TLG 5026 017 :: SCHOLIA IN HOMERUM :: Scholia in Iliadem (scholia vetera) (= D scholia)

SCHOLIA IN HOMERUM Schol.
(Varia)

Cf. et Joannes GALENUS Gramm. (3039 002)

Scholia in Iliadem (scholia vetera) (= D scholia)

Source: Heyne, C.G. (ed.), Homeri Ilias, 2 vols. Oxford: Oxford University Press, 1834: 1:2, 74–75, 148–149, 186–187, 230, 296, 332, 362, 398–399, 452, 491, 542–543; 2:4, 56–57, 93, 137, 187, 230, 270–271, 300, 331, 365, 393, 443.

Citation: Book of Iliad — verse — (line of scholion)

1

t

ΣΧΟΛΙΑ ΠΑΛΑΙΑ ΤΩΝ ΠΑΝΥ ΔΟΚΙΜΩΝ ΕΙΣ ΤΗΝ ὉΜΗΡΟΥ ΙΛΙΑΔΑ.

1

.

1

Μῆνιν. Ὀργὴν, χόλον ἐπίμονον. ἐζήτηται δὲ εὐθὺς, διὰ τί ἀπὸ τῶν τελευ‐ ταίων ἤρξατο τοῦ πολέμου ὁ Ποιητής. καὶ φαμὲν, ὅτι ἅπας μὲν χρόνος ὁ πρὸ
5τοῦ δεκάτου ἔτους, οὐκ ἔσχεν οὕτω συν‐ εχεῖς τὰς μάχας, διὰ τὸ τοὺς Τρῶας φό‐ βῳ τοῦ Ἀχιλλέως ἐντὸς κατακεκλεῖσθαι τοῦ τείχους. τὸ δὲ δέκατον ἔτος, πλείονας ἔσχε τὰς πράξεις, καὶ τοὺς πολέμους ἰσο‐
10παλεῖς, τοῦ Ἀχιλλέως ὀργιζομένου. ὁ δὲ Ποιητὴς, οἰκονομικῶς κἀν τούτῳ ἤρξατο μὲν ἀπὸ τῶν τελευταίων. διὰ δὲ τῶν σπο‐ ράδην αὐτῷ λεχθέντων, περιέλαβε καὶ τὰ πρὸ τούτων πραχθέντα. αὕτη γὰρ ἀρετὴ
15ποιήσεως, τὸ, ἀπὸ τῶν μέσων ἄρξασθαι, προϊόντα δὲ καὶ τὴν ἀρχὴν διηγεῖσθαι κατὰ μέρος. Ἄειδε. ᾆδε, λέγε. Θεά. Κοι‐ νῷ μὲν ὀνόματι προσαγορεύει τὴν Μοῦσαν. τῇ δὲ ἰδιότητι τῆς πράξεως, προεδήλωσεν
20ὡς οὐχ ἑτέραν λέγει θεάν. μόναι γὰρ ᾄ‐ δουσιν αἱ Μοῦσαι. οὐ προσέθηκε δὲ, οὐδὲ ὄνομα Μούσης, πάσας διὰ τῆς μιᾶς κα‐ λῶν. Θεά. Μοῦσα. λέγει δὲ τὴν Καλ‐ λιόπην. Πηληϊάδεω. Τοῦ Πηλέως παι‐
25δός. Ἀχιλῆος. Ἀναγνωστέον δι’ ἑνὸς λ, διὰ τὸ μέτρον. λέγεται δὲ Ἀχιλλεὺς, παρὰ τὸ ἄχος, τουτέστι λύπην ἐπενεγκεῖν
τοῖς Ἰλιεῦσιν. οἱ δὲ, παρὰ τὸ μὴ θιγεῖν χείλεσι θηλῆς. ὅλως γὰρ οὐ μετέσχε γά‐
30λακτος.

1

.

2

Οὐλομένην. Ὀλεθρίαν. Ἥ. Ἥτις ὀργή. Μυρία. Ἀορίστως, ἀν‐ τὶ τοῦ πολλά. Ἀχαιοῖς. Τοῖς Ἕλλησιν. Ξοῦθος ὁ Αἰόλου παῖς, ἀγόμενος Κρέουσαν
5τὴν Ἐρεχθέως θυγατέρα, ἔσχεν ἐξ αὐτῆς δύο παῖδας, Ἴωνα καὶ Ἀχαιόν. ὧν ὁ μὲν Ἴων ᾤκησεν Ἀθήνας. ὁ δὲ Ἀχαιὸς, φό‐ νον ἐμφύλιον δράσας, παρεγένετο εἰς Θεσ‐ σαλίαν· καὶ κυριεύσας τῆς χώρας, τοὺς
10ὑποτεταγμένους ἀφ’ ἑαυτοῦ προσηγόρευσεν Ἀχαιούς. Ἕλληνες δὲ κοινῶς πάντες οἱ τῆς Ἑλλάδος ἐκλήθησαν, ἀπὸ Ἕλληνος τοῦ Διός. πρῶτοί τε οὕτως ἐλέγοντο οἱ ἐν Θεσσαλίᾳ ἄνθρωποι. οὐ μὴν ἅπαντες,
15ἀλλὰ μόνοι οἱ ἐν Ἑλλάδι τῇ πόλει. ἔπει‐ τα μεγάλα δυνηθέντος τοῦ Ἕλληνος, καὶ τῶν τούτου παίδων, ἀπ’ αὐτοῦ πάντες ἐκ‐ λήθησαν Ἕλληνες. Ἄλγεα. Κακὰ, ἢ λύπας. Ἔθηκεν. Ἐποίησεν, εἰργάσατο.

1

.

3

Πολλάς. Παμπόλλους. Ἰφθίμους. Ἰσχυρὰς, γενναίας. Ἄϊδι. Τῷ ᾅδῃ. ἀπὸ εὐθείας τῆς ἄϊς, ὡς Πάρις. Προ‐
ΐαψε. Πρὸ τῆς εἱμαρμένης ἔπεμψεν.

1

.

4

Ἡρώων. Τῶν ἡμιθέων ἀνδρῶν. ἥρωας δέ φασι κληθῆναι, ἀπὸ τῆς ἀρετῆς· ἢ ἀπὸ τοῦ ἀέρος, ὥς φησιν Ἡσίοδος ἐν τοῖς ἔργοις καὶ ταῖς ἡμέραις· Ἠέρα ἑσσάμενοι
5πάντη φοιτῶσιν ἐπ’ αἶαν. ἢ ἀπὸ τῆς ἐρά‐ σεως, τουτέστι μίξεως τῶν θεῶν. οἱ γὰρ θεοὶ, θνηταῖς γυναιξὶ συνερχόμενοι, ἐποί‐ ουν τὸ τῶν Ἡρώων γένος. ἢ ἀπὸ τῆς ἔρας. ἔρα δὲ ἡ γῆ, κατὰ διάλεκτον. ἐκ δὲ τῆς
10γῆς ἐπλάσθη τὸ γένος τῶν ἀνθρώπων. Αὐ‐ τοὺς δέ. Ἀντὶ τοῦ, τὰ δὲ σώματα αὐ‐ τῶν. Ἑλώρια. Ἑλκύσματα, σπαράγ‐ ματα. Τεῦχε. Ἐποίει. Κύνεσσι. Κυ‐ σίν. Αἰολὶς ἡ διάλεκτος.

1

.

5

Οἰωνοῖσι. Τοῖς σαρκοφάγοις ὄρνισι. λέγει δὲ γυψὶ καὶ κόραξι. Πᾶσιν. Ἅπασι. Διὸς δέ. Ἡ δὲ τοῦ Διός. Ἐτελείετο. Ἐτελειοῦτο,
5ἐπληροῦτο. Βουλή. Γνώμη. Διὸς δὲ τε‐ λείετο βουλή. Διὸς βουλὴν, οἱ μὲν τὴν εἱμαρμένην ἀπέδοσαν. ἄλλοι δὲ ἐξεδέξ‐ αντο, δρῦν ἱερὰν μαντικὴν τοῦ Διὸς ἐν Δωδωναίῳ ὄρει τῆς Θεσπρωτίας, ὡς αὐτὸς
10Ὅμηρος λέγει ἐν Ὀδυσσείᾳ· Τὸν δ’ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο Ἐκ δρυὸς ὑψικόμοιο, Διὸς βουλὴν ἐπακούσῃ. ἄλλοι δὲ ἀπὸ ἱστορίας τινὸς εἶπον εἰρηκέ‐ ναι τὸν Ὅμηρον. φασὶ γὰρ τὴν γὴν βα‐
15ρουμένην ὑπὸ ἀνθρώπων πολυπληθείας, μη‐ δεμιᾶς ἀνθρώπων οὔσης εὐσεβείας, αἰτῆ‐ σαι τὸν Δία κουφισθῆναι τοῦ ἄχθους. τὸν δὲ Δία, πρῶτον μὲν εὐθὺς ποιῆσαι τὸν Θη‐ βαϊκὸν πόλεμον, δι’ οὗ πολλοὺς πάνυ ἀπώ‐
20λεσεν. ὕστερον δὲ πάλιν συμβούλῳ τῷ Μώμῳ ἐχρήσατο. ἣν Διὸς βουλὴν Ὅμηρός φησιν. ἐπειδὴ οἷός τε ἦν κεραυνοῖς ἢ κα‐ τακλυσμοῖς πάντας διαφθεῖραι, τοῦτο τοῦ Μώμου κωλύσαντος, ὑποθεμένου δὲ αὐτῷ
25γνώμας δύο, τὴν Θέτιδος θνητογαμίαν, καὶ θυγατρὸς καλὴν γένναν, ἐξ ὧν ἀμφο‐
τέρων πόλεμος Ἕλλησί τε καὶ Βαρβάροις ἐγένετο, οὕτω συμβῆναι κουφισθῆναι τὴν γῆν, πολλῶν ἀναιρεθέντων. ἡ δὲ ἱστορία
30παρὰ Στασίνῳ τῷ τὰ Κύπρια πεποιη‐ κότι, εἰπόντι οὕτως· Ἦν ὅτε μυρία φῦλα κατὰ χθόνα πλαζόμενα Βαθυστέρνου πλάτος αἴης. Ζεὺς δὲ ἰδὼν ἐλέησε, καὶ ἐν πυκιναῖς πραπίδεσσι Σύνθετο κουφίσαι,
35ἀνθρώπων παμβώτορα γαῖαν, Ῥιπίσας πο‐ λέμου μεγάλην ἔριν Ἰλιάκοιο· Ὄφρα κε‐ νώσειεν θανάτῳ βάρος· οἱ δ’ ἐνὶ Τροίῃ Ἥ‐ ρωες κτείνοντο. Διὸς δὲ τελείετο βουλή. καὶ τὰ μὲν παρὰ τοῖς νεωτέροις ἱστορού‐
40μενα περὶ τῆς τοῦ Διὸς βουλῆς, ἐστὶ τάδε. ἡμεῖς δέ φαμεν κατὰ τὴν Ἀριστάρχου καὶ Ἀριστοφάνους δόξαν, τῆς Θέτιδος εἶ‐ ναι βουλὴν, ἣν ἐν τοῖς ἑξῆς φησι λιταν‐ εύουσαν τὸν Δία ἐκδικῆσαι τὴν τοῦ παι‐
45δὸς ἀτιμίαν. καθάπερ καὶ τὰ κεφάλαια ἐν τῷ προοιμίῳ κεῖται τῆς ποιήσεως.

1

.

6

Ἐξ οὗ δή. Ἀφ’ οὗ δὴ χρόνου. Τὰ πρῶτα. Τὸ πρῶτον, καὶ τὴν ἀρχήν. Δι‐ αστήτην. Διεχωρίσθησαν. Ἐρίσαντε. Φιλονεικήσαντες.

1

.

7

Ἀτρείδης. Ὁ Ἀ‐ τρέως παῖς Ἀγαμέμνων δὲ, κατὰ μὲν Ὅμηρον, Ἀτρέως τοῦ Πέλοπος, μητρὸς δὲ Ἀερόπης. κατὰ δὲ Ἡσίοδον, Πλεισθένους,
5τὸ γένος, Μυκηναῖος. ὃς ἤγαγε ναῦς εἰς Ἴλιον. ἐκπορθήσας δὲ τὴν Ἴλιον, καὶ ὑ‐ ποστρέψας οἴκαδε, ἀναιρεῖται ὑπὸ Αἰγί‐ σθου τοῦ Θυέστου δόλῳ εὐωχίας ἔπι. οὗτος γὰρ παρὰ τὸν καιρὸν τῆς ἀποδημίας ἐμοί‐
10χευε τὴν Ἀγαμέμνονος γυναῖκα Κλυται‐ μνήστραν. κατὰ δὲ τοὺς τραγικοὺς, αὐτὴ ἡ Κλυταιμνήστρα ἀνεῖλεν αὐτὸν χιτῶνι μὴ ἔχοντι ἔνδυσιν τραχήλου. ἐξ αὐτῆς δὲ ἔσχεν υἱὸν τὸν Ὀρέστην, καὶ θυγατέρας
15τέσσαρας· Λαοδίκην, Χρυσόθεμιν, Ἰφι‐ γένειαν, καὶ Ἠλέκτραν. Ἄναξ. Βασι‐ λεύς. Δῖος. Θεῖος, εὐγενὴς, ἢ ἀπὸ Διὸς ἔχων τὸ γένος, ἔντιμος· ἀπὸ γὰρ Αἰγίνης τῆς Ἀσωποῦ τοῦ ποταμοῦ Θηβῶν, Αἰακός·
20Αἰακοῦ δὲ, Τελαμῶν καὶ Πηλεύς· Πηλέ‐ ως δὲ, Ἀχιλλεύς.

1

.

8

Τίς τ’ ἂρ σφῶε. Τίς δὴ αὐτοὺς τοὺς δύο, Ἀγαμέμνονα, καὶ Ἀχιλλέα. πάλιν δὲ, τοῦτο ὁ Ποιητὴς
ἐρωτᾷ τὴν Μοῦσαν. Ἔριδι. Φιλονεικίᾳ.
5Ξυνέηκε. Συνέβαλε, συνέμιξε.

1

.

9

Λη‐ τοῦς καὶ Διὸς υἱός. Ὁ τῆς Λητοῦς καὶ Διὸς παῖς Ἀπόλλων, πάλιν δὲ τοῦτο ὡς ἀπὸ τῆς Μούσης. Ζεὺς δὲ ἐρασθεὶς Λη‐
5τοῦς τῆς Κοίου θυγατρὸς ἑνὸς τῶν Τιτά‐ νων, καὶ Φοίβης, ἔγκυον αὐτὴν ἐποίησεν. ἥτις, δεκαμηνιαίου χρόνου διαγενομένου, ἠπείγετο διὰ θαλάσσης πρὸς Ἀστερίαν τὴν νῆσον, μίαν οὖσαν τῶν Κυκλάδων.
10ἐκεῖσε δὲ ἐλθοῦσα, δρεψαμένη δύο φυτῶν, ἐλαίας καὶ φοίνικος, διδύμους ἀπεκύησε παῖδας, Ἄρτεμιν καὶ Ἀπόλλωνα· καὶ τὴν νῆσον ἐκάλεσε Δῆλον, ὅτι ἐξ ἀδήλου βάσεως ἐῤῥιζώθη. Ὁ γάρ. Οὗτος γάρ.
15Βασιλῆϊ. Τῷ βασιλεῖ. Χολωθείς. Ὀρ‐ γισθείς.

1

.

10

Νοῦσον. Νόσον λοιμικήν. Ἀνὰ στρατόν. Κατὰ τὸ στρατόπεδον. Ὦρσε. Διήγειρεν, ἐνέβαλε. Κακήν. Κακωτικήν. Ὀλέκοντο. Ἀπώλλοντο.
5Λαοί. Ὄχλοι. λᾶες κατὰ διάλεκτον οἱ λίθοι λέγονται. Προμηθέως παῖς Δευ‐ καλίων γίγνεται. οὗτος βασιλεύων τῶν περὶ τὴν Φθίαν τόπων, γαμεῖ Πύῤῥαν τὴν Ἐπιμηθέως καὶ Πανδώρης, ἣν ἔπλασαν
10οἱ θεοὶ πρώτην γυναῖκα. καὶ ἐπειδὴ Ζεὺς ἠθέλησε τὸ χαλκοῦν γένος ἀπολέσαι, ὑπο‐ θεμένου Προμηθέως, Δευκαλίων τεκτῃνά‐ μενος λάρνακα, καὶ τὰ ἐπιτήδεια ἐνθέμε‐ νος, εἰς ταύτην μετὰ Πύῤῥας ἀνέβη. Ζεὺς
15δὲ πολὺν ὑετὸν ἀπ’ οὐρανοῦ χέας, τὰ πλεῖστα μέρη τῆς Ἑλλάδος κατέκλυσεν, ὥστε διαφθαρῆναι πάντας ἀνθρώπους, ὀ‐ λίγων χωρίς· οἵτινες συνέφυγον εἰς τὰ πλησίον ὑψηλὰ ὄρη. τότε δὲ καὶ τὰ κατὰ
20Θεσσαλίαν στενώματα καὶ τέμπη διέσ‐ τη, καὶ τὰ ἐκτὸς Ἰσθμοῦ καὶ Πελοποννή‐ σου συνεχύθη πάντα. Δευκαλίων δὲ ἐν τῇ λάρνακι διὰ τῆς θαλάσσης φερόμενος ἐφ’ ἡμέρας ἐννέα καὶ νύκτας ἴσας, τῷ
25Παρνασῷ περιΐσχει· κἀκεῖ τῶν ὄμβρων παῦλαν λαβόντων, ἐκβὰς, ἔθυσε Διῒ Φυ‐ ξίῳ· Ζεὺς δὲ πέμψας Ἑρμῆν πρὸς αὐτὸν, ἐπέτρεψεν αἰτῆσαι ὅ, τι βούλεται. ὃ δὲ αἰτεῖται, ἀνθρώπους αὐτῷ γενέσθαι. καὶ
30Διὸς εἰπόντος, ὑπὲρ κεφαλὴν ἔβαλλεν αἴ‐
ρων λάας, τουτέστι λίθους· καὶ οὗς μὲν ἔβαλλεν ὁ Δευκαλίων, ἄνδρες ἐγένοντο· οὓς δὲ ἡ Πύῤῥα, γυναῖκες. ἡ ἱστορία παρὰ Ἀπολλοδώρῳ.

1

.

11

Οὕνεκα τὸν Χρύσην. Ἕνεκα. ἐπειδὴ τὸν Χρύσην. Ἠτίμησεν. Ἀτίμως ὕβρισεν. Ἀρητῆρα. Ἱερέα. παρὰ τὸ ἀρᾶσθαι, ὅ ἐστιν εὔχεσθαι.

1

.

12

Ὁ γάρ. Οὗτος γάρ. Ἦλθε. Παρ‐ εγένετο. Θοάς. Ταχείας. σημαίνει δὲ καὶ ὀξείας. ὡς ἐν ἐκείνοις· Ἔνθεν δ’ αὖ νήσοισιν ἐπὶ προέηκε θοῇσιν. Ἐπὶ νῆας.
5Ἐπὶ τὰς ναῦς, ὅ ἐστι τὰ πλοῖα.

1

.

13

Λυ‐ σόμενος. Λυτρωσόμενος. Θύγατρα. Τὴν θυγατέρα. Φέρων. Κομίζων, ἄγων. Ἀ‐ περείσια. Ἄπειρα τῷ πλήθει, πολλά.
5Ἄποινα. Δῶρα, λύτρα, ἄφοινα τινὰ ὄντα, τὰ ἕνεκεν φόνου διδόμενα.

1

.

14

Στέμ‐ ματα. Στεφανώματα. Λάδωνος τοῦ ἐν Ἀρκαδίᾳ ποταμοῦ, Δάφνη ὑπῆρχε θυγά‐ τηρ εὐπρεπεστάτη. ἐρασθεὶς δὲ αὐτῆς
5Ἀπόλλων, καὶ βουλόμενος συγγενέσθαι, ἐδίωκε· καταλαμβανομένης δὲ αὐτῆς ὑπὸ τοῦ θεοῦ, φασὶν εὔξασθαι τῇ μητρὶ Γῇ, χάσματι αὐτὴν δεχθῆναι· γενομένου δὲ τούτου, καὶ τῆς γῆς ἀναδούσης ὁμώνυμον
10φυτὸν, Ἀπόλλων θεασάμενος, ἐξεπλάγη, καὶ τὸ μὲν δένδρον, ἀπὸ τῆς παρθένου Δάφνην προσηγόρευσεν ὁμωνύμως. λαβὼν δὲ κλά‐ δον αὐτῆς, ἐστέψατο. Ἔχων. Κατέχων, κρατῶν. Ἐν χερσίν. Ἐν ταῖς χερσίν.
15Ἑκηβόλου. Ἕκαθεν, ὅ ἐστι πόῤῥωθεν βάλλοντος, εὐστόχου τοξότου.

1

.

15

Χρυ‐
σέῳ ἀνὰ σκήπτρῳ. Περὶ τῷ κεχρυσωμέ‐ νῳ σκήπτρῳ, ὅ ἐστι τῇ χρυσῇ ῥάβδῳ τῇ βασιλικῇ. Ἐλίσσετο. Ἐλιτάνευε, πα‐
5ρεκάλει. Πάντας Ἀχαιούς. Πάντας τοὺς Ἕλληνας.

1

.

16

Ἀτρείδα δὲ μάλι‐ στα. Μάλιστα δὲ τοὺς Ἀτρέως παῖδας, Ἀγαμέμνονα καὶ Μενέλαον. Μάλιστα. Ἐξαιρέτως. Δύω. Δισσούς. Κοσμήτο‐
5ρε. Διατάκτορας, ἡγεμόνας. Λαῶν. Τῶν ὄχλων.

1

.

17

Ἀτρεῖδαί τε. Ὦ Ἀ‐ τρέως παῖδες, Ἀγάμεμνον, καὶ Μενέλαε. Ἄλλοι. Οἱ λοιποί.

1

.

18

Ὑμῖν μὲν θεοὶ δοῖεν. Ὑμῖν μὲν οἱ θεοὶ παράσχοιεν. Ὀλύμπια δώματ’ ἔχοντες. Οἱ τὸν Ὄλυμ‐ πον κατοικοῦντες. Ὄλυμπος δὲ, κατὰ
5μὲν Ὅμηρον, ὄρος τῆς Μακεδονίας μέγισ‐ τον, ἱερὸν τῶν θεῶν. κατὰ δὲ ἀλληγορίαν, ὄλυμπός ἐστιν ὁ οὐρανός· παρὰ τὸ, ὁλο‐ λαμπὴς εἶναι.

1

.

19

Ἐκπέρσαι. Ἐκπορ‐ θῆσαι, καταστρέψαι. Πριάμοιο πόλιν. Τὴν Ἴλιον. περιφραστικῶς. Εὖ δ’. Κα‐ λῶς δέ. διατί δὲ ὁ Χρύσης κατὰ τῶν οἰ‐
5κείων ηὔχετο; λέγομεν, ὅτι πρῶτον μὲν ἔδει κολακεύειν τὸν τύραννον, καὶ ταῦτα λέγειν, ἅπερ ἐπεθύμει δρᾶσαι. δεύτερον δὲ, ὅτι διὰ τοὺς Τρῶας ἀπωλωλέκει τὴν θυγατέρα· ὅθεν εὐλόγως κέχρηται ταῖς
10ἀραῖς κατ’ αὐτῶν. Οἴκαδε. Εἰς τὰ οἰ‐ κεῖα. Ἱκέσθαι. Παραγενέσθαι.

1

.

20

Παῖδα δέ μοι. Τὴν θυγατέρα μου. Λύ‐ σατε. Λύτρα λαβόντες, ἀπόδοτε. Φί‐ λην. Προσφιλεστάτην. Τὰ δ’ ἄποινα. Τάδε τὰ δῶρα. Δέχεσθε. Λαμβάνετε.

1

.

21

Ἁζόμενοι. Ἐντρεπόμενοι, σεβόμενοι. Διὸς υἱόν. Τὸν Διὸς παῖδα Ἀπόλλωνα.

1

.

22

Ἔνθα. Τότε· χρονικὸν ἐπίῤῥημα. ἐν‐ ταῦθα δὲ, τοπικόν. Ἐπευφήμησαν. Μετ’ εὐφημίας ἐβόησαν.

1

.

23

Αἰδεῖσθαι. Ἐντρέπεσθαι. Ἱερῆα. Τὸν ἱερέα. Ἀγ‐ λαά. Καλά. Δέχθαι. Δέχεσθαι, λαμβάνειν.

1

.

24

Ἀλλ’ οὐκ Ἀτρείδῃ. Ἀλλ’ οὐ τῷ Ἀτρέως παιδὶ Ἀγαμέμνονι.
Ἥνδανε. Ἤρεσκε. Θυμῷ. Διὰ τὴν ὀρ‐ γήν.

1

.

25

Ἀλλὰ κακῶς. Ἀλλὰ μεθ’ ὕβρεως. Ἀφίει. Ἀπέπεμπε. Κρατερόν. Ἰσχυρὸν, ἀπειλητικόν. Μῦθον. Λόγον. Ἔτελλεν. Ἐπέτελλεν, ἔλεγε.

1

.

26

Μή σε, γέρον. Μή σε, ὦ πρεσβύτα. Κοί‐ λῃσι. Κοίλαις, βαθείαις. Παρὰ νηυσί. Παρὰ ταῖς ναυσί. Κιχείω. Καταλάβω.

1

.

27

Ἢ νύν. ἢ ἐν τῷ παρόντι καιρῷ. Δηθύνοντα. Ἐγχρονίζοντα. Ἢ ὕστε‐ ρον. Ἢ ἐκ δευτέρου. Αὖτις. Πάλιν. Ἰόντα. Παραγενόμενον.

1

.

28

Μὴ νύ τοι. Μὴ οὐκ ἄν σοι. Οὐ χραίσμῃ. Οὐ βοηθήσῃ. Σκῆπτρον. Ἡ βασιλικὴ ῥάβδος. Στέμμα. Στεφάνωμα. Θεοῖο. Τοῦ θεοῦ.

1

.

29

Τὴν δέ. Ταύτην δέ. Οὐ λύσω. Οὐκ ἀπολύσω. Πρίν μιν. Πρὸ τοῦ αὐτήν. Γῆ‐ ρας ἔπεισι. Τὸ γῆρας καταλάβῃ.

1

.

30

Ἡμετέρῳ ἐνὶ οἴκῳ. Ἐν τῷ ἡμετέρῳ οἴκῳ. Ἐν Ἄργει. Ἐν τῷ Ἄργει. ὅ ἐστι, τῇ Πελοποννήσῳ νῦν καλουμένῃ. ὁ δὲ Ἀγα‐ μέμνων, βασιλεὺς ἦν Μυκήνης πόλεως Ἀρ‐
5γολικῆς. Ἰστέον δὲ, ὅτι ἡ Πελοπόννησος τὸ ἀρχαῖον Αἰγιάλεια ἐκαλεῖτο, ἀπὸ Αἰ‐ γιαλέως τοῦ υἱοῦ Ἰνάχου, τοῦ ἐν Ἄργει ποταμοῦ, καὶ Μελίας, τῆς Ὠκεανοῦ. ὕσ‐ τερον δὲ πάλιν, Ἀπία ἐκλήθη, ἀπὸ Ἀπί‐
10δος τοῦ Φορωνέως παιδός. εἶθ’ οὕτως Ἄρ‐ γος, ἀπὸ Ἄργου τοῦ Πανόπτου. τελευ‐ ταῖον δὲ πάντων, Πελοπόννησος, ἀπὸ τοῦ κρατῆσαι τῆς χώρας τὸν Ταντάλου υἱὸν Πέλοπα. Τηλόθι πάτρης. Πόῤῥω τῆς
15πατρίδος.

1

.

31

Ἱστὸν ἐποιχομένην. Ἱσ‐ τουργοῦσαν, καὶ ὑφαίνουσαν. διατί ἐπά‐ γει τῇ γαμετῇ καὶ τοῖς τέκνοις τὴν αἰχ‐ μάλωτον; ῥητέον οὖν, ὅτι οὐ δι’ ἐπιθυμίαν
5αὐτὴν τοσοῦτον ἐπάγει, ἀλλὰ πρὸς στρα‐ τιωτικὴν ὕβριν· ἵνα ἅπερ Μενέλαος ἐπε‐ πόνθει, ταῦτα καὶ αὐτὸς δράσῃ. ὡς καὶ ὁ Νέστωρ φησί· Τῷ μή τις πρὶν ἐπειγέσθω οἴκονδε νέεσθαι. Πρίν τινα πὰρ Τρώων
10ἀλόχῳ κατακοιμηθῆναι. Καὶ ἐμὸν λέχος ἀντιόωσαν. Καὶ τῆς ἐμῆς κοίτης ἀντι‐ λαμβανομένην, καὶ μετέχουσαν.

1

.

32

Ἀλλ’ ἴθι. Ἀλλ’ ἄπιθι. Μή μ’ ἐρέθιζε. Μή με παρόξυνε. Σαώτερος. Σῶος, ὑ‐ γιής. Ὥς κε. Ὅπως ἄν. Νέηαι. Πο‐ ρευθῇς, ἐπανέλθῃς.

1

.

33

Ὣς ἔφατο. Οὕτως εἶπεν. Ἔδδεισεν. Ἐφοβήθη, εὐ‐ λαβήθη. Ὁ γέρων. Ὁ πρεσβύτης. Καὶ ἐπείθετο. Καὶ ἐπείσθη. Μύθῳ.
5τῷ λόγῳ.

1

.

34

Βῆ δέ. Ἐπορεύθη δέ. τὸ σχῆμα ἀφαίρεσις. Ἀκέων. Ἡσυ‐ χάζων, σιωπῶν. Παρὰ θῖνα. Παρὰ τὸν αἰγιαλὸν τῆς θαλάσσης. ὃς οὕτω κέκλη‐
5ται ἀπὸ τοῦ θείνεσθαι, ὅ ἐστι τύπτε‐ σθαι τῇ προσρήξει τῶν κυμάτων. Πο‐ λυφλοίσβοιο. Πολυήχου, πολυταράχου.

1

.

35

Πολλά. Πλεῖστα. Ἔπειτα. Με‐ ταταῦτα. Ἀπάνευθεν. Ἄπωθεν, χωρίς. Κιών. Παραγενόμενος, πορευθείς. Ἠ‐ ρᾶτο. Ηὔχετο. Ὁ γεραιός. Ὁ πρε‐
5σβύτης.

1

.

36

Ἄνακτι. Τῷ βασιλεῖ. νῦν δὲ θεῷ τῷ Ἀπόλλωνι. Τόν. Ὅντινα. Ἠΰκομος. Εὔκομος. ἀπὸ μέρους, καλή. Τέκεν. Ἔτεκεν, ἐγέννησεν. Λητώ.
5Λητὼ Κοίου καὶ Φοίβης θυγάτηρ.

1

.

37

Κλῦθί μευ. Ἐπάκουσόν μου. Ἀργυρό‐ τοξε. Λαμπρότοξε, καλλίτοξε. Ὃς Χρύσην. Ὅστις τὴν Χρύσαν. Χρύσα δὲ πόλις Τρωϊκή. Ἀμφιβέβηκας. Πε‐
5ριβέβηκας, ὑπερμαχεῖς.

1

.

38

Κίλλαν τε. Καὶ τὴν Κίλλαν. ἔστι δὲ πο‐ λίχνιον τῆς Τρωάδος. Ζαθέην. Ἄγαν θείαν, ὅ ἐστι πάνυ. Πέλοψ ὁ Ταν‐
5τάλου κατὰ μισθὸν παιδικῆς ὥρας, λα‐
βὼν παρὰ Ποσειδῶνος ἵππους ἀδαμά‐ στους σὺν τῷ ὀχήματι, ἔσπευσεν εἰς Πίσαν τῆς Πελοποννήσου ἐπὶ τὸν Ἱππο‐ δαμείας γάμον, τὸν μνηστηροκτόνον αὐ‐
10τῆς πατέρα Οἰνόμαον καταγωνίσασθαι ἐπιθυμῶν. γενομένῳ δὲ αὐτῷ περὶ Λέ‐ σβον, Κίλλος ὁ ἡνίοχος τελευτᾷ τὸν βίον. ὃς καὶ καθ’ ὕπνον ἐπιστὰς τῷ Πέλοπι σφόδρα ὀδυνηρῶς ἐπ’ αὐτῷ ἔχοντι, ἀπω‐
15δύρετό τε τὴν αὐτοῦ ἀπώλειαν, καὶ περὶ κηδείας ἠξίου. διόπερ ἀναστὰς, ἐξερυπά‐ ρου τὸ εἴδωλον διὰ πυρός. εἴθ’ οὕτως ἔ‐ θαψε τὴν τέφραν, ἐπιφανῶς τοῦ Κίλλου ἠρίον ἐπ’ αὐτῷ ἐγείρας, καὶ πρὸς τῷ ἠ‐
20ρίῳ αὐτοῦ ἐδείματο ἱερὸν, Κιλλαίου Ἀ‐ πόλλωνος προσαγορεύσας, διὰ τὸ, αἰφνι‐ δίως τὸν Κίλλον ἀποθανεῖν. οὐ μὴν ἀλλὰ καὶ πόλιν κτίσας, Κίλλαν κέκληκεν. ὁ μέν τοι Κίλλος καὶ μετὰ θάνατον τῷ
25Πέλοπι δοκεῖ συλλαβέσθαι, ὅπως περι‐ γένηται τοῦ Οἰνομάου ἐν τῷ ἀγῶνι. ἡ ἱστορία παρὰ Θεοπόμπῳ. Τενέδοιό τε. Καὶ τῆς Τενέδου. ἡ δὲ Τένεδος, νῆσός ἐστι πρὸ τῆς Τροίας κειμένη, οὔπω δὲ
30πρότερον τοῦτο εἶχε τὸ ὄνομα. Κύκνου γὰρ τοῦ Ποσειδῶνος Τέννης ἦν καὶ Λευ‐ κοθέα παῖδες, καὶ ἡ μὲν μήτηρ αὐτῶν οὐκ ἔτι ἦν. ἐπέγημε δὲ ὁ Κύκνος Φυλονό‐ μην, ἢ, ὡς ἔνιοι, Πολύβοιαν. ἡ Φυλονόμη
35δὲ (καὶ γὰρ εἰς ἄνδρας ἐτέλει ἤδη ὁ Τέν‐ νης) ἐρασθεῖσα αὐτοῦ, λόγους περὶ συνου‐ σίας ἠνέγκατο πρὸς αὐτόν. τοῦ δὲ τὰ πρὸς τὴν φύσιν δίκαια τηρήσαντος, κα‐ τηγορήσατο πρὸς τὸν πατέρα αὐτοῦ, ὅτι
40τεθελήκοι αὐτὴν βιάσασθαι. ὁ δὲ πι‐ στεύσας τῇ κατηγορίᾳ, συλλαβὼν τὸν παῖδα, ἐνέβαλεν εἰς λάρνακα, καὶ ἔῤ‐ ῥιψεν εἰς τὴν ὑποκειμένην θάλασσαν. ὃν διὰ σωφροσύνην, καὶ διὰ τὸ εἶναι υἱωνὸν,
45ἔσωσεν ὁ Ποσειδῶν. τὴν γὰρ λάρνακα προσενεχθῆναι τῇ Λευκόφρυϊ νήσῳ ἐποί‐ ησεν. ἣν οἱ ἐπιχώριοι θεασάμενοι, καὶ ἀφελόντες τὸ ἐπίθεμα, μαθόντες τὸ γε‐ γονὸς, οὐ μόνον ἑαυτῶν βασιλέα τὸν

1

.

38

(50)

Τέννην κατεστήσαντο, ἀλλὰ καὶ ἀπ’ αὐ‐ τοῦ Τένεδον τὴν νῆσον προσηγόρευσαν. Ἶφι. Ἰσχυρῶς, γενναίως. Ἀνάσσεις. Βασιλεύεις.

1

.

39

Σμινθεῦ. Ὦ Σμίνθιε. ἔστι δὲ ἐπίθετον τοῦ Ἀπόλλωνος. Σμίν‐ θος γὰρ τόπος τῆς Τρωάδος, ἐν ᾧ ἱερὸν Ἀπόλλωνος Σμινθίου, ἀπὸ αἰτίας τοιᾶσ‐
5δε· ἐν Χρύσῃ πόλει τῆς Μυσίας Κρίνις τις ἱερεὺς ἦν τοῦ κεῖθι Ἀπόλλωνος. τούτῳ ὀργισθεὶς ὁ θεὸς, ἔπεμψεν αὐτοῦ τοῖς ἀ‐ γροῖς μύας, οἵτινες τοὺς καρποὺς ἐλυμαί‐ νοντο. βουληθεὶς δέ ποτε ὁ θεὸς αὐτῷ
10καταλλαγῆναι, πρὸς Ὄρδην τὸν ἀρχιβού‐ κολον αὐτοῦ παρεγένετο. παρ’ ᾧ ξενισθεὶς ὁ θεὸς, ὑπέσχετο κακῶν ἀπαλλάξαι. καὶ δὴ παραχρῆμα τοξεύσας τοὺς μῦς, διέ‐ φθειρεν. ἀπαλλασσόμενος οὖν, ἐνετείλατο
15τὴν ἐπιφάνειαν αὐτοῦ δηλῶσαι τῷ Κρί‐ νιδι. οὗ γενομένου, Κρίνις ἱερὸν ἱδρύσατο τῷ θεῷ, Σμινθέως ἱερὸν αὐτὸ καλέσας. ἐπειδήπερ, κατὰ τὴν ἐγχώριον αὐτῶν διάλεκτον, οἱ μύες, σμίνθοι ἐκαλοῦντο. ἡ
20ἱστορία παρὰ Πολέμωνι. ἄλλοι δὲ οὕτως εἶπον, ὅτι Κρῆτες ἀποικίαν στέλλοντες, χρησμὸν ἔλαβον παρὰ τοῦ Ἀπόλλωνος, ὅπου αὐτοῖς ἐναντιωθῶσι γηγενεῖς, ἐκεῖ κτίσαι τὴν πόλιν. οἱ δὲ ἀπέστειλαν τοὺς
25ἀποίκους. ἐλθόντων δὲ εἰς τὸν Ἑλλήσπον‐
τον, καὶ νυκτὸς ἐπιγενομένης, μύες ἔκοψαν αὐτῶν τοὺς τελαμῶνας τῶν ὅπλων. πρωῒ δὲ ἀναστάντες, καὶ θεασάμενοι τοῦτο, σοφισάμενοί τε καθ’ ἑαυτοὺς, ἔκτισαν
30ἐκεῖ πόλιν, ἥντινα καὶ ἐκάλουν Σμινθίαν. οἱ γὰρ Κρῆτες τοὺς μύας, σμίνθους κα‐ λοῦσιν. ἐκ τούτου καὶ Ἀπόλλων Σμίνθιος ἐκλήθη, διὰ τὸ ὑπερασπίζειν αὐτῆς. Εἴ ποτέ τοι. Ἐάν ποτέ σοι. Χαρίεντα.
35Εὔχαριν, καλόν. Νηόν. Ναόν. Ἔρε‐ ψα. Ἐπέρεψα, ὠρόφωσα, ἐστεφάνωσα.

1

.

40

Ἢ εἰ δή ποτέ τοι. Ἢ εἴπω ποτέ σοι. Πίονα. Πιμελῆ, λιπαρά. Μηρία. Τὰ μηριαῖα ὀστᾶ. Ἔκῃα. Ἐπὶ τῷ βω‐ μῷ ἔκαυσα, τουτέστιν ἐκάρπωσα.

1

.

41

Ταύρων ἠδ’ αἰγῶν. Ἤτοι, ταύρων καὶ αἰγῶν. Τόδε μοι. Τοῦτό μοι. Κρή‐ ηνον. Ἐπιτέλεσον. Ἐέλδωρ. Ἐπιθύ‐ μημα.

1

.

42

Τίσειαν. Τιμωρίαν δοῖεν, ὅ ἐστι, παράσχοιεν. Δαναοί. Οἱ Ἕλ‐ ληνες· ἀπὸ Δαναοῦ τοῦ Βήλου. Βῆλος δὲ Ἀγήνορος μὲν ἦν ἀδελφὸς, υἱὸς δὲ Ποσει‐
5δῶνος καὶ Λιβύης, ἀφ’ ἧς ἡ χώρα ὠνομά‐ σθη Λιβύη. βασιλεύων δὲ Αἰγυπτίων, γαμεῖ Ἀγχινόην τὴν Νείλου θυγατέρα. καὶ γίγνονται παῖδες αὐτῷ δίδυμοι, Αἴ‐ γυπτος, καὶ Δαναός. Δαναὸν μὲν οὖν ὁ
10Βῆλος ἐν Λιβύῃ κατοικίζει, Αἴγυπτον δὲ ἐν Ἀῤῥαβίᾳ. ὃς καταστρεψάμενος τὴν Μελαμπόδων χώραν, ἀφ’ ἑαυτοῦ ὠνόμα‐ σεν Αἴγυπτον. γίγνονται δὲ ἐκ πολλῶν γυναικῶν, Αἰγύπτῳ μὲν πεντήκοντα παῖ‐
15δες, Δαναῷ δὲ θυγατέρες πεντήκοντα. στασιασάντων δὲ πρὸς ἀλλήλους περὶ τῆς ἀρχῆς, ὕστερον Δαναὸς τοὺς τοῦ Αἰγύ‐ πτου παῖδας, πλὴν ἑνὸς ἢ δυεῖν, διὰ τῶν θυγατέρων ἀνεῖλε· δεδοικὼς, καθότι καὶ
20ἐκ χρησμοῦ ἠκηκόει, ὅτι φονευθήσεται ὑπὸ ἑνὸς αὐτῶν. καὶ ὑποθεμένης Ἀθηνᾶς αὐτῷ, ναῦν πρῶτος κατεσκεύασε τὴν κλη‐ θεῖσαν, ὡς ἀπὸ τοῦ ἀριθμοῦ τῶν θυγα‐ τέρων αὐτοῦ, Πεντηκόντορον, ἐν ᾗ τὰς
25κόρας ἐνθέμενος ἔφυγε. προσχὼν δὲ Ῥόδῳ, τὸ τῆς Λινδίας Ἀθηνᾶς ἄγαλμα ἱδρύ‐ σατο. ἐντεῦθεν δὲ ἧκεν εἰς Ἄργος, καὶ τὴν βασιλείαν αὐτῷ παραδίδωσιν Ἑλά‐ νωρ ὁ τότε βασιλεύων. αὐτὸς δὲ κρατή‐
30σας τῆς χώρας, ἀφ’ ἑαυτοῦ τοὺς ἐνοι‐ κοῦντας, Δαναοὺς ὠνόμασεν. ἱστορεῖ Ἀ‐ πολλόδωρος ἐν δευτέρῳ. Ἐμὰ δάκρυα σοῖσι βέλεσσιν. Ἀντὶ τοῦ, τῶν ἐμῶν δα‐ κρύων. Διατί δὲ ὁ Χρύσης, οὐ κατὰ Ἀ‐
35γαμέμνονος ηὔχετο τοῦ ὑβρίσαντος αὐτὸν, ἀλλὰ κατὰ πάντων τῶν Ἑλλήνων; φα‐ μὲν δὴ, ὅτι Ἀγαμέμνονος ἀποθανόντος ὁ στρατὸς ἐλύετο, καὶ Χρυσηῒς εἰς Ἑλ‐ λάδα ἀπήγετο. ἀναιρουμένων δὲ τῶν ὄχ‐
40λων, ζήτησις ἦν τοῦ πάθους, ἀπόδοσις δὲ τῆς κόρης. καὶ ἀποθανὼν μὲν Ἀγαμέ‐ μνων, ἄλυπος ἦν· ζῶν δὲ, βασανίζεται, βλέπων ἅτε βασιλεὺς ἀπολλυμένους τοὺς ὄχλους. ἢ, ὅτι πᾶσιν ἠράσατο, ἀνθ’ ὧν
45πάντες ὁμοῦ γενόμενοι, οὐκ ἐπέσχον τὴν τοῦ βασιλέως ὕβριν. δικαίως οὖν αὐτοὶ ἔπαθον. καὶ γὰρ Ἡσίοδος φησί· Πολ‐ λάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα.

1

.

43

Ὣς ἔφατο. Οὕτως εἶ‐ πεν. Τοῦ δ’ ἔκλυε. Τούτου δὲ ὑπήκουσε. Φοῖβος. Καθαρὸς, ἀμίαντος, ἢ μαντικός. Φοῖβον γὰρ τὸν καθαρόν. Ἡσίοδος δὲ,
5μετωνυμικῶς Φοῖβον αὐτὸν καλεῖ, ἀπὸ Φοίβης.

1

.

44

Βῆ δὲ κατ’ οὐλύμποιο. Κατέβη δὲ ἀπὸ τῶν τοῦ ὀλύμπου ἐξοχῶν, ὅ ἐστιν ἀκρωτηρίων. Χωόμενος. Λυπού‐ μενος, ὀργιζόμενος. Κῆρ. Περισπωμένως
5μὲν, ἡ ψυχή. Ὀξυτόνως δὲ, ἡ θανατη‐ φόρος μοῖρα.

1

.

45

Τόξ’ ὤμοισιν ἔχων. Ἀντὶ τοῦ, τὸ τόξον ἐπὶ τοῖς ὤμοις ἔχων. Ἀμφηρεφέα τε φαρέτρην. Τὴν ἑκατέρω‐ θεν ἐσκεπασμένην φαρέτραν, ἤγουν βελο‐
5θήκην.

1

.

46

Ἔκλαγξαν. Ποιὸν ἦχον ἀπε‐ τέλεσαν. Ὀϊστοί. Τὰ βέλη. Ἐπ’ ὤμων. Ἐπὶ τῶν ὤμων. Χωομένοιο. Ὀργιζομένου.

1

.

47

Αὐτοῦ κινηθέντος. Κινηθέντος αὐτοῦ ἐπὶ τόπον. Ὁ δέ. Οὗτος δέ. Ἤϊε. Παρ‐ εγένετο. Νυκτὶ ἐοικώς. Σκότει παραπλή‐ σιος, φοβερὸς καὶ ἀόρατος.

1

.

48

Ἕζετο. Ἐκαθέζετο. Ἔπειτα. Μεταταῦτα. Ἀ‐ πάνευθεν. Ἄπωθεν, χωρίς. Νεῶν. Τῶν νηῶν, τῶν πλοίων. Μετὰ δέ. Μετα‐
5ταῦτα δέ. Ἰόν. Βέλος. Ἕηκεν. Ἀφ‐ ῆκεν, ἔπεμψε.

1

.

49

Δεινὴ δὲ κλαγγή. Φοβερὸς δὲ ἦχος. Γένετο. Ἐγένετο. Ἀργυρέοιο. Ἀργυροῦ, καλοῦ. Βιοῖο. Τῆς τοῦ τόξου νευρᾶς.

1

.

50

Οὐρῆας. Ὀρεῖς, ὑποζύγια. Ἐπῴχετο. Ἐπῄει, ἐ‐ πήρχετο. Ἀργούς. Ταχεῖς, ἢ λευκούς. Διατί δὲ ἀπὸ τῶν κυνῶν, καὶ τῶν ἡμι‐
5όνων, ὁ λοιμὸς ἤρξατο, οὐκ ἀπὸ τῶν Ἑλ‐ λήνων δὲ, οὐδὲ ἀπ’ ἄλλου τινὸς ζώου; καὶ οἱ μὲν ῥητορικοὶ λύοντες, φασίν· ὅτι φι‐ λάνθρωπον ὂν τὸ θεῖον, ἐβούλετο παιδεῦ‐ σαι τοὺς Ἕλληνας, καὶ μὴ παντάπασιν
10ἀπολέσαι. καὶ διὰ τοῦτο πρότερον ἀπὸ τῶν τοιούτων ζώων ἤρξατο, μετάνοιαν τοῖς ἁμαρτάνουσι διδούς. οἱ δὲ ἀληθέ‐ στερον καὶ φιλοσοφώτερον λύοντες, φασὶν, ὅτι ἅπας μὲν λοιμὸς ἀπὸ ἐκφλογώσεως
15γίγνεται, γῆθεν ἀναφερόμενος ἐξ ἀναθυ‐ μιάσεως. διὸ καὶ τὸν Ἀπόλλωνα φασὶν αἴτιον, ἐπεὶ ὁ αὐτὸς εἶναι λέγεται τῷ ἡλίῳ τῷ καταφλέγοντι τὴν γῆν. ἐκ γῆς δὲ γιγνομένης τῆς νόσου, ἀναγκαῖον τοὺς
20κύνας πρῶτον ᾐσθῆσθαι τῆς βλάβης, ὅτι τε καὶ αἰσθητικώτερά εἰσι τὰ ἄλογα ζῶα φύσει τῶν ἀνθρώπων, καὶ ὅτι κά‐ τω νεύουσι πρὸς τὴν γῆν, καὶ ἀνιχνεύουσι. τοὺς δὲ ἡμιόνους οὐ διὰ τὸ κάτω νεύειν,
25ἀλλὰ τῷ ἐκ διαφόρων σωμάτων εἰλεχέ‐ ναι τὴν γένεσιν. πᾶν γὰρ εὐδιάφθαρτον τὸ τοιοῦτον. δεκάτῃ δὲ ἡμέρᾳ φανερὸν γενέσθαι τὸ νοσῶδες, κατ’ αὐτὸν τὸν Ποιητὴν τὸ θεώρημα εὔλογον, τοῦ ἀέρος
30ἐν ταύτῃ πάντως καθισταμένου. ἡ Ἥρα, φησὶν, ἐπὶ φρεσὶ θῆκε τῷ Ἀχιλλεῖ. Ἀχιλλεὺς γὰρ Χείρωνος ὢν μαθητὴς, καὶ τὴν ἰατρικὴν τέχνην σαφῶς ἐπιστάμενος, ἐκ τῆς τοῦ ἀέρος καταστάσεως ἐπέγνω
35γινόμενον τὸ κακόν. τὸ γὰρ τῆς Ἥρας ὄνομα παρὰ τὸν ἀέρα πεποίηται. ἐπεὶ, τίνος ἕνεκεν Νέστωρ, ἢ Ὀδυσσεὺς, ἢ Με‐ νέλαος, οὐδενὸς ἔλαττον τῶν Ἑλλήνων φροντίζοντες, οὐ ζητοῦσι τὸ αἴτιον τῆς
40νόσου;

1

.

51

Αὐτὰρ ἔπειτα. Μετα‐ ταῦτα δέ. Αὐτοῖσιν. Αὐτοῖς, δηλονότι τοῖς Ἕλλησιν. Ἐχεπευχές. Ἔχον πι‐ κρίαν. ἀπὸ τῆς πεύκης ἡ μεταφορά. καὶ
5γὰρ ἡ πεύκη κοπεῖσα, οὐκ ἀνίησι βλα‐ στόν. καὶ τὸ δάκρυον αὐτῆς ἐστι πικρὸν, ἡ πίσσα. Ἐφιείς. Ἐπιπέμπων.

1

.

52

Βάλλεν. Ἔβαλλεν, ἐκ βολῆς ἀνῄρει, ἐτίτρωσκεν. Αἰεὶ δέ. Διαπαντὸς δέ.
Πυραί. Πυρκαιαί. τὸ γὰρ παλαιὸν, τὰ σώματα τῶν θνησκόντων πρότερον ἐκαί‐
5ετο, διὰ τὸ ἀπέριττα γίγνεσθαι. εἶθ’ οὕ‐ τως ἐθάπτετο ὑπὸ γῆν. ἡ δὲ αἰτία τοῦ καίεσθαι τὰ σώματα παρὰ τοῖς Ἕλλη‐ σιν αὕτη. πρῶτος, φασὶν, οὕτως ἐτάφη Ἀργεῖος ὁ Λικυμνίου δι’ ἀνάγκην ὑπὸ Ἡ‐
10ρακλέους. συναγαγὼν γὰρ στρατείαν ἐπὶ Ἴλιον Ἡρακλῆς, διὰ τὸ τὸν Λαομέδοντα παρὰ σύνταξιν ποιῆσαι αὐτῷ σώσαντι τοῦ κήτους τὴν θυγατέρα αὐτοῦ Ἡσιόνην, καὶ μὴ δοῦναι τοὺς ἵππους οὓς ὑποσχό‐
15μενος ἦν αὐτῷ, ὑπὲρ τῆς τοσαύτης εὐερ‐ γεσίας, ἐζήτει καὶ τὸν Ἀργεῖον ὡσανεῖ οἰκεῖον. Λικυμνίου δέ φασι τοῦ πατρὸς Ἀργείου φοβουμένου, ὅτι καὶ τὸν πρότερον αὐτοῦ υἱὸν ὀνόματι Οἰωνὸν ἀποστείλας
20εἰς Λακεδαίμονα μεθ’ Ἡρακλέους ἀπέ‐ βαλεν, καὶ μὴ διδόντος, Ἡρακλῆς ὤμο‐ σεν ἀπάξειν πάλιν αὐτόν. τότε δ’ οὖν συμπεσούσης Ἀργείῳ τῆς τοῦ βίου τε‐ λευτῆς, διαπορηθεὶς ὁ Ἡρακλῆς πῶς ἂν
25διατηρήσοι τὸν ὅρκον, ἔκαυσεν αὐτόν. καὶ πρῶτόν φασι τοῦτον τοιαύτης ἐπι‐ μελείας τυχεῖν. ἡ ἱστορία παρὰ Ἄν‐ δρωνι. Νεκύων. Τῶν νεκρῶν. Καίοντο. Ἐκαίοντο. Θαμειαί. Πυκναὶ, συνεχεῖς.
30πῶς, φασὶν, ὁ Ποιητὴς ἐναντία ἑαυτῷ λέγει; πρῶτον γὰρ εἰπὼν, αὐτοὺς δ’ ἑλώ‐ ρια τεῦχε κύνεσσι· νῦν ἐπάγει, αἰεὶ δὲ πυ‐ ραὶ νεκύων καίοντο. ἐροῦμεν, ὅτι ὁ λοιμὸς ηὖξε τὴν μῆνιν· ἡ μῆνις δὲ τὰς μετα‐
35ταῦτα μάχας· καὶ οἱ ἐν ταύταις πί‐ πτοντες, ἑλώρια κυνῶν ἐγίγνοντο. οἱ δὲ, ὑπὸ τοῦ λοιμοῦ φθειρόμενοι ἐκαίοντο.

1

.

53

Ἐννῆμαρ. Ἐπὶ ἐννέα ἡμέρας. Ἀνὰ στρατόν. Κατὰ τὸ στρατόπεδον. Ὤι‐ χετο. Ἐπῄει, ἐπήρχετο. Κῆλα. Βέλη. ὁτὲ δὲ σημεῖα.

1

.

54

Τῇ δεκάτῃ δέ. Προσυπακουστέον, ἡμέρᾳ. Ἀγορήν. Ἐκ‐ κλησίαν, συνέδριον. Καλέσσατο. Συν‐ εκαλέσατο, συνήγαγε.

1

.

55

Τῷ γάρ. Τούτῳ γάρ. Ἐπὶ φρεσὶ θῆκε. Κατὰ νοῦν ἐποίησε. Λευκώλενος. Λευκοβρα‐ χίων, ἀπὸ μέρους, καλή. ὁ δὲ τρόπος,
5σωματοποιΐα· ὠλέναι γὰρ αἱ χεῖρες.

1

.

56

Ἥρη κήδετο. Ἐφρόντιζεν ἡ Ἥρα. εὐλόγως δὲ φροντίζει τῶν Ἑλλήνων ἡ Ἥρα, ὅτι τὸ Ἄργος ὅλον ἱερὸν αὐτῆς. ἄλλως τε, καὶ ἦν ὑβρισθεῖσα ὑπὸ Ἀ‐
5λεξάνδρου, ὡς καὶ ἡ Ἀθηνᾶ, ἐν τῇ τοῦ μήλου κρίσει. ἤθελεν οὖν σώζεσθαι τοὺς Ἕλληνας, ἵνα γένηται τοῖς Τρωσὶν ὄλε‐ θρος. Ὅτι ῥά. Ὅτι δή. Θνήσκοντας. Ἀποθνήσκοντας. Ὁρᾶτο. Ἑώρα, ἔβλε‐
10πεν.

1

.

57

Οἱ δ’ ἐπεὶ οὖν. Ἐπειδὴ δὲ οὗτοι. Ἤγερθεν. Συνηθροίσθησαν, Ὁ‐ μηγερέες. Ὁμοῦ κατὰ τὸ αὐτὸ ἐγένοντο.

1

.

58

Τοῖσι δέ. Ἐν αὐτοῖς δέ. Ἀνιστά‐ μενος. Ἀναστάς. τὸ γὰρ παλαιὸν, κἂν βασιλεὺς ἦν, κἂν ἄλλης οἵας δή ποτε τύ‐ χης, ἐδημηγόρει ὀρθὸς ἱστάμενος. Μετέ‐
5φη. Ἐν αὐτοῖς εἶπεν, ἐδημηγόρησε. Πόδας ὠκύς. Ὁ ταχὺς τοῖς ποσί. διὰ δὲ τούτου δηλοῖ ἡμῖν τὸ εὐκίνητον τοῦ Ἥρωος.

1

.

59

Νῦν. Ἄρτι. χρονικὸν ἐ‐ πίῤῥημα. Ἄμμε. Ἡμᾶς, Αἰολικῶς. Παλιμπλαγχθέντας. Εἰς τοὐπίσω πλα‐ νηθέντας. Ὀΐω. Οἶμαι, ὑπολαμβάνω.

1

.

60

Ἄψ. Πάλιν, εἰς τοὐπίσω. Ἀπονο‐ στήσειν. Ἐπανελθεῖν, ὑποστρέψειν. νό‐ στος γὰρ ἡ εἰς οἶκον ὑποστροφὴ, διὰ τὸ τῆς πατρίδος ἡδύ. Εἴ κεν. Ἐὰν τὸν θά‐
5νατον ὅλως διαφύγωμεν.

1

.

61

Εἰ δὴ ὁ‐ μοῦ. Ἐπειδὴ ὁμοῦ καὶ κατὰ τὸν αὐτὸν χρόνον καὶ καιρόν. Δαμᾷ. Δαμάζει, καταπονεῖ.

1

.

62

Μάντιν ἐρείομεν. Ἀλ‐ λὰ δεῦρο μάντιν τινὰ ἐρωτήσωμεν. ἔστι γὰρ γένος τὶ μαντικῆς, διαιρούμενον εἰς εἴδη τρία. εἰς οἰωνοσκοπίαν, ἀεροσκοπίαν,
5καὶ τὴν διὰ τῶν ὀνειράτων μαντείαν. Ἐ‐ ρείομεν. Ἐρωτήσωμεν. Ἱερῆα. Θύτην.

1

.

63

Ὀνειροπόλον. Τὸν δι’ ὀνείρων μαν‐ τευόμενον. Ὄναρ. Ὁ ὄνειρος, καὶ ἡ δι’ ὀνείρου ἀποκάλυψις. Ἐκ Διός. Ἀπὸ τοῦ Διός.

1

.

64

Ὅς κ’ εἴποι. Ὅστις ἂν ἡ‐ μῖν εἴποι. Ὅ τι τόσσον. Ὅ τι τοσοῦτον. Ἐχώσατο. Ὠργίσθη.

1

.

65

Εἴ τ’ ἄρ. Εἴ τε δή. Ὅγε. Οὗτος. Εὐχωλῆς. Εὐ‐ χῆς, δεήσεως. Ἐπιμέμφεται. Ἐπαιτι‐ ᾶται, ἐπιζητεῖ. Ἑκατόμβης. Τελείας
5θυσίας, ἤτοι τῆς ἀπὸ τῶν ἑκατὸν βοῶν, ἢ τῆς ἀπὸ ἑκατὸν βάσεων. ὅ ἐστιν, ἐξ εἰ‐ κοσιπέντε ζώων.

1

.

66

Αἴ κέν πως. Ἐ‐
άν πως. Κνίσσης. Ἐπίπλου, λίπους. ἀφ’ οὗ θυσίας. Αἰγῶν τε. Καὶ αἰγῶν. Τελείων. Ἤτοι τὴν ἡλικίαν ὁλοκλήρων·
5λελωβημένον γὰρ, οὐ θύεται. ἀλλ’ ὑγιὴς ἡ τῶν τελουμένων θυσία.

1

.

67

Ἀντιά‐ σας. Ἀπαντήσας, μετασχών. Ἡμῖν ἀπό. Ἀπὸ καὶ χωρὶς ἡμῶν ποιῆσαι τὸν λοιμόν. Λοιγόν. Ὄλεθρον. Ἀμῦναι. Ἀποστρέ‐
5ψαι, ἀπεῖρξαι.

1

.

68

Ἤτοι ὅγ’ ὣς εἰπών. Οὗτος μὲν οὕτως εἰπών. Κατ’ ἄρ’ ἕζετο. Ἐκαθέσθη. Τοῖσι δέ. Ἐν αὐτοῖς δέ. Ἀνέστη. Ὀρθὸς ἔστη.

1

.

69

Θεστορί‐ δης. Ὁ Θέστορος παῖς Κάλχας. ὁ δὲ τύπος, πατρωνιμικός. Οἰωνοπόλων. Ὀρ‐ νεοσκόπων, μάντεων. Ὄχ’ ἄριστος.
5Ἐξόχως ἄριστος.

1

.

70

Ὃς ᾔδη. Ὅστις ἠπίστατο. Τά τ’ ἐόντα. Καὶ τὰ ἐνε‐ στῶτα. Τά τ’ ἐσσόμενα. Καὶ τὰ γενη‐ σόμενα. Πρό τ’ ἐόντα. Καὶ τὰ προγε‐
5γονότα. ἔστι γὰρ τελείου μάντεως, τὸ ἐπίστασθαι τοὺς τρεῖς χρόνους ἀκριβῶς.

1

.

71

Καὶ νήεσσι. Καὶ ταῖς ναυσίν. Ἡ‐ γήσατο. Ἡγεμὼν ἐγένετο. Ἴλιον εἴσω. Εἰς τὴν Ἴλιον.

1

.

72

Ἣν διὰ μαντοσύνην. Διὰ τὴν ἰδίαν μαντείαν. Τήν οἱ. Ἥντι‐ να αὐτῷ. Πόρε. Παρέσχεν, ἐδωρήσατο.

1

.

73

Ὅς σφιν. ὃς ἐν αὐτοῖς. Ἐϋφρο‐ νέων. Καλῶς νοῶν. Ἀγορήσατο καὶ με‐ τέειπεν. Ἐδημηγόρησε καὶ εἶπε.

1

.

74

Κέλεαί με. Κελεύεις με. Διῒ φίλε. Τῷ Διῒ προσφιλέστατε. Μυθήσασθαι. Εἰπεῖν, ἀπαγγεῖλαι.

1

.

75

Μῆνιν Ἀ‐ πόλλωνος. Τὴν ὀργὴν τοῦ Ἀπόλλωνος. Ἑκατηβελέταο. Πόῤῥωθεν βάλλοντος, εὐστόχου τοξότου. Ἄνακτος. Βασιλέως.
5νῦν δὲ θεοῦ.

1

.

76

Τοὶ γὰρ ἐγὼ ἐρέω. Ἐγὼ μὲν οὖν εἴπω. Σὺ δὲ σύνθεο. Σὺ δὲ σύνθου, καὶ κατάνευσον. κατὰ διάλυ‐ σιν. Καί μοι ὄμοσσον. Καὶ ὄμοσόν
5μοι.

1

.

77

Ἦ μέν μοι. Ὄντως δή μοι. Ἔπεσι καὶ χερσί. Λόγοις, καὶ ἔργοις. Ἀρήξειν. Βοηθήσειν.

1

.

78

Ἦ γὰρ ὀΐ‐ ομαι. Ἀληθῶς ὑπολαμβάνω. Χολωσέ‐ μεν. Εἰς ὀργὴν ἐμβαλεῖν. Ὃς μέγα. Ὅστις μεγάλως.

1

.

79

Ἀργείων. Τῶν Ἑλλήνων. Κρατέει. Βασιλεύει. Καί οἱ πείθονται Ἀχαιοί. Καὶ αὐτῷ ὑπακούου‐ σιν οἱ Ἕλληνες.

1

.

80

Κρείσσων. Ἐπι‐ κρατέστερος. Ὅτε χώσεται. Ὅταν ὀρ‐ γισθῇ. Ἀνδρὶ χέρηϊ. Ἀνδρὶ χείρονι, ἐ‐ λάττονι.

1

.

81

Εἴπερ γάρ τε. Ἐάνπερ γὰρ, ἢ ἵνα. Χόλον. Τὴν ὀργήν. Αὐτῆ‐ μαρ. Αὐθημερὸν, ἐν αὐτῇ τῇ ἡμέρᾳ. Καταπέψῃ. Κατάσχῃ, καταδαπανήσῃ.
5ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐν γαστρὶ πλεί‐ ονι χρόνῳ κατεχομένων σιτίων, διὰ τὴν πέψιν τὴν ἐν αὐτῇ γιγνομένην.

1

.

82

Μετόπισθεν. Μεταταῦτα, ἐκ δευτέρου. Ἔχει. Κατέχει, φυλάττει. Κότον. Ὀργήν. Ὄφρα τελέσσῃ. Ὅπως πλη‐ ρώσῃ.

1

.

83

Ἑοῖσιν. Ἰδίοις. Φράσαι. Λόγισαι, σκέψαι. Εἴ με σαώσεις. Ὅπως με σώσῃς.

1

.

84

Τὸν δέ. Τοῦτον δέ. Ἀπαμειβόμενος. Ἐς ἀμοιβῆς ἀπο‐ κρινόμενος. Προσέφη. Προσεῖπεν. Πό‐ δας ὠκύς. Ταχὺς ἐν τῷ τρέχειν.

1

.

85

Θαρσήσας. Εὐθαρσὴς καὶ ἄφοβος γε‐ νόμενος. Μάλα. Λίαν, πάνυ. Θεο‐ πρόπιον. Τὸ ἐκ θεῶν μάντευμα, ἢ τὸ τοῖς θεοῖς ἀρέσκον. οὗτοι γὰρ τὰ τοῖς θεοῖς
5ἀρέσκοντα λέγουσιν. Ὅ, τι οἶσθα. Ὅπερ ἐπίστασαι.

1

.

86

Οὐ μὰ γάρ. Ὄμνυμι γάρ σοι· ἢ οὐκ ἀπωμοτικῶς. πεπλεόνακε γὰρ τὸ οὐ, κατὰ Ἀττικὴν συνήθειαν. Διῒ φίλον. Τὸν τῷ Διῒ προσφιλέστατον,
5ᾯτε σύ. ᾯτινι σὺ ὦ Κάλχαν.

1

.

87

Θεοπροπίας. Τὰς ἐκ Θεῶν μαντείας. Ἀ‐ ναφαίνεις. Φανερὰς ποιεῖς, προσημαίνεις.

1

.

88

Οὔτις. Οὐδείς. Ἐμεῦ. Ἐμοῦ. Ἐπὶ χθονί. Ἐπὶ τῆς γῆς. Δερκομένοιο. Ὁ‐ ρῶντος, ἢ ὁρωμένου.

1

.

89

Σοὶ κοίλῃς. Κοίλαις, βαθείαις. Βαρείας χεῖρας. Ὑ‐ βριστικὰς, φονικάς. Ἐποίσει. Ἐπιβα‐ λεῖ, ἐπενέγξοι.

1

.

90

Συμπάντων Δαν‐ αῶν. Ὁμοῦ πάντων τῶν Ἑλλήνων. Οὐδ’ ἢν Ἀγαμέμνονα εἴπῃς. Οὐδ’ ἂν αὐτὸν τὸν Ἀγαμέμνονα ὀνομάσῃς. ὁ δὲ τρόπος ἐξ‐
5οχή.

1

.

91

Νῦν. Ἐν τῷ παρόντι καιρῷ. Πολλόν. Καταπολύ. Ἄριστος. Ἐξοχώ‐ τατος. Ἐνὶ στρατῷ. Ἐν τῷ στρατοπέδῳ. Εὔχεται. Καυχᾶται.

1

.

92

Θάρσησε. Ἐθάρσησεν, ἀνεζωπυρήθη. Καὶ ηὔδα. Καὶ εἶπεν. Ἀμύμων. Ἄμωμος, ἀγαθὸς καὶ ἄψογος.

1

.

93

Οὔτ’ ἄρ’. Οὔτε δή. Ὅγε. Οὗτος ὁ Ἀπόλλων. Εὐχωλῆς. Εὐχῆς, δεήσεως.

1

.

94

Ἀρητῆρος. Τοῦ ἱερέως.

1

.

95

Οὐδ’ ἀπέλυσεν. Οὐκ ἀπε‐ λυτρώσατο. Οὐκ ἀπεδέξατο. Οὐκ ἐδέ‐ ξατο.

1

.

96

Τοὔνεκα. Τούτου ἕνεκα, τούτου χάριν. Ἄρ. Δή. Ἠδ’ ἔτι. Καὶ ἔτι. Δώσει. Παράσχῃ.

1

.

97

Οὐδ’ ὅγε. Οὐδὲ οὗτος. Πρίν. Πρότερον. Λοιμοῖο. Τοῦ λοιμοῦ. Βαρείας. Βλαβερὰς, κακω‐ τικάς. Ἀφέξει. Ἐπίσχοι, παύσει.

1

.

98

Πρίν γ’ ἀπό. Ὑπερβατόν. Φίλῳ. Προσφιλεῖ. Δόμεναι. Δοῦναι. Ἑλικώ‐ πιδα. Μελανόφθαλμον. ἀφ’ οὗ, εὐ‐ πρεπῆ. ἑλικὸν γὰρ κατὰ διάλεκτον κα‐
5λεῖται τὸ μέλαν. Κούρην. Κόρην, θυ‐ γατέρα.

1

.

99

Ἀπριάτην, ἀνάποινον. Ἄνευ πράσεως καὶ δώρων. ἐπιῤῥηματικῶς. Ἄγειν θ’. Καὶ ἀπάγειν. παράλειψις ὁ τρόπος. Ἱερήν. Εἰς τὴν ἱερὰν Χρύσαν.
5Ἑκατόμβην. Τελείαν θυσίαν.

1

.

100

Τότε κέν μιν. Τότε ἂν αὐτόν. Ἱλασ‐ σάμενοι. Ἐξιλεωσάμενοι, ἐξευμενίσαν‐ τες. Πεπίθοιμεν. Πείσοιμεν.

1

.

101

Κατ’ ἄρ’ ἕζετο. Ἐκαθέσθη.

1

.

102

Εὐ‐ ρυκρείων. Μεγάλως κρατῶν καὶ βασι‐ λεύων.

1

.

103

Ἀχνύμενος. Λυπούμενος, ὀργιζόμενος. Μένεος. Ὀργῆς, θυμοῦ. Φρένες ἀμφιμέλαιναι. Αἱ ἐν βάθει κεί‐ μεναι καὶ συνεταὶ διάνοιαι αὐτοῦ. ἢ τε‐
5ταραγμέναι, διὰ τὴν ὀργήν.

1

.

104

Πίμπλαντο. Ἐπληροῦντο. Ὄσσε. Ὄμ‐ ματα. ὀφθαλμοί. Οἱ. Αὐτῷ. Πυρὶ
λαμπετόωντι. Πυρὶ λάμποντι. Ἐΐκτην. Ὡμοίωντο.

1

.

105

Πρώτιστα. Πρὸ πάντων. Κάκ’ ὀσσόμενος. Δεινὸν καὶ ὀρ‐ γίλον ὑποβλεπόμενος. Προσέειπε. Προσ‐ εῖπεν αὐτῷ.

1

.

106

Μάντι κακῶν. Ὦ κακῶν μάντι. συντείνει δὲ τοῦτο εἰς τὸ δέκα ἔτη μαντεύσασθαι αὐτὸν ἐν Αὐλίδι τὸν πόλεμον, ὅσον ἀπὸ τοῦ συμβόλου τῶν
5στρουθῶν. Οὐ πώποτέ μοι. Οὐδέ ποτέ μοι. Τὸ κρήγυον. Τὸ ἀληθές. νῦν δὲ τὸ ἀγαθόν. Εἶπες. Εἶπας, ἔλεξας.

1

.

107

Αἰεί τοι. Ἀεί σοι, διὰ παντός. Τὰ κάκ’ ἐστὶ φίλα. Τὰ κακά ἐστι προσφιλῆ. Φρεσί. Ταῖς διανοίαις.

1

.

108

Ἐσθλὸν δέ. Ἀγαθὸν δέ. Οὐδέ τι πω. Οὐδέ ποτε. Ἔπος. Λόγον. Οὐδ’ ἐτέλεσσας. Οὐδ’ εἶπες, οὐδὲ ἐπλήρωσας.

1

.

109

Νῦν. Ἐν τῷ παρόντι καιρῷ. Ἐν Δα‐ ναοῖσιν. Ἐν τοῖς Ἕλλησιν. Θεοπρο‐ πέων. Μαντευόμενος. Ἀγορεύεις. Δη‐ μηγορεῖς, λέγεις.

1

.

110

Ὡς δὴ τοῦδ’ ἕνεκα. Ὡς ὅτι τούτου χάριν. Σφίν. Αὐτοῖς τοῖς Ἕλλησιν. Τεύχει. Παρέ‐ χει, ποιεῖ.

1

.

111

Οὕνεκα. Οὑ ἕνεκα, διότι.

1

.

112

Οὐκ ἔθελον. Οὐκ ἐβου‐ λόμην. Δέξασθαι. Λαβεῖν.

1

.

113

Οἴκοι ἔχειν. Ἐν τῷ οἴκῳ κατέχειν. Καὶ γάρ ῥα. Καὶ γὰρ δή. Κλυταιμνή‐ στρης. Τῆς Κλυταιμνήστρας, γυναικός μου. ἡ δὲ Κλυταιμνήστρα Ἀγαμέμνονος
5γυνὴ, Τυνδάρεω δὲ καὶ Λήδας τῆς Θε‐ στίου θυγάτηρ, Ἑλένης δὲ ἀδελφή. Προ‐ βέβουλα. Προκέκρικα, προτιμῶ.

1

.

114

Κουριδίης ἀλόχου. Παρθενικῆς γυναικός. Διατί δὲ ὁ Ἀγαμέμνων τὴν αἰχμάλωτον τῆς γαμετῆς προκρίνει; λέγει γὰρ Κλυ‐ ταιμνήστρης προβέβουλα. καὶ οἱ μέν
5φασιν, ὅτι ἕνεκεν τοῦ μὴ δοκεῖν τοῖς
Ἕλλησιν ἐφ’ ὕβρει κατέχεσθαι τὴν κό‐ ρην. οἱ δὲ, ὅτι ἐπαινεῖ τὴν Χρυσηΐδα, ἵνα μὴ τὰ τυχόντα τοῖς Ἕλλησιν, ἀλλὰ τὰ μέγιστα δοκῇ χαρίζεσθαι. ἔνιοι δὲ
10ὅτι ψευδόμενον ἀποδείκνυσι τὸν Κάλχαν‐ τα. πῶς γὰρ ὀργίζοιτο ἂν ὁ θεὸς, τῆς αἰχμαλώτου μηδὲν ἐφύβριστον πασχού‐ σης; Ἐπεὶ οὐ ἕθεν. Ἐπεὶ κατ’ οὐδὲν αὐτῆς. Χερείων. Χείρων. ἐλάσσων.

1

.

115

Οὐ δέμας. Κατὰ τὸ σῶμα. δέ‐ μας δὲ ὁ Ποιητὴς τὸ ἔμψυχον εἴωθε λέ‐ γειν. παρὰ τὸ, δεδέσθαι καὶ συνεστη‐ κέναι. οἷον, οὐ δέμας, οὐδὲ φυήν. καὶ πά‐
5λιν, δέμας δ’ ἤϊκτο γυναικὶ καλῇ τε με‐ γάλῃ τε. καὶ ἀλλαχοῦ, οὐδὲ ἔοικε θνητὰς ἀθανάτῃσι δέμας. σῶμα δὲ καλεῖ, τὸ ἄψυχον. ἐπεὶ σῆμά τι ἐστὶ τοῦ ποτε ζῶντος. οἷον· σῶμα δὲ οἴκαδ’ ἐμόν· καὶ
10ἐπὶ τοῦ Ἐλπήνορος πάλιν· σῶμα γὰρ ἐν Κίρκης κατελείπομεν. καὶ ἔτι· σώματ’ ἀκηδέα κεῖται. Εὐριπίδης μέν τοι ἐνηλ‐ λαγμένως λέγων· ἕκτον δὲ δὴ τόδ’ ἦμαρ, ἐξότου σφαγαῖς, Θανοῦσα μήτηρ πυρὶ
15καθήγνισται δέμας. Δεῖξαι γὰρ Ἀργεί‐ οισι σῶμ’ αἰσχύνομαι. Οὐδὲ φυήν. Οὐ‐ δὲ τὴν τοῦ σώματος εὐφυΐαν καὶ ἀρετήν. Οὔτ’ ἄρ’ φρένας. Οὔτε κατὰ τὰς φρέ‐ νας. Οὔτε τι ἔργα. Οὔτε κατὰ τὰ
20ἔργα.

1

.

116

Ἀλλὰ καὶ ὥς. Ἀλλὰ καὶ ὅμως. Ἐθέλω. Θέλω, βούλομαι. Δό‐ μεναι. Δοῦναι. Πάλιν. Εἰς τοὐπίσω. Εἰ τόγ’ ἄμεινον. Εἰ τοῦτο βέλτιον.

1

.

117

Λαόν. Ὄχλον, πλῆθος. Σόον ἔμ‐ μεναι. Σῶον εἶναι, καὶ σώζεσθαι. ὁ δὲ λόγος, θέλω γάρ φησιν ἐγὼ τὸν ὄχ‐ λον μᾶλλον σώζεσθαι, καὶ αὐτὸς ἀπολέ‐
5σθαι. ὁ γὰρ ἢ σύνδεσμος, ἀντὶ τοῦ καὶ, παρείληπται τῷ Ποιητῇ. Ἢ ἀπολέσθαι. Ἢ ἀπολέσθαι ἐμέ.

1

.

118

Αὐτὰρ ἐμοί. Ἐμοὶ δέ. Γέρας. Τιμήν. Αὐτίκα. Παραχρῆμα, εὐθέως. Ἑτοιμάσατ’. Ἑ‐ τοιμάσατε, ἑτοίμην ποιήσατε. Ὄφρα
5μὴ οἶος. Ὅπως μὴ μόνος.

1

.

119

Ἀρ‐ γείων. Τῶν Ἑλλήνων. Ἀγέραστος. Ἄνευ γερῶν, ἄνευ τιμῆς. Ἔω. Ὑπάρ‐ χω. Ἐπεὶ οὐδὲ ἔοικεν. Οὐδὲ γὰρ πρέ‐
5πει.

1

.

120

Λεύσσετε. Ὁρᾶτε, βλέ‐ πετε. Τόγε. Τοῦτο. Ὅ μοι. Ὅτι μοι. Ἔρχεται. Ἀπέρχεται. Ἄλλῃ. Ἀλ‐ λαχοῦ.

1

.

121

Ἠμείβετο. Ἐξ ἀμοιβῆς
ἀπεκρίνατο. Ἔπειτα. Μεταταῦτα. Ποδάρκης. Ἤτοι ὁ τοῖς ποσὶ ταχὺς, ἢ ὁ ἐπαρκεῖν τοῖς ποσὶ δυνάμενος, ἰσχυρός.
5Δῖος. Θεῖος, εὐγενής.

1

.

122

Κύδιστε. Ἐνδοξότατε. Φιλοκτεανώτατε. Φιλο‐ χρηματώτατε.

1

.

123

Πῶς γάρ τοι. Πῶς γάρ σοι. Μεγάθυμοι. Μεγαλόψυ‐ χοι, γενναῖοι. Ἀχαιοί. Οἱ Ἕλληνες. Ἀχαιοὺς δὲ, καὶ Δαναοὺς, καὶ Ἀργείους,
5ὁ Ποιητὴς καλεῖ τοὺς Ἕλληνας. Δανα‐ οὺς μὲν, ἀπὸ Δαναοῦ τοῦ Βήλου τοῦ Πο‐ σειδῶνος. Ἀχαιοὺς δὲ, ἀπὸ Ἀχαιοῦ τοῦ Ξούθου, καὶ Κρεούσης τῆς Ἐρεχθέως. Ἀργείους δὲ, ἀπὸ Ἄργου Ἀπίδος καὶ
10Νιόβης τῆς Φορωνέως. Ἕλληνας δὲ, ψι‐ λῶς, καλεῖ τοὺς ὑπὸ τῷ Ἀχιλλεῖ, λέγων· Μυρμιδόνες δὲ καλοῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί.

1

.

124

Οὐδέ τι πω ἴδ‐ μεν. Οὐδὲ ἐπιστάμεθα. Ξυνήϊα. Κοι‐ νὰ χρήματα. Κείμενα. Ἀποκείμενα.

1

.

125

Τά. Ἅτινα. Πολίων. Πόλεων. Ἐξεπράθομεν. Ἐξεπορθήσαμεν. Τὰ δέδασται. Ταῦτα μεμέρισται.

1

.

126

Λαοὺς δ’. Τοὺς ὄχλους δέ. Οὐκ ἐπέ‐ οικε. Οὐ προσῆκόν ἐστι. Παλίλλογα. Παλισύλλεκτα. ἀντὶ τοῦ, οὐ δικαιόν ἐ‐ στιν εἰς τὸ αὐτὸ πάλιν συναγαγεῖν τοὺς
5Ἕλληνας τὰ ἅπαξ φθάσαντα αὐτοῖς διαμερισθῆναι χρήματα. Ἐπαγείρειν. Ἐπισυναθροίζειν.

1

.

127

Ἀλλὰ σὺ μὲν νῦν. Ἀλλὰ σὺ ἐπὶ τοῦ παρόντος ὦ Ἀ‐ γάμεμνον. Πρόες. Πρόπεμψον. Θεῷ. Τῷ Ἀπόλλωνι. Αὐτὰρ Ἀχαιοί. Οἱ δὲ
5Ἕλληνες.

1

.

128

Τριπλῇ τετραπλῇ τ’. Τριπλασίονα καὶ τετραπλασίονα. Αἴ κέ ποθι Ζεύς. Ἐάν ποτε ὁ Ζεύς.

1

.

129

Δῷσι. Παράσχῃ. τὸ, σι, ἐπέκτασις. Πόλιν Τροίην. Τρωϊκὴν πόλιν. λέγει δὲ τὴν Ἴλιον. Εὐτείχεον. Καλῶς τετει‐ χισμένην. διὰ τὸ, ὑπὸ θεῶν τετειχίσθαι
5καθ’ Ὅμηρον Ποσειδῶνος καὶ Ἀπόλλω‐ νος. Ἐξαλαπάξαι. Ἐκπορθῆσαι.

1

.

130

Κρείων. Βασιλεὺς, ἄναξ.

1

.

131

Μηδ’ οὕ‐ τως. Μηδὲ οὕτως. Ἀγαθός περ ἐών. Καί‐
τοι γενναῖος ὑπάρχων. Θεοείκελ’. Θεοῖς τὸ εἶδος ὅμοιε. ὅ ἐστι τὸ κάλλος. εὐειδὴς
5γὰρ παρὰ πάντας τοὺς ἥρωας Ἀχιλλεὺς, καὶ γυναικοπρόσωπος. ὡς καὶ ἐν τῷ Λυ‐ κομήδους παρθενῶνι ἀγνοηθῆναι ὅτι εἴη ἀνήρ.

1

.

132

Κλέπτε νόῳ. Παραλο‐ γίζου τῇ διανοίᾳ. Ἐπεί. Ἐπειδή. Οὐ παρελεύσεαι. Οὐ παρέλθῃς, οὐ νικήσεις με. ἀπὸ μεταφορᾶς τοῦ δρόμου, ἐν ᾧ
5παρελθὼν νικᾷ.

1

.

133

Ἢ ἐθέλεις. Ἢ βούλει. Ὄφρ’ αὐτός. Ὅπως αὐτός. Γέ‐ ρας. Τιμήν. Αὐτὰρ ἐμ’ αὕτως. Ἐμὲ δὲ ματαίως.

1

.

134

Ἧσθαι. Καθέζε‐ σθαι. Δευόμενον. Ἐνδεόμενον, χρήζον‐ τα. Κέλεαι δέ με. Κελεύεις δέ με.

1

.

135

Ἀλλ’ εἰ μέν. Ἀλλ’ ἐὰν μέν. Δώσουσι. Παράσχωσιν. Μεγάθυμοι. Μεγαλόψυχοι, γενναῖοι.

1

.

136

Ἄρσαν‐ τες κατὰ θυμόν. Ἁρμόσαντες κατὰ τὴν ψυχήν. τουτέστιν, ἀρεστὸν καὶ θυμῆρες ποιήσαντες. Ἀντάξιον. Ἶσον τῇ τιμῇ,
5ἄξιον, ἰσότιμον. Ἔσται. Γένηται.

1

.

137

Εἰ δέ κε μὴ δώωσιν. Εἰ δὲ μὴ παράσχωσιν. Ἐγὼ δέ κεν. Ἐγὼ δ’ ἄν. Αὐτὸς ἕλωμαι. Αὐτὸς ἀφέλωμαι.

1

.

138

Ἢ τεόν. Ἢ τὸ σὸν, ὅ ἐστι τὴν Βρι‐ σηΐδα. Ἢ Αἴαντος—γέρας. Τέκμησσαν λέγει τὴν Τελεύταντος θυγατέρα. Ἰών. Παραγενόμενος. Ἢ Ὀδυσῆος. Λαοδί‐
5κην λέγει τὴν Κύκνου θυγατέρα. ταῦτα δὲ αἰνιγματωδῶς φησι. τὸ δὲ ὅλον ἀπο‐ τείνεται πρὸς Ἀχιλλέα.

1

.

139

Ἄξω. Ἀπάξω. Ἑλών. Λαβών. Ὁ δέ κεν. Οὗτος δὲ ἄν. Κεχολώσεται. Ὀργισθή‐ σεται. Ὅν κεν ἵκωμαι. Ἐφ’ ὃν ἂν πα‐
5ραγένωμαι, ἐφ’ ὃν ἔλθω.

1

.

140

Ἀλλ’ ἤτοι μὲν ταῦτα. Ἀλλὰ περὶ μὲν τού‐ των. Μεταφρασόμεσθα. Καὶ ἐν ὑ‐
στέρῳ βουλευσόμεθα. Καὶ αὖτις. Καὶ
5πάλιν.

1

.

141

Νῦν δ’ ἄγε. Νῦν δὲ ἄγε δή. Νῆα. Ναῦν. Μέλαιναν. Βαθεῖαν, ἢ πίσσῃ κεχρισμένην, Ἐρύσ‐ σομεν. Καθελκύσωμεν, ἐμβάλωμεν.
5Εἰς ἅλα. Εἰς τὴν θάλασσαν. Δῖαν. Θείαν, ἢ θαυμαστήν.

1

.

142

Ἐς δ’ ἐ‐ ρέτας. Εἰς αὐτὴν δὲ κωπηλάτας. Ἐπι‐ τηδές. Ἐπιτηδείους. Ἀγείρομεν. Συνα‐ θροίσωμεν.

1

.

143

Ἀν’ δ’ αὐτήν. Καὶ αὐτὴν δέ. Καλλιπάρῃον. Καλὰς πα‐ ρειὰς ἔχουσαν, ἀπὸ μέρους καλήν.

1

.

144

Βήσομεν. Ἀναβιβάσωμεν, ἐμβάλωμεν. Ἀρχός. Ἀρχηγὸς, ἡγεμών, νῦν δὲ, ναύ‐ αρχος. Βουληφόρος. Βουλευτής. Ἔ‐ στω. Γενέσθω.

1

.

146

Ἠὲ σύ. Ἢ σύ. Πηλείδη. Πηλέως παῖ Ἀχιλλεῦ. Ἐκπαγλότατε. Ἐκπληκτικώτατε, φο‐ βερὲ, ἢ ἐξοχώτατε.

1

.

147

Ὄφρ’ ἡμῖν. Ὅπως ἡμῖν. Ἑκάεργον. Πόῤῥωθον εἴρ‐ γοντα, ἢ πόῤῥωθεν ἐργαζόμενον, τοξότην. Ἱλάσσεαι. Ἐξιλεώσῃς, λιτανεύσῃς. Ἱ‐
5ερά. Ἱερεῖα, θυσίας. Ῥέξας. Ἱερουρ‐ γήσας, θύσας.

1

.

148

Τὸν δ’ ἄρ’. Τοῦ‐ τον δὲ δή. Ὑπόδρα ἰδών. Δεινὸν ὑπο‐ βλεψάμενος. Προσέφη. Προσεῖπε, προ‐ σεφθέγξατο.

1

.

149

Ὤ μοι. Φεῦ μοι. ἔστι δὲ ἀναφώνημα, καὶ ἐπίῤῥημα λύ‐ πης δηλωτικόν. Ἀναιδείην. Ἀναισχυν‐ τίαν. Ἐπιειμένε. Ἠμφιεσμένε, περιβε‐
5βλημένε. Κερδαλεόφρον. Πανοῦργε τὸ φρόνημα, ἢ περικερδῆ τὸν νοῦν ἔχων, τουτέστι κερδαίνειν φρονῶν.

1

.

150

Πῶς τίς τοι. Πῶς τίς σοι. Πρόφρων. Προ‐ θύμως. Ἔπεσι. Λόγοις. Πείθηται. Πεισθείη.

1

.

151

Ἢ ὁδόν. Ἢ εἰς ὁδὸν
παραγενέσθαι. ὅ ἐστιν εἰς ἐνέδραν κα‐ τελθεῖν. Ἶφι. Ἰσχυρῶς, γενναίως. Μάχεσθαι. Πολεμῆσαι.

1

.

152

Οὐ γὰρ ἐγώ. Οὐδαμῶς γὰρ ἐγώ. Τρώων ἕνεκεν. Ἕνεκα τῶν Τρώων. Ἤλυθον. Παρεγενόμην. Αἰχμητάων. Πολεμικῶν.

1

.

153

Δεῦρο. Ἐνταῦθα. Μαχησόμε‐ νος. Μαχούμενος, πολεμήσων. Ἐπεὶ οὔτι μοι αἴτιοί εἰσιν. Ἐπειδὴ οὐδαμῶς, καὶ κατ’ οὐδέν μοι αἴτιοι ὑπάρχουσιν.

1

.

154

Οὐ γὰρ πώποτε. Οὐδέ ποτε γάρ. Ἐμὰς βοῦς ἤλασαν. Τὰς ἐμὰς ἤλασαν βοῦς.

1

.

155

Οὐδέ ποτε. Οὐδαμῶς, οὐ‐ δέποτε. Ἐν Φθίῃ. Φθία πόλις Θεσσα‐ λίας παραθαλασσία, πατρὶς Ἀχιλλέως. Ἐριβώλακι. Μεγαλοβώλῳ, εὐγείῳ. Βω‐
5τιανείρῃ. Ἄνδρας βοσκούσῃ, ἢ τρεφούσῃ.

1

.

156

Ἐδηλήσαντο. Ἔβλαψαν. Ἐ‐ πειὴ μάλα. Ἐπειδὴ πάνυ. Μεταξύ. Ἀναμέσον.

1

.

157

Οὔρεά τε. Καὶ ὄρη. Ἰὰς ἡ διάλεκτος. Σκιόεντα. Σύσκια, σκιὰν ἀποτελοῦντα. Ἠχήεσσα. Ἠχη‐ τικὴ, ἀπὸ τῆς τῶν κυμάτων κινήσεως ὁ
5δὲ λόγος, οὐδέποτε ἠδίκησάν με οἱ Τρῶες, ἐπειδὴ μεταξὺ Φθίας καὶ Ἰλίου, πολλά ἐστι μέγιστα ὄρη, καὶ πολλὴ θάλασσα, ὡς μὴ εἶναί με αὐτῶν ἀστυγείτονα.

1

.

158

Ὦ μέγ’ ἀναιδές. Ὦ μεγάλως ἀναιδέστατε. Ἅμ’ ἑσπόμεθα. Ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ ἠκολουθήσαμεν. Ὄ‐ φρα σὺ χαίρῃς. Ὅπως σὺ εὐφραίνῃ.

1

.

159

Τιμήν. Τιμωρίαν τῶν Τρώων ὑπὲρ Μενελάου. Ἀρνύμενοι. Ἀντικαταλ‐ λασσόμενοι, λαμβάνοντες. Σοί τε κυνῶ‐ πα. Ἀντὶ τοῦ, ὑπὲρ σοῦ ὦ ἀναιδέστατε.

1

.

160

Πρὸς Τρώων. Παρὰ τῶν Τρώων. Τῶν οὔτι. Ὧν, εὐεργεσιῶν δηλαδὴ, οὐ‐ δέν. Μετατρέπῃ. Ἐπιστροφὴν ποιῇ, ἢ
φροντίζεις. Οὐδ’ ἀλεγίζεις. Οὐδὲ λόγον
5ποιῇ τινά.

1

.

161

Ἀφαιρήσεσθαι. Ἀ‐ φελέσθαι. Ἀπειλεῖς. Ὑπισχνῇ, λέγεις.

1

.

162

ᾯ ἔπι. Ἐφ’ ᾧ. ἀναστροφὴ ὁ τρόπος. ἀναστροφὴ δέ ἐστι δύο λέξεων τάξις ἐνηλλαγμένη. οἷον· λέων ὣς, ὡς λέων. ὄρνιθες ὣς, ὡς ὄρνιθες· ᾧ ἔπι, ἐφ’
5ᾧ. Ἐμόγησα. Ἐκοπίασα, ἐκακοπάθη‐ σα. Δόσαν δέ μοι. Παρέσχον δέ μοι αὐτό. Υἷες Ἀχαιῶν. Περιφραστικῶς, οἱ Ἕλληνες.

1

.

163

Οὐ μὲν σοί ποτε. Οὐδέποτε μέν σοι. Ἶσον. Ἐξίσου, ὅ‐ μοιον. Ὁππότ’ Ἀχαιοί. Ὁπόταν οἱ Ἕλληνες.

1

.

164

Ἐκπέρσωσιν. Ἐκ‐ πορθήσωσι, καταστρέψωσιν. Εὐναιόμε‐ νον. Καλῶς οἰκούμενον. Πτολίεθρον. Πόλισμα, πόλιν.

1

.

165

Πλεῖον. Πλεῖ‐ στον. Πολυάϊκος. Πολλὰς ὁρμὰς καὶ κινήσεις ἔχοντος, ἀστάτου. Πολέμοιο. Τοῦ πολέμου.

1

.

166

Χεῖρες ἐμαὶ δι‐ έπουσιν. Αἱ ἐμαὶ χεῖρες διοικοῦσιν. Δασμός. Μερισμὸς, τῶν λαφύρων δη‐ λονότι. Ἵκηται. Παραγένηται.

1

.

167

Πολὺ μεῖζον. Καταπολὺ μεῖζον. Ὀλί‐ γον τε φίλον τε. Ἐμοὶ ἐλάχιστόν τι ἔρχεται, καὶ τοῦτο προσφιλὲς ἡγοῦμαι.

1

.

168

Ἐπὴν κεκάμω πολεμίζων. Καὶ ταῦτα, ἐπειδὰν κακοπαθήσω πολεμῶν.

1

.

169

Νῦν δ’ εἶμι Φθίηνδε. Νῦν οὖν πορεύομαι εἰς τὴν Φθίαν. Ἐπειή. Ἐ‐ πειδή. Πολὺ φέρτερον. Κατὰ πολὺ κρεῖσσον, βέλτιον. Ἐστίν. Ὑπάρχει.

1

.

170

Οἴκαδ’ ἴμεν. Εἰς τὸν οἶκον παρα‐ γενέσθαι. Σὺν νηυσί. Σὺν ταῖς ναυσί.
Κορωνίσιν. Ἐπικαμπεῖς τὰς ἄκρας ἐ‐ χούσας. ὅ ἐστι τὰς πρύμνας. ἢ με‐
5λαίνας. κορὸν γὰρ, τὸ μέλαν. Οὐδέ ς’ ὀΐω. Οὐχ ὑπολαμβάνω δέ σε.

1

.

171

Ἐνθάδ’ ἄτιμος ἐών. Ἐνταῦθα ἀτιμα‐ ζόμενος. ἐνήλλακται δὲ ἡ πτῶσις. ἀντὶ γὰρ γενικῆς, κέχρηται ὀνομαστικῇ. ὅ ἐστι σχῆμα. Ἄφενος. Πλοῦτον. κυρίως
5δὲ ἄφενος λέγεται, ἡ ἀφ’ ἑνὸς ἐνιαυτοῦ περιουσία. πλοῦτος δὲ, ἡ ἀπὸ πολλῶν. Ἀφύξειν. Ἀπαντλήσειν, περισωρεύσειν, τὸ δὲ ὅλον, οὐχ ὑπολαμβάνω δέ σε, φησὶν, ἐμοῦ ἀπόντος, καταστρέψαι τὴν
10Ἴλιον, καὶ πολὺν πλοῦτον λαβεῖν.

1

.

173

Μάλα. Λίαν, πάνυ. Εἴ τοι θυμός. Εἰ ἡ ψυχή σου. τοῦτο δὲ τὸ ὄνομα παρὰ τῷ Ποιητῇ σημαίνει, πέντε. τὴν ὀργήν· ὡς τὸ, θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων
5βασιλήων. τὴν ψυχήν· ὡς ὅταν εἴπῃ, μελιηδέα θυμὸν ἀπηύρα· τὴν ἐπιθυμίαν· ὡς τὸ, ᾧ θυμῷ εἴξας μίγη φιλότητι καὶ εὐνῇ. τὸν ἐπιλογισμόν· ἕτερος δέ με θυ‐ μὸς ἀνῆκε. καὶ τὴν ὁμόνοιαν· ὡς ἐπὶ
10τοῦ, ἀλλ’ ἕνα θυμὸν ἔχοντε, νόῳ καὶ ἐπίφρονι βουλῇ. Ἐπέσσυται. Ἐφορ‐ εμᾶται, ἐπέρχεται, ἐπιθυμεῖ. Οὐδέ ς’ ἔγωγε. Οὐ γὰρ ἐγώ σε.

1

.

174

Λίσ‐ σομαι. Λιτανεύω, παρακαλῶ. Εἵνεκ’ ἐμεῖο. Ἕνεκα ἐμοῦ. Παρ’ ἐμοί γε. Πάρεισι γάρ μοι.

1

.

175

Οἵ κέ με. Οἵ τινες ἂν ἐμέ. Τιμήσουσι. Τιμῆς ἀξι‐ ώσουσι. Μάλιστα δέ. Ἐξαιρέτως δέ. Μητίετα. Ἀντὶ τοῦ μητιέτης, ὅ ἐστι
5βουλευτικός. Βοιωτῶν δὲ καὶ Αἰολέων, ὁ τοιοῦτος τῶν ὀνομάτων μετασχηματισ‐ μός. οἷον· αὐτὰρ ὁ αὖτε Θυέστα. ἀντὶ τοῦ, ὁ Θυέστης. καὶ ἱππηλάτα, ἀντὶ τοῦ ἱππηλάτης. καὶ Νεφεληγερέτα,
10ἀντὶ τοῦ Νεφεληγερέτης. καὶ Κυανο‐ χαίτα, ἀντὶ τοῦ Κυανοχαίτης. παρ’ ἡμῖν δὲ οὐδὲν ἀρσενικὸν ὄνομα, ἐπὶ τῆς εὐθείας εἰς α, λήγει.

1

.

176

Ἔχ‐ θιστος. Ἐχθρότατος. Ἐσσί. Ὑπάρ‐ χεις. Διοτρεφέων. Τῶν σὺν Διὸς τῇ γνώμῃ τεθραμμένων. ἐπεὶ τῆς αὐτῆς
5σειρᾶς εἰσίν. ὡς καὶ Ἡσίοδός φησιν· Ἐκ γάρ τοι Μουσάων καὶ ἑκηβόλου Ἀπόλλωνος Ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ
χθονὶ, καὶ κιθαρισταὶ, Ἐκ δὲ Διὸς βασιλῆες. Βασιλήων. Βασιλέων. Ἰὰς
10ἡ διάλεκτος.

1

.

177

Αἰεὶ γάρ τοι. Δι‐ απαντὸς γάρ σοι. Ἔρις τε. Φιλονεικία. Φίλη. Προσφιλής. Πόλεμοί τε. Καὶ οἱ πόλεμοι. εἴρηται δὲ πόλεμος, οἱονεὶ πο‐
5λύαιμός τις ὤν. Μάχαι τε. Καὶ μά‐ χαι.

1

.

178

Εἰ μάλα. Ἐὰν πάνυ. Καρτερός. Ἰσχυρὸς, γενναῖος. Θεός που σοί. Θεὸς δή σοι. Τόγ’ ἔδωκεν. Τοῦτο παρέσχεν.

1

.

179

Οἴκαδ’ ἰών. Εἰς τὸν οἶκόν σου παραγενόμενος. Σὺν νηυσί τε σῇς. Σὺν ταῖς σαῖς ναῦσι. Σοῖς ἑτά‐ ροισι. Καὶ τοῖς σοῖς ἑταίροις τοῖς Μυρ‐
5μιδόσι λέγει.

1

.

180

Μυρμιδόνεσσιν ἄ‐ νασσε. Τῶν Μυρμιδόνων βασίλευε. Αἴ‐ γιναν τὴν τοῦ Ἀσωποῦ τοῦ ποταμοῦ Θη‐ βῶν θυγατέρα ἁρπάσας ὁ Ζεὺς, κατῆλ‐
5θεν εἰς Φλιοῦντα, καὶ φθείρας τὴν προ‐ ειρημένην ἔγκυον ἐποίησεν. ἥτις Αἰακὸν ἐγέννησεν. Ἀσωπὸς δὲ τὴν θυγατέρα ζητῶν, ἔμαθε παρὰ Σισύφου καὶ τὸν ἁρ‐ πάσαντα, καὶ τὸν τόπον, εἰς ὃν κατελη‐
10λύθει· μὴ μελλήσας οὖν, ἔσπευσεν. μέλ‐ λων δὲ ὁ Ζεὺς ἐπ’ αὐτοφώρῳ καταλαμ‐ βάνεσθαι, τὴν μὲν Αἴγιναν μετεμόρφω‐ σεν εἰς ὁμώνυμον νῆσον, αὐτὸς δὲ μετε‐ βλήθη εἰς λίθον. ἐλθὼν δὲ ὁ Ἀσωπὸς,
15καὶ μὴ δ’ ὅντινα καταλαβὼν, ἔμπαλιν εἰς τὰς ἰδίας ὑπέστρεψε πηγάς. βουλό‐ μενος δὲ ὁ Ζεὺς τιμωρῆσαι τὸν μηνύ‐ σαντα, ἠνάγκασεν αὐτὸν ἐν τοῖς ὑπο‐ χθονίοις τοσοῦτον μέγεθος πέτρον ἀνωθεῖν,
20εἰς ὅσον αὐτὸς μετεβλήθη. Αἰακοῦ δὲ ἐν τῇ νήσῳ μόνου ὄντος, ὁ Ζεὺς κατῳκτεί‐ ρας, τοὺς αὐτόθι μύρμηκας μετέβαλεν εἰς ἀνθρώπους, ἀφ’ ἧς αἰτίας Μυρμιδόνες ἐκλήθησαν. Σέθεν δ’ ἐγώ. Σοῦ δὲ ἐγώ.
25Οὐκ ἀλεγίζω. Λόγον οὐ ποιοῦμαι, οὐ φροντίζω.

1

.

181

Οὐδ’ ὄθομαι. Οὐδὲ ἐπιστροφὴν ποιοῦμαι. Κοτέοντος. Ὀρ‐ γιζομένου. Ἀπειλήσω δέ τοι. Ἀπειλήσω δέ σοι. Ὧδε. Οὕτως.

1

.

182

Ὡς ἔμ’ ἀφαιρεῖται. Ὥσπερ ἐμοῦ λαμβάνει.

1

.

183

Τὴν μὲν ἐγώ. Ταύτην μὲν ἐγώ. Σὺν νηΐ τ’ ἐμῇ. Σὺν τῇ ἐμῇ νηΐ.

1

.

184

Πέμψω. Ἀποπέμψω. Ἐγὼ δέ κ’ ἄγω. Ἐγὼ δὲ ἀπαγάγω.

1

.

185

Αὐτὸς ἰών. Δι’ ἐμαυτοῦ παραγενόμενος. Κλι‐ σίηνδε. Εἰς τὴν σκηνήν. Τὸ σὸν γέ‐ ρας. Τὴν σὴν τιμήν. Ὄφρ’ εὖ εἰδῇς.
5Ὅπως σαφῶς μάθῃς.

1

.

186

Ὅσσον.
Ὁπόσον. Φέρτερος. Κρείσσων. Εἰμί. Ὑπάρχω. Σέθεν. Σοῦ. Στυγέῃ δέ. Μισήσῃ, εὐλαβηθῇ.

1

.

187

Ἶσον ἐμοὶ φάσθαι. Ἰσηγορῆσαί μοι, τουτέστιν ἐξίσου πρὸς ἐμὲ λέγειν. Καὶ ὁμοιωθή‐ μεναι. Καὶ ἐξισωθῆναι. Ἄντην. Ἐξ‐
5εναντίας.

1

.

188

Ὣς φάτο. Οὕτως εἶ‐ πεν. Πηλείωνι. Τῷ Πηλέως παιδὶ Ἀ‐ χιλλεῖ. Ἄχος γένετο. Λύπη ἐγένετο. Ἐν δέ οἱ ἦτορ. Ἡ δὲ ψυχὴ αὐτοῦ.

1

.

189

Στήθεσσι λασίοισιν. Ἐν τοῖς δασέσι καὶ συνετοῖς. νῦν δὲ περὶ τοῦ θυμοειδοῦς μέρους τῆς ψυχῆς φησι, ἀφ’ οὗ λέγει στήθεσιν. ὑπὸ γὰρ τὰ στέρνα
5κεῖται ἡ καρδία, ἐν ᾗ τὸ πυρῶδες καὶ θερμὸν καὶ μανικὸν τῆς ψυχῆς. Διάν‐ διχα. Διχῶς. Μερμήριξεν. Ἐμερίμνη‐ σεν, ἐνεθυμήθη.

1

.

190

Ἢ ὅγε. Ἤπερ οὗτος. Φάσγανον. Ξίφος. Ἐρυσσά‐ μενος. Σπασάμενος, ἑλκύσας.

1

.

191

Τοὺς μέν. Ἀντὶ τοῦ, τοὺς μὲν Ἕλληνας. Ἀναστήσειεν. Ἀναστάτους, καὶ ἐν τα‐ ραχῇ ποιήσειε, τοῦτ’ ἔστι φυγάδας καταστήσειεν. Ἐναρίξοι. Φονεύσοι.

1

.

192

Ἠὲ χόλον παύσειεν. Ἢ τὴν μα‐ νίαν παύσειεν. Ἐρητύσειέ τε θυμόν. Καὶ ἐπίσχῃ τὴν ὀργήν.

1

.

193

Ἕως ὅ. Ἕως οὗτος. Ὥρμαινε. Ἐνεθυμεῖτο, δι‐ ενοεῖτο. Κατὰ φρένα. Κατὰ τὸν νοῦν. Καὶ κατὰ θυμόν. Καὶ κατὰ τὴν διά‐
5νοιαν.

1

.

194

Ἕλκετο. Εἷλκεν. Ἐκ κολεοῖο. Ἐκ τῆς ξιφοθήκης.

1

.

195

Οὐρανόθεν. Ἐκ τοῦ οὐρανοῦ φησι παρε‐ γένετο ἡ Ἀθηνᾶ· ὅ ἐστιν ἡ φρόνησις. δεῖ γὰρ οὕτως αὐτὴν καταβαίνειν. ὡς καὶ τῆς κόμης αὐτὸν κρατεῖ, καὶ οὐκ
5ἄλλου μέρους τοῦ σώματος, ἀλλ’ ἔνθα ἵδρυται τὸ λογικὸν τῆς ψυχῆς μέρος. εὐ‐ λόγως δὲ καὶ οἱ μυθογράφοι φασὶν, ὅτι ἔγκυος οὖσα ἡ μῆτις τὴν Ἀθηνᾶν κατε‐ πόθη ὑπὸ τοῦ Διός. καὶ ἀπὸ τῆς κεφαλῆς
10αὐτοῦ τῷ ὡρισμένῳ τῆς ἀποκυήσεως χρό‐ νῳ, ἐξέθορεν ἡ Θεὸς σὺν ὅπλοις. Ἀπολ‐ λόδωρος ἱστορεῖ Πρὸ γὰρ ἧκε. Προ‐ έπεμψε γὰρ αὐτήν.

1

.

196

Ἄμφω. Ἀμφοτέρους. Ὁμῶς. Ὁμοίως. Θυ‐ μῷ. Τῇ ψυχῇ. Φιλέουσα. Φιλοῦσα. Κηδομένη τε. Καὶ φροντίζουσα.

1

.

197

Στῆ δέ. Ἔστη δέ. Ξανθῆς δέ. Καλῆς, πυῤῥᾶς. καὶ διὰ τούτου δέ φασιν αἰνίτ‐ τεται τὸ θερμὸν καὶ ὀργίλον τοῦ ἥρωος. οἱ γὰρ ξανθότριχοι τοιοῦτοι. Κόμης.
5Τῆς τριχώσεως. εἴρηται δὲ παρὰ τὸ κόσμον εἶναι τοῦ σώματος. Ἕλε. Ἔ‐ λαβεν.

1

.

198

Οἴῳ φαινομένη. Μόνῳ αὐτῷ φαινομένη, καὶ ὁρωμένη. μόνος γὰρ αὐτὸς τὸν οἰκεῖον δαίμονα, καὶ τὴν ἐν αὐτῷ φρόνησιν ἑώρα. Τῶν δ’ ἄλλων.
5Τῶν δὲ λοιπῶν. Οὔτις ὁρᾶτο. Οὐδεὶς ἑώρα καὶ ἔβλεπε.

1

.

199

Θάμβησεν. Ἐφοβήθη, ἐξεπλάγη. Μετὰ δ’ ἐτρά‐ πετο. Καὶ περιεστράφη. Αὐτίκα δ’ ἔγνω. Παραχρῆμα δὲ ἐπέγνω.

1

.

200

Παλλάδα. Τὴν Ἀθηνᾶν ἐπιθετικῶς. ἤτοιγε ἀπὸ τοῦ πάλλειν, καὶ κραδαίνειν τὸ δόρυ· πολεμικὴ γὰρ ἡ Θεός· ἢ ὅτι Πάλλαντα ἕνα τῶν γιγάντων ἀπέκτει‐
5νεν. ἢ ἀπὸ τοῦ ἀναπαλθῆναι αὐτὴν ἐν τῇ κεφαλῇ τοῦ Διός· ἢ διὰ τὸ παλ‐ λομένην τὴν καρδίαν τοῦ Διονύσου προσκομίσαι τῷ Διΐ. Δεινὼ δέ οἱ. Φοβερὼ δὲ αὐτῷ· δυϊκῶς. Ὄσσε. Ὄμ‐
10ματα, ὀφθαλμοί. Φάανθεν. Ἐφά‐ νησαν.

1

.

201

Καί μιν. Καὶ αὐτήν. Φωνήσας. Προσειπὼν, καλέσας. Ἔ‐ πεα πτερόεντα. Λόγους ταχεῖς. λόγου γὰρ οὐδὲν ταχύτερον. Προσηύδα. Προσ‐
5εῖπεν.

1

.

202

Τίπτ’ αὖτ’. Τί δή ποτε. συγκοπὴ ὁ τρόπος. Αἰγιόχοιο. Αἰγίδα ἔχοντος. Αἰγὶς δέ ἐστιν ὅπλον Διὸς ἡφαι‐ στότευκτον. Εἰλήλουθας. Ἐλήλυθας,
5παρεγένου. ἡ δὲ διάλεκτος Ἰώνων.

1

.

203

Ἢ ἵνα. Ἢ ὅπως. Ὕβριν. Νῦν τὸν φόνον, ἢ μᾶλλον τὴν ἀλαζονείαν.

1

.

204

Ἀλλ’ ἔκ τοι ἐρέω. Ἀλλ’ ἐρῶ δή σοι. Τὸ δὲ καὶ τετελέσθαι ὀΐω. Ὅπερ καὶ πληρωθήσεσθαι ὑπολαμβάνω.

1

.

205

ᾟς ὑπεροπλείῃσι. Ταῖς ἰδίαις ὑπερηφα‐ νίαις. Τάχ’ ἄν ποτε. Ταχέως ἄν ποτε. Ὀλέσσῃ. Ἀπολέσῃ.

1

.

206

Τὸν δ’ αὖτε. Τοῦτον δὲ πάλιν. Προσέειπε. Προσεῖπεν. Γλαυκῶπις. Ἡ γλαυκό‐ φθαλμος, ἡ γλαυκοὺς καὶ καταπληκτι‐
5κοὺς ὦπας ἔχουσα.

1

.

207

Ἦλθον. Παρεγενόμην. Παύσουσα. Καταπαύ‐ σουσα. Τεὸν μένος. Τὴν σὴν ὀργήν. Αἴ κε πίθηαι. Ἐὰν πεισθῇς ἐμοί.

1

.

208

Πρὸ δέ μ’ ἧκε. Προέπεμψε δέ με.

1

.

209

Ἄμφω ὁμῶς. Ἀμφοτέρους ὁμοίως. Φιλέουσά τε. Φιλοῦσα. Κηδομένη τε. Καὶ φροντίζουσα.

1

.

210

Ἀλλ’ ἄγε. Ἀλλὰ φέρε. ἔστι δὲ ἐπίῤῥημα παρα‐ κελεύσεως, ἢ ἐπιῤῥηματικὸν μόριον. Λῆ‐ γε. Παῦε. Ἔριδος. Φιλονεικίας. Ἕλ‐
5κετο. Εἷλκεν.

1

.

211

Ἀλλ’ ἤτοι ἔπεσιν μέν. Διὰ μὲν λόγων. Ὀνείδισον. Ὕ‐ βρισον. Ὡς ἔσεταί περ. Ὥσπερ καὶ γενήσεται.

1

.

212

Ὧδε γάρ. Οὕτως γάρ. Ἐξερέω. Ἐρῶ, λέξω. Τὸ δὲ καὶ τετελεσμένον ἔσται. Ὅπερ καὶ τελει‐ ωθήσεται.

1

.

213

Καί ποτέ τοι. Καί σοι ποτέ. προαναφώνησις ὁ τρόπος. Τρὶς τόσσα. Πολλάκις τοσαῦτα. οὐ γὰρ τριπλάσια αὐτῷ παρεσχέθη παρὰ Ἀγα‐
5μέμνονος, ἀλλὰ σὺν τῇ Βρισηΐδι πολλὰ ἄλλα, ὡς αὐτός φησιν ἐν τῇ ιʹ. Παρέσ‐
σεται. Δοθήσεται. Ἀγλαά. Καλά.

1

.

214

Ὕβριος εἵνεκα τῆσδε. Ὑπὲρ ταύ‐ της τῆς ὕβρεως. ἡ διάλεκτος Ἰάς. Σὺ δ’ ἴσχεο. Σὺ δὲ παύου. Πείθεο δ’ ἡμῖν. Καὶ πείθου ἡμῖν.

1

.

215

Πόδας ὠκύς. Τοῖς ποσὶ ταχύς.

1

.

216

Χρή. Προσῆ‐ κόν ἐστι, πρέπει. Σφωΐτερον. Ὑμέτε‐ ρον. Εἰρύσασθαι. Φυλάξαι.

1

.

217

Καὶ μάλα. Καὶ πάνυ. Κεχολωμένον. Ὠργισμένον. Ὣς γὰρ ἄμεινον. Οὕτω γὰρ βέλτιον.

1

.

218

Ὅς κεν. Ὃς ἄν. Ἐπιπείθηται. Πείθηται, ἀκούσῃ. Μά‐ λα τ’ ἔκλυον αὐτοῦ. Λίαν ἐπακούουσιν αὐτοῦ.

1

.

219

Ἦ. Ἔφη, εἶπεν. Ἀρ‐ γυρέῃ. Ἀργυρᾷ, καλῇ. Κώπῃ. Τῇ λαβίδι τοῦ ξίφους. Σχέθε. Ἐπέσχεν, ἐπέβαλεν. Βαρεῖαν. Ἰσχυρὰν, μεγά‐
5λην.

1

.

220

Ἄψ. Πάλιν, εἰς τοὐπίσω. Κουλεόν. Τὴν ξιφοθήκην. Ὦσεν. Ἀ‐ πεώσατο, ἐνέβαλεν. Οὐδ’ ἀπίθησεν. Οὐδ’ ἠπείθησεν, ἀλλ’ ἐπείσθη.

1

.

221

Μύθῳ. Τῷ λόγῳ. Ἀθηναίης. Τῆς Ἀ‐ θηνᾶς. Ἡ δέ. Αὕτη δέ. Οὔλυμπόν‐ δε. Εἰς τὸν ὄλυμπον. Βεβήκει. Ἀπε‐ ληλύθει, ἐπορεύθη.

1

.

222

Μετὰ δαί‐ μονας. Ἐπὶ τοὺς θεούς. Οὕτως δὲ δαί‐ μονας καλεῖ τοὺς θεοὺς, ἤτοι δαήμονας· ἔμπειροι γὰρ καὶ ἴδριες πάντων αὐτοί
5εἰσιν, ἢ ὅτι διαιτηταί εἰσι καὶ διοικηταὶ τῶν ἀνθρώπων. Ἀλκμὰν ὁ λυρικός φησιν, ὃς ἕθεν πάλοις ἔπαλλε, δαήμονάς τ’ ἐ‐ δάσσατο, τοὺς μερισμοὺς τὰς διαιτήσεις αὐτῶν. Ἡσίοδος δὲ δαίμονάς φησι τοὺς
10ἐκ τοῦ ζῇν μεταστάντας· ὄντας δὲ ἐπὶ τῆς τοῦ Κρόνου βασιλείας τοῦ χρυσοῦ γένους, λέγων αὐτοὺς δαίμονας φύλακας θνητῶν ἀνθρώπων.

1

.

223

Ἐξαῦτις. Ἐκ δευτέρου, εὐθέως, παραυτά. Ἀταρ‐ τηροῖς. Ἀτηροῖς, χαλεποῖς. Ἐπέεσσιν. Ἔπεσι, λόγοις.

1

.

224

Λῆγε. Ἐπαύ‐ ετο. Χόλοιο. Τῆς ὀργῆς.

1

.

225

Οἰνο‐ βαρές. Οἴνῳ βεβαρημένε, μέθυσε. Κυ‐ νὸς ὄμματ’ ἔχων. Ἀντὶ τοῦ, ἀναιδέ‐ στατε ὡς κύων. Κραδίην δ’ ἐλάφοιο.
5Τὴν δὲ καρδίαν ἐλάφου. τοῦτ’ ἔστι, δειλὲ ὡς ἔλαφος. Κραδίην. Καρδίαν. τὸ δὲ πάθος τῆς λέξεως, μετάθεσις. καὶ κραδίη δὲ ἐλελίχθη. εἴρηται δὲ ἀπὸ τοῦ κραδαίνεσθαι καὶ πάλλεσθαι ἀεὶ τὸ τῆς
10καρδίας σπλάγχνον.

1

.

226

Ἅμα λαῷ. Ἅμα τῷ ὄχλῳ. Θωρηχθῆναι. Καθο‐ πλισθῆναι.

1

.

227

Λόχον. Ἐνέδραν. Ἰέναι. Παραγενέσθαι. Σὺν ἀριστή‐ εσσι. Σὺν τοῖς ἀρίστοις ἡγεμόσι.

1

.

228

Τέτληκας. Κεκαρτέρηκας, ὑπομεμένη‐ κας. Θυμῷ. Τῇ ψυχῇ. Τὸ δέ τοι. Δεικτικώτερον, καὶ ἀναφορικώτερον. Κήρ. Θάνατος. τοῦτο γάρ φησι τὸ ἐν
5πολέμῳ ἢ λόχῳ εὑρεθῆναι, ὡς θάνατος μισητόν σοι φαίνεται. Εἴδεται. Φαί‐ νεται, δοκεῖ.

1

.

229

Ἦ πολὺ λώϊον. Ἀλλ’ ὄντως δή σοι τοῦτο καλὸν εἶναι νομίζεται. Κατὰ στρατόν. Κατὰ τὸ στρατόπεδον. Εὐρύν. Πλατὺν καὶ μέ‐
5γιστον.

1

.

230

Δῶρ’ ἀποαιρεῖσθαι. Τὰ παρ’ ἄλλῳ τινὶ διδόμενα δῶρα ἀφαι‐ ρεῖσθαι. Ὅστις σέθεν. Ὅστις σοῦ. Ἀντίον. Ἐξ ἐναντίας.

1

.

231

Δημοβό‐ ρος. Ὁ τὰ δημόσια κατεσθίων. Οὐτι‐ δανοῖσιν. Οὐδενὸς λόγου ἀξίοις, ἀσθενέ‐ σιν. Ἀνάσσεις. Βασιλεύεις.

1

.

232

Ἦ γὰρ ἂν Ἀτρείδη. Ὄντως γὰρ δὴ υἱὲ τοῦ Ἀτρέως Ἀγάμεμνον. Ὕστατα λω‐ βήσαιο. Ὑστάτην ἂν ταύτην τὴν ὕβριν εἰργάσω, φονευθεὶς ἐν αὐτῇ ὑπὸ πάντων,
5βλαβεὶς, ὑβρισθείς.

1

.

233

Ἀλλ’ ἔκ τοι ἐρέω. Ἀλλ’ ἐρῶ δή σοι. Ὀμοῦ‐ μαι. Ὀμόσω. ἐπόμνυσθαί ἐστι, τὸ, ὑπισχνούμενον ὀμόσαι. ἀπομνύναι δὲ, τὸ
5ἀποφάσκειν.

1

.

234

Ναὶ μὰ τόδε σκῆ‐
πτρον. Ναὶ μὰ τοῦτο τὸ σκῆπτρον. πε‐ πλεόνακε τὸ μὰ ἀρνητικὸν, ἤγουν ἀπο‐ μοτικὸν μόριον κατὰ Ἀττικὸν ἔθος. ἤρκει
5γὰρ εἰπεῖν, νὴ τοῦτο τὸ σκῆπτρον. ἰστέον δὲ, ὅτι διὰ τοῦ σκήπτρου ὄμνυσιν αὐτὸν τὸν ἔφορον τῆς βασιλείας θεόν. Τὸ μὲν οὔ ποτε. Ὅπερ οὐδέ ποτε αὖ. παραβολὴ ὁ τρόπος. Ὄζους. Κλάδους.

1

.

235

Φύσει. Ἀναβλαστήσει. Διατί ὁ Ἀ‐ χιλλεὺς σκῆπτρον ἔχει; καὶ λέγομεν, ὅτι εἰ καὶ μὴ πάντων τῶν Ἑλλήνων ἐβα‐ σίλευε, τῶν μέν τοι Μυρμιδόνων ἦρχεν.
5Ἐπειδὴ πρῶτα. Ἐπειδὴ ἅπαξ τὸ πρῶ‐ τον καὶ τὴν ἀρχήν. Τομὴν ἐν ὄρεσσι λέλοιπε. Τὴν τμῆσιν. ὅ ἐστι, τὴν ῥίζαν αὑτοῦ τμηθὲν ἐν τῷ ὄρει κατέλειψε.

1

.

236

Οὐδ’ ἀναθηλήσει. Οὐδ’ ἀναβλα‐ στήσει. Περὶ γὰρ ῥά ἑ χαλκὸς ἔλεψε. Περιελέπισε γὰρ αὐτὸ ὁ σίδηρος, ὅ ἐ‐ στιν, ἔγλυψε.

1

.

237

Φύλλα τε καὶ φλοιόν. Τά τε φύλλα καὶ τὸν φλοιόν. φλοιὸς δέ ἐστι τὸ καλούμενον λέπος. Νῦν αὖτέ μιν. Νῦν αὐτὸ πάλιν. Υἷες
5Ἀχαιῶν. Περιφραστικῶς οἱ Ἕλληνες.

1

.

238

Ἐν παλάμῃς. Ἐν ταῖς χερσί. Φορέουσι. Φοροῦσι, βαστάζουσι. Δι‐
κασπόλοι. Οἱ περὶ τὰς δίκας ἀναστρε‐ φόμενοι βασιλεῖς καὶ νόμους. Θέμι‐
5στας. Δικαιοσύνας νόμους.

1

.

239

Πρὸς Διός. Παρὰ τοῦ Διός. Εἰρύαται. Ῥύονται, φυλάσσουσι. τὸ δὲ ὅλον, οἵ‐ τινες τὰς δίκας, καὶ τοὺς νόμους παρα‐ λαβόντες φυλάττουσιν. Ὁ δέ τοι.
5Οὗτος δέ σοι. Ἔσσεται. Γενήσεται.

1

.

240

Ἦ ποτ’ Ἀχιλλῆος. Ὄντως δή ποτε ἐμοῦ τοῦ Ἀχιλλέως. Ποθή. Πό‐ θησις, ἐπιζήτησις. Ἵξεται. Παραγε‐ νήσεται.

1

.

241

Ξύμπαντας. Ὁμοῦ πάντας. Τοῖς δ’ οὔτι. Τούτοις δὲ οὐδέν. Δυνήσεαι. Δυνήσῃ. Ἀχνύμενός περ. Καίπερ λυπούμενος.

1

.

242

Χραισμεῖν. Βοηθεῖν. Εὖτ’ ἄν. Ὁπότ’ ἄν. Πολ‐ λοί. Πλεῖστοι. Ὑφ’ Ἕκτορος. Ὑπὸ τοῦ Ἕκτορος. Ἀνδροφόνοιο. Ἀνδροφόνου,
5πολεμικοῦ. Διατί τὸν Ἕκτορα ἀνδροφό‐ νον προσηγόρευσε, καὶ οὐ χαλκοκορυστὴν, ἢ ἱππόδαμον; ῥητέον, ὅτι ἀνδροφόνον αὐτὸν εἴρηκε, πρὸς κατάπληξιν τῶν ἀ‐ κουόντων. εἴωθε δὲ τηρεῖν τὰ ἐπίθετα
10εὐστόχως. καὶ ἄλλως ῥητέον ὅτι ἐν ᾧ τις ἐστὶ μέγας ἀεὶ καὶ εὐδοκιμῶν, ἐκ τούτου καὶ ἄλλους ἐπαινεῖ. καὶ γὰρ ὁ Ἀχιλλεὺς ἥδετο μὲν Διογενὴς καλού‐ μενος. οὐχ ἧττον δὲ ἐπέχαιρε καὶ τῇ
15ἀνδροφονίᾳ. κἀκ τούτου λέγει τὸν Ἕκ‐ τορα ἀνδροφόνον.

1

.

243

Θνήσκοντες. Ἀποθνήσκοντες, πίπτοντες, νεκροί. Σὺ δ’ ἔνδοθι. Σὺ δὲ ἔσωθεν. Θυμόν. Τὴν ψυχήν. Ἀμύξεις. Σπαράξεις, πληγήσῃ.

1

.

244

Χωόμενος. Λυπούμενος, ὀργιζό‐ μενος. Οὐδὲν ἔτισας. Κατ’ οὐδὲν ἐτίμη‐ σας.

1

.

245

Ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ. Προσέβαλε δὲ καὶ προσέῤῥιψε τῇ γῇ τὸ σκῆπτρον διὰ τὴν ὀργήν. ἡ διά‐ λεκτος Δωριέων.

1

.

246

Χρυσείοις ἥλοισι πεπαρμένον. Χρυσοῦς ἥλους ἔχον, καὶ διαπεπερονημένων αὐτῶν ἠσφαλισμένον. Ἕζετο. Ἐκαθέζετο.

1

.

247

Ἑτέρωθεν. Ἐκ τοῦ ἑτέρου μέρους, ἐξεναντίας. Ἐ‐ μήνιε. Ὠργίζετο.

1

.

248

Ἡδυεπής. Ὁ ἡδὺς ἐν τῷ λέγειν. Ἀνόρουσεν. Ἀνώρ‐ μησεν, ἀνέστη. πῶς οὖν τὸ ἀνόρουσεν ἐπὶ τῷ Νέστορι ὁ Ποιητὴς τῷ ἐξώρῳ
5ἤδη ἐχρήσατο; ἐπὶ νεῶν γὰρ εἰκὸς ἦν τοῦτο λέγεσθαι. καὶ ῥητέον, ὅτι τὸ προ‐ νοητικὸν τῶν ὁμοφύλων, νεανικὴν αὐτῷ
περιτίθησι κίνησιν. οὐδὲ γὰρ γέροντα κυβερνήτην μέμψοιτο ἄν τις, κινδυνεύ‐
10οντος σκάφους ὑπὲρ τὸ δέον κινούμενον. καὶ ἄλλως ῥητέον, ὅτι εἴωθεν ἀεὶ ἡ τῆς τιμῆς προσθήκη μὴ μόνον τοὺς νέους, ἀλλὰ καὶ τοὺς γέροντας μεταπείθειν πρὸς τὸ καὶ παρὰ δύναμιν ἐγχειρεῖν τι ποιεῖν,
15μᾶλλον δὲ τὸν Νέστορα ἐν τῷ δημηγο‐ ρεῖν διαφέροντα τῶν λοιπῶν, καὶ εἰδότα μὴ ἀπαρεσκομένους τοὺς Ἕλληνας πρὸς τὰ λεγόμενα. Λιγύς. Ἡδὺς, ἐν τῷ λέγειν ὀξύς. Πυλίων. Τῶν τὴν Πύλον
20κατοικούντων. ἔστι δὲ ὄνομα ἔθνους. Ἀ‐ γορητής. Δημηγόρος.

1

.

249

Τοῦ καὶ ἀπὸ γλώσσης. Οὗτινος καὶ ἀπὸ τῆς γλώσσης. ἡ γλῶσσα σημαίνει γʹ. αὐτό γε τὸ σῶμα, καὶ τὴν διάλεκτον, καὶ τὸ
5ἀπεξενωμένον τῆς λέξεως. Γλυκίων. Ἡδίων, γλυκεῖα. Ῥέεν. Ἔῤῥει, ἐφέ‐ ρετο. διὰ δὲ τοῦ εἰπεῖν, ῥέεν, ἐμφαίνει τὸ ῥητορικὸν τοῦ Νέστορος. Αὐδή. Φω‐ νή.

1

.

250

Τῷ δ’ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων. Ἡρακλέους ἐς Πύ‐ λον στρατεύσαντος ἔτι νέου ὄντος τοῦ Νέστορος καὶ ἀποκτείναντος τοὺς πρεσ‐
5βυτέρους μίαν ὄντας γενεάν. καὶ τοὺς τῆς μέσης ἡλικίας, ἄλλην ὄντας γενεὰν, ἧς καὶ ὁ Νέστωρ μόνος περισωθεὶς τῆς τρίτης γενεᾶς ἐβασίλευε, τῆς περὶ τοὺς παῖδας. ἰστέον ὅτι οἱ παλαιοὶ τὰς γε‐
10νεὰς ἐψήφιζον ἕως ἐτῶν τριάκοντα. Μερόπων. Μεμερισμένην τὴν φωνὴν ἐ‐ χόντων. ὡς πρὸς σύγκρισιν τῶν ἄλλων ζώων. ὅ ἐστι, μεριζομένην εἰς συλλαβὰς, καὶ ἔναρθρον ἐχόντων τὴν ὄπα. τοῦτ’
15ἔστι, τὴν φωνήν.

1

.

251

Ἐφθίατο. Ἐφθαρμέναι ἦσαν. Οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ’ ἐγένοντο. Τουτέστιν, οἱ πρὸ τούτου γενόμενοι, καὶ οἱ ἅμα αὐτῷ τρα‐
5φέντες. Ἠδ’ ἐγένοντο. Καὶ ἐγένοντο.

1

.

252

Ἠγαθέῃ. Πάνυ θείᾳ.

1

.

253

Ὅς σφιν. Ὃς ἐν αὐτοῖς. Εὖ φρονέων. Καλῶς φρονῶν. Ἀγορήσατο. Ἐδημη‐ γόρησε. Καὶ μετέειπε. Καὶ εἶπεν.

1

.

254

Ὦ πόποι. Φεῦ παπαί. ἔστι δὲ σχετλιαστικὸν ἐπίῤῥημα. ὅ ἐστι λύπης δηλωτικόν. Ἦ μέγα πένθος. Ὄντως μεγάλη λύπη. Ἀχαιΐδα γαῖαν. Τὴν
5Ἑλληνικὴν γῆν, τοὺς Ἕλληνας. ἔστι δὲ μετωνυμία ὁ τρόπος.

1

.

255

Ἦ κεν γη‐ θήσαι. Ὄντως ἂν χαρείη. Πριάμοιο τε παῖδες. Καὶ οἱ τοῦ Πριάμου παῖδες, ἅμα τοῖς λοιποῖς Τρωσί.

1

.

256

Μέγα κεν. Μεγάλως ἄν. Κεχαροίατο. Χα‐ ρεῖεν.

1

.

257

Εἰ σφῶϊν. Εἰ ὑμῶν. Τάδε πάντα. Ταῦτα πάντα. Πυθοί‐ ατο. Μάθοιεν. Μαρναμένοιϊν. Μαχο‐ μένοιν.

1

.

258

Οἳ περὶ μὲν βουλῇ Δα‐ ναῶν. Ἀντὶ τοῦ· οἵτινες διαφέρετε τῶν Ἑλλήνων καὶ ἐν τῷ βουλεύεσθαι. Περὶ δ’ ἐστὲ μάχεσθαι. Περισσῶς δὲ καὶ
5ὑπερβαλόντως ἐστὲ καὶ ὑπερέχετε ἐν τῷ πολεμεῖν.

1

.

259

Ἀλλὰ πίθεσθε. Ἀλλὰ πείσθητε. Ἄμφω δέ. Ἀμφότε‐ ροι δέ. Νεωτέρω. Νεώτεροι, δυϊκῶς. Ἐστόν. Ἐστὲ, ὑπάρχετε. Ἐμοῖο. Ἐ‐
5μοῦ.

1

.

260

Ἀρείοσι. Βελτίοσι, κρείτ‐ τοσιν. Ἠέπερ ὑμῖν. Ἢ ὑμῖν.

1

.

261

Ὡμίλησα. Συνανεστράφην. Καὶ οὔ ποτέ μοι. Καὶ οὐδέ ποτέ μοι. Ἀθέρι‐ ζον. Ἠπείθουν, ἀπεδοκίμαζον.

1

.

262

Οὐ γάρ πω. Οὐδέποτε γάρ. Τοίους. Τοιούτους. Ἴδον. Ἐθεασάμην. Ἀνέ‐ ρας. Ἄνδρας. Οὐδὲ ἴδωμαι. Οὐδὲ ἰδεῖν δυνήσομαι.

1

.

263

Οἷον. Ὁποῖον. Πειρί‐ θοον. Πειρίθουν. ὄνομα κύριον. Πειρίθους ὁ Ἰξίονος, γένει μὲν ἦν Ἀθηναῖος, ᾠκείωτο δὲ τοῖς Κενταύροις. πρὸς γάμον δὲ ἀγό‐
5μενος Ἱπποδάμειαν τὴν Βουτάδα, τοὺς Κενταύρους συνεκάλεσεν εἰς εὐωχίαν. οἵ‐ τινες οἰνωθέντες, ἐπεχείρουν ὑβρίζειν ὅσαι τῶν Ἑλληνίδων παρῆσαν γυναικῶν. ὅθεν οἱ Λαπίθαι συστάδην μαχεσάμενοι, δι‐
10ώκουσιν αὐτοὺς εἰς Μάλεον ὄρος τῆς Πε‐ λοποννήσου. ὁ δὲ Πειρίθους ὠνομάσθη οὕτως ἀπὸ τοῦ περιθεῖν ἵππῳ ὁμοιωθέντα τὸν Δία ἐν τῷ μίγνυσθαι τῇ μητρὶ αὐ‐ τοῦ. Δρύαντά τε. Καὶ τὸν Δρύαντα.
15Ποιμένα λαῶν. Βασιλέα ὄχλων.

1

.

264

Καινέα τε. Καὶ τὸν Καινέα. ὁ δὲ Και‐ νεὺς Ἐλάτου μὲν παῖς, Λαπίθων δὲ βα‐ σιλεὺς, πρότερον ἦν παρθένος εὐπρεπής. μιγέντος δὲ αὐτῇ Ποσειδῶνος, αἰτησα‐
5μένη μεταβαλεῖν εἰς ἄνδρα ἡ νεᾶνις, ἄ‐ τρωτος γίγνεται, γενναιότατος τῶν καθ’ αὑτὸν ὑπάρξας· καὶ δή ποτε πήξας ἀ‐ κόντιον ἐν τῷ μεσαιτάτῳ τῆς ἀγορὰς, θεοῖς τοῦτο προσέταξεν ἀριθμεῖν. δι’ ἣν
10αἰτίαν ἀγανακτήσας ὁ Ζεὺς, τιμωρίαν τῆς ἀσεβείας παρ’ αὐτοῦ εἰσεπράξατο. μαχόμενον γὰρ αὐτὸν τοῖς Κενταύροις καὶ ἄτρωτον ὄντα ὑποχείριον ἐποίησε. βάλλοντες γὰρ αὐτὸν οἱ προειρημένοι δρυ‐
15σί τε καὶ ἐλάταις, ἤρεισαν εἰς γῆν. μέμνηται δὲ αὐτοῦ καὶ Ἀπολλώνιος ἐν τοῖς Ἀργοναυτικοῖς λέγων οὕτως· Καινέα γὰρ τὸν πρόσθεν ἐπικλείουσιν ἀοιδοὶ Κεν‐ ταύροισιν ὀλέσθαι, ὅτε σφέας οἶος ἀπ’
20ἄλλων Ἤλας’ ἀριστήων· οἱ δ’ ἔμπαλιν ὁρμηθέντες, Οὔτε μιν ἀγκλῖναι προτέρω σθένον, οὔτε δαΐξαι· Ἀλλ’ ἄῤῥηκτος, ἄκαμπτος ἐδύσσατο νειόθι γαίης, Θεινό‐
μενος στιβαρῆσι καταΐγδην ἐλάτῃσιν.
25Ἐξάδιόν τε. Καὶ τὸν Ἐξάδιον. Ἀν‐ τίθεον. Ἰσόθεον.

1

.

266

Κάρτιστοι. Ἰσχυρότατοι, γενναῖοι. Κεῖνοι. Ἐκεῖ‐ νοι. Ἐπιχθονίων. Ἐπιγείων. Τράφεν. Ἐτράφησαν.

1

.

267

Ἔσαν. Ἦσαν, ὑ‐ πῆρχον.

1

.

268

Φηρσί. Θηρσὶ, θηρίοις. λέγει δὲ τοῖς Κενταύροις. Ἰξίων ὁ Φλε‐ γύου παῖς, Δίαν τὴν Δηϊονέως γήμας, ἐλθόντα τὸν κηδεστὴν ἐπὶ τὰ ἕδνα, δόλῳ
5καταπρήσας, μανεὶς, καὶ ὑπὸ θεῶν κα‐ θαρθεὶς τὸν φόνον Ἥρας ὕστερον ἠράσθη. Ζεὺς δὲ βουλόμενος αὐτὸν δοκιμάσαι ἐν τῷ ὄντι, τολμᾷ τοιοῦτόν τι, νεφέλην ἀ‐ πεικάσας Ἥρᾳ, παρέκλινεν αὐτῷ. ὁ δὲ
10μιγεὶς τῇ νεφέλῃ ὡσαννεὶ τῇ Ἥρᾳ, ἔσχε παῖδα Κένταυρον. ἀφ’ οὗ τὸ τῶν Κεν‐ ταύρων γένος. μετὰ δὲ θάνατον ἔλαβε δίκας παρ’ αὐτοῦ ὁ Ζεὺς, ποιήσας αὐτὸν ἐν τοῖς καταχθονίοις στρέφεσθαι μετὰ
15πολλῆς βίας ἐπὶ τροχοῦ σιδηροῦ. Ὀ‐ ρεσκῴοισι. Τοῖς ἐν ὄρεσι διαιτωμένοις. Ἐκπάγλως. Ἐκπληκτικῶς. ὅ ἐστι, κατὰ κράτος αὐτοὺς ἐξαπώλεσαν.

1

.

269

Καὶ μὲν τοῖσιν ἐγώ. Καὶ τούτοις μὲν ἐγὼ τοῖς περὶ τὸν Πειρίθουν. Μεθομί‐ λεον. Συνανεστρεφόμην, συνεμαχόμην.

1

.

270

Τηλόθεν. Πόῤῥωθεν, μακρόθεν ὢν ἀπὸ τῆς Πύλου. Ἐξ Ἀπίης γαίης. Ἐκ τῆς ἀλλοδαπῆς, καὶ μακρὰν ἀπεχούσης γῆς.

1

.

271

Καὶ μαχόμην. Καὶ ἐπολέ‐ μουν. Κατ’ ἐμαυτόν. Κατὰ τὴν ἐμαυ‐
τοῦ δύναμιν. Κείνοισι δ’ ἂν οὔτις. Πρὸς ἐκείνους δὲ οὐδεὶς ἴσχυε τῶν νῦν ὄν‐
5των ἀνθρώπων.

1

.

272

Τῶν. Τούτων. Οἷοι. Ὁποῖοι. Βροτοί. Ἄνθρωποι φθαρ‐ τοί. ἡ μεταφορὰ ἀπὸ τῶν ἐδεσμάτων. Ἐπιχθόνιοι. Ἐπίγειοι. χθὼν γὰρ ἡ γῆ.
5Μαχέοιτο. Μάχοιτο.

1

.

273

Καὶ μέν μευ. Καὶ μὴν ἐμοῦ. Βουλέων. Συμ‐ βουλιῶν. Ξύνιον. Ἤκουον, ἐπείθοντο.

1

.

274

Καὶ ὔμμες. Καὶ ὑμεῖς. Αἰολὶς ἡ διάλεκτος.

1

.

275

Ἀγαθός περ ἐών. Καίτοι βασιλεὺς ὑπάρχων. ἢ ἀγαθὸς τὴν γνώμην. ἀμείνων, κρείττων. Ἀπο‐ αίρεο. Ἀφαιροῦ. Κούρην. Κόρην. ἡ
5διάλεκτος Ἰώνων.

1

.

276

Ἔα. Συγχώ‐ ρει. Ὥς οἱ πρῶτα. Ὡς αὐτῷ ἐξ ἀρχῆς. Δόσαν. Παρέσχον.

1

.

277

Θέλε. Βού‐ λου. Ἐριζέμεναι. Ἐρίζειν, φιλονεικεῖν, ἐξισοῦσθαι.

1

.

278

Ἀντιβίην. Ἐξ ἐ‐ ναντίας. Ὁμοίης. Ἴσης καὶ τῆς αὐ‐ τῆς. Ἔμμορε. Ἔλαχεν, ἔτυχεν.

1

.

279

Σκηπτοῦχος. Σκηπτροφόρος. Πῶς τοῦτο ὁ Νέστωρ εἴρηκεν; ἄρα δύναταί τις βα‐ σιλεῦσαι χωρὶς τῆς τοῦ Θεοῦ βουλῆς; καὶ ῥητέον, ὅτι καλῶς τοῦτο εἴρηκεν· οὐ
5γὰρ ἅπαντες παρὰ τοῦ Διὸς ἔχουσι τὸ σκῆπτρον, οὐδὲ τὴν ἀρχὴν ταύτην. ἀλλὰ μόνοι οἱ ἀγαθοί. εὐλόγως οὖν εἶπεν ὅτι τὸ μὲν ἄρχειν ἀπὸ Θεοῦ ἐστιν. οὐ μέντοι καὶ πᾶς ἄρχων καταθύμιος Θεῷ, οὐδὲ ὁ
10βιαζόμενος τὴν ἀρχὴν θελητὸς τῷ Θεῷ, ὡς παραχρώμενος τῇ ἰδίᾳ ἐπιθυμίᾳ ἀ‐ πρεπῶς, τοῦ Θείου παραχωροῦντος αὐτῷ, καὶ ἀφροντιστοῦντος τοῦ τοιούτου. Ὧιτε Ζεύς. Καὶ ᾧτινι ὁ Ζεύς. Κῦδος. Δό‐
15ξαν. Ἔδωκε. Παρέσχε.

1

.

280

Καρ‐
τερός. Ἰσχυρός. Ἐσσί. Ὑπάρχεις. Θεὰ δέ σε. Καὶ Θεά σε. ὅτι τῆς Θέ‐ τιδος ἦν υἱὸς τῆς Νηρέως θυγατρός. αὐτὴ
5δὲ ἀθάνατος.

1

.

281

Ἀλλ’ ὅγε. Ἀλλ’ οὗτος. Φέρτερος. Κρείσσων. Πλεόνεσ‐ σι. Πλείοσιν, ὅτι πλείονες.

1

.

282

Τεὸν μένος. Τὴν σὴν ὀργήν. Αὐτὰρ ἔγωγε. Ἐγὼ δέ.

1

.

283

Λίσσομαι. Λιτανεύω, παρακαλῶ. Μεθέμεν. Μεθεῖναι, συγ‐ χωρῆσαι. Χόλον. Ὀργήν. Ὃς μέγα. Ὅστις μέγα.

1

.

284

Ἕρκος. Περί‐ φραγμα, τεῖχος. Πέλεται. Γίγνεται, ἐστί. Πολέμοιο κακοῖο. Τοῦ κακωτικοῦ πολέμου.

1

.

285

Κρείων. Μεγάλως κρατῶν.

1

.

286

Κατὰ μοῖραν. Κατὰ τὸ προσῆκον, κατὰ τὸ πρέπον. Ἔειπες. Εἶπας, ἔλεξας.

1

.

287

Ἀλλ’ ὅγε. Ἀλλ’ οὗτος. Ἐθέλει. Βούλεται. Περὶ πάν‐ των. Ὑπὲρ πάντας. Ἔμμεναι. Εἶναι. τουτέστι, πάντων θέλει ὑπερέχειν.

1

.

288

Κρατέειν. Κρατεῖν, βασιλεύειν. Πάν‐ τεσσι. Πᾶσι.

1

.

289

Σημαίνειν. Προσ‐ τάσσειν. Ἅτιν’ οὐ πείσεσθαι. Πρὸς ἃ οὐ πεισθήσεσθαι. Ὀΐω. Οἶμαι, ὑπο‐ λαμβάνω.

1

.

290

Εἰ δέ μιν. Εἰ δὲ αὐτόν. Αἰχμητήν. Πολεμικόν. Ἔθε‐ σαν. Ἐποίησαν. Αἰὲν ἐόντες. Δια‐ παντὸς ὄντες, ἀθάνατοι.

1

.

291

Τοὔ‐ νεκά οἱ. Τούτου χάριν αὐτῷ. Προθέ‐ ουσι. Προτρέχουσι, συνιᾶσιν. Ὀνεί‐ δεα. Ὀνείδη, ὕβρεις. Μυθήσασθαι.
5Εἰπεῖν. ὁ δὲ λόγος, εἰ πολεμιστής ἐστιν Ἀχιλλεὺς γνώμῃ τῶν Θεῶν, διὰ τοῦτο προπετής ἐστιν ἐπὶ τὸ ὀνειδίζειν, καὶ κακῶς λέγειν ἡμᾶς τοὺς βασιλεῖς;

1

.

292

Τὸν δ’ ἄρ’. Τοῦτον δὲ δή. Ὑπο‐
βλήδην. Ὑποβαλὼν τὸν ἴδιον λόγον Ἀ‐ χιλλεὺς, καὶ μεσολαβήσας τὸν Ἀγα‐ μέμνονος, πρὶν ἢ σιωπήσει αὐτὸς εἰπών.
5Ἠμείβετο. Ἐξ ἀμοιβῆς ἀπεκρίνατο.

1

.

293

Ἦ γάρ κεν. Ὄντως γὰρ ἄν. Δειλός. Ἀσθενής. Οὐτιδανός. Οὐδενὸς λόγου ἄξιος. Καλεοίμην. Κληθείην.

1

.

294

Εἰ δή σοι. Ἐὰν δή σοι. Πᾶν ἔργον. Εἰς πᾶν πρᾶγμα. Ὑπείξομαι. Ὑποχωρήσω. Ὅ ττι κεν. Ὅπερ ἄν.

1

.

295

Ἐπιτέλλεο. Ἐπιτέλλου, πρόστασ‐ σε. Μὴ γὰρ ἔμοιγε. Ἐμοὶ γὰρ μή.

1

.

296

Σήμαινε. Πρόστασσε. ἐγὼ γὰρ οὐ νομίζω πεισθῆναί σοι.

1

.

297

Ἄλλο δέ τοι. Ἄλλο δέ σοι. Ἐρέω. Ἐρῶ, λέξω. Βάλλεο. Ἐμβάλλου, ἔνθου. Σῇ‐ σι. Σαῖς.

1

.

298

Μαχήσομαι. Μα‐ χοῦμαι.

1

.

299

Οὔτέ τῳ. Οὔτέ τινι ἄλλῳ. τὸ τῷ σημαίνει πέντε· ὄνομα, ἄρθρον, ἀντωνυμίαν, σύνδεσμον αἰτιολο‐ γικὸν, ῥῆμα. ὄνομα μὲν οὕτως· οὔτε σοὶ,
5οὔτέ τῳ ἄλλῳ. ἔστι γὰρ, τινί. ῥῆμα δὲ, Κύκλωψ, τῇ, πίε οἶνον· ἔστι γὰρ τὸ τῇ, ἀντὶ τοῦ, λάβε. ἄρθρον δὲ οὕτως· ἤτοι μὲν τάγ’ ὄπισθε Μαχάονι πάντα ἔοικε, τῷ Ἀσκληπιάδῃ. ἀντωνυμίαν δὲ,
10ὡς ἐν τῷ, τῷ μιν ἐεισάμενος. σύνδεσμον αἰτιολογικὸν οὕτως, τῷ σε καὶ οὐ δύνα‐ μαι. ἔστι γὰρ, διό. ὅταν μέντοι ἄρ‐ θρον σημαίνει ἑνικὸν, μόνης δοτικῆς ἐστι πτώσεως, καὶ περισπᾶται. δυϊκὸν δὲ, εὐ‐
15θείας καὶ αἰτιατικῆς· καὶ βαρύνεται. τὼ Αἴαντε. Ἐπεί μ’ ἀφέλεσθε. Ἐ‐ πειδὴ δεδωκότες μοι αὐτὴν ἀφείλεσθε, καὶ ὑβρίσατε ἑαυτούς γε, οὐκ ἐμέ.

1

.

300

Τῶν δ’ ἄλλων. Τῶν δὲ λοιπῶν. Ἅ μοι ἐστί. Ἅτινά μοι ὑπάρχει. Θοῇ νηΐ. Παρὰ τῇ ταχυτάτῃ νηΐ. Μελαί‐ νῃ. Βαθείᾳ, ἢ τῇ πίσσῃ κεχρισμένῃ.

1

.

301

Τῶν. Τούτων. Οὐκ ἄν τι. Οὐ‐ δαμῶς ἄν τι. Φέροις. Κομίσοις, λάβοις. Ἑλών. Λαβὼν, ἢ ἀφελόμενος. Ἀέκον‐ τος. Ἄκοντος, καὶ μὴ βουλομένου. Ἐ‐
5μεῖο. Ἐμοῦ.

1

.

302

Εἰ δ’ ἄγε μήν.
Εἴ γε μὴν βούλει. Πείρησαι. Πειρά‐ θητι. Ἵνα γνώωσι καὶ οἵδε. Ὅπως ἂν μάθωσι καὶ οὗτοι.

1

.

303

Αἶψά τοι. Ταχέως σοι. Κελαινόν. Μέλαν. Ἐρω‐ ήσει περὶ δουρί. Περιῤῥυήσεται τῷ δό‐ ρατι.

1

.

304

Ὣς τώγε. Οὕτως οὗτοι. Ἀντιβίοις. Ἐναντίοις. ὅ ἐστι στασια‐ στικοῖς λόγοις. Μαχεσσαμένω. Μα‐ χεσάμενοι. δυϊκῶς. Ἐπέεσσι. Λόγοις.

1

.

305

Ἀνστήτην. Ἀνέστησαν. Λῦσαν δέ. Ἔλυσαν δέ. Ἀγορήν. Ἐκκλησίαν, συνέδριον.

1

.

306

Ἐπὶ κλισίας. Ἐπὶ τὰς σκηνάς. Ἐΐσας. Ἰσοτοίχους.

1

.

307

Ἤϊε. Παρεγένετο, ἐπορεύετο. Σύν τε Μενοιτιάδῃ. Σὺν τῷ Μενοιτίου υἱῷ Πατρόκλῳ, καὶ τοῖς Μυρμιδόσι. κε‐ χώρικε τῶν λοιπῶν ἑταίρων τὸν Πά‐
5τροκλον, κατ’ ἐξοχήν. Ἑτάροισι. Τοῖς φίλοις.

1

.

308

Ἄρα. Δή. Νῆα. Ναῦν, πλοῖον. Ἅλαδε. Εἰς τὴν θά‐ λασσαν. Προέρυσε. Καθείλκυσεν.

1

.

309

Ἐς δ’ ἐρέτας. Εἰς αὐτὴν δὲ καὶ κωπηλάτας. Ἔκρινεν. Κατηρίθμησεν, ἐπελέξατο. Ἐείκοσιν. Εἴκοσι.

1

.

310

Βῆσεν. Ἐνεβίβασε, ἐνέθηκεν. Ἐν δέ. Εἰς αὐτὴν δέ. Ἀνὰ δὲ Χρυσηΐδα καλλι‐ πάρῃον. Ἀναγαγὼν δὲ καὶ τὴν καλο‐ πρόσωπον Χρυσηΐδα εἰς τὴν ναῦν.

1

.

311

Εἷσεν ἄγων. Ἐκάθισεν ἄγων τῷ πα‐ τρί. Ἐν δ’ ἔβη. Ἀνέβη δέ. Ἀρχός. Ἡγεμὼν, ναύαρχος. Πολύμητις. Πο‐ λύβουλος, συνετός.

1

.

312

Οἱ μέν. Οὗτοι μέν. Ἀναβάντες. Ἀνελθόντες, ἐπιβάντες. Ἐπέπλεον. Ἔπλεον. Ὑγρὰ κέλευθα. Τὴν διὰ θαλάσσης ὁδόν.

1

.

313

Ἀπολυμαίνεσθαι. Ἀποκαθαίρε‐ σθαι. Ἄνωγεν. Ἐκέλευσε, προσέταξεν.

1

.

314

Οἱ δέ. Αὐτοὶ δέ. Ἀπελυμαίνον‐ το. Ἀπεκαθαίροντο. Καὶ εἰς ἅλα λύματ’ ἔβαλλον. Καὶ εἰς τὴν θάλασσαν τὰ καθάρσια ἔβαλλον. φύσει δὲ τὸ ὕδωρ
5τῆς θαλάσσης καθαρτικόν ἐστιν.

1

.

315

Ἔρδον. Ἐπετέλουν, ἔθυον. Τεληέσσας. Τελείας.

1

.

316

Παρὰ θῖνα. Παρὰ τὸν αἰγιαλὸν τῆς θαλάσσης. Ἀτρυγέτοιο. Ἀκαταπονήτου, πολλῆς, ἢ ὡς ἔνιοί φασι, τῆς ἀκάρπου.

1

.

317

Κνίσση δέ. Ἡ δὲ κνίσσα, ὅ ἐστιν ἡ ἀναθυμίασις. ἡ δὲ λέξις τέσσαρα σημαίνει, ὡς τῷ Πορ‐ φυρίῳ δοκεῖ, αὐτό τε τὸ λίπος, καὶ τὸν
5ἐπίπλουν, καὶ τὸ κρέας, καὶ τὴν ἀνα‐ θυμίασιν. Ἧκεν. Παρεγένετο. Ἑλισ‐ σομένη. Παρειλουμένη τῷ καπνῷ.

1

.

318

Ὣς οἱ μέν. Οὕτως μὲν οὗτοι. Τά. Ταῦτα. Πένοντο. Ἐνήργουν, ἔπραττον. Κατὰ στρατόν. Κατὰ τὸ στρατόπε‐ δον.

1

.

319

Λῆγε. Ἐπαύετο. Ἔριδος. Φιλονεικίας. Τὴν πρῶτον. Ἥντινα πρῶτον. λείπει ἡ κατά. Ἐπηπείλης’ Ἀ‐ χιλῆϊ. Τῷ Ἀχιλλεῖ ἠπείλησε.

1

.

320

Ταλθύβιον καὶ Εὐρυβάτην. Ὀνόματα κύρια τῶν κηρύκων.

1

.

321

Τώ οἱ ἔσαν. Οἵτινες αὐτῷ ἦσαν. Ὀτρηροί. Σπουδαῖ‐ οι. παρὰ τὸ ὀτρύνω. Θεράποντε. Ὑ‐ πηρέται.

1

.

322

Ἔρχεσθον. Ἀπέρχε‐ σθε. δυϊκῶς. Κλισίην. Εἰς τὴν σκηνήν.

1

.

323

Ἑλόντε. Λαβόντες. Ἀγέμεν. Ἄγειν.

1

.

324

Εἰ δέ κεν. Ἐὰν δέ. Μὴ δώῃσι. Μὴ παράσχῃ. δεῖ λαμβά‐ νειν δύο ἐπεκτάσεις. Ἕλωμαι. Ἀφέλω‐ μαι, λάβω.

1

.

325

Ἐλθὼν σὺν πλε‐ όνεσσι. Τὸ δὲ σὺν πλεόνεσσιν, οὐ τῷ ἐλθὼν συντακτέον, ἀλλὰ τῷ ἕλωμαι. ἵν’ ᾖ, μετὰ πολλῶν καὶ ἄλλων κτημάτων
5αὐτὴν ἀφαιρήσομαι. Τό οἱ. Ὅπερ αὐ‐ τῷ. Ῥίγιον. Φρικωδέστερον, καὶ χαλε‐ πώτερον. Ἔσται. Γενήσεται.

1

.

326

Πρΐει. Προέπεμπε. Κρατερόν. Ἰ‐ σχυρὸν, γενναῖον. Ἔτελλεν. Ἐ‐ πέτελλεν, ἔλεγεν.

1

.

327

Τὼ δέ. Οὗτοι δέ. δυϊκῶς. Ἀέκοντε. Ἄκοντες, καὶ μὴ βουλόμενοι. Βάτην. Ἔβησαν, ἐπορεύθησαν.

1

.

328

Ἱκέσθην. Ἀφί‐ κοντο, παρεγένοντο.

1

.

329

Εὗρον. Κα‐ τέλαβον. Κλισίῃ. Παρὰ τῇ σκηνῇ.

1

.

330

Ἥμενον. Καθεζόμενον. Οὐδ’ ἄρα τώγε. Οὐδὲ δὴ τούτους. Ἰδών. Θεα‐ σάμενος. Γήθησεν. Ἐχάρη.

1

.

331

Τὼ μέν. Οὗτοι μέν. Ταρβήσαντε. Φοβηθέντες, δυϊκῶς, διὰ τὴν ξιφουλκίαν. Αἰδομένω. Αἰδεσθέντες.

1

.

332

Στήτην. Ἔστησαν. Οὐδέ τι μίν. Οὐδὲ αὐτόν τι. Προσεφώνεον. Προσεφθέγγοντο. Οὐδ’ ἐρέοντο. Οὐδὲ ἀνηρώτων.

1

.

333

Αὐτὰρ ὁ. Οὗτος δέ. Ἔγνω. Ἐστο‐ χάσατο, ἐνόησεν. ᾟσιν ἐνὶ φρεσίν. Ἐν ταῖς ἑαυτοῦ διανοίαις. Φώνησέν τε. Ἐβόησε, καὶ εἶπεν.

1

.

334

Διὸς ἄγ‐ γελοι, ἠδὲ καὶ ἀνδρῶν. Ἀνθρώπων κήρυκες, ἄξιοι καὶ θεῶν. ἄσυλον γὰρ καὶ θεῖον τὸ γένος τῶν κηρύκων. Ἑρ‐
5μῆς γὰρ μιγεὶς Πανδρόσῳ τῇ Κέκροπος θυγατρὶ, ἔσχεν υἱὸν ὀνόματι Κήρυκα, ἀφ’ οὗ τὸ τῶν κηρύκων γένος, ὡς ἱστορεῖ Πτολεμαῖος. ἢ ὅτι τὰς ἑορτὰς τῶν Θεῶν ἀγγέλλουσιν. ἢ ὅτι ἀπὸ Ἑρμοῦ εἰσιν
10ὄντος ἀγγέλου Διός.

1

.

335

Ἆσσον ἴτε. Ἐγγὺς παραγένεσθε. Οὔτι μοι ὔμμες. Κατ’ οὐδέν μοι ὑμεῖς. ψιλοῦται τὸ ὔμ‐ μες ὡς Αἰολικόν· αἴ κ’ ὔμμιν ὑπέρσχῃ
5χεῖρα Κρονίων. Ἐπαίτιοι. Αἴτιοι. πε‐ παιδευμένως δέ. οὐ γὰρ δεῖ τὰς αἰτίας ἐφ’ ἑτέρους μετάγειν, ὡς κύνα κατὰ τοῦ βεβλημένου λίθου.

1

.

336

Ὃς σφῶϊ. Ὃς ὑμᾶς. Προΐει. Ἔπεμπε.

1

.

337

Διογενές. Εὐγενέστατε. Πατρόκλεις. Ἀντὶ τοῦ Πάτροκλε. ἐσχημάτισται γὰρ τὸ ὄνομα οὐκ ἀπὸ τῆς Πάτροκλος εὐθείας, ἀλλὰ ἀπὸ τῆς Πατροκλῆς· ὡς Ἡρακλῆς
5ὦ Ἥρακλες. Ἔξαγε. Ἔξω τῆς σκηνῆς κόμιζε.

1

.

338

Καὶ σφῶϊν. Καὶ αὐ‐ τοῖς. Ἄγειν. Ἀπάγειν. Κούρην. Τὴν
Βρισηΐδα. Τὼ δ’ αὐτώ. Οὗτοι δὲ αὐτοί. Μάρτυροι. Μάρτυρες. Ἰὰς ἡ διάλεκ‐
5τος. Ἔστων. Ἔστωσαν, ὑπαρχέτωσαν.

1

.

339

Πρός τε θεῶν. Καὶ πρὸς τοὺς Θεούς. Μακάρων. Μακαρισμοῦ ἀξίων, εὐδαιμόνων.

1

.

340

Ἀπηνέος. Ἀπηνοῦς, χαλεποῦ, σκληροῦ. Εἴ ποτε δ’ αὖτε. Ἐάν ποτε πάλιν.

1

.

341

Χρειώ. Χρεία. Ἐμοῖο. Ἐμοῦ. Ἀεικέα. Αἰκιστικὸν, χαλεπόν. Λοιγόν. Ὄλεθρον. Ἀμῦναι. Ἀποσοβῆσαι, ἀποστρέψαι.

1

.

342

Ἦ γὰρ ἄν. Ὄντως γὰρ ἄν. Ὅγε. Οὗτος. Ὀλοῇσιν. Ὀλεθρίαις. Θύει. Ἐνθου‐ σιωδῶς ὁρμᾷ. ὅ ἐστι. μαίνεται.

1

.

343

Νοῆσαι. Προλογίσασθαι, ἐνθυμηθῆναι. Πρόσσω καὶ ὀπίσσω. Τὸ παρὸν καὶ τὸ μέλλον. τουτέστιν, οὐκ οἶδε προσκοπῆσαι καὶ τὴν ἀρχὴν καὶ τὴν ἀπόβασιν τοῦ
5πράγματος.

1

.

344

Ὅπως οἱ. Ὅπως αὐτῷ. Σόοι. Σῶοι, ὑγιεῖς. Μαχέοιντο. Μαχοῦνται, πολεμήσωσιν.

1

.

345

Ἐπε‐ πείθετο. Ἐπείσθη.

1

.

346

Ἐκ δ’ ἄγα‐ γε. Ἐξήγαγε δέ.

1

.

347

Τὼ δ’ αὖτις. Οὗτοι δὲ πάλιν. Ἴτην. Παρεγένοντο.

1

.

348

Ἥδ’ ἀέκους’ ἅμα τοῖσι γυνὴ κίεν. Ἡ Βρισηῒς ἄκουσα καὶ μὴ βουλομένη ὁμοῦ τοῖς κήρυξιν ἐπορεύετο.

1

.

349

Ἄ‐ φαρ. Εὐθέως, ταχέως. Ἑτάρων. Ἑ‐
ταίρων, φίλων. Νόσφι. Χωρίς. Λι‐ ασθείς. Χωρισθείς.

1

.

350

Θῖν’ ἐφ’ ἁ‐ λός. Ἐπὶ τὸν αἰγιαλὸν τῆς θαλάσσης. Πολιῆς. Λευκῆς, διὰ τὸν ἀφρόν. Ὁρό‐ ων. Ὁρῶν, βλέπων. Ἐπὶ οἴνοπα. Ἐπὶ
5τὸν μέλανα. Πόντον. Τὴν θάλασσαν.

1

.

351

Ἠρήσατο. Ηὔξατο. Ὀρεγνύς. Ἐκτείνας.

1

.

352

Ἐπεί με. Ἐπειδή με. Μινυνθάδιον. Ὀλιγοχρόνιον. Ἐ‐ όντα. Ὄντα, ὑπάρχοντα.

1

.

353

Τι‐ μήν περ μοι. Τὴν τιμὴν δή μοι. Ὄ‐ φελλεν. Ὤφειλεν. Ὀλύμπιος. Ὁ τὸν ὄλυμπον κατοικῶν Ζεύς. ὁ δὲ Ὄλυμπος
5ὄρος Μακεδονίας, ἱερὸν οἰκητήριον τῶν Θεῶν. ἀλληγορικῶς δὲ, ὁ οὐρανός. Ἐγ‐ γυαλίξαι. Ἐγχειρίσαι, παρασχεῖν.

1

.

354

Ὑψιβρεμέτης. Ὁ ἐν ὕψει ἠχῶν, ὅ ἐστι, βροντῶν. βρόμος δὲ κυρίως ὁ ἐκ τοῦ πυρὸς ἦχος. Οὐδέ με τιτθόν. Οὐ‐ δὲ ὀλίγον με. Ἔτισεν. Ἐτίμησεν.

1

.

355

Ἦ γάρ μ’ Ἀτρείδης. Ὁ Ἀγα‐ μέμνων γάρ με.

1

.

356

Ἑλὼν γάρ. Ἀφελόμενος γὰρ τὴν τιμήν μου ἔχει. Ἀπούρας. Ἀφορίσας, ἀφελόμενος.

1

.

357

Δακρυχέων. Δάκρυα χέων, κλαίων. Πό‐ τνια. Σεβασμία, ἔντιμος.

1

.

358

Ἡ‐ μένη. Καθεζομένη. Ἐν βένθεσσιν. Ἐν τοῖς βάθεσιν. Πατρὶ γέροντι. Τῷ Νη‐ ρεῖ. τὸν δὲ Νηρέα οἱ ποιηταὶ παριστῶσιν
5ἡμῖν δαίμονα θαλάσσιον. ἀφ’ οὗ, καὶ Δωρίδος τῆς Ὠκεανοῦ, αἱ Νηρηΐδες.

1

.

359

Καρπαλίμως. Ταχέως. Ἀνέδυ. Ἀνῆλθεν. Ἠΰτ’ ὀμίχλη. Καθάπερ, ὃν τρόπον ὀμίχλη. Ἔστι δὲ ὀμίχλη, ὁ πα‐ χὺς καὶ ὑγρότατος ἀήρ.

1

.

360

Καί ῥα. Καὶ δή. Πάροιθεν. Ἔμπροσθεν. Αὐ‐ τοῖο. Αὐτοῦ. Καθέζετο. Ἐκαθέζετο. Δακρυχέοντος. Δάκρυα χέοντος.

1

.

361

Χειρί τέ μιν. Καὶ τῇ χειρὶ αὐτόν. Κα‐ τέρεξε. Κατέψηξε, καθωμάλισεν. Ἔ‐ πος τ’ ἔφατ’, ἔκ τ’ ὀνόμαζε. Τόν τε λόγον εἶπε, καὶ τὰ μέρη αὐτοῦ διεξῆλθε.

1

.

362

Ἵκετο. Κατέλαβεν. Πένθος. Λύ‐ πη.

1

.

363

Ἐξαύδα. Ἔξειπε, λέξον. Μὴ κεῦθε. Μὴ κρύπτε. Νόῳ. Τῇ δι‐ ανοίᾳ. Εἴδομεν. Ἀντὶ τοῦ, εἰδῶμεν, μάθωμεν. Ἄμφω. Ἀμφότεροι, ἐγώ τε
5ἡ Θέτις, καὶ σὺ ὁ Ἀχιλλεύς.

1

.

364

Βαρυστενάχων. Βαρέως στενάζων.

1

.

365

Οἶσθα. Οἶδας, ἐπίστασαι. Τίη τοι. Τί δή σοι. Ἀγορεύω. Λέγω.

1

.

366

ᾨχόμεθ’ ἐς Θήβην. Παρεγενόμεθα ἐν ταῖς Θήβαις. νῦν δὲ λέγει τὰς Ὑποπλα‐ κίους. ὧν ἐβασίλευεν Ἠετίων ὁ Ἀνδρο‐ μάχης πατήρ. Κίλικες ἔθνος βάρβαρον
5τῆς ὑπὸ τὸ Πλάκιον ὄρος Θήβης· τούτων ἦρχε τῶν Κιλίκων Ἠετίων, ἔχων υἱοὺς ἑπτὰ, θυγατέρα δὲ τὴν Ἀνδρομάχην τὴν γαμηθεῖσαν Ἕκτορι τῷ υἱῷ Πριάμου. κατὰ δὲ τοὺς Τρωϊκοὺς πολέμους, ἐπι‐
10στρατεύσας Ἀχιλλεὺς τῇ Θήβῃ, καὶ τὴν πόλιν πορθήσας, τόν τε Ἠετίωνα ἀνεῖλε σὺν τοῖς τέκνοις. μεθ’ οὓς Λυρνη‐ σὸν πορθήσας, καὶ τὴν πόλιν ἐξελὼν, αἰχμάλωτον ἦγεν, ἐκ Λυρνησοῦ μὲν,
15Βρισηΐδα, ἣν γέρας αὐτῷ ἐψηφίσαντο Ἕλληνες· ἀπὸ δὲ τῆς Χρύσης, Χρυσηΐδα τὴν Χρύσου τοῦ ἱερέως τοῦ Ἀπόλλωνος θυγατέρα· ἣν Ἀγαμέμνων κλήρῳ λαχὼν, τῷ πατρὶ δεομένῳ οὐκ ἀπέδωκεν. ἐξ οὗ
20ὀργισθεὶς ὁ Θεὸς, ἔπεμψε τοῖς Ἕλλησι λοιμὸν, ὅ ἐστι λοιμικὴν νόσον. ἔνιοι δέ φασιν, ὅτι ἡ Χρυσηῒς ἐκ Θηβῶν εἰλήφθη. τῆς γὰρ Χρύσης φασὶν οὔσης πολιχνίου ἀτειχίστου καὶ εὐτελοῦς, ὡς ἐν ἀσφαλε‐
25στάτῃ καὶ μείζονι τῇ Θήβῃ, οἱ ἀπ’ αὐ‐ τῆς προσεῤῥυηκότες ἦσαν διὰ τὸν πόλε‐ μον. τρεῖς γάρ εἰσι Θῆβαι. αἱ Ὑπο‐
πλάκιοι, ὧν ἐνταῦθα μέμνηται καὶ ἐν τῇ ζʹ. καὶ αἱ Καδμεῖαι, ὧν μέμνηται
30ἐν τῇ δʹ. καὶ ἐν τῇ εʹ. καὶ αἱ τῆς Αἰ‐ γύπτου, ὧν μέμνηται ἐν τῇ ιʹ. Θῆβαι δὲ αὗταί εἰσι τὸ νῦν Ἀτραμύτιον καλού‐ μενον. Ἱερήν. Ἱερὰν, μεγάλην, καὶ θαυμαστήν.

1

.

367

Διεπράθομεν. Ἐ‐ ξεπορθήσαμεν. Καὶ ἤγομεν. Καὶ ἠγά‐ γομεν.

1

.

368

Καὶ τὰ μέν. Καὶ ταῦτα μέν. Εὖ δάσσαντο. Καλῶς ἐμέρισαν. Μετὰ σφίσιν. Ἐν αὐτοῖς.

1

.

369

Ἐκ δ’ ἕλον. Ὡς ἐξαίρετον ἔλαβον, καὶ ἔδωκαν.

1

.

380

Τοῖο. Τούτου.

1

.

381

Ἐπεὶ μάλα οἱ φίλος ἦεν. Ἐπειδὴ πάνυ αὐτῷ προσφιλὴς ὑπῆρχεν.

1

.

382

Ἧ‐ κεν. Ἐφῆκεν, ἔπεμψεν. Οἱ δέ νυ λα‐ οί. Οἱ δὲ δὴ ὄχλοι.

1

.

383

Θνῆσκον. Ἀπέθνησκον. Ἐπασσύτεροι. Ἐπάλλη‐ λοι, πυκνοί.

1

.

384

Πάντῃ. Πανταχοῦ, εἰς ὅλον τὸ στράτευμα. Ἄμμι δέ. Ἡ‐ μῖν δέ.

1

.

385

Εὖ εἰδώς. Ἀκριβῶς ἐπι‐ στάμενος. Ἑκάτοιο. Ἀπόλλωνος, τοῦ
μακρόθεν βάλλοντος, τοῦ τοξικοῦ.

1

.

386

Κελόμην. Ἐκέλευον. Ἱλάσκεσθαι. Ἐξιλεοῦσθαι, ἐξευμενίζεσθαι.

1

.

387

Ἀτρείωνα. Τὸν Ἀγαμέμνονα. Χόλος λάβεν. Ὀργὴ κατέλαβεν. Αἴψα δέ. Ταχέως δέ.

1

.

388

Ἠπείλησεν. Ἐπηγ‐ γείλατο.

1

.

389

Ἑλίκωπες. Μελανό‐ φθαλμοι. ἑλικὸν γὰρ κατὰ διάλεκτον τὸ μέλαν. ἢ οἱ ἑλικοειδῶς τοὺς ὦπας κι‐ νοῦντες. τουτέστιν, οἱ τοὺς ὀφθαλμοὺς
5εὐειδεῖς.

1

.

390

Δῶρα. Νῦν θυσίας.

1

.

391

Νέον. Νεωστί. Κλισίηθεν. Ἀπὸ τῆς σκηνῆς. Ἔβαν. Ἔβησαν, ἐπορεύ‐ θησαν. Ἄγοντες. Ἀποφέροντες.

1

.

392

Τήν μοι. Ἥν τινά μοι. Κούρην Βρι‐ σῆος. Τὴν Βρισέως θυγατέρα Βρισηΐδα. ἔοικε δὲ πατρωνυμικῶς τὰ ὀνόματα αὐ‐ τῶν σχηματίζειν ὁ Ποιητὴς, καὶ οὐ κυ‐
5ρίως. ὡς γὰρ οἱ ἄλλοι ἀρχαῖοι ἱστοροῦ‐ σιν, ἡ μὲν, Ἀστυνόμη ἐκαλεῖτο, ἡ δὲ, Ἱπποδάμεια.

1

.

393

Περίσχεο. Περί‐ σχου, φρόντισον. Ἑῆος. Ἀντὶ τοῦ, τοῦ σοῦ. οἱ δὲ, ἀγαθοῦ, προσηνοῦς, ἢ ἰδίου.

1

.

394

Λίσαι. Λιτάνευσον.

1

.

395

Ἢ ἔπει. Ἢ λόγῳ. Ὤνησας. Ὠφέλησας. Κραδίην Διός. Τὸν Δία. περιφραστικῶς. Ἠὲ καὶ ἔργῳ. Ἢ αὐτῷ τῷ ἔργῳ.

1

.

396

Πολλάκι γὰρ σέο. Πολλάκις γάρ σου. Πατρὸς ἐνὶ μεγάροισιν. Ἐν τοῖς τοῦ πατρός μου Πηλέως οἴκοις. ἐν θα‐ λάσσῃ γὰρ Πηλεὺς κατοικεῖν οὐκ ἠδύνα‐
5το. Ἄκουσα. Ἤκουσα.

1

.

397

Εὐχο‐ μένης. Καυχωμένης. Ὅτ’ ἔφησθα. Ὅτε ἔλεγες. Κελαινεφέϊ. Τῷ τὰς νε‐ φέλας μελαίνοντι, ὀμβροποιῷ. Κρονίωνι.
5Τῷ τοῦ Κρόνου παιδί.

1

.

398

Οἴη. Μό‐ νη. Ἐν ἀθανάτοισιν. Ἐν τοῖς Θεοῖς. Ἀεικέα. Ἀπεοικότα, χαλεπόν. Λοι‐
γόν. Ὄλεθρον, φθοράν. Ἀμῦναι. Ἀ‐
5ποσοβῆσαι, ἀποστρέψαι.

1

.

399

Ὁπ‐ πότε μιν. Ὁπηνίκα αὐτόν. Ξυνδῆσαι. Συνδῆσαι. Ἰὰς ἡ διάλεκτος. Ὀλύμπιοι ἤθελον ἄλλοι. Οἱ Τιτᾶνες. καὶ γὰρ ἐν
5ἄλλοις φησί· μάλα γάρ κε μάχης ἐπύ‐ θοντο καὶ ἄλλοι, Οἵπερ νέρτεροί εἰσι Θεοὶ, Κρόνον ἀμφὶς ἐόντες.

1

.

400

Ἥρη τ’, ἠδὲ Ποσειδάων, καὶ Παλλὰς Ἀθήνη. Γράφεται, καὶ Φοῖβος Ἀπόλλων. Ζεὺς γὰρ παραλαβὼν τὴν ἐν οὐρανῷ διοίκησιν,
5περισσῶς τῇ παῤῥησίᾳ ἐχρῆτο, πολλὰ αὐθάδη διαπραττόμενος. Ποσειδῶν δὲ καὶ Ἥρα, καὶ Ἀπόλλων, καὶ Ἀθηνᾶ ἐβούλοντο αὐτὸν δήσαντες ὑποτάξαι. Θέτις δὲ ἀκούσασα παρὰ τοῦ πατρὸς
10Νηρέως, ἦν γὰρ μάντις, τὴν κατὰ Διὸς ἐπιβουλὴν, ἔσπευσε πρὸς αὐτὸν, ἐπαγο‐ μένη Αἰγαίωνα φόβητρον τῶν ἐπιβουλευ‐ όντων Θεῶν. ἦν δὲ θαλάσσιος δαίμων οὗτος, καὶ τὸν πατέρα Ποσειδῶνα κατε‐
15βράβευεν. ἀκούσας δὲ ὁ Ζεὺς Θέτιδος, τὴν μὲν Ἥραν ἐν τοῖς κατ’ αὐτοῦ δεσ‐ μοῖς ἐκρέμασε. Ποσειδῶνι δὲ καὶ Ἀ‐ πόλλωνι, τὴν παρὰ Λαομέδοντι θητείαν ἐψηφίσατο. τῇ δὲ Θέτιδι τὴν Ἀχιλ‐
20λέως τιμὴν εἰς τὰ μεταταῦτα ἐταμι‐ εύσατο. ἱστορεῖ Δίδυμος.

1

.

401

Ὑπε‐ λύσαο. Ἐξείλου, ἔλυσας.

1

.

402

Ὦ‐ κα. Ταχέως, σπουδαίως. Ἑκατόγχει‐ ρον. Ἑκατοντάχειρα. Αἰολικῶς. τοὺς ἑκατοντάχειρας δὲ, γράφει Ἡσίοδος, οὐ‐
5ρανοῦ καὶ γῆς γένος. Μακρόν. Μέγαν.

1

.

403

Ὃν Βριάρεων καλέουσι Θεοὶ, Ἄν‐ δρες δέ τε πάντες Αἰγαίων’. Τὸ πλῆρες, Αἰγαίωνα. τῶν δὲ δυωνύμων τὸ μὲν πρότερον ὄνομα Ὅμηρος εἰς θεοὺς ἀναφέ‐
5ρει, τὸ δὲ δεύτερον εἰς ἀνθρώπους. ὡς καὶ τὸ, Χαλκίδα κικλήσκουσι Θεοὶ, ἄν‐ δρες δὲ Κύμινδιν. καὶ περὶ τοῦ ποταμοῦ, ὃν Ξάνθον καλέουσι Θεοὶ, ἄνδρες δὲ Σκά‐ μανδρον.

1

.

404

Ὁ γὰρ αὖτε. Οὗτος γὰρ δή. Βίῃ. Βίᾳ, δυνάμει. Οὗ πατρός. Τοῦ ἰδίου πατρός. Ἀμείνων. Ἰσχυρότερος, βελτίων.

1

.

405

Ὅς ῥα. Ὅστις δή. Κρο‐ νίωνι. Κρόνου παιδὶ, Διΐ. Κύδεϊ γαίων. Τῇ αὐτοῦ δόξῃ γαυριῶν, καὶ σεμνυνόμενος.

1

.

406

Ὑπέδδεισαν. Ἐφοβήθησαν. Οὐδ’
ἔτ’ ἔδησαν. Τὸ πλῆρες, οὐκ ἔτι ἔδησαν.

1

.

407

Τῶν νῦν μιν. Τούτων δὴ ἐπὶ τοῦ παρόντος αὐτόν. Μνήσασα. Ὑπομνή‐ σασα. Παρέζεο. Παρακαθέζου. Καὶ λαβὲ γούνων. Τῶν γονάτων κράτησον.

1

.

408

Αἴ κέν πως. Ἐάν πως. Ἐθέλῃ‐ σι. Βουληθῇ, θελήσῃ. Ἐπὶ Τρώεσσιν ἀρῆξαι. Ἐπιβοηθῆσαι τοῖς Τρωσί.

1

.

409

Τοὺς δέ. Τοὺς Ἕλληνας. Κατὰ πρύ‐ μνας. Τὰς ναῦς. ἀπὸ μέρους φησί. πρύμνα γὰρ μέρος τῆς νεὼς τὸ ἔσχατον. Καὶ ἀμφ’ ἅλα. Καὶ περὶ τὴν θάλασ‐
5σαν. Ἔλσαι. Συνελάσαι, συγκλεῖσαι.

1

.

410

Κτεινομένους. Ἀναιρουμένους, φο‐ νευομένους. Ἵνα πάντες ἐπαύρωνται βα‐ σιλῆος. Ἵν’ ἀπολαύσωσι πάντες τῆς ἀβουλίας τοῦ βασιλέως. τουτέστιν, ἵνα
5ἀπόλωνται δι’ αὐτόν.

1

.

411

Γνῷ. Γνω‐ ρίσῃ, μάθῃ.

1

.

412

Ἣν ἄτην. Τὴν ἰδί‐ αν ἀβουλίαν καὶ βλάβην. Ὅτ’ Ἄρι‐ στον. Ὅτι τὸν ἄριστον. ἀντὶ τοῦ, ἐμὲ τὸν Ἀχιλλέα. Οὐδὲν ἔτισε. Κατ’ οὐ‐
5δὲν ἐτίμησεν.

1

.

413

Ἠμείβετο. Ἀ‐ πεκρίνατο. Δακρυχέουσα. Δακρύουσα, κλαίουσα.

1

.

414

Τί νυ. Διατί δή σε ἀνέτρεφον; Αἰνὰ τεκοῦσα. Ἐπὶ κακῷ γεννήσασα.

1

.

415

Αἴθ’ ὄφελες. Εἴθε ὄφελες. ἔστιν ἐπίῤῥημα εὐκτικόν. Ἀ‐ δάκρυτος. Ἄνευ δακρύων, ἄλυπος. Ἀπ‐ ήμων. Ἀβλαβής.

1

.

416

Ἐπεί νύ τοι. Ἐπειδή σοι. Αἶσα. Εἱμαρμένη, μοῖρα. Μίνυνθα. Ἐπ’ ὀλίγον χρόνον.

1

.

417

Ἅμα. Ὁμοῦ. Ὠκύμορος. Ταχυθάνα‐ τος. Ὀϊζυρός. Ἐπίπονος, ταλαίπωρος,
ἄθλιος. Περὶ πάντων. Ἀντὶ τοῦ, ὑπὲρ πάντας ἀνθρώπους.

1

.

418

Ἔπλεο. Ἐ‐ γένου. Λέγεται γὰρ τὴν Θέτιν παρὰ Διὸς μαθεῖν τὰ περὶ Ἀχιλλέως. Ὅτι εἰ μὲν μείνῃ ἐν τῇ Φθίᾳ, μὴ συμπλεύ‐
5σας τοῖς Ἕλλησιν εἰς τὴν Ἴλιον, πολλὴ μὲν ἔσται αὐτῷ ζωὴ, ἄδοξος δέ· εἰ δὲ συνέλθοι αὐτοῖς, ἔσται ὀλιγοχρόνιος μὲν, ἀλλὰ ἀοίδιμος, καὶ εὐκλεής. ὅθεν ὡς προ‐ ειδυῖα ἡ Θέτις τοῦτο, ἦν αὐτὸν παρα‐
10θεμένη εἰς τὸν Λυκομήδους παρθενῶνα ὡς κόρην ἐν τῇ Σκύρῳ. ἡ δὲ Σκύρος μία ἐστὶ τῶν Κυκλάδων. Τῷ σε. Διὸ δή σε. Κακῇ αἴσῃ. Κακῇ μοίρᾳ. Τέκον. Ἔτεκον, ἐγέννησα. Ἐν μεγάροισιν. Ἐν
15τοῖς οἴκοις.

1

.

419

Ἐρέουσα. Λέξουσα, ἀπαγγελοῦσα. Τερπικεραύνῳ. Τερπο‐ μένῳ κεραυνοῖς, ἢ καταγωνιζομένῳ τοὺς ἐναντίους, καὶ τρέποντι κεραυνοῖς.

1

.

420

Εἶμι. Ἄπειμι, πορεύομαι. Προπερι‐ σπωμένως δὲ ἀναγνωστέον· εἰ δὲ ὀξυτό‐ νως, δηλοῖ τὸ ὑπάρχω ἡ λέξις. Ἀγάν‐ νιφον. Τὸν λίαν νιφόμενον τὰ ὑπὸ τοῖς
5νέφεσι μέρη. τὰ γὰρ ἄκρα τοῦ Ὀλύμ‐ που, ὡς ὑπερφερῆ, καὶ ὑπερνεφῆ, οὔτε νίφεται, οὔτε κατομβρεῖται, κατ’ αὐτὸν τὸν ποιητὴν λέγοντα· Οὔλυμπόν θ’, ὅν φασι Θεῶν ἕδος ἀσφαλὲς αἰεὶ Ἔμ‐
10μεναι· οὔτ’ ἀνέμοισι τινάσσεται, οὔτέ ποτ’ ὄμβρῳ Δεύεται, οὔτε χιὼν ἐπιπίλ‐ ναται· ἀλλὰ μάλ’ αἴθρη Πέπταται ἀνέφελος, λευκὴ δ’ ἐπιδέδρομεν αἴγλη. ἀγάννιφον οὖν ἤτοι τὸν πάνυ κατανιφό‐
15μενον, ἢ οὔθ’ ὅλως. Αἴκε πίθηται. Ἐ‐ ὰν πεισθῇ.

1

.

421

Ὠκυπόροισι. Τα‐ χέως πλεούσαις.

1

.

422

Μήνιε. Ὀρ‐ γίζου. Πάμπαν. Παντελῶς, πάνυ.

1

.

423

Ἐς Ὠκεανόν. Παρὰ τὸν Ὠκεα‐ νόν. ὁ δὲ Ὠκεανὸς, ποταμός ἐστι, καθ’ Ὅμηρον. Ἀμύμονας. Ἀμωμήτους, ἀ‐ γαυοὺς, ἢ ἀψόγους. Αἰθιοπῆας. Αἰθί‐
5οπας.

1

.

424

Χθιζός. Χθές. Μετὰ δαῖτα. Ἐπὶ εὐωχίαν. Ἕποντο. Ἠκο‐ λούθησαν.

1

.

425

Ἐλεύσεται. Παρα‐
γενήσεται, ἔλθῃ. Οὔλυμπόνδε. Εἰς τὸν Ὄλυμπον.

1

.

426

Διὸς ποτί. Πρὸς τὸ τοῦ Διός. Χαλκοβατές. Ἰσχυρῶς βε‐ βηκὸς, στερεόν. Δῶ. Δῶμα, οἰ‐ κίαν. τὸ δὲ πάθος, ἀποκοπή.

1

.

427

Γουνάσομαι. Γονυπετήσω, λιτανεύσω. Πείσεσθαι. Πεισθῆναι. ὡς ἀμφί‐ βολον δὲ αὐτό φησι, διότι ᾔδει τὸ αὐτοπαθὲς τῆς Ἥρας.

1

.

428

Ὣς ἄ‐ ρα. Οὕτως δή. Φωνήσασα. Εἰποῦσα. Ἀπεβήσατο. Ἀπέβη, ἀπῆλθεν. Ἔλι‐ πε. Κατέλιπεν. Αὐτοῦ. Ἀντὶ τοῦ,
5αὐτόθι, ἐπὶ τὸν τόπον.

1

.

429

Χωό‐ μενον. Λυπούμενον, ὀργιζόμενον. Ἐϋ‐ ζώνοιο. Εὐζώστου, καλῆς καὶ εὐ‐ στόλου. ἀφ’ οὗ εὐειδοῦς, ἀπὸ μέρους.

1

.

430

Τήν ῥα. Ἥντινα δή. Βίῃ. Βίᾳ, δυνάμει, μετὰ βίας. Ἀέκοντος. Ἄκον‐ τος, μὴ βουλομένου. Ἀπηύρων. Ἀφεί‐ λοντο. Αὐτὰρ Ὀδυσσεύς. Ὁ δὲ Ὀδυσ‐
5σεὺς ἐν τοσούτῳ.

1

.

431

Ἐς Χρύσην. Εἰς Χρύσαν. Ἵκανε. Παρεγένετο, ἔφθα‐ σεν. Ἱερήν. Ἱερὰν, μεγάλην.

1

.

432

Οἱ δ’ ὅτε. Οὗτοι δὲ ὁπότε. Λιμένος. Τοῦ αἰ‐ γιαλοῦ. Πολυβενθέος. Πολὺ βάθος ἔχον‐ τος. βαθυτάτου.

1

.

433

Ἱστία. Τῆς νηὸς ἡ ὀθόνη. ὅ ἐστι τὸ ἄρμενον, ἱστίον λέγε‐ ται· ἱστὸς δὲ, τὸ μέγα ξύλον τὸ κα‐
τάρτιον λεγόμενον ὑπὸ τῶν ναυτικῶν.
5Στείλαντο. Συνέστειλαν, καθεῖλον. Θέ‐ σαν. Ἔθηκαν.

1

.

434

Ἱστοδόκῃ. Τῇ ὑποδεχομένῃ τὸν ἱστὸν ἱστοθήκῃ. λέγει δὲ τῷ κατὰ τὴν πρύμναν ἀνέχοντι ξύλῳ, καθ’ οὗ κλίνεται ὁ ἱστός. Πέλασαν.
5Προσεπέλασαν, προσήγαγον. μετωνυμία. τουτέστι, πελασθῆναι ἐποίησαν. Προ‐ τόνοισι. Τοῖς προτεταμένοις κάλοις, οἵτινες τὸν ἱστὸν περιτείνουσιν, ἵνα ᾖ ὀρθός. Ὑφέντες. Ἐνδόσαντες, χαλά‐
10σαντες.

1

.

435

Καρπαλίμως. Ταχέως. Εἰς ὅρμον. Εἰς τὸν λιμένα. ἀπὸ τοῦ ὁρμεῖν καὶ ἵστασθαι ἐν αὐτῷ τὰς ναῦς. Προέρυσσαν. Προσείλκυσαν, προσήγα‐
5γον. Ἐρετμοῖς. Εἰρεσίαις, κωπηλασί‐ αις.

1

.

436

Ἐκ δ’ εὐνάς. Τὰς ἀγκύ‐ ρας. νῦν λέγει τὰς σιδηρᾶς. παρὰ τὸ εὐνάζειν τὴν ναῦν χαλωμένας εἰς τὸ ὕδωρ, καὶ ποιεῖν ἵστασθαι. τρία δὲ ση‐
5μαίνει ἡ λέξις παρὰ τῷ ποιητῇ. τὴν κοίτην, ὡς ὅταν λέγῃ, εὐνῇ ἐνὶ μαλακῇ. τὴν ἄγκυραν, ὡς νῦν, ἐκ δ’ εὐνὰς ἔβα‐ λον. τὴν διατριβὴν, ὡς τὸ, ὅθι φασὶ Τυφωέως ἔμμεναι εὐνάς. Ἔβαλον.
10Ἐξέβαλον, καὶ καθῆκαν. Πρυμνήσια. Τὰ ἀπόγεια σχοινία, οἷς ἐκ τῆς πρύμνης προσδεσμεῖται ἡ ναῦς πρὸς τῇ γῇ.

1

.

437

Ἐκ δὲ καὶ αὐτοὶ βαῖνον. Ἐξέ‐ βαινον δὲ καὶ αὐτοί. Ἐπὶ ῥηγμῖνι. Ἐπὶ τῷ αἰγιαλῷ. οὕτως δὲ εἴρηται ἀπὸ τοῦ παραῤῥήσσεσθαι αὐτῷ τὰ κύματα.

1

.

439

Ἐκ δὲ Χρυσηῒς νηὸς βῆ. Ἐξέβη δὲ καὶ ἡ Χρυσηῒς τῆς νηός. Ποντοπό‐ ροιο. Τῆς τὸν πόντον περώσης, θαλασ‐ σοπλόου.

1

.

440

Πολύμητις. Πολύ‐ βουλος, συνετός.

1

.

441

Ἐν χερσὶ τί‐ θει. Ἐν ταῖς χερσὶ τοῦ πατρὸς ἐδίδου. Καί μιν. Καὶ αὐτόν.

1

.

442

Πρό μ’ ἔπεμψε. Προέπεμψέ με. Ἄναξ ἀν‐ δρῶν. Ὁ βασιλεὺς τῶν ἀνθρώπων.

1

.

443

Παῖδά τε σοί. Καὶ τὴν θυγα‐ τέρα σοι. Ἀγέμεν. Ἄγειν. Φοίβῳ θ’. Καὶ τῷ Ἀπόλλωνι.

1

.

444

Ῥέξαι. Ἐπιτελέσαι, θῦσαι, ἱερουργῆσαι. Ὄφρ’ ἱλασσώμεθα. Ὅπως ἐξιλεωσώμεθα. Ἄνακτα. Τὸν Ἀπόλλωνα νῦν.

1

.

445

Πολύστονα. Πολλῶν στεναγμῶν αἴτια.
Κήδεα. Κακά. Ἐφῆκεν. Ἐπέπεμψε.

1

.

447

Παῖδα φίλην. Τὴν προσφιλῆ θυγατέρα. Ὦκα. Ταχέως. Κλειτήν. Ἔνδοξον.

1

.

448

Ἑξείης. Ἐφεξῆς. Ἐΰδμητον. Περὶ τὸν καλῶς ᾠκοδομη‐ μένον βωμόν.

1

.

449

Χερνίψαντο. Τὰς χεῖρας ἐνίψαντο. Οὐλοχύτας. Οὐλάς. εἰσὶ δὲ κριθαὶ μετὰ ἁλῶν μεμιγμέναι, ἃς ἐπέχεον τοῖς ἱερουργουμένοις ζώοις πρὸ
5τοῦ θύεσθαι, ἤτοι πολυπληθείας χάριν, ἢ μνήμην ποιούμενοι τῆς ἀρχαίας βρώ‐ σεως. ὡς γάρ φησι Θεόφραστος ἐν τῷ περὶ εὑρημάτων, πρὶν ἢ μάθωσιν οἱ ἄν‐ θρωποι ἀλεῖν τὸν Δημητριακὸν καρπὸν,
10οὕτω σώας αὐτὰς ἤσθιον. ὅθεν οὐλὰς αὐτάς φησιν ὁ Ποιητής.

1

.

450

Με‐ γάλ’ εὔχετο. Μεγάλως ηὔχετο. Ἀνα‐ σχών. Ἀνατείνας.

1

.

453

Πάρος. Ἔμπροσθεν. ἢ πρότερον. Ἐμεῦ. Ἐμοῦ. Ἔκλυες. Ἐπήκουες ἐμοῦ εὐχομένου.

1

.

454

Τίμησας. Τιμῆς ἠξίωσας, ἐτί‐ μησας. Μέγα δ’ ἴψαο. Μεγάλως ἔ‐ βλαψας.

1

.

455

Ἠδ’ ἔτι καὶ νῦν μοι. Καὶ νῦν δή μοι. Ἐπικρῄῃνον Ἐπιτέ‐ λεσον. Ἐέλδωρ. Ἐπιθύμημα.

1

.

456

Ἀεικέα λοιγόν. Αἰκιστικὸν, ἀπρεπῆ, καὶ χαλεπὸν ὄλεθρον. Ἄμυνον. Ἀπό‐ στρεψον, κατάπαυσον.

1

.

458

Αὐτὰρ ἐπεί ῥ’. Ἐπειδὴ δέ. Οὐλοχύτας. Νῦν τὰς κανᾶ. Προβάλοντο. Προήνεγκαν, ἐβάστασαν.

1

.

459

Αὖ ἔρυσαν. Εἰς τοὐπίσω ἀνέκλασαν τὸν τράχηλον τοῦ θυομένου ἱερείου, ὡς προσέχειν εἰς οὐρανὸν τοῖς Θεοῖς, οἷς καὶ ἐθύοντο, ὡς καὶ αὐτῶν
5ὄντων ἐν οὐρανῷ. πάλιν δὲ τοῖς ἥρωσιν ὡς κατοιχομένοις ἔντομα ἔθυον, ἀποβλέ‐ ποντα κάτω εἰς γῆν. Ἔδειραν. Ἐξέ‐ δειραν.

1

.

460

Μηρούς. Τὰ μηριαῖα ὀστᾶ. Ἐξέταμον. Ἐξέταμον, ἐξέ‐ κοψαν. Κατά τε κνίσσῃ ἐκάλυψαν. Καὶ ἐκάλυψαν τὰ μηρία τῷ λίπει.

1

.

461

Δίπτυχα ποιήσαντες. Διπλώσαν‐ τες τὴν κνίσαν. νῦν δὲ λέγει τὸν ἐπί‐ πλουν. Ἐπ’ αὐτῶν δ’ ὠμοθέτησαν. Ἀπ’ αὐτῶν δὲ ὠμῶν τῶν ἱερείων ἀπαρ‐
5ξάμενοι, ἔκοψαν μικρὸν ἀπὸ παντὸς μέ‐ ρους, καὶ ἐπέθηκαν ἐπὶ τὰ μηρία, ὡς δοκεῖν ὅλα τὰ μέλη τοῦ ἱερείου καρ‐ ποῦσθαι.

1

.

462

Καῖε δ’. Ἔκαιε δέ. Ἐπὶ σχίζῃς. Ἀντὶ τοῦ, ἐπὶ σχιζῶν. Αἴθοπα. Μέλανα, ἢ θερμόν.

1

.

463

Λεῖβεν. Ἐπέσπενδε. Νέοι. Νεανί‐ σκοι. Ἔχον. Κατεῖχον, ἐκράτουν. Πεμπώβολα. Πέντε ὀβολοὺς ἔχοντα ἐκ μιᾶς λαβῆς κρατουμένης τριαινοειδῶς.

1

.

464

Κατὰ μῆρ’ ἐκάη. Κατεκάη τὰ μηριαῖα ὀστᾶ. Σπλάγχνα. Ἥπατα. Ἐπάσαντο. Ἐγεύσαντο.

1

.

465

Μί‐ στυλλον. Εἰς μικρὰ διέκοψαν. Τ’ ἄρα τἄλλα. Καὶ τὰ ἄλλα. Ἀμφ’ ὀβελοῖσιν ἔπειραν. Καὶ τοῖς ὀβελίσκοις περιέπει‐
5ραν.

1

.

466

Περιφραδέως. Πάνυ ἐμ‐
πείρως, καὶ ἐντέχνως. Ἐρύσαντο. Εἰς τοὐπίσω εἵλκυσαν τοῦ πυρός.

1

.

467

Πόνου. Τῆς περὶ τὴν εὐωχίαν ἀσχολίας. Τετύκοντο. Κατεσκεύαζον, ηὐτρέπιζον. Δαῖτα. Εὐωχίαν.

1

.

468

Δαίνυντο. Εὐωχοῦντο. Ἐδεύετο. Ἐνδεὴς ἦν. Δαι‐ τός. Εὐωχίας. Ἐΐσης. Ἴσης, πᾶσιν ὁμοίας, ἢ ἰσομοίρου καὶ μεριστῆς.

1

.

469

Πόσιος. Ποτοῦ. Ἐδητύος. Εὐωχίας, βρώσεως. Ἐξ ἔρον ἕντο. Ἐξέβαλον τὸν τῆς τροφῆς ἔρωτα. ὅ ἐστιν ἐκορέσθη‐ σαν. ἔρον δὲ τὸν ἔρωτα Αἰολικῶς λέγει.

1

.

470

Κοῦροι. Οἱ νέοι. Κρητῆρας. Τοὺς κρατῆρας. Ἐπεστέψαντο. Ἄχρι τῆς στεφάνης ἐπλήρωσαν. ὅ ἐστι μέχρι τέλους. Ποτοῖο. Ποτοῦ.

1

.

471

Νώ‐ μησαν. Διεμέρισαν, διέδωκαν. Ἐπαρ‐ ξάμενοι. Ἤτοι τοῦ πίνειν ἀρχὴν ποιή‐ σαντες, καὶ ἀπαρξάμενοι, καὶ σπείσαν‐
5τες τοῖς Θεοῖς. Δεπάεσσι. Ποτηρίοις, ἐκπώμασι.

1

.

472

Πανημέριοι. Δι’ ὅλης ἡμέρας. Μολπῇ. Ὕμνῳ, ᾠδῇ. Θεόν. Τὸν Ἀπόλλωνα. Ἱλάσκοντο. Ἐξευμενίζοντο, ἐξιλεοῦντο.

1

.

473

Κα‐ λὸν ἀείδοντες. Ἤτοι καλὸν ᾄδοντες, ἢ καλῶς τὸν παιᾶνα. παιὰν δέ ἐστι ὕμνος εἰς Ἀπόλλωνα ἐπὶ ἀφέσει λοιμοῦ ᾀδό‐
5μενος. Παιήονα. Παιὰν, ᾠδῆς εἶδος. Κοῦροι. Νέοι.

1

.

474

Μέλποντες. Ὑ‐ μνοῦντες. ἀπὸ δὲ τοῦ εἰπεῖν τὸν ποιητὴν τὸ, ὁ δὲ φρένα τέρπετ’ ἀκούων, διδα‐ σκόμεθα, ὅτι πλέον τῶν θυσιῶν τέρπον‐
5ται οἱ Θεοὶ τοῖς οἰκείοις ἕκαστος ὕμνοις. Ἑκάεργον. Τὸν Ἀπόλλωνα, ἐπιθετικῶς.

1

.

475

Ἦμος, Ἡνίκα, ὅτε. Ἠέλιος. Ὁ ἥλιος. Καὶ ἐπὶ κνέφας ἦλθε. Καὶ τὸ σκότος ἐγένετο. ὅ ἐστι νύξ.

1

.

476

Δὴ τότε. Τότε δή. Κοιμήσαντο. Ἐ‐ κοιμήθησαν. Παρὰ πρυμνήσια. Παρὰ τὰ ἀπόγεια σχοινία.

1

.

477

Ἠριγέ‐
νεια. Ἤτοι ἡ τὸν ὄρθρον γεννῶσα ἡμέ‐ ρα, ἢ ἡ ὑπὸ τοῦ ὄρθου γεννωμένη. Φά‐ νη. Ἐφάνη. Ῥοδοδάκτυλος. Ῥοδό‐
5χρους, διαυγής. πυῤῥώδης γὰρ ὁ ἀὴρ ὄρ‐ θρου γίγνεται ἐν τῇ ἀνατολῇ, ἀπὸ δὲ τοῦ σχήματος τῶν τῆς χειρὸς δακτύλων, παρίστησι τὸ τῶν ἀκτίνων σχῆμα. Ἠώς. Ἡμέρα.

1

.

478

Ἀνάγοντο. Ἀ‐ νήγοντο, ἐπέπλεον. Μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν. Ἐπὶ τὸ πλῆθος τῶν Ἑλλή‐ νων.

1

.

479

Ἴκμενον. Ἤτοι πορευτι‐ κὸν, παρὰ τὸ ἱκνεῖσθαι. ἢ ὑγρὸν, ἀπὸ τῆς ἰκμάδος. καὶ γὰρ ἐν ἄλλοις φησὶν, ἀνέμων μένος ὑγρὸν ἀέντων. Ἵει. Ἐ‐
5φίει, ἐπέπεμπεν.

1

.

480

Ἱστόν. Τὸ κατάρτιον. ἱστία δὲ πληθυντικῶς τὴν ὀθόνην. Στήσαν. Ἔστησαν. Ἀνά θ’ ἱστία λευκὰ πέτασαν. Ἀνελκύσαντες
5δὲ καὶ τὰ τῆς νεὼς ὀθόνια ἥπλωσαν.

1

.

481

Πρῆσεν. Ἐνέπρησεν, ἐφύσησε. Μέσον ἱστίον. Μέσην τὴν ὀθόνην. Ἀμ‐ φὶ δὲ κῦμα. Περὶ δὲ τὸ κῦμα.

1

.

482

Στείρῃ. Τῇ τρόπιδι τῆς νεὼς, ἐπεὶ στε‐ ρεωτέρα τῶν σανίδων ὑπάρχει. ἐπὶ γὰρ τῷ ξύλῳ τούτῳ ὥσπερ ἐπὶ θεμελίῳ τινὶ ἐποικοδομεῖται τὰ ἄλλα ξύλα τῆς νεώς.
5Πορφύρεον. Μέλαν. Μεγάλ’ ἴαχε. Μεγάλως ἤχει. Νηὸς ἰούσης. Τῆς νεὼς πορευομένης. ὅ ἐστι πλεούσης.

1

.

483

Ἔθεεν. Ἔπλει, νῦν δὲ ἔτρεχε. Κατὰ κῦμα. Κατὰ τὴν θάλασσαν. Διαπρήσ‐ σουσα. Διαπερῶσα, διερχομένη. Κέλευ‐ θον. Πλοῦν. ἄλλοτε δὲ τὴν διὰ τῆς γῆς
5ὁδόν.

1

.

484

Αὐτὰρ ἐπεί. Ἐπειδὴ δέ. Ἵ‐ κοντο. Παρεγένοντο. Εὐρύν. Πλατὺν, μέγαν.

1

.

485

Οἱ. Οὗτοι. Ἐπ’ ἠπεί‐ ροιο. Ἐπὶ τῆς γῆς. Ἔρυσσαν. Ἀνείλ‐ κυσαν.

1

.

486

Ὑψοῦ. Ἐφ’ ὕψους. Ἐπὶ ψαμάθου. Ἐπὶ τῆς ψάμμου. Ὑπὸ δέ. Ὑποκάτω δέ. Ἕρματα. Ἐρείσματα, στηρίγματα. δασύνεται. τὰ γὰρ βρα‐
5χέα πρὸ τοῦ ρ ἐπαγομένου τοῦ μ δασύ‐ νεται, πλὴν τοῦ ἄρμενον. Μακρά. Μεγάλα. Τάνυσσαν. Κατὰ μῆκος ὑπέθηκαν.

1

.

487

Ἐσκίδναντο. Ἐσκε‐ δάννυντο, ἐσκορπίζοντο. Κλισίας. Σκη‐ νάς. Νέας. Τὰς ναῦς.

1

.

488

Αὐτὰρ ὁ. Οὗτος δέ. Μήνιε. Ὠργίζετο. Πα‐
ρήμενος. Παρακαθήμενος. Ὠκυπόροι‐ σι. Ταχείαις.

1

.

489

Διογενής. Εὐ‐ γενέστατος.

1

.

490

Πωλέσκετο. Ἀνε‐ στρέφετο, παρεγένετο. Κυδιάνειραν. Ἐνδόξους ἄνδρας ἔχουσαν, ἢ ἐνδόξους τοὺς ἄνδρας ποιοῦσαν.

1

.

491

Φθινύθε‐ σκε. Διέφθειρεν.

1

.

492

Αὖθι. Αὐ‐ τόθι, ἐπὶ τόπου. Ποθέεσκεν. Ἐπεπό‐ θει, ἐπεζήτει. Ἀϋτήν. Βοήν. ἀπὸ δὲ τοῦ παρακολουθοῦντος φησὶ τὴν μάχην.

1

.

493

Ἐκ τοῖο. Ἐξ ἐκείνου τοῦ χρόνου. Δυωδεκάτη. Δωδεκάτη. Γένετο. Ἐ‐ γένετο. τὸ πάθος ἀφαίρεσις.

1

.

494

Ἴ‐ σαν. Ἐπορεύοντο. Αἰὲν ἐόντες. Οἱ διὰ παντὸς ὄντες, ἀθάνατοι.

1

.

495

Ἅμα. Ὁμοῦ, καὶ κατὰ τὸ αὐτό. Ἦρ‐ χεν. Ἡγεῖτο. Οὐ λήθετο. Οὐκ ἐπελά‐ θετο. Ἐφετμέων. Ἐντολῶν.

1

.

496

Παιδὸς ἑοῦ. Τοῦ ἑαυτῆς υἱοῦ. Ἀλλ’ ἥγε. Ἀλλ’ αὕτη. Ἀνεδύσατο. Ἀνέ‐ δυ, ἀνῆλθεν. ἀπὸ τοῦ δύω ἐνεστῶτος.

1

.

497

Ἠερίη. Ἑωθινὴ, ὀρθρινή.

1

.

498

Εὗρεν. Κατέλαβεν. Εὐρύοπα. Ἤτοι μεγαλόφθαλμον, παρὰ τοὺς ὦπας. ἢ μεγαλόφωνον, παρὰ τὴν ὄπα, ὅ ἐστι τὴν φωνήν. Κρονίδην. Κρόνου παῖδα, Δία.
5Ἄτερ. Χωρὶς τῶν ἄλλων. Ἥμενον. Καθήμενον.

1

.

499

Ἀκροτάτῃ κορυφῇ. Ἐπὶ τῆς ἀκρωρείας, ἐπὶ τῆς ὀξύτητος. Πολυδειράδος. Πολλὰς ἐξοχὰς ἔχοντος, πολυαυχένου. Οὐλύμποιο. Ὀλύμπου.

1

.

500

Καί ῥα. Καὶ δή. Πάροιθεν.
Ἔμπροσθεν. Αὐτοῖο. Αὐτοῦ. Λάβεν. Ἐλάβετο, ἐκράτησε.

1

.

501

Σκαιῇ. Ἀριστερᾷ. Δεξιτερῇ. Δεξιῇ Ἀνθε‐ ρεῶνος. Τοῦ ὑπὸ τὸ γένειον τόπου. παρὰ τὴν ἐξάνθησιν τῶν τριχῶν. Ἑλοῦσα.
5Λαβομένη, κατέχουσα.

1

.

502

Λισσο‐ μένη. Παρακαλοῦσα.

1

.

503

Εἴ ποτε δή σε. Ἐάν ποτέ σε. Μετ’ ἀθανάτοι‐ σιν. Ἐν τοῖς Θεοῖς. Ὄνησα. Ὠφέ‐ λησα.

1

.

504

Ἢ ἔπει. Ἢ λόγῳ.

1

.

505

Ὠκυμορώτατος. Ταχυθάνατος.

1

.

506

Ἔπλετο. Ἐγένετο. Ἀτάρ μιν νῦν γε. Νῦν δὲ δὴ αὐτόν.

1

.

507

Ἑλὼν γάρ. Λαβὼν γὰρ ἔχει παρ’ ἑαυτῷ. Ἀ‐ πούρας. Ἀφελόμενος.

1

.

508

Τῖσον. Τιμῆς ἀξίωσον, δόξασον. Μητιέτα. Βουλευτικώτατε.

1

.

509

Τόφρα. Ἐπι‐ τοσοῦτον. Τίθει. Πάρεχε. τὸ ἑξῆς, ἕως τούτου πάρεχε τοῖς Τρωσὶ δύναμιν. Ὄφρ’ ἂν Ἀχαιοί. Ἕως ἂν οἱ Ἕλληνες.

1

.

510

Τίσωσι. Τιμήσωσιν. Ὀφέλλω‐ σιν. Αὐξήσωσιν. Ἕ. Αὐτόν.

1

.

511

Οὔτι. Οὐδέν. Νεφεληγερέτα. Νεφῶν ἀθροιστικός.

1

.

512

Ἀκέων. Ἡσυχά‐ ζων. Δήν. Ἐπὶ πολὺν χρόνον. Ἧστο. Ἐκαθέζετο.

1

.

513

Ὥς. Οὕτως. Ἔ‐ χετο. Εἴχετο, ἐκράτει. τῷ παθητικῷ ἐχρήσατο ἀντὶ ἐνεργητικοῦ. Ἐμπεφυ‐ υῖα. Ἐμπλέξασα τὰς χεῖρας. ἰσχυρῶς
5κρατήσασα. Ἤρετο. Ἀνηρώτα. Δεύ‐ τερον αὖτις. Ἐκ δευτέρου πάλιν.

1

.

514

Νημερτές. Ἀληθές. Ὑπόσχεο, καὶ κα‐ τάνευσον. Δὶς τὸ αὐτὸ πέφρακεν, ἐπι‐ τάσεως χάριν. ἀντὶ τοῦ, ὑπόσχου μοι.

1

.

515

Ἢ ἀπόειπε. Ἢ ἀπάρνησαι, καὶ ἀπεῖπον. Ἐπεὶ οὔ τοι. Ἐπεὶ οὐδαμῶς σοι. Ἔπι. Ἔπεστι. Δέος. Φόβος. τουτέστιν ἐπειδὴ οὐ φοβῇ τῶν Θεῶν τινά.
5Ὄφρ’ εὖ εἰδῷ. Ὅπως καλῶς μάθῳ.

1

.

516

Ὅσσον ἐγώ. Ὁπόσον ἐγώ. Με‐ τὰ πᾶσιν. Ἀντὶ τοῦ, ἐν ἅπασι τοῖς ἀνθρώποις. Ἀτιμοτάτη. Ἄτιμος ὑπάρ‐ χω.

1

.

517

Μέγ’ ὀχθήσας. Μέγα στε‐ νάξας, καὶ δεινοπαθήσας. Νεφεληγε‐ ρέτα. Νεφεληγερέτης. ὅ ἐστι νεφῶν ἀ‐ θροιστικός.

1

.

518

Ἦ δὴ λοίγια. Ὄντως δὴ ὀλέθρια. Ἐχθοδοπῆσαι. Ἐχθρὸν κατ‐ αστῆσαι. Ἐφήσεις. Ἐποτρυνεῖς, ἐφορ‐ μήσεις, ὅ ἐστιν, ἀναγκάσεις.

1

.

519

Ἐρέ‐ θῃσιν. Ἐρεθίζει. ἐρεθίζειν δὲ, τὸ παροξύ‐ νειν. Ὀνειδείοις. Ὀνειδιστικοῖς, ὑβριστι‐ κοῖς. τὸ δὲ ὅλον, ὁπότ’ ἄν με ἡ Ἥρα, ὑπο‐
5νοήσασά σοι παρέχειν χάριν, παροξύνῃ, χρωμένη λόγοις ἐρεθιστικοῖς. Ἥρη ὅταν μ’ ἐρέθῃσι. Ζεὺς ἐρασθεὶς Θέτιδος τῆς τοῦ Νηρέως, ἐδίωκεν αὐτὴν, βουλόμενος βιάσασθαι. γενόμενος δὲ ἐπὶ τὸ Καυκά‐
10σιον ὄρος, ἐκωλύθη ὑπὸ Προμηθέως, φή‐ σαντος, τὸν ἐκ Θέτιδος γενόμενον ἀμεί‐ νονα ἔσεσθαι τοῦ ἰδίου πατρός. δείσας οὖν ὁ Ζεὺς περὶ τῆς ἐν οὐρανῷ ἐπικρα‐ τείας, αὐτὸς μὲν ἀπέσχετο τῆς προειρη‐
15μένης. εἰς τιμὴν δὲ τοῦ παιδὸς Αἰακοῦ, ἔδωκεν αὐτὴν πρὸς γάμον Πηλεῖ. ἐξ ἧς ἐγένετο ὁ Ἀχιλλεύς. ὃς οὐ μόνον ὑπερέ‐ βαλλε τῇ ἀνδρείᾳ τὸν ἑαυτοῦ πατέρα, ἀλλὰ καὶ τοὺς κατ’ ἐκεῖνον γενομένους
20πάντας ἥρωας.

1

.

520

Αὕτως. Εἰκαίως, ματαίως. Αἰεί. Διαπαντός.

1

.

521

Νεικεῖ. Κακολογεῖ, λοιδορεῖ. Καί τέ με φησί. Καὶ ἐμὲ λέγει. Ἀρήγειν. Βοηθεῖν.

1

.

522

Ἀπόστιχε. Ἀπαλ‐ λάσσου, ἀναχώρει. Μή σε νοήσῃ. Μή σε θεάσηται.

1

.

523

Μελήσεται. Δι’ ἐπιμελείας γενήσεται. Τελέσσω. Τε‐ λειώσω, πληρώσω.

1

.

524

Εἰ δ’ ἄγε τοι. Ἰδοὺ δή σοι. Κατανεύσομαι. Ἐπινεύσω. Ὄφρα πεποίθῃς. Ὅπως ἀκριβῶς πιστεύσῃς μοι.

1

.

525

Ἐξ ἐ‐ μέθεν. Ἐξ ἐμοῦ.

1

.

526

Τέκμωρ. Τέ‐ λος, τεκμήριον. Παλινάγρετον. Παλι‐ σύλλεκτον, εἰς τοὐπίσω ληπτόν. ἐξ οὗ,
ψευδὲς, ἢ μεταμελητόν. Οὐδ’ ἀπατη‐
5λόν. Οὐδ’ ἀπατητικὸν καὶ ψευδές.

1

.

527

Οὐδ’ ἀτελεύτητον. Οὐδ’ ἀτελεί‐ ωτον, ἀπλήρωτον. Ὅ τι κεν. Ὅπερ ἄν.

1

.

528

Ἦ. Ἔφη, εἶπε. δηλοῖ δὲ καὶ τὸ ὄντως, ὡς τὸ, ἦ μυρί’ Ἀχαιοῖς. καὶ τὸ ἀληθῶς, ὡς ἐπὶ τοῦ, ἦ δὴ λοίγια ἔργα. τὸ γὰρ ὄντως ἐπὶ τοῦ ἀληθῶς
5λαμβάνεται. Κυανέῃσι. Κυαναῖς, με‐ λαίναις. Ἐπ’ ὀφρύσι. Ταῖς ὀφρύσι. Νεῦσεν. Ἐπένευσεν.

1

.

529

Ἀμβρό‐ σιαι. Θεῖαι. Χαῖται. Τρίχες. Ἐ‐ πεῤῥώσαντο. Ἐπεσείσθησαν.

1

.

530

Κρατὸς ἀπ’ ἀθανάτοιο. Ἀπὸ τῆς ἀθα‐ νάτου κεφαλῆς. Ἐλέλιξεν. Ἐκίνησεν, ἔσεισε.

1

.

531

Τώ γ’ ὥς. Οὗτοι μὲν δὴ οὕτως. Βουλεύσαντε. Βουλευσά‐ μενοι. δυϊκῶς. Διέτμαγον. Διεχωρίσθη‐ σαν.

1

.

532

Εἰς ἅλα ἆλτο. Εἰς τὴν θά‐ λασσαν καθήλατο, ἅτε δὴ οὖσα ἐνάλιος δαίμων. Αἰγλήεντος. Λαμπροῦ, παρὰ τὴν αἴγλην.

1

.

533

Ἑόν. Πρὸς τὸ ἴδιον. Δῶμα. Οἴκημα.

1

.

534

Ἐξ ἑδέων. Ἐκ τῶν καθεδρῶν. Σφοῦ. Ἰ‐ δίου. Ἐναντίον. Ἐξεναντίας. Ἔτλη. Ὑπέμεινεν.

1

.

535

Ἐπερχόμενον. Ἐρ‐ χόμενον, ἥκοντα. Ἀντίοι. Ἐξεναντίας.

1

.

536

Ὣς ὁ μέν. Οὕτως μὲν δὴ οὗτος. Θρόνου. Καθέδρας.

1

.

537

Ἠγνοίησεν. Ἠγνόησεν. Ὅτι οἱ. Ὅτι αὐτῷ. Συμ‐ φράσσατο. Συνεβουλεύσατο.

1

.

538

Ἀργυρόπεζα. Λαμπρόπους, ἀπὸ μέρους ὅλη καλή. πέζα γὰρ, ὁ πούς. Ἁλίοιο γέροντος. Τοῦ θαλασσίου Νηρέως.

1

.

539

Αὐτίκα. Παραχρῆμα, εὐθέως. Κερτο‐ μίοισιν. Ἐρεθιστικοῖς, χλευαστικοῖς. νῦν δὲ, τοῖς τὸ κέαρ, ὅ ἐστι τὴν ψυχὴν, τέμνουσι καὶ λυποῦσι λόγοις.

1

.

540

Τίς δ’ αὖ τοι. Τίς δή σοι. Δολομῆτα. Δόλια βουλευόμενε.

1

.

541

Αἰεί τοι φί‐ λον. Διαπαντός σοι προσφιλές. Ἐ‐ μεῦ. Ἐμοῦ. Νόσφι. Χωρίς. Ἐόντα. Ὄντα, ὑπάρχοντα.

1

.

542

Κρυπτάδια. Κρυφαῖα, λαθρίδια. Φρονέοντα. Δια‐ νοούμενον, φρονοῦντα. Δικαζέμεν. Δι‐ κάζειν. Οὐδέ τι πώ μοι. Οὐδέ ποτέ
5μοι.

1

.

543

Πρόφρων. Προθύμως. Τέ‐ τληκας. Ὑπομεμένηκας, κεκαρτέρηκας. Ὅ ττι νοήσῃς. Ὅπερ ἂν ἐνθυμηθῇς.

1

.

544

Πατὴρ ἀνδρῶν τε Θεῶν τε. Ὁ Ζεύς.

1

.

545

Ἐπιέλπεο. Ἔλπιζε. Μύ‐ θους. Λόγους.

1

.

546

Εἰδήσειν. Μα‐ θήσεσθαι, γνῶναι. Χαλεποί τοι ἔσον‐ ται. Βλαβεροί σοι γενήσονται. Ἀλό‐ χῳ. Γυναικί. Ἐούσῃ. Ὑπαρχούσῃ.

1

.

547

Ἀλλ’ ὃν μέν. Ἀλλ’ ὅντινα μὲν λόγον προσήκει σὲ ἀκοῦσαι παρ’ ἐμοῦ, τοῦτον οὐδεὶς πρὸ σοῦ μάθῃ οὔτε Θεῶν οὔτε ἀνθρώπων. Ἐπιεικές. Πρέ‐
5πον.

1

.

548

Εἴσεται. Γνώσεται, μά‐ θῃ.

1

.

549

Ὃν δέ κ’ ἐγών. Ὅντινα δ’ ἂν ἐγώ. Ἀπάνευθεν. Ἄποθεν, χω‐ ρὶς, ἰδίως. Ἐθέλοιμι. Ἐθέλω. Νοῆ‐ σαι. Ἐνθυμηθῆναι.

1

.

550

Μή τι σύ. Μηδαμῶς σὺ ταῦτα. Διείρεο. Ἀ‐ νερώτα. Μετάλλα. Πολυπραγμόνει.

1

.

551

Βοῶπις. Εὐόφθαλμος, καλή. Πότνια. Σεβασμία, ἔντιμος.

1

.

552

Αἰνότατε. Δεινότατε, ἐπίφοβε. Μῦ‐ θον. Λόγον. Ἔειπας. Εἶπας, ἔλεξας.

1

.

553

Καὶ λίην σε. Καὶ πάνυ σε. Πά‐ ρος. Ἐν τῷ ἔμπροσθεν χρόνῳ. Οὔτ’ εἴρομαι. Οὔτε ἀνηρώτησα. Μεταλλῶ. Ἐπιζητῶ.

1

.

554

Εὔκηλος. Ἥσυχος. ἡ ευ πρὸ ἀφώνου ψιλοῦται, πλὴν τοῦ εὕδω. Φράζεαι. Διενοοῦ, ἐβουλεύου. Ἅσσα. Ἅτινα. Ἐθέλησθα. Ἤθελες.

1

.

555

Αἰνῶς. Δεινῶς, χαλεπῶς. Δείδοικα. Δέδοικα, εὐλαβοῦμαι.

1

.

557

Ἠερίη. Ὀρθρινή.

1

.

558

Τῇ ς’ ὀΐω. Ταύτῃ σε ὑπονοῶ. Κατανενευκέναι καὶ ὑποσχέ‐ σθαι. Ἐτήτυμον. Ἀληθές.

1

.

559

Ὀ‐ λέσσῃς. Ἀπολέσῃς. Πολέας. Πολλούς.

1

.

561

Δαιμονίη. Νῦν, κακὴ κεφαλή. ὁτὲ δὲ εὐδαίμων, μακαρία. Αἰεὶ μὲν ὀΐεαι. Διαπαντὸς μέν με ὑπονοεῖς, ἅ‐ παντα ὀργῇ πράσσουσα, καὶ οὐ λογιζο‐
5μένη. Λήθω. Λανθάνω.

1

.

562

Πρῆ‐ ξαι. Πρᾶξαι δὲ οὐδὲν δύνασαι. Ἔμ‐ πης. Ὅμως. Οὔτι δυνήσεαι. Οὐδὲν δυνηθήσῃ. Ἀλλ’ ἀπὸ θυμοῦ μᾶλλον ἐμοὶ
5ἔσεαι. Ἀλλ’ ἀποθύμιός μοι πλέον καὶ ἐχθρὰ γενήσῃ.

1

.

563

Ῥίγιον. Φρικτὸν, φοβερόν.

1

.

564

Εἰ δ’ οὕτω τοῦτ’ ἔστι. Καὶ τὰ ἑξῆς. εἰ δὲ τοῦθ’ οὕτως ἔχον ἐστὶν, ἔοικε κἀμοὶ προσφιλὲς εἶναι. λέ‐ γει δὲ, προϋπεσχῆσθαι Θέτιδι τὴν Ἀ‐
5χιλλέως τιμήν. Μέλλει. Ἔοικεν.

1

.

565

Ἀκέουσα. Ἡσυχάζουσα, σιω‐ πῶσα. Κάθησο. Καθέζου. Ἐπιπεί‐ θεο. Πείθου.

1

.

566

Οὐ χραίσμωσιν. Οὐκ ἐπιβοηθήσωσιν. Εἰς’ ἐν Ὀλύμπῳ. Ὑπάρχουσι. τὸ πλῆρες εἰσίν.

1

.

567

Ἆσσον ἰόντε. Ἐγγὺς παραγενόμενοι. Ὅτε κέν τοι. Ὅτε ἄν σοι. Ἀάπτους. Ἀπροσίτους, ἀπροσπελάστους, διὰ μέγε‐ θος. ἀπτοήτους, πρὸς δὲ καὶ ἀέπτους. ἵν’
5ᾖ, ἀῤῥήτους ἢ αἷς οὐ δύναταί τις ἕπε‐ σθαι. Ἐφείω. Ἐπιβάλω, ἐπενέγκω.

1

.

568

Βοῶπις. Εὐόφθαλμος, καλή.

1

.

569

Καί ῥα. Καὶ δή. Καθῆστο. Ἐκαθέζετο. Ἐπιγνάμψασα φίλον κῆρ. Ἐπικάμψασα τὴν αὐτῆς ψυχήν. ὅ ἐστι πραΰνασα.

1

.

570

Ὤχθησαν. Ἀνε‐ στέναξαν, ἐδεινοπάθησαν διὰ τὴν Ἥ‐ ραν. Ἀνὰ δῶμα. Κατὰ τὴν οἰκίαν. τὸ ω μέγα διὰ τὸ μέτρον. Οὐρανίωνες. Οἱ
5ἐν οὐρανῷ κατοικοῦντες.

1

.

571

Τοῖσι δ’ Ἥφαιστος. Ἐν τούτοις δὲ ὁ Ἥφαιστος. Κλυτοτέχνης. Ὁ περὶ τὴν χαλκευτικὴν ἔνδοξος. Ἦρχ’ ἀγορεύειν. Ἤρξατο λέ‐
5γειν.

1

.

572

Ἐπίηρα. Τὴν μετ’ ἐπι‐ κουρίας χάριν. Λευκωλένῳ. Λευκοβρα‐ χίονι, εὐπρεπεστάτῃ.

1

.

573

Ἦ δή. Ἀληθῶς δὴ, ὄντως δή. Λοίγια. Ὀλέ‐ θρια. Οὐδ’ ἔτ’ ἀνεκτά. Οὐ δὲ ἔτι ἀνασχετὰ, καὶ ὑπομονῆς ἄξια. Ἔσσε‐
5ται. Γενήσεται.

1

.

574

Εἰ δὴ σφώ. Ἐὰν δὴ ὑμεῖς οἱ Θεοί. Ἕνεκα θνητῶν. Χάριν τῶν φθαρτῶν ἀνθρώπων. Ἐριδαί‐ νετον. Ἐρίζετε, φιλονεικεῖτε, τοῖς Θε‐
5οῖς θόρυβον ἐμποιεῖτε. Ὧδε. Οὕτως.

1

.

575

Κολῳόν. Θόρυβον. ἡ μεταφορὰ ἀπὸ τοῦ κολοιοῦ, ὅ ἐστι θορυβῶδες καὶ κραυγαστικὸν ὄρνεον. κολῳὸς, παρὰ τὸ κολοιός. ὁ δὲ Φιλόξενος παρὰ τὸ κλῶ, τὸ
5κλάζω, κατὰ παραγωγήν. οὐδὲ προσγρά‐ φει τὸ ι. Ἐλαύνετον. Διεγείρετε, ἐ‐ λαύνετε. Δαιτός. Εὐωχίας.

1

.

576

Ἐσθλῆς. Ἀγαθῆς. Ἦδος. Ἡδονὴ, ὠφέλεια. Ἐπεὶ τὰ χερείονα νικᾶ. Ἐπειδὴ ὅλα τὰ χείρονα τῶν καλῶν πραγμάτων ἐπικρατέστερά ἐστι.

1

.

577

Παράφημι. Παραινῶ, συμβουλεύω. Νοεούσῃ. Ἐπισταμένῃ, φρονούσῃ.

1

.

578

Ὄφρα μὴ αὖτε. Ὅπως μὴ πά‐ λιν.

1

.

579

Νεικείῃσι. Κακολογῇ, ὀ‐ νειδίζῃ. Σὺν δ’ ἡμῖν δαῖτα ταράξῃ. Παὶ συνταράξῃ ἡμῶν τὴν εὐωχίαν.

1

.

580

Εἴπερ γὰρ καὶ ἐθέλῃσιν. Ἐὰν γὰρ ὅλως βουληθῇ. Ἀστεροπητής. Ἀ‐ στραπτικὸς, ἀστραπὰς ποιῶν.

1

.

581

Ἐξ ἑδέων. Ἐκ τῶν καθεδρῶν. Στυφε‐ λίξαι. Ἀποκινῆσαι, ἀναστρέψαι. Πολὺ φέρτερος. Καταπολὺ κρείττων, ἰσχυρό‐
5τερος.

1

.

582

Καθάπτεσθαι. Κατα‐ πραΰειν, ἐπέχειν. Μαλακοῖσιν. Μα‐ λακευτικοῖς, πραέσι.

1

.

583

Αὐτίκα. Παραχρῆμα, εὐθέως. Ἵλαος. Ἵλεως, εὐμενής.

1

.

584

Ἀναΐξας. Ἀνορμήσας, ἀναστάς. Δέπας. Ἔκπωμα, ποτήριον. Ἀμφικύπελλον. Ἀμφοτέρωθεν κοῖλον καὶ περιφερές. ἢ χύπελον, ἔνθα ὁ πηλὸς
5χεῖται.

1

.

585

Τίθει. Ἐδίδου. Καί μιν. Καὶ αὐτήν.

1

.

586

Τέτλαθι. Καρτέρη‐ σον, ὑπόμεινον. Ἀνάσχεο. Ἀνάσχου, ὑπόμεινον. Κηδομένη περ. Καίπερ λυ‐ πουμένη.

1

.

587

Ἐοῦσαν. Οὖσαν. Ἴ‐ δωμαι. Θεάσωμαι.

1

.

588

Θεινομέ‐ νην. Πληττομένην, τυπτομένην. Τότε δ’ οὔτι. Τότε δὲ οὐδέν. Ἀχνύμενός περ. Καίπερ λυπούμενος.

1

.

589

Χραι‐ σμεῖν. Βοηθεῖν. Ἀργαλέος γάρ. Χα‐ λεπὸς γάρ ἐστιν ὁ Ζεὺς τῷ βουλομένῳ αὐτῷ ἀντιφέρεσθαι. ὅ ἐστιν, ἐναντιοῦ‐
5σθαι καὶ φιλονεικεῖν.

1

.

590

Ἤδη γάρ με καὶ ἄλλοτ’ ἀλεξέμεναι μεμαῶτα. Εἰς ἀπόδειξιν τῆς ἰσχύος τοῦ Διὸς λέγει. Ἡρακλῆς ἀνακομιζόμενος μετὰ τὴν γε‐
5νομένην ὑπ’ αὐτοῦ πόρθησιν τῆς Ἰλίου ἐπὶ τῇ τοῦ Λαομέδοντος ἀπάτῃ, παρ’ ὅσον αὐτῷ ἀντὶ τῶν ἀθανάτων ἵππων, οὓς ὑπέσχετο, ἀντέδωκε θνητοὺς ἀπατή‐ σας, κατ’ ἐκεῖνο καιροῦ προσέσχε τῇ
10Κῷ τῆς Μεροπίδος χειμῶνι κατεχόμενος, κατὰ χόλον Ἥρας μισούσης τὸν ἥρωα, καὶ διατοῦτο πρότερον κατακοιμισάσης τὸν Δία. οἱ δὲ ἀπὸ τῆς Κῶ θεασάμενοι αὐτὸν, καὶ ὡς ἄγριον θῆρα φοβηθέντες,
15ἐξήλασαν ἀπὸ τῆς πόλεως. ἐφ’ ᾧ ἀγα‐ νακτήσας ὁ Ἡρακλῆς, ἐξεπόρθησε τὴν Κῶ. ἐπὶ δὲ τῇ τῆς Ἥρας κατακοιμίσει ὁ Ζεὺς ὀργισθεὶς, ἐν δεσμοῖς κατέσχε τὴν Ἥραν. ἣν ἐπειρᾶτο τηνικαῦτα ὁ
20Ἥφαιστος λύειν· καὶ φωραθεὶς, ἀπὸ τοῦ Ὀλύμπου ἐξεῤῥίφη, καὶ, εἰς Λῆμνον πρὸ τῆς Θρᾴκης νῆσον καταπεσὼν, χωλὸς ἐγένετο, ὥς φησιν ὁ Ποιητής. διὸ ἱερὰ τοῦ Θεοῦ ἡ Λῆμνος. Ἄλλοτε. Καὶ ἐν
25ἄλλῳ χρόνῳ. Ἀλεξέμεναι. Ἐπιβοη‐ θεῖν. Μεμαῶτα. Προθυμούμενον.

1

.

591

Ῥίψεν. Ἔῤῥιψε. Τεταγών. Ἐκτεί‐ νας. Ἀπὸ βηλοῦ. Ἀπὸ τοῦ οὐρανοῦ. ἀπὸ γὰρ τοῦ οὐρανοῦ ἐῤῥίφη. γίγνεται δὲ ἀπὸ τοῦ βεβηκέναι τοὺς Θεοὺς ἐπ’
5αὐτῷ, καὶ τοὺς ἀστέρας κεῖθι βαίνειν εἴρηται. τῷ δὲ τόνῳ, καθάπερ οἱ Ἀρι‐ στάρχειοι, βηλὸν ὡς χωλὸν καὶ πηλὸν, ἀποδιδόντες τὸν τῶν Θεῶν βαθμόν. ἕτε‐ ροι δὲ βηλὸν εἶπον τὸν ἀνωτάτω πάγον,
10καὶ περιέχοντα τὸν πάντα ἀέρα. Ἄλλοι τὴν περίοδον τοῦ αἰθέρος καὶ τῶν ἄστρων· κοινῶς δὲ σημαίνει ὁ βηλὸς τὸν οὐδὸν τῆς θύρας, ὃν καλοῦσι φλιάν. ὁ δὲ ποιητὴς ὑποτίθεται τὸν οὐρανὸν πύλας ἔχοντα.
15Εἴρηται δὲ βηλὸς, ἀπὸ τοῦ βαίνεσθαι· ὡς καὶ ὁδὸς ἀπὸ τοῦ διοδεύεσθαι. Θεσπε‐ σίοιο. Θείου, θαυμαστοῦ.

1

.

592

Πᾶν δ’ ἦμαρ. Δι’ ὅλης δὲ τῆς ἡμέρας. Φερόμην. Δι’ ὅλης ἡμέρας ἐφερόμην, ἤτοι διὰ τοῦ οὐρανοῦ, ἢ διὰ τοῦ ἀέρος.
5Ἅμα δ’ ἠελίῳ καταδύντι. Ἅμα δὲ τῷ δῦναι τὸν ἥλιον.

1

.

593

Κάππεσον. Κατηνέχθην, κατέπεσον ἐν τῇ Λήμνῳ. ἡ δὲ Λῆμνος, νῆσός ἐστι Θρᾴκης ἱερὰ Ἡφαίστου, ἔχουσα δύο πόλεις, Ἡφαι‐
5στιάδα καὶ Μύριναν. Ὀλίγος δ’ ἔτι θυ‐ μὸς ἐνῆεν. Ἐνῆν, ἀντὶ τοῦ, ἐλειποψύ‐ χουν, βραχείας μοι τῆς ψυχῆς γενομένης.

1

.

594

Ἔνθα με. Τότε με. Σίντιες. Οἱ Λήμνιοι. ἀπὸ τοῦ σίνεσθαι καὶ βλά‐ πτειν, ὄντες πειραταί. ἢ ὅτι δοκοῦσιν αὐτοὶ πρῶτοι ἐπινενοηκέναι τὰ πρὸς πό‐
5λεμον ὅπλα· ταῦτα γὰρ ὁμολογουμένως βλάπτει. Ἄφαρ. Εὐθέως, ταχέως. Κομίσαντο. Ἐπιμελείας ἠξίωσαν, καὶ ἀνείλοντο.

1

.

595

Μείδησεν. Ἐμει‐ δίασεν, ἐγέλασε.

1

.

596

Κύπελλον. Ἔκπωμα, ποτήριον. παρὰ τὴν κοιλότη‐ τα.

1

.

597

Ἐνδέξια. Ἀντὶ τοῦ, ἀπὸ τῶν δεξιῶν μερῶν ἀρξάμενος.

1

.

598

Ὠι‐
νοχόει. Ἀντὶ τοῦ, ἐνέχει τὸ νέκταρ, ἐκίρνα. νέκταρ δέ ἐστι τὸ τῶν Θεῶν πόμα. Ἀπὸ κρητῆρος. Ἀπὸ τοῦ κρα‐
5τῆρος. Ἀφύσσων. Ἀρυόμενος, ἀπαν‐ τλῶν.

1

.

599

Ἄσβεστος. Ἀκατάπαυ‐ στος, πολύς. ἡ μεταφορὰ ἀπὸ τοῦ πυρός. Ἐνῶρτο. Διηγείρετο. Μακάρεσσι. Τοῖς μακαρισμοῦ ἀξίοις, ἀθανάτοις.

1

.

600

Διὰ δώματα. Διὰ τῶν οἴκων. Ποι‐ πνύοντα. Ἐνεργοῦντα, διακονοῦντα.

1

.

601

Πρόπαν ἦμαρ. Δι’ ὅλης τῆς ἡμέ‐ ρας. Ἐς ἠέλιον καταδύντα. Ἕως ἡλίου δυσμῶν.

1

.

602

Δαίνυντο. Εὐωχοῦντο.

1

.

603

Φόρμιγγος. Κιθάρας. Περικαλ‐ λέος. Πάνυ καλῆς, ἐνδόξου. Ἔχεν. Εἶχε. τέσσαρες γὰρ τέχναι ἀνατίθενται τῷ Ἀπόλλωνι, μουσικὴ, τοξικὴ, ἰατρικὴ,
5μαντική.

1

.

604

Μουσάων θ’. Μουσῶν τε. ὁ δὲ λόγος, ὥσπερ τῆς εὐωχίας ἐν‐ δεεῖς οὐκ ἦσαν οἱ θεοὶ, οὔτε τῆς τοῦ Ἀπόλλωνος μουσικῆς, ὁμοίως οὔτε τῆς
5τῶν μουσῶν ᾠδῆς, αἵτινες καὶ αὗται Ἀπόλλωνος κιθαρίζοντος ἐκ διαδοχῆς πα‐ ραμέρος ᾖδον. Ἄειδον. Αἵτινες ᾖδον. Ἀμειβόμεναι. Ἐξαμοιβῆς καὶ διαδοχῆς ᾄδουσαι. Ὀπί. Φωνῇ.

1

.

605

Φάος ἡελίοιο. Περιφραστικῶς, τὸ τοῦ ἡλίου φῶς.

1

.

606

Κακκείοντες. Κατακοιμη‐ θησόμενοι. Ἔβαν. Ἐπορεύθησαν. πρῶ‐ τος δὲ Ὅμηρος ἀφορμὴν ἔδωκε τοῖς ἀπὸ τῶν μαθημάτων εἰρηκόσιν, ἕκαστον θεὸν
5ἴδιον οἶκον ἔχειν.

1

.

607

Ἧιχι. Ἔνθα, ὅπου. Περικλυτός. Ὁ πάνυ ἔνδοξος. Ἀμφιγυήεις. Ὁ ἀμφοτέροις τοῖς γυίοις, ὅ ἐστι τοῖς ποσὶ, χωλός. κλίνεται δὲ ὁ
5ἀμφιγυήεις, τοῦ ἀμφιγυήεντος· ὅτι τὰ εἰς εις λήγοντα ἀρσενικὰ, διὰ τοῦ εν‐ τος κλίνονται, οἷον τολμήεις τολμήεν‐ τος, τελήεις τελήεντος, χαρίεις χαρίεν‐ τος. οὕτως οὖν καὶ ἀμφιγυήεις ἀμφιγυή‐
10εντος.

1

.

608

Εἰδυίῃσιν. Ἐπιστήμοσιν, ἐμπείροις. Πραπίδεσσι. Φρεσὶ, δια‐ νοίαις.

1

.

609

Πρὸς ὃν λέχος. Ὁ δὲ Ζεὺς, φησὶν, εἰς τὴν ἰδίαν κοίτην παρε‐
γένετο. Κρόνου καὶ Ῥέας ἐγένοντο υἱοὶ ἄῤῥενες γʹ· Ζεὺς, Ποσειδὼν, καὶ Ἅιδης·
5θυγατέρες τρεῖς· Ἑστία, Δημήτηρ, καὶ Ἥρα. (λείπει.) Τούτων φασὶν ἐπὶ τῆς Κρόνου δυναστείας ἠράσθησαν. τὸν δὲ Δία καὶ Ἥραν ἐπὶ ἐνιαυτοὺς τριακοσίους, ὥς φησι Καλλίμαχος ἐν βʹ αἰτιῶν· ὥστε
10Ζεὺς ἐράτιζε τριηκοσίους ἐνιαυτούς. λά‐ θρα δὲ τῶν γονέων ἀλλήλοις συνερχόμε‐ νοι, ἔσχον υἱὸν Ἥφαιστον, οὐχ’ ὁλόκλη‐ ρον, ἑκατέρους δὲ τοὺς πόδας χωλὸν, ὥς φησιν αὐτὸν καὶ ἀμφιγυήεντα ὁ Ποιη‐
15τής· ὅτι δὲ λάθρα τῶν γονέων συνήρ‐ χοντο ἀλλήλοις, μαρτυρεῖ καὶ ὁ Ποιητὴς, λέγων· εἰς εὐνὴν φοιτῶντε φίλους λή‐ θοντο τοκῆας. μετὰ δὲ τὴν τῶν Τιτάνων ὑπὸ Διὸς καθαίρεσιν, καταταρταρωθέντος
20Κρόνου, Ζεὺς καὶ Ἥρα διαδεξάμενοι τὴν ἐν οὐρανῷ βασιλείαν, μέχρι τοῦ νῦν θεῶν τε καὶ ἀνθρώπων βασιλεύουσιν, ἀλλή‐ λοις ἡρμοσμένοι, τῆς Ἥρας τελείας καὶ συζύγου προσαγορευομένης, παρ’ ὅσον ἀ‐
25δελφὴ μόνη ἀνδρὸς ἔτυχεν τοιούτου. ἔσχε δὲ Ἥβην θυγατέρα, ἣν οἰνοχόον θεῶν παρίστησιν ὁ Ποιητής.

1

.

610

Ἔνθα πάρος. Ὅπου καὶ πρότερον. Κοιμᾶθ’. Ἐκοιμᾶτο. Ὅτε μιν. Ὅτε αὐτόν. Γλυκύς. Ἡδύς. Ἱκάνοι. Καταλάβοι.

1

.

611

Ἔνθα. Ἐνταῦθα. τοπικὸν ἐπίῤ‐ ῥημα. Καθεῦδεν. Ἐκοιμᾶτο. προπερι‐ σπαστέον δὲ, ὥστε μὴ προστακτικὸν εἶναι ἐνεργητικόν. Ἀναβάς. Ἀνελθών.
5Παρὰ δέ. Πάρ’ αὐτὸν δέ. Χρυσόθρο‐ νος. Χρυσοῦν θρόνον ἔχουσα, βασιλίς. μᾶλλον δὲ, ἐπειδὴ τὰ πρὸς τῷ αἰθέρι μέρη τοῦ ἀέρος γειτνιῶντα τῷ ἡλίῳ πυ‐ ρώδη ἐστίν· ὁ γὰρ Ποιητὴς ἀλληγορῶν,
10τὸν χρυσὸν λαμβάνει ἀντὶ πυρός. Ἥρη. Ἥρα. Ἰστέον, ὅτι ἡ ῥαψῳδία αὕτη
μόνη παραβολὴν οὐκ ἔχει.

2

.

1

Ἄλλοι μέν ῥα. Οἱ μὲν δὴ λοιποί. Ἔστι δὲ σύνδεσμος παραπληρωματικός. Ἀνέρες. Ἄνδρες. Ἱπποκορυσταί. Ἐφ’ ἵππων ὁπλιζόμενοι, ἢ ἵππους κορύσσοντες.
5τοῦτ’ ἔστι, πολεμικοὶ, ἢ ἀφ’ ἵππων μα‐ χόμενοι.

2

.

2

Εὗδον. Ἐκάθευδον, ἐκοι‐ μῶντο. Παννύχιοι. Δι’ ὅλης τῆς νυ‐ κτός. Πῶς ἐν τῇ Αʹ. εἰπὼν τὸν Δία καθεύδειν, νῦν φησι, Δία δ’ οὐκ ἔχε νή‐
5δυμος ὕπνος; Λέγομεν δὲ ἡμεῖς, ὅτι ἐκά‐ θευδε μὲν, ἀλλ’ ἐπ’ ὀλίγον ἐκαθεύδησε, καὶ οὐ διὰ πάσης τῆς νυκτὸς, ὡς καὶ οἱ ἄλλοι καθεύδουσι. Δία δ’ οὐκ ἔχε. Τὸν δὲ Δία οὐκ εἶχε. Νήδυμος. Ἡδύς.

2

.

3

Ἀλλ’ ὅγε. Ἀλλ’ οὗτος ὁ Ζεύς. Μερμήριζεν. Ἐμερίμνα. Κατὰ φρέ‐ να. Κατὰ τὴν διάνοιαν. Ὡς Ἀχι‐ λῆα. Ὅπως τὸν Ἀχιλλέα.

2

.

4

Ὀλέσῃ. Ἀπολέσῃ, ἀφανίσῃ. Πολέας. Πολλούς. Ἐπὶ νηυσίν. Ἐπὶ τοῖς πλοίοις.

2

.

5

Ἥδε δέ οἱ. Αὕτη δὲ αὐτῷ. Κατὰ θυμόν. Κατὰ τὴν ψυχήν. Ἀρίστη. Καλλί‐ στη. Φαίνετο. Ἐφαίνετο, ἐδόκει.

2

.

6

Πέμψαι ἐπ’ Ἀτρείδῃ. Πέμψαι τῷ υἱῷ τοῦ Ἀτρέως τῷ Ἀγαμέμνονι. Οὖλον Ὄνειρον. Νῦν τὸν ὀλέθριον. Δηλοῖ δὲ καὶ τὸν προσηνῆ, καὶ τὸν ὁλόκληρον, ὡς
5ἐν Ὀδυσσείᾳ φησίν· οὖλον ἄρτον ἑλών. Δηλοῖ δὲ καὶ τὴν τῶν τριχῶν διαστρο‐ φήν. Οὖλον δὲ Ὄνειρον, οὐκ αὐτὸν ὀλέ‐ θριον ὄντα, ἀλλὰ τὸν ἐπ’ ὀλέθρῳ πεμπό‐ μενον. Ἢ, οὖλον, τὸν ὑγιῆ. ὥσπερ λέ‐
10γεται, οὐλὴ τραύματος. Σημαίνει δὲ ἡ λέξις καὶ τὸ ὑγιαίνειν. ὡς ἐν ἐκείνῳ, οὖλέ τε, καὶ μάλα χαῖρε, Θεοὶ δέ τοι ὄλβια δοῖεν.

2

.

7

Καί μιν φωνήσας. Καὶ αὐτὸν προσκαλεσάμενος. Ἔπεα πτερόεντα. Λόγους ταχεῖς. οὐδὲν γὰρ λόγου ταχύτερον. Προσηύδα. Προσ‐
5εῖπε.

2

.

8

Βάσκ’ ἴθι. Πορεύου, καὶ ἄπιθι. ἔστι γὰρ ἐκ παραλλήλου τὸ αὐτό. Οὖλε. Ὀλέθριε. Θοάς. Τα‐ χείας.

2

.

9

Ἐλθὼν ἐς κλισίην. Παρα‐ γενόμενος ἐς τὴν σκηνήν.

2

.

10

Μάλα. Λίαν, πάνυ. Ἀτρεκέως. Ἀληθῶς. Ἀ‐ γορευέμεν. Ἀγορεύειν, λέγειν. Ὡς ἐπιτέλλω. Ὡς προστάσσω.

2

.

11

Θω‐ ρῆξαί ἑ. Καθοπλίσαι αὐτόν. Κέλευε. Παραίνει, πρόστασσε. Καρηκομόωντας. Τοὺς τὰς κεφαλὰς κομῶντας, ἀνδρείας
5χάριν. Τῶν Ἑλλήνων τοπαλαιὸν, ἀρε‐ τῆς ἕνεκα καὶ ἀνδρείας κομώντων τὰς κεφαλὰς, λόγος, πρῶτον Θησέα, ἀποκει‐ ράμενον τὴν ἐμπροσθίαν κόμην, εἰς Δῆλον ἀναθεῖναι τῷ Ἀπόλλωνι. Ἀπὸ δὲ τοῦ
10κομῶντας, ἐν διαιρέσει, κομόωντας.

2

.

12

Πανσυδίῃ. Πανστρατί. Νῦν γάρ κε. Νῦν γὰρ ἄν. Ἕλοι. Λάβοι, πορθήσοι. Εὐρυάγυιαν. Πλατυάμφοδον, μεγάλην. ἀγυιαὶ γὰρ, τὰ ἄμφοδα.

2

.

13

Ἀμφὶς φράζονται. Χωρὶς ἀλλήλων βουλεύονται. διχογνωμοῦσι περὶ τῆς Ἰλίου. τοῦτ’ ἔστιν, οὐκ ἔτι γὰρ οἱ τὸν Ὄλυμπον κατοικοῦν‐
5τες Θεοὶ διάφορα φρονοῦσιν, οἱ μὲν τὰ ὑπὲρ Τρώων, οἱ δὲ τὰ ὑπὲρ Ἑλλήνων.

2

.

14

Ἐπέγναμψεν. Ἐπέκαμψεν, ἔπει‐ σεν.

2

.

15

Ἥρη. Ἡ Ἥρα. Λισσομένη. Λιτανεύουσα, ἱκετεύουσα. Τρώεσσι δέ. Τοῖς δὲ Τρωσί. Κήδεα. Κακά. Ἐ‐ φῆπται. Ἐπήρτηται, ἐπικρέμαται. τοῦτ’
5ἐστιν, ἐπίκειται.

2

.

16

Ὣς φάτο. Οὕ‐ τως εἶπε. Βῆ δ’ ἄρ’. Ἐπορεύθη δέ. Ἄκουσεν. Ἤκουσε.

2

.

17

Καρπαλίμως. Ταχέως. Ἵκανε. Παρεγένετο.

2

.

18

Ἐκίχανε. Κατέλαβεν.

2

.

19

Εὕδοντ’ ἐν κλισίῃ. Κοιμώμενον ἐν τῇ σκηνῇ. Περὶ δ’ ἀμβρόσιος κέχυθ’ ὕπνος. Περιε‐ κέχυτο αὐτῷ ὁ θεῖος ὕπνος.

2

.

20

Στῆ δ’ ἄρ’. Ἔστη δέ. τὸ ἡγεμονικὸν γὰρ, τὰς αἰσθήσεις ἀνειμένον ἐστὶν αὐτόθι. Νη‐ ληΐῳ υἷϊ ἐοικώς. Τῷ Νηλέως παιδὶ Νέ‐
5στορι ὁμοιωθείς. ὁ δὲ τύπος πατρωνυμι‐ κός.

2

.

21

Τόν ῥα. Ὅντινα δὴ Νέστο‐ ρα. Γερόντων. Ἐντίμων, πρεσβυτέρων. Τῖ’. Ἐτίμα.

2

.

22

Τῷ. Τούτῳ. Ἐει‐ σάμενος προσεφώνεε. Ὁμοιωθεὶς προσ‐ εφθέγγετο. Θεῖος. Θαυμαστός.

2

.

23

Εὕδει. Καθεύδεις. Ἀτρέος υἱέ. Ὦ τοῦ Ἀτρέως παῖ Ἀγάμεμνον. Δαΐφρο‐ νος. Πολεμικὸν φρόνημα ἔχοντος. Ἱππο‐ δάμοιο. Ἵππους δαμάζοντος, πολεμικοῦ.

2

.

24

Οὐ χρή. Οὐ προσῆκόν ἐστιν, οὐ δεῖ. Παννύχιον. Δι’ ὅλης τῆς νυκτός. Βουληφόρον. Βουλευτικόν.

2

.

25

Ὧι. Ὧιτινι. Ἐπιτετράφαται. Ἐπιτετραμ‐ μένοι καὶ ὑποτεταγμένοι εἰσί. Καὶ τόσ‐ σα. Καὶ τοσαῦτα. Μέμηλε. Διὰ
5φροντίδος ἐστίν.

2

.

26

Ἐμέθεν. Ἐμοῦ. Ξύνες. Σύνες, ἄκουσον. ἀντὶ τοῦ, τοῦτο τὸ παρ’ ἐμοῦ λεγόμενόν σοι νόησον. Ὦκα. Ταχέως. Διὸς δέ τοι ἄγγελός εἰμι. Ἀπὸ
5γὰρ τοῦ Διός σοι ἥκω φέρων τὰς ἀγγε‐ λίας.

2

.

27

Ὅς σευ ἄνευθεν ἐών. Ὅστις σοῦ ἄποθεν καὶ χωρὶς οἰκῶν. Μέγα. Μεγάλως. Κήδεται. Φροντίζει. Ἠδ’ ἐλεαίρει. Καὶ ἐλεεῖ.

2

.

33

Σῇσι. Ταῖς σαῖς. Φρεσί. Ταῖς διανοίαις. τουτέστι, τὸ λεχθέν σοι κατὰ νοῦν ἔχε, καὶ μέμνη‐ σο.

2

.

34

Αἱρείτω. Καταλαμβανέτω. Εὖτ’ ἄν σε. Ὁπόταν σέ. Μελίφρων. Ὁ ἡδύς. Ἀνήῃ. Καταλίπῃ, ἐάσῃ.

2

.

35

Ὣς ἄρα φωνήσας. Οὕτως δὴ εἰπών. Ἀπεβήσατο. Ἀπέβη, ἀνεχώρησε. Τὸν δ’ ἔλιπ’. Τοῦτον δὲ κατέλιπεν. Αὐτοῦ Ἀντὶ τοῦ, ἐπὶ τὸν αὐτὸν τόπον.

2

.

36

Τὰ φρονέοντα. Ταῦτα λογιζόμενον. Θυ‐ μόν. Ψυχήν. Ἅ ῥ’. Ἅτινα δή. Οὐ τελέεσθαι. Οὐ τελειωθήσεσθαι, οὐ πλη‐
5ρωθήσεσθαι. Ἔμελλεν. Ἔμελλε, ἐῴ‐ κει.

2

.

37

Φῆ. Ἔφη, εἶπεν, ἐλογίσατο. Αἱρήσειν. Λαβεῖν, πορθήσειν. Ἤματι κείνῳ. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.

2

.

38

Νή‐ πιος. Ἄφρων, ἀνόητος. Οὐδὲ τά. Οὐ‐ δὲ ταῦτα. Ἤιδει Ἠπίστατο. Μήδε‐ το. Ἐβουλεύετο.

2

.

39

Θήσειν. Ποιή‐ σειν. Ἐπ’ ἄλγεα. Ἐπ’ αὐτοὺς κακά. Στοναχάς τε. Καὶ στεναγμούς.

2

.

40

Κατὰ κρατερὰς ὑσμίνας. Κατὰ τὰς ἰσχυρὰς μάχας.

2

.

41

Ἔγρετο. Διη‐
γέρθη, ἐγρηγόρησε. Θείη δέ μιν. Θεία δὲ αὐτὸν εἶχε κληδών. ὅ ἐστιν, ἀνεμνή‐ σθη τὸ ὄναρ. Ἀμφέχυτο. Περὶ ἐκέχυτο.
5Ὀμφή. Θεία φήμη καὶ κληδὼν, ἡ τὸ ὂν φαίνουσα. Λέγει δὲ, ὅτι ἔναυλον εἶχε τὴν τοῦ ὀνείρου φωνήν. Ἐμφαντικὸν δὲ τὸ, ἀμφέχυτο, πρὸς τὸ μηδὲν αὐτῆς ἐπι‐ λελῆσθαι.

2

.

42

Ἕζετο δ’ ὀρθωθείς. Ἐκάθισε δὲ ἀναστάς. Μαλακόν. Ἁ‐ παλόν. τρυφερόν. εἴρηται δὲ χιτὼν, τὸ ἱμάτιον, παρὰ τὸ οἱονεὶ περιχεῖσθαι αὐτὸ
5τῷ σώματι. ἰστέον δὲ, ὅτι ἐπὶ μὲν ἀν‐ δρὸς χιτῶνα λέγει, ἐπὶ γυναικὸς σὲ πέ‐ πλον. Ἔνδυνε. Ἐνεδύσατο.

2

.

43

Νη‐ γάτεον. Νεωστὶ κατεσκευασμένον, ἢ νενησμένον. Γίγνεται δὲ παρὰ τὸ γίγνω γατὸν, νεήγατον· ὑπερθέσει τοῦ ε, νηγά‐
5τεον, ἢ ἀγένητον, ἢ λεπτὸν, ἢ νεήγατον, νεωστὶ γεγονός. Δηλοῖ δὲ ὁ χιτὼν παρ’ αὐτῷ καὶ τὸν σιδηροῦν. Περὶ δὲ βάλ‐ λετο. Περιεβάλλετο δέ. Φᾶρος. Ἱμά‐ τιον.

2

.

44

Λιπαροῖσι. Λευκοῖς, καὶ εὐ‐ τραφέσιν, ἢ προαλειφομένοις ἐν τῷ ὑπο‐ δεδέσθαι. Ἐδήσατο. Ὑπερβατόν. ἵν’ ᾖ, ὑπεδήσατο. Πέδιλα. Ὑποδήματα. πα‐
5ρὰ τὸ περιειλεῖσθαι αὐτὰ τοῖς ποσὶν, ὅ ἐστι περιτίθεσθαι.

2

.

45

Ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετο. Περιετίθετο δὲ τοῖς ὤμοις. Ξίφος. Τὴν καλουμένην σπάθην. ἥτις εἴρηται παρὰ τὸ σπᾶσθαι αὐτὴν τῆς
5θήκης. Ἀργυρόηλον. Ἀργυροῖς ἥλοις δια‐ πεπαρμένον.

2

.

46

Εἵλετο δέ. Ἔλαβε δέ. Σκῆπτρον. Τὴν βασιλικὴν ῥάβδον. Πατρώϊον. Προγονικόν. Ἄφθιτον. Ἀ‐ διάφθαρτον, αἰώνιον. ὅτι οὐκ ἐδόθη ἐκ
5τοῦ γένους ἑτέρῳ.

2

.

47

Σὺν τῷ ἔβη. Σὺν τούτῳ ἐπορεύθη. Χαλκοχιτώνων. Σιδηροθωράκων.

2

.

48

Ἠὼς μέν ῥα. Ἡ ἡμέρα μὲν δή. Προσεβήσατο μακρὸν Ὄλυμπον. Προσῆλθε τῷ μεγάλῳ Ὀ‐ λύμπῳ. τοῦτ’ ἔστιν, ἀνέτειλεν. Μακρόν.
5Μέγιστον.

2

.

49

Ζηνί. Τῷ Διΐ. Φόως.
Φῶς. Ἐρέουσα. Ἀπαγγελοῦσα, δείξου‐ σα. Ἀθανάτοισι. Τοῖς θεοῖς.

2

.

50

Αὐ‐ τὰρ ὅ. Οὗτος δὲ ὁ Ἀγαμέμνων. Κηρύ‐ κεσσι. Τοῖς κήρυξι. Λιγυφθόγγοισιν. Ἡδυφώνοις, ὀξυφώνοις. Κέλευε. Ἐκέ‐
5λευσε.

2

.

51

Κηρύσσειν. Βοᾷν, συγκα‐ λεῖν εἰς τὸν πόλεμον. νῦν δὲ, εἰς τὸ συνέ‐ δριον.

2

.

52

Ἠγείροντο. Συνηθροίζοντο. Μάλ’ ὦκα. Πάνυ σπουδαίως.

2

.

53

Βου‐ λὴν δέ. Ἐνταῦθα τὸ προβούλευμα. Με‐ γαθύμων. Μεγαλοψύχων. γενναίων. Ἷ‐ ζεν. Ἐκάθισε, καθίδρυσε. Γερόντων.
5Ἐντίμων, πρεσβυτέρων.

2

.

54

Νεστορέῃ παρὰ νηΐ. Παρὰ τῇ τοῦ Νέστορος νηΐ. Πυλοιγενέος. Τοῦ ἐν τῇ Πύλῳ γεγενη‐ μένου.

2

.

55

Πυκινήν. Συνετὴν, σώφρο‐ να. Ἠρτύνετο. Παρεσκεύασεν, ἐποίησε.

2

.

