TLG 5026 009 :: SCHOLIA IN HOMERUM :: Inscriptiones et hypothesis in Odysseam SCHOLIA IN HOMERUM Schol. Cf. et Joannes GALENUS Gramm. (3039 002) Inscriptiones et hypothesis in Odysseam
Citation: Inscription-hypothesis — (line) | ||
inscr 1(t1) | ΕΠΙΓΡΑΦΑΙ | |
t2 | ΤΩΝ ΤΗΣ ΟΔΥΣΣΕΙΑΣ ΡΑΨΩΙΔΙΩΝ. | |
---|---|---|
1 | Α. ΘΕΩΝ ἀγορά. Ἀθηνᾶς παραίνεσις πρὸς Τηλέμαχον. Μνη‐ στήρων εὐωχία. Β. Ἰθακησίων ἐκκλησία, καὶ Τηλεμάχου ἀποδημία. Γ. Ἄφιξις Τηλεμάχου εἰς Πύλον. Ἄλλως. Τὰ ἐν Πύλῳ. | |
5 | Δ. Ἄφιξις Τηλεμάχου εἰς Σπάρτην. Ἄλλως. Τὰ ἐν Λακεδαίμονι. Ε. Ἀπόπλους ἢ ἀνάπλους Ὀδυσσέως παρὰ Καλυψοῦς. Ἄλλως. Καλυψοῦς ἄντρον. Ὀδυσσέως σχεδία, ἢ, Τὰ περὶ τὴν Σχεδίαν. Ζ. Ὀδυσσέως ἄφιξις εἰς Φαίακας. | |
10 | Η. Ὀδυσσέως εἴσοδος πρὸς Ἀλκίνουν. Θ. Σύστασις τοῦ Ὀδυσσέως πρὸς τοὺς Φαίακας. Ἄλλως. Τῶν παρ’ Ἀλκίνῳ προδιήγησις. Ι—Μ. Ἀλκίνου ἀπόλογος ἢ ἀπόλογοι, ἢ, Τὰ τοῦ Ὀδυσσέως παρὰ Ἀλκίνῳ. | |
15 | Ι. Τὰ περὶ Κίκονας καὶ Λωτοφάγους καὶ Κύκλωπας. Ἄλλως. | |
Κυκλώπεια. Κ. Τὰ περὶ Αἰόλου καὶ Λαιστρυγόνων καὶ Κίρκης. Ἄλλως. Κίρκης νίπτρα. Λ. Νεκυομαντεία, ἢ, Νεκυία. | 1 | |
20 | Μ. Τὰ περὶ Σειρῆνας, καὶ Σκύλλαν, καὶ Χάρυβδιν, καὶ βόας Ἡλίου. Ν. Ὀδυσσέως ἀπόπλους παρὰ Φαιάκων καὶ ἄφιξις εἰς Ἰθάκην. Ξ. Ὀδυσσέως πρὸς Εὔμαιον ὁμιλία, ἢ, Πρὸς τὸν συβώτην ἀνά‐ βασις. | |
25 | Ο. Τηλεμάχου ἐπάνοδος. Μνηστήρων λόχος. Τηλεμάχου πρὸς Εὔ‐ μαιον ἄφιξις. Π. Ἀναγνωρισμὸς Ὀδυσσέως ὑπὸ Τηλεμάχου. Ρ. Ἐπάνοδος Τηλεμάχου εἰς Ἰθάκην. Σ. Ὀδυσσέως καὶ Ἴρου πυγμή. | |
30 | Τ. Ὀδυσσέως καὶ Πηνελόπης ὁμιλία. Τὰ νίπτρα, ἢ, Ὁ ὑπὸ Εὐ‐ ρυκλείας ἀναγνωρισμός. Υ. Τὰ πρὸ τῆς μνηστηροφονίας. Φ. Τόξου θέσις. Χ. Μνηστηροφονία, ἢ, Μνηστήρων φόνος, ἢ, Μνηστηροκτονία. | |
35 | Ψ. Ὀδυσσέως ὑπὸ Πηνελόπης ἀναγνωρισμός. Ω. Σπονδαὶ, ἢ, Νεκυία. | |
inscr 2(t) | ΕΠΙΓΡΑΦΑΙ ΕΜΜΕΤΡΟΙ. | |
