὴν ἀπέτεμεν, ὑποκάτω τῆς γῆς ἔκρυψαν παρὰ τῷ τάφῳ τοῦ ἱππικωτάτου Ἀμφιτρύωνος. 145bD | ||
P 9145a | BDGQ | ἔνθα οἱ: ἔνθα ὁ τοῦ πατρὸς αὐτοῦ πατὴρ Ἀμ‐ φιτρύων ὁ τῶν Θηβαίων φίλος καὶ ξένος μετοικήσας ἔκειτο εἰς τὰς Θήβας. 148D | ||
P 9145b | BDEGQ | ἐν τῇ ἀμαξιτῷ πλησίον τοῦ τάφου Ἀμφιτρύωνος ἔθαψαν Εὐρυσθέα, ἵνα ἀεὶ πατῆται. | ||
P 9145c | DGQ | λευκ‐ ίπποις δὲ εἶπε διὰ Ζῆθον καὶ Ἀμφίονα. 145aD | ||
P 9148a | B | τέκε οἷ καὶ Ζηνί: τῷ Ἀμφιτρύωνι ἡ Ἀλκμήνη. | ||
P 9148b | BDEGQ | ὁ νοῦς· ἐγέννησε δὲ τῷ Ἀμφιτρύωνι καὶ τῷ Διῒ μι‐ γεῖσα ἡ Ἀλκμήνη ἐν μιᾷ ὠδῖνι διδύμων υἱῶν πολεμικωτάτην δύναμιν. | ||
P 9149 | BDEGQ | ἐν μόναις ὠδῖσιν: ἐν ἑνὶ τόκῳ καὶ μιᾷ ὠδῖνι. | ||
ἐν μιᾷ γὰρ λέγεται νυκτὶ καὶ τῇ αὐτῇ συνευνασθέντων Διὸς καὶ Ἀμφιτρύωνος [τῇ Ἀλκμήνῃ] γενέσθαι τοῦ μὲν Ἡρακλέα, τοῦ δὲ Ἰφικλέα. | 234 in vol. 2 | |||
P 9151 | BDEGQ | κωφὸς ἀνήρ: κωφός ἐστι καὶ ἀπαίδευτος ἐκεῖνος ὁ ἀνὴρ, ὅστις τῷ Ἡρακλεῖ τὸ ἑαυτοῦ μὴ περιβάλλει στόμα, ἀντὶ τοῦ ὅστις μὴ ἐγκωμιάζει τὸν Ἡρακλέα, καὶ ὅστις μηδὲ | ||
BDGQ | τῶν τῆς Δίρκης ὑδάτων αἰσθάνεται καὶ ἔχει μνήμην, ἀπὸ | |||
5 | κοινοῦ κωφός ἐστιν. ὁ γὰρ μὴ ἀκούσας οὐδὲ εἰπεῖν δύναται. | |||
P 9156a | BDEGQ | τοῖσι τέλειον ἐπ’ εὐχᾷ: πεπονθώς τι ἐξ αὐτῶν τέλειον ἀγαθὸν διὰ τοῦ κώμου ὑμνήσω. τί δ’ ἂν εἴη πεπον‐ θώς; δηλαδὴ καὶ τὰ Ἰολάεια ἐνίκησεν ὁ νικηφόρος. τὸ δὲ ὑπέρβατον· τοῖσι κωμάσομαι τέλειόν τι παθὼν ἐπ’ εὐχᾷ | ||
5 | [ἐσλόν]. | |||
P 9156b | ἄλλως· τοῖσι τέλειον ἐπ’ εὐχᾷ· ὁ λόγος παρὰ τοῦ ὑμνουμένου πρὸς τὸν Ἡρακλέα καὶ Ἰφικλέα· τετυ‐ χηκὼς τῆς νίκης τῶν Ἡρακλείων κἀγὼ ἀντικωμάσω αὐτοὺς, φησὶ, καὶ ὑμνήσω. | |||
P 9158 | BDEGQ | Χαρίτων κελαδεννᾶν μή με λίποι καθαρὸν φέγγος: τῶν ἐνδόξων Χαρίτων τὸ ἀνθηρὸν φέγγος καὶ ἡ παρρησία μή με λίποι, ἀντὶ τοῦ γένοιτό μοι χαρίεντα γράφειν. | ||
P 9160 | BDEGQ | Αἰγίνᾳ τε γάρ: διορίζομαι γὰρ τὸν νικηφόρον ἔν τε Αἰγίνῃ καὶ τρίτον ἐν Μεγάροις νικήσαντα ταύτην τὴν πόλιν εὐκλεᾶ καταστῆσαι, ἔργῳ τὴν σιγηλὴν καὶ ἀπαρρησία‐ στον ἀμηχανίαν καὶ αἰσχύνην ἐκφυγών. οἱ γὰρ νικηθέντες | ||
5 | ἀμηχανοῦντες καὶ αἰσχυνόμενοι σιωπῇ περιπατοῦσι, μὴ ἔχον‐ τες παρρησίαν μετά τινος διαλεχθῆναι. | |||
P 9161 | BDEGQ | φαμὶ Νίσου τ’ ἐν λόφῳ: ἐν Μεγάροις· ὡς εἶναι τέσσαρας τὰς πάσας νίκας, μίαν μὲν ἐν Αἰγίνῃ, τρεῖς δὲ ἐν Μεγάροις. ὁ δὲ λόγος ἀπὸ τοῦ νικηφόρου. | 235 in vol. 2 | |
P 9163 | BDEGQ | σιγαλὸν ἀμηχανίαν: τῷ ἔργῳ τὴν μὲν σιγωμέ‐ νην ἀμηχανίαν φυγὼν, εὔκλειαν δὲ κατακτησάμενος. ἀμή‐ χανον δὲ τὴν σιγὴν εἶπεν, ὅτι κατηφεῖς εἰσιν οἱ νικηθέντες. καὶ ἑτέρωθί πού (fr. 229) φησι· νικώμενοι δὲ ἀγρυξίᾳ δέ‐ | ||
5 | δενται. | |||
P 9164 | BDEGQ | οὕνεκεν εἰ φίλος ἀστῶν: διὸ εἴτε τις αὐτῷ τῷ νικηφόρῳ φίλος τῶν πολιτῶν εἴτε ἐναντίος καὶ ἐχθρός ἐστι, τὸ ἐν τῷ κοινῷ πονηθὲν ἀγαθὸν ἀνυμνείτω, αὐτὸν μὴ κατα‐ βλάπτων τὸν λόγον τοῦ Νηρέως. ἐκεῖνος γὰρ, ὁ Νηρεὺς, | ||
5 | ἔφη δεῖν τὸν καλῶς πράττοντα καὶ μετὰ δικαιοσύνης πάντα τρόπον καὶ παρὰ τῶν ἐχθρῶν ἀνυμνεῖσθαι. | |||
P 9165a | εἴ τις ἀντάεις: ἔναντα δαείς. | |||
P 9165b | GQ | τὴν νίκην τοῦ νικηφόρου. | ||
P 9165c | DGQ | ἄλλως· ἀντάεις, ἐναντιούμενος, ἐχθρός. | ||
P 9172 | BDEGQ | πλεῖστα νικήσαντα: πολλάκις σε νικήσαντα εἶδον τὰ Παναθήναια ἐν ταῖς ὡρισμέναις τελεταῖς τῆς Ἀθηνᾶς. ὁ δὲ λόγος ἀπὸ τοῦ χοροῦ πρὸς τὸν νικήσαντα. | ||
P 9173 | BDEGQ | ἄφωνοί τε: ἄφωνοι καὶ ἐν ἑαυταῖς κατὰ τὴν ψυ‐ χὴν, ὦ Τελεσίκρατες, ἕκασται τῶν παρθένων ηὔχοντό σε ἄν‐ δρα εὐτυχῆσαι, αἱ δὲ γυναῖκες υἱὸν, ἀπὸ κοινοῦ τὸ εὔχοντο | ||
ἔμμεν. ηὔχοντο δὲ ἐν τοῖς Ὀλυμπίοις ὁρῶσαί σε καὶ ἐν τοῖς | 236 in vol. 2 | |||
5 | ἄλλοις ἀγῶσι τῆς πλατείας γῆς καὶ ἐν πᾶσιν ἁπλῶς τοῖς ἐν ἑκάστῃ πόλει ἐπιχωρίοις ἀγῶσι, πανταχοῦ ὁρῶσαί σε αἱ γυ‐ ναῖκες ταῦτα ηὔχοντο. | |||
P 9177 | BDEGQ | ἔν τ’ Ὀλυμπίοις: οὐ τοῖς ἐν Πίσῃ νῦν Ὀλυμ‐ πίοις· οὐ γὰρ ἂν οὕτως ἔρριψεν ἁπλῶς τὸν λόγον· ἀλλὰ τοῖς | ||
DEGQ | ἐν Ἀθήναις. τὸ δὲ Γῆς, ὅτι καὶ αὐτῇ ἀγὼν ἄγεται ἐν Ἀθή‐ ναις, ὥς φησι Δίδυμος. | |||
P 9178 | BDEGQ | ἔν τε καὶ πᾶσιν ἐπιχωρίοις: ἐκ κοινοῦ νική‐ σαντα εἶδον καὶ ἐν τοῖς ἀγομένοις ἀγῶσι τῇ Γῇ. λέγει δὲ ἐν Ἀθήναις. ἐκεῖ γὰρ ἄγεται τῇ Γῇ ἀγὼν, ὥς φησι Δίδυμος. | ||
P 9179a | BDEGQ | ........... διψώσῃ τῇ ᾠδῇ προστιθέντα. | ||
P 9179b | ἀκειόμενόν με καὶ θεραπεύοντα διψῶσαν ᾠδὴν τῷ θέλειν ὑμνεῖν ὑμᾶς, πράσσει τις ἐμὲ καὶ ἀναγκάζει ἔτι τοῦτο ὑπο‐ μεῖναι καὶ συμπεριλαβεῖν τὴν τῶν προγόνων ὑμῶν δόξαν. | |||
P 9183 | BDEGQ | οἷοι Λιβύσσας: ὁποῖοι ἦσαν μνηστῆρες οἱ τοῦ νικηφόρου πρόγονοι, οἳ περὶ τῆς Λιβυκῆς γυναικὸς ἦλθον εἰς τὴν Ἴρασσαν τὴν τοῦ Ἀνταίου πόλιν πρὸς τὴν ἔνδοξον κόρην. 185bB | ||
P 9185a | BDEGQ | Ἴρασσαν πρὸς πόλιν Ἀνταίου: ὅτι ὁ ὑπὸ Ἡρα‐ κλέους καταγωνισθεὶς Ἀνταῖος Ἰρασσεὺς ἦν ἀπὸ Ἰρασσῶν | ||
τῶν ἐν τῇ Τριτωνίδι λίμνῃ, ὡς Φερεκύδης φησί (FHG I p. 80). ὁ δὲ Πίνδαρος ὑπὲρ τοῦ χαρίσασθαι τῷ ἐπαινουμένῳ παρα‐ | 237 in vol. 2 | |||
5 | τρέψας τὴν ἱστορίαν φησὶν Ἀλεξίδαμον πρόγονον τοῦ ἐπαι‐ νουμένου γενέσθαι μνηστῆρα τῆς Ἀνταίου θυγατρός· ὄνομα δὲ αὐτῇ Ἀλκηῒς, ὥς φησι Πείσανδρος ὁ Καμιρεύς (fr. 6 Ki.)· ἕτεροι δὲ Βάρκην. 188B | |||
P 9185b | ἄλλως· Ἴρασσα, πόλις Λιβύης, ἣν ᾤκησεν Ἀνταῖος, οὐχ ὁ παλαίσας Ἡρακλεῖ· ἐκεῖνος γὰρ διαλλάσσει τοῖς χρόνοις· ἀλλ’ ἕτερος, ὃς τὴν θυγατέρα τοῖς μνηστευομένοις προὔθηκεν ἆθλον δρόμου τῷ φθάσαντι λα‐ | |||
5 | βεῖν κελεύσας. ὅμοιον δὲ ἐποίησε Δαναῷ· καὶ γὰρ ἐκεῖνος τὰς θυγατέρας δρόμῳ προὔθηκε. τὴν δὲ κόρην ταύτην τῶν Τελεσικράτους τις προγόνων Ἀλεξίδαμος μνηστευσάμενος καὶ νικήσας τὸν δρόμον ἔγημεν. | |||
P 9185c | BEGQ | ἢ ὅτι Ἀνταῖος ὁ παράνομος, ὃν ἀνεῖλεν Ἡρακλῆς, οὗτός φησι, παραγενόμενον τὸν Ἀλεξί‐ δαμον δρόμῳ νικήσαντα τοὺς σὺν αὐτῷ μνηστῆρας, λαβεῖν γυναῖκα τὴν θυγατέρα τοῦ Λιβύων βασιλέως. 185aB | ||
P 9185d | (B)DEGQ | Ἀνταίου: οὐ τοῦ ξενοκτόνου, ἀλλὰ ἑτέρου· ἐκεῖ‐ νον γὰρ ἀνεῖλεν Ἡρακλῆς, ᾧ συνήκμασεν Εὔφημος, οὗ ἀπό‐ γονοι μετῴκησαν εἰς Κυρήνην. | ||
P 9188 | BDEGQ | τὰν μάλα πολλοί: ἥντινα τὴν Ἀνταίου θυγατέρα πολλοὶ τῶν ἀρίστων ἀνδρῶν ᾔτουν· ᾔτουν δὲ πολλοὶ μὲν συγγενεῖς αὐτῆς, πολλοὶ δὲ καὶ ἐκτὸς ὄντες γένους, ἐπειδὴ ἐκπρεπὲς αὐτῆς ἐθρυλλεῖτο καὶ ἐθαυμάζετο εἶναι τὸ κάλλος. | ||
5 | τῆς γὰρ ἐντίμου αὐτῆς νεότητος καρπὸν δρέψασθαι ἐβού‐ | |||
λοντο· ἐκ δὲ τούτου, τὴν παρθενίαν αὐτῆς ἐβούλοντο λαβεῖν. | 238 in vol. 2 | |||
P 9194 | BDEGQ | πατὴρ δὲ θυγατρί: ὁ δὲ πατὴρ Ἀνταῖος ἐνδοξό‐ τερον τῇ ἑαυτοῦ θυγατρὶ κατασκευάζων τὸν γάμον, πεποίηκεν ὅπερ ἤκουσέ ποτε ἐν Ἄργει τὸν Δαναὸν ταῖς τεσσαρακοντα‐ οκτὼ θυγατράσιν ἑαυτοῦ πεποιηκέναι, κἀκεῖνον ἐμιμήσατο. | ||
P 9195a | BDEGQ | ἄκουσε Δαναόν: ἤκουσε γὰρ τὸν Δαναὸν ἐν Ἄργει ὁποῖον ταῖς τεσσαρακονταοκτὼ θυγατράσιν αὐτοῦ γά‐ μον εὗρε, πρὶν τὸ μέσον τῆς ἡμέρας γενέσθαι. τὸ γὰρ ἑω‐ θινὸν ἠγωνίσαντο καὶ πρὸ μεσημβρίας διελύθησαν τοῦ δρό‐ | ||
5 | μου, καὶ ἕκαστος ἣν ἠβουλήθη ἔλαβεν. 200B | |||
P 9195b | ζητεῖται δὲ, διατί τεσσαρακονταοκτὼ εἶπε πεντήκοντα οὐσῶν; καὶ ῥη‐ τέον, ὅτι Ἀμυμώνη μὲν προδιαφθαρεῖσα ἦν Ποσειδῶνι, Ὑπερ‐ μήστρα δὲ ἐρασθεῖσα Λυγκέως, αἱ δὲ ἄλλαι συνδραμοῦσαι τῷ | |||
5 | πατρῴῳ βουλήματι ἀνεῖλον τοὺς Αἰγύπτου παῖδας. 207bB | |||
P 9200 | BDEGQ | ὠκύτατον γάμον: ὁ Δαναὸς, φησὶν, ἔστησε τὰς θυγατέρας ἕως μέσης ἡμέρας, ἵνα δηλονότι προθεωρήσωσιν αὐτὰς οἱ μνηστῆρες, καὶ ἕκαστος ἕληται τῶν δρόμῳ πρωτευ‐ σάντων ἣν ἂν βούληται. 195bB | ||
P 9207a | BDEGQ | οὕτως δὲ δίδου: οὕτως οὖν καὶ ὁ Ἀνταῖος ὁ Λίβυς ἐδίδου πρὸς γάμον τὴν ἑαυτοῦ θυγατέρα, κατασκευά‐ ζων τῇ κόρῃ τὸν προϊόντα νυμφίον ἄνδρα. (208aB) τῷ νική‐ σαντι γὰρ καὶ αὐτὸς ἔδωκε τὴν παῖδα πρὸς γάμον. 209B | ||
P 9207b | BGQ | ἄλλως· Λίβυς ὄνομα κύριον, οὐχ ὁ Ἀνταῖος, ὡς Δίδυ‐ μος. 207afin. B | ||
P 9208a | BDEGQ | ποτὶ γραμμᾷ: πρὸς γὰρ τὸ τέλος αὐτὴν τοῦ στα‐ δίου κοσμήσας ἔστησε, τέλος καὶ ἄκρον εἶναι αὐτὴν τῷ νική‐ | ||
σαντι. ἐν μέσοις δὲ αὐτοῖς εἶπεν· ὅστις ἂν πρῶτος τῶν πέπλων αὐτῆς ἅψηται, ἐκεῖνος αὐτὴν ἀπαγέσθω. 214B | 239 in vol. 2 | |||
P 9208b | DGQ | ἄλ‐ λως· ποτὶ γραμμᾷ: τῇ νύσσῃ, τῷ τέλει τοῦ σταδίου. | ||
P 9209 | BDEGQ | αὐτὰν στᾶσε κοσμήσας: ἔστησεν αὐτὴν πρὸς τῇ ἐσχάτῃ γραμμῇ τοῦ δρόμου, τοῦτο ἄκρον καὶ τέλος διατάξας, τὴν στάσιν τῆς παρθένου. ἐχάρασσον δὲ γραμμήν τινα, ἣν | ||
BDGQ | ἀρχὴν καὶ τέλος εἶχον οἱ ἀγωνιζόμενοι. ὅθεν καὶ παροιμία· | |||
5 | μὴ κίνει γραμμήν. 207aB | |||
P 9214a | DGQ | ἔνθ’ Ἀλεξίδαμος: οὗτος πρόγονος ἦν τοῦ νι‐ κηφόρου, ὡς προείπομεν. | ||
P 9214b | BDEGQ | ἄλλως· Ἀλεξίδαμος ἦν ὁ νι‐ κήσας χάριν τῆς Λίβυος θυγατρός. | ||
P 9214c | τὸ δὲ ἔφυγεν οὐ κυρίως· οὐ γὰρ ἐδίωκέ τις· ἀλλὰ τὸ τάχος βούλεται παρα‐ | |||
στῆσαι, παρόσον οἱ διωκόμενοι ἐπιτείνουσι τὸν δρόμον. | BEGQ | |||
P 9214d | BDEGQ | ἐνταῦθα ὁ Ἀλεξίδαμος, ἐπειδὴ τὸν ταχὺν δρόμον ἐξέφυγε καὶ ἐνίκησε, τὴν ἔνδοξον παρθένον τῆς χειρὸς τῇ ἑαυτοῦ χειρὶ λαβὼν ἤγαγεν εἰς τὸν τῶν ἱππικῶν Λιβύων στρατόν. | ||
P 9217 | BDEGQ | ἱππευτᾶν νομάδων: τῶν Λιβύων· ὅτι ὑπο‐ δύντες τὴν γῆν οἱ πλείους αὐτῶν οἰκοῦσιν· ἢ καὶ παρὰ τοῦτο οὕτω καλούμενον ἔθνος. ἐκ τούτου δὲ δῆλον, ὅτι ὁ Ἀνταῖος οὐκ ἔστιν· οὗτος γὰρ ἦν κατὰ τοὺς χρόνους Ἡρακλέους· πρὸ | ||
5 | δὲ τοῦ Ἡρακλέους οὐδεὶς ἦν ἀγὼν, ὁ δὲ Ἀλεξίδαμος ἱστορεῖ‐ ται προνενικηκέναι. | |||
P 9218a | BDEGQ | πολλὰ δὲ φύλλα καὶ στεφάνους οἱ περὶ αὐτὸν ἑστῶτες ἔρριπτον, πολλὰ δὲ πτερὰ νίκης καὶ πρὸ τοῦ ἀγῶνος ἔλαβε, ἀντὶ τοῦ πολλοὺς καὶ ἄλλους ἀγῶνας ἐνίκησε. | 240 in vol. 2 | |
P 9218b | πτερὰ δὲ νίκης, περιφραστικῶς τὴν νίκην. | |||
P 10metr(t) | Scholia in Pythionicarum carmen X | |||
1 | EG(Q) | Ἱπποκλεῖ Θεσσαλῷ παιδὶ διαυλοδρόμῳ. | ||
B | Τῆς δεκάτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων δέκα. τὸ αʹ Φερεκράτειον. τὸ βʹ δίμετρον ἰαμβικὸν ὑπερ‐ κατάληκτον, ἄτακτον. τὸ γʹ δίμετρον Ἰωνικὸν βραχυκατά‐ | |||
5 | ληκτον. τὸ δʹ σύνθετον ἐκ προσοδιακοῦ καὶ ἰαμβικοῦ πεν‐ θημιμεροῦς. τὸ εʹ Φερεκράτειον. τὸ ϛʹ δίμετρον ἐπιχορ‐ ιαμβικὸν ἀκατάληκτον. τὸ ζʹ δίμετρον χοριαμβικὸν βραχυ‐ κατάληκτον. τὸ ηʹ δίμετρον δοχμιακὸν ἀκατάληκτον. τὸ θʹ ἐπιωνικὸν τρίμετρον βραχυκατάληκτον. τὸ ιʹ ἰαμβικὸν | |||
10 | δίμετρον βραχυκατάληκτον. | |||
B | ἡ ἐπῳδὸς κώλων ηʹ. τὸ αʹ ἰαμβικὸν πενθημιμερές. τὸ βʹ μητρῳακὸν τρίμετρον ἀκατάληκτον. τὸ γʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ δʹ Ἰωνικὸν δίμετρον βραχυ‐ κατάληκτον. τὸ εʹ ἐπιωνικὸν τρίμετρον βραχυκατάληκτον. | |||
15 | τὸ ϛʹ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ζʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ηʹ παιωνικὸν δίμετρον ἀκατά‐ ληκτον. | |||
P 10inscr | BDEGQ | Ἦν μὲν τὸ γένος ὁ προκείμενος νικηφόρος Θεσ‐ σαλὸς, πόλεως δὲ Πελινναίου· ἐνίκησε δὲ τὴν κβʹ Πυθιάδα. | ||
δοκεῖ δὲ μὴ ὑγιῶς ἐπιγεγράφθαι ἡ ᾠδὴ Ἱπποκλεῖ· δέον γὰρ Ἱπποκλέᾳ. τὸ γὰρ ὄνομα ἦν Ἱπποκλέας, ὡς καὶ αὐτὸς ὁ | 241 in vol. 2 | |||
5 | Πίνδαρος δηλοῖ. ἐνίκησε δὲ καὶ οβʹ καὶ ογʹ Ὀλυμπιάδα. τὴν δὲ Λακεδαίμονα νῦν παρείληφεν, ὡς αὐτὸς δηλοῖ, ὅτι ἀμφό‐ τερα τὰ ἔθνη ὑπὸ τῶν Ἡρακλειδῶν ἐβασιλεύετο. ἐν δὲ τῇ αὐτῇ ἡμέρᾳ ἐνίκησε καὶ στάδιον, οὗ οὐκ ἐμνήσθη, ἴσως τοῦ διαύλου μόνον μισθὸν λαβών. | |||
P 101 | BDEGQ | Ὀλβία Λακεδαῖμον: ὦ εὐδαιμονεστάτη Λακεδαῖμον καὶ μακαρία Θεσσαλία· ἐν γὰρ ἀμφοτέραις ἐξ ἑνὸς πατρὸς τοῦ γενναίου Ἡρακλέους τὸ γένος βασιλεύει. | ||
P 103 | BDEGQ | ἀριστομάχου ἐπιθετικῶς· τοῦ Ἡρακλέους τοῦ ἀρί‐ στου κατὰ τὰς μάχας. | ||
P 105 | BDEGQ | τί κομπέω: οἱ μὲν ὅτι κομπῶ, ἀλλόκοτον νῦν λέγω, εἶτα ἡ μέση· κατὰ τὸν δέοντα καιρὸν κομπῶ. οἱ δὲ οὕτως ὑφ’ ἕν· τί κομπῶ καὶ φλυαρῶ παρὰ τὸν δέοντα καιρὸν, ἵνα τὴν κατά ἀντὶ τῆς παρά λάβωμεν. | ||
P 106a | BDEGQ | ἀλλά με Πυθώ τε καὶ τὸ Πελινναῖον: Πελιν‐ ναῖον πόλις τοῦ νικηφόρου. 8DEGQ | ||
P 106b | DEGQ | Πελινναῖον πόλις Θεσσαλίας, ἀφ’ ἧς καὶ τὸ ἐν Χίῳ ὄρος ἐκλήθη. 9DEGQ | ||
P 108a | BDEGQ | Ἀλεύα τε παῖδες: ἤτοι καθόλου οἱ Θεσσαλοὶ ἀπὸ Ἀλεύα τοῦ βασιλεύοντος, ὡς καὶ Σισυφίδαι οἱ Κορίνθιοι ἀπὸ Σισύφου· ἢ Ἀλεύα παῖδες οἱ ὄντες ἑταῖροι τῷ Ἱπποκλέᾳ. | ||
P 108b | ὁ δὲ νοῦς· ἀλλά με ἡ Πυθὼ καὶ τὸ Πελινναῖον καὶ τοῦ | |||
Ἀλεύα οἱ παῖδες ἀπύειν παρακελεύονται καὶ ὑμνεῖν· ἢ βοᾷ καὶ προσκαλεῖται· θέλοντές με τὴν ἔνδοξον καὶ ἐγκωμιαστικὴν τῶν χορευόντων ἐπ’ αὐτὸν τὸν Ἱπποκλέα ἄγειν φωνήν. 6bDEGQ | 242 in vol. 2 | |||
P 109 | DbeGQ | ἐπικωμίαν ἀνδρῶν: τῶν κωμασόντων ἀνδρῶν. | ||
P 1011 | BDEGQ | γεύεται γὰρ ἀέθλων: καὶ γὰρ ἐπιδόξων γεύεται | ||
DEGQ | ἄθλων καὶ μεταλαμβάνει νικηφόρος γεγονώς· ὡς νεωστὶ δὲ κατιόντος εἰς τοὺς ἀγῶνας ταῦτά φησιν. | |||
P 1012a | BDEGQ | στρατῷ τ’ ἀμφικτυόνων: ἐν δὲ τῷ τῶν ἀμ‐ φικτυόνων καὶ περιοίκων ὄχλῳ καὶ συνόδῳ ἡ Πυθὼ αὐτὸν ἄριστον τῶν διαυλοδρόμων παίδων ἀνηγόρευσε, ἀντὶ τοῦ εἰς Πύθια δίαυλον ἐνίκησε. | ||
P 1012b | διαυλοδρομᾶν δὲ ἀπὸ τῆς διαυλοδρόμης εὐθείας· οἱ διαυλοδρόμαι, τῶν διαυλοδρομῶν καὶ τροπῇ Δωρικῇ διαυλοδρομᾶν. 12dB | |||
P 1012c | Παρνάσσιος μυχός: | |||
DEGQ | ἡ Πυθὼ (15B) ἀνεκήρυξε διαυλοδρόμην ὑπερέχοντα τῶν παί‐ δων. | |||
P 1012d | BDEGQDEGQ | ἢ καὶ περισπαστέον (12cB) διαυλοδρομᾶν, ἵν’ ᾖ τῶν διαυλοδρομῶν. | ||
P 1015a | BDGQ | Ἄπολλον: προσφωνεῖ τὸν θεὸν, ἐπειδὴ καὶ Πυ‐ θιονίκης ὁ νικηφόρος. | ||
P 1015b | BDEGQ | τῶν δὲ ἀνθρωπίνων ἡδὺ τὸ τέ‐ λος αὔξεται καὶ ἡ ἀρχὴ ἡδεῖα γίνεται, τοῦ δαιμονίου αὐτὰ αὔξοντος. | ||
P 1018 | BDEGQ | τεοῖσί τε μήδεσιν: ὁ Ἱπποκλέας, φησὶ, ταῖς σαῖς βουλήσεσιν, ὦ Ἄπολλον, ἐνίκησε· τὸ δὲ ἀπὸ γένους αὐτοῦ ἔμφυτον ἐπιβῆναι ἐποίησε τοῖς ἴχνεσι τοῦ Ὀλυμπιονίκου τοῦ | ||
αὐτοῦ πατρός. | 243 in vol. 2 | |||
P 1022a | BDEGQ | δὶς ἐν πολεμαδόκοις: δὶς ἐνίκησεν ὁ Φρικίας ἐν Ὀλυμπίᾳ, ὁ πατὴρ τοῦ Ἱπποκλέους. ἦν δὲ ὁπλίτης· διό φησιν· ἐν πολεμαδόκοις Ἄρεος ὅπλοις. τοῦ γένους οὖν φη‐ σιν ἥκειν εἰς τὰ ἴχνη· καὶ γὰρ ἐκεῖνος ὁπλιτοδρόμος καὶ οὗ‐ | ||
5 | BEQ | τος διαυλοδρόμος. | ||
P 1022b | DGQ | ἄλλως· τοῦτό φησιν ὡς τοῦ πατρὸς αὐτοῦ δὶς νικήσαντος τὰ Ὀλύμπια ὁπλιτοδρόμου. | ||
P 1023 | BDEGQ | ἔθηκε καὶ βαθυλείμωνα: τὸν Φρικίαν καὶ Ὀλυμ‐ πιονίκην ὄντα ὁ ὑπὸ τὴν βαθυλείμωνα πέτραν τῆς Κίρρας ἀγὼν, τουτέστιν ὁ Πυθικὸς, κρατησίποδα ἐποίησε. διὰ τού‐ του δὲ σημαίνει, ὅτι Ὀλυμπιονίκης ὢν ἐγένετο καὶ Πυθιο‐ | ||
5 | νίκης. | |||
P 1025 | DGQ | κρατησίποδα: κρατῆσαι τοῖς ποσὶν ἤγουν νικῆσαι δρόμῳ. | ||
P 1026 | BDEGQ | ἕποιτο μοῖρα: ἐπακολουθοίη δὲ αὐτοῖς καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον ἡ μοῖρα καὶ ἡ εὐτυχία, ὥστε αὐτοῖς αὔ‐ ξειν τὸν ἀγήνορα πλοῦτον. τῶν δὲ κατὰ τὴν Ἑλλάδα καλῶν μετεσχηκότες οὐκ ὀλίγον μὴ ἐναντίαις παρατροπαῖς συντύχωσι | ||
5 | παρὰ τῶν θεῶν. | |||
P 1033a | DGQ | ἀπήμων δὲ, ἀβλαβὴς καὶ ἀνόργητος ἐπὶ τοῖς αὐ‐ τῶν κατορθώμασιν εἴη ὁ θεός. | ||
P 1033b | BDEGQ | εὐδαίμων δὲ καὶ ὑμνητὸς οὗτος: εὐτυχὴς δὲ οὗτος ὁ ἀνὴρ καὶ πολυύμνητος παρὰ τοῖς σοφοῖς γίνεται, ὃς ἂν πάλῃ ἢ δρόμῳ τόλμῃ τε καὶ ἀνδρείᾳ νικήσας τὰ μέγιστα τῶν κατορθωμάτων δέξηται, καὶ προσεπιτούτοις ἔτι καὶ ζῶν | ||
5 | ἴδῃ τὸν νεώτερον αὐτοῦ υἱὸν κατὰ τὸ προσῆκον Πυθικῶν | |||
DEGQ | στεφάνων τυχόντα· καὶ ἀπὸ κοινοῦ τὸ εὐδαίμων. | 244 in vol. 2 | ||
P 1042a | BDEGQ | ὁ χάλκεος οὐρανός: οὐκέτι μέντοι ὁ στερεὸς οὐ‐ ρανὸς καὶ ἰσχυρὸς ἐπιβατὸς αὐτοῖς ἐστιν, οἱονεὶ τοῖς εἰς ἄκρον οὕτως εὐδαιμονίας ἐλθοῦσιν οὐκ ἔστι καὶ θεοῖς συγ‐ γενέσθαι, ὡς τῶν ἐν ἀνθρώποις ἄκρων καὶ τελείων εὐτυχη‐ | ||
5 | μάτων αὐτῶν μετασχόντων τῶν τὴν τοιαύτην εὐτυχίαν εὐ‐ τυχησάντων. | |||
P 1042b | ἄλλως· τῷ τοιούτῳ, τῷ παῖδας ἐσχηκότι καὶ ἃ προείρηκα εὐτυχήματα, οὐκ ἀναβατὸς μόνον ὁ οὐρανός· οἷον, ὡς ἐν θνητοῖς εὐδαίμονές εἰσιν· ἀθάνατοι γὰρ οὐ δύ‐ νανται γενέσθαι. | |||
P 1043a | BDEGQ | ὅσαις δὲ βρότεον ἔθνος: ὅσων δὲ ἀγλαϊῶν καὶ ἀγαθῶν οἱ ἄνθρωποι ἐφαπτόμεθα εὐδαιμονίας. | ||
P 1043b | ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· τῶν ἀνθρωπίνων καλῶν τὸ πέρας καὶ τὸ τέλος ἔχει ὁ τὴν τοιαύτην εὐδαιμονίαν εὐτυχήσας, τὸ καὶ αὐτὸν νικῆσαι καὶ τὸν υἱὸν ἰδεῖν νικήσαντα. | |||
P 1043c | ὅσαις δὲ, ἀντὶ τοῦ ὅσων, ἀντὶ γενικῆς ἐχρήσατο. | |||
P 1046a | BDEGQ | ναυσὶ δ’ οὔτε πεζὸς ἰών: οὔτε πεζὸς οὔτε πλῷ παραγενόμενος εἰς τὸ τῶν Ὑπερβορέων ἄθροισμα εὐμαρῶς εὕροις τὴν ἐπ’ αὐτοὺς θαυμαστὴν ὁδόν. ὁ δὲ νοῦς αὐτῷ πρὸς τὴν εὐτυχίαν· ὥσπερ οὐκ ἔστιν εὐμαρὲς εἰς τὸ τῶν | ||
5 | Ὑπερβορέων ἔθνος παραγενέσθαι, οὕτως οὐδὲ ταύτης τῆς εὐ‐ τυχίας μείζονα εὑρεῖν εὐμαρές ἐστιν. 47B | |||
P 1046b | μέχρι δὲ τού‐ των ὁ Πίνδαρος καλῶς τὸν ἐπίνικον γράφει· ἠστόχησε δὲ τὰ μετὰ ταῦτα ἀλόγῳ παρεκβάσει χρησάμενος. 49B | |||
P 1047 | BDEGQ | ἐς Ὑπερβορέων ἀγῶνα: ἀγῶνα νῦν τὸ ἄθροισμα, ἵν’ ᾖ· εἰς τὸ τῶν Ὑπερβορέων ἄθροισμα πορευόμενος τὴν ἐπ’ αὐτοὺς ἄγουσαν ὁδὸν οὐκ ἂν εὕροις. 46bB | 245 in vol. 2 | |
P 1049 | BDEGQ | παρ’ οἷς ποτε Περσεύς: παρ’ οἷς, τοῖς Ὑπερβο‐ ρέοις, ὁ Περσεὺς εὐωχήθη εἰς τὰς οἰκίας αὐτῶν εἰσελθὼν καὶ καταλαβὼν αὐτοὺς διὰ τῶν ὄνων ἐνδόξους θυσίας τελοῦντας τῷ θεῷ Ἀπόλλωνι. οἱ γὰρ Ὑπερβόρειοι ὄνους θύουσι τῷ | ||
5 | Ἀπόλλωνι, ὡς καὶ ὁ Καλλίμαχός φησι (fr. 188)· τέρπουσιν λιπαραὶ Φοῖβον ὀνοσφαγίαι. | |||
P 1051a | DEGQ | κλειτὰς ὄνων ἑκατόμβας: τὸ σημεῖον, ὅτι οἱ Ὑπερβόρειοι ὄνους θύουσι τῷ Ἀπόλλωνι. 53B | ||
P 1051b | BDEGQ | ταῦτα, φησὶν ὁ Δίδυμος, μετὰ τοῦ γελοίου καὶ ἄσεμνά εἰσι· τίνα γὰρ λόγον ἂν ἔχοι ἥδεσθαι τὸν Ἀπόλλωνα τοῖς ὀρθιάζουσιν ὄνοις; φησίν. 57B | ||
P 1052 | E | ἐπιτόσσαις: ἐστὶν ἐπιτυχών. | ||
P 1053 | BDEGQ | ὧν θαλίαις ἔμπεδον: ὧν, τῶν Ὑπερβορέων, μά‐ λιστα διηνεκῶς ταῖς εὐφημίαις καὶ εὐωχίαις χαίρει ὁ θεός. | ||
P 1055a | BDEGQ | χαίρει γελᾷ θ’ ὁρῶν: ἥδεται δὲ, φησὶν, ὁ Ἀπόλ‐ λων θεωρῶν τὴν τῶν θηρίων ἀναίρεσιν. | ||
P 1055b | ὕβριν τὴν ἀναίρεσιν. ὕβριν δὲ αὐτὴν καλεῖ παρὰ τὰ σκιρτήματα, ἃ ἐν τῇ σφαγῇ ποιοῦνται οἱ ὄνοι. | |||
P 1056a | BDEGQ | ὀρθίαν κνωδάλων: ἔπαιξεν ὁ Πίνδαρος, ὡς τῶν ὄνων ὀρθιώντων, ὅτε ἱερουργοῦντο. | ||
P 1056b | κνωδάλων, κυ‐ ρίως τῶν θαλαττίων ζῴων, καταχρηστικῶς δὲ καὶ τῶν χερ‐ σαίων. | 246 in vol. 2 | ||
P 1056c | ἢ οὕτω· μεγάλων, διὰ τὸ τῶν ὄνων τερατῶδες τοῦ σώματος. 51bB | |||
P 1057 | BDEGQ | Μοῖσα δ’ οὐκ ἀποδαμεῖ: ἡ δὲ Μοῦσα οὐκ ἔστιν ἀπόδημος ἀπὸ τῶν τρόπων καὶ τῶν ἠθῶν αὐτῶν· οἷον, οὐκ εἰσὶν ἄμουσοι. | ||
P 1058 | BDEGQ | παντᾶ δὲ χοροί: πανταχοῦ εἰς τὸ τῶν Ὑπερβορέων ἔθνος παρθένων χοροὶ λύρας τε ἦχοι καὶ κτύποι καὶ τῶν αὐ‐ λῶν δὲ οἱ κτύποι κινοῦνται. | ||
P 1061 | BDEGQ | δάφνᾳ τε χρυσέᾳ: τῇ δὲ εὐφύλλῳ δάφνῃ τὰς ἑαυ‐ τῶν κεφαλὰς στεφόμενοι εὐωχοῦνται σωφρόνως καὶ συνετῶς. | ||
P 1064a | BDEGQ | νόσοι δ’ οὔτε: οὔτε νόσοι τῇ ἱερᾷ αὐτῶν γενεᾷ οὔτε ὀλέθριον γῆρας μέμικται, μόχθων δὲ καὶ μάχης μακράν εἰσι, τὴν παρὰ τὸ δίκαιον ἐκφεύγοντες ὕβριν. | ||
P 1064b | οἱονεὶ οὐκ ἄδικα πράττοντες καὶ μέμψιν ὑφίστανται παρὰ θεῶν. | |||
P 1065a | BDEGQ | πόνων δὲ καὶ μαχᾶν ἄτερ: ἐφ’ οἷς οὔτε νεμε‐ σῶσιν αὐτοῖς οἱ θεοὶ, ἀλλὰ φυγόντες τὴν ὑπὲρ τὸ δίκαιον νέμεσιν οἰκοῦσι χωρὶς πόνων. | ||
P 1065b | οὐ γὰρ ἀδικοῦσιν ἀλλή‐ λους, ἀλλὰ πεφεύγασι τὴν διὰ τὸ παρὰ τὸ δίκαιόν τι πράσ‐ σειν νέμεσιν, τουτέστι μέμψιν. 68bE | |||
P 1068a | DEGQ | ὑπέρδικον Νέμεσιν: ὅτι ὑπερδικαιοῖ καὶ κολά‐ ζει τοὺς ἀδικοῦντας ἡ Νέμεσις. 72E | ||
P 1068b | BDEGQ | θρασείᾳ δὲ πνέων καρδίᾳ: τῇ γενναίᾳ δὲ πνευ‐ | ||
στιῶν ψυχῇ ὁ Περσεὺς εἰς αὐτοὺς παρεγένετο, εἰς δὲ τὸ τῶν μακαρίων ἀνδρῶν ἔθνος παραγινομένῳ αὐτῷ προκαθηγεῖτο ἡ Ἀθηνᾶ. 68aE | 247 in vol. 2 | |||
P 1072a | BDEGQ | ἔπεφνέ τε Γοργόνα: ἡ ἱστορία ἐστὶ τοιαύτη. ὅτε ὁ πάππος Ἀκρίσιος ἀποκυήσασαν τὸν Περσέα τὴν Δα‐ νάην λάθρα ᾔσθετο, τότε ἐνείρξας αὐτὴν εἰς κιβωτὸν μετὰ τοῦ παιδὸς καθῆκεν εἰς τὸ πέλαγος, καὶ προσηνέχθη ἡ κι‐ | ||
5 | βωτὸς Σερίφῳ τῇ νήσῳ, ἧς Πολυδέκτης ἐβασίλευε. καί ποτε ἀνδρωθέντος αὐτοῦ καὶ ἑστιωμένου παρὰ τῷ Πολυδέκτῃ, παρ’ ἑτέρων ἕτερα εἰσφερόντων εἰς τὸν ἔρανον αὐτὸς τὴν τῆς Γορ‐ γόνος κεφαλὴν ὑπέσχετο· ὁ δὲ Πολυδέκτης εὔκαιρον πρόφα‐ σιν λαβὼν τὴν ὑπόσχεσιν ἀπῄτει αὐτὸν καὶ ἐξήλαυνε τῆς | |||
10 | νήσου πρὸς τὸ κομίσαι τὴν κεφαλήν· ἤρα γὰρ τῆς μητρὸς αὐτοῦ. ὁ δὲ ἀπελθὼν καὶ τεμὼν τῆς Γοργόνος τὴν κεφαλὴν εἰσήνεγκεν εἰς τὸν ἔρανον, καὶ πάντας ἀπελίθωσε τοὺς ἐν τῷ συμποσίῳ καὶ αὐτὸν δὲ τὸν Πολυδέκτην. | |||
P 1072b | ἄλλως· ἀνεῖλε μὲν τὴν Γοργόνα ...... πῶς δὲ εἰς Ὑπερβορέους ἦλθεν ὁ Περσεὺς ἐπὶ τῷ ἀποτεμεῖν τὴν κεφαλὴν τῆς Γοργόνος; οἱ γὰρ Ὑπερβόρεοι πρὸς τοῖς Ἐρυθραίοις μέρεσι καὶ Ἀρκτῴοις | |||
5 | οἰκοῦσιν, αἱ δὲ Γοργόνες κατὰ μέν τινας ἐν τοῖς Αἰθιοπικοῖς, ἅ ἐστι πρὸς ἀνατολὴν καὶ μεσημβρίαν, κατὰ δέ τινας ἐπὶ τῶν περάτων τῆς Λιβύης, ἅ ἐστι πρὸς δύσιν. ὅτι δὲ αἱ Γοργόνες | |||
οὐκ εἰσὶ πρὸς Ἄρκτους, δῆλον· οὐδεὶς γὰρ ἱστόρησεν. | 248 in vol. 2 | |||
P 1074a | BDGQ | δρακόντων: λείπει ἡ μετά, ἵν’ ᾖ μετὰ δρακόντων. | ||
P 1074b | νασιώταις δὲ τοῖς Σεριφίοις· ἡ δὲ Σέριφος νῆσος περὶ Αἴγιναν. 76bB | |||
P 1076a | BDEGQ | ἐμοὶ δὲ θαυμάσαι: οὔτε θαυμάσιον οὔτε ἄπι‐ στον οὐδὲν ἐμοὶ φαίνεται τῶν ὑπὸ θεῶν γινομένων. Ὅμηρος (κ 306)· θεοὶ δέ τε πάντα δύνανται. 79bB | ||
P 1076b | ἄλλως· ἐμοὶ δὲ ὥστε θαυμάσαι οὐδὲν εἶναι ἄπιστον φαίνεται θεῶν κατα‐ πραξαμένων. 76aB | |||
P 1079a | BDEGQ | ταχὺ δ’ ἄγκυραν: ἐπειδὴ κωλύει τὰς ναῦς ἐξο‐ κέλλειν ἐπὶ τὰς πέτρας· οἷον ἀλέξησιν τῆς πέτρας, ὅπως σώσῃ τὴν πρῴραν ἀπὸ τῆς πέτρας. 79cB | ||
P 1079b | BEGQ | ἄλλως· ἐπιτιμᾷ ἑαυτῷ ὁ Πίνδαρος ὡς πολλῇ χρησαμένῳ τῇ παρεκβάσει, καὶ τροπι‐ κῶς προάγεται τὸν λόγον ὡς ἐπὶ νεώς. 79aB | ||
P 1079c | παῦσον τὴν κώπην, ταχέως δὲ τὴν ἄγκυραν ἀπὸ τῆς πρῴρας τῇ γῇ κατέ‐ ρεισον καὶ κάθες, οὖσαν τὴν ἄγκυραν βοήθημα καὶ ἀλέξημα τῆς χοιράδος πέτρας. | |||
P 1081a | BDEGQ | χοιράδος ἀλκάν: χοιράδες λέγονται πέτραι αἱ ὕφαλοι, ὑφ’ ὧν καχλάζει τὸ κῦμα καὶ λανθάνειν αὐτὰς ὑπο‐ κειμένας παρασκευάζει, ὥστε λανθάνειν προσπλεούσας τὰς ναῦς. | ||
P 1081b | τὸ δὲ πρῴραθεν, ὅτι ἐκ τῆς πρῴρας καθίενται αἱ ἄγκυραι εἰς τὴν θάλασσαν. 85cB | |||
P 1085a | BDEGQ | ἔλπομαι δ’ Ἐφυραίων: σφόδρα ἐζητήθη, τίνας | ||
νῦν τοὺς Ἐφυραίους φησίν· ὁ μὲν γὰρ Ἀγέστρατος τοὺς Κορινθίους φησίν· Ἔφυρα γὰρ ἡ Κόρινθος, ὡς καὶ Ὅμηρος (Ζ 152)· | 249 in vol. 2 | |||
5 | ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο· καὶ ἀποδίδωσι τὴν διάνοιαν οὕτως, ὅτι νικήσει ὁ νικηφόρος Ἴσθμια καὶ ὑπὸ τῶν Κορινθίων ἀνυμνηθήσεται. γελοῖον δέ. τί γὰρ μᾶλλον, εἴπερ εὔχεται, μὴ τὸν Ὀλυμπιακὸν εὔχεται ἀγῶνα νικήσειν; τινὲς δὲ Ἐφυραίους τοὺς ἐν Θεσπρωτίᾳ | |||
10 | ἤκουσαν, ἧς καὶ Ὅμηρος μνημονεύει (Β 659)· τὴν ἄγετ’ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος. ὁ δὲ Πίνδαρος ἀμφὶ Πηνειόν φησιν αὐτούς· δῆλον δὲ δή‐ πουθεν, ὡς ὁ Πηνειὸς τῆς Θεσσαλίας ἐστὶ, καὶ φαίνεται, ὅτι Ἐφυραίους οὔτε τοὺς ἐν Θεσπρωτίᾳ οὔτε τοὺς Κορινθίους | |||
15 | φησί· ῥητέον οὖν, ὅτι τοὺς Κρανωνίους. Κρανὼν δὲ πόλις Θεσσαλίας· Θεσσαλὸς δὲ καὶ ὁ νικηφόρος. οὕτω δὲ πρότερον οἱ Κρανώνιοι Ἐφυραῖοι ἐκαλοῦντο. μαρτυρεῖ δὲ τούτῳ Κι‐ νέας. φησὶ γὰρ ἔρχεσθαι αὐτὸν ὑπὸ τῷ Κρανῶνι, καὶ ἐλθεῖν ἐπὶ τὸν τῆς Ἱπποδαμείας γάμον ἐν Πίσῃ, εἶτα ἐκεῖ καταστρέ‐ | |||
20 | ψαντα τὸν βίον οἱ Θεσσαλοὶ τὴν Ἔφυραν καλουμένην πόλιν, εἰς τιμὴν τοῦ τεθνηκότος, Κρανῶνα μετωνόμασαν. | |||
P 1085b | ἄλ‐ λως· ἔλπομαι δ’ Ἐφυραίων: ἐλπίζω δὲ τῶν Κρανωνίων τῶν περὶ τὸν Πηνειὸν ποταμὸν τὴν ἐμὴν ἡδεῖαν ᾠδὴν ᾀδόν‐ των, ἔτι καὶ πλέον τὸν Ἱπποκλέα ἕνεκεν τῶν στεφάνων σὺν | |||
5 | ταῖς ᾠδαῖς θαυμαστὸν καὶ ἐπίδοξον ἐν τοῖς ὁμήλιξι θεῖναι καὶ ἀποδεῖξαι, καὶ ἐν τοῖς πρεσβυτέροις ἀνδράσι καὶ [ἐν] ταῖς νεωτέραις παρθένοις φροντίδα καὶ μέριμναν, ἀπὸ κοινοῦ θησέμεν. 93bB | 250 in vol. 2 | ||
P 1085c | BEGQ | φατρία παρὰ Θεσσαλοῖς ἡ τῶν Ἐφυραίων. οἱ δὲ, ὅπερ κάλλιον, τοὺς Κρανωνίους ἤκουσαν· ἡ γὰρ Κρα‐ νὼν τὸ πρότερον Ἔφυρα ἐκαλεῖτο, τὸ ὕστερον δὲ μετωνομάσθη Κρανὼν ἀπό τινος βασιλεύσαντος Κρανῶνος καὶ ἀναιρεθέντος | ||
5 | ὑπὸ Οἰνομάου μνηστευσαμένου τὴν Ἱπποδάμειαν. 85aB | |||
P 1093a | BDEGQ | καὶ γὰρ ἑτέροισιν ἑτέρων ἔρως: οὐ γὰρ πάν‐ τες τῶν αὐτῶν ἐπιθυμοῦμεν· οὗτος τοῦ ἀθλεῖν ἐφρόντισε καὶ ἐπεθύμησεν· αἱ δὲ παρθένοι διὰ τοὺς ἐμοὺς ὕμνους φρον‐ τίδα ἕξουσιν. 95B | ||
P 1093b | ἄλλως· ὁ λόγος· καὶ γὰρ ἄλλοις τισὶ τῶν ἀνθρώπων ἄλλων πραγμάτων ἔρως ὑπεκίνησε τὰς φρένας. | |||
DEGQ | καὶ οὗτος οὖν ἠράσθη τοῦ ἀθλεῖν. 93aB | |||
P 1095a | BDEGQ | τῶν δ’ ἕκαστος ὀρούει: τὴν μέριμνάν τις, περὶ ἧς ἕκαστος φροντίζει, τελειώσας ὑπὸ τὸν καιρὸν ἐκεῖνον προσ‐ ηνῶς διάγει. | ||
P 1095b | ἄλλως· ὡς ἂν δέ τις ὁρμᾷ καὶ ἐπιθυμῇ, τυχὼν τῆς παρὰ πόδας ἐπιθυμίας, ἡδίστην ἂν σχοίη τὴν μέ‐ ριμναν, οἱονεὶ ἀμέριμνος λοιπόν ἐστιν. | |||
P 1098 | BDEGQ | τὰ δ’ εἰς ἐνιαυτόν: τὰ δὲ μετ’ ἐνιαυτὸν μέλλοντα προγνῶναι ἄδηλον καὶ ἀδύνατόν ἐστιν. 102Q | ||
P 1099a | BDEGQ | πέποιθα ξενίᾳ προσανεῖ Θώρακος: Θώραξ | ||
εἷς τῶν Ἀλευαδῶν, ἑταῖρος τοῦ νικηφόρου, ὃς καὶ ἠξίωσε τὸν ποιητὴν ἐπὶ τῇ νίκῃ τοῦ ἑταίρου συντάξαι τὸν ἐπίνικον. | 251 in vol. 2 | |||
P 1099b | ὁ δὲ νοῦς· πεπίστευκα δὲ τῇ προσηνεῖ φιλίᾳ τοῦ Θώρακος, ὅστις τὴν ἐξ ἐμοῦ χάριν ἐπιθυμῶν τοῦτο τὸ τῶν Μουσῶν τέθριππον ἅρμα ἔζευξε· λέγει δὲ τὸν ὕμνον· ὅτι αὐτὸς ἔπεισε γράψαι τῷ νικηφόρῳ τὸν ἐπίνικον. 104bB 105aE 107Q | |||
P 10102 | DGQ | τόδ’ ἔζευξεν ἅρμα: ἀντὶ τοῦ ζευχθῆναι ἐποίη‐ σεν. ἀλληγορικῶς δὲ τὸ ποίημα ἅρμα Πιερίδων. | ||
P 10104a | BDEGQ | ἄγοντα προφρόνως: ἀντὶ τοῦ ἀγόμενον· ἵν’ ᾖ· καὶ ἐμὲ αὐτὸν βουλόμενον καὶ ἑκουσίως ἀγόμενον. 105bB | ||
P 10104b | ἄλλως· ἤτοι ἐπαγόμενός με πρὸς τὴν φιλίαν τοῦ ἀθλητοῦ ἐποίησέ με γράφειν τὸ ποίημα· ἢ τὸν ἀθλητὴν ἐπαγόμενος πρὸς τὴν φιλίαν μου ἐποίησέ με εἰς αὐτὸν γράφειν. 104aB 105bE | |||
P 10105a | BDEGQ | πειρῶντι δέ: τῷ δὲ ἀποπειρωμένῳ καὶ δοκιμά‐ ζοντι ὁ χρυσὸς ἐν τῇ βασάνῳ διαπρέπει καὶ τὸ ἑαυτοῦ δεί‐ κνυσιν ἀνθηρὸν τῆς ὕλης. 105dB 104aE | ||
P 10105b | BDEGQ | πειρῶντι δὲ καὶ χρυσὸς ἐν βασάνῳ πρέπει: ὥσπερ, φησὶ, τῷ πειράζοντι τῇ βασάνῳ ὁ χρυσὸς πρεπτός ἐστι, τουτέστιν ἐκπρεπὴς πότερον καλὸς ἢ κίβδηλός ἐστιν, οὕτω καὶ ὁ ὀρθὸς νοῦς ἐκ τῆς πείρας δοκιμάζεται. καὶ οὗτος | ||
5 | οὖν κράτιστος ἐξήτασται ἐν φιλίᾳ. | |||
P 10105c | BEGQ | ἄλλως· [πειρῶντι δὲ καὶ χρυσός:] ἔξωθεν τὸ πείρᾳ δείκνυται. 105aB | ||
P 10105d | βά‐ σανος δὲ λίθος ἐστὶ Λυδία, πρὸς ἣν ὁ χρυσὸς ἀκονώμενος διαπρέπει. | |||
P 10105e | BDEGQ | ὁ δὲ νοῦς ὅλος· ὥσπερ ὁ χρυσὸς διὰ τῆς Λυ‐ δίας λίθου δοκιμάζεται, πείρᾳ καὶ ἔργῳ ὁ τῶν φίλων τρό‐ πος. 99Q | ||
P 10107 | BDEGQ | ἀδελφεούς τ’ ἐπαινήσομεν: τοὺς δὲ τοῦ Θώ‐ ρακος ἀδελφοὺς ἀγαθοὺς ὄντας ἐγκωμιάσομεν, ὅτι τοὺς τῶν Θεσσαλῶν νόμους αὔξοντες εἰς ὕψος ἐπαίρουσιν, οἱονεὶ δι‐ καίως ἄρχοντες ἐπαίρουσι τοὺς νόμους τῇ δικαιοσύνῃ. | 252 in vol. 2 | |
P 10110a | BDEGQ | ἐν δ’ ἀγαθοῖσι κεῖνται: ἔνθα, ἐν τῇ Θεσσαλίᾳ, ἀγαθοῖς οὖσι τοῖς Ἀλευάδαις αἱ πατρικαὶ καὶ ἔνδοξοι κυβερ‐ νήσεις καὶ διοικήσεις ἀπόκεινται. ἐκ δὲ τούτου, καὶ οἱ νόμοι τῶν πατέρων αὐτῶν ἐν Θεσσαλίᾳ ἀπόκεινται. | ||
P 10110b | DGQ | τῷ γὰρ κεῖται ἀντὶ τοῦ κεῖνται συνήθως τῷ σχήματι κέχρηται. | ||
P 10110c | B | ἢ οὕτως· οἱ ἀγαθοὶ κυβερνῶσι τὰς ἑαυτῶν πατρίδας. | ||
G | τέλος Ἱπποκλέους. | |||
P 11metr(t) | Scholia in Pythionicarum carmen XI | |||
1 | (D)EG(Q) | Θρασυδαίῳ Θηβαίῳ παιδὶ σταδιεῖ. | ||
B | Τῆς ἑνδεκάτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐννέα. τὸ αʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ βʹ Ἰωνικὸν τρίμετρον βραχυκατάληκτον. τὸ γʹ ἀντισπαστικὸν | |||
5 | δίμετρον ὑπερκατάληκτον. τὸ δʹ τροχαϊκὸν δίμετρον βραχυ‐ κατάληκτον. τὸ εʹ τροχαϊκὸν δίμετρον βραχὺ λελυμένον. τὸ ϛʹ ἑφθημιμερὲς δακτυλικόν. τὸ ζʹ παιωνικὸν δίμετρον καταληκτικόν. τὸ ηʹ ἰαμβικὸν δίμετρον καταληκτικόν. τὸ θʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. | |||
10 | B | ἡ ἐπῳδὸς κώλων ἕξ. τὸ αʹ χοριαμβικὸν δίμετρον κατα‐ ληκτικόν. τὸ βʹ Φερεκράτειον ἀπὸ βραχειῶν ἀρξάμενον. τὸ γʹ ἐπιωνικὸν τρίμετρον ἀκατάληκτον. τὸ δʹ περίοδος ἐξ ἰάμβων καὶ τροχαίων. τὸ εʹ τὸ αὐτό. τὸ ϛʹ ἰαμβικὸν δί‐ | ||
μετρον καταληκτικόν. | 253 in vol. 2 | |||
P 11inscr a | BDEGQ | Γέγραπται ἡ ᾠδὴ Θρασυδαίῳ παιδὶ νικήσαντι κηʹ Πυθιάδα, καὶ λγʹ δίαυλον ἢ στάδιον ἄνδρας. inscr.bB (2.) τὸ δὲ ἀγυιᾶτις ἀντὶ τοῦ ὦ ἀγυιᾶτις ὡς καὶ παρ’ Ὁμήρῳ (Γ 277)· Ἠέλιος ὃς πάντ’ ἐφορᾷς· καὶ (ρ 415)· δὸς φίλος. | ||
5 | ἀγυιᾶτις οὖν ἀντὶ τοῦ σύνοικε. 1B | |||
P 11inscr b | DEGQ | ἄλλως· Θρασυδαίῳ Θηβαίῳ σταδιεῖ: γέ‐ γραπται μὲν ἡ ᾠδὴ τῷ προκειμένῳ νικήσαντι τὴν λγʹ Πυ‐ | ||
θιάδα διαύλῳ. οὐκ εἰς τὴν τοῦ διαύλου δὲ νίκην γράφει. ἀλλ’ εἰς τὴν τοῦ σταδίου. (1) τῷ δὲ εἶναι Θηβαῖον τὸν | BDEGQ | |||
5 | Θρασυδαῖον τὰς ἀπαθανατισθείσας ἐν Θήβαις ἡρωΐδας ἐπι‐ καλεῖται. προοιμιάζεται δὲ κατὰ τὸν προσαγορευτικὸν λόγον καὶ οὐχὶ κατὰ τὸν διηγηματικόν· πρὸς γὰρ αὐτὰς ἀποτείνεται, οὐχὶ δὲ περὶ αὐτῶν λέγει. (2)B | |||
P 111 | BDEGQ | Κάδμου κόραι: ὦ Κάδμου κόραι, Σεμέλη μὲν τῶν Ὀλυμπίων θεῶν σύνοικε, Ἰνὼ δὲ Νηρεΐδων, παραγίνεσθε σὺν τῇ μητρὶ τοῦ ἀριστογόνου Ἡρακλέους, φησὶ δὲ τῇ Ἀλ‐ κμήνῃ· παραγίνεσθε, ὦ ἡρωΐδες, εἰς τὴν Μελίαν καὶ τῶν | ||
5 | τιμίων τριπόδων εἰς τὸν ἄδυτον ἀνθρώποις θησαυρόν, τὴν Μελίαν ἀκούομεν. τὸ δὲ ἄδυτον πρὸς τὸ ἄγαν σεπτόν. | |||
P 115 | BDEGQ | ἴτε σὺν Ἡρακλέος ἀριστογόνῳ: ἴτε εἰς τὸν ἄδυ‐ | ||
τον, ὅς ἐστι χρυσέων τριπόδων θησαυρός. πυκνῶς δὲ τίθη‐ σιν ὁ Πίνδαρος κατὰ τὸ ἀρσενικὸν τὸν ἄδυτον. προσκαλεῖται δὲ τὰς Θήβησιν ἡρωΐδας εἰς τὸ Ἰσμήνιον ἥκειν, ἐν ᾧ τὸ τοῦ | 254 in vol. 2 | |||
5 | Τηνέρου ἱερόν ἐστι χρηστήριον. τριπόδων δὲ εἶπε θησαυρὸν τὸ Ἰσμήνιον διὰ τὸ αὐτόθι πολλοὺς ἀνακεῖσθαι τρίποδας· οἱ γὰρ Θηβαγενεῖς ἐτριποδοφόρουν ἐκεῖσε. ἡ δὲ Μελία Ἰσ‐ μηνοῦ ἀδελφὴ ὑπὸ Ἀπόλλωνος φθαρεῖσα καὶ γεννήσασα Τή‐ νερον, ἀφ’ οὗ ἐν Θήβαις Τηνερικὸν πεδίον. | |||
P 116 | BDEGQ | πὰρ Μελίαν χρυσέων: Μελία Ὠκεανοῦ θυγάτηρ, ἐξ ἧς καὶ Ἀπόλλωνος Τήνερος ὁ μάντις, ὃς παρ’ Ἰσμηνῷ τῷ ποταμῷ ἐμαντεύετο. καὶ αὐτόθι μαντεῖόν ἐστιν, ὃ Ἰσμήνιον καλεῖται, ἔστι δὲ καὶ πηγὴ ὁμώνυμος τῇ ἡρωΐδι. | ||
P 118 | BDEGQ | ὃν περίαλλ’ ἐτίμασεν: ὅντινα τὸν ἄδυτον θησαυ‐ ρὸν ὁ Ἀπόλλων ἐξόχως ἐτίμησε καὶ ὠνόμασεν αὐτὸν Ἰσμή‐ νιον μαντεῖον, καὶ ἀληθέστατον θῶκον ὄντα τὸν ἄδυτον θη‐ σαυρὸν, τουτέστι τὸ Ἰσμήνιον μαντεῖον, ἀληθῆ τῶν μαντευ‐ | ||
5 | μάτων καθέδραν. | |||
P 1112a | DEGQ | ὦ παῖδες Ἁρμονίας: Σεμέλη καὶ Ἰνὼ, ἃς κατὰ τὸ προοίμιον ἐκάλεσεν. | ||
P 1112b | BDEGQ | ἔνθα καὶ νῦν ἐπίνομον: εἰς τὸ Ἰσμήνιον καλεῖ συνέρχεσθαι τὸν ἐπίνομον τῶν ἡρωΐδων στρατόν. | ||
P 1112c | ἐπί‐ νομον δὲ στρατὸν εἶπε τὰς ἐπινεμομένας καὶ ἐποπτευούσας τὰς Θήβας. | |||
P 1112d | ἢ ἐπίνομον τὸν σύννομον ταῖς Θήβαις, τὸν ἐπὶ τοῦ αὐτοῦ νομοῦ καὶ τῆς αὐτῆς ἐπινομῆς. | |||
P 1112e | τίς δὲ καλεῖ; ἤτοι ὁ Ἀπόλλων καλεῖ διὰ τὴν νίκην, ἢ καὶ ἡ Μελία, | |||
ὅπερ καὶ βέλτιον· θήλεια γὰρ θηλείας εὐλόγως συγκαλεῖ. | 255 in vol. 2 | |||
P 1112f | ὁ δὲ νοῦς· καὶ νῦν ἐνταῦθα, ἐπὶ τοῦ παρόντος, τῶν ἐντο‐ πίων ἡρωΐδων συνηθροισμένων τὸ πλῆθος προσκαλεῖται προσ‐ ελθεῖν ἤτοι ὁ νικηφόρος ἢ ὁ Ἀπόλλων, ἢ ἡ Μελία, ὃ καὶ | |||
DGQ | βέλτιον· θήλεια γὰρ οὖσα εἰκότως τὰς ἡρωΐδας προσκα‐ | |||
5 | λεῖται. | |||
P 1115a | DEGQ | ὄφρα Θέμιν ἱεράν: εἰς τοῦτο συγκαλεῖται, ἵνα ὑμνήσωσι τὴν Θέμιν καὶ τὴν Πυθώ. | ||
P 1115b | BDEGQ | Θέμιδος ἦν τὸ χρηστήριον, ὅθεν καὶ τὸ θεμιστεύειν. | ||
P 1115c | ἄλλως· ὅπως ἂν τὴν ἱερὰν Θέμιν καὶ τὴν Πυθῶνα καὶ τὸν ὄντα ὀμφαλὸν τῆς γῆς ὑμνήσητε σὺν παννυχίσι, χάριν κατατιθέμεναι ταῖς ἑπτα‐ πύλοις Θήβαις καὶ τῷ τῆς Κίρρας ἀγῶνι. | |||
P 1121a | BDEGQ | ἐν τῷ Θρασυδαῖος ἔμνασεν: ἐν ᾧ, τῷ τῆς Κίρ‐ ρας ἀγῶνι, φησὶ δὲ τῷ Πυθικῷ, ἐπιβαλὼν τρίτον στέφανον τὴν πατρικὴν μνήμην ἤγαγε τῶν πατρικῶν κατορθωμάτων, νικῶν ἐν τῇ χώρᾳ τοῦ Πυλάδου τοῦ φίλου τοῦ Λάκωνος | ||
5 | Ὀρέστου. | |||
P 1121b | ἄλλως· ἐν τῷ προκειμένῳ ἀγῶνι τῆς Κίρρας, ἐν τοῖς Πυθίοις, ἀνέμνησε τὴν πατρῴαν ἑστίαν τῶν νικῶν, ἐπιβάλλων αὐτῇ τὸν στέφανον. | |||
P 1121c | BEGQ | τρίτον δὲ εἶπεν ὡς ἢ πατρὸς ἢ προγόνου τινὸς αὐτοῦ νενικηκότος· αὐτὸς γὰρ ἅπαξ ἀναγράφεται Πύθια νικήσας. | ||
P 1122 | BDEGQ | τρίτον ἐπὶ στέφανον πατρῴαν βαλὼν ἐν ἀφ‐ νεαῖς ἀρούραις: ὅτι τὴν Φωκίδα χώραν ἀφνεὰν ἄρουραν Πυλάδου εἴρηκε· τῆς γὰρ Φωκίδος ἡ Πυθὼν, ἧς Στρόφιος ὁ πατὴρ Πυλάδου ἐβασίλευσε· καὶ ὅτι τὸ ξένου Λάκωνος | ||
5 | Ὀρέστα τοιοῦτον· ἐν τῇ χώρᾳ τοῦ Πυλάδου, ὅστις ἦν τοῦ Λάκωνος Ὀρέστου ξένος. τὸ δὲ τρίτον ἐπὶ στέφανον, οὐχ | |||
ὅτι αὐτὸς ὁ νικηφόρος τρεῖς ἔσχε νίκας, ἀλλ’ ἀναγέγραπται ὁ πατὴρ αὐτοῦ Ὀλυμπιονίκης γεγονὼς, καὶ αὐτὸς εὐτυχήσας ὅτι τὰς πάσας τρεῖς ὑπέδειξεν αὐτῷ γεγονέναι καὶ τῷ πατρί. | 256 in vol. 2 | |||
P 1123a | DEGQ | ἐν ἀφνεαῖς ἀρούραις: ταῖς τῆς Φωκίδος· ἧς ἡ Πυθώ· ἧς Στρόφιος ὁ πατὴρ Πυλάδου ἐβασίλευσεν. | ||
P 1123b | BDEGQ | ἄρι‐ στα ὁ Πίνδαρος τὸ ἐγκώμιον εἰργάσατο· ἐν δὲ τοῖς ἑξῆς σφό‐ δρα ἀκαίρῳ παρεκβάσει ἐχρήσατο. | ||
P 1125a | BDEGQ | τὸν δὴ φονευομένου πατρός: ἀνείλετο ἡ τρο‐ φὸς Ἀρσινόη τὸν Ὀρέστην φονευομένου τοῦ πατρὸς ὑπὸ τῆς Κλυταιμνήστρας. | ||
P 1125b | ἰδίως δέ φησιν ὁ Πίνδαρος Ἀρσινόην εἶναι τὴν Ὀρέστου τροφόν· Φερεκύδης (FHG I p. 94) δὲ Λαο‐ δάμειαν λέγων αὐτὴν τὸν ταύτης παῖδά φησιν ἀνῃρῆσθαι ὑπὸ Αἰγίσθου νομιζόμενον Ὀρέστην εἶναι· τὸν δὲ Ὀρέστην | |||
5 | ἐκκλαπέντα εἶναι τριῶν ἐτῶν, ὡς Ἡρόδωρος ἐν Πελοπείᾳ (FHG II p. 41). | |||
P 1125c | ἄλλως· ὅντινα τὸν Ὀρέστην φονευομένου τοῦ πατρὸς αὐτοῦ Ἀρσινόη ἡ τροφὸς ἐκ τῶν Κλυταιμνήστρας χειρῶν καὶ τοῦ κατ’ αὐτοῦ δόλου σκευωρουμένου ὑπεξέκλεψεν, ὅτε ἡ ἀνηλεὴς γυνὴ τὴν τοῦ Δαρδάνου παιδὸς Πριάμου θυ‐ | |||
5 | γατέρα Κασάνδραν τῷ πολιῷ ξίφει σὺν τῇ τοῦ Ἀγαμέμνονος ψυχῇ ἔπεμπε παρὰ τὴν εὔσκιον τοῦ Ἀχέροντος ἀκτήν. μετέ‐ πεσε δὲ εἰς τὸν περὶ αὐτοῦ λόγον. | |||
P 1134 | BDEGQ | πότερόν νιν: ἐπιζητεῖ δύο αἰτίας, δι’ ἃς τὸν Ἀγα‐ μέμνονα ἀνεῖλε, καί φησι· πότερον ἄρα ἡ Ἰφιγένεια ἡ παῖς αὐτῆς μακρὰν τῆς πατρίδος ἐν τῷ Εὐρίπῳ σφαγεῖσα ἐλύ‐ | ||
πησεν αὐτὴν καὶ ἐκίνησεν, ὥστε τὴν ὀργὴν ταύτην ἔχουσαν | 257 in vol. 2 | |||
5 | βαρύτατον τὸ ἐπιχείρημα ἄρασθαι, καὶ τολμῆσαι τοσοῦτον, ὡς πρὸς τὴν τοῦ Ἀγαμέμνονος ὁρμῆσαι σφαγήν· ἢ ἑτέρῳ αὐ‐ τὴν ἀνδρὶ μισγομένην αἱ νυκτεριναὶ τῆς μοιχείας συνουσίαι παρήγαγον κατὰ τοῦ Ἀγαμέμνονος, ὥστε αὐτὸν φονεῦσαι σὺν δόλῳ; 40bB | |||
P 1140a | BDEGQ | τὸ δὴ νέαις ἀλόχοις: ὅπερ, τὸ τῆς μοιχείας ἁμάρτημα, ἐπικαλύψαι ταῖς ἀλλοτρίαις γλώσσαις ἀδύνατόν ἐστιν· λαθεῖν τοὺς ἔξω, ἢ μαθόντας τοὺς ἔξωθεν ἀποσιωπῆ‐ | ||
σαι ἀδύνατόν ἐστι πρᾶγμα. οἱ γὰρ ἀλλότριοι λαλοῦσι· κατὰ | BGQ | |||
5 | φύσιν γὰρ λοίδοροί εἰσιν οἱ πολῖται. 45B | |||
P 1140b | BDEGQ | ἄλλως· ὅπερ, τὸ ὑπὸ ἄλλῳ ἀνδρὶ μοιχεύεσθαι, ταῖς νέαις γυναιξὶν ἐχθρό‐ τατον ἁμάρτημά ἐστιν. 40aB | ||
P 1145a | BDEGQ | ἴσχει τε γὰρ ὄλβος οὐ μείονα φθόνον: ἤδη καὶ τῶν ὑπερεχόντων μᾶλλον ἰδίως ἅπτονται γὰρ οὗτοι. τοῦτο δὲ πρὸς τὸν Ἀγαμέμνονα, ὅτι ἐπιφανὴς ὢν ἐφθονήθη. | ||
P 1145b | ἢ οὕτως· ἔχει γὰρ ἡ εὐτυχία οὐ μικρὸν φθόνον, ὅτι ἀεὶ τοῖς εὐτυχοῦσι βασκαίνουσιν οἱ ἔξωθεν. | |||
P 1146a | BDEGQ | ὁ δὲ χαμηλὰ πνέων: ὁ δὲ ταπεινὰ καὶ οἰκτρὰ πνέων, τουτέστιν ὁ εὐτελὴς καὶ πένης ἀφώνως ἠχεῖ, οἷον ζῇ· διὰ γὰρ τὴν πενίαν εὐτελής τις ὢν καὶ ἀφανής ἐστιν. | ||
P 1146b | BEGQ | ἄλλως· ὁ δὲ ταπεινὸς οὐκ ἐν φανερῷ βρέμει. | ||
P 1146c | EGQ | τὸ δὲ χʹ ὅτι χαμηλὰ τὰ ταπεινὰ εἴρηκεν. | ||
P 1147a | BDEGQ | θάνε μὲν αὐτὸς ἥρως: ἀπέθανε μὲν οὖν αὐτὸς ὁ Ἀγαμέμνων χρόνῳ πολλῷ παραγεγονώς ποτε ἐν Λακεδαί‐ | ||
μονι, καὶ τὴν μάντιν ἀπολέσθαι πεποίηκε κόρην Κασάνδραν· αἴτιος γὰρ αὐτὸς τοῦ ὑπὸ Κλυταιμνήστρας ἀποθανεῖν αὐτὴν | 258 in vol. 2 | |||
5 | γέγονεν. | |||
P 1147b | ἄλλως· παραγεγονὼς δὲ εἰς Λακεδαίμονα ὁ Ἀγαμέμνων ἀποτέθνηκεν, ἐπειδὴ περὶ τῇ Ἑλένῃ μαχόμενος συμφλεχθείσης τῆς Τροίας καὶ τῶν ἐνοικούντων Τρώων, διέ‐ λυσε τοὺς οἴκους τῆς εὐδαιμονίας, ἀντὶ τοῦ τοὺς πλουσίους | |||
5 | οἴκους κατεστρέψατο. | |||
P 1148 | DGQ | Ἀμύκλαις: κατὰ μέν τινας πόλις, κατὰ δέ τινας δῆμος Λακωνικῆς. | ||
P 1151 | DGQ | ἁβρότατος: τῆς εὐδαιμονίας, τῆς τρυφῆς. (49.) ἀπὸ δὲ κοινοῦ τὸ ἵκων. | ||
P 1153 | BDEGQ | νέᾳ κεφαλᾷ: ἀντὶ τοῦ νέος ὢν ἔτι. ὁ δὲ Ὀρέστης, φησὶν, ἔτι νεώτερος ὢν τὰς τῆς μητρὸς ἀποφεύγων χεῖρας πρὸς Στρόφιον τὸν Πυλάδου πατέρα παρεγένετο, οἰκοῦντα πρὸς τὸ ἔσχατον τοῦ Παρνασοῦ. | ||
P 1155 | BDEGQ | ἀλλὰ χρόνῳ σὺν Ἄρει: ἀλλὰ χρόνῳ ποτὲ ἡβήσας ὁ Ὀρέστης καὶ ἐν τῇ πατρίδι παραγεγονὼς τῷ ξίφει ἀνεῖλε τὴν μητέρα, καὶ τὸν Αἴγισθον ἔθηκεν ἐν φοναῖς. φοναὶ δὲ οἱ τόποι εἰς οὓς φονεύονται καλοῦνται. Ὅμηρος (Κ 521)· | ||
5 | ἐν ἀργαλέῃσι φονῇσιν. | |||
P 1158a | BDEGQ | ἦ ῥ’, ὦ φίλοι, κατ’ ἀμευσίπορον: συνῄσθηται καὶ αὐτὸς ἀκαίρῳ παρεκβάσει κεχρημένος καί φησι γοῦν· ἆρα, ὦ φίλοι, ἐπλανήθην τῆς ὁδοῦ τὸ πρότερον ὀρθὴν πο‐ | ||
ρευόμενος [ὁδὸν], ἢ ἄνεμός με τοῦ πλοῦ παρέσφηλεν; ἀμευσί‐ | 259 in vol. 2 | |||
5 | πορον δὲ, ἣν ἀμειβόμεθα καὶ ἀνύομεν καὶ μὴ κατὰ πλάνην παρεκτρεπόμενοι πορευόμεθα. διὸ ἀπέστρεψε τὸν λόγον πρὸς τὴν Μοῦσαν καί φησιν· εἰ συνέθου καὶ μισθὸν ἔλαβες, ἵν’ ἐγκωμιάσῃς τὸν νικηφόρον, δέον ἐστὶ τὸν ὕμνον ἄλλοτε ἄλλῃ μετάγειν, ἢ περὶ τοῦ Θρασυδαίου τι λέγοντας ἢ περὶ τοῦ | |||
10 | πατρὸς αὐτοῦ τοῦ Πυθιονίκου. ὑπάργυρος γάρ ἐστιν ἡ φωνὴ καὶ ἔμμισθος, ὥστε οὐ δεῖ παρεκβαίνειν καὶ περὶ ἄλλων λέ‐ γειν, μισθὸν εἰληφότα. | |||
P 1158b | BGQ | ἄλλως· ὥσπερ ἐπιπλήττει ἑαυτῷ ὁ Πίνδαρος ἀκαίρῳ παρεκβάσει χρησάμενος. 58dB | ||
P 1158c | BDEGQ | ὁ δὲ νοῦς· ναὶ δὴ, ὦ φίλοι, κατ’ ἀμευσίπορον ὁδὸν ἐπλανήθην | ||
DEGQ | εὐθεῖαν τὸ πρότερον πορευόμενος· ἀντὶ τοῦ ἐσφάλην τοῦ δέοντος παρεκβάσει χρησάμενος. 630B | |||
P 1158d | BDEGQ | κατὰ τρίοδον δὲ πεπλανῆσθαι, ἐπειδὴ δοκεῖ ὁ ἀπ’ εὐθείας ἐν τριόδῳ παρα‐ γενόμενος ἀπορεῖν, ὁποίαν ὀφείλει βαδίσαι. 58cB | ||
P 1160 | BDEGQ | ἤ μέ τις ἄνεμος: ναὶ δὴ ἄνεμός μέ τις ἐξέρριψε τοῦ δέοντος πλοῦ καὶ ἐκπεσεῖν ἐποίησεν ὡς θαλαττίαν ναῦν. | ||
P 1163 | BDEGQ | εἰ μισθῷ συνέθευ: εἰ δὲ ἀληθῶς, ὦ ἡμετέρα Μοῦσα, μισθοῦ καὶ ἀργυρίου τὴν σὴν φωνὴν ὑπέσχου παρα‐ σχεῖν, ἄλλοτε ἄλλα ὀφείλεις ἀνακινεῖν ἐγκώμια· ὀφείλεις δὲ ἐπὶ τοῦ παρόντος ἀνακινεῖν τὸ ἐγκώμιον ἢ αὐτῷ τῷ πατρὶ | ||
5 | τοῦ Πυθιονίκου ἢ αὐτῷ τῷ Θρασυδαίῳ, ὧν ἡ δόξα τῆς νίκης καὶ ἡ εὐφροσύνη πανταχοῦ διαλάμπει. | |||
P 1166a | DEGQ | ταρασσέμεν: ἀντὶ τοῦ τάρασσε, καὶ μετάφερε. | ||
P 1166b | DGQ | λείπει τὸ ὀφείλεις. | 260 in vol. 2 | |
P 1170 | BDEGQ | τὰ μὲν ἅρμασι: τὰ μὲν γὰρ ἅρμασι καὶ τεθρίππῳ σὺν τοῖς ἵπποις τὸ παλαιὸν καλλίνικοι γενόμενοι τῶν πολυ‐ θρυλλήτων ἀγώνων ἔσχον τὴν ταχεῖαν ἀκτῖνα καὶ λαμπηδόνα ἐν Ὀλυμπίᾳ· καὶ ἀπὸ κοινοῦ νικήσαντες ἀκτῖνα ἔσχον· καὶ | ||
5 | τῇ Πυθοῖ δὲ κατελθόντες ἐπὶ τὸ γυμνὸν στάδιον ἀγωνίσα‐ σθαι, ἤλεγξαν τῇ τῶν ποδῶν ταχυτῆτι τὸν τῶν Ἑλλήνων ὄχλον, παρὰ πάντας εὐδοκιμήσαντες μόνοι. | |||
P 1171 | BDEGQ | πολυφάτων ἔσχον θοὰν ἀκτῖνα: οἱ μὲν πρό‐ γονοι, φησὶν, αὐτοῦ ἔσχον Ὀλυμπικὰς νίκας, αὐτὸς δὲ ὁ Θρασυδαῖος ἐν τῇ Πυθοῖ στάδιον ἐνίκησε. τὸ δὲ τῷ Θρασυ‐ δαίῳ πεπραγμένον συλληπτικῶς ἐπὶ πάντων τέταχεν. | ||
P 1176 | BDEGQ | θεόθεν ἐραίμαν: θεῶν δὲ βουλήσει ἔρωτα ἔχοιμι | ||
BE | τῶν καλῶν, τὰ δυνατὰ ἐπιθυμῶν ἐν τῇ παρούσῃ μοι ἀεὶ ἡλικίᾳ, τουτέστιν ἑκάστοτε. | |||
P 1178 | BDEGQ | τῶν γὰρ ἀνὰ πόλιν: τῶν γὰρ κατὰ πόλιν, φησὶν, εὑρίσκων τὰ τοιαῦτα τῶν πραγμάτων ἐπὶ πλεῖστον χρόνον θάλλοντα, ὅσα τὸ ἄκρον οὐκ ἔχει τῆς εὐδαιμονίας, μέμφομαι τὰς τυραννίδας, μέμφομαι τοὺς τῆς ὑψηλῆς καὶ τυραννικῆς | ||
5 | ἐπιθυμοῦντας τύχης. | |||
P 1182a | DEGQ | ξυναῖσιν: ἀντὶ τοῦ μέσαις, κοιναῖς καὶ συμμέ‐ τροις. | ||
P 1182b | τέταμαι· ἀντὶ τοῦ ἔγκειμαι, τεταμένην ἔχω τὴν ἐπιθυμίαν. | |||
P 1182c | BDEGQ | ὅ ἐστι· περὶ ταῖς κοιναῖς καὶ συμμέτροις ἀρεταῖς καὶ εὐτυχίαις τὴν ἐπιθυμίαν τεταμένην ἔχω. 84E | ||
P 1183a | BDEGQ | φθονεροὶ δ’ ἀμύνονται ἄτᾳ: οἱ δὲ φθονεροὶ τῇ ἑαυτῶν ἄτῃ καὶ βασκανίᾳ ἀμύνονται καὶ βλάπτονται, βα‐ | ||
σκαίνοντες εἴ τις τὸ τέλειον τῆς εὐδαιμονίας καὶ εὐτυχίας λαβὼν καὶ ἐν ἡσυχίᾳ καὶ εἰρήνῃ διάγων τὴν χαλεπὴν στάσιν | 261 in vol. 2 | |||
5 | καὶ ὕβριν ἀπέφυγε κατὰ τὴν τελευτὴν τοῦ θανάτου, ἀντὶ τοῦ μέχρι καὶ θανάτου δικαίως ἔζησε, καλλίονα καὶ ἐντιμότερον τὴν ἑαυτοῦ ἀθάνατον τῶν ἑαυτοῦ κτημάτων χάριν τῇ ἰδίᾳ αὐτοῦ γενεᾷ παρεσχηκὼς καὶ καταλιπὼν, ἔξωθεν δόξαν καὶ τὴν μετὰ θάνατον ἑαυτοῦ εὐφημίαν. 83cB | |||
P 1183b | BEGQ | ἢ οὕτως· ἐπειδὴ ἐπὶ τοῖς ἀλλοτρίοις καλοῖς λυπούμενοι διαφθείρονται τηκόμενοι. (84 fin. B) | ||
P 1183c | ἢ οὕτω· τὸν δὲ ἄκρως εὐτυχοῦντα, κἂν μετὰ ἡσυχίας ζῇ μηδὲν παρασχὼν πρᾶγμα, ὅμως οἱ φθο‐ νεροὶ βασκαίνοντες βλάπτουσιν. 86E | |||
P 1184 | BDEGQ | εἴ τις ἄκρον ἑλών: εἴ τις, φησὶν, ἄκρον καὶ τὸ πρωτεῖον ἔχει, οἱ φθονεροὶ τῇ ἄτῃ αὐτὸν ἀμύνονται, τουτέστι βλάπτουσιν (83bB)· διὸ βέλτιόν ἐστι τὴν μεσότητα σῴζειν ἐπὶ πάντων. 83E | ||
P 1186a | BDEGQ | μέλανος δ’ ἂν ἐσχατιάν: τοῦ θανάτου ἢ τοῦ ᾅδου. εἰ τις οὖν, φησὶν, οὐκ ἔστιν ὑβριστὴς καὶ τὸ ἄκρον ἔχει, καλλίονα τὸν θάνατον ἑαυτῷ περιποιησάμενος πάντων κτημάτων ἀπολείπει τῇ γενεᾷ αὐτοῦ τὴν εὐφημίαν. ταύτην | ||
5 | γὰρ εἶπε κρατίστην κτημάτων χάριν· παντὸς γὰρ κτήματος κρείσσων ἐστὶν ἡ εὐφημία. | |||
P 1186b | EGQ | τὴν ἐν τοῖς κτήμασι κρατι‐ στεύουσαν εὐφημίαν· ταύτην γὰρ λέγει χάριν. 92E | ||
P 1191 | BDEGQ | ἅ τε τὸν Ἰφικλείδαν: ἥτις εὐδοξία ἔνδοξον ὄντα καὶ τὸν Ἰφικλέους παῖδα Ἰόλαον πανταχοῦ διάγει καὶ ἐπί‐ | ||
σημον ποιεῖ, καὶ τὸν Κάστορα καὶ σὲ, ὦ δέσποτα Πολύδευ‐ κες, υἱοὶ θεῶν, καὶ ἀπὸ κοινοῦ τὸ διάγει ἡ εὐφημία, ποτὲ | 262 in vol. 2 | |||
5 | μὲν παρ’ ἡμέραν ἐν ταῖς Λακωνικαῖς ὄντας καθέδραις, ποτὲ δὲ ἐν τοῖς τοῦ Διὸς οἰκοῦντας. (fin. sch. E) | |||
P 1192 | DEGQ | πανταχοῦ διάγει καὶ ἐπίσημον ποιεῖ καὶ διαστέλλει. 91E | ||
P 1195 | BDGQ | τὸ μὲν παρ’ ἆμαρ: τὸ τοῦ Ὁμήρου παραφράζει τὸ (λ 302)· ἄλλοτε μὲν ζώους’ ἑτερήμεροι, ἄλλοτε δ’ αὖτε τεθνᾶσιν. | ||
P 12metr(t) | Scholia in Pythionicarum carmen XII | |||
1 | (D)EG(Q) | Μίδᾳ αὐλητῇ Ἀκραγαντίνῳ. | ||
B | Ἡ δωδεκάτη ᾠδὴ καὶ τελευταία μονοστροφική ἐστιν ἐκ κώλων ιδʹ. τὸ αʹ περίοδος δωδεκάσημος ἐκ σπονδείου καὶ πυρριχίου καὶ τροχαίου καὶ ἰάμβου. τὸ βʹ τὸ αὐτό. τὸ γʹ | |||
5 | δακτυλικὸν πενθημιμερές. τὸ δʹ τὸ αὐτὸ τῷ πρώτῳ καὶ δευτέρῳ. τὸ εʹ τὸ αὐτό. τὸ ϛʹ ἰαμβικὸν δίμετρον ἀκατά‐ ληκτον. τὸ ζʹ δακτυλικὸν πενθημιμερές. τὸ ηʹ ἐξ Ἰωνι‐ κοῦ ἀπὸ μείζονος καὶ χοριάμβου. τὸ θʹ τὸ αὐτὸ τῷ πρώτῳ καὶ δευτέρῳ. τὸ ιʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ | |||
10 | ιαʹ προσοδιακὸν μιᾷ συλλαβῇ περιττεῦον, ὅμοιον τῷ (Archil. fr. 79) Ἐρασμονίδη Χαρίλαε. τὸ ιβʹ τροχαϊκὸν δίμετρον καταληκτικὸν Εὐριπίδειον. τὸ ιγʹ ἐγκωμιολογικὸν παρὰ τὴν τελευταίαν συλλαβήν. τὸ ιδʹ Στησιχόρειον τρίμετρον ἀκα‐ τάληκτον. | |||
P 12inscr | BDEGQ | Γέγραπται ἡ ᾠδὴ Μίδᾳ Ἀκραγαντίνῳ. οὗτος ἐνί‐ κησε τὴν κδʹ Πυθιάδα καὶ κεʹ· φασὶ δὲ αὐτὸν καὶ Παναθή‐ | ||
ναια νενικηκέναι. ἱστοροῦσι δέ τι ἴδιον σύμπτωμα συμβεβη‐ κέναι περὶ τὸν αὐλητὴν τοῦτον· ἀγωνιζομένου γὰρ αὐτοῦ | 263 in vol. 2 | |||
5 | ἀνακλασθείσης τῆς γλωσσίδος ἀκουσίως καὶ προσκολληθείσης τῷ οὐρανίσκῳ, μόνοις τοῖς καλάμοις τρόπῳ σύριγγος αὐλῆ‐ σαι, τοὺς δὲ θεατὰς ξενισθέντας τῷ ἤχῳ τερφθῆναι, καὶ οὕτω νικῆσαι αὐτόν. | |||
P 121a | BDEGQ | ὁ δὲ λόγος ἀπότασις τῷ Πινδάρῳ πρὸς τὴν ἡρωΐδα τὴν Ἀκράγαντα [ἢ καὶ τὴν Ἀκράγαντα πόλιν]· ὦ φιλόκαλε καὶ καλλίστη τῶν πόλεων, ἥτις εἶ Φερσεφόνης ἕδος, αἰτέω σε, ἵνα ἵλεως δέξῃ τὸ στεφάνωμα τοῦ Μίδα, ὃ ἐκ Πυθῶνος | ||
5 | ἤνεγκεν. | |||
P 121b | ὁ δὲ νοῦς· αἰτέω σε, ὦ καλλίστη τῶν ἀνθρώ‐ πων [καὶ φιλόκαλε] πόλι καὶ τῆς Φερσεφόνης ἔδαφος, ἥτις ἐν ταῖς ὄχθαις τοῦ προβατοτρόφου Ἀκράγαντος τὴν εὐκατα‐ σκεύαστον Ἀκράγαντα τὴν ὁμώνυμον σαυτῇ οἰκεῖς πόλιν. | |||
P 123a | BDEGQ | Φερσεφόνας ἕδος: ἀπὸ μέρους τὸ ὅλον· ὅλην γὰρ τὴν Σικελίαν ἐδωρήσατο τῇ Περσεφόνῃ ὁ Ζεύς. | ||
P 123b | DEGQ | ἅ τ’ ὄχθαις ἐπὶ μηλοβότου ναίεις Ἀκράγαν‐ τος: τοῦ ὁμωνύμου ποταμοῦ. τὸ δὲ ναίεις ἀντὶ τοῦ ναίῃ, ὡς καὶ Ὅμηρος (Δ 45)· ναιετάουσι πόληες, ἀντὶ τοῦ ναιετά‐ ονται. | ||
P 125 | DGQ | ἐΰδματον: τὴν εὐκατασκεύαστον κολώνην· λέγεται γὰρ ἐφ’ ὑψηλοῦ κεῖσθαι. | ||
P 127 | BDEGQ | ἵλαος ἀθανάτων: ὦ δέσποινα, εὐμενὴς σὺν θεῶν | ||
καὶ ἀνδρῶν εὐμενείᾳ τὸ ἐκ τῆς Πυθῶνος στεφάνωμα, τὸν ὕμνον, δέξαι τοῦ ἐνδόξου Μίδου, αὐτόν τε τὴν Ἑλλάδα νι‐ κήσαντα τῇ ἑαυτοῦ τέχνῃ· ἀπὸ κοινοῦ τὸ δέξαι. | 264 in vol. 2 | |||
P 1212a | BDEGQ | τάν ποτε Παλλάς: ἥντινα τὴν αὐλητικὴν τέχνην εὕρατό ποτε ἡ Ἀθηνᾶ τῶν θρασειῶν Γοργόνων τὸν θρῆνον διαπλέξασα καὶ μιμησαμένη. 15bB | ||
P 1212b | DGQ | ἄλλως· διαπλέξασα, συνθεῖσα τὸν οὔλιον θρῆνον τῶν Γοργόνων ἡ Ἀθηνᾶ. | ||
P 1215a | BDEGQ | τὸν παρθενίοις: ὅντινα τὸν θρῆνον ὑπὸ παρ‐ θενίοις Γοργόνων κεφαλαῖς καὶ ὀφίων ἀπλησιάστοις κεφαλαῖς ἐπήκουσε σὺν τῷ δυσπενθεῖ καμάτῳ καὶ θρήνῳ κατασπενδό‐ μενον. 18B | ||
P 1215b | τὸν παρθενίοις: μυθεύεταί τι τοιοῦτον, ὅτι ὅτε ὁ Περσεὺς ἐκαρατόμησε τὴν Μέδουσαν, αἱ δύο ἀδελ‐ φαὶ ἐθρήνουν τὴν ἀδελφὴν, καὶ ἐκ τῆς κεφαλῆς αὐτῶν καὶ τῶν ὄφεων τῶν περὶ τὴν κεφαλὴν συριγμός τις ἀνεδίδοτο. | |||
5 | τούτου τοῦ συριγμοῦ κατακούσασα ἡ Ἀθηνᾶ τοῦ ἐκ τῶν ὄφεων πρὸς μίμησιν τοῦ θρήνου καὶ τοῦ γινομένου συρι‐ γμοῦ ἐκ τῶν ὄφεων ἐπενόησε τὴν αὐλητικὴν, ἣν καὶ ὠνό‐ μασε πολυκέφαλον νόμον διὰ τοῦτο· ἐπεὶ γὰρ ἐκ τῶν πολλῶν κεφαλῶν τῶν ὄφεων εἷς τις ἀνεδίδοτο συριγμὸς, πολλὰς δὲ | |||
10 | κεφαλὰς εἰκότως εἶχον οἱ ὄφεις, διὰ τοῦτο πολυκέφαλον νό‐ μον τὴν κατὰ μίμησιν αὐλητικὴν συνθεῖσα ὠνόμασεν. 15aB | |||
P 1218 | BDEGQ | δυσπενθεῖ σὺν καμάτῳ: τῷ τῶν Γοργόνων, ἀδελ‐ φὴν γὰρ ἐπένθουν κάμνουσαν. τίνες δέ εἰσιν αἱ παρθένιοι κεφαλαί; δηλονότι αἱ τῶν παρθένων τῶν ἀδελφῶν τῆς Με‐ | ||
δούσης, Σθενοῦς καὶ Εὐρυάλης. | 265 in vol. 2 | |||
P 1219a | BDEGQ | Περσεὺς ὁπότε τρίτον ἄϋσε κασιγνητᾶν: τουτέστι τὴν μίαν· τρεῖς γὰρ ἦσαν. τὸ δὲ ἄϋσεν ἤτοι ἐπὶ τῆς μιᾶς τῶν Γοργόνων ἀκουστέον, ὡς ἄϋσε καρατομουμένη διὰ τὴν ἀλγηδόνα, καὶ τότε ἄϊεν ἡ Ἀθηνᾶ τὸν θρῆνον τῶν | ||
5 | ἀδελφῶν αὐτῆς· ἢ ἄϋσεν ὁ θρῆνος καρατομήσαντος τοῦ Περ‐ σέως. οἱ δὲ ἀπὸ τῆς ἀϋτῆς ἐσχηματίσθαι θέλουσι, τῆς μά‐ χης· οἷον κατεπολέμησε τὸ τρίτον μέρος αὐτῶν. | |||
P 1219b | ἄϋσε διχῶς· ἄνυσεν, ἀνυσθῆναι ἐποίησεν· ἢ ἄϋσεν, ἀντὶ τοῦ ἐκραύγασεν. | |||
P 1221 | BDEGQ | ἐναλίᾳ Σερίφῳ: ἐν τῇ θαλασσίᾳ Σερίφῳ μοῖραν καὶ θάνατον κομίζων τὸ τρίτον μέρος τῶν Γοργόνων· ἐκ δὲ τούτου πάλιν τὴν τῆς Γοργόνος κεφαλήν. 24cB | ||
P 1223 | BDEGQ | ἤτοι τό τε θεσπέσιον: ναὶ γὰρ δὴ ὁ Περσεὺς τὸ θεῖον γένος τοῦ Φόρκου τὰς Γοργόνας ἠφάνισε τῆς εὐπαράου Μεδούσης τὴν κεφαλὴν ἀποτεμὼν, καὶ ὀλεθριώτατον ἔρανον τῷ Πολυδέκτῃ ἔθηκε, καὶ τὴν τῆς μητρὸς αὐτοῦ δουλείαν | ||
5 | ἀσφαλῆ καὶ ἐλευθέραν καὶ τὴν μετ’ ἀνάγκης κοίτην, ἀπὸ κοι‐ νοῦ τὸ ἔθηκεν. 25B | |||
P 1224a | BDEGQ | Φόρκοι’ ἀμαύρωσε γένος: τοῦτο ἐπὶ τῶν τριῶν ἀκουστέον, ὅτι τὴν μὲν μίαν ἐκαρατόμησε, τὰς δὲ δύο ἐτύ‐ φλωσεν· ὀφθαλμῷ γὰρ αἱ τρεῖς ἐχρῶντο ἑνί. | ||
P 1224b | εὐπάραον δέ φησι τὴν Μέδουσαν, οὐχ ὅτι οὕτω φύσεως εἶχεν, ἀλλ’ ὅτι | |||
περὶ ἑαυτῆς ἡ Μέδουσα ὡς εὐμόρφου διέκειτο· διὸ καὶ περὶ κάλλους τῇ Ἀθηνᾷ ἐφιλονείκησεν. 23B | 266 in vol. 2 | |||
P 1224c | BDEGQ | ἢ οὕτως· Φόρ‐ κυος γένος τὰς Γοργόνας. 24aB | ||
P 1224d | DEGQ | τὸ δὲ τοῦ Φόρκυος γέ‐ | ||
νος ἠμαύρωσεν ἐπὶ τῶν τριῶν ἀκουστέον· ὅτι τὴν μὲν μίαν ἐκαρατόμησε, τὰς δὲ δύο ἐξετύφλωσεν ἀφελόμενος τὸν ἕνα ὀφθαλμὸν ὃν εἶχον. μόνῳ γὰρ ἑνὶ ἐχρῶντο αἱ τρεῖς. | (B)DGQ | |||
P 1224e | DGQ | ἄλ‐ λως· ἢ γένος ἀντὶ τοῦ θυγατέρα, τὴν προειρημένην Μέδουσαν. | ||
P 1225a | BDEGQ | λυγρόν τ’ ἔρανον Πολυδέκτᾳ: ἐπεὶ ἐν ἐράνῳ ποτὲ ἐπέταξεν ἑκάστῳ ὡς ἂν βασιλεὺς [ὁ Πολυδέκτης] προσ‐ φέρειν αὐτῷ δῶρον καὶ τῷ Περσεῖ τὴν κεφαλὴν τῆς Γορ‐ γόνος. | ||
P 1225b | κοινῶς δὲ ληπτέον τὸ ἠμαύρωσε, τὰς Γοργόνας δηλονότι. | |||
P 1227 | DGQ | τό τ’ ἀναγκαῖον λέχος: τὸ μετὰ ἀνάγκης καὶ βίας γινόμενον. | ||
P 1229 | BDGQ | τὸν ἀπὸ χρυσοῦ φαμεν: ὅντινα τὸν Περσέα φα‐ μὲν ἀπὸ χρυσοῦ γενέσθαι αὐτομάτως καταρρέοντος. | ||
P 1231 | BDEGQ | ἀλλ’ ἐπεὶ ἐκ τούτων: ἀλλ’ ἐπειδὴ ἐκ τούτων τῶν πόνων τὸν προσφιλέστατον ἄνδρα ἐρρύσατο Περσέα ἡ Ἀθηνᾶ, τότε τὸ πολύφωνον μέλος τῶν αὐλῶν κατεσκεύαζεν. ἐρρύ‐ σατο δὲ πόνων· ἐπεδίωξαν γὰρ τὸν Περσέα μέχρι Βοιωτίας. | ||
P 1235a | BDEGQ | ὄφρα τὸν Εὐρυάλας: ὅπως σὺν τοῖς ὀργάνοις | ||
τῆς αὐλητικῆς τὸν ἐκ τῶν ἰσχυρῶν γενύων τῆς Εὐρυάλης ἐκ‐ δοθέντα θρῆνον μιμήσαιτο. | 267 in vol. 2 | |||
P 1235b | ἄλλως· ἀπὸ μιᾶς ἤρκεσε καὶ τὸ περὶ τὴν ἑτέραν τὴν Σθενὼ πάθος παραστῆσαι. | |||
P 1235c | ἡ Εὐρυάλη Μεδούσης ἀδελφή. ἵν’ οὖν, φησὶ, τὸν ταύτης μιμήσαιτο γόον ἐρικλάγκταν, τουτέστι μεγαλόκρακτον, μεγαλό‐ ηχον. ἀπὸ μέρους δὲ εἴρηκεν· οὐ γὰρ μόνη ἐθρήνησεν ἡ Εὐ‐ ρυάλη, ἀλλὰ καὶ ἡ Σθενώ. 42E | |||
P 1239a | BDEgQ | ἀλλά νιν εὑροῖσα: ἀλλ’ εὑροῦσα τὸ τοῦ αὐλοῦ μέλος μετέδωκε τοῖς ἀνθρώποις ἔχειν, καὶ ὠνόμασε τὸ μέλος πολυκέφαλον νόμον· ἐπεὶ καὶ αἱ τῶν δρακόντων πλείους ἦσαν κεφαλαὶ αἱ συρίξασαι· ὧν κατὰ μίμησιν συνέθηκε. | ||
P 1239b | τινὲς δὲ πολυκέφαλον, φασὶν, εἶπεν, ἐπειδὴ πεντήκοντα ἦσαν ἄν‐ δρες, ἐξ ὧν ὁ χορὸς συνεστὼς προκαταρχομένου τοῦ αὐλητοῦ τὸ μέλος προεφέρετο. | |||
P 1239c | οἱ δὲ κεφαλὰς ἀκούουσι τὰ προοί‐ μια. ᾠδὴ οὖν διὰ πολλῶν προοιμίων συνεστῶσα, ἣν λέγουσι τὸν Ὄλυμπον πρῶτον εὑρηκέναι. 45aE | |||
P 1242 | BDEgQ | εὐκλέα λαοσσόων: ἔνδοξον ὑπόμνημα τῶν ἀγώ‐ νων τῶν τοὺς λαοὺς σοούντων καὶ παρορμώντων εἰς τὴν θέαν. φησὶ δὲ τὸ μέλος. 44bB | ||
P 1244a | BDEgQ | χαλκοῦ θ’ ἅμα καὶ δονάκων: τοὺς δόνακας λέγει, οἳ παρὰ τῷ Ὀρχομενῷ φύονται, ἐξ ὧν αἱ αὐλητικαὶ | ||
γλωσσίδες γίνονται. ἐν γὰρ τῷ Κηφισσῷ οἱ αὐλητικοὶ κάλα‐ μοι φύονται. εἴρηται δὲ καὶ ἐν Παιᾶσι περὶ αὐλητικῆς. 45aB | 268 in vol. 2 | |||
P 1244b | ἢ οὕτως· διαπορευόμενον τὸ μέλος ὁμοῦ διά τε χαλκοῦ καὶ καλάμου, ἀντὶ τοῦ διὰ τῶν αὐλῶν. 44aB 39E | |||
P 1245a | BDgQ | τοὶ παρὰ καλλιχόρῳ: οἵτινες οἱ κάλαμοι οἰκοῦ‐ σιν εἰς τὴν τῶν Χαρίτων πόλιν, τουτέστι τὴν Ὀρχομενὸν, ἐν τῷ τεμένει τοῦ Κηφισσοῦ, τῶν χορευτῶν πιστοὶ καὶ ἀληθεῖς ὄντες μάρτυρες. | ||
P 1245b | τὸ δὲ ναίουσι κάλαμοι σκληρῶς καὶ διθυραμβωδῶς προήγαγεν· ἔδει γὰρ εἰπεῖν φύονται. | |||
P 1245c | πό‐ λιν δὲ Χαρίτων τὴν Ὀρχομενόν. | |||
P 1249 | BDgQ | εἰ δέ τις ὄλβος: συνυπακουστέον· τοιοῦτόν ἐστιν ἢ ὑπάρχει. ὁ γὰρ λόγος· εἰ δέ τις ὄλβος ἐν ἀνθρώποις ἐστὶν, ἄνευ καμάτου οὐ φαίνεται οὐδὲ γίνεται. | ||
P 1251 | BDgQ | ἐκ δὲ τελευτάσει νιν: ἐκτελευτήσει δὲ, φησὶ, τὸν ὄλβον ὁ δαίμων, τουτέστιν ἐπὶ τέλος ἄξει, ἤτοι σήμερον ἢ ὕστερον· τοῦτο γὰρ ἔδει ἐπενεγκεῖν, ὃ δὴ παρέλιπεν. | ||
P 1252 | BDgQ | ἤ τοι σάμερον: ἤ τοι σήμερον δαίμων ἢ ὕστερον· τουτέστιν, ἐὰν μὴ παραχρῆμά τις εὐτυχήσῃ, μὴ ἀδημονείτω· ὁ γὰρ θεὸς τὸ εἱμαρμένον ἢ σήμερον τελέσει ἢ αὔριον. τοῦτο δέ φησιν, ἐπεὶ ἀπροσδοκήτως ἐνίκησε κλασθέντος τοῦ κα‐ | ||
5 | λάμου. | |||
P 1253 | DgQ | οὐ παρφυκτόν: τὸ εἱμαρμένον οὐ φευκτόν· τὸ γὰρ φευκτὸν οὐχ εἱμαρμένον. | ||
P 1254a | BDgQ | ἀλλ’ ἔσται χρόνος: ὁ λόγος τοιοῦτος· ὁ πονήσας, κἂν μὴ παραχρῆμα τύχῃ πλούτου, μὴ καμνέτω. θεὸς γὰρ ἢ | ||
σήμερον ἢ ὕστερον ποιήσει καὶ ἐπὶ τέλος ἄξει. πῶς δὲ ἐπὶ τέλος ἄξει; σὺν τῇ εἱμαρμένῃ. διό φησι· τὸ δὲ μόρσιμον. | 269 in vol. 2 | |||
P 1254b | ἢ οὕτως· ἀλλ’ ἔσται οὗτος ὁ χρόνος, ὅστις καὶ τὰ ἐν ἀνελ‐ πιστίᾳ καταστήσας τὸ ἀνάπαλιν τῆς γνώμης καὶ ἐλπίδος, τὸ μὲν δώσει ὅπερ οὐκ ἤλπιζε, τὸ δὲ οὐ δώσει ὅπερ προσεδό‐ κησε. τοῦτο δέ φησιν, ἐπεὶ ἀπροσδοκήτως ἐνίκησεν ὁ Μίδας | |||
5 | κλασθέντος τοῦ καλάμου. | 270 in vol. 2 | ||
N hypt | BDPTU | Ὑπόθεσις Νεμέων. | ||
B | ἀρχὴ Νεμέων· ἐν τέλει τῶν Πυθίων. | |||
N hypa | BDPTU | Τὸν ἀγῶνα τῶν Νεμέων τινὲς μὲν ὑφ’ Ἡρακλέους τεθεῖσθαί φασιν ἐπὶ τῇ τοῦ λέοντος ἀναιρέσει, οἱ δὲ οὐχ οὕτως, ἀλλὰ καὶ ἱστορίαν τινὰ λέγουσιν ἐπ’ αὐτῷ ὡς ἀπὸ τοῦ Ὀφέλτου μὲν πρότερον, νυνὶ δὲ Ἀρχεμόρου, ἀπὸ τοῦ μαν‐ | ||
5 | τεύσασθαι τοῖς ἐπὶ Θήβας στρατευσαμένοις διὰ τοῦ ἰδίου θανάτου. ὁ δὲ ἀγὼν ἐπιτάφιος. καὶ γὰρ οὕτως ἀπὸ τῶν Ὁμηρικῶν δεικνύουσιν, ἐξ ὧν οὐδένα νικήσαντα ὑπὲρ στεφά‐ νου εἰσάγει, οὐδὲ Νέστορα τὸν πολλὰς νίκας ἑαυτοῦ πολλάκις ἐξηγούμενον· καί φασιν οὐδὲ ὄνομα τοῦ στεφάνου εἰδέναι | |||
10 | τὸν ποιητὴν, ἀποδεικνύντες ὡς οὐδαμοῦ παρὰ τῷ ποιητῇ εἴρηται· στεφάνας μὲν γὰρ λέγει, στεφάνους δὲ οὔ· τῶν οἳ μὲν καλὰς στεφάνας εἶχον (Σ 597). | |||
N hypb | BDPTU | ἄλλως. οἱ ἑπτὰ ἐπὶ Θήβας παραβαλόντες τῇ Νεμέᾳ διψήσαντες συνέτυχον Ὑψιπύλῃ τῇ Λημνίᾳ φερούσῃ τὸν | ||
Λυκούργου τοῦ τοῦ Διὸς ἱερέως καὶ Εὐρυδίκης παῖδα Ὀφέλ‐ την· ἡ δὲ αὐτοῖς ἀφηγήσατο εἴς τινα πηγήν, καταλιποῦσα | 1 in vol. 3 | |||
5 | τὸν παῖδα ἔν τινι λειμῶνι· ὃν δράκων περιειληθεὶς ἢ ἰὸν ἀφεὶς ἀνεῖλεν. οἱ δὲ ὑποστρέψαντες καὶ τὸ πάθος θεασά‐ μενοι τόν τε δράκοντα ἀνεῖλον καὶ ἀγῶνα ἦγον ἐπιτάφιον τριετηρικόν· ἠγωνίζοντο δὲ στρατιῶται καὶ παῖδες στρατιω‐ τῶν· ὕστερον δὲ καὶ ἐπὶ τὸ δημοτικὸν πλῆθος ἔδραμεν· ἦν | |||
10 | δὲ γυμνικὸς καὶ ἅρμα, οὐχὶ δίφρος οὐδὲ κέλης. ἔτυχε δὲ οὕτως Ὑψιπύλη ἐν Νεμέᾳ· ὡρισμένου παρὰ τῶν Λημνιάδων πᾶν τὸ ἄρσεν ἀναιρεθῆναι γένος, ἐκ πασῶν Ὑψιπύλη τὸν πατέρα Θόαντα ἐνείρξασα κιβωτῷ ἐφύλαττεν· ὕστερον δὲ μετὰ τὸ τοὺς Ἀργοναύτας ἐκπλεῦσαι φανεροῦ γενομένου ταῖς Λη‐ | |||
15 | μνιάσι τοῦ κατὰ τὸν Θόαντα αὐτὸν μὲν κατεπόντωσαν ἐνείρ‐ ξασαι τῇ κιβωτῷ, ἐψηφίσαντο δὲ καὶ κατὰ τῆς Ὑψιπύλης θάνατον· ἡ δὲ μαθοῦσα φεύγει. ἐν τοσούτῳ δὲ λῃσταῖς περι‐ τυχοῦσα πιπράσκεται Λυκούργῳ. κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν κατὰ ζήτησιν οἱ ταύτης παῖδες Θόας καὶ Εὔνεως παρέβαλον | |||
20 | ἐν Νεμέᾳ, Εὐρυδίκης δὲ τῆς Λυκούργου γυναικὸς βουλο‐ μένης διὰ τὸν Ὀφέλτου θάνατον ἀνελεῖν τὴν Ὑψιπύλην, διὰ τοῦτό τε ἔν τινι τόπῳ λαθραίῳ κατακλεισάσης, Ἀμφιάραος μαντευσάμενος δείκνυσι τοῖς παισὶ τὴν Ὑψιπύλην· ἡ δὲ τοῦτο | |||
εὐτυχήσασα παρεκάλει τοὺς ἥρωας τοῖς παισὶ συναγωνίσασθαι. | 2 in vol. 3 | |||
N hypc | BDTU | ἄλλως. τὰ Νέμεά φασιν ἄγεσθαι ἐπὶ Ὀφέλτῃ τῷ Εὐ‐ φήτου καὶ Κρεούσης παιδὶ, ὃν Εὐφήτην ἐκάλεσαν οἱ Ἀργεῖοι τελευτήσαντα ὑπὸ τὸν Θηβαϊκὸν πόλεμον. τοῦτον δὲ ἔτυχε τροφεύουσα Ὑψιπύλη, ἣν ᾔτησαν οἱ Ἀργεῖοι ὕδωρ· τῆς δὲ | ||
5 | ἀπελθούσης ὑδρεύσασθαι ὄφις ἐπελθὼν ἀνεῖλε τὸν παῖδα Ἀμφιάραος δὲ τούτοις μαντευόμενος Ἀρχέμορον αὐτὸν ἐκάλε‐ σεν, ὅτι αὐτοῖς ἀρχὴ μόρου ἐγένετο ὁ τοῦ παιδὸς θάνατος. ἐφ’ ᾧ καὶ τὸν ἀγῶνα διέθηκαν τὴν Ὑψιπύλην παραμυ‐ θούμενοι. ἄλλοι δὲ, ὧν ἐστι καὶ Αἰσχύλος (FTG p. 49), ἐπ’ | |||
10 | Ἀρχεμόρῳ τῷ Νεμέας παιδί· οἱ δὲ ἐπὶ τῷ Ταλαοῦ παιδί. Ἀδράστου δὲ ἀδελφῷ. εἰσὶ δέ τινες οἳ καὶ παλαιότερον εἶναί φασι τὸν ἀγῶνα τοῦ Θηβαϊκοῦ πολέμου. ἤθλησαν δὲ ἐν αὐτῷ περὶ στεφάνου μόνου, οὐκ ἐθελήσαντες δωροδοκεῖν, ἐν τιμῇ καθιστάντες τὸν ἀγῶνα· ὑπέσχοντο δὲ ἐκ τῶν λαφύρων ὑπο‐ | |||
15 | νοστήσαντες ἀργυρίτην αὐτὸν ποιῆσαι, καὶ διὰ τοῦτο στε‐ φανίτης πρῶτον ἐκλήθη. προέστησαν δὲ τοῦ ἀγῶνος καὶ Ἀργεῖοι καὶ Κορίνθιοι καὶ Κλεωναῖοι· ἐμπεδοῦντες δὲ αὐτὸν τῷ Νεμεαίῳ ἀνέθηκαν Διΐ. ἐστέφοντο δὲ τὸ παλαιὸν ἐλαίᾳ. ὕστερον δὲ μετὰ τὴν συμφορὰν τῶν Μηδικῶν ἐπὶ τιμῇ τῶν | |||
20 | κατοιχομένων σελίνῳ· οἱ δὲ ἐξ ἀρχῆς ἐπ’ Ἀρχεμόρῳ τοῦτο τεθῆναι. ἔστι δὲ ἡ Νεμέα τῆς τῶν Ἀργείων χώρας μοῖρα, ὠνομασμένη ἀπὸ 〈Νεμέασ〉 τῆς Σελήνης καὶ Διός· οἱ δὲ ἀπὸ | |||
τῶν βοῶν τῶν ὑπὸ Ἄργου νεμομένων ἐν τῷ χωρίῳ, αἳ ἦσαν Ἥρας ἱεραί· οἱ δὲ ἀπὸ τῶν Δαναοῦ παίδων, οἳ κατενείμαντο | 3 in vol. 3 | |||
25 | καὶ ἐκληρούχησαν τὸ χωρίον. | |||
N hypd | DPTU | ἄλλως. καθ’ ὃν χρόνον οἱ ἑπτὰ τῶν Ἀργείων λοχαγοὶ ἐπεστράτευσαν Θηβαίοις Πολυνείκει συμμαχοῦντες, εἰς Λῆμνον τὴν Θρᾳκικὴν καταντήσαντες καὶ δίψει συσχεθέντες συνέτυχον Ὑψιπύλῃ τῇ Λημνίᾳ γυναικὶ καὶ καθικέτευον ἅτε τῶν χωρίων | ||
5 | ἔμπειρον οὖσαν ξεναγῆσαι ἐπὶ πότιμον ὕδωρ. τὴν δὲ ἀβλαβῆ χάριν τοῖς λοχαγοῖς ἀπονεῖμαι βουληθεῖσαν καταλιπεῖν ἐπί τινα τόπον τὸν Ἀρχέμορον Λυκούργου τοῦ ἱερέως παῖδα, ὃν εἶχε πρὸς ἀνατροφήν, Ἀργεῖον τὸ γένος· ὄφιν δὲ τῆς χειᾶς ἐξελθόντα κατὰ τὴν τῆς Ὑψιπύλης ἀπουσίαν περιπλακῆναι | |||
10 | τῷ παιδὶ καὶ ταῖς σπείραις ἀποτεταμένον ἀποπνῖξαι τὸ βρέφος· τοὺς δὲ ἐπανελθόντας τοξεῦσαι μὲν τὸν ὄφιν, σφόδρα δὲ ἐπὶ τῷ γεγονότι δυσφορῆσαι, ὅτι δὴ ἡ αὐτῶν χρεία αἰτία τῆς τοῦ παιδὸς ἀναιρέσεως γεγένηται, εἶτα τῇ συμφορᾷ βραχεῖάν τινα παραμυθίαν ποριζομένους θάψαι τὸν παῖδα καὶ ἐπιτάφιον | |||
15 | ἀγῶνα θέσθαι τὸν Νεμεαῖον, καθ’ ὃν οἱ κριταὶ φαιὰς ἐσταλ‐ μένοι στολὰς κρίνουσι τοῖς ἀγωνιζομένοις ὑπόμνημα τοῦ πένθους ταῖς στολαῖς ἐμφανίζοντες· ὁ γὰρ ἀγὼν ἐπιτάφιος. ὕστερον δὲ νικήσας Ἡρακλῆς καταγωνισάμενος τὸν Νεμεαῖον λέοντα ἐπεμελήθη τοῦ ἀγῶνος τὰ πολλὰ ἀνορθωσάμενος, καὶ | |||
20 | Διὸς εἶναι ἱερὸν ἐνομοθέτησεν. ὁ δὲ στέφανος ἐκ χλωρῶν πλέκεται σελίνων· διαφέρει δὲ τοῦ κατὰ τὸν Ἰσθμόν, παρόσον ἐκεῖνος ξηρὰ ἔχει τὰ σέλινα. προέστησαν δὲ τοῦ ἀγῶνος πρῶτοι μὲν Κλεωναῖοι, εἶτα Κορίνθιοι, καὶ ἔστι τριετὴς, τελού‐ μενος μηνὶ Πανέμῳ ιηʹ. οὐκ ἀξιοῦντες δὲ πρότερον εἰ μὴ | 4 in vol. 3 | ||
25 | τοὺς ἀπὸ στρατιωτικοῦ γένους, ὕστερον δὲ ἐπιλειψάντων καὶ τοῦ ἔθους διαλυθέντος συνέβη τοὺς πάντας ἀγωνίζεσθαι. ὁ δὲ ἀγὼν ἱππικός τε· καὶ γυμνικός. | |||
N hype | B | ἄλλως. ὁ ἀγὼν ἐπιτάφιος ἐπὶ Ἀρχεμόρῳ τῷ Λυκούργου τοῦ ἱερέως παιδὶ, καθ’ ὃν καιρὸν οἱ ἑπτὰ τῶν Ἀργείων λοχαγοὶ ἐπεστράτευσαν Θηβαίοις Πολυνείκει συμμαχοῦντες. οὗτοι γὰρ δυσφορήσαντες, ὅτι δὴ ἡ αὐτῶν χρεία αἰτία τῆς τοῦ | ||