56

Κλῦτε. Ἀκούσατε. Θεῖος. Ἤτοι θαυμαστὸς, ἢ θεόπεμπτος. Ἐνύπνιον. Κατὰ τοὺς ὕπνους.

2

.

57

Ἀμβροσίην διὰ νύκτα. Διὰ τῆς θείας νυκτός. Γίγνεται δὲ ἀπὸ τοῦ βροτὸς βροτίη. καὶ τροπῇ τοῦ τ εἰς ς, βροσίη. καὶ ἀμβροσίη, ἐν ᾗ
5βροτοὶ οὐ πορεύονται. Μάλιστα δέ. Ὑπερβαλλόντως, ἐξαιρέτως.

2

.

58

Εἶ‐ δος. Τὸν τῆς ὄψεως χαρακτῆρα. Μέγε‐
θος. Προσυπακουστέον τὸ, τοῦ σώματος. Φυήν. Φύσιν, τρόπον. Ἄγχιστα. Ἔγ‐
5γιστα. Ἐῴκει. Ὡμοίωτο.

2

.

70

Ὣς ὁ μέν. Οὕτως μὲν δὴ οὗτος.

2

.

71

Ὤι‐ χετο. Ἀπήρχετο. Ἀποπτάμενος. Ἀπο‐ πτὰς, ταχέως ἀπελθών. Γλυκύς. Γνή‐ σιος, ἡδύς. Ἀνῆκε. Κατέλιπεν, ἀφῆκεν.

2

.

72

Αἴ κέν πως. Ὅπως ἄν. Θωρήξο‐ μεν. Ὁπλίσωμεν. Ἰώνων ἡ συστολή.

2

.

73

Πειρήσομαι. Ἀπόπειραν λήψομαι. ἀπόπειραν δὲ τοῦ πλήθους λαμβάνει ὁ βασιλεὺς Ἀγαμέμνων, κατά τι παλαιὸν ἔθος βουλόμενος μαθεῖν, πότερον γνώμῃ
5οἰκείᾳ πολεμοῦσιν, ἢ ἀνάγκῃ. Ἧι θέμις ἐστίν. Ὡς νενόμισται, ὡς προσῆκόν ἐστι.

2

.

74

Πολυκλήϊσι. Πολυκαθέδροις. ἐξ οὗ πολυκώποις. κληΐδες γὰρ καλοῦνται αἱ τῶν ἐρεσσόντων καθέδραι.

2

.

75

Ἄλ‐ λοθεν ἄλλος. Ἄλλος ἀλλαχόθεν. Ἐρη‐ τύειν. Κατέχειν, κωλύειν.

2

.

77

Ἦν. Ὑπῆρχεν. Ἠμαθόεντος. Ψαμμώδους, τραχείας. ἄμαθος γὰρ ἡ ψάμμος.

2

.

79

Ἡγήτορες. Ἡγεμόνες. Ἠδὲ μέδοντες. Καὶ πρόβουλοι.

2

.

80

Ἔνισπεν. Εἶπεν, ἔλεξε.

2

.

81

Ψεῦδός κε. Ψεῦδος ἄν. Φαῖμεν. Λογιζοίμεθα, καὶ ὑπολάβοιμεν. Νοσφιζοίμεθα. Χωριζοίμεθα.

2

.

82

Ἴ‐ δεν. Ἐθεάσατο. Μέγ’ ἄριστος. Με‐ γάλως ἄριστος. Εὔχεται. Αὐχεῖται, καυχᾶται.

2

.

84

Βουλῆς ἐξ ἦρχε. Προη‐ γεῖτο τῆς ἐκ τοῦ προβουλίου ἐξόδου. Νέ‐ εσθαι. Πορεύεσθαι.

2

.

85

Ἐπανέστη‐ σαν. Ὀρθοὶ ἔστησαν. Πείθοντό τε. Καὶ ἐπείθοντο. Ποιμένι. Βασιλεῖ.

2

.

86

Σκηπτοῦχοι βασιλῆες. Σκηπτροφόροι βα‐ σιλεῖς. Ἐπεσσεύοντο. Ἐπηκολούθουν.

2

.

87

Ἤϋτε. Καθάπερ, ὃν τρόπον. Ἔθ‐ νεα. Ἔθνη, πλήθη. Πρώτη δὲ αὕτη παραβολὴ τῷ Ποιητῇ. Εἶσιν. Ἄπεισι, πορεύονται. Μελισσάων. Μελισσῶν.
5Ἔστι δὲ τὸ σχῆμα ἐπέκτασις. ἴδιον δὲ Ἰώνων. Ἀδινάων. Τῶν ἅδην καὶ ἀθρόως πετομένων. παρὰ τὸ ἅδην. διὸ καὶ δα‐ σύνεται.

2

.

88

Πέτρης ἐκ γλαφυρῆς. Ἐκ τῆς κοίλης πέτρας. Αἰεὶ νέον ἐρχο‐ μενάων. Νέᾳ τῇ πτήσει χρωμένων, ὡς νομίζειν, νεωστὶ ἀρχὴν πεποιηκέναι.

2

.

89

Βοτρυδόν. Συνεστραμμέναι καὶ συνηγ‐ μέναι ὡς ἐν βότρυος σχήματι. Ἐπ’ ἄν‐ θεσιν εἰαρινοῖσιν. Ἐπὶ τοῖς ἄνθεσι τοῖς κατὰ τὸ ἔαρ γιγνομένοις.

2

.

90

Αἱ μέν τ’ ἔνθα. Καὶ αἱ μὲν τῶν μελισσῶν ἐνταῦθα πέτονται, αἱ δὲ ἐκεῖσε καὶ ἀθρόως. Ἅλις. Δαψιλῶς, πολλαὶ, καὶ
5ἅμα. Πεποτήαται. Πέτονται.

2

.

91

Νεῶν ἄπο. Ἀπὸ τῶν νεῶν καὶ τῶν σκηνῶν.

2

.

92

Ἠϊόνος. Αἰγιαλοῦ. Προ‐ πάροιθεν. Ἔμπροσθεν. Ἐστιχόωντο. Ἐν τάξει παρεγένοντο.

2

.

93

Ἰλαδόν. Τουτέστι, κατὰ ἴλας καὶ συστροφάς. Μετὰ δέ σφισιν. Ἐν αὐτοῖς δέ. Ὄσ‐ σα. Θεία φήμη καὶ κληδών. Δεδῄει.
5Ἐξῆπτο, διεγήγερτο.

2

.

94

Ὀτρύνουσα. Παρακελευομένη, παρορμῶσα. Ἰέναι. Παραγενέσθαι. Ἀγέροντο. Συνηθροί‐ ζοντο.

2

.

95

Τετρήχει. Ἐτετράχυτο ὑπὸ θορύβου. θορυβώδης ἦν. Ὑπὸ δὲ στο‐ ναχίζετο γαῖα. Ὑπέστενε δὲ ἡ γῆ, καὶ ἦχον ἀπετέλει.

2

.

96

Ἱζόντων. Κα‐ θιζόντων. Ὅμαδος δ’ ἦν. Θόρυβος δὲ ἦν. Ἐννέα δέ σφεας. Ἐννέα δὲ αὐ‐ τούς.

2

.

97

Βοόωντες. Βοῶντες. Ἐρή‐ τυον. Κατεῖχον. Ἀϋτῆς. Βοῆς.

2

.

98

Σχοίατο. Ἀπόσχοιντο, παύσοιντο. Διο‐ τρεφέων. Τῶν Διὸς γνώμῃ τεθραμμένων. Βασιλήων. Βασιλέων.

2

.

99

Σπουδῇ. Μόλις, δυσχερῶς. Ἐρήτυθεν. Κατεῖχον ἕκαστος τὰς ἑαυτοῦ καθέδρας.

2

.

100

Κλαγγῆς. Βοῆς, κραυγῆς. Ἀνὰ δ’ ἔστη. Ἀνέστη δέ. ἢ, ἀνέχων τὸ σκῆπτρον ἔ‐ στη. Κρείων. Βασιλεύς.

2

.

101

Κά‐ με. Ἔκαμε, κατεσκεύασε, καμὼν ἔτευ‐ ξεν. ἀναστροφὴ δὲ ὁ τρόπος.

2

.

102

Κρονίωνι. Κρόνου παιδὶ Διΐ.

2

.

103

Δι‐ ακτόρῳ. Διάγοντι τὰς ἀγγελίας τὰς τῶν θεῶν· ἢ, διατόρῳ, καὶ σαφεῖ κατὰ τὸ λέγειν· ἢ, τῷ διαγγέλλοντι τὰς ἐρ‐
5γασίας, Ἀργειφόντῃ. Ἀργῷ καὶ κα‐ θαρῷ φόνου. εἰρηνικὸς γὰρ ὁ Θεός. Ἢ, ὥς τινες, κατ’ ἐπώνυμον. Ὅ ἐστιν ἐξ αἰτίας τοιᾶσδε· Ἰοῦς τῆς Ἰνάχου θυγα‐ τρὸς, τοῦ Ἀργείων βασιλέως, Ζεὺς ἐρα‐
10σθεὶς, καὶ γνοὺς αὐτὴν, μετέβαλεν εἰς βοῦν, διὰ τὸν τῆς Ἥρας ζῆλον. Ἥρα δὲ αἰτησαμένη ὡς βοῦν, καὶ λαβοῦσα παρὰ τοῦ Διὸς, ἐπέστησεν αὐτῇ φύλακα Ἄρ‐ γον τὸν πανόπτην καλούμενον, ὅτι κατὰ
15παντὸς τοῦ σώματος εἶχεν ὀφθαλμούς. Κελευσθεὶς δὲ ὁ Ἑρμῆς ὑπὸ τοῦ Διὸς κλέψαι τὴν βοῦν, ἐπειδὴ λαθεῖν οὐκ ἠ‐ δύνατο τὸν Ἄργον, λίθῳ βαλὼν ἀπέκτει‐ νε. καὶ ἐντεῦθεν Ἀργειφόντης ἐκλήθη.
20Τῇ δὲ Ἰοῖ ἡ Ἥρα ὡσανεὶ βοῒ οἶστρον ἐμβάλλει. ἡ δὲ ἐκ τῆς ὀδύνης, πρῶτον ἦλθεν εἰς τὸν ἀπ’ ἐκείνης Ἰόνιον κόλπον κληθέντα. ἔπειτα διὰ τοῦ καλουμένου πρότερον Θρᾳκίου πόρου, νῦν δὲ ἀπ’ ἐκεί‐
25νης Βοσπόρου, ἐλθοῦσα, καὶ ἄλλους δὲ διαφόρους τόπους πλανηθεῖσα, ἦλθεν εἰς Αἴγυπτον· ὅπου τὴν ἀρχαίαν μορφὴν ἀπο‐ λαβοῦσα, τίκτει παρὰ τῷ Νείλῳ πο‐ ταμῷ παῖδα Ἔπαφον. Ἡ δὲ ἱστορία
30πλατύτερον κεῖται παρὰ Ἀπολλοδώρῳ ἐν τῇ αʹ.

2

.

104

Ἑρμείας δὲ ἄναξ δῶκε Πέλοπι πληξίππῳ. Ἵππους πλήττοντι. πολεμικῷ. Ἱπποδάμεια ἡ Οἰνομάου θυ‐ γάτηρ ἐρασθεῖσα Πέλοπος, Μυρτίλον τὸν
5Ἑρμοῦ υἱὸν, ἡνίοχον δὲ τοῦ ἑαυτῆς πα‐ τρὸς, ἔπεισε τῇ κατὰ τοῦ πατρὸς νίκῃ συνεργῆσαι, καὶ τοὺς ἵππους τῆς εἰς τὸ τρέχειν ὁρμῆς κατασχεῖν, βουλομένη τὸν Πέλοπα καὶ τοὺς ἵππους λαβεῖν, καὶ τὸν
10ἑαυτῆς γάμον. ἔκειτο γὰρ τῷ νικήσαντι ἔπαθλον ὁ ταύτης γάμος, τῷ δὲ νικηθέντι θάνατος. Ἀγωνιζομένων δὲ αὐτῶν ὁ Οἰ‐ νόμαος ἐκπίπτει τοῦ ἅρματος. οὐ γὰρ αἱ χοινικίδες τοὺς ἐμβόλους κατέσχον,
15τοῦτο πανουργήσαντος τοῦ Μυρτίλου. καὶ οὕτω νενίκηται καὶ ἀνῄρηται ὁ Οἰνό‐ μαος, τῷ Μυρτίλῳ ἐπαρασάμενος, ὅπως ἀπόληται ὑπὸ Πέλοπος. ὃ καὶ ἐγένετο. Διαβαινόντων γὰρ αὐτῶν διὰ τοῦ Αἰ‐
20γαίου πόντου, καὶ διψησάσης τῆς Ἱππο‐ δαμείας, καταβὰς ἐκ τοῦ ἅρματος ὁ Πέλοψ, ἐζήτει ὕδωρ κατὰ τῆς ἐρήμου. Κατ’ ἐκεῖνο δὲ καιροῦ ἡ Ἱπποδάμεια, ἐρασθεῖσα Μυρτίλου, ἐδέετο μὴ ὑπερι‐
25δεῖν. ἀντειπόντος δὲ αὐτοῦ, καὶ τοῦ Πέ‐ λοπος παραγενομένου, φθάνει ἡ Ἱππο‐ δάμεια, κατηγορήσασα τοῦ Μυρτίλου, ὡς βιάσασθαι βουληθέντος αὐτήν. καὶ Μυρτίλον Πέλοψ ἀπὸ τοῦ ἅρματος ὠθεῖ
30εἰς τὸ πέλαγος, αὐτὸς δὲ ἡνιοχεῖ. ὅθεν τὸ μὲν πέλαγος Μυρτῶον ἀπὸ τοῦ Μυρτί‐ λου, ὁ Πέλοψ δὲ πλήξιππος ἔκτοτε ἐκ‐ λήθη, διὰ τὴν περὶ τοὺς ἵππους αὐτουρ‐ γίαν.

2

.

105

Αὐτὰρ ὁ αὖτε Πέλοψ. Ὁ δὲ Πέλοψ πάλιν ἔδωκεν αὐτὸ τῷ Ἀτρεῖ. Πέλοψ ἐκ προτέρας γυναικὸς ἔχων παῖδα Χρύσιππον, ἔγημεν Ἱππο‐
5δάμειαν τὴν Οἰνομάου. ἐξ ἧς ἱκανῶς ἐπαιδοποίησεν. Ἀγαπωμένου δὲ ὑπ’ αὐ‐ τοῦ σφόδρα τοῦ Χρυσίππου, ἐπιφθονή‐ σαντες ἥ τε μητρυιὰ καὶ οἱ παῖδες, μή πως καὶ τὰ σκῆπτρα αὐτῷ καταλείψῃ,
10θάνατον ἐπεβούλευσαν Ἀτρεὺς καὶ Θυ‐ έστης οἱ πρεσβύτατοι τῶν παίδων αὐτῷ. Ἀναιρεθέντος οὖν τοῦ Χρυσίππου, Πέλοψ ἐπιγνοὺς, ἐφυγάδευσε τοὺς αὐτόχειρας τῆς σφαγῆς γενομένους παῖδας, ἐπαρα‐
15σάμενος αὐτοῖς, καὶ τῷ γένει, δι’ αὑτῶν ἀναιρεθῆναι. Οἱ μὲν οὖν ἄλλοι ἀλλαχῆ ἐκπίπτουσι τῆς Πίσης. τελευτήσαντος δὲ τοῦ Πέλοπος, Ἀτρεὺς κατὰ τὸν πρεσ‐ βύτερον σὺν στρατῷ πολλῷ ἐλθὼν, ἐκρά‐
20τησε τῶν τόπων. Ἱστορεῖ Ἑλλάνικος.

2

.

106

Πολύαρνι. Πολυθρέμμονι, πλου‐ σίῳ. Ἀτρεὺς ὁ Πέλοπος, βασιλεύων τῆς Πελοποννήσου, ηὔξατό ποτε, ὅ, τι ἂν κάλλιστον ἐν τοῖς ποιμνίοις αὐτοῦ γεν‐
5νηθῇ, τοῦτο Ἀρτέμιδι θῦσαι. Γεννηθεί‐ σης δὲ αὐτῷ χρυσῆς ἀρνὸς, τῆς εὐχῆς μετημέλησεν, καὶ καθείρξας αὐτὴν εἰς λάρνακα ἐφύλαττε. Μέγα δέ τι φρονῶν ἐπὶ τῷ κτήματι, κομπάζει κατὰ τὴν ἀ‐
10γοράν. Ἀνιώμενον δὲ ἐπὶ τουτῷ Θυέστην, ὑπελθόντα ὡς ἐρῶντα, πεῖσαι Ἀερόπην, ἐκδοῦναι αὐτῷ τὸ κτῆμα· λαβόντα δὲ, ἀντειπεῖν τῷ ἀδελφῷ, ὡς οὐ δεόντως περὶ τοῦ τοιούτου κομπάζει. Αὐτὸς δὲ ἔλεγεν
15ἐν τῷ πλήθει, δεῖν καὶ τὴν βασιλείαν ἔχειν τὸν τὴν χρυσῆν ἄρνα ἔχοντα. Τοῦτο δὲ ὁμολογοῦντος καὶ Ἀτρέως, Ζεὺς Ἑρμῆν πέμπει πρὸς Ἀτρέα, συνθέσθαι λέγων περὶ τῆς βασιλείας, καὶ δηλοῦν
20τὰ περὶ τῆς ἀνατολῆς, διότι μέλλει ποι‐ εῖσθαι τὴν ἐναντίαν ὁδὸν ὁ ἥλιος. Συν‐ θεμένου δὲ περὶ τούτων, ὁ ἥλιος τὴν δύ‐ σιν εἰς ἀνατολὰς ἐποιήσατο. Ὅθεν ἐκ‐ μαρτυρήσαντος τοῦ δαιμονίου τὴν Θυ‐
25έστου πλεονεξίαν, τὴν βασιλείαν Ἀτρεὺς παρέλαβε, καὶ Θυέστην ἐφυγάδευσεν.

2

.

107

Αὐτὰρ ὁ αὖτε Θυέστ’. Ἀντὶ τοῦ, Θυέστης δὲ κατέλιπε θνήσκων Ἀγαμέ‐ μνονι τὸ σκῆπτρον. Ἀτρεὺς, βασιλεύων τῆς Πελοποννήσου, ἔχων ἐκ Κρεούσης
5τῆς † , ἢ, ὥς τινες, Ἀερόπης τῆς Ἀ‐ τρέως, Ἀγαμέμνονα καὶ Μενέλαον. Μέλ‐ λων δὲ τελευτᾷν τὸν βίον, σπεισάμενος πρὸς τὸν ἀδελφὸν τὴν ἔχθραν, παραδί‐ δωσιν αὐτῷ τὴν βασιλείαν, ἵνα Ἀγα‐
10μέμνονι ἀνδρωθέντι ἀποδῷ. ὁ δὲ πιστῶς ποιήσας ἀποδίδωσι. Φορῆναι. Φέρειν, βαστάζειν.

2

.

108

Πολλῇσι. Πολλαῖς. Νήσοισι. Νήσοις. νῆσος δέ ἐστι γῆ περιστοιχισμένη ὑπὸ θαλάσσης παντα‐ χόθεν. ἴσως δὲ εἴρηται ἀπὸ τοῦ ὀρνέου
5τῆς νήσσης, ἥτις καὶ αὐτὴ διαπαντὸς ἐπὶ τοῖς κύμασι τῶν ὑδάτων νήχεται. Ἄργεϊ παντί. Παντὸς Ἄργους, ὅλης τῆς Πελοποννήσου.

2

.

109

Τῷ ὅγε. Τούτῳ τῷ σκήπτρῳ οὗτος, τουτέστιν, ὁ Ἀγα‐ μέμνων. Ἐρεισάμενος. Ἐπερεισθείς. Ἔπεα. Λόγους. Μετηύδα. Ἐν αὐτοῖς
5εἶπεν.

2

.

110

Ὦ φίλοι. Ὦ προσφιλέ‐ στατοι. Θεράποντες Ἄρηος. Ὑπηρέται τοῦ Ἄρεος. πολεμικοί.

2

.

111

Μέγα. Μεγάλως. Ἄτῃ. Βλάβῃ. Ἐνέδησεν. Ἐνέβαλεν. Βαρείῃ. Μεγάλῃ, ἰσχυρᾷ.

2

.

112

Σχέτλιος. Ὁ τοῦ σχετλιάζειν καὶ δυσφημεῖν τοῖς ἀνθρώποις αἴτιος. λύπας αὐτοῖς διδούς. ὁ γὰρ σχετλιασμὸς, ἐπίῤῥημα λύπης δηλωτικόν. Πρίν. Πρό‐
5τερον. ὅτε ἐν τῇ Αὐλίδι, ὡς ἑξῆς ἐρεῖ.

2

.

113

Ἐκπέρσαντα. Ἐκπορθήσαντα. Εὐτείχεον. Καλῶς τετειχισμένην ὑπὸ Ἀπόλλωνος καὶ Ποσειδῶνος. Ἀπονέ‐ εσθαι. Ἀπαλλάττεσθαι, ὑποχωρεῖν.

2

.

114

Ἀπάτην. Πλάνην. Βουλεύσατο. Ἐβουλεύσατο, ἐσκέψατο.

2

.

115

Δυσ‐ κλέα. Ἄδοξον εἰς Πελοπόννησον ἀπελ‐ θεῖν. Ἱκέσθαι. Παραγενέσθαι. Ἐπεὶ πολὺν ὤλεσα λαόν. Διότι ἐν τῷ πολέμῳ
5πολὺν ὄχλον ἀπώλεσα.

2

.

116

Οὕτω που. Οὕτω δή. Μέλλει. Ἀρέσκει, ἔ‐ οικε. Ὑπερμενέϊ. Τῷ ὑπερέχοντι τῇ δυνάμει πάντων θεῶν καὶ ἀνθρώπων.
5Φίλον. Προσφιλές.

2

.

117

Πολλάων. Πολλῶν. Ἔστι δὲ ὁ τρόπος ἐπέκτασις, ἴδιος Ἰώνων. Πολίων. Πόλεων. Κά‐ ρηνα. Ἀκροπόλεις. ἐξ οὗ, βασίλεια.

2

.

118

Ἠδ’ ἔτι. Καὶ ἔτι. Κράτος. Ἰσχὺς, δύναμις.

2

.

119

Αἰσχρὸν γὰρ τόδε γ’ ἐστίν. Ἀειδὲς γὰρ τοῦτό ἐστιν. Ἐσσομένοισι. Μεταγενεστέροις. Πυ‐ θέσθαι. Ἀκοῦσαι, μαθεῖν.

2

.

120

Μάψ. Μάτην. Τοιόνδε. Τοιοῦτον τῇ ἀρετῇ. Τοσόνδε. Καὶ τοσοῦτον πλήθει.

2

.

121

Ἄπρηκτον. Ἄπρακτον, ἀτέλεστον. Πολεμίζειν. Πολεμεῖν. Τὸ δὲ τοιοῦτον σχῆμα παρονομασία καλεῖται.

2

.

122

Παυροτέροις. Ὀλιγωτέροις. οἱ μὲν Τρῶες χωρὶς τῶν ἐπικούρων ἦσαν ἀριθμῷ μυ‐ ριάδες εʹ. Τῶν δὲ Ἑλλήνων τὸ πλῆθος, τινὲς μέν φασι, μυριάδες δώδεκα. ἄλλοι
5δὲ ιδʹ. Πέφανται. Ἐφάνη.

2

.

123

Εἴπερ γάρ κε. Ἐάνπερ γάρ. Ἐθέλοι‐ μεν. Βουληθῶμεν.

2

.

124

Ὅρκια πι‐ στά. Πιστοὺς ὅρκους. Ταμόντες. Δι’ ἐντόμων ποιησάμενοι. Ἀριθμηθήμεναι. Ἀριθμηθῆναι ἀμφότεροι· οἱ Τρῶες καὶ
5οἱ Ἕλληνες.

2

.

125

Λέξασθαι. Ἐπι‐ λέξασθαι, ἢ καταριθμήσασθαι. Ἐφέ‐ στιοι. Ἔποικοι. ὅ ἐστιν, αὐτόχθονες, πολῖται. Ὅσσοι. Ὁπόσοι. Ἔασιν.
5Εἰσὶν, ὑπάρχουσι.

2

.

126

Διακοσμηθῆ‐ μεν. Διαταχθείημεν. Δεκάδας. Ἀνὰ δεκανίας.

2

.

127

Ἑλοίμεθα. Λάβοιμεν, Οἰνοχοεύειν. Οἰνοχοεῖν, κιρνᾷν.

2

.

128

Πολλαί κεν. Πολλαὶ ἄν. Δευοίατο. Ἐνδεεῖς γένοιντο. Οἰνοχόοιο. Οἰνοχόου.

2

.

129

Τόσσον. Τοσοῦτον. Φημί. Ὑπο‐ λαμβάνω. Πλέας. Πλείονας. Ἔμ‐ μεναι. Εἶναι.

2

.

130

Οἳ ναίουσιν. Οἵ τινες οἰκοῦσιν Ἴλιον. Ἐπίκουροι. Οἱ ἀπὸ ξένης χώρας σύμμαχοι τῶν πολεμου‐ μένων, καὶ βοηθοί.

2

.

131

Πολλέων ἐκ πολίων. Ἐκ πολλῶν πόλεων. Ἐγχέ‐ σπαλοι. Οἱ τὰ ἔγχη πάλλοντες, καὶ κινοῦντες τὰ δόρατα. πολεμικοί. Ἔσειον
5δὲ αὐτὰ πρὸ τῆς ἀφέσεως, μή ποτε ἄρα εἶεν κλασθέντα.

2

.

132

Μέγα. Με‐ γάλως. συγκοπὴ ὁ τρόπος. Πλάζουσι. Πλανῶσι, καὶ ἀπείργουσι τῆς πολλῆς προθυμίας. Οὐκ εἰῶσιν. Οὐ συγχωροῦσι
5βουλόμενον. ὅ ἐστι, δυνάμενον. Ἰὰς ἡ διάλεκτος.

2

.

133

Εὖ ναιόμενον. Καλῶς οἰκούμενον. Πτολίεθρον. Πόλισμα, πό‐ λιν.

2

.

134

Βεβάασι. Παραβεβήκασι, παρεληλύθασι.

2

.

135

Δοῦρα. Δόρατα, ξύλα. Σέσηπε. Διασέσηπται ἐκ τοῦ χρόνου. Σπάρτα. Σπαρτία, σχοινία. Λέλυνται. Διαλέλυνται, σαπέντα δη‐
5λαδή.

2

.

136

Ἄλοχοι. Γυναῖκες. Νή‐ πια. Μικρά.

2

.

137

Εἵατ’. Καθέ‐ ζονται. Ἐνὶ μεγάροισιν. Ἐν τοῖς οἴ‐ κοις. Ποτιδέγμεναι. Προσδεχόμεναι. ὀρθῶς κατ’ ἐπικράτησιν τοῦ θήλεος. Τὸ
5δὲ ποτὶ, Δωρικόν. Ἄμμι δέ. Ἐν ἡμῖν δέ. Αἰολικῶς. Ἔργον. Νῦν ὁ πόλεμος.

2

.

138

Αὕτως. Ὡσαύτως, ὁμοίως, ἢ, μα‐ ταίως. Ἀκράαντον. Ἀτελείωτον, ἀ‐ πλήρωτον. Οὗ εἵνεκα. Οὗτινος χάριν. Δεῦρο. Ἐνταῦθα. Ἱκόμεσθα. Παρε‐
5γενόμεθα.

2

.

139

Ἀλλ’ ἄγε. Ἀλλὰ δεῦρο. Πειθώμεθα. Ἀντὶ τοῦ, πεισθῶ‐ μεν.

2

.

141

Αἱρήσομεν. Πορθήσωμεν, λάβωμεν.

2

.

142

Ὤρινε. Διετάραξε.

2

.

143

Μετὰ πληθύν. Ἐν τῷ πλήθει. Ὅσοι οὐ βουλῆς ἐπάκουσαν. Ὅσοι τοῦ προβουλεύματος οὐκ ἤκουσαν τῶν ἡγεμό‐ νων.

2

.

144

Κινήθη δ’ ἀγορὴ ὡς κύματα μακρά. Ἀντὶ τοῦ, μεγάλα. ἔστι δὲ παραβολὴ τὸ σχῆμα. παραβολὴ δέ ἐ‐
στιν, ὁμοιωματικὴ πράγματος τοῖς ὑπο‐
5κειμένοις παράθεσις, πρὸς δήλωσιν ἐναρ‐ γεστέραν. Κινήθη. Ἐκινήθη, ἐταράχθη.

2

.

145

Πόντου Ἰκαρίοιο. Τοῦ Ἰκαρίου πελάγους. κεκλημένου οὕτως ἀπὸ Ἰκά‐ ρου τοῦ Δαιδάλου παιδὸς, πεσόντος εἰς αὐτὸ, καὶ ἀπολομένου οὕτως. Μετὰ τὴν
5Πασιφάης πρὸς τὸν ταῦρον μίξιν, Δαί‐ δαλος, εὐλαβούμενος τὴν Μίνωος ὀργὴν, πτερωτὸς, σὺν Ἰκάρῳ τῷ υἱεῖ ἐκ Κρήτης ἐφέρετο. Καταπεσόντος δὲ τοῦ παιδὸς, τὸ ὑποκείμενον πέλαγος, Ἰκάριον μετω‐
10νομάσθη· ὁ μέντοι Δαίδαλος, διαπτὰς εἰς Κάμικον τῆς Σικελίας, καὶ τὸν υἱὸν αὐτοῦ ἐκδεχόμενος, ἔμενε παρὰ ταῖς Κωκάλου θυγατράσιν. ὑφ’ ὧν ὁ Μίνως, ἥκων ἐπ’ ἀναζήτησιν τοῦ Δαιδάλου, ἀ‐
15ποθνήσκει, καταχυθέντος αὐτοῦ ζεστοῦ ὕδατος. Ἱστορεῖ Φιλοστέφανος, καὶ Καλλίμαχος ἐν Αἰτίοις. Εὖρος. Ὁ ἀπὸ ἀνατολῆς πνέων ἄνεμος, ὅστις καὶ ἀ‐ πηλιώτης καλεῖται. Νότος δὲ ὁ ἀπὸ
20μεσημβρίας.

2

.

146

Ὤρορε. Διήγειρε, διετάραξε. Ἐπαΐξας. Ἐφορμήσας. Νεφελάων. Νεφελῶν.

2

.

147

Κινήσει. Φυσήσει. Ζέφυρος. Ὁ ἀπὸ δυσμῶν πνέων. ζόφος γὰρ καλεῖται ἡ δύσις. Βαθύ. Μέγα, εὔφορον. Λήϊον. Σιτο‐
5φόρον χωρίον.

2

.

148

Λάβρος ἐπαιγί‐ ζων. Σφοδρὸς πνέων, μέγας. Ἐπί τ’ ἠμύει ἀσταχύεσσι. Ἐπικατακλίνει τοὺς ἀστάχυας τοῖς στάχυσιν.

2

.

149

Ὣς τῶν. Οὕτως τούτων. Ἀλαλητῷ. Θο‐ ρύβῳ. προσληπτέον τὴν, σὺν, ἵν’ ᾖ, σὺν θορύβῳ.

2

.

150

Νῆας ἐπεσσεύοντο. Ἐπήρχοντο, ἐπηκολούθουν. Ὑπένερθεν. Ὑποκάτωθεν. Κονίη. Κόνις.

2

.

151

Ἵ‐ στατο. Ὑψοῦτο, ἠγείρετο. Ἀειρομένη. Εἰς ὕψος ἐπαιρομένη. Ἀλλήλοισι κέλευ‐ ον. Ἀλλήλοις παρεκελεύοντο. τουτέστιν,
5εἷς ἕνα ἐπεσπούδαζον.

2

.

152

Ἅπτε‐ σθαι. Λαμβάνεσθαι. Ἠδ’ ἑλκέμεν. Καὶ καθέλκειν. Δῖαν. Θείαν, φοβεράν.

2

.

153

Ἐξεκάθαιρον. Ἐξέσκαπτον. Οὐ‐
ρούς. Ταφροειδῆ ὀρύγματα, δι’ ὧν αἱ νῆες καθέλκονται εἰς τὴν θάλασσαν. ἢ τὰς ἀντλίας.

2

.

154

Οἴκαδ’ ἱεμένων. Ὁρμωμένων, εἰς οἶκον ἀπιέναι προθυμου‐ μένων. Ὑπὸ δ’ ᾕρεον. Ὑφῄρουν δέ.

2

.

155

Ἔνθα κεν. Καὶ παρ’ ὀλίγον τότε ἄν. Ὑπέρμορα. Ὑπὲρ τὸ προσῆκον, ὑ‐ πὲρ τὸ εἰμαρμένον. Νόστος. Ἡ εἰς οἶ‐ κον ἀνακομιδή. παρὰ τὸ ἡδὺ, καὶ γνή‐
5σιον τῆς πατρίδος. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐδεσμάτων. Ἐτύχθη. Ἐγένετο.

2

.

156

Πρὸς μῦθον ἔειπε. Προσεῖπε λόγον.

2

.

157

Ὦ πόποι. Φεῦ. παπαί. Ἔστι δὲ ἐπίῤῥημα σχετλιαστικὸν, καὶ λύπης δηλωτικόν. Αἰγιόχοιο. Τοῦ τὴν αἰγίδα ἔχοντος. Αἰγὶς δέ ἐστιν ὅπλον
5Διὸς ἡφαιστότευκτον. Ζεὺς, Κρόνου καὶ Ῥέας γενόμενος, ἐν Κρήτῃ ἐπεκλήθη Αἰ‐ γίοχος, διὰ τὸ αὐτόθι ὑπὸ αἰγὸς τρα‐ φῆναι. ἢ, ὥς τινές φασι, διὰ τὸ, αἶγα ἀνελόντα, τὴν μὲν δορὰν ἀμφιέσασθαι,
10τοῖς δὲ κέρασιν εἰς τόξον χρήσασθαι. ὅθεν καὶ Αἰγιδόκον τόπον τινὰ ἐν Κρήτῃ καλεῖσθαι. Ἱστορεῖ Εὐφορίων. Διὸς τέκος. Διὸς τέκνον. Ἀτρυτώνη. Ἄ‐ τρυτε, ἀκαταπόνητε.

2

.

159

Ἐπ’ εὐ‐ ρέα. Ἐπὶ τὰ πλατέα καὶ μεγάλα. Νῶτα θαλάσσης. Ἤτοι τὴν ἐπιφάνειαν τῆς θαλάσσης, ἢ τὰ μεγέθη. Ἰστέον
5δὲ, ὅτι οὐδετέρως τὸ νῶτον καὶ τὰ νῶτα λέγει ὁ ποιητὴς πανταχοῦ, καὶ Ἡσί‐ οδος, καὶ οὐκ ἀῤῥενικῶς.

2

.

160

Καδδέ κεν λίποιεν. Τὸ ἑξῆς, καταλίποιεν δ’ ἂν καύ‐ χησιν οἱ Ἕλληνες τοῖς Τρωσὶ τὴν Ἑλένην ἐνταῦθα. Εὐχωλήν. Εὐχὴν, καύχησιν.

2

.

161

Ἀργείην. Τὴν Πελοποννησίαν. ἡ γὰρ Λακωνικὴ μέρος ἦν πέμπτον τῆς Πελοποννήσου. Ἧς εἵνεκα. Ἧς ἕνεκα, ἧς χάριν.

2

.

162

Ἀπόλοντο. Ἀπώλοντο, ἠφανίσθησαν. Φίλης ἄπο. Πόῤῥωθεν τῆς προσφιλεστάτης πατρῴας αὐτῶν γῆς.

2

.

163

Ἀλλ’ ἴθι. Ἀλλ’ ἄπιθι. Μετὰ λαόν. Ἐπὶ τὸν τῶν Ἑλλήνων ὄχλον.

2

.

164

Ἀγανοῖς. Προσηνέσι, πρᾴοις. Ἐ‐
ρήτυε. Κώλυε, κάτεχε. Φῶτα. Ἄν‐ δρα.

2

.

165

Μηδὲ ἔα. Μὴ δὲ συγχώ‐ ρει. Ἅλα δ’ ἑλκέμεν. Εἰς τὴν θάλασ‐ σαν καθέλκειν. Ἀμφιελίσσας. Ἀμφο‐ τέρωθεν ταῖς κώπαις ἐλαυνομένας. ἢ εἰς
5ἑκάτερα τὰ πλευρὰ στρεφομένας.

2

.

166

Οὐδ’ ἀπίθησε. Οὐδὲ παρήκουσε. Γλαυ‐ κῶπις. Γλαυκόφθαλμος, καλὴ, φοβερά. ἢ καταπληκτικὴ τὴν πρόσοψιν.

2

.

167

Ἀΐξασα. Ὁρμήσασα. Καρήνων. Ἀ‐ κρωτηρίων.

2

.

169

Εὗρεν. Κατέλαβε. Διῒ μῆτιν ἀτάλαντον. Τῷ Διῒ τὴν εὐ‐ βουλίαν ἶσον. Ἔπειτα. Μεταταῦτα.

2

.

170

Ἑσταότα. Ἑστῶτα. Ἐϋσέλ‐ μοιο. Εὐκαθέδρου. σέλματα γὰρ, αἱ τῶν ἐρεσσόντων καθέδραι.

2

.

171

Ἅ‐ πτετο. Ἥπτετο. Ἐπεί μιν. Ἐπειδὴ αὐτόν. Ἄχος. Λύπη. Ἵκανε. Κατέ‐ λαβε.

2

.

172

Ἀγχοῦ. Ἐγγὺς, πλη‐ σίον. Ἱσταμένη. Στᾶσα.

2

.

173

Δι‐ ογενές. Ἀπὸ Διὸς ἔχων τὸ γένος. εὐ‐ γενέστατε. Λαερτιάδη. Λαέρτου παῖ Ὀδυσσεῦ. Πολυμήχανε. Πολύβουλε,
5συνετέ.

2

.

175

Ἐν νήεσσι. Ἐν ταῖς ναυσί. Πολυκλήϊσι. Πολυκαθέδροις. Πεσόντες. Ἐμπεσόντες, εἰσελθόντες.

2

.

179

Μηδέ τ’ ἐρώει. Μὴ δὲ συγχώρει, ἡσύχαζε, μένε.

2

.

182

Ξυνέηκε. Συν‐ ῆκεν, ἤκουσεν. Ὄπα. Φωνήν. Φωνη‐ σάσης. Εἰπούσης.

2

.

183

Βῆ δὲ θέειν. Ὥρμησε δὲ τρέχειν. Ἀπὸ δὲ χλαῖναν. Ἀπεδύσατο δὲ τὴν χλανίδα, διὰ τὸ μὴ ἐμποδίζεσθαι αὐτὸν σπεύδοντα ὑπὸ τοῦ
5πλήθους τῶν ἱματίων. Ἐκόμισσεν. Ἐ‐ κόμισεν, ἐβάστασεν. Ἰστέον δὲ, ὅτι ἕτερος οὗτός ἐστιν Εὐρυβάτης, καὶ ἕτερος ὁ Ἀγαμέμνονος, οὗ ἐμνήσθη ἐν τῇ α. ἕκαστος γὰρ τῶν βασιλέων εἶχεν ἰδίους
10κήρυκας.

2

.

184

Ὀπήδει. Ἠκολούθει.

2

.

185

Αὐτὸς δ’ Ἀτρείδεω Ἀγαμέμνονος ἀντίος ἐλθών. Ὁ Ὀδυσσεύς, φησι, παρὰ τοῦ Ἀγαμέμνονος λαμβάνει τὸ σκῆπτρον. οὐχ ἁπλῶς δὲ τοῦτο ποιεῖ,
5ἀλλ’ ἵνα δοκῇ, σὺν τῇ τοῦ βασιλέως γνώμῃ κρατεῖν αὐτούς. Ἀντίος. Ἐξ‐ εναντίας.

2

.

186

Ἄφθιτον. Ποιητικῶς τοῦτο πέπλασται. τὸ μὲν ἀθάνατον ἐπὶ ἐμψύχων οἱ φιλόσοφοι τάσσουσι· τὸ δὲ ἄφθιτον ἐπὶ ἀψύχων.

2

.

187

Σὺν τῷ. Σὺν τούτῳ, τῷ σκήπτρῳ δηλονότι.

2

.

188

Ἔξοχον. Ἐξέχοντα, βασιλέα. Κιχείη. Καταλάβοι.

2

.

189

Ἀγανοῖς. Προσηνέσι, πρᾴοις. Ἐρητύσασκε. Κατ‐ εῖχεν, ἐκώλυε.

2

.

190

Δαιμόνι’. Αὕτη ἡ λέξις τῶν μέσων ἐστί. Δηλοῖ δὲ ἀμ‐ φότερα. Ὁτὲ μὲν ἐπὶ ἐπαίνῳ λεγομένη· οἷον, θεῖε, μακάριε, μέγιστε, ἢ, ἀγαθὲ,
5καὶ ἄριστε. ὁτὲ δ’ ἐπὶ ψόγῳ· οἷον, ἄ‐ φρον, καὶ μάταιε, ἢ χείριστε, καὶ φαῦ‐ λε. Ὅτε μὲν οὖν φησι θεῷ προσφερῆ, ἥσσονα λέγει ἢ κατὰ θεόν· ὅτε δὲ ἀν‐ θρώπῳ, ὑπερέχοντα ἄνθρωπον. ὡς δη‐
10λοῦσθαι, ἥττονα μὲν θεοῦ, ὑπερέχοντα δὲ ἀνθρώπου. Οὔ σε ἔοικεν. Οὔ σε πρέ‐ πει, ὦ βέλτιστε. Κακὸν ὥς. Ὡς κακὸν καὶ ἄνανδρον. Δειδίσσεσθαι. Εὐλαβεῖ‐ σθαι, φοβεῖσθαι.

2

.

191

Αὐτός. Σύ. Κάθησο. Κάθου. Ἵδρυε. Καθέζεσθαι κέλευε.

2

.

192

Σάφα. Σαφῶς, ἀκρι‐ βῶς. Οἷος. Ὁποῖος. Νόος. Νοῦς, διά‐ νοια. Ἀντὶ τοῦ, ἔτι οὐκ οἴδαμεν, τί βούλεται, περὶ φυγῆς ἡμῖν λέγων.

2

.

193

Τάχα δ’. Ταχέως δέ. Ἴψεται. Βλάψει.

2

.

194

Ἀκούσαμεν. Ἠκού‐ σαμεν.

2

.

195

Ῥέξῃ. Ποιήσῃ, πράξῃ.

2

.

196

Θυμός. Νῦν ὀργή. Διοτρεφέων. Τῶν σὺν Διὸς τῇ γνώμῃ τεθραμμένων.

2

.

197

Φιλεῖ δέ ἑ μητιέτα Ζεύς. Φιλεῖ δὲ αὐτὸν ὁ βουλευτικώτατος Ζεύς.

2

.

198

Ὃν δ’ αὖ. Ὅντινα δὲ πάλιν. Δήμου. Δημοτικὸν, τοῦ πλήθους. Βοόωντα. Βο‐ ῶντα, κράζοντα. Ἐφεύροι. Καταλά‐ βοι.

2

.

199

Ἐλάσασκεν. Ἔπληττεν. Ὁμοκλήσασκε. Καὶ ἠπείλησε μεθ’ ὕ‐ βρεως.

2

.

200

Δαιμόνι’. Ἐνταῦθα ἐφ’ ὕβρει, ἀντὶ τοῦ κακόδαιμον, φαυλότατε. Ἀτρέμας ἧσο. Μεθ’ ἡσυχίας καθέζου.

2

.

201

Οἳ σέο. Οἵτινές σου. Φέρτεροι. Κρείσσονες. Ἀπτόλεμος. Ἄπειρος πολέ‐ μου, ἄθλιος. Ἄναλκις. Ἀσθενὴς, ἀδύ‐ νατος.

2

.

202

Ἐναρίθμιος. Οὐ κατα‐ ριθμούμενος. Βουλῇ. Τουτέστιν, ἐκκλη‐ σίᾳ.

2

.

203

Οὐ μέν πως. Οὐ μὴν, οὐδαμῶς πως. Οὐκ ἀγαθόν. Ἀντὶ τοῦ, οὐ καλόν.

2

.

204

Πολυκοιρανίη. Πολυ‐ αρχία. Κοίρανος. Βασιλεὺς, ἡγεμών.
οὕτω γοῦν, ὅτι ἡ Περσῶν ἀρχὴ διὰ τῆς μοναρχίας μεγάλη ἐστί. καὶ οἱ Ἀθη‐
5ναῖοι δὲ, ὁπότε πλείονας παρεῖχον τῷ στρατεύματι ἡγεμόνας, ὡς ἐν Αἰγὸς πο‐ ταμοῖς τοὺς ἐννέα, ἡττῶντο· ὁπότε δὲ δι’ ἑνὸς ἐποιοῦντο τοὺς ἀγῶνας, ἐνίκων, ὥσπερ ἐν τῇ Κνίδῳ, ὁ Κόνων νικῶν τὸ τῶν
10Πελοποννησίων στρατόπεδον. Ὅπου γε καὶ τὰ σώματα ἡμῶν, εἰ ἦσαν ἐξ ἑ‐ νὸς στοιχείου, οὐδέ ποτε ἂν ἤλγουν. οὔτε γὰρ ἦν ὑφ’ οὗ ἀλγήσειαν ἓν ὄντα, ὥς φησιν ὁ θεῖος Ἱπποκράτης. καὶ ἐν ἑτέρῳ
15δὲ πάλιν ὁ αὐτὸς ἀνὴρ, πᾶν τὸ πολὺ τῇ φύσει πολέμιον. τὰ γὰρ πολλὰ ἀλλή‐ λοις ἀνθιστάμενα, ὥσπερ πόλεμον ἐπι‐ φέρει, ἀφ’ οὗ φθορά.

2

.

205

Ἀγκυλο‐ μήτεω. Ἀγκυλομήτης ὁ Κρόνος ἐκλήθη. ἤτοι ἀγκύλα καὶ σκολιὰ βουλευσάμενος κατὰ τοῦ πατρὸς, καὶ τῶν παίδων, ὥς
5φησιν Ἡσίοδος. τοῦ μὲν γὰρ τὰ αἰ‐ δοῖα τῇ ἅρπῃ ἀπέτεμε, τοὺς δὲ κατέπιεν. ἢ, ὁ τὰ ἀγκύλα καὶ δυσχερῆ πράγματα τῇ μήτι περιλαμβάνων, κορόνους τὶς ὢν καὶ τέλειος νοῦς, ὥς φησι καὶ ἡ Δημώ.
10Ἀγκυλομήτης, ὁ ἐν τοῖς σκολιοῖς πρά‐ γμασιν εὐμήχανος. Δηλοῖ δὲ τὸ ἀγκύ‐ λον παρὰ τῷ Ποιητῇ τρία. τὸ σκολιὸν κατὰ βούλευσιν· ὡς ὅταν λέγῃ ἀγκυλο‐ μήτην τὸν Κρόνον. καὶ τὸ περιφερὲς
15κατὰ σχῆμα· ὡς τὸ, ἀγκύλα κύκλα. καὶ τὸ ἰσχυρόν· ὡς τὸ, ἀγκύλον ἅρμα.

2

.

207

Ὣς ὅγε. Οὕτως μὲν δὴ οὗτος. Κοιρανέων. Διατάσσων, διερχόμενος, καὶ τὸ τοῦ κοιράνου ἔργον ἐπιτελῶν. Δίεπε. Διέτασσε, διῴκει.

2

.

208

Ἐ‐ πεσσεύοντο. Ἤρχοντο, ἐπηκολούθουν. Ἀλαλητῷ. Σὺν θορύβῳ. Νεῶν ἄπο. Ἀπὸ τῶν πλοίων.

2

.

209

Ἠχῇ. Μετὰ ἤχου καὶ κραυγῆς. Ὡς ὅτε κῦμα. Τοῦτο πρὸς τὴν κίνησιν. τὸν δὲ βρόμον, πρὸς τὴν ἀπήχησιν.

2

.

210

Βρέμεται. Ἠχεῖ, κτυπεῖ. Σμαραγεῖ. Ἠχεῖ.

2

.

212

Θερσίτης δέ τι μοῦνος. Ὁ δὲ Θερσίτης μόνος. Οἰνεῖ, ἀμελήσαντι τῆς Ἀρτέμιδος, θυσιῶν ἕνεκα ἡ θεὸς ὀργι‐ σθεῖσα, ἔπεμψε τῇ πόλει σῦν ἄγριον.
5ἐφ’ ὃν ἦλθε στρατιὰ τῶν ἀρίστων τῆς Ἑλλάδος, ἐπειδὴ ἐλυμαίνετο τὴν χώραν, ὥς φησιν αὐτὸς ὁ Ποιητὴς ἐν τῇ ιʹ. Μεθ’ ὧν ἦν καὶ ὁ Θερσίτης. Ὃς δειλωθεὶς κατέλειψε τὴν παραφυλακὴν ἐφ’ ἧς ἦν,
10καὶ ἀπῆλθεν ἐπί τινα τόπον ὑψηλὸν, τὴν σωτηρίαν θηρώμενος. Ὀνειδιζόμενος δὲ ὑπὸ Μελεάγρου, ἐδιώκετο. καὶ κατὰ
κρημνῶν πεσὼν, τοιοῦτος ἐγένετο, οἷον Ὅμηρος αὐτὸν παρίστησιν. Ἱστορεῖ
15Εὐφορίων. Οἰνεὺς, καὶ Ἄγριος, ἀδελφοὶ, ὡς λέγει ὁ Ποιητὴς ἐν τῇ ξ. Ἀλλ’ ὁ μὲν Οἰνεὺς ἦν πατὴρ Μελεάγρου, ὁ δὲ Ἄγριος Θερσίτου. Μήτηρ δὲ Θερσίτου Δία. Ἐζήτηται δὲ, διὰ ποίαν αἰτίαν ὁ
20Θερσίτης ἐστράτευσεν εἰς Τροίαν, τοιοῦ‐ τος ὤν. Ῥητέον οὖν, ὅτι, ἤτοι στασιώ‐ δης ὢν, οὐκ ἀπελείφθη ἐπὶ τῆς πατρίδος. ἢ ὅτι κατ’ ἐπεισόδιον παρῆκται πρὸς τὸ ἐκ σκωποῦ πρὸς ἱλαρότητα τὰς ψυχὰς
25ἀνακαλέσασθαι τῶν Ἑλλήνων. ὥσπερ εἴληπται καὶ Ἥφαιστος γέλωτος χάριν παρὰ τοῖς θεοῖς ἐν τῇ αʹ. Λαμβάνεται δὲ πᾶν ἐπεισόδιον τῷ Ποιητῇ, ἢ πιθανό‐ τητος ἕνεκεν, ἢ χρείας, ὥσπερ τοῦτο νῦν,
30ἢ κόσμου καὶ ὑψώσεος χάριν. Ἀμετροε‐ πής. Ἄμετρος ἐν τῷ λέγειν, φλύαρος. Ἐκολῴα. Ἐθορύβει.

2

.

213

Ὅς. Ὅ‐ στις. Ἧισι. Ταῖς ἰδίαις, ταῖς ἑαυτοῦ. Ἤιδη. Εἴδει, ἠπίστατο.

2

.

214

Μάψ. Μάτην. Οὐ κατὰ κόσμον. Οὐ κατὰ τὸ πρέπον, ἀτάκτως. τοῦτ’ ἔστιν, οὐ δι‐ καίως ἐφιλονείκει τοῖς βασιλεῦσιν.

2

.

215

Ἀλλ’ ὅ, τι οἱ εἴσαιτο γελοίϊον Ἀργείοι‐ σιν Ἔμμεναι. Ἀλλ’ ὅπερ ἂν ἐνόμιζεν ὁ Θερσίτης ἀναγκαῖον εἶναι, τοῦτο γέλωτος πολλοῦ ἄξιον ἐφαίνετο τοῖς Ἕλλησιν.

2

.

216

Αἴσχιστος. Αἰσχρότατος. Ὑπὸ Ἴλιον. Εἰς τὴν Ἴλιον.

2

.

217

Φολκός. Τὰς ὄψεις διάστροφος, στραβός. Ἔην. Ἦν, ὑπῆρχε. Χωλὸς δ’ ἕτερον πόδα. Χωλὸς δὲ ἦν τῷ ἑνὶ τοῦ ποδῶν. Τὼ δέ οἱ
5ὤμω. Οἱ δὲ ὦμοι αὐτοῦ.

2

.

218

Κυρ‐ τώ. Κυρτοί. δυϊκῶς. Συνοχωκότε. Συμπεπτωκότες, συνηγμένοι. Αὐτὰρ ὕ‐ περθεν. Ὑπεράνωθεν δέ.

2

.

219

Φοξός. Ὀξυκέφαλος. Ψεδνή. Ἀραιὰ, μαδαρά. Ἐπενήνοθεν. Ἐπήνθει, ἐπέκειτο. Λά‐ χνη. Τρίχωσις. Ἰστέον δὲ, ὅτι ὁ Ἀ‐
5χιλλεὺς αὐτὸν ἀναιρεῖ, ὡς ἱστορεῖ Κόϊν‐ τος ὁ ποιητὴς ἐν τοῖς μεθ’ Ὅμηρον. Φησὶ γὰρ, ὅτι, ἐν τῇ Ἀμαζονομαχίᾳ ἀνελὼν Ἀχιλλεὺς Πενθεσίλειαν τὴν τῶν Ἀμαζόνων βασιλείαν, εἶτα ἰδὼν τὸ σῶμα
10αὐτῆς εὐπρεπὲς πάνυ, εἰς ἔρωτα ἦλθε τῆς προειρημένης, βαρέως τε ἔφερεν ἐπὶ τῷ θανάτῳ αὐτῆς. Ὁρῶν δὲ δυσφοροῦντα αὐτὸν Θερσίτης, συνήθως ἐλοιδόρει. ἐφ’ ᾧ ὀργισθεὶς ὁ ἥρως, γρόνθῳ παίσας αὐτὸν
15ἀναιρεῖ, παραυτίκα τῶν ὀδόντων αὐτοῦ κατενεχθέντων χαμαί.

2

.

220

Ἔχθι‐ στος. Ἐχθρότατος. Ἠδέ. Καί. σύν‐ δεσμος συμπλεκτικός. Ἠδ’ Ὀδυσῆϊ. Καὶ τῷ Ὀδυσσεῖ.

2

.

221

Τὼ γὰρ νει‐ κείεσκε. Τούτους γὰρ πρότερον ἐλοιδόρει κακολογῶν. εἶθ’ οὕτως τὸν Ἀγαμέμνονα.

2

.

222

Ὀξέα. Μεγάλα. Κεκληγώς. Κεκραγώς. ἐκβοῶν. Λέγε. Ἔλεγεν. Ὀ‐ νείδεα. Ὀνείδη, ὕβρεις. Τῷ δ’ ἄρ’. Τούτῳ δὲ δή.

2

.

223

Ἐκπάγλως. Ἐ‐ πληκτικῶς, μεγάλως. Κοτέοντο. Ὠρ‐ γίζοντο. Νεμέσσηθεν. Ἐμέμφοντο.

2

.

224

Μακρὰ βοῶν. Ἀνατεταμένως καὶ μεγάλως κράζων. Νείκεε. Ἐκακολόγει.

2

.

225

Τέο; Τίνος; Ἐπιμέμφεαι. Ἐ‐ πιμέμφῃ, ἐπιζητεῖς. Χατίζεις. Χρή‐ ζεις.

2

.

226

Πλεῖαι. Πλήρεις, γέμου‐ σαι. Διατί δὲ ὑπὲρ τὴν ἄλλην ὕλην τοῦ χαλκοῦ ἐμνήσθη; Ὅτι παρὰ τοῖς ἀρ‐ χαίοις σφόδρα τίμιος ἦν ὁ χαλκός. Κλι‐
5σίαι. Σκηναί.

2

.

227

Ἐξαίρετοι. Εὐ‐ ειδεῖς, ἐπίλεκτοι. αἱ κατὰ τιμὴν διδό‐ μεναι ἀπὸ τῶν αἰχμαλώτων.

2

.

228

Πρωτίστῳ. Πρώτῳ, ὡς βασιλεῖ.

2

.

229

Ἐπιδεύεαι. Ἐνδεὴς εἶ, χρήζεις. Ὅν κέ τις οἴσει. Ὅντινά σοι ἄν τις κομίσῃ τῶν Τρώων ἀπὸ τῆς Ἰλίου.

2

.

230

Υἷος ἄποινα. Προσληπτέον τὴν, ὑπὲρ, πρό‐ θεσιν, ἵν’ ᾖ, ὑπὲρ υἱοῦ δῶρα.

2

.

231

Ἢ ἄλλος Ἀχαιῶν. Ἀπὸ κοινοῦ, τὸ, δήσας ἀγάγῃ.

2

.

232

Νέην. Νεωτέραν. Μίσ‐ γεαι. Μίσγῃ. Φιλότητι. Συνουσίᾳ.

2

.

233

Ἥν τ’ αὐτός. Ἥντινα αὐτός. Ἄπο νόσφι. Ἄποθεν καὶ χωρὶς, μόνος. Κατίσχεαι. Κατίσχῃς. Οὐ μὲν ἔοι‐ κεν. Οὐ μὲν οὖν πρέπει.

2

.

234

Ἀρχὸν
ἐόντα. Ἡγεμόνα ὄντα. Κακῶν ἐπιβα‐ σκέμεν. Κακῶν ἐπιβαίνειν, κακοῖς ἐμ‐ βιβάζειν.

2

.

235

Ὦ πέπονες. Ἔκλυ‐ τοι, καὶ ἀσθενεῖς. ὁτὲ δὲ ἥδιστοι. ἡ μεταφορὰ ἀπὸ τῶν ἀκμαίων πεπόνων, ἃ τῇ μὲν γεύσει ἐστὶν ἡδέα, τῇ δὲ θίξει
5καὶ τῇ ἁφῇ μαλακὰ καὶ εὐένδοτα. Κάκ’ ἐλέγχεα. Κακὰ ὀνείδη. Ἀχαιΐ‐ δες, οὐκ ἔτ’ Ἀχαιοί. Γυναῖκες, οὐκ ἔτι ἄνδρες.

2

.

236

Νεώμεθα. Πορευώμεθα. Τόνδε δ’ ἐῶμεν. Τοῦτον δέ. ὅ ἐστι, τὸν Ἀγαμέμνονα καταλείψωμεν.

2

.

237

Γέ‐ ρα πεσσέμεν. Τὰ γέρα, ὅ ἐστι, τὰς τιμὰς, κατέχειν. ἡ μεταφορὰ ἀπὸ τῶν ἐν γαστρὶ σιτίων. καὶ γὰρ αὐτὰ, ἂν
5μὴ κρατηθῇ τὸν ὡρισμένον χρόνον, ἀσθε‐ νούσης τῆς καθεκτικῆς δυνάμεως, οὐ πέ‐ πτεται. Ὄφρα ἴδηται. Ὅπως μάθῃ.

2

.

238

Ἤ ῥά τι οἱ χ’ ἡμεῖς. Ἢ ἄρα τὶ αὐτῷ καὶ ἡμεῖς. Προσαμύνομεν. Προσ‐ βοηθοῦμεν. Ἠὲ καὶ οὐκί. Ἢ καὶ οὐ‐ δαμῶς.

2

.

239

Ἕο. Ἑαυτοῦ. Μέγ’ ἀμείνονα. Μεγάλως βελτίονα. Φῶτα. Ἄνδρα.

2

.

241

Ἀλλὰ μάλ’ οὐκ Ἀχιλῆϊ χόλος φρεσίν. Ἀλλὰ πάνυ ὁ Ἀχιλλεὺς ἄχολος καὶ ἀόργητος ὑπάρχει. Μεθή‐ μων. Ἀμελής.

2

.

243

Νεικείων. Ὀ‐ νειδίζων.

2

.

245

Ἠνίπαπεν. Ἐκακολό‐ γησεν, ἐπέπληξεν.

2

.

246

Ἀκριτόμυθε. Ἄκριτε περὶ τοὺς λόγους, καὶ ἄτακτε. Τοῦτο δέ φησι σαρκαστικῶς. Λιγύς περ ἐών. Καίτοι ἡδὺς ὑπάρχων. Ἀγορητής.
5Δημηγόρος.

2

.

247

Ἴσχεο. Πέπαυσο. Μηδ’ ἔθελε. Μὴ δὲ βούλου. Οἶος. Μόνος. Ἐριζέμεναι. Ἐρίζειν, φιλονι‐ κεῖν.

2

.

248

Σέο. Σοῦ. ἐπέκτασις ὁ
τρόπος. Χερειότερον. Χείρονα. Βροτόν. Φθαρτὸν ἄνθρωπον. Βρότος δὲ παροξυ‐ τόνως, τὸ μετὰ κόνεως μιγὲν τοῦ ἀνθρώ‐
5που αἷμα. Φημί. Ὑπονοῶ.

2

.

249

Ἔμμεναι. Εἶναι. Ὅσσοι. Ὅσοι. Ἅμ’ Ἀτρείδῃσιν. Ἅμα τοῖς Ἀτρέως παισίν. Οὗτοι δὲ ἦσαν, κατὰ μὲν τὸ σύνηθες, Ἀερόπης καὶ Ἀτρέως παῖδες
5τοῦ Πέλοπος· τῇ δ’ ἀληθείᾳ, Πλεισθέ‐ νους, ὥς φασιν ἄλλοι τε πολλοὶ, καὶ Πορφύριος ἐν τοῖς ζητήμασιν. ἀλλ’ ἐπει‐ δὴ Πλεισθένης νέος τελευτᾷ, μηδὲν κατ‐ αλείψας μνήμης ἄξιον, νέοι πάνυ ἀνα‐
10τραφέντες ὑπὸ Ἀτρέως, αὐτοῦ παῖδες ἐκλήθησαν.

2

.

250

Τῷ. Διὸ δή. Ἀνὰ στόμ’ ἔχων. Διὰ στόματος ἔχων, λοι‐ δορῶν. διὸ οὐκ ἐχρῆν ἀεί σε τοὺς βασι‐ λεῖς ἐπὶ στόματος ἔχειν, καὶ λοιδορεῖν.
5Ἀγορεύοις. Λέγοις.

2

.

251

Καί σφιν. Καὶ αὐτοῖς. Προφέροις. Ὀνειδίζοις. Νόστον τε φυλάσσοις. Καὶ ἐπιτηροίης τὸν καιρὸν τοῦ ἀπόπλου.

2

.

252

Οὐ δέ τι πω. Οὐδαμῶς δέ. Ἴδμεν. Ἐπι‐ στάμεθα. Ἔσται. Γενήσεται. Τά‐ δε ἔργα. Τὰ παρόντα ἔργα.

2

.

253

Ἢ εὖ. Ἢ καλῶς. Ἠὲ κακῶς. Ἢ κακῶς. Νοστήσομεν. Ἀναζεύξομεν, ὑποστρέψο‐ μεν.

2

.

255

Ἧσαι ὀνειδίζων. Καθέζῃ ὑβρίζων. Ὅτι οἱ. Ὅτι αὐτῷ. Μάλα πολλά. Πάνυ πολλά. Διδοῦσι. Διδό‐ ασι.

2

.

256

Κερτομέων. Ἐρεθίζων, χλευάζων.

2

.

257

Ἐρέω. Ἐρῶ, λέξω. Τὸ δὲ καὶ τετελεσμένον ἔσται. Ὅπερ καὶ γενήσεται.

2

.

258

Εἴ κ’ ἔτι σε. Ἐὰν ἔτι σε. Ἀφραίνοντα. Ἄφρονα ὄντα, ἀ‐ νοηταίνοντα. Κιχήσομαι. Καταλάβω. Ὥς νύ περ ὧδε. Οὕτως ὡς νῦν.

2

.

259

Ὤμοισι. Τοῖς ὤμοις. Κάρη. Κεφαλή. Ἐπείη. Ἐπῇ, ἐπιμένῃ.

2

.

260

Κεκλη‐ μένος εἴην. Κληθείην τοῦ λοιποῦ. ἀντὶ τοῦ, τελευτήσαντος τοῦ Τηλεμάχου. τὴν γὰρ δευτέραν ἀρὰν κατ’ αὐτοῦ τοῦ παι‐
5δὸς ἐποιήσατο.

2

.

261

Ἀπὸ μὲν φίλα εἵματα δύσω. Εἰ μὴ ἀποδύσω σε τὰ προσφιλῆ ἱμάτια.

2

.

262

Χλαῖνάν τ’ ἠδὲ χιτῶνα. Τήν τε χλανίδα, καὶ τὸν χιτῶνα. Τά τ’ αἰδῶ ἀμφικαλύπτει. Ἅτινά σοι τὰ αἰδοῖα περικαλύπτει.

2

.

263

Αὐτὸν δέ. Ἀντὶ τοῦ σὲ δέ. Ἀ‐ φήσω. Ἀπολύσω, ἀποπέμψω.

2

.

264

Πεπληγώς. Πλήξας. Διὰ ποίαν αἰ‐ τίαν εἰπὼν, εἴ κ’ ἔτι ς’ ἀφραίνοντα κιχήσομαι, καὶ τὰ ἑξῆς, εὐθὺς λέγει, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω
5πλῆξε; Λέγομεν δὲ ἡμεῖς, ὅτι εἵπετο τηνικαῦτα, ἀποδύειν, καὶ οὕτως τύπτειν γυμνόν· νῦν δὲ ἁπλῶς, ἔπληξεν. Ἀγο‐ ρῆθεν. Ἀπὸ τῆς ἀγορᾶς, ὅ ἐστι, τῆς ἐκκλησίας. Ἀεικέσσιν. Αἰκιστικαῖς.
10Πληγῇσι. Πληγαῖς.

2

.

265

Ὣς ἄρ’ ἔφη. Οὕτως δὴ εἶπε. Μετάφρενον. Τὸν μεταξὺ τῶν ὤμων τόπον. Ἠδὲ καὶ ὤμω. Καὶ τοὺς ὤμους, δυϊκῶς.

2

.

266

Ὁ δ’ ἰδνώθη. Οὗτος δὲ ἀπὸ τῆς ὀδύνης συνεκάμφθη. Θαλερόν. Θερμὸν, ἀκ‐ μαῖον. Ἔκπεσεν. Ἐξέπεσε.

2

.

267

Σμῶδιξ. Ὁ ἐκ πληγῆς ὕφαιμος μώλωψ. Αἱματόεσσα. Αἱματώδης. Ἐξυπανέ‐ στη. Ἐξανέστη ἀπὸ τῆς πληγῆς τῆς χρυσῆς ῥάβδου.

2

.

268

Ὁ δ’ ἄρ’ ἕζετο. Ὁ δὲ Θερσίτης, φησὶν, ἐκαθέσθη ἄκων. Τάρβησέν τε. Καὶ ἐφοβήθη.

2

.

269

Ἀλγήσας. Ὀδυνηθείς. Ἀχρεῖον ἰδών. Ἀπρεπὲς καταστήσας τὸ πρόσωπον. Ἀπεμόρξατο. Ἀπεμάξατο, ἀπεψήσα‐ το.

2

.

270

Οἱ δὲ καὶ αὐτοί. Οἱ δὲ Ἕλληνες. Στικτέον δὲ μετὰ τὸ, ἀχνύ‐ μενοί περ. ἔπειτα ἀπὸ ἄλλης ἀρχῆς ἀναγνωστέον, ἵν’ ᾖ, οἱ δὲ Ἕλληνες, καί‐
5τοι λυπούμενοι διὰ τὴν ἀναβολὴν τῆς ἐπὶ τὸν οἶκον ἀνακομιδῆς, ἡδέως ἐγέλασαν ἐπὶ τῇ ὄψει τοῦ Θερσίτου.

2

.

271

Ὧδε δέ. Οὕτως δέ. Εἴπεσκεν. Εἶπεν. Ἰ‐ δὼν ἐς πλησίον ἄλλον. Ἄλλον τινὰ τὸν ἐγγὺς παρεστῶτα βλέψας.

2

.

272

Ἦ δή. Ἀληθῶς δή. Μυρία. Πάμπολλα ἀ‐ γαθά. Ἔοργεν. Εἴργασται.

2

.

273

Βου‐ λάς. Συμβουλίας, γνώμας. Κορύσ‐ σων. Καθοπλίζων, παρασκευάζων. Αἰ‐ ολικὸν ἀπὸ τοῦ κορύττω.

2

.

274

Ἔρεξεν. Ἔπραξε.

2

.

275

Λωβητῆρα. Ὑβρι‐ στήν. Ἐπεσβόλον. Ἔπεσσιν, ὅ ἐστι, λόγοις, βάλλοντα. λοίδορον. Ἔσχεν. Ἐπέσχεν, ἐκώλυσεν. Ἀγοράων. Δημη‐
5γοριῶν, φλυαριῶν.

2

.

276

Οὐ θήν μιν. Οὐκ ἂν δὴ ἐπιπολὺ αὐτόν. Πάλιν αὖ‐ τις. Ἐκ δευτέρου πάλιν. Ἀνήσει. Ἀναπείσει, παρορμήσει. Θυμός. Ψυ‐
5χή. νῦν δὲ, ἄλογος προθυμία, καὶ ὁρμή. Ἀγήνωρ. Αὐθάδης, ὑβριστὴς, καὶ θρα‐ σύς. Ἔστι δὲ ὅτε δηλοῖ καὶ τὸν ἀν‐ δρεῖον.

2

.

277

Νεικείειν. Κακολογεῖν, ὑβρίζειν. Ὀνειδείοις. Ὀνειδιστικοῖς, ὑβριστικοῖς.

2

.

278

Ὣς φάσαν. Οὕ‐ τως εἶπον. Ἡ πληθύς. Τὸ πλῆθος. Ἀνὰ δ’ ὁ πτολίπορθος Ὀδυσσεὺς ἔστη. Τὸ ἑξῆς· ἀνέστη δὲ ὁ τὰς πόλεις πορθῶν,
5ὁ πολεμικῶς διακείμενος Ὀδυσσεύς. ἵν’ ᾖ ὑπερβατὸν ὁ τρόπος. προκατεσκεύασε δὲ αὐτῷ ὁ Ποιητὴς τὴν τῆς Ἰλίου πόρ‐ θησιν, ὡς ὀψέ ποτε τοῦ Ὀδυσσέως ἐπι‐ νοήσαντος τὴν τοῦ δουρείου ἵππου κατα‐
10σκευὴν, οὗ εἰσαχθέντος, ἐπορθήθη ἡ Ἴ‐ λιος. ὡς καὶ ἀλλαχόθι τῆς ποιήσεώς φησι· Σῇ δ’ ἥλω βουλῇ ἄστυ Πριάμοιο ἄνακτος.

2

.

279

Παρὰ δὲ. Παρ’ αὐτὸν δέ.

2

.

280

Εἰδομένη. Ὁμοιωθεῖσα. Ἀ‐ νώγει. Ἐκέλευεν.

2

.

281

Ὡς. Ὅπως. ἵνα. Ἅμα. Ὁμοῦ, καὶ κατὰ τὸ αὐτό.

2

.

282

Ἐπιφρασαίατο. Ἐπισκέψαιντο, ἐπινοήσωσιν.

2

.

284

Νῦν δή σε ἄναξ. Ἐπὶ τοῦ παρόντος δὴ βούλονται, ὦ βα‐ σιλεῦ.

2

.

285

Ἐλέγχιστον. Ἐπονείδι‐ στον, ἐφύβριστον. Θέμεναι. Ποιῆσαι. Μερόπεσσι βροτοῖσιν. Ἀνθρώποις τοῖς μεμερισμένην καὶ ἔναρθρον ἔχουσι τὴν
5φωνὴν, ὡς πρὸς σύγκρισιν τῶν ἄλλων ζώων.

2

.

286

Οὐδέ τοι. Οὐδαμῶς δέ σοι. Ἐκτελέουσιν. Ἐκτελοῦσι, πληροῦ‐ σιν. Ὑπόσχεσιν. Σύνταξιν. Ἥνπερ ὑπέσταν. Ἥντινα ὑπέσχοντό σοι.

2

.

287

Ἐνθάδε. Ἐνταῦθα. Στείχον‐ τες. Ἐν τάξει παραγενόμενοι. Ἱππο‐ βότοιο. Ἱπποτρόφου. Ἀπὸ δὲ Ἀγήνο‐ ρος ἵππων ὠνομάσθη τὸ Ἄργος ἱππόβοτον.

2

.

288

Εὐτείχεον. Καλῶς τετειχισμένην.

2

.

289

Νεαροί. Μικροί. Χῆραί τε γυναῖ‐ κες. Ἔρημοι καὶ ἀνδρῶν μονωθεῖσαι.

2

.

290

Ἀλλήλοισιν ὀδύρονται. Πρὸς ἀλλήλους θρηνοῦσιν. Οἶκόνδε νέεσθαι. Εἰς τὸν οἶκον πορεύεσθαι.

2

.

291

Ἦ μὴν καὶ πόνος ἐστίν. Ἔστι δὲ ὄντως καὶ πό‐ νος. Ἀνιηθέντα. Τῇ ψυχῇ ὀδυνηθέντα, λυπηθέντα.

2

.

292

Καὶ γάρ τίς θ’ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο. Πόῤῥω, φησὶ, τῆς ἰδίας γυναικός. στικτέον δὲ, εἰς τὸ ἀσχαλάα· ἔπειτα ἀπὸ ἄλλης ἀρ‐
5χῆς ἀναγνωστέον. Ἧς. Ἰδίας. Ἀλό‐ χοιο. Γαμετῆς.

2

.

293

Ἀσχαλάα. Λυ‐ πεῖται, ἀσχάλλει. Πολυζύγῳ. Πολυ‐ καθέδρῳ. Ζυγὰ γὰρ, αἷ τῶν ἐρεσσόντων καθέδραι. Ἄελλαι. Αἱ τῶν ἀνέμων συ‐
5στροφαί.

2

.

294

Χειμέριαι. Χειμεριναί. Εἰλέωσιν. Συνειλῶσι, συγκλείωσιν. Ὀ‐ ρινομένη. Διεγειρομένη, ταρασσομένη.

2

.

295

Εἴνατος. Ἔνατος. Περιτροπέων. Περιτρεπόμενος, ὅ ἐστι περιερχόμενος, πάλιν ἐπὶ τὴν ἀρχὴν μέλλων τελειοῦσθαι.

2

.

296

Μιμνόντεσσι. Μένουσιν. Τῷ Διὸ δή. Οὐ νεμεσίζομαι. Οὐ μέμφομαι, εἰ οὕτω ῥαθυμοῦσιν.

2

.

297

Ἔμπης. Ὅμως.

2

.

298

Αἰσχρόν. Ἐφύβριστον, ἀηδές. Δη‐ ρόν. Ἐπὶ πολὺν χρόνον. Κενεόν. Κενὸν, ἄπρακτον.

2

.

299

Τλῆτε. Καρτερήσατε, καὶ ὑπομείνατε χρόνον ὀλίγον δή τινα. Δαῶμεν. Μάθωμεν.

2

.

300

Εἰ ἐτεόν. Εἰ ἀληθές. Ἠὲ καὶ οὐκί. Ἢ καὶ οὐδα‐ μῶς.

2

.

301

Ἴδμεν. Ἴσμεν, οἴδαμεν.

2

.

302

Μάρτυροι. Μάρτυρες. Οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι. Ὅσους μὴ προκαθαρπάσας ὁ θάνατος ἀπῆλθε. κῆρες γὰρ αἱ θανατηφόροι μοῖραι.

2

.

303

Χθιζά τε καὶ πρώϊζα. Χθὲς καὶ πρώην. Κατεσμίκρυνε δὲ τὸν ἐνναετῆ χρόνον, ἵνα μὴ διὰ τῆς ἀναμνήσεως πλέον ποιήσῃ ἀγωνιᾶσαι τοὺς Ἕλληνας. Αὐλίδα. Αὐ‐
5λὶς πόλις Βοιωτίας, κεκλημένη ἀπὸ τοῦ αὐτόθι αὐλισθῆναι, ὅ ἐστιν, ἀθροισθῆναι τὸν Ἑλληνικὸν στρατόν.

2

.

304

Ἠγερέ‐ θοντο. Συνηθροίζοντο.

2

.

305

Ἀμφὶ δὲ κρήνην. Περὶ τὴν κρήνην.

2

.

306

Ἔρδομεν. Ἐπετελοῦμεν, ἐθύομεν. Τεληέσσας ἑκα‐ τόμβας. Τελείας θυσίας.

2

.

307

Πλα‐ τανίστῳ. Ὑπὸ τῇ ἱερᾷ πλατάνῳ. Τῇ μέν τοι τάσει ἀναγνωστέον ὡς, κυπαρίσ‐ σῳ. Ῥέεν. Ἔῤῥει, ἐφέρετο. Ἀγλαόν.
5Καλόν.

2

.

308

Ἔνθ’ ἐφάνη. Ὅπου ἡμῖν ὤφθη ὁ δράκων. οὗτινος δράκοντος τὸ ὄνο‐ μα ὁ Πορφύριος ἐν τοῖς ζητήμασί φησι, λέγων αὐτὸν Σθένιον. οὕτως γὰρ ἱστόρη‐
5ται Διονυσίῳ, ἐν τῇ εʹ. τῶν ἀπόρων. Σῆ‐ μα. Σημεῖον ὑμῖν ἐφάνη ὑπὸ Διὸς πεμ‐ φθέν. Νῶτα δαφοινός. Πυῤῥὸς κατὰ τὰ νῶτα. ἢ ὁ ἄγαν φόνιος.

2

.

309

Σμερ‐ δαλέος. Καταπληκτικὸς, φοβερός. Ὀ‐ λύμπιος. Ὁ Ζεύς. Ἧκεν. Ἀφῆκεν, ἔπεμψε. Φόωσδε. Εἰς τὸ φῶς.

2

.

310

Βωμοῦ δ’ ὑπαΐξας. Τοῦ βωμοῦ ὑπεξελ‐ θών. Πρός ῥα πλατάνιστον. Πρὸς τὴν πλάτανον δή. Ὄρουσεν. Ἀνώρμησεν, ἀνῆλθεν.

2

.

311

Ἔσαν. Ἦσαν, ὑπῆρ‐ χον. Στρουθοῖο. Στρουθοῦ. Νεοσσοί. Πῶλοι. Νήπια. Μικρά.

2

.

312

Ὄζῳ ἐπ’ ἀκροτάτῳ. Ἐπὶ τῷ ὑψηλῷ ἀκρο‐ κλάδῳ. Πετάλοις. Φύλλοις. Ὑποπεπτη‐ ῶτες. Ὑποπεπτωκότες, ὑποκείμενοι.

2

.

314

Ἐλεεινά. Ἐλεεινῶς, οἰκτρῶς. Κατή‐ σθιε. Κατηνήλισκε, κατέτρωγε. Τετρι‐ γῶτας. Τρίζοντας, κράζοντας, ποῖάν τι‐ να φωνὴν ἀποτελοῦντας.

2

.

315

Ἀμφε‐ ποτᾶτο. Περὶ αὐτοὺς ἐπέτετο.

2

.

316

Πτέρυγος. Παροξυτόνως. Καὶ ὁ μὲν κα‐ νὼν θέλει προπαροξυτόνως, ὡς ὄρτυγος. ἀλλ’ ἐπειδὴ οὕτως δοκεῖ στίζειν τῷ Ἀρι‐ στάρχῳ, πειθόμεθα αὐτῷ, ὡς πάνυ ἀρί‐
5στῳ γραμματικῷ. Λάβεν. Ἐκράτησεν. Ἀμφιαχυῖαν. Περὶ τὰ τέκνα αὐτῆς θρηνοῦσαν.

2

.

317

Κατὰ τέκν’ ἔφαγε. Κατέφαγε τὰ τέκνα. Καὶ αὐτήν. Τὴν στρουθὸν δηλονότι.

2

.

318

Τὸν μέν. Τοῦτον μέν. Ἀρίζηλον. Διάδηλον, φα‐ νερόν. Θῆκεν. Ἔθηκε, ἐποίησε. Θεὸς,
ὅσπερ ἔφηνε. Ὅστις αὐτὸν φανῆναι
5ἐποίησεν ὁ Ζεύς.

2

.

319

Λᾶαν. Λίθον.

2

.

320

Ἑσταότες. Ἑστηκότες. Θαυμά‐ ζομεν. Ἐξεπληττόμεθα. Οἷον ἐτύχθη. Οἷον ἐγένετο.

2

.

321

Ὡς οὖν δεινά. Ὡς οὖν φοβερά. Πέλωρα. Μέγιστα ση‐ μεῖα.

2

.

322

Θεοπροπέων. Μαντευόμε‐ νος.

2

.

323

Τίπτε. Τί δή ποτε. Ἄνεῳ. Ἄφωνοι. κατὰ στέρησιν τῆς ἰωῆς, ὅ ἐστι, τῆς φωνῆς.

2

.

324

Ἡμῖν μέν. Ἡμῖν μὲν οὖν. Τέρας. Σημεῖον.

2

.

325

Ὄψι‐ μον. Βραδυχρόνιον. Ὀψιτέλεστον. Ὀψὲ καὶ βραδέως τελεσθησόμενον. Ὅου κλέος. Οὗτινος ἡ δόξα. Οὔποτε. Οὐ‐
5δέποτε, ἢ, οὐκ ἂν, ἡ δόξα ἀπολεῖται.

2

.

328

Ὣς ἡμεῖς. Οὕτως ἡμεῖς. Πτολε‐ μίξομεν. Πολεμήσομεν. Αὖθι. Αὐτόθι ἐν τῇ Ἰλίῳ.

2

.

329

Τῷ δεκάτῳ δέ. Προσληπτέον, ἐνιαυτῷ. Αἱρήσομεν. Πορ‐ θήσομεν.

2

.

330

Κεῖνος. Ἐκεῖνος. Τὰ δὴ νῦν. Ταῦτα ἐπὶ τοῦ παρόντος. Τε‐ λεῖται. Τελειοῦται, πληροῦται.

2

.

331

Μίμνετε. Μένετε.

2

.

332

Εἰσόκεν. Ἕως ἄν. Ἄστυ. Πόλιν.

2

.

333

Ὣς ἔφατ’. Ἀργεῖοι δὲ μέγ’ ἴαχον. Καὶ τὰ ἑξῆς. Τὸ ἑξῆς οὕτως· Ὣς ἔφατ’. Ἀρ‐ γεῖοι δὲ μέγ’ ἴαχον, μῦθον ἐπαινήσαντες
5Ὀδυσσῆος θείοιο. Ἀμφὶ δὲ νῆες. Ἀμ‐ φοτέρωθεν αἱ νῆες, ὅ ἐστι, πᾶσαι.

2

.

334

Σμερδαλέον. Σμερδνὸν, καταπληκτικὸν,
φοβερόν. Κονάβησαν. Ἤχησαν. Ἀϋ‐ σάντων. Βοησάντων.

2

.

335

Ἐπαινή‐ σαντες. Ἐπαινέσαντες. Ὀδυσσῆος θεί‐ οιο. Τοῦ θείου καὶ θαυμαστοῦ Ὀδυσ‐ σέως.

2

.

336

Γερήνιος. Ἔντιμος, παρὰ τὸ γέρας. Ἢ, ὁ ἐν Γερήνῃ κώμῃ τρα‐ φείς. Ἱππότα. Ἀντὶ τοῦ ἱππικός. νῦν δὲ, φυγάς. ὁ γὰρ Ποιητὴς νῦν, ἀντὶ τοῦ
5φυγάδος κέχρηται. Ἡρακλῆς ἐπιστρα‐ τεύσας τῇ Πύλῳ, διὰ τὸ μὴ καθαρθῆναι αὐτὸν ὑπὸ Νηλέως τὸν Ἰφίτου φόνον, καὶ διὰ τὴν τῶν Νηλεϊδῶν ἀφροσύνην, πολὺς ἦν πορθῶν τὴν πόλιν. καὶ ἐφ’ ὅσον
10μὲν Περικλύμενος ὁ Νηλέως ἔζη, δυσά‐ λωτος ἦν ἡ πόλις. ἀμφίβιος γὰρ ἐγένετο ἐκεῖνος. καὶ δὴ γενόμενον αὐτὸν μέλισ‐ σαν, καὶ στάντα ἐπὶ τοῦ Ἡρακλέους ἅρματος, Ἀθηνᾶ εἰκάσασα Ἡρακλεῖ,
15ἐποίησεν ἀναιρεθῆναι. τότε Νέστωρ ἐν Γερήνοις τρεφόμενος, πορθηθείσης τῆς Πύ‐ λου, καὶ τῶν ἕνδεκα ἀδελφῶν αὐτοῦ ἀναιρεθέντων, μόνος περιελείφθη. διὸ καὶ Γερήνιος ὠνομάσθη. Ἱστορεῖ Ἡσίο‐
20δος ἐν καταλόγοις.

2

.

337

Ἐοικότες. Ὡμοιωμένοι. Ἀγοράασθε. Ἐκκλησιά‐ ζετε, δημηγορεῖτε.

2

.

338

Νηπιάχοις. Νηπίοις ἶσα φρονεῖτε. Οἷς οὔτι. Οἷς οὐ‐ δέν. Μέλει. Διὰ φροντίδος ἐστί. Πο‐ λεμήϊα ἔργα. Πολεμικὰ ἔργα.

2

.

339

Ποῦ δή. Ἤτοι, Ποῦ δή. ἢ, Πῶς δή. Συνθεσίαι. Αἱ συνθῆκαι. Ὅρκια. Ὅρ‐ κοι. Βήσεται. Ἀντὶ τοῦ, ἔβησαν, ἐπο‐ ρεύθησαν. ἢ ἀντὶ τοῦ, πῶς ἐκπληρώσομεν
5τοὺς ὅρκους, οὓς ἐποιησάμεθα περὶ Ἑλέ‐ νης. Ποῦ δὴ συνθεσίαι τε. Ποῦ δὴ καὶ αἱ συνθῆκαι; Τῶν ἐκ τῆς Ἑλλάδος ἀρί‐ στων ἐπὶ μνηστείαν τῆς Ἑλένης παρόν‐ των διὰ γένος καὶ κάλλος, Τυνδάρεως ὁ
10πατὴρ αὐτῆς, ὥς τινες φασὶ, φυλασσό‐ μενος, μή ποτε, ἕνα αὐτῶν προκρίνας, τοὺς ἄλλους ἐχθροὺς ποιήσηται, κοινὸν αὐτῶν ὅρκον ἔλαβεν, ἦ μὴν τῷ ληψομένῳ τὴν παῖδα, ἀδικουμένῳ περὶ αὐτὴν, σφό‐
15δρα ἐπαμυνεῖν. διόπερ Μενελάῳ αὐτὴν ἐκδίδωσι, καὶ μετ’ οὐ πολὺν χρόνον, ἁρ‐ παχθείσης ὑπὸ Ἀλεξάνδρου, ἐκοινώνησαν τῆς στρατείας διὰ τοὺς γενομένους ὅρκους. Ἡ ἱστορία παρὰ Στησιχόρῳ. Βήσεται.
20Ἀποβήσεται.

2

.

340

Ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ’ ἀνδρῶν. Ὑπὸ τοῦ πυρὸς ἀφανισθεῖεν αἵ τε γνῶμαι ὑμῶν, καὶ τὰ βουλεύματα. Μήδεα. Βουλεύ‐
5ματα, σκέψεις. Γενοίατο. Γένοιντο.

2

.

341

Σπονδαί τ’ ἄκρητοι. Καὶ αἱ δι’
ἀκράτου οἴνου γενόμεναι θυσίαι. Δεξιαί. Δεξιώσεις, συνθῆκαι. Ἧις ἐπέπιθμεν. Αἷς ἐπεπιστεύκειμεν.

2

.

342

Αὕτως. Εἰκῇ, μάτην. Ἐπέεσσι. Λόγοις. Ἐρι‐ δαίνομεν. Ἐρίζομεν, φιλονεικοῦμεν. Μῆ‐ χος. Μηχάνημα, τέχνασμα.

2

.

343

Εὑ‐ ρέμεναι. Εὑρεῖν. Ἐόντες. Ὄντες. ὑπ‐ άρχοντες.

2

.

344

Ὡς πρίν. Ὡς καὶ πρότερον. Ἀστεμφέα. Ἀσφαλῆ καὶ ἀμετακίνητον.

2

.

345

Ἄρχευ Ἀργείοι‐ σιν. Ἡγοῦ τῶν Ἑλλήνων. Κρατεράς. Ἰσχυράς. Ὑσμίνας. Μάχας.

2

.

346

Τούσδε δ’ ἔα. Τούτους δὲ ἔα. Φθινύ‐ θειν. Φθείρεσθαι. Ἕνα καὶ δύο. Εὐφυέ‐ στερον αἰνίττεται Ἀχιλλέα καὶ Πάτρο‐ κλον. ἕτεροι δὲ, ἕνα καὶ δύο, ἀντὶ τοῦ,
5Θερσίτην καὶ ἕτερον τοιοῦτον. Οἵ κεν. Οἵτινες ἄν.

2

.

347

Νόσφιν. Ἰδίᾳ, χω‐ ρίς. Ἄνυσις δ’ οὐκ ἔσσεται αὐτῶν. Ἐν‐ τελὴς δὲ πρᾶξις οὐ γενήσεται αὐτῶν, ὥστε πρὸ τοῦ δέοντος χρόνου πορευθῆναι
5ἡμᾶς εἰς τὴν Πελοπόννησον τῇ Διὸς γνώ‐ μῃ. Οὐκ ἔσσεται. Οὐ γενήσεται.

2

.

348

Πρίν. Πρότερον. Ἰέναι. Παραγενέ‐ σθαι.

2

.

349

Γνώμεναι. Γνῶναι. Ψεῦ‐ δος ὑπόσχεσις. Ψευδὴς ἡ ὑπόσχεσις. Ἠὲ καὶ οὐκί. Ἢ καὶ οὐδαμῶς.

2

.

350

Φημὶ γὰρ οὖν. Ὑπολαμβάνω οὖν δή. Κατα‐ νεῦσαι. Ἐπινεῦσαι. Ὑπερμενέα. Ὑ‐ περέχοντα τῇ δυνάμει πάντων. Κρονίω‐
5να. Κρόνου παῖδα, Δία. εἰσὶ γὰρ καὶ ἕτεροι, ἄῤῥενες μὲν, Ποσειδῶν, Ἅιδης. θήλειαι δὲ, Ἐστία, Δημήτηρ, Ἥρα.

2

.

351

Ἤματι τῷ. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.
Ὠκυπόροισι. Ταχείαις. Ἔβαινον. Ἐνέ‐ βαινον, εἰσίεσαν.

2

.

352

Φόνον καὶ κῆρα. Θανατηφόρον εἱμαρμένην.

2

.

353

Ἀστρά‐ πτων. Ἀστραπὰς ποιῶν. Ἐπιδέξια. Ἐπιδεξίως, αἰσίως. Ἐναίσιμα. Καθή‐ κοντα, συμφέροντα, ἀγαθά. Σήματα.
5Σημεῖα. Φαίνων. Δεικνὺς, καὶ φανερὰ ποιῶν ἡμῖν.

2

.

354

Τῷ, μή τις. Διὸ μηδείς. Ἐπειγέσθω. Σπουδαζέτω, σπευ‐ δέτω.

2

.

355

Πρίν. Πρὶν ἄν. Πὰρ Τρώων ἀλόχῳ. Παρὰ Τρωϊκῇ γυναικί. Κατακοιμηθῆναι. Συγκοιμηθῆναι.

2

.

356

Τίσασθαι δ’ Ἑλένης. Καὶ τὰ ἑξῆς. Πρὶν ἂν ἡμᾶς τιμωρίαν λαβεῖν, ἀντὶ τῶν γε‐ νομένων ἡμῖν δι’ Ἑλένην στεναγμῶν καὶ κακῶν. Τίσασθαι. Τιμωρήσασθαι. Ὁρ‐
5μήματα. Ἐνθυμήματα. Στοναχάς τε. Καὶ στεναγμούς.

2

.

358

Ἁπτέσθω. Λαμβανέσθω. Ἧς νηός. Τῆς ἰδίας νηός. Μελαίνης. Βαθείας, σκοτεινῆς, ἢ πίσσῃ κεχρισμένης.

2

.

359

Πρόσθ’ ἄλλων. Πρότερον τῶν λοιπῶν. ἢ, ἔμπροσθεν. Πότμον. Μόρον. ὅ ἐστιν, ἵν’ εὐθὺς πρὸ πάντων ἐκεῖνος ἐπὶ θάνατον ἔλθῃ, καὶ
5ἀναπληρώσῃ τὴν εἱμαρμένην. Ἐπίσπῃ. Ἐπιδιώξῃ, καταλάβῃ.

2

.

360

Ἀλλ’ ἄναξ. Ἀλλ’, ὦ βασιλεῦ. Ἀποστρέφει δὲ τὸν λόγον ἀπὸ τῶν Ἑλλήνων πρὸς τὸν Ἀγαμέμνονα. καὶ καλεῖται τὸ σχῆμα
5ἀποστροφή. Εὖ μήδεο. Σὺ δὲ καλῶς βουλεύου. Πείθεό τ’ ἄλλῳ. Καὶ πείθου ἄλλῳ. λείπει δὲ, τῷ καλῶς σοι συμβου‐ λεύοντι.

2

.

361

Ἀπόβλητον. Ἀποβολῆς ἄξιον, ἀδόκιμον. Ἔσσεται. Ἔσται, γε‐ νήσεται. Ὅ, ττι κεν εἴπω. Ὅ, τι ἂν εἴπω.

2

.

362

Κρῖνε. Διάκρινε, διαχώρη‐ σον. Κατὰ φῦλα. Κατὰ ἔθνη. ὅ ἐστιν, ἴδια πλήθη. Κατὰ φρήτρας. Κατὰ φρατρίας, ὅ ἐστι, συγγενείας.

2

.

363

Ὡς φρήτρη φρήτρῃφιν ἀρήγῃ. Ὅπως ἡ ἰδία φρατρία τῇ ἑαυτῆς φρατρίᾳ βοηθῇ. Φῦ‐ λα δὲ φύλοις. Τὰ δὲ ἔθνη τοῖς ἔθνεσιν.

2

.

364

Ἔρξῃς. Πράξῃς.

2

.

365

Γνώσῃ. Μάθῃς. Ὅς τε. Καὶ ὅστις. Κακός. Δειλὸς, ἀσθενής. Νύ. Δή.

2

.

366

Ἠδ’ ὅσκε. Καὶ ὅστις. Ἐσθλός. Ἀγαθὸς, ἀνδρεῖος. Ἔῃσι. Ὑπάρχοι. Κατὰ σφέας. Καθ’ ἑαυτούς. ὑπὲρ ἑαυτῶν.
5Κατὰ σφέας γὰρ μαχέονται. Οὕτω γὰρ ἂν προθύμως κατὰ τὴν ἑαυτοῦ δύ‐ ναμιν ἕκαστος μαχέσεται.

2

.

367

Γνώ‐ σεαι εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπά‐ ξεις. Ἐπιγνώσῃ, πότερον θεία γνώμη ἐστὶν ἡ ἐναντιουμένη σοι πρὸς τὸ ἑλεῖν
5τὴν Ἴλιον, ἢ ἡ τῶν ἀνδρῶν δειλία, καὶ ἀπόνοια τῶν πολεμικῶν ἔργων. Θεσπε‐ σίῃ. Θείᾳ γνώμῃ. Οὐκ ἀλαπάξεις. Οὐκ ἐκπορθήσεις.

2

.

368

Κακότητι. Κακίᾳ, δειλίᾳ. Ἀφραδίῃ. Ἀπειρίᾳ. Ἐζήτηται δὲ, διατί ταύτην τὴν τάξιν πρὸ πολλοῦ μὴ ὑπετίθετο ὁ Νέστωρ. ἦτοι
5ὅτι πάλαι μὲν Ἀχιλλεὺς, φίλος ὢν τῶν Ἑλλήνων, ἤρκει πρὸς τὸ συνέχειν τοὺς βαρβάρους· καὶ καλῶς ἐκείνῳ θαῤῥῶν, οὐκ ἐποίει τοῦτο. νῦν δὲ αὐτοῦ μηνίοντος, εἰκότως ἀσφαλεστέραν διάταξιν εἰσάγει.

2

.

370

Ἦ μάν. Ὄντως, ἀληθῶς δή. Ἀγορῇ. Δημηγορίᾳ, συμβουλίᾳ. Νικᾷς. Ὑπερβάλλεις.

2

.

371

Αἲ γὰρ Ζεῦ τε πάτερ, καὶ Ἀθηναίη, καὶ Ἄπολλον. Εἴθε γάρ. ἔστι δὲ ἐπίῤῥημα εὐκτικόν. ἐντεῦθεν δέ τινες νομίζουσιν, Ἀθηναῖον
5γεγονέναι τὸν Ποιητήν. τὸ γὰρ Ἀθηναίη Ἀττικὸν, καὶ ἴδιον εἶναι τὸν ὅρκον Ἀθη‐ ναίοις.

2

.

372

Συμφράδμονες. Σύμβου‐ λοι. Ἦεν. Ἦσαν, ὑπῆρχον.

2

.

373

Τῷ κεν. Οὕτως γ’ ἄν. Τάχα. Ταχέως. Ἠμύσειε. Κλιθείη, πέσοι.

2

.

374

Χερ‐ σὶν ὑφ’ ἡμετέρῃσιν. Ὑπὸ τῶν ἡμετέρων χειρῶν. Ἁλοῦσα. Ληφθεῖσα. Περθο‐ μένη τε. Πορθηθεῖσα. Ἐζήτηται καὶ
5τοῦτο, διατί, Ὀδυσσέως κατασχόντος διὰ λόγων τοὺς ὄχλους, καὶ τοιοῦτο πρᾶγμα συνετὸν καὶ σπουδαῖον ποιήσαντος, ὁ βα‐ σιλεὺς νῦν δύναμιν ἐν τῷ λέγειν τῷ Νέ‐ στορι προσμαρτυρεῖ; ἤτοι, ὡς δυναμικω‐
10τέρῳ. προκατειλημμένων γὰρ τῶν ἐπιχει‐ ρημάτων Ἀθηνᾷ, καὶ Ὀδυσσεῖ, ὅμως ηὐ‐ πόρησε λόγων. ἢ, ὅτι ὁ μὲν μόνον ὠνεί‐ δισε, Νέστωρ δὲ, σὺν τῇ διατάξει καὶ συμβουλίᾳ, καὶ τοὺς τρόπους εἶπε, νίκης
15φῶς βεβαιότερον.

2

.

376

Ἀπρήκτους. Πρὸς ἀπράκτους, πρὸς ἃς οὐδέν ἐστι πρᾶ‐ ξαι φιλονεικίας. Νείκεα. Κακολογίας. Βάλλει. Ἐμβάλλει.

2

.

377

Μαχεσσά‐ μεθα. Ἐφιλονεικήσαμεν. Εἵνεκα. Ἕ‐ νεκα.

2

.

378

Ἀντιβίοις. Ἐναντίοις. Ἦρχον. Πρῶτος ἠρχόμην τῆς ὀργῆς. Χαλεπαίνων. Ὀργιζόμενος.

2

.

379

Ἔς γε μίαν. Εἰς μίαν καὶ τὴν αὐτὴν ἐκ‐ κλησίαν καὶ συμβουλίαν.

2

.

380

Ἀνά‐ βλησις. Ἀναβολὴ, ὑπέρθεσις τοῦ κακοῦ. Οὐδ’ ἠβαιόν. Οὐδὲ τὸ ἐλάχιστον καὶ ὀλιγοχρόνιον.

2

.

381

Δεῖπνον. Τὸ παρ’ ἡμῖν νῦν ἄριστον λεγόμενον, τὸ πρωϊνὸν ἔμβρωμα. Δόρπον δὲ, τὸ ἐν τῇ ἑσπέρᾳ, ὃ ἡμεῖς δεῖπνον λέγομεν. Δεῖπνον τὸ
5πρωϊνὸν, μεθ’ ὃ δεῖ πονεῖν, ὅ ἐστιν, ἐργά‐ ζεσθαι. δόρπον δὲ, ἡ ἑσπερινὴ τροφή· παρὰ τὸ οἱονεὶ παύεσθαι τὸ τηνικαῦτα λοιπὸν τοὺς πολεμοῦντας τοῦ δόρατος, ὅ ἐστι τοῦ πολέμου, καὶ ἡσυχάζειν. Ἄρηα.
10Νῦν τὸν πόλεμον. Τετραχῶς γὰρ τούτῳ τῷ ὀνόματι κέχρηται ὁ Ποιητής. ἐπὶ μὲν τοῦ πολέμου. ὡς ἐνταῦθα· Νῦν δ’ ἔρ‐ χεσθ’ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα. ἐπὶ δὲ τοῦ σιδήρου. ὡς ἐκεῖ· Αἵματος
15ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν· καὶ, ἐνθάδ’ ἔπειτ’ ἀφίει μένος ὄμβριμον Ἄρης. ἐπὶ δὲ αὐτοῦ τοῦ θεοῦ οὕτως· Καὶ δ’ αὐτὴ κυνόμυια ἄγει βροτολοιγὸν Ἄρηα. καὶ πάλιν· ἐς δὲ Τρώας Ἄρης κορυθαίο‐
20λος. ἐπὶ δὲ τῆς πληγῆς· ἔνθα μάλιστα Γίγνετ’ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖ‐ σιν.

2

.

382

Εὖ μέν τις. Καλῶς μέν τις. Δόρυ. Ξίφος. Θηξάσθω. Ἀκονη‐ σάτω. Εὖ δ’ ἀσπίδα θέσθω. Καὶ εὐ‐ τρεπισάτω αὐτοῦ τὴν ἀσπίδα.

2

.

383

Εὖ δέ τις. Καλῶς δέ τις.

2

.

384

Ἀμφὶς ἰδών. Περισκεψάμενος, καὶ ἀκριβῶς κα‐ ταμαθών. Μεδέσθω. Ἐπιμέλειαν ποι‐ είσθω. καλὸν γὰρ, δυσχερῆ ἐλπίζειν. ἢ
5γὰρ μὴ ἀποβάντων, ῥᾴδιον ἠχθέσθημεν. ἢ τελευτηθέντων, ὑπεράγαν ἐχάρημεν. Με‐ δέσθω. Φροντιζέτω.

2

.

385

Ὥς κε. Ὅπως ἄν. Πανημέριοι. Δι’ ὅλης ἡμέρας. Στυγερῷ. Μισητῷ, φοβερῷ. Κρινώμεθα. Διακρινώμεθα, ἐνεργῶμεν. Ἄρηϊ. Πο‐
5λέμῳ.

2

.

386

Παυσωλή. Κατάπαυσις. Οὐδ’ ἠβαιόν. Οὐδὲ τὸ ἐλάχιστον. Με‐ τέσσεται. Ἐν ἡμῖν γενήσεται.

2

.

387

Διακρινέει. Διαχωρίσει. Μένος ἀνδρῶν. Περιφραστικῶς, ἄνδρας, τὴν ἑκάστου δύ‐ ναμιν καὶ προθυμίαν.

2

.

388

Ἱδρώσει. Ὑγρανθήσεται ὑπὸ τοῦ ἱδρῶτος τοῦ πο‐ λεμοῦντος. Τευ. Τινός. Τελαμών. Ὁ ἀναφορεύς. νῦν τῆς ἀσπίδος. ὅ ἐστι,
5πλατὺς ἱμὰς, ἀφ’ οὗ ἡ ἀσπὶς ἤρτηται. ἔστι δὲ καὶ ἕτερος τελαμὼν τοῦ ξίφους. Ἀμφὶ στήθεσσι. Περὶ τοῖς στήθεσιν.

2

.

389

Ἀμφιβρότης. Τῆς πανταχόθεν τὸν βροτὸν, ὅ ἐστι, τὸν ἄνθρωπον, περι‐ εχούσης καὶ σκεπούσης. ἀνδρομήκεσι γὰρ ἐχρῶντο ταῖς ἀσπίσιν οἱ παλαιοί. Περὶ
5δ’ ἔγχεϊ χεῖρα καμεῖται. Κοπιάσει δὲ καὶ ἡ χεὶρ αὐτοῦ βαστάζουσα τὸ δόρυ.

2

.

390

Ἐΰξοον. Τὸ καλῶς κατεσκευ‐ ασμένον. Τιταίνων. Τείνων, ἕλκων.

2

.

391

Ἀπάνευθεν. Ἄποθεν, χωρίς. Ὃν δέ κ’ ἐγών. Ὃν δ’ ἂν ἐγώ. Ἐθέλοντα. Θέλοντα, βουλόμενον. Νοήσω. Θεάσο‐ μαι, ἴδω.

2

.

392

Μιμνάζειν. Μένειν. Κορωνίσι. Καμπυλοπρύμναις. Οὔ οἱ ἔπειτα. Οὐκ ἂν αὐτῷ εἰς τὸ μετα‐ ταῦτα.

2

.

393

Ἄρκιον. Ἱκανόν. ὠφέ‐ λιμον. Ἐσσεῖται. Ἔσται, γενήσεται. Φυγέειν. Φυγεῖν. Ὁ δὲ λόγος· τῷ δὲ θέλοντι φεύγειν τὸν πόλεμον, οὐχ’ ἱκανὸν
5οὐδὲ αὔταρκες γενήσεται πρὸς τὸ μὴ ὑπὸ κυνῶν καὶ σαρκοφάγων ὀρνέων διασπα‐ σθῆναι.

2

.

394

Ἴαχον. Ἤχησαν, ἐβό‐ ησαν.

2

.

395

Ἀκτῇ. Ὁ παραθαλάσ‐ σιος καὶ πετρώδης τόπος. ἀπὸ τοῦ περὶ αὐτὸν ἄγεσθαι, ὅ ἐστι, ῥήσσεσθαι, καὶ περικλᾶσθαι, τὰ κύματα.

2

.

396

Προ‐ βλῆτι. Προβεβλημένῳ, ἐκκειμένῳ. ὅ ἐ‐ στι, προέχοντι εἰς τὴν θάλασσαν. Σκο‐ πέλῳ. Ὑψηλῷ τόπῳ. ἀφ’ οὗ περισκο‐
5πῆσαι καὶ ἀπιδεῖν ἐστι πάντα. Λεί‐ πει. Ἀπολείπει, ἐᾷ.

2

.

397

Παντοίων. Παντοδαπῶν.

2

.

398

Ἀνστάντες. Ἀν‐ αστάντες. Ὀρέοντο. Ὥρμων. Κεδα‐ σθέντες. Διαμερισθέντες, σκορπισθέν‐ τες.

2

.

399

Κάπνισαν. Πῦρ ἀνῆψαν, καὶ ὀψοποίησαν. Ἕλοντο. Ἔλαβον.

2

.

400

Ἔρεζεν. Ἐπετέλει, ἔθυεν. Αἰ‐ ειγενετάων. Διαπαντὸς ὄντων, ἀθανά‐ των.

2

.

401

Μῶλον. Μολυσμὸν τὸν ἐν τῷ πολέμῳ, καὶ πόνον.

2

.

402

Ἱέρευ‐ σεν. Ἔσφαξεν.

2

.

403

Πίονα. Πι‐
μελῆ, λιπαρόν. Πενταέτηρον. Πεντα‐ έτη.

2

.

404

Κίκλησκεν. Ἐκάλει. Γέ‐ ροντας. Ἐντίμους βασιλεῖς. Ἀριστῆας. Τοὺς ἐν τῷ πολέμῳ ἀρίστους. Πανα‐ χαιῶν. Πάντων τῶν Ἑλλήνων.

2

.

405

Ἰδομενῆα. Τὸν Ἰδομενέα, καὶ τοὺς δύο Αἴαντας. Τυδέως υἱὸν τὸν Διομήδην.

2

.

407

Διῒ μῆτιν ἀτάλαντον. Τῷ Διῒ κατὰ τὴν βουλὴν ἶσον.

2

.

408

Αὐτό‐ ματος. Ἄνευ τοῦ κληθῆναι. Βοὴν ἀ‐ γαθός. Ὁ ἐν τῷ πολέμῳ γενναῖος. Ἡ μὲν γὰρ δειλία θραύουσα τὸ πνεῦμα,
5βραχίστην ἀπεργάζεται τὴν φωνήν.

2

.

409

Ἤιδεε. Ἤιδει, ἠπίστατο. Κατὰ θυμόν. Κατὰ τὴν ψυχήν. Ἀδελφεόν. Ἀδελφόν. Ἐπονεῖτο. Ἐνήργει, ἔθυεν ὑπὲρ αὐτοῦ.

2

.

410

Βοῦν δὲ περιστή‐ σαντο. Περὶ δὲ τὸν βοῦν κύκλῳ ἔστη‐ σαν. Οὐλοχύτας. Τὰς κριθάς. Ἀνέ‐ λοντο. Ἐβάστασαν, ἀνέλαβον.

2

.

412

Κελαινεφές. Μελανονεφὲς, μέλανα νέ‐ φη συνάγων πρὸς κατάπληξιν. Αἰθέρι ναίων. Ὁ τὸν ὑπὲρ τὸν ἀέρα ὄντα αἰ‐ θέρα κατοικῶν. Ὁ γὰρ Ὅμηρος τοῦτο
5οἶδεν αἰθέρα.

2

.

413

Κνέφας ἐλθεῖν. Καὶ σκότος ἐπιγενέσθαι.

2

.

414

Κατα‐ πρηνὲς βαλέειν. Καταβαλεῖν, ὥστε καὶ εἰς τὸ ἔμπροσθεν πεσεῖν. Μέλαθρον. Οἶκον. Ἀπὸ τοῦ ὑπὸ καπνοῦ μελαίνε‐
5σθαι. Ἀπὸ δὲ τούτου φησὶ τὸ βασί‐ λειον.

2

.

415

Αἰθαλόεν. Τὸ κατῃθαλω‐ μένον, καὶ κατακαυθῆναι δυνάμενον. Πρῆσαι. Ἐμπρῆσαι, καῦσαι. Δῄοιο. Καυστικοῦ, φθαρτικοῦ. Θύρετρα. Θύρας.

2

.

416

Ἑκτόρεον δὲ χιτῶνα. Τὸν δὲ τοῦ Ἕκτορος χιτῶνα. Περὶ στήθεσσι. Περὶ τὰ
στήθη αὐτοῦ. Δαΐξαι. Διακόψαι.

2

.

417

Χαλκῷ ῥωγαλέον. Σιδήρῳ διακοφθησό‐ μενον, ἢ διεσχισμένον. (Γέγονε δὲ παρὰ τὸ ῥήσσω.) Πολέες δέ. Πολλοὶ δέ. Ἀμφ’ αὐτόν. Περὶ αὐτόν.

2

.

418

Πρηνέες. Πρηνεῖς, ἐπὶ πρόσωπον. Ἐν κονίῃσιν. Ἐν τῇ γῇ κείμενοι. Ὀδὰξ λαζοίατο γαῖαν. Τοῖς ὀδοῦσι τὴν γῆν δάκοιεν. Γίγνεται δὲ ἐκ τοῦ δάκω, δάξω,
5δάξ. Τοῦτο δὲ συμβαίνει αὐτοῖς ὀδυνω‐ μένοις. Τὸ δὲ γαῖαν ἀντὶ τοῦ, γαίης.

2

.

419

Οὐδ’ ἄρα πώ οἱ. Οὐδέπω δὲ αὐ‐ τῷ. Ἐπεκραίαινεν. Ἐπετέλει.

2

.

420

Δέκτο. Ἐδέξατο. Ἱερά. Ἱερεῖα, θυ‐ σίας. Πόνον δέ. Κάματον δέ. Ἀμέ‐ γαρτον. Ἄφθονον, πολύν. Ὄφελλεν. Ηὔξανεν.

2

.

421

Προβάλοντο. Ἐπε‐ βάλοντο.

2

.

423

Κνίσσῃ. Τῷ λίπει.

2

.

424

Δίπτυχα. Διπλᾶ. Ὠμοθέτη‐ σαν. Ὠμὰ τὰ κρέα τοῖς βωμοῖς ἀπὸ ἑκάστου μέρους λαβόντες ἐπέθηκαν.

2

.

425

Σχίζῃσι. Σχίζαις. Ἀφύλλοισι. Φύλλα μὴ ἐχούσαις. ξηραῖς.

2

.

426

Πείραντες. Διαπείραντες. Ὑπείρεχον. Ὑπεράνω εἶχον. Ἡφαίστοιο. Τοῦ πυ‐ ρός.

2

.

435

Δηθά. Ἐπὶ πολὺν χρόνον.
Αὖθι. Ἐνταῦθα. Λεγώμεθα. Διαλε‐ γώμεθα ἢ συναθροιζώμεθα. Στρατηγικὴ διδασκαλία, χρόνου φείδεσθαι. οὔτε γὰρ
5παρελθόντα ἀνακαλεῖσθαι, οὔτε αἰτή‐ σαντες λαβεῖν αὐτὸν δυνάμεθα. ἐρωτη‐ θεὶς γὰρ Ἀλέξανδρος, Πῶς τῆς Ἑλλάδος περιεγένου; Μηδὲν ἀναβαλλόμενος, εἶ‐ πεν.

2

.

436

Ἀμβαλλώμεθα. Ἀναβαλ‐ λώμεθα, ἀνατιθώμεθα. Ἔργον. Νῦν τὸν πόλεμον. Ὃ δή. Ὅπερ δή. Ἐγγυ‐ αλίξει. Ἐγχειρίσει, δώσει.

2

.

438

Ἀ‐ γειρόντων. Ἀθροιζόντων.

2

.

439

Ἀθρό‐ οι. Συνηθροισμένοι, ὁμοῦ.

2

.

440

Ἴ‐ ομεν. Ἀπίωμεν, ἀπερχώμεθα. Ὄφρα κε θᾶσσον. Ὅπως ἂν τάχιον. Ὀξὺν Ἄ‐ ρηα. Διὰ τάχους πόλεμον.

2

.

442

Κη‐ ρύκεσσι. Τοῖς κήρυξι. Λιγυφθόγγοι‐ σιν. Ὀξυφώνοις, ἡδυφώνοις.

2

.

445

Οἱ δ’ ἀμφ’ Ἀτρείωνα. Οἱ δὲ περὶ τὸν Ἀ‐ τρέως παῖδα Ἀγαμέμνονα.

2

.

446

Θῦ‐ νον. Ὥρμων. Κρίνοντες. Διαχωρίζον‐ τες. Μετὰ δέ. Ἐν αὐτοῖς δέ.

2

.

447

Ἐρίτιμον. Ἔντιμον, μεγαλότιμον. Ἀ‐ γήραον. Ἄφθαρτον.

2

.

448

Θύσανοι. Κροσσοί. Παγχρύσεοι. Ὁλόχρυσοι. Ἠερέθοντο. Ἠιωροῦντο, ἐκρέμαντο.

2

.

449

Ἐϋπλοκέες. Καλῶς πεπλεγμένοι. Ἑκατόμβιος. Ἑκατὸν βοῶν τιμῆς ἄ‐ ξιος, ἢ ἑκατὸν χρυσῶν νομισμάτων. οἱ γὰρ ἀρχαῖοι, τιμῶντες τὸ ζῶον τὸν βοῦν,
5διὰ πολλὰ μὲν, καὶ ὅτι δὲ ἱερόν ἐστιν, ἐνεχάραττον, τῷ μὲν ἑνὶ μέρει τοῦ νο‐ μίσματος, βοῦν, τῷ δὲ ἑτέρῳ, τὸ τοῦ βασιλέως πρόσωπον.

2

.

450

Σὺν τῇ.
Σὺν ταύτῃ τῇ αἰγίδι. Παιφάσσουσα. Ἐνθουσιῶσα, ὁρμῶσα. Διέσσυτο. Δι‐ ῄει, διήρχετο.

2

.

451

Ὀτρύνουσα. Παρ‐ ορμῶσα ἐς τὸν πόλεμον. Σθένος. Δύ‐ ναμιν.

2

.

452

Ἄληκτον. Ἀκατάπαυ‐ στον.

2

.

453

Τοῖσι δέ. Τοῖς δὲ Ἕλλη‐ σιν. Ἄφαρ. Εὐθέως, ταχέως. Γλυ‐ κίων. Ἡδύτερος. Ἠὲ νέεσθαι. Ἤπερ πορεύεσθαι εἰς τὰς πατρίδας.

2

.

454

Γλαφυρῇσι. Κοίλαις, βαθείαις.

2

.

455

Ἀΐδηλον. Ἀδηλοποιὸν, ἀφανιστικόν. Ἐπιφλέγει. Καίει. Ἄσπετον. Πολ‐ λήν.

2

.

456

Οὔρεος ἐν κορυφῇσι. Ἐν ἀκρωρείαις. Ἕκαθεν. Πόῤῥωθεν. Αὐ‐ γή. Λαμπηδών.

2

.

457

Ὣς τῶν. Οὕ‐ τως τούτων. Θεσπεσίοιο. Θείου, θαυ‐ μαστοῦ.

2

.

458

Αἴγλη. Λαμπρότης. Ἧκε. Παρεγένετο. Δι’ αἰθέρος. Διὰ τοῦ ἀέρος.

2

.

459

Πετεεινῶν. Πετει‐ νῶν. Ἔθνεα. Ἔθνη, πλήθη.

2

.

460

Δουλιχοδείρων. Μακροτραχήλων.

2

.

461

Ἀσίω ἐν λειμῶνι. Ἐν τῷ τῆς Ἀσίας συμφύτῳ τόπῳ, ἢ ἐν τῷ ἰλυώδει τόπῳ. ἄσις γὰρ κατὰ διάλεκτον ἐστὶν ἡ ἰλύς. Ἄλλοι δὲ, Ἀσίω ὀνομαστικῶς, ἀπὸ Ἀ‐
5σίου, τοῦ Λυδοῦ. Ἄλλοι παρὰ τὸ ἄσιν. Ἀλλὰ πιστότερον, τὸ κύριον αὐτῷ περι‐ τιθέναι. Ἔστιν οὖν ἀπὸ Ἀσίου, ὃς ἦρξε Λυδίας. Κατὰ δὲ τὰς προχοὰς, πηλώδη τὸν τόπον ὁ Κάϋστρος ἐργάζεται.
10οὗ δὲ ὕδωρ, καὶ βοτάνη, ἀφθονία ὀρνέων. Τὸ Ἀσίω ἐνταῦθα γενικῆς πτώσεώς ἐ‐ στιν. ὅθεν οὐκ ἔχει τὸ ι. Ἦν γάρ τις Ἀσίας ἥρως, οὗ ὁμώνυμος Ἀσίας λειμών. εἶτα Ἀσίεω, ὡς Ἀτρείδεω, καὶ Ἀσίω,
15κατὰ συγκοπήν. ὡς, ἐϋμελίας, ἐϋμελίω Πριάμοιο. καὶ, Αἰνείω ἑτάρῳ. καὶ, βο‐ ρέω ὑπ’ ἰωγῇ. Οὕτως Ὦρος ἐν τῇ Ὀρ‐
θογραφίᾳ. Καϋστρίου. Καΰστρου πο‐ ταμοῦ Λυδίας. Ἀμφὶ ῥέεθρα. Περὶ
20τὰ ῥεύματα.

2

.

462

Ἔνθα καὶ ἔνθα. Ἐνταῦθα, κἀκεῖσε. Ποτῶνται. Πέτον‐ ται. Ἀγαλλόμεναι. Χαίρουσαι. Πτε‐ ρύγεσσι. Πτέρυξι.

2

.

463

Κλαγγηδόν. Μετὰ βοῆς. Προκαθιζόντων. Τὰ συ‐ ναγελαστικὰ τῶν ὀρνέων, ὅτ’ ἂν προ‐ λάβῃ τῇ πτήσει, ἀναμένειν εἴωθε τὰ
5ὑστεροῦντα. Σμαραγεῖ. Ἠχεῖ. Λει‐ μών. Ὁ σύμφυτος καὶ ὑγρὸς τόπος.

2

.

465

Σκαμάνδριον. Τὸ τῷ Σκαμάνδρῳ ποταμῷ παρακείμενον πεδίον. Ὁ δὲ Σκάμανδρος, καταφερόμενος ἀπὸ τῆς Ἴδης, καὶ μέσον τέμνων τὸ ὑπὸ τῇ
5Ἰλίῳ κείμενον πεδίον, καὶ ἐπὶ τὰ ἀρι‐ στερὰ ἐκδιδοὺς εἰς θάλασσαν. Καλεῖ‐ ται δὲ Ξάνθος. Χθών. Ἡ γῆ.

2

.

466

Σμερδαλέον. Καταπληκτικόν. Κονάβι‐ ζεν. Ἤχει. Ὀνοματοποιΐα ὁ τρόπος.

2

.

467

Ἔσταν. Ἔστησαν. Ἀνθεμό‐ εντι. Ἄνθη ἔχοντι, ἢ, ἄνθη φέροντι.

2

.

468

Μυρίοι. Πολλοί.

2

.

469

Μυιά‐ ων. Μυιῶν. Βοιωτικὴ ἡ διάλεκτος. Ἠΰτε μυιάων. Καὶ ἑξῆς. Ἐπὶ τῷ, δεύει, ὑποστίζομεν τῆς ἀνταποδιδομένης,
5ἠΰτε, λέξεως, ἀνακολούθως ἐχούσης. ὡς ἐν τῇ θʹ τῆς Ἰλιάδος· ὡς δ’ ὅτ’ ἐν οὐ‐ ρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην· εἶ‐ τα ἐπιφέρει, τόσσα μεσσηγὺ νεῶν. Ἀ‐ δινάων. Ἀθρόως πετομένων.

2

.

470

Αἵ‐ τε. Αἵτινες. Κατὰ σταθμόν. Κατὰ τὴν ἔπαυλιν. Ποιμνήϊον. Ποιμενικόν. Ἠλάσκουσι. Περὶ τὸν αὐτὸν τόπον εἱ‐
5λοῦνται.

2

.

471

Ὥρῃ ἐν εἰαρινῇ. Ἐν ἔαρος ὥρᾳ. τοῦτό φησι κατ’ ἐξοχὴν τῶν
ἄλλων ὡρῶν. Ὅτε. Ὁπότε. Γλάγος. Γάλα. Ἄγγεα. Τὰ γαλακτοδόχα ἀγ‐
5γεῖα. Δεύει. Βρέχει.

2

.

472

Τόσσοι. Τοσοῦτοι.

2

.

473

Ἵσταντο. Εἱστήκει‐ σαν. Διαῤῥαῖσαι. Διαφθεῖραι. Μεμα‐ ῶτες. Προθυμούμενοι.

2

.

474

Αἰπόλια. Αἰγονόμια. Αἰπόλιον γὰρ λέγεται τὸ τῶν αἰγῶν πλῆθος. ποίμνιον δὲ τῶν προβά‐ των. συβόσιον, τὸ τῶν χοίρων. βουκόλιον,
5τὸ τῶν βοῶν. ἱπποφόρβιον, τὸ τῶν ἵπ‐ πων. Πλατέα. Μεγάλα. ἢ ὅτι ἐν διαστήματι καὶ πλάτει πλείονι νέμονται αἱ αἶγες. Αἰπόλοι. Αἰγοβοσκοί.

2

.

475

Ῥεῖα. Ῥαδίως, εὐκόλως. Διακρινῶσιν. Διαχωρίσωσιν. Ἐπεί κε. Ἐπειδ’ ἂν, ὁπότ’ ἄν. Νομῷ. Ἐν τῇ βοσκῇ. Μι‐ γέωσιν. Ἀναμιγῶσιν.

2

.

476

Ὣς τούς. Οὕτως καὶ τοὺς Ἕλληνας. Διεκόσμεον. Διέτασσον.

2

.

477

Ὑσμίνηνδε. Εἰς τὴν μάχην. Μετὰ δέ. Ἐν αὐτοῖς δέ. Κρείων. Βασιλεύς.

2

.

478

Ἴκελος. Ὅμοιος. Ἰστέον δὲ, ὅτι τὸ ὅμοιος καὶ τὸ ἶσος, καὶ τὸ ἴκελος, δοτικῇ συντάσ‐ σονται μόνα τῶν πρός τι.

2

.

479

Ζώ‐ νην. Τῷ Ἄρει. Ἤτοι τὸ κατὰ ζῶσμα μέρος, ἢ τὴν ὅπλισιν. ἀπὸ μέρους. Στέρ‐ νον. Στῆθος. Ποσειδάωνι Ποσειδῶνι.

2

.

480

Ἠΰτε. Ὥσπερ, καθάπερ. Ἀ‐ γέλῃφι. Ἐν τῇ ἀγέλῃ. ἐν τῷ πλήθει. Τὸ γένος προσθεὶς, τὸ εἶδος ἐπήνεγκε. γενικὸν μὲν γὰρ ὁ βοῦς ἐστιν, ἰδικὸν δὲ
5ὁ ταῦρος. Ἔπλετο. Ἐγένετο. Μέγ’ ἔξοχος. Ἐξοχώτατος.

2

.

481

Βόεσσι. Βουσί. Μεταπρέπει. Διαπρέπει. Ἀ‐ γρομένῃσιν. Ἠθροισμέναις.

2

.

482

Τοῖ‐ ον. Τοιοῦτον. Θῆκεν. Ἐποίησεν. Ἤ‐ ματι κείνῳ. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.

2

.

483

Ἐκπρεπέα. Ἐκπρεπῆ, διάδηλον.

2

.

484

Ἔσπετε. Λέγετέ μοι, ὦ Μοῦσαι. Διὸ τὸ ε ψιλωτέον. Ὁ δὲ λόγος· Εἴ‐
πατε νῦν μοι, Μοῦσαι, οἵτινες ἡγεμόνες. ἀρχοὺς γὰρ νηῶν ἐρέω.

2

.

485

Πάρεστέ τε. Ἐν τοῖς πράγμασιν ἐστέ. Ἴστε τε. Καὶ ἐπίστασθε.

2

.

486

Κλέος οἶ‐ ον. Ἤτοι, μόνην τὴν δόξαν τῶν ἀν‐ δρῶν. ἢ, μόνον φήμην τινὰ ἀνδρῶν ἀκού‐ ομεν. Παρὰ τὸ κλύειν ῥῆμα, ὅ ἐστιν,
5ἀκούειν. Ἴδμεν. Ἐπιστάμεθα, οἴ‐ δαμεν.

2

.

487

Ἡγεμόνες. Βασιλεῖς.

2

.

488

Πληθὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσο‐ μαι. Τουτέστιν, εἴπω. οὐδ’ εἰ δεκα‐ πλασίων ἐμαυτοῦ γένωμαι. ὑμῶν γάρ ἐστι τὸ ἔργον. Πληθύν. Τὸ πλῆθος.
5Μυθήσομαι. Μυθησαίμην, εἴποιμι.

2

.

490

Φωνὴ δ’ ἄῤῥηκτος. Καὶ διὰ τού‐ του δηλοῖ, ὅτι σῶμα, ἡ φωνή. Ζητοῦσι δέ τινες, διὰ ποίαν αἰτίαν, τῆς μὲν ὅλης πραγματείας ἀρχόμενος ὁ Ποιητὴς, μίαν
5ἐπεκαλέσατο τῶν Μουσῶν· ἐπὶ δὲ τοῦ καταλόγου, τὰς πάσας. Λέγουσι δέ τινες τῶν γραμματικῶν, ἐπὶ τοῦ, Μῆνιν ἄειδε, τὸν τρόπον εἶναι συνεκδοχὴν, ὡς ἀπὸ μιᾶς, τῆς κυριωτάτης, νοεῖσθαι πά‐
10σας. Καὶ γὰρ Ἡσίοδος τὴν Καλλιόπην κυριωτάτην φησὶν οὕτως· Καλλιόπη θ’ ἡ προφερεστάτη ἐστὶν ἁπασέων. Ἄλλοι δὲ λέγουσιν, ὅτι, περὶ ἑνὸς προσώπου, καὶ τῆς ὀργῆς τούτου, τὸν λόγον ποιού‐
15μενος, δεόντως πρὸς μίαν τῶν Μουσῶν ἐποιήσατο τὸν λόγον. Μέλλων δὲ κα‐ τάλογον ἐρεῖν νεῶν καὶ βασιλέων, ἐθνῶν τε καὶ τόπων, πλήθους τε καὶ πραγμά‐ των, εὐλόγως πρὸς ἁπάσας τὰς Μούσας
20τὸν λόγον ἐπερείδεται. Ἄῤῥηκτος. Ἀ‐ διάῤῥηκτος, στερεά. Εἶεν. Ὑπάρχοιεν. Χάλκεον. Στερεόν. Ἦτορ. Φωνὴ, ψυχή. Ἐνείη. Ἐνῆν.

2

.

491

Εἰ μὴ Ὀλυμπιάδες. Εἰ μὴ αἱ τὸν Ὄλυμπον κα‐ τοικοῦσαι Μοῦσαι.

2

.

492

Μνησαίατο. Ὑπομνήσειαν. Ὑπὸ Ἴλιον. Εἰς τὴν Ἴλιον.

2

.

493

Ἀρχοὺς αὖ. Τοὺς ἄρχον‐ τας. ὅ ἐστι, τοὺς ἡγεμόνας. Προπά‐ σας. Πάσας, ὅλας. Περισσὴ ἡ προ.

2

.

494

Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον. Ἄρξασθαι δέ φασί τινες ἀπὸ Βοιωτῶν τὸν Ὅμηρον τοῦ καταλόγου, χαριζόμενον ταῖς Μούσαις ἃς ἐπεκαλέ‐
5σατο. Αὐτόθι γὰρ ἐν Βοιωτίᾳ εἶναι τὸν Ἑλικῶνα τὸ ὄρος, ὅπου σύνηθες αὐταῖς διατρίβειν. Οἱ δὲ, τῆς Φωκίδος, λέγου‐ σιν, εἶναι τὸν Ἑλικῶνα. μὴ οὖν ἀπὸ Βοιωτῶν τὴν ἀρχὴν διὰ τοῦτο γεγενῆ‐
10σθαι. Τινὲς δὲ, ἀνθ’ ὧν οὗτοι μόνοι πέντε εἶχον ἡγεμόνας. Ἄλλοι δέ φασιν, οὐ διὰ τοῦτο· ἀλλ’ ἐπεὶ πολλὰς πόλεις εἶχεν ἡ Βοιωτία, διὰ τοῦτο ἐντεῦθεν ἄρξασθαι αὐτὸν τοῦ καταλόγου. Οὐκ
15ἔστι δὲ οὐδὲ τοῦτο ὑγιές. Οὐ γὰρ ἀπὸ πλήθους πόλεων ὁ κατάλογος παραμεμέ‐ τρηται. Ἤρξατο γὰρ ἂν μᾶλλον ἀπὸ Κρητῶν, ἐχόντων ἑκατὸν πόλεις. Βέλ‐ τιον δὲ, λέγειν, αὐτὸν ἀπὸ Βοιωτῶν
20ἦρχθαι, ἐπείπερ ἐν Αὐλίδι, πόλει τῆς Βοιωτίας, συνήχθη ἅπαν τὸ πλῆθος, τὸ ἐπὶ τὴν Ἴλιον μέλλον στρατεύειν. Ἔχει δὲ αὕτη ἡ πόλις λιμένας, τοὺς μὲν βλέ‐ ποντας ἐπὶ τὴν Ἴλιον, τοὺς δὲ καταγωγεῖς
25ἀπὸ τῆς Ἑλλάδος πάσης. Δι’ ἣν αἰτίαν συνηθροίσθησαν αὐτόθι, καὶ ἐντεῦθεν ἀπέπλευσαν. Ὁ δὲ Ἀρίσταρχός φησι, κατὰ ἐπιφορὰν αὐτὸν ἀπὸ Βοιωτῶν τὴν ἀρχὴν πεποιῆσθαι. Εἰ γὰρ καὶ ἀπ’
30ἄλλου ἔθνους ἤρξατο, ἐζητοῦμεν ἂν τὴν αἰτίαν τῆς ἀρχῆς. Βοιωτῶν μὲν Πηνέ‐ λεως καὶ Λήϊτος ἦρχον. Οὗτοι μὲν οἱ πέντε Βοιωτῶν στρατηγοί. Ἰστέον δὲ, ὅτι ἐτίθεσαν πλεῖστοι τῶν παλαιῶν προ‐
35ληπτικῶς τὰς ὀνομασίας τοῖς παισὶν, ἀφ’ ὧν ἔμελλον οἱ παῖδες ἐπιτηδεύειν πρα‐ γμάτων. Σφόδρα δὲ αὐτοῖς ἔμελε τὰ τοῦ πολέμου. Διὸ Πηνέλεως μὲν ὠνο‐ μάσθη ἀπὸ τοῦ πένεσθαι περὶ τὸν λεὼν,
40ὅ ἐστι, πονεῖν καὶ ἐργάζεσθαι κατὰ τὸν ὄχλον. Λήϊτος δὲ ἀπὸ τοῦ λείαν ἄξειν. λεία δὲ, ἡ ἀπὸ πολέμου κτῆσις. Ἀρκε‐ σίλαος δὲ ἀπὸ τοῦ ἐπαρκέσειν καὶ βοη‐ θήσειν τοῖς λαοῖς, τουτέστι, τοῖς ὄχλοις.
45Προθοήνωρ δὲ, ὁ προθρέξων καὶ προδρα‐ μούμενος ἠνορέῃ, τουτέστιν, ἀνδρίᾳ. Κλονίος δὲ, ὁ γενναῖος καὶ μάχιμος γε‐ νησόμενος. Κλόνος γὰρ ἡ μάχη. Βοι‐ ωτῶν μὲν Πηνέλεως. Ἡ Βοιωτία τὸ

2

.

494

(50)

πρότερον Ἀονία ἐκαλεῖτο, ἀπὸ τῶν κα‐ τοικούντων ἐν αὐτῇ Ἀόνων. Μετωνο‐ μάσθη δὲ Βοιωτία κατὰ μέν τινας, ἀπὸ Βοιωτοῦ υἱοῦ Ἰτώνου, ἢ Ποσειδῶνος, καὶ Ἄρνης. Ἔτι δὲ Βοιωτοὶ τιμῶσι τὸν
55προπάτορα αὐτῶν, Βοιωτὸν, υἱὸν Ποσει‐ δῶνος. Καθ’ ἑτέρους δὲ, ἀπὸ τῆς ἐλα‐ θείσης κατὰ πυθόχρηστον ὑπὸ Κάδμου βοός. Εὐρώπης γὰρ τῆς Φοίνικος θυγα‐ τρὸς ἐκ Σιδῶνος ὑπὸ Διὸς ἁρπαγείσης,
60Κάδμος ὁ ἀδελφὸς αὐτῆς, κατὰ ζήτη‐ σιν πεμφθεὶς ὑπὸ τοῦ πατρὸς, ὡς οὐχ’ εὑρήκει αὐτὴν, ἧκεν εἰς Δελφοὺς πρὸς τὸν θεόν. Ὁ δὲ θεὸς εἶπεν αὐτῷ, περὶ μὲν Εὐρώπης μὴ πολυπραγμονεῖν, χρῆ‐
65σθαι δὲ καθοδηγῷ βοΐ, καὶ πόλιν ἐκεῖ κτίζειν, ἔνθα ἂν αὐτὴ εἰς τὰ δεξιὰ πέσῃ καμοῦσα. Τοιοῦτον λαβὼν χρησμὸν, διὰ Φωκέων ἐπορεύετο. Εἶτα, βοῒ συντυ‐ χὼν παρὰ τοῖς Πελάγονος βουκολίοις,
70ταύτῃ πορευομένῃ κατόπιν εἵπετο. Ἡ δὲ διεξιοῦσα πᾶσαν Βοιωτίαν, ὀκνήσασα ἀνεκλίθη, ἔνθα νῦν ἡ πόλις εἰσὶ Θῆβαι. Βουλόμενος δὲ Ἀθηνᾷ τὴν βοῦν κατα‐ θῦσαι, πέμπει τινὰς τῶν μεθ’ ἑαυτοῦ
75ληψομένους χέρνιβα ἀπὸ τῆς Ἀρητιάδος κρήνης. Ὁ δὲ φρουρῶν τὴν κρήνην δρά‐ κων, ὃν Ἄρεος ἔλεγον εἶναι, τοὺς πλείονας
τῶν πεμφθέντων διέφθειρεν. Ἀγανα‐ κτήσας δὲ Κάδμος, κτείνει τὸν δράκοντα·
80καὶ, τῆς Ἀθηνᾶς αὐτῷ ὑποθεμένης, τοὺς τούτου ὀδόντας σπείρει. ἀφ’ ὧν ἐγένοντο οἱ γηγενεῖς. Ὀργισθέντος δὲ Ἄρεος, καὶ μέλλοντος Κάδμον ἀναιρεῖν, ἐκώλυσεν ὁ Ζεύς. καὶ Ἁρμονίαν αὐτῷ συνῴκισε τὴν
85Ἄρεος καὶ Ἀφροδίτης. πρότερον δὲ ἐκέ‐ λευσεν αὐτὸν ἀντὶ τῆς ἀναιρέσεως τοῦ δράκοντος ἐνιαυτὸν θητεῦσαι. ἐν δὲ τῷ γάμῳ Μούσας ᾆσαι, καὶ τῶν θεῶν ἕκα‐ στον Ἁρμονίᾳ δῶρον δοῦναι. Ἱστορεῖ
90Ἑλλάνικος ἐν Βοιωτιακοῖς, καὶ Ἀπολ‐ λόδωρος. Ἦρχον. Ἐβασίλευον, ἡγοῦντο.

2

.

496

Οἵθ’ Ὑρίην. Τὸ πλῆρες, Οἵ τε Ὑρίαν. Ὑρία δὲ, χωρίον πλησίον τῆς Αὐλίδος, ὃ ἔκτισεν Ὑριεὺς ὁ Ποσειδῶνος καὶ Ἀλκυόνης. ἢ, ὥς τινες εἶπον, Βοιωτὸς
5ὁ Ὠρίονος πατήρ. Ἐνέμοντο. Κατῴ‐ κουν. Αὐλίδα. Αὐλὶς ὠνόμασται ἀπὸ Αὐλίδος τῆς εὐωνύμου τοῦ Κηφισσοῦ· ἢ ἀπὸ τοῦ αὐτόθι αὐλισθῆναι καὶ μεῖναι τοὺς Ἕλληνας. Πετρήεσσαν. Πετρώδη,
10τραχείαν.

2

.

497

Σχοῖνον. Πόλιν Βοιω‐ τίας, ἀπὸ Σχοινέως τοῦ Ἀθάμαντος τοῦ Ἀταλάντης πατρός. Σκῶλόν τε. Καὶ Σκῶλον. Ἔστι δὲ κώμη ἡ Σκῶλος ὑπὸ
5Κιθαιρῶνι ὄρει τῶν ἐν τῇ Βοιωτίᾳ Θη‐ βῶν. οὕτω δὲ κέκληται διὰ τὸ δυσοίκη‐ τον τοῦ τόπου. Πολύκνημον. Πολλοὺς ἔχουσαν κνημούς. Κνημοὶ δὲ μεταφο‐ ρικῶς ἀπὸ τῶν ἀνθρωπίνων κνημῶν. Λέ‐
10γονται δὲ αἱ τῶν ὀρῶν προβάσεις. καὶ γὰρ αὗται ὅσον ἀπὸ κεφαλῆς πρὸ τῶν βά‐ σεων εἰσὶν, ὅ ἐστι, πρὸ τῶν ποδῶν. Ἐ‐ τεωνόν. Ὠνόμασται ἀπὸ Ἐτεωνοῦ, ὃς ἦν ἀπόγονος Βοιωτοῦ. Καλεῖται δὲ νῦν
15Σκάρφη.

2

.

498

Θέσπειαν. Τὰς νῦν πλη‐ θυντικῶς Θεσπιὰς καλουμένας. Γραῖαν. Τὴν νῦν Τάναγραν καλουμένην. Εὐρύ‐ χορον. Πλατεῖαν, μεγάλην. Μυκαλησ‐
5σόν. Οὕτως κληθεῖσαν ἀπὸ Μυκάλης τῆς ἐν Καρίᾳ, Περσέως ἐν αὐτῇ ἱδρυσα‐ μένου τὸ τοῦ Μυκαλέως Διὸς ἱερόν.

2

.

499

Οἵ τε. Οἵτινες. Ἀμφ’ Ἅρμα. Περὶ τὸ Ἅρμα. Τὸ δὲ Ἅρμα, πόλις τῆς Βοι‐ ωτίας, ὀνομασθεῖσα ἀπὸ τοῦ αὐτόθι κα‐ ταποθῆναι σὺν τοῖς ἵπποις τὸ Ἀμφια‐
5ράου τοῦ μάντεως ἅρμα σὺν αὐτῷ. Καὶ Εἰλέσιον, καὶ Ὕλην, καὶ Ἐλεῶν’. Τὸ πλῆρες Ἐλεῶνα. Εἰσὶ δὲ αὗται πόλεις Βοιωτίας. Καὶ οὕτω καλοῦνται, ἐπειδὴ ὑλώδεις οἱ τόποι. Ἐρυθραί. Βαρυτόνως
10μὲν, πόλις Βοιωτίας· ὀξυτόνως δὲ, πόλις Ἰωνίας. Ὠνομάσθησαν δὲ, ἤτοι ἀπὸ Ἐρυθροῦ τοῦ, Ποσειδῶνος, καὶ Ἀμφιμε‐ δούσης τῆς Δαναοῦ· ἢ, ὡς ἕτεροι, ἀπὸ Ἐρυθρᾶς τῆς Πορφυρίωνος τοῦ Σερίφου.

2

.

500

Εἶχον. Κατῴκουν. Ὕλην. Τὸ υ ἐνταῦθα ἐπεκτεταμένως. ὡς τό· Ὕλῃ ἔνι οἰκία ναίων. Πετεῶνα. Ἀπὸ Πε‐ τεῶνος τοῦ Βοιωτοῦ.

2

.

501

Ὠκαλέην. Ἀπὸ τοῦ παραῤῥέοντος ποταμοῦ. Κα‐ λεῖται δὲ νῦν Ὠκάλεια. Μεδεῶνά τ’. Καὶ τὸν Μεδεῶνα. Μεδεῶνα. Ἀπὸ
5Μεδεῶνος τοῦ Πυλάδου. Ἐϋκτίμενον. Καλῶς κεκτισμένον. Πτολίεθρον. Πό‐ λιν.

2

.

502

Κώπας. Πόλεις Βοιωτίας, ἀπὸ Κωπεῶνος τινὸς ἥρωος. παρ’ ἣν καὶ ἡ λίμνη Κωπαΐς. Πολυτρήρωνα. Πολλὰς περιστερὰς ἔχουσαν. Τρήρωνες δὲ κα‐
5λοῦνται αἱ περιστεραὶ, ἀπὸ τοῦ τρεῖν,
καὶ εὐλαβεῖσθαι. δειλὸν γὰρ τὸ ζῶον. Θίσβη. Αἱ νῦν πληθυντικῶς λεγόμεναι Θίσβαι.

2

.

503

Κορώνειαν. Ἀπὸ Κορώ‐ νου τοῦ Θερσάνδρου. Ποιήεντα. Βοτα‐ νηφόρον, σύμφυτον. πόα γὰρ, ἡ βοτάνη. Διὰ τούτου δὲ τὸ εὔγειον παρίστησιν αὐ‐
5τῆς.

2

.

504

Πλάταιαν. Τὰς Πλαταίας. ἀπὸ Πλάτης τῆς Ὀγχηστοῦ. Ἔχον. Εἶ‐ χον, ᾤκουν. Γλίσσαντα. Προπαροξυτόνως ὡς γίγαντα.

2

.

505

Ὑποθήβας. Θῆβαι ἀπὸ Θήβης, τῆς Ἀσωποῦ, τοῦ ἐντοπίου ποτα‐ μοῦ. Ὑποθήβας οὖν τὰς ἐλάττω Θή‐ βας, ἠλαττωμένας ὕστερον ἐπὶ τῶν ἐπι‐
5γόνων. ἐπόρθησαν γὰρ αὐτὰς οἱ τῶν ἑπτὰ ἐπὶ Θήβας στρατευσάντων παῖδες, ἐκδικοῦντες πατρώαν ὕβριν. Ἕτεροι δέ φασιν, Ὑποθήβας λέγειν τὸν Ποιητὴν τὰς ὑποκειμένας ταῖς ἑπταπύλοις Θή‐
10βαις κώμας. αὗται γὰρ αἱ Θῆβαι ἐκ‐ πεπολιώρκηντο.

2

.

506

Ὄγχηστον. Τό‐ πος τῆς Βοιωτίας, ἱερὸς Ποσειδῶνος. Εἴρηται δὲ ἀπὸ Ὀγχηστοῦ τοῦ Βοιωτοῦ. Ποσιδήϊον. Ποσειδῶνος ἱερόν. Ἀγλαόν.
5Καλόν. Ἄλσος. Πᾶς τόπος σύνδενδρος, ὕδωρ ἔχων, καὶ θεοῖς ἀφιερωμένος, ἄλ‐ σος καλεῖται.

2

.

507

Πολυστάφυλον. Πολυάμπελον. Ἄρνην. Πόλιν Βοιωτίας, ἀπὸ Ἄρνης, ἧς καὶ Ποσειδῶνος Βοιωτός. Οἱ δὲ, ὅτι οὐχ εὑρίσκεται κατὰ τοὺς
5Τρωϊκοὺς χρόνους Ἄρνη πόλις Βοιωτίας, ὅθεν ἔνιοι πιθανῶς μεταγράφουσι, οἵ τε πολυστάφυλον Τάρνην ἔχον.

2

.

508

Νί‐ σαν. Βοιωτίας, οὐ Μεγαρίδος. Ἔστι δὲ ἐν αὐτῇ Διονύσου ἐπιφανὲς ἱερόν. Ζαθέην. Ἄγαν θείαν. Ἀνθηδόνα. Ἀν‐
5θηδὼν πόλις Βοιωτίας. Ἐκ ταύτης ἦν Γλαῦκος θαλάσσιος. Ἐσχατόωσαν. Τὴν ἐν τοῖς ἐσχάτοις μέρεσι τῆς Βοιω‐ τίας κειμένην.

2

.

509

Τῶν μέν. Τούτων μέν. Νέες. Πλοῖα.

2

.

510

Βαῖνον. Ἔβαινον.

2

.

511

Ἀσπληδόνα. Ὠνόμα‐ σται ἀπὸ Ἀσπληδόνος τοῦ Πρέσβωνος. Ἔστι δὲ Βοιωτίας τῆς Ὀρχομενίων γῆς. Καλεῖται νῦν Εὐδείελος. Ναῖον. Ὤικουν.
5Ὀρχομενὸν Μινύειον. Τὸν ἐν τῇ Βοιωτίᾳ λέγει Ὀρχομενὸν, τὸν ὑπὸ Μινύου βα‐ σιλευθέντα, τὸν ὀνομασθέντα ἀπὸ Ὀρ‐ χομενοῦ τοῦ Διὸς υἱοῦ, καὶ Ἑρμίππης τῆς Βοιωτοῦ. Παραῤῥέει αὐτὸν ποταμὸς
10Μινύας, ἀφ’ οὗ Μινύαι ἐκλήθησαν οἱ τὴν χώραν κατοικοῦντες. Ἔστι δὲ καὶ ἕτερος Ὀρχομενὸς τῆς Ἀρκαδίας, ὃν πο‐ λύμηλον καλεῖ ὁ ποιητής. καὶ ἕτερος τῆς Θεσσαλίας.

2

.

512

Υἷες Ἄρηος. Παῖδες Ἄρεος.

2

.

513

Δόμῳ. Οἴκῳ. Ἀζείδαο. Ἀζέως παιδός.

2

.

514

Παρθένος. Ἡ ἔτι
παρθένος νομιζομένη τοῖς γονεῦσιν. Αἰ‐ δοίη. Αἰδοὺς ἀξία καὶ τιμῆς. Ὑπερῴ‐ ϊον εἰσαναβᾶσα. Εἰς τὸ δίστεγον ἐλ‐
5θοῦσα τὸ καλούμενον γυναικωνίτης. οἱ γὰρ ἀρχαῖοι ταῖς γυναιξὶν ὑπερῴους τοὺς θαλάμους κατεσκεύαζον, ὑπὲρ τοῦ δυσεν‐ τεύκτους αὐτὰς εἶναι.

2

.

515

Παρελέξα‐ το. Παρεκοιμήθη, παρεκαθεύδησε. Λά‐ θρη. Λαθραίως, κρυφίως. Ὁ δέ οἱ. Οὗτος δὲ αὐτῇ. Ὁ δὲ, ἀντὶ τοῦ, γάρ.

2

.

516

Γλαφυραί. Βαθεῖαι, κοῖλαι. Ἐ‐ στιχόωντο. Ἐν τάξει παρεγένοντο.

2

.

517

Αὐτὰρ Φωκήων. Τῶν δὲ Φωκέων. Διχῶς δὲ γράφεται, Φωκήων, καὶ Φω‐ κείων. Τοὺς δὲ Φωκεῖς οἱ μὲν ἀπὸ Φώκου τοῦ Ψαμάθης καὶ Αἰακοῦ, οἱ δὲ
5τοῦ Ποσειδῶνος καὶ Προνόης τῆς Ἀσω‐ ποῦ. Ἦρχον. Ἡγοῦντο.

2

.

518

Υἷες Ἰφίτου. Σχέδιος, καὶ Ἐπίστροφος. Ναυβολίδαο. Ναυβόλου, παιδὸς Ἰφί‐ του.

2

.

519

Κυπάρισσον. Πόλιν Φωκί‐ δος. Ὠνομάσθη δὲ ἀπὸ Κυπαρίσσου τοῦ Ὀρχομενοῦ ἀδελφοῦ. ἢ ἀπὸ τῶν ἐν αὐτῇ φυομένων κυπαρίσσων. Πυθών. Καὶ
5αὕτη πόλις Φωκίδος. Τὸ πρότερον δὲ ἐκαλεῖτο Παρνασία νάπη, ὡς ἀπὸ τοῦ παρακειμένου ὄρους. ἔπειτα Πυθών. ὕ‐ στερον δὲ Δελφοί. Καὶ Πυθὼν μὲν, ἐπεὶ κατεσάπει αὐτόθι ὁ δράκων, ὁ τὸ
10μαντεῖον πρότερον φυλάσσων, ὃν ἀπέ‐ κτεινε τοξεύσας ὁ Ἀπόλλων. πύθεσθαι γὰρ, τὸ σήπεσθαι. ὡς τό· σέο δ’ ὀστέα πύσει ἄρουρα. ἢ, ὡς ἔνιοί φασι, διὰ τὸ παραγενομένους αὐτόθι πυθέσθαι τοὺς
15ἀνθρώπους περὶ ὧν ἐθέλουσι.

2

.

520

Κρίσ‐ σαν. Πεδίον ἐν Λοκρίδι, ἢ, ὡς οἱ πλείο‐ νές φασιν, ἐν Δελφοῖς, ὠνόμασται ἀπὸ Κρίσσου τοῦ τυράννου, καὶ Ἀστεροδίας
5τῆς Δηϊονέως. Δαυλίδα. Δαυλὶς, πόλις Φωκίδος, ἀπὸ Δαυλιέως ὀνομασθεῖσα τοῦ τυράννου, καὶ Κρηστώνης. ἢ διὰ τὸ σύμ‐ φυτον. δαυλὸν γὰρ τὸ δασὺ ἔλεγον οἱ ἀρχαῖοι. Πανοπῆα. Πόλις Φωκίδος,
10ῥηθεῖσα ἀπὸ Πανοπέως τοῦ Φώκου.

2

.

521

Ἀνεμώριαν. Αὕτη μεταξὺ κεῖται Φωκίδος, καὶ Δελφῶν, ἐφ’ ὑψηλοῦ τό‐ που, ὅθεν οὕτως ὠνόμασται, παρὰ τὸ καταπνεῖσθαι αὐτὴν σφοδρῶς. Ὑάμ‐
5πολιν. Οἵτινες ᾤκουν τὴν ὑπὸ Ὑάντων ἔθνους βαρβάρων οἰκισθεῖσαν πόλιν.

2

.

522

Οἵ τ’ ἄρα πὰρ ποταμὸν Κηφισσόν. Οὗτοι Ἐπικηφίσιοι λέγονται, ὑπὸ δέ τινων παραποτάμιοι. Ὁ δὲ Κηφισσὸς ποταμός ἐστι τῆς Φωκίδος, ἔχων τὰς
5πηγὰς ἐκ Λιλαίας. ὥς φησιν Ἡσίοδος· Ὅς τε Λιλαίῃσι προρέει καλίῤῥοον ὕδωρ. Δῖον. Θαυμαστόν. Ἔναιον. Ὤικουν.

2

.

523

Λίλαιαν. Πόλις Φωκίδος, παρα‐
κειμένη ταῖς τοῦ Κηφισσοῦ πηγαῖς.

2

.

524

Ἕποντο. Ἠκολούθουν.

2

.

525

Στί‐ χες. Τάξεις. Ἔστασαν. Εἱστήκει‐ σαν. Ἀμφιέποντες. Περὶ αὐτὸν ἐνερ‐ γοῦντες, καὶ ἐπιμέλειαν ἔχοντες.

2

.

526

Ἐπ’ ἀριστερά. Ἐκ τοῦ ἀριστεροῦ μέ‐ ρους. Ἔμπλην. Πλησίον. Θωρήσσον‐ το. Καθωπλίζοντο.

2

.

527

Λοκρῶν δ’ ἡ‐ γεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας. Λοκρῶν δὲ μέμνηται, τῶν Ἐπικνημιδίων καλου‐ μένων. οὗτοι γὰρ ἀντικρὺ τῆς Εὐβοίας
5τὴν οἴκησιν πεποίηνται, οἱ ὑπὸ τῷ Αἴαντι ὄντες. Εἰσὶ δὲ καὶ ἕτεροι Λοκροὶ, ἐπι‐ καλούμενοι Ὀζόλαι, περὶ τὴν Αἰτωλίαν, ἐπὶ τῆς ἑτέρας πλευρᾶς, οἰκοῦντες κατὰ τὸ Κρισσαῖον πεδίον· κεκλημένοι οὕτως
10ἀπὸ τοῦ αὐτόθι ῥέοντος Ὄζοντος ποτα‐ μοῦ, ὃν ἐποίησαν οἱ ἰχῶρες δυσώδη τοῦ κενταύρου τοῦ ὑπὸ Ἡρακλέους τρωθέντος, ὁπηνίκα διάγων Δηϊάνειραν τὴν Οἰνέως κατὰ τὸν Εὔηνον ποταμὸν ἐπιχείρει βιά‐
15ζεσθαι· ἢ, ὅτι εἰσὶν αἰγονόμοι, καὶ τὰς δορὰς τῶν βοσκημάτων δυσώδεις οὔσας καὶ ἀβυρσεύτους ἀμφιέννυνται. Τούτων δὲ ἄποικοί εἰσιν ἕτεροι Λοκροὶ, οἱ Ἐπι‐ ζεφύριοι καλούμενοι, διὰ τὸ ἐπὶ Ζεφυρίῳ
20ὄρει τῆς Ἰταλίας παροικεῖν. Ἡγεμό‐ νευεν. Ἡγεῖτο.

2

.

528

Μείων, οὔτι τόσος γε ὅσος Τελαμώνιος Αἴας, Ἀλλὰ πολὺ μείων· ὀλίγος μὲν ἔην, λινοθώρηξ, Ἐ‐ γχείῃ δ’ ἐκέκαστο πανέλληνας καὶ Ἀ‐
5χαιούς. Ἀθετοῦνται οἱ τρεῖς οὗτοι στί‐ χοι, ὡς μὴ γνήσιοι τοῦ ποιητοῦ. Πρῶτον μὲν, ὅτι οὐκ ἦν μικρότερος ὁ Ὀϊλέως Αἴας τοῦ Τελαμῶνος. Φησὶ γὰρ ἐν ἑτέροις τῆς ποιήσεως· Αἴας δ’ οὐκέτι
10πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς Ἵστατ’ ἀπ’ Αἴαντος Τελαμωνίου οὐδ’ ἠβαιόν. Ἀλλ’ ὥστ’ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον Ἶσον θυμὸν ἔχοντε τιταίνετον. Ἔπειθ’, ὅτι οὐκ οἶδεν λινοῖς θώρηξι χρωμένους τοὺς
15Ἕλληνας ὁ ποιητής. Ψεῦδος δὲ καὶ τὸ, Ἐγχείῃ δ’ ἐκέκαστο πανέλληνας. Μεί‐ ων. Μικρότερος, ἐλάττων. Οὔτι τό‐ σος. Οὐ τηλικοῦτος τῷ μεγέθει τοῦ σώματος καὶ τῇ δυνάμει. Ὅσος. Ὁ‐
20πόσος.

2

.

529

Ὀλίγος. Μικρός. ποσότης ἀντὶ πηλικότητος. Λινοθώρηξ. Λινοῦν θώρακας ἔχων. οἱ γὰρ τοξόται λινοὺς θώρακας φοροῦσιν.

2

.

530

Ἐγχείῃ. Τῇ διὰ δόρατος μάχῃ. Ἐκέκαστο. Ἐκε‐ κόσμητο, ἐνίκα. Πανέλληνας. Ἀντὶ τοῦ, πάντας τοὺς Ἕλληνας.

2

.

531

Κῦνον Ὀπόεντά τε. Κῦνος, καὶ Ὀποῦς, πόλις τῆς Λοκρίδος. Εἴρηται δὲ ἀπὸ Κύνου τοῦ Λοκροῦ. Καλλίαρόν τε. Ἀπὸ Καλ‐
5λιάρου τοῦ Ὀποῦντος.

2

.

532

Βῆσαν. Οὕτως ὠνόμασται, διὰ τὸ σύμφυτον εἶναι τὸ χωρίον. πάντες γὰρ οἱ σύνδεν‐ δροι τόποι, καὶ μάλιστα τῶν ὀρῶν, βῆ‐
5σαι λέγονται. Σκάρφην. Οὕτως ὠνό‐ μασται ἀπὸ Σκάρφης τῆς Αἴσονος μη‐ τρός. Αὐγειάς. Ἀπὸ Αὐγείας τινὸς, ἐγχωρίου νύμφης. οὐκέτι δὲ οἰκεῖται.
Ἐρατεινάς. Ἐπεράστους, καλὰς, καὶ
10ἐπιθυμίας ἀξίας.

2

.

533

Τάρφην. Οὕτως ὠνόμασται, διὰ τὴν δασύτητα τῆς ὕλης. ταρφέα γὰρ, τὰ συνεχῆ. Θρόνιον. Ἀπὸ Θρονίας νύμφης οὕτως ὠνόμασται.
5Βοαγρίου ἀμφὶ ῥέεθρα. Περὶ τὰ τοῦ Βοαγρίου ῥεύματα. Ὁ δὲ Βοάγριος, ποταμὸς τῆς Λοκρίδος.

2

.

535

Πέρην. Πέραν. Εὔβοια. Νῆσος παρακειμένη τῇ Ἀττικῇ, καὶ Βοιωτίᾳ, καὶ Φωκίδι, καὶ Λοκρίδι. ἥτις καὶ Μάκρις ἐκαλεῖτο.
5ἤτοι διὰ τὸ εἰς μῆκος κεῖσθαι. ἢ ἀπὸ Μακρίδος νύμφης, τῆς τροφοῦ Ἥρας. Ὠνομάσθη δὲ Εὔβοια ἀπὸ Εὐβοίας τῆς Ἀσωποῦ.

2

.

536

Μένεα πνείοντες. Θυ‐ μοῦ καὶ δυνάμεως πνείοντες, τουτέστι, γέμοντες. Θαρσαλέοι. Ἄβαντες δὲ, οἱ ἀπὸ Εὐβοίας, ἀπὸ Ἄβαντος, τοῦ, Ποσει‐
5δῶνος, βασιλέως αὐτῶν.

2

.

537

Χαλκίδα. Χαλκὶς, πόλις Εὐβοίας. Εἰρέτριάν τε. Καὶ τὴν Ἐρέτριαν. Εἴρηται δὲ ἀπὸ Ἐ‐ ρετριέως τοῦ Φαέθοντος. Ἱστίαιαν. Αὕ‐
5τη πρότερον ἐκαλεῖτο Ταλαντία, ὕστερον δὲ οὕτω προσηγορεύθη ἀπὸ Ἱστιαίας, τῆς Ὑριέως.

2

.

538

Κήρινθος. Πόλις Εὐβοίας ἐπιθαλάσσιος. Ἔφαλον. Παραθαλάσ‐ σιον. Δίου τ’ αἰπὺ πτολίεθρον. Τὸ ὑψηλὸν καὶ μέγιστον. Καλεῖται δὲ καὶ
5Δίων πληθυντικῶς. εἴρηται δὲ ἀπὸ Δίου τοῦ Πανδώρου.

2

.

539

Κάρυστον. Πόλιν Εὐβοίας. Ναιετάασκον. Ὤικουν.

2

.

540

Ὄζος Ἄρηος. Ἀπόγονος Ἄρεος. πολε‐ μικός.

2

.

541

Χαλκωδοντιάδης. Χαλ‐ κώδοντος παῖς Ἐλεφήνωρ. Εἴρηται δὲ προληπτικῶς τὸ ὄνομα, ὡς ἔθος τοῖς παλαιοῖς τιθέναι τοῖς παισὶ, παρὰ τὸ
5ἐλεφαίρεσθαι αὐτὸν, καὶ βλάπτειν, τοὺς ἐναντίους. Μεγαθύμων. Μεγαλοψύ‐ χων, γενναίων. Ἀρχός. Ἄρχων, ἡγε‐ μών.

2

.

542

Ὄπιθεν κομόωντες. Τὰ ὀ‐ πίσω μέρη τῆς κεφαλῆς κομῶντες, ἀν‐ δρίας χάριν. Ἴδιον δὲ τοῦτο τῆς τῶν Εὐβοέων κουρᾶς τὰς ὄπισθεν τρίχας βα‐
5θείας ἔχειν.

2

.

543

Αἰχμηταί. Πολεμι‐ κοὶ, μαχηταί. Μεμαῶτες. Προθυμού‐ μενοι. Ὀρεκτῇσι μελίῃσι. Τοῖς ἐκ χει‐ ρῶν δόρασιν, οἷς ὀρέγδην ἐχρῶντο, συνι‐
5στάμενοι, καὶ ἐκτείνοντες αὐτά. ἐξ οὗ, θαρσαλέοι. ὀρέξασθαι γάρ ἐστι, τὸ ἐκ χειρὸς πατάξαι. Μελίῃσι. Δόρασιν, ἀπὸ μελίας ξύλου γενομένοις.

2

.

544

Ῥή‐ ξειν. Διαῤῥήξειν. Δηΐων. Πολεμίων.
Ἀμφὶ στήθεσσι. Περὶ τοῖς στήθεσιν αὐτῶν.

2

.

546

Οἳ δ’ ἄρ’ Ἀθήνας εἶχον. Ἀντὶ τοῦ, ᾤκουν. Ἀθήνας δὲ νῦν κέ‐ κληκε τὴν πόλιν. τοὺς δὲ δήμους παρέ‐ λιπε, διὰ τὸ πλῆθος, ἢ διὰ τὸ μὴ δύνα‐
5σθαι πάντας εἰς μετροποιΐαν καταταγῆ‐ ναι.

2

.

547

Δῆμον. Ὄχλον. Ἐρεχθῆος. Τοῦ βασιλέως τῶν Ἀθηναίων, τοῦ καὶ Ἐριχθονίου καλουμένου, γεννηθέντος ἐκ τοῦ Ἡφαίστου. Οὗτος γὰρ ἐδίωκε τὴν
5Ἀθηνᾶν, ἐρῶν αὐτῆς· ἡ δὲ ἔφευγεν. Ὡς δὲ ἐγγὺς αὐτῆς ἐγένετο, πολλῇ ἀνάγκῃ (ἦν γὰρ χωλὸς) ἐπειρᾶτο συνελθεῖν. Ἡ δὲ, ὡς σώφρων, καὶ παρθένος, ὡς οὐκ ἠνείχετο, ἀπεσπέρμῃνεν εἰς τὸ σκέλος
10τῆς θεοῦ. Ἡ δὲ μυσαχθεῖσα, ἐρίῳ ἀπο‐ μάξασα τὸν γόνον, ἔῤῥιψεν εἰς γῆν. ὅθεν Ἐριχθόνιος, ὁ ἐκ τῆς γῆς ἀναδοθεὶς παῖς· κατά τινα ἐτυμολογίαν, ὡς ἀπὸ τοῦ ἐρίου, καὶ τῆς χθονός. Ἱστορεῖ
15Καλλίμαχος ἐν Ἑκάλῃ. Μεγαλήτορος. Μεγαλοψύχου, γενναίου. Ἀθήνη. Ἀ‐ θηνᾶ.

2

.

548

Ζείδωρος. Ἡ τὰ πρὸς ζωὴν δωρουμένη γῆ. Ἄρουρα. Ἡ γῆ. παρὰ τὸ ἀροτριᾶσθαι.

2

.

549

Κὰδ δ’ ἐν Ἀθή‐ νῃς’ εἷσε. Καθίδρυσε δὲ αὐτὸν Ἀθήνῃ‐ σιν ἐν τῷ ἰδίῳ αὐτῆς ἱερῷ ἡ θεὸς, καὶ ἔδωκε φυλάττειν ταῖς Κέκροπος θυγα‐
5τράσιν. Ἑῷ ἐνί. Ἐν τῷ ἰδίῳ. Πίονι. Ἀντὶ τοῦ, πλουσίῳ, καὶ εὐδαίμονι. Νηῷ. Ναῷ.

2

.

550

Ἔνθα. Ἐκεῖ, ἐν ταῖς Ἀθήναις. Μίν. Αὐτὸν τὸν Ἐρε‐ χθέα. Ἀρνειοῖς. Ἀρνοῖς, κριοῖς. Ἱλά‐ ονται. Ἐξευμενίζονται, ἐξιλεοῦνται.

2

.

551

Κοῦροι Ἀθηναίων. Οἱ Ἀθηναῖοι. περιφραστικῶς. Περιτελλομένων. Εἰς τὸ αὐτὸ κατὰ περίοδον περιερχομένων, καὶ τελειουμένων.

2

.

553

Ἐπιχθόνιος. Ἐπίγειος.

2

.

554

Κοσμῆσαι. Διατάξαι, καθοπλίσαι. Ἀσπιδιώτας. Ἐνόπλους.

2

.

555

Οἶος. Μόνος. Ἔριζεν. Ἐφιλονεί‐ κει, ἐξισοῦτο. Προγενέστερος ἦεν. Πα‐ λαιότερος ὑπῆρχεν.

2

.

557

Ἐκ Σαλαμῖ‐ νος. Σαλαμὶς, νῆσος πρὸ τῆς Ἀττικῆς.
ὅθεν ἦν Αἴας ὁ Τελαμώνιος. Ἄγεν. Ἦ‐ γεν, ἔφερε.

2

.

558

Φάλαγγες. Τάξεις.

2

.

559

Ἄργος. Τὴν Πελοπόννησον. Τί‐ ρυνθα. Πόλιν Ἄργους. Τειχιόεσσαν. Τὴν καλῶς τετειχισμένην. ἐπεὶ δοκεῖ ὑπὸ Κυκλώπων τετειχίσθαι.

2

.

560

Ἑρ‐ μιόνην, Ἀσίνην τε. Πόλεις τοῦ Ἄργους. Ἔστι δὲ ἡ Ἑρμιόνη ἱερὰ Περσεφόνης. Βαθὺν κατὰ κόλπον ἐχούσας. Τὰς βα‐
5θὺν κατεχούσας κόλπον. Κόλπος δέ ἐστι θάλασσα ὑπὸ ἀκρωτηρίων περιεχομένη.

2

.

561

Τροιζῆνα. Τροιζὴν, ἀπὸ Τροιζῆνος υἱοῦ Πέλοπος. Ἠϊόνας τε. Οἱ παλαιοὶ ἑνικῶς. Ἀμπελόεντα. Πολυάμπελον, οἰνοφόρον. Ἐπίδαυρον. Πόλιν Ἄργους,
5ἐν τοῖς παραθαλασσίοις μέρεσι κειμένην.

2

.

562

Αἴγιναν. Νῆσον πρὸ τῆς Ἀττικῆς. Ἐκαλεῖτο δὲ πρότερον Οἰνώνη. ὕστερον δὲ Αἴγινα, ἀπὸ Αἰγίνης, τῆς Ἀσωποῦ μὲν θυγατρὸς, Αἰακοῦ δὲ μητρός.

2

.

564

Ἀ‐ γακλειτοῦ. Πάνυ ἐνδόξου.

2

.

565

Κίεν. Ἐπορεύετο. Ἰσόθεος φώς. Ἰσόθεος ἀ‐ νήρ. Τὸ δὲ φὼς, ὀξυτονούμενον, τὸν ἄν‐ θρωπον δηλοῖ. ὡς τὸ, ἰσόθεος φώς. καὶ,
5φῶτ’ Ἀσκληπιοῦ υἱόν. Περισπώμενον δὲ, τὸ φέγγος. καὶ, τροπικῶς, τὴν σωτη‐ ρίαν συνῃρημένον ἐκ τοῦ φάος. Εἰκότως οὖν περισπᾶται. Φάος δ’ ἑτάροισιν ἔθη‐ κε. Καὶ, Χρύσεον λύχνον ἔχουσα, φάος
10περικαλλές. Ἐπεὶ τὸ, πῶς, καὶ τὸ, ποῦ, ἐπιῤῥήματά ἐστι πευστικά. οἷον, Πῶς ἔθαν’ Ἀτρείδης; ποῦ Μενέλαος ἔην; Ὀξυτονούμενα δὲ, καὶ ἐγκλιτικά ἐστιν. ὡς τὸ, Ἀλλ’ οὔ πως ἅπαντα θεοὶ δόσαν
15ἀνθρώποισιν. Ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι.

2

.

566

Μηκι‐ στέως υἱός. Εὐρύαλος. Ταλαϊονίδαο. Ταλαοῦ παιδὸς, Ἀδράστου.

2

.

568

Ὀγδώ‐ κοντα. Ὀγδοήκοντα.

2

.

569

Μυκήνας. Πόλιν Ἄργους, ἧς ἐβασίλευεν Ἀγαμέ‐ μνων. ἀπὸ Μυκήνης, νύμφης Λακωνικῆς.

2

.

570

Ἀφνειόν. Πλούσιον. Ἐϋκτιμένας. Καλῶς ἐκτισμένας.

2

.

571

Ὀρνειάς. Κώμην Ἀργείας. Ἀραιθυρέην. Αὕτη ὕστερον Φλιοῦς προσηγορεύθη. ἀπὸ Φλι‐ οῦντος τοῦ Διονύσου. Ἐρατεινήν. Ἐπι‐
5θυμητὴν, καλήν.

2

.

572

Καὶ Σικυῶν’. Τὸ πλῆρες Σικυῶνα. ἔστι δὲ αὕτη πόλις Ἄργους. Ὅθ’ ἄρ’. Ὅπου δή.

2

.

573

Αἰπεινήν. Ὑψηλήν. Γονόεσσαν. Γο‐ νοῦσαν. Ἔστι δὲ ἀκρωτήριον Πελλήνης.

2

.

574

Πελλήνην. Διαφέρει Πελλήνη Παλλήνης. Παλλήνη μὲν γὰρ πόλις Θρᾴκης· Πελλήνη δὲ πολίχνιον τῆς Ἀ‐ χαΐας, ἥ ἐστι Πελοπόννησος.

2

.

575

Αἰ‐ γιαλόν. Οὕτως ἐκαλεῖτο παραθαλασ‐ σία χώρα, ἤτοι πλευρὰ τῆς Πελοποννή‐ σου, ἡ παρατείνουσα ἀπὸ Σικυῶνος μέχρις
5Ἤλιδος. Αἰγιαλοὶ δὲ, τόποι πλεῖστοι. ὧν καὶ ὁ κατὰ Παφλαγωνίαν. Ἀμφ’ Ἑλίκην. Περὶ τὴν Ἑλίκην. Εὐρεῖαν. Πλατεῖαν.

2

.

576

Τῶν ἑκατὸν νηῶν. Ἀντὶ τοῦ, πάντων τῶν προειρημένων. Καὶ γὰρ ἑκατὸν νηῶν ἡγεμὼν ἦν ὁ Ἀ‐ γαμέμνων. Κρείων. Κρατῶν, ἄρχων.

2

.

578

Ἐν δ’ αὐτὸς ἐδύσατο. Ἐνεδύσατο δὲ αὐτός. Νώροπα. Λαμπρόν. ἀμαυ‐ ροῦντα τοὺς ὦπας, ὅ ἐστι, τοὺς ὀφθαλ‐ μούς.

2

.

579

Κυδιόων. Γαυριῶν τῇ ἑαυ‐ τοῦ δόξῃ. Μετέπρεπε. Διέπρεπε, ἐκδη‐ λότατος ἦν.

2

.

581

Κοίλην Λακεδαίμο‐ να. Τὴν ὑπὸ ὀρῶν περιεχομένην. διὰ τὸ περικεῖσθαι αὐτῇ κύκλῳ τὸ Τηύγετον ὄρος. Διὸ καὶ ἀτείχιστον αὐτὴν ᾤκισαν.
5Λακεδαίμονα δὲ, τὴν χώραν λέγουσι· τὴν δὲ πόλιν, Σπάρτην. Ἕτεροι δὲ καὶ αὐτῆς τῆς πόλεως τὸ μέν τοι Λακεδαί‐ μονα, τὸ δὲ Σπάρτην καλοῦσι. Κητώ‐ εσσαν. Μεγάλην. παρὰ τὸ κῆτος. ὅ‐
10περ δοκεῖ πάντων μεῖζον εἶναι τῶν ἐνύ‐ δρων ζώων. Τινὲς δὲ γράφουσι, καιετά‐ εσσαν, ἵν’ ᾖ, τὴν καλαμινθώδη. κατὰ γὰρ αὐτοὺς ἡ καλαμίνθη ἐστὶ πολλὴ ἐν Σπάρτῃ.

2

.

582

Μέσσην. Τὴν καλουμέ‐ νην Μεσήνην.

2

.

583

Βρυσιαί. Πόλεις τῆς Λακωνικῆς.

2

.

584

Ἕλος. Πόλις τῆς Λακωνικῆς παραθαλάσσιος. ἧς οἱ πολῖται Εἵλωτες.

2

.

585

Λάαν. Πόλιν Λακωνι‐ κῆς. ἣν οἱ Διόσκουροι πορθήσαντες, Λα‐ πέρσαι ἐκλήθησαν. Διὰ δὲ τὸ μέτρον ἀναγνωστέον δισυλλάβως. χρὴ γὰρ λέ‐
5γειν, μονοσυλλάβως, Λᾶν. Οἳ δ’ Οἴτυλον.
Καὶ Οἴτυλον. Ἔστι δὲ καὶ αὕτη πό‐ λις Λακεδαιμονίας.

2

.

587

Ἀπάτερθεν. Ἄποθεν, χωρίς.

2

.

588

Κίεν. Παρεγέ‐ νετο. Ἧισι προθυμίῃσι. Ταῖς ἑαυτοῦ προθυμίαις. Πεποιθώς. Πεπιστευκώς.

2

.

589

Ὀτρύνων. Παρορμῶν. Ἵετο. Προε‐ θυμεῖτο. Θυμῷ. Τῇ ψυχῇ.

2

.

590

Τί‐ σασθαι. Τιμωρήσασθαι. Ὁρμήματα. Μεριμνήματα. Στοναχάς τε. Καὶ στε‐ ναγμούς.

2

.

591

Πύλον. Πύλος, ὁ ὑπὸ Νέστορι, τῆς Μεσηνίας, τὸ καὶ Κορυ‐ φάσιον· ὁ δὲ τῆς Ἀρκαδίας, ἡ τοῦ Νέ‐ στορος πατρίς· ὁ δὲ τῆς Ἠλείας, παρὰ
5τὴν Ὠλενίαν πέτραν.

2

.

592

Θρύον. Πό‐ λιν τῆς Ἤλιδος, ἣν ἑτέρως Θρυόεσσαν λέγουσιν. Ἀλφειοῖο πόρον. Καθ’ Ὅμη‐ ρον ποσὶ διαβατός ἐστιν ὁ Ἀλφειὸς πο‐
5ταμός. πόρον γὰρ, τὸ διαβατὸν αὐτοῦ μέρος φησίν. Ἔστι δὲ ὁ Ἀλφειὸς τῆς Ἠλίας χώρας. Αἶπυ. Βαρυτόνως λε‐ κτέον. ὄνομα γὰρ ἐστὶ πόλεως. Τὸ δὲ ὀξυτονούμενον, ἐπίθετόν ἐστι, καὶ σημαί‐
10νει τὸ ὑψηλόν. Τῶν μέν τοι εἰς υ ληγόν‐ των οὐδετέρων τριγενῶν τὰ θηλυκὰ εἰς α λήγει, τῇ ει διφθόγγῳ παραληγόμενα. οἷον· αἰπὺ, αἰπεῖα Κολώνη· ὀξὺ, ὀξεῖα· ταχὺ, ταχεῖα.

2

.

594

Ἔνθα. Ὅπου. ἐν τῷ Δωρίῳ. Ἔστι δὲ ὄνομα πόλεως.

2

.

595

Ἀντόμεναι. Ἀπαντήσασαι. Θά‐ μυριν. Οὗτος παῖς ἦν Φιλάμμωνος, καὶ Ἀρσίου τῆς νύμφης, τὸ γένος Θρᾴξ. Ὃς ἔσχεν αἰσχρὸν ἔρωτα, πρῶτος ἀρξάμενος
5ἐρᾷν ἀῤῥένων. Οὗτος, κάλλει πολλῷ δι‐ ενεγκὼν, καὶ κιθαρῳδίᾳ, περὶ μουσικῆς ἐρίσας ταῖς Μούσαις, συνέθετο, ἂν μὲν κρείττων εὑρεθῇ, πλησιάσαι πάσαις· ἂν δὲ ἡττηθῇ, στερηθῆναι οὗ ἂν ἐκεῖναι θέ‐
10λωσι. Καθυπέρτεραι δὲ αἱ Μοῦσαι γε‐ νόμεναι, τῶν ὀμμάτων αὐτὸν, καὶ τῆς κιθαρῳδίας, καὶ τοῦ νοῦ, ἐστέρησαν. Θρήϊκα. Θρᾷκα. Παῦσαν. Ἔπαυσαν, ἐπέσχον. Ἀοιδῆς. Τῆς ὠδῆς.

2

.

596

Ἰόντα. Πορευόμενον. Οἰχαλίηθεν. Ἀπὸ τῆς Οἰχαλίας, πόλεως τῆς Θεσσαλίας, ἧς ἐβασίλευσεν Εὔρυτος. Οἰχαλιῆος. Τοῦ ἀπὸ τῆς Οἰχαλίας.

2

.

597

Στεῦτο. Διεβεβαιοῦτο. ἔλεγεν. Εὐχόμενος. Με‐ γαλαυχῶν. Νικησέμεν. Νικήσειν. Εἴ‐ περ ἂν αὐταὶ Μοῦσαι ἀείδοιεν. Εἰ αὐ‐
5ταὶ ᾄδοιεν αἱ Μοῦσαι.

2

.

598

Κοῦραι
Διός. Αἱ τοῦ Διὸς θυγατέρες.

2

.

599

Χολωσάμεναι. Ὀργισθεῖσαι. Πηρὸν θέ‐ σαν. Ἤτοι, τῆς τέχνης ἔπαυσαν, καὶ ἔκφρονα αὐτὸν ἐποίησαν, ἢ περὶ τὴν φω‐ νὴν ἔβλαψαν. Πηρὸς γὰρ καλεῖται, ὁ
5κατά τι μέρος τοῦ σώματος βεβλαμμέ‐ νος.

2

.

600

Θεσπεσίην. Θείαν, θαυμα‐ στήν. Ἀφέλοντο. Ἀφείλοντο. Καὶ ἐκλέλαθον κιθαριστύν. Καὶ ἐπιλαθέσθαι ἐποίησαν τὴν κιθαρῳδίαν. Ὁ δὲ σχημα‐
5τισμὸς τῆς λέξεως Αἰολικός. ὁμοίως δὲ τῷ κιθαριστὺν καὶ ὀρχηστύν.

2

.

601

Ἱπ‐ πότα. Ἱππικός.

2

.

602

Ἐστιχόωντο. Κατὰ τάξιν ἐπορεύοντο.

2

.

603

Κυλ‐ λήνης. Κυλλήνη, ὄρος ὑψηλὸν τῆς Ἀρ‐ καδίας. καὶ πόλις οὖσα παρ’ αὐτῷ ὁμώ‐ νυμος. Ἐν ᾧ ὄρει δοκεῖ Ἑρμῆς γεγενῆ‐
5σθαι ἐκ Μαίας τῆς Ἄτλαντος θυγατρὸς, καὶ Διός. ὅθεν καὶ Κυλλήνιον τὸν θεόν φασιν. Αἰπύ. Ὑψηλὸν, μέγα.

2

.

604

Αἰπύτιον παρὰ τύμβον. Παρὰ τὸν τοῦ Αἰπύτου τάφον. Ὁ δὲ Αἴπυτος ἀρχαιό‐ τατος ἥρως, Ἀρκὰς τὸ γένος. Ἵνα. Ὅπου. Ἀνέρες ἀγχιμαχηταί. Οἱ ἐγγὺς
5καὶ συστάδην μαχόμενοι ἄνδρες. Προσ‐ ληπτέον δὲ τὸ, εἰσί.

2

.

605

Πολύμηλον. Πολλὰ θρέμματα ἔχοντα.

2

.

606

Ῥί‐ πην τε, Στρατίην τε. Πόλεις Ἀρκαδίας. Ἠνεμόεσσαν. Ὑπὸ ἀνέμου καταπνεο‐ μένην, ὑψηλήν.

2

.

607

Καὶ Τεγέην. Τέγεα, πόλις Ἀρκαδίας. Καὶ Μαντι‐ νέην. Καὶ Μαντίνειαν.

2

.

608

Στύμ‐ φηλον. Ἣν οἱ κατοικοῦντες Στυμφήλιοι λέγονται. Καὶ Παῤῥασίην. Πόλιν Ἀρ‐ καδίας.

2

.

609

Ἀγκαίοιο πάϊς. Ἀγκαίου παῖς Ἀγαπήνωρ. Κρείων. Καρτερὸς, ἰσχυρός.

2

.

611

Ἐπιστάμενοι. Ἐπιστή‐ μονες, εἰδότες.

2

.

612

Αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων. Τοῖς Ἀρκάσι, φησὶν, αὐτὸς ὁ βασιλεὺς Ἀγα‐ μέμνων παρέσχε ναῦς, διὰ τὸ ἐν μεσο‐
5γείῳ τῆς Πελοποννήσου αὐτοὺς οἰκοῦντας ἀπείρους εἶναι τῶν κατὰ θάλασσαν ἔρ‐ γων.

2

.

613

Ἐϋσέλμους. Εὐκαθέδρους.
Περάαν. Διαπερᾷν, διϊέναι. Ἐπὶ οἴνο‐ πα. Μέλανα.

2

.

614

Ἐπεὶ οὔ σφι θα‐ λάσσια ἔργα μεμήλει. Ἐπεὶ ἄπειροι ἦσαν τῶν κατὰ θάλασσαν ἔργων, καὶ οὐδαμῶς ἔμελεν αὐτοῖς τούτων.

2

.

615

Βουπράσιον. Πόλις τῆς Πελοποννήσου. Ἤλιδα. Πόλις ἐν Ἀρκαδίᾳ, καὶ αὕτη Πελοποννήσου. Δῖαν. Θαυμαστὴν, με‐ γάλην. Ἔναιον. Ὤικουν.

2

.

616

Ὅσ‐ σον ἐφ’ Ὑρμίνῃ. Ἐφ’ ὅσον ἥτε Ὑρμίνη, καὶ ὁ Μύρσινος, καὶ τὸ Ἀλείσιον, καὶ ἡ Ὠλενία πέτρα, ἐντὸς συνεῖχον, τοῦ παν‐
5τὸς οἱ Ἠλεῖοι ἐβασίλευον. Μύρσινος. Πόλις.

2

.

617

Πέτρη Ὠλενίη. Ὄρος τῆς Ἠλίας. Ἐντὸς ἐέργει. Ἐμπεριέχει, περιορίζει.

2

.

619

Ἐπειοί. Οἱ Ἠλεῖοι.

2

.

620

Ἡγησάσθην. Ἡγοῦντο.

2

.

621

Υἷες, ὁ μὲν Κτεάτου, ὁ δ’ Εὐρύτου Ἀκτορίωνος. Ἄκτορος παῖδες Κτέατος, καὶ Εὔρυτος. Τετήρηκε δὲ τὴν σύνταξιν. Ἀμφίμαχος μὲν γὰρ ἦν Κτεάτου, Θάλ‐
5πιος δὲ Εὐρύτου.

2

.

622

Ἀμαρυγκείδης. Ἀμαρυγκέως παῖς Διώρης.

2

.

623

Θεοει‐ δής. Θεῷ τὸ εἶδος ὅμοιος.

2

.

624

Υἱὸς Ἀγασθένεος. Πολύξεινος. Αὐγηϊάδαο. Αὐγείου παιδὸς Ἀγασθένους.

2

.

625

Δου‐ λιχίοιο. Δουλιχίου. Ἔστι δὲ νῆσος πρὸ τῆς Κεφαλληνίας. Οἱ δ’ ἐκ Δουλιχίου, φησὶ, καὶ τῶν λοιπῶν ἱερῶν Ἐχινάδων
5νήσων. Αἱ δὲ Ἐχινάδες, νῆσοί εἰσι τῆς Ἀκαρνανίας παρὰ ταῖς ἐκβολαῖς τοῦ Ἀχελῴου ποταμοῦ, ἐν αἷς οἱ κατοικοῦντες καλοῦνται Ἐπειοί.

2

.

626

Ἤλιδος ἄντα. Ἐπὶ τὴν Ἤλιδα βλέπουσαι.

2

.

627

Ἀ‐ τάλαντος. Ἀντὶ τοῦ, ἶσος τῷ Ἄρει. πολεμικός.

2

.

628

Φυλείδης. Φυλέως παῖς Μέγης.

2

.

629

Ὅς ποτε Δουλίχιόνδ’ ἀπενάσσατο, πατρὶ χολωθείς. Ὃς εἰς τὸ Δουλίχιον ποτὲ ἀπῳκίσθη, διὰ τὸ κα‐ ταμαρτυρῆσαι τοῦ πατρὸς Αὐγείου πρὸς
5Ἡρακλέα περὶ τοῦ μισθοῦ, ὃν ὑπέσχετο παρέξειν τῷ Ἡρακλεῖ ὁ Αὐγείας, εἰ κα‐ θάροι αὐτοῦ τὰς ἐπαύλεις, μεστὰς οὔσας τῆς κόπρου τῶν βοῶν. Ἡ ἱστορία παρὰ Καλλιμάχῳ. Ἀπενάσσατο. Ἀπῳκίσθη.
10Πατρὶ χολωθείς. Μισηθεὶς ὑπὸ τοῦ πα‐ τρός.

2

.

632

Νήριτον. Ὄρος Ἰθάκης. Εἰνοσίφυλλον. Κινησίφυλλον, καὶ πολύ‐ δενδρον. Ἐξ οὗ, κατήνεμον καὶ ὑψηλόν. Ἔνοσις γὰρ ἡ κίνησις.

2

.

633

Κροκύλει’, Αἰγίλιπα. Πόλεις τῆς Κεφαλληνίας. Τρηχεῖαν. Τραχεῖαν.

2

.

634

Ἠδ’ οἵ. Καὶ οἵτινες. Σάμον ἀμφενέμοντο. Τὰ περὶ τὴν Σάμον ᾤκουν.

2

.

635

Οἵ τ’ Ἤπειρον ἔχον. Καὶ γὰρ τινῶν χωρῶν, τῶν ἄντικρυς τῆς Ἠπείρου, ἐβασίλευεν ὁ Ὀδυσσεύς. Ἀντιπέραι’. Τὰ ἐξεναν‐
5τίας τῆς Ἤλιδος κείμενα χωρία.

2

.

636

Μῆτιν. Βουλὴν, σύνεσιν.

2

.

637

Μιλτο‐ πάρῃοι. Μίλτῳ τὰς πρώρας ἔχουσαι βε‐ βαμμένας.

2

.

639

Πλευρῶν’. Τὸ πλῆρες, Πλευρῶνα. Αἰτωλίας ἐστὶ πόλις. Ὤλε‐ νος καὶ Πυλήνη. Πόλεις Αἰτωλίας. ὁμοίως δὲ καὶ ἡ Καλυδών.

2

.

642

Οὐδ’ ἄρ’ ἔτ’ αὐτὸς ἔην. Ἐτετελευτήκει δὲ καὶ αὐτὸς, ἤτοι ὁ Οἰνεὺς, ἢ ὁ Μελέα‐ γρος. δίληπτον γάρ. Κεχώρικε δὲ τῶν
5λοιπῶν τοῦ Οἰνέως παίδων τὸν Μελέα‐ γρον κατ’ ἐξοχήν. Ξανθός. Καλός. ἢ, ὁ πυῤῥοκόμης. Μελέαγρος. Οἰνέως παῖς, βασιλεὺς Αἰτωλῶν. Θάνεν. Ἀπέθανεν, ἐτεθνήκει.

2

.

643

Τῷδ’ ἐπὶ πάντ’ ἐτέ‐ ταλτο. Τούτῳ δὲ προσετέτακτο, ἐκεχεί‐ ριστο, ἐπὶ τούτῳ δὲ ἦν τὸ πᾶν τῆς ἐξου‐ σίας. Ἀνασσέμεν. Βασιλεύειν.

2

.

645

Δουρικλυτός. Ἔνδοξος περὶ τὸ δόρυ, πο‐ λεμικός.

2

.

646

Κνωσσός. Πόλις Κρή‐ της.

2

.

647

Ἀργινόεντα. Λευκόγειον. Λύκαστον. Πόλιν Κρήτης.

2

.

649

Ἑ‐ κατόμπολιν. Διατί ἐνταῦθα μὲν ἑκα‐ τόμπολιν εἴρηκε τὴν Κρήτην, ἐν δὲ τῇ Ὀδυσσείᾳ ἐνενηκοντάπολιν; Ῥητέον οὖν,
5ἤτοι, ἑκατόν φησιν, οὐ τῷ ἀριθμῷ, ἀλλ’ ἀντὶ τοῦ, πολλάς. Ἢ, καὶ ἀληθέστερον, ὡς ἔχει, ὅ, τι ἐξ ἱστορίας λέγεται. Λεῦ‐ κος γὰρ, ὁ Κρητῶν ἐπικρατήσας, τὰς δέκα πόλεις ἐπόρθησε εἰς φόβον τῶν ἄλ‐
10λων. Ὅθεν εὐλόγως ἐν τῇ Ὀδυσσείᾳ ἐνενήκοντα εἶπεν αὐτὴν ἔχειν.

2

.

651

Ἐνυαλίῳ. Τῷ Ἄρεϊ. Ἀνδρειφόντῃ. Ἄνδρας φονεύοντι.

2

.

653

Ἡρακλείδης. Ἡρακλέος παῖς Τληπόλεμος. Ἠΰς τε, μέγας τε. Πλατύς τε καὶ μέγας, ἀφ’ οὗ γενναῖος.

2

.

654

Ἀγερώχων. Νῦν αὐθαδῶν, ὑβριστῶν, καὶ θρασέων. Δηλοῖ δὲ καὶ, τῶν λίαν ἐνδόξων.

2

.

655

Ῥόδος. Νῆσος πρὸ τῆς Καρίας. Διάτριχα κοσμηθέντες. Τριχῶς διαταχθέντες.

2

.

658

Ἀστυόχεια. Ὄνομα κύριον. Βίῃ Ἡρακληείῃ. Περιφραστικῶς· τῷ Ἡρα‐ κλεῖ.

2

.

659

Τὴν ἄγετ’. Ἥντινα πρὸς γάμον ἤγετο ἐξ Ἐφύρης. Ἔφυραν. Τι‐ νὲς τὴν Θεσπρωτίαν ἣ μετωνομάσθη Κέρκυρα. Οὕτως ἐκαλεῖτο καὶ ἡ νῦν
5καλουμένη Κόρινθος.

2

.

660

Πέρσας. Πορθήσας. Ἄστεα. Πόλεις. Διοτρε‐ φέων. Τῶν ὑπὸ τοῦ Διὸς τραφέντων. Αἰζηῶν. Νεανιῶν.

2

.

661

Ἐπεὶ οὖν. Ἐπειδὴ οὖν. Τράφη. Ἀνετράφη. Ἐϋ‐ πήκτῳ. Καλῶς κατεσκευασμένῳ.

2

.

662

Αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρῳα κατέ‐ κτα. Ἱστόρηται, ὅτι Τληπόλεμος, θεα‐ σάμενος Λικύμνιον τὸν μήτρῳα, ἤδη γε‐ ραιὸν ὑπάρχοντα, ὑπό τινος τῶν οἰκείων
5ἀμελῶς χειραγωγούμενον, ἀφῆκε τὴν βακτηρίαν ἐπὶ τὸν οἰκέτην. Καὶ τούτου μὲν ἥμαρτε. πλήξας δὲ τὸν Λικύμνιον, ἀκουσίως ἀπέκτεινε. Διὸ ἠναγκάσθη γε‐ νέσθαι φυγὰς τῆς πατρίδος. Πατρὸς
10ἑοῖο. Τοῦ ἰδίου πατρός. Μήτρῳα. Μη‐ τρὸς ἀδελφόν. Κατέκτα. Ἀπέκτεινε.

2

.

663

Γηράσκοντα. Γεγηρακότα. Λι‐ κύμνιον. Τὸν ἀδελφὸν Ἀλκμήνης. Ὄζον Ἄρηος. Πολεμικόν.

2

.

664

Νῆας ἔπηξε. Ναῦς κατεσκεύασε. Ἀγείρας. Συνα‐ θροίσας.

2

.

666

Υἱωνοί. Οἱ τῶν υἱῶν υἱοί. ἔγγονοι.

2

.

667

Ἷξε. Παρεγένετο, ὥρμησεν. Ἀλώμενος. Πλανώμενος.

2

.

668

Τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν. Τριχῶς δὲ οἰκισθέντες, ταῖς πατρώαις ἐχρήσαντο φυλαῖς. Ἠδὲ φίληθεν. Καὶ ἐφιλήθη‐ σαν.

2

.

670

Καί σφι θεσπέσιον πλοῦ‐ τον. Καὶ αὐτοῖς πολὺν καὶ ἀθρόον πλοῦ‐ τον κατέπεμψεν ὁ Ζεὺς, καὶ πάνυ πλου‐ σίους αὐτοὺς ἐποίησεν. Ἱστόρηται γὰρ,
5ὅτι τοῖς Ῥοδίοις χρυσὸν ἔβρεξεν ὁ Ζεὺς, ἐπεὶ πρῶτοι γεννωμένῃ τῇ Ἀθηνᾷ ἔθυ‐ σαν.

2

.

671

Νιρεὺς δ’ αὖ Σύμηθεν. Ἀπὸ Σύμης. Ἐνταῦθα δὲ τρὶς ὀνομάσας τὸν Νιρέα, οὐκ ἔτι αὐτοῦ ἐμνήσθη. καὶ τού‐ του αὐτὸς τὴν αἰτίαν παραδίδωσι, λέγων·
5Ἀλλ’ ἀλαπαδνὸς ἔην· παῦρος δέ οἱ εἵπε‐ το λαός. Ἐΐσας. Ἰσοτοίχους.

2

.

672

Χαρόποιο. Τοῦ Χαρόπου.

2

.

673

Ὑπὸ Ἴλιον. Εἰς τὴν Ἴλιον.

2

.

675

Ἀλα‐ παδνός. Ἀσθενής. Παῦρος. Ὀλίγος. Εἵπετο. Ἠκολούθει.

2

.

676

Κράπαθόν τε, Κάσον τε. Κάρπαθος καὶ Κάσος
νῆσοι περὶ τὴν Κῶν. Κράπαθον δὲ, κατὰ μετάθεσιν.

2

.

677

Εὐρυπύλοιο πόλιν. Τὴν Κῶν λέγει. ἐπεὶ Εὐρύπυλος ἦν Ἡ‐ ρακλέους καὶ Χαλκιόπης παῖς, ὃς ἐβασί‐ λευε τῆς Κῶ.

2

.

678

Τῶν αὖ. Τούτων δή.

2

.

679

Θεσσαλοῦ. Φείδιππος, καὶ Ἄντιφος. Ἡρακλείδαο. Ἡρακλέους παιδός.

2

.

681

Τὸ Πελασγικὸν Ἄργος. Τὸ Θεσσαλικόν. Πελασγία γὰρ πρότε‐ ρον ἡ Θεσσαλία ἐκαλεῖτο.

2

.

682

Τρη‐ χῖνα. Πόλις Θεσσαλίας.

2

.

683

Ἑλ‐ λάς. Ὄνομα πόλεως. Καλλιγύναικα. Καλὰς γυναῖκας ἔχουσαν.

2

.

684

Ἐκα‐ λεῦντο. Ἐκαλοῦντο.

2

.

686

Δυσηχέος. Κακὸν ἦχον ἀποτελοῦντος. Ἐμνώοντο. Μνείαν ἐποιοῦντο.

2

.

687

Ὅστις σφιν. Ὅστις αὐτοῖς. Ἐπὶ στίχας. Ἐπὶ τὰς τάξεις. οὐκ ἦν γάρ, φησιν, ὁ καθηγησό‐ μενος.

2

.

688

Κεῖτο. Νῦν ἀργῶς διε‐ τέλει. Ἡ μεταφορὰ ἀπὸ τῶν ἐπὶ κλίνης
ὄντων, καὶ ἀργῶς διατελούντων. Ποδάρ‐ κης. Ὁ τοῖς ποσὶ ταχὺς, καὶ ἐπαρκεῖν
5δυνάμενος.

2

.

690

Ἐξείλετο. Ὡς ἐξαί‐ ρετον ἔλαβε. Μογήσας. Κακοπαθήσας.

2

.

691

Λυρνησόν. Πόλις τῶν Ὑποπλα‐ κίων Θηβῶν.

2

.

692

Κὰδ δὲ Μύνητ’ ἔ‐ βαλε. Κατέβαλε δὲ καὶ τὸν Μύνητα. ὅ ἐστιν, ἀπέκτεινεν. Ὁ δὲ Μύνης τῆς Βρισηΐδος ἦν ἀνήρ. Ἐγχεσιμώρους.
5Τοὺς περὶ τὰ ἔγχεα μεμορηκότας, καὶ ἠσχολημένους. πολεμικούς.

2

.

693

Εὐ‐ ηνοῖο. Εὐήνου. Σεληπιάδαο. Σεληπίου παιδός.

2

.

694

Τῆς ὅγε. Ταύτης οὗτος. Ἀχέων. Λυπούμενος. Τάχα. Ταχέως. Ἀνστήσεσθαι. Ἀναστήσεσθαι.

2

.

695

Φυλάκην. Φυλάκη, πόλις Θεσσαλίας. Ἀνθεμόεντα. Ἄνθη φέροντα, φυτοῖς θαλερόν.

2

.

696

Τέμενος. Ἱερὸν χωρίον, ἀφωρισμένον θεῷ κατὰ τιμὴν, ἢ ἥρωϊ. Μητέρα μήλων. Τροφὸν προβάτων.

2

.

697

Ἀγχίαλόν τ’ Ἀντρῶνα. Πόλιν Θεσσαλίας. Διάφοροι καὶ ἄριστοι ὄνοι ἐν Ἀντρῶνι τῆς Θεσσαλίας γίγνονται. ὅθεν εἰς παροιμίαν μετῆλθε. Λεχεποίην.
5Βαθείας βοτάνας ἔχουσαν, ἀφ’ ὧν ἦν καὶ λέχος καταστῆσαι, τοῦτ’ ἔστι, κοί‐ την.

2

.

698

Ἀρήϊος. Πολεμικός.

2

.

699

Ἔχε. Κατεῖχεν.

2

.

700

Ἀμφιδρυφής. Ἀμφοτέρας τὰς παρειὰς κατεξεσμένη, διὰ τὸν τοῦ ἀνδρὸς αὐτῆς θάνατον. Ἄ‐ λοχος. Γαμετὴ, γυνή. Καὶ ἔστι κατ’
5ἐπίτασιν τὸ α ἐνταῦθα· οἱονεὶ ὁμόλεχός τις οὖσα. Ἐλέλειπτο. Κατελέλειπτο.

2

.

701

Δόμος. Ὁ οἶκος. Ἡμιτελής. Ἤτοι ἄτεκνος, ἢ ἀφῃρημένος τοῦ ἑτέρου τῶν δε‐ σποτῶν. Ἢ ἀτελείωτος. Ἔθος γὰρ ἦν τοῖς
γήμασι, θάλαμον οἰκοδομεῖσθαι. Διὸ οἱ
5πολλοί φασιν, οἰκοδομῶν θάλαμον ἑαυτῷ ὁ Πρωτεσίλαος ἀπέπλευσεν ἐπὶ τὸν πόλε‐ μον. Βέλτιον δὲ, εἰρῆσθαι, ἡμιτελῆ, διὰ τὸ μὴ γεγενηκότα παῖδας πλεῦσαι. Οἱ δὲ ὅτι νεωστὶ καὶ οὐδέπω τελείως τὰ
10κατὰ τὸν γεγαμηκότα οἴκοι διεπράξατο, ἀλλὰ πρότερον ἐστράτευσε. Δάρδανος ἀνήρ. Οἱ μὲν τὸν Αἰνείαν ἀπέδοσαν, ὅτι βασιλεὺς ἦν Δαρδανίων· οἱ δὲ τὸν Εὔφορβον. ἕτεροι τὸν Ἕκτορα. τινὲς δὲ
15Ἀχάτην λέγουσιν, ἑταῖρον τοῦ Αἰνείου, φονέα Πρωτεσιλάου. Δύναται δὲ καὶ ἀνωνύμως ἕνα τῶν Δαρδανίων λέγειν.

2

.

702

Πολὺ πρώτιστον. Πάντων πρῶ‐ τον.

2

.

703

Οὐδὲ μὲν οὐδ’ οἵ. Οὐ μὲν οὐδὲ οὗτοι. Ἄναρχοι ἔσαν. Ἄνευ ἡγε‐ μόνων ἦσαν. Πόθεον. Ἐπόθουν, ἐζή‐ τουν.

2

.

704

Ἀλλὰ σφέας. Ἀλλ’ αὐ‐ τούς. Κόσμησε. Διέταξε, καθώπλισε. Ποδάρκης. Νῦν ὄνομα κύριον τοῦ ἀδελ‐ φοῦ τοῦ Πρωτεσιλάου. Ὄζος Ἄρηος.
5Ἀπόγονος Ἄρεος, πολεμικός.

2

.

705

Πο‐ λυμήλου. Πολυπροβάτου, πλουσίου. Φυ‐ λακίδαο. Ἰφίτου, Φυλάκου παιδός.

2

.

706

Αὐτοκασίγνητος. Ὁ ἀπ’ ἀμφο‐ τέρων τῶν γονέων ἀδελφός. Κασίγνητος δὲ λέγεται ὁ καθ’ ἕτερον τῶν γονέων ἀδελφός. Μεγαθύμου. Μεγαλοψύχου,
5γενναίου.

2

.

707

Ὁπλότερος. Νεώτε‐ ρος. Γενεῇ δέ. Τῇ ἡλικίᾳ, τῷ γένει.

2

.

709

Δεύοντο. Ἐνδεεῖς ὑπῆρχον. Ἐ‐ σθλόν. Ἀγαθὸν, γενναῖον.

2

.

711

Φε‐ ραί. Πόλις Θεσσαλίας. Βοιβηΐς. Λί‐ μνη ἐν Θεσσαλίᾳ.

2

.

713

Ἀδμήτοιο πάϊς. Ἀδμήτου υἱὸς Εὔμηλος.

2

.

714

Ἀδμήτῳ. Συγγενομένη Ἀδμήτῳ. Δῖα γυναικῶν. Ἀντὶ τοῦ ὑπερθετικοῦ, διο‐ τάτη. ὅ ἐστι, θαυμαστὴ καὶ διαφέ‐ ρουσα παρὰ πάσας τὰς γυναῖκας. Κα‐
5λεῖται δῖα, καὶ δι’ εὐγένειαν, καὶ διὰ σωφροσύνην.

2

.

715

Πελίας. Ποσειδῶ‐ νος καὶ Τυροῦς υἱὸς τῆς Σαλμονέως, Νη‐ λέως ἀδελφὸς, βασιλεὺς Ἰωλκοῦ. Ἡ δὲ
Ἰωλκὸς πόλις Θεσσαλίας. Θυγατρῶν.
5Θυγατέρων. Εἶδος ἀρίστη. Τὴν μορφὴν εὐειδὴς, καὶ καλή.

2

.

716

Οἳ δ’ ἄρα. Οἵτινες δή. Μηθώνη, καὶ Θαυμακία. Πόλεις Θεσσαλίας. ὅθεν ὁ Φιλοκτήτης ὁ Ποίαντος παῖς.

2

.

718

Τόξων εὖ εἰδώς. Τῆς τοξικῆς ἔμπειρος.

2

.

719

Ἐρέται. Κωπηλάται.

2

.

720

Ἐμβέβασαν. Ἐ‐ βήκεισαν.

2

.

721

Ἀλλ’ ὁ μὲν ἐν νήσῳ κεῖτο κρατέρ’ ἄλγεα πάσχων. Ἱστόρη‐ ται, ὅτι Φιλοκτήτης ἐν Λήμνῳ καθαίρων τὸν βωμὸν τῆς χρυσῆς καλουμένης Ἀ‐
5θηνᾶς, ἐδήχθη ὑπὸ ὕδρου, καὶ, ἀνιάτῳ τραύματι περιπεσὼν, κατελείφθη αὐ‐ τόθι ὑπὸ τῶν Ἑλλήνων. ᾔδεισαν γὰρ, τοὺς Ἡφαίστου ἱερεῖς θεραπεύειν τοὺς ὀ‐ φιοδήκτους.

2

.

722

Ἠγαθέῃ. Πάνυ θείᾳ. ὅτι ἱερὰ τοῦ Ἡφαίστου ἦν ἡ Λῆμνος. Ὅθι. Ἔνθα, ὅπου. Λίπον. Κατέλιπον.

2

.

723

Ἕλκεϊ. Τραύματι. Μοχθίζοντα. Πονοῦντα, κάμνοντα. Ὕδρου κακοῦ. Ὄ‐ φεως κακωτικοῦ. Ὀλοόφρονος. Ὀλεθρί‐ ου.

2

.

724

Ἀχέων. Λυπούμενος. Τάχα δὲ μνήσεσθαι ἔμελλον. Ταχέως δὲ οἱ Ἕλληνες ἔμελλον μνημονεύειν, καὶ χρή‐ ζειν τοῦ Φιλοκτήτου· ἐπειδὴ εἵμαρτο,
5χωρὶς τῶν Ἡρακλέους τόξων μὴ ἁλῶναι τὴν Ἴλιον. Εἶχε δὲ ταῦτα ὁ Φιλοκτή‐ της, ἐαθέντα αὐτῷ ὑπὸ Ἡρακλέους, καθ’ ὃ, μηδενὸς θελήσαντος ἄλλου ὑφάψαι ἐν τῇ Οἴτῃ τὴν Ἡρακλέους πυρὰν ἐν τῇ
10τελευτῇ αὐτοῦ, ὑφῆψεν ὁ Φιλοκτήτης.

2

.

727

Κόσμησε. Διέταξεν. Ὀϊλῆος. Ὀϊλέος. Νόθος υἱός. Ὁ μὴ ἐκ νομίμης γυναικὸς γεννηθεὶς, ἀλλ’ ἐκ παλλακίδος.

2

.

728

Τόν ῥ’ ἔτεκε Ῥήνη ὑπ’ Ὀϊλῆϊ. Ἡ Ῥήνη (τοῦτο δὲ ἦν ὄνομα τῆς Ὀϊ‐ λέως γυναικὸς) συγγενομένη, φησὶ, τῷ Ὀϊλεῖ. Πτολιπόρθῳ. Πόλεις πορθοῦντι,
5πολεμικῷ.

2

.

729

Τρίκκη, καὶ Ἰθώμη.
Πόλεις Θεσσαλίας. Κλωμακόεσσαν. Τραχεῖαν, ὀρεινὴν, ἢ ἀποκλίματα ἔ‐ χουσα.

2

.

731

Ἡγείσθην. Ἡγοῦντο. δυϊκῶς.

2

.

732

Ἰητῆρε ἀγαθώ. Ἰατροὶ ἀγαθοὶ, ἀνδρεῖοι.

2

.

735

Τιτάνοιό τε λευκὰ κάρηνα. Ἀντὶ τοῦ, λευκόγεων χω‐ ρίον. Τίτανος γὰρ, λευκή ἐστι γῆ. Τι‐ τάνοιό τε. Τιτάνου ὄρους Θεσσαλίας.
5Κάρηνα. Ἀκρωτήρια.

2

.

738

Ἄργισα καὶ Γυρτώνη. Πόλεις Θεσσαλίας.

2

.

739

Ὄρθην. Βαρυτόνως ἀναγνωστέον· ἔστι γὰρ ὄνομα τόπου. Λευκήν. Λευκόγεων. ἢ, διὰ τὸ τιτάνῳ κεχρίσθαι τὰς οἰκίας.

2

.

740

Μενεπτόλεμος. Ὑπομονητικὸς ἐν τῷ πολέμῳ. Ὁ δὲ Πολυποίτης ἦν τοῦ Πειρίθου παῖς, ὅν φασι Πολυποίτην ὠνο‐ μάσθαι ὑπὸ τοῦ πατρὸς, οἱονεὶ πολυ‐
5ποινίτην, κατὰ συγκοπὴν, διὰ τὸ πολλοῖς τῶν κενταύρων ἐπιθεῖναι ποινὴν, ὅ ἐστι τιμωρίαν, ὁπότε εἰς τοὺς γάμους τῆς μη‐ τρὸς αὐτοῦ Μελανίππης ὑβρίσαι ἐπε‐ χείρησαν.

2

.

741

Υἱὸς Πειριθόοιο. Πει‐ ρίθου υἱὸς Πολυποίτης. Τέκετο. Ἐγέν‐ νησε.

2

.

742

Κλυτός. Ἐν σχήματι πέφρακεν, ἀντὶ τοῦ, κλυτὴ, ὅ ἐστιν ἐνδοξοτάτη. Ἱπποδάμεια. Πειρίθου γυ‐ νή. τὸ σχῆμα Ἀττικόν.

2

.

743

Ἤ‐ ματι τῷ. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ὅ‐ τε φῆρας. Ὅτε τοὺς φῆρας. Λέ‐ γει δὲ τοὺς κενταύρους. Ἐτίσατο. Ἐ‐
5τιμωρήσατο. Λαχνήεντας. Βαθύτρι‐ χας, δασεῖς.

2

.

744

Πήλιον. Ὄρος Θεσσαλίας, ὅπου διῆγεν ὁ Χείρων. Ὦ‐ σεν. Ἐξέωσεν, ἐδίωξε. Καὶ Αἰθίκεσ‐ σι. Αἴθικες, ἔθνος Θετταλικὸν, ὑπερκεί‐
5μενον τῆς Ἡπείρου, ἢ, ὥς τινες, τῆς Μακεδονίας. ἄλλοι δὲ εἶπον, Περαιβίας. Ἀντὶ τοῦ, εἰς Αἴθικας αὐτοὺς ἐδίωξε. Πέλασσε. Προσήγαγεν.

2

.

745

Οὐκ οἶος. Οὐ μόνος. Ἅμα τῷγε. Ἅμα αὐ‐ τῷ.

2

.

746

Υἱὸς Κορώνου. Λεοντεύς. Ὑπερθύμοιο. Μεγαλοψύχου, γενναίου. Καινείδαο. Καινέως, παιδὸς Κορώνου.

2

.

748

Κύφος. Πόλις περὶ τὴν Περαι‐ βίαν.

2

.

749

Αἰνιῆνες καὶ Περαιβοί. Ἔθνη περὶ τὴν Δωδώνην.

2

.

750

Δωδώ‐ νη. Χωρίον ἐν ὑπερβορέῳ τῆς Θεσπρω‐ τίας, ἱερὸν Διός. ἔνθα τὸ ἐκ τῆς δρυὸς μαντεῖον τοῦ Δωδωναίου Διός. Δυσχεί‐
5μερον. Κακὸν χειμῶνα ἔχουσαν. Οἰκί’ ἔθεντο. Τὴν οἴκησιν ἐποιήσαντο.

2

.

751

Ἱμερτόν. Ἐπιθυμητὸν, καλόν. Τιταρή‐ σιον. Ποταμὸς Θεσσαλίας, ὃς ἀπὸ τῆς Στυγὸς ῥεῖν λέγεται. ἢ Ἠπείρου. Ἔρ‐ γα. Νῦν τὰ γεώργια, ἵν’ ᾖ, ἐγεώργουν.

2

.

752

Πηνειόν. Πηνειὸς, ποταμὸς Θεσ‐ σαλίας, πλησίον Φθίας, πάντας τοὺς ἐν αὐτῇ δεχόμενος ποταμοὺς εἰς θάλασσαν ἐμβάλλει. Προΐει. Προπέμπει, ἐκδίδω‐
5σι. Καλλίῤῥοον. Καλῶς ῥέον.

2

.

753

Ἀργυροδίνῃ. Λαμπρὰ καὶ καλὰ ῥεύ‐ ματα ἔχοντι. δῖναι γὰρ, αἱ τῶν ὑδάτων συστροφαί.

2

.

754

Καθύπερθεν. Ἄν‐ ωθεν.

2

.

755

Ὅρκου γὰρ δεινοῦ, Στυγὸς ὕδατος. Ὅπερ ὅρκος θεῶν νομίζεται. Δεινοῦ. Φοβεροῦ. Στύξ. Κρήνη ἐν ᾅ‐ δου, ὅρκος θεῶν.

2

.

756

Μαγνήτων. Νῦν τῶν τὴν Θεσσαλικὴν Μαγνησίαν οἰκούντων.

2

.

758

Πρόθοος θοός. Τοῦτο τὸ σχῆμα, παρονομασία καλεῖται.

2

.

760

Κοίρανοι. Βασιλεῖς.

2

.

761

Ἔννεπε. Λέγε.

2

.

763

Ἵπποι μὲν μέγ’ ἄρισται. Ἐξόχως καὶ μεγάλως ἄρισται, ὡς Θεσ‐ σαλικαί. Καὶ ὁ χρησμὸς φησίν· Ἵππον Θεσσαλικὸν, Λακεδαιμονίαν τε γυναῖκα,
5Ἄνδρας θ’ οἳ πίνους’ ἱερὰν πηγὴν Ἀρε‐ θούσης. Φηρητιάδαο. Τοῦ Φέρητος, παι‐ δὸς Ἀδμήτου.

2

.

764

Εὔμηλος. Παῖς Ἀδμήτου. Ἔλαυνεν. Ἤλαυνε. Ποδώ‐ κεας. Ταχύποδας. Ὄρνιθας ὥς. Κα‐ θάπερ ὄρνιθας.

2

.

765

Ὄτριχας. Ὁ‐ μότριχας. Οἰέτεας. Ἰσοετεῖς. ὁμήλι‐ κας. Σταφύλῃ ἐπὶ νῶτον ἐΐσας. Οὕτως ἴσας καὶ ἀναλόγους τοῖς νώτοις ὥσπερ
5στάθμη. σταφύλη γὰρ, ὁ τεκτονικὸς διαβήτης. οἱ δὲ τὴν στάθμην λέγουσιν. ἔστι δὲ ἡ στάθμη, σχοινίον λεπτὸν χρι‐ όμενον μίλτῳ ἢ μέλανι, ᾧ σημειούμενοι, ἀπορθοῦσι τὰ ξύλα.

2

.

766

Πιέρια. Πόλις Θεσσαλίας. Θρέψ’ ἀργυρότοξος Ἀπόλλων. Τὰς Ἀδμήτου ἵππους. Ἐπεὶ νόμιος ὁ θεὸς ἐξ ἐκείνου, ἀφ’ οὗ ἐθήτευσε
5τῷ Ἀδμήτῳ. Ἤτοι, ὡς Καλλίμαχος· Ἠϊθέου ὑπ’ ἔρωτι κεκαυμένος Ἀδμήτοιο. Ἢ, ὡς Εὐριπίδης ἐν Ἀλκήστιδι, ἐξ ἀ‐ νάγκης τοῦ Διός· διὰ τὸ πεφονευκέναι αὐτὸν τοὺς κύκλωπας.

2

.

767

Ἄμφω. Ἀμφοτέρους. Φόβον Ἄρηος φορεούσας. Ἐπισταμένας, ὁτὲ μὲν φεύγειν, ὁτὲ δὲ διώκειν πολέμιον.

2

.

768

Ἀνδρῶν αὖ. Ἀνδρῶν δὲ δή.

2

.

769

Ὄφρα. Ἀντὶ τοῦ, μέχρις οὗ. Ἐμήνιεν. Ὠργίζετο. Πολὺ φέρτατος. Καταπολὺ κρείσσων. Ἦεν. Ἦν, ὑπῆρχε.

2

.

770

Φορέεσκον. Ἔφερον.

2

.

771

Ποντοπόροισι. Θαλασ‐ σοπλόοις.

2

.

772

Ἀπομηνίσας. Ἐπι‐ μόνως ὀργισθείς.

2

.

773

Παρὰ ῥηγμῖνι. Παρὰ τῷ αἰγιαλῷ.

2

.

774

Δίσκοισι. Δίσκος ἐστὶ βαρὺς λίθος, ὃν ἐῤῥίπτουν οἱ γυμναζόμενοι. Τὸν γὰρ σιδηροῦν, σόλον προσαγορεύουσι. Τέρποντο. Ἐτέρποντο,
5ἔπαιζον. Αἰγανέῃσιν. Ἀκοντίοις. ἤτοι παρὰ τὸ ἄγαν ἰέναι. ἢ παρὰ τὸ εὐθετεῖν αὐτὰς εἰς αἰγῶν ἄγραν. Ἱέντες. Ἀφι‐ έντες, πέμποντες.

2

.

775

Παρ’ ἅρμασιν οἷσιν. Παρὰ τοῖς ἰδίοις ἅρμασι.

2

.

776

Λωτόν. Εἶδος βοτάνης. Ἐρεπτόμενοι. Ἐσθίοντες. Ἐλεόθρεπτον. Ἐν ἔλει τε‐ θραμμένον, ὅ ἐστι φυόμενον.

2

.

777

Πε‐ πυκασμένα. Ἐσκεπασμένα. Ἀνάκτων. Νῦν, δεσποτῶν.

2

.

778

Ἀρηΐφιλον. Πο‐ λεμικόν. Ποθέοντες. Ἐπιζητοῦντες.

2

.

779

Φοίτων. Περιήρχοντο.

2

.

780

Οἱ δ’ ἄρ’. Οἵδε δὴ Ἕλληνες. Ἴσαν. Ἀπ‐ ήεσαν. Ὡς εἴτε πυρὶ χθὼν πᾶσα νέ‐ μοιτο. Ὡς ἂν εἰ ἐπὶ πᾶσαν τὴν γῆν
5νέμοιτο καὶ κατεσθίοι τὸ πῦρ. χθὼν γὰρ, ἡ γῆ. Νέμοιτο. Περιεβόσκετο.

2

.

781

Ὑπεστενάχιζε. Ὑπέστενε, ἤχει.

2

.

782

Ἀμφὶ Τυφωέϊ. Περὶ τῷ Τυφῶνι. Τυ‐ φὼν δὲ εἷς τῶν γιγάντων, Γῆς ὢν καὶ Ταρτάρου, πολέμιος τοῖς θεοῖς, ὥς φησιν Ἡσίοδος. Ἱμάσσῃ. Μαστίζῃ. ὅ ἐστι,
5κεραυνοῖς πλήττῃ.

2

.

783

Ἀρίμοις. Τὰ Ἄριμα, οἱ μὲν ὄρος τῆς Κιλικίας φασὶν, οἱ δὲ, Λυδίας. Ἔμμεναι. Εἶναι, ὑπάρ‐ χειν. Εὐνάς. Κοίτας. ἐξ οὗ, διατριβάς.

2

.

785

Πεδίοιο. Διὰ τοῦ πεδίου.

2

.

786

Ποδήνεμος. Τοῖς ποσὶ ταχεῖα. Ὠκέα. Ταχεῖα.

2

.

787

Πὰρ Διός. Παρὰ τοῦ Διός. Ἀγγελίῃ. Ἐπὶ ἀγγελίᾳ. Ἀλε‐ γεινῇ. Ἀλγεινῇ, χαλεπῇ, καὶ φροντίδος ἀξίᾳ.

2

.

788

Ἀγοράς. Νῦν ἀντὶ τοῦ, λόγους ἄκρους. Ἀγόρευον. Ἐν ἐκκλη‐ σίαις ἐδημηγόρουν, καὶ ἔλεγον. Ἐπί. Νῦν ἀντὶ τοῦ, παρά.

2

.

789

Ὁμηγυ‐ ρέες. Ἐπὶ τὸ αὐτὸ συνηγμένοι.

2

.

790

Ἀγχοῦ. Ἐγγύς. Ἱσταμένη. Στᾶσα.

2

.

791

Εἴσατο. Ὡμοιώθη. Φθογγήν. Φωνήν.

2

.

792

Σκοπός. Κατάσκοπος. Ἷζεν. Ἐκάθητο. Ποδωκείῃσι. Τῇ τῶν ποδῶν ταχυτῆτι. Πεποιθώς. Πεπιστευ‐ κὼς, τεθαῤῥηκώς.

2

.

793

Τύμβῳ ἐπ’ ἀ‐ κροτάτῳ. Ἐπὶ τῷ ἄκρῳ τάφῳ. Αἰ‐ συήταο. Αἰσυήτου.

2

.

794

Δέγμενος. Ἐκδεχόμενος, ἐπιτηρῶν. Ναῦφι. Ἀπὸ τῶν νεῶν. Ἐφορμηθεῖεν. Ἐφορμήσειαν.

2

.

795

Τῷ. Ἐκείνῳ. Ἐεισαμένη. Ὁ‐ μοιωθεῖσα.

2

.

796

Ἄκριτοι. Ἀδιάκρι‐ τοι. πολλοί.

2

.

797

Ὥς ποτ’ ἐπ’ εἰρή‐ νης. Ὡς ἐν τῷ καιρῷ τῆς εἰρήνης. Ἀ‐ λίαστος. Ἀνέκκλιτος, πολύς. Ὄρωρε. Διήγερται.

2

.

798

Ἦ μὲν δή. Ὄντως μὲν δή.

2

.

799

Ὄπωπα. Ἑώρακα.

2

.

800

Λίην. Λίαν, πάνυ. Ψαμάθοισι. Ψάμμοις. Ἐοικότες. Ὡμοιωμένοι τῷ πλήθει.

2

.

801

Πεδίοιο. Διὰ τοῦ πε‐ δίου. Περὶ ἄστυ. Περὶ τὴν πόλιν.

2

.

802

Ἐπιτέλλομαι. Ἐπιτέλλω, προσ‐ τάσσω. Ῥέξαι. Πρᾶξαι.

2

.

803

Ἐ‐ πίκουροι. Οἱ τῶν πολεμουμένων βοηθοί. Σύμμαχοι δὲ οἱ τῶν πολεμούντων.

2

.

804

Γλῶσσα. Διάλεκτος, φωνή. Πολυσπε‐ ρέων. Ἐπὶ πολλὰ μέρη τῆς γῆς διε‐ σπαρμένων. πολυγενῶν, ἢ πολυεθνῶν.

2

.

805

Σημαινέτω. Προστασσέτω, κε‐ λευέτω. Οἷσίπερ ἄρχει. Ἀντὶ τοῦ, ὧν ἄρχει.

2

.

806

Τῶν. Τούτων. Ἐξηγεί‐ σθω. Ἀφηγείσθω. Κοσμησάμενος. Διατάξας. Πολιήτας. Πολίτας.

2

.

807

Ἠγνοίησεν. Ἀγνοηθῆναι ἐποίησεν.

2

.

808

Αἶψα. Ταχέως. Ἐπὶ τεύχεα. Ἐπὶ τὰ ὅπλα. Ἐσσεύοντο. Ὥρμων.

2

.

809

Πᾶ‐ σαι. Ἀντὶ τοῦ, ὅλαι. Μία γὰρ ἦν ἱπ‐ πήλατος. Ὠΐγνυντο. Ἀνεώγνυντο. Ἐκ δ’ ἔσσυτο. Ἐξῄει δέ.

2

.

810

Ὀρυμα‐ γδός. Θόρυβος. Ὠρώρει. Διεγήγερτο.

2

.

811

Προπάροιθεν. Ἔμπροσθεν. Αἰ‐ πεῖα. Ὑψηλή. Κολώνη. Τόπος εἰς ὕ‐ ψος ἀνήκων, οὕτω καλούμενος. ἔστι γὰρ γεώλοφος ἐξοχή.

2

.

812

Ἀπάνευθεν. Ἔξω τῆς πόλεως. Περίδρομος. Περιφε‐ ρής. στρογγύλος. πανταχόθεν περιτρέχε‐ σθαι δυνάμενος, ἔνθα καὶ ἔνθα, εἰς πλά‐
5τος καὶ εἰς μῆκος.

2

.

813

Βατίεια. Πό‐ λις Τρωϊκή. παρὰ τῶν περὶ αὐτὴν βάτων. Κικλήσκουσιν. Ἀντὶ τοῦ, καλοῦσι.

2

.

814

Σῆμα. Νῦν τάφον. ἄλλοτε δὲ σημεῖον. Πολυσκάρθμοιο. Πολυκινήτου, ταχείας. διὰ τὸ πολλὰ αὐτὴν ἐνεργεῖν ἐν τῷ πολέμῳ. σκαρθμὸς γὰρ, ἡ τῶν ποδῶν
5κίνησις. Μύρινα. Ὄνομα κύριον Ἀμα‐ ζόνος.

2

.

815

Τρῶες. Νῦν πάντες οἱ ἐν τῇ χώρᾳ Τρῶες. Διέκριθεν. Διεχωρίσθη‐ σαν, διετάχθησαν. Ἠδ’ ἐπίκουροι. Καὶ οἱ σύμμαχοι.

2

.

816

Τρωσὶ μὲν ἡγεμόνευε. Ἀντὶ τοῦ, τῶν Τρώων ἡγεῖτο. Κορυθαίο‐ λος. Ὁ αἰόλλων τὴν περικεφαλαίαν, ὅ ἐστι, κινῶν, διὰ τὰς ἐν πολέμῳ συνεχεῖς
5καὶ σφοδρὰς ἐνεργείας. Ἢ, ὁ αἰόλον καὶ ποικίλην ἔχων τὴν περικεφαλαίαν. Ἢ, ὁ εὐκίνητος ἐν τοῖς πολέμοις.

2

.

818

Με‐
μαότες. Προθυμούμενοι. Ἐγχείῃσι. Τοῖς δόρασι.

2

.

819

Δαρδανίων. Τῶν τὴν Δαρδάνου πόλιν Τροίαν οἰκούντων. Ἐΰς. Πλατὺς, μέγας. ἀφ’ οὗ, ἰσχυρός. Ἀγχίσαο. Ἀγχίσου.

2

.

820

Δῖα. Θαυμαστὴ, θεία.

2

.

821

Ἴδης. Ὄρος Τροίας. Ἔστι δὲ καὶ ἑτέρα Ἴδη τῆς Κρήτης. Κνημοῖσι. Ταῖς προβάσεσι τῶν ὀρῶν.

2

.

822

Ἀντήνορος υἷε. Ἀρ‐ χέλοχος καὶ Ἀκάμας.

2

.

823

Μάχης εὖ εἰδότε πάσης. Πάσης μάχης ἐπιστήμο‐ νες. Βροτοί. Ἄνθρωποι.

2

.

824

Ζέλεια. Πόλις ἐν μεθορίοις τῆς Τροίας, οὖσα ὑπὸ τῇ Ἴδῃ, πατρὶς Πανδάρου. Ὑ‐ παὶ πόδα νείατον Ἴδης. Ὑπὸ τὰ ἔ‐
5σχατα μέρη τῆς Ἴδης. πόδα γὰρ τὸ κατώτατον μέρος, μεταφορικῶς. τουτ‐ έστιν, ὃ καλοῦμεν ἡμεῖς ὑπόρειαν. Ἔ‐ ναιον. Ὤικουν.

2

.

825

Μέλαν. Βαθύ. Αἰσήποιο. Ποταμὸς τῆς ὑπὸ τῇ Ἴδῃ Λυκίας.

2

.

826

Τρῶες. Οἱ ἀπὸ λυκίας, τῆς ἐν Τροίᾳ. οὗτοι Τρῶες ἐκαλοῦντο.

2

.

827

Τόξον. Τὴν τοξικὴν ἐμπειρίαν. Τὸ γὰρ τόξον αὐτὸς κατεσκεύασε. Τόξων εὖ εἰδώς. Ἀντὶ τοῦ, τὴν τοξικὴν ἀκρι‐ βῶς ἐπιστάμενος.

2

.

828

Ἀδρήστειαν. Ἀδράστειαν. Ἀπαισοῦ. Ὄνομα βασι‐ λέως, ἀφ’ οὗ ἡ πόλις ὠνομάσθη Ἀπαι‐ σός.

2

.

829

Τηρείης ὄρος αἰπύ. Τήρεια, ὄρος Τροίας.

2

.

830

Λινοθώρηξ. Λινοῦν θώρακα ἔχων.

2

.

831

Περκωσίου. Τοῦ ἀπὸ Περικώτης, πόλεως Τροίας. Οἱ δέ φησιν, Ἑλλησπόντου. Περὶ πάντων. Ὑπὲρ πάντας.

2

.

832

Ἤιδεε. Ἤιδει. ἠπίστατο. Μαντοσύνας. Μαντείας. Οὐδὲ οὕς. Οὐδὲ τοὺς ἰδίους. Οὔτι. Οὐ‐ δέν. Εἴασκεν. Εἴα, συνεχώρει.

2

.

833

Στείχειν. Πορεύεσθαι. Φθισήνορα. Τὸν
φθείροντα τοὺς ἄνδρας. Τὼ δέ οἱ. Οὗ‐ τοι δὲ αὐτῷ.

2

.

834

Πειθέσθην. Ἐπεί‐ θοντο. Κῆρες ἦγον. Ἀνάγκῃ γὰρ ἔφερον αὐτοὺς αἱ θανατηφόροι μοῖραι.

2

.

835

Πράκτιον. Πόλις Ἑλλησπόντου.

2

.

836

Σηστὸς καὶ Ἄβυδος. Πόλεις περὶ τὸν Ἑλλήσποντον, καθ’ ἃς Ξέρξης ἐπιστρα‐ τεύων τῇ Ἑλλάδι, συνέδησε ναῦς, καὶ ἐπλήρωσεν αὐτὰς γῆς, ὡς ποιῆσαι αὐτὸν
5τὸ στράτευμα ὅλον πεζὸν παρελθεῖν τὸν στενὸν ἐκεῖνον τῆς θαλάσσης πόρον. Ἑλ‐ λήσποντος δὲ λέγεται ὁ διείργων τὴν Θράκην καὶ τὴν Τρωάδα πορθμός.

2

.

837

Ὑρτακίδης. Ὑρτάκου παῖς. Ὄρχαμος. Ἡγεμὼν, ἔξαρχος.

2

.

838

Ἀρίσβηθεν. Ἀπὸ Ἀρίσβης, πόλεως Ἑλλησπόντου.

2

.

840

Ἐγχεσιμώρων. Περὶ τὰ δόρατα μεμορημένων.

2

.

841

Λάρισσα. Πόλις Θετταλίας. Ἐριβώλακα. Εὔγειον, λι‐ παράν.

2

.

843

Τευταμίδαο. Τευτάμου παιδός. Λήθοιο. Λήθου.

2

.

844

Πεί‐ ροος. Πείρους.

2

.

845

Ὅσσους. Ὁπό‐ σους. Θρήϊκας. Θρᾷκας. Ἀγάῤῥοος. Σφοδρῶς ῥέων. Ἐντός. Ἔσωθεν αὐτοῦ. Ἐέργει. Περικλείει, συνέχει.

2

.

846

Αἰχμητάων. Πολεμικῶν.

2

.

847

Τροι‐ ζήνοιο. Τροιζήνου. Κεάδαο. Κεάδου παιδός.

2

.

848

Παίονες. Οὗτοι ὁμοροῦσι Θρᾳξί. Τούτων δὲ ἄποικοι Κίκονες ἔθνος Θρᾳκικόν. Ἀγκυλοτόξους. Ἐπικαμπῆ τόξα ἔχοντας.

2

.

849

Ἀμυδῶν. Πόλις Παιονίας. Ἄξιος. Ποταμὸς Παιονίας. Εὐρὺ ῥέοντος. Εἰς πλάτος ῥέοντος.

2

.

850

Κάλλιστον. Γονιμώτατον. Ἐπικίδνα‐
ται. Ἐπικλύζει, ἐπιῤῥεῖ. Αἴα. Γῆ. ἢ, ὥς τινες εἶπον, κρήνη οὕτω λεγομένη, ἐκδιδοῦσα εἰς τὸν Ἄξιον ποταμόν.

2

.

851

Παφλαγόνες. Ἔθνος τοῦ Πόντου. Πυ‐ λαιμένεος λάσιον κῆρ. Περιφραστικῶς, ὁ Πυλαιμένης. Λάσιον. Πυκνὸν, συνε‐ τόν. Κῆρ. Ψυχή.

2

.

852

Ἐνετῶν. Πό‐ λεως Παφλαγονίας. Ὅθεν ἡμιόνων γένος ἀγροτεράων. Ὅπου τὸ τῶν ἡμιόνων γένος ἐπενοήθη πρῶτον, καὶ ἐξευρέθη. Ἀγρο‐
5τεράων. Ἀγρίων καὶ δυσδαμάστων.

2

.

853

Κύτωρον. Χωρίον Παφλαγονίας.

2

.

854

Παρθένιον. Ποταμόν. Τοῦτον ἔ‐ νιοι λέγουσι διὰ τὴν πραότητα οὕτω προσαγορεύεσθαι. Ἢ, ἐπειδὴ παρθένος ἡ Ἄρτεμις οὖσα ἐν αὐτῷ ἐλούσατο.

2

.

855

Αἰγιαλόν. Πάντα τὸν παραθαλάσσιον τόπον τῆς Παφλαγονίας λέγει. Ἐρυθί‐ νους. Ὄρη Παφλαγονίας, ἢ Πόντου.

2

.

856

Ἁλιζώνων. Ἔθνους τοῦ Πόντου. Εἰσὶ δὲ οὗτοι Βοιωτοί. (Βιθυνοὶ) οὕς τι‐ νας Οἴνοπάς φασιν· οἱ δὲ, ἔθνος Αἴα. (Θρακῶν.)

2

.

857

Ἀλύβης. Χωρίου Βιθυνίας. Ὅθεν ἀργύρου ἐστὶ γενέθλη. Ὅπου κάλλιστος ἄργυρος γεννᾶται. Γε‐ νέθλη γὰρ ἡ γέννησις.

2

.

858

Οἰωνι‐ στής. Οἰωνοσκόπος. ὁ δι’ ὀρνίθων μαν‐ τευόμενος.

2

.

859

Ἀλλ’ οὐκ οἰωνοῖσιν ἐρύσσατο κῆρα μέλαιναν. Ἀλλ’ οὐκ ἐξ‐ έφυγε τὸν θάνατον διὰ τὴν οἰωνοσκοπίαν. Ἐρύσατο. Ἐφυλάξατο.

2

.

860

Ἐδά‐ μη. Ἀνῃρέθη, ἐδαμάσθη. Ποδώκεος. Ταχύποδος. Αἰακίδαο. Ἀπογόνου Αἰα‐ κοῦ, Ἀχιλλέως.

2

.

861

Ἐν ποταμῷ. Ἐν τῇ παρὰ τὸν Ξάνθον ποταμὸν μάχῃ. Ὅθι. Ὅπου. Κεράϊζε. Κατὰ κράτος ἠφάνιζε καὶ ἀνῄρει. Εἴρηται δὲ ἀπὸ τῶν
5τοῖς κεράτοις (κερατίοις) μαχομένων ζώ‐ ων.

2

.

862

Φόρκυς αὖ Φρύγας ἦγεν. Ὁ ποιητὴς διαστέλλει Φρύγας καὶ Τρῶας. οἱ
νεώτεροι δὲ συγχέουσι τὴν Φρυγίαν, καὶ τὴν Τρῳάδα. Θεοειδής. Θεοῖς τὸ εἶδος
5ὅμοιος.

2

.

863

Τῆλε. Πόῤῥω, μακράν. Ἀσκανίη. Πόλις Φρυγίας, καὶ λίμνη, ὁμοίως. Μέμασαν. Προεθυμοῦντο. Ὑσμῖ‐ νι. Μάχῃ.

2

.

864

Μῄοσι. Ἢ τῶν Μῃώ‐ νων.

2

.

865

Πυλαιμένεος. Πυλαιμένους. Τώ. Οὕστινας. δυϊκῶς. Γυγαίη. Λίμνη Λυδίας. ὅπου καὶ Γυγαίης Ἀθηνᾶς ἱερόν.

2

.

866

Μῄονες. Λυδοί. Τμῶλος. Ὄρος Λυδίας, ἀφ’ οὗ καταφέρεται ὁ Πακτω‐ λὸς ποταμός.

2

.

867

Βαρβαροφώνων. Ἀγριοφώνων, καὶ τὴν Ἑλλάδα φωνὴν ἠχρηστωκότων, ὅτι τὰ μὲν ἀῤῥενικὰ θη‐ λυκῶς ἔλεγον, τὰ δὲ θηλυκὰ ἀῤῥενικῶς.

2

.

868

Φθειρῶν ὄρος. Τῆς Καρίας, περὶ Μίλητον. Διὰ τὸ πολλὰς ἔχειν πίτυς. οἱ γὰρ τόποι τῶν πιτύων, φθεῖραι προσ‐ αγορεύονται. οἱ δὲ, ὅτι τὰ τῶν πιτύων
5μικρὰ στροβύλια οὕτως λέγονται, ἃ καὶ πιτυοκάμπας φασίν. Ἢ, ἀπὸ Φθείρωνος τοῦ Ἐνδυμίωνος. Ἢ, ὅτι τὰ ἐξανθήμα‐ τα τῶν πιτύων ὅμοιά εἰσι φθειρσίν. Ἀ‐ κριτόφυλλον. Πολύφυλλον, σύνδενδρον.

2

.

869

Μαίανδρος. Ποταμὸς, ἀρχόμενος ἀπὸ Φρυγίας, ῥέων δὲ διὰ Καρίας εἰς θάλασσαν, πλησίον Μιλήτου. Ῥοάς. Ῥεύματα. Μυκάλη. Ὄρος Πριήνης,
5ἀντικρὺ Σάμου τῆς νήσου. Αἰπεινὰ κά‐ ρηνα. Ἐπὶ τὰς ὑψηλὰς κορυφάς.

2

.

872

Χρυσόν. Νῦν χρυσοῦν κόσμον.

2

.

873

Νήπιος. Ἀνόητος καὶ ἄφρων. Ἐπήρκε‐ σεν. Ἐβοήθησε. Λυγρόν. Χαλεπόν. Ὄλεθρον. Λοιγόν.

2

.

875

Ἐκόμισσεν. Ἐπορίσατο. Δαΐφρων. Πολεμικὸν φρό‐ νημα ἔχων.

2

.

876

Ἀμύμων. Ἀμώμη‐ τος, ἀγαθὸς καὶ ἄψογος.

2

.

877

Τηλόθεν ἐκ Λυκίης. Τῆς πόῤῥω διεστηκυίας, τῆς κατὰ Σαρπηδόνα. ἔστι γὰρ καὶ ἐγγὺς Τροίας Λυκία, ἧς ἦρχε Πάνδαρος. Ξάν‐
5θος. Ποταμὸς Λυκίας. Δινήεντος. Δί‐ νας καὶ συστροφὰς ποιοῦντος ἐν τῷ κα‐
ταφέρεσθαι.

3

.

1

Αὐτὰρ ἐπεί. Ἐπειδὴ δέ. Ἀναστροφὴ ὁ τρόπος. Ὁ δὲ ἀταρ σύνδεσμος συμ‐ πλεκτικὸς, ἰσοδυναμῶν τῷ δέ. ταύτῃ δὲ διαφέρων αὐτοῦ, ὅτι ὁ μὲν ἀταρ προτάσ‐
5σεται, ὁ δὲ, δὲ, ὑποτάσσεται. Ζητεῖται πρῶτον, πῶς δεῖ τὸν ἀταρ σύνδεσμον προ‐ φέρεσθαι. ὀξυτόνως γὰρ ἀνεγνώκασί τι‐ νες, ὡς Καλλίμαχος. οἱ δὲ βαρυτόνως, λόγῳ τοιῷδε· Πᾶσα λέξις, εἰς αρ λή‐
10γουσα, βαρύνεται. οἷον, ἄφαρ, εἴθαρ, μάκαρ, στέαρ, οὖθαρ. Ῥητέον δὲ, ὅτι οὐδεὶς συμπλεκτικὸς ἢ περισπᾶται, ἢ βα‐ ρύνεται, πάντες δὲ ὀξύνονται. Κόσμη‐ θεν. Διετάχθησαν, ἐκοσμήθησαν. Ὁ
15τρόπος μεταφορὰ, ἀπὸ τοῦ κόσμου. ὅθεν καὶ ἡ τοῦ κόσμου τάξις, κόσμος ὑπὸ Πυ‐ θαγόρου εἴρηται. Ἡ διάλεκτος Δωριέων. Ἅμ’ ἡγεμόνεσσιν. Ὑπὸ τῶν ἡγεμόνων, ἢ σὺν τοῖς ἡγεμόσιν. Ἕκαστοι δὲ, ἔν τε
20τοῖς Ἕλλησι δηλαδὴ, καὶ βαρβάροις, κα‐ τὰ ἔθνη καὶ πόλεις. Εὐταξίᾳ γὰρ μά‐ λιστα πόλεμος κατορθοῦται.

3

.

2

Κλαγ‐ γῇ. Βοῇ, ἤχῳ. Προσληπτέον δὲ τὸ σὺν, ἵν’ ᾖ, σὺν κλαγγῇ. Γίγνεται δὲ ἐκ τοῦ κλῶ, κλάξω, κλαγὴ, καὶ κατὰ πλεο‐
5νασμὸν τοῦ γ, κλαγγή. Ἐνοπῇ. Κραυ‐ γῇ, φωνῇ. Καὶ εἴρηται παρὰ τὸ ἐνέ‐ πειν, ὅ ἐστι, λέγειν. Ἴσαν. Ἐπορεύ‐ οντο, ἀπῄεσαν. Ὄρνιθες ὥς. Ὡς ὄρνι‐ θες. Ὁ δὲ τρόπος ἀναστροφή.

3

.

3

Ἠΰτε. Καθάπερ, ὃν τρόπον. Παραβολὴ τὸ σχῆ‐ μα. Πέλει. Ὑπάρχει. Οὐρανόθι πρό. Πρὸ τοῦ οὐρανοῦ. ὅ ἐστιν, ἐν τῷ ἀέρι.

3

.

4

Αἵτ’ ἐπεὶ οὖν. Αἵτινες ἐπειδή. Χει‐ μῶνα. Χειμερινὸν τόπον. Λέγει δὲ τὴν Θρᾴκην, χειμερίαν οὖσαν. Φύγον. Ἔ‐ φυγον. Ἀθέσφατον. Πολύν.

3

.

5

Κλαγ‐ γῇ. Μετὰ βοῆς. Ταίγε. Αὗται. Ἐπ’ Ὠκεανοῖο ῥοάων. Ἀντὶ τοῦ, ἐπὶ τὰς τοῦ Ὠκεανοῦ ῥοάς, καὶ τὰ Λιβύων κλίματα.
5οὐ γὰρ δὴ ἐν ὕδατι αἱ γέρανοι διάγουσι.

3

.

6

Πυγμαίοισι. Πυγονιμαίοις, πηχυαί‐ οις. ἤτοι ἀπὸ Πυγμαίου βασιλέως οὕτω κεκλημένοις. ἢ εἰς πυγόνος μέτρον συνε‐ σταλμένοις. Πυγὼν δὲ καλεῖται ὁ πῆ‐
5χυς, τὸ ἀπὸ ἀγκῶνος ἕως δακτύλων τῆς χειρὸς διάστημα. Ἔστι δὲ ἔθνος γεωρ‐ γικὸν, ἀνθρώπων μικρῶν, κατοικούντων εἰς τὰ ἀνωτάτω μέρη τῆς Αἰγυπτιακῆς γῆς, πλησίον τοῦ Ὠκεανοῦ, ὅπερ πολεμεῖ ταῖς
10γεράνοις, φασὶ, βλαπτούσαις αὐτῶν τὰ σπέρματα, καὶ λιμὸν ποιούσαις τῇ χώρᾳ. Φόνον καὶ κῆρα φέρουσαι. Θάνατον ἐπι‐ φέρουσαι.

3

.

7

Ἠέριαι. Ἐαριναί. Ἔρι‐ δα. Φιλονεικίαν. Προφέρονται. Ἐπι‐ φέρουσιν.

3

.

8

Οἱ δ’ ἄρ’. Οἱ δὲ Ἕλλη‐ νες. Ἴσαν. Ἀπῄεσαν, ἐπορεύοντο. Σι‐ γῇ. Σιωπῇ. Μένεα πνείοντες. Μετὰ πολλῆς δυνάμεως ἢ ὀργῆς.

3

.

9

Ἐν θυμῷ. Ἐν τῇ ψυχῇ. Μεμαῶτες. Προθυμού‐ μενοι, σπουδάζοντες. Ἀλεξέμεναι. Ἐπι‐ βοηθεῖν.

3

.

10

Ἠΰτε. Καθάπερ, ὃν τρόπον. Ὄρεος κορυφῇσιν. Ἐπ’ ἀκρω‐ ρείᾳ ὄρους. Κατέχευεν. Κατέχεε, κα‐ τέβαλεν. Ὀμίχλην. Ὀμίχλη, ὁ παχὺς
5σκότος, καὶ ὑγρὸς ἀήρ.

3

.

11

Ποιμέσιν οὔτι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω. Τὴν ὀμίχλην φησὶ τοῖς μὲν ποιμέσιν ἀ‐ σύμφορον εἶναι, τοῖς δὲ κλέπταις καὶ
5νυκτὸς ὠφελιμώτερον. ἐπεὶ, τῆς μὲν νυ‐ κτὸς ὡρισμένον ἐχούσης καιρὸν, ἐν ἀσφα‐ λείᾳ φυλάττεται τὰ βοσκήματα· τῆς δὲ ἡμέρας ἐσκεδασμένοις τοῖσδε κατὰ τὰς νομὰς, ὁπόταν ἐξαίφνης ἐπέλθῃ ὀμί‐
10χλη, εὐκόλως αὐτὰ ἀφαιροῦνται. Οὔτι φίλην. Οὐδαμῶς προσφιλῆ.

3

.

12

Τόσ‐ σον τίς τ’ ἐπιλεύσσει. Ἐπὶ τοσοῦτον γάρ τις βλέπει. Ὅσον τ’ ἐπὶ λᾶαν ἵη‐ σιν. Ὅσον ἐπὶ λίθου βολήν. Λᾶαν.
5Λίθον. Ἵησιν. Ἀφίησιν.

3

.

13

Κονίσ‐ σαλος. Κονιορτός. Ὤρνυτο. Διηγεί‐ ρετο. Ἀελλής. Ἀελλώδης, κονιορτώδης.

3

.

14

Διέπρησσον. Διήνυον, διεπέρων. Πεδίοιο. Διὰ τῆς πεδιάδος.

3

.

15

Οἱ δ’ ὅτε δή. Οὗτοι δὲ ὁπότε. Σχεδόν. Πλη‐ σίον, ἐγγύς. Ἐπ’ ἀλλήλοισιν ἰόντες. Ἀλλήλοις ἐπερχόμενοι.

3

.

16

Τρωσὶ μέν. Ἀντὶ τοῦ, τῶν Τρώων. Πτωτικὸν τὸ σχῆμα. Ταῖς δοτικαῖς ἀντὶ γενικῶν χρῶνται οἱ ποιηταί. ὅτι ἡ συγγένεια τῶν
5πτώσεων καὶ τὴν τοιαύτην ἐπιδέχεται σύνταξιν. οἷον, Τρῳσὶ μὲν προμάχιζεν, ἀντὶ τοῦ, τῶν Τρώων. Μυρμιδόνεσσιν ἄνασσεν, ἀντὶ τοῦ, τῶν Μυρμιδόνων. Πάντεσσι δ’ ἀνάσσειν, ἀντὶ τοῦ, πάν‐
10των. Προμάχιζε. Προεμάχει. Θεοει‐ δής. Θεοῖς τὸ εἶδος ὅμοιος, εὐπρεπής.

3

.

17

Παρδαλέην. Παρδάλεως δέρμα. Καμπύλα τόξα. Ἀντὶ τοῦ, ἐπικαμπὲς τόξον.

3

.

18

Δοῦρε δύω. Δόρατα. δυϊ‐ κῶς. Κεκορυθμένα. Ἐστομωμένα, ἠκο‐ νημένα. Χαλκῷ. Σιδήρῳ. ἀπὸ τοῦ ἀρ‐ χαίου μετάλλου. φασὶ γὰρ, πρῶτον χαλ‐
5κὸν εὑρεθῆναι.

3

.

19

Πάλλων. Κινῶν, σείων. Προκαλίζετο. Προεκαλεῖτο.

3

.

20

Ἀντίβιον. Ἐξεναντίας. Αἰνῇ. Δεινῇ, χαλεπῇ. Δηϊοτῆτι. Μάχῃ. Παρὰ τὸ δηϊοῦσθαι ἐν αὐτῇ τοὺς τιτρωσκομένους. ὅ ἐστι, διακόπτεσθαι.

3

.

21

Τόνδ’ ὡς οὖν. Ὡς οὖν τοῦτον. Ἐνόησεν. Ἐθεά‐ σατο. Ἀρηΐφιλος. Πολεμικός.

3

.

22

Προπάροιθεν ὁμίλου. Ἔμπροσθεν τοῦ πλήθους. Ἐζήτηται δὲ, πῶς Ἀλέξαν‐
δρος προκαλεῖται τοὺς ἀρίστους τῶν Ἑλ‐ λήνων, δειλὸς ὢν τὰ πάντα, καὶ οὐδὲ
5ὁπλίτης, ἀλλὰ τοξότης. Ἔνιοι μὲν οὖν φασιν, ἀλαζονεύεσθαι αὐτὸν τὰ ἀδύ‐ νατα, φοβεῖσθαι δὲ τὰ τυχόντα. Οἱ δὲ, ὅτι, συγκεκλεισμένοι ὑπὸ Ἀχιλλέως, οἱ Τρῶες τοὺς τῶν Ἑλλήνων ἀρίστους οὐκ
10ᾔδεισαν. Καὶ ἐμοὶ μὲν δοκεῖ, ὅτι, κωμῳ‐ δεῖν ἐπανῃρημένος ὁ Ποιητὴς, καὶ σχῆμα τῆς ὁπλίσεως, καὶ θράσος ἀλλότριον τῶν ὅπλων αὐτοῦ προτέθεικε, ἵν’ ἐκ τοῦ μέλ‐ λοντος φόβου μείζονα προσοφλήσῃ τὸν
15γέλωτα.

3

.

23

Ὥστε λέων. Καθάπερ λέων. Μεγάλῳ ἐπὶ σώματι κύρσας. Μεγάλῳ ζώῳ ἐπιτυχών. νεκροῦ γάρ φασι σώματος μὴ ἅπτεσθαι λέοντα.

3

.

24

Ἔλαφον κεραόν. Εὔκερων, μεγάλα κέ‐ ρατα ἔχοντα, ἄῤῥενα. αἱ γὰρ θήλειαι τῶν ἐλάφων οὐ κερατοφυοῦσιν. Εἴρηται δὲ παρὰ τὸ, ἑλεῖν τοὺς ὄφεις, οἱονεὶ ἕλο‐
5φός τις ὤν. Τούτους γὰρ ἐσθίων, καθαί‐ ρεται φυσικῶς. Οὕτως γοῦν, ὅτε ἀφα‐ νεῖς ὦσιν οἱ ὄφεις, αὐτὸς τὸ κέρας αὐτοῦ προστρίβει εἰς πέτραν. θερμαινόμενον δὲ ποιεῖ τὴν ἀναθυμίασιν. ἧς μεταλαμβα‐
10νόμενοι οἱ ὄφει, τῶν φωλεῶν ἐξιᾶσιν. Ἢ ἄγριον αἶγα. Σύνηθες γὰρ αὐτῷ, ταύτας θηρεύειν.

3

.

25

Πεινάων. Πει‐ νῶν. Κατεσθίει. Κατατρώγει. Εἴπερ ἂν αὐτόν. Κἂν αὐτόν.

3

.

26

Σεύωνται. Διώκωσι. Θαλεροί. Ἀκμαῖοι. Παρὰ τὸ θάλλειν, ὅ ἐστιν, αὔξειν τῇ ἡλικίᾳ. Αἰζηοί. Νεανίαι.

3

.

28

Ὀφθαλμοῖσιν ἰδών. Περισσὸν τὸ ὀφθαλμοῖς. ἤρκει γὰρ τὸ ἰδών. Φάτο. Ἐλογίσατο. Τίσα‐ σθαι. Τιμωρήσασθαι. Ἀλείτην. Ἁ‐
5μαρτωλὸν, ἐχθρόν.

3

.

29

Αὐτίκα. Πα‐ ραχρῆμα, εὐθέως. Ἐξ ὀχέων. Ἐκ τῶν ἁρμάτων. Σὺν τεύχεσι. Σὺν τοῖς ὅπλοις. Ἆλτο. Καθήλατο. Χαμᾶζε. Χαμαί.
5εἰς τὴν γῆν.

3

.

30

Ἐνόησεν. Ἐθεάσατο.

3

.

31

Ἐν προμάχοισιν. Ἐν τοῖς πρωτ‐ αγωνισταῖς. Φανέντα. Ὀφθέντα. Κα‐ τεπλήγη. Ἐφοβήθη, ἐδειλώθη. Φίλον ἦτορ. Τὴν προσφιλεστάτην αὐτοῦ ψυ‐
5χήν.

3

.

32

Ἂψ δέ. Πάλιν δέ. εἰς τοὐ‐
πίσω. Ἔθνος. Πλῆθος. Ἐχάζετο. Ἀ‐ νεχώρει. Κῆρ’ ἀλεείνων. Φυλασσόμενος, καὶ ἐκφεύγων τὴν θανατηφόρον μοῖραν.

3

.

33

Δράκοντα. Μέγαν ὄφιν. Παλίνορ‐ σος. Εἰς τοὐπίσω ληπτός. εἰς τοὐπίσω ὁρμήσας. Ἀπέστη. Ὑπεχώρησεν.

3

.

34

Οὔρεος. Ὄρους. Ἐν βήσσῃς. Τοῖς γο‐ νιμωτάτοις καὶ βασιμωτάτοις τόποις τῶν ὀρῶν. Τρόμος. Φόβος. Γυῖα. Γόνατα, μέλη.

3

.

35

Ὦχρός τέ μιν. Ὠχρίασις δὲ αὐτόν. Εἷλεν. Ἔλαβε. Παρειάς. Σιαγόνας. Ἀπὸ μέρους δ’ ἔφη ὅλον τὸ πρόσωπον.

3

.

36

Ἔδυ. Ὑπεισῆλθε. Με‐ ταφορικῶς, ἀπὸ τῶν εἰς τοὺς φωλεοὺς καταδυνόντων ἑρπετῶν. Ἀγερώχων. Αὐ‐ θαδῶν. ὑβριστῶν.

3

.

37

Δείσας. Εὐλα‐ βηθείς. Ἀτρέος υἱόν. Μενέλαον.

3

.

38

Νείκεσσεν. Ὕβρισεν, ἐκακολόγησεν. Αἰ‐ σχροῖς. Ὀνειδιστικοῖς.

3

.

39

Δύσπαρι. Ἐπὶ κακῷ ὠνομασμένε Πάρι. κακὲ Πάρι. Εἶδος ἄριστε. Τὸ εἶδος βέλτιστε. Γυ‐ ναιμανές. Ἤτοι, ἐπὶ γυναιξὶ μαινόμενε.
5ἢ, γυναῖκας εἰς μανίαν φέρων διὰ τὸ κάλλος. Ἠπεροπευτά. Ἀπατεὼν, ψεῦ‐ στα.

3

.

40

Αἴθ’ ὄφελες. Εἴθε ὤφειλες. Ἔστι δὲ ἐπίῤῥημα εὐκτικόν. Ἄγονός τ’ ἔμμεναι. Μὴ γεγεννῆσθαι. Ἄγαμός τ’ ἀπολέσθαι. Ἢ γεννηθεὶς πρὸ γάμου
5ἀπολέσθαι.

3

.

41

Καί κεν τὸ βουλοίμην. Καὶ δὴ τοῦτο ἤθελον. Καί κεν πολὺ κέρ‐ διον ἦεν. Καὶ γὰρ οὕτω πολὺ βέλτιον ἦν ἡμῖν. Ἦεν. Ἦν, ὑπῆρχεν.

3

.

42

Λώβην. Ὕβριν. Καὶ ὑπόψιον ἄλλων. Καὶ ἔμπροσθεν τῶν λοιπῶν ὑποβλεπόμενον διὰ μῖσος.

3

.

43

Ἦπου. Ὄντως δή. Καγχαλόωσι. Χαίρουσιν, ὅ ἐστιν, ἐν χαλάσματι ποιοῦσι τὴν ψυχήν. Καρηκο‐ μόωντες. Τὰς κεφαλὰς κομῶντες, ἀν‐
5δρείας χάριν.

3

.

44

Φάντες. Ὑπολογι‐ σάμενοι, ὑπολαβόντες. Ἀριστῆα. Ἄρι‐ στον. Πρόμον. Πρόμαχον. Οὕνεκα. Διότι. Καλόν. Χαρίεν, ἔνδοξον.

3

.

45

Εἶδος. Μορφή. Ἔπ’. Ἔπεστί σοι. Βίη. Δύναμις. Φρεσσί. Τῇ διανοίᾳ. τουτέστιν, οὐκ εἶ ἔμψυχος, οὐδὲ τὴν τυ‐ χοῦσαν ἔχεις δύναμιν. Ἀλκή. Ἡ τοῦ
5σώματος δύναμις.

3

.

46

Ἦ, τοιόσδε ἐών. Ἦ, τοιοῦτος, φησὶν, ὢν ἐπονείδιστος, οἷόν σε ὁρῶμεν νῦν δειλόν. Ἐών. Ὢν, ὑπάρ‐ χων. Ποντοπόρῃσι. Ταῖς διὰ θαλάσσης
5τὴν πορείαν ποιουμέναις καὶ πλεούσαις. πόντος γὰρ, ἡ θάλασσα. Νέεσσι. Ναυ‐ σίν.

3

.

47

Ἐπιπλώσας. Ἐπιπλεύσας. Ἑτάρους ἐρίηρας ἀγείρας. Ἄγαν εὐαρ‐ μόστους, ἢ ἐπεράστους φίλους, τουτέ‐ στιν, αὑτῷ ὁμοίους φίλους, καὶ ἅρπαγας,
5συναθροίσας. Ἀγείρας. Συναθροίσας.

3

.

48

Μιχθείς. Παραγενόμενος, μιγείς. Ἀλλοδαποῖσιν. Ἀλλοεθνέσι. ξένοις. Εὐ‐ ειδέα. Εὐειδῆ, εὔμορφον. Ἀνῆγες. Διὰ θαλάσσης πλέων ἔφερες.

3

.

49

Ἐξ Ἀπίης γαίης. Ἐκ τῆς ἀλλοδαπῆς καὶ μακρὰν ἀπεχούσης γῆς. ἢ, Ἀπίης τῆς Πελοπον‐ νήσου, οὕτω λεγομένης ἀπὸ Ἄπιδος τοῦ,
5Φορωνέως. Αἰχμητάων. Πολεμικῶν.

3

.

50

Πῆμα. Κακόν. Πόληΐ τε. Καὶ τῇ πόλει. Παντί τε δήμῳ. Καὶ ὅλῳ τῷ πλήθει τῶν Τρώων.

3

.

51

Δυσμενέσσιν. Ἐχθροῖς, πολεμίοις. Χάρμα. Γέλωτα, χαράν. Κατηφείην. Αἰσχύνην, ὄνειδος. Οἱ γὰρ αἰσχυνόμενοι, κατηφεῖς εἰσι.

3

.

52

Μείνειας. Ὑπομείνειας. Ἀρηΐφι‐ λον. Πολεμικόν.

3

.

53

Γνοίης κεν. Μάθοις ἄν. Οἵου. Ὁποίου. Φωτός. Ἀνδρός. Θαλερήν. Ἀκμαίαν, νέαν. Παράκοιτιν. Γυναῖκα, γαμετήν.

3

.

54

Οὐκ ἄν τοι χραίσμῃ. Οὐκ ἄν σοι βοη‐ θήσῃ. Κίθαρις. Ἡ κιθαρῳδία. Δῶρ’ Ἀφροδίτης. Ἡ Ἑλένη, ἢ ὅπερ ἔχεις κάλλος.

3

.

55

Ὅτ’ ἐν κονίῃσι μιγείης. Ὅτ’ ἂν ἀναιρεθῇς συστὰς εἰς μάχην τῷ Μενελάῳ. Κόνιν γὰρ ἔλεγον καὶ τὴν μάχην οἱ παλαιοί.

3

.

56

Δειδήμονες. Δειλοί. Ὡς πρὸς ἡμᾶς τοὺς βασιλέας.
Ἦ τέ κεν ἤδη. Νῦν γὰρ εὐθέως ἄν.

3

.

57

Λάϊνον. Λίθινον. Λάϊνον ἕσσο χι‐ τῶνα. Λιθόλευστος ἐγεγόνεις, λίθοις βληθεὶς ὑπὸ πάντων ἀπωλώλεις. Ἕσ‐ σο. Ἐνεδέδυσο. Ἔοργας. Εἰργάσω.

3

.

59

Κατ’ αἶσαν. Κατὰ τὸ προσῆκον. Ἐνείκεσας. Ὠνείδισας, ἐπέπληξας. Οὐδ’ ὑπὲρ αἶσαν. Οὐδ’ ὑπὲρ τὸ προσ‐ ῆκον.

3

.

60

Αἰεί τοι. Διαπαντός σοι. Κραδίη. Ἡ καρδία. Ἡ ψυχή. Πέ‐ λεκυς ὥς. Ὡς πέλεκυς. Ἀτειρής. Ἀ‐ καταπόνητος.

3

.

61

Ὅστ’ εἶσιν. Ὅ‐ στις πέλεκυς εἰσέρχεται. Διὰ δουρός. Διὰ δόρατος, διὰ ξύλου. Ὑπ’ ἀνέρος. Ὑπ’ ἀνδρός. Προσληπτέον δὲ τὸ, κα‐
5ταφερόμενος. Ὅς ῥά τε τέχνῃ. Ὅστις μετὰ τέχνης.

3

.

62

Νήϊον. Ξύλον πρὸς νηῶν κατασκευὴν ἐπιτήδειον. Ἐκτάμνῃ‐ σιν. Ἐκκόπτει. Ὀφέλλει δ’ ἀνδρὸς ἐ‐ ρωήν. Αὔξει δὲ τὴν τοῦ ἀνδρὸς δύναμιν
5ὁ πέλεκυς, ὀξὺς ὑπάρχων καὶ διερχόμενος ἑτοίμως. ὥσπερ ὁ ἀμβλὺς τοὐναντίον ποιεῖ.