1 | Ἄλφα, θεῶν ἀγορὴ, Ὀδυσηΐδι Παλλάδι θάρσος. Βῆτ’ ἀγορὴν ἔχει, ἤϊα γρηὸς, πλοῦν μετ’ Ἀθάνας. Γάμμ’ ὑπὸ Νέστωρ δέκτο, συνῶρτο δ’ ὃς υἷϊ, θεὰ ἔπτη. Δέλτα, μάθ’ ἀμφὶ πατρὸς παρ’ Ἀτρεῖδα λοχώμενος υἱός. | |
5 | Ε, πλεῖ ἐπὶ σχεδίης Ὀδυσεὺς πόντῳ κεαθείσης. | |
Ζῆτα δὲ Ναυσικάα κόμις’ ἐν Σχερίῃ Ὀδυσῆα. Ἦτα δ’ ἐῢ φρονέους’ Ὀδυσεῖ Σχερίης βασιλῆες. Θῆτα δ’ ἄθλοις Φαίηκες Ὀδυσσῆος πείρηθεν. Λωτοφάγων, Κικόνων σὺν Κυκλώπεσσιν Ἰῶτα. | 2 | |
10 | Κάππ’ ἔχει Αἰόλου, Λαιστρυγόνος, ἔργα τε Κίρκης. Λάμβδα δ’ ἐν Ἀΐδεω ψυχαῖς ἐνετύγχαν’ Ὀδυσσεύς. Μῦ Σειρῆνας ἔχει, Πλαγκτὰς, βοῦς τ’ Ἠελίοιο. Νῦ, Ἰθάκης ἐπέβη, Φαιήκων πομπῇ, Ὀδυσσεύς. Ξῦ δ’ Ὀδυσῆα ξείνισεν Εὔμαιος ἀγρῷ ὑφορβός. | |
15 | Οὐ, ἐπέβη Ἰθάκης Λακεδαίμονος ἐξ Ὀδυσείδης. Πῖ δ’ ἄρα Τηλέμαχος ἀναγνωρίζει πατέρα ὅν. Ῥῶ βάλες αἰπόλε τε μνηστήρ τε, κύων ὃν ἀνέγνω. Σῖγμ’ ἔριν Ἴρου, εὖχος Ὀδυσσεῦς, δῶρά τ’ ἀνάκτων. Ταῦ δ’ ἀναγνωρίζει ἐξ οὐλῆς γρηῦς Ὀδυσῆα. | |
20 | ῏Υ, βρονταῖς Ζεὺς θάρσυν’ Ὀδυσσέα καὶ σχέθ’ Ἀχαιούς. Φῖ δὲ βιὸν προτίθησιν ἄεθλον Πηνελόπεια. Χῖ, Ὀδυσεὺς μνηστῆρας ἐκαίνυτο νηλέϊ χαλκῷ. Ψῖ δ’ ἀναγνωρίζει πόσιν ὅν ποτε Πηνελόπεια. Ὦ δ’ Ὀδυσεὺς σὺν πατρὶ καὶ υἱέϊ μάρνατ’ Ἀχαιοῖς. | |
hyp(t) | ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΟΛΗΣ ΟΔΥΣΣΕΙΑΣ. | |
1 | ΜΕΤΑ τὴν Ἰλίου ἅλωσιν ἕκαστος τῶν Ἑλλήνων εἰς τὴν ἰδίαν ἀπῆλθε σκηνήν. καὶ διὰ τῆς νυκτὸς ἀδήλως ἐσφάγη ὁ Αἴας, καὶ εὑρέθη πρώϊος κείμενος. στάσις οὖν γέγονε μεγάλη ἐν τῷ στρατῷ καὶ πάντες ὑπενόουν δόλῳ φονεῦσαι τοῦτον τὸν Ὀδυσσέα. μελλόντων | |
5 | δὲ εἰς ἀλλήλους τῶν Ἑλλήνων χωρεῖν καὶ ἐμφυλίου κρίνεσθαι πολέ‐ | |
μου πρῶτος Ὀδυσσεὺς ἑλκύσας τὰ ἑαυτοῦ πλοῖα ἀφώρμησε τῆς Τροίας καὶ μετ’ ἐκεῖνον ἅπαντες ἐφεξῆς. καὶ τοῦτο γέγονεν αἴτιον τοῦ διαλυθῆναι τὸ στράτευμα τῶν Ἑλλήνων καὶ καταλιπεῖν τὴν Τροίαν μετὰ τὴν αὐτῆς ἅλωσιν. | 3 | |
