TLG 5028 001 :: SCHOLIA IN ISOCRATEM :: Scholia in Isocratem (scholia vetera) SCHOLIA IN ISOCRATEM Schol. Scholia in Isocratem (scholia vetera)
Citation: Vita-hypothesis-scholion+oration — section — (line) | ||
vita1(t) | ΒΙΟΣ ΙΣΟΚΡΑΤΟΥΣ | |
1 | ΙΣΟΚΡΑΤΗΣ Θεοδώρου μὲν τοῦ αὐλοποιοῦ ἐγένετο παῖς, Ἡδυ‐ τοῦς μητρός· οὐχ ὅτι δ’ ἰδίαις χερσὶν εἰργάζετο, διὰ τοῦτο αὐλοποιὸς ἐκλήθη, ἀλλ’ ὅτι παῖδας εἶχε τοὺς ἐργαζομένους καὶ ἐκ τούτου προσεπορίζετο τὸν βίον. γυναῖκα δ’ ἠγάγετο Πλαθάνην τινὰ, Ἱπ‐ | |
---|---|---|
5 | πίου τοῦ ῥήτορος ἀπογεννωμένην· ἀτυχήσας δὲ περὶ τέκνα θετὸν ἐποιήσατο παῖδα τὸν ταύτης υἱὸν, τὸν Ἀφαρέα. μαθητὴς δ’ ἐγένετο φιλοσόφου μὲν Σωκράτους, ῥήτορος δὲ Θηραμένους, τοῦ μαθητοῦ Γοργίου (ὁ δὲ Γοργίας μαθητὴς Τισίου), τοῦ καὶ κοθόρνου. ἐκλήθη δὲ οὗτος κόθορνος διὰ τοιαύτην αἰτίαν. κόθορνος ὑπόδημά ἐστιν ἁρ‐ | |
10 | μόζον γυναιξὶ καὶ ἀνδράσιν ἢ ἁρμόζον κατὰ δεξιοῦ καὶ ἀριστεροῦ ποδός· εἴτ’ οὖν διὰ τοῦτο, εἴτε δι’ ἐκεῖνο, ἁπλῶς κόθορνος ἐκλήθη διὰ τὸ εὐχερὲς τῶν τρόπων, ὥσπερ καὶ ὁ κόθορνος εὐμετάβλητός ἐστι περί τε δεξιὸν πόδα καὶ ἀριστερὸν, ἤγουν πρὸς ἄνδρας καὶ γυναῖκας, καὶ μὴ ἐν ἑνί ποτε μόνῳ ἱστάμενος. μέμνηται καὶ Ἀριστοφάνης | |
15 | τοῦ κοθόρνου ἐν τοῖς Βατράχοις “τί κόθορνος καὶ ῥόπαλον συνηλθέ‐ “την;” ἀεὶ γὰρ πρὸς τὰς πολιτείας μετεβάλετο, καὶ τιμῶν τὴν παροῦσαν πολιτείαν καταλυθείσης ταύτης ποτὲ ὕστερον κατήγορος ἐγένετο, ἧς καὶ μετεῖχε πρώην. καὶ δὴ τοῦτο συνειδότες οἱ τριά‐ κοντα πρὸ τῆς καταλύσεως αὐτῶν ἐφόνευσαν αὐτὸν, ἵνα μὴ ὕστερον | |
20 | διαβάλῃ καὶ αὐτοὺς ὥσπερ τοὺς τετρακοσίους, ὡς σὺν θεῷ μαθησό‐ | |
μεθα. ἀπιόντος δὲ τούτου πρὸς θάνατον συνηκολούθει ὁ Ἰσοκράτης μετασχεῖν βουλόμενος τοῦ θανάτου, ὥσπερ καὶ ἐν τῷ θανάτῳ τὴν τι‐ μὴν τὴν πρὸς τὸν διδάσκαλον ἐνδεικνύμενος. ὡς δ’ ἐκώλυσε καὶ οὐκ ἔπειθεν, ὕστερόν τι εἰπὼν ἔπεισεν· ἔφησε γάρ “ἐὰν μὴ σὺ παρα‐ | 101 | |
25 | “λειφθῇς, συναπόλλυταί σοι καὶ ἡ ἐμὴ διδασκαλία, ὥστε ζῶν “πλέον ἔτι τιμᾷς, ἐνδεικνύμενος τὴν ἐμὴν διδασκαλίαν.” καὶ οὕτω πεισθεὶς ἀπελθὼν ἐδίδασκεν. ἔγραφε δὲ λόγους πανηγυρικοὺς καὶ συμβουλευτικούς· τῶν γὰρ δικανικῶν ἀπείχετο πλεονάκις διὰ τὸ δύο πάθη ἔχειν σωματικὰ, ὅτι τε δειλὸς ἦν καὶ ἀσθενὴς τῇ φωνῇ. καὶ | |
30 | οὕτως ἦν δειλὸς καὶ αἰδήμων καὶ μὴ φέρων λέγειν ἐν τοῖς πλήθεσι διὰ τὸ ἀπαρρησίαστον, ὥστε λέγεταί ποτε ὡς αὐτοῦ ἐξηγουμένου ἐπεισῆλθόν τινες αὐτοῦ ἀκοῦσαι, ὁ δ’ αἰδούμενος ἐσιώπησεν. ἐλάμ‐ βανε δὲ χρήματα πάμπολλα ὑπὲρ τῆς διδασκαλίας, παρὰ μὲν τῶν πολιτῶν οὐδὲν, ὥσπερ γέρας τοῦτο κατατιθέμενος καὶ τροφεῖα κατα‐ | |
35 | βάλλων τῇ πατρίδι, παρὰ δὲ τῶν ξένων χιλίας δραχμάς. ἀμέλει Ἐφόρου τινὸς αὐτοῦ μαθητοῦ ἀπελθόντος ἐν τῇ πατρίδι καὶ ἐλθόντος πάλιν πρὸς τὸ ἀναλαβεῖν καὶ δόντος τὰς χιλίας ἐκάλει τοῦτον Δισέ‐ φορον. πλούσιος δὲ γενόμενος ἐμερίσατο τὸν πλοῦτον πρὸς τὴν πόλιν διὰ τῆς εὐνοίας, τριηραρχίας καὶ πολλὰς λειτουργίας συντελῶν. | |
40 | ἔσκωπτον δὲ τοῦτον οἱ κωμικοὶ ὡς κεχρημένον τινὶ πόρνῃ Λαγίσκῃ ὀνόματι. λέγομεν δὲ ἡμεῖς ἀπολογούμενοι ὅτι μάλιστα μὲν οὐδὲν τοῦτο ποιεῖ, εἰ εἶχε μετὰ τὴν τελευτὴν τῆς γυναικὸς ταύτην παλλα‐ κίδα· ἔπειτα λέγομεν ὅτι τοῦτ’ αὐτὸν πολὺ πλέον προσαπολύει τῆς διαβολῆς, ὅτι ψευδὲς τὸ παρὰ τῶν κωμικῶν σκώπτεσθαι. εἰώθασι | |
45 | γὰρ οἱ κωμικοὶ τὰ μεγάλα πρόσωπα σκώπτειν διὰ γέλωτα, ὡς Σω‐ κράτην εἰσάγουσιν ἐρῶντα νέων. ἔγραψε δὲ πολλοὺς λόγους, ὧν εἰσιν αἱ παραινέσεις, εἰ καί τινες ἠβουλήθησαν αὐτὰς εἰπεῖν μὴ εἶναι αὐ‐ τοῦ διὰ τὸ ἀσθενὲς τῆς φράσεως· ἃς πρῶτον εἰκότως ἀναγινώσκομεν, οὐχ ὡς βελτίονας οὔσας τῶν ἄλλων λόγων (καὶ γὰρ καὶ ὁ Πανηγυ‐ | |
vita1(50) | ρικὸς αὐτῶν προέχει καὶ ἄλλοι πολλοί), ἀλλ’ ὅτι περὶ ἠθῶν διαλαμβά‐ νουσιν. ἀναγκαῖον δὲ τὰ ἤθη πρὸ τῶν λόγων κοσμῆσαι, ὥσπερ ὁ γεωρ‐ | |
γὸς ὀφείλει πρὸ τῶν σπερμάτων καὶ ἧς μέλλει καταβάλλειν φυτείας ἐκκόπτειν ἀπὸ τῶν χωρίων τὰ λυμαινόμενα τούτοις, οἷον ἄγρωστιν καὶ τὰ τούτοις παραπλήσια· δι’ ὃ, ὡς καὶ πρὸς παῖδας ταῦτα γρά‐ | 102 | |
55 | φων, ἠναγκάσθη ταπεινοτέρᾳ χρήσασθαι τῇ φράσει, ὥστ’ αὐτοῦ ἂν εἴησαν καὶ αἱ παραινέσεις. ἄξιον δὲ ζητῆσαι διὰ ποίαν αἰτίαν οὕτως αὐτὰς ἀναγινώσκομεν κατὰ τάξιν, πρῶτον τὴν πρὸς Δημόνικον, ἔπειτα τὰς πρὸς Νικοκλέα, καὶ μὴ ἀδιαφόρως, ὥσπερ ἐν τοῖς ἄλ‐ λοις αὐτοῦ λόγοις. λέγομεν ὅτι Ἰσοκράτης βουλόμενος κοινωφελὴς | |
60 | γενέσθαι, φορτικὸν δὲ ἡγούμενος τὸ πρὸς πάντας γράφειν τὰς συμ‐ βουλὰς ἤθελεν ὡς πρὸς τούτους γράφειν. τὸ δὲ ἀληθὲς πᾶσι πα‐ ραινεῖ διὰ τῶν τριῶν παραινέσεων, ὥσπερ καὶ ὁ Ἡσίοδος ὡς πρὸς τὸν ἀδελφὸν λέγων “ἐργάζευ, νήπιε Πέρση” πᾶσι παραινεῖ. οὕτω καὶ ὁ Ἰσοκράτης. τάττει οὖν πρῶτον τὸν πρὸς Δημόνικον ὡς πρὸς ἰδιώτας | |
65 | πρῶτον διαλεγόμενος, εἶτα βασιλεύειν διδάσκων ἐν τῷ πρὸς Νικο‐ κλέα· πρῶτον γάρ τις ἰδιώτης γενόμενος ὕστερον ἔρχεται ἐπὶ τὴν βασιλείαν. εἶτα λέγει ἐν τῷ πρὸς Νικοκλέα ἢ συμμαχικῷ, πῶς δεῖ καὶ τὸν ἰδιώτην βασιλεύεσθαι. σκώπτουσι δὲ αὐτὸν, ὡς εἶπον καὶ ἄνω, οἱ κωμικοὶ ἐπὶ τῇ Λαγίσκῃ, ὧν εἷς ἐστι καὶ Στράττις, λέγων | |
