TLG 5033 001 :: SCHOLIA IN PAUSANIAM :: Scholia in Pausaniae periegesin (scholia vetera sub auctore Agathia) SCHOLIA IN PAUSANIAM Schol. Scholia in Pausaniae periegesin (scholia vetera sub auctore Agathia) Source: Spiro, F. (ed.), “Pausanias–Scholien” [Hermes 29] 1894: 145–149. Citation: Pausanias book+chapter+section — (line) | ||
1,1,2 | Πειραιεὺς] Πειραιεὺς περεύς τις ὤν· ἦν γὰρ ὅτε οὐ συνήπτετο τῇ γῇ, ἀλλ’ ἦν νῆσος· παρὰ τὸ περαιοῦσθαι οὖν περέευς καὶ πλεονασμῷ τοῦ ἰῶτα πειρεεύς: Ebenda ἀνελόντες] ἀντὶ τοῦ ἀναλαβόντες. | |
1,1,3 | Λαμίαν] Λάμια πόλις· οἱ μὲν, ἀπὸ Λαμίου τοῦ | |
Ἡρακλέευς ὠνομάσθη· οἱ δὲ, ἀπὸ γυναικὸς Λαμίας, ἥτις ἐβασίλευσε Τραχινίων· ἔστι δὲ προσηγορικὸν καὶ ..... καὶ οὕτω μὲν Ἡσύχιος, Ἀριστοφάνης δέ φησιν ..... | 145 | |
5 | γυναικὸς ἐν τῇ ἀγορᾷ † ἑστηκούσης. τινὲς δὲ ἐν τῇ ἀγορᾷ περδομένην γυναῖκα Λάμιαν εἶναι· καὶ τὰ φάσματα· καὶ θη‐ ρίον· καὶ ὁ ἰχθύς· καὶ οἱ πολυφάγοι τῶν ἀνθρώπων. | |
---|---|---|
1,1,4 | Δήμητρος ἱερόν] Καὶ σκιροφόρια ὄνομα ἑορτῆς, παρὰ τὸ φέρειν σκίρα ἐν αὐτῇ τὸν Θησέα ἢ γύψον· ὁ γὰρ Θησεὺς ἀπερχόμενος κατὰ τοῦ Μινωταύρου τὴν Ἀθηνᾶν ποιήσας ἀπὸ γύψου ἐβάστασεν: | |
1,1,5 | ἄκρα Κωλιὰς] Ἄκρα Κωλιὰς, ἐν ᾗ καὶ ναὸς Κω‐ λιάδος Ἀφροδίτης· Κωλιὰς ἀκτὴ εἰς θάλασσαν ἐξέχουσα καὶ ἴσως παρὰ τὸ κῶλον Κωλιάδος ἱερὸν ἐν τῇ Ἀττικῇ. ὁ δὲ τόπος λέγεται Κωλιάς, ἐπεὶ κατὰ τὴν θέσιν ὅμοιός ἐστιν | |
5 | ἀνθρώπου κώλῳ. ἔστι δὲ καὶ Δήμητρος ἱερὸν αὐτόθι πο‐ λύστυλον, ὡς φησὶν Ἡσύχιος: — Κωλιάς· Γενετυλλὶς γυναικεία θεὸς, πεποιημένου τοῦ ὀνόματος παρὰ τὰς γενέσεις, ἐοικυῖα τῇ Ἑκάτῃ, διὸ καὶ ταύτῃ κύνας ἔθυον. ἔστι δὲ ξενικὴ ἡ θεός· καὶ ἑορτὴ τῶν γυναικῶν. | |
1,2,2 | τριάκοντα] τριάκοντα οὕτω δικασταὶ Ἀθήνησιν ἐχειροτονοῦντο, οἵτινες ἐζημίουν τοὺς μὴ παραγινομένους τῶν πολιτῶν εἰς τὴν ἐκκλησίαν. | |
1,2,4 | Κεραμεικόν] Κεραμεικὸς τόπος Ἀθήνησιν, ἔνθα | |
αἱ πόρναι προειστήκεσαν. εἰσὶ δὲ δύο κεραμεικοὶ, ὁ μὲν ἔξω τοῦ τείχους, ὁ δὲ ἐντός. λέγονται δὲ καὶ κεραμει‐ καὶ 〈αἱ〉 πλατεῖαι πληγαί· ἀγὼν γὰρ 〈ἦν〉 Ἀθήνησιν ἐν τῷ | 146 | |
