TLG 5032 002 :: SCHOLIA IN OPPIANUM :: Scholia et glossae in halieutica (scholia vetera et recentiora)

SCHOLIA IN OPPIANUM Schol.
(Varia)

Scholia et glossae in halieutica (scholia vetera et recentiora)

Source: Bussemaker, U.C. (ed.), Scholia et paraphrases in Nicandrum et Oppianum in Scholia in Theocritum (ed. F. Dübner). Paris: Didot, 1849: 260–364.

Tzetzae epigrammata: pp. 260, 276

Citation: Hypothesis-book — scholion — (line)

t

1

ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΥ ΟΠΠΙΑΝΟΥ ΤΑ ΑΛΙΕΥΤΙΚΑ.

hyp

1

Ἐνθάδε πάντων ἰχθύων πάντα γένη, Ὁ γράψας οὗτος καὶ συναθροίσας τοῖς νέοις Μόχθον δ’ ἔδωκε καὶ κόπον τοῦ μανθάνειν.
4tΠΕΡΙΟΧΗ ΑΛΙΕΥΤΙΚΩΝ.
5 Διαλαμβάνει ἐν μὲν τῷ πρώτῳ τῶν ἁλιευτικῶν μετὰ τὸ προοίμιον περὶ συγκρίσεως κυνηγετῶν καὶ ἰξευτῶν πρὸς ἁλιέας, περὶ τῶν ἰχθύων, ποῖοι καὶ ποῦ νέμονται, γενικῶς, εἰδικῶς δὲ περὶ σκάρου, πομπίλου, ἐχενηΐδος, ἀστάκου, καρκινάδων, ναυτίλου, κητῶν καὶ δελφίνων,
10περὶ φιλότητος καὶ γάμων τῶν ἰχθύων, περὶ τῆς κινή‐ σεως εἰς Εὔξεινον πόντον, περὶ τῆς ἐνταῦθα παιδο‐ ποιΐας καὶ ὠοτοκίας καὶ παιδεύσεως τῶν γεννωμένων. Ἐν τῷ δευτέρῳ δὲ μετὰ τὸ προοίμιον περὶ νάρκης, βατράχου, σηπίας, καρίδων καὶ λάβρακος, περὶ βοὸς,
15καρκίνου, πίννης, ἡμεροκοίτου, ἐχίνων, πολυπόδων, καὶ καράβου, καὶ μυραίνης, περὶ σκολοπένδρας, ἰουλί‐ δων, κωβιοῦ, τρυγόνος, καὶ ξιφίου, καὶ θύννου, περὶ δελφίνων καὶ ἀμιῶν, περὶ κεστρέως καὶ σκάρου. Ἐν τῷ τρίτῳ δὲ, ὅτι παρ’ Ἑρμοῦ τὴν ἄγραν ἐδιδάχθη,
20καὶ ὁποῖον δεῖ ἁλιέα εἶναι, καὶ ποῖος ὁ καιρὸς τῆς θήρας, περὶ δικτύων, καὶ πανουργίας ἰχθύων, περὶ κεστρέως, σφυραίνης, λάβρακος, μορμύλου, ὀρκύνων, ἀμιῶν, νάρκης, σηπιῶν, τευθίδων, ἀνθιέων, καλλίχθυος, καν‐ θάρου, σπάρου, ἀδμώων, τρισσῶν, σαλπῶν, τρίγλης,
25μελανούρων, ξιφίου, σκόμβρου, ῥαφίδων, θύννων, καὶ συνοδόντων. Ἐν τῷ τετάρτῳ δὲ περὶ τῶν ὑπ’ ἔρωτος ἁλισκομένων, σκάρου, κεφάλων, σηπιῶν, κοσσύφων, κιχλῶν, γαλεῶν, πολυπόδων, σαργῶν, ἱππούρων, πομπίλων, τευθίδων,
30ἐγχελύων, ἐγγραυλῶν, πηλαμύδων, καὶ σκιαίνης. Ἐν τῷ πέμπτῳ δὲ περὶ συγκρίσεως χερσαίων καὶ θαλασσίων θηρίων, περὶ κητῶν ἄγρας καὶ ἡγήτορος αὐτῶν, περὶ λάμνης, φώκης, ἐγχέλυος, δελφῖνος, ὀστρα‐ κοδέρμων, πορφυρῶν καὶ σπογγῶν.
35tΣΤΙΧΟΙ ΤΟΥ ΤΖΕΤΖΟΥ.
36Χρησάμενος, παῖ, τῷ λογικῷ δικτύῳ, Ἐξ Ὀππιανοῦ τοῦ βυθοῦ τῶν χαρίτων Ἄγραν λόγων πάγκαλον ἀνείλκυσά σοι. Ἐγὼ γὰρ, ἵνα μὴ πάθῃς ἀηδίαν,
40
Λαμπρὰν κατεσκεύασα τὴν πανδαισίαν.
Ἐκ νουθετημάτων γὰρ ὡς ἀρτυμάτων
Ἄνωθεν αὐτὴν κατὰ πάντων σοὶ φέρω. Διὰ τί οἱ ἰχθύες κατὰ κεφαλῆς ποιοῦνται τὴν κί‐ νησιν; Ἰστέον ὅτι τοῖς ἰχθύσι τὸ ὀξὺ τῆς καρδίας πρὸς
Column end
45τῇ κεφαλῇ εἶσιν· διὸ καὶ κατὰ τῆς κεφαλῆς ποιοῦνται τὴν κίνησιν, τοῖς δὲ τετράποσι ζώοις πρὸς τῷ στή‐ θει· διὸ καὶ κατὰ στῆθος πορεύονται, ἡμῖν δὲ πρὸς τοῖς δεξιοῖς μέρεσι, δι’ ὅ τι, ὅπερ εἶπον, τῷ δεξιῷ καὶ τῷ ἀρι‐ στερῷ κινουμένων τῶν χειρῶν καὶ τῶν ποδῶν, κινούμεθα

hyp

1

(50)

καὶ ἡμεῖς, ὥστε καὶ οἱ ἰχθύες τῇ δεξιᾷ καὶ ἀριστερᾷ πτέρυγι κινοῦνται· ὥσπερ οὖν εἴ τις κόψειε κῶλόν τινος, οὐκ ἂν ὁ κολοβωθεὶς τὸ μέρος ἐκεῖνο τοῦ σώματος κινηθῇ (είη), οὕτω καὶ, εἴ τις τὰς πτέρυγας τῶν ἰχθύων ἀφέ‐ λοιτο, ἀκινήτους τούτους ἐργάσαιτο.
55 Τέτταρά εἰσι τὰ χαρακτηρίζοντα τὸν κυρίως ποιητήν· μέτρον ἡρωϊκὸν, μῦθος ἀλληγορικὸς, ἱστορία παλαιὰ, καὶ ποιὰ λέξις· ποιηταὶ μὲν κυρίως κατ’ ἐξοχήν εἰσι πέντε· Ὅμηρος ὁ πολὺς, Ἡσίοδος, Ἀντίμαχος, Πεί‐ σανδρος καὶ Πανύασις· πολλοὶ μέν εἰσι ποιηταί· οἱ μὲν
60γὰρ τραγικοὶ, οἱ δὲ κωμικοὶ, οἱ δὲ λυρικοὶ, οἱ δὲ διθυ‐ ραμβικοὶ, οἱ δὲ σατυρικοὶ, οἱ δὲ μονῳδοὶ, οἱ δ’ ἐπο‐ ποιοὶ, ὡς ὁ Ὀππιανός.

1

t

ΕΙΣ ΤΟ Α.

1

.

1

Ἔθνεά τοι· ἰωνικὸν καὶ δωρικόν. πλήθη· ἔθνη. ἔθνεα· τὸ πλῆθος καὶ (αἱ?) κατὰ γένος ἰδιάζουσαι τῶν ἀνθρώπων διαφοραὶ, καὶ ἐπὶ μὲν τοῦ πλήθους (Il. β, 87)·
ἠΰτε ἔθνεά εἰσι μελισσάων.
5ἐπὶ δὲ γένους (Od. λ, 632)·
μυρία ἔθνεα Διὰ τί εἶπεν ἔθνεα, καὶ οὐκ εἶπε πλήθη ἢ φῦλα; διὰ τὸ γινώσκειν, τὰ θαλάσσια ζῶα ἄλληλα ἐσθίοντα δίκην ἐθνῶν. Ἔθνεα τοὺς ἰχθύας εἶπεν διὰ τὸ, ὥσπερ τὰ
10ἔθνη, ἄλλοσε καὶ ἄλλοσε κατοικεῖν, οἱ μὲν ἐν αἰγιαλοῖς, οἱ δ’ ἐν Πόντῳ, καὶ ἄλλοι ἐν Προπόντιδι, καὶ ἁπλῶς οἳ καθ’ ἕκαστον ἴδιον τόπον πρὸς οἴκησιν ἔχουσιν. Ἔθνη εἶπε, καὶ οὐ πλήθη ἢ φῦλα διὰ τὸ γινώσκειν τὰ θαλάσ‐ σια ζῶα ἄλληλα ἐσθίοντα δίκην ἐθνῶν, ἢ διὰ τὸ ἄλλοσε
15καὶ ἄλλοσε κατοικοῦντα, ὥσπερ καὶ τὰ ἔθνη. ἔθνος
δ’ ἐτυμολογεῖται ἀπὸ τοῦ ἔθος νέον εἶναι. Ἔθνος ἡ ἰδιά‐ ζουσα διαφορά. ἔθνος· τὰ πλήθη ἅτινα ἔχουσι διαφορὰν πρὸς ἄλληλα.260

1

1bis

Πόντοιο· πόντου δωρικῶς, ἰωνικῶς. Πόντος παρὰ τὸ πένω, τὸ ἐνεργῶ, ἀφ’ οὗ καὶ πόνος καὶ πόντος, καθ’ ὃν πεπόνηται περὶ τὸν πλοῦτον τὸ τῶν ἀνθρώπων γένος· ἢ ἀπὸ τοῦ πνέω πνότος, καὶ μεταθέσει
5τοῦ ν πόντος, ὁ τοῖς ἀνέμοις καταπνεόμενος τόπος. πόντος παρὰ τὸ πένω τὸ ἐνεργῶ πόνος καὶ πόντος, ἐν ᾧ πονεῖ τις διὰ πλοῦτον, ἢ ἀπὸ τοῦ πνέω κατὰ μετάθεσιν.

1

1ter

Πολυσπερέας· εἰς πολλοὺς τόπους διεσπαρμένας, ἐπὶ πολλὰ μέρη διεσπαρμένας, καὶ τὰς διεσπαρμένας, τὰς ἐν διαφόροις τόποις ἐσπαρμένας.

1

1quat

Φάλαγγας· Φάλαγξ ἡ περιεκτικὴ ρκʹ, λεγεὼν ἑξακισχιλίους. Φάλαγγες κυρίως ἐπὶ τῶν ὁπλιτῶν, οἱονεὶ πέλαγγές τινες οὖσαι, παρὰ τὸ πέλας ὅ ἐστι ἐγγὺς ἀλλήλων ἵστασθαι, ἢ ἀπὸ τοῦ πάλλω τὸ κινῶ καὶ τοῦ
5ἐγγὺς, οἱ συντριβόμενοι ἀλλήλοις. φάλαγγες λέγεται καὶ τὰ τῶν δακτύλων ἄρθρα, ἔνιοι δέ φασι καὶ στρογ‐ γύλα τινὰ ξύλα, καὶ τῆς νεὼς ἡ διαβάθρα, καὶ ὁ ἀρά‐ χνης, ὃ φαλάγγιον λέγουσι. φάλαγξ τὸ ἐκ πλειόνων λέ‐ ξεων ὁπλιτινὸν πλῆθος. φάλαγξ καὶ τὰ τῶν δακτύλων
10ἄρθρα, εἰσὶ δὲ καὶ στρογγύλα ξύλα φάλαγγες καὶ ἡ τῆς νεὼς διαβάθρα. καὶ οἱ κόρακες παρ’ Ἀττικοῖς φαλάγγια λέγονται. φάλαγγας· τάξεις.

1

.

2

Νεπόδων· ἰχθύων, ἐστερημένα ποδῶν.

1

2bis

Πλωτόν· πλεόμενον· ὥσπερ ἀπὸ τοῦ λέγω λόγος, οὕτω καὶ ἀπὸ τοῦ πλέω πλόος πλοΐζω καὶ ἐκτάσει ἀτ‐ τικῇ τοῦ ο εἰς ω μέγα πλωΐζω καὶ ἐξ αὐτοῦ πλωτόν.

1

2ter

Ἀμφιτρίτης· θαλάσσης. Ἀμφιτρίτη κατ’ ἐτυμο‐ λογίαν ἡ θάλασσα, καὶ γράφεται ἰῶτα, καὶ ὤφειλε γράφεσθαι διὰ διφθόγγου ὡς ἀπὸ τῆς ἐτυμολογίας· ἢ γὰρ παρὰ τὸ ὀρεῖν (ῥεῖν), ὅ ἐστι παραῤῥεόμενον, ἢ παρὰ τὸ
5τρεῖν, τουτέστι φόβον ἐμποιεῖν ἀμφοτέρωθεν· καὶ πῶς οὐ γράφεται διὰ διφθόγγου, ἀλλὰ γράφεται διὰ τοῦ ι; τὰ γὰρ εἰς τη λήγοντα θετικὰ βαρύτονα ὑπὲρ μίαν συλλαβὴν ἑνὶ φωνήεντι θέλουσι παραλήγεσθαι, οἷον με‐ λέτη, Ἀμφιτρίτη καὶ Ἀφροδίτη, καθιστόρησαν δὲ παρὰ
10τὸ συγκοιμηθῆναι τὸν Ποσειδῶνά τινι Νηρηΐδι οὕτω καλουμένῃ Ἀμφιτρίτῃ.

1

.

3

Ἐξερέω· λέξω, εἴπω. ὕπατον κράτος· περίφρασις. ὕπατον· ἔξοχον· ἀπὸ τοῦ ὑπέρτατος γίνεται ὕπατος.

1

.

4

Κυματόεσσαν χύσιν· ἀντὶ τοῦ τὴν θάλασσαν. ἔχει· οἰκεῖ, κατοικεῖ, κατοικοῦσιν. χύσιν· ῥεῦσιν. ᾗχι· ὅπου· ἰστέον ὅτι ᾗχι τὸ γινόμενον ἐπεκτάσει τῆς χι συλλαβῆς· ὡς τοίνυν ᾗχι, οἱ Δωριεῖς ᾇχι λέγουσι διὰ τοῦ ἀ.

1

.

5

Ἐννέμεται· βόσκεται, τρέφεται, βόσκονται. διε‐ ρούς· διΰγρους. διεροὶ ἀπὸ τοῦ διαίνω τὸ βρέχω, ὡς μιαίνω μιαρός καὶ τροπῇ τοῦ α εἰς ε διερός. γαμούς· γάμος παρὰ τὸ δαμῶ τὸ δαμάζω δάμος καὶ γάμος,
5ὁ δαμαστικὸς τῶν θηλειῶν, ὅθεν καὶ Ὅμηρος τὰς παρ‐ θένους ἀδαμάστους καλεῖ. γενέθλας· γενέσεις.

1

.

6

Βίον· διαγωγὴν, ζωήν. βίον ἰχθυόεντα· ἤγουν τὴν ζωὴν τῶν ἰχθύων. ἰχθυόεντα· τῶν ἰχθύων. ἔχθεα· μίση,
τὰς ἔχθρας. Μῖσος τὸ μῖ ι δηλονότι ἀπὸ τοῦ μισῶ, μῦσος δὲ τὸ ἁμάρτημα ἀπὸ τοῦ μύω τὸ καμμύω· καὶ γὰρ ὁ ἰδὼνColumn end
5ἁμάρτημα αἰσχρὸν μύει. φιλότητας· φιλίας, ἀγάπας.

1

.

7

Βουλάς· μηχανάς. ἁλίης· ἁλίας, ἁλιευτικῆς. πο‐ λύτροπα· πολυμήχανα· πολύτροπα τὰ ἐπὶ πολὺ τρέπειν δυνάμενα τὴν διάνοιαν, ἢ τὰ ἐπὶ πολὺ τέρπειν δυνά‐ μενα. δήνεα τὰ βουλεύματα, μήδεά τινα ὄντα καὶ τροπῇ
5τοῦ μ εἰς δ καὶ ἐν ὑπερθέσει τοῦ ν δήνεα· θεσσαλικὸν, ὡς Ἀπολλώνιος.

1

.

8

Κερδαλέης· πανούργου· ἀπὸ τοῦ κερδὼ ἡ ἀλώ‐ πηξ, ἢ ἐπικερδοῦς παρὰ τὸ κέρδος. ἐπ’ ἰχθύσι· κατ’ ἰχ‐ θύων. μητίσαντο· ἐβουλεύσαντο, παρὰ τὸ μητίω· μῆτις ἡ βουλὴ καὶ ἐξ αὐτοῦ μητίω, ὡς κόνις κονίω.

1

.

9

Ἀφράστοις· ἀδήλοις, πολλοῖς καὶ μὴ νοηθῆναι δυναμένοις, ἀπερινοήτοις, ἀῤῥήτοις. ἀΐδηλον· ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ ἴδω τὸ βλέπω, ἀείδελον δ’ ἀπὸ τοῦ α καὶ τοῦ εἴδω τὸ γινώσκω. ἀΐδηλον· τὸ μὴ
5φαινόμενον. ἐπιπλώουσι· πλέουσι. θάλασσα παρὰ τὸ σάλον ἐμποιεῖν, ἢ παρὰ τὸ θᾶσσον εἶναι θανάτου θά‐ νασσα καὶ θάλασσα.

1

.

10

Τολμηρῇ κραδίῃ· ὑπερβατὸν κατὰ λέξιν. τολμηρᾷ κραδίᾳ· ἐν. ἔδρακον· μετάθεσις· ἐνόησαν, εἶδον, ἰωνικῶς, οἱ ἄνθρωποι. οὐκ ἐπίοπτα· οὐ φανερὰ, ἀθέατα, ἄθεα.

1

.

11

Βένθεα· βάθη τῆς θαλάττης, βάθη, ἰωνικόν· ὥσπερ ἀπὸ τοῦ πάθος πένθος, οὕτω καὶ ἀπὸ τοῦ βάθος βένθος. τέχνῃσι· μηχαναῖς, διὰ τῶν τεχνῶν. διὰ μέτρα δάσαντο· ὑπερβατόν. δάσαντο· ἔμαθον, ἐμέρισαν.

1

.

12

Δαιμόνιοι· εὐδαίμονες· εἰ μὲν οὐδὲν στίξεις τὸ δάσαντο, ἐστὶ τὸ δαιμόνιοι ἀντὶ τοῦ εὐδαίμονες· εἰ δὲ στίξεις, ἐστὶν ἀντὶ τοῦ δυστυχεῖς, καὶ λαμβάνεται ἐκτὸς τὸ εἰσίν. δαιμόνιοι· ἐμπειρότατοι, δυστυχεῖς· δαιμόνιοι μέση
5λέξις, ποτὲ μὲν ἐπὶ κακοῦ λαμβανομένη, ποτὲ δ’ ἐπὶ ἀγα‐ θοῦ. Αἱ πᾶσαι ἄγραι τρεῖς εἰσιν, ἡ μὲν ἀγρεύουσα τὰ ἔνυ‐ δρα, ἡ δὲ τὰ ἀέρια, ἡ δὲ τὰ ἐπίγεια, καὶ ἡ μὲν τὰ ἔνυγρα θηρεύουσα καλεῖται ἁλιευτικὴ, ἡ δὲ τὰ ἀέρια ἰξευτικὴ, ἡ δὲ τὰ ἐπίγεια κυνηγετική· ἐν μὲν οὖν τῷ προοιμίῳ
10τοῦ ποιήματος παραβάλλει τὴν ἁλιευτικὴν τέχνην καὶ τὰς λοιπὰς δύο καὶ ἀποδείκνυσιν αὐτὴν χαλεπωτέραν πασῶν. χλούνην· τὸν χοῖρον ἐν τῇ χλόῃ εὐναζόμενον, χοῖρον ἄγριον, σύγκρισις, χοῖρον, ὁ ἐν τῇ χλόῃ εὐνα‐ ζόμενος, ἢ τὸν ἐν τῇ χλόῃ νέοντα. ἠδὲ καί· ἐκ παραλλή‐
15λου· τὸ ἠδὲ ἀττικῶς μὲν διὰ τοῦ η, ἰωνικῶς δὲ διὰ τοῦ ι. ἄρκτον· καὶ ἄρκον· παρὰ τὸ ἀρκῶ ἄρκος καὶ ἄρκτος ἡ ἐπαρκῶσα ἑαυτὴν, ἢ παρὰ τὸ κατὰ τὸν χειμῶνα ἀρ‐ κεῖσθαι καὶ διαζῇν χωρὶς τῆς εἰσίκτου τροφῆς, λέγουσι δ’ ὅτι τὸν χειμῶνα περιλείχει τὰ πέλματα τῶν ποδῶν
20αὐτῆς καὶ ἐπαρκεῖται ὅλον τὸν χειμῶνα.

1

.

13

Θηρητήρ· κυνηγέτης, κυνηγός. ὁράα· ὁρᾷ, κατ’ ἐπέκτασιν αἰολικήν. ἀντιόωντα· τὸν χοῖρον· ἐπένθεσις τοῦ ο καὶ τοῦ τόνου ἀναβιβασμός· ἀντιῶντα γάρ ἐστι τὸ συνῃρημένον. ἀντιόωντα· ἐξ ἐναντίας ἐρχόμενον· ὁμώ‐
5νυμος ἡ λέξις· ὅτε γὰρ δηλοῖ τὸ ἀντιλαμβάνεται, συν‐ τάσσεται αἰτιατικῇ, ὅτε δὲ τὸ ἀπαντᾷν, μετὰ γενικῆς. δοκεύει· ἐπιτηρεῖ, βλέπει, διανοεῖται, ἐστὶ δὲ καὶ ἀντὶ
τοῦ δέχεται, καταστοχάζεται.261

1

.

14

Ἀμφαδίην· φανερῶς, ἀναφανδόν. ἕκαθεν· μα‐ κρόθεν, ἀπομακρόθεν, πόῤῥωθεν. βαλεῖν· τρῶσαι. σχεδό‐ θεν· ἐκ τοῦ σύνεγγυς, ἐκ τοῦ πλησίον· τὸ βαλεῖν κυρίως ἀπὸ μακρόθεν, τὸ δὲ δαμάσαι ἐκ τοῦ σύνεγγυς. δαμά‐
5σαι· τρῶσαι, νεκρῶσαι.

1

.

15

Ἄμφω· ἄθροισις, ὁμοῦ· ἐπίῤῥημά ἐστιν ὀνομα‐ στικὸν σχηματιζόμενον κατὰ δυϊκὴν πτῶσιν. ἀσφα‐ λέως· ἀκινδύνως, συνεκδοχή. γαίης ἔπι· ἀναστροφή. θήρ τε καὶ ἀνήρ· μερισμὸς, ἀόριστον καὶ ὡρισμένον.

1

.

16

Μάρνανται· μάχονται, συζυγίας βʹ τῶν πλειόνων· ἐκ τοῦ μαρνῶ μάρνημι καὶ τὸ παθητικὸν μάρναμαι, τὸ δὲ μαρνῶ ἐκ τοῦ μὰρ ἡ χείρ· ἢ παρὰ τὸ μαργῶ τὸ μαίνομαι· οἱ γὰρ μαχόμενοι μαινομένοις ἐοίκασιν.
5μάρναμαι κυρίως διὰ χειρὸς μάχομαι· μάρνη γὰρ ἡ χείρ. σκύλακες· οἱ μικροὶ τῇ ἰδέᾳ. συνέμποροι· συν‐ οδοιπόροι, συμπορευόμενοι, συνακόλουθοι. ἡγεμονῆες· ὁδηγοὶ, πρόοδοι, προηγούμενοι τὰ θηρία ὑποδεικνύουσιν.

1

.

17

Κνώδαλα· τὰ θηρία, τὰ ὑπὸ τῶν κυνῶν ἁλισκό‐ μενα· κνώδαλα λέγονται καὶ τὰ χερσαῖα ζῶα τὰ ὑπὸ τῶν κυνῶν ἁλισκόμενα καὶ τὰ ἐναέρια ἢ πτηνὰ ἀπὸ τοῦ κνώσσειν καὶ κοιμᾶσθαι ἐν τοῖς δαλοῖς ἢ κλάδοις
5τῶν δένδρων, καὶ τὰ θαλάσσια ἀπὸ τοῦ κινεῖσθαι ἐν τῇ ἁλί. κνώδαλα πτηνά (e corr. κτηνά). Κνώδαλα σημαίνει τρία, τὰ χερσαῖα, τὰ θαλάσσια καὶ τὰ πτηνά· τὰ μὲν χερσαῖα διὰ τὸ ἁλίσκεσθαι ὑπὸ τῶν κυνῶν κυνό‐ δαλα καὶ κνώδαλα, τὰ πτηνὰ ἀπὸ τοῦ κνώσσειν ἐν τοῖς
10δάλοις καὶ τοῖς συνδένδροις τόποις· κνώδαλα τὰ θαλάσσια παρὰ τὸ κινεῖσθαι διὰ τῆς ... (sic). ἰθύνουσιν· ὁδηγοῦσιν, εὐθυποροῦσιν, ὀρθῶς ἄγουσιν, ἐξάγουσιν. ἄνακτας· αὐτῶν δεσπότας, οἰκοδεσπότας. Ἄναξ σημαίνει τρία, τὸν βα‐ σιλέα, τὸν ἄρχοντα καὶ τὸν οἰκοδεσπότην, ἐτυμολογεῖται
15δὲ παρὰ τὸ ἀνακῶς, ἤως ἐπιμελῶς διακεῖσθαι πρὸς τοὺς ὑπ’ αὐτόν.

1

.

18

Εὐνήν· κοίτην. Εὐνὴ σημαίνει τρία, τὴν κοίτην, τὴν ἄγκυραν καὶ τὴν διατριβήν· τὴν κοίτην, ὡς τὸ εὕδω τὸ κοιμῶμαι εὑδίνη καὶ συγκοπῇ εὐνή· τὴν ἄγκυραν τῆς νηὸς ἀπὸ τοῦ εὐνάζειν καὶ ἐν ἡσύχῳ ποιεῖν τὴν ναῦν,
5ὡς τό (Od. ν, 496)·
ἐκ δ’ εὐνὰς ἔβαλον. καὶ τὴν διατριβὴν, ὡς τό (Il. β. 783)·
ὅθι πού φασιν ἔμμεναι εὐνάς. ἀρηγόνες· βοηθοί.

1

.

19

Τοῖς· τούτοις, κυνηγοῖς, τοῖς ἐπὶ τῇ ἠπείρῳ. δέος· φόβημα. ὀπώρη· τὸ θέρος, ὀπωρινή.

1

.

20

Φλέγμα· καῦμα, κάκωσιν, ἤγουν φλεγμονὴν καὶ καύσωνα. ἐπακτήρων· κυνηγῶν, κυνηγετούντων ἀπὸ τοῦ ἐπάγειν ἄτην. ἀλεωραί· καταφυγαὶ, ἀναπαύσεις· ἀπὸ τοῦ ἀλέα ἡ θερμασία γίνεται ῥῆμα ἀλέω καὶ ἀλεύω τὸ
5φεύγω, κυρίως δὲ τὸ ἀπὸ ψύχους εἰς θέρμην καταφεῦγον.

1

.

21

Λόχμαι· δειράδες, σκιεροὶ τόποι φαλαγγώδεις (φαρ), σύνδενδροι τόποι· λόχμαι παρὰ τὸ λοχᾷν ἐν αὐτῷ τουτέστι ἐνεδρεύειν· ἔστιν οὖν λόχη καὶ πλεονασμῷ τοῦ
μ λόχμη. δειράδες· ἐξοχαὶ, ὀρῶν ἐξοχαὶ, ἀετήρια (ἀνετ.?).Column end

1

.

22

Αὐτορόφου· αὐτόματον ἐχούσης τὴν ὀροφὴν καὶ τὸ στέγος, αὐτοσκευάστου, αὐτοκατασκευάστου. τιταινό‐ μενοι· ἐξαπλούμενοι καὶ ἐξερχόμενοι, συρόμενοι, φερό‐ μενοι, ἰωνικῶς, ἐκτάδην ῥέοντες καὶ ἐξαπλούμενοι. κατ’
5ὄρεσφι· κατὰ τὸ ὄρος. ὄρεσφι· καὶ τοῖς ὄρεσιν.

1

.

23

Ἀργυρέοι· λευκοὶ, καθαροὶ παρὰ τὸ ἀργὸν, ὃ σημαίνει τὸ λαμπρὸν καὶ λευκόν· καὶ γὰρ καὶ οἱ ποιηταὶ τὰ λευκὰ πάντα οὕτω καλοῦσι παρὰ τὸ τάχιον τοὺς ὁρῶντας ὀρέγεσθαι ποιεῖν, τοῦτο δὲ παρὰ τὸ ἀγλαὸν
5καὶ μεταθέσει ἀλγόν καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον ἀργόν. ἄκος· θεραπεία ἀπὸ τοῦ ἀκὴ ἡ ὀξύ‐ της τοῦ βέλους ἀπὸ μεταφορᾶς τῶν ἰατρῶν τῶν κοπτόν‐ των τὰ σεσημμένα μέλη τῶν πληγῶν μετὰ τοῦ σιδήρου.

1

.

24

Ἀέναοι· ἀεὶ νάοντες, διηνεκεῖς, ἀείῤῥυτοι. τα‐ μίαι· φύλακες, δοτῆρες. Ταμίας ἀπὸ τοῦ τετιμῆσθαι αὐτοῦ τὴν ἐξουσίαν, ἢ παρὰ τὸ τέμνειν αὐτὸν καὶ ἀπο‐ μερίζειν τοῖς ἄλλοις. ταμίαι· διοὰ (sic) παροχεῖς. παρὰ
5δὲ χλοάουσι ῥεέθροις· ὑπερβατὸν κατὰ λέξιν. χλοάουσι· φύουσιν, ἀκμῶσι, καὶ ἀναβλαστάνουσι, βλυστάνουσιν. Χλόη παρὰ τὸ θάλλω θαλόη καὶ συγκοπῇ καὶ τροπῇ τοῦ συμφώνου εἰς σύμφωνον χλόη. ῥεέθροις· ῥεύμασιν.

1

.

25

Ποῖαι· βοτάναι. χθαμαλαί· σμικραὶ, ἁπαλαί. ποῖαί τε χθαμαλαί· βοτάναι ταπειναὶ μικρὸν τῆς γῆς ἐξέχουσαι. κλίσις· στρωμνὴ, πτῶσις, ἀνάπαυσις. ἑλέσθαι· ὥστε λαβεῖν· διὰ τῶν ἀμεταβόλων παρέστησε τὸ λεῖον
5τῆς ἀναπαύσεως.

1

.

26

Εὔδιον· γλυκὺν, ἥσυχον, γλυκύτατον. καμάτοιο· κόπου, ἐκκοπῆ (ἐκ κόπου). δόρπα· δεῖπνα. Δεῖπνος, ἄριστος καὶ δόρπος διαφέρουσιν· δεῖπνος λέγεται τὸ παρὰ τῆς κοινῆς πρόγευμα, ἐτυμολογεῖται δὲ παρὰ τὸ
5δεῖ πονεῖν, δόρπος δὲ παρὰ τὸ δόρυ παύειν, κυρίως ἐπὶ τοῦ μέσου· ὁ γὰρ πόλεμος τῇ νυκτὶ παύει, ἄριστος δὲ τὸ μέσον. πάσασθαι· φαγεῖν, μεταλαβεῖν, γεύσασθαι, λαβεῖν.

1

.

27

Ὕλης· ἀπὸ τῆς δασύτητος. ἀγρονόμοιο· ἐν ἀγρῷ τρεφομένης, αὐξανομένης, τῆς ἐν τῷ ἀγρῷ τὴν νομὴν ἐχούσης, ἢ τοῖς ἀγρίοις ζώοις τὴν νομὴν παρεχούσης, τῆς ἐν ὄρει ἀγρίας νομῆς, ὀρεινῆς. τάτ’· ἅτινα, ἰωνικῶς.

1

.

28

Τερπωλή· χαρὰ, εὐφροσύνη. ἠέ· ἰωνικόν. ἠέπερ· παρό. ἱδρώς· κόπος.

1

.

29

Ὅσσοι· κυνηγοί· ἐν τῷ προοιμίῳ τοῦ ποιήματος παραβάλλων τὴν ἁλιευτικὴν τέχνην ταῖς ἄλλαις, λέγω τῇ ἰξευτικῇ καὶ κυνηγετικῇ, ἀποδείκνυσι ταύτην χαλεπω‐ τέραν. Ὅσσοι· Αἰολέων· πληρώσας τὴν τῶν κυνηγετῶν
5σύγκρισιν ἤρξατο καὶ τῶν ἰξευτῶν. οἰωνοῖσιν· ὀρνέοις· οἰωνοὶ τὰ ὄρνεα, κυρίως δὲ οἱ γῦπες ἀπὸ τοῦ οἰῶ τὸ μονῶ· μεμονωμένον γὰρ συλλαμβάνει ὑπὸ τοῦ ἀνέμου, μὴ ὄντος ἄῤῥενος. παρὰ τὸ οἰῶ τὸ μονῶ· μεμονωμένος γὰρ συλλαμβάνει, ὁ μέλλων οἰώσω· μόνον γὰρ τὸ ζῶον
10αὐλίζεται· οἰωνοὶ κυρίως οἱ γῦπες δίχα ἀῤῥένων ὠὰ γεννῶντες καὶ τῷ ἀέρι πετώμενοι συλλαμβάνοντες, κα‐ ταχρηστικῶς δὲ πᾶν ζῶον. ἐφοπλίζονται· ἐπαναστροφή· κατασκευάζουσιν· ῥητορικὴ ἡ λέξις· εὐτρεπίζονται, ἑτοιμάζονται, εὐτρεπίζουσιν. ὄλεθρον· ἀπὸ τοῦ ὄλλω καὶ
15θρόον· φθοράν.262

1

.

30

Ῥηϊδίη· εὐκολωτάτη, εὔκολος, εὐχερής. τοῖσι· τούτοις, τῶν. ὑπόψιος· φανερὰ, θεατὴ, φανερὰ ἐν τοῖς ὀφθαλμοῖς.

1

.

31

Κνώσσοντας· κοιμωμένους· κένωσις ὄσσων. Κνώσσω τὸ κοιμῶμαι παρὰ τὸ εἶναι κενὸν τῶν ὄσσων ἤτοι τῶν ὀφθαλμῶν, ἢ ἀπὸ τοῦ ἑνὸς ὄσσων εἶναι. ἐληΐ‐ σαντο· ληΐζω κυρίως ἐπὶ τῶν ἀνθρώπων πολεμούντων
5τὸ λαφυραγωγῶ· ἠχμαλώτευσαν, ἐκράτησαν, ἔλαβον, ἤγρευσαν. καλιῇς· ἐν, ἀπὸ τῶν κάλων· καλιὰ ἡ ἐκ κά‐ λων οἰκία· ἢ κατὰ τὴν καλιάν. καλιῇς· φωλεαῖς. Καλιά· κυρίως ἡ ἐκ ξύλων καλῶν οἰκία.

1

.

32

Τοὺς δέ· ἄλλους, τοὺς οἰωνούς. δόναξιν· καλά‐ μοις. Δόναξ ὁ κάλαμος ὁ ἁλιευτικὸς, ἢ αὐλός· πρότερον γὰρ ταῖς θήραις ἀντὶ κέρατος ἐτίθεσαν καλάμους, γίνε‐ ται δὲ παρὰ τὸ δονῶ τὸ συστρέφω· ὁ ταῖς τῶν ἀνέμων
5πνοαῖς λίαν στρεφόμενος· τοῖς δὲ τῶν πτηνῶν δόναξιν ἤως καλάμοις κατὰ τὸ ἄκρον ἔχουσιν ἰξὸν ἐφειλκύ‐ σαντο καὶ ἐπεσπάσαντο οἱ ἐν τούτοις ἐσχολακότες ἐπέ‐ σπασαν· καθείλκυσαν, ἔλαβον, ἐπεσπάσαντο, κατεῖχον. ἰξοφόροισιν· τοῖς φέρουσιν ἰξόν, ἰξὸς δ’ ἐστὶν εἶδός τι
10κολλητικὸν, ὡς ἐὰν προσπελάσῃ ὄρνιθός τινος πτίλον, παραχρῆμα ἐκεῖ προσμένει, οἱ δὲ λοιποὶ διὰ τῶν λίνων ἤως διὰ τῶν δικτύων ἐμπίπτοντες αὐτοῖς ἀγρεύονται κοίτης ἐπιθυμοῦντες.

1

.

33

Οἱ δέ· ἄλλοι, ἤγουν οἱ ὄρνεις. τανυπλέκτοισιν· μακρῶς πεπλεγμένοις, μακροπλέκτοις, ἐπὶ πολὺ πλε‐ κομένοις, ἀνακροτάτοις, τοῖς εἰς μῆκος πεπλεγμένοις. ἕρκεσιν· δικτύοις. ἤριπον· ἔπεσον.

1

.

34

Εὐνῆς· ἀναπαύσεως· εὐνὴ ἡ κοίτη, καὶ ἡ ἄγκυρα, ὡς τό (Odyss. ο, 496)·
ἐκ δ’ εὐνὰς ἔβαλον παρὰ τὸ εὐνάζειν τὴν ναῦν, καὶ ἐν ἡσυχίᾳ ποιεῖν. εὐνῆς·
5κοίτης, ἀναπαύλη. ἀτερπέα· ἀηδῆ, ἀνεύφραντον. αὖλιν· ἀνάπαυσιν, κατασκήνωσιν, καὶ διατρίβον (τριβήν). ἔκυρσαν· εὗρον, ἔτυχον, ἔσχον.

1

.

35

Τλησιπόνοις· καρτερικοῖς, καρτεροπόνοις, τοῖς ὑπομονητικοῖς, τοῖς τληπαθέσι, ἀτέκμαρτοι· ἀπλήρω‐ τοι, ἀσήμαντοι, ἀφανεῖς, ἄδηλοι. ἄεθλοι· κόποι, ἀγῶνες. Ἄεθλοι· παράγεται ἐκ τοῦ α καὶ τοῦ ἐθέλω· Ἄεθλοι· ὑπάρ‐
5χουσι. Ἆθλος· ἀττικῶς, τούτου ἀθλῶ καὶ ἀθλητὴς, ἄεθλος ποιητικὸν, ἀεθλεύω τὸ εὐθελῶ (εὖ θέλω?), ποιητικὸν καὶ αὐτὸ, οὐ μὴν ἐκ τούτου καὶ ἀεθλευτός (τής?). οὔτε γὰρ τοῖς ποιηταῖς, οὔτε τοῖς τῇ κοινῷ γράφουσιν εὔχρηστον.

1

.

36

Οὐ σταθερά· οὐ βεβαία, ἀβέβαιος. ἐλπὶς οὐ σταθερή· γνώμη· ἐλπὶς οὐ μόνιμος καὶ βεβαία ἡδύνει καὶ εὐφραίνει τὴν φρένα αὐτῶν, ἀλλὰ λεπτὴ καὶ ἀσθε‐ νής. σταθερή· βεβαία. σαίνει· ἀπὸ μεταφορᾶς τῶν
5σαινόντων κυνῶν. σαίνει· εὐφραίνει· σαίνειν κυρίως ἐπὶ τῶν κυνῶν ἀπὸ τοῦ σῶ σαίνω καὶ σέω. σαίνει—θέλγει. ὄνειρος· ὁ τὸ ὂν εἴρων ἢ ὁ ἐκ τῆς ἔρας ἀνυόμενος, ὡς καὶ Εὐριπίδης (Hec. 70)·
ὦ πότνια χθὼν, μελανοπτερύγων μᾶτερ ὀνείρων
10ὄνειρος ἀπὸ τοῦ ὀνῶ τὸ ὠφελῶ καὶ τοῦ ῥῶ τὸ λέγω· ἀπατᾷ γὰρ τοὺς κοιμωμένους, δοκοῦντας βλέπειν τι, ἔξυπνοι δὲ γεγονότες λυποῦνται.Column end

1

.

37

Ἀκινήτου· ἀσαλεύτου, ἐστηριγμένης. ὑπέρ· ὑπερ‐ άνω. ὑπεραεθλεύουσιν· ὑπεραγωνίζονται· ἀπὸ τοῦ ἐθέλω ἄεθλον ἆθλον, τοῦτο ἀπὸ τοῦ λῶ τὸ θέλω. ἀεθλεύουσι· κακοπαθοῦσιν, ἀγωνίζονται.

1

.

38

Χαλεπῷ· χαλῶν τὴν ὦπα, ἐπικινδύνῳ. κρυερῷ· φρικωδεστάτῳ, χαλεπῷ. ἄσχετα· ἀκράτητα, ἀκρατήτως, πως, ἀκαθέκτως. μαργαίνοντι· μαινομένῳ, μανικῶς κινουμένῳ.

1

.

39

Συμφορέονται· συγκινοῦνται, κινοῦνται, ἐγκι‐ νοῦνται, συναστατοῦσιν. ἰδέσθαι· ἰδεῖν, θεαθῆναι.

1

.

40

Δεῖμα· φόβημα, φόβον. φέρει· ἄγει. μοῦνον· αἰο‐ λικὸν, ἰωνικόν, μόνον. ὑπ’ ὄμμασι· δι’ ὄμματος, ὡς ἐπίῤ‐ ῥημα. πειρήσασθαι· πεῖραν λαβεῖν τούτου, ἀπεικάσαι, πεῖραν λαβεῖν, δοκιμασίαν καὶ γνῶσιν σχεῖν, ἢ εἰς
5συναίσθησιν ἐλθεῖν, τὸ δὲ θηήσασθαι ἤως θεωρῆσαι καὶ ἀποστείλασθαι· γράφεται θηήσασθαι, ἤγουν θεωρῆσαι καὶ ἀναπολήσασθαι (sic).

1

.

41

Δούρασι· ξύλοις, πλοίοις, ἐν μακραῖς κώπαις καὶ τῇ λοιπῇ ἀποσκευῇ τῶν πλοίων· δόρυ λέγεται τὸ ξυτὸν (ξύλον), ἐπεὶ δ’ ἀπὸ τῶν ξύλων τὸ πλοῖον, καὶ αὐτὸ δόρυ. βαιοῖσιν· μικροῖς. ἀελλάων· ἀνέμων, τῶν ἀνέμων
5τῶν ἐναλίων. Ἄελλα· ἡ πνοὴ, ἡ ἄγαν ἠχοῦσα, παρὰ τὸ ἄω τὸ πνέω ἀήσω ἄεσα καὶ ἄελλα, ἢ πάλιν ἀπὸ τοῦ ἄω τὸ πνέω καὶ τὸ ἑλῶ τὸ συστρέφω ἡ τῶν ἀνέμων συστροφὴ, καὶ πλεονασμῷ τοῦ ἑτέρου λ, καὶ προπαροξύνεται· κανὼν γὰρ ἔστιν ὁ λέγων· τὰ εἰς λα ὑπὲρ μίαν συλλα‐
10βὴν ἔχοντα τὴν προτέραν συλλαβὴν εἰς λ καταλήγου‐ σαν ἅπαντα προπαροξύνονται, οἷον μάκελλα, δίκελλα, Πρίσκιλλα, Φανκόνιλλα, Σύβιλλα, θύελλα, ἄελλα. Ὥσπερ λέγομεν θεράποντες Ἄρηος, καὶ θεράποντες λόγου, ἢ καὶ Μουσῶν, οὕτω καὶ θεράποντες ἀνέμων,
15ὅτι καὶ ἄκοντας ἕλκουσιν αὐτοὺς οἱ ἄνεμοι ἔνθα ἂν βού‐ λωνται. θεράποντες· δοῦλοι, ὑπηρέται.

1

.

42

Πλαζόμενοι· πλανώμενοι· τὸ πλάζω ἐκ τοῦ πλανῶ, τοῦτο δ’ ἐκ τοῦ ἄλη ἡ πλάνη, αὕτη δ’ ἐκ τοῦ ἀλῶ, τοῦτο ἐκ τοῦ λῶ τὸ θέλω καὶ τὸ στερητικὸν (α) ἀλῶ· ὁ γὰρ πλανώμενος οὐχ ὅπου θέλει πορεύεται.
5θυμόν· προθυμίαν, ψυχὴν, τὴν διάνοιαν αὐτῶν· θυμὸν τὴν προθυμίαν καὶ ὀργὴν λέγει, ἢ τὴν ψυχήν. οἴδμασιν· θαλάσσῃ, κύμασιν, ἀπὸ τοῦ οἰδαίνω ἐξογκῶ· ἀνεγείρε‐ ται γὰρ καὶ οἷον πεφύσηται ἐν τοῖς ὕδασιν.

1

.

43

Νεφέλην· νέφος. ἰοειδέα· μέλαιναν· ἰοειδέα ἀπὸ τοῦ ἴον τὸ ῥόδον· ἔοικε γὰρ τὸ νέφος ἴου χροιᾷ, ἢ τὴν μέλαιναν· καὶ Ὅμηρος (Il. λ, 298, et Od. λ., 107)·
ἰοειδέα πόντον.
5ἀπὸ τοῦ ἰὸς τὸ βέλος. ἰοειδέα· μέλαιναν, ζοφεράν· ἴον τὸ μέλαν ἄνθος. παπταίνουσιν· ἐπιτηροῦσιν ἀπὸ τοῦ τὰ φάη πεταννύειν, βλέπουσιν· παπταίνω ἤτοι φαπεταίνω, τουτέστι τὰ φάη πεταννύω καὶ ἐν συγκοπῇ καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν παπταίνω· βλέπουσι τοῖς ξύλοις
10τούτοις ἢ τοῖς πλοίοις μόνοις.

1

.

44

Τρομέουσι· φοβοῦνται, δεδοίκασιν. μελαινόμε‐ νον· σκοτιζόμενον, ἐκ τοῦ ταράσσεσθαι, κυματούμενον, ζοφώδη. μελαινόμενον πόρον ἅλμης· περιφραστικῶς ἂν (ἀντὶ τοῦ) τὴν θάλασσαν τὴν μελαινομένην. πόρον·263
5τὴν ἐπιφάνειαν. ἅλμης· παρὰ τοῦ ἁλὸς ἅλιμος, ὡς κῦδος κύδιμος, τὸ προσηγορικὸν παρώνυμον· τὸ θετικὸν ἁλίμη, ὡς κυδίμη καὶ ἐνδείᾳ τοῦ ι ἅλμη· γίνεται ἀπὸ τῆς ἁλὸς ἅλη, ὡς εὔφρονος εὐφροσύνη, ἀμύμονος ἀμυ‐ μόνη, ἐπενθέσει τοῦ μ ἅλμη, ἐπεισόδῳ δὲ τοῦ μ ὡς
10ἀχυρμιά ἢ χερμάδιον καὶ τυμπάνιον· ὁ γὰρ πλεονασ‐ μὸς τοῦ μ πολύς.

1

.

45

Φοιταλέων· ἕνεκα, μανικῶν, ἀπὸ τοῦ φοῖτος ἡ μανία, σφοδρῶν, τῶν ἐπερχομένων καὶ ὁρμητικῶν, τῶν ἄγαν μανικῶν ἀπὸ τοῦ φοῖτος ἡ μανία, τοῦτο δὲ παρὰ τὸ φύειν οἶτον, ἤως θάνατον, ἢ τῶν σφοδρῶν (ῶς)
5ὁρμώντων ἔνθεν κἀκεῖθεν, μανικῶς ὁρμωμένων. σκέπας· ἀποκοπὴν, ἐκφυγὴν, σκέπασμα. ὄμβρων· ὄμβρος παρὰ τὸ ὁμοῦ ῥέειν ὁμόῤῥοος, καὶ ἐν συγκοπῇ ὄμβρος· ἐπεὶ τὸ μ πρὸ τοῦ ῥοῦ δασύνεται, ἔστι πλεονασμὸς τοῦ β.

1

.

46

Ἀλκήν· βοήθειαν, ἀποφυγὴν, βοήθημα· ἀλκὴ παρὰ τὸ ἀρκῶ ἀρκὴ καὶ μεταθέσει τοῦ ρ εἰς λ ἀλκὴ, ἢ παρὰ τὸ ἀκμὴν τὴν ἡλικίαν ἔχειν, τοῦτο δὲ παρὰ τὸ καμῶ τὸ κοπιῶ γίνεται κμὴ, καὶ μετὰ τοῦ στερητικοῦ
5α ἀκμὴ, ἡ μὴ ταχέως κοπιῶσα, ἀλλὰ φέρειν κόπους δυναμένη. Τερατώδης ἐστὶν ὁ λόγος· ἔθος γάρ ἐστι τοῖς ποιηταῖς τερατολογεῖν. πυρός· καύματος, κυνάστρου, καὶ τοῦ καύσωνος. ἄλκαρ· βοήθειαν, ἀποσόβημα, βοήθημα, ἀποφυγήν. ὀπωρινοῖο· θερινοῦ, τοῦ καυστι‐
10κοῦ κυνάστρου. φέρονται· ἔχουσι, φέρουσι, φέρουσι κατὰ τὸν καιρόν.

1

.

47

Βλοσυρῆς· καταπληκτικῆς ἀπὸ τοῦ τὸ βλέμμα σύρειν, φοβερᾶς. βλοσυρῆς τῆς καταπληκτικῆς ἀπὸ τοῦ βάλλειν καὶ σύρειν τὰ ὄμματα· βολαὶ γὰρ τὰ ὄμματα. βλοσυρῶς ἀπὸ τοῦ σοβαρῶς καὶ ἐπηρμένως
5βλέπειν. βλοσυρῆς· ἀγρίας. δυσδερκέα· δυσθέατα, δυσθεώρητα. δείματα· φοβήματα. λίμνης· θαλάσσης· λίμνη ἀπὸ τοῦ λίαν μένειν τὸ ὕδωρ ἐν αὐτῇ· οὔτε γὰρ αὐξάνεται, οὔτ’ ἐλαττοῦται, πολλῶν εἰς αὐτὴν ποταμῶν κατερχομένων. λέγει θαλάσσης ἀπὸ τοῦ λίαν μένειν.

1

.

48

Κήτεα· κῶ κεῖμαι. πεφρίκασι· πεφόβηνται, ἁλιεῖς φοβοῦνται, δεδοίκασιν. ἀντιόωσιν· συναντῶσιν, ἐναντιοῦνται, ἐξ ἐναντίας ἔρχονται.

1

.

49

Εὖτ’ ἂν· ὁπηνίκα, ὁπόταν. ὑποβρυχίης· βαθυ‐ τάτης, κατωτάτης, βαθείας. ἄδυτον· κατώτατον, ἄπρα‐ κτον, ἀκατάληπτον, ἀπλήρωτον. περόωσι· ὁδεύουσιν. θαλάσσης· τῆς εἰς τὰ Γάδειρα, γνοφερὸν πέλαγος.

1

.

50

Ἡγεμονεύει· δεικνύει, ὁδηγεῖ.

1

.

51

Ἰχθυβόλοις· ἁλιεῦσιν, ὥσπερ τοῖς κυνηγοῖς. ἴχνη γάρ· γνώμη. ἴχνος παρὰ τὸ ἴσχειν τὸν ποῦν, ὅ ἐστι κρατεῖν, ἢ παρὰ τὸ ἀνέχεσθαι τῆς γῆς, ἢ παρὰ τὸ ἐν τῇ γῇ ἵεσθαι, ἤως πορεύεσθαι, ἢ παρὰ τὸ ἵεσθαι εἰς τὸν
5χοῦν. ἀείδελα· ἀθεατά ἐστιν, ἀφανῆ. νηχομένοισιν· ἰχθύσι παρὰ τὸ νέω τὸ κολυμβῶ τροπῇ τοῦ ε εἰς η καὶ πλεονασμῷ τοῦ χ νήχω. νηχομένοισιν· ἐπί.

1

.

52

Σχεδόν· πλησίον. ἵξεται· ἐλεύσεται, καὶ ἀν‐ τικρὺς παραγίνεται, ἀφίξεται. ἄγρης· θήρας· ἄγρα ἡ ἐνέργεια, ἀγρευτὴς ὁ ἐνεργῶν, τὰ (τὸ) δ’ ὄργανον δι’ οὗ ἀγρεῦσι (ἀγρεύουσι) σεσιώπηται, ἴσως ἐρεῖ τιςColumn end
5ἀγρευτήριον.

1

.

53

Ἀντιάσας· ὁ ἰχθὺς, ἐξ ἐναντίας ἐλθὼν ἰχθὺς, ἐπιτυχὼν, ὁ πλησιάσας ἰχθὺς, συναντήσας. ὁδόν· καὶ κατά τι πρᾶγμα, μέρος. μίην ὁδὸν ἵσταται· ἤγουν τὴν αὐτὴν ὁδὸν πορεύεται. ἵσταται· ἔρχεται, πορεύεται.

1

.

54

Θριξί· ἀπὸ τοῦ θρίζω, ἐκ τοῦ θερίζω θερίξω θέριξ καὶ θρὶξ, καὶ διὰ τί οὐ κλίνεται θριχός; ἐπειδὴ οὐδέποτε εὑρίσκεται λέξις δισύλλαβος ἐν χρήσει ἀρχο‐ μένη ἀπὸ δύο δασέων· τοῦ γὰρ (Od. ε. 110 et 133
5et η. 251).
ἀπέφθιθον ἐσθλοὶ ἑταῖροι, ὁ φθίθω ἐνεστὼς οὐχ εὑρίσκεται ἐν χρήσει. δέ· γάρ. ἐν ἠπεδανοῖσι· ἐν ἀσθενέσιν. ἠπεδανῇσι· ἀσθενέσιν· ἠπεδα‐ νὸν ἀσθενὲς ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ πέδον
10ἤγουν τὸ μὴ δυνάμενον ἐκ τῆς γῆς ἀναστῆναι δι’ ἀσθένειαν· ἰστέον, ὅτι πολλαὶ λέξεις εἰσὶ συγκείμεναι ἐκ ταυτοση‐ μάντων λέξεων· αὐτίκα γὰρ ἐκ τοῦ ὄῤῥω (ὀρῶ) καὶ θύνω τὸ ὀροθύνω γίνεται, ἐκ τοῦ θύω καὶ χε... ἐκ τοῦ πόποις καὶ ἄνθρωπος ἐκ θείων λέξεων τὸ πόπανα, ἐκ
15τοῦ θροῦς καὶ βοὴ ὁ θόρυβος, ἐκ τοῦ καίειν καὶ δαίειν Κανδάων ὁ Ἄρης, ἐκ τοῦ νάειν καὶ χέειν καὶ ῥέειν ὁ χρό‐ νος, ἐκ τοῦ μόρος καὶ φόνος μόρφνος ὁ ἀετὸς, ἐκ τοῦ πρᾷος καὶ εὐμενὴς ὁ πρευμενὴς, ἐκ τοῦ ἠλεὸν καὶ μά‐ ταιον ἠλέματον, ἐκ τοῦ γῆ καὶ πέδον γήπεδον, τὸ τῆς
20οἰκίας πεδίον, οἰκήπεδον δὲ τὸ τῆς καταβληθείσης οἰκίας πεδίον, ἐρειποτόπιον λεγόμενον. ὄμβρος παρὰ τὸ ὁμοῦ καὶ τὸ ῥοῦς ὄμρος, καὶ ἐπεὶ, τοῦ μ πρὸ τοῦ ρ κειμένου, δασύνεται τὸ πρὸ αὐτοῦ, ἐγένετο τοῦ β πλεονασμός. ἠπεδανὸς παρὰ τὸ πέδον, ὃ σημαίνει τὴν γῆν πεδανὸς,
25καὶ μετὰ τοῦ στερητικοῦ α ἀπεδανὸς ὁ μὴ δυνάμενος ἐκ τοῦ πέδου ἀναστῆναι δι’ ἀσθένειαν, καὶ τροπῇ τοῦ α εἰς η ἠπεδανὸς καὶ ἀπεδανὴ, ἔμπαλιν δ’ ἔμπεδον τὸ στερεόν. παλιγγνάπτοιο· εἰς τοὐπίσω καμπτομένου, ἐπικαμποῦς. παλιγγνάμπτοιό τε χαλκοῦ· περιφραστι‐
30κῶς ἀντὶ τοῦ ἐν τῷ ἀγκίστρῳ. χαλκοῦ· ἀγκίστρου.

1

.

55

Χείλεσι· ἄκροις, οὗ ἐν. Χεῖλον (sic)· τὸ ἄκρον τοῦ ἀγκίστρου· παρὰ τὸ χέας χέλος καὶ χεῖλος, ἐν ᾧ χέον‐ ται αἱ τροφαὶ ἢ οἱ λόγοι. δονάκεσσι· καλάμοις. λίνοισι· δικτύοις καὶ σχοίνοις. κάρτος· τὴν ἰσχὺν, ἰωνικῶς.

1

.

56

Οὐ μέν· οὐ μήν. τερπωλῆς· χαρᾶς· λύσις τοῦ ἀντιπίπτοντος, ἐνδιάσκευος διήγησις. ἀπολείπεαι· στερῇ, ἰωνικῶς· ἀποστροφὴ πρὸς βασιλέα. ἀπολείπεαι· ἀπολει‐ φθῇς ἰωνικῶς· πρὸς τὸν βασιλέα ὁ λόγος, ὅτι ἡ ἁλιευ‐
5τικὴ εἴς σε, ὦ βασιλεῦ, λαμπρὰ καὶ γλυκυτάτη· οἱ γὰρ βασιλεῖς περινοστοῦντες ἀγρεύουσι καὶ αὐτοί. αἴκ’· ἐάν. ἐθέλησθα· ἀττικῶς, ἐθέλῃς, αἰολικῶς, θέλῃς.

1

.

57

Γλυκερή· ἡδεῖα· γνώμη. δέ· γάρ. βασιλήϊος· καὶ ἡ τοῦ βασιλέως, βασιλική· ἰωνικόν. ἄγρη· κυνηγέσιον.

1

.

58

Εὐγόμφωτον· καλοκάρφωτον, ἐυκάρφωτον· γόμ‐
φος τὸ καρφίον. εὐγόμφωτον καλοήλωτον, πάνυ ἐλαφρὸν πρὸς τὸν πλοῦν· γίνεται οὖν παρὰ τὸ κάμπτω γνάμπτω γόμφος. εὐγόμφωτον· εὖ τοῖς ἥλοις προσηλαμήν (μένον).264
5ἐΰζυγον· πλατύτατον, ἐυκάθεδρον, κατὰ διάλυσιν, ἰωνι‐ κῶς διαλύουσι τὸ εὖ εἰς ε καὶ υ. ἔξοχα κούφην· λίαν ἐλαφρὰν, κουφοτάτην.

1

.

59

Αἰζηοί· νέοι ἀπὸ τοῦ ἀεὶ καὶ τοῦ ζέω. αἰζηοί· νέοι ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ ἵζω· ὁ γὰρ νέος πάντοτε περιπλεῖ· αἰζηοὶ οἱ νέοι παρὰ τὸ αἷμα ζέειν, ὡς παρὰ τῆς ἡλικίας θερμῆς οὔσης· ἢ παρὰ τὸ αἴθω τὸ
5καίω· οἱ γὰρ νέοι διάπυροί εἰσιν. αἰζηοί· ἀκμάζοντες, νέοι. ἐπειγομένῃς· σπουδαίαις. ἐπειγομένως· μετὰ σπουδῆς, ἐσπουδασμένως. ἐλόωσιν· κινοῦσιν, ἄγουσιν, ἐλαύνουσιν, ἐλαυνέτωσαν, ἐλαύνουσιν, ἀντίκλισις.

1

.

60

Νῶτον ἐπιφάνειαν ἀπὸ τοῦ νωμῶ τὸ κινῶ. νῶτον ἁλός· περιφραστικῶς αὐτοῦ τὴν θάλασσαν. ὁ δ’ ἐν πρύμνῃσι· γράφεται ὁ δ’ ἐν μέσοισι. πρύμνῃσιν· ἀντὶ ἑνικοῦ. Πρύμνη παρὰ τὸ εἰς πέρας μένειν περιμονὴ καὶ
5πρυμνὸν καὶ πρύμνη· πρύμνη καὶ πρώρα διαφέρει· πρώρα παρὰ τὸ πρῶτον καὶ τοῦ ῥέοντος πρωτόρα τις οὐσία, πρύμνα δὲ παρὰ τὸ πέρας μένειν.

1

.

61

Ἰθυντήρ· ὁ κυβερνήτης, ὁ ναύτης. ἀλίαστον· ἀκλυδώνιστον, ἀτάραχον, ἀπλανῆ, ταχεῖαν καὶ ἀκο‐ πίαστον, ἀνεμπόδιστον. ἀμεμφέα· ἀκίνδυνον, ἄπταιστον, ἄψογον, γαληνιῶντα.

1

.

62

Χῶρον ἐς· ἤως εἰς βιβάρην. εὐρύαλον· πλατύν, εὔκολον, εὐρύχωρον. εὔδια· εὐδιεινῶς, εὐδίως, ἡσύχως, ἀκινδύνως, ἠρέμα κυμαίνοντα. πορφύροντα· λάμποντα, μελαινόμενον.

1

.

63

Ἔνθα· ὅπου, ἐν τῷ βιβαρίῳ, ἐν ᾧ χωρίῳ δῆλον. δαιτυμόνων· προσφιλῶν τοῖς βιβαρίταις, εὐωχουμένων, τρεφομένων, ἀναφορητικόν, καλῶν, δαῖτα ἐχόντων, θρεπτῶν. Δαιτυμόνων· τῶν εὐωχουμένων, τοὺς ἐν τοῖς
5καλουμένοις βιβαρίοις τρεφομένους ἰχθύας διὰ τὸ σιτίζε‐ σθαι, ἀντὶ τοῦ δαιτυμόσι διὰ τὰ βιβάρια, τρέφονται δ’ ἐν αὐτοῖς ἰχθύες εἰς τὸ ἀγρεύειν τοὺς βασιλεῖς, ἢ τῶν δίκην σιτευτῶν ἰχθύων τρεφομένων ἐν τοῖς βιβαρίοις πρὸς ἄγραν βασιλικήν. Ἰστέον δ’ ὅτι ἐδήλωσε τόπον τινὰ πρὸς
10τὸ ζωγρεῦσαι ἐπιτήδειον, ἔνθα ζῶντας τοὺς ἰχθύας ἀπο‐ κλείοντες οἱ τοῦ βασιλέως θεράποντες ἔτρεφον αὐτοὺς καὶ ἐπεμελοῦντο πρὸς τὸ ἔχειν αὐτοὺς ἕτοιμον θήραμα καὶ ἄγραν, ὅτε χρεία ἐστὶν ἰχθύος, καὶ τούτου γενομένου βλέπων ὁ βασιλεὺς τερπωλὴν εἶχεν. Σημείωσαι δ’ ὅτι ἦν
15καὶ ὁ τοιοῦτος τόπος τέλειος (ἕλειος) καὶ ἀμμώδης, ὥστε καὶ ναῦς ἐν αὐτῷ χωρεῖν διαπλεῖν, ὅπου καὶ προέτρεπε τὸν βασιλέα διαπλεῦσαι καὶ ἁλιεῦσαι. διατυμόνων· τρε‐ φομένων· δαιτυμὼν ὅ τε τρέφων καὶ ὁ τρεφόμενος, γί‐ νεται δ’ ἀπὸ τοῦ δαῖς δαιτός, δαῖς δὲ λέγεται ἡ τοῖς βρώ‐
20μασι φλεγμαίνουσι (σα) τράπεζα, ἐφ’ ᾗ πάρεισι κεκλη‐ μένοι πολλοὶ, δαῖς δὲ μέσον τοῦ διδόντος καὶ τοῦ λαμβά‐ νοντός ἐστιν, ὥστε καὶ δαιτυμὼν ὅ τε διδοὺς καὶ ὁ λαμ‐ βάνων. ἀπερείσια· τὰ πολλὰ, ἀπειρέσια, ἄπειρα ἀπὸ τοῦ α στερητικοῦ μορίου, καὶ τοῦ πέρας, οἱονεὶ μὴ πληρού‐
25μενα. ἰστέον, ὅτι ἐδήλωσε τόπον τινὰ λιμνώδη, ἔνθα
ζῶντας τοὺς ἰχθύας οἱ τοῦ βασιλέως θεράποντες ἔτρεφον, ἐπιμελούμενοι αὐτῶν πρὸς τὸ ἔχειν αὐτοὺς ἕτοιμον ἄγραν, ὅτε ἰχθύων χρεία γένηται· ἦν δ’ ὁ τόπος εὐρὺς, ὥστε καὶ ναῦς πλέειν ἐν αὐτῷ.Column end

1

.

64

Φέρβεται· τρέφονται, τρέφεται. Φέρβειν παρὰ τὸ φέρειν βίον· ἡ γὰρ φορβὴ συνίστησι τὸ σῶμα. οὕς· ἤως τοὺς ἰχθύας σοι καὶ τοὺς ἰδίους. θεράποντες· οἱ δοῦλοι. κομέουσιν· ἐπιμελείας ἀξιοῦσι, τρέφουσιν,
5ἐπιμελοῦνται. ἐδωδῇ· τροφῇ.

1

.

65

Πιαίνοντες· λιπαίνοντες, τρέφοντες. χορόν· πλῆ‐ θος. ἄγρης· ἕνεκα. ἑτοιμότατον χορὸν ἄγρης· εἰς εὔκο‐ λον καὶ πολλὴν ἄγραν.

1

.

66

Μάκαρ· εὔδαιμον. παιδί· τῷ Ἀντωνίνῳ, Γορ‐ διανῷ, ἤως τῷ Ἀντωνίνῳ, δηλονότι τῷ Γορδιανῷ. με‐ γαυχέϊ· μεγάλα αὐχοῦντι ἐπί σοι, μεγάλου κλέους, ἐκ μεταφορᾶς τῶν ἵππων ἐχόντων μεγάλους καὶ εὐπρεπεῖς
5αὐχένας παρὰ τὸ αὐχεῖν, τοῦτο δὲ παρὰ τὸ ἔχω ἔχειν καὶ αὐχεῖν· ἐν αὐτῷ γὰρ ὀχεῖται ἡ κεφαλή· ἢ ἀπὸ τοῦ αὐ‐ χεῖν καὶ γαυριᾷν· γαυριῶντες γὰρ καὶ ἐπαιρόμενοι τὴν κεφαλὴν ὕψει ἐκτείνομεν. μεγαλαυχέϊ· τῷ ἐνδόξῳ, τῷ ὑψηλοτάτῳ, ᾧ πάρεστι μεγάλως αὐχεῖν εὐδαιμονίας
10χάριν. πώεα· ποιμνία ἀπὸ τοῦ πῶ τὸ κτῶμαι· κτῆμα γὰρ ἐπὶ θρεμμάτων λέγεται, ἢ ὅτι ποτῷ ἥδεται. θήρης· ἀγρευτικῆς ἤως τῆς ἁλιευτικῆς.

1

.

67

Αὐτίκα· παρευθύς. χειρός· ἀπὸ, ἐκ, διά. ἐΰπλοκον· διάλυσις ἰωνικὴ, καλῶς πεπλεγμένην.

1

.

68

Ὁρμιήν· ἄγκιστρον. καλάμιον ἐκ τριχῶν πεπλεγ‐ μένην (ον) σπαστικόν. ῥίμφα· εὐκόλως παρὰ τὸ ῥίπτειν ἑαυτὸν διὰ τάχους· ὡς γὰρ κρύπτω κρύφα, οὕτω καὶ ῥίπτω ῥίφα, καὶ πλεονασμῷ τοῦ μ ῥίμφα.
5γένυν· κατὰ στόμα, ἤως τὸ ἄγκιστρον. κατεδέξατο· κατέσπασεν. χαλκοῦ· τοῦ ἀγκίστρου.

1

.

69

Ἀντιάσας· προσεγγίσας, συναντήσας. τάχα· ἴσως· γλυκὺ τὸ σχῆμα. τάχα· ἴσως καὶ ὅμως. ἕλκεται· σύρεται. ἐκ βασιλῆος· ἰωνικῶς, ἐκ τῆς χειρὸς τοῦ βασι‐ λέως.

1

.

70

Οὐκ ἀέκων· ἀλλ’ ἑκὼν, καὶ μὴ βουλόμενος, ἀλλὰ θέλων. ἦτορ· ἡ ψυχή· ἀπὸ τοῦ ἄω ἀήτορ ἦτορ. ἦτορ, παρὰ τὸ ἄω τὸ πνέω· καὶ γὰρ πνεῦμα ἡ ψυχὴ, οἷον (Il. φ. 389)·
5
δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο. ἀπὸ τοῦ ἄη γίνεται ἀήτορ καὶ ἀφαιρέσει τοῦ α ἦτορ. ἰαίνεται· εὐφραίνεται, θάλπεται τῇ εὐφροσύνῃ. ὄρχαμε· ἡγεμών. ὄρχαμος ἀπὸ τοῦ ἄρχω ἄρχαμος καὶ ὄρχαμος. ὄρχαμε· βασιλεῦ, ἁρχηγέ· ἀπόθεσις τὸ σχῆμα.

1

.

71

Βλεφάροισι· ὄμμασιν. βλέφαρον ἀπὸ τοῦ ἐν τῷ βλέπειν αἴρεσθαι. βλεφάροισιν· ὀφθαλμοῖς ἀπὸ τοῦ φάρους τοῦ βλέπους ἤτοι τοῦ ὀφθαλμοῦ, ἢ ἐν τῷ βλέπειν αἴρεσθαι. φρεσί· λογισμοῖς. τέρψις· εὐφροσύνη·
5τέρψις ἰδεῖν ἰχθὺν ἐν ἀγκίστρῳ ἐκ θαλάσσης συρόμενον. ἰδέσθαι· ἰδεῖν, εἰς τὸ τὸν ἰχθύν.

1

.

72

Παλλόμενον· κινούμενον, σπαιρόμενον. πεπεδη‐ μένον· δεδεμένον, δεδεσμημένον.

1

.

73

Ἀλλά μοι· ἄν ποτε. ἀλλά μοι ἱλήκοις· προκατά‐ στασις καὶ εὐχή. ἱλήκοις· εὐμενὴς γένοιο, ἵλεως γένοιο, ἵλεως ἔστω, ἵλεως γενοῦ, ἱλήκοιτε. ἵλεως γένοιτο· γρά‐ φεται καὶ ἱλήκοι ἀττικῶς ἀντὶ τοῦ ἱλήκοιτε, τὸν δὲ λό‐265
5γον ἀποστρέφει πρὸς τὸ πλῆθος τῶν θαλαττιέων θεῶν καὶ πρὸς δύο πρόσωπα· προευκτικὴ κατάστασις καὶ εὐχή. ἁλός· ἃλς λέγεται ἡ θάλασσα ἀπὸ τοῦ ἁλίζω, ἁλίζω τὸ συναθροίζω· πᾶς γὰρ ποταμὸς καὶ πᾶσα λίμνη ἔχουσιν ἀρχὰς καὶ ῥίζας τὰς βρύσεις ἢ τὰς πηγὰς, τῆς
10θαλάσσης δὲ τοῦτο οὐκ ἔστιν, ἀλλ’ ἐξ ἀρχῆς ὡρίσθησαν οἱ θεοὶ συναχθῆναι ἐν αὐτῇ τὰ ὑποκάτω τοῦ στερεώματος ὕδατα. ἁλὸς πόρῳ ἐμβασιλεύων· περίφρασις, σὺ ὁ.

1

.

74

Εὐρυμέδων· μέγας βασιλεύς, ὁ πλατὺς βασι‐ λεὺς, πλατέως βασιλεύων, ὁ πλατὺ βασιλεύων. Κρονί‐ δης· καὶ ὁ υἱὸς τοῦ Κρόνου· Κρόνος οὖν Οὐρανοῦ καὶ Γῆς υἱός· Κρόνος ὁ χρόνος ὅτι πρῶτος ἐπέβαλε τὴν
5κρίσιν τῶν θεῶν· ὁ γὰρ Κρόνος κατέπιε τούτου (αὑτοῦ) τοὺς τέκνους, καθὼς λέγουσιν. γαιήοχος· ὁ τὴν γαῖαν ἔχων, ἤως ὁ Ποσειδῶν· ἀποστροφὴ τὸ σχῆμα. γαιήοχος· ὁ τῆς γῆς κρατῶν, ἤως ὁ Ποσειδῶν.

1

.

75

Ναετῆρες· ἀπὸ κοινοῦ ἱλήκοιτε, κάτοικοι. ἐριγδούποιο· μεγαλοήχου, μεγαλοήχος (ους Ritt.), καὶ ἄγαν ἠχητικῆς ἀπὸ τοῦ ἐριῶ (ἐρι) καὶ τοῦ δούπω. ἐριγ‐ δούποιο· καὶ τῆς μεγαλοφώνου.

1

.

76

Δαίμονες· θεοί. ἀγέλας· πλήθη. Ἱστορία ὅτι ὁ Κέκρωψ ἰδὼν πολυανθρωποῦσαν τὴν Ἀττικὴν συγ‐ καλεῖται τὸν ὄχλον καὶ παρασημαίνεται τὸν ἀριθμὸν, λάεσσιν ἤτοι λίθοις ἑκάστου ἐνρίψαντος, κἀντεῦθεν λαοὶ
5ἐκλήθησαν. ἁλίτροφα· τὰ ἐν τῇ θαλάσσῃ τρεφόμενα.

1

.

77

Εἰπέμεν· ὥστε εἰπεῖν, αἰολικῶς. οἱ Δωριεῖς εἰώ‐ θασι τὴν με συλλαβὴν τιθέναι ἐπὶ τῶν ἀπαρεμφάτων ἀορίστων, καὶ, εἰ μὲν τύχοιεν ἔχειν δύο φωνήεντα, ὑπεξ‐ αίρουσι τὸ ἓν, οἷον εἰπεῖν εἰπέμεν, δοῦναι δόμεναι,
5θεῖναι θέμεναι, εἶναι ἔμμεναι κατὰ πλεονασμὸν τοῦ μ αἰολικῶς· εἰ δ’ ἓν φωνῆεν, φυλάττουσιν αὐτὸν, οἷον στῆναι στήμεναι, βῆναι βήμεναι. τὰ εἰς ν ἀπαρέμφατα ποιητικῶς κατὰ Δωριεῖς ἀποβάλλουσι τὸ ι τῆς εἰν διφθόγγου, καὶ προσλαμβάνουσι μεταξὺ τοῦ ε καὶ τοῦ
10ν τὴν με συλλαβὴν καὶ οὕτω προφέρονται, οἷον λέγειν λεγέμεν· ἐν τούτοις δὲ πᾶσιν οἱ Ἀττικοὶ διὰ τὴν ἀνάγκην τοῦ μέτρου προστιθέασι τὴν αι δίφθογγον, λεγέμεναι λέγοντες· τὰ μὲν εἰς ναι λήγοντα, εἰ μὲν διφθόγγῳ πα‐ ραλήγεται, ἀποβάλλουσι τὸ ἓν φωνῆεν, τὸ δοῦναι δόμε‐
15ναι λέγοντες, καὶ τὸ θεῖναι θέμεναι, καὶ τὸ εἶναι ἔμεναι, εἶτα διὰ καλλιφωνίαν ἔμμεναι διὰ δύο μμ λέ‐ γουσιν ἀττικῶς· εἰ δὲ μονοφθόγγῳ, οὐδὲν ἀποβάλλουσιν· τὸ γὰρ σπαρῆναι οὐ σπαρέμεναι, ἀλλὰ σπαρήμεναι λέγουσι, καὶ τὸ τυφθῆναι οὐ τυφθέμεναι, ἀλλὰ τυφθή‐
20μεναι, καὶ τἄλλα πάντα ὁμοίως· ἐν τούτοις δὲ πολλάκις ἐκβάλλουσι τὴν αι δίφθογγον οἱ Δωριεῖς διὰ τὴν ἀνάγ‐ κην πάλιν τοῦ μέτρου· τὸ γὰρ τιθέμεναι τιθέμεν λέγουσι, καὶ ἔμμεναι ἔμμεν, καὶ τὸ τυφθήμεναι τυφθῆμεν, καὶ τἄλλα πάντα ὁμοίως, ἐπεὶ τὰ τέλη τῶν ἀπαρεμφάτων
25δύο εἰσὶν, ἢ τὸ ν, ὡς ἐν τῷ τύπτειν, ἢ τὸ αι δίφθογγος,
ὡς ἐν τῷ τετυφέναι. αἰνῆσαί τε· συναινέσαι, καὶ ἐπαι‐ νῆσαι, κατευνᾶσαι. ἰθύνειας· κατ’ εὐθεῖαν ἄξον, κατ’ εὐκόλους ποιήσειας, κατ’ ὀρθὸν ἑρμηνεύσαις.Column end

1

.

78

Πότνα θεά· Καλλιόπη, μοῦσα, ὦ σεβασμία μοῦσα. Τὰ ὀνόματα τῶν ἐννέα Μουσῶν καὶ ποίης τέχ‐ νης ἑκάστη ἐπιστατεῖ καὶ τίς ὁ ταύτης ἐν βίῳ ἐφευρέτης; Κλειὼ δ’ ἱστορίας Ἡρόδοτος, Θάλεια κωμῳδίας Μέν‐
5ανδρος, Μελπομένη τραγῳδίας Εὐριπίδης, Εὐτέρπη αὐλῶν Στησίχορος, Τερψιχόρη λύρας Πίνδαρος, Ἐρατὼ κυμβάλων Ἑρμῆς, Καλλιόπη ποιήσεως Ὅμηρος, Οὐρανία ἀστρονομίας Ἄρατος, Πολυυμνία γεωμετρίας Εὐκλείδης. ποτνία· σεβασμία παρὰ τὸ πέτω πετνῶ
10καὶ ποτνῶ· οἱ γὰρ σεβόμενοι προσπίπτουσιν οἷς σέβον‐ ται, ὅθεν ποτνιᾶσθαι τὸ προσπίπτειν τοῖς ποσὶν, κυρίως δὲ τὸ ποτνιᾶσθαι ἐπὶ γυναικῶν. πότνα θεά· γράφεται Καλλιόπη. πατέρι· Ἀντωνίνῳ. καὶ υἱέϊ· τῷ Ἀντωνίνῳ, Γορδιανῷ· υἱῷ παρὰ τὸ φύω φυός καὶ υἱός· γράφεται
15δὲ καὶ υἷϊς καὶ κλίνεται υἵϊος καὶ κατὰ συγκοπὴν υἷος, ἡ δοτικὴ υἷϊ, ἡ αἰτιατικὴ υἷα, ἡ εὐθεῖα τῶν πληθυντι‐ κῶν υἷες, καὶ ἡ αἰτιατικὴ υἷας Ἀχαιῶν. παμβασιλῆος· διὰ τὴν μονοκρατορίαν εἶπε παμβασιλῆος.

1

.

79

Θυμήρη· εὐφραντὰ, εὐφρόσυνα, εὐάρεστα, ἄρεστα, ἐπιθυμητικῶς ἐράσμια. δῶρα· δόρπος ἡ πρὸς ἑσπέραν τροφὴ, μεθ’ ἣν ἐπὶ τὸ ἰαύειν ἕρπομεν, ἢ ἀπὸ τοῦ δρέ‐ πεσθαι τοὺς πόνους, ἢ δοροπόν τι ὂν τὸ μετὰ τὴν παῦσιν
5τῶν δοράτων. τεῆς· τῆς σῆς, τῆς ἐμῆς καὶ τῆς ἰδίας. πόρσυνον· παράσχε, εὐτρέπισον· ἐκ τοῦ πόρος πορῶ πορύνω καὶ πλεονασμῷ πορσύνω, καὶ πόρσυνον ἀντὶ τοῦ πορσύνοις, τὸ προστακτικὸν ἀντὶ εὐκτικοῦ κατ’ αἰολικὴν συνήθειαν. πόρσυνον ἀντὶ [τοῦ] παράσχοις,
10εὐτρεπίσαις. ἀοιδῆς· ποιήσεως, πνεύσεως.

1

.

80

Μυρία μὲν δὴ φῦλα· τὸ σχῆμα διάστασις, ἄπειρα. μυρία εἰσὶν αἱ δέκα χιλιάδες, μυρία δὲ τὰ ἀναρίθμητα. Μονὰς ἀπὸ τοῦ μένω μονὰς, δυὰς ἀπὸ τοῦ δύω τὸ ὑπεισέρχομαι, τριὰς ἀπὸ τοῦ τηρεῖν τὴν ἴαν καὶ μίαν,
5ἢ ἀπὸ τοῦ τρεῖς (τρὶς) ἴα, τετρὰς ἐδράς τις οὖσα, πεν‐ τὰς ἀπὸ τοῦ πᾶν καὶ τοῦ ἴα καὶ μία, ἑξὰς ἀπὸ τοῦ ἐξισοῦσθαι τοῖς οἰκείοις μέρεσιν, ἑπτὰς οἱονεὶ σεπτάς τις οὖσα, διότι οὔτε γεννᾷ οὔτε γεννᾶται, ὀκτὰς ἀπὸ τοῦ ἄγειν τὴν δυάδα, ἐννὰς ἀπὸ τοῦ εἰς ἓν νεάζειν,
10δεκὰς ἀπὸ τοῦ δέχω, ἡ δεχομένη πάντας τοὺς ἀριθμούς. Ἐνταῦθα ἀπάρχεται τῆς διηγήσεως καί φησιν ὅτι πολλά εἰσι τὰ γένη τῶν ἰχθύων. ἄκριτα· ἀχώριστα, ἀδιαχώ‐ ριστα, ἀμέτρητα καὶ ἀδιάγνωστα, πολυειδῆ.

1

.

81

Ἐμφέρεται· συμφέρεται, κινεῖται. δέ· δή. ἐξο‐ νομῆναι· ἔχοι, δυνηθῇ, κατ’ ὄνομα εἴπῃ, ὀνομαστικῶς εἴποι, ὀνομάσῃ, εἴποι ἂν κατ’ ὄνομα· καὶ τίς δύναται δῆ‐ λον (δηλοῦν?) ἅτινα οὐκ ἄν τις κατ’ ὄνομα εἰπεῖν (εἴποι?);

1

.

82

Ἀτρεκέως· ἀληθῶς. ἀφίκετο· ἦλθε, παρεγένετο, ἐπορεύθη. τέρμα θαλάσσης· εἰς τὸ, εἰς τὴν ὑποστά‐ θμην.

1

.

83

Ὀργυιέων· ὀργυιὰ ἀπὸ τοῦ ὀρούω τὸ ὁρμῶ καὶ τοῦ γυῖον ἡ χεὶρ, ἡ τῶν χειρῶν ἔκτασις καὶ ὄρεξις· γυῖα κυρίως αἱ χεῖρες, ὅθεν καὶ ὀργυιὰ ἡ ὄρεξις τῶν
χειρῶν καὶ ἔκτασις. ὀργυιῶν· ἡ ἔκτασις τῶν χειρῶν καὶ266
5τὸ πλάτος τοῦ στήθους παρὰ τὸ ὀρεῖν καὶ ἐκτείνειν τὰ γυῖα ἤως τὰς χεῖρας. Ἀλλὰ μέχρι τριακοσίων ὀργυιῶν γινώσκουσιν οἱ ἄνθρωποι τὰ μέτρα τῆς θαλάσσης. μάλιστα· καὶ τὸ περισσότερον, ἀκριβῶς.

1

.

84

Ἀνέρες· ἄνδρες, ἁλιεῖς. ἴσασι· γινώσκουσι καὶ εἶδον ἀπὸ τοῦ εἴδω τὸ ἐπίσταμαι, ὁ μέλλων εἴσω, ἀφ’ οὗ ῥῆμα περισπώμενον διὰ τοῦ ι ἰσῶ, οὗ παραγωγὸν ἴσημι, σημαίνει δὲ τὸ αὐτὸ, τῶν πληθυντικῶν τὸ πρῶτον ἴσαμεν,
5καὶ κατὰ συγκοπὴν ἴσμεν, τὸ δὲ δεύτερον ἴσατε καὶ ἴστε, τὸ τρίτον ἴσασιν. ἔδρακον· κατενόησαν, εἶδον, ἔμαθον. γίνεται ἀπὸ τοῦ δέρκω τὸ βλέπω ὅσον ἔδαρκον, καὶ ἐν ὑπερθέσει ἔδρακον· συνεξακούεται τὸ γινώσκειν· πολλὰ δὲ βάθη εἰσὶν ἄγνωστα τοῖς ἀνθρώποις ἃ αὐτοὶ γινώ‐
10σκουσι, διότι ἡ ἄπειρα καὶ ἄμετρα βάθη ἔχουσα θάλασσα κέκρυπται, πολλὰ δὲ κεκρυμμένα ἰχθύδια ἔχει. εἶδον· τῷ νῷ· οὐ γὰρ τοῖς ὀφθαλμοῖς. ἀμφιτρίτην· ἀμφιτρίτη ἡ ἀμφοτέρωθεν ποιοῦσα ἡμᾶς τρεῖν καὶ φοβεῖσθαι, ἢ ἡ ἀμφοτέρωθεν τῶν τριῶν στοιχείων οὖσα.

1

.

85

Πολλά· φῦλα, βάθη, ἰχθύδια. ἀπειρεσίη· ἡ πολλή· μεσεμβόλημα. γάρ· ἐπειδή. ἀμετροβαθής· καὶ ἄμετρα βάθη ἔχουσα, ἔχουσα βάθος ἄπειρον μὴ μέτρῳ ὑπο‐ βαλλόμενον. Ἰστέον ὅτι τὰ ἁπλᾶ διὰ τοῦ υ ψιλοῦ γρά‐
5φεται, τὸ βαθὺς καὶ πλατὺς, τὰ δὲ σύνθετα διὰ τοῦ η, ὥσπερ ἐνταῦθα θάλασσα ἀμετρο [ἔχομεν] βαθής, ὡς ἀπλατὴς ὁ μὴ πλάτος ἔχων, τὸ οὐδέτερον τὸ ἀπλατές.

1

.

86

Κέκρυπται· ἀφανῆ εἰσι καὶ κρύπτει. ἀείδελα· ἀφανῆ ὄντα, ἄγνωστα ὄντα. μυθήσαιτο· εἴποι, ἐξ ὀνό‐ ματος καλέσῃ, ἐξ ὀνόματος εἴπῃ· μῦθος σημαίνει δύο, τὸν σκοτεινὸν λόγον καὶ τὸν ἁπλοῦν.

1

.

87

Θνητός· ἀπὸ τοῦ θανῶ θνῶ θνήσω θνητός. ὀλίγος· ἀσθενής· ὀλίγος δὲ νόος τοῖς ἀνθρώποις καὶ ἀλκὴ πρὸς τὸ γνῶναι δηλονότι τοσοῦτον βάθος τῆς θαλάσσης, τὸ δὲ δὲ ἀντὶ τοῦ γὰρ ἀττικῶς· γνώμη. μερόπεσσι· ἀνθρώποις·
5μέροπες οἱ ἄνθρωποι οἱ ἀπὸ τῶν ἄλλων ζώων μεμε‐ ρισμένην ἔχοντες τὴν ὄπα. ἀλκή· ἰσχύς.

1

.

88

Οὐ μὲν γάρ· σχῆμα ἀμφιβολίας. ἔλπομαι· ἐλ‐ πίζω, νομίζω.

1

.

89

Παυροτέρας· ὀλιγοτέρας. ἔθνεα· πλήθη. μείονα· ἐλάττω, ἐλάττονα, οὐδὲ πλῆθος ἐλάττονα. φέρβειν· ἐλ‐ πίζω τρέφειν τῆς γῆς.

1

.

90

Ἀμφήριστος· ἰσοσύγκριτος, ἐξισουμένη, ἀμφί‐ βολος, ἴση· ἀμφήριστον τὸ ἀμφίβολον καὶ ἶσον· λέγομεν οὖν ἀμφίβολον τὸ ἶσον ἀπὸ μεταφορᾶς· δύο τινῶν ἐριζόν‐ των, ἔστ’ ἂν ἡ πάλη ἐστὶν ἰσοπαλὴς, ἀμφίβολός ἐστιν
5ὁ νικῶν· ἡνίκα δ’ ἂν ὁ εἷς ἡττηθῇ, τότε οὔκ ἐστιν ὁ νικῶν ἀμφίβολος. ἀμφοτέρῃσι· ἐν τῇ γῇ καὶ ἐν τῇ θαλάσσῃ. γενέθλη· γενεά.

1

.

91

Ἑτέρη· ἢ γῆ ἢ ἡ θάλαττα, καὶ ἡ μία ἤως ἡ γῆ ἢ θάλασσα. προβέβηκε· προέχει, ὑπερέχει, ἐνίκησε, νικᾷ· ἡ πρὸ ἀντὶ τῆς ὑπέρ. σάφα· σαφῶς, εὐκόλως. τεκ‐ μαίρονται· γινώσκουσιν, ἐπίστανται.

1

.

92

Ἀνδρομέοισι· ἀνθρωπίνοις, πρὸς ἀντιδιαστολὴν τῶν ἀλόγων ζώων· τῶν θεῶν ἐστι τὸ παρὸν γινώσκειν, τῶν
δ’ ἀνθρώπων πεπερασμένην γνῶσιν ἐχόντων τὸ εἰκὸς καὶ ὃ καταλαμβάνουσι πέρας ἔχειν (χει)· ἀδύνατον οὖν ἡμᾶςColumn end
5τοὺς ἀνθρώπους τὸ τὴν ἡμετέραν δύναμιν ὑπερβαῖνον καταλαβεῖν. μέτρα· συμμετρίαν, σταθμούς. φέρωμεν· ὦ Καλλιόπη, ἡ εὔφορος τοῦ λόγου, λέγει δὲ τὸν Ἑρ‐ μῆν εὔφορον τοῦ λόγου, ἀλλὰ σὺ δὲ, ὦ Καλλιόπη, ἡ εὐθυποιοῦσα τὰ πάντα, ποίησον καὶ τὰ ἐμὰ δῶρα τῷ
10βασιλεῖ εὐπρόσδεκτα, ἢ ἃς (ἃ?) φέρομεν νοήματα πρέποντα ἀνθρώποις μὴ ὑπερβαίνοντα ἀνθρωπίνην διάνοιαν, ἤως θεϊκά.

1

.

93

Ἰχθύσι γάρ· ἀρχὴ διηγήσεως· διάφορα γὰρ τὰ εἴδη καὶ τὰ γένη τῶν ἰχθύων καὶ οἱ τόποι καὶ αἱ τρο‐ φαί. γάρ· μέν. γενεή· ἡ γέννησις. ἤθεα· διατριβαὶ ἰωνικῶς ὅτι ἄλλο ἄλλην δίαιταν καὶ ἄλλην διαγωγὴν
5ἔχει, πόρος, ὅτι ἐν διαφόροις τόποις τῆς θαλάσσης διαιτοῦνται τὰ ζῶα. Ἀποροῦσί τινες, πῶς τὰ βούβαλα εἰσερχόμενα ἐν τῇ θαλάσσῃ οὐ πνίγονται· καί φαμεν οὕτως· διὰ τὸ τὰ ὦτα αὐτῶν κεχαλασμένα ἔχειν· καὶ γὰρ οἱ ἵπποι οὐκ ἂν πλέοντες πνιγῶσιν, εἰ μὴ ἐν
10τοῖς ὠσὶν αὐτῶν ὕδωρ εἰσέλθῃ διὰ τὸ λαβυρινθώδη ἔχειν τὴν (ἀκοὴν?) καὶ μὴ τὸ ὕδωρ εἰσέρχεσθαι κατ’ εὐθεῖαν. πόρος· ἡ πορεία, περιφραστικῶς διατριβαὶ, ἀντισκηνώσεις.

1

.

94

Κέκριται· διακεχώρισται. οὐδέ τι· οὐδαμῶς. νο‐ μαί· αἱ διατριβαί. νεπόδεσσιν· ἰχθύσιν. ὁμοῖαι· καὶ ἴσοι, ἀττικόν.

1

.

95

Οἱ μὲν γάρ· χωρισμὸς τῶν ἰχθύων. χθαμαλοῖσι· τραφεροῖς, ἁπαλοῖς, τοῖς ἔχουσιν ὕδωρ ἐπιπόλαιον· χθαμαλὸς ὁ λεῖος τόπος παρὰ τὸ χαμαὶ χαμαλὸς, καὶ πλεονασμῷ τοῦ θ χθαμαλός. χθαμαλοῖσι· ἀβαθέσιν.

1

.

96

Ψάμμον· ψάμμος καὶ ἄμμος διὰ δύο μμ, ἄμαθος δι’ ἑνός. ἐρεπτόμενοι· ἐσθίοντες, κυρίως δ’ ἐπὶ τῶν ἀλόγων ζώων λέγεται, ἀπὸ τοῦ τῆς ἔρας ἤως τῆς γῆς ἅπτεσθαι. ὅς’ ἐν ψαμάθοισι φύονται· ὁπόσοι καὶ τὸν
5αἰγιαλεῖον κατοικοῦσι ψάμμον, ἤγουν τὰ βρύα.

1

.

97

Κόκκυγες· ἢ φιλομῆλαι. κόκκυγες αἱ φιλομῆλαι διὰ τὸ εἶναι αὐτὰς κοκκίνους, ἃς καὶ λέγουσιν εἶναι προσφιλεῖς τῶν κοκκίνων μήλων τῶν ὀπωρῶν. θοοί· σύντομοι, καὶ οἱ ταχύτατοι. ξανθοί· ἐπίθετον. ἐρυθῖνοι·
5λιθρινάρια, ῥούσια.

1

.

98

Κιθάρη· κιθάριος. ἀδρανέες· ἀσθενεῖς, οἱ λεπτοί. μελάνουροι· οἱ μοσχίται οἱ οὐροῦντες μέλαν, ἢ τὰ κα‐ λαμάρια.

1

.

99

Τραχούρων· ὅμοια πηλαμύσιν, καὶ τῶν τριχαίων. ἀγέλαι· ποίμνια. βούγλωσσοι· τὰ λεγόμενα βοϊδόγλωσσα. πλατύουροι· ψησσία, πλατεῖς.

1

.

100

Ταινίαι· ζαργάναι. Ταννύαι ἀπὸ τοῦ τανύω τὸ ἐξαπλῶ· καὶ γὰρ αὗται μακραί εἰσιν. ἀβληχραί· ἀσθενεῖς ἀπὸ τοῦ ἀβάλλεσθαι ἢ ξηραίνεσθαι τὴν χροιάν. αἰόλος· κατάστικτος, καὶ ποικίλος, ἢ ταχύς· τὸ αἰόλος
5Ὅμηρος (II. τ. 404) ἐπὶ τοῦ ταχυτάτου εἶπεν· αἰόλος ἢ διὰ τὸ (διότι?) διάφορον καὶ ποικίλον χρῶμα ἔχουσιν, ἢ διὰ τὸ ἔχειν κέντρον καὶ εἰς θάνατον ἄγειν καλεῖται αἰόλος. αἰόλος· διὰ τὸ ἔχειν κέντρον θανατηρόν.

1

.

101

Κυπρῖνοι· κυπρῖνος ἀπὸ τοῦ κύειν τὸν χρόνον πέντε γεννήσεις. οἳ φίλοι· ὑπάρχουσιν κατὰ παράλ‐ ληλον.267

1

.

102

Τενάγεσσιν· ἐν καθύγροις τόποις, βορβορώδεσιν, οἵτινες ἔχουσιν ἐπιπόλαιον ὕδωρ, καθύγροις τόποις, τοῖς ἐν τῷ πελάγει βορβόροις παρὰ τὸ κτεῖναι ἅμα. τενάγεσσι· πλατείαις βαθέσι πελάγεσι παρὰ τὸ τείνειν
5ἔξω τὸ ἄγος ἢ τὸ μίασμα· ἢ παρὰ τὸ τέγγω τὸ βρέχω τέγγανος, καὶ ἐν ὑπερθέσει τέναγος ὁ ὑπόβροχος τόπος· ἢ παρὰ τὸ τείνειν ἔξω τὸ ἄχος. τενάγεσσιν· πελάγεσιν· τέναγος ὁ πηλώδης τόπος ἔχων ὕδωρ βραχὺ ἐπιπολάζον.

1

.

103

Βατίδες· βάτοι. ὑπέροπλα· ὑπερήφανα, τὰ ἀλαζονικὰ, περίφρασις, τὰ μεγάλα. Οὗτος ὁ ἰχθὺς οὐχ ὅτι μέγας ἐστὶ μόνον καὶ πλατὺς λέγεται ὑπερήφανος, ἀλλ’ ὅτι καὶ πολλοὺς ἄνδρας φονεύει, καὶ μάλιστα τοὺς
5δύτας· ἐπὰν γὰρ ἕνα θεάσηται δύνοντα, παραχρῆμα νήχεται κατὰ τῆς κεφαλῆς αὐτοῦ ὡς πῶμα καὶ οὐκ ἐᾷ τοῦτον ἀναβῆναι καὶ τούτῳ τῷ τρόπῳ ἀποπνίγει αὐτόν.

1

.

104

Ἀργαλέη· λυπηρὰ, χαλεπὴ, θανατηρὰ, ἡ πάντα ποιοῦσα ναρκᾷν, ἂν λεληθότως ἐφάψηται. ἄλλως· ἀργαλέη ἡ χαλεπὸν τὸ κέντρον ἔχουσα, καὶ θανά‐ σιμον, καὶ δηλήσιμον πάντων ἀνδρῶν τε καὶ ἰχθύων
5καὶ φυτῶν ζῶσα καὶ φονευθεῖσα. ἐτήτυμον· ἀληθὲς, καὶ ἀλήθειαν ἔχουσα· ἐτήτυμον τὸ ἀληθὲς ἐκ τοῦ ἔτυμος καὶ πλεονασμῷ τοῦ τ καὶ η ἐτήτυμον. Ὥσπερ ἀπὸ τοῦ τίθημι θετὸς, καὶ ἐκ τοῦ δίδωμι δοτὸς, οὕτω καὶ ἀπὸ τοῦ εἰμὶ ἐτὸς, ὁ ὢν ἀληθῶς· πάλιν ἀπὸ τοῦ ἕλος ἕλυμος,
10οὕτως καὶ ἀπὸ τοῦ ἐτὸς ἔτυμος καὶ κατ’ ἀναδιπλασια‐ σμὸν ἐτήτυμος, ὥσπερ ἄτηρος, ἀτάρτηρος, ἔλυμος δὲ βοτάνη ἡ ἐν ἕλει φυομένη. οὔνομα· τὸ ἐπώνυμον.

1

.

105

Ψῆτται· ψησσία, κλαρίαι· ἰχθύες καὶ οὗτοι. ἔργα· μεγέθη, γένη, πλήθη, αἱ διατριβαί. ὀνίσκων· ἀειδάρων. ἔργα τ’ ὀνίσκων· ἤγουν οἱ ὀνίσκοι, περίφρασις.

1

.

106

Σαῦροι· σαυρίδες. σκέπανοί τε· κόπανοι. τέ‐ τροφε· τρέφονται.

1

.

107

Θῖνα· αἰγιαλόν. θῖνα δ’ ἀνά· ἀν’ αἰγιαλόν, κατὰ τὸν αἰγιαλόν· θετικὸν, οἷον·
ἐκβάντες ἐπὶ θῖνα. γίνεται δ’ ἐκ τοῦ θείνω τὸ τύπτω, τοῦτο δὲ σημαίνει
5δύο, τὸ φονεύω καὶ τὸ τύπτω, εἰς ὃν ἐκκρούουσι τὰ κύ‐ ματα· θῖνα καλεῖ τοὺς βρυώδεις τόπους, τοὺς ἔχοντας δη‐ λονότι βρύα χλωρά. πρασόεσσαν· τὴν βοτανώδη, χλοε‐ ρὰν, τὸν πρασώδη αἰγιαλὸν ὑποκάτω τῶν χλωρῶν βοτα‐ νῶν. χλωραῖς· παρὰ τοῦ χαλῶ καὶ τοῦ ὥρα ἡ εὐμορφία
10χαλάωρος καὶ χλωρὸς, ὁ κεχαλασμένην ἔχων τὴν χρόαν. βοτάνῃσι· παρὰ τὸ βίᾳ τείνεσθαι ἤως αὔξειν.

1

.

108

Μαινίδες· σμαρίδες, ἰσμαρίδες. ἰδέ· ἰωνικὸν διὰ τοῦ ι, ἠδὲ ἀττικόν.

1

.

109

Σκάρος· γράφεται σπάρος. ἀμφότεροι· οἱ μεγά‐ λοι καὶ οἱ μικροὶ, ἢ τὰ δύο γένη τῶν βωκῶν, ἤγουν οἱ μεγάλοι καὶ οἱ μικροὶ βάτραχοι.

1

.

110

Βῶκες· βοῦπες, βάτραχοι, οἱ βοῦπαι (ται)· βῶξ λέγεται διὰ τὸ μόνος τῶν ἰχθύων φωνὴν ἀφιέναι, οἷον βόαξ βῶξ. φίλον· προσφιλές. πράσον· βοτάνους (sic),
βοτάνη ἀμφὶ τὸ βρύον. ἀμφινέμεσθαι· βόσκεσθαι, ἐσθίειν.Column end

1

.

111

Κεστρέες· γυλάρια, τὰ μεγάλα γυλάρια ἢ γο‐ φάρια. τό· οὐκ ἐσθίει ὁ κεστρεὺς ἄλλον ἰχθύν. Δικαιό‐ τατον γένος λέγει τὸν κέφαλον, καθὸ τῶν ἄλλων ἰχθύων τῶν ἐσθιόντων σάρκας αὐτὸς μόνος οὐ πλησιάζει σαρκί.
5Λέγει, ὅτι οἱ κεστρεῖς καὶ αἱ λάβρακες μόνον ποταμοῦ καὶ θαλάσσης διαιτῶνται.

1

.

112

Λάβρακες· ἀπὸ τοῦ λίαν ὄντες βοροὶ καὶ λαί‐ μαργοι. ἀμίαι· γόμφοι, τὰ γομφάρια, οἱ μεγάλοι γόμ‐ φοι, οἱ ἀναιδεῖς. θρασύφρονες· τολμηροὶ ἐν τῷ δάκνειν δελφῖνας, ἄτακτοι, καὶ θρασεῖαι, ἀπότολμοι, σύντομοι
5εἰς τὸ δάκνειν. Ἐκ τοῦ θέρω κοινῶς θέρσω, αἰολικῶς θερσὺς καὶ ἐν ὑπερθέσει τοῦ ρ θρασὺς κατὰ τροπὴν τοῦ ε εἰς α· τὰ γὰρ ἀμετάβολα ἄτρεπτα ὄντα καὶ οἱ Αἰολεῖς ἐπὶ τοῦ μέλλοντος εἰς ς τρέπουσιν, οἷον κρίνω, κρίσω, θέρω θέρσω θερσὺς καὶ θρασύς.

1

.

113

Γόγγροι· τὰ γογγρία· ἐτυμολογοῦνται ἀπὸ τοῦ γρῶ τὸ ἐσθίω· γρῶ γράος καὶ γόγγρος, γράοι καὶ γόγγροι. ὄλισθον· γλίσχρος γάρ ἐστιν, γλανεόν.

1

.

114

Γείτονα· ἀπὸ κοινοῦ, τὸν γείνα (sic), γείτονα τῶν ποταμῶν. Τὴν γείτονα τοῦ ποταμοῦ καλεῖ θάλασσαν, τουτ‐ έστι τὸν αἰγιαλόν. ναιετάουσιν· κατοικοῦσιν, ποταμὸν, λίμνην, ἢ αἰγιαλόν. θάλασσαν· τουτέστι τὸν αἰγιαλόν.

1

.

115

Λίμναις· ἀπὸ τοῦ λίαν μένειν. ὅθι· ὅπου, ὅποι τῆς γῆς ἀντὶ τοῦ ἐν ᾗ ἂν γῇ· οὕτως καὶ ὅθι τῆς ἅλμης αὐτοῦ, ἐν ᾗ ἂν ἅλμῃ ἐκβάλλεται τὸ λαρὸν τοῦτο, τὸ γλυκὺ ὕδωρ. λαρόν· ἐπιθυμητὸν, ἡδὺ, τὸ γλυκύ. μεταπαύεται μετα‐
5βάλλεται, μετατρέπεται, κεῖται, εἰσβάλλεται, λήγει.

1

.

116

Πρόχυσις· ἐπίχυσις, ὕλη ἡδύτητος, ἐπισώρευ‐ σις, ἐπίῤῥευσις, ῥεῖθρον, πλῆθος, ἔκχυσις. συμβάλλεται· συνάγεται, μίγνυται. ἰλυόεντα· συρφετώδης, βορβορώ‐ δης· ἰλὺς λέγεται ὁ πηλώδης καὶ κάθυγρος τόπος, καὶ
5ἡ ὑπόστασις τῶν ὑδάτων· ἀπὸ τοῦ ἕλη γίνεται ἑλύω, εἶτα ῥηματικὸν ὄνομα ἰλὺς, ὡς τὸ πείθω πιθανός. τελ‐ ματώδης· ἐν τῇ προχύσει τῇ ἰλυοέσσῃ.

1

.

117

Ἑλκομένη· φερομένη, συρομένη. δίνῃσιν· συ‐ στροφαῖς ὀξείαις, τοῖς ῥεύμασιν. χθονός· τῆς γῆς. ἔνθα· ὅπου, ἐκεῖ.

1

.

118

Φορβήν· τροφήν. ἱμερτήν· ἐπιθυμητὴν, ἐρα‐ σμίαν, γλυκεῖαν.

1

.

119

Οὔτ’· οὐδαμῶς. αὐτῶν· ἀπό. ἀπολείπεται ἔξω· ἀναστροφή.

1

.

120

Ἐς προχοάς· εἰς τὰ χείλη τοῦ ποταμοῦ, προχύ‐ σεις, εἰς τὰ χείλη τοῦ ποταμοῦ καὶ τῆς θαλάσσης, ἴσως (?) τὰς χύσεις, τὰ ῥεύματα τοῦ ποταμοῦ δῆλον. ἀνανή‐ χεται· ἀναπλέει, ἄνω πλύνει (?), καταλιμπάνει· τὰς ἐγ‐
5χέλυάς φησιν ὁ ποιητὴς ἐκ τῶν ποταμῶν ἀναστείχειν εἰς τὴν θάλασσαν. ἐγχέλυες· ἀπὸ τοῦ ἔχεσθαι ἐν τῇ ἰλύϊ. Ἐτυμολογοῦνται ἀπὸ τοῦ ἔχεσθαι ἐν ἰλύϊ, ἢ ἀπὸ τοῦ ἔχεσθαι ἐν τῇ λίμνῃ.

1

.

121

Πλαταμῶσιν· αἰγιαλοῖς, καθύγροις τόποις, πέ‐ τραις, ταῖς πλατείαις πέτραις, καθύγροις τόποις ἐνὶ (ἐπὶ?) τοῖς αἰγιαλοῖς· ἐν ὑγροῖς τόποις· πλαταμῶνες κυρίως εἰσὶ βόθροι ἔχοντες ὕδωρ ὄμβριμον, οἵτινες
5πλησιάζουσι τῇ θαλάσσῃ, καὶ ὅταν πεφυσιασθῇ ἡ θά‐ λασσα, δέχονται καὶ ἁλμυρὸν ὕδωρ. Πλαταμῶνες οἱ αἰγιαλοὶ λέγονται, ὅπου τὸ ὕδωρ ἅπαξ ἐκ μιᾶς προσ‐ ελθὸν ξηρὸν αὐτὸν ἀφίησιν. χρίπτουσι· προσεγγίζουσιν, ἐγχρίμπτουσιν, πλησιάζουσιν.268

1

.

122

Ἀμφίαλοι· ἀμφοτέρωθεν κλυζόμεναι, ἀμφοτέ‐ ρωθεν ὑπὸ τῆς ἁλὸς κυκλούμεναι, περίῤῥυτοι· διάφοροι γάρ· ἔχουσαι ἀμφοτέρωθεν θάλασσαν, ἤως αἱ ὑπὸ θα‐ λάσσης καλυπτόμεναι· ἀμφίαλος ἡ θαλασσία πέτρα
5ἡ ἀμφοτέρωθεν ἔχουσα τὸ ὕδωρ. πολυειδέες· ποικίλοι. αἱ μέν· πλαταμῶνες. ἔασι· εἰσιν· διάλυσις ἰωνική.

1

.

123

Φύκεσι· βρύοις· φῦκος τὸ φυκάριον, ἐν ᾧ αἱ γυναῖκες ἀλείφονται, ἢ τὸ χορτῶδες τῆς θαλάσσης ἀπό‐ βλημα. μυδαλέαι· περισκεπεῖς, βεβρεγμέναι, διάβροχοι, κατάβροχοι· μυδῶ τὸ βρέχω. Μυδαλέοι δὲ δίυγροι, καὶ
5τῶν φυκίων τουτέστι τῶν βοτανῶν. μνία· βρύα· μνία δὲ τὰ μικρὰ βρύα, τὰ ἐπικείμενα ταῖς θαλασσίαις πέτραις. πέφυκε· ὑπάρχει, ἀναβλαστάνει, καὶ πεφύκασιν.

1

.

124

Τάς· ταύτας, πέτρας, τὰς βοτάνας, εἰς ἃς δή. ἤτοι· μὲν, ἤως· γράφεται καὶ ᾗθι. ἀμφί τε· σὺν τού‐ τοις, περὶ ἅς.

1

.

125

Φέρβονται· τρέφονται, ἐσθίουσιν. μετά· ἀντὶ τοῦ σύν. σφίσιν· τούτοις. αἰολόνωτοι· ποικιλόνωτοι, ποικι‐ λόραχοι, ποικίλοι.

1

.

126

Ῥαδιναί· αἱ λεπταὶ, ἁπαλαί. ῥαδινόν· τὸ λε‐ πτόν. κυφίδες· ληπῖναι, ῥούδια. φυκίδες· αἱ λαπίναι. Τοῦτο δ’ εἶπε σκώπτων τὸν γυναικώδη. Φυκίδας εἶ‐ πεν ἐνταῦθα ὁ ποιητὴς, θέλων λοιδορῆσαί τινα εὐνοῦχον
5φυκαρίζοντα τὰ (τὰς) παρειὰς αὑτοῦ, ἦν δ’ ὁ εὐνοῦχος οὗτος ὃν λοιδορῆσαι θέλει ὁ ποιητὴς, ὡς ἔοικεν, ὁ κατα‐ λαλήσας τὸν Ἀγησίλαον τὸν πατέρα τοῦ ποιητοῦ εἰς τὸν βασιλέα Σεβῆρον, ὡς εἴπομεν, ὅτι κατεφρόνησεν ὁ Ἀγησίλαος ἐξελθεῖν εἰς συνάντησιν τοῦ βασιλέως, ἅτε
10ζῶν φιλοσόφως καὶ καταφρονῶν τὰ πάντα. ἅσθ’· ἅτινα.

1

.

127

Ἀνδρὸς ἐπωνυμίην θηλύφρονος· ὀνομασία εὐ‐ νούχου ἀσθενοῦς· ἐνταῦθα λοιδορεῖ τινα εὐνοῦχον ὁ ποιη‐ τὴς, φυκαρίζοντα τὰς παρειὰς αὑτοῦ, καταλαλήσαντα Ἀγησιλάου πρὸς τὸν βασιλέα Σεβῆρον. τοῦτο δ’ εἶπεν
5εἴς τινα ἀποσκοπῶν γυναικειώδη παῖδα. ἐπωνυμίην· ὀνομασίαν. θηλύφρονος· εὐνούχου, ἀσθενοῦς. ηὐδάξαντο· εἶπον, ὠνόμασαν.

1

.

128

Ἄλλαι· πέτραι. χθαμαλαί· βαθεῖαι. χαμηλαί· κοῖλαι, ταπειναί. ψαμμώδεος· τῆς ἐχούσης ψάμμον πλησίον, ὑπὸ τῆς ἐχούσης ἄμμον. εἰσί· γράφεται ἄγχι, ἤως πλησίον. ἄγχι· καὶ πλησίον εἰσίν.

1

.

129

Λεπράδες· ὀστρώδεις, ὀστρειώδεις, τραχεῖαι, διεσχισμέναι πέτραι, ἐῤῥυπωμέναι. ἅς· εἰς. σκίῤῥις· καλούμεναι λεπιδυταὶ, ἡ ὕσκας. σύαινα· ἤως ἴσκαι, ἢ συάκιον, ἡ χοιρίλλα. βασιλίσκοι· σκιρίδια.

1

.

130

Ἐν δέ· σὺν τούτοις δὲ, ἐν τούτοις δὲ, σὺν ταύταις. μύλοι· μυλοκόπια, μυλοκόποι. φῦλα· γένη· τρίγλης τε ῥοδόχροα φῦλα· καὶ ἡ τρίγλα, τὸ δὲ σχῆμα περίφρασις. Περίφρασίς ἐστιν ἡ περισσὴ φράσις, ἔκφρασις δ’ ἡ κατὰ
5λεπτὸν ἀφήγησίς τινων πραγμάτων, ἀντίφρασις ἡ ἐναν‐
τία φράσις, ὡς τὸ εἰπεῖν τὸ γλυκὺ πικρὸν καὶ τὸ ὄξος γλυ‐ κάδιον, παράφρασις δ’ ἡ τῶν λέξεων ἀλλοία διήγησις, ὡς τὸ (Il. α. I.) μῆνιν εἰπεῖν ὀργὴν καὶ τὸ ἄειδε ἀντὶ τοῦ λέγε.Column end

1

.

131

Ἄλλαι· πέτραι. ποίῃσιν· βοτάναις. ἐπίχλοοι· βοτανώδεις, ἐσκεπασμέναι οὖσαι, βοτανώδη ὑπάρχουσι. ὑγρά· κατὰ, περίφρασις, κατὰ τά. μέτωπα· τὴν ἐπιφά‐ νειαν, καὶ τὴν ὄπιν καταχλοαζόμεναι, κατὰ τὰ ὑγρὰ
5μέτωπα, ἤτοι κατὰ τὰ ἐπιφερόμενα πρόσωπα τὴν ὑγρό‐ τητα, ὑγρὸν δ’ ἐτυμολογεῖται ἀπὸ τοῦ ὕω τὸ βρέχω ὕσω ὑρὸν, καὶ πλεονασμῷ τοῦ γ ὑγρόν.

1

.

132

Σαργόν· ἰχθὺν, κιθαργόν. ἐφέστιον· ἐγκάτοικον, ἔνοικον, ἔποικον, σύνοικον. σκίαιναν· καὶ τὴν σκίνναν λέγει.

1

.

133

Χαλκέα· χαλκίτην, ὄνομα ἰχθύος, κορακῖνον, τὸν κορακῖνον τὸν ἔχοντα τὸ εἶδος μέλαν κατὰ τὸ ὄνομα αὐ‐ τοῦ, κορακῖνος δ’ ἐτυμολογεῖται ἀπὸ τοῦ κινεῖν τὰς κόρας ἤτοι τοὺς ὀφθαλμούς. ἐπώνυμον· κατὰ τὸ ὄνομα ὅμοιον
5καὶ ἡ χροιὰ, τὸν ὅμοιον ἐκ τῆς μελαίνης χλόας (χρόας?) ὀνομαζόμενον. αἴθοπι· μελαίνῃ, μέλανι. χροιῇ· τῇ ὄψει.

1

.

134

Καὶ σκάρον· μετάκλισις. ὃς δὴ μοῦνος· ὅτι μόνος ὁ σκάρος τῶν ἰχθύων φθέγγεται καὶ μόνος τὴν τροφὴν πρόεισιν ἐκ δευτέρου. Λέγει ὅτι μόνος ὁ σκάρος τῶν ἰχθύων λαλεῖ καὶ μόνος αὐτὸς τὴν τροφὴν ἐκ δευ‐
5τέρου φέρει, προΐησι καὶ ἀναπτύει ἐν τῷ στόματι ἐκ τῆς γαστρός. μοῦνος· ἰωνικῶς. ἀναύδοις· ἀφώνοις· ἄναυ‐ δος ἐκ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ αὐδῶ τὸ λέγω.

1

.

135

Φθέγγεται· βοᾷ. ἰκμαλέην· δίυγρον. ἰκμαλέαν· γαργαλίζουσαν, ἰσχνὴν, δίυγρον· ἰκμαλέην λαλαγὴν τὴν δίυγρον λέγει βοήν· ἰδιοπεποίηται αὕτη ἡ λέξις καὶ ἰδιά‐ ζει τῇ λέξει. ἐδητύν· τροφήν.

1

.

136

Ἄψοῤῥον· ὀπισθόρμητον ἀπὸ τοῦ ἂψ ὀρούειν. προΐησιν· φέρει. πέμπει· προπέμπει. ἀνά· εἰς. ἀνὰ στόμα· ἔξω τοῦ στόματος. αὖτις· Ἰώνων.

1

.

137

Δαιννύμενος· εὐωχούμενος, ἐσθίων. μήλοισιν· προβάτοις, μήλων. ἀναπτύων· ἀνεξερῶν, ἀναπεμπόμε‐ νος, ἀνεμέσων (Cod. ἀναμέσσων), ἀναπέμπων κατὰ μηρυκασμὸν, καὶ ἀναπίνων. ἶσα· ὁμοίως.

1

.

138

Ὅσσαι· πέτραι. χήμῃσι· ὀμυδίοις, χηβαδίοις, ὀστρέοις. περίπλεοι· περιπληθεῖς, πεπληρωμένοι. λε‐ πάδεσσιν· ὀστρέοις· λεπάδες εἰσὶ ζῶα ἐλάττονα τῶν ὀστρέων, ἅ φασι πατελίδας· λεπάδας τὰ κοχλάδιά φησι,
5τὰ κεκολλημένα ταῖς πέτραις, ἅ φασιν οἱ πολλοὶ πε‐ ταλίδας, τὰ κεκολλημένα ὄστρεα τοῖς (ταῖς) λεπάδεσσιν. λεπάδεσσι· καὶ κολλιδίοις, ἃς λέγει πεταλίδας, ἢ λε‐ πίσι ὀστρέου. λεπὰς εἶδος ὀστρέου.

1

.

139

Ἐν δέ σφισι· ἐν τούτοις, ἐν δ’ αὐταῖς, ἐν αὐταῖς δῆλον ταῖς πέτραις. θάλαμοι (αι interlin.)· κοιτῶνες, φω‐ λεοί. Θάλαμος, μέλαθρον, καὶ μέγαρον διαφέρει· ὁ θάλα‐ μος ἀπὸ τοῦ θάλλειν ἅμα τοὺς δύο νεονύμφους, ὃν λέγο‐
5μεν παστὸν, ἢ θαλαμὸς ποταμός τις ὢν παρὰ τὸ θάλπειν, μέλαθρον δ’ ἀπὸ τοῦ τὸν αἰθέρα μελαίνειν, κυρίως τὸ μαγειρεῖον, μέγαρον δὲ τὸ παλάτιον καὶ πᾶν οἴκημα
ὑψηλὸν ἀπὸ τοῦ μέγα καὶ πολὺ αἴρεσθαι καὶ ὑψοῦσθαι. αὔλια· καὶ κατασκηνώσεις, καὶ κοιλώματα. δύμεναι·269
10ὥσθ’ ὑπεισελθεῖν, εἰσέρχονται, καὶ εἰσέρχεσθαι.

1

.

140

Ἀναιδέες· θρασεῖς, ἀναίσχυντοι. ἀγριόφαγροι· διωξίφαγροι διὰ τὸ κινεῖσθαι ταχέως.

1

.

141

Κέρκουροι· κουτζουρίναι. μένουσι· κατοικοῦσιν. ὀψιφάγοι· αἱ τὰ ὀψάρια ἐσθίουσαι. ἀνιγραί· ἐπίπονοι, ἀνίαν καὶ λύπην ἐμβάλλουσαι τῇ ἄγρᾳ· δυσκόλως γὰρ ἀγρεύονται διὰ τὸ ὀλισθηρόν. ἀνιγραί· ἀσθενεῖς. Ἀνι‐
5γραὶ ἀντὶ τοῦ ἐπίπονοι καὶ ὀξεῖαι κατὰ τὸ σῶμα καὶ ἰσχναὶ, αἳ ἐσθίουσι τὰ ὀψάρια· ἀνιγρὸν τὸ ἀσθενὲς καὶ οἷον τεθνηκὸς, ὡς ἐστερημένον ζωτικῆς ὑγρότητος, τροπῇ τοῦ διχρόνου εἰς δίχρονον. Γράφεται ἀνιεραὶ (αραὶ) ἤως λυπραὶ, λυπηραί.

1

.

142

Σκόμβροι· σαῦροι. ὀψιμόρων· βραδέως θνησκόν‐ των· ὁ γὰρ ὀρφὸς ἀγρευθεὶς καὶ κατακοπτόμενος οὐκ εὐθέως ἐκπνεῖ, ἀλλ’ ἀναπηδᾷ, ὀψὲ καὶ μόλις θνῆσκον. ὀψίμορος· ἀργοθάνατος. ὀψίμορον γένος ὀρφῶν· διότι
5βραδέως ἀποθνήσκουσιν οἱ ὀρφνοὶ ἀγρευθέντες καὶ ἐπὶ τῆς γῆς ἐκβληθέντες οὐκ εὐθέως ἐκπνέουσιν, ὡς καὶ ἄλ‐ λοι ἰχθύες, ἀλλὰ καὶ κατακοπτόμενοι τῷ σιδήρῳ ἔτι σκαίρουσι καὶ πηδῶσιν.

1

.

143

Οἵ· οἱ ὀρφανοὶ δῆλον. πάντων· τῶν ἰχθύων. περίαλλα· πέρι τῶν ἄλλων, περισσοτέρως, περισσότε‐ ρον. δηθύνουσι· βραδύνουσι, χρονίζουσιν.

1

.

144

Ζωοί· οἱ ζῶντες. τμηθέντες· κοπέντες, διασχι‐ σθέντες. σπαίρουσι· πηδῶσι, ψυχοῤῥαγοῦσιν· σπαίρω ὡς ἀσπαίρω τὸ αὐτὸ ἐπὶ τῆς ἀτάκτου κινήσεως, σκαίρω ἐπὶ τῆς εὐτάκτου καὶ εὐρύθμου.

1

.

145

Ἐν βένθεσιν· ἐν βαθέσιν. ὑπόβρυχα· ἐν τῷ βυθῷ, ὑποκάτω τοῦ βυθοῦ, ἤγουν ἐν τῷ κατωτάτῳ μέρει τῆς θα‐ λάσσης. μιμνάζουσι· μένουσιν, ὑπάρχουσι, καρτεροῦσιν.

1

.

146

Φωλειῇς· ἐν ταῖς φωλειοῖς, ἐν φωλεαῖς. Φωλεὰ παρὰ τὸ ἀπολωλεκέναι τὸ φῶς. πρόβατοί τε καὶ ἥπατοι· εἴδη ἰχθύων λέγω· ἐντεῦθεν καὶ πρόβασις ἡ περιουσία. πρέποντες· ὄνομα ἰχθύος.

1

.

147

Ἴφθιμοι· ἰσχυροί· ἴφθιμον τὸ ἰσχυρὸν, καὶ ὁ μὲν Ἡρόδοτος σύνθετον αὐτὸ λέγει, οἱ δὲ λοιποὶ διϊ‐ σχυρίζονται λέγοντες αὐτὸ ἁπλοῦν εἶναι· ὥσπερ γὰρ γίνεται παρὰ τὸ πρωῒ πρώϊμος, καὶ παρὰ τὸ ὀψὲ
5ὄψιμος, οὕτω καὶ παρὰ τὸ ἶφι ἴφιμος, καὶ πλεονα‐ σμῷ τοῦ θ ἴφθιμος, ἢ ἀπὸ τοῦ ἶφι καὶ τοῦ θυμὸς κατὰ τροπὴν τοῦ διχρόνου εἰς δίχρονον. φυήν· ἡλικίαν, κατὰ τὴν ἔκτασιν τοῦ σώματος. φυήν· μελοθεσίαν, τὸ σῶμα λέγει. νωθροί· βραδυκίνητοι γὰρ, ῥᾴθυμοι ἀπὸ τοῦ νω
10σπερητικοῦ μορίου καὶ τοῦ θορῶ οἳ ἐν τῇ ὁδῷ βραδυκί‐ νητοί εἰσιν. κέλευθα· κατὰ, κατὰ τὰς ὁδοὺς, κατὰ τὰς πορείας. νωθροὶ δὲ κέλευθα· βραδέως εἰλοῦνται ἐν τῇ πορείᾳ, ἐπειδὴ βραδυκίνητοί εἰσιν· κέλευθος ἀπὸ τοῦ ἐλεύθω ἔλευθος καὶ πλεονασμῷ τοῦ κ κέλευθος, νωθροὶ
15δ’ ἀπὸ τοῦ νω στερητικοῦ μορίου καὶ τοῦ θορῶ τὸ πηδῶ νωθορὸς καὶ νωθρός.

1

.

148

Εἰλεῦνται· δωρικῶς καὶ αἰολικῶς, καὶ κινοῦνται, συστρέφονται. τό· διὰ τοῦτο, διό. χαράδρην· σπήλαιον
ἀπὸ τοῦ κεχαραγμένην εἶναι, τὸν φωλεὸν, οἰκίαν, ὅ ἐστι διεσχισμένος τόπος, κυρίως ὁ τράφος (τάφρος). ΧαράδρανColumn end
5τὸ σπήλαιον λέγει παρὰ τὸ κεχαραγμένην καὶ ἀγρίαν εἶναι ἐκείνων τὴν κοίτην καὶ τὸ σπήλαιον.

1

.

149

Αὐτοῦ· ἐκεῖ, καὶ ἐκεῖσε. λοχόωσι· ἐνεδρεύουσι, μένουσιν. παραί. παρὰ, αἰολικὸν διὰ τὸ μέτρον. μυχόν· φωλεόν. κε· ἄν.

1

.

150

Χειροτέροις· μικροτέροις, ἀσθενεστέροις, τοῖς ἐλάττοσιν. ἀΐδηλον· ἀφανῆ. ἀΐδηλον· καὶ ἀφανείας ἐμ‐ ποιητικὸν θάνατον, ἐστὶ δὲ τοῦτο ἀλλοπαθές. ἐπ’ ἰχθύσι· κατ’ ἰχθύων. πότμον· θάνατον. Πότμος παρὰ τὸ πο‐
5τιγίνεσθαι τὴν (τῇ) μετάθεσιν (αθέσει), ἢ παρὰ τὸ πότω ποτῶ γίνεται πότος καὶ πλεονασμῷ τοῦ μ πότμος, ση‐ μαίνει δὲ τρία τὸν θάνατον, τὴν τύχην καὶ τὴν ἐσχάτην σύμπτωσιν τοῦ βίου. ἄγοντες· ἐπιφέροντες.

1

.

151

Ἐν καί· σὺν, ὑπερβατὸν κατὰ λέξιν, σὺν ἐκείνοις. ἔνθα· ὅπου. κείνοις ἐναρίθμιος· οἷς εἴπομεν, ἰσάριθμος αὐτοῖς, ἐνεκάτικος (sic). πέρι πάντων· περισσότερον πάντων, ἤως ὁ ὄνος τῶν ἰχθύων περισσότερος, τῶν
5ἰχθύων δῆλον.

1

.

152

Πτήσσει· φοβεῖται. ὀπωρινοῖο· θερινοῦ, τοῦ ἐν τῷ θέρει φαινομένου, ἤως τοῦ κυνάστρου. Ὀπωρινοῖο κυνὸς εἶπεν ὁ ποιητὴς, ὅτι ὁ κύων ἐστὶν ὁμώνυμος φωνὴ, οἷον ὅτι ἔνι κύων χερσαῖος, κύων θαλάσσιος καὶ τὸ
5ἄστρον αὐτὸ, ὅπερ ἔνι κατὰ τὸν ὀπωρινὸν καιρὸν ἤως τὸ θέρος, ὅτε καὶ οἱ κύνες οἱ χερσαῖοι λυσσῶσιν· καὶ ὧδε μὲν τὸν κύνα ἄστρον εἶπεν, ὅτι κατὰ τὸν καιρὸν, ὃν ἐξελλάμπει οὗτος, ἔνι σφοδρότατα καύματα φλογερὰ, καὶ ὡς ὢν ὁ ὄνος θαλάσσιος λεπτὸν δέρμα ἔχων φοβεῖ‐
10ται, μήπως ἐξελθὼν ἐπάνω τῆς θαλάσσης καυθῇ, καὶ ὑπεισέρχεται ἔνδον τοῦ βυθοῦ, καὶ κεῖται ἐκεῖ ὅλον τὸν ὀπωρινὸν καιρὸν, μέχρις ἂν παρέλθῃ ὁ κύναστρος, ἐν δὲ τῷ φθινοπώρῳ ἐξέρχεται. Μὴ θαυμάσῃς, ὅτι ἐστὶν ὄνος ἐν τῇ θαλάσσῃ· τὰ ζῶα τὰ τῆς γῆς ὅλα ἔχει αὐτὰ
15ἐπώνυμα καὶ ἡ θάλασσα. δριμεῖαν· τὴν ἀγρίαν, καυστι‐ κὴν, τὴν ἀγριωτάτην, μεγάλον. ὁμοκλήν· ἀπειλὴν, ἡ ὁμοῦ κίνησις. ὁμοκλὴ ἀπειλὴ ἐκ τοῦ καλῶ, καὶ ἐν συγκοπῇ κλῶ τὸ φωνῶ· ἐκ τοῦ οὖν κλῶ καὶ τοῦ ὁμοῦ ὁμοκλὴ ἡ ὁμοῦ πᾶσι λεγομένη τοῖς τρέχουσι στάδιον,
20καὶ Ὅμηρος (Il. ς, 156)·
μέγα δὲ Τρώεσσιν (ἅπασιν αὐτὸς) ὁμόκλα ἀντὶ τοῦ πᾶσιν ἐπεφώνει καὶ ἔλεγεν, ὅθεν καὶ τὸ ἀντι‐ κλᾷν, ὁ δ’ Ἀριστοφάνης ἀντὶ τοῦ ἀντικλᾷν λέγει τὸ ἐνικλᾷν· τὴν γὰρ ἐνὶ πρόθεσιν ἀντὶ τῆς ἀντὶ εὑρίσκομεν,
25ὡς παρὰ τῷ Σοφοκλεῖ ἐν Αἴαντι (104)· οἷον τὸν σὸν ἐνστάτην λέγει ἀντὶ τοῦ ἀντιστάτην.

1

.

153

Μίμνει· ἐπιμένει, μένει. ἐγκαταδύς· ὑπεισελθών. σκότιον· βαθύτατον, εἰς κατώτατα καὶ ἀφανῆ τόπον, σκοτεινὸν, ἀφανῆ. πάροιθεν· ἔμπροσθεν, ἔξωθεν· πάρος πάροθεν καὶ πλεονασμῷ τοῦ ι πάροιθεν.

1

.

154

Ἔρχεται· ἐξέρχεται. ἄησιν· ἀναπνέει, πνέει, ἢ ἀνατέλλει, λάμπει, φαίνεται· ἄω τὸ πνέω καὶ λάμπω, ψιλοῦται, ὅθεν καὶ ἠὼς ἡ ἡμέρα. ἄησιν· ἀπὸ τοῦ ἄω τὸ
πνέω ἄημι καὶ ἄημαι, σημαίνει δὲ τὸ ἀνατέλλω· ἐκ γὰρ270
5τῶν ἀνατολῶν τοῦ κυνάστρου ὑπεκκαίεται ἡ τοῦ ἀέρος πνοὴ καὶ γίνεται φλογερά. Ἄησιν· γίνεται ἀπὸ τοῦ ἄω τοῦ πνέω ἄησιν, ἤτοι πνέει ἀντὶ τοῦ εἰπεῖν ἀνατέλλει· δηλοῖ γὰρ τὸ ἐκ τῆς ἀνατολῆς αὐτοῦ ὑπεκκαίεσθαι τὴν τοῦ ἀέρος πνοὴν καὶ φλογερὰν γίνεσθαι. Ἄω τὸ λάμπω,
10ψιλοῦται, ὅθεν ἠὼς ἡ ἡμέρα, ὃ καὶ αὔω αἰολικῶς γίνε‐ ται, τοῦτο δὲ τὸ αὔω δασύνουσιν Ἀττικοὶ, καὶ προστι‐ θέντες τὸ φ φαύω λέγουσιν, ὅθεν καὶ ἡ φαῦσις, τὸ δέ γ’ ἅω αὕω αὑαίνω τὸ ξηραίνω δασύνεται παρὰ πᾶσιν, ὅθεν καὶ παρὰ τῷ κωμικῷ (Eccles. 146.) ἀφαυαίνειν. ἄγριος·
15ὁ καυματώδης, ὁ σφοδρὸς εἰς τὸ καίειν. ἄγριος ἀστήρ· ὁ καυστικὸς ἥλιος, ἤως ὁ κύναστρος.

1

.

155

Ἁλικλύστοισι· τοῖς ὑπὸ θαλάσσης περιαντλου‐ μέναις καὶ κατακλυζομέναις. μεμηλώς· φροντίζων καὶ μένων, προσμένων, ἐγκείμενος, φροντίδα ἔχων, προσ‐ κείμενος. Μεμηλὼς παρὰ τὸ μέλω τὸ φροντίζω, ὁ μέ‐
5σος παρακείμενος μέμελα, καὶ κατ’ ἐπέκτασιν γίνεται μέμηλα, ὅθεν ἡ μετοχὴ ὁ μεμηλὼς, ἢ ἀπὸ τοῦ μεμέ‐ ληκα γέγονεν (Il. ε 708.)·
μέγα πλούτοιο μεμηλώς. ἀντὶ τοῦ πάνυ πεφροντικὼς τοῦ πλούτου καὶ ἐπιμέλειαν
10αὐτοῦ ἔχων.

1

.

156

Ἰδεῖν· καὶ κατὰ τὸ εἶδος, ἀττικόν. κεστρεῦσι· γομφαρίοις ἢ κεφάλοις. φυήν· κατὰ τὸ σῶμα. ἐναλίγ‐ κιος· ὅμοιος. Ἐναλίγκιος ὁ παρόμοιός τινι, ὁ τὴν εἰκόνα ἄλλου ἐν ἑαυτῷ φέρων· πολλὰ γάρ εἰσιν ὀνόματα ἀπὸ
5ῥημάτων συγκείμενα.

1

.

157

Μερόπων· ἀνθρώπων, ἀπὸ, τινὲς μὲν τῶν ἀν‐ θρώπων. Μέροψ ὁ καθόλου ἄνθρωπος ἀπὸ τοῦ τὴν ὄπα καὶ φωνὴν μεμερισμένην ἔχειν· μέροψ καὶ τὸ ὄρνεον, ὅπερ, ὥς φησιν Αἰλιανὸς (Nat. Anim. I. 49.), εἰς τοὐπίσω
5ἵπταται, ἐστὶ δ’ ὁ φλῶρος. ἕτεροι· τινές. Τὸ ἕτερον ἐπὶ τῶν ὁμοειδῶν ἐπὶ δύο λαμβάνεται, οἷον ἡ ἑτέρα τῶν χειρῶν πάσχει τόδε τι νόσημα, ἡ ἑτέρα δὲ τόδε τι, ἐπὶ δὲ τῶν ἑτεροειδῶν ἐπὶ πλήθους· διὰ τοῦτο καὶ ἐπὶ τὸ πρὸς τύπους λεγόμενον οὐχὶ τὸ ἕτερον ἔχει, ἀλλὰ τὸ
10ἄλλο, ὡς Ὅμηρος (Il. ν 730—732.). ἐπικλείουσιν· ὀνο‐ μάζουσι, φημίζουσι, καλοῦσιν.

1

.

158

Ἐξώκοιτον· ἔξω κοιμώμενον, ἐξωμονίτην. ἐφή‐ μισαν· ὠνόμασαν. οὕνεκα· διότι, ἐφερμηνευτικόν. κοί‐ τας· φωλεὰς, στρωμνάς.

1

.

159

Τίθεται· ποιεῖ. μοῦνος· τῶν ἰχθύων. Ὅτι ἔξω τῆς θαλάσσης κοιμᾶται, ἐκ πάντων οὗτος ὁ ἰχθὺς ἀμ‐ φίβιός ἐστιν, ἐφ’ ὅσοις δὲ βραγχηφόροις, ἐκ τούτων οὗτος μόνος ἔξω κοιμᾶται, βράγχη δὲ καλοῦνται τὰ
5τριχοειδῆ ἐκεῖνα τὰ ὄντα ἔξωθεν τῶν στομάτων, ἅτινα ἔχει καὶ ὁ σίλουρος καὶ ὁ φάγρος· ἀμφίβιος γάρ ἐστιν. ἀμείβει· ἔρχεται, διέρχεται, ἀντικαταλλάσσεται, πε‐ ριποτοῦ (πατεῖ).

1

.

160

Ὅσσοι· λείπει ἀπὸ τῶν ἰχθύων. βράγχη· βρό‐ χια, σπάραγχνα, τριχώματα, καλύμματα, ἀττικὴ ἡ σύνταξις· ἀντὶ τοῦ εἰπεῖν πτυχῶν λέγει πτύχας· συν‐ τάσσεται καὶ κατὰ τὰς πτύχας. ἀμφίς· ἀμφοτέρωθεν,
5ἀμφὶ τὰ χείλη.Column end

1

.

161

Εὖτε· ὁπηνίκα, ὅτε, ἡνίκα, ὁπότε. εὐνήσῃ· πραΰνῃ, κατ’ εὐφημισμὸν, καταπραΰνῃ, κοιμίσῃ, καταπαύσῃ. χαροπῆς· φοβερᾶς, ἤως καταπληκτικῆς. ἔργα· κύματα, τὰ ἤθη, τὰ ἤθη τὰ παραδεδομένα αὐτῇ· ἐπαναστροφή.

1

.

162

Αὐτάρ· δὲ, τότε. ὅγ’· ὁ δὴ, ὁ ἐξώκοιτος· οὗτος δὲ, ἤως ὁ ἄδωνις. ἐσσυμένοισι· τοῖς κινουμένοις ῥεύμα‐ σιν, ὁρμητικοῖς, ὁρμωμένοις, κινουμένοις. μεθορμηθείς· σὺν, συγκινηθεὶς, ἐφορμήσας. ῥοθίοισι· ῥεύμασιν.

1

.

163

Ἀμφιταθείς· ἐξαπλωθείς. εὔδιον· γαληνὸν, ἀτά‐ ραχον, ἥσυχον.

1

.

164

Ὀρνίθων· ὄρνις παρὰ τὸ ὀρούω τὸ ὁρμῶ· οὐδὲν γὰρ ἄλλο ὁρμητικώτερον τούτου· ἢ παρὰ τὸ ἄνις καὶ χωρὶς εἶναι ὄῤῥου, τουτέστι γάλακτος· περὶ τῶν λάρων λέγει καὶ αἰθυιῶν θαλασσίων. Τὸν λάρον λέγει καὶ τὸν
5ἁλιαίετον καὶ τὴν αἴθυιαν, ἕως οὗ αὐτὸν κατὰ πόντου ἄποθεν τῶν σπιλάδων τὸ κῦμα σαώσῃ ἤτοι ἀποσώσῃ. Ἄλλως· ἕως οὗ τὸν κατὰ μικρὸν κυλιόμενον σώσῃ ἀβλαβῆ τὸ κῦμα ἀπὸ τῶν σπιλάδων τοῦ πόντου, καθὰ λαμπρὰ καλεῖται. τρομέει· φοβεῖται. οἱ· αὐτῷ, τῷ
10ἄδωνι. οἵοι ἔασι· οἵτινες αὐτῶν ὑπάρχουσιν.

1

.

165

Δυσμενέες· ἐχθροί. δυσμενόν· τὸν ἐχθρόν. τῶν· ἀφ’ ὧν, ἀπὸ τούτων. ἐσαθρήσῃ· καὶ ἴδῃ, βλέψῃ.

1

.

166

Πάλλεται· ὀρχεῖται, κινεῖται, πηδᾷ. ὀρχηστῆρι. λείπει ἀνθρώπῳ. πανείκελος· πάντα ὅμοιος, καὶ λίαν ὅμοιος, ὅμοιος. ὄφρα· ἕως οὗ, ἕως, ὅπως.

1

.

167

Προπροκυλινδόμενον· κατὰ μικρὸν κυλιόμενον· τοῦτο γὰρ δηλοῖ ἡ δευτέρα ἐπαγωγὴ τῆς προ, κυλιόμε‐ νον, κατὰ τὸ μικρὸν μικρὸν κυλιόων, κατὰ μικρὸν μι‐ κρὸν κυλιούμενον. σπιλάδων· πετρῶν σπῖλον ἐχουσῶν·
5σπιλὰς ἐκ τοῦ σπῖλος ὁ ῥύπος· αὕτη γὰρ δέχεται τῆς θαλάσσης τὰ ῥυπάσματα, ἢ παρὰ τὸ πελάζω πέλας τις οὖσα, εἰς ἣν πελάζουσι τὰ κύματα. σαώσῃ· σώσῃ, ἀβλαβῆ.

1

.

168

Πέτρῃσι· ἰωνικόν. ψαμάθοισι· συλληπτικὸν τὸ σχῆμα. νέμονται· διάγουσι, βόσκονται, ὑπάρχουσιν.

1

.

169

Ἀγλαΐῃ· λαμπρότητι, λαμπρά. χρύσοφρυς· ἐπώ‐ νυμος τῇ οἰκείᾳ ἀγλαΐᾳ. ἐπώνυμος· ἐπώνυμον.

1

.