70 | ταῦτα ἐν Ἀταλάντῃ· καὶ τὴν Λαγίσκην τὴν Ἰσοκράτους παλλακὴν εὑρεῖν με συκάζουσαν, εἶθ’ ἥκειν ταχὺ τὸν αὐλοτρύπην αὐτόν. λέγουσι δέ τινες ὅτι τοῦ Πελοποννησιακοῦ πολέμου πρεσβύτερος | |
75 | ἐγένετο **** δυσὶ καὶ εἴκοσιν ἔτεσιν. ἤκουσε δὲ κατά τινας καὶ Προδίκου τοῦ Κείου καὶ Γοργίου τοῦ Λεοντίνου. νέος δ’ ὢν ἐδόκει διοίσειν τῶν περὶ Λυσίαν τὸν ῥήτορα πρὸ αὐτοῦ γενομένων, καὶ τοῦτο μαρτυρεῖ Πλάτων ἐν τῷ Φαίδρῳ Σωκράτην λέγοντα ποιήσας οὕτω· “νέος μὲν ἔτι, ὦ Φαῖδρε, Ἰσοκράτης· ὃ μέντοι περὶ αὐτοῦ μαντεύο‐ | 103 |
80 | “μαι, εἰπεῖν ἐθέλω· δοκεῖ γάρ μοι ἀμείνων ἢ κατὰ τοὺς περὶ Λυσίαν “εἶναι λόγους.” ἔσχε δὲ μαθητὰς πολλοὺς μὲν, τοὺς δὲ εὐδοκιμη‐ κότας καὶ ἐπιφανεῖς τούτους· Θεόπομπον, Ἔφορον, ὧν καὶ ἱστορίαι φέρονται, Ὑπερείδην, Ἰσαῖον, Λυκοῦργον, οἵτινές εἰσι τῶν δέκα ῥη‐ τόρων τῶν κριθέντων τε καὶ ἀναγινωσκομένων, εἶτα Φιλίσκον, Ἰσο‐ | |
85 | κράτην ὁμώνυμον αὐτοῦ, Θεοδέκτην, Ἀνδροτίωνα τὸν τὴν Ἀτθίδα γράψαντα, καθ’ οὗ καὶ ὁ Δημοσθένης ἔγραψε, καὶ Πύθωνα τὸν Βυ‐ ζάντιον, τὸν ῥήτορα Φιλίππου. περὶ δὲ Θεοπόμπου καὶ Ἐφόρου φέ‐ ρεταί τι τοιοῦτον αὐτοῦ καὶ ἀστεῖον· εἶχε γὰρ καὶ τοῦτο. ὡς ἑώρα τὸν Θεόπομπον μικρὰν ὑπόθεσίν τινα λαμβάνοντα καὶ ἐπεκτείνοντα | |
90 | ταύτην καὶ διὰ πολλῶν λέγοντα, ὥσπερ ἐν τῇ Φιλιππικῇ αὑτοῦ ἱστο‐ ρίᾳ ἐποίησε, τὸν δὲ Ἔφορον μεγάλην μὲν ὑπόθεσιν λαμβάνοντα καὶ πολλῶν δεομένην εἶτα δι’ ὀλίγων αὐτὴν λέγοντα καὶ ἐλλιπῶς, ἔφησεν ὡς ὅτι “ἔχω τινὰς δύο μαθητὰς, ὧν ὁ μὲν δεῖται μάστιγος, ὁ δὲ “χαλινοῦ,” μάστιγος μὲν λέγων περὶ τοῦ Ἐφόρου διὰ τὸ νωθὲς καὶ | |
95 | βραδὺ τῆς φύσεως, χαλινοῦ δὲ διὰ τὸ Θεοπόμπου πολύ τε καὶ ἀκρατὲς τῆς γλώττης. διατριβὴν δὲ εἶχε πρὸς τῷ Λυκείῳ τῷ γυμνασίῳ. λέγεται δὲ καὶ τοῦτο περὶ αὐτοῦ, ὡς ὅτι κατηγορηθεὶς ὡς διαβάλλων τὴν δημοκρατίαν ἐν τῷ γράφειν πρὸς Νικοκλέα ταῖς παραινέσεσι βασιλέα ὄντα, ἤρκει ἀπολογησόμενος πάλιν ἐξ αὐτῶν | |
vita1(100) | τῶν παραινέσεων εἰπὼν ἐκεῖνο, “ὥσπερ γὰρ τὸν ἐν δημοκρατίᾳ πολι‐ “τευόμενον τὸ πλῆθος δεῖ θεραπεύειν, οὕτω καὶ τὸν ἐν μοναρχίᾳ | |
“κατοικοῦντα τὸν βασιλέα προσήκει θαυμάζειν.” τοὺς δὲ δικανικοὺς αὑτοῦ λόγους καὶ οὓς ἔδει ἐν πλήθει λέγειν λέγεται ὡς ὅτι ἢ δι’ ἄλλων ἐπεδείκνυτο ἢ δι’ ἑαυτοῦ ὀλίγους. ἄξιον δὲ καὶ περὶ τοῦ χα‐ | 104 | |
105 | ρακτῆρος τἀνδρὸς εἰπεῖν. ἤδη μὲν οὖν προφθάσαντες εἴπομεν ὡς ὅτι ζηλωτὴς μὲν ἐγένετο τοῦ Γοργίου κατὰ τὸ ὁμοιοκαταληκτῶδες καὶ παρισῶδες, πλὴν οὐχ ὥσπερ ἐκεῖνος ἀεὶ διὰ τὸ προσκορές· σαφεῖ δὲ τῇ λέξει κέχρηται καὶ ἠθικῇ καὶ πιθανῇ· στρογγύλη δ’ οὐκ ἔστιν οὐδὲ χάριν ἔχουσα, ὥσπερ ἡ τοῦ Λυσίου. λέγεται γὰρ καὶ τοῦτο, ὡς | |
110 | ὅτι διεφθονοῦντο οὗτοι ἀλλήλοις καὶ ἀντεπαίδευον. συνεχὴς δέ ἐστι τοῖς ἐνθυμήμασιν· οὔπω γὰρ τελειώσας τὸ νόημα ἄλλο αὐτῷ συμ‐ πλέκει ἐνθύμημα. διὰ πολλῶν δὲ αὐτοῦ καὶ τὰ προοίμια. εἰ δέ τινες ἐπεισάγουσιν ἄλλους τινὰς λόγους ὡς ὄντας αὐτοῦ, οὐ προσδεκτέον ἐκείνους παρὰ τοὺς φερομένους. εἰσὶ δὲ οἱ ἐπεισφερόμενοι οὗτοι· | |
115 | συμβουλευτικοὶ ἐννέα, περὶ παρασκευῆς ἱπποδρόμων, περὶ αὐτονο‐ μίας, Σινωπικὸς, νησιωτικὸς, σύμμικτοι τρεῖς, Ἀμφικτυονικὸς, περὶ τοῦ κατοικισμοῦ Μιλησίοις· ἐπιδεικτικοὶ ἑπτὰ, Κλυταιμνήστρας ἐγκώμιον, Πηνελόπη, Μενεκράτης, ἐπιτάφιος τοῖς ἐν Θυρέᾳ, Νεοπτό‐ λεμος, Παριακός· * συνηγορία πρὸς τὴν ἐπιστολὴν τοῦ ἐπιστάτου, | |
120 | περὶ τοῦ ὄρτυγος, ὑπὲρ Τιμοθέου, ἐπιτροπικὸς, περὶ τῆς ὑδρίας· σύμ‐ μικτοι πέντε, περὶ φιλοσοφίας, περὶ Πλάτωνος, περὶ Ἔριδος, προ‐ τρεπτικὸς, καταδρομὴ σοφιστῶν. λέγεται δ’ ὡς ὅτι καὶ τέχνην ῥη‐ τορικὴν ἔγραψε, τῷ δὲ χρόνῳ ἔτυχεν αὐτὴν ἀπολέσθαι. ἐρεῖ δέ τις, καὶ πόθεν δῆλον ὅτι τοῦτο οὕτως ἔχει; λέγομεν ὡς ὅτι Ἀριστοτέλης | |
125 | ὁ φιλόσοφος συναγαγὼν τέχνας ῥητορικὰς ἐμνήσθη καὶ ταύτης. ἐβίωσε δ’ οἱ μὲν λέγουσιν ὡς ὅτι ἑκατὸν ἔτη, οἱ δὲ ἐνενήκοντα καὶ ὀκτώ. ἀπέθανε δ’ ἐπὶ Χαιρώνδου ἄρχοντος μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην, λυπηθεὶς διὰ τὴν ἧτταν καὶ τὴν συμφορὰν τὴν γενομένην ἐκεῖσε τοῖς Ἀθηναίοις παρὰ Φιλίππου. ἀποκαρτερήσας δὲ ἐτελεύτη‐ | |
130 | σεν, ὡς μὲν Δημήτριός φησιν ἐννέα ἡμέρας, ὡς δὲ Ἀφαρεὺς δεκα‐ τέσσαρας. προαναγνοὺς δὲ τούτους τοὺς στίχους ἐτελεύτησεν ἐκ τριῶν δραμάτων Εὐριπίδου· Δαναὸς ὁ πεντήκοντα θυγατέρων πατήρ· Σιδώνιόν ποτ’ ἄστυ Κάδμος ἐκλιπών· | 105 |
135 | Πέλοψ ὁ Ταντάλειος ἐς Πῖσαν μολών· δηλῶν ἐκ τούτων ὡς ὅτι, ὥσπερ ἐκεῖνοι βάρβαροι ὄντες ἐλθόντες εἰς τὴν Ἑλλάδα κατέσχον αὐτῆς, οὕτω καὶ τέταρτός τις οὗτος ἀνεφύη δεσπότης τῆς Ἑλλάδος ὁ Φίλιππος. καὶ γὰρ Δαναὸς Αἰγύπτιος ὢν βάρβαρος (ἡ γὰρ Αἴγυπτος τότε ὑπὸ τοὺς Πέρσας ἦν,) φυγὼν τὸν | |
140 | ἀδελφὸν διὰ τὸν περιφερόμενον χρησμὸν, ἐλθὼν εἰς Ἄργος κατέσχε τούτου. πάλιν ὁ Σιδώνιος Κάδμος βάρβαρος ὤν (ἡ γὰρ Σιδὼν καὶ αὐτὴ ὑπὸ τοὺς Πέρσας ἦν,) ἐξελθὼν ἐπὶ ζήτησιν τῆς ἑαυτοῦ ἀδελφῆς Εὐρώπης, ἐλθὼν εἰς Θήβας κατέσχε τούτων. ὁμοίως Πέλοψ ὁ Φρύ‐ γιος (ἡ δὲ Φρυγία καὶ αὐτὴ τῆς Ἀσίας ἦν) φυγὼν τὴν ἐπιβουλὴν | |
145 | τοῦ Ἴλου, πολεμοῦντος αὐτοῦ πρὸς τὸν αὑτοῦ πατέρα, ἦλθεν εἰς Πῖ‐ σαν καὶ ὕστερον συμπάσης Πελοποννήσου ἐκράτησεν· ἐξ οὗ καὶ Πελοπόννησος ἐκλήθη. ταῦτα δ’ αὐτοῦ εἰρηκότος καὶ τελευτήσαντος θαυμάσαντες αὐτοῦ οἱ Ἀθηναῖοι ἣν εἶχε πρὸς τὴν πόλιν εὔνοιαν δη‐ μοσίᾳ φιλοτίμως ἔθαψαν, καὶ σειρῆνα ἐκκολάψαντες διὰ λίθου ἐπέ‐ | |