5 | παιδὸς ἀναιρέσεως γεγένηται, βραχεῖαν παραμυθίαν τῇ συμ‐ φορᾷ ποριζόμενοι ἐπιτάφιον ἀγῶνα θέσθαι τὸν Νεμεαῖον, καθ’ ὃν οἱ κριταὶ φαιὰς ἐσταλμένοι στολὰς κρίνουσι τοὺς ἀγωνιζομένους ὑπόμνημα τοῦ πένθους ταῖς στολαῖς ἐμφανίζον‐ τες· ὕστερον δὲ νικήσας Ἡρακλῆς καταγωνισάμενος τὸν Νε‐ | |||
10 | μεαῖον λέοντα ἐπεμελήθη τοῦ ἀγῶνος τὰ πολλὰ ἀνορθωσά‐ μενος, καὶ Διὸς εἶναι ἱερὸν ἐνομοθέτησε. καὶ ἔστι τριετής, τελούμενος μηνὶ Πανέμῳ ὀκτωκαιδεκάτῃ. ὁ δὲ ἀγὼν ἱππικός τε καὶ γυμνικός. | |||
N 1metr(t1) | Scholia in Nemeonicarum carmen I | |||
t2 | PU | Χρομίῳ Αἰτναίῳ ἵπποις. | ||
1 | BD | Τῆς πρώτης ᾠδῆς τῶν Νεμέων ἡ στροφὴ καὶ ἀντίστροφος κώλων δέκα. τὸ αʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, ὡς τὸ | ||
(Archil. fr. 94. 2) τίς σὰς παρήειρε φρένας. τὸ βʹ ἰαμβέλεγος. τὸ γʹ πενθημιμερὲς δακτυλικόν. τὸ δʹ ἰαμβέλεγος. τὸ εʹ Εὐρι‐ | 5 in vol. 3 | |||
5 | πίδειον. τὸ ϛʹ δακτυλικὸν τετράμετρον ἀκατάληκτον. τὸ ζʹ Εὐριπίδειον. τὸ ηʹ Πινδαρικὸν ἐκ Σαπφικοῦ· σύγκειται δὲ ἐκ τροχαϊκῆς συζυγίας, 〈χοριάμβου〉 καὶ ἰάμβου καὶ συλλαβῆς· ὁ δὲ Πίνδαρος τοῦ ἰάμβου τὴν μακρὰν συνέστειλεν. τὸ θʹ Εὐριπίδειον. τὸ τʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. inscr.aB | |||
10 | BD | ἡ δὲ ἐπῳδὸς κώλων ὀκτώ. τὸ αʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ βʹ ἑφθημιμερὲς δακτυλικόν. τὸ γʹ πενθη‐ μιμερὲς δακτυλικόν. τὸ δʹ Ἰωνικὸν ἀπ’ ἐλάσσονος τρίμετρον καταληκτικόν. τὸ εʹ Σαπφικὸν ἑνδεκασύλλαβον. τὸ ϛʹ Ἰωνι‐ κὸν δίμετρον ἀκατάληκτον. τὸ ζʹ τροχαϊκὸν τρίμετρον βραχυ‐ | ||
15 | κατάληκτον. τὸ ηʹ Εὐριπίδειον. 2bB | |||
N 1inscr a | BDPTU | Γέγραπται ὁ ἐπίνικος Χρομίῳ Αἰτναίῳ. Ἱέρων γὰρ οἰκιστὴς ἀντὶ τυράννου βουλόμενος εἶναι, Κατάνην ἐξελὼν Αἴτνην μετωνόμασε τὴν πόλιν, ἑαυτὸν οἰκιστὴν προσαγορεύ‐ σας, καὶ ἐν ταῖς ἀναρρήσεσιν ἔν τισι τῶν ἀγώνων Αἰτναῖον | ||
5 | ἑαυτὸν ἀνεῖπε. ταὐτὸν δέ, φησὶν ὁ Δίδυμος, εἰκὸς παθεῖν καὶ τὸν Χρόμιον ἑταίρῳ κεχρημένον αὐτῷ. Τίμαιος δὲ (FHG I 232) τὸν ἐπίνικον Ὀλυμπικὸν εἶναι τοῦτον, ἁμαρτάνων· ὁ γὰρ Πίνδαρος ἄντικρυς Νεμεακὸν εἶναί φησιν (vs. 7)· ἅρμα δ’ ὀτρύνει Χρομίου Νεμέα τ’ ἔργμασι νικαφόροις. 1HB | |||
N 1inscr b | BDPTU | ζητεῖται δὲ, τί δήποτε τῷ Ἀλφειῷ προσδιαλέγεται καὶ | ||
τῇ Ὀρτυγίᾳ, τῆς νίκης οὐκ οὔσης Ὀλυμπιακῆς, ἀλλὰ Νεμεα‐ κῆς; ἔνιοι μὲν οὖν φασιν, ὅτι τὰ ἱπποτροφεῖα τοῦ Ἱέρωνος καὶ τοῦ Χρομίου ὁμοίως ἐν τῇ Ὀρτυγίᾳ ἦν· τῷ δὲ ἱερὰν | 6 in vol. 3 | |||
5 | εἶναι τὴν κρήνην Ἀρτέμιδος, τὴν δὲ θεὸν ἱππικὴν εἶναι· καθὸ Σώφρων (fr. 167 Kaib.) μὲν αὐτὴν ἀτρέστην, Ὅμηρος δὲ (Z 205) χρυσήνιον· καὶ ὁ Πίνδαρος προσεφώνησεν αὐτὴν καὶ τὴν ἐπ’ αὐτῆς Ἄρτεμιν· διὰ τοῦτο δὲ καὶ ἐν ἄλλοις φάναι τὸν Πίνδαρον (P. II 7)· ποταμίας ἕδος Ἀρτέμιδος. ἀπόχρη | |||
10 | δὲ εἰπεῖν, ὅτι ἱππικὴ ἡ θεός, ἀνάκειται δὲ αὐτὴ ἡ νῆσος τῇ θεῷ· ψεῦδος γὰρ τὸ εἶναι τὰ ἱπποστάσια τοῦ Ἱέρωνος αὐτόθι. Ἀριστόνικος δὲ καὶ ἐν Ἐφέσῳ φησὶν εἶναι Ὀρ‐ τυγίαν, ἐφ’ ἧς ἐδόκει γεγεννῆσθαι ἡ Ἄρτεμις· ὁ μὲν γὰρ Ἀπόλλων ἐν Δήλῳ, αὐτὴ δὲ δοκεῖ ἐν τῇ Ἀσιατικῇ Ὀρτυγίᾳ. | |||
15 | metr. epod. B | |||
N 11a | BDPTU | Ἄμπνευμα: ἀνάπνευμα καὶ ἀναπνοή· ἔνιοι δὲ ἀνα‐ φύσημα· ἀπὸ γὰρ καταδύσεων ἀφανῶν εἰς τὴν Ἀρέθουσαν ἀναφαίνεται. τὸ δὲ ἀνάπαυμα ἐπὶ τῆς ἐρωτικῆς σπουδῆς ἐπὶ τοῦ ποταμοῦ τάττει· ἔστη γὰρ κατὰ Ὀρτυγίαν τὴν νῆσον. ἡ | ||
5 | δὲ Ὀρτυγία πρότερον μὲν οὖσα νῆσος εἶτα προσχωσθεῖσα χερρόνησος γέγονεν, ὡς καὶ Ἴβυκος ἱστορεῖ (fr. 22)· παρὰ χέρσον λίθινον ἔκλεκτον παλάμαις βροτῶν· πρόσθε νιν παῖδα νήριτον ἰχθύες ὠμοφάγοι νέμοντο. σεμνὸν δὲ εἶπεν, ἤτοι ὅτι οὐκ ἔτυχε τῆς συνουσίας ὁ Ἀλφειὸς, ἢ διὰ τὸ καθαρὸν, ὡς | 7 in vol. 3 | ||
10 | Εὐριπίδης (Med. 69)· θάσσουσι σεμνὸν ἀμφὶ Πειρήνης ὕδωρ. | |||
N 11b | (B)DPTU | ἄλλως. ἄμπνευμα: οἷον ἀναπνοὴ διὰ τὸ ἀπορρῶγα καὶ οἷον στόμα εἶναι τοῦ Ἀλφειοῦ τὴν αὐτόθι Ἀρέθουσαν, ἥ | ||
BDPTU | ἐστι κρήνη· ὥστε καὶ τὸ σημαινόμενον εἶναι τοιοῦτον· ὦ Ὀρτυγία, ἐν ᾗ ἐστι τὸ τοῦ Ἀλφειοῦ ἀνάπνευμα. τίς; ἡ | |||
5 | Ἀρέθουσα; ἀλλ’ οὐ τὴν Ἀρέθουσαν εἴρηκεν ἄμπνευμα, ἀλλὰ τὴν Ὀρτυγίαν, ἐν ᾗ ὁ Ἀλφειὸς ἀναπνεῖ, τῷ περιέχειν τὴν Ἀρέθουσαν. inscr.bB | |||
N 12a | BDP | θάλος Ὀρτυγία: Ὀρτυγία νῆσος πρὸ τῶν Συρακου‐ σῶν, εἰς ἣν διὰ πελάγους φερόμενος ὁ Ἀλφειὸς ἐμβάλλει καὶ ποιεῖ τὴν Ἀρέθουσαν κρήνην. 4dB | ||
N 12b | BDPTU | ἄλλως. κατὰ μὲν τὴν ἱστορίαν οὐκ αὕτη ἡ Ὀρτυγία, καθ’ ἣν ἡ Λητὼ τὴν Ἄρτεμιν ἀπέτεκεν, ἀλλὰ περὶ Ἔφεσον ἑτέρα ..... πλησίον τῆς Σικελίας, ἣν χερρόνησον τῶν Συρακουσῶν ἔφαμεν γεγενῆσθαι, καὶ αὐ‐ | ||
5 | τὴν ἱερὰν τῆς Ἀρτέμιδος διὰ τὴν πρὸς Δῆλον ὁμωνυμίαν· ᾗ χαριζόμεναι τῇ θεῷ αἱ Νύμφαι καὶ πηγὴν πεποιήκασιν ὀνό‐ ματι Ἀρέθουσαν ἐν ταύτῃ τῇ νήσῳ, ἐξ ἧς οὔτε ἀρύσασθαι οὔτε ἰχθῦς λαμβάνειν νόμος. 4eP | 8 in vol. 3 | ||
N 13 | BDPTU | δέμνιον Ἀρτέμιδος: ὁ μὲν Ἀρίσταρχος τὴν Ὀρτυ‐ γίαν ἀκούει, διὰ τὸ κατ’ ἐνίους αὐτόθι δοκεῖν αὐτὴν γεγεν‐ νῆσθαι· προσθείη δ’ ἄν τις, ὅτι συνήθως ὁ Πίνδαρος τοῖς ὁμωνύμοις χωρίοις ἐπιτίθησι καὶ τὰ ἐπὶ τοῖς ἄλλοις ἱστορού‐ | ||
5 | μενα· καθὰ καὶ ἐπὶ τῶν Πλειάδων (N. II 10)· ἔστι δ’ ἐοικὸς ὀρειᾶν τε Πελειάδων μὴ τηλόθεν Ὠαρίωνα νεῖσθαι· ὄρειον δὲ τὸ ζῷον. ἔνιοι δὲ ἱστορικώτερον ἀκούουσι. τὸν γὰρ Ἀλ‐ φειόν φασιν ἔρωτι ἁλόντα τῆς Ἀρτέμιδος ἐπιδιῶξαι αὐτὴν ἄχρι Σικελίας· τοῦ δὲ τέλους τῆς διώξεως αὐτόθι γενομένου αὐτόθι | |||
10 | συστῆναι τὴν Ἀρέθουσαν. διὰ τοῦτο δὲ καὶ τὴν Ἄρτεμιν Ἀλφειώαν προσαγορεύεσθαι· καὶ ἐν Ὀλυμπίᾳ δὲ ὁ Ἀλφειὸς τῇ Ἀρτέμιδι συναφίδρυται· καὶ τὴν ποταμίαν δὲ Ἄρτεμιν εἶναι οἳ παρὰ τῷ Πινδάρῳ (P. II 7) ἀκούουσι διὰ τὸ ἐπ’ αὐτῇ τοῦ Ἀλφειοῦ πάθος· εἶναι δὲ οἳ Ἀλφειώαν τὴν Ἄρτεμιν | |||
15 | λέγουσι διὰ τὸ τὸν Ἀλφειὸν διὰ τοῦ πλησίον τῆς Ἠλείας Ἀρτεμισίου καταφέρεσθαι. ἔχοι δ’ ἂν οὐ φαύλως δέμνιον | |||
Ἀρτέμιδος λέγεσθαι τὴν Ὀρτυγίαν, οἷον ἐνδιαίτημα καὶ δια‐ τριβήν· ἱερὰν γὰρ τὴν πᾶσαν νῆσον Φερσεφόνης εἶναι· ὅτι δὲ ἡ αὐτή ἐστι τῇ Ἀρτέμιδι, Καλλίμαχος ἐν Ἑκάλῃ (fr. 48)· | 9 in vol. 3 | |||
20 | οἵ νυ καὶ Ἀπόλλωνα παναρκέος Ἠελίοιο χῶρι διατμήγουσι καὶ εὔποδα Δηιώνην Ἀρτέμιδος. | |||
N 14a | BDPTU | Δάλου κασιγνήτα: τὴν Ὀρτυγίαν τῆς Δήλου κασι‐ γνήτην εἴρηκε, μετάγων τὰ ἐπὶ τῶν θεῶν λεγόμενα κατὰ τῶν τόπων, οἵτινες ἀπ’ ἐκείνων προσηγορεύθησαν. οἱ δὲ διὰ τὴν ὁμωνυμίαν, ὡσανεὶ ἔφη· ἐν ᾗ ἡ Ἄρτεμις ἐγεννήθη ὥσπερ ἐν | ||
5 | Δήλῳ· εἴωθε γὰρ ὁ Πίνδαρος μετάγειν τὰς ὁμωνυμίας· ὥστε τὸ λεχθὲν ἐπὶ τῆς εἰς Δῆλον Ὀρτυγίας, τοῦτο ἐπὶ τῇ πρὸς Συρακούσαις μετήχθη. ἔνιοι δὲ κασιγνήτην ἀκούουσιν ἀντὶ | |||
BDPU | τοῦ συγγενῆ διὰ τὴν ὁμοιότητα· κοινὰ γὰρ τὰ ἐφ’ ἑκατέρας ἱστορούμενα. καὶ γὰρ νῆσος ἡ Δῆλος, καὶ ἡ Ὀρτυγία ἡ ἐν | |||
10 | Συρακούσαις νῆσος, καὶ ὑπεδέξαντο θεοὺς ἀμφότεραι· καὶ ἡ μὲν ἔκρυσιν διὰ πελάγους, ἡ δὲ ἐκ τοῦ Νείλου διὰ τὸν Ἰνω‐ πόν. | |||
N 14b | ἄλλως. δοκεῖ μὲν πρὸς τὸ βίαιον τὴν πρὸς ταῖς Συρακούσαις ἀδελφὴν λέγειν τῆς Δήλου· τὸ δὲ ὅλον διὰ τὴν | |||
ὁμωνυμίαν αὐτῷ ὁ λόγος προήχθη. | 10 in vol. 3 | |||
N 14c,col 1 | BDP | ὁ δὲ νοῦς· ὦ σεμνότατον ἀνάπαυμα τοῦ Ἀλφειοῦ, τῶν Συρακουσῶν καὶ τῆς Σικελίας κόσμε καὶ βλάστημα, τῆς Ἀρ‐ | ||
5 | τέμιδος ἐνδιαίτημα καὶ τῆς | |||
Δήλου ἀδελφή. 8P | Column end | |||
N 14c,col 2 | U | ὁ δὲ νοῦς· ὦ σεμνὸν καὶ σεμνότατον ἄμπνευμα καὶ ἀνά‐ παυμα τοῦ Ἀλφειοῦ, τῶν Συρρα‐ κουσῶν καὶ τῆς Σικελίας τῶν | ||
5 | κλεινῶν θάλος*) καὶ κόσμε καὶ βλάστημα, τῆς Ἀρτέμιδος δέμ‐ νιον καὶ ἐνδιαίτημα, καὶ τῆς | |||
Δήλου κασιγνήτη καὶ ἀδελφή. | Column end | |||
N 14c(9) | BDU | τοῦτο δὲ καὶ διὰ τὴν ὁμωνυμίαν· Ὀρτυγία γὰρ καὶ ἡ | ||
10 | Δῆλος ἐκαλεῖτο· καὶ διὰ τὸ θεοφιλές· ἐν Δήλῳ γὰρ ἦν ἡ Ἄρτεμις. 2aB | |||
N 14d | BD | σέθεν ἁδυεπής: ἐκ σοῦ ἡδυεπὴς καὶ εὔφημος. | ||
N 14e | BDP | ὁ δὲ νοῦς· ἀπὸ σοῦ, ὦ Ὀρτυγία, ὁ ἡδυεπὴς ὕμνος τὴν ὁρμὴν ἔχει, ὥστε θεῖναι καὶ πληρῶσαι ἔπαινον μέγαν τῶν ὀξυτάτων ἵππων Διὸς ἕνεκεν τοῦ ἐν τῇ Αἴτνῃ· Διῒ γὰρ ἀνάκειται καὶ οὗτος ὁ ἀγών. | ||
N 14f | ἐν γὰρ τῇ Αἴτνῃ Διὸς ἱερόν ἐστι. 3P | |||
N 14g | U | σέθεν ἁδυεπής: ὁ δὲ νοῦς· σέθεν καὶ ἐκ σοῦ. εὔ‐ φημος ὁ ἁδυεπής. ἢ τὸ σέθεν ἀντὶ τοῦ ἀπὸ σοῦ, ὦ Ὀρτυγία, ὁ ὕμνος ὁ ἡδυεπὴς ὁρμᾶται ἀντὶ τοῦ τὴν ὁρμὴν ἔχει ὥστε θέμεν καὶ θεῖναι καὶ πληρῶσαι αἶνον καὶ ἔπαινον μέγαν τῶν ἀελλο‐ | ||
5 | πόδων καὶ τῶν ὀξυτάτων ἵππων, χάριν καὶ ἕνεκεν τοῦ Ζηνὸς τοῦ Αἰτναίου τοῦ ἐν τῇ Αἴτνῃ. Διὶ γὰρ ἀνάκειται καὶ οὗτος ἀγών. ἐν γὰρ τῇ Αἴτνῃ Διὸς ἱερόν. | |||
N 17a | D | Ζηνὸς Αἰτναίου: ἐν γὰρ τῇ Αἴτνῃ Διὸς ἱερόν ἐστιν. | ||
N 17b | BDU | Ζηνὸς Αἰτναίου χάριν: ἢ εἰς χάριν τοῦ Διός, ἢ ἕνεκεν τοῦ Διός, παρόσον ἐν τῷ ἀγῶνι καὶ ἐν τῇ πανη‐ | ||
γύρει τοῦ Αἰτναίου Διὸς ᾖδον οἱ περὶ τὸν Ἱέρωνα τοὺς ἐπὶ τοῖς στεφανίταις ἀγῶσι πεποιημένους ἐπινίκους [καὶ ᾖδον]. | 11 in vol. 3 | |||
5 | πιθανὸν οὖν φησιν ὁ Δίδυμος καὶ τὸν ἐπὶ τῆς Χρομίου Νεμεακῆς νίκης ἐπίνικον ἕνεκα τούτου συντετάχθαι, ὑπὲρ τοῦ μέλλειν αὐτὸν ὑπὸ τῆς πανηγύρεως ᾀσθήσεσθαι. ὁ δὲ τρόπος ποιητικός, ὥστε τὸ ἀπὸ τοῦ αὐτομάτου συμβαῖνον ὡς αἴτιον λαμβάνειν. οὐ γὰρ ἕνεκα τοῦ ᾀσθῆναι τὸν ἐπίνικον ἐν τῇ | |||
10 | πανηγύρει τοῦ Αἰτναίου Διὸς ἐνίκησεν, ἀλλὰ νικήσαντος ἔμελλεν ἡ εἰς αὐτὸν ᾠδὴ ᾀσθήσεσθαι. | |||
N 18 | BDPU | ἅρμα δ’ ὀτρύνει Χρομίου: Χρόμιος ἡνίοχος Ἱέρω‐ νος παιδόθεν γεγονὼς, ἅτε δὴ βασιλεῖ συνὼν καὶ ἄριστος ὢν τὴν ἱππικὴν ἐπλούτησε καὶ ἤρξατο ἀποστὰς τοῦ Ἱέρωνος καθ’ ἑαυτὸν ἱπποτροφεῖν· νικᾷ δὲ νῦν ἵππῳ ἅρματι πρῶτον | ||
5 | ἀγωνισάμενος. | |||
N 110 | DPU | ζεῦξαι μέλος: συνθεῖναι ἐγκωμιαστικὸν μέλος. ἔστι δὲ τὸ σχῆμα περίφρασις. | ||
N 111a | BDPU | ἀρχαὶ δὲ βέβληνται θεῶν: τοῦ ἐγκωμίου. τοῦτο δὲ λέγει διὰ τὸ ἀπὸ θεοῦ τῆς Ἀρτέμιδος κατῆρχθαι, ὥστε ἀρχὰς τὰ προοίμια τῆς ᾠδῆς αὐτὸν λέγειν. ἔθος δὲ Πινδάρῳ θεοῖς ἀνάπτειν τὰ ὁπωσοῦν τοῖς ἀνθρώποις ἐκπονούμενα. | ||
N 111b | ὁ δὲ νοῦς· αἱ γὰρ ἀρχαὶ ταῖς δαιμονίαις καὶ θείαις ἀρεταῖς ἐκείνου τοῦ ἀνδρὸς ἐκ θεῶν βέβληνται, ἀντὶ τοῦ ἐκ πρώτης | |||
καταβολῆς ἡ τύχη τούτῳ συνέλαβεν. 13bB | 12 in vol. 3 | |||
N 113a | BDPU | ἔστι δ’ ἐν εὐτυχίᾳ: κατὰ πάντα μέρη τοῦ βίου ἄκρως ἔνδοξος ὁ εὐτυχής. καὶ Εὐριπίδης (fr. 1017)· τὸν εὐτυχοῦντα καὶ φρονεῖν νομίζομεν. 14B | ||
N 113b | ἢ οὕτως· ἔστι δὲ καὶ ἐκ τῆς εὐτυχίας καὶ εἰς ἄκρον εὐδοξίας ἀφικέσθαι. 13aB | |||
N 114 | BU | μεγάλων δ’ ἀέθλων Μοῖσα μεμνᾶσθαι φιλεῖ: ἀντὶ τοῦ μεγίστων ἀγωνισμάτων ἡ Μοῦσα μεμνῆσθαι βούλεται. | ||
N 116a | BDP | ἔγειρε νῦν ἀγλαΐαν τινά: ἔκπεμπε τοίνυν, ὦ Μοῦσα, καὶ σπεῖρε λαμπρότητά τινα τῇ νήσῳ τῇ Σικελίᾳ, ἥντινα ὁ Ζεὺς ἐξαίρετον δέδωκε τῇ Φερσεφόνῃ ἀρίστην οὖσαν καὶ ἐπιτηδειοτάτην τῆς γῆς τῆς εὐκαρποτάτης, καὶ ἐπένευσε | ||
5 | τῇ ἑαυτοῦ κεφαλῇ τὴν Σικελίαν πιειρῶς καὶ λιπαρῶς ἀνορ‐ θώσειν, ἢ τὴν πιοτάτην καὶ καλλίστην ὑψώσειν πλουσίων | |||
U | πόλεων ἐνοικήσεσι ταῖς ὑπ’ αὐτὴν ἐσομέναις. | |||
N 116b | ἔγειρε νῦν: ἔκπεμπε τοίνυν, ὦ Μοῦσα, καὶ σπεῖρε λαμπρότητά τινα τῇ νήσῳ Σικελίᾳ, τὰν καὶ ἥντινα ὁ δεσπό‐ τας τοῦ Ὀλύμπου ἤγουν ὁ Ζεὺς ἔδωκεν ἐξαίρετον τῇ Φερσε‐ φόνῃ ἀρίστην οὖσαν καὶ ἐπιτηδειοτάτην τῆς γῆς τῆς εὐκαρ‐ | |||
5 | ποτάτης, καὶ κατένευσε ταῖς χαίταις καὶ τῇ κεφαλῇ οἱ καὶ αὐτῇ τὴν Σικελίαν πειρῶς καὶ λαμπρῶς ἀνορθώσειν, ἢ τὴν πίειραν καὶ τὴν πιοτάτην καὶ καλλίστην ὑψώσειν πλουσίων πόλεων κορυφαῖς καὶ ἐνοικήσεσι ταῖς ὑπ’ αὐτὴν ἐσομέναις. | |||
N 117 | BDPU | τὰν Ὀλύμπου δεσπότας: περὶ τῆς ὅλης Σικελίας ἐστὶν ὁ λόγος. δοκεῖ δὲ αὐτὴν ὁ Ζεὺς εἰς τὸν γάμον Πλού‐ | ||
τωνος τοῖς ἀνακαλυπτηρίοις τῇ Φερσεφόνῃ δωρήσασθαι. | 13 in vol. 3 | |||
N 120 | BDPU | εὐκάρπου χθονός: λέγεται γὰρ ἡ πᾶσα Σικελία ἐξ ἀρχῆς Δήμητρος εἶναι καὶ Κόρης, τοῦ Διὸς οὕτως ἐξ ἀρχῆς βουληθέντος. ἡ γοῦν Φερσεφόνη περὶ τοὺς τῆς Αἴτνης διατρί‐ βουσα λειμῶνας ἡρπάσθη παρὰ τοῦ Πλούτωνος. | ||
N 121 | BDPU | πίειραν ὀρθώσειν: ὅ ἐστι διαφυλάξειν ὀρθὴν τῇ Φερσεφόνῃ διὰ τῶν πόλεων τῶν ἐσομένων ἐν αὐτῇ ἀφνεῶν· οὕτω γὰρ ἔμελλε δηλονότι ὀρθοῦσθαι ἡ Σικελία, εἰ ἀξιολόγους ἔχοι πόλεις ἐν αὐτῇ. 24B | ||
N 123 | BDPU | ὤπασε δὲ Κρονίων: παρέσχε δὲ πρὸς τοῖς εἰρη‐ μένοις ὁ Ζεὺς αὐτῇ γενναίων ἀνδρῶν καὶ πολεμικῶν πλῆθος. ὥστε δι’ ὅπλων μεμνῆσθαι τῶν πολεμικῶν καὶ ἱππαιχμίαις εὐδοκιμεῖν. 25B | ||
N 124 | BDPU | πολέμου μναστῆρα: οἷον μνήμονα πολέμου, ἐπι‐ στήμονα, οὐκ ἀμελοῦντα τῶν πολεμικῶν, ἀλλὰ κατατιθέμενον ἐν τῷ νόῳ ὅτι δεῖ παρασκευάζεσθαι εἰς τὰ πολεμικὰ διόλου. ὅμοιον τῷ μνήστορες ἀϋτῆς (Δ 328). 23B | ||
N 125a | BDPU | θαμὰ δὴ καὶ Ὀλυμπιάδων: οὐ μόνον, φησί, τὰ περὶ πόλεμον δραστηρίους ἀπέδειξε τοὺς Σικελιώτας, ἀλλὰ καὶ Ὀλυμπιονίκας· οἷον πολλάκις ἐνίκησαν ἐπ’ Ὀλυμπίας. ἔστι δὲ ὁ λόγος τῷ Πινδάρῳ οὐ περὶ τοῦ Χρομίου μόνου, ἀλλὰ | ||
5 | καὶ περὶ τοῦ παντὸς λαοῦ, οἳ πολλὰς ἔσχον νίκας Ὀλυμπικάς. | |||
ἐντεῦθεν ἴσως πλανηθεὶς ὁ Τίμαιος (FHG I 232) Ὀλυμπικὸν τὸν ἐπίνικον ᾠήθη εἶναι. | 14 in vol. 3 | |||
N 125b | ἔστι δὲ καὶ οὕτως ἀναγνῶναι· ἵππαιχμόν θ’ ἅμα δή, καὶ ὁ λόγος κατὰ συναλοιφὴν, ἵν’ ᾖ· ὁ λαὸς μνηστὴρ ἅμα πολέμου καὶ τῶν Ὀλυμπικῶν ἀθλημάτων. | |||
N 127a | BDPU | πολλῶν ἐπέβαν καιρὸν οὐ ψεύδει βαλών: πολ‐ λῶν ἐπέβην καὶ ἡψάμην ἐγκωμίων, οὐδαμοῦ τῷ καιρῷ πρὸς ψεῦδος χρησάμενος. | ||
N 127b | ἢ οὕτως· οἷον τοῦ καιροῦ τῇ ἀλη‐ θείᾳ τυχών. | |||
N 129a | BDPU | ἔσταν δ’ ἐπ’ αὐλείαις θύραις: ἀμφίβολον πότε‐ ρον ὁ χορὸς ἢ ὁ ποιητής· δύναται γὰρ ὁ χορὸς κυρίως λέγειν ἐφ’ ἑαυτοῦ, δύναται δὲ καὶ ὁ Πίνδαρος μεταφορικῶς εἰπεῖν ἔστην τῷ λόγῳ καὶ τῇ μολπῇ μέλπων αὐτὸν καὶ ὑμνῶν. ἐὰν | ||
5 | μὲν οὖν ὁ χορὸς λέγῃ, κυρίως ἀκουσόμεθα δεῖπνον παρεσκευ‐ άσθαι· κῶμον γὰρ στέλλουσιν οἱ χορευταί· ἐὰν δὲ ὁ ποιητής, κεκόσμηται τὰ δοθησόμενά μοι δῶρα, φησί, διὰ τοῦ ὕμνου. | |||
N 129b | BU | ὁ δὲ νοῦς· ἔστην δὲ παραγενόμενος ἐπὶ τοῖς οἴκοις τοῦ φιλοξένου ἀνδρός, τὰ καλὰ δὲ τούτου ἀναβαλλόμενος. 32bB 34bD | ||
N 132a | BPU | θαμὰ δ’ ἀλλοδαπῶν: οὐκ ἄπειροι γὰρ τῆς συνεχοῦς δεξιώσεως οἱ τούτου οἶκοι· συνεχῶς γὰρ τοὺς ἐκ τῆς ἀλλοδαπῆς ὑποδέχονται γῆς. 34bB | ||
N 132b | BU | οἱ τοῦ Χρομίου δόμοι οὐκ εἰσὶν ἀπείρατοι ξένων, τουτέστι, φιλόξενοί εἰσι. 32aB | ||
N 134a | BDPU | λέλογχε δέ: ὁ νοῦς· πέφυκε δὲ τοῖς μεμφομένοις τοὺς | ||
ἀγαθοὺς οὕτω τήκεσθαι ὥσπερ ὑπὸ πυρὸς ὕδωρ, οὐκέτι δυνάμενον φέρειν τὴν θέρμην καὶ τὸν καπνόν. 36BD | 15 in vol. 3 | |||
N 134b | λέ‐ λογχε δὲ μεμφομένοις: Ἀρίσταρχος οὕτως· τοῖς δὲ τοὺς ἀγαθοὺς μεμφομένοις τοῦτο λέλογχε καὶ ὑποκείμενόν ἐστιν, οἷον ἀκολουθεῖ, ὥσπερ καπνῷ ὕδωρ φέρειν ἀντίον κατα‐ | |||
5 | σβεννύναι. καταλείπεται δὲ τῇ ἀρχαίᾳ σημασίᾳ τὸ ἐσλός· καὶ ἡ ἀντίστροφος ἀπῄτει τὸ υ. ταῖς δὲ τοιαύταις παραβολαῖς χρῆται ἀποτόμως, οὐ λέγων τὸ καθάπερ. καὶ ὁ μὲν Ἀρίσταρχος ταῦτα. βέλτιον δὲ οὕτως ἀκούειν κατ’ ἐναλλαγὴν πτώσεως· μεμφομένοις, ἀντὶ τοῦ μεμφομένους σβεννύειν ὡς ὕδατι καπ‐ | |||
10 | νὸν, ἵνα αὐτὸς ὁ ἀγαθὸς κατασβεννύῃ τὸν φθονερόν, ἀλλὰ μὴ σβεννύηται ὑπ’ ἐκείνου. χρῆται δὲ ὁ Πίνδαρος τῷ καπνῷ ἀντὶ πυρὸς, ἐκ τοῦ παρακολουθοῦντος τὸ πρῶτον σημαίνων. | |||
N 134c | ἢ οὕτως· ὅτι τὸ ἐσλός ἀντὶ τοῦ ἐσλούς εἴρηται Δωρικῶς, καὶ ὅτι τὸ λέλογχεν εἶπεν ἑνικῶς ἀντὶ τοῦ λελόγχασι· λελόγ‐ χασι δὲ οἱ καταμεμφόμενοι καπνῷ ὕδωρ ἐπιφέρειν· ὅ ἐστι τοὺς ἐχθομένους αὐτῷ οἷός ἐστι καταπραΰνειν, ὥσπερ καπνῷ | |||
5 | ὕδωρ ἐπιφέρων. | |||
N 134d | τινὲς οὕτως· ὡς ὕδατι καπνὸν σβεννύουσι καὶ πῦρ, οὕτω τοὺς ἐσλοὺς σβεννύουσιν οἱ φθονεροὶ μεμφό‐ μενοι. | |||
N 134e | ἄλλως. οὐκ ἀνύουσιν οἱ φθονεροὶ μεμφόμενοι τοὺς ἀγαθούς· ὁ γὰρ ἀγαθὸς ἀγαθός ἐστι, κἂν μυριάκις μέμφωνται αὐτόν. 34aBD | |||
N 136 | BDPU | τέχναι δ’ ἑτέρων ἕτεραι: τουτέστιν ἄλλοι ἄλλα φιλοτεχνοῦσι. τοῦτο δὲ λέγει· πρὸς ἃ πέφυκέ τις, πρὸς ταῦτα ἀκολουθοῦντα τῇ φύσει ἰέναι, καὶ περὶ αὐτὰ ἐνεργεῖν. ἢ τέχνας, φησὶν ὁ Δίδυμος, ἀκουστέον τοὺς δόλους, ὅθεν καὶ | 16 in vol. 3 | |
5 | τὸ ἀτεχνῶς παρὰ τοῖς Ἀττικοῖς· ἄλλαι δ’ ἄλλων ἐπιτεχνήσιες. εἴρηται δὲ παρὰ τὸ Ὁμήρου (Ν 730). ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα. | |||
N 138 | BDPU | μάρνασθαι οὖν Ἀρίσταρχος ἀντὶ τοῦ μάχεσθαι καὶ ἀντερίζειν φύσει χρώμενον κατὰ τρόπον καὶ μηδὲν παρὰ φύσιν πράττειν. μήποτε δὲ τὸ μάρνασθαι οὐκ ἔστι μάχεσθαι, ἀλλ’ ἐνεργεῖν, ὥς φησι Δίδυμος, καὶ πραγματεύεσθαι, ὥστε εἶναι | ||
5 | τὸ κεφάλαιον τοῦ λόγου· προσήκει δὲ ἀδόλως εὐθὺ πράττειν, καθ’ ἣν εἴληχεν ἕκαστος φύσιν, ἢ ἔργῳ ἢ γνώμῃ. | |||
N 137 | BDPU | χρὴ δ’ ἐν εὐθείαις ὁδοῖς: Ἀριστόνικος· χρὴ καθ’ ἣν γεγέννηταί τις φύσιν, ταύτῃ ἀκολουθεῖν καὶ μὴ βιάζεσθαι αὐτὴν εἰς ἄλλα τρέποντα, μηδὲ τῷ φθόνῳ μάρνασθαι πρὸς τοὺς ἀγαθούς, ἀλλὰ συνασκεῖν ἅ τις ἔχει ἐκ φύσεως. ὁ δὲ | ||
5 | νοῦς· χρὴ δὲ ταῖς εὐθείαις ὁδοῖς βαδίζοντα καταχρῆσθαι ταῖς ἑαυτοῦ καὶ τῇ φύσει, μὴ δι’ ἑτέρων ἐπιτηδευμάτων τὴν ἰδίαν ἐνυβρίζειν τέχνην. | |||
N 139 | BDPU | πράσσει γὰρ ἔργῳ μὲν σθένος: συμπράσσει καὶ συνεργεῖ τοῖς μὲν ἔργοις ἡ ἀνδρεία, τοῖς δὲ βουλεύμασι καὶ λόγοις ὁ νοῦς· μετέβαλε δὲ τὸ Ὁμηρικόν (Π 630)· | ||
ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δ’ ἐνὶ βουλῇ. | 17 in vol. 3 | |||
N 140 | BDPU | οὕτω τῷ νῷ ὁ λόγος ἕπεται, ὥστε καὶ τὸ μέλλον προγνῶναι ἀκολούθως, ὧν ἐστι συγγενὲς καὶ συμφυὲς καὶ ἀκόλουθον· συγγενὲς γὰρ τὸ συμφυές. | ||
N 142 | BDPU | Ἀγησιδάμου παῖ, σέο δ’ ἀμφὶ τρόπῳ: ὁ νοῦς· σοῦ δὲ, ὦ Χρόμιε τοῦ Ἀγησιδάμου παῖ, περὶ τὸν τρόπον καὶ τὸν βίον ἀμφοτέρων ἡ χρῆσις ὑπάρχει, καὶ λόγων καὶ ἔργων· πρὸς ἀμφότερα χρήσιμος εἶ. | ||
N 143 | BDPU | τῶν τε καὶ τῶν: τῶν ἔργων καὶ τῆς συνέσεως. ἐνεργεῖς γὰρ καὶ προβουλεύῃ. | ||
N 144 | BDPU | οὐκ ἔραμαι πολὺν ἐν μεγάρῳ πλοῦτον: πιθανῶς ὃ θέλει παραινέσαι τῷ Χρομίῳ, ἐφ’ ἑαυτοῦ ἐξενήνοχεν· οὐκ ἐπιθυμῶ, φησί, κατακρύψαι θησαυρὸν, ἵνα πλουτῶ, ἀλλὰ παρόντων τῶν ἀπὸ τοῦ πλούτου καὶ εὖ παθεῖν καὶ εὖ ἀκοῦ‐ | ||
5 | σαι θέλω ἐξαρκῶν τοῖς φίλοις. τὸ δὲ ὅλον· δωρητικὸς γίνου. | |||
N 148a | BDPU | κοιναὶ γὰρ ἔρχοντ’ ἐλπίδες: αἱ γὰρ ἐλπίδες καὶ αἱ μέλλουσαι, φησί, προσδοκίαι κοιναὶ καὶ ἄδηλοι τοῖς ἀνθρώ‐ ποις εἰσίν. | ||
N 148b | ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἴ τις τοῖς φίλοις ἐπαρκέσει, οὗτος καὶ ἐλπίδος ποτὲ διαπεσὼν τῆς ἴσης τύχοι ἂν ἀμοιβῆς· ἄδηλα γὰρ τὰ παρὰ τῆς τύχης συμπτώματα. | |||
N 149a | P | ἐγὼ δ’ Ἡρακλέος: οὐκ ἀφίσταμαι τοῦ Ἡρακλέους. ἢ οὕτως· ἐγείρω τὸν λόγον ὄντα ἀρχαῖον τὸν περὶ τῆς Ἡρα‐ κλέους ἀρετῆς· ἀντέχομαι γὰρ αὐτοῦ καὶ ζηλῶ αὐτόν. | ||
N 149b | BDPU | ἐγὼ δ’ Ἡρακλέος ἀντέχομαι προφρόνως: ἐπαπορήσειεν ἄν τις, διατί τοῦ Ἡρακλέους μνημονεύει· οὐ γὰρ εὔκαιρος δοκεῖ ἡ μνήμη νῦν Ἡρακλέους. καί φαμεν, ὅτι βουλόμενος δεῖξαι, | 18 in vol. 3 | |
5 | ὡς οἱ διαφανεῖς ἐν τοῖς ἔργοις καὶ τοῖς λόγοις ἀθάνατοι γί‐ νονται τῇ μνήμῃ, διὰ τοῦτο μέμνηται Ἡρακλέους ἀρετῆς, ἐπιφέρων τοῖς τοῦ Χρομίου θαύμασιν· ὅτι ἐγὼ ἀντέχομαι ἐν ταῖς κορυφαῖς τῶν σῶν ἀρετῶν, καὶ μνημονεύω τῶν κατὰ τὸν Ἡρακλέα διηγημάτων. | |||
N 149c | U | ἄλλως· ἐγὼ δ’ Ἡρακλέος· δια‐ πορεῖται τίνι ἀφορμῇ εἰς τοὺς περὶ Ἡρακλέους λόγους παρ‐ ῆλθε· μηδεμίαν γὰρ ἔχειν εἰς τὰ παρόντα Ἡρακλέα οἰκεί‐ | ||
ωσιν· ὁ μὲν οὖν Ἀρίσταρχός φησιν, ὅτι οἴονταί τινες, ὅτι | BDPU | |||
5 | ὑπόθεσις αὐτῷ ἐδέδοτο τοιαύτη ὥστε μνησθῆναι τοῦ θεοῦ, ὅπερ ἐστίν, ὡς καὶ αὐτός φησιν Ἀρίσταρχος, ἀπίθανον. μή‐ ποτε δὲ, ὅτι ἀεὶ ὁ Πίνδαρος ἐπαινεῖ τοὺς φύσει μᾶλλον τῶν ἐκ διδαχῆς περιγινομένων, ὁ δὲ Ἡρακλῆς τοιοῦτος. τοῦτο δὲ ἀπίθανον. τί γὰρ, ὅτι τὴν πρώτην περὶ Ἡρακλέους γενομένην | |||
10 | συμφορὰν ἰδίως ἐξύμνησεν, εἰς ἔνδειξιν τῶν φυσικῶν ἀγαθῶν; Ἡρακλῆς γὰρ μέχρι παντὸς ἐκ φύσεως ἀγαθὸς ὢν ἀνεφάνη, ὥστε οὐκ ἂν ὡμοίωσε τὸν ἔπαινον, ἓν μόνον τὸ περὶ τοὺς δράκοντας αὐτῷ διαπραχθὲν εἰπών· ἀλλ’ εἴπερ ἄρα, ἀπὸ τῶν ἐπιφανεστέρων ἂν ἐπῄνει τὸν Ἡρακλέα. ὁ δὲ Χαῖρίς φησιν, | |||
15 | ὅτι ὁ Χρόμιος πολλὰ συμπονήσας τῷ Ἱέρωνι κατὰ τὴν ἀρχὴν | |||
ἀμοιβῆς ἔτυχεν ἐξ αὐτοῦ, ὥστε ἐκ περιουσίας καὶ ἱπποτρο‐ φῆσαι· ὡς οὖν οὗτος ἔπαθλον πόνων ἔλαβε τὴν ἐπιφάνειαν, οὕτω καὶ Ἡρακλῆς πολλὰ ταλαιπωρήσας ἔπαθλον ἔσχε τὴν ἀθανασίαν καὶ τὸν γάμον τῆς Ἥβης. καὶ πρὸς τοῦτον δὲ | 19 in vol. 3 | |||
20 | ἔνεστιν εἰπεῖν· τί δήποτε ὁ Πίνδαρος ἰδίως τὸν ἔπαινον τὴν τοῦ Ἡρακλέους παρέλαβε συμφορὰν εἰς ἐπίδειξιν τῆς φιλο‐ πονίας; μᾶλλον γὰρ ἔδει κοινότερον πάντας τοὺς ἄθλους εἰς ὑπόμνησιν ἀγαγεῖν, ὅτι καθήρας γῆν καὶ θάλασσαν ἀπεθεώθη. ὁ δὲ Χρύσιππος Νεμεακὸν εἶναί φησι τὸν ἀγῶνα καὶ ἐπὶ | |||
25 | τούτῳ δὴ τὸν ἐπίνικον· διά τε τὸ Νεμεαῖον εἶναι τὸν λέοντα, ταύτῃ τὸν Ἡρακλέα τοῖς τοῦ νενικηκότος ἐπαίνοις ἐγκαταμε‐ μίχθαι. ἀντιπράττει δὲ καὶ τούτῳ τὸ μηδ’ ὁτιοῦν τὸν Πίν‐ δαρον [εἰπεῖν] περὶ τοῦ λέοντος, ὅπερ αἰτιώτατον τῆς παρεκβά‐ σεώς φησιν ὁ Χρύσιππος εἶναι. βέλτιον δέ φησιν ὁ Δίδυμος | |||
30 | ἐκεῖνο λέγειν, ὅτι ὃ περὶ τῆς Αἴτνης ἔφη, τοῦτο καὶ νῦν βού‐ λεται δηλοῦν ὁ Πίνδαρος (P. I 33)· ναυσιφορήτοις δ’ ἀνδράσι πρώτη χάρις ἐς πλόον ἐρχομένοις πομπαῖον ἐλθεῖν οὖρον. τοιοῦτο λέγοι ἄν τι καὶ ἐπὶ τοῦ Χρομίου· ἐπεὶ νῦν ἦρκται ἀγωνίζεσθαι καὶ ἀρξάμενος εὐθὺς ἐνίκησεν, ἐλπίς ἐστιν αὐτὸν | |||
35 | καὶ τῶν ἄλλων τεύξεσθαι στεφάνων. πρὸς τί οὖν τὸ περὶ Ἡρακλέους ὑπόδειγμα; ὅτι καὶ ὁ Ἡρακλῆς βρέφος ἔτι ὢν | |||
μεταχειρισάμενος τοὺς δράκοντας, καὶ τοὺς αὖθις ἄθλους κατεπράξατο· καὶ ὥσπερ τούτου περὶ τὸν Ἡρακλέα γεγενημέ‐ νου ὁ Ἀμφιτρύων Θηβαῖον ὄντα τὸν Τειρεσίαν προανέκρινε | 20 in vol. 3 | |||
40 | περὶ τοῦ παιδὸς, ὁ δὲ προεμαντεύσατο τοὺς ἐσομένους αὐτῷ ἄθλους, οὕτως αὐτὸς ὁ Πίνδαρος ἀπὸ τῆς πρώτης τοῦ Χρο‐ μίου νίκης προμαντεύεται, ὅτι καὶ τῶν λοιπῶν στεφάνων τεύξεται. | |||
N 149d | BD | ὁ δὲ νοῦς· ἐγὼ δ’ ἐφίεμαι καὶ οὐκ ἀφίσταμαι τοῦ Ἡρακλέους, ἐγείρων τὸν λόγον ὄντα ἀρχαῖον τὸν ἐν ταῖς μεγίσταις τῶν ἀρετῶν, οὗ κορυφαῖς τὸν ἐμὸν ὁπλίζων καὶ ἐγείρων λόγον· ἀντέχομαι γὰρ καὶ ζηλῶ αὐτόν. | ||
N 149e | BDPU | ἢ οὕτως· ἐν ταῖς κορυφαῖς τῶν ἀρετῶν τὸν ἐξ ἀρχῆς παροτρύνων περὶ αὐτοῦ λόγον, οἷον ἀπ’ ἀρχῆς τῶν περὶ αὐτὸν γεγονότων μνη‐ μονεύων. 58bD | ||
N 149f | U | ἢ ἐν ταῖς μεγίσταις τῶν ἀρετῶν κορυφαῖς τὸν ἐμὸν ὁπλίζων καὶ διεγείρων λόγον. | ||
N 153 | BPU | ὡς ἐπεὶ σπλάγχνων ὑπὸ ματέρος αὐτίκα: διηγή‐ σομαι, φησίν, ὅπως ἐκ τῆς μητρικῆς νηδύος εἰς τὰς αὐγὰς ἦλθε τὰς ἡλιακὰς ὁ τοῦ Διὸς παῖς Ἡρακλῆς, ἅμα τῷ ἀδελφῷ Ἰφικλεῖ διδύμῳ ὄντι ἐκφυγὼν τὴν ὠδῖνα. 56B | ||
N 154a | BPU | θαητὰν εἰς αἴγλαν: τὴν λαμπρὰν ἡμέραν καὶ θαυ‐ μαστήν. | ||
N 154b | ἄλλως. ἤτοι τὴν ὁρατὴν αἴγλην, τὸ φῶς· ἢ τὴν αἰτίαν τοῦ θεάσασθαι ἡμᾶς· καθὸ καὶ μητέρα τοῦ Ἡλίου Θείαν διεπλάσαντο· θέας γὰρ αἴτιος ἡμῖν ὁ θεός. 58bB | |||
N 156 | BPU | διδύμῳ σὺν κασιγνήτῳ: τῷ Ἰφικλεῖ. ἐναντίως τῷ Θεοκρίτῳ. ἐκεῖνος γάρ φησι (24, 2)· καὶ νυκτὶ νεώτερον | ||
Ἰφικλῆα. 54B | 21 in vol. 3 | |||
N 158a | BDPU | κροκωτόν: ἤτοι ἀπὸ τῆς χρόας κροκοειδὲς, ἢ ἀπὸ τῆς κρόκης ὑφαντόν. 59BD | ||
N 158b | διηγήσομαι οὖν, φησί, καὶ ὅπως μὴ δυνηθεὶς διαλαθεῖν τὴν Ἥραν εἰς κροκοβαφὲς ὕφασμα ἐνετέθη σπαργανωθείς. 58aBD | |||
N 159 | BDPU | ἀλλὰ θεῶν βασίλεια: ὁ ἀλλά κεῖται ἀντὶ τοῦ δέ. | ||
N 160a | BDPU | ταραχθεῖσα τῇ ψυχῇ καὶ ὑπερζέουσα τῷ θυμῷ, οὐ τότε ὅτε ἐνετέθη τῷ κροκωτῷ σπαργάνῳ, ἀλλ’ ἔτι πάλαι, ὅτε ἐμίσγετο τῇ Ἀλκμήνῃ ὁ Ζεύς. | ||
N 160b | BDU | σπερχθεῖσα: ἐπιχυθεῖσα, λυπηθεῖσα. | ||
N 161 | BDPU | τοὶ μὲν οἰχθεισᾶν πυλᾶν: οἱ μὲν οὖν δράκοντες ἀνεῳχθεισῶν τῶν πυλῶν εἰς τὸ ἐσώτατον τῶν οἴκων παρεγέ‐ νοντο, ἔνθα κατέκειτο ὁ παῖς. 64bBD | ||
N 164a | PU | ἀμφιελίξασθαι: ἐκ τοῦ προηγουμένου καταφαγεῖν· οὕτω γὰρ εἶπε τὸ ἀμφελίξασθαι, ἐπεὶ μεγαλοστομώτατόν ἐστι τὸ ζῷον καὶ ὅμοιον τῇ εἱλήσει τὴν κατάποσιν ποιεῖ. 64cBD | ||
N 164b | BDPU | τὸ δὲ χʹ ὅτι ἀντὶ τοῦ μασᾶσθαι ἀπὸ τοῦ παρεπομένου δεδήλωκε, διὰ τὸ συστρέφειν τὰς γνάθους τοὺς μασωμένους. 64aBD | ||
N 164c | BDU | ὃ δ’ ὀρθὸν μὲν ἄντεινε κάρα: ὁ δὲ Ἡρα‐ κλῆς ὀρθώσας ἑαυτὸν πρώτης ταύτης τῆς μάχης πεῖραν | ||
ἐλάμβανε. 67BD | 22 in vol. 3 | |||
N 166a | PU | πειρᾶτο δὲ πρῶτον: αὕτη γὰρ πρώτη μάχη ἐγένετο Ἡρακλεῖ ἡ πρὸς τοὺς δράκοντας. | ||
N 166b | BDPU | εἰσὶ δὲ οἳ ὑπὸ Ἀμφιτρύωνος ἐπιπεμφθῆναι τοὺς ὄφεις λέγουσιν ἐπὶ διαπείρᾳ τοῦ γνῶναι, πότερος εἴη τοῦ Διός, ὡς Φερεκύδης (FHG I 77 M, I 79 J), ἐνιαυσίοις οὖσιν ἤδη· καὶ ὁ μὲν Ἰφικλῆς, | ||
5 | ὥς φασι, φεύγει, ὁ δὲ ἐπὶ τῆς εὐνῆς μείνας ἀμφοτέρους ἀπέ‐ πνιξε. 69BD | |||
N 167 | BDPU | δισσαῖσι: καὶ ταῖς δύο χερσὶν ἑαυτοῦ τοὺς δύο θῆρας ἐκ τῶν αὐχένων σφίγξας οὕτως ἀφύκτως κατεῖχεν. 66bBD | ||
N 169 | BDPU | ἀγχομένοις δὲ χρόνος: τούτους οὖν, φησί, τοὺς δράκοντας στρεβλουμένους καὶ πνιγομένους αἱ ψυχαὶ ἀπέλι‐ πον, καὶ νεκρὸν εἴασαν τὸ παμμέγεθες σῶμα. | ||
N 169bis | BDPU | μελέων ἀφάτων: ἀρρήτων, οὐκ ἐπιδεχομένων τὸ φατισθῆναι διὰ τὸ μέγεθος· ἢ φθαρτικῶν ἄγαν, κατ’ ἐπίτα‐ σιν λαμβανομένου τοῦ α· φάσαι γὰρ τὸ φθεῖραι, ὅθεν καὶ τὸ φάσγανον. | ||
N 171 | BDPU | ἐκ δ’ ἄρ’ ἄτλατον δέος πλᾶξε γυναῖκας: ἐξέπληξε δὲ τοῦτο τὸ ἀνυπομόνητον κακὸν τὰς ἐκεῖσε γυναῖκας πάσας, | ||
ὅσαι ἔτυχον περὶ τὴν θεραπείαν τῆς Ἀλκμήνης καὶ τὴν κοί‐ | 23 in vol. 3 | |||
την. (73.) συνεχῶς δὲ ὁ Πίνδαρος τὸ ἀρήγειν τάσσει ἐπὶ | P | |||
5 | τοῦ θεραπεύειν. | |||
N 174a | BDPU | καὶ γὰρ αὐτὰ ποσσὶν ἄπεπλος ὀρούσαις’: τὴν ἄπεπλον οὐ δεκτέον γυμνήν· ἀπρεπὴς γὰρ ἡ εἰκών· ἀλλὰ νοητέον, ὅτι τὸν μὲν πέπλον ἔρριψεν, ἐν δὲ τῷ χιτωνίσκῳ ἀνήλατο νεοτόκος οὖσα. 76BD | ||
N 174b | καὶ γὰρ αὐτὴ ἡ Ἀλκμήνη ἄπεπλος αὐτοποδὶ ἐκπηδήσασα ἀπὸ τῆς κοίτης ἐπὶ βοήθειαν ἠπείγετο πρὸς τὴν τῶν θηρίων βλάβην. 82bBD | |||
N 176 | BDPU | ὕβριν κνωδάλων: τὴν βλάβην τῶν δρακόντων. κνώδαλα κυρίως τὰ ἐν τῇ θαλάσσῃ θηρία, παρὰ τὸ ἐν ἁλὶ κινεῖσθαι, καταχρηστικώτερον δὲ πᾶν θηρίον (ρ 317)· κνώδαλον ὅ,ττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδει. 74bBD | ||
N 182a | BDPU | τὸ γὰρ οἰκεῖον πιέζει: ἕκαστος δάκνεται τῷ οἰκείῳ κακῷ, ὅταν δὲ τὰ τῶν ἄλλων ἴδῃ κακὰ, εὐκόπως ὑπομένει. 85bBD | ||
N 182b | ἄλλως· τὸ γὰρ οἰκεῖον καὶ ἴδιον κακὸν ὁμοίως πιέζει καὶ λυπεῖ τοὺς οἰκείους πάντας. | |||
N 183 | BDPU | εὐθὺς δ’ ἀπήμων: περὶ δὲ τὰ ἀλλότρια συμπτώματα καὶ κακὰ ἀβλαβὴς καὶ ἄλυπος ἡ καρδία παραχρῆμα γίνεται. 82aBD 85bTU | ||
N 185a | BDPTU | ἔστα δὲ θάμβει: ἔστη δὲ ὁ Ἀμφιτρύων ἐκπλήξει βα‐ ρυτάτῃ καὶ τέρψει πολλῇ συγκραθείς. Ὅμηρος (Z 484)· δακρυόεν γελάσασα. καὶ ἐν ἄλλοις (τ 471)· τὴν δ’ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα. 86BDT 88U | 24 in vol. 3 | |
N 185b | BDPTU | δυσφόρῳ τερπνῷ τε: δυσυπομονήτῳ. πῶς δὲ ταὐτὸν δυσυπομόνητον καὶ τερπνόν; ὅτι μὲν δρακόντων ἦν ἔφοδος ἐπὶ νεογνὰ τὰ τέκνα, δύσελπις ἐγένετο· ἐπεὶ δὲ εἶδεν αὐτοὺς ἀγχομένους ὑπὸ Ἡρακλέους, ἐτέρφθη. διὸ ἐξεπλάγη | ||
5 | δυσφορῶν ἅμα καὶ τερπόμενος. 85aBDT | |||
N 186a | BDPTU | ἐκνόμιον: ἤτοι ἀπὸ τῶν παρὰ τοὺς νόμους τινὰ πραττόντων καὶ βιαζομένων, ἢ ἀπὸ τῆς νομῆς, καθὸ ἀτιμαγέλαι τινὲς λέγονται βόες. | ||
N 186b | ἐθεάσατο γὰρ ἄηθες καὶ οὐ νομιζόμε‐ νον δυνάμεως ἔργον τοῦ Ἡρακλέους. 85aU | |||
N 188 | BDPTU | παλίγγλωσσον δέ οἱ ἀθάνατοι: τὴν ἐναντιόφημον, τὴν ἐναντίον τοῖς προηγγελμένοις τὸν λόγον ἔχουσαν· οἱ μὲν γὰρ ἄγγελοι ἐσήμαινον, ὅτι νεκρὰ ἦν τὰ βρέφη, ὁ δὲ εὗρε σώους τε καὶ ὑπ’ αὐτῶν τοὺς δράκοντας ἀνῃρημένους· ἐναντίον οὖν | ||
5 | BD | ἐγένετο τοῖς ὁρωμένοις τὸ ἄγγελμα, ὅ ἐστιν ἐναντιόφημον. | ||
N 190 | BPTU | γείτονα δ’ ἐκκάλεσαν Διὸς ὑψίστου προφάταν ἔξοχον: ἐκάλεσεν δὲ τὸν ἔξοχον προφήτην τοῦ Διὸς, πλησίον ὄντα, τὸν ἀληθῆ μάντιν Τειρεσίαν. | ||
N 192 | BPTU | ὁ δέ οἱ φράζε καὶ παντὶ στρατῷ: ὁ δὲ μάντις Τειρεσίας εἶπεν αὐτῷ, τῷ Ἀμφιτρύωνι, καὶ ὅλῳ τῷ ὄχλῳ τῶν Θηβαίων, ὁποίαις συντεύξεται καὶ συναναστραφήσεται πράξεσί τε καὶ τύχαις ὁ Ἡρακλῆς. | 25 in vol. 3 | |
N 196 | BDPTU | θῆρας ἀϊδροδίκας: ἀπέκτεινε γὰρ καὶ τὸ κῆτος τὸ ἐν τῇ Τρωάδι. μέμνηται δὲ τούτου καὶ Ὅμηρος (Υ 146)· τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέοιτο. 97cBDTU | ||
N 197a | BDPTU | καί τινα σὺν πλαγίῳ: καί τινα συμβήσεται ἄνδρα ἄδικον πλούτῳ ἐπαιρόμενον δίκην ὑποσχεῖν καὶ ἐχθροτάτῳ καὶ ἀπευκτῷ μόρῳ περιπεσεῖν. εἶπεν αὐτῷ καὶ τοῦτο ὁ μαν‐ τευόμενος Τειρεσίας. 100BD | ||
N 197b | ἄλλως. καί τινα σὺν πλα‐ γίῳ: οὐ κατ’ εὐθὺ ἰόντι, οὐκ ἀπὸ τοῦ δικαίου περιουσια‐ ζομένῳ. μετῆκται δὲ ἀπὸ τῶν κακούργων· οὐ γὰρ τὴν λεωφόρον βαδίζουσιν, ἀλλ’ ἐκτρεπόμενοι, τὰς ἐρήμους. τείνει δὲ ὁ λόγος | |||
5 | ἐπὶ Βούσιριν καὶ Ἀνταῖον· οὗτοι γὰρ δι’ ὕβριν ὑφ’ Ἡρακλέους ἀπώλοντο ἑκάτεροι. 97aBD 101TU | |||
N 197c | καί τινα σὺν πλαγίῳ: πρὸς τὸ ὀρθὸν τοῦ λόγου ἀντὶ αἰτιατικῆς τὴν δοτικὴν ἀκουστέον, ἵν’ ᾖ· καί τινι ἀδίκῳ ἀνδρὶ αὐτὸν, τὸν Ἡρακλέα, ἔφασκε δώσειν μόρον, ἀντὶ τοῦ τοὺς ἀδίκους ἀνελεῖν. 97bBD 97aTU | |||
N 1100 | BDPTU | καὶ γὰρ ὅταν θεοί· καὶ ὅταν οἱ θεοὶ τοῖς Γίγασιν εἰς μάχην συνάπτωσιν· ἔξωθεν γὰρ τὴν εἴς πρόθεσιν παραληπ‐ τέον. 104TU | ||
N 1101 | BDPTU | Φλέγρα τόπος ἐν Θρᾴκῃ καὶ κώμη, ἔνθα οἱ Γίγαντες | ||
ἀνῃρέθησαν ὑπὸ θεῶν. τῶν δὲ ἐχόντων τὴν μάχην πρὸς τοὺς Γίγαντας καὶ μὴ περιγινομένων τῆς μάχης, φασὶν εἰρηκέναι τὴν Γῆν μὴ ἄλλως ἁλῶναι τούτους, εἰ μὴ συμμαχήσειαν αὐτοῖς | 26 in vol. 3 | |||
5 | δύο τῶν ἡμιθέων· Ἡρακλέους τοίνυν καὶ Διονύσου συνελθόντων ἐκράτησαν οἱ θεοὶ τῶν Γιγάντων. προεῖπεν οὖν ὁ μάντις ὅτι καὶ τὴν ἐκεῖ τὴν ἐν τῇ Φλέγρᾳ πρὸς τοὺς Γίγαντας μέλλοι ἔσεσθαι, ὅτε ὁ πόλεμος τῶν θεῶν ὑπὸ τοῖς τοῦ Ἡρακλέους τόξοις πεσοῦνται, καὶ τὴν κόμην αὐτῶν τὴν φαιδίμην συμφυ‐ | |||
10 | ρήσεσθαι τῇ γῇ συμβήσεται. 100TU | |||
N 1104 | BDPTU | γαίᾳ πεφυρήσεσθαι κόμαν: διὰ τοὺς ἀγῶνας τοὺς πρὸς τοὺς Γίγαντας. σκληρότερον δὲ ἐξενήνεκται· μᾶλλον γὰρ ἐπὶ νεκροῦ ἑλκομένου τάσσεται τὸ τοιοῦτο. Ὅμηρος (Χ 405)· ὣς τοῦ μὲν κεκόνιστο κάρη ἅπαν. | ||
N 1105 | BDPTU | ἔννεπεν αὐτὸν μὲν ἐν εἰρήνᾳ: ὁ νοῦς· καὶ τοῦτο δὲ προεῖπεν αὐτῷ ὁ μάντις, ὅτι καὶ τοῦ λοιποῦ αὐτὸς, ὁ Ἡρα‐ κλῆς, ἐν εἰρήνῃ καὶ ἡσυχίᾳ διάξει, ταύτην ἀμοιβὴν τῶν ἑαυ‐ τοῦ πόνων λαβών, καὶ ὅτι λήψεται μὲν γυναῖκα τὴν θαυμα‐ | ||
5 | σίαν Ἥβην παρ’ αὐτῷ τῷ Διῒ τελουμένης τῆς εὐωχίας τοῦ γάμου, οὗτινος Διὸς καὶ θαυμάσει τὴν σύνοδον, εἷς δὲ ἐκ τῶν θεῶν γενόμενος σύννομος ἔσται τοῖς οὐρανίοις θεοῖς. | |||
N 1108 | PTU | ποινάν: τὴν ποινὴν ὁ Πίνδαρος ἰδίως ἐπὶ ἀγαθοῦ τάσσει, ὅταν ἀμοιβὴ γένηται ἀντὶ κακοπαθείας εἰς ἀγαθόν. καὶ Ὅμηρος (Ι 632)· καὶ μέν τίς γε κασιγνήτοιο φίλοιο ποι‐ νὴν ἢ οὗ παιδὸς δέξατο τεθνειῶτος. | 27 in vol. 3 | |
N 1111 | TU | καὶ γάμον δαίσαντα: εὐωχήσαντα τοὺς θεοὺς τὸν Ἠρακλέα. | ||
N 1112a | TU | σεμνὸν αἰνήσειν: εὐαρεστήσειν τῷ παρὰ θεοῖς νόμῳ. | ||
N 1112b | ἢ οὕτως· τὴν διανέμησιν τὴν παρὰ θεοῖς ἐπαινέσειν. | |||
N 2metr(t1) | Scholia in Nemeonicarum carmen II | |||
t2 | DTU | Τιμοδήμῳ Ἀθηναίῳ Ἀχαρνεῖ παγκράτιον. 1cD 1dDT | ||
1 | BDPTU | Ἡ δευτέρα ᾠδὴ μονόστροφός ἐστιν, ἔχει δὲ κῶλα ηʹ. | ||
BD | τὸ αʹ Γλυκώνειον. τὸ βʹ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον. τὸ γʹ λογαοιδικὸν Ἀλκαϊκόν. τὸ δʹ δίμετρον δακτυλικόν. τὸ εʹ δίμετρον τροχαϊκὸν ἀκατάληκτον. τὸ ϛʹ ἰωνικὸν ἀπὸ μείζονος | |||
5 | δίμετρον ἀκατάληκτον. τὸ ζʹ ἰαμβικὸν πενθημιμερές. τὸ ηʹ δακτυλικὸν τετράμετρον. 1cB 16bD | |||
N 21a | PTU | ὃν τρόπον, φησίν, οἱ Ὁμηρίδαι ῥαψῳδοῦντες ἀπὸ τοῦ | ||
BPTU | Διὸς ἄρχονται, οὕτω καὶ οὗτος ὁ ἀνὴρ τὴν καταβολὴν, του‐ τέστι τὴν ἀρχὴν καὶ τὸν θεμέλιον τῶν ἱερῶν ἀγώνων ἀπὸ τοῦ Διὸς πεποίηται, Νέμεα νικήσας πρῶτον. Διῒ δὲ ἀνάκειται ὁ | |||
5 | Νεμεακὸς ἀγών. ὅτι δὲ καταβολὰς ἔλεγον τὰς ἀρχὰς οὑτινο‐ σοῦν ἔπους, Καλλίμαχός φησιν (fr. 196)· Ἀρσινόης, ὦ ξεῖνε, γάμον καταβάλλομ’ ἀείδειν. μετῆκται δὲ ἡ λέξις ἀπὸ τῶν τὰς οἰκίας κατασκευαζόντων καὶ βαλλόντων τοὺς θεμελίους. ἐλπὶς οὖν, φησίν, ἐστὶν ἀπὸ Διὸς | |||
10 | αὐτὸν ἀρξάμενον τῶν ἀγώνων καὶ μετὰ ταῦτα νικήσειν· ὃ καὶ ἐγένετο εὐθέως· μετὰ γὰρ τὴν Νεμεακὴν νίκην ἐστεφανοῦτο | 28 in vol. 3 | ||
PTU | τὰ Ὀλύμπια. (9cB) τὸ δὲ τὰ πόλλ’ ἀοιδοί ἀντὶ τοῦ ὡς ἐπὶ τὸ πλεῖστον. τοῦτο δὲ λέγει, ἐπεὶ οὐκ ἀεὶ ἀπὸ Διὸς ἤρχοντο, ἀλλὰ καὶ ἀπὸ τῶν Μουσῶν. | |||
N 21b | BDPTU | ὅλοι γὰρ οὗτοι εἰς τὸν Δία προοιμιασάμενοι τοὐντεῦθεν ἤδη τῆς ἐποποιΐας ἥπτοντο· τῷ δὲ μὴ διὰ παντὸς ἄρχεσθαι ἀπὸ τοῦ Διὸς τοὺς ῥαψῳδοὺς προσέθηκεν ὁ Πίνδαρος τὰ πολλά, ἵν’ ᾖ· ὡς ἐπὶ τὸ πλέον. | ||
5 | 1fBD | |||
N 21c | BDPTU | Ὅθεν περ καὶ Ὁμηρίδαι: Ὁμηρίδας ἔλεγον τὸ μὲν ἀρχαῖον τοὺς ἀπὸ τοῦ Ὁμήρου γένους, οἳ καὶ τὴν ποίησιν αὐτοῦ ἐκ διαδοχῆς ᾖδον· μετὰ δὲ ταῦτα καὶ οἱ ῥαψῳδοὶ οὐκέτι τὸ γένος εἰς Ὅμηρον ἀνάγοντες. ἐπιφανεῖς δὲ ἐγένοντο | ||
5 | οἱ περὶ Κύναιθον, οὕς φασι πολλὰ τῶν ἐπῶν ποιήσαντας ἐμβαλεῖν εἰς τὴν Ὁμήρου ποίησιν. ἦν δὲ ὁ Κύναιθος τὸ γένος Χῖος, ὃς καὶ τῶν ἐπιγραφομένων Ὁμήρου ποιημάτων τὸν εἰς Ἀπόλλωνα γεγραφὼς ὕμνον ἀνατέθεικεν αὐτῷ. οὗτος οὖν ὁ Κύναιθος πρῶτος ἐν Συρακούσαις ἐραψῴδησε τὰ Ὁμήρου ἔπη | |||
10 | κατὰ τὴν ξθʹ Ὀλυμπιάδα, ὡς Ἱππόστρατός φησιν (FHG IV 433). 9TU | |||
N 21d | ἄλλως. τοὺς ῥαψῳδοὺς οἱ μὲν ῥαβδῳδοὺς ἐτυμολο‐ γοῦσι διὰ τὸ μετὰ ῥάβδου δηλονότι τὰ Ὁμήρου ἔπη διεξιέναι. Καλλίμαχος (fr. 138)· καὶ τὸν ἐπὶ ῥάβδῳ μῦθον ὑφαινόμενον | 29 in vol. 3 | ||
5 | ἠνεκὲς ἀείδω δεδεγμένος. οἱ δέ φασι τῆς Ὁμήρου ποιήσεως μὴ ὑφ’ ἓν συνηγμένης, σπο‐ ράδην δὲ ἄλλως καὶ κατὰ μέρη διῃρημένης, ὁπότε ῥαψῳδοῖεν αὐτὴν, εἱρμῷ τινι καὶ ῥαφῇ παραπλήσιον ποιεῖν, εἰς ἓν αὐτὴν | |||
ἄγοντας. οὕτω καὶ ὁ Πίνδαρος ἐκδέδεκται. οἱ δὲ, ὅτι κατὰ | 30 in vol. 3 | |||
10 | μέρος πρότερον τῆς ποιήσεως διαδεδομένης τῶν ἀγωνιστῶν ἕκαστος ὅ τι βούλοιτο μέρος ᾖδε, τοῦ δὲ ἄθλου τοῖς νικῶσιν ἀρνὸς ἀποδεδειγμένου προσαγορευθῆναι τότε μὲν ἀρνῳδούς, αὖθις δὲ ἑκατέρας τῆς ποιήσεως εἰσενεχθείσης τοὺς ἀγωνιστὰς | |||
BPTU | οἷον ἀκουμένους πρὸς ἄλληλα τὰ μέρη καὶ τὴν σύμπασαν | |||
15 | ποίησιν ἐπιόντας, ῥαψῳδοὺς προσαγορευθῆναι. ταῦτά φησι Διονύσιος ὁ Ἀργεῖος (FHG III 26). Φιλόχορος (FHG I 417) δὲ | |||
BDPTU | ἀπὸ τοῦ συντιθέναι καὶ ῥάπτειν τὴν ᾠδὴν οὕτω φησὶν αὐτοὺς προσκεκλῆσθαι. δηλοῖ δὲ ὁ Ἡσίοδος λέγων (fr. 265)· ἐν Δήλῳ τότε πρῶτον ἐγὼ καὶ Ὅμηρος ἀοιδοὶ | |||
20 | μέλπομεν, ἐν νεαροῖς ὕμνοις ῥάψαντες ἀοιδὴν, Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὃν τέκε Λητώ. ῥαψῳδῆσαι δέ φησι πρῶτον τὸν Ἡσίοδον Νικοκλῆς (FHG IV 464). Μέναιχμος δὲ ἱστορεῖ τοὺς ῥαψῳδοὺς στιχῳδοῦς καλεῖσθαι διὰ τὸ τοὺς στίχους ῥάβδους λέγεσθαι ὑπό τινων. | |||
N 21e | ἄλλως. Ὁμηρίδαι πρότερον μὲν οἱ Ὁμήρου παῖδες, ὕστερον δὲ οἱ περὶ Κύναιθον ῥαβδῳδοί· οὗτοι γὰρ τὴν Ὁμήρου ποίησιν σκεδα‐ σθεῖσαν ἐμνημόνευον καὶ ἀπήγγελλον· ἐλυμήναντο δὲ αὐτῇ | |||
5 | BDTU | πάνυ. αἰεὶ οὖν τὴν ἀρχὴν ὡς ἐπὶ τὸ πλεῖστον ἐκ Διὸς ἐποι‐ οῦντο προοιμιαζόμενοι, ἐνίοτε δὲ καὶ Μουσῶν. 1bBD | ||
N 21f | ὁ δὲ νοῦς ὅλος· ὅθεν δὴ καὶ οἱ Ὁμηρίδαι λεγόμενοι ἀοιδοὶ τὴν | |||
ἀρχὴν τοῦ λέγειν ὡς ἐπὶ τὸ πολὺ ποιοῦνται ἐκ Διὸς προοιμια‐ | 31 in vol. 3 | |||
ζόμενοι, ἐντεῦθεν καὶ οὗτος ὁ ἀνὴρ (1aB) ὁ Τιμόδημος τὴν | DTU | |||
5 | καταβολὴν καὶ τὴν πρώτην ἀρχὴν τῶν ἱερῶν ἀγώνων ἐποιή‐ σατο καὶ τὴν ἐξ αὐτῶν νίκην ἐδέξατο, ἀπὸ Νεμέας φημί, ὃς αὐτῷ τῷ Διῒ ἀνάκειται καὶ τελεῖται. metr. TU 9cD | |||
N 29a | BDPTU | ὀφείλει δ’ ἔτι: Ἀρίσταρχος· οὐκ ἐπὶ τοῦ ἀνδρὸς τὸ ὀφείλει, ἀλλ’ ἐπὶ τοῦ πράγματος, ὡς ἄν τις εἴποι· ὀφειλόμενον δ’ ἔτι ἐστίν. οὕτω γὰρ τὰ ἑπόμενα συναρμοσθήσεται, ὅταν λέγηται· Πυθίοισί τε νικᾶν Τιμονόου παῖδα. οὐ γὰρ εἴρηκε | ||
5 | παῖς. | |||
N 29b | ὀφειλόμενον δὲ, τουτέστιν ἀναγκαῖόν ἐστι νικᾶν αὐτὸν καὶ Πύθια καὶ Ἴσθμια, εἴπερ κατὰ τὰ ἴχνη τῶν πατέ‐ ρων ὁ εὐθυπομπὸς αἰὼν δέδωκεν αὐτὸν εἰς κόσμον ταῖς Ἀθή‐ ναις· ἀναγκαῖον οὖν νικᾶν αὐτόν, ὡς οἱ πατέρες ἐνίκησαν, | |||
5 | Ἴσθμια καὶ Νέμεα· ὡς τῶν προγόνων ἱερονικῶν γεγονότων. 16bB metr. D | |||
N 29c | ὀφείλει δ’ ἔτι πατρίαν: ὀφειλόμενον καὶ πρέπον ἐστὶ, τὸν Τιμονόου παῖδα· οὕτω τὸ ὑπέρβατον δεῖ νοεῖν. 9aBD | |||
N 216a | BDPTU | Τιμονόου παῖδα: εἰκός ἐστι καὶ προσδοκη‐ τέον τὸ νικῆσαι αὐτὸν ἐν τοῖς προειρημένοις ἀγῶσι, Τιμονόου ὄντα παῖδα καὶ κατ’ ἴχνος βαίνοντα τοῦ πατρὸς, ὥσπερ εἰκός | ||
ἐστι καὶ τῶν ὅρων καὶ τῶν τόπων, ὧν ἔχουσιν αἱ Πλειάδες, | 32 in vol. 3 | |||
5 | μὴ πορρωτέρω μηδὲ μακρὰν τὸν Ὠρίωνα πορεύεσθαι ἀλλ’ ἐγγύς. τὸ δὲ σύντομον· ὥσπερ γὰρ τῶν Πλειάδων ὁ Ὠρίων οὐκ ἀφίσταται, οὐδὲ αἱ Πλειάδες τοῦ Ὠρίωνος, οὕτω καὶ τοῦ‐ τον πάρεδρον ἔσεσθαι τῇ νίκῃ εἰκός ἐστιν. 17bBD 17aTU | |||
N 216b | ἄλλως. Τιμονόου παῖδ’ ἔστι δ’ ἐοικός: εἰκὸς δέ ἐστι τὸν Τιμονόου παῖδα. ἵνα δὲ ἀξιωματικὸν ποιήσῃ τὸν λόγον, ἐλλειπτικῶς εἶπε. λείπει γὰρ τὸ νικᾶν αὐτὸν ἀεί· τοῦτο γὰρ ἔδει προσκεῖσθαι. 16aBD 19TU | |||
N 217a | PTU | ὀρειᾶν γε Πελειάδων: τῶν Πλειάδων τῶν ἀστέ‐ ρων· ὃ ἔθος αὐτῷ τε Πινδάρῳ λέγειν καὶ Σιμωνίδῃ (fr. 18) | ||
BDPTU | τὰς Πλειάδας. ἔστι δὲ ἄστρον κατὰ τὴν ἱστορίαν καὶ τὸν λόγον ἐξ ἑπτὰ ἀστέρων συγκείμενον, κατὰ δὲ τὴν ὄψιν ἓξ, | |||
5 | ὡς καὶ Ἄρατος (257)· ἑπτάποροι δὴ ταί γε κατ’ ἀνθρώπους ὑδέονται | |||
ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσιν. πλησιάζουσι δὲ τῷ Ὠρίωνι αἱ Πλειάδες. 17cBD | 33 in vol. 3 | |||
N 217b | BDP | ἄλλως. ἤτοι τῶν πρὸς τὸν Ὠρίωνα κεκλιμένων· ἢ τῶν ὀρείων, ἐπειδὴ ὁ Ἄτλας ὁ τῶν Πλειάδων πατὴρ ὁμώνυμα ἔσχεν ὄρη· ἢ ὅτι ὅροι εἰσὶ τοῦ ἀμήτου· ἢ λιτότερον, τῶν ὅρων καὶ τῶν τόπων | ||
5 | ἐν οἷς εἰσιν οἱ ἀστέρες. 17aBD | |||
N 217c | BDPTU | ἄλλως. Ἀρίσταρχος· ἐν τού‐ τοις μὲν ταῖς Πλειάσι φησὶ τὸν Ὠρίωνα ἐπέχειν, ἐν ἄλλοις δὲ (fr. 74) τὴν Πληιόνην φησὶν αὐτὸν διώκειν, ὑποτιθέμενος τὸ σύστημα τῶν Πλειάδων ἓν ζῴδιον. ταῦτα μὲν ὁ Ἀρίσταρ‐ | ||
5 | χος. θέλοι δ’ ἂν δηλοῦν τοῦτο, ὅτι τῇ Νεμεακῇ δεῖ συνάπτειν τὴν Ἰσθμιακὴν καὶ Πυθικὴν καὶ οὕτως ἀκολουθεῖν, ὡς ταῖς Πλειάσιν ὁ Ὠρίων ἕπεται. ἐπέχει γὰρ τῇ ἐπιτολῇ τοῦ Ταύρου ὁ Ὠρίων κυνηγετικὸς ὤν· διό φησιν Ἄρατος (322)· λοξὸς μὲν Ταύροιο τομῇ ὑποκέκλιται αὐτὸς | |||
10 | Ὠρίων. | |||
BPTU | εἰσὶ δὲ αἱ Πλειάδες ἐπὶ τῇ οὐρᾷ τοῦ Ταύρου. καὶ ὁτὲ μὲν Πληϊάδας καλεῖ πληθυντικῶς, ὁτὲ δὲ Πληϊόνην ὡς μίαν (fr. 74)· τρεχέτω μετὰ Πληϊόναν, ἅμα δ’ αὐτῷ κύων. δοκεῖ γὰρ κατ’ αὐτὸν τὸν Πίνδαρον ἐρασθῆναι αὐτῆς ὁ Ὠρίων, | |||
15 | BDPTU | καὶ διώκειν αὐτὴν ἐπὶ πολλοὺς χρόνους· ὑπομνήματα δὲ τού‐ των ὁ Ζεὺς κατηστέρισε. παρὸ δή φησιν· ὁ Ὠρίων ἐπιὼν ταῖς | ||
Πληϊάσι. ζητεῖται δὲ διὰ τί ὀρείας εἶπε τὰς Πλειάδας· καὶ τινὲς μὲν ἔφασαν, ὅτι Νύμφαι ἦσαν, ὧν οἱ ἀστέρες οὗτοι (Hesiod. fr. 275)· | 34 in vol. 3 | |||
20 | Τηϋγέτη τ’ ἐρόεσσα καὶ Ἠλέκτρη κυανῶπις, Ἀλκυόνη τε καὶ Ἀστερόπη δίη τε Κελαινώ, Μαῖά τε καὶ Μερόπη, τὰς γείνατο φαίδιμος Ἄτλας. Σιμωνίδης δὲ μίαν τῶν Πλειάδων Μαῖαν ὀρείαν προσηγό‐ ρευσεν εἰπών (fr. 18)· Μαιάδος οὐρείας ἑλικοβλεφάρου· κατὰ | |||
25 | λόγον· αὕτη γὰρ (Hesiod. fr. 276) Κυλλήνης ἐν ὄρεσσι θεῶν κήρυκα τέχ’ Ἑρμῆν. τινὲς δὲ ἐπὶ τὴν τῶν ὁμωνύμων ὕλην ἀποχωροῦντες Ἄτλαντός φασι λεγομένας θυγατέρας, ἐπειδὴ ἐκεῖ τι κληΐζεται, κατὰ τὴν τοῦ πατρὸς ὁμωνυμίαν ὡς ἐξ ὄρους γεγεννημένας ὀρείας προσ‐ | |||
30 | ηγορεῦσθαι. οἱ δὲ οὕτως· καθὸ Πελειάδας αὐτὰς εἶπε, καὶ ὀρείας· αἱ γὰρ περιστεραὶ ὄρειαί εἰσιν· εἴωθε δὲ ὁ Πίνδαρος ταῖς ὁμωνυμίαις ἐπαναπαύεσθαι ἔθει ἰδίῳ ἔνιοι δὲ διὰ τὸ ἐπὶ τῆς οὐρᾶς τοῦ Ταύρου κεῖσθαι, κατὰ ὕφεσιν τοῦ υ [λέγε‐ σθαι], ὡς καὶ τὸ (Pind. fr. 308) Κλειὸς ἕκατι, ἀντὶ τοῦ | |||
35 | Κλειοῦς. εἶπε δ’ ἂν οὐραίας, ὡς καὶ παρ’ Ὁμήρῳ (Ψ 519)· τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι | |||
οὐραῖαι. εἰ μὴ καθὸ ἀπόγειον ἄνεμον λέγομεν, οὕτως οὐρείας τὰς οὐραίας ἀκουστέον. τάχα δὲ ἀπὸ τοῦ συνόντος Ὠρίωνος τὰς | 35 in vol. 3 | |||
40 | ὠρείας ἐν συστολῇ γενέσθαι ὀρείας. βέλτιον οὖν ἀποδιδόναι, τῇ ὁμωνυμίᾳ προσαναπαυόμενον τὸν Πίνδαρον οὕτως εἰρη‐ κέναι, ἢ ἀπὸ τῆς Κυλλήνης, ἐν ᾗ ἐτράφησαν. ὁ δὲ Κράτης γράφει θερειᾶν Πελειάδων, ὅτι θερείας ἐπιτέλλουσι· τούτῳ δὲ ἀντιπράσσει ἥ τε ἀντίστροφος καὶ τὸ μὴ μόνον θέρους αὐτὰς | |||
45 | ἐπιτέλλειν, ἀλλὰ καὶ χειμῶνος. δύναιτο δ’ ἂν καὶ ὀρείας λέγειν τὰς ὀρουστικὰς, τουτέστιν ὁρμητικὰς, διὰ τὸ φεύγειν τὸν Ὠρίωνα ἢ διὰ τὸν φόβον τῶν Ἡρακλέους βελῶν. 16bTU | |||
N 219 | BDPTU | καὶ μὰν ἁ Σαλαμίς γε: ζητεῖται διὰ τί δήποτε τὰ περὶ Σαλαμῖνα εἰς τοὺς περὶ Τιμόδημον λόγους προσῆκται· οὐ γὰρ δήπου Σαλαμίνιος ἦν· ἄντικρυς γὰρ αὐτὸν Ἀχαρνέα φησὶ τῶν δήμων. Ἀρίσταρχος μὲν οὖν τῆς Αἰαντίδος φυλῆς | ||
5 | εἶναι, οὐκ ὀρθῶς· οἱ γὰρ Ἀχαρνεῖς τῆς Οἰνηΐδος φυλῆς εἰσιν. οἱ δὲ περὶ Ἀσκληπιάδην φασὶν, ὅτι εἰκός ἐστιν αὐτὸν εἶναι τῶν τὴν Σαλαμῖνα κατακληρουχησάντων Ἀθηναίων· εἰκὸς οὖν | |||
αὐτὸν γεννηθέντα Ἀθήνησι τεθράφθαι ἐν Σαλαμῖνι. Δίδυμος δέ φησιν, ὅτι ἴσως ἄμεινον λέγειν, ὅτι εἰς Αἴαντα ἀνέφερε | 36 in vol. 3 | |||
10 | τὸ γένος, ὥσπερ καὶ Μιλτιάδης καὶ Κίμων καὶ Ἀλκιβιάδης καὶ Θουκυδίδης ὁ συγγραφεὺς ὁ Ὀλόρου. ἴσως δὲ, ὅτι διὰ τιμῆς ἦγον οἱ Ἀθηναῖοι τὸν Αἴαντα, ὡς μὴ μόνον φυλὴν Αἰαντίδα ἀποδεῖξαι, ἀλλὰ καὶ κλίνην αὐτῷ μετὰ πανοπλίας κοσμεῖν, λόγον τε ἔχειν παγκρατιαστὴν ὄντα τὸν Τιμόδημον | |||
15 | τῷ μαχιμωτάτῳ τῶν Ἑλλήνων καὶ ἀνδρειοτάτῳ παραβεβλῆσθαι. θρέψαι οὖν ἡ Σαλαμὶς ἱκανή ἐστιν ἄνδρα μαχητήν· τίς ἀπό‐ δειξις; ἡ ἐπιφερομένη. | |||
N 221a | BDPTU | ἐν Τροίᾳ μὰν Ἕκτωρ Αἴαντος ἄκουσε: τούτῳ γὰρ μονομαχήσας ἐλείφθη. | ||
N 221b | PTU | δυνατός: ἀντὶ τοῦ δυνατή, ὡς θερμὸς ἀϋτμή (h. Hom. Merc. 110. μ 369?), καὶ Πίν‐ δαρος (N. IV 1)· ἄριστος εὐφροσύνη ἀντὶ τοῦ ἀρίστη. | ||
N 222a | BPTU | Αἴαντος ἄκουσεν: ᾔσθετο τῇ πείρᾳ. καὶ Ὅμηρος (Λ 532)· τοὶ δὲ πληγῆς ἀΐοντες, ἀντὶ τοῦ αἰσθόμενοι. ἔοικε δὲ ὁ Πίνδαρος τὸ παρ’ Αἴαντος ῥηθὲν πρὸς Ἕλληνας ὑπο‐ νενοηκέναι εἰρῆσθαι πρὸς Ἕκτορα· φησὶ γάρ (Η 198)· | ||
5 | ἐπεὶ οὐδ’ ἐμὲ νήϊδά γ’ οὕτως ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε. | |||
εἰ μὴ ἄρα τις τῇ πείρᾳ μεμαθηκέναι ὑποστήσεται τὸν Ἕκτορα, ὡς ἐπιτηδείως ἡ Σαλαμὶς ἔχει πρὸς τὴν τῶν ἡρώων γένεσιν. | 37 in vol. 3 | |||
N 222b | ὁ δὲ νοῦς· τούτου γοῦν τοῦ τὴν Σαλαμῖνα φέρειν ἀνδρείους τὴν πεῖραν ἔσχεν ὁ Ἕκτωρ ἐν τῇ Ἰλίῳ τῇ πείρᾳ τοῦ Αἴαντος. | |||
N 222c | (BP)TU | ἄλλως· ἄκουσεν ἀντὶ τοῦ ἐπῄσθετο, ὅτι ἡ Σαλαμὶς φέρει ἄνδρας ἀγαθούς. | ||
N 225a | BDPTU | Ἀχάρναι δέ: φανερὸν ἐκ τούτων, ὅτι Ἀχαρνεὺς τῶν δήμων ὁ νικηφόρος. καὶ σὺ οὖν Ἀχαρνεὺς τυγχάνων ἀγαθὸς ἀνὴρ πέφυκας. | ||
N 225b | ἢ οὕτως· καὶ αἱ Ἀχάρναι δὲ, ὅθεν ὑπ‐ άρχεις, ἀπ’ ἀρχῆς ὡς εὔανδροι ὑμνοῦνται. Ἀχάρναι δὲ δῆμος τῆς Ἀττικῆς, ὅθεν ἦν ὁ Τιμόδημος. | |||
N 225c | BDTU | παλαίφατοι δὲ ἀντὶ τοῦ ἐξ ἀρχῆς λέγονται. | ||
N 226 | BDPTU | ὅσσα δ’ ἀμφ’ ἀέθλοις: θαυμαστικῶς ἀντὶ τοῦ πάνυ· πλειστάκις ἐν τοῖς ἄθλοις οἱ πρόγονοί σου προεκρίθη‐ σαν. 28cBD | ||
N 228a | BDTU | προλέγονται: ἀντὶ τοῦ προκέκρινται. Ὅμηρος (Ν 689)· οἳ μὲν Ἀθηναίων προλελεγμένοι. | ||
N 228b | ἢ οὕτως· ἐν τοῖς πρὸ τούτου χρόνοις λέγονται. 29bBD | |||
N 228c | BDPTU | Τιμοδημίδαι δὲ φατρία, ὅθεν οἱ πρόγονοι τοῦ Τιμοδήμου, ἀπὸ πάππου Τιμο‐ δήμου. 28aBD 30TU | ||
N 229a | BDPTU | πὰρ μὲν ὑψιμέδοντι: καταχρηστικῶς ἀντὶ τοῦ ὑψηλῷ. 30BD 32TU | ||
N 229b | BDP | Παρνασὸς ὄρος τῆς Φωκίδος. τῇ Πυ‐ | ||
θοῖ. 29aBD | 38 in vol. 3 | |||
N 230 | BDTU | τέσσαρας ἐξ ἀέθλων: ὡς τῶν προγόνων αὐτοῦ τέσ‐ σαρας νίκας Πυθικὰς εἰληφότων. 29aTU | ||
N 232a | PTU | ἀλλὰ Κορινθίων: ὁ ἀλλά ἀντὶ τοῦ καί· καὶ Ὅμηρος (Κ 316)· καὶ δή τοι εἶδος μὲν ἔην κακὸς, ἀλλὰ ποδώκης, ἵν’ ᾖ· καὶ ποδώκης. | ||
N 232b | BDT(U) | ἄλλως· ὁ ἀλλά σύνδεσμος ἀντὶ τοῦ δέ, | ||
BDPTU | καὶ ἡ ὑπό ἀντὶ τῆς παρά, ἵν’ ᾖ· παρὰ δὲ Κορινθίων ἐν ταῖς πτυχαῖς τοῦ Πέλοπος, τουτέστιν ἐν Πελοποννήσῳ, ἔλαβον ὀκτὼ νίκας, ἐπεὶ Κορίνθιοι τότε ἐτίθεσαν τὸν ἀγῶνα· ἑπτὰ δὲ στε‐ | |||
5 | φάνους ἐν τῇ Νεμέᾳ, φησίν, ἔλαβον, ἤτοι οἱ Ἀχάρναι ἢ οἱ Τιμοδημίδαι. | |||
N 235 | BDPTU | τὰ δ’ οἴκοι μάσσον’ ἀριθμοῦ: τὰ δὲ οἴκοι ἐν ταῖς Ἀθήναις μείζονά ἐστιν ἢ ἀριθμεῖσθαι, οἷον ὑπερβαίνει ἀριθμὸν ἃ ἐνίκησαν οἴκοι. τίθεται δὲ ἐν Ἀθήναις Διὸς ἀγὼν, τουτέστι τὰ Ὀλύμπια. | ||
N 237a | BDPTU | τὸν, ὦ πολῖται: ἢ τὸν ἀγῶνα τῶν Ὀλυμπίων ἢ τὸν Δία, ᾧ ἀνατίθεται ὁ ἀγὼν, σὺν τῷ Τιμοδήμῳ κωμάσατε καὶ μετὰ κωμασίας ὑμνήσατε, εὐκλεῶς παραπέμποντες διὰ τῶν ἡδυτάτων ὕμνων. | ||
N 237b | ἢ οὕτως· σὺν τῇ ἀπονοστήσει ἀπὸ τῆς Νεμέας κωμάξατε· ἀπὸ τοῦ κώμου τὸ ἐγκώμιον νοητέον· | |||
τουτέστιν ὑμνήσατε αὐτόν. | 39 in vol. 3 | |||
N 3metr(t1) | Scholia in Nemeonicarum carmen III | |||
t2 | D | Ἀριστοκλείδῃ Αἰγινήτῃ παγκρατιαστῇ. | ||
3 | B | Τῆς τρίτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ιγʹ. τὸ αʹ ἰαμβικὸν δίμετρον καταληκτικόν. τὸ βʹ ἐπιχοριαμβικὸν | ||
5 | δίμετρον καταληκτικόν. τὸ γʹ ἰθυφαλλικόν. τὸ δʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ εʹ τὸ αὐτό. τὸ ϛʹ ἰαμβικὸν τρίμε‐ τρον βραχυκατάληκτον. τὸ ζʹ ἰαμβικὸν δίμετρον βραχυκατάλη‐ κτον. τὸ ηʹ ἰαμβικὸν δίμετρον καταληκτικόν. τὸ θʹ τροχαϊ‐ κὸν μονόμετρον ὑπερκατάληκτον. τὸ ιʹ ἰαμβικὸν δίμετρον | |||
10 | ὑπερκατάληκτον. τὸ ιαʹ Σαπφικὸν ἑνδεκασύλλαβον. τὸ ιβʹ ἰαμβικὸν δίμετρον καταληκτικόν. τὸ ιγʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. ἡ ἐπῳδὸς κώλων ηʹ. τὸ αʹ χοριαμβικὸν τρίμετρον ὑπερ‐ κατάληκτον. τὸ βʹ ἰαμβικὸν πεντασύλλαβον καὶ ἰωνικὸς ἀπ’ | |||
15 | ἀδιαφόρου ἀρχῆς, εἶτα πάλιν ἰωνικὸς ἀπεμφαίνων διὰ τὴν λύσιν καὶ συλλαβή. δύναται καὶ ὅλον ὡς ἰαμβικόν, παρα‐ κεχαραγμένον μέντοι διὰ τὸν τελευταῖον πόδα. τὸ γʹ δίμετρον χοριαμβικὸν καταληκτικόν. τὸ δʹ δοκεῖ ἀντισπαστικὸν εἶναι. τὸ εʹ χοριαμβικὸν τρίμετρον βραχυκατάληκτον. τὸ ϛʹ ἀντι‐ | |||
20 | σπαστικὸν τρίμετρον καταληκτικόν. τὸ ζʹ ἰωνικὸν μονόμετρον καταληκτικὸν δύο συλλαβῶν. τὸ ηʹ δακτυλικὸν τετράμετρον παρὰ τὴν ἐν ἀρχαῖς συλλαβήν. 5BD | |||
N 31a | BDP | ὦ πότνια Μοῖσα, μᾶτερ ἁμετέρα: μητέρα ἑαυτοῦ εἶπε τὴν Μοῦσαν ὁ Πίνδαρος, ὡς ἂν ἐπιπνεόμενος ἐκ τῶν Μουσῶν (Hes. theog. 94)· ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος | 40 in vol. 3 | |
5 | ἄνδρες ἀοιδοὶ ἔασιν. ἢ τροφὸν, διὰ τὸ ἀποζῆν αὐτὸν ἐξ ὧν ἔγραφεν ἐπινίκων. ἄμεινον δὲ, ὅτι προσηνὴς ἦν αὐτῷ ἡ Μοῦσα, ὥσπερ Ὀδυσσεῖ ἡ Ἀθηνᾶ (Ψ 183)· μήτηρ ὣς Ὀδυσσῆϊ παρίσταται ἠδ’ ἐπαρήγει. 1cBD | |||
N 31b | ὁ δὲ νοῦς· ἱκετεύω σε, ὦ ἐντιμοτάτη Μοῦσα, ἡμετέρα μῆτερ, παρα‐ γενοῦ μοι εἰς τὴν πολύξενον νῆσον τὴν τῶν Δωριέων τῶν Ἀργείων ἄποικον· ἐν τῇδε τῇ ἱερομηνίᾳ τῆς Νεμεάδος ἧκε | |||
5 | εἰς τὴν Αἴγιναν. 6BD | |||
N 31c | ἄλλως. ἐζήτηται, πῶς ἐπικαλεῖται τὴν Μοῦσαν ἐλθεῖν εἰς Αἴγιναν ὑπὲρ τοῦ τὸν ὕμνον ᾀσθῆναι, καὶ ἅμα τοὺς νεανίσκους φησὶ μένειν, δι’ οὓς αὐτὴν ἐπι‐ καλεῖται, οὐκ ἐν Αἰγίνῃ ἀλλ’ ἐν Νεμέᾳ· ὁ γὰρ Ἀσωπὸς οὐκ | |||
5 | ἐν Αἰγίνῃ, ἀλλὰ περὶ Φλειοῦντά ἐστι καὶ Νεμέαν. ὁ μὲν οὖν Ἀρίσταρχός φησιν, ἤτοι τὸν χορὸν ὑπὸ τὸν καιρὸν τῆς νίκης αὐτοσχέδιόν τινα ἐπίνικον ᾆσαι, ἢ τὸν Ἀρχιλόχου Καλλίνικον, οὗ καὶ τὸν Πίνδαρον μνημονεύειν διὰ τούτων (O. IX 1)· τὸ μὲν Ἀρχιλόχου μέλος φωνᾶεν, καὶ τὰ ἑξῆς. μεταβάντος οὖν | |||
10 | τοῦ χοροῦ εἰς τὴν Αἴγιναν καὶ μέλλοντος ᾄσειν τὸν ὑπὸ τοῦ Πινδάρου πεποιημένον εἰκότως φάναι· ὕδατι γὰρ μένοντ’ ἐπ’ | |||
Ἀσωπίῳ μελιγαρύων τέκτονες κώμων νεανίαι· ὥσθ’ ὃ βούλε‐ ται εἰπεῖν, τοιοῦτόν ἐστιν· οἱ γὰρ ἐπὶ τῷ Ἀσωπῷ τὸν αὐτο‐ σχέδιον ὕμνον τεκτηνάμενοι χοροὶ ἀναμένουσί σε ἐν τῇ Αἰγίνῃ | 41 in vol. 3 | |||
15 | ᾀσόμενοι τὸν ὑπὸ Πινδάρου ποιηθέντα ἐπίνικον. ὁ δὲ Δίδυ‐ μος διηπατῆσθαί φησι τοὺς ὑπομνηματισαμένους τῇ ὁμωνυ‐ μίᾳ τῶν ποταμῶν· οἱ γὰρ Ἀσωποὶ πλείους, ὧν ἕνα φησὶν εἶναι καὶ τὸν ἐν Αἰγίνῃ· ὁ δὲ Καλλίστρατος Ἀσωπίδα ἐν Αἰγίνῃ. δύναται δὲ καὶ ἐπὶ τοῦ ἐν Βοιωτίᾳ Ἀσωποῦ ποταμοῦ | |||
20 | ἀκούεσθαι, ὡς τῶν ἐξ Αἰγίνης χορευτῶν τῷ Πινδάρῳ προσλι‐ παρούντων ἕνεκα τοῦ γράφειν Ἀριστοκλείδῃ τὸν ἐπίνικον. | |||
N 34 | BDP | ἱερομηνίᾳ Νεμεάδι: τουτέστι τῇ τῶν ἐπινίκων εὐω‐ χίᾳ. ἱερομηνίαν δὲ λέγουσι κατὰ σύντμησιν τὴν ἱερονουμηνίαν· αἱ γὰρ τῶν μηνῶν ἀρχαὶ ἱεραί εἰσι τοῦ Ἀπόλλωνος, καθὸ ὁ αὐτὸς δοκεῖ εἶναι τῷ ἡλίῳ. ἐν ἱερομηνίᾳ ἐλθὲ Νεμεάδι, ἐν ᾗ | ||
5 | μέλλομεν ἡμέρᾳ τὸν εἰς τὴν Νεμεακὴν νίκην ὕμνον γράφειν. οἱ δὲ ἱερὸν μῆνα καθόλου λέγουσι κεκλῆσθαι, ἐν ᾧ τὰ Νέμεα οἷαι δήποτε θεοῖς ἀνειμέναι· τὸν οὖν Δημητριῶνα μῆνά φησι Φιλόχορος (FHG I 413) ὅλον ψηφίσασθαι τοὺς Ἀθηναίους ἱερομηνίαν λέγεσθαι, οἷον ὅλον ἑορτήν. ..... ἱερομηνίαν | |||
10 | φησὶν ἐν τούτοις (Dem. 24, 29)· ἁπάντων ὑμῶν ἀγόντων ἱερομηνίαν. ἔοικε δὲ ὁ Πίνδαρος νῦν ἱερομηνίαν λέγειν τὴν | |||
τῶν ἐπινίκων ἑορτήν· οὐ γάρ ἐστι δημοτελής. 1bBD | 42 in vol. 3 | |||
N 35 | BDP | νᾶσον Αἴγιναν: Αἴγινα μία νῆσος τῶν Σποράδων ἀντικρὺ κειμένη τῆς Ἀττικῆς, ἄποικος τῶν Ἀργείων. ἔοικε δὲ βραδύτερον ἀποδιδοὺς τὸν ἐπίνικον σπεύδειν γράφειν, ἴσως καὶ τῆς πανηγύρεως κατεπειγούσης. 1aBD 10P | ||
N 36a | BDP | ὕδατι γὰρ μένοντι: ἐπὶ γὰρ τῶν ὑδάτων τοῦ Ἀσω‐ ποῦ ποταμοῦ, ἐν ταῖς Θήβαις λέγω, προσμένουσιν ἡμᾶς οἱ νεανίαι οἱ τῶν ἡδυτάτων ὕμνων τέκτονες καὶ χορευταὶ, τὴν σὴν φωνήν, ὦ Μοῦσα, ἐπιζητοῦντες ἀεί. | ||
N 36b | P | μένοντι δὲ ἀντὶ τοῦ μένουσιν Δωρικῶς εἶπε. 20P | ||
N 310a | BDP | διψῇ δὲ πρᾶγος ἄλλο μὲν ἄλλου: διψῇ δὲ καὶ ἐπιθυμεῖ ἄλλο μὲν ἄλλου πράγματος, ἡ δὲ ἐκ φιλονεικίας ἔρις, ἡ ἀθλονικία, μάλιστα φιλεῖ τοὺς ἐπαίνους καὶ τοὺς ὕμνους· τῶν γὰρ στεφάνων καὶ ἀρετῶν ἐπιδέξιος καὶ καλλίστη ὀπαδὸς | ||
5 | ἡ ᾠδή. | |||
N 310b | ἡ γὰρ ᾠδὴ καὶ τὸ ἐγκώμιον, φησίν, ἕπεται ταῖς ἀρεταῖς καὶ τοῖς στεφάνοις τοῖς τοῦ νικηφόρου. | |||
N 314 | BDP | τᾶς ἀφθονίαν ὄπαζε: ταύτης οὖν τῆς ᾠδῆς, ὦ Μοῦσα, ἀφθονίαν δίδου ἀπὸ τῆς ἐμῆς διανοίας. | ||
N 316a | BD | ἄρχε δ’ οὐρανῶ: Αἰολικῶς ἀντὶ τοῦ οὐρανοῦ. | ||
N 316b | BDP | ὁ μὲν Ἀρίσταρχος Οὐρανοῦ θυγατέρα τὴν Μοῦσαν δέδεκται, καθάπερ Μίμνερμος (fr. 13) καὶ Ἀλκμὰν (fr. 119) ἱστοροῦσιν· ὁ δὲ Ἀμμώνιος προστίθησιν, ὅτι διὰ τοῦτο κρέοντα κέκληκε τὸν Οὐρανὸν, ὅτι πρὶν Κρόνον βασιλεῦσαι οὗτος ἐβασίλευσεν. | ||
5 | ἤλλακται δὲ ἡ πτῶσις, ἀντὶ τοῦ τοῦ πολυνεφέλου οὐρανοῦ θύγατερ. βέλτιον δέ φησιν ὁ Δίδυμος ἀκούειν τὸ ὅλον οὕ‐ τως· τοῦ πολυνεφέλου κρέοντος οὐρανοῦ θύγατερ, τοῦ Διός. κρέων γὰρ οὐρανοῦ ὁ Ζεὺς, Διὸς δὲ Μοῦσαι. | 43 in vol. 3 | ||
N 316c | BD | ὁ δὲ νοῦς· κάταρχε δὲ αὐτὴ ὦ Μοῦσά μοι καὶ πάρεχε δόκιμον 〈ὕμνον〉 καὶ κάλλιστον, ὦ τοῦ πολυνεφέλου οὐρανοῦ βασιλέως θύγατερ. | ||
N 318a | BD | ἐγὼ δ’ ἐκείνων τέ μιν ὀάροις: ἐκ τῶν νεανίσκων, φησί, τῶν μενόντων παρ’ ἐμοὶ τὸν ὕμνον κοινῶς ᾄσομαι· μετ’ ᾠδῆς γὰρ καὶ λύρας ἀπηγγέλλοντο οἱ ἐπίνικοι. | ||
N 318b | ὁ δὲ νοῦς· ἐγὼ δὲ ταῖς ἐκείνων τῶν χορευτῶν φωναῖς καὶ ταῖς λύραις κοινῶς τὸν ὕμνον ᾄσομαι. | |||
N 318c | P | ἐγὼ δ’ ἐκείνων: ἐγὼ δὲ ταῖς τῶν χορευτῶν φωναῖς καὶ ταῖς λύραις κοινῶς τὸν ὕμνον ᾄσομαι· μετ’ ᾠδῆς γὰρ καὶ λύρας ἀπηγγέλλοντο οἱ ἐπίνικοι. 6P | ||
N 320a | BDP | χαρίεντα δ’ ἕξει πόνον: ἀμφίβολον πότερον ἡ Αἴγινα τὸν ὕμνον ἕξει τῆς χώρας αὐτῆς ὄντα ἄγαλμα, ἢ τὸν πόνον ἕξει, τουτέστι τὸν ὕμνον. χαρίεντα δὲ ἀντὶ τοῦ ἐπί‐ χαριν. | ||
N 320b | ἢ οὕτως· ἡ Αἴγινα, ἥτις ἐστὶ χώρας ἄγαλμα, ἕξει μοι τὸν ὕμνον ἐπὶ χάριτι. | |||
N 320c | ἄλλως. τὸν δὲ χαρίεντα πόνον τοῦ παγκρατίου διὰ τῶν ὕμνων ἕξει μνημονευόμενον ἡ Αἴγινα ἡ οὖσα ἄγαλμα τῆς περὶ αὐτὴν πάσης χώρας. | |||
N 320d | ἢ χα‐ ρίεντα πόνον τὸν ὕμνον ἕξει ἡ Αἴγινα ἡ οὖσα τῆς περὶ αὐτὴν | |||
χώρας ἄγαλμα. | 44 in vol. 3 | |||
N 321 | BDP | Μυρμιδόνες ἵνα πρότεροι ᾤκησαν: περὶ τῶν Μυρμιδόνων Ἡσίοδος μὲν οὕτω φησίν (fr. 76)· ἣ δ’ ὑποκυσαμένη τέκεν Αἰακὸν ἱππιοχάρμην. αὐτὰρ ἐπεί ῥ’ ἥβης πολυηράτου ἵκετο μέτρον, | ||
5 | μοῦνος ἐὼν ἤσχαλλε. πατὴρ δ’ ἀνδρῶν τε θεῶν τε, ὅσσοι ἔσαν μύρμηκες ἐπηράτου ἔνδοθι νήσου, τοὺς ἄνδρας ποίησε βαθυζώνους τε γυναῖκας. οἳ δή τοι πρῶτον ζεῦξαν νέας ἀμφιελίσσας. Θεογένης (FHG IV 511) δὲ ἐν τῷ περὶ Αἰγίνης οὕτω γράφει· | |||
10 | ἄλλοι δέ τινες πιθανώτερον ἐξηγοῦνται περὶ τούτων. ὀλι‐ γανθρωπούσης γὰρ τῆς νήσου φασὶ τοὺς ἐνοικοῦντας αὐτὴν ἐν σπηλαίοις καταγείοις διαιτᾶσθαι, αὐτοὺς παντελῶς ἀκατα‐ σκεύους ὄντας, καὶ τοὺς μὲν γινομένους καρποὺς εἰς ταῦτα | |||
καταφέρειν, τὴν δὲ ἐκ τούτων ὀρυττομένην γῆν ἐπὶ τὰ γεώργια | 45 in vol. 3 | |||
15 | ἀναφέρειν, οὔσης ἐπιεικῶς ὑπάντρου τε καὶ ὑποπέτρου τῆς νήσου, μάλιστα δὲ τῶν πεδινῶν τόπων αὐτῆς. διόπερ ἀφο‐ μοιούντων αὐτοὺς, ὡς εἶδον ταῦτα πράττοντας, τῶν ἔξωθεν ἐρχομένων μύρμηξι, Μυρμιδόνας κληθῆναι. μεθ’ ὧν συνοι‐ κίσαντα τὸν Αἰακὸν τοὺς ἐκ Πελοποννήσου μεθ’ ἑαυτοῦ | |||
20 | παραγενομένους, ἐξημερῶσαί τε καὶ νόμους δοῦναι καὶ σύν‐ ταξιν πολιτικὴν, ᾗ χρησαμένους αὐτοὺς παντελῶς δοκεῖν ἐκ μυρμήκων γενέσθαι. | |||
N 323 | BDP | ὧν παλαίφατον ἀγοράν: ὧν, τῶν Μυρμιδόνων, τὴν πάλαι πεφατισμένην, τουτέστιν ὑμνουμένην ἀγορὰν καὶ σύνοδον οὐδαμῶς ὕβρισε καὶ ὀνειδισμοῖς ἐμίανεν ὁ Ἀριστο‐ κλείδης, ἀλλὰ τοὐναντίον καὶ προσηύξησεν· ὡς καὶ Ὅμηρος | ||
5 | (Ο 11)· ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ’ Ἀχαιῶν· ἀλλὰ ἰσχυ‐ ρότατος δηλονότι. | |||
N 325 | BDP | διὰ τὸ σόν, φησί, μέρος, ὦ Μοῦσα, ἢ ὦ Αἴγινα. ὅ ἐστι τοῦ ὕμνου τυχών. κατὰ τὴν ἑαυτοῦ μερίδα καὶ σπουδὴν, ὅσον γε αὐτῷ ἀνῆκε. | ||
N 327a | BDP | παγκρατίου στόλῳ: στόλῳ μὲν τῇ στάλσει. εἰσι δὲ οἳ τὸ παγκράτιον ἀπαρχαΐζοντες καὶ τὸν Θησέα φασὶ τῷ Μινωταύρῳ παγκρατιαστικῶς ἀγωνίσασθαι. Ἀριστοτέλης δὲ (fr. 475) Λεύκαρόν φησι τὸν Ἀκαρνᾶνα πρῶτον ἔντεχνον τὸ | ||
5 | παγκράτιον ποιῆσαι. | |||
N 327b | ὁ δὲ νοῦς· τῇ τοῦ παγκρατίου ὁρμῇ, τοῦτο γὰρ λέγει στόλῳ, καὶ ὁρμῇ τῇ περισθενεῖ καὶ παντα‐ χόθεν συνεχομένῃ μαλαχθεὶς καὶ γυμνασθεὶς ἱκανῶς. τῶν δὲ ἐπιπόνων πληγῶν καὶ τῶν ἐκ τοῦ παγκρατίου τραυμάτων | 46 in vol. 3 | ||
5 | τῶν κατὰ τὴν μεγάλην Νεμέαν βοήθημα καὶ ἴαμα ὑγιεινὸν φέρει τὴν νίκην. | |||
N 329 | BDP | ἄκος ὑγιηρόν: τὴν νίκην φάρμακον ἔσχε τῶν πλη‐ γῶν· οἱ γὰρ νικήσαντες οὐδὲ εἰ τραύματα ἔχουσιν αἰσθάνονται διὰ τὸ ἥδεσθαι. | ||
N 332 | BDP | εἰ δ’ ὢν καλὸς ἕρδων τ’ ἐοικότα μορφᾷ: εἰ δὲ τὸ εἶδος ὢν καλὸς ἰσορρόποις τοῦ εἴδους σεμνύνεται πράξεσιν ὁ τοῦ Ἀριστοφάνους παῖς Ἀριστοκλείδης, οὐκέτι οἷόν τέ ἐστι περαιτέρω τὴν μὴ πλεομένην θάλασσαν περᾶν, ἀλλ’ 〈ἄβατον〉 | ||
5 | ὑπὲρ τὰς Ἡρακλείους στήλας τοῖς πλέουσιν. | |||
N 337 | BDP | ὑπὲρ Ἡρακλέος περᾶν: ἀρκείσθω τούτοις τοῖς ἀγαθοῖς καὶ τῷ κάλλει καὶ τῷ νικᾶν, καὶ μὴ ζητείτω ἔτι πλείονα ἀγαθά· ὡς γὰρ οὐ δυνατὸν ὑπερθέσθαι τὰς Ἡρακλείους στή‐ λας, οὕτως οὐδὲ τὴν ἀπὸ τούτου δόξαν. | ||
N 338a | BDP | ἥρως θεὸς ἃς ἔθηκεν: ὁ Ἡρακλῆς. διατί δὲ αὐτὸν ἥρωα καὶ θεὸν εἶπε; λέγεται γὰρ ὅτι τῆς Ἑλλάδος προσελ‐ θούσης τῷ Ἀπόλλωνι καὶ ἐρωτώσης, ὅπως δεῖ τιμᾶν τὸν Ἡρακλέα μετὰ τὴν ἀποθέωσιν, εἶπεν ὁ θεός· νῦν μὲν ὡς | ||
5 | ἥρωα, τῇ δὲ ἐπιούσῃ ὡς θεόν. | |||
N 338b | ὁ δὲ νοῦς ὅλος· ἅστινας στήλας ὁ ἥρως καὶ θεὸς Ἡρακλῆς τῆς τελευταίας ναυτιλίας | |||
καὶ τοῦ ἐσχάτου πλοῦ ἔστησε περιφανέστατα σημεῖα. ὡς ἐν παρεκβάσει δὲ λέγει, ὅτι καὶ ἀνεῖλε θαλάσσια θηρία, οἷον τὸ | 47 in vol. 3 | |||
5 | κῆτος. λέγεται γὰρ ὁ Ἡρακλῆς διαπλεῦσαι τὰ δυτικὰ μέρη καὶ Λιβύην καὶ ἔτι περαιτέρω, καὶ θεασάμενος ἄπειρον τὸ πέ‐ λαγος ὅρους τοῦ πλοῦ δύο κίονας ἔστησε, τὸν μὲν ἕτερον ἐν Λιβύῃ, τὸν δὲ ἄλλον εἰς τὸ ἕτερον κλίμα. | |||
N 340 | BDP | μάρτυρας κλυτάς: ἀμφίβολον πότερον τῆς ἐσχάτης μάρτυρες ναυτιλίας αἱ στῆλαι, ἢ κατὰ τὸ πληθυντικὸν τὰς ἐσχάτας μάρτυρας ἐμφανιζούσας ἔθηκεν, ὅτι μέχρι αὐτῶν δεῖ πλεῖν. ἔστι δὲ καὶ περισπάσαι τὸ κλυτᾶς, ἵν’ ᾖ· τῆς κλυτῆς | ||
5 | ναυτιλίας ἐσχάτας μάρτυρας τὰς στήλας ἔθηκεν. αἱ δὲ Ἡρά‐ κλειαι στῆλαι καὶ Βριάρεω λέγονται εἶναι, καθά φησι ....... (Fr. Ep. Gr. ed. Kinkel p. 7)· στῆλαί τ’ Αἰγαίωνος ἁλὸς μεδέοντι Γίγαντος. | |||
N 342a | BDP | ὑπερόχος ἰδίᾳ τ’ ἐρεύνασε: Δωρικῶς ἀντὶ τοῦ ὑπερόχους, οἷον ὑπερέχοντας καὶ μεγίστους. ἡ δὲ ἀπότασις αὐτῷ ἐπὶ τοῦ κήτους τοῦ περὶ τὴν Ἴλιον καὶ τὸν Λαομέδοντα. | ||
N 342b | τὸ δὲ ἰδίᾳ τ’ ἐρεύνασεν ἔνιοι γράφουσι διά τ’ ἐρεύνασε, διηρεύνησέ τε. | |||
N 342c | ἰδίᾳ: οὐκέτι προστάξαντος Εὐρυσθέως, ἀλλ’ ἀφ’ ἑαυτοῦ καὶ κατὰ τὸ φιλόπονον αὐτοῦ διηρεύνησεν, | |||
ὅθεν ἦν δυνατὸν ἐπανελθεῖν τινας. Καλλίμαχος (fr. 120)· χαῖρε βαρυσκίπων, ἐπιτακτὰ μὲν ἑξάκι δοιά. | 48 in vol. 3 | |||
5 | ἐκ δ’ αὐταγρεσίης πολλάκι πολλὰ καμών, τουτέστι τὰ πάραθλα. | |||
N 343a | BDP | τενάγη δὲ λέγονται αἱ δίυγροι καὶ παραποτάμιοι ὀφρύες, ἤτοι παρατεταμένη τις καὶ ὑπερέχουσα γῆ οὖσα, ἢ ἀπὸ τοῦ τέγγεσθαι. | ||
N 343b | DP | ἢ νησώδης. | ||
N 345a | BD | καὶ γᾶν φράδασε: ἀντὶ τοῦ φραδητὴν ἐποίησε καὶ δήλην ἕως τίνος ἐστὶ πορευτὴ καὶ ἕως τίνος ἡ θάλασσα πλωτὴ, ἐπιστήσας τὰς στήλας αὐτός. | ||
N 345b | BDP | θυμὲ, τίνα πρὸς ἀλλοδαπάν: ἐπιλαμβάνεται ἑαυτοῦ ὡς περαιτέρω ἢ προσῆκεν εἰς τοὺς περὶ Ἡρακλέους ἐπαίνους τραπέντος, δέον λέγειν περὶ τῶν προγόνων τοῦ νενι‐ κηκότος, Αἰακοῦ καὶ Τελαμῶνος· προσεχέστεροι γὰρ οὗτοι | ||
5 | Ἡρακλέους τοῦ ἐπαινουμένου ἕνεκεν Ἀριστοκλείδα· ὁ μὲν γὰρ Αἰγινήτης ἐστὶν ὥσπερ Αἰακός, ὁ δὲ Ἡρακλῆς Θηβαῖος. ἀλλη‐ γορεῖ δὲ πρὸς ἄκραν ἀπευθύνειν λέγων τὸν πλοῦν, ἀπὸ τῶν κυβερνητῶν τῶν ἐχομένων ἄλλων ἀκρωτηρίων ἀλλ’ οὐ τῶν προκειμένων, δέον εὐθυπλοεῖν κατὰ λιμένα. τουτέστι, μὴ καὶ | |||
10 | τὸν νοῦν περιφέρειν ἔξω τοῦ σκοποῦ τοὺς ἐπαίνους ἄγοντα. ἀλλ’ ἐπὶ τὸν ἐπαινούμενον τρέπειν. διὸ καὶ ἐποίσει ἐντόπιά τινα καὶ οἰκεῖα· Αἰακῷ σε φημὶ γένει τε Μοῖσαν φέρειν· τὸ ποίημα δεῖν οἶμαι φέρειν, ὦ θυμὲ, Αἰακῷ σε· Αἰγινήτης γὰρ ὅ τε ἐπαινούμενος καὶ ὁ Αἰακός. | |||
N 345c | ἄλλως. ἀποστρέφει τὸν λό‐ | |||
γον πρὸς ἑαυτόν· ᾔσθετο γὰρ ἑαυτοῦ παρεκβάντος, καί φησι· τίνα πρὸς ἄκραν ἀλλοτρίαν ἐκπλέεις, ὦ θυμέ; ἀντὶ τοῦ διατί τὰ Ἡρακλέους νῦν διηγῇ θαύματα ἐάσας τὰ τῶν Αἰακιδῶν; | 49 in vol. 3 | |||
5 | λέγε μᾶλλον περὶ Αἰακοῦ καὶ τούτου τοῦ γένους· ἢ τῶν πο‐ λέμων· καὶ ἐν τούτοις τὴν Μοῦσαν τὴν σὴν, ἤτοι τὸν ὕμνον φέρε. | |||
N 349a | BDP | ἕπεται δὲ λόγῳ δίκας: ἕπεται δὲ τῷ λόγῳ καὶ ἀκόλουθον φαίνεται, ὅστις λόγος τῆς δίκης ἄωτός ἐστι· τί ἕπεται; ὅτι δεῖ τοὺς ἀγαθοὺς πάντας ἐπαινεῖν, ἀλλ’ οὐ καλὸν ἐξ ἀλλοτρίων κοσμεῖσθαι. κατ’ ἔλλειψιν δὲ εἶπε τὰ πλεῖστα. | ||