3

.

63

Ὥς τοι. Οὕτως σοι. Ἀ‐ τάρβητος. Ἀκαταπτόητος, ἄφοβος. Νό‐ ος. Νοῦς, ψυχή.

3

.

64

Ἐρατά. Ἐπέ‐ ραστα, καλά. Πρόφερε. Ὀνείδιζε. Χρυ‐ σῆς. Χρυσοφόρου, καλῆς. Ἑστιαία δὲ ἡ γραμματική φησιν, ὅτι πεδίον ἐστὶ
5χρυσοῦν καλούμενον, ἐν ᾧ χρυσῆν Ἀφρο‐ δίτην τιμᾶσθαι, καὶ εἶναι οὕτως χρυσῆς Ἀφροδίτης ἱερόν. καὶ οἱ μὲν, ἀπὸ τῆς Πάφου· οἱ δὲ, τὴν καλήν. Κλεάνθης δὲ, καὶ ἐν Λέσβῳ οὕτω τιμᾶσθαι Ἀφροδίτην
10χρυσῆν.

3

.

65

Οὔτοι. Οὐδαμῶς σοι.
Ἀπόβλητα. Ἀποβολῆς ἄξια. Τὰ ὑπὸ θεῶν, φησι, διδόμενα δῶρα οὐκ ἔστι μὲν ἀρνήσασθαι ὅταν εἰσί· μὴ διδόμενα δὲ
5παρ’ αὐτῶν ἀδύνατόν τινα λαβεῖν οἰκείᾳ σπουδῇ. Ἐρικυδέα. Μεγάλα, ἔνδοξα.

3

.

66

Ὅσσα κεν. Ὅσα ἄν. Ἑκὼν δέ. Βουλόμενος δέ. Οὐκ ἄν τις ἕλοιτο. Οὐκ ἄν τις λάβοι.

3

.

67

Νῦν δ’ αὖ. Νῦν δὲ δή. Κάθισον. Καθίδρυσον, καθεσθῆναι ποίησον.

3

.

69

Αὐτὰρ ἐμέ. Ἐμὲ δέ.

3

.

70

Ἀμφ’ Ἑλένῃ καὶ κτήμασι. Περὶ τῆς Ἑλένης, καὶ τῶν κτημάτων αὐτῆς.

3

.

71

Ὁππότερος δέ κεν. Ὁποῖος δέ. Ὁ τρόπος διπλασιασμός. ἡ διάλεκτος Αἰο‐ λίς. Κρείσσων τε γένηται. Ἰσχυρότερος, ἐπικρατέστερος φανῇ.

3

.

72

Ἑλών. Λα‐ βών.

3

.

73

Φιλότητα. Φιλίαν. Καὶ ὅρκια πιστά. Καὶ ὅρκους πιστούς. Ταμόντες. Ὅ ἐστι δι’ ἐντόμων ποιήσαντες.

3

.

74

Ναί‐ οιτε. Κατοικεῖτε. Ἐριβώλακα. Μεγα‐ λόβωλον, εὔγειον. Τοὶ δέ. Οὗτοι δὲ οἱ Ἕλληνες. Νεέσθων. Πορευέσθωσαν.

3

.

75

Ἄργος ἐς. Εἰς τὸ Ἄργος. Ἱππόβοτον. Ἱπποτρόφον. Ἰασὸς καὶ Πελασγὸς Τριό‐ πα παῖδες, τελευτήσαντος αὐτοῖς τοῦ πατρὸς, διείλοντο τὴν βασιλείαν. Λαχὼν
5δὲ Πελασγὸς μὲν τὰ πρὸς Ἐρασῖνον πο‐ ταμὸν, ἔκτισε Λάρισσαν. Ἰασὸς δὲ τὰ πρὸς Ἦλιν. Τελευτησάντων δ’ αὐτῶν, νεώτατος ἀδελφὸς Ἀγήνωρ ἐπεστράτευε τῇ χώρᾳ, πολλὴν ἵππον ἐπαγόμενος. Ὅ‐
10θεν ἐκλήθη Ἱππόβοτον μὲν τὸ Ἄργος, ἀπὸ τῆς Ἀγήνορος ἵππου· ἀπὸ δὲ Ἰασοῦ Ἴασον. Ἱστορεῖ Ἑλλάνικος ἐν Ἀργολι‐ κοῖς Ἴασον Ἄργος, Πελασγικὸν Ἄργος, Ἱππόβοτον Ἄργος. Ἀχαιΐδα. Τὴν Πε‐
15λοπόννησον λέγει Ἀχαΐαν. Καλλιγύ‐ ναικα. Καλὰς γυναῖκας ἔχουσαν.

3

.

76

Ὣς ἔφατο. Οὕτως εἶπεν. Ἕκτωρ δ’ αὖτ’ ἐχάρη μέγα, μῦθον ἀκούσας. Ἀντὶ
τοῦ, μεγάλως ἐχάρη, τὸν λόγον τοῦτον τοῦ Ἀλεξάνδρου ἀκούσας.

3

.

77

Ἰών. Πορευθείς. Ἀνέεργεν. Ἀνεῖργεν, ἐκώλυε τοῦ πολέμου. Φάλαγγας. Τὰς στρα‐ τιωτικὰς τάξεις.

3

.

79

Ἐπετοξάζοντο. Ἐπ’ αὐτῷ τὰ τόξα ἔβαλλον.

3

.

80

Ἰοῖ‐ σι. Βέλεσι. Τιτυσκόμενοι. Καταστο‐ χαζόμενοι. Σημαίνει καὶ τὸ, ἑτοιμάζειν, ὡς ἐκεῖ· Ὣς εἰπὼν, ὑπ’ ὄχεσφι τιτύ‐
5σκετο. Ἔνιοι δὲ καὶ ἐπὶ τοῦ ψυχικῶς στοχάζεσθαι· Τιτύσκετο δὲ φρεσὶν ᾗσι. Λάεσσι. Λίθοις. Ἔβαλλον. Ἠκόντι‐ ζον.

3

.

81

Αὐτὰρ ὁ. Οὗτος δέ. Μα‐ κρόν. Μέγα. Ἄϋσεν. Ἐβόησεν.

3

.

82

Ἴσχεσθε. Παύεσθε. Κοῦροι Ἀχαιῶν. Περιφραστικῶς, οἱ Ἕλληνες.

3

.

83

Στεῦ‐ ται γάρ τι ἔπος. Διαβεβαιοῦται γὰρ, ὑπισχνεῖται λόγον. Ἐρέειν. Ἐρεῖν, λέξειν. Κορυθαίολος. Ὁ αἰόλλων καὶ
5κινῶν τὴν περικεφαλαίαν. ἐξ οὗ, πολε‐ μικός.

3

.

84

Ἔσχοντο. Ἐπαύσαντο. Ἄνεῴ τ’ ἐγένοντο. Ἥσυχοι. ἄνευ ἰωῆς, τουτέστι, φωνῆς καὶ θορύβου.

3

.

85

Ἐσ‐ συμένως. Σπουδαίως. Ἕκτωρ δὲ μετ’ ἀμφοτέροισιν. Ἐν ἀμφοτέροις. Λέγω δὴ, Τρῳσὶ καὶ Ἕλλησιν. Ἡ, μετὰ, ἀντὶ
5τῆς, ἐν, πρὸς προθέσεως. Ἔειπεν. Ἔ‐ λεξε.

3

.

86

Κέκλυτέ μευ. Ἀκούσατέ μου.

3

.

87

Τοῦ εἵνεκα. Οὗτινος χάριν. Νεῖκος. Φιλονεικία. Ὄρωρε. Διεγή‐ γερται.

3

.

88

Κέλεται. Κελεύει.

3

.

89

Τεύχεα. Ὅπλα. Ἐπὶ χθονί. Ἐπὶ τῇ γῇ. Πουλυβοτείρῃ. Τῇ πολλοὺς τρεφού‐ σῃ.

3

.

90

Ἐν μέσσῳ. Τουτέστι, με‐ ταξὺ Τρώων καὶ Ἀχαιῶν.

3

.

91

Οἴους. Μόνους.

3

.

92

Ὁππότερος δέ. Ὅστις δὲ πρότερος.

3

.

94

Φιλότητα. Φιλίαν. Τά‐ μωμεν. Πιστωσώμεθα, ὅ ἐστι δι’ ἐν‐ τόμων ποιήσωμεν.

3

.

95

Ἀκὴν ἐγένοντο σιωπῇ. Ἐπ’ ἄκρας ἡσυχίας ἐγένοντο. Ἀκὴ γὰρ καλεῖται ἡ ὀξύτης.

3

.

97

Κέ‐ κλυτε νῦν καὶ ἐμεῖο. Ἀκούσατε νῦν καὶ ἐμοῦ. Μάλιστα γάρ. Ἐξαιρέτως δέ. Ἄλγος. Λύπη. Ἱκάνει. Καταλαμβά‐
5νει.

3

.

98

Φρονέω. Φρονῶ, βουλεύομαι, Διακρινθήμεναι. Διαχωρισθῆναι.

3

.

99

Πέποσθε. Πεπόνθατε.

3

.

100

Εἵνεκ’ ἐμῆς ἔριδος. Ἕνεκα τῆς ἐμῆς φιλο‐ νεικίας, καὶ τῆς ὑπὸ Ἀλεξάνδρου γενο‐ μένης ἁρπαγῆς. αὕτη γὰρ ἀρχὴ κακῶν.

3

.

101

Ἡμέων. Ἡμῶν. Ὁπποτέρῳ. Ὁ‐ ποίῳ. ᾧτινι. Θάνατος καὶ μοῖρα τέ‐ τυκται. Τουτέστι, θανεῖν εἵμαρται.

3

.

102

Τεθναίη. Ἀποθάνῃ. Διακρινθεῖ‐ τε. Διαχωρισθείητε. Τάχιστα. Διὰ τάχους, συντόμως.

3

.

103

Οἴσετε. Κο‐ μίσετε, ἄγετε. Ἕτερον λευκὸν, ἑτέραν δὲ μέλαιναν. Τὰ οἰκεῖα ἑκάστῳ θεῷ ἱερουργούμενα εἰσάγει. τῷ μὲν γὰρ Ἡ‐
5λίῳ, λαμπρῷ ὄντι, καὶ ἄῤῥενι, φησὶ λευ‐ κὸν ἱερουργηθῆναι ἄρνα. τῇ δὲ Γῇ μέ‐ λαιναν, καὶ θήλειαν. ἐπεὶ τοιαύτη ἡ θεός. Ἄρνε. Ἄρνας, δυϊκῶς.

3

.

104

Διῒ δ’ ἡμεῖς οἴσομεν ἄλλον. Τῷ δὲ Διῒ ἡμεῖς ἄλλον κομίσομεν ὡς ξένοι. ἐπεὶ καὶ Ξέ‐ νιος προσαγορεύεται.

3

.

105

Ἄξετε. Ἀ‐ γάγετε. Πριάμοιο βίην. Περιφραστι‐ κῶς τὸν Πρίαμον. Διατί, Διὸς ὑποσχο‐ μένου τὴν ἅλωσιν τῆς Ἰλίου, συνθήκας
5ποιεῖται πρὸς Τρῶας; Ῥητέον οὖν, ὅτι, κατ’ ἐνίους, οὐ πιστεύει τῷ ὀνείρῳ. κατὰ δὲ ἑτέρους, οὐδὲν διέφερε, καὶ δι’ ἑνὸς μονομαχίαν, ἢ παντὶ τῷ στρατῷ, νικῆ‐ σαι. ἄλλως δὲ καὶ προσετέτακτο αὐτῷ
10καθοπλίσαι τοὺς πάντας, οὐ μάχεσθαι. Ὄφρ’ ὅρκια. Ὅπως τοὺς ὅρκους.

3

.

106

Ἐπεί οἱ παῖδες. Ἐπειδὴ οἱ υἱοὶ αὐτοῦ. Ὑπερφίαλοι. Ὑπερήφανοι, ἄθεοι, καὶ
παραβαίνοντες τοὺς ὅρκους, καὶ τὰς σπον‐ δὰς τὰς διὰ φιαλῶν γιγνομένας.

3

.

107

Ὑπερβασίῃ. Παραβάσει, ἀδικίᾳ. Διὸς ὅρκια. Τοὺς Διὸς ὅρκους. Δηλήσηται. Βλάψει τῷ παρελθεῖν αὐτούς.

3

.

108

Ὁπλοτέρων. Νεωτέρων. Ἠερέθονται. Ἀπαιωροῦνται, κρέμανται. οἷον οὐκ εἰσὶν σταθεραὶ, ἀλλ’ ἀβέβαιοι.

3

.

109

Οἷς δ’ ὁ γέρων μετέῃσιν. Ἐν οἷς δ’ ἂν ὁ γέρων παρῇ. Πρόσσω καὶ ὀπίσσω. Εἰς τὸ παρὸν, καὶ εἰς τὸ μέλλον.

3

.

110

Λεύσσει. Ὁρᾷ, βλέπει. Ὄχ’ ἄριστα. Ἐξόχως ἄριστα.

3

.

112

Ἐλπόμενοι. Ἐλπίζοντες. Ὀϊζυροῦ. Ἐπιμόνου, χα‐ λεποῦ.

3

.

113

Ἔρυξαν. Κατέσχον. Ἐ‐ πὶ στίχας. Ἐπὶ τὰς τάξεις ἐφεξῆς. Ἐκ δ’ ἔβαν αὐτοί. Ἐξῆλθον δὲ καὶ αὐ‐ τοί.

3

.

114

Τεύχεα. Ὅπλα. Παρὰ τὸ τεύχεσθαι, ὅ ἐστι, κατασκευάζεσθαι. Ἐ‐ ξεδύοντο. Ἀπεδύοντο, ἀπετίθεντο.

3

.

115

Πλησίον. Ἐκ τοῦ σύνεγγυς. Ὀλίγη δ’ ἦν ἀμφὶς ἄρουρα. Βραχὺ δ’ ἦν τὸ με‐ ταξὺ τῶν στρατευμάτων διεῖργον αὐτοὺς χωρίον. Ἄρουρα. Γῆ. Παρὰ τὸ ἀρο‐
5τριοῦσθαι.

3

.

116

Προτὶ ἄστυ. Πρὸς τὴν πόλιν.

3

.

117

Καρπαλίμως. Ταχέως.

3

.

118

Προΐει. Προέπεμψεν.

3

.

119

Γλα‐ φυράς. Κοίλας. Ἰέναι. Παραγενέσθαι.

3

.

120

Οἰσέμεναι. Οἴσειν, κομίσειν. Ἔ‐ λαβε δὲ ἀπαρέμφατον ἀντὶ προστακτι‐ κοῦ.

3

.

121

Ἶρις δ’ αὖτε. Ἡ δὲ Ἶρις, ἡ τῶν θεῶν ἄγγελος. Σημαίνει δὲ δύο, αὐτὴν τὴν σωματοειδῆ θεὰν, καὶ τὸ νε‐ φελῶδες σύστημα. οἷον· Ἴρισσιν ἐοι‐
5κότες, ἅς τε Κρονίων Ἐν νέφεσι στή‐ ριξε, τέρας μερόπων ἀνθρώπων.

3

.

122

Γαλόῳ. Γάλῳ. Γάλως, δέ ἐστιν ἀνδρὸς ἀδελφή. Ἀντηνορίδαο. Ἀντήνορος παι‐ δὸς, Ἑλικάονος. Δάμαρτι. Γυναικί. Παρὰ τὸ δεδμῆσθαι, καὶ ὑποτετάχθαι
5τῷ ἀνδρί.

3

.

123

Ἔχεν. Εἶχεν, ἐγε‐ γαμήκει. Κρείων. Βασιλεύς.

3

.

124

Εἶ‐ δος ἀρίστην. Τὴν μορφὴν καλήν.

3

.

125

Τὴν δ’ εὗρε. Ταύτην δὲ κατέλαβε. Δέον εἰπεῖν, ἣν, ἄρθρον προτακτικὸν ἀντὶ ὑπο‐ τακτικοῦ. Ἐν μεγάρῳ. Ἐν τῷ οἴκῳ.

3

.

126

Δίπλακα. Διπλοΐδα, διπλοῦν ἱ‐ μάτιον, ὅ ἐστι, χλανίδα. Μαρμαρέην. Λαμπρὰν, λευκήν. Πολέας δέ. Πολ‐ λοὺς δέ. Ἐνέπασσεν. Ἐνεποίκιλλεν, ἐν‐
5έπλεκεν. Ὅθεν καὶ τὰ ποικίλα παρα‐ πετάσματα παστοὶ καλοῦνται. Ἀέθ‐ λους. Νῦν τοὺς κατὰ τὸν πόλεμον πό‐ νους.

3

.

128

Οὓς ἕθεν εἵνεκα. Οὕστινας
ἕνεκα αὐτῆς. Ἔπασχον. Ὑπέμενον. Ὑπ’ Ἄρηος παλαμάων. Ὑπὸ τῶν τοῦ πολέμου χειρῶν. Ὁτὲ δὲ, μηχανῶν, ὡς
5ἐκεῖ· Ὡς δ’ ὅτ’ ἀνὴρ ἀπάλαμνος.

3

.

129

Ἀγχοῦ. Πλησίον. Ἱσταμένη. Στᾶσα. Προσέφη. Προσεῖπε. Πόδας ὠκέα. Τοῖς ποσὶ ταχεῖα.

3

.

130

Νύμφα. Νύμφη, Ἰωνικῶς. Θέσκελα. Θεῖα, θαυ‐ μαστά. Ἴδηαι. Θεάσῃ.

3

.

131

Ἱππο‐ δάμων. Ἱππικῶν, πολεμικῶν. Χαλκοχι‐ τώνων. Σιδηροθωράκων.

3

.

132

Οἳ πρίν. Οἵτινες τὸ πρότερον. Ἐπ’ ἀλλήλοισι φέρον. Ἐπέφερον ἀλλήλοις. Πολύδα‐ κρυν. Πολλῶν δακρύων καὶ στεναγμῶν
5αἴτιον, διὰ τοὺς ἀναιρουμένους ὑπ’ αὐτοῦ.

3

.

133

Ὀλοοῖο. Ὀλεθρίου. Λιλαιόμενοι. Ἐπιθυμοῦντες.

3

.

134

Ἕαται. Καθέ‐ ζονται. Σιγῇ. Σιωπῇ.

3

.

135

Ἀσπίσι κεκλιμένοι. Ταῖς ἀσπίσιν ἐπικείμενοι. Παρὰ δ’ ἔγχεα μακρὰ πέπηγε. Παρα‐ πέπηγε δὲ αὐτοῖς, ὅ ἐστι, παράκειται τὰ
5μακρὰ δόρατα.

3

.

137

Μακρῇς ἐγχεί‐ ῃσι. Τοῖς μακροῖς δόρασι.

3

.

138

Τῷ δέ κε νικήσαντι. Ἀντὶ τοῦ, τοῦ δὲ νική‐ σαντος. Κεκλήσῃ. Κληθήσῃ. Ἄκοι‐ τις. Γυνὴ, γαμετή.

3

.

139

Γλυκὺν ἵ‐ μερον. Γλυκὺν πόθον, ἡδεῖαν ἐπιθυμίαν. Ἔμβαλεν. Ἐνέβαλε. Θυμῷ. Τῇ ψυ‐ χῇ.

3

.

140

Ἀνδρός τε προτέροιο. Τοῦ πρώτου ἀνδρὸς, ἤγουν τοῦ Μενελάου. Καὶ ἄστεος. Καὶ τῆς πόλεως. Λέγει δὲ, τῆς Σπάρτης. Ἠδὲ τοκήων. Καὶ τῶν
5γονέων. Τυνδάρεω λέγει, καὶ Λήδας.

3

.

141

Αὐτίκα. Παραχρῆμα, εὐθέως. Ἀργεννῇσι. Λευκαῖς, λαμπραῖς. Καλυ‐ ψαμένη. Σκεπασαμένη. Ὀθόνῃσιν. Ὀ‐ θόναις. Λέγει δὲ, ὑφάσμασι λινοῖς.

3

.

142

Ὡρμᾶτ’. Ὥρμα, ἐξῄει. Ἐκ θα‐
λάμοιο. Ἐκ τοῦ κοιτῶνος, ἐκ τοῦ οἴκου. Τέρεν. Τρυφερόν. Ἀντὶ τοῦ, ὑγρόν. Δάκρυ χέουσα. Δακρύουσα, κλαίουσα.

3

.

143

Οὐκ οἴη. Οὐ μόνη. Ἅμα τῇγε. Σὺν αὐτῇ δέ. Ἀμφίπολοι. Θεράπαιναι, δουλίδες.

3

.

144

Αἴθρη Πιτθῆος. Ἑτέρα τῆς Θησέως μητρός ἐστιν αὕτη ἡ Αἴθρα. Αἰσχρὸν γὰρ ὑπάρχει, θεραπαίνης τρόπῳ ἀκολουθεῖν τῇ Ἑλένῃ τὴν Αἴθραν, ἑκυρὰν
5νομισθεῖσαν. Ὡς γὰρ ἱστορεῖ Ἑλλάνι‐ κος, Πειρίθους καὶ Θησεὺς, ὁ μὲν Διὸς ὢν, ὁ δὲ Ποσειδῶνος, συνέθεντο γαμῆσαι Διὸς θυγατέρας. Καὶ ἁρπάσαντες τὴν Ἑλένην κομιδῇ νέαν, παρατίθενται εἰς
10Ἄφυδναν τῆς Ἀττικῆς Αἴθρῃ, τῇ Πιτ‐ θέως μὲν θυγατρὶ, μητρὶ δὲ Θησέως. Οὕτως εἰς ᾅδου παραγίγνονται ἐπὶ τὴν Περσεφόνην. Οἱ δὲ Διόσκουροι, μὴ ἀπο‐ λαμβάνοντες τὴν ἀδελφὴν, τὴν Ἀττικὴν
15σύμπασαν πορθοῦσιν, Αἴθραν δὲ αἰχμα‐ λωτίζουσι. Πιτθῆος. Τοῦ Πιτθέως. Κλυμένη τε. Καὶ ἡ Κλυμένη. Βοῶπις. Εὐόφθαλμος, καλή.

3

.

145

Αἶψα. Τα‐ χέως, συντόμως. Ἵκανον. Παρεγένοντο. Ὅθι. Ἔνθα, ὅπου. Σκαιαὶ πύλαι. Αἱ τῆς Ἰλίου. Αὗται δὲ καὶ Δαρδάνειαι
5προσαγορεύονται, δι’ ὧν ἐξῄεσαν εἰς τὸ πεδίον οἱ Τρῶες. Σκαιαὶ δὲ εἴρηνται, ἤτοι ἀπὸ Σκαιοῦ τοῦ κατασκευάσαντος, ἢ ὅτι ἐν τοῖς σκαιοῖς καὶ ἀριστεροῖς μέρεσι τῆς πόλεως κεῖνται. Οἱ δέ φασιν, ὅτι ἀπὸ
10τοῦ, σκαιῶς βουλεύσασθαι τοὺς Τρῶας. τὸν γὰρ δούρειον ἵππον κατ’ αὐτὰς ἐδέ‐ ξαντο τὰς πύλας.

3

.

146

Οἱ δ’ ἀμφὶ Πρίαμον. Οἱ δὲ περὶ τὸν Πρίαμον. Πάνθοον. Πάνθουν. Καὶ τὰ ἐφεξῆς δὲ ὁμοίως τούτοις εἰσὶν ὀνόματα κύρια.

3

.

147

Ὄζον Ἄρηος. Ἀπόγονον Ἄρεος. πολε‐ μικόν.

3

.

148

Πεπνυμένω ἄμφω. Ἀμ‐ φότεροι φρόνιμοι καὶ συνετοί.

3

.

149

Εἵ‐ ατο. Ἐκαθέζοντο. Δημογέροντες. Οἱ τοῦ δήμου ἔντιμοι παρὰ τὸ γῆρας.

3

.

150

Γήραϊ δή. Διὰ γῆρας. Ἀγορηταί. Δη‐ μηγόροι, σύμβουλοι.

3

.

151

Ἐσθλοί. Ἀγαθοί. Τεττίγεσσιν ἐοικότες. Τέττιξι παραπλήσιοι. Τιθωνοῦ τοῦ Λαομέδοντος, Πριάμου δὲ ἀδελφοῦ, ἠράσθη ἡ Ἡμέρα.
5ἐξ οὗπερ ἔτεκεν υἱὸν τὸν Μέμνονα. Μα‐ κρῷ δὲ βίῳ δαπανηθέντος ἐκείνου, μετέ‐ βαλεν αὐτὸν εἰς τέττιγα ἡ θεός. Διὸ δὴ αὐτοῦ τοὺς συγγενεῖς δημογέροντας τέττιξιν εἰκάζει ὁ Ποιητής. Ἱστορεῖ
10Ἑλλάνικος. Ἐοικότες. Ὅμοιοι. Οἵτε καθ’ ὕλην. Οἵτινες κατὰ τὴν ὕλην.

3

.

152

Δενδρέῳ. Δένδρῳ. Ἐφεζόμενοι. Ἐπικαθεζόμενοι. Ὄπα. Φωνήν. Λειριό‐ εσσαν. Ἐπιθυμητὴν, ἡδεῖαν. ὅτι οἱ ἄῤ‐ ῥενες τῶν τεττίγων ᾄδουσιν. Ἱεῖσιν. Ἀ‐
5φιᾶσι.

3

.

153

Τοῖοι ἄρα. Τοιοῦτοι δή. Ἡγήτορες. Ἡγεμόνες. Ἧντο. Ἐκα‐ θέζοντο. Ἐπὶ πύργῳ. Ἐπὶ τῷ τείχει.

3

.

154

Εἶδον. Ἐθεάσαντο. Ἰοῦσαν. Παραγενομένην, ἐρχομένην.

3

.

155

Ἦ‐ κα. Ἠρέμα, ἡσύχως. Πρὸς ἀλλήλους. Πρὸς ἑαυτούς. Ἀγόρευον. Ἔλεγον.

3

.

156

Οὐ νέμεσις. Οὐ μέμψις.

3

.

157

Τοιῇδ’ ἀμφὶ γυναικί. Περὶ τοιαύτης γυ‐ ναικός.

3

.

158

Αἰνῶς. Λίαν, πάνυ. Θε‐ ῇς. Θεαῖς. Εἰς ὦπα. Τὴν πρόσοψιν. Ἔοικεν. Ὁμοία ἐστίν.

3

.

159

Ἀλλὰ καὶ ὥς. Ἀλλὰ καὶ οὕτως τοιαύτη εὐ‐ ειδὴς ὑπάρχουσα. Νεέσθω. Σὺν τοῖς Ἕλλησι πορευέσθω.

3

.

160

Τεκέεσσί τε. Καὶ τοῖς τέκνοις. Πῆμα. Βλάβη, κα‐ κόν. Λίπηται. Καταλειφθείη.

3

.

161

Ὣς ἄρ’ ἔφαν. Οὕτως εἶπον. Ἐκαλέσ‐ σατο. Ἐκάλεσε.

3

.

162

Πάροιθεν. Τὸ ἑξῆς ἐστι· παρελθοῦσα ἐν πρόσω, δεῦρο. Ἵζευ. Καθέζου.

3

.

163

Ὄφρα ἴδῃς. Ὅπως θεάσῃ. Πρότερόν τε πόσιν. Τὸν πρότερόν σου ἄνδρα. Πηούς τε. Τοὺς κατ’ ἐπιγαμίαν συγγενεῖς.

3

.

164

Οὔτι μοι αἰτίη ἐσσί. Κατ’ οὐδέν μοι αἰτία ὑπάρχεις. Θεοί νύ μοι. Οἱ θεοὶ δή μοι

3

.

165

Οἵ μοι. Οἵτινές μοι. Ἐφώρμη‐ σαν. Ἐπελθεῖν καὶ ἐφορμῆσαι ἐποίησαν.

3

.

166

Ὥς μοι. Ὅπως μοι. Πελώριον. Μέγιστον. Ἐξονομῄνῃς. Ἐξ ὀνόματος εἴπῃς.

3

.

167

Ἀχαιός. Ἕλλην. Ἠΰς τε, μέγας τε. Πλατὺς, καὶ μέγας.

3

.

168

Κεφαλῇ. Τῷ εἰς ὕψος ἀναστή‐ ματι. Μείζονες. Ὑψηλότεροι. Ἔασιν. Εἰσὶν, ὑπάρχουσι.

3

.

170

Γεραρόν. Ἔν‐ τιμον. Ἔοικεν. Ὅμοιός ἐστιν. Ἐζή‐ τηται δὲ, πῶς ὁ Πρίαμος τῷ δεκάτῳ ἔτει πυνθάνεται περὶ τῶν ἀρίστων. Ἐπειδὴ
5πρότερον περὶ τὰς ἀστυγείτονας πόλεις ἐπλανῶντο· ὥς που καὶ ὁ Ποιητής φησι κατὰ Ληΐδα, ὅπη ἄρξειεν Ἀχιλλεύς. Νῦν δὲ προσκάθηνται τῇ Ἰλίῳ. Ἢ ὅτι πρότερον μὲν οὐκ ἦγε σχολὴν πυθέσθαι
10περὶ αὐτῶν, τοῦ Ἀχιλλέως ἰσχυρῶς αὐ‐ τοῖς ἐγκειμένου, καὶ μόνον ἑαυτὸν αὐτοῖς ἐπιδεικνύντος, καὶ τῷ φόβῳ κατακλεί‐ στους ποιοῦντος. Ἐφρόντιζε γὰρ τὸ τηνι‐ καῦτα Πρίαμος οὐ περὶ τούτων, ἀλλὰ
15περὶ τοῦ σώζεσθαι τὴν πόλιν. Νῦν δὲ μηνίοντος ἐκείνου, καὶ ἰσοῤῥόπου τῆς μά‐ χης γεγενημένης, ὡς καὶ τοῦ τείχους χωρὶς πολεμεῖν τοὺς Τρῶας, εἰκότως περὶ αὐτῶν πυνθάνεται. Ἕτεροι δέ φασιν, ὅτι
20ἀπὸ τῆς πανοπλίας, καὶ τῶν ἵππων, αὐ‐ τοὺς ἐγνώριζον· ὡς καὶ Πάνδαρον ἐπὶ τοῦ Διομήδους λέγειν· Ἀσπίδι γιγνώσκων, αὐλώπιδί τε τρυφαλείῃ. Πρότερον δὲ οὐκ ἐτεθέατο οὕτω πάντας ἀόπλους, ὡς νῦν.

3

.

172

Αἰδοῖος. Αἰδοῦς καὶ τιμῆς ἄξιος. Ἐσσί. Εἶ, ὑπάρχεις. Ἑκυρέ. Πενθερέ. Ἑκυρὸς δὲ ἐκαλεῖτο καὶ παρὰ τοῖς ἀρ‐ χαίοις, ὁ τοῦ ἀνδρὸς πατήρ. Δεινός τε.
5Καὶ φοβερός.

3

.

173

Ὡς ὄφελέν μοι. Εἴθε ὄφειλέ μοι. Ἀδεῖν. Ἀρέσαι. Ὁπ‐ πότε. Ὅτε. Δεῦρο. Ἐνταῦθα.

3

.

174

Υἱέϊ σῷ. Ἅμα τῷ σῷ παιδί. Ἑπόμην. Ἠκολούθησα. Θάλαμον. Νῦν, τὸν οἶ‐ κον. περιφραστικῶς. Γνωτούς. Ἀδελ‐ φούς. Λέγει δὲ Κάστορα καὶ Πολυδεύ‐
5κην. Λιποῦσα. Καταλιποῦσα.

3

.

175

Παῖδά τε. Καὶ τὴν θυγατέρα. Λέγει δὲ τὴν Ἑρμιόνην. Ὁ δὲ Πορφύριος ἐν τοῖς Ὁμηρικοῖς ζητήμασιν οὕτως φησίν· Ἑλένης καὶ Μενελάου παῖδες Δίαιθος καὶ
5Μοῤῥαφίων, ἀφ’ οὗ τὸ τῶν Μοῤῥαφίων γένος ἐν Πέρσαις· Κιναίθων δέ, φησι Νικόστρατος, καὶ Αἰθιόλας, παρὰ Λακε‐ δαιμονίοις Ἑλένης δύο παῖδες τιμῶνται. Τηλυγέτην. Ἀγαπητὴν, μονογενῆ. Κα‐
10ταχρηστικῶς δὲ εἶπε. Κυρίως γὰρ τηλυ‐
γέται καλοῦνται οἱ τηλοῦ τῆς γονῆς ὄν‐ τες παῖδες, ὅ ἐστιν ἐν γεροντικῇ ἡλικίᾳ σπαρέντες. Δοκεῖ γὰρ, τὰ μετὰ ἀπόγνω‐ σιν τῆς παιδοποιΐας γεννώμενα μᾶλλον
15ἀγαπᾶσθαι. Καὶ ὁμηλικίην ἐρατεινήν. Καὶ τὰς ἐπεράστους μου ὁμήλικας.

3

.

176

Ἀλλὰ τά γ’ οὐκ ἐγένοντο. Ἀλλὰ ταῦτα οὐκ ἐγένοντο. Τὸ καὶ κλαίουσα τέτηκα. Διόπερ καὶ κλαίουσα ἐκτέτηκα.

3

.

177

Ὅ μ’ ἀνείρεαι. Ὅ με ἀνερωτᾷς. Ἠδὲ μεταλλᾷς. Καὶ πολυπραγμονεῖς, ἐπιζητεῖς.

3

.

179

Ἀμφότερον. Κατὰ ἀμφότερα. Ἀγαθός. Ἰσχυρὸς, γενναῖ‐ ος. Αἰχμητής. Πολεμιστής.

3

.

180

Δα‐ ήρ. Ἀνδρὸς ἀδελφός. Ἔσκεν. Ἦν. ὑπ‐ ῆρχεν. Κυνώπιδος. Ἀναιδεστάτης ἐμοῦ, ὡς κύων. Εἴ ποτ’ ἔην γε. Ἐάν ποτε
5ἦν.

3

.

181

Γέρων. Ἀντὶ τοῦ, ὁ Πρία‐ μος. Ἠγάσσατο. Ἐθαύμασεν. Φώ‐ νησέν τε. Καὶ εἶπεν.

3

.

182

Ὦ μά‐ καρ. Ὦ μακαριώτατε. Ἀτρείδη. Υἱὲ τοῦ Ἀτρέως. Μοιρηγενές. Ἀγαθῇ μοίρᾳ γεγεννημένε. Ὀλβιόδαιμον. Εὐδαιμονέ‐
5στατε.

3

.

183

Ἦ ῥά νύ τοι. Εὐλόγως δή σοι. Δεδμήαται. Ὑποτεταγμένοι εἰσίν. Ἡ μεταφορὰ ἀπὸ τῶν ἀλόγων ζώων. δαμάζονται γὰρ κυρίως ταῦτα.

3

.

184

Ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπε‐ λόεσσαν. Πάλαι γὰρ εἰς τὴν Φρυγίαν παρεγενόμην, τὴν πολλὰς ἀμπέλους ἔχου‐ σαν. Τοὺς δὲ περὶ Ἀπάμειαν τόπους
5λέγει. οὗτοι γὰρ πολυάμπελοι ἦσαν, τῆς λοιπῆς Φρυγίας μόνον σιτοφόρου οὔσης.

3

.

185

Αἰολοπώλους. Ποικίλως ἱππαζο‐ μένους, πολεμικοὺς, ἢ ταχεῖς ἵππους ἔχον‐ τας.

3

.

186

Λαοὺς Ὀτρῆος. Ὀτρεὺς καὶ Μύγδων παραδίδονται ἡμῖν παῖδες Δεί‐ μαντος, ἀδελφοὶ τῆς Ἑκάβης, βασιλεῖς Φρυγίας.

3

.

187

Οἵ ῥα. Οἵτινες δή. Ἐστρατόωντο. Ἐστρατοπέδευον. Παρ’ ὄχθας Σαγγαρίοιο. Παρὰ τὰ χείλη τοῦ Σαγγαρίου ποταμοῦ. Ὁ δὲ Σαγγάριος
5ποταμὸς, πρότερον μὲν ἦν Φρυγίας, νῦν δὲ Γαλατίας.

3

.

188

Καὶ γὰρ ἐγὼν ἐπί‐
κουρος ἐών. Ὢν, ὑπάρχων. Μελανίππη καὶ Ἱππολύτη, θυγατέρες Ἄρεος, τῶν Ἀμαζονίδων προηγούμεναι τῆς στρατιᾶς,
5αὗται πειρώμεναι τὴν Φρυγίαν ὑφ’ ἑαυ‐ τὰς ποιῆσαι, διὰ τὸ τὴν χώραν ἱπποτρό‐ φον εἶναι καὶ ἀμπελώδη, παντὶ τῷ στρα‐ τεύματι παρασκευασθεῖσαι παρέτυχον εἰς τὴν προειρημένην χώραν, καὶ στρατόπεδον
10ἔθεντο πρὸς τὸν Σαγγάριον ποταμόν. Τῶν δὲ Φρυγῶν ὑπὸ τὸν αὐτὸν χρόνον ἡγεμόνες ἦσαν Μύγδων καὶ Ὀτρεύς. Οἵτινες τὴν σφῶν αὐτῶν στρατιὰν προσήνεγκαν, καὶ πρὸς τὸν αὐτὸν τόπον παρεγένοντο, πρὸς
15τὸ κωλύσαι αὐτὰς μὴ ἐπιβῆναι τοῖς αὐτῶν ὅροις. Καὶ ὁ Πρίαμος τῆς Τροίας βασιλεὺς ἐστρατεύσατο κατὰ τῶν Ἀ‐ μαζόνων σὺν αὐτοῖς κατ’ ἐκεῖνον τὸν χρόνον. Ἐπίκουρος. Ἀπὸ ξένης χώρας
20σύμμαχος. Ἐπίκουροι γὰρ λέγονται οἱ τοῖς πολεμουμένοις βοηθοῦντες. σύμμαχοι δὲ, οἱ τῶν πολεμούντων. Μετὰ τοῖσιν. Ἐν τούτοις. Ἐλέχθην. Συγκατηριθμή‐ θην, κατετάγην.

3

.

189

Ἤματι τῷ. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ἀμαζόνες ἀντι‐ άνειραι. Αἱ ἶσαι κατὰ δύναμιν ἀνδρά‐ σιν, ἢ αἱ ἐναντιούμεναι ἀνδράσιν. ἐξ οὗ,
5πολεμικαί. Αἱ δὲ Ἀμαζόνες, λέγονται εἶναι Ἄρεος καὶ Ἀφροδίτης θυγατέρες, τραφεῖσαι παρὰ Θερμώδοντι ποταμῷ τῆς Σκυθίας. Ἐκλήθησαν δὲ οὕτως, διὰ τὸ τὸν δεξιὸν μασθὸν ἐκτέμνεσθαι αὐταῖς,
10ὡς ἐμποδίζοντα ἐν τῷ τοξεύειν.

3

.

190

Ἀλλ’ οὐδ’ οἵ. Ἀλλ’ οὐδὲ οὗτοι. Τόσ‐ σοι. Τοσοῦτοι. Ὅσσοι. Ὁπόσοι. Ἑ‐ λίκωπες. Μελανόφθαλμοι, καλοί.

3

.

191

Ἐρέεινεν. Ἀνηρώτα.

3

.

192

Εἴπ’ ἄγε μοι. Ἄγε εἰπέ μοι.

3

.

193

Μείων. Μικρότερος.

3

.

194

Εὐρύτερος. Πλατύ‐ τερος. Ἠδὲ στέρνοισι. Καὶ τοῖς στέρ‐ νοις. Ἰδέσθαι. Ἐν τῷ ὁρᾶσθαι.

3

.

195

Οἱ. Αὐτῷ. Ἐπὶ χθονί. Ἐπὶ τῇ γῇ. Πουλυβοτείρῃ. Πολλοὺς τρεφούσῃ.

3

.

196

Κτίλος ὥς. Ὡς πρᾶος καὶ χειροήθης κριὸς, ἀφηγούμενος τῆς ποίμνης. Εἴρηται δὲ κτίλος ἀπὸ τοῦ ἄγειν τὰ λοιπὰ θρέμ‐ ματα· οἱονεὶ ἀκτίλος τὶς ὤν. παρὰ τὸ
5ἄγω. ἢ παρὰ τὸ κίω, τὸ πορεύομαι. Ἐ‐ πιπωλεῖται. Ἐπέρχεται. Στίχας. Τὰς στρατιωτικὰς τάξεις.

3

.

197

Ἀρνειῷ. Κριῷ. Διὰ τούτου δὲ ἐπαινεῖ τὸ πρᾶον καὶ ἀτάραχον αὐτοῦ. Ἐΐσκω. Ὁμοιῶ, ἀπεικάζω. Πηγεσιμάλλῳ. Βαθυμάλλῳ,
5καλὸν ἔριον ἔχοντι, ἢ μέλανι, πηγὸν γὰρ τὸ μέλαν.

3

.

198

Ὀΐων. Προβάτων.
Πῶϋ. Ποίμνιον. Ἀργεννάων. Λαμ‐ πρῶν. Ἢ λευκῶν. Ἀπὸ δὲ τοῦ πλείονος εἶπεν. οὐ γὰρ πάντα τὰ πρόβατα λευκά
5εἰσι.

3

.

199

Διὸς ἐκγεγαυῖα. Ἡ ἐκ τοῦ Διὸς γεννηθεῖσα.

3

.

200

Οὗτος δ’ αὖ. Οὗτος δὲ πάλιν. Πολύμητις. Πολύβου‐ λος, συνετός.

3

.

201

Ὃς τράφη. Ὅ‐ στις ἀνετράφη. Ἐν δήμῳ Ἰθάκης. Περιφραστικῶς, ἐν τῇ Ἰθάκῃ. Ἔστι δὲ νῆσος περὶ τὴν Κεφαλληνίαν. Καὶ τόπος
5δέ ἐστιν ἐν Ἰθάκῃ, κυρίως Δῆμος λεγό‐ μενος. Ὁτὲ δὲ ἡ λέξις δηλοῖ τὸ πολὺ σύστημα καὶ πλῆθος τῶν Ἑλλήνων, ἢ τῶν ἀνδρῶν. Κραναῆς περ ἐούσης. Καί τοι τραχείας ὑπαρχούσης.

3

.

202

Εἰδώς. Ἐπιστάμενος, ἔμπειρος ὤν. Παντοίους. Παντοδαπούς. Μήδεα. Βουλεύματα. Πυκνά. Πολλά. συνετά.

3

.

203

Τὴν δ’ αὖτε. Ταύτην δὲ δή.

3

.

204

Ἦ μάλα. Ὄντως δή. Νημερτές. Ἀληθές.

3

.

205

Ἤλυθε. Παρεγένετο.

3

.

206

Σεῦ ἕνεκα. Σοῦ ἕνεκα, σοῦ χάριν. Πρὸ γὰρ τοῦ στρα‐ τεῦσαι τοὺς Ἕλληνας, εἰς Τροίαν ἦλθον πρέσβεις Ὀδυσσεὺς καὶ Μενέλαος, ἀπαι‐
5τοῦντες τὴν Ἑλένην. Οὓς τῶν ἄλλων αὐτοὺς μεθ’ ὕβρεως διωξάντων, μόνος Ἀντήνωρ ξενίζει φιλοφρόνως. Ἀγγε‐ λίης. Πρεσβευτὴς, ἄγγελος. Ἰὰς ἡ διάλεκτος.

3

.

207

Ξείνισσα. Ἐξενοδό‐ χησα. Ἐν μεγάροισι. Ἐν τοῖς ἐμοῖς οἴκοις. Φίλησα. Μετὰ φιλοφροσύνης ἀπεδεξάμην.

3

.

208

Φυήν. Τὴν φύσιν. Ἐδάην. Ἔμαθον.

3

.

209

Ἀγειρομένοι‐ σιν. Ἀθροιζομένοις. Ἔμιχθεν. Ἐμί‐ γησαν.

3

.

210

Στάντων μέν. Ἱσταμέ‐ νων ὀρθῶν. Ὑπείρεχεν. Ὑπερεῖχε. μα‐ κρότερος ἦν. Εὐρέας. Πλατεῖς. μεγά‐ λους. Διὰ τούτου δηλοῖ περὶ τὴν διά‐
5πλασιν ὄντα ἀνάκωλον τὸν Μενέλαον.

3

.

211

Ἄμφω δέ. Ἀμφότεροι δὲ, του‐
τέστιν, ἀμφοτέρων δὲ ὁμοῦ καθεσθέν‐ των. Γεραρώτερος. Ἐντιμότερος πρὸς ὄψιν. Ἦεν. Ἦν, ὑπῆρχεν.

3

.

212

Ὕ‐ φαινον. Φανερὰ ἐποίουν, ἔλεγον, ἔπλε‐ κον.

3

.

213

Ἐπιτροχάδην. Συντόμως, ἐσπευσμένως. Βραχυλόγοι γὰρ οἱ Λά‐ κωνες ἀεί. Δηλοῖ δὲ εὐφυέστερον ἐπὶ Μενελάου μὲν τὸν παρὰ τοῖς ῥήτορσι
5καλούμενον ἄνετον τρόπον, ἐπὶ δὲ Ὀδυσ‐ σέως τὸν σύντονον. ἐπ’ ἐκείνου μὲν γὰρ εἶπε παῦρα μέν· ἐπὶ δὲ Ὀδυσσέως προσ‐ έθηκε τὸ, καὶ ἔπεα νιφάδεσσιν ἐοικότα, τουτέστι, πολλὰ καὶ πυκνά. Ἀγόρευεν.
10Ἔλεγε.

3

.

214

Παῦρα μέν. Ὀλίγα μέν. Λιγέως. Ἡδέως, ὀξέως. Ἐπεὶ οὐ πολύμυθος. Ἐπεὶ οὐκ ἦν πολλοῖς λόγοις χρώμενος.

3

.

215

Οὐδ’ ἀφαμαρτοεπής. Οὐδὲ ἀποτυγχάνων τοῦ σκοποῦ τῶν λό‐ γων. Γένει. Τῇ ἡλικίᾳ. Ὕστερος ἦεν. Νεώτερος ἦν.

3

.

216

Ἀλλ’ ὅτε δή. Ὅτε δέ. Ἀναΐξειεν. Ἀνορμήσειεν ἀναστάς.

3

.

217

Στάσκεν. Εἱστήκει. Ὑπαὶ δὲ ἴδεσκεν. Ὑπ’ αἰδοῦς δὲ εἰς γῆν ἔβλεπε. Κατὰ χθονός. Κατὰ τῆς γῆς. Ὄμμα‐ τα. Ὀφθαλμούς. Πήξας. Ἐρείσας.

3

.

218

Σκῆπτρον. Σημειωτέον, ὅτι ἕκα‐ στος τῶν ἡγεμόνων σκῆπτρον εἶχεν ἴδιον. ὡς καὶ Ἀχιλλεὺς ἐν τῇ α ὄμνυσι κατ’ αὐτοῦ. Προπρηνές. Εἰς τοὔμπροσθεν.
5Ἐνώμα. Ἐκίνει.

3

.

219

Ἀστεμφές. Ἀσφαλὲς, καὶ ἀμετακίνητον. Ἔχεσκεν. Εἶχεν. Ἀΐδρι. Ἀπείρῳ, ἀπειρίαν λόγων προσποιουμένῳ, ἕνεκα τοῦ μὴ ἀπάτης
5ὑπόνοιαν ἐμποιῆσαι τοῖς Τρωσί. Φωτί. Ἀνδρί. Ἐοικώς. Ὅμοιος ὤν.

3

.

220

Φαί‐ ης κεν. Εἶπες ἂν, ἢ ὑπέλαβες. Ζάκο‐ τον. Πάνυ ὀργίλον. Ἔμμεναι. Εἶναι, ὑπάρχειν. Αὕτως. Ὡσαύτως, ὁμοίως.

3

.

221

Ὄπα. Φωνήν. Ἐκ στήθεος. Ἀ‐ πὸ τοῦ στήθους. Ἵει. Ἀφίει, ἀπέπεμ‐ πε.

3

.

222

Καὶ ἔπεα νιφάδεσσιν. Καὶ λόγους πολλοὺς καὶ πυκνούς. Τὴν γὰρ συνεχῆ καὶ σύντονον φράσιν τοῦ Ὀδυσ‐ σέως νιφάδων βολῇ εἰκάζει, διὰ τὸ πυ‐
5κνὸν αὐτῶν. Ὁ δὲ τρόπος μεταφορά. Χειμερίῃσι. Χειμεριναῖς.

3

.

223

Ἐρί‐ σειε. Φιλονεικήσειε, ἐξισωθείη. Βροτός. Ἄνθρωπος.

3

.

224

Οὐ τότε γ’ ὧδ’ Ὀδυ‐ σῆος ἀγασσάμεθ’ εἶδος ἰδόντες. Οὐχ οὕ‐ τως τότε τοῦ Ὀδυσσέως ἐθαυμάσαμεν τὸ εἶδος ὡς τοὺς λόγους. Ἔστι δὲ σχῆ‐
5μα. ἀπὸ γὰρ ἑνικοῦ μετῆλθεν εἰς πλη‐ θυντικόν.

3

.

225

Τὸ τρίτον αὖτε. Τὸ τρίτον δὲ δή.

3

.

226

Ἠΰς. Πλατὺς, μέγας. ἀφ’ οὗ, γενναῖος.

3

.

227

Ἔξο‐ χος. Ἐξοχώτατος καὶ ὑπερέχων.

3

.

228

Τανύπεπλος. Περιτεταμένον ἔχουσα τὸν πέπλον ἕως ἄκρων ποδῶν καθειμένον, καὶ καθικνούμενον. μέγαν. Πέπλος δὲ, κυ‐ ρίως, τὸ γυναικεῖον ἱμάτιον.

3

.

229

Πε‐ λώριος. Μέγας. Ἕρκος Ἀχαιῶν. Τὸ περίφραγμα καὶ τεῖχος τῶν Ἑλλήνων.

3

.

230

Ἑτέρωθεν. Ἐκ τοῦ ἑτέρου μέρους. Θεὸς ὥς. Ὡς θεός. ὁ τρόπος, ἀναστρο‐ φή. Ἐνὶ Κρήτεσσιν. Ἐν τοῖς Κρησὶν ἀνδράσιν.

3

.

231

Ἀμφὶ δέ μιν. Περὶ αὐτὸν δέ. Ἠγερέθοντο. Ἠθροίζοντο. Κρητῶν ἀγοί. Οἱ τῶν Κρητῶν ἡγεμόνες. Παρὰ τὸ ἄγειν τοὺς ὑποτεταγμένους.

3

.

232

Πολλάκι μιν ξείνισσεν. Ἐκ τού‐ του καὶ τοὺς λοιποὺς Ἕλληνας ἐπεγίγνω‐ σκεν ἡ Ἑλένη, ἐκ τοῦ ξενίζεσθαι αὐτοὺς παρὰ Μενελάῳ.

3

.

233

Οἴκῳ ἐν ἡμετέ‐ ρῳ. Ἐν τῇ Σπάρτῃ. Κρήτηθεν. Ἀπὸ τῆς Κρήτης. Ἵκοιτο. Παραγένοιτο.

3

.

234

Νῦν. Ἐπὶ τοῦ παρόντος. Ἔστι δὲ ἐ‐ πίῤῥημα χρόνου δηλωτικόν.

3

.

235

Οὕς κεν. Οὕστινας ἄν. Ἐῢ γνοίην. Ἀκρι‐ βῶς γνωρίσαιμι. Μυθησαίμην. Εἴποι‐ μι.

3

.

236

Ἰδέειν. Θεάσασθαι.

3

.

237

Ἱππόδαμον. Ἵππους δαμάζοντα. πολε‐ μικόν. Πὺξ ἀγαθόν. Ἐν πυγμῇ ἀν‐
δρεῖον καὶ γενναῖον. Οὗτος γὰρ καὶ τὸν ἀφόρητον πύκτην Ἄμυκον ἀναιρεῖ, ὡς
5Ἀπολλώνιός φησιν ἐν δευτέρῳ Ἀργοναυ‐ τικῶν. Ἐζήτηται δὲ, πῶς τοὺς ἀδελφοὺς πρῶτον οὐκ ἐπιζητεῖ ἡ Ἑλένη. Ῥητέον δὲ, ὅτι ἴσως μὲν ἐπεζήτησε. Εὐχερῶς δὲ, ὅτε ἔγραφεν Ὅμηρος, ἐπεμνήσθη.

3

.

238

Αὐτοκασιγνήτω. Τοὺς ἐξ ἀμφο‐ τέρων τῶν γονέων γνησίους ἀδελφούς. κα‐ σίγνητοι γὰρ λέγονται, οἱ καθ’ ἕτερον τῶν γονέων ἀδελφοί. Τώ μοι. Οὕστινάς
5μοι. Γείνατο. Ἐγέννησε.

3

.

239

Οὐχ ἑσπέσθην. Οὐκ ἐπηκολούθησαν τοῖς Ἕλ‐ λησι.

3

.

240

Δεῦρο. Ἐνθάδε. Ἕπον‐ το. Ἠκολούθησαν. Νέεσς’ ἐνί. Ἐν ταῖς ναυσί. Ποντοπόροισι. Θαλασσο‐ πλόοις.

3

.

241

Νῦν αὖτε. Νῦν δὲ δή. Πόνον. Περιφραστικῶς τὸν πόλεμον.

3

.

242

Αἴσχεα. Αἰσχύνας, ὕβρεις. Ἑ‐ λένη, ἁρπαγεῖσα ὑπὸ Ἀλεξάνδρου, ἀγνο‐ οῦσα τὸ συμβεβηκὸς μεταξὺ τοῖς ἀδελ‐ φοῖς Διοσκούροις κακὸν, ὑπολαμβάνει, δι’
5αἰσχύνην αὐτῆς μὴ πορευθῆναι τούτους εἰς Ἴλιον, ἐπειδὴ πρότερον ὑπὸ Θησέως ἡρπάσθη, καθὼς προείρηται. Διὰ γὰρ τὴν τότε γενομένην ἁρπαγὴν Ἄφυδνα πόλις Ἀττικῆς πορθεῖται, καὶ τιτρώσκε‐
10ται Κάστωρ ὑπὸ Ἀφύδνου, τοῦ τότε βα‐ σιλέως, κατὰ τὸν δεξιὸν μηρόν. Οἱ δὲ Διόσκουροι, Θησέως μὴ τυχόντες, λαφυ‐ ραγωγοῦσι τὰς Ἀφύδνας. Ἡ ἱστορία παρὰ τοῖς Πολεμωνίοις, ἤτοι Κυκλικοῖς,
15καὶ ἀπὸ μέρους παρ’ Ἀλκμᾶνι τῷ Λυρι‐ κῷ. Πόλλ’ ἅ μοι ἐστί. Ἀντὶ τοῦ, πολ‐ λὰ ἐκεῖνα, ἃ δι’ ἐμὲ αὐτοῖς ἐστιν.

3

.

243

Ὣς φάτο. τοὺς δ’ ἤδη κατέχεν αἶα. Οὗτοι δέ, φησιν, ἦσαν μεταστάν‐ τες ἐξ ἀνθρώπων, καὶ ὑπὸ γῆν διετέλουν. ὁτὲ μὲν ζῶντες, ὁτὲ δὲ τεθνηκότες, κατ’
5αὐτὸν τὸν Ποιητὴν, λέγοντα· Ἄλλοτε μὲν ζώους’ ἑτερήμεροι, ἄλλοτε δ’ αὖτε Τεθνᾶσι, τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖ‐ σι. Φυσίζωος. Ἤτοι ἡ τὰ πρὸς ζωὴν φύουσα καὶ δωρουμένη. ἢ ὅτι τῷ ὄντι
10λέγεται χώρα ἐν Λακεδαίμονι οὕτω φυ‐ σίζωος, ἐπεὶ ἐκεῖ δοκοῦσιν οἱ Διόσκουροι καταποθέντες πάλιν ἀναδοθῆναι. Ὣς φάτο. τοὺς δ’ ἤδη κατέχεν φυσίζοος αἶα. Ἴδας καὶ Λυγκεὺς, Ἀφαρέως παῖ‐
15δες, γάμους θύοντες τῶν Λευκίππου θυ‐ γατέρων, Φοίβης καὶ Ἰλαείρας, ἐκάλε‐ σαν τοὺς Διοσκούρους συγγενεῖς ὄντας. ὁ γὰρ Τυνδάρεως Ἀφαρέως ἀδελφὸς ἦν. Λέγεται δὲ, τοὺς Διοσκούρους ἐξαρπάσαι
20τὰς κόρας ἔτι παρθένους οὔσας. Μαχο‐ μένων δ’ αὐτῶν περὶ τοῦ γάμου καρτε‐ ρῶς, ἀνῄρηται Κάστωρ. Ὅθεν ὁ Ζεὺς ὀργισθεὶς, κεραυνῷ βάλλει τὸν Ἴδαν. Παραμυθεῖται δὲ Πολυδεύκην, καὶ τίθε‐
25ται αὐτῷ αἵρεσιν, πότερον θέλει ἀθάνατος εἶναι, ἢ σὺν τῷ ἀδελφῷ ἓξ μῆνας τε‐ λευτᾷν, καὶ τοὺς ἴσους ζῇν. Ὁ δὲ μᾶλ‐ λον αἱρεῖται μετὰ Κάστορος ἀποθανεῖν, καὶ ζῇν. Ἡ ἱστορία παρὰ Πινδάρῳ.
30Αἶα. Ἡ γῆ.

3

.

244

Αὖθι. Αὐτόθι. Φίλῃ ἐν πατρίδι γαίῃ. Ἐν τῇ προσφι‐ λεστάτῃ πατρικῇ αὐτῶν γῇ.

3

.

245

Ἀ‐ νὰ ἄστυ. Ἀνὰ τὴν πόλιν. Ὅρκια πι‐ στά. Τοὺς πιστοὺς ὅρκους τῶν θεῶν.

3

.

246

Ἄρνε δύω. Δύο ἄρνας. Καὶ οἶνον ἐΰφρονα. Καὶ τὸν εὖ τὰς φρένας διατι‐ θέντα οἶνον, τὸν εὐφραντικόν. Καρπὸν ἀρούρης. Τῆς γῆς καρπόν. Παρὰ τὸ
5ἀροῦσθαι αὐτήν.

3

.

247

Ἀσκῷ ἐν αἰ‐ γείῳ. Ἐν αἰγείῳ ἀσκῷ. Φέρεν. Ἔφε‐ ρεν, ἐκόμιζε. Κρητῆρα. Κρατῆρα. Φα‐ εινόν. Ἀργυροῦν, λαμπρόν.

3

.

248

Ἠδὲ χρύσεια κύπελλα. Καὶ χρυσᾶ ποτήρια περιφερῆ.

3

.

249

Ὤτρυνεν. Ἐσπούδα‐ ζε, παρώρμα. Παριστάμενος. Παρα‐ στάς.

3

.

250

Λαομεδοντιάδη. Λαομέ‐ δοντος παῖ, Πρίαμε. Μήτηρ δὲ Πριά‐ μου, ὥς φησι Πορφύριος ἐν τῷ περὶ τῶν παραλελειμμένων τῷ Ποιητῇ ὀνομάτων,
5κατὰ μὲν Ἀλκμᾶνα τὸν μελοποιὸν, Ζευ‐ ξίππη· κατὰ δὲ Ἑλλάνικον, Τρυμώ. Στάμις δὲ ἐν τῷ περὶ Λέσβου φησὶ, Θό‐ ασαν τὴν Τεύκρου. Καλέουσι. Καλοῦσι.

3

.

252

Καταβῆναι. Κατελθεῖν. ἐφ’ ὕψους γάρ ἐστιν ἡ πόλις.

3

.

254

Μακρῇς ἐγχείῃσι. Τοῖς μακροῖς δόρασι. Μα‐ χήσονται. Μαχοῦνται. Ἀμφὶ γυναικί. Περὶ τῆς γυναικός.

3

.

259

Ῥίγησεν. Ἐφοβήθη. Ἐκέλευσε. Προσέταξε.

3

.

260

Ζευγνύμεναι. Ὑπὸ ζυγὸν ἄγειν, ζευ‐ γνύειν. Ὀτραλέως. Σπουδαίως, ταχέως.

3

.

261

Ἂν δ’ ἄρ’ ἔβη. Ἀνέβη δέ. Κατὰ δ’ ἡνία τεῖνεν ὀπίσσω. Κατέτεινε δὲ τὰς ἡνίας ἐπὶ τὰ ὀπίσσω.

3

.

262

Πὰρ δέ οἱ. Παρ’ αὐτὸν δέ. Περικαλλέα. Πάνυ καλόν. Βήσετο. Ἐπέβη, ἀνῆλθεν. Δίφρον. Τὸ ἅρμα. Δίφρος δὲ εἴρηται,
5ὅτι δίφορόν ἐστι. δύο γὰρ φέρει· τὸν ὁπλίτην, καὶ τὸν ἡνίοχον.

3

.

263

Τὼ δέ. Οὗτοι δέ. Πεδίονδε. Εἰς τὸ πεδίον. Ἔχον. Ἤλαυνον. Ὠκέας. Ταχεῖς.

3

.

264

Ἵκοντο. Παρεγένοντο. Μετὰ Τρῷας. Ἐπὶ τοὺς Τρῷας.

3

.

267

Ὤρ‐ νυτο. Διηγέρθη, ἀνέστη.

3

.

268

Ἂν δ’ Ὀδυσεὺς πολύμητις. Ἀνέστη δὲ καὶ ὁ πολύβουλος καὶ συνετώτατος Ὀδυσσεύς. Ἀτὰρ κήρυκες. Καὶ οἱ κήρυκες. Ἀ‐
5γαυοί. Νῦν, θαυμαστοί.

3

.

269

Ὅρκια. Τὰ πρὸς τοὺς ὅρκους. Σύναγον. Συνῆγον, συνέφερον. Κρητῆρι δὲ οἶνον μίσγον. Ἀνεμίγνυον δὲ ἐς τὸν κρατῆρα τὸν κεκο‐
5μισμένον οἶνον.

3

.

270

Ἀτὰρ βασιλεῦ‐ σι. Καὶ τοῖς βασιλεῦσιν. Ἔχευον. Ἐπέχεον, ἐπέβαλλον.

3

.

271

Ἐρυσσά‐ μενος. Σπασάμενος. Μάχαιραν. Μά‐ χαιραν νῦν τὸ παρὰ τὸ ξίφος μικρὸν μα‐ χαίριον λέγει.

3

.

272

Ἥ οἱ. Ἥτις αὐ‐ τῷ. Πὰρ ξίφεος μέγα κουλεόν. Παρὰ τὴν τοῦ ξίφους θήκην. Αἰὲν ἄωρτο. Δια‐ παντὸς ἐκρέματο.

3

.

273

Ἀρνῶν ἐκ κε‐ φαλέων τάμνε τρίχας. Ἀπέτεμνε τῶν ἀρνῶν τοὺς κορυφαίους μαλλούς.

3

.

274

Νεῖμαν. Ἔνειμαν, διέδωκαν.

3

.

275

Μεγάλ’ εὔχετο. Μεγάλως ηὔχετο. Χεῖ‐ ρας ἀνασχών. Τὰς χεῖρας ἀνατείνας.

3

.

276

Ἴδηθεν μεδέων. Τῆς Ἴδης βασι‐ λεύων. Ἢ ἐξ Ἴδης ὥς τινες. Τὸ γὰρ,
θεν, μόριον, ἤτοι παρέλκεται, ἢ ἀντὶ τοῦ τῆς ἐξ προθέσεως λαμβάνεται.

3

.

277

Ἠέλιός τε. Ἀντὶ τοῦ, καὶ σὺ, ὦ ἥλιε. Παράπτωσις. ὀρθὴ ἀντὶ κλητικῆς. Ἐφο‐ ρᾷς. Ἐπιβλέπεις.

3

.

278

Καὶ οἳ ὑπέ‐ νερθε. Καὶ καταχθόνιοι δαίμονες. Λέ‐ γει δὲ Πλούτωνα, Περσεφόνην, καὶ τὰς Ἐριννῦς. Καμόντας. Τελευτήσαντας,
5ἀποθανόντας.

3

.

279

Τίνυσθον. Τιμω‐ ρεῖσθε. Ὅστις κ’ ἐπίορκον ὀμόσσῃ. Ὅ‐ στις ἂν ἐπιορκήσῃ. Δυϊκῷ δὲ ἀριθμῷ κέχρηται, εἰπὼν, τίνυσθον. ἔστι γὰρ ὁ
5λόγος πρὸς Πλούτωνα, καὶ Περσεφόνην. ἀντὶ τοῦ, καὶ ὑμεῖς οἱ καταχθόνιοι δαί‐ μονες, οἵτινες τοὺς ἐν τῷ ζῇν παρορκή‐ σαντας τιμωρεῖσθε καὶ μετὰ θάνατον.

3

.

280

Φυλάσσετε. Τηρεῖτε.

3

.

281

Εἰ μέν κεν. Ἐὰν μέν. Καταπέφνῃ. Φο‐ νεύσῃ.

3

.

284

Κτείνῃ. Ἀποκτείνῃ.

3

.

286

Τιμήν. Πρόστιμον τοῦ πολέμου. Λέγει δὲ τὸ ἥμισυ τῶν ἐν τῇ πόλει κτημάτων. Ἀποτινέμεν. Ἀποδιδόναι. Ἥντιν’ ἔοι‐ κεν. Ἣν πρέπει, ἣν δεῖ.

3

.

287

Ἥτε καὶ ἐσσομένοισι μετ’ ἀνθρώποισι. Ἥτις καὶ ἐν τοῖς μεταγενεστέροις, καὶ μετὰ ταῦτα ἐσομένοις ἀνθρώποις, φανερὰ γε‐
5νήσεται, καὶ μενεῖ, καθάπερ νόμος. Πέ‐ ληται. Γένηται.

3

.

289

Τίνειν. Ἐκτί‐ νειν, ἀποδιδόναι. Πεσόντος. Ἀναιρε‐ θέντος.

3

.

290

Αὐτὰρ ἐγὼ καὶ ἔπειτα. Ἐγὼ γὰρ μετὰ ταῦτα. Ποινῆς. Ἀν‐ τεκτίσεως, τιμωρίας.

3

.

291

Αὖθι μέ‐
νων. Ἐνταῦθα μένων. Εἵως κεν. Ἕως ἄν. Κιχείω. Καταλάβω.

3

.

292

Ἦ. Ἔφη, εἶπε. Στομάχους. Φάρυγγας, λαιμούς. ἐπεὶ συνέζευκται ὁ στόμαχος τῷ λαιμῷ. Τάμεν. Ἀπέκοψε. Νηλέϊ.
5Ἀνηλεεῖ, σκληρῷ. Χαλκῷ. Καταχρη‐ στικῶς σιδήρῳ. ἐπεὶ πρότερος εὑρέθη ὁ χαλκὸς τοῦ σιδήρου.

3

.

293

Ἀσπαίρον‐ τας. Ψυχοῤῥαγοῦντας, σκαρίζοντας.

3

.

294

Δευομένους. Ἐνδεομένους καὶ χρῄ‐ ζοντας τοῦ θυμοῦ. ὅ ἐστι τῆς ψυχῆς. τεθνηκότας.

3

.

295

Ἀφυσσάμενοι. Ἀ‐ παντλήσαντες. Δεπάεσσι. Ποτηρίοις.

3

.

296

Ἔκχεον. Ἐξέχεον, ἔσπενδον. Ἠδ’ εὔχοντο. Καὶ ηὔχοντο. Αἰειγενέτῃσι. Διαπαντὸς οὖσιν. ἀθανάτοις. ἢ, τοῖς ἀεὶ ποιοῦσι καὶ ἐνεργοῦσιν.

3

.

299

Ὁππότε‐ ροι. Οἵτινες πρότεροι. Πημήνειαν. Βλά‐ ψειαν. διὰ τὸ παρελθεῖν αὐτούς.

3

.

300

Ὧδέ σφ’ ἐγκέφαλος. Οὕτως αὐτῶν ὁ ἐγκέφαλος. Χαμάδις. Ἐπὶ τῆς γῆς. Ὡς ὅδε οἶνος. Ὡς οὗτος ὁ οἶνος.

3

.

301

Αὐτῶν, καὶ τεκέων. Αὐτῶν τῶν ἐπιορ‐ κησάντων, καὶ τῶν τέκνων. Ἄλοχοι δ’ ἄλλοισι μιγεῖεν. Καὶ αἱ γυναῖκες αὐ‐ τῶν, αἰχμαλωτισθεῖσαι, ἄλλοις μιγῶσιν
5ἐν συνουσίᾳ.

3

.

302

Οὐδ’ ἄρα πώ σφιν. Οὐδέ πω δὲ αὐτοῖς. Ἐπεκραίαινεν. Ἐπετέλει.

3

.

303

Δαρδανίδης. Δαρδά‐ νου ἀπόγονος, Πρίαμος.

3

.

305

Ἦτοι ἐγών. Ἐγὼ μὲν οὖν. Εἶμι. Ἄπειμι, ἀπέρχομαι. Προτὶ Ἴλιον. Ἐπὶ τὴν ἴλιον. Ἠνεμόεσσαν. Ὑψηλὴν, καὶ ὑπὸ
5ἀνέμων καταπνεομένην.

3

.

306

Ἐπεὶ οὔ πω. Ἐπειδὴ οὐδαμῶς. Τλήσομαι. Καρ‐ τερήσω. ὑπομενῶ. Ὁρᾶσθαι. Ὁρᾷν. Παθητικὸν, ἀντὶ ἐνεργητικοῦ.

3

.

307

Μαρνάμενον. Μαχόμενον.

3

.

308

Τόγε οἶδε. Τοῦτο ἐπίσταται.

3

.

309

Ὁππο‐ τέρῳ θανάτοιο τέλος. Ὁποίῳ αὐτῶν τοῦ θανάτου τέλος. Πεπρωμένον ἐστί. Ἀντὶ τοῦ, πέπρωται, εἵμαρται.

3

.

310

Ἦ ῥα. Ἔφη, εἶπε. Θέτο. Κατέθετο. Ἰσόθεος φώς. Ἰσόθεος ἀνήρ.

3

.

311

Ἂν δ’ ἄρ’ ἔβαιν’ αὐτός. Ἀνέβαινε δὲ καὶ αὐτός.

3

.

313

Τὼ μέν. Οὗτοι μέν. Ἄψοῤῥοι. Εἰς τοὐπίσω ὁρμήσαντες. Ἀ‐ πονέοντο. Ἀπηλλάσσοντο, ἀνεχώρουν. Διατί χωρίζεται ὁ Πρίαμος; Καὶ οἱ μέν
5φασιν, ὅτι ἵνα ἀφ’ ὕψους κρεῖσσον θεω‐ ρήσῃ ἀπὸ τῆς πόλεως τὴν μονομαχίαν. Οἱ δὲ, ἵνα φυλάξῃ τὰ τείχη. Ἄλλοι δὲ τὴν Ὁμηρικὴν λύσιν παρίσχονται τὸ, Οὔπω τλήσομαι ὀφθαλμοῖσιν ὁρᾶσθαι.
10Ὅπερ ἄμεινον.

3

.

314

Πριάμοιο πάϊς. Τοῦ Πριάμου παῖς. Πορφύριος δὲ ἐν τοῖς παρα‐ λελειμμένοις φησὶν, ὅτι τὴν Ἕκτορα Ἀπόλ‐ λωνος υἱὸν παραδίδωσιν Ἴβυκος, Ἀλέξαν‐
5δρος, Εὐφορίων, καὶ Λυκόφρων.

3

.

315

Χῶ‐ ρον. Τὸν τόπον. Ἀναγκαίως δὲ διεμέτρουν πᾶν τὸ χωρίον, ἐν ᾧ ἔμελλον μονομαχή‐ σειν, ὥστε μὴ μόνον τὸν διὰ τῶν ὅπλων
5ἡττηθέντα νενικῆσθαι, ἀλλὰ καὶ τὸν ἀπολιπόντα τὸ ἀποδεδειγμένον χωρίον. Ὅπερ γίγνεται καὶ ἐπὶ τῶν ἀθλητῶν. Ἄλλοι δέ φασιν, ὅτι, ἵνα μὴ πρὸς τὰ ἑαυτῶν πλήθη χωρισθῶσιν· ἀλλ’ ἵνα,
10ὥσπερ ἐν εἰρκτῇ, τῇ περιγραφῇ μένωσιν. Αὐτὰρ ἔπειτα κλήρους. Μετὰ δὲ ταῦτα δεόντως καὶ κλῆρον ἐποιήσαντο περὶ τῆς ἀφέσεως τοῦ δόρατος, ὥστε μὴ θόρυβον ἐμπεσεῖν, τοῦ ἑτέρου φθάσαντος διὰ τῆς
15πρώτης βολῆς ἀνελεῖν τὸν πολέμιον.

3

.

316

Ἐν κυνέῃ. Ἐν τῇ περικεφαλαίᾳ. Χαλ‐
κήρεϊ. Καλκῷ ἡρμοσμένῃ, χαλκῇ. Πάλ‐ λον. Ἐκίνουν, ἔσειον. Ἑλόντες. Λα‐ βόντες.

3

.

317

Ὁππότερος δὲ πρόσθεν. Ὅστις δὴ πρῶτος.

3

.

318

Ἠρήσαντο. Ηὔξαντο. Ἀνέσχον. Ἀνέτειναν.

3

.

320

Ζεῦ πάτερ Ἴδηθεν. Ὦ Ζεῦ, ὁ τῆς Ἴδης βασιλεύς. Τιμᾶται γὰρ ἐν τῷ ἀκρωτη‐ ρίῳ τῆς Ἴδης Ζεύς. καὶ βωμὸς αὐτοῦ ἐστιν. ὡς καὶ αὐτὸς ὁ Ποιητής φησι·
5Γάργαρον, ἔνθα δέ οἱ τέμενος, βωμός τε θυήεις.

3

.

321

Τάδε ἔργα. Ταῦτα τὰ ἔργα τοῦ πολέμου. Ἔθηκεν. Ἐποίησε.

3

.

322

Τὸν δός. Τοῦτον παράσχε. Ἀπο‐ φθίμενον. Ἀναιρεθέντα, φθαρέντα. Δῦ‐ ναι. Καταδῦναι, κατελθεῖν. Δόμον Ἄϊ‐ δος. Περιφραστικῶς, ἔσω τοῦ ᾅδου.

3

.

323

Φιλότητα. Φιλίαν.

3

.

324

Κορυ‐ θαίολος. Ἤτοι, ποικίλος τὸν ὁπλισμόν. ἀπὸ μέρους τὸ πᾶν. Ἢ, εὐκίνητος. ἀπὸ τοῦ παρεπομένου. Αἰόλλειν γὰρ, τὸ κι‐
5νεῖν.

3

.

325

Ἂψ ὁρόων. Εἰς τοὐπίσω βλέπων, ἵνα μὴ ἀντιπανουργεῖν δόξῃ. Πάριος. Ἴωνες οὕτως. ἡμεῖς δὲ, Πάρι‐ δος. Πάρις δὲ Ἀλέξανδρος ἐκλήθη, παρὰ
5τὸ ἐκτεθῆναι αὐτὸν ἐν τῇ Ἴδῃ εὐθὺς τεχθέντα, καὶ αὐξηθῆναι, καὶ παρελθεῖν τὸν μόρον. οὕτως κατὰ γαστρὸς αὐτὸν ἔχουσα ἡ Ἑκάβη, ἐνόμισε κατ’ ὄναρ καιόμενον δαλὸν τίκτειν, ὅστις κατέφλεξε
10πᾶσάν τε τὴν πόλιν, καὶ τὴν ἐν τῇ Ἴδῃ ὕλην ἑστῶσαν. Τοῦτο δὲ τὸ ἐνύπνιον ἀκούσαντες οἱ μάντεις, καὶ οἱ περὶ τοὺς ὀνείρους δεινοὶ, εἶπον, τὸ τεχθὲν παιδίον εὐθέως, μικρὸν ὂν, ῥιφῆναι θηρσὶ βοράν.
15Τεχθέντα δὲ τὸν Ἀλέξανδρον, ἐξέθηκαν ἐν τῇ Ἴδῃ. Ὃν ποιμὴν ἑωρακὼς, ὄντα εὐειδέστατον, ἀνελόμενος ἀνέθρεψε. Θο‐ ῶς. Ταχέως. Ἐκ κλῆρος ὄρουσεν. Ἐξε‐ πήδησεν ὁ κλῆρος.

3

.

326

Ἵζοντο. Ἐκα‐ θέζοντο. Κατὰ στίχας. Κατὰ τὰς τά‐ ξεις. Ἧχι. Ἔνθα. ὅπου.

3

.

327

Ἀερ‐ σίποδες. Αἴροντες εἰς ὕψος τοὺς πόδας ταχεῖς. Ζωγραφικῶς δὲ ἐκτετύπωκε τοῦ‐ το. Τοιοῦτον γὰρ οἱ κωλυόμενοι τρέχειν
5ἵπποι. Καὶ ἔστιν ἰδίωμα.

3

.

328

Ἐδύ‐ σατο. Ἐνεδύσατο.

3

.

330

Περὶ κνή‐
μῃσι. Περὶ ταῖς κνήμαις. Ἔθηκεν. Παρέθηκεν, ἔβαλεν.

3

.

331

Ἀργυρέοι‐ σιν. Ἀργυροῖς. καλοῖς. Ἐπισφυρίοις. Τοῖς τῶν σφυρῶν καλύμμασιν. Ἀρα‐ ρυίας. Ἡρμοσμένας.

3

.

332

Ἔδυνεν. Ἐνεδύσατο.

3

.

333

Οἷο κασιγνήτοιο. Τοῦ ἰδίου ἀδελφοῦ. Ἥρμοσεν. Ἵνα μὴ ἐμποδίζῃ.

3

.

334

Βάλετο. Ἐβάλετο. ἐπεὶ καὶ τὰς ἀσπίδας διὰ τελαμώνων ἐφόρουν, ὡς καὶ τὰ ξίφη.

3

.

335

Σά‐ κος. Τὴν ἀσπίδα. Εἴρηται δὲ σάκος, ἐπειδὴ παρὰ πρώτοις Σάκαις εὕρηται. Σάκαι δὲ ἔθνος Θρᾴκης. Στιβαρόν. Ἰ‐
5σχυρόν.

3

.

336

Κρατὶ δι’ ἐπί. Ἐπὶ τῆς κεφαλῆς. Εὔτυκτον. Καλῶς κατεσκευ‐ ασμένον. Ἔθηκεν. Ἐπέθηκεν.

3

.

337

Ἵππουριν. Ἐξ ἱππείων τριχῶν τὸν λόφον ἔχουσαν. Λόφος. Τὸ προνεῦον τῆς περι‐ κεφαλαίας ἀνάστημα, κόσμου καὶ κα‐ ταπλήξεως χάριν, ἱππείαις θριξὶν αὐτῷ
5ἐνιεμέναις. Καθύπερθεν. Ἄνωθεν. Ἔ‐ νευεν. Ἐσείετο.

3

.

338

Εἵλετο. Ἔλα‐ βεν. Ἄλκιμον. Ἰσχυρόν. Ὅ οἱ. Ὅπερ αὐτῷ. Παλάμῃφι. Τῇ χειρί. Ἡ λέξις παράγωγος. Αἰολικῶς. Ἀρήρει. Ἥρμο‐
5στο.

3

.

339

Ὣς δ’ αὕτως. Ὁμοίως. Ἀρήϊος. Πολεμικός. Ἔντεα. Ὅπλα. Εἴρηται δὲ ἀπὸ τοῦ ἐντὸς περιέχειν καὶ σκέπτειν τὸ σῶμα. Λέγεται δὲ καὶ τὰ
5πρὸς τὴν εὐωχίαν σκεύη. ὡς ἐκεῖ· Μνη‐ στῆρες δ’ ἀπεκόσμεον ἔντεα δαιτός. Ἔ‐ δυνεν. Ἐνεδύετο, ὡπλίζετο.

3

.

340

Οἱ δ’ ἐπεὶ οὖν. Ἐπειδὴ δὲ οὗτοι. Ἑκάτερ‐ θεν ὁμίλου. Ἐξ ἑκατέρου πλήθους. Θω‐ ρήχθησαν. Καθωπλίσθησαν.

3

.

342

Δερ‐ κόμενοι. Βλέποντες. Θάμβος ἔχεν. Ἔκπληξις εἶχεν. Εἰσορόωντας. Ὁρῶν‐ τας, βλέποντας.

3

.

344

Στήτην. Ἔ‐ στησαν. Δυϊκῶς. Διαμετρητῷ. Ἐν τῷ διαμεμετρημένῳ εἰς τὴν μονομαχίαν χω‐ ρίῳ.

3

.

345

Σείοντες. Κινοῦντες. Ἐγ‐ χείας. Τὰ δόρατα. Κοτέοντες. Ὀρ‐ γιζόμενοι.

3

.

346

Πρόσθεν. Νῦν, πρῶ‐ τος. Προΐει. Προέπεμπε. Δολιχόσκιον. Μέγα, μακρὰν σκιὰν ἀποτελοῦν, ἢ μα‐ κρὰν πορευόμενον.

3

.

347

Πάντοσε ἴσην. Πανταχόθεν ἴσην, κυκλοτερῆ. κατὰ τοὺς γεωμέτρας κύκλου φανέντος ἀρχὴ οὐχ εὑ‐ ρέθη.

3

.

348

Οὐδ’ ἔῤῥηξεν. Οὐδὲ διέ‐ κοψεν. Ἀνεγνάμφθη. Ἀνεκάμφθη. Αἰ‐ χμή. Ἡ ἐπιδορατίς.

3

.

349

Ἀσπίδ’ ἐνὶ κρατερῇ. Ἐν τῇ ἰσχυρᾷ ἀσπίδι. Ὤρ‐ νυτο χαλκῷ. Ὥρμα ἐπὶ τὸ ἀκοντί‐ σαι.

3

.

350

Ἐπευξάμενος. Εὐξάμενος.

3

.

351

Ἄνα. Βασιλεῦ. ἀποκοπὴ τὸ πά‐ θος. Δός. Πάρασχε. Τίσασθαι. Τι‐ μωρήσασθαι. Ὅς με. Ὅστις με. Πρό‐ τερος κάκ’ ἔοργε. Πρῶτος κακὰ εἰργά‐
5σατο.

3

.

352

Καὶ ἐμῇς ὑπὸ χερσὶ δά‐ μασσον. Καὶ ὑπὸ τῶν ἐμῶν χειρῶν φο‐ νευθῆναι ποίησον.

3

.

353

Ἐῤῥίγῃσιν. Εὐλαβηθῇ, φοβηθῇ. Ὀψιγόνων. Τῶν βραδέως καὶ μεταταῦτα ἐσομένων ἀν‐ θρώπων.

3

.

354

Ξεινοδόκον. Ξενοδόχον. Κακὰ ῥέξαι. Κακὰ πρᾶξαι. Ὅ κεν. Ὅστις. Φιλότητα. Φιλίαν, ξενίαν. Ἀ‐ πελθόντα γὰρ ὡς πρέσβυν εἰς τὸ Ἄργος
5Ἀλέξανδρον, ἐξενοδόχησεν ὁ Μενέλαος, καὶ εὔχεται τῷ ξενίῳ Διῒ, τῷ ὑπ’ αὐτῷ καταφρονηθέντι.

3

.

355

Ἀμπεπαλών. Ἀνατείνας, ἀνασείσας.

3

.

356

Πρια‐ μίδαο. Πριάμου παιδὸς Ἀλεξάνδρου.

3

.

357

Διὰ μὲν ἀσπίδος ἦλθε. Διῆλθε μὲν διὰ τῆς ἀσπίδος. Φαεινῆς. Λαμ‐ πρᾶς. Ὄμβριμον. Ἰσχυρόν.

3

.

358

Πο‐ λυδαιδάλου. Πολυκατασκευάστου, ποι‐ κίλου.

3

.

359

Ἀντικρύ. Ἐξ ἐναντίας. Διαφέρει δὲ τὸ ἀντικρὺ, τοῦ ἄντικρυς προπαροξυτόνως. τὸ μὲν γὰρ ἀντικρὺ δη‐ λοῖ τὸ ἐξ ἐναντίας· τὸ δὲ ἄντικρυς, τὸ
5φανερῶς. Παραὶ λαπάρην. Παρὰ τὴν λαγόνα. Διάμησε. Διέκοψε, διέτεμε. Χιτῶνα. Τὸν θώρακα.

3

.

360

Ὁ δ’ ἐκλίνθη. Ὁ δὲ ἀνέκλινε τὸ πλευρόν. Καὶ ἀλεύατο. Ἐξέκλινεν, ἐφυλάξατο. Κῆρα. Θάνατον.

3

.

361

Ἀργυρόηλον. Ἀργυροῖς ἥλοις διαπεπαρμένον.

3

.

362

Ἀνασχόμενος. Ἀνατείνας. Κόρυθος φά‐ λον. Τὸ προμετωπίδιον, τὸ ἀνάστημα τῆς περικεφαλαίας. Ἔστι δὲ προκόσμη‐ μα. Γίγνονται γὰρ ἐπὶ τῶν περικεφα‐
5λαιῶν λαμπρότατοί τινες ἧλοι ἕνεκα προ‐ κοσμήματος. Φάλιον δὲ, τὸ λαμπρόν. Ἐντεῦθεν δὲ καὶ φαλακρὸς, ὁ ἔχων φά‐ λιον τὸ κάρα. καὶ φαληριῶσα πέτρα, καὶ φαληριόωντα κύματα. Ἀμφὶ δ’ ἄρ’
10αὐτόν. Περὶ αὐτὸν δέ.

3

.

363

Τριχθά τε καὶ τετραχθά. Εἰς τρία καὶ τέσ‐ σαρα μέρη. Διατρυφθέν. Διακλασθέν. Ἔκπεσεν. Ἐξέπεσεν.

3

.

364

Ὤιμωξεν. Ἐστέναξεν.

3

.

365

Οὔτις σεῖο. Οὐδείς σου. Ὀλοώτερος. Ὀλεθριώτερος ἐμοὶ, τῷ Μενελάῳ δηλαδή. Ἐνόμισαν γάρ τινες, διὰ τούτου βλασφημεῖν τὸν Με‐
5νέλαον. Ῥητέον οὖν, ὅτι οὐ βλασφημεῖ ὁ ἥρως, ἀλλὰ νεμεσσᾷ. ἀρετῇ γὰρ οἰ‐ κεία νέμεσις. οἶδέ τε πάσχειν ἅπερ οὐκ ἔδει. Καὶ νεμεσσᾷ δικαίως ἐπὶ τῷ παρ’ ἀξίαν σωζομένῳ.

3

.

366

Ἦ τ’ ἐφάμην. Ἐλογισάμην γὰρ δή. Τίσασθαι. Τι‐ μωρήσασθαι. Κακότητος. Κακίας, ἀ‐ δικίας.

3

.

367

Ἐάγη. Κατεάγη, συνε‐ τρίβη.

3

.

368

Ἠΐχθη. Ἐξέδραμεν, ἠν‐ έχθη. Παλάμῃφιν. Ἐκ τῆς χειρός. Ἐτώσιον. Μάταιον. Οὐδ’ ἔβαλόν μιν. Οὐδὲ ἀπέκτεινα αὐτόν.

3

.

369

Ἦ. Ἔ‐ φη, εἶπεν. Ἐπαΐξας. Ἐπιδραμὼν, ἐ‐ φορμήσας. Κόρυθος. Τῆς περικεφαλαί‐ ας. Διατί φησιν ὁ Μενέλαος, συγκλα‐
5σθέντος αὐτῷ τοῦ ξίφους, οὐκ ἐπεσπά‐ σατο τὸ τοῦ Ἀλεξάνδρου; Ῥητέον οὖν, ὅτι ἢ ἔκφρων ἐγένετο τῷ κινδύνῳ, τὸν λογισμὸν ἐκκλαπεὶς, ἢ πάντως οὐκ ἠθέλη‐ σεν, αὔξων τὸ κατόρθωμα. Ἢ δι’ οἰ‐
10κονομίαν ὁ Ποιητὴς ἐσεσώκει δι’ Ἀφρο‐ δίτης τὸν Πάριν. Ἐλέλυτο γὰρ τὰ τῆς
ὑποθέσεως τῷ ἐκείνου θανάτῳ. Λάβεν. Ἔλαβεν, ἐκράτησε.

3

.

370

Μετ’ Ἀ‐ χαιούς. Ἐπὶ τοὺς Ἕλληνας.

3

.

371

Ἄγχεν. Ἦγχεν, ἔπνιγε. Πολύκεστος. Πολυκέντητος, πολύῤῥαφος, ποικίλος. Ἐν‐ τεῦθεν καὶ ὁ τῆς Ἀφροδίτης ἱμὰς ὠνομά‐ σθη κέστος. Ἱμάς. Λῶρος. Ἁπαλήν.
5Τρυφεράν. Αἰνίττεται δὲ διὰ τῆς λέξεως τὸ ἀσθενὲς τοῦ Ἀλεξάνδρου. Ὑπὸ δει‐ ρήν. Ὑπὸ τὸν τράχηλον.

3

.

372

Ὅς οἱ. Ὅστις αὐτῷ. Ὑπ’ ἀνθερεῶνος. Ἀνθερεὼν, ὁ ὑπὸ τὸ γένειον τόπος. Εἴ‐ ρηται δὲ ἀπὸ τοῦ ἐκεῖ πρότερον ἐξανθεῖν
5τὸ γένειον. Ὀχεύς. Ὁ συνέχων καὶ συσφίγγων τὴν περικεφαλαίαν ἱμάς. Τέτατο. Ὑπετέτατο, ἐσφίγκετο. Τρυ‐ φαλείης. Τῆς περικεφαλαίας, τρεῖς φά‐ λους ἐχούσης.

3

.

373

Καί νύ κεν. Καὶ παρ’ ὀλίγον. Εἴρυσεν. Εἵλκυσε. Καὶ ἄσπετον. Καὶ πολύ. Ἤιρατο. Ἀπη‐ νέγκατο, ἐκτήσατο. Κῦδος. Δόξαν.

3

.

374

Εἰ μὴ ἄρ’. Εἰ μὴ δή. Ὀξὺ νό‐ ησεν. Ὀξέως καὶ ταχέως ἐθεάσατο. Ἰστέον δὲ, ὅτι, κατὰ μὲν Ἡσίοδον, ἡ Ἀφροδίτη γίγνεται ἐκ τοῦ Οὐρανοῦ τῶν
5αἰδοίων, καὶ τῆς θαλάσσης· κατὰ δὲ Ὅμηρον, ἐκ Διώνης καὶ Διός.

3

.

375

Ἥ οἱ. Ἥτις αὐτῷ. Ἔῤῥηξεν. Διέῤῥηξεν, ἔκοψεν. Ἶφι κταμένοιο. Ἰσχυρῶς καὶ μετὰ βίας ἀναιρεθέντος. τουτέστι, σφα‐
5γέντος. τὰ γὰρ τῶν θνησιμαίων ζώων δέρματα ἀσθενῆ ἐστιν, ὡς ἂν προδιαφθα‐ ρέντα ὑπὸ τῆς νόσου.

3

.

376

Κεινή. Κενή. Ἰακῶς. Δίχα τῆς Ἀλεξάνδρου κεφαλῆς. Ἕσπετο. Ἠκολούθει. Πα‐ χείῃ. Ἰσχυρᾷ.

3

.

378

Ῥίψεν. Ἔῤῥι‐ ψεν. Ἐπιδινήσας. Δινήσας. ἐπιστρέ‐ ψας. Κόμισαν. Ἦραν, ἐβάστασαν. Ἐρίηρες. Εὐάρμοστοι, σπουδαῖοι.

3

.

379

Ἂψ ἀπόρουσεν. Ἐκ δευτέρου ἐφόρμησε. Κατακτάμεναι. Ἀποκτεῖναι. Μενεαί‐ νων. Προθυμούμενος.

3

.

380

Ἐξήρπα‐ ξεν. Ἀφανῆ ἐποίησε.

3

.

381

Ῥεῖα. Ῥᾳδίως, εὐκόλως. Ὥστε θεός. Ὡς θε‐ ός. Ἠέρι. Ἀορασίᾳ, σκοτίᾳ.

3

.

382

Κὰδ δ’ εἷσεν. Ἐκάθισε δέ. Εὐώδεϊ. Εὐόδμῳ. Κηώεντι. Τεθυμιασμένῳ. ἢ, πρὸς τὸ κεῖν, τουτέστι, κοιμᾶσθαι, εὐ‐ τρεπισμένῳ.

3

.

383

Καλέουσα. Ἀντὶ τοῦ, καλέσουσα, ἄξουσα. Ἴε. Παρε‐ γένετο, ἐπορεύετο. Κίχανεν. Κατέ‐ λαβεν, εὗρε.

3

.

384

Πύργῳ. Ἐπὶ τῷ τείχει. Περὶ δέ. Περὶ αὐτὴν δέ. Τρῳ‐ αί. Τρῳϊκαὶ γυναῖκες. Ἅλις. Ὁμοῦ πολλαί.

3

.

385

Νεκταρέου. Θείου. Ἑ‐ ανοῦ. Λεπτοῦ ἱματίου. Παρὰ τὸ ἔν‐ νυσθαι. Ἐτίναξεν. Ἔσεισε.

3

.

386

Γρηΐ. Γραΐδι. Μίν. Αὐτήν. Εἰκυῖα. Ὁμοιωθεῖσα. Παλαιγενέϊ. Πολλοῦ χρό‐ νου γεγενημένῃ, πρεσβύτιδι.

3

.

387

Εἰρο‐ κόμῳ. Ἐρίων ἐπιμελουμένῃ, ἐριουργῷ. Εἴρια γὰρ, τὰ ἔρια. Ἥ οἱ. Ἥ τις αὐ‐ τῇ. Ναιεταώσῃ. Κατοικούσῃ.

3

.

388

Ἤσκειν. Εἰργάζετο. Καλά. Ἀντὶ τοῦ, καλῶς. Φιλέεσκεν. Ἐξαιρέτως δὲ αὐτὴν ἐφίλει.

3

.

389

Τῇ μιν. Ταύτῃ δὴ τῇ γραΐδι. Ἐεισαμένη. Ὡμοιωμένη.

3

.

390

Δεῦρ’ ἴθι. Δεῦρο ἄπιθι. Οἶκόνδε. Εἰς τὸν οἶκον.

3

.

391

Κεῖνος. Ἐκεῖνος. Δι‐ νωτοῖσιν. Ἤτοι, πεποικιλμένοις· ἢ, κα‐ τὰ συστροφὴν, τετορνευμένοις.

3

.

392

Κάλλεϊ. Κάλλει. Στίλβων. Λάμπων. Καὶ εἵμασι. Καὶ τοῖς ἱματίοις. Οὐδέ κε φαίης. Οὐδὲ ἂν εἴποις.

3

.

393

Μα‐ χεσσάμενον. Μαχεσθέντα. Χορόνδε ἔρ‐ χεσθαι. Ἐς χορὸν ἀπέρχεσθαι.

3

.

394

Ἠὲ χοροῖο. Ἢ χοροῦ. Νέον. Νε‐ ωστί. Λήγοντα. Πεπαυμένον.

3

.

395

Τῇ δ’ ἄρα. Ταύτῃ δέ. Θυμόν. Τὴν ψυχήν. Ὄρινε. Διετάραξε. τουτέστιν, εἰς ἔρωτα αὐτὴν ἤγαγε. Τὸ ο μικρὸν διὰ τὸ μέτρον.

3

.

396

Καί ῥ’ ὡς οὖν ἐνόησε. Καὶ δὴ ὡς ἐθεάσατο. Περι‐ καλλέα. Τὸν πάνυ καλόν. Δειρήν. Τράχηλον.

3

.

397

Ἱμερόεντα. Ἐπιθυ‐ μητὸν, ἐράσμιον. Μαρμαίροντα. Λάμ‐ ποντα.

3

.

399

Δαιμονίη. Μακαρία. Λι‐ λαίεαι. Ἐπιθυμεῖς. Ἠπεροπεύειν. Ἀ‐ πατᾷν.

3

.

400

Ἢ πῆ με. Ἢ πάλιν ποῦ ποτέ με. Προτέρω. Ποῤῥωτέρω, ἐ‐ σωτέρω. Εὖ ναιομενάων. Καλῶς οἰκου‐ μένων.

3

.

401

Ἄξεις. Ἀπάξεις. Μη‐ ονίης. Λυδίας. Μηόνες γὰρ, ἐκαλοῦντο οἱ Λυδοὶ τὸ παλαιόν.

3

.

402

Κἀκεῖθι. Κἀκεῖ.

3

.

404

Ἄγεσθαι. Ἀπαγαγεῖν.

3

.

405

Δολοφρονέουσα. Δόλια φρονοῦσα.

3

.

406

Ἧσο. Κάθησο. Παρ’ αὐτόν. Ἀντὶ τοῦ, ἐγγὺς αὐτοῦ. Ἰοῦσα. Πορευ‐ θεῖσα. Θεῶν δ’ ἀπόειπε κελεύθους. Ἀ‐ πάρνησαι δὲ καὶ ἐπιλάθου δι’ αὐτὸν, τὴν
5σὴν διαγωγὴν τῶν θεῶν. Κελεύθους. Τὰς ὁδούς.

3

.

407

Μηδ’ ἔτι σοῖσι πόδεσ‐ σι. Καὶ μηκέτι τοῖς ποσί σου ὑπόστρεφε εἰς τὸν Ὄλυμπον.

3

.

408

Περὶ κεῖνον. Περὶ ἐκεῖνον τὸν Ἀλέξανδρον. Ὀΐζυε. Κακοπάθει, ταλαιπώρει. Καί ἑ φύλασ‐ σε. Καὶ φύλασσε αὐτόν.

3

.

409

Εἰ‐ σόκεν. Ἕως ἄν.

3

.

410

Κεῖσε δέ. Εἰς ἐκεῖνον δὲ τὸν τόπον, ὅπου ἐκεῖνός ἐστιν, οὐκ ἄπειμι. τὸ δὲ πάθος ἀποκοπή. Οὐκ εἶμι. Οὐ παραγίγνομαι. Νεμεσσητὸν δέ
5κεν εἴη. Μέμψεως γάρ μοι τοῦτο ἄξιον γενήσεται.

3

.

411

Πορσυνέουσα. Ἑτοι‐ μάσουσα, παρασκευάσουσα. Ὀπίσσω.
Εἰς τὸν μετὰ ταῦτα χρόνον.

3

.

412

Πᾶσαι. Ὅλαι. Μωμήσονται. Ψέξου‐ σι, μέμψονται. Ἄχεα. Λύπας. Ἄκρι‐ τα. Ἀδιαχώριστα. πολλά.

3

.

414

Μή μ’ ἔρεθε. Μή με παρόξυνε. Σχετλίη. Σχετλιασμοῦ καὶ μίσους ἀξία. Χωσα‐ μένη. Ὀργισθεῖσα. Μεθείω. Ἀμελή‐
5σω, καταλείψω.

3

.

415

Τὼς δέ σε. Οὕτως δέ σε. Ἀπεχθήρω. Μισήσω. Ἔκπαγλα. Ἐκπληκτικῶς, ἐξόχως.

3

.

416

Μητίσομαι. Βουλεύσομαι, μηχανήσομαι. Ἔχθεα. Ἔχθρας, μίση. Λυγρά. Χα‐ λεπά.

3

.

417

Κακὸν οἶτον. Κακὸν μό‐ ρον. Ὄληαι. Ἀπόλῃ.

3

.

419

Κατα‐ σχομένη. Κατακαλυψαμένη. Ἑανῷ. Λαμπρῷ ἱματίῳ. Ἀργῆτι. Λαμπρῷ, λευκῷ. Φαεινῷ. Στιλπνῷ.

3

.

420

Τρῳ‐ άς. Τρῳϊκάς. Λάθεν. Ἔλαθεν, ἀ‐ φαιρέσει τοῦ ε. Ἦρχε. Προηγεῖτο.

3

.

422

Ἀμφίπολοι. Θεραπαινίδες. Θο‐ ῶς. Ταχέως. Τράποντο. Ἐτράπησαν, ὥρμησαν. Ἐπὶ ἔργα. Ἐπὶ τὴν ἱστουρ‐ γίαν.

3

.

423

Ὑψόροφον. Ὑψηλόν. Κίε. Ἐπορεύετο.

3

.

424

Φιλομειδής. Ἡ φι‐ λόγελως, καὶ ἱλαρὰ, καθ’ Ὅμηρον. κατὰ δὲ Ἡσίοδον, ὅτι Μειδέων ἐξεφαάνθη. ὅ ἐστι, τῶν αἰδοίων.

3

.

425

Ἀντία. Ἐξ ἐναντίας. Κατέθηκεν. Ἔθηκε. Φέρου‐ σα. Ἐνεγκοῦσα. ἔλαβε δὲ ἐνεστῶτα ἀντὶ παρεληλυθότος.

3

.

427

Ὄσσε πάλιν κλίνασα. Εἰς τοὐπίσω ἀποκλίνασα, καὶ ἀποβλέψασα. Ὄσσε. Ὀφθαλμούς, δυ‐ ϊκῶς. Πόσιν. Τὸν ἄνδρα. Ἠνίπαπε.
5Ἐκακολόγησεν. ὕβρισεν.

3

.

428

Ἤλυ‐
θες. Ἦλθες, παρεγένου. Ὡς ὤφελες. Εὐκτικῶς, εἴθ’ ὄφειλες. Αὐτόθι. Ἐκεῖ‐ σε. Ὀλέσθαι. Ἀποθανεῖν.

3

.

429

Δα‐ μείς. Δαμασθεὶς, ἀναιρεθείς. Ἀνδρί. Ἀντὶ τοῦ, ὑπὸ ἀνδρός. Πρότερος. Πρό‐ τερός μου.

3

.

430

Εὔχεο. Ἐκαυχῶ.

3

.

431

Σῇ τε βίῃ. Τῇ σῇ δυνάμει.

3

.

433

Ἐξαῦτις. Ἐκ δευτέρου.

3

.

434

Κέλο‐ μαι. Κελεύω.

3

.

435

Ἀντίβιον. Ἐξ ἐναντίας.

3

.

436

Ἀφραδέως. Ἀπρο‐ όπτως, ἀπείρως. Δαμείῃς. Δαμασθῇς, ἀναιρεθῇς.

3

.

438

Χαλεποῖσι. Δεινοῖς. Ἔνισπε. Ἐπέπληττεν, ὀνείδιζε.

3

.

439

Σὺν Ἀθήνῃ. Σὺν τῇ γνώμῃ τῆς Ἀθηνᾶς.

3

.

440

Παρὰ γὰρ θεοί εἰσι καὶ ἡμῖν. Πάρεισι καὶ ἡμῖν θεοὶ συμμαχοῦντες καὶ συναγωνιζόμενοι.

3

.

441

Φιλότητι τρα‐ πείομεν. Εἰς εὐφροσύνην τραπῶμεν. Εὐ‐ νηθέντες. Κοιμηθέντες, κατακλιθέντες.

3

.

442

Ἀμφεκάλυψε. Περιέλαβε, κατέ‐ σχεν.

3

.

443

Οὐδ’, ὅτε σε πρῶτον. Οὐδ’ ὁπότε σε τὴν ἀρχήν. Ἀλέξανδρος, υἱὸς Πριάμου, Τροίας βασιλέως, ὁ καὶ Πάρις ἐπικαλούμενος, Ἀφροδίτης ἐπιταγῇ ναυ‐
5πηγήσαντος αὐτῷ ναῦς Ἁρμονίδου, ἢ, κατά τινας τῶν νεωτέρων, Φερέκλου τοῦ τέκτονος, μετὰ Ἀφροδίτης ἦλθεν, εἰς Λακεδαίμονα τὴν Μενελάου πόλιν. Ἐν‐ ταῦθα δὲ, τὴν Ἑλένην ὀφθαλμοβολήσας
10Ἀφροδίτης αἱρέσει, καὶ βληθεῖσαν δι’ ἀλληλομαχίαν ἔρωτος, ἀναλαβὼν σὺν τοῖς ἐν οἴκῳ χρήμασιν, ἦλθεν εἰς Σιδῶνα τῆς Φοινίκης. Κἀκεῖ γάμου κοινωνίαν ποιησάμενος, ἧκεν ἔχων αὐτὴν εἰς Ἴλιον.
15Μετρόπολις δὲ αὕτη Τροίας. Ἔκ τε τῆς ἐνταῦθα διὰ τῶν ὅρκων καὶ συνθηκῶν ἀδικίας, αὐτῆς πάλιν Ἀφροδίτης αἱρέσει, κομίσας οἴκαδε, συνεκοιμήθη ἀπροσδοκή‐ τως, πάλιν σύνευνον παρειληφὼς, ὡς δη‐
20λοῖ ὁ Ποιητὴς, διὰ τῶν ἑαυτοῦ λόγων.
Λακεδαίμονος. Ἐκ τῆς Λακεδαίμονος.

3

.

445

Νήσῳ δ’ ἐν Κρανάῃ. Παροξυ‐ τόνως· ἵνα κύριον ὄνομα γένηται. Δοκεῖ δὲ ἡ νῆσος τῆς Ἀττικῆς εἶναι. ὅθεν καὶ οὕτως πρότερον ἐκαλεῖτο ἀπὸ Κραναοῦ,
5βασιλέως τῆς Ἀττικῆς. νῦν ἀπὸ τοιαύτης μίξεως Ἑλένη καλεῖται. Φιλότητι καὶ εὐνῇ. Φιλίᾳ, συνουσίᾳ.

3

.

446

Ὡς σέο. Ὡς σοῦ. Ἔραμαι. Ἐρῶ, ἐπιθυμῶ. Ἵ‐ μερος. Πόθος. Αἱρεῖ. Καταλαμβάνει, κρατεῖ.

3

.

447

Ἄρχε λέχοσδε. Προ‐ ηγεῖτο τῆς ἐπὶ τὴν κοίτην ὁδοῦ. Εἵπετο. Ἠκολούθει. Ἄκοιτις. Γαμετὴ, παρά‐ κοιτις.

3

.

448

Τρητοῖσι. Τετρυπημένοις πρὸς τὴν τῶν σχοινίων δέσιν. Κατεύνα‐ σθεν. Κατεκοιμήθησαν.

3

.

449

Ἀν’ ὅ‐ μιλον. Κατὰ τὸ πλῆθος. Ἐφοίτα. Ἐνθουσιαστικῶς περιήρχετο. Θηρὶ ἐοι‐ κώς. Λέοντι παραπλήσιος. κατ’ ἐξο‐
5χήν.

3

.

450

Ἐσαθρήσειεν. Ἴδοι, θεάση‐ ται.

3

.

451

Κλειτῶν. Ἐνδόξων.

3

.

453

Οὐ μὲν γὰρ φιλότητί γ’ ἐκεύθανον. Οὐ γὰρ ἂν διὰ φιλίαν αὐτὸν ἔκρυπτον. Εἴ τις ἴδοιτο. Εἴ τις αὐτὸν ἐθεάσατο.

3

.

454

Ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ. Πάντες καὶ αὐτὸν ἐμίσουν ὡς τὴν θανατηφόρον μοῖραν. Ἶσον. Ἐξί‐ σης. Σφίν. Αὐτοῖς. Ἀπήχθετο. Ἐμι‐
5σεῖτο.

3

.

459

Ἔκδοτε. Ἀπόδοτε. Τι‐ μήν. Πρόστιμον τοῦ πολέμου. ὅ ἐστι, φόρον τινὰ, καὶ συντέλειαν. Ἀποτινέ‐ μεν. Ἐκτιννύειν. ἀποδιδόναι. Ἥντιν’
5ἔοικεν. Ἥντινα προσῆκε.

3

.

460

Πέλη‐ ται. Γένηται.

3

.

461

Ἐπὶ δ’ ἤνεον. Ἐπῄ‐
νουν, καὶ συγκατετίθεντο τῇ γνώμῃ αὐτοῦ.

4

.

1

Πὰρ Ζηνί. Παρὰ τῷ Διΐ. Παρε‐ σχημάτισται δὲ ἀπὸ τοῦ Ζεὺς ὁ Ζήν. τὸ πάθος ἀποκοπή. Ἠγορόωντο. Διελέ‐ γοντο, ἐκκλησιάζοντο. Ἀπὸ τοῦ, ἀγο‐
5ρεύειν. Ἐξ οὗ, ἠθροίζοντο.

4

.

2

Χρυσέῳ ἐν δαπέδῳ. Ἀντὶ τοῦ, ἐν τῷ κεχρυσω‐ μένῳ καὶ καλῷ τόπῳ. Ἰστέον δὲ, ὅτι, ὅταν μὲν στερεὸν λέγειν βούληται, τότε
5πολύχαλκόν φησιν· ὅταν δὲ, καλὸν, χρυ‐ σοῦν λέγει οὐρανόν. Μετὰ δέ σφισιν. Ἐν αὐτοῖς δέ. Πότνια. Σεβασμία, ἔν‐ τιμος. Ἥβη. Ἥρας θυγάτηρ, Ἡρα‐ κλέους δὲ γυνή. Ἐζήτηται, δι’ ἣν αἰτίαν
10ὁ Γανυμήδης, οἰνοχόος ὢν τοῦ Διὸς, οὐ πᾶσιν ὑπηρετεῖ. Ἔνιοι μὲν οὖν φασιν, ὅτι Διὸς μόνον ἦν διάκονος, καὶ οὐκ ἐξῆν αὐτῷ πᾶσιν οἰνοχοεῖν. ἡ δὲ Ἥβη εὐλό‐ γως, ὅτι κοινὴ πάντων ἐστίν. Ἄλλοι δὲ,
15ὅτι, σκέψεως περὶ τῆς Ἰλίου πορθήσεως γιγνομένης, εὐοικονομήτως ἄπεστι τοῦ συνεδρίου, ἵνα μηδὲν ἐναντίον γένηται, διὰ τὴν πρὸς αὐτὸν χάριν, ἢ μόνος δόξῃ τὶ οἰκτίζεσθαι. Διὰ τί μόνῳ τῷ Διῒ
20Γανυμήδης ὑπηρετεῖ; Ῥητέον, ὅτι ἅπα‐ σιν ἡ Ἥβη διακονεῖ, ἐπειδὴ τὸ θεῖον πᾶν ἀεὶ νεάζει τε καὶ ἡβᾷ. Τοῦτο γὰρ βούλεται αὐτοῖς ἥ τε ἀμβροσία, ἀβροσία τὶς οὖσα, καὶ τὸ νέκταρ, παρὰ τὸ νεάζειν,
25λεχθέν. Γαννυμήδης δὲ ὑπηρετεῖ μόνῳ
τῷ Διῒ, ὅτι ὁ μὲν Ζεὺς πρῶτος ἐστὶ νοῦς, μόνος δὲ ὁ νοῦς ἔχει οἰκεῖον τὸ, τοῖς μήδεσι γάννυσθαι. τοῦτο γὰρ ὁ Γαννυμήδης.

4

.

3

Νέκταρ. Τὸ τῶν θεῶν πόμα. Ἐῳνοχόει. Ἀντὶ τοῦ, ἐνέχει, ἐκίρνα. Ἔστι δὲ ὁ τρόπος κατάχρησις, κυρίως γὰρ τὸ οἰνοχοεῖν ἐπὶ οἴ‐ νου λεχθῆναί ἐστι. Τοὶ δέ. Οὗτοι δέ. Δε‐
5πάεσσιν. Ἐκπώμασι, ποτηρίοις.

4

.

4

Δει‐ δέχατο. Ἐδεξιοῦντο. Τρῴων πόλιν. Τὴν Ἴλιον. Εἰσορόωντες. Ὁρῶντες, βλέπον‐ τες.

4

.

5

Ἐπειρᾶτο. Ἀπόπειραν ἐποιεῖ‐ το. Ἐρεθιζέμεν. Ἐρεθίζειν, παροξύνειν.

4

.

6

Κερτομίοις. Ἐρεθιστικοῖς, χλευαστι‐ κοῖς, ἢ ἀποτόμοις. τὸ κέαρ τέμνουσιν, ὅ ἐστι, τὴν ψυχήν. Παραβλήδην. Πα‐ ραβολάδην. ἀπατητικῶς. ἢ, παραβαλὼν
5τὴν ἀρχὴν τοῦ λόγου, πρὶν ἐκεῖνον ἀπο‐ σιωπῆσαι.

4

.

7

Δοιαί. Δύο. Ἀρηγό‐ νες. Βοηθοί. Θεάων. Τῶν θεῶν.

4

.

8

Ἥρη τ’ Ἀργείη. Ἡ ἐν Ἄργει τῆς Πε‐ λοποννήσου πόλει τιμωμένη. Καὶ ἀλαλ‐ κομενηΐς. Ἡ ἀλάλκουσα τῷ μένει. ὅ ἐστι βοηθοῦσα. Ἢ, ἐν Ἀλαλκομεναῖς,
5πόλει τῆς Βοιωτίας, τιμωμένη, ἔνθα καὶ Ἀλαλκομένειον Ἀθηνᾶς ἱερόν. Ἢ, ἀπὸ τοῦ Ἀλαλκομενίου ὄρους τῆς Ἀττικῆς. Ἢ, ἡ παρὰ Ἀλαλκομένει τραφεῖσα τῷ Βοι‐ ωτῷ.

4

.

9

Ἀλλ’ ἦτοι ταί. Ἀλλὰ γὰρ αὗται μέν. Νόσφι. Χωρίς. Εἰσορόω‐ σαι. Ὁρῶσαι, βλέπουσαι.

4

.

10

Τέρ‐ πεσθον. Τέρπονται. δυϊκῶς. Τῷ δ’ αὖ‐ τε. Τούτῳ δὲ δή. Φιλομειδής. Καθ’ Ἡσίοδον, ὅτι μηδέων ἐξεφαάνθη. ἢ ἡ
5φιλόγελως.

4

.

11

Παρμέμβλωκε. Πα‐ ραμένει, πάρεστιν. Ἀμύνει. Ἀποτρέ‐ πει, ἀποσοβεῖ.

4

.

12

Ἐξεσάωσεν. Ἔ‐ σωσεν. Ὀϊόμενον. Ὑπολαμβάνοντα, προσδοκοῦντα. Θανέεσθαι. Ἀποθανεῖν.

4

.

13

Ἀλλ’ ἦτοι νίκη μέν. Ἀλλ’ ἡ μὲν νίκη.

4

.

14

Φραζώμεθα. Βουλευώμεθα, σκεπτώμεθα. Ὅπως. Ὃν τρόπον.

4

.

15

Ἤ ῥ’ αὖτις. Ἢ ἐκ δευτέρου. Φύλοπιν. Μάχην τὴν κατὰ πλήθη. Αἰνήν. Δει‐ νὴν, χαλεπήν.

4

.

16

Ὄρσομεν. Διεγεί‐ ρωμεν, ἐμβαλοῦμεν. Μετ’ ἀμφοτέροι‐ σιν. Ἐν ἀμφοτέροις, Τρωσὶ καὶ Ἕλλη‐ σιν.

4

.

17

Εἰ δ’ αὕτως. Εἰ δὲ οὕτως.

4

.

18

Ἦτοι μὲν οἰκέοιτο. Ὄντως γὰρ οἰκοῖτο.

4

.

19

Ἄγοιτο. Ἐπαγάγοιτο.

4

.

20

Ἐπέμυξαν. Μεμυκόσι τοῖς χείλε‐ σιν ἐπεστέναξαν. Ὃ πάσχουσιν οἱ ὀρ‐ γιζόμενοι, καὶ μηδὲν ποιεῖν δυνάμενοι.

4

.

21

Πλησίαι. Ἐγγύς. Αἵγε. Αὗται. Ἥσθην. Ἐκαθέζοντο. δυϊκῶς. Μεδέ‐ σθην. Ἐβουλεύοντο, διενοοῦντο.

4

.

22

Ἦ τοι Ἀθηναίη. Ἡ μὲν Ἀθηνᾶ. Ἀκέων. Ἀντὶ τοῦ ἀκέουσα. ἤγουν ἥσυχος ἦν. κεῖται δὲ ἀντὶ μεσότητος τῆς ἀκῆς. τί‐
5θησι γὰρ αὐτὸ καὶ ἐπὶ πληθυντικοῦ· ἀλλ’ ἀκέων δαίνυσθε καθήμενοι. Οὐδέ τι εἶπεν. Οὐδὲν ἐφθέγξατο.

4

.

23

Σκυζο‐ μένη. Ὀργιζομένη. Ἄγριος. Χαλεπὸς, ἀπηνής. Ἥιρει. Κατελάμβανεν.

4

.

24

Οὐκ ἔχαδε. Οὐκ ἐχώρησε. διὰ τὸ μέ‐ γεθος. Χόλον. Ἄγριον ὀργήν.

4

.

26

Ἅ‐ λιον. Μάταιον, ἄπρακτον. Θεῖναι. Ποιῆσαι. Πόνον. Κάματον. Ἠδ’ ἀτέ‐ λεστον. Καὶ ἀπλήρωτον.

4

.

27

Ἱδρῶθ’.
Τὸ τέλειον, ἱδρῶτα. Μόγῳ. Ταλαιπω‐ ρία, καμάτῳ. Καμέτην. Ἐκοπίασαν. δυϊκῶς.

4

.

28

Ἀγειρούσῃ. Ἀθροιζούσῃ. Τοῖό τε παισί. Καὶ τοῖς τούτου παισίν.

4

.

29

Ἔρδε. Πράττε. Ἀτὰρ οὔ τοι πάν‐ τες ἐπαινέομεν θεοὶ ἄλλοι. Οὐ μὴν συ‐ ναινοῦμέν σοι οἱ λοιποὶ θεοί. Ὅ ἐστιν, οὐκ ἐπαινοῦμέν σε τοῦτο ποιοῦντα.

4

.

30

Ὀχθήσας. Στενάξας.

4

.

31

Τί νύ σε. Τί δή σε.

4

.

32

Τόσσα. Τοσαῦτα. Ῥέζουσι. Πράττουσιν. Ὅτ’ ἀσπερχές. Ὅτι ἀδιαλείπτως. Μενεαίνεις. Προθυ‐ μῇ.

4

.

35

Ὠμὸν βεβρώθοις. Ὠμὸν φά‐ γοις.

4

.

36

Τότε κεν. Τότε ἄν. Ἐξα‐ κέσαιο. Ἰάσαιο.

4

.

37

Ἔρξον ὅπως ἐ‐ θέλεις. Πράξον ὅπως ἂν βούλῃ. Μὴ τοῦτό γε νεῖκος. Μὴ αὕτη ἡ φιλονεικία. Ὀπίσσω. Ἐν τῷ μεταταῦτα χρόνῳ.
5Τὸ δὲ ὅλον· μὴ αὕτη φημὶ ἡ ἔρις μεγά‐ λης ἔχθρας ἐν ὑστέρῳ ἡμῖν αἰτία γένη‐ ται.

4

.

40

Ὁππότε κεν. Ὁπότε ἄν. Μεμαώς. Προθυμούμενος, θέλων. Ἐξα‐ λαπάξαι. Ἐκπορθῆσαι, καταστρέψαι.

4

.

41

Τὴν ἐθέλω. Ἣν ἂν βουληθῶ. ἔλα‐ βε δὲ ἄρθρον προστακτικὸν ἀντὶ ὑποτακτι‐ κοῦ. Ὅθι. Ἐνταῦθα, ὅπου. Ἐκγεγά‐ ασιν. Ἐκγεγένηνται, κατοικοῦσι.

4

.

42

Μήτι. Μηδαμῶς. Διατρίβειν. Παρ‐ έλκειν, ἀναβάλλεσθαι. Ἀλλά μ’ ἐᾶ‐ σαι. Ἀλλὰ συγχωρῆσαί με.

4

.

43

Δῶ‐ κα ἑκών. Ἔδωκα θέλων. Δοκεῖ δέ πως ἐναντίον εἶναι τὸ ἑκὼν, τῷ, ἀέκοντί γε θυμῷ. Διὸ καλῶς ὁ Τρύφων, συναλείψας
5ἐν τῷ δῶκα, συνάπτει τὸ ἀέκων. Ἵν’ ᾖ,
δῶκ’ ἀέκων, ἀέκοντί γε θυμῷ. Ἢ, ἑκὼν ἐγώ σοι ἔδωκα, ἀεκούσης μου τῆς δια‐ νοίας. ὅ ἐστι, καίπερ μὴ βουλόμενος. Καὶ γὰρ ἐγώ σοι δῶκα ἑκὼν, ἀέκοντί γε
10θυμῷ. Ζητεῖται, πῶς ὁ Ζεὺς ἅμα μὲν ἑκὼν λέγει τῇ Ἥρᾳ χαρίσασθαι, ἅμα δὲ ἄκων; Ἔστιν οὖν εἰπεῖν, ὅτι ἑκὼν μὲν δίδωσιν, ὡς ἂν ἀδελφῇ, καὶ γυναικί· ἄκων δὲ, ὅτι τοὺς φιλτάτους πρὸς ἀπώ‐
15λειαν δίδωσιν. Καὶ γὰρ οἱ ἐν θαλάσσῃ πλέοντες, ὁπότ’ ἂν περιπέσωσι κινδύνῳ, ἐκβάλλουσι τὸν φόρτον εἰς τὴν θάλασ‐ σαν, ἑκόντες τε, καὶ ἄκοντες· ἑκόντες μὲν, ἵνα σωθῆναι δυνηθῶσιν· ἄκοντες δὲ,
20ὅτι τὸν φόρτον ἀπολλῦσιν, δι’ ὃν πλέου‐ σιν.

4

.

44

Αἳ γὰρ ὑπ’ ἠελίῳ τε καὶ οὐ‐ ρανῷ ἀστερόεντι. Ὅσαι γὰρ ὑπὸ τὸν ἥλιον, καὶ τὸν τοὺς ἀστέρας ἔχοντα οὐ‐ ρανόν.

4

.

45

Ναιετάουσι. Κατοικοῦν‐ ται. ἐνεργητικὸν εἶπεν ἀντὶ παθητικοῦ.

4

.

46

Τάων μοι. Τούτων μοι. Περὶ κῆ‐ ρι. Ἐκ ψυχῆς. Τιέσκετο. Ἐτιμᾶτο. Ἱρή. Ἱερὰ, μεγάλη.

4

.

47

Ἐϋμελίω. Τοῦ εὖ ποτε τῇ μελίᾳ χρησαμένου. πο‐ λεμικοῦ. Μελία δὲ εἶδος δένδρου εὐθέτου εἰς δόρατος κατασκευήν.

4

.

49

Λοιβῆς. Σπονδῆς. Κυρίως δὲ τῆς ἀναφερομένης ἐκ τῶν θυμάτων ἀναθυμιάσεως. Τὸ γὰρ λάχομεν γέρας ἡμεῖς. Ταύτης γὰρ τῆς
5τιμῆς κατηξιώθημεν ὑπὸ τῶν ἀνθρώπων.

4

.

50

Βοῶπις. Μελανόφθαλμος, καλή.

4

.

51

Ἦτοι ἐμοί. Ἐμοὶ μὲν δή. Πολὺ φίλταται. Προσφιλέσταται. Πόληες. Πόλεις. Τὸ λη η διὰ τὸ μέτρον.

4

.

53

Τάς. Ταύτας. Διαπέρσαι. Ἐκπόρθησον. Ἀ‐ παρέμφατον ἀντὶ προστακτικοῦ. Ὅταν τοι. Ὅτ’ ἄν σοι. Ἀπέχθωνται. Μι‐
5σηθῶσιν.

4

.

54

Πρόσθ’ ἵσταμαι. Προΐ‐
σταμαι, ὑπερμαχῶ. Οὐδὲ μεγαίρω. Οὐδὲ φθονῶ, οὐδὲ ἀντιπράττω.

4

.

55

Οὐκ εἰῶ. Οὐκ ἐῶ, οὐ συγχωρῶ.

4

.

56

Οὐκ ἀνύω. Οὐδὲν ὠφελῶ, οὐδέν σοι πράσσω. Ἐπειή. Ἐπειδή.

4

.

57

Χρή. Προσῆκόν ἐστι. Θέμεναι. Θεῖναι, ποιῆσαι. Οὐκ ἀτέλεστον. Οὐκ ἀπλήρωτον.

4

.

58

Ἔν‐ θεν. Ἐντεῦθεν. Ὅθεν σοί. Τῶν αὐτῶν γονέων.

4

.

59

Πρεσβυτάτην. Ἐντιμω‐ τάτην. Τέκετο. Ἐγέννησεν. Ἀγκυλο‐ μήτης. Ἀγκύλα καὶ σκολιὰ βουλευό‐ μενος. ἢ ὁ περὶ τῶν δυσευρέτων καὶ σκο‐
5λιῶν εὐχερῶς δυνάμενος βουλεύσασθαι. συνετός.

4

.

60

Ἀμφοτέρων. Κατὰ ἀμ‐ φότερα, διὰ τὸ καὶ ἀδελφὴν εἶναί σου, καὶ γυναῖκα. Γενεῇ. Τῇ γενεᾷ. Καὶ οὕνεκα. Καὶ ὅτι. Παράκοιτις. Γαμε‐
5τή.

4

.

61

Κέκλημαι. Εἰμὶ, ὑπάρχω.

4

.

62

Ἀλλ’ ἦ τοι. Ἀλλὰ γάρ. Ὑποεί‐ ξομεν. Εἴξομεν, συγχωρήσομεν.

4

.

63

Ἐπὶ δ’ ἕψονται θεοὶ ἄλλοι. Ἐπακολου‐ θήσουσι δὲ τῇ ἡμῶν γνώμῃ καὶ οἱ λοιποὶ θεοί.

4

.

64

Θᾶσσον. Τάχιον. Ἐπιτεῖ‐ λαι. Ἀντὶ τοῦ ἐπίτειλον. ὅ ἐστι, πρόσ‐ ταξον. Διὸ περισπωμένως δεῖ ἀναγι‐ νώσκειν. ἔστι γὰρ ἀπαρέμφατον ἀντὶ
5προστακτικοῦ, ἐπίτειλον, καὶ πρόσταξον. Τὸ δὲ παροξυνόμενον ἐπιτεῖλαι, εὐκτικόν ἐστι, προσώπου τρίτου.

4

.

66

Πειρᾷν. Ἀπόπειραν λαβεῖν. Ὥς κεν. Ὅπως ἄν. Ὑπερκύδαντας. Ὑπεράραντας τῇ δόξῃ, διὰ τὴν Μενελάου νίκην.

4

.

67

Ἄρξω‐
σιν. Ἄρξωσι, προλάβωσι. Δηλήσα‐ σθαι. Βλάψαι.

4

.

73

Πάρος μεμαυῖ‐ αν. Καὶ πρότερον προθυμουμένην.

4

.

74

Ἀΐξασα. Ὁρμήσασα.

4

.

75

Οἷον δ’ ἀ‐ στέρα ἧκε. Τὸν λεγόμενον κομήτην. Ἀ‐ στὴρ δὲ ἄστρου διαφέρει. ὅτι ὁ μὲν ἀστὴρ ἕν τι ἐστί. τὸ δὲ ἄστρον ἐκ πολ‐
5λῶν συνέστηκεν ἀστέρων, ζώδιον ὄν. ὃ καὶ ἀστροθέτημα καλεῖται. Ἧκεν. Ἔ‐ πεμψε.

4

.

76

Τέρας. Σημεῖον.

4

.

77

Τοῦ‐ δέ τε. Τούτου δὲ τοῦ ἀστέρος. Ἵενται. Ἀφίενται, ἀποπηδῶσιν.

4

.

78

Εἰκυῖ’. Ὁ‐ μοία. Ἄλλοι, ἰκέλη. Ἤϊξεν. Ὥρμησεν.

4

.

79

Κὰδ’ δ’ ἔθορε. Κατεπήδησε. Θάμ‐ βος. Ἔκπληξις, φόβος.

4

.

81

Εἴπεσκεν. Εἶπεν.

4

.

82

Ἤ ῥ’ αὖτις. Ἢ πάλιν.

4

.

83

Τίθησι. Ποιεῖ.

4

.

84

Ταμίης. Ταμίας, διατάκτωρ. ὅ ἐστι δεσπότης. Τέτυκται. Κατεσκεύασται, ὑπάρχει.

4

.

86

Κατε‐ δύσατο. Κατῆλθεν.

4

.

87

Ἀντηνορίδῃ. Ἀντήνορος παιδὶ Λαοδόκῳ. Αἰχμητῇ. Πολεμιστῇ.

4

.

88

Διζημένη. Ζητοῦσα. Ζητεῖν δὲ προσποιεῖται ἡ θεὸς τὸν Πάν‐ δαρον, ἐπειδὴ μορφήν τε καὶ εἶδος ἀν‐ θρώπου προσείληφεν. Εἴ που ἐφεύροι.
5Εἴπου εὕροι. Οὐκ ἀσέβει φησιν Πάνδα‐ ρος, εἰ ἡ Ἀθηνᾶ συνεβούλευσε, καὶ Ζεὺς ἀπέσταλκε; Ῥητέον οὖν, ὅτι ὁ μὲν Ζεὺς, εἰδὼς, οὐ καλῶς τοὺς ὅρκους γεγενημέ‐ νους, (οὐδὲ γὰρ ἕτερον Τρῶες ἢ ἐπὶ τοῖς
10ἀλλοτρίοις ὤμοσαν,) διατοῦτο ἐσπούδασε λυθῆναι τὰς ἀδίκους συνθήκας. Ἀθηνᾶν δὲ νῦν ὑποληπτέον τὸν λογισμὸν αὐτοῦ τοῦ Πανδάρου. Καὶ αὐτὸς πρὸς ἑαυτὸν ταῦτα διελογίζετο. ἄπιστοι γὰρ Λυκάο‐
15νες, καὶ Ἀριστοτέλης μαρτυρεῖ. Ἄλλοι δὲ, καὶ τοῖς Ὁμήρου λύοντες, φασὶ, προ‐ ειρηκέναι τὸν Ποιητὴν, πειρᾷν, αἴκε θέ‐ λῃσιν οὐχὶ πείθειν.

4

.

89

Εὗρε. Κατέ‐ λαβε. Λυκάονος υἱόν. Τὸν Πάνδαρον. Ἀμύμονα. Ἀγαθὸν καὶ ἄψογον τῇ τοξι‐ κῇ.

4

.

90

Ἑσταότα. Ἑστηκότα. Κρα‐ τεραί. Ἰσχυραὶ, γενναῖαι. Ἀσπιστά‐ ων. Πεζῶν, ὁπλιτῶν.

4

.

91

Ἕποντο. Ἠκολούθουν. Ἀπ’ Αἰσήποιο ῥοάων. Ἀ‐ πὸ τῶν τοῦ Αἰσήπου ῥευμάτων καὶ ῥεί‐ θρων. Ὁ δὲ Αἴσηπος, ποταμὸς τῆς ὑπὸ
5Ἴδην Λυκίας.

4

.

93

Ἦ ῥα νύ μοι. Ἆρα ἄν μοι. Ἔστι δὲ ἐπίῤῥημα διαπορητικόν. Πίθοιο. Πεισθείης. Διατί δὲ ἡ Ἀθη‐ νᾶ, εἰς σύγχυσιν τῶν ὅρκων, οὐ τῶν Τρώ‐
5ων τινὰ, ἀλλὰ τῶν ἐπικούρων, καί τοι κεχαρισμένος ἄν τις ἐγένετο Ἀλεξάνδρῳ μᾶλλον, εἰ τῶν οἰκείων ᾖ, καὶ διατί τῶν ἐπικούρων τὸν Πάνδαρον, ἐπελέξατο; Καί φησιν ὁ Ἀριστοτέλης, ὅτι τῶν μὲν Τρώ‐
10ων οὐδένα, διότι πάντες αὐτὸν ἐμίσουν, ὡς ὁ Ποιητής φησιν· Ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ. Τῶν δὲ ἐπικούρων τὸν Πάνδαρον ἐπελέξατο, ὡς φιλοχρήματον. Σημεῖον δὲ, ἡ τῶν ἵππων
15αὐτοῦ ἐπ’ οἴκου κατάλειψις, ἵνα μὴ δα‐ πανᾷ, καὶ ὅτι φύσει ἐπίορκος. Τὸ γοῦν ἔθνος ἔτι καὶ νῦν δοκεῖ εἶναι, ὅθεν ἦν, ἐπίορκον. Οἱ δέ τινες οὕτως λύουσιν, ὅτι ἀρίστου ἦν χρεία, τοῦ δυναμένου τρῶσαι
20καὶ καταστοχάσασθαι. Οὐκ ἦν δὲ ἐν τῷ Τρωϊκῷ μέρει τὶς, ἢ Ἀλέξανδρος καὶ Πάνδαρος, εὐφυεῖς οὕτως, ὡς καὶ ἐπιφω‐ νῆσαι τὸν Ποιητήν· Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν. Ὃ ση‐
25μαίνει τὴν τοξικήν. Καὶ ὡς ἄριστον αὐ‐ τὸν ἐπελέξατο τοξότην. Δαΐφρον. Πο‐ λεμικὸν φρόνημα ἔχων.

4

.

94

Τλαίης κεν. Καρτερήσειας ἄν. ὑπομείνειας. Με‐ νελάῳ ἐπιπροέμεν. Ἐπιπέμψαι τῷ Με‐ νελάῳ. ἔστι δὲ ἀπαρέμφατον ἀντὶ προσ‐
5τακτικοῦ. Ταχύν. Τὸν ταχέως φερό‐ μενον.

4

.

95

Πᾶσι δέ κε Τρῴεσσιν. Ἀντὶ τοῦ, παρὰ πάντων τῶν Τρώων. Κῦδος. Δόξαν. Ἄροιο. Κτήσοι, λά‐ βοιο.

4

.

97

Τοῦ κεν δὴ πάμπρωτα. Πα‐ ρὰ τούτου δὴ πάντων πρῶτον. Πρόσκαι‐ ρον δὲ ἡ Ἀθηνᾶ βασιλέα κέκληκε τὸν Ἀλέξανδρον, ἕνεκα τοῦ πεῖσαι αὐτὸν τὸν
5Πάνδαρον ἐλπίδι μείζονος δωρεᾶς. Φέ‐ ροιο. Ἀπενέγκοιο, λάβοις.

4

.

98

Αἴ κεν ἴδῃ. Ἐὰν θεάσηται.

4

.

99

Δμηθέντα.
Ἀναιρεθέντα, δαμασθέντα. Πυρῆς ἐπι‐ βάντ’ ἀλεγεινῆς. Ἀλεγεινῆς, χαλεπῆς. Οἱ γὰρ ἀρχαῖοι τὰ σώματα οὐκ ἔθαπτον
5ἐπὶ γῆν, εἰ μὴ πρότερον ἔκαυσαν. Εἶθ’ οὕτως τὴν τέφραν σὺν τοῖς ὀστέοις ἐχών‐ νυον, ἐν ἀγγείῳ τινὶ ἀποθέμενοι. Ἐπιβάν‐ τα. Ἐπιβιβασθέντα. ἐπιτεθέντα.

4

.

100

Ὀΐστευσον. Τόξευσον. Μενελάου. Ἀντὶ τοῦ, κατὰ τοῦ Μενελάου. Κυδαλίμοιο. Ἐνδόξου.

4

.

101

Εὔχεο. Εὔχου. Λυκηγε‐ νέϊ. Τῷ ἐν Λυκίᾳ τιμωμένῳ, γεγενημένῳ. Φασὶ γὰρ, ὅτι λαθεῖν σπουδάζουσα ἡ Λητὼ τὴν Ἥρας ζηλοτυπίαν, εἰς Λυκίαν
5ἀπιοῦσα, ἐγέννησεν ἐκεῖ τὸν Ἀπόλλωνα. Κλυτοτόξῳ. Ἐνδόξῳ περὶ τὴν τοξικὴν τέχνην. Τεσσάρων γὰρ τεχνῶν ἔφορος ὁ θεός· τοξικῆς, ἰατρικῆς, μουσικῆς, καὶ μαντικῆς.

4

.

102

Πρωτογόνων. Πρωτο‐ γεννήτων, πρωΐμων. Ῥέξειν. Ἱερουργή‐ σειν, θύσειν.

4

.

103

Νοστήσας. Ὑπο‐ στρέψας, ἐπανελθὼν εἰς τὴν θαυμαστὴν Ζέλειαν. Ἡ γὰρ ὑπὸ τῇ Ἴδῃ Λυκία, Ζέλεια ἐκαλεῖτο, διὰ τὸ τὸν Ἀπόλλωνα
5ἐν αὐτῇ λίαν εὐσεβεῖσθαι. Ἄστυ. Πό‐ λιν. Ἔνθα καὶ τὸν πολιτικὸν ἐφέστιον φαμέν.

4

.

104

Ἄφρονι. Ἀνοήτῳ, ἀσυ‐ νέτῳ.

4

.

105

Ἐσύλα. Ἐγύμνου, ἐξέ‐ λαβε τῆς θήκης. Ἐΰξοον. Καλῶς ἐξε‐ σμένον, ὅ ἐστι κατεσκευασμένον. Ἰξά‐ λου. Ἤτοι τελείου, ἢ πηδητικοῦ καὶ ὁρ‐
5μητικοῦ. Παρὰ τὸ ἱκνεῖσθαι. Ἢ, ὡς ὁ Πορφύριος λέγει, τὸν τομίαν. Συμβαίνει γὰρ πολλάκις, τῶν ἀγρίων αἰγῶν τοὺς τελείους, διωκομένους ἐν ταῖς θήραις, κα‐ τὰ παράτριψιν ἀποβάλλειν τὰ γεννητικὰ
10μόρια.

4

.

106

Ὑπὸ στέρνοιο. Ὑπὸ τὸ στῆθος. Ἐπιτυχὼν δὲ ἔβαλε.

4

.

107

Δεδεγμένος. Ἐπιτηρήσας. ἐκδεχόμενος. Ἐν προδοκῇσι. Τόποις πρὸς ἐνέδραν ἐπι‐ τηδείοις προσκοπεῦσαι. Ἀπὸ τοῦ δοκεῖν.

4

.

109

Κέρα. Κέρατα. Ἀποκοπὴ τὸ πά‐ θος. Ἑκκαιδεκάδωρα. Ἑκκαίδεκα πα‐ λαιστῶν. Δῶρον γὰρ καλεῖται ἡ πα‐ λαιστή. ἥ ἐστιν ἔκτασις τῆς χειρὸς τῶν
5τεσσάρων δακτύλων. Οἱ δὲ, ἑκκαίδεκα ἐνιαυτῶν. ὧρος γὰρ, ὁ ἐνιαυτός. Ὅπερ ἄτοπον. Πεφύκει. Ἐβεβλαστήκει.

4

.

110

Ἀσκήσας. Κοσμήσας. ἐργασάμενος. Κε‐ ραοξόος. Κερατουργὸς, κερατογλύφος. Ἤ‐ ραρε. Προσήρμοσε. Τέκτων. Ὁ κα‐ λούμενος τοξοποιός. Ἢ κοινῶς, πᾶς τε‐
5χνίτης τέκτων λέγεται. Ἀπὸ τοῦ τεύ‐ χειν, ὅ ἐστι, κατασκευάζειν τί.

4

.

111

Λειήνας. Ξέσας, λεῖα ποιήσας. Κορώ‐ νην. Νῦν τὸ ἐπικαμπὲς ἄκρον τοῦ τόξου λέγει, ὅθεν ἀπήρτηται ἡ νευρά.

4

.

112

Τανυσσάμενος. Ἐκτείνας. Ποτὶ γαίῃ ἀγκλίνας. Πρὸς τῇ γῇ ἐπήρεισεν ἑαυ‐ τόν. δηλαδὴ ὥστε μὴ ὁρᾶσθαι ὑπὸ τῶν Ἑλλήνων.

4

.

113

Πρόσθεν. Ἔμπροσθεν αὐτοῦ. Σάκεα. Τὰς ἀσπίδας. Σχέ‐ θον. Ἔσχον.

4

.

114

Μὴ πρίν. Μὴ πρότερον. Ἀναΐξειαν. Ἀνορμήσειαν.

4

.

115

Βλῆσθαι. Βληθῆναι.

4

.

116

Ἐ‐ σύλα πῶμα. Ἀφῄρει τῆς βελοθήκης τὸ πῶμα. Ἕλετο. Εἵλετο, ἔλαβεν.

4

.

117

Ἀβλῆτα. Μή πω ἐπιβεβλημένον. και‐ νόν. Πτερόεντα. Ἐπτερωμένον, ἢ τα‐ χέως φερόμενον. Μελαινάων. Εἰς βάθος διηκουσῶν, δεινῶν. Ἕρμ’ ὀδυνάων. Ἔ‐
5ρεισμα ἐνερεῖδον τὰς ὀδύνας.

4

.

118

Κα‐ τεκόσμει. Κατετίθει, κατέταττε, ἥρ‐ μοζε τῇ νευρᾷ. Πικρόν. Ὀδυνηρὸν, χα‐ λεπόν.

4

.

122

Γλυφίδας. Τὰς παρὰ τοῖς
πτεροῖς ἐντομὰς τοῦ βέλους. τὴν χηλὴν, ὅπου ἐντίθεται ἡ νευρά.

4

.

123

Μαζῷ. Τῷ μαστῷ. Πέλασσε. Προσήγαγε. Σίδηρον. Τὴν ἀκμὴν τοῦ βέλους.

4

.

124

Κυκλοτερές. Εὔκυκλον. Ἐπὶ τοσοῦτόν, φησιν, ἔτεινε τὸ τόξον, ὡς κυκλοτερὲς γενέσθαι.

4

.

125

Λίγξε. Ποιόν τινα ἦχον ἀπετέλεσε. Βιός. Ὀξυτόνως, τὸ τόξον. Ἴαχεν. Ἦχον ἀπετέλεσεν. Ἆλ‐ το. Ἀφήλατο.

4

.

126

Ὀξυβελής. Ἤ‐ τοι, ὁ ταχέως βάλλων. ἢ, ὁ ταχέως βαλλόμενος. Καθ’ ὅμιλον. Κατὰ τὸ πλῆθος. Ἐπιπτέσθαι. Ἐπιπετασθῆναι,
5ἐφάψασθαι. Μενεαίνων. Προθυμούμε‐ νος. Ὁ τρόπος μεταφορὰ, ἀπὸ ἐμψύχων ἐπὶ ἄψυχα.

4

.

127

Οὐδὲ σέθεν, Μενέ‐ λαε, θεοὶ μάκαρες λελάθοντο. Σοῦ δὲ, ὦ Μενέλαε, οἱ θεοὶ, οἱ μακαρισμοῦ ἄξιοι, οὐκ ἐπελάθοντο. Καλεῖται δὲ ὁ τρόπος
5οὗτος ἀποστροφή.

4

.

128

Ἀγελείη. Ἡ Ἀθηνᾶ, ἡ ἄγουσα λείαν ἀπὸ τῶν πολε‐ μίων. ὅ ἐστι, λαφυραγωγός.

4

.

129

Ἥ τοι. Ἥ τις σοι. Πρόσθεν στᾶσα. Προσταθεῖσά σοι, καὶ ὑπερασπίσασα. ἐξ οὗ, ῥυσαμένη.

4

.

130

Τόσον. Το‐ σοῦτον. Ἔεργεν. Ἀπεῖργεν, ἐκώλυεν. Ἀπὸ χροός. Ἀπὸ τοῦ χρωτὸς, ἀπὸ τοῦ σώματος. Ὡς ὅτε μήτηρ. Δίκην μητρός.

4

.

131

Ἐέργει. Ἀπείργει, κωλύει. Ὅτε. Ὁπότε. Ἡδέϊ λέξεται ὕπνῳ. Ὁπότ’ ἂν τῷ ἡδυτάτῳ ὕπνῳ κρατηθὲν ἀποκοιμηθῇ.

4

.

132

Αὐτὴν δ’ αὖτε. Αὐτὴ δὲ ἡ δαίμων.
Ἴθυνεν. Ἐπ’ εὐθείας ἐνεχθῆναι ἐποίησε. Ζωστῆρος ὀχῆες. Οἱ συνέχοντες τὸν ζω‐ στῆρα ἱμάντες.

4

.

133

Χρύσειοι. Χρυσοῖ. Σύνεχον. Συνεῖχον, ἔσφιγγον. Διπλόος. Διπλοῦς. Ἤντετο. Ἀπήντα, ὑπέκειτο.

4

.

134

Ἐν δ’ ἔπεσεν. Ἐνέπεσε δέ. Ἀρη‐ ρότι. Εὖ ἡρμοσμένῳ.

4

.

135

Ἐλήλατο. Διεληλύθει, ἐπέπηκτο. Δαιδαλέοιο. Πο‐ λυκατεργάστου, ποικίλου.

4

.

136

Ἠρή‐ ρειστο. Ἥρμοστο, ἐνεπάγη.

4

.

137

Μί‐ τρης. Ζώνης. Μίτρα δὲ ἐλέγετο τὸ ἐσώ‐ τερον τῆς λαγόνος εἵλημα. ἐρεοῦν χαλκῷ ἔξωθεν περιειλημένον. Ἔρυμα χροός.
5Φύλαγμα καὶ ἀσφάλεια τοῦ σώματος. Ἕρκος ἀκόντων. Τειχίον καὶ περίφραγμα τῶν ἀκοντίων.

4

.

138

Ἥ οἱ. Ἥτις αὐ‐ τῷ. Πλεῖστον ἔρυτο. Πολὺ ἐβοήθησε. Διὰ πρὸ δὲ εἴσατο καὶ τῆς. Διῆλθε δὲ καὶ διὰ ταύτης.

4

.

139

Ἀκρότατον χρόα. Τὴν ἐπιφάνειαν τοῦ σώματος. Ἐπέγρα‐ ψεν. Ἐπέξεσεν.

4

.

140

Ἔῤῥεεν. Ἔῤ‐ ῥει, ἐφέρετο. Κελαινεφές. Μέλαν ὡς νέφος. Ἐξ ὠτειλῆς. Ἐκ τοῦ τραύμα‐ τος. Ἀπὸ τοῦ οὐτᾶσθαι δὲ γίγνεται, ὅ
5ἐστι, τετρῶσθαι. Διαφέρει ὠτειλῆς οὐ‐ λή. Ὠτειλὴ μὲν λέγεται αὐτὸ τὸ τραῦ‐ μα. οὐλὴ δὲ ὁ τύλος τοῦ θεραπευθέντος τραύματος.

4

.

141

Ἐλέφαντα. Ἐλε‐
φάντινον ὀστοῦν. Φοίνικι. Φοινικῷ χρώ‐ ματι, ὅ ἐστιν, ἐρυθρῷ. Μιῄνῃ. Χρίσῃ, βάψῃ.

4

.

142

Μῃονίς. Λυδή. Κάειρα. Καρίνη. ἀπὸ Καρίας, ὡς τῶν χωρίων τούτων τὸ παλαιὸν καλαῖς βαφαῖς χρωμένων. Πα‐ ρήϊον. Παραγναθίδιον, τὸ νῦν χαλινάριον
5καλούμενον.

4

.

143

Ἐν θαλάμῳ. Ἐν τῷ οἴκῳ. Πολέες τέ μιν. Πολλοὶ δὲ αὐ‐ τόν. Ἠρήσαντο. Ηὔξαντο.

4

.

144

Ἄ‐ γαλμα. Καλώπισμα πᾶν, ἐφ’ ᾧ τις ἀγάλλεται καὶ χαίρει. Οἱ δὲ μεθ’ Ὅ‐ μηρον ποιηταὶ ἄγαλμα εἶπον τὸ ξόανον.

4

.

145

Ἐλατῆρι. Τῷ ἡνιόχῳ.

4

.

146

Τοῖοί τοι. Οὕτως σοι. Μιάνθην. Ἐμιάνθη‐ σαν, ἐμολύνθησαν.

4

.

147

Εὐφυέες. Εὐ‐ φυεῖς, καλοί. Σφυρά. Τὰ ἀπολήγοντα μέρη πρὸς τῷ ἀστραγάλῳ, καὶ ἐκ πλα‐ γίων ἐξέχοντα τῆς κνήμης καὶ τῆς πτέρ‐
5νης. Εἴρηται δὲ μεταφορικῶς, ἀπὸ τῶν χαλκευτικῶν σφυρῶν. Ὑπένερθεν. Ὑπο‐ κάτωθεν.

4

.

148

Ῥίγησεν. Ἐφοβήθη, ἔφριξεν.

4

.

149

Ὡς δ’ ἴδεν. Ὡς ἐθεά‐ σατο δέ.

4

.

151

Νεῦρόν τε καὶ ὄγκους. Νεῦρον μὲν, ἐν ᾧ δέδεται τὸ σίδηρον τοῦ βέλους πρὸς τὸν κάλαμον. Ὄγκους δὲ τὰς ἀκίδας, καὶ ἐξοχὰς τοῦ βέλους.
5Ἐκτὸς ἐόντας. Ἔξωθεν τοῦ βέλους ὁρω‐ μένας.

4

.

152

Ἄψοῤῥόν οἱ θυμός. Εἰς τοὐπίσω πάλιν αὐτῷ ἡ ψυχή. Ἀγέρθη. Τουτέστιν, ἐπισυνηθροίσθη, ἐπισυνήχθη.

4

.

153

Βαρυστενάχων. Μεγάλα στενά‐ ζων.

4

.

154

Ἔχων. Κρατῶν.

4

.

155

Κασίγνητε. Ἀδελφέ. Θάνατόν νύ τοι. Τὸν θάνατον δή σοι. Ὅρκι’ ἔταμνον. Ἀντὶ τοῦ, ἐπὶ τῷ σῷ θανάτῳ τοὺς ὅρκους ἐποίησα.

4

.

156

Οἶον. Μόνον σε περὶ
τῶν. Ἑλλήνων μάχεσθαι προὔστησα.

4

.

157

Ὡς ἔβαλον Τρῶες. Ἀντὶ τοῦ, ὃν τρόπον σε οἱ Τρῶες καταφρονήσαντες τῶν ὅρκων.

4

.

158

Οὐ μέν πως. Οὐδαμῶς μέν. Ἅλιον. Μάταιον. Πέλει. Γενή‐ σεται.

4

.

159

Ἄκρητοι. Ἀτέλεστοι, ἀ‐ πλήρωτοι. Ἢ, αἱ δι’ ἀκράτου οἴνου γι‐ γνόμεναι. Δεξιαί. Δεξιώσεις, πίστεις. Ἧις ἐπέπιθμεν. Αἷς ἐπεπιστεύκειμεν.

4

.

160

Οὐκ ἐτέλεσσε. Οὐκ εἰς τέλος ἐπήγαγεν. οὐκ ἐπλήρωσεν.

4

.

161

Ὀψέ. Μεταπολὺ, βραδέως. Τελεῖ. Τελειώσει. Σύν τε μεγάλῳ ἀπέτισαν. Ἀπέδωκαν. Λείπει δὲ τὸ, χόλῳ. ἵν’ ᾖ, σὺν μεγάλῳ
5χόλῳ, ἢ τόκῳ, ἤτοι ποινῇ, προστίμῳ.

4

.

162

Σφῇσιν Ἰδίαις. Γυναιξί τε, καὶ τεκέεσσιν. Ἀντὶ τοῦ, μετὰ γυναικῶν, καὶ τέκνων.

4

.

164

Ἦμαρ. Ἡμέρα.

4

.

166

Σφίν. Αὐτοῖς. Ὑψίζυγος. Ὁ ἐπὶ ὑψηλοῦ θρόνου καθεζόμενος. ὁ τὴν ἀνωτάτω ἔχων καθέδραν. Ἡ μεταφορὰ ἀπὸ τῶν ἐν ναυσὶ ζυγῶν, ἐφ’ ὧν καθέ‐
5ζονται οἱ ἐρέσσοντες. Ἢ, ὁ ἐν ὕψει ζυ‐ γοστατῶν, καὶ ἀπονέμων ἑκάστῳ τὸ πε‐ πρωμένον. Αἰθέρι ναίων. Ἐν τῷ αἰθέρι κατοικῶν.

4

.

167

Ἐπισσείησι. Ἐπισεί‐ ει. Ἐρεμνήν. Σκοτεινὴν, φοβεράν. με‐ τωνυμικῶς.

4

.

168

Τῆσδ’ ἀπάτης. Ὑπὲρ
ταύτης τῆς πλάνης. Κοτέων. Ὀργιζό‐ μενος. Οὐκ ἀτέλεστα. Οὐκ ἀπλήρωτα.

4

.

169

Αἰνὸν ἄχος. Δεινὴ λύπη.

4

.

170

Αἴκε θάνῃς. Ἐὰν ἀποθάνῃς. Μοῖραν. Τὴν πεπρωμένην. Ἀναπλήσεις. Ἀνα‐ πληρώσεις. Βιότοιο. Τοῦ βίου. τῆς ζωῆς.

4

.

171

Καί κεν. Καὶ δὴ ἄν. Ἐλέγχι‐ στος. Ἐπονείδιστος. ἐφύβριστος. Πο‐ λυδίψιον. Πολλοῖς ἔτεσι διψῆσαν. Ἄνυ‐ δρον γὰρ οὖσαν τὴν Πελοπόννησον, ἔνυ‐
5δρον ἐποίησε Δαναὸς, ἐξελθὼν ἀπὸ τῆς Αἰγύπτου, καὶ οἰκήσας αὐτήν. Τῶν δὲ θυγατέρων αὐτοῦ ζητουσῶν ὑδρεύσασθαι, μιᾶς αὐτῶν, τῆς Ἀμυμώνης, ἠράσθη Πο‐ σειδὼν, καὶ ἔδειξεν αὐτῇ, τριαίνῃ πλήξας
10τὰς ἐν Λέρνῃ πηγάς. Οἱ δὲ, ὅτι τὸ Ἄρ‐ γος Ἀθηνᾶς ὑποθήκαις διὰ τῶν Δαναοῦ θυγατέρων ἔνυδρον ἐγένετο. Ἐκεῖναι γὰρ ὄρυξιν φρεάτων ἐπενόησαν. Παραγενο‐ μένῳ δὲ τῷ Αἰγύπτῳ ἐπὶ τὸν τῶν θυγα‐
15τέρων Δαναοῦ γάμον, αἱ Δαναΐδες κατὰ τὰς τοῦ πατρὸς ὑποθήκας ἐδολοφόνησαν τοὺς νυμφίους. Ἐκεῖνος γὰρ αὐταῖς συνε‐ βούλευσε, τοὺς τὴν παρθενίαν ἀφαιρου‐ μένους ἀμύνασθαι. Ὑπερμνήστρα οὖν
20μόνη Λυγκέα περιέσωσεν. Ὅθεν καὶ γυναῖκα λαβὼν αὐτὴν ὕστερον, συνετή‐ ρησε. Πολυδίψιον οὖν, ἤτοι πολυδιάφθο‐ ρον, διὰ πολέμους. Ἢ, πολυπόθητον. ἀπὸ τῶν διψώντων, μεταφορικῶς, καὶ ἐπιθυ‐
25μούντων ποτόν. ἐξ οὗ ἄνυδρον. Ἢ βλα‐ βερόν. ἀπὸ τοῦ, ἴψιον. Ἱκοίμην. Παρα‐ γενοίμην.

4

.

172

Μνήσονται. Μνείαν ποιήσονται. ὅ ἐστι, σοῦ τελευτήσαντος, εὐθὺς οἱ Ἕλληνες θελήσουσιν ἀπελθεῖν ἐπὶ τὰς πατρίδας.

4

.

174

Πύσει. Σήψει.

4

.

175

Ἀτελευτήτῳ. Ἀσυντελεύτῳ. ἀ‐ πληρώτῳ. Ἔργῳ. Πολέμῳ, νῦν.

4

.

176

Καί κέ τις. Καὶ δή τις. Ὑπερηνορεόν‐ των. Ἤτοι, ὑπερεχόντων τῇ ἠνορέῃ. τοῦτ’ ἔστιν, ἀνδρείων. Νῦν δὲ, τῶν ὑπὲρ δύ‐ ναμιν φρονούντων, ὑπερηφάνων.

4

.

177

Τύμβῳ. Τῷ τάφῳ. Ἐπιθρώσκων. Ἐ‐ φαλλόμενος, ἐπιπηδῶν.

4

.

178

Αἴθ’ οὕ‐
τως. Εἴθε οὕτως. ἐπίῤῥημα εὐκτικόν. Τελέσει. Πληρώσει.

4

.

179

Ἅλιον. Μάταιον.

4

.

181

Κεινῇσι ναυσί. Σὺν κεναῖς ναυσίν. Κεναῖς δὲ εἶπε διότι Με‐ νέλαος, ἀποθανὼν, οὐκ ἔμελλε πλεῖν ἐν αὐταῖς.

4

.

182

Ἐρέει. Λέξει. Τότε μοι χάνοι εὐρεῖα χθών. Τότε με γῆ χάσματι δεχθείη. Οὐ γὰρ ἐπιθετικῶς λέγει αὐτὴν εὐρεῖαν, ἀλλὰ τὴν εὐρὺ
5τῇ διαστάσει χάσμα ποιοῦσαν.

4

.

183

Ἐπιθαρσύνων. Εὐθαρσέστερον ποιῶν, εὔψυχον.

4

.

184

Μηδέ τί πω. Μηδέ πω. Δειδίσσεο. Εἰς δέος καὶ φόβον ἄγε.

4

.

185

Οὐκ ἐν καιρίῳ. Οὐκ ἐν τῷ πρὸς ἀναίρεσιν τόπῳ τοῦ σώματος. ὅ ἐστιν, οὐκ ἐν ἐπικινδύνῳ. Πάροιθεν. Ἔμπρο‐ σθεν.

4

.

186

Εἰρύσατο. Ἐφύλαξε. Πα‐ ναίολος. Παμποίκιλος.

4

.

187

Ζῶμα. Ὁ ζωστὸς χιτών. Μίτρη. Χαλκῆ λεπὶς, ἣν ζώννυνται περὶ τὸν κενεῶνα, χάριν πλείο‐ νος ἀσφαλείας. Κάμον. Ἔκαμον. κατ‐
5εσκεύασαν.

4

.

189

Αἲ γάρ. Εἴθε γάρ. Φίλος. Ἀντὶ τοῦ, προσφιλέστατε.

4

.

190

Ἕλκος. Τραῦμα. Ἰητήρ. Ἰατρός. Ἐπι‐ μάσσεται. Ἐφάψεται, ψηλαφήσει.

4

.

191

Φάρμακα. Ἰάματα. Φάρμακα γὰρ κυρίως ἐκεῖνα λέγονται, τὰ οἱονεὶ ἐπιφέροντα ἄκος, ὅ ἐστιν, ἴασιν. Ἅ κεν. Ἅπερ δή. Παύσῃσι. Παύσῃ, θεραπεύ‐
5σῃ.

4

.

192

Ἦ. Ἔφη. εἶπε. Θεῖον. Ἤτοι, ἐκ θεῶν τὸ γένος ἔχοντα. ἢ, θαυ‐ μαστόν. Ἡ δὲ τῶν κηρύκων ἱστορία προ‐ είρηται ἐν τῇ α.

4

.

193

Ὁττιτάχιστα. Ὡς τάχος. Μαχάονα. Υἱὸν Ἀσκληπιοῦ καὶ Ἀρσινόης, ἢ Κορωνίδος· κατὰ δέ τι‐ νας Ἡσιόνης τῆς Μέροπος· κατὰ δὲ Ἡ‐
5σίοδον, Ξανθινόης. Δεῦρο. Ἐνταῦθα, εἰς τοῦτον τὸν τόπον.

4

.

194

Ἀσκληπιοῦ υἱόν.
Ἀσκληπιοῦ παῖδα. Εἴρηται δὲ ἀπὸ τοῦ ἀσκεῖν, καὶ ἤπια τὰ μέλη ποιεῖν. Ἀμύ‐ μονος. Ἀγαθοῦ, ἀψόγου. Ἰητῆρος. Ἰ‐
5ατροῦ. ἀπὸ τοῦ ἰᾶσθαι τὰ πάθη.

4

.

200

Παπταίνων. Περιβλέπων, ἐρευ‐ νῶν. Ἐνόησεν. Ἐθεάσατο, εἶδεν.

4

.

201

Ἑσταότα. Ἑστῶτα. Ἀμφὶ δέ μιν. Περὶ αὐτὸν δέ. Κρατεραί. Ἰσχυ‐ ραί. Στίχες. Τάξεις.

4

.

202

Οἵ οἱ ἕ‐ ποντο. Οἵτινες αὐτῷ ἠκολούθουν. Τρίκης ἐξ. Ἀπὸ Τρίκης, πόλεως Θεσσαλίας.

4

.

204

Ὄρσεο. Διεγείρου, ἀνίστασο. Ἀσκληπιάδη. Ἀσκληπιοῦ παῖ, Μαχά‐ ων. Καλέει. Καλεῖ. Ὁ τρόπος διαίρε‐ σις.

4

.

205

Ὄφρα ἴδηαι. Ὅπως θεάσῃ.

4

.

206

Ὀϊστεύσας. Τοξεύσας. Ἔβαλεν. Ἔτρωσε. Τόξων εὖ εἰδώς. Τῆς τοξικῆς ἔμπειρος.

4

.

207

Ἄμμι δὲ πένθος. Ἡ‐ μῖν δὲ λύπην.

4

.

208

Ὄρινε. Διετά‐ ραξε, διήγειρεν. ὁ τρόπος μεταφορὰ, ἀπὸ ἐμψύχων ἐπὶ ἄψυχα. Τὸ ο μικρὸν διὰ τὸ μέτρον.

4

.

209

Βὰν δ’ ἰέναι. Ἐπορεύ‐ θησαν δέ.

4

.

210

Ἵκανον. Παρεγένοντο.

4

.

211

Βλήμενος. Βεβλημένος. Ἀγηγέ‐ ραθ’. Συνηθροισμένοι ἦσαν.

4

.

212

Κυκλός’. Ἐν κύκλῳ. πέριξ.

4

.

213

Ἀ‐
ρηρότος. Εὐηρμοσμένου. Ἕλκεν. Ἔξω εἷλκεν.

4

.

214

Τοῦ δ’ ἐξελκομένοιο. Τούτου δὲ ὀπίσω ἑλκομένου. Ἄγεν. Κα‐ τεάγησαν. συνετρίβησαν, αἱ γωνίαι. Ὀξέες. Ὀξεῖς. Ὄγκοι. Αἱ γωνίαι καὶ
5ἐξοχαὶ τῶν ἀκίδων τοῦ βέλους.

4

.

218

Ἐκμυζήσας. Ἐκπιέσας, ἐκθλίψας. Ἤ‐ πια. Τὸ ἑξῆς, ἐπέπασεν αὐτῷ πρᾶα καὶ προσηνῆ φάρμακα, παυστικὰ τῶν ὀδυ‐ νῶν.

4

.

219

Τά οἱ. Ἅπερ αὐτῷ. Πόρε. Παρέσχεν, ἐδωρήσατο. Χείρων. Εἷς τῶν Κενταύρων, εὑρετὴς ἰατρικῆς καὶ λυρικῆς, υἱὸς Κρόνου καὶ Φιλύρας· ἢ, ὡς ἔνιοι,
5Ποσειδῶνος.

4

.

220

Ὄφρα τοί. Ἕως οὗτοι. Ἀμφεπένοντο. Περὶ τὸν Μενέ‐ λαον ἐνήργουν, καὶ ἠσχολοῦντο.

4

.

221

Τόφρα δέ. Ἐπὶ τοσούτῳ δέ. Καὶ ἔστιν ἀνταποδοτικὸν τοῦ ὄφρα. Ἐπὶ Τρώων στίχες. Τὸ ἑξῆς, ἐπῆλθον.

4

.

222

Ἔ‐ δυν. Ἐνεδύσαντο. Μνήσαντο. Μνήμην ἐποιοῦντο. Χάρμης. Τοῦ πολέμου. Χάρ‐ μη γὰρ ἡ μάχη, ἤτοι κατὰ ἐναντιότητα,
5ἢ ἡ χαρὰν ἐμποιοῦσα τοῖς νικῶσιν.

4

.

223

Ἔνθα. Τότε. Βρίζοντα. Νυ‐ στάζοντα καὶ ἠρεμοῦντα. ἐξ οὗ ἀμελοῦν‐ τα. Βρίξαι γὰρ κυρίως ἐστὶ, μετὰ βά‐ ρους τροφῆς ἀπονυστάξαι.

4

.

224

Κατα‐ πτώσσοντα. Ἀποδειλιῶντα. Φεύγοντα.

4

.

226

Εἴασε. Κατέλειψε.

4

.

227

Φυ‐ σιόωντας. Πνευστιῶντας, ἀσθμαίνοντας.

4

.

229

Παρασχέμεν. Παρασχεῖν.

4

.

230

Γυῖα. Μέλη. Διακοιρανέοντα. Δια‐ τάσσοντα, ἐπερχόμενον.

4

.

231

Ἐπεπω‐ λεῖτο. Ἐπήρχετο.

4

.

232

Ἴδοι. Θεά‐ σοιτο. Ταχυπώλων. Ἱππικῶν, πολεμι‐ κῶν.

4

.

233

Θαρσύνεσκεν. Εὐθαρσε‐ στέρους ἐποίει, προέτρεπε.

4

.

234

Με‐ θίετε. Ἀμελεῖτε. Θούριδος. Ὁρμητι‐ κῆς, πολεμικῆς. Ἀλκῆς. Δυνάμεως.

4

.

235

Ἀρωγός. Βοηθός. Ὁ δὲ νοῦς· οὐδὲ γὰρ ἐπιβοηθήσει ὁ Ζεὺς τοῖς ψεύσταις.

4

.

237

Ἔδονται. Φάγωσι.

4

.

240

Μεθι‐ έντας. Ἀμελοῦντας. Στυγεροῦ. Μι‐ σητοῦ, φοβεροῦ.

4

.

241

Νεικείεσκεν. Ἐ‐ κακολόγει. Χολωτοῖσιν. Ὀργιστικοῖς.

4

.

242

Ἰόμωροι. Οἱ περὶ ἰοὺς καὶ τόξα
μεμωρημένοι, ὅ ἐστι, κάμνοντες. Ἐλεγ‐ χέες. Ἐπονείδιστοι. Οὔ νυ σέβεσθε; Οὐκ ἐντρέπεσθε;

4

.

243

Τίφθ’ οὕτως. Τί δή ποτε οὕτως ἀργοί. Τεθηπότες. Ἐκπεπληγμένοι, δειλωθέντες. Νεβροί. Ἐλάφων βρέφη.

4

.

244

Θέουσαι. Τρέ‐ χουσαι.

4

.

245

Οὐδ’ ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή. Οὐδὲ μίαν ἔν‐ νοιαν ἀλκῆς καὶ σωτηρίας ποιοῦνται. δει‐ λιῶσι. Ἀλκή. Δύναμις, ἀνδρεία.

4

.

247

Μένετε. Προσμένετε.

4

.

248

Εἰρύαται. Εἱλκυσμέναι εἰσίν. Εὔπρυμνοι. Καλὰς πρύμνας ἔχουσαι. Πρύμναι δὲ καλοῦνται τὰ ὄπισθεν μέρη τῶν νεῶν. Ἐπὶ θινί.
5Ἐπὶ τῷ αἰγιαλῷ.

4

.

251

Κιών. Παρα‐ γενόμενος. Ἀνὰ οὐλαμόν. Ἀνὰ τὸν θό‐ ρυβον, κατὰ τὴν συνέλευσιν καὶ ἄθροισιν τῶν ἀνδρῶν. Οὐλαμὸς δὲ τάξις συνε‐
5στηκυῖα ἐκ τεσσαράκοντα ἀνδρῶν. Ἡ δὲ φάλαγξ τάξις ἀπὸ ἑκατὸν εἴκοσιν ἀνδρῶν.

4

.

252

Ἀμφ’ Ἰδομενῆα. Περὶ τὸν Ἰδομενῆα.

4

.

254

Πυμάτας. Ἐ‐ σχάτας. Ὤτρυνεν. Ἐσπούδαζε. παρ‐ ώρμα. Φάλαγγας. Τάξεις στρατιωτῶν εἶπεν ὁ Ποιητὴς, ἐπειδὴ τὸ παλαιὸν ξύ‐
5λοις ἐμάχοντο, φάλαγγας δὲ ξύλα ἐκά‐ λουν οἱ ἀρχαῖοι. Ἔτι γοῦν καὶ ἡμεῖς τὰ ἐκ τῶν ξύλων οἰκοδομήματα φάλαγγας καλοῦμεν.

4

.

256

Μειλιχίοισι. Προσ‐ ηνέσι, πράοις.

4

.

257

Περὶ μέν σε τίω. Περισσῶς μέν σε τιμῶ, ὅ ἐστιν ὑπὲρ πάντας.

4

.

258

Ἀλλοίῳ. Ἀλλὰ καὶ ἐν ἄλλῳ τῷ οἱῳδήποτε. Ἔργῳ. Πράξει. Λέγει δὲ, τῇ ἕδρᾳ.

4

.

259

Γερούσιον.
Ἔντιμον, κατὰ τιμὴν διδόμενον γέρας. Αἴθοπα. Μέλανα.

4

.

260

Κέρωνται. Κιρνῶσι.

4

.

262

Δαιτρόν. Μεμερισμέ‐ νον, διαιρετόν. Πλεῖον. Πλῆρες.

4

.

263

Ἀνώγοι. Κελεύοι.

4

.

264

Ὄρσευ. Δι‐ εγείρου. Πάρος. Πρότερον. Εὔχεο εἶ‐ ναι. Ἀντὶ τοῦ, καυχᾶσαι ὑπάρχειν.

4

.

265

Ἀγός. Ἡγεμών. Παρὰ τὸ, ἄγω, ῥῆμα.

4

.

266

Ἐρίηρος. Ἄγαν εὐάρμο‐ στος, ἐπιτήδειος.

4

.

267

Ἔσσομαι. Γενήσομαι. ἢ, εἰμί. Πρῶτα. Πρότερον. ἐξ ἀρχῆς. Ὑπέστην. Ὑπεσχόμην.

4

.

268

Ὄτρυνε. Προτρέπου, παρώρμα.

4

.

269

Ἐπεὶ σὺν ὅρκι’ ἔχευσαν. Ἐπειδὴ συνέ‐ χευαν τοὺς ὅρκους. ἐπιώρκησαν.

4

.

270

Κήδεα. Κακὰ, λῦπαι. Ὀπίσω. Με‐ ταταῦτα.

4

.

272

Παρῴχετο. Παρῆλ‐ θεν. Γηθόσυνος κῆρ. Χαίρων τῇ ψυχῇ.

4

.

273

Οὐλαμόν. Τὸ πλῆθος.

4

.

274

Τὼ δέ. Οὗτοι δέ. Κορυσσέσθην. Καθωπλί‐ ζοντο. Νέφος. Πύκνωμα, πλῆθος. Ὁ τρόπος μεταφορὰ, ἀπὸ τοῦ ἀθροίσματος
5τῶν νεφῶν. Εἵπετο. Ἠκολούθει.

4

.

275

Ἀπὸ σκοπιῆς. Ἀπὸ ὑψηλοῦ τόπου, ἀφ’
οὗ ἐστι περισκοπῆσαι καὶ ἰδεῖν. Νέφος. Ἀχλύν. Αἰπόλος. Αἰγονόμος.

4

.

276

Κατὰ πόντον. Διὰ τῆς θαλάσσης. Ὑπὸ ζεφύροιο ἰωῆς. Ὑπὸ τῆς τοῦ ζεφύρου πνοῆς. Εἴρηται δὲ ζέφυρος, ὅτι ἀπὸ ζόφου πνεῖ. ζόφον δὲ τὴν δύσιν ἔλεγον οἱ ἀρ‐
5χαῖοι.

4

.

277

Τῷ δέ τ’ ἄνευθεν ἰόντι μελάντερον, ἠΰτε πίσσα, Φαίνετ’ ἰόν. Στικτέον μετὰ τὸ μελάντερον, ἔπειτα ἀπὸ ἄλλης ἀρχῆς ἀναγνωστέον· ἠΰτε
5πίσσα. ἵν’ ᾖ, τῷ πόῤῥω διατελοῦντι με‐ λάντερον αὐτοῦ καταφαίνεται τὸ νέφος, καὶ ὅμοιον πίσσῃ. Ἄνευθεν ἰόντι. Πόῤ‐ ῥωθεν ἐρχομένῳ, ἢ πορευομένῳ. Μελάν‐ τερον. Ἀντὶ τοῦ, μέλαν, συγκριτικὸν,
10ἀντὶ ὑπερθετικοῦ.

4

.

278

Λαίλαπα. Συ‐ στροφὴν ἀνέμου. καταφορὰν μετὰ ὄμ‐ βρου.

4

.

279

Ῥίγησεν. Ἐφοβήθη. Ὑπό τε σπέος. Ὑπὸ τὸ σπήλαιον. Ἤλασεν. Εἰσήλασεν, ἤγαγε. Μῆλα. Τὰ πρό‐ βατα.

4

.

280

Τοῖαι. Τοσαῦται καὶ τοιαῦται. Ἅμ’ Αἰάντεσσιν. Ὁμοῦ τοῖς Αἴασιν. Αἰζηῶν. Νεανιῶν.

4

.

281

Πυ‐ κιναί. Πυκναὶ, πολλαί. Κίνυντο. Ἐ‐ κινοῦντο.

4

.

282

Κυάνεαι. Μέλαιναι, κυανέῳ χρώματι παραπλήσιαι, ἢ πυκναί. Σάκεσι. Ταῖς ἀσπίσιν. Ἔγχεσι. Δό‐ ρασι. Πεφρικυῖαι. Τῇ ἀνατάσει τῶν
5δοράτων πεπυκνωμέναι.

4

.

283

Τοὺς μέν. Τούτους μέν.

4

.

284

Καί σφεας. Καὶ αὐτούς.

4

.

285

Ἡγήτορε. Ἡγεμόνες, διατάκται.

4

.

286

Σφῶϊν. Ὑμᾶς. Οὐ γὰρ ἔοικεν. Οὐ πρέπει γάρ. Ὀτρυνέ‐ μεν. Παρορμᾷν. Ὁ δὲ νοῦς· ὑμᾶς μὲν οὐ παρορμῶ. οὐδὲ γὰρ προσήκει.

4

.

287

Ἀνώγετον. Κελεύετε.

4

.

288

Αἲ γὰρ Ζεῦ τε πάτερ. Εἴθε γὰρ, ὦ Ζεῦ πάτερ. Ἔστι δὲ ἐπίῤῥημα εὐχῆς σημαντικόν.

4

.

289

Τοῖος πᾶσι θυμός. Τοιαύτη πᾶσι προθυμία.

4

.

290

Τῷ κε. Οὕτως ἂν ταχέως. Ἠμύσσειε. Κλιθείη, πορθη‐ θείη.

4

.

291

Ἁλοῦσα. Ληφθεῖσα.

4

.

292

Λίπεν. Κατέλιπεν. Μετ’ ἄλλους. Πρὸς τοὺς ἄλλους.

4

.

293

Ἔτετμεν. Κατέ‐ λαβε. Λιγύν. Ἡδὺν, τὸν συμβουλεύ‐ ειν προσηνῆ.

4

.

294

Οὕς. Τοὺς ἰδίους. Στέλλοντα. Ἑτοιμάζοντα, διατάσσον‐ τα.

4

.

295

Ἀμφὶ μέγαν Πελάγοντα, Ἀλάστορά τε, Χρόμιόν τε. Οὗτοι τα‐ ξίαρχοι ὑπῆρχον. βασιλεὺς δὲ πάντων τῶν Πυλίων Νέστωρ.

4

.

297

Ἱππῆας μὲν πρῶτα. Τοὺς μὲν ἱππέας ἐπὶ τοῦ δεξιοῦ μέρους. Ἱππῆας μὲν πρῶτα σὺν ἵπποισι καὶ ὄχεσφι. Πρώτως εἰκὸς, εἰ‐
5ρῆσθαι τοὺς ἐπὶ τοῦ δεξιοῦ κέρως ἑστῶ‐ τας. ὄπισθε δὲ, τοὺς ἐπὶ τοῦ ἀριστεροῦ. ὡς εἰκὸς, μεταξὺ τετάχθαι τοὺς δειλούς. Οὐ γὰρ λόγον ἕξει τὸ, Ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι.

4

.

298

Πεζοὺς δ’ ἐξόπισθεν. Τοὺς δὲ πεζοὺς ἐξ εὐωνύμων. Ἐσθλούς. Ἀγαθοὺς, γεν‐ ναίους.

4

.

299

Κακοὺς δ’ ἐς μέσσον ἔ‐ λασσε. Τοὺς δὲ ἀσθενεῖς καὶ δειλοὺς κατὰ τὸ μέσον συνέκλεισεν. ἐπὶ γὰρ μετώπου τάσσει τὴν φάλαγγα, οὐ κα‐
5ταβάθους. τουτέστι, μεταξὺ δύο ἀνδρεί‐ ων ἕνα κακὸν ἔβαλλεν. Ἔλασσε. Συνέ‐ λασε, συνέκλεισεν.

4

.

300

Ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζῃ. Ὅ‐ πως καὶ μὴ βουλόμενός τις, τῇ ἀνάγκῃ προσέχων, πολεμῇ.

4

.

301

Ἐπετέλλετο. Προσέτασσεν. Ἀνώγει. Ἐκέλευε.

4

.

302

Σφούς. Τοὺς ἰδίους. Ἐχέμεν. Κατέ‐ χειν. Κλονέεσθαι. Ταράσσεσθαι.

4

.

303

Ἱπποσύνῃ. Τῇ ἱππικῇ ἀνδρείᾳ. Ἠνορέ‐ ῃφι. Τῇ ἑαυτοῦ ἀνδρείᾳ. Πεποιθώς. Πεπιστευκὼς, τεθαῤῥηκώς.

4

.

304

Πρόσθ’ ἄλλων. Ἔμπροσθεν τῶν ἄλλων. Με‐ μάτω. Προθυμείτω.

4

.

305

Ἀλαπαδ‐ νότεροι γὰρ ἔσεσθε. Ἀσθενέστεροι γὰρ καὶ εὐχείρωτοι ἔσεσθε.

4

.

306

Ἀπὸ ὧν ὀχέων. Ἀπὸ τῶν ἰδίων ἁρμάτων. Ἕτερ’ ἅρμαθ’ ἵκηται. Εἰς ἑτέρου ἅρμα παραγένηται.

4

.

307

Ἔγχει ὀρεξά‐ σθω. Τῷ δόρατι ἐκτεινάτω, πολεμη‐ σάτω. Ὀρεξάσθω. Τοῦτο τὸ ῥῆμα κατὰ τὴν ἑρμηνείαν αὐτὴν ζητεῖται.
5Καὶ οἱ μὲν φασὶ, παραγγέλλειν αὐ‐ τὸν, ἵνα, ὃς ἂν πολεμίου ἅρματος ἐπι‐ βῇ, μάχηται, καὶ μὴ ἐξελαύνειν σπου‐ δάζῃ. Οἱ δὲ οὕτως· ὅστις δ’ ἂν, φη‐ σὶ, ἀποπέσῃ τοῦ ἰδίου ἅρματος, καὶ
10ἐπὶ τοῦ πλησίον παραγένηται, μὴ ἡ‐ νιοχείτω, διὰ τὸ εἶναι αὐτὸν ἐν ἀγνοίᾳ τοῦ ἤθους τῶν ἵππων· δόρατι δὲ μᾶλλον ἀμυνάσθω τοὺς πολεμίους, ὅ ἐστι, πολε‐ μείτω. Ἐπειή. Ἐπειδή. Πολὺ φέρτε‐
15ρον. Κατὰ πολὺ κρεῖττον.

4

.

308

Ὧ‐ δε. Οὕτως. Καὶ οἱ πρότεροι. Καὶ οἱ προγενέστεροι, οἱ πρὸ ἡμῶν. Πόλιας. Πόλεις. Ἐπόρθουν. Κατέστρεφον.

4

.

309

Τόνδε νόον. Ταύτῃ τῇ διανοίᾳ χρώμενοι.

4

.

310

Πάλαι πολέμων εὖ εἰδώς. Ἐκ πολλοῦ χρόνου ἀσκηθεὶς τὸ πολεμεῖν. τουτέστι, πολλάκις πολεμήσας, καὶ τού‐ του πεῖραν ἱκανὴν ἔχων.

4

.

311

Καὶ τὸν μέν. Καὶ τοῦτον μέν.

4

.

313

Εἴθ’ ὡς θυμός. Εἴθέ σου τῇ τῆς ψυχῆς προθυμίᾳ ἐπήρκει ἡ τοῦ σώματος δύναμις.

4

.

314

Ἕποιτο. Ἀκολουθείη. Βίη. Δύναμις. Ἔμπεδος. Ἑδραία, ἀσφαλής. Εἴη. Ὑ‐ πάρχοι.

4

.

315

Τείρει. Δαπανᾷ, κατα‐ πονεῖ. Ὁμοίϊον. Τὸ ὁμοίως πᾶσι χαλε‐ πόν. Ἰστέον δὲ, ὅτι ὁ Ποιητὴς παντα‐ χοῦ τὸ ὁμοίϊον ἐπὶ τοῦ φαύλου λαμβάνει.
5οἷον ὡς ἐνταῦθα· Ἀλλά σε γῆρας τείρει ὁμοίϊον. καί· Ἀλλ’ ἤτοι θάνατον μὲν ὁμοίϊον οὐδὲ θεοί περ. Καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν ὁππότ’ ἂν τέλος ἔλ‐ θῃ ὁμοίϊον πολέμοιο.

4

.

316

Κουροτέροι‐ σι. Νεωτέροις. Μετεῖναι. Συναναστρέ‐ φεσθαι.

4

.

319

Ὣς ἔμεν. Οὕτως εἶναι, οὕτως ἀκμάζειν. Ὡς ὅτε δῖον Ἐρευθα‐ λίωνα κατέκταν. Ἀπέκτεινα, ἐφόνευ‐ σα. Πύλιοι καὶ Ἀρκάδες περὶ γῆς ὅρων
5ἐπολέμουν περὶ τὸ καλούμενον ὄρος Ἀγ‐ καῖον. Νέστωρ δὲ, μονομαχήσας ἐκ προ‐ κλήσεως, Ἐρευθαλίωνα τὸν Ἱππομέδον‐ τος, ἢ, ὡς ἔνιοι Ἀφείδαντος, ἀνεῖλε. καὶ ὑπὸ χαρᾶς τὸ περιορισθὲν χωρίον παρε‐
10ξῆλθεν. Οἱ δὲ Ἀρκάδες, ἔτι σκαρίζοντος τοῦ Ἐρευθαλίωνος, ἐφορμήσαντες, τοῖς Πυλίοις συνέβαλον, καὶ οὕτως ἐνίκησαν. Θάψαντες δὲ τοὺς νεκροὺς, καὶ τὸν Ἐ‐ ρευθαλίωνα, ἐπέγραψαν· Ἐνθάδ’ Ἐρευ‐
15θαλίωνα φίλους τ’ ἐπὶ τύμβον ἔθηκαν Ἀρκαδίης βασιλεῖς, γένος ἔξοχον Ἱππο‐ μέδοντος, Οἵ ποτε Νέστορα καὶ λαοὺς πολέμῳ δαμάσαντο.

4

.

320

Ἀλλ’ οὔ‐ πως. Ἀλλ’ οὐδαμῶς. Ἅμα πάντα. Πάντα ὁμοῦ. Δόσαν. Ἔδωκαν, παρέ‐ σχον.

4

.

321

Κοῦρος. Νέος. Ἔα. Ἀν‐ τὶ τοῦ, ἦν ἐγώ. Ἔλαβε δὲ ὑπερσυντελι‐ κὸν ἀντὶ παρατατικοῦ.

4

.

322

Ἀλλὰ καὶ ὥς. Ἀλλὰ καὶ οὕτως. Ἱππεῦσι με‐ τέσσομαι. Ἅμα τοῖς ἱππεῦσιν ἔσομαι. Ἠδὲ κελεύσω. Καὶ προστάξω. ὅ ἐστιν,
5ἀφηγήσομαι.

4

.

323

Τὸ γὰρ γέρας ἐστὶ γερόντων. Αὕτη γάρ ἐστιν ἡ τῶν πρεσ‐ βυτῶν γνώμη καὶ τιμὴ, τὸ καλῶς συμ‐ βουλεύειν.

4

.

324

Αἰχμάς. Ἀπὸ μέρους τὰ δόρατα. Αἰχμάσσουσιν. Ἀνακινή‐
σουσιν. ὅ ἐστι πολεμήσουσιν. Οἵ περ ἐμοῖο. Οἵτινες ἐμοῦ.

4

.

325

Ὁπλότε‐ ροι. Νεώτεροι. ὅπλα φέρειν δυνάμενοι. Γεγάασι. Γεγένηνται.

4

.

326

Παρῴ‐ χετο. Παρῆλθεν.

4

.

327

Εὗρ’ υἱὸν Πε‐ τεῶο. Ἰστέον, ὅτι τούτου τοῦ ὀνόματος ἡ ἀνάλογος εὐθεῖά ἐστιν ὁ Πετεὸς, τοῦ Πετεοῦ. ὡς ἐννεὸς, ἐννεοῦ. καὶ Ἀττικῶς,
5κατ’ ἐπέκτασιν τοῦ ο εἰς τὸ ω, γέγονε Πετεώς. Ὡς ἀπὸ τοῦ Μενέλαος, Μενέ‐ λεως, Μενέλεω, γίνεται κατὰ Ἀττικοὺς, καὶ ἀπὸ τοῦ λαὸς, λεώς. οὕτως καὶ ἀπὸ τοῦ Πετεὸς, Πετεώς. Εἶτα ἡ γενικὴ τοῦ
10Πετεῶ καὶ κατὰ πλεονασμὸν τοῦ ο, γέγο‐ νε Πετεῶο. Ἐξ οὗ καὶ τὸ, Εὗρ’ υἱὸν Πε‐ τεῶο.

4

.

328

Μήστωρες ἀϋτῆς. Δυνά‐ μενοι κατὰ μάχην μήσασθαι. ὅ ἐστι, βουλεύσασθαι. ἐξ οὗ, ἐπιστήμονες μά‐ χης.

4

.

330

Ἀλαπαδναί. Ἀσθενεῖς.

4

.

331

Οὐ γάρ πώ σφιν ἀκούετο. Οὐδέ πω γὰρ ἤκουον τῆς κατὰ τὸν πόλεμον κραυγῆς. τοῦτ’ ἔστιν, οὐδέ πω ᾔδεισαν, διὰ τὸ πόῤῥω εἶναι, εἰ ὁ πόλεμος κεκί‐
5νηται. Ἀκούετο. Ἀντὶ τοῦ, ἤκουον.

4

.

332

Νέον. Νεωστί. Συνορινόμεναι. Συνταρασσόμεναι. Κίνυντο. Ἐκινοῦντο.

4

.

334

Πύργος. Τάξις. μεταφορά.

4

.

335

Τρώων ὁρμήσειε. Προσληπτέον τὸ, κα‐ τά. ἵν’ ᾖ, κατὰ Τρώων.

4

.

336

Νείκεσ‐ σεν. Ἐλοιδόρησεν, ἐπέπληξε.

4

.

339

Κε‐ κασμένε. Κεκοσμημένε. Κερδαλεόφρον. Πανοῦργε, καὶ φιλοκερδέστατε.

4

.

340

Ἀφέστατε. Ἄποθεν καὶ χωρὶς ἑστή‐ κατε. Μίμνετε. Περιμένετε.

4

.

341

Σφῶϊν. Ὑμῖν. Μετὰ πρώτοισιν ἐόν‐ τας. Ἐν πρώτοις ὄντας.

4

.

342

Καυ‐ στειρῆς. Δεινῆς, καυστικῆς, διαπύρου. Ἀντιβολῆσαι. Ἀπαντῆσαι, μετασχεῖν.

4

.

343

Πρώτω. Πρῶτοι. δυϊκῶς. Καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο. Καὶ ἐπὶ δαῖ‐ τα καλεῖσθε ἀπὸ τοῦ παρεπομένου. Ὁ τρόπος, συνεκδοχή. Ὁ δὲ λόγος· πρῶτοι
5γὰρ καὶ ἐπὶ εὐωχίαν καλεῖσθε ὑπ’ ἐμοῦ.

4

.

344

Γέρουσι. Τοῖς ἐντίμοις. Ἐφοπλί‐ ζοιμεν. Παρασκευάζοιμεν.

4

.

345

Φί‐ λα. Προσφιλῶς. ἡδέως. Ὀπταλέα. Ὀπτά.

4

.

346

Μελιηδέος. Ἡδέος, κα‐ λοῦ. Ὄφρ’ ἐθέλητον. Ἕως οὗ θέλητε.

4

.

347

Νῦν δὲ φίλως χ’ ὁρόῳτε. Νῦν δὲ ἡδέως ἂν ἴδοιτε.

4

.

348

Μαχοίατο. Μά‐ χοιντο.

4

.

350

Ποῖόν σε ἔπος φύγεν ἕρ‐ κος ὀδόντων; Ὁποῖον τοῦτον τὸν λόγον ἐτόλμησας τῷ στόματί σου εἰπεῖν; Ἕρ‐ κος γάρ φησι τὸ περίφραγμα τῶν ὀδόν‐
5των, τὰ χείλη. περιφραστικῶς.

4

.

351

Πῶς δὴ φῄς; Πῶς δὴ λέγεις τοιαῦτα; Μεθιέμεν. Ἀμελεῖν.

4

.

352

Ὀξύν. Τὸν ταχὺν ἔχοντα τὴν ἐν τοῖς φόνοις κρίσιν. Ἄρηα. Νῦν, τὸν πόλεμον.

4

.

353

Ὄψεαι. Ἴδῃς, θεάσῃ. Ἢν ἐθέ‐ λῃσθα. Ἐὰν βούλῃ. Καὶ αἴ κέν τοι τὰ μεμήλῃ. Καὶ ἐὰν ἐῶσί σε οἱ πολέ‐ μιοι περὶ τούτου ἀσχοληθῆναι. Μεμή‐
5λῃ. Διὰ φροντίδος ᾖ.

4

.

354

Προμά‐ χοισι μιγέντα. Ἐν τοῖς πρωταγωνι‐ σταῖς γενόμενον.

4

.

355

Ἀνεμώλια. Ἀ‐
νεμόφθορα, μάταια, ἀνέμοις ἐοικότα. ἐξ οὗ, ἀφανῆ. Βάζεις. Λέγεις.

4

.

356

Ἐ‐ πιμειδήσας. Ἐπιμειδιάσας, γελάσας.

4

.

357

Ὡς γνῶ χωομένοιο. Ὡς ἐπέγνω αὐτὸν ὀργισθέντα. Πάλιν δ’ ὅγε λάζετο μῦθον. Ἀντὶ τοῦ, εἰς τὸ ἐναντίον ἔτρε‐ ψε τὸν λόγον. Ψόγον γὰρ εἰπὼν, νῦν
5ἔπαινον λέγει. Πάλιν. Ἔμπαλιν, ἐκ δευτέρου. Λάζετο. Ἐπελάβετο, μετέ‐ στρεφε.

4

.

359

Νεικείω. Κακολογῶ. Περιώσιον. Περισσῶς. παρὰ τὸ προσῆ‐ κον.

4

.

361

Ἤπια. Πρᾶα, προσηνῆ. Δήνεα. Βουλεύματα. Ἅτ’ ἐγώ περ. Ἅπερ καὶ ἐγώ.

4

.

362

Ὄπισθεν. Ἐν τῷ μεταταῦτα χρόνῳ. Ἀρεσσόμεθα. Ἐξιλεωσόμεθα, θεραπεύσομεν.

4

.

363

Μεταμώλια. Μάταια. Θεῖεν. Ποιή‐ σειαν.

4

.

364

Μετ’ ἄλλους. Ἐπὶ τοὺς ἄλλους.

4

.

365

Ὑπέρθυμον. Μεγαλό‐ ψυχον, ἀνδρεῖον.

4

.

366

Κολλητοῖσι. Καλῶς συνηρμοσμένοις, εὐσυμπήκτοις.

4

.

370

Ὤ μοι. Φεῦ μοι. Ἐπίῤῥημα λύ‐ πης δηλωτικόν.

4

.

371

Τί. Ἐπίῤῥημα ἀποῤῥηματικόν. Πτώσσεις. Κατέπτη‐ χας, ἀποδειλιᾷς. Ὀπιπτεύεις. Ἐπιτη‐ ρεῖς. περισκοπεῖς. Πολέμοιο γεφύρας.
5Τὰς διεξόδους τοῦ πολέμου. Μεταφορὰ ὁ τρόπος.

4

.

372

Ὧδε. Οὕτως. Πτωκα‐ ζέμεν. Καταπτώσσειν, δειλιᾷν.

4

.

373

Πολύ. Ἐπίῤῥημα, μεσότητος δηλωτικόν. Πρὸ φίλων. Ἔμπροσθεν τῶν προσφιλῶν ἑταίρων. Δηΐοισι. Πολεμίοις.

4

.

374

Οἵ μιν ἴδοντο. Οἵτινες αὐτὸν ἴδον. Πονεύ‐ μενον. Ἐπιπονοῦντα, μαχόμενον.

4

.

375

Ἤντησα. Συνέτυχον. Περὶ δ’ ἄλλων. Ἀντὶ τοῦ, ὑπὲρ δὲ τοὺς ἄλλους λέγουσιν αὐτὸν γεγονέναι ἀνδρεῖον.

4

.

376

Ἄτερ πολέμου. Χωρὶς πολεμικῆς παρατάξεως. Οἰδίπους, ἀποβαλὼν Ἰοκάστην, ἐπέγημεν Ἀστυμέδουσαν. Ἥτις διέβαλε τοὺς προ‐
5γόνους, ὡς πειράσαντας αὐτήν. Ἀγα‐ νακτήσας δὲ ἐκεῖνος, ἐπηράσατο, αὐτῶν δι’ αἵματος παραλαβεῖν τὴν χώραν. Καὶ παρέδωκε τὴν βασιλείαν τῷ Ἐτεοκλεῖ. ὃς ἐξέβαλε Πολυνείκην τὸν ἀδελφὸν αὐ‐
10τοῦ, ὡς πρεσβύτερος. Παραγενόμενος δὲ οὗτος εἰς Ἄργος, εὗρε Τυδέα φυγάδα. βοηθῶν γὰρ κἀκεῖνος τῷ πατρὶ, καὶ τὸν ἐναντιούμενον ἀποκτείνας ἀνεψιὸν, ἔφυ‐ γεν. Ἄδραστος δὲ, θεασάμενος αὐτοὺς
15ἠμφιεσμένους θηρῶν δοραῖς, Τυδέα μὲν συὸς, Πολυνείκην δὲ λέοντος, συνέβαλε τὸν χρησμόν. ἦν γὰρ αὐτῷ δεδομένος, κάπρῳ καὶ λέοντι ζεῦξαι τὰς θυγατέρας. Καὶ δίδωσι Τυδεῖ μὲν Διϊπύλην, Ἀρ‐
20γείαν δὲ Πολυνείκει. Πέμψας δὲ εἰς Μυκήνας, συμμαχίαν ᾔτει ἐπὶ Θηβαί‐ ους. Θυέστης μὲν οὖν ἑτοίμως ἐδίδου, σημεῖα δὲ αὐτὸν ἐκώλυσε φαῦλα. Ἐπ‐ ελθόντες οὖν ἐς τὰς Θήβας Ἀργεῖοι,
25πέμπουσι πρεσβευτὴν Τυδέα. Ὃς κα‐ ταλαβὼν γυμνικὸν ἀγῶνα, καὶ συμμα‐ χούσης Ἀθηνᾶς, νικᾷ τὰ πάντα. Ὑπο‐ στρέφων δὲ, πεντήκοντα νεανίας, ἐνεδρεύ‐ οντας συλλαβεῖν αὐτὸν, ἀναιρεῖ.

4

.

377

Ἀντιθέῳ. Ἰσοθέῳ.

4

.

378

Τότε. Ἐ‐ πίῤῥημα, χρόνου δηλωτικόν. Στρατόων‐ το. Ἐστρατοπεδεύοντο. Ἱερὰ πρὸς τεί‐ χεα Θήβης. Περιφραστικῶς, τὰς Θή‐
5βας. Θῆβαι δέ εἰσιν αἱ πᾶσαι τρεῖς, ὧν μέμνηται ὁ ποιητής. Μία, ἧς νῦν ποιεῖται λόγον. Καὶ αἱ Ὑποπλάκιοι, ὧν
μέμνηται ἐν τῇ α καὶ ζ. Καὶ αἱ Αἰ‐ γύπτιαι, περὶ ὧν φησιν ἐν τῇ ι.

4

.

379

Κλειτούς. Ἐνδόξους. Ἐπικούρους. Βοη‐ θοὺς, συμμάχους.

4

.

380

Δόμεναι. Δοῦ‐ ναι. Ἐπῄνεον. Συγκατετίθεντο, συνῄ‐ νουν.

4

.

381

Ἔτρεψεν. Ἐκώλυσε. Πα‐ ραίσια. Ἐναντία. παρεκτὸς τοῦ αἰσίου. ὅ ἐστιν, ἅπασι χαλεπά. Σήματα φαί‐ νων. Σημεῖα φανερὰ ποιῶν. δεικνύς.

4

.

382

Ὤιχοντο. Ἐπορεύοντο. Ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο. Καὶ προῆλθον τῆς ἐπὶ Θήβας ὁδοῦ.

4

.

383

Ἀσωπόν. Ποταμὸς Βοιωτίας. Βαθύσχοινον. Βαθεῖαν σχοῖ‐ νον ἔχοντα. Λεχεποίην. Βαθείαν πόαν ἔχοντα, ἐξ ἧς ἐστι καὶ λέχος ποιῆσαι, ὅ
5ἐστι, κοίτην.

4

.

384

Ἀγγελίην ἔπι Τυδῆ στεῖλαν. Ἀντὶ τοῦ, τότε δὴ τὸν Τυδέα ἄγγελον, ὅ ἐστι, πρεσβευτὴν, ἔπεμψαν οἱ Ἕλληνες. Στεῖλαν. Ἀπέστειλαν.

4

.

385

Κιχήσατο. Κατέλαβε. Καδμεί‐ ωνας. Τοὺς Θηβαίους. Ἀπὸ Κάδμου, τοῦ κτήσαντος τὰς Θήβας.

4

.

386

Δαι‐ νυμένους. Εὐωχουμένους, ἑστιωμένους. Κατὰ δῶμα. Κατὰ τὴν οἰκίαν. Βίης Ἐτεοκλείης. Τοῦ Ἐτεοκλέους. περιφρα‐
5στικῶς.

4

.

387

Ξεῖνός περ ἐών. Πολέ‐ μιος ὑπάρχων. Ἱππηλάτα. Ἀντὶ τοῦ, ἱππηλάτης.

4

.

388

Τάρβει. Ἐφοβεῖτο, εὐλαβεῖτο.

4

.

389

Ἀεθλεύειν. Ἀγωνί‐ ζεσθαι. Προκαλίζετο. Προεκαλεῖτο. Πάντα δ’ ἐνίκα. Ἀντὶ τοῦ, ἐν παντὶ ἀγωνίσματι.

4

.

390

Ῥηϊδίως. Εὐκόλως,
ῥᾳδίως. Τοίη τοι. Τοιαύτη αὐτῷ. Ἐ‐ πίῤῥοθος. Βοηθός.

4

.

391

Χολωσάμενοι. Ὀργισθέντες. Κέντορες ἵππων. Ἵππους κεντοῦντες, ἱππικοί.

4

.

392

Ἂψ ἀνερχο‐ μένῳ. Εἰς τοὐπίσω ἐρχομένῳ. Πυκινόν. Πυκνόν. Λόχον. Ἐνέδραν. Εἷσαν. Ἐ‐ κάθισαν λεληθότως. Ἄγοντες. Ἀγα‐
5γόντες. Ἔλαβε δὲ χρόνον ἀντὶ χρόνου.

4

.

394

Μαίων. Τὸν Μαίονα τινὲς στο‐ χάζονται κήρυκα γεγονέναι, διὰ τὸ μόνον αὐτὸν σωθῆναι. Ἱερὸν γὰρ ἦν τὸ γένος τῶν κηρύκων. Διὸ φορτικὸν ἦν, ὑβρίζειν
5αὐτούς. Ὅθεν καὶ παροιμία ἐλέχθη· τὸ, Πρέσβυς οὐ τύπτεται, οὐδὲ ὑβρίζεται. Αἱμονίδης. Αἵμονος παῖς. Ἐπιείκελος. Ὅμοιος.

4

.

395

Μενεπτόλεμος. Ὑπο‐ μονητικὸς ἐν τῷ πολέμῳ, γενναῖος.

4

.

396

Ἀεικέα. Αἰκιστικὸν, χαλεπόν. Πότ‐ μον. Μόρον, θάνατον. Ἐφῆκεν. Ἐπέ‐ βαλεν.

4

.

397

Ἔπεφνεν. Ἀνεῖλεν, ἐ‐ φόνευσεν. Ἵει. Ἐφίει, ἀπέλυσε.

4

.

398

Θεῶν τεράεσσι πιθήσας. Τοῖς τῶν θεῶν σημείοις πεισθείς.

4

.

399

Τοῖος ἔην. Τοι‐ οῦτος ἦν. Αἰτώλιος. Ἀπὸ τῆς Αἰτωλίας. Ἀλλὰ τὸν υἱόν. Ἀλλὰ τὸν παῖδα.

4

.

400

Γείνατο. Ἐγέννησεν. Εἷο. Ἑαυ‐ τοῦ. Χέρεια. Χείρονα. Μάχῃ. Ἐν τῷ πολέμῳ. Ἀγορῇ δέ. Ἐν δὲ τῷ δημηγο‐ ρεῖν. Πάνυ γὰρ συνετὸν πανταχοῦ ὑποτί‐
5θεται τὸν Διομήδην ὁ Ποιητὴς ἐν τοῖς νέοις.

4

.

401

Οὔτι. Οὐδαμῶς.

4

.

402

Ἐνιπήν. Ἐπίπληξιν, μέμψιν. Αἰδοίοιο. Αἰδοῦς καὶ ἐντροπῆς ἀξίου.

4

.

403

Υἱὸς Καπα‐ νῆος. Ὁ Σθένελος.

4

.

404

Μὴ ψεύδεο. Μὴ ψευδοῦ. Ἐπιστάμενος. Εἰδὼς, δυ‐ νάμενος. Σάφα. Ἀκριβῶς, σαφῶς,

4

.

405

Ἡμεῖς τοι πατέρων μέγ’ ἀμείνονες εὐχό‐ μεθ’ εἶναι. Περὶ ἑαυτοῦ λέγει Σθένελος, Καὶ Διομήδους. οὗτοι γὰρ μόνοι τῶν Ἐπι‐ γόνων ἐστρατεύκεισαν ἐπὶ Ἴλιον. Ἐπί‐
5γονοι δὲ ἐκλήθησαν τῶν ἐπὶ Θήβας στρα‐ τευσαμένων οἱ παῖδες. Μέγ’ ἀμείνονες. Καταπολὺ κρείσσονες, βελτίονες. Εὐχό‐ μεθα. Καυχώμεθα.

4

.

406

Θήβης ἕδος. Περιφραστικῶς, τὰς Θήβας. Ἕδος δὲ ἵδρυμα, ἔδαφος. Εἵλομεν. Ἐλάβομεν. ἐπορθήσαμεν.

4

.

407

Παυρότερον. Ὀλι‐ γώτερον. Ἄρειον. Ἄρεος ἱερόν.

4

.

408

Τεράεσσι. Σημείοις. Ἀρωγῇ. Βοηθείᾳ.

4

.

409

Κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃ‐ σιν ὄλοντο. Ἐκεῖνοι, τὸ πάθος ἀφαίρε‐ σις. Σφετέρῃσιν. Ἰδίαις ἁμαρτίαις. ἀ‐ νοίαις. Ὄλοντο. Ἀπώλοντο.

4

.

410

Τῷ. Διοδή. Ἔνθεο. Συγκαταρίθμει.

4

.

412

Τέττα. Προσφώνησις τιμητικὴ νεωτέρου φίλου πρὸς παλαιότερον. Ἧσο. Καθέ‐ ζου. Οὐκ ἔπρεπε δὲ εἰς πόλεμον προερχό‐ μενον αὐτὸν καθέζεσθαι. Βέλτιον οὖν,
5λέγειν, τὸ, μετὰ σιωπῆς ἧσο, ἤτοι, μένε.

4

.

413

Νεμεσῶ. Μέμφομαι.

4

.

415

Ἅμ’ ἕψεται. Ἀκολουθήσει. Εἴ κεν. Ἐάν.

4

.

416

Δῃώσωσι. Φονεύσωσιν. Ἕλωσι. Λάβωσι, πορθήσωσι.

4

.

417

Μέγα πέν‐ θος. Μεγίστη λύπη. Δῃωθέντων. Φο‐ νευθέντων.

4

.

418

Νῶϊ. Ἡμεῖς. Μεδώ‐ μεθα. Φροντίδα ποιησώμεθα. Θούριδος ἀλκῆς. Τῆς ἐνθουσιαστικῆς καὶ ὁρμητι‐ κῆς δυνάμεως.

4

.

419

Ἦ ῥα. Ἔφη δή. Καὶ ἔστιν ἀντὶ τοῦ, ἄρα. Ἐὰν δὲ ἓν μέρος λόγου ᾖ, δηλοῖ τὴν μετ’ ἐπικουρίας χάριν. Ὀχέων. Τῶν ἁρμάτων. Ἆλτο.
5Καθήλατο. Χαμᾶζε. Χαμαί. ἐπὶ γῆς.

4

.

420

Δεινόν. Ἐκπληκτικὸν, φρικτόν. Ἔβραχεν. Ἤχησεν. Ὀνοματοποΐα ὁ τρόπος. Χαλκός. Περιφραστικῶς, τὰ ὅπλα.

4

.

421

Ὀρνυμένου. Διεγειρομένου. Ὑπό κεν. Ὑφ’ οὗ ἂν ἤχου. Ταλασί‐ φρονα. Καὶ τὸν πάνυ καρτερικὸν, γεν‐ ναῖον. Δέος εἷλε. Φόβος ἔλαβε.

4

.

422

Πολυηχέϊ. Πολυταράχῳ. μεγάλως ἠ‐ χοῦντι.

4

.

423

Ὄρνυται. Διεγείρεται. ὁρμᾷ. Ἐπασσύτερον. Συνεχές. πυκνόν.

4

.

424

Πρῶτα. Τὸ πρῶτον καὶ τὴν ἀρ‐ χήν. Κορύσσεται. Κορυφοῦται, αὔξε‐ ται, εἰς ὕψος ἐπαίρεται.

4

.

425

Χέρσῳ. Τῇ γῇ. Ῥηγνύμενον. Προσρησσόμενον. Βρέμει. Ἠχεῖ. Βρόμος δὲ κυρίως ὁ τοῦ πυρὸς ἦχος. Ἀμφὶ δέ τ’ ἄκρας. Περὶ
5δὲ τὰ ἀκρωτήρια.

4

.

426

Κυρτόν. Με‐ τέωρον, ὑψηλόν. Ἐόν. Ὄν. ὑπάρχον. Ἀποπτύει. Ἀποῤῥίπτει, ἐκβάλλει. Ὁ τρόπος μεταφορά. Ἁλὸς ἄχνην. Τὸ
5χορτῶδες τῆς θαλάσσης ἀπόβλημα. τὸν ἀφρόν. ὅπερ καὶ φῦκός φασι.

4

.

428

Νωλεμέως. Ἀδιαλείπτως. Κέλευεν. Ἐκέλευεν. Οἷσιν ἕκαστος. Ἕκαστος ἡμῶν τοῖς ἰδίοις.

4

.

429

Ἀκὴν ἦσαν. Ἡσύχως καὶ χωρὶς θορύβου παρεγένοντο. Φαίης. Ὑπολάβοις, εἴποις.

4

.

430

Τόσσον. Τοσοῦτον. Ἔχοντ’ ἐνὶ στήθεσιν αὐδήν.
Κατέχοντες ἐν αὐτοῖς τὴν φωνήν. Ἐκ τούτου παρίστησιν αὐτῶν τὸ ἥσυχον.

4

.

431

Σιγῇ. Σιωπῇ. Δειδιότες. Φοβού‐ μενοι. Σημάντορα. Τοὺς ἡγεμόνας.

4

.

432

Ποικίλα. Διάφορα, καὶ πολύ‐ χρωμα. Εἱμένοι. Ἐνδεδυμένοι, ἠμφι‐ εσμένοι.

4

.

433

Ὄϊες. Πρόβατα. Πο‐ λυπάμμονος. Πολυθρέμμονος, πλουσίου. Πάμματα γὰρ καλεῖται παρὰ Δωριεῦσι τὰ κτήματα. καὶ πάσασθαι, τὸ κτή‐
5σασθαι ἐκτεινομένου τοῦ α.

4

.

435

Ἀ‐ ζηχές. Ἀδιαλείπτως, συνεχῶς. Μεμα‐ κυῖαι. Μηκώμεναι. Μηκὴ γάρ ἐστιν ἡ αἰγῶν βοή. Ὅθεν καὶ τὸ, μηκάδας αἶ‐
5γας. Βληχὴ δὲ ἡ τῶν προβάτων.

4

.

436

Ἀλαλητός. Θόρυβος. Κατ’ ἀντίφρασιν. Ὀρώρει. Διεγήγερτο. Τὸ ο μικρὸν διὰ τὸ μέτρον.

4

.

437

Ὁμός. Ὅμοιος, ὁ αὐτός. Θρόος. Θροῦς, θόρυβος. Οὐδ’ ἴα. Οὐ‐ δὲ μία καὶ αὐτή. Γῆρυς. Φωνή.

4

.

438

Πολύκλητοι. Οἱ ἐκ πολλῶν τόπων συγκε‐ κλημένοι, ὅ ἐστι, συναλλαχθέντες.

4

.

439

Ὦρσε. Διήγειρε. παρώρμα εἰς τὸ πολε‐ μεῖν. Τὸ δὲ ἑξῆς οὕτως· ὦρσε δὲ τοὺς μὲν, Τρῶας δηλονότι, ὁ Ἄρης, τοὺς δὲ Ἕλληνας ἡ Ἀθηνᾶ. Ἄρης. Ἡ προθυ‐
5μία τοῦ πολέμου. Ἢ, ὁ σωματοειδὴς θεός.

4

.

440

Δεῖμός τ’, ἠδὲ Φόβος. Ἄρεος καὶ Ἀφροδίτης παῖδες. Κατὰ δέ τινας, οὐχ’ υἱοὶ, ἀλλ’ ἵπποι. Ἄμοτον. Ἀμό‐ τως, ἀπληρώτως. ἀφ’ οὗ καὶ μότα, τὰ
5ἐπιτιθέμενα τοῖς κοίλοις τραύμασιν ὀθό‐
νια, πρὸς ἀναπλήρωσιν τῆς σαρκός.

4

.

441

Κασιγνήτη. Ἀδελφή. Ἑτάρη. Φίλη.

4

.

442

Ἥ τε. Ἥτις Ἔρις. Ὀλίγη. Ἐξ ὀλίγου καὶ ἐκ μικροῦ πράγματος. μικρά. Καὶ ἔστι ποσότης ἀντὶ πηλικότητος. Πρῶτα. Τὴν ἀρχήν. Κορύσσεται. Με‐
5τεωρίζεται, αὔξεται. Ἡ μεταφορὰ ἀπὸ τῆς κόρυθος.

4

.

443

Ἐστήριξε. Προσε‐ πέλασεν, ἤγγισε. Κάρη. Τὴν κεφαλήν.

4

.

444

Ἥ σφιν. Ἥτις αὐτοῖς. Τότε. Κατ’ ἐκεῖνον τὸν χρόνον. Νεῖκος. Φιλο‐ νεικίαν. Ὁμοίϊον. Ὁμοίως πᾶσι χα‐ λεπόν. Μέσσῳ. Μεταξὺ Τρώων καὶ
5Ἑλλήνων.

4

.

445

Ὀφέλλουσα. Αὔξου‐ σα. Στόνον. Στεναγμὸν, λύπην.

4

.

446

Ἐς χῶρον. Εἰς τὸ ὡρισμένον χωρίον. Ξυνιόντες. Συνερχόμενοι.

4

.

447

Σύν ῥ’ ἔβαλον. Συνέβαλον δή. ὁ δὲ, ρα, σύν‐ δεσμος, ἀντὶ τοῦ δή. Ῥινούς. Τὰς ἀ‐ σπίδας, τὰς βύρσας. Μένε’ ἀνδρῶν.
5Τὴν δύναμιν τῶν ἀνδρῶν. περιφραστικῶς.

4

.

448

Ὀμφαλόεσσαι. Ὀμφαλοὺς ἔχου‐ σαι, περιφερεῖς.

4

.

449

Ἔπληντο. Ἐ‐ πλησίαζον, ἤγγιζον. Πολύς. Μέγας. Ὀρυμαγδός. Θόρυβος.

4

.

450

Οἰμωγή. Στεναγμὸς, ὀλοφυρμὸς τῶν ἡττωμένων δηλονότι. Εὐχωλή. Καύχησις, δηλονότι τῶν νικώντων. Πέλεν. Ἐγένετο, τῶν τε
5φονευόντων, καὶ τῶν φονευομένων.

4

.

451

Ῥέεν. Ἀντὶ τοῦ, ἐχεῖτο. Ἔλαβε δὲ διά‐ θεσιν ἐνεργητικήν.

4

.

452

Χείμαῤῥοι. Οἱ Χειμῶνος ῥέοντες ποταμοὶ, καὶ πληρούμε‐ νοι ἀπὸ μεγάλων ὄμβρων. Κατ’ ὄρεσφι. Κατὰ τῶν ὀρῶν.

4

.

453

Ἐς μισγάγκει‐ αν. Εἰς κοῖλον τόπον, ἔνθα ὁμοῦ συμ‐ μίσγεται τὸ ὕδωρ ἀπὸ διαφόρων τόπων. Συμβάλλετον. Συμβάλλουσι, συμμίσγου‐
5σιν. Ὄβριμον. Πολύχρονον, ἢ ἰσχυρόν.

4

.

454

Κοίλης. Βαθείας. Ἔντοσθεν. Ἔσωθεν. Χαράδρης. Τῆς ἐγχαράξεως τοῦ ἐδάφους, γιγνομένης ἀπὸ τῶν κατα‐ φερομένων ὀμβρίων ὑδάτων. Εἴρηται δὲ
5ἀπὸ τοῦ οἱονεὶ ἐγκεχαράχθαι τῇ φορᾷ τοῦ ὕδατος.

4

.

455

Τῶν δέ τε. Τούτων δὲ τῶν ποταμῶν. Τηλόσε. Πόῤῥω. μα‐ κράν. Δοῦπον. Ἦχον, ψόφον. Ἔκλυεν. Ἤκουσε.

4

.

456

Μισγομένων. Συνερχο‐ μένων. Ἰαχή. Φωνὴ, βοή.

4

.

457

Πρῶ‐ τος δ’ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κο‐ ρυστήν. Ἀντὶ τοῦ, ἐφόνευσε. Πῶς οὐκ Αἴας ἢ Διομήδης ἀριστεύει πρῶτος; Καί
5φασιν, ὅτι Πύλιοι πρῶτον συνέῤῥηξαν. Ἄλλοι δὲ, ὅτι, ἐπεὶ ὁ Ἀντίλοχος ἄλκιμός τε καὶ ταχὺς ὑπόκειται, εἰκότως καὶ φο‐ νεύει πρῶτος. Ἐμοὶ δὲ δοκεῖ, ἀπ’ ἐλάσ‐ σονος ἦρχθαι τὸν Ποιητὴν τὸ τῆς τύχης
10αἰνισσόμενον κράτος. Κορυστήν. Πολε‐ μιστὴν, ἢ πεζὸν, καὶ ὁπλίτην.

4

.

458

Ἐσθλόν. Ἀγαθὸν, γενναῖον. Θαλυσιά‐ δην. Θαλυσίου παῖδα. Ἐχέπωλον. Ὄ‐ νομα κύριον.

4

.

459

Κόρυθος φάλον. Εἰς τὸ ἀνάστημα τῆς περικεφαλαίας.

4

.

460

Πῆξεν. Ἐνήρεισε. Πέρησεν. Διεπέρα‐ σε, διῆλθεν. Ὀστέον εἴσω. Ἔνδοθεν τῶν ὀστέων.

4

.

462

Ἤριπεν. Ἔπεσεν.

4

.

463

Ἔλαβε. Κατείληφε.

4

.

464

Χαλκω‐ δοντιάδης. Χαλκώδοντος παῖς. Μεγα‐ θύμων. Μεγαλοψύχων, γενναίων. Ἀ‐ βάντων. Τῶν Εὐβοέων.

4

.

465

Ὑπ’ ἐκ βελέων. Ἔξωθεν τῶν βελῶν. Βέλος δὲ καλεῖται τὸ ἐκ χειρὸς βαλλόμενον. Λε‐ λιημένος. Προθυμούμενος, ἐσπουδακώς.
5Τάχιστα. Ταχέως. Ὁ τρόπος ὑπερβολή.

4

.

466

Συλήσειε. Σκυλεύσει. ὅ ἐστι, τὰ
ὅπλα ἀποδύσῃ. Μίνυνθα. ἐπ’ ὀλίγον.

4

.

467

Ἐρύοντα. Ἕλκοντα.

4

.

468

Κύ‐ ψαντι. Ἐπινεύσαντι. Παρ’ ἀσπίδος. Ἐγγὺς τῆς ἀσπίδος. Ἐξεφαάνθη. Ἐξε‐ φάνη.

4

.

469

Οὔτησεν. Ἐκ χειρὸς ἔ‐ τρωσε. Ξυστῷ. Ἐξεσμένῳ δόρατι. Χαλ‐ κήρεϊ. Σιδήρῳ ἡρμοσμένῳ. Λῦσε δέ. Λυθῆναι δὲ ἐποίησεν.

4

.

470

Ἔργον. Ἡ μάχη. Ἐτύχθη. Κατεσκευάσθη, ἐγέ‐ νετο.

4

.

471

Ἀργαλέον. Χαλεπὸν, δει‐ νόν. Οἱ δὲ λύκοι ὥς. Οἱ δὲ δίκην λύκων. Διὰ τὸ ἁρπακτικὸν τοῦ ζώου. Ὁ δὲ τρό‐ πος ἀναστροφή.

4

.

472

Ἀλλήλοις ἐπό‐ ρουσαν. Ἐφώρμησαν ἀλλήλοις. Ἐδνο‐ πάλιζεν. Ἀνῄρει, ἐφόνευεν.

4

.

474

Ἠΐ‐ θεον. Ἄγαν νέον. Θαλερόν. Ἀκμαῖον νέον. Σιμοείσιον. Τὸν Ἀνθεμίωνος παῖ‐ δα.

4

.

475

Ἴδηθεν. Ἐκ τῆς Ἴδης. Ἴδη δὲ ὄρος ὑψηλότατον Τροίας. Ἔστι δὲ καὶ ἑτέρα Ἴδη τῆς Κρήτης. ἀπὸ τῆς διαθρε‐ ψάσης τὸν Δία νύμφης. Δίδυμος δὲ
5πάντα τὰ ὄρη Ἴδας λέγει. ἀπὸ τοῦ δύ‐ νασθαι ἀπ’ αὐτῶν πλεῖστα καθορᾷν. Κατιοῦσα. Κατερχομένη. Παρ’ ὄχθῃσι Σιμόεντος. Παρὰ ταῖς ὄχθαις, ὅ ἐστι, τοῖς χείλεσι τοῦ Σιμόεντος ποταμοῦ.

4

.

476

Γείνατο. Ἀπεκύησεν, ἔτεκεν. Ἐ‐ πεί ῥα. Ἐπεὶ δή. Τοκεῦσι. Γονεῦσι, πατράσιν. Ἕσπετο. Ἠκολούθει. Μῆ‐ λα. Πρόβατα. Ἰδέσθαι. Θεάσασθαι.

4

.

477

Τοὔνεκά μιν. Τούτου χάριν αὐτόν. Κάλεον. Ἐκάλουν.

4

.

478

Θρέπτρα. Τὰ ὑπὲρ τῆς ἀνατροφῆς χαριστήρια. Αἰών. Ὁ τοῦ ζῇν χρόνος.

4

.

479

Ἔ‐ πλετο. Ἐγένετο. Δαμέντι. Δαμα‐ σθέντι, ἀναιρεθέντι.

4

.

480

Ἰόντα. Ἐ‐ πιόντα.

4

.

481

Ἀντικρύ. Ἐξ ἐναντίας, διαμπάξ.

4

.

482

Ἐν κονίῃσιν. Ἐν τῇ
γῇ. Αἴγειρος ὥς. Ὡς αἴγειρος. Ἀνα‐ στροφὴ ὁ τρόπος. Ἔστι δὲ εἶδος δένδρου. Ὠνομάσθη δὲ ἀπὸ τῆς ἐγέρσεως αὐτῶν,
5καὶ ἀναδόσεως.

4

.

483

Ἥ ῥα. Ἥτις δή. Ἐν εἰαμενῇ. Ἐν καθύδρῳ καὶ βο‐ τανώδει τόπῳ. Ἔλεος. Ἔλους. Ἔλος δὲ καλεῖται ὁ ὁμαλὸς καὶ κάθυδρος τόπος.
5Πεφύκει. Ηὐξήθη, ἀναδίδοται.

4

.

484

Λείη. Λεία. ὁμαλή. Ἀτάρ τέ οἱ ὄζοι. Οἱ δὲ κλάδοι αὐτῆς. Πεφύασι. Πεφύ‐ κασιν.

4

.

485

Ἁρματοπηγός. Ἅρματα συμπηγνύων. τέκτων. Αἴθωνι. Λαμπρῷ. ὀξεῖ. Ἐπ’ ἂν γὰρ ὁ σίδηρος ὀξυνθῇ, λαμ‐ πρότερος γίγνεται.

4

.

486

Ἐξέταμεν. Ἐξέτεμεν, ἔκοψεν. Ἴτυν. Ἀψίδα. Λέ‐ γει δὲ τὴν περιφέρειαν τοῦ τροχοῦ. Δί‐ φρῳ. Τῷ ἅρματι. Περικαλλέϊ. Πάνυ
5καλῷ.

4

.

487

Ἀζομένη. Ξηραινομένη. Ψιλῶς ἀναγνωστέον· ἐσχημάτισται γὰρ παρὰ τὴν στέρησιν τοῦ ζῆν.

4

.

488

Ἐξε‐ νάριξεν. Ἐφόνευσεν.

4

.

489

Αἰολοθώ‐ ρηξ. Ποικίλον θώρακα ἔχων.

4

.

490

Πριαμίδης. Πριάμου παῖς Ἄντιφος.

4

.

491

Ἅμαρτ’. Διήμαρτεν, ἀπέτυχεν. Λεῦκον. Νῦν προπερισπωμένως ἀναγνω‐ στέον, ἵν’ ᾖ ὄνομα κύριον.

4

.

492

Βεβλή‐ κει. Σχῆμα χρονικόν. Ἔλαβε δὲ ὑπερ‐ συντελικὸν ἀντὶ ὁριστικοῦ. Νέκυν. Νεκρόν. Εἴρηται δὲ παρὰ τὸ νήκηρος, ὁ μὴ ἔχων
5κέαρ, ὅ ἐστι, ψυχήν. Ἑτέρωσε. Εἰς τὸ ἕτερον μέρος. Ἐρύοντα. Ἕλκοντα.

4

.

493

Ἤριπε. Κατηνέχθε, ἔπεσεν. Ἔκπεσεν. Ἐξέπεσεν.

4

.

494

Ἀποκταμένοιο. Ἀ‐ ναιρεθέντος. Χολώθη. Ἐλυπήθη, ὠργί‐ σθη.

4

.

495

Κεκορυθμένος. Καθωπλι‐ σμένος. Ἀπὸ μέρους τὸ πᾶν. Αἴθοπι. Τῷ λαμπρῷ.

4

.

497

Ἀμφί ἑ παπτῄνας. Περὶ αὑτὸν περιβλεψάμενος. Κεκάδοντο.
Ταρασσόμενοι ἐσκορπίζοντο, ἔφευγον.

4

.

498

Οὐχ ἅλιον. Οὐ μάταιον. Ἧκεν. Ἔπεμψε.

4

.

499

Νόθον. Τὸν οὐ γνή‐ σιον, ἀλλ’ ἐκ παλλακίδος ὄντα. Αἱ γὰρ παιδοποιΐαι παρὰ τῷ Ποιητῇ τετραχῶς λέγονται. ὁ μὲν γὰρ γνήσιος, ὁ δὲ νόθος
5καλεῖται παῖς· ὁ δὲ σκότιος, καὶ ἄλλος παρθένιος. Γνήσιος μὲν οὖν καλεῖται, ὁ ἐκ νομίμων γάμων. Νόθος δὲ, ὁ ἐκ παλ‐ λακίδος. Σκότιος, ὁ τὸν πατέρα ἀγνοῶν. Σκότιον δέ ἑ γείνατο μήτηρ. Παρθένιος
10δὲ, ὁ ἐκ παρθένου ἔτι νομιζομένης γενό‐ μενος. ὡς τό· Παρθένιον τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη. Δημοκόωντα. Ὄνομα κύριον.

4

.

500

Ὅς οἱ Ἀβυδόθεν ἦλθεν. Ὅστις αὐτῷ ἐκ τῆς Ἀβύδου παρεγεγόνει πόλεως Ἑλλησπόντου. Παρ’ ἵππων ὠ‐ κειάων. Ἐξ ἐκείνου τοῦ τόπου, ἐν ᾧ
5ἵπποι ἐγεννῶντο ταχεῖς. Εἶπε δὲ, ὅτι ἐκεῖ ἐτρέφοντο καὶ οἱ ἵπποι τοῦ Πριάμου.

4

.

502

Κόρσην. Τὸν κρόταφον. Πέρησε. Διεπέρασε, διῆλθεν.

4

.

503

Αἰχμή. Ἡ ἐπιδορατίς. Τὸν δὲ σκότος ὄσς’ ἐκά‐ λυψε. Σολοικισμὸς παρὰ τὰς πτώσεις, ἔδει γὰρ εἰπεῖν, τοῦ δὲ σκότος ὄσς’ ἐκά‐
5λυψε. τούτου δὲ τοὺς ὀφθαλμοὺς τὸ σκό‐ τος ἐκάλυψεν.

4

.

504

Ἀράβησε δέ. Ἤχησε δέ. Τεύχεα. Τὰ ὅπλα.

4

.

505

Χώρησαν. Ὑπεχώρησαν, ἔφυγον. Πρό‐ μαχοι. Πρωταγωνισταί. Φαίδιμος. Ἐ‐ πιφανὴς, λαμπρὸς ἐν ταῖς πράξεσι.

4

.

506

Μέγ’ ἴαχον. Μέγα ἐβόησαν. Ἐῤ‐ ῥύσαντο. Εἵλκυσαν.

4

.

507

Ἴθυσαν. Ἐπ’ εὐθείας ὥρμησαν. Νεμέσησεν. Ἐ‐ φθόνησεν, ἐβάσκῃνε.

4

.

508

Περγάμου ἐκκατιδών. Ἐκ τῆς ἀκροπόλεως προσχών. Ὅμηρος δὲ μόνην τὴν Ἰλίου ἀκρόπολιν, Πέργαμον καλεῖ· οἱ δὲ νεώτεροι πάσας
5τὰς ἀκροπόλεις. Ἰστέον δὲ, ὅτι οἱ πα‐ λαιοὶ οἱ κτίζοντες τὰς πόλεις, ἐν τοῖς ὑψηλοτέροις τόποις ἀκροπόλεις ἐποίουν, διὰ τὸ ἐκεῖσε προσφεύγειν ἀπὸ τῶν κοιλο‐ τέρων τόπων τοὺς ἐνοικοῦντας ἐν τοῖς κα‐
10τακλυσμοῖς. Κέκλετο. Παρεκελεύσατο. Ἀΰσας. Βοήσας.

4

.

509

Ὄρνυσθε. Ὁρμᾶτε, διεγείρεσθε. Μὴ δ’ εἴκετε.
Μὴ δὲ ὑποχωρεῖτε. Χάρμης. Μάχης. κατὰ ἀντίφρασιν. οὐδεὶς γὰρ ἐν αὐτῇ
5χαίρει.

4

.

510

Λίθος χρώς. Τὸ σῶμα ἀναίσθητος. Μεταφορά.

4

.

511

Ἀνα‐ σχέσθαι. Ἀναδέξασθαι, ὑπομεῖναι. Τα‐ μεσίχροα. Τέμνοντα τὸν χρῶτα.

4

.

512

Οὐ μάν. Οὐ μὲν οὖν. Ἠϋκόμοιο. Εὐ‐ κόμου.

4

.

513

Μάρναται. Μάχεται. Θυμαλγέα. Τὸν τὴν ψυχὴν ἀλγοῦντα. Πέσσει. Καταδαπανᾷ, ἢ πραΰνει. Ὁ τρόπος μεταφορά.

4

.

514

Δεινός. Φρι‐ κτὸς, φοβερός.

4

.

515

Κυδίστη. Ἐν‐ δοξοτάτη. Τριτογένεια. Ἡ Ἀθηνᾶ, ἡ τὸ τρεῖν καὶ φοβεῖσθαι γεννῶσα τοῖς πολεμίοις. ἢ ἡ ἐπὶ τῷ Τρίτωνι ποταμῷ
5τῆς Λιβύης γεννηθεῖσα.

4

.

517

Ἀμα‐ ρυγκείδην. Ἀμαρυγκέως παῖδα Διώρην. Ἐπέδησεν. Κατέσχε.

4

.

518

Χερμα‐ δίῳ. Χειροπλήθει λίθῳ. Βλῆτο. Ἐβέ‐ βλητο. Ὀκρυόεντι. Τραχεῖ.

4

.

519

Δε‐ ξιτερήν. Δεξιάν. Ἀγός. Ἡγεμών.

4

.

520

Ἰμβρασίδης. Ἰμβράσου παῖς Πεί‐ ρως. Αἰνόθεν. Ἀπὸ Αἴνου πόλεως Θρᾴ‐ κης. Εἰληλούθει. Παρεγεγόνει, ἐληλύ‐ θει.

4

.

521

Ἀμφοτέρω δὲ τένοντε. Ἀμφότερα δὲ αὐτοῦ τὰ κατατείνοντα νεῦρα. Λᾶας. Λίθος. Ἀναιδής. Ὁ τα‐ χύς.

4

.

522

Ἄχρις. Ἕως. Ἀπηλοίη‐ σεν. Ἀπέκοψε.

4

.

523

Κάππεσε. Κατ‐ έπεσεν. Ἄμφω χεῖρε. Ἀμφοτέρας τὰς χεῖρας. Πετάσσας. Ἐκπετάσας. ἐκ‐ τείνας.

4

.

524

Θυμὸν ἀποπνείων. Περι‐
φραστικῶς, τὴν ψυχὴν ἐκπνέων. Ὅς ῥα. Ὅστις δέ.

4

.

525

Οὖτα. Ἔτρωσε.

4

.

526

Χύντο. Ἀθρόως ἐξεχύθησαν. Χο‐ λάδες. Τὰ ἔντερα. ἐπειδὴ εἰς αὐτὰ συῤῥεῖ ἡ ξανθὴ χολή· τοῦτο μηχανησα‐ μένης τῆς φύσεως πρὸς τὸ διαθερμαίνε‐
5σθαι, καὶ ἐρεθίζεσθαι αὐτὰ τῇ δριμύτητι αὐτῆς πρὸς τὴν διάκρισιν τῶν περιττῶν. ἔμελλε γὰρ, ψυχρὰ ὄντα τῇ κράσει, ἀργὰ μένειν, καὶ μηδέποτε ποιεῖν τὴν ἀπόκρισιν. τοιαῦτα γὰρ τὰ νευρώδη πάν‐
10τα. Οἱ δὲ ἠτυμολόγησαν παρὰ τὸ χεῖ‐ σθαι. οὐ καλῶς.

4

.

527

Ἀπεσσύμενον. Ἀπαλλασσόμενον. ἀπερχόμενον.

4

.

528

Πάγη. Ἐνεπάγη, εἰσῆλθεν.

4

.

529

Ἀγ‐ χίμολον. Ἐκ τοῦ σύνεγγυς. μετ’ οὐ πολύ.

4

.

531

Τύψε. Ἐπέπληξεν. Ἐκ δ’ αἴνυτο. Ἀφῃρεῖτο δέ.

4

.

532

Οὐκ ἀπέ‐ δυσεν. Οὐκ ἐσκύλευσε. Περίστησαν. Περιέστησαν κύκλῳ.

4

.

533

Ἀκρόκομοι. Ἤτοι, ἄκρως κομῶντες. Ἢ, οἱ μὴ κο‐ μῶντες ἄγαν, μήτε πάλιν ἐψιλωμένοι τὴν κεφαλήν. Δολίχ’ ἔγχεα. Τὰ μακρὰ
5δόρατα.

4

.

534

Οἵ ἑ. Οἵτινες αὐτόν. Μέγαν περ’ ἐόντα. Ἰσχυρόν περ ὑπάρ‐ χοντα. Ἴφθιμον. Ἰσχυρόν. Ἀγαυόν. Λαμπρόν.

4

.

535

Ὦσαν. Ἀπώσαντο, ἀπέκρουσαν. Ἀπὸ σφείων. Ἀφ’ ἑαυ‐ τῶν. Χασσάμενος. Ἀναχωρήσας. Πε‐ λεμίχθη. Διεσείσθη, ἀνεκινήθη.

4

.

536

Ὣς τώγε. Οὕτως οὗτοι. Παρ’ ἀλλή‐ λοισι τετάσθην. Ἐγγὺς ἀλλήλων ἔκειντο ἐκτεταμένοι.

4

.

537

Ἐπειῶν. Ἠλείων. Ἀπὸ Ἐπειοῦ τοῦ Ἠλείου, βασιλέως αὐ‐ τῶν.

4

.

538

Περικτείνοντο. Περὶ αὐ‐ τοὺς ἀνῃροῦντο.

4

.

539

Ἔνθα. Τότε.
Ἔργον. Νῦν, τὸν πόλεμον. Ὀνόσαιτο. Ἐκφαυλίσειε, μέμψαιτο. Μετελθών. Εἰς αὐτοὺς παραγενόμενος.

4

.

540

Ἄ‐ βλητος καὶ ἀνούτατος. Ἄβλητος καὶ ἀν‐ ούτατος λέγεται, ὁ ἔτι μήτε ἀπὸ δια‐ στήματος τρωθεὶς δόρατι ἢ ὀϊστῷ, μήτε
5δὲ ἐκ τοῦ ἐγγὺς ξίφει. Τοῦτο γὰρ δια‐ φέρει βολὴ τρώσεως.

4

.

541

Δινεύοι. Περὶ αὐτοὺς ἀναστρέφοιτο. Ὅθεν καὶ αἱ συστροφαὶ τῶν ἀνέμων, δῖναι λέγον‐ ται.

4

.

542

Ἀπερύκοι. Ἀπείργοι, κω‐ λύοι. Ἐρωήν. Ὁρμήν.

4

.

543

Ἤματι κείνῳ. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.

4

.

544

Πρηνέες. Πρηνεῖς, ἐπὶ πρόσωπον, ἀπὸ τοῦ πρόσω νενευκέναι. Τέταντο. Ἐκτε‐
ταμένοι ἦσαν, ἀνῄρηντο.

5

.

1

Ἔνθ’ αὖ. Τότε δή. Ἐπίῤῥημα χρονικόν. ἄλλως δὲ, ἐνταῦθα, τοπικόν. Παλλάς. Εὐκίνητος, πολεμική. Παρὰ τὸ πάλλεσθαι, ὅ ἐστι, κινεῖσθαι. Ἢ
5παρὰ τὰς αἰτίας, ἃς εἶπον ἐν τῇ α.

5

.

2

Δῶκεν. Ἔδωκε, παρέσχε. Μένος. Δύνα‐ μιν. Δῶκε μένος καὶ θάρσος. Τὸ μένος ἐστὶ τοῦ σώματος, τὸ δὲ θάρσος τῆς ψυχῆς. Ἵνα οὖν καὶ δύνηται, καὶ θαῤῥῇ,
5ἀμφότερα αὐτῷ ἔδωκε. Πολλοὶ γὰρ δύ‐ νανται μὲν, οὐ θαῤῥοῦσι δέ. Θάρσος δέ ἐστι, κατὰ μὲν τοὺς Στωϊκοὺς φιλοσό‐ φους, τὸ ἀσφαλῶς πεποιθέναι αὑτῷ, ὅτι οὐδενὶ ἂν δεινῷ περιπέσοιε. Κατὰ δὲ
10τοὺς ἐξ Ἀκαδημίας, καὶ τοὺς Ἐρετρικοὺς, ἐπίτασις θαῤῥαλέα. Κατὰ δὲ τοὺς Κυ‐ ρηναϊκοὺς, καὶ Ἐπικουρείους, εὐσταθεῖν κατὰ διάνοιαν καὶ λόγον ἐν δεινῶν ὑπο‐ μοναῖς, ὥς φησιν ὁ Ποιητής· Καί οἱ μυίης
15θάρσος ἐνὶ στήθεσσιν ἔθηκε. Θάρσος οὖν ἐστι τὸ εὔλογον παράστημα τῆς ψυχῆς· θράσος δὲ, τοὐναντίον. Θάρσος. Ψυχῆς ἀνδρία, πεποίθησις. Ἔκδηλος. Διάδηλος, φανερός. Μετὰ πᾶσιν. Ἐν πᾶσιν. Ἡ
20γὰρ, μετὰ, πρόθεσις ἀντὶ τῆς, ἐν, κεῖται.

5

.

3

Κλέος ἐσθλόν. Δόξαν ἀγαθήν. Ἄ‐ ροιτο. Ἀπενέγκοιτο. λάβοι.

5

.

4

Δαῖέ οἱ. Ἔκαιεν, ἔλαμπεν. Ἐκ κόρυθός τε καὶ ἀσπίδος. Ἀντὶ τοῦ, φαντασίαν πυ‐ ρὸς ἀπὸ τῶν ὅπλων ἐποίει φαίνεσθαι,
5ὥστε πλέον αὐτὸν εἶναι ἐπίφοβον τοῖς Τρωσίν. Ἀκάματον. Πολύ. Ζωΐλος δὲ ὁ Ἐφέσιος κατηγορεῖ τοῦ τόπου τού‐ του, καὶ μέμφεται τὸν Ποιητὴν, ὅτι λίαν γελοίως πεποίηκεν ἐκ τῶν ὤμων τοῦ Διο‐
10μήδους καιόμενον πῦρ. ἐκινδύνευε γὰρ κα‐ ταφλεχθῆναι ὁ ἥρως. Ἔνιοι μὲν οὖν πα‐ ρειλῆφθαί φασι τὸ ὡς, κατὰ συνήθειαν τῷ Ποιητῇ. ὡς καὶ ἐν ἑτέροις. Ὥς οἱ μὲν μάρναντο δέμας πυρός. ὡς πυρὸς
15φαντασίαν, οὐκ εἰδικῶς πῦρ.

5

.

5

Ἀ‐ στέρ’ ὀπωρινῷ. Τῷ κατὰ τὸν καιρὸν τῆς ὀπώρας ἀνατέλλοντι ἀστέρι. Λέγει δὲ τῷ κυνὶ, ἢ θερινῷ, καὶ ὀπώρας κατασκευ‐
5αστικῷ. Ὀπώρα δὲ καλεῖται ὁ μεταξὺ θέρους καὶ φθινοπώρου καιρός. Ἰστέον, ὅτι, διαφέρει ἀστὴρ ἄστρου ταύτῃ· Ὅτι, ὁ μὲν ἀστήρ ἐστιν ἓν σῶμα φύσεως, θει‐ ωτέρας ἐννοίας ποιούμενον, ἄστρον δὲ, τὸ
10ἐκ πολλῶν ἀστέρων συγκείμενον ἀστρο‐ θέτημα, ὅ περ μιᾷ φαντασίᾳ ὄψεως ὑπο‐
πίπτει, μετά τινος ἱστορίας τὴν ἀπόδοσιν ἔχον. Οἷα τὰ ἐν τῷ ζωδιακῷ, δράκων, αἱ δύο ἄρκτοι, καὶ τὰ λοιπά. Ταῦτα δὲ
15κεῖται ἐν τῷ ἀρκτικῷ, ὃς καὶ βόρειος καὶ ἀειφανὴς προσαγορεύεται. Ὁ δὲ ἀντι‐ κείμενος τούτῳ κύκλος, ἀνταρκτικὸς καὶ ἀφανὴς καὶ νότιος λέγεται. Ἐναλίγ‐ κιον. Παραπλήσιον, ὅμοιον τῇ αὐγῇ.

5

.

6

Παμφαίνῃσι. Πανταχοῦ φαίνει. Λελουμένος Ὠκεανοῖο. Νεωστὶ ἀνατέλ‐ λων ἐξ Ὠκεανοῦ. Τὰς γὰρ ἀνατολὰς τῶν ἄστρων ἐντεῦθεν ὁ Ποιητὴς συνιστᾷ.
5Ὠκεανὸς δὲ ποταμὸς, καθ’ Ὅμηρον, πε‐ ριῤῥέων κύκλῳ τὴν γῆν, ποταμῶν πάντων πατὴρ ὤν.

5

.

7

Τοῖόν οἱ πῦρ δαῖε. Τοι‐ οῦτον αὐτοῦ πῦρ ἀνῆπτο. Ἀπὸ δὲ τούτων, ὅ ἐστι τῆς περικεφαλαίας καὶ τῆς ἀσπί‐ δος, ὡς προεῖπε, τὴν τῶν ὅπλων στιλ‐
5πνότητα δηλοῖ. Οὐ γὰρ δὴ πυρὶ ὡμοί‐ ωσεν αὐτοῦ τὸ σῶμα, οὐδὲ ὕλῃ τινὶ και‐ ομένῃ, ἀλλὰ λαμπρῷ ἀστέρι, οὗ αἱ αὐ‐ γαί εἰσι πυρώδεις. Φησὶ γάρ· Ἀστέρ’ ὀπωρινῷ ἐναλίγκιον, ὅστε μάλιστα Λαμ‐
10πρὸν παμφαίνῃσιν.

5

.

8

Ὦρσε δέ μιν. Διήγειρε δὲ αὐτόν. Κατὰ μέσσον. Κατὰ τὸ μέσον τῆς μάχης. Κλονέ‐ οντο. Διεταράσσοντο.

5

.

9

Ἦν δέ τις ἐν Τρώεσσι Δάρης. Τοῦτο τὸ εἶδος, διήγη‐ σις. Τρεῖς γὰρ ἀρεταὶ διηγήσεως, σαφή‐ νεια, συντομία, καὶ πιθανότης. ἅπερ ἐνέ‐
5θηκε τὸ ἔθνος, τὸ ὄνομα, τὴν τύχην, τὸν τρόπον, τὴν ἀρχὴν, τῶν παίδων τὰ ὀνό‐ ματα καὶ τὴν ἀρετήν. Δάρης. Ὄνομα κύριον. Ἀφνειός. Πλούσιος. Οἷον ἀπε‐ νεὸς, ὁ μὴ πενόμενος.

5

.

10

Ἱρεύς. Ἱ‐ ερεὺς, θύτης. Ἤστην. Ἦσαν. δυϊκῶς.

5

.

11

Μάχης εὖ εἰδότε πάσης. Πάσης μάχης ἐπιστήμονες.

5

.

12

Τώ οἱ. Οἵ‐ τινες αὐτῷ. Ἀποκρινθέντε. Ἀποχωρι‐ σθέντες· τοῦ οἰκείου πλήθους δηλονότι. Ἀντίον. Ἐξεναντίας. Ἄλλοις δυϊκῶς,
5ἐναντίω. Ὡρμηθήτην. Ὡρμήθησαν.

5

.

13

Τὼ μέν. Οὗτοι μέν. Ἀφ’ ἵπποιϊν. Ἀ‐ πὸ τῶν ἵππων. Ὤρνυτο. Ὥρμησεν.

5

.

14

Οἱ δ’ ὅτε δή. Ἐπειδὴ δὲ οὗτοι. Σχεδόν. Ἐγγύς. Ἐπ’ ἀλλήλοισιν ἰόν‐ τες. Ἀλλήλοις ἐπερχόμενοι.

5

.

15

Προΐ‐ ει. Προέπεμπεν.

5

.

16

Ἀκωκή. Ἡ ἐπιδορατίς.

5

.

17

Ἔγχος. Τὸ δόρυ. Ὕ‐ στερος. Δεύτερος.

5

.

18

Οὐχ’ ἅλιον. Οὐ μάταιον. Ἔκφυγεν. Ἐξεπέμφθη, ἐξέπτη.

5

.

19

Μεταμάζιον. Μεταξὺ τῶν μαζῶν. Ὦσεν. Ἀπώσατο, κατέ‐ βαλεν. Ἀφ’ ἵππων. Ἀπὸ τοῦ ἅρματος.

5

.

20

Ἰδαῖος δ’ ἀπόρουσεν. Ἀφώρμησε. Κατηγορεῖ καὶ τούτου τοῦ τόπου Ζωΐλος. ὅτι λίαν, φησὶ, γελοίως πεποίηκεν ὁ Ποι‐ ητὴς τὸν Ἰδαῖον, ἀπολιπόντα τοὺς ἵπ‐
5πους καὶ τὸ ἅρμα, φεύγειν. Ἐδύνατο γὰρ μᾶλλον ἐπὶ τοῖς ἵπποις φυγεῖν. Ἀλ‐ λὰ ῥητέον, ὅτι κατέθορε μὲν τοῦ ἅρματος, ὡς ὑπερασπίσων τοῦ ἀδελφοῦ. Εὐλαβη‐ θεὶς δὲ τὸν πόλεμον, εἰς φυγὴν ὥρμησεν.
10Οἱ δὲ λέγουσιν, ὅτι, εἰδὼς τὸ Διομήδους φίλιππον, διὰ τοῦτο ἐᾷ τοὺς ἵππους, ὅπως περὶ αὐτοὺς γένηται. Ἢ, ὅτι οὐκ ἐπέστησε τῷ συμφέροντι. Αἱ γὰρ φρέ‐ νες ταραχθεῖσαι παρέπλαγξαν καὶ σο‐
15φόν. Τοιοῦτος εὑρίσκεται παρ’ αὐτῷ καὶ Ἀλέξανδρος, ἑλκόμενος ὑπὸ τοῦ ἐχθροῦ, καὶ ἀγχόμενος ὑπὸ τῆς κόρυθος, καὶ τῆς παρούσης συμφορᾶς, καὶ ἀγνοῶν χρήσα‐ σθαι τῷ παρόντι ξίφει κατὰ τοῦ πολε‐
20μίου. Λιπών. Καταλιπών. Δίφρον. Τὸ ἅρμα.

5

.

21

Οὐδ’ ἔτλη. Οὐδὲ ἐκαρ‐ τέρησε. Περιβῆναι. Ὑπερμαχῆσαι. Ἀ‐ δελφειοῦ. Ἀδελφοῦ. Κταμένοιο. Ἀν‐ αιρεθέντος.

5

.

22

Οὐδὲ γὰρ οὐδέ κεν αὐ‐ τός. Οὐδὲ γὰρ δὴ ἂν αὐτός. Ἡ μία περισσὴ ἀπόφασις. Οὐδὲ γὰρ οὐδὲ βίη. Οὐδὲ γὰρ οὐδὲ Δρύαντος. Καὶ ἔστι μία
5μὲν ἐπὶ τοῦ πράγματος, θατέρα δὲ ἐπὶ τοῦ προσώπου. Ὑπέκφυγεν. Ἐξέφυγε. Κῆρα μέλαιναν. Τὴν θανατηφόρον μοῖ‐ ραν.

5

.

23

Ἔρυτο. Ἐρύσατο, ἐφύλαξε. Νυκτί. Σκότει. Καλύψας. Περιβα‐ λὼν, σκεπάσας.

5

.

24

Ὡς δή οἱ μὴ πάγχυ γέρων. Ὅπως μὴ αὐτῷ παντελῶς ὁ πρεσβύτης. Ἀκαχημένος εἴη. Λυπη‐ θείη. Ὡς, τιθήμενος, ὀνήμενος, ἀκαχή‐
5μενος. Αἰολικῶς.

5

.

26

Κατάγειν. Ἄ‐ γειν. Διὰ τοῦτο ἐμφαίνει, ὅτι ἐν κοι‐ λοτέρῳ τόπῳ ἦν τὸ ναύσταθμον.

5

.

27

Υἷε Δάρητος. Ἀντὶ τοῦ, τὼ υἱὼ Δάρη‐
τος. Ἐπιφέρει γὰρ, τὸν μέν.

5

.

28

Ἀλευάμενον. Ἐκκλίνοντα, φεύγοντα. Κτάμενον. Ἀνῃρημένον. Παρ’ ὄχεσφι. Παρὰ τοῖς ἅρμασι.

5

.

29

Πᾶσιν. Ἀντὶ τοῦ, πάντων. Πτωτικὸν τὸ σχῆμα. συν‐ ήθως γὰρ τῇ δοτικῇ ἀντὶ γενικῆς χρῆται ὁ Ποιητής. Ὠρίνθη. Διεταράχθη.

5

.

30

Ἑλοῦσα. Λαβοῦσα, κρατήσασα. Θοῦ‐ ρον. Ἐνθουσιαστικὸν, εὐκίνητον ἐν τῷ πολέμῳ.

5

.

31

Ἆρες Ἄρες. Ἀντὶ τοῦ Ἄρη. Τοῦτο δὲ τὸ σχῆμα παλιλλογία καλεῖται. Βροτολοιγέ. Ἀνθρωποφθόρε. Μιαιφόνε. Μιαινόμενε φόνοις. Τειχεσι‐
5πλῆτα. Τοῖς τείχεσι προσπελάζων, πορ‐ θητά. Ἐὰν δὲ διὰ τοῦ β. γράφηται, ὁ τὰ τείχη καταβάλλων.

5

.

32

Ἐάσαι‐ μεν. Ἐάσωμεν.

5

.

33

Μάρνασθαι. Μά‐ χεσθαι. Ὁπποτέροισιν. Ὁποίοις αὐτῶν. Ὀρέξῃ. Δώσει. παράσχοι. Ἔστι δὲ κυρίως, ἐκτείνειν. ἀφ’ οὗ καὶ ὀργυιὰ ἐκ‐
5λήθη ἡ ἀφ’ ἑκατέρων τῶν χειρῶν αὐτῶν ἔκτασις.

5

.

34

Νῶϊ. Ἡμεῖς οἱ δύο. Χαζώμεσθα. Ἐκφύγωμεν.

5

.

36

Κα‐ θεῖσε. Καθεσθῆναι ἐποίησε, καθίδρυσεν. Ἐπ’ ἠϊόεντι. Ἐπὶ τῷ αἰγιαλοὺς καὶ ὄχθας ἔχοντι.

5

.

37

Ἔκλιναν. Ἐς φυ‐ γὴν ἔτρεψαν. Ἕλεν. Νῦν, ἀνεῖλεν.

5

.

39

Ἁλιζώνων. Ἔθνους Θρᾳκῶν. Ἄλ‐ λοι δὲ εἶπον, αὐτὸ ἓν εἶναι τῶν περὶ τὴν Καρικὴν θάλασσαν οἰκούντων ἐθνῶν.

5

.

40

Στραφθέντι. Εἰς φυγὴν τραπέντι, φεύ‐ γοντι. Μεταφρένῳ. Νώτῳ.

5

.

41

Μεσ‐ σηγύς. Ἀναμέσον, μεταξύ. Ἔλασσε. Διήλασεν, ἔπληξεν.

5

.

43

Ἐνῄρατο. Ἐ‐
φόνευσε. Μῄονος. Λυδοῦ. Ἔστι δὲ τὸ ὄνομα ἐθνικόν.

5

.

44

Τάρνης. Τάρνη, πόλις Λυδίας, ἡ νῦν Σάρδις λεγομένη.

5

.

46

Νύξεν. Ἔνυξεν, ἔπληξε.

5

.

47

Στυ‐ γερός. Μισητὸς, φρικτός. Εἷλεν. Ἔ‐ λαβεν.

5

.

48

Ἐσύλευον. Ἐσύλουν, ἐσκύ‐ λευον, ἐγύμνουν.

5

.

49

Αἵμονα θήρης. Ἐπιστήμονα κυνηγετικῆς.

5

.

50

Ὀξυό‐ εντι. Ὀξεῖ. Ἢ ἀπὸ ὀξύας, εἴδους δέν‐ δρου, κατεσκευασμένῳ.

5

.

51

Θηρητῆρα. Θηρευτήν. κυνηγόν.

5

.

52

Ἄγρια. Θη‐ ρία.

5

.

53

Χραῖσμεν. Ἐβοήθησεν. Ἰο‐ χέαιρα. Ἡ ἰοῖς καὶ βέλεσι χαίρουσα, τοξότις.

5

.

54

Ἑκηβολίαι. Εὐστοχίαι. Ἧισιν. Αἷς. Ἐκέκαστο. Ἐκεκόσμητο.

5

.

55

Δουρικλυτός. Περὶ τὸ δόρυ ἔνδοξος. πολεμικός.

5

.

56

Πρόσθεν ἕθεν. Ἔμ‐ προσθεν αὐτοῦ.

5

.

57

Διὰ δὲ στήθεσφι. Διὰ τοῦ στήθους.

5

.

58

Ἤριπεν. Ἔπεσε. Πρηνής. Ἐπὶ στόμα, ἐπὶ πρόσωπον. Ἀράβησεν. Ἤχησεν. Ὀνοματοποιΐα ὁ τρόπος.

5

.

60

Ἁρμονίδεω. Ἁρμονίδου
παιδός. Οἰκεῖον δὲ ὄνομα τέκτονος. πα‐ ρὰ τὸ συναρμόζειν. Δαίδαλα. Ποικίλα.

5

.

61

Τεύχειν. Κατασκευάζειν, ποιεῖν. Ἔξοχα. Ἐξόχως, ὑπερβαλλόντως. Φί‐ λατο. Ἐφίλησε.

5

.

62

Τεκτήνατο. Κα‐ τεσκεύασεν.

5

.

63

Ἀρχεκάκους. Ἀρχὴν τῶν κακῶν παρασχούσας. Ἐγένοντο. Πέλοντο.

5

.

64

Οἷ τ’ αὐτῷ. Καὶ αὐτῷ ἐκείνῳ τῷ κατασκευάσαντι. δηλονότι, Φερέκλῳ. Ἐπεὶ οὔτι θεῶν ἐκθέσφατα ᾔδη. Λακεδαιμόνιοι λιμῷ κρατηθέντες,
5ἐμαντεύοντο περὶ ἀπαλλαγῆς. Ὁ δὲ θεὸς αὐτοῖς ἔχρησεν, ἐξιλάσκεσθαι τοὺς Τεύκρων δαίμονας. Οὕτως δὲ πρότερον οἱ Ἰλιεῖς ἐκαλοῦντο. Μενέλαος οὖν ἀφικό‐ μενος εἰς Ἴλιον, τὸ προσταχθὲν ἔπρασσε.
10Κἀκεῖθεν εἰς Δελφοὺς παρεγένετο, περὶ παίδων γενέσεως χρησμὸν ληψόμενος. Συνείπετο δὲ αὐτῷ καὶ Ἀλέξανδρος, περὶ γυναικὸς μαντευσόμενος. Γενομένων οὖν ἀμφοτέρων ἐπὶ τὸ μαντεῖον, λέγεται
15χρῆσαι τὴν Πυθίαν τάδε· Τίπτε δύω βασιλῆες, ὁ μὲν Τρώων, ὁ δ’ Ἀχαιῶν, Οὐκ ἔθ’ ὁμοφρονέοντες, ἐμὸν δόμον εἰσ‐ ανέβητε; Ἤ τοι ὁ μὲν πώλοιο γόνον δι‐ ζήμενος εὑρεῖν. Αὐτὰρ ὁ πῶλον ἑλεῖν. τί
20νυ μήσεαι, ὦ μεγάλε Ζεῦ; Τοὺς δὲ μὴ νοήσαντας τὸ λόγιον, χωρισθῆναι. Ὁ δὲ λόγος, ἐπεὶ οὐκ ᾔδῃ τὰ ἐκ θεῶν μαντεύ‐ ματα. Ἑλλάνικος δέ φησι, χρησμὸν δο‐ θῆναι τοῖς Τρῳσὶν, ἀπέχεσθαι μὲν ναυ‐
25τιλίας, γεωργίᾳ δὲ προσανέχειν· μὴ, τῇ θαλάσσῃ χρώμενοι, ἀπολέσωσιν αὐτοὺς καὶ τὴν πόλιν. Οὔτοι. Οὐδαμῶς. Θέ‐ σφατα. Θεόφατα. τὰ ἐκ θεῶν μαντευ‐ όμενα.

5

.

65

Κατέμαρπτε. Κατελάμ‐ βανε.

5

.

66

Γλουτόν. Γλουτὸς, τὸ περὶ τοῖς σφαιρώμασιν ἰσχίον, ἡ κοτύλη.

5

.

67

Κατὰ κύστιν. Κατὰ τὴν φύσκαν. ὅπέρ ἐστιν οὐροδόχον ἀγγεῖον.

5

.

68

Γνὺξ ἐρι‐ πών. Ἐπὶ γόνυ πεσών. Οἰμώξας. Στε‐ νάξας, βοήσας. Θάνατος δέ μιν ἀμφ‐ εκάλυψε. Περιφραστικῶς, ἀπέθανεν.

5

.

69

Ἔπεφνεν. Ἐφόνευσε.

5

.

70

Νό‐ θος. Ὁ μὴ ἐκ νομίμης γυναικὸς ὤν. Πύκα. Ἐπιμελῶς.

5

.

71

Ἶσα φίλοισι τέκεσσι. Ἐπίσης τοῖς προσφιλεστάτοις τέκνοις. Χαριζομένη. Χάριν ποιοῦσα. Πόσεϊ ᾧ. Τῷ ἰδίῳ ἀνδρί.

5

.

72

Φυλεί‐ δης. Ὁ Φυλέως παῖς Μέγης. Ἐγγύθεν ἐλθών. Ἐγγὺς παραγενόμενος.

5

.

73

Ἰ‐ νίον. Τὸ κοῖλον τοῦ τένοντος. Κέκληται δὲ οὕτως διὰ τὸ νευρῶδες εἶναι. Ἢ, πλατὺ καὶ παχὺ νεῦρον, τὸ καθῆκον ἀπὸ
5τῆς κεφαλῆς ἐπὶ τὸν αὐχένα.

5

.

74

Ἀν’ ὀδόντας. Κατὰ τῶν ὀδόντων. Τάμεν. Ἀπέτεμεν.

5

.

75

Ψυχρὸν δ’ ἕλε χαλκὸν ὀδοῦσιν. Ἤτοι κυρίως, διὰ τὸ ψυχρὸν καὶ ἄθερμον εἶναι τὸν σίδηρον· ἢ τὸν τοῦ ψύχους ποιητικὸν, διὰ τὸ ἀποψύχεσθαι
5τοὺς ἀναιρουμένους ὑπ’ αὐτοῦ. Τὸν γοῦν ψυχροποιὸν σίδηρον τοῖς ὀδοῦσιν ἔλαβεν.

5

.

76

Εὐαιμονίδης. Εὐαίμονος παῖς Εὐ‐ ρύπυλος.

5

.

78

Ἀρητήρ. Ἱερεύς. Ἐτέ‐ τυκτο. Κατεσκεύαστο. ἦν. Θεὸς δ’ ὥς. Ὡς θεός. Ὁ τρόπος ἀναστροφή. Τίετο. Ἐτιμᾶτο.

5

.

80

Μεταδρομάδην. Ἐπι‐ δραμών. ἐπιδιώξας. Ἔλασεν. Ἔπληξε.

5

.

81

Φασγάνῳ. Τῷ ξίφει. Ἀΐξας. Ὁρ‐ μήσας. Ἀπὸ δ’ ἔξεσεν. Ἀπέξεσεν, ἀπ‐ έκοψε.

5

.

83

Πορφύρεος. Μέλας. ἢ, ὁ δι’ αἵματος. Κραταιή. Ἰσχυρά.

5

.

84

Πονέοντο. Ἐνήργουν.

5

.

85

Γνοίης. Ἐπ‐ έγνως. Ποτέροισι μετείη. Ἐν ποτέροις ᾖ, ἐν ποίοις ὑπάρχοι.

5

.

86

Ὁμιλέοι. Ἀναστρέφοιτο.

5

.

87

Θῦνε. Ἐμμανῶς ὥρμα. Ἂμ πεδίον. Διὰ τοῦ πεδίου. Πλήθοντι. Πεπληρωμένῳ. πλημμυροῦν‐ τι.

5

.

88

Χειμάῤῥῳ. Χείμαῤῥοι λέγον‐ ται οἱ μὴ ἀέναον τὸ ὕδωρ ἔχοντες, ἀλλὰ χειμῶνος πληρούμενοι ὑπὸ τῶν συνεχῶν ὄμβρων. Ὦκα. Ὀξέως. Ἐκέδασσε.
5Ἐσκέδασσε, διεσκόρπισε. Γεφύρας. Τὰς διαβάσεις τῶν ποταμῶν.

5

.

89

Ἐεργμέ‐ ναι. Περιπεφραγμέναι, ἠσφαλισμέναι. Ἰσχανόωσιν. Ἐπέχουσι, λύουσιν.

5

.

90

Ἀλωάων. Χωρίων ἀμπελοφύτων, ἢ δεν‐ δροφύτων. Σημαίνει δὲ καὶ τὴν ἅλων, ἐν ᾗ ὁ σῖτος· ἔνιοι δὲ κήπων, ἀρουρῶν. Ἐριθηλέων. Μεγάλως θαλλουσῶν, αὐ‐
5ξανομένων.

5

.

91

Ἐξαπίνης. Ἐξαίφνης. Ἐπιβρίσει. Ἐπιβαρήσει, ἢ σφοδρὸς ἐπ‐ έλθῃ. Ὄμβρος. Μέγας ὑετός. βροχή.

5

.

92

Ἔργα. Νῦν τὰ γεώργια. Κατή‐ ριπε. Κατέβαλεν. Αἰζηῶν. Νέων.

5

.

94

Μίμνον. Ἔμενον.

5

.

96

Θύνοντα. Ἐνθουσιωδῶς ὁρμῶντα. Πρόσθεν. Πρὸ αὐτοῦ. Κλονέοντα. Ταράσσοντα, πορ‐ θοῦντα τὰς πρὸ αὐτοῦ τάξεις.

5

.

97

Ἐ‐ τιταίνετο. Ἔτεινεν, εἷλκε. Καμπύλα. Ἐπικαμπῆ.

5

.

98

Ἐπαΐσσοντα. Ἐφορ‐ μῶντα. Πάϊσμα γὰρ ἡ τῶν ποδῶν βά‐ σις. Τυχών. Ἐπιτυχών.

5

.

99

Θώρη‐ κος γύαλον. Κατὰ τὸ κοῖλον τοῦ θώρα‐ κος. Διὰ δ’ ἔπτατο. Διέπτη δέ. ὅ ἐστι, διῆλθε. Πικρὸς ὀϊστός. Τὸ πικροποιὸν
5καὶ ἐπίπονον βέλος.

5

.

100

Διέσχε. Δι‐ ῆλθε. Παλάσσετο. Ἐβρέχετο, ἐμολύ‐ νετο. Ἀφ’ οὗ καὶ πηλὸς, ἡ βεβρεγμένη γῆ.

5

.

101

Μακρὸν ἄϋσε. Μέγα ἀνέ‐ κραγεν.