vita1(150) | θηκαν αὐτοῦ τῷ μνήματι, δηλοῦντες τὴν εὐμουσίαν τοῦ ἀνδρός. καὶ | |
ταῦτα μὲν περὶ τοῦ θεσπεσίου ῥήτορος. | 106 | |
hyp,Or11(t) | ΠΡΟΣ ΔΗΜΟΝΙΚΟΝ | |
1 | ΛΟΙΠΟΝ δὲ χωρεῖν ἤδη ἀνάγκη ἐπ’ αὐτὰς τὰς ἐξηγήσεις τῶν λόγων αὐτοῦ, πρώτας ποιουμένους τὰς παραινέσεις· ἤδη γὰρ καὶ τὴν αἰτίαν προειρήκαμεν. ἀνάγονται δὲ αἱ παραινέσεις ὑπὸ τὸ συμβου‐ λευτικὸν εἶδος, κέκληνται δὲ παραινέσεις παρὰ τὸν αἶνον, ὅ ἐστι τὴν | |
5 | συμβουλὴν, ὡς καὶ Ἡσίοδος “νῦν δ’ αἶνον βασιλεῦσι·” στάσιν δὲ οὐκ ἐπιδέχονται· οὐ γὰρ ἔχουσι τὸν ἀντιλέγοντα. καιρὸς μὲν ἤδη, ὡς εἴπομεν, ἐπ’ αὐτὰς λοιπὸν χωρεῖν τῶν λόγων τὰς ἐξηγήσεις· ἀλλ’ ἐπειδὴ ἀναγκαῖον πρὸ αὐτῶν τῶν ἐξηγήσεων προηγεῖσθαι τὰς ὑποθέ‐ σεις καὶ τοὺς σκοποὺς τῶν λόγων, δεικτέον πρῶτον τοῦ λόγου τὴν | |
10 | ὑπόθεσιν. Ἱππόνικός τις, ὡς ἔχει ὁ πολὺς λόγος, Κύπριος μὲν ἦν τῷ γένει, Ἰσοκράτους δὲ φίλος τοῦ σοφιστοῦ· οὗτος τελευτήσας κατέλειψε παῖδα, ὀνόματι Δημόνικον. τοῦτον Ἰσοκράτης ὁρῶν παῖδα ὄντα καὶ πολλῆς ἐπιμελείας λόγων δεόμενον, γράφει αὐτῷ ὑποθήκας, ὅπως δεῖ ζῆν αὐτὸν διδάξαι βουλόμενος, ὥσπερ ἣν εἶχε πρὸς τὸν πα‐ | |
15 | τέρα εὔνοιαν παραπέμψαι καὶ μέχρι τοῦ παιδὸς, ὡς καὶ ἐν αὐτῇ τῇ ἀρχῇ τοῦ λόγου τοῦτο προοιμιάζεται. συμβουλεύει δὲ αὐτῷ, γράψας δι’ ἐπιστολῆς· οὐ γὰρ ἐδύνατο καταλεῖψαι τὰς Ἀθήνας διὰ τοὺς μαθητάς. τινὲς δὲ ἐπιχειροῦσι λέγειν τὸν λόγον “ἐπιστολὴ πρὸς “Δημόνικον.” καὶ ἡ μὲν φαινομένη ὑπόθεσις αὕτη· εἰρήκαμεν δὲ | |
20 | ἐν τοῖς ἄνω ὡς ὅτι κοινωφελεῖς αὑτοῦ βούλεται ποιήσασθαι τὰς | |
παραινέσεις καὶ συμβουλεῦσαι πῶς δεῖ ζῆν τὸν ἰδιώτην· καὶ τοῦτο ποιεῖ ἐνταῦθα διὰ τοῦ Δημονίκου, καὶ τὸ πῶς δεῖ βασιλεύειν προ‐ βαλλόμενος τὸν Νικοκλέα· φεύγων δὲ τὸ φορτικὸν οὐ φανερῶς ἐπι‐ φέρει τοῖς ἑαυτοῦ λόγοις τὸν ἴδιον σκοπόν. ἄρχεται δὲ ἀπὸ θείων, | 107 | |
25 | εἶτα εἰς γονέας μεταβαίνει, εἶτα φίλους καὶ οἶκον καὶ πατρίδα, τήν τε δίαιταν καὶ τὴν περὶ τὸ σῶμα καὶ τὴν περὶ ψυχήν. χωρητέον οὖν λοιπὸν καὶ ἐπὶ τὸ προοίμιον· εἴρηται δὲ προοίμιον παρὰ τὸν οἶμον, ὅ ἐστιν ὁδόν· Ἡσίοδος “μακρός τε οἶμος καὶ ὄρθιος ἐπ’ αὐτήν.” ὁδὸς δὲ τοῦ λόγου οἱ ἀγῶνες καὶ αἱ πράξεις. | |
hyp,Or21(t) | ΠΡΟΣ ΝΙΚΟΚΛΕΑ | |
1 | Ἤδη φθάσαντες εἰρήκαμεν τὴν αἰτίαν δι’ ἣν οὕτως ἀναγινώσκομεν· ἡ δὲ φαινομένη ὑπόθεσις αὕτη. Νικοκλῆς υἱὸς μὲν ὢν Εὐαγόρου, κατά‐ γων δὲ τὸ γένος ἀπὸ Τεύκρου καὶ Τελαμῶνος, ὡς σὺν θεῷ μαθησόμεθα ἐν αὐτῷ τῷ Εὐαγόρᾳ, ἐβασίλευσε Σαλαμῖνος, μιᾶς πόλεως ἐν Κύπρῳ | |
5 | τῆς νῦν Κωνσταντίνου καλουμένης καὶ μητροπόλεως οὔσης πάσης τῆς Κύπρου. πρὸς τοῦτον γράφει πάλιν ὁ Ἰσοκράτης παραινέσεις, πῶς δεῖ βασιλεύειν ὀρθῶς. Ἕρμιππος δέ φησιν ἐν τῷ περὶ Ἰσο‐ κράτους, παρατιθέμενος Εὔανδρόν τινα κατὰ τῶν σοφιστῶν εἰρηκότα, ὡς ὅτι λαβὼν εἴκοσι τάλαντα παρὰ τοῦ Νικοκλέους αὐτὸς ὁ Ἰσο‐ | |
10 | κράτης ἔπεμψεν αὐτῷ τὸν λόγον τοῦτον, τελευτήσαντος τοῦ Εὐαγό‐ ρου, ὥσπερ καὶ τούτῳ βουλόμενος χρήσιμος γενέσθαι μετὰ τὴν τοῦ πατρὸς τελευτήν. | |
hyp,Or31(t) | ΝΙΚΟΚΛΗΣ Η ΣΥΜΜΑΧΙΚΟΣ | |
1 | Οὗτος ὁ λόγος οὔτε περὶ τῶν αὐτῶν ἐστιν οὔτε μὴν παρὰ τοῦ αὐτοῦ λέγεται. ἐν γὰρ τῷ πρὸ αὐτοῦ λόγῳ διελέγετο πῶς δεῖ βασι‐ | |
λεύειν, ὧδε δὲ πῶς δεῖ βασιλεύεσθαι τὸ ὑπήκοον. καὶ πάλιν ἐκεῖ παρὰ Ἰσοκράτους ἦν λεγόμενα πρὸς Νικοκλέα, ὧδε δὲ παρὰ τοῦ Νι‐ | 108 | |
5 | κοκλέους πρὸς τοὺς τῶν ὑπηκόων τιμιωτάτους, τοῦ Ἰσοκράτους αὐτῷ πέμψαντος τὸν λόγον. εἰ δέ τις εἴποι, διὰ τί γὰρ μὴ καὶ πρὸς τοὺς ὑπηκόους ἔπεμψε τὸν λόγον Ἰσοκράτης, λέγομεν ὅτι εἰκότως οὐ δι’ ἑαυτοῦ, ἀλλὰ διὰ τοῦ βασιλέως αὐτοῖς συμβουλεύει, ἐπειδὴ πλήθει συμβουλεύων ἀνάγκην εἶχε καὶ φόβον κεράσαι τῷ λόγῳ, ἵνα πάντως | |
10 | πεισθῇ τοῖς λεγομένοις τὸ πλῆθος. ἐπιγέγραπται δὲ Νικοκλῆς ἢ συμ‐ μαχικὸς, οὐχ ὅτι διὰ τοῦ συνδέσμου ἀναιροῦμεν τὸ ἓν, ἀλλ’ ὅτι καὶ τὰ δύο ἕν ἐστιν, ὥσπερ καὶ οὗτος· Φαίδων ἢ περὶ ψυχῆς. καὶ λέγε‐ ται οὗτος ὁ σύνδεσμος διαζευκτικὸς, ὁ καὶ τὸ πρότερον πρᾶγμα δια‐ βεβαιούμενος. καὶ γὰρ καὶ ὁ λόγος ὑπὸ Νικοκλέους λέγεται, καὶ | |
15 | πρὸς τοὺς ξυμμάχους καὶ ὑπηκόους. ὅτι δὲ διὰ τοῦτο παρ’ Ἰσοκρά‐ τους ἐστὶν ὁ λόγος πρὸς τὸν βασιλέα πεμφθεὶς αὐτὸς ἡμῖν σαφὲς ποιεῖ, ἐν τῷ λόγῳ λέγων “τὸν μὲν οὖν ἕτερον λόγον, ὡς χρὴ τυραν‐ “νεῖν, Ἰσοκράτους ἠκούσατε, ἃ δὲ δεῖ ποιεῖν τοὺς ἀρχομένους, ἐγὼ “πειράσομαι διελθεῖν, οὐχ ὡς ἐκεῖνον ὑπερβαλούμενος, ἀλλ’ ὡς πρέ‐ | |
20 | “πον μοι περὶ αὐτῶν διελθεῖν.” | |
hyp,Or51(t) | ΦΙΛΙΠΠΟΣ | |
1 | Ἰστέον ὡς ὅτι τὸν λόγον τοῦτον ἔγραψε τῷ Φιλίππῳ ὁ Ἰσοκράτης μετὰ τὴν εἰρήνην τὴν γενομένην ὑπὸ τῶν περὶ τὸν Αἰσχίνην καὶ Δη‐ μοσθένην· διὸ καὶ ἔσχε καιρὸν γράψαι αὐτῷ τῷ Φιλίππῳ, ὡς φίλῳ γενομένῳ τῆς Ἀθηναίων πόλεως. ἐν σχήματι δὲ τοῦ ἐγκωμιάσαι | |
5 | αὐτὸν παραινεῖ αὐτῷ διαλλάξαντα τὰς Ἑλληνικὰς πόλεις τὰς μεγά‐ λας, πρὸς ἑαυτὰς στασιαζούσας, στρατεῦσαι κατὰ Περσῶν. πρέπει γάρ σοι, φησὶ, τοῦτο ποιῆσαι, Ἡρακλείδῃ ὄντι καὶ τοιούτῳ δυνατῴ. καὶ ὁ μὲν Φίλιππος λαβὼν τὸν λόγον καὶ ἀναγνοὺς οὐκ ἐπείσθη τοῖς λεγομένοις, ἀλλ’ ἀνεβάλετο τέως· ὕστερον δὲ ὁ παῖς ὁ τούτου Ἀλέ‐ | |