N 349b | ἄλλως. τὸ ἐσλός ἀντὶ τοῦ ἐσλούς· οἷον δίκαιόν ἐστι τοὺς ἀγαθοὺς ἐπαινεῖν. τοῦτο δὲ πρὸς τὸν Αἰακὸν, ὅτι δεῖ αὐτὸν ἐπαινεῖν· ἀγαθὸς γὰρ ἦν. 54P | |||
N 351 | BD | οὐ καλοὶ γὰρ οἱ ἔρωτες, φησίν, οὐδὲ ἀρίστη ἡ ἐπιθυ‐ μία, τὸ ἀνδρὶ προσάπτειν καὶ προσφέρειν ἔπαινον ἐξ ἀλλοτρίων ἐγκωμίων καὶ μὴ ἰδίων. | ||
N 353a | BD | οἴκοθεν μάτευε: ἐκ τοῦ ἰδίου τοίνυν γένους ἀνεύ‐ ρισκε καὶ ἐπιζήτει τὰ ἐγκώμια καὶ μὴ ἀπὸ τοῦ Θηβαίου Ἡρα‐ κλέους. | ||
N 353b | P | οἴκοθεν μάτευε: ἐκ τοῦ ἰδίου γένους ἀνεύρισκε καὶ ἐπιζήτει γλυκύ τι φωνεῖν εἰς τοῦτον ἐγκώμιον, μὴ ἀφ’ Ἡρακλέους· οὐχ ὑπ’ ἐμοῦ δὲ μόνον ὑμνεῖται ὁ Πηλεύς, ἀλλ’ ἔτι πάλαι ὑμνεῖτο. 57P | ||
N 354a | BDP | ποτίφορον δέ: πρόσφορον, οἰκεῖον ἔπαινον ἔλαχες καὶ ἔχεις, ὅπερ δὴ γλυκύτατόν ἐστι λέγειν, τὸ ἀπὸ τῶν ἰδίων καλῶν ἐγκωμιάζεσθαι. | ||
N 354b | ἢ οὕτω· τοῦτο, φησίν, ἔλαβες ἐκ θεῶν, κοσμεῖν τοὺς ἀξίους, ἵν’ ᾖ ὡς πρὸς αὑτὸν λέγων. κό‐ | |||
σμον δὲ τὸν ἔπαινον. 53bP | 50 in vol. 3 | |||
N 355 | BD | παλαιαῖσι δ’ ἐν ἀρεταῖς γέγαθε Πηλεὺς ἄναξ: ἔτι πάλαι, φησίν, ὑμνεῖται ὁ Πηλεὺς καὶ ὑμνεῖτο, οὐ νεωστὶ οὐδὲ ὑπ’ ἐμοῦ μόνον. οὐ γὰρ λέγει, ὅτι νῦν γέγηθεν ὁ Πη‐ λεὺς ὡς νῦν πρῶτον ἐπαινούμενος, ἀλλ’ ἔτι πάλαι ὑμνεῖτο. | ||
N 357 | BDP | ὑπέραλλον αἰχμάν: ἀντὶ τοῦ ἐξαίρετον, ἐξέχουσαν καὶ ὑπερβάλλουσαν. ἀναφέρει δὲ ἐπὶ τὰ Ὁμηρικά (Τ 390)· Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ τάμε Χείρων. ἀντιτάττεται δὲ τοῖς Ὁμήρου· ὁ μὲν γὰρ ὑπὸ Χείρωνός φησι | ||
5 | τμηθῆναι αὐτὴν καὶ δοθῆναι Πηλεῖ, οὗτος δὲ ὑπὸ Πηλέως φησὶν αὐτὴν τμηθῆναι. δόξει δὲ ὁ Πίνδαρος διὰ τὸν Αἰγινή‐ την χαρίζεσθαι τῷ Πηλεῖ· οὐ γὰρ μόνος εἷλε τὴν Ἰωλκόν, ἀλλὰ μετὰ Ἰάσονος καὶ τῶν Τυνδαριδῶν, ὡς ἱστορεῖ Φερεκύ‐ δης (FHG I 73 M., I 78 J.). | |||
N 358 | BDP | ὃς καὶ Ἰωλκόν: ὃς ὁ Πηλεὺς καὶ τὴν Ἰωλκὸν ἐπόρ‐ θησε μόνος πολεμήσας πρὸς Ἄκαστον τὸν Πελίου παῖδα. | ||
N 360 | BDP | ποντίαν Θέτιν κατέμαρψεν: ἀντὶ τοῦ περιεγένετο αὐτῆς τῶν ἐπιβουλῶν· διωκομένη γὰρ ὑπ’ αὐτοῦ μετέβαλλε τὰς μορφὰς, ὁτὲ μὲν εἰς πῦρ, ὁτὲ δὲ εἰς θηρία· ὁ δὲ καρτε‐ ρήσας περιγέγονε. περὶ δὲ τῆς μεταμορφώσεως αὐτῆς καὶ | ||
5 | Σοφοκλῆς φησιν ἐν Τρωΐλῳ (fr. 561)· ἔγημεν ὡς ἔγημεν ἀφθόγγους γάμους, τῇ παντομόρφῳ Θέτιδι συμπλακείς ποτε. | |||
καὶ ἐν Ἀχιλλέως ἐρασταῖς (fr. 154)· τίς γάρ με μόχθος οὐκ ἐπεστάτει; λέων | 51 in vol. 3 | |||
10 | δράκων τε, πῦρ, ὕδωρ. (61aP) ὅτι δὲ τῷ διαφόρῳ τῆς μορφῆς ἡ Θέτις ὑπέκλεπτε τοὺς πρὸς τὸν Πηλέα γάμους, δημώδης ὁ λόγος· ὥσπερ καὶ ὁ Πρωτεὺς τὴν φύσιν ἤμειβεν. 61cP | |||
N 361a | P | ἐγκονητί: ἀντὶ τοῦ ἐνεργῶς. ἡ μεταφορὰ ἀπὸ τῶν ἀθλευόντων. 60 ὅτι P | ||
N 361b | BD | Λαομέδοντα δ’ εὐρυσθενὴς Τελαμών: ἀπὸ μὲν τοῦ Λαομέδοντος τὴν πόρθησιν τῆς Ἰλίου σημαίνει, ἀπὸ δὲ τοῦ Ἰόλα, ὃς ἦν Ἰφικλέους υἱός, τὴν Ἡρακλέους στρατη‐ γίαν· τῷ δὲ Ἡρακλεῖ συγκαθεῖλε Τελαμὼν τὴν Ἴλιον. | ||
N 361c | P | εὐρυσθενὴς Τελαμὼν Ἰόλᾳ: τῷ Ἡρακλεῖ λέγει ἐκ συσσήμου· Ἰόλας γὰρ Ἡρακλέους ἡνίοχος. | ||
N 361d | BD | ἄλλως. Ἰόλαος Ἡρακλέους ἦν ἡνίοχος· ἐκ συσσήμου οὖν λέγει Ἰόλᾳ, τουτέστι | ||
BDP | τῷ Ἡρακλεῖ. φησὶν οὖν, ὅτι καὶ ὁ Τελαμὼν παραστάτης ὢν τοῦ Ἡρακλέους ἅμα τῷ Ἰόλᾳ ἐπόρθησε τὸν Λαομέδοντα. | |||
N 364a | BDP | καί ποτε χαλκότοξον Ἀμαζόνων μετ’ ἀλκάν: χρόνῳ δέ τινι καὶ ἐπὶ τὰς πολεμικὰς Ἀμαζόνας ἀπιόντι τῷ Ἡρακλεῖ συνηκολούθησε, φησίν, ὅτε πρὸς τὴν Ἱππολύτην διὰ τὸν ζωστῆρα ἦλθεν. | ||
N 364b | ἄλλως. περὶ τοῦ καὶ ἐπὶ τὰς Ἀμα‐ ζόνας συστρατεῦσαι ...... (Hesiod. fr. 278) Τελαμὼν ἀκόρητος ἀϋτῆς ἡμετέροις ἑτάροισι φόως πρώτιστος ἔθηκε | |||
5 | κτείνας ἀνδρολέτειραν ἀμώμητον Μελανίππην, αὐτοκασιγνήτην χρυσοζώνοιο ἀνάσσης. ἔνιοι δέ φασιν, ὅτι καὶ Πηλεὺς αὐτῷ συνεστράτευσεν, Ἑλλάνι‐ κος δὲ πάντας τοὺς ἐν τῇ Ἀργοῖ πλεύσαντας Ἡρακλεῖ συστρα‐ | |||
τεῦσαί φησιν (FHG I 49 M., I 134 J.) | 52 in vol. 3 | |||
N 366a | BDP | οὐδέ μίν ποτε φόβος ἀνδροδάμας: ὁ τοὺς ἄνδρας δαμάζων φόβος. | ||
N 366b | οὐδέποτε δὲ αὐτοῦ τὴν ἀνδρείαν ἐκ τῶν φρενῶν φόβος τις ἔπαυσεν· οὕτως ἄρα τῇ ἐκ φύσεως εὐδοξίᾳ πᾶς τις ἐπαίρεται καὶ μέγα φρονεῖ. δεῖ οὖν, φησί, καὶ τούτους ἐφ’ ἑαυτοῖς μέγα φρονεῖν· ἐκ φύσεως γὰρ ἀγα‐ | |||
5 | θοί. 72cBD 86P | |||
N 371a | P | ὃς δὲ διδάκτ’ ἔχει, ψεφηνὸς ἀνήρ: ἀντὶ τοῦ σκοτεινός· ψέφος γὰρ τὸ σκότος. | ||
N 371b | BDP | ὁ δὲ νοῦς· ὅστις δὲ ἐξ ἐπιτηδεύσεως καὶ μαθήσεως ἔχει τὰ καλὰ, σκοτεινός ἐστι καὶ οὐχ ὁμοίως ἐκλάμπων, οὐκ ἀεὶ τὰ αὐτὰ φρονῶν ἀλλ’ εὐμα‐ ρῶς μεταβαλλόμενος διὰ τὸ σαθρὸν τῆς ἐπιτηδεύσεως ἀφ’ | ||
5 | ἑτέρων εἰς ἕτερα. 76BD | |||
N 372a | BDP | οὔποτ’ ἀτρεκεῖ: οὐ διαπαντὸς διομαλίζων, ὡς ὁ ἐκ φύσεως τὸ ἀγαθὸν περιπεποιημένος. ἀλλὰ νῦν μὲν ἐπι‐ τυγχάνων, νῦν δὲ οὔ. ὁ γὰρ φυσικὴν μὲν οὐδεμίαν ἔχων ὁρμὴν οὐδὲ εὐφυΐαν, διδακτὰ δὲ πάντα, οὗτος οὐδέποτε ἐφ’ ἓν | ||
5 | ὁρμήσας συνετέλεσεν, ἀλλ’ ἐπὶ πολλὰς ἀρετὰς ἐρχόμενος ἀπο‐ γεύεται μόνον. | |||
N 372b | ἢ οὕτως· διομαλίζει, οὐκ ἐπιβαίνει, οὐκ ἐπὶ τὸ αὐτὸ πρᾶγμα ἵσταται. ὁ δὲ Δίδυμος· οὐδέποτε κατα‐ βὰς ἐπί τι πρᾶγμα ἐνέμεινεν ἐπ’ αὐτοῦ καὶ ἐνεκαρτέρησεν, ἀλλ’ εἰς πολλὰ καὶ ἄλλα μετατρέπει. 71bBD | |||
N 372c | ἄλλως. οὐδέ‐ ποτε ἀσφαλῶς ἐπέβη τοῖς καλοῖς, καταψευδόμενος τῆς ἐλπίδος πολλῶν ἀρετῶν ἀτελῶς ἅπτεται. ὡς Ὅμηρος (Ν 281)· | |||
ἀλλὰ μετοκλάζει καὶ ἐπ’ ἀμφοτέρους πόδας ἵζει. 72aBD | 53 in vol. 3 | |||
N 375 | BDP | ξανθὸς δ’ Ἀχιλλεύς: ὁ δὲ Ἀχιλλεὺς τὰ μὲν παῖς ὢν ἄθυρεν ἐν τοῖς οἴκοις τῆς Φιλύρας, καὶ ταῦτα δὲ μεγάλα, καὶ συνεχῶς κατειργάζετο ὀξείαις βολαῖσι μάχας, τῶν γενναιο‐ τέρων ζῴων, λεόντων τε καὶ συῶν ἀγρίων πλῆθος ἀναιρῶν. | ||
5 | διαπαντὸς δὲ ὁ Πίνδαρος μᾶλλον τὰ ἐκ φύσεως ἀγαθὰ τῶν ἐκ διδασκαλίας παραγινομένων προκρίνει. 79BD | |||
N 376a | BDP | Φιλύρας ἐν δόμοις: ἐν τοῖς τοῦ Χείρωνος· ἀπὸ τῆς μητρὸς ἀκουστέον. | ||
N 376b | ἢ οὕτως· παρὰ μὲν Ὁμήρῳ μόνον παιδεύεται διδασκόμενος τὴν ἰατρικήν, παρὰ δὲ τοῖς νεωτέροις καὶ τρέφεται παρὰ Χείρωνι. 75 BD | |||
N 379 | BDP | βραχυσίδαρον ἄκοντα: ἤτοι καθὸ βραχυσίδηρός ἐστιν ἡ ἀκμὴ πρὸς τὸ ξύλον τοῦ δόρατος συγκρινομένη, ἢ ἐπεὶ παῖς ἦν ὁ Ἀχιλλεὺς, ἀνάλογον εἶχε τῇ ἡλικίᾳ βραχυ‐ σίδηρον ἄκοντα, τουτέστι παιδικῷ δόρατι ἐχρήσατο. | ||
N 380 | BDP | ἶσόν τ’ ἀνέμοισιν: ἀκαταλλήλως ἐξενήνοχεν· ἔδει γὰρ εἰπεῖν, λεόντων ἀγροτέρων μάχας ἐνήργει, ἢ λεόντεσσιν ἀγροτέροισι. | ||
N 382 | σώματι δὲ παρὰ Κρονίδαν κένταυρον: τῷ δὲ αὑτοῦ σώματι ἐνεργῶν ὁ Ἀχιλλεὺς ἄσθματος πλήρης ἑξέτης ὢν κυνηγῶν θῆρας ἐφόρει παρὰ Κρονίδην κένταυρον, ἤτοι τὸν Χείρωνα· ἐκ Κρόνου γὰρ οὗτος καὶ Φιλύρας, ὡς καὶ | 54 in vol. 3 | ||
5 | Ἀπολλώνιος ἐν τῷ δευτέρῳ (1235) μαρτυρεῖ. 88P | |||
N 385 | BD | ὅλον δ’ ἔπειτ’ ἂν χρόνον· τὸν ἐθάμβευν: του‐ τέστι τὸν ἅπαντα βίον τοῦτο ἐνήργει, καὶ τῶν ἀνδραγαθη‐ μάτων αὐτὸν ἐθαύμαζον. | ||
N 386 | P | τὸ δὲ ἐθάμβευν ἀντὶ τοῦ τῶν ἀνδραγαθημάτων ἐθαύμαζον αὐτόν. 71P | ||
N 388 | BD | κτείνοντ’ ἐλάφους ἄνευ κυνῶν: τὴν ἰσχὺν καὶ | ||
BDP | τὴν ταχυτῆτα αὐτοῦ διὰ τούτων παρίστησι· ποδώκης γὰρ ἦν. ἔτι τε σὺν τῷ μηδὲ κύνας ἔχειν οὐδὲ λίνα περιεπήγνυ, οἷς δολώσει τοὺς θῆρας· οὕτως ἦν ἶσος ἀνέμοις. | |||
N 389a | BDP | δολίων θ’ ἑρκέων· τῶν λίνων. ἕρκεα γὰρ τὰ λίνα, τὰ περιφράγματα. | ||
N 389b | δολίων δὲ, ὅτι θηρῶντες τοὺς θῆρας τὰ λίνα λάθρα ἱστᾶσιν. | |||
N 389c | BD | ὅτι δὲ ποδώκης ἦν Ἀχιλλεὺς, καὶ Ὅμηρος (Α 58) μαρτυρεῖ λέγων· πόδας ὠκὺς Ἀχιλλεύς. | ||
N 389d | P | τὴν δὲ ἰσχὺν καὶ τὴν ταχυτῆτα τοῦ Ἀχιλλέως διὰ τούτων παρίστησι· καὶ Ὅμηρος (Α 58) μαρτυρεῖ· πόδας ὠκὺς Ἀχιλ‐ λεύς. | ||
N 391 | P | λεγόμενον δὲ τοῦτο: δοκεῖ δὲ καὶ τὸν Ἰάσονα ἀνα‐ θρέψαι ὁ Χείρων. | ||
N 392a | DP | ἔπος ἔχω: παρηκολούθηκα οὖν καὶ τοιούτῳ τινὶ λε‐ | ||
γομένῳ λόγῳ, ὅτι καὶ τὸν Ἰάσονα ἀνέθρεψεν ὁ Χείρων. ὅτι | BDP | |||
δὲ ἐτράφη παρὰ τῷ Χείρωνι ὁ Ἰάσων, Ἡσίοδός φησιν (fr. 19)· Αἴσων, ὃς τέκεθ’ υἱὸν Ἰήσονα, ποιμένα λαῶν, | 55 in vol. 3 | |||
5 | ὃν Χείρων ἔθρεψ’ ἐνὶ Πηλίῳ ὑλήεντι. ἀλλὰ καὶ ὁ Ἀσκληπιὸς παρὰ Χείρωνι, φησίν, ἐτράφη, ὡς καὶ Σωκράτης ὁ Ἀργεῖός φησι (FHG IV 496). | |||
N 392b | P | βαθυμῆτα Χείρων: οὐκ ἐπιπόλαια βουλευόμενος ἀλλ’ ἐν βάθει. ἀντὶ εὐθείας δὲ ὁ συνετώτατος Χείρων, ὡς καὶ παρ’ Ὁμήρῳ· ἱππότα Πηλεύς, καὶ νεφεληγερέτα Ζεύς. | ||
N 395a | BDP | τὸν φαρμάκων δίδαξε μαλθακόχειρα: τὸν πρᾳοτάτην καὶ ὑγιαστικὴν ἔχοντα τὴν διὰ τῶν χειρῶν ἐπι‐ μέλειαν. | ||
N 395b | νομὸν δὲ τὴν διανέμησιν τῶν φαρμάκων καὶ τὴν ἐμπειρίαν λέγει. | |||
N 397a | BDP | νύμφευσε δ’ αὖθις: ἐγαμοστόλησε τῷ Πηλεῖ, φησί. τὴν Θέτιν ὁ Χείρων· ὑπεδέξατο γὰρ τοὺς θεοὺς ἐπὶ τὴν δαῖτα. | ||
N 397b | τὸ δὲ αὖθις οὐκ ἐκ δευτέρου, ἀλλὰ μετὰ ταῦτα· ἐναν‐ τίον γὰρ, εἰ ὡς πρός τι λαμβάνοιτο. | |||
N 398 | BDP | γόνον τέ οἱ φέρτατον ἀτίταλλε: ἔτρεφε καὶ τὸν Ἀχιλλέα ἐν τοῖς ἁρμοδίοις καὶ προσήκουσι τὴν αὐτοῦ παι‐ δεύων ψυχήν. | ||
N 3101a | BP | ὄφρα θαλασσίαις ἀνέμων ῥιπαῖσι πεμφθείς: εἰς ταῦτα ἀτίταλλε τὸν Ἀχιλλέα ὁ Χείρων ἁρμοστὰ αὐτῷ πάντα παρέχων, ἵνα πλεύσας εἰς Ἴλιον ταῖς κατὰ θάλασσαν τῶν ἀνέμων ἐπιπνοαῖς τὴν πολεμικὴν ἀλαλὰν τῶν Λυκίων ὑπο‐ | ||
5 | μένοι, (103B) καὶ ἵνα ἐμπήξαι τὰς χεῖρας τοῖς Αἰθίοψι καὶ καθίκοιτο τῆς ψυχῆς αὐτῶν διὰ τοῦ πολεμεῖν. | BDP | 56 in vol. 3 | |
N 3101b | ἢ ἐπὶ τῶν αὐτοῦ φρενῶν τοῦ Ἀχιλλέως δεκτέον τὸν λόγον, ἵν’ ἑαυτοῦ τὰς χεῖρας πήξαιτο, πεπηγυίας παράσχοι ταῖς φρεσίν, ἵνα ὃ δια‐ νοηθῇ ταῖς φρεσίν, ὑπηρετηθῇ διὰ τῶν χειρῶν. ἐνίοτε γὰρ | |||
5 | ἐπιθυμοῦμέν τι κατορθῶσαι, καὶ ἀσθενοῦμεν αὐτὸ ποιῆσαι μὴ ὑπηρετούμενοι ταῖς χερσίν. ὁ δὲ Ἀχιλλεὺς ἐτράφη, ἵν’ ὅπερ ἂν διανοηθῇ, δυνηθῇ διὰ τῶν χειρῶν κατεργάσασθαι. | |||
N 3101c | ἵν’ οὖν καθίκοιτο τῶν Αἰθιόπων τὸν βασιλέα Μέμνονα ἀνελών. 112B | |||
N 3103 | BP | ὑπὸ Τρωΐαν δορίκτυπον: οἱ μὲν [ἁπλῶς] εἰς τὴν μάχην τῶν Λυκίων, οἱ δὲ ἁπλῶς εἰς τὴν Τροίαν ἤκουσαν. ἵνα ἡ ὑπό ἀντὶ τῆς εἴς κέηται· οἱ δὲ ἔξωθεν τὸ χώραν προσ‐ υπήκουσαν, ἵν’ ᾖ· ὑπὸ Τρῴαν χώραν. 101amed.B | ||
N 3108 | P | ἐν φρασὶ πάξαιθ’: παγίως λογίσαιτο καὶ κρίνοι· ἀντὶ τοῦ εἰς πέρας ἄγοι. | ||
N 3110 | P | ἀνεψιὸς ζαμενής: ἀνεψιὸς τοῦ Ἑλένου ὁ Μέμνων. εἴπερ Τιθωνὸς καὶ Πρίαμος ἀδελφοί εἰσιν, ὧν οὗτοι παῖδες. τὸ δὲ ζα ἐπιτατικόν, ὡς καὶ τὸ ζάθεον, ζαχρηής, ζάπλουτος. | ||
N 3112 | BDP | τηλαυγὲς ἄραρε φέγγος Αἰακιδᾶν: τὸ φέγγος καὶ ἡ δόξα τῶν Αἰακιδῶν τηλαυγής ἐστιν αὐτόθεν, ἢ ἐξ ὧν νῦν εἶπον ἔργων ἢ ἐκ τῆς Ἰλίου· ἠρίστευσαν γὰρ ἐπὶ τῆς Ἰλίου οἱ Αἰακίδαι· ἢ καὶ τρίτον ἐπὶ τῆς Αἰγίνης· διὰ τὸ | ||
5 | Αἰγινήτας εἶναι ἀναφέρων τὸν ἔπαινον ἐπὶ τὸν ἀθλητὴν ἐκ | |||
τῆς Αἰγίνης αὐτόν φησιν ᾑρῆσθαι τὸ κλέος. | 57 in vol. 3 | |||
N 3114a | BDP | Ζεῦ, τεὸν γὰρ αἷμα: τεχνικώτατα τῷ Διῒ προσοι‐ κειοῖ τὸν νικηφόρον, πρῶτον μὲν ὅτι πρόγονος τῶν Αἰακιδῶν ὁ Ζεύς, δεύτερον δὲ ὅτι τοῦ Νεμεαίου ἀγῶνος ἔφορος ὁ Ζεὺς, καθ’ ὃν ὁ Ἀριστοκλείδης ἐνίκησεν. ἀνάκειται δὲ Διῒ καὶ ὁ | ||
5 | Νεμεακὸς ἀγών. 114dP | |||
N 3114b | ἄλλως. πιθανῶς, ἐπεὶ παρεκβέ‐ βηκεν ἐπὶ τοὺς Αἰακίδας ὑμνήσας αὐτῶν τὸ κλέος, βούλεται πάλιν ἐπανελθεῖν ἐπὶ τὸν ὕμνον τοῦ ἀθλητοῦ οὐκ ἀπρόσλογον ἀπόσπασμα ποιήσας· ἐκ τοῦ σοῦ γένους ἐστί, φησίν, ἡ ἀρετὴ | |||
5 | τῶν Αἰακιδῶν. διὰ τί; σὺ γὰρ ἀρχηγέτης εἶ τοῦ γένους αὐτῶν. | |||
N 3114c | BDP | τεὸν γὰρ αἷμα, σέο δ’ ἀγών: τὰ γὰρ Νέμεα σά ἐστι· Νεμεονίκης δὲ ὁ ὑμνούμενος. 116P | ||
N 3114d | ὁ δὲ νοῦς· ὦ | |||
BD | Ζεῦ, ἀπὸ σοῦ τηλαυγὲς ἔχουσι τὸ γένος οἱ Αἰακίδαι. σὺ γὰρ ἀρχηγέτης τοῦ γένους αὐτῶν, σὸς δὲ ὁ ἀγὼν τῶν Νεμέων. 114bP | |||
N 3116 | BDP | ἐπιχώριον χάρμα κελαδέων· τὸ ἐπιχώριον καὶ ἴδιον αὐτῶν τῶν Αἰγινητῶν χάρμα καὶ ἡδονὴν ἀνυμνῶν τὸν νικηφόρον. | ||
N 3117a | BDP | βοὰ δὲ νικαφόρῳ: ἡ δὲ βοὴ τῶν ὑμνούντων νέων σὺν τῷ νικηφόρῳ Ἀριστοκλείδᾳ πρέπει, ἀντὶ τοῦ ἐκπρεπὴς ὑπάρχει. ἔν τισι δὲ γράφεται σὺν τῷ ι βοᾷ, προσληψόμεθα δὲ ἔξωθεν τὴν σύν πρόθεσιν, ἵν’ ᾖ· σὺν βοᾷ νέων ὁ ὕμνος | ||
5 | ἐκπρεπής ἐστιν. | |||
N 3117b | ἢ οὕτως· ἡ δὲ βοὴ τοῦ ὕμνου συμπρέ‐ πει τῷ νικηφόρῳ Ἀριστοκλείδᾳ. | |||
N 3119 | BDP | ὃς τάνδε νᾶσον εὐκλεεῖ προσέθηκε λόγῳ: ὃς | ||
τὴν Αἴγιναν εὐκλεοῦς λόγου προσθήκην ἐποίησε λαβεῖν δι’ ἑαυτοῦ· καὶ γὰρ ἄλλοι ἔμπροσθεν εὔκλειαν αὐτῇ περιεποίησαν, καὶ αὐτὸς δὲ δι’ ἑαυτοῦ προσέθηκέ τι εἰς εὔκλειαν αὐτῇ καὶ | 58 in vol. 3 | |||
5 | σεμνότητα. 122bBD | |||
N 3122a | BDP | ἔστιν ἐν Αἰγίνῃ Πυθίου Ἀπόλλωνος ἱερὸν, ἐν ᾧ οἱ θεωροὶ διῃτῶντο οἱ τὰ θεῖα φυλάσσοντες· θεωροὶ γὰρ οἷον θεοφύλακες. οἱ δὲ, ὅτι ἐν τοῦ Πυθίου Ἀπόλλωνος ἱερῷ οἶκός ἐστι καλούμενος Θεάριον διὰ τὸ τοὺς ἄρχοντας, οἳ καλοῦνται | ||
5 | θεωροὶ, ἐνταῦθα διαιτᾶσθαι. 122cBD | |||
N 3122b | BDP | Πυθίου Θεάριον: τόπος ἐν Αἰγίνῃ δημόσιος, ἔνθα τὰ συμπόσια· εἴρηται δὲ ἀπὸ τῶν θεωρῶν τῶν εἰς Ἀπόλλωνα πεμπομένων. 122aBD | ||
N 3122c | συνέζευξεν οὖν, φησί, λό‐ γῳ εὐκλεεῖ καὶ τὸ Θεάριον, καὶ ταῖς ἀγλααῖς καὶ καλαῖς αὐ‐ τοῦ μερίμναις. | |||
N 3122d | οἱ δὲ, ταῖς ἐμαῖς μερίμναις καὶ τοῖς ἐμοῖς ποιήμασι συνέζευξε τῷ εὐκλεεῖ λόγῳ. | |||
N 3122e | BDP | ἐν δὲ πείρᾳ τέλος διαφαίνεται: οὐκ ἔστι γνῶ‐ ναι τὸν ἀνδρεῖον, ἐὰν μὴ ἑτέρῳ συμβάλῃ καὶ περιγένηται. ἐν τῷ πειραθῆναι οὖν ἑκάστῳ τὸ τέλος διαφαίνεται. | ||
N 3122f | ἢ οὕ‐ τως· ὅστις ἂν ἔξοχος γένηται, τούτου τὸ τέλος ἐν τῇ πείρᾳ ἀπο‐ δείκνυται. τοῦτο δὲ ὡς πρὸς τὸν ἐγκωμιαζόμενον, ὅτι οὐκ ἄχρι λόγου τὰ προσόντα αὐτῷ δείκνυσιν. | |||
N 3127a | BDP | ἐν παλαιτέροισι: προσληπτέον ἔξωθεν παλαιός. λέγει δὲ οὐχ ὅτι γέρων ἦν τὴν ἡλικίαν, οὐδὲ γὰρ παῖς· ἀλλ’ ὡς ὁ τραγικός (fr. adesp. 453)· | ||
καὶ παιδὶ καὶ γέροντι προσφέρων τρόπους, | 59 in vol. 3 | |||
5 | πάσῃ ὁμιλῆσαι ἡλικίᾳ δυνάμενος καθ’ ἕκαστον μέρος τῆς ἡλι‐ κίας. | |||
N 3127b | P | οἷον ἔχομεν τὸ βρότειον ἔθνος, οὕτως ἥρμοστο. | ||
N 3128a | BDP | μέρος ἕκαστον: λείπει τὸ ἐπίσταται. φησὶ δὲ, ὅτι πρὸς πᾶσαν ἡλικίαν ἁρμοδίως προσοικειοῖ ἑαυτόν. | ||
N 3128b | ἢ οὕ‐ τως· ἐπίσταται ὁ νικηφόρος ἕκαστον μέρος τῶν προλεχθεισῶν ἡλικιῶν, οἷον μέρος ἐλάχομεν τὸ βρότειον ἔθνος. | |||
N 3129a | BDP | ἐλᾷ δὲ καὶ τέσσαρας ἀρετάς: Ἀρίσταρχος· τρεὶς μὲν τὰς καθ’ ἡλικίαν, ἃς προεξηρίθμηται, τὸ ἐν παισὶν εἶναι παῖδα, καὶ τὸ ἐν ἀνδράσιν ἄνδρα, καὶ τὸ ἐν παλαιοτέροις πα‐ λαιότερον. καὶ τετάρτην δέ φησιν ἐλᾶν ἀρετὴν τὸν τῶν ἀν‐ | ||
5 | θρώπων βίον. τετάρτη οὖν ἐστιν ἀρετὴ αὕτη πρὸς αἷς εἴρη‐ κεν, ὡς δεῖ περὶ τοῦ παρόντος φροντίζειν καὶ μὴ περὶ τῶν ἐσομένων πάντων, ἀλλὰ πρὸς τὸ παρὸν δύνασθαι ἁρμόζεσθαι. | |||
N 3129b | ὁ θνητὸς αἰὼν καὶ τετάρτην ἀρετὴν ταύτην φέρει, τὸ καὶ περὶ τοῦ ἐνεστῶτος φροντίζειν· ὧν οὐκ ἄπεστιν ὁ Ἀριστο‐ κλείδης, ἀλλὰ πρὸς ταῖς τρισί, φησίν, αἷς προκατείληχε, κέκτη‐ ται καὶ ταύτην, τουτέστι τοῦ παρόντος φροντίζειν. ἢ ἐν | |||
5 | ταὐτῷ ἔχει, ἅπερ οἱ ἄλλοι κατὰ μέρος ἔχομεν. | |||
N 3131 | BD | ἐνέπει: ἀντὶ τοῦ διδάσκει τὸ παρὸν σκοπεῖν 〈καὶ〉 εὖ τίθεσθαι. | ||
N 3132a | BD | χαῖρε φίλος· ἐγὼ τόδε τοι πέμπω: ἐπεὶ ἴσως οἱ προπίνοντες ἔλεγον τὸ χαῖρε, ὡς τὸ χαῖρ’ Ἀχιλεῦ (Ι 225). | ||
N 3132b | B | κἀγὼ τόδε τοι πέμπω, φησί, μεμιγμένον μέλι λευκῷ σὺν | ||
γάλακτι, τὸν ὕμνον λέγω. | 60 in vol. 3 | |||
N 3134a | BP | μεμιγμένον μέλι λευκῷ γάλακτι: τῇ ὁμοιότητι χρῆται τῇ ἀπὸ τοῦ μέλιτος καὶ γάλακτος καὶ διαφορὰν ἐπὶ τοῦ ποιήματος, καθὸ ἀποδέχεται τὰ φύσει γράφων ποιήματα τῶν ἐκ πόνου· τὸ γὰρ γάλα φύσει παρέπεται ταῖς τικτούσαις, τὸ | ||
5 | δὲ μέλι μετὰ πόνου αἱ μέλισσαι ἐργάζονται. | |||
N 334b | ἀλληγορικῶς οὖν τὸν ὕμνον φησὶ, τὸ καλὸν καὶ ἡδύτατον αὐτοῦ ἐπιδει‐ κνύμενος. | |||
N 3135 | BDP | κιρναμένα δ’ ἔερς’ ἀμφέπει πόμ’ ἀοίδιμον: ἡ δρόσος, φησίν, ἡ τοῦ μέλιτος κιρναμένη πρὸς τὸ γάλα ποιεῖ τὸ πόμα ἀοίδιμον, καὶ τὸ ποίημα μιχθὲν αὐλοῖς γίνεται καὶ αὐτὸ θαυμάσιον· οἷον ὡς τὸ γάλα τῷ μέλιτι μιχθὲν χρηστὸν | ||
5 | γίνεται, οὕτω καὶ τὸ ποίημα τοῖς αὐλοῖς ἐγκραθὲν προσηνὲς γίνεται. | |||
N 3136a | BDP | Αἰολίσιν: ἤτοι ὡς τῇ Αἰολίδι ἁρμονίᾳ γεγραμ‐ μένων τῶν ποιημάτων, ἢ καθὸ τῷ γένει ἐστὶν Αἰολεὺς ὡς Βοιωτός. | ||
N 3136b | ἢ οὕτω· τοῖς Δωρίοις φθόγγοις. Αἰολεὺς γὰρ ἄνωθεν ὁ Πίνδαρος, ὅτι οἱ κατ’ αὐτὸν Θηβαῖοι Αἰολέων ἄποικοι τυγχάνουσιν ὡς ἀπὸ Αἰόλου τοῦ Ἀθάμαντος παιδός. | |||
N 3138a | BDP | ἔστι δ’ αἰετὸς ὠκὺς ἐν ποτανοῖς: ὡς μετὰ πολὺν χρόνον τῆς νίκης γεγραμμένου τοῦ ποιήματος· τῆς βρα‐ δυτῆτος οὖν ἕνεκεν ἱκανῶς καὶ τὴν εἰκόνα παρείληφεν. | ||
N 3138b | ἢ | |||
οὕτως· εἰ καὶ ὅλως ὀψέ [φησί,] γέγραπταί μοι τὸ ποίημα, ὅμως ὡς ἀετὸς πόρρωθεν ἐλθὼν ταχέως ἤγρευσέ τι καὶ συν‐ ήρπασεν, οὕτως ἐγὼ τὰ πράγματα ταχέως συνήρπακα καὶ | 61 in vol. 3 | |||
5 | γέγραφα. | |||
N 3143 | BDP | κραγέται δὲ κολοιοὶ ταπεινὰ νέμονται: οἱ δὲ ἀντίτεχνοί μου κολοιοῖς ἐοίκασι, κραυγάζοντες μόνον καὶ τα‐ πεινὰ νεμόμενοι, οὐ δύνανται δὲ διαίρεσθαι εἰς ὕψος. δοκεῖ δὲ ταῦτα τείνειν εἰς Βακχυλίδην· ἦν γὰρ ὑφόρασις αὐτοῖς | ||
5 | πρὸς ἀλλήλους. παραβάλλει δὲ αὑτὸν μὲν ἀετῷ, κολοιῷ δὲ Βακχυλίδην. | |||
N 3145a | BDP | τίν γε μὲν εὐθρόνου Κλειοῦς ἐθελοίσας: τῆς Κλειοῦς τῆς Μούσης οὐ λειφθήσεσθαί φησι, τῶν γεγραμμέ‐ νων ἐπινίκων συλλαμβανομένης αὐτῷ καὶ χάριν τοῦ λήματος τοῦ ἀθλοφόρου. | ||
N 3145b | BP | ἐκ τῆς Νεμέας καὶ ἐξ Ἐπιδαύρου καὶ ἀπὸ Μεγάρων. 148P | ||
N 3146 | P | λήματος: φρονήματος. ἡ δὲ ἀπό κατὰ κοινοῦ· ἀπὸ Νεμέας καὶ ἀπὸ Ἐπιδαυρόθεν λάμπει σου ἡ ἀρετή. | ||
N 3147 | BP | Ἐπιδαυρόθεν τ’ ἀπό: φησὶ καὶ ἐν Ἐπιδαύρῳ | ||
BDP | αὐτὸν νενικηκέναι. τίθεται δὲ ἐν Ἐπιδαύρῳ ἀγὼν Ἀσκληπιῷ, τῶν Ἀσκληπιαδῶν πρώτων θέντων, μετὰ ταῦτα δὲ Ἀργείων Ἀσκληπιῷ, διὰ πενταετηρίδος· τίθεται δὲ ἐν τῷ ἄλσει τοῦ | |||
5 | Ἀσκληπιοῦ, ἄγεται δὲ μετὰ ἐννέα ἡμέρας τῶν Ἰσθμίων. τὰ | |||
Μεγαρικὰ δὲ Πύθια ἄγεται εὐθέως ἔαρος ἀρχομένου. subscr. P | 62 in vol. 3 | |||
N 3148a | BDP | δέδορκε φάος: τουτέστι λελάμπρυται ἡ δόξα τοῦ νενικηκότος καὶ ἐν Νεμέᾳ. | ||
N 3148b | βουλομένης τῆς Μούσης Κλειοῦς λάμπει σου ἡ ἀρετή. 146P | |||
P | τέλος τοῦ παρόντος ἐπινικίου. | |||
N 4metr(t1) | Scholia in Nemeonicarum carmen IV | |||
t2 | D | Τιμασάρχῳ Αἰγινήτῃ παλαιστῇ. | ||
1 | B | Τῆς τετάρτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ιγʹ. τὸ αʹ δίμετρον ἰαμβικὸν βραχυκατάληκτον. τὸ βʹ δίμετρον ἀντισπαστικὸν βραχυκατάληκτον. τὸ γʹ ὁμοίως τῷ πρώτῳ. τὸ δʹ ἐπιωνικὸν δίμετρον ἀκατάληκτον. τὸ εʹ ὁμοίως τῷ | ||
5 | πρώτῳ καὶ τρίτῳ. τὸ ϛʹ περίοδος, διπλοῦς τροχαῖος, ἢ Γλυ‐ κώνειον. τὸ ζʹ ἰαμβικὸν πενθημιμερές. τὸ ηʹ ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ θʹ ἰωνικὸν ἑφθημιμερές. τὸ ιʹ τροχαϊκὸν ἐπίτριτον, ἢ ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ιαʹ ἰαμβικὸν πενθημιμερὲς, ἢ ἰωνικὸν δίμετρον βραχυ‐ | |||
10 | κατάληκτον, τῆς ἀρχούσης ἀδιαφόρου οὔσης. τὸ ιβʹ περίοδος ἰαμβικὴ ἀπὸ βακχείου, ἢ Γλυκώνειον λελυμένον. τὸ ιγʹ ἰωνι‐ κὸν τρίμετρον βραχυκατάληκτον. | |||
B | Ἡ ἐπῳδὸς ὁμοίως κώλων ιγʹ. τὸ αʹ ὅμοιον τῇ στροφῇ καὶ ἀντιστρόφῳ. τὸ βʹ, τὸ γʹ, τὸ δʹ, τὸ εʹ, τὸ ϛʹ, τὸ ζʹ, τὸ ηʹ, | |||
15 | τὸ θʹ, τὸ ιʹ, τὸ ιαʹ, τὸ ιβʹ, τὸ ιγʹ ὁμοίως τῇ στροφῇ καὶ ἀντι‐ στρόφῳ. | |||
N 41a | BDP | Ἄριστος εὐφροσύνα: ὁ λόγος· τῶν πόνων κρίσιν λαβόντων καὶ συντελεσθέντων ἄριστος ἰατρός ἐστιν ἡ εὐφρο‐ σύνη. | ||
N 41b | ἄριστος δὲ ἀντὶ τοῦ ἀρίστη· ὅταν πονήσας τις νικήσῃ, ἔχει τὴν εὐφροσύνην ἀρίστην ἰατρόν. | 63 in vol. 3 | ||
N 41c | ἢ οὕτως· ἡ ἀρίστη εὐφροσύνη τῶν τετελειωμένων καὶ πεπληρωμένων πόνων καὶ σπουδασμάτων ἰατρός ἐστιν. | |||
N 43 | BDP | αἱ δὲ σοφαὶ Μοισᾶν θυγατέρες: αἱ δὲ σοφαὶ θυ‐ γατέρες τῶν Μουσῶν, ᾠδαὶ καὶ ἔπαινοι, ἁπτόμεναι αὐτῶν τῶν πόνων διὰ τοῦ θαυμάζειν ἡδονῆς πλείονος καὶ εὐφροσύνης πληροῦσι. | ||
N 45 | BDP | θέλξαν νιν: τὸ νίν Ἀρίσταρχος ἐπὶ τῆς εὐφροσύνης ἀκούει, ὥστε εἶναι τὸν λόγον· αἱ δὲ τῶν Μουσῶν θυγατέρες ᾠδαὶ, τουτέστι τὰ ποιήματα, ἁπτόμεναι αὐτὴν, τὴν εὐφρο‐ σύνην, ἔθελξαν, τὴν τοῦ ἀνθρώπου ὅταν ἐγκωμιάζηται. ἔστι | ||
5 | δὲ ἄκυρον· πῶς γὰρ θέλγεται ἡ εὐφροσύνη, αὐτὴ θέλγουσα τοὺς νενικηκότας, οὐχ ὑπ’ ἄλλου θελγομένη; ἄμεινον δέ, φη‐ σὶν ὁ Δίδυμος, ἐπὶ τῶν πόνων ἀκούειν τὴν νίν· οἱ γὰρ μεθ’ Ὅμηρον οὐκ ἀκριβεύουσι τὴν ἀντωνυμίαν. καθὼς καὶ Εὐρι‐ πίδης (Bacch. 32)· | |||
10 | τοιγάρ νιν αὐτὰς ἐκ δόμων οἴστρης’ ἐγώ. ὥστε τὸν λόγον εἶναι τοιοῦτον· αἱ ᾠδαὶ ἔθελξαν αὐτοὺς, τοὺς πόνους, ἁπτόμεναι αὐτῶν καὶ μαλάσσουσαι· οἷον θέλγουσι τὴν κακοπάθειαν ὑμνοῦσαι αἱ ᾠδαί. | |||
N 46a | BDP | οὐδὲ θερμὸν ὕδωρ τόσσον γε: οὐδ’ οὕτω τὰ θερμὰ λουτρὰ μαλάσσει κεκμηκότα τὰ γυῖα καὶ πεπονημένα, ὅσον ἡ εὐλογία ἀνίησιν. | ||
N 46b | ὁ δὲ νοῦς ὅλος· οὐκ ἂν δὲ τοσοῦτον ἀπὸ θερμοῦ ὕδατος καὶ βαλανείου χαλασθείη καὶ μαλαχθείη τὸ σῶμα κεκμηκὸς, ὅσον ὑπὸ ἐπαίνων· ἧς μάλιστα τῆς εὐφημίας πληρουμένης τῇ διὰ τῆς κιθάρας ἡδονῇ. | 64 in vol. 3 | ||
N 49 | BD | συνάορος, οἷον συμφερομένη, κοινωνοῦσα. | ||
N 410a | BDP | ῥῆμα δ’ ἑργμάτων χρονιώτερον βιοτεύει: παν‐ τὸς ἔργου χρονιώτερόν ἐστι τὸ ῥῆμα, τουτέστιν ὁ ὕμνος· οἷον τὰ λεγόμενα πάντα ἢ γραφόμενα χρονιώτερά ἐστι τῶν ἔργων. τὰ μὲν γὰρ ἔργα τῷ γεγονέναι παρήκει, τὰ δὲ γραφόμενα | ||
5 | αἰώνια παραδίδοται. ποῖα δέ; ἃ ἂν μετὰ τῆς ἐκ Χαρίτων τύχης τεχθῇ καὶ προαιρεθῇ ἐκ τῆς γλώττης ἑκάστῳ· ὡς ἐάν γε χωρὶς Χαρίτων γράφηται ὁ ὕμνος, ἀπόλωλε καὶ ἔσβεσται, ἐὰν δὲ μετὰ Χαρίτων, μένει πρὸς αἰῶνα εὔδια. καὶ Καλλί‐ μαχος (fr. 121)· | |||
10 | ἔλλατε νῦν, ἐλέγοισι δ’ ἐνιψήσασθε λιπώσας χεῖρας ἐμοῖς, ἵνα μοι πολὺ μένουσιν ἔτος. | |||
N 410b | ὁ δὲ νοῦς· ὁ γὰρ διὰ τῶν λόγων ἔπαινος αὐτῶν τῶν καλῶς πεπραγμένων πολλῷ μακρότερον διασῴζεται καὶ μνημονεύεται, ὅσπερ ἂν λόγος μάλιστα καὶ ἔπαινος τετυχηκὼς Χαρίτων λέγη‐ ται ἐκ διανοίας συνετῆς. | |||
N 414a | BDP | τό μοι θέμεν Κρονίδᾳ τε Διὶ καὶ Νεμέᾳ: ἐμοὶ | ||
εἴη ποιῆσαι· τὸ γὰρ εἴη οὕτως ἀναβιβαστέον· εἴη με μετὰ τῶν Χαρίτων γράφειν. τὸ δὲ προηγούμενον τοῦ κώμου προ‐ κώμιον εἶπεν, ἐπειδὴ κωμάζουσιν ᾄδοντες τὸ ποίημα· προ‐ | 65 in vol. 3 | |||
5 | κώμιον οὖν τὸ πρὸ τοῦ κώμου γραφόμενον. δύναται καὶ οὕτω, φησὶν ὁ Δίδυμος· παντὸς τοῦ ποιουμένου εἰς αὐτὸν ὕμνου τοῦτο τὸ ῥῆμα προκώμιον εἴη, οἷον προοίμιόν τι τοιοῦτον γένοιτο τῶν εἰς αὐτὸν γραφησομένων ὕμνων ὑπ’ ἐμοῦ, νι‐ κῆσαι καὶ ἄλλους ἀγῶνας· ἵνα τῶν ἑξῆς ἐσομένων ἐπινίκων | |||
10 | ὁ νῦν γραφόμενος λέγηται πρὸ τοῦ παντὸς κώμου γεγονώς. δύναται δὲ καὶ οὕτω· τῶν γραφησομένων αὐτῷ ὕμνων ὑπ’ ἄλλων ὁ ἐμὸς ἂν εἴη προκώμιον. | |||
N 414b | ἄλλως. ὁ νοῦς· ὅνπερ δὴ λόγον καὶ ἔπαινον γένοιτο νῦν ἐμοὶ θεῖναι καὶ πληρῶσαι προκώμιον τῷ τε Διῒ καὶ αὐτῇ τῇ Νεμέᾳ καὶ τῇ Τιμασάρχου πάλῃ. | |||
N 417 | BDP | ὕμνου προκώμιον: ὕμνου προκώμιον εἶπε διὰ τὸ ὑπὸ χορευτῶν μὲν λέγεσθαι τὸν ὕμνον νεωτέρων τινῶν, πρὸ δὲ τῆς τούτων χορείας καὶ κωμασίας γραφῆναι ὑπὸ τοῦ ποιη‐ τοῦ αὐτόν. ὁ δὲ λόγος· γένοιτό μοι ἐπιτυχεῖν πρὸ τοῦ κω‐ | ||
5 | μάζειν τοὺς ἐπαίνους γράφοντι. | |||
N 418 | BDP | δέξαιτο δ’ Αἰακιδᾶν εὔπυργον ἕδος: ῥῆμα ὃ προείρηκε, ῥῆμα δ’ ἑργμάτων χρονιώτερον, τὸ ῥῆμα τοῦτο τὸ εὔπυργον τοῦ Αἰακοῦ ἕδος δέξαιτο, ὡς ἔστι δίκαιον. (20a.) κοινὸν δὲ φέγγος ἔστι μὲν καὶ τὴν Αἴγιναν | ||
5 | ἀκοῦσαι, ἔστι δὲ καὶ τὸ ποίημα, τὸ κοινὸν φέγγος γινόμε‐ νον· οὐ γὰρ ἐᾷ ἐν ἀφανεῖ τὰ ἔργα, ἀλλὰ φωτίζει κοινῶς. (20b.) ξεναρκεῖ δὲ ὡς ποδαρκεῖ. κοινὸν φέγγος τῆς ξεναρ‐ κοῦς δίκης ἡ τῶν Αἰακιδῶν πόλις παραδέξαιτο, ὡς ἔστι | |||
δίκαιον ξένους ἀποδέχεσθαι. | 66 in vol. 3 | |||
N 419a | BDP | ἕδος δίκᾳ: δίκης ξεναρκοῦς, τῆς τοῖς ξένοις ἀρ‐ κούσης δικαιοσύνης κοινὸς ὢν ὀφθαλμός. ὦ Αἴγινα, ἤτοι περιφραστικῶς ἡ δικαιοτάτη. | ||
N 419b | δέξαιτο δὲ τοῦτο 〈τὸ〉 προ‐ κώμιον καὶ τοῦτον τὸν ἔπαινον πόλις καλλίστη Αἴγινα, ἥτις διὰ τὴν προσοῦσαν πρὸς πάντας τοὺς ξένους δικαιοσύνην καὶ φιλοξενίαν κοινὸς ὀφθαλμὸς τῶν πάντων τυγχάνει. | |||
N 421a | BDP | εἰ δ’ ἔτι ζαμενεῖ Τιμόκριτος: τῷ ἄγαν ξηραν‐ τικῷ· τὸ γὰρ ζα ἐπιτατικόν ἐστι μόριον ἀεί· τῷ ἰσχυροτάτῳ οὖν φησι. περιφραστικῶς δὲ τοῦτό φησιν· εἰ ἔζη σου ὁ πατὴρ Τιμόκριτος, ὦ Τιμάσαρχε. | ||
N 421b | BD | ἤτοι ὁ ἐν κιθάρᾳ ποικίλος ἢ ὁ μουσικώτατος ἀπὸ μέρους· ἤσκουν γὰρ οἱ ἀρχαῖοι μουσι‐ κήν. | ||
N 421c | BDP | ὁ δὲ νοῦς ὅλος ἕως Ἡρακλέος ὀλβίαν πρὸς αὐλὰν οὕτως· εἰ δὲ μέχρι τοῦ παρόντος ὁ σὸς πατὴρ Τιμό‐ κριτος ἐν ζῶσιν ἀνεστρέφετο τῇ ἑαυτοῦ μουσικῇ σεμνυνόμενος, συνεχῶς ἂν τούτῳ τῷ μέλει καὶ ταύτῃ τῇ ᾠδῇ προσκλίνας ἂν | ||
5 | ἑαυτὸν καὶ προσαγαγὼν ἀνευφήμησε καὶ ἀνεβάλετο τὴν γε‐ γενημένην νίκην τὴν ἀπὸ τοῦ Κλεωναίου ἀγῶνος τοῦ πέμ‐ | |||
ψαντος πλῆθος καὶ ὁρμαθὸν στεφάνων· λέγει δὲ τοῦ Νε‐ | P | |||
μεακοῦ, Κλεωναῖοι γὰρ αὐτὸν διέθηκαν· καὶ τὴν ἀπὸ τῶν πλουσίων Ἀθηνῶν καὶ ἐνδόξων νίκην, καὶ τὴν ἐν ταῖς Θήβαις | BDP | |||
10 | τῶν Ἰολαείων καλουμένων· διότι δὴ παρὰ τὸν τοῦ Ἀμφι‐ τρύωνος τάφον οἱ Θηβαῖοι σὺν πολλῇ προθυμίᾳ καὶ βουλήσει τοῖς τῶν στεφάνων ἄνθεσιν ἐκόσμουν εἰς χάριν καὶ τιμὴν | |||
τῆς Αἰγίνης· Αἴγινα γὰρ καὶ Θήβη ἀδελφαὶ, ἐξ ὧν αἱ πόλεις ὠνομάσθησαν. προσφιλὴς γὰρ ὢν ἅτε Αἰγινήτης, καὶ πρὸς | 67 in vol. 3 | |||
15 | φίλους ἥκων τοὺς Θηβαίους ἅτε δὴ καὶ τὸ εὔξενον ἄστυ καταλαβόντας, ἠδυνήθη κατ’ εὐχὴν θεάσασθαι τὴν τοῦ Ἡρα‐ κλέους αὐλὴν, ἤτοι τὰς Θήβας. | |||
N 430 | BD | εὐωνύμων ἀπ’ Ἀθανᾶν: ἐνδόξων, ὀνομαστῶν. ἄδηλον δὲ ποῖον ἀγῶνα ἐνίκησε· πολλοὶ γὰρ τελοῦνται, Πανα‐ | ||
θήναια καὶ ἄλλοι. εἶτα ἐπάγει· Θήβαις τ’ ἐν ἑπταπύλοις, ὡς καὶ ἐν Θήβαις αὐτοῦ νικήσαντος. ἦν δὲ καταλληλότερον εἰπεῖν | BDP | |||
5 | Θηβῶν, ἵν’ ᾖ· καὶ ἀπὸ Θηβῶν ἔπεμψας αὐτῷ στέφανον. διατί; ὅτι παρὰ τὸν τοῦ Ἀμφιτρύωνος τύμβον οἱ Θηβαῖοι οὐκ ἄκοντές σε τοῖς ἄνθεσιν ἐμίγνυον, τουτέστιν ἐστεφάνουν, χαίροντες διὰ τὸ συγγενεῖς εἶναι Θηβαίους Αἰγινητῶν. Θήβη γὰρ καὶ Αἴγινα Ἀσωπίδες, καί φασι Θηβαίοις πολεμοῦσιν | |||
10 | Ἀθηναίοις ἐκπεσεῖν λόγιον, τοὺς συγγενεῖς ἑλέσθαι συμμάχους, δι’ οὗ τοὺς Αἰγινήτας δηλοῖ. | |||
N 432 | BDP | οὕνεκεν Ἀμφιτρύωνος: ἀντὶ πατρωνυμικοῦ τοῦ Ἀμφιτρυωνίδου· οὐ γὰρ Ἀμφιτρύωνι ἄγεται ὁ ἀγών. ὡς δὲ Ὅμηρος λέγει Ὑπερίονος Ἠελίοιο, ἀντὶ τοῦ Ὑπεριονίδου· καὶ Εὐριπίδης (fr. 70)· | ||
5 | ὃς Οἰδίπουν ἀπώλες’, Οἰδίπους δ’ ἐμέ, χρυσοῦν ἐνεγκὼν ὅρμον εἰς Ἄργους πόλιν. | |||
οὐ γὰρ ὁ Οἰδίπους ἤνεγκε χρυσοῦν ὅρμον εἰς Ἄργος, ἀλλ’ ὁ Πολυνείκης, καὶ ἔδωκεν Ἐριφύλῃ· ἔστιν οὖν, Οἰδιποδιονίδης δ’ ἐμὲ, ὁ Πολυνείκης· οὕτω καὶ τοῦτο οὕνεκεν Ἀμφιτρυωνί‐ | 68 in vol. 3 | |||
10 | δου· Ἰόλαον γὰρ εἶπεν· οὗτος γὰρ Ἰφικλέους, ὁ δὲ Ἀμφι‐ τρύωνος· διὸ καὶ τὸ ἐν Θήβαις γυμνάσιον ἀπ’ αὐτοῦ Ἰολάειον καλεῖται καὶ ὁ ἀγὼν Ἰολάεια. Δίδυμος δέ φησιν 〈οὐκ〉 ἄγεσθαι Ἰολάεια ἐν Θήβαις ἀγῶνα γυμνικόν, αὐτὸ δὲ μόνον τὸ στάδιον καὶ γυμνάσιον εἶναι Ἰολάειον, καθὼς ὁ περὶ ἀγώνων ἀναγρα‐ | |||
15 | ψάμενος οὐκ Ἰολάειά φησιν ἄγεσθαι ἀλλ’ Ἡράκλεια. τὸν ἀγῶνα οὖν τῶν Ἡρακλείων φησὶν ἐν τῷ τοῦ Ἰολάου γυμνασίῳ δια‐ κεῖσθαι παρὰ τὸ τοῦ Ἀμφιτρύωνος μνῆμα, ἔνθα φασὶ καὶ τὸν Ἰόλαον κεκενοταφῆσθαι· τὸ γὰρ κατ’ ἀλήθειαν αὐτοῦ μνῆμα ἐν Σαρδοῖ εἶναι. | |||
N 436a | BDP | Αἰγίνας ἕκατι: τῆς ἡρωΐδος Αἰγίνης γυναικὸς χάριν, διὰ τὸ συγγενές. Θήβη γὰρ καὶ Αἴγινα ἀδελφαὶ θυγα‐ τέρες Ἀσωποῦ τοῦ ποταμοῦ, ἀφ’ ὧν καὶ αἱ προσηγορίαι τῶν πόλεων. | ||
N 436b | BDP | φίλοισι γὰρ φίλος: πρὸς φίλους φίλος ἦλθε, πρὸς Θηβαίους Αἰγινήτης ὤν. (37.) ξένιον δὲ ἄστυ ἤτοι τὸ εὔξενον, ὡς τὸ κληϊσταὶ δ’ ἔπεσαν σανίδες (β 344) ἀντὶ τοῦ εὔκλειστοι, καὶ τειχιόεσσα (Β 559) ἀντὶ τοῦ εὐτειχής· | ||
5 | ἢ ξένιον ἄστυ ταῖς Θήβαις ἡ Αἴγινα, διότι Πηλεὺς καὶ | |||
Τελαμὼν Αἰγινῆται ὄντες, ὅτε ἔμελλε στρατεύειν εἰς Ἴλιον Ἡρακλῆς, ἐπεξενώθησαν αὐτῷ· διὸ ἐποίσει, ξὺν ᾧ ποτε Τρωΐαν. | 69 in vol. 3 | |||
N 440 | BDP | ξὺν ᾧ ποτε Τρωΐαν: ὁ νοῦς· σὺν ᾧ Ἡρακλεῖ ἐν τοῖς ἀνωτέρω χρόνοις ὁ γενναῖος Τελαμὼν ἐπόρθησε τὴν Τροίαν, ἐπόρθησε δὲ σὺν αὐτῷ καὶ τοὺς νῦν μὲν Κῴους λεγομένους νησιώτας, τότε δὲ Μέροπας, ἔτι γε μὴν ἐπόρ‐ | ||
5 | θησε καὶ τὸν μέγιστον καὶ ἐκπληκτικώτατον τῶν Γιγάντων Ἀλκυονέα. | |||
N 442a | P | καὶ Μέροπας: τοὺς Κῴους· δοκοῦσι γὰρ εἶναι γη‐ γενεῖς· ἀπὸ Μέροπος δὲ Μέροπες οὕτως γράφεται. | ||
N 442b | BDP | ὅτι δὲ Ἡρακλῆς ἐπόρθησε τὴν Κῶ ἀπὸ τῆς Ἀσίας κατιὼν, καὶ Ὅμηρος μαρτυρεῖ (Ξ 255, Ο 28)· καί μιν ἔπειτα Κόωνδ’ εὖ ναιομένην ἀπένεικας. | ||
5 | ἔλαβε δὲ καὶ Χαλκιόπην ἐξαίρετον τὴν Εὐρυπύλου τοῦ βασι‐ λέως θυγατέρα, ἀφ’ ἧς ἔσχεν υἱὸν Θεσσαλὸν, οὗ παῖδες Φεί‐ διππος καὶ Ἄντιφος ἐν Ἰλίῳ στρατεύσαντες. | |||
N 442c | λέγεται δὲ πεπορθηκέναι διὰ τοὺς Χαλκιόπης ἔρωτας τῆς θυγατρὸς Εὐρυπύλου τοῦ βασιλέως τὴν Κῶ. | |||
N 443a | P | ἔκπαγλον Ἀλκυονῆ: ἀντὶ τοῦ Ἀλκυονέα· κατὰ συναίρεσιν δὲ γέγονεν, ὡς καὶ τὸ Τυδέα Τυδῆ· Ὅμηρος (Δ 384) ἐνταῦθ’ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί. | 70 in vol. 3 | |
N 443b | BD | καὶ τὸν μέγαν πολεμι‐ στὴν ἔκπαγλον Ἀλκυονῆ: οὗτος ὁ Ἀλκυονεὺς εἷς τῶν Γιγάντων λέγεται περὶ τὸν | ||
5 | Ἰσθμὸν τῆς Κορίνθου συμβε‐ | |||
βληκέναι Ἡρακλεῖ, | Column end | |||
P | οὗτος δὲ εἷς ἦν τῶν Γιγάν‐ | |||
των, | Column end | |||
BDP | οὗ τὰς βοῦς Ἡρακλῆς ἐξ Ἐρυθείας παρήλαυνε· καὶ τῆς μάχης | |||
10 | αὕτη αἰτία ἐγένετο τῇ βουλῇ τοῦ Διός· πολέμιος γὰρ ἦν τοῖς Γίγασιν. | |||
N 443c | οὐ πρότερον οὖν ἀνεῖλε τὸν Ἀλκυονέα Ἡρα‐ κλῆς, πρὶν τὰ ἅρματα αὐτοῦ ὑπὸ τοῦ Ἀλκυονέως βληθῆναι. | |||
N 443d | P | ἄλλως. οὗτος ὁ Ἀλκυονεὺς εἷς τῶν Γιγάντων λέγεται περὶ | ||
BDP | τὸν Ἰσθμὸν τῆς Κορίνθου συμβεβληκέναι Ἡρακλεῖ, καὶ μετὰ τὸ συντρίψαι αὐτοῦ δώδεκα ἅρματα καὶ εἰκοσιτέσσαρας ἄνδρας λίθῳ μεγίστῳ, τὸ τελευταῖον κατ’ αὐτοῦ τὸν λίθον ἔρριψεν, | |||
5 | ὅντινα τῷ ῥοπάλῳ ἀποσεισάμενος οὕτως ἀπέκτεινε τὸν Ἀλκυο‐ νέα, καί φασι κεῖσθαι τὸν λίθον ἐν τῷ Ἰσθμῷ. λέγεται δὲ τότε συμπαρεῖναι τῷ Ἡρακλεῖ καὶ τὸν Τελαμῶνα. | |||
N 443e | P | οὐ πρὶν ἤ γε τετραορίας δώδεκα, ὅ ἐστι τεθρίππους ἀνεῖλεν ὁ Ἀλκυο‐ νεύς. οὐ πρότερον δέ, φησίν, ἀπέκτεινεν Ἡρακλῆς, πρὶν ἢ ἀπέκτεινεν ὁ Ἀλκυονεὺς δώδεκα ἅρματα καὶ εἰκοσιτέσσαρας | ||
5 | ἄνδρας τοῦ Ἡρακλέους. | 71 in vol. 3 | ||
N 449a | BDP | ἀπειρομάχας ἐών κε φανείη λόγον ὁ μὴ ξυν‐ ιείς: ἐπεὶ ῥητῶς οὐκ ἐξήγγειλεν ὁ Πίνδαρος ὅτι ἐνικᾶτο ὁ Ἡρακλῆς, ἀλλ’ ἀμφιβόλως αὐτὸ παρεδήλωσεν, ὁ μὴ συνιεὶς τοῦτο ὃ λέγω, φησίν, ὅτι ἐλείφθη ὁ Ἡρακλῆς, ἄπειρος μάχης | ||
5 | ἂν εἴη οὗτος. | |||
N 449b | BD | ἄλλως. τὸν λόγον τοῦτον ὁ μὴ διαλο‐ γιζόμενος καὶ νοῶν ὀφθείη ἂν ἄπειρος μάχης, ὡς μὴ συνιεὶς τὴν τύχην καὶ τὸν ἐξ αὐτῆς λόγον. | ||
N 450a | BDP | ἐπεὶ ῥέζοντά τι καὶ παθεῖν ἔοικε: παρὰ τὸ Ὁμηρικόν (Σ 309)· ξυνὸς Ἐνυάλιος καί τε κτανέοντα κατέκτα. | ||
N 450b | ὁ δὲ νοῦς· ἔπαθεν ὁ Ἡρακλῆς ἀποβαλὼν τοὺς ἑταίρους. παρὰ τοῦτο ὁ τραγικός (Soph. fr. 209)· τὸν δρῶντά πού τι καὶ παθεῖν ὀφείλεται. εἴη δ’ ἂν ἀπὸ ταύτης τῆς ὁμοιώσεως τῆς περὶ τὸν Ἡρακλέα | |||
5 | ἐλάττωμά τι γεγονὸς περὶ τὸν ἀθλητὴν ἐν ἀρχῇ· οὕτω γὰρ τὸν ὅμοιον λόγον ἕξει ἡ παραβολή. ὡς γὰρ ὁ Ἡρακλῆς ἐπὶ μὲν τῆς ἀρχῆς ἐλείπετο, ὕστερον δὲ ἐνίκησεν, οὕτω καὶ ὁ ἀθλη‐ τής. ὥστε εἰκὸς εἶναι αὐτὸν πεπτωκέναι ἢ ἄλλο τι τοιοῦτον ὑπομεῖναι. | |||
N 453a | BDP | τὰ μακρὰ δ’ ἐξενέπειν ἐρύκει με τεθμός: Ἀρίσταρχος· εἰς νουμηνίαν ἐπιοῦσαν ὑποκείμενόν ἐστιν αὐτῷ | ||
ἀποδοῦναι τὸν ἐπίνικον. πάντα γάρ, φησί, τὰ περὶ τὸν Ἡρα‐ κλέα καὶ Ἀλκυονέα μακρῶς διελθεῖν κωλύομαι ...... ἐξειπεῖν | 72 in vol. 3 | |||
5 | ἐρύκει με καὶ κωλύει με ὁ τεθμός· ποῖος δὲ τεθμός; ὁ νόμος τοῦ ἐγκωμίου. ὁ νόμος οὖν τοῦ ἐγκωμίου, φησί, κωλύει με μακραῖς παρεκβάσεσι χρῆσθαι. | |||
N 453b | ὁ δὲ Ἀμμώνιος ὡμολογη‐ κέναι φησὶ τὸν Πίνδαρον ἐν χρόνῳ τινὶ ἀποδώσειν τὸν ἐπί‐ νικον· ὁ νόμος οὖν οὗτος, ὃν διεστησάμεθα ἐγώ τε καὶ οἱ τοῦ ἀθλητοῦ περὶ τῆς ἡμέρας, ᾗ ἀποδώσω, κωλύει με μακρὰ | |||
5 | γράφειν· οὐ γὰρ φθάσω. διὸ ἐποίσει· Ὧραί τ’ ἐπειγόμεναι, τουτέστιν ἐπείγουσί με αἱ Ὧραι. | |||
N 453c | BD | ὁ δὲ νοῦς οὕτω· τὰ πολλὰ δὲ καὶ μακρῶν δεόμενα λόγων διηγεῖσθαι κωλύομαι ὑπό τε τοῦ καιροῦ κατεπείγοντος καὶ ὑπὸ τοῦ εἰωθότος θεσ‐ μοῦ· νενόμισται γὰρ τὰ τοιαῦτα διὰ συντόμων λέγεσθαι. | ||
N 456a | BDP | ἴυγγι δ’ ἕλκομαι ἦτορ: ἴυγξ εἶδος ὀρνέου ἐρωτι‐ κοῦ. πόθεν δὲ ἡ ἴυγξ; οἱ μέν φασιν Ἠχοῦς, οἱ δὲ Πειθοῦς γεγενῆσθαι θυγατέρα, ἥτις φαρμάσσουσα τὸν Δία εἰς τὸν Ἰοῦς πόθον κατὰ χόλον Ἥρας εἰς ὄρνεον μετεβλήθη, ᾧ | ||
5 | κέχρηνται αἱ τὰ ἐρωτικὰ σκευάζουσαι γυναῖκες. ἐκ τούτου δὲ καὶ τὸ ποθεινὸν ἴυγξ καλεῖται. ἴυγγι οὖν τῇ ἐπιθυμίᾳ φησίν. | |||
N 456b | ἄλλως. ὡς ἀπὸ φαρμάκου, φησί, καὶ ἴυγγος τὴν ψυχὴν | |||
ἕλκομαι τῇ ἐπιθυμίᾳ, ᾗ ὑπεσχόμην ἐπιδείξασθαι τὸν ἐπίνικον συντελέσας. διὸ τὰ περὶ τὸν Ἡρακλέα λέγειν κωλύομαι, σπεύ‐ δων τελειῶσαι τὸν ὕμνον εἰς ὃν ὡμολόγησα χρόνον. | 73 in vol. 3 | |||
N 458a | DP | ἔμπα καί περ ἔχει βαθεῖα ποντιὰς ἅλμα: ὅμως εἰ καὶ κινδυνεύω τελειῶσαι τὸ ποίημα, τηρήσω γε τὴν ὑπό‐ σχεσιν, ὥσπερ καὶ ἡμεῖς λέγομεν· εἰ καὶ ἐμβέβηκα εἰς μέσον πέλαγος. | ||
N 458b | BDP | ἢ οὕτως, τῆς ἀναφορᾶς γινομένης περὶ τὸν Ἡρακλέα· καὶ εἰ τὸ μέσον ἔχω τῆς ἱστορίας καὶ μεσοπορῶ κατὰ τὴν διήγησιν, ὅμως ἀνθέξομαι, καὶ οὐκέτι τὰ λοιπὰ ἐπ’ ἴσης συνάψω διὰ τὴν νουμηνίαν. | ||
N 458c | ἄλλως. ὅμως οὖν, εἰ καὶ πολὺ τὸ μέσον ἔχει διάστημα ἡ τῆς Αἰγίνης θάλασσα πρὸς τὰς Θήβας, ἐπείγου καὶ ἀντίτεινε ταῖς τῶν ἐχθρῶν ἐπι‐ βουλαῖς. | |||
N 460a | BDP | ὁ δὲ λόγος· ὡς πρὸς ἑαυτὸν φιλονεικεῖ. 60bBD ἐναν‐ τιοῦ τῷ φθόνῳ, ὅ ἐστιν ἀπόδος τὸν ἐπίνικον τῇ ὡρισμένῃ ἡμέρᾳ. 60b σφόδρα BD | ||
N 460b | BD | ἀντίτεινε ἐπιβουλίαις: πρὸς ἑαυτὸν [γὰρ] τοῦτο λέγει ὁ Πίνδαρος· ἀντίτεινε τοῖς ἐπιβουλεύουσιν, οἷον, μὴ | ||
BDP | ὕπεικε τοῖς ἀντιτέχνοις καὶ ἐπισιλλαίνουσί σε, μὴ δίδου λαβὰς ὅτι παρεκβέβηκας· τῇ ἐπιβουλῇ αὐτῶν ἀντίτεινε. (60a ἐναντιοῦ BD) | |||
5 | σφόδρα γὰρ τῶν πολεμούντων ἡμᾶς ἀντιδιδασκάλων καὶ ἀντι‐ τέχνων φανησόμεθα καταβαίνοντες καὶ διοδεύοντες λαμπρῶς, ἐὰν μὴ παρεκβαίνωμεν. δοκεῖ δὲ ταῦτα τείνειν εἰς Σιμωνίδην, ἐπεὶ ἐκεῖνος παρεκβάσεσι χρῆσθαι εἴωθε. | 74 in vol. 3 | ||
N 460c | καθυπέρτεροι οὖν ἐκείνων φανησόμεθα· ἐὰν μὴ ἐπιμένωμεν ταῖς παρεκ‐ βάσεσι, σφόδρα δόξομεν τῶν ἀντιπολεμούντων ὑπερέχοντες καταβαίνειν. | |||
N 464a | BD | φθονερὰ δ’ ἄλλος ἀνήρ: ἄλλος ἀνὴρ ὁ βάσκανος. | ||
N 464b | ἄλλος ἐχθρὸς τὴν ἑαυτοῦ προαίρεσιν τὴν κενὴν καὶ μα‐ ταίαν ἀφανῆ ἕξει. | |||
N 464c | ἄλλος ὁ ἐχθρός. | |||
N 464d | BDP | ὁ δὲ νοῦς· οὗ‐ τος γὰρ ἂν ὁ τὸν φθόνον ἐν ὀφθαλμοῖς ἔχων ἐχθρὸς τὴν ἑαυ‐ τοῦ προαίρεσιν καὶ τὴν ἐπ’ ἐμοὶ προσδοκίαν κενὴν καὶ ματαίαν ἔχων καὶ τὸν σκοπὸν χαμαὶ καὶ ἀσκόπως ἐνεχθέντα, ἐν τῷ τῆς | ||
5 | ἀδοξίας καὶ λύπης κυλισθήσεται σκότῳ ὁ βάσκανος. | |||
N 464e | ἄλ‐ λως. εἴτις φθονεῖ ἡμῖν, φησί, τὴν ἑαυτοῦ γνώμην ἐν σκότει κυλίσει· τουτέστιν οὐδὲν ἀνύσει φθονῶν ἐμοί, ἀλλ’ ἐναποκρυ‐ βήσεται τῷ σκότῳ καὶ ζόφῳ, κυλισθήσεται αὐτὸς ἐν σκοτίᾳ | |||
5 | φθονῶν ἐμοί. | |||
N 466a | BDP | ἐμοὶ δ’ ὁποίαν ἀρετὰν ἔδωκε πότμος ἄναξ: ἐμοὶ δέ, φησίν, ἣν ἔδωκε τάξιν ὁ θεὸς καὶ ἡ εἱμαρμένη, ταύ‐ την πεπίστευκα ὅτι καὶ ὁ μακρὸς διαθέων χρόνος πληρώσει εὔμοιρον καὶ καλήν. | ||
N 466b | ἢ οὕτως· ἣν δὲ ἔχω παρὰ θεοῦ δύναμιν ποιητικὴν, εὖ οἶδ’ ὅτι κατὰ τὴν πεπρωμένην ὁ χρό‐ νος τελειώσει καὶ ἐκλάμψει. | |||
N 471 | BDP | ἐξύφαινε γλυκεῖα καὶ τόδ’ αὐτίκα φόρμιγξ: | ||
ἐργάζου δὲ οὖν καὶ πλήρου τοῦτο τὸ ποικίλον μέλος, ὦ γλυ‐ κυτάτη φόρμιγξ, σὺν τῇ Λυδίων ἁρμονίᾳ, ὅπερ ἐστὶ προσφιλέ‐ στατον τῇ τε Αἰγίνῃ καὶ τῇ Κύπρῳ. Οἰνώνη δὲ τὸ πρότερον | 75 in vol. 3 | |||
5 | ἐκαλεῖτο ἡ Αἴγινα ἀπὸ Οἰνώνης τινός. | |||
N 476 | BDP | ἔνθα Τεῦκρος ὑπάρχει: ὁ νοῦς· ἔνθα δὴ καὶ ἐν ᾗ Κύπρῳ ὁ τοῦ Τελαμῶνος παῖς ἡγεμονεύει. 77BD ὁ γὰρ Τεῦκρος ἐλθὼν μετὰ τὴν ἅλωσιν τῆς Ἰλίου ἐν Σαλαμῖνι, καὶ ὑπονοηθεὶς ὑπὸ τοῦ Τελαμῶνος ὡς αἴτιος γεγονὼς τοῦ φόνου | ||
5 | τοῦ Αἴαντος, φυγὼν ᾤκησε τὴν Κύπρον καὶ ἔσχεν αὐτῆς τὴν | |||
P | ἀρχὴν, ὡς καὶ Λυκόφρων (450) ἱστορεῖ. 79BD | |||
N 477 | BDP | ἀτὰρ Αἴας: ὅ γε μὴν Αἴας κατέχει τὴν πατρῴαν Σαλαμῖνα· λόγῳ, ἐπεὶ πατρὶς αὐτοῦ ἡ Σαλαμίς· ἐν Ἰλίῳ δὲ τελευτᾷ. 76 ὁ γὰρ BD | ||
N 479a | BDP | ἐν δ’ Εὐξείνῳ πελάγει: πᾶν τὸ γένος τῶν Αἰγι‐ νητῶν ὑμνεῖ, ὅτι πολλῶν τόπων ἐπῆρξεν. ἔστι δέ τις ἐπὶ τοῦ Εὐξείνου πόντου καλουμένη Λευκὴ νῆσος, εἰς ἣν δοκεῖ τὸ Ἀχιλλέως σῶμα ὑπὸ Θέτιδος μετακεκομίσθαι· καὶ δρόμους | ||
5 | τινὰς δεικνύουσι διὰ τὰ τοῦ ἥρωος γυμνάσια. ὁ δὲ Πίνδαρος φαεννὰν νῆσον τὴν Λευκήν· μεταληπτικῶς δέ φησι· φαεινὸν γὰρ τὸ λευκόν ἐστιν. Λευκὴ δὲ καλεῖται διὰ τὸ πλῆθος τῶν | |||
ἐννεοσσευόντων ὀρνέων [ἤτοι ἐρωδιῶν]· φαντασίαν γὰρ τοι‐ αύτην τοῖς πλέουσι παρέχει. | 76 in vol. 3 | |||
N 479b | ἄλλως. τὴν λεγομένην Λευ‐ κὴν ἀκτὴν ἐν τῷ Εὐξείνῳ πόντῳ, ἐν ᾗ πλεῖστοι ἐρωδιοὶ φαινό‐ μενοι ἐκεῖθεν τοῖς πλέουσι μηνύουσιν αὐτήν. αὕτη καλεῖται καὶ Ἀχίλλειος δρόμος, ἐπειδὴ μνηστευομένου τοῦ Ἀχιλλέως | |||
5 | τὴν Ἰφιγένειαν ἀχθεῖσάν τε διὰ τὴν αὐτοῦ πρόφασιν εἰς Αὐ‐ λίδα, γενομένης ἀπλοίας τοῖς Ἕλλησιν εἰς Ἴλιον ἠθέλησαν σφαγιάσαι ὑπὲρ εὐπλοίας, καὶ τῆς Ἀρτέμιδος αὐτὴν ἁρπασά‐ σης καὶ ἐπὶ Ταύρους τῆς Σκυθίας τόπον ἀγαγούσης ἐπεδίω‐ κεν ἐρῶν ὁ Ἀχιλλεὺς, καὶ συνηκολούθησε μέχρι ταύτης τῆς | |||
10 | νήσου τῆς λεγομένης Λευκῆς. 81bBD | |||
N 481a | BDP | Θέτις δὲ κρατεῖ: ἡ δὲ Θέτις ἄρχει καὶ δεσποτεύει τῆς Φθίας, ἔνθα ἐστὶ καὶ τὸ Θετίδειον ἱερὸν, ὡς καὶ Εὐρι‐ πίδης ἐν Ἀνδρομάχῃ (19). 82BD | ||
N 481b | ἄλλως. Φύλαρχός φησι (FHG I 357) Θέτιν πρὸς Ἥφαιστον ἐλθεῖν εἰς τὸν Ὄλυμπον, ὅπως Ἀχιλλεῖ ὅπλα κατασκευάσῃ· τὸν δὲ ποιῆσαι· ἐρωτικῶς δὲ ἔχοντα τῆς Θέτιδος, οὐ φάναι ἂν δώσειν αὐτῇ, εἰ μὴ | |||
5 | αὐτῷ προσομιλήσαι· τὴν δὲ αὐτῷ ὑποσχέσθαι· θέλειν μέντοι ὁπλίζεσθαι, ὅπως ἴδοι, εἰ ἁρμόζει ἃ πεποιήκει ὅπλα τῷ Ἀχιλ‐ λεῖ· ἴσην γὰρ αὑτὴν ἐκείνῳ εἶναι. τοῦ δὲ παραχωρήσαντος ὁπλισαμένην τὴν Θέτιν φυγεῖν· τὸν δὲ οὐ δυνάμενον κατα‐ λαβεῖν σφῦραν λαβεῖν καὶ πατάξαι εἰς τὸ σφυρὸν τὴν Θέτιν· | |||
10 | τὴν δὲ κακῶς διατεθεῖσαν ἐλθεῖν εἰς Θετταλίαν καὶ ἰαθῆναι | |||
ἐν τῇ πόλει ταύτῃ τῇ ἀπ’ αὐτῆς Θετιδείῳ καλουμένῃ. 82aP | 77 in vol. 3 | |||
N 481c | ἢ οὕτως· ἀντὶ τοῦ ἐν Φθίᾳ νῦν· ἔοικε δὲ ὁ Πίνδαρος μνημονεύειν τοῦ Θετιδείου, περὶ οὗ ἐν πρώτῳ Φερεκύδης οὕτω γράφει (FHG I 72 M., I 59 J.)· ἔπειτα Πηλεὺς ᾤχετο εἰς Φθίαν [καὶ] Θέτιν ἐπὶ τῶν ἵππων τούτων ἄγων, καὶ οἰκεῖ ἐν Φαρ‐ | |||
5 | σάλῳ καὶ ἐν Θετιδείῳ, ὃ καλεῖται ἀπὸ τῆς Θέτιδος ἡ πόλις. 81aBD 82bP | |||
N 482a | BDP | Νεοπτόλεμος δ’ Ἀπείρῳ διαπρυσίᾳ: ὁ δὲ Ἀχιλ‐ λέως παῖς Νεοπτόλεμος ἄρχει τῆς πολλῆς Ἠπείρου, ἐν ᾗ ἔξοχοι πρῶνες καὶ πρὸς τροφὴν βοῶν ἐξαίρετοι τυγχάνουσιν, ἐκ Δω‐ δώνης τὴν ἀρχὴν ἔχοντες καὶ περατούμενοι πρὸς τῷ Ἰονίῳ | ||
5 | πελάγει. λέγεται δὲ ὅτι μετὰ τὰ ἐν Ἰλίῳ ταύτης τῆς Ἠπείρου ἦρξεν ὁ Νεοπτόλεμος. 81cP 84BD | |||
N 482b | τὸ δὲ διαπρυσίᾳ ἀντὶ τοῦ διηνεκεῖ, οἷον ἀπ’ ἀρχῆς μέχρι πέρατος, οὐ μέρους τῆς | |||
BD | Ἠπείρου ἀλλ’ ὅλης· Ἀπείρῳ γὰρ ἀντὶ τοῦ Ἠπείρῳ φησί. | |||
N 482c | βουβόται δὲ οἱ βουκόλοι· βουτρόφος γὰρ ἡ Ἤπειρος. 88BD | |||
N 484 | BDP | τόθι πρῶνες: τὰ ἄκρα τῶν ὀρῶν. βουβόται δὲ οἱ καλλίστους βοῦς τρέφοντες. λέγονται γὰρ ἐκ τοῦ γένους τῶν τοῦ Γηρυονέως βοῶν αὐτόθι μεμενηκέναι, κλέψαντος παρ’ Ἡρακλέους Λαρίνου τινὸς, ἀφ’ οὗ καὶ λαρινοὶ καλοῦνται οἱ | ||
5 | ἐκεῖ βόες, μνήμην τοῦ τὸ γένος καταστήσαντος τῇ προσηγορίᾳ | |||
φυλάσσοντες. 82bBD | 78 in vol. 3 | |||
N 487 | P | πρὸς Ἰόνιον πόρον: μέχρι τοῦ Ἀδρίου, ὃς Ἰόνιος καλεῖται πόρος, καθήκοντες ἐκ Δωδώνης. | ||
N 488a | BDP | Παλίου δὲ πὰρ ποδὶ λατρείαν Ἰαωλκόν: τὴν δὲ κειμένην Ἰωλκὸν πρὸς τοῖς κάτω μέρεσι τῆς Θεσσαλίας ὁ Πηλεὺς πορθήσας διὰ τὴν Ἀκάστου ἐπιβουλὴν δούλην παρέ‐ δωκε τοῖς Θεσσαλοῖς, τουτέστιν ὑπήκοον. ἔστι δὲ ἡ Ἰωλκὸς | ||
5 | τῆς Μαγνησίας, ἥτις πρὸς τοῖς τέρμασι τοῦ Πηλίου ὄρους κεῖται. | |||
N 488b | P | ὁ δὲ νοῦς· ἀλλὰ μὴν καὶ τὴν πρὸς τοῖς τέρμασι τοῦ Πηλίου κειμένην Ἰωλκὸν δούλην ἔδωκε Θετταλοῖς, πρό‐ τερον οὖσαν Μαγνησίας. | ||
N 492a | BDP | Ἱππολύτας: Ἱππολύτης θυγάτηρ γέγονε Κρηθηῒς Ἀκάστου γαμετὴ, ἥτις τῷ Πηλεῖ ἐρωτικῶς διατεθεῖσα καὶ μὴ πείσασα συνελθεῖν αὐτὸν φθάσασα τῷ Ἀκάστῳ ὡς ἄσεμνον ἢ βίαιον διέβαλεν. ὁ δὲ κατακούσας καὶ προφασισάμενος | ||
5 | ἤγαγεν ἐπὶ τὰ ἀπέρημα τοῦ Πηλίου ὄρους, καὶ καταλείψας θηρίοις ὑποπεσεῖν αὐτὸν ὑπαναχωρεῖ. φασὶ δὲ τοὺς θεοὺς τῆς σωφροσύνης οἰκτείραντας τὸν Πηλέα Ἥφαιστον ἐξαπο‐ στεῖλαι· τὸν δὲ μάχαιραν ἔχοντα τῷ Πηλεῖ δωρήσασθαι, ᾗ τὰ προσπίπτοντα τῶν θηρίων διαχρώμενος εἰς Θεσσαλίαν κατῆλθε, | |||
10 | καὶ κατελθὼν κατεπολέμησεν Ἄκαστον καὶ τὴν Ἰωλκόν. | |||
N 492b | B | ὁ δὲ νοῦς· ἀλλὰ μὴν καὶ τὴν παρὰ τοῖς τέρμασι τοῦ Πη‐ λίου ὄρους κειμένην Ἰωλκὸν ὑπήκοον καὶ δούλην ἔδωκε νικήσας ἐν πολέμῳ διὰ τροπαίου ὁ Πηλεὺς, πρότερον οὖσαν Μαγνη‐ | ||
σίας, καὶ αὐτὴν ὑπέταξε Θεσσαλοῖς, εἰς πρόφασιν τιμωρίας | BP | |||
5 | ταῖς τοῦ Ἀκάστου γυναικὸς Κρηθηΐδος, ἥτις Ἱππολύτης ἐστὶν, | 79 in vol. 3 | ||
B | ἐπιβουλαῖς ἀποχρησάμενος· αὕτη γὰρ δολίως ἐπεβούλευσε τῷ Πηλεῖ. | |||
N 492c | P | χολωθεὶς ταῖς γενηθείσαις ἐξ Ἀκάστου γυναικὸς δολίαις τέχναις καὶ ταύταις εἰς πόρθησιν τῆς Ἰωλκοῦ αἰτίᾳ χρησάμενος, ὅτι ἐπεβουλεύθη. 95bBD | ||
N 495a | BDP | τᾷ Δαιδάλου δὲ μαχαίρᾳ: ὅστις, φησίν, ὁ Ἄκα‐ στος τὸν τοῦ Δαιδάλου τρόπον ἀναλαβὼν καὶ τὴν ἐκείνου τῶν δόλων μάχαιραν, ἐμηχανᾶτο κατ’ αὐτοῦ θάνατον, οὐχ ὅτι Δαι‐ δάλου εἶχε ξίφος, ἀλλ’ ὅτι τὸν δόλον ἐῴκει τῷ Δαιδάλῳ ὁ | ||
5 | Ἄκαστος. 100BD | |||
N 495b | ἢ οὕτως· Δαιδάλου μάχαιραν τὸν δόλον εἶπε τμητικὸν γεγονότα εἰς ἀπώλειαν, παρόσον δολίᾳ τέχνῃ χρησάμενος ἐπεβούλευσεν. ὁ γὰρ Δαίδαλος ἐκ Κρήτης εἰς Σικελίαν ἀφικόμενος πρὸς Κώκαλον βασιλεύοντα τῆς Καμί‐ | |||
5 | κου, πείθει τὰς θυγατέρας Κωκάλου διὰ τῆς ὀροφῆς ποιῆσαι κατάρρουν, δι’ οὗ ἐπεκχυθὲν θερμὸν ὕδωρ ἐπενεχθήσεται τῷ Μίνῳ λουομένῳ, καὶ τοῦτον τὸν τρόπον ἀπόλωλεν ὁ Μίνως. τούτῳ οὖν φησι τῷ τρόπῳ κεχρῆσθαι καὶ κατὰ τοῦ Πηλέως τὸν Ἄκαστον· ἀφῆκε γὰρ αὐτὸν ἐπὶ τῆς ἐρημίας ὡς | |||
10 | ἀπολούμενον ὑπὸ τῶν Κενταύρων· διὸ μετῆλθεν αὐτόν. καὶ πιθανώτερόν ἐστι τὸν δέ σύνδεσμον ἀντὶ τοῦ γάρ παρειλῆφθαι· τῇ γὰρ Δαιδάλου μαχαίρᾳ ὁ Ἄκαστος αὐτῷ δόλον ἐφύτευσε. Δίδυμος δέ φησι δεῖν γράφειν διὰ τοῦ ῳ· δαιδάλῳ δὲ μα‐ χαίρᾳ δόλον ἤρτυσε τῷ Πηλεῖ, παρελόμενος αὐτοῦ κρύφα, ἵνα | |||
15 | χωρὶς ἀμυντηρίου ἁλοὺς ὑπὸ τῶν Κενταύρων φθαρῇ. ταῦτα δὲ ἱστοροῦσι πολλοὶ μέν, ἀτὰρ δὴ καὶ Ἡσίοδος λέγων οὕτως | |||
(fr. 79)· ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή· αὐτὸν μὲν εὔχεσθαι, κρύψαι δ’ ἀδόκητα μάχαιραν | 80 in vol. 3 | |||
20 | καλὴν, ἣν οἱ ἔτευξε περικλυτὸς Ἀμφιγυήεις· ὡς τὴν μαστεύων οἶος κατὰ Πήλιον αἰπὺ αἶψ’ ὑπὸ Κενταύροισιν ὀρεσκῴοισι δαμείη. | |||
N 495c | δαίδαλον δὲ εἶπε τὴν μάχαιραν διὰ τὸ ὑπὸ Ἡφαίστου κατεσκευάσθαι. ἐπιεικῶς δὲ τὰ Ἡφαίστου ἔργα δαίδαλά φησι· ποίει δαίδαλα πόλλ’ εἰδυίῃσι πραπίδεσσιν (Σ 482). 95aBD | |||
N 498 | BDP | ἄλαλκε δὲ Χείρων: ἀλλὰ βοηθὸν ἔχων τὸν Χεί‐ ρωνα, τὸν ἐχθρὸν ἐτιμωρήσατο καὶ οὕτως ὑπὸ τῆς πεπρω‐ μένης διεσώθη τοὺς κινδύνους διελθὼν ὁ Πηλεύς. 101bBD | ||
N 4100a | BDP | πεπρωμένον ἔκφερεν: ἀμφίβολον πότερον τὸ μόρσιμον ἔκφερε καὶ ἔξω ἔφερε τὸν κίνδυνον καὶ τὸν θάνατον αὐτοῦ τὸν πεπρωμένον, ἢ οἷον ἐξέφερε καὶ ὑπεδείκνυε τὸ πεπρωμένον. | ||
N 4100b | BD | τουτέστιν ἐξέφερε τῶν κινδύνων καὶ ἔσῳ‐ ζεν. 98BD | ||
N 4101a | BDP | πῦρ δὲ παγκρατές: ὁ νοῦς· τὸ δὲ πάντων κρα‐ τοῦν πῦρ, ᾧ ἀπείκαζεν ἑαυτὴν ἡ Θέτις, καὶ τὴν θρασεῖαν τῶν θηρίων φύσιν καὶ τὴν ἀκμὴν ἐπισχὼν καὶ παύσας τῶν ὀδόντων, οὕτω λοιπὸν ἔγημεν αὐτὴν τὴν ἐνδοξοτάτην τῶν | ||
5 | Νηρεΐδων, καὶ γέγονε τῶν οὐρανίων θεατὴς ἀκριβῶς· ἐπειδὴ λέγεται ἀπειλῆφθαι ἐν οὐρανῷ ἀθανασίᾳ τιμηθείς. 107bBD | |||
N 4101b | ἄλλως. πῦρ παγκρατές: τὸ πάντων κρατοῦν καὶ δεσπό‐ ζον διὰ τὸ φθαρτικὸν τῆς δυνάμεως. οἱ δὲ φυσικώτερον ἀκούουσι τὸν λόγον, τὴν τῶν θεῶν φύσιν εἰς πῦρ ἀνάγοντες. ὅτι δὲ καθ’ ὃν καιρὸν ἡ Θέτις γάμῳ συνήπτετο τῷ Πηλεῖ, | 81 in vol. 3 | ||
5 | εἴς τε πῦρ καὶ εἰς λέοντα καὶ εἰς διαφόρους ἰδέας μετέβαλλεν ἑαυτῆς τὴν φύσιν μὴ βουλομένη γαμηθῆναι τῷ Πηλεῖ, καὶ Ὅμηρος μαρτυρεῖ (Σ 432)· ἐκ μέν μ’ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν Αἰακίδῃ Πηλῆϊ, καὶ ἔτλην ἀνέρος εὐνὴν | |||
10 | πολλὰ μάλ’ οὐκ ἐθέλουσα. φαίνεται δὲ ἐκ τούτων ἡ Θέτις μὴ βουλομένη γαμηθῆναι θνητῷ· μετεβάλλετο οὖν ὥσπερ ὁ Ὁμηρικὸς Πρωτεύς. οὔτε οὖν τὸ πῦρ, εἰς ὃ μετέβαλλεν, οὔτε οἱ τῶν λεόντων ὄνυχες καὶ ὀδόντες ἤνυόν τι. σχάσας οὖν καὶ ἐπισχὼν τοὺς ὄνυχας | |||
15 | καὶ τοὺς ὀδόντας ἔγημε τὴν Θέτιν [ὁ Πηλεύς]. ἡ δὲ μετα‐ φορὰ ἀπὸ τῶν ἐρεσσόντων, οἳ ὅταν λήγωσι τῆς εἰρεσίας, σχά‐ | |||
ζουσι τὰς κώπας. Εὐριπίδης (Phoen. 454)· σχάσον δὲ δεινὸν ὄμμα καὶ θυμοῦ πνοάς. 101aBD | P | |||
N 4107a | BDP | εἶδε δ’ εὔκυκλον: ἐθεάσατο δὲ τὴν ἕδραν καὶ τὴν ἀσφάλειαν τοῦ οὐρανοῦ, καὶ τοὺς θεοὺς τοὺς θαλαττίους καὶ τοὺς οὐρανίους, οἵτινες αὐτῷ καὶ τοῦτο ἐδωρήσαντο, φανε‐ ρώσαντες τὸ ἑαυτῶν κράτος καὶ τὸ γένος ἐν ὀφθαλμοῖς· ἢ ὅτι | ||
5 | ὁ Ποσειδῶν μὲν ἵππους, Ἥφαιστος δὲ μάχαιραν ἔδωκε, καὶ | |||
οὕτω μέχρις ἐκγόνων αὐτοῦ παρέπεμψε τὴν εὔκλειαν. 110BD | 82 in vol. 3 | |||
N 4107b | ἄλλως. εὔκυκλον ἕδραν: οἱ μὲν φυσικώτερον τὸν οὐρα‐ | |||
νὸν ἀπέδοσαν διὰ τὸ σφαιροειδές, ἀλλ’ ἐναντιοῦται αὐτοῖς τὰ τῆς ἱστορίας· οὐ γὰρ τὸν οὐρανὸν ὁ Πηλεὺς ἐθεάσατο. ἀκου‐ στέον οὖν τὸ παρὰ τὸ Πήλιον τῶν θεῶν κυκλοτερὲς συμπό‐ | BD | |||
5 | σιον, ὅπερ συνετελέσθη τοῖς τοῦ Πηλέως γάμοις. | |||
N 4107c | λείπει οὖν ἡ ἐπί, ἵν’ ᾖ· ἐφ’ ἧς ἕδρας καθίσαντες οἵ τε Ὀλύμπιοι καὶ οὐράνιοι 〈καὶ οἱ θαλάττιοι〉 δῶρα ἔδωκαν αὐτῷ. | |||
N 4107d | ἕδρας δὲ, ἢ τοῦ οὐρανοῦ ἢ τοῦ Ὀλύμπου. 107aBD | |||
N 4110a | BD | δῶρα καὶ κράτος ἐξέφαναν: ἀμφίβολον πότερον διεσήμηναν τὸ κράτος τοῦ Πηλέως αὐτῷ, ὧν κρατήσει τόπων, ἢ διεσήμηναν ἐν τῷ γάμῳ αὐτῷ, ὅτι ἔσται οὕτως ἐγγενὲς, ὥστε καὶ ἐκγόνοις καταλιπεῖν, ἢ τὸ ἑαυτῶν κράτος οἱ θεοὶ | ||
5 | ἐξέφηναν αὐτῷ, τουτέστι τὴν ἑαυτῶν φύσιν καὶ δύναμιν καὶ τὸ ἐγγενὲς αὐτοῖς, οὐ μεταβαλόντες τὴν μορφὴν ὡς ἔθος θνητοῖς φαντάζεσθαι θεούς, ἀλλ’ ἐν ταῖς ἰδίαις μορφαῖς ὤφθησαν αὐτῷ. | |||
N 4110b | ἢ τὸ κράτος τὸ πεπρωμένον αὐτῷ. | |||
N 4112a | BD | Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν: οὐκ ἔστι, φησί, Γαδείρων περᾶσαι τὰ ἐπέκεινα· ζόφος γὰρ καὶ ἀφάνεια· ὑποστρέφων μὲν οὖν εἰς τοὐπίσω ἄγε τὴν ναῦν. ἀλληγορεῖ δὲ λέγειν βουλόμενος, ὅτι οὐκ ἔστι δυνατὸν εἰς | ||
5 | πάντας τοὺς ἐπαίνους χωρεῖν τοῦ Τιμασάρχου. ἐπάγει γοῦν, ὅτι οὐκ ἔστι δυνατὸν τὸν πάντα λόγον καὶ ἔπαινον τῶν ἐκγό‐ νων τοῦ Αἰακοῦ διελθεῖν, ὥσπερ οὐδὲ Γαδείρων ἐπέκεινα. Γάδειρα γὰρ πόλις μέχρι τῶν στηλῶν Ἡρακλέους, ἔνθα τὸ τέλος ἐστὶ τοῦ πλεῖν καὶ τοῦ ὁδεύειν· περαιτέρω γὰρ λοιπὸν | |||
10 | ὁ Ὠκεανὸς καὶ πάντα ἀφανῆ, ζόφου ὄντος. τὰ ἐντεῦθεν οὖν τῶν Γαδείρων τῆς Εὐρώπης ἐστίν. εἰς δύο γὰρ διῄρητο τὸ παλαιὸν μέρη ἡ οἰκουμένη, Εὐρώπην καὶ Ἀσίαν. | 83 in vol. 3 | ||
N 4112b | ὁ δὲ νοῦς· ὥσπερ οὐκ ἔστιν ἐσωτέρω πλεῖν ἐπὶ τὴν δύσιν, ἐπειδὰν ἅπαξ τις ἐπὶ τὰ Γάδειρα ἀφίκηται, ἀλλ’ ἐπιστρεπτέον ἐστὶν ἐπὶ τὴν Εὐρώπην διὰ τὸ μὴ εἶναι ἔτι πλεῖν, οὕτω καὶ ἐπὶ | |||
5 | πάντα τῶν Αἰακιδῶν τὸν ὕμνον ἀφικέσθαι οὐ δυνατόν. μὴ πλέε γοῦν, φησί, πρὸς ζόφον ἔξω τῶν Γαδείρων, ἀλλὰ στρέφε τὴν ναῦν ἐπὶ τὴν Εὐρώπην. ἔντεα γὰρ ναὸς περιφραστικῶς ἀντὶ τοῦ ναῦν εἶπε. διατί δὲ τοῦτό φησι, διασαφήσει· ἄπορα γὰρ λόγον Αἰακοῦ παίδων· διὸ μετάστρεφε τὴν ᾠδὴν ἐπὶ τὰ | |||
10 | δυνατὰ ὥσπερ τινὰ ναῦν, ἐπὶ τοὺς ἱερονίκας. | |||
N 4118 | BD | Θεανδρίδαισι δ’ ἀεξιγυίων ἀέθλων: φατρία τις ἀπό τινος Θεάνδρου προγόνου ἐνδόξου τῶν περὶ Τιμάσαρχον, ᾧ γέγραπται ἡ ᾠδή. ἦλθον οὖν κῆρυξ, φησίν, ἕτοιμος τοῖς Θεανδρίδαις τῶν αὐξόντων τὰ σώματα ἄθλων, τούς τε ἐν | ||
5 | Ὀλυμπία συνθεὶς ἄθλους καὶ τοὺς ἐν Ἰσθμοῖ καὶ Νεμέᾳ. | |||
N 4123 | BD | ἔνθα πεῖραν ἔχοντες: ἔνθα τοῖς ἀγῶσιν ἀπό‐ πειραν λαβόντες, καὶ γνῶσιν τῆς ἀγωνίας σχόντες οὐδέποτε ἄνευ στεφάνων εἰς τὴν οἰκείαν ἐληλύθασι, τῶν ἔνδοξον καρ‐ πὸν φερόντων στεφάνων. | ||
N 4126a | BD | πάτραν νιν ἀκούομεν: τὴν πατρίδα σου ταύτην ἀκούομεν, φησί, τὴν τῶν Θεανδριδῶν, ὦ Τιμάσαρχε, προέχου‐ | ||
σαν τοῖς τῶν ᾠδῶν ἐπινίκοις. τὸ γὰρ πρόπολον ἔμμεναι, τουτ‐ έστι προυπάρχουσαν εἶναι. | 84 in vol. 3 | |||
N 4126b | ὁ δὲ νοῦς· τοιγαροῦν ἀκούομεν, ὦ Τιμάσαρχε, τὴν πατρίδα τὴν σὴν τοῖς ὕμνοις τοῖς ἀπὸ τῆς ὑμετέρας νίκης θεραπεύεσθαι καὶ εἶναι ὑπηρέτιν τῶν ὑμετέ‐ ρων νικῶν. | |||
N 4129a | BD | εἰ δέ τοι μάτρῳ μ’ ἔτι Καλλικλεῖ: μήτρως ὁ τῆς μητρὸς ἀδελφός. | ||
N 4129b | ὁ δὲ λόγος· εἰ δὲ τῷ σῷ ὕμνῳ κελεύεις ἔτι με θεῖναι στήλην πρὸς πάροδον καὶ μνησθῆναι τοῦ πρὸς μητρός σου θείου Καλλικλέους, μνησθήσομαι. | |||
N 4129c | ἢ οὕτως· εἰ δὲ δὴ καὶ τῷ Καλλικλεῖ τῷ πρὸς μητρός σου θείῳ κελεύεις ἔτι στήλην τινὰ ἀναστῆσαι τῆς Παρίου λίθου λευκο‐ τέραν, προσληπτέον ἔξωθεν τὸ ποιήσω, τουτέστι λαμπρῶς ὑμνήσω κἀκεῖνον. τοῦτο δὲ εἴρηκεν ὡς διστάσεως γεγονυίας | |||
5 | ἐν ἀρχῇ, ὅτι μνησθήσεται διὰ τῆς ᾠδῆς τοῦ Καλλικλέους. φησίν. ἀλληγορικῶς δὲ τὸ ποίημα στήλην λέγει. Πάριος δὲ λίθος ἐστὶν ὁ καλούμενος λύγδινος. | |||
N 4133a | BD | ὁ χρυσὸς ἑψόμενος αὐγὰς ἔδειξεν ἁπάσας: τουτέστιν ὡς τὸν χρυσὸν ποιεῖ τὸ πῦρ διαυγέστερον, οὕτω τοὺς ἀγαθοὺς ἄνδρας ὁ ὕμνος διαφανεστέρους καὶ τοῖς βασιλεῦσιν ἴσους ποιεῖ. | ||
N 4133b | τουτέστιν οὕτω λάμπει, ὥσπερ οἱ ἀγαθοὶ ὑμνούμενοι λάμπουσιν. | |||
N 4138 | BD | κεῖνος ἀμφ’ Ἀχέροντι ναιετάων: ἐκεῖνος ὁ Καλλικλῆς, φησίν, εἰ καὶ τέθνηκεν ἤδη, τῆς ἐμῆς εὐφημίας | ||
τυγχανέτω· ὡς τετελευτηκότος δὲ αὐτοῦ, εὕρημα ἐχέτω, φησί, τὴν ἐμὴν γλῶσσαν εἰς τὸν ὕμνον αὐτοῦ τὴν ὑμνοῦσαν, τοῦτο | 85 in vol. 3 | |||
5 | γάρ ἐστι κελαδῆτιν. | |||
N 4142a | B | ἵν’ ἐν ἀγῶνι: ὡς νενικηκότος αὐτοῦ τοῦ Καλλι‐ κλέους Ἴσθμια τοῦτό φησιν· ξηροῖς γὰρ σελίνοις ἐστέφοντο κἀκεῖ. | ||
N 4142b | ὁ δὲ νοῦς· ὅτι ἐν τῷ τοῦ Ποσειδῶνος ἀγῶνι τῷ Ἰσθμικῷ ἐστέφθη παρὰ τῶν Κορινθίων Καλλικλῆς. | |||
N 4144a | B | τὸν Εὐφάνης ἐθέλων: ὅντινα Καλλικλέα καὶ | ||
BD | ὁ Εὐφάνης ὁ πρεσβύτερος τῶν σῶν προγόνων, ὦ Τιμάσαρχε, ᾄσει καὶ ὑμνήσει, δηλαδὴ ὡς ἀποθανόντα ἀποθανών· ὡς ὅτι καὶ ἐν ᾅδου εἰσὶν οἱ θαυμάζοντες τοὺς ἀρίστους, καὶ ὅτι | |||
5 | αἴσθησίς ἐστιν ἐν αὐτοῖς. | |||
N 4144b | ἢ οὕτως· ὁ Εὐφάνης οὗτος ἐκ τοῦ αὐτοῦ γένους Τιμασάρχῳ παλαίτερός τις καὶ τῶν σοφῶν καὶ τῶν συγγραψάντων ἐπαίνους. λέγεται δὲ πάππος εἶναι τοῦ νικηφόρου πρὸς μητρός. | |||
N 4144c | ἢ οὕτω· τοῦτο ἐπιπεφώνηκεν ὡς τοῦ Εὐφάνους καὶ Καλλικλέους ἡλικιωτῶν ὄντων. διό φησιν· ἐκεῖνος ὁ ἡλικιώτης ᾄσεται καὶ ὑμνήσει τὸν Καλλικλέα, τοὺς | |||
B | δὲ ἄλλους ὑμνήσουσιν οἱ ἡλικιῶται· τουτέστι σὲ οἱ ἡλικιῶται | |||
5 | ὑμνήσουσι, τὸν δὲ Καλλικλέα ὁ Εὐφάνης. | |||
N 4148a | BD | τὰ δ’ αὐτὸς ἄν τις τύχῃ, ἔλπεταί τις ἕκα‐ στος: ἕκαστος γάρ, φησίν, οἴεται ταῦτα ὑπάρχειν ἐξοχώτατα, ἅπερ αὐτὸς εἶδε. τοῦτο δὲ λέγει ὡς τοῦ Εὐφάνους παρατε‐ τυχηκότος, ὅτε ὁ Καλλικλῆς ἐνίκα τὰ Ἴσθμια· διὸ ὑμνήσει | ||
5 | αὐτὸν ἅτε παρατετυχηκὼς καὶ ἑωρακὼς ἐν τῷ ἀγῶνι τοῦ Ὀρσοτριαίνα αὐτὸν νικήσαντα. | |||
N 4148b | ἢ οὕτω· ταῦτά γε μὴν ὅπως ἂν τύχῃ λέγων, ἐλπίζει καὶ πείθεται αὐτὸς ἐξαιρέτως καὶ ὑπὲρ τοὺς λογίους εἰρηκέναι. | |||
N 4148c | ἔνιοι δὲ οὕτως· ἅπερ δὴ ἄν τις τύχῃ θεασάμενος, ταῦτα δοκεῖ καὶ ἀκριβέστερον διατίθεσθαι καὶ κάλλιον οὕτω νοεῖν τῶν ἄλλων. | |||
N 4151a | BD | οἷον αἰνέων κε Μελησίαν ἔριδα στρέφοι: ὁ Ἀρίσταρχος ψιλοῖ τὸ οιον. ὁ δὲ λόγος· μόνον ἄν τις ἐπαι‐ νῶν τὸν Μελησίαν τὰς ἀπαντωμένας ἔριδας παρὰ τῶν ἄλλων στρέφοι καὶ καταπαλαίοι καὶ καταγωνίζοιτο. ἡ μεταφορὰ ἀπὸ | 86 in vol. 3 | |
5 | τῶν παλαιόντων. δύναται δὲ καὶ δασέως ἀναγινώσκεσθαι τὸ οιον, θαυμαστικῶς, ὥς φησι Δίδυμος. ἐλλείπει δὲ τὸ τίς· οἷον τις τοῦτον τὸν Μελησίαν ἐπαινῶν τὰς τῶν ἄλλων ἔριδας καταπαλαίοι· οἷον, καὶ περιγίνοιτο. διαπρέπει γὰρ, ὥστε τοὺς φθονοῦντας μηδὲν ἀνύειν. | |||
N 4151b | παρεῖται δὲ τὸ τίς. ἔστι γάρ· ἔριδα στρέφοι τις ῥήματα πλέκων, οἷον ἄν τις αἰνέων τὸν Με‐ λησίαν. | |||
N 4151c | ὁ δὲ νοῦς· μόνον δὲ ἄν τις αἰνέων καὶ ὑμνῶν τὸν Μελησίαν, τὸν ἀλείπτην τοῦ Τιμασάρχου, τὴν ἔριδα καὶ τὴν φιλονεικίαν ἀποστρέψαι, τὴν παρὰ τῶν ἄλλων δηλαδή. | |||
N 4153 | BD | ἀπάλαιστος ἐν λόγῳ ἕλκειν: τοῦτο ἔστι καὶ ἐπὶ τοῦ Μελησίου ἀκούειν, ὥς φησι Δίδυμος, οἷον· ἀκαταπάλαι‐ | ||
στός ἐστι πρὸς τὸν ἕλκοντα αὐτὸν ἐν λόγοις, ὡς καὶ λογίου ὄντος τοῦ Μελησίου· οἱ δὲ ὅτι ὁ νικῶν. τάχα δὲ ὁ νικηφόρος | B | |||
5 | κάλλιον ὑμνεῖται. ἀπάλαιστος οὖν, φησί, καὶ ἀνίκητος καὶ | |||
BD | ἐν τοῖς λόγοις καὶ οὐ δυνάμενος παραλογισθῆναι. ἀπὸ τῶν παλαιόντων δὲ πάλιν ἡ μεταφορά, καὶ τροπικαὶ αἱ λέξεις ἀπὸ τῆς ἀθλήσεως. ἐάν τις, φησίν, αὐτὸν εἰς λόγους ἕλκῃ, οὐ πίπτει ἀλλ’ ἔστιν ἀκαταπάλαιστος. ἔστι δὲ καὶ ἐπὶ τοῦ ἐπαι‐ | |||
10 | νοῦντος αὐτὸν ἀκοῦσαι, ἐφ’ οὗ προεῖπε τὸ οἷον αἰνέων κε Μελησίαν. τὰ δὲ ἑξῆς ἐπὶ τοῦ Μελησίου λέγει. | |||
N 4155a | BD | μαλθακὰ μὲν φρονέων ἐσλοῖς, τραχὺς δὲ παλιγκότοις ἔφεδρος: καὶ ταῦτα ἐπὶ τοῦ Μελησίου. οὗτος δὲ ἀλείπτης ἐστὶ τὸ γένος Ἀθηναῖος. ταῦτα δέ φησιν | ||
ὡς τοῦ Τιμασάρχου ὑπὸ τοῦ Μελησίου ἀληλιμμένου. | 87 in vol. 3 | |||
N 4155b | ἔφεδρος οὖν τοῖς ἐχθροῖς ὁ ἐπικείμενος τοῖς ἐχθροῖς, ὁ ἐφεδρεύων καὶ ἐπιτηρῶν. ἀλληγορικὸν δὲ τὸ νόημα, οἷον ἀντὶ τοῦ δυσκαταγώνιστος. προκεκληρωμένοις γὰρ καὶ προκεκμη‐ κόσι τοῖς προηγωνισμένοις πρὸς ἄλλους ἀκοπίατος ἐφέστηκε. | |||
N 4155c | τὸ δὲ τραχὺς ἀντὶ τοῦ φοβερὸς, ἐπαχθής. | |||
N 4155d | ὁ δὲ νοῦς ὅλος· πρᾷος μὲν καὶ προσηνὴς τοῖς ἀγαθοῖς καὶ φίλοις, χαλεπὸς δὲ τοῖς ἐναντίοις ἐφεδρευτής. | |||
N 5metr(t1) | Scholia in Nemeonicarum carmen V | |||
t2 | Πυθέᾳ υἱῷ Λάμπωνος παγκρατιαστῇ. 1D | |||
1 | BD | Τῆς πέμπτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἕν‐ δεκα. τὸ αʹ δίμετρον ἰαμβικὸν ἀκατάληκτον. τὸ βʹ δίμετρον τροχαϊκὸν ἀκατάληκτον. τὸ γʹ ἐγκωμιολογικὸν παρὰ τὴν τελευ‐ ταίαν συλλαβήν. τὸ δʹ δακτυλικὸν τρίμετρον καταληκτικόν. | ||
5 | τὸ εʹ ἐγκωμιολογικόν. τὸ ϛʹ ὁμοίως τῷ βʹ. τὸ ζʹ τὸ αὐτό. ἡ δὲ τι ἐμηκύνθη ὡς καταλήξασα. τὸ ηʹ Εὐριπίδειον. τὸ θʹ ἰαμβέλεγος. τὸ ιʹ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ιαʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. ἡ ἐπῳδὸς κώλων ἕνδεκα. τὸ αʹ χοριαμβικὸν δίμετρον ὑπερ‐ | |||
10 | κατάληκτον. τὸ βʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ γʹ ἐγκωμιολογικόν. τὸ δʹ Εὐριπίδειον. τὸ εʹ προσοδιακὸν δί‐ μετρον ὑπερκατάληκτον. τὸ ϛʹ Εὐριπίδειον. τὸ ζʹ ἐπιωνικὸν τρίμετρον ἀκατάληκτον. τὸ ηʹ χοριαμβικὸν δίμετρον ἀκα‐ | |||
τάληκτον. τὸ θʹ ἐπιχοριαμβικὸν τρίμετρον ἀκατάληκτον, | 88 in vol. 3 | |||
15 | διὰ τὴν ἐν ἀρχῇ τοῦ τροχαίου συζυγίαν. καὶ ἔστι Σαπφικὸν πλεονάζον μιᾷ συλλαβῇ, κατὰ τὸν ἴαμβον ἐξηλλαγμένον. τὸ ιʹ ἰαμβέλεγος λειπούσης τῆς ἀρχῆς. τὸ ιαʹ ἰωνικὸν δίμετρον ἀκατάληκτον· καὶ ἡ τελευταία ἀπόδοσις τὸ Χάρισιν ἐξέτει‐ νεν. 12D | |||
N 51a | BD | Οὐκ ἀνδριαντοποιός εἰμι: φασὶν ὅτι οἱ τοῦ Πυ‐ θέου οἰκεῖοι προσῆλθον τῷ Πινδάρῳ παρακαλοῦντες ὅπως εἰς αὐτὸν γράψῃ ἐπίνικον· Πινδάρου δὲ αἰτήσαντος τρισχιλίας δραχμὰς ἔφασαν ἐκεῖνοι κάλλιον εἶναι χάλκεον ἀνδριάντα | ||
5 | ποιῆσαι τῆς αὐτῆς τιμῆς ἢ τὸ ποίημα. χρόνῳ δὲ ὕστερον γνωσιμαχήσαντες ἐπανῆλθον τὸ αὐτὸ διδόντες· ὁ δὲ ἐξονει‐ δίζων αὐτοὺς οὕτως ἤρξατο, καί φησι μὴ κατασκευάζειν ἔργα τὴν αὐτὴν κατέχοντα χώραν, καθὼς οἱ ἀνδριαντουργοὶ τοὺς χαλκοῦς ἀνδριάντας, ἀλλὰ τὰ ποιήματα ἅπερ πανταχόσε διϊκνεῖ‐ | |||
10 | ται, ὥστε τὴν ἀρετὴν τῶν ἐπαινεθέντων πολλοῖς εἶναι δήλην. | |||
N 51b | ὁ δὲ νοῦς· οὐκ εἰμί, φησίν, ἀνδριαντοποιὸς, ὥστε ἀργὰ καὶ ἀκίνητα ἐργάζεσθαι ἀγάλματα ἐπ’ αὐτῆς τῆς βαθμίδος ἑστῶτα διηνεκῶς καὶ οὐ δυνάμενα ἀλλαχοῦ τὴν τοῦ νικηφόρου διαβοᾶν εὐδοξίαν. ἐνδείκνυται δὲ διὰ τούτων, ὅτι οἱ λόγοι | |||
5 | πάντων εἰσὶ βελτίους. | |||
N 54a | BD | ἀλλ’ ἐπὶ πάσης ὁλκάδος: ὁλκὰς εἶδος φορτηγοῦ πλοίου, ἄκατος δὲ πλοίου βραχυτάτου. | ||
N 54b | ὁ δὲ λόγος· διὰ παντὸς οὖν πλοίου φορτηγοῦ τε καὶ μικροτέρου, ὦ γλυκεῖά μου ᾠδὴ, πορεύου ἐκβοῶσα πρὸς πάντας τὰς τοῦ Πυθέου νίκας. | |||
N 59 | τὸ δὲ νικῇ κατὰ μετάθεσιν τοῦ α εἰς η. | 89 in vol. 3 | ||
N 510a | BD | οὔπω γένυσι φαίνων τέρειναν: ἀλληγορεῖ βου‐ λόμενος σημῆναι τὸν ἀγένειον ἀπὸ τῆς κυπριζούσης ἀμπέλου. ἡ δὲ ὀπώρα οὐκ ἔστι τῆς οἰνάνθης μήτηρ, ἀλλὰ τοὐναντίον· προανθεῖ γὰρ πρῶτον, εἶτα ὀπώρα γίνεται. χρῆται δὲ τῇ | ||
5 | τοιαύτῃ ἀναστροφῇ συνεχῶς· ἁσυχία φιλεῖ μὲν συμπόσιον (N. IX 48)· οὐ γὰρ ἡ ἡσυχία φιλεῖ τὸ συμπόσιον, ἀλλὰ τὸ συμπόσιον τὴν ἡσυχίαν. Δίδυμος δὲ βέλτιόν φησι μὴ τὸν καρπόν, ἀλλὰ τὴν ὥραν ἀκούειν, καθ’ ἣν ὁ καρπὸς ὁμώνυμος πεπαίνεται. ὅτι δὲ καλοῦσι τὸν καιρὸν ὀπώραν, Ὅμηρος | |||
10 | (ξ 384)· καὶ φάτ’ ἐλεύσεσθαι ἢ ἐν θέρει ἢ ἐν ὀπώρῃ. θέλει οὖν λέγειν, ὅτι οὔπω τὸν καιρὸν τοῦ γενειάσκειν ἔχων. οἰνάνθην γὰρ κατὰ μεταφορὰν τὸν ἴουλον εἴρηκε, τουτέστι τὴν πρώτην τῶν γενειάδων ἀνάφυσιν· μήτηρ δὲ τοῦ γενειά‐ | |||
15 | σκειν γίνεται ἡ ὥρα. | |||
N 510b | ὁ δὲ νοῦς· οὐδέπω ἐν τῇ γενειάδι δεικνὺς τὴν ἁπαλὴν ὥραν καὶ ὀπώραν, τουτέστιν οὐδέπω γενειάσκων. | |||
N 510c | τὸ δὲ σχῆμα περίφρασις ἐξ ἀλληγορίας· οὔπω τῆς ἁπαλῆς οἰνάνθης τὴν μητέρα ὀπώραν φαίνων, ὅπερ ἐστὶν ὥραν, ὡς Ὅμηρος (μ 76)· οὔτ’ ἐν θέρει οὔτ’ ἐν ὀπώρῃ, ἀντὶ τοῦ τῷ ὀπωρινῷ καιρῷ. metr. D | |||
N 512a | BD | ἐκ δὲ Κρόνου καὶ Ζηνὸς ἥρωας: συλλήψει κέχρηται ἀπὸ Κρόνου καὶ Διὸς καὶ Νηρεΐδων λέγων εἶναι | ||
τοὺς Αἰακίδας. Αἰακὸς γὰρ Διὸς, Αἰακοῦ δὲ καὶ Ἐνδηΐδος τῆς Χείρωνος Τελαμὼν καὶ Πηλεὺς, ὁ δὲ Χείρων Κρόνου. | 90 in vol. 3 | |||
5 | πάλιν ἀπὸ τῶν Νηρεΐδων Φῶκος καὶ Ἀχιλλεύς· Ἀχιλλεὺς μὲν γὰρ παῖς Θέτιδος ἔκγονος ὢν Αἰακοῦ, Φῶκος δὲ Ψαμάθης Νηρεΐδος καὶ αὐτοῦ Αἰακοῦ. | |||