10 | Ὡς οὖν Ὀδυσσεὺς εἰς τὴν ἰδίαν ἠπείγετο πατρίδα περιπλεύσας εἰς χώραν λεγομένην Μαρώνειαν καὶ συγχωρούμενος τῶν νεῶν ἀποβῆ‐ ναι διακρίνεται τούτοις πολέμῳ, καὶ λαμβάνει τὸν πλοῦτον αὐτῶν ἅπαντα. ἐκεῖ δὲ τὴν Ἑκάβην καταρωμένην τῷ στρατῷ καὶ θορύβους κινοῦσαν λίθων βολαῖς ἀνεῖλε καὶ παρὰ τὴν θάλασσαν καλύπτει ὀνο‐ | |
15 | μάσας τὸν τόπον Κυνὸς σῆμα. καὶ παραγίνεται εἰς χώραν λεγομέ‐ νην Λωτοφάγων, ἐκεῖ δὲ πάλιν πολεμήσας ἡττήθη. καὶ φυγὼν κατα‐ λαμβάνει νῆσον λεγομένην Σικανίαν, τὴν νυνὶ λεγομένην Σικελίαν. ἡ δὲ νῆσος αὕτη τρίγωνος οὖσα ἀπὸ τριῶν ἀδελφῶν ἐκρατεῖτο ἀλλή‐ λοις συνερχομένων, οὓς οἱ τῆς χώρας ὠνόμαζον Κύκλωπας. ὁ μὲν | |
20 | γὰρ πρῶτος ἐκαλεῖτο Κύκλωψ, ὁ δὲ δεύτερος Πολύφημος, καὶ ὁ τρί‐ τος Ἀντιφάτης. οὗτοι γεγόνασι παῖδες Σικανοῦ ἄνδρες δυνατοὶ καὶ ἄγριοι κατακρατοῦντες τῆς χώρας καὶ τοὺς ἐμπίπτοντας ἀναιροῦντες. ὡς οὖν Ὀδυσσεὺς περὶ τῶν Ἀντιφάτου ἦλθεν καὶ τοὺς σὺν αὐτῷ δια‐ φθειρομένους εἶδε, ἔφυγεν εἰς ἕτερον μέρος τῆς νήσου καὶ περιπίπτει | |
25 | τῷ καλουμένῳ Κύκλωπι. καὶ συλληφθεὶς ὑπ’ αὐτοῦ πολλοὺς μὲν τῶν ἑταίρων ἀπολλύει, αὐτὸς δὲ ἐν τῷ σπηλαίῳ κατακλεισθεὶς ἐμηχα‐ νᾶτο πῶς ὤφειλε σωθῆναι. καὶ προσαγαγὼν αὐτῷ λύτρα χρυσοῦ τε καὶ ἀργύρου πλῆθος τὸν ὑπ’ ἐκείνου διέφυγε θάνατον. καὶ διὰ νυκτὸς ἐπιβὰς τῇ ὁλκάδι περιπίπτει τῷ λεγομένῳ Πολυφήμῳ καὶ καταπο‐ | |
30 | νηθεὶς ὑπ’ αὐτοῦ καὶ πολλοὺς ἀποβαλὼν δώροις αὐτὸν καὶ οἴνῳ προσ‐ ενεχθέντι μετέβαλεν. ἦν γὰρ ἀήθης τῆς τοῦ οἴνου γεύσεως. ἀπολυ‐ θεὶς δὲ λοιπὸν ἔφυγεν ἁρπάσας τὴν ἐκείνου θυγατέρα ἣν εἶχε μονο‐ γενῆ. ταῦτα Σίσυφος ὁ Κῶος ἐξέθετο. οἱ γὰρ ἄλλοι ποιητικῶς ἔγραψαν ὅτι τρεῖς ὀφθαλμοὺς εἶχον οἱ Κύκλωπες, σημαίνοντες τοὺς | |