10 | ξανδρος ἀναγνοὺς τὸν λόγον καὶ ἐρεθισθεὶς ἐστράτευσε κατὰ Δαρείου | |
τοῦ ὑστέρου καὶ λεγομένου Ὤχου. τὸ μὲν γὰρ κύριον ὄνομα Ὦχος ἐλέγετο, κολακεύοντες δ’ αὐτῷ οἱ Πέρσαι ἐπίκλην αὐτὸν ὠνόμαζον Δαρεῖον, ὡς πρὸς τοὺς πρώτους προγόνους. ἡ δὲ στάσις τοῦ λόγου πραγματική· συμβουλεύει γάρ. ἔγραψε δὲ ὁ Ἰσοκράτης τὸν λόγον | 109 | |
15 | γέρων ὢν, μικρὸν πρὸ τῆς ἑαυτοῦ καὶ Φιλίππου τελευτῆς, ὥς φησιν ὁ Ἕρμιππος. | |
hyp,Or61(t) | ΑΡΧΙΔΑΜΟΣ | |
1 | Μετὰ τὰ Λευκτρικὰ κατέτρεχον τὴν Λακεδαίμονα Θηβαῖοι, καὶ πολλάκις αὐτὴν ἐκάκωσαν, ὡς καὶ τὰς Λακεδαιμονίων γυναῖκας ἀπαντῆσαι Λακεδαιμονίοις συνεχῶς φεύγουσι, καὶ εἰπεῖν “μὴ καὶ “δεύτερον ὑμᾶς ἔχομεν ἐν τῇ γαστρὶ δέξασθαι;” καὶ οὕτω συστρα‐ | |
5 | φέντες ἐν Μαντινείᾳ ἐνίκησαν, τῶν Ἀθηναίων ἱππέων καλῶς παρα‐ ταξαμένων. μετὰ τὰ ἐν Μαντινείᾳ οὖν ἔπεμψαν Λακεδαιμόνιοι πρὸς Θηβαίους, αἰτοῦντες αὐτοὺς τὴν εἰρήνην· οἱ δὲ ὑπέσχοντο αὐτοῖς ἡσυχάσειν, εἰ Μεσσήνην ἀνοικίσωσι καὶ αὐτόνομον ἐάσωσι. τῶν οὖν ἄλλων συμβουλευόντων Λακεδαιμονίοις ἀνοικίσαι, Ἀρχίδαμος ὁ νεώ‐ | |
10 | τερος συμβουλεύει Λακεδαιμονίοις μὴ ἀνοικίσαι. κατάγεται δ’ οὕτως ὁ μικρὸς Ἀρχίδαμος· Ζευξίδαμος, οὗ Ἀρχίδαμος, οὗ Ἄγις, οὗ Ἀγη‐ σίλαος, οὗ Ἀρχίδαμος· καὶ οἱ μὲν λέγουσιν ὅτι πέμψας Ἀρχίδαμος ἐν Ἀθήναις τὸν λόγον παρὰ Ἰσοκράτους ἐδέξατο· ἄλλοι δέ φασι γυμνα‐ σίαν εἶναι τὸν λόγον Ἰσοκράτους, τίνας ἂν εἴποι λόγους Ἀρχίδαμος | |
15 | συμβουλεύων Λακεδαιμονίοις. καὶ ἡ μὲν ὑπόθεσις αὕτη, ἡ στάσις δὲ τοῦ λόγου πραγματικὴ, κεφάλαιον δὲ τὸ ξυμφέρον. | |
hyp,Or71(t) | ΑΡΕΟΠΑΓΙΤΙΚΟΣ | |
1 | Ἐν τούτῳ τῷ λόγῳ συμβουλεύει ὥστε τοὺς Ἀρεοπαγίτας ἀναλα‐ | |
βεῖν τὴν προτέραν πολιτείαν, ἥτις ἦν ἔχουσα πᾶσαν ἐξουσίαν, σχεδὸν εἰπεῖν, τῶν ἐν τῇ πόλει πάντων πραγμάτων. ἦσαν γὰρ αὐτὴν ἀπο‐ βαλόντες ἀπὸ τοιαύτης αἰτίας. Ἐφιάλτης τις καὶ Θεμιστοκλῆς | 110 | |
5 | χρεωστοῦντες τῇ πόλει χρήματα καὶ εἰδότες ὅτι, ἐὰν δικασθῶσιν οἱ Ἀρεοπαγῖται, πάντως ἀποδώσουσι, καταλῦσαι αὐτοὺς ἔπεισαν τὴν πόλιν, οὕτως οὔπως τινὸς μέλλοντος κριθῆναι. ὁ γὰρ Ἀριστοτέλης λέγει ἐν τῇ πολιτείᾳ τῶν Ἀθηναίων ὅτι καὶ ὁ Θεμιστοκλῆς αἴτιος ἦν μὴ πάντα δικάζειν τοὺς Ἀρεοπαγίτας· δῆθεν μὲν ὡς δι’ αὐτοὺς τοῦτο | |
10 | ποιοῦντες, τὸ δ’ ἀληθὲς διὰ τοῦτο πάντα κατασκευάζοντες. εἶτα οἱ Ἀθηναῖοι ἀσμένως ἀκούσαντες τῆς τοιαύτης συμβουλῆς κατέλυσαν αὐτούς. καὶ ἡ μὲν ὑπόθεσις αὕτη, ἡ δὲ στάσις τοῦ λόγου πραγμα‐ τικὴ, κεφάλαιον δὲ τὸ συμφέρον. ἐγράφη δ’ ὁ λόγος ἐν ἀρχαῖς τῶν Φιλιππικῶν χρόνων, ὡς καὶ αὐτὸς δηλοῖ. | |
hyp,Or81(t) | ΠΕΡΙ ΕΙΡΗΝΗΣ | |
1 | Πεμφθεὶς ὁ Χάρης καταδουλώσασθαι τὴν Ἀμφίπολιν, αὐτονομου‐ μένην κατ’ ἐκεῖνον τὸν χρόνον καὶ καθ’ ἑαυτὴν γενομένην, ὡς τῶν Λα‐ κεδαιμονίων μὲν κακῶς διακειμένων μετὰ τὰ Λευκτρικὰ, τῶν Ἀθηναίων δ’ ἀσθενῶν ὄντων, οὗτος νομίζων εὐχερῶς αὐτὴν ὅτε δή ποτε λαβεῖν, | |
5 | καὶ μᾶλλον βουλόμενος τὴν ἀρχαίαν δύναμιν περιποιῆσαι τοῖς Ἀθη‐ ναίοις, ἐπεχείρησε Χίοις καὶ Ῥοδίοις καὶ τοῖς λοιποῖς συμμάχοις. εἴτα ἐκεῖνοι ἀντέστησαν, καὶ ἡττήθη ὁ Χάρης οὕτως ὥστε λοιπὸν αὐ‐ τὸν ἀπορεῖν τί δεῖ ποιῆσαι· καὶ γὰρ εἰ ἀνεχώρησεν ἐξ αὐτῶν καὶ ἦλθεν εἰς Ἀμφίπολιν, αὐτοὶ ἂν ἀμυνόμενοι ἤρχοντο εἰς τὴν Ἀττικήν. | |
10 | ταῦτα δὲ οἱ Ἀθηναῖοι ἀκούσαντες ᾔτησαν σπονδὰς, καὶ εὐθὺς οἱ Χῖοι καὶ Ῥόδιοι σὺν τοῖς ἄλλοις συνέθεντο. καὶ οὗτός ἐστιν ὁ συμμαχι‐ | |
κὸς πόλεμος. νῦν οὖν πρόκειται ἐκκλησία περὶ τοῦ καταθέσθαι τὸν πόλεμον, καὶ ἀνίσταται ὁ Ἰσοκράτης συμβουλεύων ὡς δεῖ μὴ πολυ‐ πραγμονεῖν, ἀλλ’ ἡσυχάζειν. καὶ μερίζει τὸν λόγον εἰς δύο, ἓν μὲν | 111 | |
15 | τὸ καὶ τοὺς Χίους καὶ τοὺς ἄλλους ἐᾶσαι αὐτονόμους, ἓν δὲ τὸ ἐᾶσαι τὴν ἡγεμονίαν τὴν κατὰ θάλατταν. κατὰ τοῦτο δὲ τὸ μέρος λέγεται Ἀριστείδης ἐπαφεῖναι τὸν ἀντιρρητικὸν τῆς εἰρήνης. καὶ ἡ μὲν ὑπό‐ θεσις αὕτη, κεφάλαιον δὲ τοῦ λόγου τὸ συμφέρον, ἡ δὲ στάσις πραγματική· συμβουλὴ γάρ. | |
20 | [Ἐὰν δέ ποτε ἀναγκασθῇς κοινὸν προοίμιον εἰπεῖν, τὴν κατασκευὴν αὐτῷ ἰδίαν πρόσαγε, ὡς ἐν τῷδε τῷ περὶ εἰρήνης Ἰσοκράτους ἡ κατα‐ σκευὴ ἰδία προσετέθη, ὅπου φησί “περὶ μεγάλων ἥκομεν· περὶ γὰρ “πολέμου καὶ εἰρήνης.” κάλλιστον δὲ ἐν τούτοις καὶ τὸ τῆς μεθό‐ δου, εἰ μεθοδεύοιμεν αὐτὰ ἐπισημαινόμενοι, εἰ καὶ πᾶσιν εἰωθὼς ὁ | |
25 | λόγος εἴη.] | |
hyp,Or91(t) | ΕΥΑΓΟΡΑΣ | |
1 | Ἰστέον ὅτι τὸν λόγον τοῦτον ἔγραψεν Ἰσοκράτης πρὸς τὸν Νικο‐ κλέα μετὰ τὴν παραίνεσιν τὴν πρὸς αὐτόν. πόθεν δὲ τοῦτο δῆλον; λέγομεν, ἐπειδὴ αὐτὸς φανερὸν ἡμῖν τοῦτο καθίστησι περὶ τὸ τέλος τοῦ λόγου τούτου λέγων ὅτι “οὐ νῦν σὲ παρακελεύομαι σπουδάζειν | |
5 | “περὶ τὴν ἀρετὴν, ἀλλὰ καὶ πάλαι,” ὅ ἐστιν ἐν ταῖς παραινέσεσιν. πρῶτον οὖν ἔγραψεν αὐτῷ τὰς παραινέσεις μετὰ τὸν τοῦ πατρὸς θά‐ νατον, εἶτα δεύτερον τὸν ἐπιτάφιον τοῦτον, ἵνα πλέον καὶ διὰ τούτου εὔνους αὐτῷ φανῇ τιμῶν τὸν Εὐαγόρου θάνατον. λέγουσι δέ τινες ὅτι | |
καὶ τριάκοντα τάλαντα ὑπὲρ τούτου ἐδέξατο. | 112 | |
hyp,Or101(t) | ΕΛΕΝΗΣ ΕΓΚΩΜΙΟΝ | |