N 512b | B | ἐκ δὲ Κρόνου καὶ Ζηνός: Τελαμὼν καὶ Πηλεύς· Κρόνου μὲν γὰρ Χείρων καὶ Φιλύρας, Χείρωνος δὲ Ἐνδηῒς, Ἐνδηΐδος δὲ Τελαμὼν καὶ | ||
BO | Πηλεὺς ἐξ Αἰακοῦ. τούτους οὖν Κρόνου καὶ Ζηνὸς καὶ ἀπὸ | |||
5 | χρυσῶν Νηρεΐδων φυτευθέντας ἐγέραιρε· τίς; ὁ Πυθέας νι‐ κήσας, ὡς ἂν προγόνους αὐτοῦ καὶ κτίστορας. | |||
N 512c | ὁ δὲ νοῦς· τοὺς δὲ ἀπὸ Κρόνου καὶ Διὸς καὶ ἀπὸ τῶν καλλίστων Νηρεΐδων, τουτέστι τοὺς Αἰακίδας ἐκόσμησε, καὶ αὐτὴν τὴν μητρόπολιν Αἴγιναν. ἀπὸ κοινοῦ δὲ τὸ ἐγέραιρε. | |||
N 516 | BD | ξείνων ἄρουραν δὲ τὴν Αἴγινάν φησιν, ἢ ὅτι φιλόξενοι οἱ Αἰγινῆται, ἢ καθότι μητρόπολις ἦν τῶν περὶ Πηλέα καὶ Τελαμῶνα. γεννηθέντες γὰρ ἐν τῇ Αἰγίνῃ ἀπῳ‐ κίσθησαν διὰ τὸν Φώκου θάνατον. | ||
N 517a | BD | τάν ποτ’ εὔανδρόν τε: τουτέστιν ἀγαθοὺς ἄνδρας ἔχουσαν καὶ ἐν τῷ ναυτίλλεσθαι. | ||
N 517b | ὁ δὲ νοῦς· ἥντινα Αἴγιναν ηὔξαντο ἀγαθῶν ἀνδρῶν ἐπιτυχεῖν καὶ ἔνδοξον γενέ‐ σθαι τὰ ναυτικά· ηὔξαντο δὲ στάντες παρὰ τὸν Ἑλλανίου Διὸς βωμόν. Ἑλλήνιος δὲ Ζεὺς τιμᾶται ἐν Αἰγίνῃ παρὰ τῷ | |||
5 | οὕτως Ἑλληνίῳ ἀκρωτηρίῳ καλουμένῳ. φασὶ γὰρ αὐχμοῦ ποτε πιέζοντος τὴν Ἑλλάδα, ἔνιοι δὲ κατακλυσμοῦ, συνελθόν‐ τας τοὺς Ἕλληνας καθικετεῦσαι τὸν Αἰακὸν ὡς ὄντα παῖδα | |||
Διὸς ἐξαιτήσασθαι τῶν τότε συστάντων κακῶν τὴν ἴασιν· τοῦτον δὲ εὐξάμενον ἀποθεραπεῦσαι τὰ δεινὰ, καὶ οὕτω διὰ | 91 in vol. 3 | |||
10 | τὴν τῆς Ἑλλάδος σωτηρίαν Ἑλλήνιον παρὰ τοῖς Αἰγινήταις τιμῆσαι Δία. | |||
N 521a | BD | Ἐνδαΐδος ἀρίγνωτες υἱοί: τίνες δὲ πάντες ὁμοῦ ἐλιτάνευσαν περὶ τῶν προειρημένων; οἱ ἔνδοξοι παῖδες τῆς Ἐνδηΐδος, φησί, Τελαμὼν καὶ Πηλεύς, καὶ ὁ Φῶκος ὁ τῆς θεοῦ Ψαμάθης παῖς, ὅντινα ἡ Ψαμάθη ἐγέννησε παρὰ | ||
5 | τοῖς αἰγιαλοῖς τῆς θαλάσσης, εἰκότως ὡς Νηρηΐς. | |||
N 521b | κρέον‐ τος δὲ, ἤτοι τοῦ ἐνδόξου ἢ βασιλέως. | |||
N 525a | BD | αἰδέομαι μέγα εἰπεῖν: αἰδοῦμαι καὶ φυλάττομαι, φησί, διηγήσασθαι μέγα τι καὶ οὐ δικαίως τετολμημένον καὶ πεπραγμένον. εἰς γὰρ τὰ πάτρια τῶν Αἰακιδῶν ἐμπεσὼν καὶ μνησθεὶς Φώκου ὑποστέλλεται τὴν κατ’ αὐτὸν τύχην λέγειν. | ||
5 | ἔστι δὲ αὕτη. φασὶ γὰρ Πηλέα καὶ Τελαμῶνα ἐν γυμνασίοις ἀνελόντας Φῶκον, τὸν μὲν δίσκῳ τύψαντα, τὸν Πηλέα, τὸν δὲ Τελαμῶνα σιδήρῳ τὰ μετάφρενα, καὶ οὕτω τὸ μύσος φεύ‐ γοντας τῆς Αἰγίνης ἐκπεσεῖν, καὶ τὸν μὲν Τελαμῶνα εἰς Σα‐ λαμῖνα τὴν πρὸς τῇ Ἀττικῇ, τὸν δὲ Πηλέα εἰς Θετταλίαν | |||
10 | μετοικῆσαι· ὡς καὶ Ἀπολλώνιος ἐν τῷ καταλόγῳ φησί (I 93)· Τελαμὼν μὲν ἐν Ἀτθίδι νάσσατο νήσῳ, Πηλεὺς δ’ ἐν Φθίῃ ἐριβώλακι ναῖε λιασθείς. | |||
N 525b | ἄλλως. τί αἰδεῖται ὁ Πίνδαρος, καὶ τί αὐτοῖς φησι μὴ δικαίως κεκινδυνευμένον εἶναι; τὸ ὅτι ἀνεῖλον τὸν Φῶκον καὶ ἔφυγον· περιεσταλμένως δὲ αὐτὸ εἴρηκε. μέγα δὲ ἔργον φησὶν, ὅτι οὐ κατὰ δίκην ὁ κίνδυνος ἐγενήθη τῷ Τελαμῶνι | |||
5 | καὶ τῷ Πηλεῖ τὸν ἑαυτῶν ἀδελφὸν ἀποκτείνασι Φῶκον, ἀλλ’ | 92 in vol. 3 | ||
B | ἄδικος ὁ τοιοῦτος κίνδυνος, ὅν φησιν αἰδεῖσθαι εἰπεῖν. δύνα‐ ται δὲ καὶ οὕτως ἀκούεσθαι· τὸ ἀκίνδυνον ἐν δίκῃ, ἀληθές. ὃ γὰρ μὴ ἔχει κίνδυνον κατὰ τὴν δίκην, ἀληθές ἐστιν. οἶδεν οὖν ὁ Πίνδαρος τὸν Φώκου θάνατον, ἀλλ’ ἐκτρέπεται εἰπεῖν. | |||
10 | BD | μήποτε δὲ καὶ τὸ παρὰ Καλλιμάχῳ (fr. 136)· ἔκλυε, τῶν μηδὲν ἐμοὺς δι’ ὀδόντας ὀλίσθοι. Πηλεύς, οὕτως ἀποδοτέον, ὅτι αἱ γυναῖκες ὠνείδιζον αὐτῷ τὸν Φώκου θάνατον. | ||
N 525c | ὁ δὲ νοῦς· αἰδοῦμαι οὖν, φησί, τὴν προφανῆ αἰτίαν, δι’ ἣν κατέλιπον τὴν ἐνδοξοτάτην νῆσον Αἴγιναν, εἰπεῖν, καὶ τίς τούτους τοὺς ἄνδρας δαίμων καὶ τύχη ἀπὸ τῆς Οἰνώνης ἀπήλασε· παύσομαι τῆς τοιαύτης διηγήσεως. | |||
N 530a | BD | οὔ τοι ἅπασα κερδίων: οὐ φέρει κέρδος πᾶσα ἀλήθεια ἀτρεκὴς γινομένη καὶ φαίνουσα τὸ ἴδιον πρόσωπον, ἀλλὰ δεῖ ποτε καὶ ἐπικεκρύφθαι τὸ πρόσωπον τῆς ἀληθείας. | ||
N 530b | ὁ δὲ νοῦς· οὐ γὰρ πᾶσα ἐπικερδής ἐστιν ἀλήθεια φανερὰ γινομένη καὶ εἰς ὄψιν ἀγομένη ἀτρεκῶς, ἀλλὰ πολλάκις καὶ τὸ νοῆσαι, ὅτι δεῖ κατὰ καιρὸν σιωπῆσαι, σοφώτατόν ἐστι πρᾶγμα. | |||
N 534a | BD | εἰ δ’ ὄλβον ἢ χειρῶν βίαν: τὰ μὲν περὶ τὸν φόνον τοῦ Φώκου διασιωπήσομαι· εἰ δέ τοι ἐπαινέσαι δεῖ. φησίν, ἢ εὐδαιμονίαν ἀνθρώπου ἢ σθένος χειρῶν ἢ τὴν κατὰ πόλεμον ἀρετὴν, δύναμαι, φησί, πόρρω ἅλλεσθαι τοὺς Αἰακί‐ | ||
5 | δας ἐν τούτοις ὑμνῶν. | |||
N 534b | ὁ δὲ νοῦς· εἰ δὲ δεῖ τὴν ἄλλην εὐδαιμονίαν τῶν Αἰακιδῶν, ἢ τὴν ἀνδρείαν ἢ τὰ κατὰ πόλε‐ μον ἔργα ἐπαινέσαι, ἤδη τίς μοι ὑποσκαπτέτω πηδημάτων μεγάλων σημεῖα, ὥστε κούφως διὰ τῶν γονάτων ἐπὶ τὸ ἐξώ‐ | |||
5 | τερον φέρεσθαι. ἀλληγορεῖ οὖν· δύναμαι πλέον πάντων θαυ‐ μάσαι αὐτοὺς καὶ ὑπερβαλέσθαι τοὺς ἀγωνίζεσθαι βουλομέ‐ νους. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν πεντάθλων, οἷς σκάμματα σκάπτονται, ὅταν ἅλλωνται· ἐκείνων γὰρ κατὰ τὸν ἀγῶνα πηδώντων, ὑποσκάπτεται βόθρος ἑκάστου τὸ ἅλμα δεικνύς. | 93 in vol. 3 | ||
10 | φησὶν οὖν ὅτι βουλομένῳ μοι τοὺς Αἰακίδας ἐγκωμιάζειν ἤδη τις μακρὰ ὑποσκαπτέτω μοι ἅλματα, νικήσω γὰρ καθάπαξ τοὺς ἐναντιοῦσθαί μοι καὶ ἐγκωμιάζειν βουλομένους. | |||
N 539 | BD | καὶ πέραν πόντοιο πάλλοντ’ αἰετοί: οἱ ἀετοί, φησίν, οὐ μόνον τὰ περίγεια πέτονται, ἀλλὰ καὶ πελαγίζουσι· καὶ ἐγὼ οὖν ὡς ἀετὸς πελαγιῶ ἐν τοῖς ποιήμασιν. | ||
N 542a | BD | ἐν δὲ μέσσαις φόρμιγγ’ Ἀπόλλων: ἐν αἷς Μούσαις ὁ Ἀπόλλων κιθάραν ἑπτάφωνον τῷ πλήκτρῳ κρούων (διὰ γὰρ τοῦ πλήκτρου ὥσπερ γλώσσης ὁ φθόγγος ἀποδίδο‐ ται) ἐξῆρχε πάσης μελῳδίας, τουτέστι νόμων μελῳδικῶν. τοῦτο | ||
5 | δέ φησι παρὰ τὸ ὡς νομίῳ θεῷ τῷ Ἀπόλλωνι ἀνακεῖσθαι τὴν μοῦσαν. | |||
N 542b | τὸ δὲ διώκων ἀντὶ τοῦ συνάπτων, κιθα‐ ρίζων τῷ πλήκτρῳ. διώκειν δέ φησιν αὐτὸν, τὸ τάχος ἐμφῆ‐ ναι βουλόμενος τῆς πλήξεως. | |||
N 546a | BD | αἱ δὲ πρώτιστον μὲν ὕμνησαν: αἱ Μοῦσαι, φησί, πρῶτον μὲν ὕμνησαν τὸν Δία, μετὰ δὲ τὸν Δία ὕμνη‐ σαν δευτέραν τὴν Θέτιν, ἔπειτα τρίτον τὸν Πηλέα, καὶ διηγή‐ σαντο ὅπως αὐτὸν ἡ ἁβρὰ Κρηθηῒς ἡ τοῦ Ἱππολύτου θυγά‐ | ||
5 | τηρ ἀνελεῖν ἐβουλήθη· ἐκ δὲ τούτου τὸ σεμνὸν αὐτοῦ ἐγκω‐ μιάζουσαι ᾖδον. | |||
N 546b | ἄλλως. ἀπὸ Διὸς προοιμιαζόμεναι, φησίν, ᾖδον καὶ ὕμνουν τὴν Θέτιν. τὸ προοίμιον οὖν ἀπὸ Διὸς ἐποιήσαντο· καὶ ἀλλαχοῦ (N II 1)· Ὅθεν περ καὶ Ὁμηρίδαι, | |||
Διὸς ἐκ προοιμίου. καὶ Ἄρατος (1)· Ἐκ Διὸς ἀρχώμεσθα. | 94 in vol. 3 | |||
N 550 | BD | Μαγνήτων σκοπὸν πείσαις’ ἀκοίταν: τὸν Ἄκαστον τῆς Μαγνησίας τὸν ἐπίσκοπον καὶ βασιλέα. ποικίλοις οὖν, φησί, λόγοις ἀπατήσασα τὸν ἑαυτῆς ἄνδρα ἡ Κρηθηῒς ἐπεβούλευσε τῷ Πηλεῖ· τὸ δὲ πλάσμα ψεύστης ἦν λόγος, ὅτι | ||
5 | ἄρα ἐπειρᾶτο ὁ Πηλεὺς ἐπιβουλεῦσαι τῇ κοίτῃ τοῦ Ἀκάστου καὶ μοιχεῦσαι τὴν Κρηθηΐδα· ἦν δὲ τὸ ἐναντίον· πολλὰ γὰρ αὐτὸν τὸν Πηλέα ἐκ πάσης ψυχῆς ἐλιτάνευε καὶ παραπείθειν ἐπεχείρει συνελθεῖν αὐτῇ. | |||
N 558a | BD | τοῦ δὲ ὀργὰν κνίζον αἰπεινοὶ λόγοι: οἱ προσάντεις λόγοι καὶ χαλεποὶ, κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν ὑψηλῶν τόπων. προσάντεις οὖν οἱ ἀντίτυποι λόγοι καὶ δυσ‐ πρόσιτοι. | ||
N 558b | ὁ δὲ νοῦς· τούτου δὲ τὴν προαίρεσιν καὶ τὸν τρόπον ἔκνιζον καὶ ἐλύπουν οἱ ἄδικοι λόγοι, καὶ παραχρῆμα ἀπηρνήσατο αὐτὴν εὐλαβηθεὶς τὴν τοῦ ξενίου Διὸς ὀργήν· ἵνα καθόλου ἀκούσωμεν τὸ πατρός, ὡς Ὅμηρος (Α 544)· | |||
5 | πατὴρ ἀνδρῶν τε θεῶν τε· ἢ ὅτι ὁ Πηλεὺς ἔκγονος ἦν Διός. | |||
N 562 | BD | ὁ δ’ εὖ φράσθη: ὁ δὲ Ζεύς, φησίν, ἐφράσθη, ἀντὶ τοῦ ἔγνω, καὶ ἀντὶ τῆς σωφροσύνης ἐπένευσεν αὐτῷ καὶ παρέ‐ σχεν ὥστε λαβεῖν γυναῖκα τὴν Θέτιν. | ||
N 567a | BD | γαμβρὸν Ποσειδάωνα πείσαις: πείσας ὁ Ζεὺς σύγγαμβρον αὐτῷ γενέσθαι τὸν Ποσειδῶνα· ὁ μὲν γὰρ τὴν Θέτιν, ὁ δὲ τὴν Ἀμφιτρίτην ἔγημεν. Αἰγαὶ δὲ νῆσός ἐστι πρὸς τῇ Εὐβοίᾳ, καὶ ἀπὸ ταύτης τὸ πέλαγος Αἰγαῖον προσ‐ | ||
5 | αγορεύεται. ἀπὸ τῶν Αἰγῶν οὖν φησι τὸν Ποσειδῶνα συνεχῶς ἐπὶ τὸν Ἰσθμὸν πορεύεσθαι. ὅτι δὲ Ποσειδῶνος ἱερὰ αὕτη. | |||
φησὶ καὶ Ὅμηρος (Θ 203)· οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ’ ἀνάγουσι πολλά τε καὶ χαρίεντα. | 95 in vol. 3 | |||
10 | διατί δὲ ὠνόμασε νῦν τὸν Ἰσθμόν; ὅτι οἰκεῖός τις ἦν τοῦ Πυ‐ θέου, εἰς ὃν αὕτη ἡ ᾠδὴ γέγραπται, Εὐθυμένης, ὃς ἐνίκησεν Ἴσθμια. | |||
N 567b | ὁ δὲ νοῦς· πείσας σύγγαμβρον αὐτῷ γενέ‐ σθαι τὸν Ποσειδῶνα, ὅστις συνεχῶς ἀπὸ τῶν Αἰγῶν ἐπὶ τὸν τῶν Κορινθίων ἰσθμὸν φοιτᾷ, ὅπου δὴ μάλιστα αἱ συνεταὶ τῶν Κορινθίων τάξεις ὑποδέχονται τὸν θεὸν μετὰ βοῆς τῶν | |||
5 | αὐλῶν, ὅτε δὴ καὶ διαφιλονεικοῦσιν ἀγωνιζομένοις σώμασιν ἀνδρείαν· ἴσως ἐν τοῖς Ἰσθμικοῖς ἀγῶσι· τότε δὲ ἑκάστου δείκνυται καὶ διακρίνεται τὸ συγγεννηθὲν θράσος ἐπὶ πάντων τῶν τελουμένων ἔργων. | |||
N 567c | D | τὸν ἐσόμενον οὖν τοῦ Πηλέως σύγγαμβρον. | ||
N 570a | BD | ἔνθα μιν εὔφρονες ἶλαι: ἶλαι αἱ τάξεις καὶ αἱ συστροφαὶ τῶν νέων αἱ ἐν χορῷ γινόμεναι· ὅθεν καὶ εἰλαπίναι. | ||
N 570b | ὅπου αὐτὸν αἱ ἶλαι τῶν κωμαζόντων μετὰ τὰς νίκας εὔφρονες οὖσαι, τουτέστιν εὐφραντικαὶ, ἐκδέχονται μετὰ αὐλῶν· ὅπου γὰρ κῶμοι, ἐκεῖ ἐστιν εὐφροσύνη. εἶτα ἐποίσει, διὰ τί τοῦ Ἰσθμοῦ ἐμνήσθη. | |||
N 575a | BD | τὺ δ’ Αἰγίνᾳ θεᾶς, Εὐθύμενες: ὁ Εὐθυ‐ μένης οἰκεῖος τοῦ Πυθέου. | ||
N 575b | ὁ δὲ νοῦς· σὺ δὲ, ὦ Εὐ‐ | |||
θύμενες, ἐν τῇ Αἰγίνῃ προσερχόμενος ἐν τοῖς ἀγῶσι τῆς θεᾶς Νίκης ἠδυνήθης πολλῶν ὕμνων τυχεῖν. τοῦτο δέ φησι διὰ τὸ εἶναι αὐτὸν παγκρατιαστήν. | 96 in vol. 3 | |||
N 578a | BD | ἤτοι μεταΐξαντα καὶ νῦν τεὸς μάτρως ἀγάλλει: μήτρως ἢ ὁ τῆς μητρὸς ἀδελφὸς ἢ ὁ κατὰ μητέρα συγγενής· χρῆται γὰρ οὕτως ὁ Πίνδαρος. | ||
N 578b | ἀγάλλει σου τὸ ὁμόσπορον ἔθνος, τὸ τῶν Αἰγινητῶν. | |||
N 578c | καταλληλότερον δὲ ἔνιοι γράφουσι Πυθέας, ἵν’ ᾖ ὁ μήτρως Πυθέας. οὐ μό‐ νον, φησί, Νέμεα νενικήκατε, ἀλλὰ καὶ ἐν Αἰγίνῃ τοὺς ἡλι‐ κιώτας ἐλθόντας οἴκοι τῷ κράτει νενικήκατε. ἔστι δὲ ἀγὼν | |||
5 | ἐν Αἰγίνῃ ἀγόμενος τὰ Αἰάκεια, ὅντινα δηλαδὴ ἐνίκησεν ὁ Πυθέας. | |||
N 578d | ὁ δὲ νοῦς οὕτω· μετὰ τὰ προειρημένα ὑπὸ σοῦ ἔτι καὶ ἐπὶ τοῦ παρόντος ὁ σὸς μήτρως, ὦ Εὐθύμενες, ὁ Πυθέας ἀγάλλει τε καὶ σεμνύνει τὸ ὁμόσπορον ἔθνος καὶ συγγενὲς ὑμῶν τὸ τῶν Αἰακιδῶν τὸ ὂν ἐν τῇ Αἰγίνῃ. | |||
N 581a | BD | ἁ Νεμέα μὲν ἄραρε μείς τ’ ἐπιχώριος: παρ’ Αἰγινήταις Δελφίνιος μὴν ἄγεται Δελφινίου Ἀπόλλωνος ἱερός, ἐν ᾧ ἴσως φησὶ γεγενῆσθαι τὰ Νέμεα. πεφιλῆσθαι γάρ φησι τὸν μῆνα τοῦτον ὑπὸ τοῦ Ἀπόλλωνος· καὶ εἴη ἂν ὁ μὴν οὗ‐ | ||
5 | τος, ἐν ᾧ θύουσιν Αἰγινῆται Ἀπόλλωνι οἰκιστῇ καὶ δωματίτῃ, καθά φησι Πυθαίνετος (FHG IV 487). | |||
N 581b | ἄλλως. μεὶς ἐπιχώ‐ ριος ὁ Δελφίνιος μὴν καλούμενος, καθ’ ὃν τελεῖται Ἀπόλλωνος ἀγὼν Ὑδροφόρια καλούμενος. ὁμοίως οὖν, φησίν, ἥρμοσται τῷ Πυθέᾳ καὶ οὗτος ὁ Δελφίνιος. | |||
N 581c | ὁ δὲ νοῦς· ἡ μὲν γὰρ Νεμέα καὶ προσήρμοσται αὐτῷ πρὸς τὸ νικᾶν ἀεὶ, καὶ ὁ πάτριος ἀεὶ παρ’ Αἰγινήταις μὴν, ὃν ὁ Ἀπόλλων ἐφίλησεν· | |||
ἐλθόντας δὲ καὶ ὁμήλικας ἐν Αἰγίνῃ νικᾶ. | 97 in vol. 3 | |||
N 584a | BD | Νίσου τ’ ἐν εὐαγκεῖ λόφῳ: τουτέστιν ἐν Με‐ γάροις. διατίθεται δὲ Ἀπόλλωνι καὶ Πύθια καλεῖται ὁ ἀγών. | ||
N 584b | ἄλλως. ἐν Μεγάροις τῷ εὐθέτῳ χωρίῳ ὁμοίως ἐνίκησε τὰ Ἀλκαθοῖα. Νῖσος δὲ βασιλεὺς Μεγάρων. ἥδομαι δέ, φησίν, ὅτι τῶν καλῶν ἕνεκα πᾶσα φιλονεικεῖ ἡ πόλις. | |||
N 587a | BD | ἴσθι, γλυκεῖάν τοι Μενάνδρου σὺν τύχᾳ: λείπει τὸ ὅτι. ὁ δὲ λόγος· ἴσθι, ὅτι ἐπωνάσθης τῶν τοῦ Μενάν‐ δρου μόχθων. | ||
N 587b | ἢ οὕτω· γίνωσκε ὅτι γλυκεῖαν ἀμοιβὴν ἐκαρπώσω τῶν πόνων ἐκ τῆς νίκης σὺν τῇ Μενάνδρου παρ‐ ουσίᾳ. οὗτος δὲ Ἀθηναῖος, ἀλείπτης Πυθέου. | |||
N 587c | τὸ δὲ τύχᾳ ἀμφίβολον, ἢ σὺν τῇ σῇ τύχῃ ἢ τοῦ Μενάνδρου. | |||
N 589a | BD | χρὴ δ’ ἀπ’ Ἀθανᾶν: χρὴ δὲ ἀπὸ Ἀθηνῶν τοὺς ἐπιστάτας εἶναι τῶν ἀθλητῶν, ἐπειδὴ καὶ ὁ Μένανδρος Ἀθη‐ ναῖος. τοῦτο δέ φησιν, ἐπειδὴ πρότερον ὁ Θησεὺς Ἀθηναῖος ὢν εὗρε παγκράτιον ἄνευ μυρμήκων· ἡνίκα γὰρ ἐν τῷ Λαβυ‐ | ||
5 | ρίνθῳ ἐξησθένει πρὸς τὴν ἰσχὺν τοῦ Μινωταύρου, παγκρατίῳ αὐτὸν διαπαλαίων περιγέγονεν· οὐ γὰρ εἶχε μάχαιραν· καὶ οὕτως ἐνομίσθη εὑρετὴς τῆς πυγμῆς. ἴσως οὖν ὁ Πίνδαρος οὐκ ἀργῶς μέμνηται τῶν Ἀθηνῶν, ἀλλὰ τοιοῦτόν τι ὑπο‐ σημαίνων. | |||
N 589b | ἄλλως. ἐν Ἀθήναις φασὶν εὑρῆσθαι τὴν πα‐ | |||
λαιστρικὴν ὑπὸ Φόρβαντος τοῦ παιδοτρίβου Θησέως· τινὲς δὲ τοὐναντίον Θησέα μὲν παρ’ Ἀθηνᾶς τὴν πάλην μαθεῖν, | D | |||
BD | Φόρβαντα δὲ ὑπὸ Θησέως. Φερεκύδης (FHG I 97 M, I 98 J) δὲ | |||
5 | ἡνίοχον τὸν Φόρβαντά φησι Θησέως, σὺν ᾧ καὶ τὴν Ἀμαζόνα | |||
ἁρπάζει. καὶ Πολέμων δὲ ἱστορεῖ (FHG III 132) πάλην εὑρηκέ‐ ναι Φόρβαντα Ἀθηναῖον. ὅτι δὲ Θησεὺς παρ’ Ἀθηνᾶς ἔμαθε τὴν πάλην, Ἴστρος ἱστορεῖ (FHG I 421). | 98 in vol. 3 | |||
N 591 | BD | εἰ δὲ Θεμίστιον ἵκεις ὥστ’ ἀείδειν: εἰ δὲ βούλει, φησίν, καὶ ἦλθες ὑμνεῖν τὸν Θεμίστιον· οὗτος δὲ λέ‐ γεται πάππος τῷ Πυθέᾳ πρὸς μητρός· μηκέτι εὐλαβούμενος, φησί, φθέγγου, μηδὲ ὡς ὑπὸ ῥίγους συνεχόμενος, ἀντὶ τοῦ | ||
5 | μηδεμίαν εὐλάβειαν ἔχων θαύμαζε ὡς καὶ μεγαλοφώνως βοᾶν. | |||
N 594a | BD | ἀνὰ δ’ ἱστία τεῖνον πρὸς ζυγὸν καρχασίου: καρχήσιον τὸ ἀνώτατον τῆς κεραίας. τούτῳ τὸ ἱστίον προσα‐ νατείνουσιν, ὅταν θέλωσι δαψιλεῖ τῷ ἀνέμῳ χρῆσθαι οὐριο‐ δρομοῦντες. | ||
N 594b | καὶ πύκτην οὖν αὐτὸν ὕμνει καὶ παγκρα‐ τιαστὴν, διπλόαν νικῶντα ἀρετὴν ἐν Ἐπιδαύρῳ, ὡς διττὰ Ἀσκληπιεῖα νενικηκότος αὐτοῦ ἢ ὡς δύο στεφάνους εἰληφότος ἑνὶ ἀγῶνι πυγμῆς καὶ παγκρατίου. ταῦτα δὲ ἐπὶ τοῦ Θεμιστίου | |||
5 | λέγει. | |||
N 594c | ἢ οὕτω· ζυγὸν καρχησίου λέγει τὴν σύνδεσιν καὶ τὸ ἄκρον τοῦ καρχησίου, περιφραστικῶς δὲ αὐτὸ τὸ καρχή‐ σιον. | |||
N 594d | ἢ καρχήσιόν φησι τὸ ἄκρον τοῦ ἱστοῦ· καρχήσιον γὰρ, ἐν ᾧ τὸν ἱμάντα ἐνείρουσι. θαύμαζε οὖν, φησίν, αὐτὸν οὕτω μεγαλοφώνως καὶ θαρρούντως, ὥσπερ οἱ πλέοντες ἐπὶ πνεύματος οὐρίου· εἰς ἄκρον τὸ καρχήσιον ζυγώσας τὸ κέρας, | |||
5 | οὕτω διόλου ἐκπέτασον τὸ ἄρμενον. ἀλληγορῶν δὲ ἐνδείκνυ‐ ται τὴν περιουσίαν τῶν θαυμάτων. φθέγξαι δὲ καὶ πυκτικὴν αὐτὸν καὶ παγκράτιον νενικηκέναι ἐν Ἐπιδαύρῳ καὶ διπλῆς | |||
ἀρετῆς δόξαν κεκτῆσθαι, καὶ κομίζειν αὐτὸν τῇ Αἰγίνῃ φαιδρὰ τὰ ἄνθη τῶν στεφάνων μετὰ τῶν Χαρίτων φθέγξαι. | 99 in vol. 3 | |||
N 594e | προ‐ θύροις δέ φησιν Αἰακοῦ ἀντὶ τοῦ ἐν τῷ ἡρῴῳ τοῦ Αἰακοῦ ἐν Αἰγίνῃ, οὗπερ ἐν τοῖς προθύροις ἀνάκεινται οἱ 〈ἐξ〉 Ἐπι‐ δαύρου τοῦ Θεμιστίου διπλοῖ στέφανοι. | |||
N 594f | ἢ οὕτως· ὡς ἐν Αἰγίνῃ ἐν τῷ τεμένει τοῦ Αἰακοῦ ἐπὶ τῶν προπύλων ἀνα‐ κειμένων αὐτῷ τῶν στεφάνων. | |||
N 596 | B | Ἐπιδαύρῳ διπλόαν: διπλῆν, ἀντὶ τοῦ δεύτερον. ἐν δὲ Ἐπιδαύρῳ Ἀσκληπιοῦ ἱερὸς ἀγὼν ἄγεται. | ||
N 6metr(t1) | Scholia in Nemeonicarum carmen VI | |||
t2 | D | Ἀλκιμίδῃ Αἰγινήτῃ παιδὶ παλαιστῇ. | ||
1 | BD | Τῆς ἕκτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ιγʹ. τὸ αʹ ἰαμβικὸν ἀκατάληκτον. ἐν γὰρ τῇ δευτέρᾳ χώρᾳ ἐστὶν ὁ σπονδεῖος· πολὺ δὲ τοῦτο παρὰ τοῖς λυρικοῖς. τὸ βʹ ἰαμβικὸν πενθημιμερές. τὸ γʹ τροχαϊκὸν πενθημιμερές, ἢ ἰωνικὸν δί‐ | ||
5 | μετρον βραχυκατάληκτον ἀπὸ τροχαϊκῆς συζυγίας. τὸ δʹ διπλῆ περίοδος, ἣ καλεῖται τροχαῖος ἀπὸ ἰάμβου. τὸ εʹ τροχαϊκὸν δίμετρον βραχυκατάληκτον. τὸ ϛʹ ἰαμβέλεγος λείπων τῇ πέμ‐ πτῃ συλλαβῇ, ἢ ἀναπαιστικόν. τὸ ζʹ τὸ αὐτό. τὸ ηʹ ἐπι‐ χοριαμβικὸν, ἐξ ἀντισπάστου καὶ χοριάμβου, ἀδιάφορον περὶ | |||
10 | τὴν ἀρχήν. τὸ θʹ δακτυλικὸν πενθημιμερές. τὸ ιʹ τὸ αὐτό. τὸ ιαʹ προσοδικὸν δίμετρον ἀκατάληκτον. τὸ ιβʹ ἰωνικὸν δίμετρον ἀπὸ τροχαϊκῆς συζυγίας. τὸ ιγʹ ἀντισπαστικὸν τρί‐ | |||
μετρον βραχυκατάληκτον, ὅ ἐστι Φαλαίκειον παρὰ συλλαβὴν, οὗ ἡ ἀρχὴ τὸν ἀντίσπαστον ἔχει ἀδιάφορον τοῦ ἄρχοντος | 100 in vol. 3 | |||
15 | ποδός. | |||
BD | ἡ ἐπῳδὸς κώλων ιαʹ. τὸ αʹ χοριαμβικὸν δίμετρον ἀκατά‐ ληκτον. τὸ βʹ ἰαμβικὸν πενθημιμερές. τὸ γʹ· ἡ τελευταία ἀπόδοσις ἀναγκάζει δακτυλικὸν γενέσθαι τὸ κῶλον. τὸ δʹ προσοδικὸν δίμετρον ἀπὸ ἰωνικοῦ, καὶ ἐνόπλιον. τὸ εʹ ἰωνι‐ | |||
20 | κὸν δίμετρον καταληκτικὸν ἀπὸ ἰωνικῆς συζυγίας. τὸ ϛʹ δακ‐ τυλικὸν τρίμετρον. τὸ ζʹ ἰωνικὸν δίμετρον βραχυκατάληκτον. τὸ ηʹ ἀναπαιστικὸν δίμετρον καταληκτικὸν δύο συλλαβαῖς. τὸ θʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον Ἀλκαϊκόν. ὁ γὰρ τέταρτος ποὺς σπονδεῖος. τὸ ιʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ | |||
25 | ιαʹ δακτυλικὸν πενθημιμερές. | |||
N 6inscr | BD | Τοῦτον τὸν Ἀλκιμίδαν ἀναγράφεσθαί φησιν Ἀσκλη‐ πιάδης ἀντὶ Αἰγινήτου Κρῆτα οὕτως· Ἀλκιμίδας Θέωνος Κρής. | ||
N 61 | BD | Ἐν ἀνδρῶν, ἓν θεῶν γένος: ἐκ μιᾶς μητρὸς ὑπάρ‐ χομεν, φησί, καὶ ζῶμεν τῆς Γῆς οἵ τε θεοὶ καὶ οἱ ἄνθρωποι. ἐμφαίνει δὲ διὰ τοῦ προοιμίου, ὅτι κοινωνίαν τινὰ πρὸς τοὺς θεοὺς οἱ ἄνθρωποι ἔχομεν τῇ εὐφυΐᾳ καὶ τοῖς ἔργοις τοῦ νοῦ. | ||
5 | ὅτι δὲ κοινὸν ἡμῖν τοῖς ἀνθρώποις πρὸς τοὺς θεοὺς τὸ γένος, καὶ Ἡσίοδος μαρτυρεῖ, ἐπὶ μὲν τῆς τῶν θεῶν γενέσεως λέγων (th. 126)· Γαῖα μέν τοι πρώτιστον ἐγείνατο ἶσον ἑαυτῇ | |||
Οὐρανὸν ἀστερόενθ’, ἵνα μιν περὶ πάντα καλύπτῃ. | 101 in vol. 3 | |||
10 | Οὐρανοῦ δὲ καὶ Γῆς εἰσιν οἱ περὶ Κρόνον καὶ οἱ ἄλλοι Τι‐ τᾶνες, ἐκ δὲ τῶν Τιτάνων οἱ ὕστεροι θεοί· Ἥφαιστος δὲ Παν‐ δώραν ποιεῖ (op. 60)· Ἥφαιστον δ’ ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα γαῖαν ὕδει φύρειν, ἐν δ’ ἀνθρώπου θέμεν αὐδὴν | |||
15 | καὶ σθένος, ἀθανάτῃς δὲ θεῇς εἰς ὦπα ἐΐσκειν. ἀπὸ δὲ τῆς Πανδώρας εἰς ἡμᾶς τὸ γένος διῖκται. οὕτως ἕν ἐστι θεῶν καὶ ἀνθρώπων τὸ γένος. ἀφορᾷ δὲ καὶ πρὸς τὸ εὐφυὲς τοῦ Ἀλκιμίδου τὸ προοίμιον. | |||
N 64a | BD | διείργει δὲ πᾶσα κεκριμένα δύναμις: ἡ ἀμε‐ τάβλητος. | ||
N 64b | ἢ πολλή, ἐπιτατικῶς. | |||
N 64c | κεκριμένη, ἤτοι κεχωρισμένη. | |||
N 64d | ὁ δὲ νοῦς· διαχωρίζει δὲ ἀπ’ ἀλλήλων ἡμᾶς ἡ ὡρισμένη δύναμις τῶν θεῶν, ἵν’ ἔξωθεν ἀκούσωμεν τοσοῦτον, ὥστε τὸ μὲν τῶν ἀνθρώπων εὐδιάφθορον εἶναι γένος, τὸ δὲ τῶν θεῶν ἐν ἀσφαλεῖ καὶ βεβαίῳ καὶ ἀφθαρσίᾳ τυγχάνειν. | |||
N 64e | ἢ οὕτω· τοὺς θεοὺς καὶ ἡμᾶς χωρίζει ἡ δύναμις· οἱ μὲν γὰρ ἀθάνατοί εἰσι καὶ ἰσχύουσιν, ἡμεῖς δὲ οὐδέν. | |||
N 64f | ἢ οὕτω· τὸ μὲν ἡμέτερον γένος τὸ μηδέν ἐστι καὶ ταπεινόν, τὸ δὲ θεῖον πολλὴν ἔχει τὴν δύναμιν. καὶ ἐν Πυθιονίκαις (VIII 95) σκιᾶς ὄναρ ἄνθρωπός φησιν. | |||
N 67a | BD | ἀλλά τι προσφέρομεν ἔμπαν: ἀλλ’ ὅμως καίτοι οὐδαμινοὶ ὄντες, φησίν, ἐμφερές τι ἔχομεν τοῖς θεοῖς, ἢ κατὰ τὸν νοῦν· θεὸς γάρ τις ἐν ἡμῖν κατὰ τὸν Εὐριπίδην (fr. 1018)· ἢ κατὰ τὰς εὐφυΐας τῶν σωμάτων καὶ τὰ κάλλη. | ||
N 67b | ἢ οὕτως· | |||
ὅμως μέντοι ἐοίκαμεν προσεοικέναι τοῖς θεοῖς κατά τι, ἢ κατὰ τὸν νοῦν ἢ κατὰ τὴν εὐφυΐαν. | 102 in vol. 3 | |||
N 67c | ὁ δὲ νοῦς· προσφερεῖς, φησίν, ἐσμὲν τοῖς θεοῖς, καίπερ οὐκ εἰδότες εἴτε ἐν ἡμέρᾳ εἴτε ἐν νυκτὶ πότμος ἔγραψε τὴν εἱμαρμένην ἡμῖν καὶ τὸν θάνατον. | |||
N 67d | ἢ οὕτω· καίτοι μὴ γινώσκοντες μήτε τὰ πρὸς τὴν ἡμέραν μήτε τὰ διὰ νυκτὸς ἐσόμενα, μηδὲ εἴ τις ἡμᾶς μόρος κατακέκρι‐ κεν εἰς σκοπόν τινα καὶ στάθμην λαβεῖν. στάθμην δέ φησι τὸν θάνατον κατὰ λόγον· ἐπίστασις γὰρ ἡμῖν ἐστι τοῦ παντὸς | |||
5 | βίου καὶ στάσις καὶ τέλος. | |||
N 67e | ἢ στάθμην ἀκουστέον ἐκ μεταφορᾶς τὴν περιγραφὴν τοῦ βίου καὶ τὴν οἴκησιν. | |||
N 614a | BD | τεκμαίρει δὲ καὶ νῦν Ἀλκιμίδας: ὅτι δὲ συγγενεῖς ἐσμεν τῶν θεῶν, ὁ Ἀλκιμίδας, φησί, σαφὲς ποιεῖ τεκμηριοῦσθαι ἡμᾶς. εἰς ὃ γὰρ καὶ αὐτὸς ἔπραξε τῇ εὐφυΐᾳ ἑαυτοῦ, ἐπέδειξε τὴν πρὸς τὸ θεῖον ἡμῶν συγγένειαν, ἐγγύς | ||
5 | τι καὶ παραπλήσιον εἰργασμένος ταῖς καρποφόροις ἀρούραις. | |||
N 614b | ὁ δὲ νοῦς· τεκμηριοῖ δὲ καὶ σαφὲς εἶναι ποιεῖ τὸ πρὸς τοὺς θεοὺς ἡμῖν διὰ τὴν εὐφυΐαν συγγενὲς καὶ νῦν Ἀλκι‐ μίδης τοῖς αὐτοῦ κατορθώμασιν. | |||
N 617a | BD | αἵ τ’ ἀμειβόμεναι: οὐ γὰρ διαπαντός, φησίν, ἐξομαλίζουσι τὴν εὐκαρπίαν αἱ ἄρουραι, ἀλλὰ παρὰ χρόνους τινὰς ἀναπαύλης τυγχάνουσιν, εἶτα ἀναπαυσάμεναι πάλιν ἀπο‐ διδόασι πλείονας τοὺς καρπούς. ἀμειβόμεναι οὖν αἱ ἄρουραι. | ||
5 | τουτέστιν ἐξ ἀμοιβῆς παρ’ ἐνιαυτὸν φέρουσαι, τὸν βίον ἔδο‐ σαν, τουτέστι τὰ πρὸς τὸν βίον δαψιλῆ καὶ πλούσια· διὰ γὰρ τοῦ ἐπηετανοῦ τοῦτο βούλεται δηλοῦν. | |||
N 617b | ἄλλως. τοῦ γένους τοῦ Ἀλκιμίδου οἱ μὲν ἠγωνίσαντο, οἱ δὲ οὔ, ἀλλὰ συμβέβηκε τύχῃ τινὶ παρὰ μέρος ἀθλεῖν. νικᾷ γὰρ Ἀγησίμαχος, σχολάζει | |||
Σωκλείδης ὁ τούτου παῖς, εἶτα Πραξιδάμας ὁ ἐκ Σωκλείδου | 103 in vol. 3 | |||
5 | ἐναγώνιος γίνεται· Πραξιδάμαντος πάλιν σχολάζει ὁ υἱὸς ὁ τοῦ νικηφόρου πατήρ. τούτου οὖν μεταξὺ γεγενημένου ἐν τῷ γένει διαλείμματος ὑπεραπολογεῖται, καὶ παρομοιοῖ αὐτοὺς τῇ γῇ τῇ παρ’ ἐνιαυτὸν καὶ ἐκ διαλειμμάτων εὐκαρπούσῃ, λέγων ὅτι δηλοῖ δὲ καὶ σαφὲς ποιεῖ τὸ ἑαυτοῦ συγγενὲς ὁ | |||
10 | Ἀλκιμίδης, ὅπερ ἐστὶν ἰδεῖν ὅμοιον τῇ σπορίμῃ γῇ καὶ ταῖς ἀρούραις, αἵτινες ἐξ ἀμοιβῆς καρποφοροῦσαι ποτὲ μὲν ἀδιά‐ λειπτα τὰ πρὸς τὸν βίον παρέχουσιν ἐκ τῆς γεωργίας, ποτὲ δὲ ἀναπαυσάμεναι καὶ σχολάσασαι τὴν ἑαυτῶν δύναμιν ἀνέ‐ λαβον. τὸ δὲ ὑπερβατόν· τεκμαίρει καὶ νῦν Ἀλκιμίδης, ὃς | |||
15 | ἦλθεν ἐξ ἐρατῶν ἄθλων, παῖς ἐναγώνιος, ἰδεῖν τὸ συγγενὲς καὶ πρόσφορον τῇ γῇ, ἥτις ἐξ ἀμοιβῆς σπειρομένη ἀναπαύεται καὶ δίδωσι πολλοὺς τοὺς καρπούς. | |||
N 621a | BD | ἦλθέ τοι Νεμέας ἐξ ἐρατῶν ἀέθλων: καὶ ὁ Ἀλκιμίδης οὖν παραπλήσιος ταύταις ἐγένετο· ὡς γὰρ αὗται ποτὲ μὲν ἀναπαύονται, ποτὲ δὲ καρποφοροῦσι, τῆς γῆς ἐκ διαλείμματος καρποφορούσης, οὕτω καὶ τὸ γένος τοῦ Ἀλκι‐ | ||
5 | μίδα. ὁ μὲν γὰρ πάππος τοῦ Ἀλκιμίδα ἐνίκησεν, ὁ δὲ πατὴρ οὐκέτι· ὁ δὲ μὴ νικήσας πατὴρ τῇ ἀναπαύσει παραβέβληται τῶν ἀρουρῶν, ὁ δὲ Ἀλκιμίδας πάλιν νικήσας τῇ μετὰ τὴν ἀνάπαυσιν καρποφορίᾳ. ὃς μετερχόμενος, φησί, τὴν ἐκ Διὸς μοῖραν, τουτέστι τὸν Νεμεακὸν στέφανον, τὰ γὰρ Νέμεα τοῦ | |||
10 | Διός, κατὰ τὰ ἴχνη τοῦ Πραξιδάμαντος τὸν ἑαυτοῦ πόδα | |||
νέμει, τουτέστι μερίζει· ὡς γὰρ ἐκεῖνος ἐνίκησεν, οὕτω καὶ οὗτος. | 104 in vol. 3 | |||
N 621b | ὁ δὲ νοῦς· ἦλθεν οὖν πρὸς τὸ παρὸν ἀπὸ τῶν Νεμεακῶν ἀγώνων τῶν ἐρασμίων ὁ ἀνδρειότατος Ἀλκιμίδης, ὃς ἐκ θεῶν ταύτην κληρωθεὶς τὴν εὐτυχίαν νῦν ἐφάνη περὶ τὴν τῆς πάλης νίκην οὐκ ἄμοιρος, ἀλλ’ ὥσπερ τις ἀγαθὸς κυνη‐ | |||
5 | γέτης, οὕτω κατ’ ἴχνος βαίνων τοῦ Πραξιδάμαντος τοῦ ἑαυ‐ τοῦ πάππου. ὁ δὲ Ἀρίσταρχος οὐκ ἐπὶ τῷ διαλιπεῖν τὸν πα‐ τέρα παραβεβλῆσθαί φησι τῇ γῇ 〈τὰ〉 τῶν ἀνθρώπων, ἀλλὰ διὰ τὸ τὸν Ἀλκιμίδαν πρότερον μὲν ὄντα παῖδα νικῆσαι, διαλι‐ πόντα δὲ χρόνον νῦν πάλιν νενικηκέναι. | |||
N 630 | BD | κεῖνος γὰρ Ὀλυμπιόνικος ἐών: ἐκεῖνος ὁ Πραξι‐ δάμας, φησί, πρῶτος ἐγένετο τῶν Αἰγινητῶν πάντων Ὀλυμ‐ πιονίκης, ἢ τοῦ γένους ἑαυτοῦ. ὁ δὲ παρὼν Ἀλκιμίδης οὐκ ἐποίησε ληθαργηθῆναι τὸν ἑαυτοῦ πατέρα, φησίν, ἀργησάν‐ | ||
5 | των τῶν ἀγωνισμάτων, ἀλλὰ διὰ τῆς ἑαυτοῦ ἀνδρείας ἐκεῖνος ἐσέμνυνε τὸν Σωκλείδην τὸν ἑαυτοῦ πατέρα. ὁ δὲ Δίδυμος, Σωκλῆς ἐστι τὸ ὄνομα, φησί· παρήγαγε δὲ αὐτὸ πατρωνυμι‐ κῶς, ὡς ἔθος ἐστὶ τοῖς ποιηταῖς. ὡς οὖν μὴ νενικηκότος τοῦ Σωκλείδου οὗτος τὴν περὶ ἐκεῖνον λήθην ἔπαυσε, νικήσας | |||
10 | τοὺς προειρημένους στεφάνους. τὸ δὲ ὑπέρτατος ἀντὶ τοῦ πρεσβύτερος· ὁ γὰρ Σωκλείδης πρεσβύτερος μὲν τῶν υἱῶν γέγονεν Ἀγησιμάχῳ, πατὴρ δὲ Πραξιδάμαντος. | |||
N 638a | BD | ἐπεί οἱ τρεῖς ἀεθλοφόροι: ἄρθρον ἐστὶ τὸ οἵ | ||
ἀντὶ τοῦ τῷ· τουτέστι τῷ Σωκλείδῃ. τρεῖς γὰρ παῖδες ἐγέ‐ νοντο αὐτῷ, ὧν ὁ Πραξιδάμας πρῶτος· οἵτινες παῖδες, φησίν, εἰς ἄκρον ἦλθον τῆς ἀρετῆς τῆς ἀθλητικῆς, τῶν τε πόνων | 105 in vol. 3 | |||
5 | τῶν ἀθλητικῶν μετέσχον καὶ ἐγεύσαντο. περιττεύει οὖν ὁ τέ. | |||
N 638b | τρεῖς γὰρ ἀθλοφόρους εἶπε, τοὺς ἀδελφοὺς δηλαδὴ τοῦ Σωκλείδου· τῷ δὲ αὐτὸς μὴ ἠθληκέναι ὁ Σωκλείδης τὸν υἱὸν ἐγύμνασεν, ὃς τὴν περὶ αὐτὸν λήθην ἐσκέδασε νικήσας· ἀνεκή‐ ρυξε γὰρ τὸν πατέρα. | |||
N 638c | τὸ δὲ σὺν θεοῦ τύχᾳ ἀντὶ τοῦ τῇ ἐκ θεοῦ τύχῃ. | |||
N 638d | οὐδένα ἕτερον οἶκον οὕτως ἀπέδειξε καὶ ἀπέφηνε, φησί, πλείους ἀπενηνοχότα στεφάνους. | |||
N 644 | BD | μυχῷ Ἑλλάδος ἁπάσας: ἀμφίβολον πότερον ὡς ἐν Ἰσθμῷ πολλὰς νίκας εἰληφότων οὕτως εἶπεν, ἐπεὶ μυχὸς τῆς Πελοποννήσου ἡ Κόρινθος, ἐν ᾗ τὰ Ἴσθμια ἄγεται· Ὅμηρος (Ζ 152)· | ||
5 | ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο· ἢ ἐπεὶ μυχοί εἰσι τῶν χωρῶν αἱ πόλεις αἱ κρύψεις παρέχουσαι ἀντὶ τῶν πεδινῶν τόπων, τὰς πόλεις, ἐν αἷς ἐνίκησαν, μυχοὺς Ἑλλάδος κέκληκεν. ἐν μυχοῖς οὖν Ἑλλάδος, ἐν ταῖς Ἑλλαδι‐ καῖς πόλεσιν, ἐν ἑκάστῳ μυχῷ τῆς Ἑλλάδος. | |||
N 645a | BD | ἔλπομαι μέγα εἰπὼν ἄντα σκοποῦ τυχεῖν: ἔνιοι γράφουσιν ἂν τετυχεῖν. ἐλπίζω οὖν, φησί, μεγαλορρημο‐ νήσας καὶ καυχησάμενος ἐπιτυχεῖν ἂν τοῦ σκοποῦ ὡς ἀπὸ | ||
τόξου πέμπων βέλος. τὸ δὲ τετυχεῖν ὅμοιον τῷ λελαβέσθαι | 106 in vol. 3 | |||
5 | (δ 388). γράφουσι δὲ καὶ ἄντα, ἵν’ ᾖ ὁ λόγος· ἐναντίον τι καὶ εὐθὺ τοῦ σκοποῦ. | |||
N 645b | ἄλλως. προσδοκῶ δὲ μεγάλως ἐπαινέσας τὸν νικηφόρον ἐπιτυχεῖν τοῦ σκοποῦ ὡς ἄριστος τοξότης. | |||
N 645c | τὸ δὲ ὥ Δωρικῶς, ὡς ἀντὶ τοῦ ὥστε φησίν. | |||
N 648a | BD | εὐθὺν ἐπὶ τοῦτον ἄγε Μοῖσα: ἐπὶ τοῦτον οὖν τὸν σκοπὸν, ὦ Μοῦσα, τοὺς σοὺς ἄγε λόγους τοὺς εὐκλεεῖς, καὶ ἐπαίνει τὸν νικηφόρον. | ||
N 648b | ἢ οὕτως· ἐπὶ τὸν σκοπὸν, ὃν προεῖπον, τὴν οὐριότητα τῶν ποιημάτων ἄγε. | |||
N 650 | BD | παροιχομένων γὰρ ἀνέρων: τῶν γὰρ τεθνηκό‐ των ἀνδρῶν τὰ κάλλιστα κατορθώματα διὰ τῶν οἰκείων λόγων οἱ ποιηταὶ τῇ μνήμῃ παραδιδόασι καὶ οἱ λοιποὶ τῶν σοφῶν. ἀοιδοὶ μὲν γὰρ οἱ ποιηταί, λόγιοι δὲ οἱ πρότερον τὰ κατὰ | ||
5 | τὰς πόλεις διηγούμενοι. | |||
N 653a | BD | Βασσίδαισιν ἅ τ’ οὐ σπανίζει: ὁ Δίδυμός φησι προσήκειν γράφειν Βουδίδαι. γενέσθαι γάρ τινα Βουδίωνα ἐν Αἰγίνῃ, ἀφ’ οὗ κατάγεσθαι γενεὰν τὴν Βουδιδῶν. μνημο‐ νεύειν δέ φησι τοῦ Βουδίωνος Πυθαίνετον (FHG IV 487) ἐν | ||
5 | πρώτῳ Αἰγινητικῶν γράφων οὕτως· περὶ δὲ ταῦτα τούτων λεγομένων λέγεται Βουδίωνα τυγχάνειν διενηνεγμένον πρὸς Οἰ‐ νώνην τὴν ἑαυτοῦ θυγατέρα. | |||
N 653b | ὁ δὲ νοῦς οὕτως· ἅτινα κάλλιστα ἔργα ἐν τοῖς Βασσίδαις οὐ σπανίζει, ἀλλὰ πλεονάζει, οὐδὲ ἐν τῷ γένει τῷ ἐξ ἀρχῆς διαβοήτῳ. Βάσσος γὰρ πρό‐ γονος τῶν ἀνωτέρω τοῦ Ἀλκιμίδου· ἔστι δὲ καὶ φυλὴ ἐν Αἰ‐ | |||
5 | γίνῃ Βασσιάδαι. | |||
N 653c | ἢ οὕτως· ἡ τῶν Βασσιδῶν, φησί, γενεὰ | |||
οὐ σπανίζει καλῶν ἔργων. διὸ οἱ ἀοιδοὶ καὶ οἱ λόγιοι κομί‐ ζουσιν αὐτῶν τὰ ἔργα τὰ καλά. ἐὰν δὲ προφερώμεθα, ἅ τ’ οὐ σπανίζει, τὸν λόγον οὕτω καταστήσομεν· ὧν οὐ σπανίζει ἡ | 107 in vol. 3 | |||
5 | παλαίφατος γενεὰ τῶν προειρημένων ἔργων. | |||
N 653d | ἢ οὕτω· Βασσίδαισι καθ’ αὑτό, εἶτα ἀπ’ ἄλλης ἀρχῆς· ἅ τ’ οὐ σπανίζει· τὰ προειρημένα ἔργα, ἅ τ’ οὐ σπανίζει τοῖς Βασσίδαις. | |||
N 653e | ἢ Βασσίδαισιν ἅ τ’ οὐ σπανίζει, εἶτα ἀπ’ ἄλλης ἀρχῆς· παλαί‐ φατος, ᾧ συναπτέον τὸ ἐπιφερόμενον. | |||
N 655a | BD | ἴδια ναυστολέοντες: οἱ Βασσίδαι, φησίν, ἴδια ναυστολοῦντες, τουτέστιν ἴδια χορηγοῦντες καὶ κομίζοντες ἔργα τοῖς τῶν Πιερίδων ἀρόταις, τουτέστι τοῖς ποιηταῖς. | ||
N 655b | ἀνυμνεῖν θέλοντες οὐκ ἐπακτοῖς χρήσονται ἐπαίνοις διὰ τὸ σπανίζειν αὐτοὺς ἔργων, ἀλλὰ τοῖς αὑτῶν· πολλὰ γὰρ δεδράκασιν. ἐπικώμια δὲ τὰ εἰς κῶμον ὑμνεῖσθαι ἐπιτήδεια τῆς νίκης. μετὰ γὰρ τὸ νικῆσαι ἐκώμαζον μετὰ τῶν ἡλικιωτῶν. | |||
N 655c | ἢ οὕτως· οὐ δεόμενοι δι’ ἑτέρων κοσμήσασθαι, ἀλλ’ ἑαυτοῖς ἀρκούμενοι πρὸς κόσμον ἴδια παρακομίζοντες ἔργα τοῖς ποιηταῖς. ναυστολοῦντες δὲ ἀντὶ τοῦ ἐπιφορτίζοντες, οἱονεὶ σωρεύοντες ἐκ τῶν ἰδίων κόπων τὰ ἐγκώμια. | |||
N 655d | ἀγερώχων δὲ ἐργμάτων ἀντὶ τοῦ μεγάλων ἔργων. δυνάμενοι οὖν τοῖς ποιηταῖς παρέχειν πολλῶν ἐπαίνων χορηγίαν ἕνεκεν τῶν πρατ‐ τομένων αὐτοῖς ἔργων ὀλβίων. | |||
N 659a | BD | καὶ γὰρ ἐν ἀγαθέᾳ χεῖρας ἱμαντωθείς: καὶ γὰρ ἐν ..... θαυμασίᾳ τὰ πυκτικὰ σκεύη μετὰ χεῖρας λα‐ βὼν ἐνίκησεν ἀπὸ τῆς αὐτῆς συγγενείας ὢν καὶ πατρίδος ὁ Καλλίας. | ||
N 659b | ἢ ὅτι πυκτεύσας ἐν Πυθοῖ ἐνίκησεν ἀρέσας τῷ Ἀπόλλωνι καὶ τῇ Ἀρτέμιδι ἀπὸ τῆς αὐτῆς ὢν πατρίδος, ἤτοι τῆς Αἰγίνης, καὶ ἐκ τοῦ αὐτοῦ αἵματος, τουτέστιν ἐκ τῆς αὐ‐ τῆς φατρίας τῶν Βασσιδῶν Καλλίας, ὅ, Κρέοντος ὑπῆρχε | 108 in vol. 3 | ||
5 | παῖς. | |||
N 659c | BDP | χρυσηλάκατον δὲ εἶπε τὴν Λητὼ τὸ τῆς Ἀρτέ‐ μιδος μετενεγκὼν ἐγκώμιον ἐπὶ τὴν μητέρα τὴν γεννήσασαν. | ||
N 664a | BD | παρὰ Κασταλίᾳ τε Χαρίτων ἑσπέριος: ἀπὸ τῆς πηγῆς τοὺς Δελφοὺς ὠνόμασεν. ἐκωμάσθη γὰρ νικήσας ὑπὸ τῶν ἡλικιωτῶν ἑσπέριος. | ||
N 664b | BDP | Χαρίτων ἑσπέριος: Χαρίτων ὁμάδῳ οἱ μὲν τῷ χορῷ ἀποδεδώκασιν, οἱ δὲ, τῷ χαριεστάτῳ θορύβῳ τῆς ἐπὶ τῇ νίκῃ πανηγύρεως ἐλαμπρύνετο κωμάζων. | ||
N 664c | ἄλλως. μέχρις ἑσπέρας ἔλαμπεν. | |||
N 664d | ὁ δὲ νοῦς παρὰ δὲ τῇ Κασταλίᾳ πηγῇ (ἐκ δὲ τούτου ἐν Δελφοῖς τῷ ἀγῶνι νικήσας) τῇ τῶν χορευ‐ τῶν χάριτι ἐπὶ τῇ νίκῃ μέχρις ἑσπέρας ἡ νίκη αὐτοῦ καὶ ἡ δόξα ἐξέλαμπεν· ἔθος γὰρ ἦν καὶ παννυχίδας ὕμνων τοῖς | |||
5 | νενικηκόσιν τελεῖσθαι. τοῦτο δὲ ὡς καὶ τὰ Πύθια νικήσαντος αὐτοῦ. | |||
N 667a | BDP | πόντου τε γέφυρα: ὡς καὶ ἐν Ἰσθμοῖ νενικηκό‐ τος αὐτοῦ· πόντου γὰρ γέφυρα ὁ Ἰσθμός· τεσσαράκοντα τριῶν γὰρ σταδίων ἀμφιθάλασσος ἦν. καὶ ἔστι κατὰ τὸ ἔτυμον γέ‐ φυρα ἡ διὰ τῆς γῆς φέρουσα ὁδός. ἀπὸ δὲ τοῦ προκειμένου | ||
5 | τούτῳ προσυπακουστέον τὸ φλέγε πόντου γέφυρα. 69BD | 109 in vol. 3 | ||
N 667b | P | ἀμφικτυόνων δὲ τῶν περιοικούντων· μέχρι γὰρ αὐτοῦ οἱ ἀγῶνες ἐτελοῦντο. 69P | ||
N 667c | BDP | πόντου γέφυρ’ ἀκάμαντος ὁ Ἰσθμι‐ κὸς ἀγὼν, ὅτι ἱερὸς τῷ Ποσειδῶνι. 71dBD | ||
N 667d | P | ὁ δὲ νοῦς· πόντου ἀκάμαντος γέφυρα ὁ Ἰσθμὸς, ὁ ὢν τοῦ Ποσειδῶνος τέμενος καὶ ἀγὼν καὶ οἴκημα ὥσπερ. 73P | ||
N 669a | BDP | ταυροφόνῳ τριετηρίδι: ἐν ᾗ ταύρους φονεύουσι καὶ ἱερουργοῦσι τῷ Ποσειδῶνι. καὶ Ὅμηρος (γ 6)· ταύρους παμμέλανας ἐνοσίχθονι κυανοχαίτῃ. | ||
N 669b | τριετηρίδι δὲ διὰ τὸ διὰ τριετηρίδος τὸν Ἰσθμικὸν ἀγῶνα τελεῖσθαι. | |||
N 670 | BDP | Κρεοντίδαν: τὸν Καλλίαν, ὡς τοῦ πατρὸς αὐτοῦ Κρέοντος καλουμένου. | ||
N 671a | BDP | βοτάνα τέ νίν ποθ’ ἁ λέοντος: βούλεται ἡ ἱστορία ἐκ τοῦ Ἀρχεμόρου αἵματος ἀναδεδόσθαι τὸ βοτανίδιον· οἱ δὲ, ὃ καὶ βέλτιον, βοτάνη λέοντος ἡ Νεμέα, παρόσον κατ’ αὐτὴν διῆγεν ὁ λέων βοσκόμενος. | ||
N 671b,col 1 | BD | ἄλλως. βοτάνην λέοντος τὸ σέλινον δεκτέον. σέλινον γὰρ | ||
ὁ αὐτόθι στέφανος, | Column end | |||
N 671b,col 2 | P | ἄλλως. βοτάνη λέοντος ἤτοι καθολικῶς ἡ Νεμέα, ἢ τὸ | ||
σέλινον δεκτέον, | Column end | |||
BDP | ὅτι ὁ Ἡρακλῆς καταγωνισάμενος τὸν λέοντα τοῦτο ἐνομο‐ | |||
5 | θέτησεν εἶναι τὸ στέμμα. | |||
N 671c | ἀλλ’ ἀλόγως· φαίνεται γὰρ ἐπ’ Ἀρχεμόρῳ ὅ τε ἀγὼν τεθεὶς καὶ τὸ σέλινον τοῖς νικῶσι διδόμενον. 67cBD | |||
N 671d | ὁ δὲ νοῦς· καὶ ἡ Νεμέα δέ ποτε νι‐ κήσαντα τὸν Καλλίαν ἔστεψεν, ἥτις Νεμέα ἐστὶν ὑπὸ τοῖς συμφύτοις καὶ ἀρχαίοις τοῦ Φλιοῦντος ὄρεσι. θέλει δὲ αὐ‐ | |||
τὸν καὶ Νεμεονίκην ἀποδεῖξαι. 67bP | 110 in vol. 3 | |||
N 673 | BDP | δασκίοις: τοῖς συνδένδροις, ἢ παρὰ τὸ ὑψηλὸν τοῖς μεγίστην σκιὰν ἀπεργάζεσθαι δυναμένοις. κεῖται δὲ ἡ Νεμέα παρὰ τὰ Φλιάσια ὄρη, παράκειται δὲ καὶ πόλις ὁμώνυμος ἡ Φλιοῦς, ἡ πρότερον Ἀραιθυρέα καλουμένη, ἣν καὶ Ὅμηρος | ||
5 | οὕτω φησί (Β 571). | |||
N 675 | BD | πλατεῖαι πάντοθεν λογίοισι: πολλαὶ καὶ πλα‐ τεῖαι ἀφορμαί εἰσι τοῖς ἐλλογίμοις, φησί· πάλιν τοὺς ποιητὰς ἀκουστέον· ὥστε ὑμνεῖν τὴν νῆσον ταύτην τὴν Αἴγιναν· ἐπειδὴ αὐτοῖς χορηγίαν παρέχουσιν ἐπαίνων οἱ Αἰακίδαι, καὶ ἐξαί‐ | ||
5 | ρετον ἀρετὴν ἐπεδείξαντο. ἀμφίβολον δὲ πότερον τοῖς προκει‐ μένοις λόγοις παρέσχον μοῖραν πλείστην οἱ Αἰακίδαι, ἢ οἱ Αἰακίδαι ἔπορον ἔξοχον αἶσαν τοῖς ἰδίοις πολίταις δοξάζοντες αὐτούς. | |||
N 683 | BD | καὶ ἐς Αἰθίοπας Μέμνονος οὐκ ἂν ἀπονοστά‐ σαντος ἐπᾶλτο: ἔστι καὶ συνεσταλμένως καὶ βαρυτόνως ἀναγνῶναι, ἔπαλτο, τουτέστιν ἐπάλθη, ἐβλήθη τὸ κλέος αὐτῶν εἰς Αἰθίοπας. | ||
N 685a | BD | βαρὺ δέ σφιν νεῖκος ἔμπες’ Ἀχιλεύς: βαρεῖαν δὲ καὶ ἐπαχθῆ μάχην διὰ φιλονεικίαν αὐτοῖς ἐπέδειξεν ὁ Ἀχιλλεὺς τοῖς Αἰθίοψι, χαμαὶ κλίνας τὸν Μέμνονα αὐτὸς ἐκ τῶν ἁρμάτων κατελθὼν, τῆς φαιδρᾶς Ἡμέρας τὸν υἱὸν, ἡνίκα | ||
5 | ἐφόνευσε τῇ ἀκμῇ τοῦ δόρατος τοῦ λίαν ὀργίλου. περίφρασις | |||
δὲ τὸ σχῆμα, ἵνα τὴν Ἀχιλλέως δείξῃ περὶ τὸ πολεμεῖν εὐθαρ‐ σίαν. | 111 in vol. 3 | |||
N 685b | ἄλλως. Μέμνων υἱὸς μὲν ἦν Τιθωνοῦ καὶ Ἡμέρας, βασιλεὺς δὲ Αἰθιόπων. οὗτος ἐναντιούμενος τοῖς Ἕλλησιν ὑπὲρ τῶν Τρώων ἀνῃρέθη ὑπὸ Ἀχιλλέως, καὶ διὰ τοῦτό φησι τὴν τῶν Αἰακιδῶν δόξαν καὶ μέχρις Αἰθιόπων διαπτῆναι. | |||
5 | οὐκ ἐκ παραδρομῆς δὲ ζάκοτον εἶπε τὸ δόρυ τοῦ Ἀχιλλέως, ὡσανεὶ μείλινον ἤ τι τοιοῦτον αὐτὸ ἔφη ἐν κοινότητι, ἀλλ’ ὅτι ἰδιαίτερον παρὰ τὰ ἄλλα κατεσκεύαστο. δίκρουν γὰρ, ὥστε δύο ἀκμὰς ἔχειν καὶ μιᾷ βολῇ ὥστε δισσὰ τὰ τραύματα ἀπερ‐ γάζεσθαι. καὶ Αἰσχύλος ἐν Νηρεΐσι (fr. 152)· κάμακος εἶσι, | |||
10 | κάμακος γλώσσημα διπλάσιον. καὶ Σοφοκλῆς ἐν Ἀχιλλέως ἐρασταῖς (fr. 156)· ἢ δορὸς διχόστομον πλᾶκτρον· δίπτυχοι γὰρ ὀδύναι μιν ἤρικον Ἀχιλληΐου δόρατος. | |||
15 | μετάγουσι δὲ τὴν ἱστορίαν ἀπὸ τῆς Λέσχου μικρᾶς Ἰλιάδος λέγοντος οὕτως (fr. 5 Kinkel)· ἀμφὶ δὲ πόρκης χρύσεος ἀστράπτει, καὶ ἐπ’ αὐτῷ δίκροος δίη. | |||
N 685c | ἢ ζάκοτόν φησι κατὰ μετουσίαν τοῦ φέροντος καὶ αὐτὸ συμπνέον τῇ ὀργῇ, ἀπὸ τῶν παρ’ Ὁμήρῳ (Λ 573; Ο 316)· πολλὰ δὲ καὶ μεσσηγὺ, πάρος χρόα λευκὸν ἐπαυρεῖν. ἐν γαίῃ ἵσταντο, λιλαιόμενα χροὸς ἆσαι. | |||
N 691a | BD | καὶ ταύταν μὲν παλαιότεροι: καὶ ταύτην μὲν τὴν ὁδὸν τὴν τῶν ἐπαίνων, ἥτις ἐστὶ τολοιπὸν κατημαξευ‐ μένη, οἱ παλαιότεροι ἡμῶν καὶ οἱ πρεσβύτεροι ἐξεῦρον· ἀντὶ τοῦ καὶ οἱ πρότεροι ἡμῶν ἐπῄνεσαν τοὺς Αἰακίδας. ἀκολου‐ | ||
5 | θήσω οὖν καὶ αὐτὸς ἔχων ταύτην τὴν μελέτην καὶ σπουδὴν, τὸ ἐπαινεῖν τοὺς ἀγαθοὺς ἄνδρας ἀεί. | 112 in vol. 3 | ||
N 691b | μελέτην δέ φησι τὴν ἐπιμέλειαν. Ὅμηρος (Hes. op. 412)· μελέτη δέ τοι ἔργον ὀφέλλει. | |||
N 694a | BD | τὸ δὲ πὰρ ποδὶ ναὸς ἑλισσόμενον: ποὺς μὲν νεὼς τὸ πηδάλιον. τὸ δὲ κῦμα τὸ παρὰ τῷ πηδαλίῳ ἑλισσό‐ μενον δονεῖ καὶ ταράσσει τὸν ἑκάστου θυμόν. οὐ τὸ παρελη‐ λυθὸς οὖν ταράσσει, ἀλλὰ τὸ ἔτι εἱλούμενον. λέγει δὲ τοῦτο | ||
5 | ὁ Πίνδαρος, ὅτι παρεξέβη εἰς τὸ ὑμνεῖν τοὺς Αἰακίδας· ἔργον δὲ οὐκ ἐξέλαβε τοῦτο, ἀλλ’ εἰς τὸ ὑμνῆσαι τὸν Ἀλκιμίδην. διό φησιν· αὐτὸν ὑμνήσω. | |||
N 694b | ὁ δὲ νοῦς· παραπεμψάμενος οὖν, φησί, τὰ παλαιὰ τῶν νέων καὶ παρόντων ἕξομαι· καὶ γὰρ ἐπὶ τῶν πλεόντων ἀεὶ τὸ παρὰ τῷ πηδαλίῳ κῦμα παρὸν καὶ ὁρώμενον τοῦ κυβερνῶντος ἀνδρὸς ταράσσει τὴν ψυχήν. | |||
N 697a | BD | ἑκόντι δ’ ἐγὼ νώτῳ μεθέπων δίδυμον ἄχθος: μεταφορᾷ κέχρηται τῇ τῶν ὑποζυγίων· σημαίνει γὰρ ὅτι ἑκου‐ σίως ἐγὼ τοῦτο τὸ βάρος ὑπέμεινα δίδυμον ὑπάρχον· τοῦτο δέ φησιν, ἢ ὅτι σὺν τῷ τὸν Ἀλκιμίδην ὑμνῆσαι συμπαραλαμβά‐ | ||
5 | νειν μέλλει καὶ ἔπαινον τοῦ ἀλείπτου Μελησίου, ἢ τὸ τοῦ Ἀλκιμίδου καὶ τὸ τῶν Αἰγινητῶν· καὶ γὰρ ἐκείνους καὶ ἔτι τρίτον τοὺς Αἰακίδας ὕμνησε, καὶ αὐτὸν τὸν Ἀλκιμίδην. | |||
N 697b | ὁ δὲ νοῦς· ἑκὼν γὰρ ἐδεξάμην ἐπὶ τοῖς ἐμαυτοῦ νώτοις τοῦτο τὸ φορτίον τὸ διπλοῦν, ἄγγελος καὶ κῆρυξ βουληθεὶς γενέσθαι τῆς ἀρετῆς τῶν ἀνδρῶν, Ἀλκιμίδου καὶ Μελησίου. περὶ γὰρ αὐτῶν ἑξῆς φησιν ὡς εἰκοσιπέντε στεφάνους εἰλη‐ | |||
5 | φότων τῶν ἀπὸ ταύτης τῆς φατρίας ἢ καθόλου τῶν Αἰγινη‐ τῶν. | |||
N 697c | ἄλλως. φησὶν αὐτὸ τὸ προφθάσαν γένος εἰκοσι‐ τέσσαρας ἐσχηκέναι νίκας, τὸν δὲ Ἀλκιμίδην εἰκοστὴν πέμπτην | |||
ταύτην νενικηκέναι. τοῦτο οὖν τὸ εἰκοστὸν πέμπτον σεμνο‐ λόγημα ἐξαγγέλλων, ὅπερ ἀπὸ τῶν ἀγώνων ἐδέξαντο, ἀγώνων | 113 in vol. 3 | |||
5 | δὲ τούτων οὓς ἱεροὺς καλοῦσιν, ἤτοι τοὺς περιοδικούς .... | |||
N 697d | ... εἰκοσιτέσσαράς φησιν. ὅπερ εὖχος καὶ σεμνολόγημα τὸ εἰκοστὸν πέμπτον ὁ Ἀλκιμίδης προσέθηκε καὶ ἐπήρκεσε παρασχεῖν νικήσας τὸν ἀγῶνα τῇ ἐνδοξοτάτῃ αὐτοῦ γενεᾷ. | |||
N 6104a | BD | δύο μὲν Κρονίου πὰρ τεμένει: ἐν Ὀλυμπίᾳ, φησίν, ἐνόσφισεν αὐτοὺς καὶ ἐχώρισεν ἡ προεξάνθησις τῶν τριχῶν· ἀπεκρίθησαν γὰρ, ὡς οὐ παιδικὴν ἔχοντες ἡλικίαν διὰ τὸ προηνθηκέναι τὰς τρίχας. πρὸ ὥρας γοῦν τὸ ἄνθος | ||
5 | αὐτοῖς τῆς ἥβης, φησί, συνεκληρώθη· οὗτος γὰρ κλῆρος ἄνθους. ὁ δὲ Πολυτιμίδας οἰκεῖος τοῦ Ἀλκιμίδου. κληρω‐ θέντες οὖν οὗτοι παίδων ἀγωνίσασθαι, μεταξὺ γενειάσαντες, ἐξεκρούσθησαν τοῦ ἀγῶνος. | |||
N 6104b | ὁ δὲ νοῦς δύο δὲ ἄνθη καὶ νίκας τῆς Ὀλυμπίας τῆς οὔσης παρὰ τῷ Κρονίῳ τεμένει ὁ προπετὴς κλῆρος ὑμᾶς ἀπεστέρησεν, ὦ Ἀλκιμίδη. | |||
N 6108a | BD | δελφῖνί κε τάχος δι’ ἅλμας ἶσον εἴποιμι Μελησίαν: Μελησίας εἷς τῶν ἐνδόξων ἀλειπτῶν· ἐπαινεῖ δὲ αὐτοῦ τὸ τάχος, ἐπεὶ ταχὺ αὔξει τοὺς ὑπ’ αὐτοῦ ἀλειφο‐ μένους καὶ κατάγει εἰς τοὺς ἀγῶνας. καὶ τοσοῦτόν φησι δια‐ | ||
5 | φέρειν τῶν ἄλλων ἀλειπτῶν τῷ ταχέως τοὺς ἀλειφομένους κατάγειν, εὐχερείας καὶ ἰσχύος ἡνίοχον ὄντα, ὅσον ὁ δελφὶς τῶν ἄλλων ἐναλίων τῷ τάχει διαφέρει. | |||
N 6108b | ἀντὶ τοῦ ἶσον ἂν εἴποιμι καὶ τὸν Μελησίαν τῷ ταχεῖ δελφῖνι τῇ τε ἰσχύϊ καὶ | |||
τῇ τέχνῃ. | 114 in vol. 3 | |||
N 7metr(t1) | Scholia in Nemeonicarum carmen VII | |||
t2 | D | Σωγένει Αἰγινήτῃ πεντάθλῳ παιδί. | ||
1 | BD | Τῆς ἑβδόμης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ιβʹ τὸ αʹ ἀντισπαστικὸν τρίμετρον ὑπερκατάληκτον. τὸ βʹ ἐγκω‐ μιολογικὸν λεῖπον τῷ ἐσχάτῳ ἰάμβῳ. τὸ γʹ ἐπιωνικὸν, διὰ τὰς ἀντιπαθεῖς ἰάμβῳ. τὸ δʹ περίοδος διπλῆ, καὶ ἡ μὲν πρώτη | ||
5 | ἀπόδοσίς ἐστι μέσος ἴαμβος, ἡ δὲ δευτέρα διπλοῦς τροχαῖος. λείπει. τὸ εʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. ὁ τρίτος ποὺς δάκτυλος συναλειφόμενος. τὸ ϛʹ χοριαμβικὸν δίμετρον κατα‐ ληκτικόν. τὸ ζʹ Ἀνακρεόντειον ἐκ διπλοῦ πενθημιμεροῦς καὶ ἰαμβικῆς συλλαβῆς καταληκτικόν. τὸ ηʹ ἰωνικὸν δίμετρον | |||
10 | καταληκτικόν· ἡ γὰρ πο συλλαβὴ βραχεῖα. τὸ θʹ τροχαϊκὸν Εὐριπίδειον διαλυθέν. τὸ ιʹ ἐπιωνικὸν ὅμοιον τῷ γʹ. τὸ ιαʹ ἰωνικὸν δίμετρον ἀκατάληκτον. τὸ ιβʹ ἰαμβικὸν ἑφθημιμερές. ἡ δὲ ἐπῳδὸς κώλων ἑπτά. τὸ αʹ 〈δίμετρον〉 χοριαμβικὸν καὶ ἴαμβος καὶ συλλαβή. τὸ βʹ ἰωνικὸν δίμετρον ἀκατά‐ | |||
15 | ληκτον. ἡ πρώτη συζυγία τροχαῖος, εἶτα ἰωνική. τὸ γʹ τρο‐ χαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ δʹ Φερεκράτειον ἢ ἀνα‐ | |||
παιστικὸν μονόμετρον ὑπερκατάληκτον. τὸ εʹ Γλυκώνειον· ἡ μία ἀπόδοσις ἀντὶ τῆς ἰαμβικῆς συζυγίας τὴν χοριαμβικὴν 〈ἔχει〉 ὡς συγγενῆ. τὸ ϛʹ τροχαϊκὸν δίμετρον καταληκτικόν. | 115 in vol. 3 | |||
20 | τὸ ζʹ τροχαϊκὸν τρίμετρον βραχυκατάληκτον, ἢ Ἀρχιλόχειον παρὰ μίαν συλλαβήν. | |||
N 7inscr | Πρῶτος ὁ Σωγένης Αἰγινητῶν ἐνίκησε παῖς ὢν πεντάθλῳ κατὰ τὴν τεσσαρεσκαιδεκάτην Νεμεάδα. ἐτέθη δὲ ὁ πένταθλος πρῶτον κατὰ τὴν τρισκαιδεκάτην Νεμεάδα. | |||
N 71a | Εἰλείθυια πάρεδρε Μοιρᾶν: ζητεῖται διατί ἀπὸ τῆς Εἰλειθυίας εἰσβέβληκε, καὶ τί δήποτε τῇ Εἰλειθυίᾳ προσ‐ διαλέγεται. ἔνιοι μὲν οὖν φασι νέον ὄντα τὸν Σωγένην ἑτέρου νικήσαντος αὐτὸν κατὰ χάριν ἀνηγγέλθαι τοῦ πατρὸς Θεαρίω‐ | |||
5 | νος εἰς τοῦτο φιλοτιμηθέντος, τὸν δὲ ἀγωνισάμενον Νεοπτόλε‐ μον τοὔνομα Ἀχαιόν· παρὸ καὶ εἰς τοὺς ὑπὲρ Νεοπτολέμου τοῦ Ἀχιλλέως τὸν ποιητὴν παρεκβῆναι λόγους. αὐτοσχέδιον δέ φησι τοῦτο εἶναι ὁ Δίδυμος· οὐδεὶς γὰρ ἀφ’ ἑτέρου ὀνό‐ ματος κηρύττεται, μόνον δὲ ἐν τοῖς ἱππικοῖς ἀγῶσι νενόμισται | |||
10 | τὸ ἔθος, ὥστε τοὺς βασιλέας καὶ τυράννους ἀναγράφεσθαι· πλούτου γὰρ καὶ χορηγίας τὴν ἱπποτροφίαν ἐπίδειξιν εἶναι | |||
B | καὶ οὐ ῥώμης. ἔνιοι δέ φασι πρὸς τοὔνομα τοῦ Σωγένους παρειλκύσθαι τὴν Εἰλείθυιαν· εἶναι γὰρ αὐτὴν σωγενῆ τινα διὰ τὸ τὰ γεννώμενα ἀνασῴζειν· τὸν οὖν Πίνδαρον ψυχρευσά‐ | |||
15 | μενον πρὸς τοὔνομα τῆς Εἰλειθυίας μεμνῆσθαι. καὶ τοῦτο δὲ οὐκ εὖ· τότε γὰρ καταφέρεται εἰς τοῦτο ὁ Πίνδαρος, ὅταν ὑπῇ τις ὁμωνυμία· οἷον (fr 120) Ὀλβίων ὁμώνυμε Δαρδανιδᾶν, παῖ θρασύμηδες Ἀμύντα· καὶ (fr. 105)· Σύνες ὅ τι λέγω, | BD | ||
ζαθέων ἱερῶν ὁμώνυμε πάτερ, κτίστορ Αἴτνας. νῦν δὲ | 116 in vol. 3 | |||
20 | οὐδὲν τοιοῦτόν ἐστιν. ἔνιοι δὲ τὸν πατέρα τοῦ Σωγένους Θεα‐ ρίωνα τῇ Εἰλειθυίᾳ ἔφασαν ἱερᾶσθαι· ἀμάρτυρον δὲ καὶ τοῦτο. οἱ δὲ, ὅτι ἐν γειτόνων ἦν τῷ Σωγένει ἱερὸν Εἰλειθυίας. οὐδὲ τοῦτο δὲ ἱστορεῖται. ἄλλοι δὲ ἔφασαν, ὅτι τοὺς ἐκ φύσεως ἀγαθοὺς ἐπαινεῖ πάντοτε ὁ Πίνδαρος μᾶλλον τῶν ἐκ διδα‐ | |||
25 | σκαλίας· καὶ ἡ Εἰλείθυια οὖν τὸν Σωγένην εὐθέως ὑπὸ τὴν γένεσιν ἐπιτήδειον κατεσκεύασε πρὸς ἄθλησιν. οἱ μὲν γὰρ ἄλλοι τῶν θεῶν αὐξανομένοις ἀγαθὰ δωροῦνται, ἡ δὲ Εἰλεί‐ θυια αὐτὴν τὴν πρώτην καταβολήν. ἔστι δὲ καὶ πρὸς τοῦτο λέγειν· τί δήποτε τὴν Εἰλείθυιαν ἰδίως ἐπὶ τοῦ Σωγένους | |||
30 | παρέλαβεν, ἀλλ’ οὐχὶ καὶ ἐπ’ ἄλλων εὐφυΐᾳ διενεγκόντων; Ἀριστόδημος δὲ ὁ Ἀριστάρχου μαθητὴς βέλτιον οὕτω φησίν· ὀψέ ποτε τῷ Θεαρίωνι καὶ παρὰ τὴν ἡλικίαν ἤδη προήκοντι, εὐξαμένῳ τῇ θεῷ Σωγένην τεκνωθῆναι, καὶ τὴν τοῦ παιδὸς αὐτοῦ γέννησιν οἷον Εἰλειθυίας εἶναι χάριν. διὰ τὴν ἰδιότητα | |||
35 | οὖν τῆς γενέσεως τοῦ ἀθλητοῦ πρὸς τὴν θεὸν ταύτην ἐπή‐ ρεισε τὸν λόγον. ἐπιστοῦτο δὲ τοῦτο ἐξ ἐπιγράμματος Σιμω‐ νίδου (fr. 166). ἑνικῶς δὲ εἶπεν Εἰλείθυια, ὡς καὶ Ἡσίοδος (th. 922)· ἣ δ’ Ἥβην καὶ Ἄρηα καὶ Εἰλείθυιαν ἔτικτεν. | |||
40 | ὁ δὲ Ὅμηρος (Π 187 al.; Λ 270 al.) ἑκατέρως. ὅτι δὲ τῆς Ἥβης ἀδελφὴ ἡ Εἰλείθυια, πρόκειται τὰ Ἡσιόδου. | |||
N 71b | ὁ δὲ νοῦς· ὦ Εἰλείθυια, παῖ μὲν τῆς μεγαλοσθενοῦς καὶ ἰσχυρᾶς Ἥρας, πάρεδρε δὲ τῶν συνετῶν Μοιρῶν. τοῦτο δέ φησιν, ἐπεὶ δοκοῦσι παρὰ τὸν τῶν ὠδίνων καιρὸν παρεστάναι καὶ | |||
5 | ἐπικλώθειν τὰ τῆς εἱμαρμένης. | |||
N 73a | ἄνευ σέθεν οὐ φάος οὐ μέλαιναν δρακέντες: | |||
ἄνευ γὰρ σοῦ, ὦ Εἰλείθυια, οὔτε τὴν ἡμέραν οὔτε τὴν νύκτα θεωρήσαντες ἠδυνήθημεν τῆς σῆς ἀδελφῆς Ἥβης τυχεῖν. εἰκότως· οὐ γὰρ οἷόν τε μὴ γεννηθέντα καὶ ταῦτα ἰδεῖν καὶ | 117 in vol. 3 | |||
5 | αὐξηθῆναι. | |||
N 73b | ἢ οὕτως· ἢ γὰρ ἐν νυκτὶ ἢ ἐν ἡμέρᾳ γεν‐ νώμεθα, οὐκ ἄνευ σοῦ τὴν σὴν ἀδελφὴν ἐλάχομεν τὴν Ἥβην· οἷον, εἰ μὴ ἐγεννήθημεν, οὐδ’ ἂν ἠκμάσαμεν. | |||
N 73c | ἀγλαό‐ γυιον δὲ αὐτήν φησιν, ἐπεὶ ὃν ἡβῶμεν χρόνον, εὐπρεπέστεροι αὐτοὶ ἑαυτῶν γινόμεθα. κἂν γὰρ αἰσχροὶ ὦσί τινες τὰς φύσεις, διαφορώτεροι ἑαυτῶν γίνονται κατὰ τὸν τῆς ἀκμῆς χρόνον. | |||
N 77 | ἀναπνέομεν δ’ οὐχ ἅπαντες ἐπ’ ἴσα: ζῶμεν δὲ οὐχ ὁμοίως πάντες, φησίν, ἀλλ’ οἱ μὲν πλουτοῦσιν, οἱ δὲ οὔ· καὶ οἱ μὲν ἔρρωνται, οἱ δὲ οὔ. εἶτα ἔξωθεν προσληπτέον τὸ πράγ‐ ματα. διακωλύει δὲ ἕτερον ἕτερα, καὶ διαζεύγνυσιν ἡμᾶς ἀπ’ | |||
5 | ἀλλήλων, ἢ ἀπ’ ἄλλων πραγμάτων, τὰ συγκεκληρωμένα ἡμῖν πράγματα. | |||
N 79a | σὺν δὲ τὶν καὶ παῖς ὁ Θεαρίωνος: σὺν σοὶ δὲ, ὦ Εἰλείθυια, ἀντὶ τοῦ διὰ σὲ γεγονὼς καὶ ὁ τοῦ Θεαρίωνος παῖς Σωγένης ἔκκριτος γενόμενος, ἔνδοξος καὶ ἀγωνιστικὸς ὑμνεῖται καὶ πένταθλος ἀγωνίζεται. εἰκότως δὲ οὕτως ἐστὶν | |||
5 | ἔνδοξος, ἐπειδὴ καὶ τὴν εὔυμνον Αἴγιναν τὴν τῶν γενναίων Αἰακιδῶν οἰκεῖ. φιλόμολπον δὲ ταύτην καλεῖ διὰ τοὺς γρά‐ φοντας τοῖς νικῶσιν ἐπινίκους. σύμπειρον δὲ τὸ συμπεπερασ‐ μένον. σφόδρα δὲ ἀεὶ θέλουσι, φησί, τὴν ἑαυτῶν ψυχὴν οἱ Αἰγινῆται συμπεπερασμένην ἔχειν τῇ νίκῃ τῇ πενταθλικῇ. 16a | |||
N 79b | ἢ οὕτως· οἷον μὴ ἀπείρατοι τῶν ἀγώνων εἶναι, τουτέστι πειρᾶσθαι θέλουσι τῶν ἀγώνων, ἐνεργεῖν θέλουσι διὰ τῆς πείρας. δύναται δὲ καὶ ἰδίως ἀκούεσθαι ὡς φιλοπεντάθλων ὄντων τῶν Αἰγινητῶν, ἐπειδὴ Πηλεὺς δοκεῖ εὑρηκέναι τὸν | 118 in vol. 3 | ||
5 | πένταθλον Αἰγινήτης ὑπάρχων καὶ Αἰακίδης. 16b | |||
N 716a | εἰ δὲ τύχῃ τις ἔρδων: εἰ δὲ ἐπιτύχῃ τις πράσσων, τὴν ἡδεῖαν αἰτίαν τοῦ αὐτὸν ἐπιτετυχηκέναι ταῖς ῥοαῖς τῶν Μουσῶν ἐνέβαλε, τουτέστι τοῖς ὕμνοις τοῖς εἰς αὐτὸν γραφο‐ μένοις. 9b | |||
N 716b | ὁ δὲ νοῦς· ἐὰν δέ τις σὺν εὐτυχίᾳ εἴη τι πράττων, ἡδεῖαν πρόφασιν τοῖς τῶν Μουσῶν ῥεύμασιν ἔδωκε. | |||
N 718a | ταὶ μεγάλαι γὰρ ἀλκαί: αἱ γὰρ μεγάλαι δυνάμεις καὶ τὰ μείζονα κατορθώματα ὕμνων χρῄζοντα σκότον καὶ ἀφάνειαν ἔχουσιν. | |||
N 718b | ἢ οὕτως· αἱ μεγάλαι ἀλκαὶ ὕμνων δεόμεναι σκότον πολὺν ἔχουσι, τουτέστιν ἀφανεῖς γίνονται, ἐὰν μὴ ὑμνηθῶσιν. | |||
N 720a | ἔργοις δὲ καλοῖς ἔσοπτρον: τοὺς ἀγαθόν τι πράξαντας, φησί, φιλοτιμεῖσθαι δεῖ τὰ ἴδια ἔργα διὰ τῶν ποιημάτων καὶ παραδιδόναι ἔπειτα λαμπρότατα. | |||
N 720b | ἄλλως. ἔσοπτρόν φησι τῶν καλῶν ἔργων τὸν ὕμνον εἶναι, ὅτι ὥσπερ ἡμεῖς διὰ κατόπτρου γινώσκομεν, οὕτω τὰ καλὰ ἔργα διὰ τῶν ὕμνων θεωρεῖται ὡς δι’ ἐσόπτρου· κἂν τελευτήσωσιν οἱ | |||
5 | πράξαντες, ἐμβλέψαντες ὡς εἰς κάτοπτρον ἀρετῆς τοὺς ὕμνους ἀντιλαμβανόμεθα τῶν καλῶν ἔργων. | 119 in vol. 3 | ||
N 720c | ὁ δὲ νοῦς· τοῖς δὲ καλοῖς ἔργοις λαμπρότητα ἴσμεν ἑνὶ τρόπῳ γινομένην, διὰ δὴ τῶν ὕμνων. | |||
N 725a | σοφοὶ δὲ μέλλοντα τριταῖον ἄνεμον: οἱ μὲν οὕτως· ὥσπερ τῶν κυβερνητῶν οἱ σοφοὶ ἐπιτηδείου πνέοντος ἀνέμου οὐχ ὑπτιοῦνται πρὸς τὸ παρὸν ἀγαθόν, ἀλλὰ καὶ μετὰ τρεῖς ἡμέρας ἐσόμενον ἄνεμον προγινώσκουσι καὶ προορῶσι | |||
5 | τὸ μέλλον· οὕτω καὶ τοὺς ἀνθρώπους τοὺς συνετοὺς προσῆκόν ἐστι μὴ τῷ παρόντι πλούτῳ βουκολεῖσθαι τὰς ἐλπίδας, ἀλλὰ φροντίζειν τοῦ μετὰ ταῦτα καὶ ἄξιόν τι δρᾶν, ὅπως καὶ μετὰ ταῦτα ὑμνηθέντες ἀθάνατον ἔχωσι τὴν εὐδοξίαν. καὶ γὰρ οἱ πλούσιοι καὶ οἱ πένητες ὁμοίως τελευτῶσι. διὸ δεῖ τῆς μετὰ | |||
10 | ταῦτα μελλούσης εὐδοξίας φροντίζειν. οἱ δὲ οὕτως· ὥσπερ γὰρ τῶν ἐν εὐδίᾳ πλεόντων οἱ σοφοὶ καὶ τῶν μετὰ ταῦτα ἀνέμων φροντίζουσι, καὶ οὐχὶ διὰ τὸ παρὸν κέρδος, κέρδος δὲ τὸ τοῦ πλοῦ εὔδιον, ἐζημιώθησαν τὸν μετὰ ταῦτα πλοῦν, οὐδὲ ἀπώλοντο ἀμελήσαντες, ἀλλὰ καὶ 〈τὰ〉 μετὰ ταῦτα προ‐ | |||
15 | ορώμενοι καὶ ἀσφαλισάμενοι ἐσώθησαν· οὕτω δέον μὴ φιλο‐ κερδεῖς εἶναι, ἀλλὰ προΐεσθαι τοῖς ποιηταῖς μισθὸν, ὅπως ἂν σχῶσι τῆς ἀρετῆς ἀδιάλειπτον τὴν μνήμην. ὅτι δὲ φιλοκερδὴς πανταχοῦ ὁ Πίνδαρος, ἐκ τῶν φθασάντων δῆλός ἐστιν. οἰκει‐ οτέρα δὲ αὕτη ἡ ἐκδοχὴ, ὡς ἐξ ὧν ἐπάγει. φησὶ γὰρ ὅτι | |||
20 | ὁμοίως καὶ ὁ πλούσιος καὶ ὁ πένης τελευτᾷ· διὸ δεῖ τὸν πλούσιον τῆς μετὰ ταῦτα εὐδοξίας φροντίζειν. οὐ γὰρ ἔστιν ἀργυρίῳ τὸν θάνατον παραιτήσασθαι. | |||
N 725b | ὁ δὲ νοῦς· οἱ σοφοὶ δὲ τῶν κυβερνητῶν προορῶνται, τίς ἐπὶ τρεῖς ἡμέρας πνεύσεται ἄνεμος, ἢ τίς εἰς τρίτην ἡμέραν πνεύσεται. | |||
N 729a | ἐγὼ δὲ πλέον ἔλπομαι λόγον: ἐγὼ δέ, φησίν, ἐλπίζω αὐτὸν μὴ τοσαῦτα πεπραχέναι μηδὲ τοιαῦτα τὸν Ὀδυσσέα, οἷα Ὅμηρος κεκήρυχε περὶ αὐτοῦ. ἀγαθοῦ γὰρ τυχὼν ποιητοῦ ἐνδοξότερα καὶ μείζονα ἔσχεν ἔργα ἢ κατώρ‐ | 120 in vol. 3 | ||
5 | θωσε· δυνατοὶ γάρ εἰσιν οἱ ποιηταὶ τὰ τυχόντα ἔργα μεγαλύ‐ νειν καὶ αὔξειν. διὸ καὶ σὺ φρόντιζε τοῦ ὑμνεῖσθαι. | |||
N 729b | ὁ δὲ νοῦς· ἐγὼ δὲ μᾶλλον ἐλπίζω διὰ τὴν Ὁμήρου ποίησιν ζῆν ἐπιπλέον καὶ θρυλλεῖσθαι τὴν Ὀδυσσέως εὐδοξίαν. τοῖς γὰρ περὶ Ὀδυσσέως κεκηρυγμένοις σεμνότης τις ἐπήνθει. ποτανὴν | |||
5 | δὲ μηχανὴν τὰ ποιήματα εἶπε, καθὸ ὑψοῖ καὶ μετεωρίζει τὰς ἀρετὰς τῶν ὑμνουμένων, ἢ καθὸ τὰ ἔπη κοινῶς λέγεται παρ’ Ὁμήρῳ πτερόεντα, ἢ διὰ τὸ οὕτω μεμηχανῆσθαι ὥστε κατὰ πᾶσαν χώραν πέτεσθαι καὶ διϊκνεῖσθαι. | |||
N 733a | σοφία δὲ κλέπτει παράγοισα μύθοις: ἡ τοῦ Ὁμήρου σοφία κλέπτει τὸν νοῦν ἡμῶν, ὥστε τὰ ψευδῆ δοκεῖν ἀληθῆ εἶναι διὰ χάριν καὶ σεμνότητα. ἡ ἀπότασις πρὸς τὰ ἑξῆς ἱστορούμενα περὶ τοῦ Αἴαντος. | |||
N 733b | καθόλου ἡ σοφία ἔχει κλέψαι τὸν νοῦν τῶν ἀνθρώπων. | |||
N 733c | ἢ οὕτως· ἡ δὲ σοφία καὶ ὁ λόγος ἱκανός ἐστί τινα παραπείθων ὑποκλέψαι τὴν ἀλήθειαν· τυφλὸν γὰρ καὶ ἀνόητον ἦτορ ἔχει ὁ πολὺς τῶν ἀνδρῶν ὄχλος. βούλεται δὲ τὸν δημώδη λέγειν. | |||
N 735a | εἰ γὰρ ἦν ἐὰν ἀλάθειαν: ἔνιοι μὲν ἀνέγνωσαν ἑάν δασέως, ἀντὶ τοῦ τὴν ἑαυτοῦ· βέλτιον δὲ ψιλῶς, ὡς καὶ Διονύσιος ὁ τοῦ Χαρμίδου. | |||
N 735b | ἄλλως. εἰ γὰρ ἦν τὴν οὖσαν καὶ δέουσαν ἀλήθειαν πάντας γινώσκειν, οὐκ ἂν οὐδὲ ὁ Αἴας τῶν ἀριστείων ἐστερήθη, εἰ μὴ διὰ τὴν τῶν κρινάντων ὄχλων ἀμαθίαν, καὶ διὰ τὴν ὀργὴν ἐνέπηξε κατὰ τῶν φρενῶν ἑαυτοῦ | |||
5 | τὸ ξίφος. | |||
N 739a | λευρὸν ξίφος: λευρὸν οἱ μὲν τὸ πλατύ· βέλτιον δὲ τὸ πλάγιον ἀκούειν, ἵνα νοήσωμεν οὐχὶ τὸ καθ’ ἑαυτὸ πλαγίως ἔχον, ἀλλὰ τὸ κατὰ τὴν πληγὴν πλαγίως ἐνεχθέν. οὕτω γὰρ καὶ ὁ Εὐφορίων (fr. 40) τὴν πληγὴν ὑπεστήσατο· | 121 in vol. 3 | ||
5 | πλευρά τε καὶ θώρηκα διήρικεν ἰνίου ἄχρις. | |||
N 739b | τοῦ δὲ ὃν κράτιστον καὶ ἑξῆς, ὁ νοῦς οὕτως· ὅντινα ἤγαγον αἱ τοῦ Ζεφύρου πνοαὶ, τῷ ξανθῷ Μενελάῳ τὴν δά‐ μαρτα κομίσαι εἰς Ἴλιον. Ὅμηρος (Β 768)· ἀνδρῶν δ’ αὖ μέγ’ ἄριστος ἔην Τελαμώνιος Αἴας, | |||
5 | ὄφρ’ Ἀχιλεὺς μήνιεν. | |||
N 744a | ἀλλὰ κοινὸν γὰρ ἔρχεται κῦμα: πάντες γὰρ ἀποθνῄσκομεν καὶ οἱ ἄξιοι καὶ οἱ μή. καὶ τὸ κῦμα, φησί, τοῦ ᾅδου ἐνέπεσε τῷ ἀδοκήτῳ· τῷ μὴ δοκοῦντι νῦν τελευ‐ τήσειν, ἀλλὰ μετὰ ταῦτα, ἐξαίφνης ἐμπίπτει ὁ θάνατος. ἢ | |||
5 | ἀδόκητον κέκληκε τὸν ἄδοξον, δοκέοντα δὲ τὸν ἔνδοξον· δοκεῖν γὰρ καὶ δοξάζειν ταὐτόν. ἐπεὶ οὖν ὁ θάνατος καὶ τὸν ἔν‐ δοξον καὶ τὸν ἄδοξον συναναιρεῖ, σὺ ὁ μεγάλα κατεργασάμενος τῷ αἰῶνι παρακατατίθεσο τὴν μνήμην διὰ τῶν ποιημάτων. | |||
N 744b | ἄλλως. ἀδόκητον τὸν νεώτερόν φησιν· οὐ γὰρ προσδοκᾷ ταχέως τὸ ἀποθανεῖν· δοκέοντα δὲ τὸν πρεσβύτην· προσδοκᾷ γὰρ τὸ ἀποθανεῖν. ἐμπίπτει, φησίν, ὁ θάνατος ὁμοίως καὶ πρεσβυτέροις καὶ νεωτέροις. τὸ δὲ σύμπαν τῆς διανοίας τοιοῦ‐ | |||
5 | τόν ἐστι· τὸ μὲν ἀποθανεῖν καὶ τοῖς νεωτέροις καὶ τοῖς πρεσ‐ βυτέροις ἐμπίπτει· ἐκείνων δὲ ἡ τιμὴ καὶ ἡ δόξα αὔξεται, ὧν ἂν ἡ Μοῦσα αὐξήσῃ τὸν ἐγκωμιαστικὸν λόγον. βούλεται δὲ εἰπεῖν, ὅτι ἀθάνατος ἡ μνήμη τῶν ἐγκωμιαζομένων. | |||
N 746a | τιμὰ δὲ γίνεται, ὧν θεὸς ἁβρὸν αὔξει λό‐ γον: ἁβρὸν λόγον τὰ ἐγκώμιά φησι, θεὸν δὲ τὴν Μοῦσαν. | |||
N 746b | ὁ δὲ νοῦς· τούτων δὲ τιμὴ γίνεται τεθνηκότων, ὧν ἂν θεὸς αὔξῃ λόγον, τουτέστιν ὁ ποιητὴς ἐμπνευσθεὶς ὑπὸ τῶν | |||
θεῶν. τινὲς δὲ τὸ τεθνακότων πρὸς τὸ ἑξῆς. | 122 in vol. 3 | |||
N 747 | τεθνακότων βοαθόων: πρὸς τὸ ἓν ἀκουστέον ἄχρι τοῦ ἐπεὶ πράθε, καὶ γραπτέον ἐν τῷ ε ἔμολεν, ὡς Δί‐ δυμος, 〈ὃσ〉 καὶ ὑφ’ ἓν ἀπὸ τοῦ τεθνακότων ἕως τοῦ πράθεν ἀναγινώσκει. τὸ δὲ ὅλον τοιοῦτον· ἔμολε παρὰ μέγαν ὀμφαλὸν | |||
5 | εὐρυκόλπου χθονὸς Νεοπτόλεμος, Πριάμου πόλιν ἐπεὶ πράθε· τεθνηκότων δὴ τῶν βοηθῶν ἐν Πυθίοις δαπέδοις κεῖται. ποίων δὲ βοηθῶν; τῶν περὶ τὸν Εὐρύπυλον, οὓς αὐτὸς ὁ Νεοπτόλεμος ἀνελὼν ἐπόρθησε τὴν Ἴλιον. οὕτω γὰρ ἴδιος ὁ πόνος ἔσται τοῦ ἥρωος. δοκεῖ δὲ ὁ Νεοπτόλεμος ἐν Δελφοῖς | |||
10 | ἀνῃρῆσθαι καὶ τεθεῖσθαι ἐν τῷ ναῷ. ἐὰν δὲ ἐπὶ τῶν περὶ τὸν Ἕκτορα, καθὼς Ἀρίσταρχός φησιν, ἀναδράμωμεν. πρῶ‐ τον μὲν μακρόθεν ἔσται τὴν πόρθησιν συνάπτων, δεύτερον δὲ ἐπὶ τὴν κοινότητα μεταβησόμεθα, δι’ ἧς τὸ ἐγκώμιον οὐκ ἔσται. εἰ δὲ γράφεται ἔμολον, τῷ πληθυντικῷ ἀντὶ τοῦ ἑνικοῦ | |||
15 | χρᾶται, ὥστε ὅμοιον εἶναι τῷ· ὁ δὲ ἀποπλέων Σκύρου μὲν ἅμαρτεν, ἵκοντο δὲ εἰς Ἔφυραν, ἀντὶ τοῦ ἵκετο. εἰς δὲ τὸ προκείμενον τείνων παρέθηκε τὴν τοῦ Νεοπτολέμου ἀπώλειαν, ὅτι ἀδοκήτως αὐτῷ συνέβη. | |||
N 753 | τᾷ καὶ Δαναοὶ πόνησαν: ὑπὲρ ἧς, φησί, καὶ οἱ Ἕλληνες ἐταλαιπώρησαν, ἢ ἐφ’ ᾗ, ἢ ἐν ᾗ· ἢ ταύτῃ καὶ οἱ Δαναοὶ πόνησαν, ᾗ καὶ ὁ Νεοπτόλεμος· παρόσον ἀπονοστοῦν‐ τες οἴκαδε χειμῶσιν ἐχρήσαντο καὶ ὁ Νεοπτόλεμος καὶ οἱ | |||
5 | Ἕλληνες. Ἔφυραν δὲ εἶπε νῦν τὴν ἐν Ἠπείρῳ, ἣν Κιχυρόν | |||
φησι μετωνομάσθαι ἀπὸ Κιχύρου τοῦ Μέρμου. τέσσαρας δὲ ἀναγράφει τὰς Ἐφύρας· πρώτην μὲν τὴν αὖθις Κόρινθον ὀνομασθεῖσαν· Ὅμηρος (Ζ 152)· ἔστι πόλις Ἐφύρη. ἑτέραν δὲ τὴν περὶ Θεσσαλίαν· Ὅμηρος (α 259)· | 123 in vol. 3 | |||
10 | ἐξ Ἐφύρης ἀνιόντα παρ’ Ἴλου Μερμερίδαο. τρίτην δὲ περὶ Ἦλιν, ἧς Ἱππίας μνημονεύει (FHG II 61 M., I 158 J.). τετάρτην τὴν ἐν Θεσπρωτοῖς. συνήθως δὲ ὁ Πίνδαρος τῷ τῆς λέξεως κέχρηται σχήματι, συντάξας τῷ ἑνικῷ πλη‐ θυντικόν· ὁ δὲ ἀποπλέων Σκύρου μὲν ἅμαρτεν, ἑνικόν· ἵκοντο | |||
15 | δὲ οὐκ ἐπήνεγκεν ἑνικὸν, ἀλλὰ πληθυντικὸν ἑνικῷ. | |||
N 756a | Μολοσσίᾳ δ’ ἐν βασίλευεν ὀλίγον χρόνον: ἀνάγει τοὺς χρόνους· ὕστερον γὰρ ἀπὸ Μολοσσοῦ τοῦ Νεο‐ πτολέμου καὶ Ἀνδρομάχης τοὔνομα ἔλαβεν ἡ Μολοσσία. παρ‐ εκβαίνει δὲ εἰς τὰ περὶ Νεοπτολέμου, ὡς μὲν Ἀρίσταρχος, | |||
5 | ὅτι 〈ὁ〉 νικήσας καὶ χαρισάμενος τὴν ἀνάρρησιν τῷ Σωγένει Νεοπτόλεμος ἦν τοὔνομα, Ἠπειρώτης τὸ γένος, ὅπερ οὐχ οὕτω φησὶν ἔχειν ὁ Δίδυμος· ὡς δὲ Ἀριστόδημος, ὅτι ἀλείπτῃ ἐκέχρητο τῷ Νεοπτολέμῳ. διὸ εἰς ἔπαινον τοῦ ὀνόματος τῇ ἡρωϊκῇ κέχρηται παρεκβάσει. | |||
N 756b | ὁ δὲ νοῦς· τὸ γένος τοῦ Νεοπτολέμου τὸ τῆς βασιλείας γέρας ἔσχεν ἀεί. δοκοῦσι γὰρ οἱ ἀπὸ Νεοπτολέμου βεβασιλευκέναι ἐπὶ πλεῖον. | |||
N 758 | ᾤχετο δὲ πρὸς θεόν: διάφοροι αἰτίαι, δι’ ἃς ἦλθεν εἰς Δελφοὺς Νεοπτόλεμος· καὶ οἱ μέν φασιν ὅτι παίδων | |||
αὐτῷ οὐ γινομένων ἐξ Ἑρμιόνης ἦλθε παρὰ τοῦ θεοῦ πευσό‐ μενος ὡς παιδοποιήσεται· οἱ δὲ ὅτι ἐπιτιθέμενος τοῖς Πελο‐ | 124 in vol. 3 | |||
5 | ποννήσου πράγμασι διαρπάσαι πρῶτον ἐπέβαλε τὸ ἐν Δελφοῖς ἱερὸν ἤτοι χρηστήριον· ἄλλοι δὲ ὅτι δίκας αἰτήσων τοῦ πατρὸς τὸν θεόν· ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων ἐσθλὸν ἐόντ’ ὀλέσωσιν ἐπὶ Σκαιῇσι πύλῃσιν (Χ 359). | |||
10 | οὐκ ἔοικε δὲ συγκατατίθεσθαι ὁ Πίνδαρος ταύταις ταῖς αἰτίαις, ἀλλ’ ὅτι τιμήσων ἦλθε τὸν θεόν. | |||
N 762a | ἔλασεν ἀντιτυχόντ’ ἀνὴρ μαχαίρᾳ: φασὶ τοῦ Νεοπτολέμου θύοντος τοὺς Δελφοὺς ἁρπάζειν τὰ θύματα, ὡς ἔθος αὐτοῖς· τὸν δὲ Νεοπτόλεμον δυσανασχέτως ἔχοντα διακωλύειν· αὐτοὺς δὲ διαχρήσασθαι αὐτὸν ξίφη ἔχοντας. | |||
N 762b | ἄλλως. Ἀσκληπιάδης διὰ τῶν Τραγῳδουμένων (FHG III 303 M., I 171 J.) φησὶν οὕτως· περὶ μὲν οὖν τοῦ θανάτου σχεδὸν ἅπαντες οἱ ποιηταὶ συμφωνοῦσι, τελευτῆσαι μὲν αὐτὸν ὑπὸ Μαχαιρέως, ταφῆναι δὲ τὸ μὲν πρῶτον ὑπὸ τὸν οὐδὸν τοῦ νεώ, | |||
5 | μετὰ δὲ ταῦτα Μενέλαον ἐλθόντα ἀνελεῖν, καὶ τὸν τάφον ποιῆ‐ σαι ἐν τῷ τεμένει. τὸν δὲ Μαχαιρέα φησὶν υἱὸν εἶναι Δαίτα. | |||
N 762c | τρεῖς δὲ αἰτίας ὑπὲρ τοῦ θανάτου τοῦ Νεοπτολέμου πορί‐ ζεται· πρῶτον μὲν, ὅτι τὸ πεπρωμένον αὐτῷ ἀπέδωκε· δεύ‐ τερον δὲ, ὅτι πρέπον ἦν 〈ἕνα〉 τῶν Αἰακιδῶν καὶ ὀφειλόμενον σύνοικον εἶναι τῷ Ἀπόλλωνι· ἐτάφη γὰρ ὑπὸ τὸν οὐδὸν τοῦ | |||
5 | ἱεροῦ· ἡ δὲ τρίτη, ὅτι ἐπισκοπεῖ τὰς τελουμένας θυσίας τοῖς ἥρωσι. λέγεται γὰρ, ὅτι μετὰ τὸ θῦσαι ἐναγισμοὺς ἐπέσπεν‐ δον. | |||
N 768a | ἡρωΐαις δὲ πομπαῖς: γίνεται ἐν Δελφοῖς ἥρωσι | |||
ξένια, ἐν οἷς δοκεῖ ὁ θεὸς ἐπὶ ξένια καλεῖν τοὺς ἥρωας. εἶναι οὖν μόρσιμον ἐν ταῖς πομπαῖς ταῖς ἡρωΐαις καὶ ταῖς πανηγύρεσιν, ἐν αἷς ἐκήρυσσον τοὺς ἥρωας, θυσίαις ταῖς | 125 in vol. 3 | |||
5 | πολυθύτοις ἐπισκοπεῖν μετὰ Θέμιδος καὶ τὰ νομίμως γινόμενα αὐτοῖς ξένια ἐφορῶντα. | |||
N 768b | ὁ δὲ νοῦς· ταῖς δὲ ἡρωϊκαῖς πομπαῖς καὶ πανηγύρεσι ταῖς πολυθύτοις οἰκεῖν προσῆκον τὸν Νεοπτόλεμον ὄντα δίκαιον ἔφορον. | |||
N 770 | εὐώνυμον ἐς δίκαν τρία ἔπεα διαρκέσει: Ἀρίσταρχος οὕτως· ἐπεὶ μέμψις τοῖς Αἰγινήταις πρὸς τὸν ποιητὴν ἦν χάριν τοῦ Νεοπτολέμου, εἰς τὴν ἀπολογίαν τὴν περὶ Νεοπτόλεμον δικαίως διαρκέσει τρία ἔπεα, φησίν· ὅτι | |||
5 | μόρσιμον ἦν αὐτῷ οὕτω τελευτῆσαι, καὶ ὅτι πεπρωμένον ἦν ἕνα τῶν Αἰακιδῶν ἀποθανόντα τεθῆναι ἐν τῷ ναῷ, τρίτον ὅτι ταῖς ἡρωΐαις πομπαῖς ἕνα τῶν Αἰακιδῶν θεμίσκοπον εἶναι. τρεῖς οὖν φησι λόγους ἱκανοὺς εἶναι εἰς τὴν εὐώνυμον δίκην· οἷον ἱκανὰς εἶναι τρεῖς αἰτίας, ἃς ἐξαριθμεῖται, τοῦ | |||
10 | δικαίως αὐτῷ συμβεβηκέναι τὸν θάνατον. ἔνιοι δὲ οὕτως ἀπολογοῦνται περὶ τῆς τοῦ Νεοπτολέμου τελευτῆς, τρία φέ‐ ροντες ταῦτα, ὅτι τὸ ὑπὲρ τῶν κρεῶν εἰπεῖν ἀνῃρῆσθαι, καὶ ὅτι οἱ Δελφοὶ ἐβαρύνθησαν ἐπὶ τῇ ἀπωλείᾳ αὐτοῦ, καὶ ὅτι πεπρωμένον ἦν αὐτὸν ἀναιρεθῆναι. ὁ δὲ Ἀριστόδημος ἔπεα | |||
15 | τρία τὰς τριάδας ἀκούει· τὴν γὰρ ἀρχὴν ἔπος προσηγόρευον τὴν στροφὴν καὶ τὴν ἀντιστροφὴν καὶ τὴν ἐπῳδόν· τρεῖς δὲ λοιπὸν ὑπεῖναι τῷ ἐπινίκῳ τριάδας. | |||
N 773 | Αἴγινα, τεῶν Διός τ’ ἐκγόνων: ὦ Αἴγινα, τῶν | |||
τε σῶν καὶ τοῦ Διὸς ἐκγόνων, τῶν Αἰακιδῶν δὲ λέγει, τὸ ταῖς λαμπραῖς ἀρεταῖς, αἷς οἴκοθεν ἔχετε, ὁδὸν κυρίαν λόγων, ἀν‐ τάξιον, κυρίως ἔχουσαν, εἰπεῖν ἀδύνατόν μοι καὶ τολμηρὸν | 126 in vol. 3 | |||
5 | τυγχάνει. τοῦτο δέ φησιν ὡς οὐ δυνησόμενος θρασέως τὴν τῶν Αἰακιδῶν ἀρετὴν διεξιέναι· πολλοῖς γὰρ ἀνήνυτόν φησι τοῦτο. | |||
N 776 | ἀλλὰ γὰρ ἀνάπαυσις ἐν παντὶ γλυκεῖα ἔργῳ: βούλεται ἤδη λῆξαι τῆς περὶ Νεοπτόλεμον παρεκβάσεως. ἀνα‐ παύσομαι ἤδη λέγων περὶ αὐτοῦ, ἐπεὶ κόρος ἔπεστι πᾶσι. κόρον γὰρ ἔχει καὶ τὸ μέλι, φησί, καὶ τὰ Ἀφροδίσια. παρὰ | |||
5 | τὸ Ὁμηρικόν (Ν 636)· πάντων μὲν κόρος ἐστί. | |||
N 779 | φυᾷ δ’ ἕκαστος διαφέρομεν: διαφέρομεν, φησίν, ἄλλοι ἄλλων τῇ φύσει· οὐ πρὸς πάντα πάντες εὐφυεῖς ἐσμεν, ἀλλ’ ἄλλοι περὶ ἄλλα· ἄλλος γάρ τ’ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις (ξ 228)· | |||
5 | τὸ δὲ τυχεῖν πάντων τῶν ἀγαθῶν ἕνα καὶ παραμεῖναι αὐτῷ μέχρι τέλους ἀδύνατον. | |||
N 785 | Θεαρίων, τὶν δ’ ἐοικότα: σοὶ δέ, φησίν, ὦ Θεαρίων, ἡ τύχη καιρὸν εὐδαιμονίας ἁρμόδιον δωρεῖται, ὅτι γεγηρακότι ἀνακουφίζεταί σοι τὸ γῆρας ταῖς τοῦ παιδὸς εὐ‐ δοξίαις. | |||
N 787 | τόλμαν τε καλῶν ἀραμένῳ: ὅλως ἀποδέχεται ὁ Πίνδαρος τὴν μετὰ συνέσεως τόλμαν τόλμα τέ μιν ζαμενὴς καὶ σύνεσις πρόσκοπος ἐσάωσεν (fr. 231)· ἡ μὲν σύνεσις προεπισκοποῦσα, πῶς ἐκβήσεται, ἡ δὲ τόλμα ἐγχείρησις οὖσα. | |||
5 | θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων (η 51). 97a | |||
N 789a | B | ξεῖνός εἰμι σκοτεινὸν ἀπέχων ψόγον: ξένος | ||
εἰμί, φησί, τῶν Αἰγινητῶν, τὸν ἐπισκοτοῦντα ψόγον ἀπέχων. | 127 in vol. 3 | |||
N 789b | BD | οὐδείς με ψέγει, ὅτι ἐπαινῶ τοὺς Αἰγινήτας· οὐ γὰρ πολί‐ τας ὄντας ἐμαυτοῦ διὰ τοῦτο ἐπαινῶ· προσχαρίζεσθαι γὰρ ἂν ἐδόκουν διὰ τὴν οἰκειότητα ἐγκωμιάζων· ὁ γὰρ ἐξ οἴκου ποτὶ μῶμον ἔπαινος κίρναται (fr. Pind. 181)· νῦν δὲ οὐκ ὢν ἐξ | ||
5 | οἴκου ἐπαινῶ αὐτούς· διὸ οὐ φθονηθήσομαι. Δίδυμος δὲ, οὐδένα ψέξω, φησί, καὶ ὅτι τοῦτο οὐκ ἀλλότριον τοῦ Πιν‐ δάρου, ἄλλα γὰρ πολλὰ αὐτῷ τοιαῦτα εἴρηται. τοῦτο δὲ λέγει, παρὸ εἰώθασιν οἱ πολῖται ἀεὶ φθονεῖν τοῖς κατά τι προέχουσι· διὰ τοῦτό φησιν ὁ Πίνδαρος ξένος εἶναι καὶ τὸν σκοτεινὸν | |||
10 | ψόγον ἄποθεν ἔχειν· καὶ οὐδένα, φησί, ψέξω, μᾶλλον δὲ τὸ κλέος τὸ ἀληθὲς ὥσπερ ὕδατος ῥοὰς εἰς τὸν φίλον ἄγων ἄνδρα αἰνέσω, ὡς ὕδωρ ὀχετηγός. ὡς γὰρ ἐκεῖνος ἀμφυτὰ ἄγων τὸ ὕδωρ ἐπὶ τὰ δένδρα τρέφει αὐτὰ, οὕτω κἀγὼ τὰς τοῦ ὕμνου ῥοὰς ἐπὶ σὲ, τὸν φίλον ἄνδρα, ἐπαινέσω σου καὶ | |||
15 | αὐξήσω τὸ κλέος. | |||
N 789c | ὁ δὲ νοῦς· ξένος ὢν λέγω τἀληθῆ, τοῦ φθόνου ἐκτὸς ὢν τοῦ πολιτικοῦ. ἔμφυτον γὰρ τοῖς πολίταις τὸ ἀλλήλοις διαφθονεῖν· καὶ ὥσπερ τὰ ὕδατα ὀχετηγὸς ἀψαύ‐ στως, οὕτω καὶ ἐγὼ διαπορθμεύσω τοῦ ἀνδρὸς τὴν ἀρετὴν | |||