5 | Κεραμεικῷ, ἐν ᾧ τύπτουσι πλα〈τείαισ〉 ταῖς χερσὶ τοὺς μὴ τρέχοντας καὶ τοὺς ἄλλους ἀγωνιστὰς γέλωτος χάριν. λέγεται καὶ Κεραμεὺς Ἀθηναίων νομοθέτης καὶ κεραμικὴ μάστιξ ἡ δι’ ὀστράκου· μάστιξ μὲν γὰρ διὰ τὸ βασανίζειν τοὺς ὀστρακιζομένους καὶ κολάζειν, κεραμικὴ 〈δὲ〉 διὰ τὸ ἐκ κερά‐ | |
10 | μου τὰ ὄστρακα εἶναι. | |
1,2,5 | Ἐλευσῖνα] Ἐλευσὶς πόλις πλησίον Ἀθηνῶν παρὰ τὸ ἐλεύθω ἐλεύσω ἐλευσίς· παρ’ αὐτῇ κατέλυσεν ἡ Δημή‐ τηρ ἐπὶ ζήτησιν τῆς ἑαυτῆς θυγατρὸς ....., ἐν ᾗ ἐτελεῖτο ἑορτὴ τῇ Δήμητρι ὀνομαζομένη Ἐλευσίνια· ἐτελεῖτο δὲ καὶ | |
5 | ἀγὼν θυμελικὸς παρὰ Λάκωσιν. | |
1,3,2 | βασιλεὺς Ἀδριανὸς] περὶ Ἀδριανοῦ βασιλέως· τῶν Μήδων ἐκφυγόντων ἱδρύσατο τὸν Ἐλευθέριον Δία. τοῦ‐ τον δὲ ἔνιοι καὶ Σωτῆρα φασίν. τιμᾶται δὲ καὶ ἐν Συρα‐ κούσαις καὶ παρὰ Ταραντίνοις καὶ ἐν Πλαταιαῖς καὶ ἐν | |
5 | Καρίᾳ ὁ Ἐλευθέριος Ζεύς. Ἐλευθέριος Ζεὺς διὰ τὸ τῆς μηδικῆς δουλείας ἀπαλλα‐ γῆναι τὴν Ἀττικήν. | |
1,4,3 | καταστρώματα] τὰ τῆς νεὼς μέρη, ἐφ’ οἷς ἑστῶ‐ τες ναυμαχοῦσιν. | |
1,5,1 | βουλευτηρίου τῶν φʹ] πρυτάνεις τὸ δέκατον μέρος τῆς βουλῆς τῶν φʹ ἀνδρῶν· οἱ διοικοῦντες ἅπαντα τὰ ὑπὸ τῆς βουλῆς πραττόμενα πρυτάνεις ἐκαλοῦντο, ἐπρυ‐ τάνευον δὲ ἀλλήλαις αἱ δέκα φυλαὶ κληρολαχοῦσαι. πρυ‐ | |
5 | τανεῖον, παρὰ τὸ ἐκεῖ φυλάττεσθαι τὸν πυρὸν πυροταμεῖον καὶ πρυτανεῖον· διφθογγογραφεῖται δὲ ἢ τῷ λόγῳ τοῦ βα‐ | |
λανεῖον ἢ ὅτι εὕρηται κατὰ διάστασιν πρυτανήϊον. | 147 | |
1,5,2 | Ἀκάμας] Ἀκάμας καὶ Δημοφῶν, ὧν Εὐριπίδης μέμνηται, τὼ Θησείδα δ’ ὄζω Ἀθηνῶν δίσσων μύθων ῥή‐ τορες ἦσαν. | |
1,9,5 | ] σημείωσαι ὅτι καὶ Ἡρόδοτος μηδένας πλείους ἱστορεῖ τῶν Θρᾳκῶν. | |
5,7,6 | φρουράν] σημείωσαι περὶ τῶν Ἰδαίων Δακτύλων, ὡς δέκα εἰσὶ τὸν ἀριθμόν, διὸ καὶ δάκτυλοι προσαγορεύονται ἀπὸ τῶν ἡμετέρων δακτύλων. Ἰδαῖοι δὲ, ἐπεὶ ἐν ὄρει τῆς Κρήτης ἐγένοντο. Στησίχορος δὲ Διὸς καὶ Ἴδης αὐτοὺς | |
5 | λέγει, Ἴδης δὲ νύμφης φησὶν, ὅτι ὁ Ζεὺς ἐκέλευσε τὰς ἰδίας τροφοὺς λαβεῖν κόνιν καὶ ῥῖψαι εἰς τοὐπίσω, καὶ ἐκ τῆς κό‐ νεως γενέσθαι τοὺς Ἰδαίους Δακτύλους, οὓς ὀνομασθῆναι λέγει οὕτως, ἐπειδὴ ἡ κόνις ἣν ἔρριψεν ἐξ Ἴδης τοῦ ὄρους ἦν. Δάκτυλοι δὲ, ἐπειδὴ τοῖς δακτύλοις ἔρριψαν, | |