1 | Τινὲς λέγουσιν ὡς ὅτι καὶ τὸν λόγον τοῦτον ἔγραψε πρὸς Πολυ‐ κράτην, ἐπιλαμβανόμενος αὐτοῦ καὶ ἐν τούτῳ. οὐκ ἔστι δέ· καὶ γὰρ τὸ ἐναντίον συνέβη. ἐκεῖνος γὰρ ὁ Πολυκράτης ἐπελάβετο τοῦ Ἰσο‐ κράτους ὡς κακῶς γράψαντος τὸν λόγον τοῦτον, ὥσπερ ἐκείνου ἐπε‐ | |
5 | λάβετο ἐν τῷ Βουσίριδι. ἀλλὰ τί οὖν ἐροῦμεν; λέγομεν ὅτι Γοργίου ἐπιλαμβάνεται τοῦ Λεοντίνου, τοῦ ἐνεγκόντος τὴν ῥητορικὴν εἰς τὴν Ἑλλάδα, ὡς κακῶς γράψαντος, ὡς καὶ αὐτὸς ἐν τοῖς προοιμίοις δη‐ λοῖ ὑποκατιών. βέλτιον δὲ λέγειν, ὥσπερ ὁ Μαχάων, ὅτι πρὸς Ἀνα‐ ξιμένην τὸν Λαμψακηνὸν γράφει. φέρεται δὲ ἐκείνου λόγος, Ἑλένης | |
10 | ἀπολογία μᾶλλον οὖσα ἤπερ ἐγκώμιον. ἐπαινεῖ μὲν γὰρ αὐτὸν, καθὸ καλὴν ὑπόθεσιν προείλετο γράφων περὶ Ἑλένης, ψέξας δὲ διὰ πολ‐ λῶν ἐν τοῖς προοιμίοις φιλοσόφους τινὰς, τοὺς μὴ αἱρουμένους τοιαύ‐ τας τινὰς καλὰς ὑποθέσεις γράφειν, ἀλλ’ ἁπλῶς ἄτοπά τινα καὶ παράδοξα λέγειν ἐπιχειροῦντας, μηδεμίαν ὄνησιν ἔχοντα, ἅτινα καὶ | |
15 | διεξέρχεται. | |
hyp,Or111(t) | ΒΟΥΣΙΡΙΣ | |
1 | Τοῦτον τὸν λόγον γράφει πρὸς Πολυκράτη τινὰ σοφιστὴν, ἐξ ἀνάγκης ἐλθόντα ἐπὶ τὸ σοφιστεύειν διὰ πενίαν, Ἀθηναῖον μὲν τῷ γένει, σοφιστεύοντα δὲ νῦν ἐν Κύπρῳ. γράφει δὲ αὐτῷ ὡς φίλος, ἐπανορθούμενος αὐτὸν δῆθεν ὡς σφαλέντα ἐν τούτοις τοῖς λόγοις οἷς | |
5 | ἔγραφεν, ἔν τε τῷ ἐγκωμίῳ τοῦ Βουσίριδος καὶ ἐν τῇ κατηγορίᾳ τοῦ Σωκράτους, τὸ δὲ ἀληθὲς ἐπιλαβέσθαι αὐτοῦ βουλόμενος καὶ δημο‐ σιεῦσαι αὐτὸν τοῖς ἅπασιν ὡς μηδὲν εἰδότα ἀμυνόμενος ὥσπερ αὐτὸν | |
ὑπὲρ τοῦ ἰδίου διδασκάλου τοῦ Σωκράτους. αὐτὸς γάρ ἐστιν ὁ παρα‐ σχὼν τὸν λόγον τῆς κατηγορίας Σωκράτους τοῖς περὶ Ἄνυτον καὶ | 113 | |
10 | Μέλητον, ἵνα κατηγορηθεὶς ἀποθάνῃ. κατηγόρουν δὲ αὐτοῦ ὡς ὅτι καινὰ δαιμόνια εἰσφέρει τοῖς Ἀθηναίοις, λέγων δεῖν σέβειν ὄρνεα καὶ κύνας καὶ τὰ τοιαῦτα, καὶ διὰ τούτου διαφθείρει τοὺς νέους τοὺς μανθάνοντας. ἐζήτησαν δέ τινες διὰ ποίαν αἰτίαν μὴ φανερῶς τὸν κατ’ αὐτοῦ λόγον εἰσῆλθεν, εἴ γε φείδεται τοῦ διδασκάλου. καὶ λέ‐ | |
15 | γομεν, ἵνα μὴ ὀργισθῶσιν οἱ Ἀθηναῖοι, ἀρτίως τοῦ Σωκράτους κατα‐ ψηφισάμενοι. δοκεῖ οὖν διὰ τούτου ὥσπερ ἐλέγχειν αὐτοὺς ὡς κακῶς καταψηφισαμένους. καὶ γὰρ καὶ αὐτοὶ ὥσπερ μετέγνωσαν ὕστερον, ὅτι ἀσεβῶς ἔπραξαν καταψηφισάμενοι Σωκράτους, εἶτα καὶ σωφρο‐ νισθέντες διὰ τοῦ λοιμοῦ τοῦ ἐγκατασκήψαντος αὐτοῖς διὰ τὸν Σω‐ | |
20 | κράτους θάνατον. ἀπέθανε δὲ ἐπὶ Λάχητος ἄρχοντος. ὅθεν λοιπὸν ἐκέλευσαν μηδένα δημοσίᾳ, οἷον ἐν κοινῷ θεάτρῳ, λέγειν περὶ Σωκρά‐ τους. ἀμέλει λέγεταί τι τοιοῦτον, ὡς ὅτι τοῦ Εὐριπίδου βουλομένου εἰπεῖν περὶ αὐτοῦ καὶ δεδιότος ἀναπλάσαι τὸ δρᾶμα τὸν Παλαμήδην, ἵνα διὰ τούτου σχοίη καιρὸν τοῦ αἰνίξασθαι εἰς τὸν Σωκράτην καὶ εἰς | |
25 | τοὺς Ἀθηναίους καὶ ποιήσαντός τινα πρὸς τοὺς Ἕλληνας λέγοντα, τὸ δὲ ἀληθὲς πρὸς Ἀθηναίους διὰ Σωκράτην “ἐκάνετε, ἐκάνετε τῶν Ἑλ‐ λήνων τὸν ἄριστον,” ὅ ἐστιν ἐφονεύσατε. καὶ νοῆσαν τὸ θέατρον ἅπαν | |
ἐδάκρυσε, διότι περὶ Σωκράτους αἰνίττεται. γράφει οὖν αὐτῷ τὸν λόγον τοῦτον, ὥσπερ εἴπαμεν, ἐπιλαμβανόμενος αὐτοῦ. εἰ δέ τις ζη‐ | 114 | |
30 | τήσοι τὴν αἰτίαν διὰ τί μὴ καὶ τὸν ἄλλον λόγον εἶπεν εἰς τὸν Σω‐ κράτην, λέγομεν ὡς ἤδη περὶ τούτου προειρήκαμεν, ἵνα μὴ ὀργισθῶσιν αὐτῷ οἱ Ἀθηναῖοι ἔναγχος καταψηφισάμενοι. Ἡ δ’ ὑπόθεσις τοῦ Βουσίριδος τοιαύτη. Βούσιρις τῆς Λιβύης καὶ Ποσειδῶνος ἐγένετο παῖς· οὗτος τεχθεὶς ἐν Λιβύῃ τῇ χώρᾳ, ὑπεριδὼν | |
35 | τῆς ἐκεῖ οἰκήσεως εἵλετο τὴν ἐν Αἰγύπτῳ οἴκησιν καὶ ἐλθὼν ἐν τῇ Αἰγύπτῳ κτίζει πόλιν ὁμώνυμον αὐτῷ Βούσιριν, ἥτις καὶ νῦν οὕτω κέκληται. αἰτίαν δ’ ἔσχεν ὡς ξενηλάτης καὶ ὡς θύων τοὺς ξένους. ὁ οὖν Πολυκράτης, ἅτε δὴ σοφιστὴς λογογράφος, ἠθέλησε καὶ ἀπολο‐ γίαν γράψαι ὑπὲρ τοῦ Βουσίριδος καὶ ὑπὲρ τούτων ὧν ἐνεκαλεῖτο· εἰς | |
40 | ἣν αὐτοῦ ὁ Ἰσοκράτης ἐπιλαμβάνεται, καὶ ὑποτίθεται αὐτὸς πῶς ἔδει αὐτὸν γράψαι τὸ ἐγκώμιον. διὸ καὶ ὁ λόγος οὗτος τῶν τεσσάρων ἐγκωμίων ἐστίν. | |
hyp,Or131(t) | ΚΑΤΑ ΤΩΝ ΣΟΦΙΣΤΩΝ | |
1 | Οὗτος ὁ λόγος τῶν ἄγαν τεχνικῶς γεγραμμένων ἐστὶν Ἰσοκράτει, εἴ πέρ τις ἄλλος· ἐν τούτῳ γὰρ σχεδὸν ἅπασαν διέλαβε τὴν ῥητορι‐ κήν. διδάσκει γὰρ ἡμᾶς ἐν αὐτῷ ὁποῖος ὀφείλει εἶναι ὁ μαθητὴς, οἷος δὲ ὁ διδάσκαλος, καὶ διαιρεῖ τὸν λόγον εἰς δύο, εἴς τε τὴν ἐρι‐ | |
5 | στικὴν φιλοσοφίαν καὶ εἰς τὴν πολιτικὴν ἀρετὴν, ὅ ἐστι τὴν ῥητορι‐ κὴν, τοὺς ἐν αὐταῖς κακῶς ἐξεταζομένους ἐξελέγξαι βουλόμενος. καὶ λέγει πρῶτον περὶ τῶν ἐριστικῶν, εἶτα περὶ τῶν πολιτικῶν· τέμνει δὲ | |
τοῦτο εἰς δύο, εἴς τε τοὺς ἐπαγγελλομένους διδάσκειν, μὴ εἰδότας δὲ, καὶ εἰς τοὺς γράψαντας τέχνην ῥητορικὴν, πάλιν δὲ καὶ αὐτοὺς | 115 | |
10 | ἀγνοοῦντας. ἐζήτησαν δέ τινες διὰ ποίαν αἰτίαν οὕτως ἦλθεν ὁ Ἰσο‐ κράτης ἐπὶ τοῦτον τὸν λόγον, ὥστε ἁπλῶς καταδραμεῖν τούτων. καὶ οἱ μὲν ἀπελογήσαντο, λέγοντες τὴν αἰτίαν, ἣν προείπομεν, διὰ τὸ τὸν Ἀριστοτέλην λυπῆσαι αὐτὸν, διὰ τὸ ἀφελέσθαι αὐτοῦ μαθητὴν, Θεο‐ δέκτην ὀνόματι. αὕτη δὲ ἡ αἰτία ὡς ἔστιν εὐήθης οὐ δύσκολον κατα‐ | |
15 | μαθεῖν· οὐδὲ γὰρ κατὰ μόνων φιλοσόφων ποιεῖται τὸν λόγον, ἀλλὰ καὶ ῥητόρων αὐτῶν. ποία οὖν ἂν εἴη ἀληθὴς αἰτία ἢ αὕτη, διότι ἑώρα ἐν τῷ χρόνῳ τοῦ λόγου τούτου πολλοὺς ἐπιπηδῶντας ταῖς τέ‐ χναις ἀπερισκέπτως, καὶ ἐπαγγελλομένους διδάσκειν ἅπερ οὐκ ἴσασι, καὶ σοφιζομένους τὴν ἀλήθειαν. διὸ καὶ ὁ λόγος αὐτῷ ἐπιγέγραπται | |