5 | τοῖς ὕμνοις καὶ τὴν περὶ τοὺς ἀγῶνας αὐτοῦ εὐδοξίαν ἀψευ‐ δῶς καὶ ἀληθῶς ἐπαινέσω· πρόσφορος γάρ ἐστι τοῖς ἀγαθοῖς καὶ ἀνδρείοις ὁ μετὰ τοῦ ἀληθοῦς ὕμνος. | |||
N 794a | ἐὼν δ’ ἐγγὺς Ἀχαιὸς οὐ μέμψεταί μ’ ἀνήρ: Ἀχαιὸν ἄνδρα τὸν Ἠπειρώτην· ἢ αὐτὸν τὸν Νεοπτόλεμον ἢ ἕνα τῶν Ἠπειρωτῶν. Ἀχαιὸς γὰρ οὐ καθάπαξ ὁ Ἠπειρώτης, ἀλλὰ Μυρμιδών· Ἀχαιοὶ γὰρ οἱ ἀπὸ τῆς Θεσσαλίας ταχθέν‐ | |||
5 | τες ὑπὸ Νεοπτολέμῳ ἀπεπλάγχθησαν εἰς τὴν Μολοσσίαν καὶ κατῴκησαν εἰς τὴν Ἤπειρον. οὐ μέμψοιτο ἂν οὖν με Ἀχαιὸς ἀνὴρ ἐπὶ τῷ δοκεῖν μικρολόγον παρεστακέναι τὸν Νεοπτόλε‐ μον, ὅτι εἶπον αὐτὸν περὶ κρεῶν μεμαχῆσθαι καὶ διὰ τοῦτο ἀπολωλέναι. καθόλου γὰρ ἀπολογεῖσθαι βούλεται περὶ τοῦ | 128 in vol. 3 | ||
10 | Νεοπτολέμου θανάτου πρὸς τοὺς Αἰγινήτας. ἐκεῖνοι γὰρ ᾐτιῶντο τὸν Πίνδαρον, ὅτι γράφων Δελφοῖς τὸν Παιᾶνα ἔφη (Paean VI 117)· ἀμφιπόλοισι μαρνάμενον μοιριᾶν περὶ τιμᾶν ἀπολωλέναι. ἀπολογούμενος γάρ τι ἀντεισήγαγε τοῦτο ὁ Πίν‐ δαρος, ὅτι οὐκ ἔφησε περὶ χρημάτων γεγονέναι τῷ Νεοπτο‐ | |||
15 | λέμῳ τὴν μάχην, ἀλλὰ περὶ τῶν νομιζομένων τιμῶν τοῖς Δελφοῖς. ὃ οὖν λέγει, τοιοῦτόν ἐστι· παρὼν δέ τις ἐνταῦθα Δωδωναῖος οὐ μέμψεταί μοι ὡς ἐνυβρίσαντι τῷ Νεοπτολέμῳ. | |||
N 794b | ἢ οὕτως· ἐγγύς μου γενόμενος καὶ ἀκούσας αὐτὸς ὁ Νεο‐ πτόλεμος, ὧν εἶπον, ἢ ἕτερος Ἠπειρώτης, οὐκ ἂν μέμψοιτο. | |||
N 795a | Ἰονίας ὑπὲρ ἁλὸς οἰκέων: δοκεῖ ὁ Νεοπτόλεμος τὴν τοῦ πατρὸς ἀρχὴν διαδέξασθαι τῶν Μυρμιδόνων καὶ ἡγήσασθαι ἐν Τροίᾳ. οὗτοι δὲ καὶ Ἀχαιοὶ ἐκαλοῦντο, καθά φησι καὶ Ὅμηρος (Β 684)· | |||
5 | Μυρμιδόνες δ’ ἐκαλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί. οὗτοι δὲ κατὰ τὸν Ἰόνιον πόντον ᾤκησαν, καθὰ καὶ αὐτὸς ὁ Πίνδαρος σημαίνει λέγων (N. IV 51)· Νεοπτόλεμος δ’ Ἀπείρῳ διαπρυσίᾳ, βουβόται τόθι πρῶνες ἔξοχοι κατάκεινται, Δωδώ‐ ναθεν ἀρχόμενοι πρὸς Ἰόνιον πόρον. | |||
N 795b | τὸ δὲ προξενίᾳ ἀμφίβολον πότερόν φησιν ὁ Πίνδαρος, μὴ μεμφθῆναι ἂν ὑπὸ τῶν Αἰακιδῶν· πρόξενον γὰρ ὄντα μὴ ἄν ποτε κατὰ Νεο‐ πτολέμου εἰπεῖν· καὶ ὅτι πρόξενος ὢν αὐτοῖς ἐπ’ οὐδενὶ | |||
5 | μεμφθήσομαι· θαρρῶ γὰρ αὐτοῖς· οἷον οὐδείς με μέμψεται· ἢ πέποιθα τῇ προξενίᾳ τῇ πρὸς τοὺς Ἠπειρώτας· ἢ πιστεύω καὶ τῇ συγγενείᾳ ᾗ ἔχομεν Θηβαῖοι πρὸς τοὺς Αἰγινήτας. διὸ οὐ μέμψονταί μοι οὐδὲ οὗτοι. 97b | 129 in vol. 3 | ||
N 797a | ἐν τοῖς ἰδίοις δημόταις καταφανής εἰμι ὡς ἂν οὐδενὶ ἐνεχόμενος ἀτόπῳ πράγματι. 89 | |||
N 797b | ὄμματι δέρκομαι λαμπρόν: καὶ ἐν τοῖς ἰδίοις μου πολίταις ὁρῶ οὐχ ὑπέρλαμπρον καὶ ὑπεροπτικόν, ἀλλὰ μέτριός τις καὶ χρηστὸς τυγχάνω. ἡ δὲ ὑπέρ συναπτέα τοῦ βάλλων, ἵν’ ᾖ οὐχ ὑπέρλαμπρον βάλλων. | |||
N 797c | ἢ οὕτως· οὐδὲ μὴν ἄλλως, φησίν, ἐν τοῖς πολίταις ὑπεροπτικός εἰμι καὶ ὑπέρογκος, οὐ προσβλέπων τοὺς πολίτας ὄμματι λαμπρῷ καὶ ὑπερηφάνῳ, ἀλλὰ προσμειδιῶντι καὶ προσηνεῖ, ὥστε καὶ διὰ | |||
5 | τοῦτο ἄμεμπτος εἶναι. | |||
N 798a | βίαια πάντα ἐκ ποδὸς ἐρύσαις: διάγω, φησί, κατὰ τὰς Θήβας μετριάζων, τὰ βλάσφημα καὶ ὑπεροπτικὰ ἐκ‐ ποδὼν ἀφελκύσας, ἤτοι μακράν μου χωρίσας. | |||
N 798b | ἢ οὕ‐ τως· οὕτω, φησί, ζῶ, τὰ βιαστικὰ πάντα ἐκ ποδός μου ἄρας· τουτέστιν οὐδένα βιαζόμενος ζῶ. | |||
N 799a | ὁ δὲ λοιπὸς εὔφρων ποτὶ χρόνος ἕρποι: ὁ δὲ λοιπὸς χρόνος ἕρποι καὶ βαίνοι πρᾷος ὢν καὶ εὔφρων. | |||
N 799b | ὁ δὲ νοῦς ὅλος· εἴθε μοι τὸ ὅλον τοῦ βίου οὕτω μετ’ εὐφροσύνης συμπερανθείη. τὸ δὲ ποτὶ ἕρποι ἀντὶ τοῦ προσ‐ έρποι. | |||
N 7100a | μαθὼν δέ τις ἂν ἐρεῖ: τίς; σοφὸς μαθών. ἔτι γὰρ καὶ ταῦτα προσαπολογεῖται περὶ τοῦ Νεοπτολέμου. τὸ δὲ | |||
ἄν ὑπερβιβαστέον πρὸς τὸν δέ σύνδεσμον. ἵν’ ᾖ· μαθὼν δέ τις, εἰ παρὰ τὸ προσῆκον λέγω, ἀντὶ τοῦ εἰ ψεύδομαι. | 130 in vol. 3 | |||
N 7100b | ὁ δὲ νοῦς· γνώριμος δέ τις καὶ πολίτης εἴποι ἄν τις, εἰ λοξὰ καὶ οὐκ ἀληθῆ λέγω περὶ ἐμαυτοῦ· ἀντὶ τοῦ μαρτυρήσει μοι ἀληθεύοντι. | |||
N 7103a | Εὐξενίδα πάτραθε Σώγενες: πρὸς αὐτὸν τὸν Σωγένη ἀπέστρεψε τὸν λόγον. Εὐξενίδην δὲ εἶπεν ὡς ἀπό τινος Εὐξένου τῆς ὅλης φατρίας ἀφηγουμένου, ὡς Σκο‐ πάδας καὶ Ἀλευάδας εἴωθε καλεῖν τοὺς Θεσσαλούς, καὶ Ἐμ‐ | |||
5 | μενίδας τοὺς ἐπὶ Σικελίας. ἢ εὐξενίδας ἀντὶ τοῦ εὐξένους. πανταχοῦ δὲ τοὺς Αἰγινήτας φιλοξένους προσαγορεύει, καὶ νῦν εὐξενίδα ἀντὶ τοῦ εὔξενε. | |||
N 7103b | ἄλλως. φατρία ἐν Αἰγίνῃ ἀπὸ Εὐξένου, ἧς ἐστιν ὁ Σωγένης. ὁ δὲ λόγος· ὦ Σώγενες, ἀπομνύω τῇ Εὐξενίδα πάτρᾳ, μὴ τέρμα προβὰς θοὰν ὄρσαι γλῶσσαν, ὡς ἄκοντα χαλκοπάρῃον. τοῦτο δὲ ἀπὸ τῶν πεντ‐ | |||
5 | άθλων μετενήνοχε τῶν τὸ ἀκόντιον παρὰ τὸ ὡρισμένον τέρμα βαλλόντων καὶ διὰ τοῦτο ἐξάθλων γινομένων. | |||
N 7103c | ἐγώ, φησί, καθίημι τοῦ σκοποῦ· ἡ γλῶσσά μου ἐπὶ τὸν σκοπὸν ἐνήνεκ‐ ται, οὐχ ὑπερπέπτωκε τὸ τέρμα, ὡς ἀκόντιον. τοῦτο δὲ εἶπεν, ἐπειδὴ πένταθλός ἐστιν ὁ Σωγένης. | |||
N 7103d | ὁ δὲ νοῦς· ὄμνυμι τῇ φατρίᾳ τῶν Εὐξενιδῶν, περὶ σοῦ λέγων μὴ ὥσπερ ἀκον‐ τισταὶ, οἳ δι’ ἀπληστίαν ἰσχύος ὑπερβάλλουσι τὸ τέρμα καὶ τὸ | |||
ὡρισμένον, καθ’ οὗ δεῖ πέμψαι, οὕτω κἀγὼ τὴν ἀλήθειαν. | 131 in vol. 3 | |||
N 7106a | ὃς ἐξέπεμψε παλαισμάτων αὐχένα: ἀπὸ τοῦ πρὸς αὐτὸν λόγου εἰς τὸν περὶ αὐτοῦ μετέστη· ὅστις ὁ Σω‐ γένης τῶν τοῦ πεντάθλου ἀγωνισμάτων ἐξέπεμψεν ἑαυτοῦ τὸ γυῖον ἄνευ ἱδρῶτος πρὶν ἐπιπεσεῖν τὴν τοῦ ἡλίου ἀκτῖνα. ἐκ | |||
5 | δὲ τούτου τὸ τῆς ἀθλήσεως ἐράσμιον καὶ ταχὺ χαρακτηρίζει. | |||
N 7106b | ἔνιοι δὲ ὅτι νικήσας φασὶ τὸ ἀκόντιον ἐστέφθη, οὐκέτι μέντοι ἐπάλαισε, παραιτησαμένων αὐτὸν τῶν ἄλλων. ἐπεὶ δὲ οἱ παλαίοντες χρονοτριβοῦσι καὶ διὰ τὸν πλείονα χρόνον ἐν τῷ ἡλίῳ μένουσι, διὰ τοῦτό φησι· πρὶν ἁλίῳ γυῖον ἐμπεσεῖν, | |||
5 | τουτέστι πρὸ τοῦ ἐκλυθῆναι τὸ σῶμα ὑπὸ τοῦ ἡλίου διὰ τὴν πάλην, ἀντὶ τοῦ εἰπεῖν· πρὶν παλαῖσαί σε. 109 | |||
N 7106c | ὁ ἄκων, φησίν, αἴτιος γενόμενος τῆς παντελοῦς νίκης οὐκ ἐποίησε χρείαν σε ἔχειν τοῦ διὰ πάλης περιγενέσθαι τῶν ἀνταγωνι‐ στῶν, ἀλλά σου ἄβρεκτον τὸν αὐχένα ἐξέπεμψε τοῦ ἀγῶ‐ | |||
5 | νος. 110 | |||
N 7109 | εἰ πόνος ἦν τὸ τερπνόν: εἰ καὶ κάματος ἦν, φησίν, ἐν τῷ ἀγωνίζεσθαι, ἀλλὰ μείζων ἡ ἐκ τῆς νίκης ἡδονή. 106c | |||
N 7110 | ἔα με νικῶντί γε χάριν: τὸ ὑπερβατὸν οὕτως· ἔα με, εἴ τί περ ἂν ἀερθεὶς ἀνέκραγον, νικῶντί γε χάριν φέρειν. | |||
N 7112 | οὐ γὰρ τραχύς εἰμι καταθέμεν: οὐ γάρ εἰμι ἀηδής, φησί, καὶ ἀπηνὴς τοῖς νικῶσι τὰ ἐγκώμια θέσθαι. | |||
N 7113 | εἴρειν στεφάνους ἐλαφρόν: πρὸς αὑτὸν δια‐ λέγεται. ὁ δὲ νοῦς· ἐπὶ τούτοις τοῖς κατορθώμασιν ἐλαφρῶς συντιθέναι καὶ πλέκειν στεφάνους παραιτοῦ, ἀντὶ τοῦ μέγα τι καὶ ἀξιοπρεπὲς ἐφάρμοζε τῇ νίκῃ ἐγκώμιον. | |||
N 7114a | ἀναβάλλεο· Μοῖσά τοι κολλᾷ χρυσόν: ἤτοι ἡ Μοῦσα ἡ ἐγκωμιαστικὴ ποικίλως κοσμεῖ τοὺς ἐπαινουμένους. | 132 in vol. 3 | ||
N 7114b | οἷον ἡ Μοῦσα πᾶσι χρῆται τοῖς εἰς κόσμον τῶν ἐγκωμιαζο‐ μένων. | |||
N 7114c | ἄλλως. λέγειν τι ἐλαφρὸν περὶ τῶν ἱερῶν στε‐ φάνων ἀναβάλλου, οἷον μὴ λέγε κοῦφα περὶ τῶν νικώντων, ἀλλὰ τοὐναντίον μεγάλα λέγων αὔξανε αὐτούς. | |||
N 7114d | ἀντὶ τοῦ ἀνακρούου καὶ ἄρχου τι λέγειν ἐλαφρῶς περὶ τῶν στεφάνων· εἰ μείζονα εἴρηκας αὐξητικὸς ὢν, νῦν ἐλαφρῶς ἄρχου τι λέγειν περὶ αὐτῶν. | |||
N 7116 | καὶ λείριον ἄνθεμον: τινές φασιν εἶναι κου‐ ράλιον, εἰρῆσθαι δὲ αὐτὸ ποντίαν ἔερσαν διὰ τὸ δοκεῖν, ἕως μέν ἐστι κατὰ βάθους, ἁπαλὸν εἶναι καὶ φυτῷ ὅμοιον· ὅταν δὲ ἀνασπασθῇ καὶ γένηται ἔξω τοῦ ὕδατος, ἀπολιθοῦσθαι | |||
5 | τοῦ ἡλίου καταλάμψαντος αὐτῷ. οἱ δὲ ποντίαν δρόσον τὴν πορφύραν φασὶ διὰ τὴν τοῦ κογχυλίου βαφὴν, λείριον δὲ ἄνθος τὸ ἔριον. ἀναφέρει δὲ ταῦτα ἐπὶ τὴν τῶν ὑφαινο‐ μένων ποικιλίαν ταύτην, ἐπεὶ τὸ ποίημα ὑφάσματι παρέοικεν, ὡς καὶ αὐτὸς ἐν ἄλλοις (fr. 179)· ὑφαίνω δ’ Ἀμυθαονίδαις | |||
10 | ποικίλον ἄνδημα. | |||
N 7118 | Διὸς δὲ μεμναμένος: τοῦ Διὸς εἰς ὑπόμνησιν ἐλθὼν πολυθρύλλητον λόγον ἐκ τῶν ὕμνων ἀνακίνει εὐμούσως καὶ τεταγμένως περί τε τὴν Νεμέαν καὶ τὸν Δία. τοῦτο δὲ λέγει, ἐπεὶ Νεμεονίκης ὁ Σωγένης. | |||
N 7120 | βασιλῆα δὲ θεῶν: τὸν δὲ τῶν θεῶν βασιλέα Δία κατὰ τοῦτο τὸ ἔδαφος ὑμνεῖν προσήκει· ἤτοι τὸ τῆς Νεμέας· | |||
ἀνάκειται γὰρ ὁ Νεμεαῖος ἀγὼν τῷ Διΐ· ἢ κατὰ τὸ τῆς Αἰγί‐ νης, ὃ καὶ μᾶλλον διὰ τὰ ἐπιφερόμενα. διατί δὲ πρέπει τὸν | 133 in vol. 3 | |||
5 | Δία ἐν τῇ Αἰγίνῃ ὑμνεῖν, αὐτὸς ἐποίσει. | |||
N 7123a | λέγοντι γὰρ Αἰακόν: τουτέστι, διὰ τὸ τὸν Δία πατέρα εἶναι Αἰακοῦ, ὅς ἐστι πολίαρχος ἡμῶν. Διὸς γὰρ καὶ Αἰγίνης Αἰακός. ἰδίως δὲ ἐπὶ ταύτης φαίνεται τῆς ᾠδῆς ἀνεστραμμένος ὁ Πίνδαρος· ὁτὲ μὲν γὰρ αὐτὸς ἐκ τοῦ ἰδίου | |||
5 | προσώπου διαλέγεται πρὸς τοὺς μεμφομένους περὶ τοῦ Νεο‐ πτολέμου, ὁτὲ δὲ παράγει τὸν χορὸν τῶν Αἰγινητῶν διαλεγό‐ μενον· ἐμᾷ μὲν πολίαρχον· οὐ γὰρ Αἰγινήτης ὁ Πίνδαρος. | |||
N 7123b | φασὶ δὲ τὸν Δία ὑπὸ ταῖς γοναῖς τῆς Αἰγίνης πεφυτευ‐ κέναι τὸν Αἰακόν. | |||
N 7123c | ὁ δὲ νοῦς· ἔφυσε δὲ ὁ Ζεὺς τὸν Αἰα‐ κὸν, ὦ Ἡράκλεις, τῇ μὲν ἐμῇ πόλει βοηθόν, σοὶ δὲ πρόθυμον ἀδελφόν. μνημονεύει δὲ τοῦ Ἡρακλέους, ἐπειδὴ ὁ τοῦ νικη‐ φόρου οἶκος ἑκατέρωθεν Ἡρακλείοις περιέχεται τεμένεσιν· | |||
5 | ἀπέστρεψε δὲ τὸν λόγον πρὸς τὸν Ἡρακλέα, ὡς τοῦ Αἰακοῦ ὑποδεδεγμένου καὶ ἐξενικότος. προπρεῶνα δὲ ἀντὶ τοῦ πρό‐ θυμον. φησὶ δὲ καὶ ὅτι ἀδελφὸς Ἡρακλέους ὁ Αἰακός. | |||
N 7127a | εἰ δὲ γεύεται ἀνδρὸς ἀνήρ: εἰ θιγγάνει, φησί, τῇ ψυχῇ καὶ ἐπιδέεται ἀνδρὸς ἀνὴρ εἰς τὰς βιωτικὰς χρείας, τί ἂν φαῖμεν χρῆμα τούτου μεῖζον εἶναι, ἢ τοὺς φιλοῦντας εὐθὺς καὶ γειτνιᾶν; ὁ γὰρ γείτων τάχιον χρείας ἐπειγούσης | |||
5 | ἀπαντᾷ. Ἡσίοδος (op. 345)· γείτονες ἄζωστοι ἔκιον, ζώσαντο δὲ πηοί. | |||
N 7127b | ἢ οὕτως· ἐπεὶ δεῖται ἄνθρωπος ἀνθρώπου εἰς βίον, τί ἂν εἴη τούτου μεῖζον τοῦ εὑρεῖν γείτονας ἀλλήλους φιλοῦντας; | |||
N 7127c | Ἀρίσταρχος οὕτως· ἐπεὶ δὲ κατὰ τὰς συνουσίας καὶ γειτ‐ | |||
νιάσεις ἕτερος ἄνθρωπος ἀφ’ ἑτέρου γεύεταί τι καὶ ἀπολαύει ἀφομοιούμενος, ὥσπερ ἡ παροιμία ἔχει· χωλῷ παροικεῖς, κἂν ἑνὶ σκάζειν μάθοις· | 134 in vol. 3 | |||
5 | εἴποιμεν ἂν τὸν ὠφεληθέντα γείτονα ἀπὸ γείτονος ἀξιόχρεων εἶναι χάρμα. παρὸ καὶ Ἡσίοδος (op. 346)· πῆμα κακὸς γείτων, ὅσσον τ’ ἀγαθὸς μέγ’ ὄνειαρ· | |||
N 7127d | ὁ δὲ λόγος κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν. εἰ δὲ κατὰ τὰς γειτνιάσεις γεύεται καὶ ἀπολαύει γείτονος γείτων δεξιοῦ τε καὶ προθύμου, τί ἂν εἴποιμεν τῷ φιληθέντι τὸν φιλήσαντα; εἶτα ὡς κατὰ ἀπόκρισιν, γείτονα πάντων χρημάτων ἐπάξιον. | |||
N 7131a | εἰ δ’ αὐτὸ καὶ θεὸς ἂν ἔχοι· εἰ δὲ τοῦτο οὕτως ἔχει, ὅτι οἱ φιλοῦντες γείτονες μεγάλως ἀλλήλους ὠφελοῦσι, καὶ περὶ θεὸν τοῦτ’ ἂν εἴη, καὶ θεὸς τοῦτ’ ἂν ἔχοι ἀγαθὸν γειτνιῶν ἀνθρώπῳ φιλοῦντι, ὥστε πολλὰ αὐτῷ συμβάλλεσθαι. | |||
5 | τοῦτο δὲ ἀναφέρει ἐπὶ τὸν Σωγένη καὶ τὸν Ἡρακλέα· ἦν γὰρ Ἡράκλεια τεμένη ἑκατέρωθεν τῆς οἰκίας Σωγένους. μέγα οὖν ἔχει ἀγαθὸν ὁ Σωγένης τὸ ἔχειν σε γείτονα, ὦ Ἡράκλεις, φιλοῦντα αὐτόν· οὐ γὰρ ἐνίκησεν ἂν εἰ μὴ ἐκ τῆς ἰδίας ἐπι‐ νοίας. | |||
N 7131b | ὁ δὲ νοῦς· εἰ δὲ αὐτὸ τοῦτο καὶ θεὸς παρέχει τὸ τῆς γειτνιάσεως ἀγαθὸν, σὺν σοὶ ἂν, ὦ Ἡράκλεις, ὅστις ἐδάμασας τοὺς Γίγαντας, ὁ Σωγένης εὐτυχῶς βούλοιτο δια‐ ζῆν, τὴν σὴν καὶ δικαίαν τοῦ πατρὸς ἑαυτοῦ θεραπεύων | |||
5 | ψυχὴν καὶ τῶν προγόνων τὴν θείαν καὶ πλουσίαν ὁδὸν, ἀπὸ | |||
κοινοῦ ἀμφέπων. | 135 in vol. 3 | |||
N 7137a | ἐπεὶ τετραόροισιν ὧθ’ ἁρμάτων ζυγοῖς: ἐπειδή, φησίν, ὥσπερ τῶν τετρώρων ἁρμάτων ὁ ῥυμὸς μεταξὺ, οὕτω καὶ ἐν τοῖς τοῦ Ἡρακλέους τεμένεσιν ὁ νικηφόρος ἐν μέσῳ τὸν ἑαυτοῦ οἶκον ἔχει. | |||
N 7137b | ὁ δὲ νοῦς· ἐπεὶ ἐν τοῖς σοῖς τεμένεσιν, ὦ Ἡράκλεις, τὸν δόμον ἔχει μέσον· ὡς ἐπὶ τῶν ἁρμάτων ὁ ῥυμὸς μέσος ἐστὶν, οὕτως ὁ Σωγένους οἶκος ἐξ ἀμφοτέρων τῶν χειρῶν, καὶ ἀριστερᾶς καὶ δεξιᾶς, ἔχων τὰ σὰ | |||
5 | τεμένη, μέσος ἐστίν. | |||
N 7137c | ὡς ὁ ῥυμὸς ἅρματος τετρώρου. | |||
N 7141a | δύνασαι δὲ βροτοῖσιν ἀλκάν: δύνασαι δὲ καὶ αὐτὸς τῶν ἀπόρων καὶ ἀμηχάνων εὕρεσιν δοῦναι· ἀπὸ κοινοῦ γὰρ τὸ διδόμεν· καὶ δύνασαι τοὺς ἄλλους θεοὺς πεῖσαι δοῦ‐ ναι, οὓς προεῖπεν. | |||
N 7141b | ὁ δὲ νοῦς· δύνασαι, φησίν, ἀπαλ‐ λάξαι τὰς ἀμηχανίας καὶ τὰς ἀτυχίας τῶν ἀνθρώπων· ἀλεξί‐ κακος γὰρ ὑπάρχεις. | |||
N 7144a | εἰ γάρ σφιν ἐμπεδοσθενέα βίοτον: εἴθε γὰρ αὐτοῖς ἀσφαλῆ καὶ ἀδιάπταιστον βίον ἁρμόσας τῇ τε ἥβῃ καὶ τῷ λιπαρῷ γήρᾳ αὐτῶν προσπλέξαις. | |||
N 7144b | ἄλλως. εἴθε γὰρ αὐτοῖς ἐμπεδοσθενῆ τοῦτον τὸν βίον ἁρμόσαις, ἐν τῇ ἀκμῇ καὶ τῷ λιπαρῷ γήρᾳ διαπλέκοις τὸν βίον εὐδαίμονα. | |||
N 7147 | παίδων δὲ παῖδες ἔχοιεν αἰεί: ὡς τιμήν τινα ἐχόντων αὐτῶν, ἢ ἱερωσύνην ἢ ἄλλο τι τοιοῦτον παρὰ τοῖς Αἰγινήταις. ἔχοιεν οὖν τοῦτο τὸ γέρας, φησίν, οἱ παῖδες τῶν παίδων, ὅπερ νῦν ἔχουσι, καὶ ὄπισθεν αὐτὸ ἄρειον. | |||
N 7150a | τὸ δ’ ἐμὸν οὔ ποτε φάσει κέαρ: οὐκ ἀτρόπως φησὶν οὐδ’ ἀπεοικότως εἰς μνήμην ἐληλυθέναι τοῦ Νεο‐ | |||
πτολέμου. ὁ μὲν οὖν Καλλίστρατος, ἐπεὶ ἔφησε τὸν Σωγένη γείτονα εἶναι τοῦ Ἡρακλέους, καὶ ὁ Νεοπτόλεμος δὲ γειτνιᾷ | 136 in vol. 3 | |||
5 | τῷ θεῷ τῷ ἐν Δελφοῖς, κατὰ τοῦτό φησιν οἰκείως μεμνῆσθαι τοῦ Νεοπτολέμου, διὰ τὴν ἀμφοτέρων γειτνίασιν· ὁ δὲ Ἀρι‐ στόδημος, ὅτι μεμφθεὶς ὑπὸ Αἰγινητῶν ἐπὶ τῷ δοκεῖν ἐν Παιᾶσιν εἰπεῖν τὸν Νεοπτόλεμον ἐπὶ ἱεροσυλίᾳ ἐληλυθέναι εἰς Δελφοὺς, νῦν ὥσπερ ὑπεραπολογεῖται εἰπὼν, ὅτι οὐχ | |||
10 | ἱεροσυλῶν ἐτελεύτησεν, ἀλλ’ ὑπὲρ κρεῶν φιλοτιμηθεὶς ἀνῃ‐ ρέθη. διὸ καὶ ἐποίσει· ταὐτὰ δὲ τρὶς τετράκις τ’ ἀμπολεῖν ἀπορία τελέθει· οἷον ἀπολελόγημαι ἱκανῶς περὶ τοῦ Νεο‐ πτολέμου· τί οὖν ἔτι μέλλω τὰ αὐτὰ ἀναπολεῖν; ἀπορεῖν γάρ ἐστι λόγων τὸ ἀναπολεῖν τὰ αὐτὰ ὥσπερ παισὶ νηπίοις [τοῖς | |||
15 | τέκνοις]. τὸ δὲ ἑλκύσαι ἀντὶ τοῦ ἐνυβρίσαι φησίν· ἡ δὲ μετα‐ φορὰ ἀπὸ τῶν κυνῶν τῶν ἑλκόντων τὰ σώματα. | |||
N 7150b | ὁ δὲ νοῦς· διορίζεται, φησί, καὶ πέποιθεν ἑαυτῇ ἡ ἐμὴ ψυχὴ, μηδέποτε τῷ Νεοπτολέμῳ ἐνυβρίσαι. | |||
N 7155a | ἅτε μαψυλάκας Διὸς Κόρινθος: μαψυλάκας ὁ μάτην φλυαρηθείς. Διὸς Κόρινθος δὲ παροιμία ἐστὶν ἐπὶ τῶν τὰ αὐτὰ λεγόντων· ἡ δὲ παροιμία ἐντεῦθεν ἕρπει. Ἀλή‐ της ἐλθὼν περὶ τῆς ἐν Κορίνθῳ βασιλείας προσῆλθε τῷ | |||
5 | μαντείῳ τῷ ἐν Δωδώνῃ, ὅ ἐστι τοῦ Διός, καὶ ἔχρησεν αὐτῷ τότε κρατήσειν, ὅτε τις δῷ βῶλον γῆς· ἐπιθέσθαι δὲ ἡμέρᾳ πολυστεφάνῳ. ἐλθὼν οὖν ἐν Κορίνθῳ ᾔτει τινὰ ἄρτον ἀγροῖκον ὁ Ἀλήτης, ὁ δὲ λαβὼν βῶλον ἔδωκεν. ἐτελεῖτο δὲ καὶ θυσία τοῖς νεκροῖς ἐν Κορίνθῳ, δι’ ἣν τῆς πόλεως ἐν | |||
10 | μνήμασιν οὔσης ἐπέρχεται ὁ Ἀλήτης, καὶ εὑρὼν Κρέοντος θυγατέρας περὶ συνθήκας γενομένας, ἔφησέ τε ἐὰν κρατήσῃ, ἕξειν τὴν νεωτέραν αὐτῶν πρὸς γάμον, καὶ πείθεται ἡ κόρη καὶ προδίδωσι τὴν πόλιν τὰς πύλας ἀνοίξασα. καὶ κρατεῖ ὁ Ἀλήτης, καὶ ὠνόμασεν αὐτὴν Διὸς Κόρινθον, ἐπειδὴ διὰ τῆς | 137 in vol. 3 | ||
15 | μαντείας τοῦ Διὸς ἡ ἀρχὴ εἰς αὐτὸν ἦλθεν. | |||
N 7155b | ἄλλως. παροιμία ἐστὶν ἐπὶ τῶν τὰ αὐτὰ λεγόντων ὁ Διὸς Κόρινθος, ὅταν δυσεξελίκτως ἀναπολῶσι τὰ αὐτὰ πολλάκις. ἐγὼ οὖν, φησίν, οὐκ εἰμὶ Διὸς Κόρινθος. δοκεῖ οὖν ἀπὸ τοιούτου | |||
5 | τινὸς εἰρῆσθαι ἡ παροιμία· Μεγαρέας φασὶ Κορινθίων ἀποί‐ κους, καὶ πολλὰ τοῖς Κορινθίοις κατ’ ἰσχὺν τῆς πόλεως ὑπεί‐ κειν· ἄλλα τε γὰρ πλείονα τοὺς Κορινθίους προστάσσειν, καὶ τῶν Βακχιαδῶν εἴ τις τελευτήσαι, διῴκουν δὲ οὗτοι τὴν πόλιν, ἔδει Μεγαρέων ἄνδρας καὶ γυναῖκας ἐλθόντας εἰς Κόρινθον | |||
10 | συγκηδεύειν τὸν νεκρὸν τῶν Βακχιαδῶν. ὡς δὲ ὕβρεως οὐδὲν ἀπέλειπον οἱ Κορίνθιοι, τὰ δὲ τῶν Μεγαρέων ἔρρωτο, καὶ πρὸς ἐλπίσι τοῦ μηδὲν παθεῖν ἀποστάντας αὐτοὺς, ἀλλ’ ἀφεῖναι, πέμπουσι δῆτα πρέσβεις οἱ Κορίνθιοι κατηγορήσον‐ τας τῶν Μεγαρέων, οἳ προσελθόντες εἰς τὴν ἐκκλησίαν ἄλλα | |||
15 | τε πολλὰ διεξῆλθον καὶ τέλος, ὅτι δικαίως 〈ἂν〉 στενάξειεν | |||
ἐπὶ τοῖς γενομένοις ὁ Διὸς Κόρινθος, εἰ μὴ λήψοιτο δίκην παρ’ αὐτῶν. ἐφ’ οἷς παροξυνθέντες οἱ Μεγαρεῖς τοὺς πρέσ‐ βεις λίθοις ἔβαλον· καὶ μετὰ μικρὸν ἐπιβοηθησάντων τινῶν τοῖς Κορινθίοις καὶ μάχης γενομένης νικήσαντες, φυγῇ τῶν | 138 in vol. 3 | |||
20 | Κορινθίων ἀποφυγόντων ἐφαπτόμενοι, κτείνοντες ἅμα παίειν τὸν Διὸς Κόρινθον ἐκέλευον. ὅθεν φησὶν ὁ Δήμων (FHG I 379) ἔτι καὶ νῦν ἐπὶ τῶν ἄγαν σεμνυνομένων, κακῶς καὶ δειλῶς ἀπαλλαττόντων τὴν παροιμίαν ταύτην τετάχθαι. sch. inscr. VIII D | |||
N 8metr(t) | Scholia in Nemeonicarum carmen VIII | |||
1 | Τῆς ὀγδόης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐννέα. τὸ αʹ ἥμισυ ἔπους καταληκτικόν. τὸ βʹ ἰαμβέλεγος τοῦ τέλους ἐπὶ τὴν ἀρχὴν τεθέντος. τὸ γʹ Στησιχόρειον. τὸ δʹ ἐγκωμιο‐ λογικὸν μιᾷ πλεονάζον ἐν ἀρχῇ τοῦ πενθημιμεροῦς ἰαμβικοῦ· | |||
5 | ἢ χοριαμβικὸν τρίμετρον ταῖς ἐναντίαις κατακλειόμενον. τὸ εʹ ἰαμβέλεγος λειπούσης τῆς ἀρχῆς. τὸ ϛʹ λογαοιδικὸν Ἀρχε‐ βούλειον, ἢ ἐπιωνικὸν ἀπ’ ἐλάττονος, ἄτακτον διὰ τὸν σπον‐ δεῖον. τὸ ζʹ ἀναπαιστικὸν μονόμετρον ὑπερκατάληκτον. τὸ ηʹ Εὐριπίδειον. τὸ θʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. | |||
10 | ἡ ἐπῳδὸς κώλων ἕνδεκα. τὸ αʹ προσοδικὸν ἀπὸ Ἰωνικοῦ ἀπὸ μείζονος. τὸ βʹ Εὐριπίδειον. τὸ γʹ ἰαμβέλεγος λείπων | |||
τῇ ἀρχῇ. τὸ δʹ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον ταῖς ἐναντίαις κατακλεισθὲν, ἄτακτον, Ἀλκμανικῷ ζήλῳ. τὸ εʹ χοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ϛʹ ἰαμβικὸν τρίμετρον | 139 in vol. 3 | |||
15 | βραχυκατάληκτον. τὸ ζʹ ὅμοιον τῷ γʹ τῆς ἐπῳδοῦ. τὸ ηʹ μικτὸν ἐκ τροχαίου πενθημιμεροῦς καὶ δακτυλικοῦ πενθημι‐ μεροῦς. τὸ θʹ ἰαμβέλεγος, ὑπερτιθεμένου τοῦ τέλους. τὸ ιʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ιαʹ τροχαϊκὸν τρίμετρον καταληκτικὸν, ὅμοιον τῷ (Archil. fr. 99)· Ζεῦ πάτερ, γάμον | |||
20 | μὲν οὐκ ἐδαισάμην. 26D | |||
N 8inscr | Ἔνιοί φασι σταδιεῖς αὐτόν τε τὸν Δεινίαν καὶ τὸν πατέρα καὶ τοῦτο βλέποντα τὸν Πίνδαρον Δείνιδος δισσῶν σταδίων καὶ πατρὸς εἰπεῖν. παρέχει δέ, φησὶν ὁ Δίδυμος, τὴν ἀπορίαν τὸ μηδέτερον αὐτῶν ἐν τοῖς Νεμεονίκαις ἀναγε‐ | |||
5 | γράφθαι. | |||
N 81a | Ὥρα πότνια, κᾶρυξ Ἀφροδίτας: συντάττει τὸ προοίμιον ὁ Πίνδαρος εἰς τὸ τῆς ὥρας ἄνθος τοῦ νικηφόρου, εἶτα ἐπικωμιαστικῶς τῶν πατρίων ἐφάπτεται, λέγων τὴν Αἴ‐ γιναν δι’ ὡραΐσματος ὑπὸ Διὸς ἀνηρπάσθαι. | |||
N 81b | ὁ δὲ νοῦς ὦ ἀκμὴ ἐντιμοτάτη, ἄγγελε τῶν ἀφροδισίων καὶ θαυμαστῶν φιλιῶν, ἥτις τοῖς τε τῶν παρθένων βλεφάροις καὶ τοῖς παι‐ δικοῖς ἐπικαθεζομένη, πραέσιν ἔρωσι ταῖς τῆς ἀνάγκης χερσὶ | |||
5 | βαστάζεις, ἕτερον δὲ φαύλοις πόθοις. πραέσι δέ φησι ταῖς τῆς ἀνάγκης χερσὶν, ὅτι ἐξ ἀνάγκης ἡμῖν οἱ ἔρωτες παρα‐ γίνονται. ἑτέραις δὲ, προσδεκτέον χερσὶν, οἷον τὸν δὲ μὴ πραείαις ἀλλὰ σκληραῖς. πρὸς ἀμφότερα δὲ τὰ μέρη, τοῖς τῶν παρθένων καὶ παίδων, τουτέστι τοῖς παιδικοῖς, τὸ βλεφάροις | |||
10 | ἀκουστέον, ἵν’ ᾖ τὸ τῆς ἑρμηνείας κατάλληλον. | |||
N 86 | ἀγαπατὰ δὲ καιροῦ: ἀγαπητὸν δέ ἐστι καὶ εὔτακτον τῆς εὐκαιρίας καὶ τοῦ δέοντος καιροῦ μὴ ἀποσφαλέντα πρὸς ἕκαστον ἔργον, τῶν βελτιόνων ἐρώτων ἐπιθυμεῖν δύνασθαι καὶ ἐπικρατεῖν, τῶν δὲ φαύλων ἀπέχεσθαι. τοιούτων οὖν | 140 in vol. 3 | ||
5 | ἐρώτων ἐπικρατεῖν δύνασθαι, φησί, καλόν ἐστιν, οἷοι ἦσαν ἐτὶ Διός τε καὶ Αἰγίνης. ἔστι δὲ καὶ θαυμαστικῶς ἐκλαβεῖν τὸ οἷοι· ὁποῖοι ἀγαθοὶ ἔρωτες. πιθανῶς δὲ ποιμένας δώρων Ἀφροδίτης τοὺς ἔρωτάς φησιν· ὡς γὰρ ὁ ποιμὴν νέμει τὴν ἀγέλην, οὕτω καὶ ὁ ἔρως τὰς συνουσίας. οἷοι οὖν Διὸς καὶ | |||
10 | Αἰγίνης περιεπόλησαν τὸ λέκτρον ἔρωτες· ὁ γὰρ Ζεὺς οὐ μόνον δι’ ἐπιθυμίαν ἐμίγη τῇ Αἰγίνῃ, ἀλλ’ ἵνα καὶ σπερμήνῃ τοὺς ἀρίστους ἐξ αὐτῆς, Αἰακὸν, Πηλέα, Ἀχιλλέα, Νεοπτόλε‐ μον· οὗτοι οὖν οἱ ἔρωτες ἄριστοι, οἱ μὴ μόνον ὀρεγόμενοι τῆς ἀπολαύσεως καὶ τῆς ὥρας αὐτῆς, ἀλλ’ ἀποτελεσμάτων | |||
15 | ἀξιολόγων καὶ ἔργων ἐπιφανῶν τελεσιουργοί. | |||
N 812 | ἔβλαστε δ’ υἱὸς Οἰνώνας: τὸ ἔβλαστεν ἀντὶ τοῦ ὤφθη φησίν. ἀπὸ δὲ τῆς νήσου καὶ τὴν ἡρωΐδα ὠνόμασεν· υἱὸς γὰρ [τῆς] Οἰνώνης τῆς Αἰγίνης ὁ Αἰακὸς, χειρὶ καὶ βουλαῖς ἄριστος βασιλεὺς, τουτέστιν ἀνδρείᾳ καὶ φρονήσει. | |||
5 | Ὅμηρος (Γ 179)· ἀμφότερον, βασιλεύς τ’ ἀγαθὸς κρατερός τ’ αἰχμητής. | |||
N 814a | πολλά νιν πολλοὶ λιτάνευον ἰδεῖν: πλεῖστα δέ, φησί, πολλοὶ ἠξίουν θεάσασθαι τὸν Αἰακὸν, περιηχούμενοι τῇ τοῦ ἀνδρὸς εὐδοξίᾳ. καὶ γὰρ τὰ ἀνθήματα τῶν ἡρώων, οὐχ οἱ τυχόντες, ἀλλ’ οἱ ἄκροι τῶν περιοικούντων ἀμαχητὶ | |||
5 | πείθεσθαι αὐτῷ ἤθελον καὶ χωρὶς τοῦ κρατηθῆναι μάχῃ. | |||
N 814b | οὕτω διέπρεπε, φησίν, ὥστε τοὺς περιοικοῦντας ἑκου‐ σίως πείθεσθαι ταῖς ἀναξίαις, τουτέστι ταῖς ἀρχαῖς καὶ ταῖς βασιλείαις αὐτοῦ. | 141 in vol. 3 | ||
N 819a | οἵ τε κρανααῖς ἐν Ἀθάναισιν ἅρμοζον στρατόν: οἵτινες, φησί, διῴκουν τὰς Ἀθήνας, ἢ εἰς συμ‐ φωνίαν ἦγον τὸ πλῆθος. ταῦτα δὲ ἀνάγεται εἰς ἐκεῖνα, ὅτε αὐχμὸς κατέσχε τὴν Ἑλλάδα καὶ εὐξαμένου τοῦ Αἰακοῦ | |||
5 | ὄμβρος ἐγεγόνει. | |||
N 819b | ὁ δὲ νοῦς· καὶ οἱ ἐν ταῖς τραχείαις Ἀθήναις ἥρμοζον καὶ παρεσκεύαζον καὶ ἤτοι συμμαχοῦντες αὐτῷ παρεῖχον δύναμιν ἢ ὑπὸ τὴν αὐτοῦ ἀρχὴν ὄντες· ὁμοίως παρεσκεύαζον αὐτῷ, ἀπὸ κοινοῦ, καὶ οἱ Πελοποννήσιοι καὶ | |||
5 | οἱ Λακεδαιμόνιοι. | |||
N 824a | ὑπὲρ τῶνδε ἅπτομαι φέρων Λυδίαν μίτραν: ἀλληγορικῶς τὸν ποικίλον ὕμνον οὕτω φησὶν, ὅτι ἐντεχνεῖς οἱ Λύδιοι περὶ τὴν μουσικήν. τὸ γὰρ Λύδιον μέλος ποικίλον. | |||
N 824b | ἄλλως. οὕτως εἶπε τὸ ποίημα αὐτοῦ ὡς Λυδίῳ ἁρμονίᾳ γεγραμμένον. metr. D | |||
N 826 | Δείνιδος δισσῶν σταδίων καὶ πατρὸς Μέγα Νέμειον ἄγαλμα: τοῦ Δείνιος, ἤτοι τοῦ Δεινίου. Μέγας ὁ τοῦ Δεινίου πατήρ, φησί. δισσῶν δὲ σταδίων, ὅτι διαυλο‐ δρόμος. Νέμεον δὲ ἄγαλμα, τὸ γεγραμμένον εἰς Νεμεακὴν | |||
5 | νίκην ποίημα. | |||
N 828 | σὺν θεῷ γὰρ φυτευθεὶς ὄλβος ἀνθρώποισι παρμονώτερος: ὁ γὰρ γνώμῃ θεοῦ, φησίν, ὄλβος τοῖς ἀνθρώποις ἐμφυτευθεὶς καὶ δοθεὶς μονιμώτερός ἐστιν· ὅστις | |||
ὄλβος ἐπλούτισε καὶ εὐδαίμονα πεποίηκε τῷ πλούτῳ τὸν Κι‐ | 142 in vol. 3 | |||
5 | νύραν ἐν Κύπρῳ τῇ νήσῳ. τούτου καὶ Ὅμηρος μνημονεύει (Λ 20)· τόν ποτέ οἱ Κινύρας δῶκε ξεινήϊον εἶναι. | |||
N 832a | ἵσταμαι δὴ ποσσὶ κούφοις ἀναπνέων: ἐπειδὴ τοῦ Κινύρου ἐμνήσθη ἐν ὑποδείγματι τῶν διὰ θεὸν τὸν πλοῦτον ὀνησιφόρον ποιουμένων, ἐπιλαμβάνεται ἑαυτοῦ ὁ Πίνδαρος, ἵνα μὴ παρεκβῇ πλείονα εἰς τὸν περὶ Κινύρα λό‐ | |||
5 | γον .... μεταφέρων ἀπὸ τῶν πεντάθλων φησίν· ἵσταμαι πρὶν παλαῖσαι, εἰ τύχοι, τὸ πνεῦμα συλλεγόμενος. | |||
N 832b | ἄλλως. ἀντὶ τοῦ παύομαι. πάλιν δὲ ἐπιχειρεῖν τοῖς τῶν Αἰγινητῶν πατρίοις μέλλων καὶ ἀγῶνα τὴν ἐπιχείρησιν γινώσκων ἀνα‐ πνεῖν βούλεται καὶ ὥσπερ ἐκ διαλείμματος πάλιν ἀγωνίζεσθαι, | |||
5 | ὃν τρόπον οἱ τὰ πένταθλα καρτεροῦντες καὶ κατορθοῦντες. | |||
N 832c | ἄλλως. οἱ μέγα φωνεῖν θέλοντες, οἷον τραγῳδοὶ, προανα‐ πνέουσιν ἐπιπολὺ, ἵν’ ὅταν ἀναφωνήσωσιν, ἐξαρκέσῃ ἐπιπλέον ἡ φωνή. πολλαὶ οὖν, φησί, περὶ τοῦ Κινύρου καταβέβληνται ἱστορίαι καὶ διάφοροι, διὸ ἀναπνέω πρὶν εἰπεῖν. | |||
N 832d | πολλὰ γάρ μοι περὶ τῶν Αἰακιδῶν λέλεκται· ἢ πολλή μοί ἐστι μελέτη καὶ φροντὶς ὑπὲρ τῶν εἰς Αἰακίδας ἐγκωμίων. | |||
N 834a | νεαρὰ δ ἐξευρόντα δόμεν βασάνῳ εἰς ἔλεγ‐ χον: ἐμὲ δὲ νῦν, φησί, καινολογῆσαι περὶ τοῦ Κινύρου παρώ‐ σαντα τὰ κοινῶς ἱστορούμενα, κινδυνῶδές ἐστιν. ἐὰν γάρ τι καινουργῶ, ἀπιστηθήσομαι. | |||
N 834b | ἢ οὕτω· νεώτερα δὲ ἐγκώ‐ μια ἐξευρόντα καὶ ἐπινοήσαντα τῇ τῶν ἀκροατῶν κρίσει δοῦναι πρὸς διάκρισιν καὶ δοκιμασίαν ἐπικίνδυνον. βασάνῳ δὲ, ἤτοι διαβολῇ, κρίσει. βασανίζοντες γὰρ οἱ ἀκροαταὶ τὰ λεγόμενα | |||
5 | κρίσιν διδόασιν. | |||
N 835 | ὄψον δὲ λόγοι φθονεροῖσιν: τοῦτο πρὸς τοὺς ἀντιτέχνους· τοῖς φθονεροῖς οἱ λόγοι εἰς διαβολὴν τῶν κατηγορουμένων ὄψον εἰσὶν, ἤτοι προσόψημα, τουτέστιν οὐχ ἑτέρῳ χρῶνται προσοψήματι οἱ φθονεροὶ ἢ τοῖς εἰς διαβολὴν | 143 in vol. 3 | ||
5 | λόγοις. | |||
N 837 | ἅπτεται δ’ ἐσλῶν αἰεί: ἀπὸ τῶν φθονούντων ἐπὶ τὸν φθόνον μετήγαγε τὸν λόγον· οὐ τῶν τυχόντων, φησίν, ἅπτεται ὁ φθόνος, ἀλλὰ τῶν μειζόνων· οὐδεὶς γὰρ Θερσίτῃ φθονεῖ, ἀλλ’ Ἀγαμέμνονι. χείροσιν οὖν οὐκ ἐρίζει ὁ φθόνος· | |||
5 | ὁ γὰρ φθόνος εἰς καλὰ βαίνει. | |||
N 840 | τὸ δὲ ἀμφικυλίσας φασγάνῳ, ἀντὶ τοῦ ξίφει περικυ‐ λίσας. τοῦτο δὲ ἐκ τοῦ συμβεβηκότος ἀπὸ τῆς καταπτώσεως τῆς κατὰ τὴν ἀναίρεσίν φησιν. | |||
N 841a | ἦ τιν’ ἄγλωσσον μέν: ἄγλωσσον δή τινα καὶ ἄλα‐ λον, ἦτορ δὲ ἄλκιμον καὶ ἀνδρεῖον, ἐν λυγρῷ νείκει κατέχει λήθη καὶ θάνατος, τουτέστι καὶ ἕτερός τις τῶν ἀλαλωτέρων φθονηθεὶς ἀδίκως ἐτελεύτησεν, ἐν οἷς καὶ ὁ Αἴας. | |||
N 841b | ἄλλως. τοῦτο ὡς πρὸς τὸν Αἴαντα. θέλει δὲ εἰπεῖν, ὅτι φιλονεικίας οὔσης καὶ ἔριδος τὸν ἀνδρεῖον τὸ σῶμα, ἀσθενῆ δὲ τὴν ἀπό‐ κρισιν, λήθη κατέσχεν. | |||
N 841c | ὁ δὲ νοῦς· ναὶ δὴ τὸν μὴ τῷ λόγῳ μὲν ἱκανὸν, ἀνδρεῖον δὲ σῶμα μόνον ἔχοντα, μεγάλη λήθη ἐν τῇ πρὸς τοὺς ἐχθροὺς μάχῃ καὶ στάσει κατέχει· καταπαλαίονται γὰρ τῷ λόγῳ καὶ οἱ πάνυ ἀνδρεῖοι καὶ βαρύ‐ | |||
5 | σωμοι ὑπὸ φρονίμων. τὸν γὰρ ἐν τῷ λέγειν μὴ δεινὸν μηδὲ σοφιστὴν τῷ λόγῳ ὁ τοιοῦτος ὑπερβάλλει. | |||
N 843a | αἰόλῳ δὲ ψεύδει τῷ ποικίλῳ φησὶ καὶ πιθανῷ· μέ‐ γιστον γὰρ πρόσεστι τῷ ποικίλῳ δόλῳ γέρας, φησί, διὰ τὸ | |||
τοῦ λόγου πιθανόν, ὅτι ὁ πιθανὸς λόγος καὶ τὴν ἀλήθειαν οἶδε πολλάκις ὑποκλέπτειν. | 144 in vol. 3 | |||
N 843b | ἄλλως. μέγιστον νέμεται γέ‐ ρας τῷ ποικίλῳ ψεύδει· οἱ γὰρ ποικίλως ψευδόμενοι ἀποδοχῆς τυγχάνουσι παρὰ τοῖς ἀνθρώποις. τούτου δὲ ἀπόδειξιν ἐπι‐ φέρει τὰ ἐφεξῆς. | |||
N 844 | κρυφίαισι γὰρ ψάφοις Ὀδυσσῆ: κρυφίαισιν, ἤτοι ταῖς ἀδίκοις ἢ ταῖς κρύφα φερομέναις ψήφοις· οὕτω γὰρ φέρονται. Ὀδυσσέα γοῦν βασκήναντα τῷ Αἴαντι οἱ Ἀχαιοὶ κρυφίας ἐνεγκόντες ψήφους περὶ τῶν Ἀχιλλέως ὅπλων | |||
5 | ἐθεράπευσαν οὐκ ὀρθῶς· ἔδει γὰρ Αἴαντα νικῆσαι. | |||
N 848 | ἦ μὰν ἀνόμοιά γε: οὐχ ὅμοια, φησί, τραύματα ἔλαβον ὅ τε Αἴας καὶ Ὀδυσσεὺς, τουτέστιν οὐ τὸν αὐτὸν τρό‐ πον οὐδὲ ἐξ ἴσου τοῖς Τρωσὶν ἐπολέμησαν, ἀλλ’ ὁ μὲν Ὀδυσ‐ σεὺς δειλὸς ἦν, ὁ δὲ Αἴας ὠθεῖτο εἰς τοὺς πολεμίους. θερμὰ | |||
5 | δὲ ἕλκη τὰ φλεγμαίνοντά φησι. πελεμιζόμενοι δὲ ἀντὶ τοῦ πελεμίζοντες ἐνεργητικοῦ καὶ διακινοῦντες. ὁ δὲ Ἀρίσταρχος οὕτως· ἀνόμοια πλήγματα τοῖς πολεμίοις ὅ τε Ὀδυσσεὺς καὶ Αἴας ὑπὸ ἀλεξιμβρότου λόγχης κινούμενοι. τῇ δὲ Αἴαντος ἀνδρείᾳ καὶ Ὅμηρος μαρτυρεῖ (ε 309—10)· | |||
10 | ὅτε μοι πλεῖστα χαλκήρεα δοῦρα | |||
Τρῶες ἐπέρριψαν περὶ Πηλείωνι θανόντι. | 145 in vol. 3 | |||
N 854a | ἐχθρὰ δ’ ἄρα πάρφασις ἦν: πάρφασις, παρα‐ λογισμὸς καὶ παράπεισις ἢ ἀπάτη· ἐν ἤθει δὲ προήγαγε τὸν λόγον. ἄρα, φησί, καὶ τότε ἦν ἡ ἐχθρὰ ἀπάτη, ἡ τῶν ἀπα‐ τητικῶν λόγων σύμφοιτος καὶ δολοφραδὴς καὶ ὄνειδος οὖσα | |||
5 | κακοποιόν. | |||
N 854b | ἄλλως. ταῦτά φησι δυσανασχετῶν ἐπὶ τῷ ἀδίκως ἀναιρεθῆναι τὸν Αἴαντα διὰ τὰ ψεύδη τοῦ Ὀδυσσέως. διὸ καί φησιν· ἦν ἄρα τις καὶ παρὰ τοῖς ἥρωσιν ἀπάτη, οὐ μόνον παρ’ ἡμῖν. | |||
N 858a | τῶν δὲ ἀφάντων κῦδος ἀντείνει σαθρόν: ἀφάντων ἀντὶ τοῦ ἀφανῶν, εὐτελῶν. τὸ δὲ ἀντείνει ἀντὶ τοῦ ἀνατείνει, ἐπαίρει. σαθρὸν, πρὸς ὀλίγον. | |||
N 858b | ὁ δὲ νοῦς· τῶν δὲ ἀδόξων τὸ κῦδος μεγαλύνει καὶ ὑψοῖ σαθρὸν αὐτῶν τὸ κλέος· οἰκόβιος γὰρ ἡ τῶν ἀδίκων δόξα καὶ εὐκατάακτος. | |||
N 859 | εἴη μή ποτέ μοι τοιοῦτον ἦθος, Ζεῦ πάτερ: ὦ Ζεῦ πάτερ, μὴ γένοιτό μοι τὸ ἦθος τοιοῦτον, ἀλλὰ τὰς τοῦ βίου μου κελεύθους καὶ ὁδοὺς ἀπλανεῖς φύλαξον, τουτέστιν ἁπλᾶς καὶ ἀκακοήθεις ἀνύοιμι· ὅπως μὴ τελευτήσας τοῖς | |||
5 | παισί μου κακὴν καταλείψω φήμην, τουτέστιν ἵνα μὴ δυσφη‐ μηθῶσιν οἱ ἐμοὶ παῖδες ἄδικά μου πράξαντος. | |||
N 863 | χρυσὸν εὔχονται, πεδίον δ’ ἕτεροι ἀπέραν‐ τον: ἕτεροι μὲν οὖν χρυσὸν πολὺν εὔχονται, κτήσασθαι δηλονότι, ἄλλοι δὲ γῆν πολλὴν πρὸς γεωργίαν· ἐγὼ δὲ εὔχομαι τοῖς πολίταις ἀρέσαι καὶ τεθνάναι ἐπαινῶν μὲν τὰ ἄξια τοῦ | |||
5 | ἐπαινεῖσθαι, ψόγον δὲ καὶ μέμψιν τοῖς ἀδίκοις ἐμβάλλων. | |||
N 868a | αὔξεται δ’ ἀρετὰ χλωραῖς ἐέρσαις: ἀντὶ τοῦ ταῖς χλωροποιοῖς δρόσοις· αὗται γὰρ τῶν φυτῶν αὐξητικαί. | |||
τὸ δὲ ἑξῆς· αὔξεται δὲ ἀρετὰ ἐν σοφοῖς τε καὶ δικαίοις τῶν ἀνδρῶν ἀερθεῖσα, ὡς ὅτε δένδρον χλωραῖς ἐέρσαις πρὸς ὑγρὸν | 146 in vol. 3 | |||
5 | αἰθέρα. | |||
N 868b | ὁ δὲ νοῦς· αὔξεται δὲ καὶ ἡ ἀρετὴ τῶν ἀν‐ δρῶν ὑψωθεῖσα τοῖς σοφοῖς καὶ δικαίοις λόγοις τῶν ποιητῶν, ὥσπερ καὶ φυτὸν ἐπαίρεται πρὸς αἰθέρα καὶ αὔξεται ταῖς χλωροποιοῖς δρόσοις. | |||
N 868c | ἢ οὕτως· ὥσπερ δένδρον ὕδατι ποτιζόμενον εἰς μῆκος αὔξεται. | |||
N 868d | B | ἢ οὕτως· ἡ ἀρετὴ τῶν δικαίων ἐπιτυγχάνουσα ὑψοῦται. τὸ δὲ ἑξῆς· ὡς δένδρον ἀΐσσει πρὸς αἰθέρα ὑγραῖς ἐέρσαις, οὕτω καὶ ἡ ἀρετὴ σοφοῖς | ||
BD | ἀνδράσι καὶ δικαίοις αὔξεται ἀερθεῖσα. | |||
N 871a | χρεῖαι δὲ παντοῖαι φίλων ἀνδρῶν: καὶ πᾶσαι χρεῖαι τῶν προσφιλῶν ἀνδρῶν, φησίν, οἱονεὶ καὶ πρᾶξις πᾶσα ἀνδρῶν προσφιλῶν καὶ δικαίων αὐξάνεται τοῖς ὕμνοις, ἐξόχως δὲ τὰ περὶ πόνους κατορθώματα. | |||
N 871b | ἄλλως. κατὰ πολλά τις χρείαν ἔχει, φησί, τῶν φίλων ἀνδρῶν· οὐ διαπαν‐ τὸς δὲ τῶν αὐτῶν εἰσιν αἱ χρεῖαι, ἀλλ’ ἄλλοτε ἄλλου, πῆ μὲν ἐν τοῖς πόνοις καὶ ἔργοις, πῆ δὲ καὶ τέρπεται ὁρῶν τις πιστὸν | |||
5 | φίλον· νῦν δὲ δηλαδὴ τοῦ Πινδάρου χρεία, ἵνα ὑμνήσῃ τὸν νικηφόρον. | |||
N 873 | μαστεύει δὲ καὶ τέρψις ἐν ὄμμασιν: ἐπιζητεῖ δὲ καὶ ἡ τῶν ὀμμάτων τέρψις τὸ πιστὸν ὥστε θέσθαι ἐν ὄμμασι, τουτέστι θεωρῆσαι· καὶ ἡμεῖς δὲ φιλοῦντες ὑμᾶς κατὰ ἀλήθειαν, θεωροῦντες τερπόμεθα. Εὐριπίδης (Ion. 732)· | |||
5 | εἰς ὄμματ’ εὐρὺ φωτὸς ἐμβλέψει γλυκύ. | |||
N 875 | ὦ Μέγα: ὡς τεθνηκότος τοῦ Μέγα οὕτω φησίν· ἐμοὶ δὲ ἀδύνατον, ὦ Μέγα, τεθνηκότος σου τὴν ψυχὴν ὑπ’ ὄψιν καὶ πίστιν ἀγαγεῖν. | |||
N 877a | κενεᾶν δ’ ἐλπίδων χαῦνον τέλος: τουτέστιν ἐὰν ἐλπίσω τὰ ἀδύνατα, κενὸς ἔσομαι. | |||
N 877b | ἢ οὕτω· τῶν δὲ | |||
ματαίων ἐλπίδων ἀσθενὴς καὶ ἀβέβαιος ἡ ἔκβασις. | 147 in vol. 3 | |||
N 879a | σεῦ δὲ πάτρᾳ Χαριάδαις τε: Χαριαδῶν φυλὴ, ἀφ’ ἧς ὁ νικηφόρος. τὸ δὲ ἑξῆς· τῇ δὲ σῇ πατρίδι καὶ τοῖς Χαριάδαις ἀναστηρίξαι καὶ ἱδρῦσαι εὔτονον μουσικὴν στήλην βούλομαι ἕνεκα τῶν δυνατῶν σου ποδῶν καὶ νικηφόρων. | |||
5 | δρόμῳ γὰρ ἐνίκησεν. | |||
N 879b | ὁ δὲ νοῦς ὅλος· τὸ μὲν ἀναστῆσαι τὸν τεθνεῶτα. φησίν, ἀδύνατόν μοί ἐστι· τῇ δὲ πατρίδι καὶ τῇ φυλῇ, οἵ εἰσι Χαριάδαι, ὑπερεῖσαι λίθον Μουσαῖον, τουτέστι στήλην ἀπὸ Μουσῶν, ἤγουν τὸν ὕμνον, δυνατός εἰμι, ἐφ’ οὗ | |||
5 | ἡδρασμένοι ἔσονται ἔνδοξοι. λάβρον δὲ τὸν λίθον τῶν Μου‐ σῶν ἀλληγορικῶς τὴν ἀπὸ τῶν λόγων εὔτονον στήλην φησί· λάβρον δὲ, διὰ τὸ ῥεύματι χρῆσθαι τοὺς ποιητάς. | |||
N 882a | χαίρω δὲ πρόσφορον: χαίρω ὅταν ᾖ, φησί, τὰ πεπραγμένα πρόσφορα τῷ λόγῳ· χαίρω δὲ περὶ τῶν διὰ τοῦ ὕμνου κόμπων· ποιητὴς δέ τις τοῖς ὕμνοις ἀνώδυνον τίθησι τὸν πόνον τῷ νικηφόρῳ. | |||
N 882b | ἄλλως. ταῖς ἐπῳδαῖς. φησίν, ἀνώδυνόν τις ἔθηκε τὸν κάματον· ἐδόκουν γὰρ οἱ ἀρχαῖοι ταῖς ἐπῳδαῖς ἴασιν καὶ θεραπείαν εὑρίσκειν. Ὅμηρος (τ 457)· ἐπαοιδῇ δ’ αἷμα κελαινὸν ἔσχεθον. πρὸς τί δὲ τοῦτο εἶπεν; | |||
5 | ὅτι ὡς ἐπῳδῇ τις χρησάμενος κουφίζει τὸν κάματον, οὕτω καὶ ἐγὼ ὡς ἐπῳδῇ χρησάμενος τῷ ὕμνῳ κουφίσω τὴν κακοπάθειαν τοῦ ἠθληκότος. | |||
N 885 | ἦν γε μὰν ἐπικώμιος ὕμνος δὴ πάλαι: τουτέστι τὰ ἐγκώμια ἐγράφετο καὶ πάλαι, πρὶν καὶ τοὺς Ἀργείους ἐπι‐ στρατεῦσαι ταῖς Θήβαις, τουτέστι πρὶν τὰ Νέμεα τεθῆναι ἦν | |||
ἐγκώμια. στρατευσάντων γὰρ τῶν περὶ Ἄδραστον ἐπὶ Θήβας | 148 in vol. 3 | |||
5 | ὁ Ἀρχέμορος ὑπὸ τοῦ δράκοντος διεφθάρη, οἱ δὲ ἐπ’ αὐτῷ τοῦ μόρου ἄρξαντι τὰ Νέμεα ἔθηκαν. | |||
D | subscr. τέλος. schol. inscr. IXD | |||
N 9metr(t) | Scholia in Nemeonicarum carmen IX | |||
1 | Ἡ ἐννάτη ᾠδὴ μονοστροφική ἐστιν ἐκ κώλων δώδεκα. τὸ αʹ δακτυλικὸν τρίμετρον καταληκτικόν. τὸ βʹ τὸ αὐτό. τὸ γʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ δʹ δακτυλικὸν πενθημι‐ μερές. τὸ εʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ϛʹ δακτυ‐ | |||
5 | λικὸν πενθημιμερές. τὸ ζʹ ἐγκωμιολογικὸν μετατεθείσης τῆς πρώτης ἐπὶ τὴν ἐσχάτην. τὸ ηʹ ἰαμβέλεγος, μετατιθεμένης τῆς τελευταίας ἐπὶ τὴν ἀρχήν. τὸ θʹ πενθημιμερὲς δακτυλι‐ κόν. τὸ ιʹ δίμετρον ἰαμβικὸν ἀκατάληκτον. τὸ ιαʹ τὸ αὐτό. τὸ ιβʹ πενθημιμερὲς ἰαμβικόν. 16D | |||
N 9inscr | Περὶ τῶν ἐν Σικυῶνι Πυθίων ὁ Ἁλικαρνασεὺς (Herod. 5, 67?) οὕτω γράφει· ........ φησὶ δὲ ἐν τῷ πο‐ λέμῳ τῶν Κρισαίων κατὰ θάλασσαν ῥᾳδίως τὰ ἐπιτήδεια ποριζομένων καὶ διὰ τοῦτο μακρᾶς γινομένης τῆς πολιορκίας, | |||
5 | Κλεισθένην τὸν Σικυώνιον ναυτικὸν ἰδίᾳ παρασκευάσαντα κωλῦσαι τὴν σιτοπομπίαν αὐτῶν, καὶ διὰ ταύτην τὴν εὐεργε‐ σίαν τὸ τρίτον τῶν λαφύρων ἔδοσαν τῷ Κλεισθένει καὶ Σι‐ κυωνίοις. ἀφ’ οὗ καὶ Σικυώνιοι τὰ Πύθια πρῶτον παρ’ | |||
ἑαυτοῖς ἔθεσαν. ὁ δὲ Χρόμιος οὗτος φίλος ἦν Ἱέρωνος, | 149 in vol. 3 | |||
10 | κατασταθεὶς ὑπ’ αὐτοῦ τῆς Αἴτνης ἐπίτροπος· ὅθεν καὶ Αἰτναῖος ἐκηρύχθη. αὗται δὲ αἱ ᾠδαὶ οὐκέτι Νεμεονίκαις εἰσὶ γεγραμμέναι· διὸ κεχωρισμέναι φέρονται. | |||
N 91a | Κωμάσομεν παρ’ Ἀπόλλωνος: ἀπὸ τοῦ χοροῦ ὁ λόγος. ἔνιοι δὲ, κωμάσομεν εἰς τὴν Αἴτνην, φασί. νεόκτιστον δὲ ταύτην φησὶν, ἐπειδὴ ἦν ὁ Ἱέρων νεωστὶ αὐτὴν ἀνακτίσας, πρότερον Κατάνην καλουμένην. ξείνων δὲ θύραι, αἱ τῆς φι‐ | |||
5 | λοξενίας. τὸ δὲ νενίκανται ἀντὶ τοῦ ἥττηνται· παντὶ οὖν εἴκουσαι ξένῳ καὶ οὐδένα ἀπελαύνουσαι νικῶνται τῇ φιλοξενίᾳ τοῦ νικηφόρου· ἢ νίκας ἔχουσιν, ἐν οἴῳ τρόπῳ ἐστεφανῶ‐ σθαι τόνδε, ἀντὶ τοῦ στέφανον ἔχειν. τὴν δὲ ὅλην Αἴτ‐ νην εἰπὼν ἐπήνεγκε Χρομίου δῶμα, ὥστε ὅμοιον εἶναι τῷ | |||
10 | (θ 362—3) ἣ δ’ ἐς Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη, ἐς Πάφον. | |||
N 91b | ὁ δὲ νοῦς οὕτω· χορεύσωμεν, ὦ Μοῦσαι, καὶ ὑμνήσωμεν ἐκ Σικυῶνος ἥκοντες καὶ παρὰ τοῦ ἐκεῖσε Ἀπόλλωνος εἰς τὴν καλλίστην Αἴτνην, ἐν ᾗ πᾶσιν ἀνεῳγυῖαι 〈αἱ〉 θύραι τοῦ Χρομίου τῆς οἰκίας ἥττηνται ὑπὸ τῶν ξένων, ἔνθα πᾶσι | |||
5 | ξένοις ὁ πλούσιος οἶκος ἀνέῳκται ὑπὸ φιλοξενίας ἡττηθείς. ἄγε δὴ οὖν, ὦ Μοῦσαι, διανύσατε καὶ πράσσετε τοὺς ἡδυτά‐ τους διὰ λόγων ὕμνους. τὸ γὰρ τοὺς λοιποὺς κρατοῦν καὶ νικῶν ἅρμα ἐλαύνων ὁ Χρόμιος τῇ τε Λητοῖ καὶ τοῖς δυ‐ σὶν αὐτῆς παισὶ τὸ θαυμάζεσθαι δίδωσιν, οὖσιν αὐτοῖς τῆς | |||
10 | ὑψηλοτάτης Πυθῶνος καὶ ὁμοκλήροις καὶ ἴσοις ἐπισκόποις. | 150 in vol. 3 | ||
N 98 | τὸ κρατήσιππον γάρ: κρατήσιππον ἤτοι τὸ συνέχον ἐν τάξει τοὺς ἵππους, ἢ τὸ κρατοῦν καὶ νικῶν τοὺς ἐναντίους. | |||
N 913a | ἔστι δέ τις λόγος ἀνθρώπων: ἔστι γάρ τις πα‐ λαιὰ παραίνεσις καὶ παρὰ ἀνθρώποις ᾀδομένη, ὡς οὐ δεῖ τὸ ὑπό τινος κατεργαζόμενον καλὸν σιγῇ παραδιδόναι, ὥστε εἰς γῆν κατενεχθῆναι καὶ ἄδοξον διὰ τῆς σιωπῆς γενέσθαι. | |||
N 913b | τὸ οὖν ἐπιτελεσθὲν ἀγαθὸν οὐ δεῖ, φησί, τῇ σιγῇ παρα‐ δοῦναι οὐδ’ ἀνεπισήμαντον ἀφεῖναι. metr. D | |||
N 916a | θεσπεσία δ’ ἐπέων καύχας ἀοιδὰ πρόσφορος: τοῖς νενικηκόσι, φησί, πρόσφορός ἐστι καὶ ἐοικυῖα ἡ διὰ τῆς καυχήσεως ᾠδή· τίνες γὰρ ἄλλοι μέλλουσι καυχᾶσθαι ἢ οἱ νική‐ σαντες; Ἀττικοὶ δὲ λέγουσι καύχην τὴν καύχησιν, καὶ ἄνθην | |||
5 | τὴν ἄνθησιν, καὶ βλάστην τὴν βλάστησιν. | |||
N 916b | ἢ οὕτω· προσφορωτέρα ἐστὶ τῆς καυχήσεως ἡ τῶν ἐπῶν ᾠδή· ἢ πρόσ‐ φορος καὶ ἀγαθή τις ἡ τῆς τῶν ἐπῶν καυχήσεως ᾠδὴ ἢ ἡ καυχητικὴ ᾠδή. | |||
N 916c | ὁ δὲ νοῦς· ἀλλ’ ὅτι πρόσφορός ἐστι καὶ ἁρμόζουσα τούτοις θαυμαστή τις λόγων ᾠδή. | |||
N 918a | ἀλλ’ ἀνὰ μὲν βρομίαν φόρμιγγα: ἑαυτῷ παρα‐ κελεύεται ὑμνεῖν τὸν νικηφόρον. βρομία δὲ ἡ φόρμιγξ, ἤτοι παρὰ τὸν βρόμον καὶ τὸν ἦχον τὸν ἀποτελούμενον κατὰ τὸν κιθαρισμόν, ἢ βρομίαν τὴν συναναστρεφομένην τῷ Διονύσῳ. | |||
5 | Ὅμηρος (ρ 271)· φόρμιγγός θ’ ἣν δαιτὶ θεοὶ ποίησαν ἑταίρην. | |||
N 918b | ὁ δὲ νοῦς· διὰ τοῦτο δὴ σὺν πᾶσιν ὀργάνοις μουσικοῖς, | |||
τοῦτο μὲν κιθάρᾳ, τοῦτο δὲ αὐλῷ, ὁρμήσωμεν ἐπὶ τὴν κο‐ ρυφὴν τῶν ἱππικῶν ἄθλων, ἐπὶ τὸ ἐξαίρετον, τουτέστι τὴν νίκην. | 151 in vol. 3 | |||
N 920 | ἅ τε Φοίβῳ θῆκεν Ἄδραστος: ἅτινα, τὰ Πύθιά φησι· κατ’ αὐτὸν τὸν Πίνδαρον· ἀνατίθησι γὰρ τὴν τῶν Πυ‐ θίων θέσιν ἐν Σικυῶνι Ἀδράστῳ, ποιητικὴν ἄγων ἄδειαν, Κλεισθένους αὐτὰ διαθέντος, καθὰ δεδήλωται (sch. inscr.). ἵν’ | |||
5 | οὖν ἐνδοξότερον ἀποφήνῃ τὸν ἀγῶνα, ὧνπερ, φησίν, ἄθλων μνημονεύσας ἐγὼ καὶ τῶν ἐνδόξων μνησθήσομαι τιμῶν τοῦ ἥρωος Ἀδράστου. | |||
N 925a | ὃς τότε μὲν βασιλεύων: ὅστις Ἄδραστος τὸ τηνι‐ καῦτα λοιπὸν ἐκεῖ βασιλεύων ἐν τῇ Σικυῶνι, οὐκέτι ἐν Ἄργει, παντοίαις ἀρεταῖς, τοῦτο μὲν ἀγωνίσμασιν ἀνδρῶν τοῖς ἐκ δυ‐ νάμεως, τοῦτο δὲ φιλοκαλίαις ἁρμάτων γλαφυρῶν καὶ ὡραίων | |||
5 | καὶ καινοτέραις εὐωχίαις, ἐμφανεστάτην καὶ ἀοίδιμον ἐποίει τὴν πόλιν. | |||
N 925b | καὶ Κλεισθένης μὲν τὰ ἐν Σικυῶνι Πύθια διέθηκε πρῶτος, ἀνατίθησι δὲ τὸ ὅλον Ἀδράστῳ ὡς διαθέντι, ἐπειδὴ καὶ διωρθώσατο αὐτὸς ὕστερον, καὶ ἄλλως ἐνδοξότερος ὁ ἀνήρ. | |||
N 930a | φεῦγε γὰρ Ἀμφιάρηον: περὶ τῆς Ἀδράστου εἰς Σικυῶνα μεταστάσεως Ἡρόδοτος μὲν οὕτω φησίν (V 67)· οἱ δὲ Σικυώνιοι εἰώθεισαν μεγαλωστὶ κάρτα τιμᾶν τὸν Ἄδρηστον. ἡ γὰρ χώρη αὕτη ἦν Πολύβου· ὁ δὲ Ἄδρηστος ἦν Πολύβου | |||
5 | θυγατριδέος, ἄπαις δὲ ὁ Πόλυβος τελευτῶν διδοῖ Ἀδρήστῳ τὴν χώρην. Μέναιχμος δὲ ὁ Σικυώνιος οὕτω γράφει (Scriptt. rer. Al. p. 145)· χρόνου παρελθόντος πολλοῦ Πρῶναξ μὲν ὁ Ταλαοῦ καὶ Λυσιμάχης τῆς Πολύβου βασιλεύων Ἀργείων ἀποθνῄσκει, | |||
καταστασιασθεὶς ὑπὸ Ἀμφιαράου καὶ τῶν Μελαμποδιδῶν καὶ | 152 in vol. 3 | |||
10 | τῶν Ἀναξαγοριδῶν· Ἄδραστος δὲ ὁ ἀδελφὸς τοῦ Πρώνακτος φυγὼν ἦλθεν εἰς Σικυῶνα, καὶ τὴν Πολύβου τοῦ μητρο‐ πάτορος βασιλείαν παραλαβὼν ἐβασίλευσε τῆς Σικυῶνος, καὶ τὸ τῆς Ἥρας τῆς Ἀλέας καλουμένης ἱερὸν καθ’ ὅνπερ ᾤκει τόπον ἱδρύσατο. τὴν δὲ ἐπωνυμίαν ἔλαβε ταύτην τὸ ἱερὸν διὰ | |||
15 | τὸ φεύγοντα τὸν Ἄδραστον ἱδρύσασθαι καὶ καλέσαι ἱερὸν Ἥρας Ἀλέας. τὸ δὲ φυγεῖν τινες ἀλᾶσθαι ὠνόμαζον. Διευχίδας δὲ ἐν τῷ τρίτῳ τῶν Μεγαρικῶν (FHG IV 389) τὸ μὲν κενήριον τοῦ Ἀδράστου ἐν Σικυῶνί φησιν, ἀποκεῖσθαι δὲ αὐτὸν ἐν Με‐ γάροις. | |||
N 930b | οἱ δέ φασι· Προῖτος ἐβασίλευσε τοῦ Ἄργους, τῶν θυγατέρων δὲ αὐτοῦ μανεισῶν Μελάμπους μάντις ὢν παρε‐ γένετο· ὁμολογηθέντος δὲ αὐτῷ μισθοῦ τῶν δυεῖν μερῶν τῆς βασιλείας, ἐκάθηρεν αὐτάς· ὡς δὲ ἐκάθηρεν, ἔλαβε κατὰ τὴν | |||
5 | ὑπόσχεσιν, καὶ τὸ μὲν ἥμισυ ἐκοινώσατο τῷ ἀδελφῷ Βίαντι, τὸ δὲ ἥμισυ κατέσχεν αὑτῷ, ὥστε γενηθῆναι τὴν ὅλην βασι‐ λείαν τριμερῆ, Μελαμποδίδας, Βιαντίδας, Προιτίδας. Μελάμ‐ ποδος μὲν οὖν Ἀντιφάτης, οὗ Ὀϊκλῆς, οὗ Ἀμφιάραος· Βίαν‐ τος δὲ Ταλαὸς, οὗ Ἄδραστος· Προίτου δὲ Μεγαπένθης, οὗ | |||
10 | Ἱππόνους. οὗ Καπανεὺς, οὗ Σθένελος. διαφορὰ δὲ ἐγενήθη τοῖς περὶ Ἀμφιάραον καὶ Ἄδραστον, ὥστε τὸν μὲν Ταλαὸν ὑπὸ Ἀμφιαράου ἀποθανεῖν, τὸν δὲ Ἄδραστον φυγεῖν εἰς Σι‐ κυῶνα καὶ γῆμαι τὴν Πολύβου θυγατέρα, τελευτήσαντος δὲ | |||
τοῦ Πολύβου χωρὶς ἐπιγονῆς ἀρσενικῆς τὸν Ἄδραστον ἔχειν | 153 in vol. 3 | |||
15 | τὴν Σικυωνίων βασιλείαν. εὐλόγως οὖν εἶπε· φεῦγε γὰρ Ἀμφιάρηον ὁ Ἄδραστος διὰ τὴν στάσιν τὴν πρὸς τοὺς Με‐ λαμποδίδας. ὕστερον μέντοι συνεληλύθασι πάλιν, ἐφ’ ᾧ συνοι‐ κήσει τῇ Ἐριφύλῃ ὁ Ἀμφιάραος, ἵν’ εἴ τι μέγ’ ἔρισμα μετ’ ἀμφοτέροισι γένηται (Δ 37), αὐτὴ διαιτᾷ. | |||
N 930c | ὁ δὲ νοῦς οὕτως· ἔφευγε γὰρ πρὸ τούτου πολέμιον ὄντα τὸν Ἀμφιάραον, καὶ τὴν πρὸς αὐτὸν στάσιν δεινὴν οὖσαν ἔφευγε καὶ ἐκ τῆς πατρῴας ἑστίας καὶ ἀπὸ Ἄργους. | |||
N 932 | ἀρχοὶ δ’ οὐκέτ’ ἔσαν Ταλαοῦ παῖδες: οὐκέτι δὲ εἰς ἄρχοντας ἠριθμοῦντο ἐν τῷ Ἄργει οἱ Ταλαοῦ παῖδες οἱ περὶ Ἄδραστον, βιασθέντες ἐν τῇ στάσει καὶ τῷ πολέμῳ τῷ πρὸς Ἀμφιάραον· ἔφυγε γὰρ Ἄδραστος. | |||
N 935a | κρέσσων δὲ καππαύει δίκαν τὰν πρόσθεν ἀνήρ: ὁ δὲ ἰσχυρὸς ἀνὴρ τὸ προϋπάρχον δίκαιον καταπαύει. ἐν ἄλλοις ὁ Πίνδαρος (fr. 169)· νόμος ὁ πάντων βασιλεὺς θνατῶν τε καὶ ἀθανάτων ἄγει δικαιῶν τὸ βιαιότατον ὑπερ‐ | |||
5 | τάτᾳ χειρί. | |||
N 935b | ἢ δεκτέον τοῦτο εἰρῆσθαι διὰ τὴν ἔχθραν τὴν ἐπὶ τῷ Ἀδράστῳ· διὸ δὴ καὶ οὗτος ἰσχυθεὶς τότε ὑπὸ Ἀμφιαράου ὕστερον αὐτὸν μετῆλθε, κρείσσων φανεὶς καὶ συνε‐ τώτερος. πῶς δὲ μετῆλθε; μέσην ποιησάμενος τὴν Ἐριφύλην | |||
5 | τῶν πρὸς αὐτὸν διαφορῶν· ἔφθειρε γὰρ ἐκείνην τῇ δόσει τοῦ ὅρμου, καὶ μετῆλθεν αὐτὸν, ὥστε ἀπολέσθαι. | |||
N 935c | ἀνδροδά‐ μαν δὲ τὴν τὸν ἄνδρα ἀνελοῦσάν φησιν· ἡ γὰρ Ἐριφύλη τὸν ἑαυτῆς ἄνδρα Ἀμφιάραον προὔδωκεν εἰς φόνον. μέμνηται τούτου καὶ Ὅμηρος (λ 326)· | |||
5 | στυγερήν τ’ Ἐριφύλην, | |||
ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα. | 154 in vol. 3 | |||
N 935d | ὁ δὲ νοῦς· ὁ δὲ συνετὸς ἀνὴρ καὶ κρείσσων τῶν λοιπῶν ὁ Ἄδραστος κατέπαυσε τὴν μάχην τὴν προτέραν οὕτω· τὴν ἀδελ‐ φὴν αὐτοῦ τὴν Ἐριφύλην τὴν τὸν πρότερον ἄνδρα δαμάσασαν ἔδωκε τῷ Ἀμφιαράῳ, ἥτις ὥσπερ τις ὅρκος πιστότατος δο‐ | |||
5 | θεῖσα τῷ Ὀϊκλέος παιδὶ Ἀμφιαράῳ καὶ γυνὴ αὐτῷ γενομένη ἔσβεσε τὴν μάχην, καὶ οὕτω τῶν ξανθοκόμων Ἑλλήνων ἐγέ‐ νοντο περιφανέστεροι οἱ περὶ Ἄδραστον. | |||
N 941 | καί ποτ’ ἐς ἑπταπύλους Θήβας: ἐντεῦθεν δὴ καὶ εἰς τὰς Θήβας ποτὲ τὰς ἑπταπύλους στράτευμα ἤγαγον οὐκ αἰσίοις οἰωνοῖς χρησάμενοι οἱ περὶ Ἀμφιάραον καὶ Ἄδραστον· οὐδὲ γὰρ ὁ Ζεὺς ἀστραπὴν δεξιὰν μηνύσας μαργῶντας αὐ‐ | |||
5 | τοὺς καὶ ἐπειγομένους ἀπὸ τῶν οἴκων ἀπιέναι προσέταξεν, ἀλλὰ μᾶλλον ἀποσχέσθαι τῆς ἀφίξεως. οὐδὲν γὰρ αὐτοῖς δε‐ δώκει δεξιὸν σημεῖον. εἰς δὲ φανερὰν ἄτην καὶ βλάβην τὸ τούτων ἔσπευδε στράτευμα [καὶ] παραγενέσθαι σὺν τοῖς χαλ‐ κοῖς ὅπλοις, φησὶ τοῖς πεζοῖς, καὶ τοῖς ἱππεῦσιν. | |||
N 953a | Ἰσμηνοῦ δ’ ἐπ’ ὄχθαισι γλυκὺν νόστον ἐρει‐ σάμενοι: τουτέστιν ἀποθανόντες ἐπὶ ταῖς τοῦ Ἰσμηνοῦ ἀνα‐ βολαῖς. | |||
N 953b | λευκανθέα δὲ λέγει τὰ σώματα· γίνεται γὰρ τὰ σώματα τῶν καιομένων νεκρῶν λευκά· ἢ 〈τὸν καπνὸν〉, ὅτι ὁ καπνὸς διὰ τὴν πιμελὴν λευκός ἐστι καὶ βαρὺς, παρὸ οὐδὲ πόρρω διϊκνεῖται μετέωρος καθὼς ὁ ἐκ τῶν ξηρῶν ξύλων καπ‐ | |||
5 | νός. | |||
N 953c | ὁ δὲ νοῦς· τοιγαροῦν παρ’ αὐταῖς ταῖς ὄχθαις τοῦ Ἰσμηνοῦ πεσόντες αὐτόθι καὶ τὴν οἴκοι ἀνακομιδὴν ἀπέθεντο, θανάτῳ λυθέντες καὶ ἑαυτῶν τὰ σώματα τροφὴν δόντες τῷ | |||
πυρί. ἑπτὰ γὰρ ὅλαι πυρκαϊαὶ τὰ τῶν νέων κατευωχήθησαν | 155 in vol. 3 | |||
5 | καὶ κατέφλεξαν σώματα. τὸ δὲ ἑπτὰ πυραὶ οὐ πρὸς τοὺς λοχαγούς, ἀλλὰ πρὸς τὸ τῶν νέων στράτευμα· ἐφ’ ἑκάστῃ γὰρ πύλῃ πολυάνδριον ἐγένετο. | |||
N 957a | ὁ δὲ Ἀμφιάρηϊ σχίσσε: τουτέστιν· ὁ δὲ Ζεὺς τῷ Ἀμφιαράῳ διέσχισε τὴν γῆν κεραυνὸν βαλὼν, ὥστε καταπο‐ θῆναι αὐτὸν τῷ πάντα βιαζομένῳ κεραυνῷ. τοῦτο οὖν λέγει ὡς τοῦ Ἀμφιαράου συνισταμένου τῷ Περικλυμένῳ, ὃς ἦν υἱὸς | |||
5 | Ποσειδῶνος καὶ Χλωρίδος τῆς Τειρεσίου ὁμώνυμος τῷ Νη‐ λέως. πρὶν οὖν φησὶν ὑπὸ τοῦ Περικλυμένου τρωθῆναι τὰ νῶτα τὸν Ἀμφιάραον φεύγοντα καταποθῆναι· ἀεὶ γὰρ ἐπεδίωκεν αὐτόν. | |||
N 957b | ὁ δὲ νοῦς οὕτως· ὁ δὲ Ζεὺς τῷ Ἀμ‐ φιαράῳ διέσχισε καὶ διέστησε τὴν γῆν τὴν πλατεῖαν, ἄνωθεν ἐπιπέμψας τὸν κεραυνὸν τὸν πάντας βιάζεσθαι δυνάμενον, καὶ οὕτως ὑπὸ τὴν γῆν ἐκρύφθη ὁ Ἀμφιάραος ἅμα τῷ ἅρ‐ | |||
5 | ματι τῷ ἑαυτοῦ, πρὶν ἢ τῷ τοῦ Περικλυμένου δόρατι τρωθῆναι τὰ νῶτα φεύγοντος αὐτοῦ, καὶ αἰσχύνην προστρίψασθαι τῇ ἀνδρειοτάτῃ ψυχῇ αὐτοῦ, τοῦ Ἀμφιαράου, τὸν τοιοῦτον θά‐ νατον. | |||
N 963 | ἐν γὰρ δαιμονίοισι φόβοις: ἐν γὰρ τοῖς μεγίστοις καὶ ἐνθέοις φόβοις συνέχονται καὶ οἱ τῶν θεῶν παῖδες καὶ φεύγουσι. συγγνώμη οὖν, φησί, καὶ τῷ Ἀμφιαράῳ φεύγοντι· ὁ γὰρ Ζεὺς συνεμάχει τότε τοῖς Θηβαίοις, διὸ ἔφευγε τότε | |||
5 | ὁ Ἀμφιάραος. οὕτω καὶ ὁ Αἴας ἔφευγεν ἐντροπαλιζόμενος, ὀλίγον γόνυ γουνὸς ἀμείβων (Λ 547), τὸν Δία ἔχων ἀντιστάτην. | |||
N 967a | πεῖραν μὲν ἀγάνορα: πεῖραν, τὴν λῃστρικὴν ἐπί‐ θεσιν. | |||
N 967b | Φοινικοστόλων ἐγχέων: μεθ’ ὧν οἱ Φοίνικες | |||
ἐστάλησαν δοράτων, ἤτοι ὑπὸ Φοινίκων ἐσταλμένων, ἐπειδὴ Φοίνικες ᾤκησαν τὴν Λιβύην μετὰ Καρχηδονίων, οἵτινες ἀνιόντες ἐπολέμουν Σικελούς. διὸ νῦν εὔχεται ὁ Πίνδαρος | 156 in vol. 3 | |||
5 | τῷ Διὶ ὥστε μὴ ἐμποδισθῆναι αὐτῶν ὀργήν. | |||
N 967c | ἄλλως. οἱ Καρχηδόνιοι ἦσαν τότε Φοίνικες, οἵτινες μέγα ἰσχύοντες ἐπε‐ βάλοντο καὶ τῆς Ἰταλίας καὶ τῆς Σικελίας κρατῆσαι, ἀντεῖχον δὲ οἱ περὶ Γέλωνα καὶ Ἱέρωνα. διὸ καὶ Φοινικόστολα εἶπεν | |||
5 | ἔγχη τὰ ὑπὸ Φοινίκων στελλόμενα ἐπὶ τὴν Ἰταλίαν. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστιν· ὦ Ζεῦ, εἰ δυνατόν ἐστιν ἀνα‐ βαλέσθαι τὴν πεῖραν, ἀναβάλλομαι. | |||
N 967d | B | πρὶν εἰς πεῖραν τὰ Σικελικὰ καὶ Φοινικικὰ ἔγχη συμβάλλεσθαι περὶ ζωῆς | ||
BD | καὶ θανάτου, ἀναβάλλομαι αὐτὰ, ὦ Ζεῦ, καὶ ὑπερτίθεμαι. | |||
N 967e | ἢ οὕτω· τὸν μὲν πόλεμον τὸν Φοινικικὸν ἀναβάλλομαι, ὦ Ζεῦ, αἰτῶ δέ σε μοῖραν εὔνομον τοῖς παισὶ τῶν Αἰτναίων δοῦναι. τουτέστιν αἰτῶ δέ σε ἱκετεύων, ὦ Ζεῦ, ὥστε ἐπὶ πολὺν χρόνον τοῖς τῶν Αἰτναίων παισὶν εἰρήνης μοῖραν | |||
5 | παρέχειν. ἀπὸ μέρους δὲ τὸ πᾶν, ἀπὸ τῶν Αἰτναίων δηλοῖ τοὺς σύμπαντας Σικελιώτας. | |||
N 973a | ἀγλαΐαισι δ’ ἀστυνόμοις ἐπιμίξαι λαόν: καὶ πολλαῖς εὐφροσύναις ἐπιμίξαι τοὺς ὄχλους, εὐφροσύναις δὲ ἀναστρεφομέναις κατὰ τὴν πόλιν. εἰσὶ γάρ σοι ἐνταῦθα καὶ ἱππικώτατοι ἄνδρες καὶ νικῶντες τῇ προαιρέσει τὸν πλοῦτον | |||
5 | καὶ οὐχ ἡττώμενοι χρημάτων. | |||
N 973b | ἢ οὕτως· εἰσὶν ἄνδρες ἐν Σικελίᾳ καὶ φίλιπποι καὶ ἱπποτρόφοι, ὡς νῦν ὁ Χρόμιος ἵπποις νενικηκώς. εἰς τοῦτον γὰρ ἡ ἀπότασις. | |||
N 978a | ἄπιστον ἔειπ’. αἰδὼς γὰρ ὑπόκρυφα κέρδει κλέπτεται: ἄπιστον δὲ εἶπον, ὡς ἔοικεν, ὅτι τὴν προαίρεσίν εἰσί τινες βελτίους χρημάτων. καὶ γὰρ αἰδὼς ὑποκλέπτεται | |||
διὰ τοῦ κέρδους, ἀντὶ τοῦ οὐκ αἰδοῦνται διὰ κέρδος τι πρᾶξαι, | 157 in vol. 3 | |||
5 | ἥτις αἰδὼς εὐδοξίαν φέρει. | |||
N 978b | καὶ ὅτι ἡ αἰδὼς ἡ φέρουσα δόξαν ἔστιν ὅτε παραλογίζεται ὑπὸ φιλοκερδείας. | |||
N 978c | ἄλλως. κἄν τις, φησίν, αἰδήμων ὑπάρχῃ, ὑπὸ τοῦ κέρδους παρα‐ λογίζεται· ἕνεκα γὰρ τοῦ κέρδους καὶ οἱ αἰδήμονες πολλάκις ἀναισχυντοῦσιν. | |||
N 980 | Χρομίῳ κεν ὑπασπίζων: τῷ Χρομίῳ συμπαρὼν ἂν ἔν τε πεζομαχίᾳ καὶ ἱππομαχίᾳ καὶ ναυμαχίᾳ, ἔκρινας οἷός τις ὁ κίνδυνος ὁ τῶν πολέμων. φαίνεται δὲ, ὅτι βούλεται αὐτὸν ὡς ἀνδρεῖον καὶ διασῴζοντα τοὺς συνόντας αὐτῷ ἀφό‐ | |||
5 | βως παραστῆσαι. ἐπεὶ πῶς ἂν ἀγαθὸς γένοιτο κριτὴς μετὰ δέους ἀναστρεφόμενος ἐν τῷ πολέμῳ; | |||
N 985a | οὕνεκεν ἐν πολέμῳ κείνα θεός: ὁ λόγος ἐπὶ τῆς προειρημένης αἰδοῦς. ᾔδεσαν οὖν, φησίν, ὅτι ἐν τῷ πρὸς τοὺς Φοίνικας πολέμῳ ἐκείνη ἡ θεὸς, δηλονότι ἡ Αἰδώς, παρεσκεύαζεν αὐτοῦ τὸν θυμὸν αἰχμητὴν εἶναι, ὥστε ἀμύνειν | |||
5 | λοιγὸν Ἐνυαλίου. Ὅμηρος (Ε 531)· αἰδομένων δ’ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται. | |||
N 985b | παρεσκεύαζεν οὖν ἡ Αἰδὼς τῷ Χρομίῳ, οὐχ ἵνα κτήσηται τὸ κέρδος, ὡς ἄλλοι ἀπαναισχυντοῦσιν, ἀλλ’ αὐτοῦ χάριν τοῦ καλοῦ, ἵνα τῇ πατρίδι ἀμύνῃ. | |||
N 989 | παῦροι δὲ βουλεῦσαι φόνου: ὀλίγοι, φησί, φόνου ἐνεστηκότος βουλεύσασθαι δυνατοὶ τὴν τοῦ πολέμου νεφέλην τρέψαι πρὸς τοὺς πολεμίους κτείνοντες αὐτοὺς, καὶ χερσὶ καὶ ψυχαῖς, καὶ ἐν τῷ δρᾶσαι καὶ φονεῦσαι τοὺς πολε‐ | |||
5 | μίους, καὶ ἐν τῷ βουλεύσασθαι πῶς δεῖ ἀνελεῖν αὐτούς. κατορθοῦται γὰρ ὁ πόλεμος γνώμῃ καὶ χειρί· χειρὶ τῇ ἀν‐ δρείᾳ, ψυχῇ τῇ φρονήσει, ἵν’ ᾖ ῥώμῃ μετὰ φρονήσεως. ἀμφό‐ τερα δὲ ταῦτα ἔχει ὁ Χρόμιος· καὶ γὰρ οὗτος βουλῇ καὶ χειρὶ | |||
ἐγένετο ἀγαθὸς ἐν τῷ πολέμῳ τῷ πρὸς τοὺς Φοίνικας. | 158 in vol. 3 | |||
N 993a | Ἕκτορι μὲν κλέος ἀνθῆσαι: ἀπεικάζει αὐτὸν τῷ Ἕκτορι, καὶ τῷ Ἕκτορί φησιν ἀνθῆσαι τὸ κλέος μαχο‐ μένῳ παρὰ τῷ Σκαμάνδρῳ. τοῦτο δὲ εἰς ἔπαινον παρείλκυσε τοῦ Χρομίου. τὸν δὲ Ἕκτορα παρείληφε καὶ οὐκ Αἴαντα ἢ | |||
5 | Ἀχιλλέα, τῷ καὶ τὸν Ἕκτορα μεμαχῆσθαι ὑπὲρ τῆς πατρίδος, ὡς καὶ τὸν Χρόμιον. | |||
N 993b | ὁ δὲ νοῦς· λέγεταί γε μὴν καὶ ᾄδεται τῷ μὲν Ἕκτορι τὴν εὐδοξίαν .... παρὰ τῷ Σκα‐ μάνδρῳ, ἐν δὲ ταῖς ἀκταῖς τοῦ Ἑλώρου ποταμοῦ, [ἀφ’] οὗ δὴ καὶ ὁ Ἀρείας πόρος καλεῖται, δέδεικται τοῦτο τὸ φέγγος | |||
5 | τῷ Χρομίῳ, ἐν τῇ πρώτῃ καὶ νέᾳ ἡλικίᾳ. ἐνίκησε γὰρ ἐν‐ ταῦθα Καρχηδονίους συμμαχῶν Γέλωνι τῷ τυράννῳ τῷ Ἱπ‐ ποκράτους διαδόχῳ. | |||
N 995a | βαθυκρήμνοισι δ’ ἀμφ’ ἀκταῖς Ἑλώρου: περὶ τοῦτον τὸν ποταμὸν συνέστη Ἱπποκράτει τῷ Γελῴων τυράννῳ πρὸς Συρακουσίους πόλεμος· ὁ δὲ Γέλων, 〈οὗ〉 οὗτος ἑταῖρος, ἱππάρχει τότε Ἱπποκράτει. ἐν δὴ τούτῳ φησὶ | |||
5 | τῷ πολέμῳ [εἰκὸς τὸν] Χρόμιον ἐπιδείξασθαι πολλὰ ἔργα κατὰ τὴν μάχην. περὶ δὲ τούτου τοῦ πολέμου Τίμαιος ἐν τῇ ιʹ δεδήλωκε. καθάπαξ γάρ, φησὶν ὁ Δίδυμος, οὐδεμίαν ἄλλην μάχην ἔχομεν εὑρεῖν περὶ τὸν Ἕλωρον τῶν συνηκμακότων τῷ Χρομίῳ τυράννων, ὅτι μὴ σὺν Ἱπποκράτει τοῦ Γέλωνος πρὸς | |||
10 | Συρακουσίους. ὅτι μὲν οὖν Γέλωνα ἱππαρχεῖν κατέστησεν Ἱπποκράτης, σαφὲς ὁ Τίμαιος ποιήσει γράφων οὕτως (FHG I 212)· Ἱπποκράτης δὲ μετὰ τὴν Κλεάνδρου τελευτὴν ἅμα μὲν τοῦ Γέλωνος ἐν τῇ τεταγμένῃ μεμενηκότος, ἅμα δὲ τοῖς Γελῴοις | |||
χαρίσασθαι βουλόμενος, μεταπεμψάμενος αὐτὸν καὶ παρα‐ | 159 in vol. 3 | |||
15 | καλέσας ἐπὶ τὰς πράξεις, ἁπάντων τῶν ἱππέων τὴν ἐπιμέλειαν ἐκείνῳ παρέδωκεν. ὅτι δὲ καὶ ὁ Γέλων τῷ Χρομίῳ ἐχρῆτο ἑταίρῳ, δῆλον πάλιν ἐξ ὧν φησι Τίμαιος ἐν τῇ βʹ γράφων οὕτως (FHG I 212)· ἐπιτρόπους δὲ τοῦ παιδὸς μετ’ ἐκεῖνον κατέστησεν Ἀριστόνουν καὶ Χρόμιον τοὺς κηδεστάς· τούτοις | |||
20 | γὰρ ὁ Γέλων δέδωκε τὰς ἀδελφάς. | |||
N 995b | D | ἄλλως. Ἕλωρος χω‐ ρίον Σικελίας ἤτοι ποταμὸς 〈πρὸσ〉 Συρακούσαις, ἐν ᾧ πολέ‐ μου γεγονότος μεταξὺ Ἱπποκράτους τοῦ τυράννου καὶ Συρα‐ κουσίων συνεμάχησε Γέλωνι συμμάχῳ τοῦ Ἱπποκράτους ὁ | ||
5 | Χρόμιος καὶ ἠρίστευσεν. ἡ δὲ μάχη ἐν στερρῷ χωρίῳ τῷ Ἕλωρι· ὁ δὲ αἰγιαλὸς καλεῖται Ἀρείας πόρος. | |||
N 995c | BD | ἄλλως. Ἀρείας πόρος ἐλέγετο πᾶς ὁ περὶ τὸν πορθμὸν καὶ τὸ Ῥήγιον τόπος. ἔχει δὲ ὁ ποταμὸς ἱεροὺς ἰχθύας, οἳ παρὰ τῶν δια‐ βαινόντων δέχονται τροφήν. ὁ δὲ τῆς Ἀρείας πόρος ἀνεξήγη‐ | ||
5 | τός ἐστι· διὸ καὶ ἄδηλον, εἴτε Ἀρείας εἴτε Ῥείας λεκτέον εἴτε ὑφ’ ἓν Ἀρειάσπορον. καὶ καλεῖσθαι μέχρι τοῦ νῦν Ἀρείας πόρον διὰ τὸ πλῆθος τῶν φυομένων, ἢ ἀπὸ τοῦ συμβεβηκέναι ἐκεῖσε πόλεμον. Ἄρεα δὲ οἱ ποιηταὶ τὸν πόλεμόν φασιν. | |||
N 9102a | πολλὰ μὲν ἐν κονίᾳ χέρσῳ: χέρσῳ τῆς ἠπείρου φησί· γείτονι δὲ πόντῳ, ἀντὶ τοῦ ἐν ταῖς νήσοις καὶ θαλασ‐ σίοις τόποις. ἐν ὑπερβατῷ δέ φησιν· ἐν δὲ ἄλλαις ἡμέραις | |||
φήσω καὶ διελεύσομαι τὰ ἐν τῇ γῇ τῆς ἠπείρου καὶ τὰ ἐν | 160 in vol. 3 | |||
5 | ταῖς νήσοις αὐτῷ διηνυσμένα. | |||
N 9102b | ἢ οὕτως· ἐὰν κατορθώσῃ, πάλιν ἐρῶ ὕστερον τὰ ἐν τῇ γῇ τῆς ἠπείρου, καὶ τὰ ἑξῆς. | |||
N 9104a | ἐκ πόνων δὲ, οἳ σὺν νεότατι γένωνται: ἐκ τῶν πόνων τῶν ἐπιτελεσθέντων τῇ νεότητι, καὶ πόνων γε τοιούτων τῶν σὺν δικαίῳ τελεσθέντων, μία ἡμέρα αἰῶνος ὅλου τάξιν ἔχει εἰς εὐφροσύνην· ἐπειδάν τινες ἐν νεότητι | |||
5 | πεπονηκότες ὦσι καὶ βεβιωκότες δικαίως, ἡμέρα μία ἐν τῷ γήρᾳ συγκριτική ἐστι πρὸς ὅλον τὸν αἰῶνα. τινὲς δὲ θηλυ‐ κῶς φασιν ἐξενηνέχθαι τὴν ἡμέραν ἀντὶ τοῦ ἥμερος, καὶ τὸν αἰῶνα θηλυκῶς εἰρῆσθαι· ἡ αἰών ἐστιν αὐτοῖς ἡμέρα, ἀντὶ τοῦ ἥμερος καὶ προσηνής ἐστιν αὐτοῖς ὁ βίος πρὸς γῆρας, | |||
10 | ὅταν ὦσιν ἐν νεότητι πεπονηκότες δικαίως. τὰ δὲ προσηνῆ κατὰ μεταφορὰν ἀπὸ τῆς ἡμέρας σημαίνεται, ὥσπερ τὰ χαλεπὰ ἀπὸ τῆς νυκτός. | |||
N 9104b | ἢ οὕτως· ὁ δὲ ἐκ πόνων καὶ κινδύνων αἰὼν καὶ χρόνος, οἵτινες ἂν πόνοι μετὰ δικαιοσύνης ἐν τῇ νέᾳ ἀνυσθῶσιν ἡλικίᾳ, τούτῳ ὁ πρὸς τὸ γῆρας πᾶς χρόνος ὥσπερ μία ἡμέρα παρατρέχει διὰ τὸ εὐθυμεῖν καὶ μὴ ἐπαι‐ | |||
5 | σθάνεσθαι τῶν φαύλων. | |||
N 9104c | τὸ δὲ ἑξῆς· ὁ δὲ αἰὼν πρὸς τὸ γῆρας τούτοις τελέθει ἀεὶ φῶς τοῖς πόνοις, οἳ ἂν ἐν νεότητι γένωνται καὶ σὺν δίκῃ. ἔστι δὲ ἐκ τοῦ ἐναντίου τῷ Ὁμήρου (τ 360)· | |||
5 | αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν. | |||
N 9109a | εἰ γὰρ ἅμα κτεάνοισι πολλοῖς: εἰ γὰρ ἅμα τῷ πλουτεῖν καὶ δοξασθήσεταί τις καλὰ ἐργασάμενος, οὐκ ἔστιν | |||
ὑπερθέσθαι ταύτην τὴν μακαριότητα, ὅταν συνέλθῃ δόξα πλούτῳ. | 161 in vol. 3 | |||
N 9109b | ὁ δὲ νοῦς· ὁ γὰρ ἅμα πλήθει περιουσίας καὶ δόξαν εὐκλεῆ καρπωσάμενος οὐκέτι περαιτέρω θνητὸς ὢν ὀφείλει περισκοπεῖν οὐδὲ ἄλλης εὐτυχίας ὁδοὺς ἐπιζητεῖν τοῖς ἑαυτοῦ ποσίν. ἀνυπέρβλητος γάρ, φησίν, αὕτη ἡ ἀρετή. | |||
5 | παρέοικε δὲ τῇ ἄνω διανοίᾳ (N. III 19)· εἰ δ’ ἐὼν καλὸς ἔρδων δ’ ἐοικότα μορφᾷ, οὐκέτι πόρσω, καὶ τὰ ἑξῆς. | |||
N 9114a | ἡσυχία δὲ φιλεῖ μὲν συμπόσιον: τῇ μὲν οὖν εἰρήνῃ καὶ ἡσυχίᾳ προσφιλές ἐστι τὸ συμπόσιον, ἡ δὲ νεωστὶ καταπραχθεῖσα νίκη συναύξεται τῇ μαλθακῇ καὶ ἡδείᾳ ᾠδῇ. | |||
N 9114b | ἢ οὕτω· τὸ συμπόσιον τὴν ἡσυχίαν φιλεῖ· καὶ ἔστιν ὅμοιον τῷ (N. V 6) ματέρ’ οἰνάνθας ὀπώραν. ἡ δὲ νικη‐ φορία οὐ φιλεῖ ἡσυχίαν, ἀλλ’ ὕμνους. | |||
N 9117a | θαρσαλέα δὲ παρὰ κρατῆρα φωνὰ γίνεται: παρὰ δὲ τὸν κρατῆρα, ὃς ἵσταται διὰ τὸ τέλος τῆς νίκης, θαρσαλεωτέρα ἡ φωνὴ γίνεται, καὶ δύναταί τις θαρρῶν ἐπὶ τῇ τοῦ νικηφόρου ἀνδραγαθία μετὰ παρρησίας τὸν ὕμνον | |||
5 | ᾄδειν τὸν ἐπὶ τῇ νίκῃ. | |||
N 9117b | ἢ ἄλλως· ὅταν τις νικήσῃ, μετὰ παρρησίας εἰς αὐτὸν φωναὶ γενέσθωσαν καὶ ὕμνοι. | |||
N 9119a | ἐγκιρνάτω τίς μιν γλυκὺν κώμου προφά‐ ταν: τοίνυν τὸν κρατῆρα τὸν ἱστάμενον ἐπὶ τῇ νίκῃ ἐγκιρ‐ νάτω τις προηγητὴν ὄντα τοῦ ὕμνου. προηγητὴν δὲ ἔφη τοῦ ὕμνου τὸν κρατῆρα, ἐπειδὴ τῇ νίκῃ ἅμα κρατὴρ τῆς σπονδῆς | |||
5 | ἵσταται, εἶθ’ οὕτως ὁ ὕμνος ᾔδετο. | |||
N 9119b | ὁ δὲ νοῦς· ἤδη κιρνάτω τις τὸν κρατῆρα, ὅς ἐστι προοίμιον καὶ προφήτης κώμου. κωμάζωμεν οὖν αὐτὸν καὶ ὑμνῶμεν, ὅτι νενίκηκεν. | |||
N 9121 | ἀργυρέαισι δὲ νωμάτω φιάλαισι: μετὰ τὸ | |||
κερασθῆναι τὸν κρατῆρα, φησί, ἀποβαπτιζέτω τις τὰς φιάλας, καὶ διανεμέτω τοῖς κατακειμένοις. ποίας δὲ φιάλας; ἃς ἔλαβεν ὁ Χρόμιος νικήσας ἔνθεν. ἐν γὰρ τοῖς κατὰ Σικυῶνα Πυθίοις | 162 in vol. 3 | |||
5 | ἀργυραῖ φιάλαι ἔπαθλα. βιατὰν δὲ ἀμπέλου παῖδα τὸν οἶνόν φησιν, ἤτοι τὸν βίᾳ θλιβόμενον, ἢ τὸν βιάζεσθαι εἰδότα καὶ εἰς μέθην ἄγειν. | |||
N 9123a | ἅς ποθ’ ἵπποι κτησάμεναι: ἅστινας φιάλας αἱ τοῦ Χρομίου ἵπποι προσεκόμισαν διὰ τῆς νίκης τῷ δεσπότῃ ἅμα τοῖς μετὰ δικαιοσύνης ὑπάρξασιν αὐτῷ παρὰ τοῦ Ἀπόλ‐ λωνος στεφάνοις ἐκ τῆς ἱερᾶς Σικυῶνος. οὐ παρῆν δὲ ὑπὸ | |||
5 | τὴν νίκην, ἀλλ’ ἐπεπόμφει τὸ ἅρμα. | |||
N 9123b | ἃς ἤνεγκαν, φησίν, ἅμα τοῖς στεφάνοις οἱ ἵπποι. θεμιπλέκτους δὲ τοὺς στεφά‐ νους φησὶν ἤτοι νομίμως καὶ καθηκόντως πεπλεγμένους, ἢ καθὸ πάρεδρός ἐστι τοῦ Ἀπόλλωνος ἡ Θέμις χάριν τοῦ χρη‐ | |||
5 | στηρίου· καὶ γὰρ ἦν προφῆτις· ἢ ὅτι δικαίως καὶ ἄνευ δωροδοκίας ἐστέφθη. ἱστορεῖται δὲ τὰ ἐν Φωκίδι χρήμασιν ἀνύεσθαι, διὸ καὶ πρόσκειται ἐνταῦθα τὰ ἐν Σικυῶνι. οἰκείως δὲ ἱερὰν τὴν Σικυῶνα προσηγόρευσεν· ἡ γὰρ Μηκώνη ἐπ’ αὐτῆς ἐστιν, ἐφ’ ἧς οἱ θεοὶ διεδάσαντο τὰς τιμάς. Ἡσίοδος | |||
10 | (theog. 535)· καὶ γὰρ ὅτ’ ἐκρίνοντο θεοὶ θνητοί τ’ ἄνθρωποι Μηκώνῃ. καὶ Καλλίμαχος (fr. 195)· Μηκώνην μακάρων ἕδρανον αὖτις ἰδεῖν. | |||
N 9127a | Ζεῦ πάτερ, εὔχομαι: εὔχομαι δὴ οὖν, πάτερ Ζεῦ, καὶ ταύτην αὐτοῦ τὴν ἀρετὴν ὑμνῆσαι ἐπιχαρίτως, ἐπὶ | |||
πολλῶν τε καὶ ἄλλων τὴν νίκην αὐτοῦ ὑμνῆσαι τοῖς λόγοις προπέμπων μου τὴν Μοῦσαν ἐγγὺς τοῦ σκοποῦ· οἱονεὶ ἐπ‐ | 163 in vol. 3 | |||
5 | αξίως αὐτὸν ὑμνῆσαι. | |||
N 9127b | ἄλλως. τιμαλφεῖν λόγοις, ἀντὶ τοῦ τιμᾶν αὐτὸν λόγοις, προσβάλλων ταῖς Μούσαις τὴν νίκην καὶ συναρμόζων αὐτήν· τοῖς ὕμνοις βάλλων τὴν νίκην. τινὲς δὲ ἀνέγνωσαν περισπωμένως νικᾶν, ἵν’ ᾖ· ὑπὲρ πολλῶν νικῶν | |||
5 | τιμᾶν τοῖς λόγοις· ἀκοντίζων δὲ ἐγγὺς τοῦ σκοποῦ τὴν Μοῦ‐ σαν, ἤτοι διϊκνούμενος ταῖς Μούσαις. inscr. N. X D | |||
N 10metr(t) | Scholia in Nemeonicarum carmen X | |||
1 | Τῆς δεκάτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐστὶν | |||
9 | ιαʹ. τὸ αʹ ἀναπαιστικὸν μονόμετρον ὑπερκατάληκτον 〈εἰσ〉 | |||
10 | δισύλλαβον. τὸ βʹ ἰαμβέλεγος. τὸ γʹ ἰαμβέλεγος λείπων μιᾷ ἐν ἀρχῇ, ἢ περίοδος. τὸ δʹ προσοδικὸν ἀπὸ ἰωνικοῦ καὶ χοριαμβικοῦ. τὸ εʹ τὸ αὐτὸ τῷ γʹ. τὸ ϛʹ περίοδος τροχαϊκὴ ἐπίτριτος ἢ χορίαμβος διὰ τὴν ἀπόδοσιν. τὸ ζʹ ἰωνικὸν δί‐ μετρον καταληκτικόν. τὸ ηʹ ἰαμβέλεγος μετατιθεμένης τῆς τελευ‐ | |||
15 | ταίας ἐπὶ τὴν ἀρχήν. τὸ θʹ δακτυλικὸν πενθημιμερές. τὸ ιʹ ὅμοιον τῷ (Archil. fr. 99) Ζεῦ πάτερ, γάμον μὲν οὐκ ἐδαι‐ σάμην. τὸ ιαʹ τὸ αὐτό· τὸ δὲ κολεῷ (vs. 11 vg.) ἀντὶ τοῦ κολῷ κατὰ συνίζησιν. ἡ δὲ ἐπῳδὸς κώλων ιβʹ. τὸ αʹ ἐπιχοριαμβικὸν δίμετρον | |||
20 | ἀκατάληκτον. τὸ βʹ ὅμοιον τῷ ζʹ τῆς στροφῆς. τὸ γʹ ὅμοιον τῷ αʹ τῆς ἐπῳδοῦ. τὸ δʹ ὅμοιον τῷ βʹ· τὸ δὲ χαλκέοις (vs. 26 vg.) ἀντὶ τοῦ χαλκοῖς κατὰ συνίζησιν. τὸ εʹ δα‐ κτυλικὸν τρίμετρον ἀκατάληκτον. τὸ ϛʹ δακτυλικὸν πενθημι‐ μερές. τὸ ζʹ ἐγκωμιολογικόν. τὸ ηʹ Εὐριπίδειον. τὸ θʹ | 164 in vol. 3 | ||
25 | ἀναπαιστικὸν Ἀριστοφάνειον ἥμισυ ἀκροτελεύτιον. τὸ ιʹ ἄτα‐ κτον ἰαμβικὸν ἑφθημιμερὲς διὰ τὸν δεύτερον σπονδεῖον. τὸ ιαʹ ἰωνικὸν δίμετρον βραχυκατάληκτον τῆς αʹ μακρᾶς λελυ‐ μένης. τὸ ιβʹ Εὐριπίδειον. 1 D | |||
N 10inscr | Ἐν Ἄργει τελεῖται τῇ Ἥρᾳ ἀγὼν ἱερὸς Ἑκατόμβαια, ὃν καὶ Ἥραια καλοῦσιν· ἐν γὰρ τῇ τοῦ ἀγῶνος πανηγύρει ἑκατὸν βοῦς θύουσι τῇ Ἥρᾳ. ὁ δὲ Δαναὸς Βήλου παῖς ὢν τοῦ Ἄργους ἐβασίλευσεν, ὁ δὲ Αἴγυπτος τῆς ὁμωνύμου χώρας, | |||
5 | ὁ δὲ Ἀγήνωρ τῆς Φοινίκης. metr. D | |||
N 101a | Δαναοῦ πόλιν ἀγλαοθρόνων τε: ἔνιοί φασιν εἰς πλείους νίκας τὸν ἐπίνικον συντετάχθαι· λαβεῖν γὰρ αὐτὸν καὶ Ἴσθμια καὶ Πύθια καὶ Νέμεα. περὶ δὲ τῶν Ὀλυμπίων εὔχεται, ὅτε φησί (29)· Ζεῦ πάτερ, τῶν γε μὰν ἔραται. ὁ δὲ | |||
5 | Πίνδαρος ὅτε βούλοιτο ἐπαινεῖν τὰς πατρίδας τῶν νενικηκό‐ των, ἀθροίζειν εἴωθε τὰ πεπραγμένα ταῖς πόλεσι περιφανῆ, καθὼς ἐν τῇ ᾠδῇ, ἧς ἡ ἀρχή· Ἰσμηνὸν ἢ χρυσηλάκατον Με‐ λίαν (fr. 29. 30). | |||
N 101b | ὁ δὲ λόγος· ὑμνεῖτε, ὦ Χάριτες, τὴν τοῦ Δαναοῦ πόλιν καὶ τὰς πεντήκοντα αὐτοῦ θυγατέρας. | |||
N 101c | ὁ δὲ νοῦς ὅλος· τὴν τοῦ Δαναοῦ πόλιν καὶ τῶν πεντή‐ κοντα θυγατέρων αὐτοῦ, φημὶ δὲ τὸ Ἄργος, ἥτις πόλις Ἀρ‐ γείων οἰκητήριον θειωδέστατόν ἐστι τῆς Ἥρας, ὑμνήσατε, ὦ | |||
Χάριτες. ἔστι δὲ παρὰ τὸ Ὁμηρικόν (Δ 51)· | 165 in vol. 3 | |||
5 | ἦτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες, Ἄργος τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη. καὶ Καλλίμαχος (fr. 108)· τὸν μὲν ἀρισκυδὴς εὖνις ἀνῆκε Διὸς Ἄργος ἔθειν, ἴδιόν περ ἐὸν λάχος· ἀλλὰ γενέθλῃ | |||
10 | Ζηνὸς ὅπως σκοτίῃ τρηχὺς ἄεθλος ἔοι. | |||
N 101d | τὸ δὲ φλέγεται ἀντὶ τοῦ λαμπρύνεται καὶ δοξάζεται· ἐκ‐ λάμπει χάριν τῶν ἀρετῶν ὧν ἔσχε. | |||