170

Σιμοί. μικροὶ, πατζοὶ τὴν ἡλικίαν· πατζοὶ ἤγουν σιμοσπόνδυλοι. γλαυκοί· αἱ κουκουβαΐαι. γλαυκὸς (cod. γλαῦκος) ἐπ’ ὀφθαλμῶν, λευκὸς ἐπὶ χροιᾶς, γλαὺξ λέ‐ γεται ἡ κουκουβαΐα. ἀλκησταί· ἰσχυροὶ ἀπὸ τῆς ἀλκῆς.
5συνόδοντες· πυκνόδοντες, πεπυκνωμέναι τοὺς ὀδόντας· συνόδοντές εἰσι βοῦς, πρόβατον, αἲξ, καὶ εἴ τι συμβέ‐ βηκε στέαρ ἔχειν, ἀλλ’ οὐ πιμελήν· διαφέρει γὰρ πιμελὴ στέατος, ἐτυμολογεῖται δ’ ἀπὸ τοῦ σῦς ὁ χοῖρος καὶ τοῦ ὀδοὺς, οἱονεὶ οἱ ἔχοντες ὀδόντας χοίρων. Καρχαρόδοντα
10δὲ ζῶά ἐστιν ὅσα στρογγύλας καὶ ὀξεῖς καὶ ἐναλλάσ‐ σοντας ἑαυτῶν τοὺς ὀδόντας ἔχει (cod. ἔχειν), οἷον λύκος, λέων, πάρδαλις καὶ τὰ ἄλλα, ἐστὶ δὲ καὶ ἀπὸ τῶν ἰχθύων πᾶν γένος καρχαρόδουν, ταῦτα δὲ καὶ σαρ‐ κοφάγα συμβέβηκεν εἶναι· ἀμφόδοντά ἐστιν ἄνθρωπος,
15ἵππος, ὄνος, ἐλέφας, καὶ πάντα ὅσα τοὺς ὀδόντας οὐκ ἐνηλλαγμένους ἔχει (ἔχειν cod.), τούτοις δὲ συμβέβηκε
πιμελὴν, ἀλλ’ οὐ στέαρ ἔχειν· χαυλιόδοντα δ’ ἐστὶ τὰ ὑποφαίνοντα ἔξω τοὺς ὀδόντας, οἷον ὗς, ἀσπάλαξ, καὶ εἴ τι τοιοῦτον ἄλλο.271

1

.

171

Ἀϊκτήρ· ὁρμητικὸς ἀπὸ τοῦ ἀΐσσω τὸ ὁρμῶ. Σημείωσαι ὅτι οἱ θαλάσσιοι μῦες τῷ δέρματι καὶ τοῖς ὀδοῦσι θαῤῥοῦντες τοῖς ἀνθρώποις καὶ τοῖς ἰχθύσι μά‐ χονται. δίδυμον· διπλοῦν. ἀμφότεραι· δύο γένη εἰσὶ
5σφυραινῶν.

1

.

172

Σφύραιναι· ζαργάναι, οἱ ζαργάναι καλούμεναι. δολιχαί· μακραί. ῥαφίδες· βελονίδες, ἤγουν αἱ βελονίδες αἳ κατὰ (καὶ?) ζαργάναι. ἐπὶ τῇσιν· σὺν ταύταις, σὺν τούτοις· γράφεται ἅμα τῇσιν. ἀραιαί· ἀσθενεῖς, λεπταὶ,
5ἀσθενέσταται.

1

.

173

Κοῦφοι· ἐλαφροὶ, εὐκίνητοι. κυβιστητῆρες· κο‐ λυμβισταὶ, κολυμβηταί.

1

.

174

Χαλεπόν· κακόν. περὶ πάντων· περισσοτέρως.

1

.

175

Θαρσαλέοι· τολμηροὶ, ἀναιδεῖς, ἀναίσχυντοι. ἀντιφέρονται· μάχονται, ἀντιμάχονται, ἐναντιοῦνται.

1

.

176

Τόσοι· μεγάλοι, ἰσχυροί. ἐόντες· ὄντες κατὰ δύ‐ ναμιν ἢ κατὰ μέγεθος. ἐπὶ στερεῇ· ετῆ ἰανοῖς δυνατοί (sic).

1

.

177

Ῥινῷ· δέρματι, θηλυκῶς δέρματι. πεποιθότες· θαῤῥοῦντες. ἔνδον· τοῦ στόματος δηλονότι, ἔσωθεν. ὀδοῦ‐ σιν· ἀπὸ τοῦ ἔδω τὸ ἐσθίω.

1

.

178

Ἀρειοτέροισι· κρείττοσι, μείζοσι, κρειττοτέ‐ ροις, καλλιωτέροις κατὰ πόλεμον, γίνεται δὲ παρὰ τὸ Ἄρης· κυρίως γὰρ ἀρείων ὁ κατὰ πόλεμον ἀνδρεῖος.

1

.

179

Οἱ δ’· ἄλλοι. Ἄλλοι δ’ οὐ προσπελάζουσι τοῖς αἰγιαλοῖς. ἀμετρήτοις· βαθυτάτοις, πολυβαθέσιν. αὖλιν· κατασκήνωσιν. ἄλην· πλάνην. ἔχουσι· κατοικοῦσι, κέκτηνται.

1

.

180

Τηλοῦ· μακρὰν, μακρόθεν, συνίζησις. τραφερῆς· ξηρᾶς, τῆς θρεπτικῆς· τραφερὴ ἀπὸ τοῦ τρέφω· θρεπτικὴ γὰρ ἡ γῆ· ἢ ἀπὸ τοῦ τάρφω τὸ ξηραίνω· ξηρὸν γὰρ τὸ στοιχεῖον. ἠϊόσιν· τοῖς αἰγιαλοῖς. Αἰγιαλὸς ἐτυμολο‐
5γεῖται παρὰ τὸ ἀΐειν διὰ τὸ ἀνεπιπροσμάχητον, ἢ παρὰ τὸ δίκην αἰγὸς ἅλλεσθαι, ἢ παρὰ τὸ αἶαν γείτονα εἶναι τῆς ἁλός. ἑταῖροι· φίλοι. Σημείωσαι ὅτι ξένος, φίλος καὶ ἑταῖρος διαφέρει· ξένος ἐστὶν ὁ ἀπὸ ξενίας φίλος, φίλος δ’ ὁ ἐν συμποσίῳ παρὰ τὸ πίνω, πίνος καὶ φίλος,
10ἑταῖρος ὁ ὑποτακτικῶς διάγων τινὶ καὶ προσφιλὴς ἐκείνῳ γενόμενος· ἀπὸ τοῦ ἐθὰς ὁ συνήθης ἐθάρος, καὶ προσθέσει τοῦ ι καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν ἑταῖ‐ ρος· διὸ καὶ τὸ δασὺ ἔχει πνεῦμα, σημεῖον τῆς ἐκθλίψεως τοῦ δασέος συμφώνου.

1

.

181

Θύννοι· παρήχησις, προετυμολόγησις, τρόπος ἐτυμολογικός· θύννος ἀπὸ τοῦ θύω τὸ ὁρμῶ. θύνοντες· ὁρμῶντες, σφοδρῶς ὁρμῶντες, οἱ μανιωδῶς ὁρμῶντες· θύνω τὸ ὁρμῶ. ἔξοχοι· μεγάλοι, ἐξαίρετοι. ἔξοχοι
5ὁρμήν· ἀντὶ τοῦ οἱ μανικώτατοι.

1

.

182

Κραιπνότατοι· ταχύτατοι, ἰσχυροὶ παρὰ τὸ τὴν κάραν πνέειν, συντομώτατοι. Κραιπνὸς ἀπὸ τοῦ τὴν κάραν εἰς ὕψος πνέειν. ξιφίαι φερώνυμοι· τὸ γὰρ αὐτῶν
στόμα ξίφει ὅμοιον, διὰ τὸ μύτιν ἔχειν δίκην ξίφους.Column end
5ὑπέροπλος· ὑπερδύναμος, ἀλαζονικὴ, ἐπηρμένη, με‐ γίστη.

1

.

183

Πρηνάδες· ὄνομα τῶν ἰχθύων.

1

.

184

Σκολιαί· ἐπικαμπεῖς, στραβαί· σκολιὸν τὸ ποικίλον. σκυτάλαι· αἱ ἀβίναι λεγόμεναι, λεπίδαι. γέ‐ νεθλα· γράφεται κέλευθα.

1

.

185

Ἐν τοῖς· ἐν τούτοις, ἰωνικῶς. κάλλιχθυς· ἀπὸ τῆς καλλονῆς κάλλιχθυς, ἱερὸς δὲ διὰ τὸ εἶναι μέγας, ἢ διὰ τὸ ὅπου ἀναστρέφεται αὐτὸς, ἐκεῖ κοῖται (κήτη) οὐκ εἴ‐ σιν. ἐπώνυμος· φερώνυμος. ἱερός· καλὸς, μέγας, τίμιος,
5φυλακτικός. ἱερός· ἢ τίμιος, ἢ καλὸς, ἢ μέγας, ἢ φυ‐ λακτὴς τῶν ναυτίλων, ἢ ἔνθα ἀναστρέφεται, ἔνθα οὐκ εἴσι κοῖται.

1

.

186

Κείνοις· ἰωνικὴ ἀφαίρεσις. Ἡ ἀφαίρεσις τῶν Ἰώνων, ἡ συγκοπὴ τῶν Αἰολέων, ἡ ἀποκοπὴ τῶν Ἀτ‐ τικῶν. Πομπίλος· ἀπὸ τοῦ πομπεύειν τὴν νῆα, οἱονεὶ πομπῖνός τις ὤν. Πομπίλος παρὰ τὸ παραπέμπειν τοὺς
5πλέοντας· ὅτι παραπομπεύει τὴν νῆα, οἱ ναῦται τῇ πομπῇ τῶν νηῶν ἐπεφήμισαν τὸ ὄνομα αὐτοῦ, τουτέστι φερώνυμα ἐκάλεσαν· πομπὸς λέγεται συνοδοιπόρος, ἄγγελος, καὶ πομπὴ ἡ ἀποστολὴ, λέγεται δὲ πομπὴ καὶ ἡ μετὰ σταυροῦ λιτὴ καὶ ἔφοδος καὶ ἐξαποστολὴ
10καὶ δημοσίευσις, καὶ πομπεῖα τὰ εἰς πομπὴν κατα‐ σκευαζόμενα θυμιατήρια καὶ φιάλαι, καὶ πέμψαι τὸ ἀποστεῖλαι, ἀλλὰ καὶ τὸ πομπεῦσαι. πέρι· περισσῶς.

1

.

187

Ἅζονται· τιμῶσι, σέβονται, σεβάζονται. πομπῇ· ὁδηγίᾳ. ἐπεφήμισαν· ἀντὶ τοῦ ἐπέθηκαν, ἐπωνόμασαν. οὔνομα· πομπίλος, τὸ πομπίλον. πομπίλος, προπέμπει τὰς νο (ναῦς).

1

.

188

Ἔξοχα· λίαν, ὑπερβαλλόντως. γεγηθότες· χαί‐ ροντες. ὑγρὰ θεούσαις· ταῖς κατὰ τὴν θάλασσαν τρε‐ χούσαις. ὑγρά· πῶς.

1

.

189

Πομπῆες· ἀκόλουθοι, συνέμποροι, ὁδηγοὶ, ὁμό‐ στολοι, ὁμόπλοοι.

1

.

190

Ἀμφιπερισκαίροντες· πηδῶντες, περικυκλοῦντες, ἄγαν πηδῶντες, περιχαιρόμενοι, περιπηδῶντες. ἐΰζυγον· ζεῦγος σημαίνει δʹ τὸν τοῦ ἅρματος, ὑφ’ ὃν οἱ ἵπποι ζεύγνυνται, τὸν τῆς κιθάρης πῆχυν, τὰς τῶν κωπηλα‐
5τούντων καθέδρας, καὶ τὸ τῶν πλαστίγγων τοῦ ζυγίου ξύλον. ἐΰζυγον· τὴν ναῦν λέγει ἐγκάθεδρον. Ἅρμα ἐΰζυγον τὴν νῆα λέγει, καὶ ἵππον θαλάσσης τὰς κυ‐ βερνήσεις τὰς γινομένας. Ζυγὸς σημαίνει τρία· τὸ ἅρμα τῶν ἵππων, ὡς (Il. ε, 799)·
10
ἱππείου δὲ ζυγοῦ
θεὰ ἥψατο,
καὶ τὸν τῆς κιθάρας πῆχυν, εἰς ὃν οἱ κάλαμοι ἐμπε‐ πήγασιν, ὡς τό (Il. ι, 187)·
ἐπὶ δ’ ἀργυρέον ζυγὸν ἦεν
15καὶ τὰς τῶν ἐρεσσόντων καθέδρας, καὶ ζυγὸς ἡ τῶν βοῶν, καὶ ζυγὸς τὸ ζύγιον. Ἅρμα θαλάσσης· τὸ πλοῖον, τὴν νῆα τρεπτικῶς οὕτως εἶπεν.

1

.

191

Τοίχους· μέρη, τὰ πλάγια καὶ ἄμφω τῆς νηὸς,
τὰ πλάγια, τὰ ἑκάτερα πλευρὰ τῆς νηός. πρυμναῖα χαλινά· πηδάλια ἰθύνοντα ναῦν, ὡς οἱ χαλινοὶ τοὺς ἵππους, κατὰ μεταφορὰν, τὰ πηδάλια. Ἀντὶ τοῦ εἰπεῖν272
5πρυμναῖα πηδάλια χαλινὰ εἶπεν, ὡς ἐκ μεταφορᾶς τῶν ἵππων, οἷς ἰθύνονται, καὶ τὰ πηδάλια ἰθύνουσι τὰς νῆας, ὥσπερ οἱ χαλινοὶ τοὺς ἵππους· ὥσπερ (ὅπερ) χαλινὸς ἐν ἵππῳ, τοῦτο οἴαξ ἐν τῇ νηΐ.

1

.

192

Οἰήκων· αὐχενίων. περὶ πρώρην· τὰ ἔμπροσθεν μέρη τῆς νηός. πρώρα τὸ ἔμπροσθεν τῆς νηὸς διὰ τὸ πρώτην τοῦ ῥέοντος ἅπτεσθαι, πρύμνη δὲ τὸ ὄπισθεν ἀπὸ τοῦ εἰς πέρας μένειν. Πρῶραι ἀπὸ τοῦ πρώτη τὸν
5ῥοῦν ἅπτεσθαι. ἀγέρονται· συναθροίζονται, ἀθροίζονται.

1

.

193

Αὐτόμολον· αὐτοπροαίρετον, ἑκούσιον, αὐθόρ‐ μητον. Οὐδ’ ἂν αὐτόμολον πλοῦν φαίης ἐκείνους ἕπε‐ σθαι, ἀλλ’ ὡς ἀπὸ δεσμοῦ ἐξ ἀνάγκης ἕπεσθαι, τὸ δ’ αὐτόμολον τάττεται ἐπὶ τοῦ αὐτοπροαιρέτου. κείνους·
5ἀπὸ κοινοῦ τὸ ἕπεσθαι, ἄγεσθαι, λείπει ποιεῖσθαι, κεί‐ νων. πλόον· εἶναι, λείπει ἕπεσθαι. ὑπὸ δεσμῷ· λείπει ὥσπερ.

1

.

194

Φαίης· εἴπῃς. ἐυγόμφοισιν· ἐυκαρφώτοις, ἐνι‐ σχομένους, ἐμπεπλεγμένους, συνεχομένους, κεκρατημέ‐ νους. πινάκεσσιν· σανιδώμασι, τοῖς σανίσιν.

1

.

195

Ἑλκομένους· συρομένους, φερομένους. ἀέκοντας· συρομένους, μὴ βουλομένους. Οὐ λέγει ἐκείνους ἀφ’ ἑαυ‐ τῶν ἕπεσθαι, ἀλλ’ ὡς συνδεδεμένους τῇ νηΐ· τοσοῦτον γάρ εἰσι πλησίον αὐτῆς. ἀναγκαίῃσιν· βίᾳ, βίαις. Ὥσπερ
5λέγομεν σεληναίαν τὴν σελήνην, καὶ ἁμαξαίαν τὴν ἅμαξαν, οὕτως καὶ ἀναγκαίαν τὴν ἀνάγκην. ἕπεσθαι· φέρεσθαι, φέρειν, ἀκολουθεῖν· γράφεται ἄγεσθαι.

1

.

196

Τόσσον· θαυμαστικόν, ἀπόθεσις. τοσοῦτον· κατ’ ἀπόφασιν, ἀποφαντικόν. ἔρως· ἀγάπη, ἐπιθυμία. γλαφυρῇσιν· βαθείαις, κοίλαις, ταῖς ήλαις (sic). ὁλκά‐ σιν· ταῖς ναυσίν. ἐσμόν· πλῆθος. ἀγείρει· συναθροίζει,
5συναθροισθεῖσιν (sic).

1

.

197

Οἷον δή· παραβολή. φερέπτολιν· φέροντα πό‐ λεις, ἢ νικητὴν, ἔχοντα πόλιν ἀπὸ νίκης, νικηφόρον, ἢ τὸν νικήσαντα, πορθήσαντα πόλεις, κρατήσαντα πό‐ λιν, καθὰ βασιλέα, ἢ νικητὴν, ἢ τὸν φέροντα καὶ ἔχοντα
5τὴν πόλιν, ἢ βασιλέα φέροντα καὶ σώζοντα πόλεις. ἠέ τιν’· ἤ τινα, ἰωνικῶς.

1

.

198

Ἀθλοφόρον· νικητὴν, τροπαιοῦχον. θαλλοῖσι κλάδοις, κλαδίοις, κλάδοις ἐλαίας, ηλώδοις (sic). νεο‐ στέπτοισι· νεαροῖς, νεωστὶ κοπεῖσι, τοῖς νεωστὶ πε‐ πλεγμένοις παρὰ τὸ στέφω τὸ πλέκω. κομῶντα· στε‐
5φανούμενον, περιφραστικῶς αὐτοῦ στεφανοφοροῦντος κλανεως (sic).

1

.

199

Παῖδες· ἄζυγοι. ἠΐθεοι· νέοι, νεώτεροι ἀπὸ τοῦ αἴθω τὸ καίω, ἄζυγοι νέοι, ἀκμαῖοι. ἐπὶ γυναικῶν παρθένος, ἐπ’ ἀνδρῶν ἠΐθεος. ἠΐθεος ὁ νέος ἀπὸ τοῦ ἀΐσσω τὸ ὁρμῶ καὶ τοῦ θέω τὸ τρέχω· ἡ γὰρ ἡλικία
5τοῦ νέου οἱονεὶ τρέχει καὶ αὔξει, ἀκμὴν μήπω στα‐ θεῖσα εἰς μέτρον τέλειον. Σημείωσαι, ὅτι ὥσπερ ἐρίθυμα λέγομεν τὰ τῶν παρθένων γυναικῶν, οὕτω καὶ ἠϊθέους τοὺς ἀζύγους νέους. ἀμφιέποντες· κυκλοῦντες, περικυ‐
κλοῦντες, ψικ...οντες.Column end

1

.

200

Ὅν· εἰς τὸν ἴδιον, καὶ ἴδιον οἴκημα, κατ’ ἀνα‐ στροφήν. εἰσάγουσι· φέρουσιν. ἀθρόοι· ἅμα, ὁμοῦ, συν‐ ηθροισμένοι.

1

.

201

Εὐερκέων· πλατὺν, τῶν καλῶς κεκτισμένων· γράφεται εὐερκῆ. εὐερκῆ· πλατὺν, καλῶς πεφραγμένον. μεγάρων· οἰκημάτων. θάλαμος, μέλαθρον καὶ μέγαρον διαφέρει· θάλαμος ὁ παστὸς ἀπὸ τοῦ θάλλειν ὁμοῦ τοὺς
5δύο νεονύμφους, μέλαθρον τὸ μαγειρεῖον παρὰ τὸ τὸν ἀέρα μελαίνειν, ἢ τὸ ὑψηλὸν παρὰ τὸ μάλα αἰθε‐ ρούμενον καὶ ὑψούμενον, μέγαρον τὸ παλάτιον ἀπὸ τοῦ μεγάρω τὸ φθονῶ, καταχρηστικῶς δὲ πᾶν οἴκημα. οὐδόν· ἔδαφος, κατώφλιον, εἰς τὴν φλοιάν (φλιάν).
10ἀμείψῃ· παρέλθῃ, ἀνέλθῃ, ἔλθῃ, ὑπερβῇ.

1

.

202

Ὡς οἵ γ’· ἀπόδοσις τὸ σχῆμα. ὠκυπόροισιν· ταχέως περώσαις, ταχυτάταις. νήεσσι· καραβίοις.

1

.

203

Ὄφρ’· ἕως οὗ. οὔ τις· οὐδαμῶς. ἐλάῃ· διώκει τούτους, ἐλαύνῃ. Ἐν ὅσῳ φόβῳ οὐ φοβοῦνται τὴν γῆν, φέρουσι καὶ προπομπεύουσι τὴν νῆα, ὅτε δὲ φράσσον‐ ται, ἀποθρώσκουσι διὰ μέσου καὶ ἀποπηδῶσιν, ὡς ἀπὸ
5καμπτῆρος ἀνακάμπτοντες, καὶ οὐκέτι καρτερεῖν θέ‐ λουσι, σημεῖον δὲ ναύταις, ὅτι πλησίον εἰσὶ τῆς γῆς, ὅταν καταλείψαντες αὐτοὺς εἰς τοὔπισθεν ἀποχωρῶσιν.

1

.

204

Φράσσονται· νοήσουσι, νοήσωσιν, ἴδωσιν. τρα‐ φερήν· ξηρὰν, μεσεμβόλημα, ἀπὸ (τοῦ) πάντα τρέφειν. μέγ’· διὰ μέσου ἐπιφωνητικοῦ. ἄρουραν· γῆν.

1

.

205

Αὖτις· μετ’ ὀλίγον, ὀπίσω, εἰς τοὐπίσω, πάλιν. ἀφορμηθέντες· στραφέντες, εἰς τοὔπισθεν κινηθέντες, συνηγμένοι, πάλιν νοστήσαντες. ἀολλέες· ὁμοῦ, πάντες ὁμοῦ, ἅπαντες συνηθροισμένοι, ἀπὸ τοῦ α τὸ ὁμοῦ
5καὶ τοῦ ὅλος ὁ ἅπας. νύσσης· καμπτῆρος, ἀποκαμπτοῦ, καμπτοῦ, ἀφετηρίας. Ἠΰτε νύσσης· λέγεται καὶ ὁ καμ‐ πτὸς, ἀπὸ ἀφετηρίας ἀνακάμψαντες. ἀπὸ νύσσης· ἔστι νύσσα ἀφετήριος, ἀφ’ οὗ τοὺς ἵππους ἀφιᾶσι τρέχειν, ἔστι δὲ καὶ καμπτήριος, ἐν ᾗ τρέχοντες κάμπτουσι,
10νύσσα δὲ λέγεται ἀπὸ τοῦ νύσσω τὸ διεγείρω.

1

.

206

Ἀποθρώσκουσι· ἀποπηδῶσιν, ἐπαναχωροῦσι, πηδῶσιν. οὐκέτι· οὐδαμῶς, εἰς τὸ ἑξῆς.

1

.

207

Σῆμα· τοῦτο σημεῖον τοῖς ναύταις, σύμβολον, γνώρισμα. ἐτήτυμον· ἀληθές.

1

.

208

Ἴδωσι· ἴδωνται.

1

.

209

Πομπίλε· γλυκύτης, ἀποστροφὴ καὶ ἀναφώ‐ νησις τοῦ ποιητοῦ πρὸς τὸν ἰχθύν. Τρεῖς τρόποι κατὰ ῥήτορας εἴσι διηγήσεως, ἁπλοῦς, ἐγκατάσκευος καὶ ἐνδιάσκευος· ἁπλᾶ μέν ἐστιν, ὅθ’ ἁπλῶς καὶ ἀπεριέργως
5αὐτὰ μόνα λέγει τὰ πράγματα, διηγεῖται δέ τις ἁπλῶς, ὅταν ἢ πολλὰ ᾖ τὰ πράγματα, ἢ ἀφ’ ἑαυτῶν μόνων ἢ τὴν τέρψιν ἢ τὸ ἐνδύναμον ἔχωσιν· ἐνδιάσκευος δὲ διηγήσεως τρόπος ἐστὶ τὸ ὥσπερ ζωγραφεῖν καὶ ὑπ’ ὄψιν ἄγειν τὰ πράγματα τῷ τεχνικῶς διηγεῖσθαι· διηγεῖται
10γάρ τις ἐνδιασκεύως, ὅτι ἢ πλατῦναι θέλει τὴν διήγησιν οὖσαν βραχεῖαν, ἢ πρὸς ὀργὴν καὶ λύπην πλείονα κι‐ νῆσαι, ἐὰν ὦσι λυπηρὰ τὰ ἀφηγημένα· ἐγκατάσκευος δ’ ἡ διήγησις, ἣ καὶ τεχνικωτάτη, ἡ κατασκευάζουσα
καὶ ἀποδεικνύουσα καλῶς ἔχειν τὰ λεγόμενα, διηγεῖσθαι273
15δὲ χρὴ ἐγκατασκεύως καὶ ὅταν πάλιν πλατῆ (πλατῦναί) τις θέλῃ ὑπόθεσιν καὶ ὅταν δοκῇ ἀπιθάνως λέγειν, ἢ ἀδύ‐ νατα παντελῶς· καὶ οὗτοι μὲν οἱ τρεῖς τρόποι τῆς διηγήσεως, ὡς καὶ τοῖς νῦν ῥήτορσι γνώριμοι. ναυτι‐ λίῃσι· πομπαῖς τῶν πλοίων. τετιμημένε· τετιμημένον.
20σοι· διά σου, ἀπό σου. δέ· γάρ.

1

.

210

Εὐκραεῖς· ἐυδίους, εὐδιεινὰς, γαληναίας, τὰς ἐχούσας καλὴν κρᾶσιν. τεκμαίρεται· σημειοῦται, στο‐ χάζεται, προσδοκᾷ.

1

.

211

Εὔδια· ἐν εὐδίᾳ, εὐδιεινῶς. στέλλῃ· πορεύῃ, ἔρχη‐ ται. πορεύσεαι· πλέεις, ἔρχῃ, πορεύεις. τὸ στέλλω σημαίνει δʹ τὸ ἐπιστέλλω, ἐξ οὗ καὶ ἐπιστολὴ, τὸ πλέω, ἐξ οὗ καὶ στόλος, τὸ διαχωρίζω, ἐξ οὗ καὶ διαστολὴ
5ὁ χωρισμὸς, ἐξ οὗ καὶ στέλλεσθαι τὸ διαχωρίζεσθαι ἀπαρέμφατον, τὸ κοσμῶ, ἐξ οὗ καὶ στολή. εὔδια· εὐδιεινὰ, ευδιαδί (sic). σήματα· γνωρίσματα. φαίνεις· δεικνύεις.

1

.

212

Καὶ μὲν δή· σὺν τούτοις. ἀλλὰ μέν· μήν. πε‐ λάγεσσιν· αἰγιαλοῖς. ὁμῶς· ὁμοίως, τῷ πομπίλῳ, ὁμοίως τοῖς πομπίλοις δηλονότι. ἑταίρη· ἡ φίλη, τοῖς προλεχθεῖσιν ἰχθύσι δηλονότι προσφιλεστάτη. ἐχενηῒς
5ἀπείργει καὶ κρατεῖ τὴν ναῦν ὑπὸ βιαίων ἀνέμων ἐλαυ‐ νομένην, ὅθεν καὶ τὴν ἐπωνυμίαν ἐδέξατο. τοῖς τε πε‐ λάγεσί φησιν ἡ ἐχενηῒς ἑταίρη καὶ φίλη, ἢ καὶ αὐτὴ ἐν πελάγεσι διατρίβει.

1

.

213

Ἣ δή τοι· ἥτις, παρέλκει. ἤτοι· δή. ταναή· ἐπιμήκης, μακρὰ, πλατεῖα, λεπτή. ἰδεῖν· εἰς τό. μῆκος· κατὰ, κατ’ εἶδος, τὸ πλάτος λέγω. ἰσόπηχυς· ἴση πή‐ χυος, ἀντὶ τοῦ ἴση.

1

.

214

Χροιῇ· τὴν ὄψιν, τῇ ὄψει. αἰθαλόεσσα· σπο‐ δοειδὴς, στακτώδης, μέλαινα, στακτοειδὴς, αἰθαλώδης. φυή· μελοθεσία, ἡ ἡλικία.

1

.

215

Εἴδεται· ὁμοιοῦται. νέρθε· ὑποκάτωθεν, ὑποκάτω παρὰ τὸ ἔνερθε κατ’ ἀφαίρεσιν τοῦ ε, τοῦτο δὲ παρὰ τὸ τὴν ἔραν ἢ τὴν γῆν ἔρος ἔνερος ἐνέροθεν, καὶ ἐν συγκοπῇ ἔνερθεν. Τὸ δ’ ὀξὺ αὐτῆς τὸ στόμα κεφαλῆς
5νέρθε νένευκε, τὸ στόμα αὐτῆς ὑποκάτωθεν τῆς κεφα‐ λῆς ὀξέως καὶ κατὰ πολὺ νεύει ἐπικαμπές. νένευκεν· νεύει.

1

.

216

Καμπύλον· λεῖον, ἐπικαμπὲς, λίαν ἐπικαμπὲς, λοξόν. Καμπύλον· ἤως τὸ ῥαιβὸν ὂν, σημείωσαι δ’ ὅτι πᾶν ὀξύ ἐστι καμπύλον. ἀγκίστρου· ἀγγύλου. περιη‐ γέος· ἐπικαμποῦς, κυκλοτεροῦς, στρογγύλου, περιφεροῦς.
5περιηγέος καὶ ἐπικαμποῦς· περιάγειν γὰρ τὸ κάμπτειν· τῇ τοῦ ἀγκίστρου ἀντανακλάσει καὶ ἐπικάμψει ὅμοιον ὑπάρχει τὸ στόμα αὐτῆς. αἰχμῇ· ὀξύτητι, ἄκρᾳ.

1

.

217

Θαῦμα· προκατασκευή. ὀλισθηρῆς· γλίσχρου, μυξώδους, φθαρτικῆς, ἤτοι ῥᾷστα ἐκπιπτούσης, ὀλι‐ σθαινούσης ἐν τῷ κρατεῖσθαι, ἢ τῆς ὄλισθον ἐμποιούσης τοῖς πλοίοις, ἤως ἁπάλαν (ἁπαλῆς?). ἐφράσσαντο·
5κατενόησαν, καὶ ἔμαθον, καὶ εἶπον, καὶ διηγήσαντο, ἐνόησαν.

1

.

218

Οὐ μέν· οὐ μήν. τις· ἄνθρωπος. ἐνὶ φρεσίν· ἐν
λογισμοῖς. πιστώσαιτο· πιστεύσει, πιστωθῇ.Column end

1

.

219

Αἰεὶ γάρ· γνώμη· ὁ νοῦς τῶν μὴ ἐχόντων πεῖραν οὐ πιστεύει. ἀπειρήτων· τῶν μὴ ἐχόντων πεῖραν, τῶν πεῖραν μὴ ἐχόντων εἰς τὰ θαλάσσια· τῶν γὰρ πεῖραν μὴ ἐχόντων ὁ νοῦς ἄπιστός ἐστι μὴ ἰδὼν, καὶ οὐδέ‐
5ποτε πιστεύει, ἀλλὰ φιλονεικεῖ ἐπὶ τοῦτο. ἀνδρῶν· ἀνθρώπων.

1

.

220

Δύσμαχος· ἄπιστος, φιλόνεικος, δυστυχὴς, δυσπειθὴς (cod. θή) κατὰ τοῦ (τὸ) διηγεῖσθαι. ἀτρε‐ κέεσσι· ἀληθέσιν· ἀτρεκὲς τὸ ἀληθὲς, ἐτυμολογεῖται ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ τρέμω· ὁ γὰρ
5ἀληθεύων οὐ τρέμει. πιθέσθαι· πιστεῦσαι, καταπει‐ σθῆναι.

1

.

221

Νῆα· τὴν πλέουσαν. τιταινομένην· συρομένην, εὐδρομοῦσαν, πλέουσαν, κυμαινομένην· προκατασκευή. ζαχρηέος· ἐπιτηδείου, ἄγαν χρειώδους, τοῦ χρειώδους, ἄγαν πνέοντος, ἢ ἄγαν χρειώδους. Ζαχρηὴς ὁ ἄγαν
5χρειώδης κατὰ τροπὴν τοῦ ε εἰς η, ἢ ὁ σφοδρὸς καὶ βαρὺς παρὰ τὸ ζα ἐπιτατικὸν μόριον καὶ τοῦ χρεία. Ζαχρηέως τοῦ ἐπιτεταμένου, τοῦ πολλοῦ, τοῦ ἄγαν χρειώδους καὶ ἐπιτηδείου πρὸς τὸν καιρὸν τοῦ πλοῦ τῆς νηὸς, τὸ δὲ ζα ἐπιτατικὸν μόριον ἀντὶ τοῦ πολύ· ὁμοίως καὶ τὸ
10α ὡς τὸ ἄξυλος ὁ πολλὰ ξύλα ἔχων, καὶ ἐρι καὶ νη καὶ βου, βουγάϊος ὁ μέγα γαυριῶν, καὶ ἀρι καὶ δα, δάφοι‐ νος ὁ ἄγαν φόνιος, καὶ λα. ὁρμῇ· κινήσει. Ἰστέον, ὅτι ἡ ἐχενηῒς ἀπείργει τὴν ναῦν ὑπὸ βιαίων ἀνέμων ἐλαυνομένην, ὅθεν καὶ τὴν ἐπωνυμίαν ἐδέξατο, τοῖς τε
15πελάγεσσί φησιν ἡ ἐχενηῒς ἑταῖρα, ὅτι καὶ αὐτὴ ἐν τοῖς πελάγεσσι διατρίβει.

1

.

222

Λαίφεσι· ἀρμένοις, ἀρμενίοις. πεπταμένοισιν· ἐξηπλωμένοις, ἐκτεταμένοις. μέτρα· τὰ μίλια, τὰς ὁδοὺς, τὰ πελάγη. θέουσαν· διατρέχουσαν.

1

.

223

Ἀμφιχανών· ἀνοίξας, καὶ μεγάλως κρατῶν. ὀλίγον· τὸ μικρόν. ἐρύκει· κρατεῖ, κωλύει.

1

.

224

Πᾶσαν· ὅλην, καὶ ὅλην νῆα. ὑποτρόπιος· ὑπο‐ κάτωθεν, ὢν, ὑποκάτω τῆς τρόπεως, τῆς ....αὶ τὰ συνεργῆ (sic). βεβιημένος· βιαζόμενος, βιάζων, κατ‐ έχων, δυναστεύσας. βεβιημένος· ὑποκάτω τῆς τρό‐
5πιος κατέχων, βιάζων· ἐπιτείνει τὸ κέρας, ἡ κεραία, καὶ ὑποχαλᾶται καὶ καταπίπτει. τέμνει· ἢ διαπερᾷ, διέρχεται ἡ ναῦς.

1

.

225

Κῦμα· ἐκ τοῦ κυκάω κυκῶ γʹ συζυγίᾳ τῶν περισπωμένων. ἡ χρῆσις (Il. φ 240)·
δεινὸν δ’ ἀμφ’ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα. καί ἐστι μακρὸν τὸ κῦ· τὰ γὰρ εἰς μα δισύλλαβα τῷ
5υ παραληγόμενα συστέλλουσιν αὐτὸ, οἷον πλύμα, θύμα, λύμα, πλὴν τοῦ κῦμα· πολλάκις καὶ τὸ λῦμα καὶ τὸ θῦμα ποιητικῶς ἐκτείνεται, ὡς ἱστορεῖ Ἀριστο‐ κλῆς ἐν τῷ περὶ διαλέκτων. ἱεμένη· ὁρμωμένη, προθυ‐ μουμένη πλέον, καίπερ προθυμουμένη, σπουδάσασα
10ἡ ναῦς, ὁρμὴν ἔχουσα, προθυμίαν ἔχουσα. κατὰ δ’ ἐστήρικται· ὑπερβατόν. ἔμπεδον· στερεῶς, ἀκλι‐ νῶς, ἑδραίως ἀπὸ τοῦ πέδη ἡ δέσμη, δυνατῶς. ἐστή‐
ρικται· ἵσταται.274

1

.

226

Ἀκλύστοισιν· ἀκυμάντοις, ἀβρόχοις, ἡσύχοις, ἀταράχοις. ἐεργομένη· κωλυομένη, εἰργουμένη (ομένη), κρατουμένη, κατερχομένη (ειργομένη). λιμένεσσιν· ἀττικόν.

1

.

227

Λίνα· ἄρμενα, τὰ λαίφη. λίνον· τὸ ἄρμενον. προτόνοισι· σχοινίοις. περὶ προτόνοισι μέμυκε· ὑπερβα‐ τόν. μέμυκε· ἠχεῖ, βοᾷ, ἠχοῦσι, τρύζουσιν. πρότονα· τὰ τοῦ ἱστίου σχοινία, πείσματα, δι’ ὧν τὸ πλοῖον κρα‐
5τεῖται, ἐπὰν τῷ λιμένι προσπελάσῃ, κάλωες δὲ τὰ ἄρπενα (ἄρμενα), τὰ λεγόμενα ἀνταραῖαι.

1

.

228

Ῥοχθεῦσι· τρυσμὸν ποιοῦσιν, ἠχοῦσι, κτυποῦσιν. κάλωες· σχοῖνοι, τὰ σχοινία, τὰ μεγάλα σχοινία. ἐπη‐ μύει· ἐπικλείει, ἐπικλίνει, ἐπινεύει, κλίνει. κεραίη· τὸ κερατάριον, κερούχη, τὸ κατάρτιον.

1

.

229

Ῥιπῇ· ὁρμῇ τοῦ ἀνέμου, τῇ ὁρμῇ. ἐπειγομένη· βιαζομένη, κινουμένη, σπεύδουσα. πρύμνῃ δ’ ἔπι· ὑπερβατὸν, ἀντιστροφή, ὁ ἐν τῇ πρύμνῃ καθήμενος. χαλινά· τροπικὸν ἐκ τοῦ χαλᾷν.

1

.

230

Ἰθυντήρ· ὁ κυβερνήτης. ἀνίησιν· χαυνίζει, ἐνδίδωσιν, ἀφίει. ἐπισπέρχων· σπουδάζων, κινῶν, ἐπι‐ σπεύδων. ὁδὸν ἅλμης· διαδραμεῖν δῆλον.

1

.

231

Ἡ δ’· αὕτη ἡ ναῦς οὔτε τῶν πηδαλίων ποιεῖ λόγον, οὔτ’ ἄλλου τινὸς, οὐ φροντίζει, οὐκ ἐπιστρέφε‐ ται. Ἡ δ’ οὔτ’ οἰήκων· ἤως οὐδὲ διὰ τὰς οἴακας πλεῖ, ἔχουσα αὐτοὺς ἀπολύτους, τῶν πηδαλίων ποιεῖται λό‐
5γον, οὐ φροντίζει, οὐκ ἐπιστρέφεται, τουτέστιν ἡ ναῦς οὔτ’ οἰάκων ἐπιμέλειαν ποιεῖται, οὔτ’ ἄλλου τινός. οἰήκων· πηδαλίων. ἐμπάζεται· φροντίζει, σχῆμα τῆς γλυκύτητος, ἐπιστρέφεται. Ἐμπάζω τὸ φροντίζω ἀπὸ τοῦ ἐμπάσσω τὰς διαβουλὰς, δοκοῦμεν, ἐν πάσῃ τῇ δια‐
10νοίᾳ· ἐμπάσσω καὶ αἰολικῶς ἐμπάζω· τὰ γὰρ δύο ς εἰς ζ τρέπεται αἰολικῶς. Διάλεκτοι πέντε· Ἰὰς Ὅμηρος, Ἀτθὶς Ἀριστοφάνης, Δωρὶς Θεόκριτος, Αἰολὶς Ἀλκαῖος, καὶ κοινὴ Πίνδαρος. Αἱ διαλύσεις τῶν Ἰώνων, αἱ συγ‐ κοπαὶ τῶν Αἰολέων, καὶ αἱ ἀποκοπαὶ τῶν Ἀττικῶν.

1

.

232

Πείθεται· εὐπειθὴς γίνεται. ῥοθίοισιν· κύμασιν· ῥόθιον τὸ ῥεῦμα καὶ ἐπίθετον κύματος, ῥόθιον εἶδος πλεύσεως. παγεῖσα· ῥιζωθεῖσα, στᾶσα.

1

.

233

Μίμνει· μένει, ἵσταται. ἐσσυμένη· ὁρμωμένη· ὁρμῶσα ἀπὸ τοῦ σεύω τὸ ὁρμῶ, προθυμουμένη, κινου‐ μένη. πεπέδηται· δεδέσμηται, δεσμεῖται.

1

.

234

Οὐτιδανοῖο· μικροῦ, οὐδαμινοῦ, τοῦ σμικροῦ, καὶ ὀλίγου. Οὐτιδανοῖο· ἀπὸ τοῦ οὔτι τὸ οὐδαμῶς καὶ τοῦ γάνος ἡ χαρὰ, καὶ τροπῇ τοῦ γ εἰς δ δανὸς, ὡς τὸ ὦ γᾶ καὶ ὦ γῆ ὦ δᾶ παρ’ Αἰσχύλῳ (Prom. 567 et pas‐
5sim alibi), ἤως οὐτιδανοῖο καὶ μὴ ποιούσης τι χαρμόσυ‐ νον. μετὰ στόμα· κατὰ τοῦ στόματος. ποτί· πρός. ποτὶ στόμα· κατὰ τοῦ στόματος, ἀττικόν, μετὰ στόμα, διὰ τοῦ στόματος.

1

.

235

Τρομέουσιν· φοβοῦνται. ἀείδελα· ἄγνωστα, ἀθέατα, ἀφανῆ.

1

.

236

Δερκόμενοι· νοοῦντες, αἴσθησις ἀντὶ αἰσθήσεως, βλέποντες, φαντάζοντες. θάμβος· σημαίνει τὴν ἔκπλη‐
ξιν, εἴδους τῶν ὑποπεπτωκότων εἰδικοῦ, τὸ γενικὸν φόβος, ἔστι δὲ παρὰ τὸ θάπος πλεονασμῷ τοῦ β καὶColumn end
5τροπῇ τοῦ π εἰς μ διὰ τὴν ἀσυνταξίαν, τὸ δὲ θάπος παρὰ τὸ θήπω. ἶσον· ὅμοιον. ὀνείρῳ· ὄνειρος ἀπὸ τοῦ ὂν εἴρειν καὶ ἀγγέλλειν.

1

.

237

Ὡς δ’· παράδειγμα. Σημείωσαι ὅτι ἄλλο πα‐ ραβολὴ καὶ ἄλλο παράδειγμα· παραβολὴ μὲν ἡ ἀπ’ ἀψύχων καὶ ἐμψύχων γινομένη δεῖξις, παράδειγμα δ’ ἡ ἀπ’ ἐμψύχων (cod. ἀμψ), ὡς τό· ἦ ῥα τὸν Δημο‐
5σθένην, ὦ παῖ. ὅτι· καὶ εἴ ποτε. ξυλόχοισιν· συνδέν‐ δροις τόποις, τοῖς ἔχουσι ξύλον ὄρεσι, τούτοις τοῖς ξύλα ἔχουσιν. λαιψηρά· ταχεῖα, ταχέως.

1

.

238

Ἔλαφον· ἔλαφος ἢ διὰ τὴν κουφότητα καὶ τὸ τάχος, ἐλαφρά τις οὖσα, ἢ παρὰ τὸ ἑλεῖν καὶ φονεύειν τοὺς ὄφεις, ἢ διὰ τὸ ἐν ἕλει ἢ ἐν τῷ δάσει φαίνεσθαι. δεδοκημένος· ἐπιτηρήσας, ἐνεδρεύσας, στοχασάμενος.
5ἄκρον· κατά.

1

.

239

Κῶλον· πόδα. κῶλον κυρίως ἡ κνήμη, ὡς ἡ τῆς Κωλιάδος Ἀφροδίτης ἱστορία δηλοῖ. κῶλον καὶ τὸ ἱερὸν ὀστοῦν, ἤτοι τὸ μέγα, τὸ ὑποκάτω τοῦ ποδὸς λέγει. ὑπό· ἐν. πτερόεντι· σαρίσσῃ. Ὑπὸ τῷ πτερόεντι ὀϊστῷ
5βαλὼν τὸ ἄκρον κῶλον τουτέστι ἢ εἰς κοτύλην, ἢ ὠμο‐ πλάτην, ἢ πόδα. βαλών· τρώσας. ἐπέδησεν· ἐκώλυσεν, ἔπαυσεν, ἐδέσμευσεν. ἐρωῆς· τῆς ὁρμῆς, δρόμου. Ὀρωῆς (sic) δρόμου ἀπὸ τοῦ ὀρούω τὸ ὁρμῶ.

1

.

240

Καί· καίπερ, ὅμως. ἐσσυμένη· ὁρμωμένη, ὁρμὴν ἔχουσα βαδίζειν, κινουμένη, ὁρμῶσα. ἀναγκαίῃς· βιαστικαῖς.

1

.

241

Ἀμφιπαγεῖς’· προσηλωθεῖσα. μένει· καρτερεῖ.

1

.

242

Πέδην· δέσμην. περιβάλλεται· περιτίθεται, ἤως τὸν διὰ στόματος δεσμὸν περιτίθησι, καὶ ἐπιτι‐ θήσας. αἰόλος· διὰ τὴν πανουργίαν, πανοῦργος.

1

.

243

Ἀντιάσας· ἐξ ἐναντίας ἐλθὼν, συναντήσας τὴν νῆα. τοίην· τοιοῦτον ὄνομα ἔχον. Τοιούτων φησὶν ἔργων γ’ ἔλαχε φερωνυμίας, τουτέστιν ἀπὸ τοῦ κατέχειν τὰς ναῦς ἐχενηῒς ἐκλήθη. ἔργων· τῶν πράξεων.

1

.

244

Αὖ· δή. θρίσσαι· οἱ τριχαῖοι. Αἱ δὲ χαλκίδες καὶ θρίσσαι καὶ ἀβραμίδες ἄλλοτε ἄλλον πόρον φέρον‐ ται· θρίσσαι δύο εἴδη ἰχθύων οἱ τριχαῖοι καὶ ἕτερον ὅμοιον σκόμβρῳ, ἢ μικρότερον. φορέονται· πλέουσι,
5κινοῦνται, πορεύονται, φέρονται.

1

.

245

Ἀθρόαι· ὁμοῦ, ὁμοῦ πᾶσαι, ἀγεληδὸν (δών cod.), ὁμοῦ συνηθροισμέναι. ἄλλον· εἰς. πόρον· ἔχουσι, πέλαγος.

1

.

246

Ἐπέδραμον· ἐπιτρέχουσιν. αἰγιαλοῖσι· αἰγιαλὸς παρὰ τὸ αἶα ἡ γῆ καὶ τὸ γείτων καὶ τὸ ἅλς· ἡ τῆς αἴας γείτων ἃλς, ἢ παρὰ τὸ δίκην αἰγὸς ἅλλεσθαι τὰ κύματα ἐν αὐτῇ.

1

.

247

Ἀμειβόμεναι· περιπατοῦσαι, καὶ διερχόμεναι, ἀλλάσσουσαι, ἐναλλάττουσαι. ξενίην· ξένην. ἀλῆται· πλανῆτες, πλανῆται.

1

.

248

Ἀνθιέων· εἶδος ἰχθύος κητώδους. μάλιστα· ἐξαιρέτως, ὡς ἐπὶ τὸ πλεῖστον. βαθείαις· ἢ διότι (διὰ τὸ cod.) εἰσὶ μέσον τῆς θαλάσσης, ἢ διότι (διὰ τὸ
cod.) εἰσὶ βαθεῖαι (cod. α) καὶ κωφαί (cod. α).275
5Βάθος παρὰ τὸ μετὰ βίας θέειν, ἐξαιρέτως αἱ διατρι‐ βαὶ τῶν ἀνθιέων ἐν ταῖς πέτραις ταῖς βαθείαις εἰσίν.

1

.

249

Ἔμφυλοι· συνήθεις, συγγενεῖς, προσφιλεῖς, φίλοι ταύταις ταῖς πέτραις, ἔμφυλοι, ἐκ τῆς αὐτῆς φυλῆς, οὐ πολέμιον, ἀλλ’ ἔμφυλον· ἔμφυλον τὸ συγγενὲς, συγγενὲς δὲ τὸ σύνηθες, καὶ πᾶν συγγενὲς καὶ σύνηθες, οὐ μὴν
5δ’ εἴ τι σύνηθες, καὶ συγγενές. δ’· γάρ. παρέστιοι· ἐγκάτ‐ οικοι, ἔνοικοι, ἔποικοι.

1

.

250

Πανταχῆ· ὅπη, ὅπου, ὅπου προστάσσει αὐτοὺς ἡ γαστὴρ καὶ ἐν οἷς τόποις ὀρέξει (cod. ὀρίξει) τούτους ὁ ἀπολαυστικὸς καὶ μανικὸς ἔρως τῆς ἀκορέστου τρο‐ φῆς. γένυς· στόμα, γνάθον. ἔνθα κελεύει· ἐκ παραλλή‐
5λου τὸ αὐτὸ, προστάσσει.

1

.

251

Λαίμαργος· ἄπληστος. ἔρως· ἐπιθυμία. ἀκό‐ ρητος ἀκόρεστος, ἀχόρταστος.

1

.

252

Ἔξοχα· περισσοτέρως, ἐξόχως. περί· ὑπέρ, περὶ πάντας, πλέον πάντων, ὑπὲρ ἢ παρὰ πάντας τοὺς ἰχθῦς. ἀδηφάγος· σημείωσαι· καὶ ὧδε καὶ ἐν ἄλλοις δι’ ἑνὸς δ γράφεται τὸ ἀδηφάγος, διότι καὶ τὸ ἄδην,
5ὃ δηλοῖ τὸ δαψιλῶς, τινὲς μὲν διὰ δύο δδ ἐκφέρουσιν, ἄλλοι δὲ δι’ ἑνός. ἀδηφάγος· ἀκόρητος. οἶστρος· ὄρεξις, κίνησις, μανία. Οἶστρος· ἔρως, μανία, ἐρεθισμὸς, κυ‐ ρίως δ’ οἶστρός ἐστι ζωΰφιον ἐμφυόμενον ταῖς τῶν βοῶν λαγόσι καὶ ποιῶν ἐκείνους πλανᾶσθαι, καὶ γίνεται ἀπὸ
10τοῦ οἴω τὸ κομίζω. ἐλαύνει· ἐλαύνω ἐπὶ σιδήρου, ἐπὶ τόξου, ἐπὶ συνουσίας, ἐπὶ διωγμοῦ, ἐπὶ τοίχου.

1

.

253

Νωδόν περ· ἐστερημένον ὀδόντων, καίπερ ἔχοντας τινὰ τόπον ὑπὸ τὸ στόμα νωδόν. ὑπὸ στόμα· ἐντὸς τοῦ στόματος. χῶρον· τόπον, τόπον τινά.

1

.

254

Μεγακήτεα· ἴσως μεγάλως, εἰς μεγάλα κήτη διῃρημένα.

1

.

255

Ξανθοί· πυῤῥοὶ. ἀργεννοί. λευκοί. αἷμα· γένος. κελαινοί· μέλανες.

1

.

256

Εὐωπούς· εὐοφθάλμους, μεγαλοφθάλμους. αὐλω‐ πούς· ἐπιμήκεις κατὰ τοὺς ὀφθαλμοὺς, καὶ στρογγύλους καὶ ὀξεῖς. Αὐλωποὺς λέγει καὶ τοὺς στενοφθάλμους ἐκ μεταφορᾶς τῶν αὐλώνων· αὐλῶνοι γὰρ οἱ στενότατοι
5τόποι· ὧδε λέγει τοὺς εὐοφθάλμους αὐλωποὺς, καὶ εὐω‐ ποὺς λέγει τοὺς ἔχοντας μεγάλους ὀφθαλμοὺς δίκην αὐλῶν, ὁποῖοί εἰσιν οἱ τῶν παγούρων καὶ τῶν ἀστάκων· οὗτοι γὰρ οὐ βλέπουσιν ἔσω τῶν ὀφρύων, ἀλλά τε δὴ μακροὺς ἔχοντες τοὺς ὀφθαλμοὺς ἐκβάλλουσιν αὐτοὺς
10ἔξωθεν, καὶ οὕτως θεωροῦσιν ὁμοίως καὶ οὗτοι οἱ ἰχ‐ θύες.

1

.

257

Καθύπερθεν· ὑπεράνω τῶν ὀφθαλμῶν.

1

.

258

Ὀφρύς· ἀπὸ τοῦ τὸν ὦπα ῥύεσθαι καὶ φυλάτ‐ τειν ἀπὸ κακοῦ· τρέπεται γὰρ τὸ ω μέγα ποιητικῶς εἰς ο μικρόν. ἠερόεσσα· διαυγὴς, ἢ μελανοειδὴς ἀπὸ τοῦ ἀερῶδες τὸ σκοτεινόν· ὁ γὰρ ἀὴρ φύσει σκοτεινὸς ἄνευ
5τοῦ ἡλίου. ἠερόεσσα· λεπτὴ, σκοτώδης, μαυρά. περί‐ δρομος· κυκλοειδὴς, κυκλοτερὴς, σκοτώδης. ἐστεφάνω‐ ται· ἐπίκειται δίκην στεφάνης, κεκύκλωται.

1

.

259

Δοιώ· δυσὶ, διπλοῖς. Δοιοί· δύο ἰχθύες, σχῆμα
γλυκύτατον. Δοιὼ ὄνομα, ἡ εὐθεῖα τῶν ἑνικῶν δοιός· οἱ γὰρ Δωριεῖς τὴν ἐν τοῖς ῥήμασιν ἀναλογίαν φυλάσ‐ σουσι καὶ ἐν τοῖς ὀνόμασι πλεονασμῷ τοῦ ι, γίνεταιColumn end
5δ’ ἐκ τοῦ δέω τὸ δεσμεύω δοὸς, καὶ πλεονασμῷ τοῦ ι δοιὸς, ἡ γενικὴ δοιοῦ, ἡ εὐθεῖα τῶν δυϊκῶν δοιώ· ἢ ἐκ τοῦ δύω τοῦ διὰ τοῦ υ ψιλοῦ γίνεται κατὰ διάλεξιν πλεονασμῷ τοῦ ο καὶ τροπῇ τοῦ υ εἰς ι, ἐκ δὲ τῆς δοιὸς γίνεται δοιὴ καὶ δοιαὶ, καὶ λέγεται (Il. ι. 230)·
10
ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαι, τουτέστιν ἐν δισταγμῷ καὶ διχοστασίᾳ. σκληροῖσιν· ὀστρακίνοις. ἀρηρότα· ἡρμοσμένα, συγκεκολλημένα. Ἀρηρότα· ἤτοι πεπληρωμένα τῶν χιτώνων, ἤτοι μὴ ἐλάττονα τῶν χιτώνων, κανονίζεται δ’ οὕτως· ἄρω τὸ
15ἁρμόζω, ὁ μέλλων ἀρῶ, ὁ μέσος παρακείμενος ἦρα, καὶ πλεονασμῷ ......... ἀρῶ, ἀφ’ οὗ ὁ μέλλων ἀρέσω, τούτου ὁ παρακείμενος ἦρκα, ὁ μέσος ἦρα, καὶ κατ’ ἀναδιπλασιασμὸν ἀττικὸν ἄρηρα, ἡ μετοχὴ ἀρη‐ ρὼς ἀρηρότος, τὸ οὐδέτερον ἀρηρὸς, ἡ εὐθεῖα τῶν
20πληθυντικῶν ἀρηρότα. γυῖα· σώματα, μέλη.

1

.

260

Φραξάμενοι· καθοπλισθέντες, ὁπλισθέντες, ὁπλί‐ σαντες. ἐπί· ἐνί.

1

.

261

Κάραβος· καραβὶς, τὴν καραβίδα λέγει. ὀξυπα‐ γής· ὀξύκερως, ὀξυβελής, ὀξέως ἡδρασμένος. Ὀξυπαγής· ὁ ὀξεῖας παγὰς, ἤτοι λαβὰς ἔχων, ἢ ὅταν (ὅτι?) ὀξέως πή‐ γνυται, καὶ ὀξυτάτως πηγνύων, καὶ ἔχων βέλος ὀξὺ,
5ὀστρακόδερμα δ’ εἰσὶν ὁ καραβὸς καὶ οἱ ἀστακοί. ἄμφω· ὁ κάραβος καὶ ὁ ἀστακός.

1

.

263

Οὕτως ὤφειλεν εἰπεῖν· ὁ ἀστακὸς δὴ οὐκ ἐξέρ‐ χεται τῆς οἰκείας θαλάμης, λέγει δὲ τοῦτο ἐγκατά‐ σκευον, ἀλλ’ ἐάν τις αὐτὴν ἀνάγκῃ ἑλκύσῃ, καὶ πόῤῥω ἀπαγαγὼν πάλιν ῥίψῃ εἰς τὴν θάλασσαν, εἰς τὴν αὐτὴν
5ὑποστρέψει χαράδραν, ἐστὶ δ’ ὅλον ἐγκατάσκευον. πέρι· περιττῶς, καὶ περισσῶς καὶ λίαν. πέρι δή τι· δὴ ἀντὶ τοῦ πεσσῶς (περισσῶς)· ἐγκατάσκευος διήγησις. οὐ φατὸν ὅσσον· σχῆμα γλυκύτατον. οὐ φατόν· οὐ λεκτόν. φατόν· ὀνομαστόν. οἷον· πολὺν καὶ πόσον, μέγαν.

1

.

264

Θαλάμης· φωλεοῦ, κοίτης, φωλεᾶς. κεύθει· κεύθω τὸ κρύπτω, ἐτυμολογεῖται ἀπὸ τοῦ χάζω τὸ ὑποχωρῶ, καὶ εὕω τὸ φωτίζω, τὸ ἐστερημένον τοῦ φωτός· πᾶν γὰρ κρυπτόμενον ἐς ἀφανῆ τόπον κατά‐
5κειται. κεύθει· κρύπτει, ἔχει. φρεσίν· ἔμφυτον γνῶσιν δῆλον.

1

.

265

Λείπεθ’· καταλιμπάνεται, στερεῖται, μετοικί‐ ζεται. ἑκών· φιλεῖ γὰρ τὰ ἴδια. ἀναγκαίῃσιν· βίᾳ. ἀναγκαίη· ἀνάγκη. ἐρύσας· ἑλκύσας, ἀνελκύσας, ἀγρεύσας.

1

.

266

Τῆλε· μακρὰν ἀπὸ τῆς κοίτης. ἑτέρωσε· ἀλλα‐ χοῦ, ἢ εἰς ἕτερον μέρος θαλάσσης. πόντον· εἰς τόν, εἰς τὴν θάλασσαν. μεθείη· ῥίψει, ἐμβάλη (οι?), πέμψει (ειε?), καὶ ἔμβαλε (ἐμβάλοι?)· εὐκτικόν· κουφίζεται
5τὸ μι.
Τοῦ Τζέτζου στίχοι κατὰ τρόπον ἐτυμολογικόν.
Ἀθροῦν ὁμοῦ δάσυνε, τὸ θρόον δ’ ἄνευ
ψιλῶν ἁμάρτῃς οὐδαμοῦ τέχνης λόγων,
τοὺς βουβάλους δ’ ἔασον ἀσκόπως γράφειν.276

1

.

267

Αὐτὰρ οὐδέ· οὐ μετὰ δηρὸν, οὐ μετὰ πολύ. νόστησε· ἐστράφη, κατέλαβεν, ὑπέστρεψεν, καὶ ἐπέ‐ στρεψεν. χαράδρην· φωλεὰν, κοίτην, σπήλαιον.

1

.

268

Σπεύδων· ἀγωνιζόμενος, εὐθέως σπεύδων ἄπεισιν εἰς τὴν κοίτην· οὐδὲ γὰρ ἀγαπῶν ἄλλην κοίτην ἢ διατριβὴν, ἀλλὰ τὴν ἰδίαν, φέρει δ’ ὁ ποιητὴς τὸν λόγον αὐτοῦ πρὸς τὸν βασιλέα, αἰνιγματωδῶς λέγων.
5ἱκέσθαι· ἀφικέσθαι, παραινέσθαι (παραγίνεσθαι), ἑλέ‐ σθαι, λαβεῖν.

1

.

269

Ἐπιβάλλεται· ἐπιθυμεῖ, καὶ ἐπιλαμβάνει. ἀμφιβάλλεται· ἐπιλαμβάνεται, προσεγγίζει, πλησιάζει. διώκει· ζητεῖ, ἔρχεται, ἐρευνᾷ, ἄλλως ἐπιβάλλεται καὶ ἐπιῤῥίπτεται πέτραις ἄλλαις, ἢ ἐπιβάλλεται καὶ
5ἐπιθυμεῖ τινος ἄλλης πέτρας ἢ γαίας.

1

.

270

Ἤθεα· διατριβὰς, καὶ συνήθεις διατριβὰς, δια‐ γωγάς.

1

.

271

Κείνης· τῆς πέτρας.

1

.

272

Τῆς· ἀφ’ ἧς, δωρικόν. ἁλίστονοι· οἱ τῇ ἁλὶ πλέον‐ τες· γράφεται ἁλίπλοοι.

1

.

273

Ὡς ἄρα· οὕτως, δοκεῖ εἰς ἑαυτὸν ταῦτα αἰνίτ‐ τεσθαι τὸν ποιητὴν διὰ τὸ ἐν ἐξορίᾳ αὐτοῦ τὸν πατέρα εἶναι. ὡς· λίαν· γνώμη· ἐτυμολογικὸν τὸ σχῆμα. Λίαν ἄρα καὶ τοῖς ἰχθύσιν ὁ ἴδιος δόμος καὶ ἡ πατρῷα αὐτῶν
5θάλασσα ἐν τῇ καρδίᾳ ἐπιβάλλει χαρὰν εὐφρόσυνον· καὶ αὖθις· οὐδ’ ἄρα μούνοις τοῖς ἰχθύσιν ἡ πατρίς ἐστι γλυκερώτερον τῶν ἄλλων ἡδέων, ἀλλὰ καὶ τοῖς ἐφημε‐ ρίοις ἀνθρώποις πάνυ εὐφραντὸν φαίνεται τὸ διατρίβειν εἰς τὸν χῶρον τὸν πατρικὸν, εἰς ὃν αὐτοὶ ἐγεννήθησαν·
10εἶτα πάλιν φησίν· οὐδὲν πικρότερον καὶ χαλεπώτερον ὑπάρχει, ἢ τὸ εἶναί τινα βροτὸν εἰς ἄλλον τόπον ξένον, καὶ τότε σὺν τούτοις νὰ ἕλκῃ καὶ ζυγὸν ἀτιμίας καὶ νὰ τελεῖ καὶ τὸν βίον αὐτῶν τὸν φυγάδα ἀλγεινότατον, τοῦτο δ’ εἶπεν ὁ ποιητὴς ὑπαινιττόμενος, ὅτι ἀκμὴν ἐν
15ἐξορίᾳ ἦν ὁ πατήρ. καί· ὑπερβαλλόντως. πλωτοῖσιν· τοῖς πλεομένοις ἰχθύσιν. πλωτῆρσιν· πλεομένοις, ἤως τοῖς ἰχθύσιν. ἑὸς δόμος· ὁ ἴδιος οἶκος· λίαν θαυμαστὸν ὅτι καὶ τοῖς πλώτεσι (ωτῆρσι) ὁ ἴδιος τόπος ἐπιθυμητός· ἀποφώνημα.

1

.

274

Πατρῴη· γενικὴ, ἡ πατρικὴ, προγονική. χῶρος τόπος. ἐφέστιος· ἐγκάτοικος. γένοντο· ἐγεννήθησαν, ἐτρά‐ φησαν, εἰς φῶς προῆλθον.

1

.

275

Στάζει· ἐπιβαίνει, ἐμβάλλει, ἐπιφέρει. γλυ‐ κερόν· εὐφρόσυνον. γάνος· βέλος, γλυκεῖαν ἡδονὴν, χαρὰν, ἡδονὴν, ἐπιθυμίαν. μούνοις· λείπει τοῖς ἰχθύσιν, ἀλλὰ καὶ τοῖς ἀνθρώποις δῆλον.

1

.

276

Πατρὶς ἐφημερίοισιν· δοκεῖ ἐνταῦθα ὁ ποιητὴς εἰς ἑαυτὸν ὑπαινίττεσθαι, ἐπειδὴ γὰρ ἔτι ἐν τῇ ἐξορίᾳ ἦν ὁ πατὴρ αὐτοῦ. ἐφημερίοις· τοῖς προσκαίροις ἀνθρώ‐ ποις, τοῖς θνητοῖς, τοῖς βροτοῖς. γλυκερώτατον· ἐνήδονον,
5τερπνόν. ἄλλων· τερπνῶν δηλονότι, παρὰ τῶν ἄλλων πραγμάτων (τὰ ἄλλα πράγματα?).

1

.

277

Ἀλεγεινότερον· ἐμπαθέστερον, λυπηρότερον, χειρότερον. κύντερον· χαλεπώτερον, ἀθλιώτερον. ὅς κεν·
ὅστις. Σημείωσαι ὅτι ὁ μὲν ὅ (ὅς) κεν, ὅτε (ὅτι?) οἱ πα‐ ραπληρωματικοὶ σύνδεσμοι παρ’ Ἴωσι καὶ ποιηταῖςColumn end
5ὑποτάσσουσιν. εἰς ἐκεῖνον· ἐνταῦθα τὴν ἐξορίαν τοῦ οἰκείου πατρὸς ὑπαινίττεται· ἀκμὴν γὰρ ἐκεῖσε διέτριβεν. ἀνάγκῃ· σὺν, καὶ ἐν αἰτίᾳ τινί.

1

.

278

Φυξίπολιν· φυγάδα, ἐξόριστον· γράφεται φύξιν ἀπὸ τοῦ φεύγω· φυγὰς ἐλέγετο ὁ ἐξόριστος, ἤως φυξί‐ πολις, καὶ φυγαδείας. τελέσῃ· ὑπομένει, ὑπομείνῃ. βίον· ζωήν. πόνον· γράφεται βίον, ζωήν. ἀλγινόεντα·
5θλιβερὸν, ἐπώδυνον· ἐκ τοῦ ἀλγεινὸς ἀποβολῇ τοῦ ε, οὕτως δὲ καὶ τὸ Ποσιδῶν ἐκ τοῦ Ποσειδῶν γινόμενον ὅμως διὰ τοῦ ι γράφεται κατ’ ἀποβολὴν τοῦ ε.

1

.

279

Ξεῖνος· ὢν, ἄνθρωπος, ὑπάρχων ὁ ἄνθρωπος, ἀλλότριος. ἀλλοδαποῖσιν· ξένοις τόποις, ἄλλοις (ης) χώ‐ ραις (ας) ἀνθρώποις. ἀτιμίης· ὕβρεως. ἕλκων· βα‐ στάζων.

1

.

280

Γενεῇ· τῶν καράβων καὶ ἀστακῶν, ἐν ἐκείνῃ τῇ γενεᾷ τῶν καράβων (τῶν ἀστακῶν, τῶν καρίδων καὶ τῶν παγούρων). καρκίνοι· ἰδιωτικῶς τζαγανοί. ἀλῆται· πλανῆται, ὀπισθόδρομοι.

1

.

281

Νομαί· διατριβαὶ, βοσκαί. ἀναιδέα· ἀναιδῆ, δεινὰ, δυνατά. φῦλα· γένη. παγούρων· παρὰ τὸ ἐν τοῖς πάγοις καὶ ταῖς πέτραις ὀρούειν καὶ ὁρμᾷν, τῶν μεγάλων οἵτινες ὁρμῶσι κατὰ τῶν ἀνθρώπων.

1

.

282

Οἵ τε καί· καὶ ἐκεῖνοι, οἵτινες. ἀμφιβίοις· τοῖς ἀμφοτέρωθεν τρεφομένοις καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ, τοῖς ἰχθύσι τοῖς ἀμφοτέρωθεν ἔχουσι τὴν ζωὴν, καὶ τοῖς δυσὶν ἤγουν τῇ γῇ [καὶ τῇ θα]λά[σσῃ διατρίβουσιν].
5ἐναρίθμιον· ὁμοίαν. αἶσαν· μοῖραν, τάξιν.

1

.

283

Κῶλον· σῶμα, πόδες, καὶ ἡ σάρξ, σὰρξ καὶ τὸ σῶμα, μέλος. ἐστήρικται· ἐσκέπασται, ἡδραίωται, καὶ κατεσκευάσαι (σκέπασται?).

1

.

284

Ἐκδύνουσι· ἐκβάλλουσιν, ἀποῤῥίπτουσιν, οὗτοι ἐκδύουσι καὶ ἐπιῤῥίπτουσιν. γεραίτερον· παλαιότερον, παλαιὸν, παλαίτερον.

1

.

285

Σαρκὸς ὑπ’ ἐκ· ἀναστροφή. νεάτης· ἐσχάτης. ἀνατέλλεται· ἀναφύεται, καὶ αὐξάνεται, αὐξάνει, ἔξω φέρεται, τοῖς ἐν τῇ θαλάσσῃ καὶ τοῖς ἔξωθεν τῶν αἰγιαλῶν ἢ ἐν τῇ γῇ τρεφομένοις ὑποκάτωθεν μὲν γεννᾶται τὸ
5ὄστρακον τῆς σαρκὸς, ἔξωθεν δ’ ἐστὶ ταύτης· οὐ γὰρ συννέμεται ταύτῃ.

1

.

286

Ῥηγνυμένοιο· ἀνοιγομένου, καὶ σχιζομένου. βίην· ἀνάγκην, δύναμιν, πόνον. Ἀντίπτωσις ῥηγνύμε‐ νος ὁ βίην· βίης ὤφειλεν εἰπεῖν· ὁπόταν φράσσωνται τῆς ἀνάγκης, τινὸς πράγματος γενομένου, σπωμένου τοῦ
5σκεπάσματος, τοῦ ἐνδύματος, τοῦ ὀστράκου. φράσσον‐ ται· νοήσωσιν. ἐλύτρου· σκεπάσματος, σκεπασητος (sic) ἀπὸ εἰλύω τὸ ἐπικρύπτω.

1

.

287

Μαιμώωσιν· ψηλαφῶσιν, ἀναστρέφονται, καὶ τρέχουσιν. ἐδητύος· τροφῆς. ἰσχανόωντες· φροντίζοντες, μεταλαμβάνοντες, ἐφιέμενοι, πρ[ονο]ούμενοι, ἐπιζη‐ τοῦντες, βρώσεως ἐπιθυμοῦντες. Ἰσχανόωντες ἀπὸ τοῦ
5ἔχω ἴσχω τὸ κρατῶ· ὁ γὰρ ἐπιθυμῶν τι πρᾶγμα κρα‐ τεῖται ὑπ’ ἐκείνου.

1

.

288

Ῥηϊτέρη· εὐκολωτέρα, ἐλαφροτέρα. ῥινοῖο· ὀστράκου, δέρματος. ῥηϊτέρη ῥινοῖο· ἵν’ εὐχερῶς γένηται. διάκρισις· ἔκδυσις, διαχώρησις, διάσπασις, διάσχεσις. ὄφρα· ἵνα.277

1

.

289

Πλησαμένων· κορεσθέντων, χορτασθέντων, πλα‐ γία σύνταξις· ὅπως πληρωθέντων αὐτῶν τῆς τροφῆς, ἡ διάκρισις ἢ ἡ ἀλλαγὴ τοῦ ὀστράκου εὐκολωτέρα καὶ ἀνώδυνος γένηται, ἵνα εὐχερῶς ἀποβάλλωσι τὸ
5ἕρκος ἢ τὸ ἔνδυμα· ὅσον γὰρ χορτάζονται, ὑψοῦται ἡ σὰρξ, καὶ ἀποβάλλει εὐχερῶς τὸ ἔνδυμα. εὖτ’ ἄν· ὁπηνίκα, ἕως οὗ. διατμαγέν· χωρισθὲν, διαῤῥαγὲν, κλα‐ σθὲν, διακοπέν. ἕρκος· ἔνδυμα ἀπὸ τοῦ εἴγρω τὸ κωλύω. ὀλισθῇ· ἐκπέσῃ, καὶ πέση.

1

.

290

Οἱ δ’ ἤτοι· οὗτοι δὴ, ἐκκριθέντος τοῦ ὀστράκου. τέτανται· ἐξήπλωνται, ἐκτέτανται.

1

.

291

Αὕτως· μάτην, οὕτως, οὕτως πως, ματαίως, ἀναισθήτως, ἄλλως, ματαίως καὶ ἀκίνητον. βορῆς· τροφῆς. μεμνημένοι· διανοούμενοι. οὔτε βορῆς μεμνη‐ μένοι· νενεκρωμένοι, ἀνενέργητοι. τευ· τινὸς, ἰωνικὸν
5καὶ δωρικὸν τοῦ.

1

.

292

Ἐλπόμενοι· ἐλπίζοντες, νομίζοντες, προσδο‐ κῶντες, ἀγρευθῆναι ἢ ὑπ’ ὄρνεων βρωθῆναι, ἢ οὐδὲ θερμὸν καὶ ζωτικὸν ἐμπνέουσιν. φθιμένοισι· φθαρτοῖς, νεκροῖς. θερμόν· ζωτικὸν, καὶ τὸ ζητικὸν τοῦ ἐνομίζον‐
5τες (sic).

1

.

293

Ἐμπνέει· ἀναπνέει, ἐμπνέουσι, ἢ δύνανται ἀναπνεῖν. ἐμπνέειν· ζῆν. δέ· γάρ. περιτρομένουσιν· πε‐ ριττῶς φοβοῦνται, τρέμουσιν. ἀραιῇ· λεπτῇ, μαλακῇ, ἀσθενεῖ, λεπτοτάτῃ.

1

.

294

Ἀρτιφύτῳ· οἴκοι ἀναφυομένῳ, νῦν βλαστησάσῃ, καὶ νεόφυς. μετά· σὺν, ὕστερον, μετὰ ταῦτα. ἀγειρόμε‐ νοι· ἀνορθούμενοι, συναθροιζόμενοι, ἀγείροντες.

1

.

295

Βαιόν· ὀλίγον, μικρὸν, μικρὸν νοῦν. θαρσή‐ σαντες· δυναμωθέντες, κουφιζόμενοι ἀπὸ τῆς πολλῆς περιστάσεως καὶ εἰς χρηστὰς ἐλπίδας ἥκοντες (Cod ας) καὶ θυμοῦντες (Cod. ας) ἐπὶ τῇ αὐτῶν ἐπὶ τὸ τέως
5κρεῖττον μεταβολῇ καὶ ἀνακτήσει τοῦ ὀστρέου. πάσαντο· ἔφαγον ἀπὸ τοῦ πάω ῶ.

1

.

296

Τόφρα· ἕως τότε, τοσοῦτον, μέχρι τοσοῦτον, ἐν τοσούτῳ καιρῷ, μέχρι δὲ τοσοῦτον τὸν θυμὸν ἔχουσιν ἄπρακτον, ἀδύνατον, ἀνενέργητον, ἕως τὸ νέον σκέπας στερεωθείη. Τὸ τόφρα ἀναφορικὸν καὶ ὡρισμένον, τὸ
5δ’ ὄφρα ἀποδοτικόν. θυμόν· ψυχὴν, τὴν προαιρετικὴν δύναμιν· θυμὸς λέγεται ἡ ψυχὴ, τρία δέ φασιν αὐτῆς τὰ μέρη· λογικὸν, θυμικὸν καὶ ἐπιθυμητικὸν, καὶ τὸ μὲν λογιστικὸν ἐν τῷ ἐγκεφάλῳ καθιδρῦσθαι, τὸ δὲ θυ‐ μικὸν ἐν τῇ καρδίᾳ, τὸ δ’ ἐπιθυμητικὸν ἐν τῷ ἥπατι·
10καὶ τοῦ μὲν λογιστικοῦ ἐστιν ἀρετὴ φρόνησις, κακία δ’ ἀφροσύνη, τοῦ δὲ θυμικοῦ ἀρετὴ μὲν ἀνδρεία, κακία δὲ δειλία, τοῦ δ’ ἐπιθυμητικοῦ ἀρετὴ μὲν ἐγκράτεια, κακία δ’ ἀκρασία. ἀμήχανον· ἀδύνατον, τροφῆς καὶ βαδίσεως, ἀσθενῆ, ἄπορον. ἀδρανέοντες· ἀσθενοῦντες·
15ἀδρανὴς ὁ ἀσθενὴς ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ δρῶ τὸ πράττω.

1

.

297

Ὄφρα· ἕως οὗ, ἄχρις (Cod. ἄχαρις), μέχρι οὗ, καὶ ἔντοτε. περὶ μελέεσσι· κύκλῳ ὅλων τῶν μελῶν. σκέπας· δέρμα, τὸ σκέπασμα, ἤως τὸ ὄστρακον. ἀμ‐ φιπαγείη· στηριχθῇ, στερεωθείη.Column end

1

.

298

Ἰητήρ· ἰατρὸς, παραβολή. νουσαχθέα· ἄῤῥω‐ στον, ἀχθόμενον ὑπὸ τῆς νόσου, βεβαρημένον τῇ νόσῳ. κομίζων· ἐπιμελούμενος, ἐπιμελείας ἀξιῶν, θερα‐ πεύων.

1

.

299

Πρώτοισι· ἐν· ἰωνικόν. βορῆς· τροφῆς. ἀπό‐ παστον· ἄγευστον ἀπὸ τοῦ πάω πῶ τὸ λαμβάνω. ἐρύκει· κωλύει, κρατεῖ.

1

.

300

Πήματος· ἐκ τῆς νόσου, τῆς βλάβης. ἀμβλύ‐ νων· ἐξασθενῶν, ἐλαττῶν, ἀφανίζων καὶ σβεννύων, ἀφα‐ νίζων διὰ τῆς νηστείας τὴν φθαρτικὴν καὶ καυστικὴν δύναμιν τοῦ βλάβους ἤως τῆς νόσου· οὕτως οὗτοι οἱ
5πάγουροι δεδιότες ἢ μετὰ φόβου ἀνορμῶσιν ἐν τοῖς ὀστράκοις αὐτῶν τοῖς ἄρτι φυτοῖς, ὥστ’ ἐκφυγεῖν τὰς κακὰς μοίρας τῆς νόσου. μαλερόν· καυστικὸν, βλαβερὸν, μαραντικόν, ἀφανιστικόν. Μαλερὸν ἀπὸ τοῦ ἀλέα ἡ θερ‐ μασία καὶ τοῦ ῥῶ τὸ φθείρω μαρερὸν καὶ τροπῇ τοῦ
10ἀμεταβόλου ρ εἰς λ μαλερόν· ἢ μαραίνω μαραινὸν μα‐ ρανὸν μαλερόν· καὶ σκληρὸν, καυστικὸν ἀπὸ τοῦ μάλα ἐρᾷν τῆς ὕλης. αὐτάρ· δέ. ἔπειτα· μετὰ ταῦτα δέ.

1

.

301

Τυτθά· μικρὰ, ὀλίγα. ὤρεξε· παρέσχε ἐκ τοῦ παρεπομένου. νοσήλια· βρώματα, θεραπευτικὰ, θερα‐ πευτικὰ τῆς νόσου, σιτία, βρώματα, τὰ τῇ νόσῳ ἐπι‐ τήδεια.

1

.

302

Ἄτην· βλάβην. γυιοβόρους· βιβρωσκούσας τὰ μέλη, καὶ τὰ γυῖα βιβρωσκούσας. δύας· κακοπαθείας, ὀδύνας, τοὺς πόνους. καθήρῃ· ἰατρεύση, φαρμα‐ κεύσῃ.

1

.

303

Οἵγ’· οἱ πάγουροι. ἀρτιφύτοισιν· νεωστὶ αὐξα‐ νομένοις, ἄρτι φυομένοις, τοῖς ἀρτίως φύτοισιν. ἀΐσσου‐ σιν· ὁρμῶσιν, ἀνορμῶσιν. Ἀναΐσσουσιν· ἐπιμελοῦνται, ἐξ οὗ καὶ ἄναξ παρὰ τὸ ἀνακῶς ἤτοι ἐπιμελῶς ἔχειν
5πρὸς τὸν ὑπ’ αὐτὸν λαόν. ἀναΐσσουσιν· ἐπιμέλειαν ἐπά‐ γουσι τοῖς ἀρτιφύτοις ἐλύτροις. ἐλύτροις· σκεπάσμασιν, ἐπικαλύμμασιν.

1

.

304

Δειδιότες· φόβον ἔχοντες· δείδω τὸ φοβοῦμαι, δείσω δέδοικα, ὁ μέσος δέδια, ὁ δεδιὼς, καὶ πλεονασμῷ τοῦ ι ὁ δειδιώς δειδιότες· καὶ φοβούμενοι. νούσοιο· καὶ ἀῤῥωστήματος. κῆρας· μοίρας, καὶ θανατηφόρους. ἀλύ‐
5ξαι· ἐκφυγεῖν, φυγεῖν.

1

.

305

Ἑρπυστῆρες· βαδισταὶ, βαδιστικοὶ, συρόμενοι, καὶ σκολιῶς κατὰ τοὺς ὄφεις βαδίζοντες. ἐναύλοις· μυ‐ χοῖς, στενωτάτοις τόποις. ἐναύλους· καταδύσεις, καὶ τὰς καταδύσεις στενάς (Cod. ούς).

1

.

306

Πουλύποδες· λέγω, τὰ ὀκταπόδια. σκολιοί· κακοὶ, δύσκολοι, καὶ οἱ διεστραμμένοι.

1

.

307

Ἐχθομένη· μισουμένη, μεμισημένη. σκολό‐ πενδρα· ψαλίς. ὀσμύλος· μοσχίτης. αὐτοί· οὗτοι.

1

.

308

Ἀμφίβιοι· ἐν θαλάσσῃ, ἤως ἐν τῇ γῇ καὶ ἐν τῇ θαλάσσῃ. ἴδεν· εἶδεν. ἀγροιώτης· ἐν τῷ ἀγρῷ οἰκῶν, ἐν τῷ ἀγρῷ ὤν.

1

.

309

Γηπόνος· γεωργὸς, τῇ γῇ προσκείμενος. ἀγ‐ χιάλοισι· πλησιοθαλάττοις, τοῖς πλησίον αἰγιαλοῖς. φυτηκομίῃσι· γεωργίαις. φυτηκομίῃσι μεμηλώς· ἤως ἐργαζόμενος ταῖς ἐλαίαις· ἢ φυτηκομιῶν ὁ φροντί‐278
5ζων· φυτηκομία γάρ ἐστιν ἐπιμέλεια τῶν φυτῶν. με‐ μηλώς· ἐπιμελούμενος, προσμένων, προσκείμενος, μέλω μελῶ μέμαλκα, ὁ μέσος μέμηλα, ἡ μετοχὴ ὁ με‐ μηλώς.

1

.

310

Ὀσμύλον· μοσχίτην, ἐθεάσατο. εὐκάρποις· καλλοκάρποις. πούλυπον· ὀκτώποδα. κράδοισι· κλά‐ δοις. κράδῃσι· συκαῖς, συκέαις· κράδη κυρίως τὸ ἄκρον τῆς συκῆς, λαμβάνεται ἀντὶ συκῆς.

1

.

311

Πλεγνύμενον· πεπλεγμένον, συμπλεκόμενον, περιπεπλεγμένον, καὶ πλεκτικόν. γλυκερόν· γλυκέων. ἔδοντα· ἐσθίοντα.

1

.

312

Μεθ’· ἐν, σὺν τούτοις. ἑρπυστῆρσι· συρομένοις. Ἑρπησταὶ ἰχθύες λέγονται οἱ μὴ βυθίοις ἑαυτοὺς ἐπάγοντες κατὰ τῆς θαλάσσης, κατὰ τῆς θαλάσσης κύματα πλευστικῶς περῶντες, ἀλλ’ ἠρέμα πως βαδί‐
5ζοντες καὶ ἡσύχως, τοῖς ἐπιπολαίοις καὶ στενωτάτοις (Cod. πεν.) μέρεσι τῆς θαλάσσης καὶ τοῖς αἰγιαλοῖς διατρίβοντες καὶ οἰκοῦντες στεναῖς καταδύσεσι καὶ χωρήμασι τῶν πετρῶν, οὗτοι δ’ εἰσὶν οἱ μαλακόστρα‐ κοι ὡς ἐπὶ πλεῖστον καὶ οἱ ἀνόστεοι πάντες, οἵτινες καὶ
10μαλάκια (μαλάβκια Cod.) φατίζονται, ἤως λέγονται, οἱ δ’ ὀστέοις συνόντες, μὴ ἔχοντες λέπια ἢ φολίδας ζωτικῶς (ἰδιωτ.) σελάχεια λέγονται, καθὼς ὁ ποιητής φη‐ σιν (infra 643), οἵτινες κατὰ τοῦ πόντου βαθύτατα μέρη διὰ παντὸς, καὶ οὐκ ἄλλο τι μέρος τῆς θαλάσσης πνευ‐
15στικῶς (πλευ?) διαπερῶσιν. Τοῖς δ’ ἴσον· προσυπα‐ κουστέον· τοῖς πολύποσιν ὅρμημα, τοῖς πολύποσιν, λείπει ὅρμημα. οἶμα· ὅρμημα, βάδισμα ἀπὸ τοῦ εἴω τὸ πορεύομαι, καὶ ὤφειλε δασύνεσθαι, ἀλλὰ λέγει ὁ κανὼν, ὅτι αἱ παραγωγαὶ ἀμείβουσι τὰ πνεύματα. δολόφρων·
20πανοῦργος· οὕτως ἐλέχθη δολόφρων, ὡς δολίως καὶ πανούργως φρονοῦσα· δολιεύει γὰρ τῷ ἁλιεῖ, μέλλουσα κρατεῖσθαι ὑπ’ αὐτοῦ [τῷ?] ἐκχέειν ἐν τῇ ἁλὶ τὸ αὑτῆς μέλαν, ὅπερ ἐνδομυχεῖ καὶ τὸν πόντον μελαίνει καὶ αὐτὴν κατακρύπτει· διὰ τοῦτο γοῦν ἐκλήθη δο‐
25λόφρων.

1

.

313

Φῦλα· γένη, πλήθη. μετ’· ἐν. οἴδμασιν· κύ‐ μασιν. ὀστρακόρινα· ἔχοντα ὄστρακα· ὄστρακον ἀπὸ τοῦ ὀστοῦν καὶ τοῦ ῥάκος τὸ δέρμα, ἵν’ ᾖ ὄστρακον ῥάκος καὶ δέρμα ὀστῶδες, ὀστοῦν δ’ ἀπὸ τοῦ ἵστημι,
5στήσω. Ὅτι ὀστρακόδερμα κατονομάζονται τὰ γένη τῶν ὀστρέων, τῶν στρόμβων, τῶν πορφυρῶν καὶ κηρύ‐ κων καὶ τῶν ἐχίνων, ταῦτα δὲ λέγεται μήτ’ ἄρσενα εἶναι, μήτε θήλεα.

1

.

314

Νέμονται. γράφεται καὶ φύονται φῦλα (sic).

1

.

315

Νειρίται· κοχλίαι. Νειρίτης ὁ κόχλος ὁ θαλάσ‐ σιος, καὶ οἱ μὲν λέγουσιν, ὅτι παρὰ τὸ νειρεύς ἐστι, καὶ ὤφειλε γράφεσθαι διὰ διφθόγγου, ὡς Ἀκαρνεὺς, Ἀκαρ‐ νείτης, οἱ δ’ ἐκ πεζῶν (sic) νήχεσθαι νηρὸς καὶ νηρίτης
5διὰ τοῦ η καὶ ι ἐκφέρεσθαι λέγουσιν, κρεῖττον δ’ ἐστὶ διὰ
διφθόγγου ἐκφέρεσθαι τὸ νει ἀπὸ τοῦ νειρεὺς ὁ κόχλος. στρόμβων· τῶν λιβαδίων ἢ τωνωτονίων, χηβάδων. πορφύραι· οἱ κόχλοι, ἤως αἱ κοτύλαι.Column end

1

.

316

Μύες· ὀμύδια. ἀτρεκές· ἀληθινόν (ήν). οὔνομα σωλήν· ὄνομα σωλῆνι.

1

.

317

Ἐρσήεντα· δροσώδη, ἁπαλὰ, ὑγιῆ (ὑγειά Cod.). τερσήεντα· τὰ σκληρά. ὀκριόεντες· χαλεποὶ, τραχεῖς, τραχύτατοι. ὀκριόεντες· φρικώδεις διὰ τὸ τραχὲς τῶν κέντρων. ἐχῖνοι· ἐχῖνος τὸ ζῶον παρὰ τὸ συνέχεσθαι
5στρογγυλούμενον, καθ’ ὁμοιότητα δὲ τοῦ χερσαίου ἐχί‐ νου καὶ ὁ θαλάσσιος λέγεται· στρογγύλος γὰρ καὶ αὐτὸς καὶ ἀκανθώδης, ὥσπερ καὶ ἀπὸ τῶν ἐναγρίων κατὰ ποιότητα σχήματος καί τινα τῶν θαλασσίων καλοῦμεν, ὡς μετ’ ὀλίγον λεχθήσεται παρὰ τῷ ποιητῇ.

1

.

318

Τυτθά· μικρὰ, σμικρά. διατμήξας· διακόψας, κόψας, διαμερίσας.

1

.

319

Συμφυέες· συνηρμοσμένοι, ὁμοῦ. παλίζωοι· αὖθις ζῶντες. παλίνζωοι· ἐκ δευτέρου ζῶντες, ζῶντες. νέμονται· κινοῦνται.

1

.

320

Καρκινάσι· παγουρομάναις. ὄστρακον· ἔλυτρον. οὔτι· οὐδαμῶς. πέφυκεν· ἀναβλαστάνει. οὔτι πέφυκεν· οὐδ’ ὅλως ἀπὸ φύσεως ὑπάρχει, ὅτι οὐκ ἴδιον αἱ καρκι‐ νάδες ἔχουσιν ἔλυτρον, ἀλλ’ ἀλλότριον· νόθον γὰρ σκέ‐
5πας, ἤτοι ἀλλότριον οἶκον καὶ σκέπασμα ἐπιμηχανῶν‐ ται. τρία ζῶα ἀναίμων ἐν τῇ θαλάσσῃ· τὰ μὲν λέγον‐ ται μαλάκια, ὡς σηπίαι, τὰ δὲ μαλακόστρακα, ὡς οἱ πάγουροι, τὰ δ’ ὀστρακόδερμα, ὡς τὰ ὄστρεα· τῶν ἐναίμων τὰ μὲν λέγεται σελάχια, ζωοτοκοῦσιν, ὡς τρυ‐
10γὼν, βοῦς, γαλεὸς, δελφὶν, καὶ τὰ τοιαῦτα, τὰ δὲ λεπι‐ δωτὰ, τὰ δὲ φολιδωτὰ, καὶ ὠοτοκοῦσιν, ὥσπερ καὶ τὰ μαλάκια καὶ τὰ μαλακόστρακα.

1

.

321

Ἀφαυραί· ἀσθενεῖς. Ἀφαυρὸς ἀπὸ τοῦ φῶ τὸ λέγω, ὁ μέλλων φάσω γίνεται φαρὸς καὶ πλεονασμῷ τοῦ υ γίνεται ἀφαυρὸς, ὁ μὴ δυνάμενος δι’ ἀσθένειαν εἰπεῖν τι.

1

.

322

Κτητούς· ξένους, ἀλλοτρίους. δόμους· οἰκίας. ἐπι‐ μηχανόωνται· εὑρίσκουσιν, ἐξευρίσκουσιν, ἐπικτῶνται.

1

.

323

Ἀβληχροῖς· ἀσθενέσιν. νόθον· ξένον. Νόθος· παρὰ τὸ ὀνῶ τὸ μέμφομαι γίνεται ὄνοτος, καὶ ἀποβολῇ τοῦ ο καὶ τροπῇ τοῦ τ εἰς θ νόθος. σκέπας· οἶκον, σκέπασμα. σκέπας· τὸ πας μακρόν ἐστιν, ὅτι πᾶσα ἀποκοπὴ
5μακροκατάληκτός ἐστιν, ἐνταῦθα δὲ βραχὺ τοῦτο ἐδέ‐ ξατο διὰ τὸ μέτρον. ἀμφιβαλοῦσαι· ἐνδυθεῖσαι, περι‐ βαλοῦσαι. Βάλω τὸ ἐνδύομαι ἀπὸ τοῦ βῆλος τὸ βλατ‐ τίον, τὸ δὲ βάλλω τὸ τιτρώσκω ἀπὸ τοῦ βλῶ βλήσω, ἐξ οὗ καὶ βλητὴς καὶ προβλῆτες αἱ ὕφαλοι πέτραι.

1

.

324

Ἀθρήσωσι· βλέψωσι, καὶ ἴδωσιν. λελειμμένον· καταλειφθὲν, ἐναπομεῖναν. ὀρφανόν· ἐστερημένον· ὀρ‐ φανὸς λέγεται ὁ ἄνις ὀρόφου, ἢ ὁ ἐστερημένος οἰκίας. ὀρόφου ἄνις ἤτοι χωρὶς ὀστρέου. αὕτως· μάτην.

1

.

325

Οἰκητῆρος· τοῦ οἰκιστοῦ. ἀνέστιον· ἄοικον. οἰ‐ χομένοιο· ἀναχωρήσαντος, φθειρομένου, τελευτήσαντος, φθαρέντος.

1

.

326

Καταδῦσαι· ὑπεισελθοῦσαι, εἰσελθοῦσι. ἐλύ‐
τροις· ὀστράκοις.279

1

.

327

Ἑζόμεναι· καθήμεναι. μέλαθρον· οἴκημα, φω‐ λεόν.

1

.

328

Τῷδε· σὺν τούτῳ ὀστράκῳ. συνερπύζουσι· συμβαδίζουσι, βαδίζουσιν, ἀναστροφή. ἔνδοθεν· ὄντες, οὖσαι. ἕρκος· περίφραγμα, στήριγμα.

1

.

329

Νειρίτης· κοχλίας. κήρυξ· κο[γχύλ]η.

1

.

330

Στρόμβων· ἐπαναστροφὴ (a. m. ἐπαναφορά) κατὰ λέξιν, χηβάδων. δύσεις· οἰκίας, οἰκήσεις, καὶ τὰ ὄστρακα.

1

.

331

Κοῦφαι· ἐλαφραὶ, εὐκίνητοι. φέρεσθαι· εἰς τό.

1

.

332

Ἀεξομένη· τὸ πλάτος. πλήσῃ· πληρώσῃ, γεμίσῃ. μυχόν· ὄστρακον.

1

.

333

Ἔχει· οἰκεῖ, κατοικεῖ. δόμον· ἢ τὸ ὄστρακον.

1

.

334

Δίζεται· ζητεῖ, ψηλαφᾷ. εὐρύτερον· πλατύτε‐ ρον. κύτος· πλάτος, χώρημα, τὴν θέσιν. ἀμφιβαλέσθαι· εἰς τὸ, περιβαλεῖν, σκεπασθῆναι.

1

.

335

Πολλάκι· αἰολικόν· ἀναστροφή. γλαφυρῆς· βαθείας· γλαφυρὸν σημαίνει δύο τὸ κοῖλον, ὡς ἐνταῦθα, καὶ τὸ γλυκύ. γλαφυρῆς· τὸ βαθὺ ἀπὸ τοῦ γλάφω τὸ κοι‐ λαίνω, κυρίως δὲ τὸ λίαν γλυκύ· γλαφυρῆς· παρὰ τὸ ἐκεῖσε
5βαίνειν τὸ κέλυφος· γράφεται καὶ κέλυφον. κύμβος· κόχλου, κατοικίας, ὀστράκου, οἰκίας, μύλου. μονῆς· κύμβη τὸ ποτήριον, καταχρηστικῶς δ’ ἐνταῦθα τὸ ἔλυτρον.

1

.

336

Ἀλκή· δύναμις, πόλεμος, μάχη. μέγα νεῖκος· μεγάλη φιλονεικία. νεῖκος· φιλονείκημα. ἐγείρεται· παρακινεῖται. ἐκ δ’ ἐλάσασα· ἐκδιώξασα, ἀποδιώξασα.

1

.

337

Κρείσσων· ἡ μεγαλωτέρα, ἡ ἰσχυροτέρα. χειροτέρην· τὴν μικροτέραν, τὴν ἀσθενεστέραν. ἄρμε‐ νον· ἁρμόδιον. ἀμφέθεθ’· περιεκαλύψατο, περιέθετο.

1

.

338

Γλαφυρῷ· βαθυτάτῳ, κοιλῷ. κεκαλυμμένος· ἐσκεπασμένος.

1

.

339

Μορφήν· κατὰ τὸ εἶδος. ἀλίγκιος· ὅμοιος.

1

.

340

Οἰκείῃσιν· τοῖς ἰδίοις ἔργοις. ἐπικλέα· κλῆσιν ἔχοντα, ὀνομαζόμενον, ἐπώνυμον. ναυτιλίῃσι· [δια] ταῖς αὐτοῦ πλεύσεσιν. ὁ ναυτίλος ἀνέρχεται ἐκ τοῦ ὕδατος τοῦ βάθους μέχρι τῆς ἐπιφανείας, πρηνὴς, ἐπειδὴ
5ἔχει κοιλότητας κατὰ τὴν γαστέρα. ἵνα γοῦν μὴ εἰσ‐ ερχομένου τοῦ ὕδατος ἐμπλησθῇ τὰς κοιλότητας, καὶ οὕτω γένηται ὑποβρύχιος, διὰ τοῦτο φεύγων τὸν κίν‐ δυνον στρέφει ἑαυτὸν ὕπτιον καὶ ἀνέρχεται ὕπτιος, καὶ εἰς τὴν ἐπιφάνειαν ἄνω τῆς θαλάσσης γενόμενος ἀνα‐
10τείνει τοὺς ἔμπροσθεν δύο πόδας ὥσπερ ἱστοὺς ἄνω. Ἀνέρχεται εἰς τὸ ἐπιπόλαιον ὕδωρ ἐπὶ πρόσωπον καὶ ἄνω τὸ ὀστρακῶδες καὶ κοῖλον ἔχων αὐτοῦ σκέπασμα, μήπως αὐτὸν γεμίσῃ ἡ θάλασσα.

1

.

341

Ναίει· ὃς, κατοικεῖ. ψαμάθοις· ἐν τοῖς. ψα‐ μάθους· τάς. ἀνὰ δ’ ἔρχεται· ἀναβαίνει. ἄκρον ἐς ὕδωρ· κατὰ τὴν ἐπιφάνειαν, ἐπάνω θαλάσσης.

1

.

342

Πρηνής· ἐπὶ πρόσωπον, ἐπίκυφος. ὄφρα κε· ἵνα, ἕως οὗ ἄν. μιν· κοιλότητα ἣν ἔχει περὶ τὴν γασ‐ τέρα, αὐτόν.

1

.

343

Ἀναπλώσειε· ἀνέλθῃ, ἑαυτὸν, καὶ ἀναπλεύσῃ, ἄνω πλεύσῃ, ἄνω πετάσῃ. ῥοθίων· κυμάτων, τῶν ῥευ‐
μάτων. ὑπέρ· ὑπεράνω. ἀμφιτρίτης· τῆς θαλάσσης.Column end

1

.

344

Αἶψα· ταχέως· ἐκ τοῦ ἵπτω τὸ πέτομαι, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀΐπτω τὸ λίαν πέτομαι, ὁ μέλλων ἀΐψω καὶ ἐξ αὐτοῦ ἐπίῤῥημα αἶψα. μετα‐ στρεφθείς· μετακινηθείς. μετά· περί. ὥστ’· καθά.
5ἀκάτοιο· ἐπὶ πλοίου, νηός.

1

.

345

Ἴδρις· ἐπιστήμων, ἔμπειρος. δοιούς· τοὺς δύο, διπλοῦς. ὥστε· ἔκφρασις. κάλωας· σχοίνους.

1

.

346

Ἀντανύει· ἐξαπλοῖ, ἐπὶ τῆς θαλάσσης, ἐξαπλοῖ, ἄνω ἀνατείνει. διαῤῥέει· διατρέχει, ἐξαπλοῦται, ὑψοῦ‐ ται. Μέσος δὲ διαῤῥέει· ἐξήπλωται, διαχεῖται, καθά περ ἄρμενον. λαῖφος· ἄρμενον.

1

.

347

Ὑμήν· δέρματος πτέρυξ, ἡ λεγομένη τζίπα. Λεπτὸς ὑμὴν, ὃν διατείνει εἰς τύπον ἀρμένου, τοὺς ἄλλους δὲ δύο πόδας ἔχει ὄπισθεν, οὓς σύρει εἰς τύπον αὐχενίων, καὶ οὕτως ὥσπερ ναῦς ὑπ’ ἀνέμου φέρεται·
5ἡνίκα οὖν θεάσηται ἢ θηρίον ἢ ἄλλο τι βλάπτον, δέχε‐ ται ἐν τῇ κοιλότητι αὑτοῦ τὸ ὕδωρ, καὶ οὕτως βαπτί‐ ζεται καὶ ἐκφεύγει, τὸ δὲ τιταίνεται ἀντὶ τοῦ ἐξαπλοῦ‐ ται, πνεύματος πληροῦται. τιταίνεται· ὀγκοῦται, ἐξα‐ πλοῦται, ἐκτείνεται. αὐτάρ· δέ.

1

.

348

Δοιοί· πόδες ἀπὸ κοινοῦ. ψαύοντες· ἁπτόμενοι, προσεγγίζοντες. οἰήκεσσι· πηδαλίοις, αὐχενίοις.

1

.

349

Πομποί· ὄντες, ὁδηγοὶ, κομισταὶ, ὑπάρχοντες. ἰθύνουσι· προοδοποιοῦσιν, ὁδηγοῦσιν. δόμον· τὸν οἶκον, τὸ ὄστρακον. νῆα· τὴν ναῦν. ἰχθύν· περίφρασις. δόμον καὶ νῆα καὶ ἰχθύν· ἢ αὐτὸν τὸν ἰχθὺν περιφραστικῶς. Ὡς
5πόμποι δόμον ἰθύνουσιν, ἰθύνουσί φησι τὸν καὶ νῆα ὄντα καὶ ἰχθὺν, καὶ πηδάλιον, καὶ δόμον· ἢ ἐκεῖνον τὸν δό‐ μον καὶ νῆα αὐτό φησι τὸ ὄστρακον ὃ φορεῖ καὶ ᾧ πλέει, ὅτε δὲ βλάβην τινὰ ἐπαγομένην αὐτοῦ νοήσει ....

1

.

350

Ἀλλ’ ὅτε φοβηθῇ ἐγγὺς ἐρχόμενον τὸ κακόν· ὁπόταν δὲ φοβηθῇ, οὐ συμφέρεται τῷ ἀρμένῳ, βαρυνό‐ μενος δὲ καθέλκεται, κατασύρεται, κατασπᾶται, κατ‐ έρχεται, πολὺ κῦμα ἔσω τοῦ ὀστράκου δέχεται, ἵνα
5βολίσῃ. Ταρβήσει· φοβηθῇ, δειλιάσει. σχεδόθεν· ἐκ τοῦ σύνεγγυς, πλησίον. ἀήταις· τοῖς ἀνέμοις. φροντίζον‐ τες.

1

.

351

Ἐπιτρέψας· ἀνατεθεικὼς ἑαυτὸν, τεθαῤῥηκὼς, θαῤῥῶν, μετακινηθεὶς, δὸς (δοὺς?) ἑαυτόν. ἐπιστρέψας· ἐμπιστευθείς, παραχωρηθείς. ἔσπασε· ἐχάλασεν, ἔσω ἔλαβεν. σὺν δ’ ἔσπασε· ἐν δ’ ἔσπασε, συνῆξεν.

1

.

352

Ἱστία· τὰ κατάρτια. οἴηκάς τε· αὐχένιά τε. ἀθρόον· ὅλον, ὁμοῦ.

1

.

353

Κῦμα· τὸ κῦμα ἔσωθεν τοῦ ὀστράκου δέχεται. βαρυνόμενος· ὑπὸ τοῦ ῥεύματος δηλονότι. καθέλκεται· κάτω ἔρχεται, σύρεται, ὅπως.

1

.

354

Ὦ πόποι· φεῦ· θαυμαστικὸν, ἀποστροφὴ μετ’ ἐκπλήξεως· φεῦ θεοί· ἔποποι γὰρ οἱ θεοὶ, καὶ κατ’ ἀφαίρεσιν τοῦ ε πόποι. Ὦ πόποι· φεῦ τοῦ θαύματος, ὦ θεοὶ, ὦ ἄνδρες ....ὴ ἐκπληκτικόν. ὅς· τίς. Ὦ πόποι ὅς·
5ὅστις πρῶτον τὰ ὀχήματα τῆς θαλάσσης εὗρε, τουτέστι τὰ πλοῖα· ἢ τίς τῶν ἀθανάτων θεῶν ὑπενόησε τὴν τέχνην; ἢ Ἀθηνᾶ, ὅτι λέγουσι ταύτην εἶναι ἐφευρέτριαν
τῶν τεχνῶν· οὐκ οἶδα· εἰ δέ τις ἄνθρωπος (διὰ τὸν Φέρεκλον λέγει), ὄντως ἀπ’ αὐτοῦ τοῦ ἰχθύος εἶδε τὴν280
10τέχνην, καθὼς καὶ οὗτός φησι, τοῦτον ἰδόντες οἱ ναυ‐ πηγοὶ κατεσκεύασαν νῆας. πρώτιστος· πρῶτος. ὄχους· ἢ πλοῖα, ἅρματα· ὀχήματα τῆς θαλάσσης τὰ πλοῖα, τὰ δὲ τῆς γῆς ἅρματα οἱ ἵπποι· ἔστι δὲ τὸ νῆας ἐφερ‐ μηνευτικόν· τὰ ἱστία πετάσας, καὶ ἁπλώσας ταῖς πνοαῖς
15τοῦ ἀνέμου ἐκ τῶν σχοινίων, τὰ δ’ αὐχένια καὶ τοὺς οἴακας ὄπισθεν.

1

.

355

Ἀθανάτων· θεῶν. ἐπεφράσατ’· ἐνόησεν. ἀνήρ· ἄνθρωπος.

1

.

356

Τολμήεις· τολμηρός. ἐπεύξατο· ἐθάρσησεν, ἐκαυ‐ χήσατο.

1

.

357

Ἦ που· ὄντως δή. ἴκελον· ὅμοιον.

1

.

358

Δουροπαγές· ξυλοκατάσκευον, τὸ κατασκευασθὲν ἐκ ξύλων, ἐκ ξύλων εἰργασμένον. τόρνωσε· κατεσκεύασεν. τὰ μέν· τὰ ἱστία. πνοιῇσι· τοῦ ἀνέμου δηλονότι, καὶ ἀναπνοαῖς τῶν ἀνέμων. πετάσας· ἐξαπλώσας. Τὰ μὲν
5πνοιῇσι· τὰ ἱστία ἐκ προτόνων τοῦ ἀνέμου ταῖς πνοαῖς ἁπλώσας.

1

.

359

Προτόνων· σχοινίων. τὰ δ’ ὄπισθεν· κατασκευά‐ σας, τὰ αὐχένια, ἢ τὰ κυβερνητήρια αὐτά. χαλινωτήρια· οἴακας, ὥστε, ὁδηγούς.

1

.

360

Ὀμβιμόγυια· ἰσχυροσώματα, μεγαλοσώματα. ὀβριμόγυια· βαρυμελῆ· ὄβριμον παρὰ τὸ βρι, ἐπιτατικὸν μόριον κατὰ πλεονασμὸν τοῦ ο καὶ παραγωγὴν, ὄβρι‐ μος ὁ πάνυ ἰσχυρός· ἢ ἀπὸ τοῦ Βριμῶ ἡ Περσεφόνη,
5καὶ κατὰ πλεονασμὸν τοῦ ο ὄβριμον τὸ φοβερὸν καὶ καταπληκτικόν. ὀμβριμόγυια· μεγάλα, ἰσχυρά. πελώ‐ ρια· πελώριον τὸ μέγα ἀπὸ τοῦ πέλας εἶναι ὄρους, ἢ πε‐ λάζειν τῷ Ὠρίωνι. πελώρια· μεγάλα, πέλας ὄρη ὄντα ἢ πελάζοντα Ὠρίωνι, ἢ πελάζονται ὤρῃ καὶ φροντίδι
10πελώρια· μεγάλα, ἰσχυρά· πελώριος ὁ μέγας ἀπὸ τοῦ πελάζειν οἱονεὶ τῷ Ὠρίωνι ἢ τῷ ἄστρῳ ἢ τοῖς ὄρεσιν ἡ ἀπὸ τοῦ πελάζειν τῇ ὤρᾳ καὶ τῇ φροντίδι· τὰ γὰρ με‐ γάλα φροντίδος εἰσὶν ἄξια. πελώρα· μέγιστα, ἢ τὰ πέ‐ λας ὄρη κατὰ τὸ μέγεθος.

1

.

361

Ἀλκῇ· δυνάμει. ἀμαιμακέτῳ· ἀκαταπονήτῳ, ἀπληρώτῳ, πολλῇ, ἀμετρήτῳ, ἄγαν μαιμώσῃ, ἢ με‐ γάλῃ καὶ ἐπιμήκει ἀπὸ τοῦ α ἐπιτατικοῦ μορίου καὶ τοῦ μᾶκος, ὃ δηλοῖ τὸ μῆκος δωρικῶς, ὅθεν καὶ ἀμάκε‐
5τον καὶ διπλασιασμῷ ἀμαμάκετον καὶ ἀμαιμάκετον· καὶ χίμαιρα παρὰ τῷ ποιητῇ (Il. ζ 179 et π. 329) ἀμαι‐ μάκετος. βεβριθότα· βαροῦντα, βαρυνόμενα· βεβριθότα παρὰ τὸ βρι ἐπιτατικὸν κατὰ πλεονασμὸν τοῦ ο καὶ παρ‐ αγωγήν· ὄμβριμος ὁ πάνυ ἰσχυρός. δεῖμα· φόβον.
10ὄσσοις· ὀφθαλμοῖς.

1

.

362

Εἰσιδέειν· ἰδεῖν. ὀλοῇ· ὀλεθρίᾳ. κεκορυθμένα· ὡπλισμένα, καθωπλισμένα. λύσσῃ· μανίᾳ, ἀγριότητι, τῇ μανιώδει ὁρμῇ.

1

.

363

Εὐρυπόροισιν· πλατυτάτοις κύμασι, μεγάλοις. ἐνιστρέφεται· διέρχονται.

1

.

364

Ἀτέκμαρτοι· ἄγνωστοι, ἀπέραντοι, ἀπλήρωτοι. Ἀτέκμαρτοι· ὧν οὔκ ἐστι τέκμαρ ἤως τέλος, ἢ ὧν οὐκ
ἔστι τεκμαίρεσθαι. περιωγαί· καταγωγαί· περιωπαί· καταδύσεις. ἀτέκμαρτοι περιωπαί· τῆς θαλάσσης αἱColumn end
5ἀπέρανται περισκοπήσεις, αἱ μεγάλαι, αἱ ἀπλήρωτοι, ἀτελείωτοι, ὑψηλαὶ κατοικίαι.

1

.

365

Παῦρα· ὀλίγα κήτη, παύεσθαι ῥεῖα. ῥηγμίνων· αἰγιαλῶν, ἐπὶ τῶν αἰγιαλῶν. Ῥηγμὶν ὁ αἰγιαλὸς, ἐν ᾧ ῥήσσονται τὰ κύματα. σχεδόν· πλησίον. ἔρχεται· λεί‐ πει ἀπὸ τῶν κητῶν. φέρουσιν· βαστάζουσιν.

1

.

366

Ἠϊόνες· οἱ αἰγιαλοί. βαρύθοντα· μεγαλοκήτη, βαρυνόμενα, καὶ βαρέα, μεγάλα ὄντα ἤτοι καὶ βαρεῖα ὄντα. Ἠϊόνες βαρύθοντα· ὅσα δύνανται ἐπενεγκεῖν οἱ αἰ‐ γιαλοὶ καὶ οὐ λείπεται ὕδατος, ἀλλ’ ἀρκοῦσιν εἰς τὸ βα‐
5στάζειν αὐτά. ὥσπερ νέμω νεμέθω, φλέγω φλεγέθω, φθίνω φθινύθω, οὕτω καὶ βαρῶ βαρύθω. ἀπολείπεται· στερί‐ σκονται. Οὐκ ἀπολείπεται ἅλμης· καὶ οὐδαμῶς φησι τῆς θαλάσσης εἶδός τι κήτους ἐξέρχεται ἐπὶ τοῦ αἰγια‐ λοῦ, τὴν ἤπειρον ἀπολιμπάνει τελείως, ἀλλ’ εἰς ὅσον
10βαστάζεται ὕδωρ, εἰς ἐκεῖνο καὶ ἐξέρχεται κῆτός τι καὶ οὗτος ἐκ τῶν ἐλαχίστων καὶ μικρῶν, ἐκ δὲ μεγάλων καὶ περιβοήτων οὐδόλως, ἀλλὰ διὰ παντὸς τοῖς πελάγεσσι διατρίβονται, ἐμφωλεύουσι καὶ κατοικοῦσιν.

1

.

367

Τῶν· ἀπὸ τούτων τῶν κητῶν, εἰσὶ, ὧν, ἀπὸ τῶν ὅλων ἤως κητῶν. κρυόεις· χαλεπός. κρυεός· θανατηρὸς, φρυκτὸς, ἰσχυρός· γράφεται κρυόεις. Λέοντα εἶπε κρυό‐ εντα πρὸς ἀντιδιαστολὴν τοῦ χερσαίου λέοντος, ὃν αἴ‐
5θωνα οἱ ποιηταί φασιν· οὗτος εἶπε τῆς θαλάσσης. βλοσ‐ συρή· καταπληκτικὴ καὶ πληκτική.

1

.

368

Παρδάλεις· ἰχθύων εἴδη. παρδαλῆ δὲ τὸ δέρμα αὐτῆς· πάρδαλις ἀπὸ τοῦ πέρδω καὶ τὸ ἅλλομαι τὸ πηδῶ, ἡ ἐν τῷ ἅλλεσθαι πέρδουσα· ὀλοαί· ὀλεθρίαι, ὀλέθριοι. φύσαλοι· εἶδος κήτους, μεγάλοι βάτραχοι. Φύσσαλοι
5οἱονεὶ πτύσσαλοι ἀπὸ τοῦ πτύειν τὴν ἅλα. αἰθυντῆρες· ὁρμητικοὶ, καυστικοὶ, διάπυροι· αἰθύσσω γὰρ τὸ διαπύ‐ ρως καὶ ὀξέως ὁρμῶ.

1

.

369

Ἐν δέ· τούτοις δηλονότι, σὺν τούτοις. ζαμενές· λίαν ὀργίλον, ἄγαν ὀργίλον, ἄγριον, ὁρμητικόν. δαφοινή· ἄγαν φονική· δαφοινὸν τὸ ἄγαν φονικὸν ἐκ τοῦ δα ἐπι‐ τατικοῦ μορίου καὶ τοῦ φόνος. δαφοινή· ἄγαν ὀλεθρία,
5δυνατωτάτη, ἢ ἡ κοπτικὴ, ἢ ἡ μέλαινα, ἡ ἐρυθρά.

1

.

370

Πρῆστις· βασιλίσκος. ἀταρτηρῆς· βλαπτικῆς, ἀναιδοῦς, ἀκαταπονήτου· ἀταρτηρὸν τὸ βλαβερὸν ἀπὸ τοῦ ἄτη ἡ βλάβη, ἀτηρὸν καὶ κατ’ ἀναδιπλασιασμὸν ἀταρτηρόν. δυσαντέα· κακοσυνάντητα, δυσαπάντητα,
5τὰ δυσμενῆ συναντήματα. χάσματα· καὶ φοβήματα ἐκ τοῦ χάζω τὸ ὑποχωρῶ, ἃ ἰδών τις χάσσαιτο καὶ ὑποχωρήσει, ἀνοίγματα· περίφρασις. λάμνης· ὄνομα κήτους, θαλάσσης.

1

.

371

Μάλθη· μαλθακή. Μάλθη τ’ οὐ μαλακῇσιν· οὐ γὰρ ταῖς μαλθακαῖς ἀδρανίαις ἐπώνυμος, ἀλλ’ ἰσχυρά ἐστιν, οὐ πρὸς τὸ ὄνομά ἐστιν ἡ μάλθη· μάλθη κυρίως τὸ εὐθειαζόμενον εἰς χείλη. μαλακαῖσιν· κατ’ ἀντίφρασιν,
5ἀλλ’ ἰσχυρά. ἣ μαλακῇσιν· ἐπώνυμος μάλθη· ἐπήγαγεν. ἀδρανίῃσιν· οὐ μαλακῇσιν ἐπώνυμος ἀσθενείαις.

1

.

372

Ἀργαλέοι· λυπηροὶ, χαλεποί. ἀπαίσιον· ἄδικον,
μισητὸν καὶ κακὸν, φοβερὸν, ἀπρεπές. ἄχθος· βάρος ἀπὸ τρόπου. ὑαίνης· ὕσκας, ἀντὶ τοῦ αἱ ὕαι· διὸ καὶ μισηταί.281

1

.

373

Ἁρπακτῆρες· ἁρπακτικοί. ἐν δέ· καί. κύνεσσιν· μεταπλασμός.

1

.

374

Τριχθαδίη· τρισσή ἐστι, τριπλῆ. Ἐκ τοῦ τριχῆ γίνεται τριχᾶ καὶ κατ’ ἀναδιπλασιασμὸν τοῦ τόνου τρίχα καὶ πλεονασμῷ τοῦ θ γίνεται τριχθά καὶ διχθὰ, καταβιβασθέντος τοῦ τόνου, καὶ ἐξ αὐτῶν διχθαδίη, τρι‐
5χθαδίη ἡ διπλῆ καὶ τριπλῆ. Τρία γένη θαλασσίων κυ‐ νῶν, ὧν τὸ ἓν μετὰ τῶν κητῶν ἐστιν ἐναρίθμιον, καὶ τὸ ἕτερον κεντρίναι λέγονται καὶ τὸ ἄλλο γαλεοί. γενεή· γέννα, ἤως τὸ γένος.

1

.

375

Λευγαλέοις· ὀλεθρίοις· λευγαλέον τὸ καταπλη‐ κτικόν· ἀπὸ τοῦ ἀλεύω τὸ ἐκφεύγω γίνεται ἀλευλέον κατὰ παραγωγὴν, καὶ κατὰ μετάθεσιν λευαλέον καὶ πλεονασμῷ τοῦ γ λευγαλέον. λευγαλέοις· ἀξίοις λόγου
5παρὰ τὸ λέγω πλεονασμῷ τοῦ υ, ἢ θανατηφόροις ἀπὸ τοῦ λέγω τοῦ κοιμῶμαι τοῖς κατακοιμίζουσιν εἰς θάνατον ἐξ οὗ καὶ κυνηγὸς, ἢ παρὰ τὸ λοιγὸς ὁ ὄλεθρος λοιγαλέος καὶ λευγαλέος, λευγαλέος δὲ κυρίως ὁ ἐν τῇ θαλάσσῃ ὄλεθρος. ἐναρίθμιον· συναυλιζόμενον. φῦλα· γένη. ἄλλα
10δὲ φῦλα· τὰ δ’ ἄλλα δύο γένη.

1

.

376

Καρτίστοισι· ἐν τοῖς, δυνατοῖς, ἰσχυροῖς, ἰσχυ‐ ροτάτοις. μετ’· σὺν, ἐπί· γράφεται μετά. δινεύονται· συστρέφονται.

1

.

377

Κέντροισι κελαινοῖς· διὰ τὰ κέντρα τὰ μάταια. κελαινοῖς· θανατηφόροις, ματαίοις, σκοτεινοῖς.

1

.

378

Αὐδώωνται· ὀνομάζονται, καλοῦνται. ἐπώνυμον· φερώνυμον. ὁμαρτῆ· ὁμοῦ, ἀντὶ τοῦ καθόλου ὁμοῦ λέγει.

1

.

379

Κλείονται· καλοῦνται. κλύονται· κλύω τὸ ἀκούω καὶ ὀνομάζομαι, ὡς καὶ ἀκούω, γαλεοί. γαλεῶν· και‐ νοπρεπὲς τὸ σχῆμα· ἐξ ἑνικοῦ γὰρ ἄρχεται, καὶ εἰς πλη‐ θυντικὸν καταλήγει, καὶ πᾶν τὸ ἀρχόμενον ἐξ ἑνικοῦ,
5καταλῆγον δ’ εἰς πληθυντικὸν, καινοπρεπὲς λέγεται. ἑτε‐ ρότροπα· διάφορα, ξενότροπα, διάφορα ἀντὶ τοῦ διαφε‐ ρόντως καὶ ἑτέρως τρεφόμενα, διῃρημένα, διακεχωρι‐ σμένα γένη πολλά.

1

.

380

Ἀκανθίαι· ταῦτα πάντα γαλεοὶ καλοῦνται. ἄρα· δή.

1

.

381

Ἀλωπεκίαι· πανοῦργαι. ποικίλοι· κατάστικτοι. ἴκελα· ὅμοια.

1

.

382

Φορβή· γράφεται καὶ μορφή. σύν· ἐν. τε· δέ.

1

.

383

Δελφῖνες· οἱ δελφῖνες πρώην ἦσαν ἄνθρωποι καὶ ἐβουλήθησαν (ἐβολ) ἵνα θεοποιηθῶσι, καὶ μετέβαλεν αὐτοὺς ὁ Ζεὺς διὰ τοῦτο εἰς ἰχθύας. ἀκταῖσι· αἰγιαλοῖς. πολυραθάγγοισι· πολυήχοις, ἐν οἷς ῥήγνυνται τὰ κύ‐
5ματα, πολυήχοις, πολυῤῥήγοις, κατὰ πολὺ ῥεομένοις· γράφεται πολυῤῥογάθοισιν· ταῖς πολλὰς ῥαγάδας καὶ σταγόνας ἐχούσαις ἢ δεχομέναις, ἢ πολυήχοις ἐκ τῶν κυμάτων προσρήξεως· ἢ τὰς πολλὰς ῥαγὰς καὶ σχισμὰς πετρώδεις ἐχούσαις ἐκ τῆς προσβολῆς τῶν κυμάτων.
10πολυῤῥαθάγοισιν· ὠνοματοπεποίηται ἡ λέξις· εἰ μή τις τυχὼν βιάσῃ αὐτὴν παραγαγὼν ἀπὸ τοῦ ῥάθαγος, ὅπερ
τὴν σταγόνα δηλοῖ. ἄλλως· πολυῤῥαγάθοις· πολυήχοις, πολυψόφοις, ἐκ τῆς τῶν κυμάτων προσρήξεως· ἢ ὅτι πολλὰς ῥαγὰς καὶ σχισμὰς πετρώδεις ἔχουσιν οἱ αἰγια‐Column end
15λοί. γάνυνται· χαίρονται, χαίρουσιν.

1

.

384

Ναίουσι· οἰκοῦσιν. οὔποτε νόσφι θάλασσα· οὐδεὶς τόπος θαλάσσης χωρίς· ἀντίπτωσις. νόσφι· χωρίς. Νόσφι παρὰ τὸ νο στερητικὸν μόριον καὶ τὸ ἕπω ἀκολουθῶ νόεπι ἐπίῤῥημα καὶ κατὰ συγκοπὴν καὶ τροπῇ τοῦ π εἰς
5φ καὶ πλεονασμῷ τοῦ ς νόσφι.

1

.

385

Δελφίνων πέρι· χωρὶς θαλάσσης δελφῖνες οὔκ εἰσιν. πέρι· περισσότερον. σφέ· αὐτούς. Ποσειδάων· πε‐ ρισσῶς γὰρ ὁ Ποσειδῶν αὐτόν· ποσειδῶν ἐστι τὸ ἁλυ‐ κὸν καὶ θαλάσσιον ὕδωρ παρὰ τὸ τὴν πόσιν δεῖν, ἀμ‐
5φιτρίτη δὲ τὸ γλυκὺ καὶ πότιμον ὕδωρ, τὸ ἀμφοτέρωθεν ἤως διχόθεν ἡμῖν ἐπιγινόμενον ἔκ τε τῶν πηγῶν, καὶ τῶν ὑετῶν· διὸ καὶ τὴν τοιαύτην γλυκερὰν τοῦ ὕδατος φύσιν Ἀμφιτρίτην ἐκάλεσεν ἀμφοτερότητά τινα οὖσαν, ἐπεὶ, ὡς εἴπομεν, ἀμφοτέρωθεν ἤως διχόθεν ἡμῖν ἐστιν.
10τοῦτο οὖν τὸ γλυκὺ ὕδωρ, ὃ καὶ ἀμφιτρίτην φασὶν, ἔφευγε τὸν ποσειδῶνα, μὴ θέλον συγγενέσθαι αὐτῷ, ἢ ἀσυνδύαστον ἦν, ἐναντιούμενον τῇ τε ποιότητι καὶ τῷ διαστήματι, οἱ δέ γε δελφῖνες, οἱ ποταμοὶ δηλαδὴ, δελ‐ φῖνες λεγόμενοι διὰ τὸ ἐν τῇ δελφύϊ ἢ τῇ κοιλότητι τῆς
15γῆς αὐτοὺς σύρεσθαι, συνεκόμισαν αὐτῷ τὴν τοιαύτην ἀμφιτρίτην· διὰ γὰρ τῶν ποταμῶν τῶν τ’ ἀειῤῥόων καὶ τῶν χειμάῤῥων εἰσβάλλει τὸ γλυκὺ ὕδωρ εἰς τὴν θάλασσαν· κόρην μὲν οὖν φησι τὴν τοιαύτην διὰ τὸ καθ‐ αρὸν τῶν ὑδάτων τοιούτων, κυανώπιδα δὲ διὰ τὸ ἔστιν
20οὗ καὶ ὅ τι μέλαν αὐτῶν, νηρηΐδα δὲ διὰ τὸ νεύειν καὶ ῥέειν αὐτὰ, ἐν ὠκεανοῦ δὲ δόμοις λέγει αὐτὴν εἶναι, ἐπεὶ ὠκέως καὶ ταχέως ἀεὶ νάουσι. βασιλείαν δὲ λέγει αὐτὴν τῆς ἁλὸς, καὶ τοῦτο ἀληθές· βασιλικώτατον γὰρ τὸ πότιμον ὕδωρ καὶ ὑπερέχον τοῦ πικροῦ καὶ ἁλυκοῦ.
25ἀγαπάζει· ἀγαπᾷ, ἀττικόν.

1

.

386

Κούρην· παρθένον, νέαν. Οὕνεκά οἱ κούρην· διότι τὴν τοῦ Νηρέως κόρην τῷ Ποσειδῶνι ζητοῦντι καὶ φεύ‐ γουσαν ἐκείνην τὸ αὐτοῦ λέχος οἱ δελφῖνες ἔδειξαν, τὸ δὲ Νηρηΐνη· τύπος θηλυκῶν πατρωνυμικός ἐστι καὶ ὁ διὰ
5τοῦ ἰνη οἷον ἡρωΐνη, ἡ τοῦ ἥρωος, Ὠκεανίνη, ἡ τοῦ Ὠκεανοῦ· οὕτως οὖν καὶ τὸ Νηρηΐνη ἡ τοῦ Νηρέως, ἐστὶ δ’ ὁ Νηρεὺς θαλάσσιος δαίμων. κυανώπιδα· μελαν‐ όφθαλμον, γερανόφθαλμον, μελανόμματον. νηρηΐνην· τὴν τοῦ Νηρέως θυγατέρα· τρεῖς τύποι τῶν πατρωνυμι‐
10κῶν ἀρσενικῶν· ὁ εἰς ης, οἷον Πηλειάδης, ὁ εἰς ων, οἷον Πηλείων, ὁ εἰς άδιος αἰολικῶς, οἷον Πηληϊάδιος. καὶ θηλυκοὶ τρεῖς· ὁ εἰς ις, οἷον Πριαμὶς, ὁ εἰς ας, οἷον Πριαμιὰς, Βυζαντιὰς, καὶ ὁ εἰς ίνη, οἷον Πριαμίνη, Νηρηΐνη.

1

.

387

Μαιομένῳ· ἐπιθυμοῦντι, διώκοντι, ζητοῦντι, ἐρευ‐ νῶντι. λέχος· ἰδίαν κοίτην· λέχος ἡ κοίτη παρὰ τὸ λε‐ χρίους ἡμᾶς ποιεῖν ἤως πλαγίους, ἢ παρὰ τὸ λέγω τὸ κοιμῶμαι. ἑὸν λέχος· τὴν κοίτην αὐτοῦ.

1

.

388

Φρασσάμενοι· νοήσαντες, σκοπήσαντες, θεασά‐ μενοι. ὠκεανοῖο· Ὠκεανὸς παρὰ τὸ ὠκέως νεύειν, ἢ παρὰ
τὸ ὠκὺς καὶ τὸ ἀνύω ὁ ταχέως φέρων.282

1

.

389

Κευθομένην· κρυπτομένην, κεκρυμμένην. Κευ‐ θομένην ἀπὸ τοῦ εἴκω τὸ ὑποχωρῶ καὶ τοῦ εὔω τὸ φω‐ τίζω, ὅθεν τὸ φωτίζον ὑποχωρεῖ. ἤγγειλαν· ἐμήνυσαν, ἀπήγγειλαν τῷ Ποσειδῶνι. κυανοχαίτης· μελανόθριξ.

1

.

390

Ἐξήρπαξεν· δωρικῶς. ἀναινομένην· μὴ βουλο‐ μένην, ἀπαρνουμένην, καὶ μὴ θέλουσαν, καὶ μὴ προθυ‐ μουμένην, ἀρνουμένην. ἐδάμασσε· ἔφθειρε, διὰ σεμνό‐ τητα, ὅθεν δάμαρ, ἐξεπαρθένευσεν, ἀνεκοιτάσθη· ἀντὶ
5τοῦ εἶπε ἐδάμασεν, τὸ δὲ σχῆμα σεμνότητος, ὡς τό· «ἔγνω ὁ Ἀδὰμ τὴν γυναῖκα αὑτοῦ» (Genes IV. I.).

1

.

391

Παράκοιτιν· ὁμόζυγον, ὁμόκοιτον, γυναῖκα· βα‐ σίλειαν· δέσποιναν· ὅρα ἀσύνδετον. Βασίλειαν ἔθηκεν ἐκ τοῦ βασιλεὺς, ὡς ἱερεὺς ἱέρεια καὶ βασιλεὺς βασίλεια, τὸ δὲ βασίλισσα τῶν ὑστερογενεστέρων ῥητόρων ἐστίν.
5ἔθηκεν· ἐποίησεν.

1

.

392

Ἀγγελίης· ἕνεκα, ἕνεκα τῆς μηνύσεως, ἕνεκα τῆς, ἢ τῆς ἀγγελίας, ἰωνικῶς· τὸ ἀγγελίας διπλῶς νοεῖται, ἢ ἕνεκα τῆς ἀγγελίας, καὶ τῆς ἀπαγγελίας· ἢ τοὺς προση‐ νεῖς ἀγγελέας καὶ ἀγγελῆας καὶ τρέπεται τὸ η εἰς ι ἰωνι‐
5κῶς· ἀγγελεὺς γὰρ ἡ εὐθεῖα. ἤνεσσεν· καθίζειν ἐποίησεν ἀπὸ τοῦ ἀνέζω. ἤνησεν· ἐπῄνεσεν. ἐνηέας· πρᾴους, πρᾳεῖς, ἀγγέλους, προσηνεῖς. θεράποντας· δούλους.

1

.

393

Κλήρῳ δ’ ἐν σφετέρῳ· κατάχρησις· τὸ γὰρ σφέ‐ τερον δευτέρου ἐστὶ πρόσωπον, νῦν δὲ πρῶτον (τρίτον?). περιώσιον· μεγάλην, πολλὴν, ἐξάκουστον, ἄπειρον, τὸ δὲ περιώσιον ἀττικὴ ἡ αὔξησις, ὡς τὸ πλωΐζω πλωτόν.
5περιώσιον· ὑψηλόν (ήν). ὤπασε· παρέσχεν, ἔδωκεν ἀπὸ τοῦ ὀπάζω. τιμήν· γέρας.

1

.

394

Ἀμειλίκτοις· ἀνημέροις, ἀγρίοις, ἀκαμπέσιν. ὅσσα· λείπει τινά.

1

.

395

Τραφερῆς· τῆς ξηρᾶς γῆς, τῆς χέρσου. φυσί‐ ζωον· τὸ φύον τὴν ζωὴν, τὸ φύον τὸ ζῇν, ἤως τὸ φύον, τὸ ἀναβλαστάνον, τὸ ζωογονοῦν τὴν φύσιν. Φυσίζωον τὴν δωρουμένην τὰς ζειὰς, ἢ ἐκ τοῦ ἔχειν φύσιν ζωο‐
5γονοῦσαν, φύουσα (αν) πρὸς τὸ ζῇν, ἡ δὲ λέξις σύνθετος. οὖδας· ἔδαφος.

1

.

396

Δηρόν· ἐπὶ πολύ. ἠϊόνεσσι· αἰγιαλοῖς. ἀγχιάλοι‐ σιν· τοῖς πλησίοις ἁλὸς, τοῖς πλησίον τῆς θαλάσσης. ἀρούραις· γαίαις, γέαις.

1

.

397

Μίσγοντ’· ἢ διατρίβουσιν. ἀσπιδόεσσα· περιφερὴς, στρογγύλη· πλατεῖα γάρ ἐστιν, ἡ δίκην ἀσπίδος ἔχουσα τὴν περιφέρειαν, καὶ ὁ ποιητής (Il. λ. 754.)·
δι’ ἀσπιδέος πεδίοιο·
5ἢ τῷ τὸ πρόσωπον ἀσπίδος ἔχειν, ἢ διὰ τὸ δίκην ἀσπί‐ δος φέρειν τὸ ἑαυτῆς καύκλον (sic).

1

.

398

Δυσπενθέες· αἴτιαι πένθους, αἱ ἐπὶ κακῷ πενθοῦ‐ σαι, ἢ φωνοῦσαι· δυσοιώνιστοι γάρ εἰσιν· αἱ κακὸν πένθος ἔχουσαι, αἱ κακῶς πενθοῦσαι. ἀλεγεινήν· φευκτὴν, ἀλγει‐ νὴν, ἐλεεινὴν, χαλεπὴν, καὶ πένθος κακὸν καὶ ἐλεεινόν.

1

.

399

Ὄσσαν· φωνὴν, βοήν. Ὄσσα ἡ φήμη καὶ ἡ ὀμφὴ, ἐπὶ τῶν μάντεων παρ’ Ὁμήρῳ (Od. α 282 et saepius alibi)· σήμαινε. κροκάλοισιν· αἰγιαλοῖς· κροκάλη
ἀπὸ τοῦ κρούω καὶ τοῦ ἁλὸς, ἡ θάλασσα, ὁ αἰγιαλὸς, ἐνColumn end
5ᾧ κρούονται τὰ κύματα. κροκάλαι κυρίως εἰσὶν αἱ περὶ τὸν αἰγιαλὸν σμικρόταται ψηφῖδες. κροκαλοῖσι· ταῖς ὀξείαις πέτραις ἢ αἰγιαλοῖς, καὶ παρ’ Ὁμήρῳ κροταλὶς ἡ ψηφώ (ψῆφος?) καὶ ἐπὶ τοῖς (ταῖς) ψηφῖσι τῶν αἰγια‐ λῶν· κροκάλη ὁ αἰγιαλὸς ἀπὸ τοῦ κρέκω τὸ ἠχῶ. ἀπαίσιον·
10κακὴν, μισητὴν, ἀπρεπῆ, ἢ μαντικὴν, ἢ φημητικήν. ὠρύονται· βοῶσιν, ἤτοι ὑλακτοῦσιν, ἤως φωνὴν βοῶσι δηλοῦσαν σημεῖον θανάτου τῷ ἀκούσαντι· καὶ ὃς γὰρ ἀκούσῃ αὐτῶν ἀπόλλυται. βρύχω λέγεται ἐπ’ ἀνθρώ‐ που, βρυχῶ δ’ ἐπὶ λέοντος, καὶ μηκῶ ἐπ’ αἰγὸς διὰ τοῦ
15η, μυκῶ δ’ ἐπὶ βοὸς διὰ τοῦ υ ψιλοῦ, ὠρύω δ’ ἐπὶ λύκου μόνον.

1

.

400

Ὅς· ἄνθρωπος, δηλονότι. γῆρυν· φωνήν. οὔα‐ σιν· τοῖς ὠτίοις. ἀλγινόεσσαν· λυπηράν.

1

.

401

Στυγερῆς· μισητῆς· Στὺξ πηγὴ ψυχρὰ περὶ τὸν ᾅδην, ἥτις θραύει τῇ ψυχρότητι πάντα τὰ ἀγγεῖα πλὴν τῶν κερατίνων, ἐξ ἧς στυγηρὸν (ερὸν) τὸ μισητὸν καὶ ψυχρὸν λέγεται. ἐνοπῆς· φωνῆς, κραυγῆς. κωκυτόν· θρῆ‐
5νον. ἀκούσῃ· εἰς νοῦν βάλῃ.

1

.

402

Τηλοῦ· μακράν· τέλος τελοῦ καὶ τηλοῦ. τάχ’· ταχέως, κολαστικὸν, συντόμως. ἄτην· βλάβην, ἤγουν τὴν φωνήν.

1

.

403

Μόρον· θάνατον· μόρος ὁ θάνατος παρὰ τὸ μείρω τὸ μερίζω, ὁ πᾶσιν ἐπ’ ἴσης μεριζόμενος. αἰνοτάτη· χαλεπωτάτη. μαντεύεται· προσημαίνει. αὐδή· λαλιά.

1

.

404

Φάλαιναν· τὴν εἰς τὸ φῶς ἁλλομένην· φάλαινα εἶδος ἰχθύος, καὶ ἡ κατὰ νυκτὸς εἰς τὸ φῶς ἁλλομένη, ἡ κοινῶς κανδηλοσβέστρια· φάλαιναν παρὰ τὸ εἰς φῶς ἅλλεσθαι. φάλαινα ἔχει ἐπιθυμίαν συνουσιάζεσθαι τοῖς
5ἀνδράσιν, ἐστὶ δὲ καὶ ζωΰφιον ἐν τοῖς λύχνοις ἁλλόμε‐ νον, τὸ λεγόμενον κανδηλοσβέστρα. ἀναιδέα· διὰ τὸ ἐπιθυμεῖν τοῖς ἀνδράσι συνουσιάζεσθαι.

1

.

405

Χέρσονδε· εἰς τὴν γῆν, καὶ εἰς τὴν χέρσον. ἠελίοιο· ὑπὸ τοῦ, ἡλίου. θέρεσθαι· θερμαίνεσθαι.

1

.

406

Ἐννύχιαι· δι’ ὅλης τῆς νυκτὸς, καὶ ἐν ταῖς νυξίν. Ἐννύχιαι τουτέστι ταῖς νυξί ποτε καὶ ἐν ἡμέραις ἐκβαίνουσι τῆς θαλάσσης, ἐν ταῖς πέτραις καὶ ταῖς ψα‐ μάθοις ἡσύχως μένουσι καὶ ἔξω τῆς ἁλὸς τὸν ὕπνον
5ἔχουσι, λέγει δὲ καὶ ὁ Λυκόφρων (831)·
φάλαινα δυσμίσητος ἐξινωμένη. λέγει δ’ αὐτὴν εἶναι τὸ κῆτος, ὅπερ ἔμελλε καταπιεῖν τὴν Ἀνδρομέδαν, ἀπελίθωσε δ’ αὐτὴν ὁ Περσεὺς διὰ τοῦ γοργονείου εἴδους. Φάλαινά ἐστι καὶ ἐν τῇ γῇ ζωΰφιον
10ἐν τοῖς λύχνοις ἁλλόμενον. θάλασσαν· θάλαττα ἀπὸ τοῦ θάλλειν ἄτας ἢ βλάβας.

1

.

407

Ἠμάτιαι· ἡμεριναὶ, δι’ ὅλης τῆς ἡμέρας.

1

.

408

Εὔκηλοι· ἥσυχοι. ἔξαλον· ἔξω τῆς ἁλός. ὕπνον ἔχουσι· ὑπνώττουσι, κοιμῶνται.

1

.

409

Ζεῦ· ποιητής. μάκαρ· γράφεται πάτερ. Ζεῦ μάκαρ· Ζεὺς ἢ ὅτι μόνος ἔζησεν ἀπὸ τῶν ἄλλων, ἢ ἀπὸ τοῦ δεύω τὸ βρέχω Δεὺς καὶ Ζεύς· ὑέτιος γὰρ ὁ ἀήρ. Μάκαρ ἀπὸ τοῦ μὴ ὑποπίπτειν κηρὶ καὶ θανατηφόρῳ
5μοίρᾳ. Ζεῦ πάτερ· νοητέον (Cod. ἠτέον) οὕτως, ὅτι ἀπὸ τοῦ εἰπεῖν Ζεῦ ἐδηλοποίησε τὸ εὖ ζῇν· πάντα γὰρ τῆς εὐζωΐας ἐπιθυμοῦμεν, καὶ ἐγράφη εἰς τὸ ἕτερον κα‐ ταβατόν, ὁ δὲ νοῦς οὕτως· ὦ Ζεῦ μάκαρ, εἴς σε πάντα ἀφορῶσι καὶ ἀπό σου ἔσχον τὴν γένεσιν, εἶτ’ οὖν τὸν283
10ὑπέρτατον οἶκον δηλαδὴ τὸν οὐρανὸν κατοικεῖς, εἴτε πανταχοῦ· ἀμήχανον γὰρ καὶ ἀδύνατόν ἐστι θνητῷ δηλονότι ἐξονομᾶσαι, καὶ εἰπεῖν τὸ ἐξαίσιον θαῦμα τὸ ἐν τοῖς ἐναντίοις στοιχείοις κατασκευᾶσαί τινα κοινωνίαν· ὁ γὰρ αἰγλήεις αἰθὴρ καὶ ὁ ἀὴρ καὶ τὸ λαρὸν ὕδωρ καὶ
15ἡ παμμήτειρα γῆ ἀπ’ ἀλλήλων διακεχωρισμένα εἰσὶν, ἀλλὰ σὺ, ὡς δημιουργὸς συνήρμοσας ἀλλήλοις καὶ ζυγὸν πάγκοινον ἐπέθηκας ἀλλήλων· τὸ γὰρ πῦρ καὶ τὸ ὕδωρ ἐναντία εἰσὶν, ἀλλὰ κοινωνίαν καὶ συνάρμοσιν ἔχουσιν ἀπό τε γῆς καὶ ἀέρος, καὶ ἡ μὲν γῆ συνίσταται ἀπὸ
20ξηροῦ καὶ ψυχροῦ, καὶ τὸ μὲν ξηρόν ἐστιν ἀπὸ πυρὸς, τὸ δὲ ψυχρὸν ἀφ’ ὕδατος, καὶ οὕτως μὲν ἔχουσιν. ἐς δέ σε πάντα· εἴς σε ἀφορῶσιν. μέλλων περὶ ἀμφιβίων ζώων εἰπεῖν ὁ ποιητὴς προοιμιάζεται φυσιολογικῶς περὶ τῶν τεσσάρων στοιχείων, καί φησιν, ὅτι καὶ ἀπ’ ἀλλή‐
25λων ἕκαστα διεστηκότα κοινωνίαν ἔχουσι πρὸς ἄλληλα, ὥσπερ καὶ τὰ ἐν τῇ θαλάσσῃ ζῶα πάντη διεστηκότα τῇ διατριβῇ τῶν ἐν τῇ χέρσῳ ζώων, ὅμως ἀμφοτέρωθεν βιοῦσι, καὶ ἐν τῇ θαλάσσῃ καὶ ἐν τῇ γῇ· μεσεμβό‐ λημα· εἴς σε ἀφορῶσιν, σὲ ὑπείκουσι, τουτέστι ὑπὸ τὸν
30ζυγὸν τὸν σὸν καί σοι ὑποτέτακται καὶ ὁ αἰθὴρ καὶ ἡ γῆ καὶ ἡ θάλασσα καὶ ὁ ἀήρ. ἐκ σέθεν ἐῤῥίζωνται· ἀπό σου προσέρχονται, ἢ στηρίζονται, καὶ ἔκ σου ἐπιστηρίζονται, ἀντὶ τοῦ τὴν ῥίζαν ἔχουσιν.