5,13,7 | τῆς παρ’ ἡμῖν ἐνοικήσεως] ὅτι μᾶλλον Ἀσιανὸς δείκνυται Παυσανίας, εἰ μὴ τὸ ἐδάφιον κέκαυται ἐν τῷ τῆς παρ’ ἡμῖν ἐνοικήσεως. | |
5,17,11 | ὕδραν] ὅτι οὗτος τὴν ὕδραν πρὸς τῇ Ἀμυμώνῃ φησὶ γενέσθαι, ἄλλων λεγόντων πρὸς τῇ Λέρνῃ. | |
6,6,4 | Εὔθυμον] τὰ κατὰ Εὔθυμον τὸν πύκτην, οὗ καὶ Καλλίμαχος μέμνηται. | |
6,10,8 | Δυρράχιον] οὐκ ἀπὸ τοῦ οἰκιστοῦ, ἀλλ’ ἀπὸ τῆς θέσεως τοῦ τόπου. | |
6,13,1 | Ἄστυλος] περὶ Ἀστύλου, οὗ καὶ Καλλίμαχος μέμνηται. | |
6,26,7 | Σῆρες] ψεύδη τὰ ἐς τοὺς Σῆρας ἅπαντα· ἡμεῖς γὰρ νῦν οὐκ ἀκοὴν ἀλλὰ ὀφθαλμοῖς βλέποντες ἴσμεν τὰ κατ’ αὐτούς. | |
7,4,4 | Σμῖλις] ὅτι Σμῖλις Αἰγινήτης τὸ ἄγαλμα τῆς Σαμίας Ἥρας εἰργάσατο Δαιδάλῳ κατὰ τὸν αὐτὸν χρόνον γεγονώς· ὁ δὲ Καλλίμαχος Σκέλμιν ἀντὶ Σμίλιδος φησί. | |
7,5,11 | Κλαζομενίοις] ὅτι Κλαζομενίων φησὶν εἶναι λουτρὰ θερμὰ, ἔνθα φησὶν Ἀγαμέμνονα τιμᾶσθαι. ὑπονοῶ δὲ τὰ παρὰ Σμυρναίοις ὄντα νῦν Ἀγαμεμνόνεια λέγειν αὐτόν. | 148 |
8,5,13 | Ἱκέτας] μέμνηται τούτων ἐν τοῖς Μεσσηνιακοῖς. | |
8,15,6 | ἐγγύτατα τοῦ ποταμοῦ] ὅτι Τελαμὼν ἐν τῇ γῇ Φενεατῶν τέθαπται, ὥς τινές φασιν· οὗτος δὲ ἐκ τῶν εἰκότων ἀνατρέπει τοῦτο, οὐ τὸν Αἴαντος καὶ Τεύκρου πατέρα λέγων εἶναι τοῦτον, ἀλλά τινα ἄλλον ὁμώνυμον. | |
8,28,6 | ] ὅτι φησὶν οὗτος ἑωρακέναι τὸ τῆς Ἀθηνᾶς ἄγαλμα ἐν Τευθίδι τελαμῶνι κατειλημμένον. καὶ ἢ Καλλί‐ μαχος ἢ οὗτος ψεύδεται· ὁ μὲν γὰρ παλαιτέρων φησὶ λῆξαι τοῦ τραύματος τὴν θεραπείαν, ὁ δὲ ἑωρακέναι φησὶν | |
5 | ἔτι ὥσπερ ἐπιδούμενον καὶ θεραπευόμενον. | |
9,23,6 | ] ὅτι τοῦτον Ἀθάμαντος καὶ Θεμιστοῦς φασι τὸν Πτῶον. Πίνδαρος δὲ ἐν ὕμνοις Ἀπόλλωνος καὶ τῆς Ἀθάμαντος θυγατρὸς Ζευξίππης καταγίνεται. | |
9,27,4 | ] Χαιρέαν λέγει τὸν δήμαρχον. | |
10,5,8 | ] ὅτι ἡ Βοιὼ τὸ μαντεῖον ἐκ Παγάσου καὶ Ἀγυιέως τῶν Ὑπερβορέων φησὶ κατασκευάσασθαι (so) τῷ θεῷ, καὶ ὅτι Ὠλὴν πρῶτος προφήτης γένοιτο, καὶ ὅτι πρῶτος ἔπος εὗρεν, ὥς φησι καὶ αὐτὸς εἷς τῶν Ὑπερβορέων, οἱ πλείους | |
5 | δὲ Λύκιόν φασιν αὐτόν. | |
10,25,6 | Λέσχεως] ὅτι οὗτος τὴν εὐθείαν φησὶν ὁ Λέ‐ | |
σχεως, τεχνικὴ δὲ ὁ Λέσχης: | 149 |