N 106 | μακρὰ μὲν τὰ Περσέως: ἀπὸ Περσέως ἄρχεται· Ἀρ‐ γεῖος γὰρ οὗτος. μακρὰ οὖν, φησί, τὰ διηγήματα τὰ περὶ Περσέως, ἃ ἔπραξε κατὰ τὴν Γοργόνα. μακρὰ δὲ αὐτὰ εἶπεν, ἤτοι ὅτι παλαιά ἐστι τὰ λεγόμενα, οἷον ἀπὸ πολλοῦ χρόνου | |||
5 | μήκους διῖκται εἰς ἡμᾶς, ἢ μακρὰ οἷον ὑψηλὰ καὶ ἔνδοξα· ἢ καὶ τρίτον μακρά ἐστι τὰ διηγήματα, ἐὰν ἄρξωμαι εἰπεῖν τὰ περὶ Περσέως. μακρὰ τοίνυν ἂν εἴη λέγειν καὶ διηγεῖσθαι τὰ Περσέως καὶ Μεδούσης τῆς Γοργόνος. καὶ ῥητορικῶς δὲ τοῦτο ποιεῖ· δοκῶν παραιτεῖσθαι τὸ λέγειν καθ’ ἕκαστα 〈τὰ〉 | |||
10 | τῶν Ἀργείων ἀνδραγαθήματα, λεληθότως καταριθμεῖται αὐτά. ἔστι δὲ ἡ ἱστορία αὕτη. Μέδουσα, μία δὲ τῶν Γοργόνων αὕτη, ἤρισέ ποτε περὶ κάλλους τῇ Ἀθηνᾷ, ἡ δὲ πρὸς τὴν πρόκλησιν ἀγανακτήσασα πείθει Περσέα εἰς τὸν Ὠκεανὸν δια‐ βῆναι, παρασχοῦσα αὐτῷ καὶ τὴν Ἄϊδος κυνέην, εἴη δ’ ἂν | |||
15 | ἡ ἀορασία, καὶ ἀποτεμεῖν τῆς Γοργόνος τὴν κεφαλήν, ὁ δὲ τῷ αὐτοῦ τάχει θαρρῶν καὶ τῇ τῆς Ἀθηνᾶς συμπραξίᾳ ἐπὶ τὸν ἆθλον στέλλεται, καὶ κατειληφὼς τὰς Γοργόνας καὶ ἰδὼν | |||
διαδούσας ἀλλήλαις τὸν ὀφθαλμόν, ἑνὶ γὰρ αἱ πᾶσαι ἐχρῶντο, ἁρμοζόμενον τὸ διδόμενον πρὸς τὸ ἐγχείρημα σκοπήσας ἀπο‐ | 166 in vol. 3 | |||
20 | τέμνει τῆς Μεδούσης τὴν κεφαλὴν καὶ δίδωσι τῇ Ἀθηνᾷ· ἡ δὲ δεξαμένη ἐνέθηκε τῷ ἑαυτῆς στήθει, ὅπως ἂν ἐν τῇ παραθέσει ἡ τοῦ κάλλους εἴη διάκρισις. ἐδυνήθη δὲ καὶ τῇ τῆς Γοργόνος κεφαλῇ τὴν Ἀνδρομέδαν τοῦ κήτους ἀπολύσα‐ σθαι· δείξας γὰρ τῷ κήτει τὴν Γοργόνα καὶ ἀπολιθώσας | |||
25 | αὐτὸ ἀπέλυσε τῆς βορᾶς τὴν παρθένον. οἱ γὰρ ὁρῶντες τὴν κεφαλὴν τῆς Γοργόνος ἀπελιθοῦντο. | |||
N 108 | πολλὰ δ’ Αἰγύπτῳ κατῴκισθεν ἄστη: πολλὰ δ’ ἂν εἴη λέγειν, ὅπως ἐν τῇ Αἰγύπτῳ κατῳκίσθησαν πόλεις ὑπὸ τῶν τοῦ Ἐπάφου χειρῶν. Ἔπαφος δὲ Διὸς καὶ Ἰοῦς, Ἰὼ δὲ Ἰνάχου τοῦ ἐν Ἄργει ποταμοῦ καὶ νύμφης· οὗτος οὖν ὁ | |||
5 | Ἔπαφος ἐβασίλευσεν Αἰγύπτου, Ἀργεῖος ὢν ἀπὸ μητρός. | |||
N 1010a | οὐδ’ Ὑπερμήστρα παρεπλάγχθη: τί δ’ ἄν τις φήσειε περὶ τῆς Ὑπερμήστρας; ἥτις οὐκ ἐσφάλη φεισαμένη τοῦ αὑτῆς ξίφους καὶ μὴ ἀνελοῦσα τὸν Λυγκέα. παρεπλάγχθη δὲ, ἀντὶ τοῦ τοῦ δέοντος ἀπεπλανήθη λογισμοῦ. | |||
N 1010b | ἄλλως. καὶ τοῦτο εἰς ἔπαινόν φησι. τῶν γὰρ ἄλλων Δαναΐδων κοινῇ γνώμῃ ἐπιθεμένων τοῖς Αἰγυπτιάδαις, μόνη ἡ Ὑπερμήστρα, ἐπεὶ διεφύλαξεν αὐτὴν ἁγνὴν παρθένον ὁ Λυγκεὺς, οὐκ ἐφαί‐ | |||
5 | νετο ἰσόψηφος ταῖς ἀδελφαῖς, ἀλλὰ μονόψηφος ἐγένετο, ψῆφον ἤνεγκε μόνη καθ’ ἑαυτὴν, ἀπολυτικήν τινα ταύτην, ἐν κολεῷ κατασχοῦσα τὸ ξίφος· τουτέστι μόνη παρὰ τὰς ἄλλας Δαναΐ‐ δας, ἰδίᾳ ψήφῳ χρησαμένη, οὐκ ἔσπασε κατὰ τοῦ Λυγκέως τὸ ξίφος. | |||
N 1012a | Διομήδεα δ’ ἄμβροτον ξανθά ποτε γλαυκῶ‐ | |||
πις ἔθηκε θεόν: καὶ οὗτος Ἀργεῖος, ὃς δι’ ἀρετὴν ἀπηθανα‐ τίσθη· καὶ ἔστι περὶ τὸν Ἀδρίαν Διομήδεια νῆσος ἱερὰ, ἐν ᾗ τιμᾶται ὡς θεός. καὶ Ἴβυκος οὕτω (fr. 38)· ........ | 167 in vol. 3 | |||
5 | τὴν Ἑρμιόνην γήμας ὁ Διομήδης ἀπηθανατίσθη σὺν τοῖς Διοσκούροις· καὶ γὰρ συνδιαιτᾶται αὐτοῖς. καὶ Πολέμων ἱστορεῖ (FHG III 122)· ἐν μὲν γὰρ Ἀργυρίπποις ἅγιόν ἐστιν αὐτοῦ ἱερόν· καὶ ἐν Μεταποντίῳ δὲ διὰ πολλῆς αὐτὸν αἴρεσθαι τιμῆς ὡς θεὸν, καὶ ἐν Θουρίοις εἰκόνας αὐτοῦ κα‐ | |||
10 | θιδρύσθαι ὡς θεοῦ. | |||
N 1012b | ἄλλως. οὐχὶ δὲ καὶ τὸν Διομήδην ἡ Ἀθηνᾶ θεὸν ἐποίησε; κατὰ γὰρ τὸν Θηβαϊκὸν πόλεμον Μελά‐ νιππος, ἦν δὲ οὗτος ἥρως Θηβαῖος, ἔτρωσε τὸν Τυδέα· ὁ δὲ πρὸς τὴν πληγὴν θυμήνας καθικέτευσε τὸν Ἀμφιάραον ἀνελεῖν | |||
5 | τὸν Μελάνιππον καὶ προσαγαγεῖν αὐτοῦ τὴν κεφαλήν. προ‐ σαχθείσης δὲ αὐτῷ τῆς κεφαλῆς καὶ τῆς ὀργῆς νικησάσης τὸν δέοντα λογισμὸν, ἀπεγεύσατο τῶν Μελανιππείων κρεῶν, ὡς καὶ Εὐριπίδης ἐν τῷ Μελεάγρῳ φησίν (fr. 537)· εἰς ἀνδροβρώτους ἡδονὰς ἀφίξεται | |||
10 | κάρηνα πυρσαῖς γένυσι Μελανίππου σπάσας. τετρωμένῳ οὖν τῷ Τυδεῖ ἡ Ἀθηνᾶ τὴν ἀθανασίαν παρήγαγε, καὶ οὐκ ἀπήλαυσε τῆς δωρεᾶς ἔτι διὰ τὴν τῶν ἀνθρωπείων κρεῶν βρῶσιν· εἶτα ὡς αὐτὸς οὐκ ἠδυνήθη τῆς ἀθανασίας τυ‐ χεῖν, ἠξίωσε τὴν θεὸν ἐπὶ τὸν Διομήδην τὸ δῶρον μεταθεῖναι. | |||
15 | τιμᾶται γοῦν καὶ παρὰ Θουρίοις καὶ Μεταποντίοις ὡς θεὸς Διομήδης, καὶ οὐκ ἔστι παρὰ τοῖς ἱστορικοῖς εὑρέσθαι αὐτοῦ τὸν θάνατον. | |||
N 1014 | γαῖα δ’ ἐν Θήβαις ὑπέδεκτο: καὶ ὁ Ἀμφιάραος Ἀργεῖος. Θηβαῖοι οὖν οὐκ ἔχουσιν ὡς θεὸν τὸν Ὀϊκλέους | |||
παῖδα Ἀμφιάραον, σχισθείσης ὑπὸ κεραυνοῦ τῆς γῆς καὶ δεξαμένης αὐτόν; ὁ γὰρ Ζεὺς εἰς τιμὴν αὐτοῦ σχίσας τὴν | 168 in vol. 3 | |||
5 | γῆν τῷ κεραυνῷ καταδεχθῆναι ἐποίησεν αὐτὸν σὺν τῷ ἅρ‐ ματι, καὶ ἐποίησεν αὐτὸν ἀθάνατον· ἀφ’ οὗ δὴ μέχρι νῦν τὸ τοῦ Ἀμφιαράου μαντεῖον ἐνδοξότατον τῶν ἐπὶ τῆς Ἑλλάδος. ἀμφίβολον δὲ πότερον τὸν Ἀμφιάραον ἐδέξατο ἡ γῆ πολέμου ὄντα νέφος, ἢ ὅτε τὸ τοῦ πολέμου νέφος τοῖς Ἀργείοις ἐπῆλθε | |||
10 | τὸ ἀπὸ Θηβῶν, τότε ὁ Ζεὺς κηδόμενος τοῦ Ἀμφιαράου ἐκέ‐ λευσεν αὐτὸν ὑπὸ τῆς γῆς δεχθῆναι καὶ εἶναι ἀθάνατον. | |||
N 1017 | καὶ γυναιξὶ καλλικόμοισι: προεξαριθμησάμενος τὰς τῶν Ἀργείων ἀρετάς φησι μὴ μόνον ἥρωσι διαπρέπειν αὐτοὺς, ἀλλὰ καὶ ἡρωΐσι γυναιξὶ διαπρέπειν πάλαι, ἀρχῆθεν. τίς ἀπόδειξις ὅτι καὶ γυναιξί; Ζεὺς ἐπ’ Ἀλκμήναν Δανάαν | |||
5 | τε μολὼν τοῦτον κατέφηνε λόγον· ὅτι καὶ γυναιξὶν ἀριστεύει τὸ Ἄργος, οὐχ ἕτερος μάρτυς ἀλλ’ ὁ Ζεύς, ὃς καὶ πρὸς Ἀλκμήνην ἀφίκετο καὶ Δανάην Ἀργείας οὔσας. | |||
N 1021a | πατρί τ’ Ἀδράστοιο Λυγκεῖ τε: οὐχὶ δὲ καὶ τῷ τοῦ Ἀδράστου πατρὶ Ταλαῷ καὶ τῷ Λυγκεῖ ἄριστον λογισμὸν παρέσχε καὶ μετὰ δικαιοσύνης συνήρμοσε; καρπὸς δὲ φρενῶν ὁ λογισμός. τίς δὲ συνήρμοσεν; ὁ Ζεύς. | |||
N 1021b | ὁ δὲ νοῦς· καὶ ἐπὶ Ταλαῷ οὖν καὶ Λυγκεῖ τὸν τῶν φρενῶν καρπὸν εὐθὺν ἐποίησεν, ὅ ἐστι δίκαιον αὐτῶν τὸν νοῦν ἐποίησεν ὁ Ζεύς. ἀπὸ Λυγκέως δὲ οἱ περὶ Περσέα. | |||
N 1024a | ὁ δ’ ὄλβῳ φέρτατος ἵκετ’ ἐς κείνου γενεάν: κοινωσόμενος τῷ Ἀμφιτρύωνι τὴν γενεὰν ὁ Ζεὺς [ἵκετ’ εἰς ἐκείνου γενεάν]. πῶς δὲ παρεγένετο συγγενέσθαι; ὁ μὲν γὰρ Ζεὺς τῇ προτέρᾳ ἡμέρᾳ ἐγέννησε τὸν Ἡρακλέα, ὁ δὲ Ἀμ‐ | |||
5 | φιτρύων τῇ ἑξῆς τὸν Ἰφικλέα, καὶ ἐμίχθη τὰ γένη ἀμφοτέρων. | |||
N 1024b | D | οὐχὶ δὲ ὁ Ζεὺς παρεγένετο εἰς τὴν ἐκείνου σποράν; ὅτε γὰρ τοῖς ὅπλοις ἀναιροῦντος αὐτοῦ τοὺς Τηλεβόας, τηνικαῦτα | 169 in vol. 3 | |
BD | τὴν ὄψιν ἀφομοιωθεὶς ὁ Ζεὺς τῷ Ἀμφιτρύωνι καὶ οὕτως εἰς τὸν οἶκον ἐλθὼν τῆς Ἀλκμήνης ἐπλησίασεν αὐτῇ καὶ τὸν | |||
5 | Ἡρακλέα ἔσπειρεν. ἆθλον γὰρ ἡ Ἀλκμήνη τὸν ἑαυτῆς γάμον προὔθηκε τῷ τοὺς Τηλεβόας καταπολεμήσοντι· ἔπραττε τοῦτο Ἀμφιτρύων, καὶ ἐκείνου περὶ τὸν πόλεμον ἀσχολουμένου ὁ Ζεὺς ἀφομοιωθεὶς συνῆλθεν αὐτῇ. | |||
N 1024c | ἀδείμαντον δὲ ἔφη τὸ σπέρμα, ὃ ἔμελλεν εἰς τὴν τοῦ Ἡρακλέους γένεσιν καταβα‐ λεῖν ὁ Ζεύς, ὅ ἐστιν ἄφοβον· ὁ γὰρ ἐξ αὐτοῦ γεννηθεὶς ἦν ἄφο‐ βος Ἡρακλῆς. | |||
N 1031 | οὗ κατ’ Ὄλυμπον ἄλοχος: οὗτινος Ἡρακλέους ἡ γαμετὴ κατὰ τὸν Ὄλυμπον Ἥβη παρὰ τῇ τελείᾳ ἑαυτῆς μητρὶ προϊοῦσα πορεύεται τῶν θεῶν ἐκπρεπεστάτη. λέγει δὲ μητέρα τελείαν τὴν Ἥραν. καὶ Αἰσχύλος (fr. 383)· | |||
5 | Ἥρα τελεία, Ζηνὸς εὐναία δάμαρ. ἔστι γὰρ αὐτὴ γαμηλία καὶ ζυγία. ἔστι δὲ ὁ γάμος τέλος διὰ τὸ τελειότητα βίου κατασκευάζειν. | |||
N 1035 | βραχύ μοι στόμα πάντ’ ἀναγήσασθαι: ἥττηταί μοι, φησί, τῶν Ἀργείων ἀνδραγαθημάτων ὁ λόγος, καὶ ἀδυνά‐ τως ἔχει πάντα διηγήσασθαι τὰ τοῦ Ἄργους καλά. διατί δὲ εἰς ταῦτα παρεκβέβηκεν; ὅτι ὁ ἀγὼν, ὃν ἐνίκα ὁ Θειαῖος, τὰ | |||
5 | Ἑκατόμβαια, οὐκ ἦν ἐπίσημος οὐδ’ ἐκτροπὰς ἔχων. ἵν’ οὖν ἔχῃ μῆκος περιποιῆσαι τῇ ᾠδῇ, ἐπὶ τὴν κοινότητα τῶν ἐπαί‐ | |||
νων τῆς πατρίδος αὐτοῦ κατήντησεν. | 170 in vol. 3 | |||
N 1037a | B | ἔστι δὲ καὶ κόρος ἀνθρώπων βαρὺς ἀντιάσαι: ἔστι μὲν γὰρ ὁ τῶν ἀνθρώπων φθόνος βαρὺς πρὸς ἐναντίωσιν· οὐχ ἡδέως γὰρ ἀκούουσιν ἀλλοτρίων θαυμάτων οἱ ἄνθρωποι, ἀλλ’ εὐθὺς κόρον ἴσχουσι τῶν ἐπαίνων διὰ βασκανίαν. | ||
N 1037b | ἄλ‐ | |||
λως. ὁ κόρος βαρύς ἐστιν ὁ ἀπὸ τῶν ἀνθρώπων ἀντιάσαι καὶ συναντῆσαι, τουτέστιν ἀντίος γενηθεὶς ὁ κόρος τῶν ἀν‐ θρώπων βαρύς ἐστι καὶ δυσβάστακτος· διὸ τὸν ὕμνον τῶν | BD | |||
5 | Ἀργείων καταλείψας τὸν κόρον φεύξομαι, ὅ ἐστι τὸν φθόνον. | |||
N 1039 | ἀλλ’ ὅμως εὔχορδον ἔγειρε λύραν: πρὸς ἑαυτόν φησι ταῦτα ὁ Πίνδαρος· ὅμως μέντοι τὴν εὐάρμοστον λύραν λάμβανε καὶ τὴν φροντίδα τῶν παλαισμάτων δέξαι, τουτέστιν ἐπαίνει τὸν παλαιστήν. χάλκεον δέ φησι τὸν ἀγῶνα, ἤτοι ὅτι | |||
5 | ἰσχυρός ἐστιν, ἢ ὅτι χαλκοῦν ὅπλον τὸ ἔπαθλον. ὁ τοίνυν ἀγὼν ὁ στερρότατος τὸν δῆμον παρορμᾷ εἰς τὴν τῆς θεοῦ θυσίαν, εἴς τε τὴν τῶν ἄθλων κρίσιν τὸν δῆμον ὁ τοῦ Οὐλίου παῖς Θειαῖος παρορμᾷ. τὸ παρορμᾷ δὲ ἀπὸ κοινοῦ. δὶς δὲ αὐτόν φησι νενικηκέναι τὰ Ἑκατόμβαια καὶ ἐσχηκέναι εὐφόρων λήθην | |||
10 | πόνων. ἐπιλανθάνονται γὰρ οἱ ἄνθρωποι τῶν κατὰ τὴν ἄθλη‐ σιν πόνων, ὅταν νικήσωσι. γράφεται δὲ καὶ εὐφρόνων· εὐφό‐ ρων μὲν, ἐπεὶ εὔφοροί εἰσιν οἱ τοιοῦτοι πόνοι τῷ ἄριστα ἆθλα ἐνηνοχέναι· εὐφρόνων δὲ, τῶν εὐφραντικῶν. | |||
N 1046a | ἐκράτησε δὲ καί ποθ’ Ἕλλανα στρατόν: κοινῶς τὸ πλῆθος στρατὸν εἶπεν, ὡς καὶ Πύθια νενικηκότος αὐτοῦ καὶ Ἴσθμια καὶ Νέμεα. | |||
N 1046b | ἢ οὕτω· παραγέγονε δὲ καὶ ἐκρά‐ τησε πάντων τῶν ἀνταγωνιστῶν ἐν τοῖς Πυθίοις. | |||
N 1046c | ὁ δὲ νοῦς· σὺν εὐτυχίᾳ δὲ παραγενόμενος ἐκράτησε πάλιν καὶ τοὺς ἐν Ἰσθμῷ καὶ Νεμέᾳ στεφάνους. | |||
N 1049a | Μοίσαισί τ’ ἔδωκ’ ἀρόσαι: τουτέστι ταῖς Μού‐ σαις ἔδωκεν ἀρόσαι καὶ σπεῖραι τοὺς στεφάνους διὰ τὸν | |||
ὕμνον· ἢ ὡς ἑτέρων ποιησάντων καὶ ὑμνησάντων αὐτὸν ἐπὶ ταῖς νίκαις ἐκείναις τοῦτό φησιν. | 171 in vol. 3 | |||
N 1049b | ὁ δὲ νοῦς· καὶ παρέσχε πρόφασιν ταῖς Μούσαις· τρίτον μὲν γὰρ κληρωθεὶς ἐνίκησε τὰ Ἴσθμια· πόντου γὰρ πύλας εἶπε τὸν Ἰσθμὸν διὰ τὸ στενόν· τρὶς δὲ τὰ Νέμεα κατὰ τὴν Ἀδράστου διοίκησιν καὶ νομο‐ | |||
5 | θέτησιν τελούμενα. οἱ γὰρ ἑπτὰ ἐπὶ Θήρας ἀνενεώσαντο τὰ Νέμεα, ὧν εἷς Ἄδραστος. ἐπεὶ οὖν καὶ αὐτὸς τῶν ἐν Ἄργει ἐπιφανῶν, διὰ τοῦτο Ἀδραστείῳ νόμῳ φησὶ, χαριζόμενος καὶ διὰ τούτου πλέον τι τοῖς Ἀργείοις. σεμνοῖς δὲ δαπέδοις, τοῖς Νεμείοις φησὶν ὁ Δίδυμος· πλησίον γάρ ἐστι Σικυῶνος. | |||
10 | Ὅμηρος (Β 572)· ὅθ’ Ἄδρηστος πρῶτ’ ἐμβασίλευσεν. ἐτί‐ θετο δὲ πάλαι ἐν τῇ Σικυῶνι τὰ Νέμεα· οὐ γὰρ ἂν σημαίνοι τὰ Πύθια τὰ ἐν Σικυῶνι ἀγόμενα· οὐ γάρ ἐστιν ἐκεῖνος περιοδικὸς ὁ στέφανος, ἀλλ’ ὁ τῶν Νεμέων· βούλεται δὲ νῦν τοὺς περιοδικοὺς εἰπεῖν. τολοιπὸν γὰρ ἐπιφέρει τὸν Ὀλυμ‐ | |||
15 | πιόνικον, εὐχόμενος τελειωθῆναι ὑπ’ αὐτοῦ τὴν περίοδον. | |||
N 1053a | Ζεῦ πάτερ, τῶν μὲν ἔραται: διὰ τούτων φανε‐ ρὸν, ὅτι περὶ τῶν Ὀλυμπίων λέγει, φάμενος αὐτὸν ἐπιθυμεῖν καὶ τοῦτον τὸν στέφανον λαβεῖν, ἵν’ ἐκπληρώσῃ τὴν περίοδον, σιγᾶν δὲ καὶ ἐπιτρέπειν τῷ θεῷ. διὰ δὲ τοῦ παραιτεῖται χάριν | |||
5 | ὑπακουστέον, ὅτι παρὰ σοῦ αἰτεῖται τὴν χάριν, ἀλλὰ καὶ τολ‐ μῶν καὶ μοχθῶν τι πράσσειν τῶν πρὸς τὸ ἔργον συντεινόντων. | |||
N 1053b | ὁ δὲ νοῦς· ὧν γε μὴν ἐπιθυμεῖ τυχεῖν, ἐν τῇ διανοίᾳ κρύπτει σιωπῶν διὰ τὸ νεμεσητόν. βούλεται δὲ λέγειν τὰ Ὀλύμπια· διὸ καὶ τῷ Διῒ εὔχεται. ἐὰν οὖν, φησί, σὺ θέλῃς, καὶ τὰ Ὀλύμπια ἕξει· παντὸς γὰρ πράγματος τέλος ἐν σοί | |||
5 | ἐστιν, ὦ Ζεῦ. | |||
N 1055 | οὐδ’ ἀμόχθῳ καρδίᾳ: οὐ χωρὶς μόχθων αἰτεῖται τὰ | |||
Ὀλύμπια, ἵνα ἀμόχθως αὐτὰ λάβῃ, ἀλλὰ μοχθήσας καὶ πο‐ νήσας καὶ παλαίων παραιτεῖται τὴν χάριν. οὐ συνήθως δὲ τὸ παραιτεῖται ἀντὶ τοῦ αἰτεῖται· ὅ ἐστιν ἐπικέκληται. ἐπιφέρει | 172 in vol. 3 | |||
5 | γάρ· παρὰ σοῦ αἰτεῖται τὴν χάριν ταύτην καὶ τὴν δωρεὰν, ὦ Ζεῦ, τὰ Ὀλύμπια νικῆσαι. | |||
N 1057a | γνώτ’ ἀείδω θεῷ τε: εὔγνωστα δὲ λέγω αὐτῷ τῷ θεῷ καὶ τῷ Θειαίῳ, ὅστις Θειαῖος ἁμιλλᾶται καὶ σπουδάζει περὶ τῆς κορυφῆς τῶν ἐσχάτων ἄθλων. ἐσχάτων δὲ, τῶν τὸ τέλειον ἐχόντων τῆς δόξης. | |||
N 1057b | ἢ οὕτω· φανερὰ δὲ λέγω τῷ τε Δϊὶ καὶ τῷ βουλομένῳ παντὶ ἁμιλλᾶσθαι καὶ σπουδάζειν περὶ τῆς κορυφῆς τῶν τελευταίων ἄθλων. ἄθλων δὲ κορυφὴ καὶ τέλος τὰ Ὀλύμπια. εἰκότως δέ, φησίν, ἐπιθυμεῖ τῶν | |||
5 | Ὀλυμπίων· τὸν γὰρ ἐνδοξότατον καὶ ὑπερέχοντα θεσμὸν ἔσχεν ἀπὸ τοῦ Ἡρακλέους τὰ Ὀλύμπια. | |||
N 1057c | ἢ οὕτως· ἐπεὶ προεῖπεν αἰνιγματωδῶς, ὅτι οὐ δύναμαι εἰπεῖν τίνων ἐρᾷ, ἦν δὲ τῶν Ὀλυμπίων, ἐπεῖπε· ταῦτα γνωστὰ λέγω καὶ σοὶ, ὦ Ζεῦ, καὶ σοὶ τῷ ἐπιθυμοῦντι ἁμιλλήσασθαι περὶ τούτων τῶν | |||
5 | ἄθλων, οἵ εἰσι κορυφαὶ ἔσχαται τῶν ἄθλων. διὰ δὲ τοῦ ἐσχάτου σημαίνει τὸ πρῶτον τῶν ἄθλων· καὶ γὰρ τὸ πρῶτον ἔσχατόν ποτε δύναται γενέσθαι, καὶ τὸ ἔσχατον πρῶτον. κέχρη‐ ται καὶ Σοφοκλῆς τῷ ἐσχάτῳ ἀντὶ τοῦ πρώτου (fr. 821)· ἤδη γὰρ ἕδρᾳ Ζεύς, φησίν, ἐν ἐσχάτῃ θεῶν, | |||
10 | ἀντὶ τοῦ ἐν τῇ πρώτῃ. | |||
N 1061 | ἁδεῖαί γε μὲν ἀμβολάδαν: ὡς δὶς αὐτοῦ νενι‐ | |||
κηκότος τὰ Παναθήναια ταῦτά φησιν· ὀμφαὶ οὖν ἡδεῖαι τῶν Ἀθηναίων ἐκώμασαν αὐτὸν ἀμβολάδαν, τουτέστιν ἀνατετα‐ μένως τῇ φωνῇ καὶ λαμπρῶς· ἢ ἀμβολάδαν ἀνακρουόμεναι, | 173 in vol. 3 | |||
5 | καθὸ προαναβολὰς λέγουσι τὰ πρὸ τοῦ προοιμίου. δὶς οὖν ὑμνήθη καὶ ἐκωμάσθη, φησίν, ᾀδόντων καὶ ὑμνούντων αὐ‐ τοῦ τὴν νίκην τῶν Ἀθηναίων ἐν ταῖς τελεταῖς. ἔστι δὲ καὶ οὕτω προενέγκασθαι ἁδείᾳ ἐν τελετᾷ· ἐν ἡδείᾳ τελετῇ ἐκώ‐ μασαν αὐτὸν αἱ τῶν Ἀθηναίων ὀμφαὶ δίς. τινὲς δὲ τὸ ἀμ‐ | |||
10 | βολάδην οὕτως ἀκούουσιν, ὅτι δὶς μὲν ἐνίκησε τὰ Παναθή‐ ναια, οὐκ ἐφεξῆς δὲ, ἀλλ’ ἀναβολάδην, τουτέστιν ἀναβολῆς τινος γενομένης μεταξύ. | |||
N 1064a | γαίᾳ δὲ καυθείσᾳ πυρὶ καρπὸς ἐλαίας ἔμολε: γαῖαν [δὲ] κεκαυμένην εἶπε τὴν ὑδρίαν ἐν ᾗ τὸ ἔλαιον· ὀπτᾶται γὰρ ὁ κέραμος. διὰ δὲ τούτου σημαίνει τοὺς τὰ Πανα‐ θήναια νενικηκότας· τίθενται γὰρ Ἀθήνησιν ἐπάθλου τάξιν | |||
5 | ἐλαίου πλήρεις ὑδρίαι. διὸ καὶ Καλλίμαχος (fr. 122)· καὶ παρ’ Ἀθηναίοις γὰρ ἐπὶ τέγος ἱερὸν ἧνται κάλπιδες, οὐ κόσμου σύμβολον, ἀλλὰ πάλης. γῇ οὖν διὰ πυρὸς καυθείσῃ ὁ καρπὸς τῆς ἐλαίας ἔμολε, τὸ ἔλαιον. | |||
N 1064b | Ἥρας δὲ εὐάνορα λαὸν τὸ Ἄργος· ὁ γὰρ Θειαῖος Ἀργεῖος. οὐκ ἔστι δὲ ἐξαγωγὴ ἐλαίου ἐξ Ἀθηνῶν, εἰ μὴ τοῖς νικῶσι. φησὶν οὖν τὴν ὑδρίαν πλήρη ἐλαίου κεκομικέναι ἐξ Ἀθηνῶν εἰς Ἄργος τὸν Θειαῖον νικήσαντα. τοῖς γὰρ ἀθληταῖς | |||
5 | τοῖς τὰ Παναθήναια νενικηκόσι δίδοται ὑδρία ἐλαίου πλήρης. | |||
N 1067a | ἐν ἀγγέων ἕρκεσι παμποικίλοις: ἐν πεποικιλ‐ μένοις ἀγγείοις· ἐζωγραφοῦντο γὰρ αἱ ὑδρίαι. | |||
N 1067b | ἄλλως. ἐν ἀμφιφορεῦσι χαλκοῖς ἔλαιον ἐτιμῶντο οἱ ἀγωνιζόμενοι Ἀθή‐ νησι τὰ Παναθήναια, ἐπεὶ τὴν ἐλαίαν εὗρεν ἡ θεός. τὰ δὲ χαλκᾶ ταῦτα ἄγγη ἐκ γῆς καιομένης γίνεται· ἡ οὖν γῆ καιο‐ | 174 in vol. 3 | ||
5 | μένη δίδωσι τὸν χαλκὸν, ἐκ δὲ τοῦ χαλκοῦ γίνεται τὰ ἀγγεῖα, ἐν οἷς βάλλεται τὸ ἔλαιον. ταύτην οὖν φησι τὴν διάνοιαν. τούτοις γὰρ ἐτιμῶντο. | |||
N 1069 | ἕπεται δὲ, Θειαῖε: ἐπακολουθεῖ, φησί, κατὰ τὸ πο‐ λύγνωτον ὑμῶν γένος τὸ ἀπὸ τῆς μητρός, μήτρωες γὰρ οἱ ἀπὸ μητρὸς πρόγονοι, εὐάγων τιμὴ, τουτέστιν ἡ ἐπὶ τοῖς ἀγῶσι τοῖς εὖ ἀγωνισθεῖσιν ἢ 〈ἡ〉 εὖ καὶ καλῶς γινομένη | |||
5 | τιμὴ σὺν Χάρισι καὶ Τυνδαρίδαις. τὴν δὲ αἰτίαν διὰ τῶν | |||
D | ἑξῆς ἀποδίδωσι. Παμφάης γὰρ συγγενὴς τοῦ Θειαίου, φησίν, ἐξένικε τοὺς Διοσκούρους. | |||
N 1073a | ἀξιωθείην κεν ἐὼν Θρασύκλου: ἐγώ, φησί, καταξιωθείην τῶν περὶ Θράσυκλον καὶ Ἀντίαν συγγενὴς ὢν ἐν τῷ Ἄργει διάγειν καὶ ζῆν, ἔνθα οὐκ ἂν ἀπαρρησίαστος διετέλεσα οὐδὲ κάτω βλέπων καὶ κρύπτων ἐμαυτοῦ τὸ ἐλεύθε‐ | |||
5 | ρον. οἱ γὰρ νικῶντες μετὰ παρρησίας ἄνω βλέποντες βαδί‐ ζουσιν, οἱ δὲ ἡττημένοι οὐχ οὕτως. | |||
N 1073b | ἄλλως. τοῦτο εἶπεν ὡς ἐκ τοῦ Θειαίου προσώπου, ὡς αὐτοῦ περὶ ἑαυτοῦ διαλεγο‐ μένου· τοῦ γὰρ Θρασύκλου καὶ τοῦ Ἀντία συγγενὴς ὢν ἐν τῷ Ἄργει οὐ κρύψω τὸ φάος τῶν ὀμμάτων, τουτέστιν οὐκ | |||
5 | ἀπαρρησιάστως ὄψομαι, ὡς οὐ νενικηκὼς, ἀλλὰ μετὰ παρρησίας· νενίκηκα γάρ· ἄξιος οὖν ἂν εἴην μὴ κρύπτειν τὸ τῶν ὀμ‐ μάτων φάος μηδὲ κατηφὴς εἶναι, Ἀντία τ’ ὢν καὶ Θρασύκλου σύγγονος. | 175 in vol. 3 | ||
N 1076 | νικαφορίαισι γὰρ ὅσαις ἱπποτρόφον: πόσαις γὰρ ἱπποτροφίαις, φησίν, αὕτη ἡ πόλις οὐκ ἔθαλλεν ἡ τοῦ Προίτου, τοῦτο μὲν ἐν τῷ Κορινθίῳ Ἰσθμῷ, τοῦτο δὲ ἐν τῇ Νεμέᾳ τετράκις νικήσασα· ἀπὸ Σικυῶνος δὲ καὶ τῶν ἐκεῖσε | |||
5 | Πυθίων ἀργυραῖς φιάλαις τιμηθέντες ἀνεχώρησαν ἐπὶ τὸ Ἄργος οἱ πρόγονοι τοῦ Θειαίου. | |||
N 1082a | ἐκ δὲ Πελλάνας: ἀντὶ τοῦ καὶ ἐν Πελλήνῃ ἐνί‐ κησαν. τίθεται δὲ παχέα ἱμάτια ἐν Πελλήνῃ ἄγναφα· δυσχεί‐ μεροι δὲ οἱ τόποι. περιφραστικῶς δὲ τὴν χλαμύδα μαλακὴν κρόκην εἶπε· καὶ ἑτέρωθι (O. IX 97)· ψυχρᾶν ὁπότ’ εὐδιανὸν | |||
5 | φάρμακον αὐρᾶν Πελλάνα παρέχει. ὁ δὲ ἀγὼν Διός· καλεῖται δὲ Δίϊα. | |||
N 1082b | B | ἢ οὕτως· ἐκ τῆς Πελλήνης δὲ τὰ Θεοξένια νι‐ κῶντες χλανίσιν ἐπιτηδειοτάταις κοσμηθέντες, ἀπὸ κοινοῦ τὸ | ||
BD | ἀνεχώρησαν. λέγεται δὲ, ὅτι καὶ ἐξωμίδας ἐτιμῶντο. | |||
N 1084 | ἀλλὰ χαλκὸν μυρίον οὐ δυνατὸν ἐξελέγχειν: τὸ δὲ τοῦ χαλκοῦ πλῆθος οὐ δυνατὸν εἰπεῖν ἁπλῶς· μακρο‐ τέρας γὰρ, οἶμαι, δεῖται σχολῆς. λέβητα γὰρ ἐτιμῶντο ἐν πολ‐ λοῖς τῶν ἀγώνων καὶ ἀσπίδα χαλκῆν. | |||
N 1087 | ὅν τε Κλείτωρ καὶ Τεγέα: ὅντινα χαλκὸν αἱ περὶ Κλεί‐ τορα καὶ Τεγέαν πόλεις Ἀργολικαὶ ἆθλον ἔθηκαν, ὃν καὶ τὸ | |||
Λύκαιον ἔθηκε χαλκὸν παρὰ τῷ τοῦ Διὸς βωμῷ τοῖς δυνα‐ μένοις νικῆσαι σὺν ποδῶν σθένει, δρόμῳ, καὶ χειρῶν σθένει, | 176 in vol. 3 | |||
5 | πάλῃ καὶ παγκρατίῳ καὶ πυγμῇ. | |||
N 1091 | Κάστορος δ’ ἐλθόντος ἐπὶ ξενίαν: τοῦ δὲ Κά‐ στορος ἐπιξενωθέντος παρὰ τῷ Παμφάῃ τῷ προγόνῳ σου, ὦ Θειαῖε, ἅμα τῷ ἀδελφῷ Πολυδεύκει, θαυμαστὸν οὐδὲν ἀγα‐ θοὺς καὶ θαυμασίους γεγενῆσθαι τοὺς προγόνους σου ἀγω‐ | |||
5 | νιστάς· ἐπόπται γάρ εἰσι τῶν ἀγώνων οὗτοι. διὰ τοῦτο γοῦν ἐν τοῖς ἐπάνω (38) εἶπε Χαρίτεσσί τε καὶ σὺν Τυνδαρίδαις τὴν νίκην αὐτῶν ἐληλυθέναι τῷ γένει. | |||
N 1096 | ἐπεὶ εὐρυχόρου ταμίαι Σπάρτας: ἐπεὶ οἱ τῆς εὐρυχόρου Σπάρτης ταμίαι καὶ δεσπόται Διόσκουροι σὺν τῷ Ἑρμῇ καὶ Ἡρακλεῖ τὴν τῶν ἀγώνων μοῖραν τῆς εὐωχίας διέπουσι καὶ διοικοῦσι. | |||
N 10100a | μάλα μὲν ἀνδρῶν δικαίων περικαδόμενοι: πάνυ μὲν ὑμῶν τῶν ὄντων δικαιοτάτων ἀνδρῶν φροντίζοντες διὰ τὸ τῆς ξενίας δίκαιον, καὶ ἄλλως δὲ καὶ κατὰ φύσιν οἱ θεοὶ πιστοί τινες καὶ φιλάνθρωποι περὶ τοὺς εὐσεβοῦντας | |||
5 | ὄντες. | |||
N 10100b | ἢ οὕτως· ὅτι πίστιν σῴζοντες πρὸς τὸν πρόγο‐ νον, φησί, τὸν ὑποδεξάμενον αὐτοὺς, νίκην τούτῳ νῦν ἐδω‐ ρήσαντο. | |||
N 10100c | ἢ οὗτοι, φησί, περισσῶς κηδόμενοι τῶν δι‐ καίων ἀνδρῶν. δοκοῦσι γὰρ ἐπιφαινόμενοι κατὰ τὸ πέλαγος σῴζειν τοὺς δικαίους. | |||
N 10103 | μεταμειβόμενοι δ’ ἐναλλάξ: μεταβάλλοντες δ’ αὐτοὶ οἱ Διόσκουροι καὶ ἐκ διαδοχῆς ἐναλλάσσοντες τὰς ἡμέρας, μίαν μὲν διάγουσιν ἐν τῷ οὐρανῷ ὡς θεοί, μίαν δὲ ἐν τοῖς ὑπογείοις τῆς Θεράπνης, ὁμοίαν καὶ ἴσην ἐκπληροῦντες τύχην. | |||
5 | ἰστέον δὲ ὅτι περιπέπτωκε τοῖς ἐν τῇ Νεκυομαντείᾳ λεγο‐ | |||
μένοις περὶ τῶν Διοσκούρων (λ 303—4)· ἄλλοτε μὲν ζώους’ ἑτερήμεροι, ἄλλοτε δ’ αὖτε τεθνᾶσιν, τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι. φησὶ γὰρ τοὺς Διοσκούρους μίαν μὲν ἡμέραν ὑπὲρ γῆς εἶναι, | 177 in vol. 3 | |||
10 | ἑτέραν δὲ ὑπὸ γῆν, ὥστε κατὰ μὲν τὸν διεσκευακότα τὰ παρ’ Ὁμήρῳ παρ’ ἡμέραν αὐτοὺς ἀποθνῄσκειν, κατὰ δὲ Πίνδαρον μίαν μὲν ἡμέραν παρὰ τοῖς ἀθανάτοις διαιτᾶσθαι, μίαν δὲ ἡμέραν ὁρῶντας τὰ παρ’ ἀνθρώποις σὺν αὐτοῖς εἶναι. | |||
N 10107 | ἐπεὶ τοῦτον ἢ πάμπαν θεὸς ἔμμεναι: ἐπειδὴ μᾶλλον τοῦτον εἵλετο τὸν αἰῶνα, φησί, Πολυδεύκης, τὸν ἀδελ‐ φὸν ἔχων μεθ’ ἑαυτοῦ ἐκ διαδοχῆς θεὸς γενέσθαι καὶ πάλιν ἄνθρωπος, ἤπερ μόνος ἐν οὐρανῷ θεὸς κατοικεῖν, Κάστορος | |||
5 | τοῦ ἀδελφοῦ αὐτοῦ φθαρέντος ἐν πολέμῳ. αὐτοῦ γὰρ τρωθέν‐ τος καὶ μέλλοντος ἀπόλλυσθαι εἵλετο Πολυδεύκης ὁ τούτου ἀδελφὸς αὐτὸς ἀθάνατος ὢν μᾶλλον παρ’ ἡμέραν ἄνθρωπος εἶναι ἅμα τῷ ἀδελφῷ, καὶ πάλιν θεὸς ἅμα τῷ ἀδελφῷ ἀπο‐ λουμένου αὐτοῦ· καὶ οὕτως ἐποίησαν οἱ θεοί. | |||
N 10112a | τὸν γὰρ Ἴδας ἀμφὶ βουσί πως: ἡ ἱστορία ἐστὶ τοιαύτη. Λυγκεὺς καὶ Ἴδας οἱ Ἀφαρέως παῖδες ἐμνηστεύσαντο τὰς δύο Λευκίππου θυγατέρας Φοίβην καὶ Ἐλάειραν, κατὰ δὲ τὴν τῶν γάμων εὐωχίαν τοὺς Διοσκούρους εἰς ἑστίασιν | |||
5 | ἐκάλεσαν· οἱ δὲ τὰς κόρας ἀφαρπάσαντες ἀπέφευγον, οἱ δὲ ἐπεδίωκον, καὶ συνίσταται τοῖς Ἀφαρητιάδαις καὶ τοῖς Διοσ‐ κούροις μάχη περὶ τῶν γάμων, καὶ ἀναιρεῖται Κάστωρ· εἶτα Πολυδεύκης ἀνεῖλεν ἀμφοτέρους, συμπράξαντος τοῦ Διὸς καὶ κεραυνὸν αὐτοῖς ἐπιπέμψαντος. ὁ δὲ Πίνδαρος οὐ διὰ τὰς | |||
10 | νύμφας φησὶν αὐτοῖς γεγενῆσθαι τὴν στάσιν, ἀλλὰ διὰ βοῶν ἀπελασίαν. ψυχορραγοῦντος οὖν τοῦ Κάστορος Πολυδεύκης ὢν ἀθάνατος πρὸς τὸν ὄντα φθαρτὸν εἵλετο καταμερίσασθαι | |||
τὴν ἀθανασίαν τῇ τῆς φύσεως ἐκνικώμενος ἀνάγκῃ. οὕτως οὖν αὐτοὺς καὶ Ὅμηρος (λ 303) ἑτερημέρους καλεῖ. | 178 in vol. 3 | |||
N 10112b | ὁ δὲ νοῦς· τὸν Κάστορα γάρ, φησί, τῆς τῶν βοῶν ἀφαιρέσεως ἕνεκεν ὁ Ἴδας ὀργισθείς πως ὁ τοῦ Ἀφαρέως παῖς ἔτρωσεν. | |||
N 10114a | ἀπὸ Ταϋγέτου πεδαυγάζων ἴδε Λυγκεὺς δρυὸς ἐν στελέχει ἥμενος: ὁ μὲν Ἀρίσταρχος ἀξιοῖ γρά‐ φειν ἥμενον, ἀκολούθως τῇ ἐν τοῖς Κυπρίοις λεγομένῃ ἱστορίᾳ· ὁ γὰρ τὰ Κύπρια συγγράψας φησὶ τὸν Κάστορα ἐν | |||
5 | τῇ δρυῒ κρυφθέντα ὀφθῆναι ὑπὸ Λυγκέως· τῇ δὲ αὐτῇ γραφῇ καὶ Ἀπολλόδωρος (III 11, 2) κατηκολούθησε. πρὸς οὕς φησι Δίδυμος· ἀμφοτέρων ὑπὸ τῇ δρυῒ λοχώντων, τοῦ τε Κάστορος καὶ τοῦ Πολυδεύκους, μόνον ὁ Λυγκεὺς τὸν Κάστορα εἶδε; μήποτε οὖν, φησί, δεῖ ἀναγινώσκειν τὴν παραλήγουσαν συλ‐ | |||
10 | λαβὴν ὀξυτόνως τοῦ ἡμένος ὡς ἠρμένος, ἵνα κατ’ ἀμφοῖν ἀκούηται· ἴδε Λυγκεὺς δρυὸς ἐν στελέχει ἡμένος, ἀντὶ τοῦ ἡμένους, δηλονότι τοὺς Διοσκούρους· ὡς ἀελλόπος καὶ τρίπος· οὐχ ἕδος ἐστὶ, γεραιέ (Λ 648), ἀντὶ τοῦ οὐχ ἕδους. παρατίθεται δὲ καὶ τὸν τὰ Κύπρια γράψαντα οὕτω λέγοντα | |||
15 | (fr. 9 Kinkel)· αἶψα δὲ Λυγκεὺς Τηΰγετον προσέβαινε ποσὶν ταχέεσσι πεποιθώς. ἀκρότατον δ’ ἀναβὰς διεδέρκετο νῆσον ἅπασαν Τανταλίδου Πέλοπος, τάχα δ’ εἴσιδε κύδιμος ἥρως | 179 in vol. 3 | ||
20 | δεινοὶς ὀφθαλμοῖσιν ἔσω δρυὸς ἄμφω κοίλης, Κάστορά θ’ ἱππόδαμον καὶ ἀεθλοφόρον Πολυδεύκεα. νύξε δ’ ἄρ’ ἄγχι στὰς μεγάλην δρῦν καὶ τὰ ἑξῆς. | |||
N 10114b | ὁ μὲν οὖν Κάστωρ ἐλόχα τὸν Ἴδαν, φησίν, ἐν κοίλῃ δρυῒ κρυφθεὶς καὶ τὸν Λυγκέα· ὁ δὲ Λυγκεὺς ὀξυδερκὴς ὢν, ὥστε καὶ διὰ λίθων καὶ διὰ γῆς τὰ γινόμενα βλέπειν, ἰδὼν διὰ τῆς δρυὸς τὸν Κάστορα ἔτρωσε λόγχῃ. | |||
N 10114c | ἀπὸ γὰρ τοῦ ὅρους περισκοπῶν ὁ Λυγκεὺς ἐθεάσατο αὐτοὺς ἐγκαθεζομένους ἐν στελέχει δρυὸς καὶ ἐλλοχῶντας. τοῦ γὰρ Λυγκέως ὑπὲρ πάντας ἀνθρώπους ὀξύτατον ἦν τὸ ὄμμα | |||
N 10118 | λαιψηροῖς δὲ πόδεσιν ἄφαρ ἐξικέσθαν: τάχιστα δὲ ἐκ τοῦ ὄρους πρὸς τοὺς Διοσκούρους δραμόντες παρεγένοντο καὶ μέγιστον ἔργον κατεπράξαντο τρώσαντες τὸν Κάστορα τάχιστα. ἀλλὰ μὴν καὶ ὑπέστησαν δεινὸν ἔργον οἱ | |||
5 | προειρημένοι τοῦ Ἀφαρέως παῖδες ὑπὸ τῶν Διοσκούρων· εὐθέως γὰρ ἦλθεν ὁ Πολυδεύκης τοῦ ἀδελφοῦ πεσόντος· οἱ δὲ ἐλθόντι αὐτῷ ἀνθυπέστησαν ἐξ ἐναντίας περὶ τὸν τάφον τοῦ πατρὸς αὐτῶν Ἀφαρέως, καὶ ἐνέβαλον τῷ στέρνῳ τοῦ Πολυδεύκους στήλην ἑνὸς τῶν κειμένων ἁρπάσαντες ἀπὸ τοῦ | |||
10 | τύμβου τοῦ πατρὸς αὐτῶν Ἀφαρέως· ἀλλ’ οὔτε αὐτὸν ἔπληξαν τὸν Πολυδεύκην, οὔτε ὑποχωρῆσαι εἰς τοὐπίσω πεποιήκασιν οἱ Ἀφαρητιάδαι. | 180 in vol. 3 | ||
N 10125 | Πίνδαρος δὲ τὴν ἐπὶ τάφου στήλην οὕτω καλεῖ. Suid. s.v. ἀγάλματα | |||
N 10129 | ἐφορμαθεὶς δ’ ἄρ’ ἄκοντι θοῷ: ὁ δὲ Πολυ‐ δεύκης, φησίν, ἐφορμήσας τῷ ταχεῖ δόρατι ἐνέβαλε ταῖς τοῦ Λυγκέως πλευραῖς τὸν σίδηρον. | |||
N 10132a | Ζεὺς δ’ ἐπ’ Ἴδᾳ πυρφόρον πλᾶξεν: οἱ μὲν ἐπὶ τῷ Ἴδᾳ φασίν, οἱ δὲ ἐν τῷ ὄρει, τῇ ἴδῃ, ἵνα ἴδην πᾶν ὄρος ὑψηλὸν ἀκούσωμεν· οὐδὲ γὰρ νῦν τοῖς κατὰ τὴν Ἀρ‐ καδίαν τελουμένοις ἡ κατὰ Τροίαν συντελεῖ. | |||
N 10132b | ὁ δὲ νοῦς οὕτως· ὁ δὲ Ζεὺς πυρφόρον καὶ τεφρώδη κεραυνὸν προσέρ‐ ρηξεν ἀμφοτέροις, ὁμοῦ δὲ ἐκαίοντο ἐρημωθέντες. χαλεπὴ δὲ καὶ δεινοτάτη ἡ ἔρις τοὺς ἀνθρώποις ἡ κατὰ τῶν κρειττόνων. | |||
N 10132c | ἡ γὰρ πρὸς τοὺς κρείττονας, φησίν, ἔρις χαλεπή ἐστιν, ὥστε ὁμιλεῖν αὐτοῖς καὶ προσφέρεσθαι. ἀποδιοπομπεῖσθαι δεῖ οὖν τὴν ἔριν τὴν πρὸς τοὺς κρείττονας· ἡ μὲν γὰρ πρὸς τοὺς ἴσους ὁμιλία εὐκτή, ἡ δὲ πρὸς τοὺς κρείττονας χαλεπή· | |||
5 | οἱ γοῦν Ἀφαρητιάδαι ἐρίσαντες κρείττοσι τοῖς Διοσκούροις ἀπώλοντο. | |||
N 10137a | ταχέως δ’ ἐπ’ ἀδελφεοῦ βίαν: ταχέως δ’ ἐπὶ τὸν ἀδελφὸν ὁ Πολυδεύκης ἦλθεν ὑποστρέψας, καὶ δὴ αὐτὸν οὔπω τεθνηκότα, πνευστιῶντα δὲ κατέλαβεν. | |||
N 10137b | οὔπω, φησί, τὸν Κάστορα εὗρε τεθνηκότα, τὰς δὲ πνοὰς ὑπο‐ ψυχρούμενον ὑπὸ τῆς φρίκης. καταψύχονται γὰρ οἱ νεκρού‐ μενοι. | |||
N 10142 | πάτερ Κρονίων, τίς δὴ λύσις ἔσσεται: ὦ πάτερ Ζεῦ, τίς δὴ ἔκλυσις γενήσεται τούτων τῶν πενθῶν; καί μοι θάνατον ἐπίθες καὶ δεῖξον, ὦ βασιλεῦ. | 181 in vol. 3 | ||
N 10146a | οἴχεται τιμὰ φίλων τατωμένῳ φωτί: τατω‐ μένῳ ἀντὶ τοῦ στερισκομένῳ. | |||
N 10146b | οὐδεὶς συμπονεῖ, φησίν, ἐὰν μὴ φίλος ᾖ καὶ ἀγαθὸς φίλος· στερηθεὶς δὲ τούτου τίνα ἕξω κοινωνὸν τῶν πόνων; | |||
N 10146c | ἢ οὕτως αὐτὸ δεῖ νοεῖν· τὸ τατωμένῳ φησὶ Δωρικῶς· ἀνδρὶ γὰρ τῷ φίλων στερισκομένῳ πᾶσα διέφθαρται τιμή. | |||
N 10146d | ἢ οὕτως· ἐάν τις καθυστε‐ ρήσῃ τοῦ προσφιλοῦς, ἀποστερεῖται τοῦ συμπράσσοντος, ἀπρα‐ γὴς δὲ γενόμενος οὐ τιμᾶται ὑπ’ οὐδενός. | |||
N 10147a | παῦροι δ’ ἐν πόνῳ πιστοὶ βροτῶν: ἀντὶ τοῦ οὐδὲ ὀλίγοι· ὡς καὶ παρ’ Ὁμήρῳ (Ε 800)· ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς. | |||
N 10147b | ὁ δὲ νοῦς· οὐδὲ ὀλίγων δὲ ἀνθρώπων ἐστὶν ἐν τοῖς ὑπερ‐ βάλλουσι κινδύνοις τῶν δεινῶν κοινωνεῖν. | |||
N 10147c | ἢ οὕτως· οὐδὲ ὀλίγοι δὲ τῶν ἀνθρώπων πιστοὶ κατὰ τοὺς πόνους πάσχουσι τοῖς ἑταίροις τοῦ καμάτου κοινωνεῖν. | |||
N 10150a | ἐσσί μοι υἱός· τὸν δ’ ἔπειτα: ὁ μὲν Ἡσίοδος (fr. 91) ἀμφοτέρους Διὸς εἶναι γενεαλογεῖ· ὁ δὲ Πίνδαρος ἑτέροις τῶν ἱστορικῶν ἐξακολουθήσας τὸν μὲν Πολυδεύκην ἐκ Διός, τὸν δὲ Κάστορα ἐκ Τυνδάρεω εἶναί φησιν, ὡς καὶ | |||
5 | Ἡρακλῆς μὲν ἐξ Ἀλκμήνης καὶ Διός, Ἰφικλῆς δὲ ἐξ Ἀμ‐ φιτρύωνος. λέγεται γὰρ τοῦτο, ὅτι Πολυδεύκης καὶ Ἑλένη ἐκ Διός εἰσι καὶ Λήδας, Κάστωρ δὲ ἐκ Τυνδάρεω. ὁ μέντοι Ἡσίοδος (fr. 92) οὔτε Λήδας οὔτε Νεμέσεως δίδωσι τὴν Ἑλένην, ἀλλὰ θυγατρὸς Ὠκεανοῦ καὶ Διός. | |||
N 10150b | τὸ δὲ σαφὲς οὕτως· σὺ μὲν, ὦ Πολύδευκες, τυγχάνεις μοι υἱός, τὸν δὲ Κάστορα μετὰ ταῦτα ὁ Τυνδάρεως σπέρμα θνητὸν ὄντα τῇ σῇ μητρὶ συνελθὼν ἔσπειρεν. | 182 in vol. 3 | ||
N 10153 | ἀλλ’ ἄγε τῶνδέ τοι ἔμπαν αἵρεσιν παραδίδωμι: ἀλλ’ ὅμως τούτων ἀμφοτέρων σοι τὴν κρίσιν καὶ τὴν αἵρεσιν ἐπιδίδωμι· εἰ μὲν γὰρ τὸν θάνατον ἐκφυγὼν καὶ τὸ γῆρας τὸ ὀδυνηρὸν αὐτὸς βούλει τὸν οὐρανὸν | |||
5 | οἰκεῖν σὺν ἐμοὶ καὶ Ἀθηνᾷ καὶ Ἄρει, ἔστι σοι τούτων μερίς· εἰ δὲ ὑπὲρ τοῦ ἀδελφοῦ Κάστορος διαμάχῃ, πάντων τε τῶν καλῶν βούλει αὐτῷ ἀπομερίσασθαι τὸ ἴσον, τὸ μὲν ἥμισυ τοῦ χρόνου ἕξεις ὑπὸ τὴν γῆν διατρίβων, τὸ δὲ ἥμισυ ἐν τῷ οὐρανῷ καὶ τοῖς τιμίοις τῶν θεῶν οἴκοις. | |||
N 10166 | ὣς ἄρ’ αὐδάσαντος: οὕτω ταῦτα τοῦ Διὸς εἰπόν‐ τος οὐ κατεμερίσθη τὴν γνώμην ὁ Πολυδεύκης, ἀλλ’ εὐθέως ἐπὶ τὸ ἕτερον ἐχώρησεν, ἐπὶ τὸ τὴν εὐδαιμονίαν τῷ ἀδελφῷ μερίσασθαι. | |||
N 10168a | ἀνὰ δ’ ἔλυσεν μὲν ὀφθαλμόν: ὁ Ζεὺς δηλον‐ ότι· οἷον ἤδη μύοντα καὶ κλειόμενον διὰ τὸν θάνατον ἀναβλέψαι ἐποίησεν. | |||
N 10168b | ὁ δὲ νοῦς· ἀνέλυσε μὲν καὶ πάλιν ὁρᾶν παρεσκεύασε τὸν τοῦ ἀδελφοῦ ὀφθαλμόν, ἔπειτα καὶ τὴν φωνὴν ἐνέβαλε τῷ σώματι τοῦ χαλκομίτρα Κάστορος. | |||
D | subscr. τέλος. sch. inscr. XII D | |||
N 11metr(t) | Scholia in Nemeonicarum carmen XI | |||
1 | Τῆς ἑνδεκάτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐστὶν ἕξ. τὸ αʹ Πινδαρικόν· ἔστι δὲ ἰαμβέλεγος λείπων τῇ ἀρχῇ, καὶ πάλιν ἰαμβικὸν πενθημιμερὲς λεῖπον τῷ τέλει, ὃ | |||
καλεῖται ἀμφιλειπὲς, ἐπεὶ καὶ ἐν ἀρχῇ καὶ ἐν τῷ τέλει λείπει. | 183 in vol. 3 | |||
5 | ἡ δὲ ἀπόδοσις (v. 18) τὸ ἀοιδαῖς, ᾠδαῖς ποιεῖ. τὸ βʹ σύν‐ θετον ἀπὸ διμέτρου τροχαίου καὶ ἡμίσεος ἔπους. τὸ γʹ ἔπος παρὰ συλλαβήν. τὸ δʹ ὅμοιον τῷ (Archil. fr. 99) Ζεῦ πάτερ, γάμον μὲν οὐκ ἐδαισάμην. τὸ εʹ χοριαμβικὸν δίμετρον κατα‐ ληκτικὸν, ἢ πενθημιμερὲς δακτυλικὸν πλεονάζον μιᾷ συλλαβῇ. | |||
10 | τὸ ϛʹ ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον. ἡ ἐπῳδὸς κώλων ἐννέα. τὸ αʹ δακτυλικὸν τρίμετρον κατα‐ ληκτικόν. τὸ βʹ δακτυλικὸν πενθημιμερές. τὸ γʹ ὅμοιον τῷ αʹ τῆς στροφῆς. τὸ δʹ δακτυλικὸν πενθημιμερές. τὸ εʹ ἰωνι‐ κὸν δίμετρον ὑπερκατάληκτον. τὸ ϛʹ δακτυλικὸν πενθημι‐ | |||
15 | μερές. τὸ ζʹ ἰωνικὸν δίμετρον ἀκατάληκτον. τὸ ηʹ ὅμοιον τῷ δʹ τῆς στροφῆς. τὸ θʹ σύνθετον ἐκ πενθημιμεροῦς τρο‐ χαίου καὶ ἑφθημιμεροῦς δακτυλικοῦ. 10D | |||
N 11inscr a | Οὐδὲ ὅλως, φησὶν ὁ Δίδυμος, ἐχρῆν τὴν ᾠδὴν ταύτην εἰς τοὺς ἐπινίκους συνεῶσθαι· οὐ γὰρ ἱερὸν ἀγῶνα νενίκηκεν ὁ Ἀρισταγόρας, ἀλλὰ περιχώρους. γεγράφθαι 〈δέ〉 φησι τὴν ᾠδὴν εἰς πρυτανεύοντα καὶ τῆς πόλεως προεστῶτα | |||
5 | τὸν Ἀρισταγόραν, σαφὲς δὲ τοῦτο ἐξ ὧν φησιν (9)· ἀλλὰ σὺν δόξᾳ τέλος δυωδεκάμηνον περάσαι. ἠπατῆσθαι δέ φησιν ὁ Δίδυμος ἐνίους, ὡς δοκεῖν ἱεροὺς στεφάνους αὐτὸν ἀνῃρῆσθαι. διὰ τῆς ᾠδῆς δὲ σημαίνεται, ὅτι στεφάνους ἔσχεν ὡς δεκαέξ, ἀλλ’ οὐχὶ περιοδικοὺς, ὡς ἐπλανήθησαν ἐκ τοῦ λέγεσθαι (22)· | |||
10 | ἐλπίδες δ’ ὀκνηρότεραι γονέων παιδὸς βίαν ἔσχον ἐν Πυθῶνι πειρᾶσθαι καὶ Ὀλυμπίᾳ ἀέθλων. οὐ γὰρ σημαίνει διὰ τούτων ὡς Ἴσθμια καὶ Νέμεα νενικηκότος αὐτοῦ. ἀλλὰ τοὐναντίον οἱ γονεῖς δι’ εὐλάβειαν συγγενικὴν οὐκ ἀπέστειλαν αὐτὸν ἐπὶ τοὺς ἱεροὺς στεφάνους, ἐπεὶ κἂν Ἴσθμια καὶ Νέμεα εἰλήφει. | |||
15 | ἐποίσει γάρ· ναὶ μὰ γὰρ ὅρκον, ἐμὰν δόξαν παρὰ Κασταλίᾳ καὶ παρ’ εὐδένδρῳ μολὼν ὄχθῳ Κρόνου κάλλιον ἂν δηριών‐ των ἐνόστης’ ἀντιπάλων. ὀμνύει γὰρ ὁ Πίνδαρος, ὅτι κατὰ τὴν ἑαυτοῦ δόξαν, εἰ ἐξεδήμησεν εἰς Πυθὼ καὶ Ὀλυμπίαν, κάλλιον ἂν τῶν συνανταγωνιστῶν ἐπανεληλύθει εἰς τὴν πα‐ | 184 in vol. 3 | ||
20 | τρίδα, τουτέστιν ἐνίκησεν ἄν· νῦν δὲ ἐλπίδες ὀκνηρότεραι γονέων κατέσχον αὐτόν, διὸ οὐδ’ ὅλως ἐξεδήμησε. συντακτέον οὖν. φησὶν ὁ Δίδυμος, εἰς τὰ Παρθένια, καθὰ καὶ τοῖς περὶ τὸν Φασηλίτην ἀρέσκει. | |||
N 11inscr b | ὅλως οὖν οὐδὲ δεῖ τετάχθαι τὴν ᾠδήν· οὐ γὰρ οἷον Νεμεονίκης ἐστίν, ἀλλ’ οὐδ’ ὅλως ἀθλοῦντι γέγραπται ἔτι, ἀλλ’ ἀνδρὶ τελείῳ πρυτανεύοντι τῆς πατρίδος. εἰ δὲ παραμιμνῄσκεται, ὅτι περιχώρους ἀγῶνας | |||
5 | ἐνίκα παῖς ὢν, οὐ διὰ τοῦτο ἀθλητής· καθὸ οὐκ ἀθλητῇ γέγραπται, ἀλλὰ πρυτάνει καθὸ ἐπρυτάνευεν· ἔτυχε δὲ ἐπὶ τῆς παιδικῆς ἡλικίας ἄθλων. διὸ δὴ καὶ ὡς πρυτανεύοντος τὴν Ἑστίαν προσφωνεῖ. | |||
N 11inscr c | ἔοικε δὲ ὁ Ἀρισταγόρας μὴ νῦν νενικηκέναι· φασὶ γὰρ οἱ ἱστορικοὶ παιδὶ μὲν ὄντι πολ‐ λὰς ὑπεισελθεῖν νίκας, ἀνδρωθέντι δὲ νῦν καὶ πρυτανεύοντι τὸν Πίνδαρον πρόσχημα μὲν ἐπίνικον γράψαι, τὸ δὲ ἀληθὲς | |||
5 | προσφώνησιν εἰς τὴν πρυτανείαν. Τένεδος δέ ἐστι καὶ τῆς Λιβύης καὶ τῆς Τροίας. | |||
N 111a | παῖ Ῥέας, ἅ τε πρυτανεῖα λέλογχας, Ἑστία: τὰ πρυτανεῖά φησι λαχεῖν τὴν Ἑστίαν, παρόσον αἱ τῶν πό‐ λεων ἑστίαι ἐν τοῖς πρυτανείοις ἀφίδρυνται, καὶ τὸ ἱερὸν | |||
λεγόμενον πῦρ ἐπὶ τούτων ἀπόκειται. τοῦ δὲ ἱεροῦ πυρὸς ἐν | 185 in vol. 3 | |||
5 | τοῖς πρυτανείοις φυλαττομένου εἴη ἂν τὸ ἔτυμον πυροταμεῖον, κατὰ συγγένειαν τοῦ μ εἰς τὸ ν, ὡς τὸ μίν καὶ τὸ νίν· ἢ κατὰ κοινωνίαν τοῦ β πρὸς τὸ π βρυτανεῖον παρὰ τὸ βρύειν. ὅ ἐστι θάλλειν καὶ αὔξεσθαι, ἀφ’ οὗ καὶ τὸ ἔμβρυον τὸ ἐν τῇ γαστρὶ αὐξανόμενον. καί τε βρύει ἄνθεϊ λευκῷ, Ὅμηρος | |||
10 | (Ρ 56). | |||
N 111b | ὁ δὲ νοῦς· ὦ Ἑστία, τῆς Ῥέας παῖ, ἥτις ἔλαχες τὰ πρυτανεῖα, τοῦ ὑψίστου Διὸς ἀδελφὴ τυγχάνουσα καὶ τῆς Ἥρας τῆς ὁμοθρόνου καὶ συμβασιλευούσης τῷ Διῒ, καλῶς μὲν τὸν Ἀρισταγόραν ὑπόδεξαι εἰς τὸ πρυτανεῖον, καλῶς δὲ | |||
5 | καὶ τοὺς ἑταίρους τοὺς συμπρυτανεύοντας αὐτῷ, τοῦ σοῦ σκήπτρου πέλας. ἐκ τούτου οὖν πρόδηλον, ὡς εἰς τὴν πρυτανείαν γράφεται. ἵδρυται δὲ ἐν τοῖς πρυτανείοις ἡ Ἑστία. | |||
N 115 | οἵ σε γεραίροντες: οἵτινές σε τιμῶντες οἱ πρυτά‐ νεις ἐν δικαιοσύνῃ διαφυλάσσουσι τὴν Τένεδον, πολλάκις μὲν σπονδαῖς ἐξιλεούμενοι πρώτην τῶν ἄλλων θεῶν, πολλάκις δὲ καὶ ταῖς θυσίαις. πρώτην δὲ ταύτην εἶπε, καθόσον ἀπ’ | |||
5 | αὐτῆς ἤρχοντο. καὶ Σοφοκλῆς (fr. 658)· ὦ πρῷρα λοιβῆς Ἑστία. ἀπὸ οὖν τῆς κνίσης, ὅ ἐστι τῆς πιμελῆς, τὰς θυ‐ σίας. | |||
N 118 | λύρα δέ σφισι βρέμεται: λύρα δὲ αὐτοῖς κατὰ τὰς πανηγύρεις ἠχεῖ καὶ ᾠδὴ, καὶ τοῦ ξενίου Διὸς θέμις ἀσκεῖται καὶ ἀποσῴζεται παρ’ αὐτοῖς διαπαντὸς ἐν ταῖς τρα‐ πέζαις· ἀντὶ τοῦ φιλόξενοί εἰσιν. metr. D | |||
N 1110a | ἀλλὰ σὺν δόξᾳ τέλος δυωδεκάμηνον περάσαι: εὔχεται τὴν ἀρχὴν μετὰ δόξης αὐτὸν διατελέσαι. σὺν ἀτρώτῳ καὶ ἀλύπῳ τῇ καρδίᾳ, τουτέστιν ἀπταίστῳ καὶ ἀβλαβεῖ, τὴν ἐνιαυσίαν ἀρχὴν διανύσειε. δῆλον δὲ, καθὼς | 186 in vol. 3 | ||
5 | καὶ προείπομεν (ad inscr.), διὰ τούτων, ὅτι οὐκ ἔστιν ἐπίνι‐ κος ἡ ᾠδή. | |||
N 1110b | ὁ δὲ νοῦς· παράσχου οὖν αὐτοῖς σὺν εὐδοξίᾳ ἐξενιαυτῆσαι τὴν πρυτανείαν σὺν ἀλύπῳ καρδίᾳ. | |||
N 1113a | ἄνδρα δ’ ἐγὼ μακαρίζω μέν: τὸν δὲ ἄνδρα ἐγὼ μακαρίζω Ἀρκεσίλαν τὸν σὸν πατέρα καὶ τὸ ἐκείνου ἀνδρεῖόν τε καὶ ἐπέραστον σῶμα. | |||
N 1113b | ἄλλως. τὸν πατέρα αὐτοῦ Ἀρκε‐ σίλαν μακαρίζω θαητὸν ὄντα τὸ σῶμα, καὶ τὸν σύγγονον αὐ‐ τοῦ Ἀτρεμίαν· ὡς ἀδελφοῦ αὐτοῦ ὄντος Ἀτρεμίου ἢ ὡς ἀδελ‐ φῆς· ἀμφίβολον γάρ. | |||
N 1113c | ἢ τὴν συγγενομένην αὐτῷ ἀφο‐ βίαν. | |||
N 1116a | εἰ δέ τις ὄλβον ἔχων: εἴ τίς ἐστι πλούσιος, φησί, καὶ καλὸς καὶ ἐν ἀέθλοις διήνεγκε τῶν ἄλλων, γινωσκέτω ὅτι θνητός ἐστι, καὶ μηκέτι παρὰ ταῦτα εὐδαιμονίαν μείζονα ζη‐ τείτω· μὴ ὡς θεὸς τῶν μειζόνων ὀρεγέσθω. | |||
N 1116b | ἢ οὕτως· εἰ δὲ ἀνθρώπων τις εὐδαιμονίαν κεκτημένος καὶ τῷ εἴδει παρέρ‐ χεται τοὺς ἄλλους, καὶ ἐν τοῖς ἄθλοις ἀριστεύουσαν ἐφανέρωσε τὴν ἑαυτοῦ ἰσχὺν, γινωσκέτω μέλλων ἀποθνῄσκειν. ἡ δὲ τοῦ | |||
5 | νοῦ φαντασία τοιαύτη· μὴ διὰ τὸ ὑπερβεβλημένον τῆς εὐδαι‐ μονίας θεοῖς ἑαυτὸν καταριθμείτω, γινωσκέτω δὲ ὅτι ἀνθρω‐ πίνην ἔχει τὴν φύσιν. | |||
N 1122a | ἐν λόγοις δ’ ἀστῶν ἀγαθοῖς μέν: ἐν δὲ τῇ τῶν ἀγαθῶν γνώμῃ ἐπαινεῖσθαι τοὺς ἀγαθοὺς προσήκει, φησίν. | |||
N 1122b | ἢ οὕτω· τοὺς τοιούτους καὶ τοιαῦτα ἠσκηκότας ἄρχοντας δεῖ ὑπὸ τῶν ἀστῶν τῶν ἀγαθῶν καὶ λόγοις ἐπαινεῖσθαι καὶ | |||
κοσμεῖσθαι ποιήμασιν. | 187 in vol. 3 | |||
N 1124a | ἐκ δὲ περικτιόνων ἑκκαίδεκ’ Ἀρισταγόραν: ὡς τῶν ἀνταγωνιστῶν τοῦ Ἀρισταγόρου τοσούτων ὄντων τῷ ἀριθμῷ. | |||
N 1124b | ὁ δὲ νοῦς· ἐκ δὲ τῶν περιοίκων ἀνταγωνιστῶν δεκαὲξ ὄντων τὸν Ἀρισταγόραν αἱ νῖκαι καὶ τὴν τούτου πα‐ τρίδα ἐστεφάνωσαν τὴν ἐπίδοξον, πάλῃ καὶ παγκρατίῳ νική‐ σαντα. | |||
N 1128 | ἐλπίδες δ’ ὀκνηρότεραι γονέων: παιδὸς δὲ ὄντος τοῦ Ἀρισταγόρου, φησίν, αἱ τῶν γονέων ἐλπίδες ὀκνηρότερον διατεθεῖσαι ἐνεπόδισαν εἴς τε τὴν Πυθῶνα καὶ τὴν Ὀλυμπίαν σταλῆναι τῶν ἄθλων εἵνεκα. | |||
N 1130a | ναὶ μὰ γὰρ ὅρκον, ἐμὰν δόξαν: ἐνταῦθα ὄνομα οὐ πρόσκειται. ἰδίως γὰρ οἱ παλαιοὶ κατ’ αὐτοῦ τοῦ ὅρκου ὤμνυον, ὡς καὶ Ἡσίοδος (theog. 231)· Ὅρκον θ’, ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπους | |||
5 | πημαίνει, ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ. | |||
N 1130b | ἄλλως. εὐλαβείᾳ τοῦ ὀμνύειν οἱ ἀρχαῖοι παρελίμπανον τὰ ὀνόματα τῶν θεῶν. διὸ καὶ ψιλῶς εἶπε· ναὶ μὰ γὰρ ὅρκον, | |||
D | τὴν ἐμὴν δόκησιν καὶ ὑπόληψιν, ἀντὶ τοῦ, ἐφ’ ᾧ δοξάζομαι ὅτι οὐκ εἰμὶ ἐπίορκος. | |||
N 1130c | ὁ δὲ ὅλος νοῦς οὕτως· ναὶ μὰ | |||
BD | γὰρ τὸν ὅρκον, κατὰ τὴν ἐμὴν δόκησιν ἔν τε Πυθῶνι καὶ ἐν τῷ εὐδένδρῳ ὄρει τοῦ Κρόνου, ὅ ἐστι καὶ ἐν τῇ Ὀλυμπίᾳ, κάλλιον ἂν τῶν ἀνταγωνιζομένων ἐπανῆλθεν ὁ Ἀρισταγόρας | |||
5 | τῇ πατρίδι, τὴν πενταετηρικὴν πανήγυριν, διάταξιν καὶ νόμον οὖσαν Ἡρακλέους, κωμάσας καὶ ἀναδησάμενος τὴν κόμην τοῖς στεφάνοις. | |||
N 1131a | παρὰ Κασταλίᾳ καὶ παρ’ εὐδένδρῳ μολών: | |||
εὐδένδρῳ διὰ τὰ τῶν ἐλαιῶν φυτὰ ἅπερ Ἡρακλῆς ἐξ Ὑπερ‐ βορέων κομίσας ἐνεφύτευσε τῇ γῇ. | 188 in vol. 3 | |||
N 1131b | τὸ δὲ παρ’ ὄχθῳ Κρόνου, ἀντὶ τοῦ καὶ τῷ λόφῳ τῷ κατὰ τὴν Ὀλυμπίαν ἀνιε‐ ρωθέντι τῷ Κρόνῳ. | |||
N 1137 | ἀλλὰ βροτῶν τὸν μὲν κενεόφρονες αὖχαι: αἱ καυχήσεις. ἀλλὰ τῶν ἀνθρώπων τὸν μὲν αἱ ματαιόφρονες καυ‐ χήσεις καὶ ἀλαζονεῖαι ἐκ τῶν παρὰ πόδας καλῶν ἀποτυχεῖν παρεσκεύασαν, τῷ τῶν μειζόνων παρὰ δύναμιν καὶ τὸ προσ‐ | |||
5 | ῆκον ὀρέγεσθαι, ἕτερον δὲ ἰσχυρὸν ὄντα κατὰ φύσιν, μετριά‐ ζοντα δὲ, καταμεμφόμενον τὴν ἑαυτοῦ δύναμιν, τῶν προσ‐ όντων καλῶν ἀποσφαλῆναι πεποίηκεν ἡ ψυχὴ ἄτολμος οὖσα καὶ τῆς χειρὸς αὐτὸν εἰς τοὐπίσω ἕλκουσα, τουτέστιν ἄτολμον ποιοῦσα. | |||
N 1143a | συμβαλεῖν λίαν εὐμαρὲς ἦν: ἐκ δὲ τῆς Ἀρι‐ σταγόρου ἀρετῆς εὐμαρὲς ἦν διαγνῶναι συμβαλόντας, ὅτι τοῦ Λακωνικοῦ Πεισάνδρου ἀπόγονος ἦν, τοῦ ποτε σὺν τῷ Ὀρέστῃ ἀποικίαν ἀπὸ τῆς Λακεδαίμονος εἰς Λέσβον στειλαμένου τὸ | |||
5 | τῶν Αἰολέων γένος· τὸ δὲ δεῦρο ὡς πρὸς τὴν Τένεδον τὴν τῆς Λέσβου· ἦν δὲ συμβαλεῖν καὶ τὸ μητρῷον αὐτοῦ γένος περὶ τὰ Ἰσμηνοῦ ῥεύματα κεκραμένον τῷ Θηβαίῳ Μελανίππῳ. | |||
N 1143b | ἢ οὕτω· συμβαλεῖν λίαν εὐμαρὲς ἦν καὶ σημειώσασθαι τὸν ἰδόντα τὸν Ἀρισταγόραν, ὅτι τὸ πάλαι αὐτοῦ αἷμα καὶ τὸ γένος ἦν ἀπὸ Πεισάνδρου τοῦ Σπαρτιάτου· ὡς ἀπό τινος Πεισάνδρου τῶν παλαιῶν ὄντος τοῦ Ἀρισταγόρου. οὗτος δέ, | |||
5 | φησί, σὺν Ὀρέστῃ ἀπῴκησεν ἐκ Σπάρτης καὶ τὴν Τένεδον κατῴκησε. Τενέδιος γὰρ ὁ Ἀρισταγόρας. περὶ δὲ τῆς Ὀρέστου εἰς τὴν Αἰολίδα ἀποικίας Ἑλλάνικος ἐν αʹ Αἰολικῶν ἱστόρηκεν | |||
(FHG I O M, I 117 J). ὁ δὲ Μελάνιππος οὗτος Θηβαῖος ἦν ἐπὶ τοῦ πολέμου συστὰς τῷ Τυδεῖ. τούτου δοκεῖ διὰ τὴν ὀργὴν | 189 in vol. 3 | |||
10 | λαβὼν ὁ Τυδεὺς τὴν κεφαλὴν καὶ ῥήξας ἐκροφῆσαι τὸν ἐγκέ‐ φαλον· διὸ καὶ ἀπεστράφη ἡ Ἀθηνᾶ τότε κομίζουσα αὐτῷ τὴν ἀθανασίαν. τὸ μὲν οὖν ἀπὸ πατρὸς γένος εἰς Πείσαν‐ δρον, τὸ δὲ ἀπὸ μητρὸς εἰς τοῦτον τὸν Μελάνιππον· μήτρωες γὰρ [οὗτοι] οἱ κατὰ μητέρα πρόγονοι. | |||
N 1148a | ἀρχαῖαι δ’ ἀρεταί: αἱ ἀρχαῖαι τῶν προγόνων, φησίν, ἀρεταὶ ὕστερον ἐκλάμπουσιν. ἐνίοτε γάρ τις γέγονεν ἀπὸ πρακτικοῦ τινος ἀνδρὸς, εἶθ’ οἱ ἐκείνου ἀπόγονοι ἄπρακ‐ τοι ὤφθησαν, ἕως διὰ πολλῶν ἐτῶν πάλιν εἷς ἐξέλαμψεν. | |||
5 | οὗτος οὖν, φησίν, ἀπὸ Μελανίππου γεγονὼς καὶ Πεισάνδρου δραστηρίων γεγονότων, τῶν δὲ μεταξὺ ἠμαυρωμένων, αὐτὸς ἐξέλαμψε τῶν ἐκείνων ἀρετῶν, αὐτὸς ἐφ’ ἑαυτοῦ ἔδειξε τὸ γέ‐ νος οἷον ἦν. | |||
N 1148b | ἢ οὕτως· αἱ δὲ παλαιαὶ ἀρεταὶ ἀποφέρονται σθένος ἐναλλασσόμεναι ταῖς τῶν ἀνθρώπων γενεαῖς. οὔτε γὰρ ἐφεξῆς αἱ ἄρουραι καρπὸν δυνατῶς ἀποδιδόασιν, οὔτε μὴν τὰ φυτὰ βούλεται ἐν πάσαις ἐτῶν περιόδοις καρπὸν καὶ | |||
5 | βλαστὸν εὐώδη καὶ ἐπικερδῆ φέρειν, ἀλλ’ ἐξ ὑπαλλαγῆς καὶ διαστήματος ταῦτα δίδοται, καὶ τὸ τῶν ἀνθρώπων γένος τὸν αὐτὸν τρόπον τοῖς φυτοῖς καὶ ταῖς ἀρούραις ἀναδέχεται. | |||
N 1155 | τὸ δ’ ἐκ Διὸς ἀνθρώποις σαφὲς οὐχ ἕπεται τέκμαρ: τὸ ἀποβησόμενον τέλος ἐκ τοῦ Διός, φησίν, οὐ προ‐ γινώσκομεν οἱ ἄνθρωποι, ἀλλὰ μεγαληγοροῦμεν μεγάλα τε μενοινῶντες καὶ φροντίζοντες ὑπὲρ ἑαυτούς. τείνει δὲ πρὸς | |||
5 | Ἀρισταγόραν, ἐπειδὴ τότε ἦρχε καὶ ἐπρυτάνευε, παραινῶν αὐτῷ μὴ ὑπερηφανεύεσθαι, ἀλλὰ μετρίως βιοῦν, πράως δὲ καὶ ἐν ἀρετῇ διάγειν. | |||
N 1159a | δέδεται γὰρ ἀναιδεῖ ἐλπίδι γυῖα: τουτέστιν ἐμπέφυκεν ἡμῖν ἐλπὶς, ἄποθεν ..... ἀναιδῆ δὲ τὴν ἐλπίδα εἶπεν, ὅτι οἱ πολλοὶ ἡμῶν ἀδύνατα ἐλπίζουσιν. | 190 in vol. 3 | ||
N 1159b | ἢ ἀναιδῆ τὴν ἐλπίδα εἴρηκε διὰ τὸ πολλάκις τοὺς ἐλπίζοντας ἀπο‐ τυγχάνειν καὶ πάλιν ἐλπίζειν. | |||
N 1159c | ἢ οὕτω· συνδέδεται δὲ τὰ ἡμέτερα σώματα ἀναιδεστάτῃ ἐλπίδι, τὸ δὲ προβουλεύεσθαι καὶ μανθάνειν μακρὰν ἡμῶν ἀπῴκισται. | |||
N 1159d | ἤτοι τῆς δὲ προγνώσεως αἱ ὁδοὶ ἄποθεν ἡμῶν κεῖνται, ἀντὶ τοῦ οὐ δυνά‐ μεθα ἄνθρωποι ὄντες τὰ μέλλοντα προγινώσκειν. | |||
N 1162a | κερδέων δὲ χρὴ μέτρον θηρευέμεν: οὐ δεῖ, φησί, ζητεῖν ὠφελείας ὑπερμέτρους οὐδὲ κερδαίνειν τὰ ὑπὲρ ἡμᾶς. ἀπροσίκτων δὲ ἀντὶ τοῦ ἀμηχάνων, ὧν οὐκ ἔστι θιγεῖν. τῶν γὰρ ἐρώτων σκληραί εἰσιν αἱ μανίαι καὶ σύντονοι αἱ ἐπι‐ | |||
5 | θυμίαι. | |||
N 1162b | τῶν οὖν ἀμηχάνων ἐρώτων, φησίν, αἱ ἐπιθυμίαι ὀξυτέρας ἔχουσι τὰς μανίας. πρὸς τί δὲ τοῦτο λέγει; ἀντὶ τοῦ εἰπεῖν· ὦ Ἀρισταγόρα, 〈πρὸσ〉 οἷς ἔσχηκας καὶ ἔλαβες δεκαὲξ στεφάνοις πλουτεῖς, ἄρχεις, πρυτανεύεις· ἀρκοῦ τούτοις, μη‐ | |||
5 | κέτι ὑπὲρ ταῦτα ζήτει. | |||
D | τέλος. | |||
D | Πινδάρου ἐπίνικοι Νεμεονίκαις. | 191 in vol. 3 | ||
I hypt | D | Ὑπόθεσις Ἰσθμίων | ||
I hypa | BD | Ἐτελοῦντο μὲν οἱ παλαιοὶ πάντες ἀγῶνες ἐπί τισι τετε‐ λευτηκόσιν. ἐτελεῖτο γὰρ ὁ μὲν Ὀλυμπικὸς τῷ Διῒ διὰ τὸν Πέλοπα, ὁ δὲ Πυθικὸς τῷ Ἀπόλλωνι διὰ τὸν δράκοντα, ὃν ἀπέκτεινεν ἐν Πυθοῖ, ὁ δὲ Ἰσθμικὸς τῷ Ποσειδῶνι. ἔστι δὲ | ||
5 | ἡ ἱστορία αὕτη. Ἰνοῦς καὶ Ἀθάμαντος παῖδες Λέαρχος καὶ Μελικέρτης· τὸν μὲν δὴ Λέαρχον μανεὶς ὁ Ἀθάμας ἀπέ‐ κτεινεν, εἶτα ἡ μήτηρ αὐτοῦ καθῆκεν αὐτὸν εἰς λέβητα ὕδατος ζεστοῦ, μανεῖσα δὲ καὶ αὐτὴ τὸ τελευταῖον ἥλατο μετὰ τοῦ Μελικέρτου εἰς θάλασσαν, καὶ ἐγένετο μὲν ἡ Ἰνὼ μία τῶν | |||
10 | Νηρεΐδων, ἧς καὶ ὁ ποιητὴς μέμνηται (ε 433)· ἔστι δὲ αὕτη Λευκοθέα· ὁ δὲ Μελικέρτης μετεβλήθη εἰς δαίμονα· ἔστι δὲ οὗτος Παλαίμων. χορεύουσαι τοίνυν ποτὲ αἱ Νηρεΐδες ἐπε‐ φάνησαν τῷ Σισύφῳ καὶ ἐκέλευσαν εἰς τιμὴν τοῦ Μελικέρτου ἄγειν τὰ Ἴσθμια. | |||
I hypb | ἄλλως. τὸν τῶν Ἰσθμίων ἀγῶνα οἱ μὲν ἐπὶ Σίνιδι τῷ Προκρούστῃ διαθεῖναί φασι τὸν Θησέα ἀνελόντα αὐτὸν, ὅτε περ καὶ τοὺς ἄλλους, ὥς φησι Σοφοκλῆς (fr. 819) λέγων | |||
περὶ αὐτοῦ· | 192 in vol. 3 | |||
5 | ὃς παρακτίαν στείχων ἀνημέρωσα κνωδάλων ὁδόν. ὁ δὲ Σίνις Ποσειδῶνος παῖς, ὃς δένδρα κάμπτων, εἶτα συν‐ δεσμῶν εἰς ταῦτα τοὺς παριόντας, ἀθρόως ἀφιεὶς τὰ δένδρα, οὕτω διέφθειρεν. οἱ δὲ ἐπὶ Μελικέρτῃ, ὅτε τῷ Ἰσθμῷ ἄταφος | |||
10 | προσεπελάσθη, καὶ μεταξὺ λιμοῦ τὴν Κορινθίων πόλιν κατα‐ σχόντος, τοῦ θεοῦ εἰπόντος οὐκ ἄλλην ἔσεσθαι τῶν κακῶν λύσιν ἢ τὴν ἐκείνου κηδείαν καὶ τιμὴν δι’ ἀγῶνος ἐπιταφίου· τοῦτο δὲ πρὸς ὀλίγον ποιησάντων τῶν Κορινθίων λιμὸς πάλιν ἐπέθετο, καὶ ἔχρησεν ὁ θεὸς αἰώνιον τὴν εἰς τὸν ἥρωα τιμὴν | |||
15 | ὑπάρχειν, καὶ στέφανον σελίνου διὰ τὸ καταχθόνιον εἶναι τὸ φυτόν· ὕστερον μέντοι καὶ τῷ θεῷ προσένειμαν τὸν ἀγῶνα ἐναλλὰξ ἐπιτελοῦντες, καὶ πίτυϊ λοιπὸν ἐστεφάνουν διὰ τὴν πρὸς τὴν θάλασσαν ὁμοειδίαν τοῦ φυτοῦ καὶ διὰ τὸ ἄκαρπον αὐτὴν εἶναι. ὥσπερ τὴν θάλασσαν· διὸ καὶ ἀτρύγετος· εἶτα | |||
20 | σημαίνοντες, ὡς οὐδὲν κέρδος τοῖς νικῶσιν ἀπὸ τοῦ στεφάνου πλὴν δόξης, ὅπερ καὶ ἐν Ὀλυμπίᾳ ἐποίησαν, κοτίνῳ στεφα‐ νοῦντες. πάντας δὲ εἰκότως τοὺς γενομένους ὑπερηφάνους καὶ γενναίους Ποσειδῶνος παῖδάς φασιν οἱ ποιηταὶ, εἰς τὸ τῆς θαλάσσης ἄγριον καὶ οὐ σταθερὸν ἀφορῶντες κἀκεῖθεν | |||
25 | τὴν εἰκόνα τοῦ τοιούτου λαμβάνοντες· ὅπερ καὶ Ὅμηρος ὑποδηλῶν λέγει (Π 34)· γλαυκὴ δέ ς’ ἔτικτε θάλασσα | |||
πέτραι τ’ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής. οἱ δὲ κομίσαντες τὸ σῶμα τοῦ Μελικέρτου ἀπὸ τῆς Σχοινουν‐ | 193 in vol. 3 | |||
30 | τίας. ἐκεῖ γὰρ ἐξερρίφη, Ἀμφίμαχος καὶ Δονακῖνος ἐκα‐ λοῦντο. | |||
I hypc | ἄλλως. τὸν τῶν Ἰσθμιονικῶν ἀγῶνα τεθῆναί φασι δι’ αἰτίαν τοιαύτην. Ἰνὼ ὑπὸ Ἀθάμαντος ἀναιρεθῆναι μέλ‐ λουσα, κατὰ μανίαν προανῃρημένου τοῦ υἱοῦ αὐτῆς Λεάρχου, καὶ αὐτὴ μανεῖσα, τὸν λοιπὸν παῖδα Μελικέρτην ἁρπάσασα | |||
5 | διὰ Γερανείας τοῦ ὄρους τοῦ Μεγαρικοῦ φυγοῦσα καὶ στᾶσα ἐπὶ τῆς καλουμένης Μολουρίδος πέτρας ἥλατο σὺν τῷ βρέφει εἰς τὴν ὑποκειμένην θάλασσαν. αὐτοὺς μὲν οὖν λόγος ἔχει ἀποτεθεῶσθαι, καὶ τὴν μὲν μετωνομάσθαι ἀντὶ Ἰνοῦς Λευκο‐ θέαν, τὸν δὲ ἀντὶ Μελικέρτου Παλαίμονα· τὸ δὲ τοῦ παιδὸς | |||
10 | σῶμα ἐκκομισθὲν ὑπὸ δελφῖνος εἰς τὸν Ἰσθμὸν εὗρε Σίσυφος ὁ τότε τῆς Κορίνθου βασιλεύων καὶ ἔθαψε διὰ τὴν συγγέ‐ νειαν· ἦν γὰρ Ἀθάμαντος παῖς. ἕτεροι δὲ Σίσυφός τε καὶ Ἀθάμας Αἰόλου παῖδες τοῦ Διός. ἐκάλεσαν δὲ τὸν ἀγῶνα Ἴσθμια ἀπὸ τοῦ διείργοντος τὰς δύο θαλάσσας Ἰσθμοῦ. στέφος | |||
15 | δέ ἐστι τοῦ ἀγῶνος πίτυς· τὸ δὲ ἀνέκαθεν σέλινα καὶ αὐτοῦ ἦν ὁ στέφανος. | |||
I hypd | ἄλλως. τὰ Ἴσθμια ἄγεται τῷ Μελικέρτῃ. Ἀθάμαντος μανέντος. διὰ χόλον τῆς Ἥρας καὶ σφάξαντος ἕνα τῶν παί‐ δων τὸν Λέαρχον, μέλλοντος δὲ ἅμα εἰς ζέοντα λέβητα βαλεῖν καὶ τὸν Μελικέρτην, προλαβοῦσα ἡ Ἰνὼ κλέπτει· διωκο‐ | |||
5 | μένη δὲ ἅλλεται εἰς θάλασσαν μετὰ τοῦ παιδός· Νηρεΐδες δὲ αὐτὴν ἔσωσαν, αἳ καὶ θεὸν αὐτὴν ἐποίησαν· φανεῖσα δὲ μία τῷ Σισύφῳ εἶπεν ἄγειν τὸν ἀγῶνα. ἐσιωπήθη δὲ πρὸς χρόνον διὰ τοὺς λῃστάς, Θησεὺς δὲ ἐλθὼν ἐκάθηρε τοὺς τόπους καὶ ἦγε δεύτερον. | 194 in vol. 3 | ||
I 1metr(t) | Scholia in Isthmionicarum carmen I | |||
1 | Τῆς πρώτης ᾠδῆς τῶν Ἰσθμίων ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἑπτά. τὸ αʹ ἐγκωμιολογικόν. τὸ βʹ ἐγκωμιολογικὸν παρὰ τὴν τελευταίαν συλλαβήν. τὸ γʹ ἰαμβέλεγος τὴν τελευ‐ ταίαν συλλαβὴν μετατιθεὶς ἐπὶ τὴν ἄρχουσαν. γεγένηται δὲ | |||
5 | καὶ παρὰ τὸ Σαπφικὸν, συστεῖλαν τὴν παρατέλευτον, πλεο‐ νάσαν μιᾷ συλλαβῇ. τὸ δʹ ὅμοιον τῷ βʹ. τὸ εʹ προσοδιακόν. τὸ ϛʹ Πινδαρικὸν ἐκ Σαπφικοῦ πλεονάσαν χοριάμβῳ καὶ συστεῖλαν τὴν παρατέλευτον. τὸ ζʹ Εὐριπίδειον. ἡ ἐπῳδὸς κώλων ἕνδεκα. τὸ αʹ ἰαμβέλεγος, ἢ πεντάμετρον | |||
10 | καταληκτικὸν δακτυλικόν. τὸ βʹ ἰαμβικὸν μονόμετρον κατα‐ ληκτικὸν δύο συλλαβαῖς. τὸ γʹ δακτυλικὸν τρίμετρον ἀκατά‐ ληκτον. τὸ δʹ δακτυλικὸν τετράμετρον βουκολικόν. τὸ εʹ δακτυ‐ | |||
λικὸν πενθημιμερές. τὸ ϛʹ τροχαϊκὸν ἢ ἐπίτριτος. τὸ ζʹ ἰαμβέλεγος. τὸ ηʹ ἰαμβικὸν πενθημιμερές. τὸ θʹ ὅμοιον τῷ | 195 in vol. 3 | |||
15 | (Archil. fr. 94, 2) τίς σὰς παρήειρε φρένας. τὸ ιʹ προσοδιακὸν ἑνδεκάσημον ἐνδέον συλλαβῇ τοῦ Ἀρχιλοχείου ἢ τοῦ (Archil. fr. 79) Ἐρασμονίδη Χαρίλαε. τὸ ιαʹ Στησιχόρειον. | |||
I 1inscr a | Γέγραφε τὴν ᾠδὴν Ἡροδότῳ τῷ Θηβαίῳ, τινὲς δὲ Ὀρχομενίῳ. βέλτιον δὲ Θηβαίῳ ἐπιγεγράφθαι· καὶ γὰρ ταῖς Θήβαις προσδιαλέγεται. καὶ ἑξῆς (10) δέ φησιν· ἐπεὶ στεφάνους ἓξ ὤπασε Κάδμου στρατῷ, τουτέστι τοῖς Θηβαίοις. | |||
5 | καὶ πάλιν περὶ αὐτοῦ λέγων φησί (66)· τιμὰν ἑπταπύλοις Θήβαισι τεύχοντα. τὸ δὲ ἐξαπατῆσαν τοὺς γράφοντας Ὀρχο‐ μενίῳ ἐστὶ τὸ Ὀρχομενοῖο πατρῴαν ἄρουραν (35). πρὸς ὅ φησιν ὁ Δίδυμος, ὅτι εἰκός ἐστι τὸν πατέρα Ἡροδότου Ἀσω‐ πόδωρον διά τινας πολιτικὰς στάσεις εἰς τὸν Ὀρχομενὸν μετα‐ | |||
10 | στάντα ὕστερόν τε εἰς Θήβας κατελθόντα ἐπίτιμον γενέσθαι. τοῦτο γοῦν καὶ τὸν Πίνδαρον αἰνιττόμενον φάναι (36)· ἅ νιν ἐρειδόμενον ναυαγίαις ἐξ ἀμετρήτας ἁλὸς ἐν κρυοέσσᾳ δέξατο συντυχίᾳ. ναυαγίαν γὰρ εἶπε τὴν ἐκ τῆς πατρίδος εἰς τὸν Ὀρχο‐ μενὸν φυγήν. | |||
I 1inscr b | ἄλλως. οἱ Κεῖοι Δηλιακὸν παιᾶνα ἠξίουν τὸν ποιητὴν γράψαι. ἀρξαμένου οὖν γράφειν ἐκείνοις ἐπῆλθεν ἡ νίκη Ἡροδότου Θηβαίου πολίτου, εἰς ὃν προέκρινε μᾶλλον σκέψασθαι, ἀναβαλλόμενος τὸ τοῦ θεοῦ καὶ τῶν Κείων. διὸ | |||
5 | καὶ τὴν εἰσβολὴν πεποίηται τοῦ ἐπινίκου ὁ Πίνδαρος, συγ‐ γνῶναι παρακαλῶν τὴν Δῆλον αὐτῷ προυργιαίτερον θεμένῳ τὴν πατρίδα τὰς Θήβας, διὰ τὸ Ἡροδότῳ βούλεσθαι τὸν | |||
ἐπίνικον συντάξαι Θηβαίω ὄντι. μέλλοντος γὰρ Κείοις γρά‐ φειν προσοδιακὸν παιᾶνα καὶ ὑπογύου ὄντος τοῦ χρόνου, καθ’ | 196 in vol. 3 | |||
10 | ὃν ἔδει συντετελέσθαι τὸ ποίημα τὸ Δηλιακὸν, ἔτι περὶ τὴν γραφὴν ἀσχολούμενος μεταξὺ Ἡροδότου Θηβαίου ὄντος καὶ νικήσαντος τὰ Ἴσθμια, ἐάσας ἀσυμπέραστον τὸ εἰς Δῆλον ποίημα συντάττει τῷ Ἡροδότῳ τὸν ἐπίνικον. τὰ δὲ Ἴσθμια διὰ τριετηρίδος ἄγεται. | |||
I 11a | Μᾶτερ ἐμά: παρόσον καὶ ὁ Πίνδαρος Θηβαῖος. τοῦτο γὰρ τὸ πρὸς τὸν Ἡρόδοτον δίκαιον καθίστησι τὸν λόγον πρὸς τὴν Θήβην καὶ τῶν ἐν χερσὶν ἀφέμενον παρέ‐ θηξε καὶ τῆς τοῦ ἐπινίκου γραφῆς φροντίσαι. ἐν ταὐτῷ | |||
5 | δὲ καὶ πρὸς τὴν πατρίδα καὶ πρὸς τὴν ἡρωΐδα, ἀφ’ ἧς ἡ πόλις καλεῖται, τοὺς λόγους ποιεῖται· ἡ γὰρ χρύσασπις ἐπὶ τῆς ἡρωίδος, ἣν Ἀσωποῦ καὶ Μετώπης τῆς Λάδωνός φασιν. | |||
I 11b | ὁ δὲ νοῦς· ὦ Θήβη ἐμὴ μῆτερ, τὸ σὸν πρᾶγμα καὶ πάσης ἀσχολίας κρεῖσσον προτίθημι καὶ κρίνω μηδαμῶς μοι ἡ τραχεῖα καὶ πετρώδης Δῆλος νεμεσήσειεν, ἐφ’ ᾗ νῦν πᾶς ἔγκειμαι. τί βέλτιον ἢ προσφιλέστερον τοῖς ἀγαθοῖς τῆς | |||
5 | ἑαυτῶν πατρίδος; φησί. τὸ γὰρ κεδνῶν τοκέων ἀντὶ τοῦ τῆς πατρίδος. | |||
I 11c | χρύσασπι: ἀντὶ τοῦ τιμία κατὰ τὰ ὅπλα· ἐκ δὲ τούτου, ὦ γενναίους ἔχουσα ἄνδρας. | |||
I 13 | κραναά: τραχεῖα καὶ πετρώδης ἡ νῆσος· ἔστι δὲ μία τῶν Κυκλάδων κατὰ τὸ Αἰγαῖον πέλαγος. ἐκ τούτου δῆλον, ὅτι εἰς Δῆλον ἔγραφε Κείοις, ὥστε καὶ ὑποβαίνων φησίν (8), | |||
ἐν Κέῳ ἀμφιρύτῳ. | 197 in vol. 3 | |||
I 14 | ἐν ᾇ κέχυμαι: τουτέστιν ἐφ’ ᾗ νῦν τῇ Δήλῳ τὴν σπουδὴν εἶχον τῆς γραφῆς. | |||
I 16a | εἶξον, ὦ ’πολλωνιάς· ἀμφοτέρων τοι χαρίτων σὺν θεοῖς: δύο χαρίτων· μιᾶς μὲν, ὅτι αὐτῇ τὸ ἀσυμπέ‐ ραστον γράφει ποίημα, δευτέρας δὲ, ὅτι πεισθεῖσα ὑπεχώρησε τῷ νῦν τοῦ Ἡροδότου ἐγκωμίῳ. | |||
I 16b | τὸ δὲ ἑξῆς· ὑποχώρη‐ σον, ὦ τῷ Ἀπόλλωνι τετιμημένη Δῆλε· ὅτι κατ’ αὐτὴν ἐγένετο ὁ θεός. δύο γὰρ χαρίτων ἕνεκεν συμπραττόντων τῶν θεῶν παρασκευάσω σοι ὕμνον. | |||
I 16c | ἔνιοι δὲ οὕτως· ἀμφοτέρων τῶν χαρίτων τὸ τέλος συζεύξω, καθ’ ἥν τε σοὶ χαριστέον ἐστὶ καὶ καθ’ ἣν τῇ πατρίδι. οἱονεὶ ἀμφότερα ποιήσω, καὶ τὸν Ἀπόλλωνα ἐν ᾧ δεῖ καιρῷ ὑμνήσω καὶ τὸν ἐπίνικον πληρώσω. | |||
I 16d | τὸ δὲ χορεύων ἀντὶ τοῦ μετὰ χοροῦ ὑμνῶν, ἐπεὶ οἱ χοροὶ ἀπαγγέλλουσι τὰ ποιήματα ἐν Δήλῳ εἰς τὸν Ἀπόλλωνα. πῶς οὖν τὸ Δηλιακὸν ποίημά φησιν ᾄδειν ἐν Κέῳ; μήποτε οὖν προαναλαμβάνοντες ἐν ταῖς πατρίσιν οἱ χορευταὶ ἐμελέτων τὰς | |||
5 | ᾠδὰς καὶ οὕτως ἀπῄεσαν; | |||
I 16e | ἀπὸ οὖν τοῦ παρακολου‐ θοῦντος τοῖς ὕμνοις τοῦτό φησιν ἀντὶ τοῦ ὑμνῶν, ὅτι μετὰ χορείας ἐλέγοντο οἱ ὕμνοι. | |||
I 19a | ἐν Κέῳ ἀμφιρύτᾳ σὺν ποντίοις ἀνδράσιν: σὺν τοῖς κατὰ τὴν Κέω φησί. ποντίους δὲ αὐτοὺς ἔφη ὡς νησιώτας. | |||
I 19b | τὸ δὲ ἑξῆς· καὶ τὸν ἄτμητον τὰς κόμας Ἀπόλλωνα ὑμνῶν ἐν τῇ Κέῳ τῇ ἑκατέρωθεν περιρρεομένῃ θαλάσσῃ σὺν τοῖς νησιώταις ἀνδράσι, καὶ τὴν προβεβλημένην καὶ ὑπὸ θαλάσσης περιοριζομένην τοῦ Ἰσθμοῦ ἐξοχήν. ἵν’ ᾖ ὅλον· | |||
5 | ὅτι ὑμνήσω καὶ τὴν Κέω καὶ σὲ, ὦ Δῆλε, καὶ τὸν Ἰσθμόν. | |||
καὶ ὕστερον σοὶ πάλιν τὸν ἐπίνικον ἀποδώσω. | 198 in vol. 3 | |||
I 111a | στεφάνους ἕξ: καταχρηστικώτερον ἀπὸ τῶν πλειό‐ νων. | |||
I 111b | ἄλλως. ἤτοι ἀριθμητικῶς ἓξ ἢ καταχρηστικώτερον ἐπὶ πολλῶν. | |||
I 111c | ἐπεὶ στεφάνους ἓξ ὤπασε Κάδμου στρατῷ: διαπορεῖται τίς ἐνεχείρισε τῷ Κάδμου στρατῷ, τουτέστι ταῖς Θήβαις, τοὺς στεφάνους. ἔνιοι μὲν οὖν τὸν Ἰσθμὸν ἀκούου‐ σιν, ὡς ἑξάκις νενικηκότων τῶν Θηβαίων τὰ Ἴσθμια· ἔνιοι | |||
5 | δὲ αὐτὸν τὸν Ἡρόδοτον· τοῦτον γὰρ ἑξάκις Ἴσθμια νενικη‐ κέναι Θηβαῖον ὄντα. τούτων δὲ οὐδέτερον ἐν ταῖς Ἰσθμιακαῖς ἀναγραφαῖς ὡμολόγηται· δι’ ἣν αἰτίαν οἱ Ἀριστάρχειοι ψι‐ λοῦντες καὶ ἐπὶ τοῦ νικηφόρου ἐκλαμβάνοντες τὸν λόγον, περισσὴν εἶναί φασι τὴν ἔξ πρόθεσιν ποιητικῇ συνηθείᾳ· τὸ | |||
10 | γὰρ ὅλον εἶναι· ἐπεὶ ὤπασεν, ὅ ἐστι περιεποίησεν· ἄλλως τε οὐκ ἀναγκαῖον ἀριθμὸν κεῖσθαι· πολλῷ γὰρ μᾶλλον κυδαί‐ νεσθαι τὸν νενικηκότα. Ἀριστόδημος δὲ ὁ Ἀλεξανδρεὺς δασύ‐ νων καὶ διαιρῶν τὸ μὲν ἕξ ἐπὶ τοῦ Ἡροδότου ἀκούει, τὸ δὲ ὤπασεν ἐπὶ τοῦ Ἀπόλλωνος· προστάτης γὰρ τῶν ἀγώνων ὁ | |||
15 | θεός. ἓξ οὖν προνοίᾳ φησὶ τοῦ θεοῦ νενικηκέναι τὸν Ἡρόδο‐ τον, οὐκ Ἰσθμικοὺς ἀγῶνας, ἀλλὰ συμμίκτους, οὓς καὶ αὐτὸν ἐπιλέγειν Πίνδαρον (55), ἐν μὲν Θήβαις Ἰόλεια ἢ Ἡράκλεια, ἐν δὲ Ὀρχομενῷ Μινύεια, ἐν δὲ Εὐβοίᾳ Βασίλεια, ἐν δὲ Θεσσαλίᾳ Πρωτεσίλεια, καὶ ἐν Ἰσθμῷ νῦν, καὶ ἄλλους δὲ περι‐ | |||
20 | χωρίους, οὓς διὰ μακρῶν παρῆλθεν ὁ Πίνδαρος. | 199 in vol. 3 | ||
I 113 | ἐν ᾇ: ἐν ᾗ, τῇ Θήβῃ, καὶ καιριωτάτην ἑαυτῷ τῶν πα‐ τρίων εἰσβολὴν παρέσχετο. | |||
I 115a | θρασεῖαι: συλληπτικὸς ὁ τρόπος· εἷς γὰρ ἦν ὁ Γηρυόνου κύων. Ἡσίοδος εἶπεν (theog. 309) Ὄρθον μὲν πρῶτον. | |||
I 115b | εἰς τὸ αὐτό. ἔθος τῷ Πινδάρῳ πρὸς τὸ ἑαυτοῦ συμφέρον καὶ τὰς ἱστορίας βιάζεσθαι· ἑνὸς γὰρ ὄντος τοῦ Γηρυόνου κυνὸς, ὥς γε καὶ Ἡσίοδος μαρτυρεῖ (theog. 293)· Ὄρθον τε κτείνας καὶ βουκόλον Εὐρυτίωνα, | |||
5 | αὐτὸς τῷ πληθυντικῷ καταχρησάμενος κύνες φησί. καὶ μή‐ ποτε ἀνάξιον Ἡρακλέους ἡγήσατο πρὸς ἆθλον καὶ κατόρθωμα τοῦ ἥρωος ἀντιπαρατάξαι τὸν κύνα; | |||
I 117a | ἀλλ’ ἐγὼ Ἡροδότῳ τεύχων: ἀλλ’ ἐγὼ τῷ Ἡρο‐ δότῳ κατασκευάζων τὸ μὲν ὕμνον, ὅτι τεθρίππῳ αὐτὸς ἀγωνι‐ σάμενος δι’ ἑαυτοῦ ἐνίκησε· τὸ δὲ, ὅτι καὶ ἱπποτρόφησεν, αὐτὸν βούλομαι ἐφαρμόσαι ἢ Κάστορος ἢ Ἰολάου ὕμνῳ. | |||
I 117b | ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· τὸν Ἡρόδοτον ἱπποτροφήσαντα καὶ δι’ ἑαυτοῦ ἀγωνισάμενον καὶ νενικηκότα ὁμοίως Κάστορι καὶ Ἰολάῳ ἀνυμνήσαιμι. διὰ τούτων δὲ συνίστησιν, ὅτι αὐτὸς ἡνιόχησεν ὁ Ἡρόδοτος κατὰ τὸν ἀγῶνα. | |||
I 117c | ὁ δὲ λόγος· ἐγὼ δὲ τὸ μέλος τῷ Ἡροδότῳ τεύχων τὸ μέν τι, καθόσον ἐνίκησε, τὸ δέ τι, καθὸ αὐτὸς ἡνιόχησε. | |||
I 117d | τὸ μὲν ἅρματι τεθρίππῳ: ὅτι αὐτὸς ἱπποτρόφησε | |||
καὶ ἤλασεν. | 200 in vol. 3 | |||
I 119 | B | ἁνία τ’ ἀλλοτρίαις οὐ χερσὶ νωμάσαντ’ ἐθέλω: ἐλλείπει διὰ τὸ νωμᾶσθαι. | ||
I 121 | ἢ Καστορείῳ: ἢ Κάστορος ἱππικοῦ ὄντος, ἢ Ἰολάου. Ἰόλαος δὲ ἦν Ἡρακλέους ἡνίοχος· ἀλλ’ εὑρήματα Πινδάρου ἐν Ὑπορχήμασιν (fr. 114), ὡς εὕρημα Κάστορος, ὡς αὐτὸς λέγει. | |||
I 123 | κεῖνοι γάρ: εἰ καὶ μὴ ἡ ἱστορία συγχωρεῖ, ἀλλ’ οὖν γε αὐτὸς σχηματίζει τὸν λόγον. ὅταν γὰρ λέγῃ, κεῖνοι γὰρ ἡρώων διφρηλάται, τὴν αἰτίαν αὐτὸς ἐπιφέρει· ἐπεὶ οὗτοι οἱ ἥρωες διέπρεψαν ἐπὶ ἱππικῇ αὐτοὶ ἡνιοχοῦντες. ἰδίως δὲ ὁ | |||
5 | λόγος κατὰ τοῦ Ἰολάου εὑρεθήσεται τοῦ Ἡρακλέους ἡνιόχου, κατὰ δὲ τοῦ Κάστορος οὐκέτι· ἀλλὰ τὸ χωρὶς συμβεβηκὸς τῷ Κάστορι καὶ Ἰολάῳ κατ’ ἀμφοτέρων κοινῶς εἴρηκε· Λακεδαι‐ μόνιος μὲν γὰρ ὁ Κάστωρ, Θηβαῖος δὲ ὁ Ἰόλαος. καλλίων δέ ἐστιν αὕτη ἡ ἐκδοχὴ, ἵνα ἐπαμφοτερίζοντα τὸν λόγον νοήσω‐ | |||
10 | μεν· ἐκεῖνοι γὰρ, Κάστωρ τε καὶ Ἰόλαος, ὑπὲρ πάντας τοὺς ἥρωας ἄριστοι γεγόνασιν. | |||
I 126a | ἔν τ’ ἀέθλοισι θίγον πλείστων ἀγώνων: κατὰ τὸ ἐναντίον ἀποδέδωκεν. οὐδεὶς γὰρ ἐν ἄθλοις ἀγώνων τυγ‐ χάνει, ἀλλ’ ἐν ἀγῶσι τῶν ἄθλων. ἀρχαιοπρεπὴς οὖν καὶ ποιη‐ τικώτατος ὁ λόγος, ὥς γε κἀκ τῶν Ὁμηρικῶν δῆλον (Δ 535)· | |||
5 | ὁ δὲ χασσάμενος πελεμίχθη· ἔστι γὰρ πελεμιχθεὶς ἀνεχώρησεν. | 201 in vol. 3 | ||
I 126b | ἄλλως. ἀντὶ τοῦ καὶ ἐν τοῖς ἀγῶσι πλείστων ἔψαυσαν ἄθλων, καὶ τοῖς τρίποσι καὶ λέβησι καὶ ταῖς χρυσαῖς φιάλαις, ἃ ἦν ἔπαθλα τῶν ἀγώνων, τὸν ἑαυτῶν ἐκόσμησαν οἶκον, τῶν τῆς νίκης στεφάνων μεταλαβόντες. | |||
I 130a | λάμπει δὲ σαφὴς ἀρετά: 〈ἀντὶ τοῦ〉 σαφῶς ἐπιρρη‐ ματικῶς. | |||
I 130b | τὸ δὲ ἑξῆς· λάμπει δὲ σαφῶς ἡ ἀρετὴ ἔν τε γυμνικοῖς σταδίοις καὶ ἐν τοῖς τῶν ὁπλιτῶν δρόμοις, ὡς πᾶν ἀγώνισμα τούτων ἀγωνισαμένων. ἐπισυλληπτικῷ δὲ κέχρηται τῷ σχήματι ἐν γὰρ τῷ ἐπὶ Πελίᾳ ἀγῶνι ὁ Ἰόλαος τὸν ὁπλίτην | |||
5 | νικᾷ, ὃ κοινὸν ἐπ’ ἀμφοτέρων ἔθηκεν· ὁ δὲ Κάστωρ τὰ δευτε‐ ρεῖα ἔλαβε δισκεύων καὶ ἀκοντίζων· καὶ τοῦτο κοινὸν ἔταξε. | |||
I 130c | τὸ δὲ οἷα θαυμαστικῶς· ὁποῖοι γὰρ ἦσαν ἀκοντίζοντες τὰ δόρατα. | |||
I 133 | [καὶ λιθίνοις ὁπότε δίσκοις ἵεν]: ἃς ἀποτομάδας καλοῦσι, παρόσον οἱ ἀρχαῖοι τοῖς νικῶσιν ἀκοντίῳ τοσοῦτον ἀπετέμνοντο τῆς γῆς ἔπαθλον, ὅσον ὁ νικηφόρος ἠδύνατο βαλεῖν. | |||
I 135a | BD | οὐ γὰρ ἦν πένταθλον, ἀλλ’ ἐφ’ ἑκάστῳ: οὐκ ἦν, φησί, τότε ὁ πένταθλος ἀγὼν, τὸ ἐκ πέντε ἀγωνισμάτων συνεστηκὸς ἄθλημα, κατ’ ἰδίαν δὲ ἑκάστῳ τέλος ὑφειστήκει. τέλος δὲ λέγει ἤτοι τὸ νικηφορῆσαι, ἢ τὸν ἐφ’ ἑκάστῳ τιθέ‐ | ||
5 | μενον στέφανον. | |||
I 135b | D | ἄλλως· ἀντὶ τοῦ νικήσας ἐνστεφανοῦνται | ||
ἀλλὰ καὶ καθ’ ἓν ἠγωνίζοντο. πέντε δὲ ἀγωνίσματα, ἃ αὖθις εἰς πένταθλον συνεμίχθη, ἅλμα, δίσκος, ἀκόντιον, δρόμος, πάλη. | 202 in vol. 3 | |||
I 135c | BD | ἢ οὕτως. τὸ ἑξῆς· οὔπω γὰρ ἦν ἐπὶ Κάστορος καὶ Ἰολάου τὸ πένταθλον, ἀλλὰ διαλελυμένως ἐφ’ ἑκάστῳ ἀγω‐ νίσματι καὶ ὁ στέφανος ἦν. | ||
I 136a | [ἕργματι κεῖτο τέλος]: καὶ Ὅμηρος (θ 190)· βόμ‐ βησεν δὲ λίθος, κατὰ δ’ ἔπτηξαν ποτὶ γαίῃ. | |||
I 136b | τὸ δὲ κεῖτο τέλος, ἀντὶ τοῦ ἦν ἰδιάζων καὶ ὁ στέφανος. | |||
I 136c | τῶν ἀθρόοις ἀναδησάμενοι: ὧντινων στεφάνων πλείστοις ἀναδησάμενοι βλαστήμασι τὰς κεφαλὰς ἔνδοξοι ὤφθησαν κατὰ τὰς Θήβας καὶ Λακεδαίμονα. πάλιν δὲ πρὸς τὸ αὐτὸ συγκέκρουκε τὸ ἑκατέρῳ συμβεβηκὸς, εἰπὼν αὐτοὺς | |||
5 | φανῆναι νενικηκότας πέλας τῆς Δίρκης καὶ τοῦ Εὐρώτα· Ἰόλαος μὲν γὰρ παρὰ τῇ Δίρκῃ· ἔστι γὰρ Θηβῶν αὕτη· Κάστωρ δὲ παρὰ Εὐρώτᾳ· οὗτος γὰρ Λακεδαιμόνιος ποταμός. | |||
I 138 | ῥεέθροισί τε: πρὸς τὸ Εὐρώτα τὸ ῥεέθροις ἀκου‐ στέον. ἔδει δὲ ἕκαστον οἰκείως ἐπὶ τῶν ἰδίων χωρίων ἀκοῦσαι. | |||
I 140 | Ἰφικλέος μὲν παῖς: τὸ ἑξῆς· ὁ μὲν τοῦ Ἰφικλέος παῖς Ἰόλαος πολίτης ὢν Θηβαίοις, ὁ δὲ τοῦ Τυνδάρεω Κάστωρ ἐν τοῖς Ἕλλησι τὴν ἐπίδοξον καὶ ὑψηλοτάτην οἰκῶν Λακεδαί‐ μονα, καὶ ἀπὸ κοινοῦ τὸ ἐπίδοξοι ὤφθησαν. | |||
I 141 | Σπαρτῶν γένει: οἱ γὰρ ὑπὸ Σπαρτῶν ὑπολειφθέν‐ τες οἰκισταὶ τῶν Θηβαίων γεγόνασιν, Ὑπερήνωρ, Χθόνιος, Πέλωρος, Οὐδαῖος, Ἐχίων. | 203 in vol. 3 | ||
I 143a | ὑψίπεδον Θεράπνας οἰκέων ἕδος: Θεράπνης, τῆς Λακεδαίμονος· Θεράπνη γὰρ κώμη αὐτόθι. τὸ δὲ ὑψίπε‐ δον ἕδος δοκεῖ ἐναντίως εἰρῆσθαι τῷ Ὁμηρικῷ. φησὶ γάρ (δ 1)· | |||
5 | οἳ δ’ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν. ἀλλ’ ἀπολυσόμεθα οὕτως· ὑψίπεδος ἡ Λακεδαίμων καθ’ ἑαυτήν, κοίλη δὲ ὡς πρὸς τὰς πλησίον πόλεις· ἢ ὑψίπεδον αὐτήν φησι διὰ τὰς τῶν οἰκούντων ἀρετάς τε καὶ εὐδοξίας. | |||
I 143b | ἄλλως. τουτέστι Σπαρτιάτης ὤν· ἡ γὰρ Θεράπνη τῆς Σπάρτης. Ἀχαιοὺς δὲ εἴρηκε τοὺς Σπαρτιάτας, ἐπειδὴ πρότερον οἱ Ἀχαιοὶ τὴν Σπάρτην ᾤκουν, αὖθις δὲ τῶν Ἡρακλειδῶν μετὰ Δωριέων | |||
5 | ἀφικομένων Δωριεῖς προσωνομάσθησαν. | |||
I 143c | ἰστέον ὅτι τῆς Λακωνικῆς ἐν Θεράπναις τὸ ἱερόν ἐστι τῶν Διοσκούρων. | |||
I 144a | χαίρετ’· ἐγὼ δέ: ὁ λόγος παρὰ τοῦ Πινδάρου πρὸς τοὺς ἥρωας. | |||
I 144b | τὸ δὲ ἑξῆς· ἱλήκοιτε, ὦ ἥρωες, ἐγὼ δὲ τῷ Ποσειδῶνι καὶ τῇ Ἰσθμῷ τῇ θείᾳ καὶ τῷ Ὀγχηστῷ τὸν ὕμνον ἐπιμελῶς παρέχων ἐν ταῖς τιμαῖς καὶ τοῖς κατορθώμασι τοῦ νικηφόρου ὑμνήσω τοῦ πατρὸς αὐτοῦ Ἀσωποδώρου τὴν εὐδαι‐ | |||
5 | μονίαν. Ὀγχηστὸς δὲ τῆς Βοιωτίας χωρίον πάραλον ἀνιερω‐ μένον Ποσειδῶνι, ὡς καὶ Ὅμηρος μαρτυρεῖ (Β 506)· Ὀγχηστόν θ’ ἱερὸν, Ποσειδήϊον ἀγλαὸν ἄλσος. | |||
I 144c | ἀϊόνεσσι δὲ εἶπεν, ἐπειδὴ παράκειται τῇ Ὀγχηστῷ πόλει | |||
τῆς Βοιωτίας ἡ Κωπαῒς λίμνη. | 204 in vol. 3 | |||