1

.

410

Αἰθέρος οἶκον· εἰς τὸν οὐρανόν.

1

.

411

Ναιετάεις· κατοικεῖς. θνητῷ· ἀνθρώπῳ· μεσεμ‐ βόλημα. ἀμήχανον· ἀδύνατον. ἐξονομῆναι· φανερῶς εἰ‐ πεῖν, ἐξ ὀνόματος εἰπεῖν.

1

.

412

Οἵῃ· σὺν μεγάλῃ, σὺν ὁποίᾳ, μεγάλῃ καὶ θαυ‐ μάστῃ· ταῦτα τῆς διαχωρίσεως. φιλότητι· κοινωνίᾳ, συμφωνίᾳ, ἑνώσει, φιλίᾳ. διακρίνας· χωρίσας, διαχω‐ ρίσας, ἐν τῇ διακρίσει. Διέκρινας· ἤως διεχώρισας ἀπ’
5ἀλλήλων ἑκάστου τὴν φύσιν, τῇ δὲ σχέσει ὁμοφροσύ‐ νης δεσμῷ συνέδησας. ἐσκέδασας· ἥπλωσας, ἐμέρισας, ἐχώρισας, ἔχυσας, ἐσκόρπισας.

1

.

413

Αἰθέρα· πῦρ. αἰγλήεντα· λαμπρόν. χυτὸν ὕδωρ· τὴν θάλασσαν, τὸ ἐπιχεόμενον. χυτόν· ῥευστόν.

1

.

414

Χθόνα· γῆν. παμμήτορα· τὴν μητέρα πάντων. ἀπ’ ἀλλήλων· χωρὶς, εἰσὶ κεχωρισμένα.

1

.

415

Ἐν ἀλλήλοισιν· καὶ ὁμοῦ, σὺν ἀλλήλοις· ταῦτα τῆς ἑνώσεως. ὁμοφροσύνης· φιλίας, ἀγάπης. ὑπό· ἐν.

1

.

416

Ἀῤῥήκτῳ· ἀδιαλύτῳ, ἀσχίστῳ, στερεῷ. συνέδη‐ σας· ἥνωσας. ἀναγκαίῃ· ἀνάγκῃ, δυνάμει, τῇ βίᾳ. ἐπέρεισας· ἐστήριξας, ἐστερέωσας, ἐπέθηκας, ἐπεβάρη‐ σας αὐτοῖς, ἐπεστήριξας.

1

.

417

Ἀστεμφῆ· ἀμετακίνητον, ἀκίνητον, στέμφω σημαίνει τὸ κινῶ, ἀφ’ οὗ καὶ ἀστεμφὲς τὸ ἀκίνητον. πάγκοινον· συνεκτικόν. ζυγόν· δεσμὸν, εἰς τὴν ἕνωσιν, τῆς ἐξουσίας. οὔτε γὰρ αἰθήρ· ἰστέον ὅτι ὁ ἀὴρ τῷ
5αἰθέρι κοινωνεῖ τῆς θερμότητος, κατὰ δὲ τὸ ὑγρὸν διαλ‐ λάσσει, καὶ τὸ ὕδωρ τῷ ἀέρι τῆς ὑγρότητος, κατὰ δὲ τὸ ψυχρὸν οὐχ ὁμοιοῦται, ἡ δὲ γῆ τῷ ὕδατι κατὰ τὸ ψυχρὸν, κατὰ δὲ ξηρὸν οὐδαμῶς, τῇ δὲ γῇ ὁ αἰθὴρ κατὰ τὸ ξηρὸν, κατὰ δὲ τὸ θερμὸν οὐδαμῶς. αἰθήρ·Column end
10ὑπάρχει.

1

.

418

Μέν· μήν.

1

.

419

Νόσφι· χωρίς. τέτυκται· κατεσκεύασται, καὶ ὑπάρχει· τέτευκταί ἐστι καὶ ἀποβάλλεται τὸ ε. ἐν ἀλ‐ λήλοις· ὁμοῦ. φύονται· συμπλέκονται, περιπλέκονται, πεφύκασιν, ὑπάρχουσιν, ἥνωνται, καὶ ἑνοῦνται.

1

.

420

Πάντα τὰ στοιχεῖα. ὁδὸν μίαν· τὴν ἀπ’ ἀρ‐ χῆς κίνησιν καὶ τὴν αὐτὴν, ὁδὸν δὲ μίαν λέγει τὴν ἀπ’ ἀρχῆς κίνησιν, ἣν ἔλαχεν ἕκαστον· τὴν αὐτὴν κινεῖται καὶ οὐκ ἄλλην. εἶσι· ἔλαχον ἢ πορεύονται. ἀνελίσ‐
5σετ’· κινεῖται, συμπλέκεται, συμπλέκονται, διέρχονται. ἀμοιβήν· διαδοχὴν, ἀντικαταλλαγὴν, πορείαν, ὁδὸν, κοινωνίαν.

1

.

421

Ξυνῇσιν· κοιναῖς. Καὶ ξυνῇσιν ὁμηρεύουσιν· ὁμοῦ εἰσιν ἐν θαλάσσῃ καὶ ἐν γῇ, τὸ δ’ ὁμηρεύουσιν ἀντὶ τοῦ κοινωνοῦσιν· διὰ τοῦτο καὶ ταῖς κοιναῖς γενέ‐ σεσι τῶν ἀμφιβίων ὑπουργοῦσι καὶ δουλεύουσιν. Ἄλλως·
5μετέχουσι, κοινωνοῦσιν, ἐπιθυμοῦσιν, ὡς ἐκέχειρα (cod. ἐνεχ.) καὶ πίστεις δίδουσι τὰς πρὸς ἀλλήλους αὐτῶν ἐπικουρίας καὶ βοηθείας· ὅμηρα γὰρ τὰ εἰς εἰρήνην διδόμενα καὶ γινόμενα ἀμφοτέρων μερῶν σύμβολα· ὁμοίως καὶ ἐφ’ ὁμονοίας καὶ φιλίας, ὃ καὶ αὐτὰ ποιοῦ‐
10σιν· ὁμηρεύουσι γὰρ τὸ εἰρηνικῶς διακεῖσθαι πρὸς ἄλληλα. ὁμηρεύουσι· διάγουσιν, ἀντὶ τοῦ φιλικῶς κοινω‐ νοῦσιν· ὅμηρα γὰρ τὰ εἰς εἰρήνην διδόμενα, καὶ γί‐ νεται ἀπὸ τοῦ ἀρῶ τὸ ἁρμόζω, τὸ φιλιῶ. ὁμηρεύουσιν· εἰρηνικῶς διάκεινται, κοινωνοῦσι, λυσιτελοῦσιν, ὑπουρ‐
15γοῦσι, δουλεύουσι, σπεύδονται. γενέθλαις· βιοταῖς.

1

.

422

Ἀμφιβίων· τῶν ἀμφοτέρωθεν βιούντων ἀπὸ τῆς ξηρᾶς καὶ θαλάσσης, τῶν ἐχόντων τὴν ζωήν. τοὶ μέν· τινὲς μὲν τῶν ἰχθύων. ἀναστείχους’· ἀνέρχονται, πορεύονται.

1

.

423

Ἄλλοι· ὄρνεις δηλονότι. κατ’ ἠέρος· ἀπὸ τοῦ ἀέ‐ ρος· καὶ Ὅμηρος (Il. α, 44, et β, 167)· «κατ’ οὐλύμ‐ ποιο.» ἀμφιτρίτῃ· τῇ θαλάσσῃ.

1

.

424

Μίσγονται· σμήχω η σμίγω ι, σμύχω δὲ τὸ καίω [υ] ψιλόν. στονόεντα· στεναγμοῦ ἄξια, ἤως πο‐ λυστένακτα.

1

.

425

Ἁλκυόνων· πασιδόνων. λέγουσι τὴν ἁλκυόνα πρότερον ἄνθρωπον εἶναι, ἐρασθεῖσαν δὲ βασιλέως μα‐ νεὶς ὁ Ζεὺς μετέβαλεν εἰς ὄρνεον. ἁλκυόνων· ἀπὸ τοῦ κύειν ἐν τῇ ἁλί. κρατεροί· ἰσχυροὶ, ἁλιαίετοι δ’ οἱ ἐν
5τῇ ἁλὶ ἁρπάζοντες, καὶ οἱ τῆς θαλάσσης ἀετοί· ἀετοὶ θαλάσσιοι· οἱ τῆς θαλάσσης ἀετοὶ, οὐχ ὅτι ἡ θάλασσα ἔχει αὐτοὺς, ἀλλ’ ὅτι ἐν τῇ θαλάσσῃ διατρίβουσι καὶ φοιτῶσιν, ἁρπάζοντες ὃ ἂν εὕρωσιν.

1

.

426

Ἄλλα· γένη. ἰχθυάα· ἰχθῦς ἁλιεύει, ἰχθύας ἀγρεύουσιν, ἀγρεύει ἰχθύας, ἀγρεύωσιν ἰχθύας καὶ ἐρῶσιν ἰχθύων. διερῆς· διΰγρου. ἐπιβάλλεται· ἐπιθυμεῖ, ἅπτε‐
ται, φροντίζει, ἐφίεται.284

1

.

427

Τέμνουσι· κόπτουσι, διερχόμενοι, πέτονται, πέτονται εἰς τὸν ἀέρα.

1

.

428

Τευθίδες· τὰ λεγόμενα καλαμάρια· τευθίδες καὶ χελιδόνες εἰσὶ θέσει ἰχθύες καὶ πέτονται ἔξω τῆς θαλάσσης, ὅταν φοβηθῶσιν ἰσχυροτέρους ἰχθῦς. βυθίη· ἡ ἐν τῷ βυθῷ οὖσα, ἐν τῷ βυθῷ διατρίβουσα.

1

.

429

Οἱ δ’· οἵτινες. ταρβήσωσιν· φοβηθῶσι, φοβηθή‐ σονται. ὑπέρτερον· κρείττονα, ἰσχυρότερον, μεγαλότε‐ ρον. ἐγγύθεν· πλησίον.

1

.

430

Ἀνθρώσκουσι· ἀναπηδῶσιν. ἠέριοι· εἰς τὸν ἀέρα, ἐναέριοι. ποτέονται· πέτονται, πέτανται, ἵπτανται· τευ‐ θίδες γὰρ πέτονται κατὰ τοῦ ἀέρος, ὑποκάτω δὲ τού‐ των αἱ χελιδόνες, οἱ δ’ ἱέρακες πάλιν κάτωθεν τῶν
5χελιδόνων πετόμενοι, *—καθάπερ αὐτῆς τῆς ἅλμης κρέμανται, καὶ εἰς τὸ ἄκρον θαλάσσης ἢ τὸ ὕδωρ ψαύειν ὅσον καὶ ὁρᾶσθαι.

1

.

431

Τῆλε· μακρόθεν, μακράν, καὶ μακρόθεν, καὶ ἐπιπολὺ διαρκοῦσιν. ταρσόν· ἴχνος, πτερὸν, τὸ πλατὺ τοῦ ποδὸς, τὸ πτερὸν, ὁ καλαθίσκος ἐν ᾧ τὰ τυρία ψύ‐ χονται, καὶ πόλις. καὶ τὸ πτερόν· τὸ ἴχνος, τὸ πτερὸν,
5ποτὲ δὲ τὴν κώπην· ταρσὸς σημαίνει δύο τὸ πλατὺ τοῦ ποδὸς, καὶ τὸ πτερὸν, καὶ γίνεται ἀπὸ τοῦ ταρ‐ σύνω τὸ ξηραίνω· ξηρὰ γάρ εἰσι καὶ τὰ δύο. ταρσὸς ὁ καλαθίσκος ἐν ᾧ τὰ τυρία ψύχονται καὶ ξηραίνονται καὶ κατασκευάζονται ἀπὸ τοῦ ταρσύνω τὸ κατα‐
10σκευάζω, καὶ Ταρσὸς πόλις καὶ τὸ ἄκρον τῆς πτέρυγος. ἱεῖσαι· πέμπουσαι, διαρκοῦσαι, ἀφιεῖσαι.

1

.

432

Τευθίδες· τὰ καλαμάρια. κεν· ἄν. ὀΐσεαι· ὑπο‐ λάβῃς.

1

.

433

Εἰσοράαν· ὄπισθεν ὁρᾷν. ἀγεληδόν· ὁμοῦ, δίκην ἀγελῶν. ὅθ’· ὅπου.

1

.

434

Οἶμον· ὁδόν. ἔχουσιν· πέτονται.

1

.

435

Σχεδόν· πλησίον. ἠερέθονται· κρέμανται, πέτον‐ ται, πέτανται, ὁπότε κατὰ τὸ βλέπεσθαι ἀπεικάζονται, ὅτι μέσον προσεγγίζουσι τῷ ὕδατι· ἀπὸ τοῦ ἀείρω, ὅθεν γίνεται τὸ αἴρω· τοῦτο γοῦν τὸ ἀείρω κατὰ τρο‐
5πὴν τοῦ α εἰς η καὶ ἀποβολὴν τοῦ ι γίνεται ἠέρω, ὅθεν παράγεται τὸ ἠερέθω ὡς τὸ φλέγω φλεγέθω, νέμω νε‐ μέθω, φθίνω φθινύθω.

1

.

436

Ἄκρων πόρων, τουτέστι τῆς ἐπιφανείας. ἄκρον· ταύτην (cod. τουτ.) τὴν ἐπιφάνειαν. ἐπιψαύοντες· ἐγγί‐ ζοντες. ὅσσον· εἰς.

1

.

437

Ἄμφω· ὁμοῦ, διπλῶς. νηχομένοισι· πλέουσιν. ὁμοῖοι· ὅτι εἰσίν.

1

.

438

Αἱ δέ· αἱ πέτραι, οἰκήσεις· ἀνακεφαλαίωσις· αἱ νομαὶ δῆλον, ἢ αὗται αἱ πέτραι, ἢ αὗται αἱ οἰκήσεις. πόληες· καὶ καθὰ πόλις (εἰς?)· ἀττικὸν, ἐπαναστροφὴ τὸ σχῆμα. Ὥστε πόληες· θέλει εἰπεῖν ἔνθεν τὰ ἤθη αὐ‐
5τῶν καὶ τὰς ἀναστροφὰς, καλῶς δ’ εἶπεν ὥστε πόληες· οὐ γάρ εἰσι πόλεις, ἀλλὰ πόλεσι παρεικάζει τοὺς τόπους ἔνθα εὑρίσκονται καί φησιν· αὗταί εἰσιν αἱ πέτραι πόληες ἐν τοῖς ἰχθύσι καὶ ταῦτα αὐτῶν τὰ πλήθη, καὶ
καθολικῶς περὶ πάντων τῶν ἰχθύων νῦν διαλέγεται.Column end
10οἱ δέ· οὓς εἶπον. ὅμιλοι· τὰ πλήθη· ὅμιλος ἀπὸ τοῦ ὁμοῦ καὶ τοῦ εἱλέω εἱλῶ τὸ συστρέφω.

1

.

439

Κεκριμένοι· κεχωρισμένοι, διακεχωρισμένοι κατὰ τὰς φύσεις, ἢ διακεχωρισμένοι κατὰ τὰς νομὰς, νεμόμενοι πέτραις. γεγάασιν· ὑπάρχουσι, καί εἰσι, καὶ γεγόνασιν. ἁλιπλάγκτοιο· ἀπὸ, τῆς πλανωμένης ἐν
5τῇ θαλάσσῃ. θαλάσσης· ἐν τῇ ἁλί· γράφεται γενέθλης.

1

.

440

Τῶν· ἀφ’ ὧν. πλάζονται· νήχονται. ἀολλέες· ὁμοῦ, συνηθροισμένοι. αἰόλα· ποικίλα, διάφορα.

1

.

441

Πώεσιν· ποιμνίοις, ἢ στρατιώταις, οἵτινες διὰ τὸ πλῆθος ἀγελαῖοι καλοῦνται, ἐσκορπισμένοις ὡς τὰ πρόβατα. οἵ τ’ ἀγελαῖοι· οἵτινες ἀγεληδὸν πλέοντες.

1

.

442

Τοί· ἄλλοι, οὗτοι. στίχας· τάξεις, κατὰ τάξιν. λόχοισιν· σπεῖρα συνίσταται ἐκ χιλίων ἀνδρῶν, φά‐ λαγξ ἐκ φʹ, στὶξ ἐκ λʹ, λόχος ἐκ δέκα ἢ ιεʹ, πύργος ἐξ ἑκατὸν, λεγεὼν ἐκ μυρίων. λόχοισιν· ἀλλαγίοις· στὶξ ἐκ
5πεντακοσίων, λόχος δ’ ἐκ πεντήκοντα, τάγματα στρα‐ τιωτικά. κατὰ στίχας· κατὰ τάγματα, κατὰ τάξεις, στὶξ ἡ τάξις, στιχὸς, στίχας.

1

.

443

Δεκάδεσσιν· δεκαρχίαις, κατὰ δεκάδας, δεκα‐ τίαις. ἀπ’ ἄλλων· ὁ δὲ λοιπὸς στρατός.

1

.

444

Μουναδόν· μεμονωμένος. ὁρμηθείς· κινηθείς. περόωσι· πορεύονται, πλέουσιν. δίζυγες· κατὰ συζυγίαν, διπλοῖ.

1

.

445

Αὐτοῦ· ἐκεῖ. θαλάμῃσι· ἐν φωλεαῖς, ἀπερίττοις, μένουσι· ὑπάρχουσιν, εἰσίν.

1

.

446

Χείματι· ἐν τῷ χειμῶνι. ἀελλάων· ἀνέμων, πνοῶν. στροφάλιγγας· συστροφὰς, συστροφὰς ζώων δῆλον· παρὰ τὸ στρέφω στρόφιγξ πλεονασμῷ τοῦ γ καὶ τοῦ α καὶ λ στροφάλιγξ· γίνεται γὰρ εἰς ιξ ὀνόματα
5ἀπὸ τῆς εἰς ος, ὡς φοίνιξ· ἀπὸ τοῦ στροφάλιγξ στρο‐ φαλίζω, ὡς καναχὴ καναχίζω, ὀργὴ ὀργίζω, οὕτως στροφὴ στροφίζω, καὶ προσθέσει τοῦ α καὶ λ στροφαλίζω.

1

.

447

Σμερδαλέας· καταπληκτικὰς, ἐκπληκτικάς· σμερδαλέον κυρίως τὸ τῇ ὄψει καταπληκτικὸν, λέγεται δὲ καὶ βοὴ σμερδαλέα καὶ δοῦπος καὶ ἄλλα τοιαῦτα. μέρδω τὸ ἀφανίζω, ὅθεν καὶ ἤμερσεν ἀντὶ τοῦ ἠφά‐
5νισε, καὶ κατὰ πλεονασμὸν τοῦ ς σμέρδω καὶ ἐξ αὐτοῦ κατὰ παραγωγὴν σμερδαλέον τὸ καταπληκτικόν. δυσ‐ ηχέος· ταραχώδους, κακοηχοῦς, κακοήχου. οἴδματα· κύματα.

1

.

448

Ἔξοχα· ἐξόχως, λίαν. δειμαίνουσι· φοβοῦνται. περιώσιον· περισσότερον, πολὺ, περισσοτέρως. ἄλλων· ζώων, ἀνθρώπων, πτηνῶν, θηρίων, φησὶν ἀπὸ τῶν πλειόνων ἄλλων ἁπάντων ζώων οἱ ἰχθύες φοβοῦνται
5τὸν σάλον τῆς θαλάσσης, ἐπειδὴ σύρει αὐτοὺς ἐκ τῶν ἰδίων τόπων, καὶ οὕτως τρέμοντες ἔνιοι αὐτῶν ἀντλή‐ σαντες ταῖς πτέρυξιν ἄμμον ἐπιβάλλουσιν ἑαυτοὺς ἐπὶ τῷ μὴ κατασύρεσθαι, ἄλλοι δ’ εἰς πέτρας φεύγουσιν, ἕτεροι δ’ εἰς τὰ βάθη ἅτινα ἐλεύθερα ταραχῆς εἰσιν.

1

.

449

Φίλην· προσφιλῆ, οἰκείαν, τὴν προσφιλεστά‐ την αὐτοῖς οὖσαν ἐν τῷ ἀέρι (ἔαρι?), ἰδίαν.

1

.

450

Μαινομένην· ταρασσομένην. τότε· ἐν τῷ χει‐
μῶνι, κατὰ τὸν καιρὸν τοῦ χειμῶνος. ἀμησάμενοι ὀρύξαντες, περιβαλλόμενοι, συνάξαντες, ἀποσωρεύ‐ σαντες· ἀμᾶσθαι οὐ μόνον ἐπὶ τῶν θεριζόντων, ἀλλὰ285
5καὶ ὁ τῇ χειρὶ κόνιν ἢ τέφραν συνάγων ἤ τι τοιοῦτον ἀμᾶσθαι λέγεται, ἤως εἰς ἓν ἄγειν ἐκ μεταφορᾶς τῶν θεριστῶν· οὕτως οὖν ἐνταῦθα ψάμμον οἱ ἰχθύες ἀμᾶ‐ σθαι λέγονται ἀντὶ τοῦ ἐπισωρεύειν, ὥστε κρυβῆναι ὑπ’ αὐτῇ. Καὶ ἄλλως· ἀμᾶσθαι ἀντὶ τοῦ ὀρύσσειν καὶ
10διελεῖν καὶ διακόπτειν, ἵνα κρυβῶσιν ἐν αὐτῇ. ἀμυσσά‐ μενοι· ὀρύξαντες ἀπὸ τοῦ ἀμύσσω τὸ κεντῶ, περιβα‐ λόμενοι.

1

.

451

Ὑποπτήσσουσιν· κεῖνται. ὑποπτήσσουσιν· μετὰ φόβου ὑποπίπτουσι, δειλιῶσιν, ὑποδειλιῶσιν, ὑπο‐ κρύπτονται, ὑποστέλλονται. ἀνάλκιδες· ἀδύνατοι, ὄντες.

1

.

452

Εἱλόμενοι· κρυπτόμενοι, συστρεφόμενοι. δύ‐ νουσιν· ὑπεισέρχονται. βάθιστα· λίαν βαθύτατα.

1

.

453

Πελάγη· τὰ μεγάλα δηλονότι. μυχάτην ὑπὸ βύσσαν· ὑπὸ τὸν ἀπόκρυφον βυθὸν, θετικόν· εἶπεν ὑπ’ ἔσχατον βυθόν. βύσσαν· ὑπὸ βύσσαν, βάσιμον τόπον, βυθὸν λέγει.

1

.

454

Προκυλίνδεται· ταράσσεται, λίαν κινοῦνται ἔνθεν καὶ ἔνθεν, δονοῦνται.

1

.

455

Πρυμνόθεν· ἐσχάτως, ἀπὸ βάθους ἐσχάτου· πρυμ‐ νὸν γὰρ τὸ ἔσχατον· ἐσχάτως, ἢ ἐκ βάθους· πρυμνὸν τὸ τελευταῖον. πρυμνόθεν· ἀπὸ τοῦ τελευταίου. εἱλεῖται· κλο‐ νοῦται, συστρέφονται. διὰ δ’ ἔσσυται· ὁρμᾷ, διέρχεται.
5ἄελλα· πνοή· θύελλα παρὰ τὸ θύω, ὥσπερ καὶ ἄω ἄελλα.

1

.

456

Ῥίζαν· ῥίζα δι’ ἧς ῥέει τὸ ζῇν τοῖς φυτοῖς, ἢ παρὰ τὸ ἐν τῇ ἔρᾳ ἤως ἐν τῇ γῇ ἱζάνειν ἔριζα, καὶ ῥίζα ἀπο‐ βολῇ τοῦ ε. νεάτην· τελευταῖαν, τὴν ὑποκάτω. μέγα· πολύ. βένθος· βάθος. ἐρύκει· κωλύει.

1

.

457

Ῥιγεδανάς· φρικώδεις, φρυκτὰς, κρυεράς. ἀπη‐ νέα· ἀγρίαν. ὁρμήν· ταραχήν.

1

.

458

Ἀνθεμόεσσαι· ἀνθηραὶ, ἄνθος ἔχουσαι, πεποι‐ κιλμέναι τοῖς ἄνθεσι, πεποικιλμέναι ὑπὸ τῶν ἀνθῶν, ἢ ἄνθη φέρουσαι, διηνθισμέναι.

1

.

459

Πορφύρεον· ἀνθηρὸν, λαμπρὸν, ἤτοι δίκην πορ‐ φύρας. γελάσωσιν· πραΰνωσι, λάμψωσιν, ἀπανθή‐ σωσιν. Πορφύρεον γελάσωσιν· οἱονεὶ χλιαρῶς, προσ‐ ηνῶς, ἀνθηρῶς αὐτοῖς ἐπιφανῶσι καὶ περιχαρεῖς
5δειχθῶσιν· ὁ γὰρ γέλως εἴωθε περιχαρέσι πράγμασι συνεῖναι καὶ συμπολιτεύεσθαι διὰ παντός· ὁμοίως καὶ τοῖς διακεχυμένοις ὕφ’ ἡδονῆς, τοῖς δ’ ὑπὸ λύπης συν‐ εχομένοις καὶ ἀμαυρουμένοις τὸ στυγνὸν παρέπεται. ἀναπνεύσῃ· ἀνακουφισθῇ.

1

.

460

Χείματος· ἀπὸ τοῦ χειμῶνος. εὐδιόωσα· γαλη‐ νιῶσα. γαληναίη· ἀτάραχος, γαληνὴ, καὶ ἥσυχος. γέ‐ νηται· ὑπάρξει· γράφεται πέληται. πέληται· γένηται.

1

.

461

Ἤπια· ἠπίως, πρᾴως, ἡσύχως, ἥσυχα, πρᾴως καὶ γαληνῶς, πρᾳέα. κυμαίνουσα· κυματουμένη.

1

.

462

Πανσυδίη· πανστρατὶ ὁμοῦ, παμπληθεί. φοιτῶσι· πορεύονται.

1

.

463

Ὡς δέ· παραβολή. πολυῤῥαίσταο· πολυφθόρου, ἤως τοὺς πολλοὺς φθείροντος. νέφος· πλῆθος.

1

.

464

Ὀλβίη· πλουσία, πλουσίη. ἀθανάτοισι· θεοῖς· τὸ στερητικὸν α βραχύνεται πλὴν τοῦ ἀκάμας καὶ ἀθά‐ νατος. φιλή· προσφιλής· εἰ μὴ γὰρ προφιλεστάτη ἦν τοῖς θεοῖς, οὐκ ἂν ἐνδυνήθη φυγεῖν τὴν φθορὰν τοῦ πολέμου.Column end
5δηρόν· πολὺ, δὴ καὶ ἐπὶ πολύ τε.

1

.

465

Πάγχαλκος· ἔνοπλος διὰ πλῆθος τῶν ξιφῶν, ἔνο‐ πλος διὰ τὰ πολέμια ξίφη, ὁλοσίδηρος. ἐπεπλήμμυρε· ἐκλυδώνιζεν, ἐπῆλθεν, ἐζόφωσεν, ἐπέκειτο, ἐκύκλου. θύελλα· παρὰ τὸ θύω τὸ ὁρμῶ· ὡς ἀπὸ τοῦ ἄω ἄελλα,
5οὕτως καὶ ἀπὸ τοῦ θύω θύελλα.

1

.

466

Ὀψέ· μόλις. ἀπολήξασα· παύσασα, καὶ ἐλευθε‐ ρωθεῖσα, καὶ ἐκφυγοῦσα. ἀμπνεύσασα· καὶ ἡσυχάσασα. μόθοιο· τοῦ πολέμου, ἀπὸ ταλαιπωρίας· μόθος παρὰ τὸ ὁμοῦ θέειν τοὺς μαχομένους, καὶ εἰς ταὐτὸ τρέχειν.

1

.

467

Ἀσπασίως· ἀσμένως, χαριέντως. γάνυται· χαί‐ ρει. εἰρήνης· ἕνεκα τῆς, τινός. καμάτοισι· ἔργοις.

1

.

468

Ἁρπαλέοισι· ἐπιθυμητοῖς, ἐπιθυμητικοῖς, τοῖς ποθουμένοις ἁρπασθῆναι, ἁρπακτικοῖς, ἀγαπητοῖς, ἐπι‐ θυμητοῖς, ἢ ὅτε (ὅτι?) ἁρπάζει τις τὸν τῆς εἰρήνης και‐ ρόν. Ἄλλως· τοῖς καμάτοις τῆς εἰρήνης, ἤως τοῖς
5καρποῖς τοῖς τῇ ἅρπῃ συναγομένοις, ἢ τοῖς ἐπιθυμητοῖς καὶ ἀγαπητοῖς τε. εὔδιος· ἥσυχος. εἰλαπινάζει· εὐω‐ χεῖται, καὶ συμποσιάζει· εἰλαπινάζει ἐστὶ τὸ ὁμοῦ σὺν ἀλλήλοις εἱλούμενον πίνειν, κυρίως εἰλαπινάζει ἤως ἐν ἀθροίσμασιν εὐωχεῖται, γίνεται δ’ ἀπὸ τοῦ εἱλῶ τὸ
10συστρέφω καὶ τοῦ πελάζω.

1

.

469

Χοροτυπίῃς· χοροστασίαις, χορεύσεσι ταῖς τυ‐ πτούσαις τὸ ἔδαφος, χειροῖς (χοροῖς?). χορυτυπίης χοροῦ.

1

.

470

Οἱ· οὗτοι, ἰχθύες, καὶ οἵτινες. λευγαλέους· ὀλε‐ θρίους, πικρούς. φρίκα· φόβον, ταραχήν· φρίκα κυρίως τὴν συνεχῆ κίνησιν τῶν ὑδάτων λέγει· τὴν ἐπιπόλαιον κίνησιν λέγει.

1

.

471

Ἀσπασίως· χαριέντως. προφυγόντες· ἐκφυγόν‐ τες. καγχαλόωντες· γελῶντες, χαίροντες.

1

.

472

Θρώσκους’· πηδῶσιν. θρώσκοντες· πηδῶντες. θύνουσιν· ὁρμῶσιν· γράφεται θρώσκους’ ἀΐσσουσιν. ἀΐσ‐ σουσι· ὁρμῶσιν. χοροιτυπίῃσιν· χοροῖς, τοῖς τύπτουσι τὸ ἔδαφος, τοῖς χοροῖς, χορείαις. ὁμοῖοι· ὁμοίως ..

1

.

473

Οἶστρος· ἵμερος, ἔρως, μανία, κίνησις. ἀναγκαίης· ἢ τῆς φυσικῆς. ἀναγκαίης· βιαστικῆς, τῆς κατ’ ἀνάγκην γινομένης τοῖς ἀνθρώποις, ἢ τῆς ἀγανακτικῆς καὶ ἀναγ‐ καστικῆς· ἐν τῷ ἔαρι γὰρ ἀκμάζουσιν αὐτοῖς οἱ (τὰ?)
5σώματα καὶ αἱ μίξεις. ἀφροδίτης· συνουσίας.

1

.

474

Ἡβώωσι· ἀκμάζουσιν, αὐξάνουσιν, ἀκμάζουσιν αὐτῶν οἱ γάμοι καὶ αἱ μίξεις, λέγω δὲ τῶν ἀμφιβίων καὶ τῶν πτερωτῶν, καθολικῶς δὲ πάντων, εἴτε τοὺς ἀμφιβίους ἰχθύας τοὺς ἐν τῇ θαλάσσῃ καὶ ἐν τῇ ἠπείρῳ
5διαζῶντας καὶ ταῖς πέτραις ταῖς ἐν αἰγιαλοῖς οὔσαις διῃτημένους εἴποις, εἴτε κοινῶς πάντα τὰ ἐν τῇ γῇ καὶ χέρσῳ ζῶα καὶ θηρία. Ἰστέον δ’ ὅτι περιέλαβε τὰ τρία μέρη εἰπὼν, τὴν γῆν, τὴν ἀέρα καὶ τὴν θάλασσαν, εἰ‐ πών· ὅσα τε γαῖαν φερέσβιον, οἵ τ’ ἀνὰ κόλπους ἀέρος,
10οἵ τ’ ἀνὰ πόντον ἐριβρύχην δονέονται, δονέονται δ’ ἀντὶ
τοῦ περιστρέφονται καὶ οἰκοῦσι, ταράσσονται. ἀλλήλων φιλότητες· αἱ φιλίαι πάντων τῶν ζώων. φιλότητες· φι‐ λίαι.286

1

.

475

Πᾶσιν· ἰχθύσι, ζώοις δηλονότι, ἐν, καὶ πάντων. ὅσσοι· ἰχθύες. φερέσβιον· τὴν φέρουσαν πᾶσι βίον ἢ ζωήν. ἀνὰ κόλπους· ἀνὰ τὰ κήτη καὶ μέρη.

1

.

476

Ἐριβρύχην· μεγαλόηχον, μεγάλως βρυχόμενον, τὸν μεγάλως ἠχοῦντα. δινέονται· συστρέφονται, ἀνα‐ στρέφονται.

1

.

477

Πλεῖστον· περισσότερον, περισσοτέρως. εἰλεί‐ θυιαι· αἱ γένναι, ἔφοροι τῶν τικτουσῶν θεαὶ, αἳ ἦσαν τοῦ Διὸς καὶ τῆς Ἥρας θυγατέρες. εἰλείθυιαι αἱ ἔφοροι τῶν τικτουσῶν, παύουσαι τῶν ὠδίνων τὰς γυναῖκας διὰ
5τῆς γεννήσεως κατὰ τὸ μυθικὸν, κατὰ δ’ ἀλληγορίαν ἡ ἐπέλευσις τοῦ τοκετοῦ. εἰλείθυιαι· αἱ θεαὶ, αἱ γεννήσεις, αἱ ἔφοροι τῆς γένους θεαὶ κατὰ τὸ μυθικὸν, καὶ ἀλληγο‐ ρικὸν ἡ ἐπέλευσις τοῦ τοκετοῦ, ἢ οἱ ἐν τῷ τίκτειν πόνοι. Εἰλείθυιαι· αἱ γένναι ἄλλως δὲ κατὰ μῦθον δαίμονές
10εἰσιν Εἰλείθυιαι τελοῦσαι εἰς τοκετὸν καὶ ποιοῦσαι τὸ κυο‐ φορούμενον ἐλεύθειν εἰς φῶς, ὅθεν καὶ Εἰλείθυιαι παρὰ τὸ ἐλεύθειν λέγονται, ὡς ἐν τῷ Ὁμήρῳ (Il. λ 270 et saepius alibi) γέγραπται.

1

.

478

Ὠοφόρων· καὶ τῶν ὠῶν. παύουσι· λήγουσιν, αὐ‐ τούς. βαρυνομένων· στενοχωρουμένων, τινὸς πράγματος γενομένου, βαρυνουσῶν, στενοχωρουσῶν, ἀπὸ τῶν γεν‐ νῶν.

1

.

479

Οἱ μέν· οἱ ἄῤῥενες. γενεῆς· παιδοποιΐας, τεκνο‐ γονίας, ἀποσπερματισμοῦ, ἀποσπερματίσεως, γόνου, συν‐ ουσίας, σπορᾶς· οἱ μὲν τὸ γενεῆς παιδοποιΐας λέγουσιν. κεχρημένοι· χρῄζοντες. τόκοιο· γεννήσεως, σπέρματος.

1

.

480

Ἀποθλίβουσιν· προστρίβουσι, πιέζουσι, συντρί‐ βουσιν. ἀραιάς· λεπτὰς, καὶ συχνάς.

1

.

481

Οὐ γὰρ ῥεῖα· οὐκ εὐχερῶς δὲ γεννῶσιν· οὐ γὰρ διΐστανται ἀπ’ ἀλλήλων τὰ ὠὰ, ἀλλὰ συνδέδεται βοτρυ‐ δὸν ἡμοσμένα ἀλλήλοις. διΐσταται· χωρίζεται, διαχω‐ ρίζεται τὰ ὠὰ, διαχωρίζονται. ἐνέχονται· συνδεσμοῦν‐
5ται, κρατοῦνται, συνέχονται.

1

.

482

Μετ’· σὺν, ἐν. ἀρηρότα· ἁρμόδια, ἡρμοσμένα.

1

.

483

Φύρδην· ὁμοῦ, συγκεχυμένως. συμπεφυῶτα· συγκεχυμένα, συγκεκρατημένα, συνηνωμένα, συμπε‐ πλεγμένα, καὶ συνηρμοσμένα. ἀθρόα· ὁμοῦ πάντα, ὁμοῦ ὄντα, τάδε τὰ ἡνωμένα. κε· ἂν, ἐάν. τέκοιεν· γεννήσωσιν.

1

.

484

Στεινόμεναι· στενοχωρούμεναι, αἱ γαστέρες· γρά‐ φεται καὶ τειρόμεναι. κρίνουσι· διαχωρίζουσιν, ἀποῤῥί‐ πτουσι, διϊστᾶσι (Cod. διηστῶσι) τὰ ὠά.

1

.

485

Ὡς· οὕτως· θαυμαστικά. ῥηϊδίην· εὔκολον, ὅτι ἀληθῶς οὐκ εὔκολον, ὡς οὐκ εὔκολον τὴν γένναν ὤπασαν οἱ θεοὶ, οὐδὲ κἀν τοῖς ἰχθύσιν. ὤπασαν· παρέσχον, καὶ ἐδωρήσαντο. ἐπιχθονίῃσι· καὶ τοῖς (ταῖς) ἐν τῇ γῇ.

1

.

487

Ἄλγεα· λύπας ἐν τῷ γεννᾷν, θλίψεις ἐν τῷ γεν‐ νᾷν δῆλον. πάντη· ἐν πᾶσι, πανταχῆ. ἐπαχθέες· βα‐ ρεῖαι, ὀδυνηραὶ, ἐπιβαρεῖς. εἰλείθυιαι· αἱ γένναι, αἱ ἔφοροι τῶν τόκων· οὕτως οὐ μόνον γυναιξὶν, ἀλλὰ καὶ
5ἀλόγοις καὶ ἰχθύσι καὶ πᾶσι ζώοις ὀδυνηρόν ἐστι καὶ
βίαιον τὸ τίκτειν, καὶ οὐκ ἄνευ ἄλγους καὶ λύπης.Column end

1

.

488

Ἄρσενες· ἰχθύες, ἀμφίβιοι δῆλον. ἐπ’ ἰχθύσι· κατὰ τῶν ἰχθύων. κῆρας· θάνατον, καὶ θανατηφόρους μοίρας.

1

.

489

Δαιτυμόνες· τρυφηταὶ ὄντες, εὐωχηταὶ, τρυφη‐ ταὶ πρὸς τὸ ἐσθίειν, ἀριστηταὶ, νάτες (sic), ὡς δαῖτα ζητοῦντες εὐωχήσεσθαι. ῥηγμῖσιν· αἰγιαλοῖς.

1

.

490

Μετόπισθε· μετ’ ἐκείνους, εἰς τοὐπίσω, ἀπὸ τῶν ὀπισθίων μερῶν. Ἄλλοι δ’ αὖ μετόπισθεν· οὕτως ἁπλῶς ἀντὶ τοῦ προερχόμενοι, καὶ ζητούμενοι καὶ οἱονεὶ προ‐ πομπεύοντες τὰς θηλείας. Ἰστέον, ὅτι αἱ θήλειαι διώ‐
5κουσι τοὺς ἄῤῥενας, τουτέστι τῶν ἀῤῥένων ὑπὸ τοῦ τῆς γονῆς ἔρωτος ἑλομένων, αὗται ὄπισθεν ἀκολουθοῦσι, καὶ δι’ αἰτίαν τοιαύτην οἱ ἄρσενες ἐν τῷ τρέχειν πρὸς ἑαυτοὺς παρατρίβουσι τὰς γαστέρας, καὶ οὕτως ἀπο‐ σπερματίζουσιν, αἱ δὲ θήλειαι ὄπισθεν αὐτῶν ἐπιδιώ‐
10κουσαι κεκριμέναι θορὸν καὶ ἀποσπερματισμὸν, τουτέστι τὸν σπόρον ἤτοι τὰ σπέρματα λάπτουσι, καὶ οὕτως συλ‐ λαμβάνουσιν. διωκόμενοι· διώκοντες, ὑπὸ θηλειῶν. προθέουσι· προτρέχουσιν. διωκόμενοι προθέουσι· προτρέ‐ χουσι τῶν θηλύων διωκόμενοι παρ’ αὐτῶν.

1

.

491

Φιλότητος ἔρωτι· τῇ τῆς φιλίας ἀγαπῇ.

1

.

492

Ἑλκόμεναι· καὶ συρόμεναι αἱ θήλειαι. σπεύ‐ δουσι· μεταδιώκουσιν. μετ’ ἄρσενας· εἰς τοὺς ἄρσενας, εἰς ἢ ἐπὶ τοὺς ἄρσενας αὐτῶν δῆλον· ὑστεροχρονίαν δη‐ λοῖ ἡ μετά.

1

.

493

Ἔνθ’· τότε. οἱ· οἱ ἄρσενες, τῇ ἀκολάστῳ ἐπιθυ‐ μίᾳ προθυμούμενοι. ἐπί· περὶ, ἐν.

1

.

494

Τριβόμενοι· τρίβοντες, ἀναισχύντως καὶ ὁρμη‐ τικῶς φασι τοὺς ἰχθύας ἐπιτριβομένους ἀλλήλοις θορὸν σπέρματος ἀποβάλλειν. θορόν· σπέρμα, γονὸν, σπόρον, καὶ ὑγρόν. ἀποῤῥαίνουσιν· ἀποχέουσιν, ἀποῤῥίπτουσι,
5διαχέουσι, τὸ ἀρσένωμα.

1

.

495

Αἱ δ’· αἱ θήλειαι, αὗται. οἴστρῳ· μανίᾳ ἔρω‐ τος. μεμαυῖαι· προθυμούμεναι, ὁρμῶσαι, μαινόμεναι. ἐπαΐγδην· ὁρμητικῶς· ἀΐσσειν γὰρ τὸ ὁρμᾷν.

1

.

496

Λάπτουσι· ἀναῤῥοφῶσι· τὸ λάπτω ποιὰ φωνή ἐστιν ἐπὶ τῶν κυνῶν, ὅταν ἀναῤῥοφῶσί τι· λάπτ λαπ‐ λαπτ. γάμῳ· ἐπιλογικὸν, ἀπὸ λόγον (sic) λόγος. πλή‐ θουσι· πληροῦνται. γόνοιο· τόκου, σπέρματος.

1

.

497

Νόμος· ἐθισμὸς, διαγωγή, ἡ πλείστη συνήθεια. εὐνάς· συνουσίας, κοίτας.

1

.

498

Θαλάμους· οἰκήσεις, τόπους, ἐν οἷς συνέρχονται. ἀλόχους· γυναῖκας, συζύγους. διακριδόν· κεχωρισμένως, διακεχωρισμένως. ἀμφίς· ἀμφοτέρωθεν.

1

.

499

Ζευξάμενοι· σχόντες ἑαυτοῖς, συμμιγέντες, συ‐ ζευχθέντες, συνελθόντες εἰς συνουσίαν, ἑνωθέντες, συν‐ δυασθέντες. ἀφροδίτη· συνουσία, μίξις.

1

.

500

Οἶστρος· μανία, ζῆλος, φθόνος, ζηλοτυπία ὑπάρ‐ χει ἐν ἰχθύσι χάριν τῶν θηλειῶν· ζῆλος παρὰ τὸ λίαν ζέειν ζέλος καὶ ζῆλος· ὁ φλεγμαίνειν καὶ ἐκκαίεσθαι ποιῶν τὴν ψυχήν, ἢ ὁ λῶν ἤτοι θέλων τὸ ζῆν, ὡς Ἡσίο‐
5δος (ἔργ. 23)·
ζηλοῖ δέ τε γείτονα γείτων
εἰς ἄφενον σπεύδοντα.
βαρύς· καταπληκτικὸς, εἰς ἐκεῖνα δῆλον. θεός· ἔρως. ὅσσα τε· καὶ ἄλλα. τίκτει· γεννᾷ. ὅσσα τε τίκτει· ὅσα
287
10τίκτει ὁ θερμὸς ἔρως ἐκ ζηλοτυπίας, οἷον μάχας καὶ τὰ παραπλήσια.

1

.

501

Θερμός· καυστικός. ὅ τε· ὅστις, ὁ ζῆλος. λά‐ βρον· σφοδρὸν, πολύν. λαῦρον· λάβρος ὁ λαίμαργος διὰ β, λαῦρος δ’ ὁ λίαν ἁβρὸς καὶ σφοδρὸς, ἢ λίαν ἁβρὸς καὶ πλούσιος. λαβρόν· τὴν διακαῆ καὶ πυρώδη, πολύν. ὅτε
5λαῦρον· ὁπόταν σκοτοῦνται τὸν λογισμὸν δίκην μέθης, λαβρὸν δὲ πάνυ σφροδρόν. κῶμον· πόλεμον, ἐρωτικὴν μέθην, ζάλην, μανίαν, μέθην, ἀσέλγειαν· κῶμος λέγεται ἡ ἐκ τοῦ ἔρωτος ἀναπτομένη δίκην φλογὸς ἀναθυμίασις, ἥτις θολοῖ τὸν νοῦν, καθὰ οἶστρος μεταλαμβανόμενος,
10ἥτις θολοῖ τὸν λογισμὸν, καθὰ ὁ οἶνος πλεῖστος μεταλαμ‐ βανόμενος σκοτοῖ τὸν λογισμόν. Μῶμός ἐστι κυρίως ᾠδὴ λεγομένη παρά τινος κατὰ νύκτα ἀπερχομένου πρὸς τὴν ἐρώτιλλαν. ὀρίνει· γράφεται ἐγείρει. ἐγείρει· διε‐ γείρει· γράφεται ὀρίνει.

1

.

502

Πολλοὶ δ’· ἄρσενες δηλονότι, ἰχθύες. διασταδόν· διακεχωρισμένως, ἐνστατικῶς, διακεχωρισμένοι. εὐνῆς· κοίτης, τῆς θηλείας τῆς μιᾶς. εἵνεκεν εὐνῆς· χάριν συν‐ ουσίας.

1

.

503

Μάρνανται· μάχονται· μάρη ἡ χείρ· κυρίως τὸ μάρνανται ἐπὶ τῆς χειρός· κυρίως μάρνη ἡ διὰ τῶν χειρῶν μάχη. Μάρνανται· κυρίως ἡ διὰ τῶν χειρῶν γινομένη μάχη· μάρη γὰρ ἡ χείρ. μνηστῆρσιν· νυμ‐
5φίοις, γαμβροῖς. νύμφην· μίαν γυναῖκα. περὶ νύμφην· χάριν γυναικός.

1

.

504

Ὁμοῖοι· ἴσοι, ὁμότιμοι, πλούσιοι, καὶ πλούσιοι ὅλοι, ἢ παραπλήσιοι. ἀντιφέρονται· ἐναντίως ἀντιμά‐ χονται, ἐναντίως φέρονται, ἀντιμάχονται, μάχονται ἐξ ἐναντίας.

1

.

505

Ὄλβῳ· πλούτῳ. ἀγλαΐῃ· ὡραιότητι. τάδ’· ὁ πλοῦτος, ὁ ὄλβος καὶ ἡ εὐμορφότης, ἅτινα, ἤως ὁ πλοῦ‐ τος καὶ ἡ ἀγλαΐα.

1

.

506

Ἀλκή· δύναμις, ἀλλά τι ὑπάρχει. γένυες· σια‐ γόνες, στόματα. κάρχαρον· κάρχαρος ἐπὶ κυνὸς, χαυ‐ λιόδους ἐπὶ συὸς, συνόδους ἐπὶ ἀνθρώπου. κάρχαρον κεχαραγμένον ἐκ τῶν ὀδόντων, ὀξυόδοντα, διακεχαραγ‐
5μένον. κάρχαρον ἕρκος· τοὺς ὀδόντας λέγει, τραχύτατον, κεχαραγμένον, τὸ ἔσωθεν τοῦ στόματος καὶ ἐπικαμπὲς περίφραγμα. ἕρκος· ὀδόντων.

1

.

507

Τοῖς· ἐν τούτοις τοῖς τρισὶν, ἤως τῇ δυνάμει, τῷ στόματι, καὶ τοῖς ὀδοῦσιν. ἀεθλεύουσι· ἀγωνίζονται, ἀθλοφοροῦσι· γράφεται δ’ ἀεθλεύοσιν. ὁπλίζονται· διε‐ γείρονται.

1

.

508

Τοῖσιν· καὶ πάλιν ἐν τούτοις τοῖς τρισίν, ἰχθύ‐ σιν. προβάληται· νικήσῃ, ἑαυτόν. ὁμοῦ· ἅμα, εὐθύς. εὕρατο· ἔλαβεν. εὕρατο· γράφεται ἤρατο· καὶ ἀπήρατο.

1

.

509

Τοὶ μέν· ἢ καὶ ἄλλοι μέν· δωρικῶς. πλεόνεσσιν· πλειοτέραις. ὁμευναίαις· ὁμοκοίταις, ὁμοκοίτοις, ὁμοζύ‐ γοις. ἀλόχοισι· γυναιξὶ καὶ θηλύαις (sic).

1

.

510

Αἴθων· διάπυρος, καυστικὸς, ὁ ὀξὺς καὶ ταχὺς
ἐκ τοῦ αἴθω τὸ καίω.Column end

1

.

511

Τοὶ δέ· οὗτοι, ἄλλοι. ἀμφιέπουσιν· φυλάττουσιν, ὑποτάσσουσι, περιέπουσιν. ἄκοιτιν· ὁμόκοιτιν, σύζυ‐ γον θηλεῖαν (Cod. θέλοιαν), γυναῖκα· ἀκοίτης ὁ ἀνὴρ, ἄκοιτις ἡ γυνή.

1

.

512

Πλεόνεσσι· γυναιξὶ δηλονότι, ἀλλ’ ἐν μιᾷ. γάνυνται· χαίρουσιν.

1

.

514

Τέλος· ἡ πρᾶξις, ἤως ἡ εὐφροσύνη τῆς συνου‐ σίας. κελαινῇ· δεινῇ, τῇ δειλῇ καὶ μεμελανωμένῃ, κα‐ ταστίκτῳ, τῇ ποικιλομόρφῳ, ἢ τῇ μεγάλῃ· αὕτη μίσγει μετὰ τῶν ὄφεων.

1

.

515

Μυραίνῃ· τῇ μυραίνῃ τῇ δεινῇ, ἢ τῇ μελαίνῃ, ὅτι αὕτη μίσγεται μετ’ ὄφεως· λευκὸν ἀπὸ τοῦ λεύσσω τὸ βλέπω, μέλαν δ’ ἀπὸ τοῦ μὴ λάειν ἤως βλέπειν. λεχέων· κοιτῶν. παράτροπον· παρηλλαγμένην, παρα‐
5τετραμμένην, παραβεβλημένην, διῃρημένην. αἶσαν· μοῖραν, τάξιν.

1

.

516

Αἱ μέν· αἱ μύραιναι, ἐγχέλυες. σπειρηδόν· κυ‐ κλωτερῶς, συμπεπλεγμέναι ὁμοῦ, καὶ συστρεπτικῶς, συμπεπλεγμένως ὁμοῦ δίκην ἁλύσεως, ἢ δίκην φραγκικῆς σπείρας. Σπειρηδόν· ὁμοῦ καὶ ἀθρόως πεμπόμεναι, καθ‐
5άπερ ἐν ὁμονοίᾳ καὶ παρατάξει· ἢ σπειρηδόν· ἤτοι δίκην ἁλύσεως· σπεῖρα γὰρ λέγεται ἡ ἅλυσις καὶ ἡ συ‐ στροφὴ τοῦ ὄφεως καὶ οἱ τῆς ἁλύσεως στρεπτοὶ (Cod. αι) κρίκοι. ἄλλως· σπεῖρα σημαίνει δʹ, τὴν νουκερίαν (ναυ‐ καιρίαν), τὰ παλαιὰ ἱμάτια, τὴν συστροφὴν τοῦ ὄφεως,
10καὶ τὸ πεπλεγμένον σχοινίον. χυθεῖσαι· ἐξαπλωθεῖσαι, πλακεῖσαι, καὶ μιγνυθεῖσαι.

1

.

517

Ὑγρόν· ὀλισθηρὸν, γλίσχρον. ἁβρὸς ὁ λίαν βα‐ ρύς. ἀναστρωφῶσι· περικυκλοῦσιν, ἀνακινοῦσι, καὶ ἀνα‐ στρέφουσι, καὶ κινῶσιν. θαμειαί· συχναὶ, συνεχῶς, συνεχεῖς.

1

.

518

Πλεγνύμεναι· μιγνύμεναι, ἐντετυλιγμέναι, πλεκόμεναι. τάων· τούτων, ἀπὸ τούτων. Σημείωσαι ὅτι τὰ ἐγχέλη περιπλεκόμενα διαῤῥέεται ἐξ αὐτῶν λίπος καὶ τὸ καταῤῥεῦσαν εἰς τὴν γῆν γίνεται ἐγχέλυες. κατ‐
5είβεται· καταῤῥέει, ἀποστάζει, στάζεται, καταστά‐ ζεται, ἀποῤῥέει, καταστάζει.

1

.

519

Ἰχώρ· σῆψις, ὕδωρ πολὺ, καὶ ἕλκος, ὕδωρ παχὺ ὡς ἕλκος, πληγώδης ὑγρασία. Ἰχὼρ ἀπὸ τοῦ ἴσχεσθαι ἐντὸς τοῦ σαρκίου ἰσχὼρ καὶ ἰχώρ. ἰχὼρ ῥεῦσις, κυρίως δ’ ἰχῶρες τὰ ἐντὸς τῶν τρωμάτων ἕλκη,
5ἀπὸ τοῦ ἴσχεσθαι ἔτι ἐντὸς, καὶ μὴ ἐκχυθῆναι ἀκμὴν ἔξω δυνάμενα. καλύπτεται· κρύπτεται. δέ· τε. μιν· αὐτὴν, τὴν ἰχῶρα, αὐτόν. ἰλύς· ὁ βόρβορος, ἡ συρφετώδης ψάμμος.

1

.

520

Κύει· συλλαμβάνει, ἐγκυμονεῖ, γεννᾷ. ὁλκούς· σώματα, περιφραστικῶς τὰ συρόμενα σώματα, ἢ σώ‐ ματα μακρά.

1

.

521

Ὀλισθηροῖσι· γλίσχροις.

1

.

522

Μέγα· μεγάλα. τρομέουσι· δειλιῶσιν. ἐχθαί‐ ρουσι· μισοῦσιν, διὰ τὴν βίαν ἣν ἔχουσιν· σημείωσαι.

1

.

523

Ἐφίμερος· ἐπιθυμητικὸς, ἐπιθυμητός, ἐπέ‐ ραστος. ἄλλοις· ἰχθύσι, ζώοις.

1

.

524

Τερπωλή· χαρὰ, τέρψις, εὐφροσύνη. πολύ· κατά. λεχέων· κοιτῶν, τῶν μίξεων, εὐνῶν. πλέον· περισσότε‐ ρον, τῶν ἄλλων δηλονότι, τῶν ἡδονῶν, τῆς ἡδονῆς, παρὸ χαρὰν, πλείους λύπας ἔχουσι τῶν ἡδονῶν, πολὺ288
5δὲ πλέον ἄλγος ἔχουσι τῆς τερπωλῆς. ἄλγε’· λύπας.

1

.

525

Σκληρόν· ὀξύ· σκληρὸν γάρ ἐστι τὸ κέντρον, τὸ πρὸς τὴν ἀφροδίτην αἰδοῖον, οἱονεὶ ὀστοῦν οὐχ ὑπεῖκον, οὐδὲ καμπτόμενον, ἀλλ’ ὀρθὸν τεταμένον ἑστὸς, ὅπερ ἐν τῇ ἀπρεπῇ κοίτῃ ἐν τῇ τρίψει ἀκονᾶται, καὶ κοιλοῖ
5τὴν θήλειαν· διὸ καὶ οὐ θέλει συνουσιάσαι, ἀλλὰ μάχεται. εἰς ἀφροδίτην· εἰς τὴν συνουσίαν.

1

.

526

Ὀστέον· αὐτὸ τὸ μόριον λέγει. οὐκ ἐπιεικτόν· οὐχὶ καμπτόμενον, σκληρόν· γράφεται καὶ ὀστέον ἀυ‐ τοχάρακτον, τουτέστιν οὐχὶ καμπτόμενον. ἐπιεικτόν· χαῦνον, καὶ ὑποκλινόμενον, ἀλλὰ σκληρὸν καὶ ξηρόν.
5ὑποεικτόν· ὑποτασσόμενον, ὑποκλινόμενον, ἤτοι μα‐ λακόν. ἀτερπέϊ· ἀνευφροσύνης (ἄνευ εὐφροσύνης), καὶ ἀνευφράντῳ. θήγεται· ἐγείρεται, ἀκονᾶται, ἑτοιμάζεται. εὐνῇ· κοίτῃ· οὐ γὰρ ταύταις ἐπέραστός ἐστιν ἡ τέρψις τοῦ γάμου, οἷα καὶ τοῖς ἄλλοις ἰχθύσι· σκληρὸν γὰρ τὸ
10κέντρον ἐστὶ, τὸ πρὸς ἀφροδίτην αἰδοῖον.

1

.

527

Τοὔνεκα· τούτου χάριν, τοίνυν· διὰ τοῦτο αἱ θήλειαι χελῶναι φεύγουσι τὰ (τὴν?) τῶν ἀνδρῶν ὀλι.... (ὁμιλίαν?), διότι τὸ μόριον τῶν ἀῤῥένων ἤτοι ὁ καυλὸς σκληρὸν (Cod. σκη) ὀσ[τοῦν] ἐστι, μᾶλλον δὲ καὶ μά‐
5χονται πρὸς τοὺς ἐπόχους αὐρι..... (ἀνέρας?) καὶ ὅσον τὸ κατὰ δύναμιν [ἐστιν] αὐτὸ σπεύδουσιν ἀπωθεῖν ἀπὸ τῆς συνουσίας αὐτῶν, ἄχρις ἂν ἀπὸ τῆς πολλῆς ἀνάγκης ἡττηθῶσι καὶ οὕτως. πολυγνάμπτοισιν· τοῖς πολλὰ ξέουσιν, λίαν ἐπικαμπέσιν, εἰς τοὐπίσω στρεφομένοις,
10καὶ καμπτομένοις.

1

.

528

Δάπτουσιν· δάκνουσιν· δάπτειν κυρίως τὸ λάβρως ἐσθίειν ἀπὸ τοῦ δα ἐπιτατικοῦ μορίου καὶ τοῦ ἅπτω, καὶ ἐσθίουσι, βλάπτουσιν, κατακόπτουσιν· οἱ ἄρσενες δηλαδὴ καὶ αἱ θήλειαι ἀλλήλους δάκνουσιν.
5ὅτε· ἀττικόν· τὸ ὅτε ἀντὶ τοῦ ὅταν λαμβάνουσιν. σχεδόν· πλησίον. ἀντήσωσι· συναντηθῶσι, πλησιάσωσιν, ἑκου‐ σίως ὑποκλίνουσιν ἑαυτὰς (Cod. αῖς) δῆλον.

1

.

529

Ἀλευόμεναι· ἐκφεύγουσαι. τρηχύν· λυπηρὸν, ἀγανακτικὸν, ἐπίπονον, θανάσιμον. ἀέκουσαν· μὴ βου‐ λομένην, μὴ θέλουσαν, οὐδὲ θέλουσαν τὴν θήλειαν τὴν εὐνὴν αὐτοὶ ἑκούσιοι ἱμείρονται, αὐτῆς δηλο‐
5νότι. ἰστέον δ’ ὅτι ἀέκοντος καὶ ἀεκούσης οὐ γίνεται γάμος, ἀκούσης καὶ ἑκόντος ἔστιν ὅτε, ἑκόντος δὲ καὶ ἑκούσης ἀεί· οἱ δὲ καὶ μὴ θέλουσαν τὴν θήλειαν τὴν εὐνὴν αὐτοὶ ἑκούσιοι ἱμείρονται, τὴν εὐνὴν δηλονότι· ἤως τὸ μὴ βουλομένην ἄκουσαν ἐκείναις, ἢ ἑκουσίαν
10ἐκείνων καὶ ἀκουσίαν, ἑκουσίαν δ’ ὅτι ἐπιθυμοῦσιν, ἀκουσίαν, ὅτι ἐπιθυμοῦντες [οὐκ] ἐθέλουσι διὰ τὸν πολὺν πόνον καὶ κόπον· ἰστέον ὅτι ἀέκουσαν (ἀεκούσῃ?) καὶ ἀέκοντα (ι?) οὐ γίνεται γάμος, ἀέκουσαν (ἀεκούσῃ?) καὶ ἑκόντι οὐ, ἑκοῦσαν (ἑκούσῃ?) καὶ ἀέκοντι οὐ,
15ἑκοῦσαν (ἑκούσῃ?) δὲ καὶ ἑκόντι γίνεται.

1

.

530

Εὐνήν· τὴν θήλειαν. ἱμείροντες· ἀποδεχόμενοι,
ἐπιθυμοῦντες, ἀποδέχονται, ἐπιθυμοῦσιν. ἑκούσιοι· αὐ‐ τοθελεῖς, αὐτοί. εἰσόκεν· ἄχρις οὗ· καινοσύντακτον. ἀλκῇ· δυνάμει, τῇ βίᾳ, τῇ ἰσχύϊ.Column end

1

.

531

Ζεύξῃ· ὑποτάξῃ, πρὸς συνουσίαν δηλονότι, ταπει‐ νώσῃ, συναγάγῃ, πρὸς συνουσίαν ἀγάγῃ, δεσμήσῃ αὐτὴν τὴν θήλειαν. μιν· ἑαυτῷ. ἀναγκαίῃ· βιαστικῇ, ἀναγκαστικῇ. φιλότητι· ἢ ἔρωτι, φυσικῇ μίξει.

1

.

532

Ληϊδίην· δούλην, αἰχμάλωτον, καὶ κοῦρσον, ἤως αἰχμαλώτους τε καὶ λαφυραίαν τιμήν· τιμὴ γὰρ πολέμου τὸ κοῦρσον, ἤως αἰχμαλώτους εἰληφέναι τινάς· ἐκ πολέμου ληφθεῖσαν καὶ γενομένην δούλην, καθάπερ
5αἰχμάλωτον. πολέμου· λαφυραγωγίας. γέρας· τιμὴν, λαφυραγωγίαν, καὶ λαφυραίαν τιμήν. ἴκελα· ὅμοια.

1

.

533

Ἔργα· συνουσίαι, αἱ μίξεις, αἱ συνουσίαι πα‐ ρόμοιαι τοῖς σκύλοις (σκύλαξι?) τοῖς ἐν τῇ γῇ, ὁμοίως τοῖς κυσὶν ἐξοπίσω, ἀφ’ οὗ καὶ συνέχονται· σημείωσαι. χελώναις· ἀντίπτωσις, ἤτοι τῶν χθονίων κυνῶν καὶ
5εἰναλίων χελωνῶν.

1

.

534

Ἴκελα· ὅμοια. ἐπεί· διό. μάλα δηρόν· κατὰ πολύ. ἕκαστοι· καὶ οἱ δύο, καὶ ἀμφότεροι καὶ δύο.

1

.

535

Συνέχονται· συμμίγονται, συνάπτονται, μιγ‐ νύονται, ἐξοπίσω συμμίγονται καὶ κεκωλυμένοι. ἀρη‐ ρότες· δεδεσμημένοι, ἡρμοσμένοι, συνηρμοσμένοι.

1

.

536

Ὀλοοί· ὀλέθριοι· οὗτος ὁ ἄῤῥην πολύπους ἐπο[χο]ύμενος τῆς θηλείας ἕως ὀλιγωρήσας [ἀπέπε]σε χαυνωθεὶς καὶ ἐξ ἀσελγείας (Cod. ἀσσενγείας) [θνήσκ]ει, ἤως ἀπὸ τοῦ τῆς θηλυμανίας [ἔρ]ωτος· οὕτως ἕκαστος
5τούτων ἀπολλύει. ὄλεθρος· ἀπώλεια, θάνατος.

1

.

537

Ξυμφέρεται· συνάγεται τῷ γάμῳ. συμφέρεται· ἀκολουθεῖ, γίνεται, ἀποτελεῖται, συγκινεῖται, μικρῶς προσεγγίζει, συμμίγνυται τῷ γάμῳ. ξυνόν· κοινόν. ξυνὸν δὲ τέλος θανάτοιο καὶ εὐνῆς· τοῦ δὲ θανάτου καὶ
5τῆς κοίτης κοινὸν τὸ τέλος, διότι ὁμοῦ καὶ τὸν γάμον καὶ τὸν θάνατον ἀποπληροῦσιν. ἄλλως· ὅτι τοῦ πολύ‐ ποδος ὁ γάμος καὶ ὁ θάνατος ἐν τῷ ἅμα γίνεται· οὐδὲ γὰρ ἄλλως ἀφίσταται ἀπὸ τῆς μετὰ τῆς θηλείας συνου‐ σίας, εἰ μὴ τέλεον ἐξασθενήσει, καὶ ὡς νεκρὰ (sic)
10πέσῃ, ὅτε καὶ ἐσθίουσιν αὐτὸν οἱ παρατυχόντες ἰχθύες, οὓς πρότερον ἤσθιεν, ἀλλὰ μὴν καὶ αἱ θήλειαι τούτων θνήσκουσιν ἐν τῷ καιρῷ τῆς κυήσεως διὰ τὸ τὰ ὠὰ αὐ‐ τῶν μὴ κεχωρίσθαι (Cod. χωρ.) ἀπ’ ἀλλήλων, ἀλλὰ συνηνεγμένα δίκην βότρυος ἐξέρχεσθαι, ὡς ἐκ τούτου
15ἐπέρχεσθαι αὐταῖς λύπην ἀφόρητον, καὶ θνήσκειν αὐτὰς ἀπὸ τῆς τοιαύτης βίας· τούτου χάριν οὐδὲ ζῇ ὁ πολύ‐ πους ἐπέκεινα τοῦ χρόνου διὰ τὸ τὸν μὲν ἄρσενα ἀπὸ τῆς ἀπείρου συνουσίας τελευτᾷν, τὴν δὲ θήλειαν ἀπὸ τοῦ τοκετοῦ.

1

.

539

Πρίν· πρότερον, ἕως οὗ. φιλότητος· συνουσίας. γάμου. ἀπίσχεται· ἀποχωρεῖ, ἀποπαύεται, καὶ χωρί‐ ζεται, κωλύεται. ἀπολήγει· παύει.

1

539bis

Πρίν· πρὸ τοῦ. ἀπό· ἐκ. προλίπῃ· καταλίπῃ. σθένος· καὶ τὴν δύναμιν. ἀδρανέοντα· ἀδυναμοῦντα, ἀσθενοῦντα, ὀλιγωροῦντα, τὸν ἄῤῥενα, ἀδυνατοῦντα.

1

.

540

Ἀμενηνός· ἀσθενὴς, λεπτὸς, μάταιος· παρὰ τὸ μένω μένος, καὶ πλεονασμῷ τοῦ νη μενηνὸς, καὶ μετὰ τοῦ στερητικοῦ α ἀμενηνὸς, ὡς τὸ πέτω πετεηνὸς καὶ πετεεινὸς, ἐξ οὗ καὶ ῥῆμα (Il. ν 562)·289
5
ἀμενήνωσε δέ οἱ αἰχμήν. ἀσθενῆ ἐποίησεν, ἀντὶ τοῦ ἀνέκαμψεν. ὄληται· φθαρῇ, ἀπόληται, φθείρεται.

1

.

541

Πάντες· οἱ ἰχθύες. σχεδόν· πλησίον. ἀντήσουσι· εὐτύχωσι, συναντήσουσιν, ἐπιτύχωσιν. συντύχωσιν· αἱ καρκινάδεσιν (άδες ἢ?) οἱ λοιποί.

1

.

542

Δειλαί· ἀσθενεῖς· ἠδὲ καί· τὸ ἓν καὶ περισσόν· ἀττικῶς.

1

.

543

Πάρος· πρότερον, ἔμπροσθεν, ἐδαίνυτο· εὐω‐ χεῖτο, ἤσθιεν, ἔτρωγεν. μεθέρπων· βαδίζων, συρόμενος, διερχόμενος.

1

.

544

Τοῖς ὕπο· ὑπὸ τῶν. ἰστέον, ὅτι ἀντίπτωσίς ἐστιν· ἐχρῆν γὰρ εἰπεῖν· τῶν ὕπο ἀντὶ τοῦ ὑπὸ τούτων ὄλλυται. ζωός· ζῶν. περ· καίπερ. κείμενος· νενεκρωμέ‐ νος. αὕτως· ἀναίσθητος, ἀμετακινήτως, ἀναισθήτως,
5ἀπράκτως, ματαίως.

1

.

545

Ἀμυνόμενος· μαχόμενος, βοηθούμενος παρά τινος, ὑπερπολεμῶν, βλάπτων· ἀμύνω δοτικῇ τὸ βοηθῶ, ἀμύνομαι αἰτιατικῇ παθητικῶς ἀντὶ τοῦ ἀποτρέπομαι. δαιτρεύεται· κατακόπτεται, ἐσθίεται, ἐκεῖνος, καὶ μα‐
5γειρεύεται, εἰς λεπτὰ τέμνεται. ὄφρα· ἕως οὗ, μέχρι ἄν, ὅπως. θάνῃσι· ἀποθάνῃ.

1

.

546

Τοίῳ· τοιούτῳ πόθῳ, ἐν τοιούτῳ πόθῳ. δυστερπεῖ· ἐπὶ κακῷ τέρποντι, κακῶς τέρποντι. φιλοτησίῳ· συνου‐ σιαστικῷ, ἐρωτικῷ, φιλικῷ. δυστερπεῖ φιλοτησίῳ· γάμῳ ἐρωτικῷ. ὄλλυτ’· φθείρεται, διὰ τὴν μίξιν ὄλ‐
5λυται.

1

.

547

Ὡς δ’ αὕτως· ὁμοίως, ἐκ παραλλήλου τὸ αὐτὸ, οὕτως. μογέουσα· βαρυνομένη, καὶ κακοπαθοῦσα.

1

547bis

Καὶ ἀποκριδόν· κεχωρισμένως, διακεχωρισμέ‐ νως καὶ ἠραιωμένως, ἀποκεχωρισμένως, κεχωρισμένα.

1

.

549

Διαθρώσκουσιν· ἐκπίπτουσιν, ἐξέρχονται, διεξ‐ έρχονται, καὶ ἀποθρώσκουσι, διέρχονται, τὴν γαστέρα λέγει. ἀρηρότα· συμπεπλεγμένα τὰ ὠὰ, ἡρμοσμένα τὰ ὠὰ, ὁμοῦ.

1

.

550

Μόγις· μόλις· ἀττικόν, βραδέως, βίᾳ. διαΐσσε‐ ται· ὁρμᾷ, διεξέρχεται. διανύσεται· διαπορεύεται, διέρχεται. διανίσσεται· ἐξέρχεται, πορεύεται. αὐλοῦ· ὀπῆς, τῆς στενῆς ὀπῆς, διὰ τοῦ στενοῦ αὐλοῦ, τουτέστι
5τοῦ κρυπτοῦ.

1

.

551

Λυκάβαντος· χρόνου· λυκάβας ὁ ἐνιαυτὸς, λυ‐ κάβας τις ὢν, ἢ λυγαίως καὶ ὀξέως βαίνων καὶ κεκρυμ‐ μένως καὶ λεληθότως· καὶ Ὅμηρος (Od. ξ, 161)·
τοῦ δ’ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθαδ’ Ὀδυσσεύς.
5λυκάβας ὁ χρόνος διὰ τοὺς δώδεκα μῆνας· τοσοῦτοι γὰρ καὶ οἱ λύκοι τὸν ἀριθμὸν βαίνουσιν. λυκάβας ὁ χρόνος ἀπὸ τοῦ τὸν λύκον ἅπαξ βαίνειν ἐν τῇ γονῇ, ἢ ὁ ἀπὸ λύγης καὶ νυκτὸς γινόμενος. Ἄλλως· λυκάβας ὁ χρόνος, ὅτι
οἱ λύκοι καθάπαξ τοῦ ἔτους τὰς εὐνὰς ἐν ἀγρῷ, δηλαδὴColumn end
10τὰς ἐπιμίξιας ποιοῦνται. Καὶ ἄλλως· λυκάβας ὁ χρόνος διὰ τὸ τῇ φορᾷ τῶν μηνῶν καὶ ἁπλῶς τῶν ὡρῶν, ἤτοι τῶν ἡμερῶν ἐοικέσθαι (έναι) τῇ τῶν λύκων ἀλληλενδέτῳ βάσει. ὑπέρτερον· ἐπέκεινα, καὶ πλέον. μέτρον· καὶ σταθμόν.

1

.

552

Ἀποφθινύθουσι· φθείρονται· ἀπὸ τοῦ φθίνω φθινύω καὶ φθινύθω κατὰ παραγωγήν.

1

.

553

Αἰνοτάτοισι· δεινοῖς. γάμοις· τοῖς τοῦ ἄῤῥενος, οἱ ἄῤῥενες. τόκοισιν· κυήσεσιν, αἱ θήλειαι, γένναις,

1

.

554

Ἀμφί· περί. φάτις· φήμη, λόγος. ἔρχεται· ᾅδεται. ἀΐδηλος· ψευδὴς, ἀφανὴς, ἄγνωστος ἀνθρώποις. οὐκ ἀΐδηλος· ἀλλὰ φανερά.

1

.

555

Ὥς· ὅτι. ὄφις· ἔχιδνα κυρίως, ὥς φησιν ὁ μέγας βασιλεύς· ἐχίδνην τὸ χαλεπὸν θηρίον. γαμέει· εὐνά‐ ζεται. ἐξ ἁλός· ἔξω ἁλός. ἔρχεται· καὶ ἐξέρχεται. αὐτή· ἐπιθυμοῦσα συνουσιασθῆναι τῷ ἐπιθυμητῷ τοῦ
5ὄφεως γάμῳ.

1

.

556

Πρόφρων· πρόθυμος, μετὰ προθυμίας, προθύ‐ μως. ἱμείρουσα· ἐπιθυμοῦσα, γάμου, ἐφιεμένα. ἱμεί‐ ροντι· ἐπιθυμοῦντι, ὄφει. Ἰστέον, ὅτι τρισσῶς συνέλ‐ θοιεν ἀνήρ τε καὶ γυνή· ἐθέλων γάρ τις ἐθέλουσαν γα‐
5μήσει, ἐθέλων μὴ ἐθέλουσαν, καὶ μὴ ἐθέλων ἐθέλουσαν, οὐ μὴ ἐθέλων δέ τις καὶ μὴ ἐθελούσῃ οὐδέποτε συνέλθοι. γάμοιο· τῆς συνουσίας, ἐπιθυμοῦσα συνουσιασθῆναι ἐπιθυμοῦντι καὶ τῷ ὄφει.

1

.

557

Φλογέῃ· καυστικῇ, φλογερᾶ, διαπύρῳ. τεθολω‐ μένος· ἐσκοτισμένος. τεθοώμενος· καιόμενος, καὶ διε‐ γειρόμενος, ὀξυνόμενος, ὡρμημένος, καιόμενος, πυρού‐ μενος, σκοτιζόμενος (Cod. σκυ) τῇ τοῦ ἔρωτος ἀσχέτῳ
5μανίᾳ, ἐκκεκαυμένος, ἐκπυρούμενος, τουτέστιν ἐξοι‐ στρούμενος, ἐκκαιόμενος τῇ διαπύρῳ λύσσῃ, λέγει δὲ τὸν ἔρωτα, ὃν καὶ θερμὸν εἶπε πρὸ ὀλίγου (501). ἔν‐ δοθι· καιόμενος. λύσσῃ· μανίᾳ τοῦ ἔρωτος, πυρωθείς.

1

.

558

Μαίνεται· διεγείρεται μανικῶς, ἔρχεται, ἐγεί‐ ρεται, ὁρμᾷ, μανικῶς κινεῖται. φιλότητα· συνουσίαν. σύρεται· ἕρπει, ἕλκεται, ἔρχεται.

1

.

559

Πικρός· ὁ πικροποιὸς, καὶ θανατηφόρος, ὁ ἰο‐ βόλος· ἀλλοπαθὲς τὸ σχῆμα, ἐπειδὴ ἄλλως πικραίνει ὁ ὄφις. ἔχις· ὄφις. τάχα· ταχέως, ἢ πλησίον. γλαφυ‐ ρήν· κοίλην, κοίλην πέτραν ἰδὼν ὁ ὄφις ἀπεμεῖ τὸν
5ἰὸν ἐκεῖ, καὶ πάλιν μετὰ τὴν συνουσίαν τῆς μυραίνης ἀναῤῥοφεῖ αὐτὸν, γλαφυρὸν δὲ τὸ κοῖλον ἀπὸ τοῦ γλάπτω τὸ κολάπτω, ἐξ οὗ καὶ γράμματα, ἅπερ ἐνε‐ κόλαπτον τοῖς λίθοις οἱ παλαιοί· γλάπτω γλαφυρὸς, ὡς λέπω λεπυρός· ἐπὶ δὲ τοῦ ἡδέος (λέγεται γὰρ καὶ
10τὸ γλυκὺ γλαφυρὸν), ἀπὸ τοῦ γλάπτειν καὶ ὀρύττειν καὶ κινεῖν πρὸς ἡδονὴν, καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν ἄλλων· καὶ γλαφυρὰ φόρμιξ ἡ γεγραμμένη καὶ κεκοι‐ λωμένη παρ’ Ὁμήρῳ (Od. ρ, 262. χ, 330, et ψ, 133)· καὶ γλαφὺ τὸ κοῖλον. καὶ Ἡσίοδος (ἔργ. 533)·
15
ἄντρον γλαφὺ πετρῆεν. Ἐν κοίλῳ μέντοι φησὶ πέτρης ἀπεμεῖ τὸν ἰὸν, καὶ πάλιν μετὰ τὴν ἐκπλήρωσιν τῆς ἐπιθυμίας ἐκεῖθεν λάπτει
αὐτόν. ἐσκέψατο· εἶδεν, ἐτήρησεν, ἐρεύνησε καὶ οἶδεν.290

1

.

560

Λοίγιον· θανάσιμον, ὀλέθριον, φθαρτικόν. ἀπή‐ μεσε· ἀπέπτυσεν, ἐξέρασεν, ἐξέχεεν, ἐξέχυσεν, τὸν μια‐ σμὸν (Cod. μενασμ) ἔχυσεν, ἐξέστασεν πάντα· ὅλον. ὀδόντων· ἀπό.

1

.

561

Πευκεδανόν· πικρὸν, θανατηρὸν, ἀπὸ μεταφορᾶς τῆς οὔσης φύσει πικρᾶς. ζαμενῆ· λίαν ὀργίλον, ἄγαν ὀργίλον, ἤως βλαπτικὸν, τὸν φθαρτικόν. ὄλβον· πλοῦτον, ὅτι ὡς πλοῦτον τὸν ἰὸν (Cod. ἑὸν) ἔχει ὁ ὄφις.

1

.

562

Ὄφρα· ἵνα, οὕτως. πρηύς· ἥμερος, ἥσυχος, ἤρεμος, πραῢς, δωρικῶς, μετὰ πρᾳότητος. εὔδιος· ἥμερος, ἡσυχὴς, ἥσυχος, ἀβλαβής. ἀντήσειεν· συναν‐ τήσει, ἀπαντήσειε, ὁ ὄφις δῆλον. ἀντήσηται· μετάσχῃ,
5συμμεταλάβῃ.

1

.

563

Στάς· σταθείς. ῥηγμῖνος· αἰγιαλοῦ, αἰγιαλῷ, καὶ ὄρμησα (ὁρμήσας?). ἑὸν νόμον· κατὰ τὸν ἴδιον νόμον, κατὰ τὴν ἰδίαν συνήθειαν, κατὰ τὸ ἴδιον μέλος. νόμον· ἔθος. ἐῤῥοίζησε· ἐσύρισεν, ἐσύριξε, καὶ ἐφώνησεν,
5ἤχησεν· ἰστέον ὅτι ῥοῖζος λέγεται ἡ ἐπὶ χρυσοῦ κτύπος, νῦν δὲ καὶ τὸν συριγμὸν τοῦ ὄφεως λέγει.

1

.

564

Κικλήσκων· λέγων, μηνύων, καλῶν. φιλότητα· πρὸς μίξιν, εἰς συνουσίαν τὴν μύραιναν. θοῶς· ταχέως, ταχυτάτως. ἐσάκουσεν· μύραινά φησιν ἀκούσασα τὸν τοῦ ὄφεως συριγμὸν ἔξεισιν ἀπὸ τῆς θαλάσσης ταχέως,
5καὶ συμπλέκεται τῷ ὄφει καὶ μίγνυται. κελαινή· δεινὴ, μέλαινα, μελαίνη, χαλεπὴ, ὀλέθριος.

1

.

565

Ἰϋγήν· συρισμὸν, φωνὴν, βοὴν, κραυγὴν, συ‐ ριγμὸν καὶ τὸ θέλγητρον. Ἴυγξ ζῶον ἀδικώτατον ἡ λε‐ γομένη σεισοῦρα ἢ κιρναῖος, ἐστὶ δὲ καὶ εἶδος ὀργάνου μουσικοῦ, ᾧ χρῶνται αἱ φαρμακίδες εἰς φιλίαν. Ἴυγξ
5ὁ ἔρως, καὶ ὄρνεόν τι τὸ λεγόμενον σεισογύης, ᾧ χρῶν‐ ται αἱ φαρμακίδες εἰς φίλτρα· ἴυγγας ἔχουσιν ἐν τοῖς λόγοις οἱ σοφισταί· ἴυγγι βοῇ, φωνῇ, καὶ ἰύζει βοᾷ, κραυγὴν ποιεῖ, λέγεται δὲ καὶ ἴυγξ σύριγξ μονοκάλα‐ μος, σημαίνει δὲ καὶ αὐδήν· καὶ ἰυγμὸς φωνὴ, συριγ‐
10μός· Ὅμηρος (Od. ο 162)·
οἱ δ’ ἰύζοντες. ἐστὶ δὲ πεποιημένη ἡ λέξις, καὶ ἰύζουσιν ἀγροικικῇ φωνῇ προφέρονται, φωνοῦσι, πεποίηται δὲ τὸ ὄνομα παρὰ τὸ ἰοὺ ἐπίῤῥημα. Ἰυγὴν τὴν βοιωτικὴν φωνὴν,
15ἴυξ δ’ ἐστὶν ὄρνεον, ἐν ᾧ χρῶνται αἱ φαρμακίδες εἰς φιλίαν. ἔσσυτο· ὡρμήθη, ὥρμησεν, ἐξῆλθεν. θᾶττον· ταχύτερον, τάχιον, συντόμως.

1

.

566

Πόντοιο· βυθοῦ. τιταίνεται· ἐξέρχεται, σύρε‐ ται, ἐξαπλοῦται, κατασκευάζεται, ὁρμᾷ, ὁδεύει, ἕλκε‐ ται. αὐτάρ· δέ.

1

.

567

Γαίης· γῆς. Γαίης καὶ γῆς πόθεν γίνεται; παρὰ τὸ γῶ τὸ χωρῶ, ἐξ οὗ καὶ γῆ ἡ χωρητικὴ πάντων· γῶ τὸ δέχομαι καὶ λαμβάνω, ἐξ οὗ καὶ γωρυτός· παρὰ τὸ δέχεσθαι τὸν ῥυτὸν ἤως τὸ τόξον χωρυτὸς καὶ κωρυτός·
5καὶ γυῖα τὰ μέλη καὶ γύαλον τὸ βαθὺ καὶ χωρητικόν. πολιοῖσιν· λευκοῖς. ἐπεμβαίνει· εἰσέρχεται. ῥοθίοισι· ῥεύμασιν.

1

.

568

Ὁμιλῆσαι· ὥστε συνουσιασθῆναι, συνελθεῖν, συμμιγῆναι. μεμαῶτε· προθυμούμενοι, πρόθυμοι, ἐφιέ‐ μενοι καὶ προθυμίαν ἔχοντες.Column end

1

.

569

Συμπεσέτην· συνέπεσον, συνῆλθον, συνηυνάσθη‐ σαν· δυϊκόν. ἔχιος· ὄφεως. κάρα· κεφαλήν. κατέδεκτο· ἐδέξατο, ἡ δὲ μύραινα τὴν τοῦ ἔχιος κάρην εἰσεδέξατο χανοῦσα· ἀνοίξασα τὸ στόμα, ἡ μύραινα.

1

.

570

Νύμφη· ἤως ἡ μύραινα. φυσιόωσα· γαυριῶσα, ἐξωγκωμένη, πνευστιῶσα, ἐξωγκωμένας ἔχουσα τὰς παρειὰς, μαινομένη, ἀσθμαίνουσα, ἐπαιρουμένη, γαυ‐ ρουμένη. γάμῳ· συνουσίᾳ· γάμος παρὰ τὸ δαμῶ τὸ
5δαμάζω· δάμος καὶ γάμος, ὁ δαμαστικὸς τῶν θηλειῶν, ὅθεν καὶ τὰς παρθένους ἀδαμάστους Ὅμηρος καλεῖ (Od. ζ 109), οἷον «παρθένος ἀδμής,» οἱ δὲ παρὰ τὸ γεννᾷν γάμος, ἐτυμολογεῖται δὲ καὶ παρὰ τὸ δύο ἅμα εἶναι κατὰ μετάθεσιν τοῦ δ εἰς γ, γαμβρὸν δὲ τὸν οἰκεῖον
10καὶ τὸν νυμφίον κατ’ ἐπιγαμίαν. ἐπιγηθήσαντε· ἐπιχα‐ ρέντες, ἔρωτα σφοδρὸν ἔχουσα (sic), εὐφρανθέντες, χαί‐ ροντες.

1

.

571

Πάλιν· ὀπίσω. εἶσι· πορεύεται, εἰσέρχεται· μετ’ ἤθεα· εἰς τὰ ἔθη καὶ σκηνώματα, εἰς τὰς κατασκηνώ‐ σεις, διατριβάς.

1

.

572

Ὁλκός· συρμὴ, τὸ σῶμα, ἡ συστροφὴ, ὁ ἑλιγ‐ μὸς, ἢ ἡ σπεῖρα, τὸ σύρμα. κρυερόν· ψυχρὸν, θανάσιμον, τὸν θανατηρόν. μεταχεύεται· μεταλαμβάνει, δέχεται, ἀναῤῥοφεῖ, λαμβάνει, ἀναῤῥοφᾷ, ἀναλαμβάνει, ἀναλέγε‐
5ται. Μεταχεύεται· μετὰ ταῦτα δὲ πάλιν ἀναλαμβά‐ νει, ὃν ὑπέθηκε (ἀπέ?) χαλεπὸν καὶ θανάσιμον ἰὸν, μετὰ τῆς λύσσης ἀναῤῥοφῶν τοῦτον ὃν ἐξέπτυσεν.

1

.

573

Λάπτων· ἀναῤῥοφῶν, πίνων, ῥοφῶν· τὸ λάπτω ἐπὶ κυνὸς, εἶπε δ’ αὐτὸ καὶ ἐπ’ ὄφεως. Λάπτων· ἀναῤ‐ ῥοφῶν· ἔθος γὰρ τοῦτο πέφυκε τῶν φύσει λαιμάργων καὶ μαινομένων ζώων τὸ ἀναῤῥοφᾷν, καθάπερ ὁ κύων
5καὶ ὁ λέων καὶ τὰ λοιπὰ, ὡς εἴρηται, ζῶα ποιοῦσι κα‐ λύψει (καὶ λάψει?) χρώμενα. ἧκε· ἔξω ἔπεμψεν, ἔπεμπε, κατήλειψε, κατέλειψεν, ἀφῆκεν. ἐξήφυσσεν· ἔμεσεν, ἐξήντλησεν, ἔπραψεν (sic; ἔῤῥυψεν?), ἐξέμησεν (ήμεσεν), ἔπεμψεν, ἐπήντλησεν. Ἐξέφυσεν ἀντὶ τοῦ
10ἔξω ἔβρεξεν, ἐξήφυσεν ἀντὶ τοῦ ἔξω ἤφυσεν καὶ ἀπήν‐ τλησε καὶ ἀπ’ αὐτοῦ (ἀφ’ αὑτοῦ) ἔῤῥιψεν. ὀδόντων· ἀπό.

1

.

574

Μή τι· μηδαμῶς. κίχῃ· καταλάβῃ. χόλον· ἰόν. Σημείωσαι ὅταν ἀρσενικόν· ὁμοίως καὶ ἐν λύκῳ συγ‐ γράφουσιν (cod φωσιν), ἡ ἀπόδοσις τούτων πρὸς ἀρσε‐ νικὸν γίνεται. ὁδίτης· τὴν ὁδὸν διερχόμενος.

1

.

575

Ἀτρεκέως· ἀφόβως, ἀληθῶς, ἀκριβῶς. ἐσιδών· θεασάμενος, καὶ γνωρίσας. ἀπέκλυσεν· ἀπέπλυνεν, ἀπε‐ νίψατο καὶ ἐβύθησεν. λάβρῳ· πολλῷ, σφοδρῷ.

1

.

576

Ἀυτάρ· μετὰ ταῦτα, δή. ἀσχαλόων· λυπούμε‐ νος. ῥίπτει· προσαράπτει, κρούει, καταφρονεῖ, τύπτει. δέμας· σῶμα. δέμας καὶ σῶμα διαφέρει· δέμας μὲν τὸ ζῶν σῶμα παρὰ τὸ δεδεμένον εἶναι τῇ ψυχῇ, σῶμα
5δὲ παρὰ τὸ σῆμα καὶ μνημεῖον εἶναι τοῦ ποτε ζῶντος, ἤγουν τὸ λείψανον, λαμβάνονται δὲ καὶ ἀντ’ ἀλλήλων
καταχρηστικῶς. μοῖραν· εἱμαρμένην, θάνατον.291

1

.

577

Λευγαλέοιο· ὀλέθρως, ὀλεθρίου, πικροῦ, τοῦ χα‐ λεποῦ. λάβῃσιν· εὕρῃ, λάβῃ· ἀνωΐστου· ἀπροσδοκήτου, ἀνελπίστου, ἀνυπομονήτου καὶ αἰφνιδίου, ἀνυπονοήτου· ἀνώϊστον τὸ μὴ ἐλπιζόμενον ἐκ τοῦ οἴω τὸ ὑπολαμ‐
5βάνω.

1

.

578

Αἰδόμενος· εὐλαβούμενος, ἐκτρεπόμενος. ἄναλ‐ κις· γυμνὸς, ψιλὸς, ἀδύνατος. οἷς· ἐν οἷς. ἐπεποίθει· ἐθάῤῥει, ἐθάῤῥει ἔχειν τοῦ εἶναι ὄφις.

1

.

579

Ἔμμεν· τὸ ἔχειν καὶ εἶναι. ἔμμεν’ ὄφις· τὸ εἶναι ἔχιν. πέτρῃ· ἐν. συνώλεσε· σὺν τῷ ἰῷ ἀπώλεσε καὶ τὸ σῶμα, συνέφθειρεν, ἔφθειρεν.

1

.

580

Ὁμῶς· ὁμοίως. ἐντύνονται· κατασκευάζονται, κατασκευάζουσι, παρασκευάζουσιν, εὐτρεπίζουσιν, ἑτοι‐ μάζουσιν.

1

.

581

Μήδεα· τὰ αἰδοῖα ἐκ τοῦ μήδω τὸ κρατῶ καὶ ἄρχω, ἢ ἐκ τοῦ μὴ στερητικοῦ μορίου καὶ τοῦ εἴδω τὸ βλέπω τὰ μὴ βλεπόμενα, ἢ ἐκ τοῦ μὴ αἰδοῦμαι κατ’ ἀντίφρασιν· μέζεα τὰ αἰδοῖα καὶ ἐξ αὐτοῦ μήδεα· πρῶ‐
5τον γὰρ συμβουλεύουσιν αὐτὰ πρὸς συνουσίαν. Ἄλλως· παρὰ τὸ μήδω τὸ ἄρχω· ἀρχὴ γὰρ καὶ αὐτὰ τοῦ σώ‐ ματος τοῦ ἀνδρός. ἀνδρομέοισι· ἀνδρικοῖς, ἀνθρωπί‐ νοις, τοῖς τῶν ἀνδρῶν. πανείκελα· κατὰ πάντα ὅμοια, ὅμοια. καρτύνονται· ἔχουσι, κέκτηνται, ἐξοπλίζονται,
10κρατύνουσι, κατέχουσι, καθοπλίζονται.

1

.

582

Πόρος· τὸ αἰδοῖον, καὶ ὀπὴ, ὁ αὐλίσκος· πόρος ἄρσενος τὸ αἰδοῖον, τουτέστιν ὁ αὐλίσκος τοῦ ἄρσενος δελφῖνος οὔκ ἐστί φησιν ἔξωθεν, ἀλλ’ ἔσω κέκρυπται, κατὰ δὲ χρείαν τοῦ συνουσιασμοῦ ἔξωθεν ἕλκεται, ἐκτει‐
5νόμενον εἰς τὸ φανερόν. πόρος· ὅπερ οὐκ ἐστὶν ἀεὶ ἔξω, ἀλλ’ ἔσω κέκρυπται, κατὰ δὲ χρείαν μίξεως ἕλκεται ἔξω φανερὸς ἐκτεινόμενος. εἴσω· τῆς ὀπῆς ἐντός.

1

.

583

Λεχέων· συνουσιασμοῦ, συνουσίας, συνουσιῶν. κατὰ χρέος· εἰς χρῆσιν, τὴν χρείαν, κατὰ χρείαν, κατὰ χρῆσιν τοῦ συνουσιασμοῦ.

1

.

584

Τοῖαι· ἐπανάληψις, συμπερασματικὴ ἔννοια. φιλότητες· ἐπιφώνημα, συνουσίαι. εὐναί· συνουσία.

1

.

585

Ἀλλοίῃ· ἐν διαφόρῳ. λεχέων· κοιτῶν, συνουσίας, καὶ εὐνῶν. ἱμείρεται· ἐφίεται, ἐπιθυμεῖ. ὥρῃ· ἐν ἄλλῳ καιρῷ. ἀλλοίῃ λεχέων ἱμείρεται ὥρῃ· ἐν ἄλλῳ καὶ ἄλλῳ καιρῷ ἄλλος μίγνυται.

1

.

586

Γενεήν· γονὴν καὶ τόκον, γένναν, τὸν τόκον αὐτῶν. Γενεήν· τὴν γονὴν, τὸν τόκον αὐτῷ προφαίνει, ὧν μὲν τὸ θέρος, ὧν δ’ ὁ χειμὼν, ὧν δὲ τὸ μετόπω‐ ρον (cod. εἰρον), ὧν δὲ τὸ ἔαρ πολλάκις γεννᾶται, τουτ‐
5έστιν ἄλλῳ μὲν καιρῷ τίκτουσί τινες τῶν ἰχθύων, ἄλ‐ λῳ δὲ πάλιν ἄλλοι, καὶ ἕτεροι ἅπαξ τοῦ ἔτους. προφέρει· προφαίνει, ἤως τίκτει, ἐκφέρει, δεικνύει. θέρος· κατά.

1

.

587

Φθινύθουσα· τελειουμένη. προὔφηνεν· ἔδειξεν, ἐφανέρωσεν. ὀπώρη· ἤως φθινοπωρινὸς καιρὸς, καὶ λέγει τοῦτο κατὰ διάχυσιν (λυσιν?), ὁ ὀπωρινὸς καιρός.

1

.

588

Καὶ οἱ μὲν ἅπαξ τοῦ ἔτους τίκτουσιν, ὁ δὲ λά‐ βραξ δὶς τίκτει, οἱ δὲ κυπρῖνοι πεντάκις, ἐξ οὗ καὶ κυ‐ πρῖνος, ὀνίσκον δ’ οὐκ ἴσασι, ποσάκις γεννᾷ διὰ τὸ πολύ.
λυκάβαντι· τῷ χρόνῳ, τῷ χρόνῳ ὅλῳ δῆλον. μογέουσι·Column end
5ἀποδιδοῦσι, μετὰ κόπου ὑφίστανται, καὶ τελοῦσιν, ὀδυ‐ νῶσιν (cod. ύνουσιν), κακοπαθοῦσιν· μόγος ἡ κακο‐ πάθεια, ἡ ταλαιπωρία, ὁ κάματος παρὰ τὸ μέγας· ἐν γὰρ τοῖς μεγάλοις πράγμασι κοπιῶμεν· ἢ παρὰ τὸ μὴ ἐᾷν γάννυσθαι καὶ χαίρειν τὸν ταλαιπωροῦντα.

1

.

589

Δίς· ἐκ δευτέρου, ἐκ δευτέρου γεννᾷ, τοῦ χρόνου. ἄχθεται· βαρύνεται, λυπεῖται. εἰλειθυίαις· γένναις, ὑπὸ τῶν ὠδίνων, γεννήσεσιν.

1

.

590

Τρίγλαι· τρίγλα διὰ τὸ τρίτον τίκτειν αὐτὰς, οἷον τρίγοναι, καὶ κατὰ συγκοπὴν τρίγναι, καὶ τροπῇ τοῦ ν εἰς λ τρίγλαι. τρίγλαι δὲ τριγόνοισιν· παρήχησις. τριγόνοισι γονῇσι· ταῖς τρισὶ γοναῖς, ταῖς τρισσαῖς γέν‐
5ναις. ἐπώνυμοί εἰσι γονῇσιν· γεννήσουσιν.

1

.

591

Σκορπίος· ὁ σκορπίος ἐν τοῖς τέσσαρσι καιροῖς φέρει τὸ βέλος τῆς γεννήσεως, ἤως τὴν ὀδύνην τῆς γέν‐ νας, ἢ ὅτι ἐν τέτταρσι γένναις φέρει γεννήματα. αὖ· δή. τεττόρεσσι· τέτρασιν, τέσσαρσι, τέταρτον· τέταρ‐
5τον τίκτει ὁ σκορπίος, εὐθεῖα τὸ τέτταρον· ἡ λέξις καὶ παρ’ Ἡσιόδῳ (ἔργ. 698). βέλος· γόνον, γένος, τετράκις ὁ σκορπίος τίκτει. ὠδίνῃσι· γένναις.

1

.

592

Πέντε δὲ κυπρίνοισι· ὁ σκορπίος τέταρτον τίκτει, κυπρῖνος πέμπτον, ἐξ οὗ καὶ τὸ ὄνομα, ὀνίσκου δὲ γένναν οὐδεὶς ἐνόησεν διὰ τὴν συνέχειαν καὶ ὑπερβο‐ λήν. κυπρίνοισι· ἀπὸ τοῦ κύειν πέντε.

1

.

593

Οἴου· μόνου. οἶον· μόνον· γράφεται οἴου· μόνου. Μόνον τὸν ὀνίσκον (cod. ου) οὐκ ἴσασι, ποσάκις (cod. πολλὰ) γεννᾷ διὰ τὴν ὑπερβολήν· οὐδεὶς εὗρεν ὀνίσκου γένος ποτέ. γένος· τὴν γέννησιν. φράσασθαι· νοῆσαι, διὰ
5τὸ τίκτειν πολλὰ, διὰ τὴν ὑπερβολὴν, ὁρᾷν ποσάκις γεν‐ νᾷ· οὐδεὶς γὰρ ἐφεῦρεν ὀνίσκου τοκετόν. ὀνίσκου· βασι‐ λίσκου.

1

.

594

Ἀλλ’ ἔτι· ἀλλ’ ἀκμὴν, καὶ ἀκμήν. ἀΐδηλον· ἀφα‐ νὲς, ἄγνωστον. τέτυκται· ἐστὶν, ὑπάρχει. οὐδεὶς δ’ εὗρεν ὀνίσκου γόνον ποτὲ διὰ τὴν ὑπερβολήν.

1

.

595

Εἰαρινοῖο· κατὰ, κατὰ τὸν καιρὸν τοῦ ἐν τῷ ἔαρι γενομένου. περιπλήθωσι· ἐμπλησθῶσι, περισσῶς γέμωσι, πληροῦνται.

1

.

596

Τοί· οὗτοι, τινὲς, τινὲς μέν. κατὰ χώραν· ἐπὶ τό‐ πον, κατὰ χῶρον, ἤως ἐπιτόπιοι, κατὰ τὸν ἴδιον τόπον. χῶρον· τόπον·

1

.

597

Εὔκηλοι· ἥσυχοι. σφετέρῃσι νομῇσι· ἰδίαις διατριβαῖς. ἐνὶ σφετέροισι· ἐν τοῖς ἰδίοις. δόμοισιν· ἤως διατριβαῖς· γράφεται νομῇσιν.

1

.

598

Ἀγρόμενοι· ἀγειρόμενοι, κατὰ συγκοπὴν, συνα‐ θροισθέντες, συναθροιζόμενοι. Πολλοὶ δ’ ἀγρόμενοι· ὅτι τῷ ἔαρι πολλοὶ τῶν ἰχθύων ὁμοῦ ἐπὶ πόντον ὁρμῶσι τὸν Εὔξεινον, Εὔξεινος δὲ πόντος ἐστὶν εἰς τὴν μεγάλην θά‐
5λασσαν περὶ τὴν Μαιωτίδα λίμνην, ἣν λίμνην καὶ Ἀμα‐ ζονίην ἐκάλεσε διὰ τὸ περὶ ταύτην οἰκεῖν τοὺς (sic) Ἀμάζονας. ξυνήν· κοινήν. ὁρμαίνονται· πορεύονται, κι‐ νοῦνται.

1

.

599

Εὔξεινον· τὸν εὖ τοὺς ξένους ὑποδεχόμενον, καὶ φιλόξενον, καλόφυλον, γλυκὺν, τὸν τοὺς ξένους καλῶς
(οῦ cod.) ὑποδεχόμενον, εὐρυνόμενον (?cod ἐρουόμε‐ νοι). Εὔξεινος πόντος λέγεται ἐν τῇ Λαμψάκῳ, ὧδε δὲ292
5λέγει τῆς Κωνσταντινουπόλεως. Εὔξεινον· ἐρχόμενοι δῆλον. μετά· εἰς, εἰς τόν. ἵν’· ὅπως. αὐτόθι. αὐτοῦ, ἐκεῖ. τέκοιεν· γεννήσαιεν.

1

.

600

Ἀμφιτρίτης· ἐνί.

1

.

601

Ἀπειρεσίοισι· ἐν πολλοῖς, τοῖς καταῤῥέουσι καὶ ἀρδευομένοις πολύ. εὐΰδροις· γλυκέσι, γλυκυτάτοις. πο‐ ταμοῖσι· τοῖς εἰσβάλλουσιν εἰς αὐτόν. Τὸν μὲν χειμω‐ νικὸν καιρὸν ὧδ’ ἀνύουσι διὰ τὸ βαθύτατον μέρος ἀχεί‐
5μαστα εἶναι, ἀπὸ τοῦ ἔαρος μέχρι τοῦ φθινοπώρου δια‐ μένουσιν εἰς τὸν Εὔξεινον πόντον, εὔξεινον δὲ τὸν γλυκὺν λέγει ἀντὶ τοῦ καλὸν καὶ ἡδὺ καὶ προσφιλὲς τοῖς ἰχθύ‐ σιν ὕδωρ ἔχουσιν· ἢ ἐνύδροις ἀντὶ τοῦ ἐν παντὶ και‐ ρῷ ὕδωρ ἔχουσιν ἀεννάως· πολλοὶ γὰρ τῶν ποταμῶν
10τούτῳ μὲν τῷ καιρῷ ἔχουσιν ἐν ἑαυτοῖς ὕδωρ, ἐν ἐκείνῳ δ’ οὐδαμῶς, φημὶ τοὺς λεγομένους χειμάῤῥους, οἱ δ’ ἐν τῷ Εὐξείνῳ πόντῳ ζέοντες (ῥέ?) ποταμοὶ οἱ πλεῖστοι αὐτῶν διὰ παντὸς τὸ ὕδωρ (cod. ὕδας) καὶ ἀένναον ἐν ἑαυτοῖς ἔχουσιν.

1

.

602

Ἀρδόμενος· γεμιζόμενος, πληθυνόμενος, ἀρ‐ δευόμενος, ποτιζόμενος. πολυψάμαθοι· ἀνεῳγμένοι τό‐ ποι, οἱ πλατεῖς. ἐπιωγαί· δύσεις, καταδύσεις εἰσὶν ἐκεῖ, καταδύσεις, αἰγιαλοὶ, σκέπαι. Ἐπιωγαί· αἰγια‐
5λοὶ ἔχοντες ἀπανεμίαν, σκέπην ἀνέμων. Καὶ ἄλλως· ἰωγή (ἰωγῇ)· ἐνὶ σκέπῃ, ὑφ’ ἣν ἵεται καὶ ἄγεται, οἱονεὶ ἰωαγὴ, καὶ συνθέσει ἰωγή.

1

.

603

Οἱ· αὐτοῦ, ἐν αὐτῷ, τῷ πόντῳ. εὐφυέες· εὐθα‐ λεῖς, καλῶς φύουσαι, καλοήθεις, καλὴν φύσιν διδόντες ἰχθύσιν, οἷον ἤθη, γεννήσεις, καὶ τὰ λοιπά· ἢ αἱ καλαὶ καὶ ἐπιτήδειαι φύειν καὶ αὔξειν τὰ τρεφόμενα ἐκεῖσε·
5ἢ εὐφυέες κατὰ δριμύτατον, αἱ εὖ ἔχουσαι φύσεως καὶ θήσεως (θές.?), βοτανώδεις, ἀσθενεῖς. εὐκύμονες· ἥσυχοι. ἀκύμονες· ἄκλυστοι, ἥσυχοι, ἀτάραχοι· τὰ γὰρ βαθέα πελάγη οὐ τοσοῦτον ταράσσονται, καθότι οὐ καταλαμ‐ βάνει τὸ πολὺ βάθος ὁ ἄνεμος, τὰ δὲ βραχώδη ἤως βρα‐
10χέα καταλαμβάνει, καὶ ἐξ αὐτοῦ τοῦ κήτους ταράσσονται αὐτὰ, ὥσπερ καὶ τὸν Εὔξεινον καλούμενον πόντον

1

.

604

Πέτραι· σχισμαὶ βοτανώδεις. γλαφυραί. κοῖλαι, βαθεῖαι. χηραμοί· φωλεοὶ, κατοικήσεις. ἰλυόεντες· ἰλυώ‐ δεις, καὶ βορβορώδεις, ἐπικρυπτικοί.

1

.

605

Ἀκταί· ἄκραι. ἄκραι· ἐπαναστάσεις, ἀκρωτήρια.

1

.

606

Οὔτε· οὐδαμῶς. ἀνάρσιον· ὀλέθριον ἀπὸ τοῦ ἀναιρῶ τὸ φονεύω καὶ σκυλεύω, ὀλέθριον, ἄδικον, βλα‐ βερὸν, οὐκ ἔστιν ἐν τῷ τοιούτῳ κόλπῳ. ἀνάρσιον· ἐχθρόν. φονευτικόν. πῆμα· βλάβη.

1

.

607

Ἐντρέφεται· αὐξάνεται. ὀλέθριον· παρὰ τὸ ὅλως θρασὺ, θανατηφόρον. οὐδὲ μὲν ὅσσοι· οὐδ’ οἱ πολύποδες, περιφραστικῶς. οὐδέ· οὐ μήν. μέν· μιν (μήν?).

1

.

608

Δυσμενέες· ἐχθροὶ, κακοί. βαιοτέροισιν· μικροῖς, μικροτεροῖς. δυσμενέες ἐπ’ ἰχθύσι βαιοτέροισιν· οἱ ἐχ‐ θροὶ τῶν μικρῶν ἰχθύων.

1

.

609

Ὁλκοί· περιφραστικῶς, σώματα, ἤως οἱ πολύπο‐ δες, οὐ τὰ σώματα. πουλυπόδων· οἱ πολύποδες. πάγου‐
ροι. οἱ μεγάλοι δῆλον.Column end

1

.

610

Παῦροι· ὀλίγοι, μικροί. δελφῖνες· κῆτός ἐστιν ὁ δελφὶν ὁ μέγας. ἀκιδνότεροι· ἀσθενέστεροι· ἀσθενέστεροι, ἀσθενεῖς.

1

.

611

Κητείης γενεῆς· ἀπό· τῶν κητῶν γὰρ καὶ ὁ δελφίν. κητείης· πανταχοῦ τοὺς μεγάλους ἰχθῦς κήτη λέγει, οὕ‐ τως δὲ καὶ ἐνθάδε τοὺς δελφῖνας. ἀκηδέες· ἀβλαβεῖς, ἄλυποι, μηδὲν ἰχθὺν βλάπτοντες, ἀφρόντιστοι, ἀφρὸν
5τροφόν (sic)· ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ κή‐ δω τὸ βλάπτω, τὸ κήδω δὲ σημαίνει τὸ φροντίζω, τὸ βλάπτω, τὸ ἐπιγαμβρεύω, καὶ τὸ ἐνταφιάζω, ἐξ οὗ καὶ κηδεία ὁ ἐνταφιασμός. ἐννεμέθονται· οἰκοῦσι, βό‐ σκονται, ἐν τῷ πόντῳ.

1

.

612

Κεχαρισμένον· εὐφρόσυνον, χαριέστατον (ται cod.). ὕδωρ· καὶ ἡ θάλασσα ἐκείνη.

1

.

613

Ἐκπάγλως· ἐξόχως, ἔξω πάσης γλώττης, λίαν, ἐκπληκτικῶς ἀπὸ τοῦ ἔξω εἶναι πάσης γλώσσης. ἐπι‐ σπεύδουσιν· γράφεται ἐπισπέρχουσιν. ἐπισπέρχουσιν· ἐπείγονται, ἐπιθυμοῦσιν. νέεσθαι· πορεύεσθαι, βόσκε‐
5σθαι· γράφεται νέμεσθαι.

1

.

614

Στέλλονται· ἐκεῖσε, πορεύονται, παραγίνονται. ἅμα· ὁμοῦ. ὁμιλαδόν· ἀπὸ τοῦ ὁμοῦ καὶ τοῦ ἴλη ἡ τάξις, κατὰ τάξιν, ὁμοῦ, συνηθροισμένοι, συνηγμένως.

1

.

615

Εἰς ἕν· ὁμοῦ, μία, ἤως μία καὶ ἡ αὐτή. κέλευ‐ θος· ὁδὸς, ὁδοιπορία.

1

.

616

Πομπή· πρόοδος, κίνησις. ῥιπή· ὁρμή. ἄψ· εἰς τοὐπίσω, ἡ εἰς τοὐπίσω ἐπιστροφή. αὖ· γράφεται ἄψ. παλινόστιμος· ὀπισθόδρομος, μεθυποστρέψιμος, ὀπισθόρ‐ μητος. ὁρμή· κίνησις.

1

.

617

Ἀνύουσι· διέρχονται, τελειοῦσι, πορεύονται. βοὸς πόρον· ἢ τὸν βόσπορον πόντον. αἰολόφυλοι· ποικιλόφυ‐ λοι, ποικιλογενεῖς, οἱ ποικίλοι.

1

.

618

Ἐσμοί· πλήθη, πληθύες (sic). Βεβρυκίνη· τὴν Τρωϊκὴν, ἐπὶ τὴν Βεβρυκίην, τὴν (cod. τὴ) θάλασσαν τὴν Βιθυνίαν. Βεβρυκίαν [λέγ]ει τὴν θάλασσαν ἐκ τοῦ βρύχεσθαι, ἢ [ὅτι] παράκειται τὸ ἔθνος τῶν Βεβρύκων.
5παρέξ· ἐκτὸς, διακεχωρισμένα, ὁρμητικῶς, διακεχω‐ ρισμένως διέρχονται.

1

.

619

Στεινόν· ἐπὶ τὸ στεινὸν τοῦ πόντου· ὁ βόσπορος οὖν [ὁ] τῇ Λαμψάκῳ Εὔξεινος πόντος καὶ ὁ τῆς Κωνσταντινου‐ πόλεως, ὅτι καὶ ὧδε καὶ ἐκεῖ βοῦς ἡ Ἰνὼ ἐπέρασεν. ἀμει‐ βόμενοι· διερχόμενοι, παρερχόμενοι. πόρον· ἤγουν τὸν
5Ἑλλήσποντον. ἀμφιτρίτης· θαλάσσης. ἀμειβόμενοι ἔρ‐ χονται πάλιν που εἰς τὸν Ἄτλαντα. δι’ ἣν αἰτίαν ἔρχονται; ὅτι πρῶτον ἔφυγον διὰ τὴν τοῦ χειμῶνος σφοδρότητα εἰς τοὺς Αἰθίοπας καὶ εἰς τὸν Νεῖλον, καὶ διὰ τοῦτο πάλιν ἔρχονται εἰς τὸν Ἄτλαντα, ἄλλοι δὲ λέγουσιν, ὅτι δύο
10εἰσὶν Ἄτλαντες, ὁ μὲν εἷς Λιβυκὸς, εἰς ὃν εἴσι καὶ ἡρά‐ κλειαι στῆλαι, ὁ δ’ ἕτερος κείμενος πρὸς τὴν Αἰθιοπίαν.
Μῦθος παλαιὸς, ὡς Ἄτλας νώτοις φέρει
τὸν οὐρανὸν, κάτωθεν ἐκ γῆς ἀνέχων.
σὺ γοῦν ἀκούων, γνῶθι τοῦτ’ ἀλληγόρως·
15ὄρος γὰρ Ἄτλας Λιβύων ἐν ἐσχάτοις, οὗ τὴν κορυφὴν ἐκ νεφῶν κεκρυμμένην εἶναι δοκοῦσιν οὐρανοῖς συνηγμένην· ἐντεῦθεν οὖν Ἕλλησιν ἡ μυθουργία,
Ἄτλαντα νώτοις εἰσαεὶ πόλον φέρειν.293

1

.

620

Ὡς· παραβολὴ, παράδειγμα. Αἰθιόπων· γαιῶν δῆλον τῆς Αἰθιοπίας. Αἰγύπτοιο· Νείλου· Νεῖλος ἀπὸ τοῦ ἕλκειν νέαν ἰλύν. ῥοάων· τῶν ῥευμάτων, ῥευμένου (sic), τῶν τῆς Αἰγύπτου.

1

.

621

Ὑψιπετής· ὁ ἐν τῷ ὕψει πετόμενος. ἔρχεται· κι‐ νεῖται, πέτεται· σημείωσαι ὅτι τὸ ἔρχεται ὧδε τὴν ἄνω‐ θεν κἀκεῖθεν φοράν. ἠεροφώνων· ἐν τῷ ἀέρι φωνουσῶν, τῶν ἐν τῷ ἀέρι φωνούντων, ἀέρα φωνούντων.

1

.

622

Ἄτλαντος· ὄνομα ὄρους ἐν τῇ Λιβύῃ. νιφόεντα· χιονώδη, ψυχρόν. πάγον· ἀκρωτήριον, ὄρος, καὶ τὴν πέ‐ τραν. φυγοῦσαι· λιποῦσαι. λιποῦσαι· γράφεται φυγοῦ‐ σαι. γράφεται λυποῦσαι πρὸς τὸ σημαινόμενον πρῶτον.

1

.

623

Πυγμαίων· πιθήκων. ὀλιγοδρανέων· ὀλιγοσθενῶν, ἀσθενῶν, ὀλιγοδυνάμων. ἀμενηνά· ἀσθενῆ. γένεθλα· γεν‐ νήματα. γένεθλα· γράφεται κάρηνα· καινοπρεπὲς τὸ σχῆμα.

1

.

624

Τῇσι· τοῖς γεράνοις, ταῖς γεράνοις. ἀνιπταμέ‐ νῃσι· πετομέναις. στίχας· τάξεις. κατὰ στίχας· κατὰ τάξιν. εὐρέες· πλατέες, πλατεῖς. ἐσμοί· τάξεις, πλήθη.

1

.

625

Σκιάουσιν· ἢ κατάσκιον ποιοῦσιν (πιοῦσιν cod.). ἄλυτον· ἀδιάλυτον, οἷον μὴ ἀναλυόμενον, ἀκατάλυτον. ὄγμον· τάξιν, καὶ ὄρδινον, νόμον, ἢ ἦχον· ὄγμος σημαί‐ νει βʹ τὴν ἐπίστιχον φυτείαν, καὶ ἐτυμολογεῖται ἀπὸ τοῦ
5ἄγεσθαι, καὶ τὴν αὔλακα, καὶ γίνεται ἀπὸ τοῦ οἴγω τὸ ἀνοίγω.

1

.

626

Τέμνουσι· κόπτουσιν. φάλαγγες· τῆς ἁλὸς, τά‐ ξεις· γράφεται καὶ κέλευθα. κέλευθα· γράφεται φάλαγ‐ γες·

1

.

627

Εὔξεινον· καλόφιλον, γλυκύν. μετά· γράφεται μέγα. περιπλήθει· γεμίζει, γεμίζεται, πληροῦται, τῶν ἰχθύων.

1

.

628

Πυκνόν· συχνὸν, πολὺ, πυκνῶς. πυκνῶς· συχνῶς. ὑποφρίσσουσα· ἀφρίζουσα, ταρασσομένη, ἀφριῶσα, ὑποκυμαίνουσα, κύματα ἐγείρουσα. λατυσσομένη· τα‐ ρασσομένη, τυπτομένη, κρουομένη, ὀνοματοπεποιημέ‐
5νη ἡ λέξις. πτερύγεσσιν· διὰ τῶν πτερύγων τῶν ἰχθύων.

1

.

629

Ἐπειγόμενοι· σπεύδοντες, σπουδάζοντες, διερ‐ χόμενοι. δολιχὸν στόλον· μακρὰν ὁδόν. στόλον· ὁδὸν, πόνον. ἀμπαύσωσι· τελειώσουσιν, ἀναπαύσωσιν.

1

.

630

Τόκον· γένναν, τὴν γέννησιν· ἅμα γὰρ τῷ παυ‐ θῆναι ἀπὸ τῆς ὁδοῦ καὶ τῶν (τὸν) ἑαυτῶν τόκον ἀποφορ‐ τίζονται. ἀλλ’ ὅτε μέτρα παραστείχῃσιν ὀπώρης· ἀλλ’ ὅτε παρέλθῃ ὁ τοῦ θέρους καιρὸς, τὸ φθινόπωρον παρ‐
5έλθῃ. παραστείχωσιν· παρέλθωσιν.

1

.

631

Νόστου· ὑποστροφῆς, ἐπιστροφῆς. κρυερώτερον· χαλεπώτερον, ψυχρότερον.

1

.

632

Κατασπέρχει· κατεπείγει, βιάζεται, καταπονεῖ, καταπνέει, καταλαμβάνει, κινεῖ. κείνην ἅλα· τὴν Εὔ‐ ξεινον, τὴν μαυρὴν θάλασσαν. δινήεσσαν· συστρεφομέ‐ νην, ταραχώδη, τὴν κυματώδη.

1

.

633

Τηλεβαθής· πολυβαθὴς, ἔχουσα βάθος μακρὸν, τουτέστιν ἐπιμήκη βάθη ἔχουσα· τὰ γὰρ βαθέα πελάγη
οὐ τοσοῦτον ὑπὸ τῶν ἀνέμων ταράσσονται, καθότι οὐ διέρχεται πολὺ βάθος αὐτῶν. στυφελίζετ’· ταράσσεται,Column end
5κινεῖται, κλυδωνίζεται.

1

.

634

Μιν· αὐτὸν τὸν πόντον, αὐτὴν, λίμνην, τὴν Μαιώτιδα λίμνην. ἐπιῤῥήσσουσιν· ῥηγνύουσι, διασχί‐ ζουσι, ταράσσουσιν. ὑπερφίαλοι· μεγάλοι, ἄδικοι, βίαιοι, δεινοί. ὀλοοί· ὀλοθρευταὶ, κακοὶ, ὀλέθριοι.

1

.

635

Ἀλυσκάζοντες· ἐκφεύγοντες, οἱ ἰχθύες, ἐκκλί‐ νοντες ἀπὸ τῆς Σινωπικῆς θαλάσσης. Ἀμαζονίης· τῆς μεγάλης θαλάσσης, τῶν Ἀμαζόνων· Ἀμαζονίδα λίμνην λέγει τὴν θάλασσαν τὴν παρὰ τὴν Ἀμαζονίδα νῆσον·
5εἰς γὰρ τὸν Εὔξεινον πόντον οἰκοῦσιν αἱ Ἀμαζονίδες· τὴν θάλασσαν λέγει, ὅπου τῶν Ἀμαζόνων νῆσος, Ἀρτιὰς καλουμένη· περὶ γὰρ τὸν Εὔξεινον πόντον οἰκοῦσιν αἱ Ἀμαζόνες. λίμνης· τῆς Μαιώτιδος.

1

.

636

Αὖτις· ἰωνικὸν, εἰς τοὐπίσω, πάλιν. τεκέεσσι· τοῖς τέκνοις. ὑποτροπάδην· ὑποστρεπτικῶς, ὑπονοστί‐ μως, ἐξ ὑποστροφῆς. φορέονται· φέρονται, πορεύονται.

1

.

637

Σκίδνανται· σκορπίζονται, διαχωρίζονται. τρέ‐ ψονται· μέλλουσι τραφῆναι. τρέφονται· γράφεται τρέ‐ ψονται.

1

.

638

Ὅσα· γένη. μαλάκεια· ἀνόστεα· γράφεται καὶ μαλάκια παρὰ τὸ μαλακὰ εἶναι· ἐνταῦθα λέγει τὰς ση‐ πίας καὶ τὰ ὅμοια μαλακὰ καὶ ἀνόστεα. τὰ μαλάκια ἄναιμα ὄντα, ἀνόστεα, ἀφολίδωτά τε καὶ ἀλεπίδωτα
5ὠοτοκοῦσι, τὰ δὲ σελάχια, ἤτοι τὰ ὀστώδη μὲν, ἀφολί‐ δωτα δὲ καὶ ἀλεπίδωτα ζωοτοκοῦσιν. τὰ ἀναίμονα καὶ τραγανὰ τῶν ἰχθύων καὶ ἀνόστεα σελάχεια λέγεται, ὅσα λεπίδας οὐκ ἔχει, οἷον μύραινα, γόγγροι, νάρκη, τρυγὼν, βοῦς, γαλεὸς καὶ τὰ μείζονα τούτων καὶ κη‐
10τώδη λεγόμενα, ὡς δελφὶν, φάλαινα, φώκη, καὶ τού‐ τοις δὴ συμβέβηκε μόνοις τοῖς ἐνύδροις ζωοτοκεῖν· μα‐ λάκια δὲ, ὅσα ὀστέα οὐκ ἔχει, καὶ ἀφολίδωτα. μα‐ λάκια τὰ μὴ ἔχοντα ὀστέα, ἢ ὡς ἁπαλὰ καὶ μαλακὰ, οἷον πολύπους, σηπία, τευθὶς, ἀκαλήφη, καὶ εἴ τι ἄλλο
15τοιοῦτον· πάντα γὰρ ταῦτά φησι ταῖς ὠοφόροις ὠδῖσι πεφρόντισται, τουτέστιν ὠοτοκοῦσιν. φατίζεται· λέγον‐ ται, καλεῖται, ὀνομάζεται. οἷσί τ’· καὶ τούτοις, οἷστισί τε τῶν ἰχθύων τῶν ἀνοστέων τῶν ἐχόντων τραγανὰ, ὧν‐ τινων.

1

.

639

Φυή· τὸ σῶμα, ἡ αὔξησις, ἡ διάπλασις. ἀνό‐ στεος· τὰ πολυπόδια λέγει.

1

.

640

Λεπίσι· λεπίς ἐστιν ἡ ἀποξεομένη, φολὶς δ’ ἡ ἄνω τοῦ δέρματος οὖσα· ἡ γὰρ λεπὶς μετὰ τὸ ἀπο‐ ξεσθῆναι ἔχει τὸ δέρμα. λεπὶς καὶ φολὶς διαφέρει· ἡ γὰρ λεπὶς λεπτὴ καὶ ἀσθενὴς, ἡ δὲ φολὶς στερεὰ καὶ ὀστώ‐
5δης. λεπὶς καὶ φολὶς διαφέρει· φολὶς μὲν γὰρ ἡ στερεὰ καὶ ὀστρεώδης, λεπὶς δ’ ἡ λεπτὴ καὶ ἀσθενὴς, ἧς ἀπο‐ ξεομένης, ὑποκάτω τὸ δέρμα ἐστίν· τὰς καρίδας λέγει. φολίδεσσιν· αὐτοδέρμασιν· φολὶς ἡ αὐτοδέρματος οὖσα λεπὶς, διότι μετὰ τὸ ξεσθῆναι αὕτη ἔχει δέρμα. Ἄλ‐
10λως· σημείωσαι ὅτι φολὶς καὶ λεπὶς διαφέρει, καὶ φο‐ λὶς μέν ἐστι στερεὸν καὶ ὀστῶδες, λεπὶς δὲ τὸ λεπτὸν καὶ ξεόμενον.

1

.

641

Φρακτά· ὡπλισμένα, ἐσκεπασμένα· φρακτά· ὡπλισμένα· φράζεσθαι γὰρ τὸ ὁπλίζεσθαι, ἐξ οὗ καὶ στρατιῶται φρακτοὶ καὶ κατάφρακτοι. τά· ταῦτα. ὠο‐ φόροισιν· ἐν, ὠὰ γεννῶσιν. ὁμῶς· ὁμοῦ, ὁμοίως. ὠδῖσι·294
5γένναις. βάλλονται· ὀδυνῶνται. μέλονται· φροντίζουσιν ὠοφόρων ὠδίνων, ὑπόκεινται, φροντίζονται.

1

.

642

Κυνός· τοῦ θαλασσίου· ἐκ δὲ τοῦ κυνὸς τοῦ λά‐ βρου καὶ τοῦ ἀετοῦ, οὗτοι δ’ εἰσὶν ἰχθύες ἐκ τῶν λεγο‐ μένων σελαχείων, καὶ τῶν ἐν τοῖς ἰχθύσιν ἀναστρεφομέ‐ νων βασιλέων δελφίνων, πρὸς δὲ καὶ τῆς φώκης τῆς
5βοώπιδος εὐθέως οἱ παῖδες, ἤως τὰ γεννήματα ἐοικότα τοῖς γονεῦσι φαίνονται, τουτέστι κατ’ αὐτὰ τὰ γένη· οὐ γὰρ ὠοτοκοῦσι πρῶτον καὶ εἶτα ζωοτοκοῦσιν, ἀλλ’ εὐ‐ θέως ζωοτοκοῦσιν· διὸ καὶ τὰ ζωοτοκούμενα ὅμοιά ἐστι τοῖς τοκεῦσιν, ἢ τοῖς γεννῶσιν (οῦσιν cod.) αὐτὰ, τὰ
10δ’ ὠὰ οὐχ ὅμοια. λάβροιο· ὁρμητικοῦ, λαιμάργου, ἰσχυ‐ ροῦ. αἰετοῦ· εἶδος ἰχθύος· ἀετὸς ἀπὸ τοῦ ἀεὶ καὶ τοῦ ἔτος ὁ χρόνος· πολλὰ γὰρ ἔτη ζῇ. ὅσσα· καὶ ἁπλῶς εἰπεῖν.

1

.

643

Κληΐζονται· καλοῦνται, ὀνομάζονται. σελάχεια· μὴ ἔχοντα βράγχια, τὰ ἔχοντα βράγχια, μαλακά. σε‐ λάχια· τὰ μὴ ἔχοντα λεπίδας. ἰχθυνόμων· τῶν μεγά‐ λων νεμομένων περὶ τοὺς ἰχθύας, τῶν περὶ τοὺς ἰχθύας
5νεμομένων, εἷς.

1

.

644

Βοώπιδος· τῆς μεγαλοφθάλμου, τῆς καλοφθάλ‐ μου. αὐτίκα παῖδες· τοῦτο πρὸς ἀντιδιαστολὴν τῶν ὠο‐ τόκων· καὶ ἐκείνοις γὰρ γίνονται μὲν παῖδες, πλὴν οὐκ εὐθὺς, ἀλλ’ αὐτίκα μὲν ὠὰ, παῖδες δ’ ὕστερον ἐξ ὠῶν.

1

.

645

Ἐκ γενεῆς· ἐξ αὐτῆς γεννήσεως. ἐκ γενετῆς· ἀπὸ γενέσεως εὐθὺς, ἐκ πρώτης γέννας. γενετῆς· γρά‐ φεται γενεῆς. ἀνέχουσιν· ἀναφύουσιν, ἀναδίδονται, ἀνα‐ πηδῶσι, γεννῶνται, ἐξέρχονται, ἀναδιδόασι, προέρ‐
5ζονται.

1

.

647

Ζωοτόκοι· οἱ γεννῶντες ζῶα. ἀμφιέπουσι· περι‐ σκέπουσι, φυλάσσουσιν. γενέθλην· τὰ τέκνα, τὰ γεννή‐ ματα, τὰ ἴδια τέκνα, τὰ τικτόμενα σώματα.

1

.

648

Οὔπω· οὐδόλως. θεώτερον· θαυμαστότερον, προνοητικώτερον, ταχύτερον, καταπληκτικώτερον, ὀξυ‐ νόστως θαυμαστότερον.

1

.

649

Ὡς· ὅτι. ὡς ἐτεόν· κατ’ ἀλήθειαν, ἀληθῶς, ὡς ἀληθές. Λόγος σημαίνει ιαʹ· λόγος λέγεται ὁ ἐξ ἀναλω‐ μάτων, ὃς λέγεται καὶ τραπεζικὸς, οὗ μέμνηται καὶ Δη‐ μοσθένης ἐν τοῖς Φιλιππικοῖς (de Cherson. p. 110, 1. 17)·
5«τὸν μὲν τῶν χρημάτων λόγον παρὰ πάντων λαμβά‐ νειν, τὸν δὲ τῶν ἔργων παρὰ τοῦ στρατηγοῦ.» λόγος λέ‐ γεται καὶ ὁ γεωμετρικὸς, οἷον· ἔχει λόγον τὸν ἡμίπηχυν πρὸς τὴν πῆχυν, καὶ δίπηχυν (cod. διάπηχυ) πρὸς τὸ τετράπηχυ. λόγος λέγεται καὶ ἡ φροντὶς, ὡς καὶ παρὰ
10Μενάνδρῳ·
Οὐδὲ λόγον ὑμῶν, οὐδ’ ἐπιστροφὴν ἔχω, γίνεται δὲ παρὰ τὸ λέγω τὸ φροντίζω. λόγος λέγεται καὶ ὁ ἐκ κλημάτων καὶ ἐπιφορᾶς, οἷον· ἡμέρα ἐστὶ, φῶς ἐστι, τοῦτο λῆμμα. λόγος λέγεται καὶ ἡ λογικὴ κατα‐
15σκευὴ, καθό φαμεν τοὺς ἀνθρώπους λόγον ἔχειν, τὰ δ’ ἄλογα μή. λόγος λέγεται καὶ ἡ δύναμις, ὡς λέγεται κατὰ φυσικὸν λόγον ὀδοντοφυεῖν (cod. ὀνδον) τὰ ζῶα καὶ γένεια φέρειν, οἷον κατὰ φυσικὰς καὶ σπερματικὰς δυνάμεις. λόγος λέγεται καὶ ἡ συμπλεκομένη φωνὴ τῷColumn end
20διανοήματι, οἷον τὸ ἄπελθε· τοῦτο γὰρ καὶ λέξεις (λέξις εἰς?), ὃ τετύχηκεν, οὗ καὶ λόγος διὰ τὸ εὐτελὲς τοῦ δη‐ λουμένου (cod. ωμένου). λόγος λέγεται καὶ ὁ δηλῶν τὸ αὐτοτελὲς, καθὸ, τινὸς εἰπόντος ἐλλειπῶς φαμεν· τελείω‐ σον τὸν λόγον. λόγος λέγεται καὶ αὐτὸ τὸ βιβλίον, οἷον·
25δός μοι τὸν κατ’ Ἀνδροτίωνος λόγον. λόγος λέγεται καὶ ὁ ἔκτασιν ἔχων τοῦ σπερματικοῦ, οἷον καλὸς ὁ κατὰ Μόδου λόγος Δημοσθένους. λόγος λέγεται καὶ ἀπόθεσις, οἷον· δέδεξο τὸν λόγον τοῦ δράματος. Μυθεύεται περὶ δελ‐ φίνων, ὅτι ἄνθρωποι ἦσαν πειραταὶ θαλάττιοι ἢ λῃσταὶ,
30οἵτινες περιπλέοντες ἐν ταῖς Βάκχαις τοῦ Διονύσου, καὶ χρήματα ἐν τῇ νηῒ ἔχοντες, ἔριν αὐτῷ θέμενοι διὰ τοῦτο καὶ συμβαλόντες ἰχθύσιν ὅμοιοι γεγόνασιν. Μυ‐ θεύεται, ὅτι οἱ δελφῖνες ἦσαν ἄνδρες οἰνοπράται, διότι δ’ ἐμίγνυον τὸν οἶνον ὕδατι, βουλῇ τοῦ Διονύσου μετε‐
35βλήθησαν εἰς ἰχθύας. Ἰκάριός τις οἶνον διονυσιακὸν κο‐ θρίζων (κωθωνίζων?) περὶ μίαν τῶν Κυκλάδων ἐπεξε‐ νώθη τοῖς ἐκεῖσε οἰκήτορσιν, οἵτινες χοναῖς (κοιναῖς?) βουλαῖς πιόντες τὸν οἶνον τὸν ἐναπολειφθέντα ὕδατι κε‐ κεράκασιν, ὅπερ μαθὼν ὁ Διόνυσος ἐξῆλθε κατὰ τῶν ἀν‐
40δρῶν, τοῦτο δὲ γνοὺς ὁ Ἰκάριος καὶ μέλλων τὰ δεινὰ παθεῖν παρὰ τοῦ Διονύσου παρακλήσει Διὸς κατηστε‐ ρίσθη πρὸς οὐρανὸν, καί ἐστιν αὐτὸς ὁ λεγόμενος Ἀρκ‐ τοῦρος, οἱ δ’ ἐγχώριοι φεύγοντες τὸν Διόνυσον παρα‐ κλήσει Διὸς σάρκας ἰχθύων περιεβάλλοντο. φῶτες·
45ἄνθρωποι, ἄνδρες. ἔσαν· ἦσαν, ἰωνικῶς. πάρος· πρότε‐ ρον, ἔμπροσθεν.

1

.

650

Διωνύσοιο· ἀττικῶς, μέγα τὸ ω, μικρὸν δ’ ἐκτεί‐ νει τὸ ἀμετάβολον, ἰωνικὸν, ἔκτασις. βουλῇ· προσταγῇ (cod. τάτη).

1

.

651

Ὑπημείψαντο· ἀντηλλάξαντο, ἠλλάξαντο, τῆς γῆς δηλονότι, εἰς θάλασσαν τὴν χέρσον δῆλον ἀντηλ‐ λάξαντο, ἀμειφθέντες ὑπῆλθον, ἄνθρωποι ὄντες ἰχθῦς ἀνεδύσαντο. ἰχθύας ἀμφεβάλοντο· ὡς ἐγένοντο ἰχθύες,
5περιεβάλοντο τὴν αὐτὴν φύσιν. ἀμφεβάλοντο· πε‐ ριεβάλοντο, ἐνεδύθησαν, σάρκας περιεβάλοντο, περιέ‐ θηκαν.

1

.

652

Γυίοις· ἐν, μέλεσι, τοῖς ἑαυτῶν δῆλον. ἄρα· δή. θυμός· ἡ ψυχὴ, αὐτῶν, ἡ προθυμία. ἐναίσιμος· συν‐ ετὸς, δίκαιος, ἐπαύσετο (ατο), θυμὸς ἐναίσιμος, ἤτοι ὁ θυμὸς αὐτῶν δίκαιος καὶ προσηνὴς καὶ μέχρι τοῦ νῦν
5σώζει καὶ φυλάττει τὴν ἀνθρωπίνην φρόνησιν καὶ τὰ ἔργα, καὶ οὐχ ὡς ἰχθύες διαιτῶνται. εἰσέτι· καὶ ἀκμήν.

1

.

653

Ῥύεται· σώζεται αὐτὴν, φυλάσσει, ἔχει, ἀνδρο‐ μένην· ἀνθρωπίνην, τὴν τῶν ἄνδρων. φρόνιν· φρόνησιν, ἀττικῶς· ἠμὲν φρόνιν ἠδὲ καὶ ἔργα· φυλάσσεται καὶ ὧδε τὸ ἐνεργητικὸν καὶ ἀντιπαθητικόν.

1

.

654

Ὠδίνων· διά. δίδυμον γένος· δύο γένη τίκτει· δύο γὰρ μόνα τίκτει ὁ δελφὶν καὶ γάλακτι τρέφει. διπλῆ
γενεά.295

1

.

655

Αὐτίχ’· ἡνίκα. ἐγένοντο· ἐγεννήθησαν. τεκοῦσαν· μητέρα.

1

.

656

Νηχόμενοι· πλέοντες. σκαίρουσι· πηδῶσι, σκιρ‐ τοῦσιν. ἐνδύνουσιν· εἰσέρχονται. ὀδόντων· τῶν μητρι‐ κῶν.

1

.

657

Δηθύνουσιν· βραδύνουσιν· δηθύνω τὸ βραδύνω ἀπὸ τοῦ δὴν ἐπιτατικοῦ μορίου καὶ τοῦ θύνω τὸ βραδύνω.

1

.

658

Φιλοφροσύνῃσιν· ἀγάπαις, δεξιώσεσι, φιλίαις. ἀνίσχεται· ὑπομένει, ἀνέχεται, ἀνατείνεται, κρατύνει, ἐφέλκεται, ἐνδίδωσιν.

1

.

659

Στρωφᾶται· στρέφεται, περιστρέφεται, περικυ‐ κλοῖ, κινεῖται. γανόωσα· χαίρουσα, καλλωπιζομένη, εὐφραινομένη. καγχαλόωσα· γελῶσα, εὐφραινομένη, εὐφραινομένη λίαν, ὑπερβαλλόντως χαίρουσα, λίαν χαί‐
5ρουσα· ὥσπερ ἐκ τοῦ χῶ τὸ χέω γίνεται χαίρω, οὕτως καὶ ἐκ τοῦ χῶ χαλῶ καγχαλῶ κατὰ ἀναδιπλασιασμὸν, καὶ καγχαλόω ἰωνικῶς.

1

.

660

Ἀμφοτέροισι· τοῖς δυσὶ τέκνοις, τοῖς παιδίοις. παρίσχεται· παρέχει, δίδωσιν, ἐνδίδωσιν. οἶον· ἕνα. ἑκά‐ στῳ· ἑνί. Οἷον ἑκάστῳ ἀντὶ τοῦ ἑνὶ ἑκάστῳ αὐτῶν πρὸς ἕνα γάμον μαζὸν δίδωσιν· δύο γὰρ ἔχει καὶ ὥσπερ ὁ ἀρ‐
5σενικὸς δελφὶν ἀνδρὶ παραπλησίως ἔχει δύο αἰδοῖα, οὕτως καὶ ἡ θήλεια ὁμοίως γυναιξὶ τοὺς δύο μαζοὺς ἔχει. οἶον ἑκάστῳ· ἀντὶ τοῦ ἕνα μαστὸν ἑνὶ τέκνῳ, οἷον ἀν’ ἕνα. ἀμφότερον· δύο γὰρ ἔχει μαστοὺς ἡ θήλεια καὶ δύο τέκνα, καὶ ὥσπερ ὁ ἄρσην αἰδοῖον ἔχει ἀνθρώπινον,
10οὕτως καὶ ἡ θήλεια ὁμοίως γυναιξὶ μαστοὺς ἔχει δύο.

1

.

661

Θήσασθαι· ὥστε θηλᾶσαι. λαρόν· γλυκὺ, ἡδὺ, γλυκύτατον, ἐπιθυμητόν· τὸ εἰπεῖν γάλα λευκὸν τοῦτο ἐπιχαριεντισμὸς, ὡς τὸ εἰπεῖν κόρακα μαυρόν· λαρὸν ἀπὸ τοῦ λῶ τὸ ἀπολαύω, ἐξ οὗ καὶ λαιμός. γάλα λαρόν·
5ἢ λευκόν· χαριεντισμὸς τὸ σχῆμα· γάλα λευκὸν, ἢ κό‐ ρακα μέλανα. οἱ· αὐτῇ. ὤπασε· παρέσχεν δαίμων· ὁ θεὸς, ἡ τύχη, ἡ μοῖρα.

1

.

662

Οἷα· πέλει.

1

.

663

Τόφρα· ἕως καιροῦ, ἕως τότε, εἰς τοσοῦτον, μέχρι ὀλίγου, ὥστε τότε, ἐπὶ τοσοῦτον τοιαύταις ἀνα‐ τροφαῖς ἐν φροντίδι ᾖ. τοίῃσι· ἐν. τιθηνείῃσι· ἀνατροφαῖς, ταῖς τροφαῖς τοῦ γάλακτος. μέμηλεν· φροντίδα ἔχει, διὰ
5φροντίδος ὑπάρχει, ἕως νηπιάζει, πρόσκειται, φροντί‐ ζειν ἀνάκεινται.

1

.

664

Κουρίζουσιν· ἀκμάζουσι, νέοι ὦσιν. κουρίζωσιν· ἀκμάσωσιν, ἀκμάζωσιν, αὐξήσωσιν, νέοι γένωνται. ἑὸν σθένος· κατὰ, τὴν ἰδίαν δύναμιν.

1

.

665

Ἡγήτειρα· ὁδηγὸς, ἀγωγὸς, ἡγεμών.

1

.

666

Ἱεμένοις· προθυμουμένοις, πορευομένοις. διδά‐ σκεται· ἀντὶ τοῦ διδάσκει.

1

.

667

Πάρος· ἔμπροσθεν. ἑκάς· μακρόθεν, καὶ πόῤῥω. ἀπολείπει· ἀπολείπεται, καταλιμπάνεται.

1

.

668

Πρίν· ἕως ὅτου. ἡβήσωσι· αὐξήσωσι, στερεωθῶ‐ σι, λάβωσιν. τελεσφόρα· τέλεια, τὰ εἰς τελειώτατον φέ‐ ροντα.

1

.

669

Ῥυτῆρες· φύλακες. Ἀλλ’ ἀεὶ ῥυτῆρες· ἕπονται
αἱ μητέρες, ἤως ἐπίσκοποι, ἤτοι ἕπονται φύλακες, ἐπι‐ φροντισταὶ, ἐπιμεληταί. ἐπίσκοποι· ἐπόπται, θεωρητι‐ καὶ τῶν ἰδίων τέκνων, ἐπιόπται, θεωρηταὶ, ὡς βαϊοῦ‐Column end
5λοι, ἐπιτηρηταί.

1

.

670

Οἷον δή· ἀποστροφὴ τοῦ λόγου πρὸς τὸν βασιλέα, μέγα. Οἷον δή ποτε θεάσῃ· πρὸς τὸν βασιλέα ὁ λόγος· ἢ θαυμάσεις, ὅτε πλώων, ὅτε πλέων σὺ, ὦ βασιλεῦ, θεάσῃ τὰς εὐειδεῖς ἀγέλας τῶν δελφίνων, τὸν ἵμερον τῆς θα‐
5λάσσης, ὃν ἐπιθυμοῦσι πάντες ὁρᾷ. μετά· ἐν. θηήσαιο· θαυμάσῃ, θαυμάσεις.

1

.

671

Τερπωλήν· τὴν εὐφροσύνην, χαράν. ἐρόεσσαν· ἐπέραστον, ἐπιθυμητήν. πλώων· πλέων, σὺ ὦ βασιλεῦ, πλεύσεων. ἐσίδηαι· θεάσῃ, ἴδῃς.

1

.

672

Εὐκραεῖ· γαληνῇ, εὐκράτῳ, μετρίᾳ, πρᾳείᾳ. δεδοκημένος· προσέχων, ἐπιτηρῶν, στοχασάμενος.

1

.

673

Ἵμερον· εὐπρέπειαν, καλλονὴν, ἐπιθυμίαν, καὶ τὴν εὐφροσύνην, τὸ ποθεινὸν γένος τῆς θαλάσσης λέγω.

1

.

674

Οἱ μέν· οἱ παῖδες, τῶν δελφίνων. προπάροιθεν· ἔμπροσθεν. ἀολλέες· ὁμοῦ, συνηθροισμένοι. κοῦροι· νέοι.

1

.

675

Ἠΐθεοι· ἄζυγες νέοι, νεώτεροι, παρθένοι. στεί‐ χουσι· προέρχονται. νέον· νεαρόν. ὥστε· ὡσανεί.

1

.

676

Ἀμειβόμενοι· ἀποτελοῦντες, διερχόμενοι, τυ‐ ποῦντες, περιερχόμενοι. πολυειδέα· πολλοὺς ἀνθρώπους ἔχοντα, ποικίλον. ποικιλοδίνην· πολύστροφον.

1

.

677

Τοίδ’· οἱ γεννήτορες, οὗτοι, οἱ πατέρες. ὄπισθεν· ὀπίσω αὐτῶν. μεγάλοι· ὑπάρχοντες, οἱ ὑπερέχοντες. ἔξοχοι· ὑπερέχοντες. ἀπάτερθεν· ἀπὸ μακρόθεν, πόῤῥω‐ θεν, χωρὶς, μακράν.

1

.

678

Ἔρχονται· πόῤῥωθεν. τεκέων· παίδων, τῶν γεν‐ νητόρων. φρουρός· φυλακτικὸς, καὶ φύλαξ. ὥστε· λέγω. ἁπαλοῖς· νεαροῖς.

1

.

679

Φερβομένοις· βοσκομένοις, στρεφομένοις (τρεφ.). ἀμνοῖς· ἀρνίοις, τοῖς νέοις προβάτοις.

1

.

680

Ὡς δ’ ὅτε· παραβολὴ, παράδειγμα. μουσοπό‐ λων· ἢ σχολῆς, ἀπὸ τῶν σχολείων, μαθημάτων. ἔργων. ἄπο· μακράν. ἴωσιν· ὑποστρέφωσιν, ἔλθωσιν, ὑποχωρή‐ σουσι, πορεύονται.

1

.

681

Ἀθρόοι· ὁμοῦ. ἐπίσκοποι· οἱ παιδαγωγοὶ, καὶ ἐπι‐ τηρηταὶ, βαϊοῦλοι.

1

.

682

Αἰδοῦς· ἐντροπῆς, φόβου, ἕνεκεν. πραπίδων· φρο‐ νήσεων, ἕνεκα, παιδεύσεων, βουλευμάτων, διανοιῶν, γνώσεων, γνώμης· ἢ ἀπὸ τοῦ πρέπω πρεπὶς, καὶ πραπὶς, ἡ ἐπιπρέπουσα ἀνθρώπῳ φρόνησις· ἢ ἀπὸ τοῦ προϊῶ
5κατὰ συγκοπὴν πρῶ, καὶ ἐξ αὐτοῦ πραπὶς, ἐξ ἧς τὰ βουλεύματα προΐασιν. νόου· παιδεύσεως. ἐπιτιμητῆρες· σωφρονισταὶ, διδάσκαλοι, κολασταὶ, ἐπίφρονες, ἐπιμελη‐ ταὶ τῆς αἰδοῦς καὶ τῶν πραπίδων τοῦ νοῦ τῶν παίδων· οὗτοί εἰσιν οἱ λεγόμενοι βαϊοῦλοι, παιδευταὶ, κολασταὶ,
10νουθεταὶ, διορθωταὶ τῆς ἀταξίας αὐτῶν· οὕτω καὶ οἱ δελφῖνες· μικρὰ ὄντα τὰ τέκνα ἕπονται αὐτοῖς καὶ ὁδη‐ γοῦσιν, ἵνα μὴ συναντήσῃ αὐτοῖς τις λυπηρὸς ἐχθρός.

1

.

683

Πρεσβύτατοι· πρεσβύτεροι, γηραιότατοι. πρεσβύ‐ τεροι· οἱ δέ. γῆρας· γνώμη. ἐναίσιμον· ἔντιμον, συνε‐ τὸν, δίκαιον, ἐπαινετόν. τίθησιν· ποιεῖ.

1

.

684

Ὡς· κατὰ τὸ ἔργον, τὸν τρόπον. δελφῖσι· ἐστίν.296

1

.

685

Μή τις· ἰχθύς. μή τίς σφισιν ἀνάρσιος· μή τις αὐτοῖς τοῖς ὀρνέοις τοῖς ἀτελέσιν ἐχθρῶδες συναντήσῃ. ἀνάρσιον· ὀλέθριον. ἀνάρσιος· ἐχθρός, πολέμιος. ἀντιβο‐ λήσῃ· συναντήσῃ, ὑπέλθῃ ἀπὸ τοῦ βάλλειν, ἐναντιωθῇ.

1

.

686

Κομέει· ἐπιμελεῖται, βρεφοκομεῖ, κακοπαθεῖ, ἐπιμελείας ἀξιοῖ τὰ ἴδια τέκνα. χέρειον· πως, ἔλαττον, τῶν δελφίνων, οὔ τι τῶν δελφίνων χεῖρον ἀλλὰ κρεῖττον, κατὰ τὴν γέννησιν. κομέει· ἐπιμελεῖται, ἀφ’ οὗ καὶ κο‐
5μιδὴ ἡ ἐπιμέλεια.

1

.

687

Τῇ· καὶ γὰρ τῇ φώκῃ καὶ μαζοὶ καὶ γάλα ὑπάρ‐ χει· οὐ μὴν γεννᾷ ἐν θαλάσσῃ, ἀλλ’ ἐπὶ τῆς χέρσου λύει τὴν ὠδῖνα καὶ τὸν ὄγκον τῆς γαστρὸς τὸν ἔγκαιρον.

1

.

688

Ῥοαί· ῥεύματα. τῇδ’· τῆσδε, ταύτῃ δὲ τῇ φώκῃ οὐδ’ ἐν τοῖς κύμασιν ἡ ὠδὶς προσγίνεται, ἀλλ’ ἐπὶ τῆς χέρσου ἀνερχομένη λύει τὸν γαστρὸς ὄγκον τὸν ὥριον ὠδῖνα, ἤτοι εἰς τὴν χέρσον γεννᾷ, καὶ λέγει αὐτὸ μεθερ‐
5μηνευτικῶς. Δούλῳ γενομένῳ· δουλεύειν φόβου· ἀμνη‐ μονεῖ γὰρ ταῦρος ἀργὴς τοῦ ζυγοῦ ὁ πρὸς ὑπόνοιαν βρα‐ δὺς ἐκεῖνος καὶ πρὸς κακίαν δυσκίνητος· ὁ λαλῶν καὶ μὴ ποιῶν χαλκῷ ἠχοῦντι ἔοικεν. οὔτι· οὐχί. μετ’· ἐν. μετ’ οἴδμασιν· ἐν κύμασιν ἀνερχομένη. ἐπὶ χέρσον· εἰς
10τὴν χέρσον.

1

.

689

Λύεται· ἐλευθεροῦται, πορεύεται. μόγος· φόρτος, πόνος· κυρίως μόγος ἐπὶ τὴν γένναν (τῆς γέννας) ἁπάν‐ των τῶν θηλειῶν· βαρεῖα γὰρ ἡ γένεσις, ἡ τῆς γέννας κακοπάθεια· κυρίως ἐπὶ γέννας γυναικῶν· ἡ κακοπάθεια
5τῆς γέννας· βαρεῖα γὰρ ἡ γέννησις. ὥριος· ἔγκαιρος, κατὰ καιρόν. ὠδίς· ἡ γέννησις, γέννα. ὥριος ὠδίς· ἡ κατὰ καιρὸν γέννα.

1

.

690

Μίμνει· περιμένει, καρτερεῖ. δυώδεκα· ἀττικὴ αὔξησις.

1

.

691

Αὐτοῦ· ἐκεῖ, ἔνθα ἐγέννησεν. τραφερῇ· ἐν τῇ γῇ, τῇ τρεφούσῃ γῇ, τῇ ξηρᾷ. σύν· ἐν. ἠοῖ· τῷ πρωϊνῷ κατα‐ στήματι. σὺν ἠοῖ· σὺν τῇ ἡμέρᾳ.

1

.

692

Σκύμνους· τὰ βρέφη, τὰ γεννήματα, τοὺς ἰχθύας. ἀγκάς· εἰς τὰς ἀγκάλας, που καὶ εἰς τὰς ἀγκάλας, ἐν ταῖς ἀγκάλαις, ἐστὶ δ’ ἐπίῤῥημα, ὡς τὸ ὀγκάς. ἔχου‐ σα· κρατοῦσα. νεαλδέας· ἁπαλοὺς, νεαυξήτους ἀπὸ τοῦ
5ἄλδω τὸ αὐξάνω, νέους, ἀρτιγενεῖς, τοὺς νεοκινήτους, ἢ τοὺς νεωστὶ γεννηθέντας, ἢ τοὺς νεωστὶ μαθόντας ἅλλε‐ σθαι, νεωστὶ ὑπὸ τῆς ἁλὸς βρεχθέντας, ἢ τοὺς νεωστὶ ἅλλεσθαι διδασκομένους, ἢ νεαυξήτους, καὶ γίνεται ἀπὸ τοῦ ἄλδω τὸ αὐξάνω, τοῦτο δ’ ἐκ τοῦ ἅλλομαι τὸ πηδῶ
10πλεονασμῷ τοῦ δ, καὶ ἐξ αὐτοῦ ἀλδαίνω καὶ ἀλδήσκω, ἀπ’ αὐτοῦ δὲ καὶ ἀμαλδύνειν λέγεται τὸ ἀφανίζειν. δύνει· ἔρχεται. θύνει· καὶ ὁρμᾷ.

1

.

693

Παισίν· σύν. ἀγαλλομένη· χαίρουσα. σημαί‐ νουσα· δεικνύουσα, τοῖς παισὶν, δηλούμενα (sic).

1

.

694

Ὡς δέ· παραβολὴ, παράδειγμα. ξείνης γαίης ἔπι· ἐπὶ γῆς ἀλλοτρίας. τεκοῦσα· γεννήσασα, γεννή‐ ματα (sic).

1

.

695

Ἀσπασίως· χαριέντως, περιχαρῶς, ἐνηδόνως. πάτρην· εἰς. εἰσαφίκηται· ἔλθῃ, παραγένηται.

1

.

696

Ἀγκοίνῃσι· ἀγκάλαις. πανηματίη· δι’ ὅλης τῆς ἡμέρας, διὰ πάσης ἡμέρας. φορέουσα· κρατοῦσα, φέ‐ ρουσα.Column end

1

.

697

Δώματα· οἰκήματα. δεικνυμένη· δεικνύουσα. μητρὸς νόμον· κατὰ, συνήθειαν, κατὰ τὸ νενομισμένον μητρὶ, ἢ ὡς νενόμισται καὶ ὥρισται τῇ μητρὶ, κατὰ συνήθειαν, κατὰ τὸν τῆς μητρὸς νόμον, ἢ κατὰ τὸν νε‐
5νομισμένον ταῖς μητράσι νόμον. Καὶ ἄλλως· ὡς νε‐ νόμισται τῇ μητρὶ καὶ ὥρισται. ἀμφαγαπάζει· ἀγαπᾷ, τὸ τέκνον, τὸν παῖδα δῆλον, ἔχει.

1

.

698

Τερπωλήν· ἔχουσα, λέγω εὐφροσύνην, τέρψιν. ἀκόρεστον· ἀχόρταστον. ὁ· ἤως ὁ παῖς. μὴ φρονέων· μὴ γινώσκων, μὴ νοῶν, μὴ φρονῶν, οὐ φρονῶν. ἕκαστα· κατὰ λεπτόν.

1

.

699

Παπταίνει· βλέπει, ἐπιτηρεῖ· παπταίνω τὸ ἐπιτηρῶ· παρὰ τὸ τὰ φάη πεταννύειν φαπεταίνω, καὶ τροπῇ τοῦ φ εἰς π καὶ ἐν συγκοπῇ παπταίνω. μέ‐ γαρον· οἴκημα. ἤθεα· διατριβὰς, καὶ τὰς κατασκηνώ‐
5σεις, τοὺς συγγενικοὺς τόπους.

1

.

701

Προφέρει· φανεροῖ. ἔργα· τόπους, τοποθεσίαν, τὰς τοποθεσίας· ἐπὶ λοξὸν σχῆμα, νομάς.

1

.

702

Δαίμονες· ἀποστροφὴ καὶ ἀναφώνησις πρὸς θαλασσίους θεοὺς, ἀποστροφὴ πρὸς τοὺς θαλασσίους, ἀποστροφὴ πρὸς τοὺς ἰχθύας. οὐκ ἄρα μοῦνον· ἐκπλη‐ κτικόν. ἀνδράσι· τοῖς γονεῦσιν, ἀνθρώποις.

1

.

703

Φάεος· τοῦ φωτὸς, καὶ τῆς ζωῆς ἡδύτερα τοῖς γονεῦσι τὰ τέκνα. φάεος· γλυκερώτερα. βιότοιο· ζωῆς.

1

.

704

Οἰωνοῖσιν· τοῖς περὶ τὸν ἀέρα βαδίζουσιν ὀρ‐ νέοις καὶ τοῖς τὴν γῆν βαδίζουσιν, ὑπάρχουσι τὰ τέκνα. ἀμειλίκτοις· ἀγρίοις, ἀνημέροις, ἀτιθάσσοις, ἀκαμπέ‐ σιν. θηρσίν· ἀγρίοις.

1

.

705

Ὠμηστῇσιν· ὠμοφάγοις, τοῖς ὠμὰ ἐσθίουσι κρέατα, τοῖς ἀγρίοις, ἀπηνέσιν. ἀμήχανος· πολὺς, ἀνε‐ πινόητος, ἀνεπιτήδευτος, ὁ μὴ δυνάμενος ῥηθῆναι, ὂν οὐκ ἔστιν ἐκ μηχανῆς πλάσασθαι καὶ ἐξετέρους διδα‐
5χθῆναι, ἀνεπεισακτὸς, αὐτόβουλος, φυσικός.

1

.

706

Ἐντρέφεται· αὐξάνεται. τεκέων· ἕνεκα. δριμύς· πολὺς, μέγας, γλυκὺς, σφοδρὸς, ἢ γλυκὺς πάνυ· ἔστι γὰρ ὅτε τὸ δριμὺ καὶ ἐπὶ τῆς σημασίας ταύτης λαμ‐ βάνεται. ἀμφὶ δὲ παισί· περὶ δὲ παίδων. ἀμφί· περί.

1

.

707

Ὀϊζυρήν· χαλεπὴν, ἐπίπονον, ἀξίαν θρήνων. κακότητα· κακωτικήν.

1

.

708

Πρόφρονες· πρόθυμοι, ἑκούσιοι, εἰσὶν, ἕκοντες. οὐκ ἀέκοντες· ἀλλὰ θέλοντες. ἀνατλῆσαι· ὑπομένειν. ἀναπλῆσαι· πληρῶσαι, ὑπομεῖναι, καρτερῆσαι. με‐ μάασιν· προθυμοῦσιν.

1

.

709

Ἤδη· ποτέ· τὸ ἤδη ποτὲ σημαίνει ἐνταῦθα, σημαίνει δὲ καὶ τὸ νῦν, καὶ τὸ μέλλον. Τὸ ἤδη ση‐ μαίνει τρία, τὸ ποτὲ, ὡς καὶ ἐνταῦθα λαμβάνεται, τὸ ἀρτίως, καὶ τὸ μέλλον. κατ’ ὄρεσφιν· ἐν τοῖς ὄρεσιν,
5κατὰ τοὺς ὄρους (sic), αἰολικῶς. ἐριβρύχην· τὸν ἄγαν βρυχώμενον. ἐριβρύχην· μεγάλως βρυχόμενον λέοντα ὑπὲρ τῶν τεκέων ἀγωνιζόμενον, μεγαλοβρύχην, ἀπὸ τοῦ ἔρι ἐπιτατικοῦ μορίου καὶ τοῦ βρυχῶμαι, τὸν με‐
γαλόηχον λέοντα περὶ τῶν τεκέων ἀγωνιζόμενον.297
10ἐνόησε· ἀντὶ τοῦ εἶδε, παραβολὴ, τὸ σχῆμα αἴσθησις ἀντὶ αἰσθήσεως.

1

.

710

Τεκέεσσιν· τέκνοις· ἀντίπτωσις. τεκέεσσιν ὑπερβεβαῶτα· τεκέων ὑπερανιστάμενον, ὑπερμαχό‐ μενον, ἕνεκα ὑπερμαχοῦντα, ἀνθιστάμενον. ὑπερβε‐ βαῶτα· βοηθοῦντα, ὑπὲρ τῶν τέκνων ἀγωνιζόμενον,
5ὑπερβαίνοντα.

1

.

711

Μαρνάμενον· μαχόμενον, ἀνιστάμενον ὑπὲρ τῶν τέκνων. πυκνῆς· συνεχοῦς, μεγάλης. πυκινῆς· πυκνῆς.

1

.

712

Χερμάδος· χεροπληθοῦς λίθου, χειροπληθοῦς πέτρας· χερμὰς ἡ χειροπληθὴς πέτρα ἀπὸ τοῦ χεὶρ χερὸς καὶ τοῦ ὁμάς. ἱπταμένης· ἐρχομένης, πεμπο‐ μένης, φερομένης. αἰγανέης· εἶδος ἀκοντίου, ἀκοντίου·
5αἰγανέα εἶδος ῥιπταρίου ἐπιτήδειον εἰς ἄγραν αἰγῶν, ὁρμητικοῖς κέντροις. Αἰγανέα τὸ ῥιπτάριον ἀπὸ τοῦ ἀΐω τὸ ὁρμῶ· ἢ αἰγανέης καὶ καταπληκτικῆς. αἰγανέης· εἶδος ἀκοντίου παρὰ τὸ δίκην αἰγὸς νέεσθαι ταχὺ, τάχα δὲ παρὰ τὸ ἄγαν νέεσθαι καὶ πορεύεσθαι. ἀλεγί‐
10ζει· φροντίζει, οὐδαμῶς δ’ οὗτος ὁ λέων φροντίδα ποιεῖ τῆς πυκνοτάτης (ότητος?) τῶν λίθων τῶν ῥιπτομένων πρὸς αὐτόν.

1

.

713

Αὕτως· οὕτως, ὁμοίως, ὁμοίως πρότερον, ἀκι‐ νήτως. ἄτρεπτον· ἀπτόητον, ἀμετακίνητον, ἀφόβητον. μένος· προθυμία.

1

.

714

Βαλλόμενος· τιτρωσκόμενος. ἐρεικόμενος· κα‐ ταβαλλόμενος, σχιζόμενος, κωλυόμενος. ἐρυκόμενος· κωλυόμενος, κυκλούμενος, τεμνόμενος· ἐρείκω τὸ σχίζω καὶ κόπτω διὰ διφθόγγου· ἀνεφάνη γὰρ τὸ ε ἐν
5τῷ ἐρέχθω τὸ σχίζω, ἐξ οὗ καὶ ἐρείκη εἶδος δένδρου, ὅπερ εὐχερῶς σχίζεται, καὶ ἔρειξις ἡ ἐσχισμένη γῆ. ἐρεικό‐ μενος· διασχιζόμενος, ἐξ οὗ καὶ ἐρειγμὸς δίκην κεκο‐ σμημένος (διακεκομμένος?) κύαμος, καὶ ἐρείκη εἶδος φυτοῦ εὐκόλως σχιζόμενον. βολῇσιν· τρώσεσι, καὶ
10ἀκοντίσι, πτάγῃσιν (παταγῇσιν).

1

.

715

Οὐδ’· οὐδαμῶς· οὐδαμῶς παραιτεῖται ὑπὲρ τῶν παίδων τοῦ μὴ ἀντιμάχεσθαι. Ἄλλως· οὐδὲ γὰρ φροντίζει ὁ λέων τὸν θάνατον, οὐδ’ ἀναχωρεῖ εἰς τοὐ‐ πίσω πρὶν τοῦ θανεῖν καὶ φυλάξαι τὰ τέκνα αὐτοῦ.
5ὁ φροντιστὴς (sic) αὐτῷ περὶ θανάτου οὐκ ἔστιν. πρίν· πρὸ τοῦ, πρὸ θανάτου. ἀναδύεται· ἀναβάλλεται τῆς μάχης, ἀναβάλλεται ῥᾳθύμως, ἢ ἀναχωρεῖ, ῥᾳθυμεῖ. ἐπὶ παισίν· χάριν παίδων. παίδων· παισίν.

1

.

716

Ἡμιδαμής· ἡμιθανὴς, ἡμίκοπος. ἡμιδαής· ἡμίτμητος, ἡμιμέριστος, ἡμίτρωτος, ἡμιθανής· γρά‐ φεται ἡμιδαμής· διαφέρει ἡμιθανὴς καὶ ἡμίθνητος· ἡμιθανὴς μὲν γάρ ἐστιν ὁ τὸ ἥμισυ τῆς ζωῆς ἀποβε‐
5βληκὼς, ἡμίθνητος δ’ ὁ μέσος ζωῆς καὶ θανάτου. προ‐ βέβηκε· προμαχεῖ, προΐσταται, ἀγωνίζεται. μέλει· φροντὶς αὐτῷ, φροντὶς ὑπάρχει, καὶ διὰ φροντίδος ὑπάρ‐ χει. μόροιο· θανάτου.

1

.

717

Τόσσον· ὅσον μὴ ἰδεῖν τοὺς σκύμνους αὐτοῦ
ἐρχθέντας καὶ ἀποκλεισθέντας ἐν τῇ καλιᾷ καὶ τῷ σπη‐ λαίῳ τῷ αὐτοφυεῖ. ἀγρευτῆρσιν· ὑπὸ τοῖς κυνηγοῖς, κυνηγῶν.Column end

1

.

718

Ἐρχθέντας· κλεισθέντας, ζωγρηθέντας, κρα‐ τηθέντας, κυκλωθέντας. θήρειον· θηρευτικὸν, τὴν τοῦ θηρὸς, οἰκίαν. αὐτοκμῆτα· αὐτοκατασκεύαστον, αὐτο‐ σκεύαστον, ὄντως, αὐτοφυῆ, ἢ τὸ σπήλαιον λέγει τοῦ
5λέοντος. καλιήν· φωλεούς.

1

.

719

Ἤδη· ποτὲ, ὑπάρχει. ἀρτιτόκοιο· νεωστὶ γεν‐ νησάσης, τῆς ἄρτι γεννησάσης. κυνός· ὁμώνυμος φωνή· διὰ τί μὴ κλίνομεν κύων κύωνος; δύο κανόνες εἰσὶν οἱ μαχόμενοι· ὁ μὲν εἷς λέγει, ὅτι πᾶσα γενικὴ ὑπερβαί‐
5νουσα τὴν δισυλλαβίαν, ἔχουσα πρὸ τοῦ ω βραχὺ φω‐ νῆεν θέλει φυλάττειν τὸ ω τῆς εὐθείας ἐν τῇ γενικῇ, οἷον Ὠρίων Ὠρίωνος, Ἠετίων Ἠετίωνος, ὁ δ’ ἕτε‐ ρος λέγει, ὅτι πᾶσα γενικὴ ἐπὶ κοινοῦ ὀνόματος θέλει γράφεσθαι διὰ τοῦ ο μικροῦ, οἷον ὁ ἀλκυὼν τοῦ ἀλκυό‐
10νος, καὶ ἡ ἀλκυὼν τῆς ἀλκυόνος, καὶ ὁ κύων καὶ ἡ κύων· τῶν οὖν δύο κανόνων μαχομένων, ἀπεκόπη τὸ ο, καὶ ἐγένετο κυνός. σκυλακοτρόφῳ εὐνῇ· σκύλακες, τὰ μικρὰ σκυλακία.

1

.

720

Ἐγχρίψας· πλησιάσας, προσεγγίσας, προσπε‐ λασθείς. πάρος· ἔμπροσθεν, πρῶτον. εἶεν· ὑπῆρχεν, ᾖ. ἑταῖρος· φίλος.

1

.

721

Χάσατο· ὑπεχώρησεν, ἀνεχώρησεν. ταρβήσας· φοβηθεὶς, ὁ ποιμήν. χόλον· ὀργήν. ὑλακόεντα· ὑλακτι‐ κὸν, βαϋστικὸν, βαβιστικὸν, τὸν ἀπὸ τῆς ὑλακῆς καὶ βοῆς τῆς κυνὸς γινόμενον.

1

.

722

Οἷον· ὁποῖον χόλον, πῶς, ποταπόν. προφυλάσ‐ σεται· προφυλάσσει, ἔχει, τηρεῖ, φυλάσσει. αἰδῶ· γρά‐ φεται ἀνδρῶν.

1

.

723

Πᾶσιν· ὅλοις. κρυόεσσα· φρικτὴ, ἡ φοβερὰ, ἡ ἀλγεινὴ, ἡ ἐπίφοβος, χαλεπὴ, θανατηρά. πελάσαι· εἰς τὸ, πλησιάσαι.

1

.

724

Οἷον· ὁμοίως, πόσον. ἑλκομένας· συρομένας. οἷον δ’ ἑλκομένας· τὸ δὲ στέναγμα οἷον στενάζουσιν αἱ μητέρες, ἤτοι αἱ θήλειαι βόες οὐ πόῤῥω ἐπὶ (ἐστὶ?) τῶν γυναικείων θρήνων, λυπούμεναι διὰ τὸ μοσχάρια αὐτῶν
5ἀρθέντα παρά τινων. περί· ἕνεκα. πόρτεις· τὰς νέας δα‐ μάλεις, μικρὰς, τὰς νέας, δαμάλεις, τὰς μικρὰς δα‐ μαλίδας. Πόρτις ἡ δαμαλὶς ἢ ἀπὸ τοῦ ἄρτι εἰς πο‐ ρείαν ἤως εἰς ὁδὸν ἔρχεσθαι, ἢ ἀπὸ τοῦ πόρω πόρις καὶ πλεονασμῷ τοῦ τ πόρτις. ἀσχαλόωσαι· λυπούμεναι.
10ἀσχαλόωσι· λυποῦνται· γράφεται ἀσχαλόωσαι.

1

.

725

Μητέρες· αἱ θήλειαι βόες. ἀπάτερθε· χωρὶς, μακρόθεν, διακεχωρισμένως, μακρὰν, οὐ πόῤῥω εἰσὶ τῶν γυναικείων θρήνων. στενάχουσι· στενάζουσιν, ὀδύ‐ ρονται.

1

.

726

Κωκυτῶν· θρήνων, ἤχων. κωκυτόν· κωκυτῶν. συναλγύνουσι· συλλυποῦσι, συνθλίβουσιν, εἰς λύπην κινοῦσι, λυποῦσι, κοινωνοὺς ποιοῦσι, θλίβουσιν. νομῆας· βοσκοὺς, ἤτοι τοὺς βοσκοὺς συναλγύνουσι,
5τοὺς νομεῖς, ποιμένας.

1

.

727

Φήνας· εἶδος ὀρνέου, ὀρνέου ἐοικότος ἀετῷ, ὄνομα
ὀρνέου· φήνη ὄρνεον ὁ λοῦπος κοινῶς, ὄρνεον, ζῶον, εἶδος ἀετοῦ. ἀδινόν· οἰκτρόν. γόον· θρῆνον. ἔκλυεν· ἤκουσεν, ἤκουεν.298

1

.

728

Ὄρθριον· κατὰ τὸν ὄρθρον. ὀρθριαίτερον· ἀν‐ τίπτωσις, ταχινόν· ἢ ὄρθριοι καὶ ἐγειρόμενοι, ἢ ὄρθριον καὶ πρωϊνόν. τέκεσς’· ἀηδόνος· Πρόκνη καὶ Φιλομήλη ἐγένοντο ἀδελφαί· ἡ Φιλομήλη συνῴκει ἀνδρὶ, καὶ
5ἔτεκε τέκνον· ὁ γοῦν ταύτης ἀνὴρ συνῆλθε τῇ Πρόκνῃ, ὃ γνοὺς ἡ Φιλομήλη ἀναιρεῖ τὸ οἰκεῖον παιδίον· τοῦτο μαθὼν Τηρεὺς, ὁ ταύτης ἀνὴρ ἀνερευνᾷ, ὅπως αὐτὴν διαχειρίσηται· ἄμφω γοῦν τοὺς τρεῖς ὁ Ζεὺς εἰς ὄρνεις μεταβάλλει, τὸν μὲν εἰς ἔποπα, ὃς λέγει ποῦ, τὴν δὲ
10Φιλομήλην εἰς ἀηδόνα, ἣ φωνεῖ τὸ οἰκεῖον τέκνον· ἴτην, τὴν δ’ ἑτέρην εἰς χελιδόνα, ἥτις λέγει Τηρεύς. αἰολο‐ φώνου· ποικιλοφώνου.

1

.

729

Ἔκυρσε· ἐνέτυχε, συνέτυχεν.

1

.

730

Μυρομέναις· θρηνούσαις, κλαιούσαις. σφισιν· φῶν, καὶ αὐτῶν, κατ’ ἀντίπτωσιν, ἑαυτοῖς. ληΐσαντο· ἐλαφυραγώγησαν, ἔλαβον, ἥρπασαν.

1

.

731

Ἀπηνέες· ὠμοί. δράκοντες· ὄφεις.

1

.

732

Ἰχθύσιν· ἐν δὲ τοῖς. ἀριστεύει· νικᾷ, προέχει, κρείττων τυγχάνει, ὑπερνικᾷ, ὑπερμαχεῖ, πρωτεύει. φιλότητι· φιλίᾳ.

1

.

733

Ὡς· ὡσαύτως, καθὰ, καθὰ ἄλλα σὺν ἐκείνοις τοῖς δελφῖσιν, ὁμοίως. καὶ ἄλλοι· σὺν ἐκείνοις, σὺν τούτοις. ἀμφιέπουσι· περιφυλάσσουσιν, ἐπισκέπουσιν, ἀγαπῶσι, στέργουσιν, ἀσχολοῦνται, φυλάττουσιν.

1

.

734

Θαῦμα· σημείωσαι· παραβολή. ἁλιπλάγκτοιο· τῆς ἐν ἁλὶ πλανωμένης, τοῦ πλαζομένου καὶ τοῦ πλα‐ νωμένου ἐν τῇ θαλάσσῃ. Τὸ κύων ὁμώνυμος φωνή ἐστι, ὁμώνυμος δὲ φωνή ἐστι πρᾶγμά τι ἀμφιβαλλό‐
5μενον, οἷον λέξις τις σημαίνουσα πολλὰ, ὡς τὸ ζυγός· καὶ ζυγός ἐστιν ὁ τῶν βοῶν, καὶ ὁ τῶν ποτε ἁρμάτων, ὁ τῆς κινύρας, καὶ ἡ τῆς πλάστιγγος, ἤως τοῦ ζυγίου, διαφέρει δ’ ἕκαστον κατά τε τὸ εἶδος καὶ τὴν φύσιν· οὕτω καὶ κύων μία λέξις σημαίνει πολλὰ, κἂν καὶ οὔκ
10εἰσι (ὦσι) τὰ πάντα κατὰ τὸ εἶδος ἓν, οἷον λέγομεν κύων, καί ἐστι χερσαῖος, θαλάσσιος καὶ ἄστρον τὸ (cod. τὸν) κύναστρον κατὰ τὸν ὀπωρινὸν καιρὸν φαι‐ νόμενον (ος cod.)· ὁ μὲν χερσαῖος ζῶον ἔμψυχον, τε‐ τράπουν, ὑλακτικὸν, ὁ θαλάσσιος ζῶον ἔμψυχον, νηκτι‐
15κὸν, τὸ ἄστρον τὸ λεγόμενον κύων οὐσία ἀναίσθητος φωτιστική· οὕτως καὶ πάντα τὰ ἀμφιβαλλόμενα, οἷον ἄνθρωπος ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δε‐ κτικὸν, καὶ ἄλλο τι οὐ λέγεται ἄνθρωπος.

1

.

735

Νεοβλαστῆ· τὰ νεωστὶ βλαστόντα, τὰ νεωστὶ γεννηθέντα. σάκος· ἀσπίς· σάκος τὸ σκουτάριον ἀπὸ τῶν πρώτως εὑρόντων αὐτὸ Σακῶν, καταφυγή· σκου‐ τάριον καὶ βοήθημα καὶ ἀσπὶς καὶ καταφυγὴ αὐτῶν
5γίνεται ἡ μητήρ· ὑπ’ αὐτὴν γὰρ καταφεύγουσιν. ἔπλετο· ὁ παρατατικὸς ἀντὶ ἐνεστῶτος, ὑπάρχει, ἐγέ‐ νετο.

1

.

736

Ταρβήσωσι· φοβηθῶσιν. ἄσπετα· πολλὰ, ἀπλή‐
ρωτα. δείματ’· φόβηθρα.Column end

1

.

737

Λαγόνεσσιν· τῇ γαστρὶ, ὑπὸ τὴν γαστέρα ἔσω, τῶν λαγόνων. ἔδεκτο· ἐδέξατο, ἐπεφύλακτο.

1

.

738

Αὐτήν· τὴν κρύφιον. ἴσθμην· κοιλίαν, νηδύν· ἴσθμη στενὴ εἴσοδος ἀπὸ τοῦ ἰσθμὸς, στενὴν ὁδόν· ἴσθμη ἡ στενὴ ὁδὸς καὶ εἴσοδος, νῦν δὲ τὸ τῆς θηλείας κρυ‐ πτὸν καὶ κρύφιον λέγει, ὅτι δι’ αὐτοῦ πάλιν εἰς τὴν
5γαστέρα αὐτῶν εἰσδύνουσι, ἤσθμη δὲ τὸ σακελιστήριον διὰ τοῦ η, καὶ γίνεται ἀπὸ τοῦ ἠθῶ τὸ σακελίζω, ἴθμη δ’ ἐκ τοῦ εἴω τὸ πορεύομαι, εἴσω, εἴσομαι παθητικόν· ἐκ τούτου γίνεται ἴσμη καὶ ἰσμὸς πᾶν τὸ στενὸν, καὶ τροπῇ τοῦ ς εἰς θ ἴθμη καὶ εἰσίθμη. ἴσθμην εἰς στενὴν
10ὁδὸν, λέγει τὸ κρύφιον. ἴθμη λέγεται ἡ στενὴ εἴσοδος. εἰσίθμην· ἤγουν ὀπήν. αὐτὴν ὁδόν· λέγει. ἔνθεν· ἀφ’ οὗ, ἀφ’ ἧς, ὅθεν, ἐξ οὗ. ὄλισθον· ἔπεσον, ἐξέπεσον, ἐξῆλθον.

1

.

739

Γεινόμενοι· γεννώμενοι, γεννηθέντες, εἰς φῶς ἐρχόμενοι, τικτόμενοι. μογέουσα· κακοπαθοῦσα. περ· καίπερ. ἔμπης· ὅμως, σύνδεσμος αἰτιολογικός.

1

.

740

Τέτληκε· ἐκαρτέρησε, καρτερεῖ, ὑπέμεινεν, ὑπομένει. πάλιν· ἐκ δευτέρου. δέ· γάρ. ὑπεχεύατο· ὑπε‐ δέξατο, ὑπέβαλεν, ὑπέθηκεν.

1

.

741

Σπλάγχνοις· ἐν τοῖς. ἄψ· ὀπίσω, εἰς τοὐπίσω, πάλιν, ὄπισθεν. ἀνέηκεν· ἀνέπεμψεν, ἐξέμεσεν, ἐνέδω‐ κεν (ἀνεδ.?), ἀνῆκεν, ἔῤῥιψεν. ἀμπνεύσωσι· ἀνωθῶσιν, ἀπαλλαγῶσι, παύσωσιν, ἀναπνεύσωσιν.

1

.

742

Τεκέων· ὑπέρ. πορσύνεται· εὐτρεπίζει, παρέ‐ χει, εὐτρεπίζεται, παρασκευάζει, ποιεῖ, ἀπὸ τοῦ πόρω τὸ παρέχω, οὗ ὁ μέλλων πόρσω αἰολικῶς, ἐξ οὗ καὶ παραγωγὸν πορσύνω. ἀλκήν· βοήθειαν, ὑπεράσπισιν,
5ἀποσόβησιν.

1

.

743

Νηδύν· γαστέρα. κείνης· τῆς ῥίνης. κείνῃ· ἐν ἐκείνῃ. δύσις· εἰσέλευσις, ἐπέλευσις, κατάδυσις, κύ‐ νεσσιν· σκύλοις.

1

.

744

Ἄρα· δή. οἱ· αὐτῆς. ὑποσφάγες· σχίσματα, ῥαγάδες, ὀρύγματα, κοιλώματα, ἀνοίγματα καὶ κοιλό‐ τητες· σφὰξ ἡ σχισμὴ, ἐξ οὗ καὶ σφάζω καὶ σφαγή· ἐν τῇ σφαγῇ γὰρ σχισμὴ γίνεται. Ὑπόσφαγες· λέγει διαῤ‐
5ῥαγῆ, ἀνοίγματα, κοιλώματα ἐξ ἀμφοτέρων τῶν με‐ ρῶν ὑποκάτω τῶν πλευρῶν οὖσαι, ἧς τι (αἷστισι) ταῖς ὑποσφάγεσιν ἀμφικύπτει, ἀτυζομένων τῶν τε‐ κέων τὸν φόβον.

1

.

745

Πτερύγων· τῶν. γένυς· στόμα, ἡ τοῦ στόματος διαῤῥὼξ, ἤτοι σχισμὴ τοῦ στόματος.

1

.

746

Τῇσιν· αἷς, ταῖς κοιλότησιν, ἐν ταῖς πτέρυξιν. ἀτυζομένων· πεφοβημένων, φοβουμένων, ταρασσομέ‐ νων, βλαπτομένων. ἀμφικαλύπτει· περισκέπει, κρύ‐ πτει, ἀφανίζει, περιέπει.

1

.

747

Διά· ἀνὰ, κατὰ, εἰς τό. ταρβήσαντα· φοβη‐ θέντα.

1

.

748

Δεξάμενοι· λαβόντες. ῥύονται· φυλάσσουσι, φυλάσσονται, ἐλευθεροῦσιν. δόμον· οἶκον, οἴκημα. ἠέ· ἤ· γράφεται ἠδέ. καλιήν· φωλεάν.

1

.

749

Οἷον· ὥσπερ, ὁποῖον, ποιεῖ, κατ’ ἔλλειψιν, ἔξοχα· ἐξόχως, λίαν, περισσοτέρως.

1

.

750

Ὠοτοκῆες· γεννῶντες ὠὰ, ὅτι ὁ γλαῦκος διαφέ‐ ρει τῶν ἄλλων ὠοτοκούντων ἰχθύων· ὅ τι οἱ δελφῖνες τῶν ἄλλων ἰχθύων διαφέρουσι τῶν μὴ ὠοτόκων, οὗτοι δ’ οἱ γλαῦκοι τῶν ὠοτόκων.299

1

.

751

Μίμνει· μενεῖ (sic), καρτερεῖ. παρήμενος· πα‐ ρακαθήμενος, παραθέμενος. ὄφρα· ἕως ὅτου, ἕως οὗ. γένωνται· γεννηθῶσιν.

1

.

752

Ὑπωάδιοι· ὑπ’ ὠῶν τικτόμενοι, ἤτοι ὄντες ἔσω τῶν ὠῶν, ὑπ’ ὠὰ καθήμενοι. ἐπωάδιοι· ἐκ τῶν ὠῶν, ἐπὶ τοῖς ὠοῖς, ἢ ἔξω τῶν ὠῶν. ἐπωάδιοι ἀπὸ τοῦ ὠά‐ διος. σφιν· τούτοις. παρανήχεται· παραπλέει, πλησίον
5πλέει.

1

.

753

Τούς· τούτους δὴ, ἰωνικὸν, τοὺς παῖδας τούτου. τρομέοντας· φοβουμένας. κρατερώτερον· ἰσχυρότερον.

1

.

754

Ἀμφιχανών· ἀνοίξας. κατέδεκτο· ἐδέξατο. διά· εἰς, κατά. μέσφα· ἄχρις οὗ, μέχρις ἂν, ἕως οὗ, ἕως ὅτου, μέχρις ὅτου, ἕως ἂν, αἰολικόν.

1

.

755

Χάσσηται· ὑποχωρήσῃ, ἀφανισθῇ. αὖτις· ἰω‐ νικὸν, καὶ πάλιν, εἰς τοὐπίσω. ἀνέπτυσεν· ἐξήγαγεν. λευκανίηθεν· ἀπὸ τῆς λευκάνης, ἢ στόματος· λευκάνοι οἱ ὀδόντες, καὶ λευκανίηθεν ἀπὸ τῶν ὀδόντων. λευκανίη‐
5θεν· ἀπὸ τοῦ λαιμοῦ· λευκανία γὰρ ὁ λαιμὸς, λεύκανες οἱ ὀδόντες ἀπὸ τοῦ λαύω τὸ ἀπολαύω. λευκανία ὁ λαι‐ μὸς, καὶ τὸ ἀπηρτημένον τοῦ γαργαρεῶνος παρὰ τὸ λευκὸν εἶναι φύσει· ἢ παρὰ τὸ χεύω χευκανία καὶ λευ‐ κανία, ἢ ἀπὸ τοῦ λῶ τὸ ἀπολαύω, ἢ ἀπὸ τοῦ χαίνω τὸ
10χάσκω, ὡς καὶ ἀπὸ τοῦ οἴω τὸ κομίζω οἰσοφάγος· ἐνταῦθα ἀπὸ τοῦ ποιοῦντος τὸ ποιούμενον· ἀπὸ γὰρ τοῦ λαιμοῦ ὁ λευκὸς ἀφρὸς γίνεται.

1

.

756

Ἐγών· ἐγώ. ἀθεμίστερον· ἀδικώτερον.

1

.

757

Κακοφροσύνῃ· καὶ κακαῖς καὶ ἀγρίαις φρεσὶ, μωρίᾳ, κακίᾳ. προβεβηκότα· προέχοντα, ὑπερβαίνοντα, νικῶντα, νενικηκότα.

1

.

758

Τέκῃσι· ἰβύκιον, γεννήσῃ, θέλομεν (sic). ὠδῖνα βαρεῖαν· οὐ τῆς θύννης μόνον εἶπεν, ἀλλὰ καθολικῶς· παντὶ γὰρ ζώῳ βαρεῖα ἡ ὠδίς. ὠδῖνα· τὸν τοκετόν.

1

.

759

Γειναμένη· ἡ γεννήσασα, καὶ ἡ τεκοῦσα. κα‐ ταδαίνυται· κατεσθίει, καὶ τρώγει, εὐωχεῖται. κίχῃσι· καταλάβῃ.

1

.

760

Νηλής· ἀθλία, ἢ ἀνηλεῶς, ἀνηλεὴς, σκληρὰ, καὶ διελὴς (sic), ἡ ἐστερημένη (Cod. ἐτ.) ἐλέους. νηΐδ’· ἄπειρα, ἐστερημένα, ἀδύνατα, ἄπορα ὄντα φυγῆς, ἐστε‐ ρημένα ὄντα φυγῶν, ἀσθενῆ, ἐστερημένα φυῆς, ἐστε‐
5ρημένα δυνάμεως.

1

.

761

Ἐσθίει· τρώγει. οἷο· ἰδίου, ἑοῖο, καὶ ἀποβολῇ τοῦ ε οἷο, τοῦ ἰδίου τέκνου· ἑοῖο ἦν· ἀφαιρέσει τοῦ ε οἷο.

1

.

762

Ἔστι· ζῶα δῆλον ἕτερα, εἰσίν. γάμοισι· συν‐ ουσίαις. φυτεύεται· γεννᾶται, ἀναδίδονται. γονῇσι· γένναις, ὠοῖς, ἀποῤῥοαῖς.

1

.

763

Τίκτεται· γεννᾶται. αὐτοτέλεστα· αὐτοφυῆ, αὐτοκίνητα, αὐτόπρακτα. αὐτοκέλευθα· αὐτοφυῆ, αὐτενέργητα, αὐτογέννητα· γράφεται αὐτοτέλεστα.
αὐτόῤῥεκτα· αὐτόματα, αὐθύπαρκτα, αὐτόπρακτα,Column end
5αὐτοκατασκεύαστα, αὐτόματα, αὐτοφυῆ. γένεθλα· γεννήματα.

1

.

764

Τά τ’· ταῦτα. τίκτεται· γεννῶνται.

1

.

765

Οὔτε τι θῆλυ· οὔτ’ ἄῤῥενες, οὔτε θήλεις εἰσίν. ἀπ’ ἀμοιβῆς· ἐκ διαδοχῆς. ἐπ’ ἀμοιβῆς· σπορᾶς, διαδο‐ χῆς, ἀναλλαγῆς, ἐναλλαγῇ, ἀπὸ συνουσίας.

1

.

766

Ὁμόφυλα· ὁμοειδῆ, ὁμοφυῆ, ὁμογενῆ, μιᾶς φυλῆς, ἶσα. ἴκελα· ὅμοια. τὰ ὀστρακόδερμα οὔτε θῆλυ ἔχουσιν, οὔτ’ ἄρσεν, ἀλλ’ αὐτόπρακτα καὶ αὐτοφυῆ τίκτονται, ἐπ’ ἀμοιβῆς δ’ ἐκ διαδοχῆς καὶ σπορᾶς ἄῤ‐
5ῥενος. τέτυκται· καί εἰσιν, ὑπάρχει.

1

.

767

Ὡς· ὡσαύτως, ὁμοίως, οὕτως, ὧδε. οὐτιδανῆς· ἀσθενοῦς, μικρᾶς· γράφεται ἠπεδανῆς. ἠπεδανῆς· ἀσθενοῦς. ἀφύης· ἐγγραύλεως, ἐγγραύλου, ἐγγραύλης, ἀκτάρας· ἀφύη ἡ ἔγγραυλις, γίνεται ἀπὸ τοῦ α τοῦ ση‐
5μαίνοντος τὸ κακὸν, καὶ τοῦ φυὴ ἡ τοῦ σώματος διά‐ πλασις· κακοφυὴς γὰρ ἀληθῶς ἡ ἀφύη. ὀλιγηπελές· ὀλιγόβιον, ὀλιγοδύνατον, ὀλιγοζώητον, ὀλιγοδύναμον. ὀλιγοπελές· ὀλιγοδύναμον.

1

.

768

Οὔ τινος· οὐδαμῶς. ἐκγεγάασιν· γεννῶνται, ὑπάρχουσι, γεγέννηται (sic). αἵματος· σπέρματος, γέ‐ νους. τοκήων· γεννητόρων, ἀπὸ, γονέων.

1

.

769

Εὖτε· ὁπηνίκα, περίφρασις. νόος· βουλὴ, θέ‐ λησις. ἀφύσσῃ· βρέξει. ἀφύξῃ· ἀποπέμψῃ, ὑπαντλήσῃ. ἀέξῃ· σωρεύσῃ, συναθροίσῃ.

1

.

770

Λάβρον· σφοδρὸν, πολὺν, βαρὺν, μέγαν· ὑπέρ· ὑπεράνω, ἄνω, ἐπάνω. ἄσχετον· πολὺν, καὶ μέγα. αὐτίκα· αὐτῇ τῇ ὥρᾳ.

1

.

771

Σμιγομένη· μιγνυομένη, ταρασσομένη, μιγνυ‐ μένη. δίνῃσι· συστροφαῖς, ῥεύμασιν. παλιμπνοίῃσι· παλιῤῥοίαις· γράφεται ἅμα πλήθουσιν. ἅμα· ὁμοῦ καὶ ταῖς στροφαῖς τῶν γλυκέων ὑδάτων. πλήθῃσι· πλη‐
5ροῦται.

1

.

772

Σίζει· ἠχεῖ, ποιὰ φωνὴ, κυρίως ἐπὶ τηγανοῦ, ταράσσεται, κινεῖται, ἠχεῖ ποιόν τινα ἦχον· ὥσπερ καὶ τὸ φλοῖσβος, καὶ αὐτὴ ποιὰ φωνή. ἀφριάα· ἀφρὸν ἀπο‐ τελεῖ, ἀπογεννᾷ, ἦχον ἀποτελεῖ (Cod. εις) καὶ ἀφρόν.
5ἵσταται· γίνεται, ὑψοῦται, ἐξίσταται. οἰδαίνουσα· ἐξωγ‐ κωμένη, ἐξογκουμένη, κυματουμένη· γράφεται οἰδμαί‐ νουσα.

1

.

773

Αἱ δ’· αἱ ἐγγραύλεις, αἱ ἐγγραῦλαι. ἀτεκμάρ‐ τοις· ἀσημάντοις, ἀσημειώτοις, ἀκατανοήτοις. ἀσκέπ‐ τοισι· κρυπτοῖς, ἀοράτοις. ἀσκόποισιν· ἀτελειώτοις, ἀδήλοις, καὶ μὴ δυναμένοις γνωσθῆναι, ἀβλέπτοις. γά‐
5μοισιν· ὑπὸ γάμων.

1

.

774

Ἀθρόαι· ὁμοῦ, πολλαί. ἐκ τ’ ἐγένοντο· καὶ ἐγεν‐ νήθησαν. ἔκτραφεν· ἐτράφησαν, πρωθύστερον.

1

.

775

Μυρίαι· ἀναρίθμητοι, πολλαί. πολιόν· λευκόν. γενέθλης· γεννήσεως, γέννας, γενεᾶς.

1

.

776

Ἐπικλήδην· ἐπωνύμως, καὶ ἐπονομαστικῶς, ἢ τὴν ἐπωνυμίαν, ὀνομαστικῶς. αὐδώωνται· καλοῦνται.

1

.

777

Ἰλυόεντος· τοῦ ῥυπώδους, βορβόρου. ἰλυόεντες· σηπεδονώδεις. ὑπέκ· ὑποκάτω. φλοίσβοιο· ταραχῆς.
Σημείωσαι ὅτι τὸ πολυφλοίσβοιο ποιὰ φωνή ἐστι, καὶ λέγεται ἐπὶ θαλάσσης, ἐκτεθεῖσα ἀπό τινος φυσιολόγου300
5Θετταλοῦ καλουμένου Σχολαστικοῦ. φύονται· γεννῶν‐ ται, ἐξέρχονται.

1

.

778

Δίνῃσι· συστροφαῖς. παλιῤῥοίαις· ταῖς ὑποστρο‐ φαῖς τῶν κυμάτων, κύμασι, ταῖς εἰς τοὐπίσω ῥεύσεσιν, ἢ ταῖς ἀναστροφαῖς τῶν κυμάτων, ἐπαναστροφαῖς τῶν ῥευμάτων.

1

.

779

Βράσσηται· ζέῃ, ἀναβράσσει, εἰς ὕψος κινῆται, συγκινηθῇ, ἀναφυσωθῇ, ἀναταραχθῇ, βράσῃ, ἀναζέσῃ· ἰστέον ὅτι βράσσηται ταῖς δίναις. πάμφυρτος· παντοδα‐ πὸς, ἐκ παντὸς εἴδους, συρφετώδης, σύμμικτος· συρφε‐
5τὸς πολὺ τῶν φρυγάνων καὶ χόρτων πλῆθος· πάμφυρτος ἐκ τοῦ ἀνέμου ἀφυσγετός ἐστιν. πάμφυρτος ἢ συρφετὸς καὶ πλῆθος βρύων συμμεμιγμένων, ἢ πάμφυρτος ὁ ἔχων πολὺ φρυγάνων ἢ χόρτων πλῆθος, ὅταν ἐκ τοῦ ἀνέμου ἡ θάλασσα βράσσῃ, τὸ δὲ βράσσηται· ὅταν ἐκ τοῦ
10ἀνέμου συγκυκηθεῖσα καὶ ταραχθεῖσα βράσσῃ, ἐκ τῆς κάτωθεν ὑφισταμένης ἰλύος σηπομένης φύει πάντας ὁμοίως (ους) σκώληξι, τὸ δὲ βράσσηται ἀντὶ τοῦ ἀνα‐ δίδοται καὶ ὁ ἐκ τῆς ἀνέμου πνοῆς ἐκ παντὸς εἴδους ἀναδιδόμενος ῥύπος ἀκαθαρσίας. ἀφυσγετός· συρφετὸς,
15ῥῦπος, καὶ ἰλύς. ἐξ ἀνέμοιο· ἐκ τῆς τοῦ ἀνέμου πνοῆς.

1

.

780

Σπερχομένου· σφοδρῶς φυσῶντος, σφοδρῶς ἐπειγομένου, φυσῶντος, ἐπείγοντος. ἰοῦσα· ἐρχομένη, ἐλθοῦσα.

1

.

781

Εὐρώεσσα· ἰλυώδης, σκωληκώδης, σηπτικὴ, ἀφανὴς, ἡ συντόνη (sic). τὴν εἰς πλάτος ἐκκεχυμένην λέγει, ἢ τὴν γεννητικὴν σκωλήκων, ὡς σηπεδενώδη ἀπὸ τοῦ εὐρὼς ὁ σκώληξ, ἢ τὴν ζοφερὰν καὶ μέλαιναν
5ἀπὸ τοῦ ἀερώεσσαν καὶ εὐρώεσσαν· καὶ ὁ ποιητὴς (Od. κ 512)·
δόμον ᾅδου εὐρώεντα. ταθείσης· ἐπιγενομένης, ἐκταθείσης, τεθείσης, γινο‐ μένης.

1

.

782

Ἐξαυτῆς· παραυτίκα. ἐξ αὐτῆς· τῆς γαλήνης. ἄσπετα· πολλά. φύρματα· ῥύποι, κόπρια, συρφετοί.

1

.

783

Πύθεται· σήπεται. ἐκ δέ· ἐκ τῶν φυρμάτων δὲ τούτων, ἐκ τούτων τῶν φυρμάτων. ἐκ δ’ ἐκείνης· γρά‐ φεται ἐν δέ. χέονται· φύονται· γράφεται ἐκφύονται. ἀθέσφατοι· πολλαὶ, ἀφύαι, ἄῤῥητοι, ἐγγραύλεις. ἴκελαι·
5ὅμοιαι. εὐλαῖς· σκώληξι, βδέλλαις· ὅτι ἐκ τοῦ ἀνέμου συγκινουμένης τῆς θαλάσσης, κάτωθεν ἡ ἰλὺς σηπομένη ποιεῖ αὐτὰς, καὶ ἐξ αὐτῆς τῆς σήψεως ἐκφύονται, ὅμοιαι σκώληξιν αἵτινες ἀφύαι λέγονται.

1

.

784

Ἀκιδνότερον· ἀσθενέστερον, πυκνότερον. Γένυς οἱονεὶ κένυς ἡ κενὴ οὖσα ὀστῶν· κεντήριον ὁ ἑκατόνταρ‐ χος (ἑκαντό Cod.)· κέντε γὰρ παρὰ Ῥωμαίοις τὰ ρʹ.

1

.

785

Δειλαίης· ἀσθενοῦς, ἀθλίας. ἀφύης· ἐγγραύλης.

1

.

786

Δαίς· τροφὴ, εὐωχία, βρῶσις. ἀγαθή· εὔκολος. περιλιχμάζουσιν· περιλείχουσι, λείχουσιν.

1

.

787

Βορή. τροφὴ, ζωή. βιότοιο· ζωῆς, χάριν ζωῆς.

1

.

788

Ἀολλήδην· ὁμοῦ, πᾶσαι. ἐφέπουσιν· ἀλλή‐ λαις, διέρχονται, βαδίζουσιν, ἐπακολουθοῦσιν, καλύ‐
πτουσιν.Column end

1

.

789

Νύ που· περισσά. πέτρην· φωλεάν. ἀμφίσκιον· ἔχουσαν, τὴν ἀμφοτέρωθεν σκιάσματα ἔχουσαν.

1

.

790

Διζόμεναι· ψηλαφῶσαι, ἐρευνῶσαι. κευθμῶνας· τοὺς ἐνδοτάτω τόπους, τοὺς βαθυτάτους τόπους, φω‐ λεάς. ἀποβρυχίην· βαθυτάτην, βαθεῖαν, κρύφιον. ἀλεω‐ ρήν· καταφυγὴν, σκέπην, ἔκκλισιν.

1

.

791

Γλαυκή· λευκὴ, ἡ καταπληκτική.

1

.

792

Ὡς δ’· παραβολὴ, παράδειγμα. εὐρύπεδον· πλατεῖαν, καὶ ἐξηπλωμένην, πλατύ. σκιάσει· σκεπάσει. νιφάδεσσιν· χιόνι, χιόσι, χιόνεσσιν. ἀλωήν· ἀλώϊα, ἅλωνα, τοποθεσίαν.

1

.

793

Ἑσπερίου ζεφύροιο· τοῦ δυτικοῦ ζεφύρου, δυσι‐ κοῦ ἀνέμου, ἤως ὁ ζέφυρος. Ζέφυρος ὁ οὖρος τοῦ ζόφου, ἤως τῆς δύσεως, λέγεται καὶ ὁ Βοῤῥᾶς ὁ φέρων ζωὴν καὶ ἄνεμος. θοὸν μένος· ἡ ταχεῖα δύναμις. θοόν· ὀξὺ,
5ταχύ. μένος· δύναμις. οὐδέ τι· οὐδαμῶς. γαίης· τὸ πρόσωπον δῆλον. οὐδέ τι γαίης· τοῦ δυτικοῦ ζεφύρου ἡ ταχεῖα δύναμις οὐδὲ τῆς γῆς φαίνεσθαι τὴν ὄψιν ποιεῖ· κεκάλυπται γὰρ ταῖς νιφάσιν ταῖς λεπτοτάταις.

1

.

794

Κυανέης· μελαίνης. ὑποφαίνεται· δεικνύεται. ἄρα· γράφεται ἅμα.

1

.

795

Ἀργενναῖς· λευκαῖς. ἐπασσυτέραις· πυκναῖς, πυκνοτέραις, ὑπαλλήλοις, συνεχέσιν, ἐπαλλήλοις.

1

.

796

Ἀπειρεσίῃσι περιπληθὴς ἀγέλῃσι· ἀπείραις ἀγέλαις πεπληρωμένη. ἀπειρεσίῃσιν· πολλαῖς, ταῖς πολλαῖς ἀγέλαις τῶν ἀφυῶν (φυῶν Cod.), ἀπείραις ἀγέλαις τῶν ἀφυῶν, ἢ ἀπειρεσίῃσι περιπληθὴς ἀγέλῃσι
5ταῖς τῶν ἰχθύων, ἐπειδὴ αὐτὰς ἀγρεύουσι πάντες καὶ ἐσθίουσιν ὡς ἀσθενεῖς. περιπληθής· πληρουμένη, στενοχωρουμένη, γεγεμισμένη (Cod. γεγεσμι), πεπλη‐ ρωμένη, ταῖς ἀπείροις ἀγέλαις τῶν ἀφυῶν πεπληρω‐ μένη ὑπάρχουσα.

1

.

797

Φαίνεται· δείκνυται. ἀργήεσσα· λευκή. ἀλωή· ἄτοπος (ὁ τόπος?), ἤως ἡ θάλασσα καὶ χώρα καὶ το‐ ποθεσία, εἰς ἣν διάγουσιν αἱ ἐγγραύλεις· ἀλωὴ σημαί‐ νει τὸν κῆπον, καὶ τὸν ὑπάμπελον τόπον, καὶ τὴν ἅλωνα,
5καὶ τὸν ἁπλοῦν τόπον.

2

t

ΕΙΣ ΤΟ Β.

2

pinax

Εἰς τὸ περὶ βουλῆς κερδαλέης ἰχθύων, εἰσὶ δὲ τὰ κεφαλαῖα ταῦτα. Ὀππιανοῦ περὶ τῆς τῶν ἰχθύων φυσικῆς κινήσεως ἁλιευτικὸν βιβλίον δεύτερον, καὶ τίνες ἐχθροὶ ἀλλήλοις, καὶ τίνες φίλοι.
5Κεφάλαια τοῦ δευτέρου βιβλίου τῶν ἁλιευτικῶν. Περὶ νάρκης. Περὶ λάβρακος. Περὶ καρίδων. Περὶ πίννης. Περὶ καρκίνου. Περὶ πολυπόδων. Περὶ ἐχίνων. Περὶ σκολοπένδρης.
10Περὶ μυραίνης. Περὶ θύννου. Περὶ κωβιοῦ. Περὶ κεστρέως. Περὶ ἀμιῶν. Περὶ σηπίης.
Περὶ βατράχων. Περὶ βοός. Περὶ ἡμεροκοίτου, ὃς καὶ νυκτερὶς καλεῖται.301
15Περὶ καράβων. Περὶ ἰουλίδων. Περὶ δελφίνων. Περὶ σκάρων.

2

.

1

Ὧδε μέν· ἀπόθεσις, ἀνακεφαλαίωσις τὸ σχῆμα, καὶ ἀνάμνησις, ὥσπερ τῶν τοῦ πρώτου βιβλίου· ἢ ἀπό‐ θεσις τῶν λεχθέντων, καὶ ἔναρξις τῶν λεχθησομένων, εἰσὶ δὲ ταῦτα τὰ τμήματα συνηρμοσμένα ἓν πρὸς ἄλλο,
5ἦσαν ὡς ἓν σῶμα, διὰ δὲ τὸ μὴ ἰλιγγιᾷν τοὺς ἀκροα‐ τὰς ἔτεμον ταῦτα κατὰ μέρος εἰς μικρά. ὧδε· ἀντὶ τοῦ ἐνταῦθα, ἀντὶ τοῦ ὡς προείρηται ἐν τῷ προλαμβάνοντι βιβλίῳ, οὕτως ὡς προείρηται ἐν τῷ πρώτῳ βιβλίῳ, αἱ τῶν ἰχθύων νομαὶ, περὶ τῆς τῶν ἰχθύων κινήσεως καὶ
10τίνες φιλότητες τῶν ἰχθύων· οὕτως εἴπομεν ἐν αἷς βό‐ σκονται αἱ ἰχθύες, ἀλλὰ καὶ ἕτερα παντοῖα θαλασσό‐ βια γένη· τὸ σχῆμα ἀπόθεσις τῶν λεχθέντων καὶ ἔναρξις τῶν λεχθησομένων. ἰχθύβοτοι· αἱ τοὺς ἰχθύας τρέφουσαι, αἱ τῶν ἰχθύων.

2

.

2

Πλάζονται· πλανῶνται. τοιῷδε· ἐν. γενέθλῃ· γέννᾳ, γεννήσει.

2

.

3

Που· ἀντὶ τοῦ ἴσως. ἐπιχθονίοισιν· ἀνθρώποις.

2

.

4

Ἀθανάτων· ἀπὸ τῶν θεῶν. σήμηνε· ἐδίδαξεν, ἐδήλωσεν. ἀνυστόν· τελεστὸν, πεπραγμένον, τετελειω‐ μένον, δυνατὸν ἀνῦσαι καὶ πληρῶσαι.

2

.

5

Νόσφι· χωρὶς, ἄνευ· οὐδὲν δυνατόν ἐστι τοῖς ἀν‐ θρώποις χωρὶς θεῶν. οὐδ’ ὅσσον· ἔστιν ἀνυστὸν τοῖς ἀνθρώποις πλὴν τῶν θεῶν, τοσοῦτον δύνανται οἱ βρο‐ τοί. ὑπὲκ ποδός· τὸν πόδα ἐκ τοῦ ἴχνους. ἴχνος· παρὰ
5τὸ ἴσχειν, ὅ ἐστι συνέχειν ὅλον τὸν πόδα, ἢ ἀπὸ τοῦ ἀνέχεσθαι τῆς γῆς, ἢ παρὰ τὸ ἐν τῇ γῇ ἵεσθαι καὶ πο‐ ρεύεσθαι. ἀεῖραι· ἐπαρεῖν, κινῆσαι, ἀναστῆσαι, ἐπᾶραι.

2

.

6

Ἀμπετάσαι· ἀνοῖξαι, ἀναπετάσαι, συγκοπή. βλε‐ φάρων· ἀπὸ τῶν· βλέφαρον παρὰ τὸ φάρος εἶναι τοῦ βλέπους, ἤτοι τοῦ ὀφθαλμοῦ· βλὲψ γὰρ ὁ ὀφθαλμός. περιφαέα· λαμπρὸν, λαμπρὰ, πεφωτισμένα, πεπλη‐
5ρωμένα φωτός. βλεφαρῶν περικαλλέα κύκλα· περι‐ φραστικῶς τὰ ὄμματα, ὀφθαλμοί· γράφεται περιφαέα.

2

.

7

Αὐτοί· οἱ θεοί. κρατέουσι· ἐξουσιάζουσι, βα‐ σιλεύουσιν, οἰκονομοῦσιν. ἰθύνουσιν· διεξάγουσιν, ὁδη‐ γοῦσιν. ἕκαστα· τὰ πάντα.

2

.

8

Τηλόθεν· πρὸ πολλοῦ. τηλόθεν ἐγγύς· παραδο‐ ξολογία, ὅτι καὶ μακρὰν οἱ θεοί εἰσι πλησίον, παραδο‐ ξόλογον τὸ σχῆμα. ἀτίνακτος· ἀμετάθετος, ἣν οὐδεὶς δύναται ῥίψαι, ἀπαραίτητος, ἀμετακίνητος, στερεὰ,
5ἀβίαστος, ἣν οὐδεὶς δύναται βιάσασθαι, ἣν οὐδεὶς ἀπο‐ τρίψαι δύναται, φυσικός· γράφεται ἀδίδακτος. αὐτοδί‐ δακτος ἀνάγκη· ...... ἀνάγκαις οὐ διδασκομένη ὑπό τι‐ νος, ἀλλ’ αὐτοδίδακτοί ἐσμεν τοῦ πείθεσθαι.

2

.

9

Πείθεσθαι· εἰς τὸ πείθεσθαι ἡμᾶς αὐτοῖς, ὥστε τοῖς θεοῖς, εἰς τὸ τοῖς θεοῖς. τήν· τὴν βίαν τὴν τῶν θεῶν γι‐ νομένων (ην), τὴν ἀνάγκην, ὑποταγὴν τῶν θεῶν ἐν ἡμῖν τοῖς ἀνθρώποις. σθένος οὐδέ τις ἀλκή· ταυτολογία κατὰ
5ῥήτορας.

2

.

10

Τρηχείαις γενύεσσιν· στόματι τραχεῖ. τρηχείαις· σκληραῖς, ἀλαζονικαῖς. γενύεσσι· στόμασιν. γένειον ἡ τρίχωσις γενύων, τὸ στόμα καὶ ὁ περὶ αὐτὸ τόπος. ὑπερφιάλως· ὑπερηφάνως, ἀναιδῶς, αὐθαδῶς, ἀλαζονι‐Column end
5κῶς· ὑπερφίαλος ἐκ μεταφορᾶς τῆς φιάλης, ἣ ὅταν ὑπὲρ μέτρον γεμισθῇ, ὑπερφίαλος λέγεται· ἐκ τούτου οὖν καὶ ὑπερφίαλον τὸ πολὺ καὶ ἄμετρον. ὑπερφίαλος παρὰ τὸ φῶ τὸ φαίνω, ὁ ὑπερφαίνων ὄντα τῶν ἄλλων ἑαυτὸν ἐπιχειρῶν δεῖξαι· ἢ ἀπὸ τῆς ὑπὲρ προθέσεως καὶ τοῦ
10φῶ τὸ λέγω ὁ ὑπὲρ τὴν ἑαυτοῦ δύναμιν λέγων καὶ ἐπαγγελλόμενος, ὁποῖον λέγει Ὅμηρος (Od. α 385) ὑψαγόρην· οἶμαι δὲ καὶ παρὰ τὸ πίνω πίαλος, καὶ ὑπερφίαλος ὁ ὑπέρσπονδος, λαμβάνεται δὲ καὶ ἐπ’ ἐγκω‐ μίου· ἢ ὁ ὑπερήφανος καὶ ἄθεος καὶ παραβαίνων τοὺς
15διὰ φιαλῶν γινομένους ὅρκους, ἢ ὁ ὑπερβάλλων τῇ ἀμε‐ τρίᾳ, τῆς φιάλης ἀμέτρου οὔσης. καὶ ὑπερφίαλον τὸ πολὺ καὶ ἄμετρον. ἐρύσαντα· τὸν λαβόντα, τινὰ, ἑλκύ‐ σαντα, τινὰ ἄνθρωπον ἑλκύσαντα.

2

.

11

Ἐκφυγέειν ἅτε πῶλον· οὐκ ἔστι τινὰ ταῖς τρα‐ χυτάταις αὐτοῦ γένυσιν ἑλκύσαντα ἐκφυγεῖν αὐτὴν, ὁποῖα ποιεῖ καὶ πῶλος ἀποπτύων τοὺς χαλινούς· κἀ‐ κεῖνος γὰρ ταῖς γένυσιν αὐτοῦ βιάζεται τὸν ἄγοντα καὶ
5τινάξας ἐκφεύγει αὐτόν. ἀποπτυστῆρα· καταφρονητὴν, ἀποδιώκοντα, ἀποστρεφόμενον.

2

.

12

Μάκαρες· οἱ θεοί. πανυπέρτατοι· ὑπεράνω πάν‐ των, οἱ ὑψηλότατοι. ἡνία· χαλινὰ, χαλινοὺς, τὴν αὐ‐ τῶν πανταχῆ ἐξουσίαν.

2

.

13

Κλίνους’· φέρουσιν, ἄγουσιν. ᾗ κ’· ὅπου ἂν, ὅπου. σαόφρων· φρόνιμος.

2

.

14

Πρίν· πρὸ τοῦ, ἕως. μάστιγι· παιδεύσει. ἐλάη‐ ται· ἕλκηται, ἐλαύνηται, διώκηται.

2

.

15

Πολυκερδέας· τὰς πολλὰ κέρδη ἐχούσας.

2

.

16

Ἔχειν· πράττειν. ἐπιφροσύνην· βουλὴν, ἐπι‐ στήμην, φρόνησιν, σύνεσιν, φρόνησιν, ἐπιτηδειότητα καὶ πᾶσαν ἐδίδαξαν γνῶσιν. ἀνέηκαν· γράφεται καὶ ἐδί‐ δαξαν. ἐδίδαξαν· ἐνουθέτησαν.

2

.

17

Ἀλλοίοισιν ἐπώνυμος ἔργων· ἀλλοίων ἐπιστή‐ μων ἔργων. ἀλλοίοισι· διαφόροις. ἐπώνυμος· αἴτιος, ἐπιστάτης· γράφεται ἐπίσκοπος ἤως ἐπιτηρητικός. ἔπλετο· ὑπάρχει, ἐγένετο, ἐγίνετο. δαίμων· θεός.

2

.

18

Ἐπίσκοπον· ἐπιτηρητικὴν, ἐπιτηρητὴν, ἀξίαν· γράφεται ἐπήρητον (ατον) ἤως ἐπιθυμητήν. ἤρατο· ἔλαχεν, ἀπηνέγκατο, ἔλαβεν.

2

.

19

Δηώ· γῆ· σωματοποιεῖ τὴν γῆν ὡς θεάν. Δηὼ ὁ (ἡ) θεὸς παρὰ τὸ δαίω τὸ καίω, δηὼ δ’ ἡ γῆ παρὰ τὸ δαίω τὸ μερίζω· μερίζεται γὰρ καὶ εἰς μικρὰ κόπτεται γεωργουμένη. ζεύγλης· ἕνεκα. ἀρότοιο· ἀροτριασμοῦ,
5ἀρότρου. ἀρότοιο· ἄροσις τῶν βοῶν καὶ σῖτος ἔργα Δηοῦς, μέλαθρα καὶ φάρεα Ἀθηνᾶς, φάσγανα καὶ θώ‐ ρακες Ἄρηος, Μουσῶν καὶ Ἀπόλλωνος ἀοιδὴ, ἆθλοι Ἑρμοῦ, καὶ Ἡφαίστου σφῦρα καὶ ἄκμων.

2

.

20

Πυρῶν· σίτων. γέρας· τιμήν. ἀμητοῖο· καρποῦ, ἤως τοῦ θέρους. ἀμητοῖο· ἕνεκα τοῦ θερισμοῦ· ἀμητὸς ὁ θερισμὸς, ἄμητος δ’ ὁ καιρὸς τοῦ θερισμοῦ. Ἄμητος
καὶ ἀμητὸς διαφέρουσιν· ἄμητος γάρ ἐστιν ὁ καρπὸς302
5ὁ τρυγώμενος, ἀμητὸς δ’ ὁ καιρὸς τοῦ θέρους· ὡσαύτως καὶ τρύγητος καὶ τρυγητός· τρύγητος γὰρ ὁ καρπὸς, τρυγητὸς δ’ ὁ καιρὸς τοῦ τρύγους.

2

.

21

Δοῦρα· ξύλα εἰς ἐπισκευὴν νηῶν, ξύλα ἤως πλοῖα. τεκτήνασθαι· κατασκευᾶσαι. μέλαθρα· οἰκή‐ ματα· μέλαθρον ἀπὸ τοῦ μάλα ἀθρεῖν, ἢ ἀπὸ τοῦ με‐ λαίνειν τὸν αἰθέρα, κυρίως δὲ τὸ μαγειρεῖον.

2

.

22

Φάρεα· ἱμάτια. Φάρος, εἰ μέν ἐστι ἀρσενικὸν, σημαίνει τὸν τόπον· εἰ δὲ θηλυκὸν, σημαίνει τὴν πό‐ λιν· εἰ δ’ οὐδέτερον, σημαίνει τὸ ἱμάτιον, ἐστὶ δὲ τὸ ὁμώνυμον· ἄλλο φάρος τὸ ἱμάτιον ἀπὸ τοῦ φέρεσθαι,
5οἱονεὶ φέρος τι ὂν, ἢ παρὰ τοῦ ὑφῇ ἀρηρέναι, λέγεται δ’ ἐπὶ γυναικός· ἔστι δὲ Φάρης καὶ ὁ (ἡ) πρὸ τῆς Αἰ‐ γύπτου νῆσος παρὰ τὸ φῶ τὸ φαίνω, ἢ ἀπὸ τοῦ προ‐ φαινομένου τοῖς πλέουσι πύργου, ἐν ᾧ φῶς ἀνάπτεται. ἀσκῆσαι· ποιῆσαι, ἐπιμελῶς κατεργάσαι, μετ’ ἐπιτη‐
10δειότητος κατασκευᾶσαι. μήλων· προβάτων, ἐρίων. εὐανθέϊ καρπῷ· ἤως τῷ ἐρίῳ τῷ τῶν προβάτων. εὐαν‐ θέϊ· γράφεται εὐθαλπέϊ τῷ θερμαντικῷ. εὐθαλπέϊ· εὐθάλπῳ. καρπῷ· ἐρίῳ.

2

.

23

Παλλάς· ἡ φρόνησις, ἤως ἡ Ἀθηνᾶ· Παλλάν φησι τὴν Ἀθηνᾶν, ἢ ὅτι ἐξῆλθε τῆς τοῦ Διὸς κεφαλῆς, πάλλουσα τὰ ὅπλα, ἢ ὅτι Πάλλαντά τινα ἕνα τῶν Γι‐ γάντων ἐφόνευσεν, ἢ ὅτι παλλομένην ἀνήγαγε τῷ Διῒ
5τὴν τοῦ Διονύσου καρδίαν, τῆς Σεμέλης κεραυνωθείσης. ἐπιχθονίους· τοὺς ἀνθρώπους, πολύππωται (πτωτοι). ἐδιδάξατο· ἐδίδαξεν. δῶρα· χαρίσματα. Ἄρηος· τοῦ πολέμου.

2

.

24

Φάσγανα· σπάθαι. περί· ἐν. χάλκειοι χιτῶνες· θώρακες, ὅτι οἱ παλαιοὶ τὰ πάντα τοῦ πολέμου χάλ‐ κεα ἐποίουν, ἐνδύματα.

2

.

25

Κόρυθες· περικεφαλαῖαι· ἀπὸ Κόρυθός τινος Ἰβηρίου ἐκλήθη, ταύτην ἐφεύραντος πρῶτον. δοῦρα· κοντάρια· δοῦρα ὧδε τὰ κοντάρια ἀπὸ τοῦ δέρω τὸ ἐκδέρω· καὶ γὰρ ἐκδέρονται ταῦτα. οἷς· ἑτέροις τισίν.
5Ἐνυώ· πολεμικὴ θεὰ, τοῦ Ἄρεος ἀδελφὴ, ἡ μάχη, ὁ πό‐ λεμος, ἤως ἡ θεά. Ἐνυὼ ἡ μάχη ἐκ τοῦ εἰς ἑνὸς (ἕνα?), ἢ ἐκ τῆς ἐν προθέσεως καὶ τὸ αὔω τὸ φωνῶ. Ἐνυὼ πο‐ λεμικὴ θεὰ παρὰ τὸ ἐναύειν, ὅ ἐστιν ἐμφωνεῖν, ἢ παρὰ τὸ ἴω ἀπὸ τοῦ ἐνίειν τοῖς πολεμουμένοις τὴν μάχην,
10ὅθεν καὶ ὑσμίνη· Ὅμηρος (Il. ε, 333)·
οὔτε πτολίπορθος Ἐνυώ.

2

.

26

Μουσάων· τῶν λογικῶν τεχνῶν. ἀοιδαί· τὰ ποιήματα τῶν ποιητῶν ἀοιδὰ, ποιήσεις, αἱ φωναὶ, κυ‐ ρίως τὰ ποιήματα τῶν ποιητῶν, ἤτοι τῆς παιδεύσεως αἱ φωναί.

2

.

27

Ἑρμείης· ὁ λόγος· ἔστιν Ἑρμῆς λόγος, καί ἐστιν Ἑρμῆς κερδῷος· τοῦ Ἑρμείου οἱ ἆθλοί εἰσι καὶ ἀγορὰ, δι’ ὅ τι ἐν ταῖς ἀγοραῖς ἱδρύουσιν αὐτόν. ἀγορήν· δη‐ μηγορίαν, ἀτραπελίας λόγος· ἀγορὰ τὸ πλῆθος, ὁ τό‐
5πος, εἰς ὃν καθέζονται, ἡ δημηγορία, ὁ φόρος, τὸ ἀγο‐ ραζόμενον πρᾶγμα, καὶ τὸ ὑπὲρ αὐτοῦ διδόμενον.
Ἀγορὰ σημαίνει δ’ ὁ τόπος, εἰς ὃν ἄγουσιν οἱ ἄνθρωποι, ἀγορὰ τὸ ἀγοραζόμενον, ἀγορὰ τὸ διδόμενον, καὶ ἀγορὰ ἡ δημηγορία. ἀλκήεντας· ἰσχυροὺς, δυνατούς. ἀέθλους·Column end
10λογικοὺς, ἀγῶνας.

2

.

28

Ὤπασεν· παρέσχεν. ῥαιστήριος· χαλκευτικὸς, ἀπὸ τοῦ ῥαιστῆρος καὶ τῆς σφύρας, ὁ ἀπὸ τῶν σφυρῶν τοῖς χαλκεῦσι γινόμενος· ῥαιστὴρ ἡ σφῦρα, ὅθεν καὶ ἱδρὼς ῥαιστήριος ἀπὸ τῶν σφυρῶν γινόμενος. ῥαιστήριος·
5ὁ ἐπὶ τῆς σφύρας, φθαρτικός. ἱδρώς· τουτέστιν ὁ χαλ‐ κευτικὸς κόπος· λέγουσι γὰρ τὸν Ἥφαιστον ἐφευρεῖν τὸ πῦρ καὶ τὰ τῆς τέχνης τῆς χαλκευτικῆς, ἀλλ’ οὐχὶ, ἀλλ’ ἀληθῶς χαλκεὺς ἦν Ἥφαιστος, ὡς καὶ ἡ ἐτυμο‐ λογία ἀπὸ τοῦ ἅπτω τὸ καίω (διὸ καὶ δασύνεται) καὶ
10τοῦ αἴθω τὸ αὐτὸ, μετέπλασαν δὲ τοῦτον οἱ Ἕλληνες, καὶ λέγουσι τὸν Ἥφαιστον θεόν.

2

.

29

Νοήματα· ἐφεύρεμα, ἢ τὴν ἁλιευτικὴν ἐπίνοιαν. τέλος ἄγρης· ἢ τὴν ἁλιευτικήν.

2

.

30

Ὑγροπόρων· ἰχθύων. ὤπασε· ἀνθρώποις. τε‐ κμήρασθαι· νοῆσαι, μαθεῖν, καταμαθεῖν.

2

.

31

Πρῶτα· κατὰ τὴν ἀρχὴν, ἐξ ἀρχῆς. μεσοῤῥα‐ γέας· τὰς μέσον ἐῤῥηγμένας, διεῤῥηγμένους μέσον, μέσον ῥαγέντας, τοὺς διεσχισμένους εἰς τὸ μέσον, τοὺς διασχιζομένους. κενεῶνας· κοιλώματα, λαγόνας, κοιλό‐
5τητας, τὰ βάθη καὶ τὰς καταδύσεις τῆς γῆς ἀνεπλή‐ ρωσαν, τὸ κῦτος τῆς θαλάσσης.

2

.

32

Γαῖα· εἰ μὲν ἀττικῶς, διὰ διφθόγγου· αἶα (cod. αἶ) γὰρ ἦν, καὶ προσθήκῃ τοῦ γ γαῖα· εἰ δ’ ἰω‐ νικῶς, ψιλόν· γέα γὰρ, καὶ ἐν συναιρέσει γῆ, τοῦτο δὲ λέγει οἱ συῤῥεύσαντες ποταμοί. ἀγρομένοισιν· συνα‐
5θροιζομένοις. ἐνιπλήσας· πληρώσας, γεμίσας.

2

.

33

Πευκεδανήν· πικρὰν, ἁλμυρὰν, διὰ τὸν φόνον, ἢ διὰ τὸν κάματον ἐκάλεσε ταύτην· κρεῖσσον γὰρ εἰ‐ πεῖν μεγάλην· πευκεδανὸν τὸ πικρὸν ἀπὸ μεταφοφᾶς τῆς πεύκης· πικρὰ γὰρ αὕτη. ἀνέηκε· ἀναβλῦσαι
5ἐποίησεν, ἀνέδωκεν, ἀνέπεμψεν. ἐξέστεψε· ὑπερχειλῆ ἐποίησεν, ἐστεφάνωσεν, ἐπλήρωσεν, ἐξεπλήρωσεν, ἐκύ‐ κλωσεν, ἡ θάλασσα ὑψηλοτέρα ἐστὶ τῆς γῆς, δυνάμει δὲ θείᾳ οὐκ ἐπηρεάζει αὐτήν.

2

.

34

Ὀφρύσι· ταῖς ἐξοχαῖς τῶν πετρῶν καὶ τοῖς αἰ‐ γιαλοῖς, ἐξοχαῖς ὀρῶν, ἀκρωτηρίοις. ῥηγμῖσιν· αἰγια‐ λοῖς. περίδρομον· πως, κυκλοτερῆ, κυκλοτέροις, κυ‐ κλοτερῶς βρωθὲν, διόλου περίκυκλον. ἀμφιπεδήσας·
5περιγράψας, δεσμεύσας, περιδεσμήσας, δεσμήσας καὶ στήσας αὐτήν φησι διὰ τὸ μὴ ἐπηρεάζειν τῇ γῇ· διὰ τῶν ἀγειρομένων καὶ ἀγρομένων ποταμῶν, ἤτοι συνα‐ θροιζομένων ποταμῶν πέτραις καὶ αἰγιαλοῖς δήσας αὐ‐ τὴν πανταχόθεν, ἢ ταῖς ἐξοχαῖς τῶν πετρῶν στήσας
10ταύτην διὰ τὸ μὴ ἐπηρεάζειν τὴν γῆν, ἀγνοεῖ δ’ οὗτος, ὅτι ἔν τισιν ἡ θάλασσα ὑψηλοτέρα ἐστὶ τῆς γῆς, θείᾳ δὲ δυνάμει οὐ κατεπεμβαίνει τῆς γῆς.

2

.

35

Εἴτε μιν· εἰ τέως δυνατὸν ἔνι· εἴωθεν ὁ ἀπορῶν ἐμβάλλειν ἑαυτὸν εἰς πολλὰς ἐννοίας. ἐυρυμέδοντα· τὸν μεγάλως βασιλεύοντα, μέγα βασιλέα. καλέσσαι·
ὀνομάσαι, πρέπει.303

2

.

36

Παλαίφατον· παλαιότατον, ἀρχαιότατον, τὸν ἀρχαῖον, ἢ τὸν ἔκπαλαι φημιζόμενον.

2

.

37

Βέλτερον· κρεῖττον, στοχαστικώτερον, τὸν κρείτ‐ τονα, ὃν νομίζει βέλτερον· καλοί φησι τῶν ἐφόρων· βέλτερον τὸ καλὸν, ἀβέλτερον δὲ τὸ μωρὸν καὶ τὸ ἄχρηστον. ἰθυντῆρα· ἐπιστάτην, κυβερνήτην, ποιητὴν,
5ὁδηγὸν, καὶ ἡγεμόνα.

2

.

38

Ἀλλ’ οἱ μέν· τὸ σχῆμα τοῦτο λέγεται ἐπέμβο‐ λον. οὔλυμπον· οὐρανόν· ὄλυμπος ἐτυμολογεῖται παρὰ τὸ ὁλολαμπὴς εἶναι. ἔχουσι· οἰκοῦσι, κατοικοῦσιν.

2

.

39

Δαίμονες· θεοί. εὔδωρον· πολύδωρον. ἄρουραν· ἠροτριασμένην.

2

.

40

Πανίλαον· εὐμενὲς, πᾶσιν ἵλεων, πᾶσι τούτοις εὐμενῆ. ἦτορ· ψυχήν· ἀπὸ τοῦ ἄω τὸ πνέω· πνεῦμα γὰρ ἡ ψυχὴ, ὡς ἐν τοῖς θείοις εὐαγγελίοις (Joa. IV, 24) πνεῦμα ὁ θεὸς, καὶ τοὺς προσκυνοῦντας (αὐτὸν ἐν πνεύ‐
5ματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν), τουτέστιν ἀσώματόν ἐστι τὸ θεῖον, καὶ τοιαύτην θέλει καὶ τὴν θυσίαν αὐτοῦ διὰ τοῦ ἐν ἡμῖν ἀσωμάτου προσφέρεσθαι, τουτέστι διὰ τῆς ψυχῆς καὶ τῆς τοῦ νοῦ καθαρότητος. ἔχοιεν· ἄν ποτε.

2

.

41

Μάκαρ· Σεβῆρε, Ἀντωνῖνε. σκηπτοῦχε· βασι‐ λεῦ, ὁ τὰ σκῆπτρα κρατῶν, ὁ τὰ σκῆπτρα ἀνέχων (ἄγχων cod.). ἀγλαόπαιδι γενέθλῃ· περιφραστικῶς, τῷ λαμπρῷ, τῷ καλῷ γεννήματι, τῷ Γορδιανῷ.

2

.

42

Καὶ λαοῖς σύμπασιν· ὧδε ὁ ποιητὴς τὸν ἑαυτοῦ αὐτοκράτορα (cod. ἑαυτὸν αὐτ’) εὔχεται. ἀοιδαῖς· λό‐ γοις, φωναῖς, ποιήσεσιν.

2

.

43

Ἰχθύσιν· ἐν τοῖς, οὐ συμπολιτεύεται τὸ δίκαιον αὐτοῖς· ἐπανάληψις τὸ σχῆμα πρὸς τοὺς ἰχθύας. δίκη· δίκαιον. μεταρίθμιος· σύνοικος. αἰδώς· αἰσχύνη, καὶ ἐντροπή.

2

.

44

Οὐ· οὔτε. ἀνάρσιοι· πολέμιοι, ὀλέθριοι, ἐχθροὶ, ἄγριοι, φονεῖς, ἀπὸ τοῦ ἀναιρῶ τὸ φονεύω. ἀλλήλοισιν· κατ’ ἀλλήλων.

2

.

45

Κρατερώτερος· ἰχυρότερος. καρτερώτατος· ἰσχυ‐ ρότατος.

2

.

46

Δαίνυται· εὐωχεῖται. ἀφαυροτέρους· ἀσθενεστέ‐ ρους, ἀπὸ τοῦ αὔρα ἡ πνοή. ἄλλῳ ἐπινήχεται· κατ’ ἄλλου νήχεται, ἐπάνω, ἐπιβουλεύεται.

2

.

47

Πότμον· μοῖραν. ἕτερος· ἕτερος δ’ ἑτέρῳ πόρ‐ συνε καὶ ηὐτρέπισεν ἑαυτὸν ἐδωδὴν, τουτέστι τρώγεται ὑπ’ ἄλλου καὶ μὴ θέλων. πόρσυνεν· ηὐτρέπισεν ἑαυτὸν, ἔδωκεν, ηὐτρέπισε, παρέσχεν ἑαυτὸν τροφὴν, τουτέστιν
5ἄλλος ὑπ’ ἄλλου κατεσθίεται· ἀλληλοφάγοι γὰρ καὶ ἄδικοι οἱ ἰχθύες.

2

.

48

Γενύεσσι· στόμασιν. ἠνορέῃ· ἀνδρείᾳ, δυνάμει. βιόωνται· δυναστεύουσι, βιάζονται, βιάζουσι, μάχον‐ ται, ἤως ῥῶσιν (sic).

2

.

49

Χειροτέρους· ἀσθενεστέρους, μικροτέρους. ἰόν· φάρμακον.

2

.

50

Τύμμασι· ἐν, τρώσεσι, πληγαῖς, τύψεσιν. λευ‐ γαλέοισιν· ὀλεθρίοις, ἰσχυροῖς, φονευτικοῖς. ἀμυνέμεναι·
εἰς τὸ βοηθεῖν ἑαυτὸν, τιμωρεῖν, τιμωροῦσαι (ῆσαι)· ἀμύνω ἐνεργητικῶς τὸ βοηθῶ, καὶ συντάσσεται δοτικῇ,Column end
5ἀμύνομαι δὲ παθητικῶς τὸ μάχομαι, καὶ συντάσσεται αἰτιατικῇ. Ἀμύνω τὸ βοηθῶ δοτικῇ συντάσσεται, ἀμύνω δὲ τὸ τιμωρῶ αἰτιατικῇ, ἐνταῦθα δ’ εἰς τὸ ἀμυ‐ νέμεναι καὶ τιμωρῆσαι δοτικῇ, ὅ τι κατάχρησίς ἐστιν. Ἄλλως· τὸ ἀμύνω ποτὲ μὲν λαμβάνεται ἐπὶ βοηθείας,
10ποτὲ δ’ ἐπὶ βλάβης. ἀμυνέμεναι· ἡ σύνταξις οὕτως· ὥστε τιμωρήσασθαι. Ἄλλως· ἀμυνέμεναι· ὥστε τι‐ μωρεῖν τοὺς ἄλλους. πεφύασι· βλαστάνουσιν, ἀνέρχον‐ ται, ἀναβλαστάνουσιν.

2

.

51

Πικραί· γράφεται πυκναί. χόλου· ὀργῆς. πυ‐ ρόεντος· καυστικοῦ, καυστικωτάτου. χόλου κρυόεντος· πυρώδους, καυστικοῦ, διὰ τὸ πυρωπὸν δὲ πυροειδές· καὶ οἱ ὀφθαλμοὶ γὰρ τοῦ θυμουμένου ὑπέρυθροι, ὅπερ
5γίνεται διὰ λεπτοῦ αἵματος ἀνάδοσιν· ἐν γὰρ τῇ ζέσει τοῦ θυμοῦ ἀναδίδοται τὸ αἷμα διὰ μικρῶν φλεβίων. Τί ἐστι θυμός; ζέσις τοῦ περὶ καρδίαν αἵματος. ἀκω‐ καί· ὀξύτητες.

2

.

52

Βίην· δύναμιν, ἰσχύν. θεός· ἡ φύσις. ὤπασεν· ἐκείνοις.

2

.

53

Θήγεται· ἠκόνηται, φύεται, αὔξεται, αὐξάνεται· γράφεται φύεται. ἔφυσεν· φυῆναι ἐποίησεν ὁ θεὸς, ἐβλά‐ στησεν ἡ φύσις, ἀνέδωκεν, ἐχαρίσατο, καὶ βλαστῆσαι ἐπόθησεν (οίησεν)· γράφεται ἔθηκεν.

2

.

54

Κερδαλέην· πανοῦργον, συνετὴν, ἐπικερδῆ. πολυμήχανον· πολύτροπον, καὶ τὴν πολύβουλον· γρά‐ φεται δολομήχανον. δόλοισιν· ἐν, μηχανήμασιν.

2

.

55

Πολλάκι· κατ’ ἀποκοπήν. κρατερόν· ἰσχυρόν. ὑπέρτερον· ἰσχυρότερον, κρείττονα.

2

.

56

Τερενόχροϊ ἁπαλόχροϊ, γράφεται τέρενι χροΐ. τέρενι χροΐ· ἁπαλῷ σώματι. φάρμακον· βοήθεια, θε‐ ραπεία, κέντρον, βοήθημα. ἀλκῆς· δυνάμεως, εἵνεκα, χάριν.

2

.

57

Ἔσσεται· ἔγκειται, ἀκολουθεῖ. αὐτοδίδακτον· φυσικὸν, αὐτοφυές.

2

.

58

Μαλακή· μαλακὴ ἀπὸ τοῦ μάλη ἡ χεὶρ καὶ τοῦ ἄκος τὸ θεράπευμα. ἀμενηνή· ἀσθενὴς, ἀνίσχυρος, ἀδύνατος.

2

.

59

Νωθής· ὡς, ῥᾴθυμος, ὀκνή. βραδύτητι· ἐν. βαρύνεται· συνέχεται, δεσμεῖται. βραδυτῆτι βαρύνε‐ ται· ἤτοι βαρεῖα φαίνεται ὑπὸ τῆς βραδυτῆτος, καὶ βαρύνεται καὶ ἀργὴ μένει τῇ βραδυτῆτι, εἰ δεῖ εἰπεῖν
5οὕτως ἀλλάξαντα τὴν λέξιν· καὶ πᾶν γὰρ ζῶον πολύ‐ σαρκον καὶ βραδυκίνητον ὑπάρχον τὸ σῶμα, ἐκεῖνο καὶ ἀργὸν ἐμφανῶς. φαίης· ὑπολάβῃς, νομίσῃς, εἴπῃς.

2

.

60

Νηχομένην· πλέουσαν. δύσφραστα· δυσνόητα. κέλευθα· πορείας.

2

.

61

Εἱλεῖται· συστρέφεται. πολιοῖο· λευκοῦ. ἑρπύ‐ ζουσα· συρομένη.

2

.

62

Λαγόνεσσιν· πλευραῖς. ἀναλκίας· ἀδυναμίας, ἀδυ‐ νάτου· ἄναλκις ὄνομα σύνθετον· ἀλκὴ καὶ μετὰ τοῦ στερητικοῦ α, τοῦτο ἐκ τοῦ ἀρκῶ τὸ βοηθῶ, καὶ ἄλξω ὁ μέλλων, ὄνομα ῥηματικὸν ἄλξις καὶ ἐπ’ ἐπάλξεων πό‐
5λεως· ἐκ τούτου οὖν ἄλκη καὶ ἀλκὴ, καὶ μετὰ τοῦ στε‐ ρητικοῦ α καὶ πλεονασμῷ τοῦ ν ἄναλκις. ἀλκή· βοήθεια.304

2

.

63

Κερκίδες· ὀξύτητες κέντρων, ἢ τὰ πτερά. ἐμπε‐ φύασι· ἀνεβλάστησαν. παρὰ πλευρήν· τῶν πλευρῶν. ἑκάτερθεν· ἀμφοτέρωθεν, ἐν ἀμφοτέραις ταῖς πλευραῖς.

2

.

64

Ἀμφίδυμοι· διπλαῖ. τις· ἰχθὺς, ἢ ἄνθρωπος.

2

.

65

Ἔσβεσεν· ἐσβέσθη, ἡ κερκὶς, ἀπέβαλεν.

2

.

66

Πήγνυται· ψυχροῦται, συστέλλεται. οὐδέ τι· οὐ‐ δαμῶς. φέρειν· συστρέφειν, κινεῖν. δύναται· ἰσχύει. ἀλκή· ἡ δύναμις.

2

.

67

Ἦκα· ἡσύχως, κατὰ μικρὸν ποιούση (sic) ἰχθύας νεκρούς· ἔστιν ἐπὶ μεσότητος, γίνεται δὲ παρὰ τὸ ἀκὴ, ὃ σημαίνει τὴν ἡσυχίαν, οὗ τὴν αἰτιατικὴν [ἔχει ἐν ἐπιῤ‐ ῥήματος συντάξει] (Il γ 95)· «ἀκὴν δ’ ἐγένοντο σιωπῇ·»
5παρὰ τὸ ἀκὴ οὖν ἦκα κατ’ ἀντιστροφὴν, ὡς σιγὴ σίγα, ὡς σαφὴς σάφα, λιγὺς λίγα, οὕτω ἀκὴ ἄκα, καὶ κατὰ τροπὴν ἦκα, ὡς ἄγυρις πανήγυρις, ἄνεμος εὐήνεμος καὶ ἠνεμόεις· ἢ ὥσπερ παρὰ τὸ πρόσθεν πρόσθα, καὶ ἔνερθεν ἔνερθα, καὶ ἔνθεν ἔνθα, οὕτως ἀπὸ τοῦ ἀκὴν ἄκα ἦκα κατὰ
10μετάληψιν τοῦ αὐτοῦ φωνήεντος· ἀναγκαίως οὖν ἀπό‐ βλητον ἐγένετο τὸ ν. μαραινομένοιο· φθειρομένου αὐτοῦ· ἀσθενοῦντος· πλαγιασμός ἐστιν. παρείεται· παραλύεται, πάρεσιν μελῶν πάσχει, πάρεσιν πάσχει, παραπέμπεται. Παρείεται· ἀπολιθοῦται, ἀπολύεται, πάσχει πάρεσιν,
15καὶ οὐδαμῶς ἔκτοτε τούτου μέλη βαστάζειν δύναται, ἀλλ’ ἡ δύναμις αὐτοῦ ἠρέμα μαραινομένη παρείεται, τουτέστιν ἐν παρέσει γίνεται, ἢ τῇ ἄφρονι νάρκῃ, ἤως τῷ πάθει τῆς ναρκώσεως διαλύεται, ἀπολιθοῦται, καὶ οὐκ ἔτι δύναται βαστάζειν τὰ μέλη αὐτοῦ, ἀλλὰ μα‐
20ραινομένη ἡ δύναμις γίνεται ἐν παρέσει διὰ τὸ πάθος τῆς ναρκώσεως. ἄφρονι· κακόφρονι. νάρκῃ· ἀντίπτωσις ἀπὸ τῆς νάρκης· ἡ νάρκη δύο κέντρα ἔχει ἐν ταῖς λαγό‐ σιν αὐτῆς, καὶ εἴ τις αὐτῇ ἐπιψαύοι, νεκροῦται καὶ οὕτως αὐτὸν ἐσθίει· νάρκῃ δ’ ἀντὶ τοῦ ὑπὸ νάρκης ἀν‐
25τιπτωτικῶς· ἡ γὰρ νάρκη δύο κέντρα ἔχει, ὑφ’ ὧν ὁ ἐπι‐ ψαύσας αὐτῇ νεκροῦται.

2

.

68

Θεοῦ· παρὰ, φύσεως. γέρας· δύναμιν, τιμήν. ἔδεκτο· καὶ ἔλαβεν.

2

.

69

Ὕπτιον· ἐξηπλωμένον.

2

.

70

Ἀστεμφής· ἀκίνητος, ἄσειστος, ἀμετακίνητος. ἰχθύς· γράφεται ἰσχύει.

2

.

71

Ἐγχρίψῃ· πλησιάσῃ. λύτο· ἐφθάρη. αὕτως· ἀμη‐ χάνως, ἀπράκτως, μάτην.

2

.

72

Ἀδρανίης· ἰστέον ὅτι ἰωνικῶς ἀδρανία καὶ μη‐ θία διὰ τοῦ ι. ἀδρανίης· τῇ ἀδρανείᾳ. βαθύν· εἰς. βαθὺν ὕπνον· γακὸν (sic) ὕπνον. ἀμηχανίῃσι· ἀπορίαις.

2

.

73

Ἀνόρουσε· ὥρμησε, συστολὴ ἰωνικὴ, καὶ ἀνώρ‐ μησεν· ἐκ τοῦ ὀρούω ὀρύω ὡς πλήθω πληθύω, πηδῶ πηδύω, καὶ πλεονασμῷ τοῦ ο βοιωτικῶς γίνεται ὀρούω· οἱ γὰρ Βοιωτοὶ τότε πλεονάζουσι τῷ υ στοιχείῳ τὸ ο,
5ἡνίκα τὸ υ οὐχ ὑποτάσσηται φωνήεντι, οἷον κύνες κοῦνες, καὶ τὸ κῦμα κοῦμα, οὐχ ὑποτάσσεται δὲ τὸ ο, ἡνίκα ὑποτάσσηται, οἷον εὐνὴ, αὐλή. κραιπνή· ταχεῖα.

2

.

74

Γηθοσύνη· χαροπὴ, ἐν χαρᾷ.

2

.

75

Λαῖτμα· βαθὺ, κῦμα. κατὰ λαῖτμα· ἤως κατὰ τὴν θάλασσαν. μετ’· ἀργὸν, σύν. ἰχθύσιν· παρὰ τὸ ἰθύνω τὸ ὁρμῶ ἰθὺς καὶ ἰχθὺς, τουτέστιν οὐκ αἰσθανομένη· τῇ ναρκώσει γὰρ οὐκ αἰσθάνονται. ἀντήσασα· συναντή‐Column end
5σασα.

2

.

76

Ἔσβεσε· κατεψύχρανεν. ὁρμήν· τὴν φυσικὴν θερμότητα, ἐξ ἧς γίνεται ἡ ὁρμή· ἁρμόδιον οὖν ἐστι τὸ σβέσεν ἐνταῦθα, ἔνθεν παροιμία ἐστὶν ἐπὶ τῶν πα‐ σχόντων καὶ μὴ αἰσθανομένων.

2

.

77

Ἐπιψαύσασα· πλησιάσασα. ἐσσυμένους· ὡρμη‐ μένους.

2

.

78

Ἔσταν· ἐστάθησαν, ἔστησαν, ἀλλοπαθὲς τὸ σχῆ‐ μα· δυϊκῶς γάρ· τῆς νάρκης δύο ὀστᾶ εἰσιν ἑκατέρωθεν τῶν δύο πλευρῶν αὐτῆς πεπηγμένα, εἰς ἅτινα εἴ τις τῶν ἰχθύων προσπροσπελάσει, ἢ τῶν ἀνθρώπων, εὐθὺς
5ἀποθνήσκει· κεντᾶται γὰρ ὑπὸ τῆς νάρκης καὶ διὰ τοῦτο ἀλλοπαθὲς, ὅτι οὐχ ἡ δύναμις αὐτῆς ἐστι μηχανὴ ἀδυ‐ ναμίας εἰς αὐτὴν, ἀλλ’ εἰς ἄλλους. αὐαλέοι· κατάξηροι, ξηροί. ἀμήχανοι· ἄποροι, ἀνεπινόητοι, μὴ δυνάμενοι, ἀνενέργητοι, ἄπρακτοι, ἀκίνητοι. κελεύθων· ὁδῶν.

2

.

79

Δύσμοροι· κακοθάνατοι, δυστυχεῖς, οἱ ἄθλιοι. μέ‐ νουσα· καρτεροῦσα.

2

.

80

Ἀμυνομένους· τιμωρουμένους, καὶ μαχομένους, βοηθοῦντας ἑαυτοὺς, οὐ δυναμένους τιμωρῆσαι. κατα‐ δαίνυται· ἐσθίει, εὐωχεῖται. ἀΐοντας· αἰσθανομένους, ὁρμῶντας.

2

.

81

Οἷον· παραβολή· οἷον συμβάνει καὶ ἐν τοῖς σκο‐ τεινοῖς ἀπεικονίσμασι τῶν ὀνείρων, οἷον δὴ συμβαίνει ἐν ταῖς τῶν ὀνείρων φαντασίαις. ὀρφναίοισιν· νυκτερινοῖς, σκοτεινοῖς, νυξίν· ὄρφνη ἡ νὺξ, ἡ τὸ ὁρᾷν φένουσα,
5ἢ ἀμαυροῦσα τὴν ὅρασιν. ὄρφνη· ἀπὸ τοῦ φαίνειν (φέ‐ νειν?) τὴν ὅρασιν· ὄροφός ἐστι βοτάνη, ἥτις εἰς σκέπην τῶν δωμάτων συντελεῖ ἀντὶ στέγης ἄλλης, ὀρφνὴ δ’ ἡ νὺξ, ὡς στέγης τινὸς ἐπικειμένης τοῖς τῶν ἀνθρώπων ὀφθαλμοῖς ὄρφνη καὶ ὀρφνὴ ἡ νὺξ ἀπὸ τοῦ τὴν ὅρασιν φονεύειν,
10ἢ ἀπὸ τοῦ ὀρφανὴ εἶναι φωτός. ὄρφνη ἡ νὺξ ἡ ὀρφανὴ φωτὸς, ἢ καὶ ὀροφή τις οὖσα καὶ ἀποσκίασις. εἰδώλοι‐ σιν· ὁμοιώμασι, τυπώμασιν.

2

.

82

Ἀτυζομένοιο· ταρασσομένου· ἀτύω τὸ ταράσσω ἀτύσω, καὶ κατὰ παραγωγὴν ἀτύζω αἰολικῶς· ὥσπερ τις ταραχθεὶς ἐξ ὀνείρων νομίζει μὲν φεύγειν, ἕστηκε δ’ ἢ κεῖται ἀμετάβατος, ὥσπερ τῷ δεσμῷ τῷ ὕπνῳ κρα‐
5τούμενος, βούλεται δὲ φυγεῖν, καὶ ἐκ τοῦ φόβου τοῦ ὀνείρου οὐ δύναται καθεύδων. ἱεμένοιο· προθυμουμένου, ὁρμωμένου. φέβεσθαι· φεύγειν, μετὰ φόβου φεύγειν.

2

.

83

Θρώσκει· πηδᾷ, ὁρμᾷ. παλλομένοιο· κινουμέ‐ νου.

2

.

84

Ἀστεμφής· ἀμετακίνητος, στερεὸς, ἰσχυρός· ἀστεμφὴς ὁ ἀμετακίνητος ἀπὸ τοῦ στέμπω τὸ μετακινῶ. ἐπειγομένοιο· σπουδάζοντος, διωκομένου ὑπὸ τοῦ φόβου. βαρύνει· ὁ ὕπνος, κατέχων ὁ ὕπνος, βάρος ποιοῦσιν.

2

.

85

Γυιοπέδην· μελῶν δέσμην, δέσμησιν τῶν μελῶν. τεχνάζεται· μηχανᾶται, κατασκευάζει, ἐπιτηδεύεται.
ἰχθύσι· κατ’ ἰχθύων.305

2

.

86

Νωθής· ῥᾴθυμος. ὁμῶς· τῇ νάρκῃ, ὁμοίως τῇ νάρκῃ, οἷς εἴπω μὲν τῇ νάρκῃ.

2

.

87

Αἴσχιστος· βδελυκτὸς, ἄσχημος, μισητὸς, κατὰ θεωρίαν, οὐκ εὐειδὴς, ἀειδής. ἰδέειν· θεωρεῖν.

2

.

88

Μῆτις· μηχανὴ, βουλή. φορβήν· τροφήν· φορβὴ ἡ τροφὴ ἀπὸ τοῦ φέρειν, ἤως συνιστάνειν τὸν βίον.

2

.

89

Εὐρώεντος· πλατέος, σκωληκώδους, σκοτεινοῦ, βορβορώδους, ἢ σκοτεινοῦ παρὰ τὸν ἀέρα, ἢ γεννητι‐ κοῦ σκωλήκων παρὰ τὸ εὐρὼς εὐρῶτος ὁ σκώληξ. ἐλυ‐ σθείς· πεσὼν, κρυφθεὶς, τανυσθεὶς, κυλισθεὶς, κρυβείς·
5ἐλύω τὸ κρύπτω, ὅθεν ἀλύτη ἡ νύξ.

2

.

90

Κέκλιται· κεῖται. ἀτρεμέων· ἡσυχάζων, ἀκινη‐ τίζων. ὀλίγην δ’ ἀνὰ σάρκα· κατὰ διακοπὴν λέξεως, τὴν σάρκα λέγει τὴν ἔσωθεν τοῦ στόματος, ἣν καταλιμ‐ πάνει ἔξωθεν ὀλίγην ὁ βάτραχος πρὸς δέλεαρ τῶν ἰχθύων.
5τιταίνει· ἄνω ἐξαπλοῖ, ἐξαπλοῖ, ἀναπέμπει.

2

.

91

Γένυος· στόματος, κατὰ μάγουλον. νεάτης· ἐσχά‐ της. ὑπένερθεν· ὑποκάτωθεν, ὑπεράνωθεν, ὑποκάτω τῆς γένυος ἐν τῷ ἀνθερεῶνι ἠρέμα περαινομένην· οὐδόλως γὰρ τὸν κρυπτὸν δόλον τοῦτον τῆς σαρκὸς ὑπονοοῦντες
5οἱ ἰχθύες εἰσέρχονται εἰς τὸ στόμα αὐτοῦ καὶ ἀπο‐ κλείονται.

2

.

92

Ἀργεννή· λευκή. οἱ· αὐτῆς, αὐτῷ τῇ σαρκώσει, αὐτοῦ. ἀϋτμή· πνοὴ, ὀδμὴ, δυσωδία, ἀναπνοή.

2

.

93

Θαμά· συχνὰ, συχνῶς. δινεύει· κινεῖ, συστρέφει, περιστρέφει. δόλον· εἰς πανουργίαν, κατασκευάζων. βαιοτέροισιν· μικροτέροις, μικροῖς.

2

.

94

Μιν· αὐτὴν, αὐτὴν τὴν νάρκην. εἰσορόωντες· βλέποντες. ἐφορμόωσι· κινοῦνται, καὶ ὁρμῶσιν. λαβέ‐ σθαι· καὶ φαγεῖν.

2

.

95

Αὐτάρ· δέ. ἄψ· εἰς τοὐπίσω. αὖτις· ἰωνικόν· ἐκ τοῦ τὶς καὶ μετὰ τοῦ α τοῦ σημαίνοντος εἰς τοὐπίσω γίνεται ἄτις, καὶ ὥσπερ παρὰ τὸ ἐρύω ἐρύσω γίνεται ἀέρυσαν καὶ πλεονασμῷ τοῦ υ αὐέρυσαν, οὕτω καὶ ἄτις,
5ὃ σημαίνει τὸ πάλιν, γίνεται πλεονασμῷ τοῦ υ αὖτις. Τί διαφέρει τὸ αὖτις τοῦ πάλιν; τὸ μὲν πάλιν τὸ εἰς τοὐ‐ πίσω δηλοῖ, τὸ δ’ αὖτις εἰς τὸ χρονικόν· τὸ ἐγγύτερον γὰρ δηλοῖ. ἐφέλκεται· σύρει. ἀτρέμας· ἡσύχως.

2

.

96

Ἦκα· ἡσύχως. ἀσπαίρουσαν· κινουμένην. ὑπὸ στόμα· ἐπὶ, ἀνά. ἐπί· ἀνά.

2

.

97

Οὐδέν· ἀττικῶς, οὐδαμῶς. οἰσάμενοι· ὑπολαβόν‐ τες. ὀϊόμενοι· ὑπολαμβάνοντες· γράφεται οἰσάμενοι. δό‐ λον· λόχον. ἄχρι· ἕως οὗ. λάθωσι· ἀπατηθῶσι, σφά‐ λωσιν.

2

.

98

Εὐρείῃσιν· πλατείαις, πλατυτάταις. γενύεσσι· στόμασι, κατὰ μαγούλοις. μιγέντες· εἰσελθόντες, ἑνω‐ θέντες, κλεισθέντες, ἐμπεσόντες, προσεγγίσαντες.

2

.

99

Ὡς δ’ ὅτε· παραβολή. τις· νέος, ἄνθρωπος. κού‐ φοισι· ἐλαφροῖς, μικροῖς. πάγην· παγίδα, δόλον. τιτύ‐ σκων· κατασκευάζων.

2

.

100

Πυρούς· σίτους· ἐκ τῶν πυρῶν νοητέον καὶ ἄλλα σπέρματα, ὡς ἀπὸ μέρους τὸ πᾶν. ἔρηνε, ἔρανεν, ἐσκόρ‐
πισεν. δόλῳ· γράφεται δόμου. πυλάων· τῆς πάγης.Column end

2

.

101

Ἔνδον· ἔσωθεν τῆς πάγης. ἔθηκεν· ἐνέβαλεν, ἐσκόρπισεν. ἐπεστήριξε· ἐπέστησεν, ἀσφαλῶς ἐστερέω‐ σεν, ἡδραίωσεν, ὑπεστήριξε, καὶ στερεὰ καὶ ἀσφαλῆ ἐποίησεν. τέχνην· πανουργίαν, δόλον, τὴν παγίδα.

2

.

102

Λιλαιομένους· ἐπιθυμοῦντας. ἕλκει· φέρει. ὀξύς· μέγας.

2

.

103

Δή· ... δὴ σύνδεσμοι ἀντ’ ἀλλήλων λαμβάνον‐ ται τοῦ μὲν καὶ τοῦ δέ. προγένοντο· ἐγένοντο, εἰσῆλθον. οὐκέτι· εἰς τὸ ἑξῆς. νόστος· ὑποστροφή. ἑτοῖμος· ἕτοι‐ μος, ἀττικόν.

2

.

104

Ἐκδῦναι· ὥστε διελθεῖν, ἔξω ἐλθεῖν. δαιτός· εὐωχίας, ἕνεκα εὐωχίας.

2

.

105

Ἀμενηνός· ἀσθενής. ἐπέσπασεν· ἀντὶ τοῦ ἐσπά‐ σατο, ἢ εἵλκυσεν, ἢ ἔσυρεν, ἐποίησεν. ἀπέσπασεν· ἐκράτησεν. ἠπεροπεύσας· ἀπατήσας· ἠπεροπεύειν κυ‐ ρίως ἐπὶ τῶν ἀνθρώπων τῶν ἡμέρῳ ὀπὶ χρωμένων εἰς
5ἀπάτην τροπῇ τοῦ μ εἰς π καὶ μεταθέσει τοῦ τόνου ἀπὸ τοῦ ἥμερος ὁ πρᾷος καὶ τοῦ ὂψ ἡ φωνὴ, ἡμεροπεύ‐ σας, καὶ τροπῇ τοῦ μ εἰς π ἠπεροπεύσας· κυρίως γὰρ ἠπεροπεύειν ἐπ’ ἀνθρώπων διὰ πολυλογίας καὶ λόγων ἡμέρων ἀπατᾷν ἐπιχειρούντων, ὅθεν καὶ ἡμεροπεύειν τὸ
10ἠπεροπεύειν.

2

.

106

Ὄλεθρον· εἰς τόν.

2

.

107

Τοῖα· τοιαῦτα. ἀγκυλόμητιν· πανοῦργον· ἀγ‐ κυλόμητις καὶ ἀγκυλομήτης παροξύτονόν τε καὶ προπα‐ ροξύτονον, καὶ τὸ μὲν προπαροξύτονον διὰ τοῦ ι γρά‐ φεται, καὶ γίνεται ἀπὸ τοῦ ἀγκύλον τὸ ἐπικαμπὲς καὶ
5δόλιον καὶ τοῦ μῆτις ἡ βουλὴ καὶ περιττοσυλλάβως κλί‐ νεται, τὸ δὲ παροξύτονον διὰ τοῦ η, καὶ γίνεται ἀπὸ τοῦ ἀγκύλον καὶ τοῦ μήδω μήσω τὸ βουλεύω, ὁ παρα‐ κείμενος μέμηκα, ὁ παθητικὸς μέμημαι μέμησαι μέ‐ μηται, καὶ ἐξ αὐτοῦ μήτης καὶ ἀγκυλομήτης, καὶ ἰσο‐
10συλλάβως κλίνεται· ὁμοίως καὶ δολόμητις καὶ πολύμητις Ὀδυσσεὺς καὶ πολυμήτης. ἐπέκλυον· ἤκουον, ἤκουσαν, ἤκουσα ἕως τῶν ὠτίων. ἐντύνασθαι· κατασκευάζειν, πράττειν.

2

.

108

Κερδώ· ἀλώπεκα, ἀλώπηξ χερσαῖα. οἰωνῶν· ὀρ‐ νέων. πλήθουσαν· γέμουσαν, μεγάλην, βαρυνομένην. ἴδηται· θεάσηται, θεάσῃ.

2

.

109

Δοχμή· πλαγία. ἀγκλισθεῖσα· πεσοῦσα. λοχμαῖς ἀγκλινθεῖσα· ἰωνικῶς προσθήκῃ τοῦ ν· γράφεται δοχμίη ἀνακλιθεῖσα. τανυσαμένη· ἐξαπλώσασα. θοά· ταχέα, τα‐ χέως. κῶλα· ὀστᾶ, πόδας.

2

.

110

Ἐπημύει· ἐπικαλύπτει, σφαλίως καμμύει, ἀσφαλίζει, καμμύει. σύν· σὺν τούτῳ, σὺν τούτοις τοῖς ὄμμασιν. πάμπαν· ἀσφαλίως. ἐρείδει· συγκλείει, ἀσφα‐ λίζει.

2

.

111

Εἰσορόων· βλέπων. ἦ· οὕτως (ὄντως). ἰαύειν· κοι‐ μᾶσθαι, ἀναπαύεσθαι· ἰαύειν παρὰ τὸ αὔω πλεονασμῷ τοῦ ι, ἢ παρὰ τὸ οἶον, ὃ δηλοῖ τὸν μόνον ἐκβολῇ τοῦ ο γίνε‐ ται ἰύω τὸ μονάζω, καὶ πλεονασμῷ τοῦ α ἰαύω· καὶ γάρ
5φησιν· ἡσυχάζει τὸν καθεύδοντα ὁ βίος, ὁ δ’ Ἡρωδια‐
νὸς λέγει παρὰ τὸ αὔω, τούτου ὁ ἀόριστος αὖσα, καὶ διαλύσει καὶ τροπῇ τοῦ υ εἰς ε γίνεται ἄεσα, οἷον (Od. τ, 341 et 342)·
πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ
306
10
ἄεσα.
καὶ τὸ πληθυντικὸν ἀέσαμεν, ὥσπερ αὔξεται ἀέξεται· «ἀΰπνους νύκτας ἴαυον» (Ibid. 340) διὰ νυκτὸς ἄγρυ‐ πνος διετέλουν.

2

.

112

Ἄπνους· νεκρά.

2

.

113

Αἰόλα· ποικίλα, πανοῦργα. παραβλήδην· ἐξη‐ πλωμένως, ὁμοιωματικῶς, ἀπὸ τοῦ παραβάλλειν καὶ ὁμοιοῦν, παραβαλλομένη νεκρᾷ, ὁμοιωτικῶς, ἀπατητι‐ κῶς· παραβάλλω γὰρ τὸ ἀπατῶ. Παραβλήδην· ὑποβλή‐
5δην, βαλών· αἱ εἰς ων λήγουσαι μετοχαὶ τοῦ δευτέρου ἀορίστου ὀξύνουσι· δραμὼν, ἐλθὼν, πιών· οὕτως οὖν καὶ βαλὼν, ἀντίκειται δὲ τὸ πέφνων· αἱ γὰρ εἰς ων λήγουσαι μετοχαί ποτε ἐν ἐπιπλοκῇ ἔχουσαι σύμφωνον, ἐὰν τὸ δεύτερόν ἐστιν ἀμετάβολον, πάντως βαρύνεται· τέμνων,
10κάμνων, τοιοῦτον καὶ τὸ πέφνων. τετάνυσται· ἐξήπλω‐ ται.

2

.

114

Ἵενται· πορεύονται.

2

.

115

Λάχνην· τὸ δέρμα, τρίχωσιν, δασεῖαν καὶ λεπ‐ τὴν τρίχωσιν. Λάχνη ἡ τρίχωσις· ἐκ τοῦ λα ἐπιτατικοῦ μορίου καὶ τοῦ ἔχω τὸ κρατῶ γίνεται λαέχνη, καὶ κατὰ κρᾶσιν λάχνη καὶ πάνυ κεκρατημένον, παράγεται δὲ
5παρὰ τὸ λάζω τὸ κρατῶ, ὁ μέλλων λάξω, καὶ ἐξ αὐτοῦ λάχνη· οὐδὲν γὰρ εὐληπτότερον τῆς τριχός. διαψαί‐ ρουσι· διαξαίνουσι, διακινοῦσι, κινοῦσι, σκαλεύουσιν (σαλ.)· τὸ ψαίρω κυρίως ἐπὶ τῶν καταρτίων λέγεται, ὅταν οὐκ εὐπραγῶσι ἀνέμους (ου?). διαψαίρουσι· κι‐
10νοῦσιν· τὸ ψαίρειν κυρίως ἐπὶ τοῦ ἱστίου, ὅτε μὴ εὐπλοεῖ εὐφόρῳ ἀνέμῳ. τὸ ψαίρειν κυρίως ἐπὶ τῶν ἀρμενίων λέγεται, ὅταν μὴ εὐπορῶσιν ἀνέμου, ἐνταῦθα δὲ ψαίρει ἀντὶ τοῦ ξαίνει καὶ διαλύει. πόδεσσιν· ἰωνικῶς.

2

.

116

Ἠΰτε· καθά. κερτομέοντες· ὑβρίζοντες, λοιδο‐ ροῦντες, ἐγγελῶντες. ἐπήν· ἡνίκα, ὁπηνίκα. ἐπεί· ἀφ’ οὗ.

2

.

117

Δόλου· παρὰ τὸ δέω τὸ δεσμῶ τοὺς ἁλισκομέ‐ νους, ὡς τό (Od. θ, 317)·
ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει· Ὅμηρος· ὡς χέω χόλος καὶ θέω θόλος, οὕτως δέω δό‐
5λος· ἢ παρὰ τὸ δηλῶ τὸ βλάπτω δῆλος ὁ δηλέμιος καὶ βλάπτων, καὶ τροπῇ τοῦ η εἰς ο, ὁ δὲ δόλιος παρὰ τὸ δέλω τὸ δελεάζω, ἐκ δὲ τοῦ δόλιος γίνεται δολιῶ, ὁ πα‐ ρατατικὸς ἐδολίεον, ἐδολίουν, τὸ τρίτον τῶν πληθυντικῶν ἐδολιοῦσαν, καὶ ὤφειλεν εἶναι ἐδολίεον ἐδολίουν, ὥσπερ
10ἐποίεον ἐποίουν, ἀλλ’ οἱ Βοιώται ἐπὶ μὲν τῶν μὴ ἐχόν‐ των τὴν μετοχὴν εἰς ς ὀξύτονον ποιοῦσι τὸ τρίτον τῷ πρώτῳ ἰσοσύλλαβον, οἷον ἐμάθομεν ἐμάθοσαν, εἴδομεν εἴδοσαν, ἐπὶ δὲ τῶν ἐχόντων τὴν μετοχὴν εἰς ς ὀξύτονον ποιοῦσιν ἔνδειαν καὶ κρᾶσιν, οἷον ἐκοσμήθημεν, ἐκοσ‐
15μήθησαν, ὡς τό (Il. γ, 1)·
αὐτὰρ ἐπεὶ κόσμηθεν καὶ φυλάσσει τὴν παραλήγουσαν τῆς γενικῆς τῶν μετ‐ οχῶν (Il. α, 540)·
ὦ δόλια βουλευόμενε.
Column end
20πετάσασα· πέμψασα. θύρεθρα· ὀφθαλμοὺς καὶ στόμα.

2

.

118

Ἐξαπίνης· ὁμοῦ, ἐξαίφνης. συνέμαρψε· συνέ‐ λαβεν, ἐκράτησεν, ἀπὸ τοῦ μᾶρ ἡ χείρ. ἔσπασεν· ἔλαβε, καὶ ἔφαγεν αὐτούς.

2

.

119

Κερδαλέην· πανοῦργον. ὅσσην· πολύν. ἕλεν· ἔλα‐ βεν. ὁρμήσασα· κινηθεῖσα.

2

.

120

Καὶ μὲν δή· ὄντως δή. δολόμητις· δολία, παν‐ οῦργος. ἐπίκλοπον· κλοπιμαίαν, πανοῦργον, ἀπατητι‐ κήν. εὕρατο· ἐνόησε, καὶ εὗρεν. θήρην· γράφεται καὶ τέ‐ χνην.

2

.

121

Ἀραιοί· λεπτοί.

2

.

122

Ἀκρεμόνες· ἄκραι, κλάδοι, καὶ πλόκαμοι. προ‐ τενεῖς· μακροὶ, προτεταμέναι, ἀπῃωρημένοι, καὶ ἐξη‐ πλωμένοι. πλόκοι· σχοινία, πλόκαμοι.

2

.

123

Ὁρμιῇσιν· ὁρμιδίοις· ὁρμιὴ κυρίως ἡ ἐν τῷ ἀγκίστρῳ θρὶξ, ἐν ᾗ ἔστι τὸ δέλεαρ. ἐφέλκεται· κατέχει, σύρει, κρατεῖ.

2

.

124

Πρηνής· ἐπὶ πρόσωπον κειμένη. ὑπό· ἐν. εἰλυ‐ θεῖσα· κρυφθεῖσα, κρυβεῖσα· εἰλυὸς γὰρ ὁ φωλεός.

2

.

125

Κείναις· ἐν ἐκείναις ταῖς πλοκαμίσι, καὶ ὁπότ’ ἐν τῷ χειμῶνι πορεύεται, ἀντέχεται καὶ λαμβάνεται τῶν πετρῶν, καθάπερ ναῦς τὰ σχοινία ἀναψαμένη ἐν ταῖς πρὸς αἰγιαλοὺς πέτραις. θύει· ὁρμᾷ.

2

.

126

Ἀντέχεται· ἀντιλαμβάνεται, περιέχεται.

2

.

127

Πείσματ’· σχοινία. ἐπακταίῃσιν· ταῖς παρ’ αἰ‐ γιαλοῖς. ἀναψαμένη· ἀναδήσασα, δήσασα, ἀναπετά‐ σασα, ἀνακρεμάσασα. σπιλάδεσσι· πέτραις τραχείαις, πέτραις.

2

.

128

Ὀλίγαι· μικραί.

2

.

129

Δόλοισι· ταῖς πανουργίαις. ἄλκιμον· ἰσχυρόν.

2

.

130

Λάβρακα· λίαν βορόν· λάβραξ ὁ λίαν βορὸς, ἢ λαίμαργος, λαβροσύνη δὲ παρὰ τὸ λίαν βιβρώσκειν· τὸ γὰρ λα τῶν ἐπιτατικῶν μορίων ἐστίν. ἐπικλέα· ἐπώ‐ νυμον, καλούμενον. λαβροσύνῃσιν· λαιμαργίαις, ἀδδη‐
5φαγίαις, μαργοσύναις.

2

.

131

Ἰθύνουσι· ὁρμῶσιν. λαβέσθαι· ἅψασθαι, λαβεῖν αὐτὰς δηλονότι.

2

.

132

Καρίδων· κατά. οὔτι· οὐδαμῶς. φυγεῖν· εἰς τὸ, ὥστε. σθένος· δύναμις.

2

.

133

Ὀλέκουσι· φθείρουσιν· παραδοξολογία τὸ σχῆμα· παράδοξον γὰρ, ὅτι φθειρόμεναι φθείρουσι καὶ οὓς πέφνουσι φονέας. οὕς· ἰδίους. πέφνουσι· φονεύουσι. φο‐ νῆας· ἰωνικῶς.

2

.

134

Μάρψωσιν· καὶ κρατήσωσι, τὰς καρίδας.

2

.

135

Θαμά· συχνῶς. θρώσκουσι· πηδῶσιν. ὑπερώην· οὐρανίσκον, ἤως τὸν γαργαρεῶνα.

2

.

136

Κέρας· κέντρον· περὶ τὴν κεφαλὴν γὰρ τοῦ λά‐ βρακος πηγνύουσαι αἱ καρίδες τὸ κέντρον, σῆψιν ἐκεῖ
ποιοῦσιν ἀπὸ τοῦ, καὶ οὕτω κατεργάζονται αὐτόν. χρίμ‐ πτουσι· πλησιάζουσι, βάλλουσιν. σφίσι· ἐν αὐταῖς. τέλ‐307
5λεται· φύεται, ἀναφύεται.

2

.

137

Κεφαλῆς· κεφαλὴ καρφαλή τις οὖσα, ἢ ὀστώδης καὶ κατάξηρος, ἢ καπαλή τις οὖσα ἀπὸ τοῦ κάπος τὸ πνεῦμα, ἡ παντόθεν πνέουσα, ἢ ἀπὸ τοῦ κεῖσθαι ἐν αὐτῇ τὰ φάη καὶ οἱ ὀφθαλμοί. κεκορημένος· ἐμπεπλησμένος.

2

.

138

Νύγματος· τρώσεως, τραύματος. ἀλέγει· φρον‐ τίζει. νέμεται· φθείρει, ἐσθίει, κατακόπτει. ἕρπει· δαπα‐ νᾷ, ὁ λάβραξ προβαίνει.

2

.

139

Τρυχόμενον· δαμαζόμενον, σηπόμενον. ἕλῃ· λάβῃ.

2

.

140

Ὀψέ· μόλις· ἀστείως εἴρηκε τὸ ὀψέ· μόλις γὰρ μανθάνει ὁ λάβραξ, ὡς ζῶν ὑπὸ νεκροῦ ἀνῄρηται, ὅπερ καὶ Ἡρακλῆς παθεῖν λέγεται, ὀψὲ δὲ μέλλων θανεῖν γινώσκει, ὅτι τῇ αἰχμῇ, τουτέστι τῷ κέντρῳ τῆς καρί‐
5δος, ἥτις ἀπέθανεν ἀπ’ αὐτοῦ, ἐτρώθη καὶ τελευτᾷ. ἄλλως· δεδαϊγμένος ὀψὲ τῇ αἰχμῇ γινώσκει τοῦ νεκροῦ σώματος τῆς καρίδος. νέκυος· νεκροῦ, ἤως τῆς καρίδος. δεδαϊγμένος· δεδαμασμένος, τρωθεὶς, δεδασμένος, πε‐ φονευμένος· ἀπὸ δαΐζω τοῦ κατακόπτω. αἰχμῇ· τρώ‐
10σει· παραδοξόλογος.

2

.

141

Πηλοῖσι· βορβόροις. ἐφέστιος· ἐγκάτοικος. ὠμο‐ φάγος· ἀπηνὴς εἰς τὴν βρῶσιν.

2

.

142

Εὐρύτατος· πλατύτατος, μεγαλώτατος πάντων. μετ’· ἐν. ἐν γάρ· ὄντως· γράφεται ἦ γάρ.

2

.

144

Οὐτιδανός· ἀσθενὴς, μικρὸς, εὐτελὴς, ὀλίγος. βίην· δύναμιν. βίῃ· δυνάμει. ἄμμορον· ἐστερημένον, ἄμοιρον, ἀμέτοχον· ἄμοιρον, καὶ κατὰ συγκοπὴν τοῦ ἰῶτα ἄμορον.

2

.

145

Μαλθακόν· ἀσθενὲς, μαλακόν. ἀείδελοι· ἀφανεῖς, διὰ τὸ εἶναι μικροὺς, ἀθεώρητοι· σημαίνει δὲ καὶ τὸ ἀειφανές, τὸ μὲν ἀθεώρητον παρὰ τὴν στέρησιν, τὸ δ’ ἀειφανὲς παρὰ τὴν ἐπίτασιν· γίνεται γὰρ ἀπὸ τοῦ εἴδω
5τὸ γινώσκω εἶδος, καὶ μετὰ τοῦ στερητικοῦ ἢ ἐπιτατι‐ κοῦ α ἀείδελος. ἀΐδελοι· ἀφανεῖς· γράφεται ἀείδελοι. ἀΐδελοι· ἀτελεῖς, ἀσθενεῖς.

2

.

146

Βαιοί· μικροὶ, μικροὶ καὶ οὐκ ἰσχυροί· τῇ δυνά‐ μει οὐδέν τι ἐκ τῶν ἰχθύων δύναται δαμάσαι. κρατεροί· στερεοί. οὔτι· οὐδαμῶς πρᾶγμα. δαμάσσαι· δαμάσειε, ἀφανίσει, πλήξει.

2

.

147

Δόλῳ· πανουργίᾳ. ἐπίφρονας· φρονίμους, συνε‐ τοὺς, ἐπινοητικούς. εἷλε· ἐφόνευσεν, ἔλαβεν. πεδήσας· δεσμεύσας, μετασχὼν, νικήσας.

2

.

148

Δαιτί· εὐωχίᾳ. ἀνδρομένῃ· ἀνδρικῇ, ἀνθρωπίνῃ. τέρπεται· εὐφραίνεται. ἐπιτέρπεται· εὐφραίνεται· γρά‐ φεται μέγα τέρπεται.

2

.

149

Κρέα· ὑπάρχουσι, λείπει. τερπνά· ἡδέα. εὐάντη‐ τος· ἐπιθυμητὴ, εὐσυνάντητος, καὶ ἀποδεκτὴ, ποθεινὴ, εὐφρόσυνος, ποθεινὴ, εὐόρεκτος. εὐάντητος ἐδωδή· καὶ ἡ βρῶσις καλοσυνάντητος.

2

.

150

Βύσσαν· βυθὸν, ὑπὸ βύσσαν· θετικὸν, βυσσὸν, ἐστὶ δ’ ἀττικὸν τὸ συντάσσεσθαι νεάτην θηλυκῶς τῷ ὑπὸ
βυσσὸν ἀρσενικῶς. ἰόντα· ἐρχόμενον.Column end

2

.

151

Ἀνθρώπων· ἀπὸ τῶν. ὑποβρύχιος· βαθὺς, περά‐ σιμος. πόρος· ὁ πορισμός.

2

.

152

Μέμβλεται· μεμέληται, διὰ φροντίδος ὑπάρ‐ χει· ἀπὸ τοῦ μέλω τὸ φροντίζω καὶ μέμβλεται τὸ ἐπι‐ μελεῖται. αὐτάρ· δέ. ὁ· τὰ προτακτικὰ ἄρθρα στερηθέντα τῶν ὑποκειμένων ὀνομάτων ταχύτερον ἐκφωνοῦνται καὶ
5ἀντὶ ἀντωνυμίας παραλαμβάνονται. ὑπὲρ κεφαλῇφιν· ἄνω τῆς κεφαλῆς, ὑπεράνωθεν τῆς κεφαλῆς. ἀερθείς· ἐπαρθεὶς, ὑψωθείς.

2

.

153

Ἀστεμφής· ἀμετακίνητος, ἀμετάστροφος. μεγά‐ ρων· ὑψηλῶν οἰκημάτων, οἰκημάτων. ὀρόφοισιν· στέγαις· ὄροφος ἡ στέγη ἀπὸ τοῦ ὀρούειν εἰς φῶς, τουτέστιν ὑψοῦ‐ σθαι· λέγεται γὰρ ὄροφος καὶ ὁ κάλαμος, διότι οἱ παλαιοὶ
5τὰς οἰκήσεις ἐκ καλάμων ἐποίουν, ὅθεν καὶ καλιαί· κάλοις γὰρ περιέφραττον αὐτὰς, ἢ καλάμοις, καὶ ξύλοις. Ὄροφος ὁ κάλαμος παρὰ τὸ ὀρούειν εἰς φῶς, τουτέστιν ὑψοῦσθαι· τὰς γὰρ οἰκήσεις πάλαι ἐκ καλάμων ἔσκε‐ πον, ἔνθεν καὶ παραστέγη καὶ ὄροφος κάλοις περιφρά‐
10ξαντες· διὸ καὶ καλιαὶ λέγονται. κάλοις δ’ ἤως ξύλοις.

2

.

154

Ἄτροπος· ἀμετάτρεπτος. ἀμφιταθείς· ἐξαπλω‐ θεὶς, παραταθεὶς, ἤως κυκλοτερῶς ἁπλωθείς. σὺν δ’ ἔρ‐ χεται· σὺν τῷ ἀνθρώπῳ, συμπορεύεται. ᾗκεν· ὅπου. ἴῃσι· πορεύεται.

2

.

155

Δειλὸς ἀνήρ· ἄθλιος, δείλαιος, ἄνθρωπος ἐκεῖνος. μίμνοντι· καὶ μένοντι, τῷ ἀνθρώπῳ ὑπὸ τὴν θάλασσαν. ἐφίσταται· ἐπανίσταται ὁ βοῦς, σκέπει οὖν αὐτὸν, κἀ‐ κεῖνος ὑποπνίγεται, ὑποκάτω ὤν. ἠΰτε πῶμα· καθὰ
5σκέπασμα.

2

.

156

Ὡς δὲ πάϊς· παραβολή. δολόεντα· δολερόν. μόρον· φόνον. λίχνοισι· λαιμάργοις· λίχνος ὁ λίαν χαί‐ νων, ἤτοι χάσκων. λίχνος ὁ λαίμαργος ἀπὸ τοῦ λίαν χαίνειν· διὸ καὶ διὰ τοῦ ι γράφεται, λύχνος δ’ ὁ τοῦ
5φωτὸς ἀπὸ τοῦ λύειν τὸ νύχος ἢ τὸ σκότος· διὸ καὶ ψιλογραφεῖται. μύεσσιν· ποντικοῖς.

2

.

157

Στήσηται· στήσῃ. ἔστησε· γράφεται στήσηται. οὔτι· οὐδαμῶς. πάγης· παγίδος. δόλον· γράφεται καὶ λόχον. ὁρμαίνοντα· διανοούμενον, διαλογιζόμενον, ἐν‐ θυμούμενον.

2

.

158

Γαστήρ· ἡ λαίμαργος, ἤτοι ὁ ἀδδηφάγος. ἔνδον ἔλασσε· ἔσω παγίδος εἰσήγαγεν, ἐνέβαλεν. οἱ· αὐτοῦ, αὐτῷ, αὐτῆς. ἄγγος· ἡ παγίς.

2

.

159

Κοῖλον· βαθύ. ἐπεσμαράγησεν· ἐπεκάθισεν, ἤχη‐ σεν, ἀπὸ τοῦ ζα ἐπιτατικοῦ μορίου καὶ τοῦ ἀράσσω συντρίβω. ἤχησε καταπεσών· ἀπὸ τοῦ ἑπομένου τὸ προηγούμενον. μενοινῶν· προθυμούμενος.

2

.

160

Γλαφυρόν· βαθύ. στιβαρόν· γράφεται καὶ γλα‐ φυρόν. ὄφρα· ἕως οὗ. κοῦρος· ὁ νέος.

2

.

161

Μάρψηται· καταλάβῃ. μάρψῃ· κρατήσῃ. γέλων· γέλωτα, εὐφροσύνην. ἐπιθήσεται· ποιήσει, καὶ θήσει καὶ ποιήσει ἐπὶ τῇ ἄγρᾳ.

2

.

162

Βροτέης· ἀνθρωπίνης. ὀλοφώϊος· ὁ ὀλλύων τοὺς φῶτας, ἤως φθείρων, ὁ ποικίλος.

2

.

163

Πέπτατ’· ἐξήπλωται, ἐπίκειται. ἐρητύων· κω
λύων. ἀναδύμεναι· εἰς τὸ ἀνελθεῖν. ἀϋτμή· πνοὴ, ἀναπνοή.308

2

.

164

Ψυχή. ψυχὴ ἐτυμολογεῖται ἢ ἀπὸ τοῦ ψύχω τὸ ζωογονῶ, ἢ ἀπὸ τοῦ φύσις καὶ τοῦ ἔχω φυσιοχή τις οὖσα, καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν πυσιοχὴ καὶ ψυχή. μετ’· ἐν. μεταπνεύσῃ· ἐκπνεύσῃ. μετεκπνεύσῃ· εἰσ‐
5πνεύσῃ, εἰσβάλῃ. ῥοθίοισιν· κύμασι, ῥεύμασιν.

2

.

165

Ἔνθα· ὅπου, τότε. τεθνειῶτα· θανόντα, καὶ αὐτὸν ἀποθανόντα τὸν ἄνθρωπον. δυσώνυμος· ὁ κακῶς ὀνομαζόμενος βοῦς· ὁ γὰρ χερσαῖος μᾶλλον συνεργὸς τῆς ἡμῶν ζωῆς, ὁ κακὸς πρὸς ἀντιδιαστολὴν τοῦ χερ‐
5σαίου, ἐπὶ κακῷ καὶ γενόμενος καὶ εἰς ὀνομασίαν ἐλθών. Δυσώνυμος, διότι ὁ χερσαῖος βοῦς τρέφει τοὺς ἀνθρώπους παρὰ τὸ βῶ τὸ τρέφω, ὁ δὲ θαλάσσιος τοὐναντίον· τρέ‐ φεται γὰρ ἐσθίων τοὺς ἀνθρώπους. ἀμφιέπει· περικάθηται, ἐπιτηρεῖ.

2

.

166

Δαιννύμενος· εὐωχούμενος. τέχνῃσιν· δόλοις. πανουργίαις. ἑλών· λαβών. δυσμήχανον· δυσθήρευτον, κακομήχανον, καινῶς μηχανηθεῖσαν καὶ ἐπινοηθεῖσαν, ἢ τὴν δύσκολον.

2

.

167

Μνιαροῖσιν· ἔχουσι βρύα, βρυώδεσι, τοῖς ἔχου‐ σι μνία ἢ βρύα, μνία ἤως βρύα ἔχουσι πλαταμῶσι, πα‐ ραθαλασσίοις χωρίοις, αἰγιαλοῖς· πλαταμὼν ὁ πολὺς ποταμὸς καὶ παραθαλάσσιος. ἐπί· ὑπό. πλαταμῶσι· αἰ‐
5γιαλοῖς. πλαταμῶσι· πλακίαις (sic) πέτραις. νοήσας· ἰδών, αἴσθησις ἀντὶ αἰσθήσεως. Νοήσας ἀντὶ τοῦ ἰδὼν κατ’ Ἐπίχαρμον τὸν Συρακούσιον, οὗτος δὲ πολλάκις γράφει καὶ τὸ ἰδὼν ἀντὶ τοῦ νοήσας.

2

.

168

Αἰνήσει· ἐπαινέσει. ἀγάσσεται· θαυμάσει. ἕνεκα τέχνης· καὶ ἕνεκα δόλου.

2

.

169

Κερδαλέης· πανούργου. ἐπιφροσύνην· φρόνησιν, φρονιμώτατον. πόρε· παρέσχεν. δαίμων· ἡ φύσις, ὁ θεός.

2

.

170

Φέρβεσθαι· ὥστε τρέφεσθαι. ἄμοχθον· ἄκοπον, ἄπονον.

2

.

171

Κληῗδας· συμμίξεις, συγκολλήσεις, τὰς κλείσεις, τὰ σκεπάσματα. ἀναπτύξαντα· ἀναπετάσαντα, ἀνοί‐ ξαντα. θυρέτρων· πτυχῶν.

2

.

172

Ἰλύν· βόρβορον. λιχμάζοντα· ἐσθίοντα, τρώ‐ γουσιν. ἰσχανόωντα· χρῄζοντα, μεταλαμβάνοντα, ἐπι‐ λαμβανόμενα ἢ ἐπιθυμοῦντα.

2

.

173

Πέπταται· ἐξήπλωνται, ἐξηνέῳκται, ἀνοίγεται, ἀνοίγονται, ἐξήπλωται· ἀπὸ τοῦ πῶ τὸ κεῖμαι, ὡς ἀπὸ τοῦ χρῶ καὶ ἀπὸ τοῦ λῶ τὸ θέλω· τὸ ἑνικὸν ἀντὶ πλη‐ θυντικοῦ. ἀγκοίνῃσιν· κοιλότησι, τροπικῶς, βαθυτάταις
5πέτραις, βαθυτάτοις τόποις, ἀγκάλαις. Ἀγκοίνῃσιν· ἀγ‐ κάλαις τροπικῶς, ταῖς περιοχαῖς τῶν πετρῶν, οὕτω δὲ καὶ κυμάτων ἀγκάλαις λέγεται. ἐφήμενα· καθεζόμενα, καθήμενα, ἁπλούμενα, κείμενα. ὑφημένα· ἁπτόμενα, ἐγκείμενα· γράφεται καὶ ὑφειμένα· ἐλεύθερα ὄντα λάβης
10(βλάβης), ἤτοι ἡπλωμένα ἐν πέτραις πελαγίαις. πε‐ τραίῃσι· ὡς γαληναία ἡ γαλήνη.

2

.

174

Αὖ· δή. ψηφῖδα· βόλον, βῶλον. ῥηγμῖνος· αἰγια‐ λοῦ. ἀείρας· ἐπάρας.

2

.

175

Λέχριος· πλάγιος· παρὰ τὸ λέχος ἡ κοίτη· πλα‐ γιάζουσι γὰρ ἐπὶ πολὺ καὶ οἱ ἐν λέχει κείμενοι· πλάγιοι
γὰρ ὡς ἐπὶ τὸ πολὺ κατακλίνονται οἱ ἐν κοίταις, ποτὲ μὲν ἐπὶ τὴν δεξιὰν, ποτὲ δὲ παρὰ τὴν ἀριστερὰνColumn end
5πλευρὰν κείμενοι καὶ κοιταζόμενοι, προνοούμενοι τοῦ συμφέροντος. φέρει· κρατεῖ. χηλῇσι· ὄνυξιν. μεμαρπώς· λαβὼν, κρατήσας, συλλαβών· ἀπὸ τοῦ μαρπῶ τὸ λαμβάνω, τροπὴ δ’ ἀπὸ τοῦ μὰρ ἡ χείρ.

2

.

176

Λάθρη· πῶς, λαθραίως, κρυφίως. ἐμπελάει· πλη‐ σιάζει. λᾶαν· λίθον.

2

.

177

Ἔνθεν· τότε. παρήμενος· παρακαθήμενος. εἰλα‐ πινάζει· εὐωχεῖται.

2

.

178

Ἱέμενον· προθυμούμενον. ἐρεῖσαι· ἀσφαλίσαι, σφαλίσαι, ἑδραιῶσαι.

2

.

179

Ἀμφιδύμους· διπλᾶς. πλάστιγγας· τὰ τῶν ὀστρέων σκεπάσματα, ἤως τὰ λέπη.

2

.

180

Οἴγεται· ἀνοίγεται. ὄφρα· ἕως οὗ, ὅπως. ἀγρευ‐ τῆρα· τὸν καρκῖνον. κορέσσῃ· χορτάσῃ.

2

.

181

Τεχνάζουσι· μηχανῶνται. ἀστέρες· εἶδος ἰχθύος. ἑρπυστῆρες· οἱ συρόμενοι.

2

.

182

Ἐπ’ ὄστρεα· κατὰ τῶν ὀστρέων. μῆτις· βουλὴ, τέχνη, μηχανή. ὀπηδεῖ· ἀκολουθεῖ, ἤγουν βουλεύον‐ ται καὶ αὐτοὶ ἐσθίειν τὰ ὄστρεα.

2

.

183

Λᾶαν· λίθον. συνέμπορον· συνοδοιπόρον, σύν‐ δρομον, βοηθὸν, συνεργὸν, ὁδηγόν. ἐπίκουρον· βοηθόν.

2

.

184

Κῶλον· ὀστοῦν, τὸν πόδα· κῶλον τὸ μέλος, τὴν σάρκα, ἢ τὸν πόδα ἐνέθηκαν, ἐνέβαλον. ἐνηρείσαντο· ἐνέβαλον, ἡδραιώσαντο.

2

.

185

Πεπταμένοις· ἀνεῳγμένοις, ἐξηπλωμένοις. τὰ μέν· ἢ κῶλα, ὄστρεια, ἤ (Cod εἴ) τι τὰ κῶλα τοῦ ἀστέ‐ ρος πιέζεται οἱονεὶ σφίγγεται, ἢ τὰ ὄστρεα πιέζεται ἀντὶ τοῦ δαπανᾶται καὶ τρώγεται. οἱ δέ· οἱ καρκῖνοι
5καὶ οἱ ἀστέρες. νέμονται· ἐσθίουσιν αὐτὸν, ἤως τὰ ὄστρεα.

2

.

186

Ὄστρακον αὖ· ἄλλο ὄστρακον, ἕτερον, ἡ πίννα· ἄλλο πάλιν φησὶν ὄστρακον, ὅπερ βυθίας ἔχει τὰς πλά‐ κας, λέγει δὲ τὴν πίνναν, ἥπερ ἐν ταῖς βυθίαις πέ‐ τραις εὑρίσκεται. αὖ· δή. βυθίας· βαθεῖς, κοίλας, τὰς
5ἐν βάθει, καὶ εἰς τὸν βυθὸν οὔσας. ἔχει· κατοικεῖ. πλά‐ κας· θύρας, πέτρας.

2

.

187

Ναιετάει· κατοικεῖ. κεκλημένος· καλουμένη, καλούμενος. ἄναλκις· ἀδύνατος, ἐστίν.

2

.

188

Μητίσασθαι· βουλεῦσαι, βουλεύσασθαι. ῥέξαι· πρᾶξαι.

2

.

189

Ξυνὸν δόμον· κοινὸν οἶκον, οἴκημα, αὐτὴν τὴν πέτραν, ἢ τὸ ὄστρακον τῆς πίννης.

2

.

190

Καρκίνος· ὁ πάγουρος. φυλάσσει· ἀπὸ τῶν ἰσχυ‐ ροτέρων.

2

.

191

Τῷ· ἐκ τούτου, διὸ, καὶ διὰ τοῦτο. κικλήσκεται· λέγεται, καλεῖται. κόχλου· τοῦ ὀστρέου, λέπους.

2

.

192

Ἵκηται· ἔλθῃ. φρονέουσαν· αἰσθανομένην, νοοῦ‐ σαν. ἀμύξας· κεντήσας, πλήξας, τρώσας, σπαράξας· κυρίως ἀμύξαι τὸ πλῆξαι πρὸς ἔκχυσιν αἵματος ἐκ τοῦ ἀμύσσω τὸ τιτρώσκω, καὶ ἀμυγὴ ἡ ξέσις τῶν παρειῶν
5καὶ ἀμυχή.

2

.

193

Δήγματι· τραύματι, ἢ δαγκάσματι. κερδαλέω ἐπικερδεῖ, πανούργῳ. ἕλεν· ἔτρωσεν, ἥψατο, ἔλαβεν, συνέσχε, συνέκλεισεν, ἐπελάβετο.309

2

.

194

Συμπατάγησε· ἐκτύπησε, συνέκλεισε, συνείλ‐ κυσε, συνεκτύπησεν, ἠσφάλισεν, ἔσφιγξεν. ἔνδοθεν· τὴν οὖσαν δηλονότι, λείπει. ἐφράσατ’· ἐνόησεν.

2

.

195

Ἠδ’ ἑτάρῳ· καὶ τῷ φίλῳ. δεῖπνον· βρῶμα.

2

.

196

Ὣς ἄρα· ἐπιλογικὸν, σχῆμα ἐπιλογικὸν, ἐπιλο‐ γικὸν ἀναφώνημα· οὕτως εἰσὶ καὶ ἐν τοῖς πλέουσιν ἰχθύσιν οἱ μὲν συνετοὶ, οἱ δ’ ἄφρονες, οἷα καὶ ἐν ἡμῖν τοῖς ἀνθρώποις, καὶ δῆλον καὶ ἀπὸ τῆς ἕξεως ὧν λέγει
5περὶ ἡμεροκοίτου ἰχθύος, μωροῦ ὄντος καὶ ὑπερβαίνον‐ τος τῇ ἀγνωσίᾳ πάντας ἄλλους ἰχθύας· ὁ μὲν γὰρ καρ‐ κίνος καὶ ὁ ἕτερος, ὁ τῇ πίννῃ συνοικῶν καὶ πιννοφύλαξ λεγόμενος εὔβουλοι καὶ εὐμήχανοι καὶ φρόνησιν ἔχοντες, ὁ δ’ ἡμεροκοίτης τοὐναντίον ἄφρων, ὥστε
10σκοπητέον καὶ ἐν ἰχθύσιν, ὡς οὐχ ὅμοιος πᾶσιν ὁ νοῦς, ἀλλ’ ἄλλος ἄλλου διαφέρει, καὶ ὁ μὲν νοεῖ, ὁ δ’ οὐ νοεῖ. πλώτεσσιν· πλέουσιν, ἰχθύσιν, ὁ πλώς. ὑγροπόροισι· τοῖς τὴν ὑγρὰν περῶσιν.

2

.

197

Κερδαλέοι· πανοῦργοι, πονηροὶ, δόλιοι. ἄφρο‐ νες· ἀφελεῖς. ἡμῖν· ὡς ἐν ἡμῖν τοῖς ἀνθρώποις.

2

.

198

Ἐναίσιμον· ἐνδεχόμενον, μεμοιραμένον, ἐπι‐ τυχὲς, πρέπον, ἐνδεχόμενον.

2

.

199

Φράζεο· περὶ ἡμεροκοίτου καὶ τῆς νυκτερίδος νόει, σκέπτε, μάνθανε τὴν ἀσυνεσίαν τὴν περὶ τὸν ἰχθὺν τὸν μέγαν γινομένην. ἀφραδίῃ· παρήχησις· μωρίᾳ, ἀβουλίᾳ. προφερέστερον· τῶν ἰχθύων. προφερέ‐
5στατον· προέχοντα, διαφέροντα.

2

.

200

Περὶ πάντας· περισσότερον πάντων, ἀντὶ τοῦ ὑπὲρ πάντας. ἀεργότατον· νωθρότατον, ἀργόν. τέκεν· ἐγέννησεν.

2

.

201

Ἤτοι· ἤτοι καὶ ὁ μὲν ἄλλως ἀδιάφοροι ὄντες ὅμως διαφέρουσι, καθότι ὁ μὲν ἤτοι ἐν καταρχῇ λόγου ἀεὶ τίθεται, οἷον (Il. α, 68 et passim alibi)·
ἤτοι ὅγ’ ὣς εἰπών
5ὁ δὲ μὲν σύνδεσμος οὐ πίπτει ποτὲ ἐν λόγου ἀρχῇ, οἷον (Il. α, 127)·
ἀλλὰ σὺ μὲν θεῷ πρόες· ὁ μὲν ἤτοι ποιητικὸς τρόπος, ὁ δὲ μὲν τῆς κοινῆς φρά‐ σεως. τέτραπται· τετραμμένα εἰσίν. ὕπερθεν· ἄνω,
10ἢ τῷ βρέγματι τῆς κεφαλῆς ἔχει τοὺς ὀφθαλμοὺς, τὸ δὲ στόμα ἐν μέσῳ τῶν ὀφθαλμῶν.

2

.

202

Λάβρον· λαίμαργον.

2

.

203

Αἰεί· διηνεκῶς. ψαμάθοισι· ἄμμοις. πανη‐ μέριος· δι’ ὅλης τῆς ἡμέρας.

2

.

204

Ἀνέγρεται· ἐγείρεται, ἀνεγείρεται. ἀλάληται· πεπλάνηται, κινεῖται, πλανᾶται· ἐκ τοῦ ἀλῶ τὸ πλανῶ ὁ παθητικὸς παρακείμενος ἄλημαι καὶ ἀλήλαμαι, ἀφ’ οὗ τὸ ἀλάλητον, δύναται δὲ καὶ εἶναι ἀπὸ τοῦ ἀλά‐
5λημι, ὥσπερ τὸ ἵστημι τίθημι, ἐξ οὗ παρ’ Ὁμήρῳ τὸ τιθήμιον. ἀλάω ἀλῶ, καὶ ἐξ αὐτοῦ ἄλημι ἀλήσω ἤλακα ἤλαμαι, καὶ ἀττικῶς ἀλήλαμαι, καὶ κατὰ με‐
τάθεσιν ἀλάληται.Column end

2

.

205

Ἄτη· ἤως ἡ γαστριμαργία.

2

.

206

Ἀτεκμάρτοιο· ἕνεκα, μὴ λαμβανούσης τέκμαρ καὶ τέλος τοῦ κόρου, τῆς μὴ τέλος τοῦ ἐσθίειν ἐχούσης, ὡς ἀκορέστου, ἀπληρώτου, ἀπλήστου. λάχεν· ἐκληρώ‐ σατο, ἔλαβεν, ἔσχεν.

2

.

207

Ἀτέλεστον· μεγάλην, ἀπλήρωτον.

2

.

208

Λύσσαν· μανίαν. βούβρωστιν· πολυφάγον, με‐ γάλην· βούβρωστις μεγάλη βρῶσις ἀπὸ τοῦ βοῦ ἐπι‐ τατικοῦ καὶ τοῦ βρῶσις. βούβρωστιν· μεγάλην πείναν, καὶ λύσσαν πολυφάγον ἀπὸ τοῦ βοῦ ἐπιτατικοῦ μορίου
5ὄντος καὶ τοῦ βρωτὴς (βρῶσις). ἀναιδέϊ· ἀναισχύντῳ, τῇ ἀεὶ ζητούσῃ βρώματα. φυλάσσει· τηρεῖ· φυλάσσω γʹ σημαίνει· τὸ παρακατέχω, ὡς τό· φύλασσε ἀκακίαν, ἢ κάτεχε. φυλάσσω τὸ ἀσφαλίζω, καὶ τὸ ἀπέχω· ὡς τό· φυλάσσου ἀπὸ κακῶν ἀνδρῶν, ἢ ἄπεχε.

2

.

209

Λήξειεν· παύσειεν, ἐσθίειν.

2

.

210

Διὰ πᾶσα ῥαγείη· σχῆμα διακοπὴ ἡ ἐκ λέξεως, κατὰ διακοπὴν λέξεως· γράφεται διασπᾶσα. ῥαγείη· σχισθείη.

2

.

211

Θάνῃ· γράφεται πέσῃ. ὕπτιος· ἐξηπλωμένος.

2

.

212

Πέφνῃ· φονεύσῃ. μιν· αὐτόν. πυμάτης· τῆς τελευταίας, ἐσχάτης. ἔμφορτον· πεφορτωμένον, κατά‐ γομον, πεφροντισμένον (πεφορτ), μεστὸν, κεκορεσμένον, γέμοντα· οὕτω δὲ καὶ ναῦς ἔμφορτος λέγεται ἡ φορτίου
5γέμουσα.

2

.

213

Σῆμα· σημεῖον, γνώρισμα· σῆμα δὲ τὸ λέγω σοί, φησι τῷ ἀκροατῇ ὁ ποιητής· σημεῖον τόδε τῆς ἄκρας τοῦ ξένου τοῦδε λαιμαργίας καὶ τοῦ ἀκορέστου τόδε. ἀειμάργοιο· πολυφάγου, τοῦ ἀεὶ μαινομένου περὶ
5τροφὴν, λαιμάργου, ἀπλήστου· γράφεται ἀτεκμάρτοιο. πιφάσκω· λέγω, φανερῶ.

2

.

214

Θήρης· ἀπὸ, διὰ θηρεύσεως, τουτέστιν ἀπὸ τῆς θαλάσσης, ἔνθα θηρεύονται. ἀποπειρήσαιτο· πεῖραν ποιήσαιτο, ἀπόπειραν ποιήσῃ, δοκιμάσοι καὶ ἀπόπειραν ποιήσαιτο.

2

.

215

Ὀρέγων· παρέχων.

2

.

216

Λαβροτάτου· τοῦτό ἐστιν ὃ λέγει σημεῖον τῆς ἀβυθήτου λαιμαργίας αὐτοῦ, ὅτι καὶ ἀγρευθεὶς καὶ ἀποθνήσκων ἤδη ἐπὶ ξηρᾶς, ἄν τις αὐτῷ καὶ ἐπὶ τῆς γῆς κειμένῳ ὀρέξῃ τι πρὸς τροφὴν, οὐδὲ τότε τῆς οἰκείας
5λαιμαργίας ἀφίσταται, ἀλλὰ καὶ θνήσκων τοσοῦτον ἐσθίει, ὅσον μέχρι καὶ αὐτοῦ στόματος ἐμπλησθῆναι αὐτοῦ τὴν γαστέρα, ἢ τοσοῦτον ἂν καὶ τότε φαγὼν, ὅσον καὶ ἕως τοῦ στόματος τὴν τροφὴν ἀνελθεῖν. νηή‐ σεται· σωρευθῇ, συναχθῇ, ἀπὸ τοῦ νῶ νήσω τὸ σω‐
10ρεύω, ἀφ’ οὗ καὶ νηδὺς ἡ γαστήρ.

2

.

217

Κλῦτε· ἀκούσατε· γνώμη, ἐπιφώνησις ποιητοῦ πρὸς τοὺς ἀνθρώπους. γόναι· γεννήματα. ἀφραδίῃσι· μωρίαις, ἀβουλίαις.

2

.

218

Ὅσον· σχῆμα ἀποστροφή. λαιμάργοις· ἀδδη‐ φάγοις, ἀκορέστοις. ἄλγος· λύπη, θλίψις. ἀδηφαγίῃσιν· πολυφαγίαις. ὀπηδεῖ· ἀκολουθεῖ.

2

.

219

Τῷ· διὰ τοῦτο. δυστερπέα· τὴν ἐπὶ κακῷ τέρ‐ πουσαν. διώκοι· διωκέτω· τὸ εὐκτικὸν ἀντὶ ἐνεργητικοῦ προστακτικοῦ.310

2

.

220

Κραδίης· ἀπὸ τῆς ψυχῆς καὶ καρδίας. ἔχοι· ἀντὶ τοῦ ἐχέτω καὶ κρατείτω. ἐπί· τούτοις. μέτρον· συμμετρίαν.

2

.

221

Πανθοίνοισι· πανευωχήτοις, πολυβρωμάτοις. πανθοίνῃσι· εὐωχίαις ταῖς πολλὰ βρώματα ἐχούσαις. τέρποιτο· τερπέσθω.

2

.

222

Λέλυνται· τὰς ἑαυτῶν γαστέρας λύουσιν εἰς τὸ τρώγειν· τὸ μὲν λέλυνται τὰ ἡνία ἐκ τῶν ἡνιόχων μετή‐ γαγε, τὸ δ’ ἐπιτρέπει τοὺς κάλωας ἀπὸ τῶν ναυτῶν, οἳ ἐν καιρῷ εὐπλοίας ἢ καὶ κινδύνου μεταχειρίτους
5ἐῶσι τοὺς κάλωας. Ἄλλως· οἷσι λέλυνται τὰ ἡνία, τουτέστιν οὐκ ἔχουσι λογισμὸν τὸν κωλύοντα τὴν τρο‐ φὴν, κάλωας δ’ εἶπεν ἀπὸ μεταφορᾶς τῶν ἡνιόχων τῶν λυόντων τὰ ἡνία καὶ χαλώντων εἰς τὸ ἔχειν ἄδειαν τοῖς ἵπποις (Cod. τοὺς ἵππους) τρέχειν ἐθέλουσιν.

2

.

223

Ἡνία· χαλινὰ, τοῦ νοῦ, αἱ τῆς ὀρέξεως δυνά‐ μεις, τὰ χαλινάρια, τὰ κρατήματα. ἐπιτρωπῶσι· ἐν‐ δίδουσιν, ἐνδιδόασιν, παρέχωσιν, ἐπιχαλῶσιν· γράφεται ἐπιτροπόωσιν. κάλωας· ὁρμὰς, κινήσεις· κάλωάς φησιν
5ἀπὸ μεταφορᾶς τῶν ἡνιόχων τῶν λυόντων τοὺς ἵππους καὶ χαλώντων τὰς ἡνίας (sic) ἐν τῷ τρέχειν. κάλωας· πᾶσαν φρόνησιν ἐκ μεταφορᾶς τῶν ναυτίλων.

2

.

224

Εἰσορόων· βλέπων. φεύγοι· φευγέτω. τέλος· θάνατον δι’ ἀδηφαγίας, τὸν θάνατον, τὴν φθορὰν, ἢ τὸ ἀποτέλεσμα.

2

.

225

Ὀξυκόμοισιν· ὀξέα κέντρα ἔχουσιν· εἶπεν ἀστεῖα καὶ κατὰ λόγον γλυκύτατον ἀκάνθαις κάρη κο‐ μόωντα, ὅθεν παροιμία ἐπὶ τῶν παραινουμένων καὶ μὴ σωφρονούντων πρὸς τοὺς παραινοῦντας τό· ἐχῖνον
5λεαίνεις. μῆτις· βουλὴ, ἐπίνοια, πανουργία, τέχνη.

2

.

226

Ἴσασι· προνοοῦσι, γινώσκουσιν. βίας· βία ση‐ μαίνει δύο· τὴν ἀνάγκην καὶ τὴν δύναμιν. βίας· δυνά‐ μεις. ζαμενεῖς· ἄγαν σφοδρὰς, ἄγαν ὁρμητικὰς, τὰς ἄγαν ὁρμητικὰς καὶ σφοδρὰς πνοὰς, κακάς.

2

226bis

Ὀρνυμένας· διεγειρομένας· ἐκ τοῦ ὄρω τὸ διεγείρω ὀρύω, καὶ πλεονασμῷ δωρικῷ τοῦ ν ὀρύνω, καὶ ἐν ὑπερβιβασμῷ ὀρνύω καὶ ὀρνύμενος καὶ ὄρνυτο καὶ ὄρνυμι καὶ ὀρνυμένας γράφουσιν. νώτοισι· ῥάχαις.
5ἀνοχλίζουσιν· ἀνακινοῦσιν, ἀναβαστάζουσιν, ἀνέχουσιν, ἀναφέρουσιν ἐπὶ τῶν νώτων οἱ ἐχῖνοι ἕκαστος λίθον βαρὺν περὶ ταῖς ἰδίαις ἀκάνθαις, ἵνα τῷ βάρει τούτῳ συνέχωνται περιφερεῖς οὕτω, καὶ μὴ ὑπὸ κυμάτων φε‐ ρόμενοι ῥίπτωνται εἰς χέρσον.

2

.

228

Λᾶαν· λίθον. βαρύθοντα· βαροῦντα. ἐκείνους· λίθον βαρὺν περὶ ταῖς οἰκείαις ἀκάνθαις φέρουσι, τουτ‐ έστι ὅσον δύνανται φέρειν.

2

.

229

Φορέοιεν· βαστάξειεν. ἀντία· ἀπ’ ἐναντίας, τῇ κακῇ.

2

.

230

Βριθόμενοι· βαροῦντες. τό· τοῦτο, ὃ μέλλω εἰπεῖν, σύρεσθαι αὐτοὺς ὑπὸ τῶν κυμάτων. τρομέουσι·
φοβοῦνται.Column end

2

.

231

Ἠϊόνεσσι· αἰγιαλοῖς. κυκώμενον· ταρασσόμενον. οἶδμα· κῦμα. κυλίσῃ· ἐκβάλῃ.

2

.

232

Τιν’· τῶν ἀνθρώπων δηλονότι. ἄπυστον· ἀνή‐ κοον, ἀμαθῆ (ές Cod.).

2

.

233

Τέχνης· πανουργίας, δόλου. πέτρῃσι· σήμαινε ὅτι ἀπὸ πληθυντικῶν ταῖς πέτραις εἰς ἣν ἂν προσπτύ‐ ξωνται εὕρηται. ἰνδάλλονται· εἰδωλοποιοῦνται, ἐξο‐ μοιοῦνται, εἰκάζονται, γίνονται.

2

.

234

Τήν κε· ἥντινα. ποτιπτύξωσι· προσπλέξωσι, περιπτύξωσι, περιπλέξωσιν. σπείραις· τοῖς πλοκάμοις, περὶ τοῖς ποσὶ διὰ τὸ κυκλοτερὲς, τοὺς πόδας· ἀπὸ τοῦ ἐνεργουμένου τὸ ἐνεργοῦν· ἐνεργοῦσι γὰρ οἱ πόδες τὴν
5περιπλοκήν· γράφεται σπείραις ἤως ποσίν· καὶ παρ’ Ὁμήρου τοιαῦτα· ἐνεργοῦσι γὰρ οἱ πόδες τοῦ γεράνου· λέγεται γὰρ σπεῖρα τοῦ ὄφεως ὁ ὁλκὸς καὶ ὁ κύκλος, καὶ οἱ τοῦ πολύποδος πλόκαμοι διὰ τὸ κυκλοτερὲς, καὶ τὸ στρατιωτικὸν τάγμα ἀπὸ τοῦ κατὰ κύκλον
10ἔχειν τὸ σχῆμα καὶ τὴν τάξιν, ὅπερ ἐστὶ στρατιωτικῆς τέχνης. τε βάλωσι· γράφεται περιβάλλονται.

2

.

235

Ἄνδρας τ’ ἀγρευτῆρας· λανθάνουσί τε τούς θ’ ἁλιεῖς καὶ τοὺς ἰσχυροτέρους ἰχθῦς. κρέσσονας· ἀττικὸν, τὸ ἐπικρατέρους.

2

.

236

Παραπλάγξαντες· ἀπατήσαντες, πλανήσαντες, παραπλανήσαντες. ἄλυξαν· ἔφυγον, ἐξέφυγον.

2

.

237

Χειρότερος· μικρότερος, ἀσθενέστερος, μικρὸς, ἀσθενής. ἐπισχεδόν· πλησίον. ἀντιβολήσῃ· συναντήσῃ, ἐπέλθῃ.

2

.

238

Ἐξεφάνησαν· οἱ πολύποδες εἰκασθέντες ταῖς πέτραις, ἐξεφάνησαν καὶ αὐτοὶ καὶ ἰχθύες ὄντες καὶ πολύποδες, ὥσπερ ἐκπηδήσαντες ἐκ τῆς πετραίης μορ‐ φῆς καὶ μεταβληθέντες.

2

.

239

Μορφῆς· ἐκ τῆς ἰδέας τῆς πετραίας. ἐξάλμενοι· ἐκπηδήσαντες, ἐκβάντες, πηδήσαντες. δόλοιο· πανουρ‐ γίας, τῆς ἀπάτης.

2

.

240

Ἐφράσσαντο· ἐνόησαν, ἐπορίσαντο, ἐπενόησαν, ἐφεῦρον. ἐξήλυξαν· ἐξέφυγον. ὄλεθρον· τὴν φθορὰν, τὸν θάνατον· γράφεται χροιὰν ἠλλάξαντο.

2

.

241

Ἐπιστείχειν· πορεύεσθαι.

2

.

242

Ζαμενεῖς· σφοδράς. ἐπιτρομέουσι· φοβοῦνται. θυέλλας· πνοάς· γράφεται καὶ ἀέλλας.

2

.

243

Γλαφυρῇσιν· βαθέσιν, ἐσχισμέναις, ἢ βαθείαις, κοίλαις. ἐφεζόμενοι· ἐπικαθήμενοι. θαλάμῃσι· φωλεαῖς, φωλεοῖς.

2

.

244

Πτήξαντες· πεσόντες, φοβηθέντες, μετὰ φόβου πεσόντες. δαίνυνται· τρώγουσιν, εὐωχοῦνται· ὅτι τὰς ἰδίας σάρκας ὁ πολύπους ἐσθίει τῷ χειμῶνι οὕτως ἱστορεῖ καὶ ὁ Ἡσίοδος (ἔργ. 524)·
5
ὅτ’ ἀνόστεος ὃν πόδα τένδει, τουτέστιν ἐσθίει.

2

.

245

Ἀλλοτρίας· ξένας. οἱ δ’ αὖτις· οἱ πόδες· εἶπεν ὅτι κειρόμενον πάλιν ἀναφύεται, ὡς τὰ καλὰ τῶν δέν‐ δρων. κορέσαντες· χορτάσαντες. ἄνακτας· δεσπότας,
ἢ αὐτοὺς πολύποδας· ἄναξ ἐτυμολογεῖται ἀπὸ311
5τοῦ ἀνακῶς καὶ ἐπιμελῶς διακεῖσθαι τοῖς ὑπ’ αὐτὸν, ἐξ οὗ λέγεται καὶ ἀνάκη ἡ ἐπιμέλεια, σημαίνει δὲ τρία· τὸν θεὸν, ὡς τό (Il. η, 23)·
ἄναξ Διὸς υἱὸς Ἀπόλλων. τὸν βασιλέα, ὡς τό (Il. α 172)·
10
ἄναξ ἄνδρων Ἀγαμέμνων. καὶ τὸν οἰκοδεσπότην, ὡς τό (Od. α, 397)·
αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομ’ ἡμετέροιο ἐτυμολογεῖται δὲ καὶ ἄλλως παρὰ τὸ τὴν ἄνω τάξιν ἔχειν.

2

.

246

Φύονται· ἀναβλαστοῦσιν, ἀναβλαστάνονται, αὔξονται. ἐπέπνευσε· ἐπέβαλεν, ἐπεχαρίσατο. ἐπένευσε· προσέταξεν, ἐκέλευσεν.

2

.

247

Τοῖον· τοιοῦτον· ἔθος τούτῳ, [ὅτε] λέγει περὶ ἰχθύος ἔχοντος φύσιν ὁμοίαν χερσαίῳ ζώῳ, λέγειν καὶ περὶ ἐκείνου. βλοσυροῖσιν· φοβεροῖς, τοῖς ὀργίλοις. βλο‐ συρῇσιν· καταπληκτικαῖς, καὶ ἀγρίαις καὶ καταπληκ‐
5τικαῖς. ὀρειμάργοισι· ἐν τῷ ὄρει μαινομένοις. ἀειμάρ‐ γοισιν· ἀκορέστοις· γράφεται ὀρειμάργοισιν. νόημα· ἐπίνοια, μηχανή.

2

.

248

Ἄρκτοις· ἀρκούδοις, ἀρκουδίαις· ἄρκτος παρὰ τὸ ἀρκτοῦν, ὃ σημαίνει τὸ βοηθεῖν, ἡ βοηθοῦσα ἑαυτήν· ὁπόταν γὰρ ἀπορῇ τροφῆς, τοὺς ἑαυτῆς πόδας ἐκλεί‐ χουσα τὸν καιρὸν διανύει. ἄρκτος, ἄρκος παρὰ τὸ ἀρ‐
5κεῖν ἑαυτῇ εἰς τροφὴν ἐν καιρῷ χειμῶνος, καὶ ἄρκυλλοι τὰ τῶν ἄρκων γεννήματα. ἀλυσκάζουσαι· ἐκφεύγουσαι. ὁμοκλήν· ἀπειλήν· ὁμοκλὴ ἀπὸ τοῦ ὁμοῦ καὶ τοῦ κλῶ τὸ καλῶ, ἡ μετὰ σφοδρότητος ἐπιταγή.

2

.

249

Δῦσαι· εἰσελθοῦσαι, ὑπελθοῦσαι. μυχόν· βά‐ θος, σπήλαιον, ἐνδοτικὸν τόπον.

2

.

250

Ὅν· ἴδιον. λιχμάζουσιν· λείχουσιν. ἐδητύος· βρώσεως. ἄπιστον· ἢ ἄπυστον καὶ ἀμαθές. ἄπυστον· ἀδίδακτον. ἄπαστον· ἄγευστον, ἢ ξενόν· πάσασθαι γὰρ τὸ φαγεῖν, καί ἐστιν ὁ τῆς λέξεως νοῦς ἀστεῖος, λέγει
5δὲ τὴν τοιαύτην ἐδητὺν τῆς ἄρκτου καὶ ἄπαστον, οἷον εἴ τις λέγει βρῶσιν ἄβρωτον· οὐ γὰρ ἀξιόλογος βρῶσις τὸ λιχμάζειν τοὺς πόδας· τοῦτο γὰρ καὶ φαγεῖν ἐστι καὶ μὴ φαγεῖν· διὸ καὶ δαῖτα ἀνεμώλιον τοῦτο λέγει, τουτ‐ έστιν ἀνεμιαίαν· ἀνεμιόλιον, καὶ κράσει ἀνεμώλιον,
10ὡς τὸ σόος σῶς ὁ ὑγιὴς παρὰ τῷ ποιητῇ (Il. χ, 332), καὶ τὸ οἰκίδιον τᾠκίδιον, καὶ προόρα πρώρα. ἔργον ἄπα‐ στον· βρῶσις ἄβρωτος.

2

.

251

Μαιόμεναι· ζητοῦσαι, ψηλαφῶσαι, ἐρευνῶσαι, κτώμεναι. δαίτην· εὐωχίαν. ἀνεμώλιον· ματαίαν, ἀνεμιαίαν.

2

.

252

Προβλώσκειν· προπηδᾷν τοῦ φωλεοῦ, προβάλ‐ λειν, προέρχεσθαι, προπορεύεσθαι, ἤως ἐξέρχεσθαι. ἡβήσειεν· νεάσειεν, αὐξήσει, ἀκμάσειεν.

2

.

253

Ἔξοχα· ἐξόχως· περὶ ἔχθρας καὶ ἔριδος, ὧνπερ τρέφουσι πρὸς ἀλλήλους ἡ μύραινα, ὁ πολύπους καὶ ὁ κάραβος, καὶ πῶς ἐν ἀμοιβαίοις φόνοις μετὰ πανουρ‐ γίας καὶ φυσικῆς ἐπικουρίας ἡ μὲν ἀγρεύει τὸν πολύ‐
5ποδα, ὁ δὲ πολύπους τὸν κάραβον, ὁ κάραβος δ’ αὖ τὴν
μύραιναν, τουτέστιν ἄλλος ἄλλον φαγὼν ἐνέπλησε τὴν ἑαυτοῦ γαστέρα. ἀλλήλοισιν· ἀλλήλοις οὖσιν. ἀνάρσιον ὀλεθρίαν, πολέμιον, ἐναντίον. ἔχθος· μῖσος. ἔχουσι· κέ‐ κτηνται.Column end

2

.

254

Ἀϊκτήρ· ὁρμητικός.

2

.

255

Ὀλέκουσιν· φθείρουσιν. ἀμοιβαίοισι· τοῖς κατ’ ἀλλαγὴν καὶ ἀντάμειψιν, ἀνταποδοτικοῖς, παρηλλαγ‐ μένοις· ὁ κάραβος ἐσθίει τὴν μύραιναν, ἡ μύραινα τὸν πολύποδα, καὶ ὁ πολύπους τὸν κάραβον. πόνοισι·
5ἀγῶσιν.

2

.

256

Ἰχθυόεσσα· θαλασσία, ἰχθυηρά. μετά σφισιν· ἐν αὐτοῖς τοῖς τρισίν. ἐνυώ· μάχη, ἡ πολεμικὴ θεά.

2

.

257

Μόθος· μάχη, πόλεμος. ἄλλου· ἐξ, ὑπό. ἐμπλή‐ σατο· ἐγέμισεν, ἐκόρεσεν, ἐπλήρωσεν. νηδύν· γαστέρα, κοιλίαν.

2

.

258

Ἡ μέν· ἤως ἡ μύραινα. ὑπέκ· ὑποκάτω· κρυ‐ φιότητα δηλοῖ ἡ ὑπό. ἁλιμυρέος· διὰ τῆς θαλάσσης ἠχούσης, ἐν τῇ ἁλὶ ἠχούσης, ἢ ἐν τῇ ἁλὶ πλημμυρού‐ σης, ἁλμυρᾶς καὶ ἠχητικῆς, τῆς ὑπὸ θαλάσσης βρεχο‐
5μένης· ἀπὸ τοῦ ἃλς καὶ τοῦ ῥέω ἃλς ἁλὸς ἅλμη ἁλιμυρέος, τῆς ἐν ἁλὶ οὔσης καὶ ἠχούσης, ἁλμυρῆς, τῆς ἐν τῇ ἁλὶ οὔσης, περὶ ἣν μύρεται, ἤως μορμύρει, Ὅμηρος (Od. ε, 460) δέ· «ποταμὸν ἁλιμυρήεντα» λέγει.

2

.

259

Φοιταλέη· μανικὴ, ὁρμητική. διέσσυται· ὁρμᾷ, διέρχεται, διαπορεύεται. οἴδματα· διὰ τῶν, κύματα.

2

.

260

Φορβήν· τροφήν. μαιομένη· ζητοῦσα, ἐρευ‐ νῶσα. τάχα· ταχέως. εἴσιδε· ἐθεάσατο. ἀκτῆς· αἰ‐ γιαλοῦ.

2

.

261

Διερπύζοντα· διερχόμενον. ἀσπασίην· ἐπιθυ‐ μητὴν, φιλικὴν, χαροπήν. θήρην· ἄγραν, ἐπὶ γλυκεῖαν θήραν ὥρμησεν.

2

.

262

Ἔσσυτο· ὥρμησεν. γηθομένη· γράφεται γηθο‐ σύνῃ, ἤως ἐν χαρᾷ. ἐγγὺς ἰοῦσα· πορευομένη.

2

.

263

Ἀτυζόμενος· φοβούμενος, ταρασσόμενος. δεδό‐ νηται· κεκίνηται, τετάρακται, φοβεῖται, δειλιᾷ, κλο‐ νεῖται, κατανεύει, κινεῖται.

2

.

264

Φόβον· φυγήν. μῆχος· μηχανὴν, τρόπον· μῆχός ἐστιν ὄνομα οὐδέτερον τὸ μὴ ἠχτὸν, λέγουσί τινες, ὅτι ἐκ τοῦ μηχανὴ γίνεται κατὰ παρασχηματισ‐ μὸν μῆχος, ὡς ἡδονὴ ἦδος (Il. α 275 et 576)·
5
οὐδέ τι δαιτὸς
ἐσθλῆς ἔσσεται ἦδος.
ἀλύξαι· φυγεῖν, εἰς τὸ ἐκφυγεῖν.

2

.

265

Ἕρπων· συρόμενος ὁ πολύπους. ἄσπετα· γρά‐ φεται ἄσχετα. ἄσχετα· πολλά. μαιμώωσαν· προθυμου‐ μένην, ὁρμῶσαν, προθυμοῦσαν.

2

.

266

Αἶψα· ταχέως. κατέμαρψε· κατέλαβεν. γένυν στόμα. ἐνέρεισε· ἐστήριξεν, ἐνεστήριξεν, δαφοινήν· φονικήν.

2

.

267

Ὀλοῆς· ὀλεθρίας. μάρναται· μάχεται· μάχη ἐτυμολογεῖται ἀπὸ τοῦ αἷμα χέειν, ὡς καὶ πόλεμος ἀπὸ τὸ (τοῦ) τοὺς πολλοὺς ἐμεῖν, τουτέστι φονεύειν.

2

.

268

Ἑλίσσεται· συστρέφεται. δ’· ἀργόν.

2

.

269

Στροφάλιγγας· συστροφάς. ὑπὸ στερεοῖσιν· ὑπὸ
σκολιοῖς. ἱμᾶσι· τοῖς ποσὶ τοῦ πολύποδος, πλοκάμοις.312

2

.

270

Τεχνάζων· μηχανώμενος. εἴ πως· ὅπως, ἵνα. ἐρητύσειε· κωλύσειε, τοῦ ἔργου. βρόχοισιν· δεσμοῖς.

2

.

271

Ἀμφιβαλών· περικυκλώσας, περικρατήσας. ἄκος· θεράπευμα. ἀλεωρή· ἐκφυγὴ, ἀποφυγή.

2

.

272

Ἀμφιπεσόντος· πολύποδος. ἀμφιπεσόντ’· ἀντὶ τοῦ ἀμφιπεσόντος. ἀμφιβαλόντος· πεσόντος, περιπλα‐ κέντος· γράφεται ἀμφιπεσόντος. ὀλισθηροῖς· γλίσχροις, λείοις, ὁμαλοῖς. ὀλισθηρόν ἐστι τὸ σῶμα αὐτῆς, καὶ
5ἐκκλίνει τὸν δεσμὸν τοῦ πολύποδος περιπλεκομένου τὰ αὐτῆς νῶτα τὰ παναίολα. ὀλισθηρόν ἐστι καὶ ἐκκλίνει τὸν δεσμὸν, (ἀπο) ἀποστενοῖ αὐτὸν καὶ φεύγει, τὸν δὲ νῶτον εἶπεν ἀρσενικὸν τῆς μυραίνης περιπλέκει ὁ πο‐ λύπους τῆς ἐχούσης τὰ μέλη ἀρκοῦντα πρὸς τὴν μάχην.

2

.

273

Ὀτραλέη· σπουδαῖα, ἰσχυρά· ὀτραλέη ἀπὸ τοῦ τρῶ τὸ φοβοῦμαι· ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν τρεὺς, μετὰ τοῦ στερητικοῦ α ἀτρεὺς ὁ ἄφοβος καὶ τροπῇ ὀτρεὺς καὶ ἰωνικῶς ὀτρῆος (Il. γ. 186.) «λαοὺς ὀτρῆος.»
5ἡ γενικὴ τῶν πληθυντικῶν ὀτρέων καὶ τὸ ὄνομα ὀτράη, καὶ ὥσπερ παρὰ τὸ κάρπιμος πλεονάζει ἡ αλ συλλαβὴ καὶ γίνεται καρπάλιμος, οὕτως καὶ ὧδε πλεονασμῷ τῆς λε συλλαβῆς ὀτραλέη. διαῤῥέει· διαπίπτει, ἐκφεύγει.

2

.

274

Αὐτάρ· δέ. νῶτα· ῥάχιν. παναίολα· ποικίλα τῷ χρώματι. δειρήν· τράχηλον πρότερον.

2

.

275

Οὐρήν τ’· οὐρήεντα. ἀκροτάτην· ἄκραν. περι‐ βάλλεται· περιπλέκεται, κατέχεται. αὖτε· γράφεται αὐ‐ ταῖς.

2

.

276

Γενύων· παρειῶν. μυχοῖσι· βαθέσιν.

2

.

277

Ὡς δέ· παραβολή. παλαισμοσύνης· παλαί‐ στρας. γυιαλκέος· ἰσχυρᾶς, ἐν γυίοις ἀλκὴν ἐχούσης, ἢ ἐν γυίοις ἀρκούσης πρὸς μάχην, τῆς δεομένης γυίων ἀρκετῶν παλαίστρας, ὡς πρὸς τὴν μάχην. γυιαρκέος·
5γυίων καὶ μελῶν ἀλκίμων δεομένης· γράφεται καὶ γυιαλκέος, ἤτοι τῆς παλαισμοσύνης τῆς χρῃζούσης με‐ λῶν ἀρκούντων πρὸς τὴν μάχην. ἴδμονες· ἐπιστήμονες.

2

.

278

Δηρόν· ἐπὶ πολύ. ἐπ’ ἀλλήλοισι· κατ’ ἀλλήλων. ἀναφαίνετον· δυϊκὸν, ἀναφαίνουσι, δεικνύουσιν.

2

.

279

Λιπαρός· ἐλαιώδης. λιαρός· χλιαρός, λιπαρός· γράφεται λιπαρός. λιαρὸς ἤγουν λιπαρὸς διὰ τὴν ἀλοι‐ φὴν τοῦ ἐλαίου. ἀθέσφατος· πολὺς, ἄπειρος· ἀθέσφα‐ τος ἐκ τοῦ θεὸς καὶ τοῦ φατὸς, τοῦτο ἐκ τοῦ φημι τὸ
5λέγω θεόφατός τις ὢν, καὶ κατὰ συγκοπὴν καὶ πλεονασμῷ τοῦ ς θέσφατος, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀθέσφατος· καὶ οὐδέτερον ἢ ὑπερβολικὸν, ὃν οὐδὲ θεὸς ἑρμηνεύει διὰ τὸ πλῆθος, οἷον θεόφαντον καὶ ἄπειρον· ἐξ αὐτοῦ ἀθέσφατον τὸ πολὺ καὶ δαψιλές.

2

.

280

Χεύεται· χέεται. ἀμφοτέροις· καὶ δυσὶν ἀνδράσι δηλονότι. αἰόλα· πολλὰ, ποικίλα. κέρδεα· τεχνάσ‐ ματα, τὰς ἐπιτηδεύσεις, πανοῦργα. τέχνης· τῆς πα‐ λαίστρας, τὰ τῆς παλαίστρας ἐπιτηδεύματα.

2

.

281

Πλάζονται· πλανῶνται, ἀπρακτοῦσιν. χεῖρες· ἀλλήλων. ἐπί· περί. χροΐ· σώματι. κυμαίνονται· ταράσ‐ σονται, ἀστατοῦσι, κινοῦνται.

2

.

282

Κοτυληδόνες· οἱ πλόκαμοι, αἱ περὶ τοὺς πλο‐
κάμους φολίδες, πλεκτάναι· οὕτω λέγονται διὰ τὰς ἐπικειμένας τοῖς πλοκάμοις κοίλας οἷον κοτύλας. κατὰ κόσμον· εὐτάκτως, κατὰ τάξιν, ἐγκαίρως.Column end

2

.

283

Κενεῇσι· ματαίαις. μογέουσιν· κακοπαθοῦσιν.

2

.

284

Ὀξυτέρῃσιν· ὀξυτόμοις. ὑπό· ἐν. ῥιπῇσιν· ὁρμαῖς, εἰσβολαῖς.

2

.

285

Δαρδάπτει· κατεσθίει, ἐσθίει, κατακόπτει. κατ‐ εδέξατο· κατέλαβεν.

2

.

286

Γενύεσσι· καὶ στόμασιν. θοοί· ὀξεῖς· θοὸν λέγε‐ ται τὸ ταχὺ καὶ ὀξύ. τρίβουσιν· συντρίβουσι, κόπτουσιν·

2

.

287

Ἀσπαίρει· κινοῦνται, ψυχοῤῥαγοῦσι, palpitant. ἀσπαίρεται· κινεῖται. ἑλίσσεται· στρέφεται, συστρέφε‐ ται. ἡμιδάϊκτα· ἡμίκοπα, ἡμίτμητα, ἡμιμέριστα, ἡμί‐ βρωτα.

2

.

288

Εἰσέτι· ἀκμὴν, καὶ ἕως οὗ. ποιφύσσοντα· πνευστιῶντα, ὁρμῶντα, ἀσθμαίνοντα, κινούμενα, στε‐ νάζοντα· ποιφύσσειν ἐστὶ τὸ διαφανῶς ὁρμᾷν.

2

.

289

Ὡς δ’ ὅτ’· παραβολή. ξυλόχους· τόπους, ὄρη συνδένδρους τόπους, τοὺς ξύλα ἔχοντας. στίβον· ἴχνος ἐξερεείνων· ἐρευνῶν, ἐξερευνῶν.

2

.

290

Βριθύκερως· μεγαλόκερως· παραβολὴ παρα‐ βαλλομένη ὅλῳ τῷ πράγματι. ῥινήλατον· διὰ τῶν ῥινῶν, διὰ τῆς ῥινὸς ἐλαυνόμενον, τὸ ὑπὸ τῆς ῥινὸς τῆς ἐλάφου ἐλαυνόμενον καὶ διωκόμενον, ἤως καταλαμβανόμενον
5τὰ γόνατα τῆς ἐλάφου, τὸν διὰ τῆς ῥινὸς θηρώμενον, ἢ τὸν διὰ τῆς ῥινὸς εὑρισκόμενον· καὶ γὰρ ὀσφραινομένη εὑρίσκει τοὺς φωλεοὺς τῶν ὄφεων. ἴχνος· σημεῖον, δια‐ τύπωσιν.

2

.

291

Χειήν· κατάδυσιν, φωλεάν. εἰσαφίκανε· κατέ‐ λαβεν, ἦλθε, δείκνυσιν· ἐνταῦθα ὁ ποιητὴς τὸ γλίσχρον τοῦ ὄφεως ἀπὸ τοῦ ὀνόματος τῆς χειᾶς· χεόμενος γὰρ ὥσπερ ὕδωρ τὴν κατάδυσιν ὑπεισέρχεται· ἢ ἀπὸ τοῦ
5χῶ χείω τὸ χωρῶ χειὰ ἡ κατάδυσις ἐν ᾗ ὄφις. ἑρπετόν· ὄφιν. εἴρυσεν· εἵλκυσεν.

2

.

292

Δάπτει· δάκνει. ἐμμενέως· διηνεκῶς, ἰσχυρῶς, σπουδαίως. ἑλίσσεται· συστρέφεται. ἀμφί· περί. γοῦνα· κατ’ ἀποκοπὴν τῆς τα συλλαβῆς.

2

.

293

Δειρήν· τράχηλον. στέρνον· στῆθος. ἡμίβρωτα· ἡμίκοπα. κέχυνται· ταχέως κινοῦνται ὡς ὕδωρ.

2

.

294

Ἅψεα· τὰ μέλη παρὰ τὸ ἀλλήλων ἐφάπτεσθαι, κρέα, αἱ τῶν μελῶν κυρίως συναφαὶ καλοῦνται ἅψεα παρὰ τὸ ἅπτεσθαι ἀλλήλων. δαιτρεύουσιν· κατακό‐ πτουσιν.

2

.

295

Δνοπαλίζεται· συστρέφονται, κόπτονται, συ‐ στρέφεται· δνοπάλιξις κυρίως ἡ διὰ τῶν χειρῶν τίναξις καὶ ἐκκίνησις παρὰ τὸ δινεῖν τὰς παλάμας, ἢ ἀπὸ τοῦ δονῶ καὶ τοῦ πάλλω τὸ κινῶ. δνοπαλίζεται· κόπτεται,
5σπαράττεται, κατακόπτεται, ταράσσεται. αἰόλα· ποι‐ κίλα ταῖς κοτυληδόσιν, ἢ πανοῦργα διὰ τὴν ἐξαλλαγὴν τῶν ἰδεῶν.

2

.

296

Δυσμόρου· δυστυχοῦς. μῆτις· γνῶσις, μηχανὴ, βουλή· οὐδὲ τὸ περὶ τὰς πέτρας αὐτῶν βούλευμά τε καὶ ἐπιτήδευμα, καθ’ ὃ ἐξομοιοῦται παντάπασιν αὐτοῦ (αῖς), δύναται σῶσαι αὐτὸν τοῦ τῆς μυραίνης κινδύνου. ἐπι‐
5φροσύνης· φρονήσεως, τῆς ἐπινοίας καὶ πανουργίας.313

2

.

297

Πετραίης· καὶ τῆς γενομένης δι’ αὐτοῦ εἰς τὴν πέτραν. ἀλευόμενος· φεύγων, ἐκφεύγων τὴν μύραιναν, ἀπὸ τοῦ ἀλέω ἀλεύω.

2

.

298

Πλέξηται· περιπλακῇ, περιλάβῃ. χροιήν· ὄψιν τῆς πέτρας. ἀμφιέσηται· περιβάλληται. ἀμφιδέσηται· ἀμφιβάληται, ἐνδύσηται.

2

.

299

Κέαρ· τὴν γνῶσιν, τὴν ψυχὴν, τὴν φρόνησιν, περιφραστικῶς τὴν μύραιναν· ἀλλ’ οὐκ ἔλαθε, καίτοι τὴν πέτραν περιπλακεὶς ἐν χροιᾷ καὶ πάντα ὁμοία (ὅμοιος).

2

.

300

Φράζεται· νοεῖ. φέρει· γράφεται πέλει. νό‐ ημα· μηχάνημα, μηχανή.

2

.

301

Ἔνθα· τότε. οἰκτείρειας· ἐλεήσειας. ἀκοσμο‐ τάτοιο· ἀτιμοτάτου, τοῦ ἀσχήμονος ἕνεκα καὶ ἀκόσμου. μόροιο· θανάτου.

2

.

302

Πέτρῃσιν· ταῖς πετρινέαις ἰδέαις. ὑφέζεται· ὑποκάθηται, κάθηται· γράφεται ὑφαίνεται, ἤως συμπλέ‐ κεται, ἀφωμοίωται, ἢ ὑποκρύπτεται, κολλᾶται. ἡ δή· μύραινα. ἄγχι· γράφεται ἄτη.

2

.

303

Ἐπεγγελόωσα· γελῶσα, παίζουσα· τοῦτο ἠθο‐ ποιΐα λέγεται· ἰδὼν γάρ τις τὸν μὲν πολύποδα περι‐ δραττόμενον τῆς πέτρας ὁμόχροον, καὶ λανθάνειν σπου‐ δάζοντα, τὴν δὲ μύραιναν γνοῦσαν, καὶ πλησίον
5αὐτοῦ παρισταμένην, εἴποι ἂν ἐκ τοῦ εἰκότος τοιαῦτα λέγειν πρὸς αὐτὸν γελῶσαν καὶ οἱονεὶ περιυβρίζουσάν τε καὶ παίζουσαν· τί πτώσσεις καὶ κρύπτῃ δολομῆτα, καὶ τὰ ἑξῆς.

2

.

304

Μυθεῖσθαι· λέγειν. ἀπηνέα· σκληράν. κερτο‐ μέουσαν· λοιδοροῦσαν, ὑβρίζουσαν, χλευάζουσαν· γρά‐ φεται κερτομίῃσι· λοιδορίαις. κερτομῶ ἀπὸ τοῦ κῆρ τέμνειν· ἡ γὰρ λοιδορία τὴν ψυχὴν οἱονεὶ τοῦ λοιδορου‐
5μένου τέμνει.

2

.

305

Τί πτώσσεις· ἠθοποιΐα, προσωποποιΐα, κεῖσαι. πτώσσεις· φοβῇ, συστέλλῃ, κρύπτῃ, ὑποπίπτεις, κρύ‐ πτεις. δολομῆτα· πανοῦργε, δόλιε τὴν βουλήν. ἔλπεαι· καὶ ἐλπίζεις. ἠπεροπεύειν· ἀπατᾷν· ἠπεροπεύω γίνεται
5ἀπὸ τοῦ ἡμεροπεύω, τοῦτο δ’ ἀπὸ τοῦ ἡμέρους ὄπας λέγειν.

2

.

306

Ἦ· ὄντως. πειρήσομαι· εἰσελθεῖν, ἐκβαλεῖν σε καὶ πεῖραν καὶ δοκιμὴν ποιήσομαι.

2

.

307

Σπιλάς· πέτρα. ἥδε· αὕτη, δεικτικόν. εἰ δὲ καί· ἀργόν. ἠμύσασα· κλιθεῖσα, σκεπάσασα, συγκρύψασα.

2

.

308

Αὐτίκα· μετὰ ταῦτα, ἀφ’ οὗ εἶπε ταῦτα. οὐλοόν· τὸ ἀγκύλον. ἀγκύλον· τὸ ἐπικαμπές. ἕρκος· στόμα. ἐνιπλήσασα· ἀνοίξασα, ἐμβαλοῦσα· γράφεται δὲ καὶ ἐμπρήσασα, ἤως σχίσασα. λαφύσσει· λάπτει, ῥοφᾷ,
5σπαράσσει, ἀναῤῥοφᾷ· τὸ λαφύσσει κυρίως ἀντὶ τοῦ λάπτει καὶ ῥοφᾷ.

2

.

309

Χοιράδος· πέτρας, τῆς εἶδος χειρὸς (χοίρου) ἐχούσης, ὑφάλου, μελαίνης, ὑποκύρτου, μικρὸν ὑπερε‐ χούσης τοῦ ὕδατος, ὥστε ἐοικέναι χοίρῳ ἐπιπλέοντι θαλάσσης τὰ νῶτα, ἢ τῆς εἶδος ἐχούσης χοίρου, ὑπὸ
5τραχείας πέτρας, ὑπερανέχουσαν μικρὸν τῆς θαλάσσης ὡς ἐοικέναι χοίρῳ πλέοντι. ἐρύουσα· ἑλκύουσα, σύρουσα.
περίτρομον· φόβου πλήρη, περιτρέχοντα.Column end

2

.

310

Δαϊζόμενος· κοπτόμενος, κατακοπτόμενος, ἀπὸ τοῦ δαίω τὸ κόπτω, ἢ παρὰ τὴν δάϊν τὴν μάχην ὁ κα‐ ταμαχόμενος, σημαίνει καὶ τὴν νίκην, σημαίνει καὶ τὴν πεύκην. πάγον· πέτραν, λίθον· γράφεται τὴν πέ‐
5τραν. ἀνίησιν· ἐνδίδωσιν, ἀφίησι, δίδωσιν.

2

.

311

Ἔχεται· ἅπτεται, καὶ κρατεῖ, περιέχεται, ἀν‐ τιλαμβάνεται. εἱλιγμένος· ἐντετυλιγμένος.

2

.

312

Λείπωνται· ἐναπομείνωσιν. μοῦναιν· αἰολικὸν, ἰωνικόν. κοτυληδόνες· φολίδες, πλόκαμοι, πλεκτάναι, τὰ καρφία, αἱ κοιλότητες τῶν πλοκάμων τοῦ πολύπο‐ δος, τὰ λεγόμενα καρφία. ἐμπεφυυῖαι· συμπεπλεγμέναι,
5ἡρμοσμέναι, κεκολλημέναι· ἐμπεφυυῖαι ἀντὶ τοῦ ἐμπλέ‐ ξασαι τὰς χεῖρας, ἰσχυρῶς κρατοῦσαι, ὡς (Il. α, 513)·
ἔχετ’ ἐμπεφυυῖα καὶ ἐμπεφύασιν· φῦμι τὸ προσπελάζω, ὁ μέλλων φύσω, ὁ παρακείμενος πέφυκα, ἡ μετοχὴ ὁ πεφυκὼς, ἀποβολῇ
10τοῦ συμφώνου πεφυὼς, καὶ τὸ θηλυκὸν ἐμπεφυυῖα.

2

.

313

Ὡς δ’ ὅτε· παραβολή. πόληος· ἰωνικόν.

2

.

314

Ἑλκομένων· συρομένων. δορυκτήτων· δορυαλώ‐ των, αἰχμαλώτων.

2

.

315

Κοῦρον· νέον, υἱὸν, παῖδα· κοῦρος λέγεται παρὰ τοῖς Ἀθηναίοις ἡλικία τις, ἐν ᾗ ποιοῦντες τραπέζας ἔτατ‐ τον ἑαυτοὺς μετὰ τῶν νεωτέρων, λέγεται δὲ καὶ ὁ ξυ‐ ρῶν αὑτοῦ τὸ γένειον ἀπὸ τῆς ῥηθείσης ἱστορίας, λέγε‐
5ται καὶ τὰ κουρόσυνα. ἀνήρ· πολέμιος· παρὰ τὸ ἀνύω τὸ τελειῶ ἀνυὴρ καὶ ἀνήρ. ἐμπεφυῶτα· περιπλακέντα.

2

.

316

Γειναμένης· μητρός. ἐρύει· ἑλκύει. ἐρύσει· ἑλκύσει. νόμον· κατά. νόμῳ· ἀκολουθίᾳ καὶ τῇ τάξει.

2

.

317

Πλέγδην· περιπεπλεγμένος, πεπλεγμένον ἢ ἐμπλόκως. ἀνίησιν· ἀφίησιν, ἀνακλίνει. μήτηρ· μὴ ἔχουσά τι πρὸς ἄμυναν ἡ μήτηρ προβάλλεται τὸν κώ‐ κυτον, ἵνα δυσωπήσῃ τὸν πολέμιον ........... ποιῆσαι
5τὴν ὑπόθεσιν πλατύνει τὸ παράδειγμα, τοῦτο δὲ καὶ τῷ Ὁμήρῳ εἴθισται.

2

.

318

Κωκυτῷ· θρήνῳ, ἤως τὸν ἄκαυστον. προΐησιν· προδίδωσιν, ἀφίησιν. ὁμῶς· ὁμοῦ. ἕλκεται· σύρεται.

2

.

319

Δειλόν· δείλαιον, ἄθλιον· γράφεται δολιχόν. δέμας· ἰστέον ὅτι σημειοῦνται τὸ δέμας οἱ παλαιοὶ τὸν μὲν ποιητὴν ἔμψυχον σώματος θετικὸν, ὡς συνδεδε‐ μένον τῇ ψυχῇ καὶ δι’ αὐτῆς συνεστῶτος, τὸ δέ γε σῶμα
5ἐπ’ ἀψύχου, τουτέστιν ἐστερημένου τῆς ψυχῆς διὰ τὸ σῆμα, καὶ ὡς ἄν τις εἴπῃ μνῆμα τοῦ ζῶντος γενέσθαι ποτὲ, τοὺς δὲ μετὰ τὸν ποιητὴν, ἐν οἷς καὶ ὁ Εὐριπί‐ δης ἀδιαφόρως χρᾶσθαι τῇ λέξει ποτὲ, δεῖ δ’ εἰδέναι, ὅτι καὶ αὐτὸς ὁ ποιητὴς ἤως ὁ Ὅμηρος τὸ δέμας
10ἐπ’ ἀψύχου ποτὲ τίθησιν, ὡς ἐν τῷ (Il. ν, 673, et ς, 1) «δέμας πυρός,» καὶ τὸ σῶμα ἐν τῇ (cod. τῷ) γʹ ῥαψῳ‐ δίᾳ (23) λεχθήσεται.

2

.

320

Λισσάδι· ὁμαλῇ πέτρᾳ ἀπὸ τοῦ λισσὸν τὸ ὁμαλόν, μυδαλέη δ’ ἀντὶ τοῦ βεβρεγμένη. μυδαλέῃ· διύγρῳ. περιφύεται· περιπλέκεται, κολλᾶται. ἀνίησιν· ἀφίησιν, ἐνδίδωσιν, ἐκλείπει.

2

.

322

Ἀυτοφόνοισι· τοῖς ἀφ’ ἑαυτοῦ φόνοις, αὐτο‐ προαιρέτοις. ἀγηνορίῃσι· ἀνδρίαις, αὐθαδείαις, μωρίαις, κενοδοξίαις. δαμεῖσαν· καταπονηθεῖσαν.314

2

.

323

Σχεδόν· πλησίον. ᾗ ἐνιναίει· ἐν ᾗ κατοικεῖ.

2

.

324

Ὀτραλέη· σπουδαῖα, ὁρμητικὴ, ταχεῖα, ἀθλία. δύο δ’ ἀνὰ κέντρα· τὰ δύο στόματα, ἢ στηρίγματα εἰς τὴν μάχην. ἀνατιτήνας· ἄνω ἐξαπλώσας, ἐξαπλώσας, ἀναπετάσας.

2

.

325

Δήϊα· πολεμικά· ἐκ τοῦ δαίω τὸ καίω γίνεται δηΐω, καὶ περισπώμενον δηϊῶ γʹ συζυγίας, καὶ (Il. δ, 417)·
δηϊωθέντων Ἀχαιῶν καὶ διαλύσει δαΐω, καὶ πλεονασμῷ τοῦ ζ δαΐζω· ἐκ
5(τοῦ) δαίω γίνεται ὄνομα δάϊος καὶ τροπῇ τοῦ α εἰς η δήϊος. φυσιόων· ἀλαζονευόμενος, γαυριῶν, ἀναβαλ‐ λόμενος, ἐπαιρόμενος, κενοδοξῶν. προκαλίζεται· προσ‐ καλεῖ, προκαλεῖται· ὡς ἐκ τοῦ πολεμῶ πολεμίζω, καὶ ἀπὸ τῶν ὁμοίων ἑτέρων περισπωμένων, οὕτω καὶ
10ἀπὸ τοῦ καλῶ καὶ προκαλῶ προκαλίζω, καὶ προκαλί‐ ζομαι ἀττικόν. μόθον· πόλεμον. ἐλθεῖν· τὴν μύραιναν.

2

.

326

Ἀριστῆϊ· στρατηγῷ, πολεμιστῇ· παραβολή. προμάχῳ· προβολῇ.

2

.

327

Ἠνορέῃ· δυνάμει, ἀνδρίᾳ· σήμαινε τὸ ἀνδρία διὰ τοῦ ι. δαημοσύνῃσι· ἐπιστήμαις, ἐμπειρίαις.

2

.

328

Ἔντεσι· ὅπλοις· ἔντεα τὰ ἅρματα ἀπὸ τοῦ ἔχειν καὶ φυλάσσειν ἐντὸς τὸν ὁπλιζόμενον, ὡς ὁ θώραξ καὶ τὰ ὅμοια ἕτερα· τὸ γὰρ ἔγχος καὶ ἡ σπάθη οὐκ ἐν ἑαυ‐ τοῖς ἔχουσι τὸν στρατιώτην. καρτύνας· ἰσχυροποιή‐
5σας. κρατύνας· ἰσχυρώσας, ὁπλίσας, στερεώσας, ἢ πε‐ ριφράξας. καρτύνων· στερεῶν. βριαρόν· ἰσχυρόν. πάλ‐ λων· κινῶν.

2

.

329

Ἔγχεα· κοντάρια. δυσμενέων· ἐχθρῶν ὅς κε· τὸν ἐκεῖνον. ἐθέλῃσιν· ἰωνικόν.

2

.

330

Ἀντιάαν· ἐξ ἐναντίας ἔρχεσθαι. ἀριστήων τῶν πολεμίων, ἀριστέων. ὀροθύνει· διεγείρει, παροξύνει.

2

.

331

Ὅγε· ὁ κάραβος· ἐπίλογος. θήγει· διεγείρει, παροξύνει τὴν μύραιναν ἐπιφραστικῶς. φρένας· τὸ θυ‐ μικόν. μῶλον· μάχην· μῶλος ἡ πολυχρόνιος μάχη παρὰ τὸ μὴ λύεσθαι ταχέως, ἢ παρὰ τὸ ὁμοῦ ὀλλύειν,
5ἢ παρὰ τὸ μολεῖν· ἐκ τοῦ ὀλλύω τὸ ὀλεθρεύω γίνεται μολύνω τὸ μο μικρὸν πλεονασμῷ τοῦ ν, πέφυκε πλεο‐ νάζειν τὸ ν ἐν τοῖς ῥήμασιν· ἐκ τοῦ ὀλλύω πλεονασμῷ τοῦ ν ὀλλύνω καὶ πλεονασμῷ τοῦ μ.

2

.

332

Δηθύνει· ἡ μύραινα, βραδύνει. θαλάμης· ἀπὸ, διὰ τοῦ σπήλου. διαΐξασα· ἐξελθοῦσα. μελαίνης· σκο‐ τεινῆς, κελαινῆς, τῆς βαθείας.

2

.

333

Γυρώσασα· κυρτώσασα· γράφεται κυκλώσασα. χόλῳ· ὀργῇ. μέγα· μεγάλως. παιφάσσουσα· ἐνθου‐ σιῶσα, ὁρμῶσα, εἰς φόνον ὁρμήσασα· ἐκ τοῦ φῶ φάσσω καὶ παφάσσω καὶ παιφάσσω, ἕτεροι δὲ παιφάσσειν
5λέγουσι τὸ γοργὰ βλέπειν ἀπὸ τοῦ τὰ φάη πάντα ἀΐσσειν. παιφάσσουσα· ὡς εἰς φόρον (νον) ὁρμῶσα· ἐκ τοῦ φῶ φώσω ἀναδιπλασιασμῷ φάσσουσα, καὶ δι’ εὐ‐ φωνίαν παφάσσουσα καὶ πλεονασμῷ τουτέστι (τοῦ ι)
παιφάσσουσα, ἕτεροι (cod. ος) δὲ παιφάσσειν λέγουσιColumn end
10τὸ ταχέως βλέπειν καὶ οἱονεὶ πάντα τὰ φάη ἀΐσσειν.

2

.

334

Ἀντιάα· ἐξ ἐναντίας ἔρχεται· ἀντιάαν ἐξ ἐναν‐ τίας ἔρχεσθαι, ἢ μεταλαμβάνειν τῆς μάχης, ἐφ’ ᾧ καὶ τὸν ἀντίπαλον διεγείρει ἐκ τῶν ἀρίστων. περισπέρ‐ χουσα· σπουδάζουσα, ταχέως σπουδάζουσα, σπεύδουσα,
5ὅθεν καὶ περισπερχὴς ὁ σπουδαῖος, καὶ περισπέρχεια ἡ ἄγαν σπουδή. αἰνῶς· λίαν.

2

.

335

Τρηχύν· τῷ δέρματι. γένυν· στόμα· λέγει τὸν σίδηρον ἐοικέναι γένυες (ας?) ἀρχόμενον πλατὺ καὶ λῆ‐ γον (λήγοντα) εἰς ὀξύ. ἀνεμώλιον· ματαίαν. αὕτως· ἀπράκτως, ἀσυντελῶς.

2

.

336

Ἐγχρίπτει· ἐμβάλλει, ἐμπελάζει. ἐτώσια· μά‐ την, ματαίως.

2

.

337

Οἱ δέ· οἱ ὀδόντες τῆς μυραίνης οἱ ἐν ταῖς γενύεσ‐ σιν, ἤτοι ταῖς σιαγόσιν ὥσπερ ἀπὸ πέτρης βαλλόμενοι κοπιῶσι καὶ ἀμβλύνονται. ἐν γὰρ τοῖς γενύεσσιν· ὡς γάρ τις λίθος προβαλὼν πέτραν διὰ τὸ ἀντίτυπον ἀπο‐
5πάλλεται αὐτοῦ περιθραυσθὲν τὰ ἄκρα. πάλιν· εἰς τοὐ‐ πίσω. γενύεσσι· σιαγόσι ταῖς (cod. τῆς) τῆς μυραίνης. ἀπηνέος· σκληρᾶς, ἤως τοῦ καράβου.

2

.

338

Παλλόμενοι· κινούμενοι, βαλλόμενοι, καὶ πη‐ δῶντες. κάμνουσι· κοπιῶσιν. ἀμβλυνόνται· ἐξασθενοῦσιν, ἀπονεκροῦνται. ἐρωῆς· ὁρμῆς, τῆς δυνάμεως· ἀπὸ τοῦ ῥῶ ῥωὴ, καὶ κατὰ πρόσληψιν συλλαβῆς ἐρωή, ἡ ῥωμα‐
5λέα ὁρμή.

2

.

339

Φλεγέθει· φλέγεται τῷ πυρὶ τοῦ θυμοῦ. ὀρίνε‐ ται· ἐγείρεται, διεγείρεται, ταράσσεται. ἄγριον ἦτορ· ἡ ἀγρία προθυμία, περιφραστικῶς ἡ μύραινα.

2

.

340

Χηλῇσι· ὄνυξιν. μεταΐξας· ὁρμήσας. ἐπαΐξας· ἐπιστραφείς. δολιχῇσι· μακραῖς, μακροῖς.

2

.

341

Αὐχενίοιο· τοῦ αὐχένος, τοῦ περὶ τὸν αὐχένα, τὸ δὲ λάβῃ ἀντὶ τοῦ δράξηται. τένοντος· τένοντος (τες) κυρίως τὰ ὀπίσω τοῦ τραχήλου νεῦρα, δι’ ὧν οὗτος τεί‐ νεται. τένοντος· τοῦ ἐξηπλωμένου νεύρου.

2

.

342

Ἴσχει· κρατεῖ. ἐμπεφυώς· ἐμπλακεὶς, περι‐ πλακεὶς, κολληθείς. πυράγρη· ἣν ξυλάβιόν φασιν οἱ χαλκεῖς· λαβὶς παρὰ τὸ πῦρ ἀγρεύειν.

2

.

343

Νωλεμές· διόλου, ἀδιαλείπτως, οἱονεὶ νηολεμὲς, τὸ μὴ ἔχον εἴσχυσιν τοῦ ὅλου. ἀνίησι· ἀφίησι, καταλιμ‐ πάνει. ἐσσυμένην· ὁρμῶσαν. ἐσσυμένη· ὁρμῶσα. παρ‐ αλύξαι· φυγεῖν, ἀλύξαι, ἐκφυγεῖν.

2

.

344

Βίῃ· ἀνάγκῃ. μογέουσα· κακοπαθοῦσα. ἀσχα‐ λόως’· λυπουμένη. ὀδύνῃσι· τοῖς πόνοις.

2

.

345

Δινεύει· συστρέφεται, συστρέφει. σκολιόν· καμπύλον. αἶψα· ταχέως.

2

.

346

Ὀξυβελῆ· τὰ ὀξέα βέλη ἔχοντα, ἢ τὰ ὀξέως βάλλοντα. περιβάλλεται· περιπλέκεται. ἀμφιχυθεῖσα· περιπλακεῖσα.

2

.

347

Σκώλοισι· τοῖς ἀπεξυσμένοις ξύλοις, ταῖς ἀκάν‐ θαις τοῦ καράβου, κυρίως δὲ σκῶλα ξύλα τινὰ ὠξυμ‐ μένα μέρει ἑνὶ, χρήσιμα τοῖς μαχομένοις, ἀφ’ ὧν καὶ τὸ ἐμπόδιον σκῶλον, καὶ σκόλοπες δὲ τὰ ὀρθὰ ξύλα.
5σκώλοισι· κέντροις. σκόλοψ καὶ σκῶλον τὸ ὀξὺ ξύλον,
τὸ τοῖς μαχομένοις χρήσιμον, ἀφ’ οὗ καὶ σκῶλον τὸ ἐμπόδιον· γράφεται καὶ κώλοισι τοῖς ὀστέοις, ἤτοι τοῦ ὀστράκου τοῖς ὀξυτάτοις κέντροις· γράφεται σκολόπεσιν. ὀξείῃσιν· ὀξυτάτῃς τοῦ ὀστράκου. ἀκωκαῖς· ὀξύτησιν·315
10ἀκωκὴ ἡ δυναμένη ἀμύξαι·

2

.

348

Ὀστράκου· τοῦ καράβου. ὠτειλαῖς· πληγαῖς, τραύμασιν. περιπλήθουσα· μεστουμένη. θαμειαῖς· πυ‐ κναῖς, συχναῖς.

2

.

349

Αὐτοδάϊκτος· αὐτότμητος, αὐτοφόνευτος, ἀφ’ ἑαυτοῦ κατακοπεῖσα, αὐτοφόνος· εἰ γὰρ οὐκ ἤθελεν, οὐκ ἂν ἐξῆλθεν ἐκ τοῦ θαλάμου αὐτῆς, καὶ οὐ μὴ διε‐ φθάρη τῷ καράβῳ.

2

.

350

Ὡς δ’ ὅτι· παραβολή· ὡς δ’ ὅτε τις ἀνὴρ πε‐ πειραμένος τῶν κυνηγετικῶν, ὥστε ἡμεροῦν καὶ τιθασ‐ σεύειν τὰ θηρία, συνηγμένων οὐκ ὀλίγων ἐν ἀγορᾷ κύ‐ κλωθεν οἰκήματα ἐχούσῃ, δέχεται ἐν δορὶ πάρδαλιν
5θυμωθεῖσαν καὶ ἀγριάνασαν, ἡ δὲ καίπερ ὁρῶσα τὸν θηκτὸν τοῦ δόρατος σίδηρον, ἐχώρησεν ὅμως κατ’ αὐτοῦ ἀσχέτως, καὶ ἐδέξατο ἐν ἑαυτῇ τὴν αἰχμὴν αὐτοφόνῳ κακίᾳ, οὕτω καὶ τὴν κακοθάνατον μύραιναν συμβαίνει δαμασθῆναι ἀγνωσίαις οἰκείαις. θηροφόνων· κυνηγετι‐
10κῶν, κυνηγετῶν. δεδαημένος· εἴδησιν ἔχων, πεπειρα‐ μένος, ἐπιστήμων, ἔμπειρος.

2

.

351

Ἀμφιδόμοισιν· ἀμφοτέρωθεν ἐχούσαις δόμους, ἀμφοτέρωθεν οἰκήματα ἐχούσαις, ἀμφίδομοι ἀγοραὶ λέγονται αἱ ἀμφοτέρωθεν ἔχουσαι τὴν οἰκοδομὴν, τουτ‐ έστιν αἱ περιφανεῖς καὶ κυκλοτερεῖς, ὥσπερ καὶ ἀμ‐
5φιθέατρα παρὰ τὸ ἀμφοτέρωθεν θεᾶσθαι τοὺς ἑστῶτας. ἐναγρομένων· συναθροιζομένων, συναγομένων· τῶν κα‐ κῶν συναθροιζομένων ἐν ταῖς ἀγοραῖς ταῖς ἀμφοτέρωθεν ἐχούσαις τὴν οἰκοδομὴν, τὴν πάρδαλιν μάστιγι ἀνέγειρε μανιωθεῖσαν. ἀγορῇσι· συνελεύσεσι, στοαῖς, τόποις ἀγο‐
10ραίοις· ἀγορὴ παρὰ τὸ ἀγείρειν πάντας εἰς ἓν καὶ κατὰ τὸ αὐτὸ ὁμοῦ εἶναι.

2

.

352

Οἰστρηθεῖσαν· μανεῖσαν, ἀγριωθεῖσαν, ἀγριάνα‐ σαν. ῥοίζοισιν· ἤχοις, κτύποις, ἐντύψεσιν· ἀπὸ τοῦ παραγομένου τὸ ἑπόμενον. ἀνεῤῥοίζησεν· ἀπειλήσατο. ἱμάσθλῃ· λώρῳ. ἱμάσθλης· μάστιγος, βύτζας, δι’ ἧς
5κτυπῶν φόβον αὐτῷ ἐμποιῶν.

2

.

353

Ἐγχείῃ· δόρατι, ἔγχει. ταναηκέϊ· μακρῷ, μα‐ κρᾷ. δοχμόν· πλαγίως. δοχμός· πλάγιος. δόχμιος· πλά‐ γιος.

2

.

354

Ἡ δέ· πάρδαλις. καί· καίπερ. γένυν· ὀξύτητα, στόμα. θηκτοῖο· ἠκονημένου, ἀκονήτου, acuti.

2

.

355

Ἄγρια· ἀγρίως. κυμαίνουσα· ταρασσομένη. κορύσσεται· διεγείρεται, ἐπαίρεται, ὁπλίζεται, ὑψοῦται τῷ θυμῷ.

2

.

356

Δουροδόκη· κανταροθήκη, θηκάριον. χαλκήλα‐ τον· ἐκ χαλκοῦ, ἐκ χαλκοῦ ἠλασμένην, τὴν ἀπὸ χαλκοῦ ἐλαυνομένην, χαλκῆν. ἔσπασεν· ἐδέξατο, ἔλαβεν.

2

.

357

Ἕλε· ἔλαβεν, ἐφόνευσεν. χόλος· ὀργὴ, ὁ θυμός. ἀφραδίῃσι· ἀβουλίαις.

2

.

358

Δύσμορον· δυστυχῆ. αὐτοτύποισιν· αὐτοφόνοις,
ἑκουσίοις, αὐθαιρέτοις. ὠτειλῇσι· τραύμασιν.Column end

2

.

359

Τοίην· παραβολὴ μάχης ὄφεως καὶ ἐχίνου. γαίης ἔπι· ἀναστροφή. δῆριν· φιλονείκειαν.

2

.

360

Ξυλόχοισιν· συνδένδροις τόποις.

2

.

361

Ἀντόμενοι· συναντόμενοι, συναντηθέντες. τοῖς· τούτοις. ἀνάρσιος· πολεμία, ὀλεθρία, φονευτική· αἶσα· τύχη, μοῖρα, τάξις. μέμηλεν. ἐν φροντίδι ἦν.

2

.

362

Ἤτοι· ἀργόν. προϊδών· θεασάμενος. ὀλοφώϊον· ὀλόντα φῶτας, ὀλέθριον. ἑρπυστῆρα· ὄφιν.

2

.

363

Φραξάμενος· ὁπλισθεὶς, καθοπλισθεὶς, φραξά‐ μενος ὑπὸ ταῖς ἀκάνθαις, ταῖς πυκναῖς προβολαῖς, ἢ ἃς προβάλλεται πυκνάς. πυκινῇσι· τῶν πυκνῶν· τὸ κι ι διότι; τὰ εἰς νος ὀνόματα ἀπ’ ἐπιῤῥημάτων συγκείμενα
5διὰ τοῦ ι γράφεται, οἷον ἄληθες ἀληθινὸς, πεδοῖ πεδινὸς, πύκα πυκινὸς, τάχα ταχινός. τὸ πυ βραχὺ διότι; παρὰ τὸ πετύσσω πετύω πετύσω καὶ συγκοπῇ πτύσσω· ἄλλο γὰρ οὐ σημαίνει τὸ πτύσσω, εἰ μὴ τὸ ἐπιπίπτειν ἕτερον πρὸς ἕτερον. τὸ κι βραχὺ διότι; τὰ εἰς νος ὀνόματα
10ὀξύτονα μὴ ὄντα παρώνυμα διὰ τοῦ ι βραχέως ἐκφέρον‐ ται, οἷον ἀδινὸς, πεδινὸς, σεσημείωται τὸ χαλινὸς, καὶ λαρινὸς, τὸ μὲν χαλινὸς ὅτι ἐστὶ καὶ οὐδέτερον· λοιπὸν ὡς διαλλάξαντα κατὰ τὰ ἄλλα διήλλαξε καὶ κατὰ τὸν χρόνον. προβολῇσιν· ἐξοχαῖς, προβεβλημέναις, στερεῇ‐
15σιν. ἀκάνθαις· λέγε ἀκανθῶν.

2

.

364

Εἱλεῖται· κινεῖται, συστρέφεται. ἕρκεϊ· τῷ δώ‐ ματι, τῷ ἀκανθώδει περιτειχίσματι, ὑπὸ τῷ ἀκανθώδει καὶ τραχεῖ προτειχίσματι, ὑπὸ δέρματι· αἱ ἀκάνθαι γὰρ ἀσφαλαὶ καὶ ἕρκος τοῦ ἐχίνου εἰσίν. φυλάσσων· πε‐
5ρικαλύπτων.

2

.

365

Ἔνδοθεν· κατά. ἑρπύζων· βαδίζων, συρόμενος. σχεδόν· τοῦ ἐχίνου. θύων· ὁρμῶν.

2

.

366

Ἰοτόκοισι· ἰοβόλοις, τοῖς τίκτουσι τὸν ἰὸν, τοῖς γεννῶσι τὸν ἰὸν, πεφαρμακωμένοις. περισπέρχει· βαδί‐ ζει, κατεπείγει, βιάζει. γενύεσσιν· στόμασιν.

2

.

367

Αὕτως· μάτην. μογέει· κακοπαθεῖ. κενεόν· μάταιον. πόνον· κόπον. ἱκάνει· λαμβάνει, ἵκεται, κατα‐ λαμβάνει, ἔρχεται, ἤως ἅπτεται.

2

.

368

Χρωτός· σώματος. μαλεροῖσι· κοπτικοῖς, καυ‐ στικοῖς, μαραντικοῖς, φθαρτικοῖς, κακοῖς. ἱέμενος· προ‐ θυμούμενος, βιαζόμενος, προθυμῶν.

2

.

369

Λάχνη· τρίχωσις, ἀκανθώδης τρίχωσις· τὸ σχῆμα ἐμφαντικόν· τοιαύτη θρὶξ τραχεῖα καὶ κατά‐ ξηρος λίαν ἐνδύνει τὸν ἐχῖνον, περὶ αὐτὸν οὖσα καὶ βε‐ βηκυῖα. δυσπαίπαλος· τραχεῖα, ἀνώμαλος, μεταφορικῶς
5εἴρηται ἀφ’ ὁδοῦ σκληρᾶς, ἡ δυσχερὴς καὶ τραχεῖα. ἀμφιβέβηκεν· περιβέβηκε, περικαλύπτει.

2

.

370

Αὐτάρ· δέ. κυκλοτερής· στρογγύλος. ὀλοοίτρο‐ χος· χαλεπὸς, ὀλέθριος δι’ ὅλου, στρογγύλος καὶ περιφε‐ ρὴς δίκην τροχοῦ· ἢ ὀλέθριος, ἡ δὲ λέξις καὶ παρ’ Ὁμήρῳ (Il. ν, 137)· ἢ ὀλοὸς ἐν ᾧ τρέχει. ὀλοότριχος· ὀλεθρίας
5τρίχας ἔχων· ἢ ὀλοότροχος, ἢ φθαρτικοῦ τροχοῦ· ἢ ὁλοό‐ τροχος, ἢ ὁλοστρόγγυλος διὰ δασεῖαν. αἰόλα γυῖα· ποικίλα μέλη.

2

.

371

Δινεύων· συστρέφων. πυκινῇσι· πυκναῖς, πυκνοῖς κυλινδόμενος· κινούμενος, κυλιόμενος. στροφάλιγξιν· κινήσεσι, συστροφαῖς.316

2

.

372

Σπείρῃσι· τοῦ ὄφεως, ταῖς περιπλοκαῖς τοῦ ὄφεως. οὐτάζει· τὸν ὄφιν, τιτρώσκει. βελέεσσι· κέντροις.

2

.

373

Χαίτης· ἀντιπτωτικόν. ὀξυτόμοισιν· ὀξυτόμων. χαίτῃς ὀξυκόμοισι· ἢ τοῖς βέλεσι τῶν ὀξυκόμων χαιτῶν. εἴβεται. στάζει, στάζεται, καταστάζεται, καταβρέχε‐ ται, κατανοεῖται.

2

.

374

Ἰχώρ· ὄφις. πολλ’· γράφεται καὶ πικρά. ἀνιά‐ ζει· ἀνιᾷ, λυπεῖ.

2

.

375

Ἔνθα· τότε, καὶ ὅτε. ἀμφιβαλών· περιπλέξας. περιηγέϊ· κυκλοτερεῖ. περιηγέα· σφαιροειδῆ. ὁλκῷ· σώματι.

2

.

376

Ὑγρός· γράφεται λυγρός· ὁ γλίσχρος ἢ ὁ τρα‐ χὺς ἐκ μεταφορᾶς τοῦ ὑγροῦ ὕδατος· ἢ ὁ λυγρὸς καὶ θανάσιμος. περιπλέγδην· πλεκτικῶς, περιπεπλεγμένως. ὑπό· ἐν.

2

.

377

Ἴσχει· κρατεῖ· γράφεται ἔχει. ἐμπρίει· λυπεῖ, πιέζει, δαμάζει, ἀμβλύνει, λαμβάνει, συνέχει, συσφίγ‐ γει, ἐμφυσᾷ. ἐνερείδεται· στηρίζει, ἐμβάλλει, ἐπιβα‐ ρύνει, δαμάζει, ἐπιστηρίζει. ἀλκήν· τὴν οἰκείαν, δύ‐
5ναμιν.

2

.

378

Τοῦ δ’· ὄφεως, ἐχίνου. ὀλισθαίνουσιν· ἐμπί‐ πτουσιν, εἰσέρχονται.

2

.

379

Ὀξέα· πως, ὀξέως. πεφρικυῖαι· συνεχεῖς, ἱστά‐ μεναι, ἀνιστάμεναι, πεπυκνωμέναι· φρίσσειν κυρίως ἐπὶ χοίρου, ὅταν φοβηθεὶς ὀρθὰς ἑαυτοῦ τὰς τρίχας στήσῃ. σκολόπεσσι· ἀκάνθαις, κέντροις· ἐπαινεῖται τὴν
5εὐπορίαν τοῦ ποιητοῦ· τὰς γὰρ ἀκάνθας τοῦ τραχέος ἐχίνου προβολάς τ’ εἶπεν ἀκάνθας, ἤτοι προβλήματα πολεμικὰ, καὶ ὅπλα, καὶ ἕρκος, τουτέστι περίφραγμα τοῦ ὅλου σώματος, καὶ λάχνην δυσπαίπαλον, ἤτοι τρα‐ χεῖαν τρίχωσιν, καὶ βέλος, καὶ χαίτας ὀξυκόμους καὶ
10νῦν σκόλοπας διὰ τὸ εἰς ὀρθὸν αὐτὰς ἵστασθαι καὶ λή‐ γειν εἰς ὀξύ. πεπηγώς· παγεὶς, πεπηγμένος, πηγνύ‐ μενος.

2

.

380

Βίης· δυναστείας. ἀνίησι· ἄνεσιν καὶ πτῶσιν ποιεῖ, ἐνδίδωσιν. οὐκ ἐθέλων· ἀλλά. οὔ κε· ἀντὶ τοῦ οὔτε· τὸ γάρ κε ἀντὶ τοῦ τε. πεπέδηται· δεδέσμηται.

2

.

381

Γόμφοισιν· ἥλοις, καρφίοις· γόμφος κυρίως τὸ ξύλινον καρφίον παρὰ τὸ κόπτω κέκομμαι κόμφος καὶ γόμφος. ἀτεκμάρτοισιν· πολλοῖς, ἀσημάντοις, ἰσχυροῖς, ἀδήλοις, ἀστοχάστοις. ἀρηρώς· ἁρμοσθεὶς, ἡρμοσμένος.

2

.

382

Ὄφρα θάνῃ· ἵν’ ἀποθάνῃ. αὐτῷ· ἑαυτῷ. ἀπέ‐ φθισε· συνέφθειρεν. θήρα· ἄγρα. πιέζων. δαμάζων, συσφίγγων, ὡς μὴ ἐῶν αὐτὸν ἀναπνεῦσαι.

2

.

384

Ἔκφυγεν· ἐξέδραμεν. ἐχῖνος· ὁ χοιράκανθος.

2

.

385

Ἐκδύς· ἐξελθὼν, ὑπέξαλος, ὑπεξελθὼν, ἐκφυ‐ γών. ἀλυκτοπέδης· ἀφεύκτου δεσμῆς, ἀλύτου δεσμοῦ, ἤως τοῦ φυκτοῦ δεσμοῦ. κελαινῆς· σκοτεινῆς, θανατη‐ ρᾶς, χαλεπῆς, καὶ τῆς αἰτίας σκοτώσεως.

2

.

387

Τοίη· ἐν, τὶς, ἡ· ἐπίλογος. κακόφρονι· μωρᾷ, ἐκ τῆς κακοφροσύνης γινομένῃ. δάμνεται· κόπτεται, δα‐
μάζεται. ἄτῃ· βλάβῃ.Column end

2

.

388

Καράβῳ· γενομένη. ἁρπαλέη· ἁρπακτικὴ, εὐ‐ φραντὴ, ἐνήδονος, χαρμόσυνος. εὐάντητος· γλυκεῖα, εὐφρόσυνος, ποθεινὴ, κακοσυνάντητος γενομένη.

2

.

389

Αὖ· δή. ὁμῶς· ὁμοίως. κραιπνόν· τραχύν (τα) παρὰ τὸ ἀκαριαίως πνέειν.

2

.

390

Νωθρός· ὀκνὸς, βραδύς. ἐρωήν· ὁρμήν.

2

.

391

Σπιλάδεσσι· πέτραις. νοήσῃ· μάθῃ, ἴδῃ, θεάσῃ.

2

.

392

Αὕτως· μάτην, οὕτως, ἀπράκτως, ἡσύχως. ἀτρο‐ μέοντα· χάζοντα, ἀκινητίζοντα. λάθρη· κρυφίως.

2

.

393

Νῶτον· ἐπὶ, εἰς τὸν τοῦ καράβου. ἐπαΐξας· ὁρ‐ μήσας, ἀντὶ τοῦ πλαγία ὁρμήσας τῷ καράβῳ. περι‐ βάλλεται· περιπλέκεται, τίθησι, περιτίθησιν. αἰόλα· ταχέα ἢ ποικίλα.

2

.

394

Ἰφθίμων· ἰσχυρῶν. σειρῇσι· μάστιξιν. πιέζων· σφίγγων.

2

.

395

Οἱ· αὐτῆς, τοῦ καράβου. κοτυληδόσι· πλεκτά‐ ναις, καρφίοις. θερμόν· τὴν πνοὴν, ἀναπνοὴν, τὸ πνευ‐ στικὸν καὶ ἰσχυρόν. ἐρείδει· ἐστηριγμένως καὶ στερεῶς συνέχει, στηρίζει καὶ συσφίγγει ὁ πολύπους τὸν θερμὸν
5αὐλὸν, ἤτοι τὴν πνοὴν τοῦ καράβου ἐν ταῖς ἄκραις κο‐ τυληδόσι, τουτέστι ταῖς πλεκτάναις αὐτοῦ, καὶ φράττει τὴν πνοὴν, τὴν εἰς τὸν ἀέρα χεομένην καὶ πάλιν εἰσερ‐ χομένην.

2

.

396

Αὐλόν· ἤτοι ὄπην, τὸν πόρον, εἰσαγωγὴ καὶ ἐξαγωγὴ τοῦ ἀνέμου· αὐλὸς τὸ φωνητικὸν ὄργανον, καὶ ὁ εἰς εὐθὺ ἐξακοντισμὸς τοῦ αἵματος, καὶ περόνης μέ‐ τρον, καὶ τὸ στάδιον, ὅπερ ἐν συνθέσει δίαυλος λέγεται,
5ὅθεν καὶ αὐλῶνας τὰ μεταξὺ τῶν φαράγγων στενὰ ἐπὶ μῆκος φερόμενα ὀνομάζομεν, καὶ ἐπαύλεις τὰς μετὰ τοὺς κελεύθους ἀναπαύσεις ἀπὸ τῶν μουσικῶν ὀργάνων· καὶ γὰρ διὰ στενοπόρου ἐπιτεχνήματος τὸ πνεῦμα τῶν αὐ‐ λούντων διαθέει. ἐπισφίγγων· σφαλίζων. ἀνίησι· ἀφίησιν.

2

.

397

Ἠερίην· ἀερώδη. πνοήν· τὴν τοῦ ἀέρος. ἔνδοθεν· ἐκ τῶν ἐντός. ἑτέρωθεν· ἀπὸ τῶν ἐκτός· οὐκ ἐᾷ αὐτὸν εἰσδέξασθαι ἀναπνοὴν, οὔτ’ ἐκβαλεῖν.

2

.

398

Καὶ γὰρ καὶ νεπόδεσσι· ἐνταῦθα γενόμενος μέμ‐ φομαι τὸν ποιητὴν κακῶς εἰρηκότα ὅτι ἀναπνέουσιν οἱ ἰχθύες, τοῦτο δ’ οὐκ ἔστιν ἀληθὲς, ἐπεὶ οὐδὲ πνεύμονα ἔχουσι· πᾶν γὰρ μὴ ἔχον πνεύμονα, οὐδ’ ἀναπνεῖ,
5ἀλλ’ εἰ ἄρα ἔδει εἰπεῖν, ὅτι ἀναπνέουσιν οἱ ἰχθύες, ἐκ τῶν βράγχων αὐτῶν ἀναπνέουσιν. ἄλλως· εἰ καὶ τὰ μάλιστα οἱ ἰχθύες ἐν ὕδασι διατρίβουσιν, ἀλλ’ οὖν ἕλ‐ κεται αὐτοῖς παλίῤῥοος ἀὴρ, παλίῤῥοον δ’ αὐτὸν λέγει, ἐπειδὴ ὅνπερ λαμβάνει καὶ ὑποδέχεται ἀέρα ἐν τῇ ῥινὶ
10καὶ τῷ στόματι, τοῦτον ἐξεῶν ἀποπνεῖ, καὶ πάλιν αὐ‐ τὸν ἕλκων ὑποδέχεται. παλίῤῥοος· ἀναπνευστικὸς, ὀπισθ‐ όρμητος, ἀναπεμπόμενος δι’ ὧν καὶ ἕλκεται.

2

.

399

Ἔχει· κρατεῖ, κατέχει. ἀμφιπεσών· ἐπὶ τῷ κα‐ ράβῳ, ὁ πολύπους πεσὼν ἄνωθεν. μίμνει· ἵσταται.

2

.

400

Ἀσπαίρει· πηδᾷ, τρέμει, ψυχοῤῥαγεῖ. ἀσκαί‐ ρει· ἀνασκιρτᾷ, ἀναπηδᾷ, λειποθυμεῖ. προβλῇσιν· προβεβλημέναις. προβολῇσιν ἐπ’ ἄκραις· ἐν ταῖς προ‐ βεβλημέναις πέτραις τῆς θαλάσσης, ἤως ἀπὸ τοῦ
5ἀκρωτηρίου.317

2

.

401

Ῥήγνυται· ῥίπτει ἑαυτὸν, συγκρούεται, σχίζε‐ ται, προσκρούει, κρούεται, διακόπτεται. βίης· δυνά‐ μεως. μεθίησιν· ἐνδίδωσιν, ἐᾷ. ἄεθλον· ἀγῶνα.

2

.

402

Ὄφρα· ἕως οὗ. ψυχή· ἀναπνοή· γράφεται καὶ πνοή.

2

.

403

Προπεσόντα· ἔμπροσθεν πεσόντα αὐτοῖς (τοῦ) τοῦ πολύποδος.

2

.

404

Ἠΰτε· καθὰ ὁ παῖς ἕλκει τὸν μαστόν. τιθήνης· τροφοῦ, τροφῆς.

2

.

405

Αὖ· δὴ, εἰς τοὐπίσω, ἔξωθεν. ἱλαρόν· γλυκύ. λιαρόν· χλιαρὸν, λιπαρόν. ἢ λαρόν· γλυκύ. λαρόν· θερμόν. γλάγος· γάλα.

2

.

406

Λάπτων· ῥοφῶν, ἀναῤῥοφῶν· κυρίως ἡ λέξις ἐπὶ κυνῶν. ὀξυπόροιο· τινὸς, τραχέος, ὀξεῖς πόρους ἢ κέντρα ἔχοντος· γράφεται καὶ ὀχθηροῖο, τοῦ ἔχοντος ὄχθας καὶ κοιλώματα· ἔχει γὰρ πόρους λεπτοὺς καὶ
5ὀξεῖς ὁ κάραβος, δι’ ὃ ἐσθίει αὐτὸν ὁ ὀκτάπους. κατέ‐ σπασεν· εἵλκυσεν, ἐκράτησεν. ἄγγεος· ὀστράκου.

2

.

407

Μυζήσας· βυζάσας, ἐκροφήσας, ῥοφήσας, ἐκ‐ θλίψας. ἐμπλήσατο· ἐκόρεσεν, ἐγέμισεν. νηδύν· γαστέρα·

2

.

408

Ὡς δέ τις· παραβολὴ, ὅτε, καθά. ἡμερόκοιτος· κλέπτης, νυκτοπόρος· ὡς ἀνθρώπου φησὶ μεθύοντος καὶ ἀναχωροῦντος ἀπὸ δείπνου, καὶ ἄλλου μετ’ αὐτῶν (αὐτὸν) ἐπιῤῥίπτοντος. ληΐστορι· ληστρικῇ.

2

.

409

Ὁρμαίνων· πορευόμενος, διανοούμενός πως. ἀΐδηλα· ἀφανῆ, λαθραῖα, κλεπτικὰ, ἢ ἀδηλοποιὰ καὶ ὀλέθρια. σέβας· τιμήν. ἀέξων· αὐξάνων, προκόπτων, αὔξων, τιμῶν.

2

.

410

Ἑσπέριον· κατὰ τὸν καιρὸν τῆς ἑσπέρας. κατα‐ πτήξας· πεσὼν, κρύψας αὐτὸν, κυβεὶς, κρυφίως σταθεὶς, ἐγγωνιάσας. ἀγυιαῖς· ὁδοῖς, ῥύμαις, καμάραις.

2

.

411

Παραστείχοντα· πορευόμενον, παροδεύοντα. παρ’· μετὰ, μετ’ εἰλαπίνην, μετὰ τὸ εὐωχηθῆναι εἰς φίλον· ἡ μετὰ τὴν ὑστεροχρονίαν δηλοῖ. εἰλαπίνην· εὐωχίαν. ἐλόχησε· ἐνήδρευσεν, ἐκράτησεν· γράφεται
5ἐλάῃσιν, ἵν’ ᾖ ἐλαύνῃ, κατατρέχῃ.

2

.

412

Καί· δή. ὁ· δέν. ὁ μέν· ὁ ὁδοιπόρος. πάρος· πρό‐ τερον, ἔμπροσθεν τοῦ κλέπτου, τὸ δὲ πάρος ἔμπροσθεν τοῦ λῃστοῦ, τὸ δ’ ὑγρὸν διακεχυμένον (Cod. ου.), μεθ‐ ειμένον καὶ οὐ συνετόν. ὑγρόν· ἄσημον, ἐκλελυμένον.
5ἀείδων· ᾠδῶν.

2

.

413

Νηφάλιον· φρόνιμον καὶ γρήγορον. κλάζων· ἠχῶν, βοῶν, τραγῳδῶν. αὐτάρ· δέ.

2

.

414

Προὔτυψε· ἐξεφάνη, ἔτυψεν. δαφοιναῖς· ταῖς λίαν φονικαῖς.

2

.

415

Εἷλεν· ἔκοψεν, ἐκράτησεν. ἐπιβρίσας· ἐπιπεσὼν, βαρέως ἐπιπεσὼν, ἐπιβαλὼν, ἐπάνω καθίσας. κλίνε· ἔκλινε, ἔκλινε δ’ αὐτὸν ἐγγὺς τοῦ θανάτου· οὐ μακρόθεν ὢν ὁ θάνατος, ἀλλ’ ἐγγύς. ἄγριον ὕπνον· εἰς μισητὸν,
5οὐ φυσικὸν, πρὸς ἀντιδιαστολὴν τοῦ φυσικοῦ· ὁ γὰρ φυσικὸς ἥμερος καὶ μαλθακός.

2

.

416

Οὐ τηλοῦ θανάτοιο· οὐ πόῤῥω, ἀναπλησίον θανάτου, καὶ πρὸς τὸ ἀποθανεῖν ὄντος, διὰ τὸ εἰς λει‐
ποθυμίαν πεσεῖν· ἄγει γὰρ αὐτὸν εἰς λειποθυμίαν ῥάβδῳ τύψας παχείᾳ· μεταφατικὴ ἡ λέξις, ὡς ἐπὶColumn end
5πολέμῳ. ἐναρίξας· σκυλεύσας, ῥῆμα· ἐναρίζω οὖν τὸ φονεύω, κρουσεύω (κουρσεύω), οὗ ὁ μέλλων ἐναρίξω.

2

.

417

Δυσκερδῆ· ἐπὶ κακῷ κέρδει, ἐπὶ κακῷ κερδη‐ θεῖσαν· γράφεται δυσδερκῆ. ἀνέστιον· λῃστρικήν. φασὶ τοὺς λῃστὰς καὶ κλέπτας διὰ τὸ μὴ ἐν ἑνὶ τόπῳ οἰκεῖν, ἀλλ’ ἄλλοτε καὶ ἄλλοσε ἀνεστίους· διὰ τοῦτο καὶ τὴν
5αὐτοῦ ἄγραν ἀνέστιον εἶπεν, ἢ λῃστρικὴν, ἀχαρῆ. ἀνέστιον· ἀλλοτρίαν καὶ πόῤῥω τῆς ἑστίας ἑαυτοῦ, ἢ ἄοικον καὶ λῃστρικήν· οἱ γὰρ λῃσταὶ οὐκ ἔχουσιν οἶ‐ κον. ἀνέστιον· ἄδικον, ἁρπακτικὴν ἐξ ἀλλοτρίων, ἢ μὴ ἀξίαν εἰσοικηθῆναι, ἀσύμφορον τῷ οἴκῳ αὐτοῦ διὰ τὸ
10ἐξ ἀδικίας εἶναι.

2

.

418

Πινυτοῖσι· φρονίμοις, ἢ δολίοις· πινυτοῖσιν ἐκ τοῦ πινύω καὶ πινύσω τὸ φρονῶ, ἐξ οὗ καὶ ἀπινύσσειν τὸ ἀφραίνειν. νοήματα· μηχανήματα.

2

.

419

Οἵδε· ἰχθύες, οὗτοι· ἐπιλογικόν· οὗτοι ἀντίβιοι καὶ πολέμιοι ἀλλήλοις, ἡ μύραινα, ὁ πολύπους, καὶ ὁ κάραβος, κτείνοντες κατὰ διαδοχὴν ἀλλήλους· ἡ μὲν μύραινα τὸν ὀκτάπουν, τὴν δ’ ὁ κάραβος, καὶ αὖθις
5τὸν κάραβον ὁ ὀκτάπους, ἀλλήλους φονεύοντες, καὶ ὑπ’ ἀλλήλων φονευόμενοι. ἀνάρσιοι· ὀλέθριοι, ἄδικοι, μάχιμοι, ἐναντίοι, ἐχθροὶ ἀλλήλων· καὶ οὗτοι μὲν οὓς εἴπομεν ἐναντιούμενοι ἀλλήλοις καὶ πολέμιοι ὄντες, ἤτοι ὀκτάπους ἀναιρεῖ κάραβον, κάραβος δὲ μύραιναν,
10ἡ μύραινα ὀκτάπουν.

2

.

420

Εἰναλίων· ἀπὸ τῶν ἰχθύων. μετ’· ἐν. αἰολοφύ‐ λοις· πολλοῖς, ποικιλογενέσιν· γράφεται αἰολοφοίτοις τοῖς ἔχουσι ποικίλην τὴν μανίαν.

2

.

421

Ποινητῆρες· τιμωρητικοὶ, τιμωροί. ἔασι· ἰωνι‐ κόν. ὀλετῆρες· ἀφανισταὶ, ἀφανιστικοὶ, φθορεῖς.

2

.

422

Ἰοφόροι· φαρμακοφόροι. νεπόδων· ἀπὸ τῶν. στομάτεσσι· στόμασι, καὶ πλεονασμῷ στομάτεσσι, ἐστὶ καὶ τοῦτο μεταπλασμός. ἀεικής· ἀπρεπὴς, χαλεπός.

2

.

423

Στυγερός· ἰὸς, μισητὸς, καιρὸς (καίριος), θα‐ νατηφόρος. ἕρπει· ἀκολουθεῖ, σύρεται, διατρέχει, ἐπι‐ γίνεται· ἕρπει ἐπὶ τῶν βραδέως ὁδοιπορούντων λαμ‐ βάνεται ἀπὸ μεταφορᾶς τῶν ἑρπόντων ζώων καὶ παι‐
5δίων μικρῶν.

2

.

424

Οἷον· ἐστὶν, ὁποῖον ἔχει. δυσώνυμον· ἐπὶ κακῷ ὀνομασθέν. ἑρπετόν· λέγω.

2

.

425

Ἐπιχθονίῳ· γηΐνῳ, τῇ ψαλίδι λεγόμενον (ομένῃ). ἶσον ἐπιχθονίῳ· ὅμοιον κατὰ τὸ δέμας τῇ ἐπιχθονίῳ, ἀλλὰ κατὰ τὴν βλάβην πολὺ χαλεπώτερον. ἀλλὰ τῷ· γράφεται ἀλλά οἱ. δέμας· ἡ θαλαττία, φησὶ, σκολό‐
5πενδρα ἴση καὶ ὁμοία ἐστὶ κατὰ τὸ σῶμα τῇ ἑτέρᾳ σκολοπένδρῃ τῇ ἐν ξηρᾷ, κατὰ δὲ τὸ βλάπτειν καὶ πολὺ χείρων ταύτης.

2

.

426

Κύντερον· χαλεπώτερον, κρυερώτερον. οἱ· αὐ‐ τῆς, αὐτῇ τῇ θαλασσίᾳ σκολοπένδρᾳ.

2

.

427

Κνῆστις· κνησμονὴ, ἀφ’ οὗ καὶ κνίδη ἡ βο‐ τάνη ἀπὸ τοῦ κνίζω κνίσω, λέγεται δ’ ἀπὸ (αὐτὸ?) καὶ ἡ μάχη ἀπὸ τοῦ κνῶ τὸ κόπτω, ἐξ οὗ καὶ ἡ τυ‐
ρόκνηστις. ἐπὶ χροΐ· ὑπὸ σώματι. θερμόν· ἐκ θερμό‐318
5τητος γινόμενον. ἔρευθος· λέγω, κατὰ τὸ αἷμα, βάμμα, αἷμα, ἔρευθος δὲ κυρίως τὸ αἷμα παρὰ τὸ ἐρυθρὸν εἶναι· κόκκινον γάρ.

2

.

428

Φοινίσσει· ἐξανθεῖ, βάπτει, μελαίνεται· τὸ θερμὸν σῶμα φοινίσσει· ἔρευθος γὰρ τὸ σῶμα ἐνταῦθα ἐκάλεσε παρὰ τὸ ἐρυθραίνεσθαι. σμώδηξ· πληγὴ αἱμα‐ τώδης, ὕφαιμος πληγὴ, ὑποτρέχοντος αἵματος ἀπὸ τοῦ
5σμῶξαι, ἢ ἀπὸ τοῦ δίνειν καὶ τιτρώσκειν τὸ αἷμα, ἢ ἀνάτασις καὶ οἴδημα ὕφαιμον τῆς σαρκός· ἐξυπαν‐ εστάθη ἀπὸ τοῦ σμῶξαι τὸ πλῆξαι, ἢ ἀπὸ τοῦ αἷμα καὶ τοῦ δῆξις σμώδηξ ὕφαιμος ἀνάτασις τῆς σαρκὸς, ἢ ἀπὸ τοῦ σιμοῦ ἤως πατζοῦ, τουτέστιν ἀνάτασις.
10ποίης· ἀπὸ βοτάνης.

2

.

429

Τὴν κνίδα· ἥντινα τζουκνίδα, ὡς ἀπ’ εὐθείας τῆς κνίσσης (κνὶς) ἥντινα τὴν τζιγκνίδα· κνῆστις τὰ νῦν ἡ κνησμονὴ, κνῆστις δ’ ἰδίως ἡ τυροτόμη μάχαιρα, ἣν ὁ κωμικὸς (Av. 1579 et passim) συνθέτως τυρό‐
5κνηστιν λέγει, καὶ γίνεται ἀπὸ τοῦ κνάω κνῶ τὸ κόπτω, ἐξ οὗ καὶ τὸ καίνω (κναίω) καὶ ἀποβολῇ τοῦ ν καίω καὶ τὸ κνήθω, ὡς ἀλῶ ἀλήθω, καὶ τὸ κνίζω ὡς πολεμῶ πολεμίζω, ὃ δὴ κνίζω καὶ κνίδα ποιεῖ κατὰ πλεονα‐ σμὸν, ὡς οὗτος ὁ ποιητής, τὸ δὲ ῥηθὲν καίνω (κναίω)
10καὶ τοιαύτην σκευωρίαν ἔχει· κῶ τὸ κεῖμαι, καὶ ἐξ αὐτοῦ κνῶ, ἀφ’ οὗ καὶ κναίω καὶ ἀποκναίω· ἐγκόπτοντες γὰρ ἔργου, οἱονεὶ κεῖνται ἀργοὶ καὶ ἀποκναιόμενοι. Κνίστου ἤως τὴν ὀνομαζομένην ταῖς ὀδύναις· ἐκ τοῦ κνίζω γὰρ κνίδη ἐπονομάζεται ἤως παρονομάζεται, παρ’ ἄλλοις δὲ
15καὶ ἡ μάχη ἐκ τοῦ κνῶ τὸ κόπτω, ἐξ οὗ καὶ ἡ τυρό‐ κνηστις. καλέουσι· γράφεται κικλήσκουσιν. ἐπωνυμίην· φερώνυμον.

2

.

430

Πανέξοχα· πῶς, ἐξόχως. δυσώνυμος· κακή. ἀσπαλιεῦσι· ἁλιεῦσιν· ἀσπαλιεῖς ἀπὸ τοῦ ἀσπάζειν καὶ ἀγαπᾷν τὴν ἅλα· ὁ ἁλιεὺς λέγεται ἀσπαλιεὺς ἤτοι ὁ ἀσπαζόμενος τὴν ἅλα.

2

.

431

Ἐμπελάαν· εἰς, πλησιάζειν, ὥστε συναντᾷν. ἐλύτρου· ἀγκίστρου, τοῦ δελέατος τοῦ τὸ ἄγκιστρον σκέποντος, ὁ ἁλιεὺς διὰ τοῦ θηράτρου, ἤως τοῦ σώμα‐ τος, τοῦ δελέατος, τοῦ ἀγκ[ίστρου], τοῦ περικαλύμ‐
5ματος, τῆς ὁρμιᾶς, τοῦ τέ[λους], τοῦ [πέ]ρατος.

2

.

433

Ἀπεχθέα· φευκτόν. μίσγεται· ἐντίθησιν, ἀνα‐ μιγνύει, πέμπει καὶ ἀφίησιν. ἐπαχθέα μίσγεται ἰόν· δυσωδίαν ἐμβάλλει, ἀφίησιν. ἰόν· δηλητήριον, δυσω‐ δίαν.

2

.

434

Βαλιῇσιν· καταστίκτοις, ἢ ταχείαις· βαλιὰ ἡ κατάστικτος ἔλαφος ἢ ἡ ταχεῖα· οὕτως καὶ ἔλαφοι βαλιαὶ ἢ καὶ ποικίλοι· γράφεται καὶ ἁλίῃσιν. ἰουλίσι· ὄνομα ἰχθύος· ἴουλος δʹ σημαίνει· ἴουλος ὕμνος διθυραμ‐
5βικὸς, ἴουλος ὁ σκώληξ, ἴουλος ἡ σγουρότης, καὶ ἴουλος ἡ ἐξάνθησις τῶν γενείων. τέτροφεν· ὑπάρχει, τρέφεται. ἄτη· βλάβην.

2

.

435

Διφήτορες· ἐρευνηταὶ, ψηλαφηταὶ ἀπὸ τοῦ διφῶ.

2

.

436

Δύπται· κολυμβηταὶ, δυόμενοι κατὰ βυθοῦ· δύπτης ἀπὸ τοῦ δύω τὸ κολυμβῶ πλεονασμῷ τοῦ π.
σπογγοτόμοι· σπόγγος ἀπὸ τοῦ ἐν σπονδῇ γεμίζεσθαι, ἢ παρὰ τὸ ἐπισπᾶσθαι τὸ ὑγρόν. σπόγγος γίνεται ἀπὸColumn end
5τοῦ σπῶ τὸ κατασπῶ, ὁ ἐσπασμένον ὄγγον ἔχων. δυηπαθέες· κακοπαθητικοὶ, κακοπαθέστατοι. δυηπα‐ θέας· δύης πάσχοντας κατὰ πλεονασμὸν τοῦ π, ἤτοι οἱ δύνοντες ἐν τοῖς βυθοῖς κολυμβηταί. στυγέουσιν· μι‐ σοῦσιν.

2

.

437

Εὖτε· ἡνίκα ἴδωσιν ἁλιέα σπογγοτόμον σπου‐ δάζοντα καθιέναι εἰς τὸν βυθὸν, ἡνίκα ἴδωσιν αἱ ἰουλί‐ δες ἁλιέα σπογγοτόμον βιαζόμενον εἰς βυθὸν κατελθεῖν, πανταχόθεν ἀπὸ τῶν πετρῶν συνερχόμεναι βλάπτουσι
5καὶ κωλύουσιν αὐτὸν τῆς ὁδοῦ δάκνουσαι καὶ δήγμασι βάλλουσαι ἀναιδῶς καὶ θρασέως, δύπτης δ’ ὁ κολυμβη‐ τὴς ἀπὸ τοῦ δύω τὸ ὑπεισέρχομαι, ὁ κατὰ βυθοῦ δύ‐ νων. ἀθρήσωσιν· ἴδωσιν. ἐρευνητῆρα· κολυμβητήν.

2

437bis

Σπερχόμενον· βιαζόμενον, καταπονούμενον. κατεπειγόμενον, σπουδάζοντα. ποτὶ βυσσόν· πρὸς τὸν βυ‐ θόν. ὑποβρυχίοισι· βυθίοις, τοῖς ὑποκάτωθεν τῶν κυμά‐ των πόνοις· βρὺξ γὰρ τὸ κῦμα παρὰ τὸ βαρέως ἠχεῖν.

2

.

439

Μάλα μυρίαι· πολλαί.

2

.

440

Περιπροθέουσι· περιτρέχουσιν. ἀθρόαι· ἐξαίφνης, ὁμοῦ. ἀμφιχέονται· περὶ αὐτὸν πίπτουσι, καὶ κύκλῳ τρέχουσιν.

2

.

441

Βλάπτουσι· ἐμποδίζουσι κωλύουσι· βλάπτω κυρίως τὸ ἐμποδίζω· καὶ Ὅμηρος (Il. ζ, 39)·
ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ, ἀντὶ τοῦ ἐμποδισθέντες. πονεύμενον· πόνον ἔχοντα,
5βιαζόμενον, κακοπαθοῦντα, ἐνεργοῦντα.

2

.

442

Κνίζουσαι· κόπτουσαι, δάκνουσαι, ἢ ζέουσαι, κεντοῦσαι. στομάτεσσι· μεταπλασμός. κάμνει· κακο‐ παθεῖ, ὀδυνᾶται.

2

.

443

Στυγερῇσιν· μισηταῖς, ἐπωδύνοις, καυστειραῖς. ἀντιβολήσας· συναντήσας, συνελθὼν, συντυχών.

2

.

444

Ἐπειγομένοις· ταχέσιν.

2

.

445

Σεύει· ὁρμᾷ, διώκει, κατ’ ἐκείνων, ἀποδιώκων τὸν δίυγρον καὶ ὑδατώδη στρατόν. ἀμυνόμενος· μαχό‐ μενος, διώκων, τιμωρῶν· ἀμύνω τὸ βοηθῶ δοτικῇ συντάσσεται, ἐνεργητικῶς γραφόμενον, ἀμύνομαι δὲ
5τὸ τιμωρῶ καὶ ἀποδιώκω αἰτιατικῇ, καὶ παθητικῶς. διερὸν στρατόν· ὑγρὸν, τὰς ἰουλίδας. ἐφέπονται· ἀκο‐ λουθοῦσιν, ἐπ’ ἐκείνῳ.

2

.

446

Ἀτρεπέες· ἀμετακίνητοι. ἀστεμφεῖς· ἀμετά‐ στατοι, ἀδιαχώριστοι, ἀμετακίνητοι· μετὰ παραβολῆς (cod. λαὶ) ἐκ τῶν μυιῶν ἐστι τοῦτο. ἐναλίγκιαι· ὅμοιαι· παραβολὴ ἐκ τῶν μυιῶν ἐστι τοῦτο.

2

.

447

Ἀμητῆρας· θεριστάς. ὀπωρινόν· κατὰ, κατὰ θέρος, ἐν τῷ θέρει, κατὰ τὸν ὀπωρινὸν καιρόν. μο‐ γεόντας· πονοῦντας, κακοπαθοῦντας.

2

.

448

Ἀνιηραί· λυπηραί. Ἀνιηραὶ θέρεος· ὥσπερ τὰς ἰουλίδας διερὸν εἶπε στρατὸν, ὡς ἐν θαλάσσῃ ἐναν‐ τιούμενον τοῖς σπογγοτόμοις, οὕτω καὶ τὰς μυίας θέ‐ ρεος στίχας, ὡς ἐν καιρῷ τοῦ θέρους ἐπικειμένας τοῖς
5τοὺς στάχυας τέμνουσιν. στίχες· πλήθη, τάξεις. ἀμφι‐
πέτονται· περικέχυνται, περὶ, κύκλῳ.319

2

.

449

Καμάτῳ· κόπῳ. ἀκρήτοισι· ἀκράτοις, σφο‐ δραῖς, θερμοτάταις, ταῖς ἀτάκταις βολαῖς τοῦ ἀέρος, ταῖς λίαν καυστικαῖς καὶ ἀσυγκεράστοις· γράφεται ἀκρίτοις, ἀδιαγνώστοις, ἀκρήτοισι δὲ ταῖς ἀκράταις
5καύσεσι, ταῖς λίαν σφοδροτάταις, ταῖς ἀτάκταις βολαῖς τοῦ ἀκαταποντήτου καύματος.

2

.

450

Ἠέρος· ἡλίου. ἱδρώουσι· ἱδροῦσι. ἀνιάζουσι· ὀδυνῶνται ταῖς μυίαις καὶ τῷ καμάτῳ.

2

.

451

Ἐκπάγλως· λίαν, ἐκ περισσοῦ. αἵδ’· ἰουλίδες. ἀναιδείης· ἀναισχυντίας, τῆς ἀναιδοῦς γνώμης. χα‐ λόωσι· ἐνδιδοῦσιν, ἐνδιδόασι, παύονται.

2

.

452

Πρίν· πρὸ τοῦ· πρὶν οὐ παύουσιν αἱ μυῖαι τοῦ δάκνειν τοὺς γεωργοὺς πρὶν ψοφήσουσιν (ῥοφήσωσιν), ἢ πίωσιν αἷμα ἐκ τῶν τοιούτων ἄνδρων. ξανθόν· γλυκὺ, πυρῶδες, ἐπειδὴ ξανθὸν καὶ φοινικοῦν ἐστι τὸ αἷμα τῶν
5ἀνθρώπων· γράφεται λαρὸν καὶ ζωτικὸν, ἢ τὸ θερμὸν, ἢ τὸ μὴ ἄκρατον, ἤως ὑπόλευκον. πάσασθαι· φαγεῖν.

2

.

453

Τόσσος· γράφεται τοῖος. αἵματος· ἕνεκα.

2

.

454

Θήν· δή· τὸ θὴν παρέλκον, ἢ ἀντὶ τοῦ δή. ἀβλη‐ χρόν· ἀσθενὲς, ἀβλαβές. δάκος· δῆγμα, τρῶμα, δῆξιν. χαράξῃ· δάκῃ, τρώσει.

2

.

455

Ἑρπυστής· ὁ συρόμενος· καὶ αἱ σηπίαι καὶ οἱ πολύποδες ἔχουσί τινα ἱδρῶτα βλαπτικὸν, καὶ ἐπειδὰν ἅψωνται ἀνθρώπου, βλάπτουσιν.

2

.

456

Ἐντρέφεται· ἐμφύεται. βαιός· ὀλίγος. ἀτάρ· δέ· ὁ αὐτὰρ σύνδεσμος προτακτικὸς (Cod. προστ.) καὶ ποιητικώτερος, ὁ δὲ δὲ σύνδεσμος ὑποτακτικὸς καὶ κοι‐ νὸς, τὸ αὐτὸ δὲ δηλοῦσι, διαφέρουσι δὲ κατὰ τοῦτο.
5βλαπτήριος· βλαπτικός. ἰχώρ· ἕλκος καὶ ἰὸς, νῦν τὸν ἰὸν εἶπεν, ἤως τὸν ἰχῶρα ποιῶν.

2

.

457

Πευκήεντα· πικρὰ, θανάσιμα, πικρότατα· περὶ κωβιῶν καὶ σκορπίου, οὓς εἰς τὸ πρῶτον βιβλίον (378) ἐκάλεσε κεντρίνους. μετ’· ἐν. ὡπλίσαντο· κατε‐ σκεύασαν, ἔχουσιν.

2

.

458

Γέγηθε· χαίρει.

2

.

460

Κέντροισιν ἐπώνυμοι· κεντρῖναι γὰρ ὀνομάζον‐ ται. ἀργαλέοισι· λυπηροῖς, χαλεποῖς.

2

.

461

Ἀταρτηροῖς· βλαπτικοῖς, βλαβεροῖς. ἱέντες· πέμποντες· γράφεται ἔχοντες.

2

.

462

Ξιφίῃ· ξιφίου. θεός· ἤως ἡ φύσις. κρατερώτερα· σχυρά.

2

.

463

Ἐγκατέθηκεν· ἔπηξεν. ὑπέρβιον· ἰσχυρὸν, βίαιον, ἰσχυρώτατον, ὑπεράνω δυνάμεως πάσης, με‐ γαλοδύναμον.

2

.

464

Κρατύνας· στερεώσας, δοὺς, ἰσχυροποιήσας, παρασχὼν, εὐτρεπίσας. τοῦ μέν· τούτου. τῷ μέν· τῷ ξιφίῃ. ὑπὲρ γένυν· ὑπὲρ τὸ στόμα, ὑπεράνω τοῦ στό‐ ματος. ἐστήριξεν· ἀνέθηκεν, ἐστερεοποίησεν.

2

.

465

Ὄρθιον· κέντρον. αὐτόῤῥιζον, αὐτοφυές. ἀκά‐ χμενον· ἠκονημένον, ἐστομωμένον· ἀκάχμενον ἀπὸ τοῦ ἀκὶς ἡ ὀξύτης τοῦ δόρατος καὶ τοῦ ἔγχους τὸ κοντάριον· ἀκαχῶ ἀκαχήσω ἠκήχηκα ἠκηχημένος. οὔτι· ὡς
5μηδέ. σιδήρου· ἀπὸ, τουτέστιν οὐδαμῶς ἐκ σιδήρου, ἀλλ’ ἰσοδύναμον τῷ ἀδαμαντίνῳ σιδήρῳ ἰσχυρὸν ὅπλον, ἢ πλέον τοῦ σιδήρου.Column end

2

.

466

Ἀδάμαντος· ἀπό. ἰσοσθενές· ὅμοιον. ὄμβριμον· ἰσχυρόν. ἄορ· ξίφος, ὅπλον.

2

.

467

Κείνου· φασγάνου, ἐκείνου τοῦ ξιφίου· οὐδαμῶς ἐκείνου φησὶ τοῦ ξιφίου τὴν ψυχροποιὸν αἰχμὴν κρού‐ σαντος στερεᾷ πέτρᾳ, δυνηθείη τρωθεῖσα· ἐκείνου τὴν χαλεπὴν ὀξύτητα ἐπιβαρέσαντος, οὐδ’ ἡ στερεὰ πέτρα
5ὑπομένει τρωθεῖσα· τοιαύτη αὐτῷ ζαμενὴς καὶ σφοδρὰ δύναμις καὶ διακοπτικὴ ὁρμή. κρυόεσσαν· χαλεπὴν, ψυχρὰν, καὶ κρυερὸν καὶ φρικώδη· κρυόεσσαν φοβερὰν καὶ κρύους αἰτίαν διὰ φόβον, ἢ καὶ θάνατον (θανάτου) διὰ τῆς πληγῆς. ἐπιβρίσαντος· ἐπελθόντος, βαρέως
10ἐπελθόντος, βαρέως ἐμπεσόντος, ἐπιβαρέσαντος. ἀλκήν· δύναμιν.

2

.

468

Τλαίη· ὑπομείνειεν, ὑπομείνῃ, ὑπενέγκῃ μὴ τρυπηθῆναι. οὐτηθεῖσα· τρωθεῖσα.

2

.

469

Ζαμενής· μεγάλη, ἀγρία. ζαμενής τε βίη· ἰσχυρὰ δύναμις· γράφεται πέλει. κρυόεσσα· φοβερά. πυρόεσσα· πυρώδης, μανικὴ, σφοδρά· γράφεται καὶ κρυόεσσα. Σήμαινε ὅτι τὴν μὲν ἀκωκὴν κρυόεσσαν εἶπε,
5τὴν δ’ ἐρωὴν πυρόεσσαν, ἐκείνην μὲν διὰ τὸ φοβερὸν, ταύτην δὲ διὰ τὸν (τὸ) θερμὸν καὶ σφοδρόν. ἐρωή· ὁρμὴ, ἰσχύς.

2

.

470

Ἀνατέλλεται· ἀναφύεται. ἄγριον· δεινόν.

2

.

471

Χαλεπόν· ἰσχυρὸν, βαρύ. βίῃ· ἐν. ὀλέθριον· κακὸν, φθαρτικόν· γράφεται ἄγριον. ἰῷ· ἐν· ἱὸς τὸ βέλος δασύνεται, ἰὸς δὲ τὸ φάρμακον ψιλοῦται, καὶ τὸ μὲν δασυνόμενον ἀπὸ τοῦ ἵημι τὸ πέμπω γίνεται, τὸ δὲ
5ψιλούμενον ἀπὸ τοῦ ἴω τὸ πορεύομαι.

2

.

472

Οὐδέ κεν· οὐδαμῶς· ταῦτα τὰ δύο γένη οὐκ ἐσθίουσί φησιν οὔτε ζῶν οὔτε τεθνεὸς, εἰ μὴ πρότερον κεντήσωσι, καὶ τὸ μὲν κέντρον τοῦ ξιφίου μέχρι τῆς ζωῆς ἐσθίει, τὸ δὲ τῆς τρυγόνος καὶ μετὰ θάνατον· ἐξ
5αὐτοῦ γὰρ καὶ Ὀδυσσεὺς ἀπώλετο. οὐ ξιφίαι· περισσὸν τὸ πρῶτον οὐ, ἐπιτάσεως καὶ αὐξήσεως ἕνεκεν ληφθέν. ξιφίαι· γράφεται ξιφίου. τρυγόνες· τρυγών.

2

.

473

Πρόσθε· πρότερον. ἐπάσαντο· ἔφαγον. πάρος· πρὸ τοῦ. βελέεσσι· κέντροις.

2

.

474

Οὐτήσει· τρώσει. οὐτῆσαι· τρῶσαι, τρωματί‐ σαι. ἄπνοον· νεκρὸν, ἄψυχον. παρείη· παρυπάρχει.

2

.

475

Ἤτοι· δή. ἐπήν· ἡνίκα, ὁπηνίκα, ἐπειδάν. προλίπῃσιν· καταλείψῃ. ἀϋτμή· ζωὴ, πνοή.

2

.

476

Οἱ· αὐτῷ τῷ ξιφίᾳ, σὺν αὐτῷ. κἀκεῖνο· κέν‐ τρον. συνέφθιτο· συνέφθαρτο, συνεφθάρη. καρτερόν· ἰσχυρόν.

2

.

477

Ἄνακτι συνέσβεστο· συνεφθάρη τῷ ἔχοντι, συν‐ εσβέσθη, κατεπαύθη· ὅτι ἔσβεστο τὸ ἄορ τοῦ ξιφίου σὺν ἐκείνῳ, ὅτι οὐκ ἐνεργεῖ, φθαρέντος τοῦ ξιφίου.

2

.

478

Οὐδενόσωρον· οὐδεμιᾶς φροντίδος ἄξιον. ἀμή‐ χανον· ἀδύνατον, ἀσθενὲς, ἄπρακτον, ἀνίκανον, πολὺ καὶ μέγα, μηδὲν μηχανήσασθαι δυνάμενον. ἰδέσθαι· καὶ κατὰ τὸ εἶδος.

2

.

479

Τί· ἐπιχείρημα. ἱέμενος· βουλόμενος, προθυ‐ μούμενος, προθυμηθείς. Οὐδ’ ἄν τί ποτε τελέσαι τις μετὰ τοῦ ξιφίου τὸ κέντρον (τοῦ κέντρου) δύναται, καίπερ προθυμούμενος πρᾶξαί τι· μετ’ αὐτοῦ δηλονότι320
5τοῦ ξίφους οὐδεὶς ἀνὴρ τιτρώσκει, καίπερ προθυμούμενος τελέσαι τι ἥκιστα δυνηθείς.

2

.

480

Οὔπω τι· οὐπώποτε· οὔπω τι χειρότερον ἔπλετο. ἔπλετο· ἔνι, ἐγίνετο. πῆμα· βλάβος.

2

.

481

Τρώματος· κέντρου, πληγῆς, τρώσεως. ἀρήϊα· πολεμικὰ, ὅπλα. τεχνήσαντο· κατεσκεύασαν.

2

.

482

Φερεπτερύγων· φερόντων πτέρυγας καὶ πτερὰ, πτεροφυῶν, ἤως τῶν σαγιτῶν τῶν φερόντων πτερά. ὑπ’· διά. ὀϊστῶν· βελῶν.

2

.

483

Πέρσαι· οἱ πορθηταί· σημείωσαι ὅτι πρῶτον εὗρον οἱ Πέρσαι τοῦ (τὸ) φαρμακεύειν τοὺς ὀϊστούς. φαρμακτῆρες· φαρμακουργοὶ, φαρμακοί. μητίσαντο· ἐβουλεύσαντο, ἐφεῦρον.

2

.

484

Ζωῇ· ζώσῃ. βέλος· κέντρον, τὸ βέλος τῆς τρυ‐ γόνος καὶ αὐτῆς· ζῇ γὰρ ἀποθανούσης καὶ ἀκαταπόνητον δύναμιν ἐνδύεται, ἔχει. ῥίγιστον· φοβερὸν, φρικτὸν, χαλεπόν. ὀπηδεῖ· ἀκολουθεῖ, ἐπακολουθεῖ· ἀστείως εἶπε
5τοῦτο· ἀκολουθεῖ γὰρ τῷ λοιπῷ σώματι τὸ οὐραῖον, ἐν ᾧ ἐστι τῇ τρυγόνι τὸ κέντρον.

2

.

485

Ζαφλεγές· ἄγαν καυστικὸν, λίαν καυστικὸν, λίαν φλογερὸν, ἀφανιστικόν. πέφρικεν· φοβεῖται.

2

.

486

Ζώει· τὸ κέντρον, ἤως κινεῖται. φθιμένης· φθα‐ ρείσης αὐτῆς, ἴσην τηρεῖ τὴν ἐνέργειαν, καὶ ἀποθανού‐ σης φυλάσσει. ἀτειρέα· ἀδάμαστον. ῥύεται· ἔχει, φυ‐ λάσσει.

2

.

487

Ἄτρομος· ἀμετακίνητος. ἄτρεπτον· γράφεται ἄτροπον· ἀμεταπόνητον, ἀμετάβλητον, ἀκίνητον. ἄδη‐ λον· ἀΐδηλον, φθειροποιὸν, ἀφανίστριαν· οὐδ’ ἄρα μοῦνον ἐν τοῖς ζῶσι καὶ κινημένοις ὅσα τρώσει ἐμβάλλει βλάβην
5μεγάλην, ἀλλὰ καὶ τοῖς ἀναισθήτοις καὶ ἀκινήτοις.

2

.

488

Βάλῃσι· τρώσῃ. ἐρεύγεται· χέει, ἐκχέει, ποιεῖ, ἐπιχέει, ἐμβάλλει, ἐλαύνει, ἐπάγει. ἔρνος· φυτόν.

2

.

489

Ἐκάκωσε· ἔβλαψεν, ἤως τοῦ φαρμάκου τοῦ ἰδίου μετέδωκεν. ποθι· που. εἴ ποθι· καὶ εἴ τι, ὅπου ἄν· ἐκ τῆς ὑπερβολῆς.

2

.

490

Ἐριθηλές· ἄγαν θάλλον, ἄγαν θαλερόν. ἀεξό‐ μενον· αὐξανόμενον κατὰ τροπὴν τοῦ υ εἰς ε· αὐξόμενον γὰρ ἦν. Σημείωσαι ὅτι τὸ κέντρον τῆς τρυγόνος τοσ‐ οῦτόν ἐστι θανάσιμον, ὥστ’ εἴ τις φυτὸν κεντήσει μετ’
5αὐτοῦ, εὐθὺς ψύγεται· καὶ γὰρ τὰ φυτὰ, εἰ καὶ τὴν αὐ‐ ξητικὴν δύναμιν ἔχουσιν, ἀλλ’ οὖν ἄψυχά εἰσιν. ὥραις· ἐν ἔαρι, τοῖς καιροῖς τῶν καρπῶν, ἔαρι καὶ θέρει.

2

.

491

Θαλλοῖς· κλάδοις. θαλοῖς· φύλλοις. εὐφυέεσσι ἁπαλοῖς, καὶ εὐαναβλάστοις. εὐκάρποισιν· ἐν. γονῇσι· ὀπώραις.

2

.

492

Ἀναιδέϊ· καταχρηστικῶς εἶπεν ἀναιδέϊ· γρά‐ φεται ἀπηνέϊ. τύμματι· τρώματι. κείνῳ (inter lin. ου)· τῷ κέντρῳ (inter lin. τοῦ κέντρου).

2

.

493

Οὐτήσει· τρώσει. ἔπειτα· παρευθύς. βεβολη‐ μένον· τετρωμένον, βεβλημένον.

2

.

494

Λήγει· ῥέει, παύει. πετάλων· φύλλων. λήγει μὲν πετάλων· τουτέστι φυλλοῤῥοεῖ, λῆξιν πάσχει φύλλων. καταδεῤῥέει (sic)· καταῤῥέει, κατὰ δ’ αὖ ῥέει· κάτωθεν ὁ ῥοῦς ἄγεται, καὶ ἅμα ξηραίνεται. νούσῳ·Column end
5ἀῤῥωστίᾳ.

2

.

495

Πρῶτον· καὶ παρευθύς. ἀπ’ ἀγλαΐας δὲ μαραί‐ νεται· ἀπομαραίνεται τῆς λαμπρότητος, ἐκπίπτει δὲ τῆς χλωρότητος. μαραίνεται· ὑποῤῥεῖ.

2

.

496

Αὖον· ξηρόν. οὐτιδανόν· οὐδαμινὸν, ἀχρεῖον, ἀνήδονον· οὐτιδανὸν ἀπὸ τοῦ οὔτι δάνος ἤτοι χαρὰν ἐμ‐ ποιῶν. ἄχλοον· ξηρόν. ὄψεαι· ἴδῃς, ἰωνικόν. ἔρνος· τὸ δένδρον, φυτόν.

2

.

497

Κεῖνο· τὸ κέντρον, τὸ βέλος τῆς τρυγόνος· ἡ ἱστορία Ὀδυσσέως· πρὸ τοῦ πορευθῆναι αὐτὸν εἰς Τροίαν συμμιγεὶς Κίρκῃ ἐποίησε Τηλέγονον, ᾧ ἀνδρω‐ θέντι ἔδωκε κέντρον τρυγόνος εἰποῦσα· πορεύου πρὸς
5ἀναζήτησιν τοῦ πατέρος σου εἰς Ἰθάκην, καὶ διὰ τούτου τίτρωσκε τοὺς πολεμοῦντάς σε, ὁ δὲ παραγενόμενος εἰς Ἰθάκην καὶ εὑρὼν τοὺς ποιμένας τοῦ Ὀδυσσέως ποι‐ μαίνοντας τὰ ποίμνια αὐτοῦ, τούτους ἐδίωκεν, ἀγνοῶν, ὅτι τοῦ πατρὸς αὐτοῦ εἰσι, μαθὼν δὲ ταῦτα ὁ Ὀδυσσεὺς
10ἐξῄει ἐπὶ τὸ τοῦτον φονεῦσαι, ὁ δὲ τιτρώσκει τοῦτον τῷ τῆς τρυγόνος κέντρῳ καὶ παραυτίκα θανάτῳ καθυπο‐ βάλλει. αἰγανέῃ· ἐν ἀκοντίῳ, κονταρίῳ, δόρατι καὶ ἀκοντίῳ· αἰγανέαν νῦν τὸν κοντὸν εἶπεν· τῇ αἰγανέῃ τῇ δολιχήρεϊ· αἰγανέα κυρίως ἡ κώπη, ἡ λαβὴ, ἤτοι
15ἡ κράτησις τοῦ κοντοῦ, ἡ οὖσα ἀπ’ αἰγὸς κεράτου (sic)· τοιοῦτον γὰρ ἦ (ἦν) τὸ τοῦ Τηλεγόνου, δολιχήρεϊ δ’ ἀπὸ τοῦ δολιχὸν καὶ τοῦ αἴρω τὸ ἐπαίρω. δολιχήρεϊ· μακρᾷ, μακρᾷ ῥάβδῳ. κωπηέσσῃ· κώπην ἐχούσῃ, κώπην καὶ λαβὴν ἐχούσῃ, καὶ τῇ λαβὴν ἐχούσῃ, ἤως
20τὴν κράτησιν.

2

.

498

Τηλεγόνῳ· υἱῷ. Κίρκη Τηλεγόνῳ· ἐκεῖνο τὸ κέντρον δέδωκεν ἡ Κίρκη τῷ υἱῷ αὐτῆς τῷ Τηλεγόνῳ ἀνελεῖν τοὺς ἀνθρώπους. πολυφάρμακος· φαρμα‐ κοῦργος.

2

.

499

Αἰχμάζειν· πολεμεῖν, φέρειν, δορατίζειν, βάλ‐ λειν, ἀναιρεῖν, διὰ τῆς αἰχμῆς φέρειν. ἅλιον· θαλάττιον. ἅλιον μόρον· θανάσιμον· ἀπὸ θαλασσίου κέντρου μόρον θαλάσσιον αἰχμάζειν, καὶ διὰ τῆς αἰχμῆς ἐμποιήσειν
5δηΐοις. νήσῳ· τῇ Ἰθάκῃ· καὶ ὁ ποιητής (Od. δ 606)·
αἰγίβοτος καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο. ᾧπερ καὶ Τηλέγονος τῷ κέντρῳ αὐτῆς χρώμενος ἀντὶ δόρατος ἀνεῖλε τὸν πατέρα αὐτοῦ Ὀδυσσέα, ὡς ἱστορεῖ Λυκόφρων (789 sqq.)· ἐπανιὼν γὰρ ἐκ τῆς Τροίας
10ὁ Ὀδυσσεὺς ἐμίγη τῇ Κίρκῃ καὶ ἐποίησε τὸν Τηλέ‐ γονον.

2

.

500

Αἰγιβότῳ· αἶγας τρεφούσῃ. νήσῳ· τῇ Ἰθάκῃ ἀπὸ τοῦ τὰς αἶγας βαίνειν· ἐν τῷ καταξήρῳ γὰρ τόπῳ καὶ πετρώδει αἱ αἶγες βαίνουσιν· κἀκεῖνος γὰρ ὁ τόπος τοιοῦτος. προσέκελσε· ἐπλησίασε, προσώκειλεν, ἐνελλι‐
5μένισε, προσεπέλασε, κατέλαβεν. καὶ οὐ μάθε· καὶ οὐκ ἔγνω. πώεα· ποίμνια. πέρθων· πορθῶν.

2

.

501

Γεραρῷ· γέροντι, ἐντίμῳ. βοηδρομέοντι· μετὰ βοῆς τρέχοντι, ἢ ἐν βοῇ καὶ πολέμῳ, πρὸς βοήθειαν. τοκῆϊ· πατρὶ, γεννήτορι αὐτοῦ.321

2

.

502

Τὸν μάστευε· ὃν ἐζήτει, ὅντινα ἐζήτει, ὅντινα ἐψηλάφα ὁ Τηλέγονος. ἐνεμάξατο· ἔδωκεν, ἐνέβαλεν, ἐνέθηκεν, ἐνεβάλλετο. κῆρα· θάνατον.

2

.

503

Ἔνθα· ὅπου, τότε. αἰολόμητιν· ποικιλόβουλον, ἀπέκτεινε τὸν Ὀδυσσέα, τὸν πατέρα αὐτοῦ, τὸν πολύ‐ βουλον. μυρία· ἀναρίθμητα, πολλά. πόντου· καὶ τῆς θαλάσσης· ἐπλανᾶτο γάρ.

2

.

504

Ἄλγεα· λυπηρά. ἄγγεα· βάθη. μετρήσαντα· ἐπελθόντα, ὑπομείναντα. πολυκμήτοισιν· πολυπόνοις, πολυκόποις, πολυκοπιάστοις, πολυκαμάτοις.

2

.

505

Ἀλγινόεσσα· ὀδυνηρὰ, ἄλγη ἐμποιοῦσα. κατ‐ ενήρατο· ἐφόνευσεν· ἀναίρω (ἐναίρω) τὸ φονεύω. ἀκωκῇ· γράφεται ῥιπῇ. ῥιπῇ· ὁρμῇ.

2

.

506

Θύνῳ· θύνῳ καὶ ξιφίῃ ἐνήμενον οἶστρον. συνέμ‐ πορον· συνεπόμενον. ὀπηδεῖ· ἀκολουθεῖ, μύωψ αὐτοῖς ἕπεται θαλάσσιος.

2

.

507

Πῆμα· κέντρον, βλάβος. ἔχουσι· δύνανται. ἀπότροπον· δεδιωγμένον, ἢ δυνατὸν, ἀποτρεπόμενον, ἄποθεν τετραμμένον ἀπ’ αὐτῶν, λέγει δέ που καὶ τὸ μισητὸν ἀπότροπον, τὸ δ’ αὐτὸ καὶ ἀπότροπον (sic).
5μεθέσθαι· λιπεῖν, καταλεῖψαι.

2

.

508

Οὔτε φυγεῖν· ἔχουσι, δύνανται. πτερύγεσσιν· πτέρυξιν. ἐνήμενον· ἐγκαθήμενον, καθήμενον, ἐμφυόμε‐ νον. οἶστρον· μανίαν.

2

.

509

Καυστειροῖο· φλογεροῦ, καυστικοῦ· ὤφειλε μὲν διὰ τοῦ η, λέγεται δὲ βοιώτιον εἶναι καὶ διὰ τοῦτο με‐ ταβάλλειν τὸ η εἰς τὴν ει δίφθογγον, ὡς ἐπὶ τοῦ τέθεικα καὶ ἐπὶ τοῦ ὠτειλὴ καὶ ἄλλων πολλῶν, καυστικὸν δὲ
5κύνα τὸν κύναστρον λέγει, οὗ ἀνατέλλοντος ἐν θέρει ἐκκαίεται ὁ ἀήρ. κυνός· τοῦ κυνάστρου. νέον· νεωστί. ἱσταμένοιο· ἀνατέλλοντος, ἀνατελλομένου, ὄντος.

2

.

510

Πευκεδανοῖο· πικροῦ, πικροτάτου κέντρου ὀξεῖαν δύναμιν ἐμβάλλει, οὗτος δ’ ὁ οἶστρος ἐκκεντᾷ τοὺς βʹ τούτους ἰχθύας ἐν τῷ θέρει, καθὼς τοὺς βόας ἐκκεντᾷ ὁ λεγόμενος βουτύπος, ἰδίως δ’ οἰστροκεντίον.
5θοήν· ὀξεῖαν, ταχεῖαν, τὴν δριμεῖαν. ἐνερείδεται· ἐμ‐ βάλλει.

2

.

511

Ἐγχρίπτων· ἐμβάλλων, προσπελάζων, κοντῷ τιτρώσκων. ὀρίνει· ἐκείνους τοὺς δύο ἰχθύας ἐγείρει.

2

.

512

Θωρήξας· καθοπλίσας, ὁπλίσας, ἀμφιθείς. θωρήξας· ὁπλίσας, ἢ μεθύσας· θωρήσσειν γὰρ τοῖς παλαιοῖς οὐ μόνον τὸ ὁπλίζειν, ἀλλὰ καὶ τὸ ἀκρατοπο‐ τεῖν, ὅθεν θωρήσσεσθαι ἤτοι μεθύειν λέγεται. ἐπισπέρ‐
5χει· ἐπείγει, κατεπείγει, κινεῖ ἐκείνους.

2

.

513

Φοιταλέῃ· μανιώδει, μανικῇ, ὁρμητικῇ. χο‐ ρευέμεν· κινεῖσθαι· γράφεται κορυσσόμενοι. χορεύμενοι· περιφερόμενοι. κελαινῷ· μέλανι, μελανοποιῷ, θανα‐ σίμῳ.

2

.

514

Τύμματι· κέντρῳ, τρώσει. παιφάσσουσι· ὁρ‐ μῶσιν, ἐνθουσιῶντες ὁρμῶσιν, ἐνθουσιῶσιν. μεμηνότες· μαινόμενοι. ἄλλοτε δ’ ἄλλῃ· ἀλλαχοῦ ἡ τοποθεσία.

2

.

515

Κῦμα· θάλατταν, κατά. καθιππεύουσι· διέρ‐ χονται, ἐπιτρέχουσιν. ἀνήνυτον· ἀμήχανον, ἀτελείωτον, ἀπλήρωτον, ἄπαυστον, ἀθεράπευτον.Column end

2

.

516

Εὐκραίροις· μεγάλοις, καλοκατάρτοις, καλὰς κραίρας καὶ κεφαλὰς ἢ πρώρας καὶ πρύμνας ἐχούσαις, καλὸν κέρας ἐχούσαις, κεραία δ’ ὁ ἱστὸς, ἐστὶ δὲ τὸ πλάγιον ξύλον, ἐξ οὗ ἀπῃώρηται τὸ ἄρμενον, ἢ εὔκραιρον
5ναῦν λέγει τὴν εὔπρωρον· κεφαλὴ γὰρ τῆς νηὸς ἡ πρώρα· κυρίως κράγη (κεραία?) ἡ κεφαλὴ, ὅθεν καὶ βόες εὔκραιοι (κραιροι). εὐκραίροις· διὰ τὰς ἐξοχὰς τῶν περὶ τὴν πρύμνην ἀφλάστων, ἢ διὰ τὴν κεραίαν ὀϊστοῦ (τοῦ ἱστοῦ).

2

.

517

Ῥιπῇ· ὁρμῇ, τοῦ κυνάστρου, ἤως τῇ σφοδρο‐ τάτῃ καὶ χαλεπῇ ἐπιβουλῇ τοῦ κυνάστρου, τοῦ κυνὸς, καθ’ ὃν ὁ οἶστρος ἐπιγίνεται αὐτοῖς. ἐλαυνόμενοι· διω‐ κόμενοι. δυσκραέϊ· καυματώδει, καυστικῇ.

2

.

518

Ἔκθορον· ἐξεπήδησαν. ἀσπαίροντες· πηδῶντες, ψυχοῤῥαγοῦντες, κινούμενοι, ταραττόμενοι.

2

.

519

Μόρον· θάνατον. ἠμείψαντο· ἀντήλλαξαν. πο‐ λυκμήτων· πολυκοπιάστων, πολυκόπων, πολυπα‐ θήτων.

2

.

520

Δάκος· ἄλγος, δῆγμα, βέλος. δεινόν· χαλεπόν. ἐπιῤῥέπει· ἐπιβαρεῖ, ἐπιβάλλει, κατέχει. ἀνίησι· ἐν‐ δίδωσι, καὶ ἀφίησιν.

2

.

521

Καὶ γάρ· ἀλλά. ἀνάρσιος· ὀλέθριος.

2

.

522

Ἐπεγχρίμψοι· ἐμπέσοι. ἐνιχρίμψῃ· πλησιάσῃ, εἰσέλθῃ ἀπὸ τοῦ χρὼς τὸ σῶμα. χροός· σώματος. βοός· γράφεται βέλος. κέντρον· βέλος, ἄλγος, τὸν οἶστρον. λαγόνεσσι· σπλάγχνοις. ἀραιαῖς· λεπταῖς, μικραῖς, με‐
5γίσταις.

2

.

523

Βουφορβῶν· βουκόλων, τῶν νεμόντων τὰς βοῦς, βοσκῶν. μέλεται· πεφρόντισται. σέβας· αἰδώς. νομοῖο· βοσκῆς, τῆς νομῆς ἢ τοῦ βοσκοῦ.

2

.

524

Ἀγέλης· ποίμνης. ποίην· βοτάνην. αὔλια· βου‐ στάσια, καὶ κατασκηνώματα. λιπόντες· ἀφέντες.

2

.

525

Σεύονται· διώκονται, ὁρμῶνται. λύσσῃ· μανίᾳ τοῦ οἴστρου. τεθοωμένοι· ἀγριούμενοι, ἠγριωμένοι, ὀξυνόμενοι· γράφεται καὶ τετρωμένοι. τετρωμένοι· πεπληγμένοι.

2

.

526

Ποταμός· ποταμῶν. πόντος· πόντων. ἀνέμβα‐ τος· ἀδιάβατος, ἀπάτητος, ἀβάδιστος. χαράδραι· βό‐ θροι, ἐσχισμέναι πέτραι, κεχαραγμένοι τόποι, φωλεαὶ ἢ διεσχισμέναι ὁδοί.

2

.

527

Ῥωγάδες· διεσχισμέναι, ἐκ παραλλήλου, ἐσχι‐ σμένοι, διεῤῥηγμέναι, λακκώδεις. ἀφοίτητος· ἄβατος, ὑψηλή. κατερύκει· κωλύει.

2

.

528

Ῥιπὴν ταυρείην· ὁρμὴν τοῦ ταύρου. ἐπιζέσει· βαρέως ἐπέλθῃ, ἐπιπεσεῖ, ἀναβράσει. κελεύων· κεντῶν, ὀργιζόμενος.

2

.

529

Βουτύπος· ὁ οἶστρος, τὸ κέντρον τοῦ οἴστρου. ὀτρηρῇσιν· ἰσχυραῖς, δραστικαῖς, σπουδαίαις, ταχείαις, παρὰ τὸ ὀτρύνω ὀτρυνρὸς καὶ τροπῇ ὀτρηρὸς, ὁ δι’ ἑαυ‐ τοῦ παρωξυμμένος πρὸς τὸ ἐνεργεῖν, ἢ δι’ ἑτέρου, ὁ δὲ
5Φιλόξενος· παρὰ τὸ τρέω τρῶ γίνεται τρεερὸς, ὡς
σφάλλω σφαλερὸς, καὶ κράσει τρηρὸς ὁ δειλὸς, ἀφ’ οὗ παρώνυμον τρήρων, μετὰ τοῦ στερητικοῦ α ἀτρηρὸς, ὁ μὴ δειλὸς, ἀλλὰ δραστικὸς καὶ ἐῤῥωμένος τὴν γνώμην, καὶ μεταθέσει ὀτρηρός. ἐπισπέρχων· βιάζων, κατεπ‐322
10είγων, σπεύδων.

2

.

530

Βρύχει· βοᾷ. βρυχή· βοή ἀπὸ τοῦ βρύχω· λείπει τοῦ βοός· ἅλματα· πηδήματα. χηλῆς· ὁπλὴ, χηλὴ καὶ ὄνυξ διαφέρει· ὁπλὴ μὲν λέγεται ἡ στρογγύλη καὶ ἄσχιστος ὄνυξ, οἷον τοῦ ἵππου, χηλὴ δ’ ἡ ἐσχισ‐
5μένη, οἷον τοῦ βοὸς, ὄνυξ δ’ ἡ τοῦ ἀνθρώπου.

2

.

531

Εἱλεῖται· στρέφεται. δριμεῖα· βιαία. θύελλα· ἀγριότης, πνοὴ, μεταφορικῶς ὀδύνη ἢ ὁρμᾶ (ὁρμή).

2

.

532

Ὁμοίϊον· ἐκ τοῦ ὁμοῖον καὶ πλεονασμῷ τοῦ ι ὡς γελοῖος γελοίϊος.

2

.

533

Ἀγέλῃσιν· ἤως τοῖς ἰχθύσιν. κοιρανέουσιν· ἄρ‐ χουσιν, ἡγεμονεύουσι, βασιλεύουσιν.

2

.

534

Ἔξοχοι· πως ἔξοχον, ἐξόχως. ἠνορέῃ· ἀνδρίᾳ, δυνάμει. ἀγλαΐῃ· λαμπρότητι, εὐπρεπείᾳ. κομόωντες· θάλλοντες, ἐπαιρόμενοι, βαρυνόμενοι.

2

.

535

Ὠκυάλῳ· ταχείᾳ, ἐν ἁλὶ, τῇ ἐν τῇ ἁλὶ ὠκείᾳ. ὥστε· καθὰ, ὥσπερ βέλος διίπτανται τὴν θάλασσαν.

2

.

536

Ἵπτανται· πέτανται, διίπτανται. φλόγεον· λαμπρόν. φλογῶεν· πυρῶδες. φλογόεν δὲ σέλας· πυῤ‐ ῥὸν φῶς. ὀπωπαῖς· διὰ τῆς θεωρίας, ὄψεσιν, ὀφθαλ‐ μοῖς.

2

.

537

Ὀξύτατον· εἰς τὸ ἰδεῖν. ὑποπτήσσοντα· κείμε‐ νον, ὑποκρυβέντα, καὶ φοβούμενον, ὑποκείμενον, κρυ‐ πτόμενον. χαράδραις· κοιλώμασι, βόθροις, σχίσμασι πετρῶν, φωλεαῖς.

2

.

538

Καί τιν’· ἐάν τινα. εἰλυμένον· κεκρυμμένον. ἔδρακον· εἶδον.

2

.

539

Ὅσσον· καθόσον· σύγκρισις, σχῆμα τῆς παρα‐ βολῆς, συντόμως δ’ ἀποδοθὲν τῆς γοργότητος. οἰωνοῖσιν· ὀρνέοις. ἄνακτες· βασιλεῖς.

2

.

540

Ἤ· ὅσον. μετ’· ἐν. ὠμηστοῖσι· ὠμὰ ἐσθίουσιν.

2

.

541

Ἑρπυστῆρσι· τῷ ἑρπυστικῷ γένει, ζώοις δη‐ λονότι.

2

.

542

Δελφῖνες· βασιλεύουσιν· λείπει. ἡγεμονῆες· ἄρχοντες, ὁδηγοί.

2

.

543

Ἐρχομένοις· κινουμένοις, πορευομένοις. πελά‐ σαι· ἔστι δυνατόν. σχεδόν· πλησίον. τις· ἰχθύς. ἄντην· ἐξ ἐναντίας, ἀντικρὺς, ἤως ἀντωπῆσαι.

2

.

544

Τέτληκεν· ὑπέμεινεν. ὑποπτήσσουσι· οἱ ἰχθύες ἐφερμηνευτικόν. ἄνακτος· δελφῖνος.

2

.

545

Ἅλματα· πηδήματα. ἄσθματα· καὶ ἀναπνοάς. φυσιόωντα· μεγάλα, πνευστιῶντα. φυσιόωντος· φυ‐ σῶντος καὶ ἐκπνέοντος, ἢ φυσιόωντος ἀντὶ τοῦ σοβαρῶς καὶ ἐπηρμένως βλέπειν.

2

.

546

Ἰθύσωσι· ὁρμήσωσιν, ἤως οἱ δελφῖνες εὐθέως ὁρμήσουσιν. ἰθύσουσι· ὁρμήσουσιν. λιλαιόμενοι· ὀρεγό‐ μενοι, ἐπιθυμοῦντες. μετά· εἰς.

2

.

547

Ἄμυδις· ὁμοῦ· σημαίνει τὸ ἅμα· παρὰ τὸ ἅμα ἅμασις, καὶ τροπῇ τοῦ α εἰς υ, ὡς σάρκες σύρκες. κλο‐
νέουσιν· ταράττουσι, φοβοῦσιν. ἀθέσφατα· πολλά. πώεα· ποίμνια, τοὺς ἰχθύας λέγει. λίμνης· θαλάσσηςColumn end
5καταχρηστικῶς.

2

.

548

Παμφύγδην· ἀπὸ τοῦ φεύγω φύγδην· καὶ φευ‐ κτικῶς, μετὰ πάσης φυγῆς, ὁρμητικῶς. παμφύρδην· συγκεχυμένως. ἐλόωντες· ἐλαύνοντες, τρέχοντες. φόβοιο· ταραχῆς.

2

.

549

Πόρον· θαλάσσης. πάντα πόρον· ἤως πᾶσαν τὴν ἐκεῖ θάλασσαν, πορισμόν. σκιεροί· κατάσκιοι. σκιεροί τε μυχοί· συνεσκιασμένοι τόποι. μυχοί· βάθη. χθαμαλαί· κοῖλαι. χαράδραι· σχίσματα.

2

.

550

Στείνονται· τῶν ἰχθύων, στενοχωροῦνται. ἠϊό‐ νων· αἰγιαλῶν. ἐπιωγαί· καταδύσεις, καὶ διανοίξεις.

2

.

551

Εἱλουμένων· συστρεφομένων, πανταχοῦ συν‐ νευομένων ἐκεῖ τῶν ἄλλων ἰχθύων. δαίνυνται· εὐω‐ χοῦνται. ὄφρ’ ἐθέλῃσι· γράφεται ὅν κ’ ἐθέλῃσιν. ὄφρ’· ἕως οὗ.

2

.

552

Κρινάμενοι· ἐκλεξάμενοι. κρινάμενος· χωρι‐ σάμενος. ἄριστον· κρείττονα ἰχθύν. παρεόντων· πα‐ ρόντων.

2

.

553

Ἔμπης· ὅμως. ἀνάρσιοι· ὀλέθριοι, ἀναιδεῖς. ἀντιφέρονται· ἐναντιοῦνται, καὶ ἀντιόως φέρονται.

2

.

554

Ἀμίας· εἶδος ἰχθύος. ἀλέγουσι· φροντίζουσιν.

2

.

555

Καταντία· ἐξ ἐναντίας. δηριόωνται· μάχων‐ ται· ἀπὸ τοῦ δηῒς ἡ μάχη πλεόνων τοῦ ρ δηριόωνται.

2

.

556

Ἀφαυρότερον· ἀσθενέστερον. δέμας· σῶμα. ἀμφί· περὶ αὐτὰς, αὐτῶν, αὐταῖς· ἤως περισσῶς, ἢ περὶ αὐτάς.

2

.

557

Ἀβληχραί· ἀσθενεῖς. θαμέες· πυκνοὶ, συνε‐ χεῖς. διὰ στόμα· ἢ ἀντὶ τοῦ εἰς, ἢ ἀττικῶς ἀντὶ τοῦ διὰ στόματος λάβρου. ὀδόντες· ἀφανιστικοί.

2

.

558

Ὀξέα· ὀξέως. πεφρίκασι· πεφόβηνται, ἵσταν‐ ται, φρικώδεις ἵστανται. τῷ· διὸ, διὰ τοῦτο, τῷ καὶ τούτῳ, ἤως τῇ ὀξύτητι τῶν ὀδόντων, ὅπερ. θράσος· ἀναίδειαν.

2

.

559

Καταπτήσσουσιν· φοβοῦνται. ὑπέρβιον· ὑπερ‐ ηρμένον, δυνατὸν, ἰσχυρόν. ἡγητῆρα· ἡγεμόνα, ἡγε‐ μόνα τῶν ἰχθύων, ἤως τὸν δελφῖνα.

2

.

560

Ἀπόσσυτον· ἀποκεχωρισμένον, ἀποκεκριμέ‐ νον. ἀπ’ ἄλλων· κεχωρισμένον.

2

.

561

Ἀγέλης· πλήθους. ἀθρόαι· ὁμοῦ.

2

.

562

Ὑπ’ ἀγγελίης· κηρύγματος, σάλπιγγος, κήρυ‐ κος, ὥσπερ στρατὸς πορεύεται, πολέμου ἀγγελθέντος. εἰς ἓν ἰοῦσαι· ὁμοῦ ἐλθοῦσαι.

2

.

563

Στέλλονται· πορεύονται, ἑτοιμάζονται. ποτὶ μῶλον· πρὸς πόλεμον, μάχην. ἀθαμβέες· ἄφοβοι· γρά‐ φεται ἀολλέες· ὁμοῦ. ἐπὶ πύργον· στέλλονται, κατὰ πύργον. πύργον· τεῖχος· παραβολή.

2

.

564

Θύνοντες· ὁρμῶντες. ἀρήϊοι· ἰσχυροὶ, πολεμι‐ κοί. ἀσπιστῆρες· ἐπίκουροι, πολεμισταὶ, ἀσπίδας φέ‐ ροντες, ὁπλίται, ὁπλοφόροι, ἀπὸ μέρους τὸ πᾶν.

2

.

565

Ἠϋγένειος· μεγαλόστομος, ὁ μεγαλοδύναμος, εὐγένειος, πλατυγένειος. ὑπαντιόωντος· συναντῶντος. ὁμίλου· πληθύος. ὑπαντιόωντος ὁμίλου· τοῦ ἐξ ἐναντίας
ἐρχομένου εἰς μάχην πλήθους.323

2

.

566

Πρῶτα· κατ’ ἀρχάς. ἀλέγει· φροντίζει. οὐκ ἀλεγίζει· οὐκ ἀντιλέγει. μετά· ἔπειτα. ἔσσυται· ὁρμᾷ, ἀκολουθεῖ.

2

.

567

Ἁρπάγδην· ἁρπακτικῶς. ἐρύων· ἑλκύων, ἕλ‐ κων, κατέχων. μενοεικέα· ἀξίαν τοῦ θυμοῦ, τῇ προθυ‐ μίᾳ αὐτοῦ πρέπουσαν, αὐτάρκη τῇ προθυμίᾳ, πρέπου‐ σαν τῇ δυνάμει. δαῖτα· εὐωχίαν. κιχήσας· κατα‐
5λαβών.

2

.

568

Περιστέψωσι· κυκλώσουσι, περικυκλώσωσιν φάλαγγες· τάξεις, τὸ πλῆθος.

2

.

569

Στῖφος· φάλαγξ, τάγμα. κυκλώσωνται· περι‐ κυκλώσουσιν.

2

.

570

Δή· ἀργὸν, κυκλικὸν τὸ σχῆμα διὰ τὸ δὴ δή. οἱ· αὐτῷ· γράφεται μιν. μόθος· πόλεμος. ὑπὸ φρένα δύεται· ὑπεισέρχεται. φρένα· ὅτι φρένες οὐ μόνου ἀσω‐ μάτως καὶ νοητῶς ἐπὶ λογισμοῦ, ἀλλὰ καὶ μέρος τι τῶν
5σπλάγχνων, ὃ καὶ διάφραγμα λέγεται, ἐστὶ δ’ ὑμὴν ἀποχωριάζων ἧπαρ ἀπὸ τοῦ (inter lin. ῆς) σπληνὸς τοῦ τε πνεύμονος καὶ τῆς καρδίας, ἢ καὶ ἄλλως κατὰ τοὺς παλοὺς (παλαιοὺς) φρένες εἰσὶν αἱ διεζωκυῖαι τὸν ὑπὸ τῷ πνεύματι (πνεύμονι) καὶ τῇ καρδίᾳ τόπον, ὃ κα‐
10λεῖται καὶ διάφραγμα, συντελεῖ δ’ εἰς τὸ φρονεῖν, ὅθεν καὶ φρενήρης καὶ φρόνιμος, ἐν δὲ τῷ φλεγμαίνειν πε‐ ριφροσύνας ποιεῖ, Ἀριστοτέλης δέ φησιν (Part. anim. III, 10), ὅτι ὑπὸ τὸν πνεύμονα τὸ διάζωμα τὸ τοῦ θώ‐ ρακος αἱ καλούμεναι φρένες πρὸς τὰ πλευρὰ καὶ τὰ
15ὑποχόνδρια καὶ τὴν ῥάχιν συνηρτημένον. δύεται· ὑπο‐ δύεται, καὶ ὑπέρχεται.

2

.

571

Ἔγνω· ἐνόησεν. αἰπύν· χαλεπόν. ἀπειρεσίοις· ἀπείροις, ἐν πολλοῖς.

2

.

572

Ἐρχθείς· κρατηθεὶς, συσχεθεὶς, κωλυθείς. πό‐ νος· κόπος, ἀγών. ἀναφαίνεται· ἀνεγείρεται.

2

.

573

Αἱ μέν· αἱ ἀμίαι. λυσσηδόν· μανικῶς, μανι‐ κὸν, μετὰ μανίας. ἀολλέες· ὁμοῦ, συνηθροισμέναι. ἀμ‐ φιχυθεῖσαι· περιπεσοῦσαι, περιδραμοῦσαι, περικυκλώ‐ σασαι.

2

.

574

Βίην· δύναμιν, ἤως ἰσχύν· ἐνέρεισαν· ἐνέπηξαν τοὺς ὀδόντας, ἐπεστήριξαν.

2

.

575

Πάντη· παντελῶς. πρίουσι· σχίζουσιν. ἄτρο‐ μοι· ἀτρεπεῖς. ἀμετάτροποι· γράφεται ἀμετάτρεπτοι. ἐμπεφύασι· κεκόλληνται, ἐκκεκόλληνται.

2

.

576

Πολλαί· ἐνδιάσκευος διήγησις κατὰ λεπτομέ‐ ρειαν. κεφαλῆς· γράφεται πλευροῖς. δεδραγμέναι· ἁπτό‐ μεναι, κρατοῦσαι, ἐπιδράξασαι. γενύων· στομάτων.

2

.

577

Γλαυκῶν· λευκῶν, τῶν λευκῶν ἢ τῶν καταπλη‐ κτικῶν, ἢ τῶν λευκῶν ἢ τῶν κοίλων. ἔχονται· κρα‐ τοῦνται, ἐνέχονται καὶ ἐνερείδονται.

2

.

578

Λαγόνεσσι· κοιλίαις. γένυν· στόμα. πήξαντο· ἔπηξαν, ἐστερέωσαν. δαφοινήν· ἄγαν φονικήν.

2

.

579

Ἕλον· ἔλαβον, ἔδακον.

2

.

580

Νηδύν· γαστέρα, ἔλαβον· νηδὺς ἀπὸ τοῦ νῶ τὸ σωρεύω καὶ τὸ ἡδὺ, ἐν ᾗ σωρεύεται πᾶσα ἡδύτης. ἐφύ‐ περθεν· ὑπεράνωθεν. ὑπένερθεν· ὑπεράνωθεν. νώτοιο·
τῆς ῥάχεως. νέμονται· βόσκονται, κεῖνται.Column end

2

.

581

Λοφιῆς· λοφιὰ τὸ ἄκρον τῆς κεφαλῆς, τὸ πλη‐ σίον τοῦ αὐχένος ἀνάστημα, λοφιαὶ τὸ μέσον τῆς ῥά‐ χεως καὶ κεφαλῆς ὀστοῦν, ἢ νεῦρον τοῦ τραχήλου. αὐχένος· τοῦ σπονδύλου. ᾐώρηνται· ἐκρεμάσθησαν,
5ἀποκρέμανται, ἐκκρέμανται.

2

.

582

Αὐτάρ· δέ. παντοίοισι περιπληθὴς καμάτοισι· πάντων ἢ παντοίων γεγεμισμένος κόπων. περιπληθής· γέμων.

2

.

583

Ἐπαιγίζει· κλονίζει, ταράσσει δίκην αἰγίδος, βαρέως διέρχονται, καταιγίζει, σφοδρῶς διέρχεται, κα‐ τακλύζει, ταράσσει. σφακέλῳ· ἐπιληψίᾳ, σφακελισμὸς, ἡ σῆψις τοῦ μυελοῦ, ὁ σπασμὸς, ὁ παλμὸς, ὁ σφυγμὸς,
5ἡ τῶν ὀστῶν σῆψις, καὶ ὁ μέσος τῆς χειρὸς δάκτυλος. σφακελισμῷ· ταραχῇ, σφυγμῷ καὶ παλμῷ, ἄλλοι δὲ σήψει ὀστέου· σφακελισμὸς λέγεται καὶ ἡ σῆψις τοῦ μυε‐ λοῦ, καὶ ὁ σπασμὸς, καὶ τῶν ὀστῶν ἡ σῆψις, λέγεται δὲ καὶ ὅλος ὁ μέσος τῆς χειρὸς δάκτυλος σφάκελος, φάκαι
10παρὰ Ῥωμαίοις αἱ δεσμαὶ, ἐξ οὗ καὶ φάκελος ὁ δεσμὸς τῶν χαρτίων. ὀρεχθεῖ· ταράττεται, στενάζει, κινεῖται.

2

.

584

Φλεγέθει· φλέγεται. ἦτορ· ψυχή. ἀνίῃ· ἐν, θλί‐ ψει.

2

.

585

Θρώσκει· πηδᾷ. ἑλίσσεται· συστρέφεται. ἄκριτα· ἀδιαχώριστα, πολλά. θύων· ὁρμῶν.

2

.

586

Παφλάζων· ζέων, ἀγριούμενος· τὸ παφλάζω ἐπὶ πυρὸς, τὸ δὲ καχλάζω ἐφ’ ὕδατος, τοὺς βρασμοὺς ἀναπέμπων· φλῶ φλύων φλάζω τὸ ἀναπέμπω. ὀδύνῃσι· λύπαις. κυβιστητῆρι· κολυμβητῇ, ὀρχηστῇ, τῷ πολέμῳ
5τῷ ποιοῦντι αὐτὸν οἱονεὶ κυβιστᾷν. ἐοικώς· ὁμοιούμενος, ὅμοιος.

2

.

587

Βαθὺ κῦμα· τὸν βυθὸν, ἤως τὸ πέλαγος. δια‐ τρέχει· διαβαίνει. λαίλαψ· ἄνεμος, σφοδρὰ πνοιὴ, τα‐ χὺς ἄνεμος.

2

.

588

Φέρεται· κομίζεται. βρύχα· βάθος, βυθὸν, τὸ τέλος, τὸ βάρος, τὸ ὑπὸ τὸ βράχος.

2

.

589

Ἀφρόν· ἐπιφάνειαν, ποτὲ δ’ ὑπεράνω τοῦ ἀφροῦ τῆς θαλάσσης. ὑπεκθρώσκων· κάτωθεν ἐκπηδῶν, ὑποφεύγων, πηδῶν. ἀναπάλλεται· ἀναπηδᾷ, κινεῖται. ᾗ κε· ὅπου. εἴ ἑ· εἴπως αὐτὸν, ὅπως, ἐὰν αὐτόν. μεθ‐
5είη· καταλείψῃ.

2

.

590

Ἐσμός· πλῆθος, πληθύς. ὑπερφιάλων· ἀλαζό‐ νων, παρασπονδητῶν. ἀλίαστοι· ἄφευκτοι, ἀμετακίνη‐ τοι, ἀμετάτρεπτοι. ἀλίαστον· ἄφυκτον.

2

.

591

Βίης· τῆς τῶν ὀδόντων. μεθιᾶσιν· ἐνδίδουσιν, ἐνδιδόασι, παῦσιν ποιοῦσιν. μεθιέντες· ἐνδιδόντες. ὁμῶς· ὁμοίως. ἐμπεφύασι· κεκόλληνται, ἐνηρμοσμένοι εἰσὶν, ἐγκεκόλληνται.

2

.

592

Δυομένῳ· κατερχομένῳ. μίαν· τὴν αὐτὴν, κοίνην. δύνουσι· ὑπεισέρχονται. κέλευθον· ὁδόν.

2

.

593

Ἀνθρώσκοντι· ἀνερχομένῳ. ἀναθρώσκοντι· ἀναφερομένῳ, ἄνω τοῦ ἀφροῦ φερομένῳ. συνέξαλοι· ἔξω ἁλὸς, ὁμοῦ, ἀντὶ τοῦ ἔξω τῆς θαλάσσης συνεξορ‐ μῶντες. ἀΐσσουσι· συνορμῶσι, πηδῶσιν.

2

.

594

Ἑλκόμεναι· συρόμεναι. φαίης κε· εἴποις ἄν.
νέον τέρας τῷ Ἐννοσιγαίῳ, τουτέστιν ὑπὸ τοῦ Ἐννο‐ σιγαίου τίκτεσθαι μεμιγμένον δελφίσι καὶ ἀμίαις, τουτ‐ έστιν ἀπὸ δελφῖνος καὶ ἀμιῶν ἕνα τινὰ ἐκ μίγματος324
5ἰχθὺν τεχθῆναι τῷ Ἐννοσιγαίῳ· τοσοῦτον γὰρ τοῦ δελ‐ φῖνος ἔχονται αἱ ἀμίαι, ὥστε φαίνεσθαι συμφυεῖς αὐ‐ τοῖς (τῷ) εἶναι· οὕτως εἰσὶ συνηρμοσμένοι, ὥστε τὸν δελφῖνα φαίνεσθαι τοιοῦτον. τέρας· σημεῖον. Ἐννοσι‐ γαίῳ· ὑπὸ τοῦ Ἐννοσιγαίου· ἀντίπτωσις.

2

.

595

Τίκτεσθαι· γίνεσθαι, γεννᾶσθαι. μεμιγμένον· διὰ μέσου, κεκραμένον. ἠδ’· καὶ, τὴν ἀδιάσπαστον συμ‐ πλοκὴν τῶν ἀμιῶν πρὸς τὸν δελφῖνα.

2

.

596

Ἀργαλέων· λυπηρῶν. ἁρπαλέων· ἁρπακτικῶν. ἀργαλέῃ· λυπηρᾷ. ξυνοχῇ· συνδέσμῳ, ἑνώσει καὶ κρα‐ τήσει. συνοχῇ· κρατήσει. πεπέδηνται· δεδέσμηνται. πεπέδηται· πέπηκται, ἢ δεδέσμηται.

2

.

597

Ὡς δ’· παραβολή· παραβολή ἐστιν ὁμοιωτικὴ πράγματος τοῖς ὑποκειμένοις παράθεσις πρὸς δήλωσιν ἐντελεστέραν. ἰητήρ· ἰατρός. πολυμήχανος· πολύπει‐ ρος. ἕλκος· τραῦμα. ἀφύσσων· ἀντλῶν, ἀπαντλῶν, ἐκ‐
5κενῶν.

2

.

598

Οἰδαλέον· ἐξωγκωμένον, ὠγκωμένον. τῷ· ἐν ᾧ, τῷ ἕλκει, ἔν τινι. ᾧ· τῷ τραύματι. ἀνάρσιον· ὀλέ‐ θριον, θανατηρὸν, ἀναιρετικόν.

2

.

599

Ἐννέμεται· ἐστὶ, τρέφεται, ἐγκάθηται, ὑπάρ‐ χει, βόσκεται. διεράς· διΰγρους. γονάς· τέκνα, γενεάς. κυανόχροα· μελανόχροα, μέλανα, ἤως τὰς βδέλλας.

2

.

600

Ἑρπετά· βδέλλας. τειρομένοιο· τοῦ νοσοῦντος, πονοῦντος, καταδαμαζομένου, βλαπτομένου. τειρομέ‐ νοις· ἀσθενοῦσιν. χροός· σώματος. ἐστήριξε· ἐνέθηκεν, ἐπέθηκεν, ἐνέπηξεν.

2

.

601

Δαίνυσθαι· ἐσθίειν, ὥστ’ εὐωχεῖσθαι. γυρωθέντα· καμφθέντα, ὀγκωθέντα, ἐπικαμφθέντα.

2

.

602

Κυρτοῦνται· κάμπτονται. κυρτοῦται· ἐξογκοῦ‐ ται. λύθρον· αἷμα, τὸ σεσημμένον αἷμα. ἐφέλκεται· ἐπισύρεται. ἀνίησιν· ἀφίησι, παύονται.

2

.

603

Ζωρόν· γλυκὺν, θερμὸν, ἄκρατον ἢ ζωτικὸν αἷμα, τὸ ζωὴν ἐμποιοῦν. αὖ· ἔξω, εἰς τοὐπίσω. ἐρύ‐ σαντα· ἑλκύσαντα, ἑρπετὰ δηλονότι.

2

.

604

Αὐτοκύλιστα· μόνα, αὐτόματα, ἑκούσια, αὐ‐ τοκίνητα, μετὰ τὸ κορεσθῆναι. πέση· πέσωσιν, ἐκπί‐ πτουσιν.

2

.

605

Πρόσθε· πρότερον. χαλᾷ· ἐνδίδει, ἐνδίδωσιν. μένος· προθυμία.

2

.

606

Ἔμαρψεν· ἔλαβεν. ὑπό· κατά. δαιτρεύσωνται· καταφάγωσιν.

2

.

607

Προλίπωσιν· ἀφήσουσιν. ἀναπνεύσῃ· ὁ δελφὶς ἄνεσιν λάβῃ, καὶ ἐλευθερωθῇ τοῦ πολέμου τῶν ἀμιῶν, ἢ τῆς ὀδύνης τῶν ὀδυνῶν (sic). πόνοιο· κόπου.

2

.

608

Λύσσαν· μανίαν. ἐπόψεαι· ἴδῃς. ἡγητῆρος· ἡγεμόνος, τοῦ δελφῖνος.

2

.

609

Χωομένου· ὀργιζομένου· χόω σημαίνει τὸ λυπῶ καὶ ὀργίζομαι, ὅπερ γέγονεν ἀπὸ τοῦ χέω χῶ παρὰ τὸ διαχεῖσθαι τὴν χολήν· χῶ οὖν χώσω, ἡ μετοχὴ παθη‐ τικὴ χοόμενος, χούμενος καὶ δωρικῶς χώμενος, ὡς
5Μοῦσα Μῶσα, καὶ πλεονασμῷ τοῦ ο χωόμενος· ἢ παρὰ τὸ χολῶ χολώσω χολούμενος, ἐκβολῇ τοῦ λ χοούμενος, καὶ τροπῇ τῆς ου διφθόγγου εἰς ω χοώμενος, καὶ ἐν ὑπερβιβασμῷ χωόμενος, ὡς ὄρωρεν ὤρορεν. κρυερή· χαλεπὴ, ψυχρὰ, φρικωδεστάτη, κακή.Column end

2

.

610

Αἱ μέν· αὐτῶν, αἱ ἀμίαι. ἐξόπισθεν· ἐκ τοῦ ὀπισθένου μέρους. κεραΐζων· κόπτων, κατακόπτων, φθείρων, διακόπτων, πορθῶν καὶ διαφθείρων· ἡ μετα‐ φορὰ ἐκ τῶν κέρασι χρωμένων ζώων εἶναι (δοκεῖ?),
5καὶ παρὰ τὴν κῆρα τὴν θάλασσαν (sic).

2

.

611

Εἰδόμενος· ὁμοιούμενος. πρηστῆρι· ἀνέμῳ, κεραυνῷ, ἀνέμῳ φυσητῆρι· πρηστὴρ ἀπὸ τοῦ πρήθω τὸ καίω. δυσηχέϊ· δυσήχῳ. ἀμαθύνει· ἀφανίζει, εἰς λεπτὸν συντρίβει, λεπτύνει.

2

.

612

Δάπτων· δάκνων· γράφεται δαρδάπτων. ἐμ‐ μενέως· ἰσχυρῶς, παραμένως. ἐρεύθει· βάπτεται, κατα‐ βάπτει, μολύνει.

2

.

613

Λιχμάζων· ἐσθίων, λείχων. αἰχμάζων· κό‐ πτων. δαχμάζων· δάκνων, τρώγων. γενύεσσι· στόμασιν. παθῶν· ἕνεκα. ἀπετίσατο· ἀνταπέδωκεν, ἀπέδωκε ταῖς ἀμίαις, ἠφάνισεν. λώβην· λώβη ἀπὸ τοῦ λαὸς καὶ τοῦ
5βαίνω, λαόβη τις οὖσα, καὶ κράσει τοῦ αο εἰς ω μέγα λώβη.

2

.

614

Ξυλόχοισιν· ὄρεσιν. ἔχει φάτις· κρατεῖ φήμη. ἀγρευτήρων· κυνηγῶν.

2

.

615

Θῶας· λυκοπάνθηρας, λυκοπανθήρους. ὑπερ‐ φιάλους· ἀλαζόνας, ἀναιδεῖς καὶ μεγάλους. ποιπνύε‐ σθαι· σπουδάζειν, πονεῖν, ἀπὸ τοῦ πονῶ πονύω γίνεται ποπνύω, καὶ πλεονασμῷ τοῦ ι ποιπνύω. ποιπνύεσθαι·
5σχολάζειν, σπεύδειν, ἀγωνίζεσθαι· τὸ ποιπνύεσθαι γίνε‐ ται ἀπὸ τοῦ πονῶ πονήσω, καὶ κατὰ συγκοπὴν πνύω, καὶ κατ’ ἀναδιπλασιασμὸν ποπνύω, καὶ προσθέσει τοῦ ι ποιπνύω· ποιπνύεσθαι γὰρ τὸ σχολάζειν ἢ σπεύδειν, οἱονεὶ τὸ μετὰ σπουδῆς πνεύματος ποιεῖν τι· τῷ γὰρ
10ἐσπουδακότι ἐνεργεῖν ἕπεται τὸ πνευστιᾷν· πνέειν οὖν καὶ πνύειν, καὶ ἐν συνθέσει μετὰ τοῦ ποιεῖν ποιπνύειν.

2

.

616

Ἀγρομένους· συναθροιζομένους. ἐπαΐγδην· ὁρ‐ μητικῶς. γενύεσσι· στόμασιν.

2

.

617

Ἀρτιχύτοιο· νεωστὶ χυθέντος, νεωστὶ αὐτοῖς ἐπιχυθέντος, τοῦ νεωστὶ χυθέντος ἐξ αὐτοῦ φόνου, καὶ τοῦ κινδύνου καὶ θανάτου, γνης (sic; γνησίως?) ὑπὸ τοῦ ἀρτιφόνου, καὶ τοῦ ἀρτίως χυθέντος· ἀλλοπαθὲς τὸ
5σχῆμα. φόνοιο· αἵματος.

2

.

618

Θερμὸν ἔαρ· αἷμα, ἔαρ δὲ τὸ αἷμά φησι διὰ τὸ ἐν ἔαρι τίκτεσθαι τὸ αἷμα ὡς ἐπὶ τὸ πολὺ, καὶ ὅτι τὸ ἔαρ δύο σημαίνει· τὸν καιρὸν, καὶ τὸ αἷμα· γεννητι‐ κὸν γὰρ αὐτῷ. ἔαρ· αἷμα, ἢ ἄνθος, διότι ἐν τῷ χειμῶνι
5αὔξει τὸ αἷμα. λάπτουσιν· ῥοφῶσιν. αἱμάσσων· ἀδημο‐ νῶν, ὁ ἔλαφος αἷμα καταπέμπων, ᾑμαγμένος.

2

.

619

Βεβρυχώς· βοῶν, ὠρυόμενος. ἠχῶν. ὀλοῇσι. ὀλε‐ θρίαις, ὀλοθρευτικαῖς. ὠτειλῇσιν· τραυμάτων. περί‐ πλεως· λείπει γενόμενος.

2

.

620

Διαπάλλεται· διαβαίνει, διαπηδᾷ. ἄκρας· κο‐ ρυφάς.

2

.

621

Λείπουσιν· ἐῶσιν.325

2

.

622

Ὠμησταί· ὠμοφάγοι. ζωόν· ζῶντα ἔτι τὸν ἔλαφον τοῖς δήγμασι κατακόψαντες τοῖς ὀδοῦσι διαῤῥήσ‐ σουσι τὸν ἑαυτοῦ (αὐτοῦ) ῥινὸν, πρὶν δὲ καὶ θανεῖν. διαρ‐ ταμέοντες· κατακόπτοντες, διακόπτοντες· ἄρταμος πᾶς
5σφαγεὺς καὶ φονεὺς, κυρίως δ’ ὁ μάγειρος, ὁ κατ’ ἄρθρα τέμνων.

2

.

623

Ῥινόν· δέρμα. πάρος· πρὸ τοῦ, πρίν. κυρῆσαι· τυχεῖν, ἐπιτυχεῖν.

2

.

624

Δαῖτα· ποιοῦντες. κελαινοτάτην· ὀλεθρίαν, φοβε‐ ρὰν, θανάσιμον, κακὴν, σκοτεινὴν, φοβερωτάτην, χα‐ λεπὴν, καὶ ἀλγίστην· γράφεται πονήσαντες.

2

.

625

Ἀλλ’ ἤτοι θῶες· διαφορὰ τῆς παραβολῆς πρὸς τὸ πρᾶγμα, οὗ χάριν εἴληπται ἡ παραβολή. οὔτιν’· οὐδαμῶς. ἔτισαν· ἀπέδωκαν, ἀνταπέδωκαν.

2

.

626

Ποινήν· τιμωρίαν, δίκην. ἀποφθιμένοις· φθα‐ ρεῖσιν.

2

.

627

Θαρσαλέαι· ἀναιδεῖς. τάχα· ταχέως. κύντατα· χαλεπώτατα, κακῶς. κύντερα· ἀσθενέστερα, χαλεπώ‐ τερα. δηρίσαντο· ἐπολεμήθησαν, ἐμαχέσαντο, ἐφιλονείκη‐ σαν, ἐτιμωρήθησαν.

2

.

628

Δελφίνων· ὑπό. πανέξοχον· θαυμάσιον, λίαν· μικροῦ δεῖ καὶ ἀπίθανον τοῦτο· φησὶ γὰρ, τοὺς δελφῖνας τὸν ἑαυτῶν προγινώσκοντας θάνατον μηκέτι περὶ πέλαγος, ἢ τὸ τῆς θαλάσσης βάθος διατρίβειν, ἀλλ’ ἐπὶ τὸν αἰγαλὸν
5ἐξερχομένους ἐκεῖσε τελευτᾷν, ὡς ἄν τις ἰδὼν τελευτή‐ σαντα κατὰ γῆς θάψῃ, καὶ μὴ ὑπὸ τῶν ἰχθύων βρωθῶ‐ σιν ἀποπνεύσαντες ἐν πελάγει. ἀκούων· καὶ εἰς νοῦν βάλλων, εἰς γνώμην λαμβάνων.

2

.

629

Ἠγασάμην· ἐθαύμασα. ὀλέθριος· φθαρτική. ἵκηται· ἔλθῃ.

2

.

630

Νοῦσος· ἀῤῥωστία. ἀταρτηρή· βλαπτικὴ, βλα‐ βερὰ, ἐπώ (sic). ἐδάησαν· ἔγνωσαν, ἔμαθον.

2

.

631

Τέρμα· τέλος. βίου· ζωῆς. εὐρέα· ἐπιμήκη, λίμνης.

2

.

632

Κούφοισιν· τοῖς μὴ πολὺ βάθος ἔχουσιν. ἔκελσαν· ἐπλησίασαν, ἐξῆλθον· λέγεται κυρίως, ὅταν οἱ ναῦται ἐν γαλήνῃ ἄγουσι τὴν ναῦν ἐν τῷ λιμένι, τὸ δ’ ἐξώ‐ κειλεν, ὅταν κλυδωνίζηται ἡ ναῦς.

2

.

633

Ἔνθα· ὅπου, ἐκεῖ, ἐν αἰγαλοῖς. ἀποπνείουσι· ἀποθνήσκουσιν, ἀποψύχουσιν, ἀναπνέουσι, θνήσκουσιν. μοῖραν· τύχην. μοῖραν ἕλοντο· θάνατον ἔλαβον.

2

.

634

Ὄφρα· ὅπως. μερόπων· ἀπό. ἱερόν· μέγαν. τρόχιν· ἄγγελον, ὑπηρέτην. τρόφιν· δοῦλον, τὸν δοῦλον, τὸ θρέμμα, τὸν θεράποντα παρὰ τὸ τρέφεσθαι ὑπ’ αὐτοῦ, ἢ παρὰ τὸ ἀποφορὰν διδόναι, σημαίνει δὲ καὶ
5τὸν σπουδαῖον, ἢ δοῦλον, ἢ ἄγγελον παρὰ τὸ τρέχειν, ἢ πιστὸν θεράποντα· γράφεται τρόχιν.

2

.

635

Χυτῇ δ’ ἐπὶ θινί· τῷ αἰγιαλῷ τῷ ἀμυδρῷ· ὁ γὰρ ἄμμος σφιγγόμενος κέχυται, ἡ χυτὴ γῆ, τῇ κεχυμένῃ εἰς πλάτος, ἢ τῇ λεπτῇ καὶ κονιορτῷ καὶ ἐπιχεομένῃ τῷ τάφῳ, τῇ ἐπιχρωμένῃ (χεομένῃ) τοῖς νεκροῖς, τῇ
5ἄμμῳ τῇ ὑγρᾷ.

2

.

636

Μνησάμενος· μνησθεὶς, ἀναμνησθείς. φιλότητος·
ἀγάπης, φιλίας, μνησθεὶς τῆς κοινῆς τῆς ἀνθρωπότητος φύσεως· μυθεύονται γὰρ ἄνθρωπον εἶναί ποτε τὸν δελ‐ φῖνα καὶ τῆς ἀνθρωπίνης φύσεως, καὶ αὐτὸν ἔπειτα εἰςColumn end
5δελφῖνα μεταπεσεῖν. ἐνηέος· πρᾴου, πρᾳείας, πρᾳοῦς.

2

.

637

Βρασσομένη· ταρασσομένη, ἀναβράσασα. δέ‐ μας· σῶμα.

2

.

638

Μηδέ· ἵνα, ἀπὸ κοινοῦ. εἰναλίων· θαλασσίων, ἀπὸ ζώων. ἡγητῆρα· ἀρχηγὸν, τὸν ἄρχοντα τῶν ἰχθύων, ἡγεμόνα.

2

.

639

Οἰχομένῳ· ἀποθανόντι. λωβήσαιτο· λώβην ἄξει, λώβην ἐμποιῇ, καὶ βλάβην ποιήσαιτο.

2

.

640

Δυσμενέων· ἀπό. ἀρετή· γνώμη, ἀνδρεία καὶ δόξα. ὀλλυμένοισιν· ἀποθανοῦσιν αὐτῶν. ὀπηδεῖ· ἐπα‐ κολουθεῖ.

2

.

642

Κεστρέα· τὸν κέφαλον.

2

.

643

Φέρβειν· ἔχειν, φυλάσσειν. πρηΰτατον· πρᾳό‐ τατον.

2

.

644

Ἐνηέες· πρᾷοι, δίκαιοι, εἰσὶ πρᾳεῖς.

2

.

645

Πημαίνουσιν· βλάπτουσιν.

2

.

646

Ὑπό· διά. σαρκὸς ἐδωδῆς· σαρκικῆς τροφῆς.

2

.

647

Φόνου· αἵματος. λάπτουσιν· πίνουσιν. ἀπημο‐ σύνῃ· ἀποχῇ, δικαιοσύνῃ.

2

.

648

Ἄχραντοι· ἀμίαντοι, καθαροί. ἀκηδέες· ἄλυ‐ ποι, μηδένα λυποῦντες ἢ ἐπηρεάζοντες. ἁγνά· δίκαια, καθαρά. γένεθλα· γένη.

2

.

649

Φέρβονται· τρέφονται. μνίον· βρύον, algam.

2

.

651

Τοὔνεκα· διὰ τοῦτο, διό. μετ’· ἐν, τίμιον· αἴσι‐ μον· τιμῶσιν οἱ ἰχθύες.

2

.

652

Τίς· ἰχθὺς, ἐξ οὗ καὶ παροιμία ἐπὶ τῶν ἐναφέ‐ τως ζώντων, μηδὲν δὲ πλέον ἐπιφερομένων ἢ ἐξ ἀδικίας, ἢ ἐκ δόλου, ἢ ἄλλου τινος τρόπου μισητοῦ καὶ διὰ τοῦτο κακοπαθούντων τό· κεστρεὺς νηστεύει. κείνων·
5τῶν κεστρέων, τῶν γομφαρίων. νεαρόν· νέον. οἷα καὶ ἄλλων· καθὰ ἰχθύων τοὺς τόκους.

2

.

653

Σίνεται· βλάπτει. ὠμοφάγον· ἀπηνῆ. ὠμοφάγων· ἀπηνῶν. βίην· λύμην. ἀνέχουσιν· κρατοῦσιν, ἐπέχουσιν, ἀφιστῶσι, πόῤῥω πέμπουσι, καὶ ἀναστέλλουσι, κρατοῦσιν.

2

.

654

Ὡς αἰεί· γνώμη· ὡς αἰεὶ τῆς δικαιοσύνης ἀπό‐ κειται παρὰ πᾶσι καὶ ἀνθρώποις καὶ κτήνεσι πρεσβεῖα, ἢ τιμὴ καὶ αἰδώς· πάντες γὰρ πρὸς τοὺς δικαίους τιμὴν ἀπονέμουσιν. μετά· ἐν, μετὰ πᾶσιν, ἐν τοῖς ἰχθύσιν.
5δίκης· δικαιοσύνης. πρεσβήϊα· τιμαὶ, πρωτεῖα. κεῖται· ὑπάρχουσιν.

2

.

655

Αἰδοίης· τιμίας, τῆς αἰδοῦς ἀξίας. δίκης αἰδοίης· σωματοποιοῦσι γὰρ ὡς θεὸν τὴν κυρίως δικαιοσύνην, μίαν οὖσαν καὶ πρώτην τῶν γενικῶν ἀρετῶν· αἱ γὰρ καθόλου τέσσαρές εἰσιν ἀρεταὶ ἀνδρεία, φρόνησις,
5σωφροσύνη, καὶ δικαιοσύνη. γεράσμιον· ἐπιθυμητὸν, ἔντιμον, τίμιον. ἤρατο· ἡ δίκη, ἀπῇρεν, εὗρεν· ἦρ χεὶρ καὶ ἐσθής· ἦρ λύχνου, πώλου, κόρης.

2

.

656

Ἀλλήλοισιν· καὶ κατ’ ἀλλήλων.

2

.

657

Τῷ· διὸ, διὰ τοῦτο. ἐσόψεαι· θεάσῃ. ὑπνώοντας· καθεύδοντας, κοιμωμένους.

2

.

658

Ἔλλοπας· ἰχθύας· ἔλλοπες οἱ ὀπὸς καὶ φωνῆς
ἐλλειπόμενοι· ἄφωνοι γὰρ οἱ ἰχθύες, καὶ ἄναυδοι, τοῦ σκάρου μόνου, ὡς ἔφη ὁ ποιητὴς, λαλαγήν τινα μετρίαν ἀποτελοῦντος. νόος· φυσικὴ αἴσθησις, τῆς εὐκρινείας.326

2

.

659

Ἐγρήσσει. γρηγορεῖ, ἐγρηγορεῖ. τρομέουσι· τρέμουσιν.

2

.

660

Φέρτερον· τὸν ἰσχυρότερον. ἀντιόωντα· ἐξ ἐναν‐ τίας ἐρχόμενον. χερειοτέρους· ἀσθενεστέρους. ἐλόωσι· γράφεται ὀλέκουσιν. ὀλέκουσι· φθείρουσιν.

2

.

661

Κνέφας· νύκτα· κνέφας λέγεται τὸ σκότος, τὸ κενὸν φάους, ὅπερ ἐστὶν ἡ νύξ. ἀσπαλιῆες· ἁλιεῖς.

2

.

662

Πεσέειν· ἐλθεῖν. ἁπαλόν· γράφεται ὀλοόν. ὕπνον· φασίν. ὕπνον· ὕπνος παρὰ τὸ ὑπονοστεῖν καὶ ὑποστρέφειν τὰς εʹ αἰσθήσεις· ἐκ τοῦ ὑπνώττοντος ὑπό‐ νοστος καὶ ὕπνος.

2

.

663

Ἐννύχιον· νυκτερινὸν, ὡραῖον. ὑπαί· ἐν. κευθ‐ μῶσι· καταδύσεσιν. ἰαύειν· ὑπνοῦν, κοιμᾶσθαι· ἰαύω σημαίνει βʹ, τὸ κοιμῶμαι, καὶ τὸ διατελῶ.

2

.

664

Οὐ μέντοι· οὐκέτι μοί φησι θαῦμα τὴν δίκην ἄποθεν τῆς θαλάσσης οἰκεῖν· οὐδὲ γὰρ ἐν τοῖς θνητοῖς εἶχε πρώην τὸν θρόνον. δίκην· δικαιοσύνην. ἀπάνευθε· μακρὰν, μακρόθεν. ἀπάτερθε· χωρίς.

2

.

665

Ναιετάειν· οἰκεῖν. πάλαι· πρόπαλαι. πρέσβειρα θεάων· ἡ παλαιοτάτη τῶν ἀρετῶν, ἡ τιμία, δίκη, ἔντιμος δικαιοσύνη.

2

.

666

Μετά· ἐν. ἔχει· εἶχεν. θρόνον· τιμήν. κυδοιμοί· θόρυβοι.

2

.

667

Δυσκέλαδοι· δύσηχοι, κακόηχοι. θοῦρος· ὁρμη‐ τικὸς, πολεμιστής· καὶ θοῦρον τὸν πηδητικὸν καὶ τα‐ χὺν, οἱονεὶ θοῶς δρούων· παρὰ τὸ θέρω τὸ θερμαίνω θόρος καὶ θοῦρος ἀπὸ μεταφορᾶς τῆς τοῦ πυρὸς ὁρμῆς,
5καὶ θορεῖν τὸ πηδᾷν παρὰ τοῦ αὐτοῦ· ἢ ἀπὸ τοῦ θέω τοῦ ῥήματος, ὅθεν καὶ τὸ θεῖον καὶ τὴν ἀρχὴν εἴληφεν, ὥστε τὴν γεννητικὴν τοῦ πυρὸς οὐσίαν ἀπὸ τοῦ θέω ῥή‐ ματος ὀνομάσαι τοὺς ἀρχαίους· ταύτῃ τοὺς μὲν ταχεῖς θερμοὺς λέγουσι, τοὺς δὲ ψυχροὺς βραδεῖς, ἀπὸ δὲ τοῦ
10θοῦρος γίνεται θορῶ τὸ ὁρμῶ καὶ πηδῶ. ἄρης· πόλεμος φθισήνορος· φθείρουσα τοὺς ἄνδρας. ἄτης· βλάβης.

2

.

668

Μαῖα· μήτηρ, ἡ τροφὸς, ἡ πρόξενος, μάμμη. ἐρικλαύστων· ἄγαν ποιούντων κλαίειν, τῶν ἄγαν κλαίειν ποιούντων, πολυθρηνήτων. ἀλγεσίδωρος· ἡ δωρουμένη τὰ ἄλγη, λύπας δωρουμένη.

2

.

669

Ἔφλεγον· ἔφθειρον, παρεκίνουν, ἔκαιον. ἡμε‐ ρίων· ἀνθρώπων. δειλόν· ἄθλιον. οὐδέ τι θηρῶν· λέγει τοῦτο διὰ τοὺς κακοὺς ἀνθρώπους.

2

.

670

Κεκριμέναι κεχωρισμέναι, διακεχωρισμέναι πόλιες μερόπων· ἀντὶ τοῦ οἱ ἄνθρωποι. ἔσαν· ὑπῆρχον.

2

.

671

Αἰνότεροι· βαρύτεροι, χαλεπώτεροι. εὐτειχέας· καὶ καλὰ τείχη ἔχοντας. μέλαθρα· οἰκήματα.

2

.

672

Εὐωδέας· καλῶς μυρίζοντας. αἵματι· φόνῳ.

2

.

673

Αἰθαλόεντι· μελανῷ. κατήνυον· ἐπλήρουν, ἐτε‐ λείουν. ἡφαίστοιο· πυρός.

2

.

674

Ῥαιομένην· φθειρομένην, τῶν ἀνθρώπων. Κρο‐ νίων· ὁ Ζεὺς, ὁ υἱὸς τοῦ Κρόνου.

2

.

675

Ὑμῖν· πρὸς τὸν βασιλέα ὁ λόγος. Αἰνεάδῃσιν·
Αἰνεάδαι ἐλέγοντο οἱ βασιλεῖς τῶν Ῥωμαίων, ὡς ἀπὸ τοῦ Αἰνείου, Ῥωμαΐτοις, ὑπ’ Αἰνείου καταγομένοις· παρα‐ λαβόντες στρατὸν Ῥῶμος καὶ Ῥωμῦλος (ἦσαν γὰρColumn end
5ὁμαίμονες) ἀπῆλθον εἰς τόπον τινὰ, εὑρόντες δ’ ἐκεῖσε καὶ Αἰνείαν σὺν τοῖς τοκεῦσιν αὐτοῦ ἔκτισαν πόλιν, ἥτις καλεῖται Ῥώμη ἀπ’ ἀμφοτέρων, ἔκτοτε δ’ ἀπὸ τῆς γενεᾶς Αἰνείου βασιλεύουσιν, ἀφ’ οὗ λέγονται Αἰ‐ νεάδεσσιν· καὶ γὰρ οὗτοι οἱ βασιλεῖς ἀπ’ ἐκείνου κατά‐
10γονται. ἐπέτραπε· ὑπέταξεν. γαῖαν· ἅπασαν. ἀνάψας· δοὺς, δεδωκὼς, ἀποκρεμάσας.

2

.

676

Αὐσονίων· Ῥωμαίων.

2

.

677

Θῦνεν· ὥρμα. Κέλτους· ἔθνη. αὐχήεντας· ἀλα‐ ζονικοὺς, μεγαλοδόξους, ἀλαζόνας.

2

.

678

Θωρήσσων· καθοπλίζων. Λιβύης· καὶ τοὺς ἐν Λιβύῃ. Λιβύης τε πολὺν πόνον· ἤως τοὺς ἐν Λιβύῃ ἀνθρώπους. ἔργα τε· καὶ τοὺς ἐν. ἔργα· πλήθη. Ῥήνου· ποταμοῦ.

2

.

679

Ἴστρον· καὶ τοὺς ἐν, τοὺς οἰκοῦντας πόλιν. Εὐφράτην· γράφεται Εὐφρήτην· ποταμοὶ καὶ οἱ δύο. τί μοι· εἰς τί, πρέπει· ἀποτρεπτικόν. δούρατος· πολέμου.

2

.

680

Μεμνῆσθαι· τίς μοι χρεία. νῦν γάρ· ὡραῖον, πρὸς τὴν δίκην ὁ λόγος. δίκη· ὦ δικαιοσύνη· ἀποστροφὴ τὸ σχῆμα πρὸς τὴν δικαιοσύνην. θρέπτειρα· τροφὴ, ἀνατρέφουσα· καὶ γὰρ δικαιοσύνη εἰς τὰς πόλεις ἀνα‐
5τρέφει τοὺς ἀνθρώπους. Τί ἐστι μετάληψις; λέξις ἐκ συνωνυμίας τὸ ὁμώνυμον δηλοῦσα.

2

.

681

Συνέστιον· σύνοικον, ὁμοδίαιτον.

2

.

682

Ἐξ οὗ· ἀφ’ οὗ, γράφεται ἔκ σου, ἤως σου, τῆς δικαιοσύνης. μοι· τινι. κραίνουσι· βασιλεύουσιν. μέγαν· εἰς. ἐμβεβαῶτες· περιέποντες, βεβηκότες.

2

.

683

Ἄμφω· δύο. θεσπέσιος· θεῖος. πατὴρ καὶ υἱός· Ἀντωνῖνος καὶ Κώμοδος. φαίδιμος· λαμπρός. υἱός· γρά‐ φεται ὅρπηξ. ὅρπηξ· υἱός.

2

.

684

Ἐκ τῶν· ἀφ’ ὧν, τούτων τῶν βασιλέων. ὅρμος· στέφανος, λιμὴν, κόσμος, τάξις. ἀνακτορίης· βασιλείας. πεπέτασται· ἐξήπλωται, ἐπῆλθεν· ἐκ τῆς τούτων βασι‐ λείας γλυκύς μοι ὅρμος πεπέτασται, τουτέστιν ἥπλωται.

2

.

685

Ῥύοισθε· φυλάττοιτε, φυλάσσοισθε. ἔμπεδον· στερεῶς. ἰθύνοιτε· διεξάγοιτε.

2

.

686

Ἐν δεκάδεσσι· διὰ τὸ εἶναι τὸν δέκα τὸν ἄριθ‐ μον τέλειον.

2

.

687

Εὖτε· ὦ. ἀμοιβή· ἀντικαταλλαγή. εἴ τις ἀμοιβή· ὑπάρχει.

2

.

688

Εὐσεβίης· σημείωσαι γάρ· εὐσεβίης διὰ τοῦ ἰῶτα γράφεται, ὥσπερ καὶ τῷ (τὸ?) Προμηθεῖ (προμηθίᾳ?) πολλαχοῦ εὑρίσκεται καὶ ἀληθεῖ (ἀληθίᾳ), ὥς φησι Χοιροβοσκός. σκήπτρῳ· τῇ βασιλείᾳ, σοῦ, βασιλέων
5τῶν πρὸς ἡμᾶς. σκήπτρων· ἀντίπτωσις, ἀντὶ τοῦ σκήπτροις, τὸ σκῆπτρον ἀντίπτωσίς ἐστιν· ἢ σκήπτροις, ἢ σκήπτρῳ· ἢ τῇ βασιλείᾳ αὐτῶν ἀποφέροιτε καὶ κομί‐ ζοιτε τέλειον καὶ πεπληρωμένον πλοῦτον καὶ ὁλόκληρον, σκήπτρῳ δὲ καὶ τὴν βασιλείαν ἀποφέροιτε καὶ ἀποκομί‐
10σοιτε πλοῦτον, ἤτοι φόρον φέροντα. τελεσφόρον· πε‐ πληρωμένον, τέλειον. ὄλβον· πᾶσαν εὐδαιμονίαν, ἢ πά‐
σας πόλεις ὑποτελεῖς.327

3

t

ΕΙΣ ΤΟ Γʹ.

3

pinax

(t)

Κεφάλαια τοῦ τρίτου βιβλίου.
1Περὶ κεστρέως. Περὶ μορμύλου. Περὶ ξιφίου. Περὶ συνόδων. Περὶ ἄδμωνος. Περὶ κανθάρων. Περὶ τευθίδων. Περὶ σκάρου.
5Περὶ ὀρκύνων. Περὶ σηπίας. Περὶ θύννων. Περὶ λάβρακος. Περὶ τρίγλης. Περὶ ῥαφίδων. Περὶ νάρκης. Περὶ σαλπῶν. Περὶ σφυραίνης. Περὶ καλλίχθυος.
10Περὶ σκόμβρου. Περὶ ἀμιῶν. Περὶ θρισσῶν. Περὶ μελανούρων. Περὶ ἀνθιέων.

3

.

1

Νῦν δ’ ἄγε· παρακελευσματικὸν, πρὸς τὸν βασι‐ λέα ἡ πρότασις· φησὶ γάρ· νόει καὶ γίνωσκε τὰς ποι‐ κίλας τῶν ἁλιέων τέχνας· τέσσαρες γὰρ τρόποι εἰσὶν αὐτῶν. νῦν δ’ ἄγε· πρὸς τὸν βασιλέα φησίν· σκόπει καὶ
5γίνωσκε καὶ μάνθανε τὰς ποικίλας τῶν ἁλιέων τέχνας· τέχνης τῆς ἁλιευτικῆς τέσσαρες αἱ θῆραι· οἱ μὲν γὰρ αὐ‐ τῶν ἀγρεύονται κύρτοις, οἱ δ’ ἀγκίστροις, οἱ δὲ δικτύοις, οἱ δὲ γαγκάμαις. μοι· δι’ ἐμοῦ. σκηπτοῦχε· βασιλεῦ. παναίολα· ποικίλα, πυκνὰ, πανοῦργα. δήνεα· βουλεύ‐
10ματα, βουλάς.

3

.

2

Ἰχθυβόλου· τῆς ἁλιευτικῆς. φράζεο· σκόπει, καὶ νόησον. φράζοιο· μάνθανε, σκόπει, σκέπτου. ἀγρευτῆρας· ἀγρευτικοὺς, κυνηγετικούς. ἀέθλους· ἀγῶνας, σπουδὰς (cod. σποδὰς), πόνους.

3

.

3

Θεσμῶν· νόμων, μηχανῶν, τύπων. θεσμόν· νό‐ μον. εἰναλίων· θαλασσίων, τῶν ἰχθύων. ξυμβάλλεο· νόει, πρόσεχε, ἄκουε, σύνες, κατανόει, μάνθανε, ὅρα· ὁ Κρα‐ τῆς· ὅταν συντάσσῃς συμβάλλεο καὶ σύνες, πρέπον συν‐
5τάσσειν τινῶν τῶν θεσμῶν τῶν νομίμων καὶ ὡρισμένων τύπων καὶ μηχανῶν, λέγω τῶν εἰναλίων, ἢ τῶν ἰχθύων, ἢ τῶν ἁλιέων· τὸ συμβάλλω γὰρ, ἤτοι τὸ σύνειμι (συ‐ νίημι) γενικῇ, ὡς τὸ σύνες τῆς κραυγῆς μου· ὅταν δὲ ξυμβάλλεο καὶ νόει, ὅρα ἵνα συντάξῃς τινὰ τὸν θεσμὸν
10καὶ τὸν νόμον καὶ τὸ ἔθος· ξυμβαλεῖν τὸ νοῆσαι· ξυμ‐ βολαὶ ἐπὶ ποταμῶν καὶ ἐφ’ ἑτέρων ὑδάτων μίξει· συμ‐ βολὴ καὶ ἐπὶ συνάξει πολέμου. τέρπεο· χαῖρε. οἴμῃ· ἐποποιΐᾳ, ἐν τῇ ποιήσει.

3

.

4

Σοῖς μὲν ὑπὸ σκήπτροισιν· σῶν ἐν σκήπτρων (sic).

3

.

5

Εἱλεῖται· φέρεται, κρατεῖται, κινεῖται, ὑποτάσ‐ σεται, περιέχεται, διοικεῖται. φῦλα· τῶν ἰχθύων, τὰ κατοικοῦντα. ἐναύλων· στενῶν τόπων, τῶν κατασκηνω‐ μάτων· λείπει τόπων, διατριβῶν. ἐναύλων· καὶ θαλασ‐
5σίων οἰκήσεων, τῶν αὐλισμάτων. ἄλλως· τῶν γενῶν τῶν ἐναύλων καὶ τῶν ἀπὸ τῶν χειμάῤῥων ἀποτελουμέ‐ νων, τὰ γένη τὰ ἐπὶ στενωπῶν καὶ ἐπιμηκῶν τοῦ Πο‐
σειδῶνος οἰκοῦντα.Column end

3

.

6

Τοι· ἤως διά σου, ἢ ἔν σοι, καί σου. μετ’ ἀνδράσι· ἐν, ὑπὸ τῶν ἀνδρῶν. πορσύνονται· κατασκευάζονται, εὐ‐ τρεπίζονται, τελειοῦνται, οἰκονομοῦνται.

3

.

7

Σοι· τινι· ἀνέηκαν· ἔπεμψαν, ἀνέδωκαν, ἀνεβλά‐ στησαν, ἀνέπεμψαν, ἐγέννησαν.

3

.

8

Δαίμονες· αἱ Μοῦσαι, αἱ θεαί. ἐν Κιλίκεσσιν· ἀπὸ τῶν Κιλίκων· ἐκεῖ γὰρ ἔμαθεν. Ἑρμαίοις· τοῦ Ἑρμοῦ. ἀδύτοισι· ναοῖς, ἀπὸ τῶν ἀδύτων, τοῦ Ἑρμοῦ ναοῦ· ση‐ μείωσαι ὅτι Ἑρμοῦ ἄδυτον ἢ αἱ διατριβαὶ τῶν λογίων
5ἀνδρῶν, ἢ τὸ τῆς σοφίας βαθύ. ἄλλως· ἀπὸ τῶν Ἑρ‐ μαίων σπηλαίων· κἀκεῖ γὰρ ὕμνησαν τὸν Ἑρμῆν, ὡς Ἑρμοῦ μάλιστα ἐν Κιλικίᾳ τιμωμένου· Κίλιξ γὰρ ὁ ποιητὴς ἀπὸ τῆς Ἀναζάρβου, ὅπου ἦν Ἑρμοῦ ἱερόν· διὰ τοῦτο τὸν Ἑρμῆν ἀνακηρύττει. ἄλλη σύνταξις·
10ὦ Ἑρμῆ, ὑπέρτατε τῶν τέκνων τοῦ Διὸς, τὴν ὁδὸν τῆς φωνῆς ἐμοὶ καὶ ἐμοῦ φαῖνε καὶ ἐν τοῖς ἀνθρώποις τί νόημα ἐπίκερδον εὐθυποιῶν καὶ σήμαινε καὶ προεξάρχου.

3

.

9

Πατρώϊε· προγονικὲ, πατρικὲ, γονικὲ θεέ. φέρτατε· ὑψηλότατε, καὶ κρεῖττον.

3

.

10

Αἰγιόχου· τοῦ Διός· Αἰγιόχος υἱὸς τοῦ Κρόνου· διὰ τοῦτο ἐκλήθη οὕτως, ὅτι ὁ Κρόνος ἐποίει τέκνα καὶ ἔτρωγεν αὐτά· γεννηθεὶς οὖν ὁ Ζεὺς ἀπ’ αὐτοῦ, ἀπῇρεν αὐτὸν ἡ μήτηρ αὐτοῦ καὶ ἀπῆγεν αὐτὸν εἰς τὴν Κρή‐
5την, καὶ ἔδωκεν αὐτὸν ἐκεῖ τρέφεσθαι, καὶ ἐτρέφετο ἐκεῖ ὑπὸ γυναικὸς καλουμένης Αἰγοῖ, καὶ ἐνεδύετο καὶ αἰγὸς δέρμα. ἄλλως· αἰγιόχος ἐκλήθη ὁ Ζεὺς διὰ τὸ (διότι) ἐν τῇ Κρήτῃ ἀποτεχθεὶς γάλακτι αἰγὸς ἐτρέφετο ἀπὸ τοῦ αἲξ αἰγὸς καὶ τοῦ ὀχὴ ἡ τροφή· τὸ δ’ εἰπεῖν
10νύσσαν ἀοιδῆς κέρδιστον ἀνθρώποις νόημα ἀττικὴ ἡ σύνταξις. κέρδιστον· ἐπικερδὲς, πανοῦργον, ποικίλον. νοήμα· νοῦς, γνῶσις, βουλὴ, ἤως τὴν τέχνην, τὴν βου‐ λὴν, τὴν γνῶσιν.

3

.

11

Φαῖνε· δείκνυε. σήμαινε· δείκνυε, λέγε, δήλου, ἃ προθέμην εἰπεῖν δίδασκε. νύσσαν· τὴν ὁρμὴν, ἀρχὴν, τὴν πορείαν, εἰς τήν. ἀοιδῆς· ποιήσεως, τραγῳδίας, φωνῆς.

3

.

12

Ἰθύνων· ὀρθοποιῶν. δέ· γάρ. περισσονόων· καὶ τῶν φρονίμων, πολυνόων, τῶν περισσῶς βουλευόντων.

3

.

13

Αὐτός· σύ. ἄναξ· ὦ Ἑρμῆ. ἐμήσαο· ἐμήσω, ἐβου‐ λεύσω, ἐμηχανήσω. τέλος· εὕρημα, τὴν τάξιν καὶ πλή‐ ρωμα, καὶ κατάστασιν καὶ σκευήν.

3

.

14

Παντοίης· παντοῖα. ἀνέφηνας· ἀνέδειξας. ἐπ’ ἰχθύσι· κατὰ τῶν ἰχθύων. κῆρας· ἄγρας, μοίρας θανα‐ τηράς. ὑφαίνων· κατασκευάζων, πλέκων.

3

.

15

Πανί· τῷ· Πᾶν λέγεται διὰ τὸ γενέσθαι αὐτὸν ἐκ Πηνελόπης καὶ τῶν μνηστήρων πάντων· οἱ γὰρ νεώτεροι πόρνην λέγουσι τὴν Πηνελόπην, ἄλλοι δ’ ἐκ Πηνελόπης καὶ Ἑρμοῦ λέγουσιν εἶναι τὸν Πᾶνα. λέγεται Πᾶν ἀλλη‐
5γορικῶς παρὰ τὸ ἐοικέναι τῷ κόσμῳ, κατὰ μὲν τὰ κέ‐ ρατα ἡλίῳ καὶ σελήνῃ, κατὰ δὲ τὰ σκέλη τῇ γῇ διὰ τὸ δασὺ τῶν τριχῶν, κατὰ δὲ τὰ μέσα τοῖς μετεώροις διὰ τὰς καταιγίδας, Κωρυκίῳ δὲ τῷ ἐν Κωρύκῳ, Κωρύκιον δὲ τόπος ἐν Ἰσαυρίᾳ ἀντρώδης, ἢ σπηλαιώδης, καὶ φρούριον
10ἐν αὐτῷ παρὰ θαλάσσης. Κωρυκίῳ· τῷ ἐν Σικελίᾳ τι‐ μωμένῳ· οἰκεῖ γὰρ ἐπὶ τὸν Κωρύκιον σπήλαιον. Κωρυκίῳ· σπηλαίῳ. παρακάτθεο· ἐδίδαξας, καὶ παρέδωκας, πα‐ ρακατέθου (sic), ὦ Ἑρμῆ, τῷ υἱΐ σου Πανὶ τὴν τέχνην τὴν ἁλιευτικήν.328

3

.

16

Παιδὶ τεῷ· τῷ σῷ παιδί· Ἑρμοῦ γὰρ καὶ Πηνε‐ λόπης ὁ Πᾶν. ῥυτῆρα· ἐλευθερωτὴν, ῥύστην· τῇ Τιτα‐ νομαχίᾳ λέγει, ὅτ’ ἐκεραύνωσε τὸν Τυφῶνα ἀπατηθέντα ὑπ’ αὐτοῦ τοῦ Πανός· Τυφῶν οὗτος εἷς ἐστι τῶν Τιτά‐
5νων, καὶ αὐτὸς μάχιμος τῷ Διῒ καὶ τοῖς θεοῖς· ὁ Ζεὺς οὐχ εὕρισκεν αὐτὸν ἔξω τοῦ βυθοῦ, ἵνα κεραυνώσῃ αὐ‐ τόν· τοῦτον ἔπεισεν ὁ Πᾶν, ὡς ἐπὶ δεῖπνον καλέσας, ἐκ τοῦ βάθους (τῆς) γῆς ἀνελθεῖν· ἐκεῖσε γὰρ ᾤκει· καὶ ἐλθεῖν εἰς τὴν ἀκτὴν τοῦ ἁλὸς, ὅπου ἔπιπτον οἱ κεραυνοὶ
10καὶ αἱ ἀστραπαὶ τοῦ Διὸς, ὑφ’ ὧν φλεχθεὶς ὤλετο.

3

.

17

Ῥυτῆρα· ῥύστην, βοηθὸν, φύλακα. Τυφαόνιον· τοῦ Τυφῶνος. ὀλετῆρα· φθορέα. Τυφαόνιον δ’ ὀλετῆρα· φύλακα (sic) τοῦ Τυφῶνος τοῦ κατοικοῦντος ἐν τῷ βά‐ θει τῆς θαλάσσης· σχῆμα περίαυσις διὰ τὸ ῥᾶ ῥᾶ ῥυ‐
5τῆρα καὶ ὀλετῆρα.

3

.

18

Κεῖνος· ὁ Πᾶν, ὡς ὢν ἔφορος τῆς ἁλίας. ἐπ’· ἐν. δείπνοισιν ὑπ’ ἰχθυβόλοισι· ἐν τοῖς ἰχθυηροῖς δείπνοις. ἰχθυβόλοισι· ἀγρευομένοις. δολώσας· ἀπατήσας, ποιή‐ σας, δηλοποιήσας.

3

.

19

Σμερδαλέον· καταπληκτικὸν, ποικίλον, καίριον (cod. καιρόν), φοβερόν. παρήπαφεν· ἠπάτησεν. βερέ‐ θρου· βαράθρου, βάθους, βάθους τῆς γῆς.

3

.

20

Δύμεναι· ἀνελθεῖν, ἐξελθεῖν. εὐρωποῖο· τοῦ σκοτει‐ νοῦ (Od. ω 10)· «κατ’ εὐρώεντα κέλευθα,» καὶ τοῦ πλα‐ τέος παρὰ τὸ εὐρύ. ἐλθέμεν· ἐξελθεῖν. ἀκτήν· αἰγιαλόν.

3

.

21

Ὀξεῖαι· ταχεῖαι. στεροπαί· ἀστραπαί. ῥιπαί· ὁρ‐ μαὶ, φοραί.

3

.

22

Ζαφλεγέες· ἄγαν φλογεραὶ, ἔξοχα φλέγουσαι. πρήνιξαν· ἔκαυσαν, ἔσχισαν, ἢ πρηνῆ κατεκρήμνισαν, ἢ κατέβαλον. ὄμβροις· ῥεύμασιν. πυρὸς ὄμβρῳ· συνοχῇ τῶν κεραυνῶν· κεραύνου ὄμβρος, ὅτι ὁ κεραυνὸς ὡς ὄμ‐
5βρος καὶ ὕδωρ τῇ ταχύτητι κέχυται.

3

.

23

Κρᾶθ’ ἑκατόν· τὰς ρʹ κεφαλὰς, τὰς κράτας, περι‐ στυφελίζετο· συνετρίβετο, προσεκρούετο, ἐταράσσετο.

3

.

24

Ξαινόμενος· συρόμενος, τυπτόμενος, μαστιζό‐ μενος, ξυνθλιβόμενος, συντριβόμενος. ἠϊόνεσσιν· αἰγια‐ λοῖς. ἔθειραι· αἱ τρίχες αἱ οὖλαι ἀπὸ τοῦ ἔθος ἔχειν εἴρεσθαι· γράφεται ἔτι ὄχθαι· αἱ τοῦ Τυφῶνος οὖν τῆς
5κεφαλῆς τρίχες ἔτι καὶ νῦν φησι κατὰ τοὺς αἰγιαλοὺς βεβαμμέναι κεῖνται τῷ αἵματι τοῦ Τυφῶνος, καὶ τοῦτό γε, παρακολουθήσαντος θορύβου, ὅθ’ ὑπὸ τῶν κεραυνῶν κατεφλέγετο τοῦ Διὸς, τὰς ἑκατὸν κεφαλὰς ξαινόμενος καὶ προταρασσόμενος ἀπαντῶν ἐν πέτραις. ἄλλη σύν‐
10ταξις· αἱ ξανθαὶ τρίχες τοῦ Τυφῶνος ἀκμὴν ἐν τοῖς αἰ‐ γιαλοῖς βάπτουσι λῦθρον, ἐκεῖ λέγω ὅπου ἐφθάρη. δι‐ πλῆ σύνταξις· ξανθαὶ ἀκμὴν αἱ ὄχθαι τῆς θαλάσσης βάπτουσι καὶ φυλάσσουσι τοῦ αἵματος τὴν κοκκινότητα, τῶν θορύβων καὶ πολυλαλιῶν. ἄλλως· ξανθίζουσι τρίχες
15παρὰ τοῖς αἰγιαλοῖς, ἤτοι αἱ ἐπαναστάσεις, βαπτόντων
τῷ αἵματι τῶν Τυφάωνος θορύβων, πολυλαλιῶν.Column end

3

.

25

Λύθρῳ· αἵματι, τὸ ἐρυθρὸν χρῶμα. λύθρῳ ἐρυ‐ θριόωσι· τῷ ἐρυθρῷ τοῦ αἵματος βάπτονται. ἐρευθιόωσι· φυλάττουσιν, ἢ ἐβάπτοντο, κοκκινίζουσιν. ἐρευθιόωσαι· κοκκινίζουσαι. Τυφαονίων· φόνων, πολέμων. ἀλαλητῶν·
5θορύβων, ὀδυρμῶν, πολυταράχων ἀπὸ τοῦ α τὸ πολὺ καὶ τοῦ λαλῶ.

3

.

26

Κλυτόβουλε· περιώνυμε, περίφημε, ποικιλόβουλε. ἱλάσκονται· ἐξευμενίζονται, ἐξευμενίζουσιν.

3

.

27

Ἰχθυβόλοι· ἁλιεῖς. τῷ· διό. σὺν ἀγραίοισιν· ἀγρευ‐ τικοῖς, σὺν τοῖς ἐφόροις τῆς ἄγρας, τοῖς συνέργοις. ἀΰ‐ σας· ὑμνήσας, προϋμνήσας, καὶ γίνεται ἐκ τοῦ αὔω τὸ φωνῶ· φωνῶ ἐφ’ ὕμνῳ, ἐννέπω ἐπὶ θρήνων· διὰ τοῦτο
5καί σε σὺν τοῖς τῆς ἁλιευτικῆς ἀγρευτικῆς ἄγρας ἐφόροις θεοῖς βοήσας ἐπὶ τὴν φήμην τῆς ἄγρας τῆς καλῆς ἔρ‐ χομαι.

3

.

28

Δαίμοσιν· θεοῖς, Ποσειδῶνι καὶ Ἑκάτῃ· δαί‐ μονες οὐσίαι ἄϋλοι βλαπτικοὶ, θεοὶ οὐσίαι ἄϋλοι ἀγα‐ θοποιοὶ, ἥρωες δὲ πάντες οἱ ἀρετὴν μετερχόμενοι. κατὰ κλέος· ἐς, εἰς, εἰς τὴν ᾠδὴν, εἰς τὴν φήμην. οἴμης· ᾠδῆς,
5τῆς ποιήσεως.

3

.

29

Πρῶτα μέν· διήγησιν νῦν ἄρχεται λέγειν, ὁποῖον δεῖ εἶναι τὸν ἁλιέα, οὐ μόνον ἐν τῷ σώματι ἀνδρεῖον, ἀλλὰ καὶ ἐν τῇ ψυχῇ· φησὶ γάρ· τὸν ἁλιέα μήτε παχὺν ὀφείλει εἶναι, μήτε λεπτὸν, ἀλλὰ μέσον λεπτότητος καὶ
5παχύτητος διὰ τὴν πολλὴν ἐνέργειαν καὶ ἐργασίαν τὴν περὶ τὴν θάλασσαν καὶ διὰ τοὺς ἰχθύας. ἀσπαλιῆϊ· ἁλιεῖ. δέμας· σῶμα. γυῖα· μέλη· γράφεται γονῆα. παρείη· παρέστω, ὑπαρχέτω, ὑπαρχέτωσαν.

3

.

30

Ἀμφότερον· κατὰ δύο, καὶ τὰ δύο πως· ὁμηρικὸν τὸ σχῆμα· ὅμοιον τά (Il. γ, 179)·
ἀμφότερον βασιλεὺς ἀγαθὸς κρατερός τ’ αἰχμήτης. κραιπνά· ταχέα, ταχύτατα. ἄλκιμα· ἰσχυρὰ, καὶ στε‐
5ρεὰ τὴν ἰσχύν. τι· κατά τι.

3

.

31

Πίονα· παχέα, λιπαρά. σαρκί· γράφεται ἀλκῇ. λελειμμένα· πτωχὰ, ἐστερημένα, ἐλλείποντα. ἀνάγκη βία.

3

.

32

Κρατεροῖσι· ἰσχυροῖς. ἀνελκομένοισι· ἄνω φερο‐ μένοις.

3

.

33

Ὑπέροπλον· ἰσχυρὸν, μέγα, ὑπερδύναμον. ἔνι· ὑπάρχει.

3

.

34

Μητρός· τῆς θαλάσσης. ἀγκοίνῃσιν· ἀγκάλαις, κόλποις, κοιλώμασιν. ἑλισσόμενοι· ἀναστρεφόμενοι. δο‐ νέωνται· ταράσσονται, κινοῦνται, συστρέφονται, περι‐ φέρονται, κλονοῦνται.

3

.

35

Χρειώ· χρεία. χρειὼ δ’ ἐκ πέτρης· πέτρης, ἢ εἰς πέτρην, ἢ καὶ εἰς ἅλα πηδᾷν, κἀκεῖθεν ῥᾳδίως εἰς πέ‐ τραν ἀνιέναι, ἀπὸ τοῦ βυθοῦ ἀνατρέχοντα ἄνω. χρεία δ’ ἐκ τῆς πέτρας εὐκόλως πηδᾷν εἰς τὴν ἅλα τὸν ἁλιέα,
5καὶ ἀπὸ ἐξ ἁλὸς πηδῆσαι εἰς τὴν θάλασσαν (sic). χρεία δ’ ἐκ τῆς πέτρας εἰκότως πηδᾷν εἰς τὴν ἅλα τὸν ἁλιέα καὶ ἀπὸ τοῦ βυθοῦ ἀνατρέχειν πάλιν εἰς πέτραν ἄνωθεν. θορεῖν· πηδῆσαι. ἀνοροῦσαι· ἀνελθεῖν, ἀνορμῆσαι. πέ‐
τραν· εἰς.329

3

.

36

Πόνου· ἐνεργείας, ὑπηρεσίας. βυθίοιο· εἰς τὸν βυθὸν, θαλαττίου, ἐπιθαλασσίου. ταθέντος· ἐλθόντος, μηκυνθέντος, ἁπλωθέντος, ἐπικειμένου.

3

.

37

Ῥίμφα· ταχέως, εὐκόλως, ῥᾳδίως. διϊχνεῦσαι· διελθεῖν, ἐκπλεῦσαι, κολυμβῆσαι, διαδραμεῖν, διερευνῆ‐ σαι. δολιχόν· μακρόν. πόρον· πορείαν. βάθιστα· βάθη.

3

.

38

Μετ’ οἴδμασιν· ἐν οἴδμασιν.

3

.

39

Δηθύνειν· ἐπιμένειν, βραδύνειν. πονεύμενον· πο‐ νοῦντα, μοχθοῦντα, ἐνεργοῦντα. οἷς· ἔργοις, ἐν ἐκείνοις. ἐπί· ἐν.

3

.

40

Ἀεθλεύουσι· ἀγωνίζονται, κοπιῶσι, μοχθῶσι (μοχθοῦσιν), ὑπομένουσιν. ταλάφρονα· κρατερὸν, καρ‐ τερόφρονα, καρτερόψυχον ἀπὸ τοῦ τλῆναι τὸ ὑπομεῖ‐ ναι, καὶ τοῦ φρονεῖν, ἢ ἀπὸ τοῦ τλῶ τὸ καρτερῶ καὶ
5τοῦ φέρω τὸ ὑπομένω. πόνον· μόχθον.

3

.

41

Ψυχήν· κατά. πολυδαίδαλος· ποικίλος, πανοῦρ‐ γος, φρόνιμος, πολύδουλος (δολος v. βουλος), πολυ‐ σύνετος, πολυνόητος· ἢ πολυπαίπαλος κατατετριμ‐ μένος· παιπάλη γὰρ ἡ πασπάλη τοῦ ἀλεύρου. ἄλλως·
5πολυδαίδαλος ἀπὸ μεταφορᾶς τινος Δαιδάλου ἀνθρώπου οὕτως καλουμένου· λέγουσι γὰρ τοῦτον μὴ λαμβάνειν (λανθάνειν) τι τῶν τεχνῶν καὶ ἐπιστημῶν. πολυδαίδα‐ λος· ἀπὸ τοῦ δαιδάλλειν (Δαιδάλου) ὅστις πᾶσαν ἀσκῶν τέχνην ποικίλος κατὰ τὴν γνῶσιν ἦν καὶ ἐπιστημονι‐
10κώτατος. πολυπαίπαλος· παιπάλη τὸ τῶν ἀλεύρων λεπτόν. νοήμων· φρόνιμος, ἐπινοητής.

3

.

42

Εἴη· ἔστω. αἰόλα· ποικίλα, δόλια. μηχανόωνται· μετέρχονται.

3

.

43

Ἀνωίστοισι· ἀπροσδοκήτοις, ἀπροόπτοις, ἀνελ‐ πίστοις, ἀπρονοήτοις κατὰ στέρησιν τοῦ οἴεσθαι, ἤτοι ἐλπίζειν καὶ ὑπολαμβάνειν κατ’ ἔκτασιν τοῦ ο εἰς ω· ἐκ τούτου ἐπίῤῥημα ἀνωϊστί τὸ ἀνελπίστως καὶ ὡς οὐκ ἄν
5τις οἴηται.

3

.

44

Τολμήεις· τολμηρός· γράφεται ἄλκιμος. ἄλκιμος· ἰσχυρός. ἄτρομος· ἄφοβος. ἠδὲ σαόφρων· καὶ φρόνιμος, νοήμων.

3

.

45

Ὕπνων· ὕπνου. φιλέει· φιλείτω. κόρον· πλησμο‐ νήν. ὀξύ· γρήγορον. λεύσσοι· βλεπέτω.

3

.

46

Ἐγρήσσων· γρηγορῶν, ἐγρηγορῶν. πεπταμένοι‐ σιν· ἠνεῳγμένοις, διεγηγερμένοις, ἐγρηγορῶσιν.

3

.

47

Εὖ· εὐκόλως. φέροι· φερέτω. διός· ἀέρος. δίψιον· καυσώδη, τὴν θερινὴν, ὡς δίψης ποιητικήν.

3

.

48

Σειρίου· ἡλίου, ἢ τοῦ κυνάστρου· σείριος οὐ μόνον ὁ ἥλιος κατὰ τὴν κοινὴν χρῆσιν, ἀλλὰ καὶ τὸ ἄστρον τῆς κυνὸς, οὗ ἐπιτέλλοντος καυσοῦται ὁ ἀὴρ, ἐτυμολογεῖται δὲ παρὰ τὸ σειράειν ἤτοι λάμπειν, ὥς
5φασιν οἱ πολλοί. ἄλλως· σείριόν τινες μὲν τὸν ἥλιόν φασι (cod. φησι), τινὲς δὲ τὸν περὶ τὴν γένυν τοῦ κυ‐ νὸς ἀστέρα. Ἀστὴρ μὲν καὶ ἄστρον διαφέρει· ἀστὴρ μὲν λέγεται ὁ μονοειδὴς, οἷον ὁ Ζεὺς, ὁ κύων, ἡ Ἀφρο‐ δίτη, ἄστρον δὲ τὸ ἐκ πολλῶν ἀστέρων συγκείμενον, ὡς
10ὁ κύων ἄστρον, ταῦρος ἄστρον, καὶ ἕτερα, ἃ καὶ ζώδια
παρὰ τοῖς ἀστρονόμοις λέγεται. ἱμείροι· ἐπιθυμείτω. πόνων· κόπων, τῶν ἔργων. ἐράοι· ἐράτω, ἤως ἔστω φι‐ λόπονος.Column end

3

.

49

Ὧδε· οὕτως ποιῶν. εὐάγρης· καὶ καλὸς ἀγρευ‐ τὴς, ἀγρευτὴς, ἢ εὐτυχὴς κατὰ τὴν ἄγραν· Ἑρμείᾳ· τῷ εὑρέτῃ τῆς ἁλείας, διὰ τὸ ἁλιευτικὸν εἶναι τὸν θεόν.

3

.

50

Ἑσπερίη· ἑσπερινὴ, ἡ καθ’ ἑσπέραν, καὶ ἡ ἀφ’ ἑσπέρας, ἢ καὶ πρὸς τὴν ἑσπέραν. ὀπωρινῇσιν ἐν ὥραις· ἐν ὥραις ταῖς θεριναῖς.

3

.

51

Καρτίστη· ἰσχυρὰ, καὶ λαμπρά. τελέθει· ὑπάρ‐ χει, ἔνι. ἑωσφόρος· ὁ τῆς αὐγῆς, ἑωσφόρος ὅδ’ ὁ ἀστὴρ, ὁ φέρων τὴν ἕω καὶ τὴν ἡμέραν, ὁ περὶ αὐγὴν φαινό‐ μενος, ὃν οἱ πολλοὶ αὐγερινὸν λέγουσι, λέγεται δὲ φε‐
5ρωνύμως. εὖτ’ ἀνορούσῃ· ἡνίκα ἀνατείλῃ, ἀνορμήσῃ.

3

.

52

Χείματι· τῷ χειμωνικῷ καιρῷ. ἠελίοιο· Ἴωνες τὰς λέξεις, αἵτινες ἄρχονται ἀπὸ τῶν φωνηέντων καὶ δασύνονται, προστιθέασι καὶ ἔμπροσθεν τοῦ πρώτου φω‐ νήεντος ἄλλο φωνῆεν καὶ ψιλοῦσι τὸ πρῶτον φωνῆεν τὸ
5δασυνόμενον πρώην καὶ τιθέασι τὸ τοῦ πρώτου φωνήεν‐ τος τόνον εἰς τὸ φωνῆεν ὅπερ προσέθηκαν (cod. προεθ.), οἷον Ἅδης Ἀΐδης, ἕλκηλος ὁ ἥσυχος ἐΰκηλος ἐν διαλύ‐ σει, ἐν μίξει δ’ εὔκηλος· οὕτως οὖν καὶ τοῦ ἥλιος ἠέ‐ λιος, ἀλλ’ ὡς οἱ Ἀττικοὶ δὲ προστιθέασιν ὀπίσω τῶν
10φωνηέντων φωνήεντα καὶ ἀφαιροῦσι καὶ τοῦ πρώτου φωνήεντος τὸ πνεῦμα· ἐν αὐτῷ ὥραο (sic). βολαῖς· ἀκτῖσι· δίκην γὰρ βολίδων χέονται· βολὴ ἐπὶ ἀκτίνων ἡλιακῶν, ὡς ἐνταῦθα, βουλὴ ἐπὶ ἁλείας, λέγεται δὲ καὶ ἀπὸ σιδήρου σπινθήρ. κιδναμένῃσι· σκορπιζομέναις,
15ἀνατελλούσαις, ἡπλωμέναις.

3

.

53

Στέλλεσθαι· ἀπέρχεσθαι, ἐξέρχεσθαι εἰς θήραν, πορεύεσθαι εἰς ἄγραν, καὶ ἀπέρχεσθαι εἰς θήραν, στέλλου, πλέε. πᾶν δ’ ἦμαρ· δι’ ὅλην ἡμέραν, ὁλόκληρον, δι’ ὅλης ἡμέρας. τηλεθόωντι· θαλερῷ, μακρὰν θάλλοντι.

3

.

54

Ὀφέλλεται· ἡ ἄγρα, αὔξεται, συμβάλλεται εἰς ἄγραν, συντελεῖ, συμβάλλεται, αὔξεται ἡ θήρα, ὁ ἁλιεύς. ἦμος· τότε, ἡνίκα.

3

.

55

Ἐφέστιοι· συνήθεις εἰσίν.

3

.

56

Ἕλκονται· ὅρα, τὸ ἕλκονται ἐπὶ τῶν ἀπόδων ἰχθύων. τεκέων· ὀδύνης, γεννήσεων, γεννημάτων, ἢ τῆς ὠδῖνος, τοῦ γόνου, τοῦ τόκου. δίψῃ· ἐπιθυμίᾳ. ἀφροδίτης· συνουσίας.

3

.

57

Παπταινέμεν· τήρει, βλέπε, πάπταινε, ἐπιτήρει, καὶ ἐπιτηρεῖν δεῖ τὸν ἁλιέα· ὅς· ὁ ἄνεμος. ἄησιν· πνέοι, ἀναπνέῃ.

3

.

58

Ἤπιος· πρᾳῢς, ἥσυχος, εὐδιόων· εὐδιεινὸς, εὐ‐ κραής. μαλακὴν ἅλα· τὴν μὴ τραχεῖαν τῇ ἀνωφερείᾳ τῶν κυμάτων· μαλακὴν εἶπε τὴν θάλασσαν, ὅτι οὐ δύ‐ ναταί τις ἐπάνω περιπατεῖν αὐτῆς, ἢ δέξασθαί τι τῶν
5βαρυτόνων, ὡς ἡ ξηρά. μαλακήν· ἐκ μεταφορᾶς τοῦ χαύ‐ νου καὶ μαλακοῦ· ὕδωρ γάρ ἐστι λεῖον καὶ διαῤῥέον. κοῦφα· ἡσύχως, ἐλαφρῶς. κυλίνδων· συστρέφων.

3

.

59

Λάβρους· σφοδροὺς, ὁρμητικούς. τρομέουσι· φο‐ βοῦνται. ἐχθαίρουσι· μισοῦσιν.

3

.

60

Ὑπὲρ ἅλα· ἐπάνω τῆς ἁλὸς, ἤως ἐκτὸς καὶ ὑπερ‐
άνω τοῦ βάθους. δινεύεσθαι· ὁδεύειν, συστρέφεσθαι.330

3

.

61

Περιδέξιος· ἐπιτηδεία, λαμπρά. ἵσταται· γίνεται.

3

.

62

Πνοιῇσι· τῶν βιαίων ἀνέμων. ῥοθίοισιν· ῥεύμασιν.

3

.

63

Πλῶτες· ἰχθύες. θύνουσιν· ὁρμῶσι, τοῖς ἰχθύσιν. ἐπεί σφισιν· οὕτω γὰρ αὐτοῖς ἡ ὁδὸς εὐκολωτέρα. κέ‐ λευθος· λείπει γίνεται.

3

.

64

Στείχουσιν· πορευομένοις. ἠϊόνας· αἰγιαλοὺς, δη‐ λονότι τὰ πελάγη. ὑπ’ ἀνάγκης· τῶν ἀνέμων.

3

.

65

Ἐξόπισθεν· εἰς τὰ ὀπίσω. ῥιπῇσιν· τοῦ ἀνέμου, ὁρμαῖς τῶν ἀνέμων καὶ τῶν κυμάτων. μογέουσιν· κα‐ κοπαθοῦσι, κυρίως δὲ τὸ μογεῖν ἐπὶ τῶν ὠδίνων τῆς γυναικός.

3

.

66

Ἀλλ’ ἁλιεύς· δεῖ τὸν ἁλιέα ἑπόμενον τῷ φυσή‐ ματι τοῦ ἀνέμου ῥίπτειν τὸ δίκτυον ἄντικρυ τῶν ἰχθύων, ἵν’ ἐμπέσωσιν. στέλλοιτο· στελλέτω, εὐτρεπιζέτω, ἀντὶ τοῦ πλεέτω, πεμπέτω, ἢ εὐτρεπίζοιτο. λίνον· δίκτυον.
5πνοιῇσι· τοῖς εὐκραέσιν ἀνέμοις. πετάσας· ῥίψας ἄντι‐ κρυ τῶν ἰχθύων.

3

.

67

Οὔριον· κατευθῆς (θὺ) ἐπιτυχὲς, ἔφορα· οὔριος ὁ ἐπιτήδειος ἄνεμος, καὶ οὔριον πνεῦμα, κυρίως ὁ ἀπὸ τῆς οὐρᾶς τῶν νηῶν. νότος ὑγρός· φύσει γὰρ νότος ὑγρός. ὑγρός· ὑγρότητος ποιητικὸς, ὡς προσγειότερος, ἢ ὡς
5αἴτιος ὑετῶν· νότου γὰρ πνέοντος, μάλιστα βροχαὶ κα‐ ταφέρονται.

3

.

68

Ἐς νοτίην δὲ θάλασσαν· τίθει δῆτα τὸ δίκτυον, πεμπέτω τὸ δίκτυον εἰς νότιον μέρος. ἐπειγομένου· γρά‐ φεται ἐγειρομένου. ἐγειρομένου· πνέοντος.

3

.

69

Εὔρου· ἀνατολικοῦ ἀνέμου πνέοντος. ποτὶ ζεφύ‐ ροιο κέλευθα· πρὸς ζέφυρον ἀπὸ δύσεως πνέοντα.

3

.

70

Πρὸς δ’ εὖρον· ὁ ζέφυρος πνέων ἄγοι κατέναντι εὔρου, καὶ οὕτω βάλλε τὸ δίκτυον, καὶ ἐπιτυγχάνει, ἢ ἐξ ἐναντίας τοῦ εὔρου ὁ ζέφυρος. ζέφυρος· ὅτε πνέει δέ· ὅταν πνέῃ ὁ ζέφυρος, ῥιπτέτω τὸ δίκτυον πρὸς τὸ
5ἀνατολικώτερον μέρος· πνέων λείπει. φορέοι· φέροι σκάφος· τῶν ἁλιέων. ἐσμοί· πλήθη.

3

.

71

Ἄσπετοι· πολλοί. ἀντήσουσιν· συνέλθωσιν. εὔ‐ βολος· εὔκολος, εὔστοχος, ἐπιτυχής. ἔσσεται· γράφεται ἵσταται· γίνεται.

3

.

72

Τέτραχα· τετραχῶς. νόμον· τάξιν, ἔθος. ἐφρά‐ σαντο· ἐμηχανήσαντο.

3

.

73

Ἰχθυβόλοι· ἁλιεῖς. τοὶ μέν· τινὲς, τῶν ἁλιέων. ἐπ’ ἀγκίστροισι γάνυνται· ἢ δι’ ἀγκίστρων ἁλιεύουσιν. γάνυνται· χαίρουσιν.

3

.

74

Τῶν δέ· ὑποδιαίρεσις, ἀπὸ τούτων, τῶν χαιρόν‐ των τοῖς ἀγκίστροις. δονάκεσσιν· καλάμοις. ἀναψάμε‐ νοι· ἀναδήσαντες, ἀνακρεμάσαντες.

3

.

75

Ὁρμιὴν ἵππειον· ἀπὸ τριχῶν ἱππείων γὰρ πλέ‐ κεται. ἀγρώσσουσιν· ἁλιεύουσιν, ἀγρεύουσι, θηρεύουσιν.

3

.

76

Αὕτως· οὕτως, ἁπλῶς. θώμιγγα· ὁρμιήν. λινό‐ στροφον· ἐκ λίνου πλακεῖσαν σπάρτην, τὴν σπάρτην τὴν ἀπὸ λίνου ἐστραμμένου λέγει.

3

.

77

Δησάμενοι· ἀναδήσαντες. πέμπουσιν· κατὰ θαλάσσης. καθέτοισι· μολύβδοις· κάθετός ἐστιν ἄγκι‐ στρον μέγα, εἰς βάθος καθιέμενον, ἐκ τοῦ καθίημι τὸ
χαλῶ, ἄλλοι δὲ καθέτην καλοῦσι τὴν ἐν τῇ ὁρμιᾷ μό‐Column end
5λυβδον. καθέτης ἀπὸ τοῦ καθιέναι εἰς βυθὸν, ἐστὶ δ’ αὕτη μετ’ ἀγκίστρου εἰς βάθος καθιεμένη, ἄλλοι δὲ καθέτην καλοῦσι τὸν ἐν τῇ ὁρμιῇ μόλυβδον.

3

.

78

Πολυαγκίστροισιν· ἄγκιστρα πολλὰ ἐχούσαις.

3

.

79

Δίκτυα· ἀπὸ τοῦ δίκω τὸ τιτρώσκω. δ’ αὖ· δὴ πάλιν. μέλει· διὰ φροντίδος ὑπάρχει. ἐντύνεσθαι· εὐ‐ τρεπίζειν, κατασκευάζειν, ὁπλίζειν εἰς ἄγραν.

3

.

80

Τῶν· ἀπὸ τῶν τοιούτων δικτύων. ἀμφίβληστρα· ἀπὸ τοῦ ἀμφοτέρωθεν βάλλειν τοὺς ἰχθύας. γρῖφοι· οἱ γρίπτοι λεγόμενοι.

3

.

81

Γαγγάμαι· γαγγάμη λίνος παχὺς δικτυωτὸς, σιδήρῳ κύκλῳ περιεχόμενος. γάγγαμα· γαγγάμη ἐστὶ λῖνος παχὺς, ὡς Διογένης, καὶ γαγγαμευτὴς ὁ τῇ γαγ‐ γάμῳ ἐργαζόμενος. ὑποχαί· κυρίως δίκτυα περιφράτ‐
5τοντα καὶ ἐπέχοντα τόπους, ἐν αἷς καὶ τὸ θύνον, σκο‐ πεῖον λεγόμενον. περιηγέες· κυκλοτερεῖς. σαγῆναι· δίκτυα.

3

.

83

Πέζας· ἔχουσι, φέρουσιν· λείπει, εἶδος καὶ τοῦτο δικτύου μικροῦ. σφαιρῶνας· δίκτυα στρογγύλα· σφαιρῶ‐ ναι τὰ σφαιροειδῆ δίκτυα, δίκτυον δὲ λέγεται ἀπὸ τοῦ δίκω τὸ τιτρώσκω καὶ τοῦ ἰχθὺς, τὸ τιτρῶσκον τοὺς
5ἰχθύας καὶ βάλλον. σκολιόν· καμπύλον, στρεβλόν. πάνα‐ γρον· δίκτυον.

3

.

84

Μυρία· πολύ· μέχρι τούτου περὶ δικτύων. αἰόλα· ποικίλα· τὰ μὲν γὰρ ἄλλην ἔχουσιν ἰδέαν, ἕτερα δὲ πάλιν ἄλλην. δολοῤῥαφέων· τῶν ἐπὶ δόλοις ἐῤῥαμμένων. κόλ‐ πων· δικτύων.

3

.

85

Κύρτοισιν· σκεύεσιν ἁλιευτικοῖς, ζωγρίοις, κλω‐ βίοις.

3

.

86

Κύρτοις· ἐπανάληψις. κνώσσοντας· κοιμωμέ‐ νους, καθεύδοντας.

3

.

87

Εὐκήλους· ἡσύχους, ἡσύχως καθημένους. βαιῷ δὲ πόνῳ· μικρῷ δὲ κόπῳ· γνώμη. ὀπηδεῖ· ἀκολουθεῖ.

3

.

88

Οὐτάζουσιν· κρατοῦσιν, ἁρπάζουσιν. τανυγλώ‐ χινι· τῇ ὀξυγωνίῳ καὶ μακρὰς ἀκίδας ἐχούσῃ ἀπὸ τοῦ τανύω καὶ τοῦ γλωχὶς ἡ ἐξοχὴ, μακροτάτῃ, τῇ ἐχούσῃ μακρὰν γλῶσσαν.

3

.

90

Τῶν· ὧν, τούτων, ἤως τῶν δικτύων καὶ τῶν ἀγκί‐ στρων. πάντων· μηχανημάτων. μέτρον· σταθμόν. κό‐ σμον· τάξιν, καλλωπισμόν· περὶ εἴδους ἑκάστου τῶν πάντων τούτων λεγέτωσαν οἱ ἐμπείρως ἔχοντες αὐτῶν
5τῶν τεσσάρων τῆς ἁλιευτικῆς ὀργάνων.

3

.

91

Ἀτρεκέως· ἀληθῶς. ἴσασιν· ἐπίστανται, γινώσκου‐ σιν. τεκταίνονται· ἐργάζονται, κατασκευάζουσιν.

3

.

92

Ἄρα· καὶ ἀληθῶς. μοῦνον· αἰολικὸν, μόνοις. ἐπ’ ἀλλήλοισι· κατ’ ἀλλήλων. νόημα· μηχάνημα.

3

.

93

Πυκνόν· συνετόν. ἔην· ἐστίν. μῆτις· βουλή. ἐπί‐ κλοπος· δολία, δολερά.

3

.

94

Ἐξαπάτησαν· ἐπλάνησαν. ἐπίφρονας· φρονίμους, συνετούς.

3

.

95

Λαγόνας· κόλπους. πανάγρων· δικτύων.

3

.

96

Ἤδη· ἀπαρτί. ἐνισχόμενοι· ἐνεχόμενοι, κρατού‐ μενοι. παρέδραμον· ἠπάτησαν, ἔφυγον, παρέδραμον
δ’ ἐνέκυρσαν. φρένας· τὴν γνῶσιν.331

3

.

97

Βουλῇ· φρονήσει, προμηθείᾳ, μηχανῇ, δόλῳ. ἄχος· λύπη. γένοντο· ἀναύξητον, ἰωνικόν.

3

.

98

Κεστρεύς· ὅπως ὁ κεστρεὺς κρατηθεὶς ἐκ τοῦ δικτύου ἀποφεύγει, οἶμαι δ’ ἐκ τῶν εἰρημένων, ὅτι κε‐ στρέα τὸν μέγαν γόμφον λέγει· τὰ γὰρ ἐπιτηδεύματα ταῦτα τοῦ μεγάλου εἰσίν. ἀγκοίνῃσι· ἀγκάλαις, κόλποις.

3

.

99

Περίδρομον· κυκλοτερῆ, σκολιὸν, τὸν περιέχοντα αὐτόν. ἠγνοίησεν· ἠγνόησεν· οἶδε γάρ που δικτύου τὸ διαιρόμενον σχοινίον.

3

.

100

Ὕψι· εἰς τὸ ὕψος. λελιημένος· ἐπιθυμῶν· χα‐ ριεντισμὸς τὸ σχῆμα· πρὸ γὰρ τούτου ἐλεύθερος ὢν οὐκ ἐπιθυμεῖ τῆς ἐπιφανείας τῆς ἁλὸς, μετὰ δὲ τὸ κρατηθῆ‐ ναι ἐπιθυμεῖ τοῦ ἄνω ὕδατος, μηχανώμενος ἀποφυγὴν διὰ
5τοῦ ἅλματος εὑρεῖν. ὕδατος ἄκρου· ἤως τῆς ἐπιφανείας.

3

.

101

Ὅσσον σθένος· ἐστίν.

3

.

102

Ὁρμῆσαι· εἰς τό. ἐμάτησε· ἥμαρτεν, ἀπέτυχε, καὶ ἀπέπεσεν. ἐμάτησεν· ἀντὶ τοῦ ἠστόχησεν, ἢ μάτην ἐπεχείρησε ματαιοπραγήσας· οὐκ ἐμάτησεν οὖν, οὐχ ἥμαρτεν, οὐκ εἰς μάτην ἐπήδησεν, οὐκ ἀπέτυχεν, οὐ
5ματαία γέγονεν ἡ αὐτοῦ βουλὴ, ἀλλ’ ἐπέτυχεν ὡς ἐπὶ τὸ πολὺ, ἐματαιοπράγησεν, ἤως οὐκ ἀπέτυχεν, οὐδ’ εἰς μάτην ἐπήδησεν.

3

.

103

Ῥιπῇσι· ὁρμαῖς. ὕστατα· ἔσχατα, ὑπὲρ τὰ τε‐ λευταῖα. πείσματα· σχοινία. φελλῶν· τῶν δεικνύντων ποῦ εἰσι τὰ λίνα.

3

.

104

Ὑπερᾶλτο· ἐπήδησεν, ὑπερεπήδησεν. ἐξήλυξε μόροιο· ἐξέφυγε θάνατον.

3

.

105

Ὅγ’· ὁ κεστρεύς. ἀνορμηθείς· ἄνω γενόμενος. πρῶτον στόλον· πρώτην ὁρμὴν, πρῶτον πήδημα, τὴν πρώτην ὁρμὴν τοῦ πηδήματος· εἰ δὲ πηδήσει πρῶτον πήδημα, καὶ οὐκ ἐξέλθοι, ἄλλον οὐ πηδᾷ. αὖτις ὀλισθῇ·
5ἐμπέσῃ πάλιν.

3

.

106

Βρόχον· τὸ δίκτυον. ἀνορούει· ἀνορμᾷ, ἄνω πηδᾷ.

3

.

107

Ἀχνύμενος· λυπούμενος· ἀπὸ τοῦ χῶ τὸ χωρῶ χώσα, καὶ μετὰ τοῦ στερητικοῦ α ἄχος ὁ μὴ χωρούμενος διὰ τὴν λύπην, γίνεται δ’ ἄχω ἀχύω, καὶ πλεονασμῷ τοῦ ν ἀχνύω καὶ ἄχνυμι ἀχνύμενος καὶ ἄχνυται. πείρῃ·
5δοκιμῇ. μαθών· τὸ ἀδύνατον. ἀποπαύεται· ἀφίσταται. ὁρμῆς· κινήσεως.

3

.

108

Ὡς δ’ ὅτε· παραβολὴ, παράδειγμα. νούσῳ· ἰω‐ νικόν. πολυκηδέϊ· πολυθλίβῳ, πολυφροντίστῳ, πολυ‐ μέρῃ. δηρόν· ἐπὶ πολύ. ἀλύων· λυπούμενος, ἀδημονῶν.

3

.

109

Λοίσθιον· ἔσχατον, τὸν θάνατον· παρὰ τὸ ὄλισθος καθ’ ὑπερβιβασμὸν τοῦ λ λοῖσθος καὶ λοίσθιος, οἷον ἐξολισθήσας καὶ ἐμποδισθείς· ἢ παρὰ τὸ λείπω λοῖστος καὶ λοῖσθος καὶ λοίσθιος. ὁρώμενος· ὁρῶν, βλέπων. ἐγ‐
5γύθι· ὑπάρχων. πότμου· θανάτου.

3

.

110

Ἱμείρων· ἐπιθυμῶν. ἱέμενος· ἐπιθυμῶν, καὶ προθυμίαν ἔχων. βιότοιο· τῆς ζωῆς.

3

.

111

Πάντα· κατὰ πάντα. ἐφέσπεται· ἀκολουθεῖ, ὑπακούει, ἐπακολουθεῖ. κέλονται· προστάσσουσι, προσ‐ τάξωσιν.

3

.

112

Ῥέζειν· πράττειν. ῥέζων· πράττων· παρὰ τὸ ἕρδω τὸ θύω ὑπερβιβασμῷ ῥέδω, τροπῇ δωρικῇ ῥέζω, ὁ μέλλων ῥέξω, σημαίνει δὲ τρία, τὸ πράττω, ὡς τό (Il. β, 274, et π, 400)·Column end
5
μέγ’ ἐν Ἄργει ἔρεξεν· τὸ θύω (Il. β, 400)·
ἄλλος ἄλλῳ ἔρεζε θεῶν. καὶ τὸ τῇ χειρὶ καταψῶ, ὡς τό (Il. α, 361, Od. δ, 610, et ε, 181)·
10
χειρὶ τέ μιν κατέρεξεν. κῆρες· αἱ μοῖραι τοῦ θανάτου, θανατηφόροι μοῖραι ἐπι‐ κρατέουσιν· νικῶσι, καταδυναστεύουσι, κατακυριεύου‐ σιν. ἄφυκτοι· ἃς οὐ δύναταί τις φυγεῖν, οἱ μὴ δυνάμενοι φυγεῖν.

3

.

113

Ἄϊδος· θανάτου, Ἅιδου. βιάζεται· γράφεται μέλει βίου. τανυσθείς· ἐξαπλωθείς.

3

.

114

Ἐπιτρέψας· καὶ δοὺς, ἐνδούς. κεκαφηότα· ἐκπε‐ πνευκότα, κεκοπιακότα, ἠσθενηκότα ἀπὸ τοῦ κάπος τὸ πνεῦμα καὶ τὸ ἄω τὸ πνέω· κάφος γὰρ τὸ πνεῦμα. κάπου ἡ κεφαλὴ παρὰ Ῥωμαίοις, καὶ κάπος τὸ πνεῦμα,
5καὶ γίνεται ἀπὸ τοῦ καφάω καφῶ, μέλλων καφήσω, κεκάφηκα, ἡ μετοχὴ ὁ κεκαφηκὼς, καὶ ἀποβολῇ τοῦ κ κεκαφηὼς κεκαφηότος. κεκαφηότα καθίσταται οὕτως ἔστι θέμα καπῶ τὸ πνέω, ἔνθεν καπνὸς ἡ πυρώδης πνοὴ, καὶ κῆπος ὁ περιπνεόμενος τόπος, καὶ κάπη
10ἡ φάτνη τῶν ἀλόγων, ἡ διὰ τῶν χρεμετισμῶν τῶν ἵππων ἀναπνεομένη· καπῶ τοίνυν τὸ θέμα, ἤως τὸ ῥῆμα, καπήσω, κεκάπηκα, κεκαπηκὼς ἡ μετοχὴ, καὶ κατ’ ἰωνικὸν ἔθος κεκαπηότα, καὶ κεχαρηότα, καὶ τροπῇ τοῦ π εἰς φ κεκαφηότα, ὥσπερ ἐκ τοῦ σπάραγγος σφά‐
15ραγγος, ἐκ δὲ τοῦ καπῶ παραγωγὸν τὸ καπύω, ἐξ οὗ κεκαφηότα γυῖα.

3

.

115

Ἐδάη· ἔμαθεν, ἔγνω. τέλος· ἢ μόρον. μόρον· θάνατον. ἱκάνει· λαμβάνει, καταλαμβάνει, ἵκανε καὶ κατέλαβεν, ἀττικισμός.

3

.

116

Προπεσών· πεσών. μίμνων· περιμίμνων, περι‐ μένων, μίμνων τὸν ἀγρεύοντα μόρον, καλεῖ κατ’ Ἀτ‐ τικούς. μόρον ἀγρευτῆρος· τὸν ἀπ’ ἀγρευτῆρος.

3

.

117

Σφύραιναι· ζαργάναι. ἐνιπλήξωσι· ἐμπέωσι, πελάσωσιν.

3

.

118

Διζόμεναι· γράφεται δίζονται. δίζονται· ψηλα‐ φῶσιν. πόρον· ὀπήν. βρόχον εὐρύν· ὀπὴν εὑρεῖν. ἐν ἕρ‐ κει· τῷ περιφράγματι, δικτύῳ. δινεύουσαι· συστρεφό‐ μεναι, κινούμεναι, ἀνερευνῶσαι, ψηλαφῶσαι, κατὰ
5συνήθειαν ὄφεων, οἵτινες δι’ ὀπῶν εἰσδύνουσι τοὺς φω‐ λεούς· λεπταὶ γὰρ καὶ αὗται οὖσαι διὰ τῶν ὀπῶν ἐξέρ‐ χονται. δινεύουσι· γράφεται δινεύονται.

3

.

119

Διαΐγδην· ὁρμητικῶς. νόμον· κατὰ, κατὰ συνή‐ θειαν, κατὰ τὸν τῶν ὀφίων νόμον, ὥσπερ οἱ ὄφεις διὰ τῶν ὀπῶν εἰσέρχονται τοὺς φωλεούς.

3

.

120

Ὀλισθηροῖσι· γλίσχροις, ἐν. διεξέπεσον· ἐξῆλθον.

3

.

121

Λάβραξ· λάβραξ ἁλοὺς ἐν τοῖς δικτύοις πόῤῥω‐ θεν ὀλίγον τοῦ αἰγιαλοῦ ὀρύττει, ὅπως ἐκφύγῃ τοῦ βρό‐
χου· ὡσαύτως καὶ ὄρκυνοι. διὰ ψαμάθοιο· ἐπὶ τῆς. πτε‐ ρύγεσσι· διὰ τῶν πτερύγων. Τί διαφέρει πτέρυξ καὶ332
5πτερύξ· πτερὺξ μὲν λέγεται τὸ ἄκρον τοῦ πτέρυγος, πτέρυξ δ’ ἡ ὅλη πτέρυξις. λαχήνας· ὀρύξας, σκάψας

3

.

122

Βόθρον· foveam, λάκκον. δέμας· σῶμα. εὐνήν· κοίτην.

3

.

123

Ἐκλίνθη· ἔπεσεν. τοί· οἱ ἁλιεῖς, ἐστὶ δὲ δωρικόν. ἠϊόνας· ἢ ἀπὸ τοῦ ἄω τὸ πνέω, οἱ τοῖς ἀνέμοις κατα‐ πνεόμενοι, ἢ ἀπὸ τοῦ ἀΐω τὸ ἀκούω· κωλύει γὰρ καὶ ἐπιπροσθεῖ ὁ ἀπὸ τῶν κυμάτων ἦχος καὶ τῶν ἀνέμων
5ἀκούεσθαι τὴν τῶν λόγων φωνήν. κατάγουσι· καταφέ‐ ρουσι σύροντες, καθέλκουσιν.

3

.

124

Ἰλύϊ· τῇ ἄμμῳ. κείμενος· ἀμετακίνητος. αὕ‐ τως· οὕτως, ὡς εἴπομεν.

3

.

125

Ἀσπασίως· περιχαρῶς. ἤλυξε· ἔφυγεν. ἕρκιον ὄλεθρον· τοῦ λίνου τὸ περίφραγμα· γράφεται ἄρκυν ὀλέθρου. ἄρκυν· ἕρκος, βρόχον, δίκτυον.

3

.

126

Τεχνάζει· μηχανᾶται, ποιεῖ.

3

.

127

Φράσσηται· νοήσῃ. προπεσών· ἐμπεσὼν, πρὸς τό. ὁ δέ· οὗτος, ὁ μορμύλος, οἱ μὲν ἀσπαλιεῖς. δύεται· εἰσέρχεται, ἔχει τὴν ἀναφοράν.

3

.

128

Τυπείς· κρουσθεὶς, βληθεὶς, ἀντὶ τοῦ κρατηθείς. εὐκαμπέος· καμπύλου. αἰχμῇ· σιδήρῳ.

3

.

129

Ὑψός’· εἰς ὕψος. ἀναθρώσκων· ἀναπηδῶν. ἀζη‐ χές· ἀμετάκλιτον, διόλου, ἀδιασπάστως, διηνεκῶς, συνεχῶς, γενναίως, σφοδρῶς, πρὸς τρία (sic)· ἀζηχὲς ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ ἵζω τὸ κάθη‐
5μαι, ὁ μὴ καθήμενος καὶ ἀργῶν, ἀλλὰ διανιστάμενος καὶ σπεύδων, ἢ τὸ διηνεκὲς καὶ συνεχὲς, καὶ τροπῇ τοῦ δ εἰς ζ καὶ τοῦ ε εἰς η ἐκβληθέντος τοῦ ι, οἱονεὶ τὸ μὴ ἔχον διέχειαν ἢ διάλειψιν καὶ διάλειμμα. Ἀζηχὲς διηνεκὲς, ἀδιεχὲς, καὶ τροπῇ τοῦ δ εἰς ζ καὶ τοῦ ε εἰς η,
10ἐκβληθέντος καὶ τοῦ ι γίνεται ἀζηχὲς, ἤως συνεχὲς καὶ μὴ ἔχον τι διέχειάν τινα καὶ διάλειμμα· ἰστέον ὅτι ἐναν‐ τία ἐστὶ τὸ συνεχὲς καὶ τὸ διεχὲς, ὅτι τὸ ἀδιεχὲς ἶσόν ἐστι τῷ συνεχεῖ, ὡς ἀναιρετικὸν τοῦ διεχοῦς, ὅθεν ἀδι‐ χὲς λέγεται τὸ συνεχές. ἐρείδει· ἐμβάλλει, ἀντὶ τοῦ
15γενναίως ἐπερείδει τὴν κεφαλὴν τῷ ἀγκίστρῳ πρὸς τὸ εὐρυνθῆναι τὴν πληγὴν καὶ ἐξελθεῖν τὸ ἄγκιστρον· ὡσαύτως καὶ οἱ ὄρκυνοι.

3

.

130

Βεβιημένος· βιαζόμενος, ἐπιθυμῶν. ὄφρα· ὅπως. ἕλκος· πληγὴ, τὸ τραῦμα τὸ ἀπὸ τοῦ ἀγκίστρου γινόμε‐ νον· σημείωσαι γὰρ ὅτι οὐ μόνον τὸ ὑγρὸν πῦον λέγεται ἕλκος, ἀλλὰ καὶ τὸ τραῦμα αὐτὸ παρὰ τὸ ἕλκειν ἔνθεν
5καὶ ἔνθεν.

3

.

131

Εὐρύτερον· ἡ ὀπὴ καὶ τὸ τραῦμα.

3

.

132

Μεγακήτεες· οἱ μεγάλοι καὶ κητώδεις. ἐφράσ‐ σαντο· ἐμηχανήσαντο.

3

.

133

Ἁρπάξωσι· λάβωσι, δάκωσιν. γένυν· στόμα. γναμπτοῖο· ἐπικαμποῦς. σιδήρου· ἀγκίστρου. γναπτοῖο δόλοιο· τὸ ἄγκιστρον.

3

.

134

Ῥίμφα· εὐθύς. τιταινόμενοι· συρόμενοι, ἐξα‐ πλούμενοι. νεάτην· ἐσχάτην· γράφεται καὶ πυμάτην. βύσσαν· βυθόν. ἵενται· πορεύονται, ἔρχονται.

3

.

135

Βιαζόμενοι· σύροντες, βιάζοντες. θηρητῆρος· ἁλιέως, ἀγρευτῆρος. ἀνύσωσιν· φθάσωσι, καταντήσω‐ σιν, ἔλθωσιν.Column end

3

.

136

Πέδον· γῆν. κάρη· τὴν κεφαλήν. θείνοντες· κρούοντες. οὖδας· ἔδαφος.

3

.

137

Ὠτειλήν· τὸ τραῦμα. ἔῤῥηξαν· ἔσχισαν, ἐπλάτυ‐ ναν. ἀποπτύουσι· ἀποῤῥίπτουσιν, ἐκβάλλουσιν, ἀποδιώ‐ κουσιν. ἀκωκήν· σίδηρον, τὸ ἄγκιστρον, τὸ βέλος, τὸ ὀξὺ τοῦ ἀγκίστρου· παρὰ τὸ ἀκὴ γίνεται κατ’ ἀναδιπλα‐
5σιασμὸν ἀκωκὴ ὡς ἔδω ἐδωδή· τὰ διὰ τοῦ ωκη ὑπὲρ μίαν συλλαβὴν (ὀξύνονται).

3

.

138

Καθέτοισι· ἀγκίστροις, μολύβδοις, μεγάλοις ἀγκίστροις, ταῖς ὁρμιαῖς. πελώριοι· μεγάλοι. ἀμφιχάνω‐ σιν· κρατηθῶσι, χανόντες δέξωνται.

3

.

139

Οἷα· ὁποῖά εἰσιν εἴδη ἰχθύων. πέλει· ὑπάρχει· μεσεμβόλημα.

3

.

141

Πλατύ· μέγα. βαλόντες· ῥίψαντες.

3

.

142

Ἀθρόοι· ὁμοῦ. μόγον· κακοπάθειαν· μόγος κυ‐ ρίως ἐπὶ τῆς γυναικείας γέννας· χαλεπὴ γὰρ καὶ βαρεῖα λίαν ἡ κακοπάθεια τῆς γυναικὸς, ὅταν τίκτῃ. ἔθηκαν· ἐποίησαν.

3

.

143

Ἐξώλισθον ἀπ’ ἀγκίστροιο· ἐξέπεσον ἐκ τοῦ ἀγκίστρου. λυθέντες· γράφεται πεσόντες.

3

.

144

Λαιψηραί· ταχεῖαι. ἀλώπεκες· ἀλώπηξ ἀπὸ τοῦ ἀλῶ τὸ πλανῶ· ἀπατηλὸν γὰρ τὸ ζῶον. ἔχωνται· κρατῶνται, φέρωνται, κρατηθῶσιν.

3

.

145

Ἄνω· πρὸς τὴν ὁρμιάν. φθάνουσι· γράφεται σπεύδουσιν. ὑποφθαδόν· προληπτικῶς, συντόμως, προ‐ λαβοῦσαι, προφθάνουσαι. αἶψα· μετ’ ἔριδος καὶ κατὰ σπουδήν.

3

.

146

Διέτμαγον· ἔκοψαν, διέκοψαν.

3

.

148

Καυλόν· σίδηρον, ἢ περίβολον μολύβδου, μακρὸν σίδηρον, ὁ στενοεπιμήκης μόλιβδος. δολιχώτερον· δολι‐ χὸν ἀντὶ ἁπλοῦ. ἄλγος· εἰς. ἄλγος ὀδόντων· εἰς πόνον τῶν ὀδόντων. ἄρκος ὀδόντων· ὡς ἀμυντήριον, ἀποσό‐
5βησιν. ἄλγος· γράφεται ἕρκος.

3

.

149

Ναί· ἴσως. σφέτερον νόον· κατὰ τὴν ἰδίαν τάξιν τὴν πανουργίαν οὐκ ἀφίησιν. ἀπολείπει· ἐᾷ.

3

.

150

Πληγῇ ἀνιάζουσα· ἐν τῇ τρώσει τοῦ ἀγκίστρου κατεχομένη, λυπουμένη ὑπὸ τοῦ ἕλκους. τιταινομένη· ἡ νάρκη θλιβομένη, ἀνιωμένη, ἐξαπλουμένη, πληττο‐ μένη.

3

.

151

Προσπτύσεται· προσάπτει, προσεγγίζει, προσ‐ άπτει, τὰς λαγόνας ταῖς ὁρμιαῖς ἀναντιᾷ (ἐναντιοῖ?), ἵνα νάρκην τῷ ἁλιεῖ ποιήσῃ, ταῖς ὁρμιαῖς τοὺς λαγόνας προσάπτεται καὶ συντρίβει, καὶ ἀγκαλίζεται.

3

.

152

Ἱππείης· διὰ, ἢ τῆς ὁρμιᾶς.

3

.

153

Δεξιτερήν· δεξιὰν χεῖρα, χείραν. ἔσκηψε· ἐνέ‐ πεσεν, εἰσῆλθεν. ἄλγος· ἡ νάρκωσις. φερώνυμον ἄλγος· τὴν νάρκωσιν, ἀπὸ τῆς νάρκης τοῦ ἰχθύος λεγόμενον φερωνύμως· τὸ γὰρ ὄνομα αὐτῆς ναρκᾷν δεινῶς τοὺς
5ἁλιέας ποιεῖ.

3

.

154

Ἐκ παλάμης· τοῦ ἁλιέως. πέσεν· γράφεται φύγεν. ὅπλα· τὰ ὄργανα.

3

.

155

Τοίη· τοιαύτη· ἐπιλογικόν. κρύσταλλος· ψυ‐ χρότης, περίψυξις καὶ ἀκινησία, ἢ ψύχρωσις καὶ νάρκω‐ σις. ἐνίζηται· ἐγκάθηται, κάθηται.333

3

.

156

Δολοφροσύνῃσιν· ἀπάταις. μέλονται· φροντίδα ἔχουσιν, ὑπόκεινται, στοιχοῦσιν.

3

.

157

Ἐν μήκωσι· ταῖς κεφαλαῖς· μήκωνας ἐκάλεσε τὰ κύτη καὶ θύλακας τῶν γαστέρων, ἤτοι τὰς κεφαλάς. θορός· ὑγρότης τις, ἰχὼρ, κυρίως τὸ σπέρμα, νῦν καὶ τὴν ὑγρότητα.

3

.

158

Κυάνεος· μέλας. δνοφερώτερος· σκοτεινότερος, μελανώτερος, μελάντερον. ἀχλύος· σκότους, μελανίας.

3

.

159

Φάρμακον· εἰς, βοήθημα, πρὸς τὸ σημαινόμε‐ νον. ἀπροτίοπτον· ἀθεώρητον, ἀθέατον, ἀνέλπιστον, ἀφανὲς, σκοτεινόν. ἄλκαρ· βοήθημα, βοήθεια ἀποτρε‐ πτικὴ βλάβης.

3

.

160

Ἐκείνου· τοῦ θοροῦ.

3

.

161

Ὀρφναίας· διὰ, σκοτεινὰς, μέλαινας· ὀρφνὴ ἡ νὺξ παρὰ τὸ τὴν ὅρασιν φαίνειν (φένειν) ἀντιφραστικῶς, ἢ παρὰ τὸ ἐρέφω τὸ στεγάζω· ὡς στέγος γὰρ ἐπίκει‐ ται τοῖς τῶν ἀνθρώπων ὀφθαλμοῖς. ὀρφνὴ ἡ νὺξ παρὰ
5τὸ μὴ φαίνειν τὴν ὅρασιν, ἢ παρὰ τὸ ἐρέφω τὸ στεγάζω· ὡς στέγος γὰρ ἐπίκειται τοῖς ὀφθαλμοῖς τῶν ἀνθρώπων, ἀφ’ ἧς ἔλαβεν ἀρσίως τὴν μέλαιναν τῆς σηπίας ῥανίδα. ῥαθάμιγγας· πυκνότητας, ῥανίδας. ἀνήμεσαν· ἐξέρασαν, ἔχυσαν, ἀνέδωκαν.

3

.

162

Πέριξ· κύκλῳ. ἐμίηνε· ἔβαψεν. ἠμάλδυνε· ἐσκό‐ τισεν, ἠφάνισεν, ἐτυμολογεῖται δὲ παρὰ τὸ μαίρω τὸ λάμπω, μαρῶ, καὶ μετὰ τοῦ στερητικοῦ α ἀμαρῶ τὸ ἀμαυρῶ καὶ ἀφανίζω, καὶ τροπῇ τοῦ ρ εἰς λ ἀμαλῶ,
5καὶ ἀμαλδῶ πλεονασμῷ τοῦ δ· ἢ ἀπὸ τοῦ ὁμαλὸς ὁμαλύνω, ὡς κακὸς κακύνω, καὶ τροπῇ τοῦ ο εἰς α καὶ πλεονασμῷ τοῦ δ ἀμαλδύνω. μαίρω μέλλων μαρῶ τὸ λάμπω, ὅθεν ἀμαρῶ τὸ ἀφανίζω, καὶ τροπῇ τοῦ ρ εἰς λ καὶ πλεονασμῷ τοῦ δ ἀμαλδῶ καὶ ἀμαλδύνω·
10ἢ οὕτως· ὁμαλὸς ὁμαλύνω καὶ ἀμαλδύνω ἐνθέσει τοῦ δ τὸ στενοποιῶ καὶ ἀνατρέπω.

3

.

163

Ἰχὼρ ἀχλυόεις· ὁ σκοτεινοειδὴς μολυσμός. ἀχλυόεις· σκοτεινός. ἀνὰ δ’ ἔτραπε· ἀνέτρεψε δὲ, περιε‐ κάλυψεν. ὀπωπήν· θέαν, θεωρίαν.

3

.

164

Αἰθαλόεντος· σκοτεινοῦ. ἄφαρ· εὐθέως, ταχέως. πόροιο· θαλάσσης.

3

.

165

Φῶτα· ἄνδρα. εἴποθι· τύχῃ, ἐάν που ᾖ, ἐάν που. φέρτερον· ἰσχυρότερον.

3

.

166

Τεχνάζουσι· μηχανῶνται. ἠερόφοιτα· ἀέρι πε‐ τόμενα· τὰς τευθίδας φησὶν ἠερόφοιτα γένεθλα, ὡς ἐν τῷ ἀέρι φοιτῶντα· πέτανται γὰρ καὶ διὰ τοῦ ἀέρος φέρονται, ὡς ὑπόπτερα, τευθίδες δ’ εἰσὶ τὰ κοινῶς
5λεγόμενα καλαμάρια.

3

.

167

Ὑπερευθής· ὑπόπυῤῥος, κόκκινος, ὑπέρυθρος· ἔρευθος γὰρ τὸ χρῶμα.

3

.

168

Ἐντρέφεται· ἔγκειται. ἐντύνονται· κατασκευά‐ ζουσιν.

3

.

169

Τοίοις μέν· ἐπίλογος τὸ σχῆμα καὶ ἀποθετικόν.

3

.

170

Πυκινῇσιν· ποικίλαις. ἐπιφροσύναις· συνέσεσι,
μηχαναῖς.Column end

3

.

171

Ἠλιβάτοισι· τοῖς ὑψηλοῖς καὶ ἀπροσβάτοις.

3

.

172

Ἐρύουσιν· ἀγρεύουσι, κρατοῦσιν. σφίσιν· τοῖς πελαγίοις. νόημα· μηχάνημα.

3

.

173

Ποικίλον· πανοῦργον, συνετόν. ἤδη· ποτέ. ἐπέ‐ σπασεν· ἔλαβεν αὐτούς. κρομύοισι· κρομμυδίοις.

3

.

174

Γυμνοῖς· ἄνευ δελέατος. πελαγόστροφον· τὸν εἰς τὰ πελάγη διάγοντα· διαφέρει πελαγόστροφος καὶ πελαγοστρόφος· πελαγόστροφος γὰρ ὁ ἀναστρεφόμενος εἰς τὰ πελάγη, ἐκεῖνος δ’ ὁ στρέφων τὰ πελάγη.

3

.

175

Ἁλιερκέος· πεφραγμένης ἁλὶ, τῆς ὑπὸ θαλάσ‐ σης, τῆς ὑπὸ τῆς θαλάσσης κλειομένης, τῆς οὔσης ἕρκος τῇ ἁλὶ, τῆς ὑφ’ ἁλὸς πεφραγμένης καὶ περικλειομένης, ἀπὸ τοῦ ἃλς ἁλὸς καὶ τοῦ ἕρκος τὸ περίφραγμα.

3

.

176

Τοῖσι δ’· τούτοις. ὀξύτερος· φρονιμώτερος, τα‐ χύτερος. αὐτῶν· τῶν ἰχθύων τῶν παρ’ αἰγιαλῶν.

3

.

177

Βαιοί· οἱ μικροί· εἴσι γὰρ καὶ καρίδες μεγάλαι. ἐρύονται· ἀγρεύονται, ἑλκύονται.

3

.

178

Τευθίδος· καλαμαρίου. θυσάνοις· πτεροῖς, πλε‐ κτάναις ἀντὶ δελέατος, πλοκάμοις, κυρίως οἱ κροσσοὶ, ταῖς πλοκαμίσι τῆς τευθίδος· κέχρηνται γὰρ αὐτῆς (τοῖς) ἀντὶ δελέατος καὶ κατὰ τῶν μικρῶν ἰχθύων, καὶ
5ὅσοι τὸ ἀλλήλων περιλείχουσι σῶμα ὡς τροφήν εἰσιν οὗτοι. τευθίδος ἢ θυσάνοις· γράφεται πολυπόδων θυσά‐ νοις. ἀμφιχανόντες· ἀμφιπεσόντες.

3

.

179

Ὀλίγαισι· μικραῖς. ἅπτοις· προσβάλῃ.

3

.

180

Ἑλμῖσι· σκώληξιν. ὅττι· ἄλλο. παρείη· παρα‐ τύχοι.

3

.

181

Ἰχθυόεν· ἕλκον ἰχθῦς. βαιούς· μικρούς· ἐνταῦθα τίσιν ἰχθύσιν οἱ μεγάλοι ἀγρεύονται, καὶ ὅσοι τὸ ἀλλή‐ λων σῶμα περιλείχουσι πρὸς τροφήν. εἴσιν οὗτοι· ὁ θύννος ἀγρεύεται κορακίνῳ, λάβραξ καρίδι, φάγροι
5χάννοις, συνόδοντες βωξὶν, ἴουλοι ἱππούροις, ὀρφοὶ δὲ τρίγλῃ, κιῤῥίδι πέρκη, χρύσοφρυς μαινίδι, καὶ πολύ‐ ποδι μύραινα. ἐπὶ μείζονας· κατὰ μειζόνων ἰχθύων. ὁπλίζοιο· ὅπλιζε, τίθει.

3

.

182

Δείπνοις· βρώμασι, ταῖς τροφαῖς. μαργῶντες· μαινόμενοι, λαιμαργοῦντες. ἐπισπεύδουσιν· ἐπαγωνίζον‐ ται. ὄλεθρον· ἢ τὸν ἴδιον, ἢ τῶν ἄλλων.

3

.

183

Ἦ γάρ· γνώμη. ἦ· ὄντως. σιφλόν· λαίμαργον, ἔμψογον καὶ λαίμαργον, ἐπίψογον, τυφλόν. ὑγρὰ θεόν‐ των· πῶς, ἀδολεσχίᾳ.

3

.

184

Θύννον· τίς τίνος ἰχθύος ἐπιθυμεῖ; ἄγει· ἀγρεύει. καρίς· ἄγει.

3

.

185

Πιαλέη· λιπαρὰ, ἢ πιαίνουσα τὸν λάβρακα, πίων. χάννος· γράφεται χάννοιο. δέλετρον· δέλεαρ.

3

.

186

Συνόδοντι· ἰχθύϊ ἔχοντι πυκνοὺς ὀδόντας, πυ‐ κνοὺς ὀδόντας ἔχοντι· εἶδος γὰρ καὶ ὁ συνόδους ἰχθύος.

3

.

187

Ἔπεφνεν· ἐφόνευσεν. ἔσπασεν· ἔλαβεν, ἤγουν ἤγρευσεν. κιῤῥίδα· ἰχθὺς καὶ οὗτος, εἶδος ἰχθύος.

3

.

188

Μαινίδι· σμαρίδι. ἀνιγραί· λεπταὶ, ἀνιαραὶ, λυπηραὶ καὶ γλίσχραι.

3

.

189

Μετά· οἷς. ἐπειγόμεναι· σπουδάζουσαι.

3

.

190

Ὅσοι τε· καὶ ἄλλοι. περίμετρον· μέγα, κυκλο‐
τερὲς, περιττὸν κατὰ μέτρον, μέγα καὶ ὑπὲρ μέτρον.334

3

.

191

Κάλλιχθυς· ὁ ἱερὸς λεγόμενος, ἱερὸς ἰχθύς. ἰαί‐ νεται· εὐφραίνεται.

3

.

192

Ὄρκυνος· θηρεύεται. ἀνθίῃ· σημείωσαι, ὅτι καὶ ἀνθεὺς καὶ ἀνθὴ λέγεται. ὁπλίζοιο· καὶ δέλεαρ ὅπλιζε.

3

.

193

Πείροις· σούβλιζε, ἔμβαλε, κρατήσεις ἢ ἐμ‐ βαλεῖς.

3

.

194

Ἄλλῳ δ’· ἐπ’ ἄλλῳ δέ. ἀλλοίην γενεήν· ἄλλο γένος ἰχθύος.

3

.

195

Κρέσσονι χειροτέρην· τῷ ἰσχυροτέρῳ τὴν ἀσθε‐ νεστέραν.

3

.

196

Λίχνος· ἄπληστος· γράφεται ὄλεθρος.

3

.

197

Ὡς οὐδὲν λιμοῖο· γνώμη, γνωμικὸν, θαυμασ‐ τικόν. λιμοῖο· πείνας ἢ κυνωδοῦς ὀρέξεως· λιμὸς ἡ λεγομένη κυνώδης ὄρεξις. βαρείης· λαιμάργου, ἀπλή‐ στου. βαρείης· κακῶν, λαίμαργον καὶ βάρος ἐμποιούσης
5ζώῳ παντὶ, ἐπίκειμαι (κλημα?) τῶν ἀνθρώπων.

3

.

198

Κρατέει· βασιλεύει. ἀπηνής· χαλεπὴ, ἀγρία.

3

.

199

Συνέστιος· σύνοικος. δασμῶν· φόρων, πλεονεκ‐ τημάτων, μερισμῶν, φόβου, τέλους, μερισμῶν, τῶν καθ’ ἑκάστην ἡμέραν διδομένων αὐτῇ τροφῶν.

3

.

200

Ληθομένη· ἐπιλανθανομένη, ἀγνοοῦσα. παρα‐ σφήλασα· ἀπατήσασα, παρατρέψασα, ἀποπλανήσασα. νόοιο· ἀπὸ, τοῦ ἰδίου λογισμοῦ.

3

.

201

Ἄτην· βλάβην. ἀνέηκε· ἐνέβαλεν. αἴσχεσιν· ταῖς ὕβρεσι, καὶ ἀτιμίαις. ἐγκατέδησε· συνέκλεισεν, ἐδέσμησεν.

3

.

202

Γαστήρ· γνώμη. ἀνάσσει· βασιλεύει.

3

.

203

Ἠερίῃς· ταῖς πτηνοῖς. τὸ δὲ πλέον· κατ’ ἐξοχήν.

3

.

204

Μόρος· θάνατος. γαστήρ· ἡ λαίμαργος.

3

.

205

Ἀνθιέων· ἀνθιῶν ὡς κοχλιῶν, καὶ ἰωνικῶς ἀνθιέων. περίφρονα· συνετήν. πεύθεο· μάνθανε, ἄκουε, μάθε.

3

.

206

Ἐρικυδέος· τῆς ἄγαν ἐνδόξου. ἐντύνονται· παρασκευάζουσι, κατασκευάζουσιν.

3

.

207

Ἐνναετῆρες· κάτοικοι. πάτρης· οἱ κάτοικοι τῆς ἐν Κιλικίᾳ ἀκτῆς· Κίλιξ γὰρ τὸ γένος Ὀππιανός· παράκειται δὲ τῇ Κιλικίᾳ ἡ Λυκία, Σαρπηδὼν δὲ Λύκιος, ἀκτὴν Σαρπηδόνος τὴν Λυκίαν φησίν· Λύκιος
5γὰρ ὁ ὁμηρικὸς Σαρπηδὼν, ὑπέρκειται δὲ τῆς τοιαύτης Λυκίας ἡ Κιλικία, τὸ ἔθνος τοῦ Ὀππιανοῦ, ἔνθα καὶ τέμενος Ἑρμοῦ. ὑπέρ· ὑπεράνω.

3

.

208

Ναυσίκλυτον· ἔνδοξον ταῖς ναυσὶ, τὸ ἐν νηυσὶ περίφημον, ἢ τὸ φημιζόμενον, καὶ ἐξάκουστον, ἢ εἰς ὃ αἱ νῆες κλύζονται, βρέχονται, ἢ κατὰ πολὺ φέ‐ ρονται.

3

.

209

Κωρύκιον· ἱερὸν τοῦ Ἑρμοῦ. ναίουσι· κατοικοῦσιν. ἀμφιρύτην· τὴν ἀμφοτέρωθεν περιῤῥεομένην. Ἐλεοῦ‐ σαν· πόλιν, νῆσόν τινα, ὄνομα νήσου, νῆσος τῆς Κιλι‐ κίας.

3

.

210

Κείνας· τῶν ἀνθιέων. τεκμαίρεται· ζητεῖ, κα‐ ταστοχάζεται, σημειοῦται, στοχάζεται.

3

.

211

Ἴδρις· εἰδήμων, ἐπιστήμων. οἵῃσιν ὕπ’· ὑφ’ αἷς. οἵῃσιν ἔπ’· καὶ ἐν οἵῃσι πέτραις. αὐλίζονται· οἰκοῦσιν.Column end

3

.

212

Ἀντροφυεῖς· σπηλαιώδεις, τοῖς ἔχουσι σπήλαιον. κευθμῶσι· κοιλώμασι, βαθυτάτοις τόποις, λάκκοις. διαῤῥωγάδας· ἐσχισμένας. θαμέεσσι· ἐν, πυκνοῖς.

3

.

213

Δουρί· τῇ νηῒ, ἢ κώπῃ, πλοίῳ. ἀναπλώσας· ἀναπλεύσας, ὁ ἁλιεύς. πινάκων· διὰ τῶν σανίδων, ξύλων, κωπῶν. ἐριηχέα· μεγαλόηχα, ἄγαν ἠχητικόν.

3

.

214

Δοῦπον· κτύπον. ἐπικροτέων· κτυπῶν, κρούων, ἠχῶν. πατάγῳ· ἐπὶ τῷ κτύπῳ. ἐπιτέρπονται· χαίρουσιν. ἔθνη· γράφεται ἦτορ. ἦτορ ἀνθιέων· περιφραστικῶς, οἱ ἀνθεῖς.

3

.

215

Τῷ· διὸ, διὰ τοῦτο. καί τις· γράφεται καὶ πού τις. ἀνέδραμεν· ἀνῆλθεν. λίμνης· θαλάσσης, καταχρη‐ στικῶς λίμνην τὴν θάλασσαν λέγει.

3

.

216

Παπταίνων· ἐπιτηρῶν. ἄκατον· τὴν νῆα. τῷ δ’· τῷ ἀνθιεῖ.

3

.

217

Πέρκας· ἰχθύας, εἶδος ἰχθύος. ἵησιν· πέμπει, δίδωσιν. κορακίνους· ἰχθῦς.

3

.

218

Ἀσπαλιεύς· ἀπὸ τοῦ ἀσπάζεσθαι τὴν ἅλα, ἢ τὴν τῆς ἁλὸς τέχνην. ὀρέγων· διδούς. ξεινήϊα· φιλοτιμή‐ ματα.

3

.

219

Αὐτάρ· δέ. κεχαρημένος· χαίρων. εἰλαπινάζει· θοινεῖ, ἐσθίει, εὐωχεῖται.

3

.

220

Δαῖτα· εὐωχίαν. σαίνει· εὐφραίνει, κολακεύει, ὅτι ἥρπασε τὸ δέλεαρ. δολόφρονα· πανοῦργον.

3

.

221

Ὡς δὲ φιλοξείνοιο· παραβολὴ, παράδειγμα· λείπει τὸ ὅταν· ὡς δ’ ὅταν τις ξενισθῇ περιπλούσιος γενναῖος ἢ φρόνιμος· τοῦτο γὰρ δηλοῖ τὸ κλεινὸς, ἢ ἐν ἔργοις χειρὸς, ἢ χειρὶ σοφὸς, ἢ σοφίᾳ νοός. μετ’· ἐν. οἰ‐
5κία· δόμους, οἰκήματα. κέλσῃ· καταλύσει. κέλσοι· πλησιάζοι. κέλσει· πλησιάσει.

3

.

222

Κλεινός· ἔνδοξος. ἤ· κλεινός. ἔργμασιν· ἔργοις, πράξεσιν, κρατήμασι καὶ δωρήμασιν. ἠὲ νόοιο· ἢ νοός. νόοιο· φρονήσει, φρόνιμος.

3

.

223

Ἀσπασίως· ἀσμένως. εἶδεν ἐφέστιον· ἢ ἐδεξιώ‐ σατο. ἐφέστιον· ὑπὸ τῇ οἰκίᾳ. δώροις· χαρίσμασιν.

3

.

224

Εἰλαπίναις· εὐωχίαις. φιλοφροσύναις· φιλοτι‐ μίαις, ἀγάπαις.

3

.

226

Κρητῆρος· κρατὴρ εἶδος ποτηρίου μεγάλου, ἐν ᾧ εἴσιν ἄλλα ποτήρια ἐμβεβλημένα μικρά. ἀμοιβαίοις· ἀλλεπαλλήλοις, διαδεκτικοῖς, τοῖς ἐξ ἀμοιβῆς καὶ δε‐ ξιώσεως (εα Cod.) γινομένοις, ἀντὶ τοῦ κατὰ διαδο‐
5χὴν ἑκατέρου ἀντιδιδόντος καὶ ἀντιπίνοντος ἢ προπί‐ νοντος τῷ ἑτέρῳ, τοῦ τ’ οἰκοδεσπότου καὶ τοῦ φίλου. δεπάεσσι· ποτηρίοις.

3

.

227

Κεχαρημένος· χαίρων. ἐλπωρῇσι· ἐλπίσιν· ἐλπωρὴ γὰρ ἐλπίς.

3

.

228

Μειδιάα· γελᾷ, χαίρεται. νέοις· ἀμοιβαίοις. ἐπι‐ τέρπεται· εὐφραίνεται.

3

.

229

Ὑπημάτιος· δι’ ὅλης ἡμέρας, καθ’ ἑκάστην ἡμέραν.

3

.

230

Στέλλεται· πλέει, πορεύεται, ἀγρεύεται. ἀνίη‐ σιν· ἀφίησιν.

3

.

231

Δεῖπνα· τροφάς. φέρων· διδούς. ἀμφαγέρονται· κύκλῳ συνέπονται, περισυνάγονται, συναθροίζονται.335

3

.

232

Δαιτυμόνες· οἱ ἐσθίοντες, εὐωχηταί. χῶρον· ἐκεῖνον, κατὰ τὸν τόπον, καθ’ ὃν δεξιοῦται ταῖς τροφαῖς αὐτοὺς ὁ ἁλιεύς. κλητῆρος· καλέως, καλεστοῦ. ἄγοντος· καλοῦντος.

3

.

233

Πλεόνεσσιν· πλείοσιν, πλείοσιν ἀνθιεῦσι, καὶ πλείοσιν οὖσι τοῖς ἰχθύσι καὶ συντόμοις εἰς τὸ λαβεῖν τροφάς. ἑτοιμοτέροις· προθυμοτέροις, πρὸς τὸ φαγεῖν, τοῖς πλησίον οὖσι πρὸς τὸ φαγεῖν, ἑτοίμοις οὖσιν εἰς τὸ
5φαγεῖν. παρίσχει· παρέχει, δίδωσιν, ἐνδίδωσιν.

3

.

234

Φορβὴν ἁρπαλέην· τροφὴν ἄσμενον. ἁρπαλέην· ἁρπακτικήν. ἄλλα κέλευθα· ἄλλαι ὁδοί.

3

.

235

Κευθμῶνες· κρυπτῆρες τόποι. ἐνὶ φρεσίν· εἴσι δῆτα.

3

.

236

Αὐτοῦ· ἐκεῖ, ἐπίῤῥημα τοπικόν. δηθύνουσιν· διατρίβουσιν. ἅτε· παραβολή. σταθμοῖσι· μάνδραις, μανδρίοις, σηκοῖς· σταθμὸς πολυσήμαντόν ἐστιν· στα‐ θμὸς γὰρ ὁ ζυγὸς, σταθμὸς ἡ ἡμερήσιος ὁδὸς, τὸ παρὰ
5πολλῶν καλούμενον ὑποσταθμὸς, καὶ ἡ ἔπαυλις τῶν ζώων, ὁ δὲ νοῦς· καθάπερ τὰ πρόβατα χειμῶνος ἐν τοῖς σταθμοῖς αὐλίζονται καὶ κατασκηνοῦσι καὶ ἀπανα‐ παύονται· ἀπὸ τούτου καὶ τὰ ἱπποστάσια καὶ βουστάσια. νομήων· βοσκῶν.

3

.

237

Πώεα· ποίμνια. αὐλίζονται· κατασκηνοῦσι, συναθροίζονται.

3

.

238

Ὀλίγον· πρὸς ὀλίγον. σηκοῖο· μάνδρας, στα‐ θμοῦ. λιλαιόμενα· ἐπιθυμοῦντα. προνέεσθαι· προπο‐ ρεύεσθαι, ἐξέρχεσθαι. προνέμεσθαι· ἐξελθεῖν.

3

.

239

Ἀειρομένην· αἰρομένην, φερομένην, κουφιζο‐ μένην, κινουμένην.

3

.

240

Σπερχομένην· ἐπειγομένην· γράφεται στελλο‐ μένην· πορευομένην.

3

.

241

Καγχαλόωντες· χαίροντες. δινεύοντες· συστρε‐ φόμενοι.

3

.

242

Ἱμερόεν· ἐπιθυμητόν. τιθήνῃ· τῇ τροφῷ, ἢ τῷ πλοίῳ, τῇ τρεφούσῃ αὐτὴν (οὺς) νηΐ.

3

.

243

Ὡς δ’ ὁπότ’· παραβολὴ, παράδειγμα. ἀπτή‐ νεσσι· ἀπτέροις, ἀπτερώτοις, τοῖς μὴ δυναμένοις πτῆ‐ ναι καὶ πετάσαι. βόσιν· τροφήν. ὀρταλίχοισι· πωλίοις, νεοττοῖς, νεογνοῖς, νεοσσίοις.

3

.

244

Μήτηρ εἰαρινή· ἡ χελιδὼν, ἡ κατὰ τὸ ἔαρ ἐπι‐ δημοῦσά τε καὶ τεκνοποιοῦσα. ὄρνις· χελιδὼν, ὅτι αὕτη πρῶτον προαγγέλλει τὸ ἔαρ ἐλθοῦσα, καὶ οἱονεὶ ἄγλωσ‐ σος βοῶσα· ἰδοὺ ἔαρ, ζεφύρου δὲ τοῦ ἔαρος· ὁ γὰρ
5ζέφυρος τότε πνέει κατὰ τὸ ἔαρ, φέρων τὰ πρὸς ζωὴν ἐπιτήδεια. εἰαρινοῦ ζεφύρου· τοῦ ἔαρος, ἐν ᾧ πνέουσιν οἱ ζέφυροι.

3

.

245

Ἁπαλόν· νεαροχές. τρύζοντες· λαλοῦντες, τρυρίζοντες, καὶ βοῶντες. καλιῇ· τῇ φωλεᾷ.

3

.

246

Γηθόσυνοι· χαίροντες.

3

.

247

Ἀναπτύσσουσιν· ἀνοίγουσιν. λέληκεν· ἠχεῖ.

3

.

248

Λίγα· ὀξέως. κλάζουσι· βοῶσι, κλαίουσι, λα‐ λοῦσιν· κλαγγὴ γὰρ ποιὰ φωνὴ ἐπὶ γεράνων κυρίως καὶ
ἁρμάτων λεγομένη· καὶ Ὅμηρος (Il. α, 46)· «ἔγκλαγξαν δ’ ἄρ’ ὀϊστοί,» ὥσπερ καὶ φλοῖσβος ἐπὶ θαλάσσης, καὶColumn end
5τὸ σίζειν ἐπὶ τηγάνου πεποιημέναι φωναί.

3

.

249

Θρεπτῆρος· τοῦ παρέχοντος τὴν τροφὴν, ἁλιέως. ἐναντίον· κατὰ πρόσωπον.

3

.

250

Γηθόσυνοι· εὐφρόσυνοι. χαίρουσι· γράφεται θρώσκουσιν. θρώσκουσι· πηδῶσιν. χοροιτύπον· χορευτι‐ κὸν, τὸν ὑπὸ χοροῦ κτυπούμενον.

3

.

251

Βρώμῃσιν· βρώσεσιν. ἐπασσυτέραισι· πυκναῖς. ἐπασσυτέρῃσι· συναθροιζομένοις μία μεθ’ ἑτέρην, πυκνοτέραις. λιπαίνων· πιαίνων, τρέφων.

3

.

252

Ἐπιψαύει· κολακεύει, ἅπτεται αὐτῶν. τιταί‐ νων· ἐξαπλῶν.

3

.

253

Πρηΰνει· πρᾷον ποιεῖ. ἄφαρ· εὐθέως. ἠΰτ’ ἄνακτι· καθὰ δεσπότῃ.

3

.

254

Πείθονται· εὐπειθοῦσιν. μύωπι· δακτύλῳ, τῇ ὁρμῇ τοῦ δακτύλου, κινήσει τοῦ δακτύλου τοῦ μετὰ ἀντίχειρα κινοῦντος ἰχθύας, ὡς ὁ μύωψ κινεῖ τἄλλα ζῶα· μύωψ ὁ μικρὸς δάκτυλος.

3

.

255

Ῥίμφα· εὐθέως, εὐκόλως. νηὸς ὄπισθεν· ἐν τῇ πρύμνῃ.

3

.

256

Πρόσω· ἔμπροσθεν ἐν πρώρᾳ. τότε· ποτέ. σχε‐ δὸν ἠπείροιο· πλησίον γῆς.

3

.

257

Ὄψεαι· θεάσεις. ἠΰτε· καθά· θεάσῃ γὰρ τοὺς ἀνθιεῖς ὥσπερ παῖδας ἐν ταῖς παλαίστραις ὧδε κἀ‐ κεῖσε ὁρμῶντας καὶ στρεφομένους τῇ φρονήσει τοῦ παιδ‐ αγωγοῦντος καὶ ἐπιτάττοντος αὐτοῖς ἀνδρὸς, ὅπου ἂν
5αὐτοὺς κελεύσῃ ὁ θεωρητής.

3

.

258

Ἐπιφροσύνῃσι· φρονήσεσι, διδασκαλίας. πα‐ λαισμοσύνης· παλαίστρας.

3

.

259

Τῇ καὶ τῇ· ὧδε καὶ ὧδε. θύνοντας· ὁρμῶντας. ἐπίσκοπος· ἐπιτηρητὴς, ὁ ἐπιτηρητὴς τῆς παλαίστρας.

3

.

260

Κομιδῆς· καὶ ἐπιμελείας. μέληται· γένηται.

3

.

261

Δή ῥα· ἀληθῶς. ἀναψάμενος· δήσας, κρατήσας. λαιῇ· ἀριστερᾷ.

3

.

262

Ἕζεται· κάθηται. ἀγκίστρου βέλος· περι‐ φραστικῶς τὴν ὀξύτητα. κρατερόν· ἰσχυρόν. θοόν· ὀξὺ, ταχύ.

3

.

263

Ὁπλίζει· καθιστᾷ, καὶ ἑτοιμάζει. τοὺς μέν· τοὺς ἀνθιεῖς. ἀπέτραπε· ἐδίωξεν, ἐδίωκεν. χειρὶ κελεύων· διὰ τῆς χειρὸς προτρέπων.

3

.

264

Ὁμῶς· ὁμοίως. ἑλών· λαβών. ἔῤῥιψε· ἔβαλλεν.

3

.

265

Δύνουσιν· ὑποχωροῦσιν.

3

.

266

Τῶν δ’· ἀπὸ τούτων. μοῦνον· αἰολικῶς. ἀπό‐ κριτον· ἀποκεχωρισμένον, τὸν κρείττονα, διακεχω‐ ρισμένον.

3

.

267

Δύσμορον· ἐλεεινόν. ὑστατίοισι· ἐσχάτοις, ὑστε‐ ρινοῖς. κεχαρμένον· χαίροντα, εὐφραινόμενον.

3

.

268

Ὤρεξεν· ἔδωκεν. ὑπεὶρ ἁλός· σχῆμα συντομίας.

3

.

269

Καρπαλίμως· ἰσχυρῶς, συντόμως, ταχέως ἀπὸ τοῦ τὴν κάραν πάλλειν. ἔσπασεν· ἔλαβεν. ἀμφοτέρῃσι· ταῖς χερσὶ δηλονότι.

3

.

270

Θερμός· σπουδαῖος, εὐκίνητος, ἐντρεχὴς, ἀνδρεῖος, διάπειρος καὶ ταχὺς εἰς τὸ εὐμηχάνως καὶ δεξιῶς ἀνα‐
λαβεῖν τοιαύτην ἄγραν· οὐδὲ γὰρ δεῖ μόνον τῷ τοιούτῳ φρονήσεως καὶ συντομίας πρὸς ταῦτα, ἀλλὰ καί τινος336
5ἰσχύος καὶ οἰκονομικῆς ἐπιτηδειότητος, ὥστε καὶ τοὺς ἄλλους λαθεῖν ἀνθιεῖς ἐπὶ τῇ τοῦ ἑνὸς ἄγρᾳ, ἐπεὶ ὅλως, εἰ αἴσθοιντο τοῦ παθόντος, μὴ μόνον οὐκ ἂν ῥᾳδίως ὑπο‐ στραφεῖεν, ἀλλὰ καὶ αὐτὸν τὸν τόπον μισήσειαν· οὕτως ἐστὶν ὑπόδειλος ὁ ἀνθιεύς. ὀξεῖαν· σύντομον, ταχυτά‐
10την. ἐπίκλοπον· πανοῦργον.

3

.

271

Χορόν· πλῆθος. ἴδωνται· καὶ ἴδωσιν.

3

.

272

Σμαραγῆς· κτύπου, ἤχου. ἀΐωσι· ἀκούσωσιν, ἀκούωσιν. δυσαγρέος· τοῦ κακῶς ἀγρευθέντος.

3

.

273

Οἱ· τῷ χορῷ τῶν ἀνθιέων, τῷ ἁλιεῖ. τόσα· πολλά. παρέσσεται· παρυπάρξει. ἵκοιντο· ἔλθοι.

3

.

274

Ὑποτροπάδην· ὀπίσω, ἐξ ἐπιστροφῆς, ὑποστρέ‐ ψαντες ἔλθωσιν. ἀπὸ δ’ ἔπτυσαν· ἀπεστράφησαν. ἐχθή‐ ραντες· μισήσαντες.

3

.

275

Κομιδήν· ἐπιμέλειαν, τροφήν. χῶρον· τόπον. ὀλέθριον· φθαρτικόν. τις· ἄς (sic). εἴη· ἔστω.

3

.

276

Ἴφθιμος· ἰσχυρός. βιησάμενος· κατισχύσας. ἀνέλκοι· ἀνελκέτω.

3

.

277

Δεύτερος ἄλλος· ἕτερος ἁλιεύς. ἐφαπτέσθω· συνεπιλαμβανέσθω, κρατείσθω, συναντιλαμβανέτω. καμάτοιο· τοῦ κόπου.

3

.

278

Ὧδε· οὕτως. φρονέοντες· νοοῦντες.

3

.

279

Πιανθέντες· λιπανθέντες, τραφέντες, βρώμασιν. ἐοικότα· πρέποντα, ὁμοῖα. ἐοικότως· πρεπόντως. πιαί‐ νουσι· τοὺς τροφεῖς, ἤως τοὺς ἁλιεῖς εὐφραίνουσι, λι‐ παίνουσι τὸν ἀγρευτῆρα, εὐφραίνουσι τῷ ἁλιεῖ. (τὸν
5ἁλιῆ.)

3

.

280

Εὖτ’ ἐθέλῃσθα· ἡνίκα ἐθέλῃς, ὅταν θέλῃς· διὰ παντὸς ἐξέσται σοὶ οὕτως τυγχάνειν ἄγρας τοιαύτης. παρέσσεται· ἔσεται, ὑπάρξει, γενήσεται. εὔστοχος· ἐπιτυχὴς, ἔξοχος, εὐτυχής.

3

.

281

Ἄλλοι· ἁλιεῖς· ἕτεροι δ’ ἁλιεῖς ἄλλως ἀγρεύου‐ σιν ἀνθιεῖς, ὅσοι μάλιστα ἰσχυροὶ καὶ ἐνδύναμοι τὸ σῶμα· καὶ ἄλλος γὰρ τρόπος ἐστὶ τῆς ἄγρας τῶν τοιού‐ των ἰχθύων, οὔτε φιλοξενίαν ἔχων, οὔτε δόσιν τροφῆς
5καὶ συνηθείας, ὡς εἰρήκαμεν. ἰφθίμῳ· ἰσχυρᾷ. βίῃ· δυ‐ νάμει. γυίων· μελῶν· γράφεται χειρῶν.

3

.

282

Πειθόμενοι· θαῤῥοῦντες. ἆθλον· ἀγῶνα.

3

.

283

Οὐ φιλίην· φιλοξενίαν. οὔτε φιλίαν πρὸς αὐτοὺς ἐξασκοῦντες, οὔτ’ εἰς τροφὰς ἐνεργοῦντες, οὔτε φιλίας τρόπον ἐπιδεικνύμενοι πρὸς αὐτοὺς, οὔτε περὶ τροφὰς αὐτῶν ἔχοντες καὶ ἐνεργοῦντες. πονεύμενοι· ποιοῦντες,
5ἐνεργοῦντες. ἀκωκή· ἀκμὴν, ὀξύτητα.

3

.

284

Ἠνορέῃ· δυνάμει. βιόωνται· καταπονοῦνται, βιάζονται.

3

.

285

Χαλκοῦ· ἐκ. τετυγμένον· ἐσκευασμένον.

3

.

286

Γλωχῖνες· ἀγγίδες (ἀκίδες?), γλῶσσαι, γωνίαι, ἐξοχαί. ἄγουσιν· ἐξέχουσι, κρατοῦσιν.

3

.

287

Ἀμφίδυμοι· διπλαῖ, διπλοῖ, δύο πρότονες (οι?). ἢ δύο πώγωνες καὶ ἀκίδες τοῦ ἀγκίστρου εἰσὶν ἀφ’ ἑκα‐ τέρου μέρους, ὧν τὸ σχοινίον ἀποδέουσιν. πεῖσμα· σχοινίον. λινόστροφον· ἐκ λίνου πεπλεγμένον.

3

.

288

Διήλασαν· ἔβαλον. ἐπερόνησαν. εἰσέβαλον.Column end

3

.

289

Θῆκε· ἐνέβαλεν.

3

.

290

Βρίθοντι· βαροῦντι.

3

.

291

Ἀγκλίνει· ἀνατείνει.

3

.

292

Θώμιγξ· σχοινίον, ὁ σχοῖνος, ἔστω δηλονότι. κρατερή· ἰσχυρά. εὔπλοκος· καλόπλοκος, ὑπαρχέτω. ὅτε δοῦπον· κτύπον γὰρ ἐξεπίτηδες τῶν ἁλιέων ἐν ἀκάτῳ ποιούντων, ἀκούσαντες οἱ ἀνθιεῖς ἀνέρχονται
5κάτωθεν ἄνω.

3

.

293

Ἀναθρέξωσι· ἀναπηδήσωσιν, ἀναδράμωσι, πηδήσωσιν.

3

.

294

Ἄλλοις· τῶν ναυτῶν, τῶν ἁλιέων, ἀπὸ τῶν κοινῶν (κοινωνῶν) τοῦ πλοιαρίου. μέλεται κώπης πό‐ νος διὰ φροντίδος ἐστὶ κωπηλατεῖν. αὐτὰρ ὅγ’ ἄκρης ἐκ πρύμνης· ὁ δ’ ἐν τῇ πρύμνῃ.

3

.

295

Δόλον ἀγκύλον· τὸ ἐπικαμπὲς ἄγκιστρον. ἄγκιστρον γράφεται ἀγκύλον· σκολιόν.

3

.

296

Ἦκ’· ἡσύχως. ἀναδινεύων· συστρέφων. ἕπον‐ ται· τῷ ἀγκίστρῳ· οἱ δ’ ἀνθιεῖς, πεμφθέντος τοῦ ἀγκί‐ στρου μετὰ τοῦ δελέατος εἰς τὴν θάλασσαν, ἕπονται, νομίζοντες ζῶντα λάβρακα θεωρεῖν, καὶ σπεύδοντες
5ἀλλήλους παραδραμεῖν καὶ φαγεῖν τὸν λάβρακα ἐν τῷ προλαβεῖν· εἴποι τις ἂν ἰδὼν αὐτοὺς τρέχοντας ἐπὶ πολέμιον ἄνδρα φεύγοντα φέρεσθαι, φιλονεικοῦντας, τίς ἄρα προλαβὼν ἕλῃ αὐτὸν, καὶ οὕτω νικήσῃ λαβὼν τὸν ἀντίπαλον.

3

.

297

Νηΐ τε· καὶ τῷ πλοίῳ. φεύγοντι· ζῶντι, τῷ λάβρακι.

3

.

298

Μετά· εἰς. παραφθαδόν· συντόμως, προλαβόν‐ τως, statim.

3

.

299

Δήϊον· πολεμικὸν, πολέμιον.

3

.

300

Ἐλαφρίζειν· ἐφορμεῖν. γοῦνά τ’ ἐλαφρίζειν· τρέχειν, κούφως κινεῖν φεύγοντες, συντόμως κινεῖν. πεφοβημένον· φεύγοντα. νίκης· τοῦ λάβρακος.

3

.

301

Ἐσθλῆς· ἀγαθῆς. ἔξοχον· διαφορώτερον, καὶ λιπαρὰ (ρὸν), μέγαν. ἴδηται· προσέξει· ὁ δ’ ἁλιεὺς ὃν ἂν ἴδῃ λιπαρώτερον καὶ εὐμεγεθέστερον τῶν ἀνθιέων, ἐκείνῳ παρέχει τὸ δέλεαρ.

3

.

302

Τῷ δαῖτα παρέσχεθεν· τούτῳ τὴν τροφὴν ἔδωκεν.

3

.

303

Δῶρα δύσδωρα· τὰ κακὰ καὶ ὀλέθρια δῶρα. μετέδραμεν· ἦλθεν, ἔφυγεν. μετέλαβεν· γράφεται μετε‐ δρύμαν (έδραμεν).

3

.

304

Ἀλκήν· δύναμιν. ἀμφοτέρων· τοῦ ἀνθιέως καὶ τοῦ κυνηγοῦ. θηήσεαι· θαυμάσῃς, θαυμάσῃ. ἄεθλος· ἀγών.

3

.

305

Μαρναμένων· μαχομένων. ἀνδρός τε· ἁλιέως ἕλκοντος κατὰ παράλειψιν.

3

.

306

Τοῦ μὲν γάρ· τοῦ ἁλιέως. μέτωπα· διὰ τὸ μέγεθος.

3

.

307

Αὐχένιοί τε· τὰ ἐξ αὐχένος μέχρι τῶν ἀστρα‐ γάλων διήκοντα νεῦρα. τένοντες· νεῦρα ἐξηπλωμένα ἀπὸ τραχήλου μέχρι τῶν ταρσῶν, τὰ ἀπὸ κεφαλῆς μέχρι ποδῶν διήκοντα νεῦρα, νῦν δὲ τὰ περὶ τὰ σφυρὰ
5λέγει νεῦρα, ἃ καὶ ὄπισθεν ἐξίστανται.337

3

.

308

Ἠνορέῃ· δυνάμει. τανύονται· ὀγκοῦνται.

3

.

309

Ἀσχαλόων· βαρυνόμενος.

3

.

310

Ἕλκων αὖ ἐρύοντα· σύρων εἰς τοὐπίσω τὸν ἕλκοντα αὐτόν. βιώμενος· βιαζόμενος. δῦναι· εἰσελθεῖν.

3

.

311

Ἄσχετα μαιμώων· ἀσχέτως προθυμούμενος. κέκλεται· καλεῖ, καὶ προσκαλεῖται.

3

.

312

Ἐμπίπτειν· σφοδρῶς ἐλαύνειν, σπουδαιότερον ἐλαύνειν, κωπηλατεῖν. ἐλάτῃσι· κώπαις. διωκομένης· ἐλαυνομένης, τρεχούσης. ἀκάτοιο· νηός.

3

.

313

Ἔμπαλιν· εἰς τοὐπίσω· ὁ ἁλιεὺς ἀπὸ πρύμνης ἐπὶ πρώραν ἐφέλκεται ὅλος τῇ ὁρμῇ καὶ τῷ τινάγματι τοῦ ἐμπαγέντος τῷ ἀγκίστρῳ ἰχθύος. ὅλος· ὁ ἁλιεύς· γράφεται καὶ ἁλός· κατά.

3

.

314

Κλάζει· ἀδυνατεῖ, ἠχεῖ, ἐξ ἀσθενείας τρύζει, τουτέστι τρύζει, τείνεται, ἢ ποτὲ μὲν χαυνοῦται τῇ ἑλκύσει καὶ ἐνδόσει τοῦ ἰχθύος, ποτὲ δὲ τινάσσεται καὶ ταράσσεται. χειρὸς δ’ ἀπολείβεται· ἀπὸ δὲ χειρὸς τοῦ
5ἁλιέως στάζει.

3

.

315

Πριομένης· συρομένης, σχιζομένης. βαρύν· χα‐ λεπόν. μεθίησιν· ἀφίησι, καταλείπει.

3

.

316

Ὡς δέ· παραβολὴ, παράδειγμα. ὑπέρβιοι· ἰσχυροί. ἀλκήν· κατά.

3

.

317

Ἅμματ’· σχοινία. τιταινόμενοι· ἕλκοντες. βιόωνται· βιάζονται.

3

.

318

Ἑλκῦσαι· ἀλλήλους. ὀπισθοφόροις· ὀπισθορ‐ μήτοις, ὀπισθοτέραις· γράφεται ὀπισθοφόρος. ἐρύοντες· κωλύοντες.

3

.

319

Δηρόν· ἐπὶ πολύ.

3

.

320

Ἐμμενέως· ἰσχυρῶς, ἐπιμόνως, προθύμως. ἐρύονται· ἕλκονται.

3

.

321

Νεῖκος· φιλονεικία. ὄρωρε· κεκίνηται ἀπὸ τοῦ ὀρίνω τὸ διεγείρω. ὄρωρε ἀπὸ τοῦ ὄρω τὸ διεγείρω.

3

.

322

Ἀπαΐξαι· ἀφορμίσαι. ἑλκέμεν· ἕλκειν τὸν ἰχθύν. ἱμείροντος· ἐπιθυμοῦντος.

3

.

323

Οὐ μέν μιν λείπουσιν· οὐ καταλιμπάνουσι τὸν ἁλόντα. ἐν ἄλγεσιν· ἐν πόνοις ὄντα. ἄλλος ὅμιλος· τῶν ἀνθιέων.

3

.

324

Ἐθέλουσιν· προθυμοῦνται. ἀμυνέμεν· ἀμύνειν, βοηθεῖν.

3

.

325

Νῶτα βίῃ· τοῖς νώτοις ἑαυτῶν ἐρείδοντες, συ‐ σφίγγουσιν αὐτὸν ἑλκόμενον κατέχοντες καὶ ἀνθέλκοντες τὴν ναῦν, εἴπως τῷ βάρει τῶν πολλῶν καὶ τῇ ἀνθελ‐ κύσει τῆς βίας ἢ τὸ ἄγκιστρον ἢ ὁ σχοῖνος ἀποῤῥαγῇ.
5χρίμπτουσι· πλησιάζουσιν, ἐμβάλλουσι, προσβάλλου‐ σιν. ἐμπίπτουσιν· προσπίπτουσιν.

3

.

326

Ἄφρονες· προσαναφώνησις τὸ σχῆμα. ἐνόη‐ σαν· συνεῖδον, ἐνθυμήθησαν. τείροντες· βλάπτοντες, ἢ βοηθοῦντες.

3

.

327

Θώμιγγα· σχοῖνον, σχοινίον. λιλαιόμενοι· προ‐ θυμούμενοι, ἐπιθυμοῦντες.

3

.

328

Ῥῆξαι· κόψαι. ἀμηχανόωσι· ἀδυνατοῦσιν, ἐν ἀπορίᾳ εἰσὶ ποιῆσαι τοῦτο. ἄνοπλον· μὴ ἔχον ὀδόντας,
νωδὸν, ἐπεὶ οὐκ ἔχουσιν ὀδόντας ὀξεῖς.Column end

3

.

329

Καμάτῳ· κόπῳ. ἕλκεσι· τραύμασιν. μοχθί‐ ζοντα· κακοπαθοῦντα.

3

.

330

Πυκναῖς εἰρεσίῃσι· τῇ πυκνῇ κωπηλασίᾳ. εἰ‐ ρεσίῃσι· κωπηλασίαις. ἔσπασεν· ἔλαγεν (χεν, βεν). ἀνήρ· ἁλιεύς.

3

.

331

Οἱ· αὐτῷ, ἁλιεῖ, τῷ ἰχθύι. τυτθόν· ὀλίγον, μικρόν. ὑπείξεται· ἐνδώσει, ὑποταγῇ, ἐνδώσεται, ὑπεν‐ δώσει. οὐ· οὐδαμῶς.

3

.

332

Ἑλκύσει· ἀγρεύσει. ὑπερφίαλον· μέγα, παμ‐ μέγεθες.

3

.

333

Πολλάκι· πολλάκις ὑπὸ τὴν ῥάχιν αὐτοῦ τὴν ὀξεῖαν ὑπερπηδήσας ἔκοψε τὴν σχοῖνον δακών. ὀξύπρωρον· τὸ ὑπὲρ τὴν ῥάχιν ὀξύπρωρον, ἢ ὀξύπορον ἀντὶ τοῦ ὀξέως προϊοῦσαν καὶ ἀναδεδεμένην ῥάχιν· ἢ ὀξύπρωρον
5τὴν ἐμπροσθίαν παρὰ τὸ προορᾷν· καὶ πρώρα γὰρ οὕτω λέγεται ἀπὸ τοῦ προϊέναι καὶ προορᾶν, πρώιρά τις οὖσα, καὶ πρώρα. ἔτμαγε· ἔκοψε τὴν ὁρμιὰν μετὰ τῆς ὀξυπόρου ῥάχεως, μεταφορικῶς δ’ ἀπὸ τῆς πρώρης εἴρηται, ὀξείας οὔσης καὶ αὐτῆς. δάψας· δακὼν, πλη‐
10σιάσας.

3

.

334

Ἀπὸ δ’ ἤϊξε· ἀφώρμησεν, ἀπέφυγεν, ἔφυγεν, ὑπεχώρησεν. κενόν· ἄγρας. ἀγρευτῆρα· ἁλιέα.

3

.

335

Σθένος· δύναμιν. γενέθλη· ἡ γενεά.

3

.

336

Ὅσσαι· ὁπόσοι. δέμας· κατά.

3

.

337

Πλάζονται· ὁδεύουσι, διατρίβουσι τῇ ἁλὶ, ἀναστρέφονται ἐν τῇ θαλάσσῃ. τοίοις· τοιούτοις, σθενα‐ ροῖς δηλονότι. βραχίοσι· δυνάμεσιν. ἀγρώσσονται· ἀγρεύονται.

3

.

338

Ἄλλους· τῶν ἀνθιέων. βρώμῃσι· βρώσεσιν. εἰλαπίναισι· εὐωχίαις. δολώσας· δελεάσας.

3

.

339

Ἀγρώσσει· ἀγρεύει. ἀγαθὸς δέ τοι ἔσσεται· ἀγαθὸς γίνεται εἰς τὸ ἀγρεύεσθαι τῷ ἁλιεῖ οὕτω ποιοῦντι κάνθαρος, δύο δ’ εἴδη κανθάρων, τὸ μὲν ἓν, ὃ καλοῦσιν οἱ πολλοὶ τριχαῖος, τὸ δ’ ἕτερον γομφαρίοις ὅμοιον. τοι·
5τῷ ἁλιεῖ.

3

.

340

Λεπρῇσι· τραχείαις. μέμηλε· οἰκεῖ, ἐνδια‐ τρίβει.

3

.

341

Κύρτον· ζωγρεῖον, κλωβίον. πλέξαιο· πλέξεις. περίδρομον· κυκλοτερῆ, στρογγύλον. ὅττι· λίαν. μέγιστον γράφεται τάχιστα.

3

.

342

Τεύχων· κατασκευάζων. σπάρτοισιν· βρούλλοις, ἀπὸ σπαρτίων. σπάρτῃσιν· καννάβῃ, οἷς χρῶνται ἐν ἅλωνι γεωργοὶ πρὸς τὸ σαίρειν καὶ φιλοκαλεῖν, ἃ πολλὰ ἐν Ἰβηρίᾳ· φυτὸν γὰρ ἡ σπάρτη χρήσιμον εἰς κείγου
5(κύρτου?) πλοκήν. γράφεται δὲ καὶ σπάρτος παρὰ τῷ ποιητῇ ἐν Ἰλ β ρλε·
σπάρτοι δὲ λέλυνται. εἰς δὲ κύρτων πλοκὴν ἔτι χρησιμώτερον ἡ σπάρτη· εἰ δὲ μὴ, ἔστω λύγος, κλάδος τις ἁπαλὸς καὶ ἀῤῥαγὴς,
10καὶ ἀπαρτίζων τὸν κύρτον. Ἰβήρισι· Ἰβηρίδων, ἰσχυ‐ ροῖς. λύγοισι· βεργίοις, ἁπαλοῖς βεργίοις, τοῖς βρύλλοις.

3

.

343

Ῥάβδους· ἀντὶ στημόνων. ἀμφιβαλών· πέριξ
αὐτοῦ. λευρή· πλαγία, στενὴ, ὁμαλή.338

3

.

344

Γαστήρ· ὁ κόλπος, τὸ βάθος. εὐρυχανής· πλα‐ τεῖα. ἐνείης· ἐμβάλλοις, βάλε.

3

.

346

Ὀπταλέους· ὀπτούς. κνίσσῃ· ὀσμῇ.

3

.

347

Ἐντύνας· εὐτρεπίσοις (ας), κατασκευάσας.

3

.

348

Δόχμιον· πλάγιον. ἀγκλίνοις· κλίνον, ἐπίθες, τὸ εὐκτικὸν ἀντὶ προστακτικοῦ. ὕφαλον· κρυπτὸν, τὸ κεκρυμμένον. λόχον· δόλον. ὀδμή· εὐωδία.

3

.

349

Ἵξεται· ἐλεύσεται, παραγίνεται.

3

.

350

Θαρσαλέος· θαῤῥῶν, ὁρμητικῶς. πρώτην ὁδόν· κατά.

3

.

351

Δαισάμενος· φαγών. παλίνορσος· ὀπισθόρμη‐ τος. παλίνδρομος· ὀπισθόδρομος. ἀνέδραμεν· ἀνεχώ‐ ρησεν.

3

.

352

Κυρτεύς· ὁ κύρτους ἔχων. νεοτερπέα· τὴν ἐπὶ βραχὺ τέρπουσαν, τὴν νεωστὶ καὶ πρὸς ὀλίγον τέρπου‐ σαν αὐτοὺς τροφὴν, ἢ νεοτερπέα τὴν νέαν ἔχουσαν τέρψιν καὶ ἡδονήν.

3

.

353

Ἐντίθεται· ἐμβάλλει.

3

.

354

Σύνδορπον· ὁμοδίαιτον, σύντροφον, σύνδειπνον. ἑταῖρον· φίλον.

3

.

355

Ἀτρομέοντες· ἀφοβοῦντες, ἄφοβοι ὄντες.

3

.

356

Πρόπαν ἦμαρ· δι’ ὅλης ἡμέρας. ἐνήμενοι· ἐγ‐ καθήμενοι, καθήμενοι.

3

.

358

Ὡς δ’· παραβολὴ, παράδειγμα. ὀρφανικοῖο· ὀρφανοῦ, ἀντὶ ἁπλοῦ τὸ κτητικόν. μετ’· κατά. ἠϊθέοιο· ἄζυγος νέου, παρθενικοῦ.

3

.

359

Σαοφροσύνῃσι· σωφροσύνης, εὐταξίας. μεμη‐ λότες· φροντίζοντες, φροντίδα ἔχοντες. ἥλικες· συνομή‐ λικοι.

3

.

360

Κλητοί· καλεστοί. αὐτόμολοι· αὐθόρμητοι, αὐ‐ τοκάλεστοι, καὶ ἑκουσίως ἐρχόμενοι, τινὲς μὲν καλε‐ στοὶ, τινὲς δ’ αὐτοκάλεστοι. πανημαδόν· δι’ ὅλης ἡμέ‐ ρας. ἀγερέθονται· ἀθροίζονται. ἠγερέθονται· συναθροί‐
5ζονται.

3

.

361

Κτῆσιν· περιουσίαν, οἰκεῖα. κείροντες· ἐσθίον‐ τες, δαπανῶντες. ἀσημάντοιο· ἀφυλάκτου, τοῦ μὴ φυ‐ λακὴν ἔχοντος, ἀμετρήτου. δόμοιο· οἴκου.

3

.

362

Οἷα· ὁποῖα. ἀνίησι· ἐνδίδωσιν, ἀναπείθει, δί‐ δωσι ποιεῖν δηλονότι. χαλίφρονας· μωροὺς, τοὺς κεχα‐ λασμένους τὴν φρόνησιν, ματαιόφρονας· χάλις ὁ οἶνος παρὰ τὸ χαλᾷν τὴν ἶνα. ἄκριτος· ἀσύνετος, μὴ διακρί‐
5νουσα τὸ καλόν. ἥβη· ἡλικία.

3

.

363

Κακοφροσύνῃσι· ταῖς κακοβουλίαις.

3

.

364

Ἀγρομένοισι· ἀθροιζομένοις. παρασχεδόν· πλησίον. ἵσταται· ἐπέρχεται.

3

.

365

Εὐλιπέες· λιπαροὶ, πιμελώδεις. τελέθωσι· γέ‐ νωνται. ὑπαρχέτω (sic).

3

.

366

Πῶμα· operculum.

3

.

367

Ἀραρώς· ἁρμόσας, ὁρμήσας. ἕρκεϊ· κύρτῳ. πεπτηῶτας· ἡπλωμένους, συστελλομένους, πεσόντας.

3

.

368

Ὑστάτιον· καὶ τελευταῖον. κνώσσοντας· κοι‐ μωμένους, καρηβαριῶντας, ἀνοηταίνοντας. ἀνείρυσεν· εἵλκυσεν.

3

368bis

Φρασάμενοι· νοήσαντες. σπεύδουσι· γράφεται σπαίρουσιν. σπαίρουσι· κινοῦνται, κινοῦσιν. ἐκδῦναι· ἐξελθεῖν. μεμάασι· προθυμοῦνται.Column end

3

.

370

Νήπιοι· ἀνόητοι, μωροί· νήπιος ὁ ἀνόητος ἀπὸ τοῦ ἄπο εἶναι νοῦ. νήπιον τὸ βέλεφος (βρέφος) ἀπὸ τοῦ νοῦν ἤπιον ἔχειν. ὁμῶς· τῷ πρώτῳ καιρῷ. εὔοικον· καλῶς οἰκούμενον.

3

.

371

Ἄδμωσι· συακίοις, κατὰ τῶν ἀδμώνων· ἄδμω‐ νες εἶδος ἰχθύος τῶν λεγομένων συακίων. ὀπωρινόν· θερινὸν, ποτέ. ὁπλίζονται· κατασκευάζουσιν.

3

.

372

Οἰσυϊνόν· vimineum, ἤγουν ἐξ ἰτέας, ἀπὸ τοῦ ἠσίνου (οἰσυΐνου) δένδρου πεπλεγμένον· οἰσύα εἶδος φυτοῦ σχοινώδους, καὶ γίνεται ἀπὸ τοῦ οἴω οἴσω τὸ κο‐ μίζω· εὐμετακόμιστον γάρ ἐστι καὶ εὐλύγιστον τὸ
5φυτόν. οἰσυϊνόν· εἶδος φυτοῦ εὐλύγιστον. ὁρμίζονται· ἐλλιμενίζουσι, προσρίπτουσιν.

3

.

373

Νέρθεν· κάτωθεν, ὑποκάτωθεν. ἀναψάμενοι· κρεμάσαντες, ἀναδήσαντες τρητὸν λίθον κάτωθεν προσ‐ δεσμοῦσι τοῦ κύρτου, ἵνα διὰ τὸ βάρος μὴ σαλεύηται ὑπὸ τῶν κυμάτων· οἱ μὲν γὰρ λίθοι δεσμούμενοι τοῖς
5τοιούτοις κάτω συνέχουσιν, οἱ δὲ φελλοὶ ἄνω φέρουσιν. τρητόν· τρυπητὸν, καὶ τετρυπημένον. εὐναστῆρα· στη‐ ρικτὴν, δεσμευτὴν, δεσμῶτα, καὶ κοιμηστήρια.

3

.

374

Ὀχμάζουσιν· ἀναβαστάζουσι, κινοῦσι, βα‐ στῶσι, κρατοῦσιν, ἀνέχουσι, βαστάζονται. δόλον· κύλον (κοῖλον?). ἐν δέ οἱ· ἐν αὐτῷ δὲ, τῷ κύρτῳ.

3

.

375

Ἀκταίους· αἰγιαλώτας, παραθαλασσίους, ἀπὸ τῆς ἀκτῆς. διερούς· γλίσχρους, μυξώδεις, διύγρους. κά‐ χληκας· λίθους θαλασσίους, βώλους. ἱεῖσι· βάλλουσι, πέμπουσιν, ἐμβάλλουσιν.

3

.

376

Διαινομένοισι· βρεχομένοις. περιτρέφεται· γί‐ νεται, αὐξάνεται. γλαγόεσσα· γαλακτώδης, ἀφρώδης, λευκή.

3

.

377

Μύξα· ἀφρὸς, λίπος, ἀφρώδης. ἵμερος· ἐπιθυ‐ μία. ἕλκει· ἐπάγεται.

3

.

378

Λίχνον· λαίμαργον.

3

.

379

Προῤῥέοντες· τρέχοντες. ἐπιπροθέοντες· περι‐ κυκλοῦντες, προτρέχοντες.

3

.

380

Ἄδμωνες· διώκουσι τὰ μικρὰ φαγεῖν καὶ ἀγρεύονται. μυχοῖο· γράφεται καὶ κοίλοιο.

3

.

381

Ἐπί σφισιν· κατά.

3

.

382

Ἐλδόμενοι· ἐπιθυμοῦντες. τοὺς δ’ οὐχ ἕλον· οἱ ἄδμωες τοῖς μικροῖς ἐπελθόντες αὐτοὺς μὲν ὅπως οὐχ εἷλον διὰ τῶν ὠπῶν τοῦ κύρτου διολισθήσαντας, αὐτοὶ δὲ περιέπεσον καὶ ἄλλοις βλάβην ἐθέλοντες
5αὐτοὶ μᾶλλον ἀπώλοντο. τοὺς δ’ οὐχ ἶδον· γράφεται καὶ κίχον. ὑπόλισθον· ἔπεσον, ἐξέφυγον.

3

.

383

Ἱέμενοι· προθυμούμενοι. ἔχουσι· δύνανται.

3

.

384

Αὖτις· πάλιν. ὑπεκδῦναι· ὑπεξελθεῖν. πλεκτὸν λόχον· τοῦ κύρτου. ἑτέροισι· ἄλλοις.

3

.

385

Πήματα· βλάβην· πῆμα ἡ βλάβη. πορσύνοντες· παρέχοντες. ἐπί σφισιν· καθ’ ἑαυτῶν. ὄλεθρον· ἀπώ‐ λειαν.

3

.

386

Ὡς δέ τις· παραβολή· οἱ κυνηγοὶ βόθρον
ὀρύσσοντες ἱστῶσιν ἐν αὐτῷ ξύλον μηχανητὸν, ἄνωθεν μὲν ἔχον λίθον, ὑποκάτω δ’ ἔριφον, ἢ κύνα· ἐλθόντος δὲ τοῦ θηρὸς καὶ ἐπιπηδῶντος τῷ βόθρῳ, ἀναστρέφεται339
5τὸ ξύλον διὰ τῆς ἐν αὐτῷ μηχανῆς καὶ φέρει τὸν μὲν ἔριφον ἄνω, τὸν δὲ λίθον κάτω, καὶ οὕτως ἀγρεύεται ὁ θήρ. ξυλόχοισιν· τόποις ξύλους ἔχουσιν. ὀρέστερος· ὀρείφοιτος, ὀρεινὸς, ὀρειφοίτης, ἐν ὄρει διάγων. ἀγροιώ‐ της· ἀγρὸν οἰκῶν, κυνηγός.

3

.

387

Θηρί· παρδάλει· θῆρα κυρίως τὸν λέοντα λέ‐ γουσιν, ἐνταῦθα δὲ καὶ τὴν πάρδαλιν διὰ τὸ ἄγριον καὶ μιαιφόνον. λέγονται καὶ τὰ ἄλλα ζῶα θῆρες, καὶ τὰ κήτη δ’ αὐτὰ τῆς θαλάσσης, ὡς καὶ ὁ «ὑμνῳδὸς εἰναλίη
5θήρ». ἤρτυνεν· ηὐτρέπισεν. ἐκατεδίκασεν. ἀπηνέϊ· χα‐ λεπῷ, ἀσυμπαθεῖ, σκληρῷ.

3

.

388

Δῆσε· ἔδησεν· βάλλουσι γὰρ ἐν τῇ πάγῃ κάτωθεν ἢ κύνα, ἢ ἔριφον, ἀκούων δὲ λέων ἢ πάρδαλις τῆς φωνῆς τοῦ τοιούτου ζώου μακρόθεν ἔρχεται λαφύξων αὐτό· ἐπὰν δὲ τῆς πάγης ἔνδον γένηται τὸ θηρίον,
5πίπτει μὲν διὰ μηχανῆς τὸ ξύλον ἐπὶ τὰ ἄνω φέρον τὸν ἔριφον ἢ τὸν κύνα, τὸ δὲ θηρίον ἁλίσκεται. μήδεα· αἰδοῖα.

3

.

389

Ἠχήεις· ἠχητικός. ὀρυμαγδός· ἦχος, βοὴ, φωνή. ἀπόπροθι· μακρόθεν, μακρὰν, ἔμπροσθεν. μυ‐ ρομένοιο· κλαίοντος, θρηνοῦντος· γράφεται τειρομένοιο· δαμαζομένου.

3

.

390

Ἔρχεται· ἀκούεται. ἀμφὶ δέ οἱ· περὶ δὲ τῷ κυνὶ, πανταχοῦ. στένεται· ἠχεῖ, ἠχεῖται, ἀντηχεῖ. δρίος· δάσος ἢ ὄρος, ἢ δρυμών· δρίος ὁ σύμφυτος τόπος, ἢ τὸ ὄρος, ἀπὸ τῶν ἐκεῖσε δρυῶν καὶ δρυμῶν· ἀπὸ
5τούτου καλεῖται τὸ δάσος. ἀΐουσα· ἀκούουσα.

3

.

391

Ἰάνθη· εὐφράνθη, ηὐφράνθη. ἔσσυται· γράφε‐ ται καὶ ἔδραμεν. ἴχνος· κατὰ τό. ἀϋτῆς· βοῆς, τῆς φωνῆς.

3

.

392

Μαιομένη· ζητοῦσα. τάχα· ταχέως. ἷξε· ἦλθεν, ὥρμησεν. ἔθορε· ἔσω ἐπήδησεν. τὸν μέν· τὸν κύνα.

3

.

393

Κρυπτὸς δόλος· ἡ πάγη. βόθρῳ· λάκκῳ, fovea.

3

.

394

Εἱλεῖται· συστρέφεται. δαιτός· τροφῆς.

3

.

395

Φόβου· φυγῆς. ὑπέκδυσις· ὑπεξέλευσις, φυγὴ, ἐξέλευσις. ἑτοίμη· πρόχειρος, δυνατή.

3

.

396

Δειλοί· δείλαιοι.

3

.

397

Πότμον· θάνατον. ἐφωρμήσαντο· ἔλαβον, ἐπεσπάσαντο, ἐσώρμησαν. ἄϊδος· ᾅδου. ἕρκος· φρα‐ γμόν.

3

.

398

Τις· ἁλιεύς. θρίσσῃσιν· ἰχθύες.

3

.

399

Φράσατ’· ἐνόησεν. ὀπωρινήν· θερινὴν, κατὰ τὴν, εὐχερῆ καὶ ἡδεῖαν. λαρινόν· τὸ λεγόμενον κύλας, εἶδος ἰχθύος· γράφεται λάειμον.

3

.

400

Τραχούρων· τρίχων. κύρτον μὲν ὑπὸ σπάρτισιν· βρουλίαν ἰβηρικὴν διὰ σπάρτων. ὑπὸ σπάρτῃσιν· ὑπὸ σπάρτων καὶ σχοινίων. ὑφήνας· κατασκευάσας, πλέξας.

3

.

401

Εὐπαγέως· στερεῶς. ἐπιστημόνως. φρυκτῶν· κεκαυμένων, πεφρυγμένων.

3

.

402

Μυδαλέην· διάβροχον, βεβρεγμένην, τῷ οἴνῳ.
κούρης· τῆς Μυρσίνης τῆς θυγατρὸς τοῦ Θείαντος.Column end

3

.

403

Δάκρυον· τὴν λιβανωτὸν λέγει· σημείωσαι. Θειαντίδος· θυγατρὸς Θείαντος, filia Thiantis· δάκρυόν φησι τῆς Θειαντίδος κόρης ὀπὸν φυτὸν (τοῦ) ἐν Περσίδι γινόμενον· τοῦτο γὰρ εὐῶδες καὶ τοῦτο τοῖς κύρτοις οἱ
5ἁλιεῖς χρίουσι, σμίγοντες τοῖς φρυκτοῖς ὀρόβοις. δά‐ κρυόν φησι τῆς Θειάντιδος κόρης τῆς Μυῤῥίνης, ἥτις ἐρασθεῖσα τοῦ πατρὸς Θείαντος εὐπρεποῦς ὄντος· ἡ τρο‐ φὸς συνεκοίμησε ταύτην τῷ πατρὶ, εἰσάγουσα κατὰ τὴν νύκτα, ὡς ξένην γυναῖκα, γνοὺς δ’ ὁ πατὴρ κατεδίωξε
10αὐτὴν τὴν θυγατέρα ἐπὶ τῷ φονεῦσαι, ἐλεήσας δ’ αὐ‐ τὴν ὁ Ζεὺς ἐποίησε χάναι τὴν γῆν καὶ δέξασθαι αὐτὴν, καὶ ἐκ τοῦ τόπου ἀνῆλθε φυτὸν καὶ τοῦ χρόνου φθάσαντος τοῦ τοκετοῦ ἔτεκε τὸν Ἄδωνιν· ὁ γοῦν ὀπὸς ἤτοι τὸ δάκρυον τοῦ φυτοῦ εὐῶδές ἐστι, καὶ τοῦτο τοῖς
15κύρτοις οἱ ἁλιεῖς χρίουσιν. Μέμνηται τῆς ἱστορίας ὁ Λυκόφρων λέγων (829)·
Μύῤῥας ἐρυμνὸν ἄστυ τῆς μογοστόκου. ἱστοροῦσι τοῦτον τὸν μῦθον ἐν Πέρσαις γενέσθαι· τούτου γοῦν τοῦ φυτοῦ τὸν ὀπὸν ἢ τὸ δάκρυον χρίουσιν οἱ ἁλιεῖς
20τοῖς κύρτοις· εὐῶδες γὰρ λίαν.

3

.

404

Ἐρασσαμένην· ἐρασθεῖσαν. δυσμήχανον· καὶ εὐπόρητον. ἀνύσσαι· πρᾶξαι.

3

.

405

Φιλότητα· μίξιν. χολωσαμένης· ὀργισθείσης, τῷ πατρί.

3

.

406

Ἐῤῥίζωσεν· ἀνέδωκεν, καὶ μετέβαλεν.

3

.

407

Αἶσα· τύχη, μοῖρα. γοάει· θρηνεῖ, Μύῤῥα. ὀλοφύρεται· θρηνεῖ· ὀλοφύρω ὁμοίως θρηνῶ.

3

407bis

Δευομένη· βρεχομένη. λέκτρου· κοίτης.

3

.

409

Θεῖον ὀπόν· τὸν λιβανωτὸν, τὸ δάκρυον. ἐνορ‐ μίζει· ἐμβάλλει. ῥοθίοισιν· ῥεύμασιν.

3

.

410

Αἶψα· ταχέως. ἐπέδραμε· ἐπῆλθεν. λειριόεσσα· ἡδεῖα, εὐώδης, εὔοσμος.

3

.

411

Κικλήσκους’· προσκαλουμένη. πολυειδέας· πολ‐ λάς. φέρονται· ἕλκονται.

3

.

412

Πνοιῇ νηδυμίῃ· τῇ ἡδυτάτῃ εὐωδίᾳ, πνοῇ ἡδυτάτῃ. νηδυμίῃ· γλυκείᾳ. δεδονημένοι· κεκινημένοι. ὦκα· ταχέως.

3

.

413

Πίμπλαται· γέμει. ἀγρευτῆρι· ἁλιεῖ. εὔθηρον· καλήν. ἀμοιβήν· χάριν. ἀμοιβὴν εὔθηρον· τῆς γλυκύ‐ τητος τὸ σχῆμα· περιτίθησι γὰρ ὁ ποιητὴς ὥσπερ τῷ ἀψύχῳ κύρτῳ ἦθος, εἰπὼν, ὅτι φέρει ὁ κύρτος τῷ
5ἁλιεῖ ἀντάμειψιν, ἀντὶ τῆς μάζης ἀνταπόδοσιν, οὓς ἐναπέκλεισεν ἰχθύας δηλονότι, ἄγραν καλήν.

3

.

414

Ἰκμαλέοις· διύγροις, ἀνθηροῖς. φύκεσσι· βρύοις. μάλιστα· κατὰ πολύ.

3

.

415

Τέρπονται· χαίρουσιν. ἀγρώσσονται· ἀγρεύονται. ἐδωδῇ· τροφῇ. βίῳ.

3

.

416

Πλώοι· πλεέτω. πλώει· πλέει· πρό τινων ἡμε‐ ρῶν ὁ ἁλιεὺς πλέει εἰς ἕνα τόπον φύκια ἔχοντα, οἷς ὑποτίθησι λίθους περιπληθεῖς, οὕστινας μετὰ ταῦτα
τοῖς κύρτοις ἐντίθησι κεκαλυμμένους καὶ ἐντετυλιγμέ‐340
5νους τοῖς βρύοις, ὧν συνήθεις γίνονται αἱ σάλπαι ἐφ’ ἡμέραις τισίν.

3

.

417

Μετ’ οἴδμασι· ἐν θαλάσσῃ. λᾶας· λίθους. ἵησι· πέμπει.

3

.

418

Χερμάδας· λίθους χειροπληθεῖς. ἁψάμενος· ἀναδήσας, πέμψας, προσεγγίσας. φύκια· βρύα. τηλε‐ θόωντα· θάλλοντα.

3

.

419

Πέμπτη· πεμπταία. ἠριγένεια· ἡ ἡμέρα ἀπὸ τοῦ ἦρ, ἡ πρωΐα, πρωϊνὴ ὥρα καὶ ἡμέρα, κυρίως ἡ πρωΐα καὶ τὸ τῆς πρωΐας κατάδημα (δυμα?).

3

.

420

Ἀγρόμεναι κεῖνον πόρον· περὶ τὸν τόπον ἐκεῖ‐ νον, ἔνθα οἱ ἁλιεῖς τοὺς φυκιώδεις λίθους ἐπιφρίττουσιν (άττουσιν).

3

.

421

Τῆμος· τότε, αὐτίκα. ἐπεντύνει· εὐτρεπίζει, κατασκευάζει.

3

.

422

Εἰλυμένους· κεκρυμμένους, ἐντετυλιγμένους. ποίας· βοτάνας.

3

.

423

Στομίοισιν· τοῖς κύρτου. ἐδήσατο· προσέδησε, περιέδησεν. τῇσι· ἐν αἷς. γάννυνται· χαίρουσιν.

3

.

426

Ἠΐχθησαν· εἰσήλθοσαν, ὡρμήθησαν, ἀπὸ τοῦ ἀΐσσω τὸ ὁρμῶ.

3

.

427

Ῥίμφα· ἡσύχως, εὐκόλως. μεταπλώσας· δια‐ πλεύσας, καὶ ὕστερον πλεύσας. ἄνυται· ἀνύεται, τε‐ λειοῦται.

3

427bis

Ἀσμαράγοις· ἀκτύποις, ἡσύχοις.

3

.

429

Σιγὴ γάρ· ἐν πάσαις ταῖς θήραις τῶν ἰχθύων ὠφελιμός ἐστιν ἡ σιγὴ, ἐπὶ πλέον δὲ τῶν σαλπῶν. ὠφέ‐ λιμος· χρήσιμος. ἔπλετο· ὑπάρχει. θήραις· ἄγραις.

3

.

430

Ἔξοχα· πλέον.

3

.

431

Πτοιαλέον· ἐπίφοβον, περίφοβον, δειλόν. τοῖσι δέ· τοῖς ἁλιεῦσιν. πτοίη· φόβος. πτοίῃ· φόβῳ. δύσθηρον· δύσκολον εἰς θήραν, κακοθήρατον, δυσάγρευτον. ἔθηκαν· ἐποίησαν.

3

.

432

Τινα· ἰχθὺν δηλονότι. χερειοτέρῃσιν· χεί‐ ροσιν.

3

.

433

Τέρπεσθαι· χαίρειν. ἄσιν· ῥύπον, ἰλὺν, ἀχρηστίαν ῥυπώδη. κε κίχῃσι· ἂν καταλάβῃ, λάβῃ, ἰωνικῶς, καταλάβωσιν.

3

.

434

Φέρβεται· τρέφεται. ἱμείρει· ἐπιθυμεῖ. δυσ‐ αέος· δυσόσμου, δυσοσμητικῆς, δυσώδους, κακῶς πνεούσης. ἔξοχα· πλέον. δαιτός· εὐωχίας.

3

.

435

Ἐκπάγλως· λίαν, ἐξόχως. ἐπιτέρπεται· ἐπι‐ χαίρει. ἀνδρομέοισι· ἀνθρωπίνοις.

3

.

436

Πυθομένοις· σηπομένοις, σεσημμένοις, τοῖς ὄζουσιν, ἤως δυσώδεσιν. ἕλῃ· φονεύσῃ. στονόεσσα· ἡ πολλῶν στεναγμῶν αἰτία.

3

.

437

Τῷ· διὸ, διὰ τοῦτο. μιν· αὐτὴν τὴν τρίγλαν. δελέεσσιν· δελέασι, δελεάσμασιν. ἀποπνέουσι· γράφεται ἀποπτύστοισιν. ἀποπτύστοισιν· βδελυκτοῖς, μυσαροῖς. ἀϋτμήν· vaporem, κατά. ἀϋτμῇ· ὀδμῇ· διὸ καὶ τρίγλην
5θηρεύουσιν ἁλιεῖς δελεάμασι κρεάτων σηπομένων ζώων, καὶ μάλιστα τῶν δυσώδη πνοὴν ἐχόντων καὶ ὅσα προσ‐ όζουσιν.

3

.

438

Ἕλκουσιν· ἀγρεύοσιν· διὰ τοῦτο δελεάζεται ὑπὸ τῶν νεκρῶν δελεάτων. πνέει· ἔχει, πέμπει. ἄημα· ὀσμὴν, νεῦμα (πνεῦμα).Column end

3

.

439

Σύεσσι· χοίροις. τετύχθαι· κατεσκευάσθαι, κατασκευάσαι.

3

.

440

Ἤθεα· διατριβάς. φυρομένοισιν· μολυνομένοις, κινουμένοις, κυλιομένοις, συμπεπλεγμένοις.

3

.

441

Διάκριτοι· διακεχωρισμένοι ἐκ τῶν ἄλλων.

3

.

442

Ἀριστεύους’· πρωτεύουσι, διαφέρουσι λαι‐ μαργίᾳ, ὑπερνικῶσιν.

3

.

443

Ἀποίσεαι· λάβῃς, ἀποίσεις, ἀγρεύσεις, ἀπε‐ νέγκῃς, ἀποκρεμήσῃς (sic).

3

.

444

Ῥηϊδίως· εὐκόλως. ἀπαφῶν· ἀπατῶν, ἀπα‐ τήσας. λινοεργέϊ κόλπῳ· δικτύῳ, σαγήνῃ.

3

.

446

Ἠδὲ σαοφρονέων· καὶ σωφρονῶν, καὶ φρόνιμος· γράφεται οὐ σαοφρονέων, ἀλλὰ μωραίνων, ὅτι ἐν τα‐ ραχῇ τῆς θαλάσσης κινεῖται· γαλήνης δ’ οὔσης κεῖται καὶ οὐ λογίζεται περιπατῶν (οὐ?) ταραττομένης τῆς
5θαλάσσης, ἢ ὅτι ὑπ’ ἀνδρὸς ἢ ὑφ’ ἑτέρου ἰχθύος φθαρή‐ σεται· διὸ ἁμαρτάνει τοῦ σκοποῦ. λίχνη· ἐπιθυμητὴ, λαίμαργος, ἄπληστος.

3

.

447

Θυμήρης· ἐπιθυμητή.

3

.

448

Κέκλιται· κεῖται. ἀναδύεται· ἀνέρχεται, ἀνέ‐ χεται.

3

.

449

Κυμαίνουσα· ταραττομένη. περισπέρχῃσι· ταράσσεται, κατεπείγεται, βιάζεται, ἐπείγεται.

3

.

450

Λάβρων· ἰσχυρῶν, σφοδρῶν.

3

.

451

Διαΐσσουσιν· διατρέχουσι, διέρχονται, ὁρ‐ μῶσιν.

3

.

452

Πεφρικότες· φοβούμενοι.

3

.

453

Νεάτην· ἐσχάτην. κρηπῖδα· γῆν, βάσιν, θε‐ μέλιον. φόβῳ· ὑπὸ τοῦ φόβου. δύνουσι· ὑπεισέρ‐ χονται.

3

.

454

Οἱ δέ· οἱ μελάνουροι. πολυφλοίσβους· πολυτα‐ ράχους. ἐφέπουσι· διέρχονται, ἐπέρχονται, ἔρχονται.

3

.

455

Ἐμπελάουσιν· πλησιάζουσιν. ἀλήμονες· πλα‐ νώμενοι, πλανῆται, πεπλανημένοι. εἰ· εἴ πως. ἐδητύν· βρῶσιν.

3

.

456

Κοπτομένη· διεγειρομένη, πληττομένη, βρασ‐ σομένη, τυπτομένη, ταραζομένη (sic). ὑπαὶ ῥιπῇσι· τοῦ ἀνέμου, ὑπὸ ταῖς ὁρμαῖς τῶν ἀνέμων.

3

.

457

Νήπιοι· μωροί. πινυτώτεροι· φρονιμώτεροι, εἰσὶν, ὑπάρχουσιν.

3

.

458

Ἀλευομένους· φεύγοντας, κρυπτομένους, ἐκφεύ‐ γοντας. ἕλον· ἔλαβον.

3

.

459

Χειμερίη· χειματική. πλημμυρίς· ταραχή. κῦμα· ὅταν ἡ πλημμυρὶς ἀμφιτρίτης χειμερία οὖσα ταραχθῇ. ζέει· βράζει, ἀναβράζει. ἀμφιτρίτης· θα‐ λάσσης.

3

.

460

Προὔχουσαν· προβλήτιδα, προέχουσαν, ὑψηλήν. ἁλιηγέα· ἁλὶ κυκλουμένην, τὴν ἁλὶ περιαγομένην, ἀμ‐ φίαλον, ὑπὸ θαλάσσης κυκλουμένην, ἢ τὴν ἡγουμένην ἐν θαλάσσῃ καὶ ἐξέχουσαν, ὑπὸ τῆς θαλάσσης κατα‐
5κλυζομένας πέτρας.341

3

.

461

Ὀξύτατον· πως, δυνατώτατον. τόθι· ὅπου. σπιλάδεσσι· πέτραις. μέμυκεν· ἠχεῖ.

3

.

462

Εἴδατα· βρώματα, εἶδαρ εἴδατος. ἀγνυμέ‐ νοισι· συντριβομένοις, κλωμένοις, κοπτομένοις. ἐπι‐ σπείρει· ἐπιβάλλει, σκορπίζει.

3

.

463

Δήμητρι· ἄρτῳ, σίτῳ, ἀλεύρῳ, τῷ σίτῳ καθ’ Ἡσίοδον (ἔργ. 300?) καὶ τοὺς λοιποὺς ποιητὰς, ἀφ’ οὗ καὶ δημήτριος καρπὸς ὁ σῖτος. πεφυρμένον· μεμιγ‐ μένον.

3

.

464

Ἀσπασίην· εὐάρεστον. ἀσπάσιοι· μετὰ χαρᾶς. θρώσκουσιν· πηδῶσιν, ἐπέρχονται. ἐπειγόμενοι· σπεύ‐ δοντες.

3

.

465

Παρέωσιν· ὑπάρχουσι, παρυπάρχουσιν. βόλον· τὸ δίκτυον, εἰς τὸ ἄγκιστρον, εἰς τὴν ἄκραν τῆς ἄγρας· βόλος γὰρ ὁ τόπος τῆς ἄγρας, βόλος τὸ ἄγκιστρον, βόλος τὸ δίκτυον, καὶ ἡ δρόσος τοῦ οὐρανοῦ.

3

.

466

Αὐτός· ὁ ἁλιεύς. τρέπεται· τρέπει. λοξόν· πλά‐ γιον. δέμας· σῶμα.

3

.

467

Τάρβος· φόβον, ἵνα μὴ φοβηθῶσιν οἱ ἰχθύες. ἐνείη· ἐμβάλοι.

3

.

468

Δόναξ· κάλαμος. μετά· ἐν.

3

.

469

Κούφης· ἐλαφρᾶς, λεπτῆς, μικρᾶς. τριχός· ἀπό. ἄπλοκος· ἄκλωστος. αὕτως· οὕτως, ἁπλῶς, ἀπε‐ ριέργως.

3

.

470

Ἀναπλέκεται· δεσμεῖται, κρέμαται. θαμέεσσι· πυκνοῖς.

3

.

471

Ἐπέθηκε· ἐνέβαλεν. δέλετρον· δέλεαρ, ἤως ψωμὸν καὶ τυρόν. ἧκε· ἔπεμψεν.

3

.

472

Κυκώμενον· κινούμενον, ταρασσόμενον.

3

.

473

Ἐπιθρώσκουσιν· ἐπιπηδῶσιν. ὄλεθρον· τὴν ἑαυ‐ τῶν ἀπώλειαν.

3

.

474

Εὔκηλον· ἥσυχον, ἀργήν· ὑπογράφει τὸν ἁλιέα, πῶς ἁλιεὺς τοὺς μελανούρους· μὴ γινώσκων γὰρ ἐκ τῆς ζάλης καὶ τοῦ πολλοῦ σάλου τῶν κυμάτων, εἰ ἔλαβον τὰ ἄγκιστρα, συχνῶς ἀναφέρει, ἀποπειρώμενος αὐτῶν καὶ
5βουλόμενος γνῶναι, εἰ ἔχουσί τι· οὐδὲ γὰρ ὁρᾷν αὐτὰ ὑπὸ τοῦ χειμῶνος δύναται.

3

.

475

Κενά· τὰ ἄγκιστρα. εἶεν· ὑπάρχοιεν.

3

.

476

Βρασσομένης· ταρασσομένης, ἀναγκαζούσης. ἐπιφράσσαιτο· διανοήσαιτο, ἐννοήσει, ἐπισκέψαιτο, ἐπινοήσει.

3

.

477

Οὖν· ἄρα. τις· ἰχθύς. ἐνίσχεται· κατέχεται, κρατεῖ. καί· μιν. αὕτως· κακῶς, μάτην.

3

.

478

Ἀνακλονέουσιν· ἀναταράσσουσι τὰ ἄγκιστρα, ταράσσουσιν.

3

.

479

Ῥίμφα· εὐκόλως. ἐξείρυσσε· ἔξω εἵλκυσεν, ἐξείλ‐ κυσεν. πάρος· πρὸ τοῦ. δόλον· ἀντὶ τοῦ νόησιν. φρεσί· μελανούροις, συνεκδοχικῶς. θέσθαι· λαβείη, ποιῆσαι.

3

.

480

Φόβον· φυγήν. ἠπεδανοῖσιν· ἀσθενέσιν. οὐτιδα‐ νοῖσιν· οὐδαμινοῖς. ἐνιπλῆξαι· ἐμβαλεῖν μετ’ ἐκπλή‐ ξεως, ἐμβάλλειν, ἐμπελάσαι.

3

.

481

Πανεπίκλοπον· πανφρόνιμον.

3

.

482

Λίχνον· λαίμαργον.

3

.

483

Ἤπαφον· ἠπάτησαν. περί· ἐν. ἕσαντες· περι‐ βαλόντες, ἐνδύσαντες, πέμψαντες, ἐμβαλόντες, σκε‐ πάσαντες.Column end

3

.

484

Εἶδαρ· βρῶμα. δήμητρι· ἄρτῳ.

3

.

485

Πηκτοῖσι δώροισι· τυρῷ, τυροῖς, τῷ πεπηγμένῳ τυρῷ. ἐφυρήσαντο· συνεζύμωσαν καὶ ἀνέμιξαν, ἔμιξαν. ποίην· βοτάνην.

3

.

486

Τοῖσιν· τοῖς εἰρημένοις. μίνθην· καλαμίνθην· Μίνθη θυγάτηρ Κωκυτοῦ ἦν· τοῦ Ἀϊδωνέως ἐρῶντος τῆς Περσεφόνης καὶ μέλλοντος αὐτὴν λαμβάνειν εἰς ᾅδου, ἐκείνη διεβεβαιοῦτο βελτίους (ίω) εἶναι, καὶ εἰ ἔλθοι,
5διώκειν αὐτήν· ἡ Δημήτηρ αὐτὴν καταπατήσασα μετ‐ έβαλεν αὐτὴν ἐπὶ τὴν κακὴν βοτάνην ταύτην. κούρην· Περσεφόνην.

3

.

487

Ὑπουδαίην· καταχθονίαν. ἔμμεναι· εἶναι· αἰολικόν. Κωκυτίδα· τοῦ Κωκυτοῦ θυγατέρα. ἐν ᾅδου.

3

.

488

Κλίνατο· εὐνάσθη, ἐκλίθη, ἔκλινεν, ἔθηκεν. εὐνήν· κοίτην. Ἀϊδωνέος· Ἅιδου.

3

.

489

Αἰτναίοιο πάγοιο· τῆς Αἴτνης ὄρους.

3

.

490

Μιν· τὴν Μίνθην. κλάζουσαν· ἠχοῦσαν, λοιδο‐ ροῦσαν. ὑπερφιάλοις· ἐπῃρμένοις. ἐπέεσσι· λόγοις.

3

.

491

Μαργαίνουσαν· μαινομένην, μανίης λέγου‐ σαν, τῷ ζήλῳ μαινομένη καὶ ἄτακτα ἢ ἄδικα ὀργιζο‐ μένη ἡ Δημήτηρ ἠφάνισεν αὐτὴν, τύπτουσα τοῖς πε‐ δίλοις. ἀτάσθαλα· μωρὰ, τὰ κακὰ, ἐν ταῖς ἄταις θάλ‐
5λων. μηνίσασα· ὀργισθεῖσα.

3

.

492

Δημήτηρ· ἡ μήτηρ τῆς Περσεφόνης. ἀμάθυ‐ νεν· ἠφάνισεν. ἐπεμβαίνουσα· τύπτουσα. πεδίλοις· ποσίν.

3

.

493

Φῆ· ἔφη ἡ Μίνθη. ἀγαυοτέρη· λαμπροτέρα. φυήν· τὴν ἡλικίαν.

3

.

494

Κυανώπιδος· εὐμόρφου, καὶ τῆς εὐοφθάλμου.

3

.

495

Εὔξατο· ἐκαυχήσατο. νοστήσειν· ἐλθεῖν, ὑπο‐ στρέψειν, ἐπιστραφῆναι. τὴν δέ· τὴν Περσεφόνην· ἐκαυ‐ χήσατο ἡ Μίνθη, πρὸς ἑαυτὴν μὲν τελέως μεταχωρῆ‐ σαι τὸν Ἅιδην καὶ τὴν ἑαυτῆς ἀσπάσασθαι πλέον
5ἕνωσιν, τὴν Περσεφόνην δ’ ὡς ἄχρηστον ἀποδιῶξαι με‐ λάθρων, ὑπεριδόντα ἐκείνης.

3

.

496

Ἐξελάσειν· ἀποδιώξειν. πέλεν· ὑπῆρχεν. θόρεν· ἐπῆλθεν.

3

.

497

Ποίη· βοτάνη. οὐτιδανή· μικρά. ἐπώνυμος· τῆς Μίνθης, ἡ καλαμίνθη. ἔκθορε· ἐξῆλθεν.

3

.

498

Τήν· ἢ τὴν καλαμίνθην, ἢ τὸν ἡδύοσμον συμ‐ φυράσαντες ἢ ἀναμίξαντες τῷ τυρῷ καὶ τῷ ψωμῷ ἐνέβαλον ὡς δέλεαρ τοῖς ἀγκίστροις. ἐνιφυρήσαντες· συ‐ ζυμώσαντες, ἐμμίξαντες, μίξαντες ταύτην τῷ τυρῷ καὶ
5τῷ ψωμῷ.

3

.

499

Οὐ μετὰ δηρόν· μετ’ οὐ πολύ. ἷξεν· κατέλα‐ βεν, ὑπεχώρησεν, ἐφώρασεν. ἀϋτμή· ὀσμὴ, εὐωδία.

3

.

500

Ἀντιάσας· ἐπελθών. ἀποσταδόν· ἀπὸ διαστή‐ ματος, ἱστάμενος πόῤῥω, πόῤῥωθεν.

3

.

501

Ὑπ’ ὀφθαλμοῖς· ὁρέα (sic)· γράφεται ὑπ’ ὀφθαλμοῖσιν ὁρᾷ, ἤως δοκεῖ. ἴκελος· ὅμοιος, παραβολή. ἀνδρί· ἀνθρώπῳ.

3

.

502

Τριόδοισι· τριπλαῖς ὁδοῖς. πολυτρίπτοισι·
πλατείαις, πεπατημένοις, πολυοδεύτοις, πολὺ τετριμ‐ μέναις ἀπὸ τοῦ πολὺ καὶ τοῦ τρίφος ἡ ὁδὸς, ταῖς κατὰ πολὺ τετριμμέναις καὶ πολυβαδίστοις λεωφόροις, ἢ342
5τριοδίοις, ἢ τετραδίοις. κυρήσας· ἐντυχὼν, περιτυχὼν, νοήσας.

3

.

503

Ἐφορμαίνων· διαλογιζόμενος, διανοούμενος, ὁρῶν.

3

.

504

Ἐπιβάλλεται· βούλεται, λογίζεται, ὁρμᾷ. ἀτρα‐ πόν· γράφεται εἰς ὁδόν.

3

.

505

Παπταίνει· ἐπιτηρεῖ, περισκοπεῖ· παπταίνει ἐτυμολογεῖται ἀπὸ τοῦ τὰ φάη πεταννύειν, οἱονεὶ φα‐ πεταίνω, καὶ παπταίνω. ἑκάτερθε· ἔνθεν κἀκεῖθεν. νόος δέ οἱ ἠΰτε κῦμα· ὁ νοῦς δ’ αὐτοῦ ταράσσεται ὥσπερ
5κῦμα.

3

.

506

Εἱλεῖται· συστρέφεται, ταράσσεται. ὀψέ· καὶ μόλις. ὠρέξατο· ἐπελάβετο, ἥψατο.

3

.

507

Παναίολα· ποικίλα. μερμηρίζει· διανοεῖται, μερίζεται καὶ φροντίζει, βουλεύεται.

3

.

508

Θυμός· ἡ ψυχή. ὀϊομένῳ· διαλογιζομένῳ, ὑπονοοῦντι, ὑπολαμβάνοντι. ἀπήμονα· ἀβλαβῆ.

3

.

509

Ὀψέ· βραδέως. ὦρσε· ἐκίνησεν, αἰολικόν, διή‐ γειρεν. ἤγαγεν· ἔφερεν. ἐγγύθι· πλησίον. πότμου· θα‐ νάτου.

3

.

510

Αὖτις· πάλιν. τρέσας· φοβησάμενος, φοβηθεὶς, ἀποφοβηθείς. ἀνεχάσσατο· ἀνεχώρησεν, ἀνέβλεψεν, ὑπε‐ χώρησεν.

3

.

511

Εἷλε· ἔλαβεν. ψαύοντα· πλησιάζοντα, προσεγγί‐ ζοντα. ἔμπαλιν· εἰς τοὐπίσω. ἔτραπε· μετέστρεψεν.

3

.

512

Ὡς δ’ ὅτε· παραβολή. νηπίαχος· νέα. κούρη· παρθένος. κούρη πάϊς· τὸ μὲν ἀντὶ τοῦ παρθένος, τὸ δ’ ὡς κοινόν. ἐούσης· λειπούσης.

3

.

513

Βρώμης· βρώσεως. λελιημένη· ἐπιθυμοῦσά τι‐ νος βρώματος. ἠέ τευ ἄλλου· ἤ τινος ἄλλου ὑποστῆναι ἢ λαχεῖν.

3

.

514

Ψαῦσαι· ἅψασθαι. τρομέει· φοβεῖται. χόλον· ὀργήν. ἀναδῦναι· ἀποσχέσθαι, ἀναχωρῆσαι, καταλεῖψαι, καὶ ὑποχωρῆσαι.

3

.

515

Ἐλδομένη· ἐπιθυμοῦσα. τέτληκεν· ὑπέμεινεν, ὑπομένει, καρτερεῖ. ἐφερπύζουσα λάθρη· κρύφα βαδί‐ ζουσα, ἐρχομένη.

3

.

516

Αὖτις· εἰς τοὐπίσω. ἀνατρέπεται· ὑποστρέφει, ἀναχωρεῖ. θάρσος· θάῤῥος· θάῤῥος καὶ θράσος διαφέ‐ ρει· θάρσος μὲν γὰρ ἡ κατὰ λόγον ὁρμὴ καὶ τόλμη, θράσος δ’ ἡ ἄλογος ὁρμὴ καὶ ἀπαιδευσία.

3

.

517

Ἐμπίπτει· ἐμβάλλει, ἐπέρχεται.

3

.

518

Παπταίνοντα· ἐπιτηροῦντα, περιβλέποντα. ποτί· ἐν. τέτανται· ἐξήπλωνται.

3

.

519

Ὅγ’· ὁ κεστρεύς. ἐπεμβαίνων· ἐμπίπτων, καὶ πλησιάζων. ἀνελίσσεται· ἀνθυποστρέφει, ἀνακόπτεται, ἀναστρέφεται. ἤπιος· ἥσυχος, πρᾳός.

3

.

520

Θαρσήσας· θάῤῥος λαβών. ἑτοίμως· προχείρως.

3

.

521

Ψαῦσε· ἥψατο, οὐκ ἐκράτησεν. βορῆς· τροφῆς. πάρος· πρῶτον, πρότερον. μάστιξε· προσέγγισεν. ἐγεί‐
ρων· κινῶν.Column end

3

.

522

Μήπου· γράφεται μή οἱ. οἱ· αὐτῷ. θέρμετ’· θερ‐ μαίνεται, ζῇ. ἀϋτμή· πνοή.

3

.

523

Ζωοῦ· ζῶντος· γνώμη. ἀπώμοτον· ἀσύνηθες, μισητὸν, ἀπηγορευμένον, ἀμέτοχον. πάσασθαι· φαγεῖν.

3

.

524

Διακνίζει· vellicat, κατακόπτει, δαγκάνει.

3

.

525

Περιξύων· παραψαύων. χαλκῷ· ἀγκίστρῳ.

3

.

526

Πεῖρεν· ἐσούβλισεν, ἐκέντησεν. ἀνακρούων· ἀνελκύων. ἐέργων· κωλύων.

3

.

527

Ἀναγκαίῃσι· βίαις.

3

.

528

Ἂν δ’ ἔρυσε· ἀνείλκυσεν, εἵλκυσεν. σπαίροντα· ψυχοραγογοῦντα (οῤῥαγοῦντα). κάββαλεν· κατέβαλεν. ἐχθρήν· ἰχθύν.

3

.

529

Ὀλοοῖσι· ὀλεθρίοις. παρήπαφον· ἠπάτησαν.

3

.

530

Ἴσος· ὅμοιος.

3

.

531

Κατεντύνουσιν· εὐτρεπίζουσι, κατασκευάζουσιν.

3

.

532

Τὸ μέν· ἄγκιστρον. ἄκλοπον· ἀδολίευτον. ᾐώρη‐ ται· κρέμαται, ἐκκρέμαται.

3

.

533

Μηρίνθου· διά· μήρινθος σχοῖνος ......... ἀκά‐ χμενον· ἐστομωμένον, ἠκονημένον.

3

.

534

Τριπάλαιστον· τριῶν παλαιστῶν μέτρον· ἀνώτερον τοῦ ἀγκίστρου ἐπὶ τρεῖς παλαιστὰς τὸ δέλεαρ βάλλεται, ἐστὶ δὲ παλαιστὸν μέτρον τῶν δʹ δακτύλων συσφιγχθέντων ἐν παλάμῃ, ὁ δὲ νοῦς, ὅτι ἄνωθεν τοῦ
5ἀγκίστρου ὅσον τριῶν παλαιστῶν μέτρον ἀναδοῦσι δέλεαρ ἰχθὺν ἕνα τῶν λευκῶν ἐμπείρως· οὐ γὰρ ἐμ‐ βάλλουσι τὸ δέλεαρ αὐτοῖς ἀγκίστροις ἐπὶ τῇ ἄγρᾳ τῶν ξιφιῶν, ὡς καὶ ἐπὶ τοῖς ἄλλοις πᾶσιν ἰχθύσιν. ἀναψά‐ μενοι· ἀναδήσαντες. καθύπερθε· ὑπεράνω.

3

.

535

Μαλθακόν· τῶν καθαρῶν μὴ ἐχόντων λε‐ πίδας. ἀργεννῶν· λευκῶν. χείλεος ἄκρου· κατὰ τοῦ χείλεος ἄκρου.

3

.

536

Ἐπισταμένως· ἐπιστημόνως, εὐτέχνως. θοῦρος ὁρμητικός. ἵκηται· ἔλθῃ.

3

.

537

Δαιτρεύει· καταμερίζει, κόπτει, κατακόπτει. δέμας· σῶμα. ἄορι· σπάθῃ. λάβρῳ· μανικῷ.

3

.

538

Δαϊζομένοιο· κοπτομένου. καταῤῥεῖ· κατέρ‐ χεται. καταῤῥέει· καταπίπτει, κατακόπτει. ἅψεα· μέλη. δεσμοῦ· ἀπὸ τοῦ.

3

.

539

Αὐταῖς δ’ ἀγκίστροιο· σὺν αὐταῖς ταῖς γενύεσσι τοῦ ἀγκίστρου, ἐν αὐταῖς τοῦ ἀγκίστρου ταῖς γενύεσσι περιστρέφεται τὸ δέλεαρ. περιστρέφεται· κυκλοτερῶς περιειλεῖται.

3

.

540

Αὐτάρ· δέ. δεδάηκεν· ἔμαθεν, ἐπιστημόνως ἔγνω. γναμπτὸν δόλον· γράφεται ἑὸν μόρον. ἑὸν μόρον· τὸν ἴδιον θάνατον. βαρεῖαν· περὶ τὴν βαρεῖαν.

3

.

541

Δαῖτα· τροφήν. ἀγρευτός· κρατητός. ἀνέρος· ἁλιέως. ἀλκῇ· δυνάμει.

3

.

542

Ἐπὶ ξιφίῃ· κατὰ ξιφίου. ὁπλίζονται· τεχνῶν‐ ται, μηχανῶνται.

3

.

543

Ἔξοχα· ἐξαιρέτως. Τυρσηνόν· Σικελόν. ἀγρώσ‐ σουσιν· ἀγρεύουσιν, οἵτινες κατὰ τὸ Τυρσηνικὸν πέ‐ λαγος ἁλιεύουσι καὶ περὶ τὴν καλουμένην Μασσαλίαν πόλιν καὶ τοὺς Κελτούς.

3

.

544

Ἱερήν· μεγάλην.343

3

.

545

Κεῖθι· ἐκεῖ. ἔκπαγλοι· θαυμαστοὶ, καταπληκ‐ τοί. οὐδὲν ὁμοῖοι· διὰ τὸ ὑπερβάλλον μέγεθος.

3

.

546

Ἄπλατοι· ἀπροσπέλαστοι ἀπὸ τοῦ α τοῦ κατὰ πολὺ καὶ τοῦ πελάω, οἱ μεγάλην πλεῦσιν ἔχον‐ τες. ἐννεμέθονται· ἐντρέφονται.

3

.

547

Οἱ δ’· οἱ ἁλιεῖς. ἀκάτους· νῆας. ἐϊσκομένους· ὁμοίους, προσομοιουμένους, ὁμοιουμένους. ξιφίῃσιν· ξιφίαις, τοῖς· οἱ ἁλιεῖς κατασκευάσαντες ἀκάτιον ὅμοιον τῷ τοῦ ξιφίου εἴδει κατά τε τὴν ἐπιμήκη ῥῖνα
5καὶ τὰ ἄλλα, ἔτι δὲ καὶ φάσγανα ἢ ξίφη τῷ τοῦ ξι‐ φίου κατὰ τοῦ ξιφίου καὶ τῆς ἄγρας αὐτοῦ οὕτως φέρονται.

3

.

548

Δέμας· καὶ τὸ σῶμα. ἰχθυόεν· ὅμοιον τῷ ξιφίᾳ. φάσγανα· ξίφη. τεχνήσαντες· κατασκευάσαντες.

3

.

549

Ἀντίον· ἐναντίον ξιφίου. ἰθύνουσιν· ὁρμῶσιν. ἀναδύεται· ἀναβάλλεται.

3

.

550

Ἐλπόμενος· λογιζόμενος. ἐϋσέλμους· εὐκαθέ‐ δρους.

3

.

551

Ἑτέρους· συνήθεις, φίλους.

3

.

552

Κυκλώσονται· περικλείσωσι. ἐφράσαθ’· ἐνόησεν.

3

.

553

Αἰχμῇ· ξίφει ἀγκίστρου. τριγλώχινι· τρεῖς γλώσσας. πεπαρμένος· transfixum, ἀπὸ τοῦ πείρω, σεσουβλισμένος, κεκεντημένος. ἀλκή· δύναμις.

3

.

554

Φεύγειν· εἰς τό. ἱεμένῳ· προθυμουμένῳ. ἀναγ‐ καίη· ἔστιν εἰς αὐτόν. δαμῆναι· δαμασθῆναι.

3

.

555

Νηός· πλοίου. ἀμυνόμενος· μαχόμενος, τιμω‐ ρούμενος, ἀντιπαρατασσόμενος. κενεῶνα· βάθος, πλευ‐ ρὰν, τὸ πλάγος (τος).

3

.

556

Φασγάνῳ· τῷ περὶ στόματι αὐτοῦ ξίφει. ἀντε‐ τόρησε· ἐτρύπησεν, ἀντερύπησεν (ἀντετρύπησεν). διαμ‐ περές· διόλου, διὰ παντός. ἄλκιμος· ἰσχυρός.

3

.

557

Οἱ δέ· οἱ ναῦται. θοῶς· ταχέως. βουπλῆγος· πελέκυος. τυπῇσιν· τύψεσι, ταῖς πληγαῖς.

3

.

558

Γενύων· ἐξ αὐτῶν, τοῦ στόματος. ἤραξαν· κατέκοψαν, ἔκοψαν. ξίφος· τοῦ ξιφίου.

3

.

559

Ἕλκεϊ· τραύματι, τρώματι, νώτῳ. γόμφος· τὸ ξίφος, ῥίν. ἄρηρεν· ἥρμοσεν, ἡρμόσθη. ὀρφανός· ἐστε‐ ρημένος. ἀλκῆς· ἀπὸ τῆς ῥινός.

3

.

560

Ὡς· καθὰ, παραβολή. δυσμενέεσσι· πολίταις, ἐχθροῖς ἀνθρώποις. τεύχοντες· ποιοῦντες, ἄλλοι. ἄρηος· πολέμου.

3

.

561

Ἱέμενοι· προθυμούμενοι. ἄστεος· πόλεως. ἱκέ‐ σθαι· ἐλθεῖν, παραγενέσθαι.

3

.

562

Ἔντεα· ὅπλα. συλήσαντες· αἵματος ἀφελόμενοι. ἀρηϊφάτων ἀπὸ νεκρῶν· τῶν ἐν πολέμῳ φονευθέντων, φονευθέντων δι’ ἄρεα, πολεμοφονεύτων.

3

.

563

Αὐτοί· οἱ πολέμιοι. θωρήξαντο· ὡπλίσαντο, ἡρματώθησαν. ἄγχι· μέχρι.

3

.

564

Οἱ δ’· πολῖται. ἐπειγομένοις· βιαζομένοις, διω‐ κομένοις.

3

.

565

Ἀγκλίνουσι· ἀνοίγουσιν, ἀνακλίνουσιν. θύρετρα· θύρας. οὐ γήθησαν· οὐκ ἐχάρησαν ὡς ἑταίροις. ἑταί‐ ροις· ἐπὶ, ἐν φίλοις.

3

.

566

Ἤπαφε· ἠπάτησεν.Column end

3

.

567

Μετ’· ἐν. ἀγκοίνῃσι· ἀγκίαις. λίνοιο· δικτύου.

3

.

568

Κυκλωθείς· περικλεισθείς. μέγα νήπιος· ὁ κατὰ πολὺ ἀνόητος. ἀφροσύνῃσιν· μωρίαις.

3

.

569

Ὄλλυται· φθείρεται. θρώσκει· πηδᾷ. ὑπεκδῦ‐ ναι· ἐξελθεῖν, ὑπεξελθεῖν τοῦ δικτύου. μενεαίνων· προ‐ θυμούμενος, προθυμῶν· τὸ μενεαίνω σημαίνει τρία, τὸ λειποψυχῶ, ὡς τό (Il. π, 491)·
5
κτεινόμενος μενέαινε· καὶ τὸ ὀργίζομαι, ὡς τό (Il. ο, 104)·
νήπιοι οἳ Ζηνὶ μενεαίνομεν. καὶ τό προθυμοῦμαι, ὡς τό (Il. φ, 543)·
μενέαινε κῦδος ἀρέσθαι.

3

.

570

Τρομέων· φοβούμενος. πλεκτὸν δόλον· δίκτυον. αὖτις· πάλιν.

3

.

571

Χάζεται· ὑποχωρεῖ. ὅπλον· ξίφος. ἐνὶ φρεσίν· ἔρχεται. ἄρηρεν· ἡρμοσμένον ἐστὶν, ἁρμόζει.

3

.

572

Γενύων· τοῦ στόματος. δειλός· ὑπότρομος. μένει· ὑπάρχει. κεκαφηότι· ἠσθενεκότι, καταξήρῳ, δεινῷ, ἐκπεπνευμένῳ.

3

.

573

Ἐξερύσωσιν· ἐξελκύσωσιν. ἐπ’ ἠϊόνας· ἐπ’ αἰγιαλούς. ἔνθα· ἐνταῦθα. δούροις· ξύλοις.

3

.

574

Ἐπασσυτέροισι· πυκνοτέροις. καταΐγδην· ὁρμη‐ τικῶς, συνεχῶς. ἐλάοντες· ἐλαύνοντες, συντρίβοντες.

3

.

575

Κρᾶτα· κεφαλήν. συνηλλοίησαν· συνέτριψαν, συνέθλασαν. ὄλλυται· φθείρεται. πότμῳ· γράφεται θυμῷ. θυμῷ· μωρίᾳ.

3

.

576

Ἀφροσύνη ἀγνωσία. σκόμβρον· σκόμβρος ὁ σκαιὸς εἰς βρῶσιν· κακόχυμος γὰρ τὸ ζῶον. ἕλε· ἔλα‐ βεν, ἐφόνευσεν. πίονα· λιπαρόν.

3

.

577

Ῥαφίδας· βελονίδας. φῦλα συνοδόντων· περί‐ φρασις. πολυσπερέων· διεσπαρμένων. συνοδόντων· γέ‐ νος ἰχθύος.

3

.

578

Λεύσσοντες· βλέποντες. ἐν ἕρκεϊ· δικτύων. πεπτηῶτας· περιπεσόντας, πεσόντας.

3

.

579

Ἄλλους· σκόμβρους. ἠράσαντο· ἐπεθύμησαν. λίνου· τοῦ δικτύου. πολυωπόν· πολυόμματον, πολυτρύ‐ πητον, πολλὰς ὠπὰς ἔχον.

3

.

580

Εἰσδῦναι· εἰσελθεῖν. εἰσορόωντας· εἰς αὐτὸν βλέποντας.

3

.

581

Τερπωλή· τέρψις. ἀπειρήτοισιν· ἀπείροις, ἀνοή‐ τοις.

3

.

582

Λεύσσοντες· βλέποντες. ἀναιθομένοιο· ἀναπτο‐ μένου, καιομένου.

3

.

583

Μαρμαρυγήν· λαμπηδόνα, αἴγλην. ἰαινόμενοι· εὐφραινόμενοι.

3

.

584

Ψαῦσαι· ἅψασθαι. ἱμείρουσι· ἐπιθυμοῦσιν. ὀρέ‐ γουσι· ἐκτείνουσιν, ἐντείνουσιν.

3

.

585

Νηπιέην· ἄφρονα, μωρὰν, νηπιώδη. ἀνάρσιον· ὀλέθριον, μισητὸν, ἐχθρόν. ἐξεφάνη· ἐγνώσθη.

3

.

586

Ἱμείρουσι· ἐπιθυμοῦσιν. ἀνοστήτοιο· ἀνυπο‐ στρόφου. λόχοιο· δικτύου.

3

.

587

Ἐσπεσέειν· εἰσελθεῖν. κευθμῶνα· τὸ βάθος.
ἤντησαν· ἔτυχον, ἀπέλαυσαν. ἔρωτος· ἐπιθυμίας.344

3

.

588

Ἔνθ’· τότε, ἐντὸς τοῦ δικτΰου. κέλσαντες· δραμόντες, ἐντυχόντες, ἐμπεσόντες. εὐρυτέροισι· πλα‐ τυτέροις. λόχοισιν· βρόχοις.

3

.

589

Ἔκθορον· ἐξέθορον. οἱ δ’· οἱ ἄλλοι δέ. ἐρχθέν‐ τες· κρατηθέντες, ἐμπλακέντες.

3

.

590

Πικρόν· ἐλεεινόν. ἀνέτλησαν· ὑπέμειναν, ὑπὸ τῶν βρόχων αὐτῶν κρατοῦνται. σφιγκτόν· πεπνιγμέ‐ νον, πνικτόν. ἐξανύσαντες· πληρώσαντες.

3

.

591

Ἠϊόνεσσι· ἐν ταῖς. καθελκομένοιο· κατασυρο‐ μένου. λίνοιο· δικτύου.

3

.

592

Ἀμφοτέρωθεν· ἀπὸ τῶν δύο μερῶν. ἀρηρότας· ἡρμοσμένους, ἐνηρμοσμένους τοῖς βρόχοις. γόμφους· ἥλους.

3

.

593

Φρονέοντας· προθυμοῦντας, ἐπιχειροῦντας. ἄρ‐ κυν· rete.

3

.

594

Ἤδη· ἄρτι. μεμαῶτας· προθυμουμένους. ὑπεκ‐ δῦναι· ὑπεξελθεῖν. κακότητα· τὴν φθοράν.

3

.

595

Ἰκμαλέοισιν· διύγροις. ἐνισχομένους· κεκρατη‐ μένους.

3

.

597

Ἀεθλεύουσιν· κακοπαθοῦσιν.

3

597bis

Ἀφροσύνῃ· ἀγνωσίᾳ. ἵμερος· ἐπιθυμία.

3

.

598

Ἐμπίπτει· ἔγκειται, ἐπέρχεται. λίνου· δικτύου. λαγόνεσσι· ἐν, τοῖς βάθεσιν. μιγῆναι· εἰσελθεῖν, ἐμπεσεῖν.

3

.

599

Κείνοισιν· ἔστι δυνατὸν, ἔστι προθυμία, ἐπιθυ‐ μία ἔστιν. ὑπόβρυχα· ὑπὸ τὸν βρόχον τοῦ δικτύου. γα‐ στέρος· τοῦ δικτύου.

3

.

600

Ἐνδύνειν· ὑπάρχει εἰσέρχεσθαι. σκολιοῖσι· ἐπικαμπέσι. ἐπαΐσσουσιν· ἐφορμῶσιν, ὁρμῶσιν.

3

.

601

Μηδόμενοι· βουλευόμενοι, ζητοῦντες, βουλεύον‐ τες. μηδόμεναι· ζητοῦσαι. πόρον· διάβασιν. ἄρκιον· ἀρκοῦντα, ἀρκετὸν, κρείττονα.

3

.

602

Ὑγρόν· κατά. ἐρειδομένοις· προθύμοις. τέτα‐ ται· ἐξήπλωται, πήγνυται. μῆχος· μηχανὴ, μηχάνημα.

3

.

603

Ἐκφυγέειν· τὸν λίνον. περιστομίῳ· τῷ τοῦ στό‐ ματος, τῷ περὶ τὸ στόμα. μογέοντες· κακοπαθοῦντες, ταλαιπωροῦσαι.

3

.

606

Ἐκπροφύγωσι· ἐκφύγωσιν.

3

.

607

Ἐπιστρωφῶσι· στρέφονται, ἐπιστρέφονται. λίνῳ· δικτύῳ. ἐπιμηνίουσαι· ἐπιμαινόμεναι, μνησικα‐ κοῦσαι, ὀργιζόμεναι.

3

.

608

Δάγματ’· δήγματα, τρώματα, ὀδόντας. ἐπι‐ πρίουσι· ἐπιβάλλουσιν· γράφεται ἐνιπείρουσι· κεντοῦσιν. τὸ δέ· τὸ λίνον. δύεται· ὑπεισέρχεται.

3

.

609

Ἴσχει· κρατεῖται, κατέχει. ἐμμενέως· στερεῶς, ἰσχυρῶς.

3

.

610

Αὐτάρ· δέ. ἴσοι· ὅμοιοι, ὅμοιοι ταῖς τάξεσι τῶν ἀνδρῶν οὕτως περιπατοῦσιν. στείχουσι· πορεύονται. λόχοισι· συντάξεσιν ἀνδρῶν.

3

.

611

Κεκριμένοι· κεχωρισμένοι. ἐφείη· ἐπιπέμψοι, ἔμβαλε, πέμψεν.

3

.

612

Ἀποτροπάδην· εἰς τοὐπίσω τρεπόμενοι, φεύ‐ γοντες, φευκτικῶς, διακεχωρισμένως. λοξόν· πλάγιον, στρεβλόν. φάος· τὸ βλέμμα.

3

.

613

Ἐπικλίνουσι· ἐπιβάλλουσιν.Column end

3

.

614

Τις· αὐτῶν. προθορῶν· προπηδήσας ἢ προδρα‐ μών. ἑτέρης· μιᾶς. ἑτέρης στιχός· ἀπ’ ἄλλης τάξεως.

3

.

615

Τις· ἕτερος, τῶν ἄλλων.

3

.

616

Ἐπέλασσε· ἐπλησίασεν.

3

.

617

Δαιτί· τῷ δελέατι. γεγηθότες· χαίροντες. ἰαίνονται· εὐφραίνονται.

3

.

618

Ὑποφθαδόν· συντόμως, δρομαίως, ἐριστικῶς.

3

.

619

Ἁλούς· ἀγρευθεὶς, κρατηθείς· ἀθύρμασι· παι‐ διαῖς, παιγνίοις. καγχαλόωντες· χαίροντες.

3

.

621

Ὠκεανοῖο· ἢ τῶν Γαδείρων. στείχουσι ἔρχονται.

3

.

622

Μετά· εἰς. λύσσαν· συνουσίαν, τὴν πύρωσιν. οἰστρήσωσι· ἐπιθυμήσωσι, κινηθῶσι, μανῶσιν. γάμοιο· ἀπὸ τοῦ.

3

.

624

Ἀγρώσσουσιν· ἀγρεύουσιν, ἀγρεύονται ὑπὸ τῶν Ἰβήρων. κομόωντες· θάλλοντες, ἐπαιρόμενοι. βίῃ κο‐ μόωντες· ἰσχυροί.

3

.

625

Δεύτερα· κατὰ δεύτερον λόγον. Ἠριδανοῖο (sic)· ποταμοῦ.

3

.

626

Φωκαίης τε παλαίφατοι· ἔποικοι γὰρ τῶν Φωκέων οἱ Κελτοί. παλαίφατοι· παλαιοί· ἀρχαῖοι γὰρ οἱ Φω‐ κεῖς. ἐνναετῆρες· κάτοικοι.

3

.

627

Τὸ τρίτον· ἐκ τρίτου. Τρινακρίδι νήσῳ· Σικε‐ λίᾳ· Τρινακρία ἡ Σικελία, κατὰ σχῆμα τρίγωνον κει‐ μένη καὶ τρεῖς γωνίας καὶ ἄκρας ἔχουσα, ὧν ἑκάστη πόλιν ἔχει παρ’ ἑαυτῇ.

3

.

628

Ἐνναέται· κάτοικοι. πόντου· πελάγους. Τυρση‐ νοῖο· Τυρσηνικοῦ.

3

.

629

Ἔνθεν· ἀπὸ τούτου τοῦ πόντου, ἐκ τούτου. ἀπειρεσίοις· πολλοῖς. ἄλλος· θύννος.

3

.

630

Σκίδνανται· σκεδάννυνται, σκορπίζονται. ἐνι‐ πλήθουσι· πληροῦσιν.

3

.

631

Ἔκπαγλος· ἔξοχος, θαυμαστή. μεθίσταται· ἐγγίνεται. ἰχθυβόλοισιν· ἁλιεῦσιν.

3

.

633

Πάμπρωτον· ἐν πρώτοις, πρότερον. ἐπεφράσ‐ σαντο· ἐπενόησαν.

3

.

634

Ἐπηρεφέεσσιν· ὑψηλαῖς, πυκναῖς, ἐσκεπασμέ‐ ναις, δασέσι, δασυτάταις.

3

.

635

Αἴθρῃ· εὐδίᾳ.

3

.

636

Σκεπανοῖς κευθμῶσιν· σκεπάσμασι, κατασκό‐ ποις, ἐσκεπασμένοις. ἐναίσιμα· καλὰ, δίκαια, ἐπαινετὰ, ἁρμόδια.

3

.

637

Ἔνθ’· τότε. ὑψικόλωνον· ὑψηλὴν σκοπιὰν, ὑψη‐ λὸν ξύλον, ὑψηλὸν ὄρος.

3

.

638

Ἴδρις· ἐπιστήμων, ἔμπειρος. κιούσας· ἐρχο‐ μένας, παραγινομένας, τρεχούσας.

3

.

639

Τεκμαίρεται· στοχάζεται, σημειοῦται. αἵ τε καὶ ὅσσαι· ποῖαι καὶ πόσαι, τίνες τε καὶ πόσαι.

3

.

640

Πιφαύσκει· φανεροποιεῖ. ἑτάροισι· τοῖς κοινω‐ νοῖς καὶ φίλοις, συντεχνίταις, συντρόφοις.

3

.

641

Προβέβηκεν· προΐστανται, προέρχεται, προέρ‐ χονται. πυλωροί· εἴσοδοι, μεγάλαι.

3

.

642

Ἐν δέ· σὺν τούτοις. μύχατοι· βαθύτατοι, τε‐
λευταῖοι.345

3

.

643

Θοῶς· ταχέως. σεύονται· ὁρμῶσιν. ἐπί· κατά. στίχας· συντάξεις.

3

.

644

Καταφυλαδόν· κατὰ γενεὰς, κατὰ τάξιν. οἱ μέν· τῶν θύννων.

3

.

645

Ὁπλότεροι· νεώτεροι. τοὶ δ’· τινές. γεραίτεροι· γηραιότεροι. οἱ δ’ ἐνὶ μέσσῃ· μεσήλικες.

3

.

646

Ὥρῃ· ἡλικίᾳ. ἀπειρέσιοι· ἄπειροι. λίνων· δι‐ κτύων. ῥέουσιν· εἰσέρχονται.

3

.

647

Ἱμείρουσι· θέλουσιν οἱ ἁλιεῖς. ἱμείρωσι· ἐπι‐ θυμῶσιν. ἀνέχηται· κατάξει· ἡ λῆξις τὸ πλῆθος δικτύου. ἀνέληται· καταλείπεται, λάχῃ.

3

.

648

Ἀφνειή· πλουσία. ἔξοχος· μεγάλη, πολλή. ἵσταται· ἐστίν.

4

t

ΕΙΣ ΤΟ Δ.

4

pinax

Περὶ σκάρων. Περὶ ἱππούρων. Περὶ κεφάλων. Περὶ πομπίλων. Περὶ σηπιῶν. Περὶ τευθίδων. Περὶ κοσσύφων. Περὶ ἀφυῶν.
5Περὶ κίχλας. Περὶ ἐγγραύλων. Περὶ γαλεῶν. Περὶ πηλαμύδων. Περὶ πολυπόδων. Περὶ σκιαίνης. Περὶ σαργῶν.

4

.

1

Ἄλλους δ’· ἰχθύας, τῶν ἰχθύων. ἀγρευτῆρσιν· τοῖς ἁλιεῦσιν. ληΐδα· αἰχμαλωσίαν, ἄγραν.

4

.

2

Ἔρως· Θεόφραστός φησιν· ἔρως ἐστὶν ἀλογίστου τινὸς ἐπιθυμίας ὑπερβολὴ, ταχεῖαν μὲν ἔχουσα τὴν πρόσοδον, βραδεῖαν δὲ τὴν ἀπόλυσιν.

4

.

3

Ἠντίασαν· ἐπέτυχον, ἔλαβον. φιλοτήσιον· ἐπι‐ θυμητήν. ἄτην· εἰς.

4

.

4

Πολιούχων· τῶν τὰς πόλεις ἐχόντων.

4

.

5

Αὐτός τ’· σύ. υἱέος ἠγάθεον κῆρ· Γορδιανέ. ἠγά‐ θεον· ἄγαν θεῖον.

4

.

6

Πρόφρονες· πρόθυμοι, μετὰ προθυμίας. εἰσαΐοιτε· ἀκούοιτέ μου. γάνυσθαι· εὐφραίνεσθαι. γάνυσθε· χαίροντες.

4

.

7

Ἠπιόδωροι· πρᾳότατοι, μεγαλόδωροι.

4

.

8

Κοσμήσαντο· ἐκόσμησαν. ἐξέστεψαν· ἐστεφάνωσαν. ᾠδαῖς· ποιήσεσι.

4

.

9

Θεσπεσίῳ· θείῳ. πόρον· παρέσχον.

4

.

10

Κίρνασθαι· κεράσαι, βαλεῖν, ἐμβαλεῖν. οὔασιν· ὠτίοις. πραπίδεσσι· πραπὶς ἡ φρόνησις ἀπὸ τοῦ τὰ πρέποντα διανοεῖν· εὐφραίνει γὰρ καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα.

4

.

11

Σχέτλι’· κακοποιὲ, κρατητικέ· προσαναφωνητικὸν, ἀποστροφὴ καταφορικὴ, ὡραῖον. θεῶν· ἀπὸ, θεωριῶν.

4

.

12

Εἰσιδέειν· θεασθῆναι, θεάσασθαι. ἄλγιστε· λυπη‐ ρέ. ὀροθύνεις· διεγείρεις.

4

.

13

Ἐμπίπτων· ἐπερχόμενος. ἀδόκητος· ἀπροσδό‐
κητος.Column end

4

.

14

Μίσγεαι· εἰσέρχῃ. ἀσθμαίνεις· ἀναπνέεις, πνέεις. ὁμοκλήν· ἀπειλὴν, ὀργήν.

4

.

15

Παφλάζων· ταρασσόμενος. ἀκρήτοισι· ἀπληρώ‐ τοις, πολλαῖς.

4

.

16

Δάκρυ δέ σοι· θλίψις ὑπάρχει σου. προβαλεῖν· τὸ ἐκβαλεῖν, εἰπεῖν, ἐκκενῶσαι. λαρὸν γάνος· ἐπιθυμη‐ τὸν γλύκασμα, ἥδυσμα.

4

.

17

Βυσσόθεν· ἀπὸ τοῦ βάθους, ἐκ βάθους τῆς καρδίας. οἰμωγήν· στεναγμὸν, φέρει (2 m. φέρειν). σπλάγχνοις· ἐν, σπλάγχνων. ἔρευθος· τὴν χροιὰν, ὡς πῦρ ἐν τοῖς σπλάγχνοις βαλεῖν.

4

.

18

Φοινίξαι· βαλεῖν, βάψαι. παράτροπον· παρηλ‐ λαγμένον, ἐξηλλαγμένον· ὠχριῶσιν οἱ ἐρῶντες παρατρε‐ πόμενοι. ἀμέρσαι· ποιῆσαι, ἀφανίσαι.

4

.

19

Κοιλῆναι· κοιλᾶναι. ἀεῖραι· παρατρέψαι.

4

.

20

Μαινομένην· ἐρῶσαν. ἐξεκύλισας· ἐξέφυγες.

4

.

21

Ἀντεβόλησας· ἐξ ἐναντίας ἦλθες, ἔπνευσας.

4

.

23

Ἐν μακάρεσσι· τῶν μακάρων. γενέθλῃ· γενεᾷ.

4

.

24

Ἀμειδέος· ἀγελάστου διὰ τὸ σκότος, σκοτεινοῦ. πυρσῷ· πυρὶ, ὥσπερ ἐκ τοῦ.

4

.

25

Λαμπόμενος· λάμπων. ἐξεύραο· ἐφεῦρες. ἐζεύ‐ ξαο· ἐτύπωσας.

4

.

26

Ἀρότροις· τῇ συνουσίᾳ. ἐπεθήκαο· ἔθηκας. τέ‐ κμωρ· τέλος, ὑπονόημα.

4

.

27

Πτερύγεσσιν· ἐν. ἀειρόμενον· πετώμενον.

4

.

28

Πάφου· Κύπρου, πόλις τις τῆς Κύπρου, ἐξ οὗ καὶ Παφία ἡ Ἀφροδίτη. μεδέουσα· βασιλεύουσα. πολυφρά‐ δμων· πολύβουλος.

4

.

29

Εὐμενέοις· εὐμενὴς γένοιο. ἱκάνοις· καταλάβοις, καταλαμβάνοις.

4

.

30

Μέτρον· συμμετρίαν ἀντὶ τοῦ σύμμετρος ἡμῖν γινόμενος. ἀναίνεται· ἐκφεύγῃ.

4

.

32

Πεφρίκασι· φοβοῦνται. ὁ δ’ ὄλβιος· ἐκεῖνος εὐ‐ τυχής.

4

.

33

Εὐκραῆ· σύμμετρον. κομέει· γράφεται φορέει. στέρνοισι· ψυχῇ, καρδίᾳ.

4

.

34

Οὐρανίης γενεῆς· τῶν θεῶν. ἅλις· αὐτάρκεια.

4

.

35

Ἀναίνεαι· ἀπαρέσχεσαι (sic; παραίσχεσαι?). ὅσα· πετεινά.

4

.

36

Ἀτρυγετή· ὁ πολὺς, ἀκαταπόνητος. νεάτοις· ἐσχά‐ τοις. κεύθεσι· βάθεσιν.

4

.

37

Κελαινούς· ἀθλίους.

4

.

38

Ἀτράκτους· μοίρας, βέλη, ἀπὸ μέρους· ἄτρακτον γὰρ τὸ ξύλον τοῦ ὀϊστοῦ. τι· πρᾶγμα.

4

.

39

Λίπηται· καταλειφθῇ. ὑπόβρυχα· ὑπὸ τὸ βάθος.

4

.

40

Οἵην· ποταπήν. μετ’ ἀλλήλοισιν· ἐν ἀλλήλοις. τί‐ θενται· φυλάσσουσιν· γράφεται φύονται.

4

.

41

Ὀξυβελῆ· μέγαν, ὀξέως βάλλοντα. στικτοί· ποι‐ κίλοι. μόχθοις· κόποις, ἀνάγκαις.

4

.

42

Λείπουσι· καταλιμπάνουσιν. ἀλεξητῆρι βοηθη‐ τικῷ, βοηθῷ.

4

.

43

Δαφοινοῦ· τοῦ διακοπτικοῦ καὶ φονικοῦ.

4

.

45

Ἀπέκερσε· ἀπέκοπτεν. ἐξεσάωσε· ἔσωσεν.

4

.

46

Ἠμάλδυνε· ἠφάνισεν. ἀκάχησεν· ἐλύπησεν.346

4

.

47

Παλιμπλακέεσσιν· εἰς τοὐπίσω πεπλεγμένοις, κατ’ ἀνάκλασιν πεπλεγμένοις. ἁλόντα· κρατηθέντα.

4

.

48

Ὑπεξέκλεψε· κρυφίως ἦλθεν. ἐξείρυσεν· διέσω‐ σεν.

4

.

50

Ἐπεφράσθη· ἐπέγνω.

4

.

52

Ἀμείβων· διερχόμενος.

4

.

53

Ταναηκέας· ἐξηπλωμένας (ους).

4

.

54

Ἀμφιπεριφρίσσουσι· ἵστανται, ὀρθῶνται (οῦνται), πεπυκνῶνται (οῦνται), ἐξέχουσιν. οὐτάζουσιν· τιτρώ‐ σκουσιν. ὀπωπάς· ὀφθαλμοὺς, ὄψεις.

4

.

56

Ἀμήχανα· μάταια, ἀνενέργητα.

4

.

57

Ἀντιόωσιν· συναντῶσιν. λίποντο· κατελείποντο (2 m. κατέλειψαν).

4

.

58

Ὤρεξε· ἔδωκεν. διασχών· ἐμβαλών. ἀνασχών· ἐν‐ διδοὺς, ἐμβάς.

4

.

60

Δάξ· δακτικῶς, ἐν τοῖς ὀδοῦσιν. ἔρεισεν· ἔσφιξεν (ιγξεν), τοὺς ὀδόντας.

4

.

61

Ἡγήτειραν· ὁδοποιὸν, προοδοποιοῦσαν.

4

.

62

Ἐόντος. τοῦ.

4

.

63

Θύραζε· ἐκτός.

4

.

64

Ἑσπόμενον· ἀκολουθοῦντα. ἄλυξαν· ἐξέφυγον.

4

.

65

Παιπαλόεσσαν· τραχεῖαν. ἀναστείχωσι· διέρχον‐ ται, ἀνέρχονται. κολώνην· ἐξοχήν· ὄρος, ἀκρώρειαν.

4

.

66

Ὑπὸ σκιερῆς νυκτὸς κνέφας· ἢ κατὰ τὴν νύκτα. σκιερῆς· σκοτεινῆς. κνέφας· σκότος. μήνη· ἡ σελήνη.

4

.

67

Κελαινιόωσι· μελαίνουσι, μελαίνονται· καλύπ‐ τραι· σκέπαι.

4

.

68

Ὄρφνῃ· σκότει, νυκτὶ παρὰ τὸ φένειν, τουτέστι φονεύειν τὴν ὅρασιν. ἀτρίπτοισι· ἀβάτοις.

4

.

69

Χεῖρας δέ· ἑαυτῶν τὰς χεῖρας κρατοῦντες. ἔχου‐ σιν· ἔχοντες.

4

.

70

Ἐπίκουρον ἀμοιβήν· βοηθὸν διαδοχήν.

4

.

71

Ἀμοιβαίῃ φιλότητι· τῇ ἐκ διαδοχῆς ἀγάπῃ, τῇ ἐκ διαδοχῆς φιλίᾳ, ἀμοιβὴν ἔχοντες τῶν πόνων ἐπίκου‐ ρον.

4

.

72

Ἀλκτῆρες· βοηθοί. γεγάασι· ἐγίνοντο. μήσατ’· ἐβουλεύσατο.

4

.

73

Ἀλγινόεντος· λυπηροῦ.

4

.

74

Βλαφθέντες· ἐμποδισθέντες. ἐπιφροσύναις· φρο‐ νήσεσιν.

4

.

75

Ἐμβεβάασι· εἰσέρχονται.

4

.

76

Ἐπηρέτμοισι· κωπηλατικαῖς.

4

.

77

Μέμβλονται· ἐν φροντίδι εἰσὶ, φροντίζονται. δο‐ λόφρονα μῆτιν· δόλον. ὑφαίνων· ποιῶν.

4

.

78

Ἀναψάμενος· δεσμήσας. ἀκροτάτοιο· διά.

4

.

79

Χείλεος· κατὰ τὴν ἐπιφάνειαν.

4

.

80

Κέρδιστον· ὑπάρχει. ἀνελκέμεν· σύρειν.

4

.

81

Μετά· εἰς. δέξατο· ἔλα (αβεν?), ἔβαλεν.

4

.

82

Ἐλήλαται· κρέμαται, ἐκκρέμαται.

4

.

83

Δινωτός· στρογγύλος, συστρεπτικός. κύβος· σφαῖ‐ ρα. ἅμματος· σχοινίου, διά.

4

.

86

Βαθὺν δόλον· ἢ τὸν κύρτον.

4

.

87

Ἵενται· πορεύονται.

4

.

88

Κραιπνόν· ταχέως. βαλιοί· κατάστικτοι, varii. στικτοί· κατάστικτοι. ἐρύσωνται· λάβοι, ῥύσωνται, ἐξαΐσσωσι, λυτρώσουσιν.Column end

4

.

89

Περιπροθέουσιν· κυκλοῦσι, περικυκλοῦνται. ἀπά‐ την· γράφεται ἁπάντη.

4

.

90

Οἴστρῳ· ἔρωτι. βεβιημένοι· βιαζόμενοι.

4

.

91

Κατασπέρχουσιν· σπουδάζουσιν.

4

.

92

Ἐσσυμένως· ὁρμητικῶς, προθύμως. τάχα· ἴσως. πανύστατος· ἔσχατος. ἔπλετ’· ἤως ὑπάρξει· γράφεται ἔσσεται.

4

.

96

Ἐμβαρύθων· βαρῶν.

4

.

97

Ὡς ἴδον, ὡς ἐκέχυντο· λίαν ἐξεχύθησαν, λίαν εὐθὺς ἐχύθησαν. παραφθαδόν· συντόμως. ἕρκος· εἰς.

4

.

98

Ἐπειγομένοις· σπουδάζουσιν. λόχοισι· ἔρωσιν

4

.

99

Λύγων· βεργίων.

4

.

100

Ἀργαλέων· κακίστων. ἐπισπέρχουσι· καταλαμ‐ βάνουσιν, ἐπισπεύδουσιν. μύωπες· ἔρωτες.

4

.

101

Μεμελημένοι· εἴδησιν ἔχοντες, διὰ φροντίδος ἔχοντες· παραβολή.

4

.

102

Στάθμης· ἀγῶνος, ἀπὸ νύσσης. ἀπόσσυτοι· κεχω‐ ρισμένοι, ἀποκεχωρισμένοι.

4

.

103

Ἐγκονέουσιν· σπεύδουσιν.

4

.

104

Ἐξανῦσαι· ἐκπληρῶσαι.

4

.

105

Νίκης γλυκύδωρον ἑλεῖν κράτος· ἢ νικῆσαι. θύρετρα· τέλη.

4

.

106

Ἀΐξαι· ὁρμῆσαι. κράτος· νίκην. ἀέθλιον· τὸ τῆς νίκης. ἀμφιβαλέσθαι· περιλαβεῖν.

4

.

107

Ἡγεμονεύει· ἡγεμών ἐστιν.

4

.

108

Ἐσθορέειν· εἰσπηδῆσαι. κευθμῶνας· μυχούς. ἀνοστήτοιο· ἀνυποστρόφου.

4

.

109

Κύντατον· ὀλέθριον, ὀλεθρίως. ὕστατον· ἔσχατον, κακόν. ἑλόντες· γράφεται ἔχοντες.

4

.

110

Πιμπλᾶσιν· πληροῦσι, ποιοῦσιν. ἐφίμερον· ἐπι‐ θυμητήν.

4

.

111

Κελαινοῦ· ἀθλιωτάτου.

4

.

112

Ὑπὸ σπιλάδεσσι· ὑπὸ ταῖς πέτραις αἷς χαίρουσιν.

4

.

113

Μέλει· ἔγκειται, πρόσκειται, οἰκεῖ. γλαγόεις· λευκός.

4

.

114

Αὔρῃ· πνοῇ· γράφεται ἄγρῃ. φιλοτησίᾳ· τῇ φι‐ λίᾳ.

4

.

115

Ἀμφί· περί. λιχμάζουσι· περιλείχουσιν. ἐξε‐ ρέουσιν· ἐρευνῶσιν, ἐξερευνῶσι, ψηλαφῶσιν.

4

.

116

Μαιόμενοι· ψηλαφῶντες. κατήλυσιν· εἴσοδον, εἰσέλευσιν. ἵκοντο· παρεγένοντο.

4

.

117

Εἰσίθμην· εἴσοδον, καταχρηστικῶς. ἀνέκβατον· ἀδιέκβατον.

4

.

118

Ἐς δ’· εἰς δὲ ταύτην.

4

.

119

Στυγερήν· μισητήν. πόθων· γράφεται πόνον.

4

.

120

Ὡς δέ· παραβολή, comparatio.

4

.

121

Θάμνοισι· φυτοῖς. λασίοισι· πυκνοτάτοις, δασυ‐ τάτοις.

4

.

122

Ἠθάδα· συνήθη, συνηθεστάτη (ην).

4

.

123

Λίγα· ὀξέως. ξουθόν· ἡδὺ, θελκτικόν.

4

.

125

Ἐνοπῇσι· φωναῖς, ἠχήσεσιν. παραπλαγχθέντες·
πλανηθέντες. ἰωῆς· φωνῆς, κραυγῆς.347

4

.

127

Ἐπιβάλλεται· ποιεῖ.

4

.

128

Παρήπαφεν· ἠπάτησεν.

4

.

129

Πέλοι· ὑπαρχέτω. λιπόωσα· παχυτάτη.

4

.

130

Ἀπείρονες· πολλοί.

4

.

131

Ἐκπάγλως· ἐκπληκτικῶς.

4

.

132

Ἴυγγες· δυνάμεις, τὰ φάρμακα, ἃ ποιοῦσιν οἱ ἐρῶντες θελκτήρια, amores. Ἴυγγες αἱ γοητείαι καὶ ἐπῳ‐ δαὶ ἀπὸ τοῦ ὀρνέου τῆς κιγκλίδος (cod. κικλ.) καὶ ἴυγγος λεγομένου, ἤτοι σεισιπυγία, ἧς τὸ οὐραῖον πτερὸν καὶ
5τὸ περὶ τὸ στῆθος ὀστοῦν χρησιμεύουσι τοῖς ἐρῶσιν.

4

.

133

Θαλπομένους· ἡδυνομένους, εὐφραινομένους. ἀνάρσιον· μισητὸν, ἐχθρόν. ἡγεμονεύοις· ποιεῖς. ἡγεμο‐ νεύει· προοδοποιεῖ.

4

.

134

Ὑπεξερύων· ὑποσύρων καὶ ἕλκων.

4

.

136

Ἠΐθεοι· νέοι, ἀΐσσοντες ἐπὶ θέαν. περικαλλέος· εὐμόρφου.

4

.

137

Φρασσάμενοι· ἰδόντες. ἀποσταδόν· διακεχωρι‐ σμένως, ἀφεστηκότες. αὐγάζονται· θεωροῦσιν, admirant (sic).

4

.

138

Ἀγαυόμενοι· θαυμάζοντες. πολυήρατον· πολυα‐ γάπητον.

4

.

139

Ἐκ δ’ ἐλάθοντο· ἔλαθον τὰς ὁδοὺς ἑαυτῶν, ποίας ἀπέρχονται τοῦ οἴκου.

4

.

140

Πάροιθεν· ἔμπροσθεν· τὰ πάροιθεν δὲ τὰ πρὸ τούτου, ὅπου ἀπῄεσαν.

4

.

141

Θελγόμενοι· εὐφραινόμενοι. λιαρῇσιν· ἡδυτά‐ ταις, γλυκυτάταις. ῥιπῇς· νεύσεσι, ἐπινεύσεσιν, ὑπὸ ταῖς καυστικαῖς καὶ ἐπιθυμητικαῖς ὁρμαῖς τῆς ἀφροδίτης.

4

.

142

Οἰστρηδόν· ἐρωτικῶς, μανιωδῶς, μετ’ οἴστρου ἤγουν ἔρωτι κινούμενοι.

4

.

143

Εἱλομένων· σπαρασσομένων. ἀπεχθέες· μεμιση‐ μένοι.

4

.

144

Ἀμφίβληστρον· δίκτυον. εὐεργές· καλῶς εἰργα‐ σμένον. ἀείρας· ἐγείρας.

4

.

145

Ἐπιπροέηκε· ἔπεμψεν. ἄσπετον· πεπληθυσμένην.

4

.

146

Ἁψῖσι· ταῖς τοῦ ἀμφιβλήστρου, καλύπτραις ἢ καμάραις· ἐν τοῖς συνδέσμασι τῶν ὀπῶν περιεχόμενοι· περικαλύψας τὴν θήραν καὶ περίσχετον ταῖς ἁψῖσιν. περίσχετον· κρατητὸν, περιεχόμενον, κεκρατημένον.
5ἀμφικαλύψας· κρατήσας, λαβών.

4

.

147

Δυσέρωτες· χάριν τοῦ κακοῦ ἔρωτος. ἐπὶ πλέον· περισσότερον. ἔδραμεν· ἦλθεν.

4

.

149

Ἀμφιβολάς· περιβολὰς, σκεπάσματα. ἐφέηκαν· ἔπεμψαν.

4

.

150

Ἐρύουσιν· σύρουσιν. ἀναψάμενοι· δεσμήσαντες. οἴην· σηπίαν, μόνην. οἵην· μεγάλην.

4

.

151

Ἀπόπροθεν· μακρόθεν, ἐξ ἐναντίας.

4

.

152

Περιπλέγδην· περιπεπλεγμένας. ἐνέχονται· συν‐ έχονται, σκιρτῶσιν.

4

.

153

Ἐμφύμεναι· κολλώμεναι, συμμιγόμεναι, περι‐ πλεκόμεναι. σπείρῃσιν· πλοκάμοις.

4

.

154

Παρθενικαί· παρθένοι. δηναιόν· μετὰ χρόνον, μακροχρόνιον.

4

.

155

Ἀπήμονα· ὑγιῆ. νοστήσαντα· ὑποστραφέντα.Column end

4

.

156

Νέον· νεωστί. εὐναίης· ζευκτικῆς.

4

.

157

Ληϊσθεῖσα· λαφυραγωγηθεῖσα, συζευχθεῖσα.

4

.

158

Ἀμφέπλεξεν· περιέλαβε, περιέπλεξεν. πάννυχα· ὁλονύκτια.

4

.

159

Ἀργεννοῖς· λευκοτάτοις. κυρτώσασα· γυρώσασα. γυρώσασα· κυκλώσασα.

4

.

161

Μεθίεται· ἐνδίδοται, καταλείπεται. ἐξερύσω‐ σιν· φυλάξωσιν, ἑλκύωσιν. ἐπὶ σκάφος· ἐπὶ τὴν νῆα.

4

.

163

Συμπεφύασι· συμμίγονται. ἕλοντο· προέκρινον.

4

.

164

Παρήπαφεν· ἠπάτησεν.

4

.

165

Σκιάσαντες· σκεπάσαντες. πτόρθοισι· κλάδοις. μυρίνης· μυρίκης.

4

.

167

Λάχνη· δασυτάτη.

4

.

168

Γενεῆς· τόκου.

4

.

169

Ἥμεναι· καθήμεναι.

4

.

170

Αὐτοῦ· ἐκεῖ. παύσαντο· τέλος ἔλαβον.

4

.

171

Πινυτοῖσιν· συνετοῖς.

4

.

173

Ἀεθλεύει· πάσχει, ἔχει. κίχλῃς· ἐπί. δαίεται· ἐκκαίεται.

4

.

174

Δαίμονι· θεῷ. θύων· ὁρμῶν, δουλεύων.

4

.

175

Σύννομος· συνήθης. δάμαρ· νύμφη. οἴη· μία.

4

.

176

Ἄλοχοι· σύζυγοι.

4

.

177

Κεκριμέναι· διακεχωρισμέναι. ἐφέστια· ἔνοικα, ἔποικα, κάτοικα, διὰ τὸ μὴ ἐκτὸς, ἀλλ’ ἔνδον τῶν σπη‐ λαίων εἶναι.

4

.

178

Γλαφυροῖσι· βαθυτάτοις.

4

.

179

Ἀρτιγάμοισι· ταῖς ἤδη μέλλουσι γαμηθῆναι, ἢ νεογάμοις.

4

.

180

Οὔπω· οὐκέτι. ἴδοι· ἀττικῶς. πάροιθεν· ἐκτός.

4

.

181

Γαμήλιος· παρθενική. αἴθεται· ἐκκαίεται, αὔ‐ ξεται, ἐκπυροῦται, ἔγκειται, ἐκ τοῦ γάμου σωφροσύνη ἔγκειται.

4

.

182

Ἐνδόμυχοι· ἔνδον μυχούμεναι, φυλαττόμεναι.

4

.

183

Δηθύνουσι· χρονίζουσι, καταμένουσιν. πόσις· ἀνήρ. ἀνώγει· κελεύει.

4

.

185

Λεχέων· ὁμοζύγων. ἄλλῃ· ἀλλαχόθεν.

4

.

186

Τέτραπται· τρέπεται. ἑλίσσεται· ἀναστρέφεται.

4

.

187

Παπταίνων· περισκοπῶν.

4

.

189

Δύσζηλος· κακόζηλος. ἀειφρούροισι· ἀειφυλά‐ κτοις.

4

.

191

Τυτθόν· μικρόν· ἡ ἀνάπαυσις αὐτοῦ πρὸς τὴν φυλακὴν ὀλίγη ἐστίν. φυλακῆς· ὤρας. ἀζηχέος· ἐπι‐ πόνου, ἀδιαλείπτου, διηνεκοῦς.

4

.

192

Τῆμος· τηνικαῦτα.

4

.

193

Ἀμφιπεριτρομέων· ἀγωνιῶν.

4

.

195

Ὠδίνων· χάριν πόνων. οἷον δέ· παραβολή. ἀλύει· ἔχει, ἀδημονεῖ.

4

.

196

Τηλυγέτοιο· μονογενοῦς, ὡραία. θοήν· διὰ ὀξεῖαν, ταχεῖαν.

4

.

197

Πρωτοτόκου· πρωτολόχου. φρίσσουσα· φοβου‐ μένη.

4

.

198

Αὐτήν· τὴν μητέρα. χέρειον· χειρότερον. εἰλει‐ θυίης· τῆς γεννήσεως, γέννας.

4

.

200

Μετῄορον· ἐκκρεμὲς, ἐκκρεμάμενον, περιπετα‐ σμένον· μετέωρα τὰ ἐν οὐρανῷ καὶ αἰθέρι μετάρσια, τὰ μεταξὺ αἰθέρος καὶ γῆς ἐν ἀέρι συνιστάμενα.348

4

.

201

Λυσιπόνοιο· λυούσης τὸν πόνον. βοῆς· φωνῆς.

4

.

202

Ἀλόχοις· κοίταις.

4

.

203

Λεχέων· κοιτῶν. ἐντύνεσθαι· ποιεῖν, φυλάσ‐ σειν.

4

.

204

Ἀσσυρίους· Βαβυλωνίους. τίγριν· Τιγρικόν· Τί‐ γρης ποταμὸς ι καὶ η, καὶ κλίνεται Τίγρητος, τίγρις δὲ τὸ ζῶον ι τὰ δύο, καὶ κλίνεται τίγριδος.

4

.

205

Ἐνναετῆρες· κάτοικοι. ἑκηβόλον· πόῤῥωθεν βάλ‐ λων.

4

.

207

Μεθέπουσι· συνέρχονται, μετέρχονται ἐξ ἀμοι‐ βῆς, ἐπακολουθοῦσιν, εἰσὶν, ὑπάρχουσιν. εὐνάζονται· συγκοιμῶνται.

4

.

208

Νύκτας· γράφεται κοίτας. ἀμειβόμεναι· ἀλλάσ‐ σουσαι, μετέρχουσαι· ἐξ ἀμοιβῆς γὰρ ἄλλοτε ἄλλῃ συγ‐ κοιμῶνται. μέτρον· γράφεται κέντρον· ζῆλος.

4

.

209

Περί· ἕνεκα. ὀλέκονται· ἀπόλλυνται.

4

.

210

Ἄρηα· σίδηρον, πόλεμον.

4

.

211

Ὡς οὐδέν· θαυμαστικῶς, γνώμη.

4

.

213

Ἀναιδέος· ἀναισχύντου.

4

.

214

Λύσσης· μανίας. ἐπιμίσγεται· ὁ ζῆλος.

4

.

215

Ἐξεχόρευσε· ἐχώρησεν, ἦλθεν, ἐξεσκίρτησεν, ἐσκίρτησεν, ἐνέβαλεν· γράφεται ἐξεκύλισεν· οἱ· τῷ ζήλῳ.

4

.

217

Ἤντησεν· ἔτυχεν. ἀμοιβῆς· χάριν.

4

.

218

Ἐπιδινεύοντα· συστρεφόμενον, ἀδημονοῦντα ἢ ἀναστρεφόμενον.

4

.

219

Ἀλόχου· συζύγου.

4

.

222

Μολίβου· καθέτου. κύβος· τροχὸς, σφαῖρα, ἢ καθετής.

4

.

223

Πρὸς πέτραις· πλησίον τῶν πετρῶν. ἀφέηκε· ἔπεμψε, κατέβαλε, κατέῤῥιψεν. ἐγγύθι δ’ αὐτῶν· γρά‐ φεται μικρὸν τὸ αὐτὸν, ἤως αὐτὸν τὸν δόλον.

4

.

224

Ἐσέδρακεν· ἐδράξατο. ὀρινθείς· ὁρμισθείς (ηθείς).

4

.

225

Ὡρμήθη· ἐπήδησεν.

4

.

226

Ἀνάρσιον· ἐχθρὸν, πολέμιον. ἀλόχοισιν· ὁμοκοί‐ τοις.

4

.

227

Ἐπιθύσας· ζηλοτυπήσας, ὁρμήσας, δειλιάσας.

4

.

228

Τίνυσθαι· τιμωρεῖσθαι, τιμωρῆσαι, κωλύειν, τι‐ μωρεῖν. ἐπήλυσιν· ἐπέλευσιν.

4

.

229

Ἀμφιχανών· καταπιών. δοκεύσας· ἐπιτηρήσας, ἐξ ἐναντίας ἐλθὼν, ἢ καὶ ἰδών.

4

.

230

Συνέπειρεν· ἐσούβλισεν. ἀνακρούων· ἀνασείων. γενύεσσι· στόμασιν.

4

.

231

Ἀσχαλόωντα· λυπούμενον. ἀσπαίροντα· ψυχοῤ‐ ῥαγοῦντα.

4

.

232

Ἐνίπαπε· ἐνέπληξεν, ἐκακολόγησεν, ἐπέπληξεν. κερτομίῃσιν· ὀνειδισμοῖς.

4

.

233

Νῦν δὴ νῦν· γράφεται ἤδη νῦν. ἠθοποιΐα, αἱμω‐ πεῖαι (sic; ἐποποιΐαι?) πρὸς τὸν κόσσυφον ἐκ τοῦ ἁλιέως. περιφρούρειε· περίβλεπε.

4

.

235

Κύπρις· γυνή. ἐφήνδανεν· ἤρεσκεν, ἤρκει· ἐφήνδανε γίνεται ἀπὸ τοῦ ἥδω τὸ εὐφραίνομαι, ὅθεν
καὶ δασύνεται.Column end

4

.

236

Ἀγάλλεο· ἠγάλλου, ἔχαιρες.

4

.

237

Ἴθι· ἐλθέ. τοί· σοι.

4

.

238

Χρυσέοιο· γράφεται χερσαίοιο πυρὸς λευκάμ‐ πυγος αὐγή· ἢ τὸ πῦρ.

4

.

239

Νείκεσε· κατειρωνεύσατο. ἀΐοντι· αἰσθανομένῳ. καίοντι· αἰθαλομένῳ (ουμένῳ). πιφαύσκων· λέγων. οὐκ ἀΐοντι πιφαύσκων· καὶ ἀκούοντι μὴ διαλεγομένῳ (όμε‐ νος).

4

.

240

Πόσις· ἀνήρ. ἰοῦσαι· πορευθεῖσαι.

4

.

242

Μέν· μήν. ἐπαρωγῇ· βοηθείᾳ.

4

.

244

Κεντροφόρων· κέντρα ἐχόντων, τῶν κεντρίνων λέγει.

4

.

245

Κιών· παραγενόμενος. ἀϊδνής· σκοτεινὸς, μέλας, ἀφανής.

4

.

246

Βυθίοις· βυθοῖς. ὑφίζεται· κάθηται, ὑπόκειται. ὀργυίῃσι· χερσίν.

4

.

248

Μιν· γράφεται μέν.

4

.

250

Ἵκωνται· πορεύωνται.

4

.

251

Περιηγέϊ· τῷ περιφερεῖ.

4

.

252

Καταΐγδην· ὁρμητικῶς, συντόμως, στυφελίζων· κόπτων, τύπτων, ἀνακρούων, ἀναπείρων.

4

.

253

Τριγλώχισι· τριαίναις.

4

.

254

Ἀπότροποι· ὀπίσω, εἰς τοὐπίσω.

4

.

255

Λεύσσωσιν· ἐνεστὼς χρόνος.

4

.

256

Ἀρτιφάτου· νεωστὶ ἐφονευμένου. νέκυν· νέκυν παιδὸς, τουτέστιν ἐκεῖνον αὐτόν.

4

.

257

Ἀμφίκλαυστον· περικλαιόμενον.

4

.

258

Τηλύγετον· γνήσιον. περιμοχθήσωσι· κακοπα‐ θήσωσιν.

4

.

259

Δρυπτόμενοι· σπαραττόμενοι.

4

.

260

Ἠρίῳ· μνημείῳ, τάφῳ. ἐμπεφύασι· κεκόλληνται.

4

.

261

Ξυνῇ· κοινῶς, ὁμοῦ. θανεῖν· θέλουσιν.

4

.

263

Αὐτόν· τὸν ὅμοιον.

4

.

264

Ἐνδήμιος· συνήθης, ἐκ τοῦ δήμου.

4

.

266

Ἔξαλον· ξένον τῆς ἁλός. ἀλλοδαπῆς· ξένης.

4

.

268

Ἀθηναίης ἔρνεα· τῆς Ἀθηνᾶς λέγεται τὸ φυτὸν, ἐπειδὴ φέρεται μῦθος, ὡς ὅτι πρῶτον ἐν τῇ τῶν Ἀθη‐ νῶν ἀκροπόλει Ἀθηνᾶς προνοίᾳ ἐβλάστησεν. ἔρνος κυ‐ ρίως ὁ κλάδος τῆς ἀγρίας συκῆς· ἐρινεὸς γὰρ ἡ ἀγρία
5συκῆ, καταχρηστικῶς δὲ καὶ πᾶς κλάδος.

4

.

269

Ἔρνεα· κλάδους.

4

.

270

Ἔσπασον· ἔλαβον. ἦ· ὄντως.

4

.

273

Γείτοσιν· ἐν τοῖς γείτοσι τόποις τῆς γῆς. γου‐ νοῖσιν· γονίμοις τόποις, καρπίμοις τόποις, ἐν τοῖς γονι‐ μωτάτοις τόποις τοῖς γειτνιάζουσι τῷ αἰγιαλῷ. ἐπακταίη· παραθαλασσία. τεθαλυῖα· θάλλουσα.

4

.

274

Πουλύποδος νόος· periphrasis, ut supra Ζηνὸς νόος et mox κυνὸς μένος, et νόος βοτήρων infra vers. 329, et infra 346 νόος ἀσπαλιήων.

4

.

275

Εὐρίνοιο· τὰς καλὰς ῥῖνας ἔχοντος.

4

.

276

Ἀνιχνεύει· ἀνερευνᾷ. ἐξερεείνων· ζητῶν, ἢ λέγων.

4

.

277

Ῥινός· διά.

4

.

278

Μάρψεν· ἔλαβεν. ἐμάτησεν· ἐματαιώθη, ἀπέ‐ τυχεν. ἐπέλασσεν· ἐπλησίασεν εἰς τὸν φωλεὸν τοῦ θηρός.349

4

.

279

Τηλεθόωσαν· ὑψηλοτάτην. ἄφαρ· εὐθέως. μάθεν· γράφεται μάρψεν.

4

.

281

Πρέμνοισιν· πρέμνοι κυρίως οἱ κορυφαῖοι τῶν δένδρων κλάδοι παρὰ τὸ πρυμνὸν τὸ ἔσχατον.

4

.

282

Περὶ ῥίζης· ἢ περὶ τὴν ῥίζαν.

4

.

285

Ἀείρει· ἐμβάλλει.

4

.

286

Πηχύνασθαι· περιλαβεῖν, περιπλέξαι.

4

.

287

Ἔρνεϊ· φυτῷ.

4

.

288

Ἐρειδόμενος· πατῶν. κοτύλῃσιν· πλεκτάναις, τοῖς ποσίν.

4

.

289

Λελιημένος· ἐπιθυμῶν, σπεύδων. χαίταις· κλά‐ δοις.

4

.

290

Πτύσσεται· ἀσπάζεται, φιλεῖ. ἔχων· κατέχων.

4

.

292

Ἑλισσομένη· περιπλεκομένη.

4

.

293

Βλωθρῇσιν· ὑψηλαῖς.

4

.

294

Ὑγρός· ὁ πανταχοῦ ἐκτρέχων διὰ τὸ εὐπερί‐ στρεπτον. ἕλιξ· ἐντυλιγμός. τιταινόμενος· συρόμενος, ἐξαπλούμενος.

4

.

295

Περιῤῥέει· ἔρχεται, περιέρχεται. ἀκρεμόνεσσι· κλάδοις.

4

.

297

Φιλέοντι· ἐρῶντι.

4

.

298

Λωφήσῃ· καταπαύσῃ, pascit. ἐφέρπει· πορεύεται.

4

.

299

Πλησάμενος· κορεσθείς. ἐλαιηροῦ τε πόθοιο· τοῦ ἐπὶ τῆς ἐλαίας αὐτῶν γινομένου πόθου.

4

.

301

Θαλλούς· κλάδους.

4

.

302

Εὐφυέας· εὐθαλεῖς, τὰς καλῶς ἀναβλαστάνον‐ τας. μόλιβδον· διὰ τὸ βάρος.

4

.

304

Ἤϊξε· ὥρμησεν.

4

.

305

Πτόρθους· πτόρθος κυρίως ὁ ὀρθὸς κλάδος παρὰ τὸ πέτεσθαι ὄρθιον

4

.

306

Ἀνίησιν· οὐκ ἀφίησιν.

4

.

307

Ἤχθηρε· ἐμίσησεν.

4

.

309

Ὀρειαύλοις δὲ βοτοῖσιν· ταῖς αἴγαις, τοῖς ἐν τοῖς ὄρεσιν αὐλιζομένοις ποιμνίοις.

4

.

310

Ἐκπάγλως· λίαν.

4

.

311

Ἦ· ὄντως. σέβας· ἔκπληξις. οὐκ ἐπίελπτον· μὴ ἐλπιζόμενον. ὁμόφρονα· προσφιλῆ ἀλλήλοις.

4

.

312

Πάγους· καθέδρας. χαροπήν· φοβεράν.

4

.

313

Εὖτε γάρ· παρήχησις.

4

.

314

Μηκάδας· αἶγας· τὸ μηκᾶσθαι ἐπὶ τῶν αἰγῶν, τὸ δὲ βληχᾶσθαι ἐπὶ τῶν προβάτων. λοεσσαμένας· μελ‐ λούσας λουθῆναι.

4

.

315

Ἐνδίους· κατὰ τὸ μεσήμερον, κατὰ τὸν καιρὸν τῆς δείλης. ὀλύμπιος· οὐράνιος.

4

.

317

Αἰπολίων· ποιμνίων. βαρυαέα· μεγάλην. βαρυη‐ χέα· τὴν μεγαλόφωνον, τὴν βαρέως ἀκουομένην, βα‐ ρυάκουστον.

4

.

319

Ἀνδήροισι· ἄνθεσιν, αἰγιαλοῖς· ἄνδηρα κυρίως τὰ χείλη τῶν ποταμῶν παρὰ τὸ ἄνω τῆς δηοῦς αἴρεσθαι, ἢ ἄνω τῶν διερῶν εἶναι, νῦν δὲ σημαίνει τοὺς αἰγιαλοὺς
καὶ τὰ ἐκεῖσε βρύα, καλεῖ δὲ ταῦτα ἄνθη.Column end

4

.

320

Κεραόν· κερατοφόρον. περισαίνουσιν· εὐφραί‐ νονται.

4

.

321

Λιχμάζουσι· λείχουσι τοὺς πόδας τῶν αἰγῶν ἀθροιζομένων εἰς τὴν θάλασσαν. ἀθρόοι· ἀθρόον δὲ τὸ μὴ ἔχον θόρυβον. ἀμφιχέονται· περιχέονται.

4

.

322

Κατασπαίροντες· πηδῶντες.

4

.

323

Πρωτοδαεῖς· πρωτομαθεῖς, τοὺς ἄρτι τοῦτο μα‐ θόντας. φίλον χορόν· τῶν σαργῶν. οὐκ ἀέκουσαι· ἐθε‐ λουσίως.

4

.

324

Δέχνυνται· δέχονται.

4

.

325

Σταθμοῖσι· μάνδροις. κατηρεφέεσσι· κατεστε‐ γασμένοις.

4

.

326

Ἐκ βοτάνης· ἀπὸ τῆς νομῆς.

4

.

328

Ἦμος· ὁπηνίκα. περίχωρος· ὁ πλησίον τόπος, ὅλος ὁ τόπος ἀντηχεῖ ἐκ τῆς φωνῆς τῶν αἰγῶν. ἰωῇς· κραυγαῖς, vocis.

4

.

329

Νηπιάχων· ἐρίφων κέκληγε· ἠχεῖ, βοᾷ.

4

.

330

Κεραῇσι· κερατοφόροις. περισπέρχους’· κυ‐ κλῶσιν.

4

.

331

Ἄδην· κόρον. ἴσχωσι· λάβωσιν. λοέτρων· καθ‐ αρσίων.

4

.

333

Ἀχνύμενοι· λυπούμενοι.

4

.

334

Ἀμείβει· διέρχεται.

4

.

335

Ὡς δ’ ὅτε· παραβολή. τηλύγετον· γνήσιον. ἀκοί‐ την· σύζυγον.

4

.

336

Τῆλε· μακράν. ἰόντα· πορευόμενον, ἀποδη‐ μοῦντα.

4

.

337

Οἱ· ἐννοουμένῃ. ἀλύει· ἀδημονεῖ.

4

.

338

Οἱ· αὐτῷ· μεσσηγύς· διὰ μέσης. κύκλα· δια‐ δρομαί.

4

.

341

Λισσομένη· παρακαλοῦσα.

4

.

342

Ὀπωπάς· ὀφθαλμοὺς, θεωρίας.

4

.

343

Ὑπ’ ὄμμασι· ἀπὸ τῶν ὀμμάτων.

4

.

344

Οἰωθέντας· μονωθέντας, πάλιν· ὀπίσω, εἰς τοὐ‐ πίσω.

4

.

346

Συνοίσεσθαι· γενήσεσθαι.

4

.

347

Κῆρας· θανάτους. ἑούς· σούς.

4

.

348

Τεκμαίρεται· ζητεῖ.

4

.

349

Διδύμοισιν· διπλαῖς, ἀνισταμένας· ὑψηλὰς, ἐξε‐ χούσας. κροτάφοισιν· ἐξοχαῖς· κρόταφος ἀπὸ τοῦ κηρύσ‐ σειν τὸν τάφον, ἢ παρὰ τὸ ποιεῖν κρότον τῇ ἁφῇ.

4

.

350

Στεινωπόν· στενόν. χῶρον· μέσον, τὸν μεταξὺ τῆς θαλάσσης τόπον.

4

.

351

Αἰθέρος· αἰθέρα λέγει τὸν ἥλιον ἀπὸ τοῦ αἴθω τὸ καίω, ὁ δ’ Ἀριστοτέλης (de coelo I, 3.) φησὶν ἀπὸ τοῦ ἀεὶ θέειν. διαυγέας· λάμποντας, διαλαμπομένας.

4

.

352

Ὁμόκλιτον· ὁμόκοιτον, ὁμοκάθεδρον. αὖλιν· αὐ‐ λὴν, αἰολικῶς συνεστάλη.

4

.

353

Πυρσοῖσιν· ἀκτῖσι, ταῖς λαμπηδόσιν.

4

.

354

Ἔνθα· ἐκεῖσε. μελέεσσιν· ἐπί. ἐφεσσάμενος· ἐνδυθεὶς, καλυψάμενος.

4

.

355

Συνάψας· δεσμήσας, ἀνάψας.

4

.

356

Στέλλεται· πορεύεται. ὁρμαίνων· διαλο(γιζόμε‐ νος), φροντίζων, εὐτρεπίζων. νόμιον· κατὰ νομεῖς, ποι‐ μενικόν.350

4

.

357

Λιπήνας· ἀλείψας.

4

.

358

Ἄλφιτα· ἄλευρα· κυρίως τὰ τῶν κριθῶν ἄλευρα ἀπὸ τοῦ ἀλφῶ τὸ εὑρίσκω· πρὸ γὰρ τοῦ εὑρεθῆναι τὸν σῖτον κριθὰς ἤσθιον. ἐπωπή· πρόσοψις, φαντασία, ὅρα‐ σις, ὄψις.

4

.

359

Εὐδώρητος· καλὴ, ἢ καλῶς δωρηθεῖσα.

4

.

361

Περισσαίνοντες· χαιρόμενοι, τὸν τῇ αἰγὶ ἐοικότα πολέμιον αὐτοῖς ἄνδρα κολακεύοντες.

4

.

363

Φρεσίν· νοήμασιν. αἰγείοισι· μηλείοις. ἀρηρό‐ τος· ὄντος, ἔχοντος.

4

.

364

Κραναήν· τραχεῖαν.

4

.

365

Πολιοῖο· λευκοῦ.

4

.

366

Χηλῆς· ὄνυχος. ἔμφυτον· ὅμοιον, καὶ τὸ ἐμπε‐ φυκὸς τῇ χηλῇ.

4

.

367

Ἐσσυμένως· ταχέως.

4

.

368

Αὖ· εἰς τοὐπίσω. ὀΐσσεται· ὑπολάβοι.

4

.

370

Ἀποστύξαντες· μισήσαντες.

4

.

371

Ἔνδια· διατριβὰς, τὰ λαμπόμενα.

4

.

373

Λειφθείη· τῶν σαργῶν ἀπολειφθῇ. δαμάσσεται· θηρεύει. ὀπωπή· θεωρία, φαντασία. ὀπωπῇ· ὁράσει, μορφῇ.

4

.

374

Μέλει· ἔγκειται.

4

.

375

Δηριόωνται· μάχονται.

4

.

377

Ἐπάρκιος· ἱκανὸς, ἀρκετός. ἔπλετ’· ἵσταται. ἀκοίτης· ὁμόζυγος, ἀνήρ.

4

.

378

Εἰσελάει· ἐλαύνει.

4

.

379

Περιηγέα· κυκλοτερῆ, στρογγύλην. πάντη· παντελῶς.

4

.

380

Τὸν δέ· τὸν χόρτον. λάχνῃσι· δασύτησιν. πύ‐ κασαν· ἐστέγασαν, ἐπύκνωσαν.

4

.

382

Σκιάσαντες· σκεπάσαντες.

4

.

383

Οἶστρος ποτὶ μῶλον· διὰ τὸ μὴ ὅλος (ως) εἶναι πόλεμον. ἐπώρορεν· διήγειρεν. εὐνητῆρας· συζύγους.

4

.

384

Γαμήλιος ἐνυώ· ἡ περὶ τοῦ γάμου μάχη.

4

.

385

Ἀριστεύσας· νικήσας.

4

.

386

Γλαφυρήν· βαθυτάτην.

4

.

387

Ἐπηρεφέ’· ἐστεγασμένον, πυκνωμένον. ἀκρε‐ μόνεσσιν· ἄκροις.

4

.

388

Χορόν· τὸν νυμφικόν.

4

.

389

Ἐρύκει· κωλύει.

4

.

390

Ἐᾷ· καταλείπει.

4

.

392

Προὔκυψεν· εἰσῆλθεν.

4

.

393

Ὡς δ’ ὅτε· παραβολή. βοτάνηθεν· ὑπὸ (ἀπὸ?) τῆς βοσκῆς.

4

.

394

Εἰροπόκους· τοὺς τὸ ἔριον φερούσας ἀπὸ τοῦ εἴρω καὶ τοῦ πέκω. πάλιν· ὀπίσω, εἰς τοὐπίσω.

4

.

395

Πεμπάζεται· μετρεῖ· πεμπάζειν κυρίως τὸ κατὰ πέντε ἀριθμεῖν, ἐνταῦθα δ’ ἀντὶ τοῦ ἁπλῶς ἀριθμεῖν εἴληπται.

4

.

396

Διέπων· ἐνεργῶν. σόα· ἰωνικῶς.

4

.

397

Εἰλομένοισι· κλειομένοις, συγκεκλεισμένοις (συγ‐
κεσκλειομένοις cod.)Column end

4

.

398

Στείνεται· στενοχωρεῖται. ἔσσυτο· ὥρμησεν.

4

.

400

Ἔνθορε· ἐπήδησεν.

4

.

401

Δειλαίαις· ἀθλίοις.

4

.

402

Ἄεθλα· παθήματα.

4

.

403

Ἐρωμανίῃσιν· ἔρωσι, ἐπιθυμίαις, ταῖς μανίαις τοῦ ἔρωτος· κλίνεται γὰρ ἀττικῶς· ὁ ἔρως τοῦ ἔρω.

4

.

404

Ἀθρήσωσι· θεωρήσωσιν.

4

.

405

Τῷ· ἐν τούτῳ, τούτῳ τῷ πλαζομένῳ.

4

.

406

Διαῤῥαισθεῖσαν· διαφθαρεῖσαν. ἀέλλαις· ταρα‐ χαῖς.

4

.

407

Αἰνά· πῶς, αἰνῶς καὶ λίαν, χαλεπῶς. Ποσει‐ δάωνος· τῆς θαλάσσης. ἀμειλίκτοιο· ἀνημέροιο. τυχοῦ‐ σαν. ἐπιτυχοῦσαν.

4

.

408

Δασσώμενον· μερισάμενον, διασκορπισάμενον. διακριδόν· διακεχωρισμένως.

4

.

409

Δοῦρα· ξύλα. λώβῃσι· βλάβαις καὶ πληγαῖς κυμάτων. πολυσχιδέεσσι· πολυμερίστοις, συνεχέσι, ποι‐ κίλαις καὶ διαφόροις.

4

.

410

Τῆμος· τηνικαῦτα. πινάκεσσι· σκάφαις, σα‐ νίσιν. θεούσαις· πρὸς τὸ σημαινόμενον.

4

.

411

Μεθέπουσιν· ἀνέχονται, ἢ μετ’ αὐτῶν ἐνεργοῦσιν, ἐπιτηροῦσιν ἐν αὐτοῖς, ἐνεργοῦσι καὶ συμπλέουσιν. ἐγκύρσας· τυχών.

4

.

412

Πολλήν· ἄπειρον. ἀμέγαρτον· ἐπίφθονον.

4

.

413

Ἀλλὰ τὸ μέν· ἤγουν τὸ φθείρεσθαι τὰς νῆας· ὡραῖον. ναύτῃσιν· ἀπό. ἀλεξήσειε· ἀποδιώξειε, βοηθή‐ σειεν.

4

.

414

Ἐμβύθιος· ὁ τοῦ βυθοῦ ἔφορος Ποσειδῶν. θέοιεν· τρέχοιεν, τρέχωσιν.

4

.

415

Εὐκήλοισιν· ἡσύχοις. ἀπήμονες· ἀβλαβεῖς. ἀτίνακτοι· ἀτάρακτοι, ἀδιάσειστοι, ἀμετάτρεπτοι.

4

.

416

Ἀμοιβαίοισι· συχνοῖς, ἐκ διαδοχῆς ἁλιέων. μετερχόμεναι· φέρουσαι. καμάτοισιν· πλόοις.

4

.

417

Ἀλλοῖα· ἕτερα. τεχνήσασθαι· εἰς τὸ κατα‐ σκευάσαι, κατασκευάσασθαι.

4

.

418

Ἔστιν· δυνατὸν ὑπάρχει. μεταβαινέμεν· μετ‐ έρχεσθαι, μετερχόμεθα.

4

.

419

Συμφυρτούς· μεμιγμένους, τοὺς ἔνθεν κἀκεῖθεν φερομένους. δονάκων· καλάμων. σφακέλους· δεσμὰ, σχοί‐ νους· σφάκελος ἡ σῆψις τοῦ ἐγκεφάλου, καταχρηστι‐ κῶς δὲ καὶ ἡ σχοῖνος, καὶ ὁ μέσος τῆς χειρὸς δάκτυλος.
5γυρώσαντες· κυκληδὸν διατμήσαντες, δεσμήσαντες.

4

.

420

Λᾶαν· διὰ τὸ βάρος.

4

.

421

Ὑφορμιστῆρα· στερεωτὴν, κάτωθεν ὁρμώμενον (cod. ούμενον), στηρίζοντα τοὺς σφακέλους.

4

.

422

Ἀτρέμα· ἡσύχως. δινεύουσι· περιτρέχουσι, πε‐ ριφέρουσιν. φιλόσκια· τὰ τὴν σκιὰν φιλοῦντα.

4

.

423

Ἀγεληδόν· ὁμοῦ.

4

.

424

Ἀνατρίβουσι· ἀνέρχονται. μένοντες· πρὸς τὸ σημαινόμενον.

4

.

425

Τοῖς δέ· τούτων. ἑτοίμην· σύντομον.

4

.

426

Εἴδασιν· βρώμασι, τροφαῖς.

4

.

427

Ἐρύουσι· ῥίπτουσιν ἑαυτοὺς καὶ πλέουσιν
ἀγρεῦσαι αὐτούς.351

4

.

429

Δινεύων· κινῶν, ῥίπτων. μέσσοισι· τοῖς κυσίν. ἑλώρια· βρώματα.

4

.

430

Μαργαίνοντες· μαινόμενοι.

4

.

431

Προθέουσι· προλαμβάνουσιν.

4

.

432

Ἔρις· μάχη.

4

.

434

Ἀγρευτόν· κρατητόν. ἐρύσσεται· λάβῃ, ἑλ‐ κύσῃ.

4

.

435

Ἐών· ὁ ἁλιεύς· αὐτοὶ γάρ· πλέον τῶν ἁλιέων ἐνεργοῦντες. ἐπισπεύδους’· τουτέστι πλέον τῶν ἁλιέων προσπεύδουσιν.

4

.

436

Ἀφραδίῃσι· μωρίαις. ἐγκονέοντες· σπουδάζον‐ τες, σπεύδοντες.

4

.

437

Τοίῃ· ὁμοίᾳ. ἐπιφροσύνῃ· νοήσει.

4

.

438

Ἶσον· ὅπερ οἱ ἵππουροι. ἦτορ· προθυμία.

4

.

439

Ἐπιμηχανόῳτο· κατασκευάσει.

4

.

440

Ἐντύνων· κατασκευάζων. κλωστῆρι· ἀτράκτῳ, ἤγουν ἀτρακτοειδὲς ξύλον· κλωστὴρ ἐργαλεῖον σταυ‐ ροειδὲς, ὅπερ γυριζόμενον διὰ χειρὸς κλώθει τὸ παρα‐ τυχὸν λίνον.

4

.

441

Καταζεύξειεν· δεσμήσει. ἀνακλίνων· πηγνύων, ἐν τῷ ξύλῳ.

4

.

443

Ἐμπείρειεν· σουβλίσειεν ὕπτια· ἐξηπλωμένα, ἐκ πλαγίου.

4

.

444

Δάγματ’· ὀξύτητας, ὀξύτησι τῶν ἀγκίστρων, τοὺς πώγωνας τοῦ ἀγκίστρου. γλαυκῆς· φοβερᾶς.

4

.

445

Ἀναψάμενος· δήσας. σύροι· συρέτω.

4

.

446

Ἐφωρμήθη· ἔδραμεν.

4

.

447

Ἰκμαλέοισι· διύγροις. θυσάνοισι· πτεροῖς, ἱμα‐ τίοις, πλοκάμοις, κροσσοῖς. πάγη· ἐσουβλίσθη.

4

.

448

Μεμαυῖα· προθυμουμένη. λιπεῖν· καταλειφ‐ θῆναι.

4

.

449

Αὐτόπλεκτον· ἀφ’ ἑαυτοῦ πλεχθὲν, τὸ ἀφ’ ἑαυ‐ τῆς πλεκόμενον, αὐτοδέσμητον, αὐτοκράτητον, αὐτά‐ γρευτον.

4

.

450

Ἀκλύστοισι· τοῖς μὴ ταρασσομένοις ὑπὸ τῶν ἀνέμων, ἁλὸς (ἁλὶ) περικλυζομένοις.

4

.

451

Κοῦρος· νέος. ἀθύρων· παίζων.

4

.

452

Οἰός· προβάτου. περιμήκετον· μέγα, μακρότητα. ἧκε· ἔβαλεν.

4

.

453

Ἐκτάδιον· ἡπλωμένον, ἐξηπλωμένον.

4

.

454

Ἐπόρουσε· ὥρμησεν. ἔσπασε· ἔλαβεν.

4

.

455

Ἔγνω· ὁ κοῦρος. μήλειον· προβάτειον, τὸ ἐκ τοῦ μήλου ἤτοι προβάτου ἔντερον. ἐκύρτωσεν· ὄγκω‐ σεν. ἀϋτμῇ· πνοῇ.

4

.

456

Ἐμπνείων· φυσῶν, ἐμφυσῶν. ἀνίσταται· ὀγκοῦ‐ ται. ἄσθματι· πνοῇ. λαύρῳ· μεγάλῳ· λαῦρον ἐπὶ μὲν ἀνέμου διὰ τοῦ υ ψιλοῦ δέον ἐστὶ γράφειν παρὰ τὸ αὖρα ἡ πνοὴ καὶ τοῦ λίαν, ὃ σημαίνει τὸ πάνυ, ἐπὶ δὲ κυνὸς
5ἢ ἄλλου τινὸς ζώου διὰ τοῦ βῆτα παρὰ τὸ λίαν βο‐ ρὸν ἤτοι φαγόν.

4

.

457

Οἰδαλέον· γινόμενον.

4

.

458

Περιστένεται· στενοῦται.

4

.

459

Δέδεται· δεσμεῖται. ἀλύξαι· ἐκφυγεῖν.Column end

4

.

460

Οἰδαίνουσα· ὀγκοῦσα. ἀσθμαίνουσα· πνέουσα, βιαζομένη.

4

.

461

Ἀναπλώσῃ· ἀναπνεύσῃ.

4

.

462

Ὡς δ’ ὅτε· παραβολή· τὴν παραβολὴν ἀπὸ τῶν σιφωνιζόντων· φησὶ γὰρ ὅτι ὥσπερ τις ἀνὴρ πε‐ πληρωμένου καὶ γέμοντος ἀμφορέως πειρωμένου (ος), αὐλὸν ἤως σιφώνιον ἔχων ἤρεισεν οἱονεὶ ἥρμοσεν ὑπὸ
5τοῦ (τὸ) ἑαυτοῦ στόμα τὸν φυσητῆρα, τουτέστι τὸν αὐλὸν, τῷ δὲ στόματι ἑλκύει ποτὲ τοῦ μέθυος, ἕλκων αὐτὸ ἐξ ὑποστροφῆς ἐκ τοῦ ἀγγείου (Cod. κείου) εἰς ἑαυτὸν, ἐνσιφωνίζειν (ων) τοῖς χείλεσι τῷ ἀκροτάτῳ, τὸ δὲ μέθυ ἀνατρέχει τῇ ἀναπνοῇ ἤως τῇ ἀναῤῥοφή‐
10σει τοῦ ἀνδρός. πλείου· πεπληρωμένου, ὅθεν καὶ κρητι‐ κῶς γέγραπται διὰ τοῦ ει διφθόγγου. πειρώμενος· δοκιμάζων. ἀμφιφορῆος· πίθου, τοῦ ἀμφοτέρωθεν φερο‐ μένου.

4

.

463

Ἤρεισεν· ἥρμησεν (οσεν), ἡδραίωσεν. φυση‐ τῆρα· αὐλὸν, τὸν σίφωνα.

4

.

464

Ἐρύει· ἕλκει. μέθυος· οἴνου.

4

.

466

Κυμαίνουσαι· φυσώμεναι.

4

.

468

Ἄκικυς· ἀσθενής.

4

.

469

Ἀδινόν· πολὺ, λεπτόν.

4

.

470

Ἀγαθή· ἑτοῖμος.

4

.

471

Φύζα· φόβος, φυγή. δέδυκε· εἰσέρχεται. δέδῃε· ὑπεισέρχεται.

4

.

472

Ὑποτρομέουσι· τὰ πάντα ἅπερ ἐῶσι (sic) φο‐ βοῦνται. σύν· ἐν. χυθεῖσαι· ὁρμηθεῖσαι.

4

.

473

Ἐμπεφύασι· κεκόλληνται.

4

.

474

Ἀναγκαίοιο· βιαστικοῦ, ἀναγκαστικοῦ, ἤως καθάπερ δύναμιν δεσμοῦ ἐξ ἀνάγκης αὐτῷ (αῖς) ἐπι‐ κειμένη (ην) φέρουσι (σαι), τουτέστιν ἄλλου δεσμεύ‐ σαντος αὐτὰς ἀναγκαστικῶς.

4

.

475

Μητίσαιο· νοήσῃς, κατανοήσῃς.

4

.

476

Τοῖον· οὕτως, τοιοῦτον. ἔχονται· δεδέσμηνται.

4

.

477

Ἔργμασιν· κωλύμασι, στηρίγμασι, καλύμ‐ μασι, θαλασσίοις λίθοις κεκρυμμένοις. ἔκελσαν· ἔτυ‐ χον, ἐνέτυχον· νῆες προσέκελσαν αὐταῖς ὥσπερ ἐν φραγμῷ ἢ τοίχῳ, καὶ ἐνεποδίσθησαν ἐξ αὐτῶν.

4

.

478

Σφιν· αὐταῖς, αὐτάς. ἐνιπλήσσουσιν· ἐμπλέ‐ κονται, τύπτουσιν. ἐρετμοῖς· κωπηλασίαις.

4

.

479

Κληΐδων· ἐκ τῶν καθεδρῶν, ἐνέσχετο· ἐκω‐ λύθη.

4

.

480

Χοιράδος· ὑφάλου. ἀντιτυχοῦσα· πλήθης.

4

.

481

Βουπλῆγα· πέλεκυν.

4

.

482

Ἐτίναξε· ἔκοψεν. διέκερσε· διέκοψεν.

4

.

483

Ἀπεδάσσατο· ἐμέρισεν, ἐμερίσατο. Τάμε· ἔκο‐ ψεν. ἐκόλουσεν· ἔκοψεν.

4

.

485

Ἤμησε· ἐθέρισεν, ἔκοψεν.

4

.

486

Οἰκτρόν· ἐλεεινὸν, ἐλέους ἄξιον. μογεροῖσιν· ἀθλίοις.

4

.

487

Ἀνέηκαν· ἀνέδωκαν, ἀφῆκαν.

4

.

488

Γόμφος· δεσμὸς, συναγμός. ἄρηρεν· ἥρμοσται.

4

.

489

Καὶ μέν τις· γράφεται καί κέν τις. παλάμῃ‐
σιν· ἐν.352

4

.

490

Ἀντιάσας· τυχών. ἀμήσαιτο· λάβῃ, σωρεύσῃ, συναγάγῃ, ἀποσπάσῃ.

4

.

491

Φράσσωνται· νοήσωνται. πεπτηυίας· κειμένας, συνηγμένας. περιπτύσσουσιν· ἀποκλείουσι, κρύπτουσιν.

4

.

494

Νόσφι· χωρίς. ἀφύῃσιν· ἐν.

4

.

496

Νήησαν· συνῆξαν, ἐσώρευσαν. χύσιν· σωρόν.

4

.

497

Ἐργατίναι· θερισταὶ, γεωργοί· παραβολή· ἐρ‐ γατίνης ὁ θεριστὴς, καὶ κλίνεται ἐργατίνου. δηοῦς· θέ‐ ρους, τῆς γῆς, τοῦ θερισμοῦ τῆς γῆς. τελέσαντες· πλη‐ ρώσαντες.

4

.

498

Πνοιῇσι· ἐν. ἐρετμοῖς· λικμητηρίοις, τριόδουσι, πτύοις.

4

.

499

Εὐτροχάλοιο· στρογγύλου. ἀλωῆς· ἁλῶνος.

4

.

500

Ἐνηήσαντο· συνῆξαν, ἐσώρευσαν.

4

.

501

Πυροδόκος· σῖτον δεχομένη, ἅλως. στεφάνη· ἡ περιφερὴς ἅλως.

4

.

503

Ἀγχιάλοιο· πλησίον τοῦ αἰγιαλοῦ.

4

.

504

Πηλαμύδων· Διὰ τί λέγονται πηλαμύδες; ὅτι ἐν τῷ πηλῷ μύουσι, τουτέστιν ἀμβλυωποῦσι κατὰ τὸν χειμῶνα ἐν τοῖς πηλώδεσιν· οἱ δέ φασιν, ὅτι φυσικῶς τῷ ἑτέρῳ τῶν ὀφθαλμῶν ὁρῶσι, τῷ δὲ λοιπῷ οὐκέτι,
5καὶ τοῦτο τεκμηριοῖ ὁ Αἰσχύλος λέγων·
τὸ σκαιὸν ὄμμα παραβαλὼν θύννου δίκην.

4

.

505

Εἰλείθυιαι· γεννήματά εἰσιν, γεννήσεις.

4

.

506

Κεῖναι· αἱ θύνναι. Μαιῶτις· ἔστι θάλασσα ὑπερ‐ άνω τοῦ Εὐξείνου πόντου, ἥτις εἰς τὸν Εὔξεινον πόν‐ τον εἰσρέει καὶ ἐξ αὐτῆς τῆς Μαιώτιδος καλεῖται καὶ ὁ Εὔξεινος πολλάκις Μαιῶτις, ἡ μαιεύουσα ἢ τρέφουσα
5τοὺς ἰχθύας. ξυμβάλλεται· εἰσέρχονται.

4

.

507

Δονακῆας· καλαμῶνας.

4

.

508

Ὑδρηλούς· καθύγρους, διύγρας, καθύλους. ὠδῖ‐ νος· τῆς γεννήσεως. ἐπαλγέος· δεινοτάτης.

4

.

509

Μεταδρομάδην· μετὰ σπουδῆς. μετατροπάδην· μεταδρομάδην, μετὰ δρόμου, ἢ ἐπιτρέχουσαι.

4

.

510

Σχοίνοισι· βρύοις, βρούλοις, σχῖνος δὲ δένδρον.

4

.

511

Ὥρη· ὁ καιρός.

4

.

512

Πρῶτον· πρώτως. ἐπιψαίρωσι· κινηθῶσιν. πό‐ ροιο· τοῦ πόντου. πειρήσονται· δοκιμάσωσι, δοκίμασον.

4

.

513

Μετά· εἰς.

4

.

514

Ἠβαιαί· ἀσθενεῖς.

4

.

515

Βάθιστον· ὥσπερ παρὰ τὸ ἡδὺς ἥδιστος, οὕτω καὶ παρὰ τὸ βαθὺς βάθιστος.

4

.

516

Κλήροισι· καθέδραις. τετύχθαι· κατασκευάσαι.

4

.

517

Μέλας· πόντος, παρὰ τὸ μὴ λάω ἢ τὸ οὐ βλέπω. λάβρος· ἀπὸ τοῦ λίαν καὶ τοῦ βορός.

4

.

518

Ὑπέροπλοι· ἰσχυροὶ, ἀναίσχυντοι. ἐπιθρώσκου‐ σιν· ἐπιτρέχουσιν.

4

.

519

Πεφύασι· εἴσιν, ὑπάρχουσιν.

4

.

520

Πηλώεντες· ἀττικὴ ἐπαύξησις. ἀθέσφατοι· ἀκατανόητοι, ἄλεκτοι. πολλά· τῶν βοτανῶν.

4

.

521

Τίκτεται· οἷον σκώληκες. δαῖτας· τροφὰς, βρύα καὶ τὰ τοιαῦτα· ἐκ τούτων γὰρ τρέφονται οἱ ἰχθύες·
γράφεται δέμας. ὀφέλλει· αὐξάνει, αὔξει, φύει.Column end

4

.

522

Ἔνθα· ἐκεῖ. κέλευθα· ὁδοί.

4

.

523

Ἐσμοῖσι· πλήθεσιν. περιώσιον· περισσότερον.

4

.

524

Φρίσσουσι· φοβοῦνται. δυσαέα· δύσπνευστον, δύσπνοον. ὁρμήν· πνοήν.

4

.

525

Χεῖμα δέ· ἱστοροῦσιν ὅτι ἡ πηλαμὺς ἀμβλυω‐ πεῖ κατὰ τὸν καιρὸν τοῦ χειμῶνος ἐν τοῖς πηλώδεσι τόποις, τινὲς δέ φασιν, ὅτι τῷ ἑτέρῳ τῶν ὀφθαλμῶν ὁρῶσι φυσικῶς, τῷ δὲ λοιπῷ οὐκέτι, ὡς καὶ Αἰσχύλος·
5
τὸ σκαιὸν ὄμμα παραβαλὼν θύννου δίκην. ἀπαμβλύνει· ἐκτυφλοῖ.

4

.

526

Ἔνθα· ὅπου.

4

.

527

Μένουσι· καρτεροῦσιν.

4

.

528

Λαρόν· ἡδὺ, τὸ γλυκὺ ἢ τὸ θερμόν. τῇδε· ἐκεῖ, ἐνταῦθα, ἐκεῖ δ’ αὐτοῖς ἡ ἐπιθυμία ἀνύεται τῆς γονῆς, τουτέστι τῆς συνουσίας. ἄνεται· γίνεται, αὐξάνε‐ ται. εὐνῆς· εὐναῖς.

4

.

529

Παλίμποροι· παλιμπόρευτοι. ἵενται· πορεύονται.

4

.

530

Μόγον· τόκον.

4

.

532

Ἀγρώσσουσι· ἀγρεύουσιν αὐτὰς θήραν χαλεπὴν καὶ εὐτρεπῆ τοῦ πολέμου.

4

.

533

Ἀργαλέην· ἐπίπονον, ἀτερπέα, ἀνευφρόσυνον. δηϊοτῆτος· πολέμου, ἀγρεύσεως.

4

.

534

Θεσμὸν ὑφ’· ὑπὸ νόμον. αἱματόεντα· αἱματη‐ ρὸν, αἱματικά.

4

.

535

Πάχετός τε μεγίστη· παχεῖα.

4

.

536

Στιβαρή· στερεά. δοκίς· ξύλον. ἄκρῃ· τῆς δοκίδος.

4

.

537

Πολλὴ μέν· διὰ τὸ εἰδέναι δηλονότι.

4

.

538

Ἐπασσύτεραι· πυκνότεραι, πυκναί.

4

.

539

Ἐπίμηκες· μακρότατον. ἀμφιβέβηκε· περὶ τὸ ξύλον δέδεται, εἰς αὐτὸ τὸ ξύλον δέδεται.

4

.

540

Δουρί· κώπῃ. ἀναπλώσαντες· ἀναχθέντες. βάθιστος· ὑπάρχει.

4

.

541

Ἠερόεντα· σκοτεινόν. περικρατές· ἰσχυρόν.

4

.

542

Εἰλατίνου· ξύλου, ἀπὸ τοῦ ἄκρου ξύλου τῆς δο‐ κοῦ τῆς ἀπ’ ἐλάτης δένδρου. κρατερὸν σθένος· τὴν ἰσχυ‐ ρὰν δύναμιν.

4

.

543

Σπερχόμενον· βαρυνόμενον, κινούμενον. καταῤ‐ ῥεπές· κατωφερὲς γινόμενον, κάτω ῥέπον.

4

.

544

Σεύεται· ὁρμᾷ. ἔνθα· ἢ ἐν τῇ ἐσχάτῃ ῥίζῃ.

4

.

545

Προὔτυψεν· ἐφάνη. ἰλύσι· ῥύποις. πεπτηυίαις· κειμένας.

4

.

546

Ἕλε· προσέπεσεν. ἐτόρησεν· προσεπέβαλεν.

4

.

547

Ἐληλαμένας· πεπηγμένας.

4

.

549

Θρασυκάρδιος· ἀνελεήμων, ἀπηνής.

4

.

550

Θήρης· ἕνεκα.

4

.

551

Ἐλήλατο· διῆλθεν, ὥρμησεν.

4

.

553

Οὔταται· τέτρωται. νηδὺν δ’ ἑτέρης· ἕλε συνεκ‐ δοχικῶς.

4

.

554

Ἄρης· ὁ σίδηρος. κενεῶνα· λαγόνα. πέπαρται· διαπερόνηται.

4

.

555

Κλιθέντος· παυθέντος, παύσαντος, τραπέντος· ὁμοιοῖ καὶ εἰκονίζει τὸ εἴδωλον τοῦ πολέμου, τουτέστι
τῶν ἐκ τοῦ πολέμου νεκρῶν. ἐνυαλίοιο· πολεμικοῦ.353

4

.

556

Δουριφάτους· δορυφονεύτους. ἐξανελόντες· Καλ‐ λίμαχος ἄπελον τὸ ἕλκος λέγει ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ πελῶ τὸ πλησιάζω, τὸ ἑλκυσθὲν καὶ διακριθὲν κατὰ διέχειαν σῶμα· τὰ γὰρ ἕλκεα πολλὰ
5καὶ αἰόλα ἐν τοῖς σώμασι τῶν νεκρῶν.

4

.

557

Στέλλουσιν· ἀπατοῦσιν (ἄγουσιν).

4

.

558

Μυρόμενοι· θρηνοῦντες. σώμασι· ἐν τοῖς.

4

.

559

Ἕλκεα· τραύματα. βολαί· κατατοξεύσεις.

4

.

560

Ἐπιπρέπει· φέρει.

4

.

561

Εἴδωλον πολέμοιο· τὸ ὁμοίωμα, ὁ σίδηρος.

4

.

562

Ἀφαυρῶν· ἀσθενῶν.

4

.

563

Κνέφας· νύκτα, σκότος

4

.

564

Ἐμπίπτει· ἔλθῃ, εἰσέρχεται. ὀρφναῖον· κατὰ τὸ σκότος.

4

.

565

Ὄρφνῃ· σκοτίᾳ. ἀτυζόμεναι· φοβούμεναι.

4

.

566

Κοῦφα· λεπτὰ, ψιλά. ἐλαφρῶν· ψιλῶν.

4

.

567

Βίῃ· δυνάμει. θείνοντες· τύπτοντες.

4

.

568

Δοῦπον· γράφεται νῶτον. κοντοῖς· κονταρίοις. καταΐγδην· ὁρμητικῶς.

4

.

569

Σμαραγῆς· γράφεται μαρμαρυγῆς. μαρμαρυ‐ γῆς· φαντασίας, κινήσεως, ἐκλάμψεως. πολυαρέος· πο‐ λυκωπηλάτου. ὁμάδοιο· θορύβου.

4

.

570

Φυζαλέαι· φυγάδες, φεύγουσαι. ἵενται· εἰσέρ‐ χονται.

4

.

571

Ἀτρέμας· ἡσύχως. ἑστηῶτος· ἱσταμένου.

4

.

572

Δούποιο· κτύπου. εἰσεπέρησαν· ἦλθον, εἰσῆλθον.

4

.

573

Ἐπισπέρχους’· σπουδάζουσιν.

4

.

575

Σχοίνους· σημείωσαι· Σχοῖνος πόλις, σχοῖνος (σχῖνος) δὲ δένδρον. κινυμένας· πεπλεγμένας. ἀνεμώ‐ λια· ματαῖα.

4

.

576

Εἰλύμεναι· κρυπτόμεναι. εἱλόμεναι· συγκλειό‐ μεναι, συσφιγγόμεναι πρὸς ἀλλήλους. ἐσπείρηνται· ἀθροίζονται, συναθροίζονται· σπεῖρα ἡ ἕλιξ τοῦ ὄφεως λέγεται, ἐνταῦθα δ’ ἐσπείρηνται ἀντὶ τοῦ συνεσφίγχθη‐
5σαν· σπεῖρα γὰρ τὸ σύνταγμα καὶ τὸ ἄθροισμα· σπεῖρα γὰρ καὶ ὁ ἐντυλιγμὸς τοῦ ὄφεως· ἐσπείρηνται (Cod. ανται) ἀντὶ τοῦ δίκην ὄφεως συσφίγγονται.

4

.

577

Ἀρήσαιτο· ἐπεύξαιτο.

4

.

578

Θορεῖν· ὑπερπηδῆσαι.

4

.

579

Κινύμενον· ὁρμούμενον. δεῖξαι· ταῖς ἄλλαις. πόρον· ἔκβασιν.

4

.

580

Ὑπὲρ κούφοιο λίνοιο· ὑπερπηδῶσαι τοῦ λίνου.

4

.

581

Ἀΐσσουσι· ὁρμῶσιν.

4

.

582

Ἁλιπλάγκτων· θαλασσοπλανήτων. νεμεσήσει· ὀργίσθη.

4

.

584

Ἔξαλοι· ἐκτὸς τῆς ἁλὸς, ἐκτὸς τῆς θαλάσσης. ἐνέχονται· δεσμοῦνται.

4

.

585

Μηρίνθῳ· σχοίνῳ. πολυδινέϊ· πολυκινήτῳ. πεπτηυῖαι· κείμεναι· γράφεται πεφρικυῖαι.

4

.

586

Ὀρέστεροι· ὀρεινότεροι· παραβολή.

4

.

587

Ἄναλκιν· ἀσθενῆ. εὐαγρέϊ· εὐαγρεύτῳ.

4

.

588

Μηρίνθων· λίνων ἢ σχοίνων. στέψαντες· στε‐ φανώσαντες, περικυκλώσαντες. δρίος· δάσος, ὄρος.

4

.

589

Θοά· ταχύτατα.Column end

4

.

590

Ἠλέματα· ματαίως, ματαῖαι· ἠλέματον τὸ μά‐ ταιον. Ἠλέματα ἀπὸ δύο λέξεων ὁμοδυνάμων σύγκει‐ ται, τὸ (τοῦ) ἠλεὸν καὶ τοῦ μάταιον, καὶ γίνεται ἠλέ‐ ματον ὥσπερ ἀπὸ τοῦ ὄρω καὶ τοῦ θύνω τὸ ὀροθύνω, καὶ
5ἀπὸ τοῦ χέω καὶ ῥέω καὶ νάω χρόνος. πτώσσουσι· φοβοῦνται. κενόν· μάταιον.

4

.

591

Μαψιδίαις· ματαίαις. μαψιδίως· ματαίως. πτερύγεσσι· κατὰ παράχρησιν πτέρυγας τὰ πτερά. ἀτυζόμεναι· φοβούμεναι.

4

.

593

Δύπτης· κολυμβητής, δύτης κατ’ ἔλλειψιν τοῦ π, ἤως ὁ ἐν τῇ θαλάσσῃ δύων κολυμβητής. εὐμήχα‐ νος· ἐπιστήμων.

4

.

594

Δόλου· δελεάσματος.

4

.

595

Χέρσον ἀμειβόμενος· βαδίζων ἐν τῇ γῇ.

4

.

598

Εἰλόμενοι· κρυπτόμενοι. πτώσσουσιν· κεῖνται.

4

.

599

Δόχμιοι· πλάγιοι. ἀναφρίσσουσι· ὁπλίζονται, ὀρθοῦσιν, ἀνορθοῦσιν.

4

.

600

Μετακλίνοντες· τιθέντες, μεταβάλλοντες. σκο‐ λόπεσσιν· ὀξύτησιν, ὀρθοῖς ξύλοις.

4

.

601

Περίδρομον· στρογγύλον. ἀλωῆς· ἀμπέλου.

4

.

602

Ἀγρονόμοι· οἱ γεωργοὶ, οἱ ἔχοντες τὴν τροφὴν ἐκ τοῦ ἀγροῦ. σίντῃσι· βλάπτουσι, κλέπταις. μεγάπο‐ νον· μέγαν πόνον.

4

.

603

Ἐσβαίη· εἰσέλθῃ. σκῶλοι· ἐμποδιστικοὶ, ὀρθὰ ξύλα. ἐρητύουσι· κωλύουσιν.

4

.

604

Ἐνιχρίμψειεν· προσψαύσειεν. ἑτοίμοις· ἀντὶ τοῦ ἰσχυροῖς παρὰ (περὶ?) τὸ κρατηθῆναι, εὐχερέσι, προχείροις, εὐτόλμοις περὶ τὸ κρατεῖσθαι.

4

.

605

Φρίσσουσι· πεπύκνωνται, ἀνορθοῦνται.

4

.

606

Πρόκροσσαι· ὀξύτητες, ἐξέχουσαι. πυκινῇσιν· ὀξύτησιν. σταλίκεσσιν· ταῖς ὀξυτέραις ἐκ μεταφορᾶς τῶν κινητικῶν· στάλικες τὰ πολυβέργια.

4

.

607

Ἰδμοσύνῃσιν· ἐμπειρίαις. κεύθεα· βάθη.

4

.

608

Ἐσσυμένως· ὡρμημένως. δύοιτο· εἰσέλθῃ εὐ‐ κτικὸν ἀντὶ τοῦ προστακτικοῦ, ἀντὶ τοῦ εἰσελθέτω. ἢ οὕτως· εὐκτικὸν ἀντὶ τοῦ νὰ εἰσέλθοι τὸ ἐν ταῖς ἐμπο‐ ρίαις· ὁμοίως καὶ τὸ περιφράσσοιτο. περιφράσσοιτο·
5περιβλέψοιτο.

4

.

609

Κλίσις· ῥοπή.

4

.

611

Καταῤῥέξειεν· κατακρατήσειεν (sec. m. ησάτω). ἐπικλίνοι· ἐπιφέροι (sec. m. φερέτω). πιέζων· συσφίγ‐ γων, ἐπισφίγγων.

4

.

613

Ἀστεμφεῖς· ἀχώριστοι.

4

.

615

Ἀναπλώει· ἀναχωρεῖ. πανεπίκλοπον· δόλιον.

4

.

616

Πετραίην δὲ σκίαιναν· ἡ σύνταξις τρισσῶς, ἢ κατὰ στιγμὴν, ἢ κατ’ ἐπένθεσιν εἰς προθέσεως, ἢ κατ’ ἀντίπτωσιν.

4

.

617

Σπιλάδεσσιν· ὑφάλοις πέτραις. ἐπέσσυτο· ὥρ‐ μησεν.

4

.

618

Χειήν· κατάδυσιν. εἰσεπέρησεν· ἐπέδραμεν. περίδρομον· κυκλοτερῆ. χαράδρην· παρὰ τὸ κεχαρά‐ δραι (άδαται?)

4

.

619

Ἁλίῃσι· θαλασσίαις.

4

.

620

Οἷον· δυνατόν.354

4

.

621

Οἶον· μόνον.

4

.

622

Φράξασθαι· καλύψαι, περικαλύψασθαι.

4

.

623

Ἐφορμήν· ἐπέλευσιν.

4

.

624

Ὠμηστῆρος· ὠμοφάγου· παραβολή.

4

.

625

Βουβαλίς· βούβαλος.

4

.

626

Μαψιδίην· ματαίαν. προτιβάλλεται· ποιεῖ.

4

.

628

Δαρδάψῃ· καταφάγῃ. ὁμοίϊον τὸ αὐτό.

4

.

630

Τοιάδε καί· οὕτω καὶ ἡ στρουθοκάμηλος ποιεῖ ὡς ἡ βουβαλίς. Λιβύης πτερόεν βοτόν· τὸν στρουθοκά‐ μηλον λέγει. ἀγκυλόδειρον· λοξοτράχηλον.

4

.

631

Μελέη· ματαία. ἔπλετο· ἐγένετο.

4

.

632

Ἀταλή· ἁπαλή. μελέῃσι· ματαίαις. ἐλπωρῇσι· ἐλπίσιν.

4

.

633

Μιν· αὐτόν. ἐρυσσάμενος· ἑλκύσας.

4

.

634

Ἀνέδυ· ἀνῆλθεν. ἀφραίνουσαν· κενομένην (ου‐ μένην?). ἔφηνε ἔφανεν, εἶπεν, ἐφόνευσε καὶ ἔδειξεν.

4

.

635

Ἐδάην· ἔμαθον. ἁλιεργέα· τὰ τῆς θαλάσσης ἔργα.

4

.

636

Πικρὸν ὄλεθρον· ἐδάην.

4

.

637

Ὁμοίϊος· κακή. αἶσα· θάνατος. κιχάνει· κατα‐ λαμβάνει.

4

.

638

Κύρτων τ’ ἀγκίστρων· ἐκ τούτων πάντων ἀγρεύονται τὰ λοιπά. πολυπλεκέος· βαθύ.

4

.

639

Ἔντεα· ἅρματα, ὅπλα. τέχνης· ἤως ἐργαλεῖα.

4

.

640

Ὑπηματίους· κατὰ τὴν ἡμέραν· πολλάκις γὰρ τῷ φωτὶ ἀγρεύονται οἱ ἰχθύες. ἕσπερος· κατά.

4

.

642

Γλαφυρόν· βαθύτατον.

4

.

643

Ἀτρεμέουσιν· ἡσυχάζουσιν. ἀείδελον· ἀφανῆ.

4

.

646

Ῥιπῆς τριγλώχινος· τῆς ὁρμῆς τοῦ μὴ προση‐ νοῦς τριόδοντος τυχόντες.

4

.

648

Φαρμακταῖς· πανούργοις, πανουργοτάτοις· τι‐ νὲς γὰρ τῶν ἰχθύων φαρμάκοις ἀγρεύονται. λυγρόν· χαλεπόν.

4

.

650

Ἐπασσυτέραις· συχνοτέραις.

4

.

651

Αἰκίῃσιν· τύψεσιν.

4

.

652

Εἱλεῦσιν· συστρέφουσιν, συγκλείουσι τὴν πο‐ ρείαν, τὴν κίνησιν, τὸ πλῆθος τῶν ἰχθύων.

4

.

653

Κοιλοφυῆ· λακκώδη, βαθῆ. ὑπαγνύμενον· μερι‐ ζόμενον. ὑπαγνύμενοι· ὑποκυκλούμενοι.

4

.

654

Δύνουσιν· ὁρμῶσιν.

4

.

657

Περιπροβαλόντες· στησάμενοι. ἀνάρσια· ἐχθρά.

4

.

658

Ἄργιλον· λευκήν. πίειραν· λιπαράν. ἀείρας· συνάξας.

4

.

659

Ἐφήμισαν. ὠνόμασαν.

4

.

660

Φυρήσατο· ἔμιξεν.

4

.

661

Λίνων ὑπέρ· ὑπεράνω τῶν δικτύων. ἐγκατέ‐ παλτο· ἔῤῥιψεν. αὐτῆς· αὐταῖς.

4

.

662

Δυσαέα· κακόπνευστα.

4

.

663

Ἐχθοδοποῖο· μισητοῦ, ἐχθρώδας (ους). ἐξε‐ μίηνε· ἐμίανεν.

4

.

664

Παλίνορσον· ὀπισθόρμητον. φαρμάξαντα· φαρ‐ μακοποιήσαντα.

4

.

665

Αἶψα· ταχέως. ἀνάρσιος· μισητός.

4

.

666

Ἀχλύϊ· σκοτίᾳ.

4

.

668

Ἀτυζόμενοι· φοβούμενοι. χέονται· σκοτίζονται.Column end

4

.

670

Πικροτέρη· ἐστίν. πέφυρται· μέμικται.

4

.

671

Ὀλοῇ· ἐν. ὀδμῇ· ὀσμῇ.

4

.

673

Ἐπαΐγδην· συντόμως, ὁρμητικῶς.

4

.

674

Πίπτουσι· περιπίπτουσιν. διεκθορέειν· διεξελ‐ θεῖν καὶ ἀποφυγεῖν τὴν κακότητα.

4

.

675

Ἀλεωρή· ἀνάπαυσις.

4

.

676

Ἅλμασι· πηδήμασιν.

4

.

677

Τειρόμενοι· δαμαζόμενοι.

4

.

678

Φύσημα· πνοή.

4

.

680

Ἀκηδέες· ἄλυποι.

4

.

682

Στονόεσσαν· στενακτικήν. ἀϋτμήν· πνοήν.

4

.

684

Λωβήτορι· βλαπτικῷ, ἐπονειδίστῳ. πότμῳ· θανάτῳ.

4

.

685

Ὡς δ’· συμβαίνει· παραβολή.

4

.

686

Φροῦδον· κρυπτὸν, ἀφανῆ. ἐελδόμενοι· ἤως δόλον ἐλπίζοντες. ῥαῖσαι· φθεῖραι. ἀνιεῖσι· ἐνδίδωσιν (ουσιν), καταλείπωσι, ῥᾳθυμοῦσιν.

4

.

687

Ἐπί σφισιν· κατὰ τῶν πολιτῶν.

4

.

688

Φάρμαξαν· ἐμίαναν. ὀλέθριον· πῶς, ὀλεθρίως.

4

.

689

Ὀϊζύϊ· κακοπαθείᾳ. μοχθίζοντες· κακοπαθοῦντες.

4

.

690

Ὕδατι· ἐν. στυγερόν· μισητόν. ἀεικέα· κακὸν, ἀπρεπῆ.

4

.

692

Ἀδευκέϊ· πικρῷ, ἀπρεπεῖ.

4

.

693

Ὑποδμηθέντες· δεσμηθέντες.

5

t

ΕΙΣ ΤΟ Ε.

5

pinax

Περιοχαὶ τοῦ πέμπτου βιβλίου· ὅτι χαλεπώτερα τὰ εἰνάλια κήτη τῶν χερσαίων θηρίων, οἷον κύων, πόρδα‐ λις· περὶ δελφίνων ἔρωτος ἱστορία, περὶ σπογγοτόμων, καὶ πῶς κήτη δεῖ ἀγρεύειν.
5Περὶ κητῶν ἄγρας καὶ περὶ συγκρίσεως χερσαίων καὶ θαλασσίων. Περὶ κήτους χρωμένου ἰχθύϊ ἡγεμόνι καὶ τῶν ἄλλων κητῶν. Περὶ λαμνῶν. Περὶ κυνῶν.
10Περὶ φωκῶν. Περὶ χελύων. Περὶ δελφίνων. Περὶ πορφυρῶν. Περὶ σπόγγων.

5

.

1

Ἔνθεν ἔπειτ’ ἀΐων· ἐκ τούτων τῶν παρ’ ἐμοῦ σοι διδαχθέντων ἀκούων νόει, ὡς οὐδὲν τοῖς ἀνθρώποις ἀνεπιχείρητον εἰς τὸ ἐργασθῆναι, οὔτε κατὰ τὸν πλα‐ τύτατον τόπον τῆς θαλάσσης, ἀλλ’ ἀληθῶς ἐκ τῶν ἄνω‐
5θέν τις θεῶν τοὺς ἀνθρώπους ἀνέφυσεν ἰκέλην μακά‐ ρεσσι γενέθλην· φασὶ γὰρ ὡς ὕδατος μιχθέντος τῇ γῇ ἐπλάσθησαν οἱ ἄνθρωποι ὑπὸ τοῦ Προμηθέος, θεῶν δ’ ἀλείμματι τὴν καρδίαν ἀλείψας ἀπετέλεσε τὸν ἄνθρω‐ πον· τινὲς δέ φασιν ἐκ τοῦ αἵματος τῶν Τιτάνων πολε‐
10μούντων μετὰ τῶν οὐρανίων θεῶν, μάλιστα δὲ μετὰ τοῦ Διὸς, καὶ ἡττηθέντων, ὅθεν καί φασι βροτὸς ὁ ἄνθρωπος λέγεται, ὡς ἀπὸ τοῦ βρότου ἢ τοῦ αἱματηροῦ μολυσμοῦ
τῶν Τιτάνων. τεκμαίρεο· νόει, σημείου, λογίζου.355

5

.

2

Ἀμήχανον· ἀνεπινόητον, ἀντὶ τοῦ πάντα μετὰ μηχανῆς γίνεται.

5

.

3

Καμεῖν· ὥστε κοπιάσαι, ποιῆσαι, ἀδυνατῆσαι. εὐρώεντα· πλατὺν, σκοτεινόν.

5

.

4

Τις· τῶν θεῶν. ἰκέλην· ὁμοίαν. γενέθλην· γενεάν.

5

.

5

Ἀνέφυσε· ἔπλασεν, ἐγέννησεν, ἀνέφηνεν.

5

.

7

Ἀντωπόν· ὅμοιον, ἶσον. κάμε· παρέσχεν.

5

.

8

Ξυνώσας· μίξας, συμμίξας.

5

.

9

Λύθροιο· αἵματος.

5

.

10

Καθυπέρτερον· τιμιώτερον, ὑψηλότατον (τερον).

5

.

11

Ὑπείξομεν· ἐλαττωθησόμεθα.

5

.

12

Ὅσσους· πόσους. ἄτρεστον· ἄφοβον· γράφεται ἄστρεπτον.

5

.

13

Ὑπερφιάλους· εὐμεγεθεῖς. ἔσβεσεν· γράφεται ἔσπασεν.

5

.

14

Δινεύοντα· περιπατοῦντα.

5

.

15

Χαμαίζηλον· μικρότατον.

5

.

16

Ἀγηνορίῃ· ἀνδρίᾳ, δυνάμει. δμηθῆναι· ὑποταχθῆ‐ ναι, δαμασθῆναι.

5

.

17

Ἠνεμόεις· ἐλαφρότατος. ῥόθος· ἦχος.

5

.

18

Κελαινόρινον· ἔχοντα κελαινὸν δέρμα, τὸν ἔχοντα μακρὸν (μαῦρον?) δέρμα. ὑπέρβιον· μέγιστον.

5

.

19

Κλίναν· οἱ ἄνθρωποι. ἐπιβρίσαντες· δεσμήσαντες.

5

.

20

Οὐρήων· ἡμιόνων. ταλαεργόν· ἐργοπόνον, ἀχθο‐ φόρον· γράφεται τίνων (sic) ταλαεργῶν. ἑλκητῆρα· ἑλκυστῆρα· ἐκ τοῦ ἕλκω ἑλκήσω ὁμηρικῶς.

5

.

21

Πέλωρα· μέγιστα. ἐναύλοις· στενοῖς, στενώμασιν.

5

.

23

Ὠμοφάγων· θηρίων. τεκέων· τέκνων.

5

.

25

Προπέβηκεν· νικᾷ.

5

25bis

Χελύων· χελωνῶν.

5

.

27

Θαρσαλέος· ἀναίσχυντος.

5

.

28

Λάβροι· ἰσχυροί.

5

.

29

Ἀναιδείην· κατά. ἐρίσειεν· φιλονεικήσει, μαχέ‐ σαιτο.

5

.

31

Αἰνότεραι· αἰνότερον. ὕαιναι· θηλυχοῖραι.

5

.

32

Κρυερώτεραι· φοβερώτεραι.

5

.

33

Μηλονόμων· τῶν νομέων, βοσκῶν. τιθασσόν· ἥμερον. βοτόν· θρέμμα, βόσκημα.

5

.

34

Μειλιχίοισι· ἡμέροις. συνοίσεται· συντύχῃ.

5

.

35

Χλούνης· ἄγριος χοῖρος. ἄαπτοι· ἀπροσπέλαστοι.

5

35bis

Αἴθεται· ἔγκειται. ἀλκή· ἀλκήν.

5

.

37

Ῥιγεδανῇσιν· καταπληκτικαῖς, φρυκταῖς. ἀνισώ‐ σαιτο· ἐξισωθῇ, ὁμοιωθῇ, ἀνασώσει σωθῆναι (ἀνισώ‐ σειε?)

5

.

39

Πεφρίκασι· φοβοῦνται. ἀντιόωσιν· ἀντιόωσαι.

5

.

40

Δάμνανται· δαμάζονται. μέλει· οἰκεῖται, κατοι‐ κεῖται.

5

.

41

Ὑπεφράσσαντο· ἐβουλεύσαντο.

5

.

42

Ἡμερίων· ἀνθρώπων.

5

.

43

Κήτειον· κητῷον, τῶν κητῶν. ὁρμήσωνται· πα‐ ραγένωνται.

5

.

44

Ὧν· τούτων τῶν ἁλιέων. ἐρέω· εἴπω. ἀΐοιτε·
ἀκούοιτε.Column end

5

.

45

Εὐμενέται· εὐμενεῖς εὐμενέστατοι. ὀλύμπια· ἀθάνατα ἢ ὑψηλά. τείχεα· ὀχυρώματα.

5

.

47

Περίμετρα· μεγάλα. ἀναδύεται· ἀνέρχεται, εἰσέρ‐ χεται.

5

.

48

Δηθάκις· πολλάκις, ἐπιπολύ. ἔχει· οἰκεῖ. κρηπῖδα· στηριγμὸν, τὸ βάθος, τὴν βάσιν.

5

.

49

Μαιμᾷ· ἐπιθυμίαν ἔχουσι, ψηλαφᾷ. ἀζηχέϊ· ἀμετακινήτῳ.

5

.

51

Μαργοσύνην· τὴν μανίαν, ἀπληστίαν. ἀνιέντα· καταλιμπάνοντα, καταλιπόντα.

5

.

53

Ἐμπαῦσαι· κορέσαι. ἀμπαῦσαι· χορτάσαι· γρά‐ φεται ἐμπαῦσαι.

5

.

54

Ὀλέκουσι· φθείρουσιν. φέρτερος· ἰσχυρότερος.

5

.

58

Ἀθέσφατον· ἀμέτρητον.

5

.

59

Ἐεικοσόροισιν ὁμοιοτάφοις, ταῖς εἴκοσι κώπας ἐχούσαις.

5

.

60

Πλαγχθέντα· πλανηθέντα. ᾐόνος· συνίζησις.

5

.

61

Ἀγχιβαθεῖς· πολυβαθεῖς. ἐπί σφισιν· κατ’ αὐτῶν, ἐν αὐτοῖς.

5

.

62

Ὑπερφυέεσσι· μεγάλοις.

5

.

63

Βαρύγυια· νωθρά. εὔπρηκτα· εὐκίνητα, εὐκόλως κινούμενα.

5

.

64

Ἀπόπροθεν· μακρόθεν, ἐκ μακρόθεν. βαρυνόμενα· βαρυνόμενοι.

5

.

66

Ἠλιβάτοις· ὑψηλοῖς, μεγάλοις, παχυτάτοις, τοῖς λειπομένοις τῆς βάσεως. ὀψέ· μόλις, ἀργῶς.

5

.

67

Πάντεσσιν· τούτοις. ὁμόστολος· ὁμοπόρευτος.

5

.

69

Ἔξοχος· κεχωρισμένος, ἐκκεχωρισμένος. προπάρ‐ οιθεν· ἔμπροσθεν. ἐφήμισαν· ἐκάλεσαν. ἡγεμονεύει· ὁδοποιεῖ.

5

.

70

Σημαίνων· δεικνύων. ἡγητῆρα· ὁδοποιὸν, προο‐ δοποιῶν.

5

.

71

Κήτει· πάλιν κεχωρισμένως εἶπε τὸ κῆτος, οὐ τοὺς λοιποὺς θῆρας. ἑταῖρος· ἠγαπημένος.

5

.

72

Πομπός· ὁδηγὸς, προοδοποιός. φρουρός· φύλαξ.

5

.

73

Δέ· γάρ.

5

.

75

Στρωφᾶται· συστρέφεται.

5

.

76

Πιφαύσκεται· φανεροποιεῖ· ἡ οὐρὰ δεικνύει πάντα ἀληθῆ, καθάπερ φωνή.

5

.

77

Ἐστίν· δυνατόν. κορύσσεται· ἐγείρεται ἐφορμᾷ

5

.

78

Χύσις· ὕδωρ. ἀλεείνειν· ἐκφεύγειν.

5

.

79

Αὐδήεσσα· φωνητική. ὅπως· οὕτως.

5

.

82

Δέδορκεν· βλέπει.

5

.

83

Ἡνί’· χαλινούς. ἐπιτρέψας· παραδούς.

5

.

84

Ἀμφαγαπάζει· ἐπιμελεῖται.

5

.

85

Φροντίδα· φροντίσιν. τίνων· ἀποδιδούς.

5

.

86

Ἀδρανέοντα· ἀσθενοῦντα.

5

.

87

Ἐνδυκέως· ἐπιμελῶς, μετ’ ἐπιμελείας, μετ’ ἀσφα‐ λείας. μεθέπων· ἀναβαστάζων, φυλάσσων.

5

.

88

Ἔργμασιν· κωλύμασιν, ἔργοις. ἀμύνων· βοη‐ θῶν.

5

.

89

Πατρὶ δέ· γνώμη.

5

.

90

Φιλότητι· ἀγάπῃ. περιπτύσσει· φυλάσσει, περια‐
γαπᾷ. δάκος· τὸ θηρίον.356

5

.

91

Ἠΰτε· τις κυβερνήτης, καθὰ ὁ κυβερνήτης. οἴηκι· αὐχενίῳ. νέμων· διεξάγων. χαλινῷ· ἐν.

5

.

92

Γενεῆς· τοῦ κήτους. σύμφυτον· ὁμοφυές, ὁμοιοφυές.

5

.

93

Ἑκών· ἐθελουσίως. ἑταρίσσατο· ἐφιλήσατο, ἐφι‐ λιώθη.

5

.

94

Ἠνορέης· δυνάμεως. εἴδεος· μεγέθους. ὄνειαρ· ὄφελος.

5

.

95

Πραπίδων· φρονήσεως. ἀνεμώλιος· ματαία.

5

.

96

Καί τε· καί ποτε. βριάοντα· αὐξανόμενον. κατ‐ έσβεσεν· ἠφάνισεν.

5

.

97

Εὔμητις· φρόνιμος, καλόβουλος.

5

.

98

Ἀπλατῶν· πλατέων, μεγάλων. ὀλίγον· μικρόν. προτιβάλλεται· προκρίνει ἔμπροσθεν βαλών.

5

.

99

Πάμπρωτον· κατὰ τὸ πρῶτον. ἕλοι· κρατείτω. ἡγητῆρα· βοηθόν.

5

.

100

Δολώσας· ἀπατήσας.

5

.

101

Ζώοντος· τοῦ ἰχθύος. ἐπιβρίσας· ἐλθὼν, μετὰ δυνάμεως ἐλθών. δαμάσαιο· νικήσῃς.

5

.

102

Κνώδαλον· θηρίον, τὸ κῆτος. οἰχομένου· ἀφανι‐ σθέντος. θοώτερος· ὀλιγώτερος, ταχύτερος.

5

.

103

Ἔστ’· ἔκτοτε, ληφθέντος τοῦ ἰχθύος. ἰοειδέος· βαθυκοίλης, μελαίνης.

5

.

104

Παρασχεδόν· ὄν. ἐξαλέασθαι· ἐκφυγεῖν.

5

.

106

Πλάζεται· τὸ κνώδαλον. ἀπροφύλακτον· ἀδύνατον.

5

.

107

Ἀφαύστοισι· ἀφέγγοις, ἢ ἀγνώστοις. ἀφράστοισι (inter lin ἀφαυ)· ἀφωτίστοις. πόροισι· τόποις.

5

.

108

Χηρωθέν· μονωθέν. ἀρηγόνος· βοηθοῦ. ἡνιόχοιο· ὁδηγοῦ.

5

.

109

Ἔκελσε· ἔδραμεν, ἦλθεν.

5

.

110

Πέπτατ’· κέχυται, διακέχυται. ἀχλύς· σκότος.

5

.

111

Ὀτρηροῖσι· σπουδαίοις, διηγεγερμένοις, συνετοῖς. νοήμασιν· φρονήμασιν.

5

.

112

Μακάρεσσι· θεοῖς.

5

.

113

Ἀλεγεινόν· πεφοβημένον. πόνον· θηρίον.

5

.

114

Βριαρός· ἰσχυρός· παραβολή. λόχος· πληθύς. ἀντιβίοισι· τοῖς ἰχθύσι, τοῖς ἐξ ἐναντίας ὑπάρχουσιν.

5

.

115

Ἐμπελάει· προσεγγίζει. δοκεύσας· ἐπιτυχών.

5

.

116

Ἐκίχησε· κατέλαβεν.

5

.

117

Εὐμενέοντος· συντρέχοντος, βοηθοῦντος. ἐνιπλή‐ ξας· συγκρούσας. ἐδάμασσεν· ἠφάνισεν.

5

.

118

Τύρσιν· πύργον, τὰ ἄκρα τοῦ τείχους ἢ τὸν περίπατον.

5

.

119

Πυρὸς βέλος· ἢ πῦρ.

5

.

120

Δαλόν· λέγω. ἐϋδμήτων· μεγαλοδομήτων.

5

.

121

Ἁλιεύς· ἁλιευτικός. ἐγκονέουσι· σπουδάζουσι, κοπιῶσιν.

5

.

122

Ἄφρακτον· ἄοπλον, ἀφύλακτον. μετά· εἰς, ἐπί. πεφασμένου· πεφονευμένου. ἰθυντῆρος· ἰχθύος.

5

.

123

Τεκμαίρονται· στοχάζονται, κατανοοῦσιν.

5

.

124

Τά· ἃ, ταῦτά εἰσι τὰ σημεῖα τῶν μελῶν αὐ‐ τοῦ, εἴτε μέγα ἐστὶν, ἢ μικρόν. μετά· ἐν.

5

.

126

Ὑπερτέλλοι· ἀνίσταται τοῦ ὕδατος. ὑπερτέλ‐ λοιτο· ἀνατέλλοιτο, ἀναφαίνοιτο. λοφιήν· κεφαλήν,
ῥάχιν. φαείνων· δεικνύων.Column end

5

.

127

Ἦ· ὄντως.

5

.

128

Ἀνοχλίζουσα· ἀναβαστάζουσα, βαστάζουσα, ἀναπέμπουσα.

5

.

129

Τι· ὀλίγον.

5

.

130

Ἀγγέλλει· μηνύει. ἀφαυροτέροισι· μικροῖς, ἐλα‐ φροτέροις. κοῦφαι κέλευθοι· κοῦφα κέλευθα.

5

.

131

Τοῖσι· τοῖς ἁλιεῦσιν. ἐπασσυτέραις· πυκναῖς, πυ‐ κνοτέραις. ἀραρυῖα· ἡρμοσμένη, συνηρμοσμένη.

5

.

132

Θωμίγγων· σχοινίων. ξυνοχῇσι· συνδήσεσιν. πολυστρεφέεσσι· πολυκλώστοις.

5

.

133

Πρότονος· σχοινίον. βαθείης· μεγάλης.

5

.

134

Ὀλίγης· μικρᾶς. μῆκος· κατά. τιταίνεται· με‐ μάκρυται. ἄρκιον· ἀρκετόν. ἄγρην· εἰς.

5

.

135

Εὐεργές· καλέργαστον, καλῶς εἰργασμένον. ἐπ’ ἀμοιβῆς· διπλοῦν. ἐπημοιβές· ἐνηλλαγμένον.

5

.

136

Ἀκάχμενον· ἠκονημένον.

5

.

137

Οἷον· δυνατόν. ῥωγάδα· πέτραν ἐσχισμένην.

5

.

138

Τόσσον· τὸ μῆκος τοῦ ἀγκίστρου, τοσοῦτον, δυνατόν. ἴτυν· περιφέρειαν, ἤως τὸ στόμα τοῦ ἰχθύος. ὅσον· λέγω τὴν ἴτυν, τόσον, ὅσον περικαλύψαι δυνατὸν, ἢ περιλαβεῖν τὸ χάσμα ἢ τὸ στόμα τοῦ κήτους, λέγω
5τὴν ἴτυν καὶ τὴν περιφέρειαν τὴν φοβεράν.

5

.

139

Δινωτή· εὔστροφος, πολύστροφος, συστρεφομένη. ἅλυσις· δεσμοῦ. περιβάλλεται· δεσμεῖ.

5

.

140

Χαλκήλατος· ἐκ χαλκοῦ κατεσκευασμένη. ἥ κεν· ἥτις.

5

.

141

Ἀνέχοιτο· ἀποτρέποιτο. χάσματος· στόματος. αἰχμάς· ὀξύτητας. αἰχμήν· τὸ ῥῆγμα τῆς πέτρας.

5

.

142

Τροχοειδέα· στρογγύλα.

5

.

143

Στροφάλιγγας· συστροφὰς, τὰς συστροφὰς τοῦ κήτους ἃς ποιεῖται διὰ τὸ κλάσαι τὴν ἅλυσιν.

5

.

144

Φοιταλέας· ὁρμητικάς. ἀποῤῥήξειε· ἐκκόψειεν. ἰθύς· κατ’ εὐθεῖαν, ἢ εὐθύς.

5

.

145

Αἱμάσσων· ἀναιρούμενος, τὸ κρούων. περισπερ‐ χής· σπεύδων, σπουδάζων.

5

.

146

Περιστροφάδην· συστρεπτικῶς, διατρεπτικῶς. πλεκτόν· εἰς. πλαγκτόν· εἰς τὸν πεπλανημένον. εἱλίσ‐ σοιτο· συστρέφοιτο.

5

.

147

Πορσύνουσι· εὐτρεπίζουσι, παρέχουσιν.

5

.

148

Ἀπόκριτον· μέγα.

5

.

149

Ἐοικότα· πρέποντα, ὁμοιούμενα. δαινυμένοιο· τοῦ κήτους, εὐωχουμένου.

5

.

150

Ὁμόστολοι· συνεργοὶ, ὁμοῦ τεταγμένοι, οἱ τῆς αὐτῆς ὁδοῦ κοινωνοῦντες. ἄρηα· εἰς.

5

.

151

Θήγονται· ἀκονοῦνται. ἀκίδες· ξίφη, μάχαιραι, ἅρπαι.

5

.

152

Ἅρπαι· δρεπάναι. βαρύστομοι· βαρυστένακτοι. βουπλῆγες· ἀξίναι, πελέκυς.

5

.

153

Δυσκελάδοις· δυσήχοις, ἠχητικοῖς. ῥαιστήρια· βλαπτικὰ, φθαρτικά. χαλκεύονται· οἱ χαλκεῖς.

5

.

154

Ἐϋσέλμοις· εὐκαθέδροις.

5

.

155

Σιγῇ· πῶς. νευστάζοντες· κινοῦντες τὴν κεφα‐ λὴν, νεύοντες τῇ κεφαλῇ. χρέος· χρεία.

5

.

156

Στέλλονται· ἀπέρχονται. εὐκήλοισι· ἡσύχοις.357

5

.

157

Ἀτρέμα· γαληνῶς, ἡσύχως. λευκαίνουσι· τύ‐ πτουσιν. δοῦπον· κτύπον.

5

.

158

Μή τι· ἵνα. ἀλευόμενον· φεῦγον, πλανώμενον. νέοιτο· ἐκφεύγοι.

5

.

159

Βύσσαν· βυθόν. ἅλιον· μάταιον. ἄροιντο· ἐξ, λάβοιντο.

5

.

160

Ὁμαιχμήσωσι· συμμιγῶσιν, ὁμοῦ πολεμήσουσιν, ὁμοῦ τὰς αἰχμὰς προβάλωνται (Cod. αλούνται). ἀέθλῳ· ἀγῶνι. ἀέθλων· ἀέθλῳ.

5

.

161

Δόλον· δελέατος. προὔθηκαν· ἔπεμψαν.

5

.

162

Πελώρῳ· μεγίστῳ.

5

.

163

Ἆλτο· ἐπήδησεν, ὥρμησεν. πιθήσας· ὑπακούσας.

5

.

164

Μάρψε· κατέπιεν, ἔλαβεν. ἐπιθύσας· ὁρμήσας. γναπτόν· ἐπικαμπῆ, συνεστραμμένον. δόλον· γράφεται μόρον. μόρον· θάνατον.

5

.

165

Κατέδυ· εἰσῆλθεν. τεθοωμένον· ἠκονημένον. εὐ‐ ρέϊ· πλατυτάτῳ.

5

.

166

Γλωχῖσιν· ὀξύτησιν. ἕλκεϊ· πληγῇ. ὀρινθείς· διαταραχθείς.

5

.

167

Ἀσχαλόων· ταρασσόμενος. ἀντία· τῇ καὶ τῇ. πάλλει· κινεῖ.

5

.

168

Χαλκείην θώμιγγα· χαλκίνην ἅλυσιν. διαῤῥαῖ‐ σαι· κόψαι, διακόψαι. μενεαίνων· προθυμούμενος.

5

.

169

Ἄρα· ὄντως. κενεός· μάταιος.

5

.

170

Σπερχόμενος· ταρασσόμενος. φλογέῃσι· ἐν. ὀχθίζων· στενάζων.

5

.

171

Ὑποβρυχίοισι· βαθυτάτοις.

5

.

172

Ἐπιτρωπῶσιν· ἐνδίδουσι, χαλῶσιν.

5

.

173

Σθένος· τόσον.

5

.

174

Αὖ· ὀπίσω. ἀναινόμενον· μὴ θέλοντα.

5

.

175

Βριθύ· βαρὺ, μέγα. πέλωρ· θηρίον, σημεῖον. ῥέα· εὐκόλως. σέλμασι· σανιδώμασι, καθέδραις.

5

.

177

Οἱ· αὐτῇ, αὐτῷ. προσαρηρότας· κεκρατημένους. εὐρέας· πλατεῖς.

5

.

178

Πεπληθότας· γέμοντας.

5

.

179

Δυομένῳ· κατερχομένῳ. ὀχθίζων· στενάζων. ὀχθίζων ὀδύνῃσι· λυπούμενος.

5

.

180

Ῥινῶν· ἀσκῶν, δερμάτων. ἀλέγει· φροντίζει. κατὰ δ’ ἔσπασεν· κάτω ἤγαγεν.

5

.

181

Λελιημένους· ἐπιθυμοῦντας, τοὺς ἀσκούς. ἐθέ‐ λοντες· ἐθέλοντας.

5

.

182

Μεμογηότι· κεκοπιακότι, κακοπαθοῦντι.

5

.

183

Ἀφριόων· μαινόμενος. τετιημένος· κεκοπια‐ σμένος, τετιμωρημένος, τιμωρούμενος.

5

.

184

Ἱδρῶτ’· ἢ δρόμον, κόπον. ἐξανύσας· πληρώσας. καματώδεα· πολυκόπωτα λέγω. τέρματος· ἀγῶνος, πληρώματος, ἀπὸ τοῦ καμπτοῦ ἢ τοῦ δρόμου δηλονότι.

5

.

185

Αἱματόεντι· αἱματηρῷ, ἐπειδὴ σφιγγόμενοι πολλάκις αἷμα ἐκβάλλουσιν. γένυν· τὸ στόμα. σκο‐ λιοῖσι· ἐν.

5

.

186

Ἐμπρίει· διατιτρώσκει, μολύνει, κόπτει, καὶ ἐγκρούει. κίδναται· σκορπίζεται, ἐκβαίνει. ἆσθμα· πνεῦμα.

5

.

187

Ἀσθμαίνων· φυσιῶν, πνείων.Column end

5

.

188

Ἱεμένῳ· θέλοντι. ἐπιτρωπῶσιν· παραχωροῦσιν, καταλίπωσιν, οὐκ ἐπιτρέπουσιν, οὐ συγχωροῦσιν· ἀνα‐ κουφίζουσι γὰρ αὐτόν.

5

.

189

Σπεύδουσι· ἔρχονται. ἔξαλοι· καὶ ἔξω.

5

.

190

Ἀειρόμενοι· ἐπαιρόμενοι. ἵσταται· γίνεται.

5

.

192

Μαψιδίην· ἰσχυροτάτην.

5

.

193

Ἀμύνασθαι· ἀντιπαρατάξασθαι, μαχέσασθαι, τιμωρῆσαι. ἀνίσταται· φεύγει. οὐδέ τε· γράφεται οὐδέ ἑ.

5

.

194

Ἀλευομένοισιν· ἐγκλίνουσι καὶ φεύγουσιν.

5

.

195

Ἀσχαλόων· ἀμηχανῶν, λυπούμενος. μυχάτην· βαθεῖαν.

5

.

196

Ἑλίσσεται· ποιεῖ.

5

.

197

Ἑκών· ἐθελούσιος. ἕλκων· εἰς ἑαυτόν. παλίν‐ ορσος· ὀπισθόρμητος.

5

.

198

Δουροτόμοι· ναυπηγοὶ, πρίσται· παραβολή. ἀεθλεύουσι· ποιοῦσιν, ἀγωνίζονται.

5

.

199

Πριόνος· διά. ἐγκονέοντες· σπουδάζοντες, σπεύ‐ δοντες, κοπιῶντες. τρόπην· η.

5

.

200

Χρειώ· χρείαν.

5

.

201

Ἄμφω· οἱ δύο. ἐρειδομένοιο· διὰ, ἢ τοῦ κό‐ πτοντος.

5

.

202

Αὖ ἐρύουσι· εἰς ἑαυτούς. ταρσός· γράφεται ἴχνος, ἡ ἔντασις καὶ ἐγχάραξις τοῦ ἴχνους τῶν ὀδόντων. ἴχνος· ἡ χάραξις, ἐγχάραξις.

5

.

203

Τέτραπται· τρέπεται· οἶμον· ὁδόν. ἀμφοτέρω‐ θεν· ἀπὸ τοῦ ἀμφοτέρου μέρους. ἑκάτερθεν· κατὰ τῶν δύο μερῶν, ἐξ ἑκατέρου μέρους τῶν ἑλκόντων.

5

.

204

Κλάζει· ἠχεῖ. πρίει· σχίζει.

5

.

205

Ῥινοῖσι· ἀσκοῖς. δαφοινῷ· φονικῷ.

5

.

206

Βιαζομένῳ (inter lin. οις)· συρομένῳ (inter lin. οις.)

5

.

207

Ἄχνην· ῥοὴν αἵματος, ἀφρόν.

5

.

208

Παφλάζων· ταρασσόμενος, καὶ ἠχῶν. ὑποβρύ‐ χιον· ὑποκάτω, μέγα. μέμυκεν· βοᾷ.

5

.

209

Φύσημα· ἦχον.

5

.

210

Ἀμβολάδην· ἀνορμητικῶς, ἄνω ὁρμητικῶς, ἀναβλυστικῶς (Cod. βλυτικῶς), ἀναβαλλόμενον (Cod. ἀναμβαλό) τῷ φυσήματι αὐτοῦ ἄλλου ἐπ’ ἄλλῳ γινο‐ μένου. ἀϋτμήν· πνοήν.

5

.

211

Κευθομένην· κρυπτομένην. δυσαέος· μεγάλου, δυσπνεύστου. αὐλίζεσθαι· ὑπάρχειν, κατοικεῖν.

5

.

212

Ἀσθμαίνει· ἠχεῖ. λάβρον· κατά.

5

.

214

Διισταμένοιο· διασχιζομένου, διασχοινιζομένου. πόροιο· ὕδατος.

5

.

215

Ἰονίοιο· Ἰόνιον λέγεται τοῦ Ἁδρίου τὸ πέλαγος, καὶ ὁ Τυῤῥηνικὸς μέσος πορθμὸς, ὃν καὶ Χάρυβδιν Ὅμηρός φησιν (Od. μ passim). κελάδοντος· ἠχητικοῦ, ἠχοῦντος (Cod. ὀχ.).

5

.

216

Διαῤῥώξ· σχίσις.

5

.

217

Λάβροισιν· μεγίστοις. ἄσθμασι· πνοαῖς, φυσή‐ μασιν. Τυφαῶνος· ἀνέμου.

5

.

219

Κάμπτουσι· κοιλαίνουσι, συστρέφουσιν. περι‐ στένεται· ἠχεῖται, στενοχωρεῖται πληρουμένη.

5

.

220

Παλιῤῥοίζῃσι· ὀπισθορμήτοις.358

5

.

222

Ξαινόμενος· μαστιζόμενος. βέμβικας· πομφό‐ λυγας, ὄγκους, τὰ λεγόμενα βομβοκύματα, οἱονεὶ κοῦφα κύματα ἢ συστρόφους (οφὰς) ἑλικάων, ἤως στρούμβας. ἑλίσσεται· ποιεῖ.

5

.

223

Ἰχθυβόλων· τῶν ἐπὶ τῇ ἄγρᾳ τοῦ κήτους ἰχθυ‐ βόλων. ἐρέσσων· κωπηλατῶν.

5

.

224

Κατάγοιτο· φέροιτο.

5

.

225

Ἅψαιτο· δεσμήσει, ἀναδησάτω. νοστήσειεν· ὑποστρεψάτω.

5

.

226

Πρυμναίοις· ὑπό. κατοχμάσας· δεσμήσας τὸ κῆτος, συνδεσμήσας, στηρίξας, καταδεσμεύσας, καὶ δήσας.

5

.

227

Παιφάσσοντα· διεγειρόμενον, συστρεφόμενον. ἐπαΐσσοντα· ἤτοι ὅτε κάμῃ, ὅταν κορεσθῇ τῶν ὀδυνῶν. μόρος· κόρος.

5

.

228

Μεθύῃ· ἐνδώσει, ἐμπλησθείη.

5

.

229

Κλίνῃ· παύσηται. ῥέψῃ· κλίνουσι, διεγείρῃ. τάλαντα· οἱ ζυγοὶ, τρυτάνας.

5

.

230

Ἀσκός· ὅταν αἱρεθῇ καὶ ῥέψῃ πρὸς τὰ τοῦ μό‐ ρου ζυγά. πείρατα· τέλη.

5

.

231

Ἀγγέλλων· μηνύων. ἄειρεν· διήγειρεν, ἀνη‐ γέρθη.

5

.

232

Οἷον· καθὰ, καθ’ ὅν. ἀλγινόεντος· ἀπὸ, χαλεποῦ.

5

.

233

Ἀργυφέοισιν· λευκοῖς.

5

.

234

Μεθέπουσιν· κυκλοῦσιν.

5

.

235

Αἴσιον· καλὴν, λαμπρότατον. ποτιδεγμένοι· προσδεχόμενοι.

5

.

238

Ἐπαντέλλουσι· ἀνέρχονται.

5

.

239

Βριθύ· μέγιστον. πέλωρ· τὸ θηρίον, τὸ κῆτος. οὐλόμενος· ὀλοθρευόμενος.

5

.

240

Μόχθῳ· καμάτῳ, τῷ μόχθῳ τῷ ὑπὸ τὸν ἀσκὸν γενομένῳ αὐτῶν. ἀλύων· ἀδημονῶν. ἕλκεϊ· πληγῇ. θυμόν· κατά.

5

.

241

Ἔγρεται· ἐγείρεται, διεγείρεται. ἀμφὶ δὲ νῆας· ἄγχι δὲ νῆας.

5

.

242

Εὐκώπους· ταχυτάτας. ἐλόωσιν· ἐπιφέρωσιν.

5

.

243

Σμαραγή· ἠχή. ἀϋτή· βοὴ, φωνή.

5

.

244

Τέτρηχεν· ἀκούεται, διεγείρεται, ἠχεῖ.

5

.

245

Κεκλομένων· καλουμένων. ἐνυάλιον· θαλάσσιον, πολέμιον. πόνον· διὰ πλοίων.

5

.

246

Δέρκεσθαι· θεωρεῖν. ἵσταται· γίνεται.

5

.

247

Φλοῖσβος· ταραχή. ἰωχμοῖο· πολέμου, διωγμοῦ, διώξεως. ἰωχμή· δίωξις.

5

.

249

Ἄγκεσι· ὄρεσι, ῥύαξι, ὀρεινοῖς τόποις. πῶϋ· ποί‐ μνιον.

5

.

250

Δρυτόμος· ξυλουργός. ὀλετήρ· φθορεύς. θῆρας ἐναίρων· κυνηγός. ἐναίρων· φονεύων.

5

.

251

Θαμβήσας· θαυμάσας, φοβηθείς.

5

.

252

Κατά· ἐπάνω. προβλῆτος· ὄχθου, ἐξοχῆς. ὑπερ‐ φίαλον· μέγαν, μέγιστον.

5

.

253

Φυλόπιδος· τῆς μάχης. θηήσατο· ἐθαύμασεν.

5

.

254

Ἐκπάγλου· καταπληκτικῆς. ἄσβεστος· διόλου,
ἀκατάπαυστος. ὀρίνει· διεγείρει.Column end

5

.

256

Πάλλει· κινεῖ. ἀκίδος· μαχαίρας.

5

.

257

Εὐκαμπῆ· περιφερῆ.

5

.

258

Ἀμφίτομον· δίστομον. πᾶσι· πάντων.

5

.

259

Βριαρή· ἰσχυρά. κρυερή (inter lin. βρια), βα‐ ρυτάτη. ἄγχι· ἀμφί. ἀμφί· ἀμφοτέρωθεν.

5

.

260

Καταΐγδην· συντόμως. ἐλόωντες· τύπτοντες.

5

.

261

Λέλησται· ἐπιλάθεται.

5

.

262

Γενύεσσι· δυνάμεως.

5

.

263

Ἐπεσσυμένας· ἐρχομένας, ἐπερχομένας.

5

.

264

Ἀλκαίῃ· οὐρῇ. λαχαίνων· σχίζων, κόπτων.

5

.

265

Ἔμπαλιν· ὀπίσω.

5

.

266

Γνάμπτει· ἀνακόπτει, κλίνει. πάλιν· ὀπίσω. ἀήτης· πνοή.

5

.

267

Ἀντίβιος· ἐναντίος, ἀντιδύναμος. ἐναντία· ἀντία. κυλίνδων· ταράσσων, ἀναστρέφων.

5

.

268

Ἐνοπή· ἡ φωνή. κέκληγεν· ἠχεῖ. ἐφιεμένων· καὶ θελόντων. πονέεσθαι· ἐνεργεῖν.

5

.

269

Ἐκχυμένοιο· διά.

5

.

270

Ὀλοῇσι· ἀπό. ζέει· βράζει, κινεῖται. ἄπλετον· πολύ.

5

.

271

Γλαυκή· μέλαινα. ἐρυθραίνεται· κοκκινίζει.

5

.

272

Ὡς δ’ ὅτε· παραβολή.

5

.

273

Οἰδματόεντα· θαλασσώδη. λόφων· βουνῶν. μιλ‐ τοκαρήνων· τῶν μίλτου ἐξοχῶν.

5

.

274

Αἱματόεσσα· κόκκινος, ἐρυθρά.

5

.

275

Κιρναμένη· σμιγομένη. ἑκάς· εἰς μακρὸν, πόῤῥωθεν.

5

.

276

Ἔχει· βαφῇ.

5

.

277

Ὣς τότε· τὸ ἑξῆς κητείου λύθρου προσπέφυρται. λύθροιο· δι’ αἵματος. πέφυρται· μολύνεται, γίνεται, σμίγεται, γέμει.

5

.

278

Φοινίσσαις· γράφεται φοίνιος. φοίνιος· αἱμα‐ τώδης. προχοῇσι· ὕδασιν, αἰγιαλοῖς, ῥοαῖς. δαϊζομέ‐ νοιο· διά.

5

.

279

Ἀφυσσάμενοι· ἀντλήσαντες. ῥόον· ἢ ἅλμην. ἄντλου· θαλάσσης. ῥόον ἄντλου· περιφραστικῶς τὴν ἀντλίαν.

5

.

280

Πευκεδανόν· πικρόν. στάζουσι· χέουσιν. μίσγε‐ ται· ἐνίεται.

5

.

281

Ἧψεν· διήγειρεν.

5

.

282

Ὡς δέ· παραβολή· ὥσπερ δὲ ναῦς ὑπὸ τοῦ αἰθε‐ ρίου πυρὸς καταφλεχθῇ. Διός· τῆς εἱμαρμένης, ἢ τοῦ οὐρανοῦ. μάστιγι· κεραυνός. τρόπιν· πλοῖον. αἰθέριον πῦρ· κεραυνός.

5

.

283

Ἀμειβομένην· ἐρχομένην. αἰθαλόεσσα· καυ‐ στική.

5

.

284

Κορύσσει· ὑψοῖ, ἀνάπτει, ἀνυψοῖ.

5

.

285

Μισγομένη· γινομένη, βαλλομένη.

5

.

286

Κορύσσει· ἀνάπτει.

5

.

287

Ἄντλου· πελάγου (ους). πυθομένοιο· μιγομέ‐ νου, σηπομένου. δυσαέος· δυσόσμου. ἦτορ· ὕδωρ.

5

.

288

Πολυτρήτοις· πολυδαμάστοις.

5

.

289

Ἤδη· ἀπὸ τοῦ νῦν.359

5

.

290

Μοῖρα· ἡ τύχη ἀναψάμενοι· δήσαντες, δεσμή‐ σαντες τοῖς σχοινίοις σύρουσιν εἰς τὴν γῆν.

5

.

291

Γηθοσύνῃ· χαρᾷ.

5

.

292

Γλωχίσι· ὀξύτησι, ξίφεσιν. πεπαρμένοις· πε‐ πηγμένοις, διαπερονισμένοις. γόμφοις· καρφίοις.

5

.

293

Νευστάζων· διανοούμενος τὸ τέλος. μόρου· ἕνεκα.

5

.

294

Παιήονα· τὸν θεόν. κυδαίνοντες· δοξάζοντες.

5

.

295

Ἐπικλάζουσι· κελαδοῦσιν.

5

.

296

Ἀείδοντες· τραγῳδοῦντες.

5

.

297

Ὡς δ’ ὁπότ’· παραβολή. διακριθέντος· παυ‐ θέντος.

5

.

298

Νῆας· τῶν ἐχθρῶν. ἀναψάμενοι· δήσαντες.

5

.

300

Γηθόσυνοι· χαίροντες. νίκης· χάριν. διαπρύσιον· μέγα. βοόωσι· ὑμνοῦσιν.

5

.

301

Ναύμαχον· ναυσὶ μαχόμενον. εἰρεσίης· διά. παιήονα· θεόν.

5

.

302

Ἀχνύμενοι· λυπούμενοι. δῄοισι· πολεμικοῖς, ἐχθροῖς.

5

.

303

Αἰνοπέλωρον· λίαν μέγα, κακὸν, μέγα σημεῖον, χαλεπὸν θηρίον. ἀναψάμενοι· ἀνάψω δήσω. δάκος· θηρίον.

5

.

305

Ἐτήτυμος· ἀληθής. ὦρσεν· διήγειρεν, ταράσ‐ σεσθαι.

5

.

306

Λοίσθιος· ἔσχατος. ἀσπαίρει· κινεῖται. δια‐ ξαίνει· μαστίζει.

5

.

307

Σμερδαλέαις· καταπληκτικαῖς. βωμῷ· τόπῳ ἱερῷ, ἢ ἁπλῶς τῇ ἐσχάρᾳ, τῷ μαγειρείῳ ἐνταῦθα.

5

.

308

Ἑλισσομένη· κινουμένη. στροφάλιγξι· ἐν.

5

.

309

Ἦ· ὄντως. λιλαίεται· ἐπιθυμεῖ.

5

.

311

Πείθεται· ὑπακούει. ἀΐσθων· ἀναπνέων.

5

.

312

Θαλάσσης· ἀπό.

5

.

313

Τραφερήν· τὴν ξηράν.

5

.

314

Μεταπνεῦσαι· μετὰ τὸ παύσασθαι, ἀντὶ τοῦ ἀναπνεῦσαι τοῦ ποντοπόρου θανάτου.

5

.

315

Μέμηλεν· διὰ φροντίδος ἔσται.

5

.

317

Πλῆσαν· ἐγέμισαν. ἀπλάτοις· ἀπλέτοις καὶ πολλοῖς· γράφεται εὐπλάτοις, ἤως μεγάλοις.

5

.

318

Κεκλιμένοις· κειμένοις. ῥίγιστος· φοβερός.

5

.

319

Πεπαυμένοιο· κειμένου.

5

.

321

Ταρβεῖ· φοβεῖται. οἰχομένοιο· ἀποθανόντος.

5

.

322

Γναθμοῖσι· στάσεσι, σιαγόσιν, τοῖς καταμαγού‐ λοις. γναθμόν· τὸ μάγουλον.

5

.

323

Ὀψέ· μόλις. ἀμφαγέρονται· οἱ ἄνθρωποι.

5

.

324

Θάμβεϊ· ἐκπλήξει. παπταίνοντες· θεωροῦντες. ἐρείπιον· πτῶμα. ὠμηστῆρος· θηρός.

5

.

325

Γενύων· ὀδόντων. στίχας· τάξεις. ἠγάσσαντο· ἐθαύμασαν.

5

.

326

Χαυλιόδοντας· τὰς ἐπικαμπεῖς.

5

.

327

Τριστοιχεί· κατὰ τρεῖς τάξεις.

5

.

328

Πολυδηρίτοιο· πολυμάχου. πελώρου· θηρίου.

5

.

329

Χαλκοτόρους· χαλκοτρυπήτους. χαλκοτόρου· χαλκοτρυπήτου. ἀφόωσιν· ψηλαφῶσιν. ὀξύπρωρον·
ὀξεῖαν.Column end

5

.

330

Θηεῖται· θαυμάζει. ἀνισταμένην· ἐξέχουσαν.

5

.

331

Ἀλκαίην· οὐράν. πολυχανδέα· πολυχώρητον, μεγάλην.

5

.

332

Ἀπέλεθρον· μεγάλην.

5

.

334

Ἤθεσιν· διατριβαῖς. τραφεροῖσι· γῆς, τοῖς γηΐνοις. ἠέ· παρό.

5

.

335

Δηθύνων· βραδύνων. ἔννεπεν· εἶπεν.

5

.

336

Ἐκόμισσας· ἐπιμελήσω (sic)· γνώμη, ὡραῖον.

5

.

337

Φορβῇ· τροφῇ· ἐν γῇ ἐτράφην, ἐν γῇ ἀποθανῶ.

5

.

338

Ἀντήσειε· ἔλθῃ. μόρσιμον· μεμοιραμένον, τὸ τέλος τοῦ θανάτου.

5

.

339

Εὐμενέοι· εὐμενὴς γένοιτο. χέρσῳ· ἀπό. ποσει‐ δάωνα· θάλασσαν. σέβοιμι· φοβοῦμαι.

5

.

340

Ὀλίγον· μικρόν. δόρυ· ξύλον.

5

.

341

Κατ’· εἰς.

5

.

343

Ναυτιλίης· πλεύσεως. ὀϊζύος· κόπου. μογέου‐ σιν· μογέω κακοπαθῶ.

5

.

344

Δυσκελάδοισι· δυσήχοις. συνιππεύοντες· συμ‐ περιπατοῦντες, συμπορευόμενοι, κινοῦντες.

5

.

345

Οὐδ’· οὐ γάρ. ἅλις· ἄρκεια, αὐτάρκης.

5

.

346

Δαιτυμόνας· φίλους. ἀτυμβεύτου· κακοτάφου, ἀθάπτου. τάφοιο· κηδείας.

5

.

347

Μυχούς· τὴν κοιλίαν. τυχόντες· πεσόντες, ἐντυ‐ χόντες.

5

.

348

Ἀχέων· θηρίων, θλίψεων.

5

.

349

Ἕκαθεν· μακρόθεν.

5

.

350

Ἐδῃώσαντο· ἠφάνισαν.

5

.

351

Δέμας· κατά. προβέβηκεν· μεγάλα εἰσίν. ὑπερφυές· μέγα, μέγιστον. ἄχθεα· βάρη.

5

.

352

Λάχεν· ἔτυχεν.

5

.

353

Θήρεσσι· εἴτε μικροῖς, εἴτε μεγάλοις. ἐοικότα· ἁρμόδια. τεύχε’· ὅπλα, τὰ κατὰ τὴν χρείαν ὅπλα.

5

.

354

Μείονες· εἰς μικρὰ τὰ κήτη.

5

.

355

Δόλος· λέγω. ῥινῶν· ἀσκῶν.

5

.

356

Ἁψῖδες κολοκύνθης ἀζαλέης· ἢ κολόκυνθαι ξη‐ ραί. ἀναπτόμεναι· δεσμούμεναι.

5

.

357

Θήρειον· τὸ τοῦ κήτους.

5

.

358

Λάμνης σκύμνοισιν· ἢ ταῖς λάμναις.

5

.

359

Τροπόν· τὸν τροπωτῆρα. ἐπαρτέα· τὸν ἐπι‐ κρεμάμενον. δεσμόν· λέγω.

5

.

361

Ἔσσυτο· ἔδραμεν. προΐει· προέπεμψεν. αἶψα· ἀμφί. σειρῇ· ὁρμῇ (ὁρμιῇ), ἁλύσει.

5

.

362

Ἐνισχόμενοι· κρατηθέντες.

5

.

363

Ῥήϊστος· εὔκολος.

5

.

365

Ἐχθοδοποῖς· μισητοῖς. μαργαίνουσι· μαίνονται.

5

.

366

Λαιμῷ· στόματι. λαβροσύνῃ· λαιμαργίᾳ.

5

.

367

Ὑβρισταί· δράκται. ἀγήνορες· ἀλαζόνες.

5

.

368

Τρέσσειαν· φοβηθῶσιν. ἀναιδείην· ἀναισχυν‐ τίαν. ἀχάλινον· ἀκράτητον.

5

.

369

Κυμαίνουσαν· παροξύνουσαν, διεγείρουσαν, αὔξουσαν. λύσσαν· μανίαν.

5

.

371

Ἐδηλήσαντ’· ἔβλαψαν. ἁλιεῦσιν· τῶν ἁλιέων, ἀντίπτωσις.

5

.

372

Ἑὴν φρένα· ἑαυτούς. πιαίνοντες· λιπαίνοντες.360

5

.

373

Δεδοκημένος· θεασάμενος, τιτρώσκων. ἰχθύ‐ σιν· ἐν.

5

.

374

Πείρας· διαπερονήσας, ἰχθῦς δέλεαρ βάλλων. μενοεικέα· πρέπουσαν αὐτῷ, πρέπουσα τῇ προθυμίᾳ.

5

.

375

Μαιμώοντας· μαινομένους, λυσσῶντας, ἐφορ‐ μῶντας, ἐπιθυμοῦντας.

5

.

376

Φώκῃ· κατὰ τῆς φώκης.

5

.

377

Τρίγλυφος· ὀξεῖα.

5

.

378

Ὄβριμον· ἰσχυρότατον. ἕρκος· λέγω.

5

.

382

Μεμαυῖαν· προθυμουμένην.

5

.

385

Ῥήξει· σχίσει, διαχύσει. ἀΐξει· φεύξεται. ἄλκαρ· βοήθεια.

5

.

386

Εἱλομένοις· κεκλεισμένοις.

5

.

387

Καθέλωσιν· ἑλκύσωσιν.

5

.

388

Ἔνθα· ἐκεῖ, ἐκεῖσε. ἰφθίμοις· ἰσχυροτάτοις.

5

.

389

Δούρασι· κοντοῖς. καταΐγδην· συντόμως.

5

.

390

Πέφνουσι· βάλλουσιν.

5

.

391

Κεφαλῇφιν· ἐν τῇ, κατὰ κεφαλῆς.

5

.

392

Χέλυες· χελῶναι.

5

.

393

Λωβήσαντο· ἔβλαψαν.

5

.

395

Θαρσαλέῳ· ἀλλὰ τῷ. ἀταρβέα. ἄφοβον.

5

.

396

Κραναήν· σκληρήν.

5

.

399

Ἀναπλώει· ἔρχεται, περιπλέει κουφιζομένη. ἀσπαίρουσα· κινουμένη.

5

.

400

Ποσίν· διὰ ποδῶν. μεμαυῖα· προθυμουμένη λαβεῖν.

5

.

401

Θείνουσι· τύπτουσιν.

5

.

402

Βροχίδεσσιν· σχοινίοις. μεθέπουσιν· σύρουσιν,

5

.

403

Ὡς δ’ ὅτε· παραβολή. νηπίαχα· μωρά. οὐρε‐ σίφοιτον· ἐν ὄρει διάγοντα, ἐν ὄρεσι πορευομένην.

5

.

405

Ἱκέσθαι· ἐλθεῖν.

5

.

406

Ῥικνά· λεπτὰ, ἤγουν ἀσθενῇ.

5

.

408

Ὁμόφυλον· ὁμογενές.

5

.

409

Λωβητόν· κρατητόν.

5

.

410

Τραφερήν· γῆν. ἀνανήχεται· γράφεται ἀνανίσ‐ σεται ἀντὶ τοῦ πορεύεται. ἀνανίσσεται· ἔρχεται, ὁρμᾷ.

5

.

411

Φολίδας· τὸ δέρμα, δέρματα. περιδαίεται· ξη‐ ραίνεται. αὖα· ξηρὰ, ξηρότατα.

5

.

412

Μεμαυῖαν· θέλουσαν.

5

.

413

Φορέει· βαστάζει.

5

.

414

Ὕψι· εἰς ὕψος. νεάτης· ἐσχάτης.

5

.

416

Ἀπότροπος· ἀπαραχώρητος, φευκτέα, κεκωλυ‐ μένη.

5

.

417

Ἐμπελάσειε· πλησιάσει. θυτήρ· θυστάς. φίλος· καλός.

5

.

418

Εὐαγέως· καθαρῶς, εὐσεβῶς, εὐαρέστως. ὁμω‐ ροφίους· ὁμοκατοίκους, ὁμοοίκους.

5

.

419

Ἑκών· ἑκουσίως. ἐπιφράσσηται· ποιήσει, ἐπι‐ φέρει.

5

.

420

Ἀνδρομέοισιν· ἀνθρωπίνοις. ἀπεχθαίρουσι· μι‐ σοῦσιν.

5

.

421

Δαίμονες· θεοί. εἰναλίων· τῶν θαλασσίων. ἡγη‐
τήρων· ἡγεμόνων, κεφαλῶν.Column end

5

.

422

Νοήματα· φρονήματα. προπόλοισι· δούλοις, δουλευταῖς, ὑπηρέταις, servis.

5

.

423

Ζηνὸς ἁλιγδούποιο· Neptunus. φιλότητι· συν‐ ουσίᾳ. γενέθλης· ἕνεκα, τῇ γενεᾷ αὐτῶν κέχρηνται οἱ θεοί.

5

.

424

Κέχρηνται· κεκραμένοι εἰσίν.

5

.

425

Ἐνηέες· οἱ πρᾳεῖς, οἱ φίλιοι, προσφιλεῖς. οἵην· κατὰ τὴν, ποταπήν.

5

.

427

Μετά· ἐν.

5

.

428

Πόνον· κατά.

5

.

429

Ὁμοκλήν· ἀπειλὴν, λαμπηδόνα.

5

.

430

Ἰπνοῦ· διὰ φαναρίου.

5

.

431

Σύνθηρον· ὁμόθηρον.

5

.

432

Ἀλέονται· πλανέονται.

5

.

434

Φοβέουσι· εἰς φυγὴν τρέπουσιν.

5

.

435

Τρωπᾶσθαι· τρέπεσθαι. ἀνάρσιον· μισητήν.

5

.

437

Σεύοντες· ὁρμῶντες. ἀμοιβαίῃς· συχναῖς.

5

.

438

Ἀτυζομένους· ταρασσομένους.

5

.

440

Ἄφυκτα· μάταια, ἄλυτα. διορχεῦνται· γίνονται, κινοῦνται.

5

.

441

Ἐλαυνομένοις· διωκομένοις.

5

.

442

Ἄνηται· τελεῖται.

5

.

443

Ἀπαιτίζουσι· ζητοῦσιν, ἀπαιτοῦσιν. ἐμπελάον‐ τες· πλησιάζοντες.

5

.

444

Ὁμοφροσύνης· ὁμογνώμου. ἀποδάσμιον· κεχω‐ ρισμένην, μεμερισμένην. αἶσαν· μοῖραν.

5

.

445

Ἠνήναντο· ἠρνήσαντο.

5

.

446

Ὑπερφιάλως· ἀλαζονικῶς. ἀλίτηται· οὐ δώσει, ἁμαρτήσει.

5

.

447

Ἀρηγόνες βοηθοί.

5

.

448

Λεσβίοιο· συνίζησις. παλαίφατον· πάλαι λεχθέν. ἀοιδοῦ· τραγῳδοῦ.

5

.

449

Ἔκλυεν· ἤκουεν. ὀχησάμενος· ἐπικαθήμενος.

5

.

451

Ἀείδων· τραγῳδῶν.

5

.

452

Ταιναρίῃ· Κορίνθῳ. προβολῇσι· αἰγιαλοῖσιν.

5

.

455

Σὺν δ’ ἤθυρε· συνέπαιζεν· ἀθύρματα γὰρ τὰ παίγνια. κελαδεινῇ· ἠχητικῇ.

5

.

456

Λιλαίετο· ἤθελεν.

5

.

457

Μίσγεσθαι· ἑνοῦσθαι. ξυλόχους· ὄρη.

5

.

458

Ἀλλ’ οὐδέ· ἀλλ’ οὐδὲ τοῦ πόθου τοῦ ἠϊθέου ἡ πᾶσα ἐπιλέληθεν Αἰολίς.

5

.

459

Παλαιόν· ὄν.

5

.

460

Ὥς· ὅτι.

5

.

461

Ἐνναίεσκεν· ὁ δελφίς. ἔχε· ᾤκει. ναύλοχον· ναυσοίκητον, νηοκατοίκητον.

5

.

462

Ἀστός· πολίτης. ἠνήνατο· ἠρνεῖτο, ἀπηρνεῖτο.

5

.

463

Παρέστιος· σύνοικος. τυτθοῦ· μαζοῦ.

5

.

465

Ἵκοντο· παρεγένοντο. γυιαλκέος· ἰσχυρᾶς.

5

.

466

Μετέπρεπεν· εὐπρεπὴς ἦν.

5

.

467

Προφερέστερος· ἰσχυρότερος.

5

.

468

Ἔκπαγλον· ξένον.

5

.

469

Ἐνναέτῃσι· κατοίκοις.

5

.

471

Συνηβώοντας· ἀνατρεφομένους.

5

.

472

Πολλαὶ δ’ ἠϊόνων· λείπει πολλὰ ἔπη. ἀγοραί· συναθροίσεις, συνάξεις. ἦμαρ ἐπ’ ἦμαρ· ἡμέρας καθ’ ἡμέρας.361

5

.

473

Ἱεμένων· ἐρχομένων, προθυμουμένων. θηήσα‐ σθαι· ὥστε θεάσασθαι.

5

.

474

Ἐμβεβώς· εἰσελθών.

5

.

475

Ὅρμου· λιμένος. ἀναπλώεσκεν· ἔπλεεν. ἀΰσας· βοήσας.

5

.

476

Κεῖνο· ἤως ὠκύαλον. τό· ὅπερ. φήμιξεν· δωρι‐ κόν. φύτλης· γενέσεως.

5

.

477

Κλύε· ἤκουσεν. ἰωήν· φωνὴν, κραυγήν.

5

.

478

Κραιπνά· ταχύτατα. ἄγχιστα· πλησίον.

5

.

479

Σαίνων· κολακεύων, κολακεύσας· ἀείρων· ἀνυ‐ ψῶν.

5

.

481

Ἦκα· ἡσύχως. καταρέζεσκε· ὁμάλιζεν, ἔβαψεν. φιλοφροσύνῃσιν· ἀγάπῃ.

5

.

482

Ἀμφαγαπαζόμενος· δεξιούμενος. ἵετο· ἐποθεύετο.

5

.

484

Κυβιστήσειεν· ἐπήδησεν, κολυμβήσει. ἐγγύθι· πλησίον κολυμβᾷ τοῦ νέου.

5

.

485

Αὐτῇσι· ἀπὸ κοινοῦ τὸ ἐναεργῶν (ἀναείρων) ἀντὶ τοῦ ἐγγὺς ἔχων, ἀναβαστάζων.

5

.

487

Ἐγχρίμπτων· πλησιάζων. ἱμείρομαι· ἐπιθυμῶ.

5

.

488

Κύσσαι· φιλῆσαι. περιπτύξαι· περιπλακῆναι, περιλαβεῖν.

5

.

489

Ὀπάονι· ἐρωτικῇ, ἀκολούθῳ.

5

.

491

Λοφιῆς· κεφαλῆς.

5

.

492

Ἔμφρονι· ἐθελουσίῳ.

5

.

493

Φοίτασκεν· ἐπορεύετο, παρεγένετο.

5

.

495

Στέλλεσθαι· πορεύεσθαι. ἀμείβειν· διέρχεσθαι, διαμείβειν τὸν χῶρον.

5

.

496

Ἐφετμήν· κατὰ, ἐντολήν.

5

.

497

Γενύεσσι· στόματι.

5

.

498

Μαλθακός· πρᾳΰς.

5

.

499

Ἐθάς· συνήθης. ὀτρύνοντι· διεγείροντι.

5

.

500

Ὑπεικαθέων· ὑποτασσόμενος. ἐπιπείθεται· ὑπα‐ κούει.

5

.

501

Κεκλομένοιο· προστάσσοντος, κελεύοντος, κα‐ λουμένου.

5

.

502

Ἔχοντες· ποθοῦντες.

5

.

504

Χαλινῶν· ἀπὸ κοινοῦ τὸ ἀτέρ.

5

.

505

Ἄλλῳ· ἐν.

5

.

506

Τῷ· ᾧτινι. ἄνωγεν· προσέταξεν. ἐκόμιζε· ἐλάμ‐ βανεν.

5

.

507

Ἀναινόμενος· βαρούμενος.

5

.

509

Πότμος· θάνατος. ἕλεν· ἔλαβεν. ἀτάλαντος· ὅμοιος.

5

.

510

Ἐπέδραμεν· ἦλθεν.

5

.

511

Μαστεύων· ζητῶν, ψηλαφῶν. ὄσσαν· φωνὴν, vocem.

5

.

512

Μυρομένου· θρηνοῦντος. ἄμπεχε· εἶχεν, ἐνεδύ‐ σατο.

5

.

513

Κικλήσκουσιν· καλοῦσιν.

5

.

514

Ὀρεγνυμένην· παρεχομένην.

5

.

515

Ἄϊστος· ἀφανής.

5

.

516

Ἐπεφράσατ’· εἶδεν.Column end

5

.

517

Οἰχομένοιο· ἀποθανόντος.

5

.

518

Ἔσβεσε· ἔφθειρεν.

5

.

519

Ἔμπης· ὅμως. ἐνηείῃ· ἀγάπῃ, ἐν τῇ φιλότητι, ἤγουν ἀγαθότητι.

5

.

520

Ὁμόφρονα· φίλιον.

5

.

521

Ὑβρισταί. ἀλαζόνες.

5

.

522

Σιδηρείοισι νοήμασιν· σκληροῖς φρονήμασιν.

5

.

523

Ἀταρτηροί· σκληροί. ἀτάσθαλοι· μωροί.

5

.

524

Πατέρων· δελφίνων.

5

.

525

Νόος· αὐτοῖς. δυστερπέος· κακῆς.

5

.

526

Δίδυμον· δύο γὰρ μόνα τίκτει ὁ δελφίς.

5

.

527

Ἀταλοῖσιν· τρυφεροῖς. ἀλίγκιον· ὅμοιον.

5

.

528

Τοῖσιν· τοῖς δελφῖσιν. ἀπηνέες· οἱ σκληροί. ἐν‐ τύνονται· εὐτρεπίζεται (sic).

5

.

529

Στειλάμενοι· πλεύσαντες, διαπλεύσαντες. δόρυ· ξύλον, πλοῖον. ἀτάσθαλον· μωρόν.

5

.

530

Ἐπειγόμενον· ἐρχόμενον. ἄντην· ἐξ ἐναντίας.

5

.

531

Ἀτρεμέες· ἡσύχως, ἄφοβον. φόβον· φυγήν.

5

.

532

Μερόπων· ἀπό.

5

.

533

Ἵξεσθαι· παραγενέσθαι, ἐλθεῖν. σαίνουσι· τού‐ τους.

5

.

534

Γηθόσυνοι· μετὰ χαρᾶς. χρίμπτοντες· πλησιά‐ σαντες. χαίροντες· γηθόμενοι.

5

.

536

Ἀκίδα· ὀξύτητα· σημείωσαι ὅτι εἶδος τριαίνης ἡ ἀκὶς, κρυερώτερον ὅλων τῶν βελῶν τῆς ἅλμης. βέλος· λέγω.

5

.

537

Ἀνωΐστῳ· ἀνελπίστῳ, ἀνυπομονήτῳ ἀπὸ τοῦ οἴω κατ’ ἔκτασιν.

5

.

538

Αὐτάρ· δή. ἰδνωθείς· συσταλεὶς, καταπονηθεὶς, συστραφείς. ἀχεύων· ἀναστενάζων.

5

.

540

Ὀχθίζων· βιαζόμενος. σφακέλῳ· τρώματι, τραύ‐ ματι, σπασμῷ τοῦ αἵματος.

5

.

541

Βιώμενοι· βιάζοντες.

5

.

542

Μαψιδίως· ματαίως. ἅλιον· πεπλανημένον, μά‐ ταιον.

5

.

543

Ἱεμένῳ· πορευομένῳ. ἐφιᾶσιν· καταλείπουσι, πέμπουσιν. ἄγεσθαι· πορεύεσθαι.

5

.

544

Μήρινθον· σχοινίον. κατασπέρχουσιν· σπουδά‐ ζουσιν.

5

.

545

Ἑσπόμενοι· ἀκολοθοῦντες. ἀτυζομένοιο· βλα‐ πτομένου, ταρασσομένου.

5

.

546

Λευγαλέῃσι· ἐν ὀδυνηραῖς, χαλεπαῖς. κακηπε‐ λέων· κακῶς ἔχων, κακυπάρχων, ἀσθενῶν.

5

.

547

Περισκαίρῃσι· κινεῖται, πηδᾷ.

5

.

548

Ἀδρανέων· ὀλιγοψυχῶν. ἀναδύεται· ἄνω πέμ‐ πει, ἢ ἀνέρχεται.

5

.

549

Κεκμηκώς· ἀδυνατήσας, κακοπαθήσας.

5

.

550

Φυσιόων· ἀναπνέων.

5

.

552

Αἰνότατον· πῶς.

5

.

554

Περί· παρὰ δυσμενέων.

5

.

555

Ληΐδα· αἰχμαλωσίαν.

5

.

556

Ἀχέουσα· λυπουμένη.

5

.

557

Μογέουσα· πονοῦσα.

5

.

558

Ἑῆς· ἀφ’ ἑαυτῆς.362

5

.

559

Ἐπεμπίπτουσα· κινοῦσα.

5

.

560

Φεῦγε· λέγουσα. ἀνάρσιοι· μισητοὶ, ἄδικοι.

5

.

561

Ἐφοπλίζουσι· εὐτρεπίζουσιν.

5

.

562

Δελφῖσιν· κατὰ δελφίνων. ἄρηα· πόλεμον.

5

.

563

Σπονδάς· ὑποσχέσεις, θυσίας. ὁμοφροσύνην· ἀγά‐ πην, ὁμόνοιαν. ἀλύττοντες· φεύγοντες. ἀλίτοντες· πα‐ ρακαίνοντες (αινοῦντες?), ἤγουν ἀθετοῦντες, ἁμαρτά‐ νοντες.

5

.

564

Τήν· ἥντινα. ἐθέμεσθα· εἴχομεν.

5

.

566

Μυθεῖται· λέγει. ἀπέτρεπε· ἀπεδίωκεν. φέβε‐ σθαι· φεύγειν.

5

.

567

Κρυερῶς· χαλεπῶς. μεμογηότι· κεκοπιακότι.

5

.

569

Ἱέμενος· προθυμούμενος. ἀποτρέψειε· ἀποδιώ‐ ξειεν.

5

.

570

Βαλών· κρούσας.

5

.

571

Ὄφρα· ἕως οὗ.

5

.

572

Ἀλιτροί· ἁμαρτάνοντες.

5

.

573

Ἀτυζομένην· λυπουμένην.

5

.

574

Γνάμπτουσι· ἐνδιδοῦσι, κάμπτουσιν. σιδήρεον· σκληρόν.

5

.

575

Καταΐγδην· συντόμως. ἐλάσαντες· τύψαντες.

5

.

576

Ὁμῇ· ὁμοίᾳ.

5

.

578

Φρονέουσα· θέλουσα, ἐν τῇ οἰκείᾳ φρονήσει. ἱε‐ μένη· προθυμουμένη. δεδάϊκται· δεδάμασται.

5

.

579

Ὡς· ὥσπερ· παραβολή. ὀρταλίχοισι· πωλίοις. νηπιάχοισι· μωροῖς.

5

.

581

Κατέπεφνε· ἐφόνευσεν.

5

.

582

Ἀτυζομένη· ταρασσομένη. δεδόνηται· κινεῖται.

5

.

583

Λοιγία· ὀλεθρία. τετριγυῖα· κλαίουσα, θρηνοῦσα. γόον· θρῆνον.

5

.

584

Φύξιν· φυγήν.

5

.

586

Μέσφ’· μέχρις ὅτου.

5

.

587

Νέον· περὶ τὸ νέον σῶμα τοῦ δελφῖνος.

5

.

588

Αὐτάγρετος· αὐτοθήρευτος.

5

.

589

Τά· ἅτινα.

5

.

590

Φάτις· λόγος. μήνης· σελήνης.

5

.

591

Ναιέμεν· κατοικεῖν.

5

.

592

Φθινούσης· ληγούσης. ἀφαυροτέροις· λεπτοῖς.

5

.

593

Ῥικνοῦσθαι· ἐλαττοῦσθαι, ῥυτιδοῦσθαι. ἀνάγκη· τύχη.

5

.

594

Χερσί· διὰ χειρῶν. λέγονται· συλλέγονται, συνά‐ γουσιν.

5

.

595

Σπιλάδων· πετρῶν.

5

.

596

Νωλεμές· διόλου, διηνεκές. ἐμπεφυῶτα· κεκολλη‐ μένα, συγκεκολλημένα. ἔπτυσαν· ἐξέβαλον, ἐξήνεγκον.

5

.

597

Λαχαινομένης· τῆς βαθυνομένης.

5

.

598

Πορφύραι· κόχλοι. πέρι δή τι· περισσοτέρως, πε‐ ρισσῶς. μετ’· ἐν.

5

.

599

Λίχναι· λαίμαργοι. ἐτήτυμος· ἀληθὴς, πρόχειρος. ἵσταται· γίνεται, ἐνεργεῖται.

5

.

600

Κυρτίδες· κόφινοι. ταλάροις· καλαθίοις, καλαθί‐ σκοις.

5

.

601

Σχοίνοις· σχοινίοις. τετυγμέναι· ἐσκευασμέναι,
κατεσκευασμέναις (αι).Column end

5

.

602

Στρόμβους· εἶδος ὀστρέου. συγκέλσαντες· συνα‐ γαγόντες. χήμῃσι· χηβαδίοις.

5

.

603

Μεθύουσαι· μαινόμεναι.

5

.

605

Σχοίνων· τοῦ ταλάρου. ἐτάνυσσαν· ἥπλωσαν, ἐξήπλωσαν.

5

.

606

Χαλεπῆς· κακῆς. ἤντησαν· ἀπέλαυσαν, ἐπέτυ‐ χον.

5

.

608

Οἰδάνεται· ὀγκοῦται· στείνει δέ· στενοχωρεῖ, ταύ‐ την, στενοχωρεῖται.

5

.

609

Μεμαυῖα· καίπερ προθυμουμένη. ταθεῖσα· ἁπλωθεῖσα.

5

.

610

Αὖ ἐρύσωσι· γράφεται αὔης ῥύσωσιν. μεμαυῖαν· μαινομένην.

5

.

612

Οὐ· οὐδαμῶς.

5

.

613

Ὀϊζυρώτερον· κακοπαθητικώτερον.

5

.

614

Πρῶτον· κατὰ τὴν ἀρχήν.

5

.

615

Βρώμῃ· βρώσει. ποτοῖσιν ἀφαυροτέροισιν· πόσει ὀλίγῃ.

5

.

616

Οὐδ’ ἁλιεῦσιν· οὐχ ἁλιεῦσιν. ἐοικότι· ἢ ὀλίγῳ, μαλθάσσονται· κοιμῶνται.

5

.

617

Ὡς δ’ ὅτ’· comparatio. ἐΰγηρυν· καλλίφωνον.

5

.

618

Μολπῆς· μελῳδίας. φοιβήϊον· μαντικὸν, ἢ ἑορτήν.

5

.

619

Κομιδή· ἐπιμέλεια.

5

.

620

Πιαίνων· τηρῶν. ἄεθλα· ἀγῶνας. λιγυφθόγγου· καλλιφώνου. αὐδῆς· φωνῆς.

5

.

621

Κομιδήν· ἐπιμέλειαν. εὔφρουρον· εὐφύλακτον.

5

.

622

Μένει· διαμένει.

5

.

623

Ἀσκηθής· ἀβλαβὴς ἀπὸ τοῦ σκήθω τὸ βλάπτω. ἀναψύξωσι· ἀνάπαυσιν ἕξωσιν.

5

.

624

Ἀεθλεύσωσι· ἀγωνισθῶσιν.

5

.

625

Μακάρεσσι· θεοῖς.

5

.

626

Ἀρῶνται· εὔχονται. ἀλεξῆσαί σφισι· ἀποδιῶξαι ἀπ’ αὐτῶν.

5

.

627

Ἀντιάσαι· ἰδεῖν.

5

.

628

Νόον· εἰς.

5

.

629

Νομαῖς· τοῦ ἰχθύος τούτου.

5

.

630

Δάκος· θηρίον. φαάνθη· φαίνεται.

5

.

631

Πόροισι· ὕδασιν.

5

.

632

Τέρπονται· οὗτοι οἱ ἰχθύες.

5

.

634

Πείσματι· σχοινίῳ. μηκεδανῷ· μακρῷ. ἰξύος· ὀσφύος.

5

.

635

Ἀείρει· κρατεῖ, βαστάζει.

5

.

636

Τῇ ἤως τῇ ἀριστερᾷ· ἐριβριθῆ· λίαν βαρεῖαν. ἐριβριθῆ μολύβδου χύσιν· βαρὺν μόλυβδον. ἀμφιμεμαρ‐ πώς· κρατῶν, περιλαβών.

5

.

637

Ἅρπην· δρεπάνην. εὐηκέα· ἠκονημένην. τιταί‐ νει· κινεί.

5

.

638

Φρουρεῖ· φυλάσσει. ἄλειφαρ· ἔλαιον.

5

.

639

Ὕπερ πρώρης ἄνω τῆς.

5

.

640

Ὁρμαίνων· διανοούμενος, διαλογιζόμενος.

5

.

641

Οἱ δέ· ἄλλοι. ὀτρύνουσι· διεγείρουσιν. ἐπισπέρ‐ χουσιν· θαῤῥύνουσιν. μύθοις· λόγοις.

5

.

642

Θαρσαλέως· μετὰ θάῤῥους. μεμαῶτα· προθυ‐
μούμενον.363

5

.

643

Ποδωκείης· τινός. δεδαημένον· ἔμπειρον.

5

.

644

Ἐνήλατο· ἐπήδησεν. καθέλκει· καταβιβάζει.

5

.

645

Ἱέμενον· θέλοντα.

5

.

646

Ἀλοιφήν· ἔλαιον.

5

.

647

Στίλβεται· λάμπει. μίσγεται· ἑνοῦται.

5

.

648

Ὄρφνης· νυκτός. πυρσός· λαμπηδών. κνέφας· τὸ σκότος.

5

.

650

Νεάτοις· ἐσχάτοις. πλαταμῶσιν· αἰγιαλοῖς, κοι‐ λώμασιν. σπιλάδεσσι· πέτραις.

5

.

651

Πνοιήν· ζωήν.

5

.

652

Πολυῤῥαθάγοισιν· πολυσχίστοις.

5

.

653

Ἐπαΐξας· ὁρμήσας.

5

.

654

Ἀμητήρ· θεριστής. σπόγγων δέμας· ἢ σπόγγους. μέλλει· καρτερεῖ.

5

.

655

Δηθύνων· βραδύνων. κίνησεν· ἔσεισεν.

5

.

656

Σημαίνων· νεύων.

5

.

657

Ῥαθαμίζεται· ἐκτρέχει, ῥέει, distillat.

5

.

658

Εἰλεῖται· χεῖται. δυσαεῖ· δυσόσμῳ.

5

.

659

Ἔσβεσε· ἔφθειρε τὸ αἷμα, ἐθανάτωσεν, εἰς ὀλι‐ γοψυχίαν ἤγαγεν. ἐνισχόμενος· κρατούμενος.

5

.

660

Ἀναδύεται· ἀνέρχεται.

5

.

661

Προφυγόντα· ἔξω ἐλθόντα.

5

.

662

Ἀκάχοιτο· θλιβήσεται.

5

.

663

Ἠπεδανοῖσι· ἐν. παριεμένου· ἐκλελυμένου.

5

.

664

Θυμαλγέϊ· λυπηρῷ. λέλυνται· οἱ θεωροῦντες.

5

.

665

Ἐχθίστης· μισητῆς. ἀπηνέος· κακῆς.

5

.

666

Ἅλμενος· πηδήσας. ἀνέσχε· ἀνῆλθεν.

5

.

667

Ἀντιάσας· συναντήσας.

5

.

669

Κέκλεται· σημαίνει. αὖ· ὀπίσω. ἡμιδάϊκτον· ἡμίκοπον.

5

.

670

Κητείη τε βίη· ἢ τὸ κῆτος. ὁμόστολοι· καὶ οἱ ὁμο‐ πόρευτοι. ἔσπασαν· ἔλαβον.

5

.

671

Ἔτι· ἀκμήν. ἐφιέμενον· πόθον ἔχοντα.

5

.

672

Λυγρόν· κακὸν, οἰκτρόν.

5

.

673

Χέρσον· γῆν. κατάγονται· κατέρχονται.

5

.

674

Δυστήνοιο· ἀθλίου.

5

.

675

Ἐδάην· ἔμαθον· ἐπίλογος. σκηπτοῦχε· ὦ βασιλεῦ.

5

.

676

Σοί· σοῦ. ἀπήμονες· ἀβλαβεῖς. ἰθύνοιντο· πο‐ ρεύοιντο.

5

.

677

Πεμπόμεναι· στελλόμεναι. λιαροῖσιν ἡσύχοις. ἰθυπόροισιν· καὶ ἰθυτάτοις.

5

.

678

Περιπλήθοιτο· πλήρης ὑπάρχειε (sic).

5

.

679

Ἀστυφέλικτα· πῶς, ἀταράκτως. ἐρύοιτο· προσ‐ φέροιτο.

5

.

680

Ἀσφάλιος· στερεός. ῥιζοῦχα· συνεκτικὰ τῆς γῆς,
ῥιζοῦχα δὲ τὰ συνέχοντα τὰς ῥίζας τῶν οἴκων.364