5

.

102

Ὄρνυσθε. Ὁρμᾶτε, διε‐ γείρεσθε. Κέντορες ἵππων. Ἱππικοὶ, ἵπ‐ πους πλήσσοντες.

5

.

103

Βέβληται. Τέ‐ τρωται παρὰ τὸ βέλος. Οὐδέ ἑ φημί. Οὐδὲ ὑπολαμβάνω, αὐτόν.

5

.

104

Δῆ‐ θα. Ἐπιπολύ. Ἀνσχήσεσθαι. Ἀνθέ‐ ξειν πρὸς τὴν βολήν. Εἰ ἐτεόν. Εἰ ἀλη‐ θῶς.

5

.

105

Ὦρσεν. Ἐφώρμησε, διή‐ γειρεν. Ἀπορνύμενον. Ἀφορμῶντα. Λυ‐ κίηθεν. Τῆς Λυκίας χώρας. ἧς ἐβασί‐ λευε Σαρπηδών. Ἔστι δὲ καὶ ἑτέρα τῆς
5Τρῳάδος πόλις. ἧς ἐβασίλευε Πάνδαρος.

5

.

106

Εὐχόμενος. Αὐχῶν.

5

.

107

Ἀνα‐ χωρήσας. Εἰς τοὐπίσω ἀναπηδήσας. Πρόσθ’ ἵπποιϊν καὶ ὄχεσφιν. Ἔμπροσθεν τῶν ἵππων, καὶ τῶν ἁρμάτων.

5

.

108

Καπανήϊον. Τὸν Καπανέως παῖδα, Σθέ‐ νελον.

5

.

109

Ὄρσο. Διεγείρου. Πέ‐ πον. Προσφιλέστατε, νῦν. Καταβή‐ σεο. Κατάβηθι.

5

.

110

Ἐρύσῃς. Ἑλ‐ κύσῃς. Ἐξ ὤμοιϊν. Ἐκ τῶν ὤμων.

5

.

111

Καθ’ ἵππων. Ἀπὸ τοῦ ἅρματος. Ἆλτο χαμᾶζε. Καθήλατο εἰς τὴν γῆν.

5

.

112

Πὰρ δὲ στάς. Παραστὰς δέ. Διαμπερές. Διαμπὰξ, διόλου.

5

.

113

Ἀ‐ νηκόντιζε. Ἀθρόως ἀνεφέρετο. Στρε‐ πτοῖο χιτῶνος. Τοῦ ἀλυσειδωτοῦ σιδήρου.

5

.

114

Δή. Ἀντὶ τοῦ, καί.

5

.

115

Ἀ‐ τρυτώνη. Ἀκαταπόνητε.

5

.

116

Φίλα φρονέουσα. Ἀγαθὰ φρονοῦσα.

5

.

117

Δηΐῳ. Καυστικῷ. φθαρτικῷ. Φίλεε. Ἀντὶ τοῦ, φίλησον.

5

.

118

Ἑλεῖν. Ἐν χερσὶν ἔχειν. Ἐπιφέρει γὰρ τὸ, Εἰς ὁρ‐ μὴν ἔγχεος ἐλθεῖν.

5

.

119

Φθάμενος. Φθάσας. Καὶ ἐπεύχεται. Καὶ μεγα‐ λαυχεῖ.

5

.

120

Δηρόν. Ἐπιπολύ. Φάος. Φῶς. Ὁ τρόπος διαίρεσις.

5

.

122

Γυῖα. Μέλη. Ἐλαφρά. Κοῦφα, εὐκίνητα.

5

.

124

Μάχεσθαι. Μάχου.

5

.

125

Μέ‐ νος. Δύναμιν. Πατρώϊον. Πατρικόν. Ἧκα. Ἐνέθηκα, ἐνέβαλον.

5

.

126

Ἄ‐ τρομον. Ἀδεὲς, ἄφοβον. Σακέσπαλος. Πολεμικός. Ἀπὸ τοῦ πάλλειν τὸ σάκος, καὶ κινεῖν. Εἴρηται δὲ, ἐπειδὴ παρὰ
5πρώτοις εὑρέθη Σάκαις. Σάκαι δέ εἰσιν οἱ Θρᾷκες. Ἄτρομον, οἷον ἔχεσκε. Τυ‐ δεὺς ὁ Οἰνέως ἐν τῷ Θηβαϊκῷ πολέμῳ ὑπὸ Μελανίππου τοῦ Ἀστακοῦ ἐτρώθη. Ἀμφιάρεως δὲ κτείνας τὸν Μελάνιππον,
10τὴν κεφαλὴν ἐκόμισε. καὶ, ἀνοίξας αὐ‐ τὴν ὁ Τυδεὺς, τὸν ἐγκέφαλον ἐῤῥόφει ὑπὸ θυμοῦ. Ἀθηνᾶ δὲ κομίζουσα Τυδεῖ ἀθα‐ νασίαν, ἰδοῦσα τὸ μίασμα, ἀπεστράφη αὐτόν. Τυδεὺς δὲ γνοὺς, ἐδεήθη τῆς θεοῦ,
15ἵνα κἂν τῷ παιδὶ αὐτοῦ παράσχῃ τὴν ἀθανασίαν.

5

.

127

Ἀχλὺν δ’ αὖ τοι ἀπ’ ὀφθαλμῶν ἕλον. Καὶ τὴν ἀορασίαν δή σου τῶν ὀφθαλμῶν ἀφειλόμην. Πῶς οὖν φησιν ἐν τοῖς ἑξῆς ἀγνοεῖ τὸν Γλαῦκον ὁ
5Διομήδης, λέγων Τίς δὲ σύ ἐσσι, φέρι‐ στε; Καὶ φαμὲν, ὅτι πρὸς καιρὸν ἀφῄ‐ ρηται τὴν ἀχλὺν ὑπὸ τῆς Ἀθηνᾶς, ἵνα τρώσῃ τὴν Ἀφροδίτην, καὶ Ἄρεα. Τρω‐ θέντων δὲ τούτων, πάλιν κατὰ τὰ σιω‐
10πώμενα ἀποδίδοται ἡ οἰκεία ἀχλύς. Δι’ ἣν αἰτίαν ἀγνοεῖ καὶ τὸν Γλαῦκον. Ἐ‐ πῆεν. Ἐπῆν, ἐπέκειτο.

5

.

128

Γιγνώ‐ σκοις. Ἐπιγιγνώσκοις. Ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα. Τόν τε αὐτοπρόσωπον θεὸν, καὶ μεταβαλλόμενον εἰς ἄνδρα τὴν ἰδέαν.

5

.

129

Πειρώμενος. Ἀπόπειραν ποιούμε‐ νος. Ἢ, πειρώμενος λανθάνειν ἐν ἀνθρώ‐ που μορφῇ.

5

.

131

Αὐτὰρ εἴ κε. Ἐὰν δέ. Μόνην βούλεται τρωθῆναι τὴν Ἀ‐ φροδίτην, διὰ τὸ προειρηκέναι τὸν Δία. Τῷ δ’ αὖτε φιλομειδὴς Ἀφροδίτη Αἰεὶ
5παρμέμβλωκε, καὶ αὐτοῦ κῆρας ἀμύνει.

5

.

132

Ἔλθῃσιν. Ἔλθῃ. Ὑποτακτικὸν ῥῆμα. Τήνγ’ οὐτάμεναι. Ταύτην τρῶ‐ σαι. Διὰ τί κατὰ τῆς χειρὸς τιτρώσκε‐ ται ἡ Ἀφροδίτη; Ὅτι χειρὶ λαβομένη
5παρῄνει τῇ Ἑλένῃ, καὶ κακῶς ἠρέθισεν, αὐτῆς ἀκοῦσαι.

5

.

133

Ἀπέβη. Ἀπ‐ ῆλθεν, ἐχωρίσθη.

5

.

134

Ἐξαῦτις. Ἐκ δευτέρου. Ἰών. Πορευθείς.

5

.

135

Καὶ πρίν περ. Καί περ τὸ πρότερον.

5

.

136

Τρὶς τόσσον. Τρὶς τοσοῦτον. Ἕλε. Νῦν, ἔλαβεν.

5

.

137

Ὅν ῥα. Ὅντινα δή. Ἀγρῷ. Ἀγροικίᾳ. Εἰροπόκοις. Ἔρια ἐχούσαις. Ὀΐεσσι. Προβάτοις.

5

.

138

Χραύσῃ. Ἀμύξῃ ἐπ’ ὀλίγον, τὸν χρῶτα ἐπιξύσῃ. Ὑπεράλμενον. Ὑπερ‐ αλλόμενον.

5

.

139

Οὐ προσαμύνει. Οὐ προσβοηθεῖ.

5

.

140

Σταθμούς. Τὰς ἐ‐ παύλεις. Δύεται. Κρύπτεται. Τὰ δ’ ἔρημα φοβεῖται. Τὰ δὲ βοσκήματα, ἠρη‐ μωμένα τῆς τοῦ ποιμένος βοηθείας, φεύ‐
5γει. Τινὲς δὲ, ὅπέρ ἐστι βέλτιον, ἐπὶ τοῦ ποιμένος τοῦτο νοοῦσιν. Ὅτι κατα‐ δύεται εἰς τὴν ἔπαυλιν φοβούμενος τὴν ἐρημίαν. Οὐδέ ποτε γὰρ ὁ Ποιητὴς οὐ‐ δετέρως λέγει τὰ πρόβατα, εἰ μὴ ἀνα‐
10φέροιτο ἐπὶ τὰ μῆλα ἢ θρέμματα.

5

.

141

Ἀγχιστῖναι. Ἐπάλληλοι, πυ‐ κναὶ, πλησίον, ἅμα ἀλλήλοις. Κέχυν‐ ται. Κεῖνται ἀθρόαι.

5

.

142

Βαθέης
ἐξάλλεται αὐλῆς. Ἀντὶ τοῦ εἰσάλλεται εἰς τὴν βαθείαν ἔπαυλιν ἔνδον, ἤτοι ὑ‐ περάλλεται.

5

.

143

Μεμαώς. Προθυ‐ μούμενος.

5

.

146

Κληῖδα. Τὴν κατα‐ κλεῖδα. Παρὰ τὸ κατακλείεσθαι ὑπ’ αὐτῆς τόν τε αὐχένα, καὶ τὸν ὦμον. Καὶ Δημοσθένης φησί· τὴν κλεῖν κα‐
5τεαγότα.

5

.

147

Ἐέργαθεν. Ἐχώρι‐ σεν, ἀπέκοψε.

5

.

148

Μετῴχετο. Με‐ τήρχετο, ἐπορεύετο.

5

.

149

Ὀνειροπό‐ λοιο. Ὀνειροκρίτου, περὶ τὴν ὀνειράτων κρίσιν ἀναστρεφομένου.

5

.

150

Οὐκ ἐρ‐ χομένοις. Οὐχ’ ὑποστρέφουσιν. Τὸ δὲ ὅλον· οἷστισι μὴ ἐπανιοῦσι τοῦ πολέμου ὁ γέρων ἔκρινε τοὺς ὀνείρους. Ἔστι γὰρ
5ἕν τι τῶν ἀμφιβόλων. Ἤτοι γε ἐμαν‐ τεύσατο ὡς οὐκ ἐπανερχομένοις. ἢ ἐν ἤθει λέλεκται, καὶ οὐ προεῖπε διὰ τῶν ὀνείρων ὅτι ἀναιρεθήσονται. οὐχ’ ὅτι οὐ‐ δαμῶς ἔκρινεν αὐτοῖς ἐρχομένοις ὁ πατὴρ
10τοὺς ὀνείρους, καὶ τὰ συμβησόμενα ἐ‐ μαντεύσατο· ἀλλ’, ὅτι οὐκ ἐπανήξουσιν ἀπὸ τοῦ πολέμου, ἔκρινεν αὐτοῖς τοὺς ὀνείρους. Ὀνείρους. Ἐνύπνια.

5

.

151

Σφέας. Αὐτούς.

5

.

152

Μετὰ Ξάνθον. Ἐπὶ τὸν Ξάνθον.

5

.

153

Ἄμφω. Ἀμ‐ φότεροι. Τηλυγέτω. Μονογενεῖς, ἀγα‐ πητοί. Τείρετο. Κατεπονεῖτο. Λυγρῷ. Χαλεπῷ.

5

.

154

Ἐπὶ κτεάτεσσιν. Ἐπὶ τοῖς κτήμασι. Λιπέσθαι. Καταλιπεῖν.

5

.

155

Ἐξαίνυτο. Ἀφείλετο.

5

.

156

Πα‐ τέρι δέ. Τῷ δὲ πατρί. Γόον. Θρῆνον.

5

.

157

Λεῖπε. Κατέλιπε. Ζώοντε. Ζῶντας.

5

.

158

Χηρωσταί. Οἱ χήρου καὶ ἄπαιδος κληρονόμοι. Οἱ κατ’ οὐ‐ δένα τρόπον προσήκοντες τῷ γένει. Διὰ κτῆσιν δατέοντο. Διαμερίζονται τὴν
5οὐσίαν.

5

.

160

Ἐόντας. Ὄντας.

5

.

161

Θορών. Ἐφορμήσας. Ἐάξει. Κατ‐ εάξει, συντρίψει.

5

.

162

Πόρτιος. Δα‐ μάλεως, μόσχου. Προτάξας τὸ εἶδος, γένος ἐπήγαγε. Ξύλοχον κάτα. Κατά τινα ὑλώδη καὶ σύνδενδρον τόπον. Βοσκο‐
5μενάων. Βοσκομένων. Ὁ τρόπος ἐπέκτα‐ σις.

5

.

164

Βῆσε. Κατεβίβασεν. Ἐ‐ σύλα. Ἐσκύλευε.

5

.

165

Μετὰ νῆας. Ἐπὶ τὰς ναῦς.

5

.

166

Ἀλαπάζοντα. Κενοῦντα, πορθοῦντα, φθείροντα. κυρίως δὲ κενοῦντα. Διὸ καὶ Ἀθηναῖοι τὰ κενώ‐ ματα λάπαθα καλοῦσιν.

5

.

167

Ἄν τε μάχην. Κατὰ τὴν μάχην. Ἀνὰ κλό‐ νον. Κατὰ τὸν θόρυβον, καὶ κατὰ τὴν ταραχήν. Ἐγχειάων. Δοράτων.

5

.

170

Πρόσθ’ αὐτοῖο. Ἔμπροσθεν αὐτοῦ. Ἀν‐ τίον. Ἐξ ἐναντίας.

5

.

171

Ποῦ τοι τόξον. Ποῦ σοι ἡ διὰ τῶν τόξων τέχνη.
Ἰδὲ πτερόεντες ὀϊστοί. Καὶ τὰ ταχέα ἤτοι ἐπτερωμένα βέλη.

5

.

172

Ἐρίζε‐ ται. Ἐρίζει, ἁμιλλᾶται.

5

.

173

Σέο. Σοῦ. Εὔχεται. Καυχᾶται.

5

.

174

Ἄ‐ φες. Ἐπίπεμψον. Διῒ χεῖρας ἀνασχών. Εὐξάμενος τῷ Διΐ.

5

.

175

Ὅστις ὅδε. Ὅστις ποτέ ἐστιν οὗτος. Κρατέει. Κρα‐ τεῖ, ἄρχει.

5

.

176

Ἐπεί. Σύνδεσμος παραπληρωματικὸς, δηλῶν τὸ ἐπειδή. Γούνατ’ ἔλυσε. Περιφραστικῶς, ἀνεῖλε.

5

.

177

Κοτεσσάμενος. Ὀργισθείς.

5

.

178

Ἱρῶν. Ἱερείων, θυσιῶν. Μηνίσας. Ὀρ‐ γισθείς. Ἐπιμῆνις. Ἐπίμονος ὀργή. Ἡ ἐπὶ περισσὴ, ὡς τὸ, Βοῶν ἐπιβουκόλος ἀνήρ.

5

.

181

Ἐΐσκω. Εἰκάζω, ὁμοιῶ.

5

.

182

Ἀσπίδι γιγνώσκων. Ἀπὸ τῆς ἀσπίδος γνωρίζων. Αὐλώπιδι. Αὐλίσκον ἐχούσῃ, καθ’ οὗ πήγνυται ὁ λόφος. Ἵν’ ᾖ περικεφαλαίας εἶδος, λόφον εἰς ὀξὺ
5ἀνατεταμένον ἐχούσης. Τρυφαλείῃ. Φα‐ λοὺς ἐχούσῃ τρεῖς. Φαλοὶ δέ εἰσιν οἱ κατὰ τὸ μέτωπον τῆς περικεφαλαίας χρυσοῖ ἧλοι, ἢ ἀστερίσκοι.

5

.

183

Σά‐ φα. Σαφῶς, ἀληθῶς, ἀσφαλῶς.

5

.

184

Εἰ δ’ ὅγ’ ἀνήρ. Εἰ δὲ οὗτός ἐστιν ὁ ἀνήρ. Ὅν φημι. Ὃν ἐγὼ ἀπεικάζω.

5

.

185

Οὐχ ὅγε. Οὐχ οὗτος. Τάδε. Ταῦτα. Ἄγχι. Ἐγγύς.

5

.

186

Εἰλυ‐ μένος. Κεκαλυμμένος, περιβεβλημένος.

5

.

187

Κιχήμενον. Καταλαμβάνοντα, ἢ ὡρμημένον. Ἔτραπεν. Ἔτρεψεν. Ἄλ‐ λῃ. Ἀλλαχόσε.

5

.

188

Ἐφῆκα. Ἐ‐ πέπεμψα.

5

.

189

Διὰ θώρηκος γυάλοιο. Διὰ τοῦ κοίλου θώρακος.

5

.

190

Ἐφά‐ μην. Ἐλογισάμην. Ἀϊδωνῆϊ. Τῷ Ἅιδῃ.

5

.

191

Θεός νύ τις. Θεὸς δή τις. Κοτή‐ εις. Ὀργιζόμενος.

5

.

192

Οὐ παρέασιν. Οὐ πάρεισιν. Ὧν κ’ ἐπιβαίην. Ὧν ἂν ἐπιβῶ.

5

.

193

Ἐν μεγάροισιν. Ἐν τοῖς οἴκοις.

5

.

194

Πρωτοπαγεῖς. Πρώτως πεπηγότες, νεοκατασκεύαστοι. Ἀμφὶ δὲ πέπλοι. Περὶ αὐτοὺς δὲ πέπλοι. Πέ‐ πλοι δὲ, λεπτὰ ὑφάσματα, ἢ σινδόνες.
5Ἔστι δὲ γυναικεῖον ἱμάτιον. ὡς ἐκεῖ· Πέπλον μὲν κατέχευεν ἐανὸν πατρὸς ἐπ’ οὔδει. καί· Πέπλος ὅστις τοι χαριέστα‐ τος ἠδὲ μέγιστος.

5

.

195

Πέπτανται. Περιβέβληνται, ἤπλωνται. Παρὰ δέ σφιν ἑκάστῳ. Περὶ ἑνὶ δὲ ἑκάστῳ αὐ‐ τῶν. Δίζυγες. Διττοὶ ἀνὰ δύο ἐζευ‐
5γμένοι.

5

.

196

Κρῖ. Κριθάς. Ἀποκοπὴ, τὸ πάθος. Ἐρεπτόμενοι. Κυρίως μὲν, ἐσθίοντες ἐκ τῆς ἔρας, ὅ ἐστι, τῆς γῆς ἀναιρόμενοι. νῦν δὲ καταχρηστικῶς ἁ‐
5πλῶς ἐσθίοντες. Ὀλύρας. Εἶδος κριθώ‐ δους καρποῦ.

5

.

197

Αἰχμητά. Αἰχμη‐ τὴς, πολεμικός.

5

.

198

Ἐπέτελλε. Προσέτασσε. Ποιητοῖσι. Καλῶς κα‐ τεσκευασμένοις.

5

.

199

Ἐμβεβαῶτα. Ἐμβεβηκότα.

5

.

200

Ἀρχεύειν Τρώεσ‐ σιν. Ἡγεῖσθαι τῶν Τρώων. Λέγει δὲ τοὺς τὴν Ζέλειαν πόλιν Τροίαν κατοι‐ κοῦντας.

5

.

201

Οὐ πιθόμην. Οὐκ ἐ‐ πείσθην. Πολὺ κέρδιον ἦεν. Καταπολὺ κρεῖττον ἂν ἦν.

5

.

202

Δευοίατο. Ἐν‐ δεεῖς γένοιντο. Φορβῆς. Τροφῆς.

5

.

203

Εἰωθότες. Εἰθισμένοι. Ἔδμεναι. Ἐ‐ σθίειν. Ἄδδην. Δαψιλῶς. Αἰολὶς ἡ διάλεκτος.

5

.

204

Ὣς λίπον. Οὕτως κατέλιπον. ἢ, διὰ τοῦτο. Πεζός. Ὁ ἐκ ποδῶν μαχόμενος. Πεζὰ γὰρ, τὰ κάτω τοῦ ποδὸς, διὸ καὶ ἀργυρόπεζα.

5

.

205

Πίσυνος. Πεπιστευκὼς, τεθαῤῥηκώς. Τὰ δέ με. Ταῦτα δέ με. Οὐκ ἄρα. Οὐ δή. Ὀνήσειν. Ὠφελήσειν.

5

.

206

Δοι‐ οῖσι. Δύο. Ἀριστήεσσι. Προμάχοις. Ἐφῆκα. Ἔπεμψα.

5

.

207

Ἀμφοτέ‐ ροιϊν. Ἀμφοτέρων.

5

.

208

Ἔσσευα. Ῥυ‐ ῆναι ἐποίησα. Ἤγειρα. Παρώρμησα, προέτρεψα.

5

.

209

Κακῇ αἴσῃ. Κακῇ μοίρᾳ. Πασσάλου. Πάσσαλος, ξύλον ἐπίμηκες, ἐμπηγνύμενον πρὸς τὸ κρεμᾶσαι ὅπερ δεῖ. Ἀγκύλα. Ἐπικαμπῆ.

5

.

210

Ἑλόμην. Ἀνελαβόμην. Ἐρατεινήν. Ἐπέραστον, καλήν.

5

.

211

Ἡγεόμην Τρώεσσιν. Ἡγούμην Τρώων. Χάριν. Χάριτα, βοήθειαν.

5

.

212

Ἐσόψομαι. Ἐσίδω, θεάσομαι.

5

.

213

Ὑψηρεφές. Ὑψηλόν. μέγα.

5

.

214

Ἀλλότριος φῶς. Πολέμιος ἀνήρ.

5

.

215

Φαεινῷ. Λαμ‐ πρῷ. Ἐν πυρὶ θείην. Ἐν πυρὶ βαλῶ. Εὐκτικὸν ἀντὶ ἐνεργητικοῦ.

5

.

216

Ἀνε‐ μώλια. Μάταια. Ὀπηδεῖ. Ἕπεται, ἀκολουθεῖ.

5

.

218

Μηδ’ οὕτως ἀγόρευε.
Μὴ δὲ οὕτως λέγε. Πάρος δ’ οὐκ ἔσσε‐ ται ἄλλως. Πρὸς τὸ παρὸν οὐ πράξομεν ἄλλως.

5

.

219

Πρίν γ’ ἐπὶ νῲ τῷδ’ ἀν‐ δρί. Πρὶν ἡμᾶς κατὰ τοῦδε τοῦ ἀνδρός.

5

.

220

Ἐλθόντε. Ἀπαντήσαντες, συνελ‐ θόντες. Σὺν ἔντεσι. Σὺν τοῖς ὅπλοις. Πειρηθῆναι. Ἀπόπειραν λαβεῖν.

5

.

221

Ὀχέων. Ἁρμάτων. Ἐπιβήσεο. Ἐπί‐ βηθι. Ὄφρα ἴδηαι. Ὅπως μάθῃς.

5

.

222

Τρώϊοι. Ἀπόγονοι τῶν Τρωὸς ἵπ‐ πων. ἢ, οἱ τῷ Τρωῒ χεχαρισμένοι, ἀντὶ τῆς ἁρπαγῆς Γανυμήδους.

5

.

223

Κραι‐ πνά. Κραιπνῶς, ταχέως. Ἔνθα καὶ ἔν‐ θα. Ἔνθα κἀκεῖσε. Διωκέμεν ἠδὲ φέ‐ βεσθαι. Διώκειν καὶ φεύγειν.

5

.

224

Σαώσετον. Σώσουσιν. Εἴπερ ἂν αὖτε. Εἴπερ δὴ πάλιν.

5

.

225

Ἐπὶ Τυδείδῃ Διομήδεϊ κῦδος ὀρέξῃ. Ἐὰν ἡμῖν ὁ Ζεὺς δόξαν παράσχῃ ἐπὶ τῷ Τυδέως παιδὶ Διομήδει.

5

.

226

Σιγαλόεντα. Ἤτοι εὐ‐ διάσειστα, ἢ λαμπρὰ καὶ ποικίλα τῇ κα‐ τασκευῇ, ἢ τὰ μεγάλως καὶ ποικίλως κα‐ τεσκευασμένα. τὰ θαυμαστὰ, καὶ σιωπὴν
5ἐκ τοῦ θαύματος, ἐντιθέμενα, οἱονεὶ σι‐ γαλόεντά τινα ὄντα.

5

.

228

Δέδεξο. Προσδέχου, ἐπιτήρησον. Μελήσουσι. Δι’ ἐπιμελείας ἔσονται.

5

.

230

Τεὼ ἵπ‐ πω. Τοὺς σοὺς ἵππους.

5

.

231

Ἡνιόχῳ εἰωθότι. Τῷ συνήθει. τῷ ἐθίσαντι αὐ‐ τοὺς ἡνιοχεῖν.

5

.

232

Οἴσετον. Οἴσουσι, κομίσουσι. Φεβώμεθα. Φεύγωμεν.

5

.

233

Μὴ τὼ μέν. Μὴ οὗτοι μέν. Δείσαντε.
Φοβηθέντες. Ματήσετον. Ματαιοπρα‐ γήσωσι. ματαίαν ἔχωσι τὴν προθυμίαν. Οὐδ’ ἐθέλητον. Οὐδὲ βουληθῶσιν.

5

.

234

Ἐκφερέμεν. Ἐκφέρειν. Ἀπερέμφατον ἀντὶ ἐνεργητικοῦ. Τεὸν φθόγγον ποθέον‐ τες. Τὴν σὴν φωνὴν ποθοῦντες.

5

.

235

Νῶϊ δ’ ἐπαΐξας. Ἡμᾶς δὲ ἐφορμήσας.

5

.

236

Αὐτώ τε. Ἀντὶ τοῦ, ἡμᾶς αὐτούς. δυϊκῶς. Ἐλάσσῃ. Ἀπελάσῃ. Μώνυ‐ χας. Μονώνυχας.

5

.

237

Τεὰ ἅρματα. Τὰ σὰ ἅρματα.

5

.

238

Ἐπιόντα. Ἐ‐ περχόμενον. Δεδέξομαι. Ὑποδέξομαι, ἐπιτηρήσω.

5

.

240

Ἔχον. Ἤλαυνον.

5

.

243

Ἐμῷ κεχαρισμένε θυμῷ. Τῇ ἐμῇ ψυχῇ προσφιλέστατε.

5

.

244

Ὁρόω. Ὁρῶ. Ἐπὶ σοὶ μεμαῶτε. Κατὰ σοῦ προθυμουμένους.

5

.

245

Ἶν’ ἀπέλεθρον. Δύναμιν ἀμέτρητον. Πέλεθρον, τὸ καὶ πλέθρον, μέτρον γῆς, ἔχον πήχεις ξϛʹ. δίμοιρον. Ἶνα δὲ εἴρηται ἀπὸ τῆς ὀρθῆς
5ἴς. Τόξων εὖ εἰδώς. Τῆς τοξικῆς ἐπιστή‐ μων.

5

.

247

Μεγαλήτορος. Μεγαλοψύ‐ χου.

5

.

248

Ἐκγεγάμεν. Ἐκγεγεννῆ‐ σθαι.

5

.

249

Χαζώμεθ’ ἐφ’ ἵππων.
Ἀναχωρῶμεν ὄντες ἐπὶ τῶν ἵππων.

5

.

250

Φίλον ἦτορ. Τὴν προσφιλεστάτην ψυ‐ χήν. Ὀλέσσῃς. Ἀπολέσῃς.

5

.

252

Μήτε φόβονδ’ ἀγόρευε. Μηδαμῶς περὶ φυγῆς λέγε. Πεισέμεν. Πείσειν. Οἴω. Οἶμαι, ὑπολαμβάνω.

5

.

253

Γενναῖον. Ἤτοι εὐγενὲς, ἢ ἐκ γένους παρεπόμενον. Ἀλυσκάζοντι. Ἐκκλίνοντι, φεύγοντι.

5

.

254

Καταπτώσσειν. Δειλιᾷν. Ἔμ‐ πεδον. Ἑδραῖον, βέβαιον.

5

.

255

Ὀ‐ κνείω. Ὀκνῶ. Ἐπιβαινέμεν. Ἐπιβαί‐ νειν. Ἀλλὰ καὶ αὕτως. Ἀλλὰ καὶ οὕτως.

5

.

256

Ἀντίον εἶμ’ αὐτῶν. Ἐξ ἐναντίας αὐτῶν ἄπειμι. Τρεῖν. Εὐλα‐ βεῖσθαι, φοβεῖσθαι. Οὐκ ἔα. Οὐκ ἀφίησιν, οὐ συγχωρεῖ κατὰ διάλυσιν Ὁ‐
5μηρικῷ ἔθει κατὰ ἀποκοπὴν, ἀπὸ τοῦ οὐκ ἐάα.

5

.

257

Τούτω δέ. Τούτους δέ. δυϊ‐ κῶς. Πάλιν. Εἰς τοὐπίσω. Ἀποίσετον. Ἀποίσουσιν, ἀποκομίσουσιν.

5

.

258

Ἄμ‐ φω. Ἀμφοτέρους. Ἀφ’ ἡμείων. Ἀφ’ ἡμῶν. Εἰ γοῦν ἕτερός γε φύγῃσιν. Εἰ μήτι ἂν τῶν δύο ὁ ἕτερος διαφύγῃ.

5

.

260

Πολύβουλος. Πολυγνώμων, συνετή.

5

.

262

Ἐρυκακέειν. Κατέχειν. Ἐξ ἄν‐ τυγος ἡνία τείνας. Ἐξ ἄρας τὰς ἡνίας τῆς τοῦ ἅρματος περιφερείας. Λέγει δὲ, τοῦ κύκλου, τοῦ παραπεπηγότος ἐν τῷ
5ἅρματι πρὸς τὸ ἀνατείνειν τῷ ἐπιβάτῃ.

5

.

263

Αἰνείαο δέ. Αἰνείου δέ. Ἐπαΐξαι. Ἐφορμῆσαι.

5

.

264

Ἐκ δ’ ἐλάσαι. Ἐξελάσαι δέ. Μετά. Ἀντὶ τοῦ, πρός.

5

.

265

Εὐρύοπα. Μεγαλόφωνος.

5

.

266

Ποινήν. Ἀντέκτισιν. δωρεάν.

5

.

267

Ὑπ’ ἠώ τ’ ἠέλιόν τε. Περιφραστικῶς, ὑπὸ τὸ φῶς τοῦ κόσμου τούτου.

5

.

268

Γενεῆς. Γενεᾶς, γένους. Ἔκλεψεν. Ἐνο‐ σφίσατο.

5

.

269

Ὑποσχών. Ὑποβαλών. Θήλεας. Θηλείας.

5

.

270

Γενέθλη. Γέννα.

5

.

271

Ἀτίταλλεν. Ἀνέτρεφε.

5

.

272

Μήστωρε φόβοιο. Ἐπιστήμονας καὶ ἐμπείρους· ὅ ἐστι, πολεμικοὺς, γεν‐ ναίους. ἢ, φυγὴν ἐμποιοῦντας τοῖς πο‐ λεμίοις.

5

.

273

Ἀροίμεθα κέ. Κτη‐ σαίμεθα ἄν.

5

.

275

Τάχα. Ταχέως.

5

.

277

Καρτερόθυμε δαΐφρον. Δυναμι‐ κώτατε, ἀνδρειότατε. Ταῦτα δέ φησιν ἐν εἰρωνείᾳ. Ἀγαυοῦ. Ἀγαθοῦ, λαμ‐ προῦ.

5

.

278

Δαμάσσατο. Ἐδάμασεν. ἀνεῖλε. Πικρός. Πικροποιὸς, ἐπίπονος.

5

.

279

Αἴκε τύχοιμι. Ἐὰν ἐπιτύχοιμι.

5

.

280

Ἦ ῥα. Οὕτως εἶπεν. Ἀμπεπα‐ λών. Ἀνατείνας, ἀνασείσας. Προΐει. Προέπεμψε. Δολιχόσκιον. Μακρόν.

5

.

282

Πταμένη. Πτᾶσα. Πελάσθη. Προσ‐ επελάσθη, προσήγγισε.

5

.

283

Μα‐
κρόν. Ἐξάκουστον. μέγα. Ἄϋσεν. Ἐ‐ βόησε.

5

.

284

Βέβληαι. Τέτρωσαι. Κενεῶνα. Τὸν ὑπὸ τῆς πλευρᾶς τόπον. τὸν λαγόνα. Παρὰ τὸ κενὸν αὐτὸν εἶναι ὀστέων. Διαμπερές. Διαμπὰξ, διόλου.

5

.

285

Ἀνσχήσεσθαι. Ἀνασχέσθαι, ὑ‐ πομεῖναι. Μέγ’ εὖχος. Μεγάλην δόξαν, καὶ καύχημα.

5

.

286

Οὐ ταρβήσας. Οὐ καταπλαγεὶς, οὐ φοβηθείς.

5

.

287

Ἤμβροτες. Ἥμαρτες, ἀπέτυχες. Τὸ αὐτὸ σημαίνει καὶ τὸ, οὐκ ἔτυχες. Ἀτὰρ οὐ μὲν σφῶΐ γ’ ὀΐω. Οὐ μὴν ὑμᾶς ὑπο‐ νοῶ.

5

.

288

Πρίν γ’ ἀποπαύσεσθαι. Πρότερον ἢ παύσασθαι.

5

.

289

Ἆσαι. Κορέσαι, πληρῶσαι. Ταλαύρινον. Ὑπο‐ μονητικόν.

5

.

290

Ὣς φάμενος. Οὕτως εἰπών. Ἴθυνεν. Ἔτρεψε. κατεύθυνεν, ἐνεχθῆναι ἐποίησε. Βέλος δὲ ἴθυνεν Ἀ‐ θήνη Ῥῖνα παρ’ ὀφθαλμόν. Καὶ τὰ
5ἑξῆς. Ζητεῖται, πῶς, Διομήδους ἀκοντί‐ σαντος πεζοῦ, Πανδάρου δὲ ἐπὶ ἅρματος ὄντος, ἐκ τοῦ κοιλοτέρου φερόμενον τὸ δόρυ κατωφερῆ πεποίηκε τὴν τρῶσιν. Ἔ‐ στι δὲ λέγειν, ὅτι πρῶτον μὲν Ἀθηνᾶ ἦν
10ἡ κατευθύνουσα αὐτὸ, ᾗ δυνατὸν ἦν τοῦτο ποιῆσαι. Ἔπειθ’, ὅτι προσεπινεύσας ὁ Πάνδαρος ἕνεκα τοῦ θεάσασθαι εἰ και‐ ρίως ἐτρώθη ὁ Διομήδης, οὕτως ἐβλήθη διὰ τῆς ῥινὸς τὴν γλῶσσαν. Οἱ δὲ, ὅτι,
15ἐν ἀνωμάλοις τόποις μαχομένων, εἰκὸς, τὰ μὲν ἅρματα ἐν χθαμαλωτέροις τόποις τρέχειν, τοὺς δὲ πεζοὺς ἐνίοτε ἀπὸ μετε‐ ώρου μάχεσθαι, ὥστε καὶ τὸν Διομήδην ἀφ’ ὕψους βεβληκέναι. Ἢ, ὅτι δειλω‐
20θεὶς τὴν ὁρμὴν τοῦ ἥρωος ὁ Πάνδαρος, συνεκάθισε.

5

.

291

Ῥῖνα παρ’ ὀφθαλ‐ μόν. Κατὰ τοῦ μυκτῆρος παρὰ τὸν ὀφθαλμόν. Ἐπέρησε. Διεπέρασε, δι‐ ῆλθε.

5

.

292

Πρυμνήν. Ἐσχάτην. Ἐξ‐ έκοψε δὲ αὐτοῦ τὴν γλῶσσαν, δι’ ἧς ἐπι‐ ώρκησεν.

5

.

293

Ἐξελύθη. Ἐξώρμησε, διῆλθε. Νείατον. Ἔσχατον, κατώτα‐ τον.

5

.

294

Ἤριπεν. Ἔπεσεν. Ἀρά‐ βησεν. Ἤχησεν.

5

.

295

Αἰόλα. Ποι‐
κίλα. Παμφανόωντα. Πάνυ λάμποντα. Παρέτρεσαν. Διὰ δέος ἔφυγον.

5

.

296

Ὠκύποδες. Ταχεῖς. Αὖθι. Ἐπὶ τόπον αὐτόθι. Λύθη. Ἐλύθη. Ψυχή τε μένος τε. Περιφραστικῶς, ἀπέθανεν.

5

.

297

Ἀπόρουσεν. Ἀφώρμησεν.

5

.

298

Ἐ‐ ρυσαίατο. Ἑλκύσειαν.

5

.

299

Ἀμφὶ δ’ ἄρ’ αὐτῷ βαῖνε. Περιέβαινε δὲ αὐτῷ, καὶ ὑπερεμάχει. Λέων ὥς. Ὡς λέων. Ἀλκὶ πεποιθώς. Τῇ δυνάμει τεθαῤῥη‐
5κώς. Εἴρηται δὲ ἀπὸ ὀρθῆς, τῆς ἂλξ, ὡς ἀπὸ τῆς πλάξ.

5

.

301

Ὅστις τοῦγε. Ὅστις τούτου.

5

.

302

Σμερδαλέα. Κα‐ ταπληκτικὰ, φοβερά. Ἰάχων. Ἐκβο‐ ῶν, κράζων. Χερμάδιον. Χειροπληθῆ λί‐ θον.

5

.

303

Μέγα ἔργον. Μέγα βάρος. Φέροιεν. Κομίζοιεν.

5

.

304

Οἷοι. Ὁ‐ ποῖοι. Ῥέα. Ῥᾳδίως, εὐκόλως. Πάλ‐ λεν. Ἐκίνει, ἔπαλλεν. Οἶος. Μόνος.

5

.

305

Ἰσχίον. Τὸ ὑπὸ τὴν ὀσφὺν ὀστέον, εἰς ὃ ἔγκειται τὸ ἱερὸν ὀστοῦν, ὅπερ καὶ γλουτὸς καλεῖται, καὶ κοτύλη, παρὰ τὴν κοιλότητα. Ἐνστρέφεται. Ἔνδον στρέ‐
5φεται. Κοτύλη δὲ, αἱ ἐν τοῖς ἰσχίοις κοιλότητες, εἰς ἃς αἱ κεφαλαὶ τῶν μηρῶν ἁρμόζονται.

5

.

307

Θλάσε. Περιέθραυσε. Πρὸς δ’ ἄμφω ῥῆξε τένοντε. Πρὸς δὲ καὶ ἀμφότερα ἀπέῤῥηξε τὰ κατατεινόμενα νεῦρα.

5

.

308

Ὦσεν. Ἀπώσατο, ἀπέ‐ συρε. Ῥινόν. Τὸ δέρμα. Τρηχύς. Τρα‐ χύς.

5

.

309

Γνύξ. Ἐπὶ γόνυ. Ἐριπών. Πεσών. Ἐρείσατο. Ἐπερείσθη. Πα‐ χείῃ. Ἰσχυρᾷ.

5

.

310

Κελαινή. Σκο‐ τεινὴ, φοβερά.

5

.

311

Καί νύ κεν. Καὶ δὴ ἄν. Ἔνθ’ ἀπόλοιτο. Τότε ἀπώλετο, ἠφάνιστο.

5

.

312

Εἰ μὴ ἄρ’. Εἰ μὴ δή. Ὀξὺ νόησεν. Ὀξέως καὶ ταχέως ἐθε‐ άσατο.

5

.

313

Ἥ μιν. Ἥτις αὐτόν. Ὑπ’ Ἀγχίσῃ. Συγγενομένη τῷ Ἀγχίσῃ. Βουκολέοντι. Βοῦς νέμοντι.

5

.

314

Ἀμ‐ φὶ δὲ ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευ‐ κώ. Περιέθηκε δὲ τῷ ἑαυτῆς παιδὶ τοὺς λευκοὺς πήχεις. τουτέστι, περιεπτύξατο
5καὶ ἐνηγκαλίσατο αὐτόν. Ἑόν. Ἴδιον. Ἐχεύατο. Περιεπτύξατο, περιέλαβε. Πήχεε λευκώ. Τοῖς λευκοῖς πήχεσι. λέ‐ γει δὲ ταῖς χερσὶν, ἀπὸ μέρους.

5

.

315

Πρόσθεν δέ οἱ. Ἔμπροσθεν δὲ αὐτοῦ. Οὐχ ὡς ἄτρωτον δὲ περιβάλλει αὐτῷ τὸν πέπλον, ἀλλ’ ἵνα κρύψῃ αὐτόν. Φαει‐ νοῦ. Λαμπροῦ. Πτύγμ’ ἐκάλυψεν.
5Ἀντὶ τοῦ, διπλῷ τῷ πέπλῳ.

5

.

316

Ἕρ‐ κος. Περίφραγμα, τειχίον. Ἔμεν. Ὑ‐ πάρχειν, εἶναι. Ταχυπώλων. Ἱππικῶν, πολεμικῶν.

5

.

317

Ἕλοιτο. Ἀφέλοιτο.

5

.

318

Ὑπεξέφερεν. Ἠρέμα ἐξέφερεν.

5

.

319

Ἐλήθετο. Ἐπελάθετο. Συνθεσι‐ άων. Συνθηκῶν, ἐντολῶν.

5

.

320

Τά‐ ων. Τούτων. Ἐπέτελλε. Προσέταττεν.

5

.

321

Ἠρύκακε. Κατέσχε.

5

.

322

Νό‐ σφι. Χωρὶς, πόῤῥω. Φλοίσβου. Ταρα‐ χῆς, θορύβου.

5

.

323

Ἐπαΐξας. Ἐφορ‐ μήσας.

5

.

324

Ἐξέλασεν. Ἐξήγαγεν, ἤλασεν.

5

.

325

Ὃν περὶ πάσης τῖεν ὁμηλικίης. Ὃν ὑπὲρ πάντας ἐτίμα τοὺς ὁμήλικας.

5

.

326

Ὅτι οἱ. Ὅτι αὐτῷ. Ἄρτια. Ὑγιῆ, ἡρμοσμένα.

5

.

328

Ὧν ἵππων. Τῶν ἰδίων ἁρμάτων.

5

.

329

Μέθεπε. Κατόπιν Ἀφροδίτης ἐδίωκε. Κρατερώνυχας. Ἰσχυροὺς ὄνυχας ἔχον‐ τας.

5

.

330

Ἐμμεμαώς. Προθυμού‐ μενος. Ὅδε Κύπριν ἐπῴχετο. Ἐπὶ Ἀ‐ φροδίτην ὥρμα. Οὕτως γὰρ ἐκλήθη ἡ θεὸς, παρόσον ἐν τῇ Κύπρῳ μεγάλως τι‐
5μᾶται. Νηλέϊ. Ἀνηλεεῖ, σκληρῷ.

5

.

331

Γιγνώσκων. Ἐπιστάμενος. Ἄναλκις. Ἀσθενής. Θεάων. Τῶν θεῶν. θηλυκῶς. Ἡ διάλεκτος Βοιωτῶν.

5

.

332

Τάων. Τούτων. Αἵ. Αἵτινες. Κοιρανέουσι. Διατάσσουσι.

5

.

333

Πτολίπορθος. Πό‐ λεις πορθοῦσα, πολεμική. Ἡ γὰρ αὐτὴ Ἐνυὼ, δαίμων ἐστὶ πολεμική. ἧς οἱ νεώ‐ τεροι Ποιηταὶ υἱὸν εἶναι φασὶ τὸν Ἄρεα.
5καὶ διὰ τοῦτο καλεῖσθαι Ἐνυάλιον, μη‐ τρωνυμικῶς.

5

.

334

Ὅμιλον. Πλῆθος, θόρυβον. Ἀπὸ τῆς παρακολουθούσης ἐν ὄχλῳ ὁμιλίας. Ὀπάζων. Νῦν κατόπιν διώκων. Ἡ γὰρ λέξις αὕτη πλείονα ση‐
5μαίνει. ποτὲ μὲν τὸ περιποιεῖν καὶ δι‐ δόναι. ὡς ἐκεῖ· Τρωσὶ μὲν καὶ Ἕκτορι κῦδος ὀπάζει. ποτὲ δὲ τὸ καταφέρεσθαι. ὡς ἐν ἐκείνοις· Χειμάῤῥους κατ’ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ. ποτὲ δὲ, τὸ ἐπι‐
10λέγεσθαι· ὡς ἐκεῖ· Ἢ καὶ νεώτερον υἱὸν ὀπάσσατο. Κυδαλίμοιο. ποτὲ δὲ τὸ δι‐ ώκειν. ὡς ἐνθάδε· Ἀλλ’ ὅτε δή ῥ’ ἐκί‐ χανε πολὺν καθ’ ὅμιλον ὀπάζων.

5

.

336

Ἄκρην οὔτασε χεῖρα. Ἐκ τοῦ σύνεγγυς ἄκραν τὴν χεῖρα αὐτῆς ἔτρωσε. Μετάλ‐ μενος. Ἐφαλλόμενος.

5

.

337

Ἀβλη‐ χρήν. Ἀσθενῆ, ἁπαλήν. Εἶθαρ. Εὐ‐ θέως, καὶ παραχρῆμα. Ἀντετόρησε. Διῆλθε, διέτρησεν.

5

.

338

Ἀμβροσίου. Θείου. Ὅν οἱ. Ὅνπερ αὐτῇ. Κάμον. Ἔκαμον κατασκευάζουσαι.

5

.

339

Πρυ‐ μνόν. Τὸ ἔσχατον. Ὑπὲρ τὸ κοῖλον τῆς χειρός. Λέγει δὲ τὸ μεταξὺ τοῦ λιχανοῦ δακτύλου καὶ τοῦ μεγάλου. τὸ σαρκῶδες
5καὶ κοῖλον τῆς χειρός. Ῥέεν. Ἔῤῥει, ἐφέρετο. Ἄμβροτον. Θεῖον, οὗ οὐ μετ‐ έχουσιν οἱ ἄνθρωποι.

5

.

340

Ἰχώρ. Ὑ‐ γρασία τὶς διεφθαρμένης σαρκὸς ὕφαιμος. Οἷος. Ὁποῖος. Μακάρεσσι. Τοῖς μα‐ καρισμοῦ ἀξίοις θεοῖς.

5

.

341

Οὐ γὰρ σῖτον ἔδουσιν. Οὐ διὰ τὸ μὴ ἄρτον αὐ‐ τοὺς ἐσθίειν, μήτε οἶνον πίνειν, θεοὶ ὑπάρ‐ χουσιν, ἀλλὰ διὰ τὸ ἀθανάτους εἶναι
5τῶν τοιούτων τροφῶν ἀπέχονται. Οὐ γὰρ σῖτον ἔδουσι. Καὶ μὴν πολλὰ τῶν ζώων οὐ σῖτον ἔδουσιν, οὐκ οἶνον πίνουσι, καὶ οὔτε ἄναιμα, οὔτε ἀθάνατά εἰσι. Τοίνυν προσυπακουστέον τὸ, οὐκ ἔδουσι
10σῖτον, ἀλλ’ ἀμβροσίαν. οὐ πίνουσιν αἴ‐ θοπα οἶνον, ἀλλὰ νέκταρ. Ἔδουσιν. Ἐσθίουσιν. Αἴθοπα. Μέλανα.

5

.

342

Τοὔνεκα. Τούτου χάριν. Ἀναίμονες. Ἄνευ αἵματος. Ἀναίμονες μὲν, ἐπεὶ οὐ τρέφονται· ἀθάνατοι δὲ, ὅτι ἀναίμονες. Ὁ γὰρ θάνατος ψύξει τοῦ θερμοῦ γίγνε‐
5ται.

5

.

343

Ἰάχουσα. Βοήσασα, κρά‐ ξασα. Κάββαλε. Κατέβαλε.

5

.

344

Μετὰ χερσί. Διὰ τῶν ἑαυτοῦ χειρῶν. Ἐρύσατο. Ἐφύλαξεν, ἔσωσε.

5

.

345

Κυανέῃ νεφέλῃ. Μελαίνῃ νεφέλῃ. Λέ‐ γει δὲ, τῇ ἀορασίᾳ.

5

.

347

Τῇ δ’ ἐπί. Ἐπὶ ταύτῃ δέ.

5

.

348

Εἶκε. Ὑποχώ‐ ρει. Δηϊοτῆτος. Τῆς μάχης. Παρὰ τὸ ἐν αὐτῇ πολλοὺς δῃοῦσθαι, ὅ ἐστι, κό‐ πτεσθαι.

5

.

349

Ἢ οὐχ ἅλις. Ἢ οὐχ αὔταρκες. Ἀνάλκιδας. Ἀσθενεῖς. Ἠ‐
περοπεύεις. Ἀπατᾷς διὰ τοῦ ἔρωτος τοὺς ἄνδρας.

5

.

350

Πωλήσεαι. Φοιτήσεις, παραγενήσῃ, ἢ ἀναστραφήσῃ.

5

.

351

Ῥιγήσειν. Φρίξειν, εὐλαβηθῆναι. Ἑτέ‐ ρωθι. Ἀλλαχόσε. Πύθηαι. Ἀκούσῃς, γνῷς. Ὁ δὲ λόγος· ἐὰν πάλιν ἔλθῃς εἰς πόλεμον, τηνικαῦτα σε κακῶς διάθωμαι,
5ὡς καὶ ἄλλοθί που πόλεμον ἀκούσασαν εὐλαβηθῆναι.

5

.

352

Ἀλύουσα. Ἀδη‐ μονοῦσα, καὶ οἷον λύσιν μὴ εὑρίσκουσα τῶν κακῶν. Αἰνῶς. Δεινῶς, χαλεπῶς.

5

.

353

Ἑλοῦσα. Λαβομένη. Ποδήνεμος. Τοῖς ποσὶ ταχεῖα. Ἔξαγ’ ὁμίλου. Ἐξ‐ ήγαγε τοῦ πλήθους.

5

.

354

Ἀχθο‐ μένην. Ὀδυνωμένην, βαρουμένην. Ὀ‐ δύνῃσιν. Ὀδύναις. Μελαίνετο δὲ χρόα καλόν. Μέλαν τὸ σῶμα αὐτῆς ἐγίγνετο,
5ὅ ἐστιν, ἐπελιδνοῦτο τὸ καλὸν αὐτῆς σῶμα.

5

.

355

Ἐπ’ ἀριστερά. Ἐπὶ τὸ ἀριστερὸν τῆς μάχης μέρος. Θοῦρον. Τὸν ὁρμητικὸν καὶ πολεμιστήν.

5

.

356

Ἠέρι δ’ ἔγχος ἐκέκλιτο, καὶ ταχέ’ ἵπ‐ πω. Ἀντὶ τοῦ, ὁμίχλῃ δὲ αὐτοῦ ἐκεκά‐ λυπτο τὸ δόρυ καὶ οἱ ἵπποι. ὅ ἐστιν, ἀ‐ όρατος ἦν. Ἐκέκλιτο. Περιεκέκλιτο,
5περιέκειτο. Καὶ ταχέ’. Ἀντὶ τοῦ, οἱ ταχεῖς.

5

.

357

Γνύξ. Ἀντὶ τοῦ, ἐπὶ γόνυ. Ἐριποῦσα. Πεσοῦσα.

5

.

358

Χρυσάμπυκας. Χρυσοχαλίνους, ἀπὸ μέ‐ ρους, ἢ, χρυσοκόμους. Κυρίως γὰρ ἄμπυξ καλεῖται σειρὰ κατάχρυσος, ἡ ἀπὸ μετ‐ ώπου τεινομένη, ᾗ συνδοῦνται αἱ τρίχες.
5Ἤιτεεν. Ἤιτει.

5

.

359

Φίλε. Προσ‐ φιλέστατε. Κασίγνητε. Ἀδελφέ. Ἐκ‐
κόμισαι. Ἐπιμελείας καταξίωσον, πε‐ ρίσωσον. Ὅθεν ἱπποκόμοι, οἱ ἐπιμελού‐
5μενοι τῶν ἵππων.

5

.

360

Ἵνα. Ὅπου. Ἕδος. Ἕδρασμα, κάθισμα, οἶκος.

5

.

361

Λίην. Λίαν, πάνυ. Ἄχθομαι. Βαροῦ‐ μαι ὑπὸ τοῦ τραύματος.

5

.

362

Ὃς νῦν γε καὶ ἂν Διῒ πατρὶ μάχοιτο. Ὃς οὐκ ἂν ἀπόσχοιτο οὔτε τῆς πρὸς τὸν Δία μά‐ χης.

5

.

364

Ἀκηχεμένη. Λυπουμένη.

5

.

365

Πὰρ δέ οἱ. Πὰρ αὐτὴν δέ. Λά‐ ζετο. Ἐλάμβανε.

5

.

366

Μάστιξεν. Ἔπληξεν. Ἐλάαν. Ἐλαύνειν. Οὐκ ἄ‐ κοντε. Οὐκ ἀπροθύμως, ἀλλὰ προθύμως. Πετέσθην. Ἔτρεχον. ὑπερβολικῶς.

5

.

367

Αἰπύν. Ὑψηλόν.

5

.

368

Ποδήνεμος. Τοῖς ποσὶ ταχεῖα.

5

.

369

Παρὰ δ’ ἀμ‐ βρόσιον βάλεν εἶδαρ. Παρέβαλε δὲ αὐ‐ τοῖς τὸ θεῖον ἔδεσμα. Ὅ ἐστι, τροφήν.

5

.

371

Ἀγκάς. Εἰς τὰς ἀγκάλας. Ἐλά‐ ζετο. Ἐλάμβανε. Θυγατέρα ἥν. Τὴν ἑαυτῆς θυγατέρα.

5

.

373

Τίς νύ σε. Τίς δή σε. Τοιάδ’ ἔρεξε. Τοιαῦτα εἰρ‐ γάσατο, ἢ ἔδρασεν. Οὐρανιώνων. Τῶν ἐν οὐρανῷ οἰκούντων θεῶν, ἢ ἀπὸ τοῦ Οὐ‐
5ρανοῦ τὸ γένος ἐχόντων.

5

.

374

Μαψι‐ δίως. Ματαίως. Ῥέζουσαν. Πράττου‐
σαν. Ἐνωπῇ. Ἐν ὄψει, φανερῶς.

5

.

376

Οὖτά με. Ἔτρωσέ με. Ὑπέρθυμος. Μεγαλόψυχος, γενναῖος.

5

.

377

Ὑπεξέ‐ φερον. Ὑπεκόμιζον, ἐξέφερον.

5

.

378

Ἐ‐ στίν. Ὑπάρχει.

5

.

379

Οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή. Δεινὴ μάχη. Προσληπτέον δὲ τὸ, ἐστί.

5

.

382

Τέτλαθι. Καρτέρησον. ὑπόμεινον. Ἀνά‐ σχεο. Ἀνάσχου. Κηδομένη περ. Καί‐ περ λυπουμένη.

5

.

383

Τλῆμεν. Ἐκαρ‐ τερήσαμεν, ὑπεμείναμεν.

5

.

384

Ἐξ ἀν‐ δρῶν, χαλεπ’ ἄλγε’ ἐπ’ ἀλλήλοισι τιθέν‐ τες. Ὑπὸ ἀνθρώπων, ἀλλήλους κακῶς πράσσοντες.

5

.

385

Τλῆ μὲν Ἄρης, ὅτε μιν Ὦτος κρατερός τ’ Ἐφιάλτης. Ἐ‐ καρτέρησε μὲν ὁ Ἄρης, καὶ ὑπέμεινεν. Ὦτος δὲ καὶ Ἐφιάλτης, Ἀλωέως παῖ‐
5δες, καὶ Ἰφιμεδείας, κατ’ ἐπίκλησιν δὲ Ποσειδῶνος, μέγιστοι καὶ ἰσχυροὶ γενό‐ μενοι, ἔπαυσαν τοὺς πολέμους. Διὸ ἐμυ‐ θεύθη, ὅτι ἔδησαν τὸν Ἄρην. Τλῆ μὲν Ἄρης. Ἀρίσταρχος ἀξιοῖ τὰ φραζόμενα
10ὑπὸ τοῦ Ποιητοῦ μυθικώτερον ἐκδέχεσθαι, κατὰ τὴν Ποιητικὴν ἐξουσίαν, μηδὲν ἔξω τῶν φραζομένων ὑπὸ τοῦ Ποιητοῦ περι‐ εργαζομένους. Ὦτος οὖν καὶ Ἐφιάλτης γόνῳ μὲν ἦσαν Ποσειδῶνος, ἐπίκλησιν δὲ
15Ἀλωέως. Οὗτοι, ὑπερφυεῖς κατὰ μέγεθος γενόμενοι, τὸν Ἄρην παρ’ αὑτοῖς ἔδησαν. Χρόνου δὲ διελθόντος, ἡ Ἐρίβοια, μη‐ τρυιὰ μὲν τούτων, γυνὴ δὲ Ἀλωέως, ἔπεισε τὸν Ἑρμῆν, ὅπως κλέψῃ τὸν
20Ἄρην, κἀκείνους αὐτοὺς, ἀντὶ τῶν δε‐ σμῶν, εἰσπράξηται τιμωρίαν. Ὁ δὲ, πεισθεὶς, τοῦτο ἐποίησεν. Οἱ δὲ οὐδὲ τότε τῆς ὑπερηφάνου ἀδικίας ἐπαύσαντο, ἀλλὰ Ἥραν καὶ Ἄρτεμιν ἐπείραζον.
25Ἀγανακτήσασα δὲ Ἄρτεμις, κυνηγετοῦ‐ σιν αὐτοῖς ἔπεμψεν ἔλαφον, ἥτις μεταξὺ τῶν δύο εἰσελθοῦσα, παραιτία τελευτῆς αὐτοῖς ἐγένετο. Προϊέμενοι γὰρ ὡς ἐπ’ αὐτὴν τὰ δόρατα ἀμφότεροι, τῆς μὲν
30ἀπέτυχον, ἀλλήλους δὲ πλήξαντες, ἀπέ‐ θανον. Ἄλλοι δὲ πιθανώτερον ἐξηγούμε‐ νοι τὰ Ὁμήρου, τοὺς Ἀλωείδας τούτους φασὶ γενέσθαι βασιλεῖς τῆς Ἑλλάδος. Πολλῆς δὲ καὶ βαρβάρου γῆς ἐπικρατή‐
35σαντας, καταπαῦσαι τὸν πόλεμον, καὶ τὰς εἰς αὐτὸν παρασκευὰς, καὶ ἐν εἰρήνῃ ποιῆσαι βιοτεύειν τοὺς ἀνθρώπους. Διὰ τούτου ἔδοξαν δῆσαι τὸν Ἄρην, τουτέστι, τὸν πόλεμον. Οἱ νεώτεροι δὲ ἱστοροῦσι
40ποιηταὶ, μόνον τὸν Ἄρην ἀπολειφθέντα τῶν ἄλλων θεῶν ἐν τοῖς Ὑπερβορέοις μέ‐ ρεσι συλληφθῆναι, καὶ συνδεθῆναι ὑπὸ τῶν Ἀλωειδῶν, καὶ διατεθῆναι εἰς Κέ‐ ραμον, πόλιν τῆς Καρίας καὶ ἐνταῦθα
45βασανισθῆναι μησὶ τρισκαίδεκα, μέχρις οὗ ἡ Ἐρίβοια, ἡ τῶν Ἀλωειδῶν μητρυιὰ, ἐμήνυσε τῷ Ἑρμῇ, ὁ δὲ ἐξέκλεψεν αὐ‐ τόν. Οἱ δέ φασιν, ἐν τῇδε τῇ ἱστορίᾳ περὶ τῶν μετεώρων διαλέγεσθαι τὸν Ὅ‐

5

.

385

(50)

μηρον, μαθηματικὸν ὄντα. Ἐπεὶ γὰρ ὁ Ἄρεος ἀστὴρ, ὁ Σιδήρειος καλούμενος, ἐν τῷ Λέοντι γιγνόμενος, ὀκτὼ μησὶ στηρί‐ ζει, κατὰ τοῦτο λέγειν τὸν Ποιητήν· Χαλκέῳ δ’ ἐν κεράμῳ δέδετο τρισκαίδε‐
55κα μῆνας· τῷ πλείονι ἀριθμῷ χρησάμε‐
νον διὰ τὸ ἄστρον. Χάλκεον δὲ πίθον λέγει τὸν λέοντα. Ἐν γὰρ τῷ ζωδίῳ τούτῳ γενόμενος ὁ ἥλιος, ἔξοπτα ποιεῖ, καὶ μεγάλα καύματα, ὥς φησι καὶ
60Ἄρατος· Ἔνθα μὲν ἠελίοιο θερείτατοί εἰσι κέλευθοι. Αἱ δέ που ἀσταχύων κε‐ νεαὶ φαίνονται ἄρουραι· Ἠελίου τὰ πρῶ‐ τα συνερχομένοιο λέοντι. Βέλτιον λέγειν δὲ, ὅτι φιλοσοφεῖν βούλεται διὰ τῆσδε
65τῆς ῥαψῳδίας, ὡς καὶ δι’ ὅλης τῆς ποιή‐ σεως. Ἄρην οὖν ὀνομάζει τὸν θυμὸν, Ὦτον δὲ καὶ Ἐφιάλτην, τοὺς ἐν παιδείᾳ λόγους. τούτῳ γὰρ ὁ μέν τις ἐκ μαθή‐ σεως καὶ διδασκαλίας κινεῖται· ὁ δὲ ἕτε‐
70ρός ἐστιν ἐνδιάθετος, καὶ ἐκ φύσεως παρ‐ επόμενος τοῖς ἀνθρώποις. Τὸν μὲν οὖν διὰ τῆς μαθήσεως διδασκόμενον λόγον, Ὦτον προσηγόρευσεν, ὅτι διὰ τῶν ὤτων αὐτὸν καὶ τῆς ἀκοῆς ἐκμανθάνομεν παι‐
75δευόμενοι. Τὸν δὲ ἐνδιάθετον, καὶ ἐκ φύ‐ σεως παρεπόμενον τοῖς ἀνθρώποις, Ἐφι‐ άλτην ὠνόμασεν, οἷον τὸν αὐτομάτως ἐφαλλόμενον, ἤτ’ οὖν ἐπερχόμενον ταῖς διανοίαις ἡμῶν. Ὑπὸ τούτων δὲ ἀμφο‐
80τέρων φησὶ δεθῆναι τὸν Ἄρην, τουτέστι, τὸν θυμὸν, καὶ ἐπὶ πολὺ βασανισθῆναι. ἐπειδὴ οἱ ἐν παιδείᾳ λόγοι ἐκπαιδεύουσι καὶ διδάσκουσι τοὺς ἀνθρώπους, κατέχειν μὲν τὴν ὀργὴν καὶ ἐπιθυμίαν, ἥκιστα δὲ
85θυμῷ χρῆσθαι. ὅπερ φησὶν Ὅμηρος· κατ‐ έχεσθαι μὲν τὸν θυμὸν ἐπὶ τῶν λόγων τούτων, ἐπεὶ πάντοτε οἱ τῆς παιδείας λόγοι, ἐκπαιδεύουσι καὶ ἀναγκάζουσι τοὺς ἀνθρώπους μετὰ γνώμης ἅπαντα
90πράττειν, καὶ μὴ πολλάκις ὀργῇ χρωμέ‐ νους κατὰ τῶν φίλων ἀνήκεστόν τι πράτ‐ τειν. Ἐκδιδάσκουσι δὲ καὶ, ὃν τρόπον δεῖ γονέων ἐπιμελεῖσθαι, καὶ φίλων καὶ ἀδελφῶν μήδεσθαι, καὶ τῶν ἄλλων ἁ‐
95πάντων. Αὖτις δὲ λυθῆναι αὐτὸν ὑπὸ Ἑρμοῦ, ἢ Ἐριβοίας, τοῦτο μηνυούσης. Ἑρμῆ πάλιν ὀνομάζων τὸν λόγον, ὅτι ἑρ‐ μηνεὺς γίγνεται πάντων ὁ λόγος. Ἐρί‐ βοιαν δὲ ὀνομάζει τὴν στάσιν, παρὰ τὸ,

5

.

385

(100)

μεγίστῃ φωνῇ χρῆσθαι τὰ στασιάζοντα πλήθη ἐν ταῖς πόλεσιν. ἐπειδὴ πολλάκις ὁ λόγος ἐξουσίαν δίδωσι τῷ θυμῷ, χρῆ‐ σθαι τῇ οἰκείᾳ ῥώμῃ, ὅτ’ ἂν ὑπὲρ πατρί‐ δος δέοι, καὶ ὑπὲρ παίδων, καὶ γονέων,
105καὶ κτημάτων, καὶ πολιτείας, πρὸς πο‐ λεμίους ἀγωνίζεσθαι. τότε γὰρ ὁ λόγος οὐκ ἔτι κατέχει τὸν θυμὸν, οὐδὲ εἴργει χρῆσθαι τῇ οἰκείᾳ δυνάμει. ἀλλὰ τοὐ‐ ναντίον αὐτὸν παρακελεύεται καὶ προ‐
110τρέπεται χρῆσθαι κατὰ τῶν μὴ οἰκείων, μᾶλλον δὲ τῶν ἐχθίστων, ἵνα μὴ ὑπὸ τῶν πολεμίων ληφθέντες κακῶς πάθωμεν.

5

.

386

Ἀλωῆος. Ἀλωέως. Κρατερῷ. Ἰσχυρῷ.

5

.

387

Χαλκέῳ δ’ ἐν κεράμῳ. Χαλκῷ ἀγγείῳ, πίθῳ, ἢ δεσμῳτηρίῳ. οἱ γὰρ Κύπριοι τὸ δεσμωτήριον κέραμον κα‐ λοῦσι.

5

.

388

Καί νύ κε. Καὶ δὴ ἄν. Ἔνθα. Τότε. Ἆτος πολέμοιο. Ὁ ἀ‐ πλήρωτος καὶ ἀκόρεστος τοῦ πολέμου.

5

.

389

Εἰ μὴ μητρυιή. Ἐὰν μὴ ἡ τοῦ Ἑρμοῦ μητρυιὰ ἡ Ἐρίβοια ἀπήγγειλε τῷ Ἑρμῇ, ἵνα ἐκκλέψῃ τὸν Ἄρην τοῦ δε‐ σμοῦ. Ἐρίβοια δὲ, ἡ ἀέρια καὶ μεγάλα
5βοῶσα. Ἀντίμαχος δὲ ὁ Κολοφώνιος τὴν Ἐρίβοιαν μητρυιὰν Ὤτου καὶ Ἐφιάλτου
παραδίδωσι. Περικαλλής. Πάνυ καλή.

5

.

390

Ἐξήγγειλε. Παρεκάλεσεν, ἐδεή‐ θη.

5

.

391

Ἤδη. Εὐθέως. Ἐπίῤῥημα χρόνου δηλωτικόν. Τειρόμενον. Καταπο‐ νούμενον. Ἕ. Αὐτόν. Ἐδάμνα. Ἐδά‐ μαζε, κατεπόνει.

5

.

392

Τλῆ δ’ Ἥρη. Ἐκαρτέρησε δὲ καὶ ἡ Ἥρα. Παῖς Ἀμ‐ φιτρύωνος. Ὁ Ἡρακλῆς. Ἑκατέραις γὰρ γενεαλογίας καλεῖ αὐτὸν ὁ Ποιητὴς,
5ὁτὲ μὲν Διὸς υἱὸν λέγων, ὁτὲ δὲ Ἀμφι‐ τρύωνος. Τλῆ δ’ Ἥρη. Εὔρυτος ὁ Οἰχα‐ λίας τῆς ἐν Βοιωτίᾳ βασιλεὺς, προέθηκε τὸν τῆς θυγατρὸς Ἰόλης γάμον, τῷ κατὰ τὴν τοξικὴν αὐτὸν νικῆσαι δυναμένῳ, ἢ,
10ὥς τινες, τοὺς παῖδας. Παρὰ γὰρ Ἀ‐ πόλλωνος εἰλήφει τὴν τοξικήν. Ἡρα‐ κλέους δὲ διαγωνισαμένου, ἀγανακτήσας ὁ Εὔρυτος, οὐκ ἀπεδίδου τὴν κόρην. Ὀρ‐ γισθεὶς δὲ Ἡρακλῆς, ἐπόρθησε τὴν Οἰ‐
15χαλίαν, τὴν δὲ Ἰόλην αἰχμάλωτον ἤγα‐ γεν. Οὐδὲ τῆς ὀργῆς ἐπαύσατο. ἀλλὰ καὶ Ἴφιτον τὸν Εὐρύτου, εἰς Τίρυνθα παραγενόμενον ἐπὶ ζήτησιν ἵππων, ξενί‐ σας, ἀπέκτεινε. Φεύγων δὲ τὸ τοῦ φόνου
20μῦσος, παρεγένετο πρὸς Νηλέα, καθάρ‐ σεως τευξόμενος. Τῶν δὲ παίδων αὐτοῦ μὴ βουλομένων ὑποδέξασθαι, ὁ Νηλεὺς ἐξέβαλεν αὐτόν. Ἡρακλῆς δὲ ἐκεῖθεν χωρισθεὶς, ἐπεξενώθη Δηϊφόβῳ τῷ τῶν
25Ἀρκάδων βασιλεῖ. καὶ οὕτως ἐκαθάρθη τοῦ φόνου. Καὶ ὕστερον ἐπιστρατεύσας Νηλεῖ, οὐ μόνον τὴν Πύλον ἐπόρθησεν ἀλλὰ καὶ Ἥραν, Νηλεῖ συμμαχοῦσαν, ἔτρωσεν, αὐτόν τε Νηλέα τοῖς παισὶν
30ἅμα κτείνει, δίχα τοῦ νεωτέρου Νέστο‐ ρος. Οὗτος γὰρ ἐν Γερήνοις ἀνετρέφετο, διόπερ ἐσώθη. Ὅθεν αὐτὸν Γερήνιον ὁ Ποιητὴς προσηγόρευσε.

5

.

393

Δεξιτερὸν κατὰ μαζόν. Κατὰ τὸν δεξιὸν μαζόν. Τριγλώχινι. Τρεῖς ἀκίδας ἔχοντι. τρι‐ γώνῳ.

5

.

394

Βεβλήκει. Ἀντὶ τοῦ, ἔβαλε. Τότε κέν μιν. Τότε ἂν αὐτήν. Ἀνήκεστον. Ἀνίατον, ἀθεράπευτον. Ἄλγος. Κακόν.

5

.

395

Ἀΐδης. Ἅιδης. Πελώριος. Μέγας.

5

.

396

Ὡὐτός. Ὁ αὐτὸς ἀνήρ. Δισυλλάβως δὲ ἀναγνω‐ στέον. Υἱὸς Διὸς Αἰγιόχοιο. Ὁ Ἡρα‐ κλῆς.

5

.

397

Ἐν πύλῳ ἐν νεκύεσσι. Ὁ μὲν Ἀρίσταρχος τὸν πύλον ἀκούει κατὰ μεταπλασμὸν, ἀντὶ τοῦ, Πύλην, ὡς ἀπὸ τοῦ πολύαρνι, πολυάρνῳ. Καὶ τὸ, ἐν νε‐
5κύεσσι, κυρίως ἀκούει, ἔνθα αἱ τῶν τε‐
λευτώντων ἀναχωροῦσι ψυχαί. Ἐν πύλῳ ἐν νεκύεσσι. Ἀντὶ τοῦ, ἐν πύλῃ, πρὸς τῇ πύλῃ. Οὐ γὰρ ἐν τῇ πύλῃ τῶν πυ‐ λίων λέγει, ἀλλ’ ἐν τῇ πύλῃ τῶν νεκρῶν,
10κατὰ τὴν τοῦ Κερβέρου ἀναγωγήν. Ὀ‐ δύνῃσιν ἔδωκεν. Εἰς ὀδύνας ἔδωκε λυ‐ πούμενον.

5

.

399

Πεπαρμένος. Διαπε‐ περονημένος.

5

.

400

Ἠλήλατο. Ἐνε‐ λήλατο, ἐνήρειστο, ὑπέκειτο. Κῆδε. Ἐλύπει, ἠνία, ἐκάκου.

5

.

401

Παιήων. Ὁ τῶν θεῶν ἰατρός. Ὀδυνήφατα. Τὰς ὀδύνας καταπαύοντα καὶ φθείροντα. Πάσσων. Ἐπιβάλλων.

5

.

402

Ἠκέ‐ σατο. Ἐθεράπευσε.

5

.

403

Σχέτλιος. Ἀγνώμων, ἄδικος. Ὀβριμοεργός. Με‐ γάλοις ἔργοις ἐπιτιθέμενος, καὶ ἰσχυρὰ διαπραττόμενος. Ἰσχυροπράγμων. Ἰ‐
5σχυρὸς ἐν τῷ ἐργάζεσθαι, ἰσχυρὰ ἐργα‐ ζόμενος. Οὐκ ὄθεται. Οὐκ ἐπιστρέφε‐ ται. Αἴσυλα. Ἁμαρτωλὰ, παράνομα. Ὁ δὲ Ἀππίων, ἐτυμολογῶν τὴν λέξιν, φησὶ, τὰ σεσυλημένα τῆς αἴσης. του‐
10τέστιν, ἁμαρτωλά. Βέλτιον δὲ τὸ, μὴ δοκεῖν ἐγκεῖσθαι τὰ σεσυλημένα. Οὐκ ἔτι γὰρ ἡ αἴσα φανήσεται ἐγκειμένη. Ἔστιν οὖν αἴσυλα, κατὰ παράλειψιν ἑτέρου α, δηλοῦντος κειμένην, ἀαίσυλα,
15ἐστερημένα τῆς αἴσης, τουτέστι, τοῦ καθήκοντος.

5

.

404

Ἔκηδε. Ἐκάκου, ἐλύπει, κατεπόνει.

5

.

405

Ἀνῆκεν. Ἀ‐ νέπεισε.

5

.

406

Νήπιος. Ἄφρων.

5

.

407

Δηναιός. Πολυχρόνιος.

5

.

408

Γούνασι.
Γόνασιν. Παππάζουσι. Πάππα φωνοῦ‐ σι. πατέρα καλοῦσιν. Ἐτυμολογεῖ τὰς τῶν παίδων φωνάς.

5

.

412

Αἰγιάλεια. Γυνὴ Διομήδους. Περίφρων. Περισσό‐ φρων, ἄγαν συνετὴ, περισσῶς φρονοῦσα. Ἀδρηστίνη. Ἡ Ἀδράστου θυγάτηρ.
5Μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη. Διομήδους γυνὴ Αἰγιάλεια, ἡ νεωτάτη τῶν Ἀδράστου θυγατέρων. Τρεῖς γὰρ ἔσχε θυγατέρας ὁ Ἄδραστος· ταύτην, καὶ Ἀργείαν τὴν Πολυνείκους, καὶ Δηϊ‐
10πύλην τὴν Τυδέως. Τῆς οὖν μητρὸς αὐτοῦ ἀδελφὴ ἦν. Ὁ δὲ, στρατεύσας ἐς Ἴ‐ λιον, κατέλιπε τῆς ἀρχῆς καὶ τῆς οἰκίας ἐπίτροπον τὸν Σθενέλου Κομήτην. Κατέ‐ χει δὲ ὁ λόγος· τρωθεῖσαν τὴν Ἀφροδί‐
15την ὑπὸ Διομήδους, αὐτῷ μὲν μὴ μνησι‐ κακῆσαι, διὰ τὴν τῆς Ἀθηνᾶς ἐπικου‐ ρίαν, τὴν δὲ τούτου γυναῖκα ἐκμῆναι περὶ πορνείαν, ὡς περὶ πᾶσαν τὴν τῶν νέων ἡλικίαν συγχορεύειν ἀσελγαίνουσαν·
20τῷ δὲ Κομήτῃ καὶ ἔρωτα τῆς Αἰγιαλείας ἐμποιῆσαι. παραγενόμενον δὲ τὸν Διομή‐ δην ἐξ Ἰλίου, διώκειν μετὰ δορυφόρων, ἀποκτεῖναι βουλόμενον· τὸν δὲ λοιπὸν, τοῖς ἀσθενέσι βοηθήμασι χρώμενον, κα‐
25ταφυγεῖν ἐπὶ τὸν Ἤρας βωμόν. Μετὰ ταῦτα δὲ ἀπῇρεν εἰς Ἑσπερίαν, καὶ πα‐ ραλαβεῖν λέγεται παρὰ Δαύνου [τόπους] τινὰς εἰς κατοικισμόν. Καὶ τέλος, ἀπο‐ ρούντων αὐτοῦ τῶν ἑταίρων, καὶ λιμωτ‐
30τόντων, τούτους μὲν τὴν Ἀθηνᾶν εἰς ἐρω‐ διοὺς ἀπορνεῶσαι, τὸν Διομήδην δὲ ἐν‐ ταῦθα καταστρέψαι τὸν βίον. Ἡ δὲ ἱστορία παρὰ Λυκόφρονι. Ταύτην δὲ τὴν ἱστορίαν ὁ Ποιητὴς οὐ λέγει. ἀλλὰ τοῦτο
35λέγει, μὴ, μαχεσθέντος αὐτῷ τινὸς τῶν ἰσχυροτέρων θεῶν, ἀποθάνῃ, εἶτα τὸν θά‐ νατον αὐτοῦ ἡ γυνὴ, μαθοῦσα, ἅμα τοῖς οἰκείοις αὐτοῦ θρηνήσῃ.

5

.

413

Γοόωσα. Θρηνοῦσα. Οἰκῆας. Οἰκείους, οἰκέτας. Ἐγείρῃ. Διϋπνίσῃ.

5

.

414

Κουρίδιον. Τὸν ἐκ παρθενίας ἄνδρα γεγαμηκότα αὐ‐ τήν. Ποθέουσα. Ποθοῦσα.

5

.

416

Ἰ‐ χῶρ’. Ἰχῶρα. Λέγει δὲ θεῖον αἷμα. Ἡ ὑγρὰ θεῶν οὐσία ἰχὼρ καλεῖται. Ἀπε‐ μόργνυ. Ἀπέψα, ἀπέμασσεν.

5

.

417

Ἄλθετο. Ἐθεραπεύετο, ἀφυγιάζετο, ὑ‐ γιὴς ἐγίγνετο. Κατηπιόωντο. Κατε‐ πραΰνοντο.

5

.

419

Κερτομίοις. Ἐρεθι‐
στικοῖς. Ἐρέθιζον. Παρώξυνον, ἐκίνουν.

5

.

421

Κεχολώσεαι. Ὀργισθήσῃ.

5

.

422

Κύπρις. Τὸ ἐπίθετον Ἀφροδίτης. Ὃ οὐκ ἐνόησαν οἱ πρὸ ἡμῶν, τί σημαίνει. Συμ‐ πλανηθέντες γὰρ τῷ Ἡσιόδῳ, ἔδοξαν, ὅτι Κύπρις λέγεται, ὥς φησιν Ἡσίοδος, Κυ‐
5προγένεια, διότι γεννᾶται Περικλύστῳ ἐνὶ Κύπρῳ. ὥσπερ καὶ τὴν φιλομειδῆ, ὅτι Μειδέων ἐξεφαάνθη. Ὅμηρος δ’ οὐκ εἶ‐ πεν οὕτως. ἀλλὰ, τὴν μειδιάματα φι‐ λοῦσαν, οἷον ἱλαρὰν, διὰ τὴν ἐγκειμένην
10αὐτῇ δύναμιν ἀπὸ τῆς συνουσίας. Ὥ‐ σπερ γοῦν τὸ πῦρ Ἥφαιστον λέγει ὁμω‐ νύμως τῷ εὑρόντι, οὕτω καὶ Ἀφροδίτην ποτὲ τὴν ἀνδρὸς πρὸς γυναῖκα συνουσίαν, ἡνίκα ἂν περὶ τῶν μνηστήρων λέγει· Καὶ
15ἐκλελάθοντ’ Ἀφροδίτης, Ἣν ἄρ’ ὑπὸ μνηστῆρσιν ἔχον. μίσγοντο δὲ λάθρῃ. Τὸ οὖν ἐπίθετον τὸ διὰ τοῦ Κύπρις ση‐ μαινόμενον, ἀπὸ τῆς περὶ αὐτὴν δυνάμεως Ὁμήρῳ παρείληπται. Ἔστιν οὖν κατὰ
20συγκοπὴν Κύπρις, οἱονεὶ κυόπορις, ἡ τὸ κύειν πορίζουσα. Ἴδιον γὰρ Ἀφροδίτης τοῦτο. Οὐ γὰρ κυΐσκουσιν αἱ γυναῖκες χωρὶς τῆς ἀφροδισιακῆς συνηθείας. Τὸ δὲ πλανῆσαν τὸν Ἡσίοδον, καὶ τοὺς ἄλ‐
25λους, ἐστὶ τὸ ἐν τῇ Θ ῥαψῳδίᾳ λεγό‐ μενον· Ἡ δ’ ἄρα Κύπρον ἵκανε φιλομ‐ μειδὴς Ἀφροδίτη Ἐς Πάφον. ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις. Οὐκ, εἴτις δ’ ἔν τινι τόπῳ γεγέννηται, ἐκεῖθεν καὶ τε‐
30τίμηται, καὶ διὰ τοῦτο τῷ ἐπιθέτῳ κο‐ σμεῖται. Οὐδέποτε γοῦν Δήλιος ὁ Ἀ‐ πόλλων παρ’ Ὁμήρῳ, οὐδὲ Πύθιος. Καί‐ τοι γε καὶ ἑκάτερον τῶν ἱερῶν οἶδε. Δι’ ὧν φησι ποτὲ μέν· Δήλῳ δήποτε τοῖον
35Ἀπόλλωνος παρὰ βωμῷ Φοίνικος νέον ἔρ‐ νος ἀνερχόμενον ἐνόησα. Ποτὲ δέ· Οὐδ’ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει, Φοίβου Ἀπόλλωνος, Πυθοῖ ἐνὶ πετρηέσσῃ. Οὐδ’ ἐπεί φησιν· Ἵκετο δ’ εἰς Αἰγὰς,
40ὅθι οἱ κλυτὰ δώματ’ ἔασιν. Αἰγαῖός ποτε εἴρηται ὁ Ποσειδῶν παρ’ Ὁμήρῳ. Καὶ ἡ Κυθέρεια δὲ, καθ’ Ὅμηρον, οὐχ ὅτι προσέκυρσε Κυθήροις. Οἶδε μὲν γὰρ τὰ Κύθηρα. Οὐκ ἀπὸ τούτου δὲ εἴρηται.
45Κυθέρεια δὲ, ἡ κευθόμενον ἔχουσα ἐν ἑαυτῇ τὸν πᾶσι τῆς ἐρωτικῆς φιλίας ἐξηρτημένον ἱμάντα, οἷον τὸν ἔρωτα, ὃν πᾶσι τοῖς νέοις ἀφίησι. Διὰ γὰρ τοῦ κεστοῦ ταῦτα παρέπεται· Ἔνθ’ ἔνι μὲν

5

.

422

(50)

φιλότης, ἐν δ’ ἵμερος, ἐν δ’ ὀαριστὺς, Πάρφασις, ἥτ’ ἔκλεψε νόον πύκα περ φρονεόντων. Ἐπεί τοι καὶ ἀλαλκομενηῒς Ἀθήνη παρὰ τοῖς εὖ λογιζομένοις, ἀπὸ τῆς ἐνεργείας, ἡ ἀπαλάλκουσα τῷ ἰδίῳ
55μένει τοὺς ἐναντίους. Οὐ γὰρ πειθόμεθα τοῖς νεωτέροις, οἵ φασιν, ἀπὸ Ἀλαλκομε‐ νοῦ τινὸς εἰρῆσθαι. Οὐδ’, ὡς Ἐρατοσθέ‐ νης παρήκουσεν Ὁμήρου, εἰπόντος, Ἑρ‐ μείας ἀκάκητα· ὁ ἀπὸ Ἀκακησίου ὄρους.
60ἀλλὰ, ὁ μηδενὸς κακοῦ μεταδοτικός. Ἐπεὶ καὶ δοτὴρ ἐάων. Πάντ’ οὖν ἀπὸ τῶν παρεπομένων τοῖς θεοῖς. Καὶ γὰρ ἡ Γλαυκῶπις οὐκ ἀπὸ τοῦ, Ἥτ’ ἄκρης θῖνα Γλαυκώπιον ἵζει· ἀλλ’ ἀπὸ τῆς περὶ τὴν
65πρόσοψιν τῶν ὀφθαλμῶν καταπλήξεως. Καί τ’ ἄλλα δὲ τῶν ἐπιθέτων ἐπιοῦσιν ἡμῖν πάρεστιν ὁρᾷν, οὐκ ἀπὸ τῶν ἱερῶν τόπων ὠνομασμένα, ἀπὸ δὲ τῶν ἐνεργειῶν τῶν ψυχικῶν, ἢ νὴ Δία συμβεβηκότων
70περὶ τὸ σῶμα. Ὡς, λευκώλενος Ἥρη, καὶ ἀργυρόπεζα Θέτις, καὶ, Φοῖβος Ἀ‐ πόλλων, καὶ, ἀκερσεκόμης. Καὶ πάλιν ἀπὸ πράξεων. Ὡς, ἕκατος, καὶ, ἑκατη‐ βελέτης, καὶ, ἑκηβόλος. Ἄρτεμις δὲ
75καὶ, ἀγροτέρη, καὶ, ἰοχέαιρα. Καὶ πάντα τὰ παραπλήσια. Καὶ γὰρ, εἰ σπανίως, Ἑλικώνιον τὸν Ποσειδῶνα εἴρηκεν, ἀπὸ Ἑλικῶνος, ὡς Ἀρίσταρχος βούλεται. Ἐπεὶ ἡ Βοιωτία ὅλη ἱερὰ Ποσειδῶνος.
80Οὐ γὰρ ἀρέσκει ἀπὸ Ἑλίκης. ἐπεί φη‐ σιν· Οἱ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ’ ἀνάγουσιν. Ἑλικήϊον γὰρ ἂν εἶπε, συγχωροῦντος τοῦ μέτρου. Δύναται Ἑλι‐ κώνιος λέγεσθαι, διὰ τὸ, ἕλικας καὶ περι‐
85φερεῖς εἶναι τὰς δίνας τῆς θαλάσσης. Ἔτι δ’, εἴπερ ἦν ἡ Κύπρις ἀπὸ τῆς Κύ‐ πρου, πολλῷ μᾶλλον ἀπὸ τῆς Πάφου, ἐν ᾗ βωμός τε θυήεις αὐτῆς, Παφίη ἐλέ‐ γετο. Ἀλλ’ οὐδέποτε Παφίην εἶπε τὴν
90Ἀφροδίτην Ὅμηρος, ὡς οἱ νεώτεροι. Καὶ
γὰρ, εἴ ποτε σπανίως ἐπίθετα ἐξενήνοχε τοπικὰ, ἐξ ἡρωϊκοῦ προσώπου κατὰ τὸ εἰκὸς αὐτὰ λέγει. Ἀχιλλεὺς μὲν γὰρ Θεσσαλὸς ὢν, φησί· Ζεῦ, ἄνα Δωδω‐
95ναῖε, Πελασγικὲ, τηλόθι ναίων. Καὶ Ἑκάβη· Ἀλλ’ εὔχου σύγ’ ἔπειτα κε‐ λαινεφέϊ Κρονίωνι, Ἰδαίῳ, ὅστε Τροίην κατὰ πᾶσαν ὁρᾶται. Ἡ γὰρ Ἴδη τῆς Τροίας, οἰκείως τε ἡ Ἑκάβη ἔσχηκε

5

.

422

(100)

παρωνομάσαι τὸν Δία Ἰδαῖον. Ὁ δ’ Ὅμηρος οὐκ ἂν εἴποι ἀπὸ τῆς Κύπρου τὸ ἐπίθετον, ἐξ ἰδίου προσώπου λέγων· Ὁ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ. Ἀχαι‐ ϊάδων. Τῶν Ἑλληνίδων γυναικῶν. Ἀ‐
105νιεῖσα. Ἀναπείθουσα.

5

.

423

Ἕπε‐ σθαι. Ἀκολουθῆσαι. Ἔκπαγλα. Ἐξό‐ χως.

5

.

424

Καῤῥέζουσα. Καταρέζου‐ σα, πλησίον παρακαθίζουσα, καταψῶσα τῇ χειρί. Ἐϋπέπλων. Ἐστολισμένων, εὐστόλων.

5

.

425

Περόνη. Πόρπη ἐν τῇ περιβολῇ. Κατεμύξατο. Κατεξέσθη. Ἀραιήν. Ἀσθενῆ. Σημαίνει δὲ καὶ λεπτήν.

5

.

427

Χρυσῆν Ἀφροδίτην. Καλὴν λέγει νῦν.

5

.

428

Οὔ τοι. Οὔ σοι. οὐδαμῶς σοι.

5

.

429

Ἱμερόεντα. Ἐπέραστα, θαυμαστά.

5

.

432

Ἐπόρου‐ σεν. Ἐφώρμησεν.

5

.

433

Ὑπείρεχεν. Ὑπερεῖχε, προεβέβλητο, ὑπερεμάχετο.

5

.

434

Ἅζετο. Ἐσέβετο. Ἵετο. Προε‐ θυμεῖτο.

5

.

435

Δῦσαι. Ἀποδῦσαι.

5

.

437

Ἐστυφέλιξε. Διέσεισε, διεκίνησε. Φαεινήν. Λαμπράν.

5

.

438

Ἐπέσσυτο. Ἐφώρμησε. Δαίμονι ἶσος. Θεῷ ὅμοιος, καὶ παραπλήσιος.

5

.

439

Ὁμοκλήσας. Ἐπαπειλήσας, ἐπιτιμητικῶς βοήσας.

5

.

440

Φράζεο. Σκέπτου, διαλογίζου. Φράζεο, καὶ χάζεο. Διαλογιζόμενος ἀ‐ ναχώρει.

5

.

441

Φῦλον. Ἔθνος.

5

.

442

Χαμαὶ ἐρχομένων. Ἀντὶ τοῦ, ἀποθνη‐ σκόντων. ἢ, ἐπὶ γῆς βαδιζόντων. ἢ, χα‐ μαιῤῥιφῶν. ἢ, φθαρτῶν.

5

.

443

Ἀνε‐ χάζετο. Ἀνεχώρει. Τυτθόν. Μικρόν. ὀλίγον.

5

.

444

Ἀλευάμενος. Ἐκκλίνας.

5

.

445

Ἀπάτερθεν. Ἄπωθεν.

5

.

446

Περγάμῳ. Τῇ ἀκροπόλει τῶν Τρώων τῆς Ἰλίου οὕτω καλουμένῃ.

5

.

447

Ἰοχέαι‐ ρα. Ἡ ἰοῖς, ὅ ἐστι, βέλεσι, χαίρουσα. τοῦτ’ ἔστι, τοξική.

5

.

448

Ἀδύτῳ. Ναῷ. Ἄδυτα γὰρ καλοῦνται οἱ τόποι τῶν ἱερῶν, εἰς οὓς οὐκ ἔξεστιν εἰσιέναι πᾶσιν. Ἀκέοντο. Ἐθεράπευον, νῦν. ἢ,
5ἐπεμελοῦντο. ἢ, παρεμυθοῦντο. Κύδαι‐ νον. Ἐδόξαζον, πρὸς δόξαν προετρέποντο.

5

.

450

Ἴκελον. Ὅμοιον. Τοῖον. Τοιοῦ‐ τον.

5

.

452

Δῄουν. Διέκοπτον. Βοείας. Τὰς ἀσπίδας τὰς ἐκ βοείων βυρσῶν.

5

.

453

Εὐκύκλους. Περιφερεῖς. Εὖ ἐχού‐ σας ἐν τῇ περιφερείᾳ. Λαισήϊα. Βαρ‐ βαρικὰ ὅπλα, ἢ βέλη. ἢ, μικρὰ ἀσπι‐ δίσκια, ὠμοβύρσινα σάκη, ὅπλα κοῦφα·
5παρὰ τὸ, ἐν τῇ λαιᾷ χειρὶ βαστάζε‐ σθαι.

5

.

454

Θοῦρον. Ὁρμητικὸν ἐν τῷ πολέμῳ.

5

.

455

Βροτολοιγέ. Ἀνδροφόνε.

5

.

456

Ἐρύσαιο. Ἑλκύσειας.

5

.

458

Χεῖρ’ ἐπὶ καρπῷ. Ἐπὶ τὸν καρπὸν τῆς χειρός.

5

.

459

Ἐπέσσυτο. Ἐφώρμη‐ σεν.

5

.

460

Ἄκρῃ. Ἀκροπόλει.

5

.

461

Τρώων δὲ στίχας. Τοὺς δὲ Τρῶας εἰς τάξεις. Οὖλος. Ὀλέθριος. Ὤτρυνε. Παρώξυνεν.

5

.

462

Εἰδόμενος. Ὁμοι‐ ωθείς. Ἀκάμαντι. Ὄνομα κύριον. Ἡ‐ γήτορι. Ἡγεμόνι.

5

.

465

Ἐς τί ἔτι. Μέχρι τίνος.

5

.

466

Εἰσόκεν. Ἕως ἂν, μέχρις ἄν. Εὖ ποιητῇσιν. Εὖ πεποι‐ ημέναις, εὖ καὶ καλῶς κατεσκευασμέναις.

5

.

467

Ἶσον. Ἐπίσης. ὁμοίως. Ἐτίομεν. Ἐτιμῶμεν.

5

.

469

Ἐκ φλοίσβοιο. Ἐκ ταραχῆς. Σαώσομεν. Σώσωμεν.

5

.

471

Νείκεσεν. Ὠνείδισε.

5

.

472

Πῆ δή τοι. Ποῦ δή σοι. Οἴχεται. Πεπόρευ‐ ται. Ἔχεσκες. Εἶχες.

5

.

473

Φῆς. Ἔλεγες. Που. Ἀντὶ τοῦ, δή. Ἄτερ. Χωρίς. Ἑξέμεν. Ἕξειν, συνέξειν, συν‐ εκσώσειν, φυλάξειν.

5

.

474

Γαμβροῖ‐ σιν. Οἱ ἄνδρες τῶν θυγατέρων. Γαμ‐ βρὸς καλεῖται ὁ γῆμας ὑπὸ τῶν οἰκείων τῆς γαμηθείσης.

5

.

475

Ἰδέειν. Ἰδεῖν. Νοῆσαι. Θεάσασθαι.

5

.

476

Κατα‐ πτώσσουσι. Δειλιῶσιν.

5

.

477

Ἔνει‐ μεν. Εἰμὲν, ἐσμὲν, ὑπάρχομεν.

5

.

478

Ἥκω. Παραγέγονα.

5

.

479

Τηλοῦ. Μακρόθεν. Δινήεντι. Δίνας ἔχοντι. Δῖ‐ ναι δέ εἰσιν αἱ τῶν ὑδάτων συστροφαί.

5

.

481

Ἔλδεται. Ἐπιθυμεῖ. Ἐπιδευής. Ἐνδεής.

5

.

485

Τύνη. Σὺ Δωρικῶς, ἀπὸ τοῦ τυ, ἐν παραγωγῇ τύνη. ὡς, ἀπὸ τοῦ ἐγὼν, ἐγώνη.

5

.

486

Μενέμεν. Ὑπο‐ μένειν, προθυμεῖσθαι. Ὤρεσσι. Ταῖς
γυναιξί. Παρὰ τὸ συνεζεῦχθαι τοῖς ἀν‐ δράσιν. ἔνθεν καὶ συνωρὶς, τὸ συνεζευ‐
5γμένον τῶν ἵππων ὄχημα.

5

.

487

Ἁψῖ‐ σιν. Ἅμμασι, συναφαῖς. Λίνου. Δικ‐ τύου. Ἁλόντε. Ληφθέντες. Πανάγρου. Τοῦ πάντα ἀγρεύοντος.

5

.

488

Ἕλωρ. Ἕλκυσμα, ἕλασμα, καὶ ἀναίρεμα. Ἐ‐ σχημάτισται δὲ παρὰ τὸ ἑλεῖν. Κύρ‐ μα. Ἐγκύρημα, ἔντευγμα· οἷον, ἐπί‐
5τευγμα, εὐτύχημα. Λέγει δὲ τῶν ἐχ‐ θρῶν.

5

.

489

Ὑμήν. Ὑμετέρην.

5

.

491

Λισσομένῳ. Δεομένῳ.

5

.

492

Νωλεμέ‐ ως. Ἀδιαλείπτως, συνεχῶς. Ἐχέμεν. Συνέχειν, ἢ ἀντέχειν, πρὸς τὴν μάχην, καὶ μὴ ἐνδιδόναι. Ἐνιπήν. Ἐπίπληξιν.

5

.

493

Δάκε. Καθίκετο, καθήψατο.

5

.

494

Ἆλτο. Καθήλατο.

5

.

495

Πάλλων. Κινῶν. Πάντῃ. Πανταχοῦ.

5

.

497

Ἐ‐ λελίχθησαν. Συνεστράφησαν, μεταβαλ‐ λόμενοι εἰλήθησαν.

5

.

498

Ἀολλέες. Συνεσταλμένοι, ἀθρόοι, συνηγμένοι. Φό‐ βηθεν. Ἐφοβήθησαν.

5

.

499

Ἄχνας. Τὰ λεπτὰ τῶν ἀχύρων, ἢ τὰ ἄχυρα. Ἄχνη δὲ καλεῖται καὶ ὁ ἐπιπολάζων τῷ κύματι ἀφρός. Φορέει. Φέρει, διασκορ‐
5πίζει, σκεδάζει. Ἀλωάς. Ἀλωνείας. Νῦν δὲ τοὺς τόπους, ὅπου ὁ πυρὸς πατεῖ‐ ται, τουτέστιν, ἀλοᾶται. Σημαίνει δὲ καὶ τὴν δενδροφόρον γῆν, καὶ ἐν ᾗ ἀπὸ τοῦ σίτου τὰ ἄχυρα διαιρεῖται. Λικμᾷν
10γάρ ἐστι τὸ χωρίζειν ἀπὸ τοῦ σίτου τὸ ἄχυρον τοῖς πτύοις.

5

.

500

Ξανθὴ Δη‐ μήτηρ. Ὁ πυρός. Ὁ δὲ τρόπος μετωνυ‐ μία. Ἢ αὐτὴ ἡ θεὸς, ἡ γεωργικὴ ἐπι‐ στήμη.

5

.

501

Κρίνη. Διαχωρίζει. Ἐ‐ πειγομένων. Ἀντὶ τοῦ, ἐπειγόντων, καὶ συνεχῶς καὶ μετὰ βίας πνεόντων.

5

.

502

Ἀχυρμιαί. Ἀχυροθῆκαι. οἱ τόποι, εἰς οὓς χωριζόμενα τοῦ σίτου τὰ ἄχυρα ἐκπί‐ πτει.

5

.

503

Ὕπερθεν. Ὑπεράνωθεν. Κονισσάλῳ. Τῷ κονιορτῷ.

5

.

504

Πο‐ λύχαλκον. Στερεὸν, λίαν ἰσχυρόν. Ἐ‐ πέπληγον. Πλήσσοντες σφοδρῶς καὶ εὐ‐ τόνως ἤγειρον καὶ ἀνέπαλλον καὶ ἀνε‐
5κίνουν.

5

.

505

Ἂψ ἐπιμισγομένων. Ἐξ ὑποστροφῆς ἐμβαλλόντων. Ὑπὸ δ’ ἔστρε‐ φον. Ὑπέστρεφον δέ. Ἡνιοχῆες. Ἡνί‐ οχοι. Ἡ εὐθεῖα, ὁ ἡνιοχεύς.

5

.

506

Μένος χειρῶν ἰθὺς φέρον. Τὴν διὰ τῶν χειρῶν δύναμιν ἐναντίον ἔφερον ἀλλήλων. Ἰθύς. Ἐπ’ εὐθείας. Νύκτα. Ἀχλύν.

5

.

507

Ἀρήγων. Βοηθῶν.

5

.

508

Πάν‐ τοσε. Πανταχοῦ, πανταχόσε. Ἐπε‐ κραίαινεν. Ἐπετέλει. Ἐφετμάς. Ἐν‐ τολάς.

5

.

509

Χρυσαόρου. Χρυσοφασ‐ γάνου, χρυσοῦν ξίφος ἔχοντος. Οἱ δὲ νε‐ ώτεροι, ὡς χρυσῆν κιθάραν ἔχοντος, ἀπο‐ διδόασι τὴν λέξιν.

5

.

511

Πέλεν. Ἐ‐ γένετο, ἦν.

5

.

512

Πίονος. Νῦν, πλου‐ σίου, ἢ, λιπαροῦ, εὐδαίμονος. Ἀδύτοιο. Ναοῦ, ὃν εἰσελθεῖν οὐ ῥᾴδιον.

5

.

513

Ἧ‐ κεν. Ἀφῆκε.

5

.

514

Μεθίστατο. Ἐν αὐτοῖς ἔστη. Ἑτάροισι μεθίστατο. Ἐν τοῖς ἑταίροις ἵστατο.

5

.

515

Ἀρτεμέα. Ὑ‐ γιῆ.

5

.

516

Μετάλλησαν. Ἐπεζήτησαν. Οὔτι. Οὐδέν.

5

.

517

Ἔα. Ἀντὶ τοῦ, εἴα. Πόνος. Ἐνέργεια. Δηλοῖ δὲ νῦν κακο‐ πάθειαν.

5

.

518

Ἄμοτον. Ἀπλήρωτον.

5

.

521

Ἰωκάς. Κραυγὰς, ἀπειλὰς, ἢ τὰς ἐν τῷ πολέμῳ διώξεις.

5

.

523

Νηνεμίης. Ἐπὶ νηνεμίας. Ἀκροπόλοισιν. Ὧν περὶ τὰ ἄκρα πολοῦνται, ὅ ἐστιν, ἀναστρέ‐ φονται.

5

.

524

Ἀτρέμας. Ἐφ’ ἡσυ‐ χίας, ἄνευ τινὸς κινήσεως. Ὄφρ’ εὕδῃσι. Ὅτ’ ἂν ἠρεμῇ.

5

.

525

Ζαχρειῶν. Ἄ‐ γαν χρειωδῶν, μεγάλως πνεόντων. Σκιό‐ εντα. Μελαίνας σκιὰς ποιοῦντα.

5

.

526

Λιγυρῇσι. Λιγυραῖς, ἡδείαις, ἢ ὀξείαις, σφοδραῖς. Διασκιδνᾶσι. Διασκορπίζου‐ σιν. Ἀέντες. Πνέοντες.

5

.

528

Ἐ‐ φοίτα. Ἐπορεύετο.

5

.

529

Ἀνέρες. Νῦν ἀντὶ τοῦ ἀνδρεῖοι. Ἄλκιμον. Ἰσχυρόν. Ἕλεσθε. Ἀναλάβετε.

5

.

531

Αἰδομέν‐ ων. Αἰσχυνομένων. Σόοι. Σῶοι, ὑγιεῖς. Τὸ ςο μικρὸν, διὰ τὸ μέτρον. Πέφαν‐ ται. Πεφονευμένοι εἰσὶν, ἢ, ἀναιροῦνται.
5Σημαίνει δὲ καὶ τὸ, γεγένηνται φανεροὶ, φονεύονται.

5

.

534

Αἰνείεω ἕταρον. Αἰ‐ νείεω Ἰωνικῶς. καὶ κατὰ συναλοιφὴν Αἰνείω. Αἰνείου.

5

.

535

Περγασίδην. Περγάσου υἱόν.

5

.

536

Τῖον. Ἐτίμων. Θοός. Ταχὺς, πολεμικός.

5

.

538

Ἔρυ‐ το. Ὑπέμεινεν, ἐκώλυσεν, ἐφύλαξεν. Εἴσατο. Διῆλθε.

5

.

539

Νειαίρῃ. Τῇ
νεάτῃ. Λέγει δὲ τὸ ἔσχατον μέρος τῆς γαστρός.

5

.

543

Ἔναιε. Κατῴκει. Ἐϋ‐ κτιμένῃ. Καλῶς κατεσκευασμένῃ.

5

.

544

Βιότοιο. Νῦν, τοῦ πρὸς τὸ ζῇν ἐπιτη‐ δείου.

5

.

545

Ἀλφειοῦ. Ἀλφειὸς, ποτα‐ μὸς ἐν Ἤλιδι. Εὐρὺ ῥέει. Ἀντὶ τοῦ, εὐρέως, πλατέως.

5

.

548

Διδυμάονε. Διδυμάονες διδύμων διαφέρουσι. καθό‐ τι οὗτοι μὲν ἀδελφοὺς δηλοῦσιν, οἱ δὲ δίδυμοι οὐκ ἐξ ἀνάγκης. κεῖται γὰρ ἡ
5λέξις καὶ ἐπὶ ἁπλῶς δυάδος. Τὸ ο μι‐ κρὸν, διὰ τὸ μέτρον. Γενέσθην. Ἐγεν‐ νήθησαν.

5

.

550

Ἡβήσαντε. Ἀκμά‐ σαντες. δυϊκῶς.

5

.

551

Εὔπωλον. Καλ‐ οὺς ἵππους ἔχουσαν, εὔιππον. Ἢ, ἐν ᾗ ἐστι καλῶς ἀναστραφῆναι.

5

.

553

Ἀρ‐ νυμένω. Ἀντικαταλλασσομένω.

5

.

555

Τάρφεσι. Πυκνώμασι, συνεχέσι τόποις. Ὕλης. Συμφύτου τόπου.

5

.

556

Ἴφια. Ἤτοι εὐτραφῆ, ἢ, κατ’ εὐφημισμὸν, ἀ‐ σθενῆ, ἢ ἰσχυροποιὰ τῶν ἐσθιόντων.

5

.

557

Σταθμούς. Τὰς ἐπαύλεις. Κε‐
ραΐζετον. Πορθοῦσι, κενοῦσιν.

5

.

558

Ἐν παλάμῃσιν. Ἀντὶ τοῦ, ἐν ταῖς χερ‐ σί.

5

.

560

Καππεσέτην. Κατέπεσον. δυϊκῶς. Ἐλάτῃσιν. Ἐλάτη, εἶδος δέν‐ δρου.

5

.

563

Σείων. Κινῶν.

5

.

564

Δα‐ μείῃ. Φονευθῇ.

5

.

566

Περὶ γὰρ δίε. Περισσὼς γὰρ ἐφοβεῖτο.

5

.

567

Μέγα δέ σφεας. Μεγάλως. συσταλτέον διὰ τὸ μέτρον. Ἀποσφήλειε πόνοιο. Ἀποσφα‐ λῆναι καὶ ἀποτυχεῖν ποιήσει τοῦ ἔργου.
5Πόνοιο. Τοῦ προκειμένου ἔργου.

5

.

572

Μένοντε. Παραμένοντας, παρεστῶτας.

5

.

574

Δειλώ. Δειλαίους, δυϊκῶς. ἀσθε‐ νεῖς, ἀθλίους. Βαλέτην. Ἐνεχείρισαν, ἔθηκαν.

5

.

575

Μετὰ πρώτοισιν. Ἐν τοῖς προμαχομένοις.

5

.

576

Ἀτάλαντον. Ἶσον.

5

.

579

Τυχήσας. Ἐπιτυχών.

5

.

581

Ἀτυμνιάδην. Ἀτυμνίου υἱόν.

5

.

583

Λεύκ’ ἐλέφαντι. Λευκὰ ὡς ἐλέφαντος.

5

.

584

Ἤλασεν. Ἔκοψε. Κόρσην. Κε‐ φαλὴν, κρόταφον.

5

.

585

Ἀσθμαίνων. Πνευστιῶν, σφοδρῶς ἀναπνέων. Εὐερ‐ γέος. Εὖ πεποιημένου, καὶ καλῶς κατε‐ σκευασμένου.

5

.

586

Κύμβαχος. Ἐπὶ κεφαλὴν κυβιστῶν. Ἐπὶ βρεχμόν. Ἐπὶ τὸ βρέγμα τῆς κεφαλῆς.

5

.

587

Ἀμά‐ θοιο. Ἄμαθος, ἡ κατὰ τὸ πεδίον ἄμ‐ μος. ψάμμος δὲ ἡ κατὰ τὴν θάλασσαν κόνις.

5

.

588

Βάλον. Κατέβαλον.

5

.

589

Ἵμασεν. Ἐμάστιξεν, ἐδίωξεν.

5

.

590

Ἐνόησεν. Ἐθεάσατο.

5

.

591

Κεκλη‐ γώς. Κραυγάζων, βοῶν. Εἵποντο. Ἠ‐ κολούθουν.

5

.

592

Ἐνυώ. Πολεμικὴ θεός.

5

.

593

Κυδοιμόν. Τὴν ταραχὴν, τὸν θό‐ ρυβον, ἢ πόλεμον.

5

.

594

Ἐνώμα. Δι‐ έφερεν, ἐκίνει, μετέφερε.

5

.

595

Φοίτα. Ἀνεστρέφετο.

5

.

597

Ἀπάλαμνος. Ἀ‐ σθενὴς, ἄπειρος, μηδὲν μηχανήσασθαι δυνάμενος. Πολέως. Πολλοῦ.

5

.

598

Ὠκυρόῳ. Ταχέα ῥεύματα ἔχοντι, τα‐ χέως ῥέοντι. Ἅλαδε προρέοντι. Εἰς τὴν θάλασσαν ἐμβάλλοντι.

5

.

599

Μορμύ‐ ροντα. Ὠνοματοπεποίηται ἡ λέξις ἀπὸ τοῦ ψόφου, τοῦ ἐν τοῖς ὕδασι γιγνο‐ μένου.

5

.

600

Ἀνεχάζετο. Ἀνεχώρει.

5

.

601

Οἷον δή. Ἀντὶ τοῦ, οἷον ἄρα δή. Θαυμάζομεν. Ἐκπληττόμεθα.

5

.

603

Πάρα. Πάρεστι.

5

.

605

Πρὸς Τρῶας τετραμμένοι. Τοὺς Τρῶας βλέποντες.

5

.

606

Εἴκετε. Πράως ἀποχωρεῖτε. Με‐ νεαινέμεν. Προθυμεῖσθαι.

5

.

608

Εἰ‐ δότε χάρμης. Ἐπισταμένους μάχεσθαι.

5

.

612

Παισσῷ. Παισσὸς, πόλις Τροίας, ἣν ἐν ἄλλοις Ἀπαισσὸν, μετὰ τοῦ α, προσηγόρευσε.

5

.

613

Πολυκτήμων. Πολλὰ κτήματα ἔχων. Πολυλήϊος.
Πολλὰ λήϊα ἔχων, ἢ πολλὰ θρέμματα ἔχων, πολυθρέμμων. Λεία δὲ λέγεται
5καὶ τὰ ἐκ πολέμου λάφυρα, ἢ τὰ ἀπὸ λῃστείας.

5

.

614

Ἐπικουρήσοντα. Βοη‐ θήσοντα.

5

.

616

Νειαίρῃ. Κατωτάτῃ.

5

.

617

Δούπησεν. Ἐψόφησεν.

5

.

618

Ἔχευαν. Δαψιλῶς ἐπέπεμψαν, ἐπέ‐ χευαν ἀθρόως. Ἡ μεταφορὰ ἀπὸ τῶν ὑγρῶν. Ἔχευαν. Ἐξηκόντισαν.

5

.

619

Παμφανόωντα. Λάμποντα. Σάκος. Ἀσπὶς, ὅπλον. Ἀνεδέξατο. Ἀνέλαβε.

5

.

620

Προσβάς. Ἐνθορὼν, ἐμβάς.

5

.

621

Ἐσπάσατο. Ἀνείλκυσεν.

5

.

622

Ἐπεί‐ γετο. Κατεπονεῖτο.

5

.

623

Ἀμφίβα‐ σιν. Τὴν ὑπερμάχησιν. ἢ, τὸν περι‐ βάντα τῶν νεκρῶν ὑπέρμαχον. Ἀγερώ‐ χων. Ἄγαν ἐντίμων. ἢ καὶ, ἄγαν ὑ‐
5βριστῶν.

5

.

625

Ἀγαυόν. Ἐπιφανῆ, ἔνδοξον.

5

.

626

Ὦσαν. Ἀπώσαντο, ἀ‐ πέβαλλον. Ἀπὸ σφείων. Ἀφ’ ἑαυτῶν. Χασσάμενος. Ἀναχωρήσας. Πελε‐ μίχθη. Διεσείσθη, ἀπεσείσατο τὰ ἐμ‐
5πεπηγότα τῇ ἀσπίδι. Χασσάμενος πε‐ λεμίχθη. Κατὰ ἀναστροφὴν εἴρηται, ἀντὶ τοῦ, πελεμιχθεὶς ἀνεχάσατο.

5

.

627

Πονέοντο. Ἐνήργουν.

5

.

628

Ἡρακλεί‐ δην. Ἡρακλέους παῖδα. Ἠΰν. Ἀγα‐ θὸν, γενναῖον.

5

.

629

Ὦρσεν ἐπ’ ἀντι‐ θέῳ Σαρπηδόνι μοῖρα κραταιή. Ἀπότο‐ μος, ἰσχυρά. Φασὶν, Εὐρώπῃ τῇ Φοίνικος ἀνθολογούσῃ φανῆναι τὸν Δία ἐν σχή‐
5ματι ταύρου, κρόκον ἐκ τῶν ῥινῶν βλα‐
στάνοντος. Ἐπικαθεσθεῖσαν δὲ τοῖς νώ‐ τοις τὴν κόρην πρὸς ἀπανθισμὸν, ἁρπάσας εἰς Κρήτην ἐκόμισεν. Ἐξ ἧς φασι Σαρ‐ πηδόνα γενέσθαι, καὶ Μίνωα, καὶ Ῥα‐
10δάμανθυν.

5

.

631

Υἱωνός. Υἱὸς υἱοῦ. ἔγγονος.

5

.

634

Ἀδαήμονι. Ἀπείρῳ, ἀ‐ μαθεῖ.

5

.

635

Γόνον. Υἱόν.

5

.

636

Ἐ‐ πιδεύεαι. Ἐνδεὴς εἶ.

5

.

639

Θρασυμέ‐ μνονα. Τολμηρὸν, θρασὺν ἐν τῷ μένειν, ἢ θρασέως ὑπομένοντα ἐν τῇ μάχῃ. Θυ‐ μολέοντα. Λεοντόψυχον, γενναῖον.

5

.

641

Οἴῃς. Οἴαις, μόναις.

5

.

642

Χήρωσεν. Ἐκένωσεν, ἠρήμωσεν, ἐρήμους ἐποίησεν, ἐχώρισεν ἀπὸ τῶν οἰκείων. Ἀγυιάς. Ὁδούς.

5

.

643

Κακός. Δειλὸς, ἀσθε‐ νής. Ἀποφθινύθουσιν. Ἀποφθείρονται.

5

.

644

Ἄλκαρ. Ἴαμα, ἀλέξημα, βοήθη‐ μα.

5

.

646

Πύλας ἀΐδαο περήσειν. Εἰς ᾅδου κατελθεῖν.

5

.

649

Ἀφραδίῃσιν. Ἀνοίαις.

5

.

650

Εὖ ἔρξαντα. Εὖ ποιή‐ σαντα. Ἠνίπαπεν. Ἐπέπληξεν.

5

.

653

Ἐξ ἐμέθεν. Ἐξ ἐμοῦ. Τεύξεσθαι. Γε‐ νήσεσθαι. Δαμέντα. Δαμασθέντα, φο‐ νευθέντα, ἀναιρεθέντα.

5

.

654

Εὖχος. Καύχημα, δόξαν. Κλυτοπώλῳ. Ἐν‐ δόξους ἵππους ἔχοντι. οὗ κλυτή ἐστιν ἡ ἐπιπώλευσις. οἷον ἀκουστὴ, διὰ τὰς ἐπὶ
5τοῖς ἀποθανοῦσιν οἰμωγάς. Ἢ ἔοικε, τῷ ἐπιθέτῳ καὶ κατ’ αὐτοῦ κεχρῆσθαι, διὰ τὴν τῆς Περσεφόνης ἁρπαγήν. κλυτοπώ‐ λῳ, τῷ ἱππικῷ.

5

.

655

Ἀνέσχετο. Ἀ‐ νέτεινε. Μείλινον. Μελέϊνον, ἐκ μελί‐ νου ξύλου κατεσκευασμένον. Μελία δὲ, εἶδος δένδρου. ἢ μακρόν.

5

.

656

Ὁμαρτῆ. Ὁμοῦ καὶ κατὰ ταὐτὸν ἄφεσις καὶ συν‐ τυχία.

5

.

658

Διαμπερές. Διαμπὰξ, διόλου. Ἀλεγεινή. Ἀλγεινὴ, ἐπίπονος.

5

.

659

Ἐρεβεννή. Σκοτεινή.

5

.

661

Δι‐ έσσυτο. Διῆλθε. Μαιμώωσα. Ἐνθου‐ σιῶσα, καὶ ὀξέως ὁρμῶσα. Ἢ, τοῦ αἵ‐ ματος γευστικῶς ἔχουσα. Καὶ ἔστιν αἱ‐
5μώωσα, καὶ ἐν πλεονασμῷ τοῦ μ, μαι‐ μώωσα.

5

.

662

Ἐγχριμφθεῖσα. Ἐμ‐ παγεῖσα, ἐμπελασθεῖσα. Λοιγόν. Ὄ‐ λεθρον. Ἄμυνεν. Ἀπέστρεψεν, ἀπεκώ‐ λυσεν.

5

.

665

Ἑλκόμενον. Ἀπαιωρού‐
μενον. Ἐπεφράσατο. Ἐνενόησεν, ἐνε‐ θυμήθη.

5

.

666

Ἐξερύσαι. Ἐξελκῦσαι.

5

.

670

Τλήμονα. Εὔτολμον, ὑπομονητι‐ κόν. Μαίμησεν. Ἐταράχθη, ἢ, ἐνεθου‐ σίασε.

5

.

671

Μερμήριξεν. Ἐνενόησε.

5

.

672

Προτέρω. Πρότερον, εἰς τοὔμπρο‐ σθεν. Ἐριγδούποιο. Μεγαλοήχου, με‐ γαλοψόφου.

5

.

674

Μόρσιμον. Πεπρω‐ μένον, εἱμαρμένον.

5

.

676

Τῷ ῥα. Διὸ δή. Κατὰ πληθύν. Εἰς τὸ πλῆθος. Τράπεν. Ἔτρεψεν, ἔβαλεν.

5

.

680

Ὀξὺ νόησε. Ταχέως ἐνόησεν, ἐθεάσατο.

5

.

681

Κεκορυθμένος. Καθωπλισμένος.

5

.

682

Δεῖμα. Φόβον, εὐλάβειαν. Προσιόντι. Προσελθόντι.

5

.

683

Ὀλοφυδνόν. Οἰ‐ κτρὸν, θρηνῶδες.

5

.

685

Αἰών. Ὁ τοῦ ἀνθρώπου βίος.

5

.

686

Ἔμελλον. Ἐῴ‐ κειν.

5

.

687

Νοστήσας. Ἀνακομισθείς.

5

.

688

Εὐφρανέειν. Εὐφρανεῖν.

5

.

690

Παρήϊξε. Παρέδραμε, παρῆλθε. Λελιη‐ μένος. Προθυμούμενος.

5

.

691

Ὤσαιτο. Ἀποδιώξειε.

5

.

693

Εἷσαν. Ἐκάθισαν, καθεσθῆναι ἐποίησαν. Φηγῷ. Δρυὶ ἱερᾷ Διός.

5

.

694

Ὦσεν. Ἀπεώσατο. Θύ‐ ραζε. Ἔξω. Κυρίως μὲν, ἔξω τῆς θύρας· νῦν δὲ κεῖται ἀντὶ τοῦ, ἔξω.

5

.

696

Ἔ‐ λιπε ψυχή. Ἐλιποψύχησεν.

5

.

697

Ἀμ‐ πνύνθη. Ἀνέπνευσεν, ἀνέλαβεν ἑαυτόν.

5

.

698

Ζώγρει. Ἀνεζωπύρει, εἰς τὸ ζῇν ἦγεν. Ἐπιπνείουσα. Ἐπιπνέουσα. Κε‐ καφηότα. Ἐκπεπνευκότα. Κάφος γὰρ, τὸ πνεῦμα. Ὅθεν καὶ κῆπος, ὁ περιπνεό‐
5μενος τόπος.

5

.

699

Χαλκοκορυστῇ. Χαλ‐ κῷ καθωπλισμένῳ.

5

.

700

Προτρέποντο. Προτροπάδην ἔφευγον. ὅ ἐστι, μὴ συ‐ στραφέντες, μὴ στρεφόμενοι νῦν. Προ‐ τραπῆναι γάρ ἐστι, τὸ μεταστραφέντα
5ἐκφεύγειν. Ἐπὶ νηῶν. Ἀντὶ τοῦ, ὡς ἐπὶ τὰς ναῦς.

5

.

701

Ἀντεφέροντο. Ἐξ ἐναντίας ἐφέροντο. Αἰέν. Διαπαντός.

5

.

704

Χάλκεος Ἄρης. Ἤτοι, ἰσχυρὸς, ἢ πολύχαλκος. διὰ τὸν ὁπλισμόν.

5

.

707

Αἰολομίτρην. Ποικίλην μίτραν ἔχοντα.

5

.

708

Ὕλῃ. Πόλις Βοιωτίας. Μέγα πλούτοιο μεμηλώς. Πάνυ πεφροντικὼς τοῦ πλούτου. Μεμηλώς. Μεμεληκώς. ἐπιμέλειαν ἔχων.

5

.

709

Κεκλιμένος. Παρακείμενος, γειτνιῶν, περιεχόμενος. Λίμνῃ Κηφισίδι. Τῷ Κηφισσῷ ποταμῷ.

5

.

710

Πίονα δῆμον. Εὐδαίμονα δῆμον.

5

.

714

Ἀτρυτώνη. Ἀκαταπόνητε.

5

.

715

Ὑπέστημεν. Ὑπεσχόμεθα.

5

.

718

Με‐ δώμεθα. Φροντίσωμεν.

5

.

720

Ἔντυε. Κατεσκεύαζεν.

5

.

721

Πρέσβα. Πρεσ‐ βυτάτη. ἔντιμος.

5

.

722

Ὀχέεσσιν. Ὀχήμασιν, ἅρμασιν. Καμπύλα. Ἐπι‐ καμπῆ. Κύκλα. Ἰωνικῶς. Κύκλους. τοὺς τροχούς.

5

.

723

Ὀκτάκνημα. Ὀκ‐ τάραβδα, ὀκτὼ κνήμας ἔχοντα. Ἄξονι. Ἄξων, ὁ εἰς τὰς χονικίδας ἐμβαλλόμενος ἑκατέρου τροχοῦ. Ἀμφίς. Νῦν ἀντὶ τοῦ
5ἑκατέρωθεν.

5

.

724

Ἴτυς. Ἡ περιφέ‐ ρεια τοῦ ὀχήματος. ἀψίδες δὲ, ἐξ ὧν ἡ περιφέρεια γίγνεται τοῦ τροχοῦ. ἢ ἀψὶς, εἰς ἣν αἱ κνῆμαι ἀπὸ τῆς χοινικίδος ἐμ‐
5πήγνυνται.

5

.

725

Ἐπίσωτρα. Τὰ ἐ‐ πάνω τῶν τροχῶν σιδηρᾶ, ἢ χαλκᾶ, ἃ καὶ κανθοὶ καλοῦνται. ὁ ἔξωθεν τὸν τρο‐ χὸν κατέχων σίδηρος. οἱ σιδηροῖ ἢ χαλκοῖ
5κύκλοι τῶν τροχῶν. Προσαρηρότα. Προσηρμοσμένα.

5

.

726

Πλῆμναι. Αἱ χοινικίδες τῶν τροχῶν, δι’ ὧν ὁ ἄξων στρέφεται. Περίδρομοι. Στρογγύλαι, περιφερεῖς.

5

.

728

Ἄντυγες. Αἱ περι‐ φέρειαι τοῦ ἅρματος αἱ παραπεπηγυῖαι. τὰ ἐπὶ τοῦ δίφρου ἡμικύκλια, ὅθεν καὶ τὰ ἡνία ἐξάπτονται. αἱ περιφέρειαι τοῦ
5ἁρματίου δίφρου. Ὁμοίως δὲ καὶ ἡ τῆς ἀσπίδος περιφέρεια, ἄντυξ καλεῖται.

5

.

729

Ῥυμός. Τὸ μέσον τῶν ἵππων
ξύλον, ᾧ συνδέδεται ὁ ζυγός. Ῥυμὸς, ὁ προσηρτημένος τῷ ζυγῷ κανὼν, εἰς ὀξὺ λῆγον, τὸ μέσον ξύλον. Πέλεν. Ἦν,
5ὑπῆρχε.

5

.

730

Ζυγόν. Τὸ ἐπιτιθέμενον ξύλον τοῖς τραχήλοις τῶν ἵππων. Λέ‐ παδνα. Τὰ περὶ τὰ στήθη τῶν ἵππων. οἱ ἱμάντες.

5

.

734

Πέπλον. Γυναικεῖον ἔνδυμα. τοῦτ’ ἔστι, χιτὼν, ὃν οὐκ ἐνεδύ‐ οντο, ἀλλ’ ἐνεπερονῶντο. Κατέχευε. Καταχυθῆναι ἐποίησε, τὰς περόνας λυ‐
5σαμένη. Διὰ τοῦτο δηλοῖ, ὅτι οὐκ ἐνεδύ‐ οντο τὸν πέπλον, ἀλλ’ ἐπερονῶντο. Ἀρ‐ θεισῶν γὰρ τῶν περονῶν, καταῤῥέων φαί‐ νεται ὁ πέπλος εἰς τὸ ἔδαφος. Ἑανόν. Ἰσχυρὸν, ἢ τρυφερόν. Ἐπ’ οὔδει. Ἐπὶ
10τῷ ἑδάφει.

5

.

737

Δακρυόεντα. Δα‐ κρύων παραίτιον.

5

.

738

Θυσσανόεσσαν. Κροσσοὺς ἔχουσαν πανταχοῦ.

5

.

739

Ἐ‐ στεφάνωται. Κύκλῳ περιέκειτο.

5

.

740

Ὀκρυόεσσα. Φρικτή. Ἰωκή. Δίωξις.

5

.

741

Γοργείη κεφαλή. Γοργότητος εἰ‐ κών. τοῦτ’ ἔστι, κατάπληξις, καὶ φόβος. Πελώρου. Μεγάλου τέρατος.

5

.

742

Σμερδνή. Καταπληκτικὴ, φοβερά.

5

.

743

Ἀμφίφαλον. Φαλοὺς περὶ αὐτὴν ἔχου‐ σαν. Φαλοὶ δέ εἰσιν οἱ κατὰ τὸ μέτωπον τῆς περικεφαλαίας ἀσπιδίσκοι. Τετρα‐ φάληρον. Τέσσαρας φαλοὺς ἔχουσαν.

5

.

744

Ἑκατὸν πόλεων πρυλέεσς’ ἀραρυῖ‐ αν. Πολλῶν πόλεων πολλοῖς ὄχλοις, ἁρ‐ μόσαι δυναμένην. Πρυλέεσσι. Πεζοῖς ὁπλίταις.

5

.

745

Φλόγεα. Λαμπρὰ, ἢ διάπυρα.

5

.

746

Βριθύ. Βαρὺ, καὶ κα‐ ταπληκτικόν. Στιβαρόν. Ἰσχυρόν. Δά‐ μνησι. Δαμάζει, ἀναιρεῖ, ὑποτάσσεται.

5

.

747

Κοτέσσεται. Ὀργισθήσεται. Ὀ‐ βριμοπάτρη. Ὄμβριμον καὶ ἰσχυρὸν πα‐ τέρα ἔχουσα.

5

.

748

Ἐπεμαίετο. Ἐ‐ φήπτετο, ἐπέψαυεν, ἐπεθύμει.

5

.

749

Αὐτόματοι. Ἀφ’ ἑαυτῶν. Μύκον. Ἤ‐ χησαν. ἀνεῴχθησαν· ἀπὸ τοῦ παρακο‐ λουθοῦντος. Ἔχον. Νῦν ἀντὶ τοῦ, ἐφύ‐ λασσον.

5

.

750

Ἐπιτέτραπται. Ἐγκε‐ χείρισται, ἢ ἐξουσίᾳ δέδοται.

5

.

751

Ἀνακλῖναι. Διαστεῖλαι, ἀναζυγῶσαι, ἀναστεῖλαι. Ἐπιθεῖναι. Ἐπικλῖναι, ἐ‐ πιπτύξαι.

5

.

752

Κεντρηνεκέας. Τοὺς τοῖς κέντροις, ὅ ἐστι, μάστιξι, κεντου‐ μένους. Ἔχον. Ἤλαυνον.

5

.

756

Ὕ‐ πατον. Βασιλέα, ἡγεμόνα. Ἐξείρετο. Ἐξειρώτα.

5

.

758

Ὁσσάτιον. Ὅσον.

5

.

759

Οὐ κατὰ κόσμον. Οὐ κατὰ τὸ προσῆκον. Ἕκηλοι. Ἥσυχοι.

5

.

760

Τέρπονται. Ἥδονται.

5

.

761

Ἄφρονα. Ἀνόητον, ἀσύνετον. Ἀνέντες. Ἀναπεί‐ σαντες. Θέμιστα. Δικαιοσύνην.

5

.

763

Πεπληγυῖα. Πλήξασα. Ἐξαποδίωμαι. Ἀποδιώξω, ἐλάσω.

5

.

765

Ἄγρει μάν. Ἄγε δή.

5

.

766

Πελάζειν. Προσπελά‐ ζειν.

5

.

769

Μεσσηγύς. Ἀνὰ μέσον.

5

.

770

Ἠεροειδές. Ἀναπεπταμένου τοῦ μεταξὺ ἀέρος. καὶ μηδενὸς ἐμποδίζοντος. ἢ, ἀερῶδες.

5

.

771

Ἥμενος. Καθεζό‐ μενος. Σκοπιῇ. Ὑψηλῷ καὶ ἀποσκόπῳ. Λεύσσων. Βλέπων.

5

.

772

Ἐπιθρώσ‐ κουσιν. Ἐπιπηδῶσιν. Ὑψηχέες. Ὧν ὁ ἦχος εἰς ὕψος ἀνέρχεται. Ἢ, ὑψαύχενες.

5

.

773

Ἷξον. Παρεγένοντο.

5

.

774

Ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμαν‐ δρος. Ὅπου τὰ ῥεύματα ὁ Σιμόεις καὶ ὁ Σκάμανδρος συμβάλλουσιν.

5

.

777

Ἀμ‐ βροσίην. Τὴν τῶν θεῶν τροφήν. Ἢ, πόαν τινὰ, νῦν, ἣν οἱ τῶν θεῶν ἵπποι ἐσθίουσιν. Ἀνέτειλεν. Ἀνέσχεν, ἀνε‐
5φύησεν, ἀνέδωκε. Νέμεσθαι. Ἐσθίειν.

5

.

778

Τρήρωσι. Δειλαῖς. ἐπιθετικῶς. Παρὰ τὸ τρεῖν. Δειλὸν γὰρ τὸ ζῶον. Τὸ γὰρ τρεῖν, σημαίνει τὸ φοβεῖσθαι. Πελειάσι. Περιστεραῖς. Ἴθματα.
5Ἴχνη, βήματα, ὁρμήματα.

5

.

779

Ἀ‐ λεξέμεναι. Βοηθεῖν.

5

.

782

Εἰλόμενοι. Εἱλούμενοι, συναθροιζόμενοι, κατὰ τὴν μάχην συνηλεγμένοι. Λείουσιν. Λέου‐ σιν.

5

.

783

Ἀλαπαδνόν. Ἀσθενές.

5

.

784

Ἤϋσεν. Ἐφώνησε.

5

.

785

Στέντορι. Οὐδὲν οὐδαμοῦ περὶ τούτου διεξῆλθεν ἔρ‐ γον πεποιηκότος. Εἰσαμένη. Εἰκασθεῖ‐ σα, ὁμοιωθεῖσα. Χαλκεοφώνῳ. Ἀντὶ
5τοῦ, εὐφώνῳ.

5

.

786

Αὐδήσασκεν. Ἐ‐ φώνει. ἐβόα.

5

.

787

Αἰδώς. Αἰσχύνη, ὄνειδος. Κάκ’ ἐλέγχεα. Ἐπονείδιστα, κακὰ ὀνείδη. Εἶδος ἀγητοί. Εὐμορφίᾳ θαυμαστοί.

5

.

788

Πωλέσκετο. Ἐφοί‐ τα, ἀνεστρέφετο. Τὸ ω μέγα, διὰ τὸ μέτρον.

5

.

790

Ἴχνεσκον. Ἐπορεύοντο, προσίεσαν. Ἐδείδισαν. Ἐφοβοῦντο.

5

.

795

Ἀναψύχοντα. Καταπνεόμενον.

5

.

796

Ἔτειρεν. Κατεπόνει. Τελαμῶνος. Τοῦ ἀναφορέως.

5

.

798

Ἂν δ’ ἴσχων. Ἀνέχων καὶ ἀνατείνων. ὅπέρ ἐστιν, ἄνω ἔχων, καὶ μετεωρίζων. Κελαινεφές. Μέλαν. παραγώγως. Οὐ γὰρ ἔγκειται
5τὸ νέφος. Ἀπεμόργνυ. Ἀπέψα, ἀπέ‐ μασσεν.

5

.

800

Ὀλίγον. Ἀντὶ τοῦ, οὐ‐ δὲ ὀλίγον, οὐδὲ ὅλως. Οἱ ἐοικότα. Ἑ‐ αυτῷ ὅμοιον. Γείνατο. Ἐγέννησεν.

5

.

802

Εἴασκον. Εἴων.

5

.

803

Ἐκπαιφάσσειν. Ἐνθουσιᾷν.

5

.

804

Ἄγγελος. Λαφυρα‐ γωγός.

5

.

805

Δαίνυσθαι. Εὐωχεῖσθαι. Ἕκηλον. Ἥσυχον.

5

.

807

Προκαλίζετο. Προεκαλεῖτο.

5

.

808

Ἐπιτάῤῥοθος. Βο‐ ηθός. Ἦα. Ἦν, ὑπῆρχον.

5

.

810

Προ‐ φρονέως. Προθύμως. Κέλομαι. Κελεύω.

5

.

811

Πολυάϊξ. Πολυόρμητος. Δέδυκεν. Ὑπεισῆλθεν, ἐκρύβη.

5

.

812

Ἀκήριον. Ἀψυχοποιὸν, εἰς ἀψυχίαν ἄγον.

5

.

813

Ἔκγονος. Παῖς, υἱὸς, ἤγουν ἀπόγονος. Ἐσσί. Ὑπάρχεις. Οἰνείδαο. Πατρω‐ νυμικῶς, τοῦ Τυδέως.

5

.

816

Ἐπικεύσω. Ἐπικρύψομαι.

5

.

818

Ἐφετμέων. Ἐν‐ τολῶν.

5

.

819

Οὔ μ’ εἴας. Οὐ συνεχώ‐ ρεις μοι.

5

.

820

Ἀτὰρ εἴ κεν. Ἐὰν δέ.

5

.

822

Ἀναχάζομαι. Ἀναχωρῶ.

5

.

823

Ἀλήμεναι. Ἀθροισθῆναι, συστραφῆναι.

5

.

824

Ἀνὰ κοιρανέοντα. Διατάσσοντα. Αἱ προθέσεις, ἀντιλαμβανόμεναι ἀλλή‐ λων, τοὺς οἰκείους τόπους τηροῦσι.

5

.

827

Δείδιθι. Φοβοῦ.

5

.

830

Σχεδίην. Ἐκ τοῦ σύνεγγυς. Ἅζευ. Φοβοῦ, σέβου.

5

.

831

Τυκτόν. Κατασκευαστόν. Ἀλ‐
λοπρόσαλλον. Ἄλλοτε ἄλλῳ φίλον.

5

.

832

Στεῦτο. Ἐβεβαιοῦτο, διωρίζετο.

5

.

834

Ὁμιλεῖ. Ἀναστρέφεται, μάχε‐ ται. Λέλασται. Ἐπιλέλησται.

5

.

836

Πάλιν. Νῦν ἀντὶ τοῦ εἰς τοὐπίσω. Ἐρύσασα. Ἑλκύσασα. Ἐμμαπέως. Ἐνεργῶς, ταχέως, ἑτοίμως, προθύμως, σπουδαίως, μετὰ σπουδῆς.

5

.

838

Ἔ‐ βραχεν. Ἤχησε. Φήγινος. Δρύϊνος.

5

.

839

Βριθοσύνῃ. Βαρύτητι, τῷ βάρει.

5

.

840

Λάζετο. Ἐλάμβανε.

5

.

845

Δῦν’. Ἔδυνεν, ἐνεδύσατο. Ἄϊδος κυνέην. Νέ‐ φος τι, καὶ ἀορασίαν. Ἢ, ἀντὶ τοῦ, τὸ πρόσωπον ἔκρυψεν ὑπὸ τὴν περικεφα‐
5λαίαν. Κυνέην. Τὴν περικεφαλαίαν.

5

.

847

Ἔασε. Κατέθετο, ἀφῆκεν.

5

.

848

Ἐξαίνυτο. Ἐξείλκυσεν.

5

.

849

Ἰθύς. Ἐπ’ εὐθείας.

5

.

851

Ὠρέξατο. Ἐπέ‐ τεινε.

5

.

852

Μεμαώς. Προθυμούμενος.

5

.

854

Ἐτώσιον. Ἅλιον, μάταιον. Ἀϊ‐ χθῆναι. Ὁρμηθῆναι.

5

.

856

Ἐπέρει‐ σεν. Ἐπήρεισεν, ἐπεστήριξε.

5

.

857

Νείατον. Ἔσχατον. Κενεῶνα. Κενεών ἐστι τόπος κενὸς ὀστέου. ἡ λαπάρα. ἣ καὶ λαγὼν λέγεται.

5

.

858

Ἔδαψε. Διῆλθε, διέκοψεν, ἔτεμεν.

5

.

859

Ἔ‐ βραχεν. Ἤχησεν.

5

.

860

Ἐννεάχιλοι. Ἐννακισχίλιοι. Δεκάχιλοι. Μύριοι.

5

.

863

Ἆτος. Ἀκόρεστος.

5

.

864

Οἵη. Ὁποία. Ἐρεβεννή. Σκοτεινή.

5

.

865

Καύματος ἐξ ἀνέμοιο. Ὅπέρ ἐστιν ἐξ ἀνέμου. Ὅταν γὰρ καυματώδους οὔσης τῆς ἡμέρας, πρὸς ἀνατολὴν ἢ δύσιν ὁ ἀὴρ μέλας δοκῇ, προσδοκῶσιν ἄνεμον. Τὸ δὲ
5ἑξῆς· ἐκ καύματος ἀνέμου ὁρμήσαντος δυσαέος. Ἡ ἐξ, ἀντὶ τῆς μετά. Δυ‐ σαέος. Χαλεπῶς πνέοντος, δυσπνόου. Ὀρνυμένοιο. Διεγειρομένου.

5

.

867

Φαί‐ νεθ’ ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐ‐ ρύν. Εἰς τὸ νεφέεσσι, διαστολή. ἵν’ ᾖ· ἐγγὺς τῶν νεφῶν. Δημοσθένης· Ἀθη‐
5ναίοις δέ εἰσιν ὁμοῦ δισμύριοι. Οἱ δὲ συνάπτουσιν ὅλον ἀντὶ τοῦ, ὑπὸ νεφῶν κε‐ καλυμμένος, καὶ εἰς οὐρανὸν ἀνιών.

5

.

868

Ἕδος. Ἕδρασμα.

5

.

869

Ἀχεύων. Λυ‐ πούμενος.

5

.

870

Ἐξ ὠτειλῆς. Ἐκ τοῦ τραύματος.

5

.

871

Ὀλοφυρόμενος. Οἰκτι‐ ζόμενος.

5

.

872

Νεμεσίζῃ. Μέμφῃ.

5

.

873

Ῥίγιστα. Φρικτά. Τετληότες. Ὑπο‐ μεμενηκότες. Εἰμέν. Ἐσμέν.

5

.

874

Ἰότητι. Γνώμῃ, βουλήσει. Χάριν δ’ ἄνδρεσσι φέροντες. Ἀντὶ τοῦ, ἀνθρώποις χαριζόμενοι.

5

.

875

Σοὶ πάντες μαχό‐ μεσθα. Οὐχὶ σοί φησιν εἰς μάχην κα‐ θιστάμεθα. Σοί. Ἀντὶ τοῦ, διὰ σέ. Ἄφρονα. Ἀνόητον, ἀσύνετον.

5

.

876

Ἀήσυλα. Ἄδικα, ἁμαρτωλά. Ἐκ τοῦ ἥδω, ἥσω, ἤσυλα, καὶ ἀήσυλα. τὰ μὴ πρέποντα, ἢ, μὴ εὐφραίνοντα.

5

.

878

Δεδμήμεσθα. Ὑποτετάγμεθα.

5

.

879

Προτιβάλλεαι. Ἐπιστρέφεις, σωφρονί‐ ζεις, ἐπιπλήσσεις.

5

.

880

Ἀνιεῖς. Ἀ‐ φίεις. Ἐγείναο. Ἐγέννησας. Παῖδ’ ἀΐδηλον. Ἐπιβλαβῆ, ἀδηλοποιὸν, ἢ ἀ‐ φανῆ γενησομένην.

5

.

882

Μαργαίνειν. Μαίνεσθαι, ἐνθουσιᾷν, ἀκρατῶς ὁρμᾷν.

5

.

885

Ὑπήνεικαν. Ἐξήνεγκαν, ἐξήγα‐ γον. Δηρόν. Ἐπὶ πολὺν χρόνον.

5

.

886

Νεκάδεσσι. Ταῖς τῶν νεκρῶν τάξεσιν.

5

.

887

Ἤ κεν ζώς. Ἢν ζῶ ἄν. Ζώς. Ζῶν. Ζωὸς, ἡ γενικὴ Ζωοῦ. Ἀπὸ γὰρ τοῦ Ζωός ἐστιν ἡ συναίρεσις. διὸ ὀξύνε‐ ται. Ἀμενηνός. Ἀσθενὴς, οὐκ ἔχων μέ‐
5νος. Τυπῇσι. Τραύμασι, πληγαῖς, τρώ‐ σεσι.

5

.

889

Μινύριζε. Θρήνει. εἴτ’ οὖν, ἀποδύρου. ἢ ἠρέμα θρήνει.

5

.

892

Ἀάσχετον. Ἀνυπομόνητον, ὃ οὐχ οἷόν τε ἐπισχεθῆναι. Οὐκ ἐπιεικτόν. Οὐκ εὐ‐ κατάπληκτον, οὐχ ὑποχωρητικὸν, οὐκ εὐ‐ ένδοτον.

5

.

893

Σπουδῇ. Μόγις. Δά‐ μνημι. Δαμάζω.

5

.

894

Ἐννεσίῃσι. Βουλήσεσι, βουλαῖς, ἐννοίαις.

5

.

897

Εἰ δέ τευ. Εἰ δέ τινος. Γένευ. Ἐγένου. Ἀΐδηλος. Ἀφανιστικός.

5

.

898

Ἐνέρ‐ τερος. Κατώτερος. Οὐρανιώνων. Τῶν Τιτάνων, νῦν.

5

.

899

Ἰήσασθαι. Ἰά‐ σασθαι, θεραπεῦσαι.

5

.

900

Παιήων. Ἰατρὸς θεῶν. Ὀδυνήφατα. Τὰ τὰς ὀδύνας φθείροντα καὶ παύοντα.

5

.

902

Ὀπός. Τὸ γαλακτῶδες τῆς συκῆς. Ἐ‐ πειγόμενος. Ταρασσόμενος.

5

.

903

Πε‐ ριστρέφεται. Περιπήγνυται. Ὅθεν καὶ ἡ τροφαλίς. Κυκόωντι. Κινοῦντι, τα‐ ράσσοντι.

5

.

905

Ἕσσε. Περιέβαλεν, ἠμφίασε.

5

.

906

Κύδεϊ γαίων. Τῇ δόξῃ γαυριῶν.

5

.

908

Ἀλαλκομενηΐς. Κατὰ δύναμιν βοηθοῦσα.

5

.

909

Ἀνδροκτασι‐
άων. Ἀνδροφονιῶν, ἀνδρῶν ἀναιρέσεων.

6

.

1

Οἰώθη. Ἐμονώθη τῆς τῶν θεῶν συμμαχίας, χωρὶς θεῶν ἐγένετο. Φύλο‐ πις. Ἡ μάχη. Ἀπὸ τοῦ κατὰ φῦλα μάχεσθαι συνερχομένους.

6

.

2

Ἔνθα καὶ ἔνθα. Ἐνταῦθα κἀκεῖσε, εἰς ἀμφότερα τὰ μέρη. Ἴθυσε μάχη. Ἐπ’ εὐθείας ἐφέρετο ἡ μάχη· ὁτὲ μὲν τῶν Ἀχαιῶν
5τρεπόντων τοὺς Τρῶας, ὁτὲ δὲ ἀνατρεπο‐ μένων ὑπ’ αὐτῶν.

6

.

3

Ἀλλήλων ἰθυνο‐ μένων. Ἀντὶ τοῦ, ἐπ’ ἀλλήλους ἰθυνόν‐ των, τοῦτ’ ἔστιν, ἐπ’ εὐθείας βαλλόντων. Χαλκήρεα. Χαλκῷ ἢ σιδήρῳ ἡρμοσμένα.

6

.

4

Μεσσηγύς. Ἀνὰ μέσον. Σιμόεντος ἠδὲ Ξάνθοιο. Σιμόεις καὶ Ξάνθος ποτα‐ μοὶ Τρωάδος.

6

.

5

Ἕρκος Ἀχαιῶν, Τρώ‐ ων ῥῆξε φάλαγγα, φόως δ’ ἑτάροισιν ἔθηκε. Τρισὶ μεταφοραῖς κέχρηται, ἐπι‐ φαίνων τὴν ὁμοιότητα. Ὃ γὰρ δύναται
5πρὸς ἀσφάλειαν πόλεως τεῖχος, τοῦτο πρὸς σωτηρίαν στρατοῦ γενναῖος ἀνήρ. Καὶ πάλιν, ὃ δύναται ῥῆξις ἐσθῆτος, τὴν σκέπην ἀναιροῦσα, τοῦτο ἠδυνήθη τὴν φάλαγγα ῥήξας. Καὶ πάλιν, ὡς ὀνίνησι
10φῶς τοὺς σκότῳ κατεχομένους, οὕτω τοῖς νικωμένοις ὑπὸ τῆς τοῦ Ἄρεως ἀχλύος, ἐπέλαμψεν ἡ Αἴαντος βοήθεια.

6

.

6

Φό‐ ως. Φῶς, χαρὰν, σωτηρίαν.

6

.

9

Ἱππο‐ δασείης. Ἱππολόφου.

6

.

10

Ἐν δὲ με‐ τώπῳ πῆξε. Τινὲς, δυϊκῶς. Οὐ γὰρ
ἐμῆς κόρυθος λεύσσουσι μέτωπα. Πέρη‐ σε. Διεπερόνησε.

6

.

13

Τευθρανίδην. Τεύθραντος παῖδα.

6

.

15

Φιλέεσκεν. Ἐξένιζεν. Ὁδῷ ἔπι. Ἐφόδῳ, παρόδῳ.

6

.

16

Ἤρκεσεν. Ἐβοήθησεν.

6

.

17

Ὑ‐ παντιάσας. Ὑπαντήσας. Ἀπηύρα. Ἐ‐ στέρησεν.

6

.

19

Ἔσκεν. Ἦν. Ὑφηνί‐ οχος. Ἀντὶ τοῦ, ἡνίοχος.

6

.

21

Νύμφη. Τοῦτο γενικόν ἐστι τὸ ὄνομα. Καλοῦνται δὲ αἱ νύμφαι ναΐδες, ἐκ τῶν ναμάτων, καὶ ἄλλαι διαφόρως.

6

.

22

Νηΐς. Ναΐ‐ δες, εἶδος νυμφῶν. Ἀβαρβαρέη. Ὄνομα κύριον νύμφης.

6

.

24

Σκότιον. Ἐκ λα‐ θραίας μίξεως τὸν λάθρα γεγεννημένον, καὶ οὐκ ἐκ τῆς κατὰ νόμον γαμηθείσης. τὸν ἐξ ἀδᾳδουχήτων γάμων.

6

.

25

Ἐπ’ ὄεσσιν. Ἐν τῷ τῶν προβάτων τόπῳ.

6

.

26

Ὑποκυσσαμένη. Ὑπ’ αὐτοῦ κυήσα‐ σα, γεννήσασα.

6

.

32

Ἐνῄρατο. Ἐ‐ φόνευσε.

6

.

34

Σατνιόεντος. Ὄνομα πο‐ ταμοῦ, καὶ κύριον.

6

.

35

Πήδασον. Πό‐ λις Φρυγίας ἡ Πήδασος. Πήδασον αἰ‐ πεινήν. Ἀχιλλεὺς, ὑπὸ τὸν Τρωϊκὸν πό‐ λεμον πορθῶν τὰς περιοίκους τῆς Ἰλίου
5πόλεις, ἀφίκετο εἰς τὴν πάλαι μὲν Μο‐ νηΐαν, νῦν δὲ Πήδασον καλουμένην, βου‐ λόμενος ὁμοῦ ταῖς ἄλλαις καὶ ταύτην ἑλεῖν. Ἀπογνόντος δὲ αὐτοῦ τὴν εἰς τέ‐ λος πολιορκίαν, διὰ τὴν ὀχυρότητα τοῦ
10τόπου, καὶ μέλλοντος ἤδη ἀναχωρεῖν, φασὶν, εἴσω τῶν τειχῶν οὖσαν παρθένον ἐρασθῆναι τοῦ Ἀχιλλέως· καὶ λαβοῦσαν μῆλον, ἐπιγράψαι, καὶ αὐτὸ ῥῖψαι εἰς μέσον τῶν Ἀχαιῶν. Ἦν δὲ ἐν αὐτῷ
15γεγραμμένα· Μὴ σπεῦδ’, Ἀχιλλεῦ, πρὶν Μονηΐαν ἕλῃς. Ὕδωρ γὰρ οὐκ ἔνεστι· διψῶσι κακῶς. Τὸν δὲ Ἀχιλλέα, ἐπι‐ μείναντα, οὕτω λαβεῖν τὴν πόλιν, τῇ τοῦ ὕδατος σπάνει. Ἡ ἱστορία παρὰ Δημη‐
20τρίῳ καὶ Ἡσιόδῳ. Αἰπεινήν. Ὑψηλήν.

6

.

38

Ἀτυζομένω. Ταρασσόμενοι. Κα‐ ταπλησσόμενοι, καὶ φοβούμενοι.

6

.

39

Ὄζῳ ἐνὶ βλαφθέντε. Ὑπὸ τοῦ ὄζου ἐ‐ πισχεθέντες. ὑπὸ τοῦ κλάδου ἐμποδι‐ σθέντες. Μυρικίνῳ. Τῷ τῆς μυρίκης. Εἶδος δένδρου. Δοτικὴ ἑνικῶν.

6

.

40

Ἄ‐ ξαντε. Θραύσαντες. Ἐν πρώτῳ ῥυμῷ. Ἐν τῷ ἄκρῳ τοῦ ῥυμοῦ. Πρώτῳ. Ἄκρῳ. Αὐτὼ μὲν ἐβήτην. Γραφικῶς οἱ μὲν ἵπ‐
5ποι φεύγουσιν, ἐπικειμένου τοῦ ζυγοῦ· τὸ δὲ ἅρμα ἐπιπλέκεται μυρίκης κλάδῳ· ὁ δὲ Ἄδραστος, κυλισθεὶς ἐκ τοῦ ἅρματος, κεῖται παρὰ τὸν τροχὸν ἐπὶ πρόσωπον· ὁ δὲ Μενέλαος ἀνατετακὼς τὸ δόρυ ἐφέ‐
10στηκεν αὐτῷ.

6

.

41

Ἀτυζόμενοι. Τα‐ ραττόμενοι. Φοβέοντο. Ἔφευγον.

6

.

43

Πρηνής. Ἐπὶ πρόσωπον. Ἐπὶ στόμα. Δηλωτικὸν τοῦ πρηνής.

6

.

44

Δολιχό‐ σκιον ἔγχος. Τὸ εἰς δολιχὸν διάστημα κίειν δυνάμενον. πλεονάσαντος τοῦ ς, ὡς καὶ ἐν τῷ θεόσδοτος. Ἢ, τὸ μακρὸν, οὗ
5ἡ σκιὰ δολιχή. Τοῦτο δὲ ἐκ τοῦ παρα‐ κολουθοῦντος. Ἢ, ὅπερ, διὰ τὸ σκιᾷ ἐντραφῆναι, δολιχὸν γέγονε.

6

.

46

Ζώ‐ γρει. Ζῶντα ἄγε.

6

.

47

Κειμήλια. Τὰ ἀργὰ καὶ ἀπόθετα χρήματα.

6

.

48

Πολύκμητος. Μετὰ πολλοῦ καμάτου γενόμενος. Ἢ, ὁ πολὺν κάματον παρε‐ χόμενος.

6

.

53

Καταξέμεν. Κατάξειν. Ὑψηλὴ γὰρ καὶ ἀνεμόεσσα ἡ Ἴλιος.

6

.

54

Ὁμοκλήσας. Ἀπειλήσας.

6

.

57

Αἰ‐ πύν. Χαλεπόν.

6

.

60

Ἀκήδεστοι. Ἀ‐ φρόντιστοι, κηδεμόνα μὴ ἔχοντες. Ἄ‐ φαντοι. Ἀνώνυμοι, ἀφανεῖς.

6

.

61

Ἔ‐
τρεψε. Παρέτρεψε, παρέπεισεν.

6

.

62

Αἴσιμα. Καθήκοντα. Παρειπών. Πα‐ ραμυθησάμενος. Ὤσατο. Ἀπώσατο, ἀπέβαλε.

6

.

64

Λαπάρην. Λαγόνα. Ἀ‐ νετράπετο. Ἀνετράπη. εἰς τοὐπίσω ἔ‐ πεσεν ὕπτιος.

6

.

65

Λάξ. Τῷ πλάτει τοῦ ποδός.

6

.

66

Ἐκέκλετο. Παρεκε‐ λεύετο.

6

.

68

Ἐνάρων. Τῶν σκύλων. Ἐπιβαλλόμενος. Ἐπιθυμῶν, ἀντιποιού‐ μενος, ἐπιβολὴν ποιούμενος εἰς ἀναίρεσιν. βέλτιον δὲ, ἐπιθυμῶν.

6

.

74

Ἀναλκίῃ‐ σιν. Ἀνανδρείαις.

6

.

78

Ἐγκέκλιται. Ἐπίκειται, ἐπήρεισται, ἔγκειται. ἐν τῇ ὑμετέρᾳ φροντίδι περικέκλεισται ἡ σω‐ τηρία τῶν πραγμάτων.

6

.

79

Ἰθύν. Ὁρ‐ μὴν, ὀρθότητα. Πᾶσαν ἐπ’ ἰθύν ἐστε
μάχεσθαί τε φρονέειν τε. Κατὰ πάντα τὰ μέρη τῆς μάχης καὶ τῆς φρονήσεως
5ὑμεῖς διαφέρετε.

6

.

80

Ἐρυκάκετε. Κω‐ λύετε, κατέχετε.

6

.

81

Ἐποιχόμενοι. Ἐπιπορευόμενοι.

6

.

82

Δηΐοισι. Τοῖς ἐχθροῖς. Χάρμα. Χαρά.

6

.

85

Ἀναγ‐ καίη. Ἀνάγκη. Ἐπείγει. Καταπονεῖ.

6

.

87

Ξυνάγουσα. Συνάγουσα. Γεραιάς. Ἐντίμους γυναῖκας.

6

.

88

Ἐν πόλει ἄ‐ κρῃ. Ἐν τῇ ἀκροπόλει. Διάλυσις, ἢ μετατύπωσις, ὁ τρόπος.

6

.

89

Οἴξασα. Ἀνοίξασα. Κληῗδι. Κατὰ διαίρεσιν, καὶ μεταποίησιν. Κλεὶς γὰρ, κλειδός.

6

.

90

Ὅς οἱ. Ὅστις αὐτῇ.

6

.

92

Ἐπὶ γούνασιν. Ἀντὶ τοῦ, παρὰ τοῖς γόνασι, παρὰ τοὺς πόδας. Ὀρθὸν γὰρ τὸ Παλ‐ λάδιον.

6

.

94

Ἤνις. Ἐνιαυσιαίους. Ἠ‐ κέστας. Ἀκεντήτους, ἀδαμάστους.

6

.

96

Ἀπόσχῃ. Ἀποδιώξῃ.

6

.

97

Ἄγριον αἰχ‐ μητήν. Ἄγριον ἐν τῷ αἰχμάζειν· ὑφ’ ἓν ἀμφότερα. Λέγει δὲ, χαλεπὸν ἐν τῷ μάχεσθαι. Κρατερόν. Ἰσχυρόν. Μή‐
5στωρα. Ἐπιστήμονα. Φόβοιο. Φυγῆς. Μήστωρα φόβοιο. Τὸν δυνάμενον φυγὴν μήσασθαι τοῖς ἐναντίοις. ὅ ἐστιν, ἐργά‐ σασθαι.

6

.

99

Ὄρχαμον. Ἡγεμόνα.

6

.

101

Ἰσοφαρίζειν. Ἐξισοῦσθαι.

6

.

106

Ἐλελίχθησαν. Συνεστράφησαν.

6

.

107

Λῆξαν. Ἔπαυσαν.

6

.

108

Φάν. Ὠιή‐ θησαν.

6

.

109

Ἀλεξήσοντα. Βοηθήσον‐ τα.

6

.

112

Ἀνέρες. Νῦν, ἀνδρεῖοι. Ἐ‐ στέ. Γίγνεσθε.

6

.

113

Βείω. Βῶ. κατὰ διαίρεσιν, βέω· καὶ κατὰ πλεονασμὸν τοῦ ι, βείω. ὅ ἐστι πορευθῶ.

6

.

114

Βουλευ‐ τῇσι. Βουληφόροις.

6

.

115

Ἀρήσασθαι. Εὔχεσθαι.

6

.

118

Ἄντυξ. Νῦν, ἡ πε‐ ριφέρεια τῆς ἀσπίδος. Πυμάτη. Ἐ‐ σχάτη. Θέεν. Περιέτρεχε.

6

.

120

Συ‐ νίτην. Συνήρχοντο.

6

.

124

Ὄπωπα. Ἑώρακα.

6

.

125

Προβέβηκας. Προε‐ λήλυθας, ὑπερεμάχησας, ὑπερβέβηκας.

6

.

127

Δυστήνων. Δυστυχῶν, ἀθλίων.

6

.

130

Οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρα‐ τερὸς Λυκόοργος. Διόνυσος, ὁ Διὸς καὶ Σεμέλης παῖς, ἐν Κυβέλοις τῆς Φρυγίας ὑπὸ τῆς Ῥέας τυχὼν καθαρμῶν, καὶ δια‐
5θεὶς τὰς τελετὰς, καὶ λαβὼν παρὰ τῆς θεᾶς τὴν διασκευὴν, ἀνὰ πᾶσαν ἐφέρετο τὴν γῆν, χορειῶν τε καὶ τιμῶν ἐτύγχανε, προηγουμένων τῶν ἀνθρώπων. Παραγενό‐ μενον δὲ αὐτὸν εἰς τὴν Θρᾴκην, Λυκοῦρ‐
10γος ὁ Δρύαντος λυπήσας, Ἥρας μίσει,
μύωπι ἀπελαύνει τῆς γῆς. καὶ καθάπτε‐ ται αὐτοῦ καὶ τῶν τούτου τιθηνῶν. ἐ‐ τύγχανον γὰρ αὐτῷ συνοργιάζουσαι. Θε‐ ηλάτῳ δ’ ἐπελαυνόμενος μάστιγι, τὸν
15θεὸν ἔσπευδε τιμωρήσασθαι. Ὁ δὲ ὑπὸ δέους εἰς τὴν θάλασσαν καταδύνει, καὶ ὑπὸ Θέτιδος καὶ Εὐρυνόμης ὑπολαμβάνε‐ ται. Ὁ οὖν Λυκοῦργος οὐκ ἀμισθὶ δυσ‐ σεβήσας, ἔδωκε τὴν ἐξ ἀνθρώπων δίκην.
20ἀφῃρέθη γὰρ πρὸς τοῦ Διὸς τοὺς ὀφθαλ‐ μούς. Τῆς ἱστορίας πολλοὶ ἐμνήσθησαν, προηγουμένως δὲ ὁ τὴν Εὐρωπίαν πεποιη‐ κὼς Εὔμηλος.

6

.

132

Μαινομένοιο. Μα‐ νιοποιοῦ. διὰ τὴν μέθην. ὡς, τὸ χλωρὸν δέος, τὸ χλωροποιόν. Τιθήνας. Τροφούς.

6

.

133

Σεῦε. Ἐδίωκεν. Ἠγάθεον. Ἄγαν θεῖον. Νυσσήϊον. Τὴν λεγομένην Νύσ‐ σαν. Ὄρος δὲ λέγει τῆς Θρᾴκης νῦν. Ἐν ἄλλοις· Νυσσήϊον, ἡ Διονύσου δια‐
5τριβή. Ἡ δὲ Νύσσα ἐν μέν τισι χώραις ὄρος, ὡς ἐν Βοιωτίᾳ καὶ Θρᾴκῃ, καὶ Ἀρα‐ βίᾳ, καὶ Ἰνδικῇ, καὶ Λιβύῃ, καὶ Νάξῳ. ὅπου δὲ πόλις, ὡς ἐν Καρίᾳ, καὶ ἐν τῷ Καυκασίῳ ὄρει. ὅπου δὲ νῆσος, ὡς ἐν
10Νείλῳ τῷ ποταμῷ. Οὐ δεδήλωκε δὲ ὁ Ποιητὴς, ἐν ποίᾳ Νύσσῃ τὰ περὶ τὴν Λυκούργου δίωξιν ἐγένετο.

6

.

134

Θύ‐ σθλα. Οἱ μὲν τοὺς κλάδους, οἱ δὲ τοὺς θύρσους, τοῦτ’ ἔστι, βακχικὰς δράκας, ὅ ἐστι, Διονυσιακὰ μυστήρια. ἔνιοι δὲ
5πάντα κοινῶς τὰ πρὸς τὴν τελετήν.

6

.

135

Βουπλῆγι. Τῷ πελέκει· ὅτι αὐτῷ τυπτόμενοι οἱ βόες ἀναιροῦνται. οἱ δὲ μάστιγι, ἐπεὶ ἐκ βύρσης γίγνεται. Φο‐ βηθείς. Εἰς φυγὴν τραπείς.

6

.

137

Ὁ‐ μοκλῇ. Ἀπειλῇ.

6

.

138

Ὀδύσαντο. Ὠργίσθησαν, ἐχολώθησαν. Ῥεῖα ζώον‐ τες. Ῥᾳδίως καὶ ἀπόνως ζῶντες.

6

.

140

Ἀπήχθετο. Ἐμισεῖτο.

6

.

142

Ἔδουσιν. Ἐσθίουσι.

6

.

143

Θᾶσσον. Ταχύτερον. Πείρατα. Πέρατα.

6

.

145

Γενεήν. Νῦν, γένος. Ἐρεείνεις. Ἐρωτᾷς.

6

.

147

Χαμάδις. Χαμαί.

6

.

148

Τηλεθόωσα. Θάλλουσα, εὐθαλὴς δένδρεσιν οὖσα. Φύει. Αὔξει.

6

.

150

Δαήμεναι. Μα‐ θεῖν.

6

.

151

Ἴσασι. Γιγνώσκουσιν.

6

.

152

Ἐφύρη. Οὕτω τὸ πρότερον ἐκαλεῖτο ἡ Κόρινθος. Ἔστι δὲ καὶ Θεσπρωτίας Ἔ‐ φυρα. Μυχῷ Ἄργεος. Τῷ ἐσωτάτῳ τόπῳ τῆς Πελοποννήσου. Ἱπποβότοιο.
5Ἱπποτρόφου.

6

.

153

Ἔσκεν. Ἐγενήθη, ὑπῆρχε. Κέρδιστος. Συνετώτατος. Ἔν‐ θα δὲ Σίσυφος ἔσκεν. Διὸς τὴν Ἀσωποῦ θυγατέρα Αἴγειναν ἀπὸ Φλιοῦντος εἰς Οἰ‐
5νώνην διὰ τῆς Κορίνθου μεταβιβάσαντος, Σίσυφος ζητοῦντι τῷ Ἀσωπῷ τὴν ἁρπα‐ γὴν ἐπιδεικνύει. Καὶ διὰ τοῦτο ἐπεσπά‐ σατο εἰς ὀργὴν καθ’ ἑαυτοῦ τὸν Δία. Ἐπιπέμπει οὖν αὐτῷ τὸν Θάνατον. Τοῦ‐
10τον δὲ κρατεροῖς δεσμοῖς δήσαντος τοῦ Σισύφου, συνέβαινεν οὐδένα ἀποθνήσκειν, ἕως λύει τὸν Θάνατον ὁ Ἄρης, καὶ αὐτῷ τὸν Σίσυφον παραδίδωσιν. Ὁ δὲ πρὶν ἢ ἀποθανεῖν ἐντέλλεται τῇ γυναικὶ Μερό‐
15πῃ, τὰ νενομισμένα αὐτῷ πέμπειν εἰς Ἅιδην. Καὶ μετὰ τὸν χρόνον οὐκ ἀποδι‐ δούσης τῷ Σισύφῳ τῆς γυναικὸς, ὁ Ἅιδης, πυθόμενος, μεθίησιν αὐτὸν ὡς τῇ γυναικὶ μεμψόμενον. Ὁ δὲ εἰς Κόρινθον ἀφικό‐
20μενος, οὐκ ἔτι ὀπίσσω ἄγει. Καὶ γη‐ ραιὸν αὐτὸν ἀποθανόντα κυλινδεῖν ἠνάγ‐ κασεν εἰς Ἅιδου λίθον, πρὸς τὸ μὴ πάλιν ἀποδράναι. Ἡ ἱστορία παρὰ Φερεκύδῃ.

6

.

155

Αὐτὰρ Γλαῦκος ἔτικτεν ἀμύμονα Βελλεροφόντην. Οὗτος πρότερον ἐκαλεῖτο Ἱππόνους. Ἀνελὼν δὲ Βέλλερον τὸν Κο‐ ρινθίων δυνάστην, Βελλεροφόντης ἐκλήθη.
5Ἦν δὲ Φύσει μὲν παῖς Ποσειδῶνος, ἐπι‐ κλήσει δὲ, Γλαύκου. Λαβὼν οὖν παρὰ Ποσειδῶνος τὸν Μεδούσης τῆς Γοργόνος
Πήγασον πτερωτὸν ἵππον, (διὰ γὰρ τοῦ‐ το ἔσχε καὶ τὴν προσηγορίαν, ὅτι ἐκπε‐
10πηδήκει ἐκ τοῦ τῆς Γοργόνος τραχήλου,) τούτῳ ἐπῳχεῖτο· καὶ δράσας ἐμφύλιον φόνον, Βέλλερον γάρ τινα, ὡς ἔφην, τῶν πολιτῶν ἀποκτείνας, φεύγει εἰς Ἄργος. Τυχὼν δὲ παρὰ Προίτου καθαρσίων τοῦ
15βασιλέως, μετ’ αὐτοῦ διέτριβεν. Ἄντεια δὲ ἡ Προίτου γυνὴ, ἐρασθεῖσα τοῦ Βελ‐ λεροφόντου, ἐδέετο ὅπως συνευνασθῆ. Ὁ δὲ δεξιούμενος τὸ ὅσιον, ἀντέλεγεν. Ἡ δὲ Ἄντεια, δείσασα μὴ τῷ Προίτῳ προ‐
20λαβὼν ἐξείποι τοὺς αὐτῆς ἔρωτας, ἔφθα‐ σε, τοῦ Βελλεροφόντου κατειποῦσα, ὡς ἄρα βουληθείη βιάσασθαι αὐτήν. Ὁ δὲ Προῖτος αὐτόχειρ μὲν οὐκ ἐβουλήθη ἀ‐ ποκτεῖναι τὸν Βελλεροφόντην, πέμπει δὲ
25αὐτὸν εἰς Λυκίαν πρὸς τὸν πενθερὸν Ἰο‐ βάτην, ἀδοκήτως καθ’ ἑαυτοῦ κομίζοντα γράμματα. Ὁ δὲ πολλοῖς αὐτὸν ἐγ‐ γυμνάσας ἄθλοις, ὡς οὐχ ἑώρα φθειρό‐ μενον, ὑπετόπησε, κατ’ αὐτοῦ στρατεῦ‐
30σαι τὴν δεινὴν διαβολήν. Οὐ γὰρ ἂν τοσούτων κακῶν ὄχλον, μὴ ἀθῶος ὢν, τῇ δυνάμει κατηγωνίσατο. Ἔδωκέ τε αὐτῷ τὴν ἰδίαν θυγατέρα εἰς γάμον, Κασάν‐ δραν, καὶ τῆς βασιλείας μοῖράν τινα.
35Λέγεται δὲ, αὐτὸν ἐπαρθέντα ἐφ’ οἷς ἔπραξε, θελῆσαι μετὰ τοῦ Πηγάσου τὸν οὐρανὸν κατοπτεῦσαι. Τὰ γὰρ νῶτα, ὡς ἔφαμεν, πτερωτὰ εἶχεν ὁ ἵππος. Τὸν δὲ Δία μηνίσαντα, οἶστρον ἐμβαλεῖν τῷ
40Πηγάσῳ. Ὅθεν ἐκπεσεῖν μὲν τὸν Βελλε‐ ροφόντην· κατενεχθῆναί τε εἰς τὸ τῆς Λυκίας πεδίον, τὸ ἀπ’ αὐτοῦ καλούμενον Ἀλήϊον πεδίον· ἀλᾶσθαι δὲ κατὰ τοῦτο πηρωθέντα· τὸν δὲ ἵππον λαβεῖν τὴν Ἠῶ,
45δεηθεῖσαν τοῦ Διὸς, δῶρον πρὸς τὸ ἀκόπως περιϊέναι τὰς τοῦ κόσμου περιόδους. Ἡ ἱστορία παρὰ Ἀσκληπιάδῃ ἐν τραγῳδου‐ μένοις.

6

.

156

Ἠνορέην. Ἀνδρίαν. Ἐ‐ ρατεινήν. Ἐπέραστον, καλήν.

6

.

157

Ὤπασαν. Ἔδωκαν, περιεποίησαν. Ἐ‐ μήσατο. Ἐβουλεύσατο, νῦν δὲ, εἰργά‐ σατο.

6

.

158

Ἔλασσεν. Ἐξήλασεν, ἐφυγάδευσεν.

6

.

160

Ἐπεμῄνατο. Ἐ‐ μάνη. Δῖα. Ἤτοι, κρατίστη, εὐγενε‐ στάτη, εἰρωνικῶς.

6

.

161

Κρυπταδίῃ.
Λαθραίᾳ καὶ μοιχικῇ. Μιγήμεναι. Μι‐ γῆναι, συνελθεῖν.

6

.

164

Κάκτανε. Κατάκτεινε.

6

.

192

Ἥν. Τὴν ἑαυτοῦ.

6

.

193

Τι‐ μῆς βασιληΐδος. Τῆς βασιλείου.

6

.

194

Τέμενος. Ἀποτετμημένη γῆ κατὰ τιμὴν δενδροφόρου γῆς, ἢ ἀμπελοφόρου. Τέ‐ μενος τάμον. Ἀπέτεμον τόπον τινά.

6

.

195

Φυταλιῆς. Δενδροφόρου γῆς, ἢ ἀμ‐ πελοφόρου. Ἀρούρης. Σπορίμου γῆς, καὶ σιτοφόρου.

6

.

198

Παρελέξατο. Παρε‐ κοιμήθη.

6

.

199

Χαλκοκορυστήν. Χαλκῷ καθωπλισμένον.

6

.

200

Ἀπήχθετο. Ἐ‐ μισεῖτο.

6

.

201

Καππεδίον. Κατὰ τὸ πεδίον. Ἀλήϊον. Οὕτω πεδίον τῆς Κι‐ λικίας καλούμενον ἀπὸ τῆς τοῦ Βελλερο‐ φόντου ἄλης, τουτέστι, πλάνης. Ἀλᾶ‐
5το. Ἐπλανᾶτο.

6

.

202

Κατέδων. Κατ‐ εσθίων. Πάτον. Τὴν πεπατημένην ὁ‐ δὸν, γῆν πατουμένην ὑπὸ ἀνθρώπων. τοῦτ’ ἔστι, τὴν κοινὴν καὶ λεωφόρον.

6

.

205

Χρυσήνιος. Χρυσᾶς ἡνίας ἔχουσα, ὡς ἐφ’ ἅρματος ὀχουμένη.

6

.

208

Ὑπείροχον. Ὑπερέχοντα.

6

.

211

Αἵματος. Νῦν γέν‐
ους, οἱονεὶ γονέων καὶ ἀδελφῶν. Γένος γὰρ τὸ πρὸ τούτων.

6

.

215

Πατρώϊος. Ἀντὶ τοῦ, πατρικός.

6

.

217

Ἐρύξας. Κατασχών.

6

.

218

Πόρον. Παρέσχον. Ξεινήϊα. Ξένια.

6

.

219

Φοίνικι φαει‐ νόν. Φοινικῷ ἄνθει βεβαμμένον.

6

.

222

Τυτθόν. Ὀλίγον, μικρόν.

6

.

224

Τῷ. Διό.

6

.

226

Ἔγχεσι δ’ ἀλλήλων ἀλε‐ ώμεθα. Ἐκκλίνωμεν ἀλλήλοις ἐφιέναι τὰ δόρατα.

6

.

228

Πόρῃ. Περιποιήσῃ, παράσχῃ.

6

.

230

Ἐπαμείψομεν. Ἀντὶ τοῦ, ἀμείψωμεν, καταλλάξωμεν.

6

.

233

Πιστώσαντο. Πίστεις ἐποιήσαντο ἀλ‐ λήλοις.

6

.

236

Ἑκατόμβοια. Ἑκατὸν βοῶν ἄξια. Οὐ γὰρ νομίσμασιν ἐχρῶντο. Ὅθεν καὶ ἀλφεσίβοιαι. Ἐννεαβοίων.
Ἐννέα βοῶν ἄξια. Κεκώλυται δὲ ὑπὸ
5τοῦ μέτρου εἰπεῖν, δεκαβοίων.

6

.

237

Σκαιάς. Σκαιαὶ πύλαι τῆς Ἰλίου, οὕτω καλούμεναι.

6

.

239

Εἰρόμεναι. Ἐρω‐ τῶσαι. Παῖδας. Ἀντὶ τοῦ, ὑπὲρ παί‐ δων. Ἔτας. Ἑταίρους, συνήθεις, φίλους.

6

.

241

Πολλῇσι δὲ κήδε’ ἐφῆπτο. Πολ‐ λαῖς δὲ κακὰ ἐξῆπτο. τοῦτ’ ἔστι, πολ‐ λαὶ αὐτῶν ἐν κακώσει ἐγένοντο.

6

.

243

Ξεστῇς. Εὖ ἐξεσμέναις, εὖ κατεσκευ‐ ασμέναις. Αἰθούσῃσι. Στοαῖς ταῖς κα‐ ταλαμπομέναις ὑπὸ τοῦ ἡλίου. Ἢ, αἴ‐ θουσαι, διὰ τὸ αἴθεσθαι ἐν αὐταῖς φῶς
5τοῦ χειμῶνος. Ἢ διὰ τὴν τοῦ ἡλίου βο‐ λήν. Τετυγμένον. Κατεσκευασμένον.

6

.

245

Δεδμημένοι. Ὠικοδομημένοι. Ση‐ μαίνει δὲ καὶ, δεδαμασμένοι.

6

.

246

Μνηστῇς’. Ταῖς ἐκ μνηστείας γεγαμη‐ μέναις.

6

.

248

Τέγεοι. Ὑπερῶοι.

6

.

251

Ἠπιόδωρος. Ἤπια καὶ πρᾶα, τοῦτ’ ἔ‐ στι, πραυντικὰ δωρουμένη κατὰ τὴν παι‐ δοτροφίαν, ἢ λαβοῦσα, ὡς πολύδωρος.

6

.

252

Λαοδίκην ἐσάγουσα. Ἀντὶ τοῦ πρὸς Λαοδίκην πορευομένη. Ἔτυχε γὰρ πρὸς αὐτὴν εἰσελθεῖν βουλομένη. Ἐσά‐ γουσα. Πορευομένη.

6

.

255

Τείρουσι. Καταπονοῦσι. Δυσώνυμοι. Κακώνυμοι.

6

.

256

Ἀνῆκεν. Ἀνέπεισεν.

6

.

257

Ἐξ ἄκρης πόλιος. Ἐκ τῆς ἀκροπόλεως. Χεῖ‐ ρας ἀνασχεῖν. Εὔξασθαι.

6

.

258

Μελι‐ ηδέα. Τὸν ἡδύν.

6

.

260

Ὀνήσεαι. Ὠ‐ φεληθήσῃ.

6

.

261

Κεκμηῶτι. Κεκοπι‐ ακότι. Ἀέξει. Αὔξει.

6

.

262

Ἔτῃσι. Πολίταις.

6

.

264

Ἄειρε. Πρόσφερε. Μή μοι οἶνον ἄειρε μελίφρονα, πότνια μῆτερ. Μή μ’ ἀπογυιώσῃς. Ζητεῖται, πῶς ποτε ἐναντία ἑαυτῷ ὁ Ποιητὴς λέγει.
5Προειπὼν γὰρ, Ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει· νῦν ἐπάγει, Μή μ’ ἀπογυιώσῃς, μένεος δ’ ἀλκῆς τε λάθω‐ μαι. Ἡ μὲν οὖν ὑπὸ πολλῶν λεγομένη λύσις τοῦ ζητήματος, τοιαύτη· ὅτι ἕτε‐
10ρόν ἐστι τὸ πρόσωπον τῆς Ἑκάβης, τὸ λέγον, ὠφέλιμον εἶναι τὸν οἶνον· ἕτερον δὲ τὸ τοῦ Ἕκτορος, τὸ ἀρνούμενον. Οὐ‐ δὲν δὲ θαυμαστὸν, εἰ παρὰ τῷ Ποιητῇ ἐναντίοι λέγονται λόγοι ὑπὸ διαφόρων
15φωνῶν. Ὅσα μὲν γὰρ αὐτὸς ἀφ’ ἑαυτοῦ καὶ ἐξ ἰδίου προσώπου λέγει ὁ Ποιητὴς, ταῦτα δεῖ ἀκόλουθα εἶναι ἀλλήλοις, καὶ
μὴ ἐναντία. ὅσα δὲ προσώποις περιτίθη‐ σιν, οὐκ αὐτοῦ ἐστιν, ἀλλὰ τῶν λεγόν‐
20των νοεῖται. Ὅθεν καὶ ἐπιδέχεται πολ‐ λάκις διαφωνίαν, ὥσπερ καὶ ἐν τούτοις. Ἡ μὲν γὰρ οὐκ εἰδυῖα τὸν κάματον τῶν ἀνδρῶν, ταύτης ἐστὶ τῆς γνώμης. ὁ δὲ μάλιστα ἐπιστάμενος, ἀντιλέγει. Ἐπεὶ
25καὶ ἡ μὲν πρεσβύτις ἦν. Χαίρει δὲ τῷ οἴνῳ ἡ ἡλικία αὕτη. Ἐπωφελὴς γὰρ αὐτῇ ἐστι, θερμὸς ὢν καὶ ὑγρὸς, ψυχρᾷ οὔσῃ καὶ ξηρᾷ, καὶ ἀναῤῥώννυσιν αὐτήν. Ὁ δὲ Ἕκτωρ νέος ἦν, καὶ ἀκμαῖος.
30Ἄμεινον δέ ἐστιν, ἐκεῖνο λέγειν, καὶ δεικ‐ νύειν, ἑκάτερον τῶν εἰρημένων ἔχεσθαι λόγου, καὶ μὴ εἶναι ἐναντία τὰ περὶ τοῦ οἴνου λεγόμενα, ἐὰν σκοπῇ τις, ὅτι ἐπὶ παντὸς πράγματος ὁ καιρὸς καὶ τὸ μέ‐
35τρον πολὺ διαλλάττει. Οὕτως οὖν καὶ ἐπὶ τούτου. Τῷ μὲν γὰρ μέτρια πεπονη‐ κότι, πρὸς ἰσχὺν ὁ οἶνος συμφέρει· τὸν δὲ πάνυ κεκμηκότα σφάλλει. Ὅπερ συμ‐ βέβηκε τῷ Ἕκτορι, οὐ μόνον ὑπὸ τοῦ πο‐
40λέμου, ἀλλὰ καὶ ὑπὸ τοῦ δρόμου τοῦ ἐπὶ τὴν πόλιν. Ἄλλως τε καὶ οὐδὲ σιτίου οὐδενός πω ἐγέγευτο. Ἡ γὰρ τροφὴ σὺν τῷ οἴνῳ τὸ πλεῖστον εἰς δύναμιν συμβάλ‐ λεται. Ὥσπερ καὶ ἀλλαχοῦ εἶπεν ὁ
45Ποιητής· Ὃς δέ κ’ ἀνὴρ οἴνοιο κορεσσά‐ μενος καὶ ἐδωδῆς, Ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζει, καὶ τὰ λοιπά. Ἔστι δὲ καὶ ἑτέρα λύσις τοῦ ζητήματος, καθ’ ὑπερβατὸν ἐξηγουμένων τινῶν οὕτως·

6

.

264

(50)

Μή μοι οἶνον ἄειρε μελίφρονα, πότνια μῆτερ. Χερσὶ δ’ ἀνίπτοισι Διῒ λείβειν αἴθοπα οἶνον Ἅζομαι. Οὐδέ πή ἐστι κε‐ λαινεφέϊ Κρονίωνι Αἵματι καὶ λύθρῳ πε‐ παλαγμένον εὐχετάασθαι. Μή μ’ ἀπο‐
55γυιώσῃς, μένεός τ’ ἀλκῆς τε λάθωμαι. Ἵνα, ὡς μὴ καθαρὸς τὰς χεῖρας, τὸν οἶνον σπένδειν θεοῖς παραιτῇται, μὴ ὀρ‐ γήν τινα λάβοι παρὰ θεῶν διὰ τοῦτο. Δυνατὸν δὲ, καὶ οὕτως λύειν τὸ προκεί‐
60μενον· ὅτι τὸ μένος διχῶς νοεῖται· καὶ ἐπὶ θυμοῦ καὶ ὀργῆς, καὶ ἐπὶ δυνάμεως. Ἡ μὲν οὖν Ἑκάβη φύσει τὴν δύναμιν τοῦ πιόντος τὸν οἶνον αὔξειν λέγει· ὁ δὲ μαραίνεσθαι τὴν ὀργὴν καὶ τὸν θυμὸν τοῦ
65πιόντος, λέγει, ὑπὸ τοῦ οἴνου, ὥστε μὴ κινεῖσθαι ἐναντίως.

6

.

265

Ἀπογυιώσῃς. Βλάψῃς μου τὰ μέλη. ἀποχωλώσῃς. οἷον ἐκλύσῃς μου τὰ μέλη.

6

.

270

Ἔρχεο. Ἀπέρχου. Σὺν θυέεσσι. Θυμιάμασι. Μετὰ θυσιῶν. Ἀολλίσασα. Ἀθροίσα‐ σα. Γεραιάς. Τὰς ἐντίμους.

6

.

271

Χαριέστατος. Εὐειδέστατος.

6

.

274

Ὑ‐ ποσχέσθαι. Ἀντὶ τοῦ, ὑπόσχου, καὶ ὁ‐ μολόγησον.

6

.

280

Πάριν μετελεύσομαι. Πρὸς Πάριν ἀπελεύσομαι.

6

.

282

Γαῖα χάνοι. Ἡ γῆ, ὡς χάσματος γενομένου καταποθῆναι, καταπίοι ἡ γῆ. Ἔτρε‐ φεν. Ἀνέτρεφε.

6

.

283

Τοῖο. Τούτου.

6

.

284

Ἄϊδος εἴσω. Εἰς ᾅδου.

6

.

285

Ὀϊζύος ἐκλελαθέσθαι. Μόχθου, καὶ κα‐ κοπαθείας. Εἰ θεασαίμην αὐτὸν νεκρὸν, ὑπολάβοιμι ἂν, αὐτὸν ἐκεῖνον ἔξω πάσης ταλαιπωρίας εἶναι. Καὶ γὰρ κατείλη‐
5πται ὅτι μισεῖται. Ὀϊζύος ἐκλελαθέ‐ σθαι. Ἤτοι, τὴν ἐμὴν φρένα τῆς ἀτέρ‐ που ὀϊζύος ἐπιλαθέσθαι. Ἀπὸ εὐθείας, τῆς, ἡ ἄτερπος ὀϊζύς. Ἢ εἴποιμι ἂν τὴν ἐμὴν φρένα ἄτερ ὀϊζύος εἶναι, καὶ ἐπι‐
10λελῆσθαι πάσης ταλαιπωρίας. Ἀτέρ που. Ἄτερ δή. χωρὶς δή. Ἀτέρπου. Ἀηδοῦς. τέρψιν οὐκ ἐχούσης.

6

.

286

Μολοῦσα. Ἐλθοῦσα, πορευθεῖσα. Ἀμ‐ φιπόλοισι. Δούλαις.

6

.

288

Ἐς θάλα‐
μον κηώεντα. Εἰς τὸν θάλαμον τὸν τε‐ θυμιωμένον. Εἴρηται δὲ παρὰ τὸ κῆαι, ὅ ἐστι καῦσαι τὰ θυμιάματα.

6

.

291

Ἤγαγε Σιδονίηθεν ἐπιπλώς. Ἐκ τῆς Σιδῶνος ἤγαγεν ἐπιπλεύσας. Κλέψας γὰρ τὴν Ἑλένην ἀπὸ Λακεδαίμονος, οὐχ’ ἣν ἦλθεν ὁδὸν, οὐδὲ τὸν κατ’ εὐθεῖαν
5πλοῦν ἐπορεύθη, ἵνα μὴ διωχθεὶς κατα‐ ληφθῇ· ἀλλ’ ἔπλευσε διὰ τῆς Αἰγύπτου καὶ Φοινίκης. Παριὼν οὖν διὰ τῆς Σι‐ δῶνος, κἀκεῖθι γυναῖκας ἔξω τοῦ ἄστεος εὑρὼν, ἔλαβε τρόπῳ λῃστρικῷ.

6

.

292

Ἀνήγαγε. Τὸν εἰς τὴν Ἴλιον πλοῦν, ἀ‐ νάπλουν καὶ ἀναγωγὴν εἴρηκεν ὁ Ποιητής. Εὐπατέρειαν. Ἔνδοξον κατὰ πατέρα. Διὸς γὰρ ἦν θυγάτηρ ἡ Ἑλένη.

6

.

293

Ἀειραμένη. Ἀείρασα.

6

.

294

Ποικίλ‐ μασι. Τοῖς ἐνυφασμένοις ποικίλμασι.

6

.

295

Νείατος. Ἔσχατος.

6

.

296

Με‐ τεσσεύαντο. Μετ’ αὐτὴν ὥρμων.

6

.

298

Ὤϊξεν. Ἀνέῳξε.

6

.

299

Κισσηΐς. Κισ‐ σέως θυγάτηρ Θεανώ.

6

.

301

Ὀλολυγῇ. Μετὰ ὀλολυγμοῦ. Φωνὴ δὲ αὕτη γυναι‐ κῶν, εὐχομένων θεοῖς.

6

.

305

Ἐρυσίπτο‐
λι. Φυλάσσουσα τὴν πόλιν. Ἐρύειν γὰρ, τὸ φυλάσσειν.

6

.

320

Πόρκης. Κρίκος ὁ συνέχων τὸν σίδηρον πρὸς τὸ ξύλον τοῦ δόρατος. Θέε πόρκης. Κύκλῳ περιέκειτο. Περὶ δὲ χρύσεος θέε πόρκης.
5Περιεῖχέ φησι χρυσοῦς πόρκης τὸ δόρυ. Πόρκης δέ ἐστιν ὁ δακτύλιος τοῦ δόρατος, ὁ συνέχων τὸν σίδηρον πρὸς τὸ ξύλον.

6

.

321

Τεύχε’ ἕποντα. Ἐπιμελούμενον τῶν ὅπλων.

6

.

322

Καλά. Καλῶς.
Ἁφόωντα. Ψηλαφῶντα, ἢ λαμπρύνον‐ τα.

6

.

326

Οὐ μὲν καλὰ χόλον τόνδ’ ἔνθεο θυμῷ. Ἤτοι οὐ καλῶς νῦν τὴν ὀρ‐ γὴν κατὰ τῶν Τρώων ἔχεις, ὅτι, πρὸς σὲ λυπούμενοι, παραδοῦναι τῷ Μενελάῳ ἐ‐
5βούλοντο ἅπερ ἔλαβες. Οὐδὲ ἐν καιρῷ ταύτην ποιῇ. ἢ οὐ καλῶς νῦν ὀργίζῃ, ἡγούμενος, τοὺς Τρῶας ἀγανακτεῖν κατὰ σοῦ.

6

.

330

Μεθιέντα. Ἀμελοῦντα. Στυγεροῦ. Φρικτοῦ.

6

.

331

Ἀλλ’ ἄνα. Ἀλλ’ ἀνάστηθι. Δηΐοιο. Καυστικοῦ. Θέρηται. Θερμαίνηται. νῦν δὲ ἀντὶ τοῦ καίηται.

6

.

335

Χόλῳ. Ὀργῇ. Νε‐ μέσσει. Μέμψει. μεμφόμενός τι, ἢ ἐγκαλῶν.

6

.

336

Ἄχεϊ. Ἀνίᾳ καὶ συμφορᾷ. Ἔθελον δ’ ἄχεϊ προτραπέ‐ σθαι. Διὰ τὴν λύπην τοῦ δυσημερήμα‐ τος ἤθελον ἀποτραπῆναι μικρὸν τῆς μά‐
5χης. Ἔνιοι δὲ, εἶξαι. Ἢ, ἐβουλόμην, φησὶ, τὴν ἀπὸ τοῦ δυσημερήματος παρη‐ γορήσασθαι καὶ παραμυθήσασθαι λύπην. Ἢ, ἐβουλόμην διὰ τὴν ἀθυμίαν ὀλίγον ἀποτραπῆναι τῆς μάχης. Ἢ, ἤθελον,
10διὰ τὴν ἧτταν λυπούμενος, μεῖναι καὶ κατακλινθῆναι. Ἤ, ἐβουλόμην ὑπὸ τῆς συμβάσης μοι λύπης ἐκ τῆς ἥττης πα‐
ρατροπήν τινα, καὶ ψυχαγωγίαν, καὶ παραμυθίαν εὑρεῖν.

6

.

339

Ἀπαμείβε‐ ται. Ἐξ ἀμοιβῆς παραγίγνεται.

6

.

341

Μέτειμι. Μετελεύσομαι. Κιχήσεσθαι. Καταλήψεσθαι.

6

.

344

Δᾶερ. Δαὴρ, ἀνδρὸς ἀδελφός. Ἐμοῖο. Ἐμοῦ. Κυ‐ νός. Ἀναιδοῦς. Ὀκρυοέσσης. Τραχείας καὶ φρικτῆς. Καταστρέφει δὲ εἰς τὸ
5κακῆς καὶ ταλαιπώρου.

6

.

346

Προφέ‐ ρουσα. Πόῤῥω φέρουσα. Θύελλα. Ἀ‐ νέμου συστροφή.

6

.

348

Ἀπόερσεν. Ἀπέπνιξε τῷ ὕδατι.

6

.

349

Αὐτὰρ ἐπεὶ τάδε γ’ ὧδε. Ἐπειδὴ δὲ ταῦτα οὕτως. Τεκμῄραντο. Ἐβουλεύσαντο, ἢ ἐτελείω‐ σαν, ἢ, εἰς τέλος ἤγαγον.

6

.

350

Ὤ‐ φελλον. Ὤφειλον.

6

.

351

Αἴσχεα. Αἴσχη, ὀνείδους ἄξια.

6

.

352

Ἔμπεδοι. Ἀσφαλεῖς, βέβαιοι.

6

.

353

Ἐπαυρή‐ σασθαι. Ἐπιτυχεῖν, ἀπολαῦσαι, ἢ με‐ ταλήψεσθαι.

6

.

358

Ἀοίδιμοι. Μετ’ ᾠδῆς μνημονευόμενοι, διαβόητοι, καὶ οἷον ἀειδόμενοι καὶ θαυμαζόμενοι.

6

.

362

Ποθή. Ἐπιζήτησις.

6

.

363

Ὄρνυθι. Παρόρμα.

6

.

364

Καταμάρψῃ. Κα‐ ταλάβῃ. κατάσχῃ.

6

.

366

Οἰκῆας. Νῦν ἀντὶ τοῦ οἰκείους, τοὺς κατὰ τὴν οἰ‐ κίαν.

6

.

367

Ὑπότροπος. Ἐς ὑποστρο‐ φῆς ἀνεληλυθώς. Ἵξομαι. Παραγενή‐ σομαι.

6

.

368

Δαμόωσι. Δαμάσωσι.

6

.

373

Γοόωσα. Θρηνοῦσα. Μυρομένη. Ὀδυρομένη, θρηνοῦσα.

6

.

374

Τέτμε. Κατέλαβεν, εὗρεν.

6

.

375

Οὐδόν. Βα‐ τῆρα, βαθμόν. Σημαίνει δὲ καὶ τὴν ὁδόν. Δμωῇσι. Δούλαις.

6

.

376

Εἰ δ’ ἄγε. Ἄγε δή.

6

.

378

Γαλόων. Ἀνδρὸς ἀδελφῶν. Ὁμοίως δὲ καὶ ἀδελφοῦ γυνὴ, γάλως λέγεται. Εἰνατέρων. Εἰνάτερες καλοῦνται αἱ τῶν ἀδελφῶν γυναῖκες πρὸς
5ἀλλήλας, οἷον Ἑλένη πρὸς Ἀνδρομάχην.

6

.

381

Ὀτρηρή. Δραστικὴ, συνεργός.

6

.

388

Ἀφικάνει. Παραγίγνεται, ἢ πα‐ ραλαμβάνει.

6

.

390

Ταμίη. Προστά‐ τις.

6

.

393

Διεξιέναι. Διεξελθεῖν.

6

.

394

Πολύδωρος. Ἤτοι πολλὰ δῶρα λαβοῦσα παρὰ τοῦ μνηστευσαμένου. ἢ, πολλὰ δῶρα ἐπενεγκαμένη τῷ τοῦ ἀνδρὸς οἴκῳ.

6

.

396

Ἠετίων, ὃς ἔναιεν Ὑποπλάκῳ ὑλη‐ έσσῃ. Γρανικὸς, οἱ δὲ Ἀτράμους, Πε‐ λασγὸς τὸ γένος, ἀφίκετο ποτὲ ὑπὸ τὴν ἐν Λυκίᾳ Ἴδην· καὶ πόλιν κτίσας ἐνταῦ‐
5θα, ἀφ’ ἑαυτοῦ προσηγόρευσεν Ἀτραμύ‐ τειον. Γεννήσας δὲ θυγατέρα Θήβην τὸ ὄνομα, περὶ τὴν ἀκμὴν τοῦ γάμου ἔθετο γυμνικὸν ἀγῶνα, καὶ τὸν ταύτης γάμον τῷ ἀριστεύσαντι. Ἡρακλῆς δὲ κατ’
10ἐκεῖνο καιροῦ φανεὶς, ἔλαβε τὴν Θήβην γυναῖκα, καὶ κτίσας πόλιν ὑπὸ τὸ Πλά‐ κιον καλούμενον ὄρος τῆς Κιλικίας, Πλα‐ κίαν Θήβην αὐτὴν ἀπὸ τῆς γυναικὸς ἐκά‐ λεσεν. Ἡ ἱστορία παρὰ Δικαιάρχῳ.
15Ὑποπλάκῳ. Ὑπὸ Πλακίῳ ὄρει τῆς Κι‐ λικίας. Ὑληέσσῃ. Ὕλην ἐχούσῃ, συμ‐ φύτῳ τόπῳ, συνδένδρῳ. Ἐμφαίνει δὲ, ὅτι πλούσιος ἦν Ἠετίων, διὰ τοῦ ἐπιθέ‐ του, εἰπὼν ὑληέσσῃ.

6

.

397

Κιλίκεσσι. Κίλικας λέγει τοὺς τὰς Ὑποπλακίους Θήβας οἰκοῦντας.

6

.

398

Ἔχετο. Ἐγα‐ μεῖτο. Χαλκοκορυστῇ. Χαλκῷ καθωπλι‐ σμένῳ.

6

.

399

Ἤντησεν. Ἀπήντησεν.

6

.

400

Ἀταλάφρονα. Ἁπαλόφρονα. Ἁ‐ παλὰ φρονοῦντα, τοῦτ’ ἔστι, νήπιον, ἀνό‐ ητον, ἢ μὴ δυνάμενον τλῆναι κακοπάθειαν.

6

.

401

Ἑκτορίδην. Ἕκτορος υἱὸν Ἀστυ‐ άνακτα. Ἀγαπητόν. Μονογενῆ. Ἀ‐ λίγκιον. Ὅμοιον.

6

.

403

Ἐρύετο. Ἔ‐ σωζεν, ἐφύλαττε.

6

.

407

Δαιμόνιε. Νῦν, γενναῖε, μακάριε. Ἢ κατ’ εὐφημισμὸν (κακόδαιμον). Φθίσει. Φονεύσει, δια‐ φθερεῖ. Μένος. Νῦν, ἡ δύναμις. Οὐδ’
5ἐλεαίρεις. Οὐδ’ ἐλεεῖς.

6

.

408

Νηπία‐ χον. Νήπιον. Ἄμμορον. Δύσμορον, κακόμορον. Χήρη. Ἔρημος. Ἰδίως δὲ τάσσεται ἐπὶ τῆς τὸν ἄνδρα ἀποβεβλη‐
5κυίας, ἀνάνδρου.

6

.

411

Ἀφαμαρτούσῃ. Ἀποτυχούσῃ, ἀφαιρεθείσῃ. Χθόνα δύ‐ μεναι. Ἀποθανεῖν. Χθόνα. Τὴν γῆν. Δύμεναι. Κατελθεῖν.

6

.

412

Θαλπω‐ ρή. Χαρὰ, ἡδονὴ, παραμυθία.

6

.

414

Ἀμόν. Ἡμέτερον.

6

.

418

Κατέκηε. Κατέκαυσεν. Ἔντεσιν. Ὅπλοις. Δαι‐ δαλέοισι. Ποικίλοις, εὖ πεποικιλμένοις.

6

.

419

Σῆμα. Τάφον. Πτελέας. Πτε‐ λέα, εἶδος δένδρου.

6

.

420

Ὀρεστιάδες. Αἱ ἐν τοῖς ὄρεσι διατρίβουσαι.

6

.

422

Ἰῷ ἤματι. Ἐν μιᾷ ἡμέρᾳ.

6

.

424

Εἰ‐ λιπόδεσσιν. Εἰλίποδας, ἐπιθετικῶς λέγει τὰς βοῦς, ὅτι ἑλίσσουσι τοὺς πόδας κατὰ τὴν πορείαν.

6

.

426

Κτεάτεσσι. Κτή‐ μασι.

6

.

430

Παρακοίτης. Ἀνήρ.

6

.

432

Ὀρφανικόν. Ὀρφανόν.

6

.

433

Ἐρινεόν. Ἀγρίαν συκῆν.

6

.

434

Ἄμβατος. Ἀ‐ νάβασιν ἔχουσα ὁδός. Ἐπίδρομον. Ἐξ
ἐπιδρομῆς, καθ’ ὅ ἐστιν ἐπιδραμεῖν τὴν ὁδὸν κατερχόμενον τὴν ἀπὸ τοῦ τείχους,
5καὶ ἀναβῆναι τὴν αὐτήν.

6

.

442

Ἑλ‐ κεσιπέπλους. Τὰς ἐφελκομένας τοὺς πέ‐ πλους, διὰ περιουσίαν, καὶ διὰ τὸ ἄχρι τῶν ποδῶν διήκειν, καὶ ἐπὶ βάθους.

6

.

443

Κακὸς ὥς. Ὡς κακός. Ἀλυσκά‐ ζω. Ἐκκλίνω, ἐκφεύγω.

6

.

448

Ὀλώλῃ. Ἀπόληται.

6

.

456

Πρὸς ἄλλης. Ἐπ’ ἄλλης. Τοῦτ’ ἔστιν, ἐπὶ δεσποίνῃ.

6

.

457

Φορέοις. Φέροις. Μεσσηΐδος. Μεσσηῒς, κρήνη Θετταλική. Ὑπερείης. Ὑπέρεια,
κρήνη Ἄργους. Μεσσηΐδος ἢ Ὑπερείης. Μεσσηῒς, καὶ Ὑπέρεια, κρῆναι τῆς Πε‐
5λοποννήσου. οἱ δὲ τῆς Λακωνικῆς.

6

.

458

Ἀεκαζομένη. Ἄκουσα, καὶ μὴ βουλομένη. οὐχ’ ἑκοῦσα, ἀλλ’ ἀναγκαζομένη.

6

.

459

Καί ποτέ τις εἴπῃσιν. Ἀντὶ τοῦ, εἴποι τὶς ἄν.

6

.

463

Χήτει. Στερήσει. σπάνει. Δού‐ λειον ἦμαρ. Τὸν τῆς δουλείας χρόνον.

6

.

464

Χυτή. Ἡ ἐπιχεομένη τοῖς νεκροῖς γῆ.

6

.

465

Ἑλκηθμοῖο. Ἑλκυσμοῦ, ἀνδραποδισμοῦ, τοῦτ’ ἔστιν, αἰχμαλωσίας. Πυθέσθαι. Ἀκοῦσαι, αἰσθέσθαι.

6

.

466

Ὀρέξατο. Ἐξέτεινε τὰς χεῖρας. ἢ, ἐλάβετο.

6

.

468

Ἰάχων. Κράζων. Ἀτυχθείς. Ἐκπλα‐ γεὶς, ἢ ταραχθεὶς, ἢ ἀηδισθείς.

6

.

469

Ἱππιοχαίτην. Ἱππείας ἔχοντα τρίχας.

6

.

474

Ὃν. Τὸν ἑαυτοῦ. Κύσε. Κατε‐ φίλησε. Πῆλε. Ἀνέπαλλε, καὶ ἀνέ‐ σειεν.

6

.

477

Ἀριπρεπέα. Ἐκπρεπῆ, ἐ‐ πίσημον.

6

.

480

Ἔναρα. Τὰ ἀπὸ πο‐ λέμου λάφυρα. Ἐναρίζειν γάρ ἐστι τὸ φονεύειν. Διατοῦτο καὶ οἱ νεκροὶ ἔνεροι λέγονται. Βροτόεντα. Ἡμαγμένα. Βρό‐
5τος γὰρ τὸ ἀπὸ τοῦ φόνου αἷμα. Ἢ ἡ‐ ματωμένα.

6

.

483

Κηώδει. Εὐώδει.

6

.

484

Δακρυόεν γελάσασα. Μετὰ δα‐ κρύων γελάσασα.

6

.

486

Ἀκαχίζεο. Ἄχθου, λυποῦ.

6

.

487

Ὑπὲρ αἶσαν. Παρὰ τὴν εἱμαρμένην. Προϊάψει. Προ‐ διαφθερεῖ.

6

.

488

Πεφυγμένον. Πεφευ‐ γότα.

6

.

490

Κόμιζε. Ἐν ἐπιμελείᾳ ἔχε.

6

.

491

Ἠλακάτην. Τὸ τῶν γυναι‐ κῶν ἐργαλεῖον, ᾧ περιελίσσουσι τὸ ἔριον. Λέγει δέ ποτε οὕτως καὶ τὸ βέλος, ἐν τῷ
συνθέτῳ ὀνόματι χρυσηλάκατος. σημαί‐
5νει γὰρ καὶ τὴν χρυσᾶ βέλη ἔχουσαν Ἄρτεμιν.

6

.

496

Ἐντροπαλιζομένη. Κατ’ ὀλίγον καὶ συνεχῶς ἐπιστρεφομένη. Θα‐ λερόν. Θᾶλλον, δίϋγρον, ἀκμαῖον.

6

.

497

Ναιετάοντας. Κατοικοῦντας.

6

.

500

Γό‐ ον. Ἐγόων, ἐθρήνουν.

6

.

502

Προφυ‐ γόντα. Ἀντὶ τοῦ, ἀποφυγόντα.

6

.

503

Δήθυνεν. Ἐχρόνισεν, ἐβράδυνε.

6

.

505

Σεύατο. Ὥρμησεν, ἢ ὥρμα. Κραιπνοῖ‐ σι. Ταχέσι.

6

.

506

Στατός. Ὁ ἑστὼς ἐπὶ πολὺν χρόνον. Ἀκοστήσας. Ἄκος τῆς στάσεως λαβών. τουτέστιν, ἴαμα. Κυρίως δὲ πᾶσαι αἱ τροφαὶ ἀκοσταὶ κα‐
5λοῦνται. Παρὰ τὸ ἵστασθαι τὰ σώ‐ ματα τρεφόμενα ἐν ἄλλῳ καιρῷ. Βέλ‐ τιον δὲ, δυσχεράνας ἐπὶ τῇ τῆς φάτνης στάσει.

6

.

507

Πεδίοιο. Λείπει ἡ διά. ἵν’ ᾖ, διὰ πεδίου. Κροαίνων. Ἐπικρούων τοῖς ποσὶν, ἢ ἐπιθυμῶν, ἢ χρεμετίζων.

6

.

508

Ἐϋρεῖος ποταμοῖο. Λείπει, ὕδατι. ἢ ποταμὸν εἴρηκε τὸ τοῦ ποταμοῦ ὕδωρ.

6

.

509

Κυδιόων. Γαυριῶν, ἐπαιρόμενος. Ὑψοῦ. Ἐν ὕψει.

6

.

510

Ἀΐσσονται. Ὁρμῶνται, ἕπονται. Ἀγλαΐῃφι. Τῷ κάλλει τοῦ σώματος.

6

.

511

Ῥίμφα. Ῥᾳδίως, ταχέως. Γοῦνα. Γόνατα. Ἤ‐ θεα. Τοὺ συνήθεις τόπους. Νομόν. Τὴν νομήν. διὰ τὸ νέμεσθαι.

6

.

512

Περ‐ γάμου ἄκρης. Τῆς ἀκροπόλεως τῆς Ἰλίου, ἣ ἐπεκαλεῖτο Πέργαμος.

6

.

513

Ἠλέκ‐ τωρ. Ὁ ἥλιος. ἐπιθετικῶς. ὅτι ἀλέκτρους ἡμᾶς ποιεῖ ἀνισταμένους ἐκ τῆς κοίτης. Ἢ ὅτι λαμπρός. παρὰ τὸ ἤλεκτρον.

6

.

514

Καγχαλόων. Χαίρων.

6

.

515

Εὖ‐ τε. Ἡνίκα.

6

.

516

Στρέψεσθαι. Στρα‐ φήσεσθαι. Χώρης. Τοῦ τόπου. Ὀάρι‐ ζεν. Ὠμίλει. Ὄαρος γὰρ, ἡ ὁμιλία.

6

.

518

Ἠθεῖε. Προσφώνησις νεωτέρου ἀ‐ δελφοῦ φιλοφρονητικὴ πρὸς πρεσβύτερον κατὰ τιμήν. Ταῦτα τινὲς προσαγορευ‐ τικά. Οὐδέποτε δὲ περί τινος αὐτά φη‐
5σιν ἀλλὰ πρός τινα τέττα φίλου· ἄττα τροφέως· πάππα πατρός· ἠθεῖε ἀδελφοῦ. Ἐσσύμενον. Προθυμούμενον. Κατερύ‐ κω. Κατέχω.

6

.

519

Ἐναίσιμον. Καθ‐
ῆκον. Κεῖται δὲ ἀντὶ τοῦ ἐναισίμως, καθηκόντως.

6

.

523

Μεθίεις. Μεθητι‐ κῶς καὶ ἀμελῶς διάκεισαι.

6

.

526

Ὄ‐ πισθεν. Μετὰ ταῦτα.

6

.

528

Κρητῆρα στήσασθαι ἐλεύθερον. Ὃν εἰώθασι τῷ Διῒ ὑπὲρ ἐλευθερίας ἱστάναι κρατῆρα οἱ
τοὺς πολεμίους ἀπωσάμενοι.

7

.

1

Ἐξέσσυτο. Ἐξώρμησε. Φαίδι‐ μος. Ὁ λαμπρὸς, ὁ φαιδρὸς κατὰ τὴν τάξιν, ἢ τῇ τῶν ὅπλων φαντασίᾳ.

7

.

3

Μέμασαν. Προεθυμοῦντο.

7

.

4

Ἐελδο‐ μένοισιν. Ἐπιθυμοῦσιν.

7

.

5

Ἐϋξέστῃς’. Εὖ ἐξεσμέναις, εὖ κατεσκευασμέναις. Ἐλάτῃσι. Ταῖς κώπαις. ὅτι ἐξ ἐλατί‐ νων ξύλων κατεσκευάζοντο.

7

.

6

Καμά‐ τῳ. Κόπῳ.

7

.

7

Φανήτην. Ἐφάνησαν. δυϊκῶς.

7

.

8

Ἑλέτην. Εἷλον, ἀπέκτει‐ ναν.

7

.

9

Ἄρνη. Πόλις Βοιωτίας. Ἔστι δὲ καὶ Θετταλίας. Κορυνήτης. Ἐπι‐ θετικῶς. Ὁ Ἀρηΐθοος, ὁ τῇ κορύνῃ μα‐ χόμενος, τοῦτ’ ἔστι, ῥοπάλῳ. Ἔστι δὲ
5ἐπίθετον Ἀρηϊθόου. Ὃν κορυνήτης Γείνατ’ Ἀρηΐθοος καὶ Φιλομέδουσα βοῶπις. Ἀ‐ ρηΐθοος ὁ Βοιωτὸς, ἄριστος τῶν κατ’ αὐ‐ τὸν ἀνθρώπων, διαβὰς εἰς Ἀρκαδίαν, ἦν γὰρ ἁψιμαχία τὶς ἐκεῖ Ἀρκάσι καὶ Βοι‐
10ωτοῖς τοῖς αὐτοῦ πολίταις περὶ ὅρων γῆς, πλείστην ἐντεῦθεν κατεσύρατο λείαν. Κα‐ ταφρόνησιν δὲ αὐτοῦ μεγάλην ἐμβαλόν‐ τος τοῖς Ἀρκάσιν, Λυκοῦργος, ὁ τῶν ἐν‐ ταῦθα κράτιστος ἀνὴρ, λόχον καθίσας,
15αὐτόν τε ἀνεῖλε, καὶ τὴν παντευχίαν αὐτοῦ μετὰ τῆς κορύνης ἔλαβε, καὶ τὴν λείαν ἐπανεσώσατο. Ἡ ἱστορία παρὰ Φερεκύδῃ.

7

.

12

Στεφάνης. Στεφάνη, εἶδος περικεφαλαίας. Ἔστι δὲ καὶ κό‐ σμος γυναικεῖος. Τίθεται δὲ καὶ ἐπὶ ὄρους ἐξοχῆς· Ὅν τε κατὰ στεφάνης πο‐
5ταμὸς χειμάῤῥοος ὤσει.

7

.

15

Δεξιάδην. Δεξιοῦ υἱόν. Ἢ, ἐκ δεξιῶν. Ἐπιάλμε‐ νον. Ἐφαλλόμενον.

7

.

22

Φηγῷ. Δρυΐ.

7

.

24

Μεμαυῖα. Προθυμουμένη.

7

.

25

Ἀ‐ νῆκεν. Ἀνέπεισεν.

7

.

26

Ἑτεραλκέα. Ἑτεραλκῆ. Οὕτως ἡ νίκη λέγεται, ὅτ’ ἂν οἱ νικῶντες νικῶνται. ἢ ἀνάπαλιν τὴν τοῖς ἑτέροις τὴν ἀλκὴν καὶ δύναμιν παρέ‐
5χουσαν.

7

.

30

Τέκμωρ. Τέλος.

7

.

32

Διαπραθέειν. Διαπορθῆσαι.

7

.

34

Ὧδ’ ἔστω. Οὕτως γενέσθω.

7

.

36

Μέμονας. Προθυμῇ.

7

.

38

Ὄρσωμεν. Παρορμήσω‐ μεν.

7

.

32

Οἰόθεν οἶος. Μόνος πρὸς μό‐ νον.

7

.

42

Ἐπόρσειαν. Ἐφορμήσειαν.

7

.

44

Τῶνδ’ Ἕλενος Πριάμοιο φίλος παῖς. Μυθεύεται, τῶν ἐξ Ἑκάβης γεγονότων Πριάμῳ παίδων Ἕλενον καὶ Κασάνδραν διδύμους γεγεννῆσθαι. Τῶν δὲ γενεθλίων
5αὐτοῖς τελουμένων ἐν τῷ τοῦ Θυμβραίου Ἀπόλλωνος ἱερῷ, λέγεται, τὸν Ἕλενον καὶ τὴν Κασάνδραν ἐν τῷ ναῷ παίζοντας κατακοιμηθῆναι. Ὑπὸ δὲ μέθης τῶν περὶ τοὺς παίδας ἐκλαθομένων ἐκείνων, οἴκαδε
10χωρισθῆναι. Τῇ δ’ ὑστεραίᾳ ἐλθόντας εἰς τὸ ἱερὸν θεάσασθαι τοὺς παῖδας ταῖς τῶν ὄφεων γλώτταις τοὺς πόρους τῶν αἰσθητηρίων καθαιρομένους. Ὡς οὖν διὰ τὸ παράδοξον αἱ γυναῖκες ἀνέκραγον, συν‐
15έβη ἀπαλλαγῆναι τοὺς ὄφεις, καὶ κα‐ ταδῦναι ἐν ταῖς παρακειμέναις δάφναις, τοὺς δὲ παῖδας ἀμφοτέρους τῆς μαντικῆς οὕτως μεταλαβεῖν. Ἱστορεῖ Ἀντικλεί‐ δης. Σύνθετο. Συνῆκεν, ἐνόησεν.

7

.

45

Μητιόωσι. Βουλευομένοις.

7

.

52

Πότμον ἐπισπεῖν. Τὸ μοιρίδιον ἐπισπάσασθαι.

7

.

56

Μέσσου δουρὸς ἑλών. Ἐκ μέσου κρατῶν τὸ δόρυ. Σημεῖον ἡσυχίας πολέ‐ μου. Ἱδρύνθησαν. Ἐκάθισαν, ἐκαθέ‐ σθησαν.

7

.

59

Ἐοικότες. Ὁμοιούμενοι. Αἰγυπιοῖσιν. Οἱ μὲν εἶδος ἀετοῦ, οἱ δὲ τοὺς γύπας ἐδέξαντο.

7

.

61

Εἵατο. Ἐ‐ κάθηντο.

7

.

62

Πεφρικυῖαι. Συνεσταλ‐
μέναι. Φρὶξ γὰρ, ἡ ἐπανάστασις τῶν κυμάτων. Φρίσσει τὶς φόβῳ, ἢ ψύχει, ἢ ὀργῇ. Ἐμψύχως οὖν τὰς φάλαγγας
5φρίσσειν φησί.

7

.

63

Φρίξ. Ἡ ἐξ ἐπι‐ πολῆς κίνησις τοῦ ὕδατος, ὅ ἐστι, τοῦ κύματος ἀρχομένου. ἢ, τὸ ἐπιπολάζον τῷ κύματι ἀφρῶδες, ὅτ’ ἂν ἄνεμος ἄρχηται
5πνεῖν. ἢ, ἡ πρώτη ἔγερσις τῶν κυμάτων.

7

.

64

Ὀρνυμένοιο. Ὁρμωμένου. Νέον. Νεωστί. Μελάνει. Μελανίζει, ἢ, με‐ λαίνεται.

7

.

70

Τεκμαίρεται. Βουλεύε‐ ται ἢ τελειοῖ, ἢ ἐπὶ τέλος ἄγει.

7

.

73

Ἔασιν. Ἔνεισιν, ὑπάρχουσι.

7

.

75

Πρό‐ μος. Πρόμαχος.

7

.

77

Ταναηκέϊ. Ἐπι‐
μήκει, καὶ τεταμένην ἔχοντι τὴν ἀκμὴν, τουτέστιν, ἠκονημένην τὴν ἀρχήν.

7

.

80

Λελάχωσι. Λαχεῖν ποιήσωσιν, οἱονεὶ με‐ ταλαβεῖν.

7

.

83

Κρεμόω. Κρεμάσω.

7

.

85

Ταρχύσωσι. Θάψωσι. Τάρχαι δὲ, τὰ ἀπονενομισμένα τοῖς νεκροῖς πρὸς κηδείαν. ἀπὸ τῆς ταραχῆς.

7

.

86

Σῆμά τέ οἱ χεύσωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ. Ἀ‐ θάμας, Αἰόλου παῖς, βασιλεὺς δὲ Θηβῶν, γήμας τὴν Κάδμου παῖδα Ἰνὼ, παῖδας
5ἔσχε δύο, Κλέαρχον καὶ Μελικέρτην. Κατὰ Ἥρας δὲ πρόσταγμα, ἀποπεμψά‐ μενος τὴν Ἰνὼ, καὶ ἐπιγήμας Νεφέλην, ἔσχεν ἐξ αὐτῆς δύο παῖδας, Ἕλλην τε καὶ Φρύξον. Μιγνύμενον δὲ αὐτὸν λάθρα
10τῇ Ἰνοῖ κατοπτεύσασα ἡ Νεφέλη, ᾤ‐ χετο. Πάλιν δὲ τῆς οἰκίας ἐπικρατήσα‐ σα ἡ Ἰνὼ, ἐπεβούλευσε τοῖς τῆς Νεφέ‐ λης παισίν. Εὑροῦσα δέ τινα μηχανὴν, ἔφρυγε τὰ σπέρματα. Καὶ δὲ πολλῆς
15οὔσης ἀκαρπίας ἐν τῇ χώρᾳ, ἔπεμπεν ὁ Ἀθάμας εἰς Πυθῶ θεοπρόπους. Ἡ δὲ Ἰνὼ συνέπεισε τούτους, τεχνάσασά τινα χρησμὸν κατὰ τοῦ Φρύξου, ὡς θῦμα τῆς αὐτοῦ γονῆς προσενεγκὼν, ἀπαλλαγήσε‐
20ται τοῦ δεινοῦ. Πυθόμενος οὖν παρὰ τῶν θεοπρόπων ὁ Ἀθάμας τὸ λόγιον, μετα‐ πέμπεται ἐκ τῶν ἀγρῶν τὸν Φρύξον. Πρόφασιν δὲ αὐτὸν ἐκέλευσεν ἄγειν ὅ, τι κάλλιστον πρόβατον ἐν τοῖς θρέμμασιν
25εἰς ἱερουργίαν ὑπάρχει. Μυθολογεῖται δὲ, παραγιγνομένῳ τῷ Φρύξῳ μετὰ τῆς ἀ‐ δελφῆς, κατά τινος δαίμονος ἐπιφάνειαν, ἀνθρωπίνῃ φωνῇ λαλῆσαι τὸν κριὸν, καὶ πᾶσαν αὐτῷ τὴν ἐπιβουλὴν ἀναγγεῖλαι·
30κελεῦσαί τε αὐτῷ, μετὰ τῆς ἀδελφῆς ἐπικαθίσαι τῷ νότῳ, ὅπως τὸν ἐπικείμε‐ νον κίνδυνον ἐκφυγεῖν δυνηθῶσιν. Οὗ καὶ γενομένου, λέγεται, τὸν κριὸν μετὰ πολ‐ λῆς βίας διὰ μέσου τοῦ ἀέρος ποιήσασθαι
35τὴν πορείαν· τὴν δὲ Ἕλλην, μὴ δυναμέ‐ νην ἀντέχειν, καταπεσεῖν εἰς τὸ ὑποκεί‐ μενον πέλαγος· προσαγορευθῆναι δὲ τοῦ‐ το, διὰ τὴν προειρημένην, Ἑλλήσποντον. τὸν δὲ κριὸν, κομίσαντα εἰς Κόλχους ἐκ
40τοῦ Πόντου τὸν Φρύξον, τελευτῆσαι. Ἐπὶ τοῦτο λέγεται τὸ δέρας τοὺς Ἀργο‐ ναύτας ἀποσταλῆναι μετὰ τοῦ Ἰάσονος. Τὸν δὲ Ἀθάμαντά, φασι, μαθόντα ἕκα‐ στα τῶν συντεθέντων ὑπὸ τῆς Ἰνοῦς, μὴ
45φείσασθαι, μὴ δὲ τῶν ἐξ αὐτοῦ γενομέ‐ νων αὐτῇ παίδων, ἀλλ’ αὐτοχειρίᾳ μὲν ἀποκτεῖναι Κλέαρχον, ἐπιδιῶξαι δὲ μετὰ ξίφους καὶ τὴν Ἰνώ. Τὴν δὲ καταλαμ‐ βανομένην, σωτηρίαν ἐπισπάσασθαι ἑαυ‐

7

.

86

(50)

τῇ τε καὶ τῷ υἱεῖ, ῥίψασαν ἑαυτὴν εἰς τὴν θάλασσαν, καὶ τυχεῖν ἐκ τῶν θεῶν τῶν ἐναλίων τιμῶν· ὕστερον δὲ καὶ προσ‐ αγορευθῆναι αὐτὴν, διὰ τὸν ἐκ τῆς θα‐ λάσσης ἀφρὸν, Λευκοθέαν· τὸν δὲ Με‐
55λικέρτην, Παλαίμονα· εἶναι δὲ αὐτὸν σωτῆρα τῶν τὸ πέλαγος πλεόντων ἀν‐ θρώπων. Ἡ ἱστορία παρὰ Φιλοστεφάνῳ. Χεύσωσι. Χώσωσι. Χέειν, τὸ τὴν γῆν
ἐπιχέαι τοῖς τεθνεῶσι. Σῆμά τέ οἱ χεῦ‐
60σαι. Ἀπὸ τούτου τὸ, χυτὴ, οὐ κοινῶς ἡ γῆ, ἀλλ’ ἡ ἐπιχεομένη τοῖς νεκροῖς. Πλα‐ τεῖ Ἑλλησπόντῳ. Ἤτοι κατὰ ἀντίφρα‐ σιν. στενὸς γὰρ ὁ Ἑλλήσποντος. Ἢ τῷ κατ’ ἐκεῖνο τὸ μέρος αὐτοῦ πεπλατυσμέ‐
65νῳ.

7

.

87

Ὀψιγόνων. Τῶν ὕστερον γε‐ νησομένων.

7

.

88

Οἴνοπα. Ὡς οἶνος τῇ χροίᾳ. μέλανα.

7

.

93

Αἴδεσθεν μὲν ἀνῄ‐ νασθαι, δεῖσαν δ’ ὑποδέχθαι. Αἴδεσθεν ἀνῄνασθαι, δειλῶν γάρ. Δεῖσαν δὲ διὰ τὰς σπονδάς· ἢ περιμένοντες κέλευσιν, ὡς
5δῆλον ἀπὸ τῶν ἑξῆς· ἢ ὑπὸ θεοῦ ὡρμῆ‐ σθαι αὐτὸν ὑπονοοῦντες· ἢ διὰ τὸ, Νὺξ δ’ ἤδη τελέθει. Καὶ παροιμία, ὅτι θρα‐ σὺς πρὸς ἔργον, ἐκ πολλοῦ κακός. Ἐπί‐ χαρμος δὲ, ὅτι κακὸς θαῤῥεῖ μάλ’ αὐτό‐
10θεν, ἔπειτα φεύγει. Ἔστι δὲ τὸ ἔπος ἰσόκωλον. ὅ περ ἐστὶ φράσις δύο ἢ πλει‐ όνων κώλων, ἀποκρινομένων ἀλλήλοις πρὸς ἀντίστροφον ἐμφέρειαν. Δεύτερον· Χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμ‐
15πειν. Τρίτον ὁμοιόπτωτον καὶ ὁμότονον· Ὕλλῳ ἐπ’ ἰχθυόεντι, καὶ Ἕρμῳ δινήεντι. Τινὲς δέ· δείσαντες τὸν Ἀγαμέμνονα, ὡς καὶ σιγῇ δειδιότες. Ἀνῄνασθαι. Ἀρνή‐ σασθαι. Ὑποδέχθαι. Ἀναδέξασθαι τὸν
20λόγον.

7

.

95

Στεναχίζετο. Ἔστενεν, ἐκακοπάθει.

7

.

96

Ἀπειλητῆρες. Καυ‐ χηταί. ἀπειλεῖν εἰδότες, ἐπαγγέλλεσθαι. Τοὺς δὲ τοιούτους καὶ καυχηματίας λέ‐ γουσιν.

7

.

97

Αἰνόθεν αἰνῶς. Ἐκ δεινοῦ δεινὰ, ἢ καὶ, τῶν δεινῶν δεινότερα.

7

.

99

Ὕδωρ καὶ γαῖα γένοισθε. Ἀναλυθείητε,
εἰς ὕδωρ καὶ γῆν διαλυθείητε καὶ ἀποθά‐ νοιτε. Βέλτιον δὲ ἀκούειν, ἐξ ὧν ἐγένε‐ σθε, εἰς ταῦτα πάλιν ἀναστοιχειωθείητε.
5Τῶν στοιχείων ἀὴρ καὶ γῆ κατὰ φύσι ἀκίνητα, τὰ δὲ ἄλλα κινητά. Ταῦτα οὖν φησι, τὴν ἀκινησίαν ὀνειδίζων. Καὶ Ξενοφάνης· Πάντες γὰρ γαίης τε καὶ ὕδατος ἐκγενόμεσθα. Ἐκ γῆς γὰρ πάντα
10καὶ εἰς γῆν τελευτᾷ. Ἢ, ὅτι τὸ ὕδωρ τὰς ψυχὰς διαφθείρει.

7

.

100

Αὖθι. Αὐτόθι. Ἀκήριοι. Ἄψυχοι. Ἀκλεές. Ἀκλεεῖς, ἄδοξοι καὶ ἀνωνόμαστοι.

7

.

101

Ὕπερθεν. Ὑπεράνω.

7

.

102

Πείρατα. Πέρατα, τέλη.

7

.

109

Ἀφραίνεις. Πα‐ ραφρονεῖς, μωραίνεις, ἀσυνετεῖς.

7

.

110

Ἀνὰ δ’ ἴσχεο. Ἀνάσχου δέ.

7

.

112

Στυγέουσι. Φοβοῦνται, μισοῦσιν.

7

.

114

Ἔῤῥιγ’. Φοβεῖται. Ἀντιβολῆσαι. Ὑ‐ παντῆσαι, συναντῆσαι.

7

.

117

Ἀδειής. Ἄφοβος, ἀδεής. Μόθου. Μάχης. Οἱ‐ ονεὶ μότου. παρὰ τὸ τάχιστα πληροῦ‐ σθαι τὴν ἐπιθυμίαν. Ἀκόρητος. Ἀπλή‐
5ρωτος.

7

.

118

Ἀσπασίως. Χαριέντως, ἀσμένως, ἡδέως. Γόνυ κάμψειν. Ἀνα‐ παύσεσθαι. ἢ συγκάμψειν τὰ γόνατα, διὰ τὸ κεκοπῶσθαι ἐν τῷ διώκεσθαι.

7

.

119

Δηΐου. Καυστικοῦ, διακοπτικοῦ.

7

.

122

Γηθόσυνοι. Χαίροντες.

7

.

127

Εἰ‐ ρόμενος. Ἐρωτῶν.

7

.

128

Ἐρέων. Ἐ‐ ρευνῶν, ζητῶν. Γενεήν τε τόκον τε. Πατέρα καὶ παῖδα.

7

.

133

Ἡβῷμι. Ἀκμάζοιμι. Κελάδοντι. Διὰ τὸν ἦχον τοῦ ῥεύματος οὕτως εἶπε τὸν Ἰάρδανον, ὅς ἐστι ποταμὸς Ἀρκαδίας. Ἐν ἄλλῳ·
5Κελάδων, ποταμὸς Ἀρκαδίας. Σημαίνει δὲ ἡ λέξις καὶ τὸν μετὰ ἤχου ῥέοντα.

7

.

135

Φειᾶς. Φειὰ δὲ πόλις τῆς Ἤλιδος. Οἱ δὲ, τῆς Ἀρκαδίας. Παρ’ ἣν ὁ Ἰάρ‐ δανος ῥεῖ. Ἰάρδανος δὲ ποταμὸς ἐν Ἤ‐ λιδι. Ἐν ἄλλῳ· ποταμὸς ἐν Ἀρκαδίᾳ.

7

.

141

Κορύνῃ. Ῥοπάλῳ. Ῥόπαλον δέ ἐστιν ἀμυντήριον ἑτεροῤῥεπὲς, ἐξ ἑνὸς μέ‐ ρους ῥοπὴν ἔχον καὶ βάρος.

7

.

142

Κρά‐ τεϊ. Κράτει, ἰσχύϊ.

7

.

143

Στεινωπῷ. Στενῷ τόπῳ, στενῇ ὁδῷ.

7

.

144

Ὑπο‐ φθάς. Προφθάσας, προλαβών.

7

.

145

Περόνησε. Διεπέρασε, διῆλθε, διέτρη‐ σεν. Οὔδει. Τῷ ἐδάφει, τῇ γῇ.

7

.

152

Πολυτλήμων. Πολλὰ ὑπομένων.

7

.

153

Ἔσκον. Ἦν, ὑπῆρχον.

7

.

156

Πολλός. Ἀντὶ τοῦ, μέγας. Παρῄορος. Παρῃ‐ ωρημένος τῷ σώματι. τοῦτ’ ἔστιν, ἐκλε‐ λυμένος. Ἐν ἄλλῳ. Νῦν ἀντὶ τοῦ, μέ‐
5γας, παραιωρούμενος καὶ εἰς μῆκος ἐκτε‐ ταμένος. Λέγει δὲ οὕτως ποτὲ καὶ τὸν παρεζευγμένον ἐκτὸς τοῦ ζυγοῦ ἵππον· καὶ τὸν ἄφρονα. Ἔνθα καὶ ἔνθα. Κατὰ πλάτος, καὶ κατὰ μῆκος.

7

.

157

Ἡβώ‐ οιμι. Ἀκμάζοιμι.

7

.

160

Προφρονέως. Προθύμως.

7

.

165

Ὀπάων. Ἀκόλουθος ἢ θεράπων.

7

.

166

Ἀνδρειφόντῃ. Ἀν‐ δροφόνῳ.

7

.

171

Πεπάλαχθε. Κληρώ‐ θητε. Ὁ γὰρ κλῆρος, πάλος. Κλήρῳ νῦν πεπάλαχθε διαμπερὲς, ὅς κε λάχῃ‐ σιν. Ἐπὶ τὸ τέλος τοῦ στίχου στικτέον
5τὸ, διαμπερὲς, ὅς κε λάχῃσι. ἵν’ ᾖ, τοῦ κλήρου διὰ παντὸς ἐλθόντος, ὃς ἂν λάχῃ. Οἱ δὲ οὕτω διέστειλαν· ὅς κε λάχῃσιν, οὗτος γὰρ ὀνήσει διαμπερές. οὐ παρ’ αὐ‐ τὸν, διὰ τὸν ὑπερβιβασμὸν τοῦ αἰτιώδους
10συνδέσμου, Ὁμηρικὸν γάρ. Διαμπερές. Ἄντικρυς, καὶ φανερῶς. Λάχῃσι. Λά‐ χῃ, ἐπιτύχῃ.

7

.

175

Ἐσημῄναντο. Ἐ‐ σημειώσαντο. Ἐξ οὗ δηλοῖ, ὅτι οὐ γράμ‐ ματα ᾔδεισαν οἱ ἥρωες.

7

.

176

Κυνέῃ. Περικεφαλαίᾳ.

7

.

181

Πάλλεν. Ἔσει‐ εν.

7

.

182

Ἐκ δ’ ἔθορεν. Ἐξώρμησεν, ἐξεπήδησεν.

7

.

184

Ἐνδέξια. Ἐπιδε‐ ξίως.

7

.

185

Ἀπηνῄναντο. Ἀπηρνήσαν‐ το.

7

.

186

Ὅμιλον. Τὸ ἄθροισμα.

7

.

187

Ἐπιγράψας. Γραμμαῖς τισιν σημειωσά‐ μενος.

7

.

188

Ὑπέσχεθεν. Ὑπέσχεν, ὑπέβαλε.

7

.

189

Γνῶ. Ἐπέγνω. Σῆ‐ μα. Νῦν, σημεῖον.

7

.

193

Ὄφρ’ ἄν. Ἕως ἄν.

7

.

194

Τόφρα. Ἐν τοσούτῳ.

7

.

195

Ἐφ’ ὑμείων. Ἐφ’ ὑμῶν αὐτῶν. τοῦτ’ ἔστι, καθ’ αὑτῶν. Πύθωνται. Αἴσθωνται, ἀκούσωσιν.

7

.

196

Ἀμφαδί‐ ην. Φανερῶς. Δείδιμεν. Δεδοίκαμεν, φοβούμεθα. Ἔμπης. Ὅμως.

7

.

197

Δί‐ ηται. Ἐκφοβήσει, διώξει.

7

.

198

Ἀ‐ ϊδρείῃ. Ἀπειρίᾳ. Νήϊδα. Ἄπειρον.

7

.

199

Ἔλπομαι. Ἐλπίζω. Γενέσθαι. Γεννηθῆναι.

7

.

203

Εὖχος. Καύχημα. Ἀρέσθαι. Λαβεῖν.

7

.

205

Ὄπασσον. Περιποίει.

7

.

206

Κορύσσετο. Καθωπλί‐ ζετο. Νώροπι. Λαμπρῷ.

7

.

207

Χροΐ. Χρωτί. Ἕσσατο. Περιεβάλετο, περι‐ έθετο.

7

.

208

Σεύατο. Ὥρμησεν. Πε‐ λώριος. Μέγας.

7

.

210

Θυμοβόρου. Τῆς τὴν ψυχὴν ἐσθιούσης.

7

.

211

Τοῖος. Τοι‐ οῦτος.

7

.

212

Βλοσυροῖσι. Καταπληκτι‐ κοῖς. Προσώπασι. Προσώποις. Νέρθεν. Κάτωθεν.

7

.

213

Ἤϊεν. Ἐπορεύετο. Μακρά. Μεγάλα. Βιβάς. Βαίνων, δια‐ βαίνων. Κραδάων. Κραδαίνων, σείων.

7

.

216

Πάτασσεν. Ἐπέπαλλεν, ἐπήδα, ἐν παλμῷ καὶ κινήσει ἦν.

7

.

217

Ὑπο‐ τρέσαι. Ὑποχωρῆσαι, ἐκφυγεῖν ἢ ὑπο‐ φυγεῖν διὰ δέος. Ἀναδῦναι. Ἀναστρέ‐ ψαι, ὑπεξελθεῖν.

7

.

218

Ἄψ. Πάλιν, καὶ ὀπίσω.

7

.

220

Ἑπταβόειον. Ἑπτά‐ πτυχον, ἑπτάβυρσον.

7

.

221

Σκυτοτό‐ μων. Σκυτέων.

7

.

222

Αἰόλον. Ποικί‐ λον.

7

.

223

Ζατρεφέων. Ἄγαν καὶ ἐπι‐ μελῶς τεθραμμένων, ἄγαν εὐτραφῶν. με‐ γάλως τεθραμμένων.

7

.

226

Εἴσεαι. Γνώσῃ. Οἰόθεν οἶος. Μόνος πρὸς μόνον.

7

.

228

Ῥηξήνορα. Τὸν ῥηγνύντα τῇ ἠνο‐ ρέῃ, τοῦτ’ ἔστι, τῇ ἀνδρείᾳ. ἢ, ἀνδρεῖον. ἢ, τὸν ῥέξαι τὶ καὶ πρᾶξαι τῇ ἠνορέῃ δυνάμενον.

7

.

231

Ἀντιάσαιμεν. Ὑπαν‐ τήσαιμεν.

7

.

235

Ἀφαυροῦ. Ἀσθενοῦς. Πειρήτιζε. Διάπειραν λάμβανε.

7

.

238

Νωμῆσαι. Διακινεῖν, βαστάσαι. Βῶν. Βοῦν. Δωρικῶς, τὴν ἀσπίδα. ὅτι ἐκ βο‐ είων ἐστὶ δερμάτων. Συνεκδοχικῶς, τὸ ὅπλον.

7

.

239

Ἀζαλέην. Ξηράν. Τό
μοι. Δι’ ὅ μοι. Ἢ, ὅπερ μοι τὸ ὅπλον, μεταληπτικῶς εἰς τὸ συνώνυμον. Ἐστί. Πάρεστιν. ὑπάρχει. Ταλαύρινον πολεμί‐
5ζειν. Πληκτικῶς καὶ ὑπομονητικῶς πολε‐ μεῖν.

7

.

240

Σταδίῃ. Τῇ συστάδην μά‐ χῃ. Μέλπεσθαι. Κυρίως μὲν παίζειν, ἢ τέρπεσθαι. νῦν δὲ, οἷον κινεῖσθαι εὐ‐ χερῶς καὶ ἐμπείρως κατὰ τὴν μάχην.

7

.

243

Ὀπιπτεύσας. Περιβλεψάμενος. Ἀμφαδόν. Φανερῶς. Τύχοιμι. Ἐπι‐ τύχω.

7

.

247

Δαΐζων. Διακόπτων.

7

.

248

Ῥινῷ. Τῇ βύρσῃ τοῦ δέρματος. Εἴσχε‐ το. Ἐπεσχέθη. ἐκωλύθη.

7

.

253

Διά‐ μησε. Διέσχισεν.

7

.

257

Οὐκ ἀλαπαδ‐ νόν. Οὐκ ἀσθενές.

7

.

259

Ἀνεγνάμφθη. Ἀνεκάμφθη.

7

.

260

Ἐπάλμενος. Ἐ‐ φαλλόμενος.

7

.

261

Στυφέλιξεν. Ἔσει‐ σε.

7

.

262

Τμήδην. Τμητικῶς. ὅσον ἐ‐ πιτεμεῖν, καὶ οὐκ εἰς βάθος τρῶσαι. Ἀνεκήκιεν. Ἀνέβαλλεν, ἀνίει.

7

.

264

Ἀναχασσάμενος. Ἀναχωρήσας.

7

.

267

Ἐπομφάλιον. Τὸ ἐπικείμενον τῷ τῆς ἀσπίδος ὀμφαλῷ.

7

.

268

Ἀείρας. Ἐ‐ πάρας, βαστάσας.

7

.

269

Ἐπιδινήσας. Ἐπιστρέψας. Ἐπέρεισεν. Ἐπεβάρησεν. Ἶνα. Ἰσχὺν, δύναμιν. Ἀπέλεθρον. Ἀ‐ μέτρητον, μεγάλην.

7

.

270

Μυλοειδέϊ. Στρογγύλῳ, ἢ τραχεῖ. Πέτρῳ. Λίθῳ.

7

.

271

Ἐξετανύσθη. Ἐξετάθη.

7

.

272

Ἐγχριμφθείς. Προσπελασθεὶς, ἐγγίσας.

7

.

273

Αὐτοσχεδόν. Σύνεγγυς.

7

.

277

Σχέθον. Ἐπέσχον.

7

.

282

Τελέθει. Γίγνεται.

7

.

289

Πινυτήν. Σωφροσύνην, φρόνησιν.

7

.

294

Ἐϋφρήνῃς. Εὐφρανεῖς.

7

.

295

Ἔασιν. Εἰσίν.

7

.

298

Θεῖον ἀ‐ γῶνα. Τὸ τῶν θεῶν ἄθροισμα. Θεῖον
δύσονται ἀγῶνα. Εἰς τὸ τῶν θεῶν ἄ‐ θροισμα εἰσελεύσονται. Λέγει δὲ τὰ ἱερά.

7

.

299

Περικλυτά. Περισσῶς ἔνδοξα.

7

.

301

Θυμοβόροιο. Τῆς τὴν ψυχὴν ἐσθι‐ ούσης.

7

.

302

Διέτμαγον. Διεχωρίσθη‐ σαν. Ἀρθμήσαντε. Ἀρθμήσαντες, φι‐ λιωθέντες. Δυϊκῶς. Ἀρθμὸν γὰρ τὴν φιλίαν φησί.

7

.

308

Ἀρτεμέα. Ἄρ‐ τιον, ὑγιῆ. Προσιόντα. Προσανερχόμε‐ νον.

7

.

310

Ἀέλποντες. Ἀελπίζοντες.
οὐκ ἐλπίζοντες. Σόον. Σῶον, ὑγιῆ.

7

.

316

Δέρον. Ἔδερον, ἐξέδερον. Ἀμφί θ’ ἕπον. Καὶ περιεῖπον. ὅ ἐστιν, ἐνήργουν. Διέ‐ χευαν ἅπαντα. Διεμέρισαν, ἢ κατὰ μέρη διεῖλον. Ἢ, ἀνήπλωσαν, ἀνέπτυξαν. διεῖ‐
5λον. Τὸ γὰρ εἰς μικρὰ διελεῖν, μιστύλλειν λέγεται. Διέχευαν. Διέχεαν, ἐμέρισαν. μεταφορικῶς ἀπὸ τῶν ὑγρῶν.

7

.

317

Πεῖραν. Διεπέρασαν, διεπερόνησαν. Ὀ‐ βελοῖσι. Τοῖς ὀβελίσκοις.

7

.

320

Δαί‐ νυντο. Ἤσθιον. Δαὶς γὰρ, ἡ τροφή.

7

.

321

Νώτοισι. Τοῖς νωτιαίοις μέρεσι. Διηνεκέεσσιν. Ἐπιμήκεσιν. Ἢ, ἐπὶ πολὺ διήκουσιν, ἢ διηνεκῶς, ὅ ἐστι, συνε‐ χῶς. Γέραιρεν. Ἐτίμα.

7

.

330

Ἐσκέ‐ δασεν. Ἐσκόρπισεν.

7

.

331

Ἠοῖ. Ἡ‐ μέρᾳ.

7

.

332

Κυκλήσομεν. Ἐφ’ ἁμα‐ ξῶν οἴσομεν. Κύκλα γὰρ, οἱ τροχοί.

7

.

333

Κατακήομεν. Κατακαύσωμεν.

7

.

337

Ἄκριτον. Ἀδιαχώριστον. Δείμο‐ μεν. Οἰκοδομήσωμεν.

7

.

338

Εἶλαρ. Ἔρεισμα, φύλαγμα, ἀσφάλειαν.

7

.

340

Ἱππηλασίῃ. Πλατείᾳ, ἵππων ἐλασίᾳ.

7

.

341

Τάφρον. Τὸ περὶ τεῖχος ὄρυγμα.

7

.

342

Ἐρυκάκοι. Κατέχοι, κωλύοι. Ἀμ‐ φὶς ἐοῦσα. Περὶ αὐτοὺς οὖσα τοὺς πύρ‐ γους.

7

.

343

Ἐπιβρίσῃ. Ἐπιβαρήσῃ.

7

.

344

Ἐπῄνησαν. Συγκατέθεντο.

7

.

345

Πόλει ἄκρῃ. Τῇ ἀκροπόλει.

7

.

346

Τε‐ τρηχυῖα. Τραχεῖα καὶ βαρβαρώδης, ἢ τετραχυμμένη ὑπὸ τοῦ θορύβου.

7

.

347

Πεπνυμένος. Σώφρων, συνετός.

7

.

350

Δεῦτ’ ἄγε. Τὸ αὐτὸ ἐκ παραλλήλου.

7

.

353

Ἵνα μὴ ῥέξομεν. Ἀντὶ τοῦ,
ἐὰν μὴ ῥέξωμεν. Ῥέξομεν. Πράξωμεν.

7

.

359

Ἐτεόν. Ἀληθές. Ἀπὸ σπουδῆς. Ἀπὸ φροντίδος, καὶ ἐπιμελῶς λέγεις.

7

.

362

Ἀπόφημι. Ἀποφαίνω, ἀπολέγω, ἀποκρίνομαι.

7

.

366

Θεόφιν. Θεοῖς. Θεόφιν μήστωρ ἀτάλαντος. Ἶσος θεοῖς κατὰ τὴν βουλήν.

7

.

371

Ἐγρήγορθε. Γρηγορεῖτε.

7

.

372

Ἴτω. Πορευέσθω.

7

.

376

Δυσηχέος. Κακοήχου, διὰ τὰς οἰ‐ μωγάς. κακοὺς ἤχους ἔχοντος, διὰ τὰς τῶν ἀποθνησκόντων φωνάς.

7

.

377

Κῄο‐ μεν. Καύσωμεν.

7

.

383

Πρύμνῃ. Ἐ‐ σχάτῃ. Νηῒ παρὰ πρύμνῃ. Παρὰ τῇ τῆς νεὼς πρύμνῃ.

7

.

384

Ἠπύτα. Ἀντὶ
τοῦ, ἠπύτης. ὅ ἐστι, φωνητικὸς, καὶ κρακτικός. μεγαλόφωνος, εὔφωνος.

7

.

401

Γνωτόν. Γνώριμον. φανερόν. ἔστι δὲ καὶ ἀδελφός.

7

.

407

Ὑποκρίνονται. Ἀντὶ τοῦ, ἀποκρίνονται. Οὕτως οἱ Ἀττικοὶ λέγουσιν. Ἐπιανδάνει. Ἐπαρέσκει.

7

.

408

Ἀμφὶ δὲ. Περὶ δὲ τῶν νεκρῶν. Κατα‐ κῃέμεν. Ἀντὶ τοῦ, κατακηέμεναι. ὅ ἐστι, κατακαίειν. Μεγαίρω. Φθονῶ.

7

.

409

Φειδώ. Φροντὶς, ὥστε μὴ ἀναλω‐ θῆναι. Βέλτιον δὲ ἀκούειν, τὸ περὶ τῆς ταφῆς φείσασθαι.

7

.

410

Πυρὸς μειλισ‐ σέμεν. Διὰ πυρὸς μειλίσσειν. Λέγει δὲ κηδεύειν, καὶ ταφῆς μεταδιδόναι, ἢ διὰ πυρὸς θάπτεσθαι.

7

.

411

Ἐρίγδουπος. Μεγάλους ψόφους ποιῶν, διὰ τῶν βρον‐ τῶν· μεγαλόηχος, διὰ τὰς βροντάς. Πλεονάζει δὲ τὸ τέταρτον στοιχεῖον.

7

.

412

Ἀνέσχετο. Ἀνέσχεν. ἀνέτεινεν.

7

.

414

Ἕατο. Ἐκάθηντο. Δαρδανίωνες.
Οἱ ἀπὸ Δαρδάνου πόλεως Τρωϊκῆς.

7

.

417

Ὡπλίζοντο. Παρεσκευάζοντο.

7

.

418

Μεθ’ ὕλην. Ἐπὶ ξύλα. Ὕλη δὲ, ἡ σώ‐ ρευσις τῶν ξύλων.

7

.

422

Ἀκαλαῤῥεί‐ ταο. Ἡσύχως καὶ πράως ῥέοντος. Ἀκα‐ λὸν γὰρ, τὸ ἥσυχον λέγουσι. Βαθυῤῥόου. Ἐπὶ βάθος τὸν ῥοῦν ἔχοντος.

7

.

423

Ἤν‐ τεον. Ἀπήντων, συνήντων.

7

.

424

Χα‐ λεπῶς. Δυσκόλως.

7

.

425

Νίζοντες. Νίπτοντες. Βρότον. Τὸ μετὰ ἱδρῶτος καὶ κόνεως αἷμα. Ὀξυτόνως δὲ, τὸν ἄν‐ θρωπον.

7

.

426

Ἀμαξάων ἐπάειραν. Ταῖς ἁμάξαις ἐπετίθεσαν. Ἐπάειραν. Ἐπετίθεσαν.

7

.

428

Πυρκαϊῆς. Πυρᾶς. Ἐπενήνεον. Ἐπεσώρευον.

7

.

429

Ἐν δὲ πυρὶ πρήσαντες. Ἐμπρήσαντες δὲ τῷ πυρί. τοῦτ’ ἔστι, καύσαντες.

7

.

433

Ἀμ‐ φιλύκη νύξ. Τὸ καλούμενον λυκόφως, τὸ πρὸς ὄρθρον. τοῦτ’ ἔστιν, ὁ βαθὺς ὄρθρος πρὸς τὴν λύγην, ὅ ἐστι, σκοτίαν· οἱονεὶ
5λυκόφως τὶς ὂν, τὸ μὴ καθαρὸν φῶς, ἀλλ’ ἔτι σκοτῶδες.

7

.

434

Τῆμος. Τηνικαῦ‐ τα, τότε. Κριτός. Ἔκκριτος, ἐξειλεγμέ‐ νος εἰς τὸ ἔργον.

7

.

435

Ἐξαγαγόντες. Ἔξω προελθόντες.

7

.

441

Σκόλοπας. Ὀξέα ξύλα, ἅπερ ἐπήγνυον τῷ τείχει.

7

.

444

Θηεῦντο. Ἐθεῶντο, ἐθαύμαζον.

7

.

447

Ἐνίψει. Κυρίως μὲν, ἐπιπλήξει
διὰ λόγων. νῦν δὲ ἀντὶ τοῦ, ἐρεῖ, καὶ λέξει.

7

.

450

Ἤλασαν. Ἔσκαψαν, ὤ‐ ρυξαν.

7

.

453

Πολίσσαμεν. Τὴν πόλιν ἐτειχίσαμεν. Ἀθλήσαντε. Κακοπαθή‐ σαντες, κοπιάσαντες. Δυϊκῶς.

7

.

455

Ἐννοσίγαιε. Σείων καὶ κινῶν τὴν γῆν. Εὐρυσθενές. Μεγαλοσθενές.

7

.

456

Δεί‐ σειε. Φοβηθείη.

7

.

459

Ἄγρει. Ἄγε δή.

7

.

463

Ἀμαλδύνηται. Ἀφανίζηται.

7

.

466

Βουφόνεον. Βοῦς ἔθυον.

7

.

467

Νῆες δ’ ἐκ Λήμνοιο παρέστασαν. Λήμ‐ νιοι, τὰς ἐξ ἔθους θυσίας τῇ Ἀφροδίτῃ μὴ ἀποδιδόντες, καθ’ ἑαυτῶν θάνατον ἐνομοθέτησαν. Τὴν γὰρ θεὸν ὀργισθεῖσαν
5λέγεται τοῖς ἀνδράσιν ἵμερόν τινα τῶν Θρᾳκίων ἐμβαλεῖν γυναικῶν, τῶν δὲ ἰδίων ἀμελῆσαι, καὶ καθέζεσθαι ἐφ’ ἡσυχίας. Διέβαινον οὖν εἰς τὴν Θρᾴκην, περιέπον‐ τες καὶ συμμιγνύμενοι ταῖς ἐνταῦθα.
10Ταῖς δὲ γυναιξὶ τῶν Λημνίων, ἔκτοπον λύσσαν ἐμπεσεῖν, ὥστε ψηφίσασθαι πά‐ σας ἀνδροκτονεῖν. καὶ δὴ τῆς ἐπιβουλῆς ταύτης ἐπιτυχεῖν. Γενομένου δὲ τούτου τοῦ ἀτυχήματος περὶ τοὺς ἄνδρας, φασὶ,
15τὸν Ἰάσονα μετὰ τῆς Ἀργοῦς ἐξωκεί‐ λαντα εἰς τὴν νῆσον, τῇ κρατίστῃ πασῶν
Ὑψιπύλῃ μιγῆναι. ἐξ ἧς γενέσθαι τὸν Εὔνηον. Ἡ ἱστορία παρὰ Ἀσκληπιάδῃ ἐν τραγῳδουμένοις.

7

.

471

Μέθυ. Οἶνον. Χίλια μέτρα. Ἤτοι, οἴνου χίλια κερά‐ μια, ἢ, χιλίους χοέας.

7

.

472

Οἰνίζοντο. Οἶνον ὠνοῦντο.

7

.

474

Αὐτῇσι βόεσσι. Αὐταῖς ταῖς βουσίν. Ὁπόταν δὲ περὶ πλήθους θρεμμάτων διαλέγωνται οἱ Ποιη‐ ταὶ, κατὰ τὸ θηλυκὸν προφέρονται.

7

.

475

Ἀνδραπόδεσσι. Δούλοις. Τίθεντο. Πα‐ ρεσκευάζοντο. Θάλειαν. Θάλλουσαν τοῖς ἀγαθοῖς.

7

.

479

Κτυπέων. Βρον‐ τῶν. Χλωρόν. Ἀντὶ τοῦ, χλωροποιόν. Σημαίνει δὲ καὶ τὸ νέον. Ἥιρει. Κατε‐ λάμβανε.

7

.

481

Λεῖψαι. Σπεῖσαι.

7

.

482

Ὕπνου δῶρον. Περιφραστικῶς, τὸν
ὕπνον.

8

.

1

Ἠώς. Ἡ ἡμέρα. Σημαίνει δὲ πολλά. ὁτὲ μὲν τὸ κατάστημα τῆς ἡμέ‐ ρας. ὡς ἔχει ἐνταῦθα. ὁτὲ δὲ τὴν σωμα‐ τικὴν θεόν. ὡς ἔχει ἐπὶ τοῦ, Ἠὼς δ’ ἐκ
5λεχέων. ὁτὲ δὲ τὸ ἀπὸ ἀνατολῆς ἕως με‐ σημβρίας τοῦ ἡλίου διάστημα. ὡς ἐν τῷ, Ὄφρα μὲν ἠὼς ἦν, καὶ ἀέξετο ἱερὸν ἦμαρ. ὁτὲ δὲ τὸ νυκτὸς καὶ ἡμέρας διά‐ στημα. ὡς ἐν τῷ, Ἠὼς δέ μοι ἐστὶν
10Ἥδε δυωδεκάτη, ὅτ’ ἐς Ἴλιον εἰλήλουθα. Κροκόπεπλος. Κροκωτὸν ἱμάτιον ἔχουσα. κροκοείμων, καὶ διαυγής. Ἀπὸ τῆς κατὰ τὴν ἀνατολὴν χροιᾶς τοῦ ἡλίου γιγνομένης ἐρυθρᾶς. Τοῦτο δὲ εἶπεν ὡς ἐπὶ σωματο‐
15ειδοῦς θεᾶς ποιούμενος τὸν λόγον. Ἐκίδ‐ νατο. Ἐσκεδάννυτο, ἐσκορπίζετο. Πᾶ‐ σαν ἐπ’ αἶαν. Ἐπὶ πᾶσαν τὴν γῆν.

8

.

2

Τερπικέραυνος. Ὁ τερπόμενος τοῖς κε‐ ραυνοῖς. Ἢ, ὁ τρέπων τοὺς ἐναντίους κε‐ ραυνοῖς. τοῦτ’ ἔστι, καταγωνιζόμενος.

8

.

3

Ἀκροτάτῃ κορυφῇ. Τῇ ἀκρωρείᾳ. Πολυ‐ δειράδος. Πολλὰς ἀνατάσεις ἔχοντος, καὶ ἐξοχάς.

8

.

4

Αὐτὸς δέ σφιν. Αὐτὸς δὲ αὐτοῖς.

8

.

8

Διακέρσαι. Διακόψαι, ἀνα‐ τρέψαι.

8

.

9

Αἰνεῖτε. Συγκατατίθεσθε.
Τελευτήσω. Εἰς τέλος ἄξω, πληρώσω.

8

.

12

Οὐ κατὰ κόσμον. Οὐ κατὰ τὸ πρέ‐ πον, οὐκ ἐν τάξει.

8

.

13

Ἤ μιν. Ἢ αὐτόν. Ἑλών. Λαβών. Τάρταρον. Τὸ ὑπὸ τὴν γῆν ἐσκοτισμένον μέρος κατώτα‐ τον τοῦ ᾅδου, καὶ ἐν βαθυτάτῳ κείμενον
5τόπῳ. Ἢ τὸν χαλεπὸν καὶ δυσχερῆ λέγει. Ὠνόμασται δὲ διὰ τὸ ἐκτετα‐ ράχθαι καὶ συγκεχῦσθαι ἐν αὐτῷ πάντα. Οἱ δὲ τὸ ἀφώτιστον μέρος τῆς οἰκουμένης ἀπεδέξαντο. Ἠερόεντα. Τὸν ὁμιχλώδη,
10καὶ σκοτεινόν.

8

.

14

Τῆλε. Πόῤῥω. Βά‐ θιστον. Βαθύτατον. Βέρεθρον. Βάθος.

8

.

15

Σιδήρειαι. Σιδηραῖ. Χάλκεος οὐ‐ δός. Χαλκῆ εἴσοδος, ἢ ἡ σκληρὰ καὶ ἰ‐ σχυρά.

8

.

16

Τόσσον ἔνερθ’ ἀΐδεω. Κα‐ τωτάτω τοῦ ᾅδου. Τοσοῦτόν φησι τὸν τάρταρον ἀφεστᾶναι τοῦ ᾅδου, ὅσον ὁ οὐρανὸς ἀπὸ τῆς γῆς. Διὰ δὲ τούτου
5σφαιροειδῆ τὸν κόσμον συνίστησι, κέν‐ τρου λόγον ἐπέχουσαν εἰσάγων τὴν γῆν, καὶ τὰς ἀπ’ αὐτῆς ἐκβαλλομένας εὐθείας εἰς ἑκάτερα τὰ πέρατα ἴσας λέγων εἶναι. Τόσσον ἔνερθ’ ἀΐδεω. Ὡς τὰ οὐράνια
10τρία διαστήματα ἔχει, ἀέρα μέχρι νεφε‐ λῶν, εἶτα αἰθέρα μέχρι τῶν φαινομένων· οὕτω καὶ ἀπὸ γῆς εἰς ᾅδου, εἰς τάρταρον. Δῆλον δὲ, ὡς οὕτω σφαιροειδὴς ἡ γῆ.

8

.

17

Κάρτιστος. Γενναιότατος, ἰσχυρός.

8

.

18

Πειρήσασθε. Πεῖραν λάβετε.

8

.

19

Σειρὴν χρυσείην. Ἅλυσιν. Χρυσῆν δὲ προσέθηκε, βουλόμενος τὸ πρᾶγμα ποι‐ ητικῶς δεῖξαι. Καὶ οἱ μὲν κυρίως οὕτως. οἱ δὲ ἀλληγορικῶς, τὸν ἥλιον. Σειρὴν ἐξ οὐ‐
5ρανόθεν κρεμάσαντες. καὶ τὰ ἑξῆς. Κατὰ τὸν μῦθον ὁ Ζεὺς ἑαυτὸν τάσσει ἐπὶ τοῦ οὐρανοῦ, ὃν κλήρῳ λαχὼν, στοιχεῖον εἶχε· τοὺς δὲ λοιποὺς θεοὺς ἐπὶ τῆς γῆς, ὡς αὐ‐ τῆς κοινῆς ὑπαρχούσης, ὥστε αὐτὸν καθ‐
10ελκυσθῆναι ὑπ’ αὐτῶν. Ἐξ οὐρανόθεν. Περισσὸν τὸ ἐξ.

8

.

20

Ἐξάπτεσθε. Ἐξαρτᾶσθε, ἐπιλαμβάνεσθε.

8

.

21

Οὐκ ἂν ἐρύσητε. Οὐκ ἂν ἑλκύσητε.

8

.

22

Ὕ‐ πατον. Μέγιστον, βασιλέα. Μήστω‐ ρα. Ἱκανὸν ἐργάσασθαι. βουλευτικόν.

8

.

23

Πρόφρων. Μετὰ προθυμίας.

8

.

24

Αὐτῇ κε γαίῃ. Σὺν αὐτῇ τῇ γῇ. σὺν τοῖς ἀνθρώποις. Ἐρύσαιμι. Ἑλκύσαιμι.

8

.

25

Σειρὴν μέν κεν ἔπειτα. Ἐνταῦθα οἱ μέν φασι τὸν Ὅμηρον αἰνίττεσθαι μον‐ αρχίαν, καὶ δηλοῦν, ὡς ἑνὸς ἐξῆπται τὰ πάντα. Οἱ δὲ ζητοῦσι, πῶς πάντων πε‐
5ριγίνεται ὁ Ζεὺς, ὁ ὑπὸ τριῶν μόνων δε‐ θεὶς, καθά φησιν ἐν τῇ α. Ῥητέον οὖν, ὅτι ἐκεῖ μὲν ἐπιβουλῆς ἡ ἰσχύς· ἐνταῦθα δὲ ἐκ τοῦ φανεροῦ τὸ κρατεῖν. Περὶ ῥί‐ ον. Περὶ τὸ ἄκρον. Ἢ, ῥίον, ἀπὸ τοῦ
10περιῤῥεῖσθαι τοῖς ὄμβροις.

8

.

26

Δησαί‐ μην. Δήσαιμι. Μετήορα. Μετέωρα. ἐφ’ ὕψους.

8

.

27

Περί τ’ εἰμί. Διαφέρω τῇ δυνάμει.

8

.

29

Ἀγασσάμενοι. Θαυ‐ μάσαντες. Κρατερῶς. Ἰσχυρῶς, ἀπο‐ τόμως.

8

.

31

Ὦ πάτερ ἡμέτερε. Αἱ τοιαῦται προσφωνήσεις σημαίνουσι, τὴν Ἀθηνᾶν ἐκ μόνου Διὸς γεγεννῆσθαι. Καὶ γὰρ οὔτε Ὅμηρος, οὔτε Ἡσίοδος, μητέρα
5αὐτῆς παραδίδωσιν. Ὕπατε κρειόντων. Βασιλεῦ βασιλέων.

8

.

32

Εὖ νυ καὶ ἡ‐ μεῖς. Σαφῶς ἤδη καὶ ἡμεῖς. Ἴδμεν. Οἴδαμεν. Ὅτι τοι. Ὅτι σοι. ὁπόσον σοι. Σθένος. Δύναμις. Οὐκ ἐπιεικτόν.
5Οὐκ εὐσυγχώρητον. ἀνύπεικτον.

8

.

33

Ὀ‐ λοφυρόμεθα. Λυπούμεθα, θρηνοῦμεν.

8

.

34

Οἶτον. Μόρον, θάνατον. Ἀναπλήσαν‐ τες. Ἀναπληρώσαντες.

8

.

35

Ἀφεξό‐ μεθα. Παυσόμεθα.

8

.

36

Ὑποθησό‐
μεθα. Ὑποδείξωμεν, συμβουλεύσωμεν. Ὀνήσει. Ὠφελήσει.

8

.

37

Ὀδυσσα‐ μένοιο τεοῖο. Ὀργισθέντος σου.

8

.