I 147 | B | περιστέλλων ἀοιδάν: θεραπεύων τὸν ὕμνον, του‐ τέστιν ἐπιμελείας καὶ σπουδῆς ἀξιῶν. | ||
I 151a | BD | Ὀρχομενοῖό τε πατρῴαν ἄρουραν: προείρηται (sch. inscr.), ὅτι αὐτὸς μὲν Θηβαῖος, ὁ δὲ πατὴρ Ὀρχομένιος. | ||
I 151b | ἢ οἱ μὲν τοῦ πατρὸς γονεῖς Ὀρχομένιοι, ὁ δὲ πατὴρ Θηβαῖος διὰ τὸ ἐκεῖ γεννηθῆναι. | |||
I 151c | ἢ Ὀρχομένιος διὰ τὸ οἷον ὑπὸ μητρὸς δεχθῆναι ἐκπεσόντα· ἡ γὰρ μήτηρ Ὀρχο‐ μενία, ὁ δὲ πατὴρ Θηβαῖος. | |||
I 151d | B | Τζέτζου. ἄνθρωπε σίγα, μὴ μάτην λαβροστόμει· Θηβῶν μέν ἐστιν Ὀρχομενὸς ἡ πόλις, ἐγκωμίου τρόπῳ δὲ Θηβαῖον γράφει. | ||
I 152a | ἅ νιν ἐρειδόμενον: φυγαδευθεὶς γὰρ ὁ Ἀσωπό‐ δωρος Θήβηθεν ἐν Ὀρχομενῷ ἐπολιτογραφήθη. | |||
I 152b | ἄλλως. ναυαγήσας ὁ Ἀσωπόδωρος ἐν Ὀρχομενῷ ἐξερρίφη. | |||
I 152c | ἅ νιν ἐρειδόμενον ναυαγίαις: ἥτις ἡ Ὀρχομενὸς αὐτόν, ἐπὶ ταύτης γὰρ ὁ λόγος, βαρυνόμενον ἐπὶ τῆς ναυα‐ γίας ἐδέξατο· ἀλληγορεῖ δὲ τὴν ἔκπτωσιν θαλάσσῃ καὶ χειμῶνι παραβάλλων. ἀμφίβολον δέ, φησίν, ἐστὶν, ὁ Δίδυμος, πότερον | |||
5 | τὸν Ἡρόδοτον ἢ τὸν Ἀσωπόδωρον λέγει· δύναται γὰρ ἐπ’ ἀμφοτέρων ἀκούεσθαι. | |||
I 154a | συντυχίᾳ: καὶ Αἰσχύλος (Prom. 1015) τὴν δυστυ‐ χίαν χειμῶνα καὶ τρικυμίαν λέγει. | |||
I 154b | τῇ φυγῇ· κοινὸν γὰρ ἡ συντυχία. | |||
I 156 | ὁ πονήσαις δὲ νόῳ καὶ προμάθειαν φέρει: ὁ | |||
Χρύσιππος ἐμφαίνειν φησὶν, ὡς καὶ πρότερον μὲν συνετῶς ἐγχωρήσαντα, ὡς μὴ κινδυνεύσῃ, καὶ μετὰ τὴν κάθοδον δὲ ἠσφαλισμένον τὰ καθ’ ἑαυτόν· τοῦτο οὖν φησιν· ὁ παθὼν τῷ | 205 in vol. 3 | |||
5 | νῷ προμαθὴς γίνεται. Ἀλκμάν (fr. 63)· πεῖρά τοι μαθήσιος ἀρχά. καὶ Ὅμηρος (Hes. op. 218; cfr. Ρ 32. Υ 198)· παθὼν δέ τε νήπιος ἔγνω. | |||
I 158a | εἰ δ’ ἀρεταί: ὅτι ἀρεταὶ κατάκειται εἴρηκεν ἐπι‐ ζεύξας πληθυντικῷ ἑνικὸν ῥῆμα τὸ κατάκειται. καὶ ὅτι ὀργὰν τὸ ἦθος λέγει. | |||
I 158b | εἰ δ’ ἀρετὰ κατάκειται: Ἀρίσταρχος σὺν τῷ ι γράφει καὶ περισπᾷ, καὶ Ἀττικὴν δέχεται τὴν σύνταξιν, ἵν’ ᾖ ὁ λόγος· εἰ τῇ ἀρετῇ κατάκειται πάντα τρόπον, ἔν τε τῷ πονεῖν αὐτὸν τῷ ἰδίῳ σώματι καὶ τῷ δαπανᾶν, τῷ μὲν δαπα‐ | |||
5 | νᾶν καθόσον ἱπποτρόφησε, τῷ δὲ πονεῖν καθόσον ἡνιόχει· χρὴ τοῖς εὑροῦσι τὴν τοιαύτην ἀρετὴν τὸν ἀγήνορα κόμπον μὴ φθονεραῖσι γνώμαις φέρειν, τουτέστι τὸ σεμνὸν αὐτῶν καύχημα μὴ φθονερῶς φέρειν, ἀλλ’ ἐπαινεῖν. | |||
I 158c | ἔνιοι δὲ οὕτως· εἰ οὖν ἐν ἀρετῇ κεῖται καὶ δαπανῶν καὶ πονῶν, δεῖ τοῖς εὑροῦσι τὴν τοιαύτην ἀρετὴν μὴ φθονεῖν μηδὲ βασκά‐ νους ἐπιφέρειν λόγους. | |||
I 158d | ἔστι δὲ ἄκυρον τὸ μίν. | |||
I 160 | BD | χρή μιν εὑρόντεσσι: καὶ ταῦτα περὶ Ἡροδότου τοῦ λόγου ὄντος, καὶ ἐπαναλαμβάνοντος τοῦ Πινδάρου τὴν ἀρετὴν τοῦ Ἡροδότου. ἔνιοι δὲ πληθυντικῶς ἀναγινώσκουσιν, εἰ δὲ ἀρεταὶ κατάκειται, κατὰ τὴν Πινδάρου συνήθειαν, ἵν’ ᾖ· εἰ | ||
5 | D | αἱ ἀρεταὶ κατάκεινται κατὰ πάντα τρόπον ἐν δυσὶ τούτοις, πόνῳ καὶ δαπάνῃ, χρὴ αὐτόν, τὸν Ἡρόδοτον, ἐπαινεῖν καὶ | 206 in vol. 3 | |
BD | μὴ φθονεῖν· ἢ χωρὶς τοῦ ἰῶτα· εἰ ἀρετὰ κατάκειται· ὃ καὶ | |||
D | μᾶλλον. βέλτιον δέ φησιν ὁ Δίδυμος τὸ εὑρόντεσσιν ἀγάνορα κόμπον ἐπὶ τῶν ἐπαινούντων τοὺς νενικηκότας ἀκούειν, ἵν’ ᾖ· | |||
10 | BD | προσήκει τοῖς εὑρόντεσσι τὸν ἀγάνορα κόμπον, τουτέστι τὸν ὕμνον εἰς τοὺς δαπάνῃ καὶ ἔργῳ κεκτημένους τὴν ἀρετὴν μὴ φθονεῖν· ὥστε καὶ τὸν Πίνδαρον μὴ δεῖν φθονεῖσθαι διὰ τοὺς εἰς τὸν Ἡρόδοτον ἐπαίνους. λέγοι δ’ ἂν ἀγάνορα κόμπον τὸν ἐκ τῶν ἀγαθῶν ἔπαινον τὸν ἐκ τῶν ποιημάτων· τοῦτο δὲ | ||
15 | σαφὲς ἐκ τοῦ ἐπιφερομένου (61a.)· ἐπεὶ κούφα δόσις ἀνδρὶ σοφῷ· σοφὸν δ’ ἂν εἴη λέγων καὶ τὸν τοὺς ἀγαθοὺς ἐπαι‐ νοῦντα. | |||
I 161b | τῷ γὰρ σοφῷ κούφη ἐστὶ δόσις, φησίν, ἀντὶ παντοίων μόχθων ἐπαινέσαντα τὸ κοινῇ νομιζόμενον καλὸν ἀνορθῶσαι. | |||
I 161c | κούφα δόσις ἀνδρὶ σοφῷ: ἐπεὶ τῷ σοφῷ ἀνδρὶ ῥᾳδία, φησί, καὶ ἀνεπαχθής ἐστιν ἡ τῶν λόγων δόσις. κοινὸν δὲ καλὸν τὸν ἔπαινόν φησιν· ἐπιδιατείνει γὰρ εἰς τοὺς ἐκτός. κόσμος γάρ ἐστι καὶ τῶν ἄλλων πολιτῶν τὸ περὶ ἕνα γινό‐ | |||
5 | μενον ἐγκώμιον. | |||
I 167 | μηλοβότᾳ τ’ ἀρότᾳ τ’ ὀρνιχολόχῳ τε: τῷ τὰ μῆλα νέμοντι, τῷ ποιμένι, καὶ τῷ τὴν γῆν ἀροῦντι, καὶ τῷ τὰς ὄρνις θηρεύοντι, καὶ ὃν πόντος τρέφει· Χρύσιππος τὸν ἔμπορον, Δίδυμος δὲ τὸν ἁλιέα φησί. | |||
I 169a | γαστρὶ δὲ πᾶς τις ἀμύνων λιμόν: πᾶς γὰρ τὸν λιμὸν ἀποθεραπεύων, φησίν, ἐπίκειται τοῖς ἔργοις καὶ κάμνει. | |||
I 169b | αἰανῆ δὲ οἱ μὲν τὴν χαλεπὴν παρὰ τὸ αἲ αἴ, οἱ δὲ τὸν διη‐ νεκῆ λιμὸν παρὰ τὸ αἰέν. | |||
I 169c | τὸ δὲ τέταται ἀντὶ τοῦ σπεύδει. | 207 in vol. 3 | ||
I 171 | ὃς δ’ ἀμφ’ ἀέθλοις ἢ πολεμίζων ἄρηται: ὅστις δὲ ἂν τῶν ἀνθρώπων ἐν ἀγῶνι καὶ πολέμοις ἀνέληται δόξαν ἀνθηρὰν, ἐγκωμιασθεὶς μισθὸν ὑψηλὸν καὶ ἐπίδοξον δέχεται παρὰ τῶν πολιτῶν καὶ τῶν ξένων τῆς γλώσσης τὴν εὐφημίαν. | |||
5 | γλώσσης γὰρ ἄωτόν φησι τὸ ἐγκώμιον. | |||
I 176a | ἄμμι δ’ ἔοικε Κρόνου σεισίχθον’ υἱόν: Χρύ‐ σιππος, παρείληφε, φησί, τὸν Ποσειδῶνα διὰ τὴν γειτνίασιν τοῦ Ὀγχηστοῦ, καθὼς συμβέβηκεν ἱπποδρομίου Ποσειδῶνος ἱερὸν ἐν Θήβαις εἶναι. | |||
I 176b | ὁ δὲ νοῦς· ἡμῖν δὲ προσήκει ἀμει‐ βομένοις τὸν ἱππικώτατον Κρόνου παῖδα Ποσειδῶνα εὐεργέτην ὄντα τῶν ἁρμάτων ἀνυμνῆσαι, ἀντιδιδόντας τῷ θεῷ τὸν ὕμνον ἀντὶ τῶν εἰς τὸν νικηφόρον εὐεργεσιῶν. ἐντεῦθεν δὲ λεληθό‐ | |||
5 | τως καταλέγει τὰς ἐξ αὐτοῦ νίκας. | |||
I 177 | γείτον’ ἀμειβομένοις: γείτονα, τῶν Θηβαίων, ὡς πρὸς τὸν Ὀγχηστόν· καὶ γὰρ αὕτη τῆς Βοιωτίας. | |||
I 179a | καὶ σέθεν, Ἀμφιτρύων, παῖδας προσειπεῖν: ἔοικεν ἀπὸ κοινοῦ. καταχρηστικῶς δὲ καὶ κατὰ σύλληψιν Ἀμ‐ φιτρύωνος ἔφη παῖδας τόν τε Ἡρακλέα καὶ τὸν Ἰόλαον, ὃς ἦν Ἰφικλέους τοῦ Ἀμφιτρύωνος υἱός. | |||
I 179b | Ἰολάεια δὲ ἐν Θήβαις ἀγὼν καὶ Ἡράκλεια· οἱ δὲ ἕνα καὶ τὸν αὐτόν φασιν εἶναι. | |||
I 179c | Μινύα δὲ μυχὸν τὸν Ὀρχομενὸν εἶπεν· οὗτος γὰρ λέγεται καὶ Ὀρχομενὸς Μινύειος· ταύτην γὰρ ἐνῴκησεν ὁ Μινύας. τοῦτον δὲ τὸν Μινύαν οἱ μὲν Ὀρχομενοῦ γενεαλογοῦσιν, ὡς Φερεκύδης (FHG I 92 M., I 102 J.), ἔνιοι δὲ ἔμπαλιν τὸν Ὀρχο‐ | |||
5 | μενὸν Μινύου, ἔνιοι δὲ ἀμφοτέρους Ἐτεοκλέους γενεαλογοῦσι, | |||
Διονύσιος δὲ τὸν Μινύαν Ἄρεος ἀναγράφει, Ἀριστόδημος δὲ Ἀλεοῦ τὸν Μινύαν, καὶ τοὺς Ἀργοναύτας δὲ Μινύας ἐντεῦθεν γράφει προσηγορεῦσθαι. | 208 in vol. 3 | |||
I 181a | καὶ τὸ Δάματρος: ὅτι ἐν Ἐλευσῖνι Δήμητρός ἐστιν ἀγὼν καὶ στέφανος ἦν κριθαί. | |||
I 181b | καὶ τὸ Δάματρος κλυτὸν ἄλσος: ἀπὸ κοινοῦ κατὰ πάντων τῶν ἀγώνων τὸ προσειπεῖν ἀκουστέον, ἵνα ἔχῃ οὕτω· προσήκει προσειπεῖν καὶ τῆς Δήμητρος τὸ ἱερὸν ἄλσος τὴν Ἐλευσῖνα καὶ τὴν Εὔβοιαν, καθ’ ἣν ὁ νικηφόρος ἐνίκησεν. | |||
I 181c | ἄλλως. ἐν τοῖς δρόμοις τούτου καὶ ἀγωνίσμασι προσ‐ ῆκον ἡμῖν ἐστιν ἀνυμνῆσαι Ἐλευσῖνα καὶ Εὔβοιαν. τὸ δὲ γναμπτοῖς δρόμοις πρὸς πάντα ληπτέον τὰ λεγόμενα· καὶ γὰρ τὸν Ποσειδῶνα, φησί, καὶ τοὺς ἄλλους Εὔβοιάν τε καὶ Ἐλευ‐ | |||
5 | σῖνα διὰ τοὺς δρόμους καὶ τοὺς ἐν αὐταῖς ἀγῶνας, καθ’ οὓς ἐνίκησεν ὁ ἐγκωμιαζόμενος, ὑμνεῖν προσήκει. | |||
I 181d | D | Χρύσιπ‐ πος· ἐν Εὐβοίᾳ ἄγεται τῷ Ἅιδῃ τὰ Βασίλεια. | ||
I 183 | Πρωτεσίλα, τὸ τεὸν δ’ ἀνδρῶν Ἀχαιῶν: τὸ ἑξῆς· καὶ τὸ σὸν δὲ τέμενος, ὦ Πρωτεσίλαε, τὸ ἐν Φυλάκῃ συγκατα‐ ριθμοῦμαι ταῖς τοῦ Ἡροδότου νίκαις. ἔστι δὲ Πρωτεσιλάου τέμενος ἐν Φυλάκῃ δὲ τῇ Θεσσαλικῇ εἴρηται. τέμενος δὲ | |||
5 | λέγεται οὐ μόνον τὸ ἱερὸν καὶ ὁ ναός, ἀλλὰ καὶ ἡ ἀφωρισμένη χώρα. Ὅμηρος (Ζ 194)· καὶ μὲν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον αὐτῷ. τελεῖται δὲ τῷ Πρωτεσιλάῳ κατὰ τὴν Φυλάκην ἐπιτάφιος ἀγὼν, καθ’ ὃν ὁ νικηφόρος ἐνίκησεν. | |||
I 185a | πάντα δ’ ἐξειπεῖν ὅς’ ἀγώνιος Ἑρμᾶς: πάντα | |||
γὰρ διεξελθεῖν, φησίν, ὅσα ὁ τῶν ἀγώνων προστάτης Ἑρμῆς τῷ Ἡροδότῳ ἐχαρίσατο στέμματα ἵπποις ἀγωνιζομένῳ, βραχὺς ὢν ὁ λόγος ἐξασθενεῖ εἰπεῖν. | 209 in vol. 3 | |||
I 185b | ἄλλως. ἤτοι ὅτι πρὸς τὸν διδόμενον μισθὸν καὶ τὰς ᾠδὰς ἐξέτεινεν, ἵν’ ᾖ οὕτω· πάντα αὐτοῦ τὰ ἀγωνίσματα εἰπεῖν βραχὺν μισθὸν ἔχων ὁ ὕμνος οὐ συγχωρεῖ μοι· ἢ ὅτι ἡ συμμετρία τῶν εἰρημένων λόγων ἀφαι‐ | |||
5 | ρεῖται τὴν ἔκτασιν καὶ τὸ μῆκος. Ἀριστόδημος δὲ καὶ τοῦτο λαμβάνων πρὸς τὸ μόνων τῶν ἐπισήμων αὐτὸν μνημονεύειν, τοὺς δὲ λοιποὺς παρωδευκέναι, βραχύ φησι μέτρον εἰρηκέναι τοῦ ὕμνου διὰ τὸ τὰς ἐκδόσεις τῶν ἐπινίκων πρὸς ἀριθμὸν ἐπῶν καὶ τριάδων ἔχειν τοὺς μισθούς· παρὸ καὶ ἑαυτοῦ ἐπι‐ | |||
10 | λαμβάνεται. | |||
I 188a | ἦ μὰν πολλάκι καὶ τὸ σεσωπαμένον: διὰ τού‐ των ἔνιοί φασιν ὑπαινίττεσθαι τὸ περὶ τὴν Νεμέαν αὐτῷ συμ‐ βεβηκὸς ἐλάττωμα, ὡς νικηθέντος αὐτοῦ τὸν ἀγῶνα· περὶ γὰρ τῶν ἄλλων εὐχόμενος αὐτῷ νίκην ἀγώνων περὶ τούτου ἡσύχασε· | |||
5 | παρὸ σεσιγηκέναι τὴν ἧτταν. ἡσυχασθεῖσι γὰρ ἐνίοτε τοῖς φαύλοις ὑπεῖναι μείζονα χάριν ἤπερ λεχθεῖσιν. ἔνιοι δὲ λέ‐ γεσθαι ταῦτα ὡς εἰς τὴν χάριν τοῦ ἐγκωμιαζομένου· δύνασθαι μὲν αὐτὸν ἐκτείνειν τὸ ἐγκώμιον καταλέγοντα τὰς νίκας, ἐπεὶ δὲ ἀνάξιοι ἦσαν, σιωπῆσαι. παρὸ καὶ γνωμικῶς ἐπιλέγειν· τὸ | |||
10 | σιωπηθὲν καλῶς μείζονα παρέχει τῷ ἐγκωμιαζομένῳ χάριν. | |||
I 188b | ἄλλως. ναὶ γὰρ δὴ πολλάκις καὶ τὸ σεσιωπημένον μείζονα τὴν εὔκλειαν φέρει. φησὶ δὲ τοῦτο ὡς καὶ ἀδυνάτως ἔχων λόγῳ τὰ τοῦ νικηφόρου ἑρμηνεῦσαι κατορθώματα. | 210 in vol. 3 | ||
I 190a | εἴη μιν εὐφώνων πτερύγεσσιν ἀερθέντα: εὔχε‐ ται, ὥσπερ ἐν τοῖς προειρημένοις ἀγῶσιν ἐπέτυχεν, οὕτω καὶ Πύθια καὶ Ὀλύμπια· καὶ τυχεῖν αὐτὸν τῶν τῶν Μουσῶν ὕμνων. | |||
I 190b | ὁ δὲ νοῦς εἴη δὲ αὐτὸν τῶν εὐφώνων Μουσῶν τοῖς ἐγκωμίοις μέλεσιν ἐπίδοξον γεγονότα καὶ ἐκ τῆς Πυθίας καὶ ἐκ τῆς Ὀλυμπίας τοῖς ἐξαιρέτοις καὶ διαπρέπουσι τοῦ Ἀλφειοῦ στεφάνοις πληρῶσαι τὴν χεῖρα, τιμὴν καὶ δόξαν ταῖς ἑπτα‐ | |||
5 | πύλοις Θήβαις ἀπεργαζόμενον. ῥητῶς οὖν ἐπὶ τούτοις ἐπε‐ σφράγισται, ὅτι Θηβαῖος ἦν ὁ Ἡρόδοτος. | |||
I 190c | ἄλλως. ἔρνεσι φράξαι χεῖρά φησιν ἀντὶ τοῦ στεφανωθῆναι, ἀπὸ τοῦ παρα‐ κολουθοῦντος· οἷον τῶν στεφάνων κατασχεῖν. | |||
I 190d | ἔρνος δὲ Ἀλφειοῦ τὴν ἐλαίαν λέγει, ἀφ’ ἧς ὁ στέφανος τοῖς Ὀλυμπιο‐ νίκαις. | |||
I 196a | εἰ δέ τις ἔνδον νέμει πλοῦτον κρυφαῖον: εἰ δέ τις τῶν ἀνθρώπων ἔνδον ἀποταμιευσάμενος ἄδοξον πλοῦτον τοῖς δι’ εὐδοξίαν ἀναλίσκουσιν ἐπεμβαίνων καταγελᾷ, οὐ δια‐ λογίζεται τὴν ἑαυτοῦ ψυχὴν ἄδοξον τῷ ᾅδῃ περιστέλλων καὶ | |||
5 | πέμπων. | |||
I 196b | ἤτοι οὐ διανοεῖται τῷ ἅδῃ τηρῶν τὴν ἑαυτοῦ ψυχὴν ἄνευ δόξης· οἷον οὐ νοεῖ, ὅτι ἄνευ δόξης τελευτήσει. | |||
I 196c | Χρύσιππος δὲ γράφει ἀλαοῖσιν, ἐξ οὗ σημαίνεται τυφλοῖς πράγμασιν, ἐπειδὴ καὶ ὁ πλοῦτος τυφλός. | |||
D | Subscr. τέλος. | 211 in vol. 3 | ||
I 2metr(t) | Scholia in Isthmionicarum carmen II | |||
1 | Τοῦ δευτέρου εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ηʹ. τὸ αʹ προσοδιακὸν ὑπερκατάληκτον. τὸ βʹ ἑφθημιμερὲς τρο‐ χαϊκὸν Εὐριπίδειον. τὸ γʹ τὸ αὐτὸ Εὐριπίδειον. τὸ δʹ Πιν‐ δαρικὸν ἐκ Σαπφικοῦ. τὸ εʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. | |||
5 | τὸ ϛʹ τρίμετρον δακτυλικὸν ἀκατάληκτον. τὸ ζʹ ἐγκωμιολογι‐ κόν. τὸ ηʹ Στησιχόρειον. ἡ ἐπῳδὸς κώλων ἑπτά. τὸ αʹ πενθημιμερὲς δακτυλικόν. τὸ βʹ Πινδαρικόν. τὸ γʹ Πραξίλλειον. τὸ δʹ τροχαϊκὸν δί‐ μετρον ἀκατάληκτον. τὸ εʹ τρίμετρον τροχαϊκὸν εἰς ἴαμβον. | |||
10 | τὸ ϛʹ Πινδαρικὸν ἐκ Σαπφικοῦ. τὸ ζʹ τροχαϊκὸν δίμετρον. | |||
I 2inscr a | Οὗτος ὁ ἐπίνικος γέγραπται μὲν εἰς Ξενοκράτην Ἀκραγαντῖνον, πέμπεται δὲ Θρασυβούλῳ διά τινος Νικα‐ σίππου, ὥστε εἶναι ἀποστολικὸν αὐτόν. τὸν δὲ Ξενοκράτην τοῦτον οἱ μὲν προϋπομνηματισάμενοι Θήρωνος ἀδελφὸν εἶναί | |||
5 | φασιν, ὁ δὲ Ἀρτέμων (FHG IV 342) σφόδρα τὰ περὶ τοὺς Σικε‐ λιώτας πεπολυπραγμονηκὼς αὐτὸν μόνον συγγενῆ φησιν εἶναι Θήρωνος. οὗτος δὲ ὁ Ξενοκράτης οὐ μόνον Ἴσθμια νενίκηκεν ἵπποις, ἀλλὰ καὶ Πύθια κδʹ Πυθιάδα, ὡς Ἀριστοτέλης (fr. 574) ἀναγράφει· καὶ Σιμωνίδης δὲ (fr. 6) ἐπαινῶν αὐτὸν ἀμφο‐ | |||
10 | τέρας αὐτοῦ τὰς νίκας κατατάσσει. Θρασύβουλοι δὲ Σικελιῶται διττοί· ὁ μὲν Δεινομένους, νεώτατος ἀδελφὸς τῶν περὶ Ἱέρωνα καὶ Γέλωνα, ὁ δὲ τῆς γυναικὸς τοῦ Ἱέρωνος ἀδελφὸς, οὗ νῦν μνημονεύει Πίνδαρος· ὁ δὲ Ἀρίσταρχος ἀδελφὸν ὑπείληφε | |||
τοῦ Ξενοκράτους εἶναι τὸν Θρασύβουλον, ἔνιοι δὲ υἱὸν Ξενο‐ | 212 in vol. 3 | |||
15 | κράτους. ὁ δὲ Ἀσκληπιάδης καταεικοβολεῖ λέγων ἐπὶ τετελευτη‐ κότι τῷ Ξενοκράτει τοὺς λόγους εἶναι, ἐκ τοῦ πολλὰ ἐν τῇ ᾠδῇ ἐπὶ παρῳχημένου χρόνου λέγεσθαι, λεχθησόμενα ἂν ἐπὶ τοῦ παρόντος, εἴπερ περιῆν ἔτι. Καλλίστρατος δέ φησι τὸν Πίνδαρον μὴ τυχόντα τοῦ κατ’ ἀξίαν μισθοῦ διά τινα μικρο‐ | |||
20 | λογίαν τοῦ Ξενοκράτους, προσδιαλέγεσθαι Θρασυβούλῳ τῷ υἱῷ αὐτοῦ, καὶ οὐκ εἰς Ξενοκράτην, φησί, γέγραφε τὴν ᾠδήν, ἀλλ’ εἰς Θρασύβουλον· καὶ γὰρ ἡ εἰσβολὴ περὶ ἀργυρίου μέμ‐ ψεώς ἐστιν, ὡς θέλοντος αὐτοῦ τὸν κατ’ ἀξίαν μισθὸν κομί‐ σασθαι. | |||
I 2inscr b | βέλτιον δὲ, ἀδελφὸν εἶναι τοῦ Ξενοκράτους ἢ υἱὸν τὸν Θρασύβουλον, οὐχ ὥς τινες πατέρα. | |||
I 21a | Οἱ μὲν πάλαι, ὦ Θρασύβουλε: οἱ μὲν πάλαι ἄνδρες, ὦ Θρασύβουλε, οἳ τῶν μουσικῶν ἐπέβησαν ἁρμάτων καὶ τῆς λύρας μετέσχον, οὗτοι ῥᾳδίως τοῖς μουσικοῖς τόξοις ἔβαλλον τοὺς παιδικοὺς ὕμνους, εἴ τις ὢν καλὸς εἶχε τοῦ σώματος | |||
5 | ὥραν τὴν μνήμην ἐμποιοῦσαν τῆς Ἀφροδίτης. ὅτι δὲ περὶ παιδικοὺς ἔρωτας ἦν τοῖς λυρικοῖς ἡ τῶν ποιημάτων σπουδὴ, δημώδης ὁ λόγος. | |||
I 21b | ἐξειργάσατο δὲ τὸ προοίμιον ὁ Πίν‐ δαρος πάλιν ἑαυτῷ τῆς τοῦ ἐπινίκου γραφῆς μισθὸν ποριζόμε‐ νος. φησὶ δὲ, ὅτι τῶν λυρικῶν οἱ παλαιοὶ ἀμισθὶ πρὸς τὰ καλὰ τὴν σπουδὴν εἶχον, ἐπὶ δὲ τοῦ παρόντος ἀργυρίου πιπρά‐ | |||
5 | σκεται τὰ ποιήματα. ταῦτα δὲ τείνει καὶ εἰς τοὺς περὶ Ἀλκαῖον καὶ Ἴβυκον καὶ Ἀνακρέοντα, καὶ εἴ τινες τῶν πρὸ αὐτοῦ δο‐ κοῦσι περὶ τὰ παιδικὰ ἠσχολῆσθαι· οὗτοι γὰρ παλαιότεροι Πινδάρου· Ἀνακρέοντα γοῦν ἐρωτηθέντα, φασί, διατί οὐκ εἰς θεοὺς ἀλλ’ εἰς παῖδας γράφεις τοὺς ὕμνους; εἰπεῖν, ὅτι οὗτοι | |||
10 | ἡμῶν θεοί εἰσιν. | 213 in vol. 3 | ||
I 22 | χρυσαμπύκων: ἄμπυξ μὲν κυρίως κόσμος τις περὶ τὰς γυναικείας κεφαλάς· Ὅμηρος (Χ 469)· ἄμπυκα κεκρύ‐ φαλόν τε· νῦν δὲ ἀπὸ μέρους τὰς τιμίας λέγει. | |||
I 27 | ὅστις ἐὼν καλός: ὅστις σὺν τῷ καλὸς εἶναι καὶ ἀκ‐ μαῖος ἦν. | |||
I 28 | ὀπώραν: ὀπώραν μὲν ἂν εἴη λέγων [Ἀφροδίτης] τὴν τοῦ σώματος ὥραν καὶ τὸ τοῦ κάλλους ἄνθος· τὸ δὲ μνάστει‐ ραν πρὸς τὸ Ἀφροδίτας, τουτέστι τὴν τοῦ σώματος ὀπώραν τὴν τῆς Ἀφροδίτης μνήμην ἐμποιοῦσαν. | |||
I 29a | ἁ Μοῦσα γὰρ οὐ φιλοκερδής πω τότ’ ἦν: νῦν, φησί, μισθοῦ συντάττουσι τοὺς ἐπινίκους, πρώτου Σιμωνίδου προκαταρξαμένου. | |||
I 29b | οὐδ’ ἐργάτις, ὅ ἐστιν αἰτοῦσα μισθὸν ἐφ’ οἷς ἔπραττεν. ἔνθεν καὶ Καλλίμαχός φησιν (fr. 77)· οὐ γὰρ ἐργάτιν τρέφω τὴν Μοῦσαν ὡς ὁ χῖος Ὑλλίχου νέπους. | |||
5 | λέγοι δ’ ἂν πρὸς Σιμωνίδην ταῦτα, ὡς φιλάργυρον διασύρων τὸν ἄνδρα. | |||
I 29c | τὸ δὲ ἑξῆς· ἡ γὰρ Μοῦσα τὸ παλαιὸν οὔπω φιλοκερδὴς ἦν, οὐδὲ μισθοῦ συντάττουσα τὰ ποιήματα, οὐδὲ πρὸς τῆς Τερψιχόρης ἐπιπράσκοντο αἱ γλυκεῖαι καὶ εὔφθογγοι ἀποκαλυψάμεναι τὴν παρρησίαν ᾠδαί. | |||
I 213 | ἤτοι πρόσωπον κεκοσμημέναι καὶ λαμπρυνθεῖσαι, ὅτι | |||
τὰ ὤνια ὡς τῶν πωλούντων τὰ πρόσωπα ἐκοσμοῦντο, ἵνα δοκῇ παρέλκειν· καὶ ἀργυρίου αὑτὰς πιπράσκουσαι καὶ μισθοῦ λεγόμεναι. περιφραστικῶς οὖν εἴρηκεν ἀπὸ τοῦ τοὺς γράφον‐ | 214 in vol. 3 | |||
5 | τας ἀργύριον λαμβάνειν. τοιοῦτον δέ τι καὶ Ἀνακρέων εἴρηκε, καὶ μή ποτε ἡ ἀπότασίς ἐστιν εἰς τὰ ὑπ’ ἐκείνου εἰρημένα; φησὶ γάρ (fr. 33)· οὐδ’ ἀργυρέη κώκοτ’ ἔλαμπε Πυθώ. | |||
I 215a | νῦν δ’ ἐφίητι τὠργείου φυλάξαι ῥῆμα: νῦν δ’ ἐφίητι, τίς; ἡ Μοῦσα δηλονότι. τείνει δὲ καὶ ταῦτα εἰς τὸν Σιμω‐ νίδην. | |||
I 215b | ἀντὶ τοῦ ἐνδίδωσιν ἡμῖν λέγειν ὁ καιρός. | |||
I 215c | τὸ δὲ ἑξῆς· ἐπὶ δὲ τοῦ παρόντος ἡ φιλοκέρδεια ἐφίησι καὶ ἐν‐ δίδωσι λέγειν τὸ τοῦ Ἀριστοδήμου ῥῆμα ἐγγὺς ἀληθείας βαῖνον· χρήματα χρήματ’ ἀνήρ. ὁ μέντοι Πίνδαρος τὸ ὄνομα οὐ δεδή‐ | |||
5 | λωκεν. οὗτος οὖν ὁ Ἀριστόδημος Σπαρτιάτης ὢν, πένης γεγο‐ νὼς καὶ συναπολέσας τὴν τῶν φίλων ἑταιρείαν ἔφη· χρήματα χρήματ’ ἀνήρ. οὐδὲν δὲ θαυμαστὸν, εἰ Σπαρτιάτην ὄντα τὸν Ἀριστόδημον Ἀργεῖον ἔφη· ἔστι γὰρ καὶ παρ’ Ὁμήρῳ τὸ τοιοῦτον εὑρέσθαι. καὶ γὰρ Ἀργείην Ἑλένην φησί (Β 161)· | |||
10 | καίτοι γε Λακεδαιμονία ἦν. | |||
I 217 | χρήματα, χρήματ’ ἀνήρ: τοῦτο ἀναγράφεται μὲν εἰς τὰς παροιμίας ὑπ’ ἐνίων, ἀπόφθεγμα δέ ἐστιν Ἀριστοδήμου, καθάπερ φησὶ Χρύσιππος ἐν τῷ περὶ παροιμιῶν. τοῦτον δὲ τὸν Ἀριστόδημον Πίνδαρος μὲν οὐ τίθησιν ἐξ ὀνόματος, ὡς | |||
5 | προδήλου ὄντος ὅς ἐστιν ὁ τοῦτο εἰπών, μόνον δὲ ἐσημειώσατο τὴν πατρίδα, ὅτι Ἀργεῖος· Ἀλκαῖος δὲ (fr. 49) καὶ τὸ ὄνομα | |||
καὶ τὴν πατρίδα τίθησιν, οὐκ Ἄργος, ἀλλὰ Σπάρτην· ὣς γὰρ δή ποτέ φασιν Ἀριστόδημον ἐν Σπάρτᾳ λόγον οὐκ ἀπάλαμνον εἰπεῖν· χρήματ’ ἀνήρ· πενιχρὸς δὲ οὐδεὶς πέλετ’ ἐσλὸς οὐδὲ | 215 in vol. 3 | |||
10 | τίμιος. καὶ τάχα ἂν τὸν Σπαρτιάτην εἴρηκε Πίνδαρος Ἀργεῖον, παρόσον ἡ πᾶσα Πελοπόννησος Ἄργος ἐκαλεῖτο ὁμωνύμως τῇ πόλει· Ὅμηρος οὖν τὴν Ἑλένην Ἀργείαν φησὶν ἀντὶ τοῦ εἰπεῖν Λακεδαιμονίαν· Ἀργείαν δὲ εἶπεν ἀντὶ τοῦ Πελοποννη‐ σιακήν. Σπαρτιάτην δὲ Ἀριστόδημον ἐν τοῖς ἑπτὰ σοφοῖς | |||
15 | ἀναγράφει Ἄνδρων ὁ Ἐφέσιος (FHG II 347). | |||
I 218a | ὃς φᾶ κτεάνων θ’ ἅμα λειφθεὶς καὶ φίλων: ὅστις ὁ Ἀριστόδημος ἀπεφθέγξατο τὸ τοιοῦτον, ἅμα τε τοῦ πλούτου καὶ τῶν φίλων στερηθείς. | |||
I 218b | ἔνιοι δὲ οὕτως ἀκούουσιν· ὅστις Ἀριστόδημος τῶν χρημάτων ἐνδεὴς γενό‐ μενος καὶ τῶν φίλων ἐστερήθη. | |||
I 219a | ἐσσὶ γὰρ ὦν σοφός· οὐκ ἄγνωτ’ ἀείδω: ταῦτα οἱ περὶ Καλλίστρατον συνεργεῖν φασιν ἑαυτοῖς· φανερὸν γὰρ ὡς μισθὸν αἰτῶν τὸν Θρασύβουλον τό τε ἀπόφθεγμα προ‐ ήνεγκε τὸ περὶ τῶν χρημάτων καὶ προσεπιλέγει· οὐκ ἀγνῶτ’ | |||
5 | ἀείδω, σοφὸς γὰρ εἶ καὶ συνήσεις πρὸς τί ταῦτα εἴρηται. ἔνιοι δὲ τὸ ἄγνωτα προπαροξύνοντες οὐ κατὰ συναλοιφὴν ἀκούουσιν ἀντὶ τοῦ οὐκ ἀγνῶτι ἀείδω, ἀλλ’ ἐπὶ αὐτοῦ καὶ τῆς Ἰσθμικῆς φασὶν αὐτὸν νίκης λέγειν· οὐ περὶ ἀγνώτων, φησίν, ᾄδω. ὁ δὲ Δίδυμος μειοῦσθαί φησι τὸ ἀξίωμα τοῦ | |||
10 | ποιητοῦ, εἰ μηδέπω τοῦ ἐπινίκου συντεταγμένου γνώριμός ἐστιν ἡ τοῦ Ξενοκράτους νίκη· ἔμπαλιν γὰρ ὁ Πίνδαρος | |||
ἀφανεῖς καὶ ἀδόξους φησὶν εἶναι τὰς νίκας, εἰς ἃς αὐτὸς μηδὲν γέγραφε. γελοίως. | 216 in vol. 3 | |||
I 219b | ὁ δὲ νοῦς· τυγχάνεις οὖν σοφὸς, ὦ Ξενόκρατες, καὶ συνορᾷς τὸ τοῦ λόγου αἴνιγμα· οὐ γὰρ ἄγνωστα λέγω. εἶτα ἀπὸ κοινοῦ τὸ ἀείδω· ᾄδω καὶ τὴν Ἰσθμιακὴν νίκην, ἣν τοῖς ἵπποις ἀγωνιζομένῳ τῷ Ξενοκράτει | |||
5 | ὁ Ποσειδῶν δωρησάμενος, ἀπὸ Κορινθιακῶν αὐτῷ σελίνων στέφανον αὐτοῦ ταῖς κόμαις ἐπιτεθῆναι παρέσχετο, τιμῶν τὸν ἱππικώτατον ἄνδρα δόξαν καὶ φῶς ὄντα τῷ τῶν Ἀκραγαν‐ τίνων δήμῳ. ἀπὸ δὲ τοῦ πρὸς αὐτὸν λόγου εἰς τὸν περὶ αὐ‐ τοῦ κατηνέχθη. | |||
I 219c | Δωρίων οὖν στεφάνων φησὶν ἀντὶ τοῦ τῶν Ἰσθμίων, Δωριεῖς ἐπείπερ ἐπῴκησαν τὴν Πελοπόννησον. | |||
I 219d | ἢ Δωρίων σελίνων τῶν Κορινθιακῶν, ὅτι Δωριεῖς ἐπῴ‐ κησαν τὴν Κόρινθον, ἡ δὲ Κόρινθος πύλαι τῆς Πελοπον‐ νήσου· Ἀλήτην γὰρ αὐτήν φασιν οἰκίσαι, ὅθεν καὶ Ἀλη‐ τίδαι οἱ Κορίνθιοι. | |||
I 219e | τοῖς [οὖν] τὰ Ἴσθμια ἀγωνιζομένοις σέλινον ξηρὸν ὁ στέφανος, ὑγρὸν δὲ τοῖς τὰ Νέμεα. | |||
I 226a | B | ἐν Κρίσᾳ δ’ εὐρυσθενής: τοῦτό φησιν ὡς τὰ Πύθια νενικηκότος αὐτοῦ· ἡ γὰρ Κρίσα τῆς Φωκίδος ἐστὶ χωρίον. | ||
I 226b | ὁ δὲ νοῦς· ἐν δὲ τῇ Κρίσᾳ εὐμενῶς ὁ Ἀπόλλων ἐθεάσατο τὸν Ξενοκράτην, καὶ ἀγωνιζομένῳ τὴν νίκην ἐδω‐ ρήσατο. | |||
I 228a | καὶ τόθι κλειναῖς Ἐρεχθειδᾶν χαρίτεσσι: καὶ ὅπου ταῖς ἐνδόξοις, φησί, τῶν Ἀθηναίων χάρισιν ἡρμοσμένος, ἐν ταῖς εὐδαίμοσιν Ἀθήναις, οὐκ ἐμέμψατο τὴν ἡνιοχικὴν χεῖρα. | |||
I 228b | ἄλλως. τοπικῶς, ἐν ἐκείνῳ τῷ τόπῳ, ἐν ταῖς Ἀθήναις, ὁ ταῖς χάρισιν ἡρμοσμένος Ἀπόλλων, ἀπὸ κοινοῦ γὰρ τοῦτο, οὐκ ἐμέμφθη τὴν ῥυσίδιφρον χεῖρα ὑπὸ τοῦ πληξίππου φωτὸς, τουτέστι τοῦ Θήρωνος. ὁ γὰρ Νικόμαχος Ἀθηναῖος ὢν ἀμ‐ | 217 in vol. 3 | ||
5 | φοτέροις ἡνιόχει, Θήρωνι καὶ Ξενοκράτει. ἐπὶ μὲν οὖν τοῦ Ξενοκράτους οὐχ οἷόν τε ἀκούειν· οὐ γὰρ ἀνῄρητο Ὀλυμ‐ πικὴν νίκην, ἀλλ’ ὁ Θήρων. κοινοποιεῖ δὲ τὰς νίκας ἀμφοῖν ὁ Πίνδαρος συνήθως αὐτῷ. τὸν δὲ Νικόμαχόν φησιν ἀρηρέναι ταῖς λιπαραῖς Ἀθήναις, παρόσον Ἀθηναῖος ἦν· | |||
10 | ὃν διὰ τὸ φιλοφρονήσασθαι τοὺς Ἠλείων σπονδηφόρους Ἀθήναζε ἥκοντας ἀντησπάζοντο Ἠλεῖοι παρ’ αὐτοῖς, ὅτε Θή‐ ρωνι ἡνιόχει. | |||
I 231 | B | ῥυσίδιφρον χεῖρα: ἀπὸ μέρους, ἀντὶ τοῦ ῥᾳδίως καὶ ἀμεταγώγως τὰς ἡνίας εὐθύνοντα. | ||
I 234a | ὅν τε καὶ κάρυκες ὡρᾶν: ὅντινα τὸν νικηφόρον οἱ κήρυκες, φησίν, οἱ τὸν καιρὸν καὶ τὴν ὥραν τοῦ Ὀλυμπιακοῦ ἀγῶνος κηρύσσοντες καὶ σπονδηφόροι ὄντες τοῦ ἐν Ἤλιδι Διὸς, ἐγνώρισαν προπαθόντες τι ἡδὺ παρ’ αὐτοῦ διὰ τὸ φιλόξενον | |||
5 | τῆς ὑποδοχῆς, καὶ τῇ ἡδείᾳ αὐτῶν φωνῇ ἠσπάζοντο τὸν Ξενο‐ κράτην τῆς τιμίας Νίκης τοῖς γόνασι προσελθόντα· ἐκ δὲ τού‐ του, νικῶντα. ἠσπάζοντο δὲ κατὰ τὴν Ὀλυμπιακὴν αὐτῶν γῆν, ἥντινα καλοῦσιν Ὀλυμπίου Διὸς ἄλσος, ἔνθα ταῖς ἀθα‐ νάτοις τῆς νίκης τιμαῖς καὶ οἱ τοῦ Αἰνησιδάμου παῖδες | |||
10 | Θήρων καὶ Δεινομένης ἐμίγησαν. | |||
I 234b | ἄλλως. οἱ κήρυκες, οἳ τὰς ὥρας καὶ τὸν καιρὸν τοῦ Ὀλυμπιακοῦ ἀγῶνος ἐκήρυσσον, καθ’ ἃς ἐτελεῖτο. | |||
I 236 | Ζηνὸς Ἀλεῖοι: τοῦ Ἠλείου Διὸς, τοῦ ἐν Ἤλιδι τι‐ | |||
μωμένου. Ἦλις δὲ χώρα τῆς Ὀλυμπίας. | 218 in vol. 3 | |||
I 237 | φιλόξενον ἔργον: ὑπεδέξατο γὰρ αὐτοὺς καὶ φιλο‐ ξένως ἐξένισεν. | |||
I 242 | B | ἵν’ ἀθανάτοις Αἰνησιδάμου: Αἰνησιδάμου παῖδες Θήρων καὶ Δεινομένης, ὧν κυρίως μνημονεύει ὡς Σικελιω‐ τῶν τυράννων· Σικελιώτης δὲ ὁ νικηφόρος. | ||
I 244a | καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι: καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν εἰσιν οἱ οἶκοι, ἀντὶ τοῦ ἄπειροι, ὦ Θρασύ‐ βουλε, οὔτε ὕμνων ἐπεράστων οὔτε ὑψηλῶν ᾠδῶν· πάλιν δὲ ἐκ τούτου ὕμνων φησίν. | |||
I 244b | ἄλλως. ἤτοι περιφραστικῶς αὐ‐ τὴν τὴν Ὀλυμπίαν δόμους εἶπεν, ἢ οὐκ ἀγνῶτες ὑμῶν εἰσιν οἱ δόμοι τῆς φιλοξενίας, ὅπερ ἄμεινον. | |||
I 244c | τὸ δὲ ἐντί ἀντὶ τοῦ εἰσί Δωρικῶς. | |||
I 247a | οὐ γὰρ πάγος οὐδὲ προσάντης ἁ κέλευθος γίνεται: οὐ τραχεῖα, φησίν, ἡ ὁδὸς γίνεται τοῖς τοὺς ἐνδό‐ ξους ἐπαινοῦσιν ἄνδρας, τοὐναντίον δὲ ῥᾴδιος καὶ εὐεπίφορος· αὐτοὶ γὰρ ἀφορμὰς εἰς τοὺς ἐπαίνους διδόασι. | |||
I 247b | τιμὰς γὰρ Ἑλικωνιάδων τὰς τῶν Μουσῶν φησι, τουτέστι τοὺς ὕμ‐ νους καὶ τὰς ᾠδάς. | |||
I 251 | μακρὰ δισκήσαις ἀκοντίσαιμι: μακρῶς καὶ με‐ γάλως τὸν ἐμὸν λόγον ῥίψας, φησί, καὶ τὸν νικηφόρον ἐγκω‐ μιάζων, ὑπερβαλοῦμαι τοὺς ἄλλους, ὁπόσον καὶ ὁ Ξενοκράτης τρόπον γλυκὺν καὶ σπουδαιότερον πάντων ἀνθρώπων ἔσχεν. | |||
I 254a | αἰδοῖος μὲν ἦν ἀστοῖς ὁμιλεῖν: ἀμφίβολον. ἤτοι γὰρ αὐτὸς ἦν, φησίν, ἐντροπῆς ἄξιος ὁμιλῶν τοῖς ἀστοῖς, ἢ αὐτὸς ἐνετρέπετο ἐν τῷ τοῖς ἀστοῖς ὁμιλεῖν. Διόδωρος δὲ ὁ Ἀριστοφάνειος μὴ νοήσας, ὅτι ἐπὶ τοῦ παρεληλυθότος χρόνου | |||
5 | κεῖται τὸ ἦν, θρῆνόν φησι γεγράφθαι, οὔτε ἐκεῖνο νοήσας, ὅτι παρὰ τοῖς ποιηταῖς ἐναλλάττονται 〈οἱ〉 χρόνοι, οὔτε τὸ ἐπὶ τέλους λεγόμενον τὸ Νικάσιππ’ ἀπόνειμον, ὅταν ξεῖνον ἐμὸν ἠθαῖον ἔλθῃς· πρὸς τὸν ζῶντα, οὐ πρὸς τὸν τετελευτη‐ κότα. | 219 in vol. 3 | ||
I 254b | ἢ ἔστιν οὕτως· αἰδέσιμος ἦν τοῖς πολίταις συνα‐ ναστρεφόμενος. | |||
I 255a | ἱπποτροφίας τε νομίζων ἐν Πανελλάνων νόμῳ: ἢ τὸ ἱπποτροφεῖν ἐν Ἕλλησιν αὐτὸς νομοθετῶν, ἢ νόμιμον ἐν Ἕλλησιν εἰδὼς τὸ ἱπποτροφεῖν. ἀπὸ κοινοῦ δὲ τὸ ἦν. | |||
I 255b | ἢ οὕτως· ἱπποτροφίας νομίζων· καὶ τρέφων τῷ τῶν Ἑλλήνων νόμῳ καὶ ἔθει. | |||
I 255c | ἤτοι κρίνων καὶ νομιστεύων τοῖς Ἕλλησιν, ἢ ἐπισήμους ποιῶν, παρὰ τὸ νόμισμα. | |||
I 257a | καὶ θεῶν διαίτας προσέπτυκτο πάσας: καὶ πάσας θεῶν πανηγύρεις ἐπιτηδείως προσεδέχετο. ἐκ δὲ τούτου δηλοῖ, ὅτι εὐσεβῶς καὶ πρὸς θεοὺς διέκειτο. | |||
I 257b | ἢ οὕτω· κατὰ διάνοιαν προσήγετο καὶ ἠσπάζετο· οὐδὲ νόμιμον καὶ ἔθος ἦγε τὰς ἑορτάς, ἀλλ’ οἰκείως ἔχων πρὸς τοὺς θεούς. | |||
I 258a | οὐδέποτε ξενίαν οὖρος ἐμπνεύσας: ἀλληγορι‐ κώτερον ἐχρήσατο τῷ λόγῳ ἀπὸ μεταφορᾶς τῶν οὐριοδρομου‐ σῶν καὶ μὴ συστελλουσῶν τὰ ἱστία νεῶν· τὸν γὰρ φθόνον ἀνέμῳ εἴκασε, τὴν δὲ τῶν ξένων τράπεζαν νηῒ οὐρίως καὶ | |||
5 | ἀβλαβῶς πλεούσῃ. οὐδέποτέ φησι τὸ ἱστίον τῆς τραπέζης, [ὁ Ξενοκράτης] ᾗ τοὺς ξένους ὑπεδέχετο, συνέστειλεν οὔριος ἄνε‐ μος πνεύσας, ἀλλ’ ἀεὶ πλήρεσι τοῖς ἱστίοις πρὸς τὰς τῶν ξένων ἑστιάσεις ἐχρήσατο. | |||
I 258b | Χρύσιππος οὕτω· Ξενοκράτης δὲ οὐδέποτε οὕτως ἐχειμάσθη, ὥστε μὴ διομαλίσαι τὴν τράπεζαν. | |||
I 258c | ὁ δὲ νοῦς οὕτως· οὐδέποτε δὲ παρὰ τὴν φιλόξενον αὐτοῦ | |||
τράπεζαν, ἐν ᾗ τοὺς ἐπιφοιτῶντας ἐδεξιοῦτο ξένους, φθόνος τις ἐπιπνεύσας τὰς τῆς φιλοξενίας ἔπαυσεν ἑστιάσεις, ἀλλὰ πλήρεσι τοῖς ἱστίοις τοὺς πάντας ἐφιλοφρονεῖτο. | 220 in vol. 3 | |||
I 261a | ἀλλ’ ἐπέρα ποτὶ μὲν Φάσιν θερείαις: Φάσις ποταμὸς τῆς Σκυθίας· ψυχρότατα δὲ τὰ περὶ αὐτὸν πνεύματα ἔχει. τὸ δὲ Νείλου πρὸς αὐγὰς τινὲς μὲν τὰς τοῦ Νείλου ῥύσεις, τινὲς δὲ ὅτι ἀπὸ ἀνατολῶν ἡ ῥύσις αὐτοῦ γίνεται· διὸ | |||
5 | καὶ θερμοτάτης καὶ ὑγιεινῆς κράσεως μετέχει τὸ χωρίον. διὰ τούτων δὲ τὴν περὶ τοὺς καιροὺς δεξιότητα τοῦ Ξενοκράτους παρίστησιν ἀλληγορῶν· οὕτω γὰρ εὖ πρὸς τοὺς καιροὺς ἥρ‐ μοστο, καθάπερ οἱ ἐν μὲν τῷ θέρει πρὸς τὰ χειμερινὰ ὠθού‐ μενοι, τῷ δὲ χειμῶνι πρὸς τὰ θερινά. | |||
I 261b | ὁ δὲ νοῦς πάλιν ἐπὶ τῆς φιλοξενίας τοῦ Ξενοκράτους οὕτως ἔχει· ὁ Ξενοκράτης φιλοφρονούμενος τοὺς ξένους ἔπλει τῷ τῆς τραπέζης ἱστίῳ θέρους πρὸς τὰ ψυχρότερα, χειμῶνος δὲ πρὸς τὰ θερμότερα | |||
5 | πλέων· ὥστε πανταχόθεν αὐτοῦ τὸ εὔκρατον καὶ προσηνὲς τῆς φιλοξενίας δηλοῦσθαι. ἢ καὶ ἐπὶ τῶν ξένων τὴν διάνοιαν ἀκουστέον, ἵν’ ᾖ· ἕκαστος, φησί, τῶν ξενιζομένων ἐκ μὲν θερμότητος καὶ καμάτων πρὸς ψυχρότητα καὶ ἀνάκτησιν ὥσπερ πρὸς αὐτὸν ἔσπευδεν, ἐκ δὲ χειμῶνος πρὸς θερμό‐ | |||
10 | τητα. | |||
I 263a | μὴ νῦν ὅτι φθονεραὶ θνατῶν φρένας: μὴ δ’ ὅτι, φησί, περὶ τὰς φρένας τῶν ἀνθρώπων φθονεραὶ κρέμαν‐ ται ἐλπίδες καὶ διαθέσεις, τουτέστι μὴ διότι φθονεροί εἰσιν οἱ ἄνθρωποι, παρὰ τοῦτο στειλάμενος τὴν τοῦ πατρὸς ἀρετὴν | |||
5 | σιγάτω· λεγέτω δὲ τῶν φθονούντων ἀφροντιστῶν. | |||
I 263b | τὰς δὲ ἐλπίδας ἀντὶ ἑνὸς τούτων τέταχε, φροντίδος, διανοίας, δια‐ θέσεως. | |||
I 263c | μὴ οὖν, φησί, τὴν τοῦ πατρὸς ἀρετὴν σιγῇ παραδότω, ἀλλ’ εἰς τὸ κοινὸν φερέτω· τυχὼν γὰρ τῆς νίκης τὴν τοῦ πατρὸς ἀρετὴν εὖ προήγαγε τῇ ἑαυτοῦ δόξῃ. | 221 in vol. 3 | ||
I 266 | D | ἐπεί τοι οὐκ ἐλιννύσσοντας αὐτοὺς εἰργασάμην: ἐπεὶ οὐ τοιούτους, φησίν, εἰργασάμην τοὺς ὕμνους, ὥστε ἐφ’ ἑνὸς τόπου μένειν αὐτοὺς καὶ ἑστάναι καθάπερ ἀνδριάντας. τὴν αὐτὴν διάνοιαν καὶ ἀλλαχόθι φησίν (N. V 1)· οὐκ ἀν‐ | ||
5 | δριαντοποιός εἰμι, ὥστ’ ἐλινύσοντ’ ἐργάσασθαι ἀγάλματα ἐπ’ αὐτῆς βαθμίδος ἑσταότα. | |||
I 268 | ταῦτα, Νικάσιππ’, ἀπόνειμον: διὰ τοῦτο δῆλον, ὅτι τὸν εἰς Ξενοκράτην ὕμνον εἰς Ἀκράγαντα διὰ Νικασίππου πέμπει πρὸς Θρασύβουλον τὸν Ξενοκράτους ἀδελφόν· τὸ γὰρ ἀπόνειμον ἀντὶ τοῦ ἀνάγνωθι. Σοφοκλῆς ἐν Ἀχαιῶν συλλόγῳ | |||
5 | (fr. 144)· σὺ δ’ ἐν θρόνοισι γραμμάτων πτύχας ἔχων [ἀπόνειμον] νέμει τίς οὐ πάρεστι, τίς ξυνώμοσε. καὶ Παρθένιος ἐν τῇ Ἀρήτῃ (fr. 1 Mein.) τὸ ἄννεμε ἀντὶ τοῦ ἀνάγνωθι· καὶ ἀννείμῃ Δωριστὶ 〈ὁ〉 Βουκόλος (Theocr. | |||
10 | 18, 48). | |||
I 3metr(t) | Scholia in Isthmionicarum carmen III | |||
1 | B | Τοῦ τρίτου εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐστὶ δέκα. τὸ αʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ βʹ τὸ αὐτό. τὸ γʹ τροχαϊκὸν ἐπίτριτον. τὸ δʹ ἀνακλώμενον ἰωνικὸν δί‐ | ||
μετρον καταληκτικόν. τὸ εʹ ἐγκωμιολογικόν. τὸ ϛʹ τὸ αὐτό. | 222 in vol. 3 | |||
5 | τὸ ζʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ηʹ ἑφθημιμερὲς δακτυ‐ λικόν. τὸ θʹ δίμετρον τροχαϊκὸν ἀκατάληκτον. τὸ ιʹ τὸ αὐτό. | |||
B | ἡ ἐπῳδὸς κώλων ἐστὶν ἕνδεκα. τὸ αʹ προσοδικὸν δωδε‐ κάσημον. τὸ βʹ μονόμετρον ἰωνικὸν ἢ ἀναπαιστικόν. τὸ γʹ τρίμετρον δακτυλικὸν ἀκατάληκτον. τὸ δʹ Εὐριπίδειον. τὸ εʹ | |||
10 | ὅμοιον τῷ τίς σὰς παρήειρε φρένας. τὸ ϛʹ ὅμοιον τῷ Ἐρα‐ σμονίδη Χαρίλαε. τὸ ζʹ δίμετρον τροχαϊκὸν ἀκατάληκτον. τὸ ηʹ Εὐριπίδειον. τὸ θʹ προσοδικὸν δωδεκάσημον. τὸ ιʹ Εὐρι‐ πίδειον. τὸ ιαʹ ἴαμβος. | |||
I 3inscr | Γέγραπται Μελίσσῳ Θηβαίῳ. οὗτος ἐνίκησεν Ἴσθμια καὶ Νέμεα, πρόσκειται δὲ τῇ ᾠδῇ ἵπποις διὰ τὸ μὴ δηλοῦν τὸν Πίνδαρον τὸ τοῦ ἀγωνίσματος εἶδος, πότερον κέλητι ἢ τεθρίππῳ· μόνον δὲ ἱπποδρομίᾳ λέγει ἐστεφανῶσθαι. | |||
I 31 | εἴ τις ἀνδρῶν εὐτυχήσαις: ὁ λόγος· εἴ τις εὐτύχησεν ἐν ἄθλοις ἢ ἐν πλούτῳ, ὡς τὸν ἐν εὐπραγήμασι δύνασθαι φέρειν κόρον μὴ ἐξυβρίζων, ἄξιός ἐστιν εὐλογεῖσθαι ὑπὸ τῶν πολιτῶν. διατί δὲ, αὐτὸς ἐποίσει. | |||
I 36 | Ζεῦ, μεγάλαι δ’ ἀρεταὶ θνατοῖς ἕπονται ἐκ σέθεν: ἐκ σέθεν εὐτυχοῦσιν οἱ ἄνθρωποι· καὶ γὰρ οὐ δι’ αὐτούς, ἀλλὰ διὰ θεῶν πρόνοιαν· ἐξ ὧν αὐτοῖς καὶ μεγάλαι ἀρεταὶ ἕπονται. | |||
I 37a | ζώει δὲ μάσσων ὄλβος ὀπιζομένων: ὄπις μὲν ἡ τοῦ μέλλοντος ἐπιστροφὴ καὶ τοῦ μετὰ ταῦτα ἐσομένου. Ὅμη‐ ρος (ξ 82)· οὐκ ὄπιδα φρονέοντες. | |||
I 37b | ὁ δὲ λόγος· ζῇ δὲ | |||
ἐπὶ πλείονα χρόνον ὁ ὄλβος καὶ συναυξανόμενος παραμένει τοῖς ὀπιζομένοις καὶ ἐντρεπομένοις· κομίζονται γὰρ ἀντὶ τῶν πό‐ νων ἐπαίνους οἱ μὴ ὑπεροπτικοί· τοῖς δὲ σκολιόφροσι καὶ πα‐ | 223 in vol. 3 | |||
5 | ρανόμοις ἀνθρώποις οὐχ ὁμοίως ἀκολουθεῖ ὁ ὄλβος. | |||
I 37c | οἷον οὐδέποτε ὁμιλήσει τοῖς κακοῖς ἡ θάλλουσα εὐδαιμονία. | |||
I 311 | εὐκλέων δ’ ἔργων ἄποινα: τῶν δὲ εὐδόξων κατορ‐ θωμάτων, φησίν, ἀμοιβὴν τοῖς ἀγαθοῖς προσήκει τὸν ἐγκω‐ μιαστικὸν λόγον παρασχεῖν, χρὴ δὲ τὸν τοιοῦτον ὑψῶσαι καὶ μετεωρίσαι ταῖς χάρισιν. | |||
I 315 | ἔστι δὲ καὶ διδύμων ἀέθλων Μελίσσῳ μοῖρα: ἔστι δὲ καὶ διπλῶν ἄθλων καὶ νικῶν τῷ Μελίσσῳ μερὶς, ὥστε πρὸς εὐφροσύνην γλυκυτάτην τρέψαι αὐτοῦ τὴν ψυχήν· τοῦτο μὲν ἐν τοῖς βασίμοις τόποις τοῦ Ἰσθμοῦ δεξαμένῳ τοὺς στε‐ | |||
5 | φάνους, ἀντὶ τοῦ νικήσαντι ἐν τῷ Ἰσθμῷ· τὰ δέ ἐστιν ἐν τῇ κοίλῃ καὶ βαθυστέρνῳ νάπῃ τοῦ λέοντος, τουτέστι τῇ Νεμέᾳ, ἵππων δρόμῳ νικήσαντι. ἀνεκήρυξε γὰρ Θήβην, φησί. τοῦτο οὖν λέγει ὡς καὶ Ἴσθμια καὶ Νέμεα νενικηκότος αὐτοῦ ἱππο‐ δρομίᾳ. | |||
I 324 | ἴστε μὰν Κλεωνύμου: γινώσκετε μὴν τὴν περὶ τὰ ἅρματα τοῦ Κλεωνύμου ἀρχαιοτάτην ἀρετήν τε καὶ δόξαν. τούτου δὲ τοῦ Κλεωνύμου ὡς προγόνου τοῦ Μελίσσου κατὰ πατέρα μέμνηται· ὁ μὲν γὰρ πατὴρ αὐτοῦ Τελεσιάδας ἐστίν. | |||
5 | ἐν δὲ τῇ ἑξῆς ᾠδῇ καθόλου τοὺς συγγενεῖς αὐτοῦ Κλεωνυμί‐ δας κέκληκε. | |||
I 326a | καὶ ματρόθεν Λαβδακίδαισι σύννομοι: ὡς κατὰ μητέρα ἀπὸ Λαβδάκου καὶ Οἰδίποδος τοῦ Κλεωνύμου ὄντος. διό φησι· καὶ μητρόθεν σύννομοι πλούτου. τὸ γὰρ | |||
πρὸς μητρὸς τοῦ Μελίσσου καὶ Κλεωνύμου γένος συνάπτεται | 224 in vol. 3 | |||
5 | τοῖς Λαβδακίδαις διαπρέψασι κατὰ τὴν ἡνιοχικήν. | |||
I 326b | τὸ δὲ σαφές· τὸ δὲ μητρῷον γένος εἰς τοὺς Λαβδακίδας ἀνάγονται, καὶ κοινωνοὶ τῆς ἐκείνων ὄντες εὐδοξίας πλοῦτον ἱκανὸν περιεκτῶντο ἅρμασιν ἀγωνιζόμενοι. τὸ γὰρ πλούτου διέστιχον | |||
5 | ἀντὶ τοῦ διὰ πλούτου ἤρχοντο, τουτέστι πλοῦτον ἐκτῶντο. | |||
I 329 | αἰὼν δὲ κυλινδομέναις ἁμέραις: ὑποφαίνει διὰ τούτων ὡς ποικίλαις χρωμένων τύχαις τῶν τοῦ Μελίσσου προ‐ γόνων. ὁ γὰρ βίος, φησίν, ἐν ταῖς ἡμέραις εἱλούμενος καὶ ἐν τοῖς ἐνιαυτοῖς ἀλλοίας καὶ ἀλλοίας ἀπογεννᾷ περιστάσεις. ἴσως | |||
5 | μὲν οὖν εἰς τὰ ἐπὶ τοῖς Λαβδακίδαις τεθρυλλημένα ἀποβλέπει, ἄμεινον δὲ εἰς τὰ ἐν τῇ ἑξῆς ᾠδῇ λεγόμενα· τέσσαρας γάρ φησι κατὰ πόλεμον συγγενεῖς τοῦ Μελίσσου τελευτῆσαι. | |||
I 331a | ἄτρωτοί γε μὰν παῖδες θεῶν: ἀντὶ τοῦ οἱ θεοὶ, ὡς καὶ παῖδες Ἑλλήνων οἱ Ἕλληνες. | |||
I 331b | ὁ δὲ νοῦς· μόνοι θεοὶ οὐκ ἔχουσι μεταβολὴν εἰς κακόν· ἄτρωτοι γὰρ οὗτοι· τὰ δὲ τῶν ἀνθρώπων εὐμεταπτωτά φησιν εἶναι. | |||
I 4metr(t) | Scholia in Isthmionicarum carmen IV | |||
1 | B | Τοῦ τετάρτου εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος καὶ ἡ ἐπῳδὸς ταὐτὸ μέτρον ἔχει τῷ τρίτῳ. | ||
I 41a | Ἔστι μοι θεῶν ἕκατι μυρία: θεῶν, τῶν Μουσῶν καὶ τοῦ Ἀπόλλωνος. | |||
I 41b | ἢ τῶν θεῶν προνοίᾳ ἐστί μοι μυρία ὁδὸς εἰς τοὺς ὕμνους· πολλάς φησιν ἔχειν εὐμηχανίας καὶ ἀφορμὰς εἰς τοὺς τοῦ Μελίσσου ἐπαίνους διὰ τὸ νικῆσαι τὰ Ἴσθμια. | |||
I 41c | ὁ δὲ νοῦς οὕτως· τῶν Μουσῶν ἐπιτρεπουσῶν | |||
B | ἐστί μοι πανταχοῦ οὐ προσάντης ἀλλ’ εὐμαρὴς ἡ τῶν ὕμνων ὁδὸς, ὦ νικηφόρε· τὰ γὰρ Ἴσθμια νικήσας εὐμηχανίας πεποίη‐ | |||
κας τῷ ὕμνῳ ἀνυμνεῖν τὰς προγονικὰς ὑμῶν ἀρετάς. | BD | 225 in vol. 3 | ||
I 46a | αἷσι Κλεωνυμίδαι: Κλεωνυμίδας κέκληκε τοὺς προ‐ γόνους τοῦ Μελίσσου ἀπὸ προγόνου τινὸς Κλεωνύμου. τρο‐ πικῶς δὲ τὰ περὶ τῆς τύχης συμπτώματα οὕτω φησί· προεῖ‐ πον δὲ ὡς τῆς βασιλείας ἐξέπεσόν ποτε. | |||
I 46b | ὁ δὲ νοῦς· αἷς ταῖς ἀγωνιστικαῖς ἀρεταῖς οἱ σοὶ πρόγονοι διηνεκῶς λάμποντες εὐδαιμονίᾳ τύχης τὸ θνητὸν διαπορεύονται τοῦ βίου τέλος. | |||
I 48a | ἄλλοτε δ’ ἀλλοῖος οὖρος: ὅμοιόν ἐστι τῷ αἰὼν δὲ κυλινδομέναις ἁμέραις ἄλλ’ ἄλλοτ’ ἐξάλλαξε (III 18)· καὶ γὰρ ἐκ τούτων ὑποφαίνει τὴν περὶ τὸν οἶκον τοῦ Μελίσσου δυσ‐ πραγίαν. | |||
I 48b | ὁ δὲ νοῦς οὕτως· ἄλλοτε ἀλλοῖος καὶ οὐχ ὁ αὐτὸς παρὰ τῆς τύχης ἄνεμος ἐπιπνεύσας πάντας ἀνθρώπους συμφέρεσθαι πράγμασι παρέχει. | |||
I 411a | τοὶ μὲν ὦν Θήβαισι τιμάεντες ἀρχᾶθεν λέ‐ γονται: τουτέστιν ἄνωθεν ἔτι ἐπίτιμοί εἰσιν οἱ Κλεωνυμίδαι διὰ τὸ Λαβδακίδαι εἶναι καὶ προξενίαν παρέχειν τοῖς περιοί‐ κοις. | |||
I 411b | ὁ δὲ νοῦς οὕτως· οἱ μὲν οὖν σοὶ πρόγονοι ἄνωθεν καὶ ἐξ ἀρχῆς διαβεβόηνται κατὰ τὰς Θήβας ἐπίτιμοι καὶ ἔνδο‐ ξοι γεγονέναι πάντων τῶν ἐνοικούντων ξενισταὶ τῆς τε θορυ‐ βώδους ὕβρεως παντελῶς ὄντες ἀλλότριοι. | |||
I 411c | Χρύσιππος οὖν· πιθανῶς τὴν ὕβριν κελαδεινὴν εἴρηκε διὰ τὸ λάλους εἶναι τοὺς ὑβριστάς. | |||
I 411d | τὸ δὲ ὀρφανοὶ οἷον ἐστερημένοι ὕβρεως, οὐκ ὄντες ὑβρισταί, ἀλλὰ πᾶν τοὐναντίον ἥμεροι καὶ ἐπιεικεῖς. | |||
I 415a | ὅσσα δ’ ἐπ’ ἀνθρώπους ἄηται μαρτύρια: ὅσα δὲ φέρεται ἐπὶ τοὺς ζῶντας ἀνθρώπους καὶ τεθνηκότας μαρ‐ τύρια ἀρετῆς, κατὰ πᾶν τέλος τούτων ἐπέψαυσαν, φησί, Κλεω‐ νυμίδαι. | |||
I 415b | ἄλλως. ὁπόσα δὲ ἐν ἀνθρώποις φέρεται τῶν τετελευτηκότων καὶ τῶν ζώντων τῆς μεγίστης εὐδοξίας μαρ‐ | |||
τύρια, ταῦτα οὗτοι ἐν παντὶ πράγματι ἀναδεξάμενοι φαίνον‐ ται. | 226 in vol. 3 | |||
I 415c | ἢ οὕτως· εἴ τις καὶ πρὶν τεθνηκὼς ἢ νῦν ὢν ἴσχεν ἐξαίρετόν τι, τοῦτο ἔσχον. | |||
I 418a | ἀνορέαις δ’ ἐσχάταισι: ταῖς δ’ ἀρεταῖς αὐτῶν ἀπὸ τῶν Θηβῶν μέχρις Ἡρακλείων στηλῶν τὸ κλέος διῖκται· οἷον ἄχρι περάτων κατὰ πάντα τρόπον κεκήρυκται αὐτῶν ἡ ἀνδρεία. | |||
I 418b | ὁ δὲ νοῦς· ταῖς οἰκείαις δὲ ἀρεταῖς καὶ τῶν Ἡρακλείων ἅπτονται στηλῶν, καὶ προσήκει ταύτης τῆς ἀρετῆς μὴ ζητεῖν μείζονα. | |||
I 418c | ὁ δὲ Χρύσιππος οὕτως· αἱ δ’ ἀνδρεῖαι ὑμῶν καὶ ἐν οἴκῳ διαφαίνονται καὶ μέχρι τῶν Ἡρακλείων στηλῶν διϊκνοῦνται. | |||
I 418d | στήλαις δὲ εἶπεν ἀντὶ τοῦ στηλῶν, ὡς καὶ στεφάνοισι θίγον (J. I 18?) ἀντὶ τοῦ στεφάνων. | |||
I 421a | καὶ μηκέτι μακροτέραν σπεύδειν ἀρετάν: ὑπὲρ Ἡρακλείους φησὶ στήλας μὴ δύνασθαι τὴν ἀρετὴν πέμ‐ ψαι. | |||
I 421b | D | ὅμοιον τῷ Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν (N. IV 69). ἐλλείπει δὲ τὸ χρή. | ||
I 421c | Χρύσιππος τὸ σπεύδειν φησὶν ἀντὶ τοῦ σπευδέτωσαν. | |||
I 423 | ἱπποτρόφοι τ’ ἐγένοντο: καὶ πρὸς ἱπποτροφίαν εἶχον, καὶ ἤρεσκον τῷ Ἄρει, τουτέστι καὶ πολέμων ἦσαν ἔμπει‐ ροι, ὅ ἐστι πολεμικοί. | |||
I 425a | ἀλλ’ ἁμέρᾳ γὰρ ἐν μιᾷ: Χρύσιππος ἀποδέδωκεν, ὅτι τέσσαρες συγγενεῖς προπεπτώκασιν ἐν μιᾷ ἡμέρᾳ κατὰ πόλε‐ μον αὐτῶν, καὶ τοῦτο λέγει λελυπηκέναι τὸν οἶκον. | |||
I 425b | ὁ δὲ νοῦς· ἀλλ’ ἐν μιᾷ ἡμέρᾳ ὁ τοῦ πολέμου τραχύτατος χειμὼν τὴν μακαριωτάτην ἑστίαν τεσσάρων ἀνδρῶν ἔρημον ἐποίησεν. | |||
I 429a | νῦν δ’ αὖ μετὰ χειμέριον: νῦν δέ, φησί, καθάπερ | |||
ἐκ χειμῶνος ἔαρ καθέστηκεν αὐτῷ νενικηκότι, ὥσπερ ἐαρίζουσα γῆ ἐκ χειμῶνος ἐκδίδωσι τὰ ῥόδα. οἷον ἐξ ὑπαρχῆς ἀνθεῖ αὐ‐ τοῖς ὁ οἶκος. | 227 in vol. 3 | |||
I 429b | Χρύσιππος δέ· μετ’ ἐκείνην τὴν ἀτυχίαν καὶ τὸν χειμῶνα ἤνθησαν. | |||
I 429c | ἀλληγορεῖ ἐπὶ τοῦ βίου· εἰς ἔαρ μετέβαλε, φησίν, ἡ οἰκία Μελίσσου. τὸ γὰρ ποικίλων μη‐ νῶν, ἤτοι καθὸ ποικίλα καὶ πολλὰ ἐν τῷ χρόνῳ γίνεται, ἢ ποικίλων τῶν καρπῶν, καθ’ οὓς ὅλη ἡ γῆ ποικίλη γίνεται | |||
5 | τῇ τῶν φυτῶν ἐξανθήσει, ὅπερ ἄμεινον. | |||
I 432 | ὁ κινητὴρ δὲ γᾶς: ὁ Ποσειδῶν. καὶ γέγονε παρὰ τὸ ἐννοσίγαιος. | |||
I 433a | Ὀγχηστὸν οἰκῶν: ἱερὸν γὰρ τῷ θεῷ τὸ χωρίον, ὡς καὶ Ὅμηρός φησι (Β 506). | |||
I 433b | γέφυραν δὲ ποντιάδα τὸν Ἰσθμὸν ἔφη διὰ τὸ ἑκατέρωθεν θάλασσαν εἶναι καὶ τὴν δια‐ τείνουσαν ζώνην γεφύρᾳ ἐοικέναι. | |||
I 433c | τὸ δὲ σαφὲς οὕτως· ὁ δὲ τῆς γῆς κινητὴρ Ποσειδῶν ὁ τὸν Ὀγχηστὸν οἰκῶν καὶ τὴν θαλασσίαν γέφυραν τὴν πρὸ τῶν τειχῶν τῆς Κορίνθου, τοῦ‐ τον ἐπὶ τῇ νίκῃ χαρισάμενος τὸν ὕμνον τῷ τοῦ Μελίσσου γένει, | |||
5 | ἐκ τῶν κοιτῶν ἀσθενήσασαν καὶ νοσηλευομένην πάλιν αὐτῶν τὴν παλαιὰν ἀναρρώννυσι δόξαν. ἦν γὰρ ἀφυπνώσασα καὶ ἀφανὴς γενομένη. | |||
I 433d | ἄλλως. ὁ θεὸς αὐτῶν τὴν καθυπνω‐ κυῖαν φήμην ἀνεγείρει καὶ ἀνανεοῦται· παρόσον ἐν ταῖς δυ‐ στυχίαις καὶ ὁ πλοῦτος ἠλαττώθη καὶ ἡ ἱππικὴ ἐσιγήθη, νῦν δὲ ταῖς νίκαις ἐπέτυχεν. | |||
I 439a | ἀλλ’ ἀνεγειρομένα χρῶτα λάμπει: ἡ προειρη‐ μένη, φησί, φήμη ἀνεγειρομένη λάμπει, καὶ οὕτως ὡς ὁ ἑωσφόρος συγκρινόμενος τοῖς ἄλλοις ἄστροις, διὰ τὴν τοῦ Μελίσσου νίκην. τῷ αὐτῷ τρόπῳ καὶ Εὐριπίδης κέχρηται | |||
5 | (fr. 398)· ἰδοῦσα δ’ Ἰνοῦς συμφορὰν πολὺν χρόνον νῦν ὄμμ’ ἐγείρει. | 228 in vol. 3 | ||
I 439b | ὁ δὲ νοῦς· ἀλλὰ πάλιν ἀναστᾶσα καὶ διαφανὴς γενομένη οὕτω τὸν χρῶτα λάμπει, ὥσπερ ὁ ἑωσφόρος ἐν τοῖς ἄλλοις ἄστροις ἐκδηλότερός ἐστιν. | |||
I 442a | ἅ τε κἠν γουνοῖς Ἀθηνᾶν: ἥτις φήμη καὶ δόξα ἐν Ἀθήναις καὶ Σικυῶνι κατὰ τὸν Ἀδράστου ἀγῶνα τὰ τούτου ἅρματα κηρύξασα τὴν νίκην ἐνεχείρισεν. | |||
I 442b | ἄλλως. ἡ φήμη, φησίν, ἡ προειρημένη νικᾶν κηρύξασα τὸ ἅρμα ὑμῶν ἐν Ἀθήναις καὶ Σικυῶνι ἐδωρήσατο ὑμῖν τοιάδε, ὁποῖα ἐγὼ νῦν γράφω εἰς σὲ διὰ τῶν ὕμνων· τοιαῦτα ἔσχον καὶ οἱ πρόγονοί | |||
5 | σου παρὰ τῶν τότε γεγονότων ποιητῶν· ὡς καὶ εἰς ἐκείνους γεγραφότων τινῶν ἐπινίκους. | |||
I 442c | τὸ δὲ ἑξῆς· τοιαῦτα τῶν ὑμετέρων προγόνων τὰ ἐγκώμια τὰ ἐπὶ τοῖς στεφάνοις καὶ ἀγῶσιν. ἔνιοι δέ, τοιαύτας ἔσχον καὶ οἱ πρόγονοί σου παρὰ τῶν τότε ποιητῶν ᾠδάς. τοῦτο δέ φησι Χρύσιππος ὡς ἄλλων | |||
5 | ἐγκεκωμιακότων ποιητῶν κατὰ τὸν καιρὸν τὸν πάλαι τὰς νίκας. | |||
I 447a | οὐδὲ παναγυρίων ξυνᾶν ἀπεῖχον: οὐδὲ τῶν κοι‐ νῶν, φησί, πανηγύρεων τὸ ἐπικαμπὲς αὐτῶν ἅρμα ἀπεχώρι‐ | |||
B | ζον. | |||
I 447b | ὃ δέ φησι, τοιοῦτόν ἐστιν· ὅτι οὕτω φιλαγωνιστικοὶ | |||
BD | καὶ φιλόδοξοι ἦσαν, ὥστε καὶ ἐν τοῖς ἀγῶσι τῶν κοινῶν πανη‐ γύρεων ἀγωνίζεσθαι· καὶ πᾶσι τοῖς Ἕλλησι δὲ περὶ ἱπποτρο‐ φίας ἐρίζοντες ἔχαιρον. τῶν γὰρ μὴ καθιέντων αὑτοὺς εἰς | |||
5 | ἅμιλλαν καὶ πειρωμένων ἀγῶνος οὐδεμία μνήμη ἐστίν, ὅ ἐστι, σιωπᾶται ὁ βίος τῶν μὴ πονούντων ἐν τοῖς ἀγῶσιν ἀνδρῶν. | |||
I 447c | Χρύσιππος δέ, σεσημείωται, φησίν, ὁ τόπος διὰ τὴν φράσιν· | |||
τὸ γὰρ ἐναντίον βούλεται εἰπεῖν· τῶν ἀπειράτων καὶ ἀπρά‐ κτων ἄγνωστοί εἰσιν αἱ λαλιαί, ὅ ἐστιν, ἄν τις μὴ πειραθῇ πράξεων ἀγαθῶν, οὗτος ἀκλεὴς γίνεται. γελοίως. | 229 in vol. 3 | |||
I 452a | ἔστι δ’ ἀφάνεια τύχας: τὸ ἑξῆς· ἔστι δὲ τὸ τῆς ἐκβάσεως τέλος τῶν μαχομένων ἀτελὲς, πρὶν ἐπὶ τέλος καὶ τὴν νίκην παραγενέσθαι, ὅ ἐστι νικῆσαι. πολλάκις γὰρ τούτων τε κἀκείνων ἡ τύχη δίδωσι, τῆς νίκης τε καὶ ἥττης. ὁ δὲ νοῦς | |||
5 | αὐτῷ πρὸς τοῦτο παρείληπται· οἱ σοὶ πρόγονοι διηνεκῶς διε‐ τέλουν ἱπποτροφοῦντες, καίτοι τῆς κατὰ τὸν ἀγῶνα τύχης ἄδηλον ἐχούσης τὴν ἔκβασιν. ὅπερ καὶ ἐν ἄλλοις (O. V 15)· πρὸς ἔργον κινδύνῳ κεχαλασμένον. | |||
I 452b | ἄλλως. καὶ αὐτοῖς τοῖς ἀγωνιζομένοις ὃ δήποτε ἀγώνισμα, ἀφανές ἐστι καὶ ἀπροόρα‐ τον τὸ ἐκ τῆς τύχης ἀποβησόμενον, πρὶν ἢ τέλος γενέσθαι, πότερον νικήσουσιν ἢ οὔ. | |||
I 452c | τὸ δὲ σαφές· ἔστι δὲ καὶ τῶν | |||
B | κατὰ πόλεμον μαχομένων τῆς τύχης ἀφανὴς ἡ ἔκβασις, πρὶν τὸ τέλος παραγενέσθαι· ἄλλα γὰρ ἄλλοις ἡ τύχη δίδωσι, καὶ | |||
BD | πολλάκις τὸν κρείττονα τῇ τέχνῃ ὑπὸ τῶν χειρόνων τοῦ δέον‐ | |||
5 | τος ἀποσφαλῆναι πεποίηκε. | |||
I 452d | τὸ δὲ καταμάρψαι ἀντὶ τοῦ καταμαρφθῆναι, συσχεθῆναι. προσεπισφραγίζεται οὖν διὰ τούτων, ὅτι πολλάκις ἡ τύχη τὸν κρείττονα ὑπὸ τοῦ ἥττονος ἐποίησε καταγωνισθῆναι τέχνῃ. | |||
I 452e | τὸ δὲ τέχνῃ νῦν ἀντὶ τοῦ | |||
D | δόλῳ καὶ μηχανῇ τινι. Ὅμηρος δέ (θ 296)· ἀμφὶ δὲ δεσμοὶ τεχνήεντες ἔχυντο· ἀντὶ τοῦ τεχνηέντως· ἔνθεν καὶ τὸ ἀτεχνῶς ἀδόλως. | |||
I 458a | ἴστε μὰν Αἴαντος ἀλκὰν φοίνιον: τὸ ταμὼν πρὸς τὴν ἀλκὴν ληπτέον. | |||
I 458b | τὸ δὲ ὀψίᾳ ἐν νυκτὶ τριχῶς νοεῖ‐ ται· ἢ γὰρ τὴν ὀψίαν τῆς ἡμέρας· ὅτε γὰρ ὀψὲ τῆς ἡμέρας ἐστὶ, τότε ἀρχὴ τῆς νυκτός· οἷον ἀφ’ ἑσπέρας· ἢ κατὰ τὸ ὀψὲ τῆς νυκτὸς, οἷον τὸ μεσονύκτιον, μετὰ τὴν ὀψίαν ὥραν τῆς | 230 in vol. 3 | ||
5 | νυκτὸς, ὥστε ὅλον ὅμοιον εἶναι τῷ ἐν νυκτὸς ἀμολγῷ, ὅτε ἀμέλγουσι πρὸς ἑσπέρας· ἢ τὸ πρὸς ἕω, ὅτε ἐστὶ τῆς νυκτὸς ὀψὲ πρὸ τοῦ ὄρθρου. τοῖς δὲ τὸν ὄρθρον ἀκούουσι καὶ τὰ ἀπὸ τῆς ἱστορίας συνᾴδει· ὁ γὰρ τὴν Αἰθιοπίδα γράφων (fr. 2 Kinkel) περὶ τὸν ὄρθρον φησὶ τὸν Αἴαντα ἑαυτὸν ἀνε‐ | |||
10 | λεῖν. | |||
I 458c | ἀπορήσειε δ’ ἄν τις, πρὸς τί βλέπων τὸν Αἴαντα προσῆκται· εἰ μή ἐστιν ὅτι βραχὺς ὢν ὁ Μέλισσος τῶν ἀλκι‐ μωτέρων καὶ τὸ σῶμα μειζόνων τέχνῃ περιῆν, ὅπερ καὶ ὁ Αἴας ὑπὸ Ὀδυσσέως ἔπαθεν ἐν τῇ κρίσει τῶν ἄθλων καὶ ὅπλων, | |||
5 | ἀφαιρεθεὶς τούτων καὶ νικηθεὶς ὑπὸ τοῦ δολίου. | |||
I 458d | ὁ δὲ Χρύσιππος αἰνιγματωδῶς φησι κεῖσθαι τὴν περὶ τοῦ Αἴαντος ἱστορίαν· ἄδηλον γὰρ, πότερον εἰς τὴν πάλην τείνει τὴν γενο‐ μένην πρὸς Ὀδυσσέα, ὅτε ἐνίκησε δόλῳ, ἢ εἰς τὰ περὶ τὴν | |||
5 | κρίσιν τῶν ὅπλων. ἄμεινον δέ φησιν, ὅτι καὶ ὡς ὁ Αἴας μεί‐ ζων ὢν κατὰ τὸν ἀγῶνα βαστάζων τὸν Ὀδυσσέα δόλῳ παρ’ αὐτοῦ ἐλήφθη, οὕτω καὶ ὁ Μέλισσος μείζονα ὄντα τὸν ἀντα‐ γωνιστὴν τῇ τέχνῃ ἐνίκησε. | |||
I 458e | Χρύσιππος οὕτω φησίν· ἴστε Αἴαντα, ὃς μέγας ὢν ὄνειδος τοῖς Ἕλλησι περιεποίησε τὴν κακοκρισίαν αὐτῶν φανερὰν ποιήσας, ἐπεὶ προσεχαρίσαντο τῇ Ἀθηνᾷ. | |||
I 458f | ὁ δὲ νοῦς· γινώσκετε μὴν τὴν τοῦ Αἴαντος δύ‐ | |||
ναμιν τὴν φονίαν καὶ πολεμικὴν, ἣν ἐν ὀψίᾳ περὶ τῷ ἑαυτοῦ ξίφει διατεμὼν καὶ διαφθείρας οὐκ ὀλίγην μέμψιν ἔχει ἐν τοῖς Ἑλλήνων παισὶ τοῖς ἐν Τροίᾳ διαβεβηκόσιν. | 231 in vol. 3 | |||
I 463a | ἀλλ’ Ὅμηρός τοι τετίμακεν δι’ ἀνθρώπων: Χρύσιππος ἀμφίβολόν φησι τοῦτο εἶναι, πότερον ἐπ’ Αἴαντος ἢ ἐπ’ Ὀδυσσέως λέγει· πάντοτε γὰρ ὁ Πίνδαρος τὸν Αἴαντα θαυμάζει, νῦν δὲ ὁ λόγος συνᾴδει Ὀδυσσεῖ. καὶ γὰρ τὸ λέγειν, | |||
5 | ὃς αὐτοῦ πᾶσαν ὀρθώσαις ἀρετὰν κατὰ ῥάβδον ἔφρασεν, ἐπ’ Ὀδυσσέως συμφωνεῖ, ἐπεὶ καὶ μᾶλλον τῆς Ἰλιάδος ἡ Ὀδύσ‐ σεια ῥαψῳδεῖται· καὶ ἡ Ἰλιὰς μὲν πολλῶν κοινὸν ἐγκώμιον, ἡ Ὀδύσσεια δὲ μόνου Ὀδυσσέως· καὶ οὐκ ἂν, θέλων συστῆσαι τὸν κρείττονα ὑπὸ τοῦ ἥττονος ἐλαττούμενον διὰ τύχην καὶ | |||
10 | τέχνην, τὸν Αἴαντα ἐγκωμιαζόμενον εἰσήγαγεν ὑφ’ Ὁμήρου· τοῦτο γὰρ ἔλεγχον εἶχε τοῦ ἐγκωμιαζομένου ὑπ’ αὐτοῦ. κατὰ δὲ τούτους ὁ μὲν ἀλλά κείμενος ἔσται διασταλτικός, ὁ δὲ λόγος· καίπερ ἐλάττονα τὸν Ὀδυσσέα γενόμενον Ὅμηρος τετίμηκε. γελοίως. δύναται γὰρ μένειν τὸ αὐτὸ ἄλογον. καὶ γὰρ ταῦτα | |||
15 | λέγων ἐπὶ τῆς ἰδίας μένει κρίσεως, καὶ ἐγκαλῶν μὲν ἔσται τῷ ποιητῇ, Ὀδυσσέα δὲ ψέγων. | |||
I 463b | ἄλλως. παρέλιπε τίνα τετί‐ μηκεν Ὅμηρος, νοητέον δὲ ὅτι τὸν Ὀδυσσέα· ὁ γὰρ ἀλλά χω‐ ρισμὸν ἔχει παραπλακεὶς τῷ λόγῳ· ἀλλ’ ὅμως χείρονα ὄντα τὸν Ὀδυσσέα τετίμηκεν Ὅμηρος. | |||
I 463c | ὁ δὲ νοῦς οὕτως· ἀλλ’ Ὅμηρος τῇ ἑαυτοῦ ποιήσει τιμιώτατον ἀπειργάσατο τὸν Αἴαντα, ὅστις αὐτοῦ πᾶσαν ἀρετὴν τοῖς ἐγκωμίοις ἀνορθώσας κατὰ ῥαψῳδίαν ἐξέφρασε θείων ἐπῶν συνθέσει, καὶ δέδωκε τοῖς μετὰ | |||
5 | ταῦτα ἐν παιδιαῖς καὶ θυμηδίαις ᾄδειν τὴν Αἴαντος ἀρετήν. | |||
I 463d | τὸ δὲ κατὰ ῥάβδον οἱ μὲν ἀντὶ τοῦ κατὰ ῥαψῳδίαν, οἷον· | |||
οὐκ ἐάσας χαμαὶ πεσεῖν ἀνέστησεν ὡς ἄγαλμα, καὶ κατὰ ῥάβ‐ δον ἔφρασε, τουτέστιν ἐραψῴδησεν· οἱ δὲ οὐκ ἀκούουσι νῦν κατὰ ῥάβδον, ἐπεὶ μετὰ βακτηρίας οἱ ῥαψῳδοὶ τὰ ποιήματα | 232 in vol. 3 | |||
5 | ἀπήγγελλον, ἀλλὰ κατὰ ῥάβδον ἀντὶ τοῦ κατὰ στίχον. | |||
I 463e | τὸ δὲ ἀθύρειν ἀντὶ τοῦ μέλπειν καὶ ὑμνεῖν. | |||
I 463f | ἢ οὕτω· τοῖς μετὰ ταῦτα ᾄδειν, ὅτι τῇ θυμηδίᾳ καὶ ἡ ᾠδὴ ἕπεται. | |||
I 463g | ἢ λοιποῖς ἀθύρειν, τοῖς ἐπεσομένοις ἀνδράσι μέλπειν. | |||
I 463h | ἢ μετὰ τοὺς εἰς θεοὺς ὕμνους· καὶ γὰρ ἐν ἑτέροις φησίν (N II 1)· Ὅθεν περ καὶ Ὁμηρίδαι τὰ πόλλ’ ἀοιδᾷ. | |||
I 468a | τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει: τοῦτο γὰρ τὸ ἐγκώμιον ἀθάνατον καὶ πολυθρύλλητόν ἐστιν, ὅπερ ἄν τις καλῶς εἴπῃ, ἐπί τε τὴν πολύκαρπον γῆν καὶ διὰ θαλάσσης διαπορεύεται τῶν καλῶν κατορθωμάτων ἡ ἄσβεστος ἀκτὶς, | |||
5 | τουτέστιν ὁ ὕμνος. | |||
I 468b | ἢ οὕτω· τὸ ἐγκώμιον, φησίν, ὃ ἃν ῥηθῇ καλῶς, φωνὴν ἔχον ἕρπει πάντη καὶ πορεύεται, οὐκ ἐφ’ ἑνὸς τόπου ἕστηκε. | |||
I 468c | Χρύσιππος ἔφη αὐτὸ τὸ ποίημα τοῦ Ὁμήρου ἀθάνατον λέγειν ἢ τὰς τῶν ἐμπεριεχομένων πρά‐ ξεις τῷ ποιήματι. | |||
I 473a | προφρόνων Μοισᾶν τύχοιμεν: ἐπεὶ προείρηκε, τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει, ἐπήνεγκεν εὐκτικῶς· γέ‐ νοιτο καὶ ἡμῖν προφρόνων τῶν Μουσῶν τυχεῖν, ὥστε ἀπ’ ἐκείνων ἐναυγάσασθαι τοῦ πυρὸς, ἵνα παραπλησίως Ὁμήρῳ | |||
5 | τὸν Μέλισσον ὑμνήσω. | |||
I 473b | ἢ οὕτως. εἴθε προθύμων τῶν Μουσῶν τύχοιμεν, ἐκεῖνον τὸν πυρσὸν, τουτέστι τὸν τοιοῦτον πυρσὸν τῶν ἐγκωμίων, ἀναφᾶναι καὶ τῷ τοῦ Μελίσσου παγ‐ κρατίῳ· αὐτὸς γὰρ συνῳδὸς καὶ τῇ τῶν στεφάνων εὐδοξίᾳ· | |||
5 | ἐπάξιον αὐτοῦ τῶν κατορθωμάτων ὄντα στέφανον. | 233 in vol. 3 | ||
I 477a | ἔρνεϊ Τελεσιάδα· τόλμᾳ γὰρ εἰκώς: οἱ μὲν οὕτω· Μελίσσῳ τῷ Τελεσιάδου βλαστήματι, ὡς ὄντος Τελεσιάδου πατρός. οἱ δὲ ἐν τῷ ἔρνεϊ στίζουσι καὶ ἐπιφέρουσιν οὕτω· Τελεσιάδᾳ τόλμᾳ γὰρ εἰκώς, ὡς τοῦ Τελεσιάδου ἐναγωνίου προ‐ | |||
5 | γόνου γενομένου. | |||
I 477b | ὁ δὲ νοῦς· τῷ γὰρ Τελεσιάδῃ [καὶ] τὴν προθυμίαν ὅμοιος ὢν ἐν μὲν τοῖς πόνοις καὶ τοῖς ἀνταγωνι‐ σταῖς τοιοῦτος ἦν τὴν τόλμαν, οἷοι οἱ λέοντες ἐν θηρσίν, ἐν δὲ ταῖς μηχαναῖς τεχνικὸς ὡς ἀλώπηξ, ἥτις καὶ τῶν ἀετῶν | |||
5 | τὴν ὁρμὴν καὶ τὸν ῥοῖζον δολερῶς ἀνακλινομένη πολλάκις ἀνέκρουσεν. | |||
I 477c | ἄλλως. οἰκεῖος ὢν τόλμῃ τὸν τῶν λεόντων θυμὸν ἐν τοῖς πόνοις θηρᾷ. καὶ τῇ μὲν τόλμῃ φησὶν αὐτὸν λέοντι θηρεύοντι ἐοικέναι, κατὰ δὲ τὴν μῆτιν ἀλώπεκι, ἥτις ἀνακλινομένη ὑπτία πρὸς τὸ ἑτοίμως ἀμύνεσθαι, ἐπέχει τὴν | |||
5 | τοῦ ἀετοῦ ὁρμὴν, ὅταν ἐπιρομβῇ αὐτὴν βουλόμενος ἁρπάσαι. ἔοικε δὲ διδάσκειν αὐτοῦ τὸ πάλαισμα, ὡς χαμαὶ κειμένου καὶ τὸν μείζονα τέχνῃ νενικηκότος. καὶ γὰρ ἡ ἀλώπηξ ὑπτία τοῖς ποσὶν ἀμύνεται, τὰ μὲν συλλαμβανομένη, τὰ δὲ ἀμύσσουσα. | |||
I 481 | χρὴ δὲ πᾶν ἔρδοντ’ ἀμαυρῶσαι τὸν ἐχθρόν: προσήκει δέ, φησί, πᾶσαν ἀνακινοῦντα μηχανὴν ἄδοξον κατα‐ στῆσαι τὸν ἐχθρόν. τοῦτο δὲ λέγει ὡς τοῦ νικηφόρου μηχανῇ νικήσαντος. τὸ δὲ ἀμαυρῶσαι ἀντὶ τοῦ ἐλαττῶσαι. Ἡσίοδός | |||
5 | φησι (op. 325)· ῥεῖα δέ μιν μαυροῦσι θεοί. διὰ δὲ τούτων παρίστησιν, ὅτι κυλιστικὸς ἦν ὁ Μέλισσος, καὶ ἑαυτὸν ἐξυπ‐ | |||
τιάσας περιεγένετο. | 234 in vol. 3 | |||
I 483a | οὐ γὰρ φύσιν Ὠαριωνείαν ἔλαχεν: τουτέστιν οὐχ ὑπερμεγέθης ἦν, ἀλλὰ τοὐναντίον μεμπτὸς μὲν καὶ εὐτελὴς κατὰ τὴν τοῦ σώματος ὄψιν, συμπεσεῖν δὲ κατὰ τοὺς ἀγῶνας βαρύτατος. ὑπερμεγέθη δέ τινες τὸν Ὠρίωνα ἱστοροῦσιν. | |||
I 483b | ἄλλως. οὐ γὰρ φύσιν Ὠαριωνείαν ἔλαχεν: ὁ γὰρ Ὠρίων διαβόητος ἐπὶ ἀνδρείᾳ, ὡς καὶ Ὅμηρός φησι (λ 309)· τοὺς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα καὶ πολὺ καλλίους μετά γε κλυτὸν Ὠρίωνα. | |||
5 | καὶ πάλιν ὁ Πίνδαρος βραχὺν εἰδὼς κατὰ τὸ σῶμα τὸν νικη‐ φόρον τῇ ἑαυτοῦ τέχνῃ τὸ ὑπεράγαν εὐσωματεῖν καὶ ἀνδρεῖον εἶναι βλάβην ὑπαινίττεται, ὅτι δὴ ὁ Ὠρίων τοιοῦτος ὢν τῶν ὑπὲρ ἑαυτὸν ἐπεθύμησε καὶ τὴν Ἄρτεμιν ἐπεχείρει βιά‐ ζεσθαι. | |||
I 487a | καίτοι πότ’ Ἀνταίου δόμους: πάλιν ἑτέραν ἀπο‐ λογίαν προσάπτει τὴν κατὰ Ἀνταῖον καὶ Ἡρακλέα. ὁ γὰρ Ἀν‐ ταῖος τὴν ἔρημον τῆς Λιβύης οἰκῶν καὶ τὴν ἐρημίαν ἐφόδιον τῆς ἀπανθρωπίας ἐσχηκὼς πάλῃ καταγωνιζόμενος τοὺς παρι‐ | |||
5 | όντας ἀνῄρει, ὃν ἐπιστὰς Ἡρακλῆς ἀπέκτεινε. τοῦτο γοῦν φησι· καὶ Ἡρακλῆς μικρὸς ὢν πρὸς σύγκρισιν τοῦ Ἀνταίου ἦλθεν ἐπ’ αὐτόν, ἀλλ’ ὅμως οὐκ ἐνικήθη. βραχὺν δὲ εἶπεν αὐτὸν οὐ μάτην, ἀλλ’ ἐπεί τινες σύμμετρον αὐτὸν εἶναί φασι τῷ σώματι. Ἡρόδωρος γοῦν ἐν Οἰδίποδί (FHG II 29 M., I 219 J.) | |||
10 | φησι τῶν ἄλλων αὐτὸν περιττεύειν, ὥστε τὸ ὅλον σῶμα πηχῶν εἶναι τεσσάρων καὶ ποδός. | |||
I 487b | ὁ δὲ νοῦς· καί ποτε εἰς τοὺς | |||
τοῦ Ἀνταίου οἴκους ἐκ Θηβῶν τὴν μὲν μορφὴν καὶ τὸ σῶμα βραχὺς, τὴν δὲ ψυχὴν ἀκαταμάχητος παλαίσων ἦλθεν εἰς τὴν σιτοφόρον Λιβύην ὁ Ἡρακλῆς. | 235 in vol. 3 | |||
I 487c | Χρύσιππος, ἀκυρότερον, φησί, τὴν Λιβύην εἴρηκε πυροφόρον· οὐ γὰρ πᾶσα τοιαύτη. μήποτε δὲ, ὅτι τῇ Αἰγύπτῳ παράκειται, ἥτις ἐστὶ πολύπυρος. | |||
I 492a | κρανίοις ὄφρα ξείνων: ἰδίως τὸν Ἀνταῖόν φησι τῶν ξένων τῶν ἡττωμένων τοῖς κρανίοις ἐρέφειν τὸν τοῦ Πο‐ σειδῶνος ναόν· τοῦτο γὰρ ἱστοροῦσι Διομήδην τὸν Θρᾷκα ποιεῖν, Βακχυλίδης (fr. 61 Bgk.) δὲ Εὔηνον ἐπὶ τῶν Μαρ‐ | |||
5 | πίσσης μνηστήρων, οἱ δὲ Οἰνόμαον, ὡς Σοφοκλῆς (fr. 432). | |||
I 492b | ἄλλως. ὅπως ταῖς τῶν ἀναιρουμένων ξένων κεφαλαῖς τὸ αὐτόθι τοῦ Ποσειδῶνος τέμενος ἐμφράττοντα Ἀνταῖον ἐπίσχῃ· ἐδυστύχει γὰρ ἀπανθρωπίαν ἅμα καὶ εἰς θεοὺς ἀσέβειαν· καὶ ἐπισχὼν Ἡρακλῆς μισθὸν τοῦ κατορθώματος τὴν εἰς Ὄλυμπον | |||
5 | ἀνάβασιν ἐδέξατο. εἶτα παρεκβάσει τῶν Ἡρακλείων κατορθω‐ μάτων τὸν λόγον ποιεῖται ὁ Πίνδαρος, καί φησιν, ὅτι πάσης τῆς γῆς καὶ τῆς πολυβαθοῦς θαλάσσης ἀνερευνήσας καὶ κα‐ τειληφὼς τὸ τέλος· θέναρ μὲν γὰρ κυρίως τὸ κοῖλον τῆς χει‐ ρὸς παρὰ τὸ θένειν ἡμᾶς αὐτῷ καὶ τύπτειν, νῦν δὲ ἀπὸ τῆς | |||
10 | κοιλότητος ἐπὶ τοῦ πυθμένος ἔταξε· καὶ ταῖς ναυσὶ τὴν ὁδὸν καὶ τὴν πορείαν ἡμέρως εὐτρεπίσας, ἀπὸ κοινοῦ τὸ εἰς Ὄλυμ‐ πον ἔβα. | |||
I 492c | ἐκεῖνος οὖν, φησίν, ἐξευρὼν τὸ πλάτος τῆς θαλάσσης, ἡμερώσας γῆν καὶ θάλασσαν καὶ καθάρας ἀπὸ λῃστῶν καὶ θηρίων εἰς Ὄλυμπον ἀνέβη. | |||
I 4104a | τῷ μὲν Ἀλεκτρᾶν ὕπερθεν: Ἠλεκτρίδες πύλαι ἐν Θήβαις, ἐφ’ ὧν ἱερουργοῦσι Θηβαῖοι τιμῶντες Ἡρακλέα καὶ τοὺς ἐκ Μεγάρας τῆς Κρέοντος ὀκτὼ παῖδας αὐτῷ γεγο‐ | |||
νότας, κατὰ δὲ χόλον Ἥρας ἀναιρεθέντας ὑπ’ αὐτοῦ μεμηνό‐ | 236 in vol. 3 | |||
5 | τος. | |||
I 4104b | ἄλλως. Χρύσιππος, πρὸς ταῖς καλουμέναις, φησίν, Ἠλέκτραις πύλαις ᾤκησεν Ἀμφιτρύων· μετὰ ταῦτα Ἡρακλῆς ἀνεῖλε τοὺς ἐκ Μεγάρας παῖδας κατὰ ταύτας τὰς πύλας, 〈ἐφ’〉 αἷς κατ’ ἔτος Θηβαῖοι ἐναγίζουσί τε τοῖς παισὶ καὶ ἀγῶνας ἐπι‐ | |||
5 | ταφίους ἄγουσι. | |||
I 4104c | τῷ μὲν οὖν Ἡρακλεῖ, φησίν, αὔξομεν ἔμπυρα, τουτέστιν ἔντομα· τουτέστι τοῖς υἱοῖς αὐτοῦ συνεχῶς ἔμ‐ πυρα κατ’ ἐνιαυτὸν αὔξομεν· οὐ γὰρ διαπαντὸς λέγει. | |||
I 4104d | Χρύ‐ σιππος δέ, ἐκ περιφράσεως τοὺς βωμοὺς αὐτοὺς στεφανώματα βωμῶν εἰρηκέναι· ἢ κατὰ παραγωγὴν εἴρηκε τὰ νέα νεόδματα. | |||
I 4104e | ὁ δὲ νοῦς οὕτω· τῷ μὲν οὖν Ἡρακλεῖ τῶν Ἠλεκτρίδων πυ‐ λῶν ὑπεράνω τὴν θυσίαν παρέχοντες οἱ πολῖται καὶ τὰ νεαρὰ στέμματα τῶν βωμῶν, αὔξομεν τὰς θυσίας τῶν πολεμικῶν ὀκτὼ θανόντων αὐτῷ παίδων, οὓς ἡ Μεγάρα ἡ Κρέοντος | |||
5 | θυγάτηρ ἔτεκεν. | |||
I 4104f | χαλκοαρᾶν δὲ εἶπεν ὡς βιαιοθανάτων γενομένων τῶν τοῦ Ἡρακλέους παίδων. καὶ ὅτι ὀκτώ φησιν αὐτοὺς εἶναι. | |||
I 4104g | ἄλλως. περὶ τῶν Ἡρακλέους ἐκ Μεγάρας παίδων Λυσίμαχός φησί (FHG III 337) τινας ἱστορεῖν μὴ ὑπὸ Ἡρακλέους ἀλλ’ ὑπό τινων δολοφονηθῆναι ξένων· οἱ δὲ Λύκον τὸν βασιλέα φασὶν αὐτοὺς φονεῦσαι· Σωκράτης (FHG IV 499) | |||
5 | δὲ ὑπὸ Αὐγέου φησὶν αὐτοὺς δολοφονηθῆναι. καὶ περὶ τοῦ ἀριθμοῦ δὲ διαλλάττουσι· Διονύσιος μὲν ἐν πρώτῳ Κύκλων (FHG II 9 M, I 178 J.) Θηρίμαχον καὶ Δηϊκόωντα, Εὐριπίδης (fr. 1016) δὲ προστίθησιν αὐτοῖς καὶ Ἀριστόδημον· Δεινίας | |||
δὲ ὁ Ἀργεῖος (FHG III 25) Θηρίμαχον, Κρεοντιάδην, Δηϊκόωντα, | 237 in vol. 3 | |||
10 | B | Δηΐονα· Φερεκύδης δὲ ἐν δευτέρῳ (FHG I 78 M., I 64 J.) Ἀντί‐ μαχον, Κλύμενον, Γλῆνον, Θηρίμαχον, Κρεοντιάδην, λέγων | ||
BD | αὐτοὺς εἰς τὸ πῦρ ὑπὸ τοῦ πατρὸς ἐμβεβλῆσθαι· Βάτος δὲ ἐν δευτέρῳ Ἀττικῶν ἱστοριῶν (FHG IV 350) Πολύδωρον, Ἀνίκη‐ τον, Μηκιστόφονον, Πατροκλέα, Τοξόκλειτον, Μενεβρόντην, | |||
15 | Χερσίβιον. Ἡρόδωρος δὲ (FHG II 30 M, I 222 J.) καὶ δίς φησι μανῆναι τὸν Ἡρακλέα· ἐκαθάρθη δὲ ὑπὸ Σικάλου, ὥς φησι Μενεκράτης (FHG II 344) λέγων αὐτοῦ τοὺς υἱοὺς εἶναι ὀκτὼ καὶ καλεῖσθαι οὐχ Ἡρακλείδας, οὐδέπω γὰρ Ἡρακλῆς ὠνομά‐ ζετο, ἀλλ’ Ἀλκαΐδας. | |||
I 4110a | τοῖσιν ἐν δυθμαῖσιν αὐγᾶν: τοῦτό φησιν ὡς περὶ τὴν ἑσπέραν τελουμένων τῶν νομίμων τοῖς Ἀλκαΐδαις. δι’ ὅλης οὖν φησι νυκτὸς τὴν πυρκαϊὰν μένειν μέχρις ἀνατολῆς ἡλίου. | |||
I 4110b | ἄλλως. ἔθος πρὸς δυσμὰς ἱερουργεῖν τοῖς ἥρωσι, κατὰ δὲ τὰς ἀνατολὰς τοῖς θεοῖς· καὶ συμβολικῶς ἑκάστῳ τὸ τῆς θυσίας πρός τε τὴν αὔξησιν καὶ φθορὰν ἑκατέροις ὀφει‐ λομένην. | |||
I 4110c | ὁ δὲ νοῦς οὕτω· τούτοις τοῖς Ἡρακλέους παισὶ τῶν ἡλιακῶν αὐγῶν κατὰ τὰς δυσμὰς ἡ τῶν θυσιῶν ἀναφαινο‐ μένη φλὸξ συνεχῶς λάμπει διὰ πάσης τῆς νυκτὸς, τῷ κνισήεντι καπνῷ λακτίζουσα τὸν ἀέρα. σκληροτέρᾳ δὲ κέχρηται μετα‐ | |||
5 | φορᾷ· ἐχρῆν γὰρ εἰπεῖν ψαύουσα ἢ θιγγάνουσα τοῦ αἰθέρος ἡ κνῖσα τοῦ καπνοῦ. ἄμεινον Ὅμηρός φησι (Α 317)· κνίση δ’ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ. | |||
I 4114a | καὶ δεύτερον ἆμαρ ἐτείων ἀέθλων: μετὰ δὲ τὰς θυσίας, φησί, τῇ δευτέρᾳ ἡμέρᾳ τῶν ἐνιαυσίων ἀγωνι‐ σμάτων τὸ τέλος αὐτοῖς συντελεῖται. τοῦτο δὲ ἀνδρείας ἔργον· τελεῖται γὰρ αὐτόθι ἀγὼν τὰ Ἡράκλεια. | |||
I 4114b | ἄλλως. ἀμφίβο‐ λον πότερον μετὰ θυσίαν ταῖς ἑξῆς ἡμέραις δύο ὁ ἀγῶν τῶν Ἡρακλείων συντελεῖται, τῇ μὲν προτέρᾳ πένταθλος καὶ ἱππι‐ κὸς, τῇ δὲ ἐχομένῃ γυμνικός· ἢ δεύτερον ἆμαρ τὸ μετὰ τὴν | 238 in vol. 3 | ||
5 | θυσίαν, ὡς τῇ ἐπιφωσκούσῃ τοῦ ἀγῶνος ἀγομένου, τῇ ὑστεραίᾳ. | |||
I 4117 | ἔνθα λευκωθεὶς κάρα μύρτοις: ἐν ᾧ ἀγῶνι στε‐ φανωθεὶς τοῖς μύρτοις ὁ νικηφόρος διπλῆν νίκην ἔσχε, τρί‐ την παίδων κατὰ τὸν φθάσαντα χρόνον εὐτυχήσας καὶ πει‐ θόμενος τῇ τοῦ παιδοτρίβου γνώμῃ. τὸ δὲ μύρτοις, ὅτι μυρ‐ | |||
5 | σίνης στεφάνοις ἐν Θήβαις στεφανοῦνται οἱ νικῶντες τὰ Ἰολάεια. μυρσίνῃ γὰρ στεφανοῦνται διὰ τὸ εἶναι τῶν νεκρῶν στέφος. | |||
I 4120a | τρίταν πρόσθεν, κυβερνατῆρος: πάσας αὐτῷ κατὰ τὸν ἐπιχώριον ἀγῶνα τρεῖς δίδωσι νίκας, καί φησιν, ὅτι μετὰ παίδων προαγωνισάμενος ἐνίκησεν, ἔσχε δὲ καὶ ἑτέρας δύο κατὰ τὸν αὐτὸν ἀγῶνα μετὰ ταῦτα. | |||
I 4120b | ἄλλως. ὡς τρὶς αὐτοῦ τοῦτον ἐστεφανωμένου τὸν ἐπιτάφιον, δὶς μὲν ἐν παι‐ σὶν, ἅπαξ δὲ ὅτε ἐγένετο ἀνήρ. Χρύσιππος· διασαφεῖ νῦν, ὅτι δεύτερον ἐνίκησεν ἄνδρας, ἅπαξ δὲ παῖδας τὸν ἀγῶνα· τὸ δὲ | |||
5 | τρίταν κεῖται ἐπὶ τοῦ πρώταν· διὸ καὶ πρόσκειται τὸ πρόσθεν, ὅτι πρῶτον ἐνίκησε παῖδας. | |||
I 4123 | σὺν Ὀρσέᾳ δέ νιν: σὺν δὲ τῷ τεχνικῷ Ὀρσέᾳ τὸν νικηφόρον ὑμνῶν καὶ χορεύων ἀνυμνήσω, τερπνὴν τοῖς ἐγκω‐ μίοις ἐπιστάζων τὴν παρὰ τῶν Μουσῶν χάριν. Ὀρσέας δὲ | |||
ὄνομα κύριον τοῦ ἀλείπτου. Sch. inscr. V B | 239 in vol. 3 | |||
I 5metr(t) | Scholia in Isthmionicarum carmen V | |||
1 | B | Τοῦ πέμπτου εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ὀκτώ. τὸ αʹ Πινδαρικὸν ἐγκωμιολογικὸν, τὴν τελευταίαν συλ‐ λαβὴν μεταθὲν εἰς τὴν πρώτην. τὸ βʹ τροχαϊκὸν εἰς ἴαμβον καταλῆγον. τὸ γʹ τὸ αὐτὸ τῷ αʹ. τὸ δʹ πενθημιμερὲς δακτυ‐ | ||
5 | λικόν. τὸ εʹ τὸ αὐτὸ τῷ αʹ. τὸ ϛʹ δίμετρον τροχαϊκὸν ἀκατά‐ ληκτον. τὸ ζʹ τροχαῖος ἐπίτριτος. τὸ ηʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. | |||
B | ἡ ἐπῳδὸς κώλων ἕνδεκα. τὸ αʹ τὸ αὐτὸ τῷ αʹ τῆς στρο‐ φῆς. τὸ βʹ τροχαϊκὸν τρίμετρον καταληκτικὸν Ἀρχιλόχειον. | |||
10 | τὸ γʹ Πινδαρικὸν ἐκ Σαπφικοῦ. τὸ δʹ πενθημιμερὲς δακτυλι‐ κόν. τὸ εʹ τροχαϊκὸν τρίμετρον εἰς ἴαμβον. τὸ ϛʹ τὸ αὐτὸ τῷ αʹ τῆς στροφῆς καὶ ἐπῳδοῦ. τὸ ζʹ Πινδαρικὸν ἐκ Σαπφι‐ κοῦ. τὸ ηʹ πενθημιμερὲς δακτυλικόν. τὸ θʹ ἰωνικὸν δίμετρον καταληκτικόν. τὸ ιʹ πενθημιμερές. τὸ ιαʹ πενθημιμερὲς ἰαμ‐ | |||
15 | βικόν. 1B | |||
I 5inscr a | Ταύτην τὴν ᾠδὴν Ἡφαιστίων μετὰ τὴν ἑξῆς φησι γεγράφθαι τὴν Θάλλοντος ἀνδρῶν, καὶ αὐτὴν Πυθέᾳ γεγράφ‐ θαι· ἐχρῆν οὖν καὶ προτετάχθαι. καὶ γὰρ ἐν μὲν ἐκείνῃ τὸν Φυλακίδαν ἅπαξ μόνον Ἴσθμιά φησι νικῆσαι (J. VI 3)· ἐν | |||
5 | Νεμέᾳ μὲν πρῶτον, ὦ Ζεῦ, τὶν ἄωτον δεξάμενοι στεφάνων, νῦν αὖτε Ἰσθμοῦ δεσπότᾳ Νηρεΐδεσσί τε· εἶτα (J. VI 7)· εἴη | |||
δὲ τρίτον. ὡς γὰρ πρῶτον καὶ ἅπαξ ἐν Νεμέᾳ νενικηκώς, ..... ἐν Ἰσθμῷ, τρίτον εὔχεται ἐν Ὀλυμπίᾳ. διὰ δὲ ταύτης δίς (17)· τὶν δ’ ἐν Ἰσθμῷ διπλόα θάλλοις’ ἀρετὰ, Φυλακίδα, | 240 in vol. 3 | |||
10 | κεῖται. διηπατῆσθαι δὲ τοὺς προθέντας φησὶ ταύτην ἴσως ὅτι ἐν τῇ ϛʹ φησί (2)· δεύτερον κρατῆρα Μοισαίων μελέων κίρναμεν· ὑπολαβεῖν γὰρ ταύτης δευτέραν ἐκείνην λέγειν. τὸ δὲ οὐκ ἔχει οὕτως. ἀλλὰ δευτέραν αὐτῷ κατασκευάζει ἐκείνην Νέμεα γεγράφθαι καὶ Νεμεακὴν εἰς αὐτοὺς ᾠδὴν, ἧς ἡ ἀρχή | |||
15 | (N. V 1)· Οὐκ ἀνδριαντοποιός εἰμ’ ὥστ’ ἐλινύσοντα· ἥτις ἦν καὶ πρώτη, ὡς φανερὸν ἐκ τῶν ποιημάτων. | |||
I 5inscr b | προκατασκευά‐ ζοντες ἔνιοι ὅτι Φυλακίδᾳ μόνῳ γέγραπται, φασὶ τὸν Πυθέαν μὴ νενικηκέναι Ἴσθμια, ὥστε Ἰσθμιακὴν οὖσαν τὴν ᾠδὴν μὴ ἀναγεγράφθαι κἀκείνῳ· Νέμεα γὰρ κἀκεῖνος ἐνίκησεν, ὥσπερ | |||
5 | ὁ Φυλακίδας. λανθάνει δὲ αὐτούς· ἐν γὰρ τῇ γεγραμμένῃ Μίδᾳ ᾠδῇ ὡς οἰκείῳ αὐτῷ ἱστορεῖ, ὅτι καὶ ὁ Πυθέας Ἴσθμια ἐνίκησε. λέγει δὲ ἤδη τετελευτηκότος τοῦ Πυθέα (fr. 4)· κεἴ μοί τιν’ ἄνδρα τῶν θανόντων, καὶ τὰ ἑξῆς. τὸ μὲν οὖν προσυντετάχ‐ θαι τῆς Μᾶτερ Ἀελίου τὴν Θάλλοντος ἀνδρῶν ὑγιές. οὐκ αἰτια‐ | |||
10 | τέον δὲ τοὺς διατάξαντας τὸν Πίνδαρον· οὐ γὰρ κατὰ χρό‐ νους συνέτασσον αὐτόν, ἀλλὰ κατὰ εἴδη. | |||