35 | τρεῖς ἀδελφοὺς ἀλλήλοις συγκειμένους, ὁ δὲ Πολύφημος ἕνα, ὃν καὶ ἐτύφλωσε μετὰ πυρὸς, ὅτι τὴν θυγατέρα αὐτοῦ ἐκκαυθεὶς ἔρωτι ἀφεί‐ λατο. ἐκεῖθεν δὲ εἰς τὰς Αἰολίδας νήσους ἐλθὼν πρὸς Κίρκην καὶ τὴν ἀδελφὴν αὐτῆς Καλυψὼ τὰς θυγατέρας Ἄτλαντος ὑπ’ αὐτῶν ἐδεξιώθη, αἳ τὰς νήσους κρατοῦσαι ἱέρειαι Ἡλίου καὶ Σελήνης ὑπῆρ‐ | 4 |
40 | χον. ἡ οὖν Κίρκη ἱέρεια οὖσα Ἡλίου καὶ μυστικὰς ἠπίστατο πρά‐ ξεις καὶ τοὺς ὁρωμένους ὑπ’ αὐτῆς ἀνούσιον εἰς φαντασίαν μετέβαλε καὶ παραμένειν αὐτῇ λυσσῶντας ἐρωτικῶς παρεσκεύαζεν. ἡ δὲ Κα‐ λυψὼ ἔχουσα πλῆθος ἀνθρώπων τούτους ἐν ὅπλοις ἐγύμναζεν ὡς καὶ φορᾶν αὐτὴν ἦν τῇ ἀδελφῇ. ἡ δὲ Κίρκη τὸν Ὀδυσσέα ὑποδεξαμένη | |
45 | ἐθεράπευεν ἐλπίδι τοῦ κρατεῖν αὐτὸν ἐν τῇ νήσῳ καὶ σὺν αὐτῇ βασι‐ λεύειν. οὗτος δὲ γνωρίσας τινὰς τῶν ἐκ τῆς Ἑλληνικῆς στρατείας ἐπυνθάνετο παρ’ αὐτῶν τίνος χάριν ἐν ἐκείνῃ διάγουσι τῇ νήσῳ. οἱ δὲ εἶπον ὅτι ὑπὸ τῶν κυμάτων ἐκριφέντες προσεπέλασαν τῇ νήσῳ καὶ πόμα μαγικὸν παρὰ τῆς Κίρκης λαβόντες ἔρωτι κεκράτηνται αὐτὴν | |
hyp(50) | καὶ τῆς ἰδίας ἐπελάθοντο πατρίδος. ὅπερ Ὀδυσσεὺς μαθὼν τοῖς ἰδίοις ἐκέλευσε μηδενὸς ἅψασθαι τῶν ἀπὸ τῆς Κίρκης αὐτοῖς φερο‐ μένων βρωμάτων ἢ πομάτων. ἡ δὲ Κίρκη θαυμάσασα πῶς εὗρεν αὐ‐ τὸν εἰδότα τὰς αὐτῆς μαγγανείας ὑπῆλθε τὸν ἄνδρα δώροις πολλοῖς καὶ ᾔτησεν αὐτὸν μεῖναι παρ’ αὐτῇ τὴν ὥραν τοῦ χειμῶνος, ὀμόσασα | |
55 | αὐτῷ ἐν τῷ ἱερῷ ὡς οὔτε αὐτὸν οὔτε τινὰ τῶν σὺν αὐτῷ βλάψει. οὕτω τοίνυν Ὀδυσσεὺς διατρίψας μετ’ αὐτῆς καὶ μιγεὶς αὐτῇ ἐγκύμονα κα‐ ταλείψας αὐτὴν ἀποπλέει τῆς νήσου. ἐκεῖθεν δὲ ἀνήχθη εἰς ἑτέραν νῆσον, ἧς ἐκράτει Καλυψὼ τῆς Κίρκης ἀδελφή. μεθ’ ἧς πάλιν χρονί‐ σας παραγέγονεν εἰς τὴν λίμνην τὴν καλουμένην Νεκυοπομπὸν, ἐν ᾗ | |
60 | διὰ φασμάτων ἔγνω τὰ μέλλοντα συμβαίνειν αὐτῷ. ἐκεῖθεν εἰς τὰς Σειρηνικὰς ἐκρίπτεται πέτρας, καὶ τὴν καλουμένην Χάρυβδιν καὶ Σκύλλαν, ἥτις ἐν στενωπῷ τόπῳ κειμένη ὑποδέχεται τὰ τοῦ ὠκεανοῦ ῥεύματα καὶ τοὺς παρεμπεσόντας βυθίζει. ἐκεῖ δὲ πάντας τοὺς ἑταίρους μετὰ τῶν πλοίων ἀποβαλὼν αὐτὸς περικαθίσας σανίδι ἐν | |