20 | “κατὰ τῶν σοφιστῶν,” οὐχ ἁπλῶς τῶν σοφιστευόντων, ἀλλὰ κατὰ πάντων τῶν σοφιζομένων τὴν ἀλήθειαν. τριχῶς γὰρ τοῦτο τοὔνομα λέγεται παρὰ τοῖς παλαιοῖς· οἷον οὕτω, σοφὸν καλοῦσιν αὐτὸ τὸ ἀληθὲς καὶ τὸ καλὸν καὶ τὸ φρόνιμον· ὅθεν καὶ ὁ Πλάτων φιλόσοφον καλεῖ τὸ πρῶτον αἴτιον, τὸ φιλοῦν αὐτὸ τὸ ἀληθὲς καὶ τὸ καλὸν, | |
25 | ὅθεν καὶ ὁ ἄνθρωπος ὁ μετιὼν τὴν φιλοσοφίαν ἐκ τούτου παρωνόμα‐ σται, καθὰ καὶ αὐτὸς μιμεῖται τὸν θεὸν κατὰ τὸ δυνατόν· καὶ πάλιν σοφιστὴν καλοῦσι αὐτὸν τὸν ῥήτορα, τὸν διδάσκοντα τοὺς ῥητορικοὺς λόγους· σοφιστὴν δὲ καὶ τὸν σοφιζόμενον τὴν ἀλήθειαν, περὶ οὗ νῦν διέρχεται. ἐζήτησαν δέ τινες πάλιν καὶ διὰ τί καὶ αὐτὸς ὁ λόγος, εἴ | |
30 | γε εἷς ἐστι τῶν τεσσάρων ἐγκωμίων, κατὰ τῶν σοφιστῶν ἐπιγρά‐ φεται, καὶ ψόγος ἐστὶ καὶ μὴ ὅπερ οἰκεῖον ἐγκωμίου, τὸ μᾶλλον ὑπέρ τινος λέγειν ἢ κατά τινος. καὶ λέγομεν ὅτι, ἐάν τις σκοπήσῃ ὑπὸ τί ἀνάγεται καὶ ὁ ψόγος καὶ τὸ ἐγκώμιον, ὅτι ἑκάτερον ὑπὸ ἓν | |
εἶδος τὸ πανηγυρικὸν, εὑρήσει τὴν αἰτίαν· ἡ γὰρ οἰκειότης πρὸς τὸ | 116 | |
35 | ἐγκώμιον, καὶ τὸ τοῖς αὐτοῖς κεφαλαίοις τέμνεσθαι τὸν ψόγον, ὥσπερ καὶ τὸ ἐγκώμιον, ἐποίησε καὶ τὸν ψόγον ἐγκώμιον ὀνομάζεσθαι κατὰ ἀντίφρασιν. εἰ δέ τις εἴποι, διὰ τί δὲ μὴ δικανικοῦ εἴδους ἐστὶν, εἴ γε καταδρομῇ κέχρηται, λέγομεν, ἐπειδὴ οὔτε ἐν δικαστηρίῳ ἐλέχθη, οὔτε ἡ τιμωρία ὥρισται. | |
hyp,Or141(t) | ΠΛΑΤΑΙΚΟΣ | |
1 | Περὶ τοὺς χρόνους τοῦ λόγου τούτου πολλοὶ πλανῶνται. ζητοῦσι γὰρ πῶς δυνατὸν εἰρηκέναι τὸν Ἰσοκράτην ὑπὲρ Πλαταιέων, κατα‐ σκαφέντων ἐν τῇ γʹ ἱστορίᾳ τοῦ Πελοποννησιακοῦ πολέμου, τὸν ὕστε‐ ρον μετὰ πολλὰ ἔτη γενόμενον τῶν Πελοποννησιακῶν. ἐγένετο γὰρ ἡ | |
5 | κατασκαφὴ τῶν Πλαταιέων ἐν τῷ εʹ ἔτει τοῦ Πελοποννησιακοῦ· κατέσχε δὲ κʹ καὶ ἑπτὰ ἔτη ὁ πᾶς πόλεμος, καὶ τὰ λοιπὰ κβʹ· εἶτα ἐν ᾧ ἦρξαν Λακεδαιμόνιοι, τριάκοντα, ἤγουν πεντήκοντα δύο πρὸ τοῦ Φιλίππου ἔτη εἴρηται ὁ λόγος, ὡς ἀνάγκη τὸν Ἰσοκράτην τριῶν ἐτῶν ὄντα εἰπεῖν τὸν λόγον, ὅπερ ἀδύνατον. πρὸς ὃ καί τινες ἀπολογού‐ | |
10 | μενοι λέγουσιν ὅτι πρὸς μελέτην εἴρηται ὁ λόγος ζητήματος· οὐκ ἔστι δέ. ἀλλὰ τὸ δεύτερον κατεσκάφησαν οἱ Πλαταιεῖς· ὁτὲ μὲν ἐν τῷ Πελοποννησιακῷ πολέμῳ ὑπὸ Λακεδαιμονίων χαριζομένων Θηβαί‐ οις, εἶτα ὅτε ἐπολέμησαν Λακεδαιμόνιοι Θηβαίοις μετὰ τὸν Πελο‐ ποννησιακὸν πόλεμον καὶ ἐνίκησαν οἱ Λακεδαιμόνιοι, πολεμίους ὁμό‐ | |
15 | ρους ἀναστῆσαι Θηβαίοις βουλόμενοι ἀνῴκισαν Πλάταιαν· εἶτα | |
ὕστερον νικήσαντες οἱ Θηβαῖοι ἐν Λεύκτροις κατέσκαψαν αὐτοὺς, Πλαταιέας, οὓς ὕστερον ἀνοικίζει πάλιν Φίλιππος κατὰ Θηβαίων. κατασκαφέντες οὖν νῦν τὴν δευτέραν κατασκαφὴν ἔρχονται εἰς τὰς Ἀθήνας, ἀναλαβεῖν βουλόμενοι τὴν πόλιν διὰ τῶν Ἀθηναίων, εἰς οὓς | 117 | |
20 | κατέφυγον, ὥς φησιν ὁ Ἀριστείδης. καὶ ἡ μὲν ὑπόθεσις αὕτη· ἡ δὲ στάσις πραγματικὴ ἄγραφος. | |
scht | ΣΧΟΛΙΑ | |
sch,Or150 | (48.) Τοῖς μὲν φαύλοις] τοῖς εὐτελέσι, ἤγουν τοῖς φαύλοις. φλαῦρος δὲ λέγεται ὁ πονηρός. | |
sch,Or21 | ἄγειν] τὸ μὲν ἄγειν κυρίως ἐπὶ ἐμψύχων λέγεται· καταχρηστικῶς δὲ καὶ ἐπὶ ἀψύχων. | |
sch,Or24 | τοῖς δὲ τυράννοις] ἀντὶ τοῦ τοῖς βασιλεῦσιν· ἀδιαφόρως γὰρ κέχρηνται τῷ ὀνόματι οἱ ῥήτορες. | |
sch,Or29 | (7.) καταλογάδην] καταλογάδην λέγεται ὁ πεζὸς λόγος καὶ μὴ ὢν ἔμμετρος. | |
sch,Or227 | (20.) τίμα ταῖς μὲν ἀρχαῖς] ἀντίστροφος φράσις. | |
sch,Or232 | (24.) πλεονεκτεῖν] τὸ πλεονεκτεῖν καὶ ἐπὶ ἀρετῆς καὶ ἐπὶ κακίας. | |
sch,Or237 | (28.) ἀμφιγνοῇς] ἀμφιβάλλῃς. ἀγνοεῖν δὲ τὸ μηδ’ ὅλως εἰδέναι. | |
sch,Or240 | (30.) φιλοτιμούμενος] σεμνυνόμενος, ὑπερηφανευόμενος. | |
sch,Or246 | (34.) τοὺς μὲν σεμνυνομένους] τοὺς ὑπερηφάνους, ὡς ἀργοὺς εἰς πρᾶξίν τινα. τοιοῦτοι γὰρ οἱ κενόδοξοι, μὴ εὐκτότερον τιθέμενοι ποιῆσαι. | |
sch,Or252 | (39.) περὶ μικρῶν ἐρίζοντας] ἤγουν τοὺς φυσιολογοῦντας τίς | |
ἡ κώνωπος φύσις καὶ τίς ἡ ψύλλης φύσις, ἵν’ ἐκβάλλῃς αὑτὸν ἀπὸ λεπτουργίας, ἥτις ἐστὶν ἴδιον τοῖς σκνιποῖς· τοιοῦτοι γὰρ οἱ κυμινο‐ πρῖσται· καὶ εἰς ἐλευθερίαν ἐθίσεις αὑτόν. | 118 | |
sch,Or259 | (45.) τοὺς πολλοὺς] τοὺς μὴ φρονίμους. | |
sch,Or260 | (46.) πρὸς τοῖς εἰρημένοις] ἀντὶ τῆς σύν· ἤγουν σὺν οἷς λόγοις ἀρχόμενοι εἰρήκαμεν. | |
sch,Or261 | (46.) περὶ τῶν ἰδίων λογιζόμενοι] ἤγουν λογοπραγούμενοι καὶ ἐξεταζόμενοι. | |
sch,Or271 | (54.) ἢ τῶν πωλούντων] οἷον εἰσάγει τις τοῖς βασιλεῦσι δῶρον, ὃ ἐὰν παρὰ τῶν πωλούντων ἐξωνηθῇ, ὀλίγου ἂν ἠγοράσθη, ἐπεὶ ἀντι‐ χαρίζεται παρὰ τοῖς βασιλεῦσι τοῖς εἰσάγουσι τοιοῦτον δῶρον, εἶδος πολλοῦ τιμώμενον καὶ πολλαπλάσιον τῆς τοῦ εἰσαχθέντος δώρου | |
5 | τιμῆς. | |
sch,Or31 | δυσκόλως] ἐχθρῶς καὶ μεμισημένως. | |
sch,Or31bis | ἡδέως ἂν οὖν πυθοίμην] ἰστέον ὅτι ἐν τῷ προοιμίῳ τούτῳ πρό‐ τασιν λέγει καὶ εὐθέως κατασκευήν· καὶ πάλιν προτείνει καὶ κατα‐ σκευάζει. τοιοῦτος γὰρ Ἰσοκράτης, καὶ ἐν ἄλλοις αὑτοῦ λόγοις τοῦτο ποιῶν. | |
sch,Or33 | θαυμάζω] ἀντὶ τοῦ καταγινώσκω. τὴν ῥώμην καὶ τὴν ἀνδρείαν] ῥώμη μὲν ἐπὶ σώματος, ἀνδρεία δὲ ἐπὶ ψυχῆς. | |
sch,Or310 | (9.) ἕδη] ἑδράσματα, ἀγάλματα. | |