I 5inscr c | B | ἄλλως. Καλλί‐ στρατος Φυλακίδᾳ μόνῳ γεγράφθαι φησὶ, συμπεριειλῆφθαι δὲ ἔξωθεν τὴν τοῦ Πυθέου νίκην, καθάπερ καὶ ἐν τῇ μετὰ ταύ‐ την τὴν Εὐθυμένους ὄντος αὐτῶν συγγενοῦς. metr. B. | ||
I 51a | Μᾶτερ Ἀελίου πολυώνυμε Θεία: ἀκολούθως τῷ Ἡσιόδῳ· καὶ γὰρ ἐκεῖνος Ἡλίου μητέρα τὴν Θείαν γενεαλογεῖ | |||
(th. 371. 374)· Θεία δ’ Ἠέλιον τέκε μέγαν λαμπράν τε Σελήνην | 241 in vol. 3 | |||
5 | γείναθ’ ὑποδμηθεῖς’ Ὑπερίονος ἐν φιλότητι. | |||
I 51b | ἄλλως. Θείας γενεαλογοῦσι τὸν Ἥλιον διὰ τὸ τῆς θέας καὶ τῆς ὄψεως ἡμῖν αἴτιον εἶναι, ὁμωνύμως τῷ περὶ τὴν ὄψιν πάθει, καθὰ καὶ τὸν Ἔρωτα καὶ τὴν Ἐλπίδα. εἰσὶ δὲ οἳ ἀπὸ τοῦ θεῖν αὐτήν φασιν ὀνοματοπεποιῆσθαι· ἐν φορᾷ γὰρ ὁ ἥλιος | |||
5 | ἀεί· ἀφ’ οὗ λόγου καὶ τὸν πατέρα Ὑπερίονα, διὰ τὸ ὑπὲρ ἡμᾶς ἰέναι. | |||
I 52a | σέο γ’ ἕκατι καὶ μεγασθενῆ νόμισαν χρυσόν: ἴσμεν φιλόχρυσον ὄντα πανταχοῦ τὸν Πίνδαρον. κἀνταῦθα οὖν τὴν ἑαυτοῦ φιλάργυρον προαίρεσιν τεκμηριοῖ τὸν πλοῦτον ἐγκωμιάζων καὶ ὑπαινιττόμενος, ὡς προσήκει τοὺς ἐγκωμια‐ | |||
5 | ζομένους χρυσῷ ἀμείβεσθαι τὸν Πίνδαρον. | |||
I 52b | ἄλλως. ἐκ Θείας καὶ Ὑπερίονος Ἥλιος, ἐκ δὲ Ἡλίου ὁ χρυσός. ἑκάστῳ δὲ τῶν ἀστέρων ὕλη τις ἀνάγεται· καὶ Ἡλίῳ μὲν ὁ χρυσὸς, Σελήνῃ δὲ ὁ ἄργυρος, Ἄρεϊ σίδηρος, Κρόνῳ μόλιβδος, Διῒ ἤλεκτρος, | |||
5 | Ἑρμῇ κασσίτερος, Ἀφροδίτῃ χαλκός. | |||
I 52c | τὸ δὲ σαφὲς οὕτω· πολυώνυμε καὶ τιμία Θεία, σοῦ χάριν καὶ ἄγαν ἰσχυρὸν τὸν χρυσὸν ἐνόμισαν οἱ ἄνθρωποι περισσῶς τῶν ἄλλων κτημάτων. καὶ γὰρ ἐν θαλάττῃ ναῦς ἁμιλλώμεναι, οἱονεὶ ἐμπορευόμεναι, | |||
5 | καὶ ὑπὸ τοῖς ἅρμασιν ἵπποι, καὶ πάλιν κατὰ κοινοῦ τὸ ἁμιλ‐ λώμενοι, διὰ τὴν σὴν, ὦ δέσποινα, τιμὴν, τὸν χρυσὸν, ταῖς κατὰ θάλασσαν ἁμίλλαις θαυμαστοὶ καὶ ἔνδοξοι γίνονται· καὶ ἐν τοῖς ἀγωνιστικοῖς ἄθλοις ἐπέραστον δόξαν ἐσχήκασιν, ἐάν | |||
τινα πλεῖστοι στέφανοι ταῖς χερσὶν ἀγωνισάμενον καὶ νενικη‐ | 242 in vol. 3 | |||
10 | κότα ἀναστέψωσι κατὰ τὰς κόμας, νικήσαντα δὲ ἢ χερσὶν ἢ ποδῶν ταχυτῆτι. | |||
I 52d | ἄλλως. ἐνομίστευσαν. σοῦ, φησίν, εἵνεκα, ὦ Θεία, καὶ τὸν χρυσὸν τετιμήκαμεν καὶ νηῶν καὶ ἵππων δρόμους ἐθαυμάσαμεν. εἰ γὰρ μὴ ἐθεώμεθα, οὐκ ἂν ταῦτα ἐτεθήπειμεν. | |||
I 59 | B | ἔν τ’ ἀγωνίοις ἀέθλοισι: τοῦτο οἰκείως ἐπὶ τῶν ἵππων καὶ τῶν ἁρμάτων· ἐπάγει δέ, κλέος ἔπραξεν· ἔθος γὰρ Πινδάρῳ ἀπὸ πληθυντικοῦ εἰς ἑνικὸν ἀποπίπτειν ἀριθμόν. | ||
I 513a | B | κρίνεται δ’ ἀλκά: πρόσεστι δύναμις διὰ τοὺς θεούς. | ||
I 513b | B | ἄλλως. ἤτοι δοκιμάζεται ἢ χωρίζεται ἡ τῶν ἀνδρῶν ἀλκὴ τῇ τῶν θεῶν εὐμενείᾳ. | ||
I 514a | δύο δέ τοι ζωᾶς ἄωτον: τὸ εὖ πάσχειν καὶ τὸ λόγον ἀκούειν δύο ὄντα ποιμαίνουσι καὶ παραθάλπουσι τὸν ἀνέλπιστον τῆς ζωῆς ἄωτον, τουτέστι τὸν δυσέλπιστον, ὡς ἀπρόσωπον τὸν κακοπρόσωπον. γράφουσι δὲ ἔνιοι τὸν ἄλπνι‐ | |||
5 | στον, τουτέστι τὸν ἥδιστον καὶ προσηνέστατον· ταύτῃ δὲ τῇ γραφῇ καὶ τὰ τῆς ἀντιστρόφου φασὶ συνᾴδειν. | |||
I 514b | ὁ δὲ νοῦς οὕτω· δύο δὲ μόνα τῆς ζωῆς κάλλιστα ἀπανθίσματα τυγχάνει, ἃ καὶ μόνα ποιμαίνει τὸν οἰκτρὸν τῶν ἀνθρώπων βίον ἀν‐ θηρᾷ σὺν εὐδαιμονίᾳ, εἴ τις καλῶς πάσχων καὶ ἀγαθὸν ἀνυ‐ | |||
5 | μνηθεὶς ἀκούει λόγον. ἤτοι δὲ καθολικώτερος ὁ λόγος πρὸς τοὺς τῇδε τὴν ψυχὴν ἔχοντας, ἢ πρὸς τὸν νικηφόρον ὡς εὐδαιμονοῦντα καὶ ἐγκωμιαζόμενον. | |||
I 518a | μὴ μάτευε Ζεὺς γενέσθαι: ὅτι ἀκαταλλήλως ἐπέ‐ ζευξεν. ἔμπροσθεν γὰρ περί τινος ὁ λόγος· εἴ τις εὖ πάσχει, φησίν· εἶτα ὡς πρός τινα ποιούμενος τὸν λόγον φησί· μὴ μάτευε Ζεὺς γενέσθαι. | |||
I 518b | ὁ δὲ νοῦς· μὴ ἐπιζήτει θεὸς γε‐ νέσθαι· ἀπόχρη γάρ σοι τῆς εὐδαιμονίας τὸ μέγεθος, ἐάν σε τούτων τῶν καλῶν μερίς τις καταλάβῃ· τοῖς γὰρ φθαρτοῖς ἐφάμιλλα τῇ φύσει προσήκει καὶ τὰ τῆς εὐδαιμονίας παρεῖναι. | 243 in vol. 3 | ||
I 521a | τὶν δ’ ἐν Ἰσθμῷ διπλόαν: σοὶ δὲ ἐν τῷ Ἰσθμῷ διπλῆ θάλλουσα, ὦ Φυλακίδα, ἀρετὴ εὐδόξως ἀνάκειται, ἐν δὲ τῇ Νεμέᾳ ἀμφοτέροις ὑμῖν, σοί τε καὶ τῷ Πυθέᾳ παγκρατίου, ἀπὸ κοινοῦ ἀρετὰ ἀνάκειται. ἡ δὲ ἐμὴ ψυχὴ γεύεται, φησί, | |||
5 | τῶν ἐγκωμίων οὐκ ἄνευ τῆς τῶν Αἰακιδῶν μνήμης· Αἰγινῆ‐ ται γὰρ ἀμφότεροι. | |||
I 521b | οἷον ἐπιπνέουσί μοι οἱ Αἰακίδαι εἰς τὸ ὑμνεῖν ὑμᾶς· Αἰγινῆται γὰρ οἱ περὶ τὸν Φυλακίδαν. | |||
I 521c | ἢ οὕτως· οὐ χωρὶς τοῦ τοὺς Αἰακίδας συμπεριλαμβάνειν τοῖς ὑμετέροις ὕμνοις ὑμνῶ ὑμᾶς, ἀλλὰ μεθ’ ὑμῶν κἀκείνους ὑμνῶ. σὺν γὰρ ταῖς μουσικαῖς Χάρισι παρεγενόμην καὶ σὺν τοῖς τοῦ Λάμπωνος υἱοῖς εἰς ταύτην τὴν εὔνομον πόλιν Αἴ‐ | |||
5 | γιναν. ἀπὸ κοινοῦ δὲ τὸ σὺν Χάρισι καὶ Λάμπωνος υἱοῖς. | |||
I 528a | εἰ δὲ τέτραπται θεοδότων ἔργων κέλευθον: τὸν λόγον πρὸς ἑαυτὸν ἀποτείνεται ὁ Πίνδαρος. εἰ δὲ τούτων ὁ βίος καθορᾷ εἰς ὁδὸν καθαρωτάτην θείων ἔργων, μὴ φθό‐ νει τὸν ἀντὶ τῶν πόνων καὶ κατορθωμάτων προσήκοντα τῇ | |||
5 | ᾠδῇ ὕμνον ἀνακιρνᾶν καὶ λέγειν. | |||
I 528b | οἷον μὴ φθόνει αὐτῷ ἐν τῷ ἐπαινεῖσθαι καὶ ἀπολαύειν τοὺς ἐξ ἐκείνων κόμπους, ἀνθ’ ὧν ἐπόνησεν. | |||
I 532 | καὶ γὰρ ἡρώων ἀγαθοὶ πολεμισταί: καὶ γὰρ τῶν ἡρώων οἱ ἀγαθοὶ καὶ ἀνδρεῖοι τὸν ἐγκωμιαστικὸν λόγον καὶ μετὰ τὸν θάνατον παρὰ τῶν ποιητῶν ἐκέρδαναν, ὑμνοῦνται δὲ [πάντα τὸν χρόνον] ἔν τε κιθάραις καὶ αὐλῶν ταῖς ποικί‐ | |||
5 | λαις συμφωνίαις διὰ παντὸς τοῦ χρόνου. | |||
I 536a | μελέταν δὲ σοφισταῖς Διὸς ἕκατι: σοφιστὰς μὲν καὶ σοφοὺς ἔλεγον τοὺς ποιητάς. Σοφοκλῆς (fr. 820)· μέν’ εἰς σοφιστὴν ἐμόν. | 244 in vol. 3 | ||
I 536b | ὁ δὲ νοῦς· τοῖς δὲ σοφοῖς ἀνδρισάμενοι παρέσχοντο τὴν τῶν ἐγκωμίων φροντίδα, καὶ διὰ τὴν τοῦ | |||
B | Διὸς γνώμην τιμώμενοι τήνδε τὴν τῶν ἐγκωμίων φροντίδα καὶ σύνθεσιν. τὸ γὰρ σεβιζόμενοι ἀντὶ τοῦ θαυμαζόμενοι, | |||
5 | BD | τιμώμενοι, σεβόμενοι. καὶ τὸ τοὺς θεοὺς δὲ σέβεσθαι θαυμά‐ ζειν ἐστίν. Ὅμηρος (γ 123)· σέβας μ’ ἔχει εἰσορόωντα, ἀντὶ τοῦ ἔκπληξις καὶ θαῦμα. | ||
I 538 | ἐν μὲν Αἰτωλῶν θυσίαισι φαενναῖς: καὶ ἐν μὲν ταῖς τῶν Αἰτωλῶν θυσίαις καὶ πανηγύρεσι ταῖς ἐπιδόξοις καὶ λαμπραῖς οἱ τοῦ Οἰνέως παῖδες ἀνυμνοῦνται οἱ ἰσχυροί, ἐν δὲ ταῖς Θήβαις ὁ ἱππικώτατος Ἰόλαος τιμὴν ἔχει, ὁ δὲ Περ‐ | |||
5 | σεὺς ἐν Ἄργει, τοῦ δὲ Κάστορος καὶ Πολυδεύκους ἡ αἰχμὴ ἐπὶ τοῖς Εὐρώτα ῥεύμασι· πάλιν ἀπὸ κοινοῦ τὸ γέρας ἔχει. | |||
I 544a | ἀλλ’ ἐν Οἰνώνᾳ μεγαλήτορες ὀργαὶ Αἰακοῦ: τουτέστιν ἐν τῇ Αἰγίνῃ· οὕτω γὰρ τὸ πρότερον ἐκαλεῖτο πρὶν ἢ ὑπὸ Διὸς Αἴγιναν τὴν Ἀσωποῦ τοῦ Βοιωτιακοῦ ποταμοῦ θυ‐ γατέρα αὐτόθι ἐνεχθῆναι. | |||
I 544b | ὁ δὲ νοῦς· ἀλλ’ ἐν τῇ Αἰγίνῃ οἱ μεγαλόψυχοι καὶ ἀνδρεῖοι τρόποι τῶν Αἰακοῦ παίδων ἀνυ‐ μνοῦνται καὶ τιμιώτατοι τυγχάνουσιν, οἵτινες ταῖς ἑαυτῶν συμμαχίαις τὴν τῶν Τρώων ἐπόρθησαν πόλιν, τὸ μὲν πρότε‐ | |||
5 | ρον συστρατεύσαντες Ἡρακλεῖ διὰ τὴν Λαομέδοντος ἀδικίαν, ὡς καὶ Ὅμηρος ἱστορεῖ λέγων (Ε 640)· ὅς ποτε δεῦρ’ ἐλθὼν ἕνεχ’ ἵππων Λαομέδοντος· τὸ δὲ δεύτερον σὺν τοῖς Ἀτρείδαις. πάλιν δὲ τῷ συλληπτικῷ | |||
τρόπῳ κέχρηται· οὐ γὰρ οἱ αὐτοὶ δὶς ἐπόρθησαν τὴν Ἴλιον, | 245 in vol. 3 | |||
10 | ἀλλὰ Τελαμὼν μὲν σὺν Ἡρακλεῖ, Νεοπτόλεμος δὲ σὺν Ἀτρεί‐ δαις· τὸ δὲ ἑκατέρῳ συμβὰν λαβὼν εἰς ἓν ἔφη. | |||
I 548a | ἔλα νῦν μοι πεδόθεν, λέγε: ἔλα νῦν μοι, ὦ Μοῦσα, ἐπ’ εὐθείας ὁδοῦ καὶ δι’ ὁμαλοῦ· τοῦτο γὰρ τὸ πεδό‐ θεν· τά τε τούτων ἐγκώμια ἐξ ἀρχῆς ἀνύμνησον καὶ λέγε, τίνες τὸν Κύκνον καὶ τὸν Ἕκτορα ἀνεῖλον καὶ τὸν τῶν Αἰθιό‐ | |||
5 | πων ἡγεμόνα Μέμνονα τὸν τῷ χαλκῷ τοῖς ἐναντίοις προσομι‐ λοῦντα, ἤτοι τὸν πολλοὺς χαλκῷ ἀνελόντα ἢ τὸν ὑπὸ χαλκοῦ βλαβέντα· ἑκάτερον γὰρ παρὰ τὴν ἀρήν· τίς δὲ τὸν ἀνδρεῖον Τήλεφον ἔτρωσε τῷ ἑαυτοῦ δόρατι τοῦ τῆς Μυσίας ποταμοῦ Καΐκου παρὰ τὰς ὄχθας. εἶτα κατὰ ἀπόδοσιν ὁ λόγος· οὗτοι | |||
10 | τάδε καὶ τάδε ἔπραξαν, οἷς ὁ λόγος τὴν Αἴγιναν πατρίδα δίδωσιν. | |||
I 548b | ἄλλως. πρὸς τὴν Μοῦσαν ὁ λόγος· λέγε μοι τὰ περὶ αὐτούς, φησίν, ἐκ ῥιζῶν. ἢ ἔλα κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν νεῶν· πρόαγε εἰς τοὔμπροσθεν ἀρξάμενος ἄνωθεν καὶ ἐξ ἀρχῆς λέγε, τίνες εἰσὶν οἱ ἀνελόντες Κύκνον, Ἕκτορα, Μέμ‐ | |||
5 | νονα. δῆλον δὲ ὡς εἷς τῶν Αἰακιδῶν, ὁ Ἀχιλλεύς. | |||
I 555a | τοῖσιν Αἴγιναν προφέρει στόμα: τουτέστι τοῖς προειρημένοις. κατὰ ἀπόδοσιν δὲ ὁ λόγος οὗτοι τάδε καὶ τάδε ἔπραξαν, οἷς ὁ λόγος τὴν Αἴγιναν πατρίδα δίδωσιν. | |||
I 555b | ὃ δὲ βούλεται λέγειν, τοιοῦτόν ἐστιν· εἴ τις ἐρωτήσειεν αὐτοὺς, τίνες εἰσὶν οἱ τὰ προκείμενα διαπεπραγμένοι, πάντες ἂν εἴποιεν ὅτι οἱ ἀπὸ Αἰγίνης. | |||
I 556a | τετείχισται δὲ πάλαι πύργος: κατεσκεύασται δὲ ἐκ πολλοῦ ταῖς τῶν Αἰακιδῶν ἀρεταῖς πύργος ὑψηλότατος τῷ ὕμνῳ ἀναβαίνειν καὶ ὑψοῦσθαι, ἐφ’ ὅσον βούλεται. | |||
I 556b | ἄλλως. τοσαῦταί εἰσι περὶ τοὺς Αἰακίδας αἱ ἀρεταὶ, ὥστε πύργον ἐξ αὐτῶν ᾠκοδομῆσθαι. ἀλληγορεῖ δὲ ὡς ἐπὶ τούτων πρότερον· | |||
διὸ καὶ τεῖχος ὑψηλὸν εἶπε. θέλει δὲ εἰπεῖν, ὅτι ὑφέστηκεν | 246 in vol. 3 | |||
5 | αὐτοῖς ἡ εὐδοξία, ὥστε διὰ τῆς ἀρετῆς ἐπ’ αὐτὴν ἀναβαίνειν. | |||
I 556c | οἷον ὑψοῦται αὐτῶν ἡ ἀρετὴ ὥσπερ τεῖχος· οὗτος γὰρ τὴν αὔξησιν πύργον καὶ τεῖχος εἴωθε λέγειν, ἀφ’ οὗ πυργοῦν τὸ αὔξειν καὶ ὑψοῦν λέγεται. | |||
I 558 | πολλὰ μὲν ἀρτιεπὴς γλῶσσά μοι τοξεύματ’ ἔχει: τοξεύματα μεταφορικῶς λέγει τοὺς ἐγκωμιαστικοὺς λόγους, ὡς καὶ ἐν ἄλλοις (O. II 83)· πολλά μοι ὑπ’ ἀγκῶνος ὠκέα βέλη. | |||
I 560a | καὶ νῦν ἐν Ἄρει μαρτυρήσαι: ἤτοι τῷ Πελοποννη‐ σιακῷ πολέμῳ· ἤκμαζε γὰρ κατὰ τὴν τούτων νίκην· ἢ ὅτι μετὰ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν προσφάτως γεγενημένην ἐγράφη οὗτος ὁ ἐπίνικος. | |||
I 560b | ὁ δὲ νοῦς τοιοῦτος· καὶ ἐπὶ τοῦ παρόντος 〈ἐν〉 τῷ πολυφθόρῳ πολέμῳ τῇ τῶν Αἰγινητῶν ἀρετῇ μαρτυρήσειεν ἂν ἡ Σαλαμὶς ἀνορθωθεῖσα 〈ἐκ〉 τῶν κινδύνων τοῖς Αἰγινή‐ ταις κατὰ τὴν ναυμαχίαν ἀριστεύσασιν. ἐμβαλόντων γὰρ τῶν | |||
5 | Περσῶν τῇ Σαλαμῖνι συμμαχήσαντες οἱ Αἰγινῆται καὶ κατορθώ‐ σαντες τὸ πλεῖον τοῦ πολέμου κατειργάσαντο. | |||
I 560c | ἢ οὕτω· καὶ γὰρ ἐν τῷ Ἄρει καὶ τῷ χαλαζήεντι Διὸς ὄμβρῳ καὶ τῷ πο‐ λυφθόρῳ τῶν ἀναρίθμων ἀνδρῶν φόνῳ μαρτυρήσειεν 〈ἂν〉 ἡ πόλις τοῦ Αἴαντος Σαλαμὶς ὀρθωθεῖσα ὑπὸ τῶν ναυτῶν τῶν | |||
5 | Αἰγινητῶν· νησιῶται γάρ. | |||
I 563a | ἐν πολυφθόρῳ Σαλαμὶς Διὸς ὄμβρῳ: ὄμβρον μὲν τὸν πόλεμον εἴρηκεν, οἷον τὸν ὑπὸ τοῦ θεοῦ καταπεμ‐ φθέντα, διὰ τὸ τῆς βαρβαρικῆς στρατιᾶς πλῆθος. ὑπαινίττε‐ ται δὲ τὴν περὶ Σαλαμῖνα ναυμαχίαν τῶν Ἑλλήνων, ἧς ἔλα‐ | |||
5 | βον τὰ ἀριστεῖα οἱ Αἰγινῆται, καθά φησιν Ἡρόδοτός (VIII 93) τε καὶ Ἔφορος (FHG I 265 M., II 96 J). | |||
I 563b | ὁ δὲ νοῦς· ἐν ᾧ, ἐν τῷ πολυφθόρῳ πολέμῳ, τὸ τῶν πεπτωκότων πλῆθος ἰσά‐ ριθμον ἦν τῷ χαλαζήεντι Διὸς ὄμβρῳ. | 247 in vol. 3 | ||
I 565 | ἀλλ’ ὅμως καύχημα κατάβρεχε σιγᾷ: ἀλλ’ ὅμως εἰ καὶ τηλικαῦτά εἰσι τῶν Αἰγινητῶν τὰ κατορθώματα, βρέχε καὶ ἐπικάλυπτε τῇ σιωπῇ διὰ τὸν ἔξωθεν φθόνον· ὁ γὰρ δὴ Ζεὺς τὰ πάντα τοῖς ἀνθρώποις ἀπονέμει, καὶ τὰ ἀγαθὰ καὶ | |||
5 | τὰ φαῦλα. | |||
I 567a | ἐν δ’ ἐρατεινῷ μέλιτι καὶ τοιάδε τιμαί: ἔνιοι οὕτως· ἐν τοιούτῳ μέλιτι καὶ ἡδονῇ ὄντες καὶ τοιαύτῃ τιμῇ τὸ ἐπίνικον χάρμα ἀγαπῶσιν, ὅ ἐστι τὸν ὕμνον. | |||
I 567b | ἢ οὕτως· αἱ τῶν νικηφόρων τιμαὶ τὴν ἐπινίκιον ᾠδὴν ἀγαπῶσι καὶ φι‐ λοῦσιν ὡς μέλι· οἷον ὡς ἐν μέλιτι ἡ γλυκύτης ἐστὶν, οὕτω καὶ τοῖς νικῶσιν αἱ ἐπινίκιοι ᾠδαί. | |||
I 567c | ἢ οὕτω· καὶ αἱ τοιαίδε τιμαὶ, καίπερ ἐν μέλιτι οὖσαι, τουτέστιν ἥδουσαι, ὅμως ἀγα‐ πῶσι τὸ καλλίνικον χάρμα, τουτέστι τὴν ἐκ τῶν γεγραμμένων ἐπινίκων χαρὰν ἀγαπῶσι. τιμὰς γὰρ λέγει τὰς ἐκ τῶν νικῶν | |||
5 | περιγινομένας δόξας. | |||
I 567d | ὁ δὲ νοῦς οὕτως· ἐν δὲ τοιαύτῃ | |||
B | τοῦ λόγου ἡδονῇ καὶ τῇ τῶν κατορθωμάτων τιμῇ τὸ τῆς νίκης ἐγκώμιον ἀγαπητῶς καὶ οὐχ ὑπεροπτικῶς δέχονται, καίτοι | |||
BD | παρὸν αὐτοῖς ἀλαζονεύεσθαι ἐπὶ τῇ τῶν κατορθωμάτων τιμῇ. | |||
I 570 | μαρνάσθω δέ τις ἔρδων: ὁ λόγος προστακτικός. ἀγωνιζέσθω, φησί, τὶς ἐν ἀγῶσι καὶ ἀντεχέσθω τῶν ἄθλων, τοῦ Κλεονίκου τὸ γένος ζηλώσας· Κλεόνικος δὲ πατήρ ἐστι τοῦ Λάμπωνος, ὁ δὲ Λάμπων τοῦ Φυλακίδα· οὐδαμῶς γὰρ | |||
5 | ἀποκέκρυπται καὶ ἀφανής ἐστιν ἡ τῶν πολυχρονίων πόνων | |||
σπουδή. | 248 in vol. 3 | |||
I 573 | οὐδ’ ὁπόσαι δαπάναι ἐλπίδων: Ἀρίσταρχος οὕτως· οὐδὲ ὁπόσαι δαπάναι αὐτοῖς ἐγενήθησαν ἐπὶ τῶν ἐκβεβηκυιῶν ἐλπίδων τῶν περὶ τὴν νίκην, ἔκνισα τῇ φωνῇ, οὐδὲ ἐλυπήθην τῇ φωνῇ, ἀλλὰ τοὐναντίον ὕμνησα αὐτούς. ἔνιοι δὲ καταλλη‐ | |||
5 | λότερον γράφουσι σὺν τῷ ν ἔκνιξ’ ὄπιν, ἵν’ ᾖ Πινδαρικὸν σχῆμα· οὐκ ἔκνιξαν αἱ δαπάναι οὐδὲ ὁ μόχθος αὐτῶν τετύ‐ φλωται, ἀλλὰ ὀξυδερκεῖ καὶ ἔχει καλὰ ἀποτελέσματα. ὥστε εἶναι· οὐδὲ ὁπόσαι δαπάναι τὴν τῶν ἐλπίδων ὄπιν, τουτέστι τὸ μέλλον ὀπίσω ἔσεσθαι, ἔκνισαν καὶ ἐλύπησαν. | |||
I 575a | αἰνέω καὶ Πυθέαν ἐν γυιοδάμαις: οὗτος ὁ Πυθέας ἐπεστάτησε τοῦ Φυλακίδα καὶ ἤλειψεν αὐτὸν, ἤτοι ἀδελφὸς ὢν τοῦ Φυλακίδα ἢ καὶ ὁμώνυμός τις τούτῳ. ἐπαινῶ οὖν, φησί, καὶ τὸν ἀλείπτην αὐτοῦ τοῖς πόνοις τοῖς γυιοδά‐ | |||
5 | μαις ποιήσαντα τὸν τῶν πληγῶν δρόμον εὐθυπορῆσαι. παγ‐ κρατιαστὴς γὰρ, διὸ εὐθυπόρουν αἱ πληγαί. | |||
I 575b | ἤτοι τὴν τῶν πληγῶν ὁρμήν τε καὶ σπουδὴν πληγῶν δρόμον φησὶν, ἵνα λέγῃ τὸ παγκράτιον· συνεχεῖς γὰρ αἱ τῶν χειρῶν ἐξορμήσεις. | |||
I 575c | ἐν γυιοδάμαις δὲ, τοῖς ἀθληταῖς τοῖς τὰ γυῖα τῇ γυμνασίᾳ καταπονοῦσιν, ἢ τοῖς καταπονοῦσι τὰ τῶν ἐναντίων γυῖα. | |||
I 577a | χερσὶ δεξιὸν, νόῳ ἀντίπαλον: τουτέστιν ἴσα ἐπιτεύγματα ἔχοντα ἐν τῷ νοεῖν καὶ τοῖς ἐπιτεύγμασι τῶν χει‐ ρῶν. | |||
I 577b | οἷον καθ’ ἑκάτερον ἐπίσης ἐπιδέξιον. | |||
I 578 | λάμβανέ οἱ στέφανον: οἱ μὲν τὸν λόγον πρὸς τὴν Αἴγινάν φασιν εἶναι· ὑποδέχου αὐτῷ τὸν στέφανον· οἱ δὲ πρὸς τὴν Μοῦσαν. καὶ στέφανον μὲν τὸν ἐπίνικον λέγει, εὔμαλλον δὲ μίτραν τὴν ταινίαν τὴν ἐξ ἐρίου ξανθοῦ τοῖς στεφάνοις | |||
5 | προσπλεκομένην. | 249 in vol. 3 | ||
I 6metr(t) | Scholia in Isthmionicarum carmen VI | |||
1 | B | Τοῦ ἕκτου εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐστὶ δεκατριῶν. τὸ αʹ ἰαμβέλεγος. τὸ βʹ τροχαϊκὸν εἰς ἴαμβον κατα‐ λῆγον. τὸ γʹ δίμετρον τροχαϊκὸν ἀκατάληκτον. τὸ δʹ δακτυλι‐ κὸν ἑφθημιμερές. τὸ εʹ ἴαμβος δίμετρος ὑπερκατάληκτος. τὸ | ||
5 | ϛʹ πενθημιμερὲς δακτυλικόν. τὸ ζʹ δίμετρον ἰαμβικὸν ἀκατά‐ ληκτον μετὰ τοῦ εʹ εὕρηται. τὸ ηʹ δακτυλικὸν τρίμετρον ἀκατάληκτον. τὸ θʹ τροχαῖος ἐπίτριτος. τὸ ιʹ τρίμετρον τρο‐ χαϊκὸν καταληκτικόν. τὸ ιαʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ιβʹ βακχειακόν. τὸ ιγʹ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. | |||
10 | B | ἡ ἐπῳδὸς κώλων ιαʹ. τὸ αʹ ἐκ Σαπφικοῦ τοῦ ἑνδεκασυλλά‐ βου Πινδαρικόν. ἡ τοι κοινή ἐστι. τὸ βʹ ἰαμβέλεγος τοῦ τέλους ἐπὶ τὴν ἀρχὴν μετατεθέντος. τὸ γʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ δʹ πενθημιμερές. τὸ εʹ Εὐριπίδειον. τὸ ϛʹ παρὰ τὸ Ἀρχιλόχειον· Ἐρασμονίδη Χαρίλαε. ἔστι δὲ συγκεί‐ | ||
15 | μενον ........ περιττεύοντος μιᾷ συλλαβῇ καὶ ἰθυφαλλικοῦ μεμειωμένου τοῦ ἰθυφαλλικοῦ ἑνὶ τροχαίῳ. τὸ ζʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ηʹ ἐγκωμιολογικόν. τὸ θʹ ἐγκωμιο‐ λογικὸν παρὰ συλλαβὴν μίαν τοῦ πενθημιμεροῦς ἰαμβικοῦ. | |||
τὸ ιʹ παρὰ τὸ ιαʹ Σαπφικόν ....... | 250 in vol. 3 | |||
I 6inscr | Πεποίηται ὁ ἐπίνικος οὗτος Φυλακίδᾳ καὶ Πυθέᾳ καὶ Εὐθυμένει παγκρατιασταῖς, 〈Ἴσθμια〉 καὶ Νέμεα. τῶν δὲ ῥηθέντων ὁ Εὐθυμένης οὗτος μητράδελφος ἦν. | |||
I 61 | Θάλλοντος ἀνδρῶν ὡς ὅτε συμποσίου: ὥσπερ ἀκμάζοντος, φησί, συμποσίου καὶ δεύτερον κρατῆρα, οὕτω καὶ ἡμεῖς τοῖς Λάμπωνος υἱοῖς, θάλλουσι καὶ ἀκμάζουσι ταῖς νίκαις, καὶ δεύτερον στήσομεν κρατῆρα μουσικῶν ἐγκωμίων | |||
5 | ὑπὲρ τῆς Λάμπωνος εὐάθλου γενεᾶς, τουτέστιν ὑπὲρ τῶν κατ‐ ορθωμάτων τῶν Λάμπωνος υἱῶν. | |||
I 64 | ἐν Νεμέᾳ μὲν πρῶτον, ὦ Ζεῦ, τὶν ἄωτον: δεξά‐ μενοι, φησί, τὸ ἄνθος τῶν στεφάνων ἐν Νεμέᾳ, σοὶ, ὦ Ζεῦ, πρῶτον κίρναμεν κρατῆρα. ὁ πρῶτος οὖν κρατὴρ Διὸς Ὀλυμ‐ πίου, ὁ δεύτερος Γῆς καὶ ἡρώων, ὁ τρίτος Διὸς σωτῆρος. | |||
I 67 | νῦν αὖτ’ ἐν Ἰσθμοῦ δεσπότᾳ: νῦν δὲ νικήσαντος ἐν Ἰσθμῷ, τουτέστι τὰ Ἴσθμια, τοῦ νεωτέρου Φυλακίδου, τῷ δεσπότῃ αὐτοῦ Ποσειδῶνι καὶ ταῖς Νηρεΐσι κίρναμεν τὸν δεύ‐ τερον κρατῆρα. | |||
I 610a | εἴη δὲ τρίτον σωτῆρι πορσαίνοντας: ὁ λόγος εὐκτικός. εὔχεται δὲ τὸν τρίτον τῶν ᾠδῶν κρατῆρα κεράσαι, νικήσαντος αὐτοῦ τὰ Ὀλύμπια. τὸν δὲ τρίτον κρατῆρα Διὸς σωτῆρος ἔλεγον, καθὰ καὶ Σοφοκλῆς ἐν Ναυπλίῳ (fr. 92)· | |||
5 | Ζεῦ παυσίλυπε, καὶ Διὸς σωτηρίου σπονδὴ τρίτου κρατῆρος. τὸν μὲν γὰρ πρῶτον Διὸς Ὀλυμπίου ἐκίρνασαν, τὸν δὲ δεύ‐ τερον ἡρώων, τὸν δὲ τρίτον Διὸς σωτῆρος. καθὰ καὶ Αἰσχύ‐ | |||
λος ἐν Ἐπιγόνοις (fr. 55)· | 251 in vol. 3 | |||
10 | λοιβὰς Διὸς μὲν πρῶτον ὡραίου γάμου Ἥρας τε. εἶτα· τὴν δευτέραν γε κρᾶσιν ἥρωσιν νέμω· εἶτα· | |||
15 | τρίτον Διὸς σωτῆρος εὐκταίαν λίβα. Διὸς δὲ σωτῆρος ἔλεγον τὸν τρίτον διὰ τὸ τοὺς τοῦτον πίνον‐ τας σταθεροὺς γίνεσθαι, τοὺς δὲ μετὰ τοῦτον εἰς ἄτην καὶ ἀνομίαν καὶ ἀσέλγειαν τρέπεσθαι. ἔλεγον δὲ αὐτὸν καὶ τέλειον διὰ τὸ τέλειον εἶναι τὸν τρίτον ἀριθμὸν ἀρχὴν ἔχοντα καὶ | |||
20 | μέσον καὶ τέλος. | |||
I 610b | ὁ δὲ νοῦς· εἴη δὲ ἡμᾶς καὶ τρίτον τῷ σωτῆρι καὶ Ὀλυμπίῳ Διῒ στῆσαι κρατῆρα καὶ ταῖς ἡδείαις ᾠδαῖς ἀνυμνεῖν τὴν Αἴγιναν. δύναται μὲν οὖν τοῦτο καὶ οὕτω· κατὰ Αἴγιναν σπένδειν· δύναται δὲ καὶ τὸ ἑξῆς· κατασπένδειν | |||
5 | τὴν Αἴγιναν. χαριέντως δὲ τὸ κατασπένδειν ὡς ἐπὶ κρατῆρος καὶ σπονδῆς διόλου τροπικῶς ἐφυλάχθη. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· γένοιτο αὐτὸν καὶ Ὀλύμπια νικῆσαι. | |||
I 614a | εἰ γάρ τις ἀνθρώπων δαπάνᾳ τε χαρείς: εἰ γάρ τις, φησί, τῶν ἀνθρώπων καὶ ἐπὶ τῷ δαπανᾶν εἰς τὰ τοιαῦτα χαρεὶς, καὶ οὐχ ὑποστειλάμενος δαπάνην, καὶ ἐπὶ τῷ πονεῖν τῷ ἰδίῳ σώματι, τουτέστι καὶ φιλοπονήσας, πράσσει τὰς θεο‐ | |||
5 | δμήτους ἀρετὰς, ὅ ἐστι τὰς ὑπὸ θεῶν δεδομημένας καὶ κατε‐ σκευασμένας, ὁ θεός τε αὐτῷ συμφυτεύει δόξαν· πάντων, φησί, τούτων μετέχων πρὸς ταῖς ἐσχατιαῖς τοῦ ὄλβου βάλλεται ἄγκυραν, οἷον ὁρμίζει ἐπ’ ἄκρον τῆς εὐδαιμονίας, ὥστε μὴ ἂν πορρωτέρω δύνασθαι προελθεῖν τῆς εἰς ἄνθρωπον πιτνούσης | |||
10 | εὐδαιμονίας. | |||
I 614b | ὁ δὲ νοῦς· εἰ γάρ τις τῶν ἀνθρώπων ἐπὶ τῇ δαπάνῃ χαρεὶς καὶ ἡσθεὶς γλυκεῖαν ἔσχε τὴν ἔκβασιν, καὶ τὰς | |||
ἐκ θεῶν ἀρετὰς κατορθοῖ καὶ ἡ τύχη αὐτῷ ἐπιφύει δόξαν ἐπέραστον, γινωσκέτω ἤδη πρὸς τὸ ἔσχατον καὶ ἄκρον τῆς | 252 in vol. 3 | |||
5 | εὐδαιμονίας ἑαυτὸν προσορμίσας. | |||
I 620 | τοίαισιν ὀργαῖς εὔχεται ἀντιάσαις: τοιούτοις τρόποις, φησίν, εὐδαιμονίας ὁ τοῦ Κλεονίκου παῖς Λάμπων συντυχὼν εὔχεται λοιπὸν τόν τε θάνατον καὶ τὸ γῆρας δέ‐ ξασθαι. | |||
I 623 | ἐγὼ δ’ ὑψίθρονον Κλωθώ: ἐγὼ δὲ τὴν τιμίαν, φησί, Κλωθὼ καὶ τὰς αὐτῆς ἀδελφὰς παρακαλῶ τελειῶσαι τὰς εὐχὰς αὐτοῦ, ὅ ἐστιν ἐπακοῦσαι καὶ ἐπακολουθῆσαι ταῖς εὐχαῖς τοῦ φίλου ἀνδρὸς καὶ τέλος ἐπιθεῖναι. προηύξατο δὲ καὶ | |||
5 | Ὀλύμπια νικῆσαι καὶ τρίτον κρατῆρα κεράσαι. ἐφετμαὶ δὲ οὐ κυρίως αἱ εὐχαὶ, ἀλλ’ αἱ ἐντολαί. εὐχὴ δὲ ἡ παρὰ τῶν ὑπερε‐ χόντων αἴτησις. | |||
I 627 | ὑμέ τ’ ὦ χρυσάρματοι Αἰακίδαι: ὑμᾶς τε, ὦ τίμιοι κατὰ τὰ ἅρματα Αἰακίδαι, νόμιμον καὶ σύνηθες εἶναί μοι λέγω σαφέστατον καὶ δῆλον εἰς μνήμην εἰσερχομένῳ τῆς Αἰγί‐ νης πρότερον ἐγκωμιάζειν. ἵνα τὸ ὑπερβατὸν οὕτως ἔχῃ· ἐμοὶ | |||
5 | δὲ τήνδε τὴν νῆσον ἐπιπορευομένῳ προτέρους ὑμᾶς, ὦ χρυ‐ σάρματοι Αἰακίδαι, νόμιμόν ἐστι ῥαίνειν τοῖς ὕμνοις καὶ ἐγκωμιάζειν. | |||
I 631a | μυρίαι δ’ ἔργων καλῶν: τῶν γὰρ ἀγαθῶν ἔργων, φησί, πολλαὶ καὶ μεγάλαι αἱ τῶν ἐγκωμίων ὁδοὶ, ὥστε καὶ πέρα Νείλου διαβαίνειν καὶ εἰς Ὑπερβορέους ἀκμητὶ καὶ ἀνεμποδίστως τὸ ἐγκώμιον. | |||
I 631b | ἄλλως. ὁδοὶ πολλαί εἰσιν ἑκατόμπεδοι, τουτέστι μεγάλαι, καὶ κατὰ τὸ ἑξῆς φέρουσαι τῶν ὑμετέρων πράξεων εἰς τοὺς ὕμνους· ἐπὶ τὰ πέρατα ὑμῶν ἥκει ἡ εὔκλεια μέχρι Νείλου καὶ Ὑπερβορέων. τὰ δὲ ἑκατέ‐ | |||
5 | ρωθεν παρείληφε πέρατα, τὴν σύμπασαν οἰκουμένην θέλων | |||
εἰπεῖν. | 253 in vol. 3 | |||
I 632a | B | τέτμηνται: κατώρθωνται. πρόκεινται. | ||
I 632b | D | τέτμηνθ’ ἑκατόμπεδοι: κατώρθωνται, πρόκεινται ἐφεξῆς πλατεῖαι οὖσαι. | ||
I 634 | οὐδ’ ἔστιν οὕτω βάρβαρος: οὐδαμῶς δέ τις οὕτω βάρβαρος τυγχάνει οὐδὲ τὴν γλῶσσαν ἀλλόκοτος πόλις, ἥτις | |||
D | τοῦ Πηλέως οὐ κατακούει τὴν δόξαν ἥρωος εὐδαίμονος καὶ γαμβροῦ τῶν θεῶν. | |||
I 638 | οὐδ’ ἅτις Αἴαντος Τελαμωνιάδα: οὐδὲ ἥτις πόλις τοῦ Τελαμῶνος τοῦ Αἰακοῦ παιδὸς καὶ τοῦ πατρός· εἶτα ἀπὸ κοινοῦ, οὐ κατακούει τὴν δόξαν· ὅντινα Τελαμῶνα εἰς ἰσχυ‐ ρότατον πόλεμον συνεπήγαγε σὺν τοῖς Ἀργείοις αὐτοῦ ὑπηρέ‐ | |||
5 | ταις ὁ Ἡρακλῆς πρόθυμον ὄντα σύμμαχον καὶ μεγάλην βλάβην τοῖς κατὰ τὴν Τροίαν οἰκοῦσιν ἥρωσι τῶν τοῦ Λαομέδοντος ἁμαρτιῶν χάριν. ὁ γὰρ Ἡρακλῆς μετὰ Τελαμῶνος δοκεῖ κατ‐ ειργάσθαι τὰ πολλά. | |||
I 645a | εἷλε δὲ Περγαμίαν: καὶ ἐπόρθησε τὴν Πέργαμον, φησίν. οὕτω γὰρ τὴν τῶν Τρώων ἀκρόπολιν λεγομένην εἶπεν, | |||
D | ὡς καὶ Ὅμηρος μνημονεύει (Ε 446)· Περγάμῳ ἐν ἱερῇ· σὺν δὲ τῷ Τελαμῶνι ἀνεῖλε τὰ πλήθη τῶν ἐν τῇ Κῷ ἐθνῶν. ταύ‐ | |||
5 | της δὲ τῆς ἱστορίας καὶ Ὅμηρος μνημονεύει (Ξ 255, Ο 28)· καί μιν ἔπειτα Κόωνδ’ εὖ ναιομένην ἀπένεικας. | BD | ||
I 645b | ὁ δὲ νοῦς· σὺν δὲ τῷ Τελαμῶνι καὶ τὰ τῶν Κῴων ἔθνη κατα‐ γωνισάμενος ἀνεῖλε. | |||
I 647a | καὶ τὸν βουβόταν οὔρεϊ ἶσον Φλέγραισιν εὑρὼν Ἀλκυονῆ: Φλέγρα τῆς Θρᾴκης χωρίον. διέτριβε δὲ ὁ Ἀλκυονεὺς κατὰ τὸν Θρᾳκικὸν Ἰσθμόν. | |||
I 647b | βουβόταν δὲ τὸν | |||
βουκόλον φησὶ, παρόσον τὰς Ἡλίου βοῦς ἀπήλασεν· ὅθεν καὶ ὁ πόλεμος θεῶν πρὸς τοὺς Γίγαντας. | 254 in vol. 3 | |||
I 647c | τὸ δὲ οὐκ ἐφείσατο ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον σημαίνει· οὐκ ἐφείσατο, ἀλλ’ ἐχρή‐ σατο· οἷον ἐπεδαψιλεύσατο πολλοὺς τῶν πολεμίων τοξεύσας ὁ Ἡρακλῆς. | |||
I 647d | ὁ δὲ νοῦς· ἐν δὲ τῇ Φλεγραίᾳ Ἡρακλῆς ἰδὼν τὸν Ἀλκυονέα τὸν ἐκτράπελον καὶ τερατώδη τὸ σῶμα οὐκ ἐφείσατο τοῦ ἑαυτοῦ τόξου καὶ ἔμενεν, ἀλλὰ τὸν Αἰακοῦ παῖ‐ δα τὸν Τελαμῶνα εἰς τοῦτον τὸν πλοῦν καὶ ταύτην τὴν συμ‐ | |||
5 | μαχίαν καλῶν ἔτυχεν ἀνευρὼν εὐωχούμενον τὸν Τελαμῶνα. | |||
I 647e | ἄλλως. ταῦτα 〈οὐκ〉 ἀπήρτισται τὸ κατάλληλον οὐκ ἔχοντα, ἃ δὴ ὁ Ἀρίσταρχος σημειοῦται. καὶ εἰσὶν οἳ κεχιάσθαι φασὶν, ὅτι ἰδίως ἐπιβέβληκεν ὡς ἐν διαστολῇ τοῦ οὐ φείσατο· ἀλλ’ Αἰακίδαν καλέων· ἀνατρέχων ἐπὶ τὴν ἀρχὴν τῆς ἱστορίας. | |||
5 | οὐκ ἔστι δὲ ἴδιον, ἐὰν ὁ ἀλλά ἀντὶ τοῦ δέ τάσσηται· Αἰακίδαν δὲ καλέων. νῦν ἄρχεται τῶν ἐπὶ μέρους, ἀκριβῶς τὸ ὅλον προεκθείς. | |||
I 653a | τὸν μὲν ἐν ῥινῷ λέοντος στάντα: τοῦτο ἰδίως. οὐ γὰρ ὁ Τελαμὼν ἐκέλευσε τῷ Ἡρακλεῖ ἐμβῆναι τῷ δέρματι καὶ εὔξασθαι, ἀλλ’ αὐτὸς ὁ Ἡρακλῆς τοῦτο κατ’ ἰδίαν ἔπραξε προαίρεσιν. εἴληπται δὲ ἐκ τῶν μεγάλων Ἠοιῶν ἡ ἱστορία | |||
5 | (fr. 140)· ἐκεῖ γὰρ εὑρίσκεται ἐπιξενούμενος ὁ Ἡρακλῆς τῷ Τελαμῶνι καὶ ἐμβαίνων τῇ δορᾷ καὶ εὐχόμενος, καὶ οὕτως ὁ διόπομπος αἰετὸς, ἀφ’ οὗ τὴν προσωνυμίαν ἔλαβεν Αἴας. | |||
I 653b | ἔνιοι δὲ οὕτως ἀκούουσι· τοῦτον μὲν 〈ἐν〉 ῥινῷ λέοντος ἰδὼν ὁ Τελαμὼν τὸν Ἡρακλέα ἄφνω ἐφεστῶτα ἐν τῇ δορᾷ | |||
παρεκελεύσατο αὐτῷ, ὡς ἧκεν ἐκ τῆς ὁδοῦ, σπένδειν· τουτέστι μὴ ἀποθέμενον τὸ δέρμα, ἀλλ’ ὡς εἶχεν ἄρξασθαι τῶν σπον‐ | 255 in vol. 3 | |||
5 | δῶν· ὡς ὅμοιον εἶναι τῷ (Σ 392)· Ἥφαιστε, πρόμολ’ ὧδε, Θέτις νύ τι σεῖο χατίζει. | |||
I 653c | ὁ δὲ νοῦς· τοῦτον μὲν οὖν τὸν Ἡρακλέα σὺν τῇ τοῦ λέον‐ τος δορᾷ στάντα ἐκέλευσεν ὁ Τελαμὼν σπονδῶν ἀπάρξασθαι καὶ θῦσαι τοῖς θεοῖς. | |||
I 658a | ἄνδωκε δ’ αὐτῷ φέρτατος οἰνοδόκον φιάλαν χρυσῷ πεφρικυῖαν: Ἀρίσταρχος ἐκ μεταφορᾶς τῶν κάπρων φησὶν εἰρῆσθαι· φρίξας εὖ λοφιήν (τ 446)· ὡς ἐξοχὰς ἐχού‐ σης τῆς φιάλης καὶ τετραχυμμένης τῇ ποικιλίᾳ τοῦ χρυσοῦ, | |||
5 | καθαπερανεὶ πεφρικότα κάπρον. ἵν’ ᾖ ὅμοιον τῷ (Ν 339)· ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι. διὰ γὰρ τὰς ἀκμὰς τῶν δοράτων φρῖξαι φησὶ τὴν μάχην. | |||
I 658b | D | ἔνιοι δὲ τὴν λαμπρὰν ἤκουσαν, ἐπειδὴ διὰ τὰς στιλ‐ βηδόνας ὥσπερ ἀκτῖνες ἀποσείονται καὶ ἔκστασις γίνεται. | ||
I 658c | χρυσῷ πεφρικυῖαν: διὰ τὴν ἀπόστιλψιν λέγει. | |||
I 658d | BD | ὁ δὲ νοῦς· παρέσχε δὲ αὐτῷ ὁ ἀγαθὸς Τελαμὼν οἴνου δεκτικὴν φιά‐ | ||
λην καὶ στίλβουσαν τῷ χρυσῷ. | D | |||
I 660 | ὃ δ’ ἀντείνας οὐρανῷ χεῖρας ἀμάχους: ὁ δὲ ἀνα‐ τείνας τῷ οὐρανῷ τὰς ἀκαταμαχήτους αὐτοῦ χεῖρας τοιοῦτον ἐφώνησε λόγον· ὦ πάτερ Ζεῦ, εἴ ποτε τῶν ἐμῶν εὐχῶν ἑκὼν καὶ μετὰ προθυμίας κατήκουσας, ἐπὶ τοῦ παρόντος θείαις | |||
5 | εὐχαῖς καθικετεύω, ἀνδρειότατον τῷ Τελαμῶνι ἐκ τῆς γαμετῆς Ἐριβοίας γενέσθαι παῖδα. ἦν γὰρ ὁ Τελαμὼν παιδοποιΐας ἐπιθυμῶν. | |||
I 667a | μοιρίδιον τελέσαι: τὸ τελέσαι κατὰ κοινοῦ· τελέσαι | |||
τῷδε παῖδα, καὶ λίσσομαί σε τὸν ἐμὸν φίλον Τελαμῶνα εὐτυχῆ τελέσαι. | 256 in vol. 3 | |||
I 667b | τὸ δὲ περιπλανᾶται ἀντὶ τοῦ περικινεῖται, περί‐ κειται ἢ περιλαμβάνει δίχα πίλναται· διὸ καὶ εὐσυμβόλως ἐν ἀρχαῖς τὸν Ἡρακλέα ἐπιστῆναι τῇ λεοντείᾳ δορᾷ ἐκέλευσε. | |||
I 667c | τὸ δὲ θυμὸς δ’ ἑπέσθω, ἤτοι ἀνδρεία δὲ αὐτῷ καὶ ῥώμη ἑπέσθω ἴσως τῷ τοῦ λέοντος θυμῷ· ἢ οὕτως· ἑπέσθω δὲ τῷ Αἴαντι καὶ ἡ ψυχὴ ἄτρωτος καὶ μὴ ὑπείκουσα, καθάπερ καὶ τὸ σῶμα. | |||
I 672a | ταῦτ’ ἄρα οἱ φαμένῳ: ταῦτα εἰπόντι, φησί, τῷ Ἡρακλεῖ ἀπέστειλεν ὁ Ζεὺς τῶν ὀρνίθων τὸν μέγαν καὶ ἔξο‐ χον ἀετόν· ἡδεῖα δὲ αὐτὸν διεκίνησεν ἡδονὴ, καὶ εἶπε τοιαῦτα ὥσπερ τις ἀκριβέστατος μάντις. | |||
I 672b | ἢ οὕτω· χαρὰ ἐκέν‐ τρισε, τουτέστιν ἐχάρη κατὰ ψυχήν. | |||
I 676 | ἔσσεταί τοι παῖς, ὦ Τελαμών: γενήσεταί σοι παῖς, ὦ Τελαμών. καὶ δὴ αὐτὸν τὸ θεῖον παρακελεύεται τοῦδε τοῦ φανέντος ὄρνιθος ἐπώνυμον Αἴαντα, ἔξωθεν τὸ καλεῖσθαι τὸ ὄνομα, γενναῖον ὄντα 〈ἐν〉 πᾶσι τοῖς πόνοις καὶ καμάτοις τοῦ | |||
5 | πολέμου καὶ ἔξαρχον τῶν ἄλλων ὄχλων· ἵνα τὸ ἐσόμενον ἔξω‐ θεν ἀκούωμεν. δῆλον οὖν, ὅτι παρὰ τὴν πτῆσιν καὶ τὴν τοῦ ἀετοῦ ἐπιφάνειαν Αἴαντα τὸν παῖδα κέκληκεν ὁ Τελαμών. | |||
I 682 | ἐμοὶ δὲ μακρὸν πάσας ἁγήσασθ’ ἀρετάς: ἐμοὶ δὲ μέγα καὶ ἀπερίγραπτον λόγῳ τὸ διηγήσασθαι πάσας τὰς τῶν Αἰακιδῶν ἀρετάς· ἦλθον γὰρ, ὦ Μοῦσα, συντόμως κατὰ τὸν Ἀργείων τρόπον τῷ Φυλακίδᾳ καὶ τῷ Πυθέᾳ καὶ τῷ | |||
5 | Εὐθυμένει τῶν ἐγκωμίων δοτὴρ καὶ ταμίας. | |||
I 687a | εἰρήσεταί πού κ’ ἐν βραχίστοις: τουτέστιν ἐπὶ | |||
βραχὺ εἰρήσθω. μακρολόγοι μὲν οὖν οἱ Ἴωνες, σύντομοι δὲ οὐ μόνον Λάκωνες, ἀλλὰ καὶ Ἀργεῖοι. Σοφοκλῆς Ὀδυσσεῖ μαινομένῳ (fr. 424)· | 257 in vol. 3 | |||
5 | πάντ’ οἶσθα, πάντ’ ἔλεξα τἀντεταλμένα· μῦθος γὰρ Ἀργολιστὶ συντέμνει βραχύς. | |||
I 687b | ὁ δὲ νοῦς· ῥηθήσεται δὲ ἐν βραχέσι λόγοις τὸ ἐγκώμιον· ἐδέξαντο νίκας ἀγωνιζόμενοι παγκρατίῳ. | |||
I 689a | τρεῖς ἀπ’ Ἰσθμοῦ: τρεῖς μὲν ἐν Ἰσθμῷ, φησί, τὰς δὲ αὐτῶν ἐκ τῆς ἐπιδόξου Νεμέας οἵ τε ἀγαθοὶ παῖδες τοῦ Λάμπωνος καὶ οἱ τούτων μήτρωες, ἐδέξαντο νίκας ἀπὸ κοινοῦ. μήτρωες δὲ, ἀντὶ τοῦ μήτρως δὲ, ὁ Εὐθυμένης, ὅτι μητρὸς | |||
5 | ἀδελφὸς τῶν Λάμπωνος υἱῶν. | |||
I 689b | τὸ δὲ οἵαν θαυμαστικῶς ἀντὶ τοῦ ὁποίαν εἴρηκεν· ὁποίαν δὲ καὶ ἡλίκην ὕμνων μερίδα ἀνήγαγον εἰς φῶς ἐπὶ ταῖς ἑαυτῶν ἀνδρείαις. | |||
I 689c | ἢ οὕτως· ἀνήγαγον δέ, φησίν, εἰς φῶς τὴν μοῖραν τῶν ὕμνων. λέγει δὲ τὴν τῶν ἑαυτοῦ μοῖραν ὕμνων, ἣν νικήσαντες ἀνήγαγον εἰς φῶς. οἷον οἱ ὕμνοι οἱ εἰς τοὺς περὶ Φυλακίδαν ἐπιφανεῖς ἐγέ‐ | |||
5 | νοντο, ὅτι ἐνίκησαν. | |||
I 689d | Ψαλυχιάδαι δὲ φυλὴ ἐν Αἰγίνῃ, ἀφ’ ἧς ὁ νικηφόρος. τὴν δὲ τῶν Ψαλυχιαδῶν φατρίαν τῇ τῶν Χαρίτων καλλίστῃ δρόσῳ καταβρέχουσι, φησὶ δὲ τοῖς ὕμνοις. | |||
I 689e | ἄλλως. συλληπτικῶς εἶπε τὸ χωρὶς ἑκατέρῳ συμβεβηκός· ὁ μὲν γὰρ Φυλακίδας Ἴσθμια δὶς νικᾷ καὶ Νέμεα ἅπαξ, ὁ δὲ Εὐθυμένης ἅπαξ Ἴσθμια, ὁ δὲ Πυθέας Νέμεα· ὃν δὴ μή‐ τρωα καλεῖ τούτων ὡς κατὰ μητέρα προσήκοντα· οὐ γὰρ πιθα‐ | |||
5 | νὸν μητράδελφον ἀκούειν. | 258 in vol. 3 | ||
I 695 | τόν τε Θεμιστίου ὀρθώσαντες οἶκον: καὶ τὸν τοῦ Θεμιστίου δὲ οἶκον ταῖς ἑαυτῶν εὐδοξίαις ἀνορθώσαντες ταύτην τὴν πόλιν οἰκοῦσι τὴν θεοφιλῆ. ἦν δὲ ὁ Θεμίστιος πρόγονος αὐτῶν, οὗ καὶ ἐν τοῖς Νεμεονίκαις μνημονεύει | |||
5 | (N V 50)· εἰ δὲ Θεμίστιον ἵκεις ὥστ’ ἀείδειν. | |||
I 697 | Λάμπων δὲ μελέταν ἔργοις ὀπάζων Ἡσιόδου: μελέτη δέ τοι ἔργον ὀφέλλει (op. 410). ὁ δὲ Λάμπων, φησί, διηνεκῶς τοῖς ἔργοις τὴν μελέτην διδοὺς τὸν τοῦ Ἡσιόδου τιμᾷ καὶ ἀποδέχεται λόγον, καὶ τοῖς ἑαυτοῦ παισὶ λέγων τὸν | |||
5 | στίχον παραινεῖ ἄθλων καὶ εὐδοξίας ἀντέχεσθαι, κοινὴν εὐδο‐ ξίαν τῇ ἑαυτοῦ πατρίδι προσάπτων. | |||
I 6102a | καὶ ξείνων εὐεργεσίαις ἀγαπᾶται: τιμᾶται δὲ καὶ ἐπὶ ταῖς τῶν ξένων εὐεργεσίαις· τυγχάνει γὰρ ὢν φιλό‐ ξενος· τὰ προσήκοντα μὲν τῇ γνώμῃ τῇ ἑαυτοῦ μετερχόμενος, τὰ προσήκοντα δὲ καὶ κατέχων εἰς ἑαυτὸν καὶ λογιζόμενος. | |||
I 6102b | ἢ οὕτω· διὰ τὸ φιλόξενος εἶναι καὶ ὑπὸ ξένων καὶ ὑπὸ πολιτῶν τιμᾶται, καὶ διανοούμενος τὰ μέτρια καὶ ἐνεργῶν καὶ πράσσων. | |||
I 6105a | γλῶσσα δ’ οὐκ ἔξω φρενῶν: τουτέστιν οὐδὲν ἄκαιρον φλυαρεῖ, ἀλλ’ ὃ σκέπτεται. παρὰ γὰρ πολλοῖς ἡ γλῶττα προτρέχει τῆς διανοίας. | |||
I 6105b | ἢ οὕτως· ἡ δὲ γλῶσσα αὐτοῦ καὶ ὁ λόγος οὐκ ἔστιν ἔξωθεν τῶν δεουσῶν φρενῶν, ἀντὶ τοῦ οὐ προπετῶς φθέγγεται. | |||
I 6106a | φαίης κέ νιν ἄνδρ’ ἐν ἀθληταῖς: εἴποι δ’ ἄν τις αὐτὸν τὸν Λάμπωνα εἶναι τοιοῦτον ἄνδρα ἐν τοῖς ἀθλη‐ | |||
ταῖς, οἵαν ἐν πέτραις ἑτερογενέσι Ναξίαν ἀκόνην, δυνάμενον ἀθλητὰς μάλιστα παραθῆξαι. νομίζονται γὰρ διαφορώταται τῶν | 259 in vol. 3 | |||
5 | ἄλλων ἀκονῶν αἱ κατὰ τὴν ἐν Κρήτῃ Νάξον. τοσοῦτον οὖν φησι τῶν ἄλλων ἀλειπτῶν διαφέρειν ἐν τοῖς ἀθληταῖς, ὅσον ἐν ἄλλαις ἀκόναις αἱ Νάξιαι διαφέρουσιν. | |||
I 6106b | ὁ δὲ νοῦς· εἴποις δ’ ἂν αὐτὸν τὸν Λάμπωνα ἐν τοῖς ἄλλοις ἀθληταῖς οὕτως ἰσχυρὸν εἶναι ὥσπερ ἐν τοῖς ἄλλοις λίθοις ἡ Ναξία. ποιεῖ δὲ πρὸς ἀκόνην ὁ Νάξιος λίθος. | |||
I 6108 | πίσω σφε Δίρκας ἁγνὸν ὕδωρ: ἀλληγορεῖ νῦν· ποτιῶ, φησίν, αὐτοὺς τὸ ἀπὸ τῆς Δίρκης ὕδωρ, ὃ αἱ Μοῦσαι ἀνατεῖλαι ἐποίησαν· τουτέστι τῷ ἐμῷ ῥεύματι, ἤτοι τῷ ποιή‐ ματι ποτιῶ αὐτούς. Θηβαῖος γὰρ, ἡ δὲ Δίρκη ἐν Θήβαις· διὸ | |||
5 | ἐξ αὐτῆς ἀναβεβλῆσθαί φησι τὸν ὕμνον. πῖσαι δὲ τὸ ποτίσαι, καὶ τὰς ποτίστρας δὲ πίσας ἔλεγον. | |||
I 7metr(t) | Scholia in Isthmionicarum carmen VII | |||
1 | B | Τοῦ ἑβδόμου εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ὀκτώ. τὸ αʹ ἀντισπαστικὸν τρίμετρον καταληκτικόν. τὸ βʹ ἰωνικὸν τετράμετρον ἰαμβικῷ κατακλειόμενον, βραχυκατάληκ‐ τον. τὸ γʹ ἐκ πενθημιμεροῦς ἰαμβικοῦ καὶ διμέτρου τροχαϊκοῦ | ||
5 | καταληκτικόν. τὸ δʹ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον. τὸ | |||
εʹ δακτυλικὸν τρίμετρον καταληκτικόν· ἡ τελευταία βραχεῖα. τὸ ϛʹ ἰωνικὸν δίμετρον καταληκτικόν. τὸ ζʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ηʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. | 260 in vol. 3 | |||
B | ἡ ἐπῳδὸς κώλων καὶ αὐτὴ ὀκτώ. τὸ αʹ ἀντισπαστικὸν | |||
10 | τρίμετρον ἀκατάληκτον. τὸ βʹ παλιαμβικὸν τρίμετρον ἀκατά‐ ληκτον. τὸ γʹ ἰωνικὸν δίμετρον καταληκτικόν. τὸ δʹ ἀντι‐ σπαστικὸν τρίμετρον καταληκτικόν. τὸ εʹ δακτυλικὸν τρίμετρον ἀκατάληκτον. τὸ ϛʹ ἰωνικὸν δίμετρον καταληκτικόν. τὸ ζʹ δακτυλικὸν τρίμετρον ἀκατάληκτον. τὸ ηʹ ἐπιωνικὸν δίμετρον | |||
15 | ἀκατάληκτον. | |||
I 71a | Ὁ λόγος πευστικὸς πρὸς τὴν Θήβην, ᾧ καὶ ἀποχρώμε‐ νος λεληθότως αὐτῆς ἐγκώμια καταριθμεῖται. | |||
I 71b | ὁ δὲ νοῦς οὕτω· τίνι τῶν φθασάντων ἐπιχωρίων ἀγαθῶν, ὦ μακαριω‐ τάτη Θήβη, μάλιστα τὴν σὴν ψυχὴν εὔφρανας; | |||
I 73a | ἦ ῥα χαλκοκρότου πάρεδρον: παρὰ τὰ ἐπικτυ‐ ποῦντα ἐν ταῖς τελεταῖς τῆς Δήμητρος κύμβαλα. μετὰ γὰρ κυμβάλων καὶ τυμπάνων περιϊοῦσα ἡ θεὸς καὶ τούτοις ἠχοῦσα ἐζήτει πρὸς τὸ πάντας ἀκούειν καὶ πυνθάνεσθαι ὅ τι ζητεῖ. | |||
5 | πάρεδρον δὲ Δήμητρος εἶπε τὸν Διόνυσον, κατὰ μὲν τὸν μυ‐ στικὸν λόγον, ὅτι παρεδρεύει αὐτῇ ὁ ἐκ Περσεφόνης γεγονὼς Ζαγρεὺς Διόνυσος, ὁ κατά τινας Ἴακχος· κατὰ δὲ τὸν φυσικὸν λόγον, ἐπειδὴ τῇ ξηρᾷ τροφῇ, ἣ ἀνάκειται τῇ Δήμητρι, παρέ‐ πεται ἡ τοῦ οἴνου χρῆσις, ἢ ὅτι ἡ σταφυλὴ ἐδωδίμη ἐστὶ καὶ | |||
10 | εἰς πόσιν ἐπιτηδεία. | |||
I 73b | ὁ δὲ νοῦς· ἆρ’ ἡνίκα ἀνέτειλας καὶ ἐγέννησας τὸν εὔτριχα Διόνυσον τὸν πάρεδρον τῆς χαλκο‐ κρότου Δήμητρος; | |||
I 75a | ἢ χρυσῷ μεσονύκτιον: ἢ ὅτε τὸ μεσονύκτιον χρυσῷ καταστάζοντα ἐδέξω τὸν τῶν θεῶν ἔξαρχον Δία. | |||
I 75b | ἄλλως. ἰδίως λέγει τὸν Δία ὗσαι χρυσὸν, ἡνίκα ἐμίγνυτο Ἀλκμήνῃ· ἢ τὰ ἐπὶ Δανάης μυθευόμενα ἐπὶ Ἀλκμήνην μετήγαγεν. | 261 in vol. 3 | ||
I 79 | ὁπότ’ Ἀμφιτρύωνος ἐν θυρέτροις σταθείς: ἡνίκα τοῦ Ἀμφιτρύωνος κατὰ τὰ πρόθυρα σταθεὶς τὴν γαμετὴν μετῆλθε ταῖς θείαις γοναῖς. κατὰ πάντων δὲ ἀπὸ κοινοῦ τὸ εὔφρανας ἀκουστέον. | |||
I 711a | ἢ ὅτ’ ἀμφὶ Τειρεσίαο: ἢ ὅτε ταῖς τοῦ Τειρεσίου πυκναῖς καὶ συνεταῖς μαντείαις. | |||
I 711b | ἱππόμητιν δὲ τὸν Ἰόλαόν φησι, παρόσον ἡνιόχησεν Ἡρακλεῖ. ἀπὸ κοινοῦ δὲ πρὸς πάντα τὸ θυμὸν τεὸν εὔφρανας. | |||
I 713 | ἢ Σπαρτῶν ἀκαμαντολογχᾶν: τῶν κατὰ τὰς Θήβας ἀναδοθέντων ἐκ τῶν δρακοντείων ὀδόντων, ὧν καὶ Εὐριπίδης (Phoen. 795) μέμνηται· ἢ Σπαρτῶν φησι τῶν ἄγαν πολεμι‐ κῶν. ὁ γὰρ Φερεκύδης (FHG I 83 M., I 67 J.) διττά φησιν εἶναι | |||
5 | Σπαρτῶν γένη· τὸν γὰρ Ἄρη καὶ τὴν Ἀθηνᾶν τοὺς μὲν ἡμί‐ σεις τῶν ὀδόντων Κάδμῳ δοῦναι, τοὺς δὲ ἡμίσεις Αἰήτῃ· Ἀνδροτίων· δέ φησι (FHG I 373) φυγόντα ἐκ τῆς Φοινίκης τὸν Κάδμον μετὰ ἱκανῶν σποράδων κατελθεῖν εἰς Θήβας, ὅθεν διὰ τὸ συμμιγὲς καὶ σποράδην εἶναι Σπαρτοὶ ἐκλήθησαν· οἱ | |||
10 | δὲ Θηβαῖοι τὰ περὶ αὐτῶν ψευδῶς ἐτερατούργησαν. | |||
I 714a | ἢ ὅτε καρτερᾶς Ἄδραστον ἐξ ἀλαλᾶς: τῆς μάχης, διὰ τὰς ἐν αὐτῇ θορυβώδεις φωνάς. ὅτι δὲ ἐκ τῶν ἑπτὰ λόχων ἀπεσώθη ὁ Ἄδραστος, δῆλον. | |||
I 714b | ὁ δὲ νοῦς· ἢ ὅτε ἐκ τῆς ἰσχυροτάτης μάχης ἀπέπεμψας τὸν Ἄδραστον ὀρφανω‐ θέντα, ὦ Θήβη, μυρίων καὶ ἀναρίθμων στρατιωτῶν εἰς τὸ | |||
ἱππικὸν Ἄργος. | 262 in vol. 3 | |||
I 718a | ἢ Δωρίδ’ ἀποικίαν: οἱ Ἡρακλεῖδαι ἔσχον παρὰ τοῦ θεοῦ χρησμὸν συλλαβεῖν Αἰγείδας, καὶ οὕτω τῆς Πελοποννή‐ σου κρατήσειν. ἦσαν δὲ οὗτοι Φλεγραῖοι ἀνέκαθεν, φυλὴ ἐν Αἰγίνῃ. οἱ δὲ δεξάμενοι κατὰ τὸ Πυθικὸν χρηστήριον, τῆς | |||
5 | ἐλπίδος οὐκ ἐκπεσόντες, κρατήσαντες δὲ τῆς Πελοποννήσου, μετῴκισαν εἰς Θήβας τοὺς Αἰγείδας. ἔνιοι δέ φασιν Αἰγείδας Ἀθηναίους τὸ ἀνέκαθεν εἶναι· ἔνιοι δὲ Αἰγείδας φυλὴν ἐν Θήβῃ, ἀφ’ ἧς σύμμαχοι ἐπὶ τὴν Λακεδαίμονα ἦλθον καὶ ἐκρά‐ τησαν· ἔνιοι, ὅτι οὕτως ὀνομάζονταί τινες ἐν Λακεδαίμονι | |||
10 | ἀπὸ Αἰγέως τινὸς Θηβαίου, ὃν συνεργῆσαι τοῖς Ἡρακλείδαις φασὶ πρὸς τὴν κατάκτησιν τῆς Λακωνικῆς. ἔνιοι Ἀργεῖδαι γράφουσι διὰ τὸ Ἀργείαν προσονομάζεσθαι τὴν Ἀριστοδή‐ μου γυναῖκα τοῦ ἀπογόνου τῶν Ἡρακλειδῶν, ἐξ ἧς ἐγένετο Προκλῆς καὶ Εὐρυσθένης οἱ κατασχόντες τὴν Λακωνικήν. | |||
I 718b | ὁ δὲ νοῦς· ἢ ὅτε τὴν Δωρίδα τῶν Ἡρακλειδῶν κάθοδον ἐπ’ ἀσφαλοῦς στῆναι παρεσκεύασας· ἔλαβον γὰρ τὰς Ἀμύκλας οἱ σοὶ ἀπόγονοι Αἰγεῖδαι τοῖς τοῦ Πυθίου Ἀπόλλωνος μαντεύ‐ μασιν. | |||
I 718c | ἄλλως. Αἰγείδας νῦν οὐκ ἂν εἴη λέγων τοὺς Ἀθη‐ ναίους· περὶ γὰρ Θηβῶν ὁ λόγος. καὶ εἰσὶν Αἰγεῖδαι φατρία Θηβαίων, ἀφ’ ἧς ἧκόν τινες εἰς Σπάρτην Λακεδαιμονίοις βοηθήσοντες ἐν τῷ πρὸς Ἀμυκλαεῖς πολέμῳ, ἡγεμόνι χρησά‐ | |||
5 | μενοι Τιμομάχῳ, ὃς πρῶτος μὲν πάντα τὰ πρὸς πόλεμον διέ‐ ταξε Λακεδαιμονίοις, μεγάλων δὲ παρ’ αὐτοῖς ἠξιώθη τιμῶν· καὶ τοῖς Ὑακινθίοις δὲ ὁ χάλκεος αὐτοῦ θώραξ προτίθεται· τοῦτον δὲ Θηβαῖοι ὅπλον ἐκάλουν. ταῦτα ἱστορεῖ καὶ Ἀριστο‐ | |||
τέλης ἐν τῇ Λακώνων πολιτείᾳ (fr. 532). ἔνιοι δέ φασι τὸν | 263 in vol. 3 | |||
10 | Πίνδαρον νῦν μὴ τοῦ πρὸς Ἀμυκλαεῖς πολέμου μνημονεύειν μηδὲ τῶν σὺν Τιμομάχῳ Αἰγειδῶν, ἀλλὰ τῶν σὺν τοῖς Ἡρα‐ κλείδαις εἰς Πελοπόννησον κατελθόντων, ὧν Ἀριστόμαχος ὁ Κλεάδα καὶ Κλεάδας ὁ Ὕλλου ἡγοῦντο· καὶ γὰρ τότε Θήβηθεν ἥκειν τοῖς Δωριεῦσι τοὺς ἁψαμένους τῆς καθόδου Αἰγείδας | |||
15 | μετὰ τῶν Ἀθηναίων· εἶναι δὲ τοὺς Θήβηθεν Αἰγείδας τὸ ἀνέκαθεν Ἀθηναίους. δυεῖν οὖν ἀποστόλων ἐκ τῆς τῶν Αἰγει‐ δῶν τῶν Θηβαίων 〈φατρίασ〉 εἰς Σπάρτην γεγονότων, ἔργον ἀποφήνασθαι, ποτέρου ὁ Πίνδαρος νῦν μνημονεύει. μή ποτε δὲ τῆς δευτέρας; Ἀριστοτέλης (ibid.) γάρ φησιν, ὅτι πολεμοῦν‐ | |||
20 | τες οἱ Λάκωνες Ἀμυκλαεῦσιν, ὡς ἐπύθοντο παρὰ θεοῦ τοὺς Αἰγείδας συμμάχους λαβεῖν, εἰς Ἀθήνας ἐπορεύοντο. καταλύ‐ σαντες δὲ ἐν Θήβαις εὐωχουμένης τῆς τῶν Αἰγειδῶν φατρίας ἐκλήθησαν. ἀκούσαντες δὲ μετὰ δεῖπνον εὐχομένου τοῦ ἱερέως διδόναι τοὺς θεοὺς τοῖς Αἰγείδαις τὰ ἀγαθὰ καὶ συμβαλόν‐ | |||
25 | τες τὸν χρησμὸν, ἐντεῦθεν ἔλαβον τὴν συμμαχίαν. | |||
I 723a | ἀλλὰ παλαιὰ γὰρ εὕδει χάρις: Ἀρίσταρχος τοῦτο λεγόμενον, φησίν, ὑπόνοιαν δίδωσιν, ὡς ὅτε ἔγραφεν ὁ Πίν‐ δαρος, ἀχαριστουμένων τι τῶν Θηβαίων ὑπὸ τῶν Λακεδαι‐ μονίων. ἐὰν δὲ ὑποτεθῇ τὰ ἑξῆς, ὅ τι μὴ σοφίας ἄωτον, ὡς | |||
5 | ἐν τῷ καθόλου λέγων ἔσται, ὅπερ πολλάκις εἴωθε λέγειν· ὅτι πᾶσα χάρις πεπαλαιωμένη καθεύδει καὶ μεμάρανται, καὶ ὅτι τοιούτου πράγματος ἀμνήμονές εἰσιν οἱ ἄνθρωποι, ὃ ἂν μὴ ἀοίδιμον γένηται καὶ τύχῃ ὕμνου τινός. | |||
I 723b | ὃ δὲ λέγει, τοιοῦ‐ | |||
τόν ἐστιν· ἀλλὰ πᾶσα χάρις, φησί, παλαιῶν ἔργων ἀφυπνώτ‐ τει καὶ εἰς λήθην ἐμπίπτει, ἀμνήμονες δὲ καὶ οἱ ἄνθρωποι γίνονται τούτου, ὅπερ ἂν μὴ τὸ τῆς σοφίας ἄκρον ἀπάνθισμα | 264 in vol. 3 | |||
5 | τοῖς ἐνδόξοις τῶν λόγων ἐγκωμίοις ἐπικαταλάβῃ καὶ ἐπαίνοις ἐπιζεύξῃ. | |||
I 723c | ἢ οὕτως· ἀμνήμονες δὲ οἱ ἄνθρωποι τούτου, ὅ τι μὴ εἰς τὸ τῆς σοφίας ἄκρον ἀπάνθισμα παραγένηται ὑπο‐ ζυγὲν τοῖς ἐνδόξοις τῶν λόγων ἐγκωμίοις. | |||
I 723d | ἄλλως. συ‐ ζευχθὲν τοῖς ὕμνοις τὸ ποίημα. | |||
I 727a | κώμαζ’ ἔπειτ’ ἐν ἁδυμελεῖ σὺν ὕμνῳ: πρὸς τὴν πόλιν ὁ λόγος· εἴ τι ἐκείνοις ἥσθης, φησί, καὶ νῦν κώμαζε. | |||
I 727b | ἵνα μὴ ἡ νίκη τοῦ Στρεψιάδου σιωπηθῇ, κώμαζε καὶ συν‐ έξαρχε σὺν ἁδυμελεῖ ὕμνῳ. περιττεύει δὲ ἤτοι ἡ ἔν πρόθεσις ἢ ἡ σύν· μία γὰρ ἀρκεῖ. | |||
I 727c | ἄλλως. ἐνταῦθα ἀπὸ τῆς πεύ‐ σεως ἀποδέδωκεν. εὐφρανθεῖσα, ὦ Θήβη, ἐπὶ τοῖς ἀρχαιοτέ‐ ροις καλοῖς, καὶ ἐπὶ τοῦ παρόντος χόρευε καὶ ἐπὶ τῷ Στρε‐ ψιάδῃ. | |||
I 730a | ἰδεῖν τε μορφάες’: οὐχ ἥττων ἐστί, φησίν, ἡ γνώμη τοῦ κάλλους. οὐχ ὅμοιόν ἐστι τῷ παρ’ Ὁμήρῳ (ρ 454)· οὐκ ἄρα σοί γ’ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν. | |||
I 730b | ἢ οὕτω· φέρει δὲ καὶ τὴν τῆς ψυχῆς ἀρετὴν οὐκ αἰσχύ‐ νουσαν τὴν τοῦ σώματος εὐμορφίαν. | |||
I 734a | μάτρῳ θ’ ὁμωνύμῳ: τοῦ Στρεψιάδου μήτρως ὁμώ‐ νυμος. οὗτος ἀνῃρέθη κατὰ τὸν Πελοποννησιακὸν πόλεμον. | |||
I 734b | ὁ δὲ νοῦς· τῷ δὲ ὁμωνύμῳ αὐτοῦ μήτρωϊ τὴν τῆς νίκης | |||
εὐδοξίαν τε καὶ ἡδονὴν παρέσχετο, ᾧ, τῷ μήτρωϊ, ὁ Πελοπον‐ νησιακὸς πόλεμος τὸν θάνατον παρέσχετο καὶ ἐπέβαλε· τῇ δὲ τιμῇ τοῖς ἀγαθοῖς ἰσοῦται. ἐὰν δὲ κατ’ εὐθεῖαν πτῶσιν τὸ | 265 in vol. 3 | |||
5 | τιμά, ὁ νοῦς τοιοῦτος· πᾶσι γὰρ τοῖς ἀγαθοῖς ἡ τιμὴ ἀντί‐ κειται καὶ πλησιάζει, καὶ μάλιστα τοῖς τὴν ψυχὴν ὑπὲρ τῆς πατρίδος προεμένοις ἀντὶ τῆς ψυχῆς τιμὴ κεῖται. ὥστε δῆλον ὅτι πρὸς τετελευτηκότα ὁ λόγος. | |||
I 737a | ἴστω γὰρ σαφὲς, ὅστις ἐν ταύτᾳ νεφέλᾳ: ὅστις, φησίν, ἐν τῇ τοῦ Ἄρεος νεφέλῃ, τουτέστιν ἐν τῷ πολέμῳ, τὴν τοῦ αἵματος χάλαζαν ἀμύνεται ἐναντίον φέρων ὄλεθρον τοῖς πολεμίοις, ἴστω ὁ τοιοῦτος μέγιστον παρὰ τῶν ἀστῶν κλέος | |||
5 | αὔξων τῷ ἑαυτοῦ γένει. ταῦτα δὲ λέγει ὡς περὶ τὴν Σαλαμῖνα τοῦ Λάμπωνος ἠνδραγαθηκότος. | |||
I 737b | ἄλλως. ἐν τῇ τοῦ πολέ‐ μου νεφέλῃ, φησὶ δὲ τῇ βλαβερᾷ τῆς μάχης φθορᾷ, ἀπὸ μετα‐ φορᾶς τῶν χειμώνων. καὶ διόλου τὰ τῆς ἀλληγορίας σῴζεται. | |||
I 744 | τὺ δὲ Διοδότοιο παῖ: πρὸς τὸν ὁμώνυμον τῷ νικη‐ φόρῳ Στρεψιάδην Διοδότου παῖδά [φησι] καὶ ὡς πρὸς περι‐ όντα τὸν λόγον ποιεῖται· σὺ δὲ, Διοδότου παῖ, ἐν ἐπαίνῳ τιθέμενος Μελέαγρόν τε καὶ Ἕκτορα καὶ τὰς τούτων ζηλῶν | |||
5 | ἀρετὰς κατὰ πόλεμον ἐτελεύτησας προμαχόμενος τῆς πατρίδος. | |||
I 750 | B | ἔνθ’ ἄριστοι ἔσχον πολέμοιο νεῖκος ἐσχάταισιν ἐπ’ ἐλπίσιν: ἀντὶ τοῦ ἔσχατα ἐπελπίζοντες, ὅ ἐστιν ἀπολέ‐ σθαι, καὶ μὴ ἐπὶ τούτῳ ὑποστελλόμενοι. | ||
I 751a | ἔτλαν δὲ πένθος οὐ φατόν: ὁ τῷ ἀποθανόντι διαφέρων ἐγὼ ὁ χορός, φησίν, ἔτλαν. | |||
I 751b | οἱ σοὶ οἰκεῖοι. | 266 in vol. 3 | ||
I 751c | ὁ δὲ νοῦς· ὑπέμεινα δὲ σοῦ πεπτωκότος λύπην καὶ συμφο‐ ρὰν ἀφόρητον, ἀλλ’ ἐπὶ τοῦ παρόντος Ποσειδῶν εὐδίαν ἔδωκεν ἐξ ἐκείνου τοῦ χειμῶνος, οἱονεὶ μετὰ τὴν χειμερινὴν τῶν φθασάντων κατάστασιν εὐδία ἄλυπος παρὰ τῶν θεῶν ὑμᾶς | |||
5 | διεδέξατο. | |||
I 753a | ἀείσομαι χαίταν στεφάνοισιν ἁρμόζων: ὁ λό‐ γος ἐπαμφοτερίζει. ἤτοι γὰρ τὴν ἐμαυτοῦ κεφαλὴν ἁρμόσας τοῖς στεφάνοις ᾄσομαι τὸν ἐπίνικον, ἢ οὕτως· τὸν ἐπίνικον ᾄσω τὴν τοῦ νικηφόρου κεφαλὴν τοῖς στεφάνοις ἁρμόζων· | |||
5 | φησὶ δὲ τοῖς μουσικοῖς. | |||
I 753b | ἄλλως. τοὐναντίον εἶπε· βού‐ λεται γὰρ λέγειν τοὺς στεφάνους τῇ χαίτῃ ἁρμόζων. | |||
I 755a | ὁ δ’ ἀθανάτων μὴ θρασσέτω φθόνος: Ἀρίσταρ‐ χος ἐπὶ τοῦ ἐρεθίζειν ἀκούει, τάττεσθαι δέ φησι καὶ ἐπὶ τοῦ ταράττειν. μὴ οὖν, φησί, με ὁ ἐκ θεῶν ταραττέτω φθόνος, εἰ τὸ ἐν τῷ βίῳ τερπνὸν τοῦτο ἀεὶ κατὰ τὴν παροῦσαν ἡμέραν | |||
5 | διώκων καὶ θηρεύων μεθ’ ἡσυχίας καταστρέφω τὸν βίον. | |||
I 755b | ἢ οὕτως· ὁ δὲ παρὰ τῶν θεῶν φθόνος μὴ συνθραυέτω, ὅτι ἑκάστης ἡμέρας ἥσυχος καὶ πρᾷος ὢν μετὰ ἡσυχίας καταγηράσκω, καὶ παραγίνομαι εἰς τὸν μεμοιραμένον χρόνον. ἐὰν δὲ κατὰ τὸ φθόνος θῶμεν τὴν τελείαν, ἔσται ὁ νοῦς | |||
5 | τοιοῦτος· εἴθε, ὅπερ τερπνὸν, ἐφ’ ἑκάστης ἡμέρας μεταδιώ‐ κων καὶ δεξάμενος μεθ’ ἡσυχίας ἐπί τε τὸ γῆρας καὶ τὸν μεμοιραμένον χρόνον παραγενοίμην. καὶ ἔσται ὁ λόγος ὡς παρὰ τοῦ νικηφόρου, ἐκεῖνο μέντοι ὡς παρὰ τοῦ ποιητικοῦ προσώπου. 60bD | |||
I 759 | B | θνᾴσκομεν γὰρ ὁμῶς: καθάπαξ γὰρ πάντες ἄνθρω‐ ποι ἑνὶ καὶ τῷ αὐτῷ ὑποπίπτομεν θανάτῳ, τὰ δὲ τοῦ δαίμο‐ νος καὶ τῆς τύχης οὐκέτι ἴσα ἐστὶ καὶ ὅμοια τοῖς πᾶσι. 60bB | 267 in vol. 3 | |
I 760a | δαίμων δ’ ἄϊστος: τουτέστιν οὐκ ἔστι προφανὴς ὁ δαίμων τοῖς ἀνθρώποις, οὐδὲ οἶδε τὸ ἐκβησόμενον. 63BD | |||
I 760b | τὰ μακρὰ δ’ εἴ τις παπταίνει, βραχὺς ἐξικέ‐ σθαι: εἰ δέ τις τὰ ὑπὲρ ἑαυτὸν σκοπεῖ καὶ λαβεῖν σπουδάζει, οὗτος βραχὺς καὶ ἀσθενὴς πρὸς τὸ τῆς ἐπιθυμίας παραγενέ‐ σθαι τέλος καὶ ἀπελθεῖν εἰς τὸ τῶν θεῶν ἰσχυρότατον ἕδρασμα. | |||
I 760c | ἢ οὕτως· ἀσθενής ἐστι πᾶς ἄνθρωπος, εἴ τις μακρὰ βλέπει ὡς ἐφαψόμενος τοῦ οὐρανοῦ καὶ τῆς τῶν θεῶν διαίτης. θνη‐ τὸς εἶ, φησί· τὸ παρὸν εὖ τίθεσο. 60aBD | |||
I 763a | ὅτι πτερόεις ἔρριψε Πάγασος: ὑπόδειγμα τοῦ μὴ δεῖν ἐπαίρεσθαι τὸν ἄνθρωπον μέχρις οὐρανοῦ Βελλερο‐ φόντην καὶ Πήγασον ἔλαβεν. | |||
I 763b | ὁ δὲ νοῦς· ὁ γὰρ δὴ Πή‐ γασος ἀπεσείσατο καὶ κατέστρεψε τὸν ἑαυτοῦ δεσπότην Βελλε‐ ροφόντην τῶν ἀδυνάτων ἐπιθυμήσαντα καὶ εἰς τὸ τῶν θεῶν ἄθροισμα παραγενέσθαι βουληθέντα. | |||
I 767a | B | τὸ δὲ πὰρ δίκαν γλυκύ: τὸ δὲ ἐξ ἀδικίας ἡδὺ γενόμενον πικρὸν τέλος λαμβάνει. | ||
I 767b | οἷον οἱ ἀδίκως κερ‐ δαίνοντες ἄχρι τέλους οὐχ ἥδονται. | |||
I 769 | ἄμμι δ’, ὦ χρυσέᾳ κόμᾳ θάλλων: ἡμῖν δὲ, ὦ τῇ χρυσῇ κόμῃ θάλλων Ἀπόλλων, παράσχου καὶ ἐν τοῖς σοῖς Πυθικοῖς ἀγῶσιν ἀγωνισαμένοις ἀνθηρὸν ἀναδήσασθαι στέ‐ φανον. εὔχεται οὖν αὐτὸν καὶ Πύθια νικῆσαι. | |||
I 8metr(t) | Scholia in Isthmionicarum carmen VIII | |||
1 | B | Τὸ ὄγδοον εἶδος μονοστροφικόν ἐστι κώλων εἰκοσιδύο. τὸ | ||
αʹ Φαλαίκειον. τὸ βʹ ὅμοιον τῷ τίς σὰς παρήειρε φρένας. τὸ γʹ ἐπιχοριαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ δʹ ἰαμβι‐ κὸν τρίμετρον βραχυκατάληκτον. τὸ εʹ ἐννεασύλλαβον Σαπφι‐ | 268 in vol. 3 | |||
5 | κὸν πλεονάζον τοῦ Γλυκωνείου μιᾷ συλλαβῇ. τὸ ϛʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ζʹ τροχαϊκὸν ἀπὸ ἰαμβικοῦ καταληκτικόν. τὸ ηʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ θʹ ἀντισπαστικὸν δίμετρον βραχυκατάληκτον. τὸ ιʹ τὸ αὐτό. τὸ ιαʹ τὸ αὐτό. τὸ ιβʹ τὸ αὐτό. τὸ ιγʹ ἰαμβικὸν δίμετρον | |||
10 | καταληκτικόν. τὸ ιδʹ ἐννεασύλλαβον Σαπφικὸν πλεονάζον μιᾷ συλλαβῇ τοῦ Γλυκωνείου. τὸ ιεʹ ἰωνικὸν ἀπ’ ἐλάσσονος βρα‐ χυκατάληκτον. τὸ ιϛʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ιζʹ ἐπιωνικὸν δίμετρον ἀκατάληκτον. τὸ ιηʹ τροχαϊκὸν δίμε‐ τρον βραχυκατάληκτον. τὸ ιθʹ ἰαμβικὸν δίμετρον βραχυκατά‐ | |||
15 | ληκτον. ἡ νον μακρά. τὸ κʹ δακτυλικὸν πενθημιμερές. τὸ καʹ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ κβʹ ἀντισπαστικὸν δίμετρον βραχυκατάληκτον. | |||
I 81a | Κλεάνδρῳ τις ἁλικίᾳ τε: τῷ Κλεάνδρῳ τις καὶ τῇ ἡλικίᾳ αὐτοῦ καταγέτω τῶν πόνων τὸν εὔδοξον κῶμον, τουτ‐ έστι τὴν διὰ τοῦ ἐγκωμίου εὔκλειαν ἐσομένην αὐτῷ· τῶν γὰρ κατὰ τὴν ἄθλησιν πόνων οἷον λύσις ἐστὶ τὸ τοιοῦτον λύτρον | |||
5 | καὶ λυτήριον· οὕτω γὰρ τὸν εἰς τὸν νικηφόρον ὕμνον εἶπε. τῶν τε γὰρ πόνων καὶ τῆς Ἰσθμιακῆς νίκης ἔτι τε τῆς Νε‐ μεακῆς ἔλαβε τὸ κράτος. | |||
I 81b | ὁ δὲ νοῦς· τῷ Κλεάνδρῳ τις καὶ τῇ τούτου ἡλικίᾳ λύσιν καὶ ἀμοιβὴν ἐπίδοξον τῶν καμά‐ των ἐγειρέτω τὸν ὕμνον παρὰ τὰ πρόθυρα τοῦ Τελεσάρχου στὰς, | |||
ὄντα τὸν ὕμνον τῆς τε Ἰσθμιακῆς νίκης καὶ τῆς ἐν Νεμέᾳ | 269 in vol. 3 | |||
5 | λύσιν καὶ ἀμοιβὴν, ὅτι δὴ τῶν ἄθλων νίκην καὶ ἐπικράτειαν εὗρεν ἀνδρείως ἀγωνισάμενος. | |||
I 88 | τῷ καὶ ἐγὼ καίπερ ἀχνύμενος θυμόν: τούτῳ οὖν τῷ Κλεάνδρῳ ἐγὼ καίπερ λυπούμενος τὴν ψυχὴν τῶν τετε‐ λευτηκότων προγόνων ἕνεκεν, ὅμως αἰτοῦμαι τὴν τιμίαν προσ‐ καλέσασθαι καὶ παρεστάναι Μοῦσαν. | |||
I 812a | ἐκ μεγάλων δὲ πενθέων λυθέντες: ὡς ἔστιν εἰκά‐ σαι, ἐν τῇ περὶ Σαλαμῖνα ναυμαχίᾳ προσήκοντές τινες Κλεάν‐ δρῳ ἐτελεύτων· συντέτακται γὰρ ἡ ᾠδὴ ἐπὶ κατωρθωμένῳ τοῖς Ἕλλησιν ἤδη τῷ πολέμῳ· ὥς γε παρίστησιν ἐν τούτοις (9)· | |||
5 | ἐπειδὴ τὸν ὑπὲρ κεφαλᾶς γε Ταντάλου λίθον, καὶ τὰ ἑξῆς. | |||
I 812b | D | ἐκ μεγάλων δὲ πενθέων: τῶν ἐκ πολέμου· ἐμφαίνει δὲ, ὅτι οἱ Ἕλληνες ἐνίκησαν. | ||
I 814a | μήτ’ ἐν ὀρφανίᾳ πέσωμεν στεφάνων: ἐκ δὲ τῶν μεγάλων πενθῶν μὴ καταπέσωμεν ἀδοξίᾳ καὶ ὀρφανίᾳ στε‐ φάνων, μήτε ἐπὶ πλέον ταῖς λύπαις ἐπίκεισο καὶ αὔξανε. | |||
I 814b | ἔνιοι δέ· ἐπὶ δευτέρου προσώπου εἶπεν, ἀντὶ τοῦ θερα‐ πεύωμεν. λέγει δέ· τὰ κακὰ μὴ κολακεύωμεν μηδὲ θρηνῶμεν ἀεί. | |||
I 817a | παυσάμενοι δ’ ἀπράκτων κακῶν: τῶν δὲ ἀνω‐ φελήτων λυπῶν καὶ πενθῶν ἀνάπαυσιν ἐσχηκότες γλυκύ τι παίξωμεν καὶ εἰς τὸν δῆμον ἀγάγωμεν μετὰ τοὺς πόνους, ἐπειδὴ τὸν ὑπὲρ τῆς κεφαλῆς ἡμῶν ἐπηρτημένον Ταντάλειον | |||
5 | λίθον παρέτρεψέ τις θεῶν, τὸν ἀνυπομόνητον καὶ δεινὸν τῇ Ἑλ‐ λάδι πόνον· φησὶ δὲ τὸν Ξέρξου πόλεμον. | |||
I 817b | ἄλλως. ἰστέον ὅτι μετὰ τὴν ἧτταν τῶν Περσῶν καὶ τὴν Ξέρξου στρατείαν ἐπὶ τοὺς Ἕλληνας ἐγράφη οὗτος ὁ ἐπίνικος· Ταντάλου γὰρ λίθον εἴρηκε μεταφορικῶς τὸν ἐπικρεμάμενον καὶ προσδοκώ‐ | 270 in vol. 3 | ||
5 | μενον τοῖς Ἕλλησι φόβον τῆς προειρημένης στρατείας, διὰ τὸ μυθολογεῖσθαι τῷ Ταντάλῳ λίθον ἐπαιωρεῖσθαι, καθάπερ καὶ Εὐριπίδης εἴρηκε (Orest. 6. 7)· κορυφῆς ὑπερτέλλοντα δειμαίνων πέτρον ἀέρι ποτᾶται καὶ τίνει ταύτην δίκην. | |||
I 823 | ἀλλ’ ἐμοὶ δεῖμα μὲν παροιχομένων: ἐμοὶ δὲ τῶν φθασάντων κακῶν τόν τε φόβον καὶ τὴν μέριμναν αἱ νῦν τῆς νίκης εὐφροσύναι ἔλυσαν. | |||
I 826a | τὸ δὲ πρὸ ποδὸς ἄρειον αἰεὶ χρῆμα πᾶν: ὅτι τῶν παρόντων καὶ ἐνεστηκότων ἀεί φησιν ὁ Πίνδαρος δεῖν ἀντέ‐ χεσθαι καὶ μὴ ὀρέγεσθαι τῶν μελλόντων. | |||
I 826b | ἢ οὕτως· πᾶν δὲ προσήκει τὸ παρὰ πόδας πρᾶγμα σκοπεῖν καὶ εὖ διατιθέναι. | |||
I 826c | ἀεὶ δὲ βέλτιόν ἐστι πᾶν τὸ παρὰ πόδας πρᾶγμα προσ‐ βλέπειν. | |||
I 836d | ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὅτι καιροῦ νίκης καὶ εὐφροσύνης παραπεσόντος τῶν παρὰ πόδας ἐχώμεθα. | |||
I 827a | δόλιος γὰρ αἰὼν ἐπ’ ἀνδράσι κρέμαται: ποικίλος καὶ εὐμετάθετος. | |||
I 827b | ὁ δὲ νοῦς· ὁ γὰρ δὴ τῆς ζωῆς χρό‐ νος ἐνήρτηται τοῖς ἀνθρώποις τὸν τοῦ βίου πόρον κυλίων καὶ προϊών. | |||
I 827c | ἢ οὕτως· ὁ γὰρ χρόνος πολλὰς εὑρίσκει μεταβο‐ λὰς ἑλίσσων τὸν τοῦ βίου πόρον, τουτέστι τὴν ὁδὸν τοῦ βίου. | |||
I 830a | D | ἰατὰ δ’ ἐστὶ βροτοῖς: τὰ προσπίπτοντα μετὰ ἐλευ‐ | ||
θερίας ἰατά ἐστι καὶ ἐὰν ἀτυχία ὑπάρχῃ. ἠλευθερωμένοι οὖν καὶ νενικηκότες τοὺς Πέρσας, εἰ καὶ ἐν ἀτυχίᾳ γεγόνατε, εὐθυ‐ μεῖτε. | 271 in vol. 3 | |||
I 830b | ἢ οὕτως· ἀλλ’ ὅμως πρὸς τὰ συμβεβηκότα δεινὰ φορητά ἐστι καὶ ταῦτα, προσούσης καὶ τῆς ἐλευθερίας. | |||
I 832a | D | χρὴ δ’ ἀγαθὰν ἐλπίδα: προσήκει δὲ τὴν τῶν ἀγα‐ θῶν ἐλπίδα τοῖς ἀνδράσι φροντίζεσθαι· προσήκει δὲ καὶ ἐν ταῖς ἑπταπύλοις Θήβαις τὸν τραφέντα τῇ τε Θήβῃ καὶ τῇ Αἰγίνῃ τὸν ὕμνον τὸν ὄντα Χαρίτων ἀπάνθισμα διδόναι. | ||
I 832b | ἢ οὕτω· δεῖ δὴ τὸν Θηβαῖον εὐχαριστεῖν τῇ Αἰγίνῃ καὶ τὸ ἄνθος τὸ ἀπὸ τῶν Χαρίτων προσνέμειν. πρὸς τί δὲ τοῦτό φησιν; ὅτι ὁ μὲν νενικηκὼς Αἰγινήτης, αὐτὸς δὲ Θηβαῖος. | |||
I 837a | D | πατρὸς οὕνεκα δίδυμαι γένοντο θυγατέρες: Θήβη καὶ Αἴγινα αἱ Ἀσωποῦ τοῦ Βοιωτιακοῦ ποταμοῦ θυγα‐ τέρες νεώτεραι τὴν γένεσιν· ἦν γὰρ προτεχθεῖσα Μετώπη καὶ ἄλλαι τινές. | ||
I 837b | ὁ δὲ νοῦς· ὅτι δὴ ἐκ τῶν Ἀσωποῦ θυγατρῶν νεώτεραι ἐγεννήθησαν Αἴγινα καὶ Θήβη, καὶ ἀμφότεραι ἀρέ‐ σασαι τῷ Διῒ τίμιαι γεγένηνται. | |||
I 837c | ἄλλως. διὰ τοῦτό φησι τὸν Θηβαῖον χάριν νέμειν τῷ Αἰγινήτῃ, ἐπειδὴ ἀδελφαὶ ἐγέ‐ νοντο αἱ ἡρωΐδες Θήβη τε καὶ Αἴγινα· Ἀσωποῦ γὰρ ἀμφότεραι· εἰσὶν οὖν, οἳ Διὸς τὴν Θήβην γενεαλογοῦσι, καθάπερ Λύκος | |||
5 | ἐν τῷ περὶ Θηβῶν. μετὰ γὰρ τὰ κατὰ τὸν Δευκαλίωνός φησι Δία μιγέντα Ἰοδάμᾳ τῇ Ἰτώνου τοῦ Ἀμφικτύονος τεκνῶσαι τὴν Θήβην, ἣν δοῦναι Ὠγύγῳ, ἀφ’ οὗ Ὠγυγίη ἡ Θήβη ἐκλήθη. | |||
I 841 | D | ὁ τὰν μὲν παρὰ καλλιρόῳ Δίρκᾳ: ὅστις Ζεὺς τὴν | ||
μὲν παρὰ τῇ καλλιρόῳ Δίρκῃ ᾤκισε καὶ τῆς φιλαρμάτου πό‐ λεως κατέστησε δέσποιναν· φησὶ δὲ τοῦτο, ὅτι τῆς Βοιωτίας μητρόπολις. | 272 in vol. 3 | |||
I 845a | D | σὲ δ’ ἐς νᾶσον Οἰνοπίαν ἐνεγκὼν κοιμᾶτο: ἀπέστρεψε τὸν λόγον πρὸς τὴν Αἴγιναν· σὲ δὲ, ὦ Αἴγινα, φησίν, εἰς τὴν Οἰνοπίαν διακομίσας νῆσον συνεκοιμήθη, ἔνθα τὸν ἐνδοξότατον ἐγέννησας Αἰακὸν τῷ μεγαλοήχῳ Διῒ, συνε‐ | ||
5 | τώτατον πάντων τῶν ἀνθρώπων. εὐφήμως οὖν εἶπε τὸ κοι‐ μᾶτο, ὡς καὶ Ὅμηρος (θ 296)· τὼ δ’ ἐς δέμνια βάντε κατέδραθον. | |||
I 845b | Οἰνοπίαν δὲ τὴν νῆσον ὠνόμασεν ἀπὸ Οἰνώνης τῆς Βου‐ δίωνος. | |||
I 845c | ἄμεινον δὲ ἀπὸ Οἴνοπος ἥρωός τινος λέγεσθαι αὐτήν. | |||
I 850 | D | τοῦ μὲν ἀντίθεοι ἀρίστευον υἱέες: τούτου μὲν τοῦ Αἰακοῦ οἱ ἰσόθεοι παῖδες ἦσαν ἄριστοι, καὶ οἱ τῶν παί‐ δων υἱοὶ ἐτύγχανον πολεμικώτατοι, καὶ ἀνδρεῖοι περιέπειν τὰς μάχας ἐγένοντο, καὶ σωφρονέστατοι καὶ συνετοὶ τὴν ψυχήν. | ||
I 857a | D | ταῦτα καὶ μακάρων ἐμέμναντ’ ἀγοραί: ταῦτα, φησί, καὶ αἱ τῶν θεῶν σύνοδοι ἐμέμνηντο, ὅτε Ζεὺς περὶ τῆς Θέτιδος καὶ Ποσειδῶν ἐφιλονείκησαν, ἑκάτερος ἐπέραστον ἑαυτῷ γαμετὴν ποιῆσαι βουλόμενος. | ||
I 857b | ἄλλως. ταῦτα καὶ οἱ σύλλογοι τῶν θεῶν διέφερον. τείνει δὲ εἰς ἐκεῖνα· ὁ Ζεὺς βουλόμενος Θέτιδι πλησιάσαι ἐκωλύθη ὑπὸ τοῦ Προμηθέως· εἶτα Πηλεῖ ἔδοξεν αὐτὴν ἐγγυῆσαι. τεθρύλληται δὲ ἡ ἱστορία | |||
5 | παρά τε συγγραφεῦσι καὶ ποιηταῖς, ἀκριβῶς δὲ κεῖται καὶ παρὰ Αἰσχύλῳ ἐν Προμηθεῖ Δεσμώτῃ. διαφωνεῖται δὲ τοῖς λοιποῖς καὶ ἰδιαζόντως ὁ Πίνδαρος καὶ Ποσειδῶνά φησιν ἀμ‐ φισβητῆσαι περὶ τοῦ γάμου· ἢ ζητητέον, τίνι κατηκολούθησεν | |||
ὁ Πίνδαρος. | 273 in vol. 3 | |||
I 864 | D | ἔρως γὰρ ἔσχεν· ἀλλ’ οὔ σφιν: ἔρως γὰρ καὶ ἐπιθυμία, φησί, τῶν ἐκείνης γάμων ἀμφοτέρους κατεῖχεν, ἀλλ’ οὐδαμῶς αἱ ἄφθαρτοι τῶν θεῶν φρένες συμπερασθῆναι τοὺς γάμους συνεχώρησαν, ἐπειδὴ τῶν μεμοιραμένων κατή‐ | ||
5 | κουσαν. | |||
I 867 | D | εἶπε δ’ εὔβουλος: εἶπε δὲ καὶ ἐχρησμῴδησεν ἡ εὔβουλος δικαιοσύνη τὸν ἐκ Θέτιδος γεννηθέντα κρείττονα τοῦ πατρὸς γενέσθαι. καὶ κατὰ τοῦτο δὲ διαφωνοῦσιν· ὁ μὲν γὰρ Αἰσχύλος Προμηθέα φησὶ τοῦτο ποιεῖν, οὗτος δὲ Θέμιν. | ||
I 875 | D | Διῒ μισγομέναν ἢ Διὸς παρ’ ἀδελφεοῖσιν: ὑπερ‐ βατῶς ἔχει πρὸς τὸ ποντίαν θεόν· ἤτοι οὖν Διῒ μιγεῖσα βελ‐ τίονα παῖδα τοῦ πατρὸς τέξει, ἢ τοῖς ἀδελφοῖς τοῦ Διὸς βελ‐ τίονα πάλιν τοῦ Διὸς παῖδα τέξει· πληθυντικῶς δὲ εἶπεν ἀντὶ | ||
5 | τοῦ ἀδελφῷ, τῷ Ποσειδῶνι· σύνηθες δὲ τὸ σχῆμα Πινδάρῳ (fr. 75, 11)· ὑπάτων μέν τε πατέρων γυναικῶν τε Καδμειᾶν, ἀντὶ τοῦ Διὸς καὶ Σεμέλης. | |||
I 876 | D | ἀλλὰ τὰ μὲν παύσατε: ἀποστρέψας τὸν λόγον ἐξή‐ νεγκεν ὡς αὐτῆς τῆς Θέμιδος λεγούσης. ἀλλὰ τὰ μὲν παύ‐ σατε καὶ ἐπίσχετε· λέγει δὲ τὰ τῆς πρὸς τὴν Θέτιν μίξεως· ἀνθρωπίνων δὲ γάμων τυχοῦσα τὸν υἱὸν αὐτῆς θεωρησάτω | ||
5 | τεθνηκότα ἐν πολέμῳ, τὸν τῷ Ἄρει τὰς χεῖρας κατὰ τὴν μάχην ὅμοιον. | |||
I 883 | D | τὸ μὲν ἐμὸν Πηλεῖ θεάμοιρον: τοῦτο ἰσοδυναμεῖ τῷ κατὰ μὲν ἐμὲ ἢ κατὰ τὴν ἐμὴν γνώμην, οἷον τὸ μὲν ἐμοὶ | ||
BD | ἀρέσκον ἐστὶ τοῦτο. ἠθικῶς δὲ λέγει· ἐγὼ κελεύω τῷ Πηλεῖ τὸ ὑπὸ θεῶν μεμοιραμένον τοῦ γάμου μέρος ὀπάσαι. | |||
I 885 | ὅν τ’ εὐσεβέστατόν φασιν: ὅντινα τὸν Πηλέα λέγουσιν εὐσεβέστατον τὴν τῆς Ἰωλκοῦ τρέφειν γῆν. ἀπὸ δὲ | |||
τῆς Ἰωλκοῦ πόλεως Θετταλικῆς ὅλην βούλεται τὴν Θεσσαλίαν δηλοῦν· ταύτης γὰρ ὁ Πηλεὺς ἐβασίλευεν, ἡ δὲ Ἰωλκὸς οὐκ | 274 in vol. 3 | |||
5 | ἦν ὑπὸ τὸν Πηλέα. | |||
I 888 | ἰόντων δ’ ἐς ἄφθιτον ἄντρον: Ἀττικῶς· πορευέ‐ σθωσαν· ὡς καὶ Ὅμηρος (Α 338)· τὼ δ’ αὐτὼ μάρτυροι ἔστων. πορευέσθωσαν δέ, φησίν, εἰς τὸ ἄφθιτον σπήλαιον τοῦ Χεί‐ | |||
5 | ρωνος αἱ περὶ τοῦ γάμου ἀγγελίαι, ἀντὶ τοῦ· τὸ δόξαν ἡμῖν νῦν φανερὸν γενέσθω τῷ Χείρωνι. | |||
I 892 | νεικέων πέταλα δὶς ἐγγυαλιζέτω: ἀντὶ τοῦ τῶν φιλονεικιῶν τὰ φύλλα· τροπικώτερον δὲ τῶν φιλονεικιῶν τὰς στάσεις ἢ τὰ νείκη, ὡς Ἴβυκος (fr. 29) κλάδον Ἐνυαλίου καὶ Ὅμηρος (Β 540) ὄζον Ἄρηος. ποῖα δὲ νείκη δισσὰ ἡ Θέτις | |||
5 | τοῖς θεοῖς παρασχεῖν ἔμελλεν; οὐ γὰρ προεγεγόνει νεῖκος ἐξ αὐτῆς, ὥστε τοῦτο δεύτερον τὸ ὑπὲρ τοῦ γάμου αὐτῆς εἰρη‐ μένον. ἤτοι οὖν τοῦτο λέγει· ἐπεὶ νεῖκος ὑμῖν ἕστηκε νῦν περὶ τοῦ γάμου τῆς Θέτιδος τῶν δύο διαφερομένων θεῶν, μὴ πρὸς ἓ ἕποντι καὶ ἕτερον κατασκευαζέτω· ἢ προγεγονέναι μέν | |||
10 | φησι νεῖκος τὸ τῶν Τιτάνων, δεύτερον δὲ ἔσεσθαι, εἰ ἐκ ταύ‐ της γεννηθείη παῖς ἀθάνατος· ἢ ὅτι ἐφιλονείκησαν Ποσειδῶν τε καὶ Ζεὺς περὶ Αἰγίνης, ὅτε καὶ μεταβαλεῖν δοκεῖ τὴν νῆσον Ποσειδῶν, καθὰ ἄλλοι τέ φασι καὶ Πυθαίνετος προσαγόμενος Ὀρφέα. | |||
I 893a | ἐν διχομηνίδεσσι δ’ ἑσπέραις: τουτέστιν ἐν ταῖς τῆς πανσελήνου νυξί· κατὰ ταύτας γὰρ ἐποίουν τοὺς γάμους. | |||
I 893b | ἀντὶ τοῦ διαπαρθενευέτω δὲ ἐν τῇ πανσελήνῳ νυκτί. | |||
I 893c | ὁ δὲ νοῦς· ἐν δὲ ταῖς νυξὶ ταῖς καταλαμπομέναις τῇ σελήνῃ | |||
τὸν ἐπέραστον τῆς παρθενίας ὑπολύοι δεσμὸν τῷ ἥρωϊ Πηλεῖ. χαλινὸν δὲ παρθενίας σκληρότερον καὶ διθυραμβωδῶς αὐτὴν εἶπε, κατὰ περίφρασιν τὴν παρθενίαν βουλόμενος σημῆναι. | 275 in vol. 3 | |||
5 | παρασημήναιτο δὲ ἄν τις, διὰ τί πανσελήνοις ἐγάμουν. | |||
I 895a | τοὶ δ’ ἐπὶ γλεφάροις νεῦσαν ἀθανάτοισιν: οἱ περὶ τὸν Δία, φησί, τοῖς βλεφάροις νεύσαντες τέλος τοῖς ῥη‐ θεῖσιν ἐφήρμοσαν. | |||
I 895b | ἢ τοῖς βλεφάροις ἐπένευσαν παρὰ τὸ Ὁμηρικόν (Α 528)· | |||
D | ἦ, καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι νεῦσε Κρονίων. ταπεινῶς δὲ ἀπὸ τῶν βλεφάρων ὅλον εἶπε τὸ πρόσωπον. | |||
I 8100a | D | ἐπέων δὲ καρπὸς οὐ κατέφθινε: τῶν δὲ λόγων ἡ ἀρχὴ οὐ κατεφθείρετο, φησίν. | ||
I 8100b | ἢ οὕτως· ὁ δὲ καρπὸς τῶν ἐπῶν ὧν εἶπεν οὐκ ἀπέφθινεν, ἀλλ’ ἐτελεσιουργήθη· ἐγα‐ μήθη γὰρ ἡ Θέτις τῷ Πηλεῖ. | |||
I 8104a | D | καὶ νέαν ἔδειξαν σοφῶν στόμα: καὶ τὰ τῶν σοφῶν νέα στόματα, φησί, τοῖς ἀπείροις ἔδειξε τὴν τοῦ Ἀχιλ‐ λέως ἀρετήν· οὐ γὰρ μόνος Ὅμηρος, ἀλλὰ καὶ πλείους ἄλλοι νεώτεροι ..... | ||
I 8104b | ἢ οὕτως· ἀεὶ δὲ θάλλειν καὶ νεωτέραν εἶναι τοῖς ἀπείροις τὴν Ἀχιλλέως ἀρετὴν τὰ τῶν σοφῶν στό‐ ματα πεποίηκεν. | |||
I 8109 | D | ὃ καὶ Μύσιον ἀμπελόεν: ὅστις Ἀχιλλεὺς καὶ τὸ ἀμπελόφυλλον πεδίον τῆς Μυσίας τῷ φόνῳ καὶ τῇ ἀναιρέσει τοῦ Τηλέφου ᾕμαξε. πρὸς ἀμφότερα δὲ τοῦτό φησι, καὶ ὅτι ἡ Μυσία οἰνοφόρος, καὶ ὅτι κλήμασιν ἀμπέλων πεδηθέντα | ||
5 | Τήλεφον τὸν Αὔγης καὶ Ἡρακλέους ἀνεῖλεν ὁ Ἀχιλλεύς. | |||
I 8111 | D | γεφύρωσέ τ’ Ἀτρεάδαισι νόστον: κατεβάλετό τε | ||
γέφυραν, φησί, τῆς ἀνακομιδῆς τοῖς Ἀτρείδαις ἀνελὼν τοὺς συνέχοντας καὶ ῥυομένους τὴν Τροίαν ἄνδρας· οὗτοι γάρ εἰσιν ἶνες καὶ οἷον νεῦρα καθάπερ σῶμα συνέχοντες· οὓς ἑξῆς | 276 in vol. 3 | |||
5 | καταλέγει. | |||
I 8113 | D | ταί μιν ῥύοντό ποτ’ ἐκ μάχας: αἵτινες, φησίν, ἶνες, τουτέστιν οἱ γενναιότατοι τῆς πόλεως ἐρρύοντο καὶ ἐκώ‐ λυον τὸν Ἀχιλλέα τῆς ἐναριμβρότου μάχης τὸ ἔργον κορύσ‐ σοντα, τουτέστι μάχην κατ’ αὐτῶν ποιοῦντα· ὁ γὰρ Ἀχιλλεὺς | ||
5 | ἀνεῖλε καὶ τὴν Μέμνονος ἰσχὺν καὶ τὸν Ἕκτορα καὶ τοὺς ἄλλους ἀριστέας. | |||
I 8119a | D | οἷς δῶμα Περσεφόνας: οἷς τοῖς ἀριστεῦσι τῆς εἰς Ἅιδου καθόδου μηνυτὴς ὁ Ἀχιλλεὺς ἐγένετο. | ||
I 8119b | ἢ οὕτως· οἷς σημαίνων τὸν Ἅιδην ἀντὶ τοῦ οὓς ἀναιρῶν. ἀναιρῶν γὰρ αὐτοὺς αἴτιος ὥσπερ τῆς εἰς Ἅιδου καθόδου αὐτοῖς ἐγίνετο, καὶ τὴν Αἴγιναν, τὴν ἑαυτοῦ πατρίδα, καὶ τὴν ἰδίαν ῥίζαν, | |||
5 | φησὶ δὲ τοὺς προγόνους, ἐνδόξους καθίστα. | |||
I 8125 | D | τὸν μὲν οὔτε θανόντ’ ἀοιδαὶ ἔλιπον: τὸν μὲν οὖν, τὸν Ἀχιλλέα, οὔτε θανόντα αἱ ἐπαινετικαὶ ᾠδαὶ κατέλι‐ πον, ἀλλὰ καὶ ἐπ’ αὐτῷ παρά τε τὴν πυρκαιὰν καὶ ἐπ’ αὐτὸν τὸν τάφον αἱ Μοῦσαι ἔστησαν καὶ θρῆνον πολυθρύλλητον | ||
5 | ἀνεβάλοντο. ταῦτα δὲ ἐπὶ τὴν δευτέραν νέκυιαν ἀναπέμπει (ω 60)· Μοῦσαι δ’ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ θρήνεον. | |||
I 8130 | D | ἔδοξ’ ἄρα καὶ ἀθανάτοις: ἔδοξεν ἄρα καὶ τοῖς θεοῖς τὸν ἀγαθὸν ἄνδρα καὶ τεθνηκότα τοῖς τῶν Μουσῶν ὕμνοις διδόναι, τουτέστιν ἐγκωμίων αὐτὸν τυχεῖν. | ||
I 8133a | D | τὸ καὶ νῦν φέρει λόγον: τὸ ὑμνῆσαι γοῦν τὸν ἀγαθὸν καὶ τελευτήσαντα, φησί, φέρει λόγον. | ||
I 8133b | ἢ οὕτως· | |||
διὸ καὶ νῦν ἔχει λόγον ὑμνεῖν ἀποθανόντα αὐτὸν ὡς Ἀχιλλέα. | 277 in vol. 3 | |||
I 8133c | ἢ καὶ οὕτως· διὸ καὶ νῦν ὁ λόγος ἡμᾶς ἐπὶ τὸ ἐγκώμιον τοῦ Νικοκλέους ἄγει, τοῦ γεγονότος θείου καὶ προγόνου τοῦ Κλεάνδρου. | |||
I 8133d | ὁ δὲ νοῦς· διὸ καὶ νῦν ὁ λόγος ἡμᾶς παρορ‐ μᾷ καὶ τὸ τῶν Μουσῶν ἅρμα τοῦ πυκτικωτάτου Νικοκλέους τὸ μνῆμα καὶ τὴν τῶν κατορθωμάτων ἀρετὴν ὑμνῆσαι καὶ τιμῆσαι αὐτόν. | |||
I 8133e | ὡς Ἴσθμια αὐτοῦ νενικηκότος τοῦ Νι‐ | |||
κοκλέους φησί· περὶ γὰρ αὐτοῦ ὁ λόγος. | 278 in vol. 3 |