39

Τριτογένεια. Ὅμηρος μὲν, τὴν τὸ τρεῖν καὶ εὐλαβεῖσθαι γεννῶσαν τοῖς ἀνθρώ‐ ποις. πολεμικὴ γὰρ ἡ θεός. Οἱ δὲ νεώ‐ τεροι, τὴν παρὰ τῷ Τρίτωνι ποταμῷ γεν‐
5νηθεῖσαν. ὅς ἐστι τῆς Λιβύης.

8

.

40

Πρόφρονι. Τῷ ἐκ φρονήσεως, καὶ διαθέ‐ σεως. Μυθέομαι. Λέγω. Ἤπιος. Πρᾶ‐ ος, προσηνής.

8

.

41

Τιτύσκετο. Ὑπε‐ ζεύγνυε τῷ ἅρματι. ἡτοίμαζε. Χαλκό‐ ποδας. Στερεόποδας.

8

.

42

Ὠκυπέτα. Ὠκυπέτας, ταχεῖς. τοῦτ’ ἔστι, τρέχον‐ τας. ὑπερβολικῶς. Ἐθείρῃσι. Κόμαις, ταῖς ἐξ ἔθους ἐπιμελείας ἀξιουμέναις θρι‐
5ξίν.

8

.

43

Χρυσὸν δ’ αὐτὸς ἔδυνεν. Ἀντὶ τοῦ, χρυσῆν πανοπλίαν ἐνεδύσατο. Γέν‐ το. Ἔλαβεν. Ἱμάσθλην. Μάστιγα.

8

.

46

Μεσσηγύς. Μεταξὺ οὐρανοῦ καὶ γῆς. ὅ ἐστι, δι’ ἀέρος.

8

.

47

Πολυπί‐ δακα. Πολλὰς πηγὰς ἔχουσαν. κάθυ‐ γρον. Μητέρα θηρῶν. Πολλὰ θηρία ἔ‐ χουσαν. θηροτρόφον.

8

.

48

Γάργαρον. Τὸ ἀκρωτήριον τῆς Ἴδης. Ἤτοι ἀπὸ τοῦ γαργαρίζειν καὶ ἀναδιδόναι τὰ ὕδατα. Ἢ ἀπὸ μεταφορᾶς τοῦ ἐν τοῖς σώμασιν
5ἡμῶν γαργαρεῶνος, τῆς λεγομένης στα‐ φυλῆς. Καὶ γὰρ ἡ σταφυλὴ ἀπὸ παχέος εἰς λεπτὸν καὶ ὀξὺ λήγει. Τρία δέ εἰσιν
ἀκρωτήρια τῆς Ἴδης· Λεκτὸν, Γάργαρον, Φαλάκρη. Τέμενος. Τόπος ἱερὸς, εἰς τι‐
10μὴν ἀποτετμημένος. Θυήεις. Ἐφ’ οὗ θύουσιν. ἢ, τεθυμιαμένος.

8

.

50

Ἠέρα. Ἀορασίαν, σκότος. Ἔχευε. Περιέχεεν, ἔβαλε.

8

.

54

Ῥίμφα. Ταχέως. Ἀπὸ δ’ αὐτοῦ. Ἀπὸ δὲ τούτου.

8

.

56

Παυ‐ ρότεροι. Ὀλιγότεροι. Καὶ ὥς. Καὶ ὅ‐ μως.

8

.

57

Χρειοῖ ἀναγκαίῃ. Διὰ χρεί‐ αν, ἀνάγκην ἐπιφέρουσαν, καὶ ἐπείγου‐ σαν. Πρό τε παίδων. Ἀντὶ τοῦ, καὶ ὑπὲρ τέκνων.

8

.

58

Ὠΐγνυντο. Ἀνεῴ‐ γνυντο. Ἐκ δ’ ἔσσυτο. Ἐξῄει δέ.

8

.

60

Ἕνα. Τὸν αὐτόν. Ξυνιόντες. Συνερχό‐ μενοι ὁμοῦ.

8

.

63

Ἔπληντο. Ἐπλησία‐ ζον, ἤγγιζον.

8

.

66

Ὄφρα μὲν ἠὼς ἦν. Νῦν, τὸ ἑωθινὸν κατάστημα ἕως μεσημ‐ βρίας. Ἀέξετο ἱερὸν ἦμαρ. Αὔξησιν ἐ‐
λάμβανεν ἡ ἡμέρα. ὅ ἐστιν, ἕως οὗ ὑψοῦτο
5ὁ ἥλιος ὁ τὴν ἡμέραν ποιῶν.

8

.

67

Τό‐ φρα. Ἕως τότε. Βέλεα. Βέλη. Πᾶν τὸ ἀπὸ διαστήματος πεμπόμενον, βέλος καλεῖται. Ἥπτετο. Καθήπτετο.

8

.

68

Ἦμος. Ἡνίκα, ὅτε. Μέσον οὐρανὸν ἀμ‐ φιβεβήκει. Περὶ τὸν οὐρανόν. ὅ ἐστιν, ἐν μεσουρανήσει.

8

.

69

Ἐτίταινεν. Ἔ‐ τεινεν, εἷλκε. Τάλαντα. Λέγει δὲ τὴν τοῦ Διὸς διάνοιαν.

8

.

70

Τανηλεγέος. Μακροκοιμήτου. ἢ, μακρὰν ἀφροντισίαν παρέχοντος.

8

.

72

Ῥέπε. Κατέῤῥεπε, κατεβάρει, καθείλκετο. Αἴσιμον ἦμαρ. Εἱμαρμένη ἡμέρα, καὶ πεπρωμένη.

8

.

73

Κῆρες. Νῦν, μοῖραι.

8

.

74

Ἑζέσθην. Κατεπαύθησαν, ἱδρύνθησαν. Ἄερθεν. Ἤρθησαν, ἠνεώχθησαν.

8

.

75

Ἔκτυπεν. Ἐκτύπησεν, ἐβρόντισε. Δαιόμενον σέ‐ λας. Τὸ καιόμενον καὶ κεραύνιον πῦρ. Οἱ δὲ, τὴν ἀστραπήν.

8

.

77

Θάμβησαν.
Ἐξεπλάγησαν, ἐφοβήθησαν. Χλωρὸν δέος. Ὁ χλωροποιὸς φόβος.

8

.

78

Οὐκ ἔτ‐ λη. Οὐκ ἐκαρτέρησεν, οὐχ ὑπέμεινε.

8

.

79

Μενέτην. Ἔμειναν. δυϊκῶς.

8

.

80

Οἶος. Μόνος. Οὖρος. Φύλαξ.

8

.

81

Οὔ‐ τι ἑκών. Οὐχ ἑκουσίᾳ γνώμῃ. οὐ βουλῇ. Ἐτείρετο. Κατεπονεῖτο.

8

.

83

Ἄκρην κακκορυφήν. Κατὰ τῆς κεφαλῆς. Πρῶ‐ ται τρίχες. Πρώτας τρίχας λέγει τὸ καλούμενον προκόμιον.

8

.

84

Ἐμπεφύα‐ σι. Πεφύκασι. Μάλιστα δὲ καίριόν ἐστιν. Εὔκαιρον δὲ πρὸς θάνατόν ἐστι τοῖς ἵπποις τὸ μέρος τοῦτο, ἐπικίνδυνον
5ὄν.

8

.

85

Ἀνέπαλτο. Ἀνεχαιτίσθη, ἀν‐ ήλατο. Βέλος δέ. Ἀντὶ τοῦ, τὸ βέλος γάρ. Δῦ. Ἔδυ, κατῆλθε.

8

.

86

Κυλιν‐ δόμενος περὶ χαλκῷ. Περὶ τῷ σιδήρῳ τῶν ἐπισώτρων, ὅ ἐστι, τῶν κανθῶν.

8

.

87

Παρηορίας. Τὰς τοῦ παρηόρου ἵπ‐ που ἡνίας, τὰς παραζεύξεις, ὅ ἐστι, τοὺς ἔξωθεν παρατεταμένους ἱμάντας. Ἀπέ‐ ταμνεν. Ἀπέκοπτεν. Δεινός ἐστιν Ὅ‐
5μηρος, καὶ διὰ μιᾶς λέξεως ὅλον τὸν ἄν‐ δρα σημαίνειν. Διὰ γὰρ τοῦ ἀπέτεμνε, τὴν ἀσθένειαν τοῦ γέροντος δηλοῖ, καὶ ἐντεῦθεν τὸ βραδὺ τῆς ἐνεργείας. Προσ‐ ηκόντως οὖν ἐπὶ τοῦ πρεσβύτου ἐχρήσατο
10τῷ παρατατικῷ χρόνῳ, εἰπὼν τὸ ἀΐσσων. Ἐπὶ δὲ τοῦ νέου Αὐτομέδοντος τῷ συντε‐ λικῷ, εἰπὼν, ἄϊξε καὶ ἀπέκοψε, συντόμως τὸ πρᾶγμα ἐδήλωσεν.

8

.

88

Ἀΐσσων. Ὁρμῶν, τέμνων.

8

.

89

Ἀν’ ἰωχμόν. Ἀνὰ τὸν θόρυβον, ὅ ἐστι, τὴν δίωξιν. Ἡνιόχον. Τὸν ἐπιβάτην, τὸν δεσπότην.

8

.

91

Ὀξύ. Ὀξέως. Ὄνομα ἔλαβεν ἀντὶ ἐπιῤῥήματος.

8

.

94

Πῆ. Ποῦ. Μετὰ νῶτα βαλών. Μεταβαλὼν τὰ νῶτα, καὶ τρέψας πρὸς τοὺς πολεμίους.

8

.

96

Ἀπώσομεν. Ἀποδιώξωμεν. Ἄγριον. Φρικτὸν, φοβερόν.

8

.

97

Οὐδ’ ἐσάκουσεν. Οὐδὲ ἤκουσεν. Ἐζήτηται δὲ, πότερον ἄρα οὔδ’ ὅλως ἤκουσεν ὁ Ὀδυσσεὺς, ἢ οὐκ ἐπείσθη. Ῥητέον, ὅτι οἱ λέγοντες,
5ὅτι ἀκούσας οὐκ ἐπείσθη, δειλίαν κατηγο‐ ροῦσι τοῦ ἥρωος, ἀγνοοῦντες τὸ, οὐδ’ ἐσά‐ κουσεν. Οὐ γὰρ τὸ παρακοῦσαι, ἀλλὰ τὸ μὴ αἰσθέσθαι, τελείως δηλοῖ. Καὶ γὰρ οὐκ ἦν δειλὸς τῶν ἄλλων ἔσχατος
10φεύγων, καὶ τῇ βραδυτῆτι τὸ φιλοκίν‐ δυνον ἐπιδεικνύμενος.

8

.

98

Παρήϊξε. Παρέδραμεν.

8

.

99

Αὐτός περ ἐών. Καί‐ περ μόνος ὤν.

8

.

102

Ἦ μάλα. Ὄντως δή σε. Νέοι τείρουσι μαχηταί. Νέοι καταπονοῦσι πολεμισταί.

8

.

103

Σὴ δὲ βίη λέλυται. Ἐξησθένησέ σου ἡ δύνα‐ μις, καὶ παρείθη. Χαλεπόν. Κακὸν, δεινόν. Ὀπάζει. Κατόπιν διώκει, συνε‐
5λαύνει.

8

.

104

Ἠπεδανός. Ἀσθενὴς, ἢ ἄτεχνος. οἱονεὶ ἀπεδανὸς, ὁ μὴ δυνάμενος δι’ ὑπερβολὴν ἀσθενείας ἐν τῷ πεδίῳ, ὅ ἐστιν ἐν τῷ ἐδάφει, στῆναι. Ἔμπεδος
5γὰρ λέγεται, ὁ ἐν τῷ πεδίῳ δι’ ἰσχὺν ἑστὼς βεβαίως.

8

.

105

Ἐπιβήσεο. Ἐ‐ πίβηθι.

8

.

107

Κραιπνά. Κραιπνῶς, τα‐ χέως. Φέβεσθαι. Φεύγειν.

8

.

108

Ἑλό‐ μην. Ἀφειλόμην, ἔλαβον.

8

.

109

Κο‐ μείτων. Κομείτωσαν, θεραπευέτωσαν. Τώδε δέ. Οὕτοι δὲ οἱ Διομήδους.

8

.

110

Ἰθύνομεν. Ἐπ’ εὐθείας ἐλαύνομεν. Ὄ‐ φρα καὶ Ἕκτωρ εἴσεται. Ὅπως καὶ Ἕκτωρ μάθῃ.

8

.

111

Εἰ καὶ ἐμὸν δόρυ μαίνεται. Εἰ καὶ τὸ ἐμὸν δόρυ ἐνθουσιᾷ.

8

.

113

Νεστορέας. Τὰς τοῦ Νέστορος.

8

.

114

Ἀγαπήνωρ. Ὁ ἀγαπῶν τὴν ἠνορ‐ έην, ἤγουν τὴν ἀνδρίαν.

8

.

119

Ἀφά‐ μαρτεν. Ἀπέτυχεν.

8

.

122

Ὑπερώησαν. Ὑπεχώρησαν, παρωρμήθησαν.

8

.

124

Πύ‐ κασε. Περιεκάλυψεν, ἐσκέπασε.

8

.

126

Μέθεπεν. Ἐπῄει, ἐδίωκεν, ἐζήτει.

8

.

127

Δευέσθην. Ἐνδεεῖς ἦσαν. Σημάντορος. Τοῦ ἡνιοχήσοντος.

8

.

129

Ἐπέβησεν. Ἐπιβῆναι ἐποίησε.

8

.

130

Λοιγός. Ὄλε‐ θρος. Ἀμήχανα. Πρὸς ἃ οὐκ ἄν τις σχοίη μηχανὴν εὑρεῖν. ἐξ οὗ, δεινὰ, καὶ χαλεπά.

8

.

131

Σήκασθεν. Ὡς εἰς ση‐ κὸν κατεκλείσθησαν. Σηκὸς δὲ εἴρηται οἱονεὶ ἱστηκός τις ὤν· ἀπὸ τοῦ, ἵστασθαι αὐτοῦ τὰ θρέμματα. Ἔνθεν καὶ οἱ νε‐
5ώτεροι τῶν ποιητῶν σηκὸν λέγουσι τὸν ναόν· ἀπὸ τοῦ, ἵστασθαι ἐν αὐτῷ τὰ ἀγάλματα.

8

.

133

Ἀργῆτα. Λαμπρόν.

8

.

135

Θεείου. Θείου. Προσληπτέον δὲ, κεραυνοῦ. Ὅπου γὰρ ἂν κεραυνὸς πέσῃ, ὡς θεῖον ὄζει ἐν ἐκείνῳ τῷ τόπῳ.

8

.

136

Καταπτήτην. Κατέπτηξαν, ἐφοβήθη‐ σαν.

8

.

137

Σιγαλόεντα. Ἀνθηρὰ, λαμ‐ πρά.

8

.

139

Φόβονδ’ ἔχε. Εἰς φυγὴν ἔλαυνε.

8

.

140

Ἀλκή. Νῦν, ἀλέξησις, καὶ βοήθεια.

8

.

141

Ὀπάζει. Περιποι‐ εῖ, παρέχει.

8

.

143

Εἰρύσσαιτο. Κατά‐ σχῃ, κρατήσειε.

8

.

149

Φοβεύμενος. Διωκόμενος, φεύγων.

8

.

150

Ἀπειλήσει. Καυχήσεται, κομπάσει. Σημαίνει δὲ ἡ λέξις πλείονα. ἐπὶ καυχήσεως μὲν, ὡς νῦν. ἐπὶ δ’ εὐχῆς, ὡς ἐν ἐκείνοις, Οὐδ’
5ἠπείλησεν ἄνακτι. ἐπὶ δὲ ὀργῆς, ὡς ἐν τῷ, Ἠπείλει κἀκεῖνος ἐναντίβιον πολε‐ μίζων Ἐνθάδ’ ἐλεύσεσθαι. Τότε μοι
χάνοι εὐρεῖα χθών. Πρότερον θάνοι‐ μι. Ὅ ἐστι, γῆς χάσμα δεχθείη με.

8

.

156

Τάων. Ὧντινων. Βάλες. Κατέ‐ βαλες.

8

.

157

Φύγαδ’ ἔτραπεν. Εἰς φύγην ἔτρεψεν.

8

.

158

Ἀν’ ἰωχμόν. Κατὰ τὸ πλῆθος.

8

.

159

Στονόεντα. Πολλῶν στεναγμῶν αἴτια. Χέοντο. Ἐπέχεον, ὅ ἐστι, πυκνῶς καὶ ἀθρόως ἐπέχεον.

8

.

161

Τίον. Ἐτίμων.

8

.

162

Ἕδρῃ. Προεδρίᾳ, καθέδρᾳ. Πλείοις. Πεπληρωμένοις, γέμουσι.

8

.

163

Γυναι‐ κὸς ἄρ’ ἀντετέτυξο. Ἀντὶ γυναικὸς ἐ‐ γένου. ἐπίσης γυναικὸς ἐτετίμησο.

8

.

164

Ἔῤῥε κακὴ γλήνη. Φθείρου, ἀσθενὴς κόρη. ἢ κακὸν θέαμα. Γλήνη γὰρ κα‐ λεῖται ἡ τοῦ ὀφθαλμοῦ κόρη. Εἴξαντος. Ὑποχωρήσαντος, φυγόντος.

8

.

165

Οὐδὲ γυναῖκας ἄξεις ἐν νήεσσιν. Οὐδὲ τὰς ἡμετέρας γαμετὰς αἰχμαλώτους λαβὼν ἄξεις ταῖς ναυσί.

8

.

166

Πάρος τοι δαί‐ μονα δώσω. Προσληπτέον τὸ κακὸν, ἵν’ ᾖ, πρότερον γάρ σοι κακὸν θάνατον καὶ κακὴν εἱμαρμένην δώσω.

8

.

170

Ἀπ’ Ἰδαίων ὀρέων. Ἀπὸ τῶν τῆς ἴδης ὀρῶν. Κτύπεν. Ἤχησεν, ἐβρόντησε.

8

.

171

Τιθείς. Παρέχων. Ἑτεραλκέα. Ἑτε‐
ροκλινῆ. τὴν τοῖς ἐναντίοις ἀλκὴν καὶ δύναμιν περιποιοῦσαν.

8

.

173

Ἀγχιμα‐ χηταί. Συστάδην καὶ ἐκ τοῦ σύνεγγυς μαχόμενοι.

8

.

177

Μηχανόωντο. Ἐμη‐ χανήσαντο.

8

.

178

Ἀβλῆχρα. Ἀσθε‐ νῆ. Οὐδενόσωρα. Οὐδὲ μιᾶς φροντίδος ἄξια. Ἀπὸ τῶν ὡρῶν. Ὥρα γὰρ, ἡ φροντίς. Μένος ἀμόν. Τὴν ἐμὴν δύνα‐
5μιν. Δωρικῶς. Ἐρύξει. Καθέξει, ἐπι‐ σχήσει.

8

.

179

Ῥέα. Ῥᾳδίως, εὐκόλως. Ὑπερθορέονται. Ὑπερπηδήσουσιν, ὑπερ‐ αλοῦνται.

8

.

181

Μνημοσύνη. Ὑπόμνη‐ σις.

8

.

182

Ἐνιπρήσω. Ἐμπρήσω, καύ‐ σω.

8

.

184

Ἐκέκλετο. Ἐκέλευσε.

8

.

185

Ξάνθε τε, καὶ σὺ Πόδαργε, καὶ Αἴθων, Λάμπε τε δῖε. Τὰ δύο μέρη τοῦ λόγου, ταῦτα ἐπίθετα τῶν ἵππων. Νοητέον δὲ, ὀνόματα κύρια, Ξάνθον, καὶ Λάμπον, ὡς
5τὸ δυϊκὸν, οὕτως ὀρθῶς ἐπιφέρεσθαι, Ἀλλ’ ἐφομαρτεῖτον.

8

.

186

Κομιδήν.
Ἐπιμέλειαν, θεραπείαν. Ἀποτίνετον. Ἐκτίνετε, ἀποδίδοτε.

8

.

188

Πυρόν. Κριθήν. Σῖτον, ἐνταῦθα, καταχρηστι‐ κῶς. Ἔθηκε. Παρέθηκε, παρέβαλε. Μελίφρονα, Ἡδύν. Ὑμῖν πὰρ προτέ‐
5ροισι μελίφρονα πυρὸν ἔθηκε. Τὸ ἑξῆς, τοῦτό ἐστι.

8

.

189

Οἶνον ἐγκεράσασα πιεῖν ὅτε θυμὸς ἀνώγοι, Ἢ ἐμοὶ, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι. Ἐγκερά‐ σασα εἰς κέρας. Πρὸ τοῦ γὰρ εὑρεθῆναι
5τὴν τῶν ποτηρίων χρῆσιν, εἰς κέρας ἔπι‐ νον.

8

.

191

Ἐφομαρτεῖτον. Ἐπακολου‐ θεῖτον, ὁμοῦ σπεύδετον.

8

.

192

Ἀσπίδα Νεστορέην. Αὐτὸν τὸν Νέστορα. περι‐ φραστικῶς. Ἔνιοι δὲ, τὸ ὅπλον. Ἡ‐ φαιστότευκτον γὰρ ἦν.

8

.

193

Κανό‐ νας. Ῥάβδους, αἷς ἐκράτουν τὰς ἀσπί‐ δας. Οὔπω γὰρ ἐχρῶντο τοῖς πόρπαξιν, οὓς ὄχανα ἐκάλουν. Ὕστερον γὰρ οὗτοι
5ἐπενοήθησαν ὑπὸ Καρῶν. Ὡς καὶ Ἀνα‐ κρέων φησί· Καριοεργέος ὀχάνοιο.

8

.

196

Ἐελποίμην. Ἐλπίσαιμι ἄν.

8

.

197

Αὐ‐ τονυχί. Αὐτῇ τῇ νυκτί. Ἐπιβησέμεν. Ἐπιβῆναι ποιῆσαι.

8

.

198

Νεμέσση‐ σεν. Ἐβάσκηνεν, ὠργίσθη ἐφ’ οἷς ἀνα‐ ξίως εἶπε.

8

.

199

Σείσατο. Διεκινή‐
θη, ἐταράχθη. Ἐλέλιξεν. Ἐκίνησεν.

8

.

201

Εὐρυσθενές. Μεγάλην δύναμιν ἔχων.

8

.

202

Ὀλοφύρεται. Οἰκτείρει, ἐλεεῖ.

8

.

203

Ἑλίκην τε, καὶ Αἰγάς. Πόλεις ἱερὰς Ποσειδῶνος. Αἰγὰς δὲ λέγει τὰς ἐν Πελοποννήσῳ.

8

.

204

Χαρίεντα. Ἐ‐ πιτερπῆ, ἡδέα. Σὺ δέ σφι βούλεο νί‐ κην. Σὺ δὲ αὐτοῖς βοηθὸς γενοῦ, καὶ περιποίησαι τὴν νίκην.

8

.

206

Ἐρυκέ‐ μεν. Κατέχειν, κωλύειν. Ζῆν’. Ζῆ‐ να, τὸν Δία.

8

.

207

Ἀκάχοιτο. Λυ‐ ποῖτο.

8

.

209

Ἀπτοεπές. Ἀπτόητε. ἐν τῷ λέγειν θρασεῖα. Ἔνιοι δὲ δασέως ἀναγινώσκουσιν, ἵν’ ᾖ, καθαπτομένη λό‐ γοις.

8

.

213

Τῶν δ’ ὅσον ἐκ νηῶν ἄπο πύργου τάφρος ἔεργεν. Ὅσον ἀπὸ τῶν
νηῶν διάστημα ἦν ἐπὶ τὸ τεῖχος, καὶ ἀπὸ τοῦ τείχους ἐπὶ τὴν τάφρον, ἐπλη‐
5ροῦτο τοῦ ὄχλου. Ἄλλως· Ὅσον ἡ τά‐ φρος ἀπέχει τοῦ τείχους καὶ τῶν νεῶν, τοῦτο πλῆρες ἦν πεζῶν καὶ ἵππων. Ἀμ‐ φότερα οὖν τὰ διαστήματα ἑκατέρωθεν τοῦ τείχους, τὸ μὲν πρὸς τὴν τάφρον, τὸ
10δὲ πρὸς τὰς ναῦς, ἐπεπλήρωτο. Ἔεργεν. Ἀπεχώριζε.

8

.

214

Πλῆθεν. Ἐπληρώ‐ θησαν.

8

.

215

Εἱλομένων. Συναθροιζο‐ μένων. Εἵλει. Συνήθροιζε, συνέκλειε.

8

.

217

Κηλέῳ. Καυστικῷ, διαπύρῳ.

8

.

219

Ποιπνύσαντι. Ἐνεργήσαντι.

8

.

221

Πορ‐ φύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ πα‐ χείῃ. Πορφυροῦν ἱμάτιον μεταχειρίζε‐ ται ὁ βασιλεὺς, ἕνεκα τοῦ εὐχερῶς ἑαυ‐
5τὸν σημᾶναι τοῖς Ἕλλησιν, ἐπεὶ ἀδύνα‐ τον ἦν διὰ βοῆς αὐτοὺς καταστεῖλαι.

8

.

222

Μεγακήτεϊ. Μεγάλῃ. Παρὰ τὸ κῆτος. Ἢ, πλατείᾳ καὶ εὐρυχώρῳ.

8

.

223

Ἐν μεσσάτῳ. Ἐν τῷ μεσωτάτῳ τόπῳ. Ἔσκεν. Ἦν, ὑπῆρχε. Γεγωνέ‐ μεν. Βοᾷν.

8

.

227

Διαπρύσιον. Διά‐ δηλον, μέγα, ἐξάκουστον. Γεγωνώς. Ἐκβοῶν, κράζων.

8

.

228

Αἰδὼς Ἀργεῖ‐ οι. Αἰδεῖσθε, ὦ Ἕλληνες. Εἶδος ἀγη‐ τοί. Τῷ ὁραθῆναι μόνον θαυμαστοὶ, καὶ οὐκ ἐπὶ ἔργῳ.

8

.

230

Ἃς ὁπότ’ ἐν Λήμνῳ κενεαυχέες. Τὸ ὁπότε ἐστὶν, ἀντὶ τοῦ ὅτε. Καὶ ἀποτελεῖ ἀνταποδοτικὴν περίο‐ δον. Οὐκ ἔστι δὲ ἀνταπόδοσις. Ὁ γὰρ
5λόγος, Ὅτε ἐν Λήμνῳ ἐκαυχᾶσθε. Κε‐ νεαυχέες. Κενὰ καὶ μάταια καυχώμε‐ νοι. Ἠγοράασθε. Ἐλέγετε. ἅς τινας ποτὲ ἐν Λήμνῳ ἐλέγετε καυχώμενοι, πί‐ νοντες οἶνον πλεῖστον καὶ κάλλιστον.

8

.

231

Ἔσθοντες. Ἐσθίοντες. Ὀρθοκραι‐ ράων. Ὀρθὰ κέρατα ἐχόντων.

8

.

232

Ἐπιστεφέας. Πλήρεις, ὁ τρόπος μετα‐ φορά.

8

.

233

Ἀνθ’ ἑκατόν. Ἀντὶ τοῦ, κατέναντι ἑκατόν.

8

.

234

Στήσεσθαι. Μαχήσεσθαι. Εἰμέν. Ἐσμέν.

8

.

235

Ἐνιπρήσει. Καύσει.

8

.

236

Ὑπερμενέ‐ ων. Ὑπὲρ τὸ δέον βιαίων. ὑπερεχόντων τῇ δυνάμει.

8

.

237

Ἄασας. Ἔβλαψας.

8

.

238

Τεόν. Τὸν σόν.

8

.

239

Ἔῤῥων. Ἐπὶ φθορὰν παραγενόμενος.

8

.

241

Ἱέ‐ μενος. Ἐπιθυμῶν, προθυμούμενος.

8

.

243

Αὐτοὺς δή περ. Ἡμᾶς αὐτούς. Ἀλύξαι. Ἐκκλῖναι.

8

.

245

Ὀλοφύρατο. Κατῴ‐ κτισεν, ἠλέησε.

8

.

246

Νεῦσεν. Ὑπέ‐ σχετο, ἐσήμανε.

8

.

247

Τελειότατον. Ἤτοι μέγιστον, ἢ ἐντελῆ σημεῖα φαί‐ νοντα. ἐπιτελεστικώτατον. Λέγεται δὲ, κατὰ τὴν Διὸς γένεσιν τὸν ἀετὸν γεννη‐
5θῆναι, ἔν τε τῇ πρὸς τοὺς Γίγαντας μά‐ χῃ παραπτῆναι. Διόπερ ἐν τῇ διανεμή‐ σει τῶν πτηνῶν Ζεὺς ἀετὸν εἵλετο, ᾧ καὶ προστάσσει, καὶ ἀγγέλῳ αὐτῷ χρᾶται πρὸς ἐκείνους, οὓς ἐπιφανείας ἀξιοῖ. Ὅθεν
10καὶ ἀετὸς ἐκλήθη, οὐχ, ὥς τινες, παρὰ τὸ ἀΐσσειν, ἀλλὰ παρὰ τὸ ἐτεὸν δηλοῦν, ὅ ἐστιν, ἀληθές.

8

.

248

Νεβρόν. Ἐλά‐ φου γέννημα.

8

.

250

Πανομφαίῳ. Πά‐ σης φήμης καὶ κληδόνος. Ὀμφὴ γὰρ, ἡ θεία κληδών.

8

.

252

Θόρον. Ἀφώρμη‐ σαν.

8

.

254

Εὔξατο. Ἐκαυχήσατο, ἐ‐ δεήθη. Πάρος σχέμεν. Ἔμπροσθεν σχεῖν.

8

.

257

Φραδμονίδην. Φράδμονος παῖδα Ἀγέλαον.

8

.

259

Ἔλασσε. Διήλασεν.

8

.

260

Ἀράβησεν. Ἐψόφησεν, ἤχησεν. Ὀνοματοποιΐα ὁ τρόπος.

8

.

261

Τὸν δὲ μέτα. Μετὰ δὲ τοῦτον.

8

.

263

Ὀπάων. Ἀκόλουθος.

8

.

264

Ἀτάλαντος Ἐνυαλίῳ. Πολεμικὸς, ἶσος τῷ Ἄρει.

8

.

266

Πα‐ λίντονα. Εἰς τουπίσω τεινόμενα. Τιταί‐ νων. Ἐντείνων, ἕλκων.

8

.

268

Ὑπεξέ‐ φερεν. Ἔξω αὐτὸ τοῦ Τεύκρου ἐποίει.

8

.

269

Παπτήνας. Περιβλεψάμενος. Ἐ‐ πιάρτιν. Ἤ τοι ὄνομα κύριον, ὁ Ἐπιάρ‐ τις. Ἢ, ἀντὶ τοῦ, Ἐπί τινα δή. Ὀϊ‐ στεύσας. Τοξεύσας.

8

.

271

Δύσκεν. Ἐπεδύετο, ὑπεισῄει.

8

.

272

Κρύπτα‐ σκεν. Ἔκρυπτε.

8

.

281

Κοίρανε λαῶν. Βασιλεῦ ὄχλων.

8

.

282

Φόως. Φῶς, σωτηρία. Σημαίνει δὲ τὸ κυρίως φῶς.

8

.

284

Καί σε νόθον περ ἐόντα. Ἡρα‐ κλῆς, πορθήσας Ἴλιον, Ἡσιόνην τὴν Λαο‐ μέδοντος θυγατέρα, Πριάμου δὲ ἀδελφὴν, ἔλαβεν αἰχμάλωτον, καὶ ἔδωκεν αὐτὴν
5γέρας Τελαμῶνι, ὡς συστρατεύσαντι αὐ‐ τῷ. Ἀφ’ ἧς ἔσχε Τεῦκρον ὁ Τελαμών. Ὡς οὖν ἀπὸ Τρωϊκῆς γυναικὸς τεχθέντα τὸν παῖδα, Τεῦκρον ἐκάλεσαν, προανα‐ πέμψαντες τὸν τόνον, καὶ ποιήσαντες κύ‐
10ριον. Τευκροὶ γὰρ οἱ Τρῶες, ἀπὸ τοῦ βα‐ σιλεύσαντος αὐτῶν Τεύκρου. Ἡ δὲ ἱστο‐ ρία ἀκριβέστερον εἴρηται παρά τε ἄλλοις πολλοῖς, καὶ παρὰ Ἀπολλωνίῳ τῷ γραμ‐ ματικῷ ἐν καταλόγῳ νεῶν. Ἐζήτηται
15δὲ πῶς ἐξ ἁπάντων ἐπαινέσας τὸν Τεῦ‐ κρον, νῦν ἐπιφέρει νόθον. Ἡμεῖς δέ φα‐ μεν, τοῦτο μὴ εἶναι πρὸς αἰσχύνην, διὰ τὸ παρὰ τοῖς παλαιοῖς ἔθος κρατοῦν. Ἐτίμων γὰρ τοὺς νόθους ἐπίσης τοῖς γνη‐
20σίοις. Ἄλλως τε, εἰ καὶ αἰχμάλωτος Ἡσιόνη, ἀλλὰ βασιλίς. Ἔτι καὶ αὐξή‐ σεως ἕνεκεν τοῦτ’ εἰρῆσθαι φαμὲν, ὅτι τῇ ἀρετῇ καὶ τοὺς γνησίους ὑπερέβαλε. Κομίσσατο. Ἐπιμελείας ἠξίωσεν ὡς
25γνήσιον.

8

.

285

Εὐκλείης ἐπίβησον. Δόξης ἐπιβῆναι ποίησον.

8

.

289

Πρεσ‐ βήϊον. Πρεσβεῖον, ἀριστεῖον. Λέγει δὲ τὸ ὑπὲρ τιμῆς διδόμενον δῶρον.

8

.

290

Τρίποδα. Λέβητα, ἔχοντα αὐτοφυεῖς πόδας. Αὐτοῖσιν ὄχεσφιν. Σὺν τοῖς ἅρ‐ μασιν.

8

.

291

Ὁμὸν λέχος εἰσαναβαί‐ νοι. Ἥτις τῆς αὐτῆς κοίτης κοινωνήσει.

8

.

293

Σπεύδοντα. Ἐσπουδακότα.

8

.

295

Ὠσάμεθα. Ἀπεωσάμεθα.

8

.

296

Ἐκ τοῦ δή. Ἐξ ἐκείνου τοῦ χρόνου. Δε‐ δεγμένος. Ἐπιτηρῶν, ἢ προσδεχόμενος.

8

.

297

Τανυγλώχινας. Μακρὰς καὶ ὀξείας γωνιώσεις ἔχοντας. ὅ ἐστιν, ἀκίδας.

8

.

298

Πῆχθεν. Ἐνεπάγησαν. Ἀρηϊ‐ θόων. Πολεμικῶν.

8

.

299

Λυσσητῆρα. Μανιώδη, λυσσώδη.

8

.

300

Ἴαλλεν. Ἐ‐ φίει, ἔπεμπεν.

8

.

301

Ἵετο. Προεθυ‐ μεῖτο, ὥρμα.

8

.

304

Αἰσύμηθεν. Ἀπὸ Αἰσύμης πόλεως. Ὀπυομένη. Μεμνη‐ στευμένη, γεγαμημένη.

8

.

306

Μήκων δ’ ὥς. Ὡς μήκων. Ὁ τρόπος ἀναστρο‐ φή. Μήκων δ’ ὣς ἑτέρωσε κάρη βάλεν, ἥτ’ ἐνὶ κήπῳ. Ἤτοι τὸ η μετὰ τοῦ τε
5περιττεύει, ἱν’ ᾖ, ὡς μήκων ἑτέρωσε κάρη βάλεν. ἢ τῷ βριθομένη λείπει ῥῆμα. καὶ ἔστι μετοχὴ ἀντὶ ῥήματος. Κάρη βά‐ λεν. Ἀπέκλινε τὴν κεφαλήν. Ἥτ’ ἐνὶ κήπῳ. Σημειωτέον ὅτι θηλυκῶς εἶπε τὴν
10μήκωνα.

8

.

307

Βριθομένη. Βριθομένη ἀντὶ τοῦ, βρίθεται, ὅ ἐστι βαρεῖται. Καὶ οὐχ’ ὥς τινες εἶπον Βαρουμένη. Κέ‐ χρηται γὰρ τῇ μετοχῇ ἀντὶ ῥήματος.
5καὶ ἔστι τὸ σχῆμα ἴδιον Αἰολέων. Νο‐ τίῃσί τε εἰαρινῇσι. Δρόσοις ἢ ψεκάσιν ἐαριναῖς.

8

.

308

Ἤμυσεν. Ἐπέκλινε. Πήληκι βαρυνθέν. Τῇ περικεφαλαίᾳ βα‐ ρυνθέν.

8

.

311

Παρέσφηλε. Σφαλῆναι καὶ ἀποτυχεῖν ἐποίησεν.

8

.

313

Ἱέμε‐ νον. Ὁρμῶντα.

8

.

314

Ὑπερώησαν. Ὑπεχώρησαν.

8

.

316

Πύκασε. Συνέ‐ σχεν, ἐκάλυψε.

8

.

320

Θόρε. Κατεπή‐ δησεν.

8

.

325

Αὖ ἐρύοντα. Εἰς τοὐπίσω ἕλκοντα. Κληΐς. Κατακλείς. Ἀποέρ‐ γει. Ἀπείργει.

8

.

328

Νάρκησεν. Ἐ‐ νάρκησεν, ἐλύθη.

8

.

329

Γνύξ. Ἐπὶ γόνυ. Ἐριπών. Πεσών.

8

.

330

Οὐκ ἀμέλησεν. Ἐφρόντισεν. Ὁ τρόπος, ἀν‐ τίφρασις.

8

.

331

Περίβη. Περιέβη.

8

.

332

Ὑποδύντε. Ὑπεισελθόντες.

8

.

337

Σθένεϊ βλεμεαίνων. Σφοδρῶς ἐπιῤῥωννύ‐ μενος. Ἔνιοι δὲ, τῷ βλέμματι φοβῶν, οἷον τὴν δύναμιν διὰ τοῦ βλέμματος ἐν‐ δεικνύμενος.

8

.

338

Συὸς ἀγρίου. Συά‐
γρου. Σημειωτέον δὲ, ὅτι τὰ τοιαῦτα ὀνόματα διῃρημένως λέγεται, ὡς τὸ, ἄ‐ γριον αἶγα.

8

.

340

Ἑλισσόμενος. Συ‐ στρεφόμενος. Δοκεύει. Ἐπιτηρεῖ.

8

.

341

Ὤπαζε. Κατόπιν ἐδίωκε, κατέπειγε.

8

.

342

Τὸν ὀπίστατον. Τὸν τελευταῖον.

8

.

343

Σκόλοπες. Τὰ ἀποξυσμένα ξύλα.

8

.

344

Δάμεν. Ἀνῃρέθησαν.

8

.

345

Ἐ‐ ρητύοντο. Κατείχοντο.

8

.

346

Κεκλό‐ μενοι. Ἐγκελευόμενοι.

8

.

348

Ἀμφι‐ περιστρώφα. Πανταχοῦ περιεστρέφετο. ὅ ἐστιν, ἐνεργῶν περιήλαυνε.

8

.

349

Γορ‐ γοῦς ὄμματ’ ἔχων. Γοργότητος. Ἢ ἀντὶ τοῦ, Γοργόνος. ὅ ἐστι, φοβερά. Ἀπὸ εὐ‐ θείας τῆς Γοργὼ εἶπε τὴν γενικήν. Ἢ
5οἴματα, ἀντὶ τοῦ ὁρμήματα.

8

.

352

Νῶϊ. Ἡμεῖς. Κοινὴ ἡ διάλεκτος. Δωριεῖς δέ φασιν, ἄμμες. Αἰολεῖς, ἄμμε. Ἀττικοὶ δὲ, νῶϊ. Ἴωνες, ἡμέες. Ἔστι δὲ ἀντω‐
5νυμία δυϊκὴ ὀρθῆς καὶ αἰτιατικῆς πτώ‐ σεως. Ἐὰν δὲ σὺν τῷ ν, ἡμῶν καὶ ἡμῖν. Οὐκέτι νῶϊ. Καὶ τὰ ἑξῆς. Οὐκ ἔτι σώ‐ ους θῶμεν τοὺς Ἕλληνας; οὐ κηδεμονίαν καὶ φροντίδα ποιησόμεθα ἐξ ὑστέρου;

8

.

353

Κεκαδησόμεθα. Λυπησόμεθα, φροντιοῦμεν. Ὑστάτιον. Ἐξ ὑστέρου.

8

.

354

Οἶτον. Μόρον.

8

.

355

Ῥιπῇ. Τῇ φορᾷ. Ἀνεκτῶς. Ἀνασχετῶς.

8

.

358

Καὶ λίην οὗτός γε. Καὶ λίαν οὗτος.

8

.

360

Ὁὐμός. Ὁ ἐμός.

8

.

361

Σχέτ‐ λιος. Νῦν ἐπισχετικῶς. Ἀλιτρός. Ἁ‐ μαρτωλὸς, ἄδικος. Ἐμῶν μενέων ἀπε‐ ρωεύς. Τῆς ἐμῆς δυνάμεως καὶ προθυ‐
5μίας κωλυτής.

8

.

363

Σώεσκον. Ἔσω‐ ζον. Εὐρυσθῆος. Εὐρυσθέως τοῦ Ἀργείων βασιλέως, τοῦ ἐπιτάττοντος Ἡρακλεῖ τοὺς ἄθλους. Ἀέθλων. Ἄθλων, κακοπα‐
5θειῶν.

8

.

365

Ἀπαλεξήσουσαν. Ἐπι‐ κουρήσουσαν, βοηθήσουσαν. Προΐαλλε. Προέπεμπεν.

8

.

366

Ἤιδεα. Ἤιδην, ἠ‐ πιστάμην. Πευκαλίμῃσι. Συνεταῖς, ἢ πικραῖς. Παρὰ τὴν πεύκην.

8

.

367

Εὖτέ μιν. Ὁπότε αὐτόν. Πυλάρταο. Ἰσχυ‐ ρῶς συναρμόζοντος καὶ κλείοντος τὰς πύ‐ λας, διὰ τὸ, μηδένα ὑποστρέφειν ἐξ ᾅδου.

8

.

368

Ἐξ Ἐρέβευς. Ἐκ τοῦ ἐρέβους, ὅ
ἐστι, σκότους. Ἔστι δὲ ὁ πρὸ τοῦ Ταρ‐ τάρου τόπος. Κύνα Ἀΐδαο. Τὸν Κέρβε‐ ρον. Τελεσθέντων τῶν τοῦ Ἡρακλέους
5ἄθλων ἐν μηνὶ καὶ ἔτεσιν ὀκτὼ, μὴ προσ‐ δεχόμενος Εὐρυσθεὺς τόν τε τῶν Αὐγείου βοσκημάτων ἆθλον καὶ τὸν ὕδρας, ἐνδέ‐ κατον ἐπέταξεν ἆθλον αὐτῷ, τὸν Κέρβε‐ ρον ἐξ ᾅδου κομίζειν. Εἶχε δὲ οὗτος τρεῖς
10μὲν κυνῶν κεφαλὰς, τὴν δὲ οὐρὰν δρά‐ κοντος. Μέλλων οὖν ἐπὶ τοῦτον ἀπιέναι, ἦλθε πρὸς Εὔμολπον εἰς Ἐλευσῖνα, βου‐ λόμενος μυηθῆναι. Ἦν δὲ οὐκ ἐξὸν ξένοις τότε μυεῖσθαι. δι’ ὃ γίγνεται Πυλίου θε‐
15τὸς υἱός. καὶ παραγενόμενος ἐμυεῖτο. Μὴ δυνάμενος οὖν ἰδεῖν τὰ μυστήρια, ἐπεί περ οὐχ ἡγνίσθη τοῦ τῶν Κενταύρων φόνου, ἁγνισθεὶς ὑπὸ Εὐμόλπου τότε ἐμυήθη. Καὶ παραγενόμενος ἐπὶ τὸ Ταίναρον τῆς
20Λακωνικῆς ἀκρωτήριον, ὃ τῆς ᾅδου κατα‐ βάσεώς ἐστι στόμιον, διὰ τούτου κατήει. Ὡς δὲ εἶδον αὐτὸν αἱ ψυχαὶ, χωρὶς Με‐ λεάγρου καὶ Μεδούσης τῆς Γοργόνος, εὐ‐ θὺς ἔφυγον. Ἐπὶ δὲ τὴν Γοργόνα τὸ ξί‐
25φος ὡς ζῶσαν ἕλκει. καὶ παρὰ Ἑρμοῦ μανθάνει, ὅτι ἔστι κενὸν εἴδωλον. Πλη‐ σίον δὲ τῶν τοῦ Ἅιδου πυλῶν γενόμενος, Θησέα ἐγείρει, καθήμενον ἐπὶ ἀκινήτου θρόνου. Ὁμοίως δὲ καὶ Πειρίθουν ἐβου‐
30λήθη. Καὶ τῆς γῆς πολὺ σειομένης, οὐκ ἠδυνήθη. Ἀπεκύλισε δὲ καὶ τὸν Ἀσκα‐ λάφου πέτρον. Βουλόμενος δὲ αἷμα ταῖς ψυχαῖς παρασχέσθαι, μίαν τῶν Ἅιδου βοῶν ἀπέσφαξεν.

8

.

369

Αἰπά. Ὑψη‐ λά. ἐξ οὗ καὶ χαλεπά. Στυγός. Στὺξ, μία τῶν Ὠκεανοῦ θυγατέρων, ἣν ὁ Ζεὺς φρικωδέστατον ὅρκον τῶν θεῶν ἐποίησε,
5τιμήσας αὐτὴν, ὥς φησιν Ἡσίοδος ἐν θεογονίᾳ. Ἔστι δὲ καὶ κρήνη ἐν Ἅιδου.

8

.

370

Ἐξήνυσεν. Ἐτέλεσεν, ἐπλήρωσε.

8

.

371

Γούνατ’ ἔκυσσεν. Ἐγονυπέτησεν. Ἔκυσσε. Προσεκύνησεν, ἐφίλησεν.

8

.

373

Ἔσται μάν. Ἔσται μὴν καιρός.

8

.

374

Ἐπέντυνε. Ἡτοίμαζε, παρασκεύαζε.

8

.

375

Καταδῦσα. Εἰσελθοῦσα. Μετα‐ φορὰ, ὁ τρόπος.

8

.

377

Πάϊς. Παῖς.

8

.

378

Προφανείσας. Φανείσας. ὀφθεί‐ σας.

8

.

379

Κορέει. Κορέσει.

8

.

380

Δημῷ. Τῇ πιμελῇ, τῷ λίπει.

8

.

389

Λάζετο. Ἔλαβεν.

8

.

392

Ἐπεμαίετο. Ἔπλησσε.

8

.

393

Μύκον. Ἠνοίγησαν, ἤχησαν. Ὀνοματοποιΐα, ὁ τρόπος.

8

.

399

Πάλιν τρέπεν. Εἰς τοὐπίσω ἔτρεπεν. Ἄντην. Ἐξ ἐναντίας.

8

.

400

Συνοισό‐ μεθα. Συναχθησόμεθα, συμβαλοῦμεν.

8

.

402

Γυιώσω. Χωλώσω.

8

.

403

Ἄξω. Κατάξω, συντρίψω.

8

.

404

Δεκάτους. Δέκα. Περιτελλομένους. Περιερχομέ‐ νους, πληρουμένους.

8

.

405

Ἐπαλθήσε‐ σθον. Ἰαθήσεσθε. Δυϊκῶς. Μάρπτῃσι. Καταλάβῃ, κατάσχῃ.

8

.

407

Νεμεσί‐ ζομαι. Μέμφομαι. Οὐδὲ χολοῦμαι. Οὐδὲ ὀργίζομαι.

8

.

408

Ἔωθεν. Ἐξ ἔθους ἔχει. Ἐνικλᾷν. Ἐμποδίζειν.

8

.

409

Ἀελλόπος. Ταχύπους παρὰ τὰς ἀέλλας, ὅ ἐστιν, ἀνέμους.

8

.

411

Πο‐ λυπτύχου. Πολλὰ ἀποκλίματα ἔχοντος, καὶ ἐξοχάς.

8

.

412

Ἀντομένη. Ἀπαν‐ τήσασα. Κατέρυκε. Κατέσχεν. Ἔν‐ νεπεν. Εἶπεν, ἔλεγε. Διὸς δέ σφ’ ἔν‐ νεπε μῦθον. Τὸν δὲ τοῦ Διὸς λόγον αὐ‐
5ταῖς ἀπήγγειλε.

8

.

413

Πῆ μέματον; Ποῦ προθυμεῖσθον;

8

.

415

Εἰ τελέει
περ. Εἴπερ εἰς τέλος ἄξει, πληρώσει.

8

.

423

Κύον. Ἀναιδεστάτη. Ἀδδεές. Ἄφοβε.

8

.

424

Τολμήσεις. Ὑπομενεῖς, καρτερήσεις. Ἄντα. Ἐξεναντίας. Ἀεῖραι. Ἆραι.

8

.

429

Ἀποφθίσθω. Ἀποφθαρήτω. Βιώτω. Ζησάτω.

8

.

431

Ὡς ἐπιεικές. Ὡς πρέπει καὶ ἐγχωρεῖ.

8

.

432

Πάλιν τρέπεν. Εἰς τοὐπίσω ἀπέ‐ τρεπε. Μώνυχας. Μονώνυχας. Πρὸς σύγκρισιν τῶν βοῶν, τῶν προβάτων, καὶ τῶν λοιπῶν τῶν ἐχόντων χηλάς.

8

.

434

Κάπῃσι. Φάτναις. Παρὰ τὸ ἐν αὐταῖς ἱσταμένους τοὺς ἵππους κάπτειν, ὅ ἐστιν, ἐσθίειν.

8

.

435

Πρὸς ἐνώπια. Πρὸς τοὺς ἐξ ἐναντίας τῶν εἰσόδων τοίχους. Διὰ τὸ φωτίζεσθαι ὑπὸ τῶν θυρῶν. Παμφα‐ νόωντα. Φαίνοντα, λάμποντα.

8

.

436

Κλισμοῖσι. Θρόνοις ἔχουσιν ἀνακλίσεις.

8

.

437

Μίγδ’ ἄλλοισι. Ἀναμεμιγμέναι τοῖς λοιποῖς. Τετιημέναι. Τεταλαιπω‐ ρημέναι, τετιμωρημέναι.

8

.

439

Δίωκεν. Ἤλαυνεν. Ἐξίκετο. Κατέλαβε. Θώ‐ κους. Τὰ συνέδρια, τὰς καθέδρας.

8

.

441

Ἂμ βωμοῖσι. Περὶ τοῖς βωμοῖς. Κατὰ λῖτα πετάσας. Καταπετάσας λινοῦν ἱμάτιον. ἁπλώσας.

8

.

443

Πελεμίζετο. Ἐκινεῖτο.

8

.

444

Διὸς ἀμφίς. Τοῦ Διὸς χωρίς.

8

.

445

Ἥσθην. Ἐκαθέσθη‐ σαν.

8

.

447

Τετίησθον. Τεταλαιπώρησθε.

8

.

448

Οὐ μὲν θήν. Οὐ μὲν δή. Κά‐ μετον. Κεκμήκατε, κεκοπιάκατε.

8

.

450

Πάντως οἷον ἐμόν γε μένος. Καὶ τὰ ἑξῆς. Ἡ δὲ τοῦ πάντων μείζονος θεοῦ δύναμις, φησὶ, τηλικαύτη ὑπάρχει, ὡς μὴ δὲ ὑπὸ πάντων θεῶν δύνασθαι κατα‐
5γωνισθῆναι.

8

.

451

Τρέψειαν. Μετα‐ τρέψειαν, κωλύσειαν.

8

.

453

Μέρμερα. Μερίμνης ἄξια, χαλεπά.

8

.

455

Πλη‐ γέντε. Ἀντὶ τοῦ, πληγεῖσαι.

8

.

457

Ἐπέμυξαν. Μεμυκόσι τοῖς χείλεσιν ἐ‐ πεστέναξαν, ἐγόγγυσαν.

8

.

459

Ἀκέων. Ἀντὶ τοῦ ἀκῆν. ἡσυχάζουσα.

8

.

460

Ἄ‐ γριος. Ἀνήμερος, χαλεπός.

8

.

463

Οὐκ ἐπιεικτόν. Οὐκ εὔεικτον, οὐκ εὐσυγχώ‐ ρητον.

8

.

470

Ἠοῦς. Ἕωθεν, ὄρθρου. τῇ ἐπιούσῃ ἡμέρᾳ.

8

.

474

Ὦρθαι. Διεγερ‐
θῆναι. Παρὰ ναῦφι. Παρὰ ταῖς ναυσί.

8

.

476

Στείνει. Στενώματι. Στεῖνος γὰρ εἴωθε λέγειν τὴν στενὴν ὁδόν. Λέγει δὲ τὴν ὑπὸ πολλοῦ πλήθους στενοχωρίαν. Αἰνοτάτῳ. Τῷ χαλεπῷ, διὰ τὸν φόβον.

8

.

477

Θέσφατον. Θεόλεκτον, μεμοιρα‐ μένον.

8

.

478

Οὐδ’ εἴ κεν. Οὐδὲ ἐάν. Νείατα. Κατώτατα, ἔσχατα. Ἵκηαι. Παραγενήσῃ, ἀπέλθῃς.

8

.

479

Γαίης καὶ πόντοιο ἵν’ Ἰαπετός τε Κρόνος τε. Διὸς μεταστήσαντος τὸν πατέρα Κρόνον τῆς βασιλείας, καὶ τὴν τῶν θεῶν ἀρχὴν πα‐
5ραλαβόντος, Γίγαντες, οἱ Γῆς παῖδες, ἀγανακτήσαντες, ἐν Ταρτησῷ (πόλις δέ ἐστιν αὕτη παρὰ τῷ Ὠκεανῷ) μέγαν κατὰ Διὸς πόλεμον παρεσκεύαζον. Ζεὺς δὲ συναντήσας αὐτοῖς, καταγωνίζεται
10πάντας. Καὶ μεταστήσας αὐτοὺς εἰς Ἔρεβος, τῷ πατρὶ Κρόνῳ τὴν τούτων βασιλείαν παραδίδωσιν. Ὀφίωνα δὲ, τὸν δοκοῦντα πάντων ὑπερέχειν, κατη‐ γωνίσατο, ὄρος ἐπιθεὶς αὐτῷ τὸ ἀπ’ αὐτοῦ
15Ὀφιώνιον. Ἰαπετός. Οὐρανοῦ παῖς, εἷς τῶν Τιτάνων.

8

.

480

Ὑπερίονος. Τοῦ ἡλίου. Ἤτοι ὅτι Ὑπερίονός ἐστι καὶ Θείας παῖς, ὡς Ἡσίοδος. ἐντεῦθεν γὰρ αὐτὸν πατρωνυμικῶς Ὑπεριονίδην καλεῖ.
5Ἢ ὑπερίων, ὁ ὑπεράνω ἡμῶν ὢν, καὶ πε‐ ριπολῶν τὸν κόσμον. διὰ τούτου γὰρ τὰ ὅλα συνέχεται.

8

.

482

Ἔνθα. Ὅπου. Ἀλωμένη. Πλανωμένη.

8

.

483

Ἀλέ‐ γω. Λόγον οὐκ ἔχω, οὐ φροντίζω. Κύν‐ τερον. Χαλεπώτερον, δεινότερον.

8

.

487

Ἀέκουσιν. Ἄκουσι, καὶ μὴ βουλομένοις.

8

.

488

Ἀσπασίη. Ἀσπαστὴ, εὐκταία. Τρίλλιστος. Πολυλιτάνευτος. Ἐρεβεν‐ νή. Σκοτεινή.

8

.

491

Ὅθι δὴ νεκύων διεφαίνετο χῶρος. Ἔξωθεν δεῖ λαβεῖν τὴν ἀπὸ πρόθεσιν. Ἵν’ ᾖ, ὅπου καθαρὸς καὶ διαφανὴς ἦν ὁ τόπος ἀπὸ τῶν νε‐
5κρῶν.

8

.

495

Πόρκης. Δακτύλιος.

8

.

498

Ἐφάμην. Ἐλογισάμην.

8

.

500

Κνέ‐ φας. Σκότος.

8

.

503

Ἐφοπλισόμεσθα. Ἑτοιμάσωμεν.

8

.

504

Ἐδωδήν. Τρο‐ φήν.

8

.

506

Οἰνίζεσθε. Οἶνον ἀγορά‐ ζετε.

8

.

507

Λέγεσθε. Συλλέξατε, συν‐ αγάγετε.

8

.

508

Μέσφ’ ἠοῦς. Μέχρι τῆς ἡμέρας. Ἠριγενείης. Ἤτοι, τὸν ὄρθρον γεννώσης. ἢ, ὑπὸ τοῦ ὄρθρου γεν‐ νωμένης.

8

.

509

Σέλας. Πυρὸς λαμπη‐ δών. Ἵκῃ. Παραγένηται.

8

.

510

Διὰ νύκτα. Ἀντὶ τοῦ, διὰ νυκτός.

8

.

512

Μὴ μάν. Μὴ μὲν δή. Ἀσπουδεί γε. Ἄνευ κακοπαθείας, χωρὶς πόνου.

8

.

513

Βέλος. Νῦν, τὸ βεβλημένον μέρος, τὸ τραῦμα. Πέσσῃ. Συνέχῃ, θεραπεύῃ.

8

.

517

Ἀγγελλόντων Ἀγγελλέτωσαν.

8

.

518

Παῖδας πρωθήβας. Πρώτως ἡ‐ βῶντας, νέους τοὺς ὄντας ἀπὸ τῆς ἀκμῆς, ὅ ἐστιν, ἡλικίας. Πολιοκροτάφους. Πε‐
πολιωμένους. ἀπὸ μέρους. Ἤτοι συνεκ‐
5δοχή.

8

.

519

Θεοδμήτων. Ὑπὸ θεῶν ᾠκοδομημένων. καθότι Ποσειδῶν καὶ Ἀ‐ πόλλων ᾠκοδόμησαν αὐτούς.

8

.

520

Θη‐ λύτεραι. Αἱ πρὸς τὰ ἀφροδίσια κατα‐ φορώτεραι, ὡς πρὸς σύγκρισιν τῶν ἀλό‐ γων ζώων. Τὰ μὲν γὰρ ἄλογα, ὡρισμέ‐
5νον ἔχει καιρὸν, ἐν ᾧ μίγνυνται. αὗται δὲ διηνεκῶς πλησιάζουσι.

8

.

521

Καιόν‐ των. Ἀντὶ τοῦ, καιέτωσαν.

8

.

522

Λό‐ χος. Ἐνέδρα. Ὅθεν καὶ λοχαγοὶ, οἱ ταξίαρχοι. Ἀπεόντων. Ἀπόντων.

8

.

523

Ὧδ’ ἔστω. Οὕτως γενέσθω.

8

.

524

Μῦθος δ’ ὃς μὲν νῦν. Οὗτος μὲν δὴ ὁ λόγος.

8

.

526

Ἐλπόμενος. Δι’ ἐλπίδος ἀγόμενος.

8

.

527

Κηρεσσιφορήτους. Τοὺς ὑπὸ εἱ‐ μαρμένης ἠγμένους, μοιροφορήτους. ἢ, οὓς αἱ μοῖραι ἀποίσουσιν.

8

.

529

Ἐπὶ νυ‐ κτί. Διὰ τῆς νυκτός.

8

.

530

Ὑπ’ ἠοῖ‐ οι. Ὑπὸ τὸν ἕω. ὑπὸ τὸν ὄρθρον.

8

.

532

Εἴσομαι. Γνώσομαι.

8

.

534

Δῃώσας. Φονεύσας.

8

.

535

Διαείσεται. Γνωρίσει. διαγνώσεται.

8

.

537

Οὐτηθείς. Τρωθείς.

8

.

538

Ἠελίου ἀνιόντος ἐς αὔριον. Ἅμα τῷ τὸν ἥλιον ἀνίσχειν αὔριον.

8

.

542

Κε‐ λάδησαν. Ἐβόησαν μετὰ θορύβου.

8

.

545

Ἴφια μῆλα. Εὐτραφῆ. Μετάληψις, ὁ τρόπος.

8

.

550

Εἵατο. Ἐκαθέζοντο.

8

.

551

Φαεινὴν ἀμφὶ σελήνην. Τὴν Φύ‐ σει λαμπράν. Τοῦτο δὲ καθόλου τῆς σε‐ λήνης ἐπιθετικόν ἐστι, κἂν μὴ πανσέλη‐ νος ᾖ.

8

.

552

Ἀριπρεπέα. Πάνυ εὐπρε‐ πῆ, διάδηλα. Ἔπλετο. Ἐγένετο, ἦν. Νήνεμος. Χωρὶς ἀνέμου.

8

.

553

Σκο‐ πιαί. Σκοποὶ, ὑψηλοὶ τόποι. Πρώονες. Οἱ προνενευκότες τῶν ὀρῶν τόποι, καὶ προ‐ βεβλημένοι, παρὰ τὸ ἐξέχειν.

8

.

555

Εἴ‐ δεται. Φαίνεται. Γέγηθέ τε φρένα ποι‐
μήν. Ποιμὴν, εἶπεν, ἀντὶ τοῦ, βουκόλος. Διὰ νυκτὸς γὰρ οἱ βόες νέμονται. Κα‐
5τάχρησις, ὁ τρόπος.

8

.

556

Μεσσηγύ. Ἀναμέσον.

8

.

557

Ἰλιόθι πρό. Πρὸ τῆς Ἰλίου.

8

.

558

Πὰρ δὲ ἑκάστῳ εἵατο πεν‐ τήκοντα σέλᾳ πυρὸς αἰθομένοιο. Τῷ ἑ‐ κάστῳ, συναπτέον τὸ, σέλᾳ. ἵν’ ᾖ, παρ’ ἑκάστῳ σέλαϊ καὶ φωτὶ τοῦ πυρὸς, τοῦτ’
5ἔστι, παρ’ ἑκάστῃ πυρᾷ. Ἐκ τούτων δ’ ἄν τις καταμάθοι τὸ πλῆθος τῶν Τρώων, ὅτι εʹ μυριάδες ἦσαν οἱ πολῖται.

8

.

559

Εἵατο. Ἐκαθέζετο. Σέλᾳ. Φωτὶ, πυρᾷ. Ὅθεν καὶ ἡ τὸ φῶς ἡμῖν παρέ‐ χουσα, σελήνη εἴρηται.

8

.

560

Κρῖ. Κριθάς. Ἀποκοπὴ ὁ τρόπος. Ὀλύρας. Εἶδος σπέρματος παραπλησίου κριθῇ.

8

.

561

Ἐΰθρονον. Καλὸν θρόνον ἔχουσα. βασιλικὸν ἢ καλὸν ἅρμα. μεταληπτικῶς.
Μίμνον. Ἔμενον.

9

.

1

Φυλακὰς ἔχον. Ἐφύλασσον. Κα‐ λῶς δὲ εἶπεν. οἱ μὲν γὰρ Τρῶες τὰς φυ‐ λακὰς εἶχον, ἵνα μὴ φύγωσιν οἱ Ἕλ‐ ληνες διὰ νυκτός. οἱ δὲ Ἕλληνες εἴχοντο
5ὑπὸ τοῦ δέους.

9

.

2

Θεσπεσίη. Θεία, πολλή. Ἰδίως μὲν, διὰ τοὺς Τρῶας. ἰδίως δὲ, διὰ τὸν πεσόντα κεραυνόν. Ἔχε. Εἶχεν, ἐκράτει. Φύζα. Ἡ μετὰ δέους
5φυγή. Κρυόεντος. Φρικτοῦ, φοβεροῦ. Σημαίνει γὰρ, τοὺς φοβουμένους συγκρού‐ ειν τοὺς ὀδόντας. Ἑταίρη. Συνεργὸς, φίλη. Σημειωτέον δὲ, ὅτι τὴν φυγὴν ὁ Ποιητὴς τοῦ φόβου εἴρηκεν ἑταίραν.

9

.

3

Ἀτλήτῳ. Ἀνυπομονήτῳ, ἀφορήτῳ. Βε‐ βολήατο. Τὴν ψυχὴν τετρωμένοι ἦσαν. ἐλυποῦντο.

9

.

4

Ὡς δ’ ἄνεμοι δύο. Κα‐ λῶς δύο ἀνέμους παρέλαβε ταράσσοντας τὸ πέλαγος, ἵνα καὶ δύο πάθη ψυχῆς πα‐ ραστήσῃ. Ὥσπερ, φησὶν, εἰώθασι δύο
5ἄνεμοι ταράσσειν τὴν θάλασσαν ἐκ βυ‐ θοῦ· οὕτω καὶ οἱ Ἕλληνες ἐταράσσοντο ὑπὸ τῶν δύο χαλεπωτάτων παθῶν, λύ‐ πης τε, καὶ φόβου. Ὀρίνετον. Ταράσ‐ σουσι. Δυϊκῶς.

9

.

5

Βορέης καὶ Ζέφυ‐ ρος, τώ τε Θρήκηθεν ἄητον. Πῶς ἀμφο‐ τέρους ἐκ Θράκης φησὶ πνεῖν, τοῦ μὲν Βορέου ἐξ Ἄρκτου, τοῦ δὲ Ζεφύρου ἐκ
5Δύσεως πνέοντος; Ῥητέον οὖν, ὅτι ἡ τῶν Θρᾳκῶν γῆ ἐπιπολὺ διήκει, καὶ σιγματο‐ ειδὴς κεῖται τῇ θέᾳ μέχρι τῆς δύσεως. Ἀφ’ ἑκατέρου οὖν μέρους τῶν ἀνέμων ἔχει ἑκάτερον. Οἱ δέ φασιν, ὅτι συλ‐
10ληπτικῶς πέφρακε. Μόνος γὰρ ὁ Βορέας ἀπὸ Θρᾴκης πνεῖ. Τώ τε Θρήκηθεν ἄ‐ ητον. Οἵ τινες ἀπὸ Θράκης πνέουσιν.

9

.

6

Ἄμυδις. Ὁμοῦ, ἐξαίφνης. Κελαινόν. Μέλαν. ἐξ οὗ, φρικτόν.

9

.

7

Κορθύεται. Κορυφοῦται, αὔξεται. Ἔνιοι δὲ ἐπὶ τοῦ σωρεύεσθαι ἤκουσαν. κόρθυς γὰρ, ἡ σω‐ ρός. Παρὲξ ἅλα. Ἔξω παρὰ τὴν θά‐
5λασσαν. Φῦκος. Τὸ χορτῶδες τῆς θα‐ λάσσης ἀπόβλημα. Οἱ δὲ φυκία φασὶ βοτάνην τὴν ἐν τῷ βυθῷ τῆς θαλάσσης γιγνομένην. Ἔχευαν. Ἔξω ἔβαλον.

9

.

8

Ἐδαΐζετο. Ἐταράσσετο, διεκόπτετο.

9

.

9

Ἄχεϊ μεγάλῳ. Μεγάλῃ λύπῃ. Βε‐ βλημένος ἦτορ. Ὥσπερ τὴν ψυχὴν βε‐ βλημένος, καὶ ἐκπεπληγμένος.

9

.

10

Φοί‐ τα. Παρεγίγνετο, περιῄει.

9

.

11

Κλή‐ δην. Καλοῦντας, κηρύσσοντας.

9

.

12

Μὴ δὲ βοᾷν. Μηδὲ βοῶντας. Νυκτὸς γὰρ οὔσης, καὶ πλησίον ὄντων τῶν πολε‐ μίων, οὐ πάντας καλεῖ, ἵνα μή τις ταρα‐
χὴ γένηται. Πονεῖτο. Ἐνήργει.

9

.

14

Μελάνυδρος. Πολύυδρος. Φύσει γὰρ μέ‐ λαν τὸ ὕδωρ. Ἀλλὰ λαμπρύνεται ταῖς ἡλιακαῖς αὐγαῖς. Ἢ βαθεῖα. τοῦ γὰρ μελαίνεσθαι αἴτιον τὸ βάθος.

9

.

15

Αἰ‐ γίλιπος. Ὑψηλῆς. ἣν ἂν καὶ αἲξ ἀπο‐ λίπῃ διὰ τὸ ἄγαν ὑψηλὸν καὶ δύσβατον. ἐν γὰρ τοῖς κρημνοῖς αἱ αἶγες ὡς ἐπίπαν
5νέμονται. Ἡ δὲ παραβολὴ πρός τε τὸ πλῆθος τῶν δακρύων εἴληπται καὶ τῶν στεναγμῶν. Δνοφερόν. Μέλαν. Χέει. Χεῖ, πέμπει.

9

.

18

Ἐνέδησεν. Ἐνέβαλε.

9

.

30

Δήν. Πολλῷ χρόνῳ, ἐπιπολύ. Ἄ‐ νεῳ. Ἄφωνοι, ἥσυχοι. Τετιηότες. Τε‐ τιμωρημένοι, λυπούμενοι.

9

.

32

Σοὶ πρῶ‐ τα μαχήσομαι. Ἀντὶ τοῦ, τῷ λόγῳ σου. Ἀφραδέοντι. Ἀσυνετοῦντι.

9

.

33

Ἧι θέμις ἐστὶν, ἄναξ, ἀγορῇ. Ὡς νό‐
μος ἐστὶν ἐν ἐκκλησίαις τὸν βουλόμενον λέγειν ἀκωλύτως, ὥσπερ ἐν δημοκρατείᾳ.

9

.

34

Ἀλκὴν μέν μοι πρῶτος ὀνείδισας ἐν Δαναοῖσι. Ἰσχύν μοι πρῶτος ὀνείδισας ἐν τοῖς Ἕλλησιν ὡς ἀνάνδρου. Ἤτοι δὲ, ἐν ἤθει λέγει. Τὴν μέν τοι ἀναφορὰν
5ἔχει ταῦτα ἐπὶ τὰ ῥηθέντα ὑπὸ Ἀγα‐ μέμνονος ἐν τῇ Δ. ῥαψῳδίᾳ· Ὤμοι Τυ‐ δέως υἱὲ δαΐφρονος ἱπποδάμοιο, Τί πτώσ‐ σεις, τί δ’ ὀπιπτεύεις ἀνὰ πτολέμοιο γε‐ φύρας; καὶ τὰ ἑξῆς.

9

.

35

Φάς. Φή‐ σας, εἰπών. Ἀπτόλεμον. Ἄπειρον πο‐ λέμου, ἄμαχον.

9

.

36

Ἠμὲν νέοι ἠδὲ γέροντες. Γέροντας εἶπε, διὰ τὸν Νέ‐ στορα, ἐπεὶ μικρῷ πρότερον αὐτὸν ἐσε‐ σώκει ἐν τῷ πολέμῳ.

9

.

37

Διάνδιχα δῶκε. Τοῖν δυοῖν ἕτερον ἔδωκε.

9

.

38

Περί. Περισσῶς, πάνυ.

9

.

39

Ὅ, τε κράτος ἐστὶ μέγιστον. Ὃ κράτιστόν ἐ‐ στιν.

9

.

41

Ὡς ἀγορεύεις. Ὡς λέγεις.

9

.

42

Ἐπέσσυται. Ἐφορμᾷ.

9

.

43

Πάρ τοι ὁδός. Πάρεστί σοι τὰ πρὸς τὴν ὁδὸν ἡτοιμασμένα, εἰ βούλει ἀπαλάττεσθαι. Νῆες δέ τοι ἄγχι θαλάσσης. Αἱ δὲ
5νῆές σου ἐγγὺς τῆς θαλάσσης εἰσί. Διὰ δὲ τοῦ πλήθους τῶν νεῶν δειλίαν αὐτοῦ κατηγορεῖ.

9

.

46

Εἰ δὲ καὶ αὐτοὶ φευ‐ γόντων. Προσληπτέον τὸ, βούλονται.
ἵν’ ᾖ, ἐὰν δὲ καὶ αὐτοὶ βούλωνται, φευ‐ γέτωσαν, ἔστωσαν τῶν φευγόντων.

9

.

51

Ἀγασσάμενοι. Θαυμάσαντες.

9

.

54

Ὁ‐ μήλικας. Συνήλικας. τῆς αὐτῆς ἡλικίας. Ἔπλευ. Ἐγένου.

9

.

55

Οὔτις τοι τὸν μῦθον ὀνόσσεται. Οὐδεὶς ἄν σου τὸν λόγον ἐκφαυλίσῃ, καὶ μέμψηται. Πῶς δὲ ὁ Νέστωρ, τὸ τέλειον ἀποδοὺς τῷ Δι‐
5ομήδους λόγῳ, λέγειν αὐτὸς ἐπιχειρεῖ; Ῥητέον, ὅτι τῆς ὕβρεως τὴν μνήμην καὶ Διομήδης πεποίηται, καὶ Νέστωρ αὐτῷ τελείως γεγενῆσθαι μαρτυρεῖ. Ὅπερ δὲ δεῖ πράσσειν ἐν καιρῷ Διομήδης μὲν πα‐
10ρέλιπεν, ἐκεῖνος δ’ εἰσηγεῖται.

9

.

56

Οὐ‐ δὲ πάλιν ἐρέει. Οὐδὲ τὰ ἐναντία σοι ἐρεῖ. Ἀτὰρ οὐ τέλος ἵκεο μύθων. Οὐ μὴν τέλος ἐπέθηκας τῷ λόγῳ σου. τὰ
5μὲν γὰρ πρὸς τὸν βασιλέα δεόντως φησὶν εἰρῆσθαι. ἐλλείπειν δὲ τὰ τῆς συμβουλῆς καὶ παρὰ φυλακῆς ἅτινα αὐτὸς ἀνεπλήρωσεν.

9

.

57

Ἦ μὴν καὶ νέος ἐσσί. Νέος μὲν δὴ ὑπάρχεις. Ἐ‐ μὸς δέ κε καὶ πάϊς εἴης Ὁπλότερος γενεῇφιν. Ἐμὸς δ’ ἂν καὶ παῖς νο‐
5μισθείης, καὶ τῶν παίδων μου ὁ νε‐ ώτατος.

9

.

58

Ἀτάρ. Καὶ δή. Πε‐ πνυμένα βάζεις Ἀργείων βασιλῆας. Συνετῶς δὲ λέγεις παρὰ πάντας τοὺς βασιλεῖς τῶν Ἑλλήνων.

9

.

60

Γεραίτε‐ ρος. Παλαιότερος, πρεσβύτερος.

9

.

61

Διΐξομαι. Διελεύσομαι, πληρώσω.

9

.

63

Ἀφρήτωρ. Ὁ φρατρίαν καὶ συγγένειαν μὴ ἔχων. Φρατρία δὲ κυρίως ἐστὶ, τρίτον μέρος τῆς φυλῆς. Ἀθέμιστος. Ἄδικος ἄνθρωπος.

9

.

64

Ὃς πολέμου ἔραται. Ὅστις πολέμου ἐρᾷ. Ἐπιδημίου. Τοῦ ἐμφυλίου, τοῦ μὴ πρὸς πολεμίους, ἀλλὰ πρὸς οἰκείους γιγνομένου. Λέγει δὲ τοῦ‐
5το, αἰνιττόμενος τὸν Ἀχιλλέα.

9

.

66

Φυλακτῆρες. Ἀντὶ τοῦ, φύλακες. ἀπὸ ὀρθῆς τοῦ, φυλακτήρ.

9

.

67

Λεξάσθων. Λεξάσθωσαν, συναριθμηθήτωσαν, κατα‐ κλινθήτωσαν.

9

.

69

Ἄρχε. Ἡγοῦ, ἡγε‐ μόνευε.

9

.

70

Δαίνυ δαῖτα γέρουσιν. Ἐπὶ ἑστίασιν κάλει τοὺς ἐντίμους. Ἔ‐ οικέ τοι. Πρέπον σοι ἐστίν. Οὔ τοι ἀει‐ κές. Οὐκ ἔστι σοι ἀπρεπές.

9

.

72

Ἠ‐ μάτιαι. Καθ’ ἑκάστην ἡμέραν.

9

.

73

Πᾶσά τοι ἔσθ’ ὑποδεξείη. Πάρεστί σοι ἀφθόνως ἡ πρὸς ὑποδοχὴν δαψίλεια.

9

.

74

Ἀγρομένων. Ἀθροισθέντων, συνελθόν‐ των. Τῷ πείσεαι. Τούτῳ πεισθήσῃ.

9

.

75

Βουλὴν βουλεύσῃ. Τὸ σχῆμα, πα‐ ρωνομασία.

9

.

76

Πυκινῆς. Πυκνῆς, συν‐ ετῆς.

9

.

77

Τίς ἂν τάδε γηθήσειε; Προσληπτέον τὸ, ἰδών. τίς ἂν χαρείη,
βλέπων ταῦτα οὕτω πρασσόμενα.

9

.

78

Νὺξ ἥδε. Αὕτη δὲ ἡ νύξ. Διαῤῥαίσει. Διαφθερεῖ.

9

.

80

Ἐσσεύοντο. Ἐξῄε‐ σαν, ἐξώρμων.

9

.

81

Ἀμφί. Περί. Θρασυμήδεα. Θρασυμήδην. Ὁ δὲ τρό‐ πος, ἔκτασις. τὸ ἔθος Ἰώνων.

9

.

88

Πῦρ κῄαντο. Πῦρ ἀνῆψαν.

9

.

89

Ἀολλέας. Ἀθρόους.

9

.

90

Μενοεικέα. Τῷ μένει εἴκουσαν, αὐτάρκη.

9

.

91

Οἱ δ’ ἐπ’ ὀνεί‐ αθ’ ἑτοῖμα. Οἱ δὲ ἐπὶ τὰ ἑτοῖμα βρώ‐ ματα ἐξέτειναν τὰς χεῖρας, καὶ ἤσθιον. Ὀνείατα. Βρώματα τὴν ὄνησιν παρέ‐
5χοντα. Ἴαλλον. Ἔπεμπον, ἐξέτεινον.

9

.

93

Ὑφαίνειν. Κατασκευάζειν. μετα‐ φορικῶς.

9

.

97

Ἐν σοὶ μὲν λήξω, σέο δ’ ἄρξομαι. Σύ μοι καὶ ἀρχὴ καὶ τέλος ἔσῃ τῶν λόγων.

9

.

98

Ἐγγυάλιξεν. Ἐνε‐ χείρησεν, ἔδωκε.

9

.

100

Πέρι μὲν φάσθαι. Περισσῶς μὲν βουλεύεσθαι, ὑπὲρ πάντας λέγειν.

9

.

101

Κρῃῆναι. Ἐπιτελέσαι, ἐπι‐ τρέψαι, ἢ πεισθῆναί σε, καὶ εἰς τέλος ἀγα‐ γεῖν καὶ τὸ ὑπὸ ἄλλου καλῶς λεγόμενον.

9

.

102

Σέο δ’ ἕξεται. Ἤτοι, ἐν τῇ σῇ ἐξουσίᾳ ἔσται τοῦτο τὸ ἔργον δοκιμάσαι. Ἤτοι, τὸ τῶν λόγων κατόρθωμα σὸν ἔσται. εἰς σὲ γὰρ ἀνενεχθήσεται, εἴτε
5εἰς ἀγαθὸν, ἢ ἀγαθὴν εἰσενέγκασθαι γνώμην. Ὅ, ττι κεν ἄρχῃ. Ὅτι ἂν κρατῇ, καὶ συμφέρῃ.

9

.

104

Νόον. Νοῦν, γνώμην.

9

.

106

Ἐξέτι τοῦ. Ἀπ’ ἐκείνου τοῦ χρόνου, ἕως τοῦ νῦν. Διογε‐ νεῦς. Περισπωμένως ἀναγνῶμεν. συναί‐ ρεσιν γὰρ ἔπαθεν. ἐπεὶ τὸ ἐντελές ἐστι,
5Διογενέος, τοῦ ἀπὸ Διὸς τὸ γένος ἔχοντος.

9

.

108

Οὔτι καθ’ ἡμέτερόν γε νόον. Οὐ κατὰ τὴν ἡμετέραν γνώμην.

9

.

109

Ἀ‐
πεμυθεόμην. Ἀπηγόρευον, ἐκώλυον. Γρά‐ φεται δὲ καὶ, Ἀπεμυθευόμην. ἵν’ ᾖ, ἀπε‐ λογιζόμην. Μεγαλήτορι. Γενναίῳ. Θυ‐
5μῷ εἴξας. Νικηθεὶς ὑπὸ τῆς ὀργῆς.

9

.

112

Ἀρεσσάμενοι. Φιλοφρονησάμενοι.

9

.

115

Οὔτι ψεῦδος ἐμὰς ἄτας κατέ‐
λεξας. Οὐδὲ ψευσάμενος, τὰς ἐμὰς ἄτας εἶπας.

9

.

116

Ἀασάμην. Ἐβλά‐ βην. Ἀναίνομαι. Ἀρνοῦμαι. Ἀντί νυ πολλῶν. Ἀντάξιος πολλῶν ἐστὶν ὁ ὑπὸ Διὸς φιλούμενος ἀνήρ.

9

.

119

Λευγαλέῃ‐ σι. Δειναῖς, ὀλεθρίαις.

9

.

120

Ἀρέσαι.
Εἰς ἀρέσκειαν ἐλθεῖν φιλοφρόνως.

9

.

122

Ἀπύρους. Τοὺς μὴ εἰς πῦρ χρησίμους, ἀλλ’ ἀναθεματικούς. καινουργεῖς. τοὺς κόσμου χάριν τιθεμένους ἐν τῷ οἴκῳ. Τάλαντα. Τάλαντον τοὺς ἑξακισχιλίους
5νῦν παρ’ Ἀθηναίοις στατῆρας. Διαφόρως δὲ νοεῖται. ἦν γὰρ καὶ βραχύ τι παρὰ τοῖς ἀρχαίοις. Καὶ ὁ Ποιητὴς δὲ τοῦτο δῆλον ἡμῖν ποιεῖ, ἐν τῷ ἐπιταφίῳ τοῦ Πατρόκλου λέγων· Ἱππεῦσιν μὲν πρῶτα
10ποδώκεσιν ἀγλα’ ἄεθλα Θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργ’ εἰδυῖαν, Καὶ τρί‐ ποδ’ ὠτώεντα δύω καὶ εἰκοσίμετρον Τῷ πρώτῳ. ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον ἔθη‐ κεν Ἑξέτε’, ἀδμήτην, βρέφος ἡμίονον
15κυέουσαν. Αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητα, Καλὸν, τέσσαρα μέ‐ τρα κεχανδότα, λευκὸν ἔτ’ αὕτως. Τῷ δὲ τετάρτῳ θῆκε δύο χρυσοῖο τάλαντα. Εἰ γὰρ περὶ τοῦ ταλάντου τῶν Ἑλλήνων,
20βραχύ τι τὸ τάλαντον τοῦ χρυσίου ἐστὶ παρ’ αὐτοῖς, ὡς καὶ Δίφιλος ἐν ἀργύρῳ βραχύ τι τὸ τάλαντόν φησι. Τάλαντον δὲ, οὐ τάλαντα. ταῦτα δέ ἐστι χρυ‐ σίου τάλαντον.

9

.

123

Αἴθωνας. Τοὺς πρὸς πῦρ ἐπιτηδείους, τοὺς καλουμένους ἐμπυριβήτας, παρὰ τὸ αἴθεσθαι.

9

.

124

Πηγούς. Εὐτραφεῖς, εὐπαγεῖς. ἀφ’ οὗ, γενναίους. Ἀθλοφόρους. Γενναίους. Ἀ‐ έθλια. Ἔπαθλα, θέματα. Ἄροντο. Ἀπηνέγκαντο, ἐκτήσαντο.

9

.

125

Οὔ κεν. Οὐκ ἄν. Ἀλήϊος. Ὁ ἄνευ λείας. ἐλλιπὴς βοσκημάτων. Λεία γὰρ κυρίως ἡ τῶν τετραπόδων κτῆσις.

9

.

126

Ἀκτή‐ μων. Ἀνενδεής. Ἐριτίμοιο. Μεγαλο‐ τίμου, ἐνδόξου.

9

.

127

Ἠνείκαντο. Πε‐ ριεποιήσαντο.

9

.

128

Ἀμύμονας. Ἀμω‐ μήτους, εὐειδεῖς.

9

.

130

Ἐξελόμην. Ὡς ἐξαίρετον ἔλαβον. Λεσβίδας, αἳ κάλλει ἐνίκων. Παρὰ Λεσβίοις ἀγὼν ἄγεται κάλλους γυναικῶν ἐν τῷ τῆς Ἥρας τε‐
5μένει, λεγόμενος Καλλιστεῖα. Ἡ δὲ Λέσβος νῆσός ἐστιν ἐν τῷ Αἰγαίῳ πε‐ λάγει, πόλεις ἔχουσα πέντε, Ἄντισσαν, Ἐρεσσὸν, Μήθυμναν, Πύῤῥαν, Μιτυλή‐ νην.

9

.

131

Μετὰ δ’ ἔσσεται. Ἐν αὐ‐ ταῖς δὲ ἔσται καὶ ἡ Βρισηΐς.

9

.

133

Μή‐ ποτε τῆς εὐνῆς. Ὀμόσει, φησὶ, τὸ μη‐
δέποτε αὐτῇ συγκεκοιμῆσθαι, ὅ ἐστι, με‐ μίχθαι.

9

.

134

Ἧι θέμις. Ὡς θέμις. Πέλει. Γίγνεται.

9

.

135

Παρέσσεται. Παρέσται, δοθήσεται.

9

.

137

Ἅλις. Δαψιλῶς, ἱκανῶς. Νηησάσθω. Πληρω‐ σάτω, σωρευσάτω.

9

.

138

Δατεώμεθα. Μεριζώμεθα. Ληΐδα. Τὴν λείαν. τὰ λάφυρα.

9

.

141

Οὖθαρ ἀρούρης. Τὸ γο‐ νιμώτατον καὶ κάλλιστον τῆς γῆς, καὶ κάρπιμον.

9

.

143

Τηλύγετος. Ἀγαπη‐ τὸς, μονογενής. Μόνος γὰρ Ὀρέστης ἄρ‐ σην ἐγένετο τῷ Ἀγαμέμνονι ἐκ Κλυ‐ ταιμνήστρας. Θαλίῃ ἐνὶ πολλῇ. Ἐν
5πολλῇ εὐωχίᾳ, ἐν πολλοῖς ἀγαθοῖς. Εἴ‐ ρηται δὲ παρὰ τὸ, θάλλειν τοὺς εὐωχου‐ μένους.

9

.

144

Ἐϋπήκτῳ. Καλῶς κα‐ τεσκευασμένῳ.

9

.

145

Λαοδίκη. Μία τῶν Ἀγαμέμνονος θυγατρῶν, ἣν οἱ τρα‐ γικοὶ Ἠλέκτραν εἶπον· ὡς καὶ τὴν Ἰ‐ φιάνασσαν, Ἰφιγένειάν φησιν ὁ Εὐριπί‐
5δης.

9

.

146

Ἀνάεδνον. Ἄνευ ἕδνων. Ἕδνα δέ εἰσι, τὰ πρὸ τῶν γάμων ὑπὸ τοῦ νυμφίου διδόμενα δῶρα τῇ νύμφῃ.

9

.

147

Ἐπὶ μείλια δώσω. Τὸ ἑξῆς, ἐπι‐ δώσω μείλια. Μείλια δέ εἰσιν, οἷς μει‐ λίσσονται τοὺς ἄνδρας. Τὴν προῖκα δὲ
λέγει, τὴν ἡδέως διατιθεμένην τὰ κατὰ
5τὴν ψυχήν.

9

.

150

Ποιήεσσαν. Βοτα‐ νώδη.

9

.

151

Ζαθέας. Μεγάλας, θείας. Βαθύλειμον. Βαθεῖς λειμῶνας ἔχουσαν.

9

.

153

Νέαται. Ἤτοι ἔσχαται. ἢ κα‐ τῳκισμέναι εἰσίν. Ἠμαθόεντος. Ἀμ‐ μώδους.

9

.

154

Πολύῤῥηνες. Πολυθρέμ‐ ματοι, πλούσιοι. Ῥῆνες γὰρ, οἱ ἄρνες. Πολυβοῦται. Πολλὰς βοῦς ἔχοντες.

9

.

155

Δωτίνῃσι. Δωρεαῖς.

9

.

156

Λι‐ παρὰς τελέουσι θέμιστας. Ὅσα δεῖ βασιλέα λαμβάνειν παρὰ τῶν ὑπηκόων, εὐκόλως δώσουσι. τοῦτ’ ἔστι καὶ ὑποτα‐
5γέντες αὐτῷ κατὰ τὸ δίκαιον, λαμπροὺς τελέσουσι φόρους. Λιπαράς. Πλουσίας.

9

.

157

Ταῦτά κέ οἱ. Ταῦτα ἂν αὐτῷ. Μεταλλήξαντι. Λήξαντι, παυσαμένῳ. Χόλοιο. Τῆς ὀργῆς.

9

.

158

Δμηθήτω. Δαμασθήτω. τοῦτ’ ἔστι, πρᾶος καὶ ἐπι‐ εικὴς γενέσθω. Ἀμείλιχος. Ἀμείλικτος, ἀσυμπαθὴς, καὶ ἀπηνής. Ἀδάμαστος.
5Ὑποταγῆναι μὴ δυνάμενος.

9

.

160

Ὑπο‐
στήτω. Παραχωρησάτω, ὑπειξάτω. Βα‐ σιλεύτερος. Βασιλικώτερος.

9

.

164

Οὐκ ἔτ’ ὀνοστά. Οὐ μεμπτά.

9

.

165

Κλη‐ τούς. Ἐξ ὀνόματος κεκλημένους, ἐπι‐ λέκτους.

9

.

167

Ἐπιόψομαι. Ἐπικρινῶ, ἐπιλέξω. Πιθέσθων. Πειθέσθωσαν. Ἐ‐ ζήτηται δὲ, πῶς μᾶλλον ὁ Νέστωρ οὐ πρεσβεύει, ὡς συνετώτερος. Ἔστι δὲ
5λέγειν, ὅτι κατ’ οἰκονομίαν ὑπελείφθη, ἵν’, ἂν ἀποτύχωσιν οἱ περὶ Ὀδυσσέα, αὐτὸς ὕστερον πείσῃ. Ἄτοπον γὰρ ἦν, νῦν πρεσβεύειν τὸν Νέστορα, ὅτε ἔδει πάντως τὸν Ἀχιλλέα μὴ πεισθῆναι.
10Ἀδοξία δὲ ἦν, Νέστορα μὴ δυνηθῆναι πεῖσαι. Οἱ δέ φασιν, ὅτι ἐπειδὴ ἐχθρὸς ἦν Ἀχιλλέως, λοιδορήσας αὐτὸν πρὸς Ἀγαμέμνονα, τούσδε δ’ ἔα φθινύθειν ἕνα καὶ δύο.

9

.

168

Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω. Ἀπελθέτω. διὰ τὸ τροφέα αὐτὸν εἶναι Ἀχιλλέως.

9

.

171

Φέρτε. Φέρετε. Κέλεσθε. Κελεύσατε.

9

.

173

Ἐαδότα. Ἀρέσκοντα.

9

.

176

Ἐ‐ παρξάμενοι. Ἐπιχέαντες.

9

.

180

Δεν‐ δίλλων. Τοῖς ὄμμασι διανεύων, ἢ περι‐ βλέπων. Ἀπὸ τοῦ διειλεῖν τοὺς ὀφθαλ‐ μούς.

9

.

181

Πειρᾷν. Πειράζειν ὡς πείσειεν Ἀχιλλέα. Πεπίθοιε. Πείσειν δυνηθῆναι.

9

.

182

Τὼ δὲ βάτην παρὰ θῖνα. Ζητοῦμεν, εἰ καὶ Φοῖνιξ ἐστὶ πρεσβευτής. Καὶ οἱ μέν φασι, δύο πρεσ‐ βεύειν, Αἴαντα καὶ Ὀδυσσέα, Φοίνικος
5προεληλυθότος, οὐκ εἰς τὸ πρεσβεύειν, ἀλλ’ εἰς τὸ συλλαβέσθαι. Καὶ διὰ τοῦ‐ το ὁ Ποιητὴς δυϊκῶς κέχρηται τῷ, χαί‐ ρετον ὦ φίλω. Ἔνιοι δὲ λέγουσι, συμ‐ πρεσβευκέναι καὶ Φοίνικα. καὶ οὐδὲ εἶναι
10τεκμήριον τὸν παρὰ τῷ Ποιητῇ ἀριθμόν. πολλάκις δὲ καὶ ἐπὶ πλειόνων αὐτὸν τε‐ τάχθαι. ὡς καὶ ἐπὶ τοῦ, Μὴ νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοὶ εἶς’ ἐν ὀλύμπῳ Ἆσσον ἰόντε. καὶ ὡς ἐπὶ τοῦ, Τὼ κούρω
15κριθέντε δύο καὶ πεντήκοντα.

9

.

183

Γαιηόχῳ. Τῷ τὴν γῆν ὀχοῦντι, ὅ ἐστι, βαστάζοντι. Ἐπὶ θαλάσσης γὰρ βέβη‐ κεν ἡ γῆ.

9

.

186

Φόρμιγγι. Κιθάρᾳ. Λιγείῃ. Εὐήχῳ.

9

.

187

Ζυγός. Ὁ πῆ‐ χυς τῆς κιθάρας, ᾧ ἔγκεινται οἱ κόλλα‐ βοι. Οὕτω δὲ λέγονται οἱ πάσσαλοι, ὧν
ἐξάπτονται αἱ χορδαί. Παρὰ τὸ κεκολ‐
5λῆσθαι.

9

.

188

Τὴν ἄρετ’ ἐξ ἐνάρων. Πιθανῶς ἐκ λαφύρων κεκτῆσθαι ἔφη τὴν κιθάραν. Εὑρόντα οὖν, φησι, παρελθεῖν ὡς ἄμουσον, ἀπρεπὲς ἦν.

9

.

189

Κλέα. Δόξας. Παρὰ τὸ κλείω. Ἀοιδῇσι κλεί‐ ουσαι.

9

.

190

Ἧστο. Ἐκαθέζετο.

9

.

191

Δέγμενος. Ἐκδεχόμενος. Αἰακίδην. Τὸν Ἀχιλλέα. παππωνυμικῶς. Λήξειεν. Παύσοιτο.

9

.

192

Προτέρω. Προσωτέ‐ ρω, ἐνδοτέρω.

9

.

193

Ταφών. Ἐκπλα‐ γεὶς, θαυμάσας. Ἡ μεταφορὰ ἐκ τῶν τάφων. καὶ γὰρ ἡμεῖς ὁρῶντες ἐκπλητ‐ τόμεθα τὸ μέλλον δεινόν. Ἀνόρουσεν.
5Ἀνώρμησεν, ἀνέστη.

9

.

194

Αὐτῇ σὺν φόρμιγγι, λιπὼν ἕδος. Καθέδραν. Στι‐ κτέον δὲ μετὰ τὸ φόρμιγγι. ὡς ἔκπληξιν τοῦ Ἀχιλλέως ὁρᾶσθαι ἀναπεπηδηκότος
5σὺν τῇ κιθάρᾳ. Αὐτῇ σὺν φόρμιγγι, τὸ ἡμιστίχιον, δύναται καὶ τοῖς ἄνω καὶ τοῖς ἑξῆς ἀποδίδοσθαι. Τότε ἀναπηδήσας σὺν αὐτῇ τῇ κιθάρᾳ. καὶ ἀπολιπόντα τὴν κιθάραν καὶ τὴν καθέδραν συναντῆ‐
10σαι. Βέλτιον δὲ τὸ πρότερον, ὥστε τοῖς ἄνω συνάπτειν. Θάασσεν. Ἐκαθέζετο.

9

.

195

Ὡς δ’ αὕτως. Παραπλησίως δὲ, ὁμοίως.

9

.

196

Δεικνύμενος. Δεξιούμε‐ νος, φιλοφρονούμενος.

9

.

197

Ἦ φίλοι. Φίλοι δή. Ἀττικοὶ ἐν προφωνήσει τιθέασι τὸν σύνδεσμον. Ἱκάνετον. Παραγίγνεσθε.

9

.

198

Σκυζομένῳ. Ὀργιζομένῳ.

9

.

200

Κλισμοῖσι. Καθέδραις ἀνακλίσεις ἐ‐ χούσαις. Τάπησι. Μαλλωτοῖς ὑφά‐ σμασιν.

9

.

202

Καθίστα. Εὐτρέπιζε, ἑτοίμαζε.

9

.

203

Ζωρότερον. Ζωτικώ‐ τερον. Παρὰ τὴν ζέσιν. Κέραιρε. Κίρ‐ να. Δέπας. Ποτήριον. Ἔντυνον. Πα‐ ρασκεύασον, εὐτρέπισον.

9

.

204

Ὑπέασ‐ σιν. Ὑπεληλύθασιν, ἔνδον εἰσί. Μελά‐ θρῳ. Τῷ οἴκῳ. Ἀπὸ τοῦ μελαίνεσθαι ὑπὸ τοῦ καπνοῦ.

9

.

206

Κρεῖον. Κρεω‐ δόχον ἀγγεῖον. Κάββαλε. Κατέβαλε, κατέθηκεν. Ἐν πυρὸς αὐγῇ. Περιφρα‐ στικῶς, ἐν τῷ πυρί.

9

.

207

Νῶτον. Ψό‐ αν, νωτιαῖον κρέας. Πίονος. Λιπαροῦ, ἢ τελείου.

9

.

208

Συός. Χοίρου. Σιά‐ λοιο. Εὐτραφοῦς, λιπαροῦ. Ῥάχιν. Νῶ‐ τον, ψόαν. ἐπεὶ κατὰ τοῦτο τὸ μέρος ῥαχίζονται. Τεθαλυῖαν. Θάλλουσαν,
5ἀκμάζουσαν. Ἀλοιφῇ. Τῷ λίπει.

9

.

209

Ἔχεν. Ἐκράτει.

9

.

211

Φώς. Ἀνήρ.

9

.

213

Στορέσας. Καταστρώσας. Ἐφύ‐ περθε τάνυσσεν. Ὑπερήπλωσε.

9

.

214

Πάσσε δ’ ἁλὸς θείοιο. Ἔπασσε δὲ τὰ κρέα ἁλσί. Θείους δὲ κέκληκε τοὺς ἅ‐ λας. διὰ ἄσηπτα τηρεῖν τὰ πασθέντα. Κρατευτάων. Τῶν βάσεων, ὅ ἐστι, τῶν
5λίθων, ἐφ’ ὧν οἱ ὀβελίσκοι τίθενται, ὀπτωμένων τῶν κρεῶν. Οἱ δὲ, τῶν λα‐ βῶν τῶν ὀβελίσκων, εἶπον κακῶς. Ἐπα‐ είρας. Ἐπάρας, σηκώσας.

9

.

215

Εἰν ἑλεοῖσιν. Ἐπὶ τῶν μαγειρικῶν τραπε‐
ζίων. Δασυντέον, ἀπὸ τοῦ ἑλεῖν. Ἢ, ὅτι ἐξ ἑλείων ῥάβδων ἦσαν πεπλεγμέναι
5αἱ μαγειρικαὶ τράπεζαι. Ἔχευεν. Ἀπὸ τῶν ὀβελίσκων εἵλκυσεν.

9

.

216

Ἐπέ‐ νειμεν. Ἐπεμέρισεν, ἐπέθηκε.

9

.

217

Κανέοισι. Πλεκτοῖς κανισκίοις. Νεῖ‐ μεν. Ἐπένειμεν, ἐπέδωκε.

9

.

219

Θῦ‐ σαι. Θυμιᾶσαι, ἀπάρξασθαι.

9

.

220

Θυηλάς. Τὰς ἀπαρχάς.

9

.

223

Νεῦς’ Αἴας. Διενεύσατο, φησὶν, ὁ Αἴας τῷ Φοίνικι, εἰ καιρός ἐστι τῶν πρὸς Ἀχιλ‐ λέα λόγων. Νόησε δ’ Ὀδυσσεύς. Ζη‐
5τεῖται δὲ, διατί προαρπάζει τὸν λόγον ὁ Ὀδυσσεύς. Ῥητέον δὲ, ὅτι καὶ μάλα εἰκότως. Οὐδὲ μία γὰρ ἦν ἐλπὶς, προα‐ ποτυχόντων τῶν οἰκείων αὐτοῦ. Ἐβού‐ λετο δὲ, προεκκενώσας τὴν ὀργὴν, ἀνα‐
10γκάσαι τοῖς οἰκείοις πεισθῆναι τὸν Ἀ‐ χιλλέα.

9

.

224

Πλησάμενος. Πληρώ‐ σας, γεμίσας. Δείδεκτο. Ἐδεξιοῦτο.

9

.

225

Ἐΐσης. Τῆς ἰσομοίρου. Οὐκ ἐπι‐ δευεῖς. Οὐκ ἐνδεεῖς.

9

.

226

Ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος. Διατί τὸν ἐχθρὸν οὕτως ὠνόμασε προπετῶς, οὐ προθεραπεύ‐ σας; Ῥητέον οὖν, ὅτε εἴτε ἐνδεικνύμενος
5Ἀχιλλεῖ, ὅτι πρότερον ὑβρίσας ἱκέτης καθέστηκεν. Ἢ πάνυ ῥητορικὸς ἀνὴρ εἰς φιλίαν ἀμφοτέρους ἄγει. καὶ τῇ τρα‐ πέζῃ δυσωπῶν, καὶ μόνον οὐ τοῦτο λέγων· ὡς· Ὁμόσιτος αὐτῷ δι’ ἡμῶν γεγένησαι.
10καὶ γὰρ ἐκείνου καὶ σοῦ μετεσχήκαμεν τραπέζης.

9

.

227

Πάρα γάρ. Πάρεστι γάρ. Μενοεικέα. Τῷ μένει εἴκοντα, αὐτάρκη.

9

.

228

Ἐπηράτου. Ἐπερά‐ στου, καλῆς. ἡδείας.

9

.

230

Ἐν δοιῇ. Ἐν δισταγμῷ, ἐν διχοστασίᾳ.

9

.

231

Δύσεαι ἀλκήν. Ἀναλάβῃς τὴν δύναμίν σου, καὶ κατέλθῃς εἰς τὸν πόλεμον βοη‐ θήσων.

9

.

232

Αὖλιν ἔθεντο. Τὸν αὐ‐ λισμὸν ἐποιήσαντο, ἐστρατοπέδευσαν.

9

.

234

Κῃάμενοι. Καύσαντες.

9

.

235

Σχήσεσθαι. Ἀνθέξειν, ἀντιστῆναι. Πε‐ σέεσθαι. Ἐμπεσεῖν.

9

.

236

Ἐνδέξια. Ἀγαθά. Φαίνων. Φανεροποιῶν, δεικνύς.

9

.

237

Βλεμεαίνων. Διὰ τοῦ βλέμματος αὐτοῦ προθυμίαν ἐπιδεικνύμενος.

9

.

238

Πίσυνος Διΐ. Πεποιθὼς τῷ Διΐ. θαῤῥῶν. Οὐδέ τι τίει. Οὐ τιμᾷ, λόγον οὐ ποιεῖ‐ ται.

9

.

239

Λύσσα. Μανία. Δέδυκεν. Ὑπεισῆλθεν, ἔχει.

9

.

240

Ἀρᾶται. Εὔ‐ χεται.

9

.

241

Στεῦται. Διαβεβαιοῦται, ὑπισχνεῖται. Ἄκρα κόρυμβα. Τὰ τῶν νεῶν ἀκροστόλια. Διατί δέ φησι πρῶ‐ τον ἀποκόπτει, εἶθ’ οὕτως τὸ πῦρ ἐμβάλ‐
5λει; Ἐπειδὴ ἐπὶ τῶν ἀκροστολίων ἦσαν ἀγάλματα καὶ εἰκόνες τῶν θεῶν. Ἐκκλί‐ νων οὖν τὴν τῶν θεῶν ὀργὴν, τοῦτο ποιεῖ.

9

.

242

Ἐμπρήσειν. Καύσειν. Μαλεροῦ. Μαραντικοῦ, φθαρτικοῦ.

9

.

243

Δῃώσειν. Ἀνελεῖν, φονεύσειν. Ἀτυζομένους. Ἐκ‐ πεπληγμένους, τεταραγμένους.

9

.

245

Αἴ‐ σιμον. Πεπρωμένον, εἱμαρμένον.

9

.

246

Φθίσθαι. Διαφθαρῆναι.

9

.

247

Ἄλλ’ ἄνα. Ἀλλὰ ἀνάστηθι. Ἀποκοπὴ ὁ τρό‐ πος. Εἰ μέμονας. Εἰ προθυμῇ.

9

.

248

Ἐ‐ ρύεσθαι. Ῥύεσθαι, σώζειν.

9

.

249

Μῆ‐ χος. Μηχάνημα, τέχνασμα. Οὐδέ τι μῆχος Ῥεχθέντος γε κακοῦ ἔστ’ ἄκος εὑ‐ ρεῖν. Ἀμήχανον δὲ λοιπὸν, μετὰ τὸ πρα‐
5χθῆναι τὸ κακὸν, θεραπείαν εὑρεῖν αὐτοῦ.

9

.

250

Ἄκος. Ἴαμα.

9

.

251

Ἀλεξήσεις. Βοηθήσεις.

9

.

254

Τέκνον ἐμόν. Προσλη‐ πτέον· τάδε λέγων. Κάρτος. Δύναμιν.

9

.

256

Ἴσχειν. Ἐπέχειν, παύειν. Φιλο‐ φροσύνη. Φιλοφρόνησις, φιλία.

9

.

257

Λη‐ γέμεναι. Λήγειν, παύεσθαι. Κακομηχά‐ νου. Κακὰ ἐργαζομένης.

9

.

260

Θυμαλ‐ γέα. Τὸν τὴν ψυχὴν λυποῦντα. χαλεπόν.

9

.

261

Μεταλλήξαντι χόλοιο. Παυσαμένῳ τῆς ὀργῆς.

9

.

262

Καταλέξω. Καταρι‐ θμήσω.

9

.

300

Ἀπήχθετο. Ἐμισήθη. Κηρόθι. Ἐκ ψυχῆς.

9

.

301

Παναχαιούς. Πάντας τοὺς Ἕλληνας.

9

.

309

Ἀπηλε‐ γέως. Ἀποτόμως, σκληρῶς, ἢ ἀπαγορευ‐ τικῶς, κεκριμένως. Ἀποειπεῖν. Ἀπαρ‐ νήσασθαι.

9

.

310

Ἧπερ. Ὡς, καθά‐ περ. Ἧπερ δὴ φρονέω τε. Γράφεται καὶ, κρανέω. ἵν’ ᾖ, τελειώσω.

9

.

311

Τρύζητε. Πολυλογεῖτε, γογγύζητε. Ἀ‐ πὸ τῆς τρυγόνος ἡ μεταφορά.

9

.

312

Ὁ‐ μῶς. Ὁμοίως, ἴσως. Ἀΐδαο πύλῃσι. Τῷ θανάτῳ. Περιφραστικῶς.

9

.

313

Κεύθει. Κρύπτει. νῦν δὲ, ἐνθυμεῖται.

9

.

317

Νωλεμές. Ἀδιαλείπτως.

9

.

319

Ἐν δὲ ἰῇ. Ἐν μιᾷ καὶ αὐτῇ.

9

.

320

Κάτθανε. Τέθνηκεν. Ἀεργός. Ἀργὸς, ἄπρακτος. Ἐωργώς. Εἰργασμένος.

9

.

321

Περίκειται. Περισσόν τί ἐστιν, ἢ πε‐ ρίεστιν.

9

.

322

Αἰὲν ἐμὴν ψυχὴν παρα‐ βαλλόμενος. Τῆς ἐμῆς ψυχῆς ἐν τοῖς κινδύνοις καταφρονῶν.

9

.

323

Ἀπτῆσιν. Ἵπτασθαι μὴ δυναμένοις, μικροῖς.

9

.

324

Μάστακα. Τροφήν.

9

.

325

Ἀΰπνους νύκτας ἴαυον. Διὰ νυκτὸς ἄγρυπνος δι‐ ετέλουν πολλάκις.

9

.

326

Διέπρησσον. Διήνυον, διετέλουν.

9

.

327

Ὀάρων. Γυν‐ αικῶν. Σφετεράων. Τῶν ἰδίων.

9

.

331

Ἐξελόμην. Ἐξαίρετα ἔλαβον. Δόσκον. Ἐδίδων.

9

.

333

Διὰ παῦρα δασάσκετο. Ὅλα δὲ λαμβάνων, ὀλίγα διένειμε καὶ ἐδίδου.

9

.

335

Ἔμπεδα. Ἑδραῖα, βέ‐ βαια, καὶ ἀσφαλῆ. Πέδον γὰρ, ἡ γῆ.

9

.

336

Θυμαρέα. Τῇ ψυχῇ ἀρέσκουσαν. Παριαύων. Συναναπαυόμενος, συγκαθεύ‐ δων.

9

.

340

Ἦ μοῦνοι φιλέους’ ἀλόχους μερόπων ἀνθρώπων Ἀτρεῖδαι. Δυσκόλου τῆς ἐρωτήσεως οὔσης, αὐτὸς ἐπιφέρεται.

9

.

341

Ἐχέφρων. Συνετὸς, σώφρων.

9

.

342

Τὴν αὐτοῦ φιλέει. Προσυπακουστέον, γαμετήν. Κήδεται. Φροντίζει.

9

.

343

Δουρικτητήν. Δορυάλωτον, αἰχμάλωτον.

9

.

349

Ἔδειμε. Κατεσκεύασεν, ᾠκοδόμη‐ σεν. Ἤλασσε. Κατὰ μῆκος ἔσκαψε, καὶ παρέτεινε τῷ τείχει. Ἐπ’ αὐτῷ. Παρ’ αὐτῷ.

9

.

350

Σκόλοπας. Ἀπο‐ ξυσμένα ξύλα.

9

.

352

Ἴσχειν. Ἐπέ‐ χειν, κωλύειν.

9

.

353

Οὐκ ἐθέλεσκεν. Οὐκ ἠδύνατο. Ὀρνύμεναι. Παρορμᾷν.

9

.

354

Φηγόν. Δρῦν.

9

.

355

Οἶον ἔμι‐ μνεν. Ἅπαξ ἔμεινεν.

9

.

357

ἱρά. Ἱ‐ ερεῖα, θυσίας.

9

.

358

Νηήσας. Σωρεύ‐ σας, πληρώσας. Προερύσσω. Καθελ‐ κύσω.

9

.

360

Ἦρι μάλα. Ὄρθρου πά‐ νυ. Ὅθεν καὶ ἠριγένεια. Ἑλλήσποντον. Ἀντὶ τοῦ, δι’ Ἑλλησπόντου. Ἑλλήσπον‐ τος δέ ἐστιν ἡ ἐν τοῖ στενοῖς θάλασσα,
5παρακειμένη τῇ Τροίᾳ, οὕτως προσαγο‐ ρευθεῖσα ἀπὸ Ἕλλης τῆς Φρύξου ἀδελ‐ φῆς.

9

.

361

Ἐρεσσέμεναι. Ἐρέσσειν, κωπηλατεῖν.

9

.

362

Εὐπλοίην. Εὔπλοι‐ αν, γαλήνην.

9

.

364

Ἔῤῥων. Ἐπὶ φθο‐ ρὰν παραγενόμενος, διὰ τὰ ἐπισυμβαί‐ νοντα.

9

.

366

Πολιόν. Λαμπρόν. Ὀ‐ ξυνθεὶς γὰρ ὁ σίδηρος, λαμπρότερος γί‐ γνεται.

9

.

367

Ἄξομαι. Ἀπαγάγω. Ἅσσα. Ἅτινα. Ἢ, ὅσσα.

9

.

368

Ἐ‐
φυβρίζων ἕλετο. Ἀφείλετο μεθ’ ὕβρε‐ ως.

9

.

370

Ἀμφαδόν. Ἀναφανδὸν, φα‐ νερῶς. Ἐπισκύζωνται. Ὀργίζωνται.

9

.

373

Κύνεός περ ἐών. Καίπερ ἄφρων καὶ ἀναιδὴς ὤν. Εἰς ὦπα ἰδέσθαι. Εἰς ὄψιν ἐλθεῖν.

9

.

375

Ἤλιτεν. Ἥμαρτεν.

9

.

376

Ἐξαπάφοιτο. Ἐξαπατήσοι. Οἱ. Αὐτῷ.

9

.

378

Ἐν καρὸς αἴσῃ. Ἐν μοίρᾳ θανάτου, ὡς θάνατον. περιφραστι‐ κῶς. Τινὲς μετατρέπουσι τὸ α εἰς η. ἵν’ ᾖ, κατὰ κηρός· ἀκούοντες, κατὰ θανάτου.
5Ἢ, ὡς ἔνιοι, ἐν τάξει μισθοφόρου. Πρῶ‐ τοι γὰρ Κάρες ἐπολέμησαν ἐπὶ μισθῷ, καὶ ἔδοξαν εἶναι ἀτιμότατοι.

9

.

381

Πο‐
τινίσσεται. Προσοδεύεται, προσέρχεται. ὅ ἐστιν ἀνάκειται. Θήβας Αἰγυπτίας. Τὰς νῦν καλουμένας Διόσπολιν.

9

.

384

Ἐξοιχνεῦσιν. Ἔξεισιν, ἐξέρχονται.

9

.

385

Ὅσα ψάμαθός τε κόνις τε. Ἀντὶ τοῦ, ἀναρίθμητα, καὶ πολλὰ τῷ πλήθει.

9

.

387

Λώβην. Ὕβριν.

9

.

390

Ἰσοφαρί‐ ζοι. Ἐξισοῖτο, καὶ ἐρίζοι. Τὸ αὐτὸ δέ ἐστιν ἐκ παραλλήλου.

9

.

394

Γαμέσ‐ σεται. Πρὸς γάμον λήψεται.

9

.

395

Ἀν’ Ἑλλάδα τε, Φθίην τε. Ἀρίσταρ‐ χος παρ’ Ὁμήρῳ Θεσσαλίαν μόνην τὴν Ἑλλάδα φησὶν εἶναι, καὶ Ἕλληνας τοὺς Θετταλοὺς, παρακολουθῶν Θουκυδίδῃ.
5Καὶ ἀθετεῖ τὸν στίχον τοῦτον· Ἐγχείῃ δ’ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαίους. Καὶ ἐκεῖ δὲ πάλιν τὴν Θετταλίαν ἀκού‐ ει· Φεῦγον ἔπειτ’ ἀπάνευθε δι’ Ἑλλάδος εὐρυχόροιο.

9

.

396

Ῥύονται. Φυλάττου‐ σι, σώζουσιν.

9

.

398

Ἐπέσσυτο. Ἐφ‐ ορμᾷν θέλει. Ἀγήνωρ. Νῦν ἄγαν ἀν‐ δρεῖος. Ὁτὲ δὲ ὁ αὐθάδης, καὶ ὑπερήφα‐ νος.

9

.

399

Μνηστήν. Εἰς μνηστείαν δοθεῖσαν, νόμιμον. Εἰκυῖαν ἄκοιτιν. Ἐ‐ μοὶ πρέπουσαν γαμετήν.

9

.

400

Γέ‐ ρων. Εἴρηται ἤτοι παρὰ τὸ περὶ τὸ γῆρας εἶναι, ἵν’ ᾖ παρώνυμον τὸ ὄνομα. Ἢ, παρὰ τὸ ἕτοιμον ἤδη εἰς τιμήν. Ἢ,
5ὁ εἰς γῆν ὁρῶν, ὁ ἐγγὺς τοῦ θανάτου.

9

.

404

Λάϊνος. Λίθινος. Οὐδός. Ὁ βαθ‐ μὸς, ἡ φλιά. Ἀφήτορος. Τοῦ Ἀπόλλω‐ νος. Ἤτοι, ὁμοφήτορος, ὁμοίως πᾶσι
προφητεύοντος καὶ μαντευομένου τῷ τε
5πένητι, καὶ τῷ πλουσίῳ. Ἢ, τοξικοῦ. ἀπὸ τῆς τῶν βελῶν ἀφέσεως. Ἐντὸς ἐέργει. Ἔσωθεν αὐτοῦ κατέχει.

9

.

405

Πυθοῖ ἔνι. Πυθὼ, πόλις Φωκίδος. ἧς οἱ οἰκήτορες Δελφοί. Ἔστι δὲ ἱερὰ Ἀπόλ‐ λωνος. Καὶ κέκληται ἤτοι ἀπὸ τοῦ πυν‐ θάνεσθαι τῆς Πυθίας τοὺς μαντευομένους·
5ἢ ἀπὸ τοῦ, τοξευθέντα τὸν τοῦ χρηστη‐ ρίου φύλακα δράκοντα ὑπὸ Ἀπόλλωνος αὐτόθι πυθῆναι, ὅ ἐστι, σαπῆναι. Πε‐ τρηέσσῃ. Πετρώδει, τραχείᾳ.

9

.

406

Ληϊστοί. Οἱ ἐκ λείας, καὶ ληστείας. Ἴφια μῆλα. Ἀπὸ κοινοῦ, ληϊστά.

9

.

407

Ξανθὰ κάρηνα. Πυῤῥά. Λέγει δὲ ἀπὸ μέρους τοὺς ἵππους.

9

.

408

Ληϊστή. Ἐκ λείας λαμβανομένη. κτητή.

9

.

409

Οὔθ’ ἑλετή. Οὔτε πάλιν ληπτή. Ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων. Ἐπεὶ δ’ ἄν, φησιν, ἅπαξ φθάσῃ παρελθεῖν τὸν περίβολον τῶν ὀδόντων. Διὰ γὰρ τοῦ
5στόματος ἔξεισι τὸ ψυχικὸν πνεῦμα.

9

.

410

Ἀργυρόπεζα. Εὔπους, καλή. ἀπὸ μέρους.

9

.

411

Διχθαδίας κῆρας. Δύο μοίρας. Φερέμεν. Φέρειν, ἔχειν. Θα‐ νάτοιο τέλοσδε. Εἰς θάνατον. περιφρα‐ στικῶς.

9

.

413

Κλέος ἄφθιτον. Ἀθά‐ νατος δόξα, καὶ φήμη.

9

.

415

Δηρόν. Ἐπὶ πολὺν χρόνον.

9

.

417

Παραμυθη‐ σαίμην. Παραινέσαιμι.

9

.

418

Δῄετε. Εὑρήσετε. Τέκμωρ. Τέλος.

9

.

419

Μά‐ λα γὰρ ἕθεν. Σφόδρα γὰρ αὐτῆς.

9

.

422

Ἀγγελίην. Πρεσβείαν. Ἀπόφασθε. Ἀπαγγείλατε.

9

.

423

Φράζωνται. Σκέ‐ πτωνται. Μῆτιν. Βουλὴν, γνώμην.

9

.

424

Σόῃ. Σώζῃ.

9

.

425

Ἑτοίμη. Εὔληπτος, φανερὰ, ἕτοιμος. Λέγει δὲ τοῦτο, ὅτι, Ματαία ἐστὶν αὕτη ἡ γνώμη, ἣν ἐποιή‐ σαντο οἱ Ἕλληνες, πέμψαντες ὑμᾶς πρέ‐
5σβεις πρός με, ὡς δυναμένους πεῖσαι.

9

.

426

Ἐφράσσαντο. Ἐλογίσαντο, ἐσκέ‐ ψαντο. Ἀπομηνίσαντος. Σφόδρα ὀργι‐ σθέντος.

9

.

427

Μένων κατά. Κατα‐ μένων.

9

.

429

Ἀνάγκῃ δ’ οὔτι μιν ἄξω. Ἀντὶ τοῦ, οὐκ ἀναγκάσω.

9

.

431

Ἀ‐ γασσάμενοι. Θαυμάσαντες. Ἀπέει‐ πεν. Ἀπηρνήσατο, ἀπεῖπεν.

9

.

433

Ἀ‐ ναπρήσας. Ἀναφυσήσας, ἢ ἀθρόον ἀνα‐ βαλών. Πέρι γὰρ δίε. Περισσῶς γὰρ ἐφοβεῖτο.

9

.

434

Μετὰ φρεσὶ βάλλεαι. Κατὰ νοῦν ἔχεις.

9

.

437

Αὖθι λιποίμην. Ἀπολειφθείην.

9

.

438

Σοὶ δέ μ’ ἔπεμ‐ πεν. Ἀντὶ τοῦ, συνέπεμπέ με σοί.

9

.

440

Ὁμοιΐου πτολέμοιο. Τοῦ ὁμοίως πᾶσι χαλεποῦ.

9

.

441

Ἀγορέων. Δημηγοριῶν, ῥήσεων, ἢ ἐκκλησιῶν. Ἀριπρεπέες. Δια‐ πρέποντες, ἔκδηλοι. Τελέθουσιν. Ὑπάρ‐ χουσι, γίγνονται.

9

.

443

Μύθων τε ῥη‐ τῆρ’ ἔμμεναι. Ἀντὶ τοῦ, διδάσκαλον ἐσόμενον λόγων, ὧν δεῖ λέγειν. Πρηκτῆ‐
ρά τε. Καὶ δραστικὸν ἔργων, ἃ δεῖ
5πράσσειν.

9

.

444

Ὡς ἂν ἔπειτ’ ἀπὸ σεῖο, φίλον τέκος, οὐκ ἐθέλοιμι Λείπε‐ σθαι. Διὸ οὐκ ἀπολειφθήσομαί σου.

9

.

445

Ὑποσταίῃ. Ὑπόσχοιτο.

9

.

446

Ἀποξύσας. Ἀφελών. Νέον ἡβώωντα. Ἀκμάζοντα, σώζοντα.

9

.

448

Νείκεα. Φιλονεικίας, ἀπειλάς. Φεύγων νείκεα πατρὸς Ἀμύντορος. Φοῖνιξ, ὁ Ἀμύντο‐ ρος, ὃς ἐξέπεσε τῆς οἰκίας γῆς διὰ ταύτην
5τὴν αἰτίαν. Τοῦ πατρὸς αὐτοῦ παλλα‐ κίδα μὲν ὀνόματι Κλυτίαν ἀγαπῶντος, Ἱπποδάμειαν δὲ, ἐξ ἧς τὸν Φοίνικα ἔτεκε, στυγοῦντος, δεηθείσης τῆς μητρὸς, τῇ παλλακίδι τοῦ πατρὸς Κλυτίᾳ ἐμίγη.
10Γνοὺς δὲ Ἀμύντωρ, ἐπηράσατο τῷ παιδὶ δυστυχίαν περὶ τέκνων γονήν. Δείσας δὲ Φοῖνιξ τὸν πατέρα, καὶ τὰς ὑπ’ αὐτοῦ γενομένας ἀρὰς, φεύγει πρὸς Πηλέα. Ὃς ὑποδεξάμενος αὐτὸν, διὰ τὴν συγγένειαν,
15δίδωσιν αὐτῷ τὴν Δολοπίαν χώραν· καὶ Ἀχιλλέα τὸν υἱὸν, μικρὸν ὄντα, εἰς ἀνα‐ τροφὴν παραδίδωσιν. Ὀρμενίδαο. Ὀρ‐ μένου παιδός.

9

.

449

Περιχώσατο. Πε‐ ρισσῶς ὠργίσθη.

9

.

450

Ἀτιμάζεσκεν. Ἠτίμαζε.

9

.

452

Προμιγῆναι. Συνελ‐ θεῖν, μιγῆναι. Ἐχθήρειε. Μισήσειεν.

9

.

453

Πιθόμην. Ἐπείσθην. Ὀϊσθείς. Ὑπονοήσας.

9

.

454

Στυγεράς. Μιση‐ τὰς, φρικτάς. Ἐπεκέκλετο. Ἐπεκα‐ λεῖτο. Ἐριννῦς. Καταχθόνιοι δαίμονες, τιμωρητικοὶ τῶν πατρικῶν ἀσεβημάτων.
5ὧν τὰ ὀνόματα, Ἀλεκτὼ, Τισιφόνη, Με‐ γαίρα.

9

.

455

Ἐφέσσεσθαι. Ἐπικα‐ θεσθῆναι.

9

.

456

Γεγαῶτα. Γεγεννη‐ μένον. Θεοὶ δ’ ἐτέλειον ἐπαράς. Ἐπε‐ τέλουν δὲ οἱ θεοὶ τὰς κατάρας αὐτοῦ.

9

.

457

Ζεύς τε καταχθόνιος. Ὁ Πλού‐ των. Καὶ ἐπαινή. Ἐπίφοβος, δεινή. Αἰνὸν γὰρ, τὸ δεινόν. Ἢ, ἣν οὐκ ἄν τις ἐπαινέσειεν· Ἀντίφρασις, ὁ τρόπος. Ἢ,
5ὑπερβολικῶς, ἣν ἄν τις, φησὶν, ἐπαινεῖν παραιτήσαιτο.

9

.

458

Ἐρητύετο. Ἠρε‐ μίᾳ κατείχετο.

9

.

459

Στρωφᾶσθαι. Ἀναστρέφεσθαι. διάγειν.

9

.

460

Ἔται. Ἑταῖροι, πολῖται. Ἀνεψιοί. Ἀδελφῶν υἱοὶ, ὡς Ἀχιλλεὺς, καὶ Αἴας. Ἀδελφιδοὶ δὲ, οἱ ἀδελφῶν παῖδες. ὡς Ὀρέστης
5Μενελάου. Ἀμφὶς ἐόντες. Περὶ ἐμὲ ὄντες, παρόντες.

9

.

462

Ἴφια. Ἰσχυρὰ, εὐτραφῆ. Ἕλικας. Μέλανας, ἢ ἑλικοειδῆ τὰ κέρατα ἔχοντας.

9

.

464

Εὑόμενοι. Φλογιζόμενοι, ὀπτώμενοι. Τανύοντο. Ἐξε‐ τείνοντο.

9

.

465

Κεράμων. Πίθων. Μέ‐ θυ. Οἶνος.

9

.

466

Εἰνάνυχες. Ἐπὶ ἐν‐ νέα νύκτας.

9

.

467

Ἀμειβόμενοι. Ἐξ ἀμοιβῆς φυλάσσοντες. ὅ ἐστιν, ἐκ διαδο‐ χῆς. Ἔσβη. Ἐπαύσατο, ἐσβέσθη.

9

.

468

Αἰθούσῃ. Αἴθουσαι αἱ ὑπὸ τοῦ ἡλίου καταυγαζόμεναι στοαί. Παρὰ τὸ
αἴθεσθαι. Εὐερκέος. Ἀσφαλῆ περίβολον ἐχούσης.

9

.

469

Προδόμῳ. Τῷ προστόῳ τοῦ θαλάμου. Διέχεε τὴν τάξιν. θάλα‐ μος μὲν γὰρ, ὁ ἔσω οἶκος τῆς αὐλῆς· τὸ δὲ πρὸ αὐτοῦ, πρόδομος. Αἴθουσα δὲ πε‐
5ρίστυλον, τοῦτ’ ἔστι, πρὸς ἥλιον τετραμ‐ μένη στοά· παρὰ τὸ αἴθεσθαι, ὅ ἐστι, φλέγεσθαι.

9

.

471

Πυκινῶς. Ἐπιμε‐ λῶς, ἀσφαλῶς.

9

.

472

Ὑπέρθορον. Ὑ‐ περηλάμην, ἐξέφυγον.

9

.

474

Ἑλλάδος. Ἑλλὰς καὶ Φθία, πόλεις τῆς Θετταλίας.

9

.

476

Ἐς Πηλῆα ἄνακτα. Ἀντὶ τοῦ, πρὸς τὸν Πηλέα ἱκέτης παρεγενόμην, καὶ ἱκέτευσα.

9

.

479

Ὤπασε. Παρέσχεν, ἔδωκε.

9

.

480

Ἐσχατιήν. Τὰ ἔσχατα μέρη.

9

.

481

Τοσοῦτον ἔθηκα. Τηλικοῦ‐
τον ἐποίησα. Ἔστι δὲ ποσότης ἀντὶ πη‐ λικότητος. Ἐπιείκελε. Ἐφόμοιε.

9

.

483

Πάσασθαι. Γεύσασθαι.

9

.

485

Ὄψου. Προσοψήματος, προσφαγίου. Ἄσαιμι. Πληρώσαιμι, κορέσαιμι. Προταμών. Ἤτοι, ἀποκόψας. ἢ, τὸ σκληρὸν τῆς τρο‐
5φῆς προκατεργασάμενος.

9

.

486

Κατέ‐ δευσας. Διάβροχον ἐποίησας, κατέ‐ βρεξας.

9

.

487

Ἀποβλύζων. Ἀπεμῶν, ἐκβάλλων. Ὀνοματοποιΐα, ὁ τρόπος. Ἐν νηπιέῃ ἀλεγεινῇ. Ἐν τῇ χαλεπῇ παιδο‐ τροφίᾳ. Ἀλεγεινῇ. Ἀλγεινῇ. Ἐκ τοῦ,
5ποιεῖν ἀλγεῖν τὴν ψυχήν.

9

.

489

Ἐξε‐ τέλειον. Ἔδωκαν.

9

.

492

Δάμασον. Καταπράϋνον.

9

.

493

Νηλεές. Ἀπηνὲς, ἀπότομον. Στρεπτοί. Εὐμετάστρεπτοι, εὐμετάβλητοι, εὔπιστοι. Ἐναντίον τὸ, Στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί· τῷ, Οὐ
5γὰρ αἶψα θεῶν τρέπεται νόος. Λύοιτο δ’ ἂν προσώπῳ· ὅτι τὸ μὲν ὁ Ποιητής φη‐ σιν· ἐκεῖνο δὲ ὁ Φοῖνιξ λέγει, ἐν καιρῷ ὀργιζομένου Ἀχιλλέως, εἰκότως, καὶ τοὺς θεοὺς πείθεσθαι.

9

.

495

Θυέεσσι. Θυ‐ μιάμασι, θυσίαις. Εὐχωλῇς. Εὐχαῖς, εὐχωλαῖς. Ἀγανῇσι. Προσηνέσι, πρά‐ οις.

9

.

496

Παρατρωπῶσι. Περιτρέπου‐ σι, πείθουσιν.

9

.

497

Ὑπερβήῃ. Παρ‐ έλθῃ.

9

.

498

Λιταί. Θεαὶ, οὕτως ἐπι‐
καλούμεναι. Καὶ γάρ τε Λιταί εἰσι Διὸς κοῦραι. Ἀνειδωλοποιεῖ τὰς Λιτὰς ὡς δαίμονάς τινας. Χωλὰς μὲν οὖν αὐτὰς
5κέκληκε, διὰ τὸ βραδέως καὶ μόλις προσ‐ ιέναι, καὶ γονυκλινεῖς λιτανεύειν τούτους, οὓς ἂν προηδικηκότες ὦσι. Ῥυσὰς καὶ διαστρόφους τὰς ὄψεις, ἐπεὶ βαρέως καὶ οὐ γεγηθότι τῷ προσώπῳ, οὐδὲ ὀρθῷ τῷ
10βλέμματι, προσορᾷν δύνανται τοὺς προη‐ δικημένους· παρ’ ὧν αἰτοῦνται συγγνώ‐ μην. Διὸς δὲ θυγατέρας γενεαλογεῖ, ὥστε σεβασμιωτέρας φαίνεσθαι.

9

.

499

Χω‐ λαί. Χωλοποιοί. Ῥυσαί. Ῥυτίδας ἔ‐ χουσαι. Ῥυτίδες δὲ καλοῦνται αἱ ἐπὶ τοῦ μετώπου τοῦ δέρματος συστροφαί.
5Παραβλῶπες. Παρηγμέναι, διάστροφοι τοὺς ὀφθαλμούς. Ἐπειδὴ οἱ ἱκετεύοντες, ὑπὲρ τοῦ ἐλεεινὸν φαίνεσθαι, προσίασιν οἰκτροὶ τὰ σχήματα αὐτῶν καὶ τὰς θέας ἔχοντες.

9

.

500

Μετόπισθ’. Ἐξόπισθεν, ἐξ ὑστέρου. Ἀλέγουσι. Φροντίζουσι. Κιοῦσαι. Ἐλθοῦσαι.

9

.

501

Σθεναρή. Ἰσχυρά. Ἀρτίπος. Ἄρτιος καὶ ὑγιὴς τοῖς ποσίν. ὁλόκληρος. Οὕνεκα. Διότι.

9

.

502

Ὑπεκπροθέει. Ὑπεραίρει, προλαμ‐ βάνει. Φθάνει. Προήκει. προλαμβάνει.

9

.

503

Ἐξακέονται. Ἰῶνται, ἀποθερα‐ πεύσουσι.

9

.

504

Αἰδέσσεται. Αἰδεσθῇ.

9

.

506

Στερεῶς. Ἰσχυρῶς, σκληρῶς. Ἀποείπῃ. Ἀπαρνήσηται, ἀπείπῃ.

9

.

508

Ἀποτίσῃ. Δίκην ἀποδῷ. ὅ ἐστι, τιμω‐ ρίαν.

9

.

510

Ἐπιγνάμπτει. Πραΰνει.

9

.

512

Ἐπιζαφελῶς. Ἐπιμόνως, ηὐξη‐ μένως, ἢ ἐξημμένως. Ἀπὸ τοῦ φλέγω.

9

.

513

Ἀποῤῥίψαντα. Ἀποβαλόντα. Κε‐ λοίμην. Κελεύσοιμι.

9

.

514

Χατέουσι. Χρήζουσι.

9

.

515

Ὑπέστη. Ὑπέσχε‐ το.

9

.

517

Κρινάμενος. Ἐπιλεξάμενος.

9

.

518

Μῦθον ἐλέγξῃς. Διό, φησι, μὴ ἀτιμάσῃς ἡμῶν τὸν ὑπὲρ τῆς ἀξιώσεως λόγον καὶ πρεσβείας.

9

.

519

Μὴ δὲ πό‐ δας. Μηδὲ τὴν ἐνθάδε ἄφιξιν. Πρὶν δ’ οὔτι νεμεσητὸν κεχολῶσθαι. Πρότερον δὲ οὐ μεμπτὸς ὑπῆρχες ὀργιζόμενος.

9

.

520

Τῶν πρόσθεν. Τῶν πρὸ ἡμῶν. Ἐπευ‐ θόμεθα. Ἠκούομεν.

9

.

522

Δωρητοί. Δώροις πειθόμενοι.

9

.

523

Πάλαι. Πρὸ πολλοῦ. Ἐπίῤῥημα χρόνου δηλωτικόν. Οὔτι νέον γε. Οὐ νεωστί.

9

.

524

Ὡς ἦν. Ὡς ἐγένετο.

9

.

525

Κουρῆτες. Ἀ‐ καρνᾶνες, οἱ ἐν Πλευρῶνι πόλει τῆς Αἰ‐ τωλίας οἰκοῦντες. Ὠνομάσθησαν δὲ οὕ‐ τως, παρὰ τὸ μὴ κείρεσθαι τὰς κάρας.
5Αἰτωλοί. Οἱ Καλυδώνιοι. ἐπεὶ καὶ οἱ Κουρῆτες Αἰτωλοὶ ὑπῆρχον, ἐμφυλίου ὄν‐ τος τοῦ πολέμου. Ἡ οὖν Καλυδὼν πρώ‐ τη πόλις τῆς Αἰτωλίας. Κουρῆτές τε μάχοντο, καὶ Αἰτωλοί. Οἰνεὺς, Αἰτω‐
10λίας δυνάστης, τὰς ἀπαρχὰς τῶν ἐτη‐ σίων καρπῶν τοῖς θεοῖς θύων, Ἄρτεμιν μόνην κατέλιπεν. Ἡ δὲ θεὸς ὀργισθεῖ‐ σα, μέγα τοῖς Αἰτωλοῖς συὸς χρῆμα ἔ‐ πεμψεν· ὃς οὐ μόνον τὴν χώραν, ἀλλὰ
15καὶ τοὺς ἐνοικοῦντας διέφθειρε. Καλυ‐ δώνιοι δὲ καὶ Πλευρώνιοι προῆλθον ἐπὶ τοῦτον. Μελέαγρος δὲ ὁ Οἰνέως πρῶτος ἐπιτυχὼν, γέρας τε τοῦ συὸς ἀκροθίνια λαβὼν, τὴν κεφαλὴν καὶ τὸ δέρας Ἀτα‐
20λάντῃ δι’ ἔρωτα δωρεῖται. καὶ αὐτὴ γὰρ συνεξῆλθεν αὐτοῖς ἐπὶ κυνηγίαν. Οἱ δὲ Θεστίου μὲν παῖδες, ἀδελφοὶ δὲ τῆς Μελεάγρου μητρὸς Ἀλθαίας, ὀργίλως ἐπὶ τούτῳ διατεθέντες, ἐπεβούλευον τῷ Με‐
25λεάγρῳ. Ὁ δὲ προγνοὺς, οὓς μὲν ἀπέ‐ κτεινεν, οὓς δὲ εἰς φυγὴν τραπῆναι ἐποί‐ ησε. Διόπερ Πλευρώνιοι τοῖς Καλυδωνίοις ἐπεστράτευον· Μελέαγρος δὲ, κατ’ ἀρ‐ χὰς τῇ μητρὶ μηνιῶν, οὐκ ἐβοήθει τῇ
30πατρίδι. Πορθουμένης δὲ ἤδη τῆς πό‐ λεως, πεισθεὶς ὑπὸ Κλεοπάτρας τῆς γυ‐ ναικὸς, προσελθὼν, οὓς μὲν ἀνεῖλεν, οὓς δὲ ἠνάγκασε διώκων κατὰ κρημνῶν ἐνε‐ χθῆναι. Ἀλθαία δὲ μηνιῶσα τῷ παιδὶ,
35τὴν ὑπὸ Μοιρῶν δεδομένην δᾷδα κατέ‐ φλεξεν. ἦν δὲ πεπρωμένον· ἐκείνης κα‐ τακαείσης, καὶ τὸν Μελέαγρον ἀποθα‐ νεῖν. φθαρέντος δὲ τοῦ παιδὸς, Ἀλθαία μετανοήσασα, ἑαυτὴν ἀναιρεῖ. Μενε‐
40χάρμαι. Ὑπομονητικοὶ ἐν μάχαις. πο‐ λεμικοί.

9

.

526

Ἐνάριζον. Ἐφόνευον.

9

.

530

Θαλύσια. Τὰς ὑπὲρ εὐθαλείας καὶ εὐφορίας τῶν καρπῶν διδομένας θυ‐ σίας, μετὰ τὴν συγκομιδὴν τῶν καρπῶν, τοῖς τε ἄλλοις καὶ τῇ Δήμητρι. Γουνῷ
5ἀλωῆς. Ἐν τῷ γονιμωτάτῳ καὶ καρπί‐ μῳ χωρίῳ τῆς γῆς.

9

.

532

Ἔῤῥεξεν. Ἐτέλεσεν.

9

.

533

Ἢ λάθετ’, ἢ οὐκ ἐνό‐ ησεν. Ἤτοι, ἐννοήσας θῦσαι, ἐπελά‐
θετο. ἢ οὐδ’ ὅλως ἐπενόησεν. Ἀάσσατο δὲ μέγα. Ἐβλάβη δὲ μεγάλως.

9

.

534

Δῖον γένος. Διὸς θυγάτηρ. Ἰοχέαιρα. Βέλεσι χαίρουσα, τοξότις.

9

.

535

Χλού‐ νην. Κατὰ τὸ ἔτυμον, χλοεύνην, τὸν ἐν τῇ χλόῃ εὐναζόμενον. εὐτραφῆ. Ἢ, τὸν ἀφριστήν. Οἱ δὲ, τὸν τομίαν. Ἄλλοι
5δὲ, τὸν ἐπὶ Χλούνῃ, χωρίῳ οὕτως καλου‐ μένῳ, ἐνδιατρίβοντα. Ἀργιόδοντα. Λευ‐ κοὺς ὀδόντας ἔχοντα.

9

.

536

Ἔρδεσκεν. Εἰργάζετο, ἔπραττεν. Ἔθων. Ἐξ ἔθους κατατρέχων, καὶ βλάπτων. Ἀλωήν. Κοινῶς, τὴν καρποφόρον χώραν.

9

.

537

Προθέλυμνα. Πρόῤῥιζα. ἐπάλληλα, καὶ πυκνά.

9

.

538

Ἄνθεσι μήλων. Τοῖς καρ‐ ποῖς.

9

.

540

Θηρήτορας. Κυνηγέτας.

9

.

542

Τόσσος ἔην. Τηλικοῦτος ἦν. Πυ‐ ρῆς ἐπέβησεν. Ἀντὶ τοῦ, πυρὸς ἐπεβί‐ βασεν. ἀνεῖλεν αὐτούς.

9

.

543

Κέλα‐ δον. Ταραχὴν, θόρυβον.

9

.

544

Ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι. Ὡς καὶ τῆς κεφαλῆς τῷ δέρματι προσεχομένης. Ταῦ‐ τα δὲ συνέκειτο δοθῆναι ἀριστεῖα τῷ
5πρώτως βαλόντι τὸν σῦν. Λαβὼν δὲ αὐτὰ ὁ Μελέαγρος, ἐδωρήσατο Ἀτα‐ λάντῃ τῇ Ἰάσου, Ἀρκάδι τὸ γένος. Λο‐ χίσαντες δὲ αὐτὴν οἱ μήτρωες τοῦ Με‐ λεάγρου, ἀφείλοντο τὸ γέρας τῆς κόρης.
10Ἐφ’ ᾧ ὀργισθεὶς ὁ Μελέαγρος, διεχρή‐ σατο αὐτούς. Λυπηθεῖσα δὲ ἐπὶ τοῖς ἀδελφοῖς ἡ Ἀλθαία, ἡ τοῦ Μελεάγρου μήτηρ, κατέφλεξε τὸν ὑπὸ Μοιρῶν αὐτῇ
δοθέντα δαλὸν, ὄντα συνεκτικὸν τῆς Με‐
15λεάγρου ζωῆς, ᾧ συνδιεφθάρη καὶ ὁ Με‐ λέαγρος. Λαχνήεντι. Δασεῖ.

9

.

548

Ἔκτοσθεν. Ἀντὶ τοῦ, ἐκτὸς, ἔξω.

9

.

549

Ἔδυ. Ὑπεισῆλθεν, ἔλασεν.

9

.

550

Οἰ‐ δαίνει. Εἰς ὕψος αἴρεσθαι ποιεῖ, ἐμπί‐ πρησι. Πύκα περ φρονεόντων. Σωφρο‐ νούντων, συνετῶν.

9

.

551

Ἀλθαίῃ. Ἀλ‐ θαία ἡ μήτηρ τοῦ Μελεάγρου. Ἡ δὲ Κλεοπάτρα, Ἴδου, καὶ Μαρπίσσης τῆς Εὐήνου θυγατρὸς, Μελεάγρου δὲ γυνή.

9

.

552

Κεῖτο. Ἀργὸς διετέλει.

9

.

553

Κούρῃ Μαρπίσσης. Καὶ τὰ ἑξῆς. Εὔη‐ νος, Ἄρεος παῖς, βασιλεὺς Αἰτωλίας, ἔ‐ χων θυγατέρα εὐπρεπεστάτην, Μάρπισ‐ σαν τοὔνομα, τοὺς μνηστευομένους αὐτὴν
5προεκαλεῖτο εἰς ἁρματηλασίας ἀγῶνα, λέγων ἐκδώσειν τῷ διαφυγόντι αὐτὸν διώκοντα· τοὺς δὲ ληφθέντας καρατο‐ μῶν, ἐπετίθει τὰς κεφαλὰς ἐπὶ τοῦ τοί‐ χου τῆς οἰκίας, εἰς κατάπληξιν τῶν λοι‐
10πῶν. Πολλῶν τοίνυν ἤδη ἀνῃρημένων, Ἴδας, λόγῳ μὲν Ἀφαρέως υἱὸς, τῇ δὲ ἀληθείᾳ Ποσειδῶνος, τελευταῖος λαβὼν παρὰ τοῦ πατρὸς ἵππους ποδωκεστάτους, ἥρπασε τὴν κόρην, χορεύουσαν ἐν Ἀρτέ‐
15μιδος. Εὔηνος δὲ, ὡς οὐκ ἠδύνατο κατα‐ λαβεῖν, ἀποσφάξας τοὺς ἵππους οὓς εἶ‐ χεν, ἑαυτὸν ἔῤῥιψεν εἰς τὸν Λυκόρμαν ποταμόν· ὃς ἀπ’ αὐτοῦ Εὔηνος προσηγο‐ ρεύθη. Διαπεφευγότι δὲ τῷ Ἴδᾳ τὸν
20κίνδυνον, Ἀπόλλων ἠναντιοῦτο περὶ τῆς κόρης, βουλόμενος ἀφαρπάζειν αὐτήν. Προϊόντων δὲ αὐτῶν εἰς μάχην, Ζεὺς
πέμψας Ἑρμῆν, ἐπέτρεψε τῇ κόρῃ ἑλέ‐ σθαι ὃν ἂν βούληται. Ἡ δὲ εἵλετο τὸν
25Ἴδαν, εὐλαβηθεῖσα μὴ γηράσασαν αὐτὴν ἀπολίπῃ Ἀπόλλων. Εὐηνίνης. Τῆς Εὐή‐ νου θυγατρός.

9

.

554

Ἴδεώ τε. Τοῦ Ἴ‐ δου τοῦ Ἀφαρέως παιδός.

9

.

556

Καλ‐ λισφύρου. Εὐπρεποῦς, καλῆς. ἀπὸ μέ‐ ρους.

9

.

558

Ἀλκυόνην καλέεσκον. Κύηξ ὁ Φωσφόρου τοῦ ἀστέρος, γήμας Ἀλκυό‐ νην τὴν Αἰόλου, μέγα φρονήσας ἐφ’ ἑαυ‐ τῷ, θεὸς ἐβούλετο νομίζεσθαι. Διόπερ
5ἥτε γαμετὴ διαπαντὸς αὐτὸν ἐκάλει Διὰ, κἀκεῖνος Ἥραν τὴν γυναῖκα. Ζεὺς δὲ, ἀγανακτήσας, μετέβαλεν αὐτοὺς εἰς ὄρ‐ νεα χωρὶς ἀλλήλων βιοῦντα. Ἐκλήθη δὲ, ἡ μὲν, Ἀλκυόνη, ὁ δὲ, Κύηξ. Παρὰ
10δὲ τοῖς αἰγιαλοῖς, τῆς Ἀλκυόνος τικτού‐ σης, συμβαίνει, ἐπελθόντα τὰ κύματα τὰ ἔγγονα αὐτῆς κατασύρειν. Ζεὺς δὲ, θεασάμενος αὐτὴν κλαίουσαν, κατελεή‐ σας, ἐπέταξε τοῖς ἀνέμοις, καθ’ ὃν ἂν
15καιρὸν ἣ ἀλκυόνη τίκτει, μὴ πνεῖν, μέ‐ χρι τεσσαρεσκαίδεκα ἡμερῶν τοῦ χει‐ μῶνος αὐξανομένου. Εἴρηται δὲ ἀλκυὼν παρὰ τὸ ἐν ἁλὶ κύειν. Οἱ οὖν γονεῖς ἀπὸ τῶν αὐτῇ συμβεβηκότων οὕτως ἐκάλουν
20αὐτὴν τὴν Κλεοπάτραν. ὡς, Μεγαπέν‐ θην, καὶ, Εὐρυσάκην, καὶ Νεοπτόλεμον. Ἔκλαιεν οὖν τὸν ἄνδρα Ἴδαν, ὅτε αὐτὴν ἥρπασεν Ἀπόλλων. Ἐπώνυμον. Ἀντὶ τοῦ, φερώνυμον, καὶ ἀπὸ συμβεβηκότος
25οἰκείως κείμενον. Τὴν Κλεοπάτραν οὖν, φησι, φερωνύμως καὶ Ἀλκυόνην ἐκάλουν, διὰ τὸ τὴν μητέρα Μάρπισσαν δίκην Ἀλκυόνος κλαῦσαι, ὅτε ἀφῃρεῖτο αὐτὴν Ἀπόλλων.

9

.

559

Πολυπενθέος. Ἐπι‐ πολὺ πενθούσης. Οἶτον. Μόρον, συμφο‐ ράν.

9

.

561

Παρκατέλεκτο. Παρέκειτο.
Πέσσων. Πεπαίνων, παρηγορῶν, ἢ, συν‐ έχων.

9

.

562

Ἐξ ἀρέων μητρὸς κεχολω‐ μένος. Διὰ τὰς τῆς μητρὸς κατάρας ὠργισμένος.

9

.

563

Ἀχέουσα. Λυπου‐ μένη. Κασιγνήτοιο φόνοιο. Διὰ τὸν φό‐ νον τῶν ἀδελφῶν. Ἀπέκτεινε μὲν γὰρ Μελέαγρος τοὺς μήτρωας. Ἢ ἀντὶ τοῦ,
5ὑπὲρ κασιγνητικοῦ φόνου. οὐ γὰρ εἷς ἦν ὁ ἀνῃρημένος τῆς Ἀλθαίας ἀδελφὸς, ἀλ‐ λὰ πλείους, Ἴφικλος, Πολυφάντης, Φά‐ νης, Εὐρύπυλος, Πλήξιππος.

9

.

564

Πο‐ λυφόρβην. Πολλοὺς τρέφουσαν. Ὅθεν καὶ ἱπποφόρβια καλεῖται τὰ ἵππους τρέ‐ φοντα χωρία. Χερσὶν ἀλοία. Ταῖς χερ‐
5σὶν ἔτυπτεν. Ὅθεν καὶ πατραλοίας, ὁ τὸν πατέρα τύπτων. Εὔχονται δὲ οἱ ἥ‐ ρωες, τοῖς μὲν οὐρανίοις θεοῖς ἄνω τὰς χεῖρας ἀνίσχοντες· Μεγάλ’ εὐχετόωντο ἕκαστος. τοῖς δὲ θαλασσίοις· Πολλὰ δὲ
10μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς. εἰς θάλασσαν δηλονότι. τοῖς καταχθονίοις δὲ κόπτοντες τὴν γῆν, ὡς ἐνθάδε φησί.

9

.

565

Κικλήσκουσα. Ἐπικαλουμένη. Ἐ‐ παινήν. Φοβεράν.

9

.

566

Πρόχνυ. Εἰς γόνατα. Δεύοντο. Ἐβρέχοντο.

9

.

567

Ἠεροφοῖτις Ἐριννύς. Ἐκ τοῦ σκότους ἐρχομένη, ἀόρατος. Εἴρηται δὲ Ἐριννὺς, ἤτοι παρὰ τὸ ἐν τῇ ἔρᾳ ναίειν καὶ οἰκεῖν, ὅ ἐστι τῇ γῇ. καταχθονία γὰρ ἡ δαί‐
5μων. ἢ οἱονεὶ ἀρανύς τις οὖσα, καὶ τὰ αἴσια ἀνύουσα καὶ ἐκτελοῦσα.

9

.

568

Ἐξ Ἐρέβευσφιν. Ἐκ τοῦ σκότους. Ἀ‐
μείλιχον. Ἀπηνὲς, σκληρόν.

9

.

573

Πιότατον. Λιπαρώτατον, εὐγειότατον.

9

.

575

Πεντηκοντόγυον. Πεντήκοντα γυι‐ ῶν. ὅ ἐστι πλέθρων. Γυίης γὰρ μέτρον γῆς. Οἱ δὲ, πεντήκοντα ζευγῶν. Οἰνο‐ πέδοιο. Ἀμπελοφύτου χωρίου.

9

.

576

Ψι‐ λὴν ἄροσιν. Τὴν ἄδενδρον χώραν, τὴν πρὸς τὸ σπείρεσθαι ἐπιτηδείαν. Ταμέ‐ σθαι. Ἀποτεμεῖσθαι. εἰς τιμὴν λαβεῖν.

9

.

578

Ἐπεμβεβαώς. Ἐπιβεβηκώς.

9

.

579

Σείων. Τινάσσων, κινῶν. Κολλητὰς σα‐ νίδας. Περιφραστικῶς, τὰς θύρας. Ἀ‐ πὸ τοῦ καλῶς συνηρμόσθαι. Γουνούμε‐ νος. Ἱκετεύων.

9

.

580

Κασίγνηται. Ἀδελφαί.

9

.

582

Κεδνότατοι. Κηδε‐ μονικώτατοι, προσφιλέστατοι.

9

.

584

Πύ‐
κα. Συνεχῶς, πυκνῶς, ἢ ἐπιμελῶς.

9

.

585

Ἐνέπρηθον. Ἐνεπύριζον, ἔκαιον.

9

.

588

Κήδε’. Τὸ τέλειον, κήδεα, ὅ ἐστι, κακά. Ἁλῴη. Ληφθείη, πορθηθείη.

9

.

589

Ἀ‐ μαθύνει. Κατὰ μικρὸν δαπανᾷ. ὅ ἐστιν, ἄμαθον καὶ κόνιν ποιεῖ.

9

.

591

Ὠρίνε‐ το. Ἀντὶ τοῦ, ὠρίνθη, διεταράχθη. Κακὰ ἔργα. Τὰ πολέμιά φησι κακὰ ἔργα.

9

.

592

Βῆ δ’ ἰέναι. Ἐφορμήσας ἐπῆλθεν.

9

.

594

Εἴξας ᾧ θυμῷ. Νικη‐ θεὶς ὑπὸ ἰδίας ἐπιθυμίας.

9

.

597

Φίλος. Φίλε. Ἀττικῶς. Κάκιον. Ἀντὶ τοῦ, κακόν.

9

.

600

Φθισήνορα. Τὸν φθαρ‐ τικὸν τῶν ἀνδρῶν. Δύῃς. Κατέλθῃς.

9

.

601

Τιμῆς ἔσεαι. Τιμηθήσῃ, ἢ τίμιος ἔσῃ. Ἀλαλκών. Βοηθήσας, ἐπαμύνας.

9

.

603

Ἄττα. Τροφέ. Θετταλῶν ἡ φω‐ νή. Καὶ ἔστι προσφώνησις νεωτέρου πρὸς πρεσβύτερον. Τοῦτο δὲ ὑπερβιβάσαντες, τέττα λέγουσιν, ὅ ἐστιν, ἑταῖρε. Οὔτοι
5με ταύτης Χρεὼ τιμῆς. Οὐ χρείαν ἔχω τῆς τε τῶν Ἑλλήνων καὶ τῆς Ἀγαμέ‐ μνονος τιμῆς. Καὶ ἔστι σολοικισμὸς παρὰ τὰς πτώσεις.

9

.

604

Φρονέω. Φρονῶ, βουλεύομαι. Διὸς αἴσῃ. Τῇ τοῦ Διὸς βουλήσει.

9

.

605

Ἀϋτμή. Ἀναπνοὴ, ζωή.

9

.

606

Ὀρώρῃ. Κινεῖται.

9

.

608

Σύγχει. Τάραττε, λύπει. Ἀχεύων. Λυπούμενος.

9

.

610

Ἀπέχθηαι. Ἐχθρὸς γενήσῃ.

9

.

611

Κήδειν. Λυπεῖν, βλά‐ πτειν.

9

.

612

Ἶσον. Ὁμοίως. Μείρεο. Μερίζου.

9

.

613

Οὗτοι δ’ ἀγγελέουσι. Διατί τὸν Φοίνικα οὐκ ἀπολύει ὁ Ἀχιλ‐ λεύς; Ὅτι γνοὺς, παρακεκλῆσθαι αὐτὸν ἡγήσασθαι τῇ πρεσβείᾳ, ἐφοβήθη μὴ
5μετὰ μείζονος δεήσεως πάλιν ἐκπεμφθῇ, καὶ δὶς ἀτιμάζειν ἀνάγκην ἕξῃ. Οἱ δὲ ὡς ὁμολογούμενον αὐτὸ λαμβάνουσιν, ὅτι ὡς τροφέα αὐτὸν κατέχει. Λέξεο. Κα‐ τακλίθητι.

9

.

614

Μαλακῇ. Ἁπαλῇ.

9

.

615

Ἐφ’ ἡμέτερα. Ἀντὶ τοῦ, εἰς τὰ ἡμέτερα.

9

.

617

Στορέσαι. Στρῶσαι. Πυκινόν. Πυκνὸν ἱμάτιον.

9

.

618

Με‐ δοίατο. Πρόνοιαν ποιήσαιντο, φροντίσαιεν.

9

.

621

Μύθοιο τελευτή. Τὸ τέλος τοῦ λόγου.

9

.

622

Κρανέεσθαι. Τέλος λήψε‐ σθαι, τελειωθήσεσθαι.

9

.

626

Μετα‐ τρέπεται. Ἐπιστροφὴν ποιεῖται, φροντί‐ ζει.

9

.

628

Νηλής. Ἀνηλεὴς, σκλη‐ ρός.

9

.

629

Ποινήν. Ἀντέκτισιν, τι‐
μωρίαν ἔλαβε τὶς ὑπὲρ ἀδελφικοῦ φόνου.

9

.

632

Ἄλληκτον. Ἀκατάπαυστον, ἀ‐ θεράπευτον.

9

.

633

Εἵνεκα κούρης Οἴης. Ἤτοι, ὁποίας. εἰρωνικῶς. Ἢ, μιᾶς κό‐ ρης.

9

.

635

Ἐπὶ τῇσι. Πρὸς ταύταις. Ἵλαον. Ἵλεων. εὐμενῆ. Ἔνθεο. Ποί‐ ησον.

9

.

636

Αἴδεσσαι. Αἰδέσθητι. Μέ‐ λαθρον. Συνεκδοχικῶς, οἰκίαν. Ὑπωρό‐ φιοι. Ὑπὸ τὴν αὐτὴν στέγην.

9

.

638

Κήδιστοι. Οἰκειότατοι, φροντιστικώτα‐ τοι.

9

.

641

Πάντα τι μοὶ κατὰ θυμὸν ἐείσω. Ἅπαντά μοι καθηκόντως ἔδοξας εἰρηκέναι.

9

.

642

Οἰδάνεται. Πληροῦ‐ ται ὑπὸ ὀργῆς. Ἐκ μεταφορᾶς τῆς φλεγ‐ μονῆς, ἢ καλεῖται οἴδημα.

9

.

643

Ἀσύ‐ φηλον. Ἀδόκιμον, ἀμαθῆ. Οἱ δὲ ἀντὶ τοῦ, ἀσυφήλως, ὅ ἐστιν, ὑβριστικῶς.

9

.

644

Ἀτίμητον. Ἄτιμον, ἢ τὸν ἐν τι‐
μήματι πολιτείας οὐ συναριθμούμενον. Τιμητικοὶ γὰρ ἐκαλοῦντο οἱ ἐν ταῖς πο‐ λιτείαις. Μετανάστην. Μέτοικον, φυ‐
5γάδα.

9

.

645

Ἀπόφασθε. Ἀπαγγεί‐ λατε.

9

.

646

Μεδήσομαι. Πρόνοιαν ποι‐ ήσομαι.

9

.

649

Κατά τε σμύξαι. Κα‐ τακαῦσαι.

9

.

651

Σχήσεσθαι. Ἀπο‐ σχεθῆναι.

9

.

657

Κώεα. Κώδια. ὅ ἐστι προβάτων δέρματα. Καὶ εἴρηται ἀπὸ τοῦ ἐγκεῖσθαι. ὅ ἐστιν, ἐγκοιμᾶσθαι. Ῥῆγος. Τὸ βεβαμμένον ἱμάτιον. Καὶ
5ῥηγεῖς, οἱ βαφεῖς. Λίνοιό τε λεπτὸν ἄ‐ ωτον. Περιφραστικῶς, λινοῦν περιβόλαι‐ ον.

9

.

659

Μυχῷ κλισίης. Ἐν τῷ ἐνδο‐ τάτῳ τόπῳ τῆς σκηνῆς.

9

.

660

Παρ‐ κατέλεκτο. Παρεκοιμήθη, παρεκλίθη.
Λεσβόθεν. Λέσβος, νῆσος, πλησίον Ἀ‐ σίας.

9

.

664

Σκῦρον. Σκῦρος, πόλις τῆς νῦν μὲν Φρυγίας, πρότερον δὲ Κιλικίας. Ἔστι καὶ νῆσος τῶν Κυκλάδων. ἣν, οὐ πορθήσας, ἀλλ’ εἰρηνικῶς καταδραμὼν,
5ἐλαφυραγώγησεν. Αἰπεῖαν. Ὑψηλήν. Ἐνυῆος πτολίεθρον. Ὑπὸ Ἐνυέος βασι‐ λευθεῖσαν. Ἦν δὲ οὗτος υἱὸς Διονύσου.

9

.

666

Κυπέλλοις. Ποτηρίοις. Παρὰ τὴν κοιλότητα.

9

.

667

Ἀνασταδόν. Ἀνα‐ στάντες.

9

.

669

Πολύαινε. Πολλοῦ ἐπ‐ αίνου ἄξιε.

9

.

671

Ἀπέειπεν. Ἀπη‐ γόρευσε.

9

.

674

Σβέσαι. Καταπαῦσαι. Ἡ μεταφορὰ ἀπὸ τοῦ πυρός.

9

.

675

Πιμπλάνεται μένεος. Πληροῦται ὀργῆς. Σὲ δ’ ἀναίνεται. Σὲ δὲ παραιτεῖται ἐκ‐ φαυλίζων. Οὐ παραπρεσβεύει δὲ Ὀδυσ‐ σεύς· ἀλλ’ ἃ πρὸς αὐτὸν εἶπεν ὁ Ἀχιλ‐
5λεὺς, ταῦτα ἀναγγέλλει. Ζητεῖται δὲ, διατί καὶ τὴν πρὸς Αἴαντα Ἀχιλλέως ἀπόκρισιν Ὀδυσσεὺς οὐ λέγει. Ῥητέον οὖν, ὅτι σκληρῶς αὐτῷ ἀπεκρίνατο. Λε‐ κτέον δὲ καὶ πρὸς τοὺς ζητοῦντας, τίνος
10ἕνεκεν ἄλλοι τινὲς οὐκ ἐπρέσβευσαν, ἀλλ’ οὗτοι· ὡς, Οἰκειότεροι τῶν ἄλλων καὶ φρονιμώτεροι, καὶ ἱκανοὶ τὸ δυσπειθὲς ἴσως πεῖσαι τοῦ ἥρωος.

9

.

678

Ἠπεί‐ λησε. Διωρίσατο. εἶπε.

9

.

681

Δήετον. Εὑρήσετε. ἐξ οὗ τινὲς καὶ τὴν Δήμητρα Δηὼ λέγουσι. διὰ τὸ τοὺς ἐντυγχάνοντας αὐτῇ ζητούσῃ τὴν θυγατέρα λέγειν δῄεις,
5ὅ ἐστιν εὑρήσεις.

9

.

683

Χεῖρα ἑὴν ὑ‐ περέσχεν. Ὑπερασπίζει αὐτῆς.

9

.

685

Αἴας, καὶ κήρυκε δύω. Θέλων, τὸν Ἀ‐ γαμέμνονα σκέψασθαι περὶ τῶν πρακτέ‐ ων, ἐνεχείρησε τὸν Αἴαντα σιωπᾷν.

9

.

691

Τετιηότες. Τετιμωρημένοι.

9

.

694

Μὴ ὄφελες. Ἀντὶ τοῦ, μὴ ὤφειλες. Ἀεὶ δὲ ἀντιστασιώτης τοῦ Ἀχιλλέως ὁ Διομήδης εὑρίσκεται.

9

.

695

Ἀγήνωρ. Ἄγαν αὐθάδης, καὶ ὑπερόπτης, ὑβριστής. Ἢ, ὁ ἀγαπῶν τὴν ἠνορέην, ἤγουν τὴν ἀν‐ δρείαν.

9

.

696

Ἀγηνορίῃσιν ἐνῆκας. Αὐ‐ θάδη νῦν ἐποίησας αὐτὸν πλέον, καὶ ὑ‐ περήφανον.

9

.

697

Ἴῃσιν. Ἀπέλθῃ.

9

.

698

Ἤ κε μένῃ. Ἐὰν μένῃ. Τότε δ’ αὖτε μαχήσεται. Εἰκὸς, Αἴαντος αὐτῷ νεύσαντος, ὅτι μένει δευτερεύοντα προσ‐ θεῖναι αὐτά.

9

.

701

Τεταρπόμενοι. Εἰς τέρψιν ἐληλυθότες, κεκορεσμένοι.

9

.

702

Τὸ γὰρ, μένος ἐστὶ καὶ ἀλκή. Τοῦτο γὰρ δυνάμεώς ἐστιν.

9

.

709

Ὕπνου δῶρον. Ἀνάπαυσιν τοῦ ὕπνου. περιφρα‐
στικῶς.

10

.

1

Παναχαιῶν. Πάντων τῶν Ἑλλή‐ νων.

10

.

2

Παννύχιοι. Νῦν τὸ, παννύ‐ χιοι, οὐ σημαίνει τὸ δι’ ὅλης νυκτὸς, ἀλλὰ, τὸ πλεῖστον μέρος τῆς νυκτός. Μαλακῷ. Προσηνεῖ, ἡδεῖ. Δεδμημένοι.
5Κατεχόμενοι.

10

.

4

Ἔχε. Κατεῖχεν. Ὁρ‐ μαίνοντα. Ἐν νῷ ἔχοντα, βουλευόμενον.

10

.

6

Τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον. Τῷ, πολὺν, ἐπήνεγκε τὸ ἀθέσφατον, αὐξήσεως χάριν. Ἔνιοι δὲ, στίζοντες μετὰ τὸν ὄμβρον, ἀπὸ ἄλλης ἀρχῆς ἀνα‐
5γινώσκουσιν, ἵν’ ᾖ πολλὴν χάλαζαν.

10

.

7

Ἐπάλυνεν. Ἐλεύκανεν. ὡς παλὴ κατα‐ πασθεῖσα. Οὕτως γὰρ ὀξυτόνως καλεῖ‐ ται τὸ ἐκπασσόμενον λεπτομερέστατον τοῦ ἀλεύρου.

10

.

8

Ποθί. Δή. Πτολέ‐ μοιο μέγα στόμα. Ἤτοι μεταφορικῶς, τὴν ἀρχὴν τοῦ πολέμου. Ἢ περιφραστι‐ κῶς, ὅλον αὐτόν. διότι πάντων δαπανητι‐
5κός. Πευκεδανοῖο. Πικροῦ, ὀλεθρίου. Ἀπὸ τῆς πεύκης ἡ μεταφορά. Καὶ γὰρ ἡ πεύκη κοπεῖσα, οὐκ ἀνίησι βλαστούς. καὶ τὸ δάκρυον αὐτῆς πικρότερόν ἐστιν ἢ πίσσα.

10

.

9

Πυκινά. Πυκνῶς, συνεχῶς.

10

.

10

Νειόθεν. Ἐκ βάθους. κάτωθεν. Κραδίης. Ψυχῆς.

10

.

11

Ἀθρήσειεν. Ἀ‐ πίδοι.

10

.

12

Θαύμαζε πυρὰ πολλά. Πῶς φησιν ὁ Ἀγαμέμνων, ἐντὸς τοῦ τείχους ὑπάρχων, ἐθαύμαζε τὰ πυρὰ, τὴν ἀρχὴν μὴ δὲ βλέπων αὐτὰ διὰ τοῦ
5τείχους; Καὶ ῥητέον, ὅτι ὡς βασιλεὺς ὑψηλὴν εἶχε σκηνὴν, ἵν’ εὐχερῶς δύνηται πάντα θεωρεῖν.

10

.

13

Αὐλῶν συρίγγων τ’ ἐνοπήν. Ἦχον. Προσληπτέον, τὸ, ἀκού‐ ων. Ἐσημειώσατο δὲ διὰ τοῦ ἤχου, ὅτι παρὰ τοῖς βαρβάροις ἐγιγνώσκετο τὰ ὄρ‐
5γανα ταῦτα. Ὅμαδόν τ’ ἀνθρώπων. Καὶ ἐνταῦθα σκώπτει τὸ θορυβῶδες τῶν βαρβάρων.

10

.

15

Προθελύμνους. Ἐπ’ ἀλλήλους. Ἢ, προῤῥίζους. Θέλυμνα δὲ κυρίως, οἱ θεμέλιοι.

10

.

16

Ὑψόθ’ ἐόντι Διΐ. Λείπει τὸ, ἀποδυρόμενος. Κυδάλι‐ μον. Συνετὸν, ἔνδοξον.

10

.

18

Νέστορ’ ἐπὶ πρῶτον. Πρῶτον ἐπὶ τὸν Νέστορα.

10

.

19

Συμμῆτιν. Συμβουλήν. Ἀμύμονα. Ἀγαθήν. Τεκτῄναιτο. Συγκατασκευά‐ σοι, ὑπόθοιτο.

10

.

20

Ἀλεξίκακος. Ἀπο‐ τρεπτικὸς τῶν κακῶν.

10

.

22

Πέδιλα. Τὰ ὑποδήματα. Παρὰ τὸ, τοῖς ποσὶν εἱλεῖσθαι.

10

.

23

Δαφοινόν. Ἀντὶ τοῦ, δαφοινοῦ. φονευτικοῦ. Κατὰ ἀναφορὰν
τὴν ἐπὶ τὸ ζῶον. ὡς ἐπὶ ζῶντα γὰρ τὸν λέοντα τὴν ἀναφορὰν ἔχει τὸ ἐπίθετον.
5Ἑέσσατο. Περιέθετο. ἠμφιέσατο.

10

.

24

Αἴθωνος. Τοῦ θερμοῦ καὶ διαπύρου τὴν φύσιν. Ποδηνεκές. Μέχρι ποδῶν διῆκον. μέγα.

10

.

26

Ὕπνος ἐπὶ βλεφάροισιν ἐφί‐ ζανεν. Ὁ ὕπνος ἐν τοῖς βλεφάροις κατε‐ λάμβανε.

10

.

27

Τοὶ δὴ ἕθεν εἵνεκα. Οἵτινες ἕνεκα αὐτοῦ ἦλθον. Πουλὺν ἐφ’ ὑγρήν. Ἐπὶ πολλὴν θάλασσαν. Ἀττικῶς.

10

.

28

Ὁρμαίνοντες. Ἐνθυμούμενοι, ὁρμὴν ἔ‐ χοντες.

10

.

30

Στεφάνην. Περικεφαλαίαν.

10

.

31

Παχείῃ. Ἰσχυρᾷ.

10

.

33

Δήμῳ. Τῷ ἀθροίσματι τῶν Ἑλλήνων.

10

.

34

Ἀμφ’ ὤμοισι τιθήμενον. Περὶ τοῖς ὤ‐ μοις θέμενον.

10

.

35

Νηῒ παρὰ πρύμνῃ. Παρὰ τῇ τῆς νεὼς πρύμνῃ. Ἀσπάσιος. Εὐκταῖος, ἡδύς.

10

.

37

Ἠθεῖε. Ἠθικὴ προσφώνησις νεωτέρου πρὸς πρεσβύτερον.

10

.

38

Ἐπίσκοπον. Κατάσκοπον.

10

.

39

Δείδω. Δέδοικα, φοβοῦμαι.

10

.

40

Σκο‐ πιαζέμεν. Σκοπεῖν.

10

.

41

Νύκτα δι’ ἀμβροσίην. Ἀνὰ τὴν νύκτα, ἐν ᾗ οἱ βροτοὶ οὐ προΐασιν. Ὅθεν καὶ ἀβρότη ἡ
νύξ. Θρασυκάρδιος. Εὔτολμος.

10

.

43

χρεὼ βουλῆς ἐμὲ καὶ σέ. Χρεία συμ‐ βουλῆς ἐμοὶ καὶ σοί. Ἔστι δὲ σολοι‐ κισμὸς παρὰ τὰς πτώσεις. ἀντὶ τοῦ, ἐμοὶ καὶ σοί.

10

.

44

Κερδαλέης. Συνε‐ τῆς, ὠφελίμου, ἢ πανούργου. Παρὰ τὴν κερδὼ, ἤγουν τὴν ἀλώπεκα. Ἐρύσσεται. Ῥύσεται, φυλάξει.

10

.

45

Ἐπεὶ Διὸς ἐτράπετο φρήν. Ἐπεὶ ὁ Ζεὺς μετετέθη τῇ γνώμῃ, καὶ τοῖς Τρωσὶ βοηθεῖ, πλέον δὲ ταῖς τοῦ Ἕκτορος ἐθεραπεύθη θυσίαις.

10

.

47

Αὐδήσαντος. Εἰπόντος.

10

.

48

Μέρ‐ μερα. Μερίμνης ἄξια, χαλεπά. Ἐν ἤματι. Ἐν μιᾷ ἡμέρᾳ. Μητίσασθαι. Ἐργάσασθαι νῦν.

10

.

50

Οὔτε θεᾶς υἱός. Προσληπτέον, τὸ, ὤν.

10

.

52

Δηθά τε καὶ δολιχόν. Ἐπὶ πολὺν καὶ μακρὸν χρόνον. Μήσατο. Εἰργάσατο.

10

.

54

Ῥίμφα. Ταχέως. Ἐπὶ νῆας. Ἐπὶ τὰς ἐκείνων ναῦς.

10

.

55

Ὀτρυνέω. Διὰ παρα‐ κλήσεως παρορμῶ.

10

.

56

Ἱερὸν τέλος. Ἤτοι μέγα, ἢ ἀπηλλαγμένον τῶν λοι‐ πῶν ἔργων. Τέλος δὲ καὶ τὸ τάγμα. Σημαίνει πολλὰ ἡ λέξις. ποτὲ μὲν γὰρ
5τὸ τάγμα, ὡς ἐνταῦθα. ποτὲ δὲ τὸ τοῦ συμπεπληρωμένου πράγματος ἢ ἔργου τέ‐ λος. ποτὲ δὲ τὴν ἐκ τῶν ἐπεισαγομένων ὠνίων φοιτῶσαν ταῖς πόλεσι πρόσοδον. ποτὲ δὲ τὰς ἀρχὰς καὶ τὰ ἀξιώματα,
10ὡς ἔνεστιν εὑρεῖν παρά τε Θουκυδίδῃ, καὶ Ξενοφῶντι. ποτὲ δὲ τὸ δαπάνημα. [ὡς Εὐριπίδης ἐν Πολυείδῳ· Μάτην γὰρ οἴκῳ σὸν τόδ’ ἐκκαίει τέλος. καὶ Δημο‐ σθένης ἐν τοῖς Φιλιππικοῖς· Χερόνησον δὲ
15ἐν τοῖς αὐτοῦ τέλεσι διορύξει. ποτὲ δὲ τὴν ἑορτὴν, ὡς Εὐριπίδης ἐν Μηδείᾳ·
Σεμνὴν ἑορτὴν καὶ τέλος προσάψομαι.]

10

.

57

Πυθοίατο. Πεισθεῖεν. Τοῖο γάρ. Τούτου γάρ.

10

.

58

Σημαίνει. Προστάσ‐ σει, ἄρχει.

10

.

59

Ἐπετράπομεν. Ἐπε‐ τρέψαμεν. ἐξουσίαν δεδώκαμεν.

10

.

62

Δεδεγμένος. Περιμένων.

10

.

63

Μετά ς’ αὖτις. Ἐπὶ σὲ πάλιν εὐθέως ἔλθω. Ἐπὴν εὖ τοῖς ἐπιτείλω. Ἐπειδ’ ἂν αὐ‐ τοῖς καλῶς προστάξω.

10

.

65

Ἀβροτάξο‐ μεν. Διαμαρτήσομεν, ἀλλήλων ἀποτύ‐ χομεν. ὃ τινὲς διαμφοδίσαι φασίν.

10

.

67

Ἧι κεν ἴησθα. Ἐὰν πορευθῇς. Ἐγρή‐ γορθαι. Ἐγρηγορέναι. Ἄνωχθι. Κέ‐ λευε.

10

.

68

Πατρόθεν ἐκ γενεῆς. Ἐκ πατρῴου γένους. ἢ, ἀπὸ προγόνων.

10

.

69

Μὴ δὲ μεγαλίζεο θυμῷ. Μὴ δὲ ἐπαίρου τῇ διανοίᾳ δι’ ὑπερηφανίαν.

10

.

70

Πο‐ νεώμεθα. Κακοπαθῶμεν, ἐνεργῶμεν.

10

.

71

Ἐπιγεινομένοισι. Γεννωμένοις. Ἵει. Ἔπεμπε. Κακότητα. Κακοπάθειαν, δυ‐ στυχίαν, βλάβην.

10

.

75

Ἔντεα. Ὅ‐ πλα. Παρὰ τὸ, ἐντὸς αὐτῶν εἶναι τὸν φοροῦντα.

10

.

79

Ἐπεὶ οὔ μιν ἐπέτρεπε γήραϊ λυγρῷ. Ἐπεὶ ἡ πολλὴ αὐτοῦ προ‐ θυμία οὐδὲ τῷ γήρᾳ ἄνεσιν ἐδίδου. τοῦτ’ ἔστιν, οὐδὲ ὑπὸ τοῦ γήρως ἐνικᾶτο.

10

.

81

Ἐξερεείνετο. Ἀνηρώτα.

10

.

83

Ὀρφναί‐ ην. Σκοτεινήν.

10

.

84

Οὐρήων. Ἡμιό‐ νων. νῦν δὲ, φυλάκων.

10

.

89

Ζεὺς ἐνέηκε πόνοισι διαμπερές. Ὁ Ζεὺς τῇ κακοπα‐
θείᾳ ἐνέβαλε μέχρι τέλους. Εἰσόκ’ ἀϋτ‐ μή. Ἕως οὗ ἡ πνοὴ, ὅ ἐστιν, ἡ ζωὴ, καὶ
5τὰ γόνατά μου ἰσχύῃ, καὶ ἔῤῥωται.

10

.

91

Πλάζομαι. Οὐδὲ ἑστηκὼς διανοοῦμαι. πλανῶμαι κατὰ τὴν γνώμην. Οἱονεὶ, ἀπορῶ ὅπως χρήσομαι τοῖς παροῦσι πράγμασιν.

10

.

92

Ἱζάνει. Ἐμπίπτει.

10

.

94

Ἀλαλύκτημαι. Τεθορύβημαι, ἠπό‐ ρημαι.

10

.

95

Ἐκθρώσκει. Ἐξάλλεται, ἐκπηδᾷ.

10

.

96

Δραίνεις. Ἐπινοεῖς, δρᾶ‐ σαι δύνασαι.

10

.

97

Καταβείομεν. Κατ‐ έλθωμεν.

10

.

98

Καμάτῳ ἀδηκότες. Ὑπὸ τοῦ κόπου ἀηδῶς διακείμενοι, ὀκνή‐ σαντες. Ἠδὲ καὶ ὕπνῳ. Καὶ τῇ ἀ‐ γρυπνίᾳ.

10

.

99

Ἐπιπάγχυ λάθωνται. Παντελῶς ληθαργήσουσι.

10

.

100

Δυσμε‐ νέες. Πολέμιοι. Σχεδὸν εἵαται. Πλη‐ σίον κάθηνται, ἐγγύς εἰσι.
1
Οὐδέ τι ἴδμεν, Μήπως καὶ διὰ νύκτα μενοινή‐ σωσι μάχεσθαι. Τοῦτο προσκαίρως εἴ‐ ρηκεν ὁ Ἀγαμέμνων ἕνεκα τοῦ ἐκπλῆξαι
5τὸν Νέστορα, ἐπεί τοι οὐκ ἦν ἔθος αὐτοῖς νυκτὸς πολεμεῖν.

10

.

101

Μενοινήσωσι. Προθυμηθῶσιν.

10

.

104

Οὔθην. Οὐδα‐ μῶς.

10

.

105

Ἐέλπεται. Ἐλπίζει.

10

.

106

Μοχθήσειν. Ταλαιπωρήσειν, κακοπαθή‐ σειν.

10

.

108

Ποτὶ δ’ αὖ καὶ ἐγείρομεν ἄλλους. Πρὸς δὲ καὶ τοὺς ἄλλους ἐγεί‐ ρωμεν.

10

.

109

Δουρικλυτόν. Ἔνδοξον πε‐ ρὶ τῷ δόρατι.

10

.

110

Αἴαντα ταχύν. Τὸν Ὀϊλέως. Καὶ γὰρ ἐν ἄλλοις φησί· Πλείστους δ’ ἄνδρας εἷλεν Ὀϊλῆος ταχὺς Αἴας. Φυλέος υἱόν. Τὸν Μέγητα. Τὸ ος
5μικρὸν, διὰ τὸ μέτρον.

10

.

111

Μετοιχό‐ μενος. Ἐπ’ αὐτοὺ ἐπελθών.

10

.

112

Ἀν‐ τίθεόν τ’ Αἴαντα. Τὸν Τελαμῶνος.

10

.

113

Ἑκαστάτω. Ποῤῥωτάτω.

10

.

115

Νεικέσω. Κακολογήσω. Οὐδ’ ἐπικεύ‐ σω. Καὶ οὐκ ἀποκρύψω.

10

.

116

Ὡς εὕδει. Ὅτι καθεύδει. Ἐπέτρεψεν. Ἐ‐ πίστευσε. Πονέεσθαι. Κάμνειν.

10

.

117

Ὄφελεν. Ὤφειλεν. ἔπρεπεν.

10

.

118

Οὐκέτ’ ἀνεκτός. Ἀνυπομόνητος.

10

.

120

Ἄλλοτε. Ἐν ἄλλῳ καιρῷ. Αἰτιάασθαι. Μέμφεσθαι.

10

.

121

Μεθίει. Ἀμελεῖ.

10

.

122

Ὄκνῳ. Ῥαθυμίᾳ, φόβῳ. Ὄκνῳ εἴκων. Ὀκνῶν. Οὔτ’ ἀφραδίῃσι νόοιο. Οὔτε ἀσθενείᾳ λογισμοῦ, ὅ ἐστιν, οὔτε ἀσύνετός ἐστιν.

10

.

124

Ἐμέο. Ἐμοῦ. Ἐπέγρετο. Ἐπηγέρθη, διΰπνισε.

10

.

125

Καλήμεναι. Καλεῖν. Μεταλλᾷς. Ἐ‐ πιζητεῖς.

10

.

127

Ἵνα γάρ σφιν. Ἐκεῖ γὰρ αὐτοῖς. Ἐπέφραδον. Εἶπον.

10

.

133

Περονήσατο. Πόρπῃ συνέλαβεν, ἐνεπορ‐ πώσατο. Φοινικόεσσαν. Πυῤῥὰν τῷ χρώ‐ ματι.

10

.

134

Διπλῆν, ἐκταδίην. Τὴν μεγάλην. ὥστε καὶ διπλῇ αὐτῇ χρώ‐ μενον ἔχειν ἐκτεταμένην. Οὔλη. Τρυ‐ φερὰ, ἢ ἁπαλή. Ἐπενήνοθεν. Ἐπήνθεν,
5ἐπέκειτο. Λάχνη. Ἡ δασύτης, ἡ κρο‐ κύς.

10

.

135

Ἄλκιμον. Ἰσχυρὸν, εὔτονον, ἢ πρὸς τὸ ἀλέξασθαι πεποιημένον.

10

.

137

Πρῶτον ἔπειτ’ Ὀδυσῆα. Πρῶτον με‐ ταταῦτα τὸν Ὀδυσσέα.

10

.

139

Περὶ φρένας ἤλυθ’ ἰωή. Οἱονεὶ ᾔσθετο τῆς φωνῆς. ἤκουσεν.

10

.

140

Ἐκ δ’ ἦλθε κλι‐ σίης. Ἔξωθεν ἦλθε τῆς σκηνῆς.

10

.

141

Ἀλᾶσθε. Πλανᾶσθε.

10

.

142

Ὅ τι δὴ
χρειὼ τόσον ἵκει. Ὅ τι τοσαύτη χρεία κατέλαβεν. Ἵκει. Καταλαμβάνει.

10

.

145

Βεβίηκε. Βεβίασται, συγκροτεῖ.

10

.

149

Μετ’ αὐτούς. Σὺν αὐτοῖς.

10

.

150

Ἐκί‐ χανον. Κατελάμβανον.

10

.

152

Ὑπὸ κρασίν. Ὑπὸ ταῖς κεφαλαῖς.

10

.

153

Ὄρθ’ ἐπὶ σαυρωτῆρος. Ὀρθὰ ἐπὶ τοῦ κρόσφου. Οὕτω γὰρ καλεῖται τὸ ἀντι‐ κείμενον τῆς ἐπιδορατίδος σιδήριον. Ἐλή‐ λατο. Ἐπεπήγει, ἵστατο εἰς τὴν γῆν.

10

.

155

Ὑπαὶ δ’ ἔστρωτο. Ὑπέστρωτο δέ. Ῥινόν. Βύρσαν. Ἀγραύλοιο. Τοῦ ἐν ἀγρῷ αὐλιζομένου.

10

.

156

Ὑπὸ κράτε‐ σφιν. Ὑπὸ τῇ κεφαλῇ. Τετάνυστο. Ὑπέκειτο.

10

.

158

Λὰξ ποδὶ κινήσας. Εὐτόνως τῷ μεγάλῳ δακτύλῳ τοῦ ποδὸς τοῦ κοίλου μέρους ἁψάμενος τοῦ Διομή‐ δους ποδός· ὡς δῆλον ἐκ τῶν ἐπιφερο‐
5μένων, Ὄτρυνέ τε, νείκεσέ τ’ ἄντην.

10

.

159

Ὕπνον ἀωτεῖς. Ἀπανθίζῃ τὸν ὕπνον. Ἐκ δὲ τούτου, καθεύδεις.

10

.

160

Οὐκ ἀΐεις. Οὐκ αἰσθάνῃ, οὐκ ἀκούεις.
Ἐπὶ θρωσμῷ πεδίοιο. Τόπος ἐστὶν ὑψη‐ λὸς ἐν τῷ πεδίῳ πρὸ τῆς Ἰλίου, ὃ ὀνομα‐ στικῶς καλεῖται Θρωσμός. ὡς καὶ ἕτερος
5Καλλικολώνη· ᾧ στρατοπέδῳ ἐχρῶντο οἱ Τρῶες, εἴποτε τῆς πόλεως ἔξω τάσ‐ σοιντο.

10

.

161

Ὀλίγος χῶρος. Μικρὸν διάστημα. Ἐρύκει. Διείργει, κωλύει.

10

.

164

Σχέτλιος. Δεινὸς, ἢ σχετλιασμοῦ ἄξιος. ἀγνώμων. καρτερικώτατος.

10

.

167

Ἀμήχανος. Ἀπροσμηχάνητος. πρὸς ὃν μηχανὴν οὐκ ἔστιν εὑρεῖν. Ἢ, ἀκοπία‐ στος, καὶ πρὸς πάντας οὐχ ἕτοιμος.

10

.

169

Κατὰ μοῖραν. Κατὰ τὸ προσῆκον, κατὰ τὸ πρέπον.

10

.

173

Ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς. Ἀντὶ τοῦ, τὰ πράγματα ἡμῶν τριχὸς ἤρτηται. ὅ ἐστιν, ἐν ἐσχάτῳ κιν‐
δύνῳ ἐστὶ, καὶ ἐπὶ ὀξύτητος κινδύνου.
5Μεταφορά.

10

.

174

Βιῶναι. Σωθῆναι, ζῆσαι.

10

.

182

Ἐγρηγορτί. Ἐγρηγόρως.

10

.

183

Δυσωρήσονται. Δυσφυλακτήσουσι, κακὴν φυλακὴν καὶ νύκτα διαγάγωσι.

10

.

184

Θηρός. Λέοντος. Ἀκούσαντες. Αἰσθόμενοι. Λείπει, φωνῆς. Κρατερό‐ φρονος. Ἰσχυροῦ, τολμηροῦ.

10

.

188

Νύ‐ κτα. Ἀντὶ τοῦ, διὰ νυκτός. Φυλασ‐ σομένοισιν. Ἀντὶ τοῦ, φυλασσόντων.

10

.

189

Τέτραπτο. Τετραμμένοι ἦσαν, καὶ ἀπέβλεπον εἰς τὸ πεδίον. Ἐπὶ Τρώων ἀΐοιεν ἰόντων. Ὅπως ἂν ἐπιόντων τῶν Τρώων ἀκούσειαν.

10

.

195

Ὅσοι κεκλήατο
βουλῇ. Ὅσοι κεκλημένοι ἦσαν εἰς τὸ συμβούλιον.

10

.

197

Ἤϊσαν. Ἐπορεύον‐ το, ἤρχοντο. Συμμητιάασθαι. Κοινῇ γνώμῃ σκέψασθαι.

10

.

198

Τάφρον δ’ ἐκδιαβάντες. Διὰ τῶν προθέσεων δηλοῖ τὸ δυσδιάβατον τοῦ ὀρύγματος. Διατί δέ φησιν, οἱ ἡγεμόνες, τὴν τάφρον δια‐
5βάντες, βουλεύονται; Φαμὲν, ὅτι τοῦτο ποιοῦσιν εἰς παραμυθίαν τῶν κατασκό‐ πων, ἵνα προθυμότεροι γένωνται, ἐγγὺς αὐτῶν ὄντων. Ἑδριόωντο. Ἐκαθέζοντο.

10

.

202

Πίφαυσκον. Ἐνεφάνιζον, ἔλεγον.

10

.

204

Πεπίθοιτο. Πεισθείῃ. Ἑῷ αὐτοῦ. Τῷ ἰδίῳ θυμῷ. Ὅμηρος δὲ οὐδέποτε σύν‐ θετον ἀντωνυμίαν παραλαμβάνει.

10

.

205

Τολμήεντι. Καρτερικῷ.

10

.

206

Ἐσχα‐ τόωντα. Ἔσχατον, ὑπολειπόμενον, πε‐ πλανημένον, καὶ περὶ τὰ ἔσχατα μέρη διατρίβοντα.

10

.

207

Φῆμιν. Κληδόνα. Πύθοιτο. Ἀκούσοι, μάθοι. Εἴ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο. Εἰώθα‐ σιν οἱ πολεμούμενοι φήμας τινὰς λέγειν
5ἐν ἑαυτοῖς. Οἷον, Λακεδαιμονίων βου‐ λευομένων, ποῖον χωρίον ἐπιτειχίσωσι τῆς Ἀττικῆς, Ἀλκιβιάδης συνεβούλευσε πέμ‐ πειν εἰς Ἀθήνας κατασκόπους. οἵτινες παραγενόμενοι, ἤκουσαν αὐτῶν τῶν Ἀ‐
10θηναίων διαλεγομένων, ὅτι τὴν Δεκέλειαν μέλλουσιν ἐπιτειχίζειν, οἱ πολέμιοι. καὶ οὕτως Λακεδαιμόνιοι ἐπετείχισαν τὴν Δε‐ κέλειαν.

10

.

208

Ἅσσα. Ἅτινα δή. Μεμάασιν. Προτεθύμηνται.

10

.

209

Αὖ‐
θι. Αὐτόθι. Ἀπόπροθεν. Πόῤῥωθεν.

10

.

212

Ἀσκηθής. Ἀβλαβὴς, ὑγιής. Ἐπ‐ ουράνιον. Ἕως οὐρανοῦ ἐξικνούμενον.

10

.

213

Πάντας ἐπ’ ἀνθρώπους. Διὰ πάν‐ των τῶν ἀνθρώπων. Δόσις. Δωρεά.

10

.

214

Ἐπικρατέουσιν. Ἄρχουσιν.

10

.

216

Ὑπόῤῥηνον. Ὕπαρνον, ἔγκυον. Ῥῆνες γὰρ, οἱ ἄρνες. Τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον. Ἧς οὐδὲν κτῆμα ὅμοιον διὰ τὴν πρᾶξιν. Διατί μέλαινα καὶ ὑπόῤῥηνα τὰ
5πρόβατα ἐπαγγέλλεται; Καὶ ῥητέον, ὅτι μέλαινα μὲν, ἐπεὶ νυκτὸς ἐπορεύοντο. ὑπόῤῥηνα δὲ, συμβόλῳ τινὶ αἰσίῳ, ἵνα ἔγκαρπον τὴν πορείαν ποιήσωνται.

10

.

217

Δαίτῃσιν. Εὐωχίαις. Εἰλαπίνῃσιν. Ἑορταῖς, ὅτε κατὰ ἴλας πίνωσιν. Εἴρη‐ ται δὲ παρὰ τὸ, ἔλασσον ἅζεσθαι τοὺς εὐωχοῦντας, ὅ ἐστι, ταράσσεσθαι.

10

.

220

Ἀγήνωρ. Ἄγαν ἀνδρεῖος.

10

.

223

Θαλ‐ πωρή. Ἡδονὴ, θάλψις. Θαρσαλεώτε‐ ρον. Εὐθαρσέστερον, τολμηρότερον.

10

.

224

Ξύν τε δύ’ ἐρχομένω, καί τε πρὸ ὃ τοῦ
ἐνόησε. Συνερχομένων γὰρ δύο ὁμοῦ, καὶ κοινῶς, ὁ ἕτερος πρὸ τοῦ ἑτέρου ἐπενόησέ τι κοινωφελὲς καὶ συμφέρον.

10

.

225

Κέρ‐ δος. Ὠφέλειαν.

10

.

226

Βράσσων. Βρα‐ δύτερος, ἐλάσσων. Ἢ, ταρασσόμενος καὶ ἀκαταστατῶν. Μεταφορικῶς.

10

.

230

Δουρικλητός. Ἔνδοξος πάνυ ἐν τῷ δό‐ ρατι.

10

.

235

Αἱρήσεαι ὅν κ’ ἐθέλησθα. Ἑταῖρον καὶ συνεργὸν ἐπίλεξαι, ὃν ἂν ἐθέλῃς.

10

.

238

Ὀπάσσεαι. Πρὸς τὸ συνεργεῖν ἀκόλουθον προσλαβοῦ. Αἰδοῖ εἴκων. Νικώμενος ὑπὸ τῆς αἰδοῦς.

10

.

239

Γενεὴν ὁρόων. Ἀντὶ τοῦ, εἰς τὴν εὐγέ‐ νειαν ἀφορῶν. Βασιλεύτερος. Βασιλι‐ κώτερος.

10

.

240

Ἔδδεισεν. Ἐφοβήθη.

10

.

242

Αὐτὸν ἑλέσθαι. Εἰ θέλετε ἐπι‐ λέξασθαι ἐμέ.

10

.

243

Πῶς ἄν. Πῶς δή.

10

.

244

Πρόφρων. Πρόθυμος, ἢ προο‐ ρατικός.

10

.

246

Τούτου γ’ ἑσπομένοιο, καὶ ἐκ πυρὸς αἰθομένοιο. Ἀντὶ τοῦ, αἴ‐ θοντος, ὅ ἐστι, καίοντος. Ἐκ τοῦ φανε‐ ροῦ.

10

.

249

Μήτ’ ἄρ’. Μήτε δή. Αἴνεε. Ἐπαίνει. Νείκει. Κακολόγει, ψέγε. Μήτ’ ἄρ με μάλ’ αἴνεε, μήτε τι νείκει. Δῆλός ἐστιν ὁ Ποιητὴς, ἀρχὴν τοῦ ἀ‐
5ποφθέγματος τῷ σοφῷ Πιττακῷ δεδω‐ κὼς, εἰπόντι τὸ, Μηδὲν ἄγαν. Ἄλλο γὰρ οὐδὲν δηλοῖ τὸ τοῦ Ποιητοῦ, ἢ τοῦτο. Ζητεῖται δὲ πῶς Ὀδυσσεὺς νῦν ἐπαινού‐ μενος ἄχθεται, παρὰ δὲ τοῖς Φαίαξι φί‐
10λαυχός ἐστι. Ῥητέον δὲ, ὅτι ἐνταῦθα μὲν παραιτεῖται τὸν ἔπαινον, ἐπεὶ προεί‐ ληφεν ἡ γνῶσις. παρὰ δὲ τοῖς Φαίαξιν οὐδαμῶς ἀρνεῖται, ἵνα γνωσθεὶς μᾶλλον τῆς ἐπανόδου τύχῃ.

10

.

251

Ἄνεται. Ἀνύεται, τελειοῦται.

10

.

252

Ἄστρα δὲ δὴ προβέβηκε· παρῴχηκε δὲ πλέων νὺξ Τῶν δύο μοιράων. Κατὰ τὸ ἔτυμον, οἷον ἄστατα. Ὅθεν καὶ ἀστὴρ κέκληται,
5παρὰ τὸ μὴ στηρίζεσθαι. Ὁ δὲ λόγος· Παρελήλυθε δὲ ἡ τῶν δύο μοιρῶν πλείων νύξ. Ἢ ἐν ὑπερβατῷ· ἄστρα δὲ δὴ προ‐ βέβηκε τῶν δύο μοιράων, παρῴχηκεν δὲ πλέων νύξ. τριτάτη δ’ ἔτι μοῖρα λέ‐
10λειπται. Δηλονότι τὸ τρίτον μέρος ὅλον. Ὡς γὰρ πρὸς τὸ ὑπολειπόμενον τῆς τρίτης
μοίρας, φησὶ, τὸ πλέων. Ἔνιοι δὲ γρά‐ φουσι, πλέη. ἀντὶ τοῦ, πλήρης τῶν δύο μοιρῶν παρῴχηκε. τριφύλακτον γὰρ θέ‐
15λει εἶναι τὴν νύκτα. Ζητεῖται δὲ, τί τὸ προβέβηκε δηλοῖ, καὶ, ποῖα τὰ ἄστρα, ἐξ ὧν στοχάζεται τὴν ὥραν Ὀδυσσεύς. Τὸ γὰρ τῆς ἄρκτου τοὺς ἀστέρας ἀκούειν, ἁμάρτημα, οὐκ ἐκ τῶν ἀεὶ φανερῶν, ἀλλ’
20ἐκ τῶν ἀνατελλόντων καὶ δυομένων, τῆς ὥρας τεκμηριουμένης, καὶ νοουμένης. Ἔ‐ νιοι μὲν οὖν Πληϊάδας φασὶ, καὶ Ὑάδας, καὶ τὸν Ὠρίωνα, καὶ τὸ, προβεβηκέναι, τὴν ἀνατολὴν ἑώαν ποιεῖσθαι. Ἕτεροι δὲ
25τὸν Ἕσπερον καὶ τὸν Κύνα, καὶ τὸ, προ‐ βεβηκέναι, ἑώαν ποιεῖσθαι τὴν δύσιν. Ἄμεινον δὲ, λέγειν, ὅτι ἐκ τοῦ κύκλου τοῦ ζωδιακοῦ τὴν ὥραν κατέμαθε. Τού‐ του γὰρ εἰς δώδεκα διῃρημένου, ἓξ μὲν
30εὐθέως καταδύοντος ἡλίου βλέπεται. νυκτὸς δὲ προβαινούσης, τὰ λοιπὰ, οὐ τὰ αὐτὰ μὲν ὁρώμενα, τὸν δὲ ἀριθμὸν τὸν ἓξ φυλάττοντα. Ἐκ τῶν ζωδίων οὖν τῶν ἐπιφερομένων τῷ δωδεκατημορίῳ τούτῳ,
35ἐν ᾧ ὁ ἥλιος ἔδυ, τὴν ὥραν στοχάζεται ὁ Ὀδυσσεύς. Ἢ ἁπλῶς φησι, πάντα τὰ ἄστρα συγκαταδυόμενα τῷ ἡλίῳ, καὶ συνανατέλλοντα κατὰ τὸ δεύτερον. Τὸ δὲ, προβέβηκε, δηλοῖ, προκεχώρηκεν εἰς
40δύσιν. Ὥσπερ καὶ ἡμεῖς, λέγοντες, τὸ πολὺ προῆλθε τῆς ἡμέρας, τὸ εἰς δύσιν προελθεῖν λέγομεν. Εἰ δέ τις ἐπιζητεῖ, πῶς οὐκ ὠνόμασε τὰ ἄστρα, ἴστω, ὅτι τῷ ἐπειγομένῳ ἐπὶ ἔργον οὐχ’ ἥρμοζεν
45ἀδολεσχεῖν. Φαίνεται δὲ ἐκ τούτων Ὅ‐ μηρος καὶ σφαιροειδῆ τὸν κόσμον εἰδώς. Οὐ γὰρ οἷόν τε, τὰ μὲν δύνειν, τὰ δὲ ἀνατέλλειν, μὴ οὐχὶ ὑπὸ γῆν τοῦ ἡλίου φερομένου, καὶ ὑπὲρ γῆν ἀνίσχοντος. Εἰ‐

10

.

252

(50)

δὼς δὲ καὶ ἡμερῶν καὶ νυκτῶν μέγεθος, καὶ ἡλίου κίνησιν οἶδεν ἀκριβῶς, ὅτι κατὰ τὰς τούτου δύσεις καὶ ἀνατολὰς, καὶ ἡ νὺξ ὁρίζεται, καὶ ἡ ἡμέρα κατὰ τὴν ἡ‐ μέραν. Παρῴχηκε δὲ πλέω νὺξ Τῶν δύο
55μοιράων, τριτάτη δ’ ἔτι μοῖρα λέλει‐ πται. Ὥσπερ τὴν ἡμέραν εἰς τρία μέρη διεῖλεν, ἐν οἷς, φησιν, Ἔσσεται ἢ ἠὼς, ἢ δείλη, ἢ μέσον ἦμαρ· οὕτως καὶ τὴν νύκτα εἰς τρία διεῖλεν. Εἰ δὲ τριμερὴς
60ἔσται ἡ νὺξ, καὶ πλεῖον τῶν δύο μοιρῶν παρῆλθε, πῶς δύναται ὅλη ἡ τρίτη λεί‐ πεσθαι; Ἀλλὰ λέγομεν, ὅτι τετελεσμέ‐ νων τῶν δύο, λειπομένης δὲ τῆς τρίτης, εἰκότως φησὶν, ὡς παρῆλθε τὸ πλεῖον, ἡ
65νὺξ οὖσα μοιρῶν δύο. πλεῖον γὰρ μέρος εἰσὶ τῆς ὅλης νυκτὸς αἱ δύο, εἴγε τὰ δύο τοῦ ἑνὸς πλείονα. Ἢ κἀκεῖνο ῥητέον, ὡς, τὸ μέρος ὁμοίως ἐξήνεγκε τῷ ὅλῳ, τὴν τρίτην λείπεσθαι εἰπὼν, οὐ λειπομένην
70ὅλην· ὁμοίως τῷ, Ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα. καὶ, Πᾶν δ’ ἦμαρ μάρναντο ἐπὶ Σκαιῇσι πύλῃσιν. Οὔτε γὰρ ἅμα ἕω ἀρξάμενοι ἔπινον, καὶ βραχὺς ἦν ὁ ἀναλωθεὶς χρόνος εἰς τὴν
75μάχην τὴν περὶ ταῖς πύλαις. Κἀκεῖνο ὅμοιον· Περιπλομένου δ’ ἐνιαυτοῦ Τέξεις ἀγλαὰ τέκνα. Εἰς γὰρ ἀποκύησιν οὐ πληροῦται ὅλον ἔτος, ἀλλὰ διακόσιαι καὶ ἑβδομήκοντα καὶ τρεῖς ἡμέραι. Καὶ ἡ‐
80μεῖς ἐν τῷ συνήθει περὶ τοῦ τὸν δολιχὸν τρέχοντος, ἀρξαμένου τὸ τελευταῖον στά‐ διον τρέχειν, στάδιον αὐτῷ περιλείπεσθαι φαμέν. Καὶ περὶ τοῦ τὸν ἔσχατον μῆνα ἄρχοντος, ὅτι τῆς ἀρχῆς αὐτῷ περιλείπε‐
85ται μείς. Ἢ, ὅτι αὐτῶν τῶν δύο τὸ πλεῖον μέρος ἀναλῶσθαι λέγεται. ὥς τε καὶ τῆς δευτέρας εἶναί τι, καὶ τὴν τρίτην ὅλην καταλείπεσθαι. Τὸ δὲ, πλείων, δύ‐ ναται μὲν ὡς πληθυντικὸν οὐδέτερον παρ‐
90ειλῆφθαι· τὰ πλείονα ἐκ τῶν δύο μοιρῶν παρηλλάχθαι. Ἢ, πλείονα παρὰ τὰς μοίρας τὰς δύο, ὥς που καὶ Θουκυδίδης λέγει· Ἀλλὰ καὶ ταύτην τὴν στρατιὰν θαλάσσῃ ἤδη πλείω χρώμενοι συνῆλθον.
95Δύναται δὲ καὶ θηλυκὸν ἑνικὸν εἶναι,
πτῶσιν αἰτιατικὴν προβάλλον· ἡ νὺξ παρῆλθεν εἰς πλείονα μοῖραν τῶν μοιρῶν τῶν δύο.

10

.

254

Δεινοῖσι. Δέος ἐμποι‐ οῦσι, φοβεροῖς.

10

.

256

Ἄμφηκες. Ἀμ‐ φοτέρωθεν ἠκονημένον. Τὸ δ’ ἑόν. Τὸ δὲ ἴδιον αὐτοῦ.

10

.

258

Ταυρείην. Δερμα‐ τίνην. Ἄφαλόν τε, καὶ ἄλοφον. Οὔτε λόφον, οὔτε προμετωπίδιον ἔχουσαν. Κα‐ ταῖτυξ. Εἶδος περικεφαλαίας. Ἀπὸ τοῦ
5κάτω τετύχθαι, καὶ μὴ ἔχειν λόφον, ἀλ‐ λὰ κοίλην εἶναι.

10

.

259

Κέκληται. Κα‐ λεῖται, λέγεται. Ῥύεται δὲ κάρη. Σώ‐ ζει δὲ τὰς κεφαλὰς τῶν νέων.

10

.

262

Ῥινοῦ ποιητήν. Ἐκ δέρματος γεγονυῖαν, ἐσχοινοῤῥαφημένην.

10

.

264

Ἀργιόδοντος. Λευκοὺς ὀδόντας ἔχοντος. Θαμέες. Πυ‐ κνοί. Ἐπάλληλοι.

10

.

265

Πῖλος. Τὸ πεπιλημένον ἔριον. Ἀρήρει. Ἐνέκειτο.

10

.

266

Ἐλεῶνος. Ἐλεὼν, πόλις Βοιωτίας. Ὀρμενίδαο. Ὀρμένου παιδός.

10

.

267

Ἐξέλετο. Ὡς ἐξαίρετον ἔλαβεν. ὑφεί‐ λετο. Πυκινόν. Πυκνόν. ἰσχυρόν. Ἀν‐ τιτορήσας. Ἀντὶ τοῦ, διατρήσας. τοι‐ χωρυχήσας, διορύξας.

10

.

268

Σκάνδειαν δ’ ἄρα δῶκεν. Ἀντὶ τοῦ, Ἐν Σκανδείᾳ δὲ αὐτὴν ἔδωκε τῷ Ἀμφιδάμαντι. Ἡ δὲ Σκάνδεια, πόλις Κυθήρων. Κύθηρα δὲ,
5νῆσος τῆς Λακεδαίμονος. Κυθηρίῳ. Τῷ ἀπὸ Κυθήρων.

10

.

271

Πύκασε κάρη. Ἐ‐ σκέπασε τὴν κεφαλὴν ἁρμόσασα.

10

.

273

Κατ’ αὐτόθι. Κατ’ αὐτοῦ.

10

.

274

Ἐρω‐ διόν. Ἐρωδιὸς, εἶδος ὀρνέου. Διατί φησιν, οὐκ εἶπε τὴν γλαῦκα, οὖσαν ἱερὰν τῆς Ἀ‐ θηνᾶς; Λυτέον οὖν τὸ ἄπορον καιρῷ, καὶ
5τόπῳ. διατρίβει γὰρ τὸ ὄρνεον περὶ τοὺς ἑλώδεις τόπους, καὶ θηρευτικὸν τὸ ζῶον.

10

.

276

Ὀρφναίην. Σκοτεινήν. Κλάγξαν‐ τος. Φωνήσαντος, φθεγξαμένου.

10

.

277

Τῷ ὄρνιθι. Ἐπὶ τῷ ὄρνιθι, ἐπὶ τῷ οἰωνῷ.

10

.

280

Κινύμενος. Κινούμενος, ἐπὶ πρᾶξιν ὁρμῶν.

10

.

281

Δός. Πάρασχε, ποίησον. Ἐϋκλείας. Εὐκλεεῖς, ἐνδόξους.

10

.

282

Μέγα ἔργον. Μεγάλην πρᾶξιν. Ἀρί‐ σταρχος δέ φησι, τὸ φονεῦσαι Ἕκτορα.

10

.

285

Σπεῖο. Ἕπου, συνακολούθησον.

10

.

286

Πρὸ Ἀχαιῶν. Πρὸ τῶν λοιπῶν Ἑλλήνων. ἢ ὑπέρ.

10

.

287

Ἀσωπῷ. Ἀ‐ σωπὸς, ποταμὸς Βοιωτείας, πλησίον Θη‐ βῶν.

10

.

288

Αὐτὰρ ὁ μειλίχιον. Ὁ δὲ Τυδεύς, φησι, προσηνῆ καὶ πρᾷον λόγον ἔφερε τοῖς Θηβαίοις. ἀπῄει γὰρ προκη‐ ρυκευσόμενος περὶ διαλύσεων καὶ εἰρήνης.

10

.

289

Ἂψ ἀπιών. Ἀνερχόμενος, ἐπι‐ στρέφων. Μήσατο. Ἐβουλεύσατο, διε‐ πράξατο.

10

.

290

Πρόφρασσα. Πρόφρων, πρόθυμος. ἢ, ἡ πειρῶσα προφράζεσθαι τὸ μέλλον.

10

.

292

Ῥέξω. Ἱερουργήσω, θύ‐ σω. Ἦνιν. Ἐνιαυσιαίαν, νέαν. Ἔνος γὰρ, ὁ ἐνιαυτός.

10

.

293

Ἀδμήτην. Ἀ‐ δάμαστον, νέαν, ἄζευκτον.

10

.

294

Πε‐ ριχεύας. Περιχέας, περιθείς.

10

.

298

Ἂμ φόνον, ἂν νέκυας. Διὰ τοῦ φό‐
νου, καὶ τῶν νεκρῶν. Διά τ’ ἔντεα, καὶ μέλαν αἷμα. Διὰ τῶν ἐντέων, ἤγουν τῶν ὅπλων, καὶ μέλανος αἵματος.

10

.

299

Οὐδὲ μέν. Οὐ μὴν δέ.

10

.

300

Ἄμυ‐ δις. Ὁμοῦ, εἰς τὸ αὐτό.

10

.

304

Ἄρ‐ κιος. Αὐτάρκης, ἱκανός.

10

.

305

Ἐριαύ‐ χενας. Μεγαλοτραχήλους, στολίους, ἀπὸ μέρους. Τὸ ἐρι γὰρ μόριον ἐπὶ τοῦ μεγά‐ λου τίθεται. ὡς καὶ τὸ ζα. Καὶ ἐνταῦθα
5δὲ τὸ ἀσύνετον τοῦ Ἕκτορος φαίνεται, ὑπισχνουμένου τοὺς τοῦ Ἀχιλλέως ἵπ‐ πους, οὓς οὐκ ἦν ἐπ’ αὐτῷ λαβεῖν.

10

.

311

Φύξιν βουλεύουσι. Περὶ φυγῆς σκέπτονται.

10

.

312

Φυλασσέμεναι. Φυ‐ λάσσειν. Ἀδδηκότες. Τεταλαιπωρηκό‐ τες. ἢ, ἀηδῶς διακείμενοι. φυλάσσοντες.

10

.

314

Ἦν δέ τις ἐν Τρώεσσι Δόλων. Διατί κήρυκα πλούσιον εἴρηκε τὸν Δόλωνα; Κήρυκα μὲν οὖν, εἰς τὸ εὐχερῶς ὑπα‐ κούειν. Πλούσιον δὲ, εἰς τὸ δυνηθῆναι
5ἑαυτὸν λυτρώσασθαι. Ποδώκην δὲ, ἐπ’ ἐλπίδι τοῦ φυγεῖν τοὺς διώκοντας.

10

.

316

Εἶδος μὲν ἔην κακός. Ἀηδὴς ἦν τῷ προ‐ σώπῳ. Ἀλλὰ ποδώκης. Ἀλλ’ ὀξύς.

10

.

317

Μοῦνος ἔην μετὰ πέντε κασιγνή‐ τῃσιν. Ἀντὶ τοῦ, μόνος ἦν ἄῤῥην.

10

.

322

Ἦ μέν. Ἦ μήν. ὄντως δή.

10

.

324

Σκο‐ πός. Κατάσκοπος. Οὐδ’ ἀπὸ δόξης. Οὐδ’ ἀπὸ δοκήσεως, καὶ εἰκασμοῦ.

10

.

325

Τόφρα γάρ. Ἕως τούτου γάρ. Διαμ‐ περές. Μέχρι τέλους.

10

.

326

Μέλλου‐ σιν. Ἐοίκασιν.

10

.

329

Ἴστω. Γιγνω‐ σκέτω, μάρτυς ἔστω.

10

.

330

Μὴ μὲν τοῖς. Ἀντὶ τοῦ, οὐκ ἂν τούτοις. Ἐπο‐ χήσεται. Ἐπιβῇ τῶν ὀχημάτων.

10

.

331

Ἀγλαϊεῖσθαι. Καλλωπισθῆναι.

10

.

332

Ἐπίορκον ἀπώμοσεν. Ἐπιώρκησεν. Ὀ‐ ρόθυνε. Προέτρεψε, παρώρμησε.

10

.

334

Πολιοῖο λύκοιο. Λευκοῦ, τεφρώδους. διὰ τὴν τῆς χροιᾶς ἰδιότητα. Καὶ γὰρ Πε‐ λίαν φασὶν ἔνθεν ὠνομάσθαι. Τυρὼ γὰρ ἡ Σαλμωνέως, γεννήσασα δύο παῖδας ἐκ
5Ποσειδῶνος, παρὰ τοῖς Ἐνιπέως τοῦ πο‐ ταμοῦ ῥείθροις κατέλειπε. Τὸν μὲν οὖν
ἕνα κύων, ἀφαιρεθέντων αὐτῆς τῶν τέκ‐ νων, παρέχουσα θηλὴν, ἔτρεφε. τὸν δὲ ἕτερον ἵππος κατὰ τὸ μέτωπον ἐπάτησεν.
10Ἐπελθόντες οὖν οἱ ἱπποφορβοὶ, ἀνελόμενοί τε τὰ παιδία, ἔτρεφον, καὶ ὠνόμασαν, τὸν μὲν, ἐπεὶ ἐκ συνδρομῆς αἵματος ἐπε‐ λιώθη, Πελίαν· τὸν δὲ ἕτερον, ἐπεὶ κύων κατηλέησε, Νηλέα.

10

.

335

Κρατὶ δ’ ἐπὶ κτιδέην. Ἀπὸ τοῦ κ ἡ ἀρχή. Ἐπεὶ ἐν ἑτέροις καὶ, ἰκτιδέην. Τοῦτο δὲ κατὰ ἀφαίρεσιν τοῦ ι λέγεται παρὰ τῷ Ποι‐
5ητῇ. Ἴκτις γάρ ἐστιν. ὡς Νίκανδρος· Ἴκτιδος ἤϋτ’ ὄρνισι. Τὸ γὰρ μονοσύλλα‐ βον οὐ δύναται κατὰ ἔκτασιν, οὔτε κατὰ συστολὴν λέγεσθαι. Οὐ γὰρ ἐκτείνεται ὡς κρηπῖδος, ψηφῖδος Ταῦτα γὰρ ὑπὲρ
10μίαν συλλαβὴν οὔτε συστέλλεται. Ἀρ‐ κεῖ γὰρ τὸ τίς. Κτιδέην. Ἐξ ἴκτιδος δέρματος πεποιημένην. Ἴκτις δὲ ζῶον ὀρ‐ νιθοφάγον, καὶ πανοῦργον, μεῖζον γαλῆς, καὶ δασύτερον, ἄλλως δὲ παραπλήσιον.
15Οἱ δὲ τὴν ἀγρίαν γαλῆν εἶπον.

10

.

338

Κάλλιφ’. Κατέλιπεν.

10

.

339

Φράσσα‐ το. Εἶδεν, ἐνόησε. Κατάχρησις, ὁ τρό‐ πος.

10

.

345

Τυτθόν. Μικρόν. Κυρίως δὲ ἡ λέξις τίθεται ἐπὶ τῶν βρεφῶν, οἱ‐ ονεὶ τίτθιον.

10

.

346

Παραφθαίησι. Πα‐ ραδράμοι, φθάσοι τῇ ταχυτῆτι τῶν πο‐ δῶν.

10

.

347

Προτιειλεῖν. Συνελαύνειν, συνδιώκειν.

10

.

348

Ἀλύξῃ. Ἐκκλίνῃ, ἐκφύγῃ.

10

.

349

Πάρεξ ὁδοῦ. Ἔξω τῆς ὁδοῦ.

10

.

350

Κλινθήτην. Κατεκλίθησαν, ἐκρύβησαν. Ἀφραδίῃσιν. Ἀβουλίαις, ἀνοίαις.

10

.

351

Ἀλλ’ ὅτε δή ῥ’ ἀπέην ὅσσον τ’ ἐπίουρα πέλονται Ἡμιόνων. Ὁ‐ πότ’ ἄν, φησι, τηλικοῦτον αὐτῶν διει‐ στήκει, ὅσον γίγνεται διάστημα ἡμιόνων
5ἐν ἐπιστροφῇ ἀρουρῶν. Οἱ γὰρ ἀροῦντες τοῖς μὲν ἰσχυροτέροις ζεύγεσι μεγάλας ποιοῦσι τὰς ἁμαξικὰς, φθάνουσι δὲ ὡς ὀξύτεροι αἱ ἡμίονοι τοὺς βόας ἐν ἀρότρῳ. Ἐπίουρα. Ὅρια, ὁρμήματα. Ἀρίσταρ‐
10χος οὕτως ἐξηγήσατο. Ὅσον, φησὶν, ὑφ’ ἓν καὶ ὁμοῦ ὑπό τινος ἀφεθέντος καὶ ἀπο‐ λυθέντος ζεύγους ἡμιόνων, καὶ ζεύγους ἄλλου βοῶν, φθάσωσι καὶ προλάβωσι τοὺς βοῦς αἱ ἡμίονοι, (ταχύτεραι γάρ
15εἰσι τῶν βοῶν,) τοσοῦτόν, φησι, ἐάσαν‐ τες διάστημα παρελθεῖν τὸν Δόλωνα, με‐ ταστραφέντες ἐδίωξαν.

10

.

352

Προφε‐ ρέστεραι. Ταχύτεραι, κρείσσονες ἐν τῷ ἀροτριᾷν.

10

.

353

Νειοῖο. Διὰ νειοῦ. Νειὸς δέ ἐστιν ἡ νεωστὶ ἠροτριασμένη γῆ. Πηκτὸν ἄροτρον. Τὸ τὸν γύην προσ‐ πεπηγότα ἔχοντα. Αὐτόγυον δὲ, τὸ ἐξ
5αὐτοῦ μονόξυλον. Καὶ Ἡσίοδός φησι· Δοιὰ δὲ θέσθαι ἄροτρα πονησάμενος κατὰ οἶκον· Αὐτόγυον, καὶ πηκτόν.

10

.

355

Ἔλ‐ πετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους Ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος. Στικτέον μετὰ τὸ ἐκ Τρώων.
5Ἔστι γὰρ ὁ λόγος· Ἤλπιζε γὰρ ὁ Δό‐ λων, ἑταίρους αὐτῷ ἐκ Τρώων ὑπάρχειν, ὡς, κελεύσαντος τοῦ Ἕκτορος, εἰς τοὐπίσω αὐτὸν ἀποστρέψαι. Ἀποστρέψοντας γὰρ, ὀπίσω καλέσοντας.

10

.

357

Δουρηνεκές. Δόρατος βολὴν, δόρατος μῆκος.

10

.

358

Δηΐους. Πολεμίους. Λαιψηρά. Ταχέα.
Ἐνώμα. Ἐκίνει πρὸς φυγήν.

10

.

359

Φευγέμεναι. Φεύγειν.

10

.

360

Καρχα‐ ρόδοντε. Ἐπικαμπεῖς ὀδόντας ἔχοντες, ἢ τραχεῖς. Καρχαρὸν γὰρ, τὸ τραχύ. Εἰ‐ δότε θήρης. Ἔμπειροι θηρατικῆς.

10

.

361

Κεμάδα. Νεωγνὸν ἔλαφον, ἢ δορκάδα. Ἐπείγετον. Θορυβοῦσι διώκοντες.

10

.

364

Ἀποτμήξαντε. Ἀποταμόντες, χωρίσαν‐ τες. Λαοῦ ἀποτμήξαντε, διώκετον. Τοῦ Τρωϊκοῦ ὄχλου χωρίσαντες, αὐτὸν ἐδί‐ ωκον. Τρία δὲ ῥήματά εἰσι παρὰ τῷ
5Ποιητῇ, τὸ τοῦ παρῳχημένου δυϊκὸν τρί‐ τον εἰς ον λῆγον ἔχοντα παραλόγως. Τοῦ‐ το, καὶ τό· Ἀνδράσιν ἡρώεσσι τετεύχα‐ τον. Καὶ τό· Ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον. Οὐκ ἔστι μέν τοι Ἀττι‐
10κῆς δυϊκῆς σημασίας. Ἀναθεώρησιν γὰρ ἔχει πληθυντικήν. Τὸ γὰρ διώκετον, ἀν‐ τὶ τοῦ ἐδίωκον κεῖται. Καὶ τὸ, Ἀνδρά‐ σιν ἡρώεσσι τετεύχατον, ἀντὶ τοῦ, ἔτευ‐ χον. Καὶ τὸ λαφύσσετον, ἀντὶ τοῦ,
15ἐλάφυσσον. Ἐμμενές. Ἀδιαλείπτως, ἐπιμόνως.

10

.

368

Φθαίῃ. Φθάσειε.

10

.

369

Δουρὶ δ’ ἐπαΐσσων. Σὺν τῷ δόρατι ἐφορ‐ μῶν. ὅ ἐστιν, ἐπισείων αὐτῷ τὸ δόρυ πρὸς κατάπληξιν.

10

.

371

Ἀλύξειν. Δι‐ αφεύξεσθαι. Αἰπὺν ὄλεθρον. Μέγαν. ἐξ οὗ, δεινόν.

10

.

375

Βαμβαίνων. Τρέμων.
Ὀνοματοποιΐα, ὁ τρόπος. Ἢ, ἀσαφῆ φωνὴν προϊέμενος ἀπὸ τοῦ φόβου. Ἄρα‐ βος. Ἦχος τῶν ὀδόντων. Διὰ στόμα.
5Κατὰ τὸ στόμα. Ἐνήλλακται δὲ ἡ πτῶσις. ἵν’ ᾖ, διὰ στόματος.

10

.

376

Ὑπαὶ δείους. Ὑπὸ δέους, ὑπὸ φόβου.

10

.

377

Ἁψάσθην. Ἐλάβοντο.

10

.

378

Ζω‐ γρεῖτε. Ζῶντά με φυλάττετε. Ἐμὲ λύσομαι. Ἀντὶ τοῦ, ἐμ’ αὐτὸν λυτρώσο‐ μαι.

10

.

379

Πολύκμητος. Ὁ πολλὰ κάμνων. Ἢ, δι’ οὗ πολλὰ κατασκευ‐ άζεται.

10

.

381

Πεπύθοιτο. Ἀκούσοι.

10

.

383

Καταθύμιος. Κατὰ τὴν ψυχὴν, κατὰ τὸν νοῦν.

10

.

394

Θοήν. Τὴν
ταχέως ἐπιλαμβάνουσαν τὴν γῆν.

10

.

401

Ἐπεμαίετο. Ἐπεζήτει, ἐπεθύμει.

10

.

402

Ἀλεγεινοί. Ἀλγεῖν παρέχοντες, ἢ, πρὸς τὸ κτήσασθαι ἀδύνατοι.

10

.

403

Ὀ‐ χέεσθαι. Ἐποχηθῆναι, ἐπιβῆναι.

10

.

408

Πῶς δ’ αἱ τῶν ἄλλων Τρώων. Πῶς δ’ αἱ τῶν λοιπῶν Τρώων.

10

.

409

Ἅσσα τε. Ἅτινα δή.

10

.

410

Αὖθι. Αὐτόθι, αὐτοῦ.

10

.

415

Βουλὰς βουλεύει. Τὸ σχῆμα, παρονομασία. Σήματι. Τάφῳ. Ἴλλου. Ὁ δὲ Ἴλλος Τρωὸς παῖς. ἀφ’ οὗ Ἴλιος ἐκλήθη.

10

.

416

Φλοίσβου. Ἤ‐
χου, θορύβου. Φυλακὰς δ’, ἃς εἴρεαι, ἥρως. Περὶ δὲ τῶν φυλακῶν, ὧν ἐρωτᾷς με, ὦ γενναιότατε.

10

.

417

Κεκριμένη. Ἐπιλελεγμένη.

10

.

418

Ἐσχάραι. Πυ‐ ραί. Δηλοῖ δὲ ἡ λέξις καὶ τὴν ἑστίαν, καὶ τὸ ῥυπαρὸν καὶ καυθὲν ἕλκος, καὶ τὸν βωμόν. ὡς παρ’ Εὐριπίδῃ ἐν Ἡρα‐
5κλεῖ. καὶ τὴν κυρίως λεγομένην ἐσχά‐ ραν, τὴν μὴ ἔχουσαν ὕψη, ἀλλ’ ἐπὶ γῆς οὖσαν, ἢ κοίλην. ὅθεν καὶ τὰ ἐν σώματι κοῖλα ἕλκη ἐσχάραι παρ’ ἰατροῖς.

10

.

419

Ἐγρηγόρθασιν. Ἐγρηγοροῦσιν. Φυλασ‐ σέμεναι. Φυλάσσειν.

10

.

421

Ἐπιτρα‐ πέουσιν. Ἐπιτρέπουσιν, ἐγχειρίζουσιν.

10

.

422

Εἵαται. Εἰσίν.

10

.

425

Ἢ ἀπά‐ νευθεν. Ἢ ἄποθεν, καὶ χωρίς. Δίειπέ μοι. Ἀκριβῶς διασάφησον, εἰπέ. Δα‐ είω. Μάθω.

10

.

428

Πρὸς μὲν ἁλός. Τῷ πρὸς τὴν θάλασσαν μέρει. Προσλη‐ πτέον δὲ τὸ, ἔλαχον διατελεῖν. Παίο‐ νες. Ἔθνος Θρᾳκικόν. Τινὲς δέ φασι,
5τοὺς νῦν καλουμένους Παννονίους. ἕτεροι
δὲ, Μακεδόνας. Ἀγκυλότοξοι. Ἐπι‐ καμπῆ τόξα ἔχοντες.

10

.

429

Λέλεγες. Ἔθνος Καρικόν. Λέγει δὲ τοὺς ἐν Πη‐ γάσῳ πόλει Καρίας οἰκοῦντας. Καύκω‐ νες. Ἔθνος Παφλαγωνίας. οἱ δὲ, Σκυ‐
5θίας, οἱ δὲ, τοὺς λεγομένους Καυνίους εἶ‐ πον. Πελασγοί. Οἱ τὸ παράλιον μέρος τῆς Καρίας ἔχοντες. Ἄμεινον δὲ, λέγειν αὐτοὺς γένος τι πολυπλανὲς, οἰκῆσαν ἐν τῇ Ἀσίᾳ καὶ Εὐρώπῃ, νῦν δὲ τῆς Τρωά‐
10δος πλησίον, ἔνθα αἱ Τράλλεις.

10

.

430

Πρὸς Θύμβρης. Πρὸς τὸ Θυμβραῖον πε‐ δίον. Θύμβρα γὰρ τόπος ἐστὶ τῆς Τροί‐ ας, ἔνθα καὶ Θυμβραίου Ἀπόλλωνος ἱε‐ ρὸν ἐπιφανές. Ἔλαχον. Κλήρῳ ἔλαβον.
5Ἀγέρωχοι. Αὐθάδεις, θρασεῖς. Ἔστι δὲ, ὅτε δηλοῖ ἡ λέξις καὶ τοὺς ἄγαν ἀν‐ δρείους καὶ ἐντίμους. παρὰ τὸ ἄγαν αὐ‐ τοὺς ἐπὶ τοῦ γέρως ὀχεῖσθαι.

10

.

431

Μῄ‐ ονες. Λυδοί.

10

.

432

Διεξερέεσθε. Ἐρω‐ τᾶτε.

10

.

434

Νεήλυδες. Νεωστὶ ἐλη‐ λυθότες.

10

.

435

Ἐν δέ σφι Ῥῆσος βα‐ σιλεύς. Ῥῆσος γένει μὲν ἦν Θρὰξ, υἱὸς δὲ Στρυμόνος τοῦ αὐτόθι ποταμοῦ, καὶ Εὐτέρπης, μιᾶς τῶν Μουσῶν. Διάφορος
5δὲ τῶν καθ’ αὑτὸν γενόμενος ἐν πολεμι‐ κοῖς ἔργοις, ἐπῆλθε τοῖς Ἕλλησιν, ὅπως Τρωσὶ συμμαχήσῃ. Καὶ μίαν ἡμέραν συμβαλὼν, πολλοὺς τῶν Ἑλλήνων ἀπέ‐ κτεινε. Δείσασα δὲ Ἥρα περὶ τῶν Ἑλ‐
10λήνων, Ἀθηνᾶν ἐπὶ τὴν τούτου διαφθο‐ ρὰν πέμπει. Κατελθοῦσα δὲ ἡ θεὸς, Ὀδυσσέα καὶ Διομήδην ἐπὶ τὴν κατο‐ σκοπὴν ἐποίησε προελθεῖν. Ἐπιστάντες δὲ ἐκεῖνοι κοιμωμένῳ Ῥήσῳ, αὐτόν τε
15καὶ ἑταίρους αὐτοῦ κτείνουσι, ὡς ἱστορεῖ Πίνδαρος. Ἔνιοι δὲ λέγουσι, νυκτὸς πα‐ ραγεγονέναι τὸν Ῥῆσον εἰς τὴν Τροίαν. Καὶ πρὶν γεύσασθαι αὐτὸν τοῦ ὕδατος τῆς χώρας, φονευθῆναι. Χρησμὸς γὰρ
20ἐδέδοτο αὐτῷ, φασιν, ὅτι, εἰ αὐτὸς γεύ‐ σεται τοῦ ὕδατος, καὶ οἱ ἵπποι αὐτοῦ τοῦ Σκαμάνδρου πίωσι, καὶ τῆς αὐτόθι νο‐ μῆς, ἀκαταμάχητος ἔσται εἰς τὸ παν‐ τελές. Ἐν δέ σφι Ῥῆσος βασιλεύς.
25Ὅσοι ἐκ Μουσῶν τίκτονται· Ὀρφεὺς ἐκ Καλλιόπης, ἢ Κλειοῦς· Λῖνος Τερψιχόρης, ἢ, ὥς τινες, Εὐτέρπης· Ῥῆσος Τερψιχό‐
ρης καὶ αὐτὸς, ἢ Εὐτέρπης· Θαλείας Παλαίφατος· Ἐρατοῦς Θάμυρις ὁ Θρᾷξ·
30Μελπομένης καὶ Ἀχελώου Σειρῆνες· Πο‐ λυμνείας Τριπτόλεμος.

10

.

437

Λευκότε‐ ροι χιόνος, θείειν δ’ ἀνέμοισιν ὁμοῖοι. Τοῦτο καλεῖται ὑπερβολή. ὁ γὰρ νοῦς· λευκότεροι μὲν χιόνος τῇ χροιᾷ, τῷ δὲ
5τάχει ἶσοι τοῖς ἀνέμοις. Ἰστέον δὲ, ὅτι ἐμείωσε τὴν ὑπερβολὴν ἐκ τοῦ μὴ εἰπεῖν, αὐτοὺς καὶ τῶν ἀνέμων ταχυτέρους. Λευ‐ κότεροι χιόνος, θείειν δ’ ἀνέμοισιν ὁμοῖοι. Δύο ὑπερβολὰς ἐπέθηκεν ἐντέχνως. τὴν
10μὲν ἐξ ὑπερθέσεως· τὴν δὲ ἐξ ὁμοιώσεως. καὶ ἐφ’ ἑκατέρας παρέλαβε τὸ οἰκεῖον. Χιόνος μὲν γὰρ δύναταί τι λευκότερον γενέσθαι, ἀνέμου δὲ θᾶσσον οὐδέν. Κα‐ λῶς οὖν τῷ μὲν ἀδυνάτῳ εἴκασε, τοῦ δὲ
15δυνατοῦ μεῖζον ἀπέφηνεν. Ἐπαινετὸν δὲ, ὅτι κατ’ αἰτιατικὴν δυνάμενος εἰπεῖν, Λευκοτέρους χιόνος, θείειν δ’ ἀνέμοισιν ὁμοίους (καὶ ὣς γὰρ ἐπέτρεπε τὸ μέ‐ τρον) μετεμόρφωσε τὸν λόγον, θαυμα‐
20στικῶς ἀναφωνήσας τὸν ἔπαινον αὐτῶν.

10

.

439

Πελώρια. Οὐ κατὰ τὸ μέγεθος, νῦν, μεγάλα, ἀλλὰ κατὰ τὸ κάλλος τεράστια.

10

.

442

Νηυσὶ πελάσσετον. Ἐπὶ τὰς ναῦς ἀγάγετε.

10

.

443

Νη‐ λέϊ. Ἀνηλεεῖ, σφοδρῷ.

10

.

444

Πειρη‐ θῆτον. Πεῖραν λάβητε.

10

.

448

Ἀ‐ μάς. Εἰς τὰς ἡμετέρας.

10

.

449

Ἀπο‐ λύσομεν. Λύτρα λαβόντες ἀποπέμψο‐ μεν. Ἠὲ μεθῶμεν. Ἢ ἐάσομεν ἄνευ δώρων.

10

.

450

Εἶσθα. Ἥξεις, παρα‐ γενήσῃ, ἐλεύσῃ.

10

.

451

Διοπτεύσων. Κατασκοπεύσων.

10

.

452

Ἐμῇς ὑπὸ χερ‐ σίν. Ὑπὸ τῶν ἐμῶν χειρῶν.

10

.

456

Ἀ‐ πέκερσεν. Ἀπέκοψεν, ἀπέτεμε. Τένον‐ τε. Τοὺς αὐχένας λέγει.

10

.

457

Φθεγ‐ γομένου. Τὸ στόμα εἰς τὸ φθέγξασθαι κινοῦντος. Προὔλαβεν οὖν ἡ φωνὴ τὴν πληγήν.

10

.

459

Λυκέην. Λύκου δοράν. Παλίντονα. Εἰς τοὐπίσω ἑλκόμενα. Καὶ δόρυ μακρόν. Ὃ ἀνωτέρω ἄκοντα εἶπε.

10

.

460

Ληΐτιδι. Λαφυραγωγῷ, πολεμικῇ.

10

.

462

Τοῖσδεσσιν. Ἐν τούτοις.

10

.

463

Ἐπιβωσόμεθα. Ἐπὶ βοήθειαν καλεσό‐ μεθα. Γράφεται δὲ καὶ, ἐπιδωσόμεθα. ἵν’ ᾖ, δώροις τιμήσομεν.

10

.

466

Ἀνὰ μυ‐ ρίκην. Μυρίκη, θαμνῶδες φυτόν. Δέε‐ λον. Εὔγνωστον, εὔδηλον.

10

.

467

Συμ‐ μάρψας. Συλλαβὼν, κλάσας. Δόνα‐ κας. Καλάμους. Ἀπὸ τοῦ δονεῖσθαι.
Ἐριθηλέας. Ἄγαν θάλλοντας, εὐθαλεῖς.

10

.

470

Ἷξον. Παρεγένοντο.

10

.

473

Τρι‐ στοιχεί. Ἐπὶ τρεῖς στίχας καὶ τάξεις. Δίζυγες. Δύο ἵπποι ὑπὸ ζυγὸν ἀγόμενοι.

10

.

475

Ἐξ ἐπιδιφριάδος πυμάτης. Ἐκ τοῦ ἐσχάτου μέρους τοῦ ἁρματείου δίφρου τῆς περιφερείας. ὃ καὶ ἄντυξ καὶ ἐπιδι‐ φριὰς καλεῖται.

10

.

476

Προπάροιθεν ἰ‐ δών. Πρότερος ἰδών.

10

.

478

Πίφαυσκε. Προεσήμαινεν, ἔλεγε.

10

.

479

Πρόφερε. Φανερὸν ποίει.

10

.

480

Μέλεον. Μελαί‐ ως. ματαίως, ἢ μάταιον.

10

.

481

Ἔναι‐ ρε. Φόνευε.

10

.

483

Ἐπιστροφάδην. Ἐ‐ νεργῶς, εὐτόνως. ἢ, ἄλλοτε εἰς ἄλλον ἐπιστρεφόμενος. σπουδαίως. Στόνος. Στεναγμός. Ἀεικής. Χαλεπός.

10

.

484

Ἄορι θεινομένων. Τῷ ξίφει πληττομέ‐ νων. Ἐρυθαίνετο. Ἐρυθρὰ ἐγίγνετο, ἐφοινίσσετο.

10

.

485

Ἀσημάντοισιν. Ἀ‐ φυλάκτοις, ἀφροντίστοις, μὴ ἔχουσι ποι‐ μένα.

10

.

486

Ἐνορούσῃ. Ἐπιπηδήσῃ, ἐφορμήσῃ.

10

.

487

Ἐπῴχετο. Ἐπήρχε‐ το.

10

.

490

Ἐξερύσασκε. Μεθεῖλκε.

10

.

492

Τρομεοίατο. Φοβοῖντο.

10

.

493

Ἀ‐ ήθεσσον. Ἀσυνήθεις ἦσαν.

10

.

496

Κα‐ κὸν γὰρ ὄναρ. Κακὸς ὄνειρος. Ὁ Διο‐ μήδης ἐπέστη αὐτῷ, ὅτι νυκτὸς καθεύ‐ δοντα αὐτὸν ἀνεῖλεν.

10

.

497

Οἰνείδαο πάϊς. Ὁ Διομήδης, Οἰνέως ἔκγονος. Τυδεὺς γὰρ Οἰνέως ἦν υἱός. Μῆτιν. Βουλήν.

10

.

498

Τλήμων. Καρτερικός.

10

.

499

Σὺν δ’ ἤειρε. Συνέδησε δέ.

10

.

500

Ἐπιπλήσσων. Πλήσσων, ἐλαύ‐ νων. Μάστιγα φαεινήν. Ἤτοι στιλ‐ πνήν. ἢ, τὴν φανερῶς κειμένην.

10

.

502

Ῥοίζησεν. Ἀνάρθρως ἐφώνησεν. ὃ ἡ‐ μεῖς συρίζειν λέγομεν. Πιφαύσκων. Φανεροποιῶν, σημαίνων.

10

.

503

Κύντα‐ τον. Χαλεπώτατον, δεινότατον.

10

.

509

Νόστου. Τῆς ἀνακομιδῆς.

10

.

510

Πεφο‐ βημένος. Φεύγων μετὰ φόβου.

10

.

511

Θεὸς ἄλλος. Ὁ ἡμῖν ἐναντίος.

10

.

513

Κόψεν. Ἔπληξεν.

10

.

514

Ἐπέτοντο. Ἔτρεχον. Καθ’ ὑπερβολήν.

10

.

515

Ἀ‐ λαοσκοπίην. Μάταιον σκοπόν. Ὅ ἐστιν, Οὐκ ἔλαθεν αὐτόν.

10

.

516

Ἕπουσαν.
Ἤτοι, ἑπομένην αὐτῷ, συνεργοῦσαν.

10

.

520

Ἔρημον. Ἠρημωμένον, μονήρη.

10

.

521

Ἀσπαίροντας. Ψυχοραγοῦντας. Φονῇσι. Τοῖς τόποις ἐν οἷς ἔκειντο οἱ νε‐ κροί.

10

.

522

Ὀνόμῃνεν. Ἐξ ὀνόματος ἐκάλεσε.

10

.

523

Κυδοιμός. Ταραχὴ, θόρυβος.

10

.

524

Ἄμυδις. Ὁμοῦ καὶ εἰς τὸν αὐτὸν τόπον τρεχόντων. Θηεῦντο. Μετὰ θαύματος ἐθεώρουν.

10

.

526

Σκο‐ πόν. Κατάσκοπον.

10

.

527

Ἔρυξε. Κατ‐ έσχε.

10

.

528

Χαμᾶζε θορών. Χαμαὶ ἁλλόμενος. Ἔναρα βροτόεντα. Περιεκ‐ τικῶς, τὰ τόξα καὶ τὸ δόρυ. Κυρίως δὲ ἔναρα λέγονται, ὅσα ἤραρε καὶ συνήρμο‐
5σται, θώραξ, κυνέη, καὶ κνημῖδες.

10

.

532

Πρῶτος κτύπον ἄϊε. Πρῶτος τοῦ ψόφου τῶν ποδῶν τῶν ἵππων ᾔσθετο ἀγωνιῶν, διὰ τὸ αὐτὸν εἰσηγητὴν γεγονέναι τῆς κατασκοπῆς. Ὡς οὖν γνώμην δοὺς εἰς τὸ
5ἐκπεμφθῆναι τοὺς ἄνδρας, οὐ μόνον ἠγω‐ νία περὶ αὐτῶν, ἀλλὰ καὶ τῇ ψυχῇ συνεπ‐ εδήμει αὐτοῖς.

10

.

534

Ἔτυμον. Ἀλη‐ θές. Ψεύσομαι, ἢ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός. Κἄν τε ψεύδεσθαί, φησιν, ἔνι, κἄν τε ἀληθεύειν με, ὁπωσοῦν ἀπαγ‐
5γελῶ καὶ λέξω, διὰ τὸ προθυμεῖσθαί με.

10

.

535

Ἵππων μ’ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει. Ἀντὶ τοῦ, ἵππων ψόφου ἀκούω.

10

.

537

Ἐλασαίατο. Ἀπηλακό‐ τες εἶεν.

10

.

544

Πολύαινε. Ὑπὸ πολ‐ λῶν ἐπαινούμενε. ἢ, πολλοῦ αἴνου ἄξιε.

10

.

545

Τούσδ’ ἵππους λάβετον. Τούτους τοὺς ἵππους ἐλάβετε.

10

.

546

Ἤ τις σφῶε πόρεν. Ἢ τίς ὑμῖν αὐτοὺς παρέ‐ σχεν. Ἀντιβολήσας. Ἀπαντήσας, περι‐ τυχών.

10

.

547

Αἰνῶς. Λίαν πάνυ. Ἀκτί‐ νεσσιν. Ἀκτῖσιν.

10

.

548

Ἐπιμίσγομαι. Ἐν τῇ μάχῃ σύνειμι.

10

.

551

Ἀλλά τιν’ ὔμμ’ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα. Ἀλλὰ ὑπολαμβάνω ὑμῖν τινὰ τῶν θεῶν αὐτοὺς δεδωκέναι.

10

.

556

Ἠέ περ οἵδε. Ἢ ὡς οὗτοι οἱ ἵπποι.

10

.

558

Νεήλυδες. Νεω‐ στὶ παραγενόμενοι. Ἐρεείνεις. Ἐρωτᾷς.

10

.

560

Πὰρ δέ. Παρ’ αὐτὸν δέ. Ἑταί‐ ρους δυοκαίδεκα. Πῶς δέ φησιν ιδ. Φο‐ νεύσας τρισκαιδέκατον λέγει Δόλωνα. Ῥητέον οὖν, ὅτι Ὅμηρος ἀεὶ τοὺς βασι‐
5λεῖς τῶν στρατιωτῶν χωρίζει κατ’ ἐξο‐ χήν. Ἔθει οὖν κεχώρισται κατὰ τὸν ἀρι‐ θμὸν ὁ Ῥῆσος, ὡς ἐπὶ τοῦ· Ζεὺς δ’ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε.

10

.

562

Διοπτῆρα. Κατάσκοπον.

10

.

563

Ἀγαυοί. Νῦν ἐν εἰρωνείας μέρει κεῖται. Οὐ γὰρ ἐπαινεῖν πρέπει τοὺς πολεμίους.

10

.

565

Καγχαλόων. Χαίρων.

10

.

568

Ἱπ‐ πείῃ. Τῇ τῶν ἵππων.

10

.

570

Νηῒ ἐνὶ πρύμνῃ. Ἀντὶ τοῦ, ἐν νεὼς πρύμνῃ.

10

.

571

Ὄφρ’ ἱρόν. Περὶ θυσίας σαφῶς λέγει, περὶ ἧς ἐσιώπησεν. Ἱρόν. Ἰερεῖον, σφάγιον.

10

.

573

Ἀμφί τε μηρούς. Καὶ ἀμφοτέρους τοὺς μηρούς.

10

.

574

Σφίν. Ἀντὶ τοῦ, σφέων, ὅ ἐστιν, αὐτῶν.

10

.

575

Ἀνέψυχθεν. Ἀνεκτήσαντο.

10

.

576

Ἀσαμίνθους. Πυέλους, σκάφας. Παρὰ τὴν ἄσιν, τὸν ῥύπον, μινύθειν. ὅ ἐστιν, ἐλαττοῦν, καὶ μειοῦν. Ἐϋξέστας. Κα‐ λῶς ἐξεσμένας.

10

.

577

Λίπα. Λιπαρῶς, ἢ εὐέκτως.

10

.

578

Ἐφιζανέτην. Παρε‐ κάθηντο.

10

.

579

Πλείου. Γέμοντος. Ἀφυσσάμενοι. Ἀπαντλήσαντες, ἀρυ‐
σάμενοι.

11

.

1

Ἠὼς δ’ ἐκ λεχέων παρ’ ἀγαυοῦ Τι‐ θωνοῖο Ὤρνυτο. Μυθεύεται, ὅτι Τιθωνὸν τὸν Λαομέδοντος, εὐπρεπέστατον τῶν καθ’ αὐτὸν, ἐν Ἰλίῳ γενόμενον, ἐρα‐
5σθεῖσα ἀνήρπασεν ἡ Ἡμέρα, καὶ τῆς τούτου μετέλαβε κοίτης. Αἰτησαμένῳ δὲ αὐτῷ παρέσχεν ἀθανασίαν. Ὁ δὲ γέρων
γενόμενος, διὰ γὰρ ἄγνοιαν οὐκ ᾐτήσατο ἀθανασίαν σὺν ἀγηρασίᾳ, ἀχθόμενος ὡς
10τῶν ἐν βίῳ μεταλαμβάνειν οὐ δυνάμενος, ἐκάλεσε τὴν θεὸν, ὅπως αὐτὸν τοῦ ζῇν ἀπαλλάξῃ. Ἡ δὲ, οὐ δὲ γὰρ ἦν δυνατὸν ἀποθανεῖν αὐτὸν, μετέβαλεν εἰς τέττιγα, τὸν μουσικώτατον τῶν πτηνῶν, ὅπως καὶ
15διὰ τῆς φωνῆς αὐτοῦ τέρπηται. Γίγνεται δὲ ἐξ αὐτῶν παῖς Μέμνων, ὁ τῶν Αἰθιό‐ πων βασιλεύς. Ἐκ λεχέων. Ἐκ τῆς κοίτης. Ἀγαυοῦ. Ἄγαν ἐνδόξου, καλοῦ. Τιθωνοῖο. Τιθωνοῦ. Τιθωνὸς δέ ἐστι
20Λαομέδοντος μὲν παῖς, ἀδελφὸς δὲ Πριά‐ μου, Ἡμέρας σύνευνος.

11

.

3

Προΐαλλε. Προέπεμπεν, ἀπέστελλεν, ἐξέπεμπεν.

11

.

4

Ἀργαλέην. Ἄλγη ἐπιφέρουσαν. Τέ‐ ρας. Σημεῖον. Πολέμοιο τέρας. Περι‐ φραστικῶς, τὸν πόλεμον.

11

.

6

Μεσσά‐ τῳ. Μεσαιτάτῳ. Γεγωνέμεν. Βοᾷν.

11

.

9

Εἴρυσαν. Ἀνείλκυσαν. Κάρτεϊ. Ἰσχύϊ.

11

.

11

Ὄρθια. Ὀρθῶς. ἀνατε‐ ταμένως, μεγάλως.

11

.

15

Ζώννυσθαι.
Καθοπλίζεσθαι. Συνεκδοχικῶς, ἀπὸ μέ‐ ρους.

11

.

16

Νώροπα. Λαμπρόν.

11

.

20

Ξεινήϊον. Ξένιον.

11

.

21

Πεύθετο. Ἠ‐ κούετο. Κύπρονδε. Ἕως εἰς Κύπρον. Ἠκούετο δὲ ἕως εἰς Κύπρον. Κλέος. Φή‐ μη. Οὕνεκα. Νῦν ἀντὶ τοῦ, ὅτι.

11

.

24

Οἶμοι. Ὁδοί. στίχοι. Μεταληπτικῶς, ἀντὶ τοῦ, ῥάβδοι. Κυάνοιο. Χρώματι κυανῷ εἰκασμένου.

11

.

26

Κυάνεοι. Μέ‐ λανες. Ὀρωρέχατο. Ἐξέτατο. διεγη‐ γερμένοι ἦσαν. ἐκτεταμένοι.

11

.

27

Ἴ‐ ρισσιν. Ταῖς ἐν οὐρανῷ ἴρισι φαινο‐ μέναις. Ἴρις δέ ἐστι πάθος περὶ τὸν ἀ‐ έρα, ἐν νέφει συνεκτεταμένον ἐξ ἡλιακῆς
5ἀκτῖνος.

11

.

28

Στήριξεν. Ἔστησεν, ἥ‐ δρασεν.

11

.

31

Ἀορτήρεσσι. Τοῖς ἀπαι‐ ωροῦσι τὸ ξίφος ἱμάσι.

11

.

32

Πολυδαί‐ δαλον. Πολλὰς κατασκευὰς ἔχουσαν. Θοῦριν. Ἤτοι, πολεμικήν· ἢ, εὐκίνητον καὶ κούφην τῷ φοροῦντι.

11

.

36

Γοργώ. Γοργότητος καὶ δέους παρασκευαστικὴ, καὶ φυγῆς τῶν ὁρώντων. Βλοσυρῶπις. Φοβερὰ καὶ καταπληκτικὴ τὴν πρόσοψιν.
5Ἐστεφάνωτο. Περιεῖχε, περιέκειτο.

11

.

37

Δερκομένη. Βλέπουσα.

11

.

38

Τελαμών. Ἀναφορεύς.

11

.

40

Ἀμφιστρεφέες. Ἐξ ἑνὸς στόματος τοῦ δράκοντος τρεῖς ἐπεφύ‐ κεισαν κεφαλαὶ, ἀλλήλαις συμπεπλεγμέ‐ ναι.

11

.

41

Ἀμφίφαλον. Ἀμφοτέρωθεν φαλοὺς ἔχουσαν.

11

.

44

Ἀπ’ αὐτόφιν. Ἀπ’ αὐτῶν.

11

.

45

Ἐπὶ δ’ ἐγδούπησαν. Ἐπεκτύπησαν, ἐπεβρόντησαν.

11

.

49

Πρυ‐ λέες. Πεζοὶ ὁπλῖται.

11

.

50

Ῥώοντο. Ὥρμων. Ἠῶθι πρό. Πρὸ τῆς ἀνατολῆς, πρὸ ἡμέρας.

11

.

51

Φθάν. Ἔφθασαν. Φθὰν δὲ μέγ’ ἱππήων ἐπὶ τάφρον κοσμη‐ θέντες. Τινὲς ὑπερβατὸν τοῦτο νοοῦσι, μεγάλως κοσμηθέντες ἔφθασαν. τὸ οὖν
5μέγα, τῷ κοσμηθέντες συντάττεται. Φθὰν δὲ μέγα. Μεγάλως ἔφθασαν.

11

.

52

Μετεκίαθον. Μετ’ αὐτοὺς ἦλθον. Ὀλίγον μετεκίαθον. Μετ’ ὀλίγον ἐκεῖ ἐπορεύοντο. Κυδοιμόν. Θόρυβον.

11

.

53

Ἐέρσας. Δρόσους.

11

.

54

Μυδαλέας. Διαβρόχους, διΰγρους. Ἐζήτηται, πῶς ἐνεδέχετο, αἷμα ἔχειν τὰς νεφέλας. Καὶ λέγουσιν οἱ λύοντες τὸ ἀμφίβολον, ὡς,
5ἐπὶ μεγίστῳ πολέμῳ πολλῶν ἀναιρου‐ μένων, τὸ αἷμα τούτων ἐπλήρου τοὺς πλη‐ σίον ποταμούς. ἀφ’ ὧν αἱ νεφέλαι λαμ‐
βάνουσαι τὸ ὕδωρ, αἱματώδεις δρόσους ἔπεμπον.

11

.

56

Θρωσμῷ. Τόπῳ ὑψηλῷ ἐν τῷ πεδίῳ, ἀφ’ οὗ ἦν καθορᾷν.

11

.

62

Οὔλιος. Ὀλέθριος. Λέγει δὲ τὸν Κύνα. Περὶ οὗ καὶ ἀλλαχόθι φησὶν ὁ Ποιητής· Καί τε φέρει πολὺν πυρετὸν δειλοῖσι βροτοῖσι.

11

.

63

Σκιόεντα. Σκιὰν παρέ‐ χοντα. Ταῦτα γὰρ συσκιάζει τὸν ἀέρα.

11

.

64

Φάνεσκεν. Ἐφαίνετο.

11

.

65

Πυ‐ μάτοισιν. Ἐσχάτοις.

11

.

66

Στεροπή. Ἀστραπή.

11

.

67

Ἀμητῆρες. Θερισταί. Ἐναντίοι ἀλλήλοισιν. Ἐρίζοντες ἀλλή‐ λοις.

11

.

68

Ὄγμον. Τὸ ἐπίστιχον ἔργον τῶν θεριζόντων. Ἐλαύνωσι. Θερίζωσι
σπουδαίως. Μάκαρος. Πλουσίου.

11

.

69

Ταρφέα. Συνεχῆ, πυκνά.

11

.

70

Θορῶν‐ τες. Ἐφορμήσαντες.

11

.

71

Δῄουν. Ἐ‐ τίτρωσκον, διέκοπτον. Μνώοντο. Μνείαν ἐποιοῦντο.

11

.

72

Ἴσας δ’ ὑσμίνῃ κεφαλὰς ἔχον. Κατὰ μίαν εὐθείαν εἶχον τὰς κε‐ φαλάς· ὅ ἐστιν, ἐξίσωτο αὐτοῖς ἡ μάχη.

11

.

73

Θῦνον. Ἐνθουσιωδῶς ὥρμων.

11

.

74

Παρετύγχανε. Παρῆν.

11

.

79

Ὀρέξαι. Παρασχεῖν.

11

.

80

Οὐκ ἀλέγιζεν. Οὐκ ἐφρόντιζε.

11

.

83

Στεροπήν. Λαμπηδόνα.

11

.

86

Δρυτόμος. Ὑλοτόμος, ξυλοτόμος.
Δρῦν γὰρ ἐκάλουν οἱ παλαιοὶ πᾶν δένδρον, ἀπὸ τοῦ ἀρχαιοτέρου. Ὡπλίσσατο. Πα‐ ρεσκευάσατο. Ἡτοίμασεν.

11

.

87

Ἐκο‐ ρέσσατο χεῖρας. Ἀντὶ τοῦ, ἔκαμεν, ἐ‐ κοπίασεν.

11

.

88

Ἄδος. Κόρος.

11

.

89

Ἵ‐ μερος. Ἐπιθυμία, ἔρως.

11

.

90

Τῆμος. Τηνικαῦτα. καθ’ ἣν ὥραν. τότε. Σφῇ. Τῇ ἑαυτῶν.

11

.

91

Κεκλόμενοι. Παρα‐ κελευόμενοι.

11

.

94

Κατεπάλμενος. Καθ‐ αλλόμενος, καθορμήσας.

11

.

95

Μετώ‐ πιον. Τὸ μεταξὺ τῶν ὤπων, τὸ μεσό‐ φρυον.

11

.

96

Σχέθεν. Ἀντέσχε. Χαλ‐ κοβάρεια. Τῷ χαλκῷ βαρουμένη. ὅ ἐ‐ στιν, ἰσχυρά.

11

.

98

Πεπάλακτο. Ἐ‐ φύρετο, ἐμολύνετο.

11

.

100

Στήθεσι παμ‐ φαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας. Ἐ‐ πειδή, φησι, τοὺς ἐν τοῖς στήθεσιν αὐ‐ τῶν χιτῶνας ἀφείλετο, καὶ γυμνοὺς φαι‐
5νομένους τοὺς νεκροὺς κατέλιπε.

11

.

101

Βῆ Ῥῆσόν τε καὶ Ἄντιφον. Ἔβη ἐπὶ τὸν Ῥῆσον καὶ Ἄντιφον.

11

.

104

Πα‐ ραίβασκε. Παραιβάτης ἦν. Ὥ ποτε. Οὕς ποτε. Δυϊκῶς.

11

.

105

Κνημοῖσι. Ταῖς προβάσεσι. Δείδη. Ἔδησε. Μό‐ σχοισι λύγοισιν. Ἁπαλοῖς λύγοις.

11

.

106

Ἐπ’ ὄεσσιν. Ἐπὶ τοῖς ποιμνίοις. Ἔλυ‐ σεν ἀποίνων. Λύτρα δεξάμενος ἀπέδωκεν.

11

.

109

Ἔλασεν. Ἔπληξε.

11

.

110

Σπερ‐ χόμενος. Κατεπειγόμενος, σπεύδων. Ἀ‐ πὸ τοῖϊν. Ἀπ’ αὐτῶν. Δυϊκῶς.

11

.

114

Ξυνέαξε. Συνέτριψεν.

11

.

115

Ἁπαλόν. Νέον.

11

.

118

Δρυμά. Δρυμῶνας. συν‐ δένδρους τόπους.

11

.

121

Φεύοντο. Ἔ‐ φευγον.

11

.

122

Μενεχάρμην. Ὑπομέ‐ νοντα τὴν μάχην, πολεμικόν.

11

.

124

Ἀ‐ λεξάνδροιο. Παρὰ Ἀλεξάνδρου.

11

.

129

Κυκηθήτην. Ἐταράχθησαν.

11

.

130

Γου‐ ναζέσθην. Τῶν γονάτων ἥπτοντο. ἱκέτευ‐ ον.

11

.

136

Προσαυδήτην. Προσεφώνουν. προσεφθέγγοντο.

11

.

137

Ἀμείλικτον. Ἀηδῆ, σκληράν.

11

.

140

Ἀγγελίην. Ἀν‐ τὶ τοῦ εἰς πρεσβείαν. δύο δὲ σημαίνει ἀγγελία. παράγγελμα ὡς ἐν τῷ· Ἀγ‐ γελίην εἴποιμι περίφρονι Πηνελοπείῃ. καὶ
5τὸν ἄγγελον, ἤτοι τὸν πρέσβιν. ὡς ἐν‐ ταῦθα· Ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆι.

11

.

141

Ἐξέμεν. Ἐξεῶσαι, ἐκ‐ πέμψαι.

11

.

142

Ἀεικέα. Χαλεπόν.

11

.

144

Οὔδει ἐρείσθη. Πρὸς τῇ γῇ ἠρείσθη, ἐ‐ στηρίχθη.

11

.

147

Ὅλμον δ’ ὣς, ἔσσευε. Ὅλμου δὲ δίκην αὐτὸν ῥίψας κυλίεσθαι. Ὅλμος δέ ἐστι κοῖλος λίθος, εἰς ὃν κόπτε‐ ται ὄσπρια, καὶ ἄλλα τινά.

11

.

150

Ὄ‐ λεκον. Ἀνῄρουν. Τὸ ο μικρὸν, διὰ τὸ μέτρον.

11

.

152

Ὦρσαν. Διήγειραν.

11

.

153

Χαλκῷ δηϊόωντες. Ἤτοι, τοῖς ἐ‐ πισώτροις κόπτοντες. Ἢ οὕτω συντακτέ‐ ον· Πεζοὶ μὲν πεζοὺς ὄλεκον, ἱππεῖς δ’ ἱππῆας. οὐ γὰρ οἱ τῶν ἵππων πόδες χαλ‐
5κῷ ἐτίτρωσκον.

11

.

155

Ἀξύλῳ. Κατα‐ ξύλῳ. Πολυξύλῳ. Τὸ γὰρ α νῦν, οὐ κατὰ στέρησιν, ἀλλὰ κατ’ ἐπίτασιν.

11

.

156

Εἰλυφόων. Εἰλῶν, ταράσσων. Οἱ δέ τε θάμνοι. Καὶ οἱ σύμφυτοι τόποι. Παρὰ τὸ θαμὰ πεφυτεῦσθαι αὐτοὺς, ὅ ἐστι, πυκνῶς. Οἱ δὲ, τὰ χαμαίζηλα
5καὶ πολύκλαδα φυτά.

11

.

157

Πρόῤῥιζοι. Μέχρι τῶν ῥιζῶν. Τῶν γὰρ κάτω γῆς τὸ πῦρ οὐχ’ ἅπτεται. Πυρὸς ὁρμῇ. Τῷ πυρί. Περιφραστικῶς.

11

.

158

Κάρηνα. Ἀπὸ μέρους, ἄνθρωποι. Οἱ δὲ, ἀκρωτή‐ ρια.

11

.

160

Κείν’ ὄχεα. Κενὰ τὰ ἅρ‐
ματα. Κροτάλιζον. Ἀντὶ τοῦ, ἕλκοντες ἠχὴν ἐποίουν.

11

.

162

Κείατο. Ἔκειντο. Πολὺ φίλτεροι. Πολὺ προσφιλέστεροι.

11

.

163

Ὕπαγεν. Ὑπεξῆγεν, ὑπεξέφερε. Κονίης. Τοῦ ἐν τῷ πολέμῳ κονιορτοῦ.

11

.

164

Αἵματος. Φόνου. Κυδοιμοῦ. Θο‐ ρύβου, κραυγῆς.

11

.

165

Σφεδανόν. Ἐ‐ πεικτικόν. σφοδρόν. ἢ καταπληκτικόν. Κελεύων. Παρακελευόμενος.

11

.

167

Ἐ‐ ρινεόν. Ἀγρίαν συκῆν.

11

.

168

Ἱέμενοι πόλεως. Ἐπιθυμοῦντες ἀνελθεῖν ἐπὶ τὴν πόλιν.

11

.

173

Νυκτὸς ἀμολγῷ. Τῷ καιρῷ ἐν ᾧ συμβέβηκεν ἀμέλγεσθαι τὰ θρέμματα. Τινὲς δὲ, τὸ μεσονύκτιον, ὅ‐ ταν οὐδεὶς μολίσκει, οὐδὲ πρόεισι.

11

.

174

Τῇ δέ τ’ ἰῇ. Μιᾷ δέ τινι αὐτῶν. Ἀνα‐ φαίνεται. Ἐπέρχεται. Αἰπύς. Ὑψη‐ λός. ἐξ οὗ, μέγας, καὶ ὀλέθριος.

11

.

176

Ἔγκατα. Ἐντοσθίδια. Λαφύσσει. Μετὰ ποιοῦ ἤχου ἀναῤῥοφεῖ, ἢ κενοῖ ἐ‐
σθίων. Παρὰ τὸ, γλαφυρὸν ποιεῖν, ὅ ἐ‐ στι κοῖλον.

11

.

177

Ἔφεπε. Κατόπιν ἐδίωκεν.

11

.

178

Ὀπίστατον. Τὸν ἔσχα‐ τον.

11

.

180

Περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν. Περισσῶς γὰρ καὶ ἐνθουσιωδῶς εἰς τοὔμ‐ προσθεν ὥρμα. Ἵν’ ᾖ, κατεπολέμει αὐ‐ τοὺς τῷ δόρατι.

11

.

186

Ἔνισπεν. Εἶ‐ πεν.

11

.

189

Ἀνώχθω. Κελευέτω.

11

.

191

Τυπείς. Πληγείς. Βλήμενος. Βληθείς.

11

.

192

Εἰς ἵππους ἅλεται. Εἰς τὸ ἅρμα ἀνέλθῃ.

11

.

195

Ποδήνεμος. Ἴση ἀνέ‐ μοις κατὰ τὸ τάχος.

11

.

196

Ἱρήν. Ἱε‐ ρὰν, μεγάλην.

11

.

201

Τεΐν. Σοί. Δω‐ ρικῶς.

11

.

204

Ὑπόεικε. Ὑποχώρει.

11

.

216

Ἀρτύνθη. Παρεσκευάσθη, ἡτοι‐ μάσθη.

11

.

220

Κλειτῶν. Ἐνδόξων, ὀνο‐ μαστῶν.

11

.

221

Ἀντηνορίδης. Ἀντήνο‐ ρος παῖς Ἰφιδάμας.

11

.

223

Κισσῆς. Κισσεύς.

11

.

224

Μητροπάτωρ. Ὁ τῆς μητρὸς πατήρ.

11

.

225

Ἐρικυδέος. Τῆς μεγάλως ἐνδόξου.

11

.

227

Ἐκ θαλά‐ μοιο. Ἀντὶ τοῦ, γεγαμημένος νεωστί. Μετὰ κλέος ἵκετ’ Ἀχαιῶν. Μετὰ τὴν ἀκοὴν τῆς ἐπιστρατείας τῶν Ἑλλήνων
5κληδόνα ἢ φήμην ἀκούσας, ὅτι ἐπεστρά‐ τευσαν τῇ Τροίᾳ.

11

.

229

Τὰς μὲν ἔπειτ’ ἐν Περκώτῃ λίπεν. Ἐθαλασσοκράτουν γὰρ οἱ Ἕλληνες, διὸ τὰς ναῦς καταλι‐
πὼν, πεζὸς ἦλθεν εἰς Τροίαν. ἡ δὲ Περ‐
5κώτη πόλις Ἑλλησπόντου.

11

.

233

Ἀ‐ τρείδης μὲν ἅμαρτεν. Ἀπέτυχε. Νῦν μὲν ὁ πρότερος νικᾷ, καὶ δεύτερον ἀφείς. ἐν δὲ ταῖς ἄλλαις μονομαχίαις τετήρη‐
5ται, ὅτι ὁ πρότερος ἀφεὶς νικᾶται.

11

.

236

Οὐδ’ ἔτορεν. Οὐδὲ διέκοψεν.

11

.

237

Ἀντομένη. Συντυχοῦσα, ὑπαντήσασα. Ἐτράπετο. Εἰς τοὐπίσω ἀνετράπη.

11

.

242

Οἰκτρός. Οἴκτου καὶ ἐλέους ἄξιος. Ἀστοῖσι. Τοῖς ἰδίοις πολίταις.

11

.

243

Ἧς οὔτι χάριν. Παρ’ ἧς οὐδὲν αὐτῷ χαρίεν, οὐδὲ ἡδὺ ἐγένετο. Πολλὰ δ’ ἔδω‐ κε. Προσληπτέον τὸ ἕδνα.

11

.

245

Ἄ‐ σπετα. Ἀπαρακολούθητα. πολλά.

11

.

246

Ἐξενάριξεν. Ἀπέκτεινεν, ἐσκύλευσεν.

11

.

248

Ἀριδείκετος. Πάνυ ἔνδοξος, εὐπρε‐ πέστατος.

11

.

251

Εὐράξ. Ἐκ πλαγίου.

11

.

253

Διέσχε. Διεξῆλθεν.

11

.

256

Ἀνε‐ μοτρεφές. Ἤτοι κοῦφον, καὶ εὐκίνητον, ἢ στερεόν. τὰ γὰρ ἐν ἀνέμῳ πλέον γυμ‐ ναζόμενα δένδρα, στερεά.

11

.

257

Ὄπα‐ τρον. Ὁμόπατρον.

11

.

258

Ἀΰτει. Ἐβόα, ἐκάλει.

11

.

261

Τοῖο δέ. Τούτου δέ. Ἐπ’ Ἰφιδάμαντι. Ὡς ἐπιξήνῳ χρη‐ σάμενος τῷ τοῦ Ἰφιδάμαντος σώματι. Ἐπίξηνον δὲ, τὸ ἐπίκοπον, ὅτι ἐπ’ αὐτοῦ
5ξαίνεται τὰ κρέα.

11

.

266

Ἀνήνοθεν. Ἀνεφέρετο.

11

.

267

Ἐτέρσετο. Ἐξη‐ ραίνετο τῆς ἐκ τοῦ αἵματος νοτίδος.

11

.

268

Ὀξεῖαι. Δριμεῖαι, σφοδραί. Δῦ‐ νον μένος Ἀτρείδαο. Τὸν Ἀγαμέμνονα κατέσχον.

11

.

269

Βέλος ὀξύ. Ἡ σφο‐ δρὰ ὀδύνη. οἷον ἡ τιτρώσκουσα.

11

.

270

Προϊεῖσι. Προπέμπουσι. Μογοστόκοι. Αἱ τοὺς μόγους κουφίζουσαι τῶν τικτου‐ σῶν. Εἰλείθυιαι. Θεαὶ τῶν τικτουσῶν ἔφοροι, Διὸς καὶ Ἥρας θυγατέρες.

11

.

272

Δῦνον. Κατεδύοντο, ὑπεισῆλθον.

11

.

274

Ἤχθετο. Ἐβαρεῖτο, ἐλυπεῖτο.

11

.

275

Γεγωνώς. Παρακελευόμενος, βοῶν.

11

.

282

Ἄφρεον. Ἀφροῦ ἐπληροῦντο, ἵδρουν.

11

.

288

Οἴχεται. Πορεύεται. Ὤριστος. Ἄριστος, ἰσχυρός.

11

.

290

Ὑπέρτερον εὖ‐ χος. Μεγάλως τῇ δόξῃ ὑπερέχον.

11

.

292

Θηρητήρ. Κυνηγέτης.

11

.

293

Σεύῃ. Ἐπισεύει, ἐφορμᾷ. Ἀγροτέρῳ συΐ. Ἀ‐ γρίῳ χοίρῳ. τῷ κάπρῳ. Ἀεὶ δὲ διῃρη‐ μένως ὁ Ποιητὴς λέγει. παρὰ μέν τοι τῷ
5κωμικῷ λέγεται ὑφ’ ἓν, σύαγρος.

11

.

297

Ὑπεραέϊ. Ἐπὶ ὕψους καὶ ὑπὲρ ὑμᾶς φερομένῃ. Ἀέλλῃ. Συστροφῇ ἀνέμου.

11

.

298

Καθαλλομένη. Καταπνέουσα. Ἰοειδέα. Μέλανα. διὰ τὸ βάθος.

11

.

302

Κλυτίδην. Κλυτίου παῖδα.

11

.

305

Στυφελίξῃ. Διασείσῃ, πλήξῃ.

11

.

306

Ἀργέσταο νότοιο. Τοῦ λευκοτάτου, ἢ, τοῦ ταχέως. Ὁ γὰρ Ὅμηρος τέσσαρας
ἀνέμους μόνους οἶδε. Βαθείῃ. Ἀντὶ τοῦ, μεγάλῃ, ἰσχυρᾷ. Λαίλαπι. Τῷ μετὰ
5ὄμβρου ἀνέμῳ.

11

.

307

Τρόφι κῦμα. Εὐτραφὲς, εὐπαγές. Ἄχνη. Ὁ ἀφρός.

11

.

308

Ἐξ ἀνέμοιο. Ἀπὸ ἀνέμου. Πο‐ λυπλάγκτοιο. Πολυπλανήτου. Ἰωῆς. Πνοῆς.

11

.

310

Ἀμήχανα. Χαλεπά. Ἔρ‐ γα γένοντο. Ἀρχαϊκώτερον συντέτακ‐ ται. Καὶ πολύ ἐστι παρ’ αὐτῷ τὸ εἶδος. Ἡ μέν τοι συνήθεια τοῖς πληθυντικοῖς οὐ‐
5δετέροις ἑνικὰ συντάσσει ῥήματα.

11

.

312

Κέκλετο. Παρεκελεύετο.

11

.

313

Λε‐ λάσμεθα. Ἐπιλελήσμεθα.

11

.

314

Ἔ‐ λεγχος. Αἰσχύνη, ὄνειδος.

11

.

318

Ἦ‐ δος. Ὠφέλεια.

11

.

319

Ἐθέλει. Βού‐ λεται.

11

.

324

Κυδοίμεον. Ἐθορύβουν, ἐτάρασσον.

11

.

325

Θηρευτῇσι. Θηρα‐ τικοῖς. Πέσητον. Ἐμπέσωσιν.

11

.

326

Ὄλεκον. Ἀνῄρουν. Τὸ ο μικρὸν διὰ τὸ μέτρον. Παλινορμένω. Ἐκ τῆς φυγῆς
ἐπιστραφέντες, εἰς τοὐπίσω ὁρμήσαντες.

11

.

328

Δήμου ἀρίστω. Δημότας ἀρίστους.

11

.

329

Περκωσίου. Ἀπὸ Περκώτης πό‐ λεως Ἑλλησπόντου.

11

.

330

Ἔασκεν. Εἴα. συνεχώρει.

11

.

331

Στείχειν. Πα‐ ραγίγνεσθαι.

11

.

332

Κῆρες γὰρ ἄγον. Ἰσχυροτέρα γὰρ ἡ μοῖρα τῆς μαντικῆς.

11

.

334

Κεκαδών. Χωρίσας, στερήσας.

11

.

339

Παιονίδην. Παίονος παῖδα.

11

.

347

Κυλίνδεται. Ἐπιφέρεται, ἐπέρχεται.

11

.

348

Ἀλεξώμεσθα. Ἀμυνώμεθα.

11

.

350

Τιτυσκόμενος. Καταστοχαζόμενος.

11

.

351

Πλάγχθη δ’ ἀπὸ χαλκόφι χαλ‐ κός. Ὑπὸ τοῦ τῆς περικεφαλαίας χαλ‐ κοῦ ἀπεκρούσθη τὸ δόρυ.

11

.

352

Οὐδὲ ἵκετο. Οὐδὲ ἀφίκετο.

11

.

353

Αὐλῶπις. Τὸν ἐπ’ αὐτῇ λόφον ἀνατεταμένον ἔχου‐ σα, εἰς ὃν οἱ αὐλοὶ κατακλείονται. Αὐ‐ λοὶ δέ εἰσιν αἱ περόναι.

11

.

354

Ἀπέλε‐ θρον. Ὃ οὐκ ἔστι πλέθρῳ μετρῆσαι. Θέλει δὲ λέγειν, ὅτι ἀπὸ τοῦ δέους μεγά‐ λως ἥλατο.

11

.

355

Παχείῃ. Ἰσχυρᾷ.

11

.

357

Μετὰ δούρατος ἐρωήν. Ὁρμήν. Δηλοῖ καὶ τὴν ὑποχώρησιν. Ὤιχετο. Ἐπορεύετο.

11

.

358

Καταείσατο. Κα‐ τηνέχθη.

11

.

359

Ἄμπνυτο. Ἀνεσωφρο‐ νίσθη, ἀνεκτίσθη.

11

.

361

Ἐπαΐσσων. Ἐπισείων, ἐφορμῶν.

11

.

362

Κύον. Ἀ‐ ναιδέστατε.

11

.

365

Ἦ θήν σε. Πάνυ δή σε. Ἐξανύω. Ἐπὶ τέλος ἄξω. φο‐ νεύσω.

11

.

367

Ἐπείσομαι. Ἐπελεύσο‐ μαι.

11

.

370

Τιταίνετο. Ἔτεινε.

11

.

371

Στήλῃ κεκλιμένος. Τὴν ἐπὶ τοῦ τάφου στήλην προβεβλημένος ἀντὶ ἀσπίδος, ὡς δειλὸς, καὶ γυναιμανής. Ἀνδροκμήτῳ. Ἐφ’ ᾧ ἀνὴρ κεκμηκὼς ἔκειτο. ὅ ἐστι νε‐
5κρός. Ἢ, ὑπὸ ἀνδρὸς κατεσκευασμένῳ. Ἢ, ἐπὶ ἀνδρὶ κεκμηκότι κατεσκευασ‐ μένῳ.

11

.

374

Αἴνυτο. Ἀφηρεῖτο, ἐλάμ‐ βανε.

11

.

375

Βριαρήν. Ἰσχυράν. Τόξου πῆχυν. Τὸ τόξον. Περιφραστικῶς. Τὸ γὰρ ὅλον τόξον ἐκ δύο κεράτων σύγκειται, ὧν ἑκάτερον πῆχυς καλεῖται. Μετεχει‐
5ρίζετο οὖν, φησι, τὸ τόξον.

11

.

377

Ταρ‐ σόν. Τὸ πλατὺ τοῦ ποδός.

11

.

383

Πε‐ φρίκασι. Φοβοῦνται. Μηκάδες. Μη‐ κητικαί.

11

.

385

Τοξότα λωβητήρ. Διὰ τόξων λωβώμενε καὶ βλάπτων. ἐξ οὗ, δειλέ. Κέρα ἀγλαέ. Καλλωπιζόμενε τῇ τοξικῇ, ἢ τῇ τριχώσει. Κέρας γὰρ οἱ
5παλαιοὶ καὶ τὴν τρίχωσιν ἐκάλουν. Παρ‐ θενοπῖπα. Παρθένους ἐπιτηρῶν, γυναι‐ μανὲς, ἢ, γυναικιζόμενε, ἐπὶ γυναιξὶ μαινόμενε.

11

.

286

Πειρηθείης. Πεῖραν λάβῃς.

11

.

387

Χραίσμῃσι. Βοηθήσῃ. Ταρφέες. Πολλοὶ, πυκνοί.

11

.

388

Ἐπι‐ γράψας. Ἐπιξέσας ἁπλῶς.

11

.

389

Οὐκ ἀλέγω. Οὐ φροντίζω.

11

.

390

Κωφόν. Ἀμβλὺ εἰς ἀλγηδόνα. Ἀνάλκιδος. Ἀν‐ άνδρου, ἀσθενοῦς.

11

.

391

Ἦτ’ ἄλλως ὑπ’ ἐμεῖο. Ἀντὶ τοῦ, ἄλλως ὑπ’ ἐμοῦ πέμπεται. Ἐπαύρῃ. Ἐπιψαύσῃ, τρώ‐ σῃ, ἐφάψηται.

11

.

392

Ἀκήριον. Ἄψυ‐ χον, νεκρόν.

11

.

393

Ἀμφίδρυφοι. Ἀμ‐ φοτέρωθεν ἐσπαραγμέναι διὰ τὸ πένθος.

11

.

394

Ἐρεύθων. Ἐρυθραίνων. φοινίσσων.

11

.

395

Πύθεται. Σήπεται. Περιπλέες. Περὶ αὐτὸν πλείονες. Ἄμεινον, καθ’ αὑ‐ τὴν ποιεῖν τὴν, πέρι. Τὸ γὰρ, πλέες, συγκοπή ἐστι τοῦ, πλείονες. Εὐθεῖαν
5γὰρ ἀναπλάττειν μὴ εἰρημένην, εὔηθες.

11

.

397

Καθεζόμενος. Ἀντὶ τοῦ, κύψας.

11

.

399

Ἀνόρουσεν. Ἀνεπήδησεν, ἀνέστη. Ἐπέτελλεν. Ἐπέταττεν.

11

.

401

Οἰώ‐ θη. Ἐμονώθη.

11

.

403

Ὀχθήσας. Λυ‐ πηθείς.

11

.

404

Αἴ κε φέβωμαι. Ἐὰν φύγω.

11

.

405

Ἁλώω. Ληφθῶ, συσχε‐ θῶ.

11

.

407

Διελέξατο. Διελογίσατο, ἐνεθυμήθη.

11

.

413

Μετὰ σφίσι πῆμα τιθέντες. Ἐπὶ τῷ ἰδίῳ κακῷ τοῦτο πρά‐ ξαντες.

11

.

415

Ξυλόχοιο. Ὕλης ξυλώ‐ δους.

11

.

416

Θήγων. Ἀκονῶν. Γναμπτῇ‐ σιν. Ἐπικαμπέσι. Γένυσι. Σιαγόσιν.

11

.

417

Ἀμφὶ δέ τ’ ἀΐσσονται. Ἐπ’ αὐτὸν
ὁρμῶσιν. Ὑπαὶ δέ. Ὑπὸ δέ. Κόμπος. Ψόφος.

11

.

419

Ἐσσεύοντο. Ὥρμησαν.

11

.

424

Πρότμησιν. Τὸν κατὰ τὴν λα‐ γόνα τόπον, κατὰ τὸν ὀμφαλόν. διὰ τὸ πρῶτον αὐτὸν τέμνεσθαι, τὸν τεχθέντα παῖδα.

11

.

425

Ἕλεν. Ἔπληξεν. ἔλα‐ βεν. Ἀγοστῷ. Τῷ ἀγκῶνι.

11

.

427

Αὐ‐ τοκασίγνητον εὐηγενέος Σώκοιο. Ἐκ τρι‐ ῶν μερῶν λόγου ὅλος ὁ στίχος. Εὐηγε‐ νέος. Εὐγενοῦς.

11

.

430

Πολύαινε. Νῦν, μυθολόγε, φλύαρε.

11

.

437

Πάντα δ’ ἀπὸ πλευρῶν χρόα ἔργαθεν. Ὅλην τὴν ἐ‐ πιφάνειαν αὐτοῦ τῶν πλευρῶν εἶρξεν καὶ ἐχώρισε τῶν μελῶν. Ἢ ὅτι οὐκ ἐποίησεν
5εἰς βάθος καιρίαν αὐτὸν πληγῆναι.

11

.

438

Ἔγκασι. Τοῖς ἐντέροις.

11

.

441

Ἆ δεῖ‐ λε. Ὦ δειλὲ, καὶ ἄθλιε.

11

.

445

Κλυ‐ τοπώλῳ. Τῷ ἰσχυροὺς καὶ ὀνομαστοὺς ἵππους ἔχοντι. Ὅτι οὐδεὶς τὸν θάνατον διαφυγεῖν δύναται.

11

.

449

Δούπησεν. Ἀπέθανε.

11

.

451

Φθῆ. Προέλαβεν, ἔφ‐ θασε. Κιχήμενον. Καταλαμβανόμενον.

11

.

453

Ὄσσε καθαιρήσουσι. Τοὺς ὀφ‐ θαλμοὺς κατακαλύψουσι.

11

.

454

Ὠμη‐ σταί. Ὠμὰ κρέα ἐσθίοντες.

11

.

455

Κτεριοῦσι. Θάψουσι.

11

.

456

Σώκοιο.
Τὸ ὑπὸ Σώκου ἀκοντισθὲν δόρυ. Ἐνέκειτο γὰρ τῇ τοῦ Ὀδυσσέως πλευρᾷ.

11

.

458

Ἀνέσσυτο. Ἀνηκόντισε. Κῆδε. Ἐλύ‐ πει.

11

.

461

Αὖεν. Ἐβόα.

11

.

462

Χά‐ δεν. Ἐχώρει.

11

.

467

Βιώατο. Βιάζοιν‐ το.

11

.

468

Ἀποτμήξαντες. Χωρίσαντες τοῦ οἰκείου στρατοῦ.

11

.

474

Δαφοινοί. Φόνιοι. ἢ πυῤῥοί. Θῶες. Πανθήρια. Πά‐ ρισον δὲ καὶ ὁμοιοκατάληκτον εἶπε θῶες τῷ Τρῶες.

11

.

476

Ἤλυξεν. Ἐξέφυγε τὸν βαλόντα κυνηγέτην.

11

.

477

Λιαρόν. Χλιαρὸν, θερμόν. Ὀρώρῃ. Ἰσχύῃ, κι‐ νεῖται.

11

.

479

Δαρδάπτουσι. Κατεσθί‐ ουσι.

11

.

480

Νέμεϊ. Νέμει, συνδένδρῳ τόπῳ. Σκιερῷ. Τῷ σκιαζομένῳ ὑπὸ πλή‐ θους τῶν δένδρων. Λῖν’. Τὸ πλῆρες, λῖ‐ να. ὅ ἐστι, λέοντα. Δωρικῶς.

11

.

481

Σίντην. Βλαπτικόν. Διέτρεσαν. Σὺν δέει ἔφυγον. Δάπτει. Καταναλίσκει ἐσθίων.

11

.

483

Ἕπον. Περιεῖπον.

11

.

484

Νηλεὲς ἦμαρ. Τὴν ἀνηλεῆ ἡμέραν. τουτέστι, τὸν θάνατον.

11

.

486

Στῆ δὲ παρέξ. Ἔστη δὲ παρ’ αὐτόν. Ἄλλυδις ἄλλος. Ἄλλος ἀλλαχοῦ.

11

.

488

Εἵως. Ἕως.

11

.

490

Πριαμίδην νόθον υἱόν. Πε‐ ρισσὸν τὸ, υἱόν. κτητικῶς μὲν γὰρ προσ‐ τίθεται τὸ ὑπὸ τὴν κτῆσιν πεσεῖν δυ‐ νάμενον· πατρωνυμικῶς δὲ ἐμπεριέχε‐
5ται.

11

.

492

Πλήθων. Πεπληρωμένος.

11

.

493

Ὀπαζόμενος. Κατεπειγόμενος. ἀφ’ οὗ, πληρούμενος.

11

.

494

Ἀζαλέας. Ξηράς.

11

.

495

Εἰσφέρεται. Εἰς αὐτὸν φέρει. Ἀφυσγετόν. Ἰλυῶδες, συρφετόν.

11

.

498

Πεύθετο. Ἐπέπυστο, εἴδει, ἤκουσε.

11

.

503

Νέων ἀλάπαζε. Τὰς τῶν νεα‐ νίσκων ἐπόρθει τάξεις.

11

.

504

Οὐδ’ ἄν. Οὐκ ἂν δή.

11

.

509

Μετακλινθέντος. Κλίσιν καὶ προτροπὴν λαβόντος. τουτέ‐
στιν, ἐπικρατεστέρων τῶν ἐναντίων γενο‐ μένων.

11

.

512

Ἄγρει. Ἄγε δή.

11

.

513

Ἔχε. Ἔλαυνε.

11

.

514

Πολλῶν ἀντά‐ ξιος ἄλλων. Ἀντὶ πολλῶν ἄλλων τοῦ σώζεσθαι ἄξιος.

11

.

520

Τῇ γάρ. Ἐ‐ κεῖσε γάρ.

11

.

524

Δυσηχέος. Κακὸν ἦχον ἀποτελοῦντος.

11

.

525

Ἐπιμίξ. Ἀ‐ ναμεμιγμένοι.

11

.

528

Ἰθύνομεν. Ἐπ’ εὐθείας ἐλαύνωμεν.

11

.

529

Κακὴν ἔρι‐ δα προβαλόντες. Φιλονείκως ἐρίσαντες.

11

.

532

Λιγυρῇ. Λιγεῖς καὶ ὀξεῖς τοὺς ἵπ‐ πους ποιούσῃ κατὰ τὸν δρόμον. ἤτοι, ὀξὺν ἦχον ἀποτελούσῃ. Ἀΐοντες. Αἰσθόμενοι, ἀκούσαντες.

11

.

534

Στείβοντες. Πα‐ τοῦντες, βαροῦντες. Ὅθεν καὶ ἡ πεπιλη‐ μένη ὁδὸς, στίβος λέγεται.

11

.

536

Ἃς ἄρ’ ἀφ’ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔ‐ βαλλον. Ἃς αἱ ἀποπίπτουσαι τῶν ἱπ‐ πείων ὀνύχων ῥανίδες ἔβαλλον. Ὁπλὴ
5γὰρ, ἡ τοῦ ἵππου ὄνυξ. Ῥαθάμιγγες. Ῥανίδες.

11

.

538

Ἀνδρόμεον. Τὸν τῶν ἀνδρῶν.

11

.

539

Μίνυνθα δὲ χάζετο δου‐ ρός. Ὀλίγον ὑπεχώρει, ἵνα εὐκόλως τῷ δόρατι χρῷτο.

11

.

542

Ἀλέεινεν. Ἔκ‐ κλινε.

11

.

545

Τρέσσε. Διὰ δέος ὑπε‐ χώρησε. Παπτῄνας. Περιβλεψάμενος.

11

.

546

Ἐντροπαλιζόμενος. Παραλλάσ‐ σων, ἐπιστρεφόμενος. Ὀλίγον. Κατ’ ὀλίγον, κατὰ μικρόν. Ἀμείβων. Ἀλ‐ λάσσων.

11

.

547

Ὡς δ’ αἴθωνα λέοντα
βοῶν ἀπὸ μεσσαύλοιο. Διατί ὁτὲ μὲν λέοντι παραβάλλει τὸν Αἴαντα, ὁτὲ δὲ ὄνῳ; Ὅτι αἱ μὲν παραβολαὶ τριῶν ἕνε‐
5κα γίγνονται· αὐξήσεως, ἐνεργείας, σα‐ φηνείας. Εἰς τὸ πρόσφορον δὲ ἓν ἑκάτε‐ ρον ἐτήρησεν ὁ Ποιητὴς, εἰπὼν, τὸν Αἴ‐ αντα καὶ φονεύοντα λέοντος δίκην, καὶ τῶν πολεμίων ἀναχωρεῖν ὡς ὄνον. Ταῖς
10γὰρ φύσεσι τῶν ζώων, καὶ τὸ ὀκνηρὸν πρὸς φυγὴν, καὶ τὸ ταχὺ πρὸς μάχην τοῦ ἥρωος δεδήλωκεν. Ἀπὸ μεσσαύλοιο. Ἀπὸ τῆς ἐπαύλεως.

11

.

548

Ἐσσεύοντο. Ἐδίωκον.

11

.

549

Βοῶν ἐκ πῖαρ ἑλέσθαι. Ἐξαρπάσαι τὴν λιπαρωτάτην καὶ καλ‐ λίστην τῶν βοῶν.

11

.

550

Ἐγρήσσον‐ τες. Ἐγρηγορότες. Ἐρατίζων. Ἐρῶν, Ἐπιθυμῶν.

11

.

551

Ἰθύει. Ἐπ’ εὐθείας ὁρμᾷ. Πρήσσει. Ἀνύει, πράσσει. Ἄ‐ κοντες. Ἀκόντια, δόρατα.

11

.

552

Ἀν‐ τίον. Κατὰ πρόσωπον. Ἀΐσσουσιν. Ὁρ‐ μῶσι, φέρονται. Θρασειάων. Ἰσχυρῶν, τολμηρῶν.

11

.

553

Δεταί. Λαμπάδες, δᾷδες. Παρὰ τὸ δαίεσθαι, ὅ ἐστι, καί‐ εσθαι. Τρεῖ. Φοβεῖται, τρέμει. Ἐσ‐ σύμενός περ. Καί τοι προθυμούμενος.

11

.

554

Ἠῶθεν. Ἕωθεν, ὄρθρου. Ἀπὸ νόσφιν ἔβη. Ἐχωρίσθη. Τετιηότι. Λε‐ λυπημένῳ.

11

.

556

Πόλλ’ ἀέκων. Πάνυ ἄκων.

11

.

557

Παρ’ ἄρουραν ἰών. Τὸ ἑξῆς, παριὼν ἀρόσιμον χώραν. Ἐβιή‐ σατο. Τῇ βίᾳ ἐνίκησε. Παῖδας. Τὰ μικρὰ παιδία, νῦν.

11

.

558

Νωθής. Βρα‐ δὺς, ἀργός. Ῥόπαλα. Ξύλα. Ἀπὸ τοῦ ῥαπίζειν, ἢ τῇ ῥοπῇ, ὅ ἐστι, τῇ φορᾷ, ἀλοᾷν καὶ συντρίβειν. Στίφη δὲ πληγῶν
5θέλει αὐτὸν παραστῆσαι φέροντα, ἵνα
δείξῃ αὐτοῦ τὸ γενναῖον. Ἀμφὶς ἐάγη. Περιεκλάσθη.

11

.

559

Κείρει. Κόπτει τοῖς ὀδοῦσιν. ἐσθίει. μεταφορικῶς.

11

.

561

Σπουδῇ. Μόλις, δυσχερῶς. Ἐπεί τε. Ἐπειδ’ ἂν, ἐπ’ ἂν, ἀφ’ οὗ. Φορβῆς. Τροφῆς.

11

.

567

Τρωπάσκετο. Ἐτρέπε‐ το.

11

.

568

Πάντας δὲ προέεργε. Πάν‐ τας, φησὶ, τοὺς Τρῶας, ἐπὶ τὰς ναῦς ὁρμῶντας, Αἴας ἀντιτασσόμενος ἐκώλυεν.

11

.

571

Ὅρμενα πρόσσω. Ὁρμῶντα ἐπὶ τὸ ἔμπροσθεν.

11

.

572

Ἐπαυρεῖν. Ἐφά‐ ψασθαι, ἐπιθίγειν.

11

.

573

Ἆσαι. Κο‐ ρεσθῆναι, πληρωθῆναι.

11

.

575

Βιαζόμε‐ νον. Καταπονούμενον.

11

.

578

Ἧπαρ ὑπὸ πραπίδων. Τὸ ἧπαρ ἔτρωσε κάτω ὑπὸ τὰς φρένας. Φρένας δὲ ὁ Ποιητὴς καὶ πάντες οἱ παλαιοὶ ἐκάλουν τὸ διάφρα‐
5γμα, παρ’ ὅσον, φλεγμαῖνον τοῦτο, ὡς νευρῶδες, ἔχει συμπάσχοντα τὸν ἐγκέ‐ φαλον, καὶ παρακολουθοῦσι μέγισται
παραφρονήσεις. Πηγὴ δὲ ὅλου τοῦ νευ‐ ρώδους γένους ὁ ἐγκέφαλος· ὥσπερ ἀρτη‐
10ριῶν καρδία, καὶ φλεβῶν ἧπαρ.

11

.

579

Αἴνυτο. Ἀφῃρεῖτο.

11

.

581

Ἀπαινύμε‐ νον. Ἀφαιρούμενον.

11

.

583

Δόναξ. Ὁ κλάδος.

11

.

589

Δυσηχέος. Κακοήχου, λυπηροῦ.

11

.

592

Σάκε’ ὤμοισι κλίναν‐ τες. Ἐρείσαντες τοὺς ὤμους ταῖς ἀσπί‐ σιν.

11

.

595

Ὣς οἱ μὲν μάρναντο δέμας πυρός. Οὕτως οὖν οὗτοι ἐμάχοντο θερ‐ μῶς, δίκην πυρός.

11

.

597

Ἱδρῶσαι. Ἱ‐ δρῶτι καταῤῥεόμεναι.

11

.

599

Ἐπὶ πρύ‐ μνῃ. Παρὰ τῇ πρύμνῃ.

11

.

600

Ἰῶκά τε. Καὶ τὴν δίωξιν. ὅ ἐστι, τὴν φυγὴν, τὴν πολλῶν δακρύων αἰτίαν, καὶ λυπη‐ ράν.

11

.

603

Ἔκμολεν. Ἐξέμολεν, ἐξ‐ ῆλθεν.

11

.

609

Οὐκ ἔτ’ ἀνεκτός. Οἷον ἀκαρτέρητος, καὶ δεινή.

11

.

610

Ἔρειο. Ἐρώτησον.

11

.

612

Τά γ’ ὄπισθε. Τὰ ὀπίσω τοῦ σώματος. τὴν ἀποστροφήν.

11

.

614

Παρήϊξαν. Παρέδραμον.

11

.

620

Ἀπεψύχοντο. Πρὸς ἄνεμον ἐπιστραφέν‐ τες τὸν ἱδρῶτα ἐξηραίνοντο.

11

.

621

Ποτὶ πνοιήν. Πρὸς τὴν πνοὴν, πρὸς τὴν αὖραν.

11

.

623

Τεῦχε. Κατεσκεύαζε. Κυκειῶ. Κυκεῶνα. Ἔστι δὲ δίψους ἴαμα ὁ κυ‐ κεὼν, ἐκ διαφόρων εἰδῶν σκευαζόμενος.

11

.

626

Ἔξελον. Ἐξαίρετον ἔδωκαν.

11

.

627

Ἐπιπροΐηλεν. Ἐπ’ αὐτῷ παρέθηκε.

11

.

628

Κυανόπεζαν. Κυανῷ τοὺς πόδας κεχρισμένην. μελανόπουν.

11

.

629

Κρό‐ μυον πότῳ ὄψον. Ποτικὸν ὄψον. ὅ ἐστι προσφάγιον, δίψους παρασκευαστικόν. Πᾶν δὲ τὸ μετὰ ἄρτου ἐσθιόμενον, ὄψον
5καλεῖται. Ἔστι δὲ τὸ κρόμυον καὶ πρὸς τὰ μὴ καλὰ ἁρμόζον ὕδατα, ὡς ἀλεξι‐ φάρμακον.

11

.

630

Μέλι χλωρόν. Πρόσ‐ φατον, νέον. Οὕτω γὰρ καὶ ἡμεῖς χλω‐ ρὸν τυρὸν λέγομεν τὸν νέον. Διατί δὲ τὸν Πάτροκλον ὁ Ἀχιλλεὺς πέμπει; Ῥητέον,
5ὅτι κατ’ οἰκονομίαν. Ἐπειδὴ γὰρ ἄπρα‐ κτος ἡ πρεσβεία γεγένηται, διὰ Πατρό‐ κλου βούλεται Νέστορα τοῦτο κατορθῶ‐ σαι, ὅπερ οὐκ ἐποίησαν οἱ πρέσβεις. Ὥστε προῳκονόμησε τοῦτο ὁ Ποιητὴς οὕ‐
10τως, ἵνα καὶ Νέστορος τὴν τῶν λόγων
δύναμιν παραστήσῃ, καὶ Ἀχιλλέα δόξῃ μετ’ εὐλόγου προφάσεως εἰς τὸν πόλεμον ἐξάγειν. Ἀλφίτου ἱεροῦ ἀκτήν. Ἤτοι ἄλφιτα, περιφραστικῶς, ἀπὸ τοῦ κατα‐
15σκευάσματος. ὅ ἐστιν ἄλευρον. Δηλοῖ δὲ ἡ λέξις ὁτὲ μὲν τὸ ἄλευρον, ἀπὸ τοῦ κατάγνυσθαι καὶ ἀλεῖσθαι τὸν σῖτον. Ὁτὲ δὲ αἰγιαλὸν, ἀπὸ τοῦ περικατάσ‐ σεσθαι, ἢ κατάγνυσθαι τὰ κύματα.

11

.

633

Ἀμφὶς ἕκαστον. Περὶ ἕκαστον.

11

.

634

Νεμέθοντο. Νεμομέναις, τουτέστι ζώσαις, ἐῴκεισαν αἱ πέλειαι. Δύω δ’ ὑπὸ πυθμένες ἦσαν. Ἤτοι, ὅτι διπλοῦς ἦν αὐτῷ ὁ πυθμήν. ἢ, ὅτι ἦν ἀμφίθετον·
5ὅπερ καὶ κύμβαλόν φασι τοῦτο, καὶ ἀμ‐ φικύπελλον.

11

.

635

Ἄλλος μὲν μογέων. Προσληπτέον τὸ πρεσβύτης. ἵν’ ᾖ, οὐ ῥα‐ δίως οὐδὲ εὐχερῶς αὐτὸ ἐκίνει τῆς τραπέ‐ ζης τὶς τῶν λοιπῶν γερόντων. Ἀλλὰ μο‐
5γέων, ὅ ἐστιν, ὀκνῶν. ἢ, ἄλλως μὲν κά‐ μνων. Ἵνα δηλοῖ τὸν Μαχάονα, διότι ἐτέτρωτο.

11

.

637

Κύκησε. Τὸν κυκεῶνα ἐποίησεν, ἐτάραξε.

11

.

638

Πραμνείῳ. Ἤτοι τῷ πραϋντικῷ. τουτέστι, τῷ
πραΰνοντι τὰς φρένας. Ἢ, παλαιῷ. ἀπὸ τοῦ παραμεμενηκέναι. Ἢ, ἀπὸ εἴ‐
5δους ἀμπέλου οὕτω καλουμένης, τὸν ἀπὸ τῶν ἀναδενδράδων εἶπεν. Πρέμνον γὰρ τὸν ὑφέτην καλοῦσιν. Ἄλλοι δὲ ἀπὸ Πράμνης εἶπον. Πράμνη δὲ ὄρος ἐν τῇ Ἰκαρίᾳ οἰνοφόρον.

11

.

639

Κνήστι. Μα‐ χαιρίῳ τυροτόμῳ. Πάλυνε. Κατέπασ‐ σεν ἐπὶ τῷ κυκεῶνι. Καὶ γὰρ μετ’ οἴνου καὶ μετὰ ζωμοῦ αὐτὰ ἐσθίουσιν.

11

.

640

Ὥπλισσεν. Ἡτοίμασε.

11

.

641

Πολυ‐ καγκέα. Ξηραντικήν.

11

.

642

Ἐνέπον‐ τες. Ἐπαγγέλλοντες, λέγοντες.

11

.

645

Εἰς δ’ ἄγε. Εἰσήγαγε δέ. Κατὰ δ’ ἑ‐ δριάασθαι. Καθέζεσθαι.

11

.

646

Ἀναί‐ νετο. Ἀπηρνεῖτο. Εἴρηται παρὰ τὸ ἀ‐ νανεύειν.

11

.

647

Οὐχ ἕδος. Οὐκ ἔστι καιρός μοι νῦν τοῦ καθέζεσθαι. Ἕδος γὰρ ἡ καθέδρα, νῦν.

11

.

648

Νεμεσητός. Φιλομεμφὴς, ἢ μεμψίμοιρος. Ὅ με. Ὅστις με.

11

.

651

Πάλιν ἄγγελος. Εἰς τοὐπίσω ἄγγελος.

11

.

653

Ἀναίτιον αἰ‐
τιόῳτο. Καὶ τὸν μὴ αἴτιον ὡς αἴτιον μέμψοιτο ἄν.

11

.

655

Ὀλοφύρεται. Οἰκ‐ τείρει, ἐλεεῖ.

11

.

658

Κέαται. Κεῖνται.

11

.

666

Ἀέκητι. Ἀκόντων, μὴ βουλομένων.

11

.

667

Ἐπισχερῴ. Ἐφεξῆς. Ἴς. Δύνα‐ μις.

11

.

668

Γναμπτοῖσι. Τοῖς καμπτο‐ μένοις.

11

.

670

Νεῖκος. Φιλονεικία. Ἐ‐ τύχθη. Κατεσκευάσθη, ἐγένετο.

11

.

671

Ἀμφὶ βοηλασίης. Περὶ βοῶν ἀπελασίας. Ὅτ’ ἐγὼ κτάνον Ἰτυμονῆα. Νηλεὺς ὁ Ποσειδῶνος, ἱππικώτατος τῶν καθ’ αὑ‐ τὸν γενόμενος, ἔπεμψεν εἰς Ἦλιν ἵππους
5ἐς τὸν ὑπ’ Αὐγέου συντελούμενον ἀγῶνα. Νικησάντων δὲ τούτων, φθονήσας Αὐ‐ γέας, ἀπέσπασε τούτους, καὶ τοὺς ἡνιό‐ χους ἀφῆκεν ἀπράκτους. Νηλεὺς δὲ γνοὺς, ἡσυχίαν ἦγε. Νέστωρ δὲ, ὁ τῶν
10παίδων αὐτοῦ νεώτατος, στρατὸν ἀθροί‐ σας, ἐπῆλθεν Ἤλιδι. καὶ πολλοὺς ἀ‐ ποκτείνας, ἀπέλαβε τοὺς ἵππους. καὶ οὐκ ὀλίγην τῶν πολεμίων ἀπέσυραν λείαν. Ἡ ἱστορία παρὰ Φερεκύδῃ.

11

.

672

Ὑ‐ πειροχίδην. Ὑπειρόχου παῖδα.

11

.

673

Ῥύσι’ ἐλαυνόμενος. Ἀντὶ τοῦ, ῥυσιά‐ ζων. ὅ ἐστιν, ἐνέχυρα λαμβάνων. Ῥύ‐ σιον δὲ, τὸ ἐνέχυρόν φησι.

11

.

675

Περὶ τρέσαν. Οἱ περὶ αὐτὸν διὰ δέος ἔφυγον. Ἀγροιῶται. Ἀγροῖκοι, ἀγρῶται.

11

.

676

Ἤλιθα πολλήν. Πάνυ πολλήν.

11

.

677

Πώεα. Ποίμνια.

11

.

678

Συβόσια. Τὰ χοιροτροφεῖα.

11

.

681

Νηλήϊον. Τὴν τοῦ Νηλέως.

11

.

682

Ἐννύχιοι. Διὰ τῆς νυκτός.

11

.

684

Λίγαινον. Ἐβόων, ὀξέως ἐκήρυσ‐ σον.

11

.

685

Τοὺς ἴμεν. Τούτους συνέρ‐ χεσθαι. Χρεῖος. Χρέος, δάνειον. Ὠ‐ φείλετο. Ἐχρεωστεῖτο. Δίῃ. Θαυμα‐
στῇ, ἱερᾷ. Ἐν αὐτῇ γὰρ ἐτιμᾶτο Ὀ‐
5λύμπιος Ζεύς. οὗ καὶ πανήγυρις κατὰ τετραετῆ χρόνον ἤγετο, τὰ Ὀλύμπια, ἔνθα ἠγωνίζοντο οἱ ἀπὸ τῆς Ἑλλάδος πάντες. Ἔστι δὲ καὶ πόλις Πελοποννή‐ σου.

11

.

687

Δαίτρευον. Ἐμέριζον. Ἐ‐ πειοί. Οἱ Ἠλεῖοι. ἀπὸ Ἐπειοῦ βασιλέως. Οὗτος Ποσειδῶνος καὶ Εὐρυπύλης τῆς Ἐνδυμίωνος παῖς. Οὗ Ἠλεῖος, ὁ κτίσας
5Ἤλιδα. Ἠλείου δὲ Ἄλεξις καὶ Ἐπειός. ἀφ’ οὗ Ἐπειοὶ, ὥς φησιν Ἀριστοτέλης ἐν τῷ Πέπλῳ.

11

.

688

Κεκακωμένοι. Κα‐ κῶς διατεθειμένοι, βεβλαμμένοι.

11

.

689

Ἐλθὼν γὰρ ἐκάκωσε βίη Ἡρακληείη. Ἡρακλῆς παρεγένετο εἰς Πύλον, χρήζων καθαρσίων. Οἱ δὲ Πύλιοι, ἀποκλείσαν‐ τες τὰς πύλας, οὐκ εἰσεδέξαντο αὐτόν.
5Ἐφ’ ᾧ ὀργισθεὶς ὁ ἥρως, ἐπόρθησε Πύ‐ λον. Συνεμάχουν δὲ τῷ Νηλεῖ τρεῖς θεοὶ, Ποσειδῶν, Ἥρα, Ἀϊδωνεύς. ὡς καὶ ἐν τῇ Ε φησί.

11

.

690

Τῶν προτέρων ἐ‐ τέων. Ἐν τῷ φθάσαντι χρόνῳ.

11

.

691

Δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦ‐ μεν, Τῶν οἶος λιπόμην. Τὸν Νέστορά φησι μόνον περιλειφθῆναι τῶν τοῦ Νη‐ λέως παίδων· ἤτοι ὅτι νέος ὑπάρχων ἔξω
5ἐτρέφετο παρὰ τοῖς Γερήνοις· ἢ ἐπεὶ συν‐ εβούλευσεν εἰσαχθῆναι τὸν Ἡρακλέα, ὥς τινές φασιν.

11

.

693

Ὑπερηφανέοντες. Ὑπερηφανοῦντες, καταφρονοῦντες.

11

.

694

Ἀτάσθαλα. Ὑβριστικὰ, ἄδικα.

11

.

696

Κρινάμενος. Διαχωρίσας, ἄρας.

11

.

697

Καὶ γὰρ τῷ χρεῖος μέγ’ ὀφείλετο. Ἡ‐ ρακλῆς, προστάξαντος Εὐρυσθέως, ἀνε‐ κάθηρε τὴν Αὐγέου κόπρον. Ἀπαιτοῦντι δὲ αὐτῷ τὸν μισθὸν, οὐκ ἀπεδίδου, λέγων,
5ἐξ ἐπιταγῆς αὐτὸν πεποιηκέναι. Φυλεὺς δὲ ὁ τούτου παῖς, κριτὴς γενόμενος, κατέ‐
κρινε τὸν πατέρα. Ὁ δὲ ἀγανακτήσας, ἐξέβαλεν αὐτὸν τῆς χώρας. Ἡρακλῆς δὲ, ἐπιστρατευσάμενος, Ἦλιν ἐπόρθησε.
10καὶ, μεταπεμψάμενος τὸν Φυλέα ἐκ Δου‐ λιχίου, παραδίδωσιν αὐτῷ τὴν βασιλεί‐ αν. Ὀλιγανδρίας δὲ οὔσης, διὰ τὸ πολ‐ λοὺς ἐν τῷ πολέμῳ συνεφθάρθαι, Ἡρα‐ κλῆς συγκατέκλινε τὰς τῶν τετελευτηκό‐
15των γυναῖκας τῷ στρατῷ. Οὕτως τε πολλῶν γεννηθέντων, ἔθηκε Διῒ τὸν Ὀ‐ λυμπιακὸν ἀγῶνα. Καὶ αὐτὸς πρῶτος τῶν ἀγώνων ἥψατο. Ἡ ἱστορία παρὰ Καλλιμάχῳ.

11

.

698

Τέσσαρες ἵπποι. Αἱ δύο ξυνωρίδες. Ὅπερ καὶ τέτρωρον λέγεται. Καὶ αὐτὸς δὲ ἐν Ὁδυσσείᾳ· Ἠδ’ ὥς τ’ ἐν πεδίῳ τετράοροι ἄρσενες
5ἵπποι.

11

.

700

Θεύσεσθαι. Δραμεῖσθαι.

11

.

701

Κάσχεθε. Κατέσχεν. Ἐλατῆ‐ ρα. Τὸν ἡνίοχον. Ἀκαχήμενον ἵππων. Λείπει ἡ, ὑπὲρ, πρόθεσις, ἀντὶ τοῦ, ὑπὲρ τῶν ἵππων.

11

.

702

Τῶν ἐπέων κεχολω‐ μένος. Ὡς καὶ βλάσφημά τινα εἰρη‐ κότος αὐτοῦ ἐς τὸν Νηλέα.

11

.

703

Ἄ‐ σπετα. Πολλά.

11

.

704

Μή τις οἱ ἀ‐ τεμβόμενος κίοι ἴσης. Ὅπως μηδεὶς ἀ‐ πέλθοι, στερηθεὶς τῆς ὁμοίας καὶ ἴσης τιμῆς. Ἴσης γὰρ, τῆς τὸ δίκαιον καὶ ἶσον ἐχούσης.

11

.

705

Τὰ ἕκαστα διείπομεν. Περὶ πάντα εἴπομεν σπουδαίως.

11

.

708

Μετὰ δέ σφι Μολίονε. Κτέατος καὶ Εὔρυτος παῖδες μὲν ἦσαν Ποσειδῶνος καὶ Μολιόνης τοῦ Μόλου, ἐπίκλησιν δὲ Ἄκτορος. Οὗτοι
5παρηλλαγμένην φύσιν τῶν λοιπῶν ἔσχον ἀνθρώπων. διφυεῖς γὰρ ἦσαν, ἔχοντες ἑκάτερος δύο κεφαλὰς, τέσσαρας δὲ χεῖ‐ ρας, πόδας τοὺς ἴσους, ἓν δὲ σῶμα. Διὰ τοῦτο τοὺς πολεμικοὺς καὶ γυμνικοὺς ἐνί‐
10κων ἀγῶνας. Ἡρακλῆς δὲ πολεμῶν, καὶ μὴ δυνάμενος κατὰ τοὐμφανὲς αὐτῶν περιγενέσθαι, συμμαχοῦντος Αὐγέου, λο‐
χήσας ἀνεῖλεν αὐτοὺς, καὶ οὕτως ἐπόρ‐ θησε τὴν Ἦλιν. Ἡ ἱστορία παρὰ Φερε‐
15κύδῃ.

11

.

710

Θρυόεσσα. Πόλις ἐστὶ μεταξὺ Ἤλιδος καὶ Πύλου. Ταύτην ἐν τῷ καταλόγῳ Θρύον εἶπε. Πόλις, αἰπεῖα κολώνη. Πόλις ὑψηλὴ, ἄκρα.

11

.

713

Μετεκίασθον. Διεληλύθεισαν, παρεγέ‐ νοντο.

11

.

715

Ἔννυχος. Ἐν νυκτί.

11

.

722

Ἀρήνης. Ἀρήνη, πόλις τῆς Πύλου.

11

.

725

Ἀλφειοῖο. Ἀλφειὸς, ποταμὸς με‐ ταξὺ Ἤλιδος καὶ Πύλου.

11

.

734

Εὖτε. Ὁπότε. Ὑπερέσχεθεν. Ὑπὲρ γῆν ἦν.

11

.

735

Συμφερόμεσθα. Συνήχθημεν, συν‐ εβάλομεν εἰς μάχην.

11

.

738

Μούλιον. Ὄνομα κύριον.

11

.

739

Εἶχεν. Ἐγεγα‐ μήκει.

11

.

740

Ἣ τόσα φάρμακα ᾔδῃ. Ἠπίστατο. Μήδεια ἐγένετο Αἰήτου μὲν θυγάτηρ, Ἰάσονος δὲ γυνή. Αὕτη, μετὰ τὴν ἀποτελεσθεῖσαν ἐν Κορίνθῳ τεκνοφο‐
5νείαν, φυγὰς εἰς Ἀθήνας ἀφίκετο, καὶ ἐγαμήθη Αἰγεῖ τῷ Πανδίονος. Κἀ‐ κεῖ Θησέα τὸν ἐξ Αἴθρας γενόμενον τῷ Αἰγεῖ, ἐπὶ τὸν τοῦ πατρὸς γνωρισμὸν ἐκ Τροιζῆνος ἀφικόμενον, πείθει τὸν Αἰγέα
10φαρμάκῳ ἀνελεῖν, ἐπίβουλον αὐτοῦ τῆς βασιλείας εἰποῦσα παραγενέσθαι. Πει‐ σθεὶς δὲ Αἰγεὺς, φάρμακον ἔδωκε. Μέλ‐ λοντος δὲ αὐτὸ καταπίνειν ἐκείνου, ἐπι‐ γνοὺς τό τε ξίφος καὶ τὰ ὑποδήματα,
15(ταῦτα γὰρ ἐν Τροιζῆνι γνωρίσματα κατέλιπε,) τὸ μὲν φάρμακον ἀφείλετο, τὴν δὲ Μήδειαν τῆς Ἀττικῆς ἐξέβαλεν. Οἰκίσασα δὲ αὕτη τὴν πλησίον Ἤλιδος Ἐφύραν, πολυφάρμακον ἐποίησεν αὐτὴν
20ὀνομασθῆναι. Ἡ ἱστορία παρὰ Κράτητι. Τρέφει. Γεννᾷ, φύει.

11

.

748

Ὀδὰξ ἕλον οὖδας. Τοῖς ὀδοῦσι τὴν γῆν ἔδακον θνή‐ σκοντες.

11

.

749

Ἀκτορίωνε Μολίονε. Ἄκτορος καὶ Μολιόνης παῖδες Κτέατος καὶ Εὔρυτος. Κατά τινας δὲ, Μολιόνης καὶ Ποσειδῶνος. Ἴσως δὲ μᾶλλον Μο‐
5λίονας αὐτοὺς εἶπε πολεμικοὺς, ἀπὸ τῆς κατὰ τὴν μάχην μολύνσεως· οὐχ ὡς οἱ νεώτεροι, ὅτι ἡ μήτηρ αὐτῶν ἐκαλεῖτο Μολιόνη. ἀπὸ μητρὸς γὰρ Ὅμηρος οὐδένα σημαίνει.

11

.

750

Εἰ μή σφωε πατὴρ Ἐνοσίχθων ἐσάωσεν. Εἰ μὴ ἔσωσεν αὐ‐ τοὺς ὁ ταῖς ἀληθείαις αὐτῶν πατὴρ Πο‐ σειδῶν.

11

.

753

Δι’ ἀσπιδέος πεδίοιο. Ἤτοι ἐπιμήκους καὶ μακροῦ· ἢ πλατέος καὶ περιφεροῦς. ἀπὸ μεταφορᾶς τῆς ἀ‐ σπίδος. Ἢ ἐν ᾧ τῶν ἀνῃρημένων αἱ ἀ‐
5σπίδες ἔκειντο.

11

.

754

Λέγοντες. Συλ‐ λέγοντες, συνάγοντες.

11

.

755

Βουπρασί‐ ου. Βουπράσιον καὶ Ἀλείσιον πόλεις τῆς Ἤλιδος. ἡ δὲ Ὠλενία πέτρα τῆς αὐτῆς χώρας μεγίστη.

11

.

757

Ἀπέτραπεν. Ἀ‐ πέτρεπεν.

11

.

761

Ὣς ἔον. Τοιοῦτος ἦν.

11

.

762

Ἀπονήσεται. Ὄνησιν ἕξει, ἐν ἀ‐ πολαύσει γενήσεται.

11

.

763

Μετακλαύ‐ σασθαι. Ὕστερον ἀπολλυμένων ὄχλων μεταμελήσεσθαι.

11

.

773

Αὐλῆς ἐν χόρ‐
τῳ. Ἐν τῷ περιφράγματι τῆς αὐλῆς. Χόρτοι δὲ οἱ τρόχαλοι. Ἄλεισον. Ἔκ‐ πωμα, ποτήριον.

11

.

774

Αἰθομένοις. Και‐ ομένοις.

11

.

775

Σφῶϊ. Ὑμεῖς. Ἕπετον. Περὶ αὐτὸν ἠσχολεῖσθε καὶ ἐνηργεῖτε.

11

.

779

Τάρπημεν. Ἐκορέσθημεν.

11

.

780

῎Υμμε. Ὑμᾶς.

11

.

785

Γενεῇ ὑπέρτε‐ ρος. Τῷ τοῦ γένους ἀξιώματι κρείσσων. Ἢ, νεώτερος. Ἴωνες γὰρ ὑπέρτερον, τὸν νεώτερον.

11

.

787

Ὑποθέσθαι. Ὑπο‐ δεῖξαι, συμβουλεῦσαι.

11

.

792

Παραί‐ φασις. Συμβουλία, παραίνεσις. Ἑταί‐ ρου. Προσυπακουστέον, ἀγαθοῦ φίλου.

11

.

794

Ἐπέφραδεν. Εἶπε.

11

.

795

Προ‐ έτω. Προπεμψάτω.

11

.

798

Ἴσκοντες. Ὁμοιοῦντες.

11

.

801

Ἀκμῆτες. Ἀκοπί‐ αστοι.

11

.

806

Ἵνα σφ’ ἀγορή τε θέμις τε. Ὅπου αὐτοῖς τά τε ὤνια ἐπιπρά‐ σκετο, καὶ τὰ δικαστήρια ἐγίγνετο.

11

.

807

Τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί. Ὅπου καὶ τῶν πλευσάντων ἑ‐ κάστων πατρώων θεῶν βωμοὶ κατεσκευ‐ ασμένοι ἦσαν.

11

.

808

Ἀντεβόλησε. Συνέτυχε.

11

.

810

Σκάζων. Χωλεύων.
Νότιος. Ὑγρός. Ἢ, πολύς. Ἐκ τοῦ νο‐ σεῖν τὸ σῶμα γιγνόμενος.

11

.

812

Κελά‐ ρυζε. Μετὰ ἤχου ἐφέρετο. ὅ ἐστι, ποι‐ ῶς ἀναφερόμενος ἤχει.

11

.

817

Ἄσειν. Κορέσειν, πληρώσειν. Ἀργέτι δημῷ. Τῷ λευκῷ λίπει.

11

.

819

Σχήσωσιν. Ἐπί‐ σχωσι, κωλύσωσιν.

11

.

820

Φθίσονται. Ἀναιρεθήσονται, φθαρήσονται.

11

.

822

Ἄλκαρ. Ἀλέξημα, βοήθημα.

11

.

826

Ὄρνυται. Διεγείρεται, αὔξεται.

11

.

829

Λιαρῷ. Εὐκράτῳ. χλιαρῷ.

11

.

831

Δι‐ καιότατος Κενταύρων. Τὸ ὑπερθετικὸν κεῖται ἀντὶ ἀπολύτου, ὅ ἐστιν, ὁ μόνος ἐν Κενταύροις δίκαιος. Ὅμοιον δὲ τούτῳ
5τὸ, Μελάντερος ἠΰτε πίσσα.

11

.

832

Ἰ‐ ητροὶ μὲν γάρ. Ἀντὶ τοῦ, ἰατρῶν μὲν γάρ. Ὀρθὴ ἀντὶ γενικῆς.

11

.

834

Χρη‐ ΐζοντα. Χρήζοντα.

11

.

837

Πῶς τ’ ἄρ’ ἔοι. Πῶς τοῦτο γένοιτ’ ἄν.

11

.

840

Με‐ θήσω. Ἀμελήσω.

11

.

842

Ὑπέχευεν. Ὑπέβαλλεν, ὑπέστρωσε. Βοείας. Δέρ‐ ματα βοῶν. βύρσας.

11

.

843

Ἐκτανύ‐ σας. Ἐκτείνας, ἁπλώσας.

11

.

844

Πε‐ ριπευκές. Περισσῶς καὶ πάνυ πικρόν.

11

.

845

Ἐπὶ δὲ ῥίζαν βάλε πικρήν. Ἐπέ‐ βαλεν, ἐπέπασσεν. Πρὸς δὲ τοὺς ζητοῦν‐ τας, πόθεν εἶχε τὴν ῥίζαν ὁ Πάτροκλος, ἔστι λέγειν, ὅτι, Ἤτοι, κατὰ τὸ σιωπώ‐
5μενον, μεταπέμπεται αὐτήν. ἡ γὰρ ἀρ‐ χαία ἰατρικὴ ἐν βοτάναις ἦν. Ἤτοι, εἰ‐ κὸς, αὐτὸν ὡς ἰατρὸν ἐπιφέρεσθαι πρὸς τὰς ἐπικαίρους χρείας. Ἢ ὅτι ἐκ τοῦ πεδίου ἀνείλετο αὐτήν. Ἐζήτηται δὲ
10καὶ τὸ, ὁποία ἦν ὅλως ἡ ῥίζα, ἧς αὐτὸν κατέπασσε. Καὶ λέγουσιν, αὐτὴν εἶναι τὴν καλουμένην ἀριστολοχίαν, ἣν καὶ ἴ‐ σχαιμον καλοῦσι.

11

.

846

Διατρίψας. Τρίψας, λύσας. Ὀδυνήφατον. Ὀδυνῶν παυστικήν.

11

.

847

Ἔσχεν. Ἐπέσχεν,
ἔπαυσεν. Ἐτέρσετο Ἐξηραίνετο.

12

.

1

Ὣς ὁ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱός. Πάτροκλος, ὁ Μενοιτίου, τρεφόμενος ἐν Ὀποῦντι τῆς Λοκρίδος, πε‐ ριέπεσεν ἀκουσίῳ πταίσματι. Παῖδα
5γὰρ ἡλικιώτην Ἀμφιδάμαντος οὐκ ἀσή‐ μου Κλησώνυμον, ἢ, ὥσπερ τινες, Αἰάνην, περὶ ἀστραγάλων ὀργισθεὶς, ἀπέκτεινεν. Ἐπὶ τούτῳ δὲ φυγὼν, εἰς Φθίαν ἀφίκετο, κἀκεῖ, κατὰ συγγένειαν Πηλέως, Ἀχιλ‐
10λεῖ συνῆν. Φιλίαν δ’ ὑπερβάλλουσαν πρὸς ἀλλήλους φυλάξαντες, ὁμοῦ ἐπὶ Ἴλιον ἐστράτευσαν. Ἡ ἱστορία παρὰ Ἑλλανίκῳ.

12

.

3

Ὁμιλαδόν. Ἀθρόοι. οἷον κατὰ πλῆθος καὶ συστροφήν.

12

.

4

Τά‐ φρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν. Ἔπλασε τεῖχος ὁ Ποιητὴς εἰς τιμὴν τοῦ Ἀχιλλέως. κἄπειτα ἀπολλύ‐
5μενον αὐτὸ εἰσάγει, ἵνα μὴ ἐλέγχηται αὐτοῦ τὸ ψεῦδος ὡς μὴ γενομένου ὑπὸ τῶν μεταγενεστέρων, καὶ τὴν ἀπώλειαν αὐ‐ τοῦ εἶπε. Σχήσειν. Ἀνθέξειν, κωλύσειν.

12

.

5

Νεῶν ὕπερ. Ἀντὶ τοῦ, πρὸ τῶν νεῶν, ἢ, ὑπὲρ ἀσφαλείας. Ἀμφὶ δὲ τάφρον Ἤλασαν. Πέριξ δὲ τοῦ τείχους ὤρυξαν τάφρον.

12

.

7

Ληΐδα. Λείαν, λάφυρα.

12

.

8

Ῥύοιτο. Φυλάσσοι. Τέτυκτο. Κατε‐ σκεύαστο.

12

.

9

Τῷ καὶ οὔτοι. Ἀντὶ τοῦ, διὸ οὐδαμῶς. Ἔμπεδον. Ἑδραῖον, βέβαιον.

12

.

10

Ὄφρα μὲν Ἕκτωρ. Καὶ τὰ ἑξῆς. Προαναφωνεῖ ταῦτα, καὶ λε‐ ληθότως λέγει τὴν πόρθησιν τῆς Ἰλίου.

12

.

12

Τόφρα. Τηνικαῦτα.

12

.

17

Μητιό‐ ωντο. Ἐβουλεύοντο.

12

.

18

Ἀμαλδῦναι. Ἀφανίσαι. Ποταμῶν μένος. Περιφρα‐ στικῶς, ποταμούς.

12

.

22

Βοάγρια. Τὰ τῶν βοῶν ἀγρεύματα. τοῦτ’ ἔστι τὰς ἐκ, βυρσῶν κατεσκευασμένας ἀσπίδας.

12

.

23

Ἡμιθέων. Ἡμίθεοι, οἱ ἕνα θεὸν ἔχοντες γονέα, καὶ ἕνα ἄνθρωπον.

12

.

24

Ὁμόσε. Ὁμοῦ, εἰς τὸ αὐτό.

12

.

25

Ἐννῆμαρ δ’ ἐς τεῖχος. Ἐπὶ ἐννέα ἡμέρας. Ἔνιοι δὲ δασέως, καὶ διὰ τοῦ ἑνὸς ν, ἀναγιγνώ‐ σκουσιν, ἑνῆμαρ, ἵν’ ᾖ, μιᾷ ἡμέρᾳ. ὥστε
5μὴ μειοῦσθαι τὴν τῶν θεῶν δύναμιν, μὴ δυνηθέντων καταστρέψαι λόγῳ, θᾶττον δὲ ὑπὸ τῶν Ἑλλήνων, ἐν μιᾷ ἡμέρᾳ γε‐ γονός. Οἱ δέ φασι τέσσαρας. διὰ τοῦτο ποταμοὺς εἰσάγει, καὶ θεοὺς παρίστη‐
10σιν, οὐχ ἵνα μόνον ἀφανίσῃ τὸ τεῖχος, ἀλλὰ καὶ τὸν τόπον, διὰ τὸ μηδὲ ἴχνος φανῆναι. Ὗεν. Ἔβρεχε.

12

.

26

Συνε‐ χές. Συνεχῶς, ἐπιμόνως. Ἁλίπλοα. Τῇ θαλάσσῃ ἐπιπλέοντα. Θείη. Ποιήσῃ.

12

.

28

Θεμείλια. Θεμέλια. Ἰὰς ἡ διά‐ λεκτος.

12

.

29

Φιτρῶν. Κορμῶν. Λάων. Λίθων.

12

.

30

Ἀγάῤῥοον. Ἄγαν ῥοώδη. ὅ ἐστι, σφοδρὰ ῥεύματα ἔχοντα.

12

.

31

Ἠϊόνα. Αἰγιαλόν. Οὕτω δὲ καλεῖται ὁ παραθαλάσσιος καὶ ὁδεύσιμος τόπος. παρὰ τὸ ἰέναι.

12

.

33

Κὰρ ῥόον. Κατὰ τὸν ῥοῦν. Ἵεν. Ἀφίεσαν.

12

.

35

Δε‐ δῄει. Ἐξῆπτο, διεγήγερτο.

12

.

36

Κα‐ νάχιζεν. Ἤχει. Δούρατα πύργων Βαλ‐ λόμενα. Ἤτοι, τὰ δόρατα ἤχει τὰ ἐπὶ τοὺς πύργους ἀκοντιζόμενα. ἢ, τὰ ἐνῳκο‐
5δομημένα τοῖς πύργοις ξύλα ἤχει τοῖς δό‐ ρασι βαλλόμενα.

12

.

37

Διὸς μάστιγι. Τῇ Διὸς γνώμῃ τὰς ψυχὰς κεκακωμένοι. Μάστιγι δὲ, τῷ κεραυνῷ.

12

.

38

Ἐελ‐
μένοι. Συγκεκλεισμένοι. Ἰσχανόωντο. Κατείχοντο. ἐπείθοντο.

12

.

42

Βλεμεαί‐ νων. Ἐπιῤῥωννύμενος.

12

.

43

Πυργηδόν. Πύργου δίκην ἐν τάξει. Ἀρτύναντες. Παρασκευάσαντες, ἑτοιμάσαντες.

12

.

44

Θαμειάς. Συνεχεῖς, πυκνάς.

12

.

46

Ἀ‐ γηνορίη. Ἡ ἄγαν προθυμία, ἀνδρεία.

12

.

47

Ταρφέα. Πυκνά.

12

.

48

Ὅππη τ’ ἰθύσῃ. Ὅπου δ’ ἂν ἐνορμήσῃ. Τῇ τ’ εἴκουσι. Κατὰ τοῦτο εἴκουσιν, ὅ ἐστιν, ὑποχωροῦσιν.

12

.

49

Εἱλίσσετο. Ἐστρέ‐ φετο.

12

.

51

Χρεμέτιζον. Ἰδιάζουσαν φω‐ νὴν ἀπετέλουν.

12

.

52

Ἀπὸ γὰρ δειδίσσε‐ το. Ἀντὶ τοῦ, εἰς δέος ἦγε καὶ φόβον.

12

.

53

Ὑπερθορέειν. Ὑπερπηδῆσαι.

12

.

54

Ῥηϊδίη. Ῥαδίως, εὐκόλως. Κρημνοί. Αἱ ὄχθαι. Ἐπηρεφέες. Ὑψηλοὶ, μεγά‐ λοι.

12

.

56

Ἠρήρει. Ἐπεπύκνωτο. ἥρμο‐ στο.

12

.

57

Ἀλεωρήν. Φυλακὴν, ἔκκλι‐ σιν, ἀποφυγήν.

12

.

59

Μενοίνεον. Προε‐ θυμοῦντο, ἐνήργουν. Εἰ τελέουσιν. Εἰ τελέσουσιν. Ὅ ἐστι, παρέλθοιεν.

12

.

60

Εἶπε. Προσεφθέγξατο.

12

.

62

Ἀφρα‐ δέως. Ἀπρονοήτως, ἀπείρως.

12

.

66

Στεῖ‐ νος. Στένωμα. Τρώσεσθαι. Ἡττηθή‐ σεσθαι. Τρῶμα γὰρ, ἡ ἧττα.

12

.

67

Ἀ‐ λαπάζει. Κενοῖ, πορθεῖ.

12

.

70

Νωνύμ‐ νους. Ἀνωνύμους.

12

.

71

Παλίωξις. Πάλιν δίωξις. Οὕτω γὰρ καλεῖται ἡ τῶν διωκόντων φυγή.

12

.

72

Ἐνιπλήξω‐ μεν. Ἐμπέσωμεν.

12

.

74

Ἄψοῤῥον. Εἰς τοὐπίσω ὁρμήσαντα. Ἑλιχθέντων. Ὑπο‐ στραφέντων.

12

.

76

Ἐρυκόντων. Ἀντὶ τοῦ, ἐρυκέτωσαν. ὅ ἐστι, κατεχέτωσαν.

12

.

77

Πρυλέες. Πεζοὶ ὁπλῖται.

12

.

80

Ἅδε. Ἤρεσκεν. Ἀπήμων. Ἄλυπος.

12

.

82

Ἠερέθοντο. Ἀπαιωροῦντο, ἐκρέμαν‐ το.

12

.

86

Ἀρτύναντες. Παρασκευάσαν‐ τες, τάξαντες.

12

.

87

Πένταχα. Εἰς πέντε τάξεις.

12

.

93

Πάρις. Ὁ Ἀλέ‐ ξανδρος. Κατὰ γαστρὸς ἔχουσα ἡ Ἑκά‐ βη, ὄναρ ἐθεάσατο, ὅτι ἔτεκε δαλὸν, ἀφ’ οὗ κατεφλέχθη πᾶσα ἡ πόλις. Τὸ
5οὖν τεχθὲν, οὐ γνώμῃ τῶν μάντεων ἐξε‐ τέθη, ἀλλὰ γνώμῃ θεῶν. Ὃ ὑπὸ τοῦ εὑρόντος ἐτράφη βουκόλου. Ἄρκτον γὰρ αὐτῷ γάλα ἐπισχοῦσαν θεασάμενος, ἀν‐ έθρεψεν. Ἐκλήθη οὖν Πάρις, οὐχ ὅτι,
10ὥς τινές φασι, ἐν πήρᾳ ἐτράφη, ἀλλ’ ὅτι τὸν μόρον παρῆλθεν. Ὕστερον δὲ Ἀλέ‐ ξανδρος, ὅτι τῇ πατρίδι ἠλέξησεν, ὅ ἐστιν, ἐβοήθησε, πολέμου ἐπελθόντος.

12

.

102

Πρὸς δ’ ἕλετο. Προσέλαβε δέ.

12

.

103

Εἴσαντο. Ἔδοξαν, κατεφάνησαν. Διακριδόν. Ὥστε διακεκρίσθαι καὶ φα‐ νερὸν εἶναι πᾶσιν.

12

.

104

Ἔπρεπε. Διέπρεπεν.

12

.

105

Ἄραρον. Ἠσφαλί‐ σαντο, ἥρμοσαν. Τυκτῇσι βόεσσι. Ταῖς εἰργασμέναις βύρσαις. Λέγει δὲ, ταῖς ἀσπίσιν. Οὐ δέ ποτε δὲ βοῦν ἁπλῶς λέ‐
5γει τὴν ἀσπίδα, ἀλλὰ μετά τινος. ἐξ οὗ γνωρίζεται βῶν ἀζαλέην.

12

.

106

Λελιη‐
μένοι. Παρωρμημένοι, ἔνθερμοι.

12

.

107

Σχήσεσθαι. Σχεθῆναι, κωλυθῆναι.

12

.

112

Πέλασσε. Προσήγγισε, προσῆλθεν.

12

.

113

Ἀλύξας. Διαφυγών.

12

.

116

Δυ‐ σώνυμος. Χαλεπή.

12

.

117

Δευκαλίδαο. Δευκαλίωνος παιδός. Γίγνονται δὲ ἐκ Πύῤῥας καὶ Δευκαλίωνος, ὥς φησιν Ἀ‐ πολλόδωρος, παῖδες· Ἕλλην μὲν πρῶτος,
5ὃν ἐκ Διὸς ἔνιοι γεγεννῆσθαι λέγουσι. Δεύτερος δὲ Ἀμφικτύων, ὁ μετὰ Κραναὸν βασιλεύσας τῆς Ἀττικῆς. Θυγάτηρ δὲ, Πρωτογένεια.

12

.

118

Εἴσατο. Ὥρμη‐ σε. Σημαίνει δὲ τρία. Εἴσατο, ἀντὶ τοῦ, Ὥρμησεν· Εἴσατο γὰρ νηῶν ἐπ’ ἀριστερά. Εἴσατο, ἀντὶ τοῦ, ἐφάνη·
5Εἴσατο δ’ ὥστε ῥινόν. Εἴσατο, ἔγνω· Εἴσομαι, εἴ κέ μ’ Ὀδυσσεύς.

12

.

121

Ὀχῆα. Τὸν συνεκτικὸν τῆς θύρας μοχ‐ λόν.

12

.

124

Ἰθύς. Ἐπ’ εὐθείας. Ἕπον‐ το. Παρεγένοντο.

12

.

125

Κεκληγότες. Κεκραγότες.

12

.

128

Λαπιθάων. Λαπίθαι, ἥρωες Ἀχαιοὶ, ἀπὸ Λαπίθου τοῦ Ἀπόλλω‐ νος καὶ Στίλβης νύμφης τὸ γένος ἔχοντες.

12

.

132

Ὑψικάρηνοι. Μακραί.

12

.

134

Διηνεκέεσσιν. Ἐπιμήκεσιν. Ἀραρυῖαι. Ἡρμοσμέναι, βέβαιαι.

12

.

136

Ἐφέ‐ βοντο. Ἔφευγον.

12

.

137

Βόας αὔας. Βύρσας ξηρὰς, τοῦτ’ ἔστιν, ἀσπίδας.

12

.

138

Ἔκιον. Ἐπῄεσαν.

12

.

141

Εἵως. Ἕως. πρὶν ἐλθεῖν τοὺς βαρβάρους.

12

.

142

Ἔνδον. Ἔσω τειχῶν.

12

.

145

Ἐκ δὲ τὼ ἀΐξαντε. Ἐξελθόντες δὲ αὐτοί.

12

.

147

Δέχαται. Ἐκδέχονται. Κολοσυρτόν. Παρὰ τὸ τὰ κῶλα ἐπισύρειν. Ἢ τὸν κολῳὸν, ἤγουν τὸν συριγμόν. Ἰόντα. Ἐπερχόμενον.

12

.

148

Δοχμώ τ’ ἀΐσσον‐ τε. Εἰς πλάγιον ὁρμῶντες. Ἄγνυτον. Κατακλῶσιν, κατάσσουσι.

12

.

149

Πρύ‐ μνην. Ἐκ ῥιζῶν, ἐσχάτην. Ὑπαὶ δέ. Ὑπὸ δὲ τῶν ὀδόντων. Κόμπος. Ψόφος.

12

.

153

Λαοῖσι καθύπερθε πεποιθότες. Τοῖς ἀπὸ τοῦ τείχους ὄχλοις θαῤῥοῦντες. Καθύπερθεν. Ἔμπροσθεν.

12

.

156

Ἔ‐ ραζε. Εἰς τὴν γῆν.

12

.

157

Ζαής. Με‐ γάλως πνέων, βίαιος.

12

.

160

Κόρυθες δ’ ἀμφ’ αὖον ἀΰτευν. Αἱ περικεφαλαῖαι δὲ αὐτῶν ξηρὸν ἦχον ἀπετέλουν. περιή‐ χουν. Αὖον. Ξηρόν.

12

.

161

Μυλάκεσ‐ σι. Τραχέσι λίθοις.

12

.

163

Ἀλαστή‐ σας. Δεινοπαθήσας.

12

.

164

Φιλοψευ‐ δής. Ψεύστης.

12

.

166

Σχήσειν. Ἐπι‐ σχεῖν.

12

.

167

Μέσον αἰόλοι. Ποικίλοι τὰ μέσα τοῦ σώματος. Εἰσὶ γὰρ ἐπτε‐ ρωμένοι καὶ ξανθοί· ἀφ’ οὗ εὐκίνητοι. ὡς καὶ ἀλλαχοῦ φησι· Αἰόλον ἵππον. Ἄ‐
5μεινον δὲ ἀκούειν, τοὺς εὐκινήτους.

12

.

168

Οἰκία. Νῦν φωλεούς. Καὶ κοῖλον δόμον τὴν σφηκίαν φησί. Ὁδῷ ἔπι. Ἀντὶ τοῦ, παρὰ τὴν ὁδόν. Παιπαλοέσσῃ. Τῇ πολλὰς ἐκτομὰς ἐχούσῃ, τῇ τραχείᾳ.

12

.

170

Θηρητῆρας. Τοὺς ἐρεθίζοντας.

12

.

172

Χάσσασθαι. Χωρισθῆναι.

12

.

177

Θεσπιδαές. Θεῖον. τὸ ὑπὸ θεῶν ἀνα‐ πτόμενον.

12

.

179

Ἀκαχήατο. Ἐλελύ‐ πηντο.

12

.

183

Χαλκοπαρῄου. Χαλκᾶς παραγναθίδας ἐχούσης.

12

.

184

Ἔσχε‐ θεν. Ἐπέσχεν, ἐκώλυσε.

12

.

189

Τυχή‐ σας. Ἐπιτυχών.

12

.

192

Αὐτοσχεδίην. Ἐκ τοῦ πλησίον, ἐκ χειρός.

12

.

194

Ἐ‐ πασσυτέρους. Ἐπ’ ἀλλήλους.

12

.

201

Ὑψιπέτης. Εἰς ὕψος πετόμενος. Τῷ δὲ τόνῳ ἀναγνωστέον, ὡς νεφεληγερέτης. Ὑψιπετὴς δὲ, ἀπὸ ὕψους πεπτωκώς. Ἐ‐ έργων. Ἀφορίζων, ὥστε φαίνεσθαι μέ‐
5σον αὐτῶν. Ἐπ’ ἀριστερὰ λαὸν ἐέργων. Ὑποχωρῆσαι συμφέρον προσημαίνων. Ἀ‐ ριστερὰ γὰρ σημεῖα τὰ ἀπαίσια· δεξιὰ δὲ τὰ συμφέροντα. Ζητεῖται δὲ, πῶς ὁ Ζεὺς ἐπικρατεστέρους θέλων ποιῆσαι τοὺς
10Τρῶας, σημεῖον αὐτοῖς κωλυτικὸν ἀπο‐ πέμπει. Φησὶ γάρ· Ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσι. Καὶ ῥη‐ τέον, ὅτι νίκην μὲν ἐβούλετο τοῖς Τρωσὶν, ἐξελεῖν δὲ τὸ δέος τῶν Ἑλλήνων. Οὐ
15γὰρ κατὰ προαίρεσιν αὐτοὺς ἐμίσει, ἀλ‐ λὰ χαριζόμενος Θέτιδι.

12

.

202

Φοινή‐ εντα. Φονευτικόν. ἢ πυῤῥόν.

12

.

204

Κόψεν. Ἔδακεν, ἔπληξεν. Ἔχοντα. Κρατοῦντα.

12

.

205

Ἰδνωθείς. Συνειλή‐ σας ἑαυτόν. καμφθείς. Ἀπὸ ἕθεν. Ἀπὸ ἑαυτοῦ.

12

.

207

Κλάγξας. Βοήσας.

12

.

208

Αἰόλον ὄφιν. Τὸν ποικίλον καὶ πο‐ λύστικτον. Πέπονθε δὲ ἐπὶ τέλους ὁ στίχος, ἔχων τὸν ἐκ δύο βραχειῶν πυῤ‐ ῥίχιον. καὶ καλεῖται μείουρος.

12

.

212

Ἐσθλὰ φραζομένῳ. Τὰ ἀγαθὰ συμ‐ βουλεύοντι.

12

.

213

Δῆμον. Νῦν, τὸν δημότην. Παρέξ. Ἔξω τοῦ δέοντος δη‐ μηγορεῖν.

12

.

214

Ἀέξειν. Αὔξειν.

12

.

216

Μὴ ἴομεν. Μὴ ἀπέλθωμεν.

12

.

224

Ῥηξόμεθα. Διαῤῥήξωμεν.

12

.

225

Οὐ κόσμῳ. Οὐ κατὰ τὸ δέον. Αὐτὰ κέ‐ λευθα. Τὰς αὐτὰς ὁδούς.

12

.

228

Ὑπο‐ κρίναιτο. Ἀντὶ τοῦ, ἀποκρίναιτο ἐξηγού‐ μενος τὸ σημεῖον. Θεοπρόπος. Ὁ ἐκ θείας ἐπιπνοίας μαντευόμενος. ὁ χρησμῳ‐
5δός. Νῦν δὲ, οἰωνιστής.

12

.

229

Εἰδείη τεράων. Ἐπιστήμων εἴη παρατηρήσεως σημείων.

12

.

231

Πουλυδάμα, σὺ μὲν οὐκ ἔτ’ ἐμοὶ φίλα ταῦτ’ ἀγορεύεις. Ἡρα‐ κλέους πορθήσαντος Ἴλιον, Πρίαμος ὁ Λαομέδοντος, παραλαβὼν τὴν βασιλείαν,
5ἔπεμψεν εἰς Δελφοὺς, μαντευσόμενος περὶ τῶν ἐνεστώτων. Οἱ δὲ πορευθέντες, χρη‐ σμόν τε λαμβάνουσι, καὶ Πάνθουν, ἕνα τῶν Δελφῶν, ἄγουσι, ὅπως κατὰ τὸ συνεχὲς μαντεύηται Πριάμῳ. Γήμας δὲ
10οὗτος θυγατέρα Κλυτίου Προνόμην, Πο‐
λυδάμαντα γεννᾷ, τήν τε μαντικὴν ἀνα‐ διδάσκει. λέγεται δὲ, μιᾷ νυκτὶ τοῦτόν τε καὶ τὸν Ἕκτορα γεννηθῆναι.

12

.

233

Ἀπὸ σπουδῆς. Ἀπὸ κρίσεως.

12

.

234

Ἐξ ἄρα ὤλεσαν. Ἐξώλεσαν δή.

12

.

237

Τανυπτερύγεσσι. Ἐπιμήκεις πτέρυγας ἔχουσι.

12

.

239

Εἴτ’ ἐπὶ δέξι’ ἴωσι πρὸς ἠῶ τ’ ἠέλιόν τε. Δεξιὰ, τὰ ἀνατολικὰ καλεῖ· ἀριστερὰ δὲ, τὰ δυτικά. Πρὸς ἠῶ. Πρὸς ἀνατολήν.

12

.

240

Ποτὶ ζό‐ φον. Πρὸς δυσμάς.

12

.

247

Μενεδήϊος. Μένων τοὺς πολεμίους ἐν τῇ μάχῃ. πο‐ λεμικός.

12

.

249

Παρφάμενος. Παραλο‐ γισάμενος, πείσας.

12

.

250

Δαμείς. Πληγείς.

12

.

255

Θέλγεν. Ἠπάτα. ἔ‐ βλαπτε.

12

.

257

Πειρήτιζον. Διάπειραν ἐποιοῦντο.

12

.

258

Κρόσσας. Τὰς ὑπο‐ κρόσους κλίμακας. Πύργων ἔρυον. Ἀντὶ τοῦ, ἐπὶ τοὺς πύργους εἷλκον, παρετίθε‐ σαν. Ἔρειπον. Κατέβαλλον, κατέστρε‐
5φον. Ἐπάλξεις. Τοὺς προμαχῶνας τῶν τειχῶν.

12

.

259

Στήλας. Ὀρθοὺς λίθους. Παρὰ τὸ ἵστασθαι. Λέγει δὲ τοὺς θε‐ μελιαίους. ὅθεν καὶ προβλῆτας αὐτούς φησι, παρὰ τὸ προβεβλῆσθαι. Ἐμό‐
5χλευον. Διὰ μοχλῶν ἐκίνουν.

12

.

260

Ἔχματα. Ἐρείσματα.

12

.

261

Αὖ ἔ‐ ρυον. Ἐξέβαλλον.

12

.

265

Κελευτιόων‐ το. Παρεκελεύοντο.

12

.

266

Φοιτήτην. Ἐμμανῶς ἐπήρχοντο.

12

.

267

Στερεοῖς. Ἐπιτεταμένοις, σκληροῖς.

12

.

269

Με‐ σήεις. Μέσος κατὰ δύναμιν.

12

.

273

Τετράφθω. Τραπέσθω. Ὁμοκλητῆρος. Τοῦ ἐγκελευομένου. τοῦ ἀπειλοῦντος.

12

.

274

Πρόσω ἴεσθε. Εἰς τοὔμπροσθεν ἔρχεσθε καὶ ὁρμᾶτε.

12

.

276

Δίεσθαι. Διῶξαι.

12

.

277

Προβοῶντε. Ἔμπροσθεν τῶν λοιπῶν βοῶντες ἢ προμαχόμενοι. Βοὴ γὰρ ἡ μάχη, ἀπὸ τοῦ παρακολουθοῦντος.

12

.

279

Ὤρετο. Ὥρμησε. προεθυμήθη.

12

.

280

Πιφαυσκόμενος. Φανεροποιῶν, ἐμφανιζόμενος. Τὰ ἃ κῆλα. Τὰ αὐτοῦ σημεῖα καὶ βέλη, ἃ ἐπιπέμπει κατὰ χό‐ λον. Βέλος δὲ νῦν εἴρηκε τὸν χειμῶνα.

12

.

282

Πρώονας. Προβολὰς ὀρῶν, ἐξοχάς.

12

.

283

Λωτεῦντα. Ἀνθοῦντα. Πίονα ἔρ‐ γα. Νῦν, γεώργια.

12

.

285

Προσπλά‐ ζον. Προσερχόμενον. προσρηγνύμενον. Ἐρύκεται. Ἀντὶ τοῦ, ἐρύκει, κατέχει.

12

.

286

Εἰλύαται. Κεκάλυπται. Ἐπι‐
βρίσῃ. Ἐπιβαρήσῃ, πολὺς καὶ μέγας ἐπέλθῃ. Διὸς ὄμβρος. Ἡ χιὼν, νῦν.

12

.

287

Πωτῶντο. Ἐπέτοντο, ἐφέροντο. Λίθοι θαμειαί. Πυκναὶ λίθοι. Θηλυκῶς δέ φησιν.

12

.

293

Ἕλιξιν. Μέλασιν. Ἢ, εἰλοῦσι τοὺς πόδας ἐν τῇ πορείᾳ.

12

.

295

Ἐξήλατον. Ἐξ ἐλασμάτων κα‐ τασκευασθεῖσαν. ἐξάπτυχον.

12

.

296

Ἤ‐ λασε. Κατεσκεύασεν. Ἔντοσθεν. Ἔσ‐ ωθεν. Βοείας. Βύρσας. Ἔντοσθε δὲ βοείας ῥάψε θαμειὰς χρυσείοις ῥάβδοισιν.
5Ἐπεὶ τῶν πτυχῶν, αἱ μὲν ἐκ χαλκοῦ ὑπ‐ ῆρχον, αἱ δὲ ἐκ βύρσης, διατοῦτο ἔῤ‐ ῥαψεν αὐτὰς ταῖς ῥάβδοις.

12

.

297

Ῥάβ‐ δοισι. Τοῖς κανόσιν, οἷς εἴχοντο αἱ ἀσπί‐ δες. Περὶ κύκλον. Ὥστε ἐκ τῆς ῥαφῆς κύκλον ἀποτελεῖσθαι.

12

.

300

Κέλεται. Ἀναγκάζει.

12

.

301

Πειρήσοντα. Πεῖ‐
ραν ληψόμενον. Πυκινὸν δόμον. Ἀσφα‐ λῇ. Λέγει δὲ τὴν ἔπαυλιν.

12

.

302

Παρ’ αὐτόφι. Παρ’ αὐτοῖς. Βώτορας. Βο‐ σκήτορας, βουκόλους.

12

.

303

Δούρεσσι. Δόρασιν. Ἀπὸ ὀνομαστικῆς τῆς δόρυ, ἡ γενικὴ δόρυος καὶ δουρός· ἀπὸ δὲ τοῦ δόρατος, καὶ δόρασι, πληθυντικῶς.

12

.

304

Ἀπείρητος. Ἄνευ ἐπιβολῆς. Ἄπειρος. Μέμονε. Προεθυμεῖτο. Δίεσθαι. Διω‐ χθῆναι.

12

.

311

Ἕδρῃ. Προεδρίᾳ, τιμῇ.

12

.

314

Φυταλιῆς. Ἀμπελοφύτου γῆς.

12

.

316

Καυστειρῆς. Ἐμπύρου, θερμῆς. Διὰ τὸ θερμὸν τῶν ἀγωνιζομένων.

12

.

317

Πύκα θωρηκτάων. Ἐπιμελῶς τεθωρα‐ κισμένων. πολεμικῶν.

12

.

320

Ἔξαιτον. Ἐξαίρετον.

12

.

325

Στέλλοιμι. Παρα‐ σκευάζοιμι, πέμποιμι.

12

.

328

Ἠέ τῳ. Ἢ τινί. Κῦδος. Δόξαν, τιμήν. Ὀ‐ ρέξομεν. Περιποιήσωμεν, παράσχωμεν.

12

.

333

Πάπτῃνε. Περιεβλέψατο.

12

.

334

Ἀρήν. Βλάβην. Ὀξυτόνως. Ἀμύναι. Ἀμύνῃ. Ἀποστρέψῃ.

12

.

335

Ἀκορήτω. Ἀπλήστους.

12

.

337

Οὔπως οἱ ἔην. Οὐ‐ δέπω ἦν αὐτῷ δυνατόν. Βώσαντι γεγω‐ νεῖν. Βοήσαντι ἀκουσθῆναι.

12

.

339

Ἱπ‐ ποκόμων. Ἐχουσῶν κόμας ἐξ ἱππείων τριχῶν.

12

.

340

Ἐπῴχατο. Ἐπικεκλι‐ μέναι ἦσαν.

12

.

342

Θοώτην. Ὄνομα κύριον.

12

.

346

Ἔβρισαν. Ἐπεβάρησαν.

12

.

347

Ζαχρηεῖς. Ἄγαν βίαιοι, καὶ με‐ γάλοι. Τελέθουσι. Διατελοῦσιν.

12

.

353

Εἶθαρ. Εὐθέως.

12

.

356

Ἀντιάσητον. Ἀπαντήσητε, μετάσχητε.

12

.

368

Ἀν‐ τιόω. Ἀπαντήσω, μετάσχω.

12

.

371

Ἦιε. Ἀπῄει, ἀπήρχετο. Ὄπατρος. Ὁμόπα‐ τρος.

12

.

374

Ἐπειγομένοισιν. Ἐσπου‐ δασμένοις.

12

.

375

Ἐρεμνῇ. Σκοτεινῇ.

12

.

380

Μαρμάρῳ ὀκριόεντι. Λίθῳ τρα‐ χεῖ.

12

.

381

Ὑπέρτατος. Ἀνώτατος.

12

.

382

Ἡβῶν. Ἀκμάζων.

12

.

384

Σὺν δ’ ὀστέ’ ἄραξε. Συνέτριψε δὲ τὰ ὀστᾶ αὐτοῦ. τὸ σῶμα, συνεκδοχικῶς.

12

.

385

Ἄμυδις. Ὁμοῦ. Ἀρνευτῆρι. Κυβιστῇ, ἢ δύτῃ. Καὶ οὗτοι γὰρ ἐπὶ κεφαλὴν ἑαυτοὺς ῥίπτουσι. Παρὰ τοὺς ἄρνας. οὗ‐ τοι γὰρ κυβιστῶσιν, ὥσπερ τὸν ἀέρα
5κυρίττοντες. Τινὲς δὲ τῷ δελφῖνι· οἱ γὰρ ἄρσενες ἐπὶ κεφαλὴν ἵενται, ὅταν γαλήνη γένηται.

12

.

388

Ἐπεσσύμενον. Ἐφορμῶντα.

12

.

389

Ἧ ῥ’ ἴδε γυμνω‐ θέντα βραχίονα. Καθ’ ὃ μέρος ἐθεά‐ σατο αὐτοῦ τὸν βραχίονα γεγυμνωμένον.

12

.

390

Ἆλτο. Καθήλατο.

12

.

391

Ἀθρή‐ σειε. Θεάσοιτο. Εὐχετόῳτο. Καυχῷ‐ το.

12

.

395

Ἑσπόμενος. Ἀκολουθήσας.

12

.

397

Σαρπηδὼν δ’ ἄρ’ ἔπαλξιν ἑλών. Εὐρώπην τὴν Φοίνικος Ζεὺς θεασάμενος ἔν τινι λειμῶνι μετὰ νυμφῶν ἄνθη ἀναλέ‐ γουσαν, ἠράσθη, καὶ κατελθὼν, ἤλλαξεν
5αὑτὸν εἰς ταῦρον, ὅστις, ἀπὸ τοῦ στόμα‐ τος κρόκον πνέων, τὴν Εὐρώπην, ἀπατή‐ σας, ἐβάστασε. καὶ διαπορθμεύσας εἰς Κρήτην, ἐμίγη. Εἶθ’ οὕτως συνῴκισεν αὐτὴν Ἁστερίωνι τῷ Κρητῶν βασιλεῖ.
10Γενομένη δὲ ἔγκυος ἐκείνη, τρεῖς παῖδας ἐγέννησε· Μίνωα, Σαρπηδόνα, καὶ Ῥα‐ δάμανθυν. Ἱστορεῖ Ἡσίοδος καὶ Βακ‐ χυλίδης.

12

.

398

Διαμπερές. Διηνεκῶς.

12

.

400

Ὁμαρτήσαντε. Ὁμοῦ καὶ ὑπὸ τὸν αὐτὸν καιρὸν ἀφιέντες τὰ δόρατα, καὶ ἐπιτυχόντες.

12

.

405

Στυφέλιξεν. Ἀπετίναξεν.

12

.

407

Ἀρέσθαι. Ἀπε‐ νέγκασθαι, κτήσασθαι.

12

.

408

Ἑλιξά‐ μενος. Ἐπιστραφείς.

12

.

409

Τί δ’ ἄρ’. Τί δή. Θούριδος. Ὀξυκινήτου, ταχείας.

12

.

410

Ἀργαλέον. Χαλεπὸν, ἀδύνατον.

12

.

412

Ἐφομαρτεῖτον. Ἀ‐ κολουθεῖτε.

12

.

414

Μᾶλλον. Ἢ τὸ πρότερον. Ἐπέβρισαν. Βαρεῖς ἐπῆλθον τοῖς Ἀχαιοῖς.

12

.

415

Ἐκαρτύναντο. Ἰσχυροποίησαν, γενναίως συνετάξαντο.

12

.

420

Ἂψ ὤσασθαι. Εἰς τοὐπίσω ἀπ‐ ώσασθαι. Πέλασθε. Προσεπελάσθη‐ σαν, προσῆλθον.

12

.

421

Ἀμφ’ οὔροισι. Περὶ ὅρων γῆς. Δηριάασθον. Φιλο‐ νεικοῦσιν.

12

.

422

Ἐπιξύνῳ. Ἐπικοίνῳ καὶ ὁμόρῳ χωρίῳ.

12

.

423

Περὶ ἴσης. Περὶ τοῦ ἴσου.

12

.

424

Διέεργον. Διε‐ χώριζον, διΐστων.

12

.

425

Δῄουν. Διέ‐ κοπτον.

12

.

426

Λαισήϊα. Μικρὰ ἀσπι‐ δίσκια. Οἱ δὲ, ὅπλου εἶδος ἐπαιρομένου καὶ κούφου.

12

.

431

Ἐῤῥάδαται. Ἐῤ‐ ῥαμμένοι ἦσαν.

12

.

432

Φόβον. Παντα‐ χοῦ ὁ Ποιητὴς τὴν φυγὴν φόβον φησί.

12

.

433

Τάλαντα. Παρὰ τὸ ταλαὸν καὶ ὑπομονητικὸν τοῦ βάρους. Χερνῆτις. Ἡ ἀπὸ τῶν ἔργων τῶν ἰδίων χειρῶν ζῶσα. ὅ ἐστι, μισθοῦ ἄλλοις ἐργαζομένη. Ἀλη‐
5θής. Δικαία, καὶ ἀκριβής.

12

.

434

Ἀμ‐ φίς. Ἑκατέρωθεν.

12

.

435

Ἰσάζουσα. Ἐξισοῦσα. Ἀεικέα. Τὸν εὐτελῆ καὶ οἰκτρόν. Ἄρηται. Κτήσηται, λάβῃ.

12

.

436

Ἐπὶ ἶσα μάχη τέτατο. Ἰσόῤῥο‐ πος καὶ ὁμοία ἦν ἡ μάχη αὐτοῖς.

12

.

437

Ὑπέρτερον. Μέγα.

12

.

438

Ἐσήλατο. Ἐὰν μὲν δασέως, εἰσῆλθεν. Ἐὰν δὲ ψιλῶς, ἐσάλευσεν.

12

.

441

Ἐνίετε. Ἐμ‐ βάλλετε.

12

.

444

Κροσσάων. Ὑποτρό‐ χων κλιμάκων πρὸς τειχομαχίαν ἐπιτη‐ δείων.

12

.

446

Πρυμνός. Παχὺς κατὰ τὸ ἔσχατον μέρος. Παχύς. Ἑτεροβα‐ ρής.

12

.

448

Ἀπ’ οὔδεος ὀχλίσειαν. Ἀ‐ ποκινήσειαν τοῦ ἐδάφους.

12

.

449

Πάλ‐ λεν. Ἀνέπαλλεν, ἐκίνει.

12

.

452

Ὀλίγον ἄχθος. Ὡς κοῦφον βάρος. Ἐπείγει. Βαρεῖ.

12

.

453

Σανίδων. Τῶν θυρῶν. Ἀ‐ είρας. Ἐπάρας, βαστάσας.

12

.

455

Δι‐ κλίδας. Διθύρους. Ὀχῆες. Οἱ μοχλοί. Ἀπὸ τοῦ συνέχειν τὰς θύρας.

12

.

456

Εἶ‐ χον. Κατεῖχον. Ἐπημοιβοί. Ἐπ’ ἀ‐ μοιβῆς ἀλλήλοις ἐπικείμενοι. εἷς ἐφ’ ἕνα. Κληΐς. Κλείς. Ἐπαρήρει. Ἐφήρμο‐
5στο, ἐπέκειτο.

12

.

457

Ἐρεισάμενος. Με‐ τὰ πολλῆς δυνάμεως ἐπερεισθείς.

12

.

458

Εὖ διαβάς. Ἰσχυρῶς στάς. Ἀφαυρό‐ τατον. Ἀντὶ τοῦ, ἄφαυρον καὶ ἀσθενές. Ἔστι δὲ ὑπερθετικὸν ἀντὶ τοῦ ἀπολύτου.

12

.

459

Θαιρούς. Τοὺς στρόφιγγας.

12

.

460

Βριθοσύνῃ. Τῷ βάρει.

12

.

461

Ἐσχεθέ‐ την. Ἐπέσχον. Διέτμαγον. Διεσχί‐ σθησαν, διεχωρίσθησαν.

12

.

462

Λᾶος ὑ‐ παὶ ῥιπῆς. Ὑπὸ τῆς τοῦ λίθου φορᾶς. Ἔσθορεν. Εἰσεπήδησε.

12

.

463

Νυκτὶ θοῇ. Ἤτοι, τῇ ταχέως ἐπιλαμβανούσῃ τὴν γῆν. Ἢ, ἐπεὶ δοκεῖ ταχέως παριέ‐ ναι, ὡς πρὸς τὴν ἡμέραν, κοιμωμένων ἡ‐
5μῶν. Ὑπώπια. Τὴν πρόσοψιν. Ἀπὸ μέρους τὸ ὅλον.

12

.

464

Τὸν ἕεστο. Ὃν ἠμφίεστο.

12

.

467

Ἑλιξάμενος. Ἐπι‐ στραφείς.

12

.

469

Ὑπέρβασαν. Ὑπερέ‐ βησαν.

12

.

470

Ἐσέχυντο. Εἰσεχύθησαν, εἰσῆλθον. Τροπικῶς, ἀπὸ τῶν ὑδάτων. Ἐ‐ φόβηθεν. Εἰς φυγὴν ἐτράπησαν.

12

.

471

Ἀλίαστος. Ἀμετάτρεπτος, ἄπαυστος.
Ἐτύχθη. Ἐγένετο.

13

.

1

Ζεὺς δ’ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα. Κεχώρικε τῶν λοιπῶν Τρώων τὸν Ἕκτορα κατ’ ἐξοχήν. Μετὰ τὴν Ἰλίου πόρθησιν Ἕκτωρ ὁ Πριάμου, καὶ
5μετὰ θάνατον, τὴν ἀπὸ θεῶν εὐτύχησε τιμήν. Οἱ γὰρ ἐν Βοιωτίᾳ Θηβαῖοι, πιεζόμενοι κακοῖς, ἐμαντεύοντο περὶ ἀ‐ παλλαγῆς. Χρησμὸς δὲ αὐτοῖς ἐδόθη, παύσεσθαι τὰ δεινὰ, ἐὰν ἐξ Ἀφνείου
10τῆς Τρωάδος τὰ Ἕκτορος ὀστᾶ διακομι‐ σθῶσιν ἐς τὸν παρ’ αὐτοῖς καλούμενον τόπον Διὸς γονάς. Οἱ δὲ τοῦτο ποιήσαν‐ τες, καὶ τῶν κακῶν ἀπαλλαγέντες, διὰ τιμῆς ἔσχον Ἕκτορα. Κατά τε τοὺς ἐ‐
15πείγοντας καιροὺς ἐπικαλοῦνται τὴν ἐπι‐ φάνειαν αὐτοῦ. Ἡ ἱστορία παρ’ Ἀρι‐ στοδήμῳ. Ἐπεὶ οὖν. Ἐπειδή. Πέλασ‐ σε. Προσεπέλασεν. ἐγγίσαι ἐποίησε.

13

.

2

Παρὰ τῇσι. Παρὰ ταύταις. Πό‐ νον. Τὴν κατὰ τὸν πόλεμον ταλαιπω‐ ρίαν. Ὀϊζύν. Ταλαιπωρίαν.

13

.

3

Νω‐ λεμέως. Ἀδιαλείπτως. Πάλιν τρέπε. Τὴν ἀπὸ τοῦ εὐθέος μεταστροφὴν δηλοῖ· Ὄσσε πάλιν κλίνασα. Οἱ δὲ ἀνὰ μέ‐
5ρος· Μυσίαν καὶ Θρᾴκην ὁρῶν. Ἔστι δὲ καὶ τοῦτο σύνηθες Ὁμήρῳ. Πάλιν ποί‐ ησε γέροντα. Καί· Εἰς τοὐπίσω πάλιν ἐρύσασα. Καί· Ἐναντίον οὐδὲ πάλιν ἐρέει. Ὄσσε φαεινώ. Ὀφθαλμοὺς πα‐
10ρεχομένους τὸ φῶς. ἢ, στιλπνούς.

13

.

4

Ἱπποπόλων. Περὶ ἵππους πολούντων. ἐξ οὗ, πολεμικῶν. Αἶαν. Γῆν.

13

.

5

Ἀγχε‐ μάχων. Τῶν συστάδην καὶ ἐκ τοῦ πλη‐ σίον μαχομένων. Ἀγαυῶν. Λαμπρῶν, καὶ ἐνδόξων. Ἢ ὄνομα ἔθνους οὕτω κα‐
5λουμένων, Ἀγαυῶν. Ἱππημολγῶν. Ἵπ‐ πους ἀμελγόντων. γαλακτοφάγοι γάρ εἰ‐ σιν. ὅθεν καὶ γαλακτοφάγους αὐτοὺς εἶ‐ πεν. ἢ, οἱ ἀρκούμενοι γάλακτι καὶ λιτῇ διαίτῃ. Καλῶς εἴρηται δικαιότατοι. ἐ‐
10πιθυμίᾳ γὰρ πλειόνων, ἐπ’ ἀδικίαν ἄγει. Τοῦτο συνιδὼν καὶ Λυκοῦργος, κοινὴν καὶ οὐ περιττὴν Λακεδαιμονίοις δίαιταν εἰσή‐ νεγκεν.

13

.

6

Ἀβίων. Ἤτοι, βιοῖς μὴ χρω‐ μένων, ὅ ἐστι, τόξοις. Ἢ, τὸ α, κατ’
ἐπίτασιν, ἵν’ ᾖ, πολυβίων καὶ πολυετῶν. Ἢ, τῶν ἥμερον βίον μὴ ἐγνωκότων. Ἐ‐
5πιφέρει γὰρ, δικαιοτάτων ἀνθρώπων. Ἢ, μὴ βιαζομένων. Ἔστι δὲ καὶ ἔθνος ἐν Σκυθίᾳ Ἄβιοι, οἱ καὶ Ἁμαξόβιοι, καὶ Νομάδες ὀνομαζόμενοι.

13

.

10

Ἀλαοσκο‐ πιήν. Ματαίαν τὴν κατασκοπήν. ὅ ἐ‐ στιν, ἐπιμελῶς ἐσκόπει. Ἀλαὸς γὰρ, ὁ τυφλός.

13

.

11

Θαυμάζων. Θεώμενος, καθορῶν.

13

.

12

Ὑψοῦ ἀπ’ ἀκροτάτης κο‐ ρυφῆς Σάμου ὑληέσσης. Σάμιοι οἱ ἐν Ἰωνίᾳ, μετὰ διακοσιοστὸν καὶ ἔνατον ἔτος τῶν Τρωϊκῶν, χρησμὸν ἔλαβον παρὰ
5τοῦ Πυθίου, εἰς τὴν ἐν Τρωάδι Θρᾴκην μετοικῆσαι. ἀφ’ ὧν ἡ Σαμοθρᾴκη προσ‐ ηγορεύθη. Ἡ ἱστορία παρὰ Ἀπολλο‐ δώρῳ. Σάμου Θρηϊκίης. Τῆς Σαμοθρᾴ‐ κης. Τὸ μέν τοι ἐν αὐτῇ ὄρος, Σαώκη
10καλεῖται.

13

.

16

Ἐνεμέσσα. Ἐμέμφε‐ το.

13

.

17

Παιπαλόεντος. Τραχέος.

13

.

18

Κραιπνά. Κραιπνῶς, ταχέως. Προβι‐ βάς. Ἡρέμα προβαίνων.

13

.

20

Ὀρέ‐
ξατο. Ἐξέτεινε. διέβη. Τὸ δὲ τέτρα‐ τον. Προσληπτέον, ὀρεξάμενος.

13

.

21

Αἰγάς. ἔνθα δέ οἱ κλυτὰ δώματα. Αἰ‐ γαὶ, πόλις Ἀχαΐας ἐν Πελοποννήσῳ. Ἔνθα τιμᾶται ὁ Ποσειδῶν. Ἄγεται δὲ καὶ Διονύσῳ ἑορτή. Ἐν ᾗ ἐπειδ’ ἂν ὁ
5χορὸς συστὰς τὰς τοῦ δαίμονος τελετὰς ὀργιάζῃ, καὶ θαυμάσιον ἐπιτελεῖσθαί φα‐ σιν ἔργον. Ἄμπελοι γὰρ, ἃς καλοῦσιν ἐφημέρους, ἀνισχούσης ἡμέρας, καρπὸν βλαστάνουσιν· ἄχρι δὲ τῆς ἑσπέρας οἶνον
10ἄφθονον ἔχουσιν. Ἡ ἱστορία παρὰ Εὐ‐ φορίωνι. Ἐζήτηται δὲ, διατί εὐθέως οὐ πορεύεται ὁ Ποσειδῶν εἰς Τροίαν, ἀλλὰ τὸν χρόνον δαπανᾷ, πορευθεὶς εἰς Αἰγάς. Ῥητέον, ὅτι δυεῖν ἕνεκα πραγμάτων με‐
15μηχάνηται ἡ ἀποδημία. πρῶτον μὲν, ἵνα ἀποπλανήσῃ τὸν Δία ὡς ἀπολελοιπὼς τὸν πόλεμον. δεύτερον δὲ, ἵνα καθοπλισθῇ εἰς τὸν Διὸς πόλεμον, ἐὰν ἄρα φωραθεὶς εἰς τὴν συμμαχίαν κινδυνεύσῃ.

13

.

23

Ὑπ’ ὄχεσφι τιτύσκετο. Ὑπεζεύγνυε τῷ ὀχή‐ ματι τοὺς ἵππους.

13

.

24

Ὠκυπέτα χρυ‐ σέῃσιν ἐθείρῃσιν κομόωντε. Χρυσῷ κε‐ κοσμημέναις, ἢ καλαῖς. Ἔθειραι δὲ εἴ‐ ρηνται παρὰ τὸ ἐξ ἔθους εἴρεσθαι, ὅ ἐστι,
5πλέκεσθαι. Ὠκυπέτα. Ταχέως τρέ‐ χοντας.

13

.

25

Ἱμάσθλην. Μάστιγα.

13

.

27

Ἄταλλεν. Ἐν νεότητι κατὰ διά‐ θεσιν ἐγίγνετο. ὅ ἐστιν, ἐσκίρτα, καὶ ἔχαιρεν. Ὑπ’ αὐτῷ. Ἀντὶ τοῦ, δι’ αὐ‐ τόν.

13

.

28

Πάντοθεν ἐκ κευθμώνων. Ἐκ τῶν καταδύσεων καὶ φωλεῶν.

13

.

29

Γη‐ θοσύνῃ. Τῇ χαρᾷ.

13

.

30

Διαίνετο. Διάβροχος ἐγίγνετο.

13

.

31

Ἐΰσκαρθμοι. Εὐσκάριστοι. Ὅ ἐστιν, εὐκίνητοι, τα‐ χεῖς. Σκαρθμὸς γὰρ, κατὰ διάλεκτον, ὁ πούς.

13

.

32

Ἔστι δέ τι σπέος εὐρύ. Ἀ‐ φώτιστον οἴκημα πλατύ. παρὰ τὴν σβέ‐ σιν τοῦ φωτός. Λίμνης. Νῦν θαλάσ‐ σης.

13

.

33

Τενέδοιο καὶ Ἴμβρου. Νῆσοι πλησίον Τροίας κείμεναι. Καὶ ἡ μὲν Τέ‐ νεδος κεῖται μέση τριῶν πελάγων, Αἰ‐ γαίου, Ἑλλησπόντου, Μέλανος κόλπου.
5Διὸ καὶ Τρίοδος ὑπ’ ἐνίων καλεῖται. Ἡ δὲ Ἴμβρος ἐστὶν ἐν τῷ Μέλανι κόλπῳ.

13

.

35

Εἶδαρ. Ἔδεσμα. τροφήν.

13

.

36

Ἔδμεναι. Ἐσθίειν. Πέδας. Δεσμούς. Ἤτοι παρὰ τὸ πιέζειν εἴρηνται, ἢ παρὰ τοὺς πόδας. Ὥσπερ παρὰ τὸν ὀβολὸν, τὸ ἡμιωβόλιον.

13

.

37

Ἀλύτους. Δυσλύ‐ τους.

13

.

40

Ἄμοτον. Ἀντὶ, ἀμότως, καὶ ἀπληρώτως.

13

.

41

Ἄβρομοι, αὐίαχοι. Ἀντὶ τοῦ, πολύβρομοι, καὶ πολύηχοι. Ἑκάστοτε θορυβώδεις τοὺς Τρῶας παρί‐ στησιν. Αὐίαχοι. Ἀντὶ τοῦ, ἀνίαχοι.
5τοῦ γὰρ ν ἐξαιρεθέντος, ὑπεισῆλθε τὸ υ, ὡς καὶ ὅτε τὸ ἀγανθοὶ, ἀγαυοί. Χρύσιπ‐ πος δὲ ὁ Στωϊκὸς, καὶ Διονύσιος ὁ Θρᾷξ ψιλοῖ τὸ αὐίαχοι, ἵν’ ᾖ ξηρόφωνοι.

13

.

43

Γαιήοχος, ἐννοσίγαιος. Ἐπίθετα Ποσει‐ δῶνος. Καὶ τὸ μὲν ἓν δηλοῖ, ὁ τὴν γῆν συνέχων. τὸ δὲ ἕτερον, ὁ κινῶν αὐτήν. Καὶ γὰρ, περὶ ἰατρὸν, δύο ἐστὶν ὧν χρὴ
5προΐστασθαι, καὶ τὰ νοσερὰ διορθοῦ‐ σθαι, καὶ τὰ ὑγιεινὰ προφυλάσσειν.

13

.

48

Κρυεροῖο. Φρικτοῦ, φοβεροῦ.

13

.

49

Ἄλλῃ. Ἀλλαχοῦ, κατ’ ἄλλο μέρος.

13

.

50

Ὑπερκατέβησαν. Ὑπερέβησαν.

13

.

51

Ἕξουσιν. Ἐφέξουσι, κωλύσουσιν.

13

.

53

Ἧι ῥ’ ὅγε. Καθ’ ὃ μέρος οὗτος. Ὁ λυσσώδης. Ὁ μεμηνώς.

13

.

57

Ἐρωήσαιτ’ ἀπὸ νηῶν. Ἀποστρέψοιτε καὶ ἀπελά‐ σοιτε τῶν νηῶν.

13

.

59

Σκηπανίῳ. Σκή‐ πτρῳ. Ἀπὸ τοῦ σκηρίπτεσθαι, ὅ ἐστιν, ἐπερείδεσθαι.

13

.

60

Κεκοπώς. Πλήξας.

13

.

62

Ἴρηξ. Ἱέραξ.

13

.

63

Αἰγίλιπος. Ὑψηλῆς. Περιμήκεος. Λίαν μεγάλης, ὑπερμεγέθους. Ἀρθείς. Ἐπαρθεὶς, ἀπο‐ πτάς.

13

.

64

Πεδίοιο. Διὰ τοῦ πεδίου. Ὄρνεον ἄλλο. Ἀντὶ τοῦ, ἀλλόφυλον.

13

.

66

Τοῖϊν δέ. Τούτων δέ. Ὀϊλῆος τα‐ χὺς Αἴας. Αἴας Λοκρὸς μὲν ἦν τὸ γένος, ἀπὸ πόλεως Ὀποῦντος, πατρὸς δὲ Ὀϊλέ‐ ως. Οὗτος, μετὰ τὴν τῆς Ἰλίου πόρθη‐
5σιν, αἴτιος τοῖς Ἕλλησιν ἀπωλείας ἐγέ‐ νετο. Κασάνδραν γὰρ τὴν Πριάμου, ἱ‐ κέτιν οὖσαν Ἀθηνᾶς, ἐν τῷ τῆς θεᾶς σηκῷ κατήσχυνεν, ὥστε τὴν θεὰν τοὺς ὀφθαλμοὺς τοῦ ξοάνου εἰς τὴν ὀροφὴν
10τρέψαι. Τοῖς δὲ Ἕλλησιν ὑποστρέφουσι, καὶ κατὰ τὴν Εὔβοιαν γενομένοις, χει‐ μῶνας διήγειρε μεγάλους, ὥστε πολλοὺς αὐτῶν διαφθαρῆναι. Διανηξάμενος δὲ Αἴας εἰς τὰς Γυράδας καλουμένας πέτρας,
15ἔλεγε, χωρὶς θεῶν γνώμης, διασωθῆναι.
Ποσειδῶν δὲ, ἀγανακτήσας, διέσχισε τὴν πέτραν, καὶ τὸν Αἴαντα τῷ κλύδωνι πα‐ ρέδωκεν. Ἐκριφέντα δὲ αὐτὸν, κατάδη‐ λον νεκρὸν, Θέτις, ἐλεήσασα, θάπτει.
20Ἀθηνᾶ δὲ οὐδὲ οὕτως τῆς ὀργῆς ἐπαύ‐ σατο, ἀλλὰ καὶ τοὺς Λοκροὺς ἠνάγκασεν ἐπὶ χίλια ἔτη εἰς Ἴλιον ἐκ κλήρου παρ‐ θένους πέμπειν. Ἡ ἱστορία παρὰ Καλ‐ λιμάχῳ ἐν Αἰτίοις. καὶ παρ’ αὐτῷ τῷ
25Ποιητῇ ἐν Δ Ὀδυσσείας, παχυμερῶς.

13

.

70

Οἰωνιστής. Οἰωνοσκόπος. Πῶς δέ φησιν ὁ Ποσειδῶν οὐκ ἔλαθε τὸν Αἴαντα; Καὶ ῥητέον, ὅτι φαντασίαν παρέχει τὸ θεῖον ἑαυτοῦ.

13

.

71

Ἴχνια. Ἴχνη, πα‐ τήματα.

13

.

72

Ἀρίγνωτοι. Εὐδιάγνω‐ στοι.

13

.

75

Μαιμώωσι. Μετὰ προθυ‐ μίας ὁρμῶσιν.

13

.

78

Ὤρορε. Ὥρμηται. Ὑπερβιβασμὸς χρόνου.

13

.

79

Ἔσσυμαι. Ὥρμηκα, ἐσπούδακα.

13

.

82

Χάρμῃ γη‐ θόσυνοι. Χαίροντες τῇ ψυχῇ. Ἔστι δὲ ὅτε δηλοῖ ἡ λέξις καὶ τὴν μάχην.

13

.

84

Ἀνέψυχον. Ἀνεκτῶντο, ἀνέπαυον.

13

.

88

Δάκρυα λεῖβον. Ἐστέναζον, ἐδάκρυον. Ὑπ’ ὀφρύσι δάκρυα λεῖβον. Οἱ γὰρ ὀφθαλμοὶ καθ’ Ὅμηρον ὑπὸ ταῖς ὀφρύσι· Κοίμισόν μοι Ζηνὸς ὑπ’ ὀφρύσιν ὄσσε φα‐
5εινώ. Διὰ δὲ τούτων, ἐδάκρυον. Ἕτεροι δὲ ἤκουσαν, λεληθότως ἔκλαιον.

13

.

90

Μετ‐ εισάμενος. Πρὸς αὐτοὺς ἀφικόμενος, μετελθὼν, ἢ μεταβληθείς.

13

.

95

Αἰδώς. Αἰδέσθητε.

13

.

69

Ἁμάς. Ἡμετέρας.

13

.

97

Λευγαλέοιο. Ὀλεθρίου.

13

.

98

Νῦν δὴ εἴδεται ἦμαρ, ὑπὸ Τρώεσσι δαμῆναι. Νῦν ἀνεφάνη ἡ ἡμέρα ἐν ᾗ ὑπὸ τῶν Τρώ‐ ων ἀναιρεθήσεσθε. Εἴδεται. Φαίνεται.

13

.

100

Ἔφασκον. Ὑπελάμβανον, ἔλεγον.

13

.

102

Φυζακινῇς. Φευκτικαῖς, δειλαῖς.

13

.

103

Θώων. Πανθηρίων. Ὁ θὼς, ζῶον ἄλκιμον καὶ εὐκίνητον. Ἔνιοι δὲ, παρα‐ πλήσιον ὑαίνῃ. Παρδαλίων. Παρδάλεων. Ἤϊα. Βρώματα. Κυρίως δὲ, τὰ ἐν τῇ
5ὁδῷ ἐπιτήδεια. ἐφόδια. Λύκων τ’ ἤϊα
πέλονται. Βρώματα, οὐ τὰ ἐν οἴκῳ δὲ ἐσθιόμενα, ἀλλὰ τὰ ἐν ὁδῷ. Δεῦτε, φί‐ λοι, ἤϊα φερώμεθα, Σιμωνίδης φησί. καὶ τὰ ἄχυρα δὲ ἤϊα λέγεται. Ὡς τό· Ὡς
10δ’ ἄνεμος ζαὴς, ἠΐων θημῶνα τινάξῃ. Τάχα δὲ τὰ φερόμενα, παρὰ τὸ ἰέναι. Γενηθέντος γὰρ ἀνέμου, δεῦρο κἀκεῖσε φέρονται.

13

.

104

Ἠλάσκουσαι. Ἐκκλί‐ νουσαι, πλανώμεναι.

13

.

106

Οὐκ ἐθέ‐ λεσκον. Οὐκ ἠδύναντο.

13

.

107

Ἑκάθε. Πόῤῥωθεν.

13

.

108

Κακότητι. Κακίᾳ, δειλίᾳ. Μεθημοσύνῃσι. Ταῖς ἀμελεί‐ αις.

13

.

115

Ἀλλ’ ἀκεώμεθα θᾶσσον. Ἀλλ’ ἰασώμεθα διὰ τάχους τὸ γεγονὸς ἁμάρτημα. Ἀκεσταί. Εὐθεράπευτοι, εὐΐατοι. Ὁ δὲ λόγος· αἱ τῶν ἀγαθῶν
5φρένες ῥᾳδίως πρὸς τὸ κρεῖττον μετατί‐ θενται, εὐθεράπευτοι οὖσαι. Ἢ, θερα‐ πευτικαί εἰσιν.

13

.

116

Οὐ καλά. Οὐ καλῶς.

13

.

119

Λυγρός. Χαλεπὸς, ἄ‐
δοξος. Νεμεσσῶμαι. Μέμφομαι. Περὶ κῆρι. Ἐκ ψυχῆς.

13

.

125

Κελευτιόων. Παρακελευόμενος, παρορμῶν. Γαιήοχος. Ἤτοι ὁ ἐπὶ γῆς ὀχούμενος. Ἢ, ὁ χαίρων τοῖς ἅρμασιν. Ἵππιος γὰρ ὁ θεός. Ἢ, ὁ
5συνέχων καὶ βαστάζων τὴν γῆν. Φασὶ γὰρ, αὐτὴν ἐπὶ ὕδατος ἐστηρίχθαι. Ἐν‐ νοσίγαιος δὲ ὁ κινῶν τὴν γῆν. Τῇ τοῦ ὕδατος γὰρ παρὰ χρόνον τινὰ μεταστά‐ σει γίγνεται ὁ σεισμός.

13

.

127

Ὀνό‐ σαιτο. Μέμψαιτο.

13

.

128

Λαοσσόος. Ἡ τοὺς λαοὺς σεύουσα, τουτέστιν, εἰς φυγὴν ἄγουσα, ἢ σώζουσα.

13

.

129

Κριν‐ θέντες. Διαταχθέντες.

13

.

130

Προθε‐ λύμνω. Ἐπάλληλοι. πυκνοί. Ἀνδρόμα‐ χος ἐν ἐτυμολογικοῖς φησι, κυρίως λέγε‐
σθαι τὰ ἐπαλλήλους κλάδους ἔχοντα δέν‐
5δρα, διὰ τὸ θηλυμανεῖν.

13

.

132

Ψαῦον. Ἠρέμα ἥπτοντο.

13

.

134

Ἐπτύσσοντο. Εἰς τὸ αὐτὸ συνήγετο, καὶ ἐκάμπτετο κραδαινόμενα.

13

.

136

Προὔτυψαν. Προ‐ έβαλον, προέκρουσαν.

13

.

137

Ὀλοοίτρο‐ χος. Λίθος περιφερὴς, στρογγύλος, ὁ ἐν τῷ τρέχειν ὀλοὸς, τουτέστιν, ὀλέθριος, ἐπεὶ καταφερόμενος πᾶν τὸ ἐμπίπτον
5βλάπτει.

13

.

138

Στεφάνης. Περικεφα‐ λαίας. Ἢ ὄρους ἐξοχῆς. Νῦν δὲ, λείας πέτρας.

13

.

139

Ἀσπέτῳ. Πολλῷ. Ἀ‐ ναιδέος. Τραχείας.

13

.

140

Ὕψι. Ἐφ’ ὕψους. Ἀναθρώσκων. Ἀναβαλλόμενος, ἀναπηδῶν. Πέτεται. Ταχέως φέρεται.

13

.

141

Ἀσφαλέως. Παραμόνως.

13

.

142

Ἰσόπεδον. Ἰσώμαλον τόπον. Ἐσσύμε‐ νός περ. Καίπερ ὁρμῇ πολλῇ χρώμενος.

13

.

143

Ἀπείλει. Ἠπείλει, ὑπισχνεῖτο. Ὁτὲ δὲ τὸ καυχᾶται καὶ ἐπιπλήσσει δη‐ λοῖ.

13

.

145

Πυκινῇς φάλαγξι. Ταῖς πυ‐ κναῖς τάξεσιν. Ἐνέκυρσεν. Ἐνέτυχεν.

13

.

146

Ἐγχριμφθείς. Ἐνερείσας.

13

.

147

Ἀμφιγύοισιν. Ἑκατέρωθεν ἠκονημένοις, καὶ βλάπτειν δυναμένοις.

13

.

149

Ἤϋσεν δὲ διαπρύσιον. Διὰ παντὸς τοῦ πέρατος ἀκουσθῆναι δυνάμενον. Ἢ, διαπεράσιμον εἰς ἀκοάς. Ἢ, διαπρύσιον διαφανὲς, καὶ
5σημαντικόν.

13

.

150

Δάρδανοι. Οἱ ἐν Δαρδάνῳ πόλει τῆς Τροίας οἰκοῦντες.

13

.

151

Σχήσουσιν. Ἐφέξουσι, κωλύσου‐ σι.

13

.

152

Πυργηδόν. Δίκην πύργου. ἐν τάξει. Ἔστι δὲ ἐπίῤῥημα παραβολοειδὲς, ὅμοιον τῷ σφαιρηδόν.

13

.

158

Κοῦφα πο‐ σὶ προβιβάς. Ἤτοι, μετέωρα καὶ ὑψηλὰ προβαίνων. Ἢ, ἐπ’ ἄκρων τῶν ποδῶν βαδίζων, οἱονεὶ ἀκροβηματίζων. Ὑπα‐
5σπίδια προποδίζων. Ὑπὸ τῇ ἀσπίδι ἠρέ‐ μα καὶ εὐρύθμως βαίνων. Ἢ, ὑπὸ τὴν ἀσπίδα τοὺς πόδας τιθείς. τουτέστι, πε‐ ρικαλύπτων αὐτοὺς τῇ ἀσπίδι κατὰ τὴν πορείαν. Ἐξ οὗ πρόδηλον, ὅτι οὐκ εἶχεν ὁ
10Δηΐφοβος ἀμφιβρότην ἀσπίδα, οὐδὲ ὅπλα, ἐπεὶ ἂν αὐτὴν ἐκράτει.

13

.

159

Αὐτοῖο
τιτύσκετο. Κατ’ αὐτοῦ ἐστοχάζετο.

13

.

162

Καυλῷ. Καυλὸς, τὸ ἄκρον τοῦ δόρατος, τὸ ἐμβαλλόμενον εἰς τὴν ἐπιδο‐ ρατίδα. Ἐάγη. Κατεάγη, ἐκλάσθη.

13

.

165

Χώσατο δ’ αἰνῶς. Ἐλυπήθη γὰρ κατ’ ἀμφότερα, ἐπί τε τῷ τὴν νίκην ἀφῃρῆσθαι, καὶ ἐπὶ τῷ κεκλάσθαι τὸ δόρυ.

13

.

168

Οἰσόμενος. Κομίσων, οἴ‐ σων. Διαφέρει δὲ τὸ οἴσων, καὶ τὸ οἰσό‐ μενος. Οἴσων μὲν γὰρ ἑτέρῳ· Οἶσε θέ‐ ειον, γρηῢ, κακῶν ἄκος (καὶ) Οἴσετε δ’
5ἄρνα Λευκόν. Οἰσόμενος δὲ ἑαυτῷ.

13

.

172

Πήδασον. Πήδασος, πόλις Καρίας.

13

.

178

Μελίη ὥς. Ὡς μελία. Ἔστι δὲ εἶδος δένδρου.

13

.

179

Κορυφῇ. Ἐξοχῇ. Ἕκα‐ θεν περιφαινομένοιο. Πόῤῥωθεν ὁρωμένου, περιόπτου.

13

.

180

Τέρενα. Τρυφερὰ, ἁπαλὰ, ῥᾳδίως δυνάμενα τείρεσθαι. Ἔτι δὲ, χλωρά. Ἔοικε δὲ ὥσπερ συναλγῶν τῷ δένδρῳ τοιαῦτα εἰρηκέναι.

13

.

181

Βράχε τεύχεα. Ὠνοματοπεποίηκεν. Ἐν‐ τεῦθεν δὲ ἀπὸ τοῦ ἤχου τῶν ὑδάτων καὶ τὸ βρέχειν ὠνόμασται. Ὁ δὲ λόγος· τὰ περὶ αὐτῶν τεύχεα ἔβραχεν.

13

.

186

Νισσόμενον. Παραγιγνόμενον.

13

.

190

Ὀρέξατο. Ἐξέτεινε.

13

.

191

Χροὸς εἴ‐ σατο. Διὰ τοῦ χρωτὸς διῆλθε.

13

.

198

Καρχαροδόντων. Ὀξεῖς καὶ ἐπικαμπεῖς ὀδόντας ἐχόντων.

13

.

199

Ῥωπήϊα. Οἱ τόποι ἐν οἷς ῥῶπες φύονται. Ῥῶπες δὲ
πολύφυλλα καὶ ἱμαντώδη φυτὰ δρυῶν.

13

.

200

Ὑψοῦ. Ἐν ὕψει. Γαμφηλῇσι. Γομφοῖς. Σιαγόσι. Παρὰ τὸ κεκάμ‐ φθαι.

13

.

201

Κορυστά. Κορυσταί. Ὁ‐ πλῖται.

13

.

202

Συλήτην. Ἢ Δώριόν ἐστιν, ἢ παρὰ τὸ συλησάτην.

13

.

204

Σφαιρηδόν. Δίκην σφαίρας. Ἑλιξάμε‐ νος. Ἐπιστραφείς.

13

.

207

Υἱωνοῖο. Ἐκγόνου.

13

.

212

Ἰγνύην. Ἀγκύλην. Ἢ, τὸ ὄπισθεν τοῦ γόνατος.

13

.

213

Ἔνει‐ καν. Ἐκόμισαν.

13

.

214

Μενοίνα. Ἐνε‐ θυμεῖτο.

13

.

215

Ἀντιάαν. Μεταλαμ‐ βάνειν, ἐφάπτεσθαι.

13

.

216

Εἰσάμενος. Ὁμοιωθείς.

13

.

217

Πλευρῶνι καὶ Καλυ‐ δῶνι. Ἀντὶ τοῦ Πλευρῶνος καὶ Καλυ‐ δῶνος. εἰσὶ δὲ πόλεις Αἰτωλίας.

13

.

218

Αἰτωλοῖσιν ἄνασσεν. Αἰτωλὸς παῖς μὲν ἦν Ἐνδυμίωνος. Ὃς ἀκούσιον φόνον δρά‐ σας, ἔφυγεν εἰς τὴν ἀπ’ αὐτοῦ προσαγο‐ ρευθεῖσαν Αἰτωλίαν, κἀκεῖ τεκνοῦται
5Πλευρῶνα. Ἀφ’ οὗ ἡ ἐν Αἰτωλίᾳ πόλις Πλευρὼν ἐκλήθη. Τούτου δὲ γίγνονται δύο παῖδες, Κούρης καὶ Καλυδών. Ἀφ’ ὧν ἄλλαι δύο πόλεις ἐν Αἰτωλίᾳ προση‐ γορεύθησαν.

13

.

219

Ποῦ τοι ἀπειλαί. Λείπει τὸ εἰσίν. ἔπειτα ἀπὸ ἄλλης δια‐ νοίας, Οἴχονται τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν.

13

.

222

Ὅσσον ἔγωγε Γιγνώ‐ σκω. Ὅσον ἐγὼ γνωρίζω.

13

.

223

Ἐπι‐ στάμεθα. Δυνάμεθα, ἐμπείρως ἔχομεν.

13

.

224

Ἴσχει. Ἐπέχει. Ἀκήριον. Ἀ‐ ψυχοποιόν.

13

.

225

Ἀνδύεται. Ἀναδύε‐ ται.

13

.

226

Μέλλει. Ἔοικε.

13

.

228

Με‐ νεδήϊος. Ὑπομονητικὸς ἐν τῇ μάχῃ.

13

.

233

Μέλπηθρα. Ἐμπαίγματα, παί‐ γνια. Εἰώθασι γὰρ οἱ κύνες κορεσθέντες τοῖς λειψάνοις ἐμπαίζειν. λέων δὲ τὸ πᾶν ἐσθίει.

13

.

236

Σπεύδειν. Κακοπαθεῖν, ἐνεργεῖν.

13

.

237

Συμφερτὴ δ’ ἀρετὴ πέ‐ λει ἀνδρῶν καὶ μάλα λυγρῶν. Ἀντὶ
τοῦ, συμφορητή. Τὸ δὲ ὅλον· καὶ ἡ τῶν δειλῶν καὶ ἀνάνδρων καὶ μάλα λυγρῶν
5δύναμις, εἰς ταὐτὸ συνελθοῦσα, ἀρετὴν γεννᾷ. οὐδεμία πρόφασις λείπει τοῖς ἀν‐ δρείοις, εἴγε καὶ δειλοὶ ἀλλήλοις συνιόν‐ τες, ἐνάρετα δρῶσι. καὶ μάλα λυγρῶν ἀνδρῶν συμφερτὴ γίγνεται ἀρετή· πόσῳ
10μᾶλλον, ὅτε καὶ ἀγαθοῖς ἡμεῖς δυνάμεθα μάχεσθαι;

13

.

238

Νῶϊ δὲ καί κ’ ἀγα‐ θοῖσιν ἐπιστάμεθα μάχεσθαι. Ἡμεῖς δὲ καὶ ἀνδρείοις δυνάμεθα μάχεσθαι. Ἐπιστάμεθα γὰρ, τὸ δυνάμεθα.

13

.

239

Ἀμπόνον. Ἐπὶ τὸν πόλεμον.

13

.

242

Ἐ‐ ναλίγκιος. Ὅμοιος.

13

.

243

Αἰγλήεντος. Λαμπροῦ.

13

.

244

Ἀρίζηλοι. Μεγάλως ἔκδηλοι.

13

.

247

Μετὰ γὰρ δόρυ χάλκεον ἤει Οἰσόμενος. Ἀπῄει γὰρ δόρυ κομίσων.

13

.

249

Μηριόνη, Μόλου υἱὲ, πόδας ταχὺ, φίλταθ’ ἑταίρων. Δι’ ἑνὸς στίχου καὶ τῆς συγγενείας ὑπέμνησε, καὶ τὴν τῶν ποδῶν ῥώμην ἐμαρτύρησε, καὶ τὸ ὑπερ‐
5βάλλον αὐτοῦ τῆς φιλοστοργίας ἐνεδείξα‐ το.

13

.

251

Ἠέ τι βέβληαι. Ἢ τετρῶ‐ σαί τι μέρος τοῦ σώματος.

13

.

252

Ἠέ τευ ἀγγελίης μετ’ ἐμ’ ἤλυθες. Ἢ περί τινος ἀγγελείας πρὸς ἐμὲ παραγέγονας.

13

.

257

Τό νυ γάρ. Ἐκεῖνο γὰρ δή.

13

.

260

Δήεις. Εὑρήσεις.

13

.

261

Ἐνώπια. Οἱ ἐναντίοι κατὰ τὰς εἰσόδους τοῖχοι. Ἵν’ ᾖ, δούρατα παμφανόωντα δηλονότι. Καὶ ἐν τῇ Θ οὕτως· Ἅρματα δ’ ἔκλινεν
5πρὸς ἐνώπια παμφανόωντα.

13

.

262

Κτα‐ μένων. Ἀναιρουμένων. Ἀποαίνυμαι. Ἀφαιροῦμαι.

13

.

263

Ἑκάς. Μακρὰν, πόῤῥω.

13

.

265

Γανόωντες. Λαμπρυνό‐ μενοι, στίλβοντες.

13

.

267

Καί τοι ἐμοί. Καὶ ἐμοὶ δή.

13

.

268

Ἀλλ’ οὐ σχεδόν ἐ‐ στιν ἑλέσθαι. Ἀλλ’ οὐκ ἔστι μοι ἐγ‐ γὺς ὥστε λαβεῖν.

13

.

275

Τί σε χρὴ ταῦτα λέγεσθαι. Οἷον, οὐ χρή σε περὶ τούτων λέγειν τί.

13

.

276

Εἰ γὰρ δὴ παρὰ νηυσὶ λεγοίμεθα. Τὸ Ἑξῆς· εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα εἰς λόχον, οὐδέ κεν ἔνθα τεὸν μένος. Τὰ
5δὲ λοιπὰ διαμέσου, πρὸς τὸ, δυσυπο‐ μόνητον εἶναι καὶ τοῖς ἀνδρειοτάτοις τὴν ἐνέδραν. Λεγοίμεθα. Καταριθ‐ μοίμεθα.

13

.

277

Διαείδεται. Δείκνυ‐ ται, φαίνεται.

13

.

279

Τρέπεται. Με‐ τατρέπεται, μεταβάλλεται. Ἄλλυδις ἄλλῃ. Ἀπ’ ἄλλου εἰς ἄλλο κατάστη‐ μα.

13

.

280

Ἐρητύεται. Κατέχεται.

13

.

281

Μετοκλάζει. Μετακαθίζει ἐπ’ ἀμφοτέρους πόδας. Ὀκλὰξ γάρ ἐστι τὸ, ἐπὶ γόνυ. Ὅ ἐστιν, ἐγκλίνει τὰ γό‐ νατα, διὰ δειλίαν μετακαθίζων.

13

.

282

Πατάσσει. Κτυπεῖ, ἢ, κινεῖται μείζονι παλμῷ ἀπὸ τοῦ πολλοῦ φόβου.

13

.

283

Κῆρας ὀϊομένῳ. Θάνατον προσδοκῶντι. Πάταγος. Κτύπος.

13

.

285

Ταρβεῖ. Φο‐ βεῖται. Ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν. Ἐπ’ ἂν ἅπαξ καθεσθῇ ἐν τῇ ἐνέδρᾳ τῶν ἀνδρῶν.

13

.

286

Ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ. Εὔ‐
χεται δὲ ὁ γενναῖος ἀνὴρ τὴν ταχίστην συμβαλεῖν τοῖς πολεμίοις. Δαῒ λυγρῇ.
5Τῇ χαλεπῇ μάχῃ.

13

.

287

Οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο. Οὐδ’ ἂν ἐνταῦθά τις καταμέμψοιτό σου τὴν δύναμιν καὶ τὴν προθυμίαν.

13

.

288

Βλεῖο. Βληθείης. Πονεύμενος. Ἐνεργῶν, πολε‐ μῶν. Τυπείης. Ἐκ χειρὸς τρωθείης.

13

.

290

Στέρνων. Στηθῶν. Νηδύος. Τῆς γαστρός. Ἀντιάσειεν. Ἀπαντήσοι, ἔλ‐ θοι.

13

.

291

Πρόσσω ἱεμένοιο. Ἔμπρο‐ σθεν ὁρμῶντος. Μετὰ προμάχων ὀαρι‐ στύν. Ἐν τῇ τῶν πρωταγωνιστῶν ὁμι‐ λίᾳ καὶ συναναστροφῇ.

13

.

292

Λεγώ‐ μεθα. Διαλεγώμεθα, ὁμιλῶμεν. Νη‐ πύτιοι ὥς. Ὡς νήπιοι, καὶ ἄφρονες.

13

.

293

Ὑπερφιάλως. Ὑπερηφάνως, με‐ γάλως.

13

.

297

Μέγα πτολέμοιο μεμη‐ λώς. Μεγάλως τοῦ πολέμου ἐπιμέλειαν καὶ φροντίδα ποιούμενος.

13

.

298

Πόλε‐ μόνδε μέτεισιν. Εἰς τὸν πόλεμον παρα‐ γίγνεται.

13

.

299

Ἀταρβής. Ἄφοβος.

13

.

300

Ταλάφρονα. Καρτερικὸν καὶ ὑπο‐ μονητικὸν φρόνημα ἔχοντα. ἀνδρεῖον.

13

.

301

Ἐφύρους. Ἐπὶ τοὺς Ἐφυραίους πάλαι καλουμένους. νῦν δὲ Κραννωνίους. Ἰστέον δὲ, ὅτι Ἐφύραι εἰσὶ τέσσαρες. μία μὲν ἡ κατὰ Θεσσαλίαν. δευτέρα δὲ
5ἡ κατὰ τὴν Ἤπειρον. τρίτη δὲ ἡ τῆς Ἤλιδος. καὶ τετάρτη ἡ νῦν καλουμένη Κόρινθος. Νῦν οὖν λέγει τοὺς καλουμέν‐ ους Κραννωνίους ἐν Θεσσαλίᾳ. Ὡς Ἀπολ‐ λόδωρος ἱστορεῖ.

13

.

302

Φλέγυας. Τοὺς ἐν Φωκίδι ἀθέους Γορτυνίους καλουμένους. οἳ ἐνέπρησαν τὸν ἐν Δελφοῖς ναὸν τοῦ Ἀ‐ πόλλωνος. Ἠὲ μετὰ Φλέγυας μεγαλή‐
5τορας. Φλέγυες, Γόρτυναν κατοικοῦντες, παρανομώτατον καὶ λῃστρικὸν διῆγον βί‐ ον, καὶ κατατρέχοντες τοὺς περιοίκους, χαλεπῶς ἠδίκουν. Θηβαῖοι δὲ, πλησιό‐ χωροι ὄντες, ἐδεδοίκεισαν καὶ μέχρι πολ‐
10λοῦ, εἰ μὴ Ἀμφίων καὶ Ζῆθος, οἱ Διὸς καὶ Ἀντιόπης, ἐτείχισαν τὰς Θήβας. Εἶχε γὰρ Ἀμφίων λύραν, παρὰ μουσῶν αὐτῷ δεδομένην. δι’ ἧς κατέθελγε καὶ τοὺς λίθους, ὥστε καὶ πρὸς τὴν τειχοδο‐
15μίαν αὐτομάτως ἐπέρχεσθαι. Τούτων μὲν οὖν ζώντων, οὐδὲν οἱ Φλέγυες τοὺς Θη‐ βαίους ἠδύναντο διαθεῖναι κακόν. Θα‐ νόντων δὲ αὐτῶν, ἐπελθόντες, σὺν Εὐρυ‐ μάχῳ τῷ βασιλεῖ τὰς Θήβας εἷλον.
20Πλείονα δὲ τολμῶντες ἀδικήματα, κατὰ Διὸς προαίρεσιν, ὑπὸ Ἀπόλλωνος διεφθάρ‐ ησαν, ὡς ἱστορεῖ Φερεκύδης.

13

.

310

Δεύ‐ εσθαι. Προσδεῖσθαι.

13

.

315

Ἄδην ἐλό‐ ωσιν. Εἰς κόρον ἔλωσιν. ὅ ἐστι, πολέμου κορεσθῆναι ποιήσωσιν.

13

.

317

Αἰπύ. Μέγα, φοβερόν. Ἐσσεῖται. Γενήσεται.

13

.

320

Δαλόν. Δαυλὸν, κεκαυμένον ξύ‐ λον.

13

.

322

Ἔδοι. Ἐσθίοι. Δημήτερος ἀκτήν. Τὸν σῖτον. ἐπεὶ κατασσόμενος, καὶ ἀλούμενος, ἄρτος γίγνεται.

13

.

323

Χαλκῷ τε ῥηκτός. Σιδηρότρωτος.

13

.

324

Ῥηξήνορι. Ἀνδρείῳ. Παρὰ τὸ ῥέζειν. Χωρήσειε. Παραχωρήσειεν.

13

.

325

Ἔν γ’ αὐτοσταδίῃ. Ἐν τῇ συστάδην μάχῃ.

13

.

327

Εἴδομεν. Ἀντὶ τοῦ, ἴδωμεν. θεα‐ σώμεθα. Ἠέ τῳ. Ἢ τινί. Ὀρέξομεν. Παράσχωμεν.

13

.

333

Ὁμόν. Ὅμοιον, ἰσοῤῥεπές.

13

.

334

Λιγέων ἀνέμων. Τῶν κατὰ τὸν ἦχον ὀξέων.

13

.

336

Ἄμυδις. Ὁμόσε, ὁμοῦ, εἰς τὸν αὐτὸν τόπον.

13

.

339

Ἔφριξε δὲ μάχη. Ἐπυκνώθη δὲ ἡ μάχη τῇ τῶν δοράτων ἀνατάσει. Φρίσσειν γὰρ, τὸ, ὀρθοῦσθαι πυκνῶς.

13

.

340

Ταμεσίχροας. Τμητικὰς τοῦ χρω‐ τός. Παρὰ τὸ, ταμῶ, ῥῆμα. οὗ ὁ μέλ‐ λων ταμέσω. Ἄμερδεν. Ἐστέρησεν, ἠμαύρου.

13

.

344

Οὐδ’ ἀκάχοιτο. Οὐδὲ λυπηθείη ἄν.

13

.

345

Ἀμφὶς φρονέοντε. Διάφορα καὶ κεχωρισμένα φρονοῦντες. δυϊκῶς.

13

.

346

Τετεύχατον. Ἔτευχον, κατεσκεύαζον.

13

.

351

Ὀρόθυνεν. Εἰς ὁρμὴν ἤγαγε. Μετελθών. Ἐπ’ αὐτοὺς παραγενόμενος.

13

.

352

Ἤχθετο. Ἐβα‐ ρεῖτο, ἐλυπεῖτο.

13

.

354

Ἦ μάν. Ὄντως δὴ, ἀληθῶς δή. Ἠδ’ ἴα. Τὸ πλῆρες, ἠδὲ ἴα. ἵνα ᾖ, καὶ μόνη. Πάτρη. Ἐκ τοῦ αὐτοῦ πατρός. γένος, ἡ πατρίς.

13

.

356

Ἀμφαδίην. Φανερῶς.

13

.

358

Τὼ δ’ ἔ‐ ριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο Πεῖ‐ ραρ ἐπαλλάξαντες, ἐπ’ ἀμφοτέροισι τά‐ νυσσαν. Ὁ δὲ Ζεὺς, καὶ ὁ Ποσειδῶν,
5τὰ πέρατα τῆς μάχης καὶ τοῦ πολέμου τείναντες κατὰ ἀμφοτέρων τῶν στρα‐ τῶν, ἔδησαν ἰσχυρῷ δεσμῷ. Ὃς δεσμὸς πολλοῖς αἴτιος ἀπωλείας ἐγένετο. Τέλος γὰρ ἀποτίθεται ἀλληγορικῶς, τὰς ἑκα‐
10τέρωθεν ἐξοχὰς ἐπιπεπλεγμένως, μίαν μὲν Τρώων, μίαν δὲ Ἑλλήνων, κατὰ Πο‐ σειδῶνος καὶ Διὸς γνώμην, τῶν ἐγκατα‐ πεπλεγμένων κτεινομένων ἀπὸ τῶν ἐξο‐ χῶν, τῶν μὴ δυναμένων, μήτε ῥαγῆναι,
15μήτε λυθῆναι. Ταῦτα οὖν ἀλληγορεῖ εἰς τὸ ἰσόῤῥοπον αὐτῶν τὴν ἰσχὺν συστῆναι, διὰ τὰς τῶν θεῶν βοηθείας.

13

.

359

Πεῖ‐
ραρ. Πέρας, τέλος. Ἐπαλλάξαντες. Ἐπιπλέξαντες τὰς κῆρας, καὶ οἱονεὶ δή‐ σαντες.

13

.

360

Ἄλυτον. Ἀντὶ τοῦ, δύσλυτον.

13

.

361

Μεσαιπόλιος. Ὁ λε‐ γόμενος σπαρτοπόλιος, ᾧ διεσπαρμέναι εἰ‐ σὶν αἱ πολιαί. ὁ μεσήλιξ.

13

.

362

Ἐν φόβον ὦρσεν. Ἐνέβαλλε φυγήν.

13

.

363

Καβησόθεν ἔνδον ἐόντα. Ἀπὸ Καβησοῦ πόλεως ἐνδεδημηκότα. Ἔστι δὲ πόλις Θρᾴκης.

13

.

364

Μετὰ κλέος εἰληλούθει. Ἐπὶ τὴν τοῦ πολέμου δόξαν παρεγεγόνει.

13

.

366

Ἀνάεδνον. Ἄνευ τῶν πρὸ γάμου διδομένων δώρων.

13

.

369

Ὑποσχεσίῃσι πιθήσας. Ταῖς ὑποσχέσεσι πιστεύσας.

13

.

371

Ὕψι βιβάντα. Ὑψηλὰ διαβαί‐ νοντα.

13

.

374

Αἰνίζομαι. Ἐπαινῶ.

13

.

381

Συνώμεθα. Συνθήκην ποιησώμεθα.

13

.

382

Ἀμφὶ γάμῳ. Περὶ γάμου. Ἐεδνωταί. Προικοδόται.

13

.

384

Ἀμύντωρ. Βοηθός.

13

.

385

Πνείοντε κατ’ ὤμων. Καταπνέ‐ οντες αὐτοῦ τὸ μετάφρενον.

13

.

386

Ἵ‐ ετο. Προεθυμεῖτο.

13

.

388

Διὰ πρὸ δὲ χαλκὸν ἔλασσε. Διήλασε δὲ, ὅ ἐστι, διεπέρασε, τὸν σίδηρον.

13

.

389

Ἀχερω‐ ΐς. Ἡ λεύκη. παρὰ τὸ ἐκ τοῦ Ἀχέρον‐ τος ποταμοῦ τῶν καταχθονίων κομισθῆναι αὐτὴν ὑπὸ Ἡρακλέους, στεψαμένου αὐτῇ
5ἐπὶ τῇ τοῦ Κερβέρου νίκῃ.

13

.

390

Βλω‐ θρή. Μακρά. Παρὰ τὸ βλώσκειν, ὅ ἐστι, βαίνειν. ἐναυξὴς γάρ.

13

.

391

Νε‐ ήκεσι. Νεωστὶ ἠκονημένοις.

13

.

393

Βε‐ βρυχώς. Βρυχόμενος, σπώμενος. συντρί‐ βων τοὺς ὀδόντας, ἢ δάκνων. Μεμίμηται δὲ τὸ γιγνόμενον πάθος περὶ τοὺς βιοθα‐
5νατοῦντας. εἰώθασι γὰρ τοὺς ὀδόντας βρύ‐ χειν.

13

.

394

Ἐκ δέ οἱ ἡνίοχος πλήγη
φρένας. Ἐξεπλάγη δὲ, καὶ ἔκφρων ἐ‐ γένετο ὁ αὐτοῦ ἡνίοχος.

13

.

399

Εὐ‐ εργέος. Ἐπιμελῶς κατεσκευασμένου.

13

.

403

Ἀσίου ἀχνύμενος. Ὑπὲρ Ἀσίου λελυπημένος.

13

.

407

Δινωτήν. Εὖ περι‐ δεδινημένην, καὶ κυκλοτερῆ.

13

.

408

Ἑά‐ λη. Συνεστάλη.

13

.

409

Καρφαλέον. Ξηρόν. Ὅθεν καὶ ὁ καρπὸς, καὶ τὸ κάρ‐ φος. Ἐπιθρέξαντος. Ἐπιψαύσαντος, ἢ ἐπελθόντος. Ἄϋσεν. Ἤχησε.

13

.

414

Ἄτιτος. Ἀτιμώρητος.

13

.

415

Πυλάρ‐ ταο. Τοῦ τὰς πύλας ἰσχυρῶς ἐφαρμό‐ ζοντος.

13

.

416

Πομπόν. Σύνοδον.

13

.

425

Ἐρεβεννῇ. Σκοτεινῇ.

13

.

429

Ὤπυιεν. Ἐγεγαμήκει.

13

.

431

Πᾶσαν γὰρ ὁμη‐ λικίην ἐκέκαστο. Πασῶν γὰρ τῶν ὁμη‐ λίκων τῷ κάλλει διέφερε.

13

.

435

Θέλ‐ ξας. Ἀπατήσας, ἀμαυρώσας.

13

.

436

Οὔτ’ ἀλέασθαι. Οὔτε ἐκκλῖναι καὶ φυ‐ γεῖν.

13

.

437

Ὑψιπέτηλον. Ἐφ’ ὕψους τὰ φύλλα ἔχον.

13

.

440

Ἤρκει. Ἀπῆρ‐ γεν, ἐκώλυεν.

13

.

441

Αὖον. Ξηρὸν, ὀξύ. Ἄϋσεν. Ἐβόησεν. Ἐρεικόμενος. Σχι‐ ζόμενος, διακοπτόμενος ὁ χιτών.

13

.

442

Δούπησεν. Ἐψόφησεν, ἀπέθανεν. ἐκ τοῦ παρακολουθοῦντος.

13

.

443

Ἀσπαίρουσα. Κινουμένη, πάλλουσα. Οὐρίαχον. Τὸν σαυρωτῆρα τοῦ δόρατος. τουτέστι, τὸ ὄ‐ πισθεν μέρος. ὃ καὶ γρόσφον καὶ στόρ‐
5θυγκά φασι. Πελέμιξεν. Ἐδόνησε, διέ‐ σεισεν.

13

.

444

Ἔνθα δ’ ἔπειτ’ ἀφίει μένος ὄβριμος Ἄρης. Καθ’ ὃ μέρος ἐκλύ‐ εται ἡ τοῦ δόρατος κίνησις.

13

.

446

Ἢ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι Τρεῖς ἑνὸς ἀντιπεφάσθαι; Ἄρα ἀξίως καὶ δεόντως δοκοῦμέν σοι αὐχεῖν, τρεῖς ἀνθ’ ἑνὸς πε‐
5φονευκότες;

13

.

450

Ἐπίουρον. Φύλακα. Τῷ τόνῳ δὲ ἀναγνωστέον προπαροξυτό‐ νως, ὡς ἐπίκουρον.

13

.

456

Ἑταρίσσαιτο. Ἑταῖρον καὶ συνεργὸν λάβοι.

13

.

458

Δοάσσατο. Ἔδοξε.

13

.

459

Βῆναι ἐπ’ Αἰνείαν. Τροίας ἁλούσης, Αἰνείας, Ἀγχί‐ σην παραλαβὼν τὸν πατέρα, ἔφυγε. Ναυαγίῳ δὲ περιπεσὼν περὶ τὸν Ἄθω,
5ἀνῄει σὺν τῷ πατρί. Καὶ Ἀγχίσης μὲν πρὸς τῷ Καλαύρῳ ὄρει, πλησίον Ἀνθέμου ποταμοῦ, τελευτᾷ. Θάψας δὲ αὐτὸν Αἰνείας, ὅπου καὶ νῦν τάφος ἐστὶν Ἀγχί‐ σου λεγόμενος ἐν Πυάνῃ, κατὰ βούλησιν
10τῆς μητρὸς Ἀφροδίτης, πόλιν ἔκτισε τὴν ἀπ’ αὐτοῦ Αἰνειάδα προσαγορευθεῖσαν. Τελευτήσαντος δὲ τούτου, ὁ ἐξ αὐτῆς γενόμενος παῖς, λάθρα ἐπὶ τὴν πατρῴαν παραγενόμενος, καὶ πόλιν ἀναστήσας,
15παραλαβών τε τὸν στρατὸν, μετῴκισεν εἰς Ἰταλίαν.

13

.

460

Ἐπεμήνιεν. Ἐπι‐ μόνως ὠργίζετο.

13

.

461

Οὔτι τίεσκεν. Οὐδαμῶς ἐτίμα.

13

.

464

Κῆδος. Συγ‐ γένεια. Ὁτὲ δὲ, λύπη.

13

.

469

Μεμη‐ λώς. Ἐπιμέλειαν καὶ φροντίδα ποιούμε‐ νος.

13

.

470

Τηλύγετον ὥς. Παῖδα μο‐ νογενῆ.

13

.

473

Οἰοπόλῳ. Ἤτοι ἐν ᾧ ὀΐες ἀναστρέφονται, ὅ ἐστι, πρόβατα· πολεῖν γὰρ τὸ, ἀναστρέφεσθαι. Ἢ ἐν ᾧ οἶός τις καὶ μόνος πολεῖται. ἐξ οὗ δη‐
5λοῖ, τῷ ἐρήμῳ. Φρίσσει. Ἵστησι.

13

.

475

Θήγει. Ἀκονᾷ.

13

.

478

Ἀσκά‐ λαφον. Ἀσκάλαφος, ὁ λίαν σκληρός. παρὰ τὸ ἀσκαλὲς τῆς ἁφῆς.

13

.

484

Ἥβης ἄνθος. Τὸ ἀκρότατον τῆς ἀκμῆς.

13

.

485

Ὁμηλικίῃ. Ἀντὶ τοῦ, ὁμήλικες.

13

.

487

Ἕνα φρεσὶ θυμὸν ἔχοντες. Ἓν καὶ τὸ αὐτὸ φρονοῦντες.

13

.

492

Κτίλον. Κριόν.

13

.

493

Πιόμενα. Πιούμενα. Ἐκ βοτάνης. Ἀντὶ τοῦ, μετὰ τὴν βοτάνην καὶ νομήν. Γάνυται. Διαχεῖται, χαίρει.

13

.

497

Ξυστοῖσι. Τοῖς ἐξεσμένοι δόρασιν.

13

.

501

Ἴεντο. Προεθυμοῦντο.

13

.

507

Θώ‐ ρηκος γύαλον. Τὸ κοῖλον τοῦ θώρακος. Διὰ δ’ ἔντερα χαλκὸς Ἤφυσε. Διήν‐ τλησε δὲ καὶ διέκοψε τὰ ἔντερα αὐτοῦ
5τὸ δόρυ.

13

.

513

Μεθ’ ἑόν. Ἐπὶ τὸ ἴ‐ διον.

13

.

515

Τρέσσαι. Διαφυγεῖν μετὰ δέους.

13

.

516

Βάδην ἀπιόντος. Ἠρέμα ἀπερχομένου.

13

.

517

Δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί. Ἐπιμόνως γὰρ αὐ‐ τῷ ὠργίζετο.

13

.

520

Ἔσχε. Διέσχε, διῆλθεν.

13

.

521

Οὐδ’ ἄρα πώ τι πέπυ‐ στο. Οὐδέ πω ἐμεμαθήκει. Ἐζήτηται δὲ, πῶς, θεὸς ὢν ὁ Ἄρης οὐκ ἤδει περὶ τοῦ υἱοῦ; Ῥητέον οὖν, ὅτι παρὰ τῷ ποι‐
5ητῇ οἱ θεοὶ, σωματικῶς λαμβανόμενοι, ἀνθρωποειδῶς ἐπίστανται, καὶ ἀθανασίᾳ μόνον διαφέροντες ἀνθρώπων, τοῖς αὐτοῖς ἐνέχονται πάθεσι. Βριήπυος. Μέγα καὶ βαρὺ βοῶν. Παρὰ τὸ ἠπύειν, ὅ ἐστι,
10φωνεῖν.

13

.

524

Ἐελμένος. Συγκεκλει‐ σμένος.

13

.

525

Ἐεργόμενοι. Εἰργόμε‐ νοι, κωλυόμενοι.

13

.

527

Πήληκα. Πε‐ ρικεφαλαίαν, λόφον.

13

.

530

Βόμβησεν. Ἤχησε.

13

.

532

Πρυμνοῖο βραχίονος. Τοῦ ἐσχάτην ἔχοντος ἀπὸ τῆς ἐκφύσεως τὴν ἀρχὴν ἐπὶ τὸν νῶτον.

13

.

534

Περὶ μέσσω χεῖρε τιτήνας. Περὶ τὰ μέσα αὐτοῦ τὰς χεῖρας διατείνας, καὶ συλλα‐ βών.

13

.

535

Δυσηχέος. Κακὸν ἦχον φέ‐ ροντος.

13

.

539

Νεουτάτου. Νεοτρώτου.

13

.

542

Λαιμόν. Τὸν βρόγχον.

13

.

543

Ἐ‐ πὶ δ’ ἀσπὶς ἑάφθη. Ἐπικατήχθη δὲ αὐτῷ ἡ ἀσπίς. ὅ ἐστιν, ἐπικατηνέχθη. Παρὰ τὸ ἕπεσθαι.

13

.

544

Θυμοραϊ‐ στής. Ὁ τὴν ψυχὴν φθείρων.

13

.

546

Ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν. Ὅλην δὲ ἀπέτεμε τὴν νωτιαίαν φλέβα. Ἔ‐ κερσεν. Ἔτεμεν, ἔκειρεν.

13

.

547

Ἀνὰ νῶτα θέουσα. Κατὰ τὰ νῶτα τετα‐ μένη.

13

.

551

Περισταδόν. Περιϊστά‐ μενοι.

13

.

557

Στρωφᾶτο. Ἀνεστρέφε‐ το.

13

.

558

Σειόμενον. Κινούμενον. Ἐ‐ λέλικτο. Εἰλεῖτο. ἐστρέφετο.

13

.

559

Ἤ τευ. Ἢ τινός.

13

.

562

Ἀμενήνωσεν. Ἀσθενῆ γενέσθαι ἐποίησε.

13

.

563

Βιό‐ τοιο μεγήρας. Φθονήσας τοῦ βίου. ὅ ἐ‐ στι, τῆς ζωῆς.

13

.

564

Σκῶλος. Ἀκάν‐ θης εἶδος, ἣ πυρωθεῖσα εὐτονωτέρα γίγνε‐ ται. Πυρίκαυστος. Περικεκαυμένος, ἡ‐ μίφλεκτος.

13

.

567

Μετασπόμενος. Ἐ‐ πιδιώξας, ἐπακολουθήσας.

13

.

568

Ἔνθα μάλιστα Γίγνετ’ ἄρης ἀλεγεινός. Ὅπου ἀλγεινὴ καὶ δεινὴ γίγνεται ἡ τρῶσις.

13

.

570

Ἑσπόμενος περὶ δουρί. Κατασχε‐ θεὶς, περιπαρεὶς τῷ δόρατι.

13

.

572

Ἰλ‐ λάσι. Τοῖς ἐξ ἱμάντων πεπλεγμένοις δεσμοῖς.

13

.

573

Ἤσπαιρεν. Ἐσκάριζεν, ἐκινεῖτο.

13

.

577

Ἀπὸ δὲ τρυφάλειαν ἄ‐ ραξεν. Ἀπέκοψε δὲ τὴν περικεφαλαίαν.

13

.

578

Ἀποπλαγχθεῖσα. Ἀποκρουσθεῖ‐ σα.

13

.

584

Ὁμαρτήτην. Ὁμοῦ ἀφῆ‐ καν.

13

.

588

Πτυόφιν. Πτύου. Πτύον δέ ἐστιν, ἐν ᾧ τὰ ἠλοημένα γεννήματα ἀναβάλλουσι, χωρίζοντες τοῦ ἀχύρου. Ὁ δὲ τύπος, παραγωγή.

13

.

589

Θρώσκου‐ σιν. Ἀποπηδῶσιν.

13

.

590

Λιγυρῇ. Ὀ‐ ξέως πνεούσῃ. αὔρᾳ.

13

.

595

Ἐλήλατο. Ἐνεπάγη.

13

.

599

Ἐϋστρόφῳ οἰὸς ἀώτῳ. Καλῶς περιεστραμμένῳ ἐρίῳ. τουτέστιν, ἐρίᾳ σφενδόνῃ. Οἰὸς γὰρ ἀώτῳ, προβά‐ του ἄνθει, ὅ ἐστιν, ἐρίῳ.

13

.

608

Ἔσχετο. Ἐπεκώλυσεν.

13

.

612

Ἐλαΐνῳ ἀμφὶ πε‐ λέκκῳ. Τῷ τοῦ πελέκεως στειλειῷ. Πα‐ ρὰ τὸ πεπελεκῆσθαι. Περὶ οὖν τῷ ἐλα‐ ΐνῳ στειλῷ φησιν.

13

.

613

Ἅμα δ’ ἀλ‐
λήλων ἐφίκοντο. Ὑπὸ τὸ αὐτὸ ἔτυχον ἀλλήλων.

13

.

615

Λόφον. Χαίτην.

13

.

616

Ῥινὸς ὑπὲρ πυμάτης. Τὸν ὑπὲρ τὴν ῥῖνα τόπον, τὸ μέτωπον. Λάκεν. Ἐσχίσθη. Ὀνοματοποιΐα, ὁ τρόπος. Τὼ δέ οἱ ὄσσε Πὰρ ποσὶν αἱματόεντα. Τὸ δὲ ὑγρὸν τὸ
5κατὰ τοὺς ὀφθαλμοὺς ἐξεῤῥύη αὐτοῦ μετὰ τοῦ αἵματος.

13

.

620

Λείψετε δή. Κα‐ ταλείψετε δή.

13

.

622

Ἄλλης λώβης. Ἄλλης ὕβρεως. Οὐκ ἐπιδευεῖς. Οὐκ ἐν‐ δεεῖς, ἀλλὰ πλήρεις ἐστέ.

13

.

624

Ἐρι‐ βρεμέτεω. Μεγάλως ἠχοῦντος.

13

.

625

Διαφθέρσει. Διαφθερεῖ, ἀπολέσει.

13

.

627

Ἐπεὶ φιλέεσθε. Ὅτι φιλοφροσύνης καὶ ξενίας ἐτύχετε.

13

.

630

Ἀλλά ποθι σχή‐ σεσθε. Ἀλλὰ φεύξεσθε δήπου. Ἀλλὰ πόθι, σύνδεσμος παραπληρωματικός. Του‐ τέστι, πόῤῥω κρατηθήσεσθε.

13

.

631

Περὶ
φρένας ἔμμεναι ἄλλων. Φρονήσει δια‐ φέρειν τῶν λοιπῶν θεῶν.

13

.

632

Σέο δ’ ἐκ τάδε πάντα πέλονται. Ἐκ σοῦ δὲ πάντα ταῦτα γίγνονται.

13

.

634

Ἀτά‐ σθαλον. Ἄδικον.

13

.

638

Ἐξ ἔρον εἷ‐ ναι. Προέσθαι τὴν ἐπιθυμίαν, κορε‐ σθῆναι.

13

.

656

Ἀμφεπένοντο. Περὶ αὐ‐ τὸν ἠσχολοῦντο.

13

.

657

Ἀνέσαντες. Ἀ‐ ναθέντες, ἀναβιβάσαντες.

13

.

658

Μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων. Μετ’ αὐτῶν δὲ ὁ πατὴρ ἐπορεύετο δάκρυσι κα‐ ταῤῥεόμενος. Ζητεῖται δὲ, πῶς ἀνωτέρω
5ἀνῃρημένος ὑπὸ Μενελάου ὁ Πυλαιμένης, τὰ νῦν δύναται ἀκολουθεῖν τῷ παιδὶ, καὶ κλαίειν. Ἔστι δὲ λέγειν, ὅτι δύο Πυ‐ λαιμένεις Παφλαγόνων ἡγεμόνας συνί‐ στησιν ὁ Ποιητής. ὡς Αἴαντας δύο, καὶ
10Εὐρυβάτας δύο κήρυκας, τὸν μὲν Ἀγα‐ μέμνονος, τὸν δὲ Ὀδυσσέως. Ἔνιοι δὲ πιθανῶς μεταγράφουσι· Μετὰ δ’ οὔ σφισι πατὴρ κίε δάκρυα λείβων.

13

.

659

Ποινὴ δ’ οὔτις παιδὸς ἐγίγνετο τεθνειῶ‐ τος. Ἐπεὶ οὐχ’ ὁ πατὴρ τιμωρεῖ αὐτῷ, ἀλλ’ ὁ Ἀλέξανδρος, χαλεπήνας ὑπὲρ τοῦ ἀνῃρημένου, Εὐχήνορα τὸν Κορίνθιον ἀν‐
5αιρεῖ.

13

.

664

Κορινθόθι οἰκία ναίων.
Ἐν Κορίνθῳ κατοικῶν, τὴν οἰκίαν ἔχων.

13

.

669

Θωήν. Τὴν ζημίαν. Λέγει δὲ τὸ τῆς στρατείας ἐπιζήμιον.

13

.

678

Πρὸς δὲ σθένει αὐτὸς ἄμυνε. Προσεβοήθησε
δὲ καὶ αὐτὸς τῇ δυνάμει αὐτοῦ.

13

.

683

Χθαμαλώτατον. Κοιλότατον.

13

.

685

Ἰ‐ άονες. Ἴωνες. Λέγει δὲ τοὺς Ἀθηναίους. ἀπὸ Ἴωνος τῆς Κρεούσης τῆς Ἐρεχθέως καὶ Ξάνθου τοῦ Ἕλληνος. Ἑλκεχίτω‐
5νες. Βαθεῖς χιτῶνας ἔχοντες. ἄζωστοι.

13

.

686

Φθῖοι. Οἱ τὴν ὑπὸ Πρωτεσιλάου Φθίαν πόλιν Θεσσαλίας οἰκοῦντες. Οἱ δὲ τὴν ὑπὸ Ἀχιλλέως, Φθιῶται καλοῦν‐ ται. Φαιδιμόεντες. Ἐπιφανεῖς καὶ
5λαμπροὶ ταῖς πράξεσι.

13

.

689

Προλε‐ λεγμένοι. Προκατηριθμημένοι.

13

.

697

Ἣν ἔχ’ Ὀϊλεύς. Ἣν ἐγεγαμήκει Ὀ‐ ϊλεύς.

13

.

699

Πρὸ Φθίων. Πρὸ τῶν Φθίων.

13

.

700

Ναῦφι. Ὑπὲρ τῶν νεῶν.

13

.

703

Βόε οἴνοπε. Ἤτοι μέλανες, ἢ ξανθοί.

13

.

704

Τιταίνετον. Τείνουσιν, ἕλκουσι.

13

.

705

Πρυμνοῖσι κεράεσσι. Τοῖς ἐσχά‐ τοις μέρεσι τῶν κεράτων. τοῖς πρὸς τὴν ἔκφυσιν. Ἀνακηκίει. Ἀναφέρεται.

13

.

706

Ἀμφὶς ἐέργει. Διείργει, χωρίζει.

13

.

707

Ὦλκα. Τὴν αὔλακα. Τέμνει δέ τε τέλσον ἀρούρης. Τέμνεται δὲ εἰς βάθος γῆς. Τέλσον. Τέλος.

13

.

710

Ἐξεδέ‐ χοντο. Διεδέχοντο.

13

.

713

Οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ. Οὐ γὰρ ὑπέμενον τὴν συστάδην μάχην.

13

.

722

Συνεκλονέοντο. Συνεταράσσοντο.

13

.

723

Λευγαλέως. Ὀλεθρίως, ἀδόξως.

13

.

726

Παραῤῥητοῖσι. Παραμυθητικοῖς, παραι‐ νετικοῖς.

13

.

728

Περιΐδμεναι. Περισσῶς εἰδέναι.

13

.

729

Ἅμα. Νῦν, ἐπίῤῥημα χρόνου δηλωτικόν.

13

.

733

Ἐπαυρίσκον‐ ται. Ἐπαπολαύουσιν.

13

.

734

Μάλιστα δέ κ’ αὐτὸς ἀνέγνω. Ἐξαιρέτως δὲ καὶ αὐτὸς ἐγνώρισε τὸ τῆς συνέσεως ἀγαθόν.

13

.

736

Πάντη γάρ σε πέρι στέφανος πο‐ λέμοιο δέδῃε. Πανταχόθεν γάρ σε περιε‐ κυκλώσαντο οἱ πολέμιοι.

13

.

741

Ἐπι‐ φρασσαίμεθα. Ἐπινοήσαιμεν.

13

.

742

Πέσωμεν. Ἐμπέσωμεν, εἰσέλθωμεν.

13

.

745

Μὴ τὸ χθιζὸν ἀποτίσωνται Ἀχαιοὶ
Χρεῖος. Μή πως τὴν χθεσινὴν ἧτταν ἀποδώσουσιν ἡμῖν οἱ Ἕλληνες, ὥσπερ σταθμῷ δεδανεικότες. Μηδέπω γὰρ νο‐
5μισμάτων ὑπαρχόντων, σταθμῷ ἐδάνει‐ ζον οἱ ἀρχαῖοι χρυσίον καὶ ἀργύριον, καὶ τὰ παραπλήσια.

13

.

746

Χρεῖος. Δά‐ νειον.

13

.

747

Σχήσεσθαι. Ἀποπαύσα‐ σθαι.

13

.

748

Ἅδε. Ἤρεσκεν.

13

.

752

Ἀντιόω. Ἀπαντήσω, μεταλήψομαι.

13

.

756

Ἀγαπήνορα. Ἀγαπῶντα τὴν ἀν‐ δρίαν. πολεμικόν.

13

.

761

Ἀπήμονας. Ἀβλαβεῖς, ἀσινεῖς. Τοὺς δ’ εὗρ’ οὐκέτι πάμπαν ἀπήμονας, οὐδ’ ἀνολέθρους. Συλ‐ ληπτικῶς πέφρακεν, ἀντὶ τοῦ· τοὺς μὲν
5οὐκ ἀπήμονας, τοὺς τετρωμένους· τοὺς δὲ οὐκ ἀνωλέθρους, τοὺς ἀνῃρημένους.

13

.

764

Βεβλημένοι, οὐτάμενοί τε. Ἀντὶ τοῦ· οἱ μὲν ἀπὸ μήκους βεβλημένοι δόρατι ἢ ἰῷ· οἱ δὲ ἐκ τοῦ ἐγγὺς τετρωμένοι ξίφει, ἤ τινι τοιούτῳ.

13

.

767

Θαρσύνοντα. Πα‐ ρορμῶντα.

13

.

773

Νῦν τοι σῶς ὄλεθρος. Νῦν οὐδὲν ἐλλείπει σοι πρὸς ἀπώλειαν.

13

.

776

Ἄλλοτε. Ἐν Ἄλλῳ καιρῷ. Ἐ‐ ρωῆσαι πτολέμοιο Μέλλω. Ἔοικα ἠμε‐ ληκέναι τοῦ πολέμου.

13

.

777

Ἀνάλκι‐ δα. Ἀσθενῆ.

13

.

782

Τετυμμένω. Τε‐ τρωμένω ἐκ χειρός.

13

.

793

Ἀσκανίης. Ἀσκανία, πόλις Φρυγίας. Ἀμοιβοί. Ἤ‐ τοι, ἐξ ἀμοιβῆς καὶ ἐναλλάξεως παραγε‐ γονότες συμμαχῆσαι τοῖς Τρωσὶν, ἀντὶ
5τοῦ τῶν πρότερον συνεργούντων αὐτοῖς πο‐ λιτῶν. Διὰ γὰρ τὸ ἐπὶ δέκα ἔτη τὸν πόλεμον ἀνύεσθαι, οἱ πρῶτοι κεκμηκότες κατὰ μάχην, ἰσαρίθμων αὐτοῖς ἄλλων ἀποστελλομένων, ἀπεπέμποντο, ὡς εἰκὸς,
10ἐξ ἀμοιβῆς ἀμύνοντες. Ἢ, οἱ ἀμοιβὴν ἀποδιδόντες τῷ Πριάμῳ. Διὰ τὸ καὶ αὐτὸν συμμαχῆσαι Φρυξὶν, ἐπιφέρει, ἠοῖ τῇ προτέρῃ. Λέγει γὰρ ἐν τῷ καταλό‐ γῳ· Φόρκυς αὖ Φρύγας ἦγε, καὶ Ἀσκά‐
15νιος θεοειδής. Ἢ, ἀμοιβοὶ, πεζοί. Διὰ γὰρ τῆς ἀμοιβῆς τῶν ποδῶν γίγνεται τῶν πεζῶν ἔφοδος.

13

.

794

Ἠοῖ τῇ προτέρῃ. Τῇ χθὲς ἡμέρᾳ.

13

.

796

Ὑπὸ βροντῆς.
Ἀντὶ τοῦ, μετὰ βροντῆς. Πέδονδε. Εἰς τὸ ἔδαφος,

13

.

797

Θεσπεσίῳ ὁμάδῳ. Θείῳ θορύβῳ. Ἁλί. Τῇ θαλάσσῃ.

13

.

798

Παφλάζοντα. Ἠχοῦντα, ἀναζέ‐ οντα. Ὀνοματοποιΐα, ὁ τρόπος.

13

.

799

Κυρτά. Ὑψηλά. Φαληριόωντα. Λευ‐ κανίζοντα. τουτέστι, λευκαινόμενα ὑπὸ ἀφροῦ. Πρὸ μέν τ’ ἄλλα, αὐτὰρ ἐπ’ ἄλ‐ λα. Ἄλλα πρὸ ἄλλων. τουτέστιν, ἐ‐
5πάλληλα, πυκνά.

13

.

804

Ἐπελήλατο. Ἐπικατεσκεύαστο.

13

.

805

Ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ. Περὶ δὲ τοῖς κροτάφοις αὐτοῦ ἐσείετο ἡ περι‐ κεφαλαία σφοδρῶς ἐνεργοῦντος.

13

.

808

Οὐ σύγχει. Οὐκ ἐθορύβει, οὐκ ἐτάρατ‐ τε.

13

.

809

Βιβάσθων. Διαβάς.

13

.

810

Δειδίσσεαι. Εἰς δέος ἄγεις, ἐκφοβεῖς.

13

.

811

Ἀδαήμονες. Ἀμαθεῖς.

13

.

812

Διὸς μάστιγι. Τῇ Διὸς πληγῇ, τῷ κεραυνῷ.

13

.

813

Ἦ θήν. Ὄντως δή.
Ἐξαλαπάξειν. Κενώσειν, πορθήσειν.

13

.

815

Φθαίη. Φθάσει.

13

.

819

Ἱρήκων. Ἱεράκων. Ἔστι δὲ εἶδος ἀετῶν.

13

.

820

Κονίοντες. Κονιορτὸν ἐγείροντες.

13

.

821

Δεξιός. Αἴσιος, ἀγαθός.

13

.

823

Θάρσυ‐ νος. Τεθαῤῥηκώς.

13

.

824

Ἁμαρτοεπές. Ἁμαρτάνων τοῦ σκοποῦ τῶν λόγων. Βου‐ γάϊε. Μεγάλως ἐπὶ σαυτῷ ἀγλαϊζόμενε καὶ γαυριῶν. Ἢ, βουεργέτα.

13

.

829

Πε‐ φήσεαι. Ἀναιρεθήσῃ, φονευθήσῃ. Τα‐ λάσσῃς. Τλῇς, ὑπομείνῃς.

13

.

830

Λει‐ ριόεντα. Εὐανθῆ, τρυφερὸν, ἢ λιπαρόν.

13

.

831

Δάψει. Διακόψει, τρώσει.

13

.

837

Διὸς αὐγάς. Τὰς Διὸς ἀπολάμψεις.

14

.

1

Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχὴ, πί‐ νοντά περ, ἔμπης. Σφόδρα συνετὸς εἰσά‐ γεται ὁ Νέστωρ, μὴ νικώμενος ὑπὸ μέθης τὸν λογισμόν. Ἔλαθε. Σημαίνει καὶ
5τὸ, ἐκ προαιρέσεως μαθόντα παραπέμ‐ ψασθαι. ὡς τό· Καὶ τότ’ ἐγὼ Κίρκης λαθόμην. Ἰαχή. Ἠχὴ, κραυγή. Ἔμ‐ πης. Ὅμως. Σημαίνει δὲ καὶ τὸ ὁμοίως. Ἐζήτηται δὲ, πῶς ὁ Νέστωρ ἐπὶ τοσοῦ‐
10τον πίνει χρόνον, ἀρξάμενος ἀπὸ τῶν ἐσχά‐ των τῆς Λάμβδα. Καὶ ῥητέον, ὅτι οὐ τοσοῦτον χρόνον ἔπινεν, ἀλλ’ Ὅμηρος, κατὰ παρέκτασιν ἀπαγγείλας τὰς πρά‐ ξεις, βουληθείς τε ἐπὶ τὸν Νέστορα ἐπα‐
15νελθεῖν, ἀπὸ ταύτης τῆς πράξεως ἤρξατο, ἥνπερ αὐτὸν κατέλιπε ποιοῦντα.

14

.

3

Ὅ‐ πως ἔσται. Ἀντὶ τοῦ, ὅπως γενήσεται. Τὸ ἔσται διαφέρει τοῦ γενήσεται. Τὸ μὲν γὰρ ἐπὶ τοῦ ὑπάρχοντος. ὡς· Ἔσται
5γέρων ὅδε. Τὸ δὲ ἐπὶ τοῦ μὴ ὄντος· Γε‐ νήσεται παῖς.

14

.

5

Αἴθοπα οἶνον. Νῦν ἐρυθρόν.

14

.

7

Λούσῃ ἀπὸ βρότον. Ἀπο‐ λούσῃ τὸν μολυσμὸν τοῦ ἀνθρωπείου αἵ‐ ματος. Αἱματόεντα. Ἡιματωμένον.

14

.

8

Τάχα. Ταχέως. Εἴσομαι. Γνώσο‐
μαι, ἢ φανήσομαι. Περιωπήν. Τόπον ὑψηλὸν, ἐξ οὗ περιωπίσασθαι καὶ περι‐ βλέψαι ἐστὶ πάντα.

14

.

11

Ὁ δ’ ἔχ’ ἀσπίδα πατρὸς ἑοῖο. Πιθανῶς ὁ νέος εἰσῆκται, κεχρημένος τῇ χρυσῇ ἀσπίδι. Προείρηκε γὰρ περὶ αὐτῆς ὁ Ποιητής·
5Ἀλλ’ ἐφομαρτεῖτον, καὶ σπεύδετον, αἴκε λάβωμεν Ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἥκει, Πᾶσαν χρυσείην ἔ‐ μεναι, κανόνας τε, καὶ αὐτήν.

14

.

12

Ἀ‐ καχμένον. Ἐστομωμένον, ὠξυμμένον.

14

.

13

Ἀεικές. Ἀπεοικὸς, ἀπρεπές.

14

.

14

Ὀρινομένους. Ταρασσομένους. Κλονέον‐ τας. Ταράσσοντας.

14

.

15

Ἐρέριπτο. Κατεβέβλητο, κατήριπτο. Ἔστι δὲ ῥῆ‐ μα ἐρίπτω, ὃ σημαίνει τὸ πίπτω· Ἤρι‐ πε δ’ ὡς ὅτε τὶς δρῦς, ἢ ἀχερωΐς. Ση‐
5μαίνει δὲ καὶ τὸ, καταβάλλω, οὗ γίγνε‐ ται παθητικὸν, ἐρίπτομαι, ἀντὶ τοῦ κα‐ ταβάλλομαι. καὶ, ἤριμμαι, παθητικὸς παρακείμενος. καὶ, ἠρίμμην, ὑπερσυντε‐ λικός. ἤριπτο· καὶ, Ἀττικὸς ἀναδιπλα‐
10σιασμὸς, ἐρήριπτο· καὶ, κατὰ συστολὴν ἐρέριπτο.

14

.

16

Πορφύρῃ. Μελαίνει, τα‐ ράσσει. Κύματι κωφῷ. Τῷ δίχα ἀνέ‐ μου ἐπαιρομένῳ. τῷ ἀψόφῳ, καὶ μηδένα ἦχον ἀποτελοῦντι. μηδέπω γὰρ ἀνέμου
5εὐκρινοῦς ὄντος, τὸ κῦμα ἠρεμεῖ.

14

.

17

Ὀσσόμενον. Ἤτοι, προσδεχόμενον, ἢ προσημαῖνον. Λιγέων. Σφοδρῶς πνεόν‐ των, ὀξέων. Λαιψηρά. Ταχέα. Κέλευ‐ θα. Τὰς θαλασσίους ὁρμάς.

14

.

18

Αὕ‐ τως. Νῦν, ἀπράκτως. Προκυλίνδεται. Προσωτέρω κυλίεται. Οὐδ’ ἑτέρωσε. Οὐδ’ ὄπισθεν. Ἵν’ ᾖ ἀπὸ κοινοῦ τὸ, κυ‐
5λίνδεται. ὅ ἐστιν, οὐδ’ ὄπισθεν ἀνακάμ‐ πτει, τὸ κῦμα.

14

.

19

Κεκριμένον. Ἀφω‐ ρισμένον. ἢ στερεὸν καὶ σφοδρόν. Ἐκ
Διός. Ἀντὶ τοῦ, ἐκ τῶν νεφελῶν. Οὖ‐ ρον. Τὸν ὁρμῆς αἴτιον.

14

.

20

Ὥρμαινε. Διενοεῖτο. Δαϊζόμενος κατὰ θυμὸν. Δι‐ χῇ μεριζόμενος τῷ σκέμματι τὸν λογι‐ σμόν. τουτέστιν, ἐπὶ πολλὰ τὸν λογι‐
5σμὸν μεταφέρων καὶ διασκοπούμενος.

14

.

21

Ἴοι. Πορεύοιτο.

14

.

23

Δοάσσατο. Ἔδοξε. Κέρδιον. Κρεῖσσον, ὠφελιμώ‐ τερον.

14

.

25

Λάκεν. Ἤχει, ἐψόφει. Ἀ‐ τειρής. Ἄτρωτος, οὐ τειρόμενος ὑπὸ Ἄ‐ ρεος.

14

.

27

Ξύμβληντο. Συνέτυχον.

14

.

28

Πὰρ νηῶν. Ἀντὶ τοῦ, ἀπὸ τῶν νηῶν.
Βεβλήατο. Βεβλημένοι ἦσαν.

14

.

30

Πολλόν. Πολύ.

14

.

34

Χαδέειν. Χωρῆ‐ σαι. Στείνοντο. Ἐστενοχωροῦντο διὰ τὸ πλῆθος.

14

.

35

Προκρόσσας εἴρυσσαν. Ἄλλην πρὸ ἄλλης παραλλήλως ἀνείλκυ‐ σαν κλιμακηδὸν, καὶ ἀνθυπέταξαν αὐτὰς ἀλλήλαις. Κρόσσαι γὰρ καλοῦνται αἱ
5τειχομάχοι κλίμακες. Πλῆσαν. Ἐπλή‐ ρωσαν, ἐγέμισαν.

14

.

36

Ἠϊόνος στόμα. Τὴν ἀρχὴν, τὴν εἰσβολὴν τοῦ αἰγιαλοῦ. Ὅσον συνεέργαθον ἄκραι. Ὅσον ἦν διά‐ στημα, ὃ συνέκλειον καὶ συνεδέσμουν αἱ
5τοῦ Ἑλλησπόντου ἄκραι τὸ Ῥοίτειον καὶ Σίγειον.

14

.

37

Ὀψείοντες. Ὀπτικῶς ἔ‐ χοντες, θέλοντες ἰδεῖν.

14

.

38

Ἐρειδόμε‐ νοι. Ἐπερειδόμενοι, σκηριπτόμενοι.

14

.

40

Πτῆξε δὲ θυμόν. Τὸ εὔρωστον καὶ εὔθυ‐ μον τῆς ἑκάστου ψυχῆς εἰς δέος ἤγαγε.
Γράφεται δὲ καὶ, πῆξε. ἵν’ ᾖ, ἀκίνητον ἐποίησεν.

14

.

53

Ἑτοῖμα. Εὔληπτα, φα‐ νερά. Τετεύχαται. Κατεσκεύασται.

14

.

54

Παρατεκτῄναιτο. Παρατεχνάσαι‐ το, ἐπινοήσειε.

14

.

55

Κατερήριπε. Κα‐ τηνέχθη, κατέπεσεν. Ἐπέπιθμεν. Ἐ‐ πεπίθειμεν, ἐπεπιστεύκειμεν.

14

.

56

Ἄῤ‐ ῥηκτον. Στερεόν. Εἶλαρ. Ἀσφά‐ λεια.

14

.

57

Ἀλίαστον. Ἀδιάλειπτον.

14

.

66

Οὐκ ἔχραισμεν. Οὐκ ἐβοήθη‐ σεν.

14

.

71

Ἤιδεα. Ἤιδειν, ἠπιστάμην.

14

.

73

Κυδαίνει. Δοξάζει.

14

.

75

Πρῶται. Ἐν τῇ ἀρχῇ, ἐν τῇ ἄκρᾳ. Εἰρύαται. Εἱλκυσμέναι εἰσίν.

14

.

77

Ὕψι. Ἐφ’ ὕ‐ ψους. Τὸ ὑγρὸν γὰρ ὑψηλότερον τῆς γῆς. διὸ ἀνάπλους μὲν ἀναγωγή. κατάπλους δὲ, ἡ προσόρμισις.

14

.

78

Νὺξ ἀβρότη. Ἀμβροσία, θεία. Οἱονεὶ ἀβρότη. Ἔστι γὰρ ἱερὰ τῶν θεῶν ἡ νὺξ, ἐν ᾗ βροτὸς οὐκ ἀναστρέφεται, ἢ βρότος, βαρυτόνως· του‐
5τέστι, μολυσμὸς καὶ φόνος, οὐ γίγνεται. Ἢν καὶ τῇ. Ἐὰν ὅλως καὶ δι’ αὐτῆς. Ἐζήτηται δὲ, πῶς ὁ Ἀγαμέμνων οὕτως ἀστρατήγως φυγεῖν προστάσσει τοῖς Ἕλ‐ λησι, λέγων· Νῆας ὅσαι πρῶται. Ῥη‐
10τέον οὖν, ὅτι, ὁ Ἀγαμέμνων γινώσκων αὐ‐ τοὺς μὴ φευξομένους, διὰ τὴν οἰκείαν ἀ‐ ρετὴν, καὶ ὅτι οὐδὲ λαθεῖν ἠδύναντο τοὺς πολεμίους, ἐπιτρέπει αὐτοῖς φεύγειν, ἵνα μὴ δόξῃ, παρὰ δύναμιν κατέχων αὐτοὺς
15ἕνεκα τοῦ καθ’ ἑαυτὸν χρησίμου, αἴτιος γενέσθαι τοῦ πάντας ἀπολέσθαι· τοὐ‐ ναντίον δὲ εὔνοιαν ἑαυτῷ πορίσηται, διὰ τὸ πᾶν ὁτιοῦν αἱρεῖσθαι ποιεῖν, καὶ ὑπο‐ μένειν, καὶ τὴν ἐκ τῆς φυγῆς ἀδοξίαν,
20ἕνεκεν τῆς ἐκείνων σωτηρίας.

14

.

83

Ἕρ‐ κος ὀδόντων. Περιφραστικῶς, οἱ ὀδόντες. Ἢ τροπικῶς, αὐτὰ τὰ χείλη.

14

.

84

Οὐ‐ λόμενε. Ὀλεθριώτατε, ἢ, ὀλέθρου τοῖς Ἕλλησι παρασκευαστικέ. Ἀεικελίου. Εὐκαταφρονήτου. ὅ ἐστιν, εὐτελοῦς, κα‐
5κοῦ.

14

.

85

Σημαίνειν. Νῦν, ἄρχειν.

14

.

86

Τολυπεύειν. Κατεργάζεσθαι. Με‐ ταφορικῶς. ἰδίως γὰρ τολύπη καλεῖται τὸ κατειργασμένον ἔριον.

14

.

87

Φθιόμε‐ σθα. Φθαρῶμεν, ἀπολούμεθα.

14

.

89

Καλλείψειν. Καταλείψειν. Ὀϊζύομεν. Κακοπαθοῦμεν.

14

.

91

Ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο. Ὃν οὐκ ἂν εἴποι συνετὸς καὶ σώφρων ἀνήρ. Ἀνὰ στόμα γὰρ, ἀντὶ τοῦ, διὰ στόματος.

14

.

92

Ἄρτια βάζειν. Ὑγιῆ καὶ ἁρμόδια λέγειν.

14

.

95

Ὠνοσάμην. Ἐμεμψάμην.

14

.

96

Συνεσταότος. Συνεστῶτος.

14

.

98

Εὐκτά. Εὐχῆς ἄξια.

14

.

99

Ἐπιῤῥέπῃ. Ἐπηρτημένος, καταῤῥεπὴς ᾖ. Ἡ μετα‐ φορὰ ἀπὸ τῶν ζυγοστατουμένων σωμά‐ των.

14

.

100

Σχήσουσιν. Ὑπομενοῦσιν, ἀνθέξουσιν.

14

.

101

Ἀποπτανέουσιν. Ἤ‐ τοι εἰς τὰς ναῦς ἀποβλέψουσιν, ἢ ἀλλα‐ χόσε. ὅ ἐστι, φεύξονται. Ἐρωήσουσιν. Ὑποχωρήσουσιν, ἀμελήσουσι.

14

.

102

Δη‐ λήσεται. Βλάψει.

14

.

104

Καθίκεο. Καθήψω, ἐλύπησας. Ἐνιπῇ. Ἐπιτιμή‐ σει, ἐπιπλήξει.

14

.

107

Εἴη. Ἔστω, φαι‐ νέσθω. Μῆτιν. Γνώμην. Ἐνίσποι. Εἴποι, φράσοι.

14

.

108

Παλαιός. Πρεσ‐ βύτερος, γέρων. Ἀσμένῳ. Ἑκόντι, χαί‐ ροντι.

14

.

110

Ἐγγὺς ἀνήρ. Ἀντὶ τοῦ, ὁ συμβουλεύσων. Ἐζήτηται δὲ, διατί νῦν Διομήδης συμβουλεύει, καὶ οὐ Νέστωρ. Ῥητέον δὲ, ὅτι τὸ μὲν γῆρας ἐν τοῖς δει‐
5νοῖς ἐστὶν ἐπισχετικόν· ἡ δὲ νεότης θαρ‐ σαλεώτερον· ἄλλως τε καὶ Διομήδης ἐν τῇ προτέρᾳ συμβουλῇ θαυμασθεὶς, νῦν μᾶλλον τεθάῤῥηκε, καὶ προήρπακε τῷ πρεσβυτέρῳ τοὺς λόγους. Ματεύσομεν.
10Ἤτοι, ματαιοπραγήσομεν. ἢ ἀντὶ τοῦ, ζητήσομεν.

14

.

111

Κότῳ ἀγάσησθε. Μετ’ ὀργῆς μέμψησθε.

14

.

112

Γενεῇφιν. Ἡλικίᾳ.

14

.

114

Ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα κάλυψεν. Ἀντὶ τοῦ, ὃς ἐν Θήβαις
ἐτελεύτησεν ἐν τῷ Θηβαϊκῷ πολέμῳ. χυτὴ γὰρ, ἡ τοῖς τεθνεῶσιν ἐπιχεομένη
5γῆ.

14

.

118

Ἀρετῇ. Εὐδαιμονίᾳ, ἀνδρίᾳ.

14

.

119

Αὐτόθι μεῖνε. Ἐν τῷ τόπῳ ἔμει‐ νε. Πατὴρ δ’ ἐμὸς Ἄργεϊ νάσθη, Πλαγ‐ χθείς. ὣς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι. Εὐσχημόνως ὁ Διομήδης παρεσι‐
5ώπησε τὴν τοῦ πατρὸς φυγήν. Τυδεὺς γὰρ, ἀνελὼν Λυκοπέα καὶ Ἀλκάθουν ἑ‐ αυτοῦ παῖδας, ἔφυγεν. Ἡ δὲ ἀληθε‐ στέρα ἱστορία ἐστὶν αὕτη. Τυδεὺς ὁ Οἰνέως Αἰτωλὸς μὲν ἦν τὸ γένος, ἀνδρει‐
10ότατος δὲ τῶν κατ’ αὐτὸν γενόμενος. Ἔτι νέος ὢν ἐθεάσατο τὸν πατέρα διὰ γῆρας ὑπὸ τῶν Ἀγρίου παίδων τῆς βασι‐ λείας ἐκβαλλόμενον. Διόπερ ἀναιρεῖ τούς τε ἀνεψιοὺς, καὶ σὺν αὐτοῖς ἀκουσίως
15ἀδελφόν. Φεύγων δ’ εἰς Ἄργος πρὸς Ἄ‐ δραστον, βασιλέα τῆς χώρας, καθαρσίων τε τυγχάνει πρὸς αὐτοῦ, καὶ γαμεῖ τὴν αὐτοῦ θυγατέρα Δηϊπύλην. Ἡ ἱστορία παρὰ Φερεκύδῃ. Νάσθη. Ἀπῳκίσθη.

14

.

120

Πλαγχθείς. Ἀποπλανηθεὶς, καὶ ἐκπεσὼν τῆς πατρίδος διὰ τὴν φυγήν.

14

.

121

Ἀδρήστοιο θυγατρῶν. Προσληπτέον τὸ, μίαν, τὴν Δηϊπύλην. Διατί νῦν ὁ Διομήδης ἑαυτὸν γενεαλογεῖ; Ῥητέον ὅτι πάνυ ῥητορικῶς. Δεῖ γὰρ ἐν ταῖς συμ‐
5βουλαῖς προαποδεικνύειν, ὡς εἰσὶν οὐχ’ οἱ τυχόντες, ἀλλὰ τῶν πάνυ ἐνδόξων· ἵν’ οὕτως τῷ ἀξιώματι πείσωνται.

14

.

122

Ἅλις. Δαψιλῶς, ἱκανῶς.

14

.

123

Πυρο‐ φόροι. Σιτοφόροι. Ὄρχατοι. Αἱ ἐπί‐ στιχοι φυτεῖαι, κῆποι.

14

.

124

Πρόβατα. Πάντα τὰ τετράποδα ἐκάλουν οἱ παλαιοὶ πρόβατα, διὰ τὸ πρὸ τῶν ὀπισθίων βά‐ σεων ἑτέρας ἐμπροσθίους ἔχειν. Καθ’ ὃ
5καὶ Ἡσίοδός φησι· Χαλεπὸς προβάτοις, χαλεπὸς δ’ ἀνθρώποις. Ἔσκεν. Ἦν, ὑπ‐ ῆρχεν. Ἐκέκαστο. Ἐκεκόσμητο, ἐνί‐ κα.

14

.

125

Τὰ δὲ μέλλετ’ ἀκουέμεν. Ταῦτα εἰκὸς ὑμᾶς ἀκηκοέναι. Ὡς ἐτεόν περ. Ὡς ἀληθές.

14

.

126

Γένος κακόν. Δυσγενῆ. Φάντες. Λογισάμενοι, εἰπόν‐ τες.

14

.

127

Πεφασμένον. Νῦν φανερῶς εἰρημένον.

14

.

128

Οὐτάμενοι. Τετρω‐ μένοι. Ἀνάγκῃ. Διὰ τὴν ἀνάγκην.

14

.

129

Ἐχώμεθα. Ἀπεχώμεθα.

14

.

130

Ἐκ βελέων. Ἔξω τῶν βελῶν. Μή πού τις ἐφ’ ἕλκεϊ ἕλκος ἄρηται. Μή τις τραυματίας ὑπάρχων, τραῦμα ἕτερον λά‐ βῃ.

14

.

131

Ἐνήσομεν. Παρορμήσομεν, ἐμβαλοῦμεν τοῖς πολεμίοις.

14

.

132

Θυ‐ μῷ ἦρα φέροντες. Χαριζόμενοι τῇ ψυχῇ τὴν ἀργίαν.

14

.

135

Ἀλαοσκοπιήν. Μά‐ ταιον καὶ τυφλὸν τὸν σκοπόν. Ἀλαὸς γὰρ, ὁ τυφλός. Ἐννοσίγαιος. Κινησί‐ γαιος. Ἔνοσις γὰρ, ἡ κίνησις.

14

.

136

Μετ’ αὐτοὺς ἦλθε. Ἀντὶ τοῦ, πρὸς αὐτοὺς ἦλθεν.

14

.

139

Ὀλοόν. Ὀλέθριον.

14

.

140

Φύζαν. Τὴν μετὰ δέους φυγήν.

14

.

141

Δερκομένου. Ὁρῶντος. Ἔνι. Ἔ‐ νεισιν, ὑπάρχουσιν. Οὐδ’ ἠβαιαί. Οὐδὲ ὀλίγαι.

14

.

142

Σιφλώσειε. Τυφλώσει‐ εν. ἐπίψογον ποιήσειε. Σίφλος γὰρ κα‐ λεῖται ὁ ψόγος.

14

.

145

Κονίσσουσι. Κόνεως πληρώσουσιν. Ἐκ δὲ τοῦ παρα‐ κολουθοῦντος νοεῖται τὸ φεύξονται. οἱ
γὰρ φεύγοντες κατὰ τὸν δρόμον ἐγείρουσι
5κόνιν. Ὄψεαι. Θεάσῃ.

14

.

148

Ἐννε‐ άχιλοι. Ἐννακισχίλιοι. Πῶς δέ φησιν ὁ Ποσειδῶν, ὁμοιωθεὶς πρεσβύτῃ, ὑπὲρ τὴν ἡλικίαν φθέγγεται; Καὶ ῥητέον, ὅτι τῇ
5μὲν ὄψει πρεσβύτης ἐφαίνετο, τῇ φωνῇ δὲ τὴν τοῦ θεοῦ δύναμιν ἐνεδείκνυτο. Ἐ‐ πίαχον. Ἐπεβόησαν.

14

.

150

Ἐκ στή‐ θεσφιν. Ἐκ τῶν στηθῶν.

14

.

152

Ἄλ‐ ληκτον. Ἄπαυστον.

14

.

154

Στᾶς’. Τὸ πλῆρες, στᾶσα. Ἀπὸ ῥίου. Ἀπὸ τοῦ ἀκρωτηρίου τοῦ ὄρους.

14

.

155

Ποιπνύον‐ τα. Ἐνεργοῦντα. Γίγνεται δὲ ἐκ τοῦ πονῶ, πονύω, πνύω καὶ ποιπνύω, ἀναδι‐ πλασιασμῷ.

14

.

156

Δαέρα. Ἀνδρὸς ἀ‐ δελφόν.

14

.

158

Στυγερός. Κατάπλη‐
κτος, μισητός. Ἢ, στυγνοποιός. Τὸ γὰρ κεχαρισμένον αὐτῇ οὐκ ἐποίει.

14

.

160

Ἐξα‐ πάφοιτο. Ἐξαπατήσειεν.

14

.

162

Ἐντύνα‐ σαν. Παρασκευασαμένην, κοσμησαμένην.

14

.

163

Ἱμείραιτο. Ἐπιθυμήσειεν, ἐρα‐ σθῇ. Παραδραθέειν. Παρακατακλιθῆναι.

14

.

164

Ἧι χροιῇ. Τῷ ἰδίῳ αὐτῆς χρωτί. Λιαρόν. Θερμὸν, ἡδύ. Τοῖς γὰρ καθεύ‐ δουσι παρακολουθεῖ θερμαίνεσθαι τὰ ἄ‐ κρα.

14

.

165

Πευκαλίμῃσι. Συνεταῖς, πυκναῖς.

14

.

167

Πυκινάς. Ἀσφαλεῖς, πυκνάς. Σταθμοῖσι. Παραστάσι, νῦν. Ἐπῆρσεν. Ἐφήρμοσε.

14

.

168

Κληῗδι κρυπτῇ. Οὕτω καλοῦνται κληῗδες κρυ‐ πταί. Ἀνῶγεν. Ἀνέωγεν. Ἡ ἀνάγνω‐ σις προπερισπωμένως.

14

.

169

Ἐπέθηκεν. Ἐνέβαλεν, ἔκλεισεν.

14

.

170

Ἀμβροσίῃ. Θείῳ ἀλείμματι. μύρῳ. Οἱ δὲ, θείῳ λουτρῷ. Ἱμερόεντος. Ἐπεράστου, κα‐ λοῦ.

14

.

171

Λύματα. Καθάρσιον. ῥύ‐ πον. Κάθῃρεν. Ἐκάθαιρεν.

14

.

172

Ἑ‐ δανῷ. Ἡδεῖ. ὅ ἐστιν, εὐώδει, εὐόσμῳ. Τεθυωμένον. Τεθυμιαμένον.

14

.

173

Κι‐ νυμένοιο. Σαλευομένου, κινουμένου. Χαλ‐ κοβατές. Χαλκῷ βεβηκὸς, στερεόν. ἢ, χαλκοῦν ἔχον οὐδόν.

14

.

174

Ἔμπης. Νῦν, ὁμοίως. Ἵκετο. Ἀφικνεῖτο, ἐφέ‐ ρετο. Ἀϋτμή. Πνοή.

14

.

175

Ἰδὲ χαί‐ τας. Καὶ τὰς χαίτας, ἤγουν τὰς κόμας.

14

.

176

Πεξαμένη. Κτενισαμένη.

14

.

177

Ἐκ κράατος. Ἐκ τῆς κεφαλῆς.

14

.

178

Ἑανόν. Νῦν, πέπλον. Παρὰ τὸ ἕννυ‐ σθαι. Ὅτ’ ἂν δὲ εἴπῃ, ἑανοῦ κασσιτέ‐ ροιο, τοῦ εὐδιαχύτου λέγει, καὶ ἁπαλοῦ. Ἕσατο. Περιεβάλετο. Ἐνεπορποῦντο
5γὰρ τοῖς περιβολαίοις.

14

.

179

Ἔξυσεν. Ἀντὶ τοῦ, κατεσκεύασε. Νῦν καὶ, λε‐ πτὸν εἰργάσατο. Ἀσκήσασα. Μετ’ ἐ‐ πιμελείας κατασκευάσασα.

14

.

180

Ἐ‐ νετῇσι. Περόναις. Ἀπὸ τοῦ ἐνίεσθαι τοῖς ἱματίοις. ὅ ἐστιν, ἐμπορποῦσθαι.

14

.

181

Θυσάνοις. Κροσσοῖς. Παρὰ τὸ θυσεύεσθαι. ὅ ἐστι, κινεῖσθαι.

14

.

182

Ἕρματα. Νῦν, ἐνώτια. Ἐϋτρήτοισι. Καλῶς τετρημένοις, τετρυπημένοις. Λο‐ βοῖσι. Τοῖς ἄκροις τῶν ὠτίων τοῖς ἁπα‐ λοῖς. Παρὰ τὸ λαμβάνειν, καὶ δέχε‐
5σθαι.

14

.

183

Τρίγληνα. Πολλῆς θέας ἄξια. Τρίκοκκα. Ἢ, τριπρόσωπα. Γλή‐ νη γὰρ ἡ τοῦ ὀφθαλμοῦ κόρη. Ἢ, τρί‐ κορα. ἔχοντα τρεῖς κόρας τῆς χάριτος.
5Ἢ, πολλῶν κοσμίων ἄξια. Γλήνεα γὰρ, τὰ κόσμια. ὡς καὶ ἀλλαχοῦ φησιν· Ὃ γλήνεα πολλὰ κεχάνδει. Μορόεντα. Μετὰ μόρου καὶ κακοπαθείας εἰργασμέ‐ να, περὶ ἃ ἐμόρησεν ὁ τεχνίτης, τουτέ‐
10στιν, ἔκαμε κατασκευάζων αὐτά. Χά‐ ρις. Ἀρετὴ, καλλονή.

14

.

184

Κρηδέμνῳ. Κεφαλοδέσμῳ. Νῦν δὲ, καλύπτρᾳ.

14

.

185

Νηγατέῳ. Νεωστὶ γεγονότι. λεπτῷ.

14

.

186

Λιπαροῖσιν. Εὐτραφέσι, λευκοῖς.

14

.

194

Πρέσβα. Ἐντιμοτάτη. Συγκοπὴ τοῦ πρέσβειρα.

14

.

195

Αὔδα. Λέγε. Ὅ, τι φρονέεις. Ὅπερ βούλει.

14

.

196

Τετελεσμέ‐ νον. Νῦν, δυνατόν.

14

.

198

Ἵμερον. Ἐπι‐ θυμίαν.

14

.

199

Δαμνᾷ. Δαμάζεις.

14

.

200

Εἶμι. Πορεύομαι, ἄπειμι. Πολυφόρβου. Πολυτρόφου. Πείρατα. Πέρατα, τέλη.

14

.

201

Θεῶν γένεσιν. Θεῶν πατέρα. Ἐπεὶ πρῶτον στοιχεῖον τινὲς τῶν φυσι‐ κῶν εἶπον τὸ ὕδωρ, καὶ ἐξ αὐτοῦ τὰ λοι‐ πὰ τρία. Ὅθεν ὁ Πίνδαρος ἄριστον εἶπε
5τὸ ὕδωρ. Τηθὺν δέ φησι τὴν γῆν, οἱονεὶ τιθηνὴν τινὰ οὖσαν καὶ τροφὸν πάντων.

14

.

202

Σφοῖσι. Τοῖς ἑαυτῶν. Ἐῢ τρέ‐ φον. Μετ’ ἐπιμελείας ἀνῆγον. Ἀτί‐ ταλλον. Ἐπαιδοτρόφουν.

14

.

203

Ῥείης. Τῆς Ῥέας. Εὐρύοπα. Ἤτοι, μεγα‐ λόφθαλμος, ἀπὸ τοῦ πάντα ἐποπτεύειν. Ἢ, μεγαλόφωνος.

14

.

204

Καθεῖσε. Κα‐ θίδρυσε.

14

.

205

Καί σφ’ ἄκριτα νείκεα λύσω. Καὶ τὰς πολλὰς αὐτῶν καὶ ἀδια‐ λύτους φιλονεικίας διαλύσω.

14

.

208

Κεί‐ νω. Ἐκείνους. Δυϊκῶς. Παραιπεπιθοῦ‐ σα. Παραπείσασα, ἐξαπατήσασα.

14

.

209

Ὁμωθῆναι. Ὁμοιωθῆναι. Οἰκειω‐ θῆναι. εἰς ὁμόνοιαν ἐλθεῖν.

14

.

210

Αἰ‐ δοίη. Αἰδοῦς ἀξία, αἰδέσιμος.

14

.

212

Οὐκ ἔστ’ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσα‐ σθαι. Οὔτε πρέπον, οὔτε δυνατὸν ἀρνή‐ σασθαι περὶ ὧν ἀξιοῖς. Ἔοικε. Προσή‐ κει, πρέπει.

14

.

213

Ἀγκοίνῃσιν. Ἀγκά‐ λαις. Ἰαύεις. Κοιμᾶσαι.

14

.

214

Κε‐ στὸν ἱμάντα. Ζωστῆρα οὕτω καλούμενον
ἀπὸ τοῦ πολυκέντητον αὐτὸν εἶναι ταῖς ῥαφαῖς.

14

.

215

Θελκτήρια. Τὰ θέλ‐ γοντα καὶ ἀπατῶντα τοὺς ἀνθρώπους.

14

.

216

Ἔνι. Ἔνεστι, τὸ πλῆρες. Φιλό‐ της. Νῦν φιλία, πρὸς μίξιν ὄρεξις. Ἐν δ’ ὀαριστὺς, Πάρφασις. Ἔνεστι δὲ καὶ ὁμιλία παραινετική.

14

.

217

Ἔκλεψεν. Ἐξέκλεψεν. ἔκρυψε. παρελογίσατο. Πύ‐ κα. Νῦν, συνετῶς, φρονίμως.

14

.

219

Τῆ Ἄγε, λάβε. Τεῷ δ’ ἐγκάτθεο κόλ‐ πῳ. Κατάκρυψον τῷ ἰδίῳ κόλπῳ, φησὶ, διὰ τὴν πρὸς τὸν Δία ἐπιβουλήν. Ἐγκάτ‐ θεο. Ἐγκατάθου.

14

.

220

Τετεύχαται. Ἔγκειται, κατεσκεύασται.

14

.

225

Ῥί‐ ον. Ὄρους ἀκρωτήριον. Παρὰ τὸ ῥαΐ‐ ζειν καὶ καταλήγειν εἰς ὀξύ.

14

.

226

Πι‐ ερίην. Χώραν ἐπὶ τὴν Μακεδονίαν. Οἱ δὲ, ὄρος. Μακεδὼν ὁ Διὸς καὶ Αἰθρίας, κατασχὼν τὴν χώραν, οὖσαν τῆς Θρᾴ‐
5κης, ἀφ’ ἐαυτοῦ προσηγόρευσε. Γήμας δὲ μίαν τῶν ἐγχωρίων, τεκνοῦται δύο παίδας, Πίερον, καὶ Ἄμαθον. ἀφ’ ὧν δύο πόλεις ἐν Μακεδονίᾳ, Πιερία, καὶ Ἀμαθία. Ἡ ἱστορία παρὰ Μαρσίᾳ.
10Νῦν δὲ Ἡμαθίην καταχρηστικῶς ὅλην τὴν Μακεδονίαν φησί. Πιερίαν δὲ, ὄρος Μακεδονίας, ἱερὸν Μουσῶν.

14

.

227

Σεύ‐ ατο. Ὥρμησεν. Ἐφ’ ἱπποπόλων. Περὶ ἵππους ἀναστρεφομένων. Νιφόεντα. Χι‐ ονιζόμενα, νιφόμενα.

14

.

228

Οὐδὲ χθόνα μάρπτε ποδοῖϊν. Οὐδὲ τοῖς ποσὶν αὐτῆς ἐπέβαινε τῆς γῆς.

14

.

229

Ἐξ Ἀθόω δ’ ἐπὶ πόντον ἐβήσατο. Ἄθως, ὄρος ἐν Θρᾴκῃ μέγα καὶ ὑψηλὸν, ἐξέχον εἰς θά‐ λασσαν, τὸν ἰσθμὸν ἔχον χεῤῥονησώδη,
5σταδίων δώδεκα. Τοῦτο Ξέρξης ὁ Περ‐ σῶν βασιλεὺς, ἀγανακτήσας, ὅτι πρὸς αὐτὸ νῆες αὐτοῦ διεφθάρησαν, διακόψας, βατὸν ἐποίησεν. Ἡ ἱστορία παρὰ Ἡρο‐ δότῳ. Ἐξ Ἀθόω. Ἐκ τοῦ Ἄθω. ὅ
10ἐστιν ὄρος Θρᾴκης ὑψηλόν. Ἐπὶ πόντον ἐβήσατο. Ἀντὶ τοῦ, θαλάσσης ἐπέβη. Κυμαίνοντα. Κύματα ἔχοντα, ταρασ‐ σόμενον.

14

.

230

Πόλιν. Ἀντὶ τοῦ, νῆ‐ σον. Λῆμνον δ’ εἰσαφίκανε πόλιν θείοιο Θόαντος, Ἐνθ’ Ὕπνῳ ξύμβλητο. Διὰ ποίαν δὲ αἰτίαν ἐν τῇ Λήμνῳ μάλιστα ὁ
5Ὕπνος διατρίβει; Ῥητέον, ὅτι Λήμνου μὲν ἦν δεσπότης Ἥφαιστος· γυνὴ δὲ τούτου, Χάρις. Πασιθέας δὲ τῆς Χάρι‐ τος ἀδελφῆς ἐρωτικῶς ἔχων ὁ Ὕπνος ἐκεῖ διέτριβε. Ταύτην δὲ αὐτῷ ἐπαγγέλλε‐
10ται γυναῖκα δώσειν ἡ Ἥρα. Δύναται δὲ καὶ φυσικώτερον λυθῆναι. Ὅτι οἰνοφόρος ἡ Λῆμνος. καθὼς λέγει· Νῆες δ’ ἐκ Λήμνοιο παρέστασαν, οἶνον ἄγουσαι. Τοῖς δὲ πολυποτοῦσι μάλιστα ὁ ὕπνος παρέ‐
15πεται.

14

.

231

Ξύμβλητο. Ἀπήντησε, συν‐ έτυχε.

14

.

232

Φῦ. Ἐνέφυ, συνέπλεξεν.

14

.

235

Εἰδέω χάριν. Γνώσομαι καὶ προσο‐ μολογήσω σοι χάριν.

14

.

240

Θρῆνυν. Ὑποπόδιον. Ἀρσενικῶς. Ἥσει. Ὑποθή‐ σει.

14

.

241

Εἰλαπινάζων. Εὐωχούμενος.

14

.

249

Ἤδη γάρ με καὶ ἄλλο τεή. Ἢ, κατ’ ἄλλο. ἵν’ ᾖ, ἤδη γάρ με καὶ κατ’ ἄλλο ἐπαίδευσεν ἡ σὴ πρόσταξις. Ἢ,
ἄλλοτε ᾗ ἐπίνυσσεν ἐφετμῇ. τουτέστι,
5τῇ ἰδίᾳ ἐσωφρόνισε καὶ ἐνουθέτησεν ἐντολῇ καὶ ἀπειλῇ.

14

.

252

Ἔλεξα. Κατεκοίμι‐ σα.

14

.

253

Ἀμφιχυθείς. Περιχυθείς. Μήσαο. Ἐμηχανήσω, ἐβουλεύσω.

14

.

254

Ὄρσασα. Εἰς ὁρμὴν ἀγαγοῦσα, διεγεί‐ ρασα. Ἀήτας. Τὰς τῶν ἀνέμων πνοάς.

14

.

255

Κόωνδε. Εἰς τὴν Κῶν νῆσον. Γράφεται δὲ σὺν τῷ ν κατ’ αἰτιατικήν. Ἡρακλῆς, ἀνακομιζόμενος μετὰ τὸ πορ‐ θῆσαι Τροίαν, γενόμενός τε κατὰ τὸ Αἰ‐
5γαῖον πέλαγος, βουλήσει Ἥρας, σφοδρῷ συνεσχέθη ἀνέμῳ. Κατασυρθείς τε εἰς Κῶν τὴν Μεροπίδα, ἐκωλύθη ἐπιβῆναι τῆς νήσου ὑπὸ Εὐρυπύλου τοῦ Ποσειδῶνος, βασιλεύοντος αὐτῆς. Βιασάμενος δὲ, καὶ
10ὡς λῃστὴς ἐπιβὰς, ἀνεῖλε τόν τε Εὐρύ‐ πυλον, καὶ τοὺς παῖδας αὐτοῦ. Μιγεὶς δὲ τῇ θυγατρὶ αὐτοῦ Χαλκιόπῃ, Θεσσαλὸν ἐγέννησεν. Ἀπένεικας. Ἀπήνεγκας.

14

.

256

Ἐπεγρόμενος. Ἐπαναστὰς, διϋπνι‐ σθείς. Ὁ δ’ ἐπεγρόμενος χαλέπαινε. Ῥι‐ πτάζων. Ἀντιστροφή ἐστιν ἀντὶ τοῦ, χαλεπαίνων ἔῤῥιπτε. Μή ποτε οὖν τις ἀφ’
5ἑτέρας ἀρχῆς ἀναγιγνώσκῃ τὸ ῥιπτάζων. Χαλέπαινεν. Ὠργίζετο.

14

.

257

Ῥι‐ πτάζων. Ῥίπτων, συνελαύνων. Ἔξο‐ χα. Μάλιστα.

14

.

258

Καί κέ μ’ ἄϊ‐ στον ἀπ’ αἰθέρος. Καὶ ἂν ἰδών με, ἀνι‐ στόρητον καὶ ἀφανῆ ἐποίησε, βαλὼν ἀπὸ τοῦ οὐρανοῦ εἰς θάλασσαν.

14

.

259

Δμή‐ τειρα θεῶν. Ἡ δαμάστρια. ὅ ἐστιν, ἄρ‐ χουσα.

14

.

260

Ἱκόμην. Ἱκετεύων παρε‐ γενόμην.

14

.

261

Ἅζετο. Ἐνετρέπετο. Ἀ‐ ποθύμια. Ἀηδῆ, οὐκ ἀρεστά. Ἀποθύμια ἔρδοι. Ἐχθρὰ πράξοι. Θοῇ. Ἤτοι, ὅτι διὰ τὸν ὕπνον θᾶττον ὡς πρὸς τὴν ἡμέραν
5παριέναι. Ἢ, θείᾳ.

14

.

262

Ἀμήχανον. Ἄπορον, ἀδύνατον.

14

.

264

Μενοινᾷς. Προθυμῇ, σπουδάζεις.

14

.

265

Ζῆν’. Τὸ πλῆρες, Ζῆνα.

14

.

267

Ὁπλοτεράων. Νεωτέρων.

14

.

268

Ὀπυιέμεναι. Γῆμαι.

14

.

270

Χῄρατο. Ἐχάρη.

14

.

271

Ἀάα‐ τον. Ἤτοι, ἀβλαβὲς, ἢ, πολυβλαβές.

14

.

272

Χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν, Τῇ δ’ ἑτέρῃ ἅλα μαρ‐ μαρέην. Τὰ βαρύτατα τῶν στοιχείων ὄμνυσι. καθάπερ ἐν τῇ συνηθείᾳ λέγο‐
5μεν, Ξηρὸν, καὶ ὑγρόν.

14

.

273

Μαρμα‐ ρέην. Λευκήν.

14

.

274

Θεοὶ Κρόνον ἀμ‐ φὶς ἐόντες. Οἱ περὶ τὸν Κρόνον θεοί. Λέγει δὲ τοὺς Τιτᾶνας. Οὗτοι δέ εἰσιν Οὐρανοῦ παῖδες, Κρόνος, Κρεῖος, Ὑπερί‐
5ων, Ἰαπετός. Κοῖος Ὠκεανοῦ, ὅσπερ τε γένεσις πάντεσσι τέτυκται. ἐπεὶ ἐξ ὕ‐ δατος αἱ αὐξήσεις ὑπάρχουσι. Πῶς, Ἡ‐ σιόδου πάντων πρῶτον εἰπόντος γεγενῆ‐ σθαι τὸ Χάος, Ὅμηρός φησιν Ὠκεανόν;
10Ῥητέον οὖν, ὅτι ἕκαστος μὲν εἴρηκεν ὡς ἐβούλετο. Ὅμηρος δέ φησι φιλοσοφώτε‐ ρον. Τὸ γὰρ ὕδωρ τῶν πάντων ἡ ζωὴ, καὶ προέχει τῶν τεσσάρων στοιχείων,
ὅλα ὄν. Ὅθεν καὶ ὁ Πίνδαρος ἄριστον
15αὐτό φησιν.

14

.

278

Ὀνόμῃνεν. Ὠνό‐ μασε.

14

.

280

Τελεύτησεν. Ἐπλήρω‐ σεν.

14

.

281

Ἴμβρου. Ἴμβρος, νῆσος Θρᾴκης.

14

.

282

Ἠέρα. Ὁμίχλην, σκό‐ τος.

14

.

283

Μητέρα θηρῶν. Μητέρα θηρίων. Θηριοτρόφος γὰρ ἡ Ἴδη, διὰ τὸ πολὺ τῆς ὕλης.

14

.

284

Λεκτόν. Ἀκρω‐ τήριον τῆς Ἴδης, κεκλημένον ἀπὸ τοῦ ἐν αὐτῷ κατακλιθῆναι Δία καὶ Ἥραν. Τρία δὲ τὰ πάντα ἀκρωτήρια τῆς Ἴδης, Λε‐
5κτὸν, Γάργαρον, Φαλάκρη. Ἐπὶ χέρ‐ σου. Ἐπὶ τῆς γῆς.

14

.

287

Περιμήκε‐ τον. Πάνυ ὑψηλήν. Ἣ τότ’ ἐν Ἴδῃ μακροτάτῃ πεφυυῖα. Διὰ τοῦτο τότε ἀνῄρηκε τὸ ψεῦδος, ὥστε μὴ ζητεῖν αὐ‐
5τήν.

14

.

289

Πεπυκασμένος. Ἐσκε‐ πασμένος. Εἰλατίνοισιν. Ἐλατίναις.

14

.

290

Λιγυρῇ. Ὀξείᾳ.

14

.

291

Χαλκί‐ δα. Χαλκὶς εἶδος ὀρνέου, ἥτις καλεῖται κύμινδις, ἀπὸ τῆς φωνῆς. Κύμινδιν. Ὁ κύμινδις οἰκεῖ μὲν ὄρη, ἔστι δὲ μέλας,
5χαλκίζων τὴν χροιάν. καὶ μέγεθος ὅσον ἱέραξ φασσοφόνος, ὥς φησιν Ἀριστοτέ‐ λης. Παρὰ δέ τισι θηλυκῶς λέγεται. Εὐεπίφορον δὲ εἰς ὕπνον τὸ ὄρνεον. Ἀεὶ δὲ τὴν κεφαλὴν ὑπὸ τοὺς κλάδους κρύ‐
10πτει.

14

.

294

Ὥς. Νῦν, εὐθέως. ἢ, τότε. Ἔρος. Ἔρως. Αἰολικῶς. Πυκινάς. Συν‐ ετάς.

14

.

295

Οἷον ὅτε πρώτιστον ἐμισ‐ γέσθην. Ἥραν τρεφομένην παρὰ τοῖς γονεῦσιν, εἷς τῶν γιγάντων, Εὐρυμέδων, βιασάμενος, ἔγκυον ἐποίησεν. ἡ δὲ Προ‐
5μηθέα ἐγέννησε. Ζεὺς δὲ, ὕστερον γή‐ μας τὴν ἀδελφὴν, καὶ γνοὺς τὰ γενό‐ μενα, τὸν μὲν Εὐρυμέδοντα κατεταρτά‐ ρωσε, τὸν δὲ Προμηθέα, προφάσει πυρὸς, δεσμοῖς ἀνήρτησεν. Ἡ ἱστορία παρ’ Εὐ‐
10φορίωνι.

14

.

296

Εἰς εὐνὴν φοιτῶντε, φί‐ λους λήθοντε τοκῆας. Καὶ Ἀπολλόδωρος ἱστορεῖ, κρύφα τὸν Δία τῇ Ἥρᾳ συγκα‐ θευδῆσαι.

14

.

298

Πῆ μεμαυῖα. Ποῦ ὁρμήσασα. Τόδε. Εἰς τοῦτον τὸν τό‐ πον. Ἱκάνεις. Παραγίγνῃ.

14

.

307

Πρυ‐ μνωρείῃ. Πρυμνωρείας καλοῦσιν τὰ ἔ‐ σχατα καὶ κατώτατα τῶν ὀρῶν.

14

.

308

Τραφερήν τε καὶ ὑγρήν. Γῆν καὶ θά‐ λασσαν.

14

.

313

Κεῖσε. Εἰς ἐκεῖνον τὸν τόπον.

14

.

316

Περιπροχυθείς. Περιπε‐ σὼν, κατασχών. Ἐδάμασσεν. Ὑπέ‐ ταξεν.

14

.

317

Ἠρασάμην. Ἠράσθην. Ἰξιονίης ἀλόχοιο. Τῆς Ἰξίονος γυναικός. Ἦν δὲ αὕτη θυγάτηρ Ἰονέως. Μετὰ δὲ τὸ φθαρῆναι αὐτὴν ὑπὸ Διὸς, ὕστερον
5Ἰξίονι ἐζεύχθη.

14

.

319

Οὐδ’ ὅτε περ Δανάης. Δανάη Ἀκρισίου θυγάτηρ, ἣ Διῒ συγκοιμηθεῖσα, Περσέα ἐγέννησε. Χρησαμένῳ γάρ φησι τῷ Ἀκρισίῳ περὶ
5γενέσεως ἀῤῥένων παίδων, ὁ θεὸς ἔφη, τὸν γενόμενον παῖδα ἐκ τῆς θυγατρὸς αὐτοῦ αὐτὸν κτενεῖν. Δείσας δὲ ὁ Ἀ‐ κρίσιος, κατὰ γῆς θάλαμον χαλκοῦν κα‐ τασκευάσας, τὴν Δανάην ἐφρούρει. Αὕ‐
10τη δὲ, ὥς φησι Πίνδαρος, καὶ ἕτεροι τινὲς, ἐφθάρη ὑπὸ τοῦ πατραδέλφου αὐ‐ τῆς Προίτου. Ὅθεν αὐτοῖς καὶ στάσις ἐκινήθη. Ὡς δὲ ἔνιοί φασι, Ζεὺς μετα‐ μορφωθεὶς εἰς χρυσὸν, καὶ διὰ τῆς ὀροφῆς
15εἰσδὺς εἰς τὸν Δανάης κόλπον, συνῆλθεν αὐτῇ. Αἰσθόμενος δὲ Ἀκρίσιος ὕστερον, ἐξ αὐτῆς γεγεννημένον Περσέα, μὴ πι‐ στεύσας ὑπὸ Διὸς ἐφθάρθαι, τὴν θυγα‐ τέρα μετὰ τοῦ παιδὸς εἰς λάρνακα βα‐
20λὼν, εἰς θάλασσαν ἔῤῥιψε. Διασωθέν‐ των δὲ τούτων εἰς Σέριφον τὴν νῆσον, συνέβη ἀνατραφῆναι τὸν παῖδα παρὰ Πολυδεύκῃ, ἢ, ὡς ἔνιοί φασιν, ὑπὸ Δί‐ κτυος τοῦ ἀδελφοῦ Πολυδεύκους. Φυγόν‐
25τος δὲ ὕστερον Ἀκρισίου, τὴν Ἀργείων βασιλείαν παρέλαβε Περσεύς. Καλλι‐ σφύρου. Καλοὺς πόδας ἐχούσης. ἀπὸ μέρους, καλῆς. Ὁ δὲ τρόπος, συνεκδοχή.

14

.

320

Ἀριδείκετον. Μεγάλως εὐπρεπῆ, ἀσπαστόν.

14

.

321

Φοίνικος κούρης. Θυ‐ γατρός. Λέγει δὲ τῆς Εὐρώπης. Ἔνιοι δὲ αὐτὴν οὐ Φοίνικος, ἀλλ’ Ἀγήνορος, εἶπον. Τὰ δὲ περὶ αὐτῆς ἀκριβῶς εἴρη‐
5ται ἐν τῇ Μ ῥαψῳδίᾳ ἐν τοῖς περὶ Σαρ‐
πηδόνος. Τηλεκλειτοῖο. Μέχρι πόῤῥω καὶ πολλοῦ ἐνδόξου. ἢ πάνυ ἐνδόξου.

14

.

323

Οὐδ’ ὅτε περ Σεμέλης. Σεμέλης τῆς Κάδμου θυγατρὸς Ζεὺς ἐρασθεὶς, κρύ‐ φα συνευνάζετο. Ἡ δὲ ἐξαπατηθεῖσα ὑπὸ Ἥρας, ἐπινεύσαντος αὐτῇ Διὸς, πᾶν τὸ
5αἰτηθὲν ποιῆσαι, αἰτεῖται τοιοῦτον αὐτὸν ἐλθεῖν οἷος ἦλθε μνηστευόμενος Ἥραν. Ζεὺς δὲ, μὴ δυνάμενος ἀνανεῦσαι, παρα‐ γίγνεται εἰς τὸν θάλαμον αὐτῆς ἐφ’ ἅρ‐ ματος, ἀστραπαῖς καὶ βρονταῖς ὁμοῦ,
10καὶ κεραυνὸν ἵησιν. Σεμέλης δὲ διὰ τὸν φόβον ἐκλειπούσης, ἑξαμηνιαῖον τὸ βρέ‐ φος ὁ Ζεὺς ἐκ τοῦ πυρὸς ἁρπάσας ἐνέῤ‐ ῥαψε τῷ μηρῷ. Ἡ ἱστορία παρ’ Εὐρι‐ πίδῃ ἐν Βάκχαις. Οὐδ’ Ἀλκμήνης ἐνὶ
15Θήβῃ. Ἀλκμήνης, τῆς Ἡλεκτρύονος καὶ Ἀναξοῦς τῆς Ἀλκαίου, ἠράσθη Ἀμφι‐ τρύων. Ὃς ἀνελὼν Ἡλεκτρύονα, βοῶν ἀμφισβητήσεως χάριν, ἐξ Ἄργους ἔφυ‐ γεν εἰς Θήβας. σὺν αὐτῷ δὲ καὶ Ἀλκ‐
20μήνη. Ὑποδεχθέντων δὲ ἀσμένως ὑπὸ τῶν βασιλέων τῶν τῆς πόλεως Κρέοντος καὶ Ἡνιόχης, τιμῆς ἐτύγχανον μεγίστης. Μὴ βουλομένης δὲ Ἀλκμήνης γαμηθῆναι, εἰ μὴ οἱ φονεῖς τῶν ἀδελφῶν αὐτῆς ἀν‐
25αιρεθῶσιν· κατηγωνίσατο αὐτοὺς Ἀμ‐ φιτρύων, προσλαβόμενος συμμάχους Βοι‐ ωτοὺς, καὶ Λοκροὺς, ἔτι δὲ καὶ Φωκεῖς, ἐνιαυτὸν προσεδρεύσας. Ὡς δὲ ἐπιστρέ‐ ψας ἀπὸ τῆς στρατείας ἦγε τοὺς γάμους
30ἑαυτοῦ καὶ Ἀλκμήνης, τῇ αὐτῇ νυκτὶ ἐρασθεὶς αὐτῆς ὁ Ζεὺς, καὶ εἰκασθεὶς Ἀμφιτρύωνι, ἐμίγη, καὶ υἱὸν ἐποίησεν. Ὁμοίως δὲ καὶ ὁ Ἀμφιτρύων τῇ αὐτῇ νυκτί. Ἤδη δὲ ἐκείνης δεκαμηνιαῖον χρό‐
35νον τῆς μίξεως ἐχούσης, γεννᾶται Ἡρα‐ κλῆς μὲν ἐκ Διὸς, Ἰφικλῆς δὲ ἐξ Ἀμ‐ φιτρύωνος, τῇ αὐτῇ νυκτί. Φασὶ, Δία, συγκοιμώμενον Ἀλκμήνῃ, πεῖσαι τὸν Ἥ‐ λιον μὴ ἀνατεῖλαι ἐπὶ τρεῖς ἡμέρας.
40Ὅθεν καὶ ἐπὶ τρεῖς νύκτας συγκοιμηθεὶς αὐτῇ ὁ Ζεὺς, τὸν τριέσπερον Ἡρακλέα ἐποίησε.

14

.

325

Χάρμα βροτοῖσι. Χα‐ ρὰν τοῖς ἀνθρώποις. διὰ τὸ εὑρεῖν συκῆν καὶ ἄμπελον.

14

.

326

Καλλιπλοκάμοιο. Ἀλληγορικῶς, πλοκάμους, τοὺς στάχυας δεῖ νοεῖν, ὡς καὶ ἱστοροῦσιν αὐτὴν ἐστεμ‐ μένην τοῖς στάχυσι.

14

.

327

Λητοῦς. Κοίου θυγατρὸς, ἑνὸς τῶν Τιτάνων. Ἧς δύο παῖδες, Ἀπόλλων, καὶ Ἄρτεμις.

14

.

331

Λιλαίεαι. Ἐπιθυμεῖς, προθυμῇ.

14

.

332

Προπέφανται. Προφανῆς ἐστι, φα‐ νερά.

14

.

333

Πῶς κ’ ἔοι. Πῶς ἂν γέ‐ νοιτο. τί ἂν εἴη.

14

.

334

Ἀθρήσειεν. Ἴδοι. Τὸ αὐτὸ δὲ δηλοῖ καὶ τὸ διαδρά‐ κοι.

14

.

335

Πεφράδοι. Φράσειε, δηλώ‐ σειεν, εἴποι.

14

.

350

Κείοντες. Κοιμη‐ θησόμενοι. Εὔαδεν. Ἤρεσκεν.

14

.

346

Ἀγκάς. Εἰς τὰς ἀγκάλας. Ἔμαρπτε. Συνελάμβανε.

14

.

347

Τοῖσι δ’ ὑπὸ χθών. Ἐκπεσὼν εἰς φορτικοῦ πράγματος διήγη‐ σιν, ἐφ’ ἕτερα τὸν λόγον μετήγαγε, τὰ ἀπὸ τῆς γῆς φυόμενα ἄνθη καὶ τὸ νέφος,
5δι’ ὧν ἀπέκλεισε τὸ περαιτέρω πολυπρα‐ γμονεῖν ἡμᾶς. Ἀνθηρῶς δὲ γράφει τὴν εὐνὴν, καὶ προθεὶς τὸ γένος, ποίην, ἐπι‐ φέρει τὸ εἶδος. Οὐκ εἶπε δὲ ῥόδον, διὰ τὸ ἀκανθῶδες. Νεοθηλέα δὲ, ἐπεὶ τὴν
10ἄλλην ἐνεμήθη καὶ ἐπάτησε τὰ ζῶα. Κατὰ συλλογισμὸν ἡ ὑπεροχὴ, εἴ γε καὶ τὰ ἄψυχα αἰσθάνεται τῆς δυνάμεως τοῦ θείου. Δῖα. Ἡ μεγάλη καὶ θαυμαστή. Φῦεν. Ἀνέφυσεν, ἀνέδωκε. Νεοθηλέα.
15Νεωστὶ θάλλουσαν, χλωράν. Ποίην. Βοτάνην.

14

.

348

Λωτόν. Λωτὸς, εἶδος χόρτου ἑλείου, διὸ καὶ ἑρσήεντα, ὅ ἐστι, δροσώδη. Κρόκον. Κρόκος, εἶδος ἄνθους. Ὡς καὶ ὁ ὑάκινθος.

14

.

349

Μαλακόν. Ἁπαλόν. Ὑψός’ ἔεργε. Εἰς ὕψος ἐβά‐ σταζε. Ὃς ἀπὸ χθονὸς ὑψός’ ἔεργε. Ὃς αὐτοὺς οὐκ εἴα ἐπὶ γῆς θλίβεσθαι,
5ἀλλ’ ἀνεῖχε, καὶ ἀπεκώλυεν αὐτούς.

14

.

350

Λεξάσθην. Κατεκοιμήθησαν.

14

.

351

Στιλπναί. Στίλβουσαι, λαμπραί. Ἔ‐ ερσαι. Δρόσοι, σταλαγμοί.

14

.

358

Ὄ‐ παζε. Περιεποίει.

14

.

359

Κῶμα. Τὸ κοίμημα.

14

.

360

Παρήπαφε. Παρη‐ πάτησε. παρέπεισε.

14

.

363

Προθορών. Προαλλόμενος, προπηδήσας.

14

.

364

Ἀρ‐ γεῖοι, καὶ δ’ αὖτε μεθίεμεν Ἕκτορι νίκην. Μεθίεμεν, παραχωροῦμεν. Ταῦ‐ τα δὲ, καὶ τὰ ἑξῆς, κατ’ ἐπερώτησιν
5ἀναγνωστέον.

14

.

365

Ἄρηται. Καρπώ‐ σηται, λάβῃ.

14

.

368

Ποθή. Ἐπιζήτη‐ σις, χρεία.

14

.

372

Ἑσσάμενοι. Λαβόν‐
τες, καθοπλισάμενοι. Παναίθῃσι. Πάνυ στιλπναῖς, λαμπραῖς.

14

.

376

Μενέχαρ‐ μος. Ὑπομονητικὸς ἐν μάχῃ. Ὀλίγον σάκος. Ἀντὶ τοῦ, μικρὰν ἀσπίδα. Ἔ‐ στι δὲ ποσότης ἀντὶ πηλικότητος.

14

.

377

Χείρονι. Ἐλάττονι.

14

.

379

Ἐκόσμεον. Διέτασσον.

14

.

381

Οἰχόμενοι δ’ ἐπὶ πάν‐ τας. Πάντας ἐπερχόμενοι. Ἄμειβον. Νῦν, ἤλλασσον.

14

.

382

Ἐσθλά. Γεν‐ ναῖα. Δόσκεν. Ἐδίδου.

14

.

383

Νώρο‐ πα. Λαμπρόν.

14

.

385

Τανύηκες. Ἐπὶ μῆκος ἠκονημένον, μακρὰν καὶ παρατετα‐ μένην ἔχον τὴν ἀκμήν.

14

.

386

Ἀστε‐ ροπῇ. Ἀστραπῇ. Τῷ δ’ οὐ θέμις ἐστὶ μιγῆναι Ἐν δαῒ λευγαλέῃ. Τῷ δὲ Πο‐ σειδῶνι οὐ δίκαιόν ἐστι μιχθῆναι ἐν τῇ
5ὀλεθρίᾳ μάχῃ.

14

.

387

Ἰσχάνει. Κατέ‐ χει, λαμβάνει. Ἀλλὰ δέος ἰσχάνει ἄν‐
δρας. Πεποίηται γὰρ εἰς φόβον, οὐκ εἰς φόνον.

14

.

390

Κυανοχαῖτα. Μελανό‐ θριξ.

14

.

394

Βοάα. Βοᾷ, ἠχεῖ. Προτὶ χέρσον. Προσρηγνύμενον τῇ γῇ.

14

.

395

Πόντοθεν. Ἐκ τῆς θαλάσσης ὁρμῶν.

14

.

396

Βρόμος. Κυρίως ὁ τοῦ πυρὸς ἦχος. Ὅθεν καὶ Βρόμιος, ἀπὸ τοῦ πυρός. Ἐν οἷς οἱ ποιηταὶ καὶ τὸν μῦθον ἔπλασαν, ὅτι ἐκ Διὸς καὶ Σεμέλης ἐστὶ, βληθείσης
5τῷ κεραυνῷ, καὶ ὅτι πυρογεννής ἐστιν.

14

.

397

Ὤρετο. Ὥρμησεν.

14

.

399

Ἠπύ‐ ει. Βοᾷς ἠχεῖ.

14

.

402

Αἴαντος ἀκόντι‐ σεν. Ἀντὶ τοῦ, κατὰ τοῦ Αἴαντος ἔβα‐ λεν.

14

.

403

Πρὸς ἰθύ οἱ. Πρὸς εὐθὺ αὐτοῦ.

14

.

404

Τελαμῶνε. Οἱ ἀναφο‐ ρεῖς. Τετάσθην. Ἐξετέταντο.

14

.

406

Τώ οἱ ῥυσάσθην τέρενα χρόα. Ἀντὶ τοῦ, οἵτινες τελαμῶνες ἐφύλαξαν αὐτοῦ
τὸ σῶμα ἄτρωτον. Χώσατο. Νῦν, ἐλυ‐ πήθη.

14

.

411

Ἀείρας. Ἄρας.

14

.

413

Στρόμβον. Ὡς ῥόμβον περιφερῆ. Λέγει δὲ τὸν καλούμενον βέμβηκα. Δίκην οὖν ῥόμβου ἐποίησεν αὐτὸν στρέφεσθαι, σφο‐ δρῶς πλήξας. Ἔσσευε. Κινεῖσθαι ἐ‐
5ποίησε. Περὶ δ’ ἔδραμε. Περιῆλθεν, ἢ πέριξ.

14

.

414

Ἐξερίπῃ. Ἐκπέσῃ.

14

.

415

Πρόῤῥιζος. Μέχρι ῥιζῶν. Θεείου. Θεί‐ ου. Προσληπτέον δὲ, κεραυνοῦ. Ὀδμή. Ποιότης. πνοή.

14

.

416

Τὸν δ’ οὔπερ ἔ‐ χει θράσος ὅσκεν ἴδηται. Πάντες δὲ αὐτὸν καταπλήττονται οἱ ἰδόντες.

14

.

419

Ἐπ’ αὐτῷ δ’ ἀσπὶς ἑάφθη. Ἐπικατε‐ κάμφθη δὲ αὐτῷ ἡ ἀσπίς. ὅ ἐστι, κατη‐ νέχθη.

14

.

423

Αἰχμάς. Ἀκόντια.

14

.

424

Περίβησαν. Ὑπερεμάχησαν.

14

.

427

Οὔτις εὗ ἀκήδησεν. Οὐδεὶς δὲ αὐτοῦ ἠμέλησε, καὶ ἠφροντίστησε.

14

.

433

Πό‐ ρον ἷξον. Παρεγένοντο εἰς τὸ διαβατὸν καὶ πορεύσιμον μέρος τοῦ ποταμοῦ.

14

.

434

Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο ζεύς. Ἰδίως τὸν μὲν σωματικὸν Ξάνθον Διὸς γενεαλογεῖ, τὸν δὲ ποταμὸν Ὠκε‐ ανοῦ λέγει, Ἐξ οὗπερ πάντες ποταμοὶ
5καὶ πᾶσα θάλασσα, Καὶ πᾶσαι κρῆναι, καὶ φρείατα μακρὰ νάουσι.

14

.

435

Πέ‐ λασαν χθονί. Ἔθεσαν εἰς τὴν γῆν.

14

.

436

Ἀμπνύνθη. Ἔμφρων ἐγένετο, λει‐ ποθυμήσας. Ἀνέδρακεν. Ἀνέβλεψεν.

14

.

437

Ἑζόμενος δ’ ἐπὶ γοῦνα. Διανα‐ στὰς ἐπὶ γόνατα. Ἀπέμεσσεν. Ἀπή‐ μεσεν, ἀπέμει.

14

.

438

Πλῆτο. Προσε‐ πελάσθη.

14

.

439

Βέλος. Ἡ ἀπὸ τῆς βολῆς ὀδύνη. Ἢ ὁ βεβλημένος τόπος. Ἐδάμνα. Κατεπόνει.

14

.

441

Θόρον. Ὥρμησαν.

14

.

443

Μετάλμενον. Ἐπι‐ πηδῶντα.

14

.

445

Σατνιόεντος. Σατνίου ποταμοῦ.

14

.

447

Κατὰ λαπάρην. Κατὰ τὴν λαγόνα. Ἀνετράπετο. Εἰς τοὐπίσω ἀνετράπη.

14

.

449

Ἀμύντωρ. Βοηθός.

14

.

452

Ἔσχε. Διῆλθεν. Ἀγοστῷ. Ἀγ‐ κάλῃ.

14

.

454

Οὐ μὰν αὖτ’ ὀΐω, μεγα‐ θύμου Πανθοίδαο. Ἑαυτοῦ λέγει.

14

.

455

Πηδῆσαι ἄκοντα. Ἀντὶ τοῦ, πεπηδηκέ‐ ναι, καὶ ἐξορμηθῆναι. Ἄκοντα. Ἀκόντιον.

14

.

456

Κόμισεν. Ὑποδέξατο. Χροΐ. Τῷ σώματι.

14

.

457

Σκηπτόμενον. Σκηριπτό‐ μενον, ἐρειδόμενον.

14

.

463

Λικριφὶς ἀΐξας. Εἰς πλάγιον ὁρμήσας. ὅ ἐστιν, ἐγκλίνας.

14

.

465

Ἐν συνεοχμῷ. Ἐν τῇ συναφῇ τοῦ ἰνίου, ἐν τῷ συνδέσμῳ. Ἀστράγαλον δὲ
νῦν τὸν σπόνδυλον. Εἴρηται κατὰ ἀντί‐ φρασιν· πολύστρεπτος γὰρ ὑπάρχει.

14

.

466

Ἀπὸ δ’ ἄμφω κέρσε τένοντε. Ἀπέτεμε δὲ ἀμφότερα τὰ κατατείνοντα αὐτοῦ νεῦρα.

14

.

470

Φράζεο. Νῦν, ὅρα.

14

.

471

Προθοήνορος ἀντιπεφᾶσθαι. Ἀντὶ τοῦ Προθοήνορος πεφονεῦθαι. Ἀναστρο‐ φὴ, ὁ τρόπος. Πεφᾶσθαι. Πεφονεῦθαι.

14

.

472

Εἴδεται. Φαίνεται. Κακῶν ἔξ. Ἀντὶ τοῦ, ἐκ κακῶν.

14

.

474

Ἐῴκει. Ὡμοιοῦτο.

14

.

475

Γιγνώσκων. Εἰδώς.

14

.

479

Ἰόμωροι. Οἱ περὶ τοὺς ἰοὺς, ὅ ἐστι, τὰ βέλη, κακοπαθοῦντες. πολεμι‐ κοί. Ἀπειλάων. Καυχήσεων.

14

.

480

Οὔ θην οἴοισιν. Οὐ δὴ μόνοις. Πόνος. Κακοπάθεια. Ὀϊζύς. Ταλαιπωρία.

14

.

482

Δεδμημένος. Ἀνῃρημένος.

14

.

483

Ποι‐ νή. Ἀντέκτισις, τιμωρία.

14

.

484

Ἄτι‐ τος. Ἀτιμώρητος.

14

.

485

Γνωτόν. Ἀντὶ τοῦ, ἀδελφόν. Ἄρεως ἀλκτῆρα. Ἀ‐
λεξητῆρα τοῦ πολέμου, καὶ βοηθόν. ἢ, ὥς τινες, φόνου τιμωρόν.

14

.

490

Πολυ‐ μήλου. Νῦν, πολλὰ πρόβατα ἔχοντος.

14

.

491

Κτῆσιν. Τὰ κτήματα.

14

.

493

Θέμεθλα. Ῥίζας, βάσεις. ἐφ’ ὧν ἥ‐ δρασται ὁ ὀφθαλμός.

14

.

494

Γλήνην. Τὴν τοῦ ὀφθαλμοῦ κόρην. Διὰ πρό. Διαμπὰξ, διόλου.

14

.

495

Πετάσσας. Ἁπλώσας.

14

.

497

Αὐχένα. Σπόνδυλον, τράχηλον. Ἔλασσεν. Ἀντὶ τοῦ, ἀπέ‐ τεμεν, ἔκοψεν. Ἀπήραξεν. Ἀπέτεμεν, ἀπέκοψε.

14

.

498

Πήληκι. Περικεφα‐ λαίᾳ. Κάρη. Κεφαλήν.

14

.

499

Ὁ δὲ φῆ κώδειαν ἀνασχών. Ἐλλείπει τὸ ὡς. ἵν’ ᾖ, ὡς κώδειαν ἀνατείνας. Κώδεια δέ ἐστιν ἡ τῆς μήκωνος κεφαλὴ, ὅ ἐστιν εἶ‐
5δος βοτάνης. Οὕτως οὖν φησιν εἶπε, τὴν κεφαλὴν ἀνατείνας.

14

.

500

Πέφραδε. Σήμανον, δεῖξον. Ὁτὲ δὲ, εἰπέ. Εὐχό‐ μενος. Μεγαληγορῶν, καυχώμενος.

14

.

502

Γοήμεναι. Θρηνῆσαι.

14

.

503

Δάμαρ. Γυνή.

14

.

504

Γανύσσεται. Ἡσθῇ, χαρῇ.

14

.

507

Αἰπύν. Χαλεπόν.

14

.

508

Ἔσπετε. Λέγετε.

14

.

509

Ἀνδράγρια. Ἀνδρῶν ἀγρεύματα, σκῦλα.

14

.

510

Ἤρατο. Ἀπενέγκατο, ἐκτήσατο. Ἔκλινεν. Ἑ‐ τεροκλινῆ ἐποίησεν, ἔτρεψε.

14

.

512

Καρ‐ τεροθύμων. Ἰσχυρῶν, τῇ ψυχῇ ἀνδρείων.

14

.

515

Ἐνῄρατο. Ἀνῄρησε.

14

.

517

Διά‐ φυσσε. Διέκοψε, διήντλησε.

14

.

518

Δῃώσας. Διακόψας, τρώσας. Ὠτει‐ λήν. Τραῦμα.

14

.

519

Ἔσσυτο. Ὥρ‐ μησεν.

14

.

521

Ἐπισπέσθαι. Ἐπακο‐ λουθῆσαι.

14

.

522

Τρεσσάντων. Διὰ δέος φυγόντων. Φόβον. Φυγήν. Ὤρσῃ.
Ἐμβάλῃ.

15

.

1

Διά τε σκόλοπας καὶ τάφρον ἔβη‐ σαν. Τὸ ἑξῆς· διέβησαν τούς τε σκό‐ λοπας καὶ τὴν τάφρον. Ὑπερβατὸν γὰρ, ὁ τρόπος.

15

.

3

Ἐρητύοντο. Κατείχοντο.

15

.

4

Ὑπαὶ δείους. Ὑπὸ τοῦ δέους, ὅ ἐστι, φόβου. Τὸ ὑπαὶ δείους δύναται καὶ, χλω‐ ροὶ ὑπαὶ δείους, καὶ, πεφοβημένοι ὑπὸ δέους. Πεφοβημένοι. Εἰς φυγὴν τετραμ‐
5μένοι. Ἔγρετο. Ἐγρηγόρησεν, ἀνέστη.

15

.

6

Ἀναΐξας. Ἀνορμήσας, ἀναστάς.

15

.

7

Ὀρινομένους. Ταρασσομένους. Κλονέον‐ τας. Ταράσσοντας.

15

.

10

Ἔχετ’ ἄ‐ σθματι. Ὑπὸ ἄσθματος συνείχετο. ὅ ἐστιν, ὑπὸ πολλοῦ πνεύματος, καὶ συνε‐ χοὺς ἀναπνοῆς. Κῆρ ἀπινύσσων. Ἐξε‐
5στηκὼς τῇ ψυχῇ, καὶ οὐ διακείμενος συνετῶς, ἀλλ’ ἀσυνέτως.

15

.

11

Οὐκ ἀ‐ φαυρότατος. Οὐκ ἀσθενής.

15

.

14

Ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη. Ὄντως δὴ ὁ ἐπὶ κακῷ σου τε‐ τεχνασμένος δόλος, ὦ Ἥρα, τὸν Ἕκτορα
5ἔοικε τῆς μάχης πεπαυκέναι. Ἀμήχα‐ νε. Πανοῦργε. πρὸς ὃν, οὐ δύναταί τις μηχανήσασθαι καὶ ἐπινοῆσαί τι.

15

.

16

Κακοῤῥαφίης. Κακοσυνθεσίας, κακοβου‐ λίας.

15

.

17

Ἐπαύρηαι. Ἐπιψαύσῃ, ἀ‐ πολαύσῃς τῆς κακοβουλίας. Ἱμάσσω. Μαστίξω.

15

.

18

Ἐκρέμω. Ἐκρέμασο. Ὑψόθεν. Ἐκ τοῦ αἰθέρος, ἀπὸ ὕψους. Ἢ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμω ὑψόθι, ἐκ δὲ ποδοῖϊν Ἄκμονας ἧκα δύο, περὶ χερσὶ δὲ
5δεσμὸν ἴηλα. Τοὺς τῆς Ἥρας δεσμοὺς νοητέον φυσικὴν τοῦ ἀέρος πρὸς τὸν αἰ‐ θέρα συμπλοκήν. Διὰ τοῦτο οὖν φησι, χρύσεον, ἄῤῥηκτον. ἵν’ ᾖ, δυσδιαχείρι‐ στον. ἐπεὶ καὶ τὸ πῦρ χρυσαυγὲς καὶ
10δυσδιάλυτον. Ἢ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμω. Καὶ ἔμπροσθεν περὶ τούτου εἴρηται ἱκανῶς. Ἀκριβέστερον δὲ νῦν. Διὰ γὰρ τούτων ὁ Ποιητὴς τὴν κοσμικὴν αἰνίττεται φύσιν. Δία μὲν καὶ Ζῆνα τὸν ἀνωτάτω ὑποτι‐
15θέμενος διάπυρον ἀέρα, Ἥραν δὲ τὸν δεύ‐ τερον· καὶ ταύτην φησὶν ὑπὸ Ὠκεανοῦ τετράφθαι, ἐπειδὴ ἐκ τῆς τῶν ὑγρῶν ἀναθυμιάσεως γίγνεται ἀήρ. Ἄκμονας
δὲ γῆν καὶ θάλασσαν λέγει. Χρυσοῦν
20δὲ δεσμὸν, τὸ αἰθέριον πῦρ, ὅτι ἐν τῷ ἀνωτάτῳ μέρει συνῆπται αὐτῷ ὁ ἀήρ. Καὶ ῥιπτόμενον τὸν Ἥφαιστον εἰς θά‐ λασσαν, παρ’ ὅσον μεταβάλλει εἰς ἄλ‐ ληλα τὰ στοιχεῖα· πῦρ μὲν εἰς ἀέρα,
25ἀὴρ δὲ εἰς ὕδωρ. Χαλκεύοντα δὲ ἐν Ὠκεανοῦ, ὅτι τὰ στερεὰ τῆς δι’ ὕδατος καὶ πυρὸς ἐργασίας τυγχάνει. Καὶ Ἡ‐ σίοδος οὐρανὸν μὲν λέγει τὴν ἐκπύρωσιν. Κρόνον δὲ τὸν ἄνω κρουνηδὸν ἐπιφερόμενον
30ὄμβρον. Ῥέαν δὲ, τὴν ἐπιῤῥεομένην ὕδα‐ σιν. Ἐκτομὴν δὲ οὐρανοῦ, τὴν τοῦ πυ‐ ρώδους ἐξ ὑγρῶν σβέσιν. Λίθον δὲ κατα‐ πινόμενον ὑπὸ Κρόνου, ἐπειδήπερ ἡ μετα‐ βολὴ τῶν ὑγρῶν εἰς στεῤῥότητα πήγνυ‐
35ται. Κρύπτεσθαι δὲ τὸν Δία, διὰ τὸ τοῦ ζῇν ἐπικρατεῖν τῷ τῷ χειμῶνι τοὺς καρποὺς ἀφανίζεσθαι πλεοναζόντων τῶν ὑγρῶν. Καὶ ἐν τῷ· Τριχθὰ δὲ πάντα δέδασται, φυσικὴ γίγνεται διάταξις γε‐
40γενημένη. Ὁ μὲν γὰρ τὸ ζῆν παρεχό‐ μενος, Ζεὺς ὠνόμασται· ὁ δὲ τὴν ὑγρὰν οὐσίαν, ἀπὸ τῆς πόσεως Ποσειδῶν· Ἅδης δὲ ὁ θάνατος, παρὰ τὸ σκοτεινὸν καὶ ἀη‐ δὲς τῆς τῶν ἀνθρώπων ἀπωλείας.

15

.

19

Ἄκμονας. Βάρη σιδηρὰ καθέλκοντα. Ἄκμονας δύο. Τὰ βαρύτατα τῶν στοι‐ χείων, γῆν, καὶ θάλασσαν. Ἐζήτηται δὲ, διὰ ποίαν αἰτίαν οὕτως ἀσχημόνως
5ὑβρίζει τὴν Ἥραν ὁ Ζεὺς διὰ θνητόν. φησὶ γὰρ, Οὐ μέμνῃ ὅτε τ’ ἐκρέμω ὑψόθι. Ῥητέον δὲ, ὅτι νῦν φιλοσοφεῖ Ὅμηρος· μυθικῶς γὰρ Ζεὺς ἐνταῦθα ὁ αἰθὴρ οὐρανοῦ τοῦ περὶ τὸν ἀέρα δεσ‐
10μός ἐστιν ὁ ἄγων τὰ ὑγρά. καὶ ἐξ αὐτοῦ δεσμεύονται πάντα. Μετ’ αὐ‐ τὸν δὲ ὁ ἀὴρ μέσος γῆς καὶ ἀέρος, ὃ δεῖ νοεῖν ἡμᾶς τὴν Ἥραν ὑπάρχειν, τοῦ δὲ ἀέρος ἐκκρέμαται ὕδωρ τε καὶ γῆ. οὓς
15δεῖ νῦν ἄκμονας λέγειν, παρὰ τὸ ἀκο‐ πίαστα εἶναι τὰ στοιχεῖα. Καλῶς δὲ οὐ δύνανται οἱ θεοὶ τὸν δεσμὸν λῦσαι. ἰσχὺς γὰρ τῶν ὅλων, τὸ συνδεδέσθαι. Ἧκα. Ἀπεκρέμασα. Ἴηλα. Περιέβαλον.

15

.

20

Ἄῤῥηκτον. Στερεόν.

15

.

21

Ἠλάστεον. Ἐδεινοπάθουν, συνήλγουν.

15

.

22

Παρα‐ σταδὸν ὃν δὲ λάβοιμι. Ὃν δ’ ἂν λάβοι‐ μί σοι παρεστῶτα. ἀντὶ τοῦ, ὃν δὲ ἔλα‐ βον παριστάμενόν σοι. Δῆλον δὲ, ὅτι
5λέγει τὸν Ἥφαιστον.

15

.

23

Ῥίπτασκον. Ἐῤῥίπτουν. Παραγωγὴ, ὁ τρόπος. Βη‐ λοῦ. Βαθμοῦ. Ὄφρ’ ἄν. Ἕως ἄν.

15

.

24

Ὀλιγηπελέων. Ὀλιγοδρανῶν, ὀλί‐ γον ἰσχύων, καὶ ὀλιγοψυχῶν. Ἀνίει. Εἴα, κατελίμπανεν.

15

.

25

Ἀζηχής. Ἀ‐ διάλειπτος. ἢ κακὸν ἦχον ἀποτελοῦσα.

15

.

26

Πεπιθοῦσα. Πείσασα. Θυέλλας. Συμβολὰς ἀνέμων.

15

.

27

Μητιόωσα. Βουλευομένη, ἐργαζομένη.

15

.

28

Ἀπένει‐ κας. Ἀπαχθῆναι ἐποίησας.

15

.

30

Ἀ‐ θλήσαντα. Κακοπαθήσαντα.

15

.

31

Αὖ‐ τις. Ἐκ δευτέρου, πάλιν. Ἀπολλήξῃς. Παύσῃ.

15

.

32

Ἤν τοι. Ἐάν σοι.

15

.

36

Ἴστω. Γιγνωσκέτω.

15

.

37

Κατειβόμε‐ νον. Καταῤῥέον. Στυγὸς ὕδωρ. Ἐπεὶ ἡ Στὺξ κατὰ τὸν Ἡσίοδον ἐστὶν ἱερὰ πη‐ γὴ, θυγάτηρ Ὠκεανοῦ, ἢ, ὥς τινές φα‐
5σιν, ὅτι ὁμώνυμος ταύτῃ ἐστὶν ἡ πηγὴ ἡ ἐν Ἅιδου, ὅρκον αὐτὴν φρικτὸν οἱ θεοὶ πε‐ ποίηνται βουλήσει Διός.

15

.

39

Νωΐτερον. Ἡμέτερον.

15

.

40

Μάψ. Ψευδῶς, μα‐ ταίως.

15

.

41

Μὴ δι’ ἐμήν. Οὐ δι’ ἐμήν. Ἰότητα. Βούλησιν.

15

.

42

Πημαίνει. Βλάπτει, κακοῖ.

15

.

45

Παραμυθησαί‐ μην. Συμβουλεύσαιμι, εἴποιμι.

15

.

46

Τῇ ἴμεν. Ταύτην ἔρχεσθαι, καὶ προαίρεσιν καὶ γνώμην ὁμοίαν σοι ἔχειν.

15

.

49

Εἰ μὲν δή. Ἐὰν, ὅπου δή.

15

.

50

Ἶσον ἐμοὶ φρονέουσα. Ὅμοια καὶ τὰ αὐτὰ ἐμοὶ φρονοῦσα.

15

.

51

Ἄλλῃ. Ἄλλως, ἢ ἀλ‐ λαχοῦ.

15

.

52

Μεταστρέψειε. Μετα‐ βάλοι. Μετὰ σὸν, καὶ ἐμόν. Ἐπὶ τὸ σοὶ καὶ ἐμοὶ ἀρέσκον.

15

.

53

Ἀλλ’ εἰ δή ῥ’ ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις. Ἀλλ’ ἐὰν δή φησιν ἀληθῆ λέγῃς. Δὶς δὲ τὸ αὐτό φησιν, ἐπιτάσεως χάριν.

15

.

54

Ἔρχεο. Ἔρχου. Δεῦρο. Εἰς τοῦ‐ τον τὸν τόπον.

15

.

58

Τὰ ἅ. Τὰ ἑαυ‐ τοῦ ἴδια.

15

.

60

Ἐμπνεύσησι. Ἐμβαλῇ. Λελάθῃ. Εἰς λήθην ἀγάγοι, λήθην ποιή‐ σειε.

15

.

62

Φύζαν. Δειλίαν, φυγήν.

15

.

68

Τοῦ δὲ χολωσάμενος. Ὑπὲρ τούτου ὀργισθείς.

15

.

69

Ἐκ τοῦδ’ ἄν. Ἀπὸ τού‐ του τοῦ χρόνου. Παλίωξιν. Τὴν ἐξ ὑ‐ ποστροφῆς τῶν φευγόντων δίωξιν. ὅτ’ ἂν οἱ πρότερον φεύγοντες, ὕστερον πάλιν αὐ‐
5τοὶ διώκωσι θαῤῥήσαντες.

15

.

71

Ἴλιον αἰπὺ ἕλοιεν. Σημείωσαι τοῦτο, ὅτι οὐ‐ δετέρως τὸ Ἴλιον ἐνθάδε φησὶ μόνον. Διὸ καὶ ἀθετεῖται ὁ στίχος οὗτος.

15

.

80

Ὡς δ’ ὅτ’ ἀναΐξῃ νόος ἀνέρος. Καὶ τὰ ἑξῆς· ὥσπερ δὲ νοῦς ἀνδρὸς πολλὴν ἐπε‐ ληλυθότος γῆν, καὶ πολλὰ ἱστορηκότος, ἐν ὑπομνήσει ποιεῖται τὰ ἱστορημένα,
5καὶ ταχέως ἄλλοτε ἐπ’ ἄλλο μεταβαί‐ νει· οὕτω καὶ ἡ Ἥρα τότε ἐκ τῆς Ἴδης εὐθέως παρεγένετο εἰς τὸν Ὄλυμπον.

15

.

81

Πευκαλίμῃσι. Συνεταῖς.

15

.

82

Ἔνθα ἢ
ἔνθα. Ἐνταῦθα, ἢ ἐκεῖ. Ἔνθ’ εἴην ἢ ἔνθα. Τὸ εἴην σὺν τῷ ν Ἀριστάρχειοι· καὶ σημαίνει τὸ, ὑπῆρχον. ὡς αὐτοῦ τοῦ
5ἀνδρὸς ἐπιλογιζομένου· Εἴην, πορευοίμην. Ὁ δὲ λόγος· εἰς ἐκείνην τὴν χώραν πο‐ ρευθείην, ἢ εἰς ταύτην πορευοίμην. Με‐ νοινήσειε. Ἐνθυμηθῇ, διανοηθῇ.

15

.

83

Διέπτατο. Διέπτη.

15

.

86

Δεικανόωντο. Ἐδεξιοῦντο.

15

.

87

Θέμιστι. Ἀντὶ τοῦ παρὰ Θέμιδος. Θέμις δέ ἐστι μία τῶν Τιτάνων.

15

.

90

Ἀτυζομένη. Τεταρα‐ γμένη, ἠπορημένη.

15

.

91

Ἦ μάλα δή σε φόβησεν. Ἀκριβῶς δή σε ἐπτόησεν. Ἀκοίτης. Ἀνήρ.

15

.

93

Διείρεο. Διε‐ ρώτα.

15

.

94

Ὑπερφίαλος. Ὑπερήφανος, ἄδικος. Ἀπηνής. Χαλεπὸς, σκληρός.

15

.

97

Πιφαύσκεται. Ἐμφανίζει, λέγει, μηχανᾶται.

15

.

98

Κεχαρησέμεν. Χα‐ ρῆναι.

15

.

99

Εὔφρων. Εὐφραινόμενος,
ἐν εὐφροσύνῃ καὶ θυμηδίᾳ ὑπάρχων.

15

.

101

Ἡ δ’ ἐγέλασσε χείλεσιν. Οὗτος ὁ γέλως Σαρδόνιος καλεῖται, ὅτ’ ἄν τις μὴ ἐκ διαθέσεως γελᾷ.

15

.

103

Ἰάνθη. Διεχύθη, εὐφράνθη. Νεμεσσηθεῖσα. Μεμψαμένη.

15

.

104

Μενεαίνομεν. Προ‐ θυμούμεθα, ὀργιζόμεθα. Ἀφρονέοντες. Μωραίνοντες.

15

.

105

Μέμαμεν. Προ‐ θυμούμεθα.

15

.

106

Ἀφήμενος. Ἀποτέ‐ ρω καὶ πόῤῥω καθεζόμενος.

15

.

107

Οὐδ’ ὄθεται. Οὐδ’ ἐπιστρέφεται.

15

.

108

Κάρ‐ τεϊ. Ἰσχύει. κράτει. Διακριδόν. Δια‐ κεκριμένως, κεχωρισμένως.

15

.

109

Τῷ ἔ‐ χετε. Διὸ ἀνέχεσθε, καὶ ὑπομένετε.

15

.

110

Πῆμα. Βλάβην, πένθος. Τετύ‐ χθαι. Γεγονέναι.

15

.

113

Θαλερώ. Θάλ‐ λοντας, ἰσχυρούς. Δυϊκῶς. Πεπλήγετο. Ἔπληξε.

15

.

114

Καταπρηνέεσσι. Κα‐
τεστραμμέναις, κατωφερέσιν. Ὀλοφυ‐ ρόμενος. Νῦν, ὀδυρόμενος.

15

.

115

Νε‐ μεσήσετε. Μεμφθήσεσθε.

15

.

119

Δεῖ‐ μον. Ὄνομα δαίμονος. Φόβον. Νῦν, ὄνομα δαίμονος.

15

.

123

Πᾶσι περιδδεί‐ σασα θεοῖσι. Περὶ πάντων εὐλαβηθεῖ‐ σα θεῶν.

15

.

124

Θάασσεν. Ἐκαθέζε‐ το.

15

.

127

Καθάπτετο. Νῦν, ἐπέπλητ‐ τε.

15

.

128

Φρένας ἠλέ. Ἀνόητε καὶ μάταιε τὰς φρένας. Διέφθορας. Διέφ‐ θαρσαι. Ἦ νύ τοι αὕτως Οὔατ’ ἀκουέ‐ μεν ἐστίν. Ἢ ματαίως πάρεστί σοι τὰ
5ὦτα πρὸς τὸ ἀκούειν;

15

.

129

Νόος. Νῦν, τὸ τῆς ψυχῆς κυριώτατον, ᾧ νοοῦμεν. Ἀιδώς. Νῦν, τὸ αἰδεσθῆναι.

15

.

130

Οὐκ ἀΐεις. Οὐκ ἀκούεις. Ἅτε. Ἅτινα δή. Φησί. Λέγει.

15

.

132

Ἀναπλήσας. Ἀ‐ ναπληρώσας.

15

.

136

Εἶσιν. Ἐλεύσεται. Κυδοιμήσων. Συνταράξων.

15

.

137

Μάρ‐ ψει. Συλλήψεται ἐπὶ τιμωρίᾳ.

15

.

140

Πεφήσεται. Φονευθήσεται.

15

.

141

Γε‐ νεήν τε τόκον τε. Τοὺς γονεῖς καὶ τὸ γένος. Δισσολογεῖ δι’ ἀμφοτέρων τὴν γένεσιν. Ὁ δὲ νοῦς· οὐ δυνατόν ἐστι
5θεῷ, ῥύσασθαι τὴν ἐξ αὐτοῦ ἀνθρωπίνην γένεσιν. Τὸ γὰρ ἀργαλέον νῦν ἀντὶ τοῦ ἀδύνατον κεῖται, τοῦ θανάτου ῥύεσθαι.

15

.

146

Σφώ. Ὑμᾶς. Ὅττι τάχιστα. Σφόδρα ταχέως.

15

.

147

Εἰς ὦπα ἴδησθε. Εἰς ὄψιν ἔλθητε.

15

.

150

Τὼ δ’ ἀΐξαντε πετέσθην. Ὑπερβολικῶς εἴρηται, ἢ συλ‐ ληπτικῶς. οὐ γὰρ Ἀπόλλων πτερωτός.

15

.

151

Πολυπίδακα. Πολύϋδρον.

15

.

152

Γαργάρῳ. Γάργαρον, τὸ ἀκρωτήριον τῆς Ἴδης.

15

.

153

Θυόεν νέφος. Τὸ εὐῶδες καὶ τεθυμιαμένον, ἀπό τε τῶν ἀναδοθέντων ἐκ τῆς γῆς ἀνθέων, καὶ ἀπὸ τοῦ μύρου τῆς Ἥρας. Ἐστεφάνωτο. Περιέκειτο.

15

.

155

Σφῶϊν. Αὐτοῖς.

15

.

159

Ἀγγεῖ‐ λαι. Ἀντὶ τοῦ, ἀνάγγειλον. Εἶναι. Ἀντὶ τοῦ, ἔστω. Ἀπαρέμφατον ἀντὶ προστακτικοῦ.

15

.

162

Ἀλογήσει. Λόγον οὐ ποιήσεται, καταφρονήσει.

15

.

163

Φρα‐ ζέσθω. Λογιζέσθω, σκοπείτω.

15

.

164

Ταλάσσῃ. Καρτερήσῃ, ὑπομείνῃ.

15

.

165

Ἕο. Αὐτοῦ.

15

.

167

Φάσθαι. Εἰπεῖν.

15

.

170

Πτῆται. Ταχέως ἐνεχθῇ, πτῇ, κατέρχηται. Νιφάς. Ψεκὰς, ἢ χιών.

15

.

171

Ὑπαὶ ῥιπῆς. Ὑπὸ τῆς σφοδρᾶς φορᾶς. Αἰθρηγενέος. Αἰθρηγενέτου.

15

.

180

Ὑπεξαλέασθαι. Ὑπεκκλῖναι. Φυγεῖν.

15

.

185

Ὑπέροπλον. Ὑπερήφανον.

15

.

188

Ἐνέροισι. Τοῖς ὑπὸ γῆν, τοῖς νεκροῖς.

15

.

189

Τριχθά. Τριμερῶς, τριχῆ.

15

.

190

Ἔλαχον. Ἔτυχον. Πολιήν. Λευκὴν, διὰ τὸν ἀφρόν. Ἢ ἁπλῶς, λευκήν.

15

.

191

Παλλομένων. Κλήρῳ μεριζομένων. Πάλος γὰρ ὁ κλῆρος. Ἔλαχεν. Ἔτυχε. Ζόφον. Σκότος. Λέγει δὲ τὸν κατω‐ τάτω τόπον. Ἠερόεντα. Τὸν ὁμιχλώδη
5καὶ σκοτεινόν.

15

.

193

Ξυνή. Κοινὴ ὅλων τῶν στοιχείων. Ἐν αὐτῇ γὰρ εὑρίσκεται καὶ τὰ λοιπὰ τρία στοιχεῖα. Τὸ γὰρ ὕδωρ αὐτῇ συνεσφαίρωται. καὶ πυρὸς ἀ‐
5ναδόσεις περὶ αὐτὴν γίγνονται. καὶ ὁ ἀὴρ δὲ περὶ αὐτήν ἐστι. Καλῶς δὲ καὶ τὸν Ὄλυμπον κοινόν φησιν, ἐπεὶ καὶ οὐ‐ ρανὸς τὴν γένεσιν ἐκ τῶν τεσσάρων κέ‐ κτηται στοιχείων.

15

.

194

Τῷ ῥα καὶ οὔτι Διὸς βέομαι φρεσί. Διὸ καὶ οὐδα‐ μῶς τοῦ Διὸς ἐπιστροφὴν ποιοῦμαι. οὐκ ἂν κατὰ τὴν αὐτοῦ γνώμην βιώσομαι,
5ἀλλὰ κατὰ τὴν ἐμαυτοῦ. Δημήτριος δὲ, ἀποβήσομαι, ἢ ζῶ, φησιν. Οὕτως ἔχει καὶ τό· Οὐ γάρ μοι δηρὸν βέῃ. οὐ προ‐ βήσῃ κατὰ τὸ ζῆν πολὺν χρόνον.

15

.

196

Δειδισσέσθω. Ἐκπλησσέτω, ἐκφοβείτω. Χερσὶ δὲ μήτι με πάγχυ κακὸν ὣς δει‐ δισσέσθω. Ὁ νοῦς· Μὴ δὲ ὡς χερσὶ κα‐ κὸν ὄντα εἰς δέος ἀγέτω. Ἢ, ὡς κακὸν
5ὄντα εἰς τὸν διὰ τῶν χειρῶν ἀγέτω πόλε‐ μον. Ἢ, ὡς χερσὶν ὑπερέχων.

15

.

198

Ἐνισσέμεν. Κακολογεῖν, ἐπιπλήσσειν.

15

.

202

Ἀπηνέα. Σκληρὸν, χαλεπόν.

15

.

203

Μεταστρέψεις. Μεταθήσεις, με‐ ταβαλεῖς. Στρεπταί. Εὐμετάστρεπτοι, εὔπιστοι εἰς τὸ ἀγαθόν.

15

.

204

Πρεσβυ‐ τέροισι. Τοῖς προγενεστέροις. Ἐριννύες. Αἱ ἀπὸ τῶν Ἐριννύων ἐκδικίαι.

15

.

207

Αἴσιμα. Καθήκοντα, συμφέροντα.

15

.

209

Ἰσόμορον. Τῆς ἴσης μερίδος μεθέξοντα, ἰσόμοιρον. Ὁμῇ. Ὁμοίᾳ καὶ τῇ αὐτῇ.

15

.

210

Νεικείειν. Ὀνειδίζειν, ἐπιπλήσ‐ σειν. Χολωτοῖσιν. Ὀργίλοις.

15

.

211

Νεμεσσηθείς. Αἰδεσθείς. ὅ ἐστι, μεμ‐ πτὸν ἡγησάμενος. Ὑποείξω. Ὑπείξω, ὑποχωρήσω.

15

.

215

Πεφιδήσεται. Φεί‐ σεται, φεισθείη.

15

.

217

Νῶϊν. Ἡμῖν. Ἀνήκεστος. Ἀνίατος.

15

.

219

Πόθεσαν. Ἐν πόθῳ ἐγίγνοντο.

15

.

221

Χαλκοκορυ‐ στήν. Χαλκῷ καθωπλισμένον. τουτέστι, πολεμικόν.

15

.

223

Αἰπύν. Χαλεπὸν, νῦν.

15

.

224

Μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι. Πάνυ γὰρ ἀπόπειραν τῆς ἡμετέ‐ ρας δυνάμεως ἔλαβον καὶ οἱ περὶ Κρόνον Τιτᾶνες ἐν τῷ Ταρτάρῳ ὄντες.

15

.

225

Ἐνέρτεροι. Οἱ κατώτεροι.

15

.

226

Ἀλλὰ τόδ’ ἠμὲν ἐμοί. Παρὰ τοῦτο μὲν καὶ ἐμοί.

15

.

228

Ἀνιδρωτί. Χωρὶς κακοπα‐ θείας.

15

.

230

Ἐπισσείων. Ἐπάνω κι‐ νῶν.

15

.

232

Ἔγειρε. Παρώρμα. Ὄφρ’ ἄν. Ἕως ἄν.

15

.

236

Ἀνηκούστησε. Παρήκουσεν.

15

.

237

Ἵρηκι. Ἱέρακι.

15

.

238

Φασσοφόνῳ. Τῷ φάσσας φονεύ‐ οντι.

15

.

240

Νεόν. Νεωστί. Ἐσαγεί‐ ρατο. Νῦν, ἀθροίζετο.

15

.

241

Ἀμφί ἑ γιγνώσκων ἑτάρους. Τοὺς περὶ αὐτὸν γιγνώσκων, ὅ ἐστιν, ἐπιστάμενος τῇ δια‐ νοίᾳ.

15

.

245

Ὀλιγηπελέων. Ὀλιγοθυ‐ μῶν. Κῆδος. Κακὸν, λύπη.

15

.

246

Ὀ‐ λιγοδρανέων. Ὀλίγον ἰσχύων, ἐξησθενη‐ κώς.

15

.

247

Φέριστε. Βέλτιστε, ἀν‐ δρειότατε. Ὅς με. Ὅστις με.

15

.

248

Οὐκ ἀΐεις. Οὐκ ἀκούεις.

15

.

252

Ἐπεὶ
φίλον ἄϊον ἦτορ. Ἀπέπνευσα τὴν ψυ‐ χήν. Ἢ, ἐπεὶ ᾐσθόμην ἀλγήσας τοῦ ψύχους. Ἄϊον γὰρ νῦν τὸ ᾐσθόμην.

15

.

254

Ἀοσσητῆρα. Βοηθόν.

15

.

256

Χρυσάο‐ ρον. Ἤτοι χρυσοφάσγανον. Ἢ χρυσοῦν τὸν ἀορτῆρα τῆς φαρέτρας ἢ τῆς κιθάρας ἔχοντα. Οὐκ ἔτι δὲ ξίφους. ἁγνὸς γὰρ ὁ
5θεός. Φοῖβον Ἀπόλλωνα χρυσάορον. Ἑρ‐ μῆς ὁ Διὸς καὶ Μαίας τῆς Ἄτλαντος εὗρε λύραν. Καὶ τοὺς Ἀπόλλωνος βόας κλέψας, εὑρέθη ὑπὸ τοῦ θεοῦ διὰ τῆς μαντικῆς. Ἀπειλουμένου δὲ τοῦ Ἀπόλ‐
10λωνος, ἔκλεψεν αὐτοῦ καὶ τὰ ἐπὶ τῶν ὤμων τόξα. Μειδιάσας δὲ ὁ θεὸς, ἔδωκεν αὐτῷ τὴν μαντικὴν ῥάβδον. ἀφ’ οὗ καὶ χρυσόῤῥαπις ὁ Ἑρμῆς προσηγορεύθη. Ἔ‐ λαβέ τε παρ’ αὐτοῦ τὴν λύραν. Ὅθεν
15καὶ χρυσάορ ὠνομάσθη, ἀπὸ τοῦ τῆς κι‐ θάρας ἀορτῆρος.

15

.

261

Λειανέω. Λείαν καὶ ὁμαλὴν ποιήσω. Τρέψω. Εἰς φυ‐ γὴν ἀγάγω.

15

.

263

Στατός. Ἀνα‐ πεπαυμένος, ἱστάμενος.

15

.

264

Κροαί‐ νων. Κρούων.

15

.

269

Ἐνώμα. Ἔστρε‐ φεν, ἐκίνει.

15

.

272

Ἐσσεύοντο. Ἐδίω‐ κον.

15

.

273

Ἠλίβατος. Ὑψηλὴ, ἀ‐ πρόσβατος. ἧς ἄν τις διαμάρτοι τῆς ἐπι‐ βάσεως, διὰ τὸ πολὺ ὕψος. Ἀλιτεῖν γὰρ τὸ διαμαρτεῖν. Ἢ, ἧς ὁ ἥλιος μόνος ἐπι‐
5βαίνει. Δάσκιος ὕλη. Πολύσκιος. λίαν πυκνή.

15

.

274

Εἰρύσατο. Νῦν, ἐῤῥύσατο, ἔσωσε. Κιχήμεναι. Καταλαβεῖν. Αἴ‐ σιμον. Εἱμαρμένον.

15

.

275

Ἠϋγένειος. Δασὺ γένειον ἔχων.

15

.

277

Ὁμιλαδόν. Ἀθρόως.

15

.

280

Παραὶ ποσὶ κάππεσε θυμός. Τὰς ψυχὰς ἐταπείνωσαν, ἅ‐ παντες λειποψυχήσαντες τὴν σωτηρίαν παρὰ τοῖς ποσὶν εἶχον.

15

.

283

Ἀγορῇ. Νῦν, λόγῳ.

15

.

284

Νίκων. Ἐνίκων.

15

.

287

Ἀλύξας. Ἐκφυγών.

15

.

291

Ὃ δὴ πολλῶν. Ἀντὶ τοῦ, ὃς δὴ πολλῶν.

15

.

293

Μενοινῶν. Προθυμούμενος.

15

.

295

Ἀνώξομεν. Κελεύσωμεν.

15

.

297

Στείο‐ μεν. Στῶμεν. Ἐρύξομεν. Ἐπίσχωμεν, κωλύσομεν.

15

.

303

Ἤρτυον. Κατεσκεύ‐ αζον.

15

.

305

Ἡ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο. Ἐν σχήματι πέφρασται, ἀντὶ τοῦ, οἱ πολλοί.

15

.

308

Εἱμένος. Ἠμφιεσμένος, περικείμενος.

15

.

309

Ἀμ‐ φιδάσειαν. Πανταχόθεν δασεῖαν. Καὶ, οἱ μὲν, ἀμφίμαλλον· οἱ δὲ, κύκλῳ δα‐ σεῖαν, διὰ τοὺς θυσάνους. Ὑφ’ ἓν δὲ τὸ
5ὄνομα.

15

.

313

Ὀξεῖα. Νῦν, δριμεῖα, χαλεπή.

15

.

316

Ἐπαυρεῖν. Ἐπιτυχεῖν.

15

.

317

Λιλαιόμενα. Ἐφιέμενα, ἐπιθυ‐ μοῦντα ἐν τῇ διὰ μέσου γῇ ἐπήγνυντο. τοῦ χρωτὸς ἐπιθυμοῦντα τῶν ἐφ’ οὓς ἐβάλλετο. Ἔστι λῶ λαίω, ὡς κερῶ κε‐
5ραίω· Ζωρότερον κέραιε. Χροὸς ἆσαι. Τοῦ σώματος κορεσθῆναι.

15

.

318

Ὄφρα μὲν αἰγίδα. Καὶ τὰ ἑξῆς. Κρόνος χρησμὸν λαβὼν, ὅτι ὁ ἴδιος αὐτὸν τῆς βασιλείας μεταστήσει υἱὸς, τὰ γεννώ‐
5μενα κατέπινε. Ῥέα δὲ τεκοῦσα Δία, Κρόνῳ μὲν, λίθον ἀντ’ αὐτοῦ σπαργανώ‐ σασα, ἔδωκε καταπιεῖν. τὸ δὲ παιδίον εἰς Κρήτην διακομίσασα ἔδωκε Θέμιδι καὶ Ἀμαλθείᾳ, ἣ ἦν αἴξ. Ταύτην οἱ
10Τιτᾶνες ὁπόταν θεάσαιντο, ἐφοβοῦντο. Αὕτη δὲ τοὺς ἑαυτῆς μαζοὺς ἐπέχουσα, ἔτρεφε τὸ παιδίον. Αὐξηθεὶς δὲ ὁ Ζεὺς, μετέστησε τῆς βασιλείας τὸν πατέρα. Πολεμούντων δὲ αὐτῷ τῶν Τιτάνων, Θέ‐
15μις συνεβούλευσε τῷ τῆς Ἀμαλθείας δέρματι σκεπαστηρίῳ χρήσασθαι. εἶναι γὰρ αὐτὸ ἀεὶ φόβητρον. Πεισθεὶς δὲ ὁ Ζεὺς ἐποίησε, καὶ τοὺς Τιτᾶνας ἐνίκησεν. Ἐντεῦθεν αὐτόν φασιν αἰγίοχον προσα‐
20γορευθῆναι.

15

.

320

Κατενῶπα. Κατὰ πρόσοψιν.

15

.

322

Ἔθελξεν. Ἐγοήτευ‐ σεν, ἠπάτησεν.

15

.

323

Οἰῶν. Προβά‐ των.

15

.

324

Θῆρε. Λέοντες, κατ’ ἐξο‐ χήν.

15

.

325

Σημάντορος. Ἄρχοντος. Νῦν δὲ, φύλακος, νομέως.

15

.

326

Ὣς ἐφόβηθεν Ἀχαιοί. Οὕτω καὶ οἱ Ἕλληνες εἰς φυγὴν ἐτράπησαν ὑπὸ τοῦ φόβου ὡς ἀσθενεῖς.

15

.

327

Ὄπαζε. Περιεποίει, ἐδίδου.

15

.

328

Κεδασθείσης. Διαλυθεί‐ σης, σκορπισθείσης, ἀλλαχοῦ ἄλλου τρα‐ πέντος.

15

.

333

Νόθος. Ὁ μὴ ἐκ νομίμης γυναικός.

15

.

334

Ἔσκεν. Ἦν, ἐγεγόνει.

15

.

335

Φυλάκῃ. Πόλις Θεσσαλίας. Βα‐ ρυτόνως δὲ ἀναγνωστέον, ὡς Ἰθάκη, πρὸς ἀντιδιαστολὴν τοῦ δεσμωτηρίου. Κα‐ τακτάς. Ἀνελών.

15

.

336

Γνωτόν. Νῦν, ἀδελφόν.

15

.

339

Μηκιστῆ. Ἀντὶ τοῦ, Μηκιστέα.

15

.

340

Πρώτῃ ἐν ὑσμίνῃ. Ἐν τῇ πρώτῃ τάξει, ἐν τοῖς προταγωνι‐ σταῖς.

15

.

341

Δηΐοχον δὲ Πάρις. Εἴ‐ ρηται καὶ ἔμπροσθεν, ὅτι Ἑκάβη, τε‐ κοῦσα Ἀλέξανδρον, διὰ τὸν ὄνειρον ἐξέ‐
θηκεν εἰς Ἴδην. Ὁ δὲ ποιμὴν εὑρὼν αὐ‐
5τὸν, διὰ τὸ μὴ γνωρισθῆναι, ἐν πήρᾳ ἔτρεφεν. Ἀφ’ οὗ ὠνομάσθη Πάρις.

15

.

343

Ἐνάριζον ἀπ’ ἔντεα. Ἕως οὗ αὐ‐ τοὶ τούτους ἐσκύλευον, ἀφαιρούμενοι τὰ ᾑμαγμένα ὅπλα.

15

.

344

Ἐνιπλήξαντες. Ἐμπεσόντες.

15

.

345

Δύοντο. Ἐσῄεσαν.

15

.

347

Ἐπισσεύεσθαι. Ἐφορμῆσαι.

15

.

349

Μητίσσομαι. Μηχανήσομαι, ἐργάσομαι.

15

.

350

Πυρὸς λελάχωσι. Τῆς διὰ πυρὸς ταφῆς λαχεῖν ποιήσουσι.

15

.

352

Κατω‐ μαδόν. Κατὰ τῶν ὤμων τῶν ἵππων.

15

.

354

Ἐρυσάρματας. Τοὺς ἐλαύνοντας τὰ ἅρματα, τοὺς ὑποζυγίους.

15

.

356

Ὄχθας. Κυρίως μὲν τὰ τῶν ποταμῶν χείλη· νῦν δὲ, τῆς τάφρου. Καπέτοιο. Τῆς τάφρου. Ἐρείπων. Καταβάλλων.

15

.

357

Γεφύρωσε. Διαβατὴν ἐποίησεν.

15

.

359

Ἧσιν. Ἀφῇ, βάδην ἀκοντίσῃ.

15

.

360

Φαλαγγηδόν. Κατὰ φάλαγγας, ὅ ἐστι, τάξεις.

15

.

363

Ἀθύρματα. Παί‐ γνια. Καὶ ἀθύρων παίζων. Νηπιέῃσι. Ταῖς ἀφροσύναις.

15

.

365

Ἤϊε. Τοξικέ. Παρὰ τὴν ἄφεσιν τῶν βελῶν. Ἔστι δὲ ἐπίθετον Ἀπόλλωνος. Εἴρηται δὲ κατὰ ἀφαίρεσιν τῆς πρώτης συλλαβῆς. ἵν’ ᾖ,
5ἰήϊε. Ἰὸς γὰρ λέγεται τὸ βέλος, παρὰ τὸ ἱέναι. Ἔνιοι δὲ, ψιλῶς ἀναγιγνώ‐ σκοντες, ἀπέδοσαν, ἰατρέ· οὐκ ὀρθῶς. Ἐπεὶ θεῶν ἰατρὸν Παιήονα Ὅμηρος πα‐ ραδίδωσι. Κάματον καὶ ὀϊζύν. Πολλοὺς
10καμάτους καὶ ταλαιπωρίας αὐτῶν.

15

.

366

Σύγχεας. Συνετάραξας, συνέχεας. Φύ‐ ζαν. Φόβον. Φυγήν.

15

.

372

Πολυπύ‐ ρῳ. Σιτοφόρῳ.

15

.

378

Ἀράων ἀΐων. Νῦν τῶν εὐχῶν ἀκούων.

15

.

381

Εὐρυπό‐
ροιο. Εὐρυχώρου. πλατείας ἐν τῷ περά‐ σαι.

15

.

382

Νηὸς ὑπὲρ τοίχων καταβή‐ σεται. Ὑπὲρ τοὺς τοίχους τῆς νεώς.

15

.

389

Ναύμαχα. Μακρὰ δόρατα, τὰ πρὸς ναυμαχίαν ἐπιτήδεια. Κολλήεντα. Ἐκ πολλῶν συγκεκολλημένα, ἵνα γένη‐ ται μακρά. οἷον σύνθετα, καὶ οὐ μονό‐
5ξυλα. Κατὰ στόμα. Νῦν κατὰ τὴν ἀρχήν. μεταφορικῶς. Εἱμένα χαλκῷ. Ἀντὶ τοῦ, κατὰ τὸ ἄκρον σεσιδηρωμένα.

15

.

392

Ἀγαπήνορος. Ἤτοι ἀγαπῶντος τοὺς ἄνδρας. ἢ ἀνδρείου.

15

.

394

Ἀκή‐ ματα. Ἰάματα.

15

.

399

Χατέοντι. Χρῄζοντι, δεομένῳ.

15

.

400

Δὴ γὰρ μέγα νεῖκος. Μάλα γὰρ μεγάλη μάχη.

15

.

401

Ποτιτερπέτω. Παρηγορείτω.

15

.

402

Εἰς Ἀχιλῆα. Ἀντὶ τοῦ πρὸς Ἀχιλλέα.

15

.

404

Παραίφασις. Παραμυθία, παραί‐ νεσις.

15

.

410

Στάθμη. Ἐργαλεῖον τε‐ κτονικὸν, ἡ καὶ κατευθυντηρία λεγομένη. Τούτῳ δὲ κανονίζεται τὸ ξύλον. Ἔστι δὲ καὶ σχοινίον λεπτὸν, ἐρυθρῷ ἢ μέλανι
5χρώματι κεχρισμένον. Νήϊον. Τὸ εἰς ναυπηγίαν ξύλον. Ἐξιθύνη. Ἶσον ποιεῖ, ὀρθοῖς.

15

.

411

Δαήμονος. Ἐμπείρου.

15

.

412

Εὖ εἰδῇ σοφίης. Ἔμπειρος τεκτο‐ νικῆς. Τὸ γὰρ παλαιὸν, πᾶς τεχνίτης, σοφὸς ἐκαλεῖτο, συγκεχυμένῳ ὀνόματι. ὕστερον δὲ Πυθαγόρας, τοῦτο μεμψάμε‐
5νος, σοφὸν μὲν μόνον εἶπε τὸ θεῖον ὀνομά‐ ζεσθαι· σοφίαν δὲ μόνην τὴν ἔχουσαν τὸ τέλειον καὶ ἄπταιστον τῆς ἐπιστήμης, ἥτις ἐστὶ γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων. Ὑποθημοσύνῃσιν. Ὑπο‐
10βολαῖς. διδασκαλίαις.

15

.

413

Τέτατο. Ἐπετέτατο.

15

.

414

Ἄλλοι δ’ ἀμφ’ ἄλ‐ λῃσι μάχην ἐμάχοντο. Ἄλλοι δὲ κατ’ ἄλλο μέρος τῶν νεῶν ἐμάχοντο.

15

.

415

Ἀντ’ Αἴαντος. Ἀντικρὺ τοῦ Αἴαντος. Ἐείσατο. Ἐφάνη.

15

.

418

Ἂψ ὤσα‐ σθαι. Εἰς τοὐπίσω ἀπώσασθαι.

15

.

419

Ἔνθ’ υἷα Κλυτίοιο. Τότε τὸν υἱὸν τοῦ Κλυτίου. Κλύτιος, ἀδελφὸς Πριάμου. Καλλήτωρ, ἀνεψιὸς Ἕκτορος. Ἔστι δὲ καὶ ἕτερος Κλύτιος ὁμώνυμος.

15

.

426

Χάζεσθε. Ἀναχωρεῖτε. Στείνεϊ. Στε‐ νοχωρίαν ἔχοντι τόπῳ. Ἢ, τῇ μάχῃ τῇ στενοχωρούσῃ, καὶ πανταχόθεν πε‐ πυκνωμένῃ.

15

.

427

Σαώσατε. Ἀνα‐ κομίσατε. τῆς μάχης σώσατε.

15

.

428

Νεῶν ἐν ἀγῶνι. Ἐν τῷ ἀθροίσματι τῶν νεῶν. τῷ ναυστάθμῳ.

15

.

431

Κυ‐ θήριον. Ἀπὸ Κυθήρων. Κύθηρα δὲ νη‐ σίδιον τῆς Λακωνικῆς, Ἀφροδίτης ἱερόν. ὅθεν καὶ Κυθέρειαν ἐπιθετικῶς ὀνομά‐
5ζουσι τὴν θεάν.

15

.

437

Δὴ νῶϊν. Ἡμῶν δή.

15

.

438

Κυθηρόθεν ἔνδον ἐόντα. Ἀντὶ τοῦ ἀπὸ Κυθήρων ἐνδεδημηκότα.

15

.

441

Ὠκύμοροι. Ταχύμοροι. Θάνατον ἐπιφέροντες. ταχυθάνατοι.

15

.

443

Πα‐ λίντονον. Εἰς τοὐπίσω ἑλκόμενον.

15

.

444

Ἰοδόκον. Ἰοὺς δεχομένην. Ὅ ἐστι, βέλη.

15

.

447

Πεπόνητο. Ἐπεπόνητο, ἐνήργει.

15

.

448

Τῇ γὰρ ἔχε. Ἐκεῖ γὰρ ἤλαυνεν. Ἧι ῥά. Ὅπου δή. Κλονέοντο. Ἐταράσσοντο.

15

.

450

Ἐ‐ ρύκακεν. Εἶργεν, ἐκώλυσεν. Ἱεμένῳ. Προθυμουμένῳ, σπεύδοντι.

15

.

451

Αὐ‐ χένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός. Ἤτοι, ὁ ὀδυνηρὸς, ἢ πολλῶν στε‐ ναγμῶν αἴτιος. Ἀποστρεφόντων δὲ τὰ
5ἅρματα τῶν Τρώων, πρὸς τὸ ἐξίσου πο‐ λεμεῖν ἐπιβεβηκόσιν τῶν νεῶν τοῖς Ἕλ‐ λησιν, οὕτως ὁ ἡνίοχος τετραμμένος πρὸς τοὺς ἵππους βέβληται κατὰ τοῦ αὐχένος.

15

.

452

Ὑπερώησαν. Ὑπεχώρησαν.

15

.

453

Κεῖν’ ὄχεα κροτέοντες. Κενὰ τὰ ἅρματα κροτοῦντες.

15

.

456

Ἴσχειν. Κατέχειν.

15

.

459

Αἴνυτο. Ἐλάμβανε, ἀφῃρεῖτο.

15

.

461

Πυκινόν. Νῦν, συνετόν.

15

.

462

Ἀπηύρα. Ἀφείλετο.

15

.

463

Ἐϋστρε‐ φέα. Καλῶς περιστρεφομένην. Ἀμύ‐ μονι τόξῳ. Ἤτοι, κατὰ μετουσίαν τοῦ φοροῦντος· ἢ, πανταχόθεν ἀμέμπτῳ καὶ
5ὑγιεῖ.

15

.

464

Παρεπλάγχθη. Παρηνέ‐ χθη, παρέπεσεν. Ἄλλῃ. Ἀλλαχόσε, καὶ οὐκ ἐπὶ τὸν Ἕκτορα.

15

.

465

Χαλ‐ κοβαρής. Χαλκῷ βαρούμενος.

15

.

467

Ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει. Πᾶσαν τὴν εἰς τὸν πόλεμον ἡμῶν προ‐ θυμίαν θεός τις κωλύει, καὶ παρασπᾷ. Ἐπὶ μήδεα κείρει. Ἐμποδίζει τὰ βου‐
5λεύματα.

15

.

469

Νεόστροφον. Καινήν. νεωστὶ ἐστραμμένην.

15

.

470

Πρώϊον. Ἕωθεν, ὄρθριον, ἢ πρόσφατον. Ἀνέχοι‐ το. Ὑπομένοι, ἀντέχοιτο. Θαμά. Πυ‐ κνῶς.

15

.

473

Μεγήρας. Φθονήσας.

15

.

476

Ἀσπουδεί. Χωρὶς σπουδῆς, καὶ κακο‐ παθείας.

15

.

479

Τετραθέλυμνον. Τετρά‐ πτυχον, τέσσαρας θέσεις ἔχον ἐπαλλή‐ λους.

15

.

484

Βέλεμνα. Βέλη. ὑποκορι‐ στικῶς.

15

.

488

Δὴ γὰρ ἴδον. Ἴδον γὰρ δή.

15

.

489

Διόθεν. Ἀναγκαίως τὸ Διό‐ θεν, ἵνα τοὺς μὲν ἐπιῤῥώσῃ, τοὺς δὲ περι‐ δεεῖς καταστήσῃ. Τῇ τῶν θεῶν οὖν ἐλ‐ πίδι ἀνεγείρει τὸν στρατόν.

15

.

490

Ἀλ‐ κή. Νῦν, βοήθεια.

15

.

491

Ὁτέοισιν. Οἷστισιν. Ὑπέρτερον. Ὑπερέχον, μέγα.

15

.

492

Μινύθῃ. Ἐλαττοῖ, μειοῖ.

15

.

495

Βλήμενος. Ἐκ βολῆς τρωθείς. Τυπείς. Ἐκ χειρὸς τρωθεὶς, ἐκ τοῦ σύνεγγυς. Πότμον. Μόρον, θάνατον.

15

.

496

Ἀ‐ εικές. Κακόν.

15

.

497

Σόη. Σεσωσμένη, ὑγιής.

15

.

498

Κλῆρος. Χωρικὴ περίκτη‐ σις καὶ οὐσία, ἐπεὶ οἱ πρῶτοι, καταλα‐ βόντες χώραν, κλήρῳ αὐτὴν διενέμοντο. Ἀκήρατος. Ἀκέραιος, ἄφθαρτος.

15

.

499

Οἴχονται. Πορευθῶσιν.

15

.

502

Ἄρκιον. Αὔταρκες, ἱκανόν.

15

.

505

Ἐμβαδόν. Πεζῇ βαίνοντες. Ἵξεσθαι. Ἀφίξεσθαι, ἐλθεῖν.

15

.

507

Ἐνιπρῆσαι. Ἐμπρῆσαι, καῦσαι.

15

.

508

Χορόν. Εἰς χορείαν.

15

.

509

Μῆτις. Βουλή.

15

.

510

Αὐτοσχε‐ δίῃ. Τῇ ἑαυτοῦ σύνεγγυς μάχῃ.

15

.

511

Βέλτερον ἢ ἀπολέσθαι. Βέλτιον πρὸς βραχὺ κινδυνεῦσαι, ἢ ζῶντας καὶ κατ’
ὀλίγον ἀπολλυμένους ταλαιπωρεῖν. Ἕνα χρόνον. Ἐν μιᾷ ῥοπῇ. Βιῶναι. Ζῆσαι.

15

.

512

Στρεύγεσθαι. Ταλαιπωρεῖν, κα‐ κοπαθεῖν.

15

.

513

Αὕτως. Ἀπράκτως, ματαίως.

15

.

517

Πρυλέων. Πεζῶν, ὁ‐ πλιτῶν.

15

.

518

Κυλλήνιον. Ἀρκάδα. Κυλλήνη δὲ ὄρος Ἀρκαδίας ἱερὸν Ἑρμοῦ. καὶ ὑπ’ αὐτὸ πόλις ὁμώνυμος.

15

.

520

Ὕπαιθα λιάσθη. Εἰς πλάγιον ἐξέκλινεν, εἰς τοὔμπροσθεν.

15

.

521

Ἀπήμβροτεν. Ἀφήμαρτεν, ἀπέτυχε.

15

.

525

Δόλοψ. Νῦν ὄνομα κύριον. Αἰχμῆς εὖ εἰδώς. Πολεμικὸς, ἐμπειροπόλεμος.

15

.

529

Πυ‐ κινός. Πυκνὸς, καὶ ἀσφαλής. Ἤρκε‐ σεν. Ἐβοήθησεν, ἀπέστρεψε.

15

.

530

Γυάλοισιν ἀρηρότα. Ἐν ταῖς συναφαῖς τῶν κοιλωμάτων ἐπιμελῶς ἡρμοσμένον.

15

.

531

Ἐξ Ἐφύρης. Τῆς ἐν Ἤλιδι. ἣ νῦν καλεῖται Οἰνόη.

15

.

533

Ἀλεωρήν. Φυλακὴν, ἀσφάλειαν, ἄδειαν.

15

.

536

Κύμβαχον. Τὸ κάτακρον τῆς περικεφα‐ λαίας, ἐν ᾧ ἐμβάλλεται ὁ λόφος.

15

.

537

Λόφον. Δὲ αὐτὸ τὸ ἐπανάστημα.

15

.

538

Νέον φοίνικι φαεινός. Νεωστὶ φοινικῷ χρώματι βεβαμμένος. ὅ ἐστιν, ἐρυθρῷ τῷ αἵματι.

15

.

540

Ἀμύντωρ. Βοηθός.

15

.

541

Εὐράξ. Ἐκ πλαγίου.

15

.

542

Διέσσυτο. Διεξῆλθε. Μαιμώ‐
ωσα. Ἐνθουσιωδῶς ὁρμῶσα.

15

.

544

Ἐεισάσθην. Νῦν, ἐπῆλθον, καὶ ὥρ‐ μησαν.

15

.

545

Ἕκτωρ δὲ κασιγνήτοισι. Νῦν, πᾶσι τοῖς συγγενέσι. Σημείωσαι γὰρ ὅτι καὶ τοὺς ἀνεψιοὺς κασιγνήτους ἐκάλουν. Ὁ γὰρ Μελάνιππος ἀνεψιὸς ἦν
5Ἕκτορος. Ἀνεψιοὶ δέ εἰσιν οἱ τῶν ἀδελ‐ φῶν παῖδες. ὥσπερ Αἴας καὶ Ἀχιλλεὺς, ὁ μὲν Τελαμῶνος, ὁ δὲ Πηλέως.

15

.

546

Ἐνένισπεν. Ἐκακολόγησεν, ἐπέπληξεν.

15

.

547

Ὄφρα μέν. Ἕως οὗ, τέως.

15

.

548

Περκώτῃ. Πόλις Ἑλλησπόντου. οἱ δὲ, Θρᾴκης.

15

.

550

Μετέπρεπεν. Ἐκπρεπὴς ἦν.

15

.

553

Μεθήσομεν. Ἀμελήσομεν, ἐάσομεν.

15

.

554

Ἐντρέπεται. Ἐπιστρέ‐ φεται. οἷον ἐντροπὴν ἐπὶ τὸ βέλτιον λαμ‐ βάνει.

15

.

555

Οἷον. Ὁποῖον. Περὶ τεύ‐ χε’ ἕπουσι. Περὶ τὰ ὅπλα ἀσχολοῦνται. Ἕπουσιν. Ἐνεργοῦσιν, ἀσχολοῦνται.

15

.

556

Ἀποσταδόν. Ἀφεστῶτες πόῤῥω, ἐκ διαστήματος.

15

.

557

Κατ’ ἄκρης. Κατὰ κεφαλῆς, ἀπὸ τῆς ἀκροπόλεως.

15

.

558

Αἰπεινήν. Ὑψηλήν. Κτᾶσθαι. Ἀναιρεθῆναι.

15

.

561

Αἰδὼ θέσθε. Αἰ‐ δέσθητε.

15

.

563

Πέφανται. Φονεύον‐ ται.

15

.

564

Ὄρνυται. Ὥρμηται.

15

.

566

Φράξαντο. Ἔφραξαν.

15

.

567

Ἕρκεϊ χαλκείῳ. Τῷ κύκλῳ τῶν ἀσπίδων, ταῖς ἀσπίσιν. Ἔγειρε. Παρώρμησε.

15

.

570

Θάσσων. Ταχύτερος.

15

.

571

Εἴτινά που Τρώων. Εἴτινα τῶν Τρώων.

15

.

574

Κε‐ κάδοντο. Νῦν, ὑπεχώρησαν, διέστησαν.

15

.

579

Νεβρῷ. Νεογνῷ ἐλάφῳ.

15

.

580

Ἐξ εὐνῆφιν. Ἐκ τῆς κοίτης. Θορόντα. Ὁρμῶντα.

15

.

581

Ἐτύχησε. Κατεστο‐ χάσατο.

15

.

586

Ἔτρεσε. Μετὰ δέους ἔφυγεν.

15

.

588

Ἀολλισθήμεναι. Συνα‐ θροισθῆναι.

15

.

590

Χέοντο. Ἔχεον, ἑ‐ τοίμως ἔῤῥιπτον.

15

.

592

Λείουσι. Λέου‐ σιν.

15

.

593

Ἐπεσσεύοντο. Ἐφώρμη‐ σαν.

15

.

594

Θέλγε. Ἐγοήτευσεν. ἠ‐ πάτα καὶ παρῃτεῖτο τὴν τοῦ ἀμύνασθαι δύναμιν.

15

.

595

Ἀπαίνυτο. Ἀφῃρεῖτο.

15

.

596

Ὀρέξαι. Δοῦναι, παρασχεῖν.

15

.

597

Θεσπιδαές. Τὸ ὑπὸ θεῶν ἀναπτό‐ μενον, θεῖον.

15

.

598

Ἐξαίσιον. Παρὰ
τὸ καθῆκον γενομένην, μεγάλην. ἢ, οὐκ ἀγαθήν. Ἀρήν. Ἰκεσίαν, εὐχήν. Ὅτε δὲ, βλάβην.

15

.

599

Ἐπικρήνειεν. Ἐπι‐ τελέσειε.

15

.

600

Σέλας. Λαμπηδόνα.

15

.

605

Μαίνετο. Νῦν, σφοδρότερον ἐκι‐ νεῖτο, καὶ ἐνήργει ἐνθουσιαστικῶς. Ἐγ‐ χέσπαλος. Πολεμικός. Ὀλοόν. Ὀλέ‐ θριον.

15

.

606

Τάρφεσι. Τοῖς πυκνώμα‐ σι. Τάρφεσιν ὕλης. Οὐκ ἔστιν ἐπιθετι‐ κῶς ὡς ὀξέσιν, ἄλλ’ ὡς βέλεσιν. ἂν δ’ ἐπιθετικὸν ᾖ, ταρφέσιν ὡς ὀξέσιν. ταρ‐
5φέσιν ὀϊστοῖς.

15

.

607

Ἀφλοισμός. Ὁ ἀφρισμός. κατὰ Αἰτωλούς. Λαμβάνεται δὲ καὶ πεποιημένως ἐπὶ ἰδιώματος ὕδατος ἤχου.

15

.

608

Βλοσυρῇσι. Καταπληκτι‐ καῖς. Πήληξ. Περικεφαλαία.

15

.

609

Τινάσσετο. Ἐτινάσσετο, ἐσείετο.

15

.

613

Ἐπώρνυεν. Ἐφώρμα. ἔπεμπε. Μόρσι‐ μον. Εἱμαρμένον.

15

.

616

Ἧι δή. Ὅπου δή.

15

.

618

Ἴσχον. Ἐπεῖχον, ἐκώλυον. Πυργηδόν. Πυκνῶς, ἀσφαλῶς, ἐν τάξει καὶ δίκην πύργου.

15

.

621

Τροφόεντα. Εὐτραφῆ, μεγάλα, καὶ ηὐξημένα. Προσ‐ ερεύγεται. Μετὰ ἤχου φέρεται, πρόεισι. Κυρίως δὲ ἐπὶ ὕδατος τίθεται ἡ λέξις.

15

.

623

Λαμπόμενος πυρί. Ὑπὸ τῶν ὅπλων λαμπόμενος.

15

.

624

Πέσῃσιν. Ἐμπέσῃ.

15

.

625

Λάβρον. Ἀθρόον. συνεχές. πολύ. Ὑπαὶ νεφέων. Ἀντὶ τοῦ, ἐκ νεφῶν. Ἀνεμοτρεφές. Ὑπὸ ἀνέμου ηὐξημένον. ὑψηλόν. Ὅτ’ ἂν δὲ τὸ Ἀγαμέμνονος
5ἀνεμοτρεφές φησιν, ὥσπερ ἐν τῇ Λ, ἀντὶ τοῦ ἰσχυρόν. Τὰ γὰρ ὑπεύδια καὶ κατασκιαζόμενα τῶν δένδρων, εὐγενῆ μὲν καὶ λεῖον τὸν ὅρπηκα ποιεῖ, ἀσθενῆ δὲ καὶ μαλακὸν καὶ ἀγύμναστον ἀναδίδωσιν.
10Οἷς δὲ προσπίπτει τραχὺς ἀὴρ καὶ ἀνε‐ μώδης, ταῦτα, ταῖς τῶν ἀνέμων τριβό‐ μενα πνοαῖς, εὔτονον καὶ δύσθραυστον ἔχει τὴν στεῤῥότητα. ὥς φησι Πλούταρ‐ χος ἐν Μελέταις Ὁμηρικαῖς. Ἡ δέ τε
15πᾶσα Ἄχνῃ ὑπεκρύφθη. Ἡ ναῦς δηλο‐ νότι ὑπὸ τῆς ἄχνης ἐσκεπάσθη. Ἄχνη δὲ τὸ ἀφρῶδες καὶ χορτῶδες τῆς θαλάσ‐ σης ἀπόβλημα.

15

.

626

Δεινὸς ἀήτης. Χαλεπὸν ἀνέμου πνεῦμα.

15

.

627

Ἐμ‐ βρέμεται. Ἐνηχεῖ, πνεῖ.

15

.

628

Τυτθὸν γὰρ ὑπ’ ἐκ θανάτοιο φέρονται. Βραχὺ γάρ ἐστι τὸ διεῖργον αὐτοὺς τοῦ θανάτου διάστημα. ὅ ἐστι, παρ’ ὀλίγον θνήσκου‐
5σιν, ἐγγὺς ὄντες τοῦ θανάτου.

15

.

629

Ἐδαΐζετο. Διεμερίζετο, ἐκόπτετο.

15

.

630

Ὀλοόφρων. Ὀλέθρια καὶ δεινὰ φρονῶν.

15

.

631

Ἐν εἰαμενῇ. Ἐν καθύγρῳ καὶ ποώδει χωρίῳ. Ἕλεος. Ἕλους. ὅ ἐστι, συμφύτου καὶ ὑγροῦ τόπου.

15

.

633

Ἕλικος βοὸς ἀμφὶ φονῇσι. Περὶ ἀνῃρημένης βοός. Ἢ, ὑπὲρ τοῦ μὴ ἀναιρεθῆναι. Ἕλικος δὲ, ἤτοι μελαίνης, ἢ ἑλικοειδῆ
5κέρατα ἐχούσης, ἢ τῆς ἐν ἕλει τεθραμ‐ μένης.

15

.

634

Ἤτοι ὁ μὲν πρώτῃσι καὶ ὑστατίῃσιν. Ἐν πρώταις καὶ ὑστάταις. Ὁ δὲ, καὶ, σύνδεσμος, ἀντὶ τοῦ, ἢ, δια‐ ζευκτικοῦ, κεῖται. Ὅπερ ἄμεινον. ἵν’ ᾖ,
5ταῖς πρώταις καὶ ὑστάταις.

15

.

635

Ὁ‐ μοστιχάει. Ἅμα πορεύεται, συμπαρα‐ κολουθεῖ.

15

.

636

Ἔδει. Ἐσθίει. Ὑπέ‐ τρεσαν. Ὑπὸ δέους ἔφυγον.

15

.

637

Θε‐ σπεσίως. Θείως.

15

.

639

Κοπρῆος. Κο‐ πρέως. Οὗτος δὲ ὁ Κοπρεὺς ἦν κήρυξ Εὐ‐ ρυσθέως τοῦ τῶν Ἀργείων βασιλέως, ὃς τὰς παρ’ ἐκείνου ἐντολὰς ἔλεγε τῷ
5Ἡρακλεῖ, τῶν ἄθλων ἕνεκα ἔξωθεν τῆς πόλεως μένοντι. Δεδοικὼς γὰρ αὐτὸν ὁ Εὐρυσθεὺς, οὐκ εἴα ἔνδον εἰσελθεῖν.

15

.

640

Ἀγγελίης. Ἀγγελίας, ἄγγελος. Οἴχνεσκε. Παρεγένετο, ἐπορεύετο.

15

.

642

Παντοίας. Παντοδαπάς.

15

.

645

Ἐν ἀσπίδος ἄντυγι πάλτο. Ἐνή‐ λατο καὶ ἐνεπλάκη τῷ ἔξωθεν τῇς ἀσπί‐ δος κύκλῳ.

15

.

646

Ποδηνεκές. Μέ‐ χρι τῶν ποδῶν διϊκνουμένην. μεγάλην.

15

.

653

Εἰσωποὶ δ’ ἐγένοντο νεῶν. Ἐν ὄψει τὰς ναῦς ἔβλεπον. ὅ ἐστιν, εἰσῆλ‐ θον εἰς αὐτάς. τουτέστιν, ὑπὸ τὴν στέγην αὐτῶν ἐγένοντο. Περὶ δ’ ἔσχεθον. Πε‐
5ρίεσχον, περιεκάλυπτον. Ἄκραι. Αἱ πρῶραι.

15

.

654

Ἐπέχυντο. Ἐπηνέχθη‐ σαν.

15

.

655

Ἐχώρησαν. Ὑπεχώρησαν.

15

.

656

Προτέρων. Τῶν πρώτων καὶ ἄκρων.

15

.

657

Ἐκέδασθεν. Ἐχωρίσθησαν, ἐσκορ‐ πίσθησαν. Αἰδώς. Αἰσχύνη.

15

.

658

Ἀ‐ ζηχές. Ἀδιάλειπτον. Ὁμόκλεον. Ἠ‐ πείλουν, παρεκελεύοντο.

15

.

659

Οὖρος. Νῦν, φύλαξ.

15

.

660

Γουνούμενος. Ἱκε‐ τεύων.

15

.

663

Κτήσιος. Κτήσεως.

15

.

664

Ὅτεῳ. Ὧιτινι.

15

.

665

Οὐ παρεόντων. Οὐ παρόντων.

15

.

666

Τροπάασθαι. Τρέ‐ πεσθαι.

15

.

668

Ἀχλύος. Σκοτίας.

15

.

670

Ὁμοιΐου. Τοῦ ὁμοίως πᾶσιν ἐπιόντος, χαλεποῦ.

15

.

671

Ἐφράσσαντο. Ἐθε‐ άσαντο.

15

.

676

Ἴκρια. Τὰ καταστρώ‐ ματα τῶν νεῶν. Τὰ σανιδώματα. Βι‐ βάσθων. Βαίνων.

15

.

677

Νώμα. Νῦν,
διέφερεν, ἐκίνει. Ξυστόν. Ἐξυσμένον.

15

.

678

Κολλητόν. Κεκολλημένον. Βλή‐ τροισι. Τοῖς κατὰ τὰς ἁρμονίας γόμ‐ φοις, τοῖς ἐπιούροις.

15

.

679

Κελητίζειν. Ἵππον κέλητα ἐλαύνειν. Κέλης, ὁ μο‐ νάμπυξ, παρὰ τὸ κέλειν, τὸ βαδίζειν. Ὅθεν καὶ κέλευθος. Ἐπεὶ τὸ παλαιὸν,
5ὡς ἐπίπαν τοῖς ἅρμασιν ἐχρῶντο.

15

.

680

Πίσυρας. Τέσσαρας. Συναγείρεται. Συλλέγεται.

15

.

681

Σεύας. Ὁρμήσας.

15

.

682

Λαοφόρον. Λεωφόρον. δι’ ἧς ὁ λεὼς ἔρχεται, ὅ ἐστιν, ὁ ὄχλος. Θη‐ ήσαντο. Μετὰ θαύματος εἶδον.

15

.

684

Ἄλλοτ’ ἐπ’ ἄλλον ἀμείβεται. Ἐν μέρει ἐπέρχεται. ὅ ἐστιν, ἄλλοτ’ ἐπ’ ἄλλον μεθιζάνει.

15

.

687

Σμερδνόν. Φοβερόν.

15

.

689

Ὁμάδῳ. Θορύβῳ, πλήθει.

15

.

690

Αἴθων. Διάπυρος, ὀξύς. ἢ, σφοδρὸς κατὰ τὴν πτῆσιν. Μέλας.

15

.

691

Ἔθνος. Πλῆθος.

15

.

693

Κυανοπρώροιο. Κυανῷ τὴν πρώραν κεχρισμένης.

15

.

695

Χειρί. Δυνάμει.

15

.

696

Δριμεῖα. Ὀξεῖα, θερ‐ μή.

15

.

697

Ἀκμῆτας. Μὴ κεκοπωμένους, ἀπόνους. Ἀτειρέας. Ἀκαταπονήτους.

15

.

698

Ἄντεσθαι. Συμβαλεῖν, ἀπαντῆ‐ σαι.

15

.

705

Ὠκυάλου. Τῆς ταχέως πλεούσης. Ἐζήτηται δὲ, διὰ ποίαν αἰ‐ τίαν μόνην τὴν Πρωτεσιλάου παρέδωκε ναῦν καιομένην. Ῥητέον, ὅτι ᾐδέσθη τι‐
5νὸς τῶν ζώντων ἐμπρῆσαι, μή πως ἀναν‐ δρίαν αὐτοῦ τὶς δόξῃ καταγιγνώσκειν.

15

.

709

Ἀϊκάς. Διώξεις. ὁρμάς. Ἀμφὶς μένον. Ἀντὶ τοῦ, περιέμενον.

15

.

713

Μελάνδετα. Σιδηρόδετα, ἢ μέλαινας
λαβὰς ἔχοντα. Ἔστι γὰρ ἡ λαβὴ δεσ‐ μός τις τοῦ ξίφους.

15

.

717

Ἄφλαστον. Τὸ λεγόμενον ἀκροστόλιον τῆς νεὼς πρύ‐ μνης. Καὶ εἴρηται κατὰ ἀντίφρασιν· εὔθλαστον γάρ ἐστι.

15

.

719

Νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε. Νῦν ἀντὶ τοῦ, πάντων τῶν τολμηθέντων εἰς ἡμᾶς ἀξίαν ἀμοιβὴν παρέσχεν ἡμῖν ὁ
5Ζεὺς πρὸς τὸ ἑλεῖν τὰς ναῦς.

15

.

723

Ἰσχανάασκον. Κατεῖχον, ἐκώλυον. Ἐ‐ ρητύοντο. Κατείχοντο.

15

.

727

Βιάζε‐ το. Κατεπονεῖτο.

15

.

728

Ὀϊόμενος. Ὑπολαμβάνων.

15

.

729

Θρῆνυν. Ὑπο‐ πόδιον. Βέλτιον δὲ, θρῆνυν καλεῖσθαι ὑπὸ Ὁμήρου τὰς καθέδρας τῶν ἐρε‐ τῶν. ἀναχωρῶν γὰρ ἀπὸ τῆς νεὼς τῶν
5καταστρωμάτων, ἐπὶ ταύτας ἀφικνεῖται. Τινὲς δὲ, τόπον τῆς νεὼς, βάσιν ἔχοντα, ἐφ’ οὗ τὸν κυβερνήτην τοὺς πόδας τιθέναι, ὃ καὶ ἐδώλιόν φασιν. Ἄλλοι δὲ, τὴν ὑ‐ ποδεχομένην τὸν ἱστὸν τράπεζαν εἶπον.
10Οἱ δὲ, διαβάθραν ἀπὸ νηὸς ἐπὶ νῆα.
Ἑπταπόδην. Ἑπτὰ ποδῶν τὸ μέγεθος ἔχοντα.

15

.

730

Δεδοκημένος. Ἐπιτη‐ ρῶν.

15

.

731

Ἄμυνεν. Ἤμυνεν.

15

.

735

Ἀοσσητῆρας. Βοηθούς.

15

.

738

Ἧι κ’ ἀπαμυναίμεσθα. Δι’ ἧς ἀμυνοίμεθα τοὺς πολεμίους. Ἑτεραλκέα δῆμον. Δυνάμε‐ νον ὄχλον ἐν μέρει πρὸς τὰ κατεπείγοντα
5βοηθεῖν τοῖς κατεπτοημένοις.

15

.

740

Πόν‐ τῳ κεκλιμένοι. Παρακεκλιμένοι τῇ θα‐ λάσσῃ, περιεχόμενοι.

15

.

741

Τῷ ἐν χερ‐ σὶ φόως. Διὸ ἐν ταῖς χερσὶν ἡμῶν, καὶ τῷ μάχεσθαι, ἡ σωτηρία. οὐ γὰρ ἐν τῷ, μειλιχίους ἡμᾶς καὶ πράους εἶναι τοῖς
5πολεμίοις. Ὅ ἐστιν· οὔτις περὶ τὸν πό‐ λεμον φιλανθρωπία. Τὸ δὲ ἑξῆς· οὐχ ἡ προσήνεια πολέμου οἰκεία, ἀλλ’ εἰρήνης. Ἢ ἐπὶ δοτικῆς πτώσεως· οὐκ ἐν τῷ πο‐ λεμεῖν προσηνῶς, ἡ ἐπιφάνεια τῆς σωτη‐
10ρίας, ἀλλ’ ἐν ταῖς χερσὶν ἡμῶν. Οὐ μει‐ λιχίη πολέμοιο. Ἀρίσταρχος κατὰ δοτι‐ κήν. ἵν’ ᾖ ὁ λόγος· φῶς ἡμῖν ἐν ταῖς χερσίν ἐστιν, οὐκ ἐν τῇ μειλιχίᾳ τοῦ πο‐ λέμου. Ὁ δὲ Θρᾷξ φησίν· οὐκ ἔστιν ἡ
15προσήνεια πολέμου, ἀλλ’ εἰρήνης.

15

.

742

Μαιμώων. Μανιωδῶς, ἀκατασχέτως. Ἔφεπεν. Ἐπεδίωκεν. ἢ, ἐπήρχετο.

15

.

744

Κηλείῳ. Καυστικῷ. Χάριν Ἕκτορος ὀ‐ τρύναντος. Εἰς χάριν τοῦ Ἕκτορος παρ‐ ορμῶντος.

15

.

745

Οὔτασκεν. Ἐκ χει‐ ρὸς ἐτίτρωσκε. Δεδεγμένος. Ἐκδεχόμε‐ νος, ἐπιτηρῶν.

15

.

746

Αὐτοσχεδὸν οὖτα.
Ἐκ τοῦ σύνεγγυς ἐτίτρωσκεν.

16

.

3

Θερμά. Νεαρὰ, πρόσφατα. Χέ‐ ων. Καταστάζων. Μελάνυδρος. Βα‐ θεῖα, σκοτεινή. Τοῦ γὰρ μελαίνεσθαι αἴτιον τὸ βάθος. Τὰ δὲ ἐξ ἐπιπολῆς ὕ‐
5δατα λευκὰ, καθότι πλέον ταῖς τοῦ ἡλίου ἀκτῖσι καταυγάζεται.

16

.

4

Αἰγίλιπος. Ὑψηλῆς. ἣν καὶ αἲξ ἀπολείπει διὰ τὸ πολὺ ὕψος. μάλιστα γὰρ ἡ αἲξ ἐν τοῖς κρημνοῖς βόσκεται. Δνοφερόν. Μέλαν.

16

.

5

Ὤικτειρεν. Ἠλέησε.

16

.

8

Νηπίη. Μικρὰ κόρη. Θέουσα. Τρέχουσα. Ἀν‐ ελέσθαι. Ἀναλαβεῖν, βαστάσαι. Ἀ‐ νώγει. Παρεκελεύετο, ἐθέλει.

16

.

9

Εἱ‐ ανοῦ. Τοῦ πέπλου. Πέπλος ὡς ἐπιπολὺ τὸ γυναικεῖον ἱμάτιον. τὸ δὲ ἀνδρεῖον, χι‐ τών. Κατερύκει. Κατέχει σπουδάζου‐
5σαν αὐτήν.

16

.

10

Ποτιδέρκεται. Προσ‐ βλέπει.

16

.

11

Τέρεν. Νῦν, ὑγρόν. Εἴ‐ βεις. Στάζεις, προχέεις.

16

.

12

Πιφαύ‐ σκεαι. Ἐμφανίζεις, λέγεις.

16

.

14

Ζώ‐ ειν μὰν ἔτι φασὶ Μενοίτιον. Αἰακὸς, ὁ Διὸς καὶ Αἰγίνης, γήμας Ἐνδηΐδα τὴν Χείρωνος θυγατέρα, ἔσχε δύο παῖδας,
5Πηλέα, καὶ Τελαμῶνα. Μιγεὶς δὲ καὶ Ψαμμάθῃ τῇ Νηρέως, γεννᾷ Φῶκον. Τοῦτον Πηλεὺς ἀποκτείνας, ἔφυγεν εἰς Μαγνησίαν τῆς Θετταλίας πρὸς Χείρωνα. Τελαμὼν δὲ, ἐν τῷ λόχῳ τοῦ Καλυδωνίου
10συὸς ἀνελὼν ἀκουσίως καὶ αὐτὸς ἕνα τῶν συγκυνηγούντων, ἔφυγεν εἰς Σαλαμῖνα· καὶ γήμας Ἐρίβοιαν τὴν Ἀλκάθου ἐγέν‐ νησεν Αἴαντα. Μενοίτιος δὲ, ἀποικίσας εἰς Ὀποῦντα, Πάτροκλον ἐτέκνωσεν. Ὁ
15δὲ, ἀποκτείνας καὶ αὐτὸς ἀκουσίως Ἀμ‐ φιδάμαντος παῖδα Κλησώνυμον, καὶ ἐπὶ τούτῳ φυγὼν εἰς Φθίαν πρὸς Πηλέα, κα‐ τὰ συγγένειαν ἐπέμφθη παρ’ αὐτοῦ πρὸς Χείρωνα. Ὃς αὐτὸν μετ’ Ἀχιλλέως ἀν‐
20έθρεψεν. Ἡ ἱστορία παρὰ Φιλοστεφά‐ νῳ.

16

.

15

Αἰακίδης. Αἰακοῦ υἱὸς Πη‐ λεύς.

16

.

16

Τῶν κε μάλ’ ἀμφοτέρων ἀ‐ καχήμεθα τεθνειώτων. Ὑπὲρ ὧν ἀμφο‐ τέρων λυπηθείημεν ἄν.

16

.

17

Ὀλοφύ‐ ρεαι. Ὀδύρῃ, οἰκτείρεις.

16

.

18

Σφῆς. Τῆς ἰδίας.

16

.

22

Βεβίηκε. Καταπεπό‐ νηκε. βεβίασται.

16

.

23

Ἄριστοι. Πρό‐ μαχοι.

16

.

24

Κέαται. Κεῖνται· ὅ ἐ‐ στιν, ἀργοί εἰσιν.

16

.

25

Βέβληται μὲν ὁ Τυδείδης. Ἀντὶ τοῦ, ἐκ βολῆς τέτρω‐ ται. Ἐζήτηται δὲ, πῶς Πάτροκλος, περὶ Μαχάονος μηδὲν εἰπὼν, κατάλογον ποιεῖ‐
5ται τῶν τετρωμένων. Καὶ ῥητέον, ὡς βεβαιοῖ τὴν Ἀχιλλέως πρόληψιν, ἵνα εἰς ἔλεον κινήσῃ παραλιπών. Λέγει δὲ περὶ ὧν μᾶλλον ἠγωνία.

16

.

26

Οὔτασται. Ἐκ χειρὸς τέτρωται. Δουρικλυτός. Ἔν‐ δοξος περὶ τὸ δόρυ. πολεμικός.

16

.

28

Ἀμ‐ φιπένονται. Περὶ αὐτὸν ἐνεργοῦσιν, ἀ‐ σχολοῦνται.

16

.

29

Ἕλκε’ ἀκειόμενοι. Θεραπεύοντες τὰ ἕλκη. Ἀμήχανος. Ἀ‐ προσμηχάνητος, ἀκαμπής. πρὸς ὃν οὐδέν ἐστι μηχανήσασθαι. Ἔπλευ. Ἐγένου.

16

.

31

Αἰναρέτη. Ἐπὶ κακῷ τὴν ἀρετὴν κεκτημένε. Αἰνὸν γὰρ, τὸ κακόν. Σεῦ ὀνήσεται. Ἐκ σοῦ ὄνησιν ἕξει. ὠφελη‐ θήσεται. Ὀψίγονος. Ὁ μετὰ πολὺν
5χρόνον ἐσόμενος. μεταγενέστερος.

16

.

33

Νηλεές. Ἀνηλεέστατε, ὠμότατε.

16

.

34

Γλαυκὴ δέ σε τίκτε θάλασσα. Ἡ γλαυκοειδής. Τοῦτο δέ φησι διὰ τὸ τῆς θαλάσσης ἐπικίνδυνον, καὶ ἀνηλεὲς, καὶ τῶν πετρῶν τὸ σκληρόν.

16

.

35

Ἠλίβα‐ τοι. Μεγάλαι, ὑψηλαί. Νόος. Ἀντὶ τοῦ, ἡ ψυχή. Ἀπηνής. Χαλεπός.

16

.

36

Εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεεί‐ νεις. Θέτις, καταναγκασθεῖσα ὑπὸ Διὸς Πηλεῖ γαμηθῆναι, τὰ γεννώμενα παι‐ δία εἰς πῦρ ἔβαλλε, νομίζουσα τὰς θνη‐
5τὰς τῷ πυρὶ σάρκας καταφλέξειν, τὸ δὲ ἀθάνατον διαφυλάξειν. Οὕτως ἓξ παῖ‐ δας διέφθειρεν. ἕβδομον δὲ γενόμενον, Ἀ‐ χιλλέα, βάλλει ὁμοίως εἰς πῦρ. Θεασά‐ μενος δὲ Πηλεὺς, ἀφήρπασε τὸν παῖδα,
10καὶ ἐνεγκὼν εἰς τὸ Πήλιον ὄρος, τρέφειν παρέδωκε Χείρωνι. Ὁ δὲ, λεόντων καὶ ἄρκτων μυελοῖς τρέφων, ἐκάλεσεν Ἀ‐ χιλλέα. Διδάξας δὲ τὴν ἰατρικὴν τέχνην, καὶ λυρικὴν, καὶ μουσικὴν, ἀπέδωκε τῷ
15πατρί. Ἀγανακτήσασα δὲ Θέτις, καὶ καταλιποῦσα τὸν Πηλέα, ἐχωρίσθη εἰς θάλασσαν. Στρατευομένῳ δὲ Ἀχιλλεῖ
ἐπὶ Ἴλιον προεῖπεν, ὅτι πολεμῶν μὲν Τρωσὶ, ζωὴν ὀλιγοχρόνιον κτήσεται, πλεί‐
20στην δὲ τὴν δόξαν· ἀπεχόμενος δὲ τῆς μάχης, ἄδοξον μὲν βίον, πολυχρόνιον δὲ, διάξει. Ἃ μαθὼν Ἀχιλλεὺς, δόξαν αἰ‐ ώνιον ζωῆς προσκαίρου προκρίνας, ἐστρά‐ τευσεν. Ἡ ἱστορία παρὰ Λυκόφρονι.

16

.

37

Ἐπέφραδεν. Εἶπε.

16

.

38

Πρόες. Πρόπεμψον. Ὄπασσον. Παράσχου, δός.

16

.

42

Ἀναπνεύσωσιν. Ἀναπαύσωνται.

16

.

43

Ὀλίγη δέ τ’ ἀνάπνευσις πτολέμοιο. Προσληπτέον τὸ, ἐστίν. ἀντὶ τοῦ, ὀλίγον καιρὸν ἀνάπαυσιν τοῦ πολέμου ἴδωσιν οἱ κεκμηκότες.

16

.

44

Ἀϋτῇ. Νῦν, μά‐ χῃ.

16

.

46

Νήπιος. Νῦν, ἄφρων, καὶ ἀ‐ νόητος.

16

.

47

Λιτέσθαι. Ἱκετεύειν, δεῖ‐ σθαι.

16

.

50

Ἐμπάζομαι. Ἐπιστρέφο‐ μαι.

16

.

53

Ἀμέρσαι. Ἀποστερῆσαι, με‐ ρίσαι.

16

.

54

Ὅτε κράτεϊ προβεβήκει. Ὁπότ’ ἂν τῷ κρατεῖν προέχῃ. ὅ ἐστιν, ἀξίᾳ τινὶ μείζονι.

16

.

55

Τό μοι. Διό μοι. ἢ, τοῦτό μοι.

16

.

56

Ἔξελον. Ὡς ἐξαίρετον ἔδωκαν.

16

.

57

Κτεάτισσα. Ἐκτησάμην.

16

.

59

Ἀτίμητον. Ἄτιμον. Μετανάστην. Μέτοικον, φυγάδα. Μέ‐ τοικοι δὲ λέγονται οἱ καταλιπόντες τὴν ἰδίαν πόλιν, καὶ ἄλλην οἰκοῦντες.

16

.

60

Προτετύχθαι. Προγεγονέναι. συμβάν‐ τα. Οὐδ’ ἄρα περ ἦν. Οὐδαμῶς δυνα‐ τὸν ἦν.

16

.

61

Ἀσπερχές. Ἀδιαλείπτως. Κεχολῶσθαι. Ὀργίζεσθαι. Ἤτοι ἔφην γε. Καί τοι ἐλογισάμην.

16

.

62

Μη‐ νιθμόν. Μῆνιν, ὀργήν. Παρασχημα‐ τισμὸς, ὁ τρόπος.

16

.

64

Τύνη. Σύ. Δω‐ ρικῶς. Δῦθι. Ἔνδυθι.

16

.

66

Εἰ δὴ κυ‐ άνεον Τρώων νέφος. Καὶ τὰ ἑξῆς. Ἐὰν δὴ τὸ τῶν Τρώων πλῆθος ὡς νέφος κατ‐ έχῃ τὸ ναύσταθμον ἰσχυρῶς. Νῦν γὰρ
5λέγει νέφος τὸ τῶν στρατιωτῶν πλῆθος. Γράφεται καὶ, ᾗ δή. ἵν’ ᾖ, ἐν ᾧ τόπῳ τὸ τῶν πολεμίων πλῆθος ἀμετακίνητόν ἐ‐ στιν, ἐκεῖ αὐτὸς ἄρχε Μυρμιδόσι.

16

.

67

Ῥηγμῖνι. Τῷ αἰγιαλῷ.

16

.

68

Κεκλί‐ αται. Παρακέκλινται.

16

.

69

Πόλις. Τὸ πλῆθος τῶν Τρώων. Πόλις γὰρ διχῶς λέγεται. ἥ τε κατασκευὴ τῶν οἰκοδομη‐ μάτων, καὶ τὸ κατοικοῦν πλῆθος. Πόλις
5οὖν ἀντὶ τοῦ, οἱ πολῖται. ἀπὸ τοῦ περι‐ έχοντος τὸ περιεχόμενον.

16

.

70

Θάρσυ‐ νος. Ἀντὶ τοῦ, τεθαῤῥηκυῖα. προσηγορία ἀντὶ μετοχῆς.

16

.

71

Ἐναύλους. Τοὺς διὰ στενοῦ ῥέοντας ποταμούς. διώρυχας. Διὰ δὲ τούτου προκατασκευάζει ὁ Ποιη‐ τὴς τὴν παρὰ τῷ ποταμῷ μάχην τὴν ἐν
5τῇ Φ.

16

.

72

Πλήσειαν. Πληρώσειαν. Εἴ μοι κρείων Ἀγαμέμνων Ἤπια εἰδείη. Εἰ προσηνής μοι καὶ εὔνους ὑπάρχει ὁ Ἀγαμέμνων.

16

.

74

Οὐ γὰρ Τυδείδεω Διομήδεος. Καὶ τὰ ἑξῆς. Οὐκ ἔτι γὰρ ἀριστεύει κατὰ τὸν πόλεμον ὁ Διομήδης, πρὸς τὸ ἀποτρέψαι τὰ κακὰ τῶν Ἑλ‐
5λήνων.

16

.

75

Μαίνεται. Δαιμονίως ἐν‐ εργεῖ, ἐνθουσιᾷ.

16

.

76

Ὀπός. Φωνῆς.

16

.

78

Περιάγνυται. Περιῤῥήγνυται. ἐξ οὗ
περιηχεῖ.

16

.

86

Ἂψ ἀπονάσσωσι. Εἰς τοὐπίσω ἀποκαταστήσωσιν, ἀποδώσωσιν. Διατί Ἀχιλλεὺς ἐπὶ καθαιρέσει Διομήδους μέμνηται καὶ Ἀγαμέμνονος, καὶ οὐ‐
5δενὸς ἄλλου; λέγων· Οὐ γὰρ Τυδείδεω Διομήδεος, Οὐδέπω Ἀτρείδεω. Ῥητέον δὲ, ὅτι Ἀγαμέμνονος μὲν εἰκότως. ἦν γὰρ ἐχθρὸς αὐτοῦ. Καὶ Διομήδους δὲ, διὰ λόγους ὑβριστικοὺς, οὓς εἰς αὐτὸν ἀπέῤ‐
10ῥιψε μετὰ τὴν πρεσβείαν. λέγει γάρ· Μὴ ὄφελες λίσσεσθαι ἀμύμονα.

16

.

87

Ἰέναι πάλιν. Ἀντὶ τοῦ, ἴθι, καὶ παρα‐ γίγνου.

16

.

89

Λιλαίεσθαι. Προθυμεῖ‐ σθαι.

16

.

91

Ἐπαγαλλόμενος. Τερπόμε‐ νος, χαίρων.

16

.

92

Ἐναιρόμενος. Ἀντὶ τοῦ, ἐναίρων, ὅ ἐστι, φονεύων.

16

.

94

Ἐμ‐ βήῃ. Κατέλθοι. ὅ ἐστιν, ἐμποδὼν στῇ, ἐμποδίσῃ.

16

.

95

Πάλιν τροπάασθαι. Εἰς τοὐπίσω ἀναστρέφειν. Φάος ἐν νήεσσι Θείης. Ἀντὶ τοῦ, ἐπεὶ δ’ ἂν σώσῃς τὰς ναῦς.

16

.

96

Δηριάασθαι. Μάχεσθαι.

16

.

99

Ἐκδῦμεν. Διαφύγοιμεν. Νῶϊν δ’ ἐκδῦμεν ὄλεθρον. Ἀπαρέμφατον ἐστίν. ἵν’ ᾖ, ἡμῖν τὸν ὄλεθρον ἐκδῦναι γένοιτο. Τοῦτο γὰρ λέγει.

16

.

100

Τροίης κρή‐ δεμνα. Νῦν, τὰ τείχη. μεταφορικῶς. Ἰδίως γὰρ κρήδεμνον καλεῖται τὸ τῆς κε‐ φαλῆς κάλυμμα.

16

.

103

Δάμνα. Ἐδά‐ μαζε.

16

.

105

Καναχήν. Ψόφον.

16

.

106

Κὰπ φάλαρα. Κατὰ τὰ φάλαρα. Φά‐ λαρα δὲ εἰσὶ τὰ κατὰ τὸ μέσον τῆς πε‐ ρικεφαλαίας μικρὰ ἀσπιδίσκια, ἅτινα κόσμου χάριν ἐντίθενται.

16

.

107

Αἰόλον. Νῦν, ποικίλον.

16

.

108

Ἐρείδοντες. Ὠ‐ θοῦντες.

16

.

109

Ἄσθματι. Τῇ πολλῇ ἀναπνοῇ.

16

.

111

Πάντῃ δὲ κακὸν κακῷ
ἐστήρικτο. Πανταχόθεν δὲ αὐτὸν περιε‐ στοίχησε τὰ κακά.

16

.

115

Καυλόν. Τὸ ἄκρον τοῦ δόρατος τὸ εἰς τὴν ἐπιδορατίδα ἐμβαλλόμενον.

16

.

116

Ἀπάραξεν. Ἀπέ‐ κοψε.

16

.

117

Πῆλεν. Ἐκράδαινεν, ἔ‐ σειε. Κόλον. Κολοβὸν, ἐστερημένον αἰχμῆς.

16

.

118

Βόμβησεν. Ἤχησε, ποιὸν ἦχον ἀπετέλεσε.

16

.

120

Μάχης ἐπὶ μήδεα κείρει. Ἀντὶ τοῦ, τὰ τῶν μαχομένων ἐνθυμήματα ἐλαττεῖ. κατὰ μεταφορὰν τῶν κειρομένων.

16

.

123

Αἶψα κατασβέστη κέχυτο. Ἢ, ταχέως κα‐ τασβεννυμένη. ἢ, ἡ δυσκατάσβεστος. παρωνύμῳ χαρακτῆρι.

16

.

124

Ἄμφεπε. Περιεῖπεν, ἐνήργει.

16

.

125

Μηρώ. Μη‐ ρούς. δυϊκῶς. Πληξάμενος. Πλήξας, παίσας, τύψας.

16

.

126

Ἱπποκέλευθε. Ἐφ’ ἵππων ποιούμενε τὴν κέλευθον. οἷον, ταχύτατε. ἱππικέ. ἢ οἷον, παραπλησίαν ἵπποις ὁρμὴν ἔχων.

16

.

127

Δηΐοιο. Πο‐ λεμικοῦ. Ἐρωήν. Νῦν, ὁρμὴν, ἀναφο‐ ρὰν, πνοήν.

16

.

128

Καὶ οὐκ ἔτι φυκτὰ
πέλωνται. Ἀντὶ τοῦ, οὐδὲ φυγεῖν δυνή‐ σονται.

16

.

134

Ἀστερόεντα. Ἤτοι, ἀστέρας ἐμπεποικιλμένους ἔχοντα. ἢ, λαμπρόν.

16

.

140

Ἔγχος δ’ οὐχ ἕλετ’ οἶον. Προκατεσκεύακε, μόνον αὐτὸ τὸ δόρυ σώζεσθαι, διὰ τὸ ξύλα μὴ ἐργάζε‐ σθαι τὸν Ἥφαιστον. Κατὰ τὸν Πηλέως
5καὶ Θέτιδος γάμον οἱ θεοὶ συναχθέντες εἰς τὸ Πήλιον ἐπ’ εὐωχίᾳ, ἐκόμιζον Πη‐ λεῖ δῶρα. Χείρων δὲ μελίαν εὐθαλῆ τε‐ μὼν εἰς δόρυ παρέσχε. Φασὶ δὲ, Ἀθηνᾶν μὲν ξέσαι αὐτὸ, Ἥφαιστον δὲ κατα‐
10σκευάσαι. Τούτῳ δὲ τῷ δόρατι καὶ Πη‐ λεὺς ἐν ταῖς μάχαις ἠρίστευε, καὶ μετὰ ταῦτα Ἀχιλλεύς. Ἡ ἱστορία παρὰ τῷ τὰ Κύπρια πεποιηκότι.

16

.

142

Ἐπίστα‐ το. Νῦν ἀντὶ τοῦ, ἠδύνατο. Πῆλαι. Κραδᾶναι, σεῖσαι.

16

.

143

Πηλιάδα με‐ λίην. Τὴν ἐκ Πηλίου ὄρους Θεσσαλικοῦ τμηθεῖσαν. Μελία δὲ, εἶδος δένδρου.

16

.

146

Ῥηξήνορα. Ἀνδρεῖον.

16

.

147

Ὁ‐ μοκλήν. Ἀπειλήν.

16

.

148

Ὕπαγε ζυ‐ γόν. Ἀντὶ τοῦ, ὑπὸ τὸν ζυγὸν ἦγεν.

16

.

150

Ἅρπυια. Ἅρπυιαι, ἤτοι ἀνέμου εἶδος, παρὰ τὸ ἁρπάζειν· ἢ δαίμονες ἁρ‐ πακτικαὶ, ὧν τὰ ὀνόματα, Ἀελλὼ, Ὠ‐ κυπέτη, Ποδάργη. Τινὲς δέ φασιν, Ἅρ‐
5πυια Ποδάργη, ἵν’ ᾖ ὄνομα φορβάδος λευ‐ κοὺς πόδας ἐχούσης.

16

.

152

Παρηορίῃσι. Ταῖς ἔξω τοῦ ζυγοῦ ἡνίαις. Πήδασον. Ὄνομα κύριον ἵππου.

16

.

153

Ἠετίωνος πόλιν. Θήβας τὰς Ὑποπλακίους λέγει. Ἤγαγεν. Ἀντὶ τοῦ, ἐκόμισε. Φέρεται γὰρ ὡς αὐτοκίνητον τὸ ἔμψυχον· κομίζε‐
5ται δὲ τὸ ἄψυχον.

16

.

158

Δῃώσαντες. Διακόψαντες, σπαράξαντες.

16

.

159

Δά‐ πτουσι. Σαρκοφαγοῦσι. Παρήϊον. Ἀντὶ τοῦ, παρειαὶ, αἱ σιαγόνες. Αἵματι φοι‐ νόν. Πεφοινιγμένον ὑπὸ αἵματος, οἷον
5πυῤῥόν.

16

.

160

Ἀγεληδόν. Κατὰ ἀγέ‐
λας. Ἔστι δὲ ἐπίῤῥημα παραβολῆς δη‐ λωτικόν. Ἰᾶσιν. Ἀπίασι, πορεύονται.

16

.

161

Λάψοντες. Πιόμενοι, ἀναῤῥοφή‐ σοντες. Πεποίηται δὲ ἡ λέξις ἀπὸ τῆς τῶν κυνῶν γλώττης, ὅτ’ ἂν πίνωσι. Καὶ ἐστὶν ὀνοματοποιΐα, ὁ τρόπος. Ἀραιῇσι.
5Λεπταῖς.

16

.

162

Ἄκρον ἐρευγόμενοι φό‐ νον αἵματος. Ἀπὸ ἄκρου τοῦ στόματος ἐρευγόμενοι τὴν ποιότητα τοῦ αἵματος.

16

.

163

Περιστένεται. Περιστενοχωρεῖται, περισσῶς στενοῦται.

16

.

166

Ῥώοντο. Σπουδαίως ὥρμων.

16

.

167

Ἀσπιδιώτας. Ὁπλίτας, μαχητάς.

16

.

170

Κληῖσι. Καθέδραις.

16

.

173

Ἰῆς στιχός. Μιᾶς τάξεως. Αἰολοθώρηξ. Ποικίλον θώρακα ἔχων.

16

.

174

Σπερχειοῖο. Σπερχειὸς, πο‐ ταμὸς Θεσσαλίας. Διϊπετέος. Ἤτοι, ὑπὸ Διὸς πεπτωκότος. διὰ τὸ ὑπὸ τῶν ὀμβρίων ὑδάτων πληροῦσθαι τοὺς χειμάῤ‐
5ῥους. ἢ, διαφανοῦς.

16

.

175

Τὸν τέκε Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη. Ἐκ τίνος Πηλεὺς Πολυδώρην ἔσχεν; ὡς μὲν Στάφυλος ἐν γ Θεσσαλικῶν, ἐξ Εὐρυδίκης
5τῆς Ἄκτορος θυγατρός. Φερεκύδης δὲ, ἐξ
Ἀντιγόνης τῆς Εὐρυτίωνος. Ἄλλοι δὲ, ἐκ Λαοδαμείας τῆς Ἀλκμαίωνος.

16

.

177

Αὐτὰρ ἐπίκλησιν Βώρῳ. Κατ’ ἐπίκλησιν δὲ, καὶ φήμην, Βώρῳ.

16

.

178

Ἀναφαν‐ δόν. Φανερῶς. Ὄπυε. Κατὰ νόμον συνῴκει, ἐγεγαμήκει. Πορών. Παρα‐ σχών.

16

.

180

Παρθένιος. Ὁ ἐκ νομιζο‐ μένης παρθένου γεννηθεὶς, φθαρείσης λα‐ θραίως. Χορῷ καλή. Ἐν τῷ χορεύειν καλλίστη.

16

.

181

Κρατύς. Κρατερὸς, ἰσχυρός. Ἀργειφόντης. Ὁ Ἑρμῆς. ἁγνὸς καὶ ἀργὸς καὶ καθαρὸς φόνου· εἰρηνικὸς γὰρ ὁ θεός.

16

.

182

Μελπομένῃσιν. Ἀι‐ δούσαις, χορευούσαις.

16

.

183

Χρυσηλα‐ κάτου. Καλλιτόξου, ἢ, χρυσῷ τῷ βέλει χρωμένης. Ἠλακάτην γὰρ καλοῦσι τὸ βέλος, καὶ τὸ γυναικεῖον ἐργαλεῖον, ἐξ οὗ
5τὸ νῆμα ἕλκουσιν. Ὡς ἐκεῖ ὁ Ποιητής· Ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχου‐ σα. Καὶ τὸ ὑποϊστίον, ὅταν λέγῃ· Καδδ’ αὐτοῦ λίνα χεῦον ἐπ’ ἠλάκατα τανύσαν‐ τες. Κελαδεινῆς. Κυνηγετικῆς. Παρὰ
10τὸν γιγνόμενον ἐν τοῖς κυνηγίοις κέλαδον, ὅ ἐστι, θόρυβον. ὥς που καὶ ἐν θήρᾳ τοῦ Καλυδωνίου συός· Ἣ δ’ ἀμφ’ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτήν.

16

.

185

Ἑρ‐ μείας ἀκάκητα. Ὁ μὴ δυνάμενος κακω‐ θῆναι ὑπὸ ἑτέρου· μήτε δὲ κακῶσαι ἄλ‐ λον. διὰ τὴν οἰκείαν ἀρετήν. ὅθεν καὶ
5δοτὴρ ἐάων, ὅ ἐστιν, ἀγαθῶν.

16

.

187

Μογοστόκος. Μογοῦσα καὶ πονουμένη περὶ τοὺς τόκους. οἷον λοχεύτρια.

16

.

188

Προφόωσδε. Εἰς τὸ φῶς, καὶ εἰς τὸ φανερόν. Περισσεύει δὲ ἡ πρὸ πρόθεσις.

16

.

189

Ἐχεκλῆος κρατερὸν μένος. Ἐχε‐ κλῆς, Ἄκτορος παῖς.

16

.

191

Ἀτίταλλε. Μετ’ ἐπιμελείας ἔτρεφε.

16

.

192

Ἀμφα‐ γαπαζόμενος. Φιλοφρονούμενος, ἀγα‐ πῶν.

16

.

199

Κρίνας. Διατάξας.

16

.

202

Πάνθ’ ὑπὸ μηνιθμόν. Ὑπὸ πάντα τὸν τῆς ὀργῆς χρόνον.

16

.

203

Χόλῳ. Νῦν ἀντὶ τοῦ, χολῇ.

16

.

207

Θάμ’ ἐβάζετε. Συνεχῶς ἐλέγετε.

16

.

208

Φυλόπιδος. Τῆς κατὰ πλήθη μάχης. Ἕης. Ἧς, ἧστι‐
νος. Ἐράασθε. Ἐρᾶσθε, ἐπιθυμεῖτε.

16

.

211

Ἄρθεν. Ἡρμόσθησαν, ἐπυκνώθη‐ σαν ἐξιόντες.

16

.

212

Ἀράρῃ. Ἁρμόσῃ.

16

.

214

Ἄραρον. Ἥρμοσαν.

16

.

216

Ψαῦ‐ ον. Ἔψαυον, ἥπτοντο. Ἱππόκομοι. Ἱππείαις θριξὶ τὸν λόφον κομῶσαι. Λαμ‐ προῖσι φάλοισι. Τοῖς τῆς περικεφαλαίας
5ἥλοις. οἵτινες ἀσπιδισκίοις παραπλήσιοί εἰσι.

16

.

221

Χηλοῦ. Κιβωτοῦ. Ἀνέ‐ ωγεν. Ἀνέωξεν.

16

.

224

Ἀνεμοσκεπέων. Σκέπην τινὰ ποιούντων διὰ τὸν ἄνεμον. Οὔλων τε ταπήτων. Τῶν δασέων, καὶ ἐχόντων οὐλότητα.

16

.

225

Ἔσκεν. Ἦν, ἔκειτο.

16

.

227

Οὔτε τῳ. Οὔτε τινι ἄλ‐ λῳ.

16

.

228

Τόρ ῥα. Τοῦτο δή. Θεείῳ. Θείῳ.

16

.

231

Μέσῳ ἕρκεϊ. Μέσῃ τῇ σκηνῇ. Λεῖβεν. Ἔσταζεν, ἔσπενδε.

16

.

233

Ζεῦ ἄνα Δωδωναῖε. Ἐν χωρίῳ τῶν Ὑπερβορέων τῇ Δωδώνῃ τιμώμενε. Τίς δέ ἐστιν ὁ τοῦ Δωδωναίου Διὸς λόγος, καὶ ὁ τόπος, ἐξ οὗ αὐτὸν ἐπικαλεῖται οὕ‐
5τως; Δευκαλίων, μετὰ τὸν ἐπ’ αὐτοῦ γενόμενον κατακλυσμὸν, παραγενόμενος εἰς τὴν Ἤπειρον ἐμαντεύετο ἐν τῇ δρυΐ. Πελειάδος δὲ χρησμὸν αὐτῷ δούσης, κατ‐ οικίζει τὸν τόπον, συναθροίσας τοὺς πε‐
10ριλειφθέντας ἀπὸ τοῦ κατακλυσμοῦ, καὶ ἀπὸ τοῦ Διὸς, καὶ Δωδώνης, μιᾶς τῶν Ὠκεανίδων, Δωδώνην τὴν χώραν προσηγό‐ ρευσαν. Ἱστορεῖ Θρασύβουλος. Πελασγι‐ κέ. Θεσσαλικέ. Πελασγία γὰρ πρότερον
15ἡ Θεσσαλία ἐκαλεῖτο. ἐξ οὗ καὶ Πελασ‐ γὸς, ὡς ὑπὸ Πελασγῶν τιμώμενος, ἐπεὶ Πελασγοὶ κατῴκησαν τὴν Δωδώνην, ἐκ‐ βληθέντες ἀπὸ Βοιωτίας παρὰ Αἰολέων ἐξ Ἄρνης τῆς Φθιώτιδος. Ἡ μέν τοι
20πόλις, Πελασγία.

16

.

234

Μεδέων. Βα‐ σιλεύων. Δυσχειμέρου. Τῆς κακὸν χει‐ μῶνα ἐχούσης. Σελλοί. Ἔθνος Ἠπει‐ ρωτικὸν τῆς Θεσπρωτίας, κληθὲν ἀπὸ τοῦ
5παραῤῥέοντος ποταμοῦ Σελλήεντος. Πίν‐ δαρος δὲ Ἑλλοὺς αὐτοὺς κληθῆναι φησὶ, χωρὶς τοῦ πρώτου ς, ἀπὸ Ἑλλοῦ τοῦ Δρυτόμου, ὥς φασι, πρώτου καταδείξαν‐ τος τὸ μαντεῖον.

16

.

235

Ὑποφῆται. Ὑπομάντεις, ἱερεῖς. Ὅ ἐστι, χρησμῳ‐ δοὶ, θεολόγοι, προφῆται. Ὑποφήτας γὰρ λέγουσι, τοὺς περὶ τὰ χρηστήρια ἀσχο‐
5λουμένους, καὶ τὰς μαντείας τὰς γιγνο‐ μένας ὑπὸ τῶν ἱερέων ἐκφέροντας. Ἀνι‐ πτόποδες, χαμαιεῦναι. Ἤτοι, βάρβαροι, σκληρῶς τε καὶ νομαδικῶς ζῶντες, ταύ‐ την ἔχοντες δίαιταν, ὡς μὴ δὲ ἀπονίζε‐
10σθαι τοὺς πόδας, διὰ τὸ μὴ παραδέχε‐ σθαι τὴν ἐκ τοῦ πρώτου βίου μεταβολήν. Ἢ τοῦτο ἔκ τινος ἔθους ἐπὶ τιμῇ τοῦ θεοῦ ποιοῦντες. Ἔνιοι γὰρ καὶ λουτρῶν ἀπέ‐ χονται, καὶ τῆς τοιαύτης ἐπιμελείας.
15Τινὲς δὲ αὐτοὺς διὰ τοῦτο λέγουσιν ἀνι‐ πτόποδας, ὅτι οὐκ ἐξίασιν ἔξω τοῦ ἱεροῦ.
διὸ οὔτε ἀπολούεσθαι ἀνάγκην ἔχουσιν. Ἄνδρων δὲ ἐν ἱστορίαις φησὶν, οὕτω κλη‐ θῆναι, ἐπεὶ φιλοπόλεμοι ὄντες, οὕτως ἑ‐
20αυτοὺς ἐσκληραγώγουν. Ἀλέξανδρος δέ φησιν ὁ Πλευρώνιος, ἔθνος εἶναι τοὺς Ἑλ‐ λοὺς ἀπόγονον Τυῤῥηνῶν, καὶ διὰ πατρῷον ἔθος, οὕτω τὸν Δία θρησκεύειν. Χαμαι‐ εῦναι. Οἱ ἐπὶ τοῦ ἐδάφους κοιμώμενοι.

16

.

239

Νηῶν ἐν ἀγῶνι. Ἐν τῷ ἀθροίσ‐ ματι τῶν νηῶν. ἐν τῷ ναυστάθμῳ.

16

.

243

Ἐπίστηται. Ἐπίσταται.

16

.

245

Μῶλον. Τὴν μάχην ἀπὸ τοῦ παρεπο‐ μένου.

16

.

246

Ἀπὸ ναῦφι. Ἀπὸ τῶν νηῶν.

16

.

247

Ἀσκηθής. Ἀβλαβὴς, ὑ‐ γιής.

16

.

248

Ἀγχεμάχοις. Συστάδην μαχομένοις. πολεμικοῖς.

16

.

259

Σφήκεσ‐ σιν ἐοικότες. Σφηξὶν ὅμοιοι. διὰ τὸ θερ‐ μὸν αὐτῶν καὶ πληκτικόν. Ἐξεχέοντο. Ἀθρόως ἐξήεσαν.

16

.

260

Εἰνοδίοις. Τοῖς ἐν τῇ ὁδῷ οἰκοῦσιν, ὅ ἐστι, φωλεύουσι· τοῖς τὴν σφηκίαν ἔχουσι παρὰ τὴν ὁδόν. Ἐριδμαίνωσιν. Ἐρεθίζωσιν. Ἔθοντες.
5Συνεχῶς ἐξ ἔθους παραγιγνόμενοι, καὶ βλάπτοντες.

16

.

261

Κερτομέοντες. Ἐ‐ ρεθίζοντες.

16

.

262

Νηπίαχοι. Νήπιοι, ἄφρονες.

16

.

263

Παρὰ τίς τε κιών. Τὸ ἑξῆς, παριὼν τίς. Ὁδίτης. Ὁδοιπόρος.

16

.

264

Οἱ δ’ ἄλκιμον ἦτορ ἔχοντες. Ἀ‐
κόλουθον ἦν εἰρηκέναι, τῶν δὲ ἄλκιμον.

16

.

283

Αἰπύν. Χαλεπόν.

16

.

287

Πυ‐ ραίχμην. Πεποίηται τὸ ὄνομα τοῦ στρα‐ τηγοῦ, παρὰ τὸ πῦρ καὶ αἰχμὴν φέρειν ἐν τῇ νηΐ.

16

.

290

Ἀμφὶ φόβηθεν. Ἑ‐ κατέρωθεν ἔφυγον.

16

.

291

Παίονες. Ἔθ‐ νος ὅμορον Θρᾳκῶν.

16

.

294

Ἡμιδαής. Ἡμίκαυστος, ἡμίφλεκτος.

16

.

298

Στε‐ ροπηγερέτα. Ἀστραπτικός.

16

.

299

Πρώ‐ ονες. Αἱ προνενευκυῖαι τῶν ὀρῶν ἐξοχαί.

16

.

300

Νάπαι. Οἱ ὀρεινοὶ καὶ ἀναπεπτα‐ μένοι τόποι. οἱ σύμφυτοι. Οὐρανόθεν δ’ ἂρ ὑπεῤῥάγη ἄσπετος αἰθήρ. Αἴφνης δι‐ έλαμψεν αἴθριον. Ὁ δὲ λόγος· ξηροῦ δὲ
5καὶ πυῤῥώδους πνεύματος περὶ τὴν παχύ‐ τητα τῶν νεφῶν ῥαγέντος ὑπὸ τὸν οὐρα‐ νὸν, ἐξέλαμψεν αἰθήρ. τουτέστιν, ἀ‐ στραπὴ ἐγένετο. Διορῶνται οὖν, φησι, καὶ τοῦ αἰθέρος ἀστέρες, νεφέλης ῥαγεί‐
10σης. Ὑπεῤῥάγη. Διαφανὴς ἐγένετο. Ἄσπετος. Μέγιστος, πολὺς, καὶ ἀσύνο‐ πτος.

16

.

302

Ἐρωή. Νῦν ὁρμή. Ἔστι δὲ ὅτε τὴν ἡσυχίαν καὶ ἀνάπαυσιν δηλοῖ.

16

.

304

Προτροπάδην. Ἐπειγμένως καὶ ὁλοσχερῶς ἐκστρέψαντες τὰ νῶτα.

16

.

305

Ὑπόεικον. Ἐξίσταντο, ὑπεχώρουν.

16

.

308

Στρεφθέντος. Εἰς φυγὴν κλίναντος.

16

.

314

Ἔφθη. Ἔφθασε, προέλαβεν. Ὀρε‐ ξάμενος. Νῦν, ἐφικόμενος καὶ πλήξας ἐκ χειρός. Πρυμνὸν σκέλος. Τὸ ἔσχατον μέρος τοῦ σκέλους. Πάχιστος. Παχύς.

16

.

315

Μυιών. Ἡ γαστροκνημία. ἥτις συνέστηκεν ἐκ πολλῶν νεύρων καὶ συνε‐ στραμμένων σαρκῶν.

16

.

319

Αὐτοσχε‐ δά. Ἑτοίμως, παραχρῆμα.

16

.

322

Ὀ‐ ρεξάμενος. Ἐπὶ τὸ πατάξαι ὁρμήσας.

16

.

323

Πρυμνὸν βραχίονα. Τὸ ἀκρότατον τοῦ βραχίονος.

16

.

324

Δρύψ’ ἀπὸ μυώ‐ νων. Ἀπέσυρεν ἀπὸ τῶν μυῶν. Ἀπὸ δ’ ὀστέον ἄχρις ἄραξεν. Ἐπέσχισε δὲ τὴν σάρκα ἄχρι τοῦ ὀστοῦ.

16

.

327

Εἰς ἔρε‐ βος. Εἰς τὸ σκότος.

16

.

331

Βλαφθέν‐ τα. Ἐμποδισθέντα.

16

.

333

Ὑπεθερ‐ μάνθη. Ἐβαπτίσθη.

16

.

334

Πορφύρεος θάνατος. Μέλας, σκοτεινός.

16

.

336

Μέ‐ λεον. Ματαίως.

16

.

337

Συνέδραμον. Ἐκ τοῦ σύνεγγυς ἐμαχέσθησαν.

16

.

339

Ἐῤῥαίσθη. Διεφθάρη, ἐκλάσθη.

16

.

340

Ἔδυ. Κατὰ βάθους εἰσῆλθε.

16

.

341

Παρηέρθη. Παρηνέχθη, παρεκρεμάσθη.

16

.

347

Νέρθεν ὑπ’ ἐγκεφάλοιο. Ὑπὸ τὸν ἐγκέφαλον. Κέασσε. Συνέτριψε, περιέ‐ σχισε.

16

.

350

Πρῆσεν. Ἐξεφύσησε, μετὰ πνεύματος ἐξέδωκεν.

16

.

352

Ἐπέ‐
χραον. Μετὰ βίας ἐπῆλθον. ἐφώρμη‐ σαν.

16

.

353

Σίνται. Βλαπτικοί. Ὑπ’ ἐκ μήλων αἱρεύμενοι. Ὑφαιρούμενοι τὰ λιπαρὰ τῶν βοσκημάτων.

16

.

357

Δυσκε‐ λάδου. Κακὸν ἦχον ἀποτελοῦντος.

16

.

361

Σκέπτετο. Παρεσκέπτετο, ἐφυλάσσετο. Ῥοῖζον. Ῥύμην, ὁρμὴν, ἦχον.

16

.

365

Αἰθέρος ἐκ δίης, ὅτε τε Ζεὺς λαίλαπα τείνει. Ὅτ’ ἂν πνεύματος ἦχον καὶ νέ‐ φος παραστήσῃ· ὅτε, φησὶν, ὁ Ζεὺς μετὰ τὴν αἰθρίαν κατάστασιν ἐμβολὴν ἀνέμου
5διεγείρῃ. Αἰθέρος ἐκ δίης. Πῶς αἰθέρος; τὰ γὰρ πάθη ταῦτα περὶ τὸν ἀέρα συμ‐ βέβηκε. Τάχα οὖν συγχεῖται ὁ ἀὴρ πρὸς τὸν αἰθέρα. ὡς κᾀν τῇ Λ· Αἵματι μυ‐ δαλέας ἐξ αἰθέρος. καί· Ζεὺς δ’ ἔλαχ’
10οὐρανὸν εὐρὺν ἐν αἰθέρι, καὶ νεφέλῃσιν. Οὐ γὰρ αἱ νεφέλαι ἐν τῷ αἰθέρι.

16

.

368

Λεῖπε δὲ λαὸν Τρωϊκὸν, οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκε. Ἐν σχήματι πέ‐ φρακε. ἔδει γὰρ εἰπεῖν, ὃν ἀέκοντα.

16

.

374

Ἐπεὶ ἂρ τμάγεν. Ἐπειδὴ διεσκε‐ δάσθησαν. Ἀέλλη. Νῦν, ἡ κόνις.

16

.

375

Σκίδνατο. Ἀνηκοντίζετο. Τανύοντο. Ἐπιτεταμένως ἔτρεχον.

16

.

379

Ἀνε‐ κυμβαλίαζον. Ἀνεκρότουν, ἀνετρέποντο.

16

.

384

Βέβριθε. Ψόφου ἔγεμεν, ἐβάρει.

16

.

385

Ἤματ’ ὀπωρινῷ. Ἐν τῷ τῆς ὀπώ‐ ρας καιρῷ.

16

.

387

Σκολιάς. Ἀδίκους. ἀπὸ τοῦ εὐθέως καὶ ὀρθοῦ παρατετραμ‐ μένας ἐπὶ τὸ ἄδικον. ὅ ἐστι, στρεβλάς.

16

.

388

Ἐκ δὲ δίκην ἐλάσωσι. Νῦν, τὸ δίκαιον. Θεῶν ὄπιν. Τὴν ἐκ θεῶν ἐπι‐ στροφὴν καὶ φροντίδα.

16

.

390

Κλιτῦς. Φάραγγας, ἢ ὀρῶν ἀποκλίσεις. Ἀποτμή‐ γουσιν. Ἀποτέμνονται, χωρίζουσι. Χα‐ ράδραι. Οἱ ὑπὸ τῶν χειμάῤῥων ἐκρησ‐
5σόμενοι αὐλῶνες. Παρὰ τὸ χαράσσειν, καὶ τραχύνειν τὴν γῆν.

16

.

392

Ἐπὶ κάρ. Ἤτοι, ἄνωθεν ἐκ τοῦ πρὸς αὐτούς. ἢ, ἐπικάρσιαι καὶ πλάγιαι. ἢ ἐπὶ κεφα‐ λὴν, καὶ εἰς τὸ κάταντες. Ἐπὶ κάρ. Τοῦ
5κάρη ἐστὶν ἀποκοπὴ, οὐ τοῦ κάρα. Οὐ λέ‐ γει γὰρ ὁ Ποιητὴς ποτὲ κάρα, ἀλλὰ κάρη. Αὐτὸ δὲ τὸ κάρη, τοῦ κάρηνον ἐστὶν ἀπο‐ κοπή. Τὰ γὰρ εἰς η οὐδέτερα, ἢ δυϊκά εἰσιν, ἢ πληθυντικά. Μινύθει. Ἐλατ‐
10τοῦται, φθείρεται.

16

.

394

Ἐπέκερσεν. Ἀπέτεμεν.

16

.

395

Ἔεργε. Συνήλαυνε. Παλιμπετές. Εἰς τὰ ὀπίσω πεπτωκό‐ τας.

16

.

398

Μεταΐσσων. Μεταδιώκων. Ἀπετίννυτο ποινήν. Δίκην εἰσεπράττετο.

16

.

403

Ἀλείς. Συσταλείς. Ἐκ γὰρ πλήγη φρένας. Ἀντὶ τοῦ ἐξεπλάγη.

16

.

404

Ἠΐχθησαν. Ὡρμήθησαν.

16

.

405

Γναθ‐ μόν. Σιαγόνα.

16

.

407

Προβλῆτι. Προ‐ βεβλημένῳ. ἐκκειμένῳ. Ἱερὸν ἰχθύν. Ἤτοι, μέγαν.

16

.

408

Θύραζε. Ἔξω. Λίνῳ. Τῇ ὁρμιᾷ, ἢ τῷ ἀγκίστρῳ. Ἤνο‐ πι χαλκῷ. Διαυγεῖ χαλκῷ. Λέγει δὲ, τῷ ἀγκίστρῳ.

16

.

412

Κεάσθη. Ἐσχί‐ σθη.

16

.

413

Βριαρῇ. Ἰσχυρᾷ.

16

.

414

Θυμοραϊστής. Ὁ τὴν ψυχὴν διαφθεί‐ ρων, καὶ ἀπολλύων.

16

.

419

Ἀμιτροχί‐
τωνας. Ἀζώστους, ἢ, μίτρᾳ καὶ θώρακι μὴ χρωμένους.

16

.

420

Δαμέντας. Ἀν‐ αιρεθέντας.

16

.

421

Καθαπτόμενος. Ἐ‐ πιπλήσσων, ὀνειδίζων.

16

.

422

Πόσε. Ποῦ.

16

.

428

Γαμψώνυχες. Ἐπικαμπεῖς ὄνυχας ἔχοντες.

16

.

429

Κλάζοντε. Φθεγ‐ γόμενοι, κράζοντες.

16

.

435

Μέμονε. Δι‐ ανοεῖται.

16

.

441

Πεπρωμένον. Πέρατος ἠξιωμένον, εἰμαρμένον.

16

.

442

Ἐξαναλῦ‐ σαι. Ἐλευθερῶσαι, ἐκλῦσαι.

16

.

449

Κό‐ τον. Νῦν φιλονεικίαν. Ἐνήσεις. Ἐμ‐ βαλεῖς.

16

.

456

Ταρχύσουσι. Θάψουσι.

16

.

459

Ψιάδας. Ψεκάδας, δρόσους.

16

.

461

Φθίσειν. Ἀπολέσειν.

16

.

468

Ἀΐσθων. Ἀλγῶν. ἐκπνέων.

16

.

469

Μακών. Μυ‐ κησάμενος. φθεγξάμενος βαρύ.

16

.

470

Κρίκεν. Ἐψόφηκεν, ἤχησε, ποιὸν ἦχον ἀπετέλεσε.

16

.

471

Παρήορος. Ὁ ἔξω τοῦ ζυγοῦ ἵππος. παράσειρος λεγόμενος.

16

.

473

Τανύηκες. Ἐκτεταμένον, εἰς μῆκος ἔχον τὴν ἀκμήν.

16

.

474

Οὐδ’ ἐμάτησεν. Οὐδὲ ἐματαιοπράγησεν, ἢ ἠμέλησεν.

16

.

475

Ἰθυνθήτην. Ἐπ’ εὐθείας ἔστησαν τεταγμένοι. Ῥυτῆρσι. Χαλινοῖς, ἡνί‐ αις· Παρὰ τὸ ἐρύειν, ὅ ἐστιν, ἕλκειν. Τάνυσθεν. Ἀπευθύνθησαν.

16

.

476

Ἔ‐ ριδος πέρι. Περὶ τῆς φιλονεικίας.

16

.

481

Ἔρχαται. Συνέρχονται. Ἀδινόν. Πυ‐ κνὸν, συνετόν. Ἔνθ’ ἄρα τε φρένες ἔρ‐ χαται ἀμφ’ ἀδινὸν κῆρ. Ἔνθα αἱ φρέ‐ νες εἰσὶ περὶ τὸ φύσει λαμπρὸν καὶ ἡδὺ
5μέρος τῆς ψυχῆς.

16

.

482

Ἀχερωΐς. Δέν‐ δρον, ὃ καλεῖται λεύκη. Ἔνιοι δὲ φηγοῦ εἶδος εἶπον αὐτήν.

16

.

483

Βλωθρή. Εὐ‐ αυξὴς, μεγάλη.

16

.

484

Νεήκεσι. Νεω‐ στὶ ἠκονημένοις. Νήϊον. Ναυπηγήσιμον ξύλον.

16

.

486

Βεβρυχώς. Βρυχώμενος, ποιὸν ἦχον ἀποτελῶν, πιλῶν τοὺς ὀδόντας, καὶ συναρμόζων αὐτούς.

16

.

489

Γαμφη‐ λῇσι. Σιαγόσι. γνάθοις.

16

.

491

Μενέ‐ αινε. Νῦν, ἐλειποψύχει. Ἀλλαχοῦ δέ φησι· Νήπιοι, οἳ Ζηνὶ μενεαίνομεν. ἀντὶ τοῦ, ὀργιζόμεθα. Καί· Μενέαινεν κῦδος
5ἀρέσθαι. ἀντὶ τοῦ, προεθυμεῖτο. Ὀνό‐ μῃνεν. Ἐξ ὀνόματος ἐκάλεσεν.

16

.

494

Ἐελδέσθω. Ἐπιθυμείσθω.

16

.

498

Κα‐ τηφείη. Αἰσχύνη. Ὄνειδος.

16

.

499

Δι‐ αμπερές. Διόλου.

16

.

500

Νεῶν ἐν ἀ‐ γῶνι. Ἐν τῷ ἀθροίσματι τῶν νηῶν.

16

.

501

Ἔχεο. Ἀντέχου τῆς μάχης, καὶ προΐστασο.

16

.

502

Τέλος θανάτοιο κά‐ λυψε Ὀφθαλμοὺς ῥῖνάς τε. Ὁ δὲ θά‐ νατος αὐτὸν ἔλαβε τούς τε ὀφθαλμοὺς καὶ τὰς ῥῖνας· ἐπεὶ οἱ τελευτῶντες, οὐ
5βλέπουσιν, οὔτε ἀναπνέουσιν, οὔτε φρένας ἔχουσι.

16

.

504

Προτὶ δὲ φρένες. Προσ‐ είχοντο δὲ αὐτῷ αἱ φρένες. Φρένες. Ἀεὶ ὁ Ποιητὴς φρένας καλεῖ τὸ διά‐ φραγμα.

16

.

505

Τοῖο δ’ ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξέρυς’ αἰχμήν. Τούτου δὲ κατ’ αὐτὸ τήν τε ψυχὴν καὶ τὴν τοῦ δό‐ ρατος αἰχμὴν ἐξείλκυσε.

16

.

507

Λίπον ἅρματ’ ἀνάκτων. Ἔλιπον τὰ ἅρματα τῶν δεσποτῶν.

16

.

508

Φθογγῆς. Φωνῆς. Ἀΐοντι. Ἀκούοντι.

16

.

509

Ὠρίνθη. Συνεχύθη.

16

.

510

Ἐπίεζεν. Ἐξέθλιβε.

16

.

515

Δύνασαι δέ τε πάντος’ ἀκούειν Ἀνέρι. Δύναται δὲ πανταχόθεν εὐχὴ εἰς σὲ παραγενέσθαι λυπουμένου ἀνδρός.

16

.

516

Κηδομένῳ. Ἀνιωμένῳ, λυπουμένῳ.

16

.

518

Ὀξείῃς. Δριμείαις, χαλεπαῖς. Ἐλήλαται. Διαπέπαρται.

16

.

519

Τερ‐ σῆναι. Ξηρανθῆναι. Βαρύθει. Βαρύνε‐ ται.

16

.

524

Κοίμισον. Νῦν, κατάπαυ‐ σον.

16

.

525

Κεκλόμενος. Παρακελευό‐ μενος.

16

.

534

Βιβάσθων. Προβαίνων.

16

.

542

Εἴρυτο. Ἔσωζε. Δίκῃσί τε καὶ σθένεϊ ᾧ. Εὐδικίᾳ καὶ δυνάμει ἰδίᾳ.

16

.

544

Πάρστητε. Ἐγγὺς στῆτε. Νε‐ μεσσήθητε. Μεμπτὸν ἡγήσασθε.

16

.

545

Ἀεικίσωσιν. Ὑβρίσωσιν, αἰκίσωνται, τι‐ μωρήσωνται.

16

.

548

Κατακρῆθεν. Κατὰ τῆς κεφαλῆς, κατὰ κρατός.

16

.

549

Ἄ‐ σχετον. Ἀκατάσχετον, ἄφοβον. Οὐκ ἐπιεικτόν. Οὐ μέτριον, οὐ φορητόν. Ἕρ‐ μα. Ἔρεισμα, φύλαγμα.

16

.

550

Ἔ‐ σκεν. Ἦν, ὑπῆρχεν. Ἀλλοδαπός. Ἀλ‐ λογενὴς, ξένος.

16

.

552

Λελιημένοι. Συ‐ στραφέντες, προθυμηθέντες.

16

.

554

Λά‐ σιον κῆρ. Συνετόν. Λάσιον κῆρ. Συν‐ ετὴ ψυχή. Περίφρασις, ὁ τρόπος.

16

.

556

Σφῶϊν. Ὑμῖν.

16

.

558

Ὃς πρῶτος ἐσή‐ λατο τεῖχος Ἀχαιῶν. Ἀντὶ τοῦ, διε‐ σάλευσεν, ἐπλήρωσεν εἰσελθών.

16

.

563

Ἐκαρτύναντο. Ἰσχυροποίησαν, ἠσφαλί‐ σαντο.

16

.

572

Βουδείῳ. Βούδειον, πόλις Θεσσαλίας.

16

.

574

Ἐς Πηλῆα. Ἀντὶ τοῦ, πρὸς Πηλέα.

16

.

578

Ἄνδιχα. Δι‐ χῶς, εἰς δύο.

16

.

583

Ψῆρας. Ψάρας.

16

.

589

Αἰγανέης. Εἴδους ἀκοντίου, πρὸς αἰγῶν ἄγραν ἐπιτηδείου. Ταναοῖο. Εἰς μῆκος τεταμένης, μακρᾶς.

16

.

595

Ἑλ‐ λάδι. Ἑλλὰς, πόλις Θεσσαλίας. ἧς οἱ πολῖται πρῶτοι εἶχον τοῦτο, καλεῖσθαι Ἕλληνες. Ἀπὸ Ἕλληνος τοῦ Δευκαλίω‐
5νος καὶ Πύῤῥας. Ὕστερον δὲ πάντες οἱ τῆς Ἑλλάδος ἐκλήθησαν Ἕλληνες, ὀνό‐ ματι κοινῷ, ὥς φησι Θουκυδίδης ἐν τῇ Α. Πρότερον δὲ ἐκεῖνοι μόνοι Ἕλληνες ἐκαλοῦντο, οἱ δὲ ἄλλοι κατὰ ἔθνη ἕκα‐
10στος. ὥσπερ καὶ ὁ Ποιητὴς ἐν τῷ κατα‐ λόγῳ λέγει· Μυρμιδόνες δὲ καλοῦντο, καὶ Ἕλληνες, καὶ Ἀχαιοί.

16

.

596

Ὄλβῳ. Εὐδαιμονίᾳ, πλούτῳ.

16

.

600

Κεχάροντο. Ἐχάρησαν.

16

.

603

Κορυστήν. Πολεμι‐ στήν.

16

.

609

Τεύξεσθαι. Ἐπιτυχεῖν. Ὑπασπίδια προβιβῶντος. Ὑπὸ τὴν ἀσπί‐ δα βαίνοντος.

16

.

610

Ἄντα ἰδών. Ἀν‐ τικρὺ σκοπήσας.

16

.

612

Ἐνισκίμφθη. Ἐγκατεσχέθη, ἐνεπάγη. Οὐρίαχος. Τὸ ὄπισθεν μέρος τοῦ δόρατος. ὃ καὶ σαυρω‐ τὴρ καλεῖται. Πελεμίχθη. Διεσείσθη,
5ἐτινάχθη.

16

.

613

Ἄρης. Νῦν, ὁ σίδη‐ ρος.

16

.

617

Ὀρχηστήν περ ἐόντα. Εὐ‐ κίνητον κατὰ τὸν πόλεμον. ὅ ἐστι, συγ‐ κεκροτημένον τὰ πολεμικὰ καλῶς. Ἐ‐ πυῤῥίχιζον γὰρ τοῖς ὅπλοις οἱ Κρῆτες πρὸς
5ἄσκησιν τῶν πολεμικῶν. ὅ ἐστι, σὺν τοῖς ὅπλοις τὴν πυῤῥίχιον καὶ ἔνοπλον ὄρ‐ χησιν ἠσκοῦντο. Τρία γὰρ εἴδη ὀρχή‐ σεως· πυῤῥίχη, σίκιννις, ἥτις ἐστὶν ἱερα‐ τικὴ, καὶ ὁ σκορδακισμὸς, αἰσχρός τις ὢν
10καὶ βεβήλοις ἁρμόδιος.

16

.

621

Σβέσαι
μένος. Καθελεῖν τὴν δύναμιν. κτεῖναι.

16

.

626

Ἐνένιπεν. Ἐπέπληξεν, ὠνείδισεν.

16

.

628

Οὔτοι Τρῶες ὀνειδείοις ἐπέεσσι Νε‐ κροῦ χωρήσουσιν. Ἀντὶ τοῦ, οὐδὲ ὀνειδι‐ ζόμενοι, οὐδὲ κακολογούμενοι, οἱ Τρῶες ὑπείξουσι τοῦ πολέμου.

16

.

630

Ἐν γὰρ χερσὶ τέλος πολέμου· ἐπέων δ’ ἐνὶ βουλῇ. Ὁ πόλεμος μὲν γὰρ χειρῶν δεῖται πρὸς κατόρθωσιν· βουλὴ δὲ καὶ ἐκκλησία λό‐
5γων.

16

.

631

Ὀφέλλειν. Αὔξειν.

16

.

633

Δρυτόμων. Ξυλοτόμων.

16

.

635

Εὐρυο‐ δείης. Μεγαλαμφόδου, πλατείας.

16

.

638

Φράδμων. Διορατικὸς, ὀξὺς, ἢ ἔμπειρος. Ὁ δὲ λόγος· οὐδὲ ὁ πάνυ γνώριμός φησι καὶ συνήθης τῷ Σαρπηδῶνι, ἠδύνατο γνω‐ ρίσαι αὐτὸν, διὰ τὸ αἵματι καὶ κόνει πε‐
5φῦρθαι.

16

.

640

Εἴλυτο. Ἐκεκάλυπτο.

16

.

641

Ὁμίλεον. Συνεστρέφοντο.

16

.

642

Σταθμῷ. Τῇ τῶν βοσκημάτων στάσει καὶ ἐπαύλει. Βρομέωσι. Ποιὸν ἦχον ἀποτελοῦσι. Γλαγέας. Γάλακτι πε‐ πληρωμένας.

16

.

643

Ὥρῃ ἐν εἰαρινῇ. Ἐν τῇ τοῦ ἔαρος ὥρᾳ. Γλάγος. Γάλα. Δεύει. Βρέχει, ὑγραίνει, ἢ πληροῖ.

16

.

646

Κατ’ αὐτούς. Ἀντὶ τοῦ, ἐπ’ αὐ‐ τούς.

16

.

652

Δοάσσατο. Ἔδοξεν, ἐφά‐ νη.

16

.

658

Διὸς ἱρὰ τάλαντα. Τὰ τοῦ
Διὸς ζυγὰ, τὰ ἱερὰ τάλαντα.

16

.

661

Ἀγύρει. Τῷ ἀθροίσματι.

16

.

681

Πομ‐ ποῖσι. Τοῖς παραπέμπουσιν αὐτὸν καὶ παρακομίζουσι. Κραιπνοῖσι. Ταχέσι.

16

.

682

Διδυμάοσι. Διδύμοις.

16

.

683

Ἐν πίονι δήμῳ. Ἐν πολλῷ καὶ εὐδαίμονι
ὄχλῳ.

16

.

685

Μετεκίαθεν. Ἀντὶ τοῦ, μετήρ‐ χετο. Ἀάσθη. Ἐβλάβη.

16

.

697

Ἐμνώ‐ οντο. Μνήμην ἐποιοῦντο.

16

.

698

Ὑψί‐ πυλον. Ὑψηλὴν, μεγάλην.

16

.

699

Περὶ πρὸ γὰρ ἔγχεϊ θῦε. Ὑπὲρ γὰρ τοὺς ἄλλους ἴσχυε. καθ’ ὑπερβολὴν καὶ ἐν‐ θουσιωδῶς ὥρμα. ὅ ἐστιν, ἐμμανῶς ἐμά‐
5χετο σὺν τῷ δόρατι.

16

.

702

Ἀγκῶνος. Νῦν, τῆς τοῦ τείχους ἐξοχῆς.

16

.

703

Ἀπεστυφέλιξεν. Ἀπεσείσατο.

16

.

708

Πέρθαι. Πορθηθῆναι. Ἀγερώχων. Ἄ‐ γαν ἐντίμων, πολεμικῶν. Σημαίνει δὲ ἀλλαχοῦ τὸ αὐθαδῶν, καὶ ὑβριστῶν.

16

.

713

Δίζεν. Ἀμφέβαλλεν, ἐδίσταζε. Κλόνον. Ταραχὴν, θόρυβον.

16

.

714

Ὁ‐ μοκλήσειεν. Ἀπειλήσει, κελεύσει. Ἀ‐ λῆναι. Συστραφῆναι.

16

.

717

Μήτρως. Μητρὸς ἀδελφός.

16

.

723

Ἀπερωήσειας. Ἀποχωρήσειας.

16

.

724

Πατρόκλῳ ἔφε‐ πε. Ἐπὶ τῷ Πατρόκλῳ ὅρμα, διώκων αὐτόν.

16

.

728

Πεπληγέμεν. Μαστί‐ ζειν.

16

.

731

Ἔα. Συνεχώρει, εἴα. Ἐ‐ νάριζεν. Ἀνῄρει, ἐφόνευε.

16

.

735

Μάρ‐ μαρον. Λευκὸν λίθον. Ὀκριόεντα. Τρα‐ χύν.

16

.

736

Ἐρεισάμενος. Πᾶσαν δύ‐ ναμιν εἰσενεγκάμενος, καὶ ἐπιπεσών. Οὐ δὲ δὴν ἅζετο φωτός. Οὐδὲ ἐπὶ πολὺν χρόνον ἀπείχετο τοῦ ἀνδρός.

16

.

737

Ἁ‐ λίωσε. Μάταιον ἐποίησε. Βέλος. Νῦν φησι τὸν λίθον.

16

.

738

Ἀγακλῆος. Ἄ‐ γαν ἐνδόξου.

16

.

739

Μετώπιον. Τὸ τῆς
περικεφαλαίας, τὸ κατὰ τοῦ μετώπου κείμενον.

16

.

740

Σύνελε. Συνέτριψεν. Ἔσχεν. Ἐπέσχεν, ἐκώλυσεν.

16

.

742

Ἀρνευτῆρι. Κυβιστητῆρι. Ἀπὸ μετα‐ φορᾶς τῶν ἀρνῶν. οὗτοι γὰρ ἐν τῷ τρέ‐ χειν τὴν κεφαλὴν ἐπισείουσιν.

16

.

744

Κερτομέων. Παροξύνων, χλευάζων.

16

.

745

Ἐλαφρός. Εὐκίνητος.

16

.

747

Τή‐ θεα. Εἶδος ὀστρέων. Οἱ δὲ ἁπλῶς, ὄ‐ στρεα. Διφῶν. Ζητῶν, ἐρευνῶν.

16

.

748

Δυσπέμφελος. Δυσάρεστος, δυσκίνητος. ἢ, ὡς Ἡσίοδός φησι, δυσχείμερος.

16

.

751

Ἐπὶ Κεβριόνῃ ἥρωϊ. Ἀντὶ τοῦ, ἤλαυνεν ἐπὶ τῷ Κεβριόνῃ.

16

.

752

Οἶμα. Ὅρ‐ μημα. Σταθμούς. Νῦν, τὰς ἐπαύλεις. Κεραΐζων. Πορθῶν. Διαφθείρων. ἀφα‐ νίζων.

16

.

754

Ἆλσο. Ὥρμησας, ἥλω.

16

.

756

Δηρινθήτην. Ἐμαχέσαντο.

16

.

761

Ἵεντο. Προεθυμοῦντο.

16

.

764

Σύνα‐ γον. Συνέβαλλον, συνῆπτον.

16

.

765

Ἐρι‐ δαίνετον. Ἐρίζουσι, φιλονεικοῦσι.

16

.

766

Πελεμιζέμεν. Κινεῖν.

16

.

767

Τανύ‐ φλοιον. Μακρὸν φλοιὸν ἔχουσαν, εὔϊνον.

16

.

768

Τανυήκεας. Ἐκτεταμένους, μα‐ κρούς.

16

.

769

Πάταγος. Ψόφος. Ἀγνυ‐ μενάων. Κατασσομένων, κλωμένων.

16

.

770

Θορόντες. Ἐπιπηδῶντες.

16

.

775

Στροφάλιγγι. Συστροφῇ.

16

.

776

Μέ‐ γας μεγαλωστί. Μέγας ἐπὶ μέγαν τό‐ πον.

16

.

779

Μετενείσσετο. Μετῆλθε. Βουλυτόνδε. Ἐπὶ τὴν ἑσπέραν. δείλης. καθ’ ὃν καιρὸν οἱ βόες ἀπολύονται τῶν ἔργων.

16

.

792

Καταπρηνεῖ. Κατεστραμ‐
μένῃ. Στρεφεδίνηθεν. Περιεστράφησαν αὐτοῦ οἱ ὀφθαλμοὶ, οἱονεὶ ἐσκοτώθησαν.

16

.

795

Αὐλῶπις. Τὸ τῆς περικεφαλαίας ἀνάστημα, καὶ αὐτὴ ἡ περικεφαλαία. Μιάνθησαν. Ἐμολύνθησαν. Ἔθειραι. Αἱ κόμαι.

16

.

796

Οὐ θέμις. Οὐ δίκαιον.

16

.

803

Τερμιόεσσα. Ποδήρης, ἡ ὅλον τὸν ἄνθρωπον σκέπουσα. μεγάλη.

16

.

808

Ἡ‐ λικίην. Τοὺς ἡλικιώτας. Ἐκέκαστο. Ὑπερεῖχεν, ἐκεκόσμητο.

16

.

810

Βῆσεν ἀφ’ ἵππων. Ἀπέβαλεν, ἀπεβίβασε τῶν ἵππων.

16

.

811

Σὺν ὄχεσφι διδασκόμενος.
Ἀντὶ τοῦ ἁρματομαχεῖν ἐπιστάμενος, ἐν πολέμῳ γυμναζόμενος. Διδασκόμενος πο‐ λέμοιο. Ἐκμανθάνων τὰ τοῦ πολέμου
5ἔργα.

16

.

820

Ἀγχίμολον. Σύνεγγυς. ση‐ μαίνει δὲ τὸ μετ’ ὀλίγον.

16

.

822

Ἤκα‐ χε. Ἐλύπησεν.

16

.

823

Ἀκάμαντα. Ἰσχυρὸν, μέγαν. Ἐβιήσατο. Κατηγω‐ νίσατο.

16

.

825

Πίδακος ἀμφ’ ὀλίγης. Περὶ μικρᾶς πηγῆς.

16

.

827

Πέφνοντα. Φονεύοντα.

16

.

830

Ἁμήν. Ἡμετέραν.

16

.

833

Τάων δὲ πρόσθ’ Ἕκτορος. Τούτων δὲ προπολεμοῦσιν οἱ τοῦ Ἕκτορος ἵπποι. τοῦτ’ ἔστιν αὐτὸς ὁ Ἕκτωρ ἐπ’ αὐτῶν ὀχούμενος.

16

.

834

Ὀρωρέχαται. Ἐκτεί‐ νονται τρέχοντες, ὁρμῶντες.

16

.

836

Ἦ‐ μαρ ἀναγκαῖον. Ἀνάγκης ἡμέραν φησὶ τοῦ θανάτου.

16

.

839

Ἱπποκέλευθε. Ἱπ‐ πικέ.

16

.

843

Ὀλιγοδρανέων. Ὀλίγον ἰσ‐
σχύων ἐκ τῶν τοῦ σώματος μελῶν.

16

.

850

Σὺ δέ με τρίτος ἐξεναρίζεις. Ἀν‐ τὶ τοῦ, μετὰ πολλοὺς σκυλεύεις. Ἐζήτη‐ ται δὲ, πῶς τέσσαρας καταριθμήσας, μοῖραν, Ἀπόλλωνα, Εὔφορβον, Ἕκτορα,
5ἐπιφέρει· Σὺ δέ με τρίτος ἐξεναρίζεις. ἔστι δὲ λέγειν, ὅτι τὴν μοῖραν οὐκ ἀπη‐ ρίθμησεν ὡς κοινὴν πᾶσιν ἀνθρώποις ἐπι‐ κειμένην. ἔνιοι δὲ τὸ ἑξῆς, οὕτως ἀποδι‐ δόασι· Ἀλλά με μοῖρ’ ὀλοὴ, καὶ Λητοῦς
10ἔκτανεν υἱός. Ἀνδρῶν δ’ Εὔφορβος τρί‐ τος, σὺ δέ μ’ ἐξεναρίζεις. ἢ σὺ δέ με τρίτος ἐξεναρίζεις, ἵν’ ᾖ πολλοστός.

16

.

856

Ἐκ ῥεθέων. Ἐκ τῶν μελῶν, ἐκ τοῦ σώ‐ ματος. Πταμένη. Πτᾶσα, ὑποχωρή‐ σασα. Ἄϊδόσδε βεβήκει. Εἰς τὸν ᾅδην κατῄει.

16

.

857

Πότμον. Μόρον. Γο‐ όωσα. Λυπουμένη, θρηνοῦσα. Λιποῦς’. Καταλιποῦσα. Ἀνδροτῆτα. Ἀνδρίαν. Ἥβην. Τὸ σῶμα, τὴν ἡλικίαν.

16

.

861

Φθήη. Φθάσει.

16

.

867

Ἄμβροτοι. Ἀ‐
θάνατοι.

17

.

2

Τρώεσσι δαμείς. Ἀντὶ τοῦ ὑπὸ τῶν Τρώων ἀναιρεθείς.

17

.

4

Ἀμφὶ δ’ ἄρ’ αὐτῷ βαῖνε. Περιέβαινε δὲ, καὶ ὑπερε‐ μάχει αὐτοῦ. Πόρτακι. Νεογνῇ βοΐ. οἱονεὶ πόριϊ. παρὰ τὸ νεωστὶ πορεύεσθαι,
5καὶ βαίνειν.

17

.

5

Πρωτοτόκος. Πρώτως τετοκυῖα. τῷ οὖν τόνῳ παροξυτόνως, ἵν’ ᾖ ἐνεργητικόν. προπαροξυτόνως δὲ δηλοῖ ἡ λέξις τὴν πρώτως τεχθεῖσαν. Κινυρή.
5Ὀδυρτικὴ, θρηνητική. Οὐ πρὶν εἰδυῖα τό‐ κοιο. Οὐ πρότερον οὖσα ἔμπειρος τοκετοῦ.

17

.

9

Ἐϋμελίης. Ἤτοι ὁ καλὰ μέλη ἔχων καὶ εὔμορφος. ἢ ὁ τῇ μελίᾳ χρώμενος, τουτέστι πολεμικὸς καὶ ἀνδρεῖος.

17

.

13

Ἔα δ’ ἔναρα βροτόεντα. Ἔκειντο γὰρ ἐπὶ τῆς γῆς λύσαντος αὐτὰ Ἀπόλλωνος.

17

.

16

Ἀρέσθαι. Ἀπενέγκασθαι, κτήσα‐ σθαι.

17

.

17

Ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι. Ἀφέλωμαί σου τὴν προσφιλε‐ στάτην ψυχήν.

17

.

19

Ὑπέρβιον. Ὑ‐ περβίως, ὑπερηφάνως. Εὐχετάασθαι. Αὐχεῖν, καυχᾶσθαι.

17

.

20

Πορδάλιος. Πόρδαλις τὸ ζῶον. ἡ δὲ δορὰ παρδαλῆ. ὁ μὲν ἀπὸ τοῦ προσάλλεσθαι. ἡ δὲ ἀπὸ τοῦ περιβάλλεσθαι.

17

.

22

Περὶ σθένεϊ βλεμεαίνει. Περὶ τὸ ἑαυτοῦ σθένος ἐν‐ θουσιωδῶς βλέπει καὶ μετὰ πολλῆς δυνά‐ μεως.

17

.

25

Ἧς ἥβης ἀπόνηθ’. Τῆς ἰδίας ἀκμῆς, ὅ ἐστι νεότητος, ἀπέλαυ‐ σεν. Ὤνατο. Ἐξεφαύλισεν, ὠνείδισεν, ἐμέμψατο.

17

.

26

Ἔφατο. Νῦν ἐλογί‐ σατο, ὁτὲ δὲ εἶπε.

17

.

28

Κεδνούς. Κηδεμονικοὺς, ἐντίμους.

17

.

29

Ὣς θήν. Ὣς δή.

17

.

32

Πρίν τι κακὸν παθέειν. ῥεχθὲν δέ τε νήπιος ἔγνω. Τοῦτο ἀπὸ παροιμίας εἴληπται. νηπίου γὰρ καὶ ἄφρονός ἐστι, μετὰ τὸ πραχθῆναι
5τὸ κακὸν, θεραπείαν καὶ ἐπανόρθωσιν αὐτοῦ ζητεῖν. ὁ γὰρ ἄφρων οὐ προορᾷ τὸ μέλλον, ἀλλὰ πραχθὲν γιγνώσκει.

17

.

35

Γνωτὸν ἐμόν. Ἀντὶ τοῦ τιμωρίαν· δώσεις ὑπὲρ τοῦ ἐμοῦ γνωτοῦ, ὅ ἐστιν ἀδελφοῦ.

17

.

36

Χήρωσας. Χῆραν καὶ ἔρημον ἐποίησας. Θαλάμοιο νέοιο. Νεω‐ στὶ κατεσκευασμένου, προσφάτου.

17

.

37

Ἀρητόν. Ἤτοι βλαβερόν. παρὰ τὴν ἀράν· ὅ ἐστι βλάβην. ἢ τὸν ἀπευκτόν. ἐλλείπει δὲ τὸ γάμον.

17

.

38

Ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην. Καταπαύσαιμι τοῦ θρήνου τοὺς ἀθλίους γονέας τοῦ Ὑπερήνορος, ἀνελών σε. καὶ κα‐
5ρατομήσας δώσω τὴν κεφαλήν σου καὶ τὰ ὅπλα αὐτοῖς. Κατάπαυμα. Κατάπαυ‐ σις.

17

.

40

Φρόντιδι. Ὄνομα κύριον τῆς Πάνθου γυναικὸς ἡ Φρόντις. τὴν γὰρ πα‐ ρατέλευτον συλλαβὴν δεῖ ὀξυτονεῖν. ἵν’ ᾖ κύριον θηλυκόν. ἔστι καὶ ἀρσενικὸν ὁ
5Φρόντις ἐν Ὀδυσσείᾳ.

17

.

41

Ἀλλ’ οὐ μὰν ἔτι δηρόν. Ἀλλ’ οὐδαμῶς ἐπὶ πο‐ λὺν χρόνον ἄπειροι γενώμεθα τῆς ἀλλή‐ λων δυνάμεως καὶ μάχης. Πόνος. Ἔρ‐
5γον, πρᾶξις.

17

.

42

Ἀδήριτος. Χωρὶς μάχης, ἀφιλόνεικος.

17

.

47

Ἀναχαζο‐ μένοιο. Ἀναχωροῦντος. Κατὰ στομά‐ χοιο θέμεθλα. Κατὰ τὴν ἀρχὴν, καὶ θέσιν τοῦ στομάχου. ὅ ἐστι τοῦ βρόχθου,
5οὐ μὴν τῆς κοιλίας. Θέμεθλα. Ῥίζας, βάσεις.

17

.

48

Ἔρεισεν. Ἤρεισεν, ἐπε‐ βάρησε. Χειρὶ πιθήσας. Ἐπακολουθήσας τῇ χειρί.

17

.

49

Αὐχένος. Σπονδύλου, ἢ τραχήλου. Ἀκωκή. Ἡ ἐπιδορατίς.

17

.

51

Δεύοντο. Νῦν ἐβρέχοντο. Χαρίτεσσιν ὁμοῖαι. Ἀντὶ τοῦ ταῖς τῶν Χαρίτων κόμαις ἶσαι. ἀπίθανον δέ ἐστιν. ἀμόρ‐ φωτος γὰρ ἡ κόμη, εἰ μὴ οὕτως. Μακε‐
5δόνες δὲ καὶ Κύπριοι Χάριτας λέγουσι τὰς συνεστραμμένας καὶ οὔλας μυρσίνας, ἃς φαμὲν στεφανίτιδας.

17

.

52

Πλοχμοί. Πλόκαμοι. Ἐσφήκωντο. Ἐσφιγμένοι ἦσαν, ἐδέδεντο. ὅθεν καὶ σφήκωμα εἴρη‐ ται. ἢ ὅτι πεπλεγμένοι ἦσαν.

17

.

53

Ἔρ‐ νος. Φυτόν. Οἷον δὲ τρέφει ἔρνος ἀνήρ. Ποσειδῶν καὶ Ἀθηνᾶ περὶ τῆς Ἀττικῆς ἐφιλονείκουν. καὶ Ποσειδῶν μὲν ἐπὶ τῆς
5ἀκροπόλεως τῆς Ἀττικῆς κρούσας τῇ τρι‐ αίνῃ κῦμα θαλάσσης ἐποίησεν ἀναδο‐ θῆναι, Ἀθηνᾶ δὲ ἐλαίαν. κριτὴς δὲ αὐ‐ τῶν γενόμενος Κέκροψ, ὁ τῶν τόπων τῆς Ἀττικῆς βασιλεὺς, τῇ θεῷ προσένειμε
10τὴν χώραν εἰπὼν, ὅτι θάλασσα μέν ἐστι πανταχοῦ, τὸ δὲ φυτὸν τῆς ἐλαίας ἴδιον Ἀθηνᾶς. ἡ ἱστορία παρὰ Καλλιμάχῳ. Ἐριθηλές. Μεγάλως θάλλον, ἀειθαλλές.

17

.

54

Οἰοπόλῳ. Ἤτοι ἐρήμῳ, καὶ μο‐ νήρει, ἢ ἐν ᾧ ὄϊες πολεῖσθαι, καὶ ἀναστρέ‐ φεσθαι δύνανται. ὅ ἐστι βόσκεσθαι. Ἅλις. Πολὺ, ἀθρόως. Ἀναβέβροχεν.
5Ἀντὶ τοῦ ἀναπέπωκεν. ἐὰν δὲ ἀναβέ‐ βρυχε, δηλοῖ τὸ ἀναβρύειν. ὅ ἐστιν ἀνα‐ πηδᾶν, καὶ ἀναβάλλεσθαι μετὰ ψόφου.

17

.

55

Τηλεθάον. Πάνυ θᾶλλον, εὐανθές. Δονέουσι. Δονοῦσι, κινοῦσι.

17

.

56

Βρύει. Θάλλει, γέμει.

17

.

58

Βόθρου. Βάθους τοῦ ὀρύγματος. Ἐξετάνυσσεν. Ἐξέ‐ τεινεν, ἥπλωσεν.

17

.

61

Ὀρεσίτροφος. Ὁ ἐν ὄρει τεθραμμένος.

17

.

64

Λαφύσ‐ σει. Λάπτει. ὅ ἐστι μετὰ σκυλμοῦ λά‐ βρως, καὶ μετὰ σπαραγμοῦ ἐσθίει.

17

.

65

Δῃῶν. Διακόπτων, διαιρῶν.

17

.

66

Ἰΰζουσιν. Ἀγροικικῇ φωνῇ προσφέρονται. προσφωνοῦσι. Πεποίηται δὲ ἡ λέξις παρὰ τὸ ἰοῦ ἐπίῤῥημα.

17

.

67

Χλωρόν. Νῦν χλωροποιόν. ὠχρόν.

17

.

71

Ἀγάσσατο. Ἐφθόνησε.

17

.

73

Κικόνων. Κίκονες ἔθ‐ νος Θρᾳκῶν.

17

.

75

Ἀκίχητα. Ἀκιχή‐ τως, ἀκαταλήπτως, ἀφθάστως.

17

.

76

Ἀλεγεινοί. Ἀλγεινοὶ, δυσχείρωτοι.

17

.

77

Ὀχέεσθαι. Ἐποχεῖσθαι.

17

.

83

Με‐ λαίνας. Νῦν συνετάς.

17

.

85

Ἀπαινύ‐ μενον. Ἀφαιρούμενον. Ἐπὶ γαίῃ. Ἐπὶ τῇ γῇ.

17

.

86

Ὠτειλήν. Τὸ ἐκ βολῆς τραῦμα.

17

.

88

Ὀξέα. Μεγάλα. Ἡ‐ φαίστοιο. Νῦν πυρός.

17

.

90

Πρὸς ὅν. Πρὸς τὸν ἴδιον.

17

.

92

Πάτροκλόν θ’, ὃς κεῖται ἐμῆς ἕνεκ’ ἐνθάδε τιμῆς. Ἀντὶ τοῦ, ὃς ἐμὲ τιμήσας κεῖται. ἢ ὃς κεῖται ἕνεκα τοῦ ἐμὲ τιμωρῆσαι τοὺς Τρῶας.

17

.

95

Περιστείωσι. Περιστοιχίσωσι, πε‐ ριστῶσι.

17

.

97

Διελέξατο. Διελογίσα‐ το.

17

.

98

Ὁππότ’ ἀνὴρ ἐθέλῃ πρὸς δαί‐ μονα φωτὶ μάχεσθαι. Ὁπότ’ ἄν φησιν ἐθέλει τὶς ἀνθρώπῳ μάχεσθαι, οὗ θεὸς προέστηκεν, ἐν κακοῖσι γίγνεται, ὅ ἐστι
5διὰ φωτὸς εὑρίσκεται δαίμονι μαχόμενος. ἀντὶ τοῦ δι’ ἀνθρώπου. ὃς γὰρ ἂν δι’ ἀν‐ θρώπου θεῷ μάχηται.

17

.

99

Τάχα οἱ μέγα πῆμα κυλίσθη. Ἐπηνέχθη, ἐπῆλ‐ θε κακόν τι αὐτῷ ἐκ θεοῦ.

17

.

101

Χω‐ ρήσαντα. Ὑποχωρήσαντα. Ἐκ θεόφιν. Νῦν ἐκ θεοῦ προῤῥήσεως.

17

.

102

Ἀγα‐ θοῖο. Ἀνδρείου.

17

.

105

Κακῶν δέ κε φέρτερον εἴη. Τῶν δὲ παρόντων κακῶν τοῦτο ἂν εἴη τὸ ἄριστον. ἢ ἐκ πολλῶν τῶν προγεγονότων κακῶν τὸ ἄμεινον γέ‐
5νοιτο.

17

.

109

Ἐντροπαλιζόμενος. Ἐπι‐ στρεφόμενος συνεχῶς. Λῖς. Λέων. Αἰ‐ ολικῶς. Ἠϋγένειος. Ὁ καλὸν γένειον ἔχων.

17

.

110

Σταθμοῖο. Τῆς ἐπαύλεως, τῆς αὐλείου θύρας. Δίωνται. Διώξουσιν, ἐκ τοῦ δίημι.

17

.

112

Παχνοῦται. Συ‐ στέλλεται, ὑπὸ λύπης πήγνυται. δάκνε‐ ται. ἡ μεταφορὰ ἀπὸ τῆς πάχνης.

17

.

120

Πέπον. Νῦν προσφιλέστατε.

17

.

134

Νήπι’ ἄγοντι. Ἐπιφερομένῳ τοὺς σκύμνους. σημειωτέον δὲ ὅτι καὶ οἱ ἄῤῥε‐ νες τῶν λεόντων σκυμναγωγοῦσιν.

17

.

135

Ἐπακτῆρες. Κυνηγοὶ, ἀπὸ τοῦ ἐπάγε‐ σθαι τοὺς κύνας.

17

.

136

Ἐπισκύνιον. Τὸ ἐπάνω τῶν ὀφθαλμῶν μέρος. ἤτοι δέρ‐ μα, τὸ συνοφρύωμα τοῦ μετώπου. ὅθεν καὶ σκύζεσθαι τὸ ὀργίζεσθαι. διὰ τὸ ἐν‐
5διάθετον γίγνεσθαι τὸ μέρος τοῖς ὀργιζο‐ μένοις. Κάτω ἕλκεται. Κάτω ἕλκει, κατασπᾷ. παθητικὸν ἀντὶ ἐνεργητικοῦ.

17

.

139

Ἀέξων. Αὔξων, μεγάλως λυπού‐ μενος.

17

.

142

Ἐδεύεο. Νῦν ἀπελείπου.

17

.

143

Φύξηλιν. Δειλὸν, φυγάδα.

17

.

145

Ἐκγεγάασσιν. Ἐκγεγέννηνται. ὅ ἐστιν, εἰσίν. ἐνοικοῦσιν.

17

.

151

Ἕλωρ. Ἕλκυ‐ σμα, σπάραγμα. Κύρμα. Ἐπίτευγμα τοῖς πολεμίοις.

17

.

153

Ἀλαλκέμεναι. Ἀπαλεξῆσαι, βοηθῆσαι.

17

.

155

Πεφή‐ σεται. Νῦν προφανῶς γενήσεται, ἀνα‐
φανήσεται. ὅτε δὲ τὸ φονευθήσεται.

17

.

156

Πολυθαρσές. Πολλοῦ θάρσους ποιητικόν.

17

.

157

Εἰσέρχεται. Ἀργιαί‐ νει, ἐπέρχεται.

17

.

158

Δῆριν. Φιλονει‐ κίαν.

17

.

159

Ἐρυσαίμεθα. Βαστάσω‐ μεν, ἑλκύσωμεν.

17

.

160

Εἰ δ’ οὗτος. Εἰ γὰρ οὗτος. ὁ δὲ ἀντὶ τοῦ γάρ.

17

.

163

Λύσειαν. Λυτρώσειαν.

17

.

164

Πέφα‐ ται. Νῦν ἀνῄρηται.

17

.

165

Ἀγχέμα‐ χοι. Γενναῖοι. ὥστε ἐγγὺς ἐστῶτες ἀλ‐ λήλων μάχεσθαι.

17

.

166

Οὐκ ἐτάλασ‐ σας. Οὐκ ἐκαρτέρησας, οὐχ ὑπέμεινας.

17

.

167

Κατ’ ὄσσε ἰδών. Κατιδὼν τοῖς ὀφθαλμοῖς.

17

.

170

Ὑπέροπλον. Μέγα. ὑπερήφανον. αὔθαδες.

17

.

171

Ἦτ’ ἐφά‐ μην. Ὄντως ἐλογισάμην. Περὶ φρένας ἔμμεναι ἄλλων. Φρονήσει διαφέρειν τῶν λοιπῶν.

17

.

173

Ὠνοσάμην. Ἐμεμ‐ ψάμην.

17

.

174

Ὅς τέ με φῄς. Ὅστις
με λέγεις. ἐνεστώς ἐστι καὶ ἐγκλίνεται.

17

.

175

Ἔῤῥιγα. Ἔφριξα, ἐφοβήθην.

17

.

178

Ὅτε δέ. Ἐνίοτε δέ.

17

.

182

Σχή‐ σω. Ἐπίσχω, κωλύσω.

17

.

187

Ἐνάρι‐ ξα. Ἐσκύλευσα.

17

.

190

Μετασπών. Ἐπακολουθήσας. ἐπιδραμών. διώξας.

17

.

192

Ἄμειβεν. Ἐνήλλασσεν.

17

.

196

Ὄπασσεν. Ἔδωκε.

17

.

197

Γηράς. Ἀν‐ τὶ τοῦ γηράσας.

17

.

200

Προτὶ ὃν μυθή‐ σατο θυμόν. Πρὸς τὴν ἑαυτοῦ ψυχὴν ἔφη.

17

.

202

Δύνεις. Ἐνδύῃ.

17

.

204

Ἐνηέα. Προσηνῆ, πρᾶον.

17

.

205

Οὐ κατὰ κόσμον. Οὐ κατὰ τὸ προσῆκον. ἐφ’ ὕβρει.

17

.

207

Ποινήν. Τιμωρίαν. οἱ δὲ ἀμοιβὴν καὶ χάριν.

17

.

210

Δῦ δέ μιν Ἄρης. Εἰσῆλθε δὲ αὐτὸν πολέμου ἐπιθυ‐ μία καὶ ὁρμή.

17

.

211

Ἐνυάλιος. Πολε‐ μικός.

17

.

213

Ἰνδάλλετο. Εἰκάζετο.
ὡμοιοῦτο τῷ Ἀχιλλεῖ δηλονότι.

17

.

220

Φῦλα. Ἔθνη, γένη. Περικτιόνων. Περιοίκων.

17

.

221

Πληθὺν διζήμενος. Πλήθους δεόμενος.

17

.

224

Ῥύοισθε. Σώ‐ ζοιτε.

17

.

225

Κατατρύχω. Καταδαπανῶ, ἀνιῶ, εἰς ταλαιπωρίαν ἄγω. Ἐδωδή. τροφή. ὁ δὲ λόγος καταπονῶν τοὺς Τρῶας, ἀναγκάζω παρέχειν τοῖς συμμάχοις δω‐
5ρεὰς καὶ εὐωχίας.

17

.

226

Ἀέξω. Αὔξω.

17

.

227

Ἰθὺς τετραμμένος. Ἐπ’ εὐθείας ὁρμῶν.

17

.

228

Ἣ γὰρ πολέμου ὀαρι‐ στύς. Αὕτη γάρ ἐστιν ἡ τοῦ πολέμου ὁμιλία. ὅ ἐστιν, οὕτως δεῖ ἀναστρέφε‐ σθαι ἐν τῷ πολέμῳ καὶ ἀριστεύειν. αὕτη
5γὰρ ἀρετὴ πολεμούντων.

17

.

230

Εἴξει. Ὑπείξει, ὑποχωρήσει.

17

.

231

Ἀποδάσ‐ σομαι. Ἀπομερίσω.

17

.

233

Βρίσαν‐ τες. Σφοδρῶς ἐπελθόντες, βαρήσαντες.

17

.

236

Πολέσσιν ἐπ’ αὐτῷ θυμὸν ἀπηύρα. Ἀντὶ τοῦ, πολλῶν ἐπ’ αὐτῷ ψυχὴν ἀφεί‐ λετο.

17

.

241

Κορέει. Κορέσει, πληρώ‐ σει.

17

.

242

Ὅσσον ἐμῇ κεφαλῇ πέρι δείδια, μήτι πάθῃσιν. Ὅσον περὶ ἐμαυ‐ τοῦ φοβοῦμαι μήτι πάθωμεν.

17

.

243

Ἐπεὶ πολέμοιο νέφος περὶ πάντα κα‐ λύπτει. Ἐπεὶ πανταχόθεν ἡμᾶς ἐσκό‐ τωσεν ὁ Ἕκτωρ καθάπερ νέφος πολέμου.

17

.

244

Αἰπὺς ὄλεθρος. Ὑψηλός. ἀφ’ οὗ μέγας καὶ δεινός.

17

.

247

Διαπρύσιον. Διαπορεύσιμον, μέγα.

17

.

249

Παρ’ Ἀ‐ τρείδῃς. Τὸ πλῆρες παρὰ τοῖς Ἀτρεί‐ δαις.

17

.

250

Δήμια πίνουσι. Τὰ δημό‐
σια τὰ παρὰ τοῦ δήμου ἐξαιρέτως διδό‐ μενα τοῖς βασιλεῦσι καταναλίσκουσι. καὶ σημαίνει ἕκαστος.

17

.

252

Διασκο‐ πιᾶσθαι. Διασκέπτεσθαι.

17

.

253

Δέ‐ δῃεν. Ἐξῆπται, διεγήγερται.

17

.

254

Ἀλλά τις αὐτὸς ἴτω. Ἀλλ’ ὑπὸ ἰδίας γνώμης παραγενέσθω. Νεμεσιζέσθω. Μεμφέσθω, ἄξιον ἡγείσθω μέμψεως, αἰ‐ δείσθω.

17

.

255

Τρωῇσι. Τρωϊκαῖς. Μέλ‐ πηθρα. Ἑλκύσματα, παίγνια. οἱ γὰρ κύνες, ὁπότ’ ἂν χορτασθῶσι, τοῖς λειψά‐ νοις παίζουσι. μολπὴ νῦν ἡ παιδιά.

17

.

256

Ὀξύ. Ὀξέως, ταχέως.

17

.

262

Προὔτυψαν. Πρῶτον ἐνέβαλον.

17

.

263

Προχοῇσι. Ταῖς εἰς θάλασσαν χύσεσι, καὶ ἐκβολαῖς τῶν ποταμῶν. Διϊπετέος ποταμοῖο. Καταφεροῦς, πρανοῦς. ἤτοι τοῦ ὑπὸ Διὸς πληρουμένου οἷον χειμάῤῥου.
5ἢ διαφανοῦς καὶ οἱονεὶ διαπεπετασμένου.

17

.

264

Βέβρυχε. Ποιὸν ἦχον ἀπετέλεσεν. ὀνοματοποιΐα ὁ τρόπος.

17

.

265

Ἐρευγο‐ μένης ἁλὸς ἔξω. Ἐκβρασσομένης τῆς θαλάσσης εἰς τὸ ἔξω μέρος.

17

.

270

Ἤχθηρεν. Ἐμίσησε, μισητὸν ἡγήσατο.

17

.

275

Ὑπέτρεσαν. Ὑπὸ δέους ἔφυγον.

17

.

278

Ἐλέλιξε. Συνείλησε, συνέτρεψεν.

17

.

279

Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δ’ ἔργα τέτυκτο. Ὃς καὶ εὐμορφίᾳ καὶ τοῖς λοιποῖς ἔργοις διέφερε τῶν λοιπῶν πάντων Ἑλλήνων μετὰ τὸν Ἀχιλλέα.

17

.

283

Ἐκέδασσεν. Ἐσκόρπισε. Διὰ βήσσας. Ἀντὶ τοῦ διὰ βησσῶν, ὅ ἐστι βασίμων τόπων.

17

.

285

Μετεισάμενος. Ἐπ’ αὐτοὺς ἐλθών.

17

.

286

Φρόνεον. Διενοοῦντο, ἤλπιζον.

17

.

294

Χαλκοπα‐ ρῄου. Χαλκὰς παραγναθίδας ἐχούσης.

17

.

295

Ἤρικε. Διεσχίσθη, ὅθεν καὶ ἐρείκη, καὶ τὰ ὄσπρια ἐρίγματα, παρὰ τὸ καταψοφεῖν. Ἱπποδάσεια. Ἡ ἐξ ἱππείων τριχῶν ἔχουσα τὸν λόφον.

17

.

297

Ἐγκέφαλος δὲ παρ’ αὐλὸν ἀνέδραμεν. Ὁ δὲ ἐγκέφαλος παρὰ τὴν ἀνάτασιν τοῦ κράνους σφόδρα καὶ ἐκτεταμένως τῇ τοῦ αἵματος ῥύσει συνεξέῤῥευσε. αὐλὸς γὰρ
5καλεῖται πᾶν τὸ στενὸν καὶ ἐπίμηκες, κατὰ μεταφορὰν τοῦ ὀργάνου. ὅθεν τὸ στάδιον δίαυλον ἐκάλουν, διὰ τὸ μῆκος. νῦν οὖν αὐλόν φησι τὸν τοῦ αἵματος ἀκοντισμόν. ἔστι δὲ ὅτε καὶ τὸ ἐπίμηκες
10τοῦ δόρατος.

17

.

302

Θρέπτρα. Τροφεῖα.

17

.

307

Πανοπῆϊ. Φωκίδος πόλις.

17

.

313

Περιβάντα. Ὑπερασπίζοντα.

17

.

315

Ἤφυσε. Διεῖλεν, ἔκοψεν. Ἀγοστῷ. Ἀγκῶνι, πήχει.

17

.

321

Καὶ ὑπὲρ Διὸς
αἶσαν. Καὶ παρὰ τὴν τοῦ Διὸς γνώμην.

17

.

324

Κήρυκι Ἠπυτίδῃ. Ἠπύτου παιδὶ, ἢ φωνητικῷ.

17

.

327

Αἰνεία, πῶς ἂν καὶ ὑπὲρ θεόν. Ὁ νοῦς, πῶς ἂν καὶ παρὰ τὴν θείαν βουλὴν ῥύσησθε τὴν πόλιν, ὅτε τοῦ Διὸς συμπράττοντος ὑμῖν διὰ τὴν
5ἰδίαν ἀσθένειαν λείπεσθε. Καὶ ὑπὲρ θέον. Καὶ παρὰ τὴν γνώμην τοῦ θεοῦ.

17

.

329

Κάρτεΐ τε σθένεΐ τε πεποιθότας. Καὶ τῷ κράτει ἡμῶν καὶ τῇ δυνάμει θαῤῥοῦντας.

17

.

330

Πλήθεΐ τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας. Τῷ πλήθει τοῦ λαοῦ, καί περ ἐλαττουμένους, ἀλλὰ περιόντας τῶν πολεμίων διὰ τὴν ἀνδρίαν.
5Ὑπερδέα δῆμον ἔχοντας. Ὑπερδέοντα. ὅ ἐστι γενναῖον. καὶ ὑπεράγοντα τῇ δυνά‐ μει τοὺς ἀντιτεταγμένους ἔχοντας πλείο‐ νας.

17

.

332

Τρεῖτε. Δεδίττεσθε, φο‐ βεῖσθε.

17

.

354

Ἔρχατο. Πεφραγμένοι ἦσαν.

17

.

355

Πρὸ δὲ δούρατ’ ἔχοντο. Προεῖχον δὲ αὐτοῦ τὰ δόρατα.

17

.

359

Ἀμφ’ αὐτῷ βεβάμεν. Περιβεβηκέναι καὶ ὑπερασπίζειν.

17

.

361

Ἀγχηστῖνοι.
Ἐπάλληλοι, πυκνοί.

17

.

362

Ὑπερμενέων. Ὑπερεχόντων τῇ δυνάμει, ἀνδρείων.

17

.

363

Ἀναιμωτί. Δι’ αἵματος καὶ φόνου.

17

.

364

Φθί‐ νυθον. Ἐφθείροντο, ἀνῃροῦντο.

17

.

366

Δέμας πυρός. Τρόπον καιομένου πυρὸς, θερμοῦ. Οὐ δέ κε φαίης Οὔ τέ ποτ’ ἠέ‐ λιον σόον ἔμμεναι, οὔτε σελήνην. Εἴποι δ’ ἄν τις ἀμφότερα τὰ στοιχεῖα ἥλιον
5καὶ σελήνην ἐκλείπειν ἀπὸ τῆς πολλῆς ἀχλύος.

17

.

371

Εὔκηλοι. Ἥσυχοι, εὐ‐ διάδοχοι. ἐπιφέρει γὰρ, μεταπαυόμενοι δ’ ἐμάχοντο. ὅ ἐστιν, οἱ μὲν ἀναπαυό‐ μενοι, οἱ δὲ μαχόμενοι ἐκ διαδοχῆς καὶ
5ἀναπαύσεως. Πέπτατο. Ἐξήπλωτο ἡ λαμπηδών.

17

.

373

Γαίης οὐδ’ ὀρέων.
Οὔτε ἀπὸ γῆς, οὔτε ἀπὸ τῶν ὀρῶν.

17

.

384

Πανημερίοις. Δι’ ὅλης ἡμέρας.

17

.

392

Ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τ’ ἀλοιφή. Ταχέως δὲ ἡ ὑγρασία διέρ‐ χεται τοῦ στέατος, οὖσα ἐλαιώδης.

17

.

393

Τάνυται. Διατείνεται, διαχεῖται.

17

.

398

Λαοσσόος. Ὁ τῶν λαῶν τὸ πλῆ‐ θος διοικῶν καὶ σώζων. ὁτὲ δὲ εἰς φυγὴν
τρέπων.

17

.

404

Τό μιν. Διὸ αὐτόν.

17

.

415

Ἐϋ‐ κλεές. Ἔνδοξον.

17

.

416

Ἀλλ’ αὐτοῦ γαῖα μέλαινα Πᾶσι χάνοι. Ἀλλ’ ἐν
τῷ αὐτῷ τόπῳ πάντες γῆς χάσματι δεχθεῖεν.

17

.

418

Μεθήσομεν. Ἀμελή‐ σομεν.

17

.

422

Ἐρωείτω. Ἀμελείτω, ὑποχωρείτω.

17

.

424

Σιδήρειος δ’ ὀρυγμα‐ δός. Ἤτοι στερεὸς, ἢ ἀπὸ ὅπλων τοῦ σιδήρου ψόφος.

17

.

427

Πυθέσθην ἡνιό‐ χοιο. Ἡνίοχος γὰρ ἦν Πάτροκλος Ἀ‐ χιλλέως, Πατρόκλου δὲ Αὐτομέδων, Αὐ‐ τομέδοντος δὲ Ἀλκιμέδων.

17

.

429

Ἦ μάν. Καί τοι δή.

17

.

430

Θείνων. Τύ‐ πτων, ὅθεν καὶ θὶς ὁ αἰγιαλὸς, παρ’ ὅσον τύπτεται ὑπὸ τῶν κυμάτων.

17

.

431

Ἀ‐
ρειῇ. Ἀπειλῇ.

17

.

436

Ἀσφαλέως. Παραμόνως.

17

.

437

Ἐνισκήψαντε. Ἐμπελάσαντες, ἐμπε‐ σόντες.

17

.

440

Ζεύγλης. Ζεύγεος, ζυ‐ γοῦ. Ἐξεριποῦσα. Πεσοῦσα.

17

.

443

Ἆ δειλώ. Ὦ δειλότατοι, καὶ ἐλεεινό‐ τατοι.

17

.

446

Ὀϊζυρότερον. Ταλαιπω‐ ρότερον.

17

.

447

Ὅσσα τε γαῖαν ἐπιπνείει
τε καὶ ἕρπει. Ὅσα ζῶα ἐπὶ τῆς γῆς ἕρ‐ πει καὶ κινεῖται βαδίζοντα.

17

.

460

Ἵπ‐ ποις ἀΐσσων. Σὺν τοῖς ἵπποις ὁρμῶν.

17

.

463

Ἐσεύατο. Ὥρμησεν.

17

.

464

Ἱ‐ ερῷ ἐνὶ δίφρῳ. Ἤτοι μεγάλῳ, ἢ ἱεροὺς ἐλαύνοντι ἵππους.

17

.

465

Ἐπίσχειν. Ἐπέχειν, κωλύειν.

17

.

469

Νηκερδέα.
Ἀκερδῆ, ἀνωφελῆ, βλαβεράν.

17

.

476

Δμῆσιν. Καταπόνησιν, ὑποταγήν.

17

.

481

Βοηθόον. Ἐν πολέμῳ ταχύν.

17

.

488

Αἱρησέμεν. Λήψεσθαι.

17

.

492

Βοέῃς. Ἀσπίσιν.

17

.

493

Αὔῃσι. Ξηραῖς, Κού‐ φαις. Ἐπελήλατο. Ἐπεπήγει.

17

.

501

Ἀπόπροθεν. Χωρὶς, ἄποθεν. Ἰσχέ‐ μεν. Κατέχειν.

17

.

502

Ἐμπνείοντε με‐ ταφρένῳ. Καταπνέοντες, ὅ ἐστι κατα‐ φυσῶντες αὐτοῦ τὸ μετάφρενον. ὅ ἐστιν ἐγγὺς ὄντες τοῦ νώτου.

17

.

503

Σχήσε‐ σθαι. Ἀποσχῆσαι, παῦσαι.

17

.

506

Ἁ‐ λῴη. Ληφθείη.

17

.

509

Ἐπιτράπεθ’. Ἐν ἐπιτροπῇ ἔσται.

17

.

510

Βεβάμεν. Ἐμβεβηκέναι, ὑπερασπίζειν.

17

.

511

Νῶ‐ ϊν δὲ ζωοῖσιν. Ἡμῖν δὲ ἐν τοῖς ζῶσιν.

17

.

514

Θεῶν ἐν γούνασι κεῖται. Οἱονεὶ παράκειται. ἢ, ἐν ἐξουσίᾳ τῶν Θεῶν ἐ‐ στίν.

17

.

515

Ἥσω. Ἀκοντίσω, πέμψω.

17

.

518

Ἔρυτο. Ἐφύλαξεν, ἐκώλυσεν.

17

.

520

Αἰζήϊος. Ἀκμαῖος, νέος.

17

.

521

Κεράων. Κεράτων. Ἀγραύλοιο. Ἐν ἀ‐ γρῷ αὐλιζομένου. ἢ ὑπαιθρίου. ἀγρίου.

17

.

522

Ἶνα τάμῃ διὰ πᾶσαν. Ὅλην ἀ‐ ποτέμοι τὴν νωτιαίαν φλέβα. Ἐρίπῃσι. Κατενεχθείη, πέσῃ.

17

.

524

Νηδυΐοισι. Τοῖς ἐντοσθίοις, τοῖς ἐντέροις, ὅ ἐστι σπλάγχνοις. νηδὺς γὰρ ἡ κοιλία. Κρα‐ δαινόμενον. Σειόμενον.

17

.

528

Ἐνισκίμ‐ φθη. Ἐνερείσθη, ἔπεσεν. Οὐρίαχος. Τὸ ἄκρον μέρος τοῦ δόρατος τὸ ὄπισθεν. Πελεμίχθη. Ἐκινήθη, ἐσείσθη.

17

.

530

Αὐτοσχεδόν. Ἐκ τοῦ σύνεγγυς.

17

.

531

Διέκριναν. Διεχώρισαν.

17

.

535

Δεδα‐ ϊγμένον. Μεμερισμένον.

17

.

539

Κῆρ ἄ‐ χεος μεθέηκα. Μικρὸν δέ τι τῆς ἐπὶ Πατρόκλῳ λύπης κεκούφισμαι τὴν ψυ‐ χήν.

17

.

542

Ἐδηδώς. Καταβεβρωκώς.

17

.

543

Τέτατο. Ηὔξετο.

17

.

546

Δὴ γὰρ νόος ἐτράπετ’ αὐτοῦ. Εἰς τοῦτο γὰρ ἐ‐ τράπη αὐτοῦ ἡ γνώμη.

17

.

547

Πορφυρέην. Νῦν ποικίλην. Ἶριν δὲ λέγει νῦν, τὸ γιγνόμενον περὶ τὸν ἀέρα πάθος. ὅ ἐστι νέφος ὑγρόν.

17

.

549

Δυσθαλπέος. Δυσ‐ θερμάντου, ψυχροῦ.

17

.

550

Κήδει. Κα‐ κοῖ, βλάπτει, ἀνιᾷ, λυπεῖ.

17

.

551

Πυ‐ κάσασα. Σκεπάσασα, καλύψασα.

17

.

556

Κατηφείη. Στυγνότης, λύπη. ἀπὸ τοῦ κάτω ἔχειν τὰ φάη.

17

.

557

Ἔσσεται. Γενήσεται.

17

.

561

Φοίνιξ. Νῦν ὄνομα κύριον τοῦ Ἀχιλλέως τροφέως. Ἄττα. Τροφεῦ. Ἔστι δὲ νεωτέρου πρὸς πρεσ‐ βύτερον ἠθικὴ προσφώνησις. Παλαι‐
5γενές. Πάλαι γεγονὼς, πρεσβύτα.

17

.

562

Ἀπερύκοι. Ἀποκωλύοι.

17

.

563

Τῷ κεν. Ὅπως ἄν.

17

.

564

Ἐσεμάσσατο θυμόν. Καθῆψε, καὶ ἐλύπησε τὴν ψυχὴν καὶ ἐναπεμάξατο.

17

.

566

Ὀπάζει. Νῦν κα‐ τόπιν διώκει.

17

.

568

Πάμπρωτα. Πάν‐ των πρώτῃ.

17

.

569

Βίην. Δύναμιν.

17

.

570

Μυίης θάρσος. Τὸ ἐπίμονον τοῦ ἥρωος λέγει. οὕτως γὰρ ἀποτρεπόμενος εἰς ἄλλον τόπον ἔτρεχεν εἰς τὸν αὐτόν.

17

.

571

Ἐργομένη. Κωλυομένη, διωκομένη. Ἀνδρομέοιο. Ἀνθρωπείου.

17

.

752

Ἰσχα‐ νάα. Ἐπιθυμεῖ. Λαρόν. Προσηνὲς, γλυ‐ κύ.

17

.

573

Θάρσευς. Θάρσους. Με‐ λαίνας. Νῦν συνετάς.

17

.

577

Δήμου. Δημοτῶν. Εἰλαπιναστής. Ὁμοτράπεζος, συνευωχητής.

17

.

579

Διὰ πρὸ δὲ χαλκὸν ἔλασσε. Διήλασε δὲ τὸ δόρυ, ὥστε δι‐ ελθεῖν εἰς τοὔμπροσθεν.

17

.

584

Ἀβυδό‐ θι. Ἐν Ἀβύδῳ. Ἄβυδος δὲ πόλις Τροίας Ἑλλησπόντου.

17

.

587

Ὃς τὸ πάρος περ μαλθακὸς αἰχμητής. Πρέποντας πολε‐ μίῳ τοὺς λόγους περιτέθεικεν ὁ Ποιητὴς, ἐπεί τοι οὐκ οἶδε δειλὸν τὸν Μενέλαον.
5βοὴν γὰρ ἀγαθὸν πανταχοῦ καλεῖ αὐτὸν, ὅ ἐστιν ἐν μάχῃ.

17

.

588

Μαλθακός.
Ἀνειμένος τῷ σώματι. ἀσθενής.

17

.

591

Ἄχεος νεφέλη. Πύκνωμα τῆς λύπης περιφραστικῶς. πλῆθος λύπης.

17

.

594

Μαρ‐ μαρέην. Ἀντὶ τοῦ λαμπράν.

17

.

597

Φό‐ βοιο. Φόβου. Φόβος δὲ νῦν ἡ συνδίωξις.

17

.

599

Ἄκρον ἐπιλίγδην. Οὐ κατὰ βά‐ θος, ἀλλ’ ὅσον ἐπιψαῦσαι ἐξ ἐπιπολαίου τὴν ἐπιφάνειαν. Γράψεν. Ἐπέξεσεν. Ἄχρις. Ἕως τέλους.

17

.

601

Χεῖρ’ ἐπὶ καρπῷ. Πρὸς τῇ χειρί.

17

.

607

Ἐν καυ‐
λῷ. Τὸ ἄκρον τοῦ δόρατος, τὸ ἐμβαλ‐ λόμενον τῇ αἰχμῇ. ὅ ἐστι τῇ ἐπιδο‐ ρατίδι.

17

.

612

Πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας. Ὁ μηριόνης δηλονότι πεζὸς παρεγένετο ἀπὸ τοῦ ναυ‐ στάθμου.

17

.

614

Κοίρανος. Νῦν ὄνο‐ μα κύριον.

17

.

621

Κύψας. Ὡς πεζός.

17

.

637

Ἀκηχέδαται. Λυποῦνται.

17

.

641

Πεπύσθαι. Ἀκηκοέναι, ἐγνωκέναι.

17

.

646

Αἴθρην. Αἴθρη, ὁ ἀνέφελος, καὶ εὔδιος ἀήρ.

17

.

647

Φάει. Φωτί. τὸ αὐ‐ τὸ δὲ δηλοῖ τὸ σέλας. Εὔαδεν. Ἤρεσε.

17

.

652

Σκέπτεο. Σκέπτου, ὅρα.

17

.

659

Βοῶν ἐκ πῖαρ ἑλέσθαι. Ἐξαρπάσαι τὴν λιπαρωτάτην τῶν βοῶν.

17

.

667

Πρὸ φόβοιο. Ἀντὶ τοῦ, ὑπὸ φόβου. ἢ πρὸ τοῦ ἀναγκασθῆναι φεύγειν. Ἕλωρ. Ἕλκυσμα.

17

.

670

Ἐνηείης. Πραότη‐
τος, προσηνείας. Δειλοῖο. Δειλοῦ, ἀθλίου.

17

.

674

Αἰετός. Ὄρνις διορατικὸς καὶ ὀξὺς ἐν τῷ ὁρᾷν, καὶ ἵπτασθαι. φησὶ γὰρ Ἀριστοτέλης, ὡς ἵστησιν τοὺς νεοσ‐ σοὺς πρὸς τὸν ἥλιον ἀναγκάζων βλέπειν,
5καὶ ὁ δυνηθεὶς ὁρᾷν, τοῦ ἀετοῦ ἐστιν υἱός· ὁ δὲ μὴ, ἐκβέβληται, καὶ γέγονεν ἁλι‐ αίετος.

17

.

675

Δέρκεσθαι. Ὁρᾷν, βλέ‐ πειν. Ὑπουρανίων. Μεγάλων.

17

.

676

Πτώξ. Λαγωός. ἀπὸ τοῦ πτώσσειν.

17

.

677

Θάμνῳ. Συμφύτῳ τόπῳ. Ἀμφι‐ κόμῳ. Πανταχόθεν κομώσῃ.

17

.

680

Δινή‐ θην. Ἐδινοῦντο. ὅ ἐστι περιεστρέφοντο.

17

.

693

Γυμνόν. Ἄνευ τῶν ὅπλων.

17

.

694

Κατέστυγε. Κατεστύγνασεν, ἐν στυ‐ γνότητι καὶ κατηφείᾳ ἐγένετο.

17

.

695

Ἀμφασίη. Ἀφασία, ἔκπληξις, ἀφω‐ νία.

17

.

696

Ἔσχετο. Ἐπεσχέθη.

17

.

697

Ἐφημοσύνης. Ἐντολῆς.

17

.

702

Ἤθε‐ λεν. Ἠδύνατο.

17

.

705

Ἔνεικεν. Ἤτοι ἀνέπεισεν, ἢ ἐνέβαλεν ἀφηγεῖσθαι τῆς μάχης.

17

.

714

Ἐνοπῆς. Ἀθρόας μάχης.

17

.

716

Ἀγακλεές. Λίαν ἔνδοξε.

17

.

720

Ἶσον. Ὅμοιον.

17

.

722

Ἀγκάζοντο. Εἰς τὰς ἀγκάλας ἐλάμβανον.

17

.

723

Λαὸς Τρωϊκός. Οἱ πολλοὶ Τρῶες.

17

.

726

Πρὸ κούρων θηρητήρων. Πρὸ νέων θηρα‐ τῶν.

17

.

728

Ἑλίξεται. Ἐπιστρέφεται.

17

.

733

Ἐτράπετο χρώς. Ἠλάσσετο ἡ ἰδέα τοῦ προσώπου.

17

.

734

Δηριάασθαι. Μάχεσθαι, φιλονεικεῖν.

17

.

738

Ὄρμενον. Ὁρμώμενον, διεγειρόμενον. Φλεγέθει.
Φλέγει. Μινύθουσιν. Ἐλαττοῦνται, δι‐ αφθείρονται.

17

.

739

Ἐπιβρέμει. Ἐπη‐ χεῖ, ψοφεῖ.

17

.

742

Κρατερὸν μένος ἀμ‐ φιβαλόντες. Περιβαλόντες καὶ ἀντε‐ ρείσαντες ἀλλήλοις τὰς ἑαυτῶν δυνά‐ μεις. ὅ ἐστι συνάψαντες καὶ ἰσώσαντες.

17

.

743

Παιπαλόεσσαν. Δυσπρόσβατον, τραχεῖαν. Ἀταρπόν. Ἀντὶ τοῦ ἄτροπον ὁδόν.

17

.

744

Δόρυ. Ξύλον.

17

.

747

Ἰσχανέτην. Ἐπεῖχον τὴν ὁρμὴν, καὶ ἐπεκώλυον. Πρών. Ὑλώδης τόπος, ἐξο‐ χὴ ὄρους.

17

.

748

Ὑλήεις. Ὑλώδης, ξυ‐ λώδης. Πεδίοιο διαπρύσιον τετυχηκώς. Παρ’ ὅλον τὸ πεδίον παρατεταμένως διή‐ κων.

17

.

751

Πλάζων. Πλανῶν. νῦν δὲ ἀνακόπτων, καὶ ἀνακρούων.

17

.

752

Ἀνέ‐
εργον. Ἀνέστελλον.

17

.

755

Ψαρῶν. Συναγελαστικὸν δὲ ὁ κολοιὸς καὶ φιλάλληλον. ὡς ἡ παροιμία· Αἰεὶ κο‐ λοιὸς ποτὶ κολοιὸν ἱζάνει. φασὶ δὲ οὕτως φι‐ λαλλήλους εἶναι, ὡς εἴτις ἔλαιον ἀπόθηται,
5ἀφορῶντας εἰς τὴν σκιὰν καὶ κατιόντας δῆθεν πρὸς τοὺς ἑταίρους ἐλαιοῦσθαι καὶ ἁλίσκεσθαι. εἶδος ὀρνέων. Νέφος. Νῦν τὸ πολὺ τῶν ὀρνέων πλῆθος.

17

.

756

Οὖ‐ λον κεκλήγοντες. Ὀξὺ βοῶντες. ἢ πυ‐ κνόν.

17

.

757

Κίρκον. Εἶδος ἀετοῦ, ὁ λε‐ γόμενος ἱέραξ. ὁ γὰρ ἀετὸς τὰ μεγάλα φονεύει. Σμικρῇσι. Σμικραῖς. ἡ λέξις Ἰώνων.

17

.

761

Ἐρωή. Ὁρμὴ, δίωξις.

18

.

1

Ὣς οἱ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο. Οὕτως μὲν δὴ οὗτοι ἐμά‐ χοντο δίκην θερμοῦ πυρός.

18

.

3

Νεῶν ὀρ‐ θοκραιράων. Ὀρθὰς κεραίας ἐχούσων. ὀρθοπρύμνων. καλεῖται δὲ κεραία τὸ ἐπά‐ νω τοῦ ἱστοῦ δεδεμένον πλάγιον ξύλον, οὗ
5ἐξάπτεται ἡ ὀθόνη.

18

.

5

Ὀχθήσας. Στενάξας.

18

.

7

Ἀτυζόμενοι. Φοβούμε‐ νοι.

18

.

9

Διεπέφραδε. Διεσάφησεν, εἶ‐ πεν. Ἐζήτηται δὲ, πῶς οὐκ ἔστιν Αὐ‐ τομέδων μηνυτὴς τῆς τοῦ Πατρόκλου ἀναιρέσεως, ἀλλ’ Ἀντίλοχος, καὶ διατὶ
5γυμνὸς τρέχει. ῥητέον οὖν, ὅτι Αὐτομέ‐ δοντα μὲν αἰσχρὸν ἦν μετὰ τῶν ἵππων ἔρ‐ χεσθαι πρὸς Ἀχιλλέα ἄπρακτον, τῶν ἄλλων ἀγωνιζομένων περὶ τοῦ σώματος. Ἀντίλοχος δὲ ταχύτατος ὢν τῶν ἄλλων
10προεκρίθη. καὶ γυμνὸς ἄπεισι, μετὰ τῶν ὅπλων τὰς συμφορὰς ἐκπομπεύειν παραι‐ τούμενος· ἢ διὰ τὸ μὴ βαρούμενον τοῖς ὅπλοις χρονίσαι τῇ ὁδῷ.

18

.

10

Μυρμιδό‐
νων τὸν ἄριστον. Ἄκτωρ γένει μὲν ἦν Λοκρός. Γήμας δὲ Αἴγιναν τὴν Ἀσωποῦ τοῦ Θηβαίου ποταμοῦ θυγατέρα μετὰ
5τὴν Διὸς μίξιν, καὶ καταμείνας ἐν Οἰ‐ νώνῃ ἐγέννησε Μενοίτιον. ὃς ἀνελθὼν ἐπὶ τὴν πατρῴαν Ὀποῦντα, Πάτροκλον ἐγέν‐ νησεν, ὃν εἰκότως Μυρμιδόνα εἶπε, διὰ τὸ γεννηθῆναι τὸν πατέρα αὐτοῦ ἐν Αἰγίνῃ.

18

.

12

Ἦ μάλα δὴ τέθνηκεν. Ἀκριβῶς δὴ τέθνηκεν. οὕτως γὰρ καὶ ἐν Ὀδυσσείᾳ ἔχει· Ἦ μάλα δή τις ἔγημε πολυμνή‐ στην βασίλειαν· ἵν’ ᾖ ἀκριβῶς ἔγημε.

18

.

13

Σχέτλιος. Ἀντὶ τοῦ, σχετλιασμοῦ ἄξιος καὶ ἀγνώμων. ὡς πρὸς ἑαυτὸν δέ.

18

.

19

Πεύσεαι. Ἀκούσοις, μάθοις.

18

.

20

Κεῖται. Νῦν ἀντὶ τοῦ ἀνῄρηται, τέθνηκεν.

18

.

22

Ἄχεος νεφέλη. Πλῆ‐ θος λύπης. ὅ ἐστι, πολλὴ λύπη.

18

.

23

Κόνιν αἰθαλόεσσαν. Τὴν κόνιν, τὴν σπο‐ δόν. παρὰ τὸ ἐκκεκαῦσθαι.

18

.

25

Νεκ‐ ταρέῳ. Θείῳ, καθαρῷ. Ἀμφίζανε. Περιεκάθητο.

18

.

26

Μεγαλωστί. Πο‐ λὺν τόπον κρατῶν.

18

.

27

Ἤισχυνε. Καθύβρισε. Δαΐζων. Διακόπτων, σπα‐ ράσσων.

18

.

28

Ληΐσσατο. Ἐκ λαφύ‐ ρων ἐκτήσατο.

18

.

29

Ἀκηχέμεναι. Λυ‐
πούμεναι.

18

.

31

Πεπλήγοντο. Ἔπλησσον.

18

.

33

Κυδάλιμον. Ἔνδοξον.

18

.

34

Ἀποτ‐ μήξειεν. Ἀποτέμοι.

18

.

37

Κώκυσεν. Ἀνέκλαυσεν. Ἀμφαγέροντο. Περὶ αὐ‐ τὸν ἠθροίζοντο.

18

.

48

Ἐϋπλόκαμος. Εὔ‐ κοσμος, καλή.

18

.

50

Ἀργύφεον. Μέ‐ γα, ἢ λαμπρόν. Πλῆτο. Ἐπληροῦτο.

18

.

53

Εἴδετε. Ἀντὶ τοῦ εἴδητε, ἢ γνώ‐ σεσθε.

18

.

54

Δυσαριστοτόκεια. Ἐπὶ κακῷ τὸν ἄριστον τετοκυῖα.

18

.

56

Ἀνέ‐ δραμεν. Ηὐξήθη. Ἔρνεϊ. Φυτῷ.

18

.

57

Γουνῷ ἀλωῆς. Ἐν τῷ γονιμωτάτῳ τόπῳ τῆς γῆς.

18

.

64

Ἀπὸ πτολέμοιο μένοντα. Χωρὶς ὄντα τοῦ πολέμου.

18

.

66

Περὶ δέ σφισι κῦμα θαλάσσης ῥή‐ γνυτο. Περιεῤῥήγνυτο δὲ αὐτοῖς τὰ τῆς θαλάσσης κύματα.

18

.

68

Ἀκτήν. Πα‐ ραθαλάσσιον τόπον. αἰγιαλόν. Ἐπισχε‐ ρώ. Ἐφεξῆς.

18

.

76

Ἀλήμεναι. Συνα‐ θροισθῆναι. συγκλεισθῆναι.

18

.

77

Ἐπι‐ δευομένους. Προσδεομένους, χρῄζοντας. Ἀεκήλια. Δεινὰ, ἢ τὰ μὴ ἡσυχίας ἄξια. ταραχώδη.

18

.

80

Ἦδος. Ἡδονή. ὠφέλεια. ὄφελος.

18

.

82

Ἶσον ἐμῇ κε‐ φαλῇ. Ἐπίσης ἐμαυτῷ.

18

.

86

Ἁλίῃσι. Ταῖς παραθαλασσίαις Νηρηΐσιν.

18

.

92

Τυπείς. Πεσών. πληγείς.

18

.

93

Πα‐
τρόκλοιο δ’ ἕλωρα Μενοιτιάδεω ἀποτίσῃ. Τιμωρίαν δὲ παράσχῃ ἀξίαν ὑπὲρ τῆς Πατρόκλου ἀναιρέσεως.

18

.

100

Δῆσεν. Ἐνεπόδισεν. Ἀρῆς ἀλκτῆρα. Βλάβης καὶ κακώσεως ἀποτρεπτικόν. ὅ ἐστι κω‐ λυτὴν καὶ βοηθόν. οἱ δὲ Ἄρεος ἀλκτῆρα
5ἀποτρεπτικὸν πολέμου. Παρμενίσκος μὲν οὖν βαρυτόνως, τὸ ἔδησεν ἀποδίδωσιν οὕ‐ τως· ὁ δὲ πόλεμος τὴν ἐμὴν ἀφελόμενος πανοπλίαν, ἔδησεν ἐμοῦ τὴν ἔξοδον, ὥστε ἀλκτῆρα μὴ γενέσθαι Πατρόκλου, ὅπερ
10ἐστὶ βοηθόν. Πτολεμαῖος δὲ ὁ Ἀσκα‐ λωνίτης, περισσὸν τὸ ἔδησε φησίν.

18

.

101

Οὐ νέομαι. Οὐ παραγενήσομαι, οὐχ ὑπο‐ στρέψω.

18

.

104

Ἐτώσιον ἄχθος ἀρού‐ ρης. Μάταιον βάρος τῆς γῆς.

18

.

108

Ἐφέηκε. Παρώξυνε, παρώρμησε. Πο‐ λύφρονα. Τὸν πάνυ σώφρονα, καὶ συνε‐ τόν.

18

.

109

Καταλειβομένοιο. Κατα‐ χεομένου, στάζοντος.

18

.

111

Ἐχόλωσεν. Εἰς ὀργὴν ἤγαγε.

18

.

112

Προτετύχθαι. Προγεγονέναι συμβάντα.

18

.

114

Φίλης
κεφαλῆς. Προσφιλεστάτης κεφαλῆς.

18

.

124

Ὀμορξαμένην. Ἀποψησαμένην. Ἀδινόν. Ἐλεεινὸν, οἰκτρόν. Στεναχῆ‐ σαι. Στενάξαι. Ἐφείην. Ἀναγκάσαι‐ μι.

18

.

132

Ἀγάλλεται. Χαίρει.

18

.

133

Ἐπαγλαϊεῖσθαι. Ἀγαλλιᾶσθαι, γαυ‐ ριᾷν.

18

.

134

Μῶλον. Τὸν μολισμὸν τῆς μάχης.

18

.

136

Ἠῶθεν. Ἕωθεν, ὄρθρου, πρὸ τοῦ τὸν ἥλιον ἀνατεῖλαι.

18

.

156

Ὁμόκλα. Ἠπείλει. παρεκελεύετο.

18

.

158

Ἀπεστυφέλιξαν. Ἀπεκίνησαν, διέσει‐ σαν.

18

.

161

Ἀπὸ σώματος. Ἀπό τινος
ζώου. νεκροῦ γάρ φασι μὴ ἅπτεσθαι λέ‐ οντα. Αἴθωνα. Διάπυρον, θερμόν.

18

.

162

Δίεσθαι. Διῶξαι.

18

.

168

Κρύβδα. Λα‐ θραίως.

18

.

170

Ὄρσεο. Διεγείρου.

18

.

174

Ἐρύσασθαι. Ἑλκύσαι.

18

.

175

Ἐπιθύ‐ ουσιν. Ἐπ’ εὐθείας ὁρμῶσι.

18

.

177

Πῆ‐ ξαι ἀνὰ σκολόπεσσι. Ἀνασκολοπίσαι.

18

.

178

Ἄνα. Ἀνάστηθι. Μηδ’ ἔτι κεῖ‐ σο. Μὴ δὲ ἀργὸς διατέλει. Σέβας. Αἰδοῦς καὶ σεβασμοῦ ἄξιον.

18

.

180

Λώ‐ βη. Αἰσχύνη. Ἠισχυμένος. Καθυ‐ βρισμένος.

18

.

184

Κυδρή. Ἔνδοξος, σεμνή.

18

.

191

Ἡφαίστοιο πάρα. Πα‐ ρὰ Ἡφαίστου. καὶ ἔστιν ὁ τρόπος ἀνα‐ στροφή.

18

.

192

Ἄλλου δ’ οὔ θην οἶδα τεῦ ἂν κλυτὰ τεύχεα δύω. Ἄλλου οὐ‐ δενὸς οἶδα ἁρμόζουσάν μοι πανοπλίαν. διατί δέ φησι, τὴν Πατρόκλου πανοπλίαν
5οὐκ ἀναλαμβάνει ὁ Ἀχιλλεὺς, ἐπειδὴ καὶ Πατρόκλῳ τὰ αὐτοῦ ἥρμοσε; καί φασί τινες ὅτι καταγέλαστον ἦν ταπεινὸν φα‐ νῆναι τοῖς τεθαῤῥηκόσιν. οἱ δὲ ὅτι τοῦ Πατρόκλου Αὐτομέδων εἶχεν, ἵνα δια‐
10παντὸς Ἀχιλλέως ἡνίοχος νομίζηται.

18

.

198

Αὕτως. Οὕτως ὡς ἔχεις.

18

.

205

Ἀμφὶ δέ οἱ κεφαλὴν νέφος ἔστεφε. Τὴν κεφαλὴν αὐτοῦ νέφει ἐκάλυπτεν.

18

.

207

Ὡς δ’ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος. Ἔθος τοῖς ἀρχαίοις, τοὺς πολεμουμένους τῇ μὲν ἡμέρᾳ καπνὸν ἀπὸ τῶν τειχῶν διεγείρειν, τῇ δὲ νυκτὶ φλόγα, τὴν ἀπὸ τῶν περιοί‐
5κων βοήθειαν καὶ συμμαχίαν ἐπικαλου‐ μένους. οὐδέπω γὰρ ἦν εὑρεθεῖσα σάλ‐ πιγξ.

18

.

211

Ἐπήτριμοι. Ἐπάλληλοι. πυκνοί.

18

.

212

Περικτιόνεσσι. Τοῖς πε‐ ριοίκοις.

18

.

213

Ἄρεος ἀλκτῆρες. Ἀπο‐ τρεπτικοὶ τοῦ πολέμου.

18

.

214

Σέλας. Λαμπρότης.

18

.

216

Ὠπίζετο. Ἐπε‐ στρέφετο. φροντίδα ἐποιεῖτο.

18

.

219

Ἀριζήλη. Μεγάλως ἔκδηλος. Ὡς δ’ ὅτ’ ἀριζήλη φωνὴ, ὅτε τ’ ἴαχε σάλπιγξ. Ἀπὸ τῶν ἰδίων χρόνων ὁ Ποιητὴς ὠνό‐
μασε τὴν σάλπιγγα, ἐπεὶ οὐδέπω εὕρητο
5παρὰ τοῖς παλαιοῖς. κόχλῳ γὰρ θαλασ‐ σίῳ ἐσάλπιζον.

18

.

220

Περιπλομένων. Περιερχομένων. Θυμοραϊστέων. Τῆς ψυ‐ χῆς φθαρτικῶν.

18

.

222

Ἄϊον. Ἤκουον. Ὄπα χάλκεον. Στερεὰν φωνήν.

18

.

224

Ἂψ ὄχεα τρόπεον. Εἰς τοὐπίσω περιέ‐ στρεφον τὰ ἅρματα. Ὄσσοντο. Προεώ‐ ρων. κατὰ διάνοιαν προέβλεπον.

18

.

225

Ἔκπληγεν. Ἐξεπλάγησαν.

18

.

229

Ἐ‐ κυκήθησαν. Ἐταράχθησαν.

18

.

231

Ἀμ‐ φὶ σφοῖς. Περὶ τοῖς ἰδίοις.

18

.

234

Μυ‐ ρόμενοι. Ὀδυρόμενοι, κλαίοντες.

18

.

236

Φέρτρῳ. Νεκροφόρῳ κλινιδίῳ. ἢ φορείῳ.

18

.

239

Ἀκάμαντα. Μηδέποτε κοπιῶντα.

18

.

245

Ἐς δ’ ἀγορὴν ἀγέροντο. Εἰς τὴν ἐκκλησίαν συνηθροίζοντο. πρὸς τί φησιν ἐκκλησίαν ἀθροίζει; τινὲς μὲν οὖν τὸν Ποιητήν φασι μετάγειν τὴν μάχην εἰς
5λόγους ἀεὶ θηρώμενον τὸ ποικίλον. οἱ δὲ διὰ δέος τοὺς Τρῶας αὐτομάτους συνδρα‐ μεῖν καὶ ἀναγκασθῆναι δημηγορεῖν τοὺς ἡγεμόνας. Μέδεσθαι. Ἐπιμελεῖσθαι.

18

.

250

Πρόσσω καὶ ὀπίσσω. Εἰς τὸ πα‐ ρῳχηκὸς καὶ τὸ μέλλον.

18

.

254

Ἀμφὶ μάλα φράζεσθε. Ἐπιμελῶς βουλεύεσθε.

18

.

258

Ῥηΐτεροι. Εὐκολώτεροι ἐν τῷ πο‐ λέμῳ. εὐκαταγώνιστοι. Πολεμιζέμεν. Ἀντὶ τοῦ πολεμίζεσθαι, μάχεσθαι. Πε‐ ρίφρασις ὁ τρόπος.

18

.

259

Θοῇς ἐπὶ νηυ‐
σὶν ἰαύων. Ἐπαυλιζόμενος ταῖς ναυσί. καθεύδων.

18

.

264

Μένος Ἄρηος. Τὸν πόλεμον, καθ’ ὅσον ὁτὲ μὲν ἔφευγον, ὁτὲ δὲ ἐδίωκον. Μένος Ἄρηος δατέονται. Μερίζονται τὸν τοῦ πολέμου κίνδυνον.

18

.

272

Αἲ γὰρ δή μοι ἀπ’ οὔατος. Ὤφε‐ λεν γὰρ ἀπὸ τῆς ἐμῆς ἀκοῆς γενέσθαι. τοῦτ’ ἔστιν· εἴθε γὰρ μὴ ἀκούσαιμι. τι‐ νὲς δὲ ἀπούατον, τὸν κακόν. ἵν’ ᾖ τὸν
5Ἀχιλλέα. ἀντὶ τοῦ, εἴθε γὰρ κακὸς ἐγέ‐ νετο, τοῦτ’ ἔστι δειλός.

18

.

274

Νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν. Τῆς βουλῆς ἐπικρατήσωμεν καὶ κατισχύσωμεν. ὅ ἐ‐ στι βουλευσώμεθα, τοῦτ’ ἔστι συναθροι‐
5σθῶμεν.

18

.

276

Ἐζευγμέναι. Ἡρμοσ‐ μέναι.

18

.

281

Ἄσῃ. Πληρώσῃ, κορέσῃ. Ἠλασκάζων. Πλανώμενος, περιερχόμε‐ νος, ἢ ἐκκλίνων, ἢ ἐλαύνων.

18

.

287

Κε‐ κόρησθε. Ἐκορέσθητε, ἐπληρώθητε. Ἐ‐ ελμένοι. Συγκεκλεισμένοι, συνηγμένοι.

18

.

289

Μυθέσκοντο. Ἔλεγον.

18

.

291

Μῃ‐ ονίην. Λυδίαν. οὕτω γὰρ πρότερον ἐκα‐ λεῖτο.

18

.

292

Περνάμεν’. Πιπρασκόμε‐ να. Ἥκει. Ἀφικνεῖται, ἢ ἀπέρχεται. Ὠδύσατο. Ἐχολώθη. ὠργίσθη.

18

.

295

Νοήματα. Βουλεύματα. Φαῖνε. Δια‐ φανῆ ποίησον.

18

.

298

Ἐν τελέεσσιν. Ἐν τοῖς τάγμασιν.

18

.

300

Τρώων δ’ ὃς κτεάτεσσιν. Καὶ τὰ ἑξῆς. Τῶν δὲ Τρώων ὅς τις ἂν ὑπερβαλλόντως ἀνιᾶται ἐπὶ τοῖς χρήμασι, ὡς μέλλων ἀπολλύειν
5αὐτὰ ὑπὸ τῶν πολεμίων. τοῦτο γὰρ ἐλ‐ λεῖπον προσυπακούεται, συναγαγὼν αὐτὰ, δότω τοῖς πολίταις. βέλτιον γάρ ἐστιν ὑπὸ τούτων αὐτὰ δαπανηθῆναι.

18

.

301

Καταδημοβορῆσαι. Δότω αὐτὰ τῷ πλή‐ θει καταναλῶσαι.

18

.

302

Ἐπαυρέμεν. Ἀπόνασθαι, ἀπολαῦσαι.

18

.

309

Ξυνὸς ἐνυάλιος. Κοινὴ ἡ τοῦ πολέμου τύχη. Καί τε κτανέοντα κατέκτα. Ἐλπίζοντα
ἀνελεῖν τὸν πλησίον, συμβαίνει πολλάκις
5ὑπ’ ἐκείνου ἀναιρεθῆναι.

18

.

316

Ἀδινοῦ. Ὀξέος, οἰκτροῦ.

18

.

317

Χεῖρας ἐπ’ ἀν‐ δροφόνους θέμενος στήθεσσιν ἑταίρου. Ἀμφίβολον πότερον τὰς ἑαυτοῦ ἀνδρο‐ φόνους χεῖρας ὁ Ἀχιλλεὺς ἐπιθεὶς τῷ τοῦ
5ἑταίρου στήθει, ἢ τὰς τοῦ ἀνδροφόνου Πα‐ τρόκλου ἐπιθεὶς τῷ ἰδίῳ στήθει. βέλτιον δὲ τὸ πρότερον.

18

.

319

Σκύμνους. Ὀξυ‐ τονουμένης μὲν τῆς πρώτης συλλαβῆς, τὸ τοῦ λέοντος ἔκγονον· βαρυνομένης δὲ, τὰ τῶν ἄλλων ζώων. Ἐλαφηβόλος. Κυνη‐
5γός.

18

.

321

Ἄγκεα. Τοὺς συνδένδρους τόπους τῶν ὀρῶν.

18

.

324

Ἔκβαλον. Μά‐ την προηκάμην.

18

.

326

Ὀπόεντα. Ὀ‐ ποῦντα, πόλις τῆς Λοκρίδος.

18

.

329

Πέ‐
πρωται. Εἵμαρται. Ἐρεῦσαι. Ἐρυθρὰν τῷ αἵματι ποιῆσαι.

18

.

334

Κτεριῶ. Θάψω.

18

.

336

Ἀποδειροτομήσω. Τοὺς τραχήλους ἀποτεμῶ.

18

.

341

Καμόμε‐ σθα. Μετὰ κακοπαθείας, καὶ πόνου ἐκ‐ τησάμεθα.

18

.

342

Πιείρας. Πλουσίας, εὐδαίμονας.

18

.

344

Ἀμφὶ πυρὶ στῆσαι τρίποδα. Ἐν τῷ πυρὶ θερμᾶναι τὸ ὕδωρ.

18

.

345

Βρότον. Τὸν τῆς μάχης μολυσμόν.

18

.

346

Λοετροχόον. Ἐξ οὗ τὰ λουτρὰ καὶ καθάρσια γίγνονται.

18

.

348

Γά‐ στρην. Χώρημα, τὸ πλάτος τοῦ λέβη‐
τος. Ἄμφεπε. Περιέλαβε, περιεῖχεν.

18

.

351

Ἀλείφατος. Ἀπὸ ἀλείμματος ἐ‐ λαίου. Ἐννεώροιο. Ἐνναετοῦς. Ὧρος γὰρ ὁ χρόνος.

18

.

352

Ἑανῷ. Λεπτῷ πέπλῳ, παρὰ τὸ ἕννυσθαι. Λιτί. Λιτῷ, καὶ ἀποικίλῳ τῷ ὑφάσματι.

18

.

353

Ἐς πόδας ἐκ κεφαλῆς. Ἀντὶ τοῦ ἀπὸ κεφα‐ λῆς ἕως ποδῶν.

18

.

357

Ἔπρηξας καὶ ἔ‐ πειτα. Ἀντὶ τοῦ ἐξετέλεσας δὴ καὶ ἤνυσας ὃ ἠβουλήθης, ὦ Ἥρα, ἀναστήσασα τὸν Ἀχιλλέα.

18

.

362

Καὶ μὲν δή που τις μέλλει βροτὸς ἀνδρί. Προσληπτέον τελέσαι, ἵν’ ᾖ, καὶ μὴν ἄνθρωπος ἀνθρώ‐ πῳ κακὸν κατασκευάσει.

18

.

367

Ῥά‐
ψαι. Μηχανήσασθαι, κατασκευάσαι.

18

.

371

Κυλλοποδίων. Χωλός.

18

.

372

Ἑ‐ λισσόμενον. Νῦν κακοπαθοῦντα, ἐνερ‐ γοῦντα.

18

.

373

Ἐείκοσι πάντας. Πε‐ ρισσὸν τὸ πάντας. εἴκοσι δέ.

18

.

374

Ἐϋσταθέος. Εὐποιήτου, ἑδραίου.

18

.

375

Χρύσεα δέ σφ’ ὑπὸ κύκλα. Ἑκάστῳ δὲ πυθμένι χρυσοῦς κύκλους ὑπέβαλλε.

18

.

376

Θεῖον δύσονται ἀγῶνα. Εἰς τὰ τῶν θεῶν κατελεύσονται τεμένη καὶ ἀ‐ θροίσματα.

18

.

378

Τόσσον μὲν ἔχον τέ‐ λος. Τὸ μὲν λοιπὸν παντελῶς ἔσχον. ὅ ἐστι τετελείωντο.

18

.

379

Ἤρτυε. Κα‐ τεσκεύαζε. Κόπτε. Κατεσκεύαζεν, ἐ‐
χάλκευε. Δεσμούς. Ἥλους, καθ’ ὃ συμβάλλουσι καὶ συνδεσμοῦσι τὰ ὦτα
5τοῦ τρίποδος.

18

.

382

Προμολοῦσα. Προ‐ ελθοῦσα. Λιπαροκρήδεμνος. Ἤτοι λαμ‐ πρὰ ἔχουσα περιβόλαια τῇ κεφαλῇ· ἐξ οὗ εὐσταλὴς καὶ κοσμία. ἢ λιπαρὰ ἀπὸ
5τοῦ ἐλαίου.

18

.

385

Τανύπεπλε. Τετα‐ μένον ἔχουσα τὸν πέπλον, κοσμία.

18

.

386

Οὔτι θαμίζεις. Πυκνῶς οὐ παρεγένου.

18

.

390

Θρῆνυς. Ὑποπόδιον.

18

.

392

Πρό‐ μολε. Πρόελθε. Ὧδε. Οὕτως ὡς ἔ‐ χεις.

18

.

394

Δεινή. Νῦν ἡ θαυμαστή.

18

.

399

Ἀψοῤῥόου. Εἰς τοὐπίσω ῥέοντος, ὑποχωροῦντος, ἢ τοῦ ταχέως ῥέοντος καθ’ ὃ πέριξ ἔχει τὴν γῆν.

18

.

400

Τῇσι πά‐ ρα. Παρ’ αἷς. ἀναστροφὴ ὁ τρόπος.

18

.

401

Πόρπας. Αἷς αἱ χλανίδες κατα‐ βάλλονται, περόνας δηλαδή. Γναμπτὰς ἕλικας. Ἐπικαμπεῖς. λέγει δὲ τὰ ψέλ‐ λια καλούμενα. Κάλυκας. Σωληνί‐
5σκους. λέγει δὲ τὰς λεγομένας σύριγ‐ γας, αἳ περιλαμβάνουσι τοὺς πλοκάμους, ἢ εἰς ἃς κατακλείονται αἱ περόναι. Ὅρ‐ μους. Περιτραχήλια.

18

.

403

Μορμύ‐ ρων. Φοβερῶς ζέων, καὶ οἱονεὶ ἀναζέων.

18

.

405

Ἔσαν. Παρεγένοντο.

18

.

407

Ζω‐ άγρια. Τὰ τῆς ζωῆς χαριστήρια.

18

.

410

Ἀκμοθέτοιο. Τόπῳ ᾧ ἁρμόζεται ὁ ἄκ‐ μων τῷ κορμῷ. Πέλωρ. Μέγιστον. Αἴητον. Μέγα. πέλωρ αἴητον, πέλωρ μέγιστον. αἴητον δὲ τὸ μέγα. ἢ πελώ‐
5ριος ὁ μετέωρος. ἀπὸ μεταφορᾶς δὲ τὸ αἴητον ἀπὸ τῶν ἀετῶν. κατὰ γὰρ τὴν πτῆσιν οἱ ἀετοὶ πολύ τι ἑαυτοὺς βαστά‐ ζουσι. κακῶς οὖν ὑφ’ ἓν μέρος ἀναγνόν‐ τες πελωραίητον ἀποδιδοῦσι. τὸ μέγα,
10ἀπὸ τοῦ μεγέθους.

18

.

411

Ὑπὸ δὲ κνῆ‐ μαι ῥώοντο ἀραιαί. Αἱ δὲ ἀσθενεῖς καὶ λεπταὶ αὐτοῦ κνῆμαι ὑπερεκινοῦντο μετὰ κακοπαθείας.

18

.

412

Ὅπλα. Νῦν τὰ χαλκευτικὰ ἐργαλεῖα.

18

.

413

Λάρνακα. Κιβωτόν. Τοῖς ἐπονεῖτο. Οἷς εἰργάζετο, καὶ ἐνήργει.

18

.

415

Λαχνήεντα. Τετρι‐ χωμένα.

18

.

416

Σκῆπτρον. Τὴν βακτη‐ ρίαν.

18

.

417

Ὑπὸ δ’ ἀμφίπολοι ῥώοντο. Συνεξώρμων δὲ αὐτῷ.

18

.

418

Νεήνισι. Νεανίαις.

18

.

420

Ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασι. Παρὰ δὲ τῶν θεῶν τὰ ἔργα εἰσὶ δεδιδαγμένα.

18

.

421

Ὕπαιθα. Εἰς τοὔμπροσθεν. Ἐποίπνυον. Ἐνήρ‐ γουν. Ἔῤῥων. Κυρίως μὲν μετὰ κακο‐
παθείας καὶ φθορᾶς παραγενόμενος, νῦν
5δὲ μόλις, διὰ τὴν χωλότητα.

18

.

430

Ἀ‐ νέσχετο. Ὑπέμεινεν, ἀνεδέξατο.

18

.

435

Ἀρημένος. Παρειμένος, βεβλαμμένος. Ἄλλα δέ μοι νῦν. Ἀπὸ κοινοῦ προσ‐ ληπτέον τὸ ἔδωκε κακά.

18

.

438

Γουνῷ ἀλωῆς. Τῷ γονίμῳ τόπῳ τῆς γῆς.

18

.

444

Ἔξελον. Ἐξαίρετον ἔδωκαν.

18

.

446

Ἀχέων. Λυπούμενος. Ἔφθιεν. Ἀν‐ τὶ τοῦ, τέτηκεν.

18

.

447

Ἐείλεον. Συνεί‐ λουν, συνέκλειον.

18

.

460

Ὁ γὰρ ἦν οἱ. Οὕτως γὰρ ἦν αὐτῷ.

18

.

461

Τρωσὶ δα‐ μείς. Ἀντὶ τοῦ ὑπὸ τῶν Τρώων ἀναιρε‐
θείς.

18

.

470

Χοάνοισι. Χώνοις πηλίνοις, ἐν οἷς χωνεύεται τὰ μέταλλα.

18

.

471

Εὔ‐ πρηστον. Εὐφύσητον. Ἀϋτμήν. Πνο‐ ήν. Ἐξανιεῖσαι. Ἀφιεῖσαι.

18

.

472

Παρέμμεναι. Παρεῖναι.

18

.

473

Ἄνοι‐ το. Ἀνύοιτο, τελειοῖτο.

18

.

474

Ἀτει‐ ρέα. Ἀκαταπόνητον.

18

.

477

Ῥαιστῆ‐ ρα. Σφύραν σιδηρᾶν. παρὰ τὸ ῥαίζειν. Γέντο. Ἔλαβε. Πυράγρην. Τὸν χαλ‐ κευτικὸν καρκίνον, τὸν ὀξύλαβον. παρὰ
5τὸ τὰ ἐν τῷ πυρὶ ἀγρεύειν.

18

.

479

Πάν‐ τοσε δαιδάλλων. Εἰς πᾶν μέρος δαί‐ δαλα ἐνθεὶς, ὅ ἐστι ποικίλλων αὐτό. Ἄν‐ τυγα. Τὸν ἔξωθεν τῆς ἀσπίδος κύκλον.

18

.

480

Τρίπλακα. Τριπλῆν, τρίπτυχον. πτύχες γὰρ, τὰ ἐλάσματα τῆς ἀσπίδος.

18

.

482

Ἰδυίῃσιν. Ἐμπείροις.

18

.

483

Ἐν μὲν γαῖαν ἔτευξ’, ἐν δ’ οὐρα‐ νόν. Ἐγκατεσκεύασε δὲ τῇ ἀσπίδι, οὐ‐ ρανὸν καὶ γῆν.

18

.

484

Ἀκάμαντα. Τὸν ἀκαταπόνητον, καὶ ἄοκνον. Σελήνην τε πλήθουσαν. Τὴν οἷον πεπληρωμένην, καὶ ἐγκύμονα τοῦ ἡλιακοῦ φωτός. λέγει
5δὲ τὴν πανσέληνον. εἴρηται δὲ σελήνη οἱονεὶ σέλας νέον.

18

.

485

Τείρεα. Τὰ ἄστρα. παρὰ τὸ τερατώδη, καὶ σημειώ‐ δη ταῦτα εἶναι. Τά τ’ οὐρανὸς ἐστεφά‐ νωται. Οἷς κεκόσμηται ὁ οὐρανός.

18

.

486

Πληϊάδας. Ἑπτὰ ἀστέρες εἰσὶ κείμεναι ἐπὶ τὴν πλευρὰν τοῦ Ταύρου· ὁ γὰρ Ταῦ‐ ρος σῶος οὐκ ἀνηστέρισται, ἀλλ’ ἕως τῶν ἰσχίων. Αὗται δέ εἰσιν Ἄτλαντος, καὶ
5Πληϊόνης θυγατέρες. ὧν τὰ ὀνόματα, Μαῖα, Ταϋγέτη, Κελαινὼ, Μερόπη, Ἠ‐ λέκτρα, Στερόπη, Ἀλκυόνη. Ἄτλας εἷς τῶν γιγάντων, μιγεὶς Πληϊόνῃ τῇ Ὠκεα‐ νοῦ ἔσχε θυγατέρας ἑπτὰ, αἳ τὴν παρ‐
10θενείαν ἀγαπήσασαι, συνεκυνήγουν τῇ Ἀρτέμιδι. θεασάμενος δὲ Ὠρίων, ἠράσθη καὶ ἐδίωκεν αὐτὰς μιγῆναι βουλόμενος. αἱ δὲ περικατάληπτοι γιγνόμεναι, θεοῖς ηὔξαντο μεταβαλεῖν τὴν φύσιν. Ζεὺς δὲ
15ἐλεήσας αὐτὰς Πελειάδας ἐποίησε, καὶ δι’ αὐτῶν ἄστρον κατηστέρισεν. ὠνομά‐ σθησαν δὲ Πληϊάδες ἀπὸ Πληϊόνης τῆς μητρὸς αὐτῶν. φασὶ δὲ Ἠλέκτραν οὐ βουλομένην τὴν Ἰλίου πόρθησιν θεάσα‐
20σθαι, τῷ τὸ κτίσμα εἶναι τῶν ἀπογόνων, καταλιπεῖν τὸν τόπον ἔνθα κατηστέριστο, διόπερ οὔσας πρότερον ἑπτὰ, γενέσθαι ἕξ. ἡ ἱστορία παρὰ τοῖς Κυκλικοῖς. Ὑάδας. Τοὺς ἐπὶ τῶν κεράτων τοῦ Ταύρου ἑπτὰ
25ἀστέρας κειμένους. καλοῦνται δὲ Ὑάδες, ἤτοι διὰ τὴν πρὸς τὸ υ στοιχεῖον ὁμοιότη‐ τα, ἢ ἐπειδὴ, αἴτιοι ὄμβρων, καὶ ὑετῶν καθίστανται. Ζεὺς ἐκ τοῦ μηροῦ γεννη‐ θέντα Διόνυσον, ταῖς Δωδωνῖσι νύμ‐
30φαις τρέφειν ἔδωκεν, Ἀμβροσίᾳ, Κο‐ ρωνίδι, Εὐδώρῃ, Διώνῃ, Αἰσύλῃ, Πο‐ λυξοῖ. αὗται θρέψασαι τὸν Διόνυσον, περιῄεσαν σὺν αὐτῷ, τὴν εὑρεθεῖσαν ἄμ‐ πελον ὑπὸ τοῦ θεοῦ τοῖς ἀνθρώποις χαρι‐
35ζόμεναι. Λυκοῦργος δὲ μέχρι τῆς θα‐ λάσσης συνεδίωξε τὸν Διόνυσον. ἐκείνας δὲ ἐλεήσας ὁ Ζεὺς κατηστέρισεν. ἡ ἱστο‐ ρία παρὰ Φερεκύδῃ. Πληϊάδας θ’ Ὑάδας τε. Τὰς μὲν κατηστερισμένας ἐν τῷ
40μετώπῳ τοῦ Ταύρου Ὑάδας φασὶν εἰρῆ‐ σθαι. τὰς δὲ ἐπὶ τῆς ἡμιτόμου πλευρᾶς, Πλειάδας καλεῖσθαι. Ἄτλαντι γὰρ τοῦ Ἰαπετοῦ, καὶ Αἴθρᾳ τῇ Ὠκεανοῦ, καθά φησι Τίμαιος, θυγατέρες δώδεκα, καὶ
45υἱὸς Ὕας. τοῦτον ἐν Λιβύῃ κυνηγοῦντα, ὄφις κτείνει. καὶ αἱ μὲν πέντε τὸν ἀδελ‐
φὸν θρηνοῦσαι ἀπόλλυνται. τὰς δὲ λοιπὰς δι’ οἶκτον καταστερίσας Ζεὺς, Ὑάδας ἐπωνόμασεν, ἐπωνύμως τοῦ ἀδελφοῦ. αἱ

18

.

486

(50)

δὲ πλείους ἑπτὰ, βραδέως μὲν, πλὴν ἀπο‐ θανοῦσαι, Πληϊάδες εἴρηνται. Φερεκύδης δὲ, καθάπερ εἴρηται, τὰς Ὑάδας Δωδω‐ νίδας νύμφας φησὶν εἶναι, καὶ Διονύσου τροφούς. ἃς παρακαταθέσθαι τὸν Διόνυ‐
55σον Ἰνοῖ διὰ τὸν τῆς Ἥρας φόβον. καθ’ ὃν καιρὸν καὶ αὐτὰς Λυκοῦργος ἐδίωξε. τῶν δὲ Πληϊάδων οὐσῶν ἑπτὰ, πάνυ ἀμαυρὸς ὁ ἕβδομος ἀστήρ. ὡς μὲν Ἄρα‐ τος ἐν τῷ πρὸς Θεόπροπον ἐπικηδείῳ φη‐
60σὶ, Τροίας πορθουμένης τὴν Δαρδάνου μη‐ τέρα Ἠλέκτραν μίαν οὖσαν τῶν Πληϊά‐ δων, φυγεῖν τε τὴν τῶν ἀδελφῶν συνο‐ δίαν, καὶ τὰς κόμας λύσασαν, ἐνίοτε κο‐ μήτην ἀστέρα φαίνεσθαι. φησὶ δὲ καὶ
65Ἑλλάνικος ἐν τῷ πρώτῳ τῶν Ἀτλαντι‐ δῶν, τὰς μὲν ἓξ θεοῖς συνελθεῖν, Ταϋγέ‐ την Διῒ, ὧν γενέσθαι Λακεδαίμονα. Μαῖαν Διῒ, ἀφ’ ὧν Ἑρμῆς. Ἠλέκτραν Διῒ, ὧν Δάρδανος. Ἀλκυόνην Ποσειδῶνι,
70ὧν Ὑριεύς. Στερόπην Ἄρει, ὧν Οἰνόμαος. Κελαινὼ Ποσειδῶνι καὶ αὐτὴν, ὧν γενέ‐ σθαι Λύκον. Μερόπην δὲ Σισύφῳ θνητῷ ὄντι, ὧν Γλαῦκος, ἣν καὶ ἀμαυρὰν εἶναι. Ὑάδας δὲ εἰρῆσθαι, ἤτοι παρὰ τὸ σχῆ‐
75μα τῆς τῶν ἀστέρων θέσεως. τῷ γὰρ υ στοιχείῳ παραπλήσιόν ἐστιν, ἢ ἐπεὶ ἀνα‐ τελλουσῶν αὐτῶν καὶ δυνουσῶν ὕει ὁ Ζεύς. αἱ δὲ Πληϊάδες, ἤτοι ἀπὸ τῆς μη‐ τρὸς αὐτῶν Πληϊόνης. ἢ ὅτι πλείους ὁμοῦ
80κατὰ μίαν συναγωγήν εἰσι. βότρυν γοῦν αὐτὰς λέγουσιν. ἢ ὅτι πλείους μὲν εἶναι δοκοῦσιν, ἐπὶ δὲ τῆς ἀληθείας ἐλάττους εἰσίν. ἢ Πλησιάδας· πλησίον γὰρ κεῖν‐ ται. ἢ ὅτι πλείους δι’ αὐτὰς αἱ τῶν ὡρῶν
85ἐπισημασίαι, ἢ ὅτι πλειῶνος, ὅ ἐστιν ἐνι‐ αυτοῦ σημαντικαί. χειμῶνα γὰρ καὶ θέ‐ ρος διορίζουσιν καθότι ἐπιφέρονται, καὶ διὰ μόνων αὐτῶν σημειοῦνται τὰς ἑώας ἐπιτολὰς πρὸς θέρος, καὶ τὰς ἑσπερίους
90πρὸς ἄροτρον· ὡς Ἡσίοδος· Πληϊάδων Ἀτλαγενάων ἐπιτελλομενάων, Ἄρχεσθ’ ἀμητοῖο, ἀρότοιο δὲ δυσομενάων. τὰς δὲ Ἄτλαντος ἀτυχίας κλαιούσας αὐτὰς κα‐ τηστερίσθαι φησὶν Αἰσχύλος. Πληϊάδων
95δὲ ἀνατολὴ ἑώα ἡλίου ὄντος ἐν Διδύμοις. δύσις δὲ ἑώα κατὰ τὴν διάμετρον ἡλίου ὄντος ἐν Σκορπίῳ. Ταύρου δὲ ὄντος κατὰ τὸ εἰκὸς ἑκατέρωθεν, ἐπίφασις γίγνεται. καὶ γὰρ τὸν προανατέλλοντα Κριὸν ἐπὶ

18

.

486

(100)

πέντε ἡμέρας προκαταλάμπει καταρχὰς ἐγγὺς ὢν αὐτοῦ, καὶ τοὺς προανατέλλον‐ τας Διδύμους ἐπ’ ἄλλας ἡμέρας πέντε, ὥσπέρ τι καιόμενον πῦρ θέρμης ἀπόῤῥοιαν ἔχει βραχείαν καὶ πρὸς τοὺς ἑκατέρωθεν.
105διὰ τοῦτο καὶ Ἡσίοδος ἔφη· Αἳ δή τοι νύκτας τε καὶ ἤματα τεσσαράκοντα κε‐ κρύφαται. διότι καταυγάζονται. Τό τε σθένος Ὠρίωνος. Περιφραστικῶς τὸν Ὠρίωνα. ὁ δὲ Ὠρίων ἐστὶν ἄστρον μέγι‐
110στον ἐν τῷ οὐρανῷ κατηστερισμένον οὕ‐ τως. Ὑριεὺς ὁ Ποσειδῶνος καὶ Ἀλκυόνης μιᾶς τῶν Ἄτλαντος θυγατέρων, ᾤκει μὲν ἐν Τανάγρᾳ τῆς Βοιωτείας. φιλοξενώτα‐ τος δὲ ὢν ὑπεδέξατο ποτὲ καὶ θεούς.
115Ζεὺς δὲ καὶ Ποσειδῶν, καὶ Ἑρμῆς ἐπι‐ ξενωθέντες αὐτῷ, καὶ τὴν φιλοφροσύνην ἀποδεξάμενοι, παρῄνεσαν αἰτεῖν ὅ τι ἂν βούλοιτο. ὁ δὲ ἄτεκνος ὢν, ᾐτήσατο παῖ‐ δα. λαβόντες οὖν οἱ θεοὶ τὴν τοῦ ἱερουρ‐
120γηθέντος αὐτοῖς βοὸς βύρσαν, ἀπεσπέρ‐ μηναν εἰς αὐτὴν, καὶ ἐκέλευσαν κρύψαι κατὰ γῆν, καὶ μετὰ δέκα μῆνας ἀνελέ‐ σθαι, ὧν διελθόντων ἐγένετο ὁ Οὐρίων, οὕτως ὀνομασθεὶς διὰ τὸ οὐρῆσαι ὥσπερ
125τοὺς θεοὺς, ἔπειτα κατ’ εὐφημισμὸν, Ὠ‐ ρίων. συγκυνηγῶν δὲ οὗτος Ἀρτέμιδι, ἐπε‐ χείρησεν αὐτὴν βιάσασθαι. ὀργισθεῖσα δὲ ἡ θεὸς, ἀνέδωκεν ἐκ τῆς γῆς σκορπίον, ὃς αὐτὸν, πλήξας κατὰ τὸν ἀστράγαλον,
130ἀπέκτεινε. Ζεὺς δὲ συμπαθήσας κατη‐ στέρισεν αὐτόν. διὸ τοῦ Σκορπίου ἀνατέλ‐ λοντος, Ὠρίων δύνει. Ἡ ἱστορία παρ’ Εὐφορίωνι.

18

.

487

Ἄρκτον θ’ ἣν καὶ ἅμαξαν ἐπίκλησιν καλέουσιν. Ἄρκτοι δύο δείκνυνται ἐν τῷ βορείῳ κλίματι. αὕτη τε ἡ μεγάλη ἡ καλουμένη καὶ
5Ἅμαξα, διὰ τὸ εἰς ἁμάξης τύπον κατη‐ στερίσθαι. καὶ ἐγγὺς ἐκείνης ἡ μικρὰ ἡ
Κυνόσουρα καλουμένη διὰ τὸ ὡς κυνὸς ἔχειν ἀνακεκλασμένην τὴν οὐράν. ἧς Ὅ‐ μηρος οὐ μέμνηται, ὡς ὕστερον εὑρεθείσης
10ὑπὸ Θαλοῦ τοῦ Μιλησίου ἑνὸς τῶν ἑπτὰ σοφῶν. Ζεὺς Καλλιστοῦς τῆς Λυκάονος ἐρασθεὶς, ἐμίσγετο αὐτῇ λανθάνων Ἥ‐ ραν. ἐπιγνοῦσα δὲ ἡ θεὸς μετέβαλλεν αὐτὴν εἰς ἄρκτον, καὶ ὡς θηρίον Ἀρτέμι‐
15δι προσέταξε τοξεῦσαι. Ζεὺς δὲ εἰς οὐ‐ ρανὸν αὐτὴν ἀναγαγὼν, πρώτην κατη‐ στέρισεν. ἡ ἱστορία παρὰ Καλλιμάχῳ.

18

.

488

Ἥ τ’ αὐτοῦ στρέφεται. Ἥ τις περὶ τὸν Ἀρκτικὸν καὶ ἀειφανῆ καλού‐ μενον κύκλον, ἤτοι πόλον στρέφεται, καὶ ἐπιτηρεῖ τὸν Ὠρίωνα, νεύουσα εἰς αὐτὸν
5ὡς κυνηγέτην. βλέπει γὰρ ἡ μεγάλη ἄρ‐ κτος πρὸς τὸ τοῦ Ὠρίωνος ἄστρον. Ἥ τ’ αὐτοῦ στρέφεται. Ἀντὶ τοῦ περὶ τὸν αὐτὸν τόπον, ὡς μὴ καταδυομένη.

18

.

489

Οἴη δ’ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο. Ἀντὶ τοῦ μόνη οὐ δύνει εἰς τὸν ὠκεανόν. αἱ γὰρ ἄρκτοι οὐ δύνουσιν, οὖσαι ἐν τῷ ἀεὶ φανερῷ. αἵ εἰσιν ἀμφότεραι τοῦ ἀπ’
5αὐτῶν καλουμένου πόλου Ἀρκτικοῦ. μόνη οὖν δηλονότι τῶν κατηστερισμένων ἄμοι‐ ρός ἐστι τῶν ὠκεανοῦ ῥείθρων, καὶ οὐ καταδύεται. ἐπεί τοι καὶ ἄλλα τινὰ ἐστὶ ἀειφανῆ, ὅσα ὁ Ἀρκτικὸς ἀποτέμνε‐
10ται κύκλος. ἔστι δὲ ἥτε Κυνόσουρα κα‐ λουμένη Ἄρκτος. καὶ ὁ δι’ ἀμφοτέρων τῶν Ἄρκτων Δράκων, καὶ ἡ χεὶρ τοῦ Βοώτου, μέρη τε τοῦ Κηφέως τὰ ἀπὸ ἰξύος μέχρι ποδῶν. Ἄμορος. Ἀμέτοχος,
15ἄμοιρος. Λοετρῶν ὠκεανοῖο. Ἀντὶ τοῦ δύσεως.

18

.

491

Εἰλαπίναι τε. Θυσίαι, ἑορταί. Τίνες εἰσὶν αἱ δύο πόλεις, ἅς φη‐ σιν ἐν τῇ Ἀσπιδοποιΐᾳ, Ἐν δὲ δύο ποίησε πόλεις; Ἀγαλλίας ὁ Κερκυραῖος, ὁ Ἀρι‐
5στοφάνους γνώριμος εἶπε τὰς δύο πόλεις εἶναι Ἀθήνας καὶ Ἐλευσῖνα κατασκευά‐ ζων οὕτως, τὴν μὲν προτέραν, ἐπεὶ κατὰ γένεσιν τοῦ κόσμου πρώτη πόλις Ἀθῆναι. μετὰ δὲ τὴν φύσιν τῶν στοιχείων ὁ θεὸς
10τὴν πόλιν τειχοποιεῖ. ἐπιφέρει δὲ γάμους καὶ ὑμεναίους· ἐν γὰρ Ἀθήναις ταῦτα πρῶτον ἤχθη. αὐλούς τε ἐν τοῖς γάμοις
εὗρεν Ἀθηνᾶ. δίκας τε ἐν τῇ πόλει· παρὰ γὰρ Ἀθηναίοις πρῶτον ἐγένετο δικαστή‐
15ριον ἐπὶ Ἀλιῤῥοθίῳ τοῦ Ποσειδῶνος. οἱ δὲ δικασταὶ Ἀθήνῃσι μισθὸν λαμβάνουσι, καὶ διατοῦτο λέγει κεῖσθαι ἐν τῷ μέσῳ χρυσοῦ δύο τάλαντα. Τὴν δευτέραν πόλιν οὖσαν Ἐλευσῖνα. πόλεμον δὲ Ἀθη‐
20ναῖοι ἔσχον πρὸς Ἐλευσινίους, ὃν ἐπολέ‐ μησεν Εὔμολπος ὁ Ποσειδῶνος. βοηθοὶ δὲ αὐτοῖς εἰσὶν Ἄρης τε καὶ Ἀθηνᾶ· ὁ μὲν χάριτας ἀποδιδοὺς, ὅτι ἀπελύθη κριθεὶς ἐν Ἀρείῳ πάγῳ· ἡ δὲ ὅτι τῆς πόλεως ὡς
25οἰκείας ἐκήδετο. καὶ τὰ ἐπαγόμενα δὲ ἴδια Ἐλευσῖνος, εὐρεῖα τρίπολος, ἐπείπερ Ἐλευσῖνι πρῶτον καρποὺς Δημήτηρ ἔδω‐ κεν. ἡ δὲ σταφυλὴ ἡ κατὰ μέγα βρίθου‐ σαν ἀλωὴν, ἐπὶ Ἰκαρίου καὶ Διονύσου
30πορείᾳ. ὁ δὲ ποικιλλόμενος χορὸς, Ἀριάδ‐ νης καὶ Θησέως ἔχει πράξεις. ἴδιος δὲ καὶ ὁ τεχνίτης τῶν Ἀθηνῶν Ἥφαιστος. Ἐριχθονίῳ γὰρ τῷ υἱῷ χαριζόμενος βασι‐ λεύοντι Ἀθηνῶν τὴν τοιαύτην κατασκευὴν
35παρήγαγε. τῷ δὲ ἱερῷ κύκλῳ τὸν Ἄρειον πάγον ἑρμηνεύει, οἵ τε δικασταὶ Ἀθηναῖοι. διὰ ποίαν δὲ αἰτίαν μόνος ὁ Ὠκεανὸς πο‐ ταμὸς οὐ πάρεστι τῇ ἐκκλησίᾳ τῶν θεῶν; ῥητέον ὅτι ἐπεὶ συνεκτικὸν ἔχει τὸ
40τοῦ κόσμου ῥεῦμα, κατὰ τὸ, Ὠκεανὸς ᾧ πᾶσα περίῤῥυτος ἐκδέδεται χθών.

18

.

492

Νύμφας. Νῦν τὰς γαμουμένας. Δαΐ‐ δων ὑπολαμπομενάων. Ἀντὶ τοῦ μετὰ λαμπάδων.

18

.

493

Ἠγίνεον. Ἦγον. Πολὺς δ’ Ὑμέναιος ὀρώρει. Ἐξῆπτο, διεγήγερτο πλείστη γαμήλιος ᾠδή. τὸν δὲ Ὑμέναιον ἐτυμολογοῦσιν, οἱ μὲν ἀπὸ
5τοῦ ναίειν ὁμοῦ τὸν νυμφίον, καὶ τὴν νύμφην· ἄλλοι δὲ φυσικῶς, ἐπεὶ ὑμήν ἐστιν ὁ ῥηγνύμενος ἐν τῇ τῶν παρθένων διακορήσει. ὁ δὲ ὅτι Ὑμέναιός τις Ἀρ‐ γεῖος παραπλέων τὰς Ἀθήνας, κατέλα‐
10βεν Ἀττικὰς παρθένους, ἁρπαζομένας ὑπὸ Πελασγῶν τινων, αἷς ἐπιφανεὶς αἴ‐ τιος ἐγένετο τοῦ μὴ βιασθῆναι, ἀποδιώ‐ ξας τοὺς Πελασγούς. διὰ γοῦν τοῦτο νο‐ μίμως γαμούμεναι, ὥσπερ προσκαλούμε‐
15ναι αὐτὸν, ὕμνον τινὰ ἔλεγον εἰς αὐτὸν ὃν ἐκάλουν Ὑμέναιον.

18

.

494

Ἐδίνεον. Ἀνεστρέφοντο, ἐκινοῦντο.

18

.

497

Ἔνθα δὲ νεῖκος ὠρώρει. Ἐφιλονείκουν, ἠμφισ‐ βήτουν. δικαστήριον εἰσάγει δύο τινῶν ἀνδρῶν. ὧν ὁ μὲν ἐγκαλούμενος, ἀποδεδω‐
5κέναι λύτρα ὑπὲρ τοῦ πεφονευμένου φησί· ὁ δὲ ἐγκαλῶν, ἔλεγε μὴ εἰληφέναι. δύο δὲ τάλαντα χρυσοῦ κατέθεντο, ὥστε τὸν ἀποδείξαντα τὸ ἀληθὲς λαβεῖν ἀμφότε‐ ρα. ποινῆς οὖν λέγει τῆς καλουμένης πα‐
10ρὰ τοῖς Ἀττικοῖς, ὑποφόνια, ἃ ἐδίδοσαν τοῖς οἰκείοις τῶν ἀνῃρημένων οἱ ἀνελόντες. λέγεται δὲ κοινῶς πᾶσα ἀντέκτισις, ποινή.

18

.

499

Εὔχετο. Νῦν διωρίζετο.

18

.

500

Δήμῳ πιφαύσκων. Τῷ κοινῷ παντὶ δει‐ κνὺς καὶ ἐμφανίζων. Ἀναίνετο. Ἀπηρ‐ νεῖτο.

18

.

501

Ἱέσθην. Προεθυμοῦντο, ἐβούλοντο, ἔσπευδον. Ἐπὶ ἵστορι. Μάρ‐ τυρι, ἢ κριτῇ. ἀμφότεροι δὲ ἐβούλοντο ἐπὶ μάρτυρι δικάσασθαι, τοῦτ’ ἔστι παρ‐
5έχοντες μάρτυρας, ὁ μὲν τοῦ δεδωκέναι, ὁ δὲ τοῦ μὴ εἰληφέναι τὰ ὑποφόνια. Πεῖραρ. Πέρας.

18

.

502

Ἐπήπυον. Ἐνήργουν. τὸ δὲ πλῆθος εἰς τοὺς δικά‐ ζοντας διῃρημένως ἐβόα. Ἀμφὶς ἀρω‐ γοί. Χωρὶς ἑκατέρῳ οἱ ἴδιοι βοηθοί.

18

.

503

Γέροντες. Οἱ δικασταὶ δηλονότι.

18

.

504

Ἱερῷ ἐνὶ κύκλῳ. Τῷ μεγίστῳ δικα‐ στηρίῳ, ἐπεὶ τὸ δίκαιον ἀποδιδοῦσιν ἑκά‐ στῳ ἐν ἀφιερωμένῳ.

18

.

505

Ἠεροφώνων. Μεγαλοφώνων, ἢ τῶν τὸν ἀέρα πληττόντων τῇ φωνῇ. φωνὴ γάρ ἐστι, ὡς Ἀπολλώνιός φησιν, ἀὴρ πεπληγμένος.

18

.

506

Τοῖσιν ἔπειτ’ ἤϊσσον. Ἀντὶ τοῦ σὺν οἷς σκή‐ πτροις ἐπὶ τὸ δημηγορεῖν ὥρμων. ἔνιοι δὲ ἤϊσσον, κατεσίγαζον. ἢ ὅτι ἀεὶ συνδιετί‐
5θεντο τοῖς λόγοις. Ἀμοιβηδὶς δ’ ἐδίκα‐ ζον. Ἐν μέρει δὲ ἀκούοντες ἐδίκαζον. ὅ ἐστι κατὰ ἐναλλαγὴν ἀποφαίνων τὴν
ἑαυτοῦ γνώμην ἕκαστος.

18

.

508

Ἰθύντατα. Δικαιότατα, ὀρθότα‐ τα.

18

.

509

Τὴν δ’ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ εἵατο λαῶν. Ἓν στράτευ‐ μα νοητέον εἰς δύο διῃρημένον. πολιορκία γὰρ ἦν, καὶ οὐ πεδιὰς ἡ μάχη.

18

.

510

Δίχα δέ σφισιν ἥνδανε βουλή. Σημειοῦ‐ ται, ὅτι οἱ ἐπιστρατεύσαντες πόλει τινὶ, καὶ μετὰ σπονδῶν ἀπαλλασσόμενοι, ἐλάμβανον παρὰ τῶν πολεμουμένων τὸ
5ἥμισυ τῶν ἐν τῇ πόλει κτημάτων.

18

.

512

Ἐπήρατον. Ἐπέραστον, καλόν. Ἐέρ‐ γει. Φυλάττει, ἐπέχει.

18

.

513

Λόχῳ δ’ ὑποθωρήσσοντο. Εἰς ἐνέδραν παρε‐ σκευάζοντο.

18

.

514

Τεῖχος μέν ῥ’ ἄλο‐ χοί τε φίλαι καὶ νήπια τέκνα Ῥύατ’ ἐφεσταότες μετὰ δ’ ἀνέρες. Εἰς τὸ ῥύ‐ ατο στικτέον. τὸ δὲ ἐφεσταότες, τῷ
5ἀνέρες συντακτέον.

18

.

517

Ἕσθην. Περιβεβλημένοι ἦσαν, ὁτὲ δὲ ἐκάθευδον.

18

.

519

Ἀμφὶς ἀριζή‐ λω. Χωρὶς ἑκάτεροι διάδηλοι. Λαοὶ δ’ ὑπολίζονες ἦσαν. Οἱ δὲ ὄχλοι ἐλάττονες καὶ μικρότεροι ἦσαν.

18

.

520

Εἶκε λοχῆ‐ σαι. Ἐνεχώρει, ὥστε ἐνεδρεῦσαι.

18

.

521

Ἀρδμός. Ποτισμός. ἀρθμὸς δὲ ἡ φιλία. Βοτοῖσι. Βοσκήμασιν.

18

.

522

Εἰλυμέ‐ νοι. Περιβεβλημένοι, κεκαλυμμένοι.

18

.

526

Οὔτι προνόησαν. Οὐ προεσκόπη‐ σαν.

18

.

528

Τάμνοντ’ ἀμφί. Περιέτα‐ μνον, περιῄρουν, ἀπεχώριζον. Πώεα. Τὰ ποίμνια.

18

.

529

Μηλοβοτῆρας. Βοσκή‐ τορας, νομέας.

18

.

531

Ἱράων προπάροι‐ θε. Πρὸ τῶν ἀγορῶν, ὅ ἐστιν ἐκκλησιῶν. ἀπὸ τοῦ εἴρειν ἐν αὐταῖς καὶ λέγειν. ὅθεν ὁ ἴρος.

18

.

532

Ἀερσιπόδων. Αἰρόντων εἰς ὕψος τοὺς πόδας ἐν τῇ πορείᾳ. Μετεκία‐
θον. Μετήρχοντο.

18

.

535

Ὁμίλεον. Ἀνεστρέφοντο.

18

.

536

Νεούτατον. Νεωστὶ τετρωμένον. Ἄου‐ τον. Ἄτρωτον.

18

.

538

Δαφοίνεον. Ἤ‐ τοι φοινικοῦ χρώματος πεποιημένον. ἢ αἵ‐ ματι διάβροχον, πεφοινιγμένον.

18

.

539

Ὡμίλευν. Ἀντὶ τοῦ παρετάσσοντο, συνανεστρέφοντο.

18

.

540

Ἔρυον. Εἷλ‐ κον.

18

.

541

Νειόν. Τὴν λεγομένην νεα‐ τόν. ὅ ἐστι νεωστὶ ἠροτριασμένην, ἁπα‐ λὴν, καὶ διακεχυμένην. ὡς γὰρ νέα φαί‐ νεται ἡ τοιαύτη γῆ. Πίειραν. Λιπαρό‐
5γειον χωρίον.

18

.

542

Τρίπολον. Τρὶς ἐστραμμένην, καὶ ἠροτριασμένην.

18

.

543

Δινεύοντες. Στρέφοντες τὴν ἄνω κάτω. Ἐλάστρεον. Ἤλαυνον.

18

.

544

Τέλσον.
Τέλος, πέρας.

18

.

546

Ἐπιών. Ἐπερχόμενος. Ὄγμους. Τὰς ἐπ’ εὐθείας τοῦ ἔργου διεξόδους φησὶ, τὰς αὔλακας.

18

.

548

Μελαίνετο. Βα‐ θεῖα ἐγίγνετο. Ἀρηρομένη. Ἠροτριασ‐ μένη.

18

.

550

Τέμενος. Χωρίον, εἰς τι‐ μὴν ἀποτετμημένον τινί. Ἔριθοι. Κυ‐ ρίως μὲν ἐριουργοί. καταχρηστικῶς δὲ καὶ οἱ μισθοῦ ἐργαζόμενοι.

18

.

551

Ἤμων. Ἐθέριζον.

18

.

552

Δράγματα. Τὰ τῶν χειρῶν πληρώματα. Ἐπήτριμα. Ἐπ‐ άλληλα, πυκνά. Ἔραζε. Ἐπὶ τῆς γῆς.

18

.

553

Ἀμαλλοδετῆρες. Οἱ τὰ δράγματα συνδεσμοῦντες, ὅ ἐστι τοὺς αὐλοὺς τῶν ἀσταχύων. Ἐλλεδανοῖσι. Τοῖς δεσμοῖς. Δέοντο. Ἐδεσμοῦντο.

18

.

565

Δραγμεύοντες. Δράγματα ἐπὶ δεσμὸν συνάγοντες. Ἀγκαλίδεσσιν. Ἀγκάλαις.

18

.

556

Ἀσπερχές. Ἀδια‐ λείπτως. Βασιλεύς. Νῦν ὁ τοῦ χωρίου
δεσπότης.

18

.

557

Γηθόσυνος κῆρ. Χαίρων τῇ ψυχῇ.

18

.

558

Πένοντο. Ἐνήργουν.

18

.

559

Ἄμ‐ φεπον. Περὶ αὐτὸν εἵποντο, ἠσχολοῦντο.

18

.

560

Πάλυνον. Ἐνέμισγον, ἔμασσον.

18

.

561

Βρίθουσαν. Βαρουμένην τῷ καρ‐ πῷ.

18

.

563

Ἑστήκει δὲ κάμαξι. Πᾶ‐ σα δὲ ἐκεχαράκωτο ἡ ἄμπελος. κάμαξιν οὖν στύλοις, οἵ εἰσι ξύλα ὀρθὰ παραπε‐ πηγότα ταῖς ἀμπέλοις.

18

.

564

Κάπε‐ τον. Κοῖλον ὄρυγμα, τάφρον. Ἕρκος. Τειχίον. Ἔλασσεν. Ἐποίησεν εἰς μῆ‐ κος.

18

.

565

Ἀταρπιτός. Ἀταρπὸς, ὁδός.

18

.

566

Νείσσοντο. Ἐπορεύοντο. Φορῆες. Οἱ τὸν καρπὸν τῶν σταφυλῶν πα‐ ραφέροντες.

18

.

567

Παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες. Τρυφερὰ, νή‐ πια, πρᾷα, κατ’ ἐπικράτησιν δὲ τοῦ ἄῤ‐ ῥενος εἴρηκε φρονέοντες, καὶ οὐ φρονέου‐
5σαι. Ἠΐθεοι. Ἄγαμοι, ἀκμάζοντες,
νέοι. Ἀταλά. Τρυφερά.

18

.

570

Ἱμερόεν. Ἐπέραστον, καλόν. Λί‐ νον δ’ ὑπὸ καλὸν ἄειδεν. Ἤτοι λῖνον. ὁ δὲ ἐξῆπτο ἀντὶ νευρᾶς τῆς κιθάρας, ἐπεὶ οἱ πρῶτοι τοῖς θεοῖς μετὰ ᾠδῆς ὑποκιθαρί‐
5ζοντες, οὐκ ἐξ ἐντέρων κατεσκεύαζον τὰς κιθάρας, οὐχ ὅσιον, οὐδὲ θεοῖς ἀρεστὸν εἶναι ὑπολαμβάνοντες, διὰ τὸ ἐκ νεύρων πεποιῆσθαι, ἀλλὰ ἐκ λίνου πεποιημένου. ἢ Λῖνον δ’ ὑπὸ καλὸν ἄειδεν, ἀντὶ τοῦ,
10τὴν ἐπὶ Λίνῳ τῷ Ἀπόλλωνος παιδὶ ᾠδὴν ὄντι νηπίῳ, καὶ ὑπὸ κυνῶν ποιμενικῶν διασπασθέντι, πρώτην ᾀσθεῖσαν.

18

.

571

Λεπταλέῃ. Λεπτῇ, ἡδείᾳ. Ῥήσσοντες. Ἀντὶ τοῦ κροτοῦντες σὺν ἁρμονίᾳ καὶ τύπῳ τοῖς ποσὶ τὸ ἔδαφος. Ὁμαρτῆ. Ὁμοῦ καὶ κατὰ τὸ αὐτό.

18

.

572

Ἰϋ‐ γμῷ. Προσληπτέον τὸ σὺν ᾠδῇ καὶ διώ‐ ξει. Σκαίροντες. Κινούμενοι, σκιρτῶντες, ἢ πυκνῶς κινούμενοι.

18

.

575

Μυκηθμῷ. Μυκήσει. Κόπρου. Τῆς ἐπαύλεως, τοῦ βουστάθμου.

18

.

576

Ῥοδανόν. Εὐδιά‐ σειστον, εὐκίνητον. διὰ τοὺς ἐν αὐτῷ πε‐ φυκότας καλάμους. Δονακῆα. Δόνακας ἔχοντα, ἤγουν καλάμους.

18

.

578

Πόδας ἀργοί. Ταχύποδες.

18

.

580

Ἐρύγμηλον. Μέγα μυκώμενον, ἢ ἐρευγόμενον τὴν τρο‐
φήν.

18

.

583

Λαφύσσετον. Ἀθρόως ἤσθιον.

18

.

584

Ἐνδίεσαν. Ἐνεκελεύοντο, παρορ‐ μῶντες ἐπέβαλλον.

18

.

585

Ἀπετρωπῶν‐ το. Ἀπετρέποντο.

18

.

586

Ἔκ τ’ ἀλέ‐ οντο. Καὶ ἐξέκλιναν.

18

.

588

Ἀργεν‐ νάων. Λαμπρῶν.

18

.

589

Κλισίας. Νῦν, τὰς τῶν ποιμνίων καὶ ποιμένων κα‐ ταγωγάς. Κατηρεφέας. Ἐσκεπασμένας, καταστέγους. Σηκούς. Περιβόλους ἐν οἷς
5βοσκήματα ἵστανται.

18

.

590

Ἐν δὲ χορὸν ποίκιλλε. Καὶ τὰ ἑξῆς. Ἐγκατε‐ σκεύασε δὲ ἐπιμελῶς ὁ Ἥφαιστος καὶ χορὸν ὁμοίαν τάξιν ἔχοντα χορευόντων τῷ
5ὑπὸ Δαιδάλου τοῦ μηχανικοῦ κατασκευ‐ ασθέντι Ἀριάδνῃ ἐν Κνωσσῷ πόλει τῆς Κρήτης. Ἱστόρηται ὅτι Θησέα παρα‐ γενόμενον ἐξ Ἀφιδνῶν εἰς Ἀθήνας νεω‐ στὶ, καταλαβόντα δὲ τὸν δασμὸν ἀπο‐
10πεμπόμενον Μίνωϊ εἰς Κρήτην, τοὺς δὶς ἑπτὰ ἠϊθέους καὶ παρθένους. ἐτέλουν δὲ τὸν δασμὸν οἱ Ἀθηναῖοι τοῦτον, ἐπὶ τῷ δεδολοφονηκέναι Ἀνδρόγεων τὸν παῖδα Μίνωος ἀγωνιζόμενον καὶ νικῶντα παρ’
15αὐτοῖς τὰ παναθήναια. ἑκόντα οὖν αὑτόν φασι συγκαταλέξαι τοῖς ἀπιοῦσι, καὶ παραγενόμενον εἰς Κρήτην, ἡδέως ὀφθῆναί φασιν ὑπὸ Ἀριάδνης τῆς τοῦ Μίνωος θυ‐ γατρός. καὶ διὰ τοῦτο τέχνῃ Δαιδάλου
20σωθῆναι τρόπῳ τοιῷδε. μίτον ἀγαθίδος ἔδωκε Δαίδαλος τῇ Ἀριάδνῃ, εἰπὼν δοῦ‐ ναι τῷ Θησεῖ, ὅπως τὴν ἀρχὴν ἐξάψας τῆς εἰσόδου τῆς ἀγαθίδος, οὕτως ἀνελὼν αὐτὴν εἰσέλθοι εἰς τὸν λαβύρινθον· καὶ
25περιγενόμενος τοῦ θηρίου, πάλιν ἔχοι ῥα‐ δίαν καὶ εὐεύρετον τὴν ἔξοδον τοῦ λαβυ‐ ρίνθου, ποικίλως ἐπιπεπλεγμένους ἔχοντος τὰς εἰσόδους. ἐξελθὼν δὲ μετὰ τὸ νικῆ‐ σαι ὁ Θησεὺς μετὰ τῶν ἠϊθέων καὶ παρ‐
30θένων χορὸν τοιοῦτον ἔπλεκεν ἐν κύκλῳ
τοῖς θεοῖς, ὁποία καὶ ἡ τοῦ λαβυρίνθου εἴσοδός τε καὶ ἔξοδος αὐτῷ ἐγεγόνει. τῆς δὴ χορείας τὴν ἐμπειρίαν ὁ Δαίδαλος αὐ‐ τοῖς ὑποδείξας ἐποίησε. Ποίκιλλε. Ποι‐
35κίλῃ τορνεύσει ἐποίει.

18

.

593

Ἀλφεσί‐ βοιαι. Ἔντιμοι. καὶ διὰ τὴν εὐμορφίαν βόας εὑρίσκουσαι ἕδνα. θρέμματα γὰρ τὸ παλαιὸν ἐδίδοτο πρὸ τῶν γάμων δῶρα.
5ὠνόμασται δὲ ἀπὸ μέρους. ἐπειδὴ ἔντιμοι τὸ παλαιὸν οἱ βόες. ἀλφαίνειν γοῦν τὸ εὑρίσκειν, καὶ ἀλφὴ ἡ τιμὴ, καὶ ἄλφα τὸ στοιχεῖον ὅ τι εὑρέθη πρὸ τῶν ἄλλων.

18

.

594

Ἐπὶ καρπῷ χεῖρας ἔχοντες. Ὀρ‐ θῶς καὶ τοῦτο κατ’ ἐπικράτησιν τοῦ ἀρ‐ σενικοῦ πέφρακεν.

18

.

595

Ὀθόνας. Δια‐ φανεῖς ἐσθῆτας, λαμπράς.

18

.

596

Εἵα‐ ται. Ἠμφιεσμέναι ἦσαν. Εὐνήτους. Εὖ νενησμένους, καὶ εἰργασμένους, λεπτούς. Ἦκα στίλβοντας ἐλαίῳ. Ἠρέμα πῶς
5στίλβοντας ὡς ἔλαιον.

18

.

597

Στεφάνας. Κόσμους γυναικείους χρυσοῦς περὶ κεφαλὴν κειμένους.

18

.

598

Τελαμώνων. Ἀναφορέων.

18

.

599

Θρέξασκον. Ἐν κύκλῳ ἔτρεχον. Ἐπ‐ ισταμένοισιν. Ἐπιστήμοσιν, ἐμπείροις.

18

.

600

Ἄρμενον. Εὖ ἡρμοσμένον πάντο‐ θεν.

18

.

601

Ἑζόμενος κεραμεύς. Διὰ τῆς τοῦ χοροῦ παραβολῆς ἔγκυκλον αὐτῶν τὴν πορείαν ὑφιστᾷ. Πειρήσεται. Ἀπο‐ πειρώμενος ἀνακινήσει.

18

.

602

Ἐπὶ στί‐
χας. Ἐπ’ ὀρθὴν τάξιν.

18

.

604

Κυβιστητῆρε. Ὀρχησταί.

18

.

607

Ἄντυγα πὰρ πυμάτην. Παρὰ τὸ ἔσχα‐ τον μέρος τῆς ἀσπίδος. πέριξ. Πύκα ποι‐ ητοῖο. Ἐπιμελῶς, καὶ συνετῶς κατε‐ σκευασμένου.

18

.

612

Ἑανοῦ. Λαμπροῦ, εὐχύτου, ἁπαλοῦ.

18

.

615

Ἴρηξ. Ἱέραξ.

19

.

4

Περικείμενον. Περιπεπλεγμένον.

19

.

5

Λιγέως. Περιπαθῶς, ὀδυνηρῶς, ὀξέως.

19

.

6

Μύροντο. Ἐθρήνουν.

19

.

9

Ἰότητι. Βουλήσει.

19

.

10

Τύνη. Σύ. Δωρικῶς.

19

.

13

Ἀνέβραχε. Ποιὸν ἦχον ἀπετέλεσεν.

19

.

15

Ἔτρεσαν. Ἐφοβήθησαν.

19

.

19

Ἐτάρπετο. Ἐτέρφθη.

19

.

21

Οἷ’ ἐπιεικές. Ὁποῖα εἰκὸς θεοῦ ἔργα εἶναι. τουτέστιν οἷα ἔπρεπε θεὸν παρέ‐ χειν. ἐπιεικὲς γὰρ τὸ πρέπον.

19

.

25

Καδ‐ δῦσαι. Κατελθοῦσαι. Χαλκοτύπους. Ὑπὸ σιδήρου τρωθέντας.

19

.

26

Εὐλὰς ἐγ‐ γείνωνται. Σκώληκας ἐγγεννήσωσιν. ἴσως δὲ εἴρηνται εὐλαὶ οἱ σκώληκες, παρὰ τὴν εἴλησιν. Ἀεικίσσωσιν. Ἀφανίσω‐
5σιν, αἰκίσωσιν.

19

.

27

Ἐκ δ’ αἰὼν πέφα‐ ται. Ἤτοι ἀνῄρηται ὁ βίος. ὅ ἐστι ζωῆς ἐστέρηται. ἢ ὡς οἱ γλωσσογράφοι, αἰὼν ἔφθαρται. ὅ ἐστιν ὁ νωτιαῖος μυελός.
5Πέφαται. Τέτρωται, ἀνῄρηται, ἠφάνι‐ σται.

19

.

29

Μελόντων. Ἀντὶ τοῦ με‐ λέτωσαν.

19

.

30

Πειρήσω. Πειράσομαι. Ἀλαλκεῖν. Ἀλεξῆσαι, βοηθῆσαι. Φῦ‐ λα. Ἔθνη, γένη.

19

.

31

Ἀρηϊφάτους. Ἐν πολέμοις πεφονευμένους, ἢ σιδήρῳ. καὶ γὰρ ὁ σίδηρος ἄρης.

19

.

32

Κέεται. Ἀντὶ τοῦ κεῖται. Τελεσφόρον. Τὸν πάν‐ τα τελειοῦντα. ὅ ἐστι τελείους καρποὺς
φέροντα.

19

.

37

Ἐνῆκεν. Ἐνέβαλεν.

19

.

38

Ἀμβρο‐ σίην. Θειότητα.

19

.

39

Χρὼς ἔμπεδος. Τὸ σῶμα ἄφθορον.

19

.

40

Αὐτὰρ ὃ βῆ. Ἐζήτηται διὰ ποίαν αἰτίαν οὐ χρῆται κήρυκι ὁ Ἀχιλλεὺς πρὸς τὸ συγκαλέσαι τοὺς ὄχλους. Ῥητέον οὖν ὅτι ἔθος ἐστὶν
5ἀρχαῖον αὐτοῦ τοῦτο. οὕτως γοῦν καὶ ἐν τῇ α ῥαψῳδίᾳ αὐτὸς Ἀχιλλεὺς συγκα‐ λεῖ. ἄλλως τε καὶ διὰ τὴν χαρὰν μετὰ σπουδῆς συνδεδραμήκασιν, οὐδὲ τοὺς κή‐ ρυκας ἀναμείναντες.

19

.

43

Οἴϊα. Οἴα‐ κας, πηδάλια.

19

.

44

Ταμίαι. Οἱ φύ‐ λακες τῶν πρὸς τροφήν.

19

.

47

Τὼ δὲ δύω σκάζοντε. Συλληπτικῶς πέφρακε. μόνος γὰρ ὁ Διομήδης ὤφειλε σκάζειν κατὰ τοῦ ταρσοῦ τετρωμένος. ὁ μέντοι Ὀδυσσεὺς
5τὴν πλευρὰν, εἰ μὴ κατὰ συμπάθειαν τῶν μερῶν δόξαιμεν αὐτὸν τοῦτο πεπον‐ θέναι.

19

.

49

Ἐρειδομένω. Ἐπερειδόμε‐ νοι, σκηριπτόμενοι.

19

.

50

Πρώτῃ ἀγορῇ.
Τῇ προεδρείᾳ τὸ δέ.

19

.

51

Δεύτατος. Ἔσχατος.

19

.

56

Ἄ‐ ρειον. Κατ’ ἐπερώτησιν ἀναγνωστέον. θέλει γὰρ εἰπεῖν, ὅτι ἄρειον ἀμφοτέροις ὁμονοεῖν ὑπάρχει. Ἄρειον. Βέλτιον.

19

.

60

Λυρνησόν. Πόλις τῆς Ὑποπλακίου Θήβης τῆς Κιλικίας.

19

.

61

Τῷ κ’ οὐ τόσσοι. Οὕτως ἂν οὐ τοσοῦτοι. Ὀδὰξ ἕλον ἄσπετον οὖδας. Ἔδακον τὴν γῆν ἀναιρεθέντες.

19

.

65

Προτετύχθαι. Προ‐ γεγονέναι.

19

.

68

Ἀσκελέως. Ἄγαν σκλη‐ ρῶς, ἀμεταστρεπτί. Μενεαινέμεν. Ὀρ‐ γίζεσθαι.

19

.

71

Ἰαύειν. Κατευνάζε‐ σθαι.

19

.

77

Ἐξ ἕδρης. Ἐκ τῆς καθέ‐ δρας.

19

.

79

Ἑσταότος μὲν καλὸν ἀκουέ‐ μεν, οὐδὲ ἔοικεν Ὑββάλλειν. Εἰδὼς ὁ Ἀγαμέμνων, ὅτι μέλλει θορυβεῖσθαι ὡς αἴτιος γεγονὼς φθορᾶς τῇ Ἑλληνικῇ
5στρατιᾷ, ἡσυχίαν ἑαυτῷ προκατασκευά‐ ζει λέγων, δύσκολον εἶναι ἐν πολλῷ θο‐ ρύβῳ διαλέγεσθαι. ἔνιοι δὲ καθεζόμενον τὸν Ἀγαμέμνονα ὑπενόησαν δημηγορεῖν.

19

.

80

Ὑββάλλειν. Ὑποκρούειν, ἐμποδίζειν τὸν λέγοντα. τινὲς δὲ κακῶς ἤκουσαν τὸ δι’ ἑτέρου λέγειν. Ἐπιστάμενον. Ἔμ‐ πειρον.

19

.

82

Βλάβεται δέ. Ἐμποδί‐ ζεται, βλάπτεται.

19

.

83

Πηλείδῃ μὲν ἐγὼν ἐνδείξομαι. Οἷον τὴν ἀπότασιν τῶν λόγων πρὸς Ἀχιλλέα ποιήσομαι φανερῶς. ἢ ἀπολογήσομαι.

19

.

84

Σύνθεσθ’ Ἀρ‐ γεῖοι. Οἱ δὲ λοιποὶ ἀκούσαντες, εἴπατε τοῖς μὴ ἀκούσασι.

19

.

87

Ἠεροφοῖτις. Ἡ διὰ τοῦ σκότους φοιτῶσα. ἢ ἀόρατος. ἢ ἡ ἀπροοράτως φοιτῶσα, καὶ ἐπερχομένη, ὡς τιμωρὸς τῶν ἀδικημάτων. ἔστι δὲ κα‐
5ταχθονία δαίμων ἡ Ἐριννύς. οἷον ἡ διε‐ ρευνῶσα τὰ ἐν ταῖς πράξεσιν ἔργα.

19

.

90

Θεὸς διὰ πάντα τελευτᾷ. Θεὸς γὰρ
πᾶσι τοῖς πραττομένοις τέλος ἐπάγει.

19

.

91

Πρέσβα. Ἔντιμος. Ἀᾶται. Βλά‐ πτει.

19

.

92

Οὐ γὰρ ἐπ’ οὔδει Πίλναται. Οὐ γὰρ προσπελάζει τῇ γῇ.

19

.

93

Κατ’ ἀνδρῶν κράατα βαίνει. Κατὰ τὰς τῶν ἀνθρώπων κεφαλὰς ἐπιβαίνει.

19

.

94

Κα‐ τὰ δ’ οὖν ἕτερόν γε πέδησεν. Ἕνα γοῦν τινὰ ἔβλαψεν ὅτι μὴ πολλούς.

19

.

95

Ἀάσσατο. Ἔβλαψεν ἡ Ἄτη.

19

.

97

Θῆλυς. Θήλεια.

19

.

99

Ἐϋστεφάνῳ ἐνὶ
Θήβῃ. Κατατετειχισμένῃ, μεταφορι‐ κῶς, διὰ τὸ ὑπὸ Ἀμφίονος καὶ Ζήθου αὐτὴν τετειχίσθαι.

19

.

103

Μογοστόκος. Ἡ περὶ τὰς τικτούσας κοπιῶσα, ἢ ἡ τοὺς μόγους ἐπικουφίζουσα τῶν τικτουσῶν.

19

.

104

Περικτιόνεσσι. Περιοίκοις.

19

.

105

Αἵματος. Ἀντὶ τοῦ σπέρματος, γένους.

19

.

107

Ψευστήσεις. Ψεύσῃ.

19

.

110

Πέ‐ σῃ μετὰ ποσσὶ γυναικός. Γεννηθῇ, ἀπὸ τοῦ παρακολουθοῦντος.

19

.

113

Ἀάσθη. Ἠπατήθη.

19

.

114

Ῥίον. Ὄρους ἀκρω‐ τήριον.

19

.

116

Ἰφθίμην ἄλοχον. Τὴν Θεσσαλοῦ γυναῖκα. ἰφθίμην λέγει ἐπιθε‐ τικῶς ἀντὶ τοῦ ἀγαθήν. τὸ γὰρ κύριον αὐτῆς ὄνομα ἦν Λευκίππη.

19

.

117

Ἐκύει. Κατὰ γαστρὸς εἶχεν. Μείς. Καὶ μὴν Αἰολικῶς, ὥσπερ ῥὶς ῥινὸς, καὶ θὶς θινός. οὕτω καὶ μεὶς μεινὸς κλιθήσεται κατὰ
5τὴν ἀναλογίαν.

19

.

118

Ἠλιτόμηνον. Διημαρτηκότα τοῦ τελείου ἀριθμοῦ τῶν ἐννέα μηνῶν. ἑπταμηνιαῖος γὰρ Εὐρυσθεὺς ἦν. ἀλιτεῖν οὖν τὸ ἀποτυχεῖν.

19

.

119

Ἀλκμήνης δ’ ἀπέπαυσε. Ζεὺς μιγεὶς τῇ Ἠλεκτρυόνος Ἀλκμήνῃ, ὃν τρόπον εἴρηται ἐν τῇ ξ, ἔγκυον κατέστησε. μελλούσης δὲ τίκτειν, ὤμοσεν ἐν θεοῖς τὸν ἐκείνῃ τῇ
5ἡμέρᾳ γεννηθέντα τῶν ἐξ αὐτοῦ βασι‐ λεύσειν. Ἥρα δὲ ζηλοτύπως διατεθεῖσα, τὰς μὲν Ἀλκμήνης ὠδῖνας ἐπέσχεν, Ἀν‐ τίβειαν δὲ, ἥν τινες Νικίππην εἶπον, τὴν Σθενέλου γυναῖκα κυοφοροῦσαν Εὐρυσθέα
10ἑπτάμηνον τεκεῖν ἐποίησεν. ὅθεν καὶ τὰ ἑπτάμηνα γεννώμενα, τροφῆς μοῖραν εἴ‐ ληχε. βασιλεὺς δὲ ὢν Εὐρυσθεὺς Ἡρα‐ κλεῖ τοὺς ἄθλους ἐπέτασσε, οὓς τελειώ‐ σας κατὰ τὰς Ἀθηνᾶς καὶ Ἀπόλλωνος
15ὑποθήκας, ἀθανασίας μετέλαβε. πῶς τὰ ἑπταμηνιαῖα ζωογονοῦνται, τὰ δὲ ὀκτα‐ μηνιαῖα οὔ; καὶ λέγομεν τρεῖς κινήσεις ἔχειν τὸ βρέφος ἐν τῇ γαστρί. τὴν κατὰ δ μῆνα, καθ’ ἣν τὰς φυσικὰς ἐμφαίνει
20κινήσεις, καὶ ἔτι τὴν καθ’ ἕβδομον, καθ’ ἣν ἔχει κίνησιν τῆς εἰς φῶς προόδου. ἀλλ’ ἡ μήτηρ ἀδυνατεῖ καὶ ἄωρός ἐστιν ἀπο‐ βαλεῖν. διὰ τοῦτο γίγνεται καὶ ἑτέρα κίνησις κατὰ τὸν θ, καθ’ ἣν ἔχει πρὸς
25δυνάμεως καὶ ἡ μήτηρ ἀποβαλεῖν αὐτό. αἱ δὲ κινήσεις εὐτάκτως εἰς δ. εἶθ’ οὕτως εἰς τρεῖς, ὡς εὐσθενέστεραι. εἶτα εἰς δύο μῆνας, ὡς ἔτι εὐσθενέστεραι. ἐξ ὧν ἀπο‐ τελεῖται τὸ ἐννεάμηνον. οὕτως ἔχουσι καὶ
30αἱ ὀπῶραι ἀπότριψιν, ὠριμότητα, καὶ ἀποβολὴν τῆς μητρὸς, καθ’ ἣν ἀποβάλλει ἡ μήτηρ ὅταν ξηρανθῇ τὸ μεταξὺ τῆς μητρὸς καὶ τῆς ὀπώρας λεγόμενον πισμά‐ τιον. εἰς τοίνυν τὸν ἕβδομον μῆνα, ἐπεὶ
35ἔχει κίνησιν τῆς εἰς φῶς προόδου· εἰ γέ‐ νηται τοῦτο, ἀλγεῖ μὲν ἡ μήτηρ, τὸ δὲ βρέφος σώζεται. κατὰ δὲ τὸν η. ὂν, συν‐ εχοῦς κινήσεως οὔσης πρὸς τὸν θ, καὶ διακοπείσης ἐκείνης, ἀπόλλυται τὸ κυο‐
40φορούμενον καὶ πολλάκις καὶ ἡ μήτηρ. εἰς γὰρ τὴν συνεχῆ κίνησιν εἰ γένηται τμῆσις ἐπὶ πλέον βλάπτει, καὶ δῆλον ἐκ τῆς φλεβοτομίας. οἱ δὲ Πυθαγόρειοι καὶ μαθηματικῶς ἤτοι ἀριθμητικῶς τὴν αἰ‐
45τίαν ἀποδιδόασιν, λέγοντες· ἐκκείσθω τρίγωνον σκαληνὸν τὸ α, β, γ, ἔχον τὴν μὲν α, β, μονάδων δ. τὴν δὲ β, γ, μο‐ νάδων ε. τὴν δὲ α, γ, μονάδων γ. φανε‐ ρὸν ὅτι κατὰ τοὺς Πυθαγορείους ὁ μὲν γ,

19

.

119

(50)

καὶ ὁ ε ἄῤῥενες, ὡς περιττοί· ὁ δὲ δ θῆ‐ λυς, ὡς ἄρτιος. πεπολυπλασιάσθω ὁ δ ἐπὶ τῶν ε, γίνονται κ. καὶ ὁ ε, ἐφ’ ἑαυτὸν κε, ὁμοῦ με. ταῦτα ἐπὶ τὸ ἥμισυ τοῦ ἐμβαδοῦ τοῦ τριγώνου ἤτοι τὸν ϛ, γίνον‐
55ται σο, ἃ περιέχουσι χρόνον μηνῶν θ. πάλιν τὸν δ ἐπὶ τὸν ε, γίνονται κ. τὸν γ ἐπὶ τὸν ε, γίνονται ιε, ὁμοῦ λε. ταῦτα ἐπὶ τὸ ἥμισυ τοῦ ἐμβαδοῦ τοῦ τριγώνου τὸν ϛ, ὁμοῦ σι. ἃ περιέχουσι χρόνον μη‐
60νῶν ζ. πάλιν τὸν γ, ἐπὶ τὸν ε, γίνονται ιε. ἐφ’ ἑαυτὸν γίνονται κε, ὁμοῦ μ. ταῦ‐ τα ἐπὶ τὸ ἥμισυ τοῦ ἐμβαδοῦ τὸν ϛ, γί‐ νονται σμ. καὶ περιέχουσι χρόνον μηνῶν η. ἐπεὶ οὖν μόνον ἐπὶ τῶν θ καὶ ζ κατὰ
65φυσικὴν συμπλοκὴν ἄῤῥενος, καὶ θήλεος τοῦ ε, καὶ δ, καὶ γ, οἱ ἀριθμοὶ τῶν ζ καὶ θ γίνονται, εἰκότως τὰ οὕτω τικτό‐ μενα ζωογονεῖται. ἐπὶ δὲ τῶν η μηνῶν, οὐ φαίνεται ἄῤῥενος συμπλοκὴ πρὸς τὸ
70θῆλυ. οὔτε γὰρ ὁ ε, οὔτε ὁ γ γίγνονται ἐπὶ τὸν δ, ὅς ἐστι θῆλυς. εἰκότως οὖν παρὰ φύσιν οὔσης τῆς συμπλοκῆς, οὐ ζω‐ ογονεῖται τὰ τικτόμενα.

19

.

121

Ἀργι‐ κέραυνε. Λαμπρὸν ἔχων κεραυνὸν, ἢ τα‐ χύν.

19

.

123

Σθενέλοιο πάϊς Περσηϊά‐ δαο. Εὐρυσθέως. ἦν γὰρ Περσέως ἔγγο‐ νος, ὅθεν Περσηϊάδην αὐτόν φησι.

19

.

124

Οὔ οἱ ἀεικές. Οὐ δεινὸν καὶ ἀεικὲς καὶ ἀπεοικὸς, καὶ οὐ χαλεπὸν αὐτῷ.

19

.

126

Αὐτίκα δ’ εἷλ’ Ἄτην κεφαλῆς λιπαρο‐ πλοκάμοιο. Ἀφείλετο δὲ ἐκ τῆς αὐτοῦ βαθυπλοκάμου κεφαλῆς τὴν Ἄτην. οἱ δὲ ἐκ τῆς ἠλειμμένους πλοκάμους ἐχούσης.

19

.

127

Καρτερὸν ὅρκον. Τὸ Στυγὸς ὕδωρ. τὴν Στύγα Ὠκεανοῦ παῖδα οὖσαν καὶ αὐτὴν τιμιωτάτην τῶν ἀδελφῶν μετὰ τὴν τῶν οὐρανίων θεῶν μάχην τῶν λεγομένων
5Τιτάνων, εἶναι συνέβη διὰ τήνδε τὴν αἰ‐ τίαν. οἱ περὶ Κρόνον Οὐρανοῦ παῖδες ἀρ‐ χαῖοι Τιτᾶνες τοῖς ἀμφὶ τὸν Δία νεωτέ‐ ροις θεοῖς πόλεμον ἤραντο, καὶ τοῦ Διὸς συμμάχους ἀγείροντος, ἡ Στὺξ πρώτη
10πάντων σὺν τοῖς παισὶν αὐτῆς παρεγένε‐ το. δι’ ὃ ἐξόχως αὐτὴν ἐτίμησαν οἱ περὶ τὸν Δία θεοί. καὶ τὸ ὕδωρ αὐτῆς τῆς ἐν ᾅδου πηγῆς θεῶν ὅρκον ἐποίησαν.

19

.

131

Τάχα. Ταχέως.

19

.

138

Ἀρέσαι. Φι‐ λοποιήσασθαι, ἁρμόσασθαι.

19

.

147

Δῶ‐ ρα μὲν αἴκ’ ἐθέλησθα παρασχέμεν. Τὰ μὲν δῶρα εἴτε θέλεις παρασχεῖν, εἴτε καὶ παρ’ ἑαυτῷ ἔχειν, ἐν σοί ἐστι.

19

.

148

Παρά σοι. Πάρεστί σοι.

19

.

149

Κλο‐ τοπεύειν. Ἤτοι ὑποκλέπτειν αὐτοὺς τῆς μάχης ἐν τοῖς λόγοις, ἢ ἑτέρου τινὸς ἐπι‐ θυμεῖν.

19

.

150

Διατρίβειν. Χρονουργεῖν, παρέλκειν. Ἔτι γὰρ μέγα ἔργον ἄρε‐
κτον. Ἀτελείωτον, ἄπρακτον. ἤτοι δὲ περὶ τῆς Πατρόκλου ταφῆς λέγει, ἢ τῆς
5τοῦ Ἕκτορος ἀναιρέσεως.

19

.

158

Πρῶ‐ τον. Νῦν καθάπαξ. Ὁμιλήσωσι φά‐ λαγγες. Εἰς ταυτὸ συνέλθωσιν αἱ τῶν στρατιωτῶν τάξεις πολεμοῦσαι, συμπλα‐
5κεῖσαι.

19

.

160

Πάσασθαι. Γεύσασθαι. Ἄνωχθι. Κέλευσον.

19

.

161

Τὸ γὰρ μέ‐ νος ἐστὶ καὶ ἀλκή. Τοῦτο γὰρ τῆς θρε‐ πτικῆς δυνάμεως ἐστὶ παρασκευαστικὸν παντὸς τοῦ σώματος.

19

.

163

Ἄκμηνος. Ἄγευστος.

19

.

164

Μενοινάα. Προθυ‐ μεῖται.

19

.

169

Θαρσαλέον. Ὑπομονη‐ τικὸν, τολμηρόν.

19

.

170

Ἐρωῆσαι. Ὑ‐ ποχωρῆσαι.

19

.

171

Σκέδασον. Σκόρπι‐ σον.

19

.

174

Ἰανθῇς. Διαχυθῇς, χαρῇς.

19

.

179

Ἀρεσάσθω. Δι’ ἀρέσκειαν θερα‐ πευσάτω, φιλοφρονησάτω.

19

.

180

Πιεί‐ ρῃ. Λιπαρᾷ, δαψιλεῖ, πολυτελεῖ. ἔστι δὲ μεταφορά. Ἵνα μή τι δίκης ἐπιδευὲς ἔχησθα. Ἵνα μηδὲν ἐλλίπῃ τῶν ὀφει‐
5λόντων πρὸς σὲ δικαίως πραχθῆναι.

19

.

181

Ἐπ’ ἄλλῳ. Πρὸς ἄλλους.

19

.

182

Οὐ μὲν γάρ τι νεμεσσητὸν, βασιλῆα Ἄνδρ’ ἀπαρέσσασθαι. Οὐ μεμπτὸς γὰρ ὑπάρ‐ χει βασιλεὺς θεραπεύων ἄνδρα ὃν προηδί‐
5κησεν.

19

.

183

Χαλεπήνῃ. Κακῶς βλά‐ ψῃ. ὅ ἐστιν, εἰς ὀργὴν ἔλθῃ.

19

.

186

Ἐν μοίρῃ. Κατὰ τὸ προσῆκον, κατὰ τὸ πρέ‐ πον.

19

.

188

Πρὸς δαίμονος. Κατὰ θεόν.

19

.

189

Μιμνέτω. Μενέτω. Αὖθι. Αὐ‐ τόθι. Ἐπειγόμενός περ. Καίτοι σπεύ‐ δων.

19

.

193

Κρινάμενος. Ἐπιλεξάμενος. Κούρητας. Κούρους, νέους.

19

.

194

Ἐ‐ νεγκέμεν. Ἐνεγκεῖν.

19

.

195

Χθιζόν. Χθές. Ὑπέστημεν. Ὑπεσχόμεθα.

19

.

197

Ταμέειν. Διχοτομῆσαι. δι’ ἐντόμων ποι‐ ήσασθαι.

19

.

200

Ἄλλοτέ περ καὶ μᾶλ‐ λον ὀφέλλετε ταῦτα πένεσθαι. Ἄλλοτε ποτὲ ταῦτα δρᾷν ὀφείλετε, παυσαμένου τοῦ πολέμου, καὶ μὴ τοσαύτης ὀργῆς κατ‐
5εχούσης τὴν ψυχήν.

19

.

201

Μεταπαυ‐ σωλή. Ἀνάπαυσις.

19

.

202

Μένος ἦσιν. Ὀργὴ ὑπάρχῃ.

19

.

203

Κέαται. Κεῖν‐ ται. Δεδαϊγμένοι. Διακεκομμένοι.

19

.

205

Βρωτύν. Βρῶσιν. Ἦτ’ ἂν ἔγωγε. Τέως ἂν ἐγώ.

19

.

208

Ἐπὴν τισαίμεθα λώ‐ βην. Ἐπειδ’ ἂν τὴν ὑπὲρ τῶν ἀποθα‐ νόντων ὕβριν καὶ βλάβην ἐκδικήσωμεν.

19

.

209

Ἱείη. Καθίει.

19

.

212

Κεῖται ἀνὰ πρόθυρον τετραμμένος. Κεῖται ἐπὶ τὴν θύραν ὁρῶν. Ὅ ἐστι τετραμμένους ἔχων ἐν αὐτῇ τοὺς πόδας. οὕτω γὰρ τίθενται
5οἱ νεκροί. διὰ τὸ ἐξερχομένους τοῦ ἀν‐ θρωπίνου βίου μηκέτι ἀναστρέφειν εἰς τοὺς οἴκους.

19

.

213

Τό μοι. Διό μοι.

19

.

218

Προβαλοίμην. Νικήσαιμι.

19

.

219

Ἐπεὶ πρότερος γενόμην. Ἐπειδὴ πρεσβύ‐ τερος ὑπάρχω.

19

.

221

Αἶψά τε φυλό‐ πιδος πέλεται κόρος ἀνθρώποισι. Ταχέως γὰρ κόρος λαμβάνει τοὺς ἀνθρώπους ἐν τῇ μάχῃ. ὀλίγοι εἰσὶν οἱ ἀπολειπόμενοι
5ζῶντες, πολλοὶ δὲ οἱ φονευόμενοι.

19

.

222

Καλάμην. Καλάμη δὲ κυρίως τὸ ξυλῶ‐ δες τῶν ἀσταχύων. ἢ τοὺς στάχυας πε‐ ριφραστικῶς. ἀλληγορικῶς οὖν καλάμην νῦν κέκληκε τὰ σώματα τῶν ἀνῃρημέ‐
5νων. ἄμητον δὲ τὸν τοῦ θέρους καιρόν. θέλων δηλῶσαι, ὅτι τροπῆς ἐκ Διὸς γιγνο‐ μένης πολλοὶ πίπτουσι κατὰ πόλεμον.

19

.

223

Ἄμητος. Προπαροξυτόνως μὲν, ὁ ἀμώμενος καὶ θεριζόμενος καρπὸς τοῦ σί‐ του. ἀμητὸς δὲ ὀξυτόνως ὁ καιρὸς τοῦ θέ‐ ρους. Ὀλίγιστος. Ὀλίγος, μικρός. Ἐ‐
5πὴν κλίνῃσι τάλαντα Ζεύς. Ὁπόταν τροπὴν ἐργάσηται ὁ Ζεύς.

19

.

226

Ἐπή‐ τριμοι. Ἐπάλληλοι, πυκνοί.

19

.

229

Νη‐ λέα. Ἀνηλεῆ, ἀσυμπαθῆ. Ἐπ’ ἤματι δακρύσαντας. Μίαν ἡμέραν κλαύσαν‐ τας.

19

.

232

Νωλεμές. Ἀδιαλείπτως.

19

.

233

Ἑσσάμενοι. Περιβαλόμενοι, ἐν‐ δυσάμενοι. Ἀτειρέα. Τὸν ἀκαταπόνη‐ τον, καὶ ἄτρωτον.

19

.

234

Ὀτρυντύν. Παρακέλευσιν, παρόρμησιν. Ἰσχαναά‐ σθω. Ἀναμενέτω, ἀπεχέσθω.

19

.

238

Ὀπάσσατο. Προσηταιρίσατο, ἀκολού‐ θους ἔλαβε.

19

.

247

Στήσας. Ἀριθμή‐ σας. ἢ διὰ ζυγοῦ στήσας. οὕτως γὰρ οἱ
ἀρχαῖοι τὰ χρήματα ἐστάθμιζον, ὅθεν ὀβολοστάται εἴρηνται.

19

.

255

Ἐπ’ αὐ‐ τόφιν. Ἐπ’ αὐτοῦ τοῦ τόπου.

19

.

258

Ὕπατος. Πρῶτος, μέγιστος.

19

.

260

Τί‐ νυνται. Τιμωροῦνται.

19

.

261

Ἐπενεῖ‐ και. Ἐπιβαλεῖν, ἅψασθαι.

19

.

262

Οὔτ’ εὐνῆς πρόφασιν κεχρημένος. Ὡς οὔτε τῆς συνουσίας αὐτῆς χρῄζων ἀφειλόμην.

19

.

263

Ἀπροτίμαστος. Ἀνύβριστος. ἄ‐ θικτος συνουσίας, καὶ μίξεως ἀνδρός.

19

.

265

Ὅς τις σφ’ ἀλίτηται ὀμόσσας. Ὅς τις ἁμάρτῃ ἐπιορκήσας.

19

.

266

Στό‐ μαχον. Λαιμόν.

19

.

267

Τὸν μὲν Ταλ‐ θύβιος Ῥίψ’ ἐπιδινήσας. Ἐπιστραφείς φησιν ἔῤῥιψεν εἰς θάλασσαν τὸν κάπρον. σημαίνει ὅτι τὰ ἀπὸ τῶν ὅρκων ἱερεῖα
5οὐκ ἤσθιον, ἀλλ’ ἐῤῥίπτουν, ἢ ἔκαιον, ὡς ἐν τῇ γ. φησί.

19

.

268

Βόσιν. Βορὰν,
βρῶσιν.

19

.

270

Διδοῖσθα. Διδοῖς.

19

.

273

Ἀμή‐ χανος ἀλλά ποθι Ζεύς. Ὥστε τὸν Δία ἀμήχανον δηλοῦσθαι, ὅ ἐστι κακο‐ μήχανον.

19

.

276

Ἀγορὴν αἰψηρήν. Τὴν ταχέως ἀθροισθεῖσαν.

19

.

284

Ἀμφ’ αὐ‐ τῷ. Περιπλακεῖσα τῷ Πατρόκλῳ δηλονότι. Λίγ’ ἐκώκυεν. Ὀξέως ἐθρήνει. Ἄμυσσε.
Κατέξεε τοῖς ὄνυξιν, ἐσπάραττεν.

19

.

289

Κιχάνομαι. Καταλαμβάνω. Ὄρχα‐ με. Ἡγεμών.

19

.

290

Ἂψ ἀνιοῦσα. Εἰς τοὐπίσω ἀνερχομένη. Ὥς μοι δέχε‐ ται κακὸν ἐκ κακοῦ αἰεί. Ὡς ἐν ἀδια‐ λείπτοις γίγνομαι κακοῖς.

19

.

294

Κηδεί‐ ους. Εὐνουστάτους, καὶ μᾶλλον διαφέ‐ ροντας τῇ συγγενείᾳ. φροντίδος ἀξίους. Ἐπέσπον. Ἐπηκολούθησαν.

19

.

297

Ἔ‐ φασκες. Ἔλεγες.

19

.

298

Κουριδίην. Τὴν παρθενικήν. Ἄξειν. Ἀπάξειν.

19

.

299

Δαίσειν. Εὐωχήσειν.

19

.

300

Ἄ‐ μοτον. Ἀμότως, ἀπληρώτως.

19

.

302

Σφῶν δ’ αὐτῶν κήδε’ ἑκάστη. Αἱ δὲ λοιπαὶ γυναῖκες σὺν τῇ Βρισηΐδι δῆθεν, ὡς ἐπὶ προφάσει Πατρόκλου ἔκλαιον· τῇ
δὲ ἀληθείᾳ, ἑκάστη ἐπ’ αὐτῷ ἐθρήνει τὴν
5ἑαυτῆς συμφοράν.

19

.

306

Σίτοιο. Ἄρτου.

19

.

307

Ἄσασθαι. Κορεσθῆναι.

19

.

308

Δύντα δ’ ἐς ἠέλιον. Ἕως ἡλίου δυσμάς.

19

.

309

Ἀπεσκέδασεν. Ἀπεσκόρπισε.

19

.

312

Τέρποντες. Ἀντὶ τοῦ τέρπειν βου‐ λόμενοι, παρηγοροῦντες. Πυκινῶς. Συνε‐ τῶς. Ἀκαχήμενον. Λυπούμενον.

19

.

314

Ἀδινῶς ἀνενείκατο. Ἀθρόως καὶ ἐλε‐ εινῶς καὶ οἰκτρῶς ἀνέκραξε. ἢ οἱονεὶ ἀνε‐ στέναξε, καὶ πολὺ ἤγαγε πνεῦμα.

19

.

315

Δυσάμμορε. Κακόμοιρε.

19

.

316

Λαρόν. Ἡδύ.

19

.

317

Αἶψα καὶ ὀτραλέως. Ἐνεργῶς, καὶ σπουδαίως. τὸ αὐτὸ εἶπεν ἐπιτάσεως χάριν. Σπερχοίατο. Ταρασ‐ σόμενοι ἐπείγοιντο.

19

.

321

Σῇ ποθῇ. Τῷ σῷ πόθῳ, τῇ σῇ ζητήσει. Κακώτερον. Χεῖρον.

19

.

322

Πυθοίμην. Ἀκούσαιμι.

19

.

323

Τέρεν. Ἁπαλὸν, ὑγρόν. Εἴβει. Κυρίως μὲν σπένδει. Ἄρτι δὲ προχεῖ, στάζει.

19

.

324

Χήτει. Στερήσει, ἐν‐ δείᾳ, σπάνει.

19

.

325

Ῥιγεδανῆς. Φρι‐ κτῆς, χαλεπῆς.

19

.

328

Ἐώλπει. Ἤλ‐ πιζεν.

19

.

332

Σκυρόθεν. Σκύρος νῆσος μία τῶν Κυκλάδων. Ἀλεξάνδρου Ἑλένην ἁρπάσαντος, Ἀγαμέμνων καὶ Μενέλαος τοὺς Ἕλληνας κατὰ Τρώων ἐστρατολό‐
5γησαν. Πηλεὺς δὲ προγιγνώσκων ὅτι μοιρίδιον ἦν ἐν Τροίᾳ θανεῖν Ἀχιλλέα, παραγενόμενος εἰς Σκύρον πρὸς Λυκομήδην τὸν βασιλέα παρέθετο τὸν Ἀχιλλέα, γυναικείαν ἐσθῆτα ἀμφιέσας ὡς κόρην.
10ὁ δὲ αὐτὸν μετὰ τῶν θυγατέρων ἀνέτρε‐ φε. χρησμοῦ δὲ δοθέντος, μὴ ἁλώσεσθαι τὴν Ἴλιον χωρὶς Ἀχιλλέως, πεμφθέντες ὑφ’ Ἑλλήνων Ὀδυσσεὺς, Φοῖνιξ, καὶ Νέστωρ, Πηλέως ἀρνουμένου παρ’ αὐτῷ
15τὸν παῖδα τυγχάνειν, πορευθέντες εἰς Σκύρον ὑπονοήσαντες μετὰ τῶν παρθένων τὸν Ἀχιλλέα τρέφεσθαι, ταῖς Ὀδυσσέως ὑποθήκαις, ὅπλα καὶ ταλάρους ἔῤῥιψαν σὺν ἱστουργικοῖς ἐργαλείοις ἔμπροσθεν τοῦ
20παρθενῶνος. αἱ μὲν οὖν κόραι ἐπὶ τοὺς ταλάρους ὥρμησαν, ὁ δ’ ἐπὶ τὰ ὅπλα. πρότερον δὲ ταῖς παρθένοις συνδιατρίβων, ἔφθειρε Δηϊδάμειαν τὴν Λυκομήδους. ἥ‐ τις ἐξ αὐτοῦ ἐγέννησε Πύῤῥον τὸν ὕστε‐
25ρον Νεοπτόλεμον κληθέντα. ὅς τις τοῖς Ἕλλησι νέος ὢν συνεστρατεύσατο μετὰ θάνατον τοῦ πατρός. ἡ ἱστορία παρὰ τοῖς Κυκλικοῖς.

19

.

333

Κτῆσιν. Κτήματα.

19

.

335

Ἀκαχῆσθαι. Λυπεῖσθαι.

19

.

337

Πύθοιτο. Ἀκούσει.

19

.

340

Μυρομένους. Κλαίοντας.

19

.

342

Πάμπαν. Παντε‐ λῶς δή. Ἀποίχεαι. Οἴχῃ, πεπόρευσαι.

19

.

343

Μέμβλεται. Μέλει, παρακάθηται.

19

.

346

Μετὰ δεῖπνον. Ἐπὶ τὸ δεῖπνον.

19

.

347

Νέκταρ. Θεῖον πόμα. Ἀμβρο‐ σίην. Θείαν τροφήν.

19

.

348

Ἵκηται. Καθίκηται, καθάψηται.

19

.

350

Ἅρπῃ. Εἶδος ὀρνέου. τινὲς ἰκτῖνον καλοῦσιν, ἕτε‐ ροι δὲ φήνην. λέγεται δὲ καὶ τὸ δρέπα‐ νον. Τανυπτέρυγι. Μακρὰς πτέρυγας
5ἐχούσῃ. Λιγυφώνῳ. Ὀξυφώνῳ.

19

.

351

Ἐκκατέπαλτο. Καθήλατο.

19

.

355

Ἐ‐ ρισθενέος. Μεγαλοσθενοῦς, ἰσχυροῦ. Πυ‐ κινόν. Πυκνὸν, ἀσφαλές.

19

.

357

Ἐκπο‐ τέονται. Ἐξίπτανται.

19

.

358

Ὑπαὶ ῥιπῆς. Ὑπὸ σφοδρότητος καὶ ὁρμῆς. Αἰ‐ θρηγενέος. Τοῦ αἰθρίαν ποιοῦντος.

19

.

359

Γανόωσαι. Λάμπουσαι.

19

.

360

Ἐκφο‐ ρέοντο. Ἐξεφέροντο.

19

.

361

Κραταιγύ‐ αλοι. Ἰσχυρὰ γύαλα ἔχοντες. ἰσχυροί. Γύαλα δὲ τὰ κοιλώματα.

19

.

363

Ὑ‐ πὸ στεροπῆς. Ἀστραπῆς, λαμπρότητος.

19

.

365

Καναχή. Ψόφος.

19

.

366

Σέλας. Λαμπρότης.

19

.

367

Ἄτλητον. Ἀνυπο‐ μόνητον, ἀκαρτέρητον.

19

.

368

Δύσετο. Ἐνεδύσατο.

19

.

374

Μήνης. Σελήνης.

19

.

377

Οἰοπόλῳ. Ἐν ᾧ ὄϊες πολοῦνται, καὶ ἀναστρέφονται.

19

.

380

Ἀείρας. Ἐπάρας.

19

.

382

Περισσείοντο. Περι‐ εσείοντο. Ἔθειραι. Αἱ ἐξ ἔθους κεκοσ‐ μημέναι κόμαι.

19

.

383

Ἵει. Ἐνεποί‐ κιλλεν, ἐνέβαλεν.

19

.

385

Ἐφαρμόσσει‐ εν. Ἁρμόσειεν. Ἐντρέχοι. Ἀκωλύτως χρῷτο, ὥστε μὴ ἐμποδίζεσθαι.

19

.

386

Τῷ δ’ ηὖτε πτερὰ γίνετο. Τῷ δὲ Ἀχιλ‐ λεῖ κοῦφα καὶ ἁρμόδια τὰ ὅπλα ἐ‐ γίγνοντο ὡσεὶ πτερά.

19

.

387

Σύριγγος. Τῆς δορατοθήκης.

19

.

389

Ἐπίστατο. Ἀντὶ τοῦ ἠδύνατο. Πῆλαι. Κινῆσαι, σεῖσαι.

19

.

390

Πηλιάδα. Τὴν ἐκ Πη‐ λίου ὄρους Θεσσαλίας τμηθεῖσαν. λέγει δὲ τὸ δόρυ. μελία γὰρ εἶδος δένδρου ἐπι‐ τηδείου πρὸς κατασκευὴν δοράτων.

19

.

392

Ἄλκιμος. Ἀλκιμέδων, ὑποκοριστικῶς.

19

.

393

Λέπαδνα. Οἱ ὑποτραχήλιοι ἱμάν‐ τες, οἱ μασχαλιστῆρες.

19

.

400

Τηλε‐ κλυτά. Πάνυ ἔνδοξα. Ποδάργης. Τοῖς ποσὶν ἐπαρκούσης. ταχείας.

19

.

401

Ἄλ‐ λως. Μὴ οὐχὶ οὕτως, κατὰ ἄλλην ἔν‐ νοιαν. Φράζεσθε. Σύνετε, νοεῖτε.

19

.

402

Ἐπεί χ’ ἑῶμεν πολέμοιο. Ἐπειδ’ ἂν ἀναμιχθῶμεν τοῖς πολεμίοις, ἔνιοι δὲ χέ‐ ομεν, ὑποχωρήσομεν. Ἐπεί χ’ ἑῶμεν. Ἐπειδ’ ἂν κορεσθῶμεν.

19

.

404

Ὑπὸ ζυ‐ γόφιν. Ὑπὸ ζυγοῦ. Αἰόλος. Ἀντὶ τοῦ ταχύς.

19

.

405

Ἤμυσσε καρήατι. Παρ‐ έκλινε τὴν κεφαλὴν αὐτοῦ. ταχέως δὲ εἰς θάτερον ἔκλινε τὴν κεφαλὴν, παρε‐ πιστρέψας εἰς τοὐπίσω, ὡς προσβλέψων
5τῷ Ἀχιλλεῖ μέλλων αὐτῷ διαλέγεσθαι. Χαίτη. Θρίξ.

19

.

406

Ζεύγλης. Ζεύ‐ ξεως, ζυγοῦ.

19

.

407

Αὐδήεντα. Φωνῇ ἐνάρθρῳ χρώμενον.

19

.

410

Κραταιή. Ἰ‐ σχυρά.

19

.

411

Νωχελίῃ. Βραδυτῆτι, ἀσθενείᾳ.

19

.

415

Θέοιμεν. Τρέχοιμεν.

19

.

417

Μόρσιμον. Μεμοιραμένον, εἱμαρ‐ μένον. Θεῷ τε καὶ ἀνέρι. Ὑπὸ θεοῦ Ἀπόλλωνος καὶ ἀνδρὸς Ἀλεξάνδρου. Δα‐ μῆναι. Δαμασθῆναι.

19

.

418

Ὣς ἄρα φωνήσαντος Ἐριννύες ἔσχεθον αὐδήν. Οὕτως εἰπόντος φησὶ τοῦ ἵππου ἐπέσχον αὐτοῦ αἱ Ἐριννύες τὴν φωνήν. πάντα γὰρ
5τὰ παράλογα καὶ τεράστια δοκεῖ ὑπὸ
Ἐριννύων γίγνεσθαι.

20

.

1

Θωρήσσοντο. Καθωπλίζοντο.

20

.

2

Ἀμφὶ σέ. Περὶ σέ. ὀρθοτονητέον τὴν ἀντωνυμίαν. Ἀκόρητοι. Ἀπλήρωτοι.

20

.

3

Θρωσμῷ. Ὑψηλῷ τόπῳ, ὅθεν ἐστὶ κα‐ ταθορεῖν, καὶ πηδῆσαι. ἔστι δὲ οὗτος ἐν Ἰλίῳ, σταδίων πέντε τὴν περιμέτρον με‐ ταξὺ Σιμοῦντος ποταμοῦ, καὶ τῆς Ἰλιέων
5καλουμένης κώμης. ὅπου καὶ τὰς θεὰς κριθῆναι λέγουσι περὶ κάλλους. ὀνομάζε‐ ται δὲ Καλλικολώνη, ἐπεὶ τῶν πέριξ τό‐ πων ἐπισημότατός ἐστιν. ἡ ἱστορία παρὰ Δημητρίῳ τῷ Σκηψίῳ.

20

.

4

Θέμιστα. Ἀντὶ τοῦ Θέμιν, δικαιοσύνην, ἥτις ἐστὶ μία τῶν Τιτανίδων.

20

.

5

Κρατὸς ἀπ’ Οὐλύμποιο. Κορυφῆς τοῦ Ὀλύμπου, τῆς
ἀκρωρείας. Πολυπτύχου. Πολλὰς ἀπο‐ κλίσεις καὶ ἐξοχὰς ἔχοντος.

20

.

6

Φοιτή‐ σασα. Παραγενομένη.

20

.

7

Ἀπέην. Ἀ‐ πῆν. Νόσφι. Χωρίς. τὸν δὲ Ὠκεανὸν οὐ παρέλαβεν εἰς τὸ τῶν θεῶν συνέδριον. ἵνα μὴ κωλύσῃ αὐτοὺς τῆς πρὸς ἀλλή‐
5λους μάχης, πρεσβύτατος ὑπάρχων.

20

.

8

Οὔτ’ ἄρα Νυμφάων ταί τ’ ἄλσεα καλὰ νέμονται. Αἱ τὰ ἄλση κατοικοῦσαι Νύμφαι, Ἀλσηΐτιδες καλοῦνται. αἱ δὲ ἐπὶ τῶν δένδρων, Ἁμαδρυάδες. αἱ δὲ τὰ
5νάματα τῶν ὑδάτων, Ναΐδες καὶ Ὑδριά‐ δες. Καὶ τούτων αἱ μὲν Κρηνῖδες, αἱ δὲ Ἐπιποταμίδες. αἱ δὲ ἐπὶ τῶν βοσκημά‐ των, Ἐπιμηλίδες. αἱ δὲ ἐπὶ τῶν ὀρῶν, Ὀρεστιάδες. καὶ ὅσαι ταύταις ὅμοιαι.
10ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἑλῶν, Ἑλειονόμοι.

20

.

9

Πείσεα. Τὰ ὑδρηλὰ χωρία, τοὺς καθ‐ ύγρους τόπους. ἀπὸ τοῦ εἶναι ἐν αὐτοῖς πεῖσαι. ὅ ἐστι ποτίσαι. Ποιήεντα. Βοτάνην ἔχοντα.

20

.

13

Οὐδ’ Ἐνοσίχθων Νηκούστησε θεᾶς. Ὁ δὲ Ποσειδῶν οὐ παρήκουσε τῆς Θέμιδος. τοῦτο δὲ εἴρηκε διὰ τὴν γεγονυῖαν αὐτῷ μικρῷ πρόσθεν
5πρὸς τὸν Δία φιλονεικίαν.

20

.

14

Νηκού‐ στησε. Παρήκουσε. Μετ’ αὐτούς. Πρὸς αὐτούς.

20

.

18

Δέδῃε. Φαίνεται, φλέγει.

20

.

21

Ξυνάγειρα. Συνήγειρα, ἤθροισα.

20

.

22

Πτυχί. Ἀποκλίσει, ἐξοχῇ.

20

.

24

Ἵκησθε. Παραγένησθε.

20

.

29

Χώεται. Λυπεῖται.

20

.

30

Ὑπὲρ μόρον. Παρὰ τὸ εἱμαρμένον. παρὰ τὸ δέον.

20

.

31

Ἀλί‐ αστον. Χαλεπὸν, ἄφυκτον. Ἔγειρεν. Ἤγειρεν, ἐκίνησε.

20

.

32

Δίχα. Διχῶς, εἰς δύο.

20

.

33

Ἀγῶνα νεῶν. Τὴν συνα‐ γωγὴν τῶν πλοίων.

20

.

34

Ἐριούνης. Με‐ γάλην ὄνησιν παρέχων, μεγαλωφελής.

20

.

35

Πευκαλίμῃσι. Δριμείαις, συνεταῖς.

20

.

36

Βλεμεαίνων. Ἐπιῤῥωνύμενος, ἐπιών.

20

.

39

Ἀκερσεκόμης. Μὴ κειρόμενος τὴν κόμην. ἀεὶ κομῶν, διὰ τὰς ἀκτῖνας. ἶσος γὰρ τῷ ἡλίῳ ὁ Ἀπόλλων.

20

.

42

Ἐκύ‐ δανον. Ἐδόξαζον.

20

.

50

Ἐπ’ ἀκτάων. Ἐπὶ τῶν αἰγιαλῶν. λέγω δὴ τῶν παρα‐ θαλασσίων τόπων τῶν τῇδε κακεῖσε τοῦ ναυστάθμου προβεβλημένων. Ἐριδού‐
5πων. Μεγαλοήχων. Μακρὸν ἀΰτει. Μέγα ἐβόα.

20

.

51

Αὖεν. Ἐφώνει, ἐ‐ βόα. ἐὰν δὲ δασύνηται, ἐξέκαιεν. Ἐρε‐ μνῇ. Σκοτεινῇ, φοβερᾷ.

20

.

52

Ὀξύ. Χαλεπὸν, δριμύ.

20

.

53

Θέων ἐπὶ καλλι‐ κολώνῃ. Ὅ ἐστι τρέχων. Ἀρίσταρχος
ἀνέγνω περισπωμένως, τὸ χωρίον θεῶν λέγων· ἡ δὲ Καλλικολώνη ἐστὶν ὑψη‐
5λὸς τόπος.

20

.

55

Ῥήγνυντο. Ἔῤῥησσον.

20

.

57

Ἐτίναξε. Διέσεισεν.

20

.

58

Ἀπει‐ ρεσίην. Μεγάλην.

20

.

59

Πόδες. Τὰ καταλήγοντα τῶν ὀρῶν, μεταφορικῶς.

20

.

62

Ἴαχεν. Ἐβόα.

20

.

65

Στυγέουσι. Δεδοίκασι, φοβοῦνται.

20

.

66

Ξυνιόντων. Συνερχομένων.

20

.

67

Ἤτοι μὲν γὰρ ἔ‐ ναντα Ποσειδάωνος ἄνακτος. Καὶ τὰ ἑξῆς. ἡ τῶν θεῶν μάχη περιέχει φυσικὴν στοιχείων πρὸς στοιχεῖα ἀντίταξιν, κα‐
5κιῶν πρὸς ἀρετάς. Ἀπόλλων μὲν γὰρ ἐναντιοῦται Ποσειδῶνι. τὸ μερικὸν πῦρ, τῷ παντὶ ὑγρῷ. Ἀθηνᾶ δὲ Ἄρεϊ. ἡ φρόνησις τῇ ἀφροσύνῃ. Ἥρα δὲ Ἀρτέ‐ μιδι. ὁ περίγειος ἀὴρ τῇ σελήνῃ. Ἑρμῆς
10δὲ Λητοῖ. ὁ λόγος τῇ λήθῃ. Ἥφαιστος δὲ Ξάνθῳ. τὸ ὅλον πῦρ μέρει τοῦ ὕδατος. Διατί δὲ οὗτοι οἱ θεοὶ προῄρηνται βοηθεῖν
τοῖς Ἕλλησιν, Ἥρα, Ἀθηνᾶ, Ποσειδῶν, Ἥφαιστος, Ἑρμῆς· τοῖς δὲ Τρωσὶν, Ἀ‐
15πόλλων, Ἄρτεμις, Λητὼ, Σκάμανδρος, Ἀφροδίτη; Ἥρα μὲν οὖν Ἕλλησι βοη‐ θεῖ, ὅτι γαμήλιος ἐστὶν ἡ θεά. μισεῖ δὲ μοιχὸν ὄντα τὸν Ἀλέξανδρον. ἢ ὅτι ἐν τῷ Ἄργει ἐτιμᾶτο λαμπρῶς. ὅθεν φησὶν
20ὁ Ποιητὴς καὶ τὸ, Ἥρη τ’ Ἀργείη. ἢ καὶ ὅτι ὡς τὸ Ἄργος οὕτως οἰκεία ἦν αὐτῇ καὶ ἡ Σπάρτη καὶ ἡ Μυκήνη. ὥς φησιν ἐν τῇ δ. Ἀθηνᾶ δὲ ἤτοι διὰ ἀποδοκιμα‐ σθῆναι ὑπὸ Ἀλεξάνδρου. ἢ διὰ τὸ ἀλλο‐
25τρίους εἶναι τῆς συνέσεως τοὺς βαρβά‐ ρους. Ποσειδῶν δὲ ἐπεὶ οἱ πλείους τῶν Ἑλλήνων νησιῶταί εἰσι. καὶ διὰ τὸ ὀρ‐ γίζεσθαι μὲν Λαομέδοντι ἐπὶ τῇ ἀπο‐ στερήσει τοῦ μισθοῦ τῆς τειχοποιΐας.
30Ἑρμῆς δὲ ὅτι ἐξ Ἀρκαδίας. ἢ ὅτι λό‐ γιος. ἢ ὅτι ἐπειδὴ κήρυκας ἀποσταλέν‐ τας πρὸς αὐτοὺς ὑπὸ Ἑλλήνων ἐπὶ δια‐ λύσει ἠβουλήθησαν ἀνελεῖν οἱ Τρῶες. τῶν δὲ κηρύκων προστάτης ὁ Ἑρμῆς.
35Ἥφαιστος δὲ διὰ τὸ μισεῖν Ἄρην ὅτι ἐμοίχευσεν αὐτοῦ τὴν γυναῖκα Ἀφροδί‐ την. τοῖς δὲ Τρωσὶ προέστη Ἄρης, τὸ ὅμοιον μεταδιώκων, φιλοπόλεμος γὰρ ὁ θεός. φιλοπόλεμοι δὲ καὶ οἱ Τρῶες. καὶ
40τὴν μοιχείαν τοῦ Πάριδος περιέπων ὡς μοιχός. ὁ δὲ Ἀπόλλων, καὶ ἤτοι διὰ τὸ τόξον. τοξικοὶ δὲ καὶ οἱ Τρῶες, καὶ ἐν πρώτοις Ἀλέξανδρος. ἢ ὅτι κιθαριστὴς, καὶ εὔμορφος ὡς Ἀλέξανδρος. Ἄρτεμις
45δὲ καὶ Λητὼ χαριζόμεναι τῷ Ἀπόλλωνι, ἢ ὅτι παρὰ τοῖς βαρβάροις τιμῶνται. Ξάνθος δὲ ὡς ὑπὲρ οἰκείας χώρας μάχε‐ ται. ἡ δὲ Ἀφροδίτη διὰ τὸ ὑπὸ Ἀλε‐ ξάνδρου προκριθῆναι, καὶ σχεδὸν εἰπεῖν,

20

.

67

(50)

αὕτη ἀνθίσταται τῷ πολέμῳ, καὶ εἰκό‐ τως πάρεστι βοηθὸς τοῖς Τρωσίν.

20

.

68

Ἰά. Βέλη, πληθυντικῶς.

20

.

69

Ἄντα δ’ Ἐ‐ νυαλίοιο. Ἐξεναντίας δὲ τοῦ Ἄρεος. ὁ δὲ τρόπος μετωνυμία ὡς ἀπὸ Ἐνυοῦς τῆς πολεμικῆς δαίμονος.

20

.

70

Χρυσηλάκα‐ τος. Ἐργατική. νῦν δὲ ἡ χρυσοῦν τόξον ἔχουσα. χρυσότοξος. ἀπὸ τούτου δὲ καὶ κελαδεινή. ἀντὶ τοῦ κυνηγετική. κραυ‐
5γάζουσι γὰρ οἱ κυνηγοί.

20

.

72

Σῶκος. Ἤτοι ὁ ἰσχυρός. σώκειν γὰρ τὸ ἰσχύειν. ἢ σοούμενος ὠκέως. τουτέστιν ὁρμῶν τα‐ χέως. ἄγγελος γὰρ ὁ θεός.

20

.

74

Ὃν Ξάνθον καλέουσι θεοὶ, ἄνδρες δὲ Σκά‐ μανδρον. Τῶν διωνύμων τὸ μὲν προγε‐ νέστερον ὄνομα εἰς θεοὺς ἀναφέρει ὁ Ποι‐
5ητὴς, τὸ δὲ μεταγενέστερον εἰς ἀνθρώ‐ πους. διατὶ δὲ κατὰ τὸν πόλεμον οὗτοι οἱ θεοὶ ἐναντιοῦνται ἀλλήλοις; Ποσειδῶν μὲν Ἀπόλλωνι. ὅτι κατὰ τὸν μῦθον συν‐ αδικηθεὶς αὐτῷ ὑπὸ Λαομέδοντος, ἐκείνῳ
10συνήργει. Ἄρης Ἀθηνᾷ. ἐπεὶ ἐκώλυσεν αὐτὸν τὸν Ἀσκαλάφου θάνατον ἐκδικῆσαι. ἢ διότι ἐν ὄψει τῶν θεῶν ὕβρισεν αὐτὸν, εἰ‐ ποῦσα, Μαινόμενε φρένας ἠλέ. Ἥρα δὲ Ἀρτέμιδι. ἔστι γὰρ αὐτῆς μητρυιά. Λητοῖ
15δὲ Ἑρμῆς, δικαίως. μουσικὸς γὰρ ὑπάρχων τὴν τὸν μουσικὸν Ἀπόλλωνα γεννήσασαν, καὶ τῶν ἐπιτηδευμάτων ἀντίζηλον μεμίση‐ κεν. ἢ ὡς λόγιος καὶ μνήμων ἀποστρέφεται αὐτὴν ὡς λήθην. Ἥφαιστος δὲ Ξάνθῳ,
20εἰκότως. ὅτι ἡ μὲν ποταμῶν φύσις πέ‐ φυκεν ὑγρά. Ἥφαιστος δέ ἐστι τοῦ πυρὸς δεσπότης. οὗ τὰ ξύλα τροφή. κατὰ δὲ τὸν φυσικὸν λόγον Ἀπόλλων ἥλιος ὢν
ἀναπίνει τὰ ὑγρὰ στοιχεῖα. Ἀθηνᾶ δέ
25ἐστι φρόνησις, Ἄρης δὲ Ἀφροσύνη. ἐναν‐ τία δὲ καὶ πολέμιά ἐστι ταῦτα ἀλλή‐ λων. Ἥρα δέ ἐστιν ἀήρ. Ἄρτεμις δὲ σελήνη, ἀερότεμίς τις οὖσα, καὶ τὸν ἀέ‐ ρα τέμνουσα, ἐξ οὗ ἤρτηται, καὶ τὸ βα‐
30ρύνον αὐτὴν πολέμιον νενόμικεν. Ἑρμῆς δέ ἐστιν ὁ λόγος. Λητὼ δὲ ἀμνημοσύνη. οἷον ληθὼ τὶς τῶν λόγων. Ἥφαιστος δὲ τὸ πῦρ. Ξάνθος τὸ ὑγρὸν, ἀλλότριον δὲ τὸ πῦρ τοῦ ὑγροῦ.

20

.

78

Ἆσαι. Πλη‐ ρῶσαι, κορέσαι.

20

.

81

Εἴσατο. Ὡμοι‐ ώθη.

20

.

83

Ἀπειλαί. Νῦν, καυχήσεις.

20

.

84

Οἰνοποτάζων. Τῶν δημοσίων τιμῶν τε καὶ γερῶν ἀπολαύων καὶ εὐωχούμενος.

20

.

92

Λυρνησόν. Πόλις τῶν Ὑποπλακίων
Θηβῶν. Πήδασον. Ποταμὸς Ἑλλησ‐ πόντου, καὶ τόπος.

20

.

96

Λέλεγας. Τοὺς ἐν Ἑλλησπόντῳ ἀπὸ τῆς Θεσσα‐ λίας πρώτους κατοικοῦντας.

20

.

98

Πάρα. Πάρεστιν.

20

.

99

Ἀπολήγει. Ἀποπαύε‐ ται.

20

.

100

Ἀνδρομέοιο. Ἀνθρωπίνου.

20

.

101

Ἶσον τείνειε πολέμου τέλος. Ἶσον ποιήσειε τὸ τέλος τοῦ πολέμου. μὴ δ’ ἑτέρῳ βοηθῇ.

20

.

109

Ἀρειῇ. Ἀπειλῇ· οἱ δὲ βλάβῃ, ἀπὸ τοῦ Ἄρεος.

20

.

114

Ἡ δ’ ἄμυδις καλέσασα θεούς. Αὕτη δὲ τοὺς θεοὺς ὁμοῦ συγκαλέσασα.

20

.

122

Δευέσθω. Προσδείσθω.

20

.

123

Οἳ τὸ πάρος περ. Νῦν οἱ ἐξαρχῆς.

20

.

128

Ἐ‐ πένησεν. Ἐπέκλωσεν.

20

.

129

Εἰ δ’ Ἀ‐ χιλεὺς οὐ ταῦτα θεῶν ἐκπεύσεται ὀμ‐ φῆς. Εἰ δὲ Ἀχιλλεὺς οὐκ ἀκούσεται ἐκ τῆς θείας φωνῆς. τοῦτ’ ἔστιν ἡμῶν αὐ‐
5τῶν. Ὀμφῆς. Κληδόνος.

20

.

130

Δεί‐ σεται. Φοβηθήσεται.

20

.

131

Χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς. Χαλεποὶ δὲ καὶ δεινοὶ οἱ θεοὶ φανεροὶ φαινόμενοι τοῖς ἀνθρώποις.

20

.

133

Παρὲκ νόον. Παρὰ γνώμην, ἀνοήτως.

20

.

137

Ἐκ πάτου. Ἔκτοθεν τῆς κοινῆς ὁδοῦ. τοῦτ’ ἔστι τῆς συναναστροφῆς. Ἐκ πάτου ἐς σκοπιήν. Ἐκ τῆς πεπατημένης ὁδοῦ εἰς τόπον
5σκοπιὰν ἔχοντα. λέγει τὸ Ἡρακλέ‐ ους χῶμα.

20

.

140

Αὐτίκ’ ἔπειτα καὶ ἄμμι παρ’ αὐτόφι νεῖκος ὀρεῖται. Ἵν’ ᾖ, διεγερθήσεται, κινηθήσεται. εὐθέως οὖν φησι καὶ ἡμῖν αὐτοῖς φιλονεικία καὶ
5μάχη γενήσεται.

20

.

142

Ὁμήγυριν. Ἄθροισιν.

20

.

145

Τεῖχος ἐς ἀμφίχυτον. Τὸ πανταχόθεν περικεχυμένον κύκλῳ, πολλῷ τῷ χώματι εἰς ὕψος, τὸ καὶ χω‐ στὸν λεγόμενον, ὃ κατεσκεύασαν οἱ Τρῶ‐
5ες. Τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θεί‐ οιο, τὸ ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη Ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέοιτο. Ποσειδῶν καὶ Ἀπόλλων προσ‐ τάξαντος Διὸς Λαομέδοντι θητεῦσαι ἐπὶ
10μισθῷ τεταγμένῳ, τὸ τεῖχος κατασκευ‐ άζουσι. Λαομέδων δὲ παραβὰς τοὺς ὅρ‐ κους καὶ τὰς συνθήκας, μὴ δοὺς τὸν μι‐ σθὸν, ἀπήλασεν αὐτούς. ἀγανακτήσας δὲ Ποσειδῶν, ἔπεμψε τῇ χώρᾳ κῆτος, ὃ τούς
15τε παρατυγχάνοντας ἀνθρώπους καὶ τοὺς γιγνομένους καρποὺς, διέφθειρε. μαντευο‐ μένῳ δὲ τῷ Λαομέδοντι χρησμὸς ἐδόθη,
Ἡσιόνην τὴν θυγατέρα Λαομέδοντος βο‐ ρὰν ἐκδοῦναι, καὶ οὕτως ἀπαλλαγήσε‐
20σθαι τοῦ δεινοῦ, προθεὶς δὲ ἐκεῖνος τὴν θυγατέρα, μισθὸν ἐκήρυξε τῷ τὸ κῆτος ἀνελόντι τοὺς ἀθανάτους ἵππους δώσειν, οὓς Τρωῒ Ζεὺς ἀντὶ Γαννυμήδους ἔδωκεν. Ἡρακλῆς δὲ παραγενόμενος, ὑπέσχετο
25τὸν ἆθλον κατορθώσειν, καὶ Ἀθηνᾶς αὐ‐ τῷ πρόβλημα ποιησάσης τὸ καλούμενον ἀμφίχυτον τεῖχος εἰσδὺς διὰ τοῦ στόμα‐ τος εἰς τὴν κοιλίαν τοῦ κήτους τὰς λαγό‐ νας διέφθειρεν. ὁ δὲ Λαομέδων ὑπαλλά‐
30ξας, θνητοὺς δίδωσιν ἵππους. μαθὼν δὲ Ἡρακλῆς ἐστράτευσε, καὶ Ἴλιον ἐπόρθη‐ σε, καὶ οὕτως ἔλαβε τοὺς ἵππους. ἡ ἱστο‐ ρία παρὰ Ἑλλανίκῳ.

20

.

147

Ἀλέοιτο. Ἐκκλίνοι, φυλάξοιτο.

20

.

148

Σεύαιτο. Κατεπείγετο διωκόμενος. Ἀπ’ ἠϊόνος. Ἀπὸ τοῦ αἰγιαλοῦ.

20

.

150

Ἄῤῥηκτον. Ἄπρακτον.

20

.

151

Ὀφρύσι. Ἐξοχαῖς, μεταφορικῶς.

20

.

152

Ἤϊε. Ἄπολλον τοξικὲ, ἀπὸ τοῦ ἱέναι.

20

.

153

Ἑκάτερ‐ θε. Κεχωρισμένως. Καθείατο. Ἐκαθ‐ έζοντο. Μητιόωντες. Βουλευόμενοι.

20

.

154

Δυσηλεγέος. Δεινοῦ, χαλεποῦ, δυσκόλου.

20

.

155

Ὤκνεον. Ὤκνουν.

20

.

156

Ἐπλήσθη. Ἐπληρώθη.

20

.

157

Κάρκαιρεν. Ἐκινεῖτο. ἤχει. ὀνοματο‐ ποιΐα ὁ τρόπος.

20

.

162

Νευστάζων κό‐ ρυθι. Ἐπινεύων τῇ περικεφαλαίᾳ. Βρι‐
αρῇ. Στιβαρῇ, ἀσφαλεῖ. Θοῦριν. Πολε‐ μικήν.

20

.

165

Σίντης. Βλαπτικὸς, κα‐ κοῦργος.

20

.

166

Ἀγρόμενοι πᾶς δῆμος. Ἐν σχήματι περιφραστικῷ, ἀντὶ τοῦ οἱ δημόται. Ἀτίζων. Ἀτιμάζων.

20

.

167

Ἀρηϊθόων. Ἐν τῷ πολέμῳ εὐκινήτων.

20

.

168

Ἑάλη. Συνεστράφη, εἰλήθη.

20

.

169

Στένει. Στενάζει. ἢ στενοχω‐ ρεῖται.

20

.

170

Οὐρῇ μαστίεται. Τῇ οὐρᾷ μαστίζει ἑαυτόν φησιν ὁ λέων, οὕ‐ τως εἰωθώς. ἔχει δέ τι ἐν τῇ οὐρᾷ ἀνα‐ μέσον τῶν τριχῶν κεντρίον μέλαν, ὡς
5κεράτιον. ὑφ’ οὗ νυττόμενος, πλέον ἀγρι‐ οῦται ἐκ τῆς ὀδύνης.

20

.

171

Ἕε δ’ αὐ‐ τόν. Ἀντὶ τοῦ, αὐτὸς δὲ ἑαυτὸν ἀγρι‐ οῦσθαι ποιεῖ.

20

.

172

Γλαυκιόων. Πυῤ‐ ῥῶδες καὶ φοβερὸν βλέπων. ἀφ’ οὗ ἀγρι‐ ούμενος.

20

.

173

Φθίεται. Φθείρεται.

20

.

181

Τιμῆς τῆς Πριάμου. Ἕνεκεν τῆς βασιλείας. ἀντιφέρει γὰρ οὕτως τοὔνεκα Πρίαμος γέρας.

20

.

183

Οὐ δ’ ἀεσίφρων. Οὐ δὲ κοῦφος, καὶ ματαιόφρων τὸ φρό‐ νημα.

20

.

186

Χαλεπῶς. Δυσκόλως. Ἔολπα. Ἐλπίζω.

20

.

189

Σεῦα. Ἐδί‐ ωξα.

20

.

190

Οὔτι μετετροπαλίζεο. Οὐδὲ ἐπεστρέφου.

20

.

193

Ληϊάδας. Τὰς ἐκ τῆς λείας αἰχμαλώτους.

20

.

195

Ὡς ἐνὶ θυμῷ βάλλεαι. Ὡς κατὰ διά‐
νοιαν ἐννοῇ.

20

.

200

Νηπύτιον. Νήπιον, ἄφρονα.

20

.

201

Ἔλπεο. Ἔλπιζε. Δειδίξεσθαι. Εἰς δέος ἄξειν, φοβηθῆναι.

20

.

202

Κερτομίας. Ἐρεθιστικοὺς καὶ χλευαστικοὺς λόγους.

20

.

204

Πρόκλυτα. Τὰ ὑπὸ τῶν προτέρων πεφημισμένα, παλαιά.

20

.

205

Ὄψει. Ὀφθαλμοῖς.

20

.

207

Ἁλοσύδνης. Ἐνα‐ λίας θεοῦ, ἐν θαλάσσῃ κατοικούσης.

20

.

209

Ἐκγεγάμεν. Γεγονέναι.

20

.

210

Τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύ‐ σονται Σήμερον. Ὑπερβολικῶς εἴρηκε τὸ σήμερον. Πῶς γὰρ ἔμελλεν ὁ ἐν Φθίᾳ ὢν ἀκούσεσθαι; ἢ λείπει τὸ ἀναιρεθέν‐
5τα.

20

.

212

Ὧδε. Οὕτως, νῦν.

20

.

215

Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέ‐ τα Ζεύς. Τὸ Δαρδάνου γένος δηλονότι πρῶτον ἐποιήσατο ὁ Ζεύς. Δάρδανον αὖ πρῶτον τέκετο. Δάρδανος ὁ Διὸς καὶ
5Ἠλέκτρας τῆς Ἄτλαντος θυγατρὸς διϊὼν τὴν Σαμοθράκην ἐπομβρίας γενομένης, κατασκευάσας σχεδίαν καὶ ἀσκὸν ἑαυτῷ περιθεὶς, διεκομίσθη εἰς τὴν Ἴδην τῆς Τρῳάδος. καὶ ἀποβὰς Διὸς ὑποθεμένου,
10κτίζει πόλιν· ἣν καὶ ἀφ’ ἑαυτοῦ Δαρδα‐ νίαν ἐκάλεσεν. ἱστορεῖ Λυκόφρων.

20

.

216

Δαρδανίην. Πόλις Τροίας.

20

.

217

Πε‐ πόλιστο. Ἔκτιστο.

20

.

218

Ὑπωρείας. Τὰ κάτω μέρη τῶν ὀρῶν.

20

.

222

Ἀτα‐ λῇσιν. Ἁπαλαῖς, νέαις.

20

.

223

Τάων καὶ Βορέης ἠράσσατο. Λείπει ἡ ἐκ πρό‐ θεσις· ἵν’ ᾖ, ἐκ τούτων, οὐ γὰρ πασῶν ἠράσθη.

20

.

224

Κυανοχαίτῃ. Μελαί‐ νας τρίχας ἔχοντι.

20

.

225

Ὑποκυσσά‐ μεναι. Ἔγκυαι γενόμεναι.

20

.

227

Ἄ‐ κρον ἐπ’ ἀνθερίκων καρπῶν θέον, οὐ δὲ κατέκλων. Νῦν τῶν ἐν τοῖς στάχυσι λεπτῶν ἀθέρων. Ἐλαφρῶς οὖν φησιν
5ἄνωθεν αὐτῶν διέτρεχον. ὁμοίως καὶ ἐπὶ τῆς τῶν κυμάτων ἐπιφανείας, μὴ βαπτι‐
ζόμεναι τῷ ὕδατι. κυρίως δὲ ἀνθέριξ κα‐ λεῖται, ὁ τοῦ ἀσφοδέλου καυλός. ἔστι δὲ φυτὸν λαχανῶδες.

20

.

234

Ἀνηρείψαν‐ το. Ἀνήρπασαν.

20

.

235

Κάλλεος εἵνε‐ κα οἷο. Διὰ τὸ ἴδιον αὐτοῦ κάλλος.

20

.

242

Ἀρετήν. Εὐδαιμονίαν. ἀνδρίαν. Μινύθει. Φθείρει.

20

.

244

Λεγώμεθα. Διαλεγώμεθα. Νηπύτιοι ὥς. Ὡς νή‐ πιοι, καὶ ἄφρονες.

20

.

247

Ἑκατόνζυγος. Ὑπὸ ἑκατὸν ἐρετῶν ἐλαυνομένη. Ζυγὰ γὰρ αἱ τῶν ἐρεσσόντων καθέδραι. Ἄχθος. Φορτίον, βάρος. Ἄροιτο. Λάβοι, κτή‐
5σαιτο.

20

.

248

Στρεπτή. Εὐκίνητος. μεταβολὰς πολλὰς ἔχουσα.

20

.

249

Νο‐ μός. Νομὴ, διάταξις.

20

.

251

Ἔριδας. Φιλονεικίας. Νείκεα. Νείκη, ὀνείδη λέ‐ γειν.

20

.

253

Χολωσάμεναι. Ὀργισθεῖ‐ σαι.

20

.

254

Νεικεῦσι. Φιλονεικοῦσι, λοιδοροῦσι. Μέσην ἐς ἀγυιὰν ἰοῦσαι. Εἰς μέσον τὸ ἄμφοδον προελθοῦσαι.

20

.

255

Πόλλ’ ἐτεά τε καὶ οὐκί. Πολλὰ καὶ ἀληθῆ καὶ ψευδῆ.

20

.

258

Γευσόμεθ’ ἀλλήλων. Ἀντὶ τοῦ ἁψώμεθα. ὅ ἐστιν ἀπόπειραν ληψώμεθα τῆς ἀλλήλων δυνά‐ μεως. εἴρηται δὲ μεταφορικῶς.

20

.

260

Μύκεν. Ἐψόφησεν. ἡ μεταφορὰ ἀπὸ
τῆς φωνῆς.

20

.

269

Ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύ‐ χας. Ἕως τοῦ Τῇ ῥ’ ἔσχετο χάλκεον ἔγχος. Ἀτρώτων ὑπαρχόντων παρ’ Ὁμή‐ ρῳ τῶν Ἀχιλλέως ὅπλων, ἔξωθεν κατ’
5ἐνίους τεταμμένης διὰ πλείονα κόσμον τῆς χρυσῆς πτυχὸς, οὕτως ἀποδοτέον τὸν λόγον, Ἀλλὰ μέχρι μὲν δύω πτυχῶν προῆλθεν ἡ τοῦ ἔγχους ἐνέργεια, εἴξεως καὶ οἱονεὶ συνιζήσεως γενομένης. ἐπὶ δὲ
10τῇ τρίτῃ ἐπεσχέθη. πῶς φησιν ἄτρωτον ὑποστησάμενος τὴν ἀσπίδα νῦν τοῦτο λέ‐ γει; ῥητέον οὖν, ὅτι ὁ χρυσὸς ὢν μαλ‐ θακώτερος χαλκοῦ καὶ σιδήρου, ἐνέδωκε τῷ δόρατι καὶ ἐκοιλάνθη, καὶ ἐγένετο
15κοίτη καὶ οὐ τρῶσις.

20

.

270

Πτύχας. Τὰ ἐλάσματα τῆς ἀσπίδος. Ἤλασεν. Ἔπληξεν, ἔτρωσεν. Κυλλοποδίων. Χω‐ λός. λέγει δὲ τὸν Ἥφαιστον.

20

.

272

Ἔσχετο. Ἐπεσχέθη.

20

.

275

Ἄντυγ’ ὑπὸ πρώτην. Κατὰ τὸν ἔξωθεν κύκλον τῆς ἀσπίδος. Ἧι λεπτότατος θέε χαλ‐ κός. Καθ’ ὃ μέρος τῇ ἀσπίδι λεπτότα‐
5τος περιέκειτο χαλκός.

20

.

277

Λάκεν. Ἐψόφησεν, ἤχησεν, ἢ διεκόπη, ὡς καὶ ἐν τοῖς ἱματίοις, λακίδες λέγονται αἱ διακο‐ παί.

20

.

278

Ἐάλη. Συνεστάλη.

20

.

280

Ἱεμένη. Προθυμουμένη, ἐπειγομένη. Ἕ‐
λε. Διεῖλεν, ἔκοψεν.

20

.

282

Χύτο. Περιεχύθη.

20

.

289

Ἤρκε‐ σεν. Ἐβοήθησεν, ὠφέλησεν.

20

.

294

Πηλείωνι δαμείς. Ὑπὸ Ἀχιλλέως ἀναι‐
ρεθείς.

20

.

302

Μόρσιμον. Εἱμαρμένον, μεμοιρα‐ μένον. Ἀλέασθαι. Ἐκκλῖναι, διασωθῆ‐ ναι.

20

.

303

Ἄσπερμος. Ἄτεκνος, ἄγο‐ νος.

20

.

304

Φίλατο. Ἐφίλησε.

20

.

307

Νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει. Ἀφροδίτη χρησμοῦ ἐκπεσόντος, ὅτι τῆς Πριαμιδῶν ἀρχῆς καταλυθείσης, οἱ ἀπ’ Ἀγχίσου Τρώων βασιλεύσουσιν, Ἀγχίσῃ
5ἤδη παρηκμακότι συνῆλθεν. τεκοῦσα δ’ Αἰνείαν, καὶ βουλομένη πρόφασιν κατα‐ σκευάσαι τῆς τῶν Πριαμιδῶν καταλύ‐ σεως, Ἀλεξάνδρῳ πόθον Ἑλένης ἐνέβαλε, καὶ μετὰ τὴν ἁρπαγὴν τῷ μὲν δοκεῖν
10συνεμάχει τοῖς Τρωσὶ, ταῖς δὲ ἀληθείαις, παρηγόρει τὴν ἧτταν αὐτῶν, ἵνα μὴ παν‐ τελῶς ἀπελπίσαντες, ἀποδῶσι τὴν Ἑλέ‐ νην. Ἱστορεῖ Ἀκουσίλαος.

20

.

311

Ἐρύσ‐ σεαι. Ῥύσῃ, σώσεις.

20

.

313

Πολεῖς. Πολλούς.

20

.

325

Ἐπέσευεν. Ὥρμησεν, ἐδίωξε.

20

.

329

Καύκωνες. Οἱ μὲν Τρωϊ‐ κὸν ἔθνος βάρβαρον, ἄλλοι δὲ Παφλαγω‐ νίας, οἱ δὲ τοὺς ἐπίκλην Καυκανίας. ἡ δὲ Καύκανος πόλις παράλιος Λυκίας καὶ
5Καρίας. Ἐζήτηται δὲ, πῶς τὸν Αἰνείαν οὐκ Ἀπόλλων ἐρύσατο, ἀλλὰ Ποσειδῶν. καὶ φασὶν, ὅτι ἡ μεγάλη περὶ θεοὺς εὐσέβεια δυσωποῦσα τυγχάνει καὶ τοὺς δι’ ἔχθρας
ὄντας.

20

.

332

Ἀτέοντα. Ἐν ἄτῃ ὄντα, ὅ ἐστι βλαπτόμενον καὶ ἀφροντιστοῦντα σαυτοῦ.

20

.

340

Διεπέφραδε. Διεσήμανεν. εἶπε.

20

.

341

Σκέδασεν. Ἐσκόρπισε.

20

.

347

Ἦ ῥα. Ὄντως δή.

20

.

349

Ἐῤῥέτω. Φθειρέσθω.

20

.

350

Ἄσμενος. Χαίρων.

20

.

357

Τοσσούσδ’ ἀνθρώπους. Ὁ Ἀσκα‐ λωνίτης προπερισπᾷ κατὰ δεῖξιν, ὡς τοσ‐ σῆς δ’ ὑσμίνης. ὁ δὲ Ἀρίσταρχος κατὰ παρολκὴν ἐδέξατο τόνδε.

20

.

359

Ἐφέ‐ ποι. Ἐπέρχοιτο, ἐπιδιώκοι. Στόμα. Τὴν σύστασιν.

20

.

361

Ἠβαιόν. Ὄντως μικρόν.

20

.

362

Στιχὸς εἶμι διαμπερές. Διὰ τῆς τάξεως ἐλεύσομαι.

20

.

365

Φάτο δ’ ἴμεναι ἄντ’ Ἀχιλῆος. Ἔλεγε δὲ ἄν‐ τικρυς ἐλεύσεσθαι τοῦ Ἀχιλλέως.

20

.

370

Κολούει. Ἀκέφαλον, καὶ ἀτελῆ ποιήσει.
τοῦτ’ ἔστιν, ἀποτεύξεται πρὸ τοῦ ποιῆ‐ σαι.

20

.

381

Εἱμένος ἀλκήν. Περικεί‐ μενος δύναμιν.

20

.

385

Τμώλῳ. Ὄρει Λυδίας. Ὕδης. Ὕδη διὰ τοῦ δ πόλις Λυδίας, ἡ νῦν καλουμένη Σάρδεις. διὰ δὲ τοῦ λ Ὕλη, πόλις Βοιωτίας. Πίονι δή‐
5μῳ. Τῷ εὐδαίμονι.

20

.

387

Κεάσθη. Ἐσχίσθη.

20

.

388

Ἐπεύξατο. Ἐπεκαυ‐ χήσατο.

20

.

390

Λίμνῃ Γυγαίῃ. Οὕτως ἐν Λυδίᾳ λίμνη καλουμένη Γυγαίη, ἤτοι ἀπὸ Γύγου τοῦ Κανδαύλου, ὃν πρῶτόν φασι βασιλεῦσαι Λυδῶν· ἢ ἀπό τινος
5ἐγχωρίου ἥρωος Γύγου καλουμένου.

20

.

394

Ἐπισσώτροις. Κανθοῖς. Δατέοντο. Διέ‐ κοπτον.

20

.

396

Ἀλεξητῆρα. Μάχης ἀ‐ ποτρεπτικὸν, βοηθόν.

20

.

398

Ἔσχεθεν. Ἐπέσχεν, ἐκώλυσε.

20

.

400

Πεπάλακτο. Ἐπεμόλυντο.

20

.

403

Ἄϊσθεν. Ἐξέπνευ‐ σεν. Ἤρυγεν. Ἐμυκήσατο. ἀνερύγγανε. πνεῦμα σφοδρὸν ἀφῆκεν. Ὡς δ’ ὅτε ταῦ‐ ρος Ἑλικώνιον ἀμφὶ ἄνακτα. Τὸν Πο‐
5σειδῶνα. ἤτοι, ὅτι ἐν Ἑλικῶνι ὄρει τῆς Βοιωτίας τιμᾶται, ἢ ἐν Ἑλίκῃ. μᾶλλον οὖν παρὰ τὸν ἐν Ἑλίκῃ θεόν. διαφέρει γὰρ Ἑλικὼν καὶ Ἑλίκη· ὅτι Ἑλικὼν μὲν, ὄρος Βοιωτίας, Ἑλίκη δὲ, νῆσος
10Ἀχαΐας, ἐν ᾗ ἱερὸν Ποσειδῶνος. ἡ δὲ ἱστορία αὕτη. Νηλεὺς ὁ Κόδρου χρησμὸν λαβὼν, ἀποικίαν ἔστελλεν εἰς Μίλητον, καὶ Καρίαν, ἔνθα ἱερὸν Ποσειδῶνος ἱδρύ‐ σατο. καὶ ἀπὸ τοῦ ἐν Ἑλίκῃ τεμένους,
15Ἑλικώνιον τὸν θεὸν προσηγόρευσε. δοκεῖ δὲ ἔπειδ’ ἂν θύωσι, βοησάντων μὲν τῶν βοῶν, προσδέχεσθαι τὸ θεῖον τὴν θυσίαν. σιγώντων δὲ, λυπεῖσθαι καὶ μηνιᾷν νο‐ μίζεσθαι. ἡ ἱστορία παρὰ Κλειτοφῶντι.

20

.

405

Γάνυται. Ἥδεται, χαίρει.

20

.

411

Νηπιέῃσιν. Ἀφροσύναις, ἀνοίαις.

20

.

414

Ὀχῆες. Οἱ συνέχοντες τὸν ζωστῆρα ἱμάντες.

20

.

416

Διέσχε. Διῆλθε.

20

.

417

Γνύξ. Ἐπὶ γόνυ. Οἰμώξας. Στε‐ νάξας.

20

.

418

Προτὶ οἷ. Πρὸς ἑαυτόν. Λιασθείς. Ἐκκλίνας.

20

.

420

Λιαζόμε‐ νον ποτὶ γαίῃ. Πρὸς τῇ γῇ κεκλιμένον, ὅ ἐστι κείμενον.

20

.

425

Ἐσεμάσσατο. Καθίκετο, ἐλύπησε.

20

.

426

Τετιμένον. Τετιμημένον.

20

.

427

Πτώσσοιμεν. Φο‐ βοίμεθα. Πτολέμοιο γεφύρας. Τὰ με‐ ταξὺ τῶν πολεμούντων διαστήματα.

20

.

433

Αἴσυλα. Τὰ παρὰ τὸ καθῆκον γιγνόμενα, ἄδικα.

20

.

437

Ὀξὺ πάροι‐ θεν. Ἔξυστο τοῦ ἔμπροσθεν μέρους, κα‐ τὰ τὴν ἀκμήν.

20

.

439

Πνοιῇ. Πνεύ‐ ματι. Ἀχιλῆος πάλιν. Ἐπὶ τὸ ἕτερον
μέρος Ἀχιλλέως, ὅ ἐστι τὸ ἐναντίον.

20

.

440

Ἦκα μάλα ψύξασα. Πάνυ ἠρέ‐ μα καὶ πράως καταπνεύσασα καὶ ὑπο‐ κλάσασα τῆς ὁρμῆς. ἢ κοῦφον ποιήσασα.

20

.

448

Ὁμοκλήσας. Ἀπειλήσας.

20

.

450

Ἐρύσατο. Ἔσωσε.

20

.

451

Μέλλεις. Ἔοικας. Ἐς δοῦπον ἀκόντων. Ἐπὶ τὴν ἄφεσιν τῶν δοράτων. ἐπὶ τὴν μάχην.

20

.

454

Ἐπιείσομαι. Ἐπελεύσομαι.

20

.

459

Ἐξαίνυτο. Ἀφῃρεῖτο, ἐλάμβανε.

20

.

464

Εἴπως πεφίδοιτο. Εἴπως αὐτοῦ φεί‐ δοιτο.

20

.

467

Γλυκύθυμος. Ἀνειμένος, καὶ προσηνὴς τῇ ψυχῇ. Ἀγανόφρων. Πρᾶος τὸ φρόνημα.

20

.

470

Ὄλισθεν. Ἔπεσεν.

20

.

471

Ἐνέπλησεν. Ἐπλήρωσεν.

20

.

478

Ἵνα. Ὅπου. Τένοντες. Τὰ τει‐ νόμενα νεῦρα.

20

.

479

Ἔπειρεν. Ἐπέ‐ ρασε.

20

.

481

Πρόσθ’ ὁρόων θάνατον. Ἔχων πρὸ ὀφθαλμῶν τὸν θάνατον.

20

.

483

Σφονδυλίων. Σφονδύλων, οἵ εἰσιν κδ. ἐν τῇ ῥάχει. Ἔκπαλτο. Ἐξεπή‐ δησε.

20

.

486

Νηδύϊ. Γαστρί.

20

.

490

Ἀναμαιμάει. Ἀναφέρεται, ἢ ἐνθουσιᾷ. Θεσπιδαές. Ὑπὸ θεῶν ἀναπτόμενον, θεῖον.

20

.

491

Ἀζαλέοιο. Ξηροῦ.

20

.

492

Κλονέων. Ταράσσων. Εἰλυφάζει. Εἰ‐ λεῖ, συστρέφει.

20

.

494

Κτεινομένους ἐ‐ φέπων. Ἔδει εἰπεῖν, ἔφεσπε κτείνων.

20

.

495

Εὐρυμετώπους. Πλατυμετώπους.

20

.

496

Τριβέμεναι. Ἀλοᾷν.

20

.

497

Ἐ‐ ριμύκων. Μεγάλως μυκωμένων.

20

.

499

Στεῖβον νέκυας. Ἐπάτουν τοὺς νεκρούς.

20

.

501

Ἃς ἄρ’ ἀφ’ ἱππείων ὁπλέων ῥαθά‐ μιγγες ἔβαλλον. Ἃς ἀποπίπτουσαι τῶν ἱππείων ὁπλῶν, ὅ ἐστιν ὀνύχων, αἱ ῥανίδες ἔβαλλον. Ῥαθάμιγγες. Ῥανίδες.

20

.

503

Λύθρῳ. Ὁ ἐκ τῆς πολεμικῆς ἐνεργείας μολυσμὸς, ἢ τὸ μετὰ κονιορτοῦ καὶ ἱδρῶ‐ τος ἀνθρώπειον αἷμα λύθρος καλεῖται.
Ἀάπτους. Ἀπροσπελάστους, χαλεπάς.

21

.

1

Πόρον ποταμοῖο. Ἤτοι τὸν ποτα‐ μὸν περιφραστικῶς, ἢ τὸ διαβατὸν αὐτοῦ μέρος, καθ’ ὃν διαπορεύονται αὐτόν. Δια‐ τὶ δὲ πάντων τῶν ποταμῶν ἐξ ὠκεανοῦ
5ῥεόντων περὶ μόνου τοῦ Ξάνθου ὁ Ποιητής φησιν· Ὃν ἀθάνατος τέκετο Ζεύς. πῶς οὖν καὶ Ὠκεανοῦ καὶ Διὸς παῖς; καὶ ῥητέον, ὅτι εἰκότως ἂν καὶ Διὸς καλοῖτο παῖς. εἴγε οἱ ὄμβροι μὲν ἐκ Διός. ὄμβρῳ
10δὲ οὗτος αὐξάνεται. φαίνεται δὲ καὶ ἄλλη τὶς ἱστορία, ὅτι ὁ Ἡρακλῆς ποτὲ δίψει κατασχεθεὶς, ηὔξατο τῷ πατρὶ Διῒ, ἐπιδεῖξαι αὐτῷ νᾶμα. ὁ δὲ μὴ θέ‐ λων αὐτὸν τρύχεσθαι, ῥίψας κεραυνὸν,
15ἀνέδωκε μικρὰν λιβάδα. ἣν θεασάμενος Ἡρακλῆς, καὶ σκάψας ὡς εἰς τὸ πλου‐ σιώτερον μετεισφέρεσθαι, μετωνόμασε Σκάμανδρον, οἱονεὶ Κάμανδρον γενόμενον καμάτου ἄκος ἑαυτῷ. Ξάνθος δ’ ἐκλή‐
20θη, ὅτι λουσάμεναι τοῦ ὕδατος αἱ Τρῳά‐ δες ξανθὰς κόμας ἔσχον.

21

.

3

Διατμή‐ ξας. Διατεμὼν, εἰς δύο χωρίσας.

21

.

4

Ἀτυζόμενοι. Ταρασσόμενοι, φοβούμε‐ νοι.

21

.

6

Προχέοντο. Ἀθρόως ἔφευγον. Πεφυζότες. Πεφευγότες, πεφοβημένοι. Ἠέρα. Ἀέρα. σκότος.

21

.

7

Πίτνα. Ἐξέτεινεν, ἐπέβαλεν.

21

.

8

Ἀργυροδίνην. Λαμπράν.

21

.

9

Πατάγῳ. Ψόφῳ, ἤχῳ. Βράχε. Ἐψόφησεν. ἤχησε. μεταφορι‐ κῶς. Αἰπά. Νῦν βαθέα.

21

.

10

Ὄχθαι. Τὰ τῶν ποταμῶν χείλη. οἱ κρημνοί. Ἀμ‐ φὶ περὶ μεγάλ’ ἴαχον. Μέγα περιήχουν.

21

.

11

Ἔννεον. Ἐνήχοντο. Ἑλισσόμενοι. Στρεφόμενοι.

21

.

12

Ῥιπῆς. Ὁρμῆς. Ἠερέθονται. Ἤτοι ἐρεθίζονται, ἢ εἰς ἀέρα αἴρονται, καὶ ἀποκρύπτονται.

21

.

13

Ἀκάμαντον. Ἀκοπίαστον. πολύ.

21

.

14

Ὄρμενον. Διεγερθὲν, κινούμενον. Πτώσ‐ σουσι. Καταδύονται, κρύπτονται.

21

.

16

Πλῆτο. Ἐπληρώθη. Κελάδων. Ἠχῶν. παροξυτόνως.

21

.

18

Κεκλιμένον μυρίκῃ‐ σιν. Ὑπὸ μυρικῶν περιεχόμενον, κεκα‐ λυμμένον. Ἔκθορε. Ἐνήλατο, ἐπήδησε. Δαίμονι ἶσος. Θεῷ ὅμοιος.

21

.

20

Ἐπι‐ στροφάδην. Ἐπιστρεφόμενος πυκνῶς. Ἀεικής. Ἀπεοικὼς, χαλεπός.

21

.

21

Ἄο‐ ρι. Ξίφει.

21

.

23

Πιμπλᾶσι. Πληροῦ‐ σι. Μυχούς. Φωλεούς. λέγει δὲ τοὺς ἐσωτάτω τόπους καὶ ἀποκρύφους. Εὐόρ‐ μου. Καλοὺς ὅρμους ἔχοντος.

21

.

26

Πτῶσ‐ σον. Ἐφοβοῦντο, ἐκρύπτοντο. Κρημνούς. Τὰς τῶν ποταμῶν ὄχθας.

21

.

29

Τεθη‐ πότας. Ἐκπεπληγμένους.

21

.

31

Ἐπι‐
στρεπτοῖσι χιτῶσιν. Ἤτοι εὐκλώστοις.

21

.

36

Ἀλωῆς. Γῆς. κήπου νῦν.

21

.

37

Ἐννύχιος. Διὰ νυκτός. Προμολών. Προελθών. Ἐρινεόν. Συκῆν ἀγρίαν.

21

.

38

Ὄρπηκας. Κλάδους.

21

.

39

Ἀνώϊστον. Ἀνυπονόητον, ἀπροσδόκητον.

21

.

40

Ἐπέ‐ ρασσε. Πέραν θαλάσσης ἐπώλησεν.

21

.

41

Υἱὸς Ἰήσονος. Ὁ Εὔνηος. Ὦνον. Ὠνὴν, τιμήν.

21

.

42

Ἐλύσατο. Ἐλυ‐ τρώσατο.

21

.

43

Ἀρίσβην. Πόλιν Θρᾴ‐ κης ὑφ’ Ἑλλήσποντον.

21

.

57

Νηλεὲς ἦ‐ μαρ. Ἀνηλεῆ ἡμέραν. λέγει δὲ τὸν θά‐ νατον.

21

.

58

Πεπερημένος. Πεπεραιωμέ‐ νος, πεπραμένος.

21

.

64

Ὥρμαινε. Διενο‐ εῖτο, ἐλογίζετο. Τεθηπώς. Ἐκπεπληγ‐ μένος.

21

.

70

Ἄμμεναι. Πληρωθῆναι, κο‐ ρεσθῆναι.

21

.

72

Μεθίει. Οὐκ εἴα.

21

.

74

Γουνοῦμαι. Γονάτων ἅπτομαι. ἱκετεύω.

21

.

75

Ἀντί τοι εἶμ’ ἱκέταο. Ἀντὶ ἱκέτου σοι εἰμί. Αἰδοίοιο. Αἰδοῦς καὶ ἐντροπῆς ἀξίου.

21

.

76

Πασάμην. Ἐγευσάμην. Δημήτερος ἀκτήν. Τὸν ἄρτον, περιφρα‐ στικῶς.

21

.

78

Ἐπέρασσας. Πωλήσας.

21

.

79

Ἑκατόμβοιον. Τιμὴν ἑκατὸν βοῶν ἀξίαν. οἱ παλαιοὶ πρὶν ἐπινοηθῇ τὰ νο‐ μίσματα, τὰς συναλλαγὰς ἐποιοῦντο διὰ τῶν τετραπόδων, ὅθεν ὕστερον ἐφευρεθέν‐
5των τῶν νομισμάτων, βοῦν ἐπ’ αὐτῶν ἐξετύπουν, ἐνδεικνύμενοι τὸ ἀρχαῖον ἔθος, καὶ παροιμία, Βοῦς ἐπὶ γλώσσης, ὅ ἐστι νόμισμα. ἁρμόζει δὲ ἡ παροιμία αὕτη ἐπὶ τῶν ῥητόρων τῶν λαμβανόντων νο‐
10μίσματα ὑπὲρ τοῦ μὴ κατασυνηγορῆσαί τινι, ἀλλὰ σιωπῆσαι. Ἦλφον. Εὗρον.

21

.

80

Λύμην. Λυτρωσοίμην.

21

.

82

Τεῇς. Ταῖς σαῖς.

21

.

83

Ἀπέχθεσθαι. Μισεῖ‐ σθαι.

21

.

87

Σατνιόεντι. Ποταμὸς Τροίας.

21

.

89

Δειροτομήσεις. Τὸν τράχηλον κό‐ ψεις. δειρὴ γὰρ ὁ τράχηλος.

21

.

90

Πρυ‐ λέεσσι. Πεζοῖς. Δάμασσας. Ἀπέκτει‐ νας.

21

.

95

Ὁμογάστριος. Ὁ ἐκ τῆς αὐ‐ τῆς γαστρὸς ἀδελφός.

21

.

98

Ἀμεί‐ λικτον. Ἀπηνῆ, σκληράν.

21

.

99

Μή μοι ἄποινα πιφαύσκεο. Περὶ λύτρων μὴ δ’ ὅλως μοι διαλέγου.

21

.

100

Ἐπισπεῖν. Ἐπιδιῶξαι. πληρῶσαι. Αἴσιμον ἦμαρ. Τὸν θάνατον.

21

.

110

Ἀλλ’ ἐπί τοι. Τὸ ἑξῆς, ἀλλὰ καὶ ἐμοὶ ἐπελεύσεται θάνα‐ τος.

21

.

112

Ἄρης ἐκ θυμὸν ἕληται. Σί‐ δηρος τὴν ψυχὴν ἀφέληται.

21

.

119

Δεῦε. Ἔβρεχεν.

21

.

122

Ἐνταυθοῖ νῦν κεῖσο. Ἐνταῦθα ἀρτίως κατάκεισο.

21

.

123

Ἀπολιχμήσονται. Ἀπολείξουσιν. Ἀκηδέες. Ἀφρόντιστοι.

21

.

124

Γοήσε‐ ται. Θρηνήσεται.

21

.

126

Θρώσκων τις κατὰ κῦμα. Καὶ τὰ ἑξῆς. Ἐφαλλό‐ μενος καὶ νηχόμενος τὶς τῶν ἰχθύων κατὰ θάλασσαν, καὶ ἐμπλησθεὶς τῆς Λυκά‐
5ονος πιμελῆς, πάλιν ὑπὸ τὴν μέλαιναν φρίκα κατελεύσεται. Φρὶξ δέ ἐστι ἡ ἠρεμαία τοῦ ὕδατος κίνησις. Ὑπαΐξει. Ὁ δὲ νοῦς, ὁ δὲ ἰχθὺς οὐκ ἐπιπολῆς γενή‐ σεται, ἀλλ’ ἐπὶ τὴν φρίκα ἀΐξει. Τὰ
10γὰρ νεοσφαγῆ τῶν σωμάτων ἄνωθεν ἐπι‐ πλεῖ. Ἀΐξει. Ὑπονήξεται. ὑπεκκλινεῖ.

21

.

127

Ἰχθὺς ὅς κε φάγῃσιν. Οὐ δεῖ τὸ ὅς κε φάγῃσιν ἄρθρον ὑποτακτικὸν λαμ‐ βάνειν, ἀλλ’ ἀντὶ τοῦ ὥς κεν ἐπίῤῥημα. Ἀργέτα δημόν. Τὸν λευκὸν ἐπίπλουν, τὸ
5λίπος.

21

.

129

Κεραΐζων. Διαφθείρων.

21

.

131

Ἀρκέσει. Ἐπαρκέσει, βοηθήσει. Δηθὰ πολεῖς. Πολλὰ καὶ πολλούς. Ἱ‐ ερεύετε. Θύετε.

21

.

136

Κηρόθι μᾶλ‐ λον. Ἐκ ψυχῆς.

21

.

137

Ὥρμῃνε. Δι‐ ενοεῖτο.

21

.

138

Ἀλάλκοι. Ἀποστρέψει, βοηθήσει.

21

.

140

Ἐπᾶλτο. Ἐφήλατο. ὥρμησε.

21

.

146

Δαϊκταμένων. Τῶν ἐν πο‐ λέμοις ἀναιρουμένων.

21

.

147

Ἐδάϊζε. Δι‐ έφθειρεν. ἐφόνευε.

21

.

151

Δυστήνων. Κακοδαιμόνων, δυστυχῶν.

21

.

154

Ἐρι‐ βώλου. Μεγαλοβώλου, εὐγείου.

21

.

155

Δολιχεγχέας. Μακρὰ δόρατα ἔχοντας.

21

.

157

Ἀξίου. Ποταμὸς Παιονίας. ἡ δὲ Παιονία τῆς Θρᾴκης.

21

.

161

Ἀπειλή‐ σας. Νῦν αὐχήσας, ἢ ὀργισθείς.

21

.

162

Ἁμαρτῆ δούρασιν ἀμφίς. Ὁ δὲ ἀμφό‐ τερα τὰ δόρατα ὁμοῦ ἀφῆκε.

21

.

163

Περιδέξιος. Ἀμφοτέραις ταῖς χερσὶ δε‐ ξιῶς χρώμενος.

21

.

165

Ἐρύκακεν. Ἐπ‐ έσχεν, ἐκώλυσεν.

21

.

166

Ἐπιγράβδην. Ἄχρι τοῦ ἐπιξέσαι μόνον τὸ δέρμα.

21

.

167

Σύτο. Ἀνηνέχθη. ἐῤῥύη.

21

.

168

Ἐνεστήρικτο. Ἐνεπάγη. Χροὸς ἆσαι. Τοῦ σώματος κορεσθῆναι.

21

.

169

Ἰθυ‐ πτίωνα. Ἐπ’ εὐθείας φερομένην, καὶ οἱ‐ ονεὶ ἱπταμένην.

21

.

172

Μεσσοπαγές. Μέχρι τοῦ ἡμίσεος καταπεπηγὸς τῇ γῇ,
ἐὰν δὲ μεσοπαλὲς, ἐκ μέσου σειόμενον.

21

.

174

Ἐπὶ οἷ. Ἐπὶ αὐτῷ.

21

.

177

Με‐ θῆκεν. Ἀπέλιπεν, εἴασεν.

21

.

178

Ἐ‐ πιγνάμψας. Ἐπικάμψας.

21

.

181

Χύν‐ το. Ἀπεχύθησαν ἀθρόως. Χολάδες. Τὰ ἔντερα.

21

.

182

Ὀρούσας. Ὁρμῶν.

21

.

190

Ἁλιμυρηέντων. Εἰς τὴν θάλασ‐ σαν ῥεόντων.

21

.

194

Ἀχελώϊος. Ποτα‐ μὸς μεταξὺ Αἰτωλίας καὶ Ἀκαρνανίας. κοινῶς δὲ πᾶν ὕδωρ Ἀχελῷος καλεῖται. Ἰσοφαρίζει. Ἶσός ἐστιν, ἐξισοῦται. Τῷ
5οὔτε κρείων Ἀχελώϊος ἰσοφαρίζει. Ἡ‐ ρακλῆς εἰς ᾅδου κατελθὼν ἐπὶ τὸν Κέρ‐ βερον, συνέτυχε Μελεάγρῳ τῷ Οἰνέως. οὗ καὶ δεηθέντος γῆμαι τὴν ἀδελφὴν Δη‐ ϊάνειραν, ἐπανελθὼν εἰς φῶς, ἔσπευσεν
10εἰς Αἰτωλίαν πρὸς Οἰνέα. καταλαβὼν δὲ μνηστευομένην τὴν κόρην Ἀχελῷον τὸν πλησίον ποταμὸν, διεπάλαισεν αὐτῷ ταύ‐ ρου μορφὴν ἔχοντι. οὗ καὶ ἀποσπάσας τὸ
ἕτερον τῶν κεράτων ἔλαβε τὴν παρθένον.
15φασὶ δὲ αὐτὸν τὸν Ἀχελῷον παρ’ Ἀ‐ μαλθείας τῆς Ὠκεανοῦ κέρας λαβόντα δοῦναι τῷ Ἡρακλεῖ καὶ τὸ ἴδιον ἀπολα‐ βεῖν. δοκεῖ δὲ τῶν ἐν τῇ Ἑλλάδι ποταμῶν μέγιστος εἶναι ὁ Ἀχελῷος, διὸ καὶ πᾶν
20ὕδωρ τῇ τούτου προσηγορίᾳ καλεῖται. ἱστορεῖ Πίνδαρος.

21

.

197

Φρείατα. Φρέ‐ ατα. Μακρά. Νῦν βαθέα. Νάουσι. Ῥέουσι.

21

.

199

Σμαραγήσῃ. Ἠχήσῃ.

21

.

204

Ἐρεπτόμενοι. Ἐσθίοντες. Ἐπινε‐ φρίδιον. Τὸ περὶ τοὺς νεφροὺς λίπος. Δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείρον‐ τες. Τὸ ἐρεπτόμενοι καὶ κείροντες, διλο‐
5γεῖται. δεῖ συνάπτειν δημὸν ἐπινεφρί‐ διον. ἐπὶ τῶν νεφρῶν γὰρ ἐπίκειται ἡ πιμελή.

21

.

213

Εἰσάμενος. Ὁμοιωθείς.

21

.

214

Ῥέζε. Πράττε.

21

.

220

Στεινό‐ μενος. Στενούμενος. Ἀϊδήλως. Ἀ‐ φανιστικῶς, ὀλεθρίως.

21

.

221

Ἄγη. Ἔκπληξις, θαῦμα.

21

.

225

Ἔλσαι. Συν‐ ελᾶσαι, συγκλεῖσαι.

21

.

230

Εἰρύσαο. Ἐφύλαξας.

21

.

232

Δείελος ὀψὲ δύων. Ἡ ὀψινὴ κατάστασις τοῦ ἡλίου παρ’ Ἀττικοῖς δείελος λεγομένη.

21

.

234

Οἴδ‐ ματι. Οἰδήματι, κύματι. Θύων. Πλη‐ θύων καὶ ἐνθουσιωδῶς ὁρμῶν.

21

.

235

Κυ‐ κώμενος. Ταρασσόμενος.

21

.

237

Θύρα‐ ζε. Ἔξω. Μεμυκὼς, ἠΰτε ταῦρος. Ἐν‐ τεῦθεν κινηθέντες οἱ μεθ’ Ὅμηρον ποιη‐ ταὶ, ταυρομόρφους λέγουσιν εἶναι τοὺς
5ποταμούς.

21

.

238

Χέρσονδε. Εἰς τὴν γῆν.

21

.

241

Οὐ δὲ πόδεσσιν Εἶχε στηρίξα‐ σθαι. Οὐ δὲ ἠδύνατο στῆναι τοῖς ποσίν.

21

.

243

Εὐφυέα. Εὖ πεφυκυῖαν. μεγάλην.

21

.

244

Διῶσε. Συνεμόχλευσεν. ἀπεώσα‐ το.

21

.

245

Γεφύρωσε. Διαβατὸν ἐποί‐ ησεν.

21

.

246

Ἐριποῦσα. Πεσοῦσα.

21

.

249

Ἀκροκελαινιόων. Τὸ ἄνω μέρος τοῦ κύματος ἐξ ἐπιπολῆς μελαινόμενος. τοιοῦτοι δέ εἰσι πάντες οἱ ὀξεῖς ποταμοί.

21

.

252

Οἴματα. Ὁρμήματα. Μέλα‐ νος. Μέλανος ὄντος. εἶτα ἀπὸ ἄλλης ἀρχῆς τοῦ θηρητῆρος. τινὲς δὲ μέλανός του, ἤγουν μέλανός τινος. μελανόστου
5Ἀριστοτέλης συνθέτως κατὰ βαρεῖαν τά‐
σιν ὡς Ὀρέστου. Φησὶ γὰρ τοὺς ἀετοὺς μέλανα ὀστέα ἔχειν. τινὲς δὲ γράφουσι μελανόσσου, παρὰ τὸ μέλανας ὀφθαλ‐ μοὺς ἔχειν.

21

.

253

Ὤκιστος. Τάχιστος.

21

.

254

Εἰκώς. Ἐοικώς. Ὁμοιωθείς.

21

.

255

Ὕπαιθα. Ἐκ πλαγίου, ἢ ἔμπροσθεν. Λιασθείς. Χωρισθείς. ἐκκλίνας.

21

.

257

Ὀχετηγός. Ὑδραγωγός. ὁ τὸν τοῦ ὕδα‐ τος ὀχετὸν καθαίρων.

21

.

259

Μάκελ‐ λαν. Μακέλλην. ἔστι δὲ εἶδος ἐργαλεί‐ ου. Ἀμάρης. Τῆς ὑδροῤῥόης τοῦ ὀχετοῦ. Ἔχματα. Ἐμφράγματα.

21

.

261

Κα‐ τειβόμενον. Καταφερόμενον. καταῤῥέον. Κελαρύζει. Ποιὸν ἦχον ἀποτελεῖ.

21

.

262

Προαλεῖ. Κατωφερεῖ.

21

.

269

Πλάζε. Ἀπέκρουεν, ἐπλάνα, ἢ προσεπέλαζεν.

21

.

270

Ἀνιάζων. Ἀνιώμενος, λυπούμενος.

21

.

271

Λάβρος. Ἀθροός. σφοδρός. Κονί‐
ην. Κόνιν. τέφραν. Ὑπέρεπτε. Ὑπέ‐ συρεν, ὑφήρπαζεν. ὄπισθεν ὑπεδύετο.

21

.

274

Ἔπειτα δὲ καί τι πάθοιμι. Σω‐ θείην ἐκ τοῦ ποταμοῦ. ἔπειτα δὲ καὶ πάθοιμί τι. κατὰ τὸ, Ἐν φάει δὲ καὶ ὄλεσον.

21

.

276

Ἔθελγεν. Ἐξηπάτα.

21

.

278

Λαιψηροῖς. Ταχέσι.

21

.

281

Λευ‐ γαλέῳ. Χαλεπῷ, ἀδόξῳ.

21

.

282

Ἐρ‐ χθέντα. Ἐν τῷ ὕδατι ἀποπνιγέντα. Συφορβόν. Χοιροβοσκόν.

21

.

283

Ἔναυ‐ λος. Χείμαῤῥος ποταμὸς διὰ στενοῦ ῥέων.

21

.

285

Ἐΐκτην. Ὡμοιοῦντο.

21

.

286

Ἐ‐ πιστώσαντο. Πίστιν τῆς σωτηρίας ἔδω‐ καν.

21

.

288

Τρέε. Φοβοῦ. τὸ αὐτὸ δὲ δη‐ λοῖ καὶ τὸ τάρβει.

21

.

289

Ἐπιταῤῥόθω. Ἐπιτάῤῥοθοι. δυϊκῶς. σημαίνει δὲ βοηθούς.

21

.

290

Ἐπαινήσαντος. Συγκαταθεμένου.

21

.

291

Δαμήμεναι. Ἀναιρεθῆναι.

21

.

292

Λωφήσει. Λήξει, παύσεται. μετενή‐ νεκται δὲ ἡ λέξις ἀπὸ τῶν τὰ φορτία ἀποθεμένων τοῦ λόφου ὑποζυγίων.

21

.

296

Ἕκτορι θυμὸν ἀπούρας. Ἀντὶ τοῦ Ἕκτο‐ ρος.

21

.

301

Δαϊκταμένων. Διακοπτομέ‐ νων.

21

.

303

Ἀν’ ἰθύν. Ἐπ’ εὐθείας κατὰ τὴν ὁρμὴν τοῦ ποταμοῦ. Ἔσχεν. Ἐπέ‐ σχε.

21

.

306

Κόρυσσεν. Ὕψωσεν.

21

.

309

Σχῶμεν. Ἐπίσχωμεν.

21

.

310

Κατὰ μόθον. Κατὰ τὴν μάχην.

21

.

312

Ὀρό‐ θυνον. Ἐρέθισον, διέγειρον. Ἐναύλους. Τὰς τῶν ποταμῶν διώρυγας. ἢ τοὺς διὰ στενοῦ ῥέοντας ποταμούς.

21

.

313

Ἵστη. Ἀνίστα.

21

.

315

Μέμονε. Προθυμεῖται.

21

.

317

Νειόθι. Κάτωθεν.

21

.

318

Ὑπ’ ἰλύος. Ὑπὸ τῆς ἰλύος τοῦ ποταμοῦ, ὅ ἐστι τοῦ πλήθους τοῦ πηλοῦ.

21

.

319

Χεράδος. Τῆς ὑπὸ ποταμῶν ἀθροιζο‐ μένης ψάμμου, καὶ ξύλων συγκομιδῆς. Ἀρίσταρχος δέ φησι, χεράδας καλεῖσθαι τοὺς ποταμοὺς, καὶ τοὺς ἐν αὐτοῖς λί‐
5θους· εἶναι δὲ τὸν νοῦν τοιοῦτον, πολλῇ ἰλύϊ οὐκ ὀλίγον πλῆθος τῶν ποταμίων λί‐ θων ἐπισωρεύσας χώσω, χεράδος οὖν, λι‐ θάδος.

21

.

320

Ἐπιστήσονται. Γνῶναι δυνήσονται.

21

.

321

Ἀλλέξαι. Ἀναλέ‐ ξαι, συλλέξαι. Ἄσιν. Ἰλύν. ὅ ἐστι γῆν ψαμμώδη, ὅθεν ἀσιογεῖαι αἱ αἱμα‐ σιαί.

21

.

323

Τυμβοχοῆς. Χωστοῦ τά‐ φου. τύμβος γὰρ ὁ τάφος. τὸ πλῆρες τυμβοχοῆσαι. οὕτως Ἀρίσταρχος καὶ Ἀ‐ σκαλωνίτης, καὶ οἱ πλείους. ἄμεινον γὰρ
5ἐν τῷ ῥήματι τὸ πρᾶγμα λαμβάνειν, ἢ τῷ ὀνόματι.

21

.

324

Θύων. Πληθύων καὶ ὁρμῶν.

21

.

325

Μορμύρων. Ἀναζέων. πληθύων.

21

.

326

Πορφύρεον. Νῦν βαθύ. Διϊπετέος. Τοῦ ἐκ τῶν ὄμβρων τοῦ Διὸς γεγονότος.

21

.

327

Ἀειρόμενον. Ἐπαιρό‐ μενον, ὑψούμενον. Κατὰ δ’ ᾕρεε. Κατε‐ λάμβανε δέ.

21

.

331

Κυλλοπόδιον. Χω‐ λέ. λέγει δὲ τὸν Ἥφαιστον. Ἄντα σέ‐ θεν γὰρ Ξάνθον δινήεντα. Κατὰ σοῦ γὰρ ἄξιον ἀνταγωνιστὴν ἡγούμεθα τὸν
5Ξάνθον.

21

.

333

Πιφαύσκεο. Ἐνδείκνυσο δὲ καὶ διέγειρε πολλὴν φλόγα ἐμφαίνων, ἵνα γνῶ τὴν τοῦ πυρὸς δύναμιν.

21

.

335

Εἴσομαι. Ὁρμήσω. πορεύσομαι.

21

.

336

Κῄαι. Καύσει.

21

.

337

Φλέγμα. Φλό‐ γωσιν, πύρωσιν.

21

.

338

Ἐν δ’ αὐτὸν ἵει πυρί. Καὶ αὐτὸν δὲ τὸν Ξάνθον πε‐ ρίβαλλε πολλῇ φλογί.

21

.

341

Σχεῖν. Ἐπισχεῖν. Ἀκάματον. Ἀκατάπαυστον. πολύ· ἢ παρ’ ὅσον τὸ πῦρ ἀκμητὶ ἐκβό‐ σκεται τὴν ὕλην.

21

.

342

Τιτύσκετο. Κατεσκεύαζεν, ηὐτρέπιζεν.

21

.

346

Ὀ‐ πωρινός. Ὁ κατὰ τὴν ὀπώραν πνέων. Νεοαρδέα. Νεωστὶ πεποτισμένην καὶ ἀρδευθεῖσαν.

21

.

347

Ἐθείρῃ. Ἐξ ἔθους ἐπιμελοῖτο.

21

.

351

Θρύον. Εἶδος πόας, ὁ λεγόμενος θρύσις. Κύπειρον. Ἔνιοί φασι κήβριον.

21

.

355

Πνοιῇ. Θέρμῃ. Πολυμήτιος. Πολυτέχνου.

21

.

356

Ἴς. Δύναμις.

21

.

361

Ἀνέφλυε. Ἀνέζει.

21

.

363

Κνίσσῃ μελδόμενος. Ἀντὶ τοῦ τὰ λίπη τήκων. παθητικὸν ἀντὶ ἐνεργητικοῦ τὸ μέλδων. Σιάλοιο. Εὐτραφοῦς, λιπα‐ ροῦ.

21

.

364

Ἀμβολάδην. Ἀναβάλλων. Κάγκανα. Κατάξηρα, παρὰ τὸ κῆαι.

21

.

366

Οὐδ’ ἔθελε. Νῦν, οὐκ ἠδύνατο. Ἀλλ’ ἴσχετο. Ἀλλὰ ἐπίσχετο.

21

.

369

Ἔχραε. Ἐπεὶ ἐξαρχῆς ἐπηνέχθη σφο‐ δρῶς. Κήδειν. Λυπεῖν, κακοῦν.

21

.

370

Ἐξ ἄλλων. Ὑπὲρ τοὺς ἄλλους.

21

.

375

Μαλερῷ. Τῷ πάντα μαραίνοντι. Δά‐ ηται. Καίηται.

21

.

379

Σχέο. Ἐπίσχες.

21

.

380

Στυφελίζειν. Ταράσσειν, θλί‐ βειν, κακοῦν.

21

.

382

Κατέσχετο καλὰ ῥέεθρα. Γράφεται καὶ κατέσσυτο, ἵν’ ᾖ τὰ καλὰ ῥεῖθρα ὥρμησε.

21

.

385

Βε‐ βριθυῖα. Βαρεῖα, δεινή.

21

.

386

Ἄητο. Ἐκινεῖτο, ὥρμα. Δίχα δέ σφισι θυμὸς ἄητο. Διχῶς δὲ αὐτῶν ὡρμήθη ἡ ψυχὴ, τουτέστι διάφορον ἔσχον τὴν γνώμην.

21

.

387

Πατάγῳ. Ψόφῳ.

21

.

388

Ἀμφὶ δὲ σάλπιγξ ἴαχε. Περιήχησεν δὲ ἡ σάλπιγξ, ἐξ ὧν προείρηται, ὅτι τῶν ἰδί‐ ων χρόνων ὠνόμακε τὴν σάλπιγγα ὁ Ποι‐
5ητής.

21

.

392

Ῥινοτόρος. Ὁ τιτρώσκων καὶ διακόπτων τοὺς ῥινούς. ῥινοὶ δὲ κα‐ λοῦνται αἱ ἀσπίδες, ὅτι ἐκ βοείων βυρ‐ σῶν εἰσιν. ὁμοίως δὲ καὶ τὸ τῶν ἀνθρώ‐
5πων δέρμα.

21

.

393

Ὀνείδειον. Ὀνειδι‐ στικόν.

21

.

394

Κυνόμυια. Ἀναιδὴς ὡς μυῖα. ἐκ δύο ἀναιδῶν τελείων τοῦ τε κυ‐ νὸς καὶ τῆς μυίας διὰ τὸ ὑπερβάλλον τῆς ἀναιδείας. Συνελαύνεις. Συμβάλλεις εἰς
5μάχην.

21

.

395

Θάρσος ἄητον. Μέγι‐ στον θάρσος.

21

.

397

Πανόψιον ἔγχος.
Ἐν τῇ πάντων ὄψει ὁρώμενον. πᾶσιν ὁρώ‐ μενον. Οἱονεὶ πανόρατον.

21

.

398

Ἔδα‐ ψας. Ἔκοψας.

21

.

403

Ἀναχασσα‐ μένη. Ὑποχωρήσασα.

21

.

405

Οὖρον ἀ‐ ρούρης. Ὅρον χώρας.

21

.

408

Ἀμφαρά‐ βησε. Περιήχησεν.

21

.

410

Ἐπεφράσω. Ἐπέγνως, ἐνόησας. Ἀρείων. Βελτίων.

21

.

412

Οὕτω κεν τῆς μητρὸς ἐριννύας ἐξα‐ ποτίνοις. Οὕτως ἄν σε αἱ τῆς μητρὸς ἐριννύες μετέλθοιεν.

21

.

413

Χωομένη.
Νῦν ὀργιζομένη.

21

.

422

Μέτελθε. Ἐπ’ αὐτὴν παραγενοῦ. τιμώρησον.

21

.

423

Μετέσσυτο. Ὥρμη‐ σεν.

21

.

424

Ἐπιεισαμένη. Ἐφορμήσασα.

21

.

430

Θαρσαλέοι. Εὐθαρσεῖς.

21

.

437

Αἴσχιον. Ὀνειδιστικόν.

21

.

438

Χαλκοβα‐
τές. Ἰσχυρόν.

21

.

443

Ἀγήνορι. Ἀνδρείῳ.

21

.

444

Θη‐ τεύσαμεν. Ἐπὶ μισθῷ ἐδουλεύσαμεν.

21

.

445

Ἐπὶ ῥητῷ. Ἐπὶ ὡμολογημένῳ καὶ ὡρισμένῳ μισθῷ. πῶς δέ φησιν Ἀπόλλων μὲν οὐ μέμνηται τῆς παρὰ Λαομέδοντος θητείας, Ποσειδῶν δὲ μνεί‐
5αν ταύτης ποιεῖται; καὶ ῥητέον, ὅτι Ποσειδῶν μὲν εἰκότως τοῖς Ἕλλησι βοη‐ θεῖ, καὶ προσέτι παροξύνεται τῇ μνήμῃ. Ἀπόλλων δὲ οὐ μνησικακεῖ, διότι μᾶλλον τιμᾶται παρ’ αὐτῶν, ἡ δὲ τελευταία
10χάρις κἂν ἐλάσσων ᾖ δύναται μεῖζον ἔγκλημα λῦσαι.

21

.

446

Ἔδειμα. Ὠι‐ κοδόμησα.

21

.

448

Φοῖβε, σὺ δ’ εἰλίπο‐ δας ἕλικας βοῦς βουκολέεσκες. Φασὶ τὸν Ἀπόλλωνα κεκλῆσθαι νόμιον, διὰ τοιαύ‐ την αἰτίαν. οἱ παλαιοὶ τοὺς λοιμοὺς ἐξ
5Ἀπόλλωνος ἐνόμιζον. πᾶς δὲ λοιμὸς ἀπὸ τῶν ἀλόγων ἄρχεται, ὥς φησι καὶ Ὅ‐ μηρος· Οὐρῆας μὲν πρῶτον ἐπῴχετο, καὶ κύνας ἀργούς. βουλόμενοι οὖν τὸν θεὸν δυσωπεῖν, ἵνα τοὺς λοιμοὺς ἀποστρέψῃ,
10νόμιον καὶ φύλακα τῶν βοσκημάτων ἐ‐ κάλεσαν. ὅθεν ἠδύνατο Ὅμηρος εἰπεῖν ἐβουκόλησε παρὰ Λαομέδοντι, καὶ Ἀδ‐ μήτῳ ἱπποφόρβησεν, οὕτως ἱστορεῖ Ἀ‐ πολλόδωρος. Ἕλικας βοῦς βουκολέεσκες.
15Ἔνεμες, ἔβοσκες. ἕλικας καὶ τὰς βοῦς φησιν ἐπιθετικῶς, ἤτοι ἀπὸ τῆς κινήσεως τῶν ποδῶν, καθ’ ὃ εἰλίποδες λέγονται, ἢ τοὺς ἑλικοειδῆ τὰ κέρατα ἔχοντας, ὅ ἐστιν ἐπικαμπῆ.

21

.

449

Κνημοῖσι. Ταῖς προβάσεσι τῶν ὀρῶν. Πολυπτύχου. Πολλὰς ἐξοχὰς καὶ ἀποκλίσεις ἔχοντος.

21

.

450

Πολυγηθέες. Πολλὴν χαρὰν τοῖς ἀνθρώποις τῇ αὐτῶν ἐπελεύσει ἐμποιοῦ‐ σαι.

21

.

451

Βιήσατο. Μετὰ βίας ἀφ‐ είλετο.

21

.

454

Περάαν. Περᾶσαι. Τηλεδαπάων. Πόῤῥω οὐσῶν.

21

.

455

Στεῦ‐
το. Διεβεβαιοῦτο, ὑπισχνεῖτο. Ἀπολε‐ ψέμεν. Ἀπολεπίσαι. Οὔατα. Ὦτα.

21

.

456

Κεκοτηότι. Ὀργίλῳ. Κεκοτηότι θυμῷ. Ὠργισμένῃ τῇ ψυχῇ.

21

.

458

Τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν. Διὰ οὖν τὰς τοιαύτας αἰτίας, τοῖς τούτου ὄχλοις φέρεις χάριν.

21

.

460

Πρόχνυ. Παντε‐ λῶς, πρόῤῥιζοι.

21

.

462

Σαόφρονα. Σώ‐ φρονα, φρόνιμον.

21

.

464

Δειλέων. Δει‐ λῶν, ἀθλίων. Οἳ φύλλοισιν ἐοικότες. Ἀντὶ τοῦ φύλλοις ὅμοιοι, διὰ τὸ καὶ αὐ‐ τὰ ἀποῤῥέοντο ἀφανίζεσθαι.

21

.

465

Ζα‐ φλεγέες. Μεγάλως ἔνθερμοι. ἐνεργεῖς. δραστήριοι. ἢ λαμπροὶ καὶ αὐξανόμενοι. Τελέθουσι. Γίγνονται.

21

.

467

Δηρια‐ άσθων. Φιλονεικείτωσαν.

21

.

468

Αἴδε‐ το. Ἠιδεῖτο.

21

.

469

Πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσιν. Εἰς χεῖρα ἐλθεῖν τοῦ πατρὸς ἀδελφοῦ.

21

.

471

Ἀ‐ γροτέρη. Κυνηγετικὴ, θηρατική. λέγει δὲ τὴν Ἄρτεμιν.

21

.

473

Μέλεον. Μά‐ ταιον.

21

.

481

Ἀδδεές. Μὴ δεδοικυῖα, θρασεῖα.

21

.

482

Μένος ἀντιφέρεσθαι. Ἐναντιοῦσθαι τὴν δύναμιν.

21

.

483

Λέ‐ οντα. Ἐπίφοβον ὡς λέοντα.

21

.

485

Βέλ‐ τερον. Βέλτιον, κρεῖσσον.

21

.

486

Ἀ‐ γροτέρας. Ἀγρίας.

21

.

487

Δαήμεναι. Μαθεῖν.

21

.

489

Ἔμαρπτε. Κατέλαβεν. Ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε. Ἀμφοτέρας τὰς χεῖρας συνέλαβε τῶν καρπῶν.

21

.

490

Αἴνυτο. Ἀφῃρεῖτο.

21

.

491

Ἔθεινεν. Ἔτυπτεν.

21

.

493

Πέ‐ λεια. Περιστερά.

21

.

494

Ἴρηκος. Ἱέ‐ ρακος. Προσληπτέον τὸ διωκομένη.

21

.

495

Χηραμόν. Χώρημα. κατάδυσιν. Ἁλώ‐ μεναι εἵμαρτο. Ληφθῆναι εἱμαρμένον ἦν.

21

.

499

Πληκτίζεσθαι. Διαπληκτίζεσθαι. στασιάζειν.

21

.

502

Συναίνυτο. Συνε‐ λάμβανε.

21

.

503

Πεπτεότα. Πεπτω‐ κότα. Στροφάλιγγι. Συστροφῇ.

21

.

507

Ἑανός. Πέπλος. Προτὶ οἷ. Πρὸς ἑαυ‐ τόν.

21

.

511

Ἐϋστέφανος. Καλὴν στε‐ φάνην ἔχουσα. στεφάνη δέ ἐστι κόσμος
γυναικεῖος, καὶ περικεφαλαίας εἶδος.

21

.

516

Μέμβλετο. Ἔμελλεν.

21

.

521

Ὤ‐ λεκεν. Ἀνῄρει.

21

.

530

Ἀγακλειτούς. Ἐνδόξους. Πυλαωρούς. Πυλωρούς.

21

.

531

Πεπταμένας. Ἀνεωγμένας.

21

.

534

Ἀλέντες. Συστραφέντες.

21

.

535

Αὖτις ἐπ’ ἂψ θέμεναι. Πάλιν ἐπικλεῖσαι, καὶ ἐπιθεῖναι. Σανίδας. Θύρας.

21

.

537

Ἄνεσάν τε. Ἀνέστειλαν, ἐνέωξαν. Ὀ‐ χῆας. Νῦν μοχλούς.

21

.

538

Πετασθεῖ‐ σαι. Ἐξαπλωθεῖσαι, ἀνοιχθεῖσαι.

21

.

541

Δίψῃ καρφαλέοι. Ξηροὶ ὑπὸ δίψῃς. Καρφαλέοι. Ξηροί.

21

.

542

Σφεδανόν. Ἀντὶ τοῦ σφεδανῶς, ἐσπευσμένως, ἢ κα‐ ταπληκτικῶς.

21

.

549

Κεκλιμένος φηγῷ. Ἀντὶ τοῦ περιεχόμενος ὑπὸ φηγοῦ. καὶ περικεκλιμένος αὐτῇ.

21

.

551

Πόρφυρε. Κατὰ βάθος ἐμερίμνα, καὶ διενοεῖτο.

21

.

556

Εἰ δ’ ἂν ἐγὼ ὑποκλονέεσθαι ἐάσω Πηλείδῃ. Ὑπὸ Ἀχιλλέως συγχωρήσω ταράσσεσθαι.

21

.

558

Πεδίον Ἰλήϊον. Τόπος ἐν ᾧ ὁ Ἴλλου τάφος ἐστί.

21

.

559

Ῥωπήϊα. Ἱμαντώδη φυτὰ, ἀφ’ οὗ τὰ δάσεα τῆς ὕλης.

21

.

562

Διελέξατο. Διελογίσατο.

21

.

563

Ἀπαειρόμενον. Ἀπ‐ αίροντα.

21

.

564

Μάρψῃ. Καταλάβῃ.

21

.

567

Εἰ δέ κέν οἱ προπάροιθε πόληος.
Ἐὰν δὲ αὐτῷ ἔμπροσθεν τῆς πόλεως.

21

.

570

Ὀπάζει. Κατόπιν διώκει.

21

.

571

Ἀλείς. Συστραφείς.

21

.

573

Ξυλόχοιο. Ὑλώδους τόπου συνδένδρου.

21

.

578

Ἀλ‐ κῆς. Νῦν ἀλεξήσεως, βοηθείας.

21

.

582

Ἀΰτει. Ἐβόα.

21

.

583

Ἦ δή που μάλ’ ἔολπας. Ὄντως δὴ πάνυ ἤλπικας.

21

.

584

Ἀγερώχων. Αὐθαδῶν.

21

.

588

Εἰ‐ ρυόμεσθα. Φυλάττομεν. Πότμον ἐφέ‐
ψεις. Τεθνήξῃ, ἐπὶ θάνατον ἔλθῃς.

21

.

594

Ἠρύκακε. Κατέσχεν.

21

.

599

Ἀ‐ ποέργαθεν. Ἀπεῖργεν, ἀπεχώριζε.

21

.

604

Ἔθελγε. Νῦν ἠπάτα.

21

.

610

Ἐσέχυν‐
το. Ἀθρόως ἐπῆλθον.

22

.

1

Κατὰ ἄστυ. Κατὰ τὴν πόλιν. Πεφυζότες. Δεδειλιακότες, ἐκπεπληγμέ‐ νοι, ἢ μετὰ δέους πεφυγότες.

22

.

2

Ἀπε‐ ψύχοντο. Πρὸς ἄνεμον ἐξηραίνοντο, ἀν‐ εκτῶντο ἑαυτούς. Ἀκέοντο. Ἐθεραπεύ‐ οντο. κυρίως ἀκεῖσθαι, τὸ ἄχος ἰᾶσθαι.
5καὶ τὸ ὁπωσδήποτε θεραπεύειν, ὅθεν Φρύ‐ γες ἀκεστὴν τὸν ἰατρὸν, καὶ Ἀθηναῖοι ἀκέστορα φασί.

22

.

3

Κεκλιμένοι καλῇσιν ἐπάλξεσιν. Προσκεκλιμένοι. ὅ ἐστι πε‐ ριεχόμενοι ὑπὸ τῶν τειχῶν. ἐπάλξεις γὰρ οἱ τῶν τειχῶν καλούμενοι προμαχῶνες.

22

.

4

Ἴσαν. Παρεγένοντο. Σάκε’ ὤμοισι κλίναντες. Τοὺς ὤμους ταῖς ἀσπίσι κα‐ λύψαντες.

22

.

5

Ὀλοή. Ὀλεθρία.

22

.

11

Τρώων πόνος. Τὸ κατὰ Τρώων ἔργον.

22

.

12

Ἄλεν. Συνεστράφησαν, ἔφυγον.
Λιάσθης. Ἐξέφυγες, ἐξέκλινας, ἢ ἐ‐ πλανήθης.

22

.

13

Μόρσιμος. Μοίρᾳ ὑπο‐ κείμενος, θνητός.

22

.

15

Ὀλοώτατε. Ὀ‐ λεθριώτατε.

22

.

17

Ὀδάξ. Τοῖς ὀδοῦ‐ σιν.

22

.

19

Ὀπίσω. Ὕστερον. χρονι‐ κῶς.

22

.

20

Ἦ ς’ ἂν τισαίμην. Ἐτι‐ μωρησάμην ἄν σε.

22

.

22

Σευάμε‐ νος. Ὁρμήσας. Ἀεθλοφόρος. Ἀγω‐ νιστής.

22

.

23

Θέῃσι. Τρέχῃ. Τιται‐ νόμενος. Τείνων. ἕλκων.

22

.

24

Λαι‐ ψηρά. Ταχέα. Ἐνώμα. Κατέφερεν. ἐκίνει.

22

.

27

Ὀπώρης. Κατὰ τὸ φθινό‐ πωρον. Εἶσιν. Ἀνατέλλει, ἄνεισι τὴν ἑώαν ἀνατολὴν δηλονότι. Ἀρίζηλοι. Λαμπραὶ, εὐσύνοπτοι.

22

.

29

Ὅν τε κύν’ Ὠρίωνος. Τὸν ἀστρῶον κύνα οὕτως ἔφη. ἔνιοι δέ φασι τόνδε τὸν κατηστερισμένον κύνα, οὐκ Ὠρίωνος, ἀλλὰ Ἠριγόνης ὑπάρ‐
5χειν, ὃν κατηστερισθῆναι διὰ τοιαύτην αἰτίαν. Ἱκάριος γένος μὲν ἦν Ἀθηναῖος ἔσχε δὲ θυγατέρα Ἠριγόνην, ἥτις κύνα νήπιον ἔτρεφε. ξενίσας δέ ποτε ὁ Ἱκάριος Διόνυσον, ἔλαβε παρ’ αὐτοῦ οἶνόν τε καὶ
10ἀμπέλου κλῆμα. κατὰ δὲ τὰς τοῦ θεοῦ ὑποθήκας, περιῄει τὴν γῆν προφαίνων τὴν τοῦ Διονύσου χάριν, ἔχων σὺν ἑαυτῷ καὶ τὸν κύνα. γενόμενος δὲ ἐκτὸς τῆς πόλεως, βουκόλοις οἶνον παρέσχε. οἱ δὲ ἀθρόως ἐμ‐
15φορησάμενοι, οἱ μὲν εἰς βαθὺν ὕπνον ἐτράπησαν. ὀψέ τε ἐγερθέντες, καὶ νομί‐ σαντες πεφαρμάχθαι, τὸν Ἱκάριον ἀπέ‐ κτειναν. ὁ δὲ κύων ὑποστρέψας πρὸς τὴν Ἠριγόνην, δι’ ὠρυγμοῦ ἐμήνυσεν αὐτῇ τὰ
20γενόμενα. ἡ δὲ μαθοῦσα τὸ ἀληθὲς, ἑαυ‐ τὴν ἀνήρτησε. νόσου δὲ ἐν Ἀθήναις γενο‐ μένης, κατὰ χρησμὸν Ἀθηναῖοι τόν τε Ἱκάριον καὶ τὴν Ἠριγόνην ἐνιαυσιαίαις ἐγέραιρον τιμαῖς. οἳ καὶ κατηστερισθέν‐
25τες, Ἱκάριος μὲν Βοώτης ἐκλήθη, Ἠρι‐ γόνη δὲ παρθένος. ὁ δὲ κύων τὴν αὐτὴν ὀνομασίαν ἔσχεν. Ἱστορεῖ Ἐρατοσθένης.

22

.

30

Σῆμα. Σημεῖον.

22

.

31

Πυρετόν. Ἤτοι κυρίως ὡς ἡμεῖς λέγομεν, ἢ τὴν τοῦ ἀέρος ἔκκαυσιν.

22

.

39

Ἄνευθ’ ἄλ‐ λων. Χωρὶς τῶν λοιπῶν.

22

.

40

Πηλεί‐ ωνι δαμείς. Ὑπὸ Ἀχιλλέως ἀναιρεθείς.

22

.

41

Τοσσόνδε. Τοσοῦτον.

22

.

43

Ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι. Οὕ‐ τως ἂν ἀπέλθοι μου τὰ κακὰ τῶν φρε‐ νῶν.

22

.

44

Εὖνιν. Ἔρημον. χῆρον. ἐστε‐ ρημένον. εὖνιν ὅ ἐστιν εὐναζόμενον, ἐξ οὗ τὸ ἡσυχάζοντα, ἐξ οὗ ἠρημωμένον, ἐξ οὗ ἐστερημένον. ἢ παρὰ τὸ εἷς ἑνὸς ἕνις καὶ
5εὖνις, ὁ μεμονωμένος.

22

.

45

Περνάς.
Πιπράσκων. Τηλεδαπάων. Πόῤῥω οὐ‐ σῶν.

22

.

47

Ἀλέντων. Συστραφέντων. συγκλεισθέντων. φυγόντων.

22

.

48

Κρεί‐ ουσα. Κρατιστεύουσα.

22

.

50

Ἀπολυ‐ σόμεθα. Ἀπολυτρωσόμεθα.

22

.

51

Ὀνο‐ μακλυτός. Ἔνδοξος. ἀναγνωστέον δὲ ὑφ’ ἕν.

22

.

54

Μινυνθαδιώτερον. Ὀλιγο‐ χρονιώτερον.

22

.

58

Αἰῶνος. Βίου, ζωῆς. Ἀμερθῇς. Στερηθῇς, ἀφαιρεθῇς.

22

.

59

Ἔτι φρονέοντα. Ἔτι σωφρονοῦντα, πρὶν ἐπιστῆναί σοι τοὺς πολεμίους. ἤγουν ἕως τοῦ φρονεῖν εἰμι κύριος.

22

.

60

Ἐπὶ γή‐ ραος οὐδῷ. Ἐπὶ τῇ τοῦ γήρως ἐξόδῳ, ἐπὶ τῷ τέρματι.

22

.

61

Ἐπιδόντα. Θεασά‐ μενον.

22

.

62

Ἑλκυσθείσας τε θύγα‐ τρας. Ἀντὶ τοῦ αἰχμαλωτισθείσας.

22

.

63

Κεραϊζομένους. Πορθουμένους.

22

.

64

Βαλλόμενα ποτὶ γαίῃ. Προσρηγνύμενα τῇ γῇ.

22

.

65

Νυούς. Νύμφας.

22

.

66

Πύματον. Τελευταῖον, ἔσχατον. Πρώ‐
τῃσι θύρῃσι. Ταῖς πρώταις θύραις, ταῖς προαυλίοις.

22

.

67

Ὠμησταί. Ὠμοφά‐ γοι. Ἐρύουσιν. Ἑλκύσουσι.

22

.

68

Τύ‐ ψας. Ἐκ χειρὸς πλήξας. Ῥεθέων. Τῶν τοῦ σώματος μελῶν, ὅτι κατὰ παν‐ τὸς μέλους τὸ ζωτικὸν καὶ ψυχικόν ἐστι.
5ῥέθη δὲ τὰ ζῶντα μέλη, δι’ ὧν ῥέζομέν τι· Αἰολεῖς δὲ, τὸ πρόσωπον· καὶ ῥεθομα‐ λίδας τὰς εὐπροσώπους.

22

.

69

Τραπε‐ ζῆας. Τοὺς ἐν τραπέζῃ τρεφομένους. Πυλαωρούς. Πυλωρούς. φύλακας.

22

.

70

Ἀλύσσοντες. Ὑπὸ πλησμονῆς ἀλύοντες. οἷον ἐν ἄλῃ ὄντες, δυσφοροῦντες, οἱ δὲ εἶπον ἄγαν λυττῶντες.

22

.

71

Κείσοντ’ ἐν προθύροισιν. Κείσονται ἐν τοῖς προθύ‐ ροις.

22

.

74

Πολιόν. Ἢ τὸ πεπολιωμένον, ἢ τὸ ἔντιμον καὶ αἰδοῦς ἄξιον τοῦ σώμα‐ τος.

22

.

75

Αἰσχύνωσι. Καταισχύνωσιν, ἐνυβρίσωσιν.

22

.

76

Οἴκτιστον. Ἐλεει‐ νὸν, οἰκτρόν. Δειλοῖσι. Δειλαίοις, ἀθλί‐ οις.

22

.

80

Κόλπον ἀνιεμένη. Γυμνοῦσα τὸν κόλπον. λέγει δὲ τὸ κατὰ στῆθος μέρος. Ἀνέσχεν. Ἀνέτεινεν.

22

.

82

Αἴ‐ δεο. Αἰδοῦ, ἐντρέπου.

22

.

83

Λαθικηδέα
μαζόν. Τὸν λήθην ἐμποιοῦντα τοῖς παισὶ τῶν κακῶν πάντων.

22

.

84

Ἄμυνε. Ἀμύνου. Δήϊον. Πολεμικὸν, ἐχθρόν.

22

.

87

Θάλος. Βλάστημα, φυτὸν πᾶν τὸ νέον, ἀπὸ τοῦ θάλλειν τῇ αὐξήσει.

22

.

88

Πολύδωρος. Πολλὰ δωρουμένη ἀγαθὰ, ἢ ἡ μετὰ πολλῶν δώρων καὶ ἔδνων γεγα‐ μημένη.

22

.

93

Χειῇ. Σχισμῇ. λέγει δὲ, τῇ τοῦ δράκοντος καταδύσει. Ὀρέστε‐ ρος. Ἐν ὄρει διατρίβων. ὄρειος. ἐξ οὗ ἄγριος.

22

.

94

Βεβρωκώς. Φαγὼν τὰ κακωτικὰ καὶ ἰοῦ ποιητικὰ φάρμακα. λέγει δὲ μύρμηκας καὶ κανθάρους.

22

.

95

Δέδορκε. Βλέπει. διὰ γὰρ τοῦτο καὶ δράκων εἴρηται, διὰ τὸ ὀξέως δεδορκέναι. Ἑλισσόμενος. Συστρεφόμενος, εἱλούμε‐ νος.

22

.

97

Προὔχοντι. Προέχοντι.

22

.

100

Ἐλεγχείην. Ὄνειδος.

22

.

102

Ὤρε‐ το. Ὥρμησεν.

22

.

104

Ἀτασθαλίῃσιν. Ἁμαρτίαις, βλάβαις.

22

.

106

Εἴπῃσι. Περὶ ἐμοῦ εἴπῃ.

22

.

110

Ἐϋκλειῶς. Ἐνδόξως.

22

.

118

Κέκευθε. Κέκρυφεν. ἐν αὐτῇ εἶχε.

22

.

119

Γερούσιον ὅρκον. Τὸν ἐπὶ τῶν ἐντίμων ὅρκον, ὃν ἐν τοῖς ἐν‐ τίμοις ἐξῆν ὀμόσαι.

22

.

123

Ἵκωμαι. Νῦν ἀντὶ τοῦ ἱκετεύσω.

22

.

124

Αἰδέσε‐ ται. Προσδέξεται, ὡς ἱκέτην. οἱ γὰρ ἱκέται αἰδοῖοι.

22

.

126

Οὐ μέν πως νῦν ἐστιν ἀπὸ δρυὸς οὐδ’ ἀπὸ πέτρης Τῷ ὀαρι‐ ζέμεναι. Οὐκ ἔστι φησὶν ἄντικρυς Ἀ‐ χιλλέως μύθους διηγεῖσθαι, ὁποίους ἂν
5παρθένοι καὶ ἠΐθεοι. οἱ γὰρ παλαιοὶ τὰ ἐκτιθέμενα βρέφη παρὰ δρυσὶ ἢ πέτραις εὑρίσκοντες, ἐνόμιζον ἐκ τούτων γεγεννῆ‐ σθαι. ἐκ τοιούτου δὲ ἐγένετο ἡ ὑπόληψις. οἱ γὰρ παλαιοὶ νομαδικῷ ἐχρῶντο βίῳ,
10οἰκίας μηδέπω κεκτημένοι. αἱ οὖν γυναῖ‐ κες τίκτουσαι ἐν τοῖς ὄρεσιν ὑπὸ τὰ κοι‐ λώματα τῶν πετρῶν καὶ δρυῶν ἀνέστρε‐ φον. εὑρίσκοντες δέ τινες, ἐνόμιζον ἐκεῖθεν γεγεννῆσθαι. ἡ ἱστορία παρὰ Διδύμῳ.

22

.

127

Ὀαριζέμεναι. Γυναικώδεις προσ‐ διαλέγεσθαι λόγους. ὄαροι γὰρ, αἱ γυναῖ‐ κες.

22

.

128

Ἠΐθεος. Ἀκμάζων νέος.

22

.

129

Ξυνελαυνέμεν. Συμβάλλειν.

22

.

130

Εἴδομεν. Μάθωμεν.

22

.

132

Κορυθάϊκι. Πολεμικῷ. κινοῦντι τὴν περικεφαλαίαν καταπλήξεως ἕνεκα καὶ φόβου τῶν ἐναν‐
τίων.

22

.

140

Οἴμησεν. Ὥρμησε. Πέλειαν. Περιστεράν.

22

.

141

Φοβεῖται δέ. Φεύγει δέ. Λεληκώς. Κεκραγὼς, νῦν δὲ ἦχον διὰ τῆς πτήσεως ἀποτελῶν.

22

.

145

Ἠνεμόεντα. Καταπνεόμενα. ὑψη‐ λά. τὰ γὰρ ὑψηλότερα μέρη μᾶλλον καταφυσᾶται τῶν κοίλων.

22

.

146

Ἀμα‐ ξιτόν. Ἀμαξήλατον ὁδόν. Ἐσσεύοντο. Ὥρμων.

22

.

147

Κρουνώ. Κρουνοὶ, κυρίως μὲν αἱ ἀρχαὶ τῶν ῥευμάτων. νῦν δὲ οἱ τόποι ὅπου πλύνουσι.

22

.

148

Ἀναΐσσουσι.
Ἀνορμῶσι.

22

.

154

Λαΐνεοι. Λίθινοι.

22

.

159

Ἱε‐ ρήϊον. Ἱερεῖον ταῦρον. Βοείην. Βύρ‐ σαν.

22

.

160

Ἀρνύσθην. Ὑπὲρ ἀγῶνος ἐσπούδαζον λαβεῖν. Ἀέθλια. Ἀγω‐ νίσματα.

22

.

162

Ἀεθλοφόροι. Ἀγωνι‐ σταὶ, ἀθληταί. Τέρματα. Τέλη, καμ‐ πτῆρας.

22

.

163

Τρωχῶσι. Τρέχουσι.

22

.

165

Περιδινηθήτην. Ἐκύκλωσαν, περιῆλθον.

22

.

172

Πόλει ἀκροτάτῃ. Ἀκροπόλει.

22

.

188

Ἔφεπεν. Ἐδίωκεν.

22

.

189

Δίηται. Διώξει.

22

.

190

Ὄρσας ἐξ εὐνῆς. Ἐκ τῆς κοίτης ἐγείρας ὥρμησε. Διά τ’ ἄγκεα καὶ διὰ βήσ‐ σας. Ἀντὶ τοῦ δι’ ἀγκέων καὶ βησσῶν, οὕ‐ τω δὲ καλοῦνται οἱ κοῖλοι καὶ βάσιμοι τῶν
5ὀρῶν τόποι.

22

.

191

Καταπτήξας. Δει‐ λιάσας. Θάμνῳ. Θάμνοι καλοῦνται οἱ σύμφυτοι καὶ ὑλώδεις τόποι, παρὰ τὸ θαμινόν.

22

.

192

Ἀνιχνεύων. Ἐξ ἴχνους διώκων.

22

.

194

Ὁρμήσειε πυλάων Δαρ‐ δανιάων. Ὡς ἐπὶ τὰς Δαρδάνου πύλας ὁρμήσει.

22

.

201

Ὣς ὃ τὸν οὐ δύνατο μάρψαι ποσὶν, οὐδ’ ὃς ἀλύξαι. Πῶς τά‐ χιστος ὢν ὁ Ἀχιλλεὺς, οὐ καταλαμβά‐ νει τὸν Ἕκτορα; καὶ φασὶν οἱ μὲν ἐξε‐
5πίτηδες αὐτὸν ὑπὸ τοῦ Ποιητοῦ καταπε‐ πονῆσθαι πολλῷ πόνῳ πρότερον, ἵν’ ὥσπερ ἐν θεάτρῳ νῦν μείζονα κινήσῃ πάθη. οἱ δὲ, ὅτι τὸν ἐνδοτέρω καὶ πρὸς τῷ τείχει δρόμον Ἕκτορος ποιουμένου, Ἀχιλλεὺς δι‐
10πλάσιον ἔκαμνεν ἔξωθεν περιθέων.

22

.

202

Ὑπεξέφερεν. Ὑπεξέφυγεν. ὠλίσθηνε. Πῶς δέ κεν Ἕκτωρ Κῆρας ὑπερξέφερε θανάτοιο. Καὶ τὰ ἑξῆς. Πῶς δέ, φη‐ σιν, ὁ Ἕκτωρ ἠδύνατο διαφυγεῖν τὸν Ἀ‐
5χιλλέα, εἰ μὴ ὑστάτην βοήθειαν παρέ‐
χων αὐτῷ ὁ Ἀπόλλων ποδώκη ἐποίησεν.

22

.

205

Καρήατι. Κεφαλῇ.

22

.

209

Τά‐ λαντα. Ζυγά.

22

.

218

Δηϊώσαντε. Ἀνελόντες.

22

.

219

Οὔ οἱ νῦν ἔτι γ’ ἐστὶ πεφυγμένον ἄμμε γενέσθαι. Ἀδύ‐
νατόν φησίν ἐστιν αὐτῷ διαφυγεῖν ἡμᾶς.

22

.

221

Προπροκυλινδόμενος πατρὸς Διός. Πρὸ τῶν ποδῶν τοῦ Διὸς κυλινδούμενος, ὅ ἐστιν ἱκετεύων.

22

.

222

Ἄμπνυε. Ἀνα‐ παύεο.

22

.

225

Χαλκογλώχινος. Χαλ‐ κᾶς ἐχούσης γωνίας.

22

.

235

Νῦν δ’ ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι. Νῦν δ’ ἔτι μᾶλλόν σε τιμήσω.

22

.

241

Τοῖον. Τοίως, οὕτως.

22

.

244

Φειδωλή. Φειδώ.

22

.

247

Κερδοσύνῃ. Ἐντρεχείᾳ, πονηρίᾳ, ἀπάτῃ.

22

.

250

Φοβήσομαι. Φεύξομαι.

22

.

251

Δίον. Ἔδεισα. ἐδιω‐ κόμην. ἔφευγον.

22

.

254

Θεοὺς ἐπιδώμε‐ θα. Ὀμόσωμεν, ἐπόπτας καὶ μάρτυρας τῶν λεγομένων ποιησώμεθα.

22

.

255

Ἐ‐ πίσκοποι. Ἔφοροι, φύλακες. Ἁρμονιά‐ ων. Τῶν συνθηκῶν.

22

.

257

Καμμονίην. Τὴν ἐκ καταμονῆς νίκην, ὅ ἐστιν ἐκ μο‐ νομεροῦς.

22

.

261

Ἄλαστε. Ἀλάθητε. δεινὰ καὶ ἀνεπίληστα εἰργασμένε. Συν‐ ημοσύνας ἀγόρευε. Ἀντὶ τοῦ μή μοι περὶ συνθηκῶν διαλέγου.

22

.

263

Ὁμό‐
φρονα θυμὸν ἔχουσιν. Ὁμονοοῦσι.

22

.

265

Φιλήμεναι. Εἰς φιλίαν ἐλθεῖν.

22

.

266

Πεσόντα. Ἀναιρεθέντα.

22

.

270

Ὑπάλυξις. Ἔκκλισις, φυγή.

22

.

271

Ἀ‐ ποτίσεις. Ἐκτίσεις, ἀποδώσεις.

22

.

280

Ἠείδεις. Ἀκριβῶς ἠπίστασο, κατὰ ἐπίτασιν τοῦ η. Μόρον. Εἱμαρμένην. Ἤτοι ἔφης γε. Καί τοι ἔλεγες.

22

.

281

Ἀρτιεπής. Ἀπηρτισμένος καὶ ἱκανὸς εἰ‐ πεῖν, ἢ ἄρτι ἐσκευασμένος. δεινός. Ἐπί‐ κλοπος. Παραλογιστικὸς, ἀπατεὼν, διὰ λόγων κλέπτειν τὴν ἀλήθειαν εἰδώς.

22

.

285

Ἄλευε. Ἔκκλινε, φυλάσσου.

22

.

291

Χώσατο. Συνεχύθη, ἐλυπήθη.

22

.

293

Κατηφήσας. Στυγνάσας. Οὐδ’ ἄλλ’ ἔχε. Ὁ δὲ ἀντὶ τοῦ γάρ. οὐ γὰρ εἶχεν ἄλλο.

22

.

301

Ἀλέη. Ἔκκλισις, φυλακή. Φίλτερον. Ἥδιον.

22

.

303

Εἰ‐ ρύατο. Εἰρύοντο. ἔσωζον.

22

.

304

Ἀ‐ σπουδεί. Χωρὶς κακοπαθείας.

22

.

305

Πυθέσθαι. Γνῶναι. μαθεῖν.

22

.

310

Ἁμαλήν. Ἁπαλήν. τρυφεράν. νη‐ πίαν. Πτῶκα. Λαγωόν. παρὰ τὸ πτήσ‐ σειν. δειλὸν γὰρ τὸ ζῶον.

22

.

313

Ἀγρίου. Χαλεποῦ.

22

.

319

Εὐήκεος. Καλῶς ἠκο‐ νημένης.

22

.

322

Τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχη. Τοῦ δὲ Ἕκτορος φησὶ τὸ μὲν λοιπὸν σῶμα ὑπὸ τῶν ὅπλων κατεκάλυπτο.

22

.

323

Πα‐ τρόκλοιο βίην. Περιφραστικῶς τὸν Πά‐ τροκλον.

22

.

324

Ἧι κληῗδες ἀπ’ ὤμων αὐχέν’ ἔχουσι. Καθ’ ὃ μέρος αἱ κατα‐
κλεῖδες συνάπτουσι διείργουσαι τὸν αὐ‐ χένα ἀπὸ τῶν ὤμων.

22

.

325

Λαυκα‐ νίης. Στόμαχος, λαιμός. Ἵνα τε ψυ‐ χῆς ὤκιστος ὄλεθρος. Ὅπου τρώσεως γε‐ νομένης, ταχεῖα γίνεται τῆς ψυχῆς ἡ
5ἀπώλεια, καί τοι ἀθάνατον οἶδε τὴν ψυ‐ χήν. νῦν οὖν τὴν ἀφάνειαν φησὶν αὐτῆς καὶ τὸν ἀπὸ τοῦ σώματος χωρισμόν. Πραξαγόρας δὲ ἐν τῇ Ἀνατομῇ οὕτως φησί· Μετὰ δὲ τὴν τῆς γλώττης θέσιν
10ὑπέρκειται κατὰ τὸ ἔσχατον τοῦ οὐρανοῦ ἡ κιονίς. μετὰ δὲ ταύτην φάρυγξ καὶ στόμαχος. ἔστι δὲ ὁ μὲν φάρυγξ ἐκ τοῦ ἐμπροσθίου, ὁ δὲ στόμαχος ἐκ τοῦ ὀπι‐ σθίου, προσπεφυκὼς τοῖς τοῦ τραχήλου
15σπονδύλοις. καὶ ὁ μὲν φάρυγξ ἐμφύεται εἰς τὸν πνεύμονα. ὁ δὲ στόμαχος εἰς τὴν κοιλίαν. καὶ μεταξὺ δὲ φάρυγγος καὶ γλώσσης ἐπιγλωσσὶς ἐπιπωματίζουσα τοῦ φάρυγγος τὸ στόμα. Ποσειδώνειος
20δέ φησι κατὰ ῥιπὴν τῆς τροφῆς σκέπε‐ σθαι ὑπὸ τῆς ἐπιγλωττίδος τὸν βρόγχον.

22

.

326

Ἔλασσεν. Ἔπληξεν, ἔτρωσεν.

22

.

328

Ἀσφάραγον. Φάρυγγα. βρόγχον.

22

.

332

Σῶς ἔσσεσθαι. Σωθήσεσθαι. Ὀ‐ πίζεο. Ἐντροπὴν ποιοῦ.

22

.

333

Ἀοσ‐ σητήρ. Βοηθός.

22

.

336

Ἀϊκῶς. Αἰκι‐ στικῶς, ὑβριστικῶς.

22

.

337

Ὀλιγοδρα‐ νέων. Ὀλιγοδυναμῶν, ὀλίγον ἰσχύων.

22

.

339

Καταδάψαι. Καταδαπανῆσαι,
κατακόψαι.

22

.

345

Μή με γούνων γουνάζεο, μηδὲ το‐ κήων. Μή με πρὸς τῶν γονάτων καὶ γονέων λιτάνευε.

22

.

348

Ἀπαλάλκοι. Ἀποδιώξοι.

22

.

349

Εἰκοσινήριτ’ ἄποι‐ να. Εἰκοσαπλασίονα, εἰκοσάκις ἐξισού‐ μενα τῇ τοῦ σώματος σωτηρίᾳ. τὸ γὰρ ἐρίζειν, ἐξισοῦσθαί ἐστιν.

22

.

351

Οὐδ’ εἴ κέν ς’ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώ‐ γει. Οὐδ’ εἰ χρυσῷ σταθμίσασθαι θε‐ λήσει τὸ σῶμα ὁ Πρίαμος. Ἐρύσα‐
5σθαι. Ἐρύσασθαι γὰρ νῦν τὸ ζυγο‐ στατῆσαι.

22

.

354

Δάσονται. Μερί‐ σονται.

22

.

356

Προτιόσσομαι. Καλῶς
γιγνώσκων καὶ προορῶν ταῦτά σοι λέγω. μάτην δὲ, οὐ γάρ σε πείθω.

22

.

358

Μή τοί τι θεῶν μήνιμα γένωμαι. Μή πως τῆς ἐκ θεῶν βλάβης αἴτιός σοι καταστῶ.

22

.

370

Θηήσαντο. Ἐθεάσαντο. ἐθαύμα‐ σαν. Ἀγητόν. Θαυμαστόν.

22

.

371

Ἀνουτητί γε παρέστη. Οὐδαμῶς γάρ τις χωρὶς τοῦ ἐπιτιτρώσκειν τὸν Ἕκτορα παρέστη.

22

.

373

Ἀμφαφάασθαι. Κα‐ θάπαξ ψηλαφᾶσθαι.

22

.

379

Δαμάσα‐ σθαι ἔδωκαν. Δαμασθῆναι ἢ ἀναιρεθῆ‐ ναι παρέσχον. Ἐπειδὴ τόνδ’ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν. Σημειωτέον, ὅτι
5ἀκεφάλοις χρῆται ὁ Ποιητής. ὥστε οὐ δεῖ περισπᾷν, φίλε κασίγνητε.

22

.

383

Πεσόντος. Νῦν ἀποθανόντος.

22

.

393

Ἠράμεθα. Ἐκτησάμεθα. Ἕκτορα δῖ‐ ον. Ἀντὶ τοῦ κατὰ Ἕκτορος τοῦ δίου καὶ ἐνδόξου.

22

.

396

Τέτρῃνε. Διέκοψεν.

22

.

397

Ἐς σφυρὸν ἐκ πτέρνης. Ἀντὶ τοῦ, ἀπὸ σφυροῦ ἕως πτέρνης.

22

.

398

Ἐκ δί‐ φροιο δ’ ἔδησε· κάρη δ’ ἕλκεσθαι ἔασε. Διατί Ἀχιλλεὺς θανόντα διασύρει τὸν Ἕκτορα; καὶ λέγομεν, οὐ δι’ ὠμότητα,
5ὅς γε καὶ Ἠετίωνα φονεύσας οὐκ ἐσύλη‐ σεν, ἀλλὰ σὺν αὐτοῖς τοῖς ὅπλοις ἔθαψε. ἀλλ’ ὅτι πρότερον ὁ Ἕκτωρ εἰς τὸν Πά‐ τροκλον ἀεικέα μήσατο ἔργα, οἷα καὶ λέγει περὶ αὐτοῦ· Κεφαλὴν δὲ θυμὸς ἄνω‐
10γε Πῆξαι ἀνὰ σκολόπεσι ταμόνθ’ ἁπαλῆς ἀπὸ δειρῆς. παρανομοῦσι δὲ οὐχ οἱ ἀμυνό‐ μενοι, ἀλλ’ οἱ ἄρξαντες. ὁ δὲ Καλλίμα‐ χος φησὶν, ὅτι πάτριόν ἐστι Θετταλοῖς, τοὺς τῶν φιλτάτων φονέας σύρειν περὶ
15τοὺς τῶν φονευθέντων τάφους. Σίμωνα γάρ φησι Θεσσαλὸν τὸ γένος Εὐρυδά‐ μαντα τὸν Μειδίου σύραι φασὶν ἀπο‐ κτείναντα Θρασύνον τὸν ἀδελφὸν αὐτοῦ, ἄρξασθαί τε τοῦ νόμου πρῶτον. τοῦτον
20γὰρ ἐξάψαι τοῦ δίφρου τὸν φονέα, καὶ περὶ τὸν τοῦ τετελευτηκότος τάφον ἕλ‐ κειν. ὡς Θεσσαλὸν οὖν καὶ τὸν Ἀχιλλέα, πατρίῳ ἔθει καὶ τοῦτο ποιῆσαι.

22

.

402

Πίλναντο. Τῇ γῇ προσεπελάζετο.

22

.

406

Λιπαρήν. Λαμπράν.

22

.

407

Κώκυσε. Θρηνῶδες ἀνεβόησεν.

22

.

409

Οἰμωγή. Ὀδυρμός.

22

.

411

Ὀφρυόεσσα. Εἰς ὕψος πεπολισμένη. μεταφορὰ ὁ τρόπος. Σμή‐ χοιτο. Καταφλέγοιτο. ὁ δὲ λόγος, τοι‐ οῦτος φησὶ θρῆνος διεγήγερτο, ὡς τῆς
5Ἰλίου πάσης ὑπὸ πυρὸς καταφλεγομένης.

22

.

412

Ἀσχαλόωντα. Δυσανασχετοῦν‐ τα, λυπούμενον.

22

.

415

Ἐξονομακλή‐ δην. Ἐξ ὀνόματος καλῶν.

22

.

416

Σχέ‐ σθε. Ἐπίσχετε.

22

.

418

Ἀτάσθαλον. Ἁμαρτωλὸν, ἄδικον.

22

.

423

Τηλεθάον‐ τας. Πάνυ θάλλοντας, ἀκμάζοντας.

22

.

425

Κατοίσεται. Κατοίσει, ἀποκομίσει.

22

.

430

Ἀδινοῦ. Νῦν ἐλεεινοῦ, οἰκτροῦ.

22

.

431

Ἕκτωρ τέκνον ἐμὸν τί νυ βείομαι. Ἀντὶ τοῦ, εἰς τί ἔτι βιώσω, ὅ ἐστι ζή‐ σομαι. Πῶς Ἑκάβη μὲν οὐ πίπτει, Ἀν‐ δρομάχη δὲ τοῦτο πάσχει; ῥητέον, ὅτι
5ἐκείνη μὲν ἐκ τοῦ κατ’ ὀλίγον καὶ ἐν προσαγωγῇ δεξαμένη τὸ πάθος, οὐχ ἡτ‐ τήθη τῶν κακῶν τοσοῦτον. Ἀνδρομάχη δὲ ἀπροσδοκήτως εἰσπεσοῦσα, εἰκότως τοῦ‐ το πάσχει.

22

.

433

Πελέσκεο. Ὑπῆρ‐
χες, ἐγένου. Ὄνειαρ. Ὠφέλεια.

22

.

441

Θρόνα. Ποικίλματα, ἄνθη. Ἔ‐ πασσεν. Ἐποίκιλλεν, ἐξ οὗ καὶ παστός.

22

.

447

Κωκυτοῦ δ’ ἤκουσεν. Ἀντὶ τοῦ, θρήνου ἤκουσεν. ἐζήτηται δὲ, πῶς το‐ σούτου γενομένου θορύβου, μόλις Ἀνδρο‐ μάχη προῆλθε. φασὶ δὲ, ὅτι ἡ προτέρα
5τοῦ ἀνδρὸς ἐπίπληξις ἡ ἐν τῇ ζ σωφρο‐ νεῖν αὐτὴν ἠνάγκαζεν.

22

.

448

Ἐλελίχ‐ θη. Κλονοειδῶς ἐσείσθη ὑπὸ τρόμου.

22

.

451

Ὀπός. Φωνῆς.

22

.

452

Πάλλε‐ ται. Πάλλει, ἀγωνιᾷ.

22

.

454

Αἲ γὰρ ἀπ’ οὔατος εἴη ἐμεῦ ἔπος. Εἴθε γὰρ μὴ ἤκουσα ποτὲ τοῦ λόγου τούτου.

22

.

457

Ἀγηνορίης. Νῦν ἀνδρείας.

22

.

459

Τὸ ὃν μένος. Τὴν ἰδίαν δύναμιν.

22

.

465

Ἀκηδέστως. Ἀφροντίστως, ἀμελῶς.

22

.

467

Ἀπὸ δὲ ψυχὴν ἐκάπυσεν. Ἀνέπνευ‐ σε δὲ τὴν ψυχήν. κάπος γὰρ καλεῖται τὸ πνεῦμα, κατὰ διάλεκτον, ἐξ οὗ καὶ κῆπος.

22

.

469

Ἄμπυκα. Κόσμον τινὰ περὶ τὴν κεφαλὴν ἀνέχοντα τὰς τρίχας τῆς κεφα‐ λῆς. Κεκρύφαλον. Τὸν πρὸς ἡμῶν λε‐ γόμενον κροκύφαντον.

22

.

470

Κρήδεμνον. Κεφαλόδεσμον.

22

.

472

Ἔδνα. Τὰ ὑπὸ τῶν νυμφίων διδόμενα δῶρα ταῖς γα‐ μουμέναις.

22

.

473

Εἰνατέρες. Αἱ τῶν ἀδελφῶν γυναῖκες.

22

.

475

Ἄμπνυτο. Ἀνέπνευσεν. Ἀγέρθη. Συνηθροίσθη.

22

.

476

Ἀμβλήδην. Ἀναφέρουσα ἀθρόως τὸ πνεῦμα.

22

.

477

Ἰῇ. Μιᾷ.

22

.

481

Αἰνόμορον. Κακόμορον.

22

.

489

Ἀπου‐ ρίσσουσι. Παραγενόμενοι ἀφαιρήσουσιν.

22

.

490

Παναφήλικα. Πάντων ἡλικιο‐ τῶν ἐστερημένον, τουτέστι ἐλαυνόμε‐ νον τῆς ἀπ’ αὐτῶν διατριβῆς.

22

.

491

Ὑπεμμήμυκε. Καταμέμυκε. κατεστύ‐ γνακε. κάτω βλέπει. ὁ δὲ Ἀρίσταρ‐ χος, ἐπὶ τοῦ κατανένευκε ἐκδέχεται. οἱ δὲ, ἀντὶ τοῦ εἰς ἀνάμνησιν ἔρχεται τοῦ
5πατρός.

22

.

492

Δευόμενος. Ἐνδεὴς ὤν.

22

.

494

Ἐπέσχε. Τῷ στόματι προσήνεγκε.
Κοτύλην. Νῦν εἶδος ποτηρίου. οὕτω λέ‐ γουσι καὶ τὸ τοῦ ἰσχίου ὀστοῦν, καὶ πᾶν τὸ κοῖλον.

22

.

495

Ὑπερώην. Τὸν καλούμενον οὐρανίσκον.

22

.

496

Ἀμφιθα‐ λής. Κατὰ ἀμφοτέρους τοὺς γονεῖς θάλ‐ λων, ὅ ἐστιν ἔχων τοὺς γονεῖς ἀμφοτέρους. Ἐστυφέλιξε. Μετὰ πληγῶν ὕβρισεν.

22

.

497

Ἐνίσσων. Ἐπιπλήσσων, κακο‐ λογῶν.

22

.

498

Οὕτως. Ὡς ἔχεις. Με‐ ταδαίνυται ἡμῖν. Μεθ’ ἡμῶν εὐωχεῖται.

22

.

501

Μυελόν. Τὸ νοστιμότατον τῆς τροφῆς. Πίονα δημόν. Τὸν ἐπίπλουν, τὸ λίπος. Ἔδεσκεν. Ἤσθιεν.

22

.

502

Νη‐ πιαχεύων. Νήπια φρονῶν, νηπιευόμενος.

22

.

504

Θαλέων ἐμπλησάμενος κῆρ. Πάν‐ των τῶν πρὸς τὸ θάλλειν ἐμπλησθείς.

22

.

505

Ἀπὸ πατρὸς ἁμαρτών. Χωρι‐ σθείς. ὅ ἐστι τοῦ πατρὸς ἀστοχήσας.

22

.

507

Ἔρυσο. Ἐφύλαττες.

22

.

509

Αἰόλαι. Ποικίλαι. εὐκίνητοι. Εὐλαί. Σκώληκες. παρὰ τὸ αἰολεῖσθαι, ὅ ἐστι κινεῖσθαι, τῷ δὲ τόνῳ ὡς εὐναί.

22

.

510

Κέονται. Κεῖνται.

22

.

511

Χαρίεντα. Εὐχάριστα, καλά.

22

.

514

Ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι. Ὁ‐ μοίως ἂν φιλεργῶν, ἤτοι ὡς ἂν πλουσίων,
ἢ διὰ τὴν ἐκ τοῦ πλήθους δόξαν.

23

.

2

Ἐπειδὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο. Ἀκέφαλον καλεῖται τοῦτο τὸ μέτρον. πέπονθε γὰρ καταρχὰς ὁ στίχος. Ἑλλήσποντον δὲ καλεῖ, τὴν πέριξ Ἰλίου
5θάλασσαν.

23

.

5

Ὅγε. Οὗτός γε.

23

.

8

Αὐτοῖς ἵπποισι καὶ ἅρμασι. Κατὰ Ἀτ‐ τικὸν ἔθος πέφρακε χωρὶς τοῦ σύν.

23

.

9

Ὃ γάρ. Τοῦτο γάρ.

23

.

10

Τεταρπώ‐ μεσθα. Τερφθῶμεν.

23

.

11

Δορπήσομεν. Δειπνήσομεν.

23

.

14

Ἵμερον. Ἐπιθυμίαν.

23

.

15

Δεύοντο. Ἐβρέχοντο. Ψάμαθοι. Αἱ παραθαλάσσιοι ἄμμοι.

23

.

17

Ἀδινοῦ.
Νῦν πυκνοῦ, συνεχοῦς. Γόοιο. Θρήνου.

23

.

22

Ἀποδειροτομήσειν. Ἀποτεμεῖν τοὺς τραχήλους.

23

.

24

Ἕκτορα δῖον. Κατὰ Ἕκτορος δίου, ἤγουν ἐνδόξου.

23

.

25

Πὰρ λεχέεσσι. Παρὰ τῷ φερέτρῳ. ἤγουν τῇ κλίνῃ.

23

.

26

Ἀφωπλίζοντο. Ἀφῃροῦντο τὰ ὅπλα.

23

.

29

Τάφον μενοεικέα δαίνυ. Τάφον, τὸ περίδειπνον, τὸ ἐπὶ τοῖς τε‐ τελευτηκόσιν παρασκευαζόμενον. οἱ Κύ‐ πριοι καὶ τὸν φόνον τάφον καλοῦσι. Με‐
5νοεικέα. Θυμῆρες, αὔταρκες. Δαίνυ. Εὐώχει.

23

.

30

Ὀρέχθεον. Ἀπετείνοντο ἀναιρούμενοι. ἢ ἐφθέγγοντο, καὶ ὥσπερ ἐπέστενον. μεμίμηται γὰρ τὸ ἰδίωμα τῆς φωνῆς, ὃ προΐενται ἀναιρούμενοι οἱ βοῦς.
5οἱ δὲ ἐκόπτοντο, ἀπὸ τούτου καὶ ἐρεγμὸς, ὁ ἀποκεκομμένος κύαμος.

23

.

31

Μηκάδες. Μηκητικαί. ἀπὸ τοῦ ἰδιώματος τῆς φωνῆς.

23

.

32

Θαλέθοντες. Θάλλοντες. λιπαροί.

23

.

33

Εὑόμενοι. Φλογιζόμενοι. Τανύον‐ το. Ἐξετείνοντο φλογιζόμενοι τῷ πυρί.

23

.

34

Κοτυλήρυτον. Τοσοῦτον τῷ πλήθει ὥστε καὶ κοτύλῃ ἀρύσασθαι. κοτύλην δὲ πᾶν τὸ κοῖλον ἔλεγον, ὥστε καὶ τὸ κοῖλον τῆς χειρὸς κοτύλην λέγεσθαι.

23

.

36

Εἰς Ἀγαμέμνονα. Ἀντὶ τοῦ, πρὸς τὸν Ἀγαμέμνονα.

23

.

37

Σπουδῇ παρ‐ πεπιθόντες. Μόλις καὶ μετὰ πολλῆς κακοπαθείας πείσαντες.

23

.

40

Τρίποδα. Λέβητα, βάσιν ἔχοντα τριῶν ποδῶν.

23

.

41

Βρότον. Τὸν φόνον.

23

.

43

Οὐ μὰ Ζῆν’. Οὐ μὰ τὸν Δία. Ὕπατος. Ἤ‐ τοι ὁ μέγιστος, ἢ ὁ ἄριστος.

23

.

44

Οὐ θέμις. Οὐ δίκαιον, οὐ προσῆκον.

23

.

45

Χεῦσαι. Χῶσαι.

23

.

46

Ἐπεὶ οὔ μ’ ἔτι δεύτερον ὧδε Ἵξετ’ ἄχος κραδίην. Οὐκ ἄν μοι ἄλλο τοιοῦτο συμβήσεται κακόν. Δεύτερον. Ἔσχατον.

23

.

47

Μετείω. Μετῶ.

23

.

51

Ζόφον. Σκότος, ὃν ἡμεῖς ᾅ‐ δην λέγομεν. Ἠερόεντα. Ἀερώδη, σκο‐ τεινὸν, ἢ πλατύν.

23

.

61

Ἐν καθαρῷ, ὅθι κύματ’ ἐπ’ ἠϊόνος κλύζεσκον. Ὅπου ἐπι‐ κλύζουσα ἡ θάλασσα ἐποίει καθαρὸν τὸν αἰγιαλόν.

23

.

62

Εὖτε. Ἡνίκα. Ἔμαρ‐ πτεν. Ἐλάμβανεν. Μελεδήματα. Φρον‐ τίδας.

23

.

64

Ἕκτορ’ ἐπαΐσσων. Ἐπὶ Ἕκτορα ὁρμῶν.

23

.

69

Ἔπλευ. Ἐγένου.

23

.

70

Ἀκήδεις. Ἀφροντίστεις.

23

.

72

Εἴ‐ δωλα. Ἀπεικονίσματα. Καμόντων. Τῶν τεθνηκότων.

23

.

74

Ἀλάλημαι. Πλα‐ νῶμαι. Εὐρυπυλές. Πλατείας πύλας ἔχον.

23

.

75

Ὀλοφύρομαι. Οἰκτίζομαι, θρηνῶ. ἐλλείπει δὲ τὸ ἵνα.

23

.

76

Νίσ‐ σομαι. Παραγενήσομαι. Λελάχητε. Λαχεῖν καὶ τυχεῖν ποιήσετε.

23

.

77

Φί‐ λων ἀπάνευθεν ἑταίρων. Τῶν ἑταίρων ἄ‐ ποθεν τῶν ἡμετέρων. τοῦτο γὰρ προσ‐
υπακουστέον.

23

.

79

Ἀμφέχανε. Περιέχανε, κατέπιεν.

23

.

81

Εὐηγενέων. Εὖ διαγόντων. εὐγενῶν.

23

.

82

Ἐφήσομαι. Ἐπισκέψομαι. ἐντε‐ λοῦμαι.

23

.

85

Ὀπόεντος. Ὀποῦντος. ἡ δὲ Ὀποῦς πόλις τῆς Λοκρίδος.

23

.

86

Ὑμέ‐ τερόνδε. Προσληπτέον οἶκον. Ἀνδροκτα‐ σίης ὑπὸ λυγρῆς. Διὰ τὴν χαλεπὴν ἀν‐ δροφονίαν.

23

.

87

Παῖδ’ Ἀμφιδάμαντος. Κλυσώνυμος ἦν ὁ ὑπὸ Πατρόκλου ἀναιρε‐ θείς. ἡ δὲ ἱστορία εἴρηται ἐν τῇ μ.

23

.

89

Δεξάμενος. Ὑποδεξάμενος.

23

.

90

Ἐνδυκέως. Ἐπιμελῶς.

23

.

91

Ὁμή. Ὁ‐ μοία καὶ ἡ αὐτή. Ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορός. Διόνυσος Ἥφαιστον γενόμενον ἐν Νάξῳ μιᾷ τῶν Κυκλάδων
5ξενίσας, ἔλαβε παρ’ αὐτοῦ δῶρον χρύσεον ἀμφορέα. διωχθεὶς δὲ ὕστερον ὑπὸ Λυ‐ κούργου, καὶ καταφυγὼν εἰς θάλασσαν, φιλοφρόνως αὐτὸν ὑποδεξαμένης Θέτιδος, ἔδωκεν αὐτῇ τὸν Ἡφαιστότευκτον ἀμ‐
10φορέα. ἡ δὲ τῷ παιδὶ ἐχαρίσατο, ὅπως μετὰ θάνατον ἐν αὐτῷ ἀποτεθῇ τὰ ὀστᾶ αὐτοῦ. ἱστορεῖ Στησίχορος.

23

.

92

Ἀμ‐
φιφορεύς. Νῦν σορός. λέγεται δὲ οὕτω καὶ τὸ μέγα κεράμιον.

23

.

98

Τεταρπώ‐ μεσθα γόοιο. Οὕτω γὰρ ὁ θρῆνος ἀτερ‐ πής ἐστι καὶ παραμυθεῖται δὲ τοὺς ἀνι‐ ωμένους.

23

.

99

Ὠρέξατο. Νῦν, προετεί‐ νατο.

23

.

101

Τετριγυῖα. Τρίζουσα, ποιὸν ἦχον ἀποτελοῦσα.

23

.

102

Συμ‐ πλατάγησε. Ψόφον ἐποίησε, συνεκρότη‐ σεν. Ὀλοφυδνόν. Ἐλεεινὸν, οἰκτρὸν, θρηνῶδες.

23

.

104

Φρένες. Νῦν ὅλον τὸ σῶμα.

23

.

107

Ἔϊκτο. Ὡμοίωτο. Θέ‐ σκελον. Ἀντὶ τοῦ θεσκέλως, ὅ ἐστι θείως καὶ θαυμαστῶς.

23

.

111

Ἀξέμεν ὕλην. Κόπτειν ὕλην, παρὰ τὸ ἄξαι. ἢ
φέρειν. ἄγεται γὰρ τὸ ζῶον.

23

.

113

Ἀγαπήνορος. Ἀνδρείου.

23

.

114

Ὑ‐ λοτόμους. Ξυλοτόμους.

23

.

115

Σειρὰς εὐ‐ πλέκτους. Ὑστριχίδας.

23

.

116

Ἄναν‐ τα. Προσάντη, ἀνωφερῆ. Κάταντα δέ. Κατωφερῆ. Πάραντα. Τὰ κρη‐ μνώδη καὶ γήλοφα. Δόχμια. Πλάγια.

23

.

117

Ἄλλοτε. Ἀλλαχοῦ τῶν ποδῶν τιθεμένων. Κνημούς. Τὰς προβάσεις τῶν ὀρῶν νῦν.

23

.

120

Διαπλήσσοντες. Διακόπτοντες.

23

.

121

Ἔκδεον. Ἐξε‐ δέσμευον. Ποσσὶ δατεῦντο. Ἐμερί‐ ζοντο βαδίζουσαι. μερισμῷ γάρ τινι ὅμοιον γίγνεται κατὰ τὴν πορείαν.

23

.

122

Ῥωπήϊα. Διὰ τῶν δασέων καὶ θαμνωδῶν τόπων.

23

.

123

Φιτρούς. Κορ‐ μούς.

23

.

125

Ἐπ’ ἀκτῆς. Ἐπὶ τοῦ αἰ‐ γιαλοῦ. Ἐπισχερώ. Ἐφεξῆς.

23

.

126

Φράσσατο. Ἐβουλεύσατο. ἐνόησε. Ἠ‐ ρίον. Κατὰ γῆν μνῆμα. τάφον.

23

.

130

Ζώννυσθαι. Καθοπλίζεσθαι.

23

.

132

Πα‐ ραιβάται. Οἱ ἐπὶ τῶν ἁρμάτων συμπο‐ λεμοῦντες, τουτέστι κύριοι τῶν ἁρμάτων.

23

.

133

Νέφος. Πλῆθος νῦν.

23

.

135

Θριξὶ δὲ πάντα νέκυν καταείνυον. Κατεκά‐ λυπτον, ἐσκέπαζον. τουτέστι πολλὰς τρί‐ χας κατέβαλλον, ὥστε καλύπτειν τὸν
5νεκρόν· τοῦτο δὲ πρὸς τιμὴν ἐγίγνετο τῷ θνήσκοντι. ὡς καὶ ἀλλαχοῦ φησι· Τὸ γὰρ γέρας ἐστὶ θανόντων, Κείρασθαί τε κόμην, βαλέειν τ’ ἀπὸ δάκρυ παρειῶν.

23

.

139

Μενοεικέα. Πολλήν. Νήεον. Ἐ‐ σώρευον.

23

.

142

Σπερχειῷ. Ποταμὸς Θετταλίας.

23

.

143

Οἴνοπα. Νῦν, βα‐ θύν.

23

.

144

Ἄλλως. Μάτην. Ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεύς. Ἔθος ἦν τοῖς ἀρχαίοις, μετὰ τὸ παρακμάσαι τῆς νεότητος, τὰς κόμας ἀποκείρειν τοῖς πο‐
5ταμοῖς. τούτους γὰρ ἐνόμιζον τῶν ἀνα‐ τροφῶν αἰτίους εἶναι. διὰ ταύτην δὲ τὴν αἰτίαν, καὶ εἰς τοὺς ποταμοὺς ὕδωρ ἐκό‐ μιζον, τέκνων τε γενέσεως καὶ παιδοτρο‐ φίας οἰωνὸν τιθέμενοι. διόπερ καὶ τὰς
10Ἀχιλλέως κόμας Πηλεὺς τούτῳ καθιέ‐ ρωσεν. ἦν γὰρ ἐκ Φαρσάλου τῆς Θετ‐ ταλίας.

23

.

147

Ἔνορχα. Ὄρχεις ἔχον‐
τα. τοιαῦτα γὰρ ἔθυον τοῖς ποταμοῖς.

23

.

151

Ὀπάσαιμι. Παράσχοιμι.

23

.

158

Πυρκαϊῆς. Πυρᾶς.

23

.

159

Ὅπλεσθαι. Ἑτοιμάζεσθαι. Τάδε τ’ ἀμφιπονησό‐ μεθα. Ταῦτα ἀσχολησόμεθα.

23

.

160

Κήδεος. Φροντίδος ἄξιος, κηδεύσιμος. κη‐ δεμόνες γὰρ οἱ κύριοι οἷς μάλιστα προσή‐ κει τὸ φροντίζειν. Παρὰ δ’ οἱ ταγοὶ ἄμμι μενόντων. Παραμενέτωσαν δὲ ἡ‐
5μῖν οἱ ἡγεμόνες.

23

.

164

Ἑκατόμπεδον ἔνθα καὶ ἔνθα. Τετράγωνον ὥστε ἑκά‐ στην πλευρὰν ἑκατὸν ποδῶν μέτρον ἔχειν. Ἔνθα καὶ ἔνθα. Τῇ δὲ κἀκεῖσε, κατὰ
5μῆκος καὶ πλάτος.

23

.

165

Πυρῇ ὑπάτῃ.
Νῦν ἐν μέσῳ καὶ ἐξέχοντι μέρει τῆς πυρᾶς.

23

.

168

Δημὸν ἑλών. Πρὸς τὸ ταχὺ τὴν πιμελὴν ἐξαφθῆναι τοῦτο ποιεῖ Ἀχιλλεύς.

23

.

169

Περὶ δὲ δρατὰ σώ‐ ματα νήει. Ἐσώρευε δὲ τὰ σώματα τῶν ἀνῃρημένων ἀνδρῶν. Δρατά. Ἐκ‐ δεδαρμένα.

23

.

170

Ἀλείφατος. Ἀλείμ‐ ματος, ἐλαίου.

23

.

171

Πίσυρας. Τέσ‐ σαρας. Ἐριαύχενας. Μακροτραχήλους. μεγάλους, ἀπὸ μέρους.

23

.

177

Πυρὸς μέ‐ νος. Περιφραστικῶς, τὸ πῦρ. Σιδή‐ ρεον. Νῦν, ἰσχυρόν. Ὄφρα νέμοιτο. Ὅπως ἐσθίῃ, τουτέστι καταδαπανᾷ.

23

.

179

Χαῖρέ μοι, ὦ Πάτροκλε. Ἀντὶ τοῦ χαῖρε, τέρπου, ὅ ἐστιν ἥδου.

23

.

183

Δα‐ πτέμεν. Ἐσθίειν, διακόπτειν.

23

.

186

Ῥο‐
δόεντι ἐλαίῳ. Τῷ ῥοδινῷ.

23

.

187

Ἀποδρύφοι. Ἀποσπᾷ, καὶ ἀπο‐ σύρῃ. Ἑλκυστάζων. Ἕλκων.

23

.

188

Ἤγαγεν. Ἐπήγαγε.

23

.

190

Μένος ἠε‐ λίοιο. Περιφραστικῶς, ὁ ἥλιος.

23

.

191

Σκήλῃ. Σκληρύνῃ. ξηράνῃ, ὅθεν καὶ σκε‐ λετὸς ὁ ξηρός. Ἀμφὶ περὶ χρόα ἴνεσι. Τὸν περὶ τοῖς νεύροις χρῶτα.

23

.

198

Σεύαιτο. Ὁρμὴν λάβοι, ἐπειχθῇ.

23

.

199

Ἀΐουσα. Ἀκούουσα.

23

.

200

Δυσαέος. Σφοδρὸν πνεῦμα ἔχοντος.

23

.

202

Βηλῷ. Τῇ φλιᾷ, ἀπὸ τοῦ βαίνεσθαι.

23

.

203

Εἴς ἑ. Πρὸς ἑαυτὸν ἐκάλουν.

23

.

207

Μεταδαίσομαι. Μεταλάβω αὐτῶν, εὐωχηθῶ. Ἱρῶν. Ἱε‐ ρῶν. θυσιῶν.

23

.

210

Ὄρσητε. Ὁρμή‐ σητε.

23

.

212

Ὀρέοντο. Ὥρμων.

23

.

214

Ἀήμεναι. Πνεῖν.

23

.

215

Λιγυρῇ. Ὀ‐ ξείῃ.

23

.

218

Λιγέως. Ὀξέως.

23

.

223

Νυμφίου. Ἤτοι νεογάμου ἡλικίαν ἔχον‐ τος. Ἀκάχησεν. Ἐλύπησεν.

23

.

225

Ἑρ‐ πύζων. Συγκεκυφὼς καὶ ἠρέμα παραγε‐ νόμενος.

23

.

226

Ἑωσφόρος. Ὁ κατὰ τὴν ἡμέραν ἀνατέλλων λαμπρότατος ἀστὴρ, ὃς Ἕσπερος καλεῖται. οὗτος δ’ ἐστὶν ὁ
τῆς Ἀφροδίτης. Ἐρέων. Ἀπαγγέλλων.

23

.

239

Λέγωμεν. Ἀναλέγωμεν.

23

.

240

Ἀριφραδέα. Εὐεπίσημα. εὔγνωστα.

23

.

242

Ἐσχατιῇ. Τῷ κατωτάτῳ μέρει. Ἐπιμίξ. Ἀναμεμιγμένως.

23

.

243

Φιά‐ λῃ. Ἀγγείῳ κοίλῳ.

23

.

244

Ἄϊδι κεύ‐ θωμαι. Εἰς ᾅδου τὴν κέλευσιν, ὅ ἐστι τὴν ὁδὸν ποιήσομαι. συγκέκοπται δὲ ἀπὸ τοῦ κελεύθομαι, καὶ σημαίνει τὸ πορεύο‐
5μαι.

23

.

245

Πονέεσθαι. Πονεῖν, ἐνερ‐ γεῖν.

23

.

252

Ἐνηέος. Προσηνοῦς.

23

.

254

Ἑανῷ λιτί. Ἁπαλῷ καὶ λιτῷ ἱματίῳ.

23

.

255

Τορνώσαντο. Κύκλῳ περιέγραψαν.

23

.

256

Χυτήν. Χωστήν. οὐ πᾶσαν δὲ, ἀλλὰ τὴν ἰδίως τοῖς νεκροῖς ἐπιχεομένην.

23

.

257

Χεύαντες. Χώσαντες.

23

.

259

Ἄ‐ εθλα. Νικητήρια, ἔπαθλα.

23

.

260

Βοῶν ἴφθιμα κάρηνα. Περιφραστικῶς, βοῦς.

23

.

261

Ἐϋζώνους. Καλὰς, ἀπὸ μέρους.

23

.

264

Ὠτώεντα. Ὦτα ἔχοντα. Δύω καὶ εἰκοσίμετρον. Δύο καὶ εἴκοσι μέτρα χωροῦντα.

23

.

266

Ἑξέτεα. Ἑξαέτη. Ἀδμήτην. Ἀδάμαστον. Βρέφος. Ὃς ἡ‐ μεῖς ἔμβρυον λέγομεν ἐν τῇ γαστρὶ ὄν. Κυέουσαν. Ἔγκυον καὶ κατὰ γαστρὸς
5ἔχουσαν.

23

.

267

Ἄπυρον. Καινόν. οὐκ εἰς πῦρ χρήσιμον, ἀλλὰ ἀναθεματικόν.

23

.

268

Κεχανδότα. Χωροῦντα.

23

.

270

Ἀμφίθετον. Διπλῆν, οἱονεὶ ἔχουσαν, καὶ ἐπὶ στόμα, καὶ ἐπὶ τὸν πυθμένα θέσιν.

23

.

273

Δεδεγμένα. Ἀναμένοντα, προσ‐ δεχόμενα. Ἀγῶνι. Νῦν, τόπῳ.

23

.

276

Περιβάλλετον. Ὑπερβάλλουσιν.

23

.

281

Ὑγρὸν ἔλαιον. Ἤτοι σωμάτων χαλα‐ στικὸν, ἢ τὸ ἐν ὑγρότητι διαφυλάττον, καὶ μὴ ἐῶν ξηραίνεσθαι, ἢ ὅτι τὸ ἔλαιον οὐκ ἀποκρυσταλλοῦται πολὺ ἔχον ἐν αὐ‐
5τῷ τὸ θερμόν.

23

.

284

Ἐρηρέδαται. Ἐ‐ ρηρεισμέναι εἰσί. τῇ γῇ προσπελάζονται.

23

.

285

Στέλλεσθε. Παρασκευάζεσθε. ὁρ‐ μᾶτε.

23

.

295

Αἴθην. Ὄνομα τῆς ἵππου πεποιημένον ἴσως ἀπὸ τοῦ θερμῶς καὶ ταχέως τρέχειν.

23

.

296

Ἀγχισιάδης Ἐ‐ χέπωλος. Ὁ Ἀγχίσου παῖς Ἐχέπωλος.

23

.

300

Ἰσχανόωσαν. Ἐξεχομένην, ἐκτει‐ νομένην. ἢ ἐπιθυμοῦσαν, ἂν ᾖ ἄνευ τοῦ ς.

23

.

301

Ἐΰτριχας. Καλοὺς, ἀπὸ μέρους.

23

.

305

Μυθεῖτο. Ἔλεγεν. Εἰς ἀγαθὰ φρονέων. Εἰς ἀγαθὰ σωφρονίζων.

23

.

309

Τέρματα. Τέλη. καμπτῆρας. Ἑλισσέ‐ μεν. Εἱλεῖν, κάμπτειν.

23

.

310

Βάρδι‐
στοι. Βραδύτατοι.

23

.

311

Ἀφάρτεροι. Ἀμείνους. ταχύτα‐ τοι.

23

.

312

Μητίσασθαι. Κατεργά‐ σασθαι. βουλεύσασθαι.

23

.

315

Μή‐ τι. Συνέσει. τέχνῃ.

23

.

317

Ἐρεχθο‐ μένην. Βαρουμένην.

23

.

320

Ἀφρα‐ δέως. Ἀνοήτως.

23

.

322

Κέρδεα εἰδῇ. Ἢ συνετὸς, ἢ πανοῦργος. Ἥσσονας. Ἐλάττονας.

23

.

324

Τανύσῃ. Ἐκτείνῃ. Βοέοισιν ἱμᾶσιν. Ἡνίαις.

23

.

325

Προὔ‐ χοντα. Προέχοντα. προάγοντα. ὑψη‐ λόν. Δοκεύει. Ἐνεδρεύει. ἐπιτηρεῖ.

23

.

326

Σῆμα. Νῦν, σημεῖον.

23

.

327

Αὖ‐ ον. Ξηρόν. Ὀργυία. Ἡ τῶν δύο χειρῶν εἰς πλάτος ἔκτασις.

23

.

328

Καταπύ‐ θεται. Σήπεται, φθείρεται.

23

.

329

Λᾶε. Λίθοι.

23

.

330

Ἐν ξυνοχῇσιν ὁδοῦ. Ἐν ταῖς ξυμβολαῖς, καθ’ ὃ μάλιστα ἐστένωται ἡ ὁδός. Λεῖος δ’ ἱππόδρομος ἀμφίς. Ὁμαλὸς δέ ἐστιν ὁ μετ’ αὐτὸ
5ἱππόδρομος.

23

.

332

Νύσσα. Καμπτήρ.

23

.

335

Κλινθῆναι. Συγκαμφθῆναι.

23

.

337

Κένσαι ὁμοκλήσας. Τῷ κέντρῳ πλῆξον, καὶ τῇ φωνῇ ἐπιπλήξας. Εἶξαι ἡνία. Ἀντὶ τοῦ ἐπιδοῦναι, χαλᾶσαι. Εἶξαι. Ἀντὶ τοῦ εἶξον.

23

.

339

Πλήμνῃ. Χοινι‐ κίδι, ἀπὸ τοῦ πληροῦν τὸν ἄξονα. Δοάσ‐ σεται. Δόξειεν. Ὡς ἄν τοι πλήμνῃ γε δοάσσεται ἄκρον ἱκέσθαι. Ἐπὶ τῷ καμ‐
5πτῆρί σοι ὁ ἀριστερὸς ἵππος οὕτως ἐμπε‐ λασάτω ἀκριβῶς, ὥστε τὴν ἔξωθεν περι‐ φέρειαν τοῦ τροχοῦ δόξαι ψαύειν τῆς χοι‐ νικίδος. τοῦτο δὲ πάσχειν δοκεῖ ὁ παρὰ τὸν καμπτῆρα τροχός.

23

.

340

Κύκλου. Τροχοῦ, διὰ τοῦτο καὶ ποιητοῖο. Ἐπαυ‐ ρεῖν. Νῦν ψαῦσαι.

23

.

341

Ἄξῃς. Κατ‐ άξῃς, κλάσῃς.

23

.

342

Χάρμα. Χαρά.

23

.

343

Πεφυλαγμένος εἶναι. Ἀντὶ τοῦ πεφύλαξο.

23

.

346

Οὐδ’ εἴκεν μετόπισθεν Ἀρείονα δῖον ἐλαύνοι. Ποσειδῶν ἐρασθεὶς Ἐριννύος, μεταβαλὼν τὴν αὐτοῦ φύσιν εἰς ἵππον, ἐμίγη κατὰ Βοιωτίαν παρὰ τῇ
5Τιλφούσῃ κρήνῃ. ἡ δὲ ἔγκυος γενομένη, ἵππον ἐγέννησεν, ὃς διὰ τὸ κρατιστεύειν, Ἀρείων ἐκλήθη. Κοπρεὺς δ’ Ἁλιάρτου βασιλεύων πόλεως Βοιωτίας, ἔλαβε δῶρον αὐτὸν παρὰ Ποσειδῶνος, οὗτος δὲ αὐτὸν
10Ἡρακλεῖ ἐχαρίσατο, γενομένῳ παρ’ αὐ‐ τῷ. τούτῳ δὲ διαγωνισάμενος Ἡρακλῆς πρὸς Κύκνον Ἄρεος υἱὸν καθ’ ἱπποδρομίαν, ἐνίκησεν ἐν τῷ τοῦ Παγασαίου Ἀπόλ‐ λωνος ἱερῷ, ὅ ἐστι πρὸς Τροιζῆνι. εἶθ’
15ὕστερον αὖθις ὁ Ἡρακλῆς, Ἀδράστῳ τὸν πῶλον παρέσχεν, ἐφ’ οὗ μόνος ὁ Ἄδρα‐ στος ἐκ τοῦ Θηβαϊκοῦ πολέμου διεσώθη, τῶν ἄλλων ἀπολομένων. ἡ ἱστορία παρὰ τοῖς Κυκλικοῖς.

23

.

358

Μεταστοιχεί. Κατὰ στοῖχον. ἐφεξῆς.

23

.

359

Σκοπόν. Ἐπίσκοπον. παρατηρητήν.

23

.

361

Ὡς μεμνέωτο δρόμου. Ὅπως ἐπιμελοῖτο καὶ ἐπισκοποῖτο τὸν δρόμον, μή τις περὶ τὸν καμπτῆρα πανουργήσῃ.

23

.

363

Ὡμό‐ κλησαν. Ἠπείλησαν, ἐνεκέλευσαν.

23

.

366

Ἀειρομένη. Ἀναφερομένη, ἐπαι‐ ρομένη εἰς ὕψος.

23

.

367

Ἐῤῥώοντο. Ἐκι‐ νοῦντο. ἐσείοντο. Μετὰ πνοιῇς ἀνέμοιο. Ἀντὶ τοῦ, ἀνέμου δίκην.

23

.

368

Πίλνα‐ το. Προσεπέλαζεν, προσήγγιζεν.

23

.

369

Μετήορα. Ὑψηλά. Ἐλατῆρες. Ἡνίο‐ χοι.

23

.

370

Πάτασσεν. Ἐπάλλετο. ἠγωνία.

23

.

372

Κονίοντες. Κονιορτὸν ποιοῦντες.

23

.

375

Τάθη δρόμος. Σύντο‐ νος ἐγένετο. ἐκτείνονται γὰρ ἐν τῷ δρόμῳ οἱ ἵπποι.

23

.

382

Ἀμφήριστον. Τὸν ἀμ‐ φοτέρωθεν ἐξισούμενον, ἢ ἀμφισβητήσι‐ μον.

23

.

383

Εἰ μὴ Τυδέος υἷι κοτέσσατο Φοῖβος Ἀπόλλων. Δεόντως τῶν Εὐμήλου ἵππων προνοεῖται ὁ Ἀπόλλων, ἐπεὶ αὐτὸς ἀνεθρέψατο αὐτὰς κατὰ τὸν Ποιητὴν
5λέγοντα· Τὰς ἐν Πιερίῃ θρέψ’ ἀργυρότο‐ ξος Ἀπόλλων, Ἄμφω θηλείας φόβον Ἄ‐ ρηος φορεούσας. δοκεῖ γὰρ κατὰ τὸν μῦ‐ θον Ἀπόλλων θητεῦσαι Ἀδμήτῳ τῷ Εὐ‐ μήλου πατρί.

23

.

388

Ἐλεφηράμενος. Δι’ ἀπάτης βλάψας.

23

.

389

Μετέσσυ‐ το. Μετῄει.

23

.

392

Ἦξε. Συνέτριψεν.

23

.

393

Ἀμφὶς ὁδοῦ. Χωρὶς καὶ ἔξωθεν τῆς ὁδοῦ. Ῥυμός. Τὸ διῆκον ἀπὸ τοῦ ἅρ‐ ματος ἕως τοῦ ζυγοῦ ξύλον.

23

.

394

Ἐ‐ ξεκυλίσθη. Συνετρίβη, ἢ ἐξετάθη. οἱ δὲ παρεκυλίσθη. συνεστράφη.

23

.

396

Θρυ‐ λίχθη. Συνετρίβη, ἐθραύσθη.

23

.

397

Δακρυόφιν πλῆσθεν. Δακρύων ἐπληρώ‐ θησαν. Θαλερή. Ἱλαρά. ἀκμαία. Ἔ‐ σχετο. Ἐπεσχέθη.

23

.

403

Σφῶϊ τιταί‐ νετον. Ὑμᾶς αὐτοὺς ἐπείγετε πρὸς τὸν δρόμον, καὶ μὴ ἀπολιμπάνεσθε.

23

.

408

Ἐλεγχείην καταχεύῃ. Ὄνειδος ἐπιβάλῃ.

23

.

409

Φέριστοι. Βέλτιστοι, ἢ κάλλιστοι.

23

.

411

Κομιδή. Ἐπιμέλεια. Οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν.
Οὐκ ἔτι ὑμῶν οὕτως ἐπιμελήσεται ὁ Νέ‐ στωρ.

23

.

413

Ἀποκηδήσαντες. Ἀφρον‐ τιστήσαντες, ἀμελήσαντες.

23

.

414

Ἐ‐ φομαρτεῖτον. Ἐπιδιώκετε.

23

.

419

Στεῖ‐ νος. Στένωμα τόπου.

23

.

420

Ῥωχμός. Ῥῆξις. ἔστι δὲ τόπος κεχαραγμένος ὑπὸ ὀμβρίου ὕδατος. Ἧι ἀλέν. Ὅπου συνε‐ στράφη, ὅ ἐστι συνεχύθη.

23

.

421

Ὁ‐ δοῖο. Ὁδοῦ.

23

.

422

Τῇ ῥ’ εἶχε. Κατὰ τοῦτο τὸ μέρος ἤλαυνεν. Ἁματροχίας. Τὰς τῶν τροχῶν συγκρούσεις, τὰς ἀπὸ τῶν ἄλλων ἁρμάτων.

23

.

426

Ἄνεχε. Ἀνάκοπτε. κράτει.

23

.

428

Κρύσας. Συμ‐ πεσών.

23

.

430

Ἐπισπέρχων. Ἐπισπου‐ δάζων. ἀναγκάζων.

23

.

431

Δίσκου οὖ‐ ρα. Δίσκου ὁρμὴ, ὅ ἐστιν ἄφεσις. Κα‐
τωμαδίοιο. Ὃν ἀφιᾶσι κατὰ τῶν ὤμων τρέχοντες.

23

.

432

Ἥβης. Νῦν, ἀκμῆς.

23

.

433

Αἱ δ’ ἠρώησαν. Ἐκτὸς ἔδραμον, ἢ εἰς τοὔμπροσθεν ὑπεχώρησαν.

23

.

434

Μεθέηκεν. Ἠμέλησεν.

23

.

435

Συγκύρ‐ σειαν. Συγκρούσειαν. ὅμοιον δ’ αὐτῷ καὶ τὸ συντύχωσιν.

23

.

440

Ἔτυμον. Ἀλη‐ θές. Πεπνύσθαι. Σώφρονα, καὶ συνετὸν εἶναι.

23

.

443

Ἐρύκεσθον. Κατέχεσθε.

23

.

444

Φθίσονται. Φθαρήσονται.

23

.

445

Ἀτέμβονται. Στέρονται.

23

.

451

Ἐκτός. Ἔξω. Ὑπέρτατος. Ἀνώ‐ τατος. Περιωπῇ. Τόπος ὑψηλὸς, ἀφ’ οὗ ἐστι περιβλέψαι καὶ ἰδεῖν πάντα.

23

.

454

Ἄλλο τόσον. Τὸ ἄλλο ὅλον σῶμα. Φοῖνιξ. Φοινικοῦς τὸ χρῶμα, ὅ ἐστι πυῤῥός.

23

.

455

Περίτροχον. Περιφερές. Μήνη. Σελήνη.

23

.

458

Αὐγάζομαι. Θεωρῶ.

23

.

459

Παροίτεροι. Μᾶλλον ἔμπροσθεν.

23

.

460

Ἰνδάλλεται. Φαίνε‐ ται, ἢ ὁμοιοῦται.

23

.

461

Ἔβλαβεν. Ἐβλάβησαν.

23

.

462

Περὶ τέρμα βαλ‐ ούσας. Περιελθούσας τὸν καμπτῆρα.

23

.

463

Νῦν δ’ οὔπω. Νῦν δ’ οὐδαμῶς.

23

.

464

Παπταίνετον. Περιβλέπουσιν.

23

.

465

Ἡνία. Τὰ λῶρα.

23

.

466

Σχε‐ θέειν. Ἐπισχεῖν. Ἑλίξας. Συστρέψας περὶ τὴν κάμψιν τοὺς ἵππους.

23

.

469

Ἀνασταδόν. Ἀναστάντες.

23

.

473

Αἰ‐ σχρῶς. Χαλεπῶς.

23

.

474

Λαβρεύεαι. Προπετεύεις.

23

.

475

Δίενται. Ἐνδεεῖς ὑπάρχουσιν.

23

.

479

Λαβραγόρην. Προ‐ πετῆ ἐν τοῖς λόγοις, τουτέστι λάβρον, καὶ θρασύν.

23

.

481

Εὔληρα. Τὰ ἡνία.

23

.

483

Νείκει ἄριστε. Κακόβουλε, κα‐ κολόγε. Ἄλλα τε πάντα Δεύεαι Ἀρ‐
γείων. Καὶ τοῖς λοιποῖς ἔργοις ἀπολείπῃ τῶν Ἑλλήνων, σκαιὸς τὸν τρόπον ὑπάρχων.

23

.

485

Ἢ τρίποδος περιδώμεθον. Περὶ τρίποδος συνθήκας ποιησώμεθα.

23

.

486

Ἵστορα. Ἐπιστήμονα, καὶ μάρτυρα τῆς συνθήκης.

23

.

487

Ἀποτίνων. Ἀπο‐ δούς.

23

.

500

Κατωμαδόν. Κατὰ τὸν ὦμον.

23

.

503

Πεπυκασμένα. Κεκοσμη‐ μένα.

23

.

504

Οὐ δέ τε πολλὴ Γίγνεται ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν.
Οὐδὲ βαθεῖα ἐγένετο ἡ τῶν τροχῶν ἐγ‐ χάραξις ἐπὶ τῆς γῆς.

23

.

508

Λόφων. Νῦν, αὐχένων. τραχήλων.

23

.

510

Ἐμά‐ τησεν. Ἀργὸς καὶ ἄπρακτος ἔμεινε.

23

.

513

Ὠτώεντα. Καλὰς λαβὰς ἔχοντα.

23

.

515

Κέρδεσι. Δόλοις, πανουργίαις.

23

.

517

Τροχοῦ. Νῦν, τοῦ ἁρματίου.

23

.

520

Οὐραῖαι. Αἱ τῆς οὐρᾶς τρίχες.

23

.

523

Ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκου‐ ρα λέλειπτο. Καί τοι πρότερον δίσκου βολῆς διάστημα ἀπολελειμμένος.

23

.

526

Προτέρῳ. Ἐξωτέρῳ, προσωτέρῳ. νῦν,
ἐπίῤῥημα χρόνου δηλωτικόν.

23

.

529

Ἀγακλῆος. Ἄγαν ἐνδόξου.

23

.

530

Βάρδιστοι. Βραδύτατοι.

23

.

531

Ἥκι‐ στος. Πάντων ἡττώμενος. ἀσθενὴς, ἢ ἄτεχνος.

23

.

532

Πανύστατος. Πάντων τελευταῖος.

23

.

533

Πρόσσοθεν. Ἔμ‐ προσθεν.

23

.

536

Λοῖσθος. Ἔσχατος, ὕ‐ στατος.

23

.

542

Δίκῃ ἠμείψατο. Δι‐ καίως ἀπεκρίθη.

23

.

552

Αἰνήσωσιν. Ἐπ‐ αινέσωσιν.

23

.

561

Περιχεῦμα. Περί‐ χυμα.

23

.

562

Ἀμφιδεδίνηται. Ὧι κύ‐ κλῳ περικέχυται ὁ κασσίτερος.

23

.

567

Ἐν δ’ ἄρα κήρυξ Χερσὶ σκῆπτρον ἔ‐ θηκε. Παρὰ τοῖς ἀρχαίοις οἱ δημηγο‐ ροῦντες σκῆπτρα ἐκράτουν.

23

.

571

Ἤι‐ σχυνας. Ὕβρισας.

23

.

572

Πρόσθε βα‐ λών. Προδραμών.

23

.

574

Ἐς μέσον ἀμ‐ φοτέροισι δικάσσατε. Οἱονεὶ μεσολα‐ βήσατε τὴν δίκην, καὶ ἴσως δικάσατε. Μηδ’ ἐπ’ ἀρωγῇ. Μηδ’ ἑτέρῳ ἡμῶν βοη‐
5θεῖτε.

23

.

576

Ψεύδεσσι. Ἀπάταις.

23

.

580

Ἰθεῖα γὰρ ἔσται. Δικαία. ὀρθῶς γὰρ δικάσω.

23

.

583

Ῥαδινήν. Εὐκίνη‐ τον. ἰσχνήν.

23

.

584

Γαιήοχον. Γαιήοχος ὁ τοῖς ὀχήμασι γαίων, ὅ ἐστι γαυριῶν. ἱππικὸς γὰρ ὁ θεός.

23

.

585

Πεδῆσαι. Ἀντὶ τοῦ ἐμπεποδικέναι.

23

.

587

Ἄν‐ σχεο. Ἀνάσχου.

23

.

590

Κραιπνότερος. Ὀξύτερος. Λεπτή. Ἀσθενής.

23

.

593

Ἐπαιτήσειας. Εἰ ἐπαιτήσεις ἐπὶ τῷ ἵππῳ.

23

.

595

Ἐκ θυμοῦ πεσέειν. Ἀπο‐ πεσεῖν τῆς ψυχῆς, ὅ ἐστι μισηθῆναι. Ἀλιτρός. Ἁμαρτωλὸς εἰς θεούς.

23

.

598

Ἰάνθη. Διεχύθη. ἐχάρη. Ἐέρση. Δρό‐ σος.

23

.

599

Ἀλδήσκοντος. Αὐξομένου. Ὅτε φρίσσουσιν ἄρουραι. Ὅτε πεπύ‐ κνωνται διανεστηκότες ταῖς χώραις οἱ στάχυες.

23

.

603

Ἐπεὶ οὔτι παρήορος. Οὐ κεχαλασμένος τὸν λοιγισμόν. παρά‐ φρων. Ἀεσίφρων. Κοῦφος ταῖς φρεσὶν ἄνθρωπος.

23

.

604

Νεοίη. Νεότης. ὁ δὲ λόγος· νῦν δὲ τὸν νοῦν σου ἐξενίκησεν ἡ νεότης.

23

.

618

Κειμήλιον. Ἀπόθετον κτῆμα.

23

.

619

Τάφου. Εἰς ἐπιτάφιον ἀγῶνα.

23

.

622

Οὐ δέ τ’ ἀκοντιστὺν ἐν‐ δύσεαι. Οὐδ’ εἰς ἀκοντίου ἀγῶνα κα‐ τελεύσῃ.

23

.

623

Θεύσεαι. Δράμῃς.

23

.

639

Πλήθει πρόσθε βαλόντες. Ἤτοι τῶν χειρῶν, ἢ τῶν ἁρμάτων, ἢ τῶν συναι‐ ρουμένων αὐτοῖς θεατῶν τῷ πλήθει ἐμὲ νικήσαντες. διφυεῖς γὰρ καὶ ἀνατέσσαρας
5χεῖρας ἔχοντες ἱστοροῦνται. Νίκης ἀ‐ γασσάμενοι. Φθονήσαντές μου τῇ νίκῃ.

23

.

640

Παρ’ αὐτόφι λείπετ’ ἄεθλα. Παρ’ αὐτοῖς τοῖς ἵπποις ἔκειντο τὰ ἆθλα.

23

.

641

Δίδυμοι. Δύο.

23

.

646

Κτερέϊζε. Τίμα, θάπτε.

23

.

648

Ἐνηέος. Ἐπιεικοῦς, προσηνοῦς.

23

.

649

Τιμῆς. Τῆς συνήθους ἐν τοῖς Ἕλλησι.

23

.

652

Πάντ’ αἶνον. Ὅλον τὸν ἐπαίνου λόγον.

23

.

660

Ὧι δέ κ’ Ἀπόλλων Δῴη καμμονίην. Φόρβας ἀνδρειότατος τῶν καθ’ αὑτοῦ γενόμενος πυγμῇ ἐνίκα. καὶ τοὺς μὲν παριόντας ἀναγκάζων ἀγωνίζεσθαι
5ἀνῄρει. ὑπὸ δὲ τῆς πολλῆς ὑπερηφανείας ἐβούλετο καὶ πρὸς τοὺς θεοὺς τὸ τοιοῦτον φρόνημα ἔχειν. διὸ Ἀπόλλων παραγενό‐ μενος, καὶ συστὰς αὐτῷ, ἀπέκτεινεν αὐ‐ τόν. ὅθεν ἐξ ἐκείνου τῆς πυκτικῆς ἔφορος
10ἐνομίσθη ὁ θεός. ἡ ἱστορία παρὰ τοῖς Κυκλικοῖς.

23

.

661

Καμμονίην. Τὴν ἐκ
καταμονῆς νίκην.

23

.

662

Ταλαεργόν. Ὑπομονητικὸν περὶ τὰ ἔργα.

23

.

671

Δαήμονα. Ἔμπει‐ ρον.

23

.

673

Ἀράξω. Συντρίψω.

23

.

674

Κηδεμόνες. Ἐπιμεληταί. ἢ προσήκον‐ τες κατὰ γένος.

23

.

679

Δεδουπότος.
Ἐν πολέμῳ τεθνηκότος.

23

.

683

Ζῶμα δέ οἱ. Νῦν περίζωμα. πρῶ‐ τον ἔθος ἦν τοῖς παλαιοῖς περιζώματα φορεῖν περὶ τὰ αἰδοῖα, καὶ οὕτως ἀγω‐ νίζεσθαι. κατὰ δὲ τὴν λ. καὶ δευτέ‐
5ραν ὀλυμπιάδα, Ὀρίππου τοῦ Λακεδαι‐ μονίου λυθὲν ἀγωνιζομένου τὸ περίζωμα, αἴτιον αὐτῷ ἥττης ἐγένετο, ἐξ οὗ νό‐ μος ἐτέθη γυμνοὺς τρέχειν. Παρακάβ‐ βαλε. Παρεκατέθηκεν.

23

.

684

Ἀγραύ‐ λοιο. Ἐν ἀγρῷ αὐλιζομένου.

23

.

688

Χρόμαδος. Ποιὸς ἦχος τοῦ χρωτὸς τῶν σιαγόνων.

23

.

689

Ἐπὶ δ’ ὤρνυτο. Ἐφώρμα δέ.

23

.

691

Ὑπήριπε. Κατ‐ ηνέχθη. Φαίδιμα. Λαμπρά.

23

.

692

Φρικός. Φρὶξ, ἡ ἐπιπόλαιος τοῦ κύ‐ ματος κίνησις. ἡ λεπτοκυμία. Ἀνα‐ πάλλεται. Ἀναπηδᾷ.

23

.

693

Ἐν φυ‐ κιόεντι. Φυκία ἔχοντι. φύκος δέ ἐστιν ἤτοι ἡ ἄχνη τῆς θαλάσσης, ἢ πόα πα‐ ραθαλασσία οὕτω καλουμένη.

23

.

697

Ἑτέρωσε. Εἰς τὸ ἕτερον μέρος.

23

.

698

Ἀλλοφρονέοντα. Οὐκ ἐν αὐτῷ ὄντα, ἀλλ’ ἐξιστάμενον τῇ διανοίᾳ.

23

.

703

Δυωδεκάβοιον. Δώδεκα βοῶν ἄξιον.

23

.

705

Τεσσαράβοιον. Τὸ τεσσάρων βοῶν.

23

.

712

Ἀμείβοντες. Δοκοὶ με‐ γάλαι ἀλλήλαις προσπίπτουσαι, ὥστε βαστάζειν τὴν ὀροφήν. αἵτινες καὶ συ‐ στάται καλοῦνται.

23

.

714

Τετρίγει. Ἔτριζεν.

23

.

717

Φοινικόεσσαι. Πελειώ‐ δεις. ἐρυθραί.

23

.

719

Σφῆλαι. Κατα‐ βαλεῖν, νικῆσαι.

23

.

720

Ἔχε. Κατ‐ εῖχε.

23

.

726

Κόψ’ ὄπιθεν κώληπα τυ‐ χών. Ἔκρουσεν αὐτοῦ, φησιν, ἐπιτυχὼν τὴν ἰγνύαν ὄπισθεν, ἥτις καὶ ἀγκύλη κα‐ λεῖται. ὡς τῶν μέσων ἐῤῥωμένων περι‐
5πλέκεται.

23

.

729

Ἀνάειρεν. Ἦρεν. ἐ‐
βάστασεν.

23

.

742

Κάλλει. Τέχνῃ.

23

.

743

Σιδόνες. Οἱ Φοίνικες, Σιδὼν γὰρ πόλις Φοινίκης.

23

.

744

Ἠεροειδέα. Σκοτεινόν. μέγαν, ἢ ἀναπεπταμένον. ἐν ᾧ ἀὴρ μόνος ὁρᾶται.

23

.

745

Θόαντι. Τῷ τῆς Λήμνου βασιλεῖ.

23

.

751

Λοισθῆϊ. Τῷ ἐσχάτῳ. ἀπὸ εὐθείας ὁ λοισθεύς.

23

.

757

Μεταστοιχεί. Ἐπὶ στοῖχον. ἐπὶ τάξιν.

23

.

758

Τέτατο. Μετὰ προθυμίας ἐξετείνετο αὐτοῖς ὁ δρό‐
μος.

23

.

761

Κανών. Ὁ κάλαμος, περὶ ὃν εἱ‐ λεῖται ὁ μῖτος ὁ ἱστουργικός. Τανύσσῃ. Ἐπιτείνῃ.

23

.

762

Πηνίον. Εἵλημα κρό‐ κης. πάντα τὰ ἔργα ἐν παραβολαῖς εἰ‐ πὼν, νῦν καὶ περὶ γυναικωνίτιδος ἔφη.

23

.

764

Ἴχνια τύπτε πόδεσσι, πάρος κόνιν ἀμφιχυθῆναι. Ἐπέβαινε αὐτοῦ τοῖς ἴχ‐ νεσι πρὶν ἢ κονιορτωθῆναι.

23

.

765

Ἀ‐
ϋτμένα. Ἀναπνοήν. ἆσθμα.

23

.

774

Ὄλισθεν. Ἔπεσεν.

23

.

775

Ὄν‐ θος. Ἡ τῶν βοῶν κόπρος. Ἐριμύκων. Μεγαλοφώνων. μυκηθμὸς γὰρ, ἡ τῶν βοῶν φωνή.

23

.

791

Ὠμογέροντα. Οὕτω λέ‐ γουσιν ἤτοι τοὺς ἔτι συνεστῶτας, καὶ μή πω πάνυ γέροντας, ἀλλὰ πλησίον τοῦ γήρως· ἢ τοὺς πρὸ ὥρας καὶ παρ’ ἡλικίαν
5γεγηρακότας.

23

.

792

Ἐριδδήσασθαι. Ἐξισωθῆναι. ἀμιλληθῆναι.

23

.

793

Κύ‐ δῃνεν. Ἐδόξασεν.

23

.

795

Αἶνος. Νῦν λόγος.

23

.

805

Ὀρεξάμενος χρόα. Ἐφ‐ αψάμενος τοῦ χρωτός.

23

.

806

Ἐν‐ δίνων. Τῶν ἐντὸς ὅπλων μελῶν. ἀπὸ τοῦ ἐντείνεσθαι θώρακι καὶ τοῖς λοιποῖς ὅπλοις. οἱ δὲ ἀποδιδόντες ἐντέρων ἀγνο‐
5οῦσιν, οὐ γὰρ μέχρι θανάτου μονομα‐
χοῦσιν.

23

.

821

Κῦρε. Ἤγγιζεν, ἐπετύγχανεν. Αἰὲν ἐπ’ αὐχένι κῦρε φαεινοῦ. Ἱστόρη‐ ται ὅτι κατεκεῖνο καιροῦ ἔτυχεν Ἡρακλῆς τῇ νήσῳ Σαλαμῖνι κατά τινα χρείαν
5προσπλεύσας, Τελαμῶνι δὲ ἄρτι γενέ‐ σθαι τὸν παῖδα Αἴαντα. ἐπιστὰς οὖν ὁ Ἡρακλῆς, καὶ ἀναλαβὼν τὸν παῖδα, περιέβαλε τῇ λεοντῇ. ἐφ’ ᾧ εὔξατο αὐ‐ τὸν γενέσθαι ἄτρωτον. ὁ δὲ ηὐξήθη, καὶ
10τὸ πᾶν τοῦ σώματος ἐγένετο ἄτρωτον, πλὴν τοῦ αὐχένος, τοῦτο γὰρ ἐδόκει τότε κατὰ τύχην τὸ μέρος μὴ περιβεβλῆσθαι τῇ λεοντῇ.

23

.

826

Σόλον. Δίσκον. δι‐ αφέρει δὲ σόλος καὶ δίσκος· ὅτι ὁ μὲν δίσκος, πλατύς ἐστι καὶ κοιλότερος· ὁ δὲ σόλος, στρογγύλος καὶ σφαιροειδής. Αὐ‐
5τοχόωνον. Ἐκ χεομένης ὕλης εἰκῆ κε‐ χωνευμένον. αὐτοχώνευτον, οἷον μὴ ἔχον‐ τα κατασκευὴν τερπνὴν, ἠγοῦν τεχνικὴν, ἀλλ’ ἐκ μόνης χωνείας ἀναληφθέντα.

23

.

827

Ῥίπτασκεν. Ἔῤῥιπτε μακράν.

23

.

829

Ἄγετ’ ἐν νήεσσιν. Ἀντὶ τοῦ ἐκό‐ μισε.

23

.

832

Πίονες ἀγροί. Νῦν, εὐδαί‐
μονες.

23

.

834

Χρεώμενος. Χρώμενος, ἢ χρήζων. Ἀτεμβόμενος. Στερόμενος.

23

.

843

Ὑ‐ πέρβαλεν. Ὑπερέβαλε.

23

.

845

Καλαύ‐ ροπα. Τὴν βουκολικὴν ῥάβδον. ἔστι δὲ ξύλον κατὰ τὸ ἕτερον μέρος ῥοπὴν ἔχον, ὅ ἐστι βάρος.

23

.

846

Ἑλισσομένη. Συ‐ στρεφομένη. Διὰ βοῦς ἀγελαίας. Ἀντὶ τοῦ δι’ ἀγελαίων βοῶν.

23

.

850

Τοξευτῇ‐ σι. Τοξόταις. Ἰόεντα. Ἤτοι ἰὸν γεν‐ νῶντα, ἢ μέλανα. ἄμεινον δὲ τὸν πρὸς ἰῶν κατασκευὴν ἐπιτήδειον, ὅ ἐστι βε‐
5λῶν.

23

.

854

Μηρίνθῳ, Σπάρτῳ. σχοι‐ νίῳ.

23

.

856

Πελέκεας. Ἀξίνας διστό‐ μους. ἔστι δὲ καὶ σταθμὸς σιδήρου ἔχων μνᾶς δέκα. τὸ δὲ ἡμιπέλεκον, τὸ ἥμισυ τοῦ πελέκεως. τὸ ἐκ τοῦ ἑνὸς μόνου μέ‐
5ρους ἔχον ἀκμὴν, ὃ καὶ διστράλιον κα‐ λοῦσιν. οὕς τινας ἐφεξῆς ἱστῶντες ἐπί τινα βαθμὸν ἐγυμνάζοντο οἱ τοξόται, πέμποντες διὰ τῶν τρητῶν αὐτῶν τὸ βέ‐ λος, δι’ οὗ ἐμβάλλεται αὐτοῖς ὁ στει‐
10λειός. Πάντας πελέκεας. Τοὺς ὅλους πελέκεας. Ἀειράμενος. Ἐπάρας.

23

.

857

Μηρίνθοιο τύχῃ. Καὶ μὴν τοῦτο ἐμπεί‐ ρου. ἀλλὰ προὔκειτο ἡ τοῦ ζώου τύχη· τύχης δὲ προσεδεῖτο πτοουμένης τῆς ὄρνι‐ θος, καὶ οὐκ ἐν αὐτῷ μενούσης.

23

.

863

Οὐδ’ ἠπείλησεν. Οὐ δὲ ηὔξατο.

23

.

865

Ἅμαρτεν. Ἀπέτυχεν. Μέγῃρεν. Ἐφ‐
θόνησεν.

23

.

870

Ἐξείρυσε χειρός. Δηλονότι τοῦ Τεύκρου, τῷ γὰρ αὐτῷ τόξῳ ἐχρῶντο.

23

.

875

Δινεύουσαν. Συστρεφομένην. σο‐ βαρῶς ἱπταμένην.

23

.

879

Σὺν δὲ πτερὰ πυκνὰ λίασθεν. Συνεκρότησε δὲ τὰ πτε‐ ρά. Λίασθεν. Διεχωρίσθησαν.

23

.

880

Πτάτο. Ἐπετάσθη.

23

.

885

Ἀνθεμόεντα. Ἤτοι οὐκ εἰς πῦρ χρήσιμον, ἀλλ’ ἀναθεματικόν. ἢ ἀνθε‐ μώδη.

23

.

886

Ἥμονες. Ἀκοντισταί.

23

.

890

Προβέβηκας. Ὑπερβέβηκας. προ‐ ελήλυθας.

23

.

891

Ἥμασιν. Ἀκοντίσ‐
μασιν. ἀπὸ τοῦ ἱέναι. Ἔπλευ. Ἐγένου.

24

.

1

Λῦτο δ’ ἀγών. Νῦν, τὸ ἄθροισμα τῶν θεατῶν.

24

.

2

Δόρποιο μέδοντο. Ἐπι‐
μελοῦντο τροφῆς καὶ ὕπνου.

24

.

8

Πείρων. Διαπερῶν.

24

.

11

Τότε δέ. Ὅτε δέ.

24

.

12

Δινεύεσκεν. Ἀνεστρέ‐ φετο. Ἀλύων. Καταστένων. ἀλώμενος, καὶ λύσιν μὴ εὑρίσκων τῶν κακῶν.

24

.

22

Μενεαίνων. Μηνιῶν, ὀργιζόμενος.

24

.

24

Κλέψαι δ’ ὠτρύνεσκον ἐΰσκοπον Ἀργει‐ φόντην. Ζεὺς ἐρασθεὶς Μαίας τῆς Ἀτ‐
λαντίδος, λαθὼν Ἥραν ἐμίγη. ἡ δὲ ἔγ‐ κυος γενομένη ἐν Κυλλήνῃ τῆς Ἀρκαδίας,
5Ἑρμῆν ἐγέννησεν. ὅς τις ἐπιθυμίαν ἔσχε τοῦ κλέπτειν· ὅτι καὶ Ζεὺς κλέψας τὴν Ἥραν, ἐμίγη Μαίᾳ, καὶ δήποτε τῆς μη‐ τρὸς μετὰ τῶν ἀδελφῶν αὐτῆς λουομένης λαθὼν ὑφείλετο τὰς ἐσθῆτας. γυμναὶ δὲ
10ἐκεῖναι, ἠπόρουν τί πράξωσι. γέλωτα δὲ διὰ τοῦτο Ἑρμῆς κινήσας, ἀπέδωκε αὐ‐ ταῖς τὰς ἐσθῆτας. ἔκλεψε δὲ καὶ τὰς Ἀπόλλωνος βοῦς. ἡ ἱστορία παρ’ Ἐρα‐ τοσθένει.

24

.

29

Νείκεσσε θεάς. Νῦν, ἔκρινε. Μέσσαυλον. Ἔπαυλιν.

24

.

30

Ἤινησεν. Ἐπῄνεσε. Μαχλοσύνην. Τὴν πρὸς συνουσίαν κατωφέρειαν.

24

.

33

Δη‐ λήμονες. Βλαπτικοί.

24

.

40

Ἐναίσιμοι
φρένες. Καθήκουσαι. δίκαιαι.

24

.

41

Γναμπτόν. Εὔκαμπτον. εὔπιστον.

24

.

45

Σίνεται. Βλάπτει.

24

.

46

Ὀλέσσαι. Ἀντὶ τοῦ ὀλωλέναι. ἀόριστον ἀντὶ ὑπερσυν‐ τελικοῦ.

24

.

47

Ἠὲ κασίγνητον ὁμογάστρι‐ ον, ἠὲ καὶ υἱόν. Φαίνεται Ὅμηρος προτι‐ μῶν τὴν μητρὸς ἀδελφότητα.

24

.

48

Μεθ‐ έηκεν. Ἀπέλιπε.

24

.

54

Κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει. Ἀντὶ τοῦ ἀναίσθητον σῶμα ὑβρίζει.

24

.

57

Ὁμήν. Ὁμοίαν.

24

.

60

Ἀτίτηλα. Νήπιον ὄντα ἔθρεψα.

24

.

65

Ἀποσκύδμαινε. Ὀργίζου.

24

.

68

Ἐπεὶ οὔτι φίλων ἡμάρτανε δώρων. Ἐπεὶ οὐχ’ ἁμαρτάνων ἐγιγνώσκετο παρὰ τοῖς θεοῖς.

24

.

71

Κλέψαι μὲν ἐάσομεν. Κλέψαι συγ‐ χωρήσωμεν.

24

.

73

Μήτηρ παρμέμβλω‐ κεν. Ἔξωθεν ἡ μήτηρ παραμένει φυ‐ λάττουσα.

24

.

75

Πυκινὸν ἔπος. Ὅτι
συμφέρει αὐτῷ δοῦναι, ἵνα μὴ κλαίῃ.

24

.

79

Μείλανι. Μέλανι. τῷ καὶ ἔτι νῦν καλουμένῳ μέλανι πόντῳ. ἔστι δὲ τὸ σχῆμα παρένθεσις.

24

.

80

Μολυβδαίνῃ. Μολυβδίνῃ. ὁρμιᾷ· μόλυβδος δὲ ἐπίκει‐ ται τῷ ἀγκίστρῳ εἰς τὸ καθέλκειν αὐτὸ τῷ βάρει κάτω.

24

.

81

Βοὸς κέρας. Οἱ μὲν κυρίως, οἱ δὲ τὴν τρίχα. ἄμεινον δὲ νοεῖν κεράτιόν τι προκεῖσθαι τῷ ἀγκί‐ στρῳ, ἵνα μὴ οἱ ἰχθύες ἀποβιβρώσκωσι
5τὴν ὁρμιάν.

24

.

91

Ἄκριτα. Ἀδιαχώρι‐ στα, ἢ πολλά.

24

.

96

Λιάζετο κῦμα.
Ἀντὶ τοῦ διΐστατο.

24

.

102

Ὤρεξεν. Ἐνεχείρησεν.

24

.

105

Ἄλαστον. Ἀνεπίληστον, χαλεπόν.

24

.

124

Ἐντύνοντο ἄριστον. Παρεσκευά‐ ζοντο. εὐτρεπίζοντο. ἄριστον δὲ λέγει νῦν τὸ πρωϊνὸν, ὃ ἡμεῖς λέγομεν ἀκράτισμα· ὥσπερ αὖ πάλιν τὸ παρ’ ἡμῖν ἄριστον, ὁ
5Ποιητής φησι δεῖπνον, μεθ’ ὃ δεῖ πονεῖν· τὸ δὲ δεῖπνον, δόρπον.

24

.

125

Λάσιος. Δασὺς, τετριχωμένος. σημαίνει δὲ καὶ τὸ συνετός. Ἱέρευτο. Ἱερουργεῖτο. ἔ‐ σφακτο.

24

.

129

Ἔδεαι. Ἀναλώσῃς, φάγῃς.

24

.

137

Νεκροῖο δὲ δέξαι. Ὑπὲρ τοῦ νεκροῦ δέξαι.

24

.

139

Τῇ δ’ εἴη ὃς ἄποινα φέροι. Ἐνταῦθα ἔστω. ἐνθάδε ἡκέτω ὁ κομίζων τὰ λύτρα.

24

.

141

Νη‐ ῶν ἀγύρει. Ὅμοιον τῷ, Νεῶν ἐν ἀγῶνι.
ὅ ἐστιν ἀθροίσματι.

24

.

147

Ἰῄνῃ. Διαχέῃ, ὅ ἐστι χαρῆναι ποιήσῃ τοῦ Ἀχιλλέως τὴν ψυχήν.

24

.

151

Ἄγοι. Ἀπάγοι.

24

.

153

Πομπόν. Σύν‐ οδον. ὁδηγόν. Ὀπάσσομεν. Παράσχω‐ μεν.

24

.

157

Ἄσκοπος. Ἄστοχος τῇ γνώμῃ, καὶ ἀπτόητος τοῦ μέλλοντος, ἐξ οὗ ἀνόητος. Ἀλιτήμων. Ἁμαρτωλός.

24

.

158

Ἐνδυκέως. Ἐπιμελῶς. Ἱκέτεω. Ἱκέτου. Πεφιδήσεται. Φείσεται. ἀπὸ μέσου παρακειμένου.

24

.

162

Ἔφυρον. Ἔδευον, ἔβρεχον.

24

.

163

Ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος. Οὕτως φησὶν αὐ‐ τὸν κεκαλύφθαι τῇ χλανίδι ἐν τετυπω‐ μένοις ἱματίοις ὅλον τὸ σῶμα, ὥστε μό‐
5νον τὸν τῶν μελῶν τύπον φαίνεσθαι.

24

.

164

Κόπρος. Κοινῶς μὲν τὰ κόπρια.
νῦν δὲ ἡ κόνις.

24

.

165

Κατεμήσατο. Κατεχέατο. κατε‐ πάσατο.

24

.

168

Κέατο. Ἔκειντο.

24

.

185

Ἐρύξει. Ἐφέξει, κωλύσει.

24

.

189

Ἡ‐ μιονείην. Πρὸς ἡμιόνων ζεῦξιν ἐπιτηδείαν.

24

.

190

Ὁπλίσσαι. Κατασκευάσαι, ἑτοι‐ μάσαι. Πείρινθα. Τὸ ἐπικείμενον τῇ ἁμάξῃ πλινθίον, ἐφ’ οὗ φέρουσι τὰ φορ‐
τία. ὃ καὶ ὑπερτερίαν καλοῦσιν.

24

.

191

Κηώεντα. Τεθυμιωμένον. εὐώδη.

24

.

192

Κέδρινον ὑψόροφον. Ἐκ κεδρίνων ξύλων ἔχοντα τὴν ὀροφὴν ὑψηλήν. Γλήνεα. Πολλῆς θέας ἄξια, κόσμια. ἢ χρήματα, κατὰ Ἠλείους. οἱ δὲ ἀξιοθέατα. γλήνη
5δὲ παρὰ τὸ γλαμυρὸν ἤτοι δίϋγρον. ὅθεν Ἀρχέδημος ὁ Γλάμων, καὶ παροιμία· Ἐν τυφλῶν πόλει Γλάμυρος βασιλεύει. ἢ ἀπὸ μέρους εἴρηκε. γλήνας γὰρ κυρίως τὰ ἀκροκόσμια λέγουσι.

24

.

194

Διόθεν. Παρὰ τοῦ Διός.

24

.

198

Αἰνῶς. Λίαν, πάνυ.

24

.

202

Ἔκλεε. Ἐνδόξως ἐφημί‐ ζου.

24

.

205

Σιδήρειον ἦτορ. Ἰσχυρὰ ψυχὴ, ἐξ οὗ ἀπηνὴς καὶ σκληρά.

24

.

206

Αἱρήσει. Λήψεται.

24

.

207

Ὠμηστής. Ὠμὸς τὸν τρόπον. οἷα τὰ ὁμοφάγα θη‐ ρία.

24

.

211

Ἀργίποδας. Ταχύποδας.

24

.

213

Προσφῦσα. Προσελθοῦσα. Ἄν‐ τιτα. Ἀντιτιμώρητα. ἐν μέρει τινὶ τι‐ μωρίαν λαμβάνοντα.

24

.

214

Οὔ ἑ κακι‐ ζόμενον. Οὐ δειλιῶντα αὐτόν.

24

.

219

Ὄρνις κακός. Κακὸς οἰωνὸς, καὶ μάντις.

24

.

221

Θυοσκόοι. Οἱ τὰς θυσίας ἐπιτε‐ λοῦντες, καὶ δι’ αὐτῶν μαντευόμενοι. ἢ οἱ λιβανομάντεις. Ἱερῆες. Θῦται.

24

.

222

Νοσφιζοίμεθα. Ἀποτρεποίμεθα.

24

.

227

Ἐξ ἔρον εἵην. Τὴν ἐπιθυμίαν πληρώ‐ σαιμι.

24

.

228

Φωριαμῶν. Κιβωτίων. Ἐπιθήματα. Πώματα. Ἀνέῳγεν. Ἤ‐ νοιξεν. ἀνῴγνυεν.

24

.

230

Ἁπλοϊάδας.
Ἁπλάς.

24

.

232

Τάλαντα. Νῦν, χρυσοῦ.

24

.

235

Ἐξεσίην. Κατὰ δημοσίας ἔξοδον πρεσ‐ βείας.

24

.

238

Αἰσχροῖσιν. Χαλεποῖς.

24

.

239

Ἔῤῥετε. Φθείρεσθε. Λωβητῆρες. Ὑβρισταί. Ἐλεγχέες. Ἐπονείδιστοι.

24

.

240

Κηδήσοντες. Πενθήσοντες.

24

.

241

Ἢ οὔνεσθε. Ἢ ἐφήδεσθέ μοι, καὶ ἐπὶ ταῖς συμφοραῖς εὐφραίνεσθε. ἀπὸ τοῦ ὄνασθαι. ἢ ἐκφαυλίζετε καὶ μικρὸν ἡγεῖ‐ σθε.

24

.

245

Κεραϊζομένην. Πορθουμένην.

24

.

247

Δίεπε. Διώκει, ἢ διεξῄει.

24

.

248

Σπερχομένοιο. Ἐπειγομένου. Ὁμόκλα. Διεκελεύετο μετὰ ὀνείδους.

24

.

250

Πο‐ λίτην. Νῦν, ὄνομα κύριον.

24

.

251

Δηΐ‐ φοβόν τε καὶ Ἱππόθοον. Ἀλεξάνδρου τοξευθέντος ὑπὸ Φιλοκτήτου, Πρίαμος τὸν Ἑλένης γάμον ἔπαθλον ἔθηκε τῷ ἀρι‐
5στεύσαντι κατὰ τὴν μάχην. Δηΐφοβος δὲ γενναίως ἀγωνισάμενος ἔγημεν αὐτήν. ἡ ἱστορία παρὰ Λυκόφρωνι.

24

.

253

Κα‐ τηφόνες. Ἄξιοι καταφονευθῆναι.

24

.

254

Πεφᾶσθαι. Ἀναιρεῖσθαι.

24

.

255

Πα‐ νάποτμος. Παντελῶς δυστυχής.

24

.

257

Ἱππιοχάρμην. Ἤτοι ἀφ’ ἵππων μαχό‐ μενον, ἢ ἵπποις χαίροντα.

24

.

261

Χοροι‐ τυπίῃσιν ἄριστοι. Εἰς χοροὺς ἐπιτήδειοι.

24

.

262

Ἐπιδήμιοι ἁρπακτῆρες. Τὰ τῶν πολιτῶν ἁρπάζοντες, καὶ οὐ τὰ τῶν πολε‐ μίων.

24

.

267

Πρωτοπαγῆ. Πρώτως πα‐
γεῖσαν. ὅ ἐστιν ἐξόχως πρῶτον πεπη‐ γυῖαν. ὅ ἐστι καινήν. ἔστι γὰρ τὸ μὲν τάξεως, τὸ δὲ ποιότητος.

24

.

269

Ὀμ‐ φαλόεντα. Νῦν, κεκοσμημένον.

24

.

272

Ἕστορι. Τῷ ἀνιεμένῳ πασσάλῳ κατὰ τοῦ ῥυμοῦ τοῦ ζυγοῦ. τινὲς δὲ γράφουσιν ἕκτορι, οἷον ἐχέτορι. Ἐπὶ δὲ κρίκον ἕστορι βάλλον. Ἀντὶ τοῦ, τῷ δὲ ὀκκάβῳ τὸν
5ἕστορα ἔβαλον.

24

.

273

Ἐπ’ ὀμφαλόν. Ἐπὶ τὸ μέσον τοῦ ζυγοῦ.

24

.

274

Γλω‐ χῖνα. Τὴν γωνίαν. λέγει δὲ τὸ τέλος τοῦ ἱμάντος. Ἔγναμψαν. Ἔδησαν. καθῆψαν.

24

.

275

Ἐπ’ ἀπήνης. Ἐπὶ τῆς ἀμάξης.

24

.

277

Ἐντεσιουργούς. Τοὺς ὑποζυγίους, μὴ ψιλῶς νωτοφόρους, ἀλλὰ τήν τε ἄμαξαν, καὶ τὴν πείρινθον ἕλκον‐ τας. ἅπερ καὶ ἔντεα φησί.

24

.

278

Μυ‐ σοί. Ἔθνος βάρβαρον.

24

.

279

Ὕπαγον
ζυγόν. Ὑπὸ τὸν ζυγὸν ἦγον.

24

.

283

Ἀγχίμολον. Νῦν, μετ’ ὀλίγον.

24

.

287

Τῆ. Δέξαι, λάβε.

24

.

292

Οἰω‐ νόν. Ὄρνιν.

24

.

293

Καὶ εὗ κράτος ἐστὶ μέγιστον. Ὃς ἰσχυρότατός ἐστι τῶν λοιπῶν ὀρνίθων.

24

.

296

Ἑὸν ἄγγελον. Ἀγαθόν. ἴδιον.

24

.

300

Ἐφιεμένη. Ἐν‐ τελλομένη, ἢ ὑποτιθεμένη.

24

.

302

Τα‐ μίην. Προστάτιν.

24

.

303

Ἀκήρατον. Ἀδιάφθορον.

24

.

304

Χέρνιβον. Νῦν τὸ ἀγγεῖον τὸ ὑποδεχόμενον τὸ ταῖς χερσὶν ἐπιβαλλόμενον ὕδωρ, ὃ καὶ λέβητά φησι. Πρόχοον. Τὸν παρ’ ἡμῖν καλούμενον ξέ‐
5στην.

24

.

306

Ἕρκεϊ. Νῦν, περιβολαίῳ. περιφράγματι.

24

.

309

Ἐλεεινόν. Ἐ‐ λέου ἄξιον.

24

.

315

Τελειότατον. Νῦν, ἐπιτελεστικώτατον.

24

.

316

Μόρφνον. Ἤτοι περὶ φόνους μεμορηκότα, τὸν φό‐ νιον. ἢ μέλανα· ἢ ἅρπαγα. οἱ δὲ ἀετοῦ εἶδος. Περκνόν. Τὸν αὐτὸν τῷ προειρη‐
5μένῳ. μέλανα, ἀφ’ οὗ καὶ τὸν μελαινό‐ μενον καρπὸν περκάζειν λέγομεν.

24

.

317

Ὑψορόφοιο. Ὑψηλοστέγου. ὑψηλοῦ.

24

.

318

Ἐϋκληῒς ἀραρυῖα. Εὖ ταῖς κλει‐ σὶν ἡρμοσμένη. ἀσφαλής. δύναται καὶ ὑφ’ ἓν, ἵν’ ᾖ εὔκλειστος.

24

.

319

Εἴσα‐ το. Ἐφάνη. ὥρμησε.

24

.

322

Σπερχό‐ μενος. Σπεύδων.

24

.

323

Ἐριδούπου.
Μεγαλοήχου.

24

.

324

Τετράκυκλον. Τετράτροχον. Ἀπή‐ νην. Ἄμαξαν.

24

.

326

Ἐφέπων. Ἐπα‐ κολουθῶν, ἐπιδιώκων.

24

.

335

Ἑταιρίσ‐ σαι. Ἑταίρῳ βοηθῆσαι.

24

.

342

Ἀπεί‐
ρονα. Μεγάλην, ἢ κυκλοτερῆ.

24

.

343

Θέλγει. Πρὸς ὃ θέλει ἀμαυροῖ.

24

.

347

Αἰσυητῆρι. Βασιλικῷ νέῳ. οἱ δὲ ἀντὶ τοῦ ἐντίμῳ τηροῦντι τὰ αἴσια, ὅ ἐστι τὰ δίκαια.

24

.

348

Πρῶτον ὑπηνή‐ τῃ. Ἀρχομένῳ γενειάζειν· ὑπῆναι δὲ καλοῦνται αἱ τρίχες, αἱ περὶ τὰ χείλη, ὁ μύσταξ ἄρτι φυόμενος. οἱ δὲ κοινῶς εἶ‐
5πον τὸ γένειον. Χαριεστάτη ἥβη. Ὡ‐ ραία ἀκμή.

24

.

349

Μέγα σῆμα πάρεξ Ἴλλοιο ἔλασσαν. Παρήλασαν τὸν Ἴλ‐ λου τόπον, ἢ τάφον.

24

.

352

Ἐξ ἀγχι‐ μόλοιο. Ἐκ τοῦ σύνεγγυς.

24

.

354

Φρα‐ δέος νόου ἔργα τέτυκται. Συνετοῦ νοῦ καὶ ἄριστα βουλεύεσθαι δυναμένου ὁ πα‐
ρὼν καιρὸς δεῖται.

24

.

355

Διαῤῥαίσεσθαι. Διαφθαρήσε‐ σθαι.

24

.

358

Σὺν δὲ γέροντι νόος χύτο. Τὸ ἑξῆς, συνεχύθη αὐτοῦ ὁ νοῦς.

24

.

359

Ὀρθαὶ δὲ τρίχες ἔσταν. Ἀντὶ τοῦ ἔφρι‐ ξαν.

24

.

360

Ταφών. Ἐκπλαγείς. Ἐρι‐ ούνιος. Μεγαλωφελής.

24

.

362

Ἰθύνεις. Ἐπ’ εὐθείας ἐλαύνεις.

24

.

365

Ἀνάρ‐ σιοι. Ἄδικοι. ἐχθροί.

24

.

369

Ἀπαμύ‐ νασθαι. Ἀποκωλύσαι. ἀποδιῶξαι. Χα‐ λεπήνῃ. Κακώσει. ἢ ἀδικήσει.

24

.

370

Οὐδέν. Νῦν, οὐδαμῶς.

24

.

371

Ἀπαλε‐ ξήσαιμι. Ἀποστρέψαιμι. βοηθήσαιμι.

24

.

375

Ὁδοιπόρον. Συνοδόν.

24

.

376

Αἴ‐ σιον. Δεξιόν. δίκαιον. Ἀγητός. Θαυ‐ μαστός.

24

.

377

Πέπνυσαι. Συνετὸς εἶ.
πεπαίδευσαι.

24

.

387

Τέων. Τίνων.

24

.

388

Οἶτον. Μόρον. Ἀπότμου παιδός. Πολυπότμου. δυστυχοῦς.

24

.

390

Πειρᾷ ἐμεῖο γεραιέ. Πειράζεις με, ὦ γέρον.

24

.

391

Κυδια‐ νείρῃ. Ἐν ᾗ δοξάζονται οἱ ἄνδρες.

24

.

396

Μία δ’ ἤγαγε νηῦς εὐεργής. Ἑταῖρον καὶ φίλον ἑαυτὸν βούλεται συ‐ στῆσαι Ἀχιλλεῖ ὁ Ἑρμῆς πρὸς πλείονα πίστιν. οἱ γὰρ τοιοῦτοι μιᾶς νεὼς ἐπιβαί‐
5νουσιν.

24

.

400

Μεταπαλλόμενος. Μετ’ αὐτῶν κληρούμενος. πάλοι γὰρ, οἱ κλῆροι.

24

.

403

Ἀσχαλόωσι. Δυσανασχετοῦσι, λυποῦν‐ ται.

24

.

404

Ἴσχειν. Ἐπίσχειν. κωλύ‐ σαι.

24

.

409

Μελεϊστί. Κατὰ μέλος.

24

.

413

Αὕτως ἐν κλισίῃσι. Ματαίως, ἀνεπιμελήτως ἐν τῇ σκηνῇ.

24

.

414

Εὐ‐ λαί. Σκώληκες.

24

.

415

Ἀρηϊφάτους. Τοὺς ἐν πολέμῳ ἀνῃρημένους, ἢ ὑπὸ ξί‐ φους. Ἄρης γὰρ ὁ σίδηρος.

24

.

417

Ἀ‐ κηδέστως. Ἀφροντίστως. οὐ κηδεμονι‐ κῶς, ἀλλ’ ὑβριστικῶς.

24

.

418

Αἰσχύνει.
Αἰκίζει. Θειοῖό κεν. Θαυμάσειας ἄν.

24

.

419

Ἐερσήεις. Κάθυγρος. νεαρός.

24

.

420

Μιαρός. Μεμιασμένος. Μέμυκε. Συμ‐ μέμυκεν.

24

.

421

Ἐτύπη. Ἐκ χειρὸς ἐτρώθη.

24

.

425

Ἐναίσιμα. Καθήκοντα. Διδοῦναι. Δοῦναι.

24

.

426

Εἴ ποτ’ ἔην γε. Ἕως περ ἦν.

24

.

428

Ἐπεμνήσαντο. Ἐπεμνημόνευσαν. Αἴσῃ. Εἱμαρμένῃ.

24

.

429

Ἄλεισσον. Ποτήριον. κυρίως δὲ τὸ τετορνευμένον.

24

.

430

Σύν γε θεοῖσιν. Εἰ οἱ θεοὶ μὴ ἀντιπράττοιεν, ἀλλὰ βοη‐ θοῖεν.

24

.

433

Πειρᾷ. Πειράζεις.

24

.

434

Κέλῃ. Κελεύεις.

24

.

436

Συλεύειν. Συ‐ λᾷν, γυμνοῦν.

24

.

438

Ὁμαρτέων. Συν‐ τυχών. ἀκολουθῶν.

24

.

439

Οὐκ ἄν τις τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο. Οὐκ ἂν μαχεσθῇ καταφρονήσας ἐμοῦ τοῦ παραπέμποντος. Ὀνοσσάμενος. Κα‐
5ταφρονήσας.

24

.

444

Δόρπα. Δεῖπνα.

24

.

446

Ἀπῶσεν. Ἀπώσατο. Ὀχῆας. Μοχλούς.

24

.

450

Δοῦρα. Νῦν ξύλα. Κέρσαντες. Περικόψαντες. σχίσαντες. Ἔρεψαν. Ἐστέγασαν.

24

.

451

Λαχνή‐ εντ’ ὄροφον. Τὸν δασύν. λέγει δὲ τὴν ἀπὸ τῆς καλάμης ὕλην, καὶ τῆς τούτων κόμης. ὄροφος γὰρ εἶδος καλάμου πρὸ
5ὀροφὴν ἐπιτηδείου. Λειμωνόθεν ἀμήσαν‐ τες. Ἐκ λειμῶνος θερίσαντες.

24

.

453

Σταυροῖσιν. Ὀξέσι ξύλοις. σκόλοψι. Θύρην. Αὐτὸ τὸ σῶμα φησὶν, ὃ ἐπεῖχεν ὁ ἐπιβλὴς μοχλός. τὴν δὲ θύραν μονόθυ‐ ρον χρὴ νοεῖν. Ἐπιβλής. Ὁ τῇ θύρᾳ
5ἐπιβαλλόμενος μοχλός.

24

.

454

Εἰλάτι‐ νος. Ἐλάτη εἶδος δένδρου.

24

.

456

Ἐ‐ πιῤῥήσσεσκεν. Ἐπέβαλλεν. ἐπέκρουεν, ἢ μετετίθετο.

24

.

460

Ἄμβροτος. Ὁ μὴ βροτὸς, οἷον θεῖος. ἄφθαρτος.

24

.

463

Ὀφθαλμοὺς γὰρ εἴσειμι. Εἰς τοὺς ὀφθαλμοὺς εἰσέρχομαι.

24

.

464

Ἀγα‐ παζέμεν. Ἀγαπᾷν.

24

.

475

Ἐδωδῆς. Τροφῆς.

24

.

476

Ἔτι καὶ παρέκειτο τρά‐ πεζα. Φασὶ γὰρ τοῖς παλαιοῖς μὴ ὅλως αἴρεσθαι τὴν τράπεζαν. χωρὶς εἰ μὴ διὰ τὴν τοῦ Πατρόκλου λύπην.

24

.

478

Κύ‐ σεν. Ἐφίλησεν.

24

.

480

Ὡς δ’ ὅταν ἄνδρα. Καὶ τὰ ἑξῆς. Ἔθος ἦν παρὰ τοῖς παλαιοῖς τὸν ἀκούσιον φόνον ἐργασά‐ μενον φεύγειν ἐκ τῆς πατρίδος καὶ παρα‐
5γίγνεσθαι εἴς τινος οἰκίαν ἀνδρὸς πλου‐ σίου, καὶ καθίζειν ἐπὶ τῆς οἰκίας συγκε‐ καλυμμένον καθαρσίων δεόμενον.

24

.

487

Τηλίκου. Τοιαύτην ἡλικίαν ἔχοντος.

24

.

488

Ἀμφὶς ἐόντες. Περὶ αὐτὸν οἰ‐ κοῦντες.

24

.

489

Ἀρήν. Βλάβην, νῦν.

24

.

491

Ἐπί τ’ ἔλπεται. Ἐπεὶ ἐλπίζεται.

24

.

496

Ἰῆς. Μιᾶς. Νηδύος. Γαστρός.

24

.

500

Ἀμυνόμενον. Βοηθοῦντα.

24

.

503

Αἰδεῖο. Αἰδοῦ.

24

.

506

Ἀνδρὸς παιδο‐ φόνοιο ποτὶ στόμα χεῖρ’ ὀρέγεσθαι. Τοῦ φονέως μου τῶν παίδων τὰς χεῖρας προσ‐ άγειν τῷ στόματι καὶ φιλεῖν.

24

.

507

Ὑφ’ ἵμερον ὦρσε γόοιο. Ἐπιθυμίαν θρή‐ νου ἐνέβαλεν.

24

.

510

Ἐλυσθείς. Εἰλυ‐ θείς.

24

.

513

Τετάρπετο. Ἐτέρφθη.

24

.

524

Κρυεροῖο. Δεινοῦ. φρικτοῦ.

24

.

526

Ἀκηδέες. Ἄλυποι.

24

.

527

Δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει. Εἰς παραμυθίαν Πριάμου ὁ ποιητὴς εἰσήγαγε τὸν Ἀχιλλέα λέγοντα ταῦτα. ἐπεί τοι
5μόνων ἀγαθῶν δωρητικοὺς ἐπίσταται Ὅ‐ μηρος τοὺς θεοὺς, λέγων· Θεοὶ δωτῆρες ἐάων. ἴδιον γὰρ θεῖον δῶρον τὸ ἀγαθόν. ζητοῦσι δέ τινες ἀπὸ τούτων τῶν ἐπῶν, πῶς ἐνταῦθα μέν φησιν ὁ ποιητὴς ἐκ
10θεῶν εἶναι τὰ κακὰ τοῖς ἀνθρώποις, ἐν δὲ τῇ α τῆς Ὀδυσσείας καὶ αὐτούς φησιν ἐπισπᾶσαι τὰ κακὰ τοὺς ἀνθρώπους. Ἐξ ἡμέων γάρ φασι κακ’ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ Σφῇσιν ἀτασθαλίῃσιν ὑπέρμορον
15ἄλγε’ ἔχουσι. ῥητέον οὖν ὅτι ἐνταῦθα Ἀχιλλεύς ἐστιν ὁ λέγων ἐκ θεῶν εἶναι τὰ κακὰ, ἀγνοῶν τὴν ἀλήθειαν· ἐν δὲ τῇ Ὀδυσσείᾳ Ζεὺς, ὃς σαφῶς ἐπιστάμενος λέγει τὴν ἀλήθειαν. λύεται οὖν τὸ ζήτη‐
20μα προσώπῳ.

24

.

528

Ἐάων. Ἀγαθῶν.

24

.

529

Καμμίξας. Συμμίξας.

24

.

530

Ἄλλοτε μέν τε κακῷ ὅγε κύρεται, ἄλ‐ λοτε δ’ ἐσθλῷ. Ἀντὶ τοῦ, ὁτὲ μὲν ἐν κακοῖς γίγνεται, ὁτὲ δὲ ἐν ἀγαθοῖς. Κύ‐ ρεται. Ἐντυγχάνει. κυριεύει.

24

.

531

Λυγρῶν. Χαλεπῶν. φαύλων. Λωβητόν. Ἐπονείδιστον. κακόν.

24

.

532

Βούβρω‐ σις. Κυρίως μὲν ὁ μέγας καὶ χαλεπὸς
λιμός. νῦν δὲ ἀντὶ τοῦ μεγάλης ἀνίας καὶ λύπης κεῖται ἡ λέξις. ἔνιοι δὲ βού‐
5βρωστιν τὸν οἶκτον ἐξεδέξαντο.

24

.

533

Φοιτᾷ. Ἐπιπορεύεται, ἐπέρχεται. Τε‐ τιμένος. Τετιμημένος.

24

.

535

Ἐκ γε‐ νετῆς. Ἀπὸ γενεᾶς.

24

.

536

Ὄλβῳ. Εὐδαιμονίᾳ.

24

.

539

Γονή. Γέννησις. Κρειόντων. Κρατίστων.

24

.

540

Πανα‐ ώριον. Παντελῶς ἄωρον. ἀποθανούμενον, καὶ νέον κομιδῆ δύσμορον.

24

.

541

Κο‐ μίζω. Ἐπιμελείας ἀξιῶ.

24

.

542

Κή‐ δων. Λυπῶν.

24

.

544

Λέσβος ἄνω Μά‐ καρος ἕδος. Ἀντὶ τοῦ οἰκητήριον. ἔκτισε γὰρ τὴν Λέσβον Μάκαρ ὁ Κρινάκου, καὶ ἐβασίλευσεν αὐτῆς. Ἐέργει. Ἀποχωρί‐
5ζει, διορίζει.

24

.

545

Ἀπείρων. Μέγας.

24

.

546

Κεκάσθαι. Κεκοσμῆσθαι.

24

.

551

Οὐδέ μιν ἀνστήσεις. Οὐδαμῶς ἀναστή‐
σεις, τοῦτο γὰρ ἀδύνατον. Πρὶν καὶ κα‐ κὸν ἄλλο πάθησθα. Πρὶν ἄλλο γένηταί σοι κακόν. οἷον, πολλὰ καὶ ἄλλα κακὰ
5πάθοις.

24

.

556

Ἀπόναιο. Ἀπολαύσειας.

24

.

557

Ἕασας. Εὔφρανας.

24

.

559

Τὸν δ’ ἄρ’ ὑπόδρα ἰδών. Τοῦτον δὲ δεινῶς ὑποβλεψάμενος, ἐπεὶ δώρων ὑπέμνησε.

24

.

566

Φυλάκους. Φύλακας. τῇ τάσει δὲ ἀναγνωστέον ὡς ἀγαθούς.

24

.

567

Μετ‐ οχλίσειε. Μετακινήσειε.

24

.

569

Μή
σε γέρων οὐδ’ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω. Λείπει τὸ ζῶντα.

24

.

572

Θύραζε. Ἔξω.

24

.

577

Καλήτορα. Ἐπιθετικῶς τὸν κή‐ ρυκα, ἀπὸ τοῦ βοᾷν καὶ συγκαλεῖν τὸν ὄχλον.

24

.

579

Ἥιρεον. Ἥιρουν. ἐβά‐ σταζον.

24

.

580

Ἐΰνηστον. Καλῶς νε‐ νησμένον.

24

.

584

Χόλον οὐκ ἐρύσαιτο. Οὐ κατάσχῃ ἐπὶ τῷ παιδὶ τὴν ὀργήν.

24

.

592

Σκυδμαινέμεν. Σκύζεσθαι, ὀργί‐ ζεσθαι.

24

.

594

Ἐπεὶ οὔ μοι ἀεικέα δῶ‐ κεν ἄποινα. Ἐπεὶ οὐκ εὐτελῆ μοι παρ‐ έσχε λύτρα, ἀλλὰ τοὐναντίον πολυτε‐ λῆ.

24

.

595

Ἀποδάσσομαι. Ἀπομερίσω.

24

.

597

Κλισμῷ. Θρόνῳ.

24

.

602

Καὶ γάρ τ’ ἠΰκομος Νιόβη ἐμνήσατο σίτου. Νιόβη θυγάτηρ μὲν ἦν Ταντάλου, γυνὴ δὲ Ἀμφίονος. συνοικοῦσα δὲ αὐτῷ, παῖ‐
5δας ἔσχε δυοκαίδεκα, ἓξ μὲν θηλείας, ἓξ δὲ ἄῤῥενας. ἐπαρθεῖσά τε τῷ πλήθει τῶν παίδων καὶ τῇ καλλονῇ, ὠνείδιζε τῇ Λη‐ τοῖ, ὅτι δύο μόνους ἐγέννησεν, Ἀπόλλωνα καὶ Ἄρτεμιν, καὶ ὅτι εὐτεκνοτέρα αὐτῆς
10ἐστιν· ἀγανακτήσαντες δὲ οἱ θεοὶ, ἔ‐ πεμψαν τοῖς παισὶν αὐτοῖς θάνατον. Καὶ Ἀπόλλων μὲν τοὺς ἄῤῥενας ἀναιρεῖ κυ‐ νηγετοῦντας ἐν Κιθαιρῶνι. Ἄρτεμις δὲ τὰς θηλείας ἐπ’ οἴκου οὔσας. Θρηνοῦσαν
15οὖν τὴν Νιόβην ἀφάτως τὸ τοιοῦτον δυσ‐ τύχημα, Ζεὺς ἐλεήσας, εἰς λίθον μετέ‐ βαλεν, ὃς καὶ μέχρι νῦν ἐν Σιπύλῳ τῆς Φρυγίας ὁρᾶται παρὰ πάντων, πηγὰς δα‐ κρύων προϊέμενος. ἡ ἱστορία παρ’ Εὐφο‐
20ρίωνι.

24

.

607

Ἰσάσκετο. Ἐξισοῦτο.

24

.

611

Λαοὺς δὲ λίθους ποίησε Κρονίων.
Ἀντὶ τοῦ λιθίνους τὰς ψυχὰς, καὶ ἀσυμ‐ παθεῖς ἐποίησε, πρὸς τὸ μὴ θάψαι.

24

.

614

Οἰοπόλοισιν. Ἐρήμοις.

24

.

615

Ἐν Σιπύλῳ. Ἐν ὄρει τῆς Λυδίας, καὶ Μαγνησίας.

24

.

616

Νυμφάων. Νῦν θε‐ ῶν. Αἵτ’ ἀμφ’ Ἀχελώϊον ἐῤῥώσαντο. Αἵ τινες περὶ τὸ ὕδωρ χορεύουσιν, ἤτοι ἀπὸ τοῦ Ἀχελῴου ποταμοῦ, τοῦ ἐν Αἰ‐
5τωλίᾳ, ὃς ὠνόμασται ἀπὸ τοῦ τὰ ἄχη λύειν· ἢ ὅτι Ἀχελῷος κοινῶς καλεῖται πᾶν ὕδωρ, ἢ διὰ τοῦ η Ἀχελήϊον. Ἀχέ‐ λης γὰρ ποταμὸς ἀπὸ Σιπύλου ῥέει εἰς τὴν Σμυρναίων γῆν.

24

.

617

Θεῶν ἐκ κή‐ δεα πέσσει. Τὰς ἐκ θεῶν αὐτῇ ἐπιφερο‐ μένας συμφορὰς ἐν ἑαυτῇ ἔχει.

24

.

618

Μεδώμεθα. Φροντίσωμεν.

24

.

621

Ἄρ‐ γυφον. Λαμπρὸν, ἢ λευκόν.

24

.

622

Ἄμ‐ φεπον. Περιεῖπον. περὶ αὐτὸν ἠσχο‐ λοῦντο.

24

.

625

Ἐπένειμεν. Ἐπεμέρισεν.

24

.

630

Ὅσσος. Ἡλίκος.

24

.

632

Ἀγα‐
θήν. Νῦν, ἐπὶ τοῦ εἴδους.

24

.

633

Τάρπησαν. Ἐκορέσθησαν. ἐτέρ‐ φθησαν.

24

.

635

Λέξον. Νῦν, κοίμι‐ σον.

24

.

640

Αὐλῆς ἐν χόρτοισι. Ἐν τοῖς περιφράγμασι τῆς αὐλῆς, ὅ ἐστιν ὑπαιθρίοις.

24

.

641

Πασάμην. Ἐγευ‐ σάμην.

24

.

642

Λαυκανίης. Λαιμοῦ. Οὔτι πεπάσμην. Οὐκ ἐγευσάμην.

24

.

644

Δέμνια. Τὰς κοίτας. Ῥήγεα. Τὰ βαπτὰ στρώματα.

24

.

648

Ἐγκονέουσαι.
Ἐνεργοῦσαι. σπεύδουσαι.

24

.

657

Ποσσῆμαρ. Πόσαις ἡμέραις. Κτερεϊζέμεν. Ἐνταφιάζειν.

24

.

661

Θεί‐ ης. Ποιήσεις.

24

.

665

Δαίνυτο λαός. Τὸ περίδειπνον λέγει.

24

.

671

Ἐπὶ καρ‐ πῷ χεῖρα γέροντος Ἔλαβε δεξιτερήν. Ἐδεξιώσατο τὸν γέροντα. ἐξήτηται δὲ, πῶς Ἀχιλλεὺς χωρὶς τῶν βασιλέων ἐπ‐
5αγγέλλεται τῷ Πριάμῳ ταῦτα, ἅπερ ὑπισχνεῖται. ῥητέον οὖν, ὅτι ὁ Ἀχιλ‐ λεὺς τὰ τῶν πολέμων ἐπετέτραπτο πάν‐ τα, καὶ αὐτὸς εἶχε τὴν ἐξουσίαν πάν‐ των τῶν τοῦ πολέμου ἀνοχῶν τε καὶ
10συμβολῶν.

24

.

673

Προδόμῳ. Τῷ πρὸ
τοῦ θαλάμου οἴκῳ.

24

.

696

Ἔλων Ἤλαυνον. Οἰμωγῇ. Ὀδυρμῷ.

24

.

701

Ἀστυβοώτην. Ἐπιθετικῶς τὸν κήρυκα ἀπὸ τοῦ ἐν τῷ ἄστει βοᾷν.

24

.

704

Ὄψεσθε. Θεάσεσθε.

24

.

708

Ἀ‐ άσχετον. Ἀνυπομόνητον. ἀκατάσχε‐ τον.

24

.

709

Ξύμβληντο. Συνέτυχον, ἀπήντησαν.

24

.

716

Οὐρεῦσιν. Ἡμιό‐
νοις.

24

.

720

Τρητοῖς. Καλῶς κατεσκευασμέ‐ νοις. τετρημένοις. Ἀοιδούς. Νῦν τοὺς θρηνῳδούς. ἦσαν δὲ οὗτοι Κλεῖτος καὶ Ἐπιμήδης.

24

.

725

Ἀπ’ αἰῶνος. Ἀπὸ τοῦ βίου. ἀπὸ τοῦ χρόνου τῆς τῶν ἀν‐ θρώπων ζωῆς.

24

.

728

Ἥβην. Νεότητος ἀκμήν. Ἵξεσθαι. Ἀφικέσθαι.

24

.

729

Ἐπίσκοπος. Φύλαξ.

24

.

730

Ῥύσκευ. Συνεῖχες. ἔσωζες. ἐῤῥύου. Ἔχες. Εἶ‐ χες. ἐφύλαττες. Κεδνάς. Κηδεμονικὰς, σώφρονας.

24

.

731

Ὀχήσονται. Ἐπι‐ βήσονται.

24

.

733

Ἀεικέα. Χαλεπά.

24

.

734

Ἀεθλεύων. Κακοπαθῶν. πονῶν. Πρὸ ἄνακτος. Ὑπὲρ δεσπότου. Ἀμει‐ λίχου. Ἀπηνοῦς. χαλεποῦ. Ἤ τις Ἀ‐ χαιῶν Ῥίψει χειρὸς ἑλών. Ἐντεῦθεν
5κινηθέντες οἱ μεθ’ Ὅμηρον ποιηταὶ, ῥι‐ πτόμενον κατὰ τοῦ τείχους ὑπὸ τῶν Ἑλ‐
λήνων εἰσάγουσι τὸν Ἀστυάνακτα.

24

.

741

Ἀρητόν. Ἐπάρατον. χαλεπόν.

24

.

747

Ἀδινοῦ. Συνεχοῦς. οἰκτροῦ.

24

.

753

Ἀμιχθαλόεσσαν. Ἤτοι ἀπρόσμικτον, ᾗ ῥαδίως οὐ μίγνυται· ἢ ἄπο τῆς θα‐ λάσσης οὖσαν καθ’ ὃ ἀλίμενός ἐστιν· ἢ διὰ τοὺς ἐνοικοῦντας ἀγρίους καὶ θηρι‐
5ώδεις, καὶ ληστρικὸν βίον ἐπανῃρημένους. ἔνιοι δὲ οὐχ’ οὕτως, ἀλλὰ τὴν ὁμιχλώδη ἀπέδωκαν.

24

.

754

Ταναηκέϊ. Μακρῷ. ἀποξυμμένῳ.

24

.

755

Ῥυστάζεσκεν. Εἷλ‐ κεν, ἔρυσεν.

24

.

757

Ἑρσήεις. Ἀνθηρός.
Πρόσφατος. Νεωστὶ πεφονευμένος.

24

.

758

Ὃν ἀργυρότοξος Ἀπόλλων Οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος καταπέφνῃ. Ἀν‐ τὶ τοῦ, ὃν συνέβη αἰφνιδίῳ καὶ ὀξεῖ θα‐ νάτῳ τελευτῆσαι.

24

.

759

Ἀγανοῖς βε‐ λέεσσι. Πραέσιν, ἀνώδυνοι γὰρ οἱ ὀξεῖς θάνατοι.

24

.

765

Ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν Ἐξ οὗ κεῖθεν ἔβην. Δεκαετίᾳ γὰρ ἠθροίσθη ὁ στρατὸς τῶν Ἑλλήνων, δεκαετίᾳ δὲ ἄλλῃ ἐπορθήθη ἡ
5Ἴλιος.

24

.

767

Ἀσύφηλον. Μετὰ ἀπά‐ της. βλαπτικόν. ὑβριστικόν.

24

.

768

Ἐ‐ νίπτοι. Ἐπιπλήττοι.

24

.

770

Ἑκυρή. Ἀνδρὸς μήτηρ, πενθερά.

24

.

771

Παραι‐ φάμενος. Παρειπών. παραμυθησάμενος.

24

.

772

Ἀγανοφροσύνῃ. Πραότητι. φρε‐ νῶν προσηνείᾳ.

24

.

773

Ἄμμορον. Κα‐ κόμοιρον.

24

.

775

Πάντες δέ με πεφρί‐ κασι. Νῦν βδελύττονται, ὅ ἐστι μι‐ σοῦσι.

24

.

776

Ἀπείρων. Μέγας. πο‐
λύς.

24

.

781

Πημανέειν. Βλάψειν, κακώσειν.

24

.

784

Ἀγίνεον. Ἦγον.

24

.

785

Φαεσίμ‐ βροτος. Ἡ φαίνουσα καὶ παρέχουσα τὸ φῶς τοῖς ἀνθρώποις.

24

.

787

Ὑπάτῃ. Τῇ ἀνωτάτῳ.

24

.

793

Λέγοντο. Συνέ‐ λεγον.

24

.

794

Κατείβετο. Κατεφέρετο, κατέῤῥει.

24

.

795

Λάρνακα. Κιβωτόν.

24

.

796

Μαλακοῖς. Νῦν ἁπαλοῖς.

24

.

797

Κάπετον. Τάφον. ὄρυγμα.

24

.

799

Σκοποί. Κατάσκοποι. Εἵατο. Ἐκάθηντο.

24

.

801

Χεύαντες. Χώσαν‐ τες.

24

.

804

Ἀμφίεπον. Περιεῖπον, ἠ‐
σχολοῦντο.