65 | τοῖς ῥεύμασι τῆς θαλάσσης ἐφέρετο. τοῦτον ἑωρακότες τινὲς Φοίνι‐ | |
κες πλέοντες ἐν τοῖς ὕδασι φερόμενον ἀναλαβόντες ἤγαγον ἐν Κρήτῃ πρὸς Ἰδομενέα γυμνόν. ὃν ἑωρακὼς Ἰδομενεὺς ὑπεδέξατο καὶ κρατή‐ σας τὴν ὥραν τοῦ χειμῶνος ἐξέπεμψεν αὐτὸν πρὸς Ἀλκίνουν εἰς Φαιακίαν τὴν νυνὶ λεγομένην Κέρκυραν, δεδωκὼς αὐτῷ ναῦς δύο καὶ | 5 | |
70 | ἄνδρας ἐπιλέκτους πεντήκοντα. παραλαβὼν οὖν τοῦτον Ἀλκίνους ὁ βασιλεὺς καὶ θεραπεύσας αὐτὸν πέμπει πρότερον κατασκόπους εἰς Ἰθάκην ἐν σχήματι πραγματείας ὀφείλοντας τὰ περὶ τὸν οἶκον αὐτοῦ καὶ τὴν γυναῖκα μαθεῖν. οἱ δὲ γνόντες τὰ περὶ τούτων ἐπανῆλθον πρὸς Ὀδυσσέα εἰς Φαιακίαν καὶ ἀπήγγειλαν αὐτῷ πάντα. συμπαρα‐ | |
75 | λαβὼν οὖν Ὀδυσσεὺς ναῦν παρ’ Ἀλκίνου μετὰ πλειόνων στρατιωτῶν καταλαμβάνει τὴν Ἰθάκην. καὶ τοῖς μνηστῆρσιν ἐπελθὼν ἐν τῷ ἰδίῳ οἴκῳ εὐωχουμένοις ἅπαντας ἀνεῖλε, καὶ καθάρας τὸν οἶκον ἐκ τῶν ἐπιβουλευμάτων αὐτῷ δόλον ἀνακτᾶται καὶ τὴν βασιλείαν καὶ τὴν γυναῖκα. καὶ βιώσας χρόνους πολλοὺς ὑπὸ τοῦ ἰδίου παιδὸς Τηλε‐ | |
80 | γόνου τοῦ ἀπὸ τῆς Κίρκης αὐτῷ γενομένου καταλύει τὸν βίον. τὸν γὰρ ἀπὸ τοῦ υἱοῦ θάνατον ἔκ τινων μαντευμάτων ἐλπίζων, τὸν Τη‐ λέμαχον ἐφυλάττετο καὶ συνεῖναι αὐτῷ παρῃτεῖτο. ὅτε οὖν ὁ Τηλέ‐ γονος τὴν Ἰθάκην κατέλαβε καὶ ἑαυτὸν τῷ πατρὶ κατεμήνυε μὴ προσδεχομένων αὐτὸν τῶν φυλάκων κἀντεῦθεν κραυγῆς γενομένης ὡς | |
85 | ἔτι νυκτὸς οὔσης, νομίσας Ὀδυσσεὺς τὸν Τηλέμαχον εἶναι, ἀνίστα‐ ται μετὰ ξίφους. καὶ συμπεσὼν Τηλεγόνῳ πλήττεται ὑπ’ αὐτοῦ τῷ κέντρῳ τῆς τρυγόνος. καὶ τούτῳ τῷ τρόπῳ Ὀδυσσεὺς ἀναιρεῖται. μαθὼν οὖν Τηλέγονος ὅτι τὸν πατέρα ἀνεῖλε πενθήσας αὐτὸν πικρῶς | |
ἀνεχώρησε τῆς Ἰθάκης. | 6 |