sch,Or327 | (23.) τοῦτο μὲν γὰρ] ἀριθμητικόν ἐστι τὸ σχῆμα, παρὰ τοῖς ῥήτορσιν οὕτω λαμβανόμενον, ὅταν εἴπωσι “τοῦτο μέν·” σημαίνουσι γὰρ ἀντὶ τοῦ πρῶτον. | |
sch,Or331 | (26.) καὶ τοὺς θεοὺς ὑπὸ τοῦ Διὸς βασιλεύεσθαι] σημείωσαι ἀπὸ τούτου ὡς φαίνεται μὴ ἀρεσκόμενος τῇ πολυθεΐᾳ ὁ Ἰσοκράτης. | |
sch,Or340 | (33.) δυσκόλως] φθονερῶς. | 119 |
sch,Or341 | (34.) ἢν καὶ] ὅρα πῶς εἰς ἀνάγκην ἐλθὼν τοῦ εἰπεῖν κἂν οὐκ εἶπεν· ἐπειδὴ οἶδε σπανίως αὐτὸ λεγόμενον καὶ παραχαραττόμενον, ὡς τὸ παρὰ Μενάνδρῳ ἐν Μισουμένῳ εἴσελθε κἂν νῦν, ὦ μακάριε. | |
sch,Or351 | (143.) οὐχ ἥκιστα] μάλιστα. | |
sch,Or4155 | (136.) τὰ μὲν ἔχει κ. τ. λ.] ὁ Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς καὶ τῇ διανοίᾳ σχεδὸν καὶ τῇ λέξει ἐχρήσατο. | |
sch,Or4158 | (139.) εἰ μὲν γὰρ ἀπέφαινον αὐτὸν κ. τ. λ.] τοῦτο Δημο‐ σθένης ἐν τοῖς Φιλιππικοῖς εἰληφὼς σαφῶς φαίνεται, μόνον μεγε‐ θύνας. | |
sch,Or5142 | (120.) καὶ διαλαβεῖν τὴν Ἀσίαν] περὶ τῆς ἐπι‐ καλουμένης ἰδίως Ἀσίας. | |
sch,Or5148 | (125.) προϋπάρξαι τῆς ἔχθρας] σημείωσαι· ὧδε ἡ πρό πρό‐ θεσις κεῖται δεικνύουσα τὴν προκαταρχὴν τῆς ἔχθρας τῶν βαρβάρων πρὸς τοὺς Ἕλληνας. | |
sch,Or5164 | (141.) πέρας ἕξειν] ἤγουν τέλος εἶναι τῶν καλῶν, καὶ μὴ ἔχειν πλέον τούτων. | |
sch,Or626 | (24.) ἐκείνην δὲ ἐλάβομεν] ἤγουν τὴν ἀμφισβη‐ τουμένην Μεσσήνην. | |
sch,Or646 | (42.) ἐξ ὧν τοῖς ἄλλοις προσέταττον] τετράκωλος περίοδος χιαστή· [Start of a diagram][Start of a diagram section]ἐξ ὧν τοῖς ἄλλοις προσέταττον[End of a diagram section] [Start of a diagram section]πρὸς τοὺς Ἕλληνας διαβληθέντας,[End of a diagram section] [Start of a diagram section]ἐξ ὧν δὲ τοὺς ὑβρίζοντας[End of a diagram section] [Start of a diagram section]παρὰ πᾶσιν ἀνθρώποις κ. τ. λ.[End of a diagram section][End of a diagram] | |
sch,Or651 | (46.) τὸ πρὸς Διονύσιον ῥηθὲν] ἤγουν τὸ μικρὸν κῶλον τοῦτο νοήσας, τὸ “καλὸν ἐντάφιον ἡ τυραννίς.” | |
sch,Or721 | (17.) πλεονεξίαν] ἤγουν πλέον ἔχειν καὶ κτᾶσθαι. | |
sch,Or723 | πλεονεκτεῖν] πλέον ἔχειν. | |
sch,Or763 | (50.) δεκάζων] δωροδοκῶν. | |
sch,Or769 | (55.) ὡς ἐκεῖ σοφωτέρους ἐσομένους] κατ’ εἰρωνείαν τὸ σχῆμα. | |
sch,Or7123 | (100.) οὐκ Ἠλείων μὲν .... εἰς δὲ τὴν Ἀργείων ἐνέβαλον] | |
σχῆμα διαζεύξεως, τὸ λεγόμενον ἐφ’ ἑκάστῳ. | 120 | |
sch,Or7126 | (102.) διὰ μὲν γὰρ τὴν ... τῆς ἡγεμονίας ἐστερήθησαν] τε‐ τράκωλος περίοδος ἀχίαστος. | |
sch,Or7133 | (108.) οὐχ ἡ μὲν τῶν ἀττικιζόντων] ἀγχίστροφον τὸ σχῆμα. οὐ διὰ μὲν τὴν τῶν δημηγορούντων] τὸ σχῆμα ἀντίθετον. | |
sch,Or7139 | (114.) περὶ τῆς ἀρχῆς] τῆς κατὰ θάλατταν δηλαδή. | |
sch,Or7156 | (130.) εἰσαγγελίαις] ἤγουν κατηγορίαις. | |
sch,Or81 | ὁρῶν, ὦ Νικόκλεις] τριῶν προοιμίων, ὡς εἴπομεν, μελλόντων λέγεσθαι, τὸ μὲν ἓν, τὸ πρῶτον, ἀποδίδωσι τῷ Νικοκλεῖ, ἔπαινον ἔχον αὐτοῦ, διότι οὕτω πολυτελῶς ἐτίμησε τὸν πατέρα τε‐ λευτήσαντα· τὰ δὲ ἄλλα δύο πρὸς αὐτὸν τὸν ἀπελθόντα. ζητήσειε | |
5 | δ’ ἄν τις ἐν τῷ λόγῳ τούτῳ, διὰ τί, ἐπιταφίου ὄντος καὶ τοῦ ἐπιτα‐ φίου ἀπαιτοῦντος παρὰ τὰ ἐγκωμιαστικὰ πάντα κεφάλαια πλέον τό τε θρηνητικὸν ἐν τῇ ἀρχῇ καὶ τὸ παραμυθητικὸν ἐν τῷ τέλει (ἐν γὰρ μόνοις τοῖς δύο τούτοις κεφαλαίοις διαφέρουσιν ὅ τε ἐπιτάφιος λόγος καὶ τὸ ἐγκώμιον), ἐνταῦθα δὲ παρῆκε τὰ δύο κεφάλαια; καὶ λέγομεν | |
10 | ὅτι φαίνεται ἐκ πολλοῦ τοῦ χρόνου τετελευτηκὼς Εὐαγόρας· καὶ ὁ Ἰσοκράτης, νῦν πέμψας τὸν λόγον μετὰ πολὺ τοῦ ἐκείνου θανάτου, ἄτοπον ἡγεῖτο θρηνητικὸν τάττειν καὶ ἀναμιμνήσκειν τῶν θρήνων τῶν ὀφειλόντων προτοῦ λεχθῆναι παρ’ αὐτὸν τὸν θάνατον. εἰ δέ τις εἴποι ὅτι, εἰ διὰ ταύτην τὴν αἰτίαν παρῆκε τὸ θρηνητικὸν, διὰ τί καὶ ἐν τῷ | |
15 | τέλει ἐξέστη τοῦ εἰπεῖν τὸ παραμυθητικόν; λέγομεν ὅτι, εἰ τοῦτο ἐπήγαγε, μὴ προηγησαμένου τοῦ θρηνητικοῦ, ἔτι πλέον ἀκαιρότερον ἐδόκει ποιεῖν. ἔνθα γάρ εἰσι θρῆνοι, ἐκεῖ ὀφείλει καὶ ἡ παραμυθία παρέπεσθαι· εἰ δὲ μηδένα ἐθρηνήσαμεν τῷ λόγῳ, ὑπὲρ τίνος ἐμέλ‐ λομεν παραμυθεῖσθαι τοὺς τῷ γένει προσήκοντας; ὥστε οὖν δύνασθαι | |
20 | τὸν λόγον καὶ Ἐπιτάφιον λέγεσθαι καὶ Ἐγκώμιον· Ἐπιτάφιον μὲν, διότι εἰς τὸν τετελευτηκότα Εὐαγόραν γράφει τὸν λόγον, Ἐγκώμιον δὲ, διότι παρῆκε τὰ δύο κεφάλαια τοῦ Ἐπιταφίου. ἐνίκησε δὲ αὐτὸν τὸν λόγον Ἐγκώμιον μᾶλλον λέγεσθαι. ἰστέον δὲ ὡς ὅτι ἀντὶ τῶν δύο | |
τούτων κεφαλαίων ἕτερα δύο ἀντεισήγαγε, τό τε τρίτον προοίμιον, | 121 | |
25 | ὅπερ οὐκ ἔστιν εὑρεῖν ἐγκώμιον, ὡς προείρηται, καὶ τὸ παραινετικόν. καὶ τὸ μὲν προσθεῖναι τρίτον προοίμιον ἦν ἀντὶ τοῦ θρηνητικοῦ· τὸ δὲ παραινετικὸν ἐν τῷ τέλει ἀντὶ τοῦ παραμυθητικοῦ· ἐν ᾧ αὐτῷ παραινεῖ ὅτι “Ὀφείλεις, ὦ Νικόκλεις, μιμήσασθαι τὰς πράξεις τὰς τοῦ πατρὸς, ἃς νῦν διήλθομεν ἐν τῷ ἐπιταφίῳ.” διὰ τοῦτο γὰρ καὶ τὸ | |
30 | παραινετικὸν ἐν τῷ τέλει ἔταξε, καὶ οὐκ ἐν τῇ ἀρχῇ, ἐπειδὴ ἔδει πρῶτον ἀποδειχθῆναι τοῦ πατρὸς τὰς πράξεις, ἵνα πρὸς ταύτας ὕστερον δυνηθῇ αὐτῷ παραινεῖν βιῶναι. | |
sch,Or83 | εὑρήσομεν γὰρ τοὺς φιλοτίμους] κατασκευὴ τοῦ προοιμίου. | |
sch,Or84 | αἱ μὲν οὖν δαπάναι] συμπέρασμα τοῦ προοιμίου. | |
