TLG 5026 008 :: SCHOLIA IN HOMERUM :: Scholia in Odysseam 1.1–309 (scholia vetera)

SCHOLIA IN HOMERUM Schol.
(Varia)

Cf. et Joannes GALENUS Gramm. (3039 002)

Scholia in Odysseam 1.1–309 (scholia vetera)

Source: Ludwich, A. (ed.), Scholia in Homeri Odysseae α 1–309 auctiora et emendatiora. Königsberg: Hartung, 1888–1890 (repr. Hildesheim: Olms, 1966): 4–27, 31–36, 47–70, 73–93, 98–120.

  • Hypothesis: pp. 4–5
  • Scholia: pp. 5–27, 31–36, 47–70, 73–93, 98–120
  • Dup. partim 5026 007

Citation: Hypothesis-verse of Odyssey — (line of scholion)

hyp

Ὑπόθεσις τῆς α Ὁμήρου Ὀδυσσείας. θεῶν ἀγορὰ γίνεται περὶ τοῦ τὸν Ὀδυσσέα εἰς Ἰθάκην πεμφθῆναι ἀπὸ τῆς Καλυψοῦς νήσου· μεθ’ ἣν ἡ Ἀθηνᾶ εἰς Ἰθάκην παραγίνεται πρὸς Τηλέμαχον ὁμοιωθεῖσα Μέντῃ βασιλεῖ Ταφίων. γενομένης δὲ ὁμιλίας παραινέσασα ἡ Ἀθηνᾶ Τηλέμαχον παραγενέσθαι διὰ τὴν τοῦ πατρὸς ζήτησιν εἰς Πύλον μὲν πρὸς Νέστορα, εἰς
5Σπάρτην δὲ πρὸς Μενέλαον, ἀπαίρει ἔμφασιν δοῦσα ὡς θεὸς εἴη. καὶ τῶν μνηστήρων γίνεται εὐωχία. H K M1 P Q R V Y b d f i. ἄλλως. ἡμέρᾳ, ἐν ᾗ ἡ θεῶν ἀγορά. Ποσειδῶνος ἐν Αἰθιοπίᾳ ὄντος, Ἀθηνᾶ Διὸς ἐπιτρέψαντος εἰς Ἰθάκην κατελθοῦσα ὁμοιοῦται Μέντῃ Ταφίων βασιλεῖ, καὶ
ξενισθεῖσα παρὰ Τηλεμάχῳ παρορμᾷ αὐτὸν κατὰ τῶν μνηστήρων· καὶ ὑποτίθεται αὐτὸν δια‐ πλεῦσαι εἰς Πύλον πρὸς Νέστορα κἀκεῖθεν εἰς Σπάρτην πρὸς Μενέλαον. καὶ αὕτη ἀφανὴς γίνεται4
10τοῖς μνηστῆρσιν· Τηλέμαχος δὲ ἑσπέρας γενομένης εἰς ὕπνον ἐτράπη. M1 Q R d. τῶν θεῶν ἐθελησάντων ἀπαγαγεῖν εἰς Ἰθάκην τὸν Ὀδυσσέα ἀπὸ τῆς Καλυψοῦς, ἡ Ἀθηνᾶ εἰς Τηλέμαχον παραγίνεται ὁμοιωθεῖσα Μέντῃ βασιλεῖ Ταφίων. παραινεῖ δὲ αὐτὸν παραγίνεσθαι διὰ τὴν τοῦ πατρὸς ζήτησιν εἰς Πύλον μὲν πρὸς Νέστορα, εἰς Σπάρτην δὲ πρὸς Μενέλαον· ὅλως τε αὐτὸν παροτρύνει καὶ διεγείρει πρὸς ἄμυναν τῶν μνηστήρων. ἔπειτα παραίνεσις Τηλεμάχου πρὸς Πη‐
15νελόπην. καὶ δὴ καὶ τοῖς μνηστῆρσι Τηλέμαχος διαλέγεται, θαρσέως μάλα αὐτοῖς προσφερόμενος καὶ ἀπειλῶν. καὶ νυκτὸς ἐπελθούσης εἰς ὕπνον τρέπονται. D H3 g k2. Ἡρακλείτου· ἀπὸ τῆς ἐναγωνίου καὶ πολεμικῆς Ἰλιάδος ἐπὶ τὴν ἠθικὴν μεταβῶμεν Ὀδύσσειαν· οὐδὲ γὰρ αὕτη τελείως ἀφιλοσόφητος. αὐτίκα τοίνυν ἐν ἀρχῇ τὴν (Διὸς) Ἀθηνᾶν ὑπὸ Διὸς ἀποστελλομένην πρὸς Τηλέμαχον εὑρίσκομεν εὐλόγως, ἐπειδὴ ἐκ τῆς ἄγαν νεότητος ἤδη
20τὴν εἰκοσαετῆ ἡλικίαν ὑπερκύπτων μετέβαινεν εἰς ἄνδρας καί τις αὐτὸν ὑπέδραμε τῶν γινομένων λογισμὸς ὡς οὐκέτι χρὴ διακαρτερεῖν ἐπὶ τῇ τετραετεῖ τῶν μνηστήρων ἀσωτίᾳ. τοῦτον τοίνυν τὸν ἀθροιζόμενον ἐν Τηλεμάχῳ λογισμὸν Ἀθηνᾶς ἐπιφάνειαν ἠλληγόρησεν· ὁμοιωθεῖσα γὰρ γέροντι ἥκει. D E H3. —τοῦτο δὲ τὸ τὴν Ἀθηνᾶν εἰς Ἰθάκην παραγενέσθαι, διὰ τὸ ὀτρῦναι τὸν Τηλέ‐ μαχον ἀναζητῆσαι τὸν ἑαυτοῦ πατέρα, οὐκ ἄλλο αἰνίττεται ἢ ὅτι Ἀθηνᾶ λέγεται ἡ φρόνησις.
25παῖς δὲ ὢν ὁ Τηλέμαχος, εἶτα ἀνατραφεὶς καὶ εἰς γνῶσιν ἐλθὼν διηγέρθη διὰ τῆς Ἀθηνᾶς, ἤτοι διὰ τῆς οἰκείας φρονήσεως, ἀναζητῆσαι τὸν πατέρα αὑτοῦ. D H3. Μενεκράτης φησὶν αἰσθόμενον τῆς ἑαυτοῦ ἀσθενείας τὸν ποιητὴν καὶ τοῦ μὴ ὁμοίως δύνασθαι φράζειν ἐᾶσαι τὰ μεθ’ Ἕκτορα. καλῶς δὲ ἐταμιεύσατο τὰ λοιπὰ τῶν ζητημάτων εἰς τὴν Ὀδύσσειαν· μικρὰ γὰρ ἦν ἡ ὑπόθεσις περὶ τῆς οἰκίας τοῦ Ὀδυσσέως μόνον· ἐν τῷ μέσῳ
30οὖν τὰ περὶ Μενελάου καὶ Νέστορος καὶ Ἀγαμέμνονος καὶ ἁπλῶς περὶ τοῦ ἀπόπλου διέξεισι καὶ τοῦ δουρείου ἵππου. ἄλλως τε πολιορκίαν ἄκραν οὐκ ἄξιον διηγεῖσθαι αὐτόν. l.

1

Εἰπέ μοι τὸν ἄνδρα, Μοῦσα, τὸν πλανηθέντα μετὰ τὸ πορθῆσαι τὴν Τροίαν καὶ
ἐκ τῆς τοιαύτης πλάνης ἰδόντα ἄστεα πολλὰ καὶ νοῦν ἔχοντα ἐκ τοῦ ὁμιλῆσαι ἀλλοδαποῖς ἀν‐ θρώποις ἃ γὰρ εἶχον ἐκεῖνοι πολιτευόμενοι, ταῦθ’ οὗτος τῇ πείρᾳ μαθὼν νοῦν γνῶναι λέγεται· νοῦν γὰρ ἐνταῦθα τὴν πεῖραν νοητέον. ἔγνω οὖν νοῦν, ἀντὶ τοῦ ἐμπορικὴν γνῶσιν εἶχεν. E.5
5ἄνδρα] περὶ τοῦ ἀνδρὸς τοῦ πολυτρόπου. λέγεται δὲ Ἀττικισμός. H. —ἀνὴρ σημαίνει τέσσαρα· τὸν φύσει, τὸν γήμαντα, τὸν ἀνδρεῖον καὶ τὸν ἀνδρὸς ἡλικίαν ἔχοντα. τὸν φύσει, ὡς τὸ „ἄνδρα μοι ἔννεπε, Μοῦσα“· τὸν γήμαντα, ὡς τὸ „ἄνδρα μέν. ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ“ [Τ 291]· τὸν ἀνδρεῖον, ὡς τὸ „ὦ φίλοι, ἀνέρες ἐστέ“ [Ε 529]· καὶ τὸν ἀνδρὸς ἡλικίαν ἔχοντα, ὡς τὸ „ὅς που νῦν γε μετ’ ἀνδρῶν ἵζει ἀριθμῷ“ [λ 449]. M1 Q R Y. καὶ εἰ μὲν τὸν
10ἄ[νθρωπον] σημαίνει, ποίου [εἴδους] τῶν ὑποπ[επτω]κότων τῷ ὀ[νόματι;] προσηγορ[ικοῦ.] εἰ δὲ σημαίνει [τὸν ἀν]δρ[εῖον, ποίου; ἐπι]θέτ[ου.] εἰ δὲ [σημαίνει] τὸν γήμαντ[α ἢ τὸν] φύ[σει, ποίου; τῶν πρός τι.] καὶ πρὸς τί[να] ἔχει [ὁ ἀνήρ;] πρὸς τὴν [γυναῖκα.] εἰ δὲ σημαίνει [τὸν ἀνδρὸς] ἡλικί[αν ἔχοντα, ποίου;] καὶ αὐτ[ὸ τῶν ὡς πρός τι.] καὶ ποσαχ[ῶς λαμβάνονται τὰ] ὡς π[ρός τι;] τετρα[χῶς· κατὰ] πο[ιόν, κατὰ ποσόν,] κατὰ ἔ[μμεσον,] κατὰ ἄ[μεσον. κατὰ] π[οιόν, ὡς]
15γλ[υκὺ πρὸς] πικρ[όν· κατὰ ποσόν,] ὡς μ[ικρὸς πρὸς] μέγ[ας· κατὰ ἔμμεσον,] ὡς ἁ[μαρτωλὸς] πρὸς δ[ίκαιον· κατὰ] δὲ [ἄμεσον,] ὡς [νὺξ ἡμέρα,] θά[νατος] ζ[ωή]. Y. ἀνὴρ σημαίνει δʹ τὸν ἀνδρεῖον, ὡς τὸ „οὐ γάρ πω τοίους ἴδον ἀνέρασ“ [Α 262], καὶ τὸν ἐν ἀριθμῷ ἀνδρῶν ἵζοντα καὶ τὸν φύσει καὶ τὸν γήμαντα. H. ἄνδρα μοι ἔννεπε, Μοῦσα: γελοῖοι οἱ τὸ „ἄνδρα μοι“ ἀν‐ δρεῖον ἀκούοντες—ἔσται γὰρ ἀνδρεῖον καὶ πολύτροπον ἔννεπε—· τὰ γὰρ ἐπίθετα πρὸς τὰ
20κύρια ἢ προσηγορικὰ τάττεται. τὸ οὖν „ἄνδρα“ κυρίως παρ’ αὐτῷ τίθεται, τὸν ἀντιτιθέμενον τῇ γυναικί, ὥσπερ ὁ ἄρρην· ὥς ποτε ἔφη „ἀνὴρ ἠδὲ γυνή“ [ζ 184], „ἥ τ’ ἐπὶ τύμβῳ ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικόσ“ [Ρ 435], καὶ „ἆνερ, ἀπ’ αἰῶνος νέος ὤλεο“ [Ω 725] καὶ „ὅς [που] νῦν γε μετ’ ἀνδρῶν ἵζει ἀριθμῷ“ καὶ τὸ „ἄνδρα γέροντα“ [ς 53], ὡσεὶ ἔφη ἄρρενα γέροντα, καὶ „ῥεῖα, λαθὼν φύλακάς τ’ ἄνδρας δμωάς τε γυναῖκασ“ [Ι 477], ἀεὶ συγκριτικῶς ὡς πρὸς τὰς γυναῖκας· αὐτὸς
25γὰρ ἔφη „οὐ γάρ πω τοῖον εἶδον βροτὸν ὀφθαλμοῖσιν, οὔτ’ ἄνδρ’ οὔτε γυναῖκα“ [ζ 161]. καὶ ἀνδρο‐ τὴς δὲ ἡ τοῦ ἀνδρὸς δύναμις, „λιποῦς’ ἀνδροτῆτα καὶ ἥβην“ [Χ 363]· ἐπ’ ἄλλων γὰρ τῶν μὴ σω‐ ζόντων ἕξιν φησὶ „κτενέει δέ με γυμνὸν ἐόντα αὔτως ὥστε γυναῖκα“ [Χ 125]—οὐχ ὡς ἄνδρα καὶ ἄρρενα—, ὥσπερ ἐν ἄλλοις „Ἀχαιίδες, οὐκέτ’ Ἀχαιοί“ [Β 235], καὶ „μή ς’ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θείῃ“ [κ 301], μή σε θηλύνῃ. HM1QR. ἄνδρα: νῦν τὸν φύσει· οὐ γὰρ εὑρίσκεται6
30δύο ἐπίθετα ἄνευ κυρίου ἢ προσηγορικοῦ. δηλοῖ δὲ καὶ τὸν ἀνδρεῖον, „ἀνδρὸς ἀκοντίσσαντοσ“ [Δ 498]· καὶ τὸν ἀνδρὸς ἡλικίαν ἔχοντα, „ὅς που νῦν γε μετ’ ἀνδρῶν ἵζει ἀριθμῷ“· καὶ τὸν γήμαντα, „ἄνδρα μέν, ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ“· καὶ τὸν φύσει, „ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκεσ“ [Η 139]. D E M1 Q R T V d. ᾧ ἀντιδιαστέλλεται ἡ γυνή. ἐκ τού‐ των οὖν τῶν σημαινομένων οἰκειότατον τὸν ἀνδρεῖον σημαίνει ὁ ποιητής. T. ἄνδρα: ἐξάλλαξις
35εἴδους· τὸ εἶδος ἀντὶ τοῦ γένους, τὸν φύσει. οὐ τὸν ἀνδρεῖον, ἐπεὶ δύο ἐπίθετα οὐχ εὕρηται ἄνευ κυρίου ἢ προσηγορικοῦ, ἀλλὰ τὸν φύσει, τουτέστιν ἄτομον ἄνθρωπον καὶ μερικόν. Y i. — ἀνὴρ παρὰ τὸ ἀνύειν δύνασθαι γέγονε, γυνὴ δὲ παρὰ τὸ γεννᾶν, ἄρσην δὲ παρὰ τὸ ἀρόσαι. D E H. ἄνδρα μοι: ἔδει μὲν ἐν τῷ „ἄνδρα“ δύο εἶναι ὀξείας, ὡς τὸ „ἄνδρά τε καὶ οἶκον“ [ζ 181], ἀλλ’ ἐφυλάξατο ὁ Ἀρίσταρχος διὰ τὸ μὴ ἐν τῇ εἰσβολῇ τῶν λέξεων κακοφωνίαν ποιῆσαι. Ma Sl.
40ἔννεπε: πάθος λεγόμενον διπλασιασμός. Yi. —Αἰολικόν. M1. —ἔννεπε: εἰπέ. V. λέγε, εἰπέ. H. εἴθε εἴποις. Ma. ἀληθῶς εἰπέ. Ma. ἤγουν ἐμμελῶς λέγε, Καλλιόπη. E1. ἢ με‐ τρικῶς, μετὰ μέτρου εἰπέ. Y. μετὰ ἡρωϊκοῦ μέτρου εἰπέ. Y. τὸ γὰρ „ἄειδε“ τῇ τραγῳδίᾳ ἁρμόζει, τὸ δὲ „ἔννεπε“ τῷ ἡρωϊκῷ μέτρῳ. Y. —ἔννεπε: ἐν μὲν τῇ Ἰλιάδι „ἄειδε“ φησίν.
ἡδονῇ γὰρ αὐτὰ σκέπειν θέλει δυσχερῆ ὄντα, περὶ δὲ τοῦ ῥήτορος „ἔννεπε“ φησίν. ἐκεῖ μὲν ὡς7
45περὶ δημοσίων· καὶ πάσῃ τῇ Ἑλλάδι διαφερόντων οὐ πρόσκειται ἀντωνυμία, ἀλλ’ ἁπλῶς ἀείδειν τὴν θεὰν καὶ πᾶσι δηλοῦν τὴν Ἀχιλλέως μῆνιν παρακαλεῖ· ἐνταῦθα δὲ δισσὴ ἀντωνυμία, „ἄνδρα μοι“ καὶ „εἰπὲ ἡμῖν“ [10]· ὡς γὰρ αὐτὸς ποθῶν ἐμπειρίαν ἔχειν τοῦ ἀνδρὸς τῆς σοφίας ἐν‐ τυγχάνει τῇ θεᾷ. Ma l. Μοῦσα] ὦ θεὰ Καλλιόπη, ἤγουν ὦ γνῶσις. τὴν γνῶσιν αὑτοῦ νῦν καλεῖ. Y.

1

(50)

Πορφυρίου· πολύτροπον: οὐκ ἐπαινεῖν φησιν Ἀντισθένης Ὅμηρον τὸν Ὀδυσσέα μᾶλλον ἢ ψέγειν, λέγοντα αὐτὸν „πολύτροπον“. οὔκουν τὸν Ἀχιλλέα καὶ τὸν Αἴαντα πολυτρόπους πεποιη‐ κέναι, ἀλλ’ ἁπλοῦς καὶ γεννάδας· οὐδὲ τὸν Νέστορα τὸν σοφὸν οὐ μὰ Δία δόλιον καὶ παλίμβολον τὸ ἦθος, ἀλλ’ ἁπλῶς τε Ἀγαμέμνονι συνόντα καὶ τοῖς ἄλλοις ἅπασι, καὶ εἰς τὸ στρατόπεδον εἴ τι ἀγαθὸν εἶχε συμβουλεύοντα καὶ οὐκ ἀποκρυπτόμενον. καὶ τοσοῦτον ἀπεῖχε τοῦ τὸν τοιου‐
55τότροπον ὄντα ἀποδέχεσθαι ὁ Ἀχιλλεύς, ὡς ἐχθρὸν ἡγεῖσθαι ὁμοίως τῷ θανάτῳ ἐκεῖνον „ὅς χ’ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ“ [Ι 313]. λύων οὖν ὁ Ἀντισθένης φησί· τί οὖν; ἆρά γε πονηρὸς ὁ Ὀδυσσεὺς ὅτι πολύτροπος ἐρρέθη; καὶ μήν, διότι σοφός, οὕτως πρὸς αὐτὸν εἴρηκεν. μήποτε οὖν τρόπος τὸ μέν τι σημαίνει τὸ ἦθος, τὸ δέ τι σημαίνει τὴν τοῦ λόγου χρῆσιν· εὔ‐ τροπος γὰρ ἀνὴρ ὁ τὸ ἦθος ἔχων εἰς τὸ εὖ τετραμμένον. τρόπου δὲ λόγων αἴτιοι αἱ πλάσεις·
60καὶ χρῆται τῷ τρόπῳ καὶ ἐπὶ φωνῆς καὶ ἐπὶ μελῶν ἐξαλλαγῆς, ὡς ἐπὶ τῆς ἀηδόνος „ἥτε θαμὰ τροπῶσα χέει πολυηχέα φωνήν“ [τ 521]. εἰ δὲ οἱ σοφοὶ δεινοί εἰσι διαλέγεσθαι, καὶ ἐπίστανται τὸ αὐτὸ νόημα κατὰ πολλοὺς τρόπους λέγειν· ἐπιστάμενοι δὲ πολλοὺς τρόπους λόγων περὶ τοῦ αὐτοῦ πολύτροποι ἂν εἶεν. εἰ δὲ οἱ σοφοὶ καὶ ἀγαθοί εἰσι, διὰ τοῦτό φησι τὸν Ὀδυσσέα Ὅμηρος σοφὸν ὄντα πολύτροπον εἶναι, ὅτι δὴ τοῖς ἀνθρώποις ἠπίστατο πολλοῖς τρόποις συνεῖναι.8
65οὕτω καὶ Πυθαγόρας λέγεται, πρὸς παῖδας ἀξιωθεὶς ποιήσασθαι λόγους, διαθεῖναι πρὸς αὐτοὺς λόγους παιδικούς, καὶ πρὸς γυναῖκας γυναιξὶν ἁρμοδίους, καὶ πρὸς ἄρχοντας ἀρχοντικούς, καὶ πρὸς ἐφήβους ἐφηβικούς. τὸ γὰρ ἑκάστοις πρόσφορον τρόπον ἐξευρίσκειν σοφίας εἶναι, ἀμαθίας δὲ τὸ πρὸς τοὺς ἀνομοίως ἔχοντας τῷ τοῦ λόγου χρῆσθαι μονοτρόπῳ. ἔχειν δὲ τοῦτο καὶ τὴν ἰατρικὴν ἐν τῇ τῆς τέχνης κατορθώσει, ἠσκηκυῖαν τῆς θεραπείας τὸ πολύτροπον, διὰ τὴν τῶν
70θεραπευομένων ποικίλην σύστασιν. τρόπος μὲν οὖν τὸ παλίμβολον τοῦτο τοῦ ἤθους, τὸ πολυμετάβολον. λόγου δὲ πολυτροπία καὶ χρῆσις ποικίλη λόγου εἰς ποικίλας ἀκοὰς μονοτροπία γίνεται. ἓν γὰρ τὸ ἑκάστῳ οἰκεῖον· διὸ καὶ τὸ ἁρμόδιον ἑκάστῳ τὴν ποικιλίαν τοῦ λόγου εἰς ἓν συναγείρει τὸ ἑκάστῳ πρόσφορον, τὸ δ’ αὖ μονοειδές, ἀνάρμοστον ὂν πρὸς ἀκοὰς διαφόρους, πολύτροπον ποιεῖ τὸν ὑπὸ πολλῶν ἀπόβλητον ὡς αὐτοῖς ἀπότροπον λόγον. H M1 Q R Leid. —„πολύτροπον“ λέγει
75τὸν Ὀδυσσέα ἢ διὰ τὸ τοῦ [ἤθους] παλ[ίμ]βολον ἢ τὸν μετὰ τὰ Τρωϊκὰ [ἐπὶ] πολλὰ τραπ[έντα] καὶ πλαν[ηθέντα]. ἢ „πολύτροπον“ τὸν πολύγνωμον καὶ [δόλιον] ἔφη, τὸν ῥᾳδίως τρεπόμενον
καὶ μεταπηδῶντα κ[...]. T. πολύτροπον: ἐπὶ πολλὰ τρέποντα τὴν διάνοιαν, συνετόν. ἢ πολλῶν ἔμπειρον τρόπων. M1V. ἀντὶ τοῦ συνετόν, ποικίλον. Y. πολλῶν ἠθῶν ἔμπειρον. k2. πολυειδῆ καὶ ἐπιστήμονα. K. —[οὐχ ὅλ]ως πραγματικὴ [ἔσται ἡ] Ὀδύσσεια, [ἀλλ’ ἠθ]ική, ὡς9
80[δηλοῖ] τινὸς [φ]ρονίμου ἀνθρώπου [μ]έλλων εἰπεῖν τὰ ἤθη. H. —ἄνδρα μοι ἔννεπε, Μοῦσα, πολύτροπον, ὃς μάλα πολλά: τὸν τρόπον προεκτίθεται, δι’ οὗ τὴν ποίησιν πλα‐ τυνεῖ· ἡ γὰρ πολύτροπος τοῦ Ὀδυσσέως περίοδος πλάτος τῇ ποιήσει ἐμπλατυνεῖ.]. μάλα] λίαν. MaTY. πάνυ. Ma. πολλὰ] ἀπὸ τῶν Ἀχαιῶν. Y.

2

πλάγχθη: ἐπλανήθη. HMaQTVYik2. —ἀφαίρεσις. Yi. ἐπεὶ Τροίης: ἀντὶ τοῦ ἀφ’ οὗ τὴν Τροίαν. V. ἀφ’ οὗ χρόνου. DE. ἢ μεθ’ ὅ. E. ἱερὸν πτολίεθρον: (θαυμαστόν. ἢ) διὰ τὸ τετειχίσθαι ὑπὸ θεῶν. ἢ διὰ τὴν πρὸς τὸν Δία εὐσέβειαν. DEHM1QTVa. ἢ πᾶν τὸ τινὸς περιεκτικὸν καὶ φυλακτικὸν ἱερὸν καὶ
5θεῖον. D E a. ἢ διὰ τὸ περισώζεσθαι ἐν αὐτῇ ἀνθρώπους. Mb T. ἱερὸν πτολίεθρον: ὅτι οἱ θεοὶ τοῦτο ἔκτισαν. ἢ τὸ μέγα. Y. ἔπερσεν: ἐπόρθησεν. MaV. —διὰ τί Ὅμηρος οὐ τὸν Ἀχιλλέα, ἀλλὰ τὸν Ὀδυσσέα ὀνο‐ μάζει πτολίπορθον, καὶ ταῦτα πόλεις ἀπείρους τοῦ Ἀχιλλέως πορθήσαντος; καὶ λέγομεν, ἐπεὶ ὁ Ἀχιλλεὺς πολίδριά τινα ἐπέσχεν, ὁ δὲ Ὀδυσσεὺς διὰ τῆς οἰκείας φρονήσεως τὴν περίφημον
10Τροίαν ἐπόρθησε, δι’ ἣν οἱ Ἕλληνες πολλῆς κακοπαθείας μετέσχηκαν κατασχεῖν αὐτὴν θέλοντες, διὰ τοῦτο οὐ τὸν Ἀχιλλέα, ἀλλὰ τὸν Ὀδυσσέα ὀνομάζει πτολίπορθον. D E J. ὅτι ταῖς τούτου συμβουλίαις ἡ Ἴλιος ἐπορθήθη. Yi.

3

πολλῶν] πλείστων. Ma. ἴδεν] Ἰωνικόν. M1T. διὰ τὸ μέτρον. H. —ἔμαθεν. D. ἔβλεψεν. a. ἄστεα] πόλεις. H Ma V. νόον] ὁ νοῦς τριχῶς λέγεται, θεωρητικός, φυσικός, πρακτικός. θεωρητικός, ὡς ὅταν ὁ
5φιλόσοφος τὴν τῶν ὄντων γνῶσιν περισκοπῇ· φυσικός, ὡς ὅλοι ἐπίσης οἱ ἄνθρωποι νοῦν ἔχομεν· πρακτικός, ὡς ὅταν τις ἰδὼν πολλὰς πόλεις καὶ χώρας κἀκείνων γενόμενος ἔμπειρος ἐξ ἐκείνων
γνῶσιν συνάξῃ· ἐκ γὰρ τῆς ἐμπειρίας ἡ γνῶσις συνάγεται. D E J. —ἤτοι πρακτικὴν φρόνησιν ἔσχε. D. τὸ ἔθος, τὴν διαγωγὴν καὶ τὸ πολίτευμα. D E H Q. ἤθη, ἔθη. K. —Ζηνόδοτος „νόμον ἔγνω“ (φησίν)· ἄμεινον δὲ τὸ „νόον“ ... δι’ ὧν Ὀδυσσεὺς αὐτὸς εἰσάγεται λέγων „ἠὲ φιλόξεινοι,10
10καί σφιν νόος ἐστὶ θεουδήσ“ [ζ 121]. Mb T. διὰ τί προσέθηκεν Ὅμηρος, „καὶ νόον ἔγνω“; εἰσὶ γάρ τινες μωροὶ πολλὰς πόλεις καὶ χώρας ἰδόντες, ἀλλ’ οὐχὶ γνῶσιν λαμβάνουσιν· διὰ γοῦν τοῦτο καλῶς προσετέθη „καὶ νόον ἔγνω“. DJ.

4

ὅγ’] οὗτος ὁ ἀνήρ. EY. ὁ Ὀδυσσεύς. D. πόντῳ: θαλάσσῃ. HMaV k2. —ἀπὸ τοῦ πονῶ πόντος. D. πάθεν] ἀφαίρεσις. Yi. ἄλγεα] λύπας. Ma.
5πάθεν ἄλγεα: ἐνταῦθα στικτέον, εἶτα „ὃν κατὰ θυμὸν ἀρνύμενοσ“· τὸ ἐφ’ ἑαυτῷ περιποιῶν καὶ σώζων ἑαυτὸν καὶ τοὺς ἑταίρους. ἢ ἀντικαταλλασσόμενος τὴν ἑαυτοῦ ψυχὴν καὶ τὴν εἰς τὸν οἶκον πορείαν ὑπὲρ τῶν ἑταίρων, οἷον αὐτὸς ἀπολέσθαι θέλων ἵνα· σώσῃ τοὺς ἑταίρους. διαληπτέον δὲ ἐπὶ τὸ „νόστον“. HM1QTV. ἄλγεα: ἀντικαταλλασσόμενος τῶν ἐν γῇ καὶ ἐν θαλάσσῃ κινδύνων τὴν ἰδίαν ψυχὴν καὶ τὸν νόστον τῶν ἑταίρων. Ma. ἢ λυτρούμενος τὴν
10ἰδίαν ψυχὴν καὶ τὴν τῶν φίλων. ἢ ἀντικαταλλάσσων ὑπὲρ τῶν φίλων καὶ τὴν ἑαυτοῦ ψυχήν· ὃ καὶ κρεῖττον. ἔστι δὲ ἀντίπτωσις, ἤτοι ὑπὲρ τοῦ νόστου καὶ τῆς ἐπιστροφῆς τῶν φίλων. D. —λεληθότως δηλοῖ, περὶ τῷ ἐσχάτῳ ἐκινδύνευσε. H1. ὃν κατὰ θυμόν: κατὰ τὴν ἑαυτοῦ ψυχήν. MaTV. κατὰ τὸν ἴδιον θυμόν Y.

5

ἀρνύμενος: ἀντικαταλλασσόμενος. HV. ἀντικαταλλάσσων, ἀντιδιδοὺς τὰ ἄλγεα διὰ
τὴν ἣν ψυχὴν καὶ διὰ τὸν νόστον τῶν ἑταίρων. ἢ ἀντιδιδοὺς τὴν οἰκείαν ψυχὴν διὰ τὸν νόστον, ἀντὶ τοῦ ὑπὲρ τοῦ νόστου, τῶν ἑταίρων, οἷον αὐτὸς ἀπολέσθαι θέλων, ἵνα σώσῃ τοὺς ἑταίρους. B. ἀντιποιούμενος, ἀντικαταλλασσόμενος καὶ περιποιούμενος. P. [ἀντι]διδούς, σπουδάζων. M1.11
5φροντίζων. Yi. φυλάττων, ἀναλαμβάνων. k2. ἀνταλλάσσων, ἀντιδιδοὺς ὑπὲρ τῆς οἰκείας [ψυχῆς καὶ] τοῦ νόστου τῶν ἑταίρων. T. —εἴληπται δὲ ἡ λέξις ἐντεῦθεν· οἱ παλαιοὶ πρότερον μὴ ἔχοντες χρυσὸν ἐδίδουν ἀρνίον καὶ ἐλάμβανόν τι εἶδος, κριθὴν ἢ σῖτον ἢ ἕτερόν τι. ὅθεν ἄρ‐ νυσθαι τὸ ἀνταλλάσσειν ἤγουν τὸ διδόναι τι καὶ λαμβάνειν ἕτερον. MbT. ν: τὴν ἑαυτοῦ. νόστον οὖν φησι τὴν οἴκαδε ἐπάνοδον. V. καὶ τὴν ἰδίαν. Y.
10ψυχήν] ζωήν. k2. νόστον] ὑπὲρ τὴν ἐπάνοδον. a. ὑποστροφήν. k2. καὶ τὴν ἀποστροφὴν τῶν φίλων αὑτοῦ. Y.

6

οὐδ’ ὧς] οὐδὲ οὕτως, καίτοι πολλὰ μοχθῶν ὑπὲρ τῶν φίλων σωτηρίας. DEa. „ὧσ“ ἀντὶ τοῦ ὅμως. Q. ἑτάρους] φίλους. Y. ἐρρύσατο: ἔσωσεν. HMaVk2.
5ἱέμενός περ: καίπερ προθυμούμενος. HMaTVY. καίτοι θέλων. DEa.

7

αὐτῶν] ἐκείνων. HQ. σφετέρῃσι: ταῖς ἑαυτῶν. V. ταῖς ἰδίαις. DHMaTa. —κατάχρησις. a. ἀτασθαλίῃσιν: φρενοβλαβείαις. HMaQTV. μωρίαις. DHMaQTYa. παρανοίαις. k2. ἁμαρτίαις. DEa.
5ὄλοντο: ἀπώλοντο. Ma V. ἐφθάρησαν. k2. —Ἰωνικόν. D M1T.

8

νήπιοι: ἄφρονες. H Ma V. ἀνόητοι. Ma V. οἱ μωροί. Y.k2. —νήπιος ὁ νέος, ἀπὸ τοῦ νοῦν ἤπιον ἔχειν· νήπιος ὁ γέρων, ἀπὸ τοῦ νοῦ ἄπο εἶναι, ὡς καὶ ἐνταῦθα. D. —προανα‐ φώνησις τὸ σχῆμα. DE. κατὰ] κατὰ ὑπερβατόν. Y.
5βοῦς] τὰς. Y. οἳ κατὰ βοῦς: ἐμνήσθη τούτων, ἐπεὶ ἐκ προαιρέσεως ἀδικήσαντες ἀπώλοντο. Ma V. — μυθικῶς μὲν λέγεται ὅτι οἱ τοῦ Ὀδυσσέως ἑταῖροι τὰς βοῦς τοῦ Ἡλίου ἔφαγον καὶ διὰ τοῦτο οὐκ ἠδυνήθησαν ὑποστρέψαι εἰς τὰς οἰκίας αὐτῶν· ἀλληγορικῶς δὲ βοῦς Ἡλίου τὰς ἡμέρας νόει, ἃς οἱ τοῦ Ὀδυσσέως φίλοι κακῶς διεβίβασαν, ὕστερον δὲ θελήσαντες ὑποστρέψαι πρὸς τὰς οἰκίας
10αὐτῶν χειμῶνος γεγονότος πολλοὶ τῷ τῆς θαλάσσης κύματι κατεκλύσθησαν. DEJ. τριχῶς ἀλλη‐ γορεῖται ὁ μῦθος, ἢ στοιχειακῶς ἢ πραγματικῶς ἢ ψυχικῶς. [καὶ] ἐν ταύτῃ δὲ τῇ βίβλῳ τῇ τριττῇ ἀλληγορίᾳ χρῆται ὁ Ὅμηρος, καὶ τῇ στοιχειακῇ καὶ τῇ πραγματικῇ καὶ τῇ ψυχικῇ· κατὰ τὴν ἀρχὴν δὲ τῇ πραγματικῇ χρῆται. Ἥλιον δὲ νοήσαις ἐντεῦθεν πραγματικῶς βασιλέα τινὰ καλούμενον Ἥλιον, ᾧ τινι Ἡλίῳ οἱ ὄντες ἀμφὶ τὸν Ὀδυσσέα τοὺς βόας ἐπόρθησαν· οὗτος δὲ12
15στρατὸν ὥρμησε κατ’ αὐτῶν καὶ ἐφόνευσε πολλούς, καὶ διὰ τοῦτο λέγεται „αὐτὰρ ὃ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ“. Y. —οἱ γεωργοὶ συνεργοῦνται τῷ ἡλίῳ καὶ τοῖς βουσίν. D. —οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο:
βόες ἡλίου τίνες δέ; οἱ ἀροτῆρες βόες,
οἱ ἐργαζόμενοι τὴν γῆν καὶ τρέφοντες ἀνθρώπους
20καὶ βλέπειν παρεχόμενοι ζῶντας τὸ φῶς ἡλίου καὶ μὴ θανεῖν ἐκ τοῦ λιμοῦ καὶ κατελθεῖν εἰς Ἅιδου. πῶς δὲ ὁ ἥλιος αὐτοῖς ἀφείλετο τὸν νόστον; ἄκουσον βραχυτάτως νῦν· μάθῃς δ’ εἰ χρὴ πλατέως. τοῖς πρὶν ἀνθρώποις ἀσεβὲς ἐσθίειν βοῦν ἐργάτην·
25ἐπεὶ δὲ βίᾳ τοῦ λιμοῦ οἱ Ὀδυσσέως φίλοι ἐργάτας βόας σφάξαντες ἐδαίσαντο τὰς σάρκας, συνέβη τούτοις δὲ θανεῖν σκηπτοῖς καὶ ναυαγίᾳ, ἅτε ἡλίου σφῶν ζωῆς καὶ χρόνου πληρωθέντος, Ὅμηρος ὢν δεινότατος ἀνθρώπων νουθεσίαις
30πάντας ἀνθρώπους νουθετεῖ τοῖς πταίσμασιν ἐκείνων μηδέν τι δρᾶν παράνομον βλέποντας πρὸς ἐκείνους· καὶ γὰρ παρανομήσασιν ἐκείνοις εἰς τοὺς βόας ἐν ναυαγίᾳ τῇ δεινῇ καὶ τοῖς σκηπτοῖς, οἷς ἔφην, ἥλιον λέγει τῆς ζωῆς πικρῶς ἐκπληρωθῆναι. D.
35Ὑπερίονος: ἐπιθετικῶς, τοῦ Ἡλίου, ἀπὸ τοῦ ὑπὲρ ἡμᾶς ἰέναι. M1V. Ἡσίοδος δὲ [Theog. 374] Ὑπερίονος αὐτὸν ἐγενεαλόγησεν. V. ἐπίθετον τοῦ Ἡλίου, παρὰ τὸ ὑπεράνωθεν ἡμᾶς ἰέναι. ἔστι τοῦτο πλασματικόν. Ἡσίοδος δὲ Ὑπερίονος αὐτὸν γενεαλογεῖ. Ma. ὑψηλοῦ, τοῦ ὑπεράνω ἡμᾶς ἰόντος καὶ περιπολοῦντος τὸν κόσμον. T. ἤγουν τὰς βοῦς τοῦ ὑπὲρ ἡμᾶς ἰόντος. Ma.
40Ἠελίοιο] Ἀπόλλωνος· ἤτοι βοῦς ἐργασίμους. M1.

9

ἤσθιον] κατέφαγον. D. κατήσθιον. k2. αὐτὰρ] ἔπειτα. D. λοιπόν. Ma. καί. Y.
ὁ] καὶ οὗτος. M1T. ὁ Ἥλιος. DHMcTYk2. —διὰ τί μιᾶς ὑφ’ Ἡλίου νεὼς ἀπολωλυίας, ἕνδεκα δὲ παρὰ Λαιστρυγόσιν, ὁ ποιητὴς ἔφη „οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο ἤσθιον, αὐτὰρ13
5ὃ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ“, ὡς δὴ πάντων ὑφ’ Ἡλίου ἀπολωλότων; φαμὲν οὖν ὅτι ἑταῖροι ἦσαν μὲν πάντες οἱ ἐπανιόντες ἐξ Ἰλίου μετὰ Ὀδυσσέως, ἰδίως δὲ οἱ συμπλέοντες αὐτῷ ἐν τῇ αὐτῇ νηΐ· καὶ ἡ μὲν σπουδὴ ὑπὲρ τῆς πάντων σωτηρίας, δυνατὴ δὲ μᾶλλον ἡ τῶν ἐν τῇ αὐτῇ νηῒ συμπλεόντων. καὶ γὰρ κατὰ τὴν παροιμίαν „κοινὴ ναῦς κοινὴ σωτηρία“, ἀλλ’ οὐκέτι κοιναὶ νῆες καὶ κοιναὶ σωτηρίαι. τὸ γοῦν „πολλὰ δ’ ὅγ’ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν, ἀρνύ‐
10μενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων“ ἰδίως τῶν ἐν τῇ Ὀδυσσέως νηῒ δηλοῖ, ὧν καὶ μάλιστα ὡς ἂν σὺν αὐτῷ ὄντων τῆς σωτηρίας φροντίζειν ἐδύνατο. ἔπειτα τοῦ μόνον εἰς οἶκον ἀνα‐ κομισθῆναι τὸν Ὀδυσσέα αἴτιος γέγονεν ὁ Ἥλιος τοὺς περιλειπομένους ἀποκτείνας. ὥσπερ οὖν ἂν εὖ τις λέγοι τοῦ τοὺς Τρῶας ἀπολέσθαι αἴτιον Ὀδυσσέα γενέσθαι τὰ περὶ τὸν ἵππον μηχα‐ νησάμενον, καίτοι γε τῶν πλείστων προαπολωλότων ὑπὸ Ἀχιλλέως, Νεοπτολέμου, Αἴαντος καὶ
15τῶν λοιπῶν ἀριστέων—ὁ γὰρ τὴν πρᾶξιν τελειώσας ἐπώνυμος τοῦ παντὸς ἔργου γίνεται—, οὕτως κἀνταῦθα αἰτίου τοῦ μόνον ὑποστρέψαι τὸν Ὀδυσσέα γεγονότος Ἡλίου δικαίως εἶπεν „αὐτὰρ ὃ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ“ ... ἔπειτα οὐ πάντων δι’ ἀβουλίαν ἀπολωλότων, ἀλλὰ τῶν μὲν διὰ δυστυχίαν, ὥσπερ οἱ εἰς τοὺς Κίκονας ἐμπεσόντες ἢ εἰς τὸν Κύκλωπα ἢ εἰς τοὺς Λαιστρυγόνας ἢ εἰς τὴν Σκύλλαν, τῶν δὲ δι’ ἀβουλίαν, ὥσπερ μόνοι εὑρίσκονται οἱ εἰς τὸν
20Ἥλιον ἑκουσίως ἀσεβεῖν ἑλόμενοι, τὸν Ὀδυσσέα σαφῶς φαίνει ὅτι ὑπὲρ τούτων μάλιστα ἐσπού‐ δασεν, ὑπὲρ τῶν μὴ δι’ ἔξωθεν αἰτίαν ἀπολεσθέντων, ἀλλὰ τῶν σωθέντων ἄν, εἰ μὴ ἄφρονες ἦσαν καὶ παραίτιοι αὑτοῖς τοῦ θανάτου. ὡς γὰρ ἑαυτὸν σώζει ἐκ παντὸς τοῦ παρ’ ἑαυτὸν ῥυόμενος θανάτου, οὕτως καὶ τοὺς ἑταίρους ἐκ τοῦ παρ’ ἑαυτοὺς θανάτου δύναται μόνος σοφὸς
ῥύεσθαι, εἰ τὸ παρ’ ἑαυτοὺς αἴτιον μὴ πρόφασιν ἐνδοῦναι πείσειεν. ἀθανάτους δὲ οὔτε σοφία14
25ποιῆσαι ἐπαγγέλλεται, οὔθ’ ὁ σοφὸς ἐκ παντὸς σώσειεν ἂν θανάτου, ἀλλ’ ἐκ μόνου ἄρα τοῦ παρὰ τὴν ἡμετέραν αἰτίαν ὑφισταμένου, εἰ πεισθεῖεν αὐτῷ οἱ συνόντες· οὐδὲ γὰρ τοῦ πεῖσαι ἐκ παντὸς κύριος ὁ σοφός. πολλὰ ὁ μὲν ἔπαθεν „ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων“ ἐν τοῖς παρ’ ἑαυτοὺς σωστικοῖς ἔργοις τῶν κινδύνων, ἀλλ’ οὐκ ἐν τοῖς μὴ παρ’ ἡμᾶς ἀποβαινόντων· καὶ ὁμοίως ἐν τοῖς παρ’ ἡμᾶς αὑτὸν μὲν ἔσωσεν ἀρετῇ πειθόμενος, τοὺς δὲ δυνηθέντας ἂν διὰ
30[τὸ] μὴ [παρὰ] τύχην ἔξωθέν τινα καθ’ εἱμαρμένην ἀποθανεῖν ἐκ τῆς παρ’ αὑτοὺς αἰτίας, καίπερ πολλὰ προθυμηθείς, οὐκ ἔσωσεν· „αὐτοὶ γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο“. οὗτοι δὲ ἦσαν εἰς τὸν Ἥλιον μόνοι ἀσεβήσαντες. ἔδειξεν οὖν ὅτι τῶν συμβαινόντων τὰ μὲν παρὰ τύχην καὶ τὴν ἔξωθεν αἰτίαν, ὧν ὁ σοφὸς οὐ κύριος, τὰ δὲ παρ’ ἡμᾶς καὶ τὴν ἡμετέραν ὁρμήν, ὧν κρατεῖν οἷός τε ὁ σπουδαῖος. καὶ θανάτου οὖν τοῦ μὲν ἔξωθεν καὶ παρὰ τὴν τύχην οὔτ’ ἐφ’ ἑαυτοῦ
35οὔτ’ ἐπ’ ἄλλου ὁ σπουδαῖος κύριος, τοῦ δὲ παρὰ τὴν ἡμετέραν αἰτίαν ἐκ παντὸς προνοήσεται ὁ σπουδαῖος καὶ ἐφ’ ἑαυτοῦ καὶ ἐπὶ τῶν αὐτῷ διαφερόντων· καὶ περιγενόμενος ἐφ’ ἑαυτοῦ ἀπο‐ τακτήσει τὰ πολλὰ ἐπὶ ἄλλων, ὅταν μὴ τὴν αὐτὴν αὐτῷ τῆς φρονήσεως ἔχωσιν ἕξιν. ἀκουστέον οὖν τὸ „πολλὰ δ’ ὅγ’ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν, ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων“ ἐν τοῖς δυνατοῖς καὶ παρ’ ἡμᾶς τοῦ θανάτου αἰτίοις, ἀλλ’ οὐ μέντοι τοῖς μὴ παρ’
40ἡμᾶς αἰτίοις· τῶν γὰρ ἐφ’ ἡμῖν μόνων ὀρεκτικὸς ὁ σπουδαῖος καὶ διὰ τοῦτο τῶν ἐξ ἡμῶν αἰτίων θανάτου φυλακτικός, ἀλλ’ οὐ τῶν ἔξωθεν κατὰ τὴν εἱμαρμένην αἰτίων ἀποβαινόντων.
οὔτε γὰρ πάντων ἁπαξαπλῶς τὰ ἔξωθεν αἴτια, οὔτε πάλιν τὸ ἐφ’ ἡμῖν πάντων κύριον, ἀλλ’ ὧν μὲν τὸ ἐφ’ ἡμῖν, ὧν δὲ κρατεῖ τὰ ἔξωθεν. καὶ τῶν μὲν θανάτων οἱ μὲν δι’ ἔξωθεν γίνονται αἰτίαν, οἱ δὲ δι’ ἡμετέραν ἁμαρτίαν· καί τινες ἐκ τῆς ἀνοίας τῆς ἡμετέρας ἤρτηνται, ὡς οἵ γε15
45πλεῖστοι τῶν διὰ κακίαν εἰς κόλασιν ὑπὸ τοῦ νόμου ἀπαγομένων ἠρτημένοι ἀπ’ αἰτίας τῆς ἐκ τῶν ἑκουσίων ἁμαρτημάτων. D H. —ἄλογον τὸ πολλῶν αἰτιῶν γενομένων τοῖς Ὀδυσσέως ἑταίροις τῆς ἀπωλείας μόνην αἰτιᾶσθαι τὴν βορὰν τῶν τοῦ Ἡλίου βοῶν. λύεται δὲ ἐκ τῆς λέξεως, „ἀλλ’ οὐδ’ ὧς ἑτάρους ἐρρύσατο ἱέμενός περ“· τοῦτο γὰρ μὴ πραξάντων αὐτῶν, ὑπελείφθησαν ἄν τινες ἑταῖροι τῷ Ὀδυσσεῖ. Dl.

9

(50)

τοῖσιν] ἀπὸ τούτων. M1. ἤγουν τοῖς μετ’ ἐκείνους. D. νόστιμον ἦμαρ: τὴν τῆς ἀνακομιδῆς ἡμέραν. M1V. τὴν τῆς ὑποστροφῆς ἡμέραν. QT. τὴν εἰς τὰ οἰκεῖα ἐπάνοδον. DE.

10

τῶν ἀμόθεν γε: τῶν περὶ τὸν Ὀδυσσέα ὁπόθεν θέλεις πράξεων ἀπό τινος μέρους ἀρξαμένη διηγοῦ ἡμῖν. HM1SV. ἀπὸ τούτων τῶν περὶ τὸν Ὀδυσσέα πράξεων. QR. ἀπό τινος τῶν πράξεων τοῦ Ὀδυσσέως. D. ἀφ’ ὧν τῶν παρ’ ἡμῖν ἐρωτωμένων. Ma. περὶ τούτων. MaT. ἀμόθεν: ποθέν. ἔστι λέξις τῶν Ἀττικῶν. ἢ ἀπό τινος μέρους ὁπόθεν θέλεις. SV.
5ὅθεν ἐθέλεις. E. ἀπό τινος μέρους ἀρξαμένη. ἢ „ἀμόθεν“ ἀντὶ τοῦ ἐξ ἑνὸς τρόπου τῶν εἰρη‐ μένων εἰπὲ καὶ ἡμῖν. E. ἀπό τινος τρόπου, ἤγουν ἅμα εἰπέ, ὅθεν ἀρξώμεθα. K2. ὁπόθεν, ὅθεν δήποτε. HQR. καὶ καθ’ ἕνα γέ τινα τρόπον. Mc. ἔστι δὲ ἡ λέξις τῶν Ἀττικῶν, „ἀμόθεν“ ἀπὸ μέρους, ὡς καὶ τὸ ἐναντίον οὐδαμόθεν. τὸ δὲ ἀμόν παρὰ τοῖς Ἴωσι τὸν ἕνα δηλοῖ καὶ οὐ‐ δαμόν τὸν οὐδαμινόν. Ma. μερικόθεν. οἱ Ἴωνες τὸ ἕν ἀμόν λέγουσιν, ἀφ’ οὗ [γίνεται] καὶ οὐδα‐
10μόθεν. καὶ „ἀμόθεν“ ἀντὶ τοῦ μερικόθεν. T. παρὰ τοῖς Δωριεῦσιν ἔστιν ὄνομα ἀμός ἰσο‐ δυναμοῦν τῷ τίς, καὶ ἀπὸ τούτου γίνεται τὸ „ἀμόθεν“ δηλοῦν τὸ ἀπό τινος μέρους τούτων. ἀπὸ δὲ τοῦ ἀμόθεν γίνεται καὶ τὸ οὐδαμόθεν. ἀπὸ δὲ τοῦ ἀμῶς ἐπιρρήματος γίνεται τὸ ἀμωσγέπως καὶ τὸ οὐδαμῶς. E. θύγατερ Διός: ἀντὶ τοῦ ὦ Μοῦσα. V. ὦ θεὰ Καλλιόπη. Y. ἀντὶ τοῦ ὦ γνῶσις. M1.
15θυγατέρα Διὸς ψυχικῶς νοήσαις νῦν τὴν γνῶσιν· ἡ γὰρ γνῶσις θυγάτηρ ἐστὶ τοῦ Διός, ἤγουν τοῦ
νοός. ἐπικαλεῖται δὲ νῦν τὴν γνῶσιν αὑτοῦ. Y. Διός] τοῦ Διός. H. τοῦ νοῦ. Ma. εἰπὲ καὶ ἡμῖν: ὡς σὺ οἶδας, ἵνα καὶ ἡμεῖς γνῶμεν. MaTV.16

11

ἔνθ’] ἀπόκρισις τῆς ἑαυτοῦ γνώσεως. ἔστι δὲ προσωποποιΐα. DE. ἄρχεται ἀπεν‐ τεῦθεν ἡ Μοῦσα ἢ ἡ θεὰ καὶ λέγει. Y. —τὸ „ἔνθα“ ἐστὶ καὶ τοπικὸν καὶ χρονικόν, ὡς καὶ ἐνταῦθα, ἀντὶ τοῦ τότε. DM1. ἄλλοι] ἤγουν Ἀχαιοί. Y.
5φύγον] ἀφαίρεσις. Y. αἰπύν: δεινόν. MaV. χαλεπόν. HKMaQVmY. ὄλεθρον] ἤγουν τὸν θάνατον. Ma. τοὺς ὄντας ἐν τῇ Τροίᾳ λέγει. Y. χειμῶνος γεγονότος πολλοὶ τῷ τῆς θαλάττης κύματι κατεκλύσθησαν. EJ.

12

οἴκοι: εἰς τὰ οἰκεῖα, ἐπὶ τῆς οἰκίας. MaV. ἔσαν] ἦσαν, ὑπῆρχον. ἢ ἐπορεύθησαν. Ma. πόλεμον] τὸν ἐκ τῆς Τροίας. DE. ἠδέ] καί. Y.

13

τὸν δ’] ὅτε. Yr. —τὸν Ὀδυσσέα. HMaQ. οἶον: μόνον, ὁποῖον. HMaV. —τὸν δ’ οἶον: διὰ τί οἶον; ἔλεον κινεῖ, ὅτι ἐξαίρετα παρὰ τοὺς ἄλλους δυστυχεῖ Ὀδυσσεύς. Ma. νόστου: τῆς οἴκαδε ἐπανόδου. MaV.
5κεχρημένον: ἐπιδεόμενον. H1KQVmuw. χρείαν ἔχοντα. HQ. καὶ χρῄζοντα. DEMcTVmuY. ἠδέ] καί. Y. γυναικός] αὑτοῦ. Y. ἠδὲ γυναικός: οἰκείως προσέθηκεν, ἵνα καταφρονήσῃ καὶ θεᾶς ἐρώσης, τῆς Καλυψοῦς. DEHMaQTV.

14

πότνια: σεμνή, ἔντιμος. HMaV. σεβασμία. MaV. ἔρυκε: κατεῖχεν. EHMaQV. ἐκώλυεν. HMaQTV. ἐκράτει. Y. Καλυψώ: Ἄτλαντος θυγάτηρ. HM1TV. Καλυψὼ θυγάτηρ ἦν τοῦ Ἄτλαντος. ὄρος δὲ ἦν μέγα, ὅπερ καὶ λέγουσι βαστάζειν κίονας κατέχοντας τὸν οὐρανὸν καὶ τὴν γῆν. HMaQ. καὶ
5ἡ θεά. Y. —Καλυψὼ δὲ νοήσαις ἐντεῦθεν στοιχειακῶς τὴν κάλυψιν καὶ τὴν ἀφάνειαν, ἥτις ἐπεκράτει τὸν Ὀδυσσέα „ἐν σπέσσι γλαφυροῖσι“, ἤγουν ἐν τόποις ἀδήλοις, ὅτι ἄδηλος καὶ ἀφανὴς ἦν ἔτι τοῖς αὑτοῦ φίλοις. Yi. δῖα: ἐνδοξοτάτη. MaV. ἡ ἔνδοξος. Y. σεμνή. Q. θεάων] τῶν. Y. τῶν βασιλίδων. D.17

15

ἐν σπέσσι: σπηλαίοις. EHM1QTVY. γλαφυροῖσι: κοίλοις. DEHMaQVY. βαθέσιν. VY. βαθυτάτοις. M1. λιλαιομένη: ἐπιθυμοῦσα. ExHMaQTVk2. προθυμουμένη. Y. πόσιν: ἄνδρα. ExHMaV. —αὐτῆς. Ma. σόν. Y.

16

ὅτε] ἡνίκα. MaT. ἔτος] ὁ καιρός. Ma. ἦλθε] παρεγένετο. Ma. περιπλομένων: περιερχομένων. Vk2. διερχομένων. Ma. συστρεφομένων. HQ. κυλιο‐
5μένων. DE. τελειουμένων. HQV. πεπληρωμένων χρόνων. Ma. πληρωθέντων, διπλωθέντων. Y. κυκλουμένων τῶν χρόνων. HMa. εἰς ἑαυτοὺς ἀνακυκλουμένων. HMaT. πολλῶν χρόνων περι‐ ελθόντων. E. ἐνιαυτῶν] τῶν. Y. —τῶν καιρῶν. Y.

17

τῷ οἱ: ἐν ᾧ αὐτῷ. V. εἰκότως ᾧ τινι. T. ᾧ τινι, ἤγουν τῷ χρόνῳ. H. ᾧ τινι ἔτει. M1. ἐκείνῳ τῷ ἔτει. D. τῷ χρόνῳ. Q. οἱ] ἀντὶ τοῦ αὐτῷ. MaY. ἐπεκλώσαντο: εἱμαρμένην γενέσθαι ἐποίησαν. DEHKMaQV. ἐπεκύρωσαν. Mb.
5ἐμοίρασαν. Y. θεοί] οἱ ἀστέρες. Ma. ἤγουν ἡ εἱμαρμένη. Y. οἶκον δέ] εἰς τόν. Y. —αὐτοῦ. Y. νέεσθαι] ἀποστρέψαι, ἔρχεσθαι. Ma. ἐπιστραφῆναι. Y. πορεύεσθαι. ExHMb. ὑπερβατόν, ἵνα συντάσσηται οἶκον δὲ νέεσθαι καὶ ἐν τοῖς ἑαυτοῦ φίλοις. HQMbT.

18

ἔνθα] τότε. DEHM1TY. κατὰ τὸν καιρὸν τῆς ὑποστροφῆς. MaT. ἐκεῖ. D. πεφυγμένος: διαπεφευγώς. DMcTV. διαφεύγων. H1. ἀπαλλαγεὶς ἢ διαπεφευγώς. HK. πεφευγώς. Y. ἐκφυγών. T. φυγών. M1. ἦεν] καὶ ἦν. McT. ὑπῆρχεν. Y.
5ἀέθλων: κακοπαθειῶν. HMaTV. τῆς ἀγωνίας, τῶν κακοπαθειῶν. DE. τῶν ἀγώνων, κινδύνων. Y. ἀπὸ κόπων διὰ τὸν ὄχλον τῶν μνηστήρων λέγει καὶ θόρυβον. Y.

19

μετά] ἐν. Ma. εἰς τούς. D. καὶ σὺν ἑοῖσι φίλοισι] γρ' „καὶ μετὰ οἷσι φίλοισι“. k2. ἤγουν ἐν τοῖς ἑαυτοῦ πολίταις καὶ φίλοις. k2.
οἷσι: τοῖς ἑαυτοῦ. HKMaV. ἐν ἰδίοις. Ma.18
5θεοί] οἱ ἀστέρες. M1. τὰ στοιχεῖα πάντα. DEHKQR. ἐλέαιρον: ἠλέουν. HQTVk2. καὶ ἠλέουν αὐτόν. MaY.

20

νόσφι: χωρίς. ExHM1QRVY. Ποσειδάωνος] χωρὶς τοῦ Ποσειδῶνος. οὗτος ἦν θεῖος τοῦ Κύκλωπος τοῦ τυφλωθέντος παρὰ τοῦ Ὀδυσσέως. HMa. τῆς θαλάσσης. HKQR. —θεοὶ δ’ ἐλέαιρον ἅπαντες νόσφι Ποσειδάωνος: στοιχειακῶς· ἤγουν πάντα τὰ στοιχεῖα ἐν ἐρημίᾳ ἵσταντο, ὅτι ἦν ἡ ἀνάβασις
5τοῦ Νείλου τοῦ ποταμοῦ, χωρὶς τῆς θαλάττης· ἡ γὰρ θάλαττα οὐκ ἦν ἐν ἐρημίᾳ καὶ ἐν ἡσυχίᾳ, καὶ διὰ τοῦτο οὐκ ἐδύνατο ἐπαναστραφῆναι τῆς θαλάσσης παρεμποδιζούσης αὐτόν. Yi. ἤτοι αὐτὸν οὐκ ἄλλο τῶν στοιχείων ἐκώλυεν, ἀλλὰ μόνον τὸ ὕδωρ. D. δ’ ἀσπερχές: οὗτος δι’ ὅλου. V. ὁ] οὗτος. Ma. ὁ Ποσειδῶν. HMcQY.
10δ’] γάρ. Mb. ἀσπερχές] δι’ ὅλου. EHKM1Q. διηνεκῶς. Y. ἀμετακινήτως. MbT. χαλεπῶς. T. ἀκλινῶς, ἀμεταθέτως. DE. μενέαινεν: ἐχολοῦτο. H1MaQV. ὠργίζετο. DHMaTVY.

21

ἀντιθέῳ: ἰσοθέῳ κατὰ ἀρετήν. DHMaQTV. ἰσοθέῳ κατὰ τὴν ἀρετὴν καὶ τὴν φρόνησιν. EMa. ὑπὸ πολλῶν νομιζομένῳ. Ma. ἢ τῷ ὑπὸ πολλῶν ὀνομαζομένῳ. ἰσοθέῳ δὲ διὰ τὴν φρόνησιν. D. Ὀδυσῆι] κατὰ τοῦ. Mc. —ἀντιθέῳ Ὀδυσῆι: ὅτι τοῖς θείοις καὶ σοφοῖς πράγμασιν
5ἐδιέτριβεν. Ὀδυσσεὺς δὲ λέγεται παρὰ τὸ ὁδός καὶ τὸ ὕω, τὸ βρέχω· λέγουσι γὰρ ὅτι ἐν τῇ ὁδῷ ἐγεννήθη. ἐγὼ δὲ Νικόλαος λέγω ὅτι Ὀδυσσεὺς λέγεται παρὰ τὸ ὀδυσσεύω, τὸ μισῶ· οὕτω γὰρ ἐκλήθη διὰ τὸ συμβεβηκός, ὡς καὶ ἐκ τῆς τοῦ Τ [τ 407] ῥαψῳδίας ἔξεστι μαθεῖν. Yi. πάρος: πρίν. V. πρότερον. TV. πρὸ τοῦ. KMaY. πότε καὶ πρὸ τοῦ. Hr. καὶ πότε μενέαινε. Hr.
10ἣν γαῖαν] εἰς τὴν ἰδίαν γαῖαν. Ma. ἰδέσθαι] γράφεται „ἱκέσθαι“. Ma.

22

ὁ μὲν] ἤγουν ὁ Ποσειδῶν. MaY. Αἰθίοπας] εἰς τούς. M1Y. —μυθικῶς μέν φασι τὸν Ποσειδῶνα εἰς Αἰθίοπας κατὰ καιρὸν ὡρισμένον παραγινόμενον παρ’ ἐκείνων τιμᾶσθαι, ἀλληγορικῶς δὲ Ποσειδῶν λέγεται τὸ
ὕδωρ. ἐπεὶ δὲ τὸ ὕδωρ ἤτοι ὁ ὠκεανὸς τὴν πᾶσαν χθόνα κυκλοῖ καὶ ὅτι ὁ Νεῖλος κατὰ καιρὸν19
5ὡρισμένον ἀρδεύει τὴν τῶν Αἰθιόπων γῆν καὶ αὔξει τὰ δένδρα, διὰ τοῦτο λέγουσι τὸν Ποσειδῶνα ἤτοι τὸ ὕδωρ τιμᾶσθαι παρ’ αὐτῶν ὡς πολλῶν ἀγαθῶν ἐκείνοις παρεκτικόν. DEJ. μετεκίαθεν: μετῆλθεν. H1 Ma Q T V. ἐπορεύθη. H Ma Y. —ἡ μετά πρὸς τοὺς Αἰ‐ θίοπας. τὸ κει δίφθογγον διὰ τὸ μέτρον. H. ἐπὶ τούς. Ma. —κατὰ τὴν ἑορτὴν τῆς ἀναβάσεως τοῦ Νείλου ἤτοι κατὰ τὸ θέρος. DE. ἤγουν ὅτι ἦν ἡ ἀνάβασις τοῦ Νείλου. Y.
10καιρὸς ἦν ἀναβάσεως Νείλου παρ’ Αἰγυπτίοις ἤτοι τὸ θέρος ἔληγεν, ἀρχὴ δ’ ἦν φθινοπώρου· ἡ Νείλου γὰρ ἀνάβασις ἐκ τέλους Ἰουλίου μέχρι τῆς συμπληρώσεως γίνεται Σεπτεμβρίου. τοῦ Νείλου τὴν ἀνάβασιν ταύτην δὲ νῦν σοι λέγει
15εἶναι περὶ Αἰθίοπας τὴν Ποσειδῶνος δαῖτα. ταύρους δὲ τούτου παρεισφρεῖ καὶ ἀρνειούς, τὴν δαῖτα, ὡς ταύρων ταυρωδέστερον τῶν ποταμῶν ἠχούντων. οὕτω μὲν ἦν ἀνάβασις παρ’ Αἴγυπτον τοῦ Νείλου, ἁπανταχῆ δ’ ἐν οὐρανῷ στοιχείων εὐκρασία.
20
οἶκον καὶ μέγαρον Ζηνὸς τὸν οὐρανὸν γὰρ λέγει. D. τηλόθ’ ἐόντας: μακρὰν οἰκοῦντας. Ma V. μακρὰν ὄντας. H. —τοὺς ὑπάρχοντας. V.

23

Αἰθίοπας] λέγω εἰς τούς. Y. —ἐπαναφορά. E. ἐπανάληψις. D Y. [γίνεται] δὲ ἡ ἐπανάληψις κατὰ τρεῖς τρόπους· ἐπὶ προσώπου συστάσει ἢ διαβολῇ, ἐπὶ ἤθους βεβαιώσει, ἐπὶ πράγματος διδασκαλίᾳ. ἐπὶ προσώπου συστάσει, ὡς ἐνταῦθα „ἀλλ’ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθ’ ἐόντας, Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν“. ἐπανέλαβε δὲ τὸ
5ὄνομα, ἵνα δείξῃ ὅτι δύο γένη Αἰθιόπων. Y. τοί] καὶ οὗτοι καὶ οἵτινες. Y. διχθά: διχῶς. D E H Ma T V. ἤτοι βʹ. Ma. εἰς δύο V. χωρίς. Y. δεδαίαται: νενέμηνται, μεμερισμένοι εἰσίν. οἱ μὲν γὰρ αὐτῶν ἐπ’ ἀνατολάς εἰσιν, οἱ δὲ ἐπὶ δυσμάς. τινὲς δὲ πρὸς τοῦ Νείλου σχίζεσθαι αὐτοὺς λέγουσιν. H Ma P Q V. ἀπὸ μεσημ‐
10βρίας διερχόμενος ὁ Νεῖλος διορίζει τοὺς Αἰθίοπας, ἐκ μὲν ἀνατολῆς ἔχων τοὺς Ἰνδούς, ἐκ δυσ‐ μῶν δὲ Νομάδας καὶ Βλέμυας. ἀρέσκει δὲ τῷ Ἀριστάρχῳ παρὰ τοῖς ἀνατολικοῖς Αἰθίοψι δια‐ τρίβειν τὸν Ποσειδῶνα ἐκ τοῦ „ἐκ Σολύμων“ [ε 283] φάσκειν αὐτὸν ὁρᾶν τὸν Ὀδυσσέα. Ma. Αἰθίοπες ἀνατολικοὶ καὶ δυσμικοί. κατοικοῦσι δὲ ἀμφότεροι πρὸς τῷ ὠκεανῷ. τούτου χάριν φησὶν „ἔσχατοι ἀνδρῶν“. E.
15ἔσχατοι] εἰς ἔσχατον οἰκοῦντες τόπον περὶ τὸν Νεῖλον. MaT.20

24

οἱ μὲν] τινές εἰσιν ἐν τοῖς μέρεσιν ... καὶ οἱ ἄλλοι εἰσὶν ἐν τοῖς μέρεσι τοῦ ἀνατέλλοντος ἡλίου. Y. τινές εἰσιν ἐν ἐκείνῳ τῷ μέρει τοῦ Νείλου, τινὲς δὲ ἐν τούτῳ τῷ μέρει τοῦ Νείλου· οὐ μὴν δὲ λέγει ὅτι τινές εἰσιν ἐν τῷ ἀνατολικῷ μέρει, τινὲς δὲ ἐν τῷ δυσμικῷ. Y. δυσομένου Ὑπερίονος: τοῦ πρὸς δύσιν ἡλίου. βούλεται δὲ εἰπεῖν τοὺς Αἰθίοπας
5τοὺς πρὸς δύσιν ὄντας. V. ἤγουν εἰς τὰς δυσμάς. MaT. ἐπὶ τῆς δύσεως. E. δυομένου. Ma. δύνοντος. H. Ὑπερίονος] τοῦ ἡλίου. D E Ma U. οἱ δ’ ἀνιόντος: ἀνατέλλοντος. τοὺς ἀνατολικοὺς δηλοῖ. HMaV. κατὰ ἀνατολάς. KT. εἰς τὴν τῆς Αἰγύπτου γῆν δυσομένου τοῦ ἡλίου καὶ ἀνιόντος, οὐχὶ εἰς τὸν ἅπαντα
10κόσμον. M1.

25

ἀντιόων: μεταληψόμενος, ἤτοι ὑπαντῶν ἢ μεταλαμβάνων. V. ἐξ ἐναντίας ἐρχόμενος, μεταλαμβάνων. H K Q R. ἀπολαύων. E H K. —ὁ Ποσειδῶν. H Q R. ἑκατόμβης: μεγάλης θυσίας. DEVY. τῆς λείας ἢ μεγάλης θυσίας. Ma. ἑκατόμβη ἡ θυσία· ἢ ἀπὸ ἑκατὸν νομισμάτων. τοῦτο δὲ ὅτι τότε ἦν ἀνάβασις τοῦ Νείλου. M1.
5ὅτι οἱ Αἰθίοπες ἐτίμων τὸν Ποσειδῶνα ὡς θεόν. Y.

26

ἔνθα: τότε. V Y. χρονικὸν καὶ ἐν τόπῳ. V. ὅπου. H. ὅγε] ὁ Ποσειδῶν. H Ma Y. τέρπετο] ηὐφραίνετο. H. δαιτί: εὐωχίᾳ. V Y. περὶ τὴν δαῖτα. H Ma.
5παρήμενος: παρών, διατρίβων. H1 K V. πλησίον καθήμενος. Ex H Q Y. παρα‐ καθήμενος. M1. δή] καί. Y. ἄλλοι] θεοί. Ma Y. μετάβασις ἀλληγορίας στοιχειακῆς ἐπὶ ἀλληγορίαν ἢ ψυχικὴν ἢ ῥητορικήν. D.

27

Ζηνός] Διός. Y. —ἢ τοῦ πρωτεύοντος ἢ τοῦ νοός. D. ἐνὶ μεγάροισιν] καὶ ἐν τοῖς οἴκοις. Y. Ὀλυμπίου: τοῦ τὸν Ὄλυμπον οἰκοῦντος. D E H Ma V. τὰ στοιχεῖα λέγει. Y.
5ἀθρόοι: ὁμοῦ. H Ma T V Y. συνειλεγμένοι. Y. —ἁθρόοι: δασυντέον τὸ α, καὶ πρὸ τέλους ἡ ὀξεῖα, ἐπειδὴ σημαίνει ὁμοῦ. H1 l.]
ἦσαν] ὑπῆρχον. Ma.21

28

τοῖσι δέ: ἐν τούτοις δὲ τοῖς θεοῖς. Ma V. μύθων: λόγων. Ma V. ἦρχε: προκατήρχετο. Ma V. τοῖσι δὲ μύθων ἦρχε: πῶς ὁ Ζεὺς ἐκκλησίαν συναγαγὼν θεῶν οὔτε παραδόξων οὔτε
5χρησίμων τινῶν μνημονεύει, ἀλλὰ τοῦ Αἰγίσθου; Ma L. τί γὰρ μέγα, εἰ φθορεὺς ἀλλοτρίας γυ‐ ναικὸς τῆς ἐπαξίας ἔτυχε τιμωρίας; (ἢ) ὅτι ὁ Ὅμηρος οὐκ ἐκ κατασκευῆς τὰς ἀρχὰς τῶν λόγων πορίζεται, τοῖς δὲ προειρημένοις ἢ προγεγενημένοις ἑπόμενος τὰ ἀκόλουθα εὑρίσκει. Ὀδυσσεὺς γὰρ πρεσβεύων πρὸς Ἀχιλλέα οὐδὲν ἐκ κατασκευῆς λέγει, παραθέντος δὲ τὰ πρὸς εὐωχίαν Ἀχιλλέως ἀρχῇ ταύτῃ χρησάμενός φησιν „ἀλλ’ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν, ἀλλὰ λίην μέγα
10πῆμα, διοτρεφές, εἰσορόωντες δείδιμεν“ [Ι 228]. ὁμοίως δὲ καὶ Φοῖνιξ, εἰπόντος Ἀχιλλέως ἐσαύριον αὐτῷ συναποπλεῖν, τούτῳ ἐν τῷ αὑτοῦ λόγῳ χρῆται προοιμίῳ „εἰ μὲν δὴ νόστον γε μετὰ φρεσί, φαίδιμ’ Ἀχιλλεῦ, βάλλεαι“ [Ι 434], καὶ νεύσαντος τοῦ Ἀχιλλέως τῷ Πατρόκλῳ στρωννύναι κοίτην τῷ Φοίνικι, ἵνα λοιπὸν ἐκ τῆς σκηνῆς ἀπαλλαγῶσι, προοίμιον τοῦτο τῆς πρεσβείας ὁ Αἴας ποιεῖται λέγων „ἴομεν· οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ τῇδέ γ’ ὁδῷ κρα‐
15νέεσθαι“ [Ι 625] καὶ ἑξῆς, καὶ καθόλου πάντες οἱ λέγοντες παρ’ Ὁμήρῳ ἀρχὰς ἐκ τῶν προειρη‐ μένων λαμβάνουσι. L. πατὴρ ἀνδρῶν τε θεῶν τε: ἤγουν ὁ Ζεύς. Ma V Y.

29

μνήσατο: ὑπεμνήσθη. H Ma Q V. ὑπεμνήσατο. H. καὶ ἐμνήσθη. Y. κατὰ θυμόν] κατὰ τὴν διάνοιαν. Ma. ἀμύμονος Αἰγίσθοιο: ἤτοι καλοῦ πρὸ τοῦ μοιχεῦσαι, ἢ τοῦ κατὰ γένος ἀγαθοῦ. H1 Ma P Q V Y. ἀμύμονος: εὐγενοῦς ἢ εὐμόρφου· οὐ γὰρ ἐπὶ τοῦ τρόπου ληπτέον. Ma. κατὰ
5τὸ εἶδος ἢ κατὰ τὸ γένος, ἢ πρὸ τοῦ συμμιγῆναι τῇ Κλυταιμνήστρᾳ. D. τοῦ πρὶν φρονίμου. M1. τοῦ ἀμύμονος καὶ τοῦ ἀψόγου, ὅσον κατὰ τὸ πρῶτον, μετὰ ταῦτα δὲ οὔ. ἢ κατὰ ἀντί‐ φρασιν. Y.

30

τόν ῥα: ὅντινα δή. H Ma Q V Y. Αἴγισθον. Y. Ἀγαμεμνονίδης] ὁ υἱὸς τοῦ Ἀγαμέμνονος. Mc. τηλεκλυτός: οὗ πόρρωθεν δόξα διέρχεται. H1 Ma P V Y. τουτέστι τοῦ ἐξακούστου. Y. ὁ πάνυ ἔνδοξος ἐκ πατρός. Ma. τηλεκλυτός: ὁ ἐκ πατρὸς ἔνδοξος, ὁ πόρρωθεν φημιζόμενος, διὰ τὸ βα‐
5σιλέως εἶναι υἱός· ἢ ὁ ἔσχατος γεννηθείς. D. —τηλεκλυτός: ὀξυτονητέον τὸ „τηλεκλυτόσ“ ὡς ἀγα‐
κλυτός. εἰ μὲν πτωτικὸν κατ’ ἀρχὴν συντεθείη, βαρύνεται, ὡς τοξόκλυτος· εἰ δὲ ἄλλο τι τῶν ὑπὲρ μίαν συλλαβήν, ὀξύνεται. διὸ σημειούμεθα τὸ ναυσικλυτός ὀξυνόμενον· τὸ δὲ δουρὶ κλυτός ἐν παραθέσει ἐστίν. D H Ma Ql.22

31

τοῦ] τούτου. EY. Αἰγίσθου. D E Mc Y. γ’] οὗτος ὁ Ζεύς. D E Mc Y. ἔπε’] λόγους. Ma. ἔπεα πτερόεντα προσηύδα] γρ' „ἔπε’ ἀθανάτοισι μετηύδα“. H P. —ὡς ἔχοντα τὴν
5φύσιν πτερώδη. Mb. μετηύδα: ἐν αὐτοῖς εἶπεν. Ma V. τοῖς ἄλλοις φίλοις τοῦ Ὀδυσσέως εἶπεν. H. πραγματικῶς ἀλληγορήσαις τὸν παρόντα τῶν θεῶν λόγον καὶ δημηγορίαν, δηλονότι τὴν ὁμιλίαν, ἣν ἐποιήσατο ὁ Μέντης μετὰ τῆς στρατιᾶς αὑτοῦ, καὶ πῶς ἐπεμνήσθησαν Αἰγίσθου καὶ ἐκ τούτου καθεξῆς τοῦ Ὀδυσσέως. Y.

32

ὦ πόποι: ὦ παπαῖ. ἔστι δὲ ἐπίρρημα σχετλιασμοῦ δηλωτικόν. H1 Ma V. βαβαί. B. φεῦ φεῦ· ὦ θεοί. H. ὦ φίλοι. M1. „πόποι“ οἱ θεοὶ κατὰ τὴν τῶν Δρυόπων φωνήν· καὶ ἐπίρρημα, ἀντὶ τοῦ φεῦ. E. ὢ πόποι: γαμήλιος ὢν ὁ θεὸς ἀναγκαίως τῶν γάμων προνοεῖται. ἢ τὸ πᾶν προ‐
5κατεσκεύασται πρὸς τῷ μέλλοντι λεχθῆναι ὑπ’ Ἀθηνᾶς. H Ma Ql. οἷον] πῶς. H Ma T n. πῶς, φησιν, οἱ ἄνθρωποι. E. —θαυμαστικῶς. Y. θεούς] ἡμᾶς. Ma. βροτοί] οἱ ἄνθρωποι. Y. αἰτιόωνται: αἰτιῶνται. H Ma Q V. μέμφονται. Ma.

33

ἐξ ἡμέων: ἐξ ἡμῶν. H Ma V. Πορφυρίου· ἐξ ἡμέων γάρ φασι: ταῦτα οὐ συμφωνεῖ τῇ πάσῃ μυθοποιίᾳ, καθ’ ἣν εἰσάγει τοὺς θεοὺς πολλῶν αἰτίους συμφορῶν. δυνατὸν μὲν οὖν λύειν τῷ προσώπῳ διὰ τὸ τότε μὲν τὸν ποιητὴν λέγειν, νῦν δὲ τὸν Δία. μᾶλλον δ’ ἂν τῇ λέξει λύοιτο· „οἱ δὲ καὶ αὐτοὶ σφῇσιν
5ἀτασθαλίῃσιν“, ὡς καὶ τῶν θεῶν αἰτίων, οὐ μὴν ἁπάντων γε, καθάπερ οἱ ἄνθρωποι νομίζουσιν. D H J Ma Q. περὶ τοῦ μὴ εἶναι εἱμαρμένην καὶ τύχην καὶ γένεσιν κατὰ τοὺς ἄφρονας Ἕλληνας καὶ αὐτὸς ὁ μέγιστος ποιητὴς αὐτῶν Ὅμηρος μάρτυς· πεποίηται γὰρ οὕτως ἐν τοῖς ἔπεσιν αὐτοῦ ὁ Ζεὺς διαλεγόμενος πρὸς τοὺς ὁμοίους αὐτῷ δαίμονας περὶ τῆς Αἰγίσθου μοιχείας καὶ τῆς ἐπὶ τῷδε ποινῆς „ὦ πόποι, οἷον δή νυ θεοὺς [βροτοὶ] αἰτιόωνται· ἐξ ἡμέων γάρ φασι“
10καὶ τὰ ἑξῆς ἕως τοῦ „ἄλγε’ ἔχουσιν“. H. φασί: λέγουσι. Ma V. κάκ’] τά. Y. τὰ βλαπτικὰ αὐτοῖς. E. ἔμμεναι] ὑπάρχειν αὐτοῖς. Ma Y. οἱ δὲ καὶ αὐτοί: ἢ „οἵδε“, καὶ στιγμή· ἢ „οἱ δὲ“, καὶ ἔστι περισσὸν τὸ „καί“. Ma.23
15οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν: τὸ ἑξῆς, οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθα‐ λίαις, ὅ ἐστι ταῖς ἑαυτῶν, ἐν ἴσῳ τῷ αὐτοὶ αἴτιοί εἰσιν. οἱ δὲ περισσὸν τὸν „καί“ σύνδεσμον. ἢ στικτέον [ἐπὶ] τὸ „οἵδε“. H Ma V. σημειοῦται Ἀρίσταρχος λέγων τὸν „καί“ περιττεύειν. H Ma Q.

34

σφῇσι: ταῖς ἑαυτῶν. Ma V. ταῖς ἰδίαις. D Ma. ἀτασθαλίαις: ἁμαρτίαις. Ma V. μωρίαις. Ma. —παρὰ τὸ ἐν ἄταις θάλλειν. Y. ὑπὲρ μόρον: οὐ σύνθετον τὸ „ὑπὲρ μόρον“. „μόρον“ δὲ τὴν μοῖραν· „ἦ ῥα καὶ σὺ κακὸν μόρον ἡγηλάζεισ“ [ἦ τινὰ καὶ ... λ 618]. καὶ πῶς ἀλλαχοῦ φησι „μοῖραν δ’ οὔ τινά
5φημι“ [Ζ 488]; ῥητέον ὅτι τῆς μοίρας τὸ μέν ἐστι μονότροπον, τὸ δὲ ἀμφίβολον, ὡς ἐν Ἰλιάδι ἀπεδείξαμεν· ὡς ἐν τῷ „μήτηρ γάρ τέ μέ φησι ... διχθαδίας κῆρας φερέμεν“ [Ι 411]. HMaQl. —ὑπὲρ μόρον: ὑπὲρ τὸ πεπρωμένον. H Ma V Y. ὑπὲρ τὸ προσῆκον. EHM1QTY. ὑπερβολῇ τὸ προσῆκον· λέγεται γὰρ μοῖρα καὶ τὸ προσῆκον, ὡς τὸ „νῦν δ’ ὁ μὲν ἐν μοίρῃ πέφαται“ [χ 54]. Δ. πρὸ τοῦ τὸν μόρον ἐλθεῖν ἄλγεα ἔχουσι καὶ λύπας ἐξ ἀβουλίας οἰκείας. H Ma Q.

35

ὑπὲρ μόρον] ὑπὲρ τὸ πρέπον. HY. ὑπὲρ τὸ πεπρωμένον καὶ προσῆκον. H. ὑπὲρ τὸ μεμοιραμένον. Ma. Ἀτρείδαο] τοῦ υἱοῦ τοῦ Ἀτρέως. Mc. ἤγουν τοῦ Ἀγαμέμνονος. Mc Y.

36

γῆμε: ἔγημεν. H Ma V Y. εἰς γυναῖκα ἠγάγετο. E. —ἀφαίρεσις. Y. ἄλοχον: γαμετήν. H Ma V. μνηστήν: τὴν ἐκ μνηστείας γεγαμημένην γυναῖκα. E H Ma V. τὴν νομίμην. E. καλῶς
εἶπε μνηστήν. ἵνα μὴ εἰπὼν μόνην „ἄλοχον“ δείξῃ, ὅτι ᾖ καὶ παλλακίς, προσέθηκε καὶ τὸ24
5„μνηστήν“, ἵν’ ᾖ μεμνηστευμένην. Ma. ἔγημε γαμετήν, μεμνηστευμένην, ἤγουν τὴν ἐκ μνηστείας γεγαμημένην. H. τόν] ἤγουν τὸν Ἀγαμέμνονα. D H MaQ Y. ἔκτανε] ὁ Αἴγισθος. MaY. νοστήσαντα: ὑποστρέψαντα. H1Ma Q V. ἐπανελθόντα. MaV.

37

εἰδώς: ἐπιστάμενος. H K MaQ V. —καίτοι γε. D. καὶ ταῦτα. n. καὶ τοῦτο γι‐ νώσκων ὅτι μέλλει ἀναιρεῖσθαι κἀκεῖνος ὑπὸ Ὀρέστου. Mb. —ἤγουν ὁ Αἴγισθος. Y. ὄλεθρον] αὑτοῦ. D E K Ma. πρό οἱ εἴπομεν: προείπομεν αὐτῷ. H MaV. —κατὰ ὑπερβατόν. Y.
5οἱ] αὐτῷ. E Y. τῷ Αἰγίσθῳ. Y. —ἐγκλιτέον, ὡς τὸ „ξύμμοι λάβεσθε“ [Plat. Phaedr. p. 237a]. HMa.

38

Ἑρμείαν νοήσαις ἐντεῦθεν πραγματικῶς ἄνθρωπόν τινα, ὃν ἀπέστειλεν ὁ Μέντης πρὸς παραίνεσιν Αἰγίσθου. Y. ὁ Ἑρμῆς πεμφθεὶς πρὸς τὸν Αἴγισθον ἄντικρυς τοῦτο δηλοῖ, τὴν ἐκ θεῶν ἀνθρώποις λόγου τοῦ κατ’ ἀρετὴν δωρεάν, φύσιν ἔχοντος ἀποτρέπειν μὲν τῶν κακῶν, ἐπὶ δὲ τὰ ἀγαθὰ παρορμᾶν. D E. τὴν κοινὴν φήμην. Mb.
5Ἑρμείαν πέμψαντες: ἔνιοι „πέμψαντε“ δυϊκῶς γράφουσιν, ἢ ἐπὶ τοῦ Διὸς καὶ τῆς Ἥρας—γαμήλιοι γὰρ οὗτοι—, ἢ ἐπὶ θεῶν καὶ θεαινῶν, ἢ ἐπὶ Διὸς καὶ τῶν ἄλλων θεῶν. οὕτως δὲ καὶ Ἀριστοφάνης καὶ Ζηνόδοτος. H Ma Q. ἐΰσκοπον] τὸν καλῶς σκοποῦντα. Ma. μεγάλως σκοποῦντα. D. τὸν ἀρίστως δια‐ γινώσκοντα τὰ πράγματα. Mb T. καλὸν ἄγγελον. Y.
10Ἀργειφόντην: τὸν ἀργὸν φόνου καὶ εἰρηνικόν. ἢ τὸν φονεύσαντα Ἄργον τὸν πολυόμμα‐ τον κύνα, ὃς ἐφύλασσε τὴν Ἰώ. H1 M1V. τὸν καθαρὸν φόνου. Ma Y. ἢ τὸν φονέα τῆς ἀργίας. ἢ ὅστις τοὺς ἀργοὺς καὶ ἀπράκτους λογισμοὺς ἀναιρεῖ. M1S. ὁ μὲν μυθικὸς Ἑρμῆς διάκτορος καὶ Ἀργειφόντης λέγεται, [καὶ διάκτορος] ἐκ τοῦ διακτορεῖν καὶ ἀγγέλλειν τὰ τῶν θεῶν, καὶ Ἀργειφόντης ὅτι Ἄργον ἀνεῖλε τὸν πανόπτην, ὃν ἡ Ἥρα φύλακα τῆς Ἰοῦς ἐπέστησε τῆς Ἰνάχου
15παιδός. ἀλληγορικῶς δὲ ὁ προφορικὸς λόγος Ἑρμῆς λέγεται παρὰ τὸ ἑρμηνευτικὸς εἶναι, καὶ διάκτορος ὅτι διεξάγει καὶ ἀγγέλλει τὰ τῆς ψυχῆς καὶ τοῦ νοῦ ἐνθυμήματα, Ἀργειφόντης δὲ ὡς ἀργὸς καὶ καθαρὸς φόνου· παιδεύει γὰρ καὶ ῥυθμίζει καὶ πραΰνει τὸ θυμικὸν τῆς ψυχῆς. ἢ ὅτι τὸν Ἄργον κύνα ἀναιρεῖ, τουτέστι τὰ λυσσώδη καὶ ἄτακτα ἐνθυμήματα. ἢ παρὰ τὸ ἀργεννὰ
ἤτοι καθαρὰ φαίνειν τὰ τῆς ψυχῆς ἐνθυμήματα. D E J.25
20ἡ Μασσαλιωτικὴ γράφει „πέμψαντες Μαίης ἐρικυδέος ἀγλαὸν υἱόν“. H Ma.

39

αὐτόν] τὸν Ἀγαμέμνονα. D H MaY. κτείνειν: ἀνελεῖν, φονεῦσαι. MaV. —γρ' „κτεῖναι“. H3. μνάασθαι: μνηστεύεσθαι. H3 Q V. εἰς μνηστείαν ἐλθεῖν ἐκείνης μετὰ τὸ ἐκεῖνον κτεῖναι· πρώην γὰρ οὐ μεμνηστευμένην αὐτὴν εἶχεν, ἀλλὰ μοιχικῶς. ἢ πρωθύστερον. D. μνηστὴν
5ἔχειν. T. —τὸ δεύτερον α τοῦ „μνάασθαι“ συσταλτέον. H1. ἄκοιτιν] ὡς. D. —ὁμόκοιτον. Ma. τὴν τοῦ Ἀγαμέμνονος γυναῖκα. H Ma.

40

τίσις: ἀντὶ τοῦ ἔκτισις. H1 Ma V Y. τιμωρία. H1 Ma Q V Y. κόλασις. Ex H1 Ma V. ἐκδίκησις. D. βοήθεια. Ma. ἔσσεται: γενήσεται. D Ma V. —ἐντεῦθεν ἐκ τοῦ διηγηματικοῦ μετῆλθεν ἐπὶ τὸ μιμητι‐ κόν, διὸ καὶ ἐπιφέρει „ὣς ἔφαθ’ Ἑρμείασ“. H1 K Ma S. ἀντίποινος κόλασις, τιμωρία σοι τῷ
5Αἰγίσθῳ γενήσεται. H. —μετὰ τοῦτο ὑποστικτέον. ἢ τοῦ υἱοῦ τοῦ Ἀτρείδαο Ἀγαμέμνονος, τοῦ Ὀρέστου. H Ma P V. τὸ δὲ „Ἀτρείδαο“ οὐ κατὰ τοῦ Ὀρέστου, ἀλλὰ κατὰ τοῦ Ἀγαμέμνονος τέτακται. H1 K Ma. Ἀτρείδαο] ἕνεκεν. H K. —τοῦ υἱοῦ τοῦ Ἀτρέως. Ma. ἤγουν τοῦ Ἀγαμέμνονος. Mc.

41

ὁπότ’ ἄν] ἐπειδάν. Ma. ἡβήσῃ: ἀκμάσῃ. H MaQ V. αὐξήσῃ. Ma Y. εἰς ἡλικίαν τελείαν ἔλθῃ. E. ς] ἰδίας. H Mc. ἱμείρεται: ἐπιθυμεῖ. V. ἀντὶ τοῦ ἐπιθυμήσῃ. Ma Y. —Ἰωνικόν. D E. —μέλλοντι
5ἐνεστῶτα ἐπήγαγεν ἀκαταλλήλως. H Ma S. αἴης] τῆς ἑαυτοῦ γῆς κατάρξαι. Ma. —εἰς Φωκίδα γὰρ κατῴκει. D.

42

ς] οὕτως. Mc Y. Ἑρμείας] ὁ προφορικὸς λόγος. Ma. ἀλλ’ οὐ φρένας Αἰγίσθοιο πεῖθ’ ἀγαθὰ φρονέων: κἀκ τούτου δῆλον ὅτι δύο περὶ ἕκαστόν εἰσιν εἱμαρμέναι, αἱρεῖται δὲ ἕκαστος ἣν βούλεται. H K M1 V Y i.
5οὐ] οὐδαμῶς. Ma. φρένας] τὴν διάνοιαν. Ma. γνώμας. H Ma Q.

43

πεῖθ’] ἀντὶ τοῦ ἔπειθε. Y. —ἀφαίρεσις. Y. —ταῦτα. Mb. ἀγαθά] εἰς. Ma. —ἤγουν τὰ λυσιτελοῦντα αὐτῷ. E. φρονέων] φρονῶν. H Ma. νουθετῶν. D E. παιδεύων. D E H Ma. φροντίζων. Ma. — καίτοι. Mc. —ἤγουν ὁ Ἑρμῆς. D Y.26
5ἀθρόα: ὁμοῦ πάντα. MaV Y. πάντ’] ὅσα ἐποίησεν. Y. τῆς μοιχείας καὶ τοῦ φόνου. Ma.
ἀπέτισεν: ἀπέδωκεν. MaV Y. ἔδωκε. H Q.27

44

τὸν] ἤγουν τὸν Δία. Mc P. ἠμείβετ’] καὶ ἀπεκρίνατο. Mc. Ἀθήνη] φρόνησις ἄρχουσα τοῦ λογισμοῦ. Ma. οἱ συγκάθεδροι καὶ φρόνιμοι τοῦ Μέντου. Y. Ἀθηνᾶν δὲ νοήσεις ἐντεῦθεν πραγματικῶς τοὺς ὄντας ἀμφὶ τὸν Μέντην· ἐκεῖνοι
5γὰρ ἔκρινον, ὅτι ὅσα ἔπαθεν ὁ Αἴγισθος ἄξια ἔπαθεν· ἔτι δὲ καὶ ἄλλοι, ὅσοι τὰ τοιαῦτα
ῥέζουσιν, εἴθε ἀπόλοιντο οὕτως ὡς ὁ Αἴγισθος. Y.31

45

Κρονίδη] υἱὲ τοῦ Κρόνου. Ma. ὕπατε: ἐνδοξότατε. P1 V. ὑψηλότατε. M1. ὑπερέχων. D Ma P1 V. ἐξοχώτατε. H Q. ἔξοχε βασιλεῦ. Y. κρειόντων: βασιλέων. M1 V Y. ἀρχόντων. Ma V. ἢ βασιλευόντων. Ma.

46

καὶ λίην: πάνυ μὲν οὖν. H Ma Q V. λίαν. P1. κεῖνος] ἀφαίρεσις. Y. —καὶ ἐκεῖνος, ἤγουν Αἴγισθος. Y. ἐοικότι: ὁμοίῳ. H Ma P1 Q V. ἁρμοδίῳ. Y. πρέποντι. E H Ma P Q T Y. πρεπώδει. D. ὀλέθρῳ: θανάτῳ. E Ma P1 V. ἀφανισμῷ. Y.
5[φασὶ] τὸν Δία περὶ αὐτοῦ τοῦ Αἰγίσθου εἰπεῖν ὡς ἐπὶ φωνῇ τῇ αὐτῇ τὸ „λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ“. ἔπειτα οἰκείως τὴν κατὰ Καλυψοῦς ἔντευξιν ποιεῖται, ὅτι καὶ αὐτὴ γάμον ἀθέσμως διΐστη ὡς κατέχουσα τὸν Ὀδυσσέα. πείθει οὖν τὸν Δία πέμψαι δικαίως [πρὸς] τὴν Καλυψὼ τὸν Ἑρμείαν ὡς ἐπὶ Αἰγίσθῳ. Ma.

47

ς] οὕτως. Ma Y. —ἀντὶ τοῦ εἴθε. E Ma Y. —ἐνδιάθετον. D E. ὄλλοιτο] γρ' „ἀπόλοιτο“. P. ὣς ἀπόλοιτο καὶ ἄλλος: ἐμφαίνει τοὺς μνηστῆρας. H Ma P1 Q V. ῥέζοι: ἐπιτελοίη παρὰ τὸ αἷμα πράττων. V. ἐπιτελεῖ. Ma P. πράττει. Ma P Y.
5γνωμικόν. Ma P. ἠθικόν. Mb.

48

ἀμφ’ Ὀδυσῆι] περὶ τοῦ Ὀδυσσέως. E H P. δαΐφρονι: πολεμόφρονι. H Ma V. δαῒς γὰρ ἡ μάχη. ὅταν δὲ ἐπὶ τῆς Πηνελόπης λέγῃ, δεδαηκυῖα κατὰ φρένας, τουτέστι μεμαθηκυῖα, ἐξ οὗ τὴν συνετὴν καὶ σώφρονα βούλεται δηλοῦν. Ma V. τῷ περὶ μάχην ἐμπείρῳ. T. περὶ τοῦ πολεμικὸν φρόνημα ἔχοντος. Ma. πολεμικῷ. P1.
5συνετῷ. D E. δαίεται: διακόπτεται. D E H Ma P Q V Y. τὸ γὰρ „καίεται“ ἐπὶ ἐρώσης. D E M1 P V. λυπεῖται. Ma. μερίζεται. Mc P1.
ἦτορ] καὶ ἡ ψυχή μου. Mc P1 Y.32

49

δυσμόρῳ: κακομόρῳ. H P1 Q V. δύσμορόν φησι τὸν Ὀδυσσέα ὡς μεγάλα κακὰ παθόντα τῇ πλάνῃ. H K Ma. ταλαιπώρῳ, κακοτύχῳ, Ma. δυστυχεῖ. Y. δή] ἤδη. Ma. δηθά: πολλά. V. ἐπὶ πολύ. H K M1 P1 Y. κατὰ πολύν. En. χρόνον. Mx.
5φίλων ἄπο: πόρρω τῶν φίλων. V. μακρόθεν. H Ma. μακράν. Q. χωρίς. T. ἀντὶ τοῦ ἄποθεν· διὸ ἐγκλίνεται, ὡς τὸ „ἄπο πλυνοί εἰσι πόληοσ“ [ζ 40]. H1. πήματα] βλάβας. Ex Ma. πάσχει] ὑπομένει. Ma.

50

νήσῳ] τῇ λεγομένῃ Θούλῃ. Ma. ἀμφιρύτῃ: τῇ κύκλῳ ὑπὸ θαλάσσης περιρρεομένῃ. H Ma P Q V. τῇ ἀμφοτέρωθεν περιρρεομένῃ. H. ὅθι: ἀντὶ τοῦ ὅπου. V.
5ὅθι τ’ ὀμφαλός ἐστι θαλάσσης: μέση τῆς περὶ αὐτὴν θαλάσσης. H Ma P1 V. ἢ τὸ βάθος. D E H Ma P1 Vmn. ὀμφαλός: τὸ μεσαίτατον. V. ἤτοι τὸ μέσον. D E Y.

51

δενδρήεσσα] δένδρα ἔχουσα. Ma. θεά] ἡ. Mc. —Καλυψώ. Ma P. δ’ ἐν] ἐν δὲ ταύτῃ τῇ νήσῳ. Ma. —κατὰ ὑπερβατόν. Y. δώματα] τά. Y. —τῆς θαλάττης. Y.
5ναίει: οἰκεῖ. Ma V.

52

Ἄτλαντος: πάλαι οὗτος παραδέδοται φέρων τὸν πόλον ἐπὶ τὸν ὦμον, ὅ ἐστιν ἀδύ‐ νατον, ἐν τῷ πόλῳ καὶ αὐτὸν ὄντα. ἀνὴρ δὲ ἐγένετο σοφὸς καὶ κατὰ ἀστρολογίαν πρῶτος κατώπτευσε· προλέγει δὲ χειμῶνας καὶ μεταβολὰς ἄστρων καὶ δύσεις. ἐμυθεύθη δὲ φέρειν ὑφ’ ἑαυτὸν τὸν κόσμον. Ma.
5Ἄτλαντος θυγάτηρ] ἤγουν ἡ Καλυψώ. Yi. ὀλοόφρονος: Κλεάνθης δασύνει· τοῦ [γὰρ] περὶ τῶν ὅλων φρονοῦντος ἴδιον οὕτως
εἰρῆσθαι. ἄμεινον δὲ ψιλοῦντας ἀκούειν, τοῦ τὰ ὀλέθρια καὶ δεινὰ φρονήσαντος· εἷς γὰρ τῶν Τιτάνων ὁ Ἄτλας ἱστορεῖται. H K Ma. ὀλοόφρονος: ὀλεθρίου, ἐπεὶ πολέμιος τοῖς θεοῖς. (καὶ γὰρ τοῖς θεοῖς ἐπολέμει.) οἱ δὲ τὸ ἑξῆς, θαλάσσης ὀλοόφρονος. οἱ δὲ ἐδάσυναν, ἵνα ᾖ περὶ τῶν33
10ὅλων φρονοῦντος· αὐτὸς γὰρ ὁ Ἄτλας τὸν κόσμον βαστάζων παραδίδοται. ἢ ἐγέγραπτο κατὰ τὴν ἀρχαίαν γραφὴν [ΟΛΟΟΦΡΟΝ], εἶτά τις μὴ νοήσας προσέθηκε τὸ ος. D H K M1 P1 Q V Y. ἢ τοῦ ὀλεθρίου καὶ κακοῦ, ἢ περὶ τοῦ ὅλου φρονοῦντος. Y. ὅστε] Ἄτλας. Y.

53

βένθεα: βάθη. Ma P V. ἔχει δέ τε: νῦν ἐπιμελεῖται, ὡς κἀκεῖ „καί μοι κῆπον ἔχει πολυδένδρεον“ [δ 737]. ἢ κρατεῖ καὶ βαστάζει. H Ma P1 V. κίονας: στύλους. H Ma Q V Y. τὸν ἄξονα ἤγουν τὸν ἥλιον, ὃς ἐπέχει τὸν οὐρανὸν καὶ
5τὴν γῆν. D E. αὐτός] ὁ Ἄτλας. P1.

54

μακράς] τοὺς μακρούς. Ma. μεγάλας. Y. —„κίονασ“ νῦν προήγαγε θηλυκῶς, ὡς καὶ Πίνδαρος εἴδει ἕκτῳ „χρυσέας κίονασ“ ἐν ἀρχῇ τοῦ εἴδους ἤγουν ὕμνου ἕκτου [Ol. VI in.]. Mr. — ἀπὸ τοῦ μέχρις ἄκρου ἥκειν. D E. ἀμφίς] ἀμφοτέρωθεν τούτου. H K Ma P Q. ἑκατέρωθεν. Y. διακεχωρισμένως. D E.
5ἢ χωρὶς ἢ περί. T. ἀμφὶς ἔχουσιν: διείργουσιν. H1 H K Ma P Q V. χωρίζουσι. Ma.

55

τοῦ: τούτου. Ma P V. τοῦ Ἄτλαντος. Y. θυγάτηρ] ἡ Καλυψώ. Ma. δύστηνον: ἄθλιον. Ma V. —τὸν Ὀδυσσέα. Ma P Y. ὀδυρόμενον: ἀποκλαιόμενον. H Ma P Q V. λυπούμενον. Ma.
5κατερύκει] κωλύει. Ex Ma. κρατεῖ. Y. —Καλυψὼ δὲ νοήσεις πραγματικῶς γυναῖκά τινα βασίλισσαν, θυγατέρα τινὸς Ἄτλαντος βασιλέως, ἥτις ἱκανὸν χρόνον ἐπεκράτησεν αὐτὸν
ἐλπίζουσα τοῦτον ὁμευνέτην οἰκεῖον ἔχειν. Y i.34

56

αἱμυλίοισι: παραλογιστικοῖς. ἢ εὐνοϊκοῖς καὶ οἷον συγγενικοῖς. D E H J Ma V. διὰ τὸ λέγειν αὐτῷ συνεχῶς περὶ γάμου· αἷμα γὰρ ἡ συγγένεια. D E J. τοῖς μετ’ ἐμπειρίας συνετοῖς καὶ προσηνέσιν. H Ma V. ἢ ψευδέσιν. ἢ συγγενικοῖς, παρὰ τὸ αἷμα. Ma. προσηνεστάτοις. Ma. ἀπα‐ τητικοῖς. Y.

57

θέλγει: ἀπατᾷ. D Ex H Ma P Q V Y. κολακεύει. Y. ἐπιλήσεται: ἐπιλάθηται. H Ma P V. ἀμνημονήσει. Ma V. αὐτάρ] καί. Y. Ὀδυσσεύς] αὐτὸς ὁ Ὀδυσσεύς. Ma.

58

ἱέμενος καπνόν: τρόπον ἑρμηνείας ἀντίστροφόν φησιν εἶναι ὁ Χαῖρις, ὅταν ἀντιστρέφωσι τὸν σχηματισμὸν αἱ λέξεις, ὡς καὶ τὸ „χασσάμενος [πελεμίχθη“ (Δ 535)] πελεμιχθεὶς ἐχάσσατο, καὶ „κονίσαλος ὤρνυτ’ ἀέλλησ“ [Γ 13] ἀντὶ τοῦ κονισάλου [ἄελλα], καὶ „παρῴχηκεν δὲ πλέων νὺξ τῶν δύο μοιράων“ [Κ 252], παρὸν οὕτως φάναι, τὸ πλέον τῆς νυκτός, ὅ ἐστι δύο μοῖραι. τὸν
5αὐτὸν δὴ τρόπον κἀνθάδε, Ὀδυσσεὺς δὲ καπνὸν ἀποθρώσκοντα ἱμειρόμενος ἰδεῖν ἧς γαίης θανέειν ἵεται. τινὲς δὲ λείπειν φασὶ τὸ τούτου τυχών. D H J Ma Q R. —ἐπιθυμῶν. M1. προθυμού‐ μενος. Y. ἐφιέμενος. E. καπνόν] τόν. Y. ἀποθρώσκοντα] ἀποπηδῶντα. Ex Ma Y. ἐξερχόμενον. Ma.
10νοῆσαι] ἰδεῖν. D Ma P T Y. θεάσασθαι. Ma. —μετάληψις αἰσθήσεως. Y.

59

καὶ καπνὸν ἀποθρώσκοντα νοῆσαι ἧς γαίης: ἐνταῦθα στικτέον· τὸ γὰρ ὅλον, ὁ πρότερον ἐπιθυμῶν καπνὸν τῆς πατρίδος ἰδεῖν νῦν εὔχεται διὰ τὰ κατέχοντα τελευτῆσαι. D H Ma Q V. ἥδιστ’ ἂν ἀποθάνοι ὁ Ὀδυσσεὺς μόνον ἰδὼν τὸν τῆς πατρίδος καπνόν. D. E. οὐδέ νυ σοί περ: οὐδὲ σοῦ τὸ ἦτορ ἤτοι ἡ ψυχὴ ἐπικάμπτεται εἰς οἶκτον τοῦ Ὀδυσσέως.
5H Ma Q. —τοῦτο δέ ἐστιν ἔμψυχος λόγος καὶ γλυκύς. Y. —οὐδαμῶς οὖν σου. Ma. νυ] δή. Ma.
σοί] σοῦ. D Ma Y. —ἀντίπτωσις. Ma.35

60

ἐντρέπεται: μετατροπὴν λαμβάνει. H K Mb P T V. ἤγουν ἐπιστροφὴν ποιεῖται. E. μετατρέπεται, μεταβάλλεται. Ma. ἐπιτρέπεται. Y. —περὶ τούτου. Y. φίλον ἦτορ] καὶ ἡ ἀγαπητικὴ ψυχή. ἢ ἡ προσφιλής. Y. Ὀλύμπιε] ὦ. Mc. οὐράνιε Ζεῦ. Ma.
5οὔ νύ τ’ Ὀδυσσεύς] οὐχὶ ὁ Ὀδυσσεύς. Ma. —ἀπὸ κοινοῦ. Y. οὕνεκ’] ἐπειδή. Mc. —καὶ τὸ φίλον ἦτορ σοῦ οὐχὶ ἐπιτρέπεται, ὅτι ὁ Ὀδυσσεὺς ... Y.

61

Ἀργείων] Ἑλλήνων. Ma. νηυσί] ταῖς. Ma. χαρίζετο ἱερὰ ῥέζων] κεχαρισμένα ἔθυεν. Ma. οὔ νύ τ’ Ὀδυσσεὺς Ἀργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζων: ἐκεῖνος μὲν τὰ παρ’
5αὐτοῦ ἐπιθύων, σὺ δὲ οὐ κεχαρισμένως ἐλάμβανες. Ma V. χαρίζετο] ἀρεστὰ ἐποίει σοι. Y. ἱερά] ἀντὶ τοῦ θυσίας. Y. ῥέζων: θύων. E V. πράττων. V.

62

εὐρείῃ: πλατείᾳ. Ma V. τί νύ οἱ: τί αὐτῷ τὸ τοσοῦτον ὠργίσθης, ὦ Ζεῦ; H Q R. τί νύ οἱ: διὰ τί δὴ αὐτῷ. H Ma P V. —τί νυ οἱ τόσον: μία ὀξεῖα μόνη [ἐπὶ] τὸ „τί νυ οἱ“· τὰ γὰρ παράλληλα ἐγκλιτικά, καὶ μάλιστα ὅταν εἰς φωνῆεν λήγῃ, προφάσει τῶν δύο βραχειῶν οὐκ ἐγείρει τὸν
5τόνον. H1 Ma. ὠδύσαο: ἐχολώθης. Ma P V. ὠργίσθης. H1 M1 V Y. ἢ ἀπεδίωξας. Ma. ὠργίσθης ἢ προσέκρουσας· τῷ γὰρ ὀδύσασθαι ῥήματι ἐπὶ τοῦ προσκροῦσαι ἐχρῶντο οἱ παλαιοί. D E2. — ὀδύσσω τὸ ὀργίζομαι, καὶ τὸ παθητικὸν ὀδύσσομαι, καὶ ὁ παρατατικὸς ὠδυσσόμην ὠδύσσου καὶ Δωρικῶς ὠδύσσαο. Y i.

63

τήν] πρὸς Ἀθηνᾶν. Ma. ἀπαμειβόμενος] ἀνταποκριθείς. M1. νεφεληγερέτα] ὁ τὰς νεφέλας συνάγων. Ma. ὁ συναθροίζων τὰς νεφέλας. Y. —καλῶς τὸν Δία νεφεληγερέτην φασί· Ζεὺς γὰρ λέγεται ὁ ἀήρ· τῶν δὲ ἀναθυμιάσεων πυκνουμένων ἐν
5τῷ ἀέρι ἀγείρονται αἱ νεφέλαι, καὶ διὰ τοῦτο νεφεληγερέτην τὸν Δία φασίν. D E2 J. —τῶν Δρυόπων ἐστὶ τὸ τὴν κλητικὴν ἀντὶ εὐθείας λέγειν. Mc.
Ζεύς] ἤτοι ὁ Μέντης ὁ βασιλεύς. Y.36

64

τέκνον] ὦ. Y. τέκνον ἐμόν: οἷον πέμπεις τὸν λόγον· καὶ ὁ λόγος πρὸς τοὺς ὀδόντας καὶ τὴν γλῶσσαν κἀκεῖ πρὸς τὰ χείλη. Ma. σε] καὶ σοῦ. E2 Ma Y. —περίφρασις. Ma.
5ἕρκος] κατά. E2.

65

ν] δή. Ma. ἔπειτ’] ποτέ. Ma. θείοιο] τοῦ θαυμαστοῦ. P. —τὸ μὲν μυθικὸν τοὺς θεούς, τὸ δὲ ἀλληγορικώτερον θεοὺς καλεῖ τὰς ἐννοίας. Ma.

66

ς] ὅστις. Ma. περί] περισσῶς ὑπερέχει. Ma. περισσοτέρως. P. νόον] κατά. Ma P Y. βροτῶν] τοὺς ἀνθρώπους ἐν τῷ φρονεῖν. Ma.
5περὶ μὲν νόον ἐστὶ βροτῶν: ἀντὶ τοῦ περίεστιν ἁπάντων καὶ συνέσει καὶ εὐσεβείᾳ. Ma V. ἢ ὑπὲρ τοὺς βροτοὺς τὸν νοῦν ἐστίν. Ma. ὑπέρεστι τὸν νοῦν τῶν ἀνθρώπων συνέσει καὶ εὐσεβείᾳ. H1 Q. κρείττων κατὰ τὴν φρόνησιν. D E2. περὶ δ’] περισσῶς δέ. H. περισσοτέρως. E2. περὶ δ’ ἱρά] περισσὰς δὲ θυσίας. Ma. —περισσῶς τὰ ἱερὰ ἤτοι τὰς θυσίας ἡμῖν
10τοῖς θεοῖς ἔδωκεν. Ma. ὃς ὑπέρκειται πάντων ἀνθρώπων κατὰ νοῦν καὶ ἱερὰς συμβουλὰς καὶ μεγάλας ἔδωκε τοῖς βασιλεῦσιν, οἵτινες ἕως τοῦ οὐρανοῦ εἰσὶν ἐξάκουστοι. Y.

67

τοί] οἵτινες. Y. εὐρύν] πλατύν. Y. ἔχουσιν] καὶ κρατοῦσιν. Y. οὐρανῷ τὴν κεφαλὴν ἀναλογεῖν δεῖ. θεοὺς δέ φησι τὰς αἰσθήσεις. D E2 J.

68

Ποσειδάων] ὁ. H Y. γαιήοχος: ὁ τὴν γῆν ὀχῶν, ἢ ὑπὸ τῆς γῆς ὀχούμενος. H1 H Ma V. ἤτοι βασταζόμενος. H. „γαιήοχοσ“ λέγεται ἢ ὁ ἔχων ἤτοι συνέχων τὴν γῆν, ἢ ὁ ὀχούμενος ἤτοι βασταζόμενος ὑπὸ τῆς
γῆς. D E2 J. ὁ τὴν γῆν κατέχων, ὅτι ἐπὶ τῶν ὑδάτων πέπηγεν ἡ γῆ. Y.47
5ἀσκελές: ἀμετακινήτως, κατὰ στέρησιν τῶν σκελῶν· ἢ ἀδιαλείπτως καὶ ἄγαν σφοδρῶς. DE2M1V. Πορφυρίου· ἀσκελὲς αἰέν: τὸ „ἀσκελέσ“ σημαίνει τὸ ἄγαν σκληρόν· σκέλλειν γάρ ἐστι τὸ σκληροποιεῖν, καὶ ὁ σκελετὸς ὁ κατεσκληκὼς διὰ τὴν ἀσαρκίαν, καὶ Ἀσκληπιὸς κατὰ στέρησιν ὁ μετὰ ἠπιότητος διὰ τῆς ἰατρικῆς μὴ ἐῶν σκέλλεσθαι. ἐνίοτε δὲ „ἀσκελέσ“ τὸ ἐπὶ πᾶσι σημαίνει. καὶ Σοφοκλῆς [Antig. 475] „σίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελῆ θραυσθέντα
10καὶ ῥαγέντα πλεῖστ’ ἂν εἰσίδοισ“. οἱ δὲ ἀπέδωκαν „ἀσκελέωσ“ Τ 68] ἀδιαλείπτως κατὰ μετά‐ ληψιν· τὸ γὰρ ἀσκελὲς ἄβατον, ἀπόρευτον. DE2HJMaQR. καὶ ἡ ὀργὴ ἀμετακίνητος. H. σκληρῶς. Ma. αἰέν: ἀεὶ καὶ διὰ παντός. V.

69

Κύκλωπος] ἕνεκεν. E2 H M1 Y. καὶ χάριν Κύκλωπος. P. διὰ τοῦ. T. —τοῦ υἱοῦ τοῦ Ποσειδῶνος. Mc. κεχόλωται: ὤργισται. Ma P V. ὃν ὀφθαλμοῦ] ἀντίπτωσις ἀντὶ τοῦ οὗπερ τὸν ὀφθαλμὸν ἐτύφλωσεν. HMa. —ὃν τῆς
5θυγατρὸς ἐστέρησεν· μίαν γὰρ θυγατέρα εἶχεν ὡς ὀφθαλμόν. PY. ὁ δὲ Κύκλωψ πλοῖα καθ‐ οπλίσας τοῦτον κατεδίωξε καὶ πολλοὺς τῶν αὐτοῦ ἑταίρων ἀπέκτεινε, τοῦτον δὲ πλανηθῆναι ἐποίησεν ἐν τῇ θαλάσσῃ. καὶ τοῦτό ἐστιν ὃ λέγει [vs. 75], ὅτι ὁ Ποσειδῶν „οὔτι κατακτείνει“, ἀλλὰ „πλάζει ἄπο πατρίδος αἴησ“. Y. —ὁ Κύκλωψ καὶ ὁ Ἀντίθεος καὶ ὁ Πολύφημος ἐτύγχανον ἀδελφοί· εἶχον δὲ καὶ ἀδελφὴν τὴν λεγομένην Ἔλπιν, ἣν ἀνήρπασεν Ὀδυσσεύς. M1.
10ἀλάωσεν: ἐτύφλωσεν. H1P1V. καὶ τυφλὸν εἰργάσατο τοῦ ὀφθαλμοῦ ὁ Ὀδυσσεύς. Y. καὶ τυφλὸν ἐποίησε. E2. ἀλάωσε: τοῦ λάειν, ὅ ἐστι τοῦ βλέπειν, ἐστέρησεν. HMaQ. τὸ δὲ
„ὀφθαλμῶν μὲν ἄμερσε“ [θ 64] τοῦ μαίρειν, ὅ ἐστι μαρμαίρειν, ἐστέρησεν. HMa. —οὐκ ἦν δὲ μονόφθαλμος ὁ Κύκλωψ καθ’ Ὅμηρον, ὡς καθ’ Ἡσίοδον [(theog. 145), φύσει]. φησὶ γοῦν „πάντα δέ οἱ βλέφαρ’ ἀμφὶ καὶ ὀφρύασ“ [ι 389], οὐχ ὡς Θεόκριτος [XI 31] „οὕνεκά μοι πλα‐48
15τεῖα μὲν ὀφρῦς ἐπὶ παντὶ μετώπῳ“. μονόφθαλμος οὖν ἦν καθ’ Ὅμηρον τοῦ ἑνὸς αὐτοῦ ὀφθαλ‐ μοῦ προτυφλωθέντος. HMa. —ἄλλως. φωτὸς ὄντος ἐν τοῖς ὀφθαλμοῖς ἡμῶν συμμέτρου, δι’ οὗ ὁρῶμεν τὰ πεφωτισμένα, ὁτὲ μὲν ἔφη „ὀφ[θαλμοῦ ἀλά]ωσε“ τὸ ἀφῃρῆσθαι τὸ λεύσσειν παρ‐ αστάς, ὁτὲ δὲ „ὀφθαλμῶν μὲν ἄμερσε“ [τὸ] τοῦ μαίρειν στερεῖσθαι λέγων σκοτεινόν· καὶ τὸ τοῦ μαίρειν ἐστερημένον εἴδωλον „ἀμαυρόν“ ἔφη [δ 824]· φ[ωτὸς γὰρ παρουσίᾳ] καὶ ὀφθαλμὸς ὁρῶν
20τὸ ὁρώμενα φαίνεται. διττῆς οὖν ὀφθαλμῶν κατὰ Πλάτωνα [πολιτ. VII p. 518a] οὔσης ἐπι‐ ταράξεως—ἢ γὰρ διὰ σκότος ἢ δι’ ὑπερβολὴν τοῦ συμμέτρου φωτός—, τὸ μὲν διὰ σ[κότος ...] μὴ μαίρειν, εἴτουν μαρμαίρειν, ἀμέρδειν εἶπε καὶ ’μαυρόν, τὸ [δὲ διὰ στιλβη]δόνα ἐπὶ τοῦ χαλκοῦ „ὄσσε δ’ ἄμερδεν αὐγὴ χαλκείη κορύθων ἄπο λα[μπομενάων“ (Ν 340). ὅθεν] ἐπίθετον τοῦ χαλκοῦ ἐφιλοτέχνησε τὸ „νώροπα χαλκόν“ [(Β 578) καὶ „ἤνοπι] χαλκῷ“ [Π 408], σημαίνων
25τὸν μὴ ἐῶντα τοὺς ὦπας ὁρᾶν διὰ τὴν ἐνοῦσ[αν στιλβηδόνα. εἰ δὲ] τὸ μέρδειν τὸ μέρειν ἐστὶ κατὰ πλεονασμὸν τοῦ δ καὶ τὸ μὴ μέρειν ποιοῦν ἀμέρδειν, τὸ ἄγαν μέρδειν σμερδαλέον ἂν εἴη· ὅταν ἐπὶ τοῦ δράκοντος λέγῃ „σμερδαλέον [δὲ] δέδορκε“ [Χ 95], τὸ ἄγαν στίλβον τῶν ὀφθαλμῶν ἀκουσόμεθα· καὶ γὰρ δράκων παρὰ τὸ δράκειν εἴρηται. „σμερδαλέω δὲ λέοντε“ [Σ 579] ἐπὶ τῆς ἐκφοβούσης αὐτῶν ὁράσεως ἐκδεξόμεθα· καὶ γὰρ ὁ λέων παρὰ τὸ λεύσσειν ὠνόμασται·
30αὐτὸς γὰρ ἡρμήνευσε τί τὸ σμερδαλέον, ἐπ’ αὐτῷ εἰπὼν „γλαυκιόων“ [Υ 172]. καὶ ἡ ἀσπὶς δὲ τῆς Ἀθηνᾶς διὰ τὴν μαρμαρυγὴν „δεινή τε σμερδνή τε“ [Ε 742]· δεινὸν γὰρ καὶ φοβερὸν τὸ ἄγαν λαμπρὸν καὶ στίλβον. γλαυκιόωντες δὲ οἱ λέοντες καὶ ἡ Ἀθηνᾶ „γλαυκῶπισ“ ἀπὸ τοῦ γάλακτος, ὅ ἐστιν ἄσκιον καὶ διὰ τοῦτο λευκόν, ὑπ’ αὐτοῦ εἴρηται· μέλαινα γὰρ ἡ σκιά, „σκι‐ όωντο δὲ πᾶσαι ἀγυιαί“ [β 388]. ὀξὺ δὲ τὸ λευκόν, ὡς τὸ μέλαν ἀμβλύ· ἡ οὖν ὀξὺ ὁρῶσα
35(φρόνησις) „γλαυκῶπισ“. ἀπὸ δὲ τοῦ γάλακτος καὶ τῆς στιλβηδόνος „γλαυκὶ“ καὶ ἡ θάλασσα εἴρηται [Π 34], καὶ ἡ τοῦ ὀφθαλμοῦ κόρη γλήνη, ὡς τὸ „ἔρρε, κακὴ γλήνη“ [Θ 164], καὶ „τρί‐ γληνα“ [Ξ 183] τὰ ἐλλόβια ἀπὸ τοῦ ἐν λευκότητι ἀποστίλβειν, καὶ „ὃς γλήνεα πολλὰ κεχάνδει“ [Ω 192] τὰ μὴ ῥερυπωμένα ἱμάτια, ἀλλὰ στιλπνὰ διὰ καθαρότητος. καὶ ζοφουμένη θάλασσα „μελάνει δέ τε πόντοσ“ [Η 64] λέγεται· ἀτάραχος γὰρ οὖσα καὶ διειδὴς „λευκὴ δ’ ἦν ἀμφὶ49
40γαλήνη“ [κ 94]· καὶ γὰρ ἡ γαλήνη ἀπὸ τοῦ γάλακτος εἴρηται. καὶ ἐπεὶ τὸ μέλαν σκυθρωπόν, τὸ δὲ λευκὸν ἀντίκειται τῷ μέλανι, ἱλαρὸν ἂν εἴη· γέλως δὲ ἡ ἱλαρότης· „γέλασσε δὲ πᾶσα περὶ χθὼν“ φησὶ [Τ 362] „χαλκοῦ ὑπὸ στεροπῆσ“, τουτέστι λαμπρυνθεῖσα φαιδρὰ ἐγένετο. οὕτω δεῖ νοεῖν καὶ τὸ „κόρυθες καὶ θώρακες λαμπρὸν γανόωντεσ“ [Ν 265], ἀπὸ τῆς γῆς τῆς λαμπούσης καὶ διὰ τῆς στιλβηδόνος φαιδρυνομένης· καὶ „γαίων“ δὲ τῷ κύδεϊ [Α 405] ὁ διαχεόμενος καὶ
45λαμπρυνόμενος διὰ τὴν δόξαν. ἐπεὶ δὲ φῶς ἐστιν ἐπὶ τοῖς ὀφθαλμοῖς, ὅταν μὲν ἥμερον λάμπωσι, φάεα αὐτὰ καλεῖ· „κύσσε δέ μιν κεφαλήν [τε καὶ] ἄμφω φάεα καλά“ [π 15]· καὶ ἥμερον ζῶον ἄνθρωπος φώς, ζωῆς δὲ ἔτι μετέχων, ἀπὸ τοῦ ἐν τοῖς ὀφθαλμοῖς φωτός· ὅταν γὰρ ἀποθάνῃ, „κατὰ δ’ ὄσς’ ἐρεβεννὴ νὺξ ἐκάλυψεν“ [Ε 659], ὅταν δὲ ἐξαγριωθῶσιν ὑπ’ ὀργῆς καὶ ἐκκαυθῶσιν ἔτι μὲν ἀρχομένης τῆς ὀργῆς „πυρὶ λαμπετόωντι ἐΐκτην“ [Α 104], κρατησάσης δὲ „πῦρ ὀφθαλ‐

69

(50)

μοῖσι δέδορκε“ [τ 446]· καὶ γὰρ τὸ φῶς ἀπὸ πυρός. καὶ τὸ ὕφαιμον δὲ ὁρᾶν διὰ τὸ πυρὶ ἐοικέναι τὸ αἷμα σμερδαλέον εἴρηται· „σμερδαλέος δ’ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ“ [ζ 137], τουτέστιν ὕφαιμον βλέπων διὰ τὸ πυρωποὺς ἔχειν τοὺς ὀφθαλμοὺς ἐκ τῆς ἁλός. καὶ ἐπὶ τοῦ πυρὸς δίκην [μαιν]ομένου εἰπὼν „μαίνετο δ’ ὡς ὅτ’ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ οὔρεσι μαί‐ νηται“ [Ο 605] ἐπάγει „τὼ δέ οἱ ὄσσε λαμπέσθην“. λοιπὸν δὲ καὶ κατὰ μεταφορὰν „σμερδαλέα“
55μὲν τὰ οἰκήματα τοῦ Ἅιδου ἔφη [Υ 65], ἀπὸ τοῦ ὕφαιμα εἶναι καὶ φόνων πλήρη, ἐπὶ τὴν ὄψιν ἀναφέρων· ἐπὶ φωνῆς δὲ λαμπρᾶς καὶ διαφανοῦς „σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ’ Ἀχαιῶν“ [Β 334] καὶ „σμερδνὸν βοόων“ [Ο 687]· καὶ γὰρ ἐπ’ ὀρχήσεως σ[υντ]όνου μεταφέρων „μαρμα‐ ρυγὰσ“ ἔφη [θ 265] „θηεῖτο ποδῶν“, [τὰς ἐν τῇ] κινήσει στιλβηδόνας, ἃς ποιεῖ καὶ τὸ πῦρ κινούμενον. καὶ οὐχὶ φιλόσοφοι πρῶτοι τὸ λευκὸν ἀφωρίσαντο τὸ διακριτικὸν ὄψεως, ἀλλὰ
60[πρὸ αὐτῶν Ὅμηρος, „μαρμαίρειν“ λέγων τὸ λάμπειν, ὅ ἐστι μερίζειν καὶ] διαιρεῖν, ἀφ’ οὗ τὸ διακρίνειν· ὅθεν τὸ μὴ μερίζον, ἀλλὰ σκοτεινόν, ἀμαυρόν. καὶ ὅτι ἀπὸ τοῦ μερίζειν καὶ
διακρίνειν καὶ διαιρεῖν κέκληται [τὸ] σκοτεινὸν μαρμαίρειν, δηλοῖ τὸ φῶς δάος καλέσας, „δάος μετὰ χερσὶν ἔχουσα“ [Ω 647], ἀφ’ οὗ αἱ δεκτικαὶ τοῦ φωτὸς δαΐδες. οὕτως ἐβουλόμην τὰς Ὁμηρικὰς λέξεις καὶ τοὺς ἐξηγητὰς σκοπεῖσθαι καὶ τοὺς τοῦτον τὸν τρόπον ἐξηγησαμένους ἀπο‐50
65δέχεσθαι. H.

70

ἀντίθεον: νῦν τὸν ἐναντιούμενον τοῖς θεοῖς, τὸν ἀσεβῆ. HMaV. ἢ τὸν τοῖς θεοῖς ἑαυτὸν ὁμοιοῦντα· ἢ τὸν θεομάχον. HMa. ἰσόθεον. M1. —ἄλλως. „ἀντίθεοσ“ Πολύφημος ὁ αὐτὸς ἑαυτὸν διὰ τὴν ἄνοιαν ἐξισάζων τοῖς θεοῖς· ἔστι γὰρ εἷς ἐκείνων, περὶ ὧν λέγει „οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων“ [θ 225]· κοινῶς γὰρ περὶ αὐτῶν λέγει ὁ Πολύφημος
5„οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχοιο ἀλέγουσιν οὐδὲ θεῶν μακάρων“ [ι 275]. DE2HMa. —οὕ‐ τως ὠνομάζετο ὁ Κύκλωψ Πολύφημος. Y. ὅου: οὗτινος. DE2MaPTVY. —ὅου κράτος ἐστί: παροξυτονητέον τὸ „ὅου“· τὸ γὰρ οὗ διῄρηται, ὡς τὸ „ἕης τὸ πρίν γ’ ἐράασθε“ [Π 208]. καὶ καθόλου τὰ μὲν ἄρθρα διαιροῦνται, αἱ δὲ ἀντωνυμίαι πλεονάζουσιν. καὶ τὰ μὲν βαρύνονται, αἱ δὲ ἐπὶ τέλους ἔχουσι τὸν τόνον,
10οἷον ὅου ἄρθρον, ἑοῦ ἀντωνυμία, ἕης ἄρθρον, ἑῆς ἀντωνυμία. H1Ma. κράτος] ἡ δύναμις. M1. ἔσκεν: ὑπῆρχεν. MaV. μέγιστον] μεγίστη. M1.

71

πᾶσιν] ἐν. Ma. Κυκλώπεσσι] τοῖς Κύκλωψι. Ma. Θόωσα: μήτηρ Πολυφήμου τοῦ Κύκλωπος κυρίως οὕτως λεγομένη. HMaV. ἡ Θόωσα ἦν θυγάτηρ Φόρκυνός τινος ἁλιέως. οὗτος δὲ τὴν θυγατέρα αὑτοῦ τὴν Θόωσαν ἑτέρῳ ἁλιεῖ
5πρὸς γάμον ἔδωκεν, ᾧτινι μιγεῖσα τὸν Πολύφημον ἔτεκεν. Y. μιν] τὸν Κύκλωπα. Y. νύμφη] γρ' „μήτηρ“. P.

72

Φόρκυνος θυγάτηρ: ἐνάλιος γὰρ θεὸς ὁ Φόρκυν. H1MaQV. —νησιῶτις βασί‐ λισσα. M1.
ἁλός] τοὺς ἀγρίους ἅπαντας θαλάσσης παῖδας καλεῖ. M1Ma. ἀτρυγέτοιο: τῆς ἀκαταπονήτου· ἢ τῆς μὴ ἐχούσης τρύγην ἤτοι καρπόν· ἢ ἀφ’ ἧς οὐκ51
5ἔστι τρυγῆσαι. M1. μέδοντος: βασιλεύοντος· συνήθως γὰρ τοὺς ὑπάρχους βασιλεῖς ἔλεγον. ἢ συναπτέον „μέδοντος ἐν σπέσσι“, ὥστε ἐν σπηλαίοις τοῦ Ποσειδῶνος γεννηθῆναι τὸν Κύκλωπα. HV. μέ‐ δοντος: ἤτοι βασιλεύοντος, δηλονότι τοῦ Φόρκυνος· συνήθως γὰρ καὶ τοὺς ὑπάρχους βασιλεῖς ἔλεγον. ἢ συναπτέον „μέδοντος ἐν σπέσσι“, ἤτοι τοῦ Ποσειδῶνος· ἤγουν ὅντινα ἔτεκεν ἐν τοῖς
10σπέσσι τοῦ μέδοντος τῆς ἁλὸς τῆς ἀτρυγέτου, ἤγουν τοῦ Ποσειδῶνος. HMaPQT. ἢ βασιλεύοντός ἐστι τὸ μέδοντος. ἢ ὅτι ἐν σπηλαίοις τοῦ Ποσειδῶνος ἐγαμήθη ἡ Θόωσα, „μέδοντοσ“ εἶπεν „ἐν σπέσσιν“ ἀναγνώσεις. Ma.

73

σπέσσι] σπηλαίοις. Ma. γλαφυροῖσι] βαθυτάτοις. HKMa. Ποσειδάωνι] ἁλιεῖ τινι. P1. μιγεῖσα: κοινωνήσασα. HMaV. συνελθοῦσα. Ma.

74

ἐκ τοῦ δή: ἐκ ταύτης δὴ τῆς αἰτίας. DE2HM1PTV. ἤτοι τοῦ τυφλῶσαι τὸν Κύκλωπα. H. ἀπὸ τοῦδε. H. ἢ ἐκ τοῦ χρόνου. Ma. τοῦ πράγματος· ὅτι ἐτύφλωσε τὸν Κύ‐ κλωπα. Y. —ἤτοι διὰ τὴν θεοσέβειαν. D. Ποσειδάων] ὁ P.
5ἐνοσίχθων: ὁ τὴν γῆν κινῶν. HMaVY. ἔνοσις γὰρ ἡ κίνησις. HMaV.

75

κατακτείνει: ἀναιρεῖ. HMaQV. —τὸν Ὀδυσσέα. H. πλάζει: πλανᾶσθαι ποιεῖ. E2H1M1QV. πλανᾷ. PTY. —πλάζει: ὥσπερ ἐκεῖνος πλανᾶσθαι ποιεῖ τὸν Κύκλωπα τυφλώσας αὐτόν, οὕτω δὴ καὶ ὁ Ποσειδῶν τὸν Ὀδυσσέα. Ma. —τούτου δὲ ἕνεκεν ἐνεποδίσθη μὴ οἴκοι εἶναι μέχρι δεῦρο· οὐ· γὰρ δὴ πέρα τούτου οὐδὲ ἐκεῖ‐
5νός τι ἐβούλευσε κατ’ αὐτοῦ, πλὴν τοῦ διατρίβειν μόνον ἐν τῇ πλάνῃ. DE2. ἄπο: πόρρω. HV. μακράν. E2HMaQV. —ἄπο] γρ' καὶ „ἀπὸ“, [ἀπὸ] τῆς πατρίδος. Ma. —οὐκ ἀναστρεπτέον τὴν „ἀπό“. HMa. πατρίδος] πατρικῆς. MaP.
αἴης] γῆς. McY.52

76

ἄγεθ’] φέρε. Ma. ἡμεῖς] οἱ θεοί. HMa. οἵδε] αὐτοί. MaP. —ὧδε] καὶ οὕτως. Y. περιφραζώμεθα: βουλευσώμεθα. HPQV. περιβουλευσώμεθα. E2. περὶ αὐτοῦ βου‐
5λευσώμεθα. Ma.

77

νόστον: τὴν ἐπάνοδον. HMaPTV. τὴν ὑποστροφήν. Ma. εἰς ἐπιστροφήν. Y. ἔλθῃσι] ὑποστρέψῃ. Ma. —λείπει τὸ Ὀδυσσεύς. DE2. μεθήσει: ἐάσει. DE2HMaPQV. παύσει. HMaV. παύσεται. DE2. καταλείψει. HMaP. —καὶ ὅπως. Y.

78

ν] ἴδιον. McPY. χόλον] ὀργήν. Ma. οὐ] οὐδαμῶς. Ma. τι] κατά τι. Ma.
5ἀντία: ἀντικρύ. H1PV. ἐξ ἐναντίας. HMaPQY.

79

ἀθανάτων] τῶν. Ma. ἀέκητι: ἀκουσίῳ γνώμῃ. HKM1V. ἐν ἰδίᾳ γνώμῃ. H. παρὰ γνώμην. DE2. χωρίς. DE2McPQ. καὶ τῇ ἀβουλίᾳ. MaPY. —τὸ ε δασυντέον ἐν τῷ „ἀέκητι“. HMa. ἐριδαινέμεν: φιλονεικεῖν. H1MaQVY. μάχεσθαι. P.
5οἶος] μόνος. MaPY.

80

τόν] πρὸς τὸν Δία. Ma. ἠμείβετ’] ταῦτα. Ma. πρὸς τοῦτον τὸν Δία ἠμείβετο καὶ ἔλεγεν ἡ Θέτις. H.

81

ὦ πάτερ] βασιλεῦ. Ma. ὦ νοῦ, δηλονότι συνετὲ καὶ βάθος πλουτῶν. E2. συνετὸν νοῦν πλουτῶν καὶ βαθύν. D. ὕπατε] ἔξοχε. Y. κρειόντων] βασιλέων. Ma.

82

εἰ] ἐάν. Y. νῦν] ἀρτίως. Ma. φίλον: προσφιλές. HMaV. ἀρεστόν. HMaPQV. —ἐστί. Y. θεοῖσι] τοῖς στοιχείοις. D.

83

νοστῆσαι: ἐπανελθεῖν. HMaPQV. ὑποστρέψαι. Ma. —ἤγουν τό. Y. —καὶ τὸ ἐπιστρέψαι. Y. ν] ἴδιον. PY. ὃν δὲ δόμον δέ: εἰς τὸν ἑαυτοῦ οἶκον. HMaQV. —„ὃν δέ“ δύο μέρη λόγου· καὶ παρ‐
5έλκει ὁ „δέ“. H1Ma. δέ] περισσόν. E2.53

84

Ἑρμείαν] τὸ πιττάκιον τὸ διεγεῖραι μέλλον αὐτὸν πρὸς τὴν τῆς οἰκίας ἄφιξιν. M1. Ἑρμείαν νοήσαις ἐντεῦθεν τὴν φήμην, ἥντινα ἤκουσεν ἡ Καλυψὼ περὶ τοῦ Ὀδυσσέως, καὶ τὴν ἔρευναν, πῶς ὁ παῖς αὐτοῦ ὁ Τηλέμαχος ἔρευναν ἐποιεῖτο περὶ αὐτοῦ· ἀκούσασα δὲ ταῦτα ἡ Καλυψὼ ἀφῆκεν αὐτόν. καὶ ἐπανεστράφη, τῆς θαλάσσης μὴ παρεμποδιζούσης. Y. —τοῦ λόγου
5τὸ μὲν ἐπιπληκτικόν, τὸ δὲ στηρικτικόν. DE2. διάκτορον: ἄγγελον σαφῆ. DE2H1MaP1QTVY. μηνυτὴν τὸν συμβουλευτικώτατον, τὸν διάγοντα τὰς ἀγγελίας. τὸν καθαρόν, τὸν σαφῆ ἄγγελον. τὸν σαφηνίζοντα καὶ λέγοντα τὰς ἀγγελίας. M1. ἀγγελοφόρον. D. καὶ λαμπρόν, νημερτῆ, ὅ [ἐστιν] ἀληθῆ. P. Ἀργειφόντην] τὸν καθαρὸν φόνου. Ma.

85

νῆσον ἐς Ὠγυγίην: ἐν τῇ κατὰ Ἀντίμαχον „Ὠγυλίην“ γράφεται. διαφέρουσι δὲ οἱ τόποι· τὴν μὲν γὰρ Ὠγυγίαν ἐντὸς εἶναι πρὸς ἑσπέραν, τὴν δὲ Ὠγυλίαν κατὰ Κρήτην Ἡσίοδός φησι κεῖσθαι· „[πόν]τον δ’ Ὠγύλιον ἠδ’ Ὠγυλ[ίην λάχε] νῆσον“· ταύτην δὲ οὐ Καλ[υψ]οῦς κα‐ λοῦσιν. H1M1PQ. —Ὠγυγίην: ἡ Καλυψοῦς νῆσος. HV. ἔνθα ἦν ὁ Κύκλωψ. P1Y. —τὴν
5ὀνομαστικῶς οὕτω καλουμένην. HM1. ὄνομα κύριον τῆς νήσου. T. —τὴν ἀρχαίαν. Ma. τὰ παλαιὰ πάντα Ὠγύγια καλοῦσιν ἀπό τινος ἀρχαίου Ὠγύγου βασιλεύσαντος Ἀθηνῶν. ἴσως δὲ καὶ οὕτως ἐκαλεῖτο ἡ νῆσος αὕτη. DE2. ὀτρύνομεν: παρορμήσωμεν, ἐπείξωμεν. V. ἀπελθεῖν διεγείρωμεν. Ma. ὄφρα] ὅπως. HMa.
10τάχιστα] ταχέως. Ma.

86

Νύμφῃ] ἤτοι τῇ Καλυψοῖ. DE2TY. Καλυψὼ λέγω. P1. ἐϋπλοκάμῳ: εὐκόμῳ. HMaPQV. ἀπὸ μέρους καλῇ. HM1MaPV. καλλιτρίχῳ Y. — συνεκδοχὴ ὁ τρόπος. HMa. συνεκδοχικῶς. Y. νημερτέα] ἀληθῆ. HT. ἀληθινήν. MaY.

87

νόστον] λέγω. Y. —τόν. P. διὰ τόν. E2. —περὶ τοῦ νόστου. ἀντίπτωσις. M1.
—ὑποστροφήν. Ma. ταλασίφρονος: τῇ ἑαυτοῦ φρονήσει πάντα ὑπομένοντος. D E2H K Ma V Y. τοῦ καρ‐ τερικοῦ. H Q Y. τοῦ ἐν φρονήσει καρτεροῦντος τὰ δεινά. H Q T. τοῦ πολεμικὸν φρόνημα ἔχοντος. Ma.54
5ς] καὶ ἵνα. Y. ὥς κε νέηται] γρ' „ὥς κεν ἵκηται“. P. κε] ἄν. Mc. νέηται: ἐπανέλθῃ. DE2HKMaV. ἐπιστραφῇ. Y. πλεύσῃ. T.

88

Ἰθάκην δ’] γράφεται καὶ χωρὶς τοῦ δέ „Ἰθάκην ἐσελεύσομαι“. H1. —εἰς. E2. ἐσελεύσομαι] παραγενήσομαι. Ma. ὄφρα] ἵνα. Ma. οἱ] αὐτοῦ τοῦ Ὀδυσσέως. HMaPY.
5υἱόν] ἤγουν τὸν Τηλέμαχον. MaY.

89

μᾶλλον] ἐπὶ πλεῖον. Ma. ἐποτρύνω: παρορμήσω. MaPV. οἱ] αὐτοῦ. HMaY. μένος] προθυμίαν. Y.
5ἐν φρεσί] ἐν τῇ διανοίᾳ. Ma. —ταῖς φρεσί. H. θείω] θήσω. HPT. ποιήσω. Ma. —τινὲς γρ' „θήσω“. HMa. —ἀπὸ τοῦ θῶ θέω. DE2. —Αἰολικόν. E2.

90

ἀγορήν] δημηγορίαν. PY. βουλευτήριον. M1. καρηκομόωντας] τῇ κεφαλῇ θάλλοντας. Y. Ἀχαιούς: τοὺς Ἰθακησίους. DE2HMaQV.

91

ἀπειπέμεν: ἀπαγορεῦσαι. H1M1QVY. καὶ εἰπεῖν. Y. διαμαρτύρασθαι. Ma. προσ‐ φωνήσασθαι. P. —ὥστε. DE2M1. οἵ τέ οἱ: οἵτινες αὐτῷ. HMaQV. —μνηστῆρες. Y. οἱ] αὐτῷ τῷ Τηλεμάχῳ. Y. τοῦ Τηλεμάχου. HMa.

92

μῆλ’] πρόβατα. HMaY. ἀδινά: ἤτοι λεπτά, πρὸς σύγκρισιν τῶν βοῶν. ἢ ἀντὶ τοῦ ἀδινῶς, ἵνα ᾖ πυκνῶς καὶ συνεχῶς. DE2H1MaQV. πολλά. M1T. οἰκτρά. P1. πυκνά. ἢ οἰκτρῶς. Y. εἰλίποδας ἕλικας βοῦς: „εἰλίποδασ“ λέγει τοὺς βοῦς ὡς ποιοῦντας τὴν τῶν ποδῶν
5κίνησιν ὥσπερ ἑλικοειδῆ. HMaPQT. ἑλικοειδῶς τοὺς πόδας κινοῦντας. Ma. συστρεφομένους
τοὺς πόδας ἔχοντας. Y. ἕλικας: ἑλικοειδῆ κέρατα ἔχοντας. DE2H1HKMaPQTV. ἢ μέλανας· ἑλικὸν γὰρ κατὰ διάλεκτον τὸ μέλαν. ὅθεν καὶ „ἑλικώπιδα κούρην“ [Α 98] τὴν μελανόφθαλμον. D E2.55

93

πέμψω] αὐτόν. Y. τὸν Τηλέμαχον. HMaPY. —πέμψω δ’ ἐς Σπάρτην: ἄτοπος εἶναι δοκεῖ Τηλεμάχου ἡ ἀποδημία πρῶτον μὲν κίνδυνον προξενοῦσα τῷ νέῳ, δεύτερον ἐπανάστα‐ σιν τῶν μνηστήρων ἀπειλοῦσα, τρίτον οὐκ ὠφελοῦσα τὴν ζήτησιν τοῦ πατρός. ἀλλ’ ἔδει τὸν ἐν γυναιξὶ τεθραμμένον, λύπαις τεταπεινωμένον, ῥητορειῶν οὐ πεπειραμένον οὐδεπώποτε, πολύ‐
5τροπον γενέσθαι παραπλησίως τῷ πατρί, καὶ τοῦτο κερδᾶναι τῇ πλάνῃ, καὶ κοινωνεῖν τῷ πατρὶ τῶν κατορθωμάτων ἐν τῇ μνηστηροκτονίᾳ. ἀσφαλίζεται δὲ τὰ κατ’ οἶκον πρῶτον μὲν ἐπανα‐ στήσας τὸν δῆμον κατὰ τῶν μνηστήρων ἐν τῇ ἐκκλησίᾳ, δεύτερον δὲ ταῖς ὑποσχέσεσιν ἀνεξικακεῖν διδάξας τοὺς μνηστῆρας εἰπὼν „καὶ ἀνέρι μητέρα δώσω“ [β 223]. ἔτι μάλα καὶ τῆς ἐπιβουλῆς τῶν μνηστήρων ὁ κίνδυνος ἠκόνησεν αὐτοῦ τὴν προθυμίαν. D E2 J Ma.
10ἐς Σπάρτην: ἤγουν εἰς τὸν Μενέλαον, διὰ τὸ ὕστερον τῶν ἄλλων τοῦτον ἐλθεῖν ἐν τῇ οἰκίᾳ αὐτοῦ. D E2. πρὸς Μενέλαον. H P Q. ἔνθα ἦν ὁ Μενέλαος. M1Y. τὴν τοῦ Ἀγαμέμνονος. E2. —πέμψω δ’ ἐς Σπάρτην τε: τινὲς „πέμψω δ’ ἐς Κρήτην τε“. καὶ ἡ Ἀθηνᾶ ἀλλαχοῦ [284] „πρῶτα μὲν ἐς Πύλον ἐλθὲ ..., κεῖθεν δ’ ἐς Κρήτην τε παρ’ Ἰδομενῆα ἄνακτα· ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων“. Ma. οὐκ εἰσὶν ἐν ἑτέροις βιβλίοις οἱ στίχοι „κεῖθεν
15δ’ ἐς Κρήτην τε παρ’ Ἰδομενῆα ἄνακτα· ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.“ MxT. ἐς Πύλον] πρὸς Νέστορα. HPQ. ἔνθα ἦν ὁ Νέστωρ. M1Y. τὴν τοῦ Νέστορος πόλιν. E2. ἠμαθόεντα: ἀμμώδη. DE2HQV. ψαμμώδη. HM1TY.

94

νόστον] ἀποστροφήν. Y. περὶ τῆς ὑποστροφῆς. Ma. πευσόμενον: ἀκουσόμενον. HQV. ἐρωτήσοντα. DE2HQY. μαθησόμενον. DE2MaP. διδαχθησόμενον. Y. —τὸν Τηλέμαχον. MaY. πατρός] τοῦ. Y.
5ἤν που: ἐάν που. HV. ἀντὶ τοῦ ὅπως. H.56

95

δ’ ἵνα μιν] καὶ ὅπως αὐτὸν τὸν Τηλέμαχον κλέος ἔχῃ ἐν τοῖς ἀνθρώποις ὡς τοῦ πατρὸς φροντίζοντα. E2HMaPQ. —πραγματικῶς ἄνθρωπόν τινα, ὃν ἀπέστειλεν ὁ Μέντης πρὸς Τηλέμαχον εἰς ἐρεύνησιν τοῦ πατρὸς αὐτοῦ τοῦ Τηλεμάχου. Y. κλέος] ἀγαθὴ δόξα. Y.
5ἔχῃσιν] καταλάβοι. Ma. —ἐν τῇ κατὰ Ῥιανὸν „λάβῃσι“ γρ'. HMa. —ἤγουν τὸν Τη‐ λέμαχον. Y.

96

ς] οὕτως. H. ὑπὸ ποσσίν] ἐν τοῖς ποσὶν ἑαυτῆς. HMa. ἐδήσατο] ὑπεδήσατο. Ma. τὸ λέγειν τὴν Ἀθηνᾶν καλὰ πέδιλα φορεῖν οὐκ ἄλλο δηλοῖ ἢ ὅτι τῆς φρονήσεως αἱ ἐν‐
5εργητικαὶ δυνάμεις στιβαραὶ καὶ ἄλκιμοι λίαν εἰσί. τὸ δὲ ἐπέχειν ἔγχος ἐν ᾥτινι δαμάζει τοὺς ἥρωας τὸ πληκτικὸν ὑποσημαίνει τῆς φρονήσεως· ὁ γὰρ φρόνιμος διὰ τοῦ οἰκείου λόγου πλήττει τὸν ἀτακτοῦντα. τὸ δὲ τὴν Ἀθηνᾶν ἐξ οὐρανοῦ κατελθεῖν οὐκ ἄλλο αἰνίττεται ἢ ὅτι ἡ φρόνησις ἐκ τοῦ νοὸς κατέρχεται. DE2J.

97

ἀμβρόσια: ἄφθαρτα. DE2HM1PV. θεῖα. DHM1PVY. ἀθάνατα. HQ. χρύσεια: τίμια. DE2HM1V. ἀμβρόσια χρύσεια: προηθετοῦντο κατ’ ἐνίους (τῶν ἀντιγράφων) οἱ στίχοι [97 et 98], κατὰ δὲ τὴν Μασσαλιωτικὴν οὐδ’ ἦσαν. καὶ ταῖς ἀληθείαις μᾶλλον ἁρμόσειαν ἐπὶ Ἑρμοῦ
5[Ω 341 et ε 45]· ἴδιον γὰρ ἀγγέλων τοιούτοις ὑποδήμασι χρῆσθαι. καὶ ἡ τοῦ δόρατος ἀνάληψις πρὸς οὐδὲν ἀναγκαῖον. MaT. τά] ἅ. M1. καὶ ἅτινα. HP. τά μιν: ἅπερ αὐτήν. HMaPV. —τὸ „μίν“ τριγενές ἐστιν· ἀρσενικῶς, „καί μιν φω‐ νήσασ“ [Β 7]· θηλυκῶς, ὡς ἐνθάδε· οὐδετέρως, „νῦν αὖτέ μιν υἷες Ἀχαιῶν“ [Α 237]. HP.
10φέρον] ἔφερον. Mc. ἠμέν] καί. MaPY. ὑγρήν] τὴν θάλασσαν. DE2HMa. ὁδόν. P.

98

δ’] καί. MaPY.
ἀπείρονα: τὴν πέρας καὶ τέλος μὴ ἔχουσαν. H1MaQV. λέγει δὲ τὴν γῆν. MaV. τὴν κυκλοτερῆ. M1. —Πορφυρίου· ἀπείρονα: τὴν πέρας μὴ ἔχουσαν διὰ τὸ εἶναι στρογγυλοειδῆ, ἤγουν σφαιρικὴν καὶ κυκλικήν. ἢ καθ’ ὅσον πρὸς ἡμᾶς ἄπειρός ἐστιν, εἰ καὶ τῇ φύσει πεπέ‐57
5ρασται· τεταρτημόριον γὰρ μόνον τῆς γῆς οἰκεῖται. ἢ ἀντὶ τοῦ περικαλλής, καθάπερ τοῖς δια‐ γράφειν τὰ κατ’ αὐτὴν βουλομένοις ἐστὶ πρόδηλον. λαμβάνεται γὰρ τὸ ἄπειρον καὶ ἐπὶ τοῦ κατὰ τὸ εἶδος διαφέροντος καὶ ἄγαν καλοῦ, ὡς παρ’ Ἡσιόδῳ ἐν Γυναικῶν καταλόγῳ [fr. XLI Marckscheff., LVIII Goettl.] ἐπὶ τῆς Ἀγήνορος παιδὸς „Δημοδόκης, τὴν πλεῖστοι ἐπιχθονίων ἀνθρώπων μνήστευον, καὶ πολλὰ καὶ ἀγλαὰ δῶρ’ ὀνόμηναν, ἴφθιμοι βασιλῆες, ἀπειρέσιον κατὰ
10εἶδοσ“. ἰστέον δὲ ὅτι ἄπειρος ὁ κύκλος καὶ ἡ σφαῖρα λέγεται ἢ διὰ τὸ μὴ πέρασι διαφόροις ἀφορίζεσθαι κατὰ στέρησιν τοῦ α, ἢ διὰ τὸ πολλὰ πέρατα ἔχειν κατ’ ἐπίτασιν τοῦ α· οὗ γὰρ ἂν ἔλθῃ τις, τοῦτο ἐπ’ αὐτὸ τὸ πέρας ἴσως ἔχει· [ἢ] διὰ τὸ ἰσοπέρατον εἶναι διὰ τὴν ἐκ τοῦ μέσου πρὸς τὸ πέριξ ἴσην ἀπόστασιν κατ’ ἰσότητα τοῦ α. οὕτως Ἀριστοφάνης Δαναΐσι [fr. 250 Kock] „δακτύλιον χαλκοῦν φέρειν ἀπείρονα“ ἔφη δηλῶν τὸν σφενδόνην μὴ ἔχοντα πέρας καὶ διὰ
15τοῦτο ὁμοιομερῆ ὄντα. ὁμοίως καὶ Αἰσχύλος τὰς ἐν κύκλῳ ἑστώσας ἐν ἀπείρονι σχήματί φησιν ἵστασθαι [fr. 339 Herm.] „ὑμεῖς δὲ βωμὸν τόνδε καὶ πυρὸς σέλας κύκλῳ περίστητ’ ἐν λόχῳ τ’ ἀπείρονι εὔξασθε“, τουτέστιν ἐν τάξει κατὰ κύκλον· ὁ γὰρ λόχος ἐστὶ τάξις, ἐπεὶ καὶ ὁ λοχαγὸς ταξίαρχος. DE2J. ἅμα πνοιῇς ἀνέμοιο: ἴσα ἀνέμῳ. HV. ὁμοίως καὶ ἐπίσης. HQ. δίκην. H. ἅμα
20πνοιῇς ἀνέμοιο: „ἅμα“ ὁμοίως· ἀλλαχοῦ δὲ χρονικὸν ἐπίρρημα, ὡς τὸ „ἅμα ἐγίνετο τόδε καὶ ἅμα τόδε.“ DE2. ὁμοίως. τὸ ταχὺ τοῦ λόγου δηλοῖ. D. πνοιῇς] ταῖς. MaPY. —πνοαῖς. HMa. ἀνέμοιο] τῶν ἀνέμων. HMa.

99

εἵλετο] ἔλαβεν. HM1Q. —εἵλετο δ’ ἄλκιμον ἔγχος: ἀθετοῦνται [99—101] μετὰ ἀστερίσκων, ὅτι ἐν τῇ Ε τῆς Ἰλιάδος [746] καλῶς. MaV. ἄλκιμον] ἰσχυρόν. HMaQ.
ἔγχος] ἤγουν τὸν λόγον. Ma. δόρυ. HMa.58
5ἀκαχμένον: ἐστομωμένον. D E2H K M1 P Q V. ἠκονημένον. D E2 M1 P T Y. τῇ ὀδύνῃ ἀ... D. ὀξέι] ὀξυτάτῳ. Ma. χαλκῷ] σιδήρῳ. HMaY. ξίφει. HMa.

100

βριθύ] βαρύ. McPY. στιβαρόν] ἰσχυρόν. P. τῷ] ἐν ᾧ. HMa. ᾧτινι. Y. δάμνησι] κόπτει. HKMaQ. δαμάζει. HKPY. παιδεύει. DE2Mc.
5στίχας] τὰς τάξεις. M1Y. ἀνδρῶν] τῶν. Y.

101

ἡρώων] φρονίμων ἀνδρῶν. E2. τοῖσίν τε] οἷς. HKQT. οἷστισι E2P. ἥρωσιν, ἀνδράσιν. Y. ἐν οἷς, τοῖς ὅπλοις. HMa. κοτέσσεται: ὀργισθήσεται. McV. ὀργισθῇ. HQ. ὀργισθείη. P. ὀργίζεται. HY. ὄβριμον: γενναῖον. V. ἡ ἔχουσα πατέρα ὄβριμον. HQ. ἡ ἰσχυρὸν πατέρα ἔχουσα.
5MaPY. —ἡ Ἀθηνᾶ. Ma. —„ὀβριμοπάτρη“ λέγεται ἡ Ἀθηνᾶ, διότι τῆς φρονήσεως πατὴρ ὁ νοῦς ἐστι. πάντων δὲ κρεῖττον καὶ ἰσχυρότερον ὁ νοῦς. DE2J.

102

βῆ: ἔβη. V. κατέβη. E2Ma. ἐπορεύθη. MaPV. κατ’] ἀπό. DE2McP. Οὐλύμποιο] τοῦ. E2. καρήνων] τῶν ἐξοχῶν. HM1QT. ἀκρωτηρίων. M1Y.
5ἀΐξασα] ὁρμήσασα. HMaPQ.

103

στῆ] ἔστη. HMa. Δήμῳ: τόπῳ ἐν Ἰθάκῃ, ὅπου ἦν τὸ Ὀδυσσέως βασίλειον. DE2HMaPQV. Δήμῳ: τόπῳ. ὄνομα τόπου, παρὰ τὸ συναθροίζεσθαι ἐν αὐτῷ τοὺς ἐν τῇ πόλει καὶ βουλεύεσθαι. HT. ὄχλῳ Ma.
5Ὀδυσῆος: Ὅμηρος μὲν ἐτυμολογῶν τὸν Ὀδυσσέα πεποίηκε τὸν Αὐτόλυκον λέγοντα „πολλοῖσιν γὰρ ἐγὼ δὴ ὀδυσσάμενος τόδ’ ἱκάνω“ [τ 407]. Σιληνὸς δὲ ὁ Χῖος ἐν δευτέρῳ μυθι‐ κῶν ἱστοριῶν—. ἔστι δὲ δύο βιβλία—Ἀντίκλειάν φησι τὴν Ὀδυσσέως μητέρα ἐγκύμονα ὁδεύ‐ ουσαν τὸ Νήριτον, ὅπερ ἐστὶ τῆς Ἰθάκης ὄρος, ὕσαντος πολὺ τοῦ Διὸς ὑπὸ ἀγωνίας καὶ φόβου καταπεσοῦσαν ἀποτεκεῖν τὸν Ὀδυσσέα· καὶ διὰ τοῦτο ταύτης τῆς ὀνομασίας τυχεῖν, ἐπειδὴ κατὰ59
10τὴν ὁδὸν ὗσεν ὁ Ζεύς. DD*EJM1T.

104

οὐδοῦ: βαθμοῦ. HMaPQV. φλιᾶς. HMaPQTVY. αὐλείου] τῆς αὐλῆς. Ma. παλάμῃ: τῇ χειρί. MaPVY. ἔχε] ἐκράτει. Ma.
5ἔγχος] δόρυ. M1. ἀλληγορικῶς τὸν χάρτην. Ma.

105

εἰδομένη] ὡμοιωμένη. HMaQ. ὁμοιωθεῖσα. Y. ξείνῳ] φίλῳ. MaY. Ταφίων: Τάφος νῆσος τῶν Ἐχινάδων, ἣν κατῴκουν Τηλεβόαι. DE2H1HKM1QTV. ὄνομα νήσου. P1.
5ἡγήτορι] ἡγεμόνι. Ma. Μέντῃ] ἤγουν. P1.

106

ἀγήνορας: ἄγαν αὐθάδεις. H1HMaPQTV. ὑβριστάς. H1MaPV. θρασεῖς. Mc. ἀλαζονικούς. Y. οἱ μὲν ἔπειτα] καὶ οὗτοι μέν. Ma. ἐκεῖνοι. P1. —οἱ μὲν δή. HMa. —ὡς παρα‐ πληρωματικὸς σύνδεσμος. D.

107

πεσσοῖσι: τοῖς κύβοις. D E2 H1 Ma T V. ταυλίοις. H Q Y. ἀπὸ δὲ τοῦ παίζειν ἐσχημάτισται· ἢ παρὰ τὸ πίπτειν. DE2H1HMaQV. βολίοις. [παρὰ] τὸ πεσεῖν. DE2H1HMaQV. πεσσοὶ δὲ αἱ ψῆφοι. H1MaV. προπάροιθεν: ἔμπροσθεν. MaV.
5θυμόν] ψυχὴν αὐτῶν. Ma.
ἔτερπον] εὔφραινον. Ma.60

108

ἥμενοι] καθήμενοι. McY. ῥινοῖσι: βύρσαις. DE2H1M1QV. δέρμασι. MaY. —ἥμενοι ἐν ῥινοῖσι: διὰ τούτου τὸ βίαιον ἐμφαίνει τῶν μνηστήρων, τοῦ καὶ τὰς βύρσας ὑποστρωννύειν τοῖς θρόνοις. DE2H1H MaQV.
5ἔκτανον: ἀνεῖλον. MaV.

109

κήρυκες δ’] οἱ δέ. Ma. κήρυκες δ’ αὐτοῖσι: Νικίας δύο μέρη λόγου ποιεῖ, „αὖ“ καὶ „τοῖσιν“· Ἀρίσταρχος δὲ ἕν, ὃ καὶ ἄμεινον. DE2HKMaQY. —ἤγουν αὐτῶν. DE2. τοῖς μνηστῆρσι. Y. ὀτρηροί: δραστικοί. H1M1QV. σπουδαῖοι. M1. ταχεῖς. DE2HMcQTY. ταχύτατοι. P.
5ὀτρηροί: οὕς τις ὀτρύνει καὶ δουλεύουσιν. DE2. ἢ ἐκ τοῦ τρέω τὸ φοβοῦμαι τρεερός καὶ ἐν συγκοπῇ τῶν δύο εε καὶ πλεονασμῷ τοῦ ο ὀτρηρός. D. θεράποντες] οἱ δοῦλοι· κυρίως δὲ οἱ κόλακες. Ma.

110

οἱ μέν] τινές. H. ἄλλοι αὐτῶν. Ma. „οἱ μὲν“ κήρυκες, „οἱ δὲ“ θεράποντες. „οἱ μὲν, οἱ δὲ“ σχῆμα γοργότης. Gc. κρητῆρσι] βικίοις. Ma.

111

οἱ δ’] ἄλλοι. Ma. πολυτρήτοισι: πανταχόθεν τετρημένοις. MaV. πανταχόθεν τετρυπημένοις. P. πολυ‐ τρυπήτοις. Y. πολλὰς ὀπὰς κεκτημένοις. DE2. τραπέζας] τάς. Ma.

112

νίζον: ἀπένιπτον. H1KPV. ἐκάθαιρον. HKMaQY. ἰδέ: ἀντὶ τοῦ καί. V. καὶ ἐπ’ αὐταῖς. Ma. νίζον καὶ προτίθεντο: ἄμεινόν φησιν Ἡρωδιανὸς ἀναγινώσκειν „καὶ προτίθεντο [ἰδέ“. ὁ δὲ Ἀρίσταρχος „πρότιθεν, τοὶ δέ“·] καὶ γὰρ τὸ ὅλον μᾶλλον ἀκόλουθον· οἱ μὲν οἶνον
5ἔμισγον, οἱ δὲ σπόγγοισι νίζον, οἱ δὲ κρέα ἐμέριζον. καὶ ἄλλως τὸν παρατατικὸν τοῦ τίθημι ἐνεργητικῶς οἶδε λεγόμενον ὁ ποιητής, οὐ παθητικῶς, „παρὰ δέ σφι τίθει“ [(α 142), ᾧ] ἀκόλου‐ θον πληθυντικὸν [τὸ] „νίζον καὶ πρότιθεν“. DE2JMa. —προτίθεντο: προετίθεσαν. MaPV.
δατεῦντο: ἐμέριζον. HKMaQTV. καὶ ἐμερίζοντο. Y. ἐμοίραζον. P. Αἰολικόν. Ma.61

113

τὴν δέ] ταύτην δέ. MaP. τὴν θεάν. H. τὴν Ἀθηνᾶν. Ma. πολὺ πρῶτος: διὰ τί ὁ Τηλέμαχος πρῶτος πάντων ταύτην εἶδεν; ἐπειδὴ τὸν ἴδιον πατέρα ἐφιέμενος ἰδεῖν πρὸς τὴν αὔλειον θύραν ἀεὶ ἑώρα. Ma. καλῶς πρῶτος Τηλέμαχος Ἀθηνᾶν ἐφορᾷ ὡς αὐτὸς μόνος ἀπὸ τῶν ἄλλων φρονιμώτερος, τῶν μνηστήρων περὶ συμπόσια
5ἀσχολουμένων, κατὰ τὸ ἀλληγορικόν. D E2 J. ἴδε] ἐθεάσατο. Mc. θεοειδής] ὅμοιος τοῖς θεοῖς. Ma.

114

ἧστο] ἐκαθέζετο. H P. ἐκάθητο. Ma Y. ἐν μνηστῆρσι] μετὰ μνηστήρων. Ma. φίλον] τὴν προσφιλεστάτην. Ma. τετιημένος ἦτορ: τετιμωρημένος τὴν ψυχήν. V. λελυπημένος καὶ τετιμωρημένος. HPQ.

115

ὀσσόμενος: ἀνειδωλοποιούμενος. H1 M1 Ma Q V. φανταζόμενος. H K M1 P Q T. ἐπι‐ τηρῶν. Y. προσδοκῶν. H1 M1 Ma V Y. ἢ τοῖς ὀφθαλμοῖς ὑποβλέπων. Ma V. περιβλέπων, παρα‐ δοκῶν καὶ προμαντευόμενος. D E2. μαντευόμενος, βλέπων. P. διανοούμενος. Ma. ἐνθυμούμενος. D. —μετάληψις αἰσθήσεως. Y.
5πατέρ’] τὸν πατέρα. H. φρεσίν] ταῖς διανοίαις. Ma.

116

σκέδασιν: σκορπισμόν. H1 Ma P V. φυγήν. D E2 H1 Ma P V. σκόρπισιν. H Q T. θείη: ποιήσῃ. H1 Ma Q V. δράμοι. Y.

117

τιμήν] τὴν βασιλείαν. Ma. αὐτός] ἤγουν ὁ Ὀδυσσεύς. McY. ἔχοι] λάβοι. Ma. κτήμασιν: δώμασιν. V. τῶν ἰδίων κτημάτων. Ma. —γρ' καὶ „δώμασιν“. Ma. ἐν
5ταῖς εἰκαιοτέραις „καὶ κτήμασιν οἷσιν ἀνάσσοι“. τὸ ὅλον δὲ ἐπὶ Ὀδυσσέως χρὴ ἐξακούειν, Ὀδυσσεὺς ἔχοι. Ma. οἷσιν] ἰδίοις. HP. ἀνάσσοι: βασιλεύοι. MaV. δεσπόζοι. Ma.

118

τὰ φρονέων: ταῦτα ἐνθυμούμενος. H Ma P Q V. ταῦτα διαλογιζόμενος. D E2. μνηστῆρσι] μνηστῆρας. P. μετὰ τῶν μνηστήρων. D E2 Ma. ἐν τοῖς. Mc. μεθήμενος: σὺν αὐτοῖς καθήμενος. H P Q V. συγκαθήμενος. K. —τινὲς [ἀνα]στρέφουσι
τὴν „μετά“, κακῶς. H.62
5εἴσιδε: ἐθεάσατο. HMaPQV. (Ἀθήνην] ἤγουν τὸν ἄγγελον, ὃν ἀπέστειλεν ὁ Μέντης. Y.)

119

βῆ] ἔβη. Ma. βῆ δ’ ἰθὺς προθύροιο: ἐπ’ εὐθείας, ὡς ἐπὶ τὸ πρόθυρον. οὐκ ἔνδον, ἀλλὰ πρὸ τῆς ἐν τῷ „τυκτῷ“ καλουμένῳ „δαπέδῳ“ [δ 627]. H1MaQTV. κατ’ εὐθεῖαν. Ma. προθύροιο] τοῦ. P. —ἀπό. M1.
5νεμεσσήθη: μεμπτὸν ἡγήσατο. DE2HKM1QVY. ἐμέμψατο. HKPT. ᾐδέσθη. HQ. θυμῷ] ψυχῇ. Ma.

120

ξεῖνον] τόν. P. καὶ τὸν φίλον. Y. δηθά] ἐπὶ πολὺν καιρόν. HP. ἐπὶ πολύ. KMaQY. κατὰ πολύ. E2. ἐφεστάμεν] ἐφίστασθαι. Ma. ἵστασθαι. HPQ. παρυπάρχειν, παρεστάναι. Y. ἐγγύθι] αὐτοῦ. Ma.
5στάς] ἤγουν ὁ Τηλέμαχος. H K Ma Y. ξεῖνον δηθὰ θύρῃσι: καὶ τοῦτο διὰ τοὺς μνηστῆρας, ἵνα τὸ σκῆπτρον ἰδόντες καὶ βασιλέα αὐτὸν ὑπονοήσαντες ὑπολάβωσι καὶ δύναμιν τὸν Τηλέμαχον ἐξ αὐτοῦ [τοῦ] αἰδεῖσθαι λαβεῖν καὶ [μὴ] κακόν τι βουλεύσωνται αὐτῷ. Ma.

121

χεῖρ’] τῆς Ἀθηνᾶς. HMa. τοῦ ἀγγέλου τοῦ Μέντου. Y. χεῖρ’ ἕλε δεξιτερήν: ἐλάβετο μὲν τῆς δεξιᾶς σπενδόμενος τῷ φίλῳ, ἐδέξατο δὲ τὸ ἔγχος ὑπονοῶν μὴ ἄρα τῶν ἐχθρῶν τις εἴη. DE2JMaT. —τῆς δεξιᾶς χειρὸς ἐκράτησε. Ma. χάλκεον] σιδηροῦν. Ma.
5ἔγχος] δόρυ. Ma. ὃ ἡ Ἀθηνᾶ ἐκράτει. HMa. αὐτοῦ τοῦ ἀγγέλου. Y.

122

μιν] αὐτὸν τὸν Μέντην ἤγουν τὴν Ἀθηνᾶν. H. φωνήσας] ἤγουν ὁ Τηλέμαχος. Y. ἔπεα] λόγους. Ma. πτερόεντα] ταχεῖς. Ma.
5προσηύδα] προσεφθέγγετο. Ma.

123

παρ’ ἄμμι] παρ’ ἡμῖν. HMaPQY. φιλήσεαι: φιλοφρονηθήσῃ. MaV. φιλοφρονηθείης. DE2HKPQT. ξενισθήσῃ. DE2MaPV. φιλιωθῇς καὶ ξενισθῇς. Y. —σύ. P.
ἔπειτα] μετὰ ταῦτα. Ma.63

124

δείπνου: τοῦ κατὰ τὴν ἡμέραν ἀρίστου. DE2MaV. πασσάμενος] μεταλαβών. HPQ. μεταλαβόμενος, φαγών. T. γευσθείς. Y. κορεσθείς. H K M1 Q Y. μετασχών. Ma. ἀπολαύσας. Mc. γευσάμενος. ἀπὸ τοῦ πῶ τὸ κτῶμαι. DE2. μυθήσεαι: εἰς λόγους ἥξεις. D E2 H Ma Q V. καὶ λέξεις. D H Q V. εἴποις. Ma. —γρ'
5„μυθήσεο“. P. ὅττεο] καὶ τίνος. Y. ὅττεό σε χρή: εἴ τινός σοι χρεία ἐστί. DE2HM1PQVY. ἐνταῦθα ... Ma. ὅττεό σε χρή: περὶ ὅτου σε χρὴ τότε λέξεις. H1 H Ma. καὶ ἄλλως. ἐν τῇ κατὰ Ῥιανὸν ἄμεινον ἐγέγραπτο „ὅττευ σε χρή“, ὡς ἀλλαχοῦ „ὅττευ χρηίζων“ [ρ 121]. HKMa.

125

εἰπών] ἤγουν ὁ Τηλέμαχος. Y. ἡγεῖθ’] ἐπορεύετο ἔμπροσθεν. HMaP. προηγεῖτο. Y. ἕσπετο] ἠκολούθησε. H. ἠκολούθει. MaPY. Παλλάς] πολεμική. Ma.
5Ἀθήνη] ἤγουν ὁ ἄγγελος τοῦ Μέντου. Y.

126

οἱ δ’] καὶ οὗτοι. Y. —ὅ τε Τηλέμαχος καὶ ἡ Ἀθηνᾶ. HMaP. ἔσαν] ἐγένοντο. Ma. ὑπῆρχον. HMaPY. —γράφεται „ἴσαν“. D. ἐπορεύθησαν. DE2. ὑψηλοῖο] γρ' „ποιητοῖο“. P.

127

ἔστησε] ἤγουν ὁ Τηλέμαχος. MaY. ἔγχος μέν ’ ἔστησε: σπουδῆς σημεῖον καὶ τὸ ἐπιμελεῖσθαι τῶν ἀλλοτρίων ὡς καὶ τῶν ἑαυτοῦ. D H M1. κίονα: στύλον. H MaP V Y.
5μακρήν] μακράν. Y.

128

δουροδόκης: δορατοθήκης. TV. δουροθήκης. DE2M1. τῆς δεχομένης τὰ δόρατα κίονος. HM1PQ. νοητέον δὲ ἀπεξύσθαι τοὺς κίονας καὶ ἐνταῦθα ἀποτίθεσθαι τὰ δόρατα. D E2 J M1 T V. —τῆς. Y. ἔντοσθεν: ἔσωθεν. HMaPV. —ἀναγνοὺς δηλονότι τὸ γράμμα ἐνέθετο ἐν τῇ διανοίᾳ,
5ἔνθα καὶ οἱ τοῦ πατρὸς αὐτοῦ λόγοι ἦσαν ἐντεθειμένοι. D. ἐϋξόου: καλῶς ἐξεσμένης. H Ma Q V. καλῶς εἰργασμένης. D E2 H. τῆς καλῶς κατεσκευ‐
ασμένης. Y. —ἀπέξεον τὰς κίονας καὶ ἐν αὐταῖς ἀπετίθουν τὰ δόρατα. D E2. ἔνθα] ὅπου. MaPY. οἰκονομικῶς δὲ εἶπεν „ἔνθα περ ἄλλα ἔγχεα Ὀδυσσῆοσ“, ἵνα μὴ ἀπορήσῃ τις ἔμπροσθεν,64
10ὅτι ποῦ εὑρέθησαν τὰ δόρατα πρὸς φόνον τῶν μνηστήρων. DE2J.

129

ἔγχε’ Ὀδυσσῆος: καὶ οὐκ ἦν θεοῦ τὸ δόρυ μέγα, ἀλλ’ ὁμοιωθείσης ἀνθρώπῳ καὶ τὸ δόρυ βροτῶν ὅμοιον. Ma. ταλασίφρονος] τοῦ πολεμικὸν φρόνημα ἔχοντος. Ma. τοῦ ὑπομείναντος πάντα τῇ ἑαυ‐ τοῦ φρονήσει. Y.
5ἵστατο] ἵσταντο. P.

130

αὐτήν] ἤτοι τὴν Ἀθηνᾶν. H Ma. „θρόνοσ“ δὲ ἀπὸ τοῦ ἄνω θεωρεῖν, ἤτοι ὁ ἐπηρμένος. E2M1. εἷσεν] ἐκάθισεν. HMaPY. ἄγων] ἀπαγαγών. Ma.
5ὑπὸ λῖτα: προπερισπαστέον· ἑνικὸν γάρ ἐστι μεταπλασθὲν ἀπὸ τοῦ λιτόν. BHM1PQ. —λῖτα: λεπτὸν περιβόλαιον. DE2MaPV. ἢ λινοῦν ὕφος. M1P. ἢ ὕφασμα. DE2. ἢ κόρ‐ την. M1. ταρπίταν. Y. λῖτα: καταπετάσματα, ἢ λεπτὰ περιβόλαια. Q. ὑφαπλώματα. P. πετάσσας: ἁπλώσας. MaV. ὑφαπλώσας. DE2HQT. τανύσας. P.

131

δαιδάλεον: ποικίλον. HMaPQTVY. θρῆνυς: ὑποπόδιον. D H Ma P Q T V Y. —παρὰ τὸ ἐν τῷ θρόνῳ ἀνατίθεσθαι. Y. ἦεν] ὑπῆρχεν. MaY.

132

πὰρ δ’ αὐτὸς κλισμὸν θέτο: ὑποφαίνει διὰ τούτου καὶ ἄλλο τι καθῆκον, ὅτι τοῦ ἰδίου θρόνου παρεχώρησε τῷ ξένῳ ὁ Τηλέμαχος. πάντα οὖν ἐλέγχει τὸ σῶφρον τοῦ νέου, τὰ τοῦ λόγου, τὰ τοῦ τρόπου, τό τε ἔγχος ἀναλαμβάνειν καὶ τοῦ θρόνου παραχωρεῖν. D E2 H M1 T. —αὐτῇ. P. πλησίον αὐτῆς καὶ αὐτός. Ma. παρέθετο δὲ αὐτός. HQ. —ἐκεῖνος. E2. ὁ Τη‐
5λέμαχος. Y. κλισμόν: δίφρον ἀνάκλιντρον ἔχοντα. B H M1 V. καθέδραν. D E2H M1 P Q V. ἀνάκλισιν
ἔχουσαν. D E2. θρόνον. Ma Y. παρὰ τὸ ὑποκλίνεσθαι. Ma. θέτο: ἀπέθετο. H Ma P V. ἔκτοθεν: χωρίς. D E2 H1 Ma P V. ἰδίᾳ, ἔξωθεν. H1 Ma P V. κεχωρισμένον. Ma. πόρρω. Y.65
10ἔκτοθεν ἄλλων: τὸ γὰρ μεταβῆναι εἰς ἕτερον οἶκον ὑποψίαν παρέσχεν ἂν τοῖς μνηστῆρσιν ἐπιβουλῆς, ὁπότε καὶ ἑξῆς διὰ τὸ ἰδιολογεῖν αὐτὸν πολυπραγμονοῦσι, τίς ὁ ξένος. D E2 H Ma Q.

133

ξεῖνος] ὁ. P. —φίλος. Y. ἀνιηθείς: λυπηθείς. MaPVY. ὀρυμαγδῷ: κυρίως μὲν τῷ ἐν ὄρει ψόφῳ—ἔστι γὰρ κατὰ τὸ ἔτυμον ὀρομαγδῷ—, νῦν δὲ ἀντὶ τοῦ. θορύβῳ. H1M1V. ὀρυμαγδὸς κυρίως ὁ ἐν ὄρει κτύπος. DE2. ἀπὸ τοῦ ὀρύνω
5τὸ διεγείρω καὶ τοῦ ὅμαδος ὁ θόρυβος. Y. τῇ ταραχῇ. H Q Y. —ἐν. P. —τῶν μνηστήρων. H Ma Q Y.

134

δείπνῳ] ἐν τῷ. Ma P. ἀδήσειεν: ἀηδῶς διατεθείη. DE2HKMaPQV. δυσαρεστήσειεν. Y. —ἀηδήσειεν: γρ' καὶ „ἀδήσειεν“. M1. —δείπνῳ ἀδήσειεν: ψιλωτέον τὸ „ἀδήσειεν“· ὅταν γὰρ ἐν συναλοιφῇ τὸ ψιλούμενον κατ’ ἀρχὴν φωνῆεν ἐπικρατήσῃ, καὶ τὸ πνεῦμα αὐτοῦ ἐπικρατεῖ, οἷον ὦ ἑταῖρε
5ὦταῖρε. HM1QY. —τὸ α μακρὸν διὰ τὴν συναίρεσιν. D. ὑπερφιάλοισιν: ὑπερηφάνοις. H Ma P V. ὑπερσπόνδοις. H V. ὑβρισταῖς. Ma P. ἀσπόνδοις. Ma. τοῖς ἐπηρμένοις. DE2. καὶ τοῖς ἀλαζονικοῖς. Y. —ὑπερφιάλοισιν: ὑπέρ‐ σπονδοι οἱ τοῦ Πριάμου παῖδες, οἳ ὤμοσαν τοῖς Ἕλλησι μὴ καταλῦσαι τὴν ἀγάπην· ἐκεῖνοι δὲ παρέβησαν τὸν ὅρκον. ὤμοσαν δὲ μετὰ φιαλῶν ἱερῶν εἰπόντες οὕτως· ὥσπερ τὸ ὕδωρ χέεται
10ἐκ τῆς φιάλης, οὕτω καὶ ἡ ψυχὴ τοῦ ἀθετήσαντος τὸν ὅρκον. D E2 J. μετελθών: συνελθών. DHMaV. καὶ συμμιγείς. Y.

135

δ’ ἵνα] καὶ ὅπως. Ma. μιν] αὐτόν. E2HMaPY.
ἀποιχομένοιο: ἀπόντος, ἀποδημοῦντος. DE2MaV. ἔροιτο: ἐρωτήσειε. H1MaPV. πύθοιτο. V.66

136

χέρνιβα: ἡ δὲ δούλη ὕδωρ ἐπὶ τῶν χειρῶν φέρουσα ἐν ξέστῃ καλῇ καὶ χρυσῇ ἐπ‐ έχεεν. M1. χέρνιβα: τὰ ἐπὶ τῶν χειρῶν ὕδατα. D H M1 V Y. τὰ νίμματα. H P. καθάρματα. M1. τὰ χέρνιβα τὰ χερόνιπτρα. HQ. τὴν χειρῶν νίψιν. T. —χέρνιβα δ’ ἀμφίπολος: πρὸ τῶν
5βρωμάτων ἐνίπτοντο, ἵνα εὐαγῶς ἐπὶ τὰς σπονδὰς ἔλθωσι, μετὰ δὲ ἄριστον οὐκέτι· καὶ γὰρ οὐδὲ ποικίλοις ἐχρῶντο βρώμασιν. ἄλλως τε ἄσεμνον ἀπονίπτεσθαι μετὰ σπονδήν. DE2HJM1Q. —ἅπαξ τὸ „χέρνιβον ἀμφίπολος πρόχοόν θ’ ἅμα [χερσὶ] φέρουσα“ [Ω 304]. H Ma. ἀμφίπολος: θεράπαινα. E2HMaV. ἀπὸ τοῦ περὶ τὴν δέσποιναν πολεῖσθαι. DE2HMaV. ὅπερ ἐστὶν ἀναστρέφεσθαι. MaV. καὶ ἔστιν ἐπὶ γυναικός, πρόσπολος δὲ ἐπὶ ἀνδρός. E2.
10προχόῳ: ἀγγείῳ προχυτικῷ—ἀπὸ τοῦ χέειν τὸ ὕδωρ—, τῷ καθ’ ἡμᾶς ξέστῃ. DE2H1JMaVY. ἐπέχευε: ἐπέβαλλεν. DMaTV.

137

καλ, χρυσείῃ] ἐν. P. —καλῷ καὶ χρυσῷ. Ma. ὑπέρ] ὑπεράνωθεν. Ma. ὑπεράνω. Y. λέβητος: τοῦ καθ’ ἡμᾶς χερνίβου. H1HMaQV. παρὰ τὴν λοιβήν. HMaQ.

138

νίψασθαι] ὥστε. DE2H. πρὸς τό. Ma. διὰ τό. Y. παρὰ δέ] ἐγγὺς δὲ αὐτῶν. Ma. πλησίον. Y. —παρετάνυσε δὲ ὁ Τηλέμαχος τῇ Ἀθηνᾷ τὴν καλῶς ἐσκευασμένην τράπεζαν. HMa. ξεστήν: τὴν καλῶς ἐξεσμένην, ὅπερ ἐστὶ κατεσκευασμένην. H1VY. καλῶς ξεσθεῖσαν
5ὑπὸ σιδήρου. DE2. εὐκατασκεύαστον. M1. τὴν ὡραίαν. Y. ἐτάνυσσε: ἐξέτεινε, παρέθηκε. V. προσέθηκε. Ma. ἐξαπλώσας ἡτοίμασε, μετα‐ φορικῶς. Y. —ἐτάνυσσεν: ἐπιμήκεις γὰρ αἱ ἀρχαῖαι τράπεζαι. DE2H1HKM1.

139

σῖτον] ψωμόν. H. αἰδοίη: αἰδοῦς ἀξία, τιμία. MaPV. ἀξία τιμῆς. H. ἡ γραῦς ἡ ἀξία αἰδοῦς· διὰ τὸ γῆρας. D. ἡ σεβασμία. Y. —σῖτον δ’ αἰδοίη ταμίη: σωφρόνως ἔφρασε κοσμίοις ὀνόμασιν·
ἐπὶ δὲ τῶν ἀσελγῶν ἔμπροσθεν [147] „παρενήνεον ἐν κανέοισιν“. DE2HMa.67
5ταμίη: ταμιοῦχος φύλαξ. DH1MaPQV. διοικήτρια, ἡ ἀξία ταμιοῦχος φύλαξ· διὰ τὸ γῆρας. E2. φέρουσα] κομίσασα. Ma.

140

εἴδατα: βρώματα. D E2 Ma P1 V Y. ἐδέσματα. H1 K Ma Q V Y. —εἴδατα: καὶ γίνεται ἀπὸ τοῦ ἔδω τὸ ἐσθίω ἔδας τὸ ἑνικόν, καὶ πλεονασμῷ τοῦ ἰῶτα εἶδας, τὸ πληθυντικὸν τὰ εἴδατα. P. πόλλ’] πολλὰ ἕτερα. Ma.
5χαριζομένη παρεόντων: ἐκ τῶν παρόντων ἐπιδιδοῦσα. E2 H1 K M1 P Q T V Y. δεξιου‐ μένη. D E2 H K. χάριν ποιοῦσα. Ma. —χαριζομένη παρεόντων: ἐκ τῶν ὄντων ἀφθόνως παραβάλλουσα. τινὲς δὲ παραμενόντων καὶ μὴ ταχέως σηπομένων, ἵνα ἐκ τούτου τὰ ἐν τῷ κελλαρίῳ ἀπόθετα δηλώσῃ. D E2 H J M1 Q. πλήθους. Ma. —παρά. Y.

141

δαιτρός: μάγειρος. Ma P V Y. ὁ διανέμων τὰ κρέα. MaVY. —γρ' „δαιτόσ“. H1K. κρειῶν] μεστούς. M1. πεπλησμένους. E2. δαιτρὸς δὲ κρειῶν πίνακας: πίνακας καὶ τὰς σανίδας· „ἀλλά θ’ ὁμοῦ πίνακάς τε νεῶν“ [μ 67] καὶ „γράψας ἐν πίνακι πτυκτῷ“ [Ζ 169]. D H1 Ma.
5ἀείρας] ἄρας πίνακας. Ma. ἐπάρας. P. συναθροίσας. Q. κομίσας. D E2.

142

παντοίων] παντοδαπῶν. DMa. —παντοίων: τῷ γένει διαφόρων, οὐ τῇ ἑψήσει· ὀπτὰ γὰρ μόνα ἤσθιον. H1M1. παρὰ δέ σφι: παρ’ αὐτοῖς δέ. V. αὐτοῖς. E2MaY. —τῷ τε Τηλεμάχῳ καὶ τῇ Ἀθηνᾷ. HMa. —παρετίθει. Ma. —ὁ δαιτρός. Y.
5κύπελλα: κύπελλον ἐτυμολογεῖται παρὰ τὸ ἐν αὐτῷ χεῖσθαι τὸν πηλὸν ἤγουν τὸν οἶνον, χύπελλον καὶ κύπελλον. DE2HKMaQ. ὅθεν καὶ κάπηλος, παρὰ τὸ κακύνειν τὸν πηλὸν ἤτοι τὸν οἶνον. D. —ποτήρια. MaY.

143

αὐτοῖσιν] ἐπ’ αὐτούς. Ma. θάμ’ ἐπῴχετο: τὸ σπουδαῖον τοῦ κήρυκος καὶ τῆς ὑποδοχῆς τοῦ ξένου δηλοῖ. DE2HM1QV. θαμά: πυκνῶς, συνεχῶς. V. συχνῶς. P Y.
5ἐπῴχετο: ἐπορεύετο. H Ma P V. ἐβάδιζεν. Ma.
οἰνοχοεύων: οἰνοχοῶν. MaV. κιρνῶν. MaPV.68

144

ς] εἰς. Ma. ἐς δ’ ἦλθον] γρ' „εἰσῆλθον. