TLG 5031 001 :: SCHOLIA IN NICANDRUM :: Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

SCHOLIA IN NICANDRUM Schol.
(Varia)

Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Source: Crugnola, A. (ed.), Scholia in Nicandri theriaka. Milan: Istituto Editoriale Cisalpino, 1971: 34–321.

  • Vita Nicandri: pp. 33–34
  • Scholia: pp. 34–321

Citation: Vita-scholion — (line)

vita

(t)

Νικάνδρου γένος
1Νίκανδρον τὸν ποιητὴν Διονύσιος ὁ Φασηλίτης ἐν τῷ περὶ τῆς Ἀντιμάχου ποιήσεως (West. Par. p. 61) Αἰτωλὸν εἶναί φησιν τὸ γένος· ἐν δὲ τῷ περὶ ποιητῶν, ἱερέα φησὶν αὐτὸν τοῦ Κλαρίου Ἀπόλλωνος ἐκ προγόνων τὴν ἱερωσύνην δεξά‐
5μενον. Καὶ αὐτὸς δὲ ὑπὲρ αὑτοῦ ἐν τῷ τέλει τῆς βίβλου φησίν (Ther. 958)
τὸν ἔθρεψε Κλάρου νιφόεσσα πολίχνη. Κλάρος δὲ τόπος ἐστὶν Ἀπόλλωνος ἱερὸς 〈ἐν Κολοφῶνι τῆς Ἰωνίας G〉. Υἱὸν δέ φησιν αὑτὸν Δαμαίου οὕτω λέγων·
10(frg. 110 Gow). «αἰνήσεις υἱῆα πολυμνήστοιο Δαμαίου.» Χρόνῳ δὲ ἐγένετο κατὰ Ἄτταλον, τὸν τελευταῖον ἄρξαντα Περγάμου, ὃς κατελύθη ὑπὸ Ῥωμαίων, ᾧ προσφωνεῖ λέγων οὕτως· (frg. 104 Gow)
Τευθρανίδης, ὦ κλῆρον ἀεὶ πατρώιον ἴσχων,
15κέκλυθι, μηδ’ ἄμνηστον ἀπ’ οὔατος ὕμνον ἐρύξῃς, Ἄτταλ’, ἐπεί σεο ῥίζαν ἐπέκλυον Ἡρακλῆος,
ἐξέτι Λυσιδίκης τε περίφρονος, ἣν Πελοπηῒς Ἱπποδάμη ἐφύτευσεν, ὅτ’ Ἀπίδος ἤρατο τιμήν. διέτριψε δὲ ἐν Αἰτωλίᾳ τοὺς πλέονας χρόνους, ὡς φανερὸν
20ἐκ τῶν περὶ Αἰτωλίας συγγραμμάτων καὶ τῆς ἄλλης ποιή‐ σεως, ποταμῶν τε τῶν περὶ Αἰτωλίαν καὶ τόπων τῶν ἐκεῖσέ τε καὶ ἄλλων διαφόρων διηγήσεως, ἔτι δὲ καὶ τῶν φυτῶν ἰδιότητος.

1-4

Ῥεῖά κέ τοι· ὁ νοῦς οὗτος· ῥαδίως σοι τὰ εἴδη καὶ τὰς βλάβας τῶν φονευτικῶν καὶ ὀλεθρίων θηρῶν ἀπροόπτως καὶ ἀθρόως βλαπτούσας τήν τε ἴασιν καὶ τὴν θεραπείαν τὴν ἀντιπαθῆ τοῦ πόνου, ὦ τῶν πολλῶν συγ‐
5γενῶν ἐνδοξότατε καὶ προσφιλέστατε Ἑρμησιάναξ, ἀσφαλῶς καὶ ἀκριβῶς διηγήσομαι. σίνη γὰρ τὰ βλαπτικὰ τύμματα τῶν θηρίων φησίν· κατὰ περίφρασιν τῶν θηρίων τὰ εἴδη καὶ τὰς βλάβας. ὀλοφώια δέ, τουτέστι φῶτας ἀναιροῦντα, ἤγουν ἄνδρας
10ὀλλύντα, οὐχ Ὁμηρικῶς· ὀλοφώια γὰρ ἐκεῖνος τὰ ὀλέθρια εἶπεν· 〈Ὅμηρος δὲ ὀλοφώια τὰ δόλια ἔφη G〉 «γέρων ὀλοφώια εἰδώς» (Od. 4, 460).

1

*ὀλοφώια· φθονητικώτατα σημαίνει K2

2a

*ἀπροϊδῆ· ἀπροοράτως G, ἀπροόρατα K2

2b

*τύψαντα· βλάψαντα G1 πλήξαντα d

2c

*ἑτεραλκέα· ἑτεροδυναμένην C

2d

ἑτεραλκέα δὲ τὴν ἀντιπαθῆ ἀλκὴν λέγει, ὅ ἐστι μηχανὴν ἐναντίαν τῷ τύψαντι, οἷον τὴν θεραπείαν ἐμποιοῦσαν τοῖς τύμμασι τῶν δακέτων, ὥσπερ Ὅμηρος· «ἑτεραλκέα δῆμον ἔχοντες» (Il. 15, 738).

2e

ἑτεραλκέα δὲ τὴν ἀντιπαθῆ, τὴν ἐναντίαν ἀλκὴν ἔχουσαν V

2f

κήδευς· τὸ δὲ κήδευς Ἰωνικὸν ἀντὶ τοῦ κήδεος. Τὸ δὴ κῆδος σημαίνει τρία, τὴν ἐξ ἐπιγαμίας συγγένειαν, καὶ τὴν φροντίδα, καὶ τὸ κακόν, ὡς ἐνταῦθα.

3

φίλ’ Ἑρμησιάναξ· ὁ Ἑρμησιάναξ οὗτος φίλος τῷ Φιλιτᾷ καὶ γνώριμος ἦν. Τούτῳ τὰ Περσικὰ γέγραπται, καὶ τὰ εἰς Λεόντιον τὴν ἐρωμένην. Οὐ δύναται δὲ Νίκανδρος μνημονεύειν τούτου διὰ τῆς προσφωνήσεως, διὰ
5τὸ τὸν Φιλιτᾶν πρεσβύτερον εἶναι Νικάνδρου, καὶ αὐτὸς δὲ ὁ Νίκανδρος μέμνηται τοῦ Ἑρμησιάνακτος ὡς πρεσβυτέρου
ἐν τῷ περὶ τῶν ἐκ Κολοφῶνος ποιητῶν. Ἔστιν οὖν οὗτος ἑταῖρος Νικάνδρου ὁμώνυμος τῷ προτέρῳ. δῆλον δὲ ὅτι συγγενὴς αὐτοῦ ἦν. ὁ γὰρ παὸς σημαίνει τρία, τόν
10τε φίλον καὶ τὸν συγγενῆ, ἔτι δὲ καὶ τὸν κατ’ ἐπιγαμίαν οἰκεῖον. Ἔστι δὲ καὶ ὁ Νίκανδρος ζηλωτὴς Ἀντιμάχου, διόπερ πολλαῖς αὐτοῦ λέξεσι κέχρηται, διὸ καὶ ἐν ἐνίοις δωρίζει, ὡς καὶ νῦν ἐν τῷ ‘παῶν‘· ‘πηῶν‘ γάρ ἐστιν ὅ ἐστι ‘συγγενῶν‘.

4a

*ἔμπεδα· βέβαια G

4b

*πολύεργος· ὁ πολλὰ ἐργαζόμενος Gd ὁ φίλεργος ὁ ἐργαστικός f

4c

*ἀροτρεύς· γεωργός d

5a

βουκαῖος· ἢ θεριστής, ἢ βουκόλος, ὁ ζεύγεσι βοῶν ἑπόμενος, ἢ γεηπόνος ἁπλῶς.

5b

ἀλέγοι δὲ ἐν φροντίδι σχοίη καὶ τιμήσειε.

5c

ὀροιτύπος δὲ ὑλοτόμος, καὶ ὕλη ὁ σύνδενδρος τόπος.

5d

*ὀροιτύπος· τύπτων ὄρη K2

5e

*εὖτε· ἡνίκα G ὁπόταν C

5f

*καθ’ ὕλην· κατὰ τὸν δρυμόν d

6a

*ἀροτρεύοντι· ἀροῦντι f ὁ ἐργαζόμενος τὴν γῆν τῷ ἀρότρῳ d

6b

ἐπίλοιγον δὲ ὀδόντα τὸν θανάσιμον, ἢ ἔπι λοιγόν, ἵν’ ᾖ ‘ἐπιβάλῃ τὸν λοιγὸν ὀδόντα‘.

6c

*λοιγόν· ὀλέθριον dK2

6d

*ὀδόντα· αὐτῶν, δῆλον bd τῶν θηρίων K2

7a

περιφρασθέντος δὲ 〈ἀντὶ τοῦ νοήσαντος d〉, ἐγνωκότος, μεμαθηκότος. ἀπὸ αἰτιατικῆς δὲ μετέβη εἰς γενικήν, ‘σε δ’ ἂν πολύεργος τοῖα περιφρασθέντοσ‘, κατὰ διάλλαξιν τῆς φράσεως.

7b

*ἀλεξητήρια· βοηθήματα dK2 ἀλεξιφάρμακα f

7c

*νούσων· νόσων df

8a

*κακοεργά· φθοροποιά d

8b

φαλάγγια· εἶδος μικρῶν ὄφεων. φασὶ δὲ ὅτι Ἀράχνη ἤρισε τῇ Ἀθηνᾷ περὶ ἔργων, γυνὴ οὖσα τὸ πρῶτον, καὶ διὰ τοῦτο μετεβλήθη εἰς τὸ νῦν ζῷον.

8c

*σύν· σὺν τούτοις K2

8d

ἀνιγρούς· ἤτοι ἀνιαρούς, λυπηρούς, αἰτίους κακοῦ.

9a

tit. in marg. γένεσις ἑρπετῶν Gbd

9b

ἑρπηστὰς δὲ εἶπε πρὸς ἀντιδιαστολὴν τῶν ἄλλων ἑρπετῶν. ὅτι γὰρ ἐρεῖ τις, πάντα ἑρπετά εἰσιν καὶ ἕρπουσιν, ἀλλὰ λέγομεν ὅτι τὰ ἄλλα ἑρπετὰ ὠοτοκοῦσιν, οἱ δὲ ἔχιες ζῳοτοκοῦσιν, τουτέστιν εὐθέως ἐκ τόκου ἕρποντα τὰ γεν‐
5νήματα τίκτουσιν, ὅπερ οὐχ ὑπάρχει τοῖς ἄλλοις ἑρπετοῖς. ἐκεῖνα γὰρ ὠὰ τίκτουσι καὶ οὐ ζῷα, ὡς οἱ ἔχιες.

9c

ἑρπηστάς· δόξει ἴσως τινὶ κακῶς εἰρηκέναι ἢ περισσῶς τὸ ἑρπηστάς· πάντα γὰρ ἕρπουσιν. καλῶς δὲ εἶπεν; τὰ γὰρ ἄλλα ἑρπετὰ ὠοτοκοῦσιν, οἱ δὲ ἔχιες ζῳοτοκοῦσιν· διὰ γοῦν τοῦτο διῃρημένως εἶπε ἑρπηστὰς καὶ
5ἔχιας. V

9d

*ἑρπηστάς· ὄφεις d

9e

*ἔχιας· ἐχίδνας K2

9f

ἄχθεα δὲ ἤτοι βλάβας. εἰ δὲ διὰ τοῦ ε ἔχθεα, τὰ στυγήματα καὶ τὰ ἐχθρά.

10a

〈Τιτήνων〉· ἐκ τοῦ αἵματος οὖν, φησιν, τοῦ Τυφωέως μετὰ τὸ κεραυνωθῆναι αὐτὸν ταῦτα τὰ θηρία ἀνεδόθησαν.

10b

*εἰ ἐτεόν· ἐὰν ἀληθὲς ᾖ d

10c

*ἐτεόν· ἀληθές f

11a

Ἀσκραῖος· ὁ Βοιωτός. καὶ γὰρ Ἄσκρη κώμη
Βοιωτίας ἐστίν, ὅθεν καὶ Ἡσίοδος ἐτύγχανεν, ὥς φησιν καὶ αὐτὸς τῷ ἀδελφῷ ἑαυτοῦ Πέρσῃ διὰ τὸν αὐτῶν πατέρα· (Op. 639) «νάσσατο δ’ ἄγχ’ Ἑλικῶνος, οἰζυρῇ ἐνὶ κώμῃ,
5Ἄσκρῃ, χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέ ποτ’ ἐσθλῇ.»

11b

*μυχάτοιο· βαθεός ἢ ὑστάτου K2 βαθυτάτου mb ἐνδοτάτου f

11c

〈Μελισσήεντοσ〉· Μελισσήεντα δέ φησιν τὸν τόπον τοῦ Ἑλικῶνος, ἐν ᾧ εὗρε τὰς Μούσας, ὃς οὕτως ἐκλήθη ἀπὸ Μελισσέως βασιλεύσαντος τοῦ τόπου.

11d

*ὄχθαις· τοῦ ποταμοῦ Περμησσοῖο mb κρημνοῖς f

11e

*ὄχθοις· ἀκρωρείαις Gd K2

12a

ἰστέον δὲ ὅτι ψεύδεται ὁ Νίκανδρος ἐνταῦθα· οὐδαμοῦ γὰρ τοῦτο εἶπεν ἐν τοῖς πραττομένοις· περὶ γοῦν τῆς τῶν δακνόντων θηρίων γενέσεως, ὅτι ἐστὶν ἐκ τῶν Τιτάνων τοῦ αἵματος, παρὰ μὲν τῷ Ἡσιόδῳ οὐκ ἔστιν εὑρεῖν. Ἀκου‐
5σίλαος δέ φησιν (Jac. IA, 51 frg. 14) ἐκ τοῦ αἵματος τοῦ Τυφῶνος πάντα τὰ δάκνοντα γενέσθαι. Ἀπολλώνιος δὲ ὁ Ῥόδιος ἐν τῇ τῆς Ἀλεξανδρείας κτίσει (Powell C. A. frg. 4) ἀπὸ τῶν σταγόνων τοῦ τῆς Γοργόνος αἵματος· ὁ δὲ
Ζηνοδότειος Θεόφιλος (FHG Müller, IV frg. 5) ἱστορεῖ
10ὡς ἄρα ἐν τῇ Ἀττικῇ δύο ἐγένοντο ἀδελφοί, Φάλαγξ μὲν ἄρσην, θήλεια δὲ Ἀράχνη τοὔνομα. καὶ ὁ μὲν Φάλαγξ ἔμαθε παρὰ τῆς Ἀθηνᾶς τὰ περὶ τὴν ὁπλομαχίαν, ἡ δὲ Ἀράχνη τὰ περὶ τὴν ἱστοποιίαν· μιγέντας δὲ ἀλλήλοις στυγηθῆναι ὑπὸ τῆς θεοῦ καὶ μεταβληθῆναι εἰς ἑρπετά, ἃ
15δὴ καὶ συμβαίνει ὑπὸ τῶν ἰδίων τέκνων κατεσθίεσθαι.

12b

*κατέλεξε· διηγήσατο d

12c

*Περμησσοῖο· Περμησσοῦ· ποταμὸς δὲ ὁ Περ‐ μησσὸς παραρρέων τῷ Ἑλικῶνι d.

13a

ἐν δὲ τῷ χαλαζήεντα εἶδος ἀντὶ γένους παρέλαβεν· εἰσὶ γὰρ σκορπίοι χαλαζήεντες διὰ τὸ τοὺς δεδηγμένους ὑπ’ αὐτῶν ἱδροῦν, ὡς ὑπὸ χαλάζης ἢ ὑετοῦ βεβρεγμένους.

13b

Τιτηνὶς δὲ ἡ Ἄρτεμις, ἡ Λητοῦς θυγάτηρ καὶ Κοίου τοῦ Τιτᾶνος.

13c

*ἀνῆκε· παρέδωκεν, ἔπεμψεν f

14a

*τεθηγμένον· ὡπλισμένον καὶ ἠκονημένον G ἠκονημένον dvf

14b

*ἦμος· ὅτε d

14c

*ἐπέχρα· ἐπέκειτο Gbd ἐπεβάρησεν K ἐπῆλθεν dv

15a

Βοιωτῷ· Ὑριεὺς γὰρ ὁ πατὴρ Ὠρίωνος Βοιωτός ἐστιν. Οὐαρίων δὲ ἐκλήθη ἐπειδὴ ἀπὸ τῶν οὔρων τοῦ Διὸς καὶ Ἀπόλλωνος καὶ Ποσειδῶνος ἐγένετο. 〈.....〉· ὑπὸ δὲ τοῦ σκορπίου πληγεὶς ἀπέθανεν. ὁ δὲ Ζεὺς κατηστέρισεν
5αὐτόν τε καὶ τὸν σκορπίον ἐν τοῖς ἄστροις εἰς σημεῖον τῆς πράξεως. οἱ δὲ πλείους Ταναγραῖον εἶναί φασιν τὸν Ὠρίωνα. Κόριννα δὲ (fr. 20 Page) εὐσεβέστατον λέγει αὐτὸν καὶ 〈ἐκ τῆς Βοιωτίασ〉 ἀπελθόντα πολλοὺς τόπους ἡμερῶσαι καὶ κα‐ θαρίσαι ἀπὸ θηρίων. Ἡσίοδος δέ φησιν (fr. 17 Rz.)
10αὐτὸν ἐξ Εὐρυάλης τῆς Μίνωος θυγατρὸς εἶναι καὶ Ποσει‐ δῶνος, δοθῆναι δὲ αὐτῷ δωρεὰν ὡς καὶ ἐπὶ τῶν κυμάτων πορεύεσθαι καθάπερ ἐπὶ τῆς γῆς· ἐλθόντα δὲ εἰς Χίον πρὸς Οἰνοπίωνα, Μερόπην τὴν γυναῖκα βιάσασθαι οἰνωθέντα· Οἰνοπίωνα δὲ χαλεπήναντα ἐκτυφλῶσαι τὸν Ὠρίωνα καὶ ἐκ
15τῆς χώρας ἐκβαλεῖν· ἐλθόντα δὲ εἰς Λῆμνον Ἡφαίστῳ
συμμῖξαι, ὃς ἐλεήσας αὐτὸν δίδωσιν αὐτῷ Κηδαλίωνα, ἕνα τῶν θεραπόντων, ὃς δὴ ὡδήγησεν αὐτὸν ἐπὶ τὰς ὁδούς. ἐλθὼν δὲ ἐπὶ τὰς ἀνατολὰς καὶ συμμίξας Ἡλίῳ καὶ ὑγιασθεὶς ἀνῆλθεν ἐπὶ τὸν Οἰνοπίωνα. ὁ δὲ Οἰνοπίων ὑπὸ τῶν πολιτῶν
20ὑπὸ γῆν ἐκέκρυπτο· ἀπελπίσας δὲ τὴν εὕρησιν, ᾤχετο εἰς Κρήτην καὶ ἐκυνηγέτει· ἐπηγγείλατο δὲ τῇ Ἀρτέμιδι καὶ τῇ Λητοῖ ὡς οὐδὲν τῶν θηρίων φεύξεται αὐτόν, κἀκεῖσε ὁ σκορπίος πεμφθεὶς ὑπὸ Λητοῦς καὶ Ἀρτέμιδος χολουμένης αὐτῷ διὰ τὴν μεγαλαυχίαν ἔπληξε τὸν Ὠρίωνα καὶ οὕτως
25ἀπέθανε.

15b

*τεύχουσα· κατασκευάζουσα df

15c

*μόρον· θάνατον df

16a

*ἀχράντων· ἀμολύντων dvf

16b

*ἐδράξατο· ἐπελάβετο G ἔλαβε v ἥψατο GK2f

16c

*ἐδράξατο πέπλων· ἐκράτησεν ἱματίων df

17a

*ὅγε· σκορπίος Gdf

17b

*στιβαροῖο· ἰσχυροῦ dv, στερροῦ f

17c

*ἤλασεν· ἔδηξεν d ἔτρωσεν K2 f

18a

*ἀπροϊδής· ἀπροόρατος Gf ἀπροόπτως d

18b

*ὀλίγῳ· μικρῷ Gdf

18c

τὸ δὲ ὑπὸ λᾶι ἀντὶ τοῦ ὑπὸ λίθῳ, παρόσον ὑπο‐
κάτω τῶν λίθων οἱ σκορπίοι κρύπτονται, ὡς Σοφοκλῆς ἐν Αἰχμαλωτίσιν· (Pears. fr. 37) ‘ἐν παντὶ γάρ τοι σκορπίος φρουρεῖ λίθῳ.‘

18d

*λᾶι· πέτρῳ d

18e

τὸ δὲ λοχήσας γράφεται καὶ δοκήσας καὶ τυχήσας. καὶ εἰ μὲν δοκήσας, ἐπιτηρήσας· εἰ δὲ λοχήσας, ἐνεδρεύσας· εἰ δὲ τυχήσας, ἀντὶ τοῦ ἐπιτυχών, κύρσας.

19a

*τοῦ· τοῦ Ὠρίωνος GK2 τοῦ Ὠρίωνος δὲ τὸ ἄσ‐ τρον d

19b

*τέρας περίσημον· ἄστρον περίβλεπτον ὄμ‐ μασι GK2 σημεῖον διάδηλον d

19c

*περίσημον· ἐμφανές bd

19d

*ἀπλανές· πολυπλανές f διαστεῖλαν τοὺς πλανή‐ τας K2

19e

*ἀστράσιν· ζῳδίοις d

19f

*ἄστροις· γράφεται ἀστράσιν Par.

20a

*οἷα· καθά d, ὥσπερ f

20b

κυνηλατέοντος δὲ ἀντὶ τοῦ κυνηγετοῦντος, ὡς Εὐφορίων (fr. 132 Powell)· ‘αὐτῷ σὺν τελαμῶνι νεοσμήκτῳ τε μαχαίρῃ.‘

20c

*ἀείδηλον· διάδηλον G φανερόν Gvbd K2

20d

*ἀίδηλον· ἀόρατον ἢ λυπερόν f

20e

*ἐστήρικται· πεπηγμένον ἐστί bd

21a

tit. ἀρχὴ τῶν προφυλακτικῶν Gd K2

21b

*αὐλίου· ζῳοστασίου f αὐλῆς Gd ἀγρευτικῆς καλουμένης αὐλῆς K2

21c

*φύγδην· φευκτέον K2 φευκτέον καὶ οἱονεὶ φεύγοντα Gbd γράφεται καὶ φύρδην, ἀντὶ τοῦ συγκεχυμένως f

22a

*διώξεαι· ἀποδιώξεις d ἐκδιώξῃς f

22b

ἐρίπνην τὴν ἀκρώρειαν λέγει παρὰ τὸ περιπνέε‐ σθαι, οἷον πολλὰ πνέεσθαι, ἢ τὴν κοιλότητα παρὰ τὸ ἐρι‐ πέσθαι, ἤγουν πεσεῖν καὶ κοιλωθῆναι, ὃ καὶ νῦν σημαίνει· ἄλλως· ἐρίπνη τὸ ῥῆγμα τοῦ ὄρους παρὰ τὸ δοκεῖν ἐριπέσθαι.

23a

*αὐτοπόνοιο· αὐτίκα πονηθείσης K2.

23b

αὐτοπόνοιο δὲ τῆς εἰκαίας καὶ αὐτοσχεδίου καὶ εὐτελοῦς χαμαιστρωσίας.

23c

παρὰ δὲ Ἀττικοῖς χαμευνάδες λέγονται μικρὰ κλινίδια.

23d

*ἦμος· ἡνίκα d

23e

*ν’· κατὰ d

24a

*φεύγων· διαδιδράσκων d (cf v. 32f)

24b

*αὐαλέου· ξηροῦ u τοῦ καταξήρου f

24c

τὸ δὲ πυρόεσσαν γράφεται καὶ πνιγόεσ‐ σαν, τουτέστι καυστικήν, ἐπεὶ οἱ ἐν ἀκμῇ ὄντες τοῦ καύματος δοκοῦσι πνίγεσθαι.

24d

*αὐτμήν· πνοήν dvf ἀναθυμίασιν mb αὐτὸ 〈τὸ〉 πνεῦμα αὐτμήν K2

25a

*καλάμῃ· τῷ ξηρῷ χόρτῳ f

25b

*στορέσας· στρώσας df τὴν χορτώδη στρω‐ μνήν K2

25c

*ἀκρέσπερος· ἐπιμελούμενος τῶν ἔργων, ὡς ἀκρέσπερον K2. καὶ τὸ ἀκρέσπερος ἤτοι κατὰ τὴν ἀρχὴν τῆς νυκτός, οἷον περὶ ἄκραν ἑσπέραν.

25d

*εὕδῃς· καθεύδῃς v

26a

*ν’ ὑλήεντα· ἐν ὑλώδει τόπῳ Gd K2

26b

*βήσσης· τοῦ συνδένδρου τόπου, ἢ κοίλου d ὀρεινῆς K2 τῆς κοιλάδος f

27a

*ἐσχατιήν· τὸ ἔσχατον μέρος d τέλος K

27b

*ὅθι· ὅπου f

27c

κινώπετα δὲ τὰ θηρία τὰ ἐν τῷ πέδῳ κινού‐ μενα, οἷον κινώπεδα ὄντα τινά.

27d

*κινώπετα βόσκεται· ἑρπετὰ νέμεται d

28a

δρυμοὺς δὲ τοὺς συμφύτους τόπους· πᾶν γὰρ δένδρον 〈καταχρηστικῶς V〉 οἱ ἀρχαῖοι δρῦν ἐκάλουν. καὶ
λασιῶνας τοὺς δασεῖς τόπους καὶ ὑλώδεις. ἀμορ‐ βαίους δὲ χαράδρας τὰς βουκολικὰς ἢ ποιμενικάς,
5ὅπου οἱ βουκόλοι περιπατοῦσι.

28b

*λασιῶνας· λασιῶντας Par.

28c

*ἀμορβαίους· σκοτεινώδεις f

28d

*χαράδρας· κοίλας ῥήξεις K2 σπήλαια f

29a

λιστρωτόν· τὸ ὁμαλὸν καὶ ἐξυσμένον. λίστροι γὰρ οἱ ξυστῆρες. καὶ Ὅμηρος (Od. 22, 455) «λίστροισι δάπεδον». ἡ δὲ σύνταξις οὕτως· καὶ περὶ τὸν λιστρωτὸν δρόμον τῆς ἁλωνίας, καὶ ὅπου βοτάνη κυοῦσα καὶ θάλλουσα,
5οἷον τικτομένη καὶ αὐξομένη.

29b

*δρόμον· γύρον K2

30a

*πρῶτα· κατ’ ἀρχάς d

30b

*κυισκομένη· κυοῦσα G φύουσα mb

30c

*σκιάει· σκιάζει f

30d

*χλοάοντας· χλοηφόρους d βλαστοῦντας f

30e

ἰάμνους· τὰς ἰαμενάς, οἷον τοὺς συμφύτους 〈καὶ καθύγρους R〉 τόπους.

30f

*ἰάμνους· καθύγρους τόπους mbv βοτάνας K2

31a

*τῆμος· τότε dfK2

31b

*ἀζαλέων· ξηροὶ γὰρ οἱ γεραιοί K2

31c

*αὐαλέων φολίδων· τοῦ ξηροῦ δέρματος d

31d

*φολίδων· λεπίδων f

31e

*ἀπεδύσατο· ἀπεβάλετο d

31f

*γῆρας· τὸ σῦφαρ GKbd τὸ δέρμα f

32a

μῶλυς δὲ βραδὺς καὶ νωθής, ἢ μογερὸς ἢ νωχελὲς καὶ ἁπαλός, ὁ γεγηρακὼς ὄφις καὶ μόλις βαίνων· ἢ ὁ ταχὺς καὶ μολῶν· ἄμεινον δὲ τὸ πρῶτον.

32b

ἰστέον δὲ ὡς οἱ ὄφεις ἐν τῷ χειμῶνι τυφλοὶ γίνονται ὑπὸ τοῦ παγετοῦ, ἐν δὲ τῷ ἔαρι, γευσάμενοι μαράθου, πάλιν ὀξυδορκοῦσι καὶ ἀναβλέπουσι καὶ τὸ λοιπὸν φεύγοντες τοὺς φωλεοὺς αὑτῶν εἰς ἡλιώδεις ἔρχονται τόπους, ὃ δὴ
5καὶ Νίκανδρος νῦν λέγει.

32c

*ἐπιστείχων· ἐπερχόμενος d

32d

ὅτε φωλεὸν εἴαρι· πάντα γὰρ τὰ ἑρπετὰ ἀμβλυώττουσι ὑπὸ τοῦ παγετοῦ· ἐν δὲ τῷ ἔαρι, ὅτ’ ἀνθῇ τὸ μάραθον, τελειώσσουσιν ἢ χριόμενα, ὥς τινες λέγουσιν, τῷ χυλῷ τοῦ μαράθου ἤ, ὑπὸ τῆς θέρμης τῆς τότε, ὑγιῆ
5γινόμενα V.

32e

*φωλεόν· τὴν κατάδυσιν d τὴν κοίτην f

32f

*φεύγων· διαδιδράσκων d

33a

*ἀμβλώσσει· ἀμβλεῖ ἔχει τὼ ὄσσε mb ἀμ‐ βλυώττει GK2 ἀμβλυώττει, τυφλώττει mb

33b

μαράθου· ὁ χυλὸς τοῦ μαράθου ὀξυδορκίαν πα‐ ρέχει, ὅθεν οἱ δράκοντες περιχρίουσιν ἑαυτοὺς τῇ οὐρᾷ.

33c

*μαράθου· μαλάθρου Par.

33d

*ἑ· αὐτόν v

33e

*νήχυτος· δασύς GdK2 πολύ〈χυτοσ〉 d κεχυμένος v εὔφημος, διαβόητος f

33f

*ὄρπηξ· κλάδος bf

34a

*βοσκηθείς· μασηθείς GKd

34b

*αὐγήεντα· γράφεται ὀπτήεντα, ἤτοι ὀπ‐ τικόν GKd

34c

*τίθησι· ἀπεργάζεται d

35a

θιβρὴν δὲ τὴν θερμὴν καὶ ὀξεῖαν διὰ τὰς ἐξ αὐτῆς γινομένας φλεγμονάς· Καλλίμαχος (fr. 54 Pf.) «θιβρῆς Κύπριδος ἁρμονίης.» Εὐφορίων δὲ· «θιβρήν τε
Σεμίραμιν.» (Powell fr. 81)

35b

*ἐπιλωβέα· θανάσιμον ΠGK, ἐπιβλαβῆ d βλαβεράν fu

35c

*ἐξελάσεις· ἀποδιώξεις d

35d

*ἐπιλωβέα κῆρα· θανάσιμον μοῖραν d

36a

tit. περὶ καπνισμάτων Gb

36b

*καπνείων· καπνίζων dK2 f

36c

*πολυγλώχινα· πολύσχιστον mb πολλὰς ἀκωκὰς ἔχων bd τὸ κέρας κατὰ παραγωγήν K2 τὸ κέρας Gdf

37a

ἐγγαγίδα δὲ πέτρην, τὴν γαγῖτιν λίθον. ἐν Γάγαις γὰρ τῆς Λυκίας εὑρίσκεται ἡ γαγίς· ἡ γὰρ Γαγὶς πόλις τῆς Λυκίας, ἔνθα ὁ λίθος οὗτος εὑρίσκεται· γίνεται δὲ πρὸς αἰγιαλοῖς μέλας τε καὶ χλωρός· ταύτης δὲ τῆς λίθου τὸ
5πῦρ οὐχ ἅπτεται, ἀλλὰ μόνον καιομένη ἀσφαλτώδη ἔχει ἀποφορὰν καὶ ὀσμήν, ὑφ’ ἧς οἱ δράκοντες ἀποτρέπονται.

37b

ἐγγαγίδα πέτρην ἀπὸ Γαγίδος πόλεως Λυκίας γίνεται δ’ αὕτη πρὸς τοῖς αἰγιαλοῖς μέλαινά τε καὶ χλωρά. ὀνομάζουσι δ’ αὐτὴν καὶ γαγάτην λίθον, ἀπὸ Γάγου τοῦ
πλησίου ποταμοῦ. V

38a

*περικαίνυτο· περιενίκησεν v νικᾷ bdf

39a

πολυσχιδέος βλήτρου, διότι εἰς πολλὰ ἔσχισται τὰ φύλλα αὐτοῦ. βλῆτρος δέ ἐστιν ἡ λεγομένη πτέρις, ἤγουν τὸ βλάχνον. ἔστι δὲ δριμεῖα καὶ δηκτική, διὸ καὶ τὰς πλατείας ἕλμινθας ἐκβάλλει καὶ ἀποσύρει μετὰ
5πολλῆς καθάρσεως χολώδους βίᾳ.

39b

*περιβάλλεο· πυρὶ βάλλεο Par.

39c

*χαίτην· τρίχωμα K2

39d

*χάρτην· τὸ φύλλον f

40a

καχρυόεσσαν δὲ τὴν λιβανωτίδα λέγει, ὅτι ἡ ῥίζα αὐτῆς κριθῆς ῥίζᾳ παρέοικε.

40b

περιθαλπέα δὲ τὴν θερμὴν ἢ περιθάλπουσαν. ἡ δὲ κάχρυς πυρώδης καὶ τραχεῖα καὶ τὴν ἀρτηρίαν ἀναχα‐ ράσσει καὶ τῇ γεύσει ἐπικαίει οὐχ ἧττον πεπέρεως.

41a

καρδάμῳ· τὸ δὲ κάρδαμον δριμὺ καὶ πληκτικὸν καὶ πυρῶδες, διὸ καὶ λειχῆνας ἀποσμήχει, λέπρας
ἐκτρίβει, ἄνθρακας ῥήσσει, ἔμμηνα κατάγει, πρὸς συνουσίαν ἐπείγει, τὸ νεῦρον τῇ θερμότητι κινοῦν. διὰ
5ταῦτα 〈οὖν b〉 πάντα χαλεπὴν τοῖς θηρίοις ἐκπνεῖ ἀνα‐ θυμίασιν.

41b

*καρδάμῳ· βοτάνῃ d

41c

*ἀμμίξας· ἐνώσας d μιγνύων f

41d

ἰσοελκέι δὲ ἴσην ὁλκὴν ἔχοντι, ἤτοι ἰσοστάθμῳ.

41e

*ἰσοελκέι· ἰσοσκελές, ἰσόσταθμον md

41f

ἔνοδμον δὲ τουτέστι νεαρόν, ἔτι τὴν ὀσμὴν τοῦ κρέατος ἔχον, νεωστὶ ἐσφαγμένου τοῦ ζῴου. ἢ ἔνοδμον νέον, οἷον ἄρτι κοπέν, ἀντὶ τοῦ ὠμόν.

42a

*ζορκός· ζῷον K2

42b

*πλάστιγγι· τρυτάνῃ GdK2 πλάστιγξ κυρίως τὸ τοῦ ζυγίου μέρος, ἤγουν χύτρα v

42c

*νέον· νέους Par.

42d

ἀσκελὲς δὲ τὸ αὐτὸ σκέλος ἢ τὸν αὐτὸν πηχισμόν 〈ἔχον〉, ὅ ἐστιν ἴσον.

42e

*ἀσκελές· ἀμετακινήτως ἢ ἀδιαλείπτως ἢ ἄγαν ξηρόν v, σκληρόν d

42f

ἀσκελές· ἴσον, ἤγουν μὴ ἐν ἑτέρῳ μέρει νευούσης τῆς πλάστιγγος. V

43a

〈μελανθείου〉· ἡ μέντοι μελάνθειος βαρεῖά ἐστιν. ἔστι δὲ καὶ πόα δυναμένη ψυγμὸν ἀπελάσαι, εἴ τις
τρίψας τρὶς προσενέγκῃ τῇ ῥινί.

43b

*μελανθείου· ἀπὸ κοινοῦ τὸ μίσγε GKd

43c

*βαρυαέος· βαρυπνόου bd

43d

*θείου· θεαφίου G

44a

τὸ δὲ θεῖον καὶ ἄσφαλτος ἄμφω βαρύ‐ οδμα καὶ πνευματικά· διὸ καὶ ἔμμηνα ῥηγνύει καὶ κατάρ‐ ρους ἵστησι καὶ λέπρας καὶ φακοὺς ἐκλεαίνει. τὸ δὲ θεῖον ὀρθόπνοιαν διαλύει καὶ ληθαργικοὺς ὑποθυμιώμενον ἀνίησιν.
5ἡ δὲ ἄσφαλτος ἐπιληπτικοὺς ἐκταράσσει· πινομένη δὲ ἐν οἴνῳ πυρετοὺς τεταρταίους ἐξελαύνει σφοδρότητι καὶ τρα‐ χύτητι τοῦ πνεύματος. οὐ θαυμαστὸν οὖν, εἰ καὶ τοῖς θηρίοις τοιαῦτα ἐνοχλεῖ.

44b

*ἀσφάλτοιο· ἢ πίσσης K2

44c

*ἰσοελκέα· ἰσόρροπον GK

45-47

Θρήϊσσαν· ἡ δὲ Θρήισσα λίθος ἐστίν, ἥτις βρεχθεῖσα τῷ ὕδατι καίεται. ὅτε δὲ εἰς αὐτὴν ἔλαιον βληθῇ, σβέννυται. Ἀριστοτέλης δέ φησιν (Mir. Ausc. 841a, 28 sq.) τοῦτον τὸν ποταμὸν τὸν Πόντον ἐν Μαιδικῇ καὶ Σιντικῇ εἶναι,
5ἐν ᾧ ὁ λίθος οὗτος γεννᾶται, οὗ ἡ μὲν ὀσμὴ ἀσφαλτώδης καὶ δριμεῖα, ἡ δὲ φύσις αὐτοῦ σύμπηξιν γεώδη ἀσφάλτου ξηρᾶς πρὸς τὸ λιθῶδες ἔσχε, καὶ διὰ τοῦτο ἐν ὕδατι ἀναφλέγεται μᾶλλον. ἡ γὰρ ἰκμὰς ἰσχὺν τῇ ἀσφάλτῳ προστίθησι καὶ τὸ ξηρὸν αὐτῆς ἐκκαὲς ποιεῖ.

45

*Θρήϊσσαν· Θρῃκικήν GK2 Θρῃκικήν d

46a

*βρεχθεῖσα· ὑγρανθεῖσα f

46b

*σελάσσεται· λάμπει u καίεται d φλέγεται f

47a

*τυτθόν· ὀλίγον ἢ μικρόν d ὀλίγον f

47b

*ὀδμήσεται· ὀσφρανθήσεται bd ἢ ὀδμὴν πέμ‐ πει K2

48

*φέρονται· ἀντὶ τοῦ φέρουσιν GK ἀντὶ τοῦ κομίζουσι καὶ φέρουσιν d

49a

*Πόντον· ποταμός ἐστι K2 f

49b

*τόθι· ὅπου K2

49c

*ἀμορβοί· βοσκοί GmbK2 ἀκόλουθοι, ποιμένες f

50

μήλοισι δὲ ἀεργηλοῖς ἢ τοῖς λευκοῖς κατὰ τὰ ἔρια ἢ τοῖς ἀργοῖς, ἐπεὶ τῶν ἄλλων ζῴων ἀργότερά ἐστι τὰ θρέμματα καὶ νωθέστερα· μῆλον δὲ τὰ πρόβατα· οὐ
γὰρ νωτοφόρα ἐστὶ κατὰ τοὺς ὄνους ἢ ἡμιόνους ἢ βόας. ἢ
5τοῖς μὴ ἐργαζομένοις, πρὸς σύγκρισιν βοῶν καὶ ἵππων καὶ ὄνων.

51a

*βαρύοδμος· δυσαής f

51b

*ἐπὶ φλογὶ μοιρηθεῖσα· κατακαεῖσα GdK2

51c

*μοιρηθεῖσα· διαιρηθεῖσα mb μερισθεῖσα f

52a

*χαλβάνη· τὴν χαλβάνην ὁ Διοσκορίδης (III, 83 Wellm.) φησὶν ὀπὸν εἶναι νάρθηκος Συριακοῦ, ὁ δὲ Θεόφραστος (H. P. 9, 9, 2) βέλτιον ὀπὸν πανάκους.

52b

*ἄκνηστις· εἶδος βοτάνης d, 〈παρὰ τὸ πολὺ〉 κνῆσαι, 〈ἢ〉 ἐγκνήθεσθαι K2

52c

ἄκνηστις δὲ οἱονεὶ πολύκνηστις, ὥσπερ καὶ τὸ ἄξυλος ὕλη ἡ πολύξυλος. τὴν δὲ ἄκνηστιν οἱ μὲν τὴν κνίδην, οἱ δὲ τὴν σκίλλαν ἢ ἀκαλήφην φασίν. ὁ μὲν Τυραννίων τὴν σκίλλαν, Ἀπολλώνιος δὲ ὁ Μεμφίτης τὸ κνέωρον, ὃ δή
5τινες κνῆστρον καλοῦσιν, 〈ἄλλοι δὲ τὴν ἀκαλήφην, ἤγουν τὴν ἀγρίαν κνίζαν V〉.

52d

ἡ δὲ πριόνεσσι τομαίη ἐν ὑπερβάτῳ· καὶ ἡ ὑπὸ τοῖς πολυοδοῦσι γενείοις τῶν πριόνων τεμνομένη
κέδρος, ἀντὶ τοῦ τὸ πρίσμα τῆς κέδρου, ἀποτρεπτικὴν ὀδμὴν τῶν δακέτων ἐμποιεῖ. οἱ δὲ πλεῖστοι τῶν ἐξηγησαμένων
5ἁπλῶς τὸ ξύλον τῆς κέδρου, διὸ καὶ τὰ ἑρπετὰ ψυχρὰ ὄντα φθείρει ἡ κέδρος 〈διὰ τὸ〉 τὸ ξηραντικὸν ἔχειν· διὸ καὶ τοὺς νεκροὺς ἀσήπτους ποιεῖ, τὸ νοτερὸν καὶ ῥευστικὸν ἐκπιοῦσα, ὅθεν καὶ ‘νεκρῶν ζωὴν‘ ἔνιοι αὐτὴν ἐκάλεσαν. οἱ δὲ ὄφεις δέονται τῶν χαλώντων.

53a

τὸ δὲ καταψηχθεῖσα ἀντὶ τοῦ διαιρηθεῖσα. ψώχειν γὰρ καὶ ψήχειν ἐστὶν τὸ διαιρεῖν. ἢ κατακνη‐ θεῖσα, οἷον καταπρισθεῖσα.

53b

*καταψηχθεῖσα· καταξεσθεῖσα u

53c

*γενείοις· στόμασιν bdK2

54a

*φλογιῇ· ἐν τῷ πυρὶ bdf

54b

*φύξιμον· φυγαδευτικήν mb φευκτικόν GK φυγῆς ποιητικόν d

55a

χηραμὰ δὲ τὰ κοιλώματα, παρὰ τὸ χεῖσθαι καὶ χωρεῖν ἐν αὐτοῖς.

55b

*χηραμά· τὰς καταδύσεις ἢ τὰ σπήλαια f

55c

*ὑληώρεας· συνδένδρους bd ὠρουμένας καὶ φυλατ‐ τομένας K2

55d

*εὐνάς· κοίτας df

56a

*κενώσεις· κενὰ ποιήσεις dn ἐρημώσεις καὶ κενώσεις GK

56b

*δαπέδῳ· τῷ ἑδάφει d

57a

εἰ δὲ τὰ μὲν καμάτου ἐπιδεύεται· ὁ κόπος· εἰ δὲ κόπος ἐστὶν εὑρεῖν τὰς βοτάνας ταύτας.

57b

*ἐπιδεύεται· δέεται K2 χρήζει df

57c

*καμάτου· πόνου df

58a

*αὖλιν ἄγει· κοιμήσας μέλεα GK

58b

*κοίτου· ὕπνου GK2f

58c

*λιλέεαι· ἐπιθυμεῖς, ὥστε ἔργον καὶ δυσχερὲς ἀνύσσειν. mb

58d

*ἔργον ἀνύσαι· ἤτοι κοιμηθῆναι GK

58e

*ἀνύσαι· τελειῶσαι, πληρῶσαι d

58f

*ἀνύσσας· τελειώσας f

59a

*τῆμος· τότε K2f

59b

πολυρραγέος δὲ τοῦ πολλὰς ῥεύσεις ἔχοντος ἢ τοῦ βιαίου καὶ πάντα ῥήσσοντος διὰ τὸ ῥαγδαῖον.

59c

*πολυρραγέους· ῥευματώδους Gm

59d

*δίνας· συστροφάς f

60a

ὑδρηλήν· χλωρὰν ἢ ὑγράν· ἢ ὑδρηλὴν δὲ εἶπεν, ἐπειδή ἐστιν καὶ ὀρεινὴ πόα. διαστέλλει δὲ τὸ εἶδος· τινὲς δὲ ἀγρίαν γλήχωνα αὐτὴν καλοῦσι· πάντα δὲ τὰ εἰρημένα βαρύοδμα καὶ θερμὰ καὶ θεραπευτικά. ἡ δὲ καλάμινθος ἐν
5ὀρρῷ γάλακτος πινομένη ἐλεφαντίασιν καὶ χοιράδας κατα‐ πλαττομένη ἰᾶται. μετὰ δὲ οἴνου πωθεῖσα ἴκτερον παύει.

60b

*ὑδρηλήν· χλωράν, ὑγράν GKd χλωράν f

60c

*καλάμινθον· ὄνομα βοτάνης bd

60d

*ὀπάζεο· λάμβανε GKd ἐπιλέγεο G2 δίδοθι f

60e

χαιτήεσσαν· εἰ μὲν διὰ τοῦ χ, τὴν δασεῖαν καὶ κομῶσαν τοῖς φύλλοις. κόμη γὰρ τῶν βοτανῶν τὰ φύλλα, ὡς αἱ τρίχες τῶν ἀνθρώπων. εἰ δὲ διὰ τοῦ κ, τὴν μεγάλην καὶ ὑψηλήν, ὡς κῆτος, οἷον κητώεσσαν οὖσαν.

60f

*χαιτήεσσαν· πολύφυλλον GK

61a

*λιβάσι· τοῖς ἕλεσι GKd κρήναις καὶ ἐνύδροις τόποις· σημαίνει δὲ κατὰ σταγόνα u ἐν τοῖς ἐνύδροις τόποις f

61b

*παραέξεται· αὐξάνεται dfv

61c

*λιβάδεσσι παραύξεται· λιβάσι παραέξεται Par.

61d

*ἀμφὶ χείλη· περὶ τὰς ὄχθας df

62a

*ἔρσεται· δροσίζεται GK δροσίζεται καὶ θάλλει d
φύεται f συμπλέκεται v (cf. lect. ἄρσεται codd. EP)

62b

ἀγραύλοισιν 〈.....〉 ἤτοι τοῖς λαμπροῖς κατὰ μετάθεσιν τῶν στοιχείων, οἷον ἀγλαύροις 〈ιν〉 τοῖς καλοῖς· ἢ καὶ τοῖς ἀγλαὰς αὔρας ἔχουσιν, ἢ τοῖς διαλε‐ λυμένοις καὶ τρυφεροῖς.

62c

*ἀγλαύροισιν· θαλεροῖς Gd

62d

*ἀγαλλομένη· χαίρουσα vf τερπομένη d

63a

λύγος δέ ἐστιν εἶδος φυτοῦ ἔχον κλάδους πέντε.

63b

*πολυανθέα· φύλλα ἔχοντα Kf

64a

ἢ πόλιον βαρύοδμον· καὶ γὰρ τὸ πόλιόν ἐστιν εἶδος βοτάνης· τονοῦται δὲ καὶ πόλιον καὶ πολιόν. ἄμεινον δὲ τὸ πόλιον, ἵνα μὴ ᾖ ὡς ἐπίθετον. οὐκ ἔστι δὲ ἡ λιβανωτίς, ἀλλ’ ἔχει πέτηλον μὲν θύμου μαλακώτερον καὶ
5δασύτερον, μέγεθος δὲ οἷον ῥάβδους ἀπὸ ῥίζης παλαμιαίους ἀναδίδωσιν, ἡ δὲ ῥίζα ξυλώδης· πάντα δὲ ταῦτα βαρύοδμα.

64b

*ῥίγιστον· χαλεπῶς v φοβερόν d, στιβαρὸν τοῖς ἰωβόλοις b

65a

ἐχίειον δέ· τὸ ἐχίειον ὅμοιον τῷ πολίῳ τὴν χροιάν
ἐστιν, ἀφομοιοῦται δὲ πρὸς τὸν ἔχιν. τινὲς δὲ λέγουσιν αὐτὸ φύλλα ἔχειν ὅμοια ἔχιος κεφαλῇ, διὸ οὕτως ὠνομάσθη. δύο δὲ ταύτης γένη, τὸ μὲν ὤκιμον, τὸ δὲ ἐχίειον, ὅπερ τραχύτερόν
5ἐστιν.

65b

ὀριγανόεσσά τε· τὸ δὲ ὀρίγανον μετὰ οἴνου πινόμενον γάλα κατασπᾷ καὶ ἀδήκτους φυλάττει τοὺς πίνοντας.

65c

*ὀριγανόεσσά τε χαίτη· τὰ φύλλα τοῦ ὀριγάνου GKNb τοῦ ὀριγάνου κόμη, τουτέστι τὰ φύλλα d

66a

ἀβροτόνοιο· καὶ τῆς ἀβροτόνου δὲ δύο εἰσὶ τὰ γένη, τὸ μὲν κηπεύσιμον, τὸ δὲ ὀρεινὸν ἐν ἀργεννόεσσι τόποις εὑρισκόμενον, διὸ εἶπεν ἀργεννὴν ὑπὸ βῆσσαν. τοῦτο δὲ προὔκρινε τοῦ κηπευσίμου, ὡς πρακτικώτερον. Ἀβρότονον
5οὖν τὸ φύλλον τῆς ἀγρίας βοτάνης φησίν. ἔστι δὲ δύο γένη αὐτῆς, ἥμερον καὶ ἄγριον. ἀβρότονον δὲ ὠνόμασται διὰ τὸ πρὸς τὴν ἅψιν ἁβρὸν καὶ ἁπαλὸν 〈καὶ μαλακὸν C〉 φαίνεσ‐
θαι, ἄλλως τε καὶ διὰ τὸ δυσπνοῦσιν εἶναι 〈χρήσιμον〉.

67a

ἑρπύλλοιο· ἕρπυλλος εἴρηται παρὰ τὸ ἕρπειν αὐτοῦ τὰς ῥίζας ἐπιπολύ. διὰ τοῦτο καὶ νομαῖον 〈εἴρηκεν V〉, διότι ἐπιπολὺ νέμεται. δύο δὲ αὐτοῦ εἴδη. ὁ μέν ἐστιν ἥμερος, ὁ δὲ ἄγριος. ἔστι δὲ καὶ ὤκιμον μεταβάλλον ἐξαμε‐
5λούμενον εἰς τὸν ἕρπυλλον. ἔστι δὲ πολύχυτον, πνευματῶδες, τῷ δὲ πνεῖν τρέπει τὰ θηρία. ἢ νομαῖον εἴρηται, διότι πανταχόσε βάλλει ἑαυτοῦ τοὺς κλάδους, καὶ τὸ ἐπίθετον ὁμοφωνεῖ τῷ κυρίῳ· ἕρπυλλος γὰρ καλεῖται παρὰ τὸ ἕρπειν. 〈ἔνθεν καὶ νομαῖον παρὰ τὸ νέμειν· φιλόζῳος δὲ ὁ ἕρπυλλος
10G〉. ὡς κισσὸς δὲ ἀνθεῖ, περὶ τὰ ἄλλα ἄνθη ἑλισσόμενος καὶ περιβοσκόμενος.

67b

*ἑρπύλλοιο· βοτάνη τις Kb

67c

*νομαίου· τοῖς ἕλεσι χαίροντος bm (cf. v. 68)

67d

*ἀργεννήν· τὴν λευκὴν διὰ τὴν χιόνα d λευκήν f

67e

*βῆσσαν· τὴν γῆν K, γράφεται πέζαν d

69a

*λασίοισιν· πυκνοῖς d δασέσιν f

69b

*φύλλοισι κατήρης· κατάσκιος Gdm, κατασ‐
κεπτός K2

70a

χαμαιζήλοιο δὲ τῆς χαμαιπετοῦς· δύο δέ εἰσι καὶ αὐτῆς γένη, ἡ μὲν ἀγρία, ἡ δὲ ἥμερος, ἀλλ’ ἡ ἀγρία δριμυτέρα ἐστὶν τῆς ἡμέρου κονύζης.

70b

κονύζης· κόνυζα εἶδος βοτάνης. καταψυκτικὴ δὲ αὕτη πρὸς συνουσίαν. διὸ καὶ ἐν τοῖς θεσμοφορίοις ἐστρών‐ νυτο.

71a

τὸ δὲ ἄγνου τε βρύα λευκὰ πρὸς ἀντιδιαστολὴν τέθεικεν, ἐπεί ἐστι καὶ μέλας ἄγνος. πολυανθὴς δέ ἐστιν ὁ λύγος τοῦ ἄγνου, ὃν ἐν τοῖς θεσμοφορίοις ὑπεστρώννυντο αἱ γυναῖκες. ἀντιπράττει γὰρ πρὸς συνουσίαν, διὸ καὶ ἄγνος
5λέγεται, ἄγονός τις ὤν.

71b

ἄγνου τε βρύα λευκά· ἄγνος, ὁ καὶ λύγος καλούμενος· ψυχρός ἐστι καὶ τὰς πρὸς συνουσίαν ἐπείχων ὁρμάς, διὸ καὶ ἄγνος λέγεται, ἄγονός τις ὤν· διὰ τοῦτο γὰρ καὶ αἱ γυναῖκες ἐν τοῖς θεσμοφορίοις ὑπεστρώννυον ἑαυτάς. V

71c

*βρύα· θρύα Par.

71d

βρύα δὲ τὰ ἄνθη· καὶ Ὅμηρος (Il. XVII, 56)· ‘καί τε βρύει ἄνθει λευκῷ‘.

71e

*θρύα· κυρίως τὰ φύλλα τῆς συκῆς (= Σ Alex. 497) ἢ τῆς ἀμπέλου. v

71f

λευκὰ δὲ πρὸς ἀντιδιαστολὴν τῶν μελάνων. τὸ δὲ σπέρμα τοῦ ἄγνου καὶ πινόμενον 〈καὶ χριόμενον LGC〉 ἀπαλλάττει τῶν πυρετῶν καὶ ποιεῖ ἱδρῶτας, ὑδρωπικοῖς τε καὶ σπληνικοῖς βοηθεῖ εἰς κύστιν ἐκκαθαιρομένων τῶν
5ὑγρῶν. ὁμοίως δὲ καὶ τὸ πόλιον βοηθεῖ ἰκτερικοῖς, πολέμιον δέ ἐστιν ταῖς κυούσαις γυναιξίν· ἐκβάλλει γὰρ τὰ ἔμβρυα. ἐμπρίοντα δὲ τὸν ἀκανθώδη καὶ τραχὺν εἶπεν· πριονώδη γάρ ἐστι τὰ αὐτοῦ φύλλα.

71g

*ἐμπρίοντα· δριμύν Gbd

71h

καὶ ὀνόγυρος δὲ εἶδος θάμνου· καλοῦσι δὲ αὐτὸν οἱ μὲν ἀνάγυρον, οἱ δὲ ὀνόγυρον, οἱ δὲ ἄκοπον, οἱ δὲ ἀγνά‐ κοπον, οἱ δὲ ὀζόγυρον G2 ὀνόγυρός ἐστιν βοτάνη, πριονώδη ἔχων τὰ φύλλα C

72a

*αὕτως· ὁμοίως Gd ὡσαύτως K2

72b

*τρήχοντα· τὰ τραχέα GKd

72c

*κλήματα· κλαδία G2d

72d

*σίδης· ῥοιᾶς GKbdv

73a

*ἀσφοδέλοιο· εἶδος φυτοῦ bd

73b

*πολυαυξέα· πολύβλαστον bm πολυαυχέα Par.

73c

μόσχον δὲ τὸν κλάδον φησί. γράφεται δὲ πολυ‐ αυχέα καὶ πολυανθέα.

74a

*στρύχνον· εἶδος βοτάνης GK εἶδος πόας d

74b

*σκύρα· βοτάνη συνουσιαστική d

74c

τὰ δὲ σκύρα ὄρεξιν ἀφροδισίων παρέχει ταῖς βουσίν. ὡς οὖν τῶν βουκόλων ἐπεχόντων τὰς βοῦς καὶ κοπιώντων, σκύρα ἐχθρὰ εἴρηται.

74d

σκύρα τ’ ἐχθρά· τὰ σκύρα ὄρεξιν τῶν ἀφρο‐ δισίων παρέχει ταῖς βουσίν· ὡς οὖν τῶν βουκόλων κοπιών‐ των 〈καὶ〉 κατεχόν〈των〉 τὰς βοῦς, ἐχθρὰ εἴρηκε τῷ βούτῃ· βόες κυρίως αἱ θήλειαι, οἱ δὲ ἄρρενες ταῦροι, ὥσπερ
5καὶ τράγοι μὲν οἱ ἄρρενες, αἶγες δὲ αἱ θήλειαι, καὶ πρόβατα μὲν αἱ θήλειαι, κριοὶ δὲ οἱ ἄρρενες. V

74e

τὸ δὲ τά τ’ εἴαρι ἀντὶ τοῦ ἅτινα σίνατο, ἤγουν ἔβλαψε τὸν βούτην, ἤγουν τὸν βουκόλον. ἐκτέμνει γὰρ ὑπὲρ τοῦ μὴ γεύεσθαι τὰς βοῦς αὐτῶν. οἱ δὲ τὸ ἐρυθράδιόν φασιν, ἐπεὶ φοινίσσεται τὰ δέρματα τῶν γευομένων ζῴων.
5βούτην δὲ βουκόλον.

75a

τὸ δὲ σκυρόωσι ἀντὶ τοῦ ὀργῶσιν ἢ σκιρτῶσιν ἢ ἐκμαίνονται. τῶν γὰρ σκύρων γευσάμεναι αἱ βόες ἐκκλί‐ νονται, καὶ ταῦτα ταῖς βουσὶ μανίας ἐστὶ παρασκευαστικά. ταῦτα γὰρ βλάπτουσι τοὺς βουκόλους· αἱ γὰρ βόες τρώγου‐
5σαι αὐτά, ὁρμητικαὶ 〈καὶ ἐπόρεκτοι G2〉 γίνονται πρὸς τὰ ἀφροδίσια 〈καὶ λοιπὸν ἀναπτεροῦνται G2〉 καὶ φεύγουσι τὰς ἀγέλας, ὥστε ἀναγκάζονται οἱ βουκόλοι διώκειν.

75b

*σκυρόωσι· ἀπὸ τῆς σκύρας ὠνοματοποιήθη. bm

75c

*καυλεῖα· ἤγους τοὺς βλαστούς df

75d

*φαγοῦσαι· φυσοῦσαι Par.

76a

ἡ δὲ πευκέδανος βοτάνη ἐστὶ πικρά. βαρύνεται δέ, ἵνα μὴ ᾖ ἐπίθετον.

76b

*βαρυπνόου· βαρεῖαν ὀδμὴν ἔχοντος d

77a

*ἀποσσεύει· ἀποσοβεῖ Gd διώκει K ἀποδιώκει d

77b

*διώκει· ἀπελαύνει df

78a

*εἰκαίῃ· αὐτοσχεδίῃ GKMdf 〈αὐτο〉σχεδίῳ bm εὐτελείῃ v

78b

ἀγραυλέϊ κοίτῃ· τῇ ἐν τῷ ἀγρῷ γινομένῃ· ἡ δὲ λέξις ἀγροικική.

79a

χεείαις· ταῖς καταδύσεσι, παρὰ τὸ χεῖσθαι ἐν αὐταῖς τοὺς ὄφεις.

79b

*χεείαις· ταῖς κοίταις τῶν ὄφεων bd

80a

tit. περὶ χρισμάτων Gbd

80b

*ἐς τεῦχος κεραμήϊον· εἰς ἀγγεῖον ὀστρά‐ κινον d

80c

*ὄλπην· λήκυθον Kf ἔοικε τὴν ὄλπην ξύλινον ἀγγεῖον εἶναι b ἰγδίον d

81a

κεδρίδας· τὸν καρπὸν τῆς κέδρου· ἔχουσι γὰρ αὗται ὑγρότητα ἐλαιώδη.

81b

*κεδρίδας· κόκκους κέδρου K2f

81c

*ἐνθρύπτων· ἐπιτρίβων τοὺς καρποὺς τῆς κέδρου.
bd

81d

*λιπόοις· λιπαίνοις d ἀλείφοις f ῥυπόοις Par.

81e

*ῥυπόοις· μολύνοις ἢ χρίζοις v

81f

*εὐήρεα· εὐάρμοστα GMv εὐάρμοστα, ἐλαφρά bd

82a

*ὀρείου· εἶδος βοτάνης τὸ ὄρειον Gbd ἤ ἀγρίας K2 ὀρεινοῦ f

82b

*βαρυπνόου· δυσαέος f

82c

*πευκεδάνοιο· τὰ φύλλα G βοτάνης d

83a

*καταψήχοιο· τρίβοις G ἀποτρίβοις K κατατρί‐ βοις M κατατρίψαις d

83b

τὸ δὲ λίπει ἔνι, ἀντὶ τοῦ ἐν ἐλαίῳ τῷ ἐξ αὐτῶν, ὅπερ ἐστὶ ξηραντικόν.

83c

*κονύζης· εἶδος βοτάνης bd

84a

*αὕτως· ὁμοίως G1d οὕτως f

84b

καὶ ἀλθήεντα τὸν 〈ὑγραντικόν, τὸν C〉 πρὸς ὑγείαν λαμβανόμενον, ὅ ἐστι θεραπευτικόν.

84c

*ἀλθήεντα· λιπαρόν bd ἰατρικόν f

84d

*ἐλελίσφακον· βοτάνης 〈εἶδοσ〉 Kbd

85a

*σιλφίου· τὴν βοτάνην Gd

85b

*κρηστῆρι· κρείῳ M

85c

*κνηστῆρι· τῇ θυίᾳ G τριβόλῳ b τριβεῖ d κνῆστις ἡ σιδερᾶ ξυστὴρ ᾗ ξύομεν τὸν τυρόν. f

85d

*κατατρίψειαν· συνθλάσειαν d στόματι K2

85e

ὀδόντες δὲ οἱ δοίδυκες καὶ τριβεῖς· ἀντιπτώσει δὲ ἐχρήσατο· ἔδει γὰρ εἰπεῖν κνηστῆρος ὀδόντες.

86a

σιάλων· ὅτε γὰρ νῆστις ὁ ἄνθρωπος, τότε τὸν αὐτοῦ σίαλον πόρρω φεύγει ὁ ὄφις.

86b

πολλάκι καὶ βροτέων σιάλων· ὅτε νῆστις ὁ ἄνθρωπος, οὐ μόνον δειλιῶσι τὸν αὐτοῦ σίαλον, ἀλλὰ καὶ ἀναιροῦνται ὑπ’ αὐτοῦ. V

87a

*τρίψας· λειώσας d

87b

*βάμματι· ὄξει GKbdv

88a

*κηπαίην· κηπεύσιμον d

88b

*δροσόεσσαν· θάλλουσαν d πολύδροσον f

88c

ἐπὶ χλωρηίδα νώτῳ· χλωρὰν ἐπὶ τῷ νώτῳ. ἰστέον δὲ ὅτι τὴν δὲ κάμπην τινὲς μὲν βοτάνην εἶναί φασιν, τινὲς δὲ τὸ ζωύφιον.

89a

ἀγριάδος δὲ μαλάχης· κατὰ συναλοιφὴν τὴν ἀγριομαλάχην, ἣν καὶ ἀλθαίαν καλοῦσι. καὶ ἐγκύ‐
μονα εὐθαλῆ, ἁπαλὸν, μήπω ἐξηνθηκότα.

89b

*ἐγκύμονα· ἁπαλόν. 〈ἐγκείμονα〉· ἑδραῖον, ἀσφαλῆ. v

90a

*πέριξ· κύκλῳ df

90b

*λιπάσειας· ἀλείψειας G2Kbdf

90c

*ἀναίμακτος· ἄτρωτος· bd ἀπήμαντος f

90d

ἰαύοις· κοιμήσαιο.

90e

*ἰαύοις· ὑπνώσαις d

91a

ψήχεο δ’ ἐν στέρνῳ· τὸ δὲ ἐξῆς, ἀνάτριβε δὲ ἐν τῇ κοιλότητι.

91b

*ψήχεο· καὶ κατάτριβε K2f σύντριψον d

91c

μυλόεντι· ἢ τῷ λιθίνῳ ἢ τῷ μυλοειδεῖ.

91d

*μυλόεντι· ἢ λιθώδει K2

91e

*θυείης· ὅλμου K2f λίθου τοῦ ἰγδίου b ἰγδίου d

92a

*ν· σὺν οἷς K2 ἐν τούτοις d

92b

*κομόωντας· εὐθαλεῖς G θάλλοντας f

92c

ὀράμνους δὲ τοὺς κλάδους. κατὰ συγκοπὴν δὲ εἶπεν, οἷον ὀροδάμνους παρὰ τὸ ὀρούειν.

93a

*ἀμμίγδην· ὁμοῦ bdf

93b

ὀδελοῦ· ἀντὶ τοῦ ὀβελοῦ Δωρικῶς ἢ Αἰολικῶς·
καὶ Θεόκριτος (v, 27) δήλεται τὸ βούλεται.

93c

*ὀδελοῦ· ὀβελοῦ, τριῶν κερατίων· ὀβελὸς δὲ ἱστᾷ τρία κεράτια bd τριῶν κερατίων ὀβελὸς γράφεται γʹ κεράτια G

93d

*αἴσιος· ἰσόσταθμος M

93e

αἴσιος δὲ ὁλκὴ ἀντὶ τοῦ ἴση· ἴσῳ γάρ, φησι, σταθμῷ βαλὼν τρῖβε. διὰ γὰρ τοῦ αἴσιον σημαίνει τὸ καθῆκον καὶ ἰσόσταθμον ποιεῖσθαι.

93f

αἴσιον ὁλκὴν τὴν ἰσόσταθμον· αἴσιον γὰρ τὸ καθῆκον λέγει. V

93g

*ὁλκή· σταθμός K2 σταθμός, βάρος f

94a

χειροπληθῆ δὲ ὅσον 〈πληρῶσαι G〉, γεμίσαι τὴν χεῖρα.

94b

*καρπόν· καρπὸν νεοθαλῆ δαύκου βαλὼν τρῖβε bd

94c

*νεοθηλέα· τὸν νεωστὶ βλαστήσαντα f

94d

*δαύκου· Τζέτζης λέγει σπέρμα μαλάχης G

94e

δαύκου· τὸ μέντοι δαύκου καὶ δαύχου γράφεται, ἐπί τινων δὲ καὶ γλυκύ· ἔστι δὲ ῥιζίον παρόμοιον σταφυλίνῳ· Ἀντίγονος δὲ λέγει δαύχμου·
ἔστι δὲ δάφνη πικρά. εἰσὶ δὲ δύο γένη τῆς βοτάνης, ἡ μὲν
5Κρητική, ἡ δὲ Ἀσιατική. ὁ δὲ Πλούταρχος πλείονα μέν φησι γένη αὐτῆς εἶναι, τὸ δὲ κοινὸν τῆς δυνάμεως ἰδίωμα δριμὺ καὶ πυρῶδες, ὡς καὶ ἡ γεῦσις αἰσθάνεται καὶ ὄσφρησις, καὶ πειρωμένοις δῆλον εἶναι· καὶ γὰρ ἔμμηνα κινεῖσθαι σφόδρα ποιεῖ καὶ διαλύει στρόφους τῇ θερμότητι καὶ
10τῶν περὶ τὸν θώρακα καὶ σπλάγχνα παθῶν καθαρτικὴν καὶ προσέτι γε μὴν λεπτυντικὴν ἔχει δύναμιν.

95a

*λειαίνειν· τρίβειν GK λέαινε διὰ τοῦ τριβέως d

95b

*τριπτῆρι· δοίδυκι GMd διὰ τοῦ τριβέως bd ὄργανόν ἐστι ᾧ τρίβομεν. f

95c

*τροχοειδέα· εἰς τροχίσκους πλάσσων Gd εἰς τρο‐ χίσκους KM στρογγύλα bdf

95d

*πλάσσων· ποιῶν bdf

96

τέρσαι ὑπὸ σκιόεντι· ξήραινέ, φησιν, ἐν σκιώδει καὶ ἀνεμώδει τόπῳ, μὴ γὰρ ἐν ἡλίῳ, ἵνα μὴ ἡ ὑγρότης αὐτῶν ξηρανθῇ ὑπὸ τοῦ ἡλίου καὶ ἀνενέργητα
ποιήσῃ αὐτά.

97a

tit. περὶ θεριακῆς GKbd

97b

αὖα δ’ ἐν ὄλπῃ· σκιόψυκτα δὲ ὄντα καὶ ξηρὰ θρύπτε αὐτὰ ἐν ληκύθῳ καὶ οὕτως ἀλείφου, ὅτε χρεία καλέσει.

97c

*ὄλπῃ· ἐλαιοδόχῳ K τῷ ἰγδίῳ ἢ ληκύθῳ bd

97d

*θρύπτε· μαλάκιζε v εἰς λεπτὰ τέμνε f

97e

*λιπαίνοις· λίπαινε K2d ἀλείφοις f

98a

εἴ γε μέν· δύο ὄφεις συνουσιάζοντας κελεύει λαβόντα ἑψῆσαι· συνουσιάζοντας δέ, διότι ἐν τῷ καιρῷ τῆς συνουσίας βρωμοῦσιν. ἀποστρέφονται δὲ φύσει τὸν ἑαυτῶν βρῶμον.

98b

κνώδαλα δὲ κυρίως μὲν τὰ θαλάσσια, παρὰ τὸ κινεῖσθαι ἐν τῷ ἁλὶ 〈ὅ ἐστι ἐν τῇ θαλάσσῃ G〉· καταχρηστι‐ κῶς δὲ νῦν τοὺς ὄφεις λέγει. ὁ δὲ Ὀππιανός φησιν (Halieut. I, 17 et passim) κνώδαλα τὰ τῶν θηρίων γένη, ἐξ οὗ καὶ
5μνεῖαν ποιεῖται ὁ Νίκανδρος περὶ κνωδάλων καὶ λέγει οἷον αἱμορροίδας καὶ κεράστας καὶ τριχοφόρους, ἤτοι χοίρους.

98c

χύτρῳ δὲ τῇ χύτρᾳ.

99a

*ζῳά· ζῶντα f

99b

*θορνύντα· ὀχεύοντα f

99c

*θρόνα· φάρμακα, βοτάνας G φάρμακα Kbdv

99d

*ἔνθορα· θορόν τὸ σπέρμα f

99e

*βάλλοις· ἐμβάλλοις bd

100a

*δήεις· μάθε d εὑρήσεις vK2

100b

*οὐλομένῃσιν· ὀλεθρίαις dfv

100c

*ἀλεξητήριον· ἀποτρόπαιον βοήθημα Gd ἴαμα d θεραπείαν K2 βοήθειαν f

100d

*ἄταις· βλάβαις df

101a

*ν· ἐν τούτοις bd σὺν τούτοις K2

101b

*νεοσφαγέος· τοῦ νεωστὶ ἐσφαγμένου f

102a

δραχμάων 〈τρίφατον〉· τὸ τρίτον μέρος τοῦ δεκάτου τῆς δραχμῆς· τὸ τρίτον δέ ἐστι τῆς δεκάδος τρεῖς καὶ τρίτον. ἢ τριπλάσιον τῆς δεκάδος, τουτέστι τριά‐ κοντα δραχμάς. τρίφατον οὖν ἀντὶ τοῦ τρίλεκτον,
5οἷον τριπλῆν δεκάδα, τουτέστι τριάκοντα δραχμάς.

103a

ἐν δὲ τρίτην μοῖραν ῥοδέου χοός·
ὁ μὲν γὰρ χοῦς ιβʹ κοτύλας ἔχει. τρίτον οὖν τῶν δώδεκα, τέσσαρας κοτύλας φησίν. ἐν δὲ τρίτην μοῖραν ἀντὶ τοῦ τέσσαρας κοτύλας. δώδεκα γὰρ κοτυλῶν ἐστιν ὁ
5χοῦς, τοῦ δὲ δώδεκα τὸ τρίτον τέσσαρα. ἢ καὶ οὕτως, τῶν τριῶν ὄντων τῶν ῥοδίνων, τῷ πρώτῳ ὡς ἐξόχῳ φησὶ χρῆσθαι. τρεῖς γὰρ ἀποστάσεις ποιεῖ τὸ ῥόδον, πρώτην, μέσην καὶ τελευταίαν. ἀντὶ τοῦ ἐν τρισὶν ἀγγείοις βάλλουσιν ἔλαιον, καὶ ἐν τῷ ἑνὶ ἐξ αὐτῶν βάλλουσι τὸ ῥόδον
10καὶ ποιοῦσι τὴν πρώτην ἀπόστασιν τὴν ἐνεργεστέραν. καὶ ὅταν ἀποβραχῇ ἐν τῷ πρώτῳ ἀγγείῳ καὶ ποιήσῃ τὴν πρώτην ἀπόστασιν, αἴρουσιν αὐτὸ καὶ μεταβάλλουσιν ἐν τῷ δευτέρῳ ἀγγείῳ, καὶ ὅταν βραχὲν ποιήσῃ τὴν δευτέραν ἀπόστασιν, μεταβάλλουσιν αὐτὸ ἐν τῷ τρίτῳ ἀγγείῳ· καὶ οὕτω τρεῖς
15ἀποστάσεις ποιεῖ.

103b

*τρίτην μοῖραν· λίτρας τρεῖς, ἤγουν λʹ δραχμὰς τῇ τρίτῃ μοίρᾳ τοῦ ῥοδίνου ἔμβαλε m λίτρας τρεῖς b

103c

*μοῖραν· μέτρον f

103d

*ῥοδέου· σταγόνος G

103e

*χοός· εἶδος μέτρου· ὁ χοῦς ἱστᾷ λίτρας θʹ bm

103f

*θυωροί· οἱ μυρεψοί GKMb οἳ τὰ θύη ἐνεργοῦσι bm οἱ μυρεψοὶ καὶ οἱ πιμεντάριοι. d

104a

πολύτριπτον· ἐπεὶ πολλὰ εἴδη ῥοδίνου, καὶ τὸ μὲν πρῶτον, τὸ δὲ μέσον, τὸ δὲ μικτὸν καλοῦσιν, ὅπερ
πολύτριπτον εἶπε· τὸ μικτὸν δὲ τὸ ἔξοχον.

104b

πολύτριπτον τὸ μικτὸν ἢ τὸ ἔξοχον. C

105a

ἰσόμορον· ἰσόμορον γὰρ λέγει τὸ ἴσον τοῦ ὀμφακίνου ἐλαίου, ἀντὶ τοῦ πάλιν τέσσαρας κοτύλας.

105b

*ἰσόμορον· ἰσόσταθμον GK ἴσον δὲ μέρος d ἰσόμερος f

105c

*ὠμοῖο· τοῦ παρὰ καιρὸν γενομένου f

105d

ἀργῆτος δὲ τοῦ λευκοῦ καὶ λαμπροῦ ἢ καθαροῦ, ἐξ ὠμῆς ἐλαίας γεγονότος.

106a

ἐν δὲ τῷ τετράμορον λείπει ὁ καὶ σύνδεσμος, ἵν’ ᾖ καὶ τετράμοιρον κηροῦ, ἀντὶ τοῦ μίαν κοτύλην κηροῦ· τῶν γὰρ τεσσάρων τὸ τέταρτον ἡ μία ἐστίν.

106b

*γάστρῃ· ἀγγείῳ K2bd χύτρᾳ f

107a

*θάλπε· καῖε bm ἕψε d θέρμαινε f

107b

*κατασπέρχων· ἐπειγόμενος bm κατατρίβων d συστρέφων f

107c

*θάλπε κατασπέρχων· διάλυε κατατρίβων GKMb

107d

ἄκανθα δὲ κυρίως μὲν ἡ σπεῖρα τοῦ δράκοντος, νῦν δὲ λέγει τὸν δράκοντα. ἄφελε γοῦν, φησιν, καὶ ἀποχώρισον τὰς φολίδας καὶ τὰ λεπίσματα· ἀπὸ κοινοῦ δὲ τὸ λίπαζε, ἀντὶ τοῦ χρῖσον. 〈λίπαζε· λιπαρὰ ποίει τῇ χρίσει V

108a

*μελδόμεναι· τηκόμεναι GKMv ἑψόμεναι d
καταδαπανώμεναι bm καιόμεναι f; v in marg. adiecit: μελδόμενος τηκόμενος· κυρίως δὲ μέλδειν ἐστὶ τὸ τὰ μέλη ἐσθίειν; in marg. m adiecit: Ὅμηρος (Il. 21, 363)
5‘κνίσσην μελδόμενος ἁπαλοτροφέος σιάλοιο‘· σίαλος ὁ εὐτραφὴς χοῖρος, παρὰ τὸ ἅλις σεσιτεῦσθαι.

108b

*θρύπτωνται· διαλύωνται Gbdm εἰς λεπτὸν τέμνωνται f

108c

*λάζεο· λαβέο GK λάμβανε df

108d

*τυκτήν· κατασκευαστήν K2

109a

*εὐεργῆ· καλῶς πεποιημένον d

109b

λάκτις δὲ ὁ λεγόμενος παρὰ Ἀττικοῖς ἀλετρίβανος· λέγει δὲ νῦν τὴν τορύνην, τὸ κίνητρον, 〈τὸ κοινῶς λεγόμενον κοχλιάριον d

109c

*μύρια· κατὰ πολύ bm πολλάκις d

109d

*ταράσσειν· τάραξον f

110

*ἀπόερσον· ῥῖψον K2 ἄφελε d ἀπόρριψον, φθείρου f διάφθειρε u

111a

*ἐνιτέτροφεν· ἔγκειται bm ἔνεστι d τεθραμ‐ μένον ἐν ταῖς ἀκάνθαις f

111b

*ἰός· φάρμακον df

112

*κοῖτον· στρωμνήν d

113a

*αὐαλ]έου· ξηραίνοντος τοῖς ἀνθρώποις [ἀλ‐
κήν] ἱδρῶτα bm

113b

*μεθ’ ἁλώϊα ἔργα· ἀντὶ τοῦ ἐν ταῖς ἁλω‐ νίαις GKd ὑστεροχρονίαν, δῆλον· μετὰ τὰ ἔργα τοῦ ἅλωνος f

113c

*ἁλώϊα· τὰ ἐν ἅλωνι bm τὰ τῆς ἅλωνος d

114a

θρίναξι· 〈θρῖναξ〉 γεωργικόν τι σκεῦός ἐστιν ἔχον τρεῖς ἐξοχὰς καὶ σκόλοπας ἀπωξυμμένους, ᾧ τοὺς στάχυας τρίβουσι 〈καὶ λικμῶσι καὶ ἀπαχυρίζουσι GC

114b

*θρίναξι· πτύοις G τὰ λικμητήρια λέγει bm λικμητηρίῳ dv ὀργάνιον ᾧ ἀπαχυρίζουσι τῶν σπερμάτων τὰ ἄχυρα f

114c

*διακρίνεαι· διαχωρίζῃ d χώριζε K2f

114d

*ἄντλον· σωρὸν τῶν σταχύων G σωρόν bd

115a

εἰ δέ που ἐν δακέεσσι· ἄχριστος δὲ μὴ εἴης τούτου, μηδὲ ἀνήλειφος τοῦ φαρμάκου· μακρὰν ἀπέσται τοῦ ἀνθρώπου ταῦτα, 〈τούτων〉 κἂν ἐγγὺς ὢν τύχῃς. εἰ δ’ ἴσως προσάψεταί σοι μὴ προαλειψαμένῳ ἢ τροφῆς μὴ
5μετειληφότι θηρίον, ὁπότε μᾶλλον ἀναλίσκεται καὶ ἐνερ‐ γεστέραν ὁ πληγεὶς δέχεται τὴν βλάβην, οὐδὲν ἧττον ἐπαμῦναι καὶ τούτοις δυνήσῃ τοῖς λέγεσθαι μέλλουσι περὶ τούτων ὑπ’ ἐμοῦ χρώμενος. ἔρχομαι διαλέξων ὁπόσα ἐστὶ βλαβερόν, τέως
κατ’ εἶδος θηρίων (= Eutecn. Paraphr. 221 b 37 sq.). G2

115b

δακέεσσι δὲ τοῖς θηρίοις, νῦν δὲ ταῖς ἀσπίσιν. ἔτι δέ, λέγει, εἰ μὴ ἠλειμμένος τῷ φαρμάκῳ ταῖς ἀσπίσιν ἐπιτύχῃς, ταχέως ἂν ταῖς ἡμετέραις προστάξεσιν ὑποχωρή‐ σαις καὶ ἐκφύγοις ἂν τὰ δήγματα καὶ τὸν θάνατον τὸν ἐξ
5αὐτῶν.

115c

*ἀφαρμάκτῳ· μὴ πεφυλαγμένῳ διὰ τῶν φαρμά‐ κων ὧν κατέλεξεν. bd

115d

*χροΐ· σώματι f

116a

*ἄκμηνος· ἀντὶ τοῦ μὴ φαγών GK ἄγευστος σιτίων bd

116b

*κακόν· ἡ πληγή, δῆλον d

116c

*ἰάπτει· βλάπτει Gdf

117

*ἐρωήσειας· ἐκφύγοις bfm ἐκφύγῃς d

118a

tit. περὶ τῆς θηλυκῆς ἐχίδνης K2

118b

*τῶν· τῶν δακέτων GKd b

118c

τῶν ἤτοι θήλεια· περὶ τῆς ἀσπίδος λέγει, ἥ ἐστι διψάς. τῆς γὰρ θηλείας τὸ στόμα μεῖζον καὶ πλατυ‐ τέρα ἡ κεφαλή. τὸ δὲ παλίγκοτος οἷον ὀργίλη ἐστὶ τοῖς ἀπαντῶσι, τῷ τε δήγματι πλειοτέρα καὶ κατὰ τὴν
5ἑλκομένην σειρήν, ἤγουν οὐράν.

118d

*παλίγκοτος· ἐχθρά G ἄγαν κακή K2

118e

*ἀντομένοισι· τοῖς παρατυχοῦσι GKd

119a

δάγμα δὲ διὰ τοῦ α ὁ Νίκανδρος πανταχοῦ, καὶ οὐ διὰ τοῦ η.

119b

καὶ τὸ πλειοτέρη ἀντὶ τοῦ μείζων τῷ στόματι. στικτέον γὰρ εἰς τὸ ‘ἀντομένοισι‘· ἀπὸ κοινοῦ δὲ τὸ πλειοτέρη καὶ παλίγ〈κοτοσ〉· 〈τῷ〉 δήγματι γὰρ παλίγκοτος καὶ κατὰ τὴν ὁλκὴν καὶ κατὰ τὴν οὐρὰν πλειοτέρη. ὁλκὸν
5δὲ τὸ σῶμα κατὰ τὴν οὐράν· καὶ σειρὴν τὴν πορείαν. βούλεται γὰρ σημᾶναι ὅτι τὸ ἄκρον τῆς οὐρᾶς αὐτῆς παχύ ἐστιν.

119c

*πλειοτέρη· προμηκεστέρα GK

120a

τὸ δὲ τοὔνεκα ἢ ὅτι τῷ στόματι μείζων, ἢ ὅτι ὀργίλη ἐστὶ τῷ δήγματι.

120b

*τοὔνεκα· διὰ τοῦτο dfK2 τότε u

120c

*ἵξεται· εἰσίξεται ἡ αἶσα K2 ἐλεύσεται d

120d

*αἶσα· αἶα Par.

121a

*ἤτοι· δηλονότι K

121b

ἀλλ’ ἤτοι θέρεος· οἷον ἀρχομένου τοῦ θέρους πικρότατά εἰσι τὰ ἑρπετά.

121c

*βλαβερόν· ἐπιβλαβές d

121d

*δάκος· γράφεται καὶ κακόν G δῆγμα df

121e

τὸ δὲ ἐξαλέασθαι ἀπαρέμφατόν ἐστι ἀντὶ προστακτικοῦ, ἤτοι ἀντὶ τοῦ ἐξάλυξον καὶ ἔκφυγε.

121f

*ἐξαλέασθαι· ἐξαλέου K

122a

*φάσιας· ἀνατολάς GK ἐπιτολάς fm ἐπιτολάς, λάμψεις bd

122b

*δεδοκημένος· ἐπιτηρῶν Gdf σκοπούμενος f

122c

*αἵ θ’ ὑπὸ ταύρου· καὶ Ἄρατος (= Phaen. 526) ‘αἳ δ’ αὗται ἐπισκέψασθαι ἀφαυραί.‘ G

123a

ὁλκαίην ψαίρουσαι· αἵτινες ὑπὸ τὴν οὐρὰν τοῦ ταύρου ἐγγίζουσαι καὶ ἁπτόμεναι ἢ ψαίρουσαι ἀντὶ τοῦ κινούμεναι, μικρόταται ἐπιφέρονται. λέγει δὲ ἐν ταῖς ἐπιτολαῖς τῶν Πλειάδων. τότε οὖν, φησιν, ἔκφυγε τὸ
5δῆγμα. ὁλκαίην δὲ τὴν οὐρὰν λέγει παρὰ τὸ ἕλκεσθαι ὑπὸ τοῦ ὅλου σώματος. γράφεται καὶ ἀλκαίην κατα‐ χρηστικῶς· κυρίως γὰρ ἡ τοῦ λέοντος οὐρὰ ἀλκαία καλεῖται, ὅτι δι’ αὐτῆς ἑαυτὸν ἐποτρύνει καὶ ἐγείρει εἰς ἀλκήν. 〈ὡς
Ὅμηρος V〉 ‘αἰεὶ δ’ αὐτὸν ἐποτρύνει μαχήσασθαι‘
10(= Hom. Il. 20. 171). Ἄρατος μὲν (= Phaen. 517) ἡμιτελῆ φησιν εἶναι τὸν ταῦρον, οὗτος δ’ ὁλόκληρον. [ὁλκὴ γὰρ ἡ οὐρά.]

123b

*ψαίρουσαι· ψαύουσαι G γράφεται καὶ ψαύουσαι K διασύρουσαι v κινούμεναι df

123c

*ὀλίζωνες· μικραί, ὀλίγαι Kuf μικρόταται bd

123d

*ὀλίζωνες φορέονται· ἐν ὀλίγῳ τόπῳ G

124a

*ἀβοσκής· οὐ νεμομένη GKbd ἀτρεφής, ἐστερη‐ μένη τροφῆς b ἐστερημένη βοσκῆς d νῆστις f

124b

*θερειομένοισι· θερμαινομένοις GKdf

125a

*φωλειοῦ· ὑπὸ τοῦ φωλεοῦ GK

125b

*λοχάδην· ἐνεδρευτικῶς, πλαγίως bm κρύφα f

125c

γωλεά· αἱ καταδύσεις, αἱ ἐν κοίλοις τόποις γινόμε‐ ναι, οὕτω καλοῦνται.

125d

*γωλεά· τὰ κοιλώματα G τὰ σπήλαια K τὰ κοῖλα ὑπὸ τὸ σπήλαιον mb τὰ κοῖλα d

125e

*διψάς· ἡ διψάς G ἔχιδνα K2 ἑρπετόν f

125f

*ἰαύει· ἀναπαύεται b ὑπνοῖ d κεῖται K2

126a

λίπτῃσιν· ἢ ὅτε ἐπιθυμίαν σχοίη νομοῦ, τουτέστι βοσκῆς, ἢ ὅταν βοσκῆς κεκορεσμένη ἐπὶ τὸ κοιμηθῆναι
πορεύῃται.

126b

*λίπτῃσιν· ἐπιθυμεῖται ἀπελθεῖν K2 ἐπιθυμεῖται vf

126c

*νομόν· τροφήν v

127a

*ὑπνώσουσα· κοιμησομένη f

127b

*κίῃ· ἐπανέρχεται d ἔρχεται K2 πορεύεται f

127c

*κεκορεσμένη ὕλης· κεχορτασμένη βοσκῆς f

127d

*ὕλης· τῆς κατὰ τὴν ὕλην, ἤγουν λόχμην, διατρι‐ βῆς bm

128

ὅτε δάχμα πεφυζώς· ὅτε τὸ δῆγμα τῆς θηλείας φεύγων εἰς φυγὴν τράπῃ ἐν τῇ συνουσίᾳ· τότε γὰρ ἀναιρεῖ τὸν ἔχιν ἡ διψάς.

128b

*δράγμα· δῆγμα Par.

129a

*tit. περὶ μέλανος ἔχιος Cd

129b

περκνός· τοιοῦτος γὰρ ὁ ἄρρην. καὶ τὸ θυίῃσι ἀντὶ τοῦ ὁρμᾷ, ἤτοι φεύγει καὶ ἐκκλίνει τὴν τυπὴν καὶ τὴν τύψιν τῆς τεφρώδους ἐχίδνης.

129c

*περκνός· μέλας καὶ στικτός Gd μέλας v ὁ κυνη‐ γετικός· ἀπὸ τοῦ περισσῶς καίνειν bd

129d

ψολόεντος· τοῦ πυρώδους καὶ τεφρώδους. με‐ τάληψις δὲ τὸ σχῆμα, ἀντὶ τοῦ ‘ψολοέσσης ἐχίδνησ‘. δῆγμα δὲ καὶ τυπὴν ἐκ παραλλήλου τὸ αὐτό.

129e

*ψολόεντος· καυστικοῦ K ὀλεθρίας v γράφεται ψολόεντα f

130a

ἡνίκα θορνυμένου· τὸ δὲ θορνυμένου ἀντὶ τοῦ συνουσιαζομένου καὶ μιγνυμένου.

130b

θολερῷ δὲ 〈οἱ μὲν τῷ μέλανι, οἱ δὲ GC〉 τῷ σπο‐ ρίμῳ· στόματι γὰρ συνέχονται αἱ ἔχιδναι· ἢ τῷ ὀλεθρίῳ.

130c

*θολερῷ· χαλεπῷ K τεταραγμένῳ v

131a

*θουράς· ἐχθρά, ἰσχυρά f

131b

θουρὰς δὲ λέγεται ἡ ὁρμητικὴ πρὸς συνουσίαν.

131c

ὀδὰξ ἤτοι δηγματικῶς καὶ τμητικῶς συμπλακεῖσα τῷ ἄρρενι. γράφεται δὲ καὶ ἀμύξ, ἀντὶ τοῦ ἀμυκτικῶς, ἤτοι καταξεστικῶς ἐμφῦσα. ἐκ τῶν κεφαλῶν αἱ ἔχιδναι κατέχονται συνουσιαζόμεναι, καὶ μετὰ τὸ συνουσιάσαι
5ἀναιρεῖ τὸν ἄρρενα ἡ θήλεια, τὴν κεφαλὴν ἀποκόπτουσα.
τὰ δὲ ἔμβρυα πάλιν τικτόμενα τὴν γαστέρα τρώξαντα τῆς μητρὸς οὕτως ἐξέρχονται θανατοῦντα αὐτήν, ὡσανεὶ τοῦ πατρὸς διεκδικοῦντα τὸν θάνατον.

132a

*οἱ δέ· οἱ δὲ μικροὶ ὄφεις f

132b

*λώβην· ὕβριν f

132c

μετεκίαθον δὲ ἀντὶ τοῦ μετῆλθον ἐπὶ τὴν λώβην τοῦ ἰδίου πατρὸς 〈καὶ〉 ἐξεδίκησαν· ἀνταμύνουσι γὰρ τῷ πατρί.

132d

*μετεκίαθον· ἐτιμώρησαν K2

132e

*τυτθοί· μικροί Kf μικροὶ ὄντες, δῆλον, καὶ ἔμβρυα d τυτθόν Par.

133a

*ἐχιῆες· ἐχῖνες Par.

133b

*ἐπεί· ἀφ’ οὗ m

133c

*ἀραιήν· ἀσθενῆ GKbd, λεπτήν vf

134a

*ἀναβρώσαντες· ἀπὸ τοῦ βιβρώσκω G

134b

ἀναβρώσαντες· 〈ἀντὶ τοῦ βρώσαντες καὶ GC〉 ῥηγνύντες.

134c

*ἀμήτορες· ὀρφανοὶ κατὰ μητέρα GK

134d

*ἐξεγένοντο· ἐγεννήθησαν b

135a

οἵη γὰρ βαρύθει· μόνη γὰρ βαρύνεται ὑπὸ τῷ κυήματι τῆς γαστρός, ἐπειδὴ μόνη ἐγκύμων γίνεται, οἱ
δὲ ἄλλοι πάντες ὄφεις ὠοτοκοῦσι.

135b

*ὑπὸ κύματι· ἐν γεννήσει G ἢ τῷ κυήματι διὰ τὴν ζῳοτεκνίαν ἢ τῇ τρικυμίᾳ τῆς ἐγκυμονέσεως b

136a

*λεπυρήν· λεπυρὸν λέγεται τὸ τοῦ ὠοῦ καὶ τῆς ῥοιᾶς ἐπικάλυμμα f

136b

*θάλπουσι· θερμαίνουσι bd

137a

〈μηδ’ ὅτε〉· ἀπὸ κοινοῦ τὸ ‘μὴ σύ γ’ ἐνὶ τριόδοισι τύχῃσ‘.

137b

ῥικνῆεν δὲ τὸ διερρωγός, τὸ παλαιόν· ἢ τὸ ῥυσσὸν ἢ τὸ τρομερόν.

137c

*ῥικνῆεν· γηραιόν K2

137d

*γῆρας· τὸ σῦφαρ Gbd λεβηρίδα bm δέρμα f

137e

*ἀμέρσας· ἀποβαλών Gd κόψας K ῥίψας K2 ἐκδύς bm ἀποστερήσας, ἀπεκδύσας f; in marg. G2 add. ἀμέτοχον τῆς διηγήσεως στίχον· ῥικνῆεν ἱμάτιον ἐκδεδυμένος.

138a

*ἀναφοιτήσῃ· ἐπαναστρέψῃ d ἀναστρέψῃ f

138b

*κεχαρμένος· χαίρων f

139-140

ὁπότε σκαρθμούς· [ἤγουν τὰς διατριβάς, τοὺς τόπους, τὰ ἴχνη ἢ] τὰς κινήσεις καὶ διώξεις. ἢ σκαρθμὸς ὁ διὰ τῶν ῥωθώνων ἀποσπασμὸς τῶν θηρίων· αὗται γὰρ
ἐπισπῶνται τοῖς μυκτῆρσι τοὺς ὄφεις ἐκ τῶν καταδύσεων.
5ὁ δὲ λόγος, καὶ ὁπότε τὸν ἐξελκυσμὸν τὸν διὰ τῶν μυκτήρων ἐκκλίνας ὁ ὄφις καὶ φυγὼν καὶ πλήρης ὢν χολῆς ἐνερείσει καὶ προσπελάσει τὸ στόμα ἀνθρώπῳ τινί, διαφθείρει. τοῦτο γὰρ ἐξακούεται.

139a

*σκαρθμούς· 〈...〉 καὶ τὰς ἐνόσεις τὰς τῶν ῥωθώνων K2

139b

*ὀχεῇσιν· φωλεοῖς KMbd τὰς καταδύσεις K2 χειαῖς bm τοῖς πηδήμασι f

139c

*ὀχθῇσιν· ὀχεῇσιν Par.

139d

*ἀλύξας· ἐκφυγών bm ἐκκλίνας, ἐκφυγών d

140a

*ἐνισκήψῃ· βαλεῖ, ἐπιστηρίξει K2 ἐμβάλῃ bm

140b

*χολόων· χολούμενος bm

140c

θυμοφθόρον· 〈γράφεται〉 γυιοφθόρον G τὸν τὴν ζωὴν φθείροντα f

141a

κινωπησταῖς· ἁπλῶς τοῖς ὄφεσι καὶ κοινῶς τοῖς ἑρπετοῖς· ὀργίζονται δὲ αὐτοῖς οἱ νεβροτόκοι καὶ ζόρκες, τουτέστιν αὐτοὶ οἱ ἔλαφοι καὶ αἱ δορκάδες.

141b

*κινωπησταῖς· ἑρπησταῖς G κινουμένοις ἑρπυ‐
στικῶς bm

142

*ζόρκες· αἴγαγροι f

143a

*τρόχμαλα· τροχόεντας 〈λίθουσ〉 G δρόμους M

143b

τρόχμαλα δὲ τοὺς τραχεῖς τόπους καὶ πετρώδεις, ἢ τὰς τρίβους καὶ τὰ ἴχνη, ἢ τὰ εἰκαῖα τῶν ἀγρῶν τειχία.

143c

*αἱμασιάς· φραγμούς df

143d

*εἰλυούς· φωλεούς GKbm

143e

καὶ τὸ ἐρέοντες ἀντὶ τοῦ ζητοῦντες, διώκοντες καὶ ἰχνοσκοποῦντες τοῖς μυκτῆρσι τὰς καταδύσεις.

143f

*ἐρέοντες· ἐρευνῶντες GKbdmv

144a

*σμερδαλέῃ· σφοδρᾷ bm

144b

*μυκτῆρος· ῥώθωνος K2d

144c

*ἐπισπέρχοντες· κινούμενοι K κατεπειγό‐ μενοι ἕλκοντες bm σπεύδοντες f

144d

*ἀυτμῇ· πνοῇ K2bmv ἄσθματι bm ἀναπνοῇ f

145a

*νιφόεσσα· χιονώδης Gd χιονιζομένη, λευκή f

145b

*δυσπαίπαλος· τραχυτάτη G τραχεῖα f

145c

Ὄθρυς· ὄνομα ὄρους Θεσσαλίας, ὅπου ὁ σὴψ νέμεται· πλεονάζει γὰρ ἐκεῖ τὸ θηρίον τοῦτο.

145d

*Ὄρθρυς· Ὄθρυς Par.

145dbis

G2adn. ναὶ μὴν καὶ νιφόεσσα· ἔστι δὲ οὕτω τις τόπος ἐν Θεσσαλίᾳ Ὄθρυς καλούμενος, τά τε ἄλλα δυσχείμερος ὢν καὶ κομιδῇ τραχύς. Εὔφορος δέ ἐστιν ὅδε τῶν ἑρπετῶν· λίαν αὐτὰ ἔχουσιν καὶ αἱ φάραγγες καὶ
5ὅσοι δέ εἰσιν ἀλλαχόσε τραχεῖς καὶ δασώδεις τόποι. πλῆθος τούτων βόσκει τῶν θηρίων, ἐξ ὧν μορφὰς ἀμείβει μὲν ὁ σὴψ πάνυ πλείστας· μεταβάλλεται δὲ τὴν ἰδέαν καὶ δοκεῖ φαίνεσθαι τοῖς ὁρῶσι χωρίον, ἤ τι τοῦ χωρίου, ἵναπερ ποιεῖται τὴν δίαιταν· τούτων δὲ τῶν θηρίων ὅσοι μὲν
10συλλίθους τε καὶ ἐρημοτέρους τῶν τόπων νέμονται, ὀλίγοι μέν εἰσι τὸ μέγεθος, ἄγριοι δὲ δεινῶς· τὴν δὲ ὁρμήν εἰσι διάπυροι καὶ συντόνως ὀξεῖς. τὸ δὲ δῆγμα οὐχ οἷόν τε αὐτῶν ποτὲ μὴ καὶ διαφθείρειν, ἐπανθεῖ δὲ ἐνίοις ἡ χροιά, τοῖς μὲν ὁποῖον δὲ λίθος, τοῖς δὲ χλωρόν, ἄλλοις δὲ οἷον ἡ ἐν ψάμμῳ
15δίαιτα χρῶμα περιποιεῖ (= Eutecn. 222a, 32—47)

146a

*δάκη· ἰοβόλα f

146b

φοινὰ δάκη· ἤγουν φονευτικὰ θηρία.

146c

*φάραγξ· ἡ κοίλη πέτρα Gd φάλαγξ Par.

146d

καὶ τρηχέες ἀγμοί· οἱ τραχεῖς καὶ πετρώ‐ δεις τόποι, παρὰ τὸ κατάγνυσθαι.

147a

καὶ λέπας· 〈λέπας δὲ C〉 ἀκρωτήριον.

147b

*ὑλῆεν· σύνδενδρον K2 ὑλῶδες d ὕλην ἔχον f

147c

*τόθι· ὅπου K2df

147d

δίψιος δὲ ὁ ξηρὸς διὰ τὸ μὴ παρ’ ὑδατώδεσι τόποις φαίνεσθαι, ἀλλ’ ἐν ὀρεινοῖς, ἢ ὁ ποιῶν διψᾶν τοὺς δακνομένους.

147e

*δίψιος· δίψαν ἐπιφέρων ἢ διψώδεσι ἐνδιατρίβων τόποις bm.

147f

*ἐμβατέει· διατρίβει d ἐμβαίνει v βαδίζει f

147g

*σήψ· ὄνομα θηρός GKMd εἶδος ὄφεως σῆψιν τῷ δήγματι ἐμποιῶν bm

148a

*ἀλλόφατον· ἀλλόχρουν bm

148b

ἀλλόφατον· τὴν ἄλλοτε ἄλλην φαινομένην· λέγε‐ ται γὰρ ὅτι πρός τινα ἐγγίζουσα ὕλην μεταβάλλεται ἑαυτῆς χρῶμα. V

148c

ἀλλόφατον λέγεται, ὅτι μεταβάλλεται εἰς χρώ‐ ματα πολλά, καὶ πρὸς ὅντινα ἐγγίσῃ τόπον, τούτῳ ἴσον αὐτοῦ τὸ χρῶμα μεταβάλλεται.

148d

τὸ δὲ οἰαδὸν ἐπιρρηματικῶς εἴρηται. γίνεται γὰρ ἐκ τοῦ ‘οἶοσ‘ καὶ οἰαδὸν ἐπίρρημα, ὥσπερ ἐκ τοῦ ‘μόνοσ‘ μοναδόν.

148e

*οἰαδόν· μόνως Gbf μονομέρως K2

148f

*ἴσχει· ἔχει K2df

149a

*ἐειδόμενος· ὁμοιούμενος K2dvf

149b

*ἵνα· ὅπου Kdf

149c

χηραμά· τὰς καταδύσεις.

149d

*χηραμά· ὅπου ποιήσῃ αὑτῷ φωλεούς G φωλεούς Kd τὰς καταδύσεις ἢ φωλεούς f.

149e

*τεύχῃ· ποιήσει K

149f

*τεύχει· κατασκευάζει b ποιεῖ f

150a

*τῶν· δακέτων G2 σηπῶν K2d ἐξ ὧν f

150b

λίθακας δὲ τοὺς τραχεῖς τόπους· ἕρμακας δὲ τοὺς ἑρμαίους καὶ λιθώδεις τόπους, ἢ ἕρμακας λίθους σεσωρευμένους εἰς τιμὴν τοῦ Ἑρμοῦ.

150c

*ἕρμακας· 〈...〉· τὰ 〈δὲ〉 τῶν νεῶν ἐπιτή‐ δεια ἕρματά ἐστιν bm πετρώδεις v

150d

ἕρμακας τοὺς δι’ εἰκόνας ἑρμῶν σεσωρευμένους λίθους· καθ’ ὃ γὰρ τοὺς λιθοξόους ἑρμογλύφους ὠνόμαζον, καὶ τὴν εἰκόνα ἔχοντας λίθους, ἑρμάς· ἕρμακας δὲ τοὺς ἀτυπώτους λίθους. V

151a

*παυρότεροι· ὀλιγότεροι f

151b

τρηχεῖς δὲ ὀρεινοί· πικρότατοι γάρ εἰσι διὰ τὸ πυρῶδες τοῦ δήγματος.

151c

*τραχεῖς· σκληροὶ 〈ἢ〉 ὀρεινοί f

151d

καὶ ἔμπυροι οἱ χαλεπώτατοι καὶ φλέγοντες τοῖς ἀλγήμασι τοὺς πληγέντας.

151e

*ἔμπυροι· φλογώδεις K2

152a

μεταμώνιον· οὐ μάταιον, ἀλλὰ δεινόν, ἐπικίν‐ δυνον. G

152b

*μεταμώνιον· ἀχρεῖον f

152c

*κάκηθες· κακόηθες, πονηρόν, ὀλέθριον bm
κακόηθες, κακόεργον, κακοτικόν d

153a

ἄλλος δ’ αὖ κόχλοισι· τοῖς κόχλοις τῆς γῆς τὴν δομήν, ἤγουν τὸ σῶμα, ἀφομοιοῦνται. τῆς γῆς δὲ εἶπεν, ἐπεὶ καὶ θαλάσσιοί εἰσιν.

153b

κόχλοισι δέ, τοῖς καλουμένοις κοχλίσι, τὸ ὅλον σῶμα ἀφομοιοῦται τὴν χροιάν· δομὴν δὲ τὸ σῶμα. G

153c

*κόχλοισι· τοῖς ἐν τῇ χέρσῳ bm

154a

*ἄλλῳ· ὄφει M

154b

*ἐγχλοάζουσα· χλωερά bm

154c

ἐγχλοάουσα λεπίς· γράφεται ἔν τισι φολίς, ἀπὸ τῶν ἰχθύων μεταφορικῶς. ὁ δὲ λόγος, ἄλλου δὲ ὄφεως ἐγχλωρίζουσα ἡ λεπὶς τὴν ἐπὶ μῆκος τεινομένην σπεῖραν 〈ποικίλην GC〉 ποιεῖ.

154d

*περιμήκεα· μακρότατον f

155a

*ποικίλον· πολύτροπον f

155b

*αἰόλλει· κινεῖ Gbm στρέφει, ποικίλλει bm ποικίλλει ἢ κινεῖ d

155c

*ἀμάθοισι· ἄμμος, ψάμμος κοινόν· ἄμαθοι, ψάμαθοι ποιητικόν f

156a

τὸ δὲ σπείρῃ λεπρύνονται ἀντὶ τοῦ ἢ
τραχύνονται ἢ λευκαίνονται. ἄφ’ οὗ καὶ ἡ ἐν τοῖς σώμασι παρὰ φύσιν λευκότης καλεῖται λέπρα. ὁ δὲ λόγος, πολλοὶ δὲ ἐνδιατρίβοντες ἐν τῇ ἄμμῳ ὑπολευκαίνονται τὴν σπεῖραν,
5ἀλινδόμενοι καὶ κυλιόμενοι ταῖς ἄμμοις. ἄμαθος δὲ ἡ χερσαία κόνις. Ὅμηρος δὲ (Il. 9, 385) διαστέλλει· ‘οὐδ’ εἴ μοι τόσα δοίη, ὅσα ψάμαθός τε κόνις τε‘. ἀπὸ δὲ τούτου ποιεῖται τὴν τῶν ζῴων ἐξαρίθμησιν καὶ τὰ ἰδιώματα τῶν πληγῶν καὶ τὰ συμβαίνοντα πάθη τοῖς ὑπὸ τῶν ἑρπετῶν πληγεῖσιν,
10ἀρξάμενος ἀπὸ τῆς ἀσπίδος.

156b

*λεπτύνονται· λεπρύνονται Par.

156c

*ἀλινδόμενοι· ὁμοιούμενοι MK2

157a

*tit. περὶ ἀσπίδος Gd

157b

φράζεο δ’ αὐαλέαις· τὴν φρίσσουσαν ταῖς καταξήροις φολίσι φονευτικὴν ἀσπίδα, τὸ χαλεπώτατον τῶν ἄλλων θηρίων, σκέπτου.

157c

*αὐαλέῃσιν· σκληραῖς K2 ξηραῖς f

157d

*ἐπιφρικτήν· καὶ γὰρ ὀρθιάζουσαν K2

157e

*φολίδεσσι· λέπεσσι bd

158a

*φοινήεσσαν· ἐρυθράν v αἱματόεσσαν f

158b

〈ἀμυδρότατον〉· ἀσθενέστατον, παρόσον ἀσ‐ θενοποιός ἐστιν ἡ πληγή. τὸ δὲ ἀμυδρὸν ὁτὲ μὲν ἀσθενές, ὁτὲ δὲ καὶ εὐκίνητον καὶ χαλεπόν. Δημήτριος δέ φησιν εἰρῆσθαι ἀμυδρότατον δάκος τὴν ἀσπίδα, καθ’
5ὅσον οὐκ ἄγριόν ἐστι καὶ ὀξὺ τὸ ζῶον, ἀλλὰ μόνον τῇ φύσει χαλεπόν. δύναται δὲ κατ’ ἀμφότερα λέγεσθαι, χαλεπὸν μὲν διὰ τὸ ἀνίατον, ἀμυδρὸν δὲ διὰ τὸ νῶκαρ, ὃ καὶ χωρὶς ἀλγη‐ μάτων ἀναιρεῖ. ἄλλως· ἀμυδρὸν νῦν τὸ χαλεπὸν λέγεται ὡς καὶ Ἀρχίλοχος (frg. 128 Bgk.) ‘ἀμυδρὰν χοιράδ’
10ἐξαλεύμενοσ‘. ἔστι δὲ καὶ ὅτε εὐκίνητον, ὡς ἐπὶ τῆς ἴκτιδος (Ther. 196) [ἀντὶ τοῦ εὐκινήτου.] καὶ ὁ αὐτὸς (Ther. 358) ἐπὶ τοῦ χαλεποῦ ‘καί τε τυπῇσιν ἀμυδροτέρῃσιν ἰάπτει‘.

159a

κέλευθος ὁμῶς· κατεναντίον τῷ κεράστῃ. ὁ μὲν γὰρ πλαγίως βαδίζει, ἡ δὲ τὸ ἐναντίον. ἡ σύνταξις δέ· ταύτης μὲν γὰρ ἡ ὁδὸς κατεναντίον, οἱονεὶ κατ’ εὐθεῖαν καὶ ὀρθῶς γίνεται τῷ μακρῷ διασπασμῷ καὶ εἱλιγμῷ τῆς
5γαστρὸς κατὰ τὴν ὁλκαίην ἀτραπόν, οἱονεὶ τὴν ἐπιμήκη.

159b

*κατεναντίον· κατ’ εὐθεῖαν καὶ οὐκ τῇδε κἀκεῖσε K2

160a

*ἀτραπόν· κατὰ τὴν ὁδόν dvf

160b

δολιχῷ δὲ μηρύγματι γαστρός, οἱονεὶ τῷ ὁλκῷ ἢ τῷ βαδίσματι καὶ ἐπισπασμῷ, ἀπὸ τοῦ μηρύεσθαι. ἀκατάλληλα δὲ τὰ ἔπη· ἔδει γὰρ οὕτως ἀναγινώσκεσθαι· ‘φράζεο δῆτα ἀσπίδα φοινήεσσαν‘, εἶτα ‘ἣ καὶ σμερδα‐
5λέον μέν‘, εἶτα ‘νωχελὲς ἐξ ὁλκοῖο‘, εἶτα ‘αἰὲν ἐπιλλί‐ ζουσα‘, εἶτα ‘τῇ μὲν γάρ τε κέλευθοσ‘, εἶτα ‘ἀτραπὸν ὁλκαίην.‘

160c

*μηρύγματι· ἑλκύσματι K2f ἑλίγματι b

161

σμερδαλέον· φοβερὸν μὲν καὶ καταπληκτικὸν ἔχει ἀπὸ τῆς ὄψεως, ἄλλως δὲ ἐν τῇ πορείᾳ καὶ τῷ ἑλκυσμῷ τοῦ σώματος νωχελής ἐστι καὶ ὑπνώδης· τὸ γὰρ ὑπνα‐ λέοις ἐπιλλίζειν ὄσσοις τοῦτο δηλοῖ, ὅτι συνεχῶς
5τοῖς ὄμμασιν ἐπινεύουσα φαίνεται.

162a

*ἐξ ὁλκοῖο· ἐκ τῆς σύρσεως G ἐκ τοῦ ἑλκυσμοῦ d

162b

*νωχελές· ἀσθενὲς ἢ βραδύ G ἀσθενὲς ἢ νωθρὸν b

163a

*ἐπιλλίζουσα· ἐπινεύουσα τοῖς ἴλλοις, μύουσα
bd κατανεύουσα, μύουσα K2

163b

*ἐνδυκές· συνεχῶς GKf ἐπιμελῶς GK2d φιλοτί‐ μως, ἀξίως, ἐπιμελῶς bmv

164a

*δοῦπον· κτύπον Gd ψόφον f

164b

*αὐδήν· φωνήν, βοήν d φωνήν f

165a

ἀθρήσῃ· αἴσθησις ἀντὶ αἰσθήσεως, ὡς ἐπὶ τοῦ ‘ὁρῶ οἷα λέγεισ‘.

165b

*ἀθρήσῃ· ἀκούσῃ f

165c

νωθρὸν δὲ τὸν νωθῆ καὶ νωθεῖαν ἐμποιοῦντα, τουτέστι νωχελίαν καὶ ἀργίαν.

165d

*νωθρόν· νωθροποιόν m βραδύν vf

165e

*ῥέθεος· προσώπου d μέλους v

166a

ὁλκῷ· τῷ δὲ ὁλκῷ τοῦ σώματος, τροχώδη καὶ κυκλοτερῆ ἁλωνίαν εἱλίξατο ἐν τῇ γῇ. ἅλωνα δὲ εἶπε, διότι καὶ αὗται αἱ ἁλωνίαι τροχοειδεῖς καὶ κυκλοτερεῖς εἰσι τῷ σχήματι τῷ τυπουμένῳ τῷ εἱλιγμῷ τῆς ἀσπίδος.

166b

*ὁλκῷ· τῷ σώματι d

166c

ἅλωα· τὴν σπεῖραν, τὸ σῶμα. κυρίως δὲ τὴν νέφωσιν τὴν περὶ τὸν ἥλιον καὶ τὴν σελήνην γινομένην πολλάκις. ἄλλως· κυρίως ὁ δίσκος τοῦ ἡλίου καὶ τῆς σελήνης·
μετενήνεκται δὲ εἰς τὴν τῆς ἀσπίδος περιφέρειαν.

166d

ἅλωα· ἀπὸ τοῦ ἅλωνος, ἐπεὶ κυκλοτερής ἐστιν, ὥσπερ καὶ οἱ περὶ τὸν ἥλιον καὶ τὴν σελήνην κύκλοι ἅλως καλοῦνται. V

166e

*ἅλων’· κύκλον bm ἁλωνίαν df

166f

*γαίης· ἐπὶ γῆς bm ἐν τῇ γῇ df

167a

*σμερδαλέον· φοβερόν d

167b

*ἀείρει· αἴρει, ὑψοῖ bd μετεωρίζει f

168a

*τῆς· ἧστινος K2 ἀσπίδος f

168b

*ἤτοι· δή K2

168c

*κύντατον· δεινότατον GKM ὀλεθριώτατον d χαλεπώτατον vf

169a

ὀργυιῇ δὲ μετρητὸν ἀντὶ τοῦ ἴσον καὶ μεμετρημένον ὀργυιᾷ.

169b

*περιβάλλεται· εἰκάζεται, μετρεῖται Gd ἔχει K2 εἰκάζεται b

170a

*ὅσσον· πλάτος K

170b

αἰγανέη δὲ τὸ ἀκόντιον, ἀπὸ μέρους τοῦ αἰγείου
ἱμάντος, ὃν ἐξαγκυλούμενοι βάλλουσι. λέγει δὲ τοῦ μεσαγκύ‐ λου τοῦ ἀναιροῦντος τοὺς θῆρας. εἴρηται δὲ παρὰ τὸ ἄγαν νεῖσθαι.

170c

*δορατοξόος· ὁ ποιῶν τὰ δόρατα f

170d

*ἤνυσε· πεποίηκε bd ἐξεπλήρωσε καὶ εἴργαστ〈αι〉 v ἐτελείωσε f

171a

εἰς ἐνοπήν· τινὲς ἀθετοῦσι τὸν στίχον τοῦτον, ὡς μὴ Νικάνδρου εἶναι.

171b

*ἐνοπήν· πόλεμον K2 εἰς τὴν φόνευσιν d

172a

χροιὴ δ’ ἄλλοτε μέν· τὸ δὲ χρῶμα τοῦ γένους τῶν ἀσπίδων τινῶν μὲν ψαφαρόν, ὅ ἐστι λευκὸν ἢ αὐχμερόν, τινῶν δὲ μηλινόεν, τουτέστι χλωρὸν καὶ μήλινον καὶ ποικίλον καὶ ὠχρότερον, τινῶν δὲ τεφρῶδες καὶ σποδῶδες,
5ἢ καὶ τῇ ἰλύι τοῦ Νείλου ἐμφερές.

172b

*ἐπιδέδρομε· ἐπιτρέχει bd

172c

[*ἐπιδέδορκε·] ὁρᾶται f

173a

*μηλινόεσσα· κίτρινος G ὠχρὰ καὶ χλωρά d πρασώδης K2 ὠχρὰ κατὰ τὴν μηλίδα bm χλωρά, ὠχρά, ποικίλη f

173b

:in marg. V add. sine lemmate μηλίδα ὁ Πλούταρχος λέγει (= Mor. 58D). ἔστι δὲ ἡ ὤχρα· ἐν Αἰθίοψιν, ὡς Πλούταρχος (= Mor. 165D) οὐ πίπτει κεραυνός· ὥσπερ
καὶ ἐν Γαλάταις μὴ σεισμοὺς γίνεσθαι λέγει.

174

αἰθαλόεσσα δὲ ἤτοι πυρώδης καὶ λαμπρά, ἢ ξανθή, ὁμοίως τῷ βώλῳ τῶν Αἰθιόπων μελαινομένη.

175a

*οἵην· ὁποίην K2f

175b

οἵην τε πολύστονος· ἐπεὶ μετὰ στόνου καὶ ἤχου ῥέει ὁ Νεῖλος. στένειν γὰρ τὸ ἠχεῖν· καὶ Ὅμηρος (Il. 2, 95) ‘ὑπεστονάχιζε δὲ γαῖα λαῶν ἱζόντων.‘ ἢ καὶ πολύστομος· καὶ ἑπτάστομος γὰρ ὁ Νεῖλος, ὥς φησι
5καὶ Διονύσιος ὁ περιηγητής (Orbis descr. 226).

175c

*Νεῖλος· ποταμὸς τῆς Αἰθιοπίας d

176a

πλησάμενος δέ, ἤγουν ἑαυτὸν ἐμπλήσας καὶ πληρώσας.

176b

*κατέχευεν· 〈κατ〉ἔχυσεν K2

176c

ἄσιν τουτέστι ῥύπον. φησὶ γοῦν, οἷον ῥύπον κατέχεε καὶ κατήγαγεν ὁ Νεῖλος, ἑαυτὸν πληρώσας.

176d

*προὔτυψε· ἔβαλεν K2 ἐτύπτησεν d προεβίβασε m προῆλθεν, προενέπεσεν f

177a

δοιοὶ δ’ ἐν σκυνίοισιν, τουτέστι περὶ τὰς ὀφρῦς ὑπεράνω τοῦ μετώπου δύο ὑπερφαίνουσι καὶ ἐξέχουσιν οἷα τύλοι· οὐ κέρατα δέ, ἀλλὰ τύλοι καὶ σαρ‐ κία τινά. ἄλλως· ὑπὲρ τοὺς ὀφθαλμοὺς κατὰ τὸν τῶν ὀ‐
5φρύων τόπον, ἐξοχαί τινές εἰσι τύλοις ἐοικυῖαι περὶ τὴν ἀσπίδα, δι’ ἃς ἔγκοιλον αὐτῆς φαίνεται τὸ ὄμμα.

177b

*ἐν σκυνίοισιν· ἐν τῷ ἐπισκυνίῳ bdm

178a

*τύλοι· οἴδημα K2 τύλος ἡ νενεκρωμένη σάρξ u

178b

*ὑπαιφοινίσσεται· αἱμάσσεται K πυροῦται K2 ὑπερυθραίνεται d

179a

πολλὸν ὑπὸ σπείρης· ἀντὶ τοῦ ‘ἐντὸς τῆς σπείρησ‘

179b

*ὑπὸ σπείρης· ἀντὶ τοῦ ἐντὸς ὁλκοῦ Gbm ἐν τῷ ἑλιγμῷ καὶ συστροφῇ d

179c

ψαφαρὸς δὲ ἤγουν αὐχμηρὸς ὀγκοῦται ὁ αὐχήν. τοῦτο γὰρ σημαίνει τὸ ἀναπίμπλαται.

179d

*ψαφαρός· λευκός f, ξηρός K

179e

*ἀναπίμπραται· ἀνίσταται, ἐξογκοῦται bm

179f

*ἀναπίμπλαται· ἀναπληροῦται f

180a

*ἄκριτα· ἀτέλεστα v

180b

καὶ τὸ ἄκριτα ἀντὶ τοῦ μεγάλα, ἄτακτα.

180c

τὸ δὲ ποιφύσσοντος ἓν μέρος λόγου ἐστὶν ἀντὶ τοῦ φυσῶντος· καὶ ὁ αὐχὴν ἐμπίπραται φυσῶντος τοῦ θηρίου. τὸ ποιφύζειν πολλαχῶς λέγεται, καί ποτε μὲν ἐπὶ
τοῦ ἐκφοβεῖν, ὡς Σώφρων ἐν μίμοις ‘παιδικὰ ποιφυξεῖσ‘
5(C. G. F. ed. Kaibel. I, p. 163; cf. etiam Athen. VII, 324 f), ποτὲ δὲ ἐπὶ τοῦ πνεῖν, ὡς Εὐφορίων (fg. 135 Powell) ‘Ζεφύρου μέγα ποιφύξαντοσ‘. μεταπλασμῷ δὲ πάλιν κέχρηται· ἀντὶ τοῦ ‘ποιφυσσούσησ‘ εἶπε τῆς ἀσπίδος ποιφύσσοντος, ὡς ὁ αὐτὸς ἐν ἄλλῳ τόπῳ (Ther. 129)
10εἶπε ‘ψολόεντος ἐχίδνησ‘.

180d

*ἀντομένοισιν· ὑπαντοῦσιν f

180e

ὁδίταις· καὶ τὸ ὁδίταις γράφεται καὶ ὁδου‐ ροῖς, ἤτοι τοῖς ὁδοιπόροις θάνατον προσπελάσσει καὶ ἐμβάλλει, ἄγαν ὀργίλως θυμουμένη.

181a

*ἄιδα· θανάσιμα, ἀπὸ τοῦ Ἄιδης bm τὸν θάνατον, τὸν Ἄιδην f

181b

*προσμάξηται· φέρῃ〈ται〉 K

181c

*ζαμενές· λίαν ἰσχυρῶς f

181d

*κοτέουσα· ὀργιζομένη f

182a

*πίσυρες· τέσσαρες uf

182b

*κοῖλοι· ταπεινοί K

182c

*ὑπένερθεν· κάτωθεν bd ὑποκάτωθεν f

183a

*ἀγκύλοι· ἐπικαμπεῖς ἢ σκολιοί d καμπύλοι, ἰσχυροί f

183b

*γναθμοῖς· σιαγόσι G1K

183c

δολιχήρεες δὲ ἤτοι μακροί, ἢ πρὸς μῆκος ἐρηρεισμένοι, δι’ οὗ σημαίνει τὸ σὺν μήκει ἰσχυρόν.

183d

*δολιχήρεες· ἐπὶ μακρῷ ἔχοντες τὴν ῥίζαν K2 ἢ μακροὶ ἢ πρὸς μῆκος ἐρριζωμένοι d

183e

*ἐρρίζωνται· ἵδρυνται f

184a

*ἰοδόκοι· ἰοῦ πλήρεις K ἰοθῆκαι ἢ δεχόμενοι τὸν ἰόν f

184b

μύχατος δὲ χιτών· ὑποκάτω γὰρ τῆς γλώσ‐ σης τῆς ἀσπίδος χιτών ἐστιν, ὃς καλύπτει τοὺς ὀδόντας αὐτῆς, καὶ ὑποκάτω αὐτοῦ τοῦ χιτῶνος ἰὸς ἔγκειται. ὑμενώ‐ δης δέ ἐστιν ὁ χιτὼν καὶ τετρημένος πρὸς τὸ εἰσδέχεσθαι
5διὰ τῶν τρήσεων τὴν τροφὴν αὐτῆς. ἄλλως· χιτών ἐστι λέπασμα· ὥσπερ δὲ χιτών, ἐν τῷ στόματι τῆς ἀσπίδος καλύπτει τοὺς ὀδόντας αὐτῆς.

184c

*μύχατος· ἔσχατος bdm

184d

*χιτών· δέρμα τι λεπτόν d

184e

*ὑμένεσςι· 〈...〉 ἢ ὅμοιον ὑμένι K2 τρήσεσι, τρυπήσεσι f

184f

*καλύπτει· τοὺς ὀδόντας dmf

185a

*ἀμείλικτον· πικρόν f

185b

*ἐρεύγεται· ἰὸν ἐπιβάλλει K2 ἐμεῖ καὶ ἐκπέμπει d ἐκβάλλει f

185c

*ἰόν· τὸ φάρμακον f

186a

*ἐχθρῶν ... ἐμπελάσειε· ἠθικώτατα τοῦτο εἴρηται Gd

186b

*τέρα· ἤτοι τὰ φάρμακα K2 σημεῖα f

186c

*καρήασιν· κεφαλαῖς df

186d

*ἐμπελάσειε· πλησιάσειεν d προσεγγίσειε f ἄμποτε K2

187a

*δῆγμα· σπάραγμα ὀδόντων f

187b

οὔτε δυσαλθές· οὔτε δυσίατον οἴδημα ἐπι‐ φλεγμαίνεται. pγ

188a

*οἶδος· φλεγμονή K ὄγκος σαρκὸς γινόμενος ὑπὸ τῆς πληγῆς d ὄγκωμα f

188b

*οἶδος ἐπιφλέγεται· φλεγμονὴ ἐπαίρεται G

188c

*ἐπιφλέγεται· φλεγμαίνεται d ἐπικαίει f

188d

*καμάτου δ’ ἄτερ· χωρὶς ὀδύνης ἀπόλλυται ὁ ἀνήρ.

188e

*ὄλλυται· θνήσκει f

189a

ὑπνηλόν· καὶ γὰρ τὸ ὑπνηλὸν νῶκαρ ἐπάγει τὴν τοῦ βίου αὐτοῖς τελευτήν.

189b

*ὑπνηλόν· ῥάθυμον f

189c

νῶκαρ δὲ ὁ κάρος, ἤτοι ὁ ὕπνος, οἱονεὶ τοῦ νοῦ κάρωσις,

189d

*νῶκαρ· καρηβαρίαν K2 σκότωσιν f

189e

νῶκαρ· τὸ ἀκίνητον καὶ οὐδ’ ὁπωσοῦν ἐρρωμένον· ἀπὸ τοῦ νω στερητικοῦ καὶ τοῦ σκαίρω· ἢ σκότωσις παρὰ τὸ κάρα κλέπτειν. v

190a

ἰχνεύμων· εἶδος ἀετοῦ. ἱερὸς δέ ἐστιν Ἡρακλέους, ὡς αἰγυπιός.

190b

ἀκήριος δὲ ἄνευ κηρὸς ἢ θανάτου. μόνος γὰρ ὁ ἰχνεύμων τὴν ὁρμὴν τῆς ἀσπίδος ἄνευ θανάτου ἐφεύγει καὶ ἐκκλίνει, καὶ ὅταν εἰς μάχην συνέρχηται, καὶ ὅτε θαλπούσης αὐτῆς τὰ ὠὰ, πάντα λαβὼν διεσκόρπισε καὶ ἐξ
5ὑμένων ἐτίναξε κατεσθίων.

190c

*ἀκήριος· ἄφθαρτος v

190d

*ὁρμήν· ἰσχύν d

191a

*μόθον· πόλεμον v

191b

*λυγρά· χαλεπά d χαλεπῶς v ὀλέθρια, κακά f

192a

*θαλπούσης· θερμαινούσης bf

192b

καὶ τὸ κηροτρόφου ἤτοι θανατηφόρου, ἢ διὰ τὸ καὶ αὐτὰ τὰ τέκνα θάνατον εἶναι τοῖς ἀνθρώποις, ἢ
διὰ τὸ τὸν ἰὸν τρέφειν.

193

ἐξ ὑμένων ἐτίναξε· ἐξέβαλεν, ἐξεκένωσεν, ἐξετίναξε bm διέσεισε f

194a

συνερραθάγησε· κατέαξε, συνέθλασε, συνέ‐ τριψε. ῥάθαγός ἐστιν ὁ κτύπος ὁ γινόμενος ὑπὸ τῶν κυμάτων κλωμένων 〈ἐπ’ ἑ〉αυτῶν καὶ προσρηγνυμένων ἐν ταῖς πέτραις. ἀπὸ μεταφορᾶς δὲ τοῦ κτύπου τούτου εἶπε τὸ
5συνερραθάγησε διὰ τὸ ἐν τῷ τρώγειν κτύπον ἀποτελεῖσθαι ὑπὸ τῶν ὀδόντων. ῥάθαγος δὲ κυρίως ὁ τῆς κώπης κτύπος.

194b

ῥάθαγος κυρίως ὁ ἐν θαλάσσῃ ἀπὸ τῆς κώπης γινόμενος ψόφος· καταχρηστικῶς δὲ καὶ ἐν τῷ μασᾶσθαι 〈ὁ〉 τῶν ὀδόντων κτύπος V

194c

*συνερραθάγησε· συνερραθάγισε Par.

195a

*μορφή· τὸ εἶδος df

195b

κινωπέτου· τουτέστι θηρίου τοῦ ἐν τῷ πέδῳ κινουμένου εὐκινήτως.

195c

*οἷον· ὡσανεί f

195d

ἀμυδρῆς δὲ ἤτοι μικρᾶς, ἢ τῆς δεινῆς καὶ ὀρ‐ γίλης.

195e

*ἀμυδρῆς· ἀσθενοῦς bd

196a

ἴκτις δὲ ἡ λεγομένη ἀγρία γαλῆ· καὶ Ὅμηρος (Il. 10, 335) ‘κρατὶ δ’ ἐπ’ ἰκτιδέην‘, ὡς ἀπὸ τῆς ἴκτιδος τοῦ ζῴου.

196b

*κατοικιδίῃσιν· ἐν τῷ οἰκίσκῳ d

196c

*ὄλεθρον· ἤγουν φθορὰν καὶ ἀφανισμόν d

197a

*μαίεται· ζητεῖ Gf εὑρίσκει K2 ζητεῖ ἢ βουλεύει ἢ ἐπιτίθησιν d

197b

*πετεύρων· σανίδων, ξύλων G σανίδων Kb σανί‐ δια λεπτὰ ἐν οἷς στεγάζομεν τὰ ὀρνίθια d βάθος m πέταυρα δὲ τὰ σανίδια ἐν οἷς στεγάζομεν τὰ ὀρνίθια, ἀπὸ τοῦ ταῖς αὔραις πέτεσθαι. κοῦφα γάρ εἰσιν καὶ ὑπανεμια〈ῖα〉 v

198a

*π’ ἰκρίον· ὑπεράνω ξύλου bd τοῦ ὄφιος b

198b

*ἄφαυρά· σμικρὰ ἢ ἀσθενῆ ἤτοι ἄγαν παῦρα v

199a

τιθαιβώσσουσιν· κυρίως μὲν ἐπὶ μελισσῶν τοῦτο εἴρηται (Od. 13, 106) παρὰ τὸ τὴν βόσιν τιθέναι· ἀλλ’ ὅμως κατεχρήσατο τούτῳ καὶ ἐνταῦθα. ἄλλως· κυρίως τρέφειν παρὰ τὸ τυτθὰ βόσσειν ἢ τρέφειν.

199b

*τιθαιβώσσουσιν· ζῳογονοῦσι καὶ τρέφουσι
bd ἐπιμελείας ἀξιοῦσι v

199c

[*βώσσουσιν· κράζουσιν f]

199d

*θέρουσαι· θάλπουσαι GKbd f θερμαίνουσαι bdf

200a

*θρυόεντας ἰάμνους· παρὰ τοὺς θρυώδεις καὶ καθύγρους τόπους d τοὺς κλάδους f; in marg. f add. ἰαμεναὶ οἱ ὑλώδεις καὶ ἔνυδροι τόποι.

200b

ἰάμνους δὲ τὰς ἰαμενάς.

200c

*ἰάμνους· καθύγρους τόπους K2b βοτανώδεις K2

200d

θρυόεντας· τοὺς θρυώδεις· θρύον δὲ εἶδος πόας· ‘ἰδὲ θρύον ἠδὲ κύπειρον‘ (Il. 21, 351)

201a

*μῶλον· μάχην dv

201b

εἱλικοέσσαις· ἑλικοέσσαις, ἤτοι ταῖς σπειρώ‐ δεσιν ἢ ἐπιμήκεσι.

202a

*καθήλατο· κατεπήδα v ἐπήδησε f

202b

τύψε δὲ κώλοις· ὁ ἰχνεύμων κώλοις, ἤτοι τοῖς ποσίν, ἔτυψε, ἔπληξε G

202c

*κώλοις· μέλεσιν v

203a

τάρταρον δὲ τὸν βυθὸν ἐνθάδε εἴρηκε θηλυκῶς, καὶ ἰλυόεσσαν δὲ τὴν ἰλυώδη καὶ βορβορώδη.

203b

*ἐφορύξατο· ἐμόλυνε GK2bd

203c

*γυῖα· γοῦνα Par.

204a

*ἀλινδηθείς· κυλισθείς GKf

204b

*λάχνην· τὴν τρίχωσιν, τὰ πτερά Gbd

205a

σείριος· κυρίως ὁ κύων, νῦν δὲ ὁ ἥλιος. V

205b

*σείριος· ἥλιος Gdf ὁ κύων K2

205c

*ἀζήνῃ· ξηραίνῃ Gdf

205d

*τεύξῃ· ποιήσῃ df

205e

*ἄγναμπτον· ἄτρωτον GKbd ἀκαμπτῆ f

205f

*ὀδόντι· τῆς ἀσπίδος Gbf ὑπὸ τοῦ ὀδόντος τῆς ἀσπίδος d

206a

λιχμήρεος δὲ τουτέστι τοῦ προβάλλοντος τὴν γλῶσσαν ἐν τῷ λιχμάζειν. καὶ γὰρ προβάλλουσιν οἱ ὄφεις τὰς γλώσσας, μέλλοντες λείχειν.

206b

*ἑρπηστᾶο· ἑρπετοῦ GKd

207a

*ἔβρυξεν· ἔφαγεν G ἔλαβεν K ἔδακεν K2f βρύχω σημαίνει τὸ συνερείδειν τοὺς ὀδόντας μετὰ ψόφου v ἔδακε· κυρίως κατέφαγεν d

207b

*ἐπάλμενος· ἐπιπηδήσας d πηδήσας v ἐπιπη‐ δῶν f

208a

*ἁρπάξας· δραξάμενος d

208b

βρυόεντος δὲ τοῦ βρυώδους καὶ βοτανώδους τόπου. καὶ γὰρ τὸ βρύον βοτάνη ἐστίν, ἧς τὸ φύλλον ἔοικε πράσῳ.

208c

*βρυόεντος· ἀνθηροῦ GK

209a

tit. περὶ ἐχίδνης GKd

209b

*εὖ· καλῶς K2

209c

*ἐχιδνήεσσαν· τῆς ἐχίδνης d

209d

πολυδερκέα ἤτοι κατὰ πολλοὺς τρόπους ὁρωμέ‐ νην κατὰ τὸν πολύποδα· ἢ πολυδευκέα, πικράν.

210a

*δολιχήν· μακράν df

210b

*ὁτέ· λέγει ὁ δὲ G ποτέ v

210c

*παυράδα· μικράν df

210d

*ἀέξει· τρέφει K αὔξει καὶ τρέφει d αὔξει f

211a

*δήεις· εὑρήσεις K2f μάθῃς d

211b

*sine lemmate in marg. bm addiderunt: θυμόσοφον· αὐτομαθῆ τὸν Παλαμήδη ἀφικέσθαι εἰς Τροίαν καὶ σοφίας ἤδη γεγυμνωμένον.

212a

ἤτοι ἀν’ Εὐρώπην μέν· οὐχ ὅμοια τῶν δύω γαιῶν. αἱ γὰρ διάφοροι γαῖαι διάφορα τῶν ἑρπετῶν
ἐκβάλλουσιν.

212b

*ὀλίζονα· μικρά GKbd ὀλίγα, μικρά f

213a

*ῥώθωνας· ῥῖνας Gd μυκτῆρας v

213b

κεραοὶ δὲ τουτέστι κέρατα οὐκ ἔχουσιν, ἀλλ’ ἐξοχὰς ὑπὲρ τοὺς ῥώθωνας.

213c

*κεραοί· κερασφόροι d

213d

ἀργίλιπες δὲ ἤτοι ἔκλευκοι, ὡς Ἀρχίλοχος (frg. 160 Bgk.) ‘ἀργιλιπὴς δὲ Φᾶσισ‘.

214a

*οἱ μέν· τῆς Εὐρώπης K2

214b

οἱ μὲν ὑπὸ Σκείρωνος· Σκείρων μὲν ὄρος μεταξὺ Μεγαρέων καὶ Κορινθίων κείμενον, ὅπερ τινὲς (cf. Strab. 1, 2, 20; 9, 1, 4) Σκειρωνίδα πέτραν καλοῦσιν.

214c

Παμβώνια δὲ ὄρη τῆς Μεγαρικῆς, ὡς αὐτὸς ἐν τρίτῳ τῶν Θηβαικῶν (frg. 19 Schn.): ‘τείχεά τε προλι‐ πόντες, ὑπὲρ Παμβωνίδας ὄχθας ἐσσύμενοι Μεγαρῆος ἐνευνάσσαντο δόμοισι‘.

214d

*αἴπη· ἀκρωτήρια GK ὕψη, ὄρη d

215a

Ῥυπαῖον δὲ Ἀντίγονος μὲν τῆς Ἀχαιΐδος φησὶν εἶναι, ἐπεὶ καὶ Ῥυπαῖοι οἱ Ἀχαιοὶ ὠνομάσθησαν. ἔστι δὲ τῆς Αἰτωλίας, ὡς Νίκανδρος (frg. 109 Schn.) περί τινων εἰς Αἰτωλίαν διερχομένων διηγούμενος· ‘δι’ αἰπεινήν τε
5κολώνην Οἰωνοῦ Ῥύπης 〈τε〉 πάγον κατ’ Ὀανθίδα λίμνην στείχοντες Ναύπακτον ἐς Ἀμφιδύμην τ’ ἐπέλαζον.‘

215b

*Κόρακος· κόρατος Par.

215c

*πολιόν· λευκόν Kd

215d

τὸ δὲ Ἀσέληνον Λοκρικὸν ὄρος ἐστὶ δυσχεί‐ μερον. ταῦτα οὖν πάντα ὀνόματά εἰσιν ὀρῶν τῆς Εὐρώπης. πάλιν δὲ Βουκάρτερον καὶ Αἰσαγέης καὶ Κέρκαφος ὀνόματά εἰσιν ὀρῶν τῆς Ἀσίας.

216a

*ὀργυιόεντα· ὀργυιά τῷ μήκει d

216b

*καὶ ἐς πλέον· καὶ πλέον ὀργυιᾶς G

216c

*βόσκει· τρέφει d

217a

*ἐρυμνός· ἄκρος K2, ὑψηλός, ἰσχυρός d ὑψηλός v

217b

*τρηχύν· τρηχύ Par.

218a

*πρηών· ἔξοχον GK ἐξοχή df

218b

*ἐέργει· ἔχει K2 ἀποκλείει d

219-220

τῶν ἤτοι βρεχμοὶ μέν· τὸ μὲν βρέχμα, ὅ ἐστι τὸ κρανίον, πλατύ ἐστιν. ὑπὲρ δὲ τὸ ἄκρον ὁλκαῖον ἡ σπεῖρα κολοβὴν οὐρὰν εἱλίσσεται, τουτέστιν ὑπὲρ δὲ τούτων μῆκος, ἢ τὸ ἄκρον σῶμα. ὁλκαῖον γὰρ τὸ μῆκος· ἡ δὲ
5ὑπέρ, πρόθεσις ἀντὶ τοῦ ‘περί‘, ἵν’ ᾖ ὅτι περὶ τὸ ἄκρον σῶμα ἡ σπεῖρα κολοβὴν ἑλίσσει οὐράν. τὸ γὰρ ἑλίσ‐ σεται ἀντὶ τοῦ ἑλίσσει καὶ συνέχει. 〈ἄλλως· καὶ〉 περὶ τὸ ἄκρον ἕλκυσμα τῆς σπείρας, τουτέστι τοῦ σώματος, κολοβὴν ἔχει τὴν οὐρὰν ἡ θήλεια.

219a

*τῶν· θηλειῶν G1

219b

*βρεχμοί· κεφαλαί bm

220a

*κολοβήν· σιμήν G1 μικράν f

220b

*ἐπελίσσεται· στρέφει bm συνέχει df

221a

*ἀργαλέαις· βαρείαις ἢ δειναῖς d χαλεπαῖς, δειναῖς f

221b

*φρίσσουσαν· τὴν οὐράν GK

221c

*ἐπηετανόν· πυκνῶς G πεπυκνωμένην, μακρὸν ἢ ἐπὶ πολύ d πολύ f

222a

*νωθεῖ· βραδεῖ Kf

222b

*ἔνθα καὶ ἔνθα· ἐνταῦθα καὶ ἐκεῖσε d

222c

*διὰ δρυμῶν· ἐν τοῖς δρυμοῖς d; in marg d add. γράφεται καὶ διὰ δρυμά.

222d

*νίσσεται· πορεύεται K2 φέρεται d στρέφεται f

223a

tit. περὶ ἔχιος GKbd

223b

πᾶς δέ τοι ὀξυκάρηνος· ὁ ἄρσην, ὁ ἔχις. ἔχιδνα δὲ ἡ θήλεια. εἰπὼν οὖν ὅτι ἡ θήλεια πλατὺ ἔχει τὸ βρέγμα, τὸν ἄρσενα ὀξυκέφαλον εἶπεν· ἐν τούτῳ δὲ τὸν αὐτὸν ἄρρενα καὶ θήλειαν.

223c

*μῆκει· μῆκος Par.

224a

*μάσσων· μακρότερος GKdf

224b

*ἄλλοτε παῦρος· ἐλάσσων d ὀλίγος, μικρός f

224c

ἀκιδνότερος δέ, ὥστε ἄνω μὲν μείζονα καὶ ἐπισημότερον εἶναι καὶ τὸν μέγαν καὶ τὸν ἥσσονα· ἀπὸ δὲ τῆς κοιλίας ἀκιδνότερος καταστρέφει εἰς τὸ ἀσθενέστερον καὶ
οὐχ ὅμοιον τοῖς ἄνω μέρεσι.

224d

*ἀκιδνότερος· λεπτότερος τῆς θηλείας Gbd.

224e

*κατ’ εὖρος· κατὰ τὸ πλάτος d.

225a

*μύουρος· ὀλίγην οὐρὰν ἔχων K

225b

*τετάνυσται· ἐξήπλωται df

226a

πεδανὴ δὲ ἀσθενής. ὁμοίως καὶ φολίδα μικρο‐ τέραν καὶ ἀσημοτέραν ὑποβεβηκυῖαν ἔχει, ἡ δὲ ὁλκὴ 〈μύου‐ ροσ〉 ὑποτετάνυσται. ἄλλως· ἡ δὲ μύουρος οὐρὰ ἐπὶ τῇ ὁλκῇ τετάνυσται. πεδανή, ταπεινή· νῦν δὲ μικρὰ καὶ κατ’
5ὀλίγον στενουμένη.

226b

ἴσως μὲν πεδανή· ἐξ ἴσου δὲ ταπεινὴ ὑπὸ τοῖς πέρασι τοῦ δολιχοῦ ὁλκοῦ· τὸ ἴσως ἀντὶ τοῦ ὁμοίως, ἐξ ἴσου τῇ γαστρί. ἄλλως· τὸ ἐπάνω τῆς οὐρᾶς μέρος πολλὰς καὶ λαμπρὰς ἔχει φολίδας· τὸ δὲ ὑποκάτω τῆς οὐρᾶς οὐχ
5οὕτως ἔχει.

226c

πρὸς τὸ πεδανόν, ἤτοι τὸ ἐπίπεδον καὶ στενόν· ἀνάλογον ἔχει καὶ τὴν τῶν φωλίδων τραχύτητα καὶ φρίκας· τοῦ γὰρ ἐκ κεφαλῆς ὁλκοῦ μέχρις ὀμφαλοῦ ἁδροῦ καὶ πλατέως ὄντος, εἰκός ἐστιν 〈ἔχειν〉 καὶ τὰς φολίδας
5πλατείας καὶ τραχυτέρας, τῆς δὲ ὁλκῆς, ἤτοι τῆς οὐρᾶς, ἣν ποιητικῶς ὁλκαίην Ἀθηναῖοι λέγουσιν, βραχυτέρας καὶ ταπεινοτέρας m

227a

*ἴδως (sic)· ἴσως Par.

227b

τετρυμένη δὲ ἰσχνή, ἤτοι κατεξηραμένη, φρίσ‐
σουσα ἢ πεπυκνωμένη.

227c

*ἐνωπῆς· προσόψεως Gd τῆς ὄψεως K2f

228a

γλήνεα φοινίσσει· ἤτοι αἱματώδεις ἔχει τοὺς ὀφθαλμούς.

228b

*φοινίσσει· πειφοινιγμένος ἐστὶ κατὰ τὰ γλήνη, ἤτοι κατὰ τὰς κόρας τῆς ἐνωπῆς καὶ ὄψεως bm φοινίσσε‐ ται m βάπτει df

228c

τεθοωμένος· ἤγουν παρωξυμένος, τεταραγμέ‐ νος.

228d

*ὀξέα· ὀξὺ δὲ Par.

228e

καὶ τὸ δικρῇ δὲ ἀντὶ τοῦ διστόμῳ· δύο γὰρ τρήματα ὡς γλῶσσα.

228f

*δικρῇ· διπλῇ GKbmf διχῇ διῃρημένῃ ἢ διστόμως m

229a

*νέατον· κατὰ τὸν ἄκρον bm κατὰ τὸν ἔσχατον d

229b

*σκωλύπτεται· ὡς σκῶλον ἐγείρει, κάμπτει bm

229c

σκωλύπτεται οὐρήν· τουτέστι σκολιῶς κινεῖται ἢ τραχύνεται, ἅπτεται. γράφεται καὶ σκωλύ‐ νεται ἢ σκωλύπεται, εἱλιγμένην ἔχει καὶ σκο‐
λιὰν καὶ οὐκ εὐθεῖαν τὴν οὐράν.

230a

κωκυτὸν δέ· καὶ γὰρ ἀθετεῖται ὁ στίχος οὗτος ὡς ὑποβολιμαῖος.

230b

*κωκυτόν· τὸν αἴτιον τῆς ἐς Κωκυτὸν ἀφίξεως bm θρῆνον f

230c

*ἐχιναῖον· ἔχιος m

230d

*ἐπικλείουσιν· ἀκούουσιν df καλοῦσιν m

231a

*τοῦ· τοῦ ἔχιος GK2df τοῦ ἄρρενος K2

231b

*κυνόδοντες· καὶ ἔχοντες ἰόν K2

231c

κυνόδοντες δὲ δύω, ἐπειδὴ δύο μόνοι εἰσὶν ἰοβόλοι τῶν ἀρρένων ὀδόντες, πολλοὶ δὲ τῶν θηλειῶν.

231d

*τεκμαίρονται· φαίνονται GK

231e

*χροῒ τεκμαίρονται· ἐν τῇ σαρκὶ φαίνον‐ ται d

232a

*ἰὸν ἐρευγόμενοι· διάτρητοι ὄντες bm

232b

*ἐρευγόμενοι· ἀποβάλλοντες G ἐκπέμποντες d εἰσβάλλοντες f

232c

*πλέονες· ὀδόντες τῆς θηλείας ἔχοντες φάρμακον K2

233a

*οὔλῳ· ὅλῳ, ὡς κατὰ μετάθεσιν bm

233b

*οὔλῳ· ὅλῳ ἢ ὀλεθρίῳ καὶ ὀλοῷ G

233c

*στομίῳ· στόματι Gf

233d

*ἐμφύεται· ἐμπλέκεται GK2 δράττεται bm ἐμφαίνεται Par.

233e

*σαρκί· τοῦ δηχθέντος Gb τοῦ δηχθέντος ὑπὸ τῆς
ἐχίδνης K2 ἐν τῇ σαρκὶ τοῦ δηχθέντος d

234a

*εὐρυνθέντας· καὶ τυπωθέντας, ἐπὶ πλάτος χωρογραφηθέντας K2

234b

εὐρυνθέντας· χωρογραφηθέντας τοὺς ὀδόντας καὶ εὐρέας γινομένους. χαλινοὺς γὰρ τοὺς ὀδόντας λέγει.

234c

*ἐπιφράσσαιο· νοήσεις K1 γνοίης bm ἐπίδοις, νοήσαις d ἴδοις f

235a

*τῆς· ἧστινος, τῆς ἐχίδνης K2

235b

*πληγῆς· τοῦ τραύματος f

235c

*φέρεται· προχεῖται f

235d

*λίπει· ἐλαίῳ Gd

235e

*λίπει εἴκελος· φαίνεται λιπώδης b λιπώ‐ δης m

235f

*ἰχώρ· πύον K2 τὸ ἀποστάζον ὑγρὸν τῆς πληγῆς bm τὸ αἷμα πεπηγός f

236a

*αἱματόεις· αἱματώδης bm ἐρυθρός d αἱματώ‐ δης, αἵματος πλήρης f.

236b

*ἄχροος· λευκόχροος G ὑδατώδης, ἀερώδης bm κακόχροος d

236c

*ἐπί οἱ· ἐπὶ τῷ πληγέντι GK ἐπ’ αὐτῷ τῷ τραύματι d ἐν τῇ πληγῇ f

237a

πολλάκι μὲν κλώθουσα· 〈γράφεται καὶ
χλοάουσα·〉 ἀντὶ τοῦ χλωρά. μεταπεποίηκε δὲ ἐκ τοῦ Νουμηνίου οὕτως· «ὑπόχλωρόν 〈γε〉 μὲν ἕλκος κυκλαί‐ νει· τὸ δὲ πολλὸν ἀνέδραμεν αὐτόθεν οἶδος.» ἄλλως.
5Διογενιανὸς κλώθειν ἢ καλῶς αὔξεσθαι ἢ βλαστάνειν. Θέων δὲ ἐν ὑπομνήματι κλώθουσα οἰδοῦσα, κατὰ πλέον δὲ τίθεται τὸ κλώθειν 〈ἐπὶ τῆς αὐξήσεως G2C〉.

237b

*χλοάουσα· πρασινίζουσα K2 χλωρά, χλοώδης bm γράφεται καὶ κλώθουσα καί ἐστιν ἀντὶ αὐξανομένη καὶ βλαστάνουσα d

237c

*βαρεῖ· ὀχθώδει bm τῷ χαλεπῷ d

237d

*ἀναδέδρομεν· ἀνέθορε, ἀνήνοθε καθ’ Ὅμηρον (Il. 11, 266; Od. 5, 412) bm ἀνέδραμεν, ἕλκει d

237e

*οἴδει· οἰδήματι, φύματι bm οἰδήματι d μετὰ οἰδήματος f

238a

*φοινίσσουσα· φοινισσομένη, κοκκίνη bm ἐρυ‐ θραινομένη d ἐρυθραίνουσα f

238b

*εἴδεται· φαίνεται bdmf

238c

*ἄντα· ἄντικρυς bdm

238d

*πελιδνή· ὠχρά Gd μέλαινα Kd μολιβδομελάνη. πέλας γὰρ τὸ μέλας, ἀφ’ οὗ καὶ τὸ εἶδος γίγνεται τὸ πελιδνόν. ἰωτιζόμενον διὰ πλεονασμόν bm μολιβδόχροος, μέλαινα f

238e

*τότ’· τοτέ GK2 ποτέ d

239a

*ὑδατόεν· ὑδατόχροον d ὕδατι ὅμοιον m ὑδα‐ τῶδες f

239b

*ὑδατόεν βάρος· ὄγκον βαρὺν (βαρύθοντα m) ὕδατος mb ὄγκον, φύσημα f

239c

*κυέει· ἐγκυμονεῖ καὶ ἔχει K2 φύει bm φέρει f

239d

*ἄλγος· βάρος d

239e

θαμιναί· συνεχεῖς dm πυκναί d γράφεται καὶ χαμηλαί d

240-241

αἱ δὲ φλύκταιναι ἀραιαὶ τὼς εἴτε, ἀντὶ τοῦ ὡς εἴτε πομφόλυγες χαμηλαὶ ἢ θαμιναί, ἐν πυρὶ ζέοντος ὕδατος, γίνονται, οὕτω πλαδόωσι, φησί, καὶ ἐν τῷ σώματι τοῦ δηχθέντος. ὥσπερ γίνονται πομφόλυγες ἐν
5τῷ ὕδατι τῷ πυρί, οὕτως γίνονται αἱ φλύκταιναι αἱ ἀραιαί.

240a

πομφόλυγες δὲ αἱ ἀναρρήξεις τοῦ ὕδατος.

240b

*φλύκταιναι· αἱ συστάμεναι φῦσαι ἐν τῷ
ὕδατι v

240c

*ἀραιαί· εὔλυτοι bm

240d

ἀραιαὶ δὲ τουτέστιν ἀσθενεῖς καὶ κεναί. οὐδὲν γὰρ ἔχουσιν, ἀλλὰ κεναί εἰσιν.

241a

πυρικμήτοιο ἀντὶ τοῦ κεκαυμένου ὑπὸ πυρός.

241b

*πυρικμήτοιο· πυρικαύστου bmv

241c

πλαδόωσιν· κυρίως τὸ μὴ ἀντίτυπον πλαδόεν καλεῖται. πλαδόωσιν ἤγουν ὑγραὶ γίνονται ἢ οἰδοῦσι καὶ πλατύνονται. ὅθεν καὶ πλαδαρὸν σῶμα τὸ ὑγρόν φαμεν, ὅπερ πιλούμενον τῷ δακτύλῳ ἐνδίδωσί τε καὶ κοιλαίνεται, πάλιν
5δὲ εὐθέως ἀναδίδωσι καὶ γεμίζει τὸ κοίλωμα.

241d

*πλαδόωσιν. ἐξηνθημένοι εἰσίν K2 ἐγείρονται bm διυγραίνουσι v ὑγραίνονται f

241e

*ὕπερθεν· ἐπάνω d

242a

*σηπεδόνες· σήψεις διαβρωτικαὶ bm σήψεις d

242b

*οἱ ἀμφίς· τῷ δηχθέντι K2 ἀμφοτέρωθεν τῆς πληγῆς bm

242c

*ἐπίδρομοι· εὐθὺ ἐπὶ τῇ πληγῇ συνδραμοῦσαι bm

242d

*ἄτερθεν· ἔξωθεν τῆς πληγῆς K2 πόρρω, χωρίς bm

243a

*αἱ δέ· τῆς πληγῆς ἰδίων κεχωρισμένων bm

243b

*ἰοειδέα· ἰοῦ μεστόν K μέλανα d φαρμακώδη f

243c

*λοιγόν· ἰόν d Par. φθοράν f

243d

*ἰόν· μόρον K

243e

*ἱεῖσαι· ἐκβλύζουσαι bm πέμπουσαι df

244a

*δριμεῖα· σφοδρά, θερμή f

244b

*καταβόσκεται· κατεσθίει K2 κατεσθίει· σή‐ πεται γὰρ τὸ σῶμα d ἀναλίσκεται f

245a

*πυρπολέουσα· κατακαίουσα G 〈ἐμ〉πιμπρῶσα, καίουσα d

245b

*κατ’ ἀσφάραγον· κατὰ φάρυγγα GKbd

246a

κίονά τε· ἤγουν τὸν τράχηλον, ἐπειδὴ τρόπον κίονος ὑποβαστάζει τὴν κεφαλήν· οἱ δὲ τὴν γαργαρεῶνα· οἱ δὲ τὴν λεγομένην κιονίδα, οἱ δὲ σταφυλήν 〈διὰ τὸ κινεῖσθαι ἔν τε ταῖς φωναῖς καὶ ταῖς καταπόσεσι V〉. κίων δὲ διὰ τὸ
5κεῖσθαι ἀπὸ τοῦ κάτω μέρους τοῦ στομάχου μέχρι τοῦ ἄνω.

246b

*ξυνιόντες· συνεχόμενοι K2 συνερχόμενοι df

246c

*ἐπασσύτεροι· πυκνοί Kd ἄλλοι ἐπ’ ἄλλους f

246d

*κλονέουσι· ἔνθεν κἀκεῖθεν κινοῦσι τοὺς δηχ‐ θέντας κατὰ τὴν δειρήν G2 κλονοῦσι καὶ ταράττουσι καὶ
συστρέφουσιν ἔνθεν κἀκεῖθεν κατὰ τὴν δειρήν d

247a

*εἰλίγγοις· συστροφαῖς GKbd στρόφοις f

247b

*δέμας· σῶμα bdf

247c

*ἄχθεται· βαρύνεται b ἀλγεῖ d

247d

αἶψα δὲ γυίοις· ἀντὶ τοῦ εὐθέως τοῖς μέλεσι καὶ τῇ ἰξύι, ἤγουν τῇ ὀσφύι, ἡ ἀδράνεια βαρύνουσα αὐτόν, 〈καὶ〉 μέρμερος 〈ἤτοι〉 φροντίς, ἵζει καὶ γίνεται.

248a

*ἀδρανίη· ἀσθένεια καὶ ἀδυναμία df

249a

*κάρῃ· τῇ κεφαλῇ K2df

249b

σκοτόεν βάρος· καροῦται γὰρ ὁ πλησσόμενος ὑπὸ τῆς ἐχίδνης.

249c

*ἵσταται· καθίσταται d

249d

*ὁ κάμνων· ὁ δηχθείς G

250a

*φάρυγα· κατὰ τὸν λαιμόν d

250b

*ξηραίνεται· ξηρὸν γίγνεται d

250c

*αὖον· ξηρόν dvf

251a

*ἴσχει· ἔχει K2f κρατεῖ f

251b

*κρύος· ψῦχος f

252a

ζαλόωσα δέ, χιονίζουσα, συστρέφουσα χειμερι‐ νὸν κρύος ζαλῶν.

252b

*ζαλόωσα· ὥσπερ ἄγαν ἀλόωσα ἢ ταρακτικὴ ἀπὸ τῆς ζάλης bm.

252c

πέριξ βέβριθεν· ἀντὶ τοῦ ῥίγει συνέχεται χαλεπωτάτῳ ὁ δηχθείς.

252d

*βέβριθεν· βαρύνε〈ται〉 K2

252e

*χάλαζα· ὁλοπαγὲς ὕδωρ ὑπὲρ γῆς f

253a

χολόεντας· τὴν χολὴν ἤμεσε. περιπέφρακεν, ὅ ἐστι χολώδη ἀπεμεῖ.

253b

*ἀπήρυγε· ἀπὸ τοῦ ἐρεύγω v

253c

*ὄγκους· ὀγκώδεις, χυμούς bm

254a

*ὡχραίνων· ἀντὶ τοῦ οἰδηθείς Gd ὠχραινόμενος bm λευκός K2

254b

*ὀχθραίνων· ὠχραίνων Par.

254c

νοτέων δὲ ἀντὶ τοῦ ὑγραινόμενος. ὁ δὲ ἱδρὼς νοτέων περὶ τοῖς μέλεσι ψυχρότερος τῆς τοῦ νιφετοῦ βολῆς περιχέεται.

254d

*ἀμφίς· διὰ K2 πάντοθεν bm ἀμφοτέρωθεν d

255a

*νιφετοῖο· τῆς χιόνος περιφραστικῶς d

255b

*βολῆς· καταφορᾶς m

256a

ζοφειδέος· σκοτώδους, ἤγουν ὠχροῦ.

256b

μολίβδου· ἢ μολίβου γραπτέον ἤ, ἐπεὶ ὄνομα, οὐδὲν κωλύει τὸ δ V

257a

*ἠερόεσσαν· μέλαιναν GKd σκοτεινήν f

257b

ἄνθεσι δὲ χαλκοῦ ἀντὶ τοῦ χαλκάνθῳ, ἣν νῦν φασι καλακάνθην. ἄνθεος δέ ἐστιν χαλκοῦ τι γένος γινόμενον ἐν οἷς ὁ χαλκὸς χωνεύεται καὶ καθίεται, πελιδνόν τε καὶ μᾶλλον ἔχον ἔγκιρρον τὴν πελιδνότητα· μικρὸν δὲ
5καὶ στρογγύλον καὶ παραπλήσιον τῷ σπέρματι τοῦ νάπυος· καὶ ἴσως τούτου μέμνηται ὁ Νίκανδρος. γράφεται δὲ καὶ ἄνθεσι χάλκης· οὕτως καὶ παρὰ Νουμηνίῳ· «ῥέθεσίν γε μὲν εἴδετ’ ἐπ’ ἰχὼρ ἠερόεις· τοτὲ δ’ αὖ μολίβῳ ἐναλίγκιον εἶδος ἀμφί ἑ κυμαίνει χάλκῃ ἴσον.»
10ἔστι δὲ ἡ χάλκη ἄνθος, ἀφ’ οὗ καὶ τὴν πορφύραν ὠνόμασαν.
ὁμοίως τὸ ἐμφερές, τὸ ἐν τῇ Ἡρακλείᾳ· «φολὶς δ’ ἀπέλαμ‐ πε φαεινή. ἄλλοτε μὲν κυανοῦ, τοτὲ δ’ ἄνθεσιν εἴσατο χαλκοῦ.»

257c

*χαλκοῦ· ὄνομα βοτάνης K2

258a

*tit. περὶ κεράστου GKVf

258b

*εὖ· ἐπιστημόνως K2 εὐκόλως d

258c

δολόεντα δὲ εἶπε τὸν κεράστην, ἐπεὶ ἐν τοῖς ἁμαξιτοῖς κρύπτων ἑαυτόν, ἀναιρεῖ τὸν τυχόντα.

258d

*δολόεντα· ἐπιβάλλον〈τα〉 d

258e

*κεράστην· διὰ τὸ κερασφόρον (sc. εἶναι) K2

259a

*(ἂν) μάθοις· ἔμαθες K2

259b

*ἠύτ’· καθάπερ d

259c

*τῷ· ἐχίδνῃ K2 ἔχει df

259d

*δομήν· σῶμα, τὸ μέγεθος G μέγεθος K κατὰ τὸ σῶμα df

260a

ἤτοι ὁ μὲν κόλος ἐστίν ἀντὶ τοῦ κολοβὸς τοῖς κέρασι, τουτέστι μὴ ἔχων κέρατα· ὁ γὰρ ἔχις οὐκ ἔχει κέρατα· κόλος οὖν ὁ ἀκέρατος ἔχις. ἢ τῷ μήκει ἐλάσσων ἐστί. εἰσὶ δὲ κεράσται ἀκέρατοι, οἳ καὶ κόλοι
5λέγονται.

260b

*ὁ δέ· ὁ κεράστης GKf

261a

πισύρεσσι δέ, ἐπεί εἰσι καὶ τετρακέρατοι κερά‐ σται καὶ δίκεροι.

261b

*πισύρεσσι· τέσσαρσι dfv πισύροισι Par.

262a

*ψαφαρῇ· αὐχμηρᾷ Gvf τεφρώδει G σποδοειδεῖ K λευκῇ bdm

262b

*λεπρύνεται· λευκαίνεται GKd

262c

*λεπτύνεται· λεπρύνεται Par.

262d

*ἐν δ’ ἀμάθοισιν· 〈δι〉άγων K2

263a

ἁματροχιῇσιν· ἀντὶ τοῦ ἁρματροχιαῖς, λέγει γὰρ ταῖς ἐγχαράξεσι τοῦ τροχοῦ, ταῖς γινομέναις εἰς τὴν γῆν· ἐν αὐταῖς γὰρ κοιμᾶται ὁ κεράστης ἔχις.

263b

γράφεται ἁματροχιῇσι ἀντὶ τοῦ ἁρματροχιαῖς, κατὰ συγκοπὴν τοῦ ρ διὰ τὸ μέτρον G1 ἁμαξοτροχιῇσι Par.

263c

*ἐνδυκές· διόλου K

263d

τὸ δὲ ἐνδυκὲς αὔει· ἀντὶ τοῦ συνεχῶς καὶ ἐπιμελῶς κοιμᾶται ἢ διάγει. ἐξενήνεκται δὲ χωρὶς τοῦ ι· ἔστι δὲ τὸ πλῆρες ἰαύει.

264a

*τῶν· τῶν κεραστῶν καὶ ἐχιδνῶν K2

264b

*σπείρῃσιν· συστροφαῖς df

264c

*ὁ μέν· ὁ μὲν ἔχις f

264d

*θοός· ταχύς G2f

264e

θοὸς ἀντία θύνει· ὁ ἔχις ἀντίον τρέχει ὀρθῶς καὶ συντόμως τῷ μηρύγματι, ἤτοι τῷ ἐπισπαμῷ τῆς γαστρός.

264f

*ἀντία θύνει· κατ’ εὐθεῖαν πορείαν τρέχει b κατ’ εὐθεῖαν καὶ ὀρθῶς τρέχει d

265a

*ἀτραπόν· τὴν ὁδόν f

265b

*μηρύγματι· τῷ κύκλῳ G ἑλκύσματι K2f

266a

αὐτὰρ ὅ γε· ὁ δὲ κεράστης πλάγιος ἐπικυλίεται τῷ σώματι.

266b

*ὅγε· ὅτε Par.

266c

*σκαιός· πλάγιος GK2Mf ἀριστερός f κατὰ πλευρὰν κείμενος bd

267a

*οἶμον· ὁδόν df

267b

*οἶμον ὁδοιπλανέων σκολιήν· χωλεύ‐ ων GK οὐκ ὀρθῶς βαδίζων G διερχόμενος οὐκ ὀρθῶς, ἀλλὰ χωλεύων d

267c

*σκολιήν· οὐκ ὀρθήν f

267d

τετρηχότι δὲ ἢ δασεῖ ἢ τραχεῖ· διὸ καὶ ἠχεῖ ἡ πορεία αὐτοῦ. ἐκ δὲ τοῦ πορεύω γέγονε πορεία, ὥσπερ ἐκ τοῦ περισσεύω περισσεία.

267e

*τετρηχότι· καταξήρῳ GK

268-270a

τράμπιος ὁλκαίης· ἤτοι τῆς ἐπισπω‐ μένης. πολλῆς δὲ ἐμφάσεως ἡ παραβολὴ γέμει καὶ σεμνότη‐ τος κατὰ τὴν συνθήκην. τράμπις δέ ἐστιν βαρβαρικὸν πλοῖον· καταχρηστικῶς δὲ εἶπεν. ὁ γὰρ νοῦς οὕτως· τοῦ
5πλοίου τὴν ὁλκὴν ποιοῦντος, ἴσος ἐν τῷ καμάτῳ τουτέστι τῷ βαδίσματι. ὥσπερ γὰρ τὸ πλοῖόν, φησι, τῇ βίᾳ τοῦ ἀνέμου ἐκκρούεται, ἤγουν ἀποπέμπεται ἔξω τῆς εὐθείας ὁδοῦ καὶ πλάγιον, ἤγουν ἐπίπλευρον, φέρεται, οὕτως καὶ ὁ κεράστης πλάγιος καὶ ἐπίπλευρος ἕρπει. ὅτι πλοῖον ἡ τράμ‐
10πις καὶ ὁ Λυκόφρων φησί (97) ‘τράμπις ς’ ὀχήσει καὶ Φερέκλειοι πόδεσ‘. ὑπὸ γὰρ τοῦ Φερέκλου κατεσκευάσθησαν αἱ νῆες τῷ Ἀλεξάνδρῳ.

268a

*ὁλκαίης· ἀττικισμός K2 τριήρεος, νεώς, πλοίου μακροῦ f

268b

ἀκάτῳ ἴσος· ἐὰν μὲν ᾖ ἀκάτῳ, ἐκ δισσοῦ κεῖται ἡ λέξις· ἐὰν δὲ καμάτῳ, ὅπερ ἄμεινον, ἀντὶ τοῦ πλῷ.

268c

*ἀκάτῳ· πλοίῳ G1 τῷ πλοίῳ ὅμοιος d πλοιαρίῳ v

268d

*καμάτῳ· πορείας M

268e

*ἅλμης· τῆς θαλάσσης K2bdf

269a

*βάπτουσα· πλύνουσα f

269b

*κακοσταθέοντος· ἀντὶ τοῦ ἀτάκτως πνέο‐ ντος G ἀστατοῦντος, ταρακτικοῦ bm κακοῦ καὶ ἐναντίου ὄντος τοῦ ἀνέμου f

269c

*ἀήτου· ἀήταο Par.

270a

*βεβίηται· βιάζεται ὑπὸ τοῦ ἀνέμου Gd βιά‐ ζεται K

270b

τὸ δὲ ἀπόκρουστος ἤτοι πλαγιαζομένη ἢ ἀποκρουομένη ἢ κλυζομένη τῇ πνοῇ τοῦ λιβός. ἢ ἀπό‐ κρουστος ὡσανεὶ ἀπόβλητος καὶ οἷον ἀποπεμπομένη καὶ ἀποβαλλομένη τῆς εὐθείας ὁδοῦ.

270c

*ἀπόκρουστος· βιαζομένη K2 κινήσει bm

270d

*λιβός· ἀνέμου v

270e

*λιβὸς οὔρῳ· ἀντὶ τοῦ ἀπὸ τοῦ ἀνέμου bm

270f

*οὔρῳ· τῇ πνοῇ K2d

271a

*βρύξῃσιν· δάκῃ GK2bf τρώσῃ, πλήξῃ b τρώσῃ m πλήξῃ καὶ τρώσῃ, δάκῃ d

271b

*ἀεικέλιον· κάκιστον K2 βαρέως, ἀλγεινῶς bd κακόν f

271c

*νύχμα· πληγή bd τὸ τραῦμα ἢ δῆγμα f

272a

ἥλῳ ἐειδόμενον· ἧλος σκλήρωμά ἐστι περὶ τὰ πέλματα τῶν ποδῶν γινόμενον στρογγύλον καὶ παρα‐ πλήσιον τοῖς τῶν ἥλων κεφαλίοις. ἔστι δὲ ἧλος τὸ ἐπιδημίως καλούμενον καρφίον.

272b

ἥλῳ ἐειδόμενον· σκλήρωμα περὶ τὸ ἔσω τῶν χειρῶν καὶ τὸ πέλμα γινόμενον, ὡς τὸ πολὺ μικρόν, στρογ‐ γύλον. V

272c

*τυλόεν· ἐξέχον K ἐξέχον· τύλος γὰρ ὑπάρχει ὡς ἐξοχή τις Gd

272d

*τηλόεν· πορροτέρω m

272e

*πελιδναί· μέλαιναι K2 μέλαιναι, μολυβδό‐ χρους f

273a

φλύκταιναι· ἤτοι αἱ φλυκτίδες αἱ περὶ τὸ δῆγμα μικρὸν ἐπανιστᾶσαι καὶ ἀδιάγνωστοι περὶ τὴν πρό‐ σοψιν.

273b

πέμφιξι δὲ ταῖς φύσαις, ταῖς ἐν τοῖς ὕδασι γινομέναις πομφόλυξιν.

273c

πέμφιγας· λέγει τὰς ἐν ὕδατι βρασσομένας ἢ ταρασσομένας πομφόλυγας. V

274a

*πέριξ· περὶ τὴν πλευράν b

274b

*πλάζονται· ἀναστρέφονται K2 φέρονται b

274c

*ἀμυδρήεσσαι· μέλαιναι K2 μικραί b μικραί, ἀφανεῖς, ἴσαι μικραῖς bm

274d

*ἐς ὠπήν· θεατόν K2 κατὰ τὸ εἶδος d

275a

ἤτοι ἀφαυρότερον· δηλαδὴ ἀνεπαισθήτως ἀλγοῦσιν οἱ δηχθέντες. ἢ ἀσθενέστερον καὶ σύντονον. ἐπιφέρει γὰρ καὶ ἐννέα αὐγάς, ὅτι ἐπὶ ἐννέα ἡμέρας μόνον ζῶσιν οἱ δηχθέντες ὑπὸ κεράστου.

275b

*τελέει· ποιεῖ K2f ἐμποιεῖ d

276a

*μογέων· ἀντὶ τοῦ μοχθῶν καὶ ὀδυνώμενος d ὁ νοσῶν f

276b

*ἐπιόσσεται· ζητεῖ καὶ βλέπει K2 ζητεῖ· κυ‐ ρίως ὁρᾷ d ὄψεται f

276c

οἷσι κεράστης· τὸ δὲ οἷσι ἀντὶ τοῦ ᾧτινι· ἀπὸ γὰρ ἑνικοῦ μετῆλθεν εἰς πλῆθος, δέον εἰπεῖν ‘ᾧτε κεράστης.‘

277a

*οὐλόμενον· ὀλέθριον K2df

277b

*κακοεργόν· κακοποιόν d

277c

*ἐνιχραύση· ἐπενέγκῃ GKM ἐπιθήσῃ d προ‐ σεγγίσῃ vf χραύσῃ ἀμύξῃ, ἤτοι ἐπ’ ὀλίγον τὸ χρῶμα ἐπιξύ‐ σῃ v

278a

*διπλοῖς· ἐν τοῖς δυσί GKd

278b

*ἰγνύσι· ἰγνὺς ὁ ὑποκάτω τοῦ γόνατος τόπος v

278c

ἀσκελές· ἀδιαλείπτως, σκληρῶς, ἢ ἴσον ἐν τοῖς δύο βουβῶσι.

278d

*ἀσκελές· διόλου K2 ἰσοσκελὲς ἤτοι ἐξ ἴσου bm ἀμετάβατον f

279a

*μόχθος· ὀδύνη G πόνος df

279b

*ἐνιτρέφεται· ἐντρέφεται ἀμφοτέροις τοῖς βου‐ βῶσιν ὁ μόχθος bm

279c

*πελιός· ὠχρός G ἢ μέλας K2f

279d

*πελιὸς δέ οἱ ἐμφέρεται χρώς· λευ‐ κὸν γίνεται αὐτοῦ τὸ σῶμα, τουτέστιν ὠχρόν bd

279e

*ἐμφέρεται· ὑποτρέχει K2 γίνεται f

279f

*χρώς· σῶμα K2f

280a

*καμνόντων· διψώντων K2 δηχθέντων καὶ ὀδυ‐ νωμένων d δεδηγμένων, νοσούντων f

280b

*θυμός· δύναμις K2 ζωή f

281a

*λείπεται· ἐμμένει d

281b

*καμάτοιο· ὀδύνης K2 πόνου d νόσου f

281c

μόγις γε μέν· νοητέον τὸ μόγις γε μὲν ἀντὶ τοῦ σπανίως· ἢ διχῶς γράφεται πολεῖς, ἵν’ ᾖ πολλοὶ ἐξέφυγον τὴν μοῖραν, ὡσανεὶ καὶ ἔζησαν.

281d

*αἶσαν· ἢ τὸν θάνατον K2d

282a

tit. περὶ αἱμορρόου Gdf περὶ αἱμορροΐδος KV

282b

*δάκεος· θηρός K2

282c

*αἱμορρόου· εἶδος ὄφεως f

282d

*αὐτίκ’· ἤδη K2 νῦν d παραχρῆμα f

283a

ὅτε· ὅστις G1

283b

*εἰλυθμούς· τὰς καταδύσεις GKbdf

283c

*ἐνδυκές· συνεχῶς Gf ἐπιμελῶς K διόλου b ἀντὶ τοῦ διόλου d

283d

*αὔει· ὑπνοῖ d ἰαύει, κοιμᾶται f

284a

*ὑπάρπεζον· Αἰτωλοὶ τὸν ὕπτιον καὶ λεῖον 〈τόπον〉 ὑπάρπεζόν φασιν. οἱ δὲ τὴν αἱμασιάν, οἱ δὲ τὸν προάντη καὶ τραχὺν τόπον, οἱ δὲ λίθον.

284b

τρηχὺν ὑπάρπεζον· Αἰτωλοὶ τὸν ὕπτιον καὶ λεῖον τόπον οὕτω φασίν· οἱ δὲ τὴν αἱμασιάν, οἱ δὲ τὸν προάντη καὶ τραχὺν τόπον, οἱ δὲ τὸ χαλίκων ᾠκοδομημένον τειχίον. V

284c

*ὑπέρπεζον· ποδιαῖον λίθον K2

284d

*θαλάμην· οἶκον, κοιτῶνα, τρώγλην f

284e

*τεύχων· κατασκευάζων bdf

285a

*ἔνθα· ἐκεῖ K2 ἐνταῦθα, ὅπου d

285b

*εἰλυθμόν· οἴκησιν GKbd φωλεόν vf

285c

*ἔχεσκεν· ἔχει K2d εἶχεν f

285d

*ἐπεί· ἀφ’ οὗ d

285e

*ἐκορέσσατο· ὁ αἱμορρόος GKbd ἐπλήσθη f

286a

*μήκει· τῷ τοῦ αἱμορρόου K2 κατὰ τὸ μῆκος d

286b

μήκει μέν· μῆκος ἔχοντα ποδός· ἔστι δὲ πήχεως δίμοιρον ὁ ποῦς.

286c

*ἰσάζεται· ἐξισοῦται bdf

286d

αὐτὰρ ἐπ’ εὖρος· ἐπὶ δὲ τὸ εὖρος τέθρυπται, ὅ ἐστι τέθλιπται. [λεπτὸς γάρ ἐστιν.] ὁ γὰρ λόγος, ἀπὸ τῆς κεφαλῆς μέχρι καὶ τῆς οὐρᾶς τέθρυπται ἢ τέθλιπται καὶ λεπτός ἐστιν.

287a

*τέτρυται· ἐπέγκειται K2

287b

*μύουρος· λεπτόουρος GKd ὁ ἐπὶ τελευτῆς ἐπιλεπτυνόμενος v

287c

*φλογέοιο· διαπύρου GKd τῆς ἐρυθρᾶς f

288a

*χροιῇ· τῷ χρώματι d

288b

ψολόεις· ἀντὶ τοῦ καυστικός, ἤγουν πεπυρακ‐
τωμένος διὰ τὴν ἐκ τῆς ἀλγηδόνος πύρωσιν (εἴωθε γὰρ τοῖς δηχθεῖσιν ἐπακολουθεῖν), ἢ διὰ τὸ διαπύρους ἔχειν τοὺς ὀφθαλμούς, ἢ διὰ τὸ κεκινημένον εἶναι καὶ τραχὺ τὸ δῆγμα.

288c

ψολόεις· τρία σημαίνει ἡ λέξις· ἔστι γὰρ ψολόεν τὸ μέλαν, τὸ σποδοειδές, τὸ λαμπρόν. Εὐφορίων (f. 51, 11 Powell) «ἢ Αἴτνην ψολόεσσαν ἐναύλιον Ἀστερόποιο.» 〈καὶ ἔτι btAld.〉 «λιγνύν τε ψολόεσσαν ἀϊδνήεντά τε καπνόν.»
5(f. 139 Powell) καὶ Αἰσχύλος ἐν Βασσαρίσιν (f. 24 Nauck = f. 88 Mette): «σκάρφει παλαιῷ κἀπιβωμίῳ ψόλῳ.»

288d

*αἰθός· κεκαυμένος, φλογώδης Gd πυρροειδής bdf

288e

αἰθὸς δὲ ἤτοι κεκαυμένος ἢ σποδώδης ἢ διάπυρος ἢ αἰθαλώδης.

289a

*δειρὴν δ’ ἐσφήκωται ἅλις· σιμὸς τὸν τράχηλον Gdf

289b

καὶ τὸ ἐσφήκωται ἀντὶ τοῦ συνῆκται, ἔσφιγ‐ κται, πέπλεκται.

289c

πεδανὴ δέ οἱ οὐρή· καὶ γὰρ πεδανὴ λέγεται ἡ λεπτὴ οὐρὰ καὶ συνεστραμμένη. Ἄξυλος δὲ ἱστορεῖ ὅτι καὶ κέρατα ἔχει.

290a

*ζαχρειές· μεγάλως Gd ἄγαν K2 ἄγαν χρειῶ‐ δες, σφόδρα b

290b

*θλιφθεῖσα· θλιβεῖσα Gd συνωθεῖσα K2 συ‐ ναχθεῖσα bm λεπτυνθεῖσα f.

290c

*ζαχραὲς θλιβεῖσα· ζαχρηὲς θλιφθεῖσα Par.

290d

κατομφάλιος· ἀπὸ τοῦ ὀμφαλοῦ στενή ἐστιν ἡ οὐρά.

290e

*τετάνυσται· ἐξήπλωται df

291-292

ὑπὲρ νιφόεντα· ψύχει φονεύοντα. ἐν δὲ τῇ συντάξει ὁ στίχος οὗτος μετὰ τοῦ ὑπ’ αὐτῷ συμπλέκεται. καί ἐστιν ἡ σύνταξις οὕτως, τοῦ μὲν ὑπὲρ νιφόεντα φάη κέρατα δοιὰ μετώπῳ ἔγκειται, τουτέστι τούτου μὲν ὑπὲρ
5τὰ κρυμώδη ὄμματα, ἤγουν ὑπεράνω αὐτῶν, κέρατα δύο ἐν τῷ μετώπῳ ἔγκειται.

291a

νιφόεντα δὲ ψυχρά. κοινῶς δὲ πάντα τὰ ἑρπετὰ ψυχρά ἐστιν.

291b

*νιφόεντα· λευκά GK2

291c

*ὑπέρ· ὑπαί Par.

292a

*ἔγκειται· ἔνεισιν d

292b

πάρνοψι δὲ ταῖς ἀκρίσιν 〈ἢ ἀττελάβοις GCL

292c

τὰς λογάδας προσεικής· ἤγουν ὅμοιος τὰ λευκὰ τῶν ὀφθαλμῶν.

292d

*λογάδας· κατά Gf

292e

*προσεικής· λείπει τό ἐστιν Gf

293a

*σμερδαλέον· φοβερῶς df

293b

λαμυρὸν δὲ ἤτοι λάβρον ἢ ταραχῶδες ἢ εὐκί‐ νητον.

293c

*λαμυρόν· πολύ v

293d

*πέφρικε· ἀνατέταται GKd

294a

δοχμὰ δ’ ἐπισκάζων ἤτοι πλάγιός, φησιν, πορεύεται προβάλλων τὴν κοιλίαν καὶ ταῖς φολίσιν ὑποτρί‐ βων τὴν γῆν.

294b

*ἐπισκάζων· πλαγίως καὶ χωλευτικῶς πο‐ ρευόμενος bm χωλεύων v πορεύεται χωλεύων f

295a

*ἐκ νώτου· ἐκ τούτου Par.

295b

*βαιόν· ὀλίγον bmf

295c

βαιὸν δὲ πλόον· νῦν τὴν ὁδόν, τὴν πεζὴν πορείαν. οὕτω γὰρ καὶ Ἀντίμαχος εἶπε (frg. 106 Wyss) «τοῖσι δ’ ἀν’ ὑλήεντα διὰ πλόον ἐρχομένοισιν.»
καὶ Ἀριστοφάνης (142 K.) ἐν τῷ Γήρᾳ γυναῖκα ποιήσας
5ἐπὶ ζεύγους ὄνων ὀχουμένην παρεισάγει τινὰ ἐρῶντα αὐτῆς, «αὕτη, 〈τί〉 ἀποπλεῖς ἐτεόν; εἰς τὸν νυμφίον, ᾧ〈περ〉 γαμοῦμαι σήμερον.»

295d

*ὀκέλλει· ἕρπει GKbd ἕλκει GM προσορμεῖ καὶ ἐγχρίμπτεται v

296a

φολίσιν δὲ καὶ οἴμῳ· τῇ βαδίσει τοῦ σώματος. γράφεται καὶ ὁλκῷ, τουτέστιν τῷ σώματι.

296b

*οἴμῳ· τῇ πορείᾳ b

297a

ὑποψοφέων· μεταφορικῶς. ἠρέμα ἕρπει προσπτα‐ ίων, τουτέστι τραχύνεται τῇ φολίδι ἡ γαστήρ, καὶ παρασύ‐ ρων προστρίβεται τῇ γῇ καὶ ὑποψοφεῖ, οἷα εἰς χύσιν καλάμης διέρπων, τουτέστιν ὡς εἰς καλάμους διέρπων, ἤγουν βαδίζων.

297b

*ὑποψοφέων· κτυπῶν f

297c

παῦρον ὑποψοφέων· βραδὺς κατὰ τὴν βάδισιν, καὶ διέξεισιν ἀψοφηστί. G1 (cf. Eutecn. 224a, 12)

297d

*καλάμης χύσιν· ὑπόστρωσιν bm

297e

*χύσιν· εἰς K κατά K2 πλῆθος bm

297f

*οἷα· καθά d ὥσπερ f

297g

*διέρπει· κινεῖται m

298a

*ἀρχομένῳ· τὴν ἀρχὴν λαβόντι K

298b

*ἐπιτρέχει· ἐπεμβαίνῃ d ἕπεται f

298c

*ἄχροον· κακόχροον GK2bdf

298d

*οἶδος· ὄγκωμα K2 φλεγμονήν bd

299a

*κυάνεον· μέλαν df

299b

*περιτέτροφεν· τρώγει K2 ἤτοι δαπανᾷ b καταδαπανᾷ d

299c

*ἄλγος· ὀδύνη K2d πόνος f

300

γαστὴρ δ’ ὑδατόεσσα· ἀντὶ τοῦ πολλὰ ὕδατα πίνει ὁ δηχθείς, ἡ δὲ ὑδατώδης αὐτοῦ γαστὴρ σκαίρει καὶ πηδᾷ. τοῦτο γὰρ τὸ πιδύεται· κυρίως δὲ τὸ πίνειν, ἐξ οὗ καὶ τὸ πῖδαξ ἡ πηγή.

301

*ἐκ ῥινῶν· ἐκ μυκτήρων d

302a

*πιδύεται· πηγάζει G1 πηγάζει, βλύζει d

302b

*χολόεντι· κακῷ K2 χολώδει d χολώδει, πικρῷ, χολοποιῷ f

302c

*πεφορυγμένον· διόλου K2

302d

πεφορυγμένον δὲ ἤγουν μεμολυσμένον, ὅ ἐστιν ἀναμεμιγμένον καὶ συγκεκραμένον τῷ χολώδει ἰῷ.

303a

*φοινίσσοντα· αἱματηρά G1bd αἵματι βε‐ βαμμένα f

303b

*κατέδραμον· καταρρέουσιν f

303-304

αἱ δ’ ὑπὸ γυίοις· αἱ δὲ ὑπὸ τοῖς μέλεσιν ὠτειλαὶ ῥήγνυνται. εἶπε γὰρ ὅτι ὅλον τὸ σῶμα πελιδνοῦται, καὶ ὠτειλῶν πληροῦται. ὠτειλαὶ γὰρ αἱ πληγαί εἰσιν, καὶ Ἀπολλώνιος δέ φησι τῶν πληγέντων ὑπὸ αἱμορροΐδος
5ῥήγνυσθαι καὶ τὰς οὐλάς.

304a

*ὠτειλαί· ἤτοι οἱ τύποι οἱ δηχθέντος K2 αὐτό‐ ματα τραύματα GV Par.

304b

*ῥήγνυνται· διασχίζονται K2d

304c

*ἐπειγόμεναι· βιαζόμεναι d κατάγοντες τὸ αἷμα f

304d

*ἄζη· ξηρασία K2bdv ξηρασία γίγνεται f

305

*ἐνείη· βάλοι K2 ἐπενέγκοι d ἐπιφέρεται f

306a

*τῆς· ταύτης K2

306b

*ὀδαξαμένης· δακούσης K2f πληξάσης d

306c

πίμπραται· τουτέστιν ὑποκαίεται καὶ πυροῦται τὰ οὖλα, ὡς ἐπὶ πεπέρεως ἢ σινάπεως, ἤγουν πυρακτοῦνται καὶ ἀναβράζουσιν.

306d

*πίμπραται· ὀγκοῦται G

306e

*οὖλα· οὖλον ἡ συνέχουσα τοὺς ὀδόντας σάρξ v φατνώματα ἤγουν ὁλμίσκους K2

307a

*κατείβεται· καταστάζει d καταρρεῖ f

307b

ἀσταγὲς δὲ ἤτοι ἄστακτον, ἢ μὴ στᾶζον, ἀλλὰ κρουνηδὸν φερόμενον, οἱονεὶ πολυσταγές.

308a

*φόνῳ· αἵματι Gd

308b

μυδόωντες δὲ ἤτοι δυσώδεις, δίυγροι τῇ σήψει τῶν οὔλων καὶ τοῦ αἵματος· ἢ ὄζοντες καὶ δυσωδίαν πνέον‐ τες.

308c

*μυδόωντες· βεβρεγμένοι ἢ ὑγραινόμενοι K2 ἀπὸ σήψεως ὄζοντες bm

308d

*ἀναπρίουσιν· ἀνασχίζουσιν Gv κόπτονται K ἀνασχίζονται, ἀναρρήγνυνται, ἀναβρίζουσι b ἀνασχίζονται d ἀναρρήγνυνται m

309-317

εἴ γ’ ἔτυμον· τὸ ἐξῆς, τῶν δ’ Ἑλένη μέσον ὁλκὸν ἀνέκλασεν, εἶτα, εἴ γ’ ἔτυμον Τροίηθεν ἰοῦσα. ἰστέον δὲ ὅτι ἀπὸ Τροίας ὑποστρέφων ὁ Μενέλαος σὺν τῇ Ἑλένῃ ἐπλανήθη καὶ ἦλθεν εἰς Αἴγυπτον. ὁ γοῦν κυβερνήτης αὐτοῦ
5Κάνωβος ἐξελθὼν κοιμηθῆναι ἐν τῷ αἰγιαλῷ, ἄκων ἀπεκοι‐ μήθη καὶ ἐπιπέπτωκεν αἱμορροΐδι, ἥτις θλιφθεῖσα ὑπ’ αὐτοῦ
τὸν αὐχένα καὶ ὀδυνηθεῖσα, ἐξελθοῦσα ἔδακεν αὐτόν. θνήσκοντα οὖν ὑπ’ αὐτῆς τὸν κυβερνήτην θεωρήσασα ἡ Ἑλένη καὶ ὀργισθεῖσα ταῖς αἱμορροΐσιν, ἔκλασε τὴν ἄκανθαν
10αὐτῆς καὶ ἐξέβαλε τοὺς τῆς ῥάχεως αὐτῆς σπονδύλους, καὶ ἔκτοτε αἱ αἱμορροΐδες καὶ οἱ σκολιοὶ καὶ οἱ πλάγιοι κατὰ τὴν πορείαν κεράσται κεκλασμένοι εἰσὶν τὰς ῥάχεις. καὶ ἡ μὲν ἱστορία οὕτως.

309a

*ἔτυμον· ἀληθές K2f ἀληθῶς d

309b

*ἰοῦς’· πορευομένη Kf ἐρχομένη d

309c

τὸ δὲ χαλέψατο ἀντὶ τοῦ ὠργίσθη τῶν αἱμορροΐ‐ δων τῷ γένει.

310a

*ὅτε· καθ’ ἐκεῖνον καιρόν K2

310b

*Αἰνελένη· ἢ κακοελένη d

310c

πολύστροιβον· τουτέστι πολλὰς ἴλιγγας ἔχον‐ τα καὶ ἀπειροπληθῆ, ἀπλήρωτα καὶ πολλὰ ῥεύματα. καὶ γὰρ στρόβος λέγεται ἡ τῶν ὑδάτων στροφή.

310d

*πολύστροιβον· πολυκύματον K2

310e

*περί· παρά Par.

311a

*ἔστησαν· προσώρμισαν d

311b

*ὁμοκλήν· ἀπειλήν Kdf

312a

*ἦμος· τότε K2 ἡνίκα d ὅτε f

312b

*ἀναψύχοντα· ἀναπαυόμενον Gd κοιμώμενον K2
ἀναπνέοντα, θνήσκοντα f

312c

κυβερνητῆρα· ἡ αἱμορροῒς ἔδακε Κάνωβον, τὸν κυβερνήτην τοῦ Μενελάου, καθεύδοντα ἐν τῷ πρὸς Αἴγυπτον αἰγιαλῷ καὶ ἐνῆκεν αὐτῷ ἰόν.

313a

Θώνιος δὲ ἤτοι ἐν τοῖς ψαμάθοις καὶ αἰγιαλοῖς τοῦ Θώνιος. Θῶνις γὰρ βασιλεὺς γέγονε τῆς Αἰγύπτου. 〈Θώνιος οὖν τοῦ Αἰγυπτίου V〉

313b

*Θώνιος· ὄνομα τόπου K

313c

*τύψε· ἔπληξε d ἔτυψε, οὔτασε f

313d

*αὐτόν· Κάνωβον K2f

314a

*ἀποθλιφθεῖσα· πιεσθεῖσα d τριφθεῖσα f

314b

*ἤρυγεν· ἐνέβαλεν GK ἐνέβαλεν καὶ ἤμησεν d ἔπτυσεν f

315a

*κακὸν ... κοῖτον· θάνατον G

315b

*οἱ· τῷ Κανώβῳ K2f

315c

*ἔχραε· παρεῖχε v ἐβάρησε, ἐβάρυνε f

315d

*ἔχραε κοῖτον· ἐνέβαλεν εἰς θάνατον K2 προσεπέλασε αὐτῷ θάνατον d

316a

*τῶν· τῶν αἱμορροΐδων GKd

316b

ὁλκόν· ἤτοι σῶμα. εἰδέναι χρὴ ὅτι εἰς ἀρσενικὸν
μετήγαγε τὸν λόγον, συμφωνῶν τοῖς προσάγουσιν.

316c

*ἐνέκλασε· συνέτριψε K2df

316d

*θραῦσε· συνέθλασεν d ἔκοψεν K2

316e

ἀκάνθης δὲ ἤτοι τῆς αἱμορροΐδος τὴν ἄκανθαν, δηλονότι τὸ κέντρον αὐτὸ τὸ λεγόμενον κοινῶς, ἔκλασεν ἡ Ἑλένη χαλεπήνασα τοῖς ἑρπετοῖς διὰ τὸ τὸν κυβερνήτην, καθὸ εἴρηται, ἀπολωλέναι.

317a

*δεσμὰ πέριξ νωταῖα· τὰ περὶ τὴν ῥάχιν δέσματα d

317b

*πέριξ· διόλου, ἤτοι κυκλωτερῇ K2 κύκλῳ f

317c

*δεσμά· τοὺς συνδέσμους f

317d

καὶ τὸ ῥάχις δ’ ἐξέδραμε γυίων ἀντὶ τοῦ ἐξῆλθον οἱ σπόνδυλοι τῆς ῥάχεως. Σημείωσαι δὲ ὅτι ἀπὸ τοῦ θηλυκοῦ, τῆς αἱμορροΐδος, εἰς ἀρσενικὸν ἀνήνεγκε τὸν λόγον.

317e

*ἐξέδραμε γυίων· ἐξεβλήθη τῶν μελῶν d

318a

*ἐξόθεν· ἔκτοτε d ἐξ ἐκείνου f

318b

*σκολιοπλανέες· οἱ οὐκ ὀρθῶς βαδίζοντες f

319a

*οἶοι· μόνοι K2d μόνοι ἐκ τῶν ὄφεων f

319b

*κακηπελίῃ· ἀσθενείᾳ GKd

319c

*βαρύθοντες· βαρυνόμενοι GKdf

320

tit. περὶ σηπεδόνος GKVbm

320a

*σηπεδόνος· ὄνομα ὄφεως Kd

320b

*γνοίης· γνωρίσαις d μάθοις f

320c

ἀλλ’ ὁ μὲν εἴδει· καὶ γὰρ τῇ μὲν ὄψει τῷ αἱμορρόῳ ὅμοιόν ἐστιν, τῇ δὲ πορείᾳ διαλλάττει, παρ’ ὅσον ἀντίον πορεύεται καὶ οὐ σκολιῶς καθάπερ ἐκεῖνός τε καὶ οἱ κεράσται. σηπεδὼν δὲ εἴρηται, ὅτι σήπει τῶν δηχθέντων
5τὰ σώματα.

320e

*εἴδει· μορφῇ v ὄψει f

321a

*σύμμορφος· ὁμοειδής m

321b

*ὀκέλλει· προσορμεῖ καὶ ἐγχρίμπτεται v προσ‐ πταίει G

322a

ἔμπλην ἄμμορον· τὸ δὲ ἔμπλην δύο ση‐ μαίνει, τὸ χωρὶς καὶ τὸ πλησίον· ἀντὶ τοῦ χωρὶς παρ’ Ἀρχιλόχῳ 〈ἐν τοῖς ἐπωδοῖς V〉 (frg. 101 Diehl2) «ἔμπλην ἐμεῦ τε καὶ Φόλου.» τὸ δὲ πλησίον Ὅμηρος
5(Il. 2, 526) ‘Βοιωτῶν δ’ ἔμπλην ἐπ’ ἀριστερὰ θωρήσσοντο‘. ἐνταῦθα δὲ ἐπὶ τοῦ χωρὶς τακτέον. οὐ γὰρ τῷ ἐναντίως πορεύεσθαι διαλλάσσει ἐκείνων μόνον, ἀλλὰ καὶ τῷ κέρατα
μὴ ἔχειν, τῶν προειρημένων ἐχόντων. ἄλλως· τὸ σῶμα αὐτοῦ ἄμοιρον τῶν κεράτων. ἐκ παραλλήλου οὖν τὸ αὐτό
10φησιν καὶ τὸ ἔμπλην, ἤγουν τὸ χωρίς, καὶ τὸ ἄμοιρον.

322b

*δέμας· ἔχει K2

322c

*ἄμμορον· κακόμορον v ἄμοιρον f

322-23

ἡ δέ νυ χροιὴ οἵη περ δάπιδος· τοῦ λεγομένου τάπητος. οὕτως φησίν, ποικίλη ἐστὶν ἡ χροιὰ αὐτοῦ καὶ δασεῖα. ἀσαφῶς δέ. τοῦ γὰρ τῆς δάπιδος χρώματος μὴ ὡρισμένου ὁμοιοῖ αὐτῇ τὴν σηπε‐
5δόνα κατὰ χροιάν, εἰ μὴ ἄρα κατὰ πλεῖστον κόκκινα γίνονται· τοιοῦτον βούλεται δηλοῦν τὸ σῶμα αὐτοῦ, οἷον κόκκινον. λέγοι δ’ ἂν περὶ τῆς δασείας δάπιδος, οὐ περὶ τῆς ψιλῆς, ἵνα ἅμα καὶ τὸ δασὺ αὐτοῦ σημαίνῃ.

323a

*οἵη περ δάπιδος· ποικίλη. τῶν γὰρ ταπή‐
των αἱ χροιαὶ διάφοροι bm πυρρά K2

323b

*λασίῳ· δασεῖ df

323c

*ἐπιδέδρομε· ἐπιτρέχει d

323d

*τέρφει· δέρματι GK2Mdmv

324a

*κράατι· τῇ κεφαλῇ f

324b

*κράατι δ’ ἐμβαρύθει· κατὰ τὴν κεφαλὴν βαρύνεται, ὀχθώδη οὖσαν bm ἣ ἔχει μεγάλην κεφαλὴν K2

324c

κράατι· καὶ τοῦ μετρίου μείζονα μὲν τὴν κεφαλὴν φορεῖ, ἀποδέουσαν δὲ τοῦ λοιποῦ σώματος. G2 (cf. Eutecn. 224b, 3—5)

324d

*ἐλάχεια· μικρά GKMdf

325a

*ἐσσυμένῃ· τεινομένῃ, ἑλκομένῃ Gd τεινομένῃ M κατεπειγομένῃ K2 κεκινημένῃ f

325b

σκολιήν· καὶ γὰρ τὸ ἄκρον τῆς οὐρᾶς μακρὸν ἔχει καὶ σκολιόν ἀνατέταται, ὡς συγκαλύπτεσθαι τὸ μῆκος.

325c

*σκολιήν ... ἄκρην· σκολιὸν καὶ περιεστραμ‐ μένον ἐπισύρεται τὸ οὐραῖον τεινόμενον bm

325d

*ὁμῶς· πάντοτε K2 ὁμοίως d ἔμπης f

325e

*ἐπιτείνεται· ἐπιτείνει ἢ τανύει τὸ ἄκρον d ἐκτείνει f

325f

*ἄκρην· οὐράν K2

326a

*ὀλοόν· φθαρτικόν bd

326b

*ἐπώδυνον· ὀδυνηρόν bdf

326c

*ἔπλετο· ἀντὶ τοῦ πέλει καὶ ὑπάρχει d ἐπέλετο, κατὰ συγκοπὴν ἔπλετο f

327a

*μέγας· σφοδρός K2

327b

*νέμεται· κατασήπεται d δαπανᾶται f

327c

*ὀλοφώιος· πάνυ ὀλέθριος d ὀλέθριος f

328a

*αὐαλέη· ξηρά Gdf

328b

*καρφομένη· ξηραινομένη GK2df

329a

*σκίδναται· ῥίπτεται K2 σκορπίζεται f

329b

ὡς γήρεια· καὶ γὰρ γήρεια λέγεται ἡ τῶν κινάρων ἐξάνθησις· ἀκανθώδης γάρ ἐστι. τῶν δηχθέντων γάρ, φησιν, ὑπὸ σηπεδόνος αἱ τρίχες ἀπορρέουσι καὶ ἐκπίπτου‐ σιν ἴσα κινάρων ἀκάνθαις καὶ ἐξανθήσεσι.

329c

τὸ δὲ καταψηχθέντος ἀντὶ τοῦ καταψηχθεί‐ σης καὶ ἀποτιναχθείσης. κέχρηται δὲ τούτῳ τῷ σχήματι πολλάκις. Θεόφραστος δὲ ἀρσενικῶς εἶπε τὸν ἄκανθον.

330a

*ἀνδρὶ τυπέντι· τοῦ δηχθέντος ἀνδρός d

331a

*ῥαίονται· φθείρονται v ἐκβάλλονται f

331b

*βλεφάρων ... λάχνη· ἡ ἀνατρίχωσις τῶν βλεφάρων bd

331c

*ἐξέφθιτο· ἠφανίσθη d

332a

*ἅψεα· αἱ συναφαὶ τῶν μελῶν f

332b

*τροχόεντα· τροχοειδῆ γινόμενα K2 στρογγύλα f

332c

*ἐπιστίζουσι· χαράττουσι, στιγματίζουσι f

332d

*ἀλφοί· νόσος τις, ἡ λεγομένη λέπρα v

332-333

ἀλφοὶ δὲ καὶ λεῦκαι καὶ ἔφηλις εἴδη εἰσὶ νόσων. καί φησιν οὕτως· ἡ ἔφηλις μὲν ἡ ἐπὶ τοῦ σώματος γινομένη σπίλος, ἀλφοὶ δὲ καὶ λεῦκαι ἐφήλιδός εἰσιν εἰς παρασκευήν. ἡ δὲ ἔφηλις ἑτεροίωσίς ἐστιν τῆς
5ἐπιφανείας.

333a

λεῦκαι· λέπραι, αἱ καλούμεναι λεῦκαι, γινόμεναι ἐπισεύονται καὶ ἐφέλκονται ἔφηλιν. ὁ Πλούταρχος τὰς πικρὰς ἀμυγδάλας φησὶν (Quaest. Conv. I, 6, 4, 2) τὰς τοῖς προσώποις ἐξαίρειν ἐφηλίδας bm.

333b

*ἀργινόεσσαν· λευκήν f

333c

*ἐπισεύονται· ἐπάγουσιν d σπεύδονται K2 ἐπικινοῦσιν f

333d

*ἔφηλιν· λέγει δὲ τὴν ἰδίαν νόσον K2 τὴν ἐφηλίδα φησίν Π

334

tit. περὶ διψάδος GVf

334a

ναὶ μὴν διψάδος· εἶδός τι καὶ τὴν διψάδα φησὶν ὄφεων, ἣν καὶ κεντρίνην καλοῦσιν, ἐπεὶ εἰς ὀξὺ τὴν ὄψιν ἀπὸ ὀλίγου μέρους ἔχει κατηγμένην, ὡς δοκεῖν κέντρον εἶναι. ἔχει δὲ παχὺν τὸν τράχηλον καὶ πλατεῖαν τὴν κεφαλὴν
5καὶ τὴν οὐρὰν κατακόρως μέλαιναν.

334b

*ὁμώσεται· ὁμοιοῦται K2bd ὁμοιωθήσεται f

335a

*παυροτέρη· μικροτέρα df

335b

*θοώτερος· ταχύτερος df

335c

*ἵξεται· ἐπέρχεται d

335d

*αἶσα· ἐκ τῆς διαμ... G

336a

οἷσιν ἐνισκίμψῃ βλοσυρόν· γράφεται καὶ ἐνιχρίμψῃ, ἤτοι ἐμπέσῃ τὸ καταπληκτικὸν θηρίον ἢ ἐπιβάλῃ.

337a

*ὑποζοφόωσα· σκοτώδης Gd

337b

*ἄκροθεν οὐρή· κατὰ τὸ ἄκρον ἡ οὐρά df

338a

*ἐμφλέγεται· κατακαίεται d ἐμφλογίζεται f

338b

*πρόπαν· διόλου dmf

338c

ἀμφὶ δὲ καύσῳ· γράφεται καὶ καῦσος. καὶ καῦσος ἐπέρχεται καὶ εἴωθεν ἐπακολουθεῖν τοῖς ὑπὸ διψά‐
δος πληγεῖσιν, ἤγουν δηχθεῖσιν.

338d

*καύσῳ· ὑπὸ τοῦ καύσωνος bd τῷ ἰοῦ πυρετῷ K2 θερμότητι f; in marg. γρ. κάσσῳ f

339a

*ἀζαλέης· ξηραντικῆς d ξηροποιοῦ K2 ἄγαν ξηρῆς ἢ ἄγαν ζέοντος f

339b

*αὐαίνεται· ξηραίνεται Gdf

339c

*ἄβροχα· ξηρά f

340a

*γ’· ὁ δὲ πληγείς d ὁ δηχθείς f

340b

*νενευκώς· κύψας bd συγκύψας f

341-342

χανδὸν ἀντὶ τοῦ πολὺ καὶ ἀθρόον ἢ κεχη‐ νότως, ὡς ὁ ποιητής· «ὃς ἄν μιν χανδὸν ἕλῃ μηδ’ αἴσιμα πίνῃ.» (Od 21, 294) πολλῆς δ’ ἐμφάσεως καὶ σεμνότητος γέμει ὁ λόγος. φησὶ
5γὰρ ὅτι πληγείς τις καὶ δηχθεὶς ὑπὸ τῆς διψάδος ἴσα ταύρῳ διψῶντι καὶ ἀθρόως ἐν ποταμῷ πίνοντι προσέοικεν, ἐπὶ τοσούτῳ δὲ πίνει, ἕως διαρραγείη τὴν γαστέρα ὑπὲρ μέτρον πλησθείς.

341a

*χανδόν· ἀπλήστως, χωρητικῶς v χωρητικῶς f

341b

*δέχεται· βάλλει εἰς τὸν αὑτοῦ νηδὺν ὁ δηχθείς K2

341c

*δέχεται ποτόν· πίνει ὕδωρ df

341d

*ἀμέτρητον· ἄπειρον f

342a

*ὀμφαλόν· τὴν πρότμησιν f

342b

*ἐκρήξειε· διασχίσειε d διαρραγείη, ἀνοίξαιε f

342c

*ὑπεραχθέα· ἄμετρον G περισσόν f

342d

*ὑπεραχθέα φόρτον· ἀμέτρητον φόρτον bd ἤτοι τὰ ἔντερα σὺν τῷ ὕδατι d

342e

*φόρτον· τὸ ποθὲν ὕδωρ G καὶ τὰ ἐντόσθια G1 ἤτοι πολὺ ὕδωρ K2

343-354

Ὠγύγιος· βούλεται εἰπεῖν ἀπὸ μύθου τὸ εἶναι ἀργὰς τὰς διψάδας ἐν πορείᾳ. οἱ ἄνθρωποί, φησιν, ποτε παρεκάλεσαν τοὺς θεοὺς δοθῆναι αὐτοῖς νεότητα πρὸς τὸ μηδέποτε γηρᾶν αὐτούς. λαβόντες οὖν, φησι, δεδώκασιν ὄνῳ
5βαστάζειν. ὁ δὲ δίψει συνεχόμενος ἦλθεν εἴς τινα τόπον ὕδωρ ἔχοντα, ἐν ᾧ ὄφις ὑπῆρχε φυλάττων. καὶ δή, φησι, βουλόμενον πιεῖν τὸν ὄνον ὁ ὄφις ἐκώλυσε φήσας· ἐὰν δῷς μοι ἃ βαστάζεις, συγχωρῶ πιεῖν σε. ὁ δὲ ὄνος ὑπὸ τῆς δίψης συνεχόμενος δέδωκεν αὐτῷ ἃ ἐβάσταζε, τουτέστι τὴν νεό‐
10τητα, ἀφ’ οὗ χρόνου οἱ μὲν ὄφεις ἀποβάλλουσιν, οἱ δὲ ἄνθρωποι ὑπὸ τοῦ γήρως καταπονοῦνται. ὁ οὖν ὄφις δεξάμενος ἀπὸ τοῦ ὄνου τὸ δῶρον τῶν θεῶν ἀργότερος ὑπάρχει περὶ τὴν πο‐ ρείαν καὶ τὸ δῆγμα, ἀνέλαβε δὲ καὶ τὴν τοῦ ὄνου δίψαν· ὅθεν
καὶ τοῖς δακνομένοις ὑπ’ αὐτοῦ δίψαν ἐμποιεῖ. Ἄλλως· ὁ
15μῦθος οὗτος Προμήθειός ἐστιν. Προμηθέα τὸ πῦρ κλέψαντα καὶ τοῖς ἀνθρώποις δωρησάμενον οἱ λαβόντες ἐμήνυσαν οὐ καλὴν τῆς χάριτος τίνοντες ἀμοιβήν· ἐφ’ οἷς τὸν Δία φησὶν ἐπαινέσαντα φάρμακον αὐτοῖς ἀγηρασίας δοῦναι· τοὺς δὲ λαβόντας ἀποφέρειν τὸ δωρηθὲν ἐπὶ ὄνου· τὸν δὲ
20δίψει τειρόμενον ἐλθεῖν εἰς κρήνην, ἣν ἐφύλασσεν ὄφις, καὶ τοῦ ποτοῦ ὀρεγόμενος ἀπέδοτο τοῦ γήρως τὸ φάρμακον. διὸ πάντας μὲν τοὺς ὄφεις καθ’ ἕκαστον νεάζειν ἐνιαυτὸν ἀποδυομένους τὸ γῆρας, τὸν δὲ ὄφιν τὸν τῆς κρήνης φύλακα καταλαβεῖν τὸ δίψος· ὅθεν τοῖς δηχθεῖσιν ἐμποιεῖ
25δίψαν. ἔστι δὲ ὁ μῦθος παρὰ Σοφοκλεῖ ἐν Κωφοῖς (cf. Pear‐ son Sophoclis frgm. II, p. 31). ὠγύγιος δὲ ἀπὸ ὠγύγου, τουτέστιν ἀρχαῖος καὶ παλαιός.

343a

*ὠγύγιος ... μῦθος· παλαιὰ μυθολογία f

343b

*αἰζηοῖσι· ἀνθρώποις K2 τοῖς νέοις df

344a

*ἔσχε· ἐκράτησε d

344b

*πρεσβίστατος· ἐντιμότατος GK2f τίμιος d

344c

*υἱός· αἷμα Gd

345a

*νειμάμενος· τοῦτο ὁμηρικόν GK ὁμηρικὸν ἀντὶ τοῦ μερίσας d μερίζων f

345b

*κασίεσσιν· ἀδελφοῖς Kdf

345c

*ἑκάς· κεχωρισμένως d

345d

*περικυδέας· ἄγαν ἐνδόξους Gdf

345e

*περικυδέας ... ἀρχάς· ἢ περὶ μακρὸν κρα‐ τούσας K2

345f

*ἀρχάς· βασιλείας f

346a

*ἰδμοσύνῃ· σὺν ἐπιστήμῃ d γνώσει f

346b

γέρας πόρεν· τοῦτο ὁμηρικόν· ὁ γὰρ Ζεὺς ἐχαρίσατο γήρως ἀπόδοσιν τοῖς ἀνθρώποις V

346c

*πόρεν· παρέσχε τοῖς ἀνθρώποις ὥσπερ τι γέρας τὴν νεότητα d παρέσχε f

346d

*ἡμερίοισιν· ἀνθρώποις GKvf

347a

πυρὸς ληΐστορα· εἶπον γὰρ τῷ Διῒ ὅτι κλέψας ὁ Προμηθεὺς τὸ πῦρ ἔδωκεν ἡμῖν V

347b

*ληΐστορα· κλέπτην GKdf

347c

ἔνιπτον δὲ ἀντὶ τοῦ διεβάλλοντο, ἐλοιδοροῦντο τῷ Προμηθεῖ ὅτι μὴ ἀεὶ αὐτοὺς νέους ἐποίησεν.

348a

ἄφρονες· οἱ ἄνθρωποι ὀκνηροὶ ὄντες ἐπρεσβεύον‐ το δι’ ὄνου περὶ τῶν ἀναγκαίων. ἐβλάβησαν δὲ ὑπὸ τῆς
ἀβουλίας. τοῦτο γὰρ σημαίνει τὸ κακοφραδίης.

348b

*ἄφρονες· ἄβουλοι f

348c

*τῆς· τῆς νεότητος G2

348d

*κακοφραδίης· κακοβουλίας Gd ὑπὸ K2

348e

*ἀπόνηντο· †. ει. τοῦ † νεότητος ἔδωκεν τοῖς ἀνθρώποις Ζεύς K2 ὠφελήθησαν d

349a

*κάμνοντες· ὀκνοῦντες GK2d κοπιῶντες f

349b

ἀμορβεύοντο· ἀντὶ τοῦ διηκονοῦντο, ἐθερα‐ πεύοντο, ἐφέροντο ἐπὶ ὄνῳ διὰ τὸ ὀκνηρὸν αὐτῶν. ἀμορ‐ βεύειν γὰρ τὸ ἀκολουθεῖν καὶ ὑπηρετεῖν. Νίκανδρος (fg. 90 Schn = frg. 90 Gow)· «βουκαῖοι ζεύγεσσιν ἀμορβεύουσιν
5ὀρήων.» ἐν ἑτέρῳ δὲ εἶπε Καλλίμαχος· (Hym. III 45) «οὕνεκ’ οὐ Λητωίδι πέμπον ἀμορβούς.» τὸ δὲ ἐξῆς, τῷ λεπάργῳ τὰ δῶρα δόντες ἠκολούθουν.
δῶρα δὲ τὴν νεότητα καὶ λεπάργῳ τῷ ὄνῳ, παρὰ τὸ ἔχειν τὴν λαγόνα λευκήν. εἰς τὸ δῶρα προσυπακου‐
10στέον τὸ δόντες, ἐπὶ τὸ βαστάσαι δηλονότι.

349c

*ἀμορβεύοντο· εἵποντο G1d ἐν διακονίᾳ ἔθη‐ σαν K2

350a

*πολύσκαρθμος λέγεται ὁ ὄνος, ἤτοι ὁ πολὺ ἐξορμῶν κατὰ τὴν ὁδοιπορίαν K2 〈πολυ〉κίνητος K πολύ‐ φορτος d

350b

κεκαυμένος αὐχένα· αὐχένα τὸν λαιμόν, ὡς ἔοικε, λέγει· ὡς καὶ Εὐριπίδης (Hec. 564—65)· ‘εἰ δ’ ὑπ’ αὐχένα χρῄζεις, πάρεστιν λαιμὸς εὐπρεπὴς ὅδε‘ V

351a

*ῥώετο· ἐπορεύετο GKd ἐφθείρετο v ἵστατο f

351b

*γωλειοῖσι· κοίλοις τόποις bd φωλεοῖς, κατα‐ δύσεσιν f

351c

ὁλκήρεα δὲ θῆρα, τὸν ὁλκὴν ἔχοντα, ἤγουν ἐπιμήκη.

352a

*οὔλοον· ὀλέθριον Gdf

352b

*ἐλλιτάνευε· παρεκάλει df

352c

*ἄτῃ· τῇ βλάβῃ τῆς δίψης GK τῇ κακῇ βλάβῃ τῆς δίψης d βλάβῃ f

353a

*σαίνων· κολακεύων df

353b

*ὅ· ὁ ὄφις Gdf

353c

*βρῖθος· τὸ βάρος df

353d

*ἀνεδέξατο· ἀνελάβετο d ἐβάσταξε f

353e

*νώτοις· τῇ ῥάχει df

354a

*ᾔτεεν· ἐζήτει dvf

354b

ἄφρονα τὸν ὄνον λέγει ἐκ τοιαύτης περιπετείας. δῶρον δὲ τὴν νεότητα, ἣν ἐπ’ ὄνου ἔφερον, μὴ δυνάμενοι αὐτὴν βαστάσαι διὰ τὸ ὀκνηρόν.

354c

*ἄφρονα· ἀνόητον d

354d

*δ’· ὁ ὄνος K2d

354e

*χρειοῖ· χρειοῖ, τῇ ἀνάγχῃ τοῦ δίψους GK ὑπὸ τῆς ἀνάγκης τοῦ δίψους d ἀνάγκῃ f

355a

γηραλέον δὲ φλόον τὸ σῦφαρ λέγει. διὰ δὴ τὸν προκείμενον λόγον τὰ μὲν ἑρπετὰ τὸ γῆρας ἀποβάλλει καὶ ἀεὶ σχεδὸν ἐν νεότητι διατελεῖ, οἱ δὲ ἄνθρωποι γηρῶντες φθείρονται.

355b

*γηραλέον· γηροντικόν f

355c

*φλόον· σπέρμα K2 φλοιόν f

356a

*ὁλκήρη· τὰ μακρὰ GK τὰ μακρὰ ἑρπετά d

356b

*ὀπάζει· διώκει G ἕπεται, διώκει d καταλαμβάνει K2 ἀκολουθεῖ v ἕπεται f

357a

νοῦσον δ’ ἀργαλέην τὴν δίψαν φησί, ὡς πολλάκις, ἢ τὸ νωθὲς καὶ βραδὺ τοῦ ὄνου τοῦ βρωμή‐
τορος, ἤγουν τοῦ ὀγκηστικοῦ παρὰ τὸ βρωμᾶσθαι.

357b

*ἀργαλέην· κακήν K2 ὀδυνηράν d δεινήν, χα‐ λεπήν f

357c

*θήρ· ἡ διψάς GKd

358a

*τυπῇσιν· τρώσεσι Gd πλήξεσι f

358b

*ἀμυδροτέρῃσιν· θανατοποιοῖς GK θανασί‐ μοις, χαλεπαῖς d κρυπταῖς, ἀφανέσι f

358c

*ἰάπτει· ἐπέρχεται G βλαπτικῶς ἐμβάλλει K2 ἀντὶ τοῦ βλάπτει καὶ ἐπέρχεται d βλάπτει f

359

tit. περὶ χερσύδρου GKVdfRv

359a

νῦν δ’ ἄγε χερσύδροιο· ὁ πρότερον ὕδρος καλούμενος, ὕστερον δὲ χέρσυδρος διὰ τὸ ἀνταλλάξασθαι τὰς ἐν χέρσῳ διατριβάς ἐκλήθη.

359b

*χερσύδροιο· εἶδος ὄφεως GKd

359c

*εἴρεο· ἐρώτησον, μάθε Gd μάνθανε K ἐρώτα, λέγε f

360a

ἰσαίας· ἴσας, ὁμοίας καὶ ὅτι κατὰ μέγεθος ἴσαι εἰσὶν ὅ τε χέρσυδρος καὶ ἡ ἀσπίς.

360b

*πληγῇ· ὑπὸ τῆς πληγῆς d

360c

*κακήθεα· κακόπονα GK κακότροπα d

360d

σήμαθ’ ὁμαρτεῖ· σημεῖά, φησιν, χαλεπὰ
τοῖς δηχθεῖσιν ἀκολουθεῖ, ἃ ἐν τοῖς ἐξῆς εἰρήσεται.

361a

πᾶσα γάρ· πᾶσα ἡ περὶ τὴν σάρκα ῥινός, του‐ τέστιν ἡ δορά, δυσώδης ἀναδιδομένη καὶ ἀναπλουμένη, μυσαχθὴς οὖσα καὶ δυσώδης.

361b

*ῥινός· δέρμα τοῦ δηχθέντος K

361c

*μυσαχθής· βδηλυχθεὶς καὶ δυσώδης v βρω‐ μώδης K2

362a

νειόθι· ἀντὶ τοῦ κάτωθεν, ὡς ἀπὸ σηπεδόνος ὑδατῶδες καὶ δίυγρον ἐποίησε τὸ δῆγμα.

362b

πιτναμένη· ἀντὶ τοῦ ἐκτεινομένη ἢ ἐξαπλουμένη ἢ ῥηγνυομένη καὶ ἐκ τούτου ἀλγήματα παρέχουσα.

362c

*πιτναμένη· ἀραιουμένη bm

362d

*μυδόεν· σεσηπός K2d

362e

μυδόεν τεκμήρατο νύχμα· τουτέστι δίυγρον ἐποίησε τὸ δῆγμα καὶ σεσηπός G

362f

μυδόεν τεκμήρατο νύγμα· γράφεται καὶ δῆγμα· τὸ γὰρ μυδόεν, ὅ ἐστι δίυγρον, ἐποίησε τὸ δῆγμα
καὶ σεσηπός. Ἄλλως· ῥινὸς περὶ σάρκα ἤτοι περὶ τὴν σάρκα ἡ ῥινὸς μυσαχθής, ἀντὶ τοῦ δυσαχθής καὶ μυσαρά,
5ἤτοι ὅτι ἡ τοῦ δηχθέντος σὰρξ γίνεται πάνυ δυσώδης.

363a

*φλιδόωσα· οἰδοῦσα GKd διερρωγυῖα Gbdvf

363b

*ἄλγεα· ὀδύναι K2

363c

*δαμάζει· πιέζει d

364a

*μυρία· ἀναρίθμητα d πολλά f

364b

*πυρπολέοντα· καταφλέγοντα, δαμάζοντα Gd δαμάζοντα K ἐμπυρίζοντα v

364c

*χέονται· γίνονται K2 ἐπέρχονται bd

365a

*πρηδόνες· αἱ φλύκταιναι, οἰδήσεις, φλύσεις G φλύκταιναι, οἰδήσεις K2d φλυκτίδες bm

365b

*ἐπημοιβοί· συνεχεῖς GK2bd ἄλλοι ἐπ’ ἄλλους f

365c

*κλονέουσαι· ταράττουσαι d φθειρόμεναι f

366a

*ς· ὁ χέρσυδρος GKbdf

366b

βροχθώδει· ἀνύδρῳ, ξηρᾷ· ἢ κοιλότητας ἐχούσῃ. βρόχθος γὰρ τὸ κοῖλον ἢ ὀλίγον ὕδωρ ῥέον ἀπὸ τοῦ βρόχθου τοῦ ἐν τῷ λαιμῷ, ὅθεν καὶ τὸ καταβροχθίζειν.

366c

*〈βροχθώδει〉· βρόχθος τὸ ὀλίγον πόμα vf

367a

ἄσπειστον δὲ ἤτοι χαλεπὸν καὶ ἄσπονδον καὶ ἄστοργον, παρὰ τὸ μὴ σπείσασθαι φιλίαν πρὸς ἀλλήλους.

367b

*φέρει κότον· ἐπάγει ὀργήν d

368a

καὶ σείριος νῦν ὁ ἥλιος, ἀντὶ τοῦ ‘ἕως ἂν ξηραίνῃ ὁ ἥλιοσ‘.

368b

τρύγη δ’ ἐνὶ πυθμένι λίμνης· ἵνα ᾖ ἐλλεῖπον τὸ μίμνειν, καὶ γίνεται ἀντὶ τοῦ τρυγητοῦ, του‐ τέστιν ἡ ξηρασία τῆς λίμνης.

368c

*πυθμένι· βυθῷ f

369a

*ἐν χέρσῳ· ἐν γῇ ξηρᾷ df

369b

*τελέθει· ἀναστρέφεται d

369c

*ψαφαρός· αὐχμηρός GK σποδώδης bm αὐχ‐ μηρὸς καὶ κακόχρους d

370

*θάλπων· θερμαίνων df

371a

ποιφύγδην· ἐνθουσιαστικῶς ἢ φυσητικῶς μεθ’ ὁρμῆς ἐκφοβῶν. τότε γὰρ καὶ τὴν γλῶσσαν προβάλλει ὁ χέρσυδρος. εἰσὶ γὰρ χέρσυδροι δύο γλώσσας ἔχοντες, οὓς Ἀριστείδης λίχνους εἶναί φησιν.

371b

*ποιφύγδην· ὀργίλως K2

371c

*νέμεται· βόσκεται K2

371d

*διψήρεας· καταξήρους GKbdm

371e

*διψήρεας ὄγμους· τὰς πολλοδίψους ὁδούς f

371f

ὄγμους δὲ ἤτοι ὁδοὺς ἢ τὰς ἐγχαράξεις τῆς γῆς. 〈γράφεται ἀγμοὺς ἀντὶ τοῦ αἰγιαλούς G2

371g

*ὄγμους· ῥήξεις K2

372

tit. περὶ ἀμφισβαίνης GKVdfp

372a

τὸν δὲ μετ’ ἀμφίσβαιναν· ἡ ἀμφίσβαινα ὄφις ἐστὶν μικρὰ καὶ νωχελής, ἐξ ἑκατέρου μέρους ἔχουσα κε‐ φαλάς, ἀμβλυωποῦσα δὲ διὰ τὴν παχύτητα τῶν γενείων· κατὰ δὲ τὴν χροιὰν γεώδης ἐστί, μικραῖς ποικιλλομένη στιγμαῖς.
5τοῦτον δὲ τὸν ὄφιν οἱ περιτυχόντες ὑλοτόμοι ἐπὰν κτείνωσι, τὴν δορὰν περιτιθέντες βακτηρίᾳ ξηραίνουσι καὶ πρός γε τοὺς κόπους καὶ τὰς ἐκ ψύχους νάρκας ἔχουσι βοήθημα.

372b

*μινύθουσαν· ἐλαττουμένην GK2d σμικρυνομέ‐ νην· ποιητικὴ λέξις f

373a

*δήεις· μάθοις K2 μάθε d

373b

ἀμφικάρηνον δὲ τὴν ἀμφοτέρωθεν κεφαλὰς ἔχουσαν, καὶ ὀλίζωνα ἀντὶ τοῦ μικροφυῆ, μικράν, βραδεῖαν.

373c

*ἀμφικάρηνον· δικέφαλον K

373d

*γλήνεσιν· ταῖς κόραις d

373e

*ἀμυδρήν· ἀμυδρῶς ὁρῶσαν GKd σκοτεινήν K2 ἀμβλυωποῦσαν f

374a

ἀμβλύ· οὐκ ὀξύ, ἀλλ’ ἀμβλύ, οἷον στρογγυλοειδὲς καὶ ἀμβλυωπὸν ἐξ ἑκατέρων τῶν κεφαλῶν.

374b

*ἀμβλύ· σιμόν K2

374c

*ἀμφοτέρωθεν· ἐπ’ ἀμφότερα f ἐν ταῖς κε‐ φαλαῖς ταῖς δυσίν K2

374d

*ἐπιπρονένευκε· ἐπινεύει ἢ ἐπικλίνεται d ἐκ‐ τετάνυσται f

374e

γένειον δὲ ἀντὶ τοῦ ἡ γένυς, ἡ σιαγών.

374f

*γένειον· στόμα K2

375

τὸ δὲ ἠύτε γαίης, ὅτι γεῶδές ἐστιν τὸ χρῶμα.

376a

*ῥωγαλέον· ἐρρωγός GKb διερρωγός d διεσχι‐ σμένον v

376b

*ῥωμαλέον· ἰσχυρόν f

376c

*φορέουσα· ἔχουσα d

376d

περιστιγές· ἐὰν μὲν ἔχῃ οὕτως, περιστιγές,
ἔσται τὸ ποικίλον δηλούμενον· ἐὰν δὲ, ὡς ἔνιοι γράφουσι, περιστιβές, ἀντὶ τοῦ πεπιλημένον, ἀπὸ τοῦ 〈στεί‐ βεσθαι, ἤγουν〉 πατεῖσθαι. καὶ ὁ κναφεὺς ἀπὸ τούτου καὶ
5στιβεὺς καλεῖται. διὰ δὲ τοῦ πεπιλημένου δηλωθήσεται τὸ στερεόδερμον τοῦ θηρίου.

376e

*περιστιγές· κατάστικτον GKdf

376f

*ἔρφος· δέρμα G1Kd στέρφος δερῶν f

377a

*τὴν μέν· τὴν ἀμφίσβαιναν GKbd

377b

*ἁδρύνηται· αὔξηται, παχυνθῇ GK2, αὐξηθῇ, παχυνθῇ d αὐξάνηται v ῥωμαλέος δὲ ἐκβαίνεται b ῥωμαλέα ἐστίν m

377c

*ὀροιτύποιο· ὑλοτόμου, βοσκοῦ f

377-78a

βατῆρα δὲ τὴν βακτηρίαν κατὰ ἀφαίρησιν τοῦ κ. καὶ Ἡρώδης ὁμοίως ὁ ἡμιαμβικὸς ἐν τῷ ἐπιγραφο‐ μένῳ Ὕπνῳ (VIII, 59—60 Cr.) «φεύγωμεν ἐκ προσώπου, μὴ ς’ ἐκπερῶν ὁ πρέσβυς οὐλῇ κατ’ εὐθὺ βατηρίῃ καλύψῃ.»
5ἡ δὲ σύνταξις οὕτως· κόψαντες ῥάδικα πολυστεφέος κοτί‐ νοιο οἷά τινα βακτηρίαν, τουτέστι τοσοῦτον τῷ μήκει ῥάδικα ὅσον βακτηρίαν. τινές φασιν οἷον βοτῆρα, του‐ τέστι ποιμενικὴν ῥάβδον μεθ’ ἧς βόσκουσι. Δημήτριος δὲ ὁ Χλωρὸς βοτῆρα γράφει τὴν βακτηρίαν, ἐπεὶ τὰ
10βοτὰ ἐλαύνει. Ἀντίγονος δὲ βατῆρα, ὅτι δέ, φησιν, ἐκδείραντες τὴν ἀμφίσβαιναν τιθέασιν ἐν ῥάβδῳ τὸ δέρμα αὐτῆς, ὅταν ἐξέρχωνται ἐπὶ ἔργον, ἐν ἐκείνῳ διατρίβουσι τὰς χεῖρας καὶ θερμαίνονται. ἰστέον δὲ ὅτι οὔτε ξύλῳ οὔτε ἑτέρῳ τινὶ ἀναιρεῖται τὸ ζῷον εἰ μὴ ἀμπέλῳ. Νίκανδρος
15δὲ ἐν τοῖς Ὀφιακοῖς (fr. 30 Schn.) φησι Διόνυσον ἐμμανῆ γενόμενον ὑπὸ τῆς Ἥρας ὑπνῶσαι, τὴν δὲ ἀμφί‐ σβαιναν πεδῆσαι αὐτοῦ τὰ σκέλη· τὸν δὲ ἀναστάντα καὶ πλήξαντα τῷ κλήματι ἀποκτεῖναι, ὅθεν ἔτι καὶ νῦν κλήματι
τελευτᾷ.

378a

*κόψαντες· οἱ γεωργοί f

378b

*ῥάδικα· κλάδον Gd

378c

*κοτίνοιο· ἢ ἀγριελαίας GK2 ἀγρίας ἐλαίας d

379a

*ἐσκύλευσαν· ἐγύμνωσαν GK2 ἐστέρησαν bm

379b

*πέφανται· ἡ ἀμφίσβαινα Gbd φαίνεται K2

379c

πρόσθε βοῆς τέττιγος· γράφεται καὶ κόκκυγος· πρὸ τοῦ ἔαρος, ἤγουν ἐν τῷ χειμῶνι, πρὶν τὸν κόκκυγα ἐπιφανῆναι ἢ τὸν τέττιγα.

379d

*βοῆς· φωνῆς f

379e

*βοῆς τέττιγος ἐαρτέρου· αὐγῆς τοῦ ἔαρος K

379f

ἐαρτέρου δὲ ἐαρινοῦ. συγκριτικὸν γὰρ τέθεικεν ἀνθ’ ἁπλοῦ.

379g

*ὀνίνησι· ὠφελεῖ dfv

381a

*ῥινῷ· τῷ δέρματι d

381b

*δυσπαθέοντας· ναρκῶντας d τοὺς διεσπαρ‐ μένον δέρμα ἔχοντας f

381c

*παλάμῃσιν· ἐν χερσίν df

381d

*ἀεργοί· ἀργίας ποιητικοί K2 ἀργίας αἴτιοι b

382a

μάλκαι· τὴν μάλκην φησὶ Νίκανδρος ἐν Γλώσσαις (f. 143 Schn.) ῥῖγος περὶ τοὺς πόδας καὶ χεῖρας, καὶ ὑπο‐ δείγματα τίθησιν· «πνεύματος ἀργαλέοιο πόνοιό τε μαλ‐ κίοντες.»
5Δημήτριος δὲ 〈...〉 διασπᾶσθαι διὰ τὸ ῥῖγος. ἡμῖν δ’ ἀρέσκει νῦν μαλκ〈ι〉ᾶν ναρκᾶν, δι’ οὗ τὸ ψύχος σημαίνει. καὶ γὰρ αὐτὸς ὁ Νίκανδρος ὁτὲ μὲν ἐπὶ ψύχους, ὁτὲ δὲ ἐπὶ τοῦ ναρκᾶν κέχρηται. καὶ ἐπὶ μὲν τοῦ ψύχους ἐν τῇ Σικελίᾳ τὸν τρόπον τόνδε (f. 22 Schn)· «ὄμβρῳ τε κρυμῷ
10τε δέμας θ’ ὅτε δάμνατο μαλκόν.» ἐπὶ δὲ τοῦ ναρκᾶν μόνον ἐν τοῖς Κιμμερίοις (f. 96 Schn) εἶπεν. ἄλλως· μάλκαι μαλακίαι, δυσκινησίαι διὰ τὸ κρύος. καθ’ ὑπερβολὴν δὲ λέγει. οἱ δὲ μάλκας τὰ χίμετλα, ἤγουν τὰς ῥήξεις τῶν χειρῶν καὶ τῶν ποδῶν.

382b

*μάλκαι· ψύξεις K

382c

*ἐπιπροθέωσιν· ἐπιτείνωνται b ἐπέρχωνται d προτρέχωσιν f

382d

*ὑπὸ κρυμοῖο δαμέντων· παγέντων GK2
d νάρκῃ ἀποψυχθέντων b

382e

*δαμέντων· δαμασθέντων f

383a

ξανάᾳ· θερμαίνει. 〈τὰ δεσμὰ τῶν δακτύλων τε‐ ταμένα γίνονται διὰ τὸ ψύχος G〉. τὰ ἐκ τοῦ ξαίνειν γενόμενα ταῖς γυναιξὶ πάθη ἐν χειμῶνι ‘ξανάα‘ λέγεται, ὅταν τὰ ἄκρα τῶν δακτύλων δυσκίνητα ἔχωσιν αἱ γυναῖκες. ἐπιτή‐
5δειόν φασιν τὸ τῆς ἀμφισβαίνης δέρμα εἰς ἴασιν τῆς δυσκινη‐ σίας. ξανάᾳ οὖν ἀντὶ τοῦ ἐπιτείνεται.

383b

*ξανάᾳ· ἐπιτείνεται, ὀδυνᾶται bm

383c

*ξανάᾳ· ξηραίνεται, ἀποτείνεται K2

383d

*ξανάα· τὰ ναρκώματα ὑπὸ τοῦ κρύους γινόμενα f

384

tit. περὶ σκυτάλης GKVbdf

384a

*σκυτάλην· ὄφις ἐστίν d

384b

*ἀμφισβαίνῃ· τῇ προρρηθείσῃ d

385a

*εἶδος· τὸ μὲν εἶδος ὅμοιον bdm

385b

*πάχετός ἐστιν ... σειρήν· κατὰ τὴν μορ‐ φὴν καὶ τὸ πάχος μικρὰν οὐράν GKd

385c

*πάχετος· τὸ δὲ πάχος bmf

385d

*οὐτιδανήν· μικράν K2 ἐλάττονα bm ἀσθενῇ f

385e

*σειρήν· τοῦ ὁλκοῦ τὸ μῆκος bm οὐράν K2f

386-87

σκυτάλην· τῆς μὲν σκυτάλης τὸ πάχος τέτυκ‐ ται καί ἐστιν ὅσον ἐστὶν τοῦ στειλειοῦ τῆς σμινύης, εἶδος σκαπάνης ἢ σμινύης. τῆς δὲ ἀμφισβαίνης τὸ πάχος, ὅσον ἐστὶν ὁ ὄγκος καὶ τὸ μέγεθος [ἢ καὶ τοιοῦτον μέγεθος]
5‘οἷα τρέφει ὄμβριος αἶα‘ (Ther. 388) τὰ ἔντερα τῆς γῆς. ἕλμινς εἶδος σκώληκος, ἀπὸ σήψεως τῇ γαστρὶ ἐγγινόμενον. bm in marg.

386a

*πάσσον’· παχεῖαν G παχυτέραν Kvf

386b

*ὅσον· ὀλίγον Gd

386c

σμινύοιο· σιδήριόν τι κατὰ μὲν τὸ ἕτερον δικέλ‐ λης ὀδόντι παραπλήσιον, κατὰ δὲ τὸ ἄλλο ἀξίνης, ᾗ σκάπτουσι καὶ ξύλα κλῶσιν.

386d

*σμινύοιο· τοῦ 〈σμινύοιο〉 πάχετος K2

386e

*τέτυκται· ἐστίν d κατεσκεύασται f

387a

*στειλειῆς· στειλειὴ τρῆμα τοῦ πελέκεως, δι’ οὗ τὸ στειλειὸν ἐνερείδεται v τὸ ἐν τῇ ἀξίνῃ ξύλον d στε‐ λεοῦ f

387b

*πάχετος· πάχος d

387c

τῆς δ’ ἕλμινθος πέλει· τῆς δὲ ἀμφισ‐ βαίνης, φησί, τὸ σῶμα λεπτὸν ὡς ἕλμινθος. καὶ γὰρ ἡ ἕλμις
λεπτή ἐστιν, ᾗ παρείκασε τὰ λεγόμενα γῆς ἔντερα.

388

*ὄβριμος· ἢ ἰσχυρά d βαρεῖα f

389-93

ῥωγάδα τὴν κεχαραγμένην, τουτέστι τὸν φω‐ λεόν. οὐ γὰρ αὕτη ἡ σκυτάλη γεύεται μαράθου, ὡς οἱ ἄλλοι, ὅταν, φησίν, ὑπὸ τοῦ ἡλίου τὸν περὶ τὰ μέλη φλοῦν ἀποβάλλῃ, τουτέστι τὸ γῆρας. τὰ γὰρ ἄλλα ἑρπετὰ παραυτίκα ἐξιόντα
5ἐκ τῶν φωλεῶν ὁρμᾷ ἐπὶ τὴν μάραθον διὰ τὸ ἀμβλυωπεῖν, ἧς ἀποτρώγοντα ὀξυδερκέστερα γίνεται καὶ ὀξυωπέστερα, καθ’ ὃν καιρὸν καὶ τὸν φλοῦν, τουτέστι τὸ γῆρας, ἀποβάλλει, παρατριβόμενα κατὰ τὴν ἔξοδον ἐν ταῖς χειαῖς.

389a

*χαράδρεια· τοὺς κεχαραγμένους τόπους d χαρα‐ δρεῶνας m

389b

*ῥωγάδα πέτρην· τὴν ἐσχισμένην πέτραν ἢ τὸν φωλεόν d

390a

*ἦρος· ἔαρος v

390b

*ἦρος ἀεξομένου· αὐξομένου τοῦ ἔαρος df

391a

*ἀκρεμόνος· εἰς πολλὰ μέρη τεμνομένου Gd κόμης K ἄκρης K2 τοῦ βλαστοῦ, τοῦ κλάδου τῆς ἄκρης f.

391b

*χυτόν· ὑγρόν, χλωρόν K2

391c

*περιβόσκεται· ἡ σκυτάλη K2

391d

*ἔρνος· κλάδον, φύλλον d φυτόν, κλάδον, τὸ ἐκ τῆς ἔρας γινόμενον v κλάδον f

392a

*φλόον· σῦφαρ K2

392b

*ἅψεα· κυρίως αἱ συναφαὶ τῶν μελῶν v
1*βάλλῃ· βεβάφῃ K2

393a

ἀλλ’ ἥγ’ ἀρπέζαις· ἄρπεζα τὸ κάτω καὶ ἔσχατον τοῦ ὄρους, ἤγουν ἡ πέζα τοῦ ὄρους, οἱονεὶ ὀρόπεζα.

393b

*ἀρπέζαις· πέζα ὄρους, ἤγουν παρὰ ποσὶ τοῦ ὄρους Gbm πρὸ ποσὶ τοῦ ὄρους K2

393c

νεμέεσσι δὲ τοῖς πρὸς νομὴν ἐπιτηδείοις.

393d

*καὶ ἐν νεμέεσσι· καὶ ἐν τοῖς τόποις περιε‐ κτικοῖς βοσκῆς K2

394a

*φωλεύει· οἰκεῖ d

394b

*βαθύυπνος· πολύυπνος d ὑπνηλός, φίλυπνος f

394c

π’ εἰκαίης δὲ βοτεῖται· γράφεται καὶ φορεῖται, τουτέστιν ἀπὸ τῆς εὐτελοῦς καὶ τῆς τυχούσης γῆς τρέφεται ἢ ἐμφορεῖται.

394d

*π’ εἰκαίης· τῆς γῆς ἐχούσης βοτάνας K2

394e

*βοτεῖται· βόσκεται Gbdf

395a

τὸ δὲ ἀλέξεται γράφεται καὶ ἀλεύεται· οὐδ’ ἀπαλεύεται καὶ ἰᾶται τὸ δίψος αὐτῆς καὶ προθυμουμένης πιεῖν.

395b

*ἀπὸ ... ἀλέξεται· ἀποθεραπεύεται Gd

395c

*ἱεμένη· ἐπιθυμοῦσα bd

396

tit. περὶ βασιλίσκου GVdf

396a

τεκμαίρου· γίγνωσκε, μάνθανε τὸν βασιλίσκον, ὀλίγον μὲν ἰδεῖν, ἐξοχώτατον δὲ τῇ δυνάμει τῶν ἄλλων ἑρπετῶν. G2

396b

*προφερέστατον· ἐξέχοντα, ὑπερφέροντα G βέλτιστον f

397a

*βασιλῆα· τὸν βασιλίσκον λέγει ἀπὸ τοῦ ὀνόματος GV τὸν βασιλίσκον d

397b

*ὀξυκάρηνον· ὀξυκέφαλον d

398a

*ξανθός· πυρρός Gdf

398b

ἐπὶ τρία δῶρα· ἤγουν παλαιστάς. δῶρον γὰρ ἡ παλαιστή.

398c

ἐπὶ τρία δῶρα· τὸ πλάτος, οἷον μῆκος, φέρων τριπάλαιστον.

398d

*δῶρα· παλαιστάς. ἔστι δὲ τετραδάκτυλον μέτρον παλαιστοῦ v ἤτοι σπιθαμήν K2 ἐπὶ τρεῖς σπιθαμάς f

398e

μῆκός τε καὶ ἰθύν· ἐκ παραλλήλου τὸ αὐτό, ἤγουν μῆκος.

398f

*ἰθύν· τὴν τοῦ ὁλκοῦ ἔκτασιν bm

399

σπειραχθέα· τὰ ὑπὸ τῆς σπείρας βαρυνόμενα. τὰ γὰρ μεγάλα ἑρπετὰ διὰ τὸ βάρος τῆς οὐρᾶς σπειραχθέα καλεῖται διὰ τὸ ὡς ἄχθος καὶ βάρος ἔχειν τὴν οὐράν.

400a

ἰυγὴ δὲ φωνή τίς ἐστιν, βοὴ ἀδιάρθρωτος ἀπὸ τοῦ συμβαίνοντος πεποιημένη. καὶ Ἐρατοσθένης ἐν Ἀντερινύι περὶ κυνὸς λέγων εἶπεν (fg. 19 Powell). ‘ἰυγῆς δ’ ὡς παῦρον ἐπέκλυεν‘.

400b

*μίμνουσιν· προσκατατηροῦσιν d

400-402

τ’ ἐς νομόν· ὅτε εἰς τὸν νομὸν καὶ τὴν ὕλην καὶ τὸν ἀρδηθμὸν τὸ μεσημβρινὸν ἀΐξαντος, οὐκέτι τὰ σπειραχθέα κνώδαλα τούτου τὴν ἰυγὴν μίμνουσιν. ἄλλως· μεσημβρινὸν ἀΐξαντος· ὅτε τοῦ νομοῦ
5καὶ τῆς ὕλης καὶ τοῦ ἀρδηθμοῦ μείρονται. τ’ ἐς νομὸν 〈ἠὲ〉 καὶ ὕλην· λείπει τὸ ὁρμῶσιν· ὅτε εἰς τὸν νομὸν καὶ εἰς τὴν ὕλην καὶ εἰς τὸν ἀρδηθμὸν ὁρμῶσι [τὸ με‐
σηβρινὸν ἀΐξαντος.]

401a

*ἀρδηθμοῖο· ποτοῦ GKbdm ποτισμοῦ vf

401b

*μεσημβρινόν· μεσημερινόν f

401c

*ἀΐξαντος· τοῦ βασιλίσκου K2 ἐνταῦθα συναπ‐ τέον ‘τὴν ἰυγήν‘. b ὁρμήσαντος τοῦ βασιλίσκου f

402a

*μείρονται· μερίζουσι K2 ἐπιθυμοῦσι b ἐπι‐ θυμοῦνται dvf

402b

*φύζῃ· δειλίᾳ, φυγῇ bm

402c

*φύζῃ ... φορέονται· ἀπέρχονται K φυγῇ ὀπισθόρμητοι φέρονται d

403

*ἐπρήσθη· ἐκαύθη K φλεγμαίνεται f

404a

*ἀπορραίουσιν· ἀποπίπτουσιν df

404b

*πελιδναί· μέλαιναι bd

404c

*ζοφεραί· σκοτειναί d

405a

οὐδέ τις οὐδ’ οἰωνός· ἤτοι οὐδείς, φησιν, τῶν οἰωνῶν τῷ σώματι τῷ ὑπὸ βασιλίσκου δηχθέντι προ‐ σελθεῖν δυνήσεται πρὸς τὸ θοινηθῆναι. ἄλλως· πάντες οἰω‐ νοὶ φεύγουσι τὸ σῶμα τοῦ δηχθέντος ὑπὸ τοῦ βασιλίσκου
5καὶ οὐδεὶς αὐτῶν πρόσεισιν εἰς τὸ θοινηθῆναι τὸν νεκρόν· ἀπείργει γὰρ ἡ ἐξ αὐτοῦ δυσωδία πάντας τοὺς οἰωνούς, θανατικὴ οὖσα.

405b

*οἰωνός· σαρκοφάγον ὄρνεον f

406a

*αἰγυπιοί· ἀετοί v

406b

*αἰγυπιοὶ γῦπές τε· εἴδη ὀρνέων d

406c

κόραξ τ’ ὀμβρήρεα· ὅτι χειμῶνα δηλοῦσιν οἱ κόρακες· καὶ ὁ Ἄρατος (Phaen. 963 sq.) μαρτυρεῖ λέγων· «δήποτε καὶ γενεαὶ κοράκων καὶ φῦλα κολοιῶν ὕδατος ἐρχομένοιο Διὸς περὶ σῆμ’ ἐγένοντο.» καὶ Εὐφορίων
5ὁμοίως (fg. 89 Powell). «ὑετόμαντις ὅτε κρώξειε κορώνη.»

408a

*δαίνυται· τὸ δέμας τοῦ βασιλίσκου K2 τὸ σῶμα τοῦ δηχθέντος ὑπὸ τοῦ βασιλίσκου d

408b

*δαίνυνται· ἐσθίουσιν f

408c

*τοῖσιν· ἤ τινι K2

408d

*ἀϋτμένα· ἀτμόν, φύσημα b

408e

*ἀϋτμένα δεινόν· πᾶσι γὰρ τούτοις ἐπαφίησι δεινὴν δυσωδίαν καὶ ἀπείργει bd

409-10

εἰ δ’ ὀλοή· εἰ τι τῶν ὀρνέων ὑπερβαλλούσῃ λιμῷ κατεχόμενον προσέλθῃ τῷ σώματι, αὐτόθεν ἀπόλ‐ λυται. τὸ δὲ αὐτόθεν ἀντὶ τοῦ αὐτόθι, ἐπὶ τόπου.

409a

*ὀλοή· ὀλεθρία d

409b

*βούβρωστις· ἄγαν λιμός Gd ὁ λιμός K βούπεινα, λίμωξις bm

409c

*ἀϊδρείηφι· ἀγνωσίᾳ Gd ἀνεπιστημοσύνῃ K2 τῇ ἀμαθίᾳ f

409d

*πελάσσει· προσαγάγῃ, ἀναπείσῃ πελάσαι bm πλησιάσῃ df

410a

*αὐτοῦ· τοπικόν G ἐκεῖ K2

410b

*οἱ· αὐτῷ K2df

410c

*τέτυκται· γέγονε d γίγνεται m παρεσκεύα‐ σται f

411

tit. περὶ δρυΐνου ἤτοι χελύδρου Gbdf περὶ δρυίνου KV

411a

*κῆρα· μοίραν d

411b

*δρυΐναο· ζῴου K2 ὄφις ἐστίν d

411c

δρυΐναο· ὅτε καταλιπὼν τὴν λίμνην εἰς δρῦν ἔλθῃ, τότε δρυΐνας καλεῖται.

411d

πιφαύσκεο· ἄκουε δὲ καὶ περὶ δρυΐναο, ὃν ἕτεροι χέλυδρον ὀνομάζουσιν. ἔστι δὲ ὄφις ὁ δρυΐνας ὃς ἐν ἀενάῳ λίμνῃ διατρίβει, 〈ἢ〉 ἐν δρυσὶν ἢ φηγοῖσιν.

411e

*πιφαύσκεο· μάνθανε, τεκμαίρου bm ἄκουε,
μάνθανε df

412a

*ἐξέτεροι· οἱ μεταγενέστεροι, οἱονεὶ ἐξ ἑτέρων ἕτεροι, ἤτοι μεθ’ ἑτέρους ἕτεροι bm

412b

*τεύξας· κατασκευάσας d

413a

ὅγε ποι φηγοῖσι· σημειωτέον δὴ ὅτι ἡ φηγὸς ἄλλο τί ποτέ ἐστι παρὰ τὴν δρῦν, τουτέστιν οὐκ ἔστι κυρίως δρῦς. Θεόφραστος δὲ (H. P. 3, 8, 2) πέντε γένη φησὶ δρυῶν εἶναι, ἓν δὲ τούτων τὴν φηγόν.

413b

*ὀρεσκεύει· ἐνδιατρίβει GK2 διατρίβει περὶ τὰ βάσιμα τῶν ὀρῶν bm ἐν τῷ ὄρει διατρίβει d διατρίβει vf

415a

*ὁμήθεα· συνήθη K2bmf

415b

*λίμνην· ὅπου πρότερον τὴν διαγωγὴν ἐποιήσατο d

416a

*ἀγρώσσων· ἀγρεύων dvf

416b

μολουρίδας· καὶ γὰρ μολουρὶς ζῷόν ἐστιν ὅμοιον ἀκρίδι. 〈ἄλλοι δὲ σίλφῃ εἶναι ὅμοιόν φασιν GC

417a

σπέρχεται δὲ ἀντὶ τοῦ διώκεται ὑπὸ μύωπος. τοῦτον γὰρ τὸν ὄφιν ἀεί ποτε τείρει ὁ μύωψ καὶ διώκει αὐτόν. τότε οὖν, φησι, διωκόμενος ὑπ’ αὐτοῦ εἰς κοῖλον πρέμνον δρυὸς ὑπεδύσατο.

417b

*μύωπος· μύωψ κυρίως μυῖά τις ἐρεθίζουσα τοὺς
βοῦς v κώνωπος, ἐμπίδος b

417c

*ἀήθεα· ἀσυνήθη GK2bmf κακοήθη bm μὴ συνήθη d

417d

*δέγμενος· δεχόμενος b λαβών v δεδεγμένος, διωκόμενος f

418a

*ἔνθα· τότε GK2bdmf

418b

*πρέμνον· στέλεχος f

419a

*ὀξύς· ταχύς G1d

419b

*ἀλείς· συστραφείς K2f πλανείς v

419c

*κοῖτον ... θάμνῳ· στρωμνὴν ἐν δασεῖ κατε‐ σκεύασεν καὶ ἔκτισεν d

419d

*κοῖτον· φωλεόν K2

419e

*βαθεῖ· δασεῖ G

419f

*ἐνεδείματο· ᾠκοδόμησεν f

419g

*θάμνῳ· εἶδος φυτοῦ d θάμνος ὁ σύνδενδρος τόπος v

420a

*αἰθαλόεις· μέλας Gd

420b

*κάρη· τό K2

420c

ἀρπεδὲς αὕτως· οἷον ἐπίπλατον καὶ ὁμαλόν· οἷον οὐκ ὀξυκέφαλός τις. ἔστι δὲ παρὰ τὴν ἔραν, ἤγουν τὴν γῆν, οἱονεὶ ἐροπεδές. ἢ ἁρπεδές, ἐπίλεπτον, παρὰ τὴν ἁρπε‐
δόνα.

420d

*ἀρπεδές· ἢ λεπτὸν παρὰ τὸ ἀρπεδίζεσθαι, ἢ πλατὺ καὶ ἐπίπεδον παρὰ τὸ ἁρμόζεσθαι τῷ πέδῳ bm καὶ παρόμοιον λέγει, ἤγουν πεδεινόν K2

421a

*ἐϊσκόμενον· ὁμοιούμενον d

421b

*τό· δρυΐνου K ἄημα K2

421c

*ἐχθρόν· ἀηδόν bm

421d

ἐχθρὸν ἄηται· ἀπὸ δὲ τοῦ σώματος τοῦ θηρίου τοῦ δρυΐνου δυσωδία τις ἐκπέμπεται 〈βλαβερά GC〉.

422-23

οἷον ὅτε πλαδόωντα ἕως τοῦ λάθαρ‐ γοι· τοιαύτην, φησί, δυσωδίαν ἀπὸ τοῦ σώματος ὁ δρυΐνας ἀφίησιν, ὅσην καὶ οἱ περὶ τὰ δέρματα τῶν ἵππων σκώληκες ἁφιᾶσι τεμνόμενοι.

422a

*οἷον· καθά, ὥσπερ d δυσῶδες d

422b

*πλαδόωντα· σεσηπότα καὶ οἰδαίνοντα Gd σε‐ σηπότα K μυδόωντα ἀπὸ σήψεως ὑγρᾶς bm σηπόμενα, κακῶς ὄζοντα f

422c

*δέρη· τραχήλους GK2d

423a

ἄρβηλοι δὲ λέγονται τὰ κυκλοτερῆ σιδήρια, οἷς οἱ σκυτοτόμοι τέμνουσι καὶ ξέουσι τὰ δέρματα. λάθαρ‐ γοι δέ, οἱ ὑμένες καὶ τὰ ξύσματα τῶν δερμάτων. γνα‐
μπτόμενοι δέ, τουτέστι ξεόμενοι ὑπὸ τῶν ἀρβήλων,
5οἱονεὶ ὑπὸ τῶν σμιλῶν ἢ τῶν ξύστρων οἱ λάθαργοι μυ‐ δόωσι, τουτέστιν ὄζουσι γναμπτόμενοι ὑπὸ τοῖς ἀρ‐ βήλοις οἱ λάθαργοι. Γναμπτόμενοι γὰρ ξεόμενοι· ἐξ οὗ καὶ γναφεὺς καὶ κναφεύς. λέγεται δὲ ἀρβύλη 〈....〉 καὶ περὶ τοῦ Εὐριπίδου Ὀρέστην (140 sq.)· ‘ἆ ἆ σιγᾶτε,
10μὴ ψοφῆτε, μηδὲ ἔστω κτύπος ἐπὶ λεπτὸν ἴχνος ἀρβύλησ‘.

423b

μυδόωσιν· τοιοῦτον ἀπόζει ὁ δρυΐνας, οἷον μυδῶσι οἱ περὶ τὰ σκύλα καὶ δέρματα τῶν ἵππων λήθαργοι, ἤτοι ἀποξύσματα γναμπτόμενα καὶ ξεόμενα ὑπὸ τῶν ἀρ‐ βήλων, ἤτοι ξύστρων, σμιλῶν. λάθαργος τὸ λευκὸν λέπισμα·
5ἀπὸ τοῦ ‘λέποσ‘ λέπαργος καὶ λέφαργος, ἤτοι τροπῇ τοῦ δασέως εἰς δασὺ καὶ τοῦ ε εἰς η, καὶ τοῦ η εἰς α. ἄρβηλος δὲ ἀπὸ τοῦ αἴρειν τὰ βέβηλα bm in marg.

424a

*ἤτοι· μέν K2d

424b

κώληπος· ἤγουν τοῦ ἀστραγάλου, ὡς Ὅμηρος (Il 23, 726) ‘κόψ’ ὄπιθεν κώληπα τυχών.‘

424c

*ποδὸς ἴχνει· τῷ σφυρῷ f

425a

*χρωτός· τοῦ ἀνθρώπου GK ἀπὸ τοῦ σώματος τοῦ ἀνθρώπου d

425b

πνιγόεσσα δὲ ἤγουν χαλεπή, ὥστε τὸν ὀσφραν‐ θέντα πνίγεσθαι.

425c

κεδαιομένη δὲ ἀντὶ τοῦ σκεδαννυμένη, οἱονεὶ μεριζομένη καὶ σκορπιζομένη, κατὰ στέρησιν τοῦ ς. γρά‐ φεται καὶ κεδαννυμένη.

425d

κεδαιομένη· μετὰ τοῦ ς, τὸ τέλειον σκεδαιο‐ μένη. V

426a

*κορθύεται· ὁπλίζεται K2 κορυφοῦται v ὑψοῦ‐ ται f

426b

*κορθύεται οἶδος· ἀνεγείρεται οἴδημα d

426c

*οἶδος· οἴδημα f

427a

*ἐν δὲ νόον ... ἀνῖαι· παραφρονεῖ ὁ δηχθείς Gd

427b

πεδόωσι δὲ ἀντὶ τοῦ πεδοῦσιν, ἀμαυροῦσιν.

427c

*πεδόωσι· δεσμοῦσι GKdv

427d

ἀλυσθαίνοντος δέ, τουτέστιν ἀδημονοῦντος, καὶ ἐν ἄλῃ τυγχάνοντος, ἤγουν ἀδημονίᾳ.

427e

*ἀλυσθαίνοντος· λύπαις G ἄλυς ὁ ῥέμβος bm

427f

*ἀνῖαι· πόνοι, ὀδύναι Gd λῦπαι f

428a

*ἐχθόμεναι· ἐχθραί Gd μισηταί bm μισού‐
μεναι f

428b

*ἀνδρός· τοῦ πληγέντος d

429a

ῥινοὶ δὲ πλαδόωσιν· ἀντὶ τοῦ δυσωδίαν πέμπουσιν αἱ βύρσαι αὐτῶν.

429b

*πλαδόωσιν· οἰδαίνουσιν, ὄζουσιν G ὑγραίνονται K2 ἐν τῷ σώματι ὄζουσιν bd.

429c

*τοῖα· οὕτως K2d

430a

νεμέθων δέ, ἤγουν νέμων, κατατρώγων κατα‐ δαπανᾷ καὶ δαμάζει.

430b

*νεμέθων· νεμόμενος K

430c

*ἀχλύς· ζόφος d σκοτός, ὀμίχλη f

431a

κακοσταθέοντα δέ, ἤγουν μηδ’ ὁπωσοῦν ἠρεμοῦντα καὶ μηδὲ ἱστάμενον, ἀλλὰ κακῶς ἑστῶτα, ἢ σειόμενον διὰ τὸ βαρεῖσθαι.

431b

*δαμάζει· τὰ μέλη K2 πιέζει, τιμωρεῖται d πιέζει f

432a

οἳ δέ τε· τουτέστιν ἄλλοι πάλιν τῶν δηχθέν‐ των μηκάζουσιν, οἱονεὶ ὡς αἶγες κράζουσιν ἢ χασμῶνται κατὰ τὸν τρόπον τῶν αἰγῶν ἢ βληχῶνται.

432b

περιπνιγέες δὲ ἀντὶ τοῦ περίπνιγοι, ἤγουν
ὡσανεὶ περὶ τὸ πνίγεσθαι γίνονται.

433a

οὖρα δ’ ἀπέστυπται· ἤγουν ἀποστύπτεται ἢ ἀποστύφεται, ἀντὶ τοῦ ὠχρὰ γίνεται.

433b

*ἀπέστυπται· στύφει, καθ’ ὅσον χόλον καὶ ὦχρον δείκνυσιν ἐπὶ πρόσωπον m

433c

*τότ’· πότ’ K2

433d

*ἔμπαλιν· καὶ πάλιν K2

433e

*ὑπνώοντες· κοιμώμενοι df

434a

ῥέγκουσι δὲ ἤτοι πνευστιῶσι, ῥέγχουσι.

434b

*λυγμοῖσι· πάθος γινόμενον ὑπὸ τὸν λαιμόν b

434c

*θαμέεσσι· πυκνοῖς, συνεχέσ[σ]ι d πυκνοῖς f

435

*ἀπερευγόμενοι· ἀπεμοῦντες d ἐμοῦντες f

436a

ἐπιδίψιος ἄτη· τὸ δὲ ἐπιδίψιος ἄτη ἀντὶ τοῦ δίψῃ χαλεπῇ συνεχόμενοι οἱ ἄνθρωποι ἀποθνήσκουσι.

436b

*ἐπιδίψιος· κατάξηρος K2

437a

*ἐσχατιῇ· τελευτῇ Gd

437b

*ἐσχατιῇ μογέουσιν· περὶ θάνατον ἐγγί‐ ζουσιν K2

437c

*μογέουσιν· μοχθοῦσι d κακοπαθοῦσι f

437d

τρόμον· καὶ γὰρ μετὰ προειρημένα πάντα καὶ τρόμος τις τοῖς μέλεσι τοῦ κάμνοντος περιτρέχει καὶ γίνεται.

437e

*κατεχεύατο· ἔθηκε καὶ ἐνέβαλε K2

438

tit. περὶ δράκοντος GKVdf; in marg. v. 438—39
περὶ τοῦ δράκοντος οὕτω καὶ Ἀριστοφάνης λέγει V Par.

438-445

φράζεο· ὅλος ὁ νοῦς τοῦ στίχου οὗτος· ὁ δράκων ἐτράφη μὲν ὑπὸ τοῦ Ἀσκληπιοῦ κατά τινα τόπον τοῦ Πηλίου καλούμενον Πελεθρόνιον, τὴν δὲ φύσιν ἐστὶ μέλας, ὑπόχλωρος δὲ τὴν κοιλίαν, καλὸς δὲ τὴν
5μορφήν, τοὺς ὀδόντας ἔχων τριστοίχους, τὸ δὲ ἐπισκύνιον παρεμφαίνων· καὶ κατὰ τὴν ἀνθερεῶνα λεπίδες ἐπεγηγερ‐ μέναι πώγωνος παρέχουσι φαντασίαν χολοβαφίνῳ σώματι παρεοικότος. τὸ δὲ δῆγμα ἄπρακτον καὶ τῷ τοῦ μυὸς δή‐ γματι προσεοικός, κἂν σφόδρα χαλεπήνῃ. πολεμεῖται δὲ καὶ
10πολεμεῖ συνεχῶς τῷ ἀετῷ, πολλάκις μὲν καὶ ἐπὶ τὴν νοσ‐ σιὰν παραγενόμενος καὶ τὰ ἐν αὐτῇ ὠὰ σιτούμενος, συνε‐ χῶς δὲ κἀκείνῳ ἐνεδρεύων, ὅταν ἐπὶ ἁρπαγὴν ἀρνὸς ἢ λαγωοῦ τράπηται.

438a

*φράζεο· σκόπει Gd σκέπτου f

438b

*δαείς· μανθανόμενος K2 μαθών df

439a

*λασίῃ· δασείᾳ f

439b

*λασίῃ ... φηγῷ· ἐν δασείᾳ δρυΐ d

440a

*νιφόεντι· χιονώδει d

440b

Πελεθρόνιον δὲ τόπος ἐστὶ τοῦ Πηλίου ἀν‐ θώδης, διὸ καὶ οὕτω καλεῖται ἀπὸ τοῦ πέλειν ἐκεῖσε τὰ
ἄνθη· θρόνα γὰρ τὰ ἄνθη λέγονται.

440c

*Πελεθρόνιον· Πελεθρόνιον ἄντρον ἐστίν, ἐν τῷ Πηλίῳ ὄρει, ἐν ᾧ ἐτράφη Χείρων ὁ Κένταυρος f in marg.

440d

*Πελεθρόνιον· κατά τινας τόπον τοῦ Πηλίου καλούμενον Πελεθρόνιον, εὖτε πτελέας ἔχοντα θροούσας καὶ ἠχούσας, ἢ ἀπὸ τοῦ πέλειν ἐκεῖσε τὰ θρόνα ἤτοι τὰ ἄνθη bm in marg.

441a

*γ’· ὁ δράκων K2

441b

ἄγλαυρος δὲ ἤτοι ἀγλαός, καλός, λαμπρός, εὐ‐ τραφής, ὡραῖος φαίνεται

441c

*γενείῳ· ἐν τῷ σιαγόνι bdmf

442a

*τρίστοιχοι· ἀντὶ τοῦ πολλοί GKd

442b

*ἑκάτερθεν· ἑκατέρωθεν d

442c

*περιστιχόωσιν· περίκεινται Gd

443a

*πίονα· καλά, εὐτραφῆ Gd μεγάλα K2 λιπαρά f; in marg. τὸ δὲ ἐπισκύνιον ἔχει πάντοθεν πῖον. f

443b

ἐπισκύνιον δέ, ὃ καὶ σκύνιον, εἶπε τὸ ἐπάνω τῶν ὀφρύων.

443c

*πίονα ... ὑπόθματα· ὑποκείμενα σαρκώδη προβλήματα bm

443d

*ὑπόθματα· ὑποφθάλμια K

443e

*ὄθματα· ὄμματα v

443f

*νέρθε· κάτωθεν d

444a

χολοιβάφος δὲ ὁ χολῆς χρώματι βεβαμμένος, ἢ χλωρός, ὡσεὶ σμαραγδώδης ἢ χρυσίζων.

444b

*χολοιβάφος· ὠχροβάφος GKd

444c

*χολοιβάφος· κατὰ μεταπλασμὸν ὠχροβάφος. V

444d

*γ’· ὁ δράκων K2

444e

αὕτως· ὁμοίως τοῖς ἄλλοις ὄφεσιν.

445a

*ἐγχρίμψας· δακών τινα K2 πλησιάσας ἢ πλήξας d προσεγγίσας f

445b

*ἤλγυνε· ὀδύνας παρέδωκε d 〈ἐ〉λύπει f

445c

*ἔκπαγλα· λίαν d βαρέως f

445d

*χαλεφθῇ· ὀργισθῇ K2

446a

*βληχρόν· ἀσθενές Gd ἀσθενῆ Kv

446b

οἷα νυχηβόρου· γράφεται καὶ μυχηβό‐ ρου, τοῦ ἐν τοῖς μυχοῖς ἐσθίοντος· ἐὰν δὲ οἷα νυχη‐ βόρου, λέγεται τοῦ ἐν νυκτὶ ἐσθίοντος μυὸς ὃ ἂν εὕρῃ.

446c

*νυχηβόρου· λαθροφάγου K2

447a

*εἴδεται· φαίνεται df

447b

*αἱμαχθέντος· τρωθέντος K2

447c

ὑπὸ κραντῆρος· κραντῆρες λέγονται οἱ ὕστερον ἀναβαίνοντες ὀδόντες παρὰ τὸ κραίνειν καὶ ἀποπληροῦν τὴν ἡλικίαν. νεωτέρων γὰρ ἤδη ἡμῶν γενομένων, φύονται οἱ ὀδόντες οὗτοι. Κλεάνθης δὲ σωφρονιστῆρας αὐτοὺς καλεῖ·
5νῦν ἁπλῶς τοὺς ὀδόντας. σωφρονιστῆρας δὲ διὰ τὸ ἅμα τῷ ἀνιέναι αὐτοὺς καὶ τὸ σῶφρον τοῦ νοῦ λαμβάνειν ἡμᾶς.

447d

*ἀραιοῦ· ἁπαλοῦ K ἀσθενοῦς d

448a

*τῷ· τῷ δράκοντι K2df

448b

*ἔκπαγλον· λίαν, πάνυ d

448c

*κοτέων· κοτίζων d

448-49

ὄρνις αἰετὸς ἐκ παλαχῆς· γράφεται καὶ ἐξ αἴθρης· καὶ ἐὰν μὲν ᾖ ἐκ παλαχῆς, δῆλον ἀντὶ τοῦ ἐξ ἀρχῆς· ἐὰν δὲ καὶ ἐξ αἴθρης, ἐκ τοῦ αἰθέρος, ὑψόθεν.

449a

*ἐπαέξεται· γράφεται ἀμπέλλεται Gd αὔξεται K ἤτοι ἄνωθεν ἐξ αἰθέρος ἀμπέλλεται b

450a

*ἄγει· αἰετός K2 ἐπιφέρει d

450b

*γενύεσσιν· τοῖς σιαγόσι d τοῖς ὀδοῦσι f

450c

βλώσκοντα δὲ ἤτοι ἀναστρεφόμενον, νεμόμενον
τὸν δράκοντα λέγει.

450d

*βλώσκοντα· κινούμενον K νεμόμενον, ἀπὸ τοῦ βιβρώσκω dm ἀναστρεφόμενον ἢ βόσκοντα τὸν δράκο‐ ντα d αὐξάνοντα v μολοῦντα, βόσκοντα f

451a

*δέρκηται· θεάσηται, ὄψηται d ὁρᾶται f

451b

*γ’· ὁ δράκων GKd

451c

ἠρήμωσε καλιάς· ἠφάνισε τὰς φωλεὰς τοῦ ἀετοῦ dbm

452a

*αὕτως· ὁμοίως K2d

452b

*τόκον· γράφεται γόνον G

452c

τόκον κτίλα τ’ ὤεα· τὰ κτίλα ἐπὶ τῶν ἡμέ‐ ρων καὶ τιθασσῶν τίθεται καὶ ἐπὶ τῶν τῆς ποίμνης προη‐ γουμένων κριῶν καὶ ἐπὶ τῶν λιπαρῶν. ὁ δὲ Ἐμπεδοκλῆς (f. 130 Diels) ἐπὶ ἡμέρων καὶ πραέων· ‘ἦσαν δὲ κτίλα πάντα
5καὶ ἀνθρώποισι προσηνῆ, θῆρές τ’ οἰωνοί τε, φιλοφροσύνη τε δεδήει‘. καὶ Ἡσίοδος (fg. 222 Rz.) ‘χρὴ δέ σε πατρὶ 〈....〉 κτίλον ἔμμεναι.‘ ὁ δὲ ποιητὴς τὸν ἡγεμόνα, τῆς ποιμνίης κριὸν λέγει (Il. 2, 196)· ‘αὐτὸς δὲ κτίλος ὡς ἐπεπωλεῖτο στίχας ἀνδρῶν.‘

452d

*βρύκων· ἐσθίων Gf κατεσθίων bd

453a

*ὁ· δράκων bdf

453b

*τοῦ· τοῦ ἀετοῦ K2

453c

*ῥῆνα· πρόβατον νεογνόν GKdb

453d

*ἠνεμόεντα· ταχύν G1bd ἐλαφρόν f

454a

*ἤμερσε· ἐστέρησε, ἠφάνισε K ἀπεστερήθη d ἐστέρησε f

454b

*μάρψαντος· περιλαβόντος τοῦ ἀετοῦ b περι‐ λαβόντος διὰ τῶν ὀνύχων τοῦ ἀετοῦ d

455a

*θάμνου· εἶδος φυτοῦ d

455b

*ὑπαΐξας· ὑφορμήσας d

455c

*ἀμφὶ δὲ δαιτός· περὶ δὲ τῆς εὐωχίας df

456a

ἀτέλεστα διώκει· ὁ δράκων δηλαδὴ τὸν ἀετόν, καθὸ οὐδὲν αὐτῷ δύναται ποιῆσαι περιπετομένῳ ἐν ὕψει. τὸ δὲ ἀτέλεστα ἀντὶ τοῦ ἀτελειώτως.

456b

*διώκει· γράφεται δοκε〈ύ〉ει Gd ἐκδιώκει f

457a

*σπειρηθείς· εἰλυθεὶς ἢ συστραφεὶς d σπεῖρα ἡ τῶν δρακόντων συστροφή f

457b

*λοξόν· βλοσυρόν b πλαγίως d

457c

τὸ δὲ ὑποδρὰξ ἀντὶ τοῦ ὑποβλεμματικῶς ὑπο‐ βλεπόμενος.

458a

χαλαίποδος· γράφεται καὶ χωλοίποδος
καὶ κυλλόποδος· ἀμφότερα δὲ τὸν χωλὸν σημαίνει. χαλαίποδος διὰ τὸ κεχαλασμένους τοὺς πόδας ταῖς ἁρμονίαις ἔχειν. Ἡφαίστου νῆσον τὴν Λῆμνον ἐκάλεσε, ὡς λέγει καὶ
5Ὅμηρος (Il. I, 593) ‘κάππεσεν ἐν Λήμνῳ‘.

458b

*πτυχί· ἐξοχῇ K2d χαράδραις m

458c

*νήσου· Λήμνου Kbdmf

458d

ἐν πτυχὶ νήσου· Ἡφαίστου νῆσον τὴν Λῆμνον ἐκάλεσε, ὡς λέγει καὶ Ὅμηρος (Il. I, 593) ‘κάππεσεν ἐν Λήμνῳ.‘ διὰ τὴν φύσιν τοῦ λόγου, δοκεῖ μοι τὸν μῦθον ἐπίστασθαι. φαίνεται γὰρ ὅμοιον κεκαυμένῳ κατά τε τὴν
5χρόαν καὶ διὰ τὸ μηδὲν ἐν αὐτῷ φύεσθαι. ἔστι δὲ πόλις ἐν μέρει τῆς νήσου τῷ πρὸς ἀνατολήν, Ἡφαιστιὰς καλουμένη. V

459a

*βήσεαι· πορευθῇς K2 ἐλεύσῃ d πορεύσῃ f

459b

*βήσεται· βήσεαι Par.

459c

Σάμον δὲ δυσχείμερον· τὴν Σαμοθρᾴκην ἐδήλωσεν.

459d

*δυσχείμερον· ψυχράν d

460a

*Θρηικίῳ· Θρᾳκικῷ d τῆς Θρᾴκης f

460b

*βέβληνται· περίκεινται, διάκεινται K2 κεῖν‐ ται, εἰσίν d

460c

*ἑκάς· πόρρω d

460d

Ῥησκυνθίδος· τὸ Ῥησκύνθιον ὄρος Θρᾴκης, Ἥρας ἱερόν, ἐξ οὗ τὴν προσηγορίαν ἔσχε Ῥησκυνθίδα. ἔστι δὲ τῆς Ἥρας καὶ Ζηρυνθίου Ἀπόλλωνος νεὼς ἐν τῷ αὐτῷ τόπῳ. τῆς δὲ Αἴνου πλησίον ἐστὶν ὁ ποταμὸς Ἕβρος.
5οὐ μακρὰν δέ ἐστι τοῦ ποταμοῦ ἡ Ζώνη ἡ πόλις, μεθ’ ἣν αἱ Ὀρφέως δρύες εἰσίν, ὑφ’ ἃς πόλις ἐστὶ Ζηρύνθιον, ἐν ᾗ τὸ ἄντρον. μέμνηται δὲ τῆς Ζώνης καὶ Ἀπολλώνιος (Arg. 1, 29 Fraenkel) ‘ἀκτῇ Θρηικίῃ Ζώνῃ ἐπιτηλεθάουσαι‘. μέμνηται δὲ καὶ αὐτὸς ὁ Νίκανδρος (f. 28 Schn.): ‘τῷ μὲν
10ὑπὸ Ζωναῖον ὄρος δρύες ἀμφί τε φηγοί ῥιζόθι δινήθησαν ἀνέστησάν τε χορείαν, οἷά τε παρθενικαί‘. Ἄλλως. Ῥησκύνθιον δὲ ὄρος Θρᾴκης, ἐν ᾧ Ἥρα ἐτιμᾶτο, ἐξ οὗ καὶ ἡ Ῥησκυνθίς 〈Ἥρα〉.

461a

*ἵνα· ὅπου, ἔνθα d ὅπου f

461b

*φάληρα· ἀντὶ 〈τοῦ〉 χιονώδη GKb λευκά K ἔκλευκα b λευκὰ καὶ χιονώδη d.

462a

καὶ δρύες· τουτέστιν ὄρος ἐν ᾧ εἰσιν αἱ δρύες
τοῦ Οἰαγρίδου, τουτέστι τοῦ Ὀρφέως, τοῦ υἱοῦ τοῦ Οἰάγρου. Ζηρύνθιον δὲ ἄντρον ἐστὶν ἐν Σαμοθρᾴκῃ. Λυκόφρων δέ φησι (Alex. 77) «Ζηρύνθιον ἄντρον τῆς κυνοσφαγοῦς θεᾶς»
5ὅ ἐστι σπήλαιον τῆς Ἑκάτης.

462b

*Οἰαγρίδαο· Ὑαγρίδαο Par.

462c

*τόθι· ὅπου K2f

462d

*Ζηρύνθιον· ἀπὸ τῆς πόλεως Ζηρύνθου οὕτω καλούμενον bd

463

tit. περὶ κεγχρίνου GKVdf

463a

δήεις· διὰ μακροῦ ἀπεδόθη ἡ ἀπόδοσις. ἔστι δὲ οὗτος μακρὸς καὶ κατάστικτος.

463b

*κεγχρίναο· συνίζησις G τοῦ ὄφεως bd

463c

*δολιχόν· τὸ μακρόν df

463d

ὅν τε λέοντα· λέοντα αὐτόν φησι καὶ λέγει ἢ διὰ τὸ πολύστικτον καὶ ποικίλον τῶν φολίδων, ἢ διὰ τὸ γενναῖον. ἄλλως· λέοντα ἐκάλουν τὸν κεγχρίνην ἢ διὰ τὸ ἑαυτὸν μαστίζειν τῇ οὐρᾷ καὶ διεγείρειν εἰς μάχην ὡς λέων
5ἑαυτόν, ἢ διὰ τὸ δάκνειν καὶ ῥοφᾶν τὸ αἷμα τοῦ ἀνθρώπου, ἅτινα δὴ καὶ λέων ποιεῖ. ῥοφᾷ δὲ τὸ αἷμα διὰ τῶν κατα‐ κλείδων.

464a

*αἰόλον· ἐύστροφον bm

464b

*περίστικτον. κατάστικτον τοῖς ἐν τῷ δέρ‐ ματι λέπεσσιν d κατάστικτον f

465a

πολύστροφον· ἀντὶ τοῦ εὐκίνητον ἢ πολλὴν στροφὴν καὶ μέγεθος ἔχον, οἷον εὔμηκες. τὰ γὰρ μακρὰ τῶν ἑρπετῶν πολύστροφά εἰσιν.

465b

*πολύστροφον· ἐπιμήκη, πολύκαμπτον bm

465c

αἶψα δὲ σαρκί· ταχέως δὲ περὶ τὴν σάρκα σηπεδόνας ἐποίησε δυσιάτους. αὗται γάρ εἰσιν αἱ πυθεδό‐ νες. Ὅμηρος (Il. 4, 174)· «σέο δ’ ὀστέα πύσει ἄρουρα.» καὶ Ἐρατοσθένης (fg. 18 Powell)· «αἱ δὲ πελιδναὶ πυθεδόνες
5γάστρην ἀν’ ὑπέτρεφον οὐλοὸν ἕλκος.» οἱ δὲ Αἰολεῖς τὸ φθίνειν πύθεσθαι λέγουσιν.

466a

*πυθεδόνας· αἱ σηπεδόνες, ἰοβόροι ἢ δια‐ βρωτικαὶ τῷ ἰῷ οὖσαι, ἐπιβόσκονται τὰ γυῖα bm οἱ Αἰολεῖς λέγουσι πύθομαι τὸ φθείρομαι f

466b

*αἱ· αἱ πυθεδόνες GKd

467a

*ἰοβόροι· ἰῷ τρώγουσαι G1Kd ἐχθραί, κακαί f

467b

*ὕδρωψ· ὑδρωποὶ γίνονται οἱ δηχθέντες GKM

469a

*θερειτάτη· καυστική Gd θερμοτάτη K2f

469b

ἤτοι ὅγ’ ἠελίοιο· καὶ μὴν ἀλλὰ καύματι σφοδρῷ ἱσταμένου θέρους, πιεζόμενος ὑπὸ λιμοῦ 〈ἀνὰ τὰ ὄρη πορεύεται〉 ζητῶν ἐξ αἰγῶν ἢ προβάτων αὑτῷ τινα πορίσασθαι τροφήν, οἱ δὲ ἡγούμενοι τῶν προβάτων τυγχά‐
5νουσι ψυχάζοντες περὶ μεσημβρίαν· ὑπήνεμον γάρ τι χωρίον ἐξελθόντες καὶ σκιὰν παρέχειν, ὅπου ἂν 〈ᾖ〉 τὸ καῦμα, δυνάμενον, τὴν ἀπὸ τῶν φυτῶν, ὀλίγον ἀποστήσαντες τῆς νομῆς, τὰ κτήνη ἐνταῦθα ἀπαγαγόντες προσαναπαύουσιν G2 (cf. Eutecn. 226b, 10—18)

470a

μαιμώσσων· ἀντὶ τοῦ ζητῶν καὶ ὁρμῶν. γρά‐ φεται καὶ λαιμώσσων ἀντὶ τοῦ πεινῶν, ὡς Ἱππῶναξ (frg. 76 Bgk = fg. 118 Masson) «λαιμᾷ δέ σου χεῖλος, ὡς ἐρῳδιοῦ.»

470b

*μαιμώσσων· διερευνώμενος m

470c

*ἐπινίσσεται· πορεύεται K2 ἀναστρέφεται f

470d

*ὀκριόεντα· τραχέα Gvf τραχέα, ἀκρότομα bm τραχέα ἢ ὑψηλά d

471a

*ἰσχανόων· ἐπιθυμῶν Gbdvf

471b

ἐπὶ κτίλα δὲ μῆλα τὰ ἥμερα καὶ τὰ ἑπόμενα τῷ κτίλῳ, τουτέστι τῷ προηγουμένῳ κριῷ.

471c

*δοκεύων· ἐνεδρεύων d

472a

ἠὲ Σάου· καὶ γὰρ τὸ μὲν Σάον καὶ τὸ Μόσυχλον ὄρη εἰσὶ τῆς Σάμου. μέμνηται δὲ καὶ τούτων τῶν τόπων ἐν Λήμνῳ τε καὶ Σαμοθρᾴκῃ τὰς νήσους ἑκατέρας ἀπὸ τού‐ των σημαίνων. ἐκαλεῖτο δὲ Σάος ἡ ὅλη Θρᾳκικὴ Σάμος· καὶ
5Μόσυχλον δὲ τὰ ὄρη τῆς Λήμνου, ὡς Ἀντίμαχος (f. 46 Wyss) «Ἡφαίστου πυρὶ εἴκελον, ἥν ῥα τιτύσκει δαίμων ἀκροτάτῃς ὄρεος κορυφῇσι Μοσύχλου.» καὶ Ἐρατοσθένης φησί (f. 17 Powell)· «ἐν δέ οἱ ὄσσε κανθοῖς παμφαίνεσκε Μοσυχλαίῃ φλογὶ ἶσον.»

472b

*ἐλάτῃσι· ταῖς K2

472c

*μακεδναῖς· ὑψηλαῖς Kf

473a

ἄγραυλοι· ὅτε οἱ ἄγραυλοι, τουτέστιν οἱ ποι‐ μένες, καταλείψαντες τὰ ἔργα τῶν νομέων, τουτέστι τὸ βόσκειν, καταψύχωσιν ἑαυτοὺς καὶ τὰ θρέμματα ὑπὸ ταῖς μακεδναῖς, ἤγουν ἐπιμήκεσιν ἐλάταις, τουτέστιν ἐν ταῖς
5σκιαῖς.

473b

*ψύχωσι· ἀναπνέουσι v

474

*θαρσαλέος· τολμηρός d

475

καταπλέξη δὲ ἀντὶ τοῦ ἀγρεύσῃ ἢ περι‐ πλέξη, ἤγουν περιπλακῇ.

476a

καὶ τὸ μαστίζων, ἑαυτὸν δηλονότι τῇ οὐρᾷ, ἢ ὃν ἂν θέλῃ πλῆξαι.

476b

*δέμας· σῶμα K2

477a

*λαιφάξῃ· λάψῃ, ῥοφήσῃ Gd ῥοφήσῃ K

477b

καὶ κληΐδας δὲ τὰς σάς, ἤτοι τὰς τοῦ πληττο‐ μένου, ἢ τοῦ οἰκείου χαλινοῦ.

477c

*ἀναρρήξας· διασχίσας d σχίσας f

478a

σκολιήν· ἤτοι καμπὰς ἔχουσαν ὁδόν, ἀντὶ τοῦ μὴ εὐθεῖαν.

478b

*ἴλλων· συστρεφόμενος Gbd περιβλέπων K περι‐ στρεφόμενος M στρέφων f

479a

δοχμός· 〈ἀνακρούων ἤτοι ἀνακόπτων ἢ G〉 ἐναντιούμενος τῇ τοῦ ἑρπετοῦ πορείᾳ.

479b

*δοχμός· πλάγιος df

479c

*δεσμούς· κονδύλους Gbd τοὺς σπονδύλους K

480a

*γνάμπτεται· βλάπτεται m

480b

*ἐν καμπῇσι· ἐν ταῖς σκολιαῖς ὁδοῖς G ἐν ταῖς διεστραμμέναις καὶ σκολιαῖς ὁδοῖς bd.

480c

*ἀκάνθης· τῆς σπείρας d

481a

*ἰθεῖαν ... στίβον· ὁδὸν τὴν εὐθεῖαν Gdf

481b

*ἐπιδρομάδην· ἐπιτρεχόντως Gd συντόμως K2

481c

*ἐπιδρομάδην ... ἕρπει· τρέχει ὡς ταχύς G τρέχει d

481d

*στίβον· ὁδόν v

482a

τοῖος Θρηικίῃσι· ἤτοι τοιοῦτος πλησιάζει.

482b

*Θρηικίῃσι ... νήσοισι· τῇ Λήμνῳ καὶ τῇ Σαμοθρᾴκῃ GKbd

483

tit περὶ ἀσκαλάβου Gd

483a

*ἔνθα· ὅπου Gd ἐκεῖ K2

483b

*οὐτιδανοῦ· μικροῦ bf τοῦ μικροῦ d

483c

*ἀπεχθέα· μισητά d ἐχθρά f

483d

*βρύγματα· δήγματα bdv

483e

*ἔασιν· ὑπάρχουσιν d

484a

τὸν δὲ ἀσκαλαβώτην γαλεώτην οἱ Ἀττικοὶ καλοῦσιν. ἔοικε δὲ σαύρᾳ.

484b

*ἐρέει· λέγει Gdf

484c

Δημήτηρ ἔβλαψεν· λέγεται Ἄμβας υἱὸς Μετανείρας φθονερώτερον διενεχθῆναι πρὸς τὴν θυσίαν τῆς θεοῦ· διὸ αὐτὸν ἀσκαλαβώτην ἐποίησεν· ἢ ὅτι Μετανείρας υἱὸς Ἄμβας ἐδυσχέρηνεν ὅτι ἡ μήτηρ αὐτοῦ τὴν Δήμητραν ὑπεδέ‐
5ξατο καί τι ἐφθέγξατο εἰς τὴν θεόν. διὸ ὀργισθεῖσα τὸ ἐν τῷ κρατῆρι λείψανον ἐγχέασα αὐτῷ ἀσκαλαβώτην αὐτὸν ἐποίη‐ σεν. ἄλλως· 〈ἐρέει δὲ φάτις· ὁ δὲ〉 λόγος φησὶ τὴν Μετά‐ νειραν τοῦ Τριπτολέμου εἶναι μητέρα, ὃν δέδωκε τῇ Δήμητρι ἀνατρέφειν. τοῦτον ἡ Δημήτηρ λαβοῦσα συνεχῶς εἰς τὸ πῦρ
10ἔβαλλεν, ἀπαθανατίσαι βουλομένη αὐτόν. ὡς δὲ ἐπὶ πολὺ τοῦτο ἐποίει, φωραθεῖσα ὑπό τινος ἐπαύσατο καὶ οὐκ ἀπη‐ θανάτισεν αὐτόν. ὑπέδειξε δὲ αὐτῷ τὴν σπορὰν τοῦ σίτου. χρόνῳ δέ ποτε ἡ Μετάνειρα τὴν Δήμητραν ὑπεδέξατο εἰς τὸν οἶκον αὑτῆς. τῆς δὲ θυσίας γινομένης ἐπ’ αὐτῇ, παρὼν
15Ἄμβας υἱὸς αὐτῆς ἕτερος ἐγέλασε, καταγελῶν τῆς θυσίας· ἡ δὲ Δημήτηρ ὀργισθεῖσα ἐπιχέασα αὐτῷ τὸ ἐν τῷ κρατῆρι ἀπομεῖναν κέρασμα, ἐποίησεν αὐτὸν ἀσκαλαβώτην.

484d

*οὕνεκ’· ὅτι GK2 ἀντὶ τοῦ διότι d

485a

τὸ δὲ Ἀχαίη Δημήτηρ ἢ διὰ τὸ ἄχος καὶ τὴν λύπην τῆς θυγατρὸς ἢ διὰ τὸν τῶν κυμβάλων ἦχον.

485b

*Δημήτηρ ἔβλαψεν· λυπηρὴ οὖσα, μὴ εὑρίσκουσα τὴν παῖδα αὑτῆς, τὴν Περσεφόνην K2

485c

*ἔβλαψε· ἐπέτρεψεν K2

486

θεράπναις ἤγουν ταῖς θεραπαίναις ἢ τόποις πρὸς ξενίαν ἐπιτηδείοις.

488

*ὕλην· ὅπου ὁ ἀσκαλαβώτης GKbd

489a

*δρυμούς· τοὺς συμφύτους τόπους d

489b

*λασιῶνας· δασεῖς τόπους GKd

489c

*ἀμορβαίους· ποιμενικούς GK2d σκοτεινώ‐ δεις f

489d

*χαράδρας· κοιλάδας bd κοίτας, φωλεούς f

490a

οὓς ἔλοπας· τουτέστιν ἀσθενεῖς ὄφεις. ἀπὸ γένους εἰς γένος ἄγει, οὕσπερ καλοῦσιν ἀπὸ τῆς χροιᾶς ἀμμώδεις καὶ μυόθηρας καὶ ἔλοπας.

490b

Λίβυας δὲ καλεῖ τοὺς ἀμμοδύτας· πολλοὶ γὰρ τοιοῦτοι ἐν Λιβύῃ τυγχάνουσι.

490c

πολυστεφέας δὲ τοὺς πολλοὺς στεφάνους ἔχον‐ τας καὶ γραμμάς.

490d

μυάγρους δὲ τοὺς μυόθηρας, οἳ καλοῦνται καὶ
ὀροφίαι.

491a

*φράζονται· λέγουσι, καλοῦσι Gdf

491b

ἀκοντίαι· οὕτως διατρέχοντες κατὰ τὰ ἀκόντια. ἄλλα δὲ ζῷά εἰσιν οἱ ἀκοντίαι ὥσπερ τὰ ἀκόντια ὁρμῶντες. ἐπὶ τούτοις δὲ οἱ τυφλῶπες, τουτέστιν οἱ καλούμενοι τυφλῖ‐ νοι ἤ, 〈....〉 ὡς Ἀπολλοφάνης, (cf. Herm. XXIII, 561, 1)
5ὄφεις εἰσίν. οὗτοι δὲ καὶ πατούμενοι ἠρεμοῦσι.

491c

*ἀκοντίαι· γένη ὄφεων bd

492a

*ἀπήμαντοι· ἤτοι μὴ βλάπτοντες bd ἀβλαβεῖς f

492b

*φορέονται· ἀναστρέφονται d

493

tit. περὶ ἰάμνων K

493a

θρόνα δὲ τὰς ἀντιπαθεῖς βοτάνας λέγει.

493b

*θρόνα· φάρμακα K2bf

493c

*ἀλθεστήρια· ἰατήρια GKd ἰατρείας f

494a

*ῥιζοτόμον· τὸν προσήκοντα καιρὸν τῆς τομῆς τῶν ῥιζῶν bd

494b

τὸ δὲ διείσομαι ἀντὶ τοῦ διηγήσομαι, λέξω.

494c

*ὥρην· τὸν καιρόν G τὸν χρόνον f

495a

διαμπερέως· ἤγουν ἀκριβῶς, συντόμως.

495b

*ἀπηλεγές· ἀληθῶς, προφανῶς f

495c

οἷσιν ἀρήγων· τουτέστιν οἷστισι θρόνοις καὶ φαρμάκοις βοηθῶν τὴν κατεπείγουσάν σε καὶ καταπονοῦσαν τῆς νόσου ἀνίαν θεραπεύσειας. ἀλθήσῃ γὰρ λέγει ἀντὶ τοῦ θεραπεύσειας.

497a

τὰς μέν· τὰς μὲν οὖν βοτάνας.

497b

ἔτι βλύζοντι· τῷ αἵματι ἢ τῷ θανάτῳ παρὰ τῷ ἄλγει καὶ τῇ ὀδύνῃ.

497c

*βλύζοντι· ἀπεμοῦντι v ἀναβράζοντι f

498a

*δρέψασθαι· σύναγε Gd λάμβανε K2 κόψον f

498b

νεόκμητα δὲ ἤγουν νεοθαλῆ ἢ νεωστὶ τμηθέντα ἐν τόπῳ ὅπου οἱ κνῶπες.

498c

*νεόκμητα· νεωστὶ κοπέντα K

499a

κνῶπες δέ ἐστιν εἶδος ζῴων θηριωδῶν.

499b

*κνῶπες· θῆρες K θηρία f

499c

*θαλερήν· νεοθαλῆ d

500a

πρώτην μὲν Χείρωνος· παραλαμβάνει τὴν
χειρωνείαν ῥίζαν, ἥτις πρὸς πᾶν ἁρμόζει καὶ πανάκειον καὶ κενταύρειον καλεῖται. εὑρηθῆναι δέ φησιν αὐτὸ ὁ Νίκανδρος ὑπὸ Χείρωνος. πολύστροφον δὲ αὐτὸ καὶ λέγει Θεόφραστος
5(H. P. 9, 11, 1) οὕτως· ‘τὸ δὲ χειρώνειον ὅμοιον ἀμαράκῳ, μεῖζον δὲ καὶ δασύτερον, ἄνθος δὲ χρυσοειδές, ῥίζαν μικράν, φιλεῖ δὲ μάλιστα χωρία τὰ πίονα.‘

500b

ἐπαλθέα δὲ θεραπευτικήν. τὴν χειρωνείαν καὶ κενταυρείαν καὶ πανάκειαν καλοῦσιν.

502a

*Πηλίου ἐν· κοινὴ συλλαβή K

502b

*ἐν νιφόεντι ... δειρῇ· ἀντὶ τοῦ ἐν νιφοέσσῃ δειρῇ G ἐν νιφοέσσῃ ἐξοχῇ d

502c

*κιχών· εὑρών Gdf

502d

*ἐφράσσατο· ἐνόησεν d

503a

ἀμαρακόεσσα· παραπλησία τῷ ἀμαράκῳ, φησί, κατὰ τὴν χαίτην. ἀμάρακος δέ ἐστιν ἡ καλουμένη σάμψυχος.

503b

*χυτή· ὑγρά K2 χεομένη d

503c

*περιδέδρομε· περιτρέχει d

503d

*χαίτη· κόμη, φύλλα d τὰ φύλλα f

504

*ὑπὲρ αἴης· ὑπεράνω τῆς γῆς GKdf

505a

οὐ βυθόωσα τουτέστιν ἐπάνω, οὐ κατωτέρω
τὴν ῥίζαν ἀποπέμπουσα.

505b

*ἴσχει· κατέχει K2 ἔχει, κρατεῖ f

506a

*ἀζαλέην· ξηράν GKbdf

506b

*ὁτέ· ποτέ Gd

506c

*ἔγχλοον· χλωράν GKdbf

506d

*ὅλμῳ· ἐν δοίδυκι G ἐν ἰγδίῳ bd ἐν τῇ θυείᾳ f

507a

*φυρσάμενος· μίξας, ἐνώσας d κυκήσας f

507b

*πιέειν· πίε G1d πιεῖν f

507c

*οἴνης· ἀμπέλου v

508a

*ἄρκιος· ὠφέλιμος τῷ ὀφεωδέκτῳ Gbd ὠφέλιμος K ἱκανός f

508b

*τό μιν· διὰ τοῦτο Gd διὰ τὸ αὐτό K

509a

ἀριστολόχεια· δύο γένη εἰσὶ ἀριστολοχείας, τὸ μὲν ἄρρεν, θῆλυ δὲ τὸ ἕτερον. τὰ δὲ ἄνθη αὐτῶν ὡς ὕσγινος βάπτεται καὶ ἐρυθαίνεται. βοτάνη δέ ἐστι ἣ ἀριστολόχεια ὠνόμασται. ταύτην δέ φησιν Ἀριστοτέλης
5〈Ἀριστολόχην〉 γυναῖκα εὑρηκέναι. Ἄλλως· ἀριστολόχεια καὶ περικλύμενον βοτάναι εἰσίν, ἅπερ φύλλα ἔχειν κισσοῦ φησιν, ὡς οἱ ἀκριβέστερον περὶ τούτων εἰπόντες.

509b

παλίσκιος δὲ ἥτις ἐν τοῖς σκιεροῖς τόποις φυτεύεται· ἐν σκιώδεσι γὰρ τόποις φύεται μᾶλλον.

509c

καὶ τὸ ἐνδατέοιτο ἀντὶ τοῦ τρίβοιτο, κόπτοιτο, μερίζοιτο.

510a

καὶ τὸ περικλύμενον βοτάνη ἐστὶν ἔχουσα φύλλα κισσῷ παραπλήσια ἢ τὰ φύλλα κισσοῦ τοῦ περι‐ βοήτου ἢ ἄλλου τινός.

510b

*κισσήεντα· κισσῷ ὅμοια GKdfbm παρόμοια bm

510c

*φέρουσα· ἔχουσα d

511a

ἄνθεα δ’ ὑσγίνῳ· καὶ τοῦτο τὸ φυτὸν τὸ ὕσγινόν ἐστι ξανθὸν τῷ χρώματι καὶ μᾶλλον εἰς βαφὴν
ἐπιτήδειον. ὑσγινοβαφῆ οὖν λέγεται τὰ ὑσγίνῳ βεβαμμένα.

511b

*ἐνερεύθεται· φοινίσσεται bm ἐρυθρά ἐστιν f

512a

*σκίδναται· διαμερίζεται d

512b

*ἐμβαρύθουσα· βαρύοσμος ἡ βοτάνη αὕτη GKd βαρύοσμος bm

512c

μέσον δ’ ὡς ἀχράδα καρπὸν ἤτοι ἕως τῆς βάκχης· Ἑρμῶναξ ἐν ταῖς Κρητικαῖς λέξεσι τὴν ἀγρίαν ἄπιον ἀχράδα φησὶν εἶναι. ἡ δὲ ἄπιος εἰς πολλὰ διαιρεῖται, καὶ βάκχη γὰρ λέγεται καὶ μυρτάς· πολυώνυμος
5γάρ ἐστιν.

513a

μυρτὰς δὲ καὶ βάκχη εἴδη εἰσὶν ἀπίων. οἱ δέ φασιν ὅτι ἡ ἀγρία ἄπιος ἀχρὰς καλεῖται, βάκχης δὲ τῆς ἀμπέλου ἢ μυρρίνης. τῆς δὲ ἀριστολοχείας ἀπορρὼξ δραχμαία, τουτέστι μερὶς μία ὅσον δραχμή, τῷ οἴνῳ μισγο‐
5μένη τῷ κιρραίῳ καὶ διδομένη τῷ δηχθέντι πιεῖν, ὠφέλιμος.

513b

*ὄχνης· ἀπιδέας K2

513c

*ἐπιόψεαι· ὄψῃ καὶ θεάσῃ d ἐπίδοις ἂν m περι‐ βλέψαις f

513d

*βάκχης· τοῦ χειμωνικοῦ ἀπίου GKd ταῦτα πάντα γένη ἀπίων ἀγρίων bm

514a

*ἐπιστρογγύλλεται· κυκλοῦται Gd

514b

*ὄγκῳ· οἰδήματι GKd

515a

*ἄρσενι· ἀντὶ τοῦ ἄρσενος Gd

515b

*δολιχή· μακρά bdf

515c

*πυγόνος· πήχεως GKbdm πήχυος f

516a

*πύξου· πύξου δὲ προσαλίγκιος χροιῇ v

516b

*προσαλίγκιος· ὅμοιος Gbdf

516c

Ὠρικίοιο· Ὤρικος Ἀπόλλωνος πόλις ἐστίν, ἣν ἐπωνόμασαν Ὤρικον. ἐν τῇ Κρήτῃ δέ ἐστιν, καὶ πολλὴ πύξος αὐτόθι γίνεται.

517a

*αἰνοπλῆγος· τῆς χαλεπῶς πληττούσης d βαρέ‐ ως πληγέντος f

518a

*ἀγρεύσειν· λαβεῖν K2

518b

*ἀγρεύσεις· λήψῃ, αἱρήσῃ Gdb

518c

*ἔνθεν· ἐκ ταύτης K2

518d

*ἀπορρώξ· μέρος τι GKbd

519

κιρράδος οἴνης· ἀντὶ τοῦ μετὰ κιρραίου οἴνου μισγομένη ἀριστολόχεια ὠφελεῖ. μαρτυρεῖ Νουμήνιος.
Ἄλλως· τῆς μελαίνης ἀμπέλου τῷ ποτῷ.

520a

τριόφυλλον δὲ, ὡς Διονύσιος ἐν τοῖς Ῥιζοτο‐ μικοῖς, καὶ μινυανθὲς καλεῖ, Καλλίμαχος δὲ (Hymn III, 165) τριπέτηλον. ἔχει δὲ τὸ μὲν φύλλον ἐμφερὲς τῷ λωτῷ, τὴν δὲ ὀσμὴν τῷ πηγάνῳ, καθόσον ἐστὶ νέον·
5ὅταν δὲ παρακμάσαν φυλλορροήσῃ, τότε τὴν ἀναφορὰν ποιεῖται ἀσφάλτου.

520b

*τριόφυλλον· βοτάνη d

520c

*ὀπάζεο· λάμβανε GK σύλλεγε, λάμβανε d

520d

*κνωψίν· θηρίοις GKbdf

521

τρήχοντι δὲ πάγῳ ἀντὶ τοῦ ὑψηλῷ τόπῳ. καὶ ἀποσφάγι βήσσῃ ἀποτόμῳ καὶ ῥωγάδι.

522

τὴν ἤτοι· ταύτην μέν. μινυανθὲς οἱ μὲν αὐτὴν ἐκάλουν, οἱ δὲ τρίφυλλον καλοῦσιν.

523a

*λωτῷ· ἢ καλάμῳ K2 εἶδος βοτάνης d

523b

*ῥυτῇ· πηγάνῳ bm

523c

〈ῥυτῇ〉· Ἰόλαος δὲ ἐν τῷ περὶ Πελοποννησιακῶν πόλεων τὸ πήγανον ὑπὸ Πελοποννησίων ῥυτὴν καλεῖσθαί φησιν.

524a

πτίλα· λέγει τὰ φύλλα· κυρίως δὲ τὰ πτερά C

524b

*πτίλα· πτίλα λέγει τὰ φύλλα G τὰ φύλλα b τὰ
πτερά, τὰ φύλλα f

525a

*οἷόν τ’ ἀσφάλτου ἀπερεύγεται· ἀπό‐ ζεται ὀδμὴν οἷον τὴν τοῦ ἀσφάλτου bdGK2

525b

*κολούσας· κόψας GKd κλάσας f

526a

*σπέρμαθ’· τοῦ τριοφύλλου K2

526b

ὅσον κύμβοιο· τοῦ ὀξυβάφου, ἐπειδὴ κυφόν ἐστι. σημειοῦται δὲ ἐκ τοῦ ἐπιφερομένου τραπεζήεν‐ τος. καὶ παρὰ Σώφρονι (CGF 179 = Ahrens 103) ‘κύμβου ὄγκον ἔχων‘ ἀντὶ τοῦ σκυφοειδοῦς ποτηρίου. τοῦτο
5οὖν λέγει, ὅτι λάβε τοσαῦτα σπέρματα ὅσον γεμισθῆναι ὀξύβαφον. Ἄλλως· 〈τραπεζήεντοσ〉 κύμβοιο ἀντὶ τοῦ ὀξυβά‐ φου, οἷον ἐμβαφίου εἰς τράπεζαν πεποιημένου, ὅπερ καλεῖ γαράριον ἡ συνήθεια.

526c

*τραπεζήεντος· τοῦ ἐπὶ τῆς τραπέζης bm τῆς τραπέζης f

526d

*ἑλέσθαι· εἰς πλήρωμα K2 ἀντὶ τοῦ λάβε df

527a

καρδόπῳ· ἀντὶ τοῦ κοίλῳ ἀγγείῳ ἢ καυκίῳ.

527b

*καρδόπῳ· λίθῳ v

527c

*πιέειν· πίνειν K2 πίε d

528

tit. περὶ συμμίκτων ἀντιδότων d περὶ τῶν μεμιγμένων φαρμάκων ἄρχεται λέγειν f

528a

*ἄγε· δεῦρο K2

528b

καὶ ἀλκτήρια λέγεται τὰ ἀποσοβητήρια, ἤτοι ἀποκρουστικὰ νούσων.

529a

*Θρινακίην· γράφεται καὶ Τρινακίην Gd

529b

Θρινακίην μὲν ῥίζαν· τὴν ἐν Σικελίᾳ γενομένην· οὕτως γὰρ καλεῖται ἡ Σικελία διὰ τὸ τρεῖς ἄκρας ἔχειν. τὰ δὲ ὀνόματα εἴρηνται τοῖς ἄλλοις. ἐν τῇ Σικελίᾳ δὲ γίνεται ἡ θάψος. ταύτης δὲ τῷ χυλῷ χρῶνται πρὸς ὄφεις.
5ἔστι δὲ χλωρότατον, ὅθεν οἱ βουλόμενοι χλωροὶ φαίνεσθαι καὶ νοσώδεις ταύτῃ περιχρίονται τὸ πρόσωπον. εὑρηκέναι δὲ αὐτήν φασι τὸν 〈...ὁ〉 Κρατεύας (fr. 16 Wellm.) ἐπὶ νήσῳ τινὶ Θάψῳ, μιᾷ τῶν Σποράδων. ἔστι δὲ αὕτη ἡ νῆσος Συρακούσης καὶ Ξιφωνίας μεταξύ. Ἄλλως· Θρινακίην
10ἀντὶ τοῦ Σικελικήν. Τρινακρία γὰρ ἡ Σικελία διὰ τὸ τρεῖς
ἄκρας ἔχειν.

529c

*γυιαλθέα· μελῶν θεραπευτικά GKd τὴν τὰ μέλη θεραπευόυσαν b

530a

*σμώξας· καθαρίσας Gbd τρίψας K πατάξας ἢ πλήξας v

530b

*ἄγνου· βοτάνης bd

531a

*νῆριν· εἶδος βοτάνης GKd

531b

*νῆριν πηγάνιόν τε· καὶ ταῦτα γένη βο‐ τανῶν bd

531c

περιβρυές· πλῆρες σπέρματος GKbd πολλὰ φύλλα ἔχον f

531d

*θύμβρης· βοτάνης GKd

532a

*δρεψάμενος· συνάξας G1d κόψας f

532b

*χαμαιευνάδος· χθαμαλῆς Gbd χαμηλῆς K

533a

*οἵας· ὁμοίας bd

533b

ῥάδικες κυρίως μὲν οἱ ἀπὸ φοινίκων κλάδοι, νῦν δὲ καταχρηστικῶς κέχρηται τῇ λέξει.

534a

*ἄγρει· ἄγε G λάμβανε K2bdf

534b

*ἀσφοδέλου· βοτάνη bd

534c

διανθέος δὲ ἤτοι τοῦ διαφανοῦς, εὐανθοῦς, ἢ δισανθοῦς, διπλοῦν ἔχοντος ἄνθος, ὅτι δὶς κατ’ ἐνιαυτὸν
ἀνθεῖ, ἢ διὰ τὸ τοὺς καυλοὺς αὐτοῦ ἀνθερίκους καλεῖσθαι.

534d

διανθέος ἢ διανθοῦς· δὶς γὰρ ἀνθεῖ κατ’ ἐνιαυ‐ τόν V

534e

*διανθέος· πολυανθοῦς Gd

535a

καυλεῖον δὲ τὸν κάλαμον.

535b

καὶ τὸ ὑπέρτερον ἀνθερίκοιο ἀντὶ τοῦ μείζονας ἀνθέρικας τοῦ ἀστάχυος ἔχοντος.

535c

*ἀνθερίκοιο· ἀνθέρικος ὁ καυλὸς τοῦ ἀσφοδέ‐ λου v

536a

*σπέρμα· τὸ σπέρμα τοῦ ἀσφοδέλου· 〈κεφα‐ λῇ〉 ἔχιος ὁ καρπὸς 〈ὅμοιοσ〉 G. τὸ σπέρμα τοῦ ἀσφοδέ‐ λου d

536b

τότε λοβὸς ἀμφίς· χωρίς. οὐ γὰρ ὥσπερ ὃ ἐρεβίνθῳ συμβέβηκεν τοῦτο καὶ ἐπὶ ἀσφοδέλῳ, ἀλλὰ χωρὶς ἕκαστον σπέρμα, καθάπερ 〈....〉, ἔγκειται. τινὲς δὲ τὸ δὲ σπέρμα ὅπερ τοῦ ἀμφί. εἶναι γὰρ τὸν λόγον οὕτως, τὸ
5ἀμφὶς ἀντὶ ὁ λοβὸς αὐτοῦ αὔξει. λοβὸς δὲ λέγεται πᾶσα λεπίς, ἧς ἔνδον ἐστὶ τὸ σπέρμα, ἢ ἀγγεῖόν ἐστιν, ἐν ᾧ οἱ γεωργοὶ τὰ σπέρματα βάλλουσιν.

536c

*λοβός· τὸ λέμμα bm ἐν ᾧ ἐστι τὸ σπέρμα f

537a

ἠὲ καὶ ἑλξίνην· καὶ γὰρ ἑλξίνη καλεῖται παρὰ τὸ ἕλκειν εἰς ἑαυτήν. ἡ γὰρ ὄσφρησις αὐτῆς ἐστιν ἑλκυστική. Ἄλλως· ἑλξίνη εἶδος βοτάνης ἐστί. καλεῖται δὲ οὕτως, ὅτι κωλύει τι φύεσθαι ἐγγὺς αὐτῆς.

537b

κλύβατις, ὅτι καὶ χυλὸν κολλώδη ἔχει κηρῷ οἰκεῖον καὶ τὸν προσιόντα κρατεῖ. ἑλξίνη δὲ καὶ κλύβατις, σιδηρῖτις, παρθένιον, περδίκιον· πάντα γὰρ ἐπὶ ἑνὸς φυτοῦ.

538a

*τερπομένη· εὐφραινομένη d χαίρουσα f

538b

ἰάμνοις δὲ ταῖς ἰαμεναῖς καὶ ἕλεσιν.

539a

πῖνε δ’ ἐντρίψας· πῖνε, φησί, μίξας τὰ προει‐ ρημένα κοτύλῃ οἴνου ἢ ὄξους. εἰ δὲ καὶ ὕδατι μίξαις καὶ πίοις τῷ μήτε ὄξος μήτε οἶνον παρεῖναι, ἀλύξειας ἂν καὶ ἐκφύγοις τὰ κακά.

539b

*κοτυλήρυτον· ἶσον κοτύλῃ G ὅσον κοτύλην K2

539c

*ἀφύσσων· πλήσας G

540

*οἴνης· μετά G2

541

tit. περὶ ἀλκιβίου K

541a

ἐσθλὴν δ’ ἀλκιβίου· ἀντὶ τοῦ θεραπευτικήν. ἀλκίβιος δὲ λέγεται ἡ βοτάνη καὶ ἔχις, καὶ ἀλκίβιος μὲν ἀπὸ τοῦ εὑρόντος Ἀλκιβίου, ἔχις δὲ διὰ τὸ ἰᾶσθαι ὑπ’ αὐτῆς
τοὺς ὑπὸ ἐχίδνης πληττομένους. Δημήτριός φησιν ὁ Χλωρὸς
5ὑπὸ ἔχεως πληγέντα τινὰ κατὰ βουβῶνα, τουτέστι τὸ γονάτιον, καὶ διαμασησάμενον τὴν λεγομένην Ἀλκιβίου ῥίζαν καὶ τὸν μὲν χυλὸν καταπιόντα, τὸ δὲ μάσημα ἐπιθέντα τῷ τραύματι ἰαθῆναι εὐθύς. Ἄλλως· ἀλκίβιος ἐκλήθη διὰ τοιαύτην αἰτίαν. Ἀλκίβιον τοὔνομά τινα
10κοιμώμενον παρὰ τῇ ἁλωνίᾳ ἐγγὺς ὕδατος ἢ ἐγγὺς τῆς θη‐ μονίας (τὰ γὰρ δύο σημαίνει τὸ ἄντλον) ἔπληξεν ὄφις κατὰ τοῦ βουβῶνος, ἤγουν τοῦ γονατίου, ὃς ἀναστὰς καὶ ἀνασπά‐ σας τὴν βοτάνην ταύτην, τὸν μὲν χυλὸν αὐτῆς διαμαση‐ σάμενος κατέπιεν ὡς ἀποκρουστικὸν τοῦ ἰοῦ, τὸ δὲ μάσημα
15ἐπέθηκε τῷ ἕλκει.

541b

*περιφράζεο· σκόπει d

542a

*ἀκανθοβόλος· ἀκανθώδης bdf

542b

*περιτέτροφε· περίκειται Gbd παράκειται K2

542c

*χαίτη· κόμη b κόμη, φύλλα d ἢ φύλλα K2f

543a

*λείρια· ἄνθη ταῦτα K2

543b

λείρια δ’ ὡς ἴα· ὡς τὰ ἴα αὐτὴν περιστέφει 〈τὰ λείριαG〉.

543c

*λείρια δ’ ὡς ἴα· ἄνθη ὡς τὰ ἴα Gbdf

543d

*περιστρέφει· αὐτόν G περὶ αὐτὸν στρέφεται f

544a

ῥαδινὴ δέ, λεπτή ἐστιν ἡ ῥίζα ἀλκιβίου.

544b

*ὑπένερθεν· κάτωθεν d

544c

*οὔδει· τῇ γῇ GK2df

545a

*τὸν μέν· τὸν ἀλκίβιον GK2bdm

545b

*νεάτοιο· τελευταίου K2 ἐσχάτου df

545c

*χαράξας· ἀντιπλήξας G πλήξας d

546a

*χυτῆς· ἐπιχεομένης K λείας bm

546b

*τέλσον· τέρμα bm

547

εἶθαρ ἀνέπνευσεν· ἤγουν εὐθέως ἀναπνεῦ‐ σαι αὐτὸν τῆς κακοπαθείας ἐποίησεν. ἰστέον ὅτι, ἐὰν γρά‐ φηται ἐνέπνευσεν κάματον βίῃ, ἐπὶ τοῦ ὄφεως ἀκουστέον, τουτέστιν ὅτι πλήξας τὸν Ἀλκίβιον ὁ
5ἔχις εὐθέως πόνον καὶ ἀλγηδόνα εἰς τὴν δύναμιν αὐτοῦ ἐνέπ‐ νευσεν καὶ ἐνέβαλεν. εἰ δὲ γράφεται ἀνέπνευσεν καμάτων τοιοῦτόν ἐστιν, ὅτι ὁ Ἀλκίβιος τὸ μάσημα, τουτέστι τὸν φλοῦν τῆς ῥηθείσης βοτάνης, τῷ τραύματι ἐπιθεὶς τὸν χυλὸν κατέπιεν, ἵνα ἔξωθεν ὁ καὶ σύνδεσμος
10παραλαμβάνηται, καὶ εὐθέως τοῦ πόνου καὶ τῆς κακοπα‐
θείας βίᾳ ἀνέπνευσεν.

548a

*ἐρυσάμενος· ἐμβαλών d

548b

*ἕρκει· τῷ περιβόλῳ Gbd

549a

θηλάζων· τουτέστι τὸν ζωμόν, ἤγουν τὸν χυλόν, καταπίνων.

549b

πέσκος δὲ τὸν φλοιὸν τῆς βοτάνης. τὸ λέπος, φησί, τῷ τραύματι ἐπέβαλεν.

549c

*πέσκος· κυρίως τὸ δέρμα τῶν προβάτων v

550a

*ἦ μήν· γράφεται καὶ μήν K2

550b

*πρασίοιο· βοτάνη ἡ πράσιος GKbd

550c

*χλοανθέος· χλωρᾶς Gbd χλωροῦ Kf

550d

*ἔρνος· κλάδον df

550e

*ὀλόψας· κόψας KG1bd

551a

*χραισμήσεις· βοηθήσεις K2df

551b

ἀργῆτι σὺν οἴνῳ· ἤγουν λευκῷ ἢ θερμῷ καὶ διαπύρῳ.

552a

*ἥ· ἥτις Gd

552b

ἀστόργοιο δὲ τῆς μὴ βουλομένης θρέψαι τὰ βρέφη, τῆς μὴ στεργούσης. ἥτις, φησί, βοτάνη, πράσιος· θηλυκὸν γάρ.

552c

*ἀστόργοιο· μὴ ἀγαπώσης f

552d

κατείρυσεν δὲ ἀντὶ τοῦ καταρρεῦσαι ἐποίησεν.

552e

*κατείρυσεν· κατήγαγεν K2

553a

τὸ δὲ πρωτογόνου καὶ τῆς ἄρτι γεννηθείσης καὶ τῆς ἀρτίως καὶ πρῶτον τετοκυίας. νῦν δὲ τὸ δεύτερον σημαίνει. φασὶ γὰρ ὅτι αἱ μόσχοι τῇ σπάνει τοῦ γάλακτος ἄστοργοι γίνονται καὶ οὐ χαλῶσι ταῖς δαμάλεσι τὸ γάλα,
5ἀλλ’ ἀνακόπτουσι καὶ καρτεροῦσι· τρώγουσαι δὲ τὴν πράσιον (γαλακτοφόρος γὰρ αὕτη) στέργουσι τὰ τέκνα, ὑπὸ πλεο‐ νάζοντος γάλακτος τοὺς μαστοὺς σφαραγούμεναι, οἱονεὶ σπαρασσόμεναι.

553b

στέργει· καὶ τότε ποθεῖ καὶ στέργει, τῷ γάλακτι πλεονεκτοῦσα.

553c

*στέργει· † ἐρατεῖ K, ἀγαπᾷ f

554

μελίφυλλον δὲ καὶ μελίκταιναν τὴν πράσιον οἱ ποιμένες καλοῦσι διὰ τὸ ὀσμὴν μέλιτος ἔχειν αὐτήν.

556a

ῥοιζηδόν· ἤγουν μετὰ ῥοίζου καὶ κτύπου φέρον‐ ται πᾶσαι διὰ τὸ ὀσμὴν μέλιτος ἔχειν αὐτήν.

556b

*ἵενται· ἐπικάθηνται K2 ὁρμῶσιν f

557a

ἠὲ σύ γ’ ἐγκεφάλου· ἢ σύ, φησι, λάβε τὰς πέριξ τοῦ ἐγκεφάλου ἀραιὰς μήνιγγας τῆς κατοικίδος ὄρνιθος. γράφεται καὶ σμήριγγας· οὕτω δὲ λέγουσι τὰς τρίχας τὰς ἐπὶ τῶν μηρῶν καὶ τοῦ τραχήλου, ἔνιοι δὲ τὰς ἐπὶ τοῦ
5μετώπου, ἄλλοι τὸν ὑμένα λέγουσι τὸν περιτρέχοντα τὸν ἐγκέφαλον. ἔστι δὲ οὗτος τραχύτερος περιέχων τὴν ἀρχὴν τὴν ἐν τῷ νωτιαίῳ μυελῷ· ὅτι δὲ ὡφελεῖ ὁ ἐγκέφαλος τῆς ὄρνιθος εἰς τοὺς ὀφιοδήκτους, δῆλον· φησὶ καὶ Πέτριχος ἐν Ὀφιακοῖς.

557b

*μήνιγγας ἀραιάς· τοὺς λεπτοὺς ὑμένας Gdf

557c

*ἀραιάς· λεπτάς K2f

558a

*ὀμόρξαις· λεπίσαις Gbd

558b

*ὀμόρξας· ἐκπιέσας v

559a

ψῆγμα πολύκνημον· οἱ μὲν ὄνομα βοτάνης, οἱ δὲ λεπτόν. γράφεται καὶ ψηχρὰ πολύκνημον· σημαίνει δὲ ποτὲ μὲν τὸ περίψηγμα, ποτὲ δὲ τὴν βοτάνην
δηλοῖ, ἧς μνημονεύει καὶ Ἀπολλᾶς ἐν τῷ περὶ βοτανῶν.

559b

*πολύκνημον· πολυκόνδυλον GK

559c

*πολύκνημον καὶ ὀρίγανον· εἴδη βο‐ τανῶν bd

559d

*κάπρου· χοίρου bd

560a

ἀκρότατον· τὸ ἔσχατον df

560b

*κέρσαι· κόψον Gd

560c

*λοβόν· λοβὸς ὁ μετὰ τῆς † ἐπιμελῆς νεφρός † v

560d

ὅς τε τραπέζης· τράπεζα καὶ πύλη μέρη τινά εἰσιν ἐξημμένα τοῦ ἥπατος· τράπεζα, ὄνυξ, μάχαιρα, κάνεον.

561a

διὰ δὲ τοῦ νεύει δὲ χολῆς καὶ τῶν τοιούτων· ἀνατομικῆς ἐμπειρίας ἐπιστήμην διὰ τούτων παρίστησιν οἰκείαν, ἔξωθεν παριστορῶν ἐγκαίρως· ἀντὶ τοῦ μέρος, τουτέστιν 〈τὸ〉 τῆς τραπέζης ἐγγὺς τῆς χολῆς καὶ τῶν
5πυλῶν τῆς τροφῆς.

562a

σύμμικτα δὲ μετὰ οἴνου ἢ ὄξους· πλείων δὲ θεραπεία ἐπακολουθήσει τῷ μετὰ οἴνου πιόντι.

562b

*πιεῖν· πίε K πῖνε d

562c

*ἄνδιχα· χωρίς Gd μεμερισμένως K2

563a

*ὄξευς· μετά G2d

564a

ἐν δὲ φόβην· τρίχα, φύλλον.

564b

*ἐρύσασθαι· ἀντὶ τοῦ λάβε GKd

564c

*ἀειθαλέος· αὐξητικῆς Gd

564bis

In marg. G2 add: σημαίνει τὸν ἐπιφερόμενον στίχον περιττὸν ὡς σφάλμα τοῦ γραφέως· διὸ δι’ ἀστερίσκου σημαίνεται.

565a

πάνακες δέ· πολλὰ γὰρ πανάκη εἰσί, τὸ μὲν ἡρά‐ κλειον, τὸ δὲ κενταύρειον, ὃ καὶ χειρώνιον καλεῖται, τὸ δὲ ἀσκληπίειον. Θεόφραστος δὲ (H. P. 9, 11, 1) τὴν τιθύμαλλόν φησι πάνακες γενέσθαι καὶ λέγεσθαι.

565b

*πάνακες· εἶδος βοτάνης Gbd

565c

*κάστορος· ζῷόν ἐστιν d ζῷόν τι b

565d

οὐλοὸν ὄρχιν· ἢ τὸν ὁλόκληρον ἢ τὸν ὀλέθριον ἑαυτῷ. Σώστρατός φησιν ἐν τῷ ‘περὶ φύσεως ζῴων‘ (F.G. A. Wellm. p. 346) ἀμφίβιον τὸ ζῷον τοῦτο, ἤγουν τὸν κάσ‐ τορα. εὑρίσκεσθαι δὲ ἐν ταῖς κατὰ τὴν Σκυθίαν ἐρημίαις καὶ
5ἔχειν τοὺς ὄρχεις πλατεῖς ὡς κάπρου. διαδίδοται δὲ ὅτι διωκόμενος ἐκκόπτει τοὺς ὄρχεις αὑτοῦ, νοῶν ὡς αὐτῶν ἕνεκα διώκεται.

566a

ἢ ἵππου· καὶ τοῦ ἱπποποτάμου ὁ ὄρχις ὠφελεῖ,
φησι.

566b

Σάϊς δὲ πόλις Αἰγύπτου γέμουσα ἱπποποτάμων.

566c

*Σάϊν· Σάϊς ἡ Ἀθηνᾶ G ὄνομα πόλεως K2

566d

αἰθαλόεσσαν δέ φησιν αὐτήν, ἐπεὶ μελανόγειός ἐστιν.

566e

*αἰθαλόεσσαν· ὑδατόεσσαν R

567a

*βόσκει· τρέφει df

567b

ἅρπην· ἅρπη κυρίως λέγεται ἡ δρεπάνη· νῦν δὲ τοὺς ὀδόντας λέγει, ὅτι ὅλους τοὺς στάχυας τρώγει.

567c

*ἐπιβάλλεται· ἐπιτίθησιν d

568

ζάλον δὲ τὸ βορβορῶδες κῦμα.

569a

χιλοὶ ὅτε· ὅτε οἱ χιλοὶ πλήθουσι τοῦ σίτου καὶ νεωστὶ ἀπέθεντο τὴν πόαν, τουτέστι τὸ βοτανῶδες καὶ χλοῶδες. χιλοὶ δὲ ὑπό τινων ὁ Δημητριακὸς καρπός, ὑπὸ δὲ ἄλλων αἱ κριθαὶ καλοῦνται. οὕτως οὖν, ὅτε χλωραί εἰσιν αἱ
5τροφαί, ὅτε ἀνθεῖ σῖτος ὑπόχλωρος ὤν, λοιπὸν τοσοῦτον περι‐ πατῶν καὶ ἐξιὼν τοῦ ποταμοῦ καταλιμπάνει τὸν ἰλυώδη βυθόν,
ὅσον δύναται φαγεῖν, μέχρις ἂν καταλάβῃ πάλιν τὸν ποταμὸν ὑποστρέφων. τὸ γὰρ στείβειν πρὸς ἀντιδιαστολὴν τοῦ κολυμ‐ βᾶν εἶπε· κολυμβᾷ γὰρ τὸ ζῷον.

569b

*χιλοί· χιλὸς κυρίως ὁ χόρτος τῶν βοσκημάτων v

569c

*χλοάζουσι· γράφεται καὶ πλήθουσι G

569d

*ἀπεχεύατο· ἀπεσείσατο bm

570a

*τόσσον· τόσον K

571a

*ἐκνέμεται· βόσκεται d

571b

*γενύεσσι· σιαγόσι df

571c

παλίσσυτον· ἤτοι ὀπισθόρμητον ἢ ἀναποδί‐ ζουσαν· ἀναποδίζων γὰρ καὶ ὑποστρέφων κείρει· ἢ τὴν κατὰ ἔτος εὐγνωμονοῦσαν.

571d

*παλίσσυτον ὄγμον ἐλαύνων· ἀμείβων Gd

571e

*ὄγμον· γράφεται καὶ οἶμον GKd ὁδὸν bdf τὴν τάξιν τῆς φυτείας, κυρίως τὴν αὔλακα u ὁ Ξενοφῶν ‘ὤγμευον‘ γράφει οὕτω ‘καὶ τὸ μὲν πλῆθος τῶν ἱππέων ὤγμευον‘ (Xen. Cyr, 2, 4, 20) ἀντὶ τοῦ ἐπορεύοντο κατὰ τὸν ὄγμον
5bm in marg

572a

*τοῦ μέν· τοῦ ὄρχιος τοῦ ἱπποποτάμου Gbd

572b

*δραχμῆς· εἶδος μέτρου d

572c

*ἰσοφαρίζειν· ἰσοποιεῖν Gb, ἀντὶ τοῦ ἰσοποίει d

573a

*ἐμπίσαιο· πίοις GKbd

573b

*κύτει· τῇ θυίᾳ Gbd ἴγδῃ K2

573c

*ἐναολλέα· ὁμοῦ K συνηγμένα d ὁμοῦ, συνηγ‐ μένα f

574a

*ἁβροτόνου· βοτάνη b εἶδος βοτάνης d

574b

μηδέ τι δάφνης· Ἀντίγονος τὴν λεπτόφυλλον δάφνην ἀραιοτέραν εἶναί φησι, τὴν δὲ αὐτὴν καὶ ἀγρίαν καλεῖσθαι.

575a

ἀραιοτέρης οὖν τῆς λεπτοφύλλου.

576a

χραισμήεις· πάνυ δὲ ἂν καὶ ἀμάρακος εἴη βοηθητικός, ὅ ἐστι σάμψυχος. τὸ δὲ ἂν παρέλκεται.

576b

*χραισμήεις· ἀλθήεις v

576c

*χραισμήσεις· βοηθήσεις df

576d

ἀνδήροισι δέ, ἔν τε ταῖς πρασιαῖς ἢ τοῖς κήποις καὶ ἀναχώμασι τῶν ποταμῶν ἀνθῶν καὶ φυτευόμενος.

576e

*ἀνδήροισι· χείλεσι τῶν ποταμῶν v

577a

τάμισον τὴν πυτίαν λέγει, ἥτις ἐπὶ ἤδη γαλακτο‐ τροφουμένων ζῴων εὑρίσκεται. χρῶνται δὲ αὐτῇ πρὸς πῆξιν τῶν τυρῶν. καὶ Νικόων δὲ ἐν ταῖς δυνάμεσιν ἀρίστην τὴν πυτίαν εἶναί φησιν τὴν τοῦ νεβροῦ. δευτέραν δὲ τὴν τοῦ
5λαγωοῦ, καὶ τρίτην τὴν τοῦ ἐρίφου, ἧς μέμνηται ὁ Θεόκριτος (VII, 16).

577b

σκίνακος δὲ τοῦ σκιρτητικοῦ, εὐκινήτου, ταχέως.

578a

προκὸς τοῦ τέκνου τῆς δορκάδος.

578b

*νεβροῖο· ἐλάφου τέκνον Gd

578c

πάροιθ’ ἀπολύματα· ἀντὶ τοῦ πρῶτον τὰ ἀφοδεύματα καθάρας.

578d

*ἀπολύματα· ῥυπάσματα, ἤτοι 〈τ〉ὰ κόπρ〈ι〉α K2

579

ἢ ἐλάφου νηδύν· καὶ γὰρ ἐλάφου τὴν κοιλίαν ἣν καλοῦσιν ἐχῖνον, τουτέστιν ὅπερ πολύπτυχον λέγουσιν. ἄλλως· ἐχῖνος κυρίως μὲν ἡ κοιλία τοῦ βοός, νῦν δὲ ἐπὶ τῆς
ἐλάφου· καὶ ὁ κεκρύφαλος δὲ εἶδος κοιλίας. ἰστέον δὲ ὅτι
5τρεῖς εἶναι κοιλίας φησί, καὶ τὴν μὲν πρώτην καὶ ἄνω κεκρύ‐ φαλον εἶναι λέγει παρὰ τὸ κρύπτειν τὴν τροφήν· τὴν δευτέραν δὲ ἐχῖνον, διὰ τὸ ἔχεσθαι ἐκεῖ τὴν τροφήν, ἢ διὰ τὸ τραχύ· ἔστι δὲ τὸ λεγόμενον πολύπτυχον· καὶ τρίτην δὲ ἀποκριτικήν. Τῶν δὲ μηρυκωμένων ζῴων ἡ πρώτη κοιλία ἤνυστρον
10καλεῖται, ἡ δευτέρα ἐχῖνος καὶ ἡ τρίτη κεκρύφαλος.

580

*ἀπερύσας· ἀποκόψας ἢ βαλών GKbd

581

δραχμάων ὅσσον τε· μοίρας δύο δραχμῶν, τουτέστι δύο δραχμάς. ὁ δὲ κύαθος μέτρον ἐστί.

582a

μέθυος δὲ πολιοῦ ἀντὶ τοῦ παλαιοῦ ἢ λευκοῦ.

582b

*μέθυος· εἶδος βοτάνης GK2 οἴνου f

582c

*ἐπιμίξας· ἐνώσας d

583a

ἡ χραίσμη δέ, ὅ ἐστιν ἡ βοήθεια· 〈ὀνομασ‐ τικόν G1C

583b

*πολίου· εἶδος βοτάνης d

584a

ἄρκευθος· καὶ γὰρ ἄρκευθος καλεῖται ὁ καρπὸς
τῆς κέδρου· ἔστι δὲ καὶ εἶδος βοτάνης. 〈ἕτεροι δὲ τὴν βοτάνην φασίν, οὐ τὸν καρπὸν τῆς κέδρου ὅπερ κρεῖττον δοκεῖ G2

584b

*ἄρκευθος· ὁ κόκκος K2

584c

*σφαῖραι· κοκκία K2

584d

θερειλεχέος· ἐπεὶ πλατέα ἔχει τὰ φύλλα, ὥστε δύνασθαι ὑπ’ αὐτῶν σκεπάζεσθαι, θέρους ὄντος. τὸν δὲ καρ‐ πὸν τῆς πλατάνου σφαιρία τινὰ τραχέα φησὶν εἶναι. ὁ δὲ τῆς κέδρου καρπὸς ἄρκευθος καλεῖται, ἐπεὶ καὶ αὐτὸ τὸ
5δένδρον ἄρκευθον καλοῦσιν. ἄλλως· θερειλεχέος ἤτοι σκιώδους ἢ παρὰ τὸ ἐν θέρει δύνασθαι ποιεῖν λέχος ἐκ τῶν φύλλων αὐτῆς. ὁ δὲ καρπὸς αὐτῆς σφαιρία τινὰ τραχέα ἐστίν, ὃν δὲ καὶ σφαίρην εἶπε.

584e

*θερειλεχέος· διὰ τὴν ἀπὸ τῶν φύλλων σκιάν bm

585a

βουπλεύρου τε· Δημήτριος ὁ Χλωρὸς τὴν βούπλευρον δένδρον εἶναί φησιν. οὐκ ἔστι δέ, ἀλλὰ λάχανον, οὗ μνημονεύει Ἀνδρέας ἐν τῷ ἐπιγραφομένῳ Ὑακίνθῳ καὶ Ἐπαίνετος ἐν τῷ περὶ λαχάνων. Ἀντίγονος δέ φησιν
5καὶ Λύκωνα μεμνῆσθαι τοῦ λαχάνου.

585b

*βουπλεύρου· εἶδος βοτάνης K2 εἶδος λαχάνου
ἐστίν f

585c

Ἰδαίας δέ ἐστιν ἢ Κρητικῆς ἢ ὀρεινῆς. Ἴδη γὰρ καταχρηστικῶς πᾶν ὄρος. 〈κυρίως δὲ ὄρος Τροίας C〉.

585d

*Ἰδαίης· ἢ Τρωϊκῆς ἢ ὀρεινῆς. πᾶν γὰρ ὄρος Ἴδη κατὰ τοὺς ποιητάς m

586a

πηρῖνα· ποτὲ μὲν τὸ ἀγγεῖον τῶν διδύμων, ποτὲ δὲ τὸ ἄκρον τῶν αἰδοίων, ἐξ ὧν αἱ προέσεις γίνονται.

586b

*πηρῖνα· τὸν ὄρχιν GKbd

586c

θοραίην δὲ σπερμαίνουσαν. θορὸς γὰρ τὸ σπέρμα, ὥς φησι καὶ ὁ Ὀππιανός (Cyneg. I, 346).

587a

*ἀλθήσει· ἰάσει Gd

587b

*ἀθέσφατον· πολύν G μεγάλην d

587c

*μόγον· ὀδύνην GKd

588a

*μετεξετέρην· ἄλλην K

588b

*φύξιν· φυγήν df

589a

*κουλυβάτεια· εἶδος βοτάνης GK2d βοτάνη b

589b

*λίγδῳ· θυείῳ G ἰγδίῳ, θυίᾳ d

590a

σώχειν· σώχειν ἐστὶ τὸ τρίβειν καὶ λειοῦν.

590b

*οἱ· αὐτῷ τῷ λίγδῳ K2

590c

*πτισάνοιο· κρίθινα ἄλευρα· ἢ τὸν χυλόν Gbd ἀλεύρου κριθίνου K

590d

*χέασθαι· χῦσον K2 χεῦσον f

591a

*δύο κυάθεια· κοτύλην K2

591b

κυάθεια οὐδετέρως εἶπεν, ὡς κύκλα καὶ λύχνα· λείπει δὲ τὸ ‘πίε‘, ἢ φύρσας δὲ καὶ πιών.

591c

*παλαισταγέος· παλαιοῦ Gbd

592a

*ἀργέσταο· (scil. ἐλαίου)· ἢ ὀμφακίνου ἐλαίου ἢ λευκοῦ GKbdf

592b

*ἰσόμοιρον· τοῦ οἴνου Gbd

593a

*φύρσας· κυκήσας Gd συνταράξας καὶ πιών βd

593b

χολοιβόρον καὶ τὰ ἐξῆς· καὶ γὰρ χολοιβόρον τὸν βαρὺν καὶ σφοδρῶς χεόμενον λέγει, ἢ τὸν ὁμοίως τῇ χολῇ κατατρώγοντα.

593c

ἐρύξεις δὲ ἀντὶ τοῦ ἀποδιώξεις, κατάσχῃς καὶ κωλύσεις.

594a

*ἄγρει· ἄγε G1

594b

ἑξάμορον· ἑξάμορον λέγεται τὸ ἕκτον τῆς κο‐ τύλης.

594c

εὐώδεα δὲ κατ’ εὐφημισμόν (βαρύοδμος γάρ), ὡς
τὴν χολὴν γλυκεῖαν, καὶ τὸ ὄξος γλυκάδιον, καὶ τοὺς ταχεῖς ἀργούς, ὥς φησιν Ὅμηρος (Il. 1, 50) ‘οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς.‘

595a

ἦτρον τὸ γονάτιον ἢ τὸν ὀμφαλὸν τοῦ νάρθηκος λέγει. κυρίως δὲ ἦτρον ὁ μετὰ τὸν ὀμφαλὸν τόπος. καὶ μαρτυρεῖ 〈....〉 ‘ἠτρίου ἱππείοιο‘. ἄλλως. ἦτρον τὴν ἐντεριώνην φησί.

595b

*νάρθηκος· βοτάνη b

595c

ὀλόψας δὲ ἀντὶ τοῦ λεπίσας, κόψας.

595d

*ὀλόψας· ἐντρίψας. K

596a

ἱππείου μαράθου· τὸ δὲ λεγόμενον ἰππομά‐ ραθον εἶδος βοτάνης ἐστί.

596b

ἱππείου μαράθου· τὸ ἄγριον μάραθον, ὃ καλοῦσιν διὰ τὸ μέγεθος ἱππομάραθον. V.

597a

*κεδρίσιν· τῷ καρπῷ τῆς κέδρου bf

597b

*ἐντρίψας· λειώσας d

597c

ἑλεοθρέπτου δὲ σελίνου· Θεόφραστος δὲ λέγει (H. P. 7, 6, 3) τὸ ἱπποσέλινον, ὃ καὶ ἐν τοῖς πετρώδεσι
τόποις γίνεσθαί φησιν. ὠνόμασται δὲ διὰ τὸ μέγα εἶναι ἢ διὰ 〈τὸ〉 τὴν τῶν ἵππων στραγγουρίαν 〈ἰᾶσθαι〉. τοῦτο
5δὲ σμυρνεῖον καὶ κόψειον καλοῦσι τινές, ὡς Ἀνακρέων ἐν τῷ περὶ ῥιζοτομικῆς.

597d

ἑλεόθρεπτον δὲ σέλινον· τὸ ἐν ἕλεσι τρεφόμενον, ἐπειδή ἐστι καὶ ἱπποσέλινον καὶ ὀρεοσέλινον, τὸ λεγόμενον πετροσέλινον· τοῦτο δὲ σμυρνεῖον καὶ κόψειον καλοῦσί τινες. V

597e

ἑλεοθρέπτου δὲ σελίνου τοῦ ἐν τοῖς ἕλεσιν, ἤγουν ἑλώδεσι καὶ καθύγροις τόποις φυομένου καὶ τρεφομένου.

598a

*μεστωθέν· πληρωθέν Gd πλῆρες f

598b

*χάδοι· πίοι K2 συνέχοι f

598c

*ὀξυβάφοιο· ὀξυβάφου δὲ μέτρον ἐχέτω τὸ ἱπ‐ ποσέλινον Gd

600

ἐχεπευκέος ἤγουν πικρᾶς, καθάπερ πεύκη. πικρὰ γὰρ καὶ αὕτη. δραχμάων δὲ δύο ἄχθη φησί, τουτέστιν ὁλκήν.

601a

θερειγενέος δὲ τοῦ ἐν θέρει γινομένου· ἢ ἀθερειγενέος, ἐπειδὴ τοῦ κυμίνου ὁ στάχυς καὶ ὁ
καρπὸς ἀθέρας ἔχει, καθάπερ ἡ κριθή.

601b

*θερειγενέος· 〈ἐν〉 θερμοῖς τόποις γινόμε‐ νος GK

601c

*κεράσαιο· μῖξον G

601d

*κέρσαιο· τρίψον d κόψαις f

602a

*στήσας· σταθμήσας GK2df

602b

*ἄστατον· ἀστάθμητον bdm

602c

*ἀμφικυκήσας· περιταράξας KGd συνταρά‐ ξας b

603a

*μιξάμενος· ἐνώσας bd

603b

κυάθῳ· τουτέστι τρίτον τῷ κυάθῳ ἀντλούμενον (ἀφύξιμον δὲ παρὰ τὸ ἀφύσσειν), οἷον τρεῖς κυάθους.

603c

*ἀφύξιμον· ἀπνευστί G πότιμον f

604a

εὐσταθέος δέ, τῆς ναρδοστάχυος δραχμὴν συ‐ στήσας· γράφεται καὶ εὐστάχυος. ἢ εὐσταθέος, τουτέστι τοῦ ῥωστικοῦ.

604b

*δραχμήϊον· ἶσον δραχμῇ d

604c

*ἄχθος· ὁλκήν d

605a

ὀκταπόδην· τουτέστι καρκίνον ποτάμιον· ὀκτὼ γὰρ πόδας ἔχουσιν οἱ καρκίνοι.

605b

*ἀποσυληθέντα· ἀγρευθέντα Gd ἀφαιρηθέντα
v λαμβανόμενον f

606a

*ἐνθρύψαιο· καταπί〈ε〉σον G ἔντριψον b σύντρι‐ ψον d

606b

νεοβδάλτοιο δὲ ἀντὶ τοῦ νεωστὶ ἐβδαλμένου, τουτέστι πεπηγμένου, ἢ νεαμέλκτου. ἔστι δὲ ἀντίπτωσις, γενικὴ ἀντὶ δοτικῆς· ἔδει γὰρ 〈εἰπεῖν〉 ‘νεοβδάλτῳ γάλακτι καρκίνον ἐνθρύψαιο‘.

606c

*νεοβδάλτοιο· λείπει τὸ μετά G

607

ἶριν θ’ ἥν· κελεύει συμμίσγεσθαι τούτοις τὴν Ἰλλυρικὴν ἶριν. Δρίλων γὰρ ποταμὸς Ἰλλυρίδος καὶ Νάρων, ὃς διαχωρίζει Ἰλλυριοὺς καὶ Λιβύρνους. ἐνταῦθα καὶ ὁ Κάδμος καὶ ἡ Ἁρμονία ᾤκησαν, οἳ καὶ εἰς ὄφεις μετεβλή‐
5θησαν, ὥς φησι καὶ Διονύσιος· (392). «κεῖθι γὰρ εἰς ὀφίων σκολιὸν γένος ἠλλάξαντο.»

608a

*Σιδονίου· τοῦ Φοίνικος K2

608b

*θεμείλιον· εἰς ἱκε〈τε〉υτικά K2

609a

*δασπλῆτες· καταπληκτικοί Gd

609b

*νομόν· πρός K2

610a

*ἀνθεμόεσσαν· ἀνθοφόρον GKd πολλὰ ἄνθη ἔχουσαν f

610b

*ἄφαρ· εὐθέως K

610c

*τανύφυλλον· μακρόφυλλον d

611a

ἥν τε μελισσαῖος ... ἕρπων· ὅπου, φη‐ σίν, οἱ δύο, ὁ Κάδμος καὶ ἡ Ἁρμονία, δράκοντες δασπλῆτες γενόμενοι τὸν νομὸν στείβουσι, τουτέστι τὸν πρὸς νομὴν ἐπιτήδειον τόπον πατοῦσιν. δασπλῆτες δέ, ἤτοι φοβεροὶ καὶ
5χαλεποὶ τοῖς προσπελάζουσι καὶ δέους ποιητικοί. ἐρείκη δὲ εἶδος βοτάνης ἥτις φύλλα ἔχει τῷ κισσῷ παραπλήσια, μακρό‐ τερα δὲ καὶ παχύτερα.

611b

οὐλαμὸς δὲ νῦν ἡ μελισσῶν τάξις· κυρίως δὲ ἡ στρατιωτικὴ τάξις. καὶ τὸ ἕρπων δὲ καταχρηστικῶς εἴρηται ἀντὶ τοῦ ἱπτάμενος.

611c

*οὐλαμός· τὸ πλῆθος GK2

612a

*λάζοιο· λάμβανε bd

612b

πανακαρπέα θάμνον· γράφεται καὶ περιθαλλέα, ἤτοι τὸν ἁπαλόν. ἔστι δὲ νέον καὶ
πάντη ἄκαρπον· οὐδέπω γὰρ ὁ τοιοῦτός ἐστι καρποφόρος. ἢ πάντως ἄκαρπον·
5ἄκαρπος γὰρ ἡ μυρίκη, καὶ ταύτῃ ἐνομοθέτησεν ὁ Ἀπόλλων τοὺς μάντεις μαντεύεσθαι.

613a

μάντιν ἐνὶ ζῳοῖσι· τὸν θάμνον τῆς μυρίκης ἐπίσημον μάντ〈εσ〉ιν φησί. Μάγοι γὰρ καὶ Σκύθαι μυρικίνῳ μαντεύονται ξύλῳ· καὶ ἐν πολλοῖς γὰρ τόποις ῥάβδοις μαν‐ τεύονται. Δίνων δὲ καὶ ἐν τῷ πρώτῳ τῆς τρίτης συντάξεως
5καὶ τοὺς μάντεις φησὶ Μήδους ῥάβδοις μαντεύεσθαι, Ἡρόδοτος δὲ ἐν τῇ τετάρτῃ (IV, 67) καὶ ἐν πολλοῖς παρήγαγεν τόποις καὶ ἐν τῇ Εὐρώπῃ τινὰς διὰ μυρίκης μαντευομένους. καὶ ἐν Λέσβῳ δὲ ὁ Ἀπόλλων μυρίκης κλάδους ἔχει, ὅθεν καὶ Μυρικαῖος καλεῖται. καὶ Ἀλκαῖός
10φησιν ἐν τοῖς περὶ Ἀρχεανακτίδην καὶ τὸν πρὸς Ἐρυθραῖον πόλεμον (Bgk fr. 119) φανῆναι τὸν Ἀπόλλωνα καθ’ ὕπ‐ νον ἔχοντα μυρίκης κλῶνα. καὶ Μητρόδωρος ἐν τῷ περὶ
συνηθείας ἀρχαιότατον εἶναί φησι φυτὸν τὴν μυρίκην καὶ τοὺς Αἰγυπτίους ἐν τῇ τοῦ Διὸς πομπῇ ἐστεφανῶσθαι
15μυρίκῃ, καὶ παρὰ Μήδοις τοὺς Μάγους.

613b

*γεράσμιον· ἔντιμον K2 τίμιον d

613c

*ν· δ’ ἧς μυρίκης d δι’ ἧστινος, ἢ ὅπου m

614a

Κοροπαῖος· τινὲς Θεσσαλικός. Κορόπη γὰρ πόλις Θεσσαλίας. γράφεται καὶ Ὀρόπειος· Ὀρόπεια γὰρ πόλις Βοιωτίας, ὅπου διασημότατον ἱερὸν Ἀπόλλωνος.

614b

*ἐθήκατο· ἐποίησε K2

614c

*θέμιν· τὴν δικαιοσύνην d

615a

τὸ δὲ μὶξ κονυζῆεν, ἀντὶ τοῦ μεμιγμένως τὸ φυτὸν τῆς κονύζης, ἤτοι τὴν κόνυζαν τὴν ἔγχλοον.

615b

ἠδὲ καὶ ἀκτῆς· Θεόφραστος ἐν τῷ τρίτῳ περὶ φυτῶν (H. P. 3, 13, 4) τὴν ἀκτὴν θαμνῶδες φυτόν φησιν εἶναι, ἔχειν δὲ ῥάβδους πήχεων ἕξ.

616a

*ἠνεμόεντας· ὑψηλούς df

616b

*πτερά· φύλλα, ἐκ παραλλήλου G φύλλα bd

617a

σαμψύχου κύτισόν τε ἕως τοῦ τιθυ‐ μάλλους· Ἀμφίλοχος ἐν τῷ περὶ κυτίσου φυτόν φησιν ὠφέλιμον εἶναι τοῖς θρέμμασι, ὅτι πλῆθος γάλακτος ποιεῖ· Μικίων δὲ ἐν τῷ περὶ ῥιζοτομικῶν καὶ
5Κρατεύας (fr. 30 Wellm.) τρία εἶναί φασιν εἴδη, καλεῖσθαι δὲ τὸ μὲν πρῶτον ἄρσεν, ὑπό τινων δὲ κώβιον, εἶναι δὲ θαμνίσκον ἔχοντα ῥάβδους ἐρυθράς, τὸ δὲ δεύτερον μυρτίτην καλεῖσθαι ἢ καρυΐτην, τὸ δὲ τρίτον 〈φύεσθαι μὲν παρὰ τῇ θαλάσσῃ, καλεῖσθαι δὲ ὑπό τινων CG〉 τιθυμαλλίδα.

617b

*σαμφύχου· εἶδος βοτάνης CGbd

617c

εὐγλαγέας δὲ αὐτάς φησιν ἀντὶ τοῦ πολὺν ὀπὸν ἐχούσας ἢ γαλακτώδεις, ἤγουν πληθυνούσας τὸ γάλα.

617d

*εὐγλαγέας· γράφεται καὶ εὐγλαγέτας· γαλακτώδεις Gd

617e

*κύτισον· εἶδος βοτάνης G βοτάνη d τὸν K2

617f

*τιθυμάλλους· τάς K2

618a

*θρύπτε· τρῖβε d

618b

*λίγδῳ· θυείῳ G ἐν ἰγδίῳ d ἐν ἀγγείῳ f

618c

σκαφίδεσσι δοχαίαις· ἀντὶ τοῦ ἀγγείοις δεκτικοῖς· Ὅμηρος (Od. 9, 223)· ‘γαυλοί τε σκαφίδες τε.‘

618d

*δοχαίαις· μεγάλαις Gd δεξαμέναις, μεγάλαις K2

619a

φαρμάσσων μέθυ κεῖνο· τὸν οἶνον· ἐν τῇ δεκάτῃ μοίρᾳ τοῦ χοὸς ἔμβαλε τὰ εἰρημένα. ἄλλως· χοὸς δεκάτῃ ἀντὶ τοῦ δέκατον μέρος τοῦ χοός, ἤγουν τὴν κοτύλην καὶ πλέον.

619b

*φαρμάσσων· ἀναμιγνύων K2

619c

*χοός· τοῦ χοὸς ἐκείνου, ὥστε εἶναι δέκατον οἴνου ἐν τῷ φαρμάκῳ bm

620a

γέρυνες ἤγουν τὰ γεννήματα τῶν βατράχων, ἤτοι οἱ μικροὶ καὶ ἀδιάπλαστοι βάτραχοι. φησὶ δέ· βατρά‐ χους ζῶντας ἕψησον μετὰ οἴνου ἢ ὄξους ἢ ὕδατος καὶ πίε.

620b

*καναχοί· οἱ φωνητικοί GK2d

620c

*περίαλλα· περισσῶς τῶν ἄλλων ζῴων Gbd

622a

*βάμματι· ὄξει GKd

622b

πολλάκι δ’ ἧπαρ· τρῖς εἶναί φησι θεραπείας· μίαν μὲν τῶν βατράχων ἑψηθέντων, ἑτέραν δὲ τοῦ ἥπατος μετὰ Κερκυραίου οἴνου, ἄλλην τῆς κεφαλῆς ἢ ἐν οἴνῳ ἢ ἐν ὕδατι.

622c

ἐνὶ σχεδίῃ· ἤτοι ἐν τῷ τυχόντι ἢ Αἰγυπτίῳ.
Σχεδία γὰρ πόλις Αἰγύπτου. Δημήτριος δὲ γράφει ἐνὶ Σχερίῃ καὶ ἀκούει τὸν Κερκυραῖον οἶνον· ἔστι γὰρ πεπτικός, ὡς Ἀγαθοκλῆς ἐν τῷ περὶ διαίτης· ἔνιοι δὲ ἐνὶ
5Σχεδίῃ ἀντὶ τοῦ Αἰγυπτίῳ· ἔστι γὰρ πόλις Αἰγύπτου πλησίον τῆς Χαιρέου.

623a

ἢ αὐτοῦ σίνταο· καὶ γὰρ περὶ τοῦ ἔχιός φησι. τούτου γὰρ ἡ κεφαλὴ ἑψηθεῖσα μετὰ οἴνου ὠφελεῖ.

623b

*νύμφαις· ὕδασιν Gd

624

ἐμπισθὲν δὲ ἤγουν ποτισθέν, ποθέν.

625a

ἑλιχρύσοιο· τὸ ἑλίχρυσον ἄνθος ἐστίν, οὗ μέμ‐ νηται καὶ Θεόκριτος (1, 30).

625b

πολυδευκέος δὲ τοῦ γλυκέος, τοῦ ἡδυτάτου. δεῦκος γὰρ τὸ γλυκὺ παρ’ Αἰτωλοῖς, ὅθεν ἀδευκὴς ὁ πικρός.

625c

ἄνθην δέ· θηλυκῶς εἶπε τὸ ἄνθος.

626a

κόρκορον· εἶδός ἐστι λαχάνου εὐτελοῦς, ὅθεν καὶ παροιμία ‘καὶ κόρκορος ἐν λαχάνοις.‘ καὶ Ἡφαιστίων μέμνηται τούτου· ἔστι δὲ ἀεὶ κατακλινόμενον, ὅθεν
καὶ ἠμυόεν αὐτὸ εἶπεν, οἷον μεμυκότα 〈καὶ ἐπικλίνοντα G
5φύλλα ἔχον. Ἄλλως· ἠμυόεν τὸ μεμυκός, τὸ ἠσφαλισμένον, ὡς τὸ ‘μέμυκε δὲ χείλεα σιγῇ‘ (A. P. 15, 40, 6 ? Cometas), ἀντὶ τοῦ ἠσφαλισμένα ἐστί. καὶ Ἡσίοδος (Op. 508) ‘μέμυκε δὲ γαῖα καὶ ὕλη‘· πάντα γὰρ τῷ χειμῶνι συνεσταλμένα εἰσὶ καὶ ἠσφαλισμένα.

626b

πανάκτειόν τε· τὴν ὁμοίαν πεκτείῳ. 〈ἔστι δὲ εἶδος βοτάνης ὅμοιον ὀριγάνῳ. χρῶνται δὲ πρὸς ἑψήματα αὐτῇ· ἡ δὲ κονίλη ὁμοία ἐστὶ τῷ πανακτείῳ. GC〉. φησὶ Διοκλῆς (F. M. G. I, 150 W.) τὴν κονίλην ὑφ’ ὧν μὲν ἡρά‐
5κλειον καλεῖσθαι καὶ ὀρίγανον, ὑφ’ ὧν δὲ ἀγρίαν ὀρίγανον καὶ πάνακες. φησὶ Πέτριχος ἐν τῷ Ὀφιακῷ ὅτι Κόνιλος εὗρε τὴν βοτάνην. τινὲς δὲ πανάκειαν, κατὰ ἀφαίρεσιν τοῦ τ, τὴν πάντα ἰωμένην. δύναται δὲ καὶ πανάκτειον λέγεσθαι, ἤγουν ἡ ἐπὶ πάσῃ ἀκτῇ φυομένη. ἄλλως· πανάκτειος καὶ κονίλη
10ταὐτό ἐστιν, ταὐτὸ ὃ καὶ Ἡράκλειόν φασι καὶ ὀρίγανον.

626c

*πανάκτειον· ἢ καὶ ἐν τραχυτέροισι τόποις εὑρισκόμενον K2

626d

*πανάκτειόν τε κονίλην· εἴδη βοτανῶν db

626e

*κονίλην· τήν K2

628a

σὺν καὶ ὄνου· οὕτω λεγόμενον ἀντὶ τοῦ ὀνο‐ φύλλου.

628b

*θύμβρης· εἶδος βοτάνης d

629a

στρομβεῖα δὲ ψώχοιο ἀντὶ τοῦ περι‐ φερῆ καρπὸν λείωσον.

629b

*ψώχοιο· σύντριβε K

629c

καὶ τὸ κακῆς ἐμφόρβια νούσων, οἱο‐ νεὶ δαπανητικὰ τῆς νόσου, δι’ ὧν ἡ νόσος ἐσθίεται, ἤτοι θεραπεύεται.

630a

*ἄγρει· λάμβανε d λάβε b ἄγε, λάμβανε f

630b

ἄγρει μήν· ἀντὶ τοῦ ἄγε μὴν ταῖς μικραῖς μηκωνίσι τὴν ὁμοίαν ῥάμνον κατὰ τὸ μέγεθος, τουτέστι οὕτω μικρὸν κλάδου ῥάμνον. ῥάμνος δὲ φυτὸν ἀκανθῶδες.

630c

*μηκωνίσι· μήκωσι Gd

630d

*ἐΐσην· ὁμοίαν f v

631a

ἐρσομένην ἤγουν βρεχομένην, δροσιζομένην, αὐξανομένην.

631b

*ἐρσομένην· δροσώδη Gd ἁπαλὴν οὖσαν K2

631c

*ἀργῆτι· λευκῷ GKdf

631d

*περιτέτροφεν· τρέφεται K2

632a

φιλέταιριν δέ, σημειωτέον ὅτι τὸ ἀκανθῶδες φυτόν, ἡ ῥάμνος, παρὰ Μυσοῖς καὶ Λυδοῖς φιλέταιρις ὀνομά‐ ζεται.

632b

*ἐπίκλησιν· ἐπίθετον d κατ’ ἐπωνυμίαν f

633a

Τμῶλος δὲ ὄρος Λυδίας.

633b

*Τμώλοιο ἀντὶ τοῦ Τίμωλος καλεῖται K2

633c

παραὶ Γύγαό τε· ἤτοι αὐτοῦ τοῦ βασιλέως 〈Λυδίασ〉 σῆμα, ὥς φησιν Ἱππῶναξ ἐν τῷ πρώτῳ τῶν [Λυδίας] ἰάμβων (fr. 42 Masson)· ἢ τὴν Γυγαίαν λίμνην λέγει, ἀπὸ Γύγου τοῦ ἑκατογχείρου. Γυγαία γὰρ λίμνη Λυδίας.

633d

*σῆμα· τὸν τάφον Gd σῆμα ὁ τάφος καὶ τὸ ση‐ μεῖον f

634a

καὶ Παρθένιον λέπας, ἀκρωτήριον τῆς Λυδίας οὕτω καλούμενον.

634b

*ναίουσιν· κατοικοῦσιν d οἰκοῦσιν f

634c

Κίλβις ὄρος Λυδίας ἢ τόπος ἢ ποταμός, ἔνθα
πολλοὶ ἵπποι νέμονται. ἀεργοί· οἱ μὴ ἕλκοντες ἅρματα. ἀργοὶ δὲ ἵπποι ἐκεῖ πρῶτον ἐτράφησαν. πρῶτον γὰρ καὶ αὐτοὶ ἠροτρίων.

635a

χιλεύουσι δέ, ἤγουν τρέφονται ἐσθίοντες ἢ καὶ ἐσθίουσιν.

635b

*χιλεύουσι· βόσκουσι v

635c

*ἀντολαί· πηγαί GKbdm αἱ γενέσεις f

635d

*Καΰστρου· ποταμοῦ Λυδίας GKd Κέσ‐ τρ]ος καλεῖται K2

636

tit. περὶ ῥιζῶν Gdf

636a

*τοι· σοι K2df

636b

*ἀρωγούς· βοηθούς d τοῖς ὀφιοδήκτοις βοη‐ θούς f

637a

ἔνθα δύο ἐχίεια· ἤγουν δύο εἴδη ἐχίου. οὕτω δὲ ὠνόμασται διὰ τὴν ἐξ αὐτῶν ὠφέλειαν, τοὺς γὰρ ὑπὸ ἔχεως δηχθέντας θεραπεύει. ὅτι δὲ δύο εἴδη, μαρτυρεῖ καὶ Νουμήνιος ἐν τῷ θηριακῷ καί φησι τὸ ἕτερον ὠφελεῖν.
5Ἄλλως· δύο εἴδη βοτανῶν εἰσιν, ὧν τὸ ἕτερον τοὺς ὑπὸ ἔχεως δηχθέντας ὠφελεῖ, διὸ καὶ οὕτως ἐκλήθη. ἔστι δὲ ὠκιμοειδές. ὠκίμῳ γὰρ παραπλήσια ἔχει τὰ φύλλα 〈ἐπεὶ τυτθόν· ἐπεὶ καὶ αὐτό, φησί, τὸ φυτὸν μικρόν ἐστι G.

637b

*πιφαύσκεο· γίνωσκε GKdf ἐμφάνιζε[ο] v

638-641

ἀγχούσῃ προσέοικεν· ἤτοι ὠκίμῳ, φησίν, ὅμοιόν ἐστι τὸ μικρόν, καὶ ἀκανθώδη μὲν ἔχει τὰ φύλλα, μικρὰν δὲ τὴν ῥίζαν ἐλάχιστον ὑπὸ γῆν ἰοῦσαν· τὸ δὲ ἕτερον, φύλλοις καὶ κλάδοις ὑψηλοῖς ἀεὶ θάλλον, καὶ ὀλίγῳ
5περιστέφεται ἄνθει. Ἄλλως· θάλεια, τοῖς φύλλοις καὶ τοῖς κλάδοις ἢ ἄνθεσι δασεῖα. κάλχη δὲ ἄνθος, ἢ τὸ ζῷον, ᾗ βάπτεται ἡ πορφύρα.

638

*προσέοικεν· ὁμοιοῦται Gd ὅμοιον ποιεῖ〈ται〉 f

639

*τυτθόν· τὸ πετάλειον δηλονότι Gd

640

*καλύκεσσι· ἐν καυλοῖσι K γράφεται καὶ καυλοῖσι d

641a

*πέριξ· κύκλῳ f

641b

*καλχαίνεται· 〈γράφεται〉 πορφύρεται G

641c

*πορφύρεται· 〈γράφεται〉 καλχαίνεται db

642a

βλάστη δ’ ὡς ἔχιος· ἡ βλάστη δὲ τὸ στέλε‐ χος· ἔχις δὲ εἶδος βοτάνης. σφεδανὸν δὲ τὸ τραχὺ καὶ
σκληρὸν καὶ σφιγκτόν.

642b

*βλάστη δ’ ὡς ἔχιος· τὸ στέλεχος ἐμφερὲς τῇ περιοχῇ τοῦ ἔχιος Gb ἔχις δὲ εἶδος ὄφεως G2

642c

*βλάστη· πρέμνον G

642d

ἔχιος· ἐχῖνον τοῦτο ὁ Γαληνὸς γράφει (11, 880) V

643a

*προταμών· ἐκκόψας d

643b

*χραισμεῖν· βοήθει Gd

643c

ἀνδρακάδα δὲ τὴν μερίδα φασὶν οἱ νεώτεροι· ἀλλ’ Ὅμηρος (Od. 13, 14) ἐπιρρηματικῶς φησι τὸ ἀνδρακάς. ἀπὸ τούτων δὲ τῶν ἐχίων, λέγει, ἀνδρακάδα, ἤγουν μερίδα, κόψον ἰσόμοιρον. ἰσήρεα γὰρ τὸν ἰσόσταθμον, ἤτοι
5ἰσόζυγον.

644a

σφέλᾳ δέ, κυρίως μὲν τὸ ὑποπόδιον, νῦν δὲ ξύλῳ πυκνῷ.

644b

ὅλμῳ δὲ καὶ ῥωγάδι πέτρῃ τῇ λιθίνῃ ἴγδῃ. κεάσας ἤγουν τρίψας.

644c

*ῥωγάδι πέτρῃ· θυίᾳ b

645a

ἠὲ σύγ’· ἠρύγγου δὲ καὶ τοῦ ἀνθεμώδους ἀκάνθου τὰς ῥίζας λαβὼν ἰσοβαρῆ ποίησον καὶ τρίψας πότισον. Ἄλ‐ λως· Ἀριστοτέλης (H. A. 610 b 29) περὶ ἠρύγγου διαλε‐
γόμενός φησι μιᾶς ἀγέλης αἰγῶν διαπορευομένης 〈...〉
5καὶ αὐτὸς ἵστατο καὶ οἱ ἐπακολουθοῦντες. μνημονεύει δὲ τοῦ ἀκάνθου καὶ Θεόφραστος ἐν τῷ περὶ φυτῶν (H. P. 6, 1, 3). ἔχει δὲ ἀμφότερα τὰ βοτάνια φύλλα ἀκανθώδη.

645b

οὐδέ ς’ ἠρύγγοιο· περὶ τοῦ ἠρυγγίου Πλού‐ ταρχος (2, 776 f) λέγει ὅτι μιᾶς αἰγὸς εἰς τὸ στόμα λαβούσης, τὸ αἰπόλιον ἵσταται μέχρις ὁ αἰπόλος λαβὼν ἐξάγει τοῦ στόματος. καλοῦσι δὲ τοῦτο καὶ ἄφθαστον· ἔχει δὲ ἀκαν‐
5θώδη φύλλα, ὥς φησι Θεόφραστος. V

645c

*ἠρύγγοιο· εἶδος βοτάνης Gbd φυτοῦ K

645d

*ἀλθήεντος· ἰατρικοῦ GKd

645e

καὶ ἀλθήεντος ἀκάνθου· τὸν ἄκανθον καὶ μελάμφυλλον καὶ παιδέρωτα λέγουσι. καλῶς δὲ ἀλθήεν‐ τα λέγει· διαφορητικὴν γὰρ μετρίως ἔχει δύναμιν. V

645f

*ἀκάνθου· εἶδος βοτάνης Gd

646a

*λειήναιο· σύντριψον d

646b

*ἰσορρεπές· ἰσόζυγον d

647a

*ἀμφοῖν· ἐκ τῶν δυοῖν GK τοῖς δυσί d

647b

κλώθοντος· γράφεται καὶ χλοάοντος ἐν ἀρπέζαισιν ἐρίνου. τὸν ἔρινον Διοκλῆς (F.M. G. I, 149 W.) ἐν τῷ ῥιζοτομικῷ φησιν εἶναι ὅμοιον ὠκίμῳ· βοηθεῖ δὲ πρὸς τὰ θηρία. φύεται δὲ πρὸς ποταμοὺς καὶ
5κρήνας καὶ τόπους εὐηλίους. ἄρπεζαι τόποι ἐν οἷς φύεται ὁ ἔρινος. ἄλλως· ἀμφοῖν κλώθοντος· φέρε γὰρ ἰσόζυγον βάρος ἐξ ἠρύγγου καὶ ἀκάνθου ἐν τοῖς τοῦ ἐρίου κλώσμασιν, ἠρτημένου καὶ ἀποκρεμαμένου ζυγοῦ.

647c

*χλοάοντος· γράφεται καὶ κλώθοντος d

647d

*κλώθοντος· στρεφομένου καὶ ἠρτημένου bd

647e

ἐν ἀρπέζαισιν ἐρίνου· ἐρινεὸν Ἀθη‐ ναῖοι ὀνομάζουσιν· ἔστι δὲ ἡ ἀγρία συκῆ, ὣς δέ φησι Διοκλῆς ἐν τῷ Ῥιζοτομικῷ (I, 149 W.) καί ἐστιν ὅμοιον ὠκίμῳ.

648a

*λάζεο· λάμβανε d

648b

εὐκνήμοιο· ἤτοι εὐκλάδου, ἢ εἶδος βοτάνης. τοῖς δὲ δυσὶν ὀνόμασιν ἐχρήσατο καθ’ ἑνός, εὔκνημον καὶ ὄρειον ὁμωνύμως. εὐκνήμου δὲ οὐδέν ἐστιν ἀκοῦσαι, ἢ οἱονεὶ κνήμας ἢ κλάδους εὐαυξεῖς ἐχούσης.

648c

*κόμην· φύλλα G ἤτοι φύλλον ἐχούσην K2 κορυ‐ φήν d

648d

*βρίθουσαν· θάλλουσαν d

648e

*ὀρείης· τῆς ὀρεινῆς· ἢ εἶδος βοτάνης G τῆς ὀρει‐ νῆς bd

649a

καὶ σπέραδος· ἀντὶ τοῦ σπέρμα· ὁ δὲ τόνος
ὡς τέναγος.

649b

Νεμεαῖον δέ, ὅτι ἐν Νεμέᾳ εὑρέθη ἡ βοτάνη αὕτη· καὶ ἀειφύλλου τοῦ μὴ ἀποβάλλοντος τὰ φύλλα, ὅτι οὐ φυλλορροεῖ.

649c

*ἀειφύλλοιο διότι ἀεὶ θάλλει b

650a

ἀννήσοιο· διπλοῦν τὸ ν, ἀντὶ τοῦ ἀνήσου· οὕτως Ἀττικῶς.

650b

*ἀννήσοιο· ἀνήθου K2 βοτάνη d

650c

*ἀείρας· ἀναλαβών d

651a

ὁλκήεσσαν δὲ τὴν ὁλκὴν ἔχουσαν καὶ βάρος διὰ τὰς ῥίζας· ἢ ἐπὶ τὴν ὁλκήεσσαν πλάστιγγα πεσοῦσαν· ἢ ῥίζαις ὁλκήεσσαν, πολλὴν καὶ ἐπιμήκη ῥίζαις, ἢ ὑπὸ τὴν βαρουμένην πλάστιγγα. 〈πλάστιγξ δὲ τὸ τοῦ ζυγοῦ, ἤτοι
5στάθμης, μέρος. C〉.

651b

*πλάστιγγα· πλαστιγξ ἡ τοῦ ζυγίου χύτρα v

651c

*πεσοῦσαν· πεσόντα G

652

*ἐργάζοιο· κόπτε, τρῖβε Gd κόπτε K

653a

ἄλλοτε μέν τ’ ἐχίων· νῦν μὲν τοὺς ὀφιοδήκ‐ τους, νῦν δὲ τοὺς σκορπιοδήκτους, ἄλλοτε τοὺς ὑπὸ φαλαγ‐
γίων δηχθέντας θεραπεύσειας.

653b

*ὀλοόν· ὀλέθριον d

653c

*σίνος· βλάβην Gbd

653d

*τύμμα· δῆγμα bd

654a

*σκορπιόεν· τὸ τοῦ σκορπίου Gd

654b

*φάλαγγος· τοῦ K2

654c

τριπλόον· ἤγουν τριπλοῦν βάρος ἐνθρύπτων ὀδελοῦ ἐν οἴνῳ, τουτέστι τριώβολον, τρεῖς ὀβολούς. ὁ δὲ νοῦς ἅπας ἐστὶν οὗτος· ἐλαίας φύλλα καὶ σελίνου ῥίζας καὶ ἀννήσου διπλάσιον τὸ βάρος ἔχον, τὰς εἰρημένας ῥίζας
5πάσας, καὶ ἐχίων, λέγω, καὶ ἠρύγγου καὶ ἀκάνθου καὶ σε‐ λίνου λαβὼν τρῖψον καὶ ἐν ἀγγείῳ μίξας ἔχε εἰς βοήθειαν ὄφεων δήγματος ἢ εἰς τύμμα σκορπίου. ἢ ῥωγὸς πλῆγμα· ἀλλ’ ὁπόταν ἐξ αὐτοῦ διδόναι ἐθέλῃς τινί, ὀδελοῦ βάρος τρι‐ πλόον σταθμήσας βάλε εἰς οἶνον καὶ οὕτω δός.

654d

*ὀδελοῦ· ὀβελοῦ bd

656a

*αἰγλήεντα· λαμπρόν K

656b

χαμαίλεον· δύο εἴδη εἰσὶ χαμαιλέου, ὁ μὲν λευ‐
κός, ὁ δὲ μέλας, ὃν ποικίλον τινές φασι διὰ τὸ μέλαν, ὡς Κρα‐ τεύας (fr. 32 Wellm.)· μνημονεύεται δὲ ἀμφοτέρων Θεόφρα‐ στος (H. P. 9, 12, 1)

656c

*χαμαίλεον· βοτάνην b εἶδος βοτάνης d

657a

*δοιοί· οὐ μόνον κατὰ γένος, ἀλλὰ καὶ κατὰ τὴν ὄψιν bm

657b

ζοφοείδελος δέ, ὅτι ζοφοειδής ἐστι κατὰ τὴν ὄψιν.

658a

ἠΐκται δέ, ἤγουν ὅμοιός ἐστι σκολύμῳ, ὅ ἐστι εἶδος φυτοῦ, οὗ καὶ Ἡσίοδος μέμνηται (Op. 582)· ‘ἦμος δὲ σκόλυμός τ’ ἀνθεῖ.‘

658b

τροχέην δὲ χαίτην, τὴν περιφερῆ· ἔστιν γὰρ τὰ φύλλα τοῦ χαμαιλέου τοιαῦτα, ὅμοια ὀριγάνῳ, τὴν δὲ τοιαύτην σκιάδειον καλοῦσι.

658c

*ἀπεχεύατο· ἀπορρίπτει d διατείνει m

658d

*σκολύμῳ· φυτόν b

658e

*ἠΐκται· ὡμοίωται GK2d

658f

*τροχέην· γράφεται τραχέην Gd

659a

*βριαρή· στερεά, μεγάλη Gd ἰσχυρά bm

659b

*αἴθαλος· μέλαινα G1d bm

659c

*κνημοῖς· κνημὸς ὁ καθύγρος τόπος v πρόπο‐
σιν bm

660a

σκαιοῖς δὲ σκιεροῖς, ἀνηλίοις, καὶ σκιὰν ἀποτελοῦσι.

660b

*ἐντελέθει· φύεται GKd

660c

*φυξήλιος· τὸν ἥλιον φεύγουσι Gd

660d

*νεμέεσσι· βοτανώδεσι τόποις K2 ἐν καθύγροις τόποις d

661a

*δήεις· μάθε v

661b

*πετάλοισιν ἀγαυρόν· εὐαυξῆ GKd εὐ‐ θαλῆ bm

661c

*ἀγαυρόν· ὑψηλόν. ἀγαυρὸς κυρίως ὑπερήφανος v

662a

πεδόεσσα ἤτοι χαμαιπετής, χαμηλή· διὸ καὶ μολοβρὴν εἶπεν· μολοβρὴ δὲ οἱονεὶ † μολιβοειδής †, ἢ μόλις αὐξανομένη, ἢ ταπεινὴ ἀπὸ μεταφορᾶς τῶν ταπεινῶν ἐπὶ τὴν βορὰν μολούντων.

662b

*μολοβρήν· μολοβρὸς κυρίως ὁ γαστρίμαργος πτωχός v

663a

*ὑπαργήεσσα· ὑπόλευκος Gbd λευκή K

663b

*μελίζωρος· γλυκεῖα bm

663c

*μελίζωρος ... πάσασθαι· γλυκεῖα τῇ γεύ‐ σει GKd

663d

*πάσασθαι· γεύσασθαι Gbdmv

664a

*τῶν· τούτων GKd

664b

*κυάνεον· τὸν μέλανα d

664c

*ἀναίρεο· λάβεο d λάβε b

664d

*ἀναίνεο· ἀπαρνοῦ v

664e

ἀπὸ φάρσος· καὶ γὰρ τὸ φάρσος κλωνάριόν ἐστιν· ἢ τὸ ἐκτὸς τῆς ῥίζης φλοιῶδες, ἢ μερίδα.

664f

*φάρσος· φλοιόν K2

665a

*δραχμαῖον· δραχμῆς βάρος Gbd

665b

*πιεῖν· πίε d

665c

*ὑδάτεσσι· ὕδασι ποταμοῦ d

665d

*ταράξας· μίξας Gd

666a

ἄλλην δ’ ἀλκιβίοιο, τουτέστιν ἄλλην βο‐ τάνην, ἄλλο εἶδος, οἱονεὶ ἄλλο ἀλκίβιον.

666b

φερώνυμον δὲ αὐτὸ εἶπε, διότι ἀλκεῖ, ἤγουν βοηθεῖ, τῇ δυνάμει τῷ χρωμένῳ αὐτῇ εἰς ἀλεξητήριον.

666c

*αἵρεο· λάβε Gd λάμβανε K2

667a

*δράγμα χερός· τὸ θέναρ G τὸ θέναρ τῆς χειρὸς πληρώσας d

667b

*παύρῳ· ὀλίγῳ Gd

667c

*νέκταρι· οἴνῳ Gbd

667d

*πίνοις· πῖνε d

668-672

Φαλακραίοισι· Φαλάκρα ἀκρωτήριον τῆς Τροίας, ἢ τῆς ἐν Τροίᾳ παρακειμένης Ἴδης, ἐπεὶ καὶ τέσσα‐ ρές εἰσι ἄκραι, ὧν τὰ ὀνόματα Λέκτον, Πέργαμον, Φαλάκρα καὶ Ἴδη. ἐπακτήρ, φησι, ταῖς Ἀμυκλαίαις σκύλαξι κελεύων,
5τὸν κνυζηθμὸν τοῦ κυνὸς τοῦ θυμολέοντος ὅλον ἐφώρμησεν, τουτέστιν αὐτὸν τὸν κύνα καὶ ὅλην αὐτοῦ τὴν ἰσχὺν καὶ προ‐ θυμίαν. Ἄλλως· κνυζηθμόν· λείπει ἡ διά, ἤτοι διὰ κνυζηθμὸν κυνὸς εὗρε τὴν βοτάνην ὁ ἐπακτήρ. θυμο‐ λέοντος δέ, τοῦ κυνὸς ἐπίθετον, καὶ τὸ ὅστε ἀντὶ
10τοῦ ὅστις ὁ κύων. μεταλλεύων ἤτοι ζητῶν. ἵπ‐ που δέ (τοῦ δουρείου δῆλόν ἐστι)· 〈λειμῶνες δέ〉· λειμῶ‐ νές τινες ἐν Τροίᾳ· Κρύμνης· ὁμοίως δὲ Κρύμνη καὶ
Γράσος πεδία εἰσὶ Τροίας.

668a

*σκοπέλοισι· ὄρεσι Gd

668b

*ἐπακτήρ· κυνηγός Gd

670a

*Ἀμυκλαίῃσι· Λακωνικαῖς K2d

670b

*κελεύων· διεγείρων τῇ φωνῇ d

671a

*κνυζηθμόν· βοήν K2 ἄσημον κλαυθμόν· ἡ φωνὴ λέγεται δὲ ἐπὶ τῶν κυνῶν u

671b

*ἐπήισε· διήγειρεν K2

671c

*ἐπώρινε· ἐφώρμησε, ἐποίησε b ἐφώρμησε d

672a

*ἀργός· ταχύς, ὁρμητικός, v ταχύς m

672b

*αἰγὸς ῥόθον· ὁρμήν Gdb ὅρμημα K

672c

ἐν στίβῳ· ἤτοι ἐν τῇ βάσει· γράφεται καὶ ἐν τρίβῳ ὕλης.

673a

κανθὸν δὲ εἶπε τὸ κάτω τῆς ῥίνὸς μέρος, ἤγουν τὸ ῥάμφος. καὶ τοῦ κανθοῦ τὸ μὲν πρὸς τὴν ῥῖνα μέρος ῥαντὴρ λέγεται, ὅτι ῥαίνεται τοῖς δάκρυσι, τὸ δὲ ἕτερον παρώτιον.

673b

*ῥαντῆρι· καθύγρῳ K2

673c

*τυπήν· τὴν πληγὴν b

673d

*ἐχίδνης· ὄφεως bd

674a

*τήν· ἔχιδναν Kd

674b

*κλάγξας· ὁ κύων G βοήσας K2 κράξασα ἡ κύων d

674c

*φ’ ἑκάς· μακρόθεν K2 πόρρω d

674d

*βάλε· τὴν ἔχιδναν G ἔρριψε d

674e

*ποίης· τῆς βοτάνης ἀλκιβίου G

675a

*κατέβρυξε· ἔφαγεν K2 ἐμασήσατο d

675b

*ἀλεύατο· ἔφυγεν K2 ἐξέφυγεν d

675c

*φοινόν· φονευτικόν K2d

676a

λάζεο· γράφεται καὶ ἆσαι, οἱονεὶ χορτάσαι, κορεσθῆναι, ἐμπλησθῆναι· ἀπαρέμφατον δέ ἐστι ἀντὶ προσ‐ τακτικοῦ.

676b

ἆσαι δ’ ἔγχλοα φλοιὸν ἐλαιήεντα κρότωνος· ἀντὶ τοῦ ἐλαιώδη ἢ Ἰταλικόν. Ἐλέα γὰρ πόλις ἐν Ἰταλίᾳ· κρότων δὲ εἶδος φυτοῦ ὅμοιον πεύκῃ.

676c

*ἔγχλοα· χλωρόν d χλωράν b

676d

κρότωνος· εἴρηται τὸν φλοιὸν ἢ αὐτὴν τὴν ῥίζαν μετὰ τῶν φύλλων τῆς δασείας μελισσοφύλλου· ἢ σκορπίουρον τὴν λεγομένην ἰσχύουσάν τε καὶ ἡλιοτρόπιον, λευκὰ φύλλα ἔχουσαν, ἐλαίας ἐοικότα πετάλοις. καὶ ῥίζαν κοτυληδόνος,
5τὴν ἰωμένην τὰ ὑπὸ κρυμοῦ γινόμενα τῶν ποδῶν ἀποκαύ‐
ματα καὶ τῆς πυρίτιδος χλωρὰ φύλλα, καὶ τοῦ σκολοπένδρου τὸν καυλὸν ἢ πανάκειον. σκορπίουρος δὲ ἡ βοτάνη καλεῖται, ἐπειδὴ ἡ ῥίζα αὐτῆς παρεμφερής ἐστι τῷ τοῦ ζῴου κέντρῳ, ἀθερώδης οὖσα· ἔοικε δὲ τῇ τῆς κοτυληδόνος. οἱ δὲ κλάδοι
10αὐτῆς ἀειθαλεῖς, λευκὰ φύλλα ἔχοντες ὡς ἡ ἐλαία, εἰς ὕψος ἀνατείνοντα, ὅμοιοι ὄντες τοῖς ἀεὶ χλοάζουσι τῆς μολοθούρου. αὕτη φύεται ἐν ψαφαρᾷ γῇ ἢ ὀρεινῇ καὶ κρημνώδει. ἡλιοτρό‐ πιος δὲ διὰ τὸ πρὸς ἥλιον ἀεὶ στρέφεσθαι, ὥσπερ καὶ ἡ ἀνεμώνη. ἰσχύουσα δέ, ὅτι τὸ ἐν Αἰγύπτῳ αὐτῆς φυτὸν
15ἀκανθῶδες τοιαύτην ἔχει δύναμιν. ὅταν γὰρ αὐτῆς ἅψηταί τις, μαραίνονται αὐτῆς τὰ φύλλα· ἐπειδὰν δὲ αὐτὴν ἐάσῃ, πάλιν ἀναθάλλουσιν.

677

συμμίγδην δὲ ἀντὶ τοῦ συμμεμιγμένως τοῖς φύλλοις τοῦ μελισσοφύλλου.

678a

ἠὲ καὶ ἠελίοιο τροπαῖς· τὸ ἡλιοτρόπιόν φησι, τὸ πρὸς τὰς τροπὰς τοῦ ἡλίου τρεπόμενον. ἐν γὰρ τῷ ἡλιοτροπίῳ καὶ αὐτοῦ τὰ φύλλα τρέπεται.

678b

ἰσώνυμον ἔρνος· ἄγχουσαν τοῦτο ὁ Γαληνὸς (XI, 812) γράφει. τινὲς δὲ καὶ σκορπίουρον. ἔχει γὰρ ῥίζαν
ὡς σκορπίου οὐράν. τέσσαρα δὲ ταύτης ἐστὶν εἴδη, ὧν ἡ μὲν ὀνοκλεία καὶ λύκαψος, ἡ δὲ λύκιον προσαγορεύεται. ἡ δὲ
5〈τρίτη〉 ὀνόχειλός τε καὶ ἀλκιβιάδειος καλεῖται, ἡ δὲ τετάρτη ἀνώνυμος, ἄγχουσα μόνον καὶ ἡλιοτρόπιον λεγομένη V

678c

*ἔρνος· φυτοῦ κλάδον u

679

*παλιστρέπτοιο· παλιντρόπου d

680a

τεκμαίρει δὲ ἤγουν σημαίνει, φαίνει, δεικνύει.

680b

*τεκμαίρει· σημειοῖ, δηλοῖ K2

680c

*γλαυκοῖσιν· λευκοῖς d

680d

ἴσον πετάλοισι· καὶ αὐτὴ ἡ ἐλαία τὰ γλαυκὰ τῶν φύλλων ἄνω ἔχει ἐν θέρους ὥρᾳ, τὰ δὲ μέλανα χειμῶνος.

681a

κοτυληδόνος· ἡ δὲ κοτυληδὼν εἶδος φυτοῦ ὅμοιον κυμβάλῳ, ἐν θριγκοῖς φυόμενον· ἐὰν δέ τις φάγῃ κοτυληδόνα, ἔχων χίμετλα ἐν ποσίν, εὐθὺς παύονται. Ἄλλως· Κρατεύας (fr. 23 Wellm.) ἐν τῷ ῥιζοτομικῷ προστίθεται
5ὅτι πρόβατον ἄρνα εἰ μὴ στέργοι, ἐάν τις κοτυληδόνα τρίψας μεθ’ ὕδατος δῷ, στέργει.

681b

*ἀνὰ κρυμόν· τῷ χειμῶνι G

681c

*κρυμόν· πάγον u

682a

*ὀλοφυδνά· χαληπά G λυπηρά K2 ὀλέθρια bm
γοερά u

682b

διήφυσε δὲ ἀντὶ τοῦ ἰάσατο, ἐθεράπευσε.

682c

*διήφυσε· διέκοψε u

683a

βλωθροῖο· ἤτοι πύρεθρον οὕτω καλούμενον λέ‐ γεται. ἔστι δὲ δριμὺ κατὰ γεῦσιν, διὸ καὶ οὕτως ὠνόμασται. μνημονεύει δὲ τῆς βοτάνης ταύτης καὶ Ἰόλαος, λέγων αὐτὴν χρησιμεύειν. ἔστι δὲ καὶ ἑτέρα πυρῖτις βοτάνη, ἣν πρὸς
5παντός φασι θηρίου δῆξιν ἀγαθὴν εἶναι, ὥς φησι καὶ Κρατεύας (fr. 27 Wellm.)

683b

*βλωθροῖο· τοῦ εὐαυξοῦς G

684

σκολοπενδρείοιο· σκολοπένδρειος δὲ βοτά‐ νη ἐστίν, ὡς ἐν τῷ ἐπιγραφομένῳ Νάρθηκι ὁ Ἀνδρέας εἶπεν. ἔοικε δὲ τὸ πέταλον σκολοπένδρᾳ τῷ θηρίῳ. στυπτικὸν δέ ἐστιν καὶ βοηθεῖ τοῖς θηριοδήκτοις.

685a

πάνακες· καὶ γὰρ πάνακες Φλεγυήιον, τὸ παια‐ νικὸν εἶδος τοῦ φυτοῦ. Φλεγυαῖον δὲ τὸ ἐν Φλεγύαις, ἔθνει τῆς Φωκίδος, φυόμενον. Φλεγύαι γὰρ ἔθνος Φωκίδος παρὰ Δελφοῖς ᾤκησαν, ἢ ἐπεὶ οἱ Δελφοὶ Ἀπόλλωνος ἱερὸν Φλε‐
5γυήιον ἱδρύσαντο, ἢ ἐπεὶ ὁ Ἀσκληπιὸς ἰατρεῦσαι λέγεται ἐν Δελφοῖς. ὁ γὰρ Ἀσκληπιὸς Κορωνίδος ἦν υἱὸς τῆς Φληγύου θυγατρός. 〈Παιήων δὲ ὁ Ἀσκληπιός Gp

685b

ἄγρει καὶ πάνακες· καὶ ὁ Γαληνὸς (XII, 95) πάνακες ἀσκληπίειον γράφει· ἔστιν δὲ καὶ πάνακες χειρώνιον καὶ ἕτερον ἡράκλειον, οὗ τῶν ῥιζῶν καὶ τῶν καυλῶν ὁ χυλὸς ὀποπάναξ καλεῖται· ἀπορεῖ δὲ ὁ Γαληνὸς πόθεν ὁρμηθέντες
5οὐ πάνακες, ἀλλὰ πάνακα προσαγορεύουσι. V

686a

Μέλανος ποταμοῦ· καὶ γὰρ Μέλας ποταμὸς Βοιωτίας.

686b

*ἄμερξεν· ἔλαβεν GK

686c

*ἄμερσεν· ἐφάνισεν bm

687a

*Ἀμφιτρυωνιάδαο· τοῦ καταγομένου (κατὰ γένος b) ἐξ Ἀμφιτρύωνος bm

687b

θέρων ἀντὶ τοῦ ἰώμενος τὸ τοῦ Ἰφικλέος ἕλκος, ὅπερ πέπονθε χρανθεὶς τῷ αἵματι τῆς ὕδρας, ὅτε
αὐτὴν σὺν τῷ ἀδελφῷ Ἡρακλεῖ ἔκαιεν. Ἡρακλέους γὰρ τὴν ὕδραν ἀναιροῦντος, ὁ ἀδελφὸς αὐτοῦ ὁ Ἰφικλῆς, πληγεὶς
5ὑπ’ αὐτῆς, ἐθεραπεύθη ὑπ’ Ἀσκληπιοῦ. ἢ Ἰφικλέους ἔρνος ἵν’ ᾖ λέγων τὸν Ἰόλαον πεπληχθῆναι ὑπ’ αὐτῆς, ὅπερ ἄμεινον. Ἰδίως δὲ ταῦτα ἱστορεῖ Νίκανδρος· οὐ γὰρ Ἰφικλῆς, ἀλλ’ ὁ τούτου παῖς, ὁ Ἰόλαος, συνεστράτευσεν Ἡρακλεῖ ἐπὶ τὴν ὕδραν.

687c

*θέρων· θεραπεύων K2bm ἰώμενος· κυρίως δὲ θερμαίνων u

687d

*ἕλκος· γράφεται καὶ ἔρνος GK

688

*ἐπυράκτεεν· ἔφλεγεν G K ἐπολέμει b

689

σκύλακας δὲ καταχρηστικῶς τὰ τέκνα τῆς γαλῆς. λαιδρὴν δὲ τὴν εὐκίνητον καὶ ἀναιδῆ καὶ θρασεῖαν καὶ ἁρπακτικήν.

690a

πρόσπαιον δὲ πρόσφατον.

690b

ἀποσκύλαιο δέ, ἤγουν ἐκδείραις.

690c

λάχνην δὲ τὸ δέρμα.

691a

καρφαλέου τουτέστι ξηροῦ ἢ ξηροποιοῦ.

691b

καθύπερθε ἤτοι ὑπεράνωθεν τῆς αὐτμῆς τοῦ
καταξήρου πυρὸς τοῦ σελάοντος, ἤγουν ἀναπτομένου. φύσει γὰρ τὸ πῦρ κατάξηρον καὶ θερμὸν κατὰ τὴν ἰδίαν φύσιν. 〈σελάοντος δὲ ἀντὶ τοῦ φλογίζοντος p

691c

*σελάοντος· φλογίζοντος G καίοντος K

692a

καὶ ἀφόρδια γαστρός· ἤτοι πάντα τὰ ἔντερα γαλῆς λαβὼν καὶ τὰ σκύβαλα, ῥῖψον ἔξω, αὐτὴν δὲ τὴν γαλῆν φύρσον, τουτέστι ταρίχευσον καὶ πάσον ἅλατι καὶ ἐν σκιαῖς ξήρανον. τοῦτο γὰρ δηλοῖ τὸ ἠελίοιο δίχα,
5ἵν’ ᾖ σκιόψυκτον, ἵνα μὴ ἡ πιότης, ἤγουν τὸ ὑγρόν, ξηρανθῇ.

692b

*ἀφόρδια· ἀφοδεύματα GK ἀκαθαρσία u

693

*τέρσον· ξήρανον G

694a

μή τοι· μὴ δὴ G

694b

μή τι ἐνισκήλῃ νεαρόν· τουτέστι μὴ ξηράνῃ τὸ σῶμα τῆς γαλῆς ὁ ἥλιος προσελθὼν καὶ προσ‐ πεσὼν ὀξύς. δυσωδία γὰρ περιέσται, ἣ τὴν ἰκμάδα ἀπόλλυσι. ὁ νοῦς ἅπας οὕτως, γαλῆς τέκνα ἢ αὐτὴν τὴν μητέρα ἀγρεύ‐
5σας κτεῖνον καὶ ἐν πυρὶ τὰς τρίχας αὐτῆς καῦσον· ἐκβαλὼν
πάντα τὰ ἔγκατα αὐτῆς καὶ ἁλίσας, ξήρανον ἐν σκιᾷ καὶ ὁπότε χρῄζεις, λαβὼν μάχαιραν τὰ μὲν ὀστέα ἀφελὼν ῥῖψον, τὸ δὲ σῶμα τρίψας μετὰ οἴνου δὸς πιεῖν μετὰ σιλφίου ἢ ξηροῦ γάλακτος στροφάλιγγος, ὃ βέλτιον. Ἄλλως· λαβὼν
10τὴν γαλῆν ἔκδειρον αὐτὴν καὶ ξηράνας εἰς ὅλμον κόπτε συντό‐ μως σὺν δυσὶ δραχμαῖς ἀριστολοχείας καὶ ἀπ’ αὐτοῦ τεσ‐ σάρων δραχμῶν ὁλκὸν στήσας, δὸς μετὰ οἴνου πιεῖν, πλή‐ σας ποτήριον. Ἄλλως· γράφεται μὴ σύγ’ ἐνὶ σκύ‐ λῃ, ἤτοι μὴ σύ γε, φησί, νεωστὶ τὸ σῶμα ξηράνας τῆς
15γαλῆς κατείργασο, ἀλλ’ ὁπόταν δι’ ἀνάγκης χρείαν αὐτῆς ἔχῃς.

694c

*ἐνισκήλῃ· ἐξικμάσῃ bm

694d

σκίναρ δὲ γέννημα, παρὰ τὸ σκιρτᾶν, ἢ τὸ σῶμα καὶ σκήνωμα.

694e

*ὀξύς· γράφεται ὠκύς u

694f

*ἀΐξας· ὁ ἥλιος G

695a

τὸ δὲ ἀλλ’ ὁπόταν χρειώ σε, ἀλλ’ ὁπόταν ἡ χρεία σε καταλαμβάνῃ καὶ κατεπείγῃ κάμνοντα ὑπὸ τῆς ἀλγηδόνος, ἀνάσωχε τῇ κνηστίδι, τουτέστι διάκοπτε εἰς μικρὰ τῇ μαχαίρᾳ τὸ σκελέτευμα, ἤτοι τὸ ἐσκληκὸς τῆς
5γαλῆς, καθάπερ τὸ καλούμενον σίλφιον ἢ τυροῦ στροφάλιγγα.

695b

*κατεμπάζῃ ἤγουν κατεπείγῃ· σῶχε διὰ κνησ‐ τίδι ἀντὶ τοῦ διάσωχε καὶ τρῖβε τῇ κνηστίδι εἰς μικρά· σκέλετον τὸ ἐσκληκός bp

696a

*δάκος· θηρίον G

696b

ἀφαυρὸν δέ φησι τὸ σίλφιον, παρόσον χαῦνον καὶ οὐ στρυφνόν.

697a

σίλφιον· βοτάνην u

697b

στροφάλιγγα δ’ ἣν ἡμεῖς τροφαλίδα λέγομεν, οἷον τυροῦ τροχόν.

698a

ἐπικνήθων δὲ οἱονεὶ ἐπιτρίβων διάλυε, ὡς σίλ‐ φιον ἢ τυρόν.

698b

προφερέστατον δέ, τῶν ἄλλων δηλονότι ὧν ἄνωθεν εἴρηκε. 〈γράφεται καὶ ἄλκαρ Gγ〉

700a

εἰναλίου χέλυος· ἄλλη δύναμις. πυνθάνου δέ, φησί, καὶ ἄκουε τὴν ἐκ τῆς θαλασσίας χέλυος ἐπικρατοῦσαν βοήθειαν, ἥτις ἀλήξημα γίνεται τῷ τῶν ἑρπετῶν δήγματι.

700b

κρατέουσαν δὲ θεραπευτικήν.

701a

*εἶλαρ· κυρίως τὸ φύλαγμα καὶ τὴν ἀσφάλειαν, βοήθημα K2

701b

*ἔμεν· εἶναι u

701c

ὅσα φῶτας· τοῦ δήγματος τῶν δολιχῶν, ὅσα τοὺς ἐπιπόνους καὶ ἀνιαροὺς ἀνθρώπους βλάπτουσιν.

703-11

ἤτοι ὅταν· ὁ νοῦς ἅπας οὕτως, ὅταν ἐπὶ τῆς χέρσου τις ἀπὸ τῆς θαλάσσης ἐκβάλῃ χέλυν, ἀναστρέφων αὐτὴν ὑπτίαν καὶ μαχαίρᾳ κεντήσας, δέξαι τὸ αἷμα αὐτῆς εἰς νέον καὶ ἄθικτον κέραμον καὶ τούτου τὸ ὑδατῶδες ἀνιμη‐
5σάμενος ἔκχεε, τὸ δὲ καθαρὸν αἷμα ξήρανον καὶ ἀπ’ αὐτοῦ ὡσεὶ τεσσάρων δραχμῶν τὸ βάρος ἔχον, μίσγε μετὰ ἀγριοκυμίνου δύο δραχμῶν καὶ λαγωοῦ πυτίας δύο δραχμῶν καὶ τοῦτο λειάνας ψῦξον καὶ ἀπ’ αὐτοῦ δραχμῆς τὸ βάρος κόψας δὸς πιεῖν μετὰ οἴνου.

703

βροτόλοιγον· ὅταν τὴν βροτόλοιγον χελώνην ὑπὲρ τῶν αἰγιαλῶν τοῦ πόντου ἐξέλκωσιν οἱ ἀσπαλιεῖς, ἤγουν οἱ ἁλιεῖς, ταύτην ἀνακυπώσας, τουτέστιν ὑπτίαν ποιήσας καὶ ἀναστρέψας ἐπὶ νῶτον, τὴν κεφαλὴν
5αὐτῆς ἀπόκοψον χαλκῇ μαχαίρᾳ.

705

ἀπὸ θυμὸν οὖν ἀράξαι ἀντὶ τοῦ φόνευ‐
σον pγ

706a

μαυλίδι· μαχαίρᾳ pγ

706b

βλοσυρόν· μέλαν, κακόν pγ

707a

κεράμῳ δὲ πίθῳ, σταμνίῳ.

707b

νεοκμῆτι δὲ καινῷ ἐκ καμίνου· πελιδνὸν δ’ ἤγουν μέλανα pγ

708a

οὐρὸν ἀπηθῆσαι· καὶ γὰρ οὐρὸς λέγεται ἡ ὑποστάθμη, ἤγουν τὸ ὑδατῶδες τοῦ πεπηγότος γάλακτος· νῦν δὲ ἐπὶ τοῦ αἵματος, ἤγουν τὸ λεπτὸν καὶ ἄποιον. ἡ δὲ σύνταξις οὕτως, τὸν πελιδνὸν οὐρόν, ἤτοι τὸ πλαδάον, ἤγουν
5ὑγρόν, ἀπηθῆσαι, τουτέστι διαλῦσαι ἐν λαεργέϊ μάκτρῃ, ὅ ἐστι λιθίνῃ θυίᾳ καὶ ἴγδῃ. πελιδνὸν δὲ τὸν μέλανα καὶ σεσηπότα καὶ ἰχωρώδη.

708b

*οὐρόν· ὀρόν bm

708c

*εὐεργέϊ· γράφεται λαεργέϊ bm

708d

*λαεργέϊ· γράφεται εὐεργέϊ K

709a

ἧς ἐπὶ δὴ τέρσαιο· ἤτοι ἐφ’ ἧς δὴ μάκτρας καταξήρανον τὸ αἷμα ἐκχέας τὸν ὀρρόν καὶ αὐτὸ τὸ διατριφθὲν καὶ διακλασθὲν διὰ τὸ θρομβῶδες αἷμα συντρίψας καὶ λειώσας
τεσσάρων δραχμῶν βάρος. ἄλλως· ἐπειδὰν τὸ αἷμα τῆς
5χελώνης ξηρὸν ᾖ, κλάσμα τι καὶ μέρος ἀφελὼν ὡς τετράδραχ‐ μον εἶναι, μίγνυε μετὰ τῶν ἄλλων εἰδῶν καὶ τῷ βλαβέντι δίδου ἐν οἴνῳ πιεῖν δραχμήν.

710-713

ἐν δὲ κυμίνου δοιάς, καὶ ἐκ ταμίσου λαγωοῦ τετάρτην μοῖραν. ἡ μὲν φράσις καὶ ὁ νοῦς τὴν διὰ τοῦ ἦτα γραφὴν ἀπαιτεῖ, τὸ δὲ μέτρον τὴν διὰ τοῦ ἰῶτα, ἵνα ἐπὶ τῆς ταμίσου εἴρηται οὕτως. ὁ δὲ νοῦς, μίγνυε καὶ ἀγριο‐
5κυμίνου δύο δραχμὰς καὶ ἐκ ταμίσου λαγωοῦ τετάρτην μοῖ‐ ραν δραχμῆς. Ἄλλως· τετράμοιρόν φησι βρῖθος καταβάλλειν ταῖς δυσὶ δραχμαῖς τοῦ ἀγριοκυμίνου.

710

*βάρος· τοῦ αἵματος bm

711a

*δοιάς· δισσὰς δραχμάς bm

711b

*ἀγροτέροιο· ἀγρίου bm

711c

*ταμίσοιο· πιτύης K2bm

712

*καταβάλλεο· τέσσαρας μερίδας bm

713

ἔνθεν ἀποτμήγων· καὶ γὰρ ἐκ τῆς προειρη‐ μένης συνθέτου κατασκευῆς δραχμὴν λαβὼν μετὰ οἴνου
πιεῖν δίδου τῷ βλαβέντι.

714

ἀλεξητήρια δήεις· καὶ γὰρ μέχρι τοῦ ὧδε περὶ ὄφεων, ἐντεῦθεν περὶ φαλαγγίων καὶ τῶν ὁμοίων διαλαμβάνει, καὶ πρῶτον περὶ μέλανος ἢ ῥωγός. δέκα δέ φασιν εἶναι γένη φαλαγγίων, εἰ καὶ Νίκανδρος μόνων τῶν
5ἑπτὰ μέμνηται.

715a

ἔργα δέ τοι σίνταο· 〈Ἰόβασ〉 ὁ βασιλεύς φησιν ἐν τῷ θηριακῷ (F. G. H. III a 275 F 102 Jac.) ιʹ γένη εἶναι τῶν φαλαγγίων, Ἀπολλόδωρος (fr. 5 Schn.) δὲ ἐν τῷ περὶ θηρίων καὶ Ἀριστοτέλης φησὶν (H. A. 5, 27) ὅτι ἐν
5γυργάθοις γεννῶσι τὰ φαλάγγια, τίκτει δὲ ὑπὲρ τὰ τριάκοντα, γεννηθέντα δὲ τὰ φαλάγγια ἀναιρεῖ τὴν ἰδίαν μητέρα, ἐνίοτε δὲ καὶ τὸν ἄρρενα, 〈ἤγουν τὸν αὐτῶν ἴδιον πατέρα K〉. μέμνηται δὲ τοῦ πρώτου φαλαγγίου, ὃ καλεῖται ῥὼξ διὰ τὸ ῥαγὶ σταφυλῆς ἐοικέναι. ῥὼξ δέ ἐστι φαλαγγίου εἶδος, ὅπερ
10κατὰ μέσην τὴν γαστέρα ἔχει τὸ στόμα. καὶ μέλαν δὲ φαλάγγιον καλεῖται. ἔστι δὲ καὶ ἀστέριον καὶ κυάνεον καὶ ἕτερα πλείονα.

715b

*σίνταο· βλαπτικοῦ d

716

tit περὶ ῥωγός GVd

716a

τὸ οὖν περιφράζοιο ἀντὶ τοῦ περισκόπει. τὸ δὲ σήματά τ’ ἐν βρυχμοῖσιν, ἀντὶ τοῦ καὶ τὰ ἐν τοῖς δήγμασι γινόμενα σημεῖα.

717a

πισσῆεν· ὅτι πισσῶδές ἐστι τῇ χροιᾷ ἢ τῇ πνοῇ· ἢ ῥὼξ καὶ πισσῆεν καλεῖται.

717b

*πισσῆεν· μέλαν σῶμα bm

717c

ἐπασσυτέροις ποσίν· ἤτοι πολλοῖς ποσὶν καὶ πυκνοῖς ἕρπον ὡς ἀράχνης. τοῦτό, φησι, μέλαν ὄν, ἔχει τοὺς πυκνοὺς πόδας πέριξ, τὴν δὲ κεφαλὴν κατὰ μέσην τὴν κοιλίαν, δύο ὀδοῦσιν ὠπλισμένην. λέγεται δὲ ῥώξ, ἢ ὅτι
5βότρυος ἔοικε ῥαγὶ κατὰ σχῆμα, ἢ ὅτι ῥωγί τινι ἄνθρωπον ἀναιρεῖ τρώσας.

717d

*ἕρπων· βαδίζων d

718a

ἔσκληκεν ὀδοῦσι, ἤτοι ἐξήρανεν, ἀντὶ τοῦ στόμα καὶ τοὺς ὀδόντας ἐν γαστρὶ ἔχει GKC

718b

ἔσκληκεν ὀδοῦσι· σκληρόν ἐστι διὰ τὴν τῶν ὀδόντων ἀντιτυπίαν bm

719a

ἐγχρίμψαντος δέ, ὅ ἐστι τοῦ φαλαγγίου πλή‐
ξαντος, ἀνούτητον καὶ ἄτρωτον τὸ σῶμα μένει τοῦ πληγέν‐ τος, οἱονεὶ κατὰ τὸ ἀφανὲς πλήττει τὴν πληγὴν καὶ δῆγμα μὴ ἐργαζόμενον. οἱ δὲ ὀφθαλμοὶ τοῦ πληγέντος φοινικοὶ καὶ
5μέλανες γίνονται.

719b

*ἀνουτήτῳ· ἀτραυματίστῳ K2

720

*τὰ δ’ ἔνερθε φάη ὑποφοινίσσονται, ἤτοι καὶ τὰ φάη ὑποκάτω φοινίσσονται. GKd

721-724

αὐτίκα δὲ χρώς· ἤτοι τὸ σῶμα τοῦ δηχθέντος τείνεται ἐπὶ τὰ κάτω καὶ τὰ ἑαυτοῦ αἰδοῖα ἐξορ‐ θοῖ καὶ διὰ τῶν αἰδοίων ἀναδίδωσι χολῶδες. καὶ αὐτὸς δὲ ὁ καυλός, δηλαδὴ μόριον, τῷ σπέρματι δίυγρος γινόμενος διὰ
5τὸ ἀκουσίως ἀποσπερματίζειν καὶ γονορρυεῖν τὸν δηχθέντα, προϊάπτεται, ἀντὶ τοῦ προπέμπεται καὶ προδίδοται, καὶ οἱονεὶ σήπεται, καὶ εἰς τὰ ἰσχία δὲ μάλκη, ὅ ἐστι ῥῖγος, ἐμπίπτουσα κατέβαλε τὰ δεσμὰ τῶν μελῶν καὶ γονάτων νεῦρα καὶ μύας.

721a

*ῥέθεσι· μέλεσι K2

721b

*σκηρίπτεται· ἐμπελάζει G στηρίζεται K2 ἐμπλέκεται bd

722

*ὕπερθε· ἄνωθεν K

724a

*μάλκη· ψυχρότης GK νάρκη K2 φρίκη, νάρκη bdm

724b

*ἐνισκήπτουσα· προσπελάζουσα G

724c

*κατήριπεν· κατέαξεν K2

724d

*ἔχματα· στηρίγματα K2

725

tit περὶ ἀστερίου GVbd

725a

*πιφαύσκεο· σκόπει Gd

726a

*λεγνωταί· ποικίλαι, λεπταί Gbd λεπταί K λεπ‐ ταί, λαγαραί m

726b

*στίλβουσι· λάμπουσι d

726c

*διαυγέες· καθαραί d

726d

*ῥάβδοι· γραμμαί GK2bd

727a

ἀίδηλον ἤτοι δήξαντος ἀπροσδοκήτως φρίκη ἔδραμεν ἐπὶ τῷ ἀνδρί· κάρωσις δὲ καὶ ὕπνος τῇ κεφαλῇ τοῦ ἀνδρὸς παρακολουθεῖ καὶ μελῶν ἀσθένεια καὶ χαύνωσις
ἐπιγίνεται.

727b

*ἀίδηλος· ἀφανιστική d

727c

*ἐπέδραμεν· ἐπῆλθεν d

727d

*φρίκη· ῥῖγος Gd

728a

κάρος· κῶμα Gd ἴλιγγος m

728b

*γούνων· τῶν γονάτων bd

728c

*ὑπέκλασε δεσμά· νεῦρα διέλυσε καὶ μύας bm

729

tit. περὶ κυανέου GVbd

729a

κυάνεον δέ τοι· τρίτον εἶδος φαλαγγίου φησίν, ὃ καλεῖται κυάνεον, δασὺ δὲ καὶ μετέωρον. χαλεπὸν δὲ πλῆ‐ γμα ἐπιφέρει καὶ ὀδύνην τῷ δακνομένῳ.

729b

*κυάνεον· μελανοειδές K2

729c

πεδήορον ἤτοι ὑψηλὸν ἐκ τοῦ πέδου, μετέωρον καὶ ἐκκρεμές.

730

*δεινόν· χαλεπὴν ὀδύνην b

731a

*γυιώσει· πλήξει GKd

731b

*κραδίῃ· ἐν τῇ καρδίᾳ ἄχθος ὀδύνης ἔχει bd αὐτοῦ τοῦ δηχθέντος K2

732

*ἐξήρυγε· ἤμησεν GKd

733a

λοιγὸν ἀραχνήεντα· ἤγουν ἀραχνώδης ἔ‐ μετος γλίσχρος ἐστὶ κατὰ τὴν ἁφήν. ἔχει δ’ ὄψιν ἀραχνῶν.
ὄλεθρον δὲ ἀραχνήεντα, οἱονεὶ γλίσχρον καὶ χυμώδη ἐξήμησεν, ὅστις διὰ τὸ γλίσχρον κολλίζει τὴν φάρυγγα. Ἄλλως· λοιγὸν
5ἀραχνήεντα οἷον λεπτόν, ἀράχνῃ ὅμοιον. τὸ δὲ νὺξ περὶ κροτάφοις, τουτέστι σκοτοῦνται καὶ βαροῦνται οἱ κρόταφοι αὐτοῦ.

733b

*ἐγγύς· παρ’ ὀλίγον GKd

734

tit. περὶ ἀγρώστου GVd

734a

*ἀγρώστης· θηρίδιον μυιῶν ἀγρευτικόν Gd

734b

ἀγρώστης γε μέν· καὶ γὰρ τέταρτον εἶδος φαλαγγίου φησίν, ὅπερ καλεῖται ἀγρώστης, ὅμοιον δὲ λύκῳ. ἔστι δὲ μυῖα ὁ λύκος μέλαινα, μεγάλη, μακροσκελής, δίπους, τὰ ἐπιφερόμενα διὰ τῶν ἑξῆς ζῷα κατεσθίων, μελίσσας,
5ψῆνας καὶ μύωπας καὶ τὰ λοιπὰ ὅσα ἐπὶ τὸν δεσμὸν τῶν ἀραχνίων αὐτοῦ παραγίνονται.

734c

*ὃ δή· ὅστις K2 ὅς d

735a

*ὀλετῆρος· ἀφανιστοῦ d

735b

*ὀπιπτεύει· ὁ ἀγρώστης G ἐνεδρεύει, ἀγρεύει d ἐνεδρεύει b

736a

*ψῆνας· ὁ σκώληξ ἀπὸ τῶν συκῶν K2

736b

*δεσμόν· τῶν νημάτων G τῶν ἀραχνῶν b

737a

ἄκμητον, ἤτοι μὴ ἔχον κάματον καὶ ὀδύνην τύμμα ἐπιφέρει τῷ ἀνδρί.

737b

*ἄκμητον· ἄπρακτον bm

737c

μεταμώνιον· ἤγουν μάταιον, ἀδρανὲς καὶ ἀνέρ‐ γητον.

738

tit. περὶ δυσδήριος G περὶ σφηκός V περὶ δυσδήριος, ὃ καὶ σφηκεῖον καλεῖται d

738a

ἄλλο γε μέν· πέμπτον εἶδος φαλαγγίου φησὶν ὅπερ καλεῖται δύσδηρι. ἔοικε δὲ σφηκί, ὅθεν καὶ σφηκεῖον αὐτὸ καλοῦσιν.

739a

*πυρσόν· πυρρόεν d

739b

*ὠμοβορῆι· ἀγρίῳ K2 ὠμοφάγῳ bd

740a

ὃς δὲ θαρσαλέην· ὃς δὴ σφὴξ ἐκ τοῦ ἵππου ἐκμάσσεται καὶ γεννᾶται καὶ θαρσαλέαν αὐτοῦ γενεὰν ἐκτυ‐ ποῖ καὶ ἐκφαίνει κατὰ τὸ θράσος.

740b

*ὃς δή· ὁ σφήξ Gd

740c

*ἐκμάσσεται· ἀπομιμεῖται G ἐκ τοῦ ἵππου γεννώμενον, μιμεῖται τὴν αὐτοῦ θρασύτητα καὶ ἰταμότητα. bm

741a

*γένεσις· ἀρχὴ καὶ αἰτία d

741b

*ταῦροι· ἀντίπτωσις K2

742a

σκήνεσιν· φησὶν ὅτι τῶν ἵππων ἀποθνησκόντων, σηπόμενα τὰ σκηνώματα γεννῶσι τοὺς σφῆκας, τῶν δὲ ταύ‐ ρων ὁμοίως σηπομένων γεννῶσι τὰς μελίσσας.

742b

λυκοσπάδες δὲ ἢ τραχεῖς καὶ ὅμοιοι λύκοις τῷ χρώματι ἢ ἀναιδεῖς ὡς λύκοι. οἱ γὰρ σφῆκες ἀναίσχυντοί εἰσιν. Ἄλλως· τάχα ὅτι γυμνωθείσης τῆς σαρκὸς ὑπὸ τῶν λύκων ἐσθιόντων, αὐτὰ τότε γεννᾶται. ταῦτα γὰρ ἡ βύρσα
5συνέχει τέως. οἱ λύκοι γὰρ διασπῶντες τοὺς βόας αἴτιοί εἰσι τῆς τῶν μελισσῶν γεννήσεως.

743a

*κρατερόν· χαλεπόν GKd

743b

*θέει οἶδος· τρέχει οἴδημα GKd

744a

*ἐξέτεραι· παρηλλαγμέναι K2

744b

*μετά· μετὰ ταῦτα bm

744c

ἄλλοτε παλμός· καὶ γὰρ παλμός ἐστιν ἡ τῶν
νεύρων καὶ τῆς καρδίας καὶ τῶν φλεβῶν νοσησάντων κίνησις. παλμὸς μὲν οὖν ἐξ ἀρρώστου σώματος, σφυγμὸς δὲ ἐξ εὐ‐ ρώστου.

745a

μινύθοντα δὲ λέγει τὸν δηχθέντα καὶ ἀσθενῶς διακείμενον καὶ ἐλαττούμενον. ἀδράνεια δὲ ἡ ἀσθένεια, καὶ γίνεται παρὰ τὸ μὴ δύνασθαί τι δρᾶν.

745b

*τόνδε· τὸν δηχθέντα K2

745c

*δαμάζει· πιέζει bd

746a

*παυστήριον· παυστικὸν τοῦ ζῆν GK παυστι‐ κὸν τῆς ζωῆς d τῆς ζωῆς, δῆλον b

747

tit. περὶ μυρμηκείου Gbd

747a

μυρμήκειον· ἕκτον εἶδος φαλαγγίου φησίν, ὃ δὴ μυρμήκειον καλεῖται. ἔοικε γὰρ μύρμηκι· ἔχει δὲ τὸν τράχηλον πυρρόν, τὴν δὲ κεφαλὴν μέλαιναν, ἅμα δὲ καὶ τὸ σῶμα μέλαν, περιέχον μικρὰς λευκὰς ῥανίδας, ἀστέρι ὅμοιον.
5Σώστρατος δὲ μυρμήκειον καὶ μύρμηκα Ἡρακλεωτικὸν καλεῖ, ὑπὸ δὲ τῶν ἄλλων μυρμηκοειδὲς 〈καλεῖται〉.

748

ἄζῃ γε μέν· ἤτοι ἡ παρὰ μυρμηκείου ἀπὸ σήψεως μελανία ἢ ξηρασία. Δημητρίου λέγοντος ἄζη ἡ ξηρασία
ἢ θηρίδιον, Ἀντίγονος ἐναντιούμενός φησιν ἄζην τὴν ἐπίχροιαν τοῦ σώματος καὶ μελανίαν· καὶ παρ’ Ὁμήρῳ
5(Od. 22, 184) δὲ ἔνιοι ἀκούουσι· ‘πεπαλαγμένον ἄζῃ‘, ἀντὶ τοῦ κεχρωσμένον ὑπὸ μελανίας.

749

*περιστιγές· καὶ ἔχον γραμμάς K2

750a

αἰθαλέη δὲ ἤγουν τεφρώδης. ὁ δὲ νοῦς οὕτως, μέλαινα δὲ καὶ τεφρώδης ὀλίγον φαίνεται ἡ κεφαλή, 〈ἢ〉 ἀντὶ τοῦ ἐπὶ τῷ τραχήλῳ αὐτοῦ. 〈....〉 γράφεται δὲ καὶ ἀείρεται, ἀντὶ τοῦ ἐπίκειται τῷ τραχήλῳ ὀλίγον
5μέλαινα ἡ κεφαλή.

750b

*ἀείρεται· ὑψοῦται d μετεωρίζεται bm

751a

ἴσα δὲ κνώπεσσι, ἀντὶ τοῦ τὰς ἀλγηδόνας ἴσας τοῖς προτέροις θηρίοις παρέχει, ἤγουν τοῖς φαλαγγίοις, οἷς προεῖπεν.

751b

*πελάζει· προσβάλλει, πλησιάζεται bm

752

tit. περὶ χεδρόπων G

752a

χειροδρόποι· ἤγουν οἱ ταῖς χερσὶ δρέποντες, ἤγουν θερίζοντες ἄνευ δρεπάνου. ἐν δὲ τοῖς τόποις τῶν ὀσπρίων φησὶ τὸ ἕβδομον εἶδος τῶν φαλαγγίων εὑρεθῆναι. λέγεται δὲ ὅμοιον εἶναι κανθάροις, πυρρόν· περὶ δὲ τὸ δῆγμα
5τοῦ βλαβέντος φλύκταιναι ἐπανίστανται.

753a

τὸ δὲ ὄσπρια χέδροπά τ’ ἄλλα, ὅμοιον τῷ ‘ἑρπεστὰς ἔχιάς τε‘ (Ther. 9) ἀπὸ γενικοῦ εἰς εἰδικόν.

753b

χέδροπα παρά τισι μὲν τὰ ἄγρια λάχανα, παρὰ δὲ ἑτέροις τὰ ὄσπρια καὶ ἔτι παρ’ ἑτέροις τὰ ἀπὸ χλωρᾶς κριθῆς. Ἐντεῦθεν δῆλον ὅτι πρὶν ξηρανθῆναι τὰ ὄσπρια θερίζειν χρή. ἐνταῦθα, ὡς ἔοικε, διαστέλλει τὰ ὄσπρια ἀπὸ
5τοῦ χεδροποῦ. ὁ δὲ Μέγας Βασίλειος (PG Migne Hexaem. 100 D) τὰ ὄσπρια χέδροπα καλεῖ, εἴτε ἐκ τῶν σιτηρῶν λέγων, εἴτε ἐκ τῶν χεδροπῶν, εἴτε τῶν λαχανοδῶν ἢ φρυ‐ γανικῶν τυγχάνοι. bm

753c

μεσοχλόου δὲ τῆς μήτε λίαν σκληρᾶς, μήτε λίαν ἁπαλῆς, ἀλλ’ ἔτι ἐγχλόου οὔσης· τότε γὰρ θερίζουσι τὰ ὄσπρια, πρὶν ξηρανθῶσι τελείως.

754a

*ἐπασσύτερα· φαλάγγια K2

754b

*φλογερῇ· πυρρᾷ d

754c

*εἰλημένα· κεκαλυμμένα bd

755a

δίενται δὲ ἀντὶ τοῦ διάγουσιν, ἐν τοῖς κυάμοις εὑρίσκονται ἢ διαιτῶνται, ἢ σιτίζονται καὶ νέμονται.

755b

*δίενται· πορεύονται K2

756a

*τοῦ μέν· τοῦ δηχθέντος b

756b

*ἔμμοχθον· βαρύν GKd

756c

*δῆγμα· πλῆγμα bd

757a

*παραπλάζουσα· παρακινουμένη K

757b

παραπλάζουσα· παραπλανουμένη, ληροῦσα καὶ παραφρονοῦσα C

758a

*ἄτακτα· παράφορα bm

758b

παρέστραπται· τὸ δὲ νοερὸν περιβλάπτεται καὶ γλῶσσα φθέγγεται ἀσυνάρτητα, λήθουσα καὶ παραφρονοῦ‐ σα. διάστροφοι γὰρ τοῦ πληγέντος οἱ ὀφθαλμοί.

759

καὶ οὐλοὸς αἶα· διὰ τὸ εὖ περὶ τὸν ἀέρα εἶναι, παρὰ τὸ ‘οὖλέ τε καὶ μέγα χαῖρε‘ (Od. 24, 402)· ἢ οὐλοὸς διὰ τὸ τὰ τικτόμενα ἑρπετὰ καὶ θηρία ὀλέθρια εἶναι. ἡ δὲ σύνταξις τῆς φράσεως ἀκαταλλήλως ἔχει.

760a

κνώδαλα· ἐνταῦθα κνώδαλα τὰ μικρὰ ζῷα ἐοικότα ταῖς ἀκρίσι λέγει, εἰωθότα φαίνεσθαι περὶ τὰς ἁφὰς τῶν λύχ‐ νων. οἱ δὲ περὶ Ἀρίσταρχόν φασι κυρίως τὰ ἐν τῇ θαλάσσῃ. Ὅμηρος δὲ (Od. 17, 317) ἐπὶ τοῦ χερσαίου, νῦν δὲ ὁ Νίκαν‐
5δρος ἐπὶ τοῦ πτηνοῦ. τὸ δὲ ζῷον καλεῖται κρανοκολάπτης.

760b

φαλαίνῃ δὲ ἐναλίγκια· καὶ γὰρ ἡ φάλαινα ζῷον, ἥτις νῦν ψώρα καλεῖται. Ἄλλως· φάλαινα λέγεται ἡ παρ’ ἡμῖν λεγομένη ψυχή. ἔστι δὲ αὕτη ζωύφιον ᾗ φασιν ἐμφερῆ τὸν κρανοκολάπτην. Σώστρατος δέ φησι ἐν τῷ περὶ
5βλητῶν καὶ δακέτων ὅτι, ἐάν τις λαβὼν κρανοκολάπτην ἐλαίῳ ἀποπνίξῃ, ἀλεξίκακον γίνεται. Ἄλλως· τὰ περὶ λύχνους πετόμενα θηρία φάλαιναι καλοῦνται ὑπὸ Ῥοδίων.

761a

παιφάσσουσαν· ἤτοι ὁρμῶσαν, καὶ πολλῷ ταράχῳ κινουμένην.

761b

*ἐπήλασεν· ἀπεδίωξεν d

762a

καὶ τὸ στεγνά· ἀντὶ τοῦ ὑμενώδη, ὡς τῶν ἀκρίδων. ἡ σύνταξις, ἥντινα φάλαιναν ὁ ἀκρόνυχος (ἤγουν ἑσπερινός) δειπνητός, τουτέστιν ὁ δεῖπνος, πολυταράχως περὶ τοὺς
λύχνους κινουμένην καὶ ὁρμῶσαν ἀπήλασεν.

762b

ἔγχλοα δέ, ἐπειδὴ αὐχμηρὰν ἔχει τὴν γαστέρα ὁ κρανοκολάπτης, ὁποία, φησί, τῆς κονίλης. ἡ δὲ κονίλη βοτάνη ἐστὶ, ξηρότατα ἔχουσα τὰ φύλλα, καὶ ἔγχνοα λέγεται, ἤτοι λαχνώδη. οἱ δὲ φθείραντες ἔγχλοα 〈...〉 φασίν.

762c

*ἔγχλοα· δίυγρα d

763a

ἢ καὶ σπληδοῖο· ἤγουν ὡς ἀπὸ σποδοῦ φαί‐ νεται τὰ πτερά, ὅστις αὐτῶν ἅψηται. σποδώδη γὰρ τῷ ὄντι εἰσὶ τὰ πτερὰ τοῦ κανδηλοσβέστου· ταὐτὸν δὲ εἰπεῖν τῆς νῦν ψώρας, εἴτ’ οὖν φαλαίνας. τοῦτο οὖν, φησί, τὸ ζῷον τῇ φαλαίνῃ
5ὅμοιον, ὁ κεφαλοκρούστης, ἐν τοῖς φύλλοις τῆς περσείας τρέφεται. ἔχει δὲ ἐν τῇ κεφαλῇ κέντρον καὶ πτερὰ τέσσαρα. Ἄλλως· σποδοῦ χροιὰν ἔχει τὰ πτερά, οἵαν οἱ ἀπὸ κόνεως μεμολυσμένοι ἴσχουσιν. ὁ κρανοκολάπτης δὲ ἐν ταῖς περσείαις ὁρᾶται, πτερὰ ἔχων ὅμοια ταῖς ἐν τοῖς κήποις ψυχαῖς. τὸ
10κέντρον δὲ ἔχει ἐπὶ τῆς κεφαλῆς καὶ τῷ αὐχένι κρύπτει.

763b

*ἐπαύρῃ· ψαύηται K2

764a

τῷ ἴκελος· ὁ κρανοκολάπτης ἐν ταῖς περσείας ὁρᾶται, ὡς Σώστρατος ἐν τῷ περὶ βλητῶν καὶ δακέτων. τὴν δὲ περσείαν φασίν, ἣν ῥοδακινέαν καλοῦσιν, ἀπὸ Αἰθιοπίας εἰς Αἴγυπτον μεταφυτευθῆναι. Βῶλος δὲ ὁ
5Δημοκρίτειος ἐν τῷ περὶ συμπαθειῶν καὶ ἀντιπαθειῶν Πέρσας φησὶν ἔχοντας παρ’ ἑαυτοῖς θανάσιμον φυτὸν φυτεῦσαι ἐν Αἰγύπτῳ, ὡς πολλῶν μελλόντων ἀναιρηθήσεσθαι, τὴν δὲ ἀγαθὴν οὖσαν, εἰς τοὐναντίον μεταβαλεῖν ποιῆσαί τε τὸ φυτὸν καρπὸν γλυκύτατον.

764b

*ὑποτρέφεται· ἀναστρέφεται d

765

*σμερδαλέον· φοβερόν d

766

*ἐσκληκός· κατάξηρον d

767a

ἀκροτάτῳ κεφαλῇ· τὸ κέντρον, φησίν, ἐν τῷ αὐχένι καὶ ἐν τῇ κεφαλῇ τοῦ ἀνδρὸς ἐνήψατο καὶ προσέβαλεν.

769

tit. περὶ σκορπίου GVbd

769a

εἰ δ’ ἄγε· ἐνταῦθα κοινῶς φησι. διαλέγεται δὲ περὶ τῶν κατ’ εἶδος ῥηθησομένων.

769b

*κεκορυθμένον· καθωπλισμένον d

771a

τῶν ἤτοι λευκός· φησὶ δέ, ὁ μέν τις λευκός ἐστι κατὰ τὸ εἶδος, ἀβλαβὴς δὲ καὶ πυρρὸς κατὰ γένυν. καῦσον δὲ τοῖς πληγεῖσιν ἐπάγει.

771b

τῶν ἤτοι τούτων, ὁ μὲν λευκὸς οὐ προσφέρει 〈τὴν αἴσθησιν〉 τῆς δήξεως οὐδὲ τὴν τυχούσαν βλάβην· ὁ δὲ πυρρός, ὡς ὅτι μάλιστα ἐπώδυνος τοῖς πληγεῖσιν· τὸ γὰρ πλῆγμα οἷον ἀπὸ πυρὸς καιόμενον τὸν πληγέντα εἰς
5αἴσθησιν ἄγει, καὶ φλεγόμενόν τε ἐστὶν ἰδεῖν δεινῶς ὑπὸ δίψους αὐτόν. αὐτὰρ ὅ γε· ὁ δὲ τρίτος, ὃν ζοφόεντα κεκλή‐ κασι, μεγάλων ἐμπλήσει τοὺς πληγέντας 〈κακῶν· ὀδυνῶν‐ ταί〉 τε καὶ πάνυ σφόδρα παραπαίουσιν οἱ τοιοῦτοι, καὶ γελῶσι πλατύ G2 (cf. Euteen. 231 a, 37—45)

771c

*ἀκήριος· οὐ θανάσιμος G

772a

*ἐν γενύεσσι· ἐν τῷ δήγματι GK

772b

*προσεμάξατο· ἐνέβαλε K2 προσέβαλε d

772c

*καῦσον· πυρετόν GKbd

773a

*αἰθαλόεντα· καυστικόν GKd

773b

τὸ δὲ περισπαίρουσιν γράφεται καὶ πε‐ ριπλάζονται· περιπλάζονται δὲ ἐν ταῖς λώβαις, φησί, καθάπερ οἱ πυρετῷ συνεχόμενοι.

774a

*πυρίβλητοι· ὡς ὑπὸ πυρὸς δαμαζόμενοι GKbd

774b

κρατερὸν δ’ ἐπὶ δίψος, ὅτι τὸ δίψος οὐδέ‐ τερον.

775a

*αὐτὰρ ὅ γε· ὁ δὲ ζοφερός Gd

775b

*ἄραδον· κίνησιν, ταραγμόν bm

775c

ἄραδον κακόν· ἀντὶ τοῦ κίνησιν κακήν, οἷον παλμόν. Ἄλλως· ἄραδος λέγεται ἡ κίνησις τοῦ σώματος, ἡ μετὰ γυμνασίας καὶ ἀλγηδόνος. οἱ δὲ πληγέντες ὑπ’ αὐ‐ τοῦ μεμήνασι καὶ ἀσθμαίνοντες τελευτῶσι. ἄφραστοι
5γελόωσι, ἀντὶ τοῦ ἀλογίστως καὶ ματαίως.

776a

*παραπλῆγες· παράφρονες GK2bd

776b

*ἄφραστοι· σιωπῶντες bm ἀνόητοι K2

777

*γυῖον· τοῦ ἀνδρός bd

778

*χάλαζα· ψῦχος, ῥῖγος Gbd

779a

*σείριος· ὁ ἥλιος Gd

779b

*ἄζῃ· λάμπῃ, καίῃ GKd

780a

*τοίη οἱ κέντροιο κόπις· τοιοῦτόν ἐστι τὸ τύμμα τοῦ κέντρου αὐτοῦ bd

780b

*κόπις· τὸ τύμμα ἢ τὸ πλῆγμα G ἡ τύψις K2

781a

*σπόνδυλοι ἐννεάδεσμοι· αἱ ἁρμογαὶ τῶν σπονδύλων τοῦ οὐραίου ἐννέα bm

781b

ἐννεάδεσμοι· ἀντὶ τοῦ πολύδεσμοι· οὐ γὰρ ὁρᾶται πλείους ἔχων τῶν ἑπτά. οἱ ἐννεάδεσμοι, ἤτοι ἐννέα ἁρμογαῖς ἤτοι δεσμοῖς καὶ ἁρμοῖς συνεχόμενοι. δεῖ δὲ ἀκούειν ἐννεάδεσμον οἷον πολύδεσμον, ἵνα δὴ ᾖ ἐπιρρηματι‐
5κόν. τὸ γὰρ ἐννέα ἐπὶ πλήθους τέτακται, ὥς ποτε ὁ Νίκανδρος μέμνηται τοῦ δύο κέντρα ἔχοντος. Ἄλλως· ἐννεάδεσμοι οὔτε διὰ τὸ ἐννέα δεσμοὺς ἔχειν, ὥς φησιν Ἀντίγονος, οὔτε διὰ τὸ ἐννέα σπονδύλους, ὥς φησι Δημήτριος· τοὺς γὰρ σπονδύλους ὁ σκορπίος οὐ πλείους ἔχων τῶν ἑπτὰ
10ὁρᾶται, ἀλλὰ καὶ αὐτοὶ σπάνιοι, καθῶς φησιν ὁ Ἀπολλόδωρος (fr. II, III O. Schn. p. 190). ἴσως δὲ λέγει τοὺς δύο κέντρα ἔχοντας σκορπίους.

781c

*κεραίης· τῆς οὐρᾶς GKdm

782a

ἐμπέλιος, ἤτοι πελιδνός, ὁ ὠχρὸς λεγόμενος, ἔχει μεγάλην γαστέρα, ὃς τοῖς πληγεῖσιν οἰδήσεις βουβώνων ἐμποιεῖ.

782b

*βοσκάδα· βεβοσκημένην K διηνεκῶς βοσκο‐ μένην K2 μεγάλην δαπάνην βοσκομένην κατὰ τὸ ὄρος, ἀδη‐ φάγον bm

783a

*ποηφάγος· χορτοφάγος Gd

783b

ἄητος δὲ ἄπληστος. Ὅμηρος· ‘ἄατος πολέμοιο‘. (Il. 5, 388)

784a

*γαιοφάγος· τὴν γῆν τρώγων Gd

784b

βουβῶσι τυπήν· διαλανθάνων γὰρ ὑπὸ τὰ ἱμάτια εἰσέρχεται καὶ τὸν βουβῶνα τύπτει.

784c

*τυπήν· τύψιν K2

785

βούβρωστις δὲ κυρίως ἡ τροφή, νῦν δὲ ἡ ἀνία καὶ ὁ ἰός. ἐνδεικτικὸν δὲ τοῦ σφοδροῦ δήγματος τὸ βούβρωστις, ὡσανεὶ λέγει, τοιαύτη δὲ ἀνία, μεγάλη δηλαδὴ ἀνία, ταῖς γένυσιν ἐνέσκληκεν, ἤγουν ἐνεξήρανται ἢ
5ἐνεστήρικται.

786a

*τὸν δ’ ἕτερον· πρὸς ἀντιδιαστολὴν τοῦ ποτα‐ μίου bm

786b

αἰγιαλῆι· ἤτοι οὐ πετραίῳ καὶ πελαγίῳ, οὐδὲ λιμναίῳ ἢ ποταμίῳ, ἀλλ’ αἰγιαλεῖ. τῶν γὰρ καρκίνων οἱ μὲν θαλάσσιοί εἰσιν, οἱ δὲ ποτάμιοι. νῦν οὖν αἰγιαλεῖς εἶπεν τοὺς θαλασσίους. αἰγιαλὸς γὰρ ἡ ἀκτὴ τῆς θαλάσσης εἴρηται.

786c

αἰγιαλῆς· πρὸς τὸν ποτάμιον ἢ λιμναῖον, αἰγιάλ〈ε〉ιον τὸν θαλάσσιον εἶπεν V

787a

*μνία· βρύα Gd

787b

*ῥόθον· τὸν ἀφρόν GK τὸν ἀφρὸν τῆς θαλάσσης b

788a

ῥαιβοῖσι δὲ τοῖς ἐπικαμπέσι ἢ τοῖς σκαμβοῖς ἢ τοῖς πλαγίως περιπατοῦσιν. ὁ μὲν ἄρρην σκορπίος ἀεὶ κα‐ τάστικτον ἔχει τὴν κοιλίαν καὶ τὰς χηλὰς καὶ τὸ κέντρον. 〈ἡ δὲ θήλεια πάντοθεν κατάστικται, παχυτέρας ἔχουσα
5τὰς χηλὰς καὶ τὸ κέντρον C〉. παντὸς δὲ σκορπίου τὸ κέν‐ τρον τετρημένον ἐστί, ἔχον διπλόην τινὰ δυσόρατον διὰ λεπ‐ τότητα, δι’ ἧς τὸν ἰοβόλον ἰχῶρα προίησιν, ὃς σιάλοις ἀνθρώ‐ που ῥαινόμενος ἀσθενὴς καὶ ναρκώδης ὁρᾶται. γίνονται δὲ οἱ σκορπίοι οὐ μόνον ἐξ ἀλλήλων, ἀλλὰ καὶ ἀπὸ σεσημμένων
10ξύλων καὶ παγούρων.

788b

*ἰσήρεες· ὅμοιοι GKd

788c

*ἄντα· ἄντικρυς bd

789a

*ἐσκλήκασι· ἐσκλήρωνται K σκληρὰς ποιοῦσι K2 ἐστηριγμέναι εἰσίν bd

789b

*ἐσκλήκασι χηλαί· σκληρὰς γὰρ ἔχουσι τὰς χηλάς Gbd

790a

ἐποκριόωσι· τραχύνονται. ὁποῖαι δὲ χηλαὶ τῶν καρκίνων τῶν πετραίων, τοιαῦται καὶ τῶν σκορπίων ἐοικότων καρκίνοις· ἀφ’ ὧν καρκίνων καὶ τὴν γένεσιν ἔχουσιν οἱ σκορπίοι οὗτοι, περὶ ὧν ὁ λόγος νῦν. 〈ἄλλως· ἐποκ‐
5ριόωσιν ἀντὶ τοῦ ἐπιτραχύνουσι G〉. πάγουρος δὲ λέγεται παρὰ τὸ ἐν τοῖς πάγοις ὀρούειν, τουτέστι ὁρμᾶν, ἢ παρὰ τὸ τοὺς πάγους οὐρεῖν καὶ φυλάττειν. πάγοι δὲ οἱ τραχεῖς καὶ δύσβατοι τόποι.

790b

*ἐποκριόωσι· κατεξήρανται K2

791a

*τῶν· τῶν παγούρων GKd

791b

τῶν δὲ καὶ γενεήν· ἐξ ὧν, φησι, παγούρων καὶ τὴν γενεὰν ἔμμορον, ἤγουν ἔλαχον καὶ ἔτυχον. φασὶ γὰρ ὅτι ὁ πάγουρος οὗτος, ἐπὰν ἀγρευθῇ παρὰ τῶν ἁλιέων, εἰ
δυνηθῇ ἀποδράσας φυγεῖν καὶ εἰσελθεῖν εἰς τρώγλην, ἐκεῖ
5ἀποθνήσκει, καὶ ἐκ τοῦ σκήνους αὐτοῦ γίνονται οἱ σκορπίοι οὗτοι.

791c

*λίπωσι· θάνωσι bm

792

τὸ δὲ πολυρροίζοιο θαλάσσης γράφεται καὶ πολυφλοίσβοιο καὶ πολυστίοιο ἀντὶ τοῦ πολυψήφου.

793a

*ἐξερύουσι· ἑλκύουσι bd

793b

ἰχθυβολῆες δὲ οἱ ἁλιεῖς, καὶ δελεαστρέες οἱ δελεάζοντες τοὺς ἰχθῦς.

794

*ἀγρευθέντες· οἱ πάγουροι d

795a

μυοδόκοις· ἀντὶ τοῦ ἐν ταῖς μυοδόχοις τρώ‐ γλαις, ὅπου τὰ κακοφθόρα τέκνα αὐτῶν τῶν μυῶν. κακο‐ φθόρα δὲ κακῶς φθειρόμενα ἢ τὰ ἐπὶ κακῇ φθορᾷ τεχ‐ θέντα. 〈Τζέτζης φησὶ κακοφθόρα τέκνα οἱ σκορπίοι· τῷ
5σχολιαστῇ μὴ πείθου τῇδε G.γρώναις δὲ ταῖς τρώγλαις.

795b

*μυοδόκοις· τοῖς δεχομένοις τοὺς μύας bd

795c

*τέκνα· οἱ καρκῖνοι G οἱ σκορπίοι bd

795d

*τῶν δὲ θανόντων· τῶν παγούρων Kbd

796a

καθ’ ἕρκεα· ἀντὶ τοῦ κατὰ τοὺς οἴκους ἢ τὰς
τρώγλας.

796b

*λωβητῆρες· ἐπιβλαβεῖς d

797a

καὶ μελίχλωρον, ἄλλος ἐστὶ σκορπίος ὀνομα‐ ζόμενος οὕτως, κηροειδὴς δέ, φλογοειδής. μελίχλωρον δὲ ἤτοι μελιτόχρουν. τὸ δὲ σπόνδυλος θηλυκῶς νῦν.

797b

*ἄκρη· κατὰ τὴν ἄκραν Gd

798

*πολυκήριον· θανατηφόρον d

799-802

ἔχθιστος δ’ ὅγε· καὶ γὰρ ἔχθιστος τοῖς ἀνδράσι τυγχάνει, εἰ βλάψειέ τινα τούτων. καὶ γὰρ ἐπὶ πολὺν χρόνον ἔχουσι τὰς ἀλγηδόνας. τῶν δὲ παίδων ἐὰν προσέλθῃ τινί, θάνατον εὐθὺς ἐπάγει. τούτοις δὲ τοῖς σκορπίοις περὶ
5τὰ νῶτα πτερὰ λευκὰ χέονται, μάστακι σιτοφάγῳ, ἀντὶ τοῦ ἀκρίδι τῇ σιτοφάγῳ, ὅμοια. ἡ δὲ σύνταξις οὕτως· ἔχθιστος δ’ ὅγε ῥαιβὰ γυῖα φλογὶ ἴκελα ἀνδράσι φέρει, ἀντὶ τοῦ σκαμβὰ καὶ στρεβλὰ φέρει τὰ μέλη, τουτέστι στρεβλῶς περιπατεῖ οἷα καρκίνος.

801a

*οἷς· τοῖς καρκίνοις K2 τοῖς σκορπίοις bd

801b

*πτερὰ πυκνά· πολλὰ πτερά bd

801c

νώτοισι περὶ πτερά· καὶ γὰρ πτερὰ ἔχει, καθίπταται τῶν πυρῶν, καὶ νέμεται τούτους, καθάπερ ἡ ἀκρίς. τῆς δὲ Καρίας ἐν Πηδάσοις ὁ σκορπίος οὗτος, καὶ παρὰ τὸν Κισσὸν ταύτῃ που γίνεται τὸ χωρίον G2 (cf. Eutecn.
5231 b, 24—25)

802

τοί θ’ ὑπὲρ ἄκρων· αἵτινές, φησιν, ἤγουν αἱ ἀκρίδες, ἐπὶ τῶν ἄκρων ἀθέρων τοῦ σίτου ἱπτάμεναι τὸν λέπυρον, ἤτοι λεπυριζόμενον στάχυν βόσκονται.

803a

ἱπτάμεναι ἀθέρων· ἀθὴρ τὸ τῶν σταχύων ὑπερανεστηκὸς ὀξύ, καὶ τὸ τοῦ πώγωνος ἄκρον, ἀφ’ οὗ καὶ ἀνθερεῶνα τὸν τράχηλον λέγουσιν. V

803b

ἀθέρων· ἀθέρας φησὶ τὸν φλοιὸν καὶ τὰς θήκας τοῦ σίτου· ἀνθέρικες τὰ κοινῶς ἄγανα, ἅπερ ὁ στάχυς προ‐ βάλλεται, ἐκκλίνων τὰς ἐκ τῶν μικρῶν ζῴων βλάβας, ὡς ὁ Μέγας Βασίλειος (PG Migne 101, Hex. 42 E). Καλάμη
5οὖν φλοιὸς καὶ ἀνθέρικες· ὁ δὲ Θεόκριτος (I, 52) λέγει· ‘ὅγ’ ἀνθερίκεσσι καλὰς πλέκει ἀκριδοθήρασ‘· τοὺς ἀνθέρικας ἀντὶ τῆς καλάμης ἔοικε δέχεσθαι bm

803c

*λεπυρόν· τὸν λίαν πυρόν bm

803d

*λεπυρόν· κεκαλυμμένον λέπος Gd

804a

*Πήδασα· πόλις ἢ ὄρος Καρίας GKd ὄρος ἐστὶ
† Σικελίας † b

804b

*Κισσοῖο· ὄρος Καρίας Gd

804c

κατὰ πηγάζοντα χωρία ἐν τοῖς ὄρεσιν οὗτοι οἱ σκορ‐ πίοι φιλοῦσι διάγειν, ἔνθα καὶ τοῦ κισσοῦ τὸ φυτόν.

804d

*ἐμβατέοντες· νεμόμενοι. GKd

805-812

οἶδά γε μήν· καὶ γὰρ ἐπαγγέλλεται εὑρεῖν ἀλεξητήρια φάρμακα πρὸς τὴν τῶν σκορπίων καὶ τῶν ἄλλων δακέτων πληγήν. καθ’ ὁμοιότητα τῷ βέμβικι καὶ ταῖς μελίσ‐ σαις μέτεισιν ἐπὶ τὰ κέντρῳ ἀμυνόμενα ζῷα. τοιαῦτα γάρ
5ἐστι τῶν σκορπίων τὰ τύμματα οἷα τῶν βεμβίκων. βέμβιξ δέ ἐστι ζῷον σφηκοειδές, μέλαν κατὰ τὴν χροιάν, κέντρῳ χρώμενον ὡς οἱ σφῆκες. μνημονεύει δὲ καὶ Παρμένων ἐν τοῖς ἰάμβοις (fr. 4 Powell C. A.). μόνος δὲ ὁ ἄρρην τῶν μελισσῶν κέντρον ἔχει, ἔστι δὲ ὅμοιον τῷ σφηκί. ἡ δὲ πεμφρηδὼν καὶ
10αὕτη ζῷόν ἐστι παραπλήσιον μελίσσῃ. καὶ ὁ ἴουλος δὲ εἶδος σφηκὸς ἢ σκώληκος τοῦ καλουμένου μυριόποδος.

805

τοῖσι βολάων· ἤτοι τούτοις τοῖς βλαπτομένοις ὑπὸ τῶν βολῶν καὶ τῶν δηγμάτων ἀλεξητήρια καὶ ἰάματα, οἷάπερ ἀλεξητήριά εἰσι καὶ ἐπὶ τοῦ βέμβικος τοῦ ὀρεστέρου. ὀρέστερον δὲ νῦν εἶπε τὸν ἄρρενα καὶ πλήττοντα τῷ κέντρῳ
5καὶ ἰοβόλον. εἰσὶ γὰρ καὶ θηλυκαὶ βέμβικες. τὰ οὖν αὐτά, φησίν, ἀλεξητήριά εἰσι καὶ ἐπὶ τῶν βεμβίκων.

806

*ὀρεστέρου· ὀρειναίου d

807a

*ᾗ· ᾗτινι Gbd

807b

*πέλει· ἐπιγίνεται d

808a

*σίμβλοισι· τοῖς κηρίοις G

808b

*πέριξ σίμβλοισι· περὶ τὰ οἰκήματα αὐτῶν d

808c

*ἀγροῖς· περὶ τοὺς ἀγρούς bd

809

ἐμμαπέουσα· ἤτοι ἐνεργοῦσα κατὰ βάθος καὶ σφοδρῶς πλήττουσα.

812a

*ὀλίγη· λεπτή Gd

812b

ἀμφικαρὴς δὲ ἤγουν δικέφαλος· ψευδῶς δέ φησιν· οὐ γάρ ἐστιν, ἀλλ’ ὡς Ἀριστοτέλης (H. A. 532 a 3 sq.) φησίν, εἰς τοὐπίσω πολλάκις ἕρπει καὶ παρέχει δόξαν τοῦ
δικέφαλος εἶναι.

813a

ὀπάζεται ἀντὶ τοῦ παρέχει G

813b

*ὀπάζεται· δίδωσι Gd

813c

*κῆρα· θάνατον d

814

νήϊά θ’ ὡς σπέρχονται· καὶ γὰρ ὥσπερ τὰ νήϊα παρὰ τῆς νηός, τουτέστιν αἱ κῶπαι, σπέρχονται καὶ ἐλαύνονται, οὕτως αἱ δύο κεφαλαὶ τῆς σκολοπένδρης κινοῦν‐ ται. ἴσως δὲ διὰ τὸ πολύπουν ὡς ναῦς ἐστιν ἐλαυνομένη.

815a

*τυφλήν· τὸ ‘οἶδα‘ ἀπὸ κοινοῦ Gd

815b

*λοιγόν· ὄλεθρον du

816

μυγαλέην τροχιῇσι· ἤγουν Ἀμύντας φησὶ τὴν μυγαλῆν ἐκ μυὸς καὶ γαλῆς γίγνεσθαι. χαλεπὸν δ’ ἐστὶ τὸ δῆγμα αὐτῆς, ὅταν τινὰ δάκῃ. τροχιῇσι δέ, τουτ‐ έστι μὴ ὁρῶσα ἐμπίπτει περὶ τροχούς, καὶ οὕτως κἀκεῖ
5ἀναιρεῖται.

817

tit. περὶ σηπός Gbd

817a

σῆπά γε μήν· λείπει τὸ ὁμοίαν, ἵν’ ᾖ πεδανοῖσι δομὴν σαύροισιν ὁμοίαν, τουτέστι τὴν σῆπα τὴν τοῖς
πεδανοῖς σαύροις κατὰ τὴν δομὴν ὁμοίαν, ἤγουν τὸ σῶμα, ἀλύξεις. ἡ δὲ σὴψ ὁμοία ἐστὶ τῇ σαύρᾳ. καλεῖται δὲ
5καὶ χαλκίς. ἔχει γὰρ ἐπὶ τοῦ νώτου χαλκιζούσας ῥάβδους. ἔστι δὲ τεσσάρων παλαιστῶν. σὴψ δὲ καλεῖται παρὰ τὸ σήπειν τοὺς πληγέντας. γίνεται δὲ ἐν Συρίᾳ καὶ Λιβύῃ καὶ Κύπρῳ, καὶ διατρίβει ἐν πέτραις.

817b

*ἀλύξαις· ἔκφυγε d

818a

καὶ σαλαμάνδρειον· ἱστορεῖται αὕτη διὰ πυρὸς πορευομένη μὴ βλάπτεσθαι. τὰ δὲ ἔντερα αὐτῆς ψιλοῖ τὰς τρίχας. ἔστι δὲ τὸ ζῷον ὅμοιον σαύρᾳ, τετράπουν, βραχύκερκον.

818b

*ἀπεχθές· δόλιον, χαλεπόν Gd ἤτοι τὴν σαλαμάν‐ δραν τὴν δολίαν ἀπεχθαίρουσι ἄνθρωποι. m

820

ἄκμηνος δέ, τουτέστι μὴ κάμνουσα, μὴ φλεγο‐ μένη ἐκ τοῦ καμάτου, ἢ ἄγευστος καὶ ἀνεπαίσθητος τοῦ πυρός. Ἄλλως· ἡ σαλαμάνδρα ζῷόν ἐστι τετράπουν, μήτε δέρμα μήτε λεπίδας ἔχον, βραχὺ δὲ ὄν, ὡς ἡ σαύρα. ἔοικε
5δὲ τῷ χερσαίῳ κροκοδείλῳ· ψυχρὸν δὲ φύσει ὑπάρχον, ἐὰν εἰς κάμινον ἐμπέσῃ, τὸ μὲν πῦρ σβέννυσιν, αὐτὸ δὲ μένει ἄφλεκτον.

821a

ῥαγόεν δέρος φησὶ τὸ διερρωγός· διέρρηκται γὰρ τὸ δέρος τῆς σαλαμάνδρας, δι’ ὧν ῥωγάδων ὁ ἱδρὼς
αὐτῆς καταστάζων τὸ πῦρ κατασβέννυσιν.

821b

ἄκρα δὲ γυίων τὰ κῶλα τῶν γονάτων δηλοῖ.

822

ὅσα πόντος ἁλός· ἀντὶ τοῦ ἡ θάλασσα τοῖς ἑαυτῆς ῥοθίοις, ἤγουν κύμασιν, ἑλίσσει. ἔστι δὲ ὁ τρόπος περίφρασις. περὶ δὲ τῶν ἐν θαλάσσῃ διαλέγεται. κατὰ κοινοῦ δὲ τὸ ‘οἶδα ἀλεξητήρια‘.

823a

μυραίνης δ’ ἔκπαγλον· Ἀρχέλαός φησιν ἐν τοῖς Ἰδιοφυέσι (fr. XI West.) προιούσας τὰς μυραίνας τοῖς ἔχεσι μίγνυσθαι, ἔχειν δὲ ὀδόντας ὁμοίους ἔχεσιν. φησὶ δὲ ψευδὲς εἶναι καὶ Ἀνδρέας καὶ μήτε τὴν μύραιναν προιέναι
5μήτε τὸν ἔχιν παρ’ αἰγιαλὸν διατρίβειν.

823b

*ἔκπαγλον· περισσῶς ἐκπληκτικόν Gd ἐκπληκ‐ τικόν b

824

τὸ δὲ κατεπρήνιξεν, δακοῦσα γὰρ τοὺς ἁλιεῖς ἐκ τῶν ἐπάκτρων, ἤγουν ἁλιευτικῶν πλοίων (ἐπακ‐ τῆρες γὰρ οἱ ἁλιεῖς) κατεπρήνιξε, τουτέστι πρηνεῖς εἰς
τὴν θάλασσαν ἔρριψεν.

825

εἰς ἅλα φυζηθέντας· ἀντὶ τοῦ εἰς τὴν θάλασσαν φυγόντας, ἢ τοὺς περὶ τὴν θάλασσαν ἐνεργοῦντας, ἢ καὶ ὁρμήσαντας διὰ φόβον. ἐχέτλιον, τόπος τοῦ πλοίου, ὅπου τοὺς ἰχθῦς τιθέασι καὶ συλλέγουσι, ἢ ὁ ζῶγρος καὶ
5τὸ βιβάριον ἐχέτλιον λέγεται. ἄλλως· ἐξαναδῦσα ἐχετλίου· πολλάκις γὰρ ἐκ τοῦ ἐχετλίου ἐξαναδῦσα καὶ ἐμβρύξασα (ἤγουν δακοῦσα) κατεπρήνιξε τοὺς ἁλιεῖς εἰς ἅλα, 〈τουτέστιν〉 ἐπὶ πρόσωπον τοὺς ἁλιεῖς εἰς τὴν θάλασσαν ἔρριψε φυζηθέντας, οἱονεῖ φυγόντας. τοῦτο οὖν λέγει, ὅτι,
10ἐὰν φανῇ ἡ μύραινα ἀναδῦσα διὰ τοῦ ἐχετλίου, οἱ ἁλιεῖς φοβούμενοι καὶ εἰς φυγὴν τρεπόμενοι, ἐπὶ πρόσωπον ἑαυτοὺς ῥίπτουσιν εἰς τὴν θάλασσαν. τοῦτο οὖν λέγει καὶ δηλοῖ τὸ κατεπρήνιξεν εἰς ἅλα.

825b

*φυζηθέντας· φοβηθέντας bm

825c

*ἐχετλίου· διὰ τοῦ βόλου bm ἐποχῆς K2

826a

*εἰ ἔτυμον· λείπει τὸ φασίν Gd

826b

*ἐχίεσσιν· τοῖς ὄφεσιν b

827a

*θόρνυσθαι· συνουσιάζεσθαι Gbd συμμίσγεσ‐ θαι K2

827b

*ἠπείροισι· ἀντὶ τοῦ ἐν χέρσῳ Gd

828-836

τρυγόνα μὴν ὀλοεργόν· καὶ αὕτη θα‐ λάσσιόν ἐστι θηρίον φονευτικόν, ἡ τρυγών, διὸ καὶ ὀλοερ‐ γὸν εἶπεν. ἡ τρυγὼν δὲ φέρει κακά, ὥς φησιν, ὁπότε ἐν τοῖς ἐπιμήκεσι καὶ μακροῖς λίνοις μεμογηκότα καὶ ἀσθενήσαντα
5τὸν ἐργοπόνον, τουτέστι τὸν τῷ ἔργῳ πονοῦντα, τύψῃ τῷ κέντρῳ, ἢ ὅτε εἰς δένδρου παγῇ πρέμνον. καὶ γὰρ εἰ πλήξειέ τις δένδρον ἢ στέλεχος τῷ τῆς τρυγόνος κέντρῳ, βλάβην καὶ ξηρασίαν ἐμποιεῖ τῷ φυτῷ. ὡς ὑπὸ ἡλίου δὲ καέντος, αὐτοῦ αἱ ῥίζαι καὶ τὰ φύλλα ἀποφθίνεται· τούτῳ δέ, ἤγουν τῷ
10κέντρῳ, ἱστορῆσαί τινα λέγει τὸν Ὀδυσσέα πληγέντα τελευ‐ τῆσαι.

828

*ἁλιρραίστην· τὸν θαλάσσιον· πρὸς ἀντιδιαστολὴν τοῦ ἐν τῇ γῇ δράκοντος dm

829

*ἀπαλέξασθαι· ἀποθεραπεῦσαι G2d

830

ὁλκαίοισι· καὶ γὰρ ὁλκαίοις, τοῖς ὁλκὸν ἔχουσι δικτύοις, τουτέστι μακροῖς καὶ ἐπιμήκεσι.

832a

*δενδρείου· τοῦ δένδρου bd

832b

*τό· ὁ πρέμνος K2

832c

*τό γε πολλὸν ἀφαυρότερον· τὸ δέν‐ δρον κατὰ πολὺ ἀσθενὲς γίνεται Gd

832d

*τελέθῃσι· ποιῇ b

835

*πυθόμεναι· σηπόμεναι GK2d

836

*λευγαλέοιο· ὀλεθρίου d

837a

*οἷσιν· τοῖς τρώμασιν K2

837b

οἷσιν ἐγώ· λείπει ἡ ‘ἐπὶ‘ πρόθεσις, ἵν’ ἦ ἐφ’ οἷσ‐ τισιν ἐγὼ διέλθω. τοῦτο γὰρ σημαίνει τὸ διείσομαι. ἄρκια νούσων, ἤγουν 〈τὰ〉 ἀποτρεπτικὰ καὶ βοηθητικά. 〈ὁ ἐκ τῆς Κίρκης γεννηθεὶς τῷ Ὀδυσσεῖ υἱὸς Τελέγονος,
5ὡς λέγεται, πρῶτον τὸν πατέρα τῷ κέντρῳ τῆς θαλασσίας τρυγόνος—ἀντὶ τοῦ ξυστοῦ φέρει αὐτὸ ἐν τῷ δόρατι—ἔτρωσε δὲ μὴ εἰδώς. C

838-845

π’ ἀγχούσης· καὶ γὰρ ἡ ἄγχουσα φυτὸν
θαμνῶδές ἐστιν. βοτανῶν δὲ ὀνόματα ταῦτα, ἄγχουσα, πεν‐ ταπέτηλον, βάτος, ἄρκτιον, ὀξαλίδες, λύκαψος, κίκαμα, ὄρδειλον, χαμαίπιτυς, καυκαλίδες, σταφυλῖνος ἄγριος, τρέμι‐
5θος, ἄγριον φῦκος. ἡ γοῦν θριδακηίς, ἤτοι τὰ φύλλα ταῖς θρίδαξιν ὁμοία. τοῦτο γὰρ τὸ χαίτη. τὸ δὲ αὐτὸ λέγεται καὶ ὀνόχειλον. πενταπέτηλον δὲ ἀντὶ τοῦ πεντάφυλλον. ἡ δὲ ὀξαλὶς καὶ ὀξυλάπαθος ἡ αὐτὴ καὶ ἀναξυρὶς καλεῖται.

838

*τ’· τότε K2

839

*φοινά· πυρρά G πυρρά, μέλαινα K2

840a

*ἄρκτιον· εἶδος βοτάνης Gd

840b

*ὁρμενόεντα· τῶν λαχάνων αἱ ἄνθαι ὁρμενὰ καλοῦσι, καὶ ἐξορμενίζειν τὸ ἐκβλαστάνειν καὶ ἐξανθεῖν bm

840-44

ὁρμενόεντα· βεβηκότα καὶ κατὰ γῆς ἐρριζω‐ μένον, ἢ τὸν ὁρμητικὸν πρὸς ὕψος· εὐαυξὴς γάρ ἐστι καὶ καυ‐
λὸν ἔχει μακρόν. ὄρδειλος δὲ σπερμάτιόν τι λαχανῶδες. καὶ τρεμίθοιο δὲ τοῦ λεγομένου τερεβίνθου. πολυει‐
5δέα δὲ καρπὸν τὸν ποικίλον τῇ χροιᾷ. ὁ γὰρ τερέβιν‐ θος τοὺς κόκκους φέρει, διαφόρους χροιὰς καὶ εἴδη ἔχοντας.

841a

*κίκαμα· εἶδος βοτάνης Gd ὄνομα βοτάνης K2

841b

*περιβρυές· ὅτι πολλὰ φέρει ἄνθη GKd

842a

*βαθύν· παχύν GKd

842b

*ἀράξας· κόψας GK2 ἀποκόψας d

844

*νέον· χλωρόν, ὡραῖον G χλωρόν K ὡραῖον K2d

845

ἢ ἔτι καὶ φοινίσσον· τὸ ξανθίζον φῦκος, ἤγουν φυκίον τῆς θαλάσσης, καταμίσγεο, καὶ ἡ καυκαλὶς δὲ λάχανόν ἐστιν ἁλμυρόν. μνημονεύει δὲ αὐτοῦ Χρύσιππος ἐν τῷ περὶ λαχάνων.

846a

ἀχραές· ἤτοι τὸ καθαρὸν καὶ ἄχραντον. καὶ γὰρ τὸ ἀδίαντον ἐν ἀνύγροις τόποις φύεται. καλεῖται δὲ καλλίτριχον
καὶ πολύτριχον καὶ τριχομανές. 〈κέκληται δὲ οὕτως G〉 τὸ ἀδίαντον, ὅτι οὐ διαίνεται, ὅ ἐστι βρέχεται, ὑπὸ ὑετοῦ
5καὶ δρόσου. τοῖς φύλλοις γὰρ αὐτοῦ ῥανὶς οὐκ ἐφιζάνει. 〈ἵν’ οὐκ ὄμβροιο· ἀντὶ τοῦ ὅπου, φησίν, ῥανὶς οὐκ ἐφιζάνει· ἢ ἀντὶ τοῦ ἐν θέρει G〉· οὐδέποτε γὰρ συμπίνει, φησίν.

846b

*ἀδίαντον· βοτάνην b εἶδος βοτάνης d

848a

τὸ δὲ σμυρνεῖον, φησίν, ὅμοιόν ἐστι μεγάλῳ σελίνῳ, ὅθεν καὶ ἱπποσέλινον καλεῖται. σμυρνεῖον δέ, ἐπειδὴ ἐμφερές ἐστι σμύρνῃ κατὰ τὴν ὀσμήν.

848b

*ἀειβρυές· ἀεὶ ἀνθοῦν GKbd

849

λευκάδος· καὶ γὰρ περὶ ποίης λευκάδος φησίν· Ἀντίγονος μὲν τὴν λευκὴν ἄκανθαν, ὁ δὲ Νίκανδρος τὴν λευκάνθεμον· ὁμοίως δὲ καὶ ἤρυγγος εἶδος λαχάνου ἀκανθώδους. ἀθεραΐδα δὲ τὴν θερμήν, ἢ τὴν ἔχουσαν
5ἀθέρας, ἢ ψυχράν.

850a

καχρυφόρῳ ἤτοι τῇ φερούσῃ ὡς κάχρυας λι‐ βανωτίδι.

850b

*ἄμμιγα· ἀμμίγδην d ὁμοῦ K2

850c

*λιβανωτίδι· εἶδος λαχάνου GKd

850d

*ἀπαρίνη· εἶδος φυτοῦ GKd ζειά, εἶδος βοτά‐ νης K2

851a

*πουλυβάτεια· ἄλλη βοτάνη GK κουλυβάτεια G

851b

κάχρυς ὁ καρπὸς τῆς λιβανωτίδος. ἀπαρίνη· τῶν μηκώνων ἡ μέν τίς ἐστιν ἥμερος καὶ κηπευτή, καλεῖται δὲ θυλακίς. ἐπ... G2

851-852

περιβρίθουσά τε μήκων· ἤτοι περισ‐ σῶς ἀνθοῦσα. δύο δὲ γένη εἰσὶ μηκώνων, ὧν ἡ μὲν τέλεια θυλάκια φέρει, ἐν οἷς τὸ σπέρμα, ἡ δὲ μικρά· θυλακὶς οὖν ἡ τὰ μικρά, ἐπιτηλὶς ἡ τὰ μεγάλα. μὴ οὖν ἀπέστωσαν αἱ ῥηθεῖσαί,
5φησι, βοτάναι τοῦ βοηθήματος. τὸ ἐπὶ χραίσμῃσι γὰρ ἀντὶ τοῦ βοηθήματος μὴ ἀπείησαν.

853a

κυέουσαν· τουτέστιν ἐμφυομένους κλάδους ἔχου‐ σαν καὶ μήπω πεπληρωμένους. κράδης δὲ ἤτοι ἀγρίας συκῆς.

853b

*κυέουσαν· ἔγκαρπον GK2 ὁρμῶσαν εἰς βλάστην,
ἣ εἰς τοὺς ὀλύνθους προβάλλεται bm

853c

*ἀποτμήξαιο· κόψαιο K2

853d

*κορύνην· ἀντὶ τοῦ κλάδον, ῥάβδον GK2

854

κόκκυγας· καὶ γὰρ οὕτως φησὶ τοὺς ὀλύνθους διὰ τὸ φαίνεσθαι κατ’ ἔαρ. ἅμα γὰρ κόκκυξι φαίνονται. καὶ ἐρινάδος τῆς ἀγρίας συκῆς. οἱ γὰρ ὄλυνθοι αὐτῆς πάσης ὀπώρας καὶ τῶν ἄλλων συκῶν προακμάζουσι.

855

γογγύλοι ἐκφαίνουσιν· ἐμφαίνει ἀντὶ τοῦ στρογγύλοι γογγυλοειδεῖς καὶ ἀνοιδείοντες ἀντὶ τοῦ ἀκμάζοντες.

856a

*πυράκανθαν· εἶδος βοτάνης K2

856b

τοῦ δὲ φλόμου φησὶ Θεόφραστος δύο εἴδη εἶναι, ἄρρεν καὶ θῆλυ· ὅπερ Κρατεύας φησὶν (fr. 31 Wellm.) ἔχειν διαφοράς, ἔχειν δὲ τὰ φύλλα τὸ μὲν ὅμοια μαράθῳ, μακρό‐ τερα δὲ καὶ λεπτότερα, τὸ δὲ ὅμοια κοριάννῳ.

856c

*ἄρρηνος· γράφεται ἄργεος GKd

857a

*αἰγίλοπος· βοτάνη ἐστὶ ἡ αἰγίλωψ G εἶδος βοτάνης K

857b

τὸ δὲ χελιδόνιον βοτάνη ἐστί, καὶ φυέται καθ’ ὃν καιρὸν αἱ χελιδόνες φαίνονται.

858-59

δαύκειον· ὅπερ Ἀπολλόδωρός φησιν ἐν τῷ περὶ θηρίων (fr. 11 Schn.) βοηθεῖν πρὸς τὰ εἰρημένα. τὸ δὲ ῥίζαν τε βρυωνίδος, τὴν βρυωνίδα ὑποκοριστικῶς εἶπεν. ἀφαιρεῖν δέ φησιν αὐτὴν ἔφηλιν καὶ λεύκην, ἅπερ εἴδη
5εἰσὶ νόσων, καλεῖσθαι δέ φησιν ὁ Κρατεύας (fr. 13 Wellm.) ὑπὸ μέν τινων σταφυλῖνον, ὑπὸ δὲ ἄλλων ἄμπελον ἀγρίαν, καὶ ὑφ’ ἑτέρων χειρώνειον. Ἄλλως· καὶ ἔφηλιν· ἥτις βρυωνὶς καὶ τὴν ἔφηλιν τῶν θηλυτέρων, τουτέστι τῶν γυναι‐ κῶν, ἀπωμόρξατο, ἤγουν ἀπεσπόγγισε καὶ ἐκαθάρισε καὶ
10ἐθεράπευσε, καὶ τὴν λεύκην. ἔφηλις δέ ἐστιν ἡ λέπρα. λεύκη δὲ καὶ ἄλλο νόσημα, ὃ ὅμοιον τῇ ἐφήλιδι.

858a

*δαύκειον· εἶδος βοτάνης K2

858b

*ἔφηλιν· τοὺς ἀλφοὺς G τὴν ἀλφήν K2 λέπραν,
πέρκωμα bm

860a

ἐνδὲ περιστερόεντα· Κρατεύας (fr. 26 Wellm.) ὑπὸ ἐνίων φησὶ περιστερεῶνα καλεῖσθαι τὴν ἀλεξιάρην. ἔχει δὲ τὸ φύλλον ἐσχισμένον καὶ περιστερᾷ παραπλήσιον. Ἄλλως· ἀλεξιάρης δὲ ῥάμνου, ὅτι οὐ μόνον ἀπαλέξειν
5ἐστὶν ἀγαθὴ ἡ ῥάμνος εἰς φάρμακα, ἀλλὰ καὶ εἰς φαντάσματα, ὅθεν καὶ πρὸ τῶν θυρῶν ἐν τοῖς ἐναγίσμασι κρεμῶσιν αὐτήν. ἔστι δὲ λευκὴ καὶ μέλαινα. μέμνηται δὲ τῆς βοτάνης καὶ Εὐφο‐ ρίων (Powell frg. 137) ‘ἀλεξίκακον φύε ῥάμνον‘ καὶ Σώ‐ φρων ὁμοίως (166) ‘ἀεὶ δὲ πρόσω φύλλα ῥάμνου κρα‐
10τιζόμεθα‘.

860b

*περιστερόεντα· εἶδος βοτάνης K ὄνομα βοτάνης G

861

*ῥάμνου· λευκῆς φαινούσης K2

862

νήστειρα· γράφεται καὶ δρήστειρα, ἀντὶ τοῦ δραστική. ὁ δὲ νοῦς, μόνη γὰρ νήστισι διδομένη παύει τὰς ἀλγηδόνας.

863a

παρθενίοιο· τοῦτο ἑλξίνην τινὲς ὀνομάζουσιν, ἔνιοι δὲ περδίκιον καλοῦσιν.

863b

*ὀροδάμνους· κλάδους G1v βλαστούς bm

864a

τὸ δὲ κόρκορον λάχανόν ἐστιν εὐτελής. τὸ δὲ μίλτου Λημνίδος, τὴν Λημνίαν σφραγῖδά φησιν. ἀπὸ ταύτης καὶ τὸ ἐλατήριον γίνεται. καθαρτικὴ γάρ ἐστι.

864b

*πεταλῖτιν· εἶδος βοτάνης G βοτάνη K2

864c

*ἀμέργεο· λάβε K2

865

*ἥ· ἥτις K2

866

*σικύοιο· τοῦ ἀγριοσύκου G τοῦ ἀγρίου σύκου K

867

νηδὺν δέ τὴν νηδὺν καίπερ βαρυνομένην ταῖς ἀνίαις καὶ τὰ ἑξῆς.

868a

*ἤμυνεν· ἔσωσε GK

868b

εὐρρήχου· ῥῆχος δέ ἐστιν ὁ φραγμός· εὔρρηχος οὖν ἡ καλῶς περιφράσσουσα, τουτέστι πρὸς φραγμὸν πεποιημένη. σὺν αὐτῷ δὲ, τουτέστι τῷ καρπῷ, καὶ ἡ χαίτη αὐτῆς ἡ ἀκανθοβόλος.

869a

νεαλεῖς τ’ ὀρόβακχοι· καὶ γὰρ Δημήτριος ὁ Μενεκλέους ὀροβάκχους τοὺς σκυτίνους ἀσκοὺς λέγει· λέγεται δὲ ὁμοίως ἡ ἐξάνθησις τῶν ῥοιῶν ὀρόβακχος. τὸ δὲ ἀκανθοβόλος, ἄδηλον εἰ ἐπὶ τῆς παλιούρου ἢ ἐπὶ
5τῶν ῥοιῶν εἴρηται.

869b

*νεαλεῖς· νεαροί GK

870

σίδης δ’ ὑσγινόεντας· καὶ γὰρ ῥητέον πρὸς τὸ λάζεο. ἡ σύνταξις, οἷον λάζεο σίδης καὶ τὰ ἐξῆς. ὀλόσχους δέ φησι τοὺς τῶν ῥοιῶν τραχήλους πρότερον μὲν κεχηνότας, ὕστερον δὲ μύοντας καὶ ὑσγίνῳ βοτάνῃ ὁμοίους
5κατὰ τὸ χρῶμα, ὅταν τὸν κύτινον ἀποβάλλωσι. Ἄλλως· τῆς σίδης τοὺς ὑσγινόεντας, τουτέστι τοὺς πυρροὺς καὶ μύοντας, οἱονεὶ ἐσφιγμένους ὀλόσχους. ὄλοσχοι δέ εἰσιν οἱ τράχηλοι τῶν ῥοιῶν. οὗτοι δὲ πρότερον διανεῳγότες, κατ’ ὀλίγον μύουσι, τοὺς κυτίνους ἀποβάλλοντες. νῦν δὲ ἀπὸ μέρους τὰς ἐξανθή‐
10σεις τῶν ῥοιῶν λέγει.

871a

αὐχενίους δὲ ἤγουν τραχηλώδεις, οἱονεὶ τραχή‐ λους ἔχοντας.

871b

*ἐνερεύθεται· ἐρυθαίνεται K2

872a

ὕσσωπος δὲ βοτάνη ὁμοία σαμψύχῳ.

872b

*οἴνωνις· ἀκανθώδης βοτάνη GK2

873

νέον τ’ ἐν βότρυσι· καὶ γὰρ τὸ ἐναντίον εἶ‐ πεν. οὐ γὰρ ἐν τοῖς βότρυσι τὸ κλῆμα, ἀλλ’ οἱ βότρυες ἐν τῷ κλήματι. νέον δέ φησι τὸ ὄμφακας ἔχον.

874a

*ἀγλῖθες· αἱ τῶν σκορόδων κεφαλαί GK2u

874b

*κορίοιο· τοῦ κορίου GK2

875a

λεπτοθρίοιο δέ, ἤτοι λεπτοφύλλου. καὶ πολύ‐ θρονα ἤγουν πολυφάρμακα. γράφεται δὲ καὶ πολύχνοα, ἤγουν πολὺν χνοῦν ἔχοντα, οἷά εἰσι τὰ κυδώνια, χνοώδη.

875b

*κονύζης· βοτάνης GK2

876a

πέπερι δὲ τὸ λευκόν. καὶ τὸ ἀπὸ Μήδων τὸ Βαβυλώνιον· λέγεται γὰρ καὶ Περσικόν.

876b

*ἀπὸ Μήδων· Περσικόν bm

877a

*κάρδαμον· τινὲς τὸ καρδάμωμον GK2 τὸ καρ‐ δάμωμον λέγει bm

877b

*ἐμπίσαιο· ἔμμιξον GK2

877c

πολυανθέα γλήχων· ἀποκοπή ἐστι τῆς γλήχωνος, γενικῆς. γράφεται καί σε δ’ ἂν γλήχων πολυανθέα.

880a

σπέρμ’ ὀλοὸν κνίδης· ἡ ἀκαλήφη λέγεται κνίδη· οὕτω γὰρ παρ’ Ἀθηναίοις καλεῖται. κνησμὸν δὲ τῷ ἐφαψαμένῳ ποιεῖ. ἑψία δὲ, τουτέστι παίγνιον. καὶ Ὅμηρος (Od. 17, 30) ‘ἑψιαάσθων‘. παίζουσι γὰρ τῷ σπέρματι
5ταύτης οἱ νεώτεροι ἐν παιδιᾷ, ὡς ἀστραγάλοις· ἢ ὅτι παί‐ ζοντες τύπτουσι μετ’ αὐτῆς ἀλλήλους.

880b

*ὀλοόν· ὁλόκληρον GK2

881

νιφόεν· ἢ τὸ ψυχρὸν ἢ τὸ ὑγρόν· καὶ γὰρ ἡ σκίλλα ψυχρᾶς ἐστιν ἐνεργείας· ἢ τὸ λευκόν, οἷός ἐστιν ὁ νιφε‐
τός· τὸ γὰρ τῆς θηλείας σκίλλης κάρα λευκόν ἐστι. 〈ἄλλωσ〉· τὸ δὲ σὺν καί που νεφόεν σκίλλης κάρα
5ἤτοι ἡ κεφαλὴ τῆς σκίλλης, πολλαῖς ὑμένων περιβολαῖς καλυπτομένη, ὡς σκοτεινή ἐστι καὶ ἀόρατος, ἔνδον τῶν χιτώνων ἔχουσα τὰ σπέρματα.

882a

*σπείρεα· τὸ λέπος, τὸ ἔνδυμα GK2 σπέρματα m

882b

ὁμοκλήτοιο δὲ ὁμωνύμου, τὸ λεγόμενον δρα‐ κόντιον.

882c

*δράκοντος (scil. καυλεῖον)· δρακόντιον K2bm

883

*θαμνίτιδος· χθαμαλῆς GK2

883-84

δ’ ὅσα πεῦκαι στρόμβοισι ναπαί‐ οις· τοῖς συνεστραμμένοις καὶ βαθέσι κοιλώμασι, τοῖς ἐν ταῖς νάπαις. Ἄλλως· ἡ σύνταξις, ἠδ’ ὅσα πεῦκαι ἀγρό‐ τεραι καὶ ναπαῖαι τοῖς στρόμβοις ὑπεθρέψαντο. στρόμβους
5δέ φησιν αὐτὸν τὸν κονοειδῆ καρπὸν τῆς πεύκης. ὅμοιος γάρ ἐστι τοῖς στροβίλων κώνοις.

885a

*εἰ δέ· γράφεται ἠέ b

885b

*ποίης· βοτάνη K2

885c

*ἀβληχρέος· ἀσθενοῦς, λεπτῆς G

885d

ἀβληχρέος δὲ τοῦ σκορπιούρου. καὶ γὰρ ἀβλη‐ χρέος εἶπεν ἐπὶ τῆς ῥίζης, ἐπειδὴ τοῦ σκορπίου θεραπευτική ἐστιν, ἢ διὰ τὸ βλήχεσθαι ποιεῖν διὰ τὰς ὀδύνας.

885-86

ἔγχλοα ῥίζαν θηρὸς ἰσαζομένην τμήξας, τουτέστι ἰσαζομένην κατὰ τὴν ὁμοιότητα τῷ τοῦ θηρὸς ἰοειδέι, τουτέστιν ἰοβόλῳ κέντρῳ, ἤτοι τῇ οὐρᾷ. ἐν γὰρ τῇ οὐρᾷ ἔχει τὸ κέντρον ὁ σκορπίος. ἔστι δὲ τὸ λεγόμε‐
5νον σκορπίουρον ἡ βοτάνη.

887a

ἠὲ σίδας· ἐν Ὀρχομενῷ φησι Θεόφραστος (H. P. 4, 10, 1) ῥίζαν φύεσθαι, φυτόν τι ἐν τῷ ὕδατι λεγόμενον σίδην τηλίκον ὅσον μήκων. ἔχει δὲ κόκκους ἐρυθροὺς ὁμοίους ῥοιᾷ, στρογγυλωτέρους δέ. ψαμαθηΐδας δὲ εἶπεν,
5ἐπειδὴ διαφόρως ἄμαθον τὴν παρὰ τοῖς ποταμοῖς ἢ τῇ θαλάσσῃ ψάμμον λέγουσιν. ἢ γραπτέον Ψαμαθηΐδα. Ψαμάθη γὰρ κρήνη τῆς Βοιωτίας· φυτὸν δέ ἐστιν ἐν Βοιωτίᾳ παρόμοιον ῥοιᾷ. φασὶ δὲ τὰς σίδας βρωσίμους εἶναι. ἔστι δὲ πάλιν τόπος τῆς Βοιωτίας Ψάμαθος λεγόμενος.

887b

*σίδας· βοτάνη K2

887-88

ἃς τρέφει αἶα· γράφεται καὶ ἅς τε Τρό‐ φεια Κῶπαί τε, ἵν’ ᾖ ἅστινας ἡ Τρόφεια καὶ αἱ Κῶπαι, αἵ εἰσι πόλεις τῆς Βοιωτίας, περὶ τὸ λιμναῖον ὕδωρ ἐθρέ‐ ψαντο, ὅπου ὁ ῥοῦς τοῦ Κνώπου καὶ τοῦ Σχοινέως βάλλει
5καὶ φέρεται. Σχοινεὺς δὲ καὶ Κνῶπος οἱ δύο ποταμοὶ τῆς Βοιωτίας εἰσί. Κνῶπος δὲ ὁ Ἰσμηνὸς εἴρηται, ἀπὸ Κνώπου τοῦ Ἀπόλλωνος. ἔστι δὲ καὶ πόλις Κνῶπος, δι’ ἧς φέρεται ὁ Ἰσμηνὸς ποταμός.

888a

*Κῶπαι· πόλις Βοιωτίας αἱ Κῶπαι, ἔνθα ἡ Κωπα‐ [στ]ὶς λίμνη m τόπος v

889a

*ᾗπερ· ὅπου GK2

890a

ὅσσα θ’ ὑπ’ Ἰνδόν· καὶ ὅσα, φησίν, ὑπὸ τὸ Ἰνδικὸν χεῦμα τοῦ Χοάσπου πιστάκια ἀμυγδαλόεντα φαίνε‐
ται ἐν τοῖς ἀκρεμόσι.

890b

*χεῦμα· ποταμόν GK2

890c

*Χοάσπου· ποταμὸς Ἰνδίας K2

891

*πιστάκια· βι(στάκια) (v. 1.) G

892a

καυκαλίδας δὲ τὰ λέπη τῶν πιστακίων λέγει ἢ βοτάνης ἄλλο γένος.

892b

*αἰθά· πυρρά K2

892c

φιμώδεα μύρτα, ἤγουν τὸν καρπὸν τῆς μυρ‐ σίνης φησί. στυφὸς δέ ἐστι καὶ τρώγεται καὶ τῇ στυφότητι δεσμοῖ καὶ φιμοῖ τὸν λαιμὸν καὶ τὸ στόμα. φιμώδεα δὲ μέλανα ἢ στυπτικά. στύπτει γὰρ τὰ χείλη, καὶ φιμοῖ τὸν
5τρώγοντα.

893a

*κάρφεα· σπέρματα GK2 ξηρά bm

893b

*ὁρμίνοιο· εἶδος φυτοῦ GK2

893c

*βρυόεντος· ἀνθώδους GK

894

*ἐρύσιμον· εἶδος βοτάνης GK2

895a

σὺν χλοεροῖς· λείπει ὁ καὶ σύνδεσμος, ἀντὶ τοῦ καὶ σὺν τούτοις βάλοις τὴν βαρύοδμον καλουμένην.

895b

*ποίην· εἶδος βοτάνης GK2

896a

*σίσυμβρα· εἶδος βοτάνης GK2

896b

*μειλίγματα νούσων· ἰάματα νούσων GK2

897a

ἡ μελίλωτος δὲ βοτάνη ἐστὶν ἣν λαμβάνουσι καὶ εἰς τοὺς στεφάνους.

897b

*χαύνης· μαλαχῆς GK2

898a

καὶ οἰνάνθη· βοτάνη ὁμοία σταφυλίνῳ, ἣν κατα‐ ψήχουσιν, ἤγουν συντρίβουσιν οἱ νομεῖς καὶ περιβάλλουσι ταῖς αἰξίν.

898b

*βρύα· ἄνθη, τὰ φύλλα G τὰ φύλλα K

899a

λυχνὶς ἔνερθε· τὴν ἀγρίαν λυχνίδα φησίν· αὕτη συμβάλλεται τοῖς ὀφιοδήκτοις καὶ σκορπιοδήκτοις.

899b

*θρυαλλίς· βοτάνη G

901a

*πουλύγονον· βοτάνην K2

901b

*λασίων· διὰ τὰ ἄνθη G δασέων διὰ τὸν ἀνθερίσ‐ κον K2

901c

ἰάμνων δὲ τῶν ἰαμενῶν, ἤτοι τῶν συμφύτων χωρίων.

902

ψίλωθρον· βοτάνη ἐστίν, ἥτις καὶ καρκίνωθρον καὶ κλῆμα καλεῖται. πολυθρήνου δὲ πολυθρηνήτου· γράφεται καὶ φιλοθρήνου, ἀντὶ τοῦ πολυθρήνου, ἤτοι τῆς φιλούσης τὸν θρῆνον, ὅτι Ἀπόλλων πολλὰ ἔκλαυσε
5τὸν Ὑάκινθον τὸν Ἀμύκλου καὶ Διομήδης νύμφης.

903a

ὃν Φοῖβος· Ἀμύκλου καὶ Διομήδης παῖς ἐγένετο, ᾧ ὄνομα Ὑάκινθος. τοῦτον ἠγάπησεν ὁ Ἀπόλλων σφόδρα ὥστε καὶ συγγυμνάζεσθαι αὐτῷ καὶ συμπαίζειν. δισκευόντων οὖν αὐτῶν ποτε λαβὼν ὁ Ἀπόλλων τὸν δίσκον καὶ ἀφείς,
5ἄκων κατήγαγεν αὐτὸν ἐπὶ τῆς κεφαλῆς τοῦ Ὑακίνθου καὶ οὕτως αὐτὸν τὸν τριπόθητον ἀπέκτεινεν, ὃν πάνυ πολλὰ
ἐθρήνησεν ἀποθνήσκοντα. ἐκ τοῦ αἵματος οὖν αὐτοῦ ἀνέφυ ἡ βοτάνη, ἣν καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὑάκινθον ἐκάλεσε. τοῦτο οὖν ἐστιν ὅ φησι φιλοθρήνου ὑακίνθου. σόλος δὲ ὁ δίσκος. ὁ ἐκ
10πέτρας, φησί, σόλος ἀφαλλόμενος ἐνέπεσε κόρσῃ, τουτέστι τῇ κεφαλῇ. κάλυμμα δὲ τὸν περὶ τὸ κρανίον ὑμένα.

903b

*ἔκτα· ἔκτανε v

904

*Ἀμυκλαίου· τοῦ Λακωνικοῦ GK2

906

*ἤραξε· 〈ἔ〉κοψε v

907

ὀποῖο〉· ὀπὸν νῦν τὸν Κυρηναικόν φησι, δάκρυα δὲ τὸν χυλόν.

908a

τρισσοῖς δὲ ὁλκήεσσι, τουτέστι τριπλοῖς ὀβολοῖς.

908b

ὁλκήεσσιν ἰσοζυγέων· τουτέστι τοῖς ὀβο‐ λοῖς ὁλκήεσσιν ἰσόσταθμον στήσας τῷ ἀπὸ τοῦ τριφύλλου.

909a

πολλάκι κρῆθμον ἤτοι λάχανόν ἐστι, καὶ γὰρ
μέμνηται αὐτοῦ καὶ Καλλίμαχος ἐν τῇ Ἑκάλῃ (Pf. fg. 249). κεροειδέα δέ, ἐπεὶ κερατοειδές ἐστι τὸ φυτόν, ὁ ἕρπυλλος, τοῖς φύλλοις.

909b

*κρῆθμον· λαχανῶδες φυτὸν ὁ κρῆθμος bm

910

*κυπάρισσον· εἶδος βοτάνης GK2

911

*ποτῷ· ἐν οἴνῳ bm

911-12

ἐνικνήθεο ῥίζας· τουτέστι τρῖβε τὰς ῥίζας τοῦ σιλφίου μετὰ οἴνου. Λιβυκὰς γὰρ ῥίζας τὸ σίλφιόν φησι, διότι πολύ ἐστιν ἐν τῇ Λιβύῃ. ἐξ ὧν σύ ποτε μὲν μικτῶς πάντας, ποτὲ δὲ χωρὶς ἕκαστον μίξας ἐν φιάλῃ μετ’ ὄξους ἢ
5οἴνου, πολλάκις δὲ καὶ μετὰ γάλακτος πῖνε.

915a

ἢν δέ ς’ ὁδοιπλανέοντα· ἐὰν δὲ συμβῇ σε ὁδοιποροῦντα πληγὴν ἀναδέξασθαι, τὸ τηνικαῦτα σὺ ὁ πληγεὶς λάβε τὰς παρατυγχανούσας ῥίζας ἢ ποίας δήποτε καὶ λαβὼν διαμασῶ, καὶ τὸν μὲν χυλὸν ἔκβαλε, τὰ δὲ μαση‐
5θέντα βοτάνια ἐπιτίθει, καὶ οὕτω θεραπευθήσῃ καὶ φεύξῃ τὴν ὀδύνην.

915b

*νεμέεσσιν· συνδένδροις τόποις GK2

916a

*νύχμα· πληγή GK2bm

916b

κατασπέρχῃ δὲ ἀντὶ τοῦ κατεπείγῃ τῇ ὀδύνῃ καὶ καταπονῇ.

916c

*βεβαρημένον· τὸ δυνάμενον βαρύνειν GK

916d

*ῥίζας· ὁποίας εὗρε K2

917a

*ποίην· βοτάνην GK

917b

*παρά· περί G

917c

*ἀτραπιτοῖσι· ὁδοῖς GK2u

917d

*χλοάζον· χλωρόν GK2

918a

μαστάζειν· ἀντὶ τοῦ μάσταζε, ἔστι δὲ μασῶ ταῖς σιαγόσιν.

918b

*ἀμελγόμενος· πιπίζων K2 ἀποθλίβων bm

918c

*χυλόν· τὸν ὀπόν GK

919a

*τύμμασιν· ταῖς πληγαῖς GK2

919b

*ἡμίβρωτα· ἡμιφαγῆ GK2

919c

*βάλοις· λάβε G

919d

*ἀπολύματα· μασήματα GKbm

920

ὅφρα ὀδύνην καὶ κῆρα· ὅπως τὴν ὀδύνην καὶ τὴν βλάβην τὴν κατεπείγουσάν σε ἐκφύγῃς.

921-23

ναὶ μὴν σικύην· ἤτοι τὴν χαλκῆν ἢ σιδηρᾶν σικύαν λέγει, μεθ’ ἧς σικυάζουσιν οἱ ἰατροὶ καὶ ἐκσύρουσι δι’ αὐτῆς τὸ πληχθὲν αἷμα. καὶ ἐνταῦθα οὖν σικυάσαι κελεύει, ἵνα ἐκσύρῃς τὸν ἰόν, ἢ τὸν τῆς συκῆς, φησί, γαλακτώδη
5ὀπὸν ἔμβαλε τῷ τύμματι, ἢ σίδηρον καυστειρὰν θαλφθεῖσαν ὑπὸ στέρνοις καμίνου, τοῖς στέρνοις πυρακτωθεῖσαν, ἔμβαλε τῇ τύψει. σημειωτέον δὲ ὅτι τὸν σίδηρον θηλυκῶς εἶπε. κελεύει δὲ χρήσασθαι κατὰ τόπον τῇ σιδήρου καύσει, ἵνα καύσῃ τὸν ἰὸν καὶ τὴν δηχθεῖσαν σάρκα.

921a

*λοιγέϊ· θανασίμῳ GK

921b

*τύψει· πληγῇ GK2

922

*προσμάξας· προσάψας GK2

923a

*χέας· χῦσον K2

923b

*σίδηρον· ἡ σίδηρος bm

925a

*φορβάδος· εὐθρέπτου GK

925b

αἰγὸς ἐνίπλειον δέρος· τὸν ἀσκὸν λέγει. κελεύει δὲ ἐν αἰγείῳ ἀσκῷ, οἴνου ὄντι πεπληρωμένῳ, ἀποδῆσαι
ἔσωθεν τὸ πληχθὲν μέρος.

925c

*δέρος· δέρμα K2

926a

*χραισμήσει· βοηθήσει G

926b

*τημοῦτος· τηνικαῦτα GK2

928

ἀσκοδέταις· ἤτοι ἀσκὸν αἴγειον οἰνηρὸν πεπισ‐ σωμένον τῷ δηχθέντι μέρει τοῦ σώματος ἀνατεμὼν ἐπίβαλλε. τὸ δὲ ἑλίξεις γράφεται καὶ ἑλίσσεις, ἀντὶ τοῦ ἕλισσε, δέσμει ἐπάνω. καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν
5χειρῶν βουβῶνας εἶπε· λέγει δὲ τὰς μασχάλας. φησὶ δὲ ὅτι καὶ βδέλλας πρόσβαλλε τῷ τύμματι, ἵνα τὸ βλαβὲν μέρος αἷμα ἀφῇ.

932

μίγδην ἐν πυράθοισι· καὶ γὰρ πύραθοί εἰσι τῶν αἰγῶν τὰ ἀποπατήματα 〈βόλβιτα δὲ τὰ τῶν βοῶν, ὄνθοι δὲ τὰ τῶν προβάτων V〉. ταῦτα οὖν εἰς τρύγα οἴνου ἢ ὄξους ἐγχέας καὶ μεμιγμένως ταράξας, ἔτι νεαρᾶς
5οὔσης τῆς πάτου, τουτέστι τῆς πυράθου, πέριξ τοῦ δήγματος ἕλισσε, ὅ ἐστι χρῖε, ἕως ἐστὶ νεαρὸν τὸ ἀποπάτημα τῆς αἰγός. δεῖ γὰρ νεαρὸν ἔτι ὑπάρχον ἐπάραι καὶ μῖξαι μετὰ τῆς τρυγὸς
ἢ αὐτὸ τὸ μῖγμα νεαρὸν ὑπάρχον χρῖσαι. Ἄλλως· πυράθοισι, τοῖς ἀποπατήμασι τῶν αἰγῶν. Ἀλέξαν‐
10δρος ἐν τῷ περὶ θηριακῶν κελεύει τὰ τῶν αἰγῶν ἀποπατή‐ ματα, ἄν τε ὑγρὰ ἦ, ἄν τε ξηρά, μετὰ τρυγὸς οἴνου ἢ ὄξους αὐτὰ κατασκευάζειν, τὰ δὲ ἐπιφερόμενα πάντα βοήθειαν ἔχει.

933

νεαλεῖ· νεαρᾷ δὲ ἀφοδεύσει, τουτέστι τῇ δὲ νεαρᾷ ἀποπατήσει, τῇ κόπρῳ τῆς αἰγὸς δηλονότι, τὴν τύψιν περιε‐ λίξεις, ἤγουν ἀποκλείσεις. ὁ σκοπὸς ἅπας, καὶ σικύᾳ τὸ αἷμα κένωσον ἢ τὸν τῆς συκέας τοῦ δένδρου γαλακτώδη ὀπὸν
5εἰς τὴν πληγὴν ἔμβαλε ἢ σιδήρῳ καῦσον ἢ ἐν ἀσκῷ οἶνον ἔχοντι τὸ πεπληγμένον ἔμβαλε μέρος ἢ βδέλλας ἐπίθες ἢ κρομμύου ὀπὸν ἔμβαλε ἢ οἶνον ζεούσῃ σποδιᾷ ἐπιχύσας τάραξον καὶ ἐπίθες ἢ ὄξος ἢ νεαρὰν κοπρίαν ἐπίδησον.

934

ὄφρα δὲ καὶ πάσῃσι· νῦν καθολικῶς πάσης νόσου, ἤτοι παντὸς δήγματος λέγει τὰ ἀλεξητήρια· ἵνα δὲ καὶ πάσαις ταῖς βλάβαις ἀλεξητήρια κατασκευάσας θαρρῇς·
λείπει δὲ τὸ λέγω σοι, ὅπερ ἡδὺ πάνυ ἔσται.

935a

*τό τοι· τοῦτό σοι bm

935b

*κρήγυον· ὠφέλιμον K2

936

ἦμος ὅτε θρόνα· ἡνίκα τὰ πολλὰ θρόνα, του‐ τέστι φάρμακα, ἤγουν τὰς βοτάνας, ὑπὸ τῇ ἰδίᾳ χειρὶ ταρά‐ ξεις.

937

ἐν μέν· καὶ ἀριστολόχεια καὶ ἃς ἑξῆς ἐπιφέρει. αὕτη δὲ ἡ βοτάνη ἀριστολόχεια ἐκλήθη διὰ τοῦτον τὸν τρό‐ πον. τοῦ νεὼ τοῦ ἐν Ἐφέσῳ κατασκευαζομένου, πολλοὺς ὑπὸ ἔχεων συνέβη πληγῆναι. ἡ δὲ θεὸς ἐμήνυσεν Ἀριστολόχῳ
5τῷ Ἐφεσίῳ τὴν πόαν ταύτην, ᾗ ἐθεραπεύοντο οἱ πληττόμενοι. καὶ ἐκ τούτου ἀριστολόχεια ἐκλήθη, ἀπὸ Ἀριστολόχου τοῦ Ἐφεσίου ἐκείνου, ὃς πρῶτος ταύτην εὗρεν.

938a

ῥίζαι· τουτέστι τῆς χαλβάνης ἡ ῥίζα. κατὰ κοινοῦ δὲ τὸ εἶεν. ἔστω δὲ καὶ ἀριστολοχείας καὶ ἴριδος ῥίζα, ἥτις ἐστὶ φυτόν, καὶ νάρδου ῥίζα σὺν τοῖς φύλλοις τοῦ πυρέ‐ θρου καὶ δαύκης καὶ τῶν λοιπῶν. καὶ ἡ πύρεθρος δὲ βοτάνη
5ἐστίν, ἣν πυρῖτιν ἀλλαχοῦ λέγουσιν. τὴν δὲ γλυκυσίδην ὁ Θεόφραστος (H. P. 9, 8, 6) καὶ παιωνίαν λέγει· φυτὸν δέ ἐστιν.

938b

*αὐαλέοις· καυστικοῖς bm

939a

*παναλθέου· θεραπευτικοῦ K2

939b

*βρυώνης· ἄμπελος ἀγρία K2

940a

*χαῦνα· ἁπαλά K2

940b

*νεωρυχέος· νεωρυκτοῦ K2

940c

*γλυκυσίδης· εἶδος βοτάνης K2

941

κάρφεά τ’ ἐλλεβόρου· ἀντὶ τοῦ τοὺς κλάδους καὶ τὰ σπέρματα. μελανόχροος δὲ εἶπεν, ἐπειδὴ καὶ λευκός ἐστιν ἐλλέβορος.

943a

*ἀγροτέρης σταφίδος· ἢ ἀγριοσταφίδος K2

943b

*ἶσα δάφνης σπερμεῖα· τὸν σταθμὸν ἶσον καὶ δαφνόκοκκα K

944a

*κύτισον· βοτάνη γαλακτοποιός K2

944b

*κατακνήθειν· κόπτειν K2

944c

*χαμηλήν· τὴν ἐπὶ γῆν m

945a

ἱππεῖον λειχῆνα· ἰστέον ὅτι γίνονται ἐπὶ τῶν γονάτων τῶν ἵππων λειχῆνες, οὓς ἀποξύειν κελεύει καὶ τρίβοντας διδόναι πιεῖν τοῖς ὀφιοδήκτοις ἀλεξητήριον. καλεῖσθαι δὲ αὐτοὺς λέγουσί τινες χελιδόνας. χαμηλὸν δὲ
5λειχῆνα εἶπε, διότι ἐν τοῖς κάτω τῶν ἵππων μέλεσι γίνεται
καὶ οὐκ ἄνω φύεται. ἐν γὰρ τοῖς γόνασιν, ὡς εἴρηται, φύεται. Ἄλλως· βοτάνη ἱππολειχὴν θεραπευτική, θεραπεύουσα τῶν ἵππων τοὺς λειχῆνας, ἣν λέγουσιν ἱπποσέλινον.

945b

*κυκλάμινον· εἶδος βοτάνης ῥυπτικῆς K2

946

*ὀπόν· χυλόν K2

947

κινάμοιο· ἐν τῷ γʹ (3, 111) φησὶν Ἡρόδοτος ἐν Ἰνδικῇ ζῷον εἶναι, ὃ καλεῖται κινάμωμον, ὅτι καλιὰν ποιεῖ‐ ται ἐκ τῶν καρφῶν διὰ τὴν ὀδμήν· ὅθεν καὶ κινάμωμον καλεῖ‐ ται. οἱ δὲ τὸ ξύλον τὸ κινάμωμον αὐτό φασιν εἰρηκέναι.
5〈διακρίνεται δὲ οὕτω· τὸ ἄριστον γὰρ κιναμώμου εἴ τις αἰγὶ ὀρέξειεν, κνιζήσεται πρὸς τὴν χεῖρα, ὥσπερ κύων, ἀπιόντι τε ὁμαρτήσασα καὶ τὴν ῥῖνα εἰς αὐτὸ ἐρείσασα, κἂν ὁ αἰπόλος ἀπάγῃ, θρηνήσει καθάπερ λωτοῦ ἀποσπωμένη V

948a

*σφονδύλειον· εἶδος βοτάνης K2

948b

*ἐμπληθέα· πεπλησμένην bm

948c

*κύμβην· δοίδυκα bm κοτύλην, κουκλυάριον K2

949

*ἀλλ’ ὁ μέν· ἤτοι ὁ τάμισσος bK2

950a

*ὁ δ’· ὁ καρκίνος K2

950b

πολυστείοισι νομάζων· ἤτοι πολυψήφοις.
εἰ δὲ πολυμνίοισιν, ἀντὶ τοῦ πολλὰ μνία ἔχουσι· μνία γὰρ τὰ βρύα· διὸ καὶ διὰ τοῦ ἰῶτα γράφεται· νομά‐ ζων δὲ ἀντὶ τοῦ νεμόμενος.

951

ἐν στύπει· τῷ κύτει καὶ τῇ γαστρὶ τοῦ ὅλμου· περιφραστικῶς ἀντὶ τοῦ ἐν ὅλμῳ, τουτέστι τῇ θυείᾳ.

952

*λαϊνέοισιν· λιθίνοις K2

953

ἀπαρινέα δὲ ἀντὶ τοῦ ἀπαρίνης χυλόν. ἀπαρίνη δέ ἐστιν εἶδος φυτοῦ.

954

*συμμίξαιο· φύρσαιο G2

955

τὸ δὲ διακριδὸν γράφεται καὶ διασταδόν· τροχίσκους δὲ δραχμαίους ποίει. χωρείτω δέ, φησίν, ὁ δρα‐ χμαῖος τροχίσκος δύο κοτύλους καὶ πινέσθω.

956

*χαδεῖν· φαγεῖν K2 φαγεῖν, δέξασθαι bm

957

καί κεν Ὁμηρείοιο· ἢ διὰ τὸν ζῆλον ἢ διὰ τὴν πατρίδα. Κολοφώνιον γὰρ ἔνιοι τὸν Ὅμηρον ἐγενεα‐ λόγησαν. ἢ ἴσως Ὁμηρικόν, ὥσπερ Κρατίνειον καὶ Ἀρισ‐
τάρχειον.

958

μνῆστιν ἔχοις· ἤτοι μνησθείης ἄν μου, ὦ Ἑρμησιάναξ, τοιαύτας εὑρόντος θεραπείας. νιφόεσσα περιφραστικῶς ἡ Κλάρος, ἥτις οὕτως ὠνόμασται παρὰ τὸ ἐκεῖ γενομένην τὴν Μαντὼ τὴν Τειρεσίου μετὰ Ζωγραίου
5κλαῦσαι, ἢ διὰ τὸ λαχεῖν αὐτὴν τὸν Κλάριον Ἀπόλλωνα. γράφεται καὶ Κλάρου πολίχνη, τουτέστιν ἡ
Κλάρος αὐτή. ἔστι δὲ πόλις Κολοφῶνος.