sch,Or85 | ἐχρῆν μὲν οὖν καὶ τοὺς ἄλλους] δεύτερον πρὸς τὸν πατέρα προ‐ οίμιον. ἐπαινεῖν] ἰστέον ὅτι ἔπαινος μὲν κυρίως κληθείη ὁ λόγος ὁ ἐγκω‐ μιάζων μίαν μόνην πρᾶξιν, ἐγκώμιον δὲ τὸ περιλαμβάνον πολλὰς | |
5 | πράξεις. ὅμως ἀδιαφόρως τούτοις κέχρηται. | |
sch,Or86 | τοὺς ἐπέκεινα γενομένους] οἷον Ἐριχθόνιος, Ἴναχος, Εὔμολπος. | |
sch,Or88 | οὐ μὴν δουλευτέον] συμπέρασμα τοῦ προοιμίου. | |
sch,Or89 | οἶδα μὲν οὖν] τρίτον προοίμιον, εἰς τὸν τελευτήσαντα. σημεῖον δὲ μέγιστον· περὶ μὲν γὰρ ἄλλων] κατασκευὴ τοῦ προ‐ οιμίου. | |
sch,Or814 | (11.) ὅμως δὲ, καίπερ] συμπέρασμα τοῦ προοιμίου. | |
sch,Or815 | (12.) πρῶτον μὲν οὖν] εἰσβολὴ τῶν ἐγκωμίων. | |
sch,Or816 | (13.) ὁμολογεῖται μὲν γὰρ] ἄρχεται μὲν ἀπὸ τῶν προγόνων. εἰ δέ τις εἴποι, διὰ τί παρῆκε τὸ ἀπὸ πατρίδος; οὕτω γὰρ ὀφείλει διωρίσθαι τὸ ἐγκώμιον, πρῶτον ἀπὸ πατρίδος, εἶτα ἀπὸ προγόνων, εἶτα ἀπὸ ἀνατροφῆς, ἀπὸ πράξεων, καὶ συγκρίσεων, καὶ ἐπιλόγων· | |
5 | λέγομεν ὅτι οὐδὲν μέγα εἶχεν εἰπεῖν εἰς τὴν θέσιν τῆς πατρίδος, τῆς Σαλαμῖνος. δεῖ δὲ ἐν πᾶσι τὰ συμφέροντα καὶ τὰ ἀναγκαίως ὀφεί‐ λοντα λεχθῆναι λέγειν, οὐ μέντοι ὅσα διδάσκει ἡ τέχνη· μᾶλλον δὲ τέχνῃ ἀνέγκλητον τὸ ἐπιτηδείως ἀποδοκιμάζειν τὰ μὴ ὀφείλοντα | |
ἕπεσθαι. | 122 | |
sch,Or825 | (22.) ἐκρατίστευσεν] σημείωσαι ὡς γράψει τις κρατιστείαν ἀπὸ τοῦ κρατιστεύω, ὡς ἀπὸ τοῦ ἀριστεύω ἀριστείαν. | |
sch,Or831 | (28.) τὴν κάθοδον] ἐπάνοδος μὲν γάρ ἐστι τὸ ἐπανελθεῖν τινα εἰς τὴν ἰδίαν πατρίδα, ἐξελθόντα ἐξ ἀρχῆς μηδενὸς βιασαμένου· κάθ‐ οδος δὲ, ὅταν τις ἄκων ἀποδημήσῃ καὶ φυγαδευθῇ, ἢ συμφορᾶς τινος προηγησαμένης ἢ διὰ φόβον τυράννων ἤ τι τοιοῦτον. | |
sch,Or840 | (37.) Κῦρον] διὰ τί, ἀεὶ μετὰ τὰς πράξεις τιθεμένης τῆς συγκρίσεως, ἐνταῦθα μεταξὺ τῶν πράξεων παρήγαγε σύγκρισιν πρὸς Κῦρον, τὴν ἀπὸ τοῦ μείζονος; λέγομεν οὖν ὅτι δεῖ μὲν αὐτὴν μετὰ τὰς πράξεις, εἰ δὲ ἀνάγκη τις, καὶ μεταξὺ τούτων, καὶ οἱωσδήποτε, | |
5 | οὐ παραιτητέον αὐτὴν τιθεμένην, χωρὶς τῶν προοιμίων. | |
sch,Or852 | (44.) σεμνὸς] τὸ σεμνός διττῶς λέγεται, καὶ ἐπὶ τοῦ ὑπερη‐ φάνου καὶ ἐπὶ τοῦ σεμνῶς ποιοῦντος τὰ πράγματα. | |
sch,Or855 | (47.) οὔτε τέχνας ἐπισταμένην κ. τ. λ.] εἴ τις οὖν εἴποι, καὶ πόθεν ἔζων μηδενὶ τούτων κεχρημένοι; λέγομεν ὅτι ἔξεστι τοῖς ἐγκω‐ μίοις ψεύδεσθαι. | |
sch,Or858 | (49.) ἀπροσοίστως] μὴ προσδεχόμενοί τινας τῶν Ἑλλήνων. | |
sch,Or866 | (55.) τὰ περὶ τὴν ἤπειρον] ἤγουν τὰ περὶ τὴν Ἀσίαν· καὶ αὕτη γὰρ Ἤπειρος καλεῖται. | |
schOr101 | καὶ καταγεγηράκασιν, οἱ μὲν κ. τ. λ.] κατασκευὴ τοῦ προοιμίου, πῶς τινὲς ἀτόπους ποιοῦσιν ὑποθέσεις. ἰστέον ὅτι τρία εἴδη προοιμίων τὰ κεφαλαιωδέστατα, ἓν μὲν τὸ πρὸς κατηγορίαν τῶν ἐναντίων λαμβανόμενον, δεύτερον δὲ τὸ πρὸς θεραπείαν τῶν δικαστῶν, | |
5 | τρίτον τὸ ἕνεκα τοῦ προσώπου αὐτοῦ τοῦ λέγοντος. εἰ δέ τις ἀκριβῶς ζητήσοι, εὑρήσει ὅτι καὶ τὰ τρία ἕνεκα τοῦ ἰδίου προσώπου τοῦ λέ‐ γοντος γίγνεται. | |
schOr1013 | βομβυλιοὺς] οἱ μὲν λέγουσιν εἶδος καυκαλίου, οἱ δὲ εἶδος μυίας, ὥσπερ ἡ ἐμπίς. | |
schOr1015 | τὸν γράψαντα περὶ τῆς Ἑλένης] Πολυκράτην λέγει τὸν σο‐ | |
φιστήν. | 123 | |
schOr1072 | (63.) Θεράπναις] κωμύδριον τῆς Λακωνικῆς. | |
schOr113 | γιγνώσκω μὲν οὖν ὅτι κ. τ. λ.] δεύτερον προοίμιον, ἔννοιαν ἔχον τοῦ μὴ δεῖν τὸν Πολυκράτην ἐπαχθῶς φέρειν πρὸς τὴν νουθεσίαν· ὅπερ πάσχουσιν οἱ μωροί. | |
schOr119 | ἵνα δὲ μὴ δοκῶ] ἰστέον ὅτι συμπέρασμα τοῦ προοιμίου καὶ εἰσβολὴ τοῦ ἐγκωμίου. οὐδὲ σεμνοὺς λόγους ἔχουσαν] ἰστέον ὅτι αἱ προσποιήσεις αὗται ῥητορικαί εἰσι, τὸ ἐξ ἀρχῆς μετριάζειν, ἵνα, ὅταν ἀγωνίσηται καλῶς, | |
5 | μετὰ τὴν ἐπίδειξιν πλέον θαυμάζηται. | |
schOr1135 | ἀλλὰ καὶ τῆς ἰδέας ὅλης ... διημαρτηκὼς] ἰστέον ὅτι εἰ καὶ δεῖ ψεύδεσθαι ἐν τοῖς ἐγκωμίοις καὶ τῶν προσόντων ἀγαθῶν μείζονα λέγειν, ἀλλ’ οὐκ ἀδύνατα γίνεσθαι. εἰ δὲ μὴ, τοὐναντίον δόξομεν κατηγορεῖν τοὺς ἐγκωμιαζομένους ἢ ἐπαινεῖν, ἐλεγχόμενοι παρὰ τοῖς | |
5 | ἀκροαταῖς ψευδόμενοι φανερῶς, ἀποδεικνύντες τὸν ἐπαινούμενον μὴ πεπραχότα ταῦτα. | |
schOr1251 | (47.) ἐξ ὧν μὲν ἡμεῖς ἐπράττομεν κ. τ. λ.] συμ‐ πέρασμα κατὰ χιασμὸν, μὴ ἀναστρέφον πρὸς τὴν διάνοιαν τοῦ λόγου· [Start of a diagram][Start of a diagram section]ἐξ ὧν μὲν ἡμεῖς ἐπράττομεν[End of a diagram section] [Start of a diagram section]ἐξ ὧν δὲ Σπαρτιᾶται,[End of a diagram section] [Start of a diagram section]αὐξάνεσθαι τὴν Ἑλλάδα κ. τ. λ.[End of a diagram section] [Start of a diagram section]τὴν ἐκείνων μόνην μεγάλην κ. τ. λ.[End of a diagram section][End of a diagram] | |
schOr12133 | (125.) θεοφιλεῖς] τοῦτο οὕτω νοητέον· οὐχὶ φιλοῦντας τοὺς θεοὺς, ἀλλ’ ὑπὸ τῶν θεῶν φιλουμένους. | |
schOr12134 | (126.) ὁ φὺς] ὁ γενόμενος. | |
schOr139 | ἀδολεσχίαν] ἀδολεσχία ἡ πάνυ φλυαρία, ἤγουν ἡ πλείστη. | |
schOr1314 | ποιητικοῦ πράγματος] ποιητικὸν πρᾶγμα καλεῖ τὴν ῥητορικὴν πρὸς ἀντιδιαστολὴν τῶν κδʹ στοιχείων, ἣν καλεῖ τεταγμένην τέχνην. | |
schOr1322 | (19.) καὶ τὰς καλουμένας τέχνας γράψαι τολμήσαντες] Τισίαν καὶ Κόρακα λέγει τοὺς Συρακουσίους, καὶ Γοργίαν καὶ Θρα‐ | |
σύμαχον, οἳ πρῶτοι ῥητορικὰς τέχνας ἔγραψαν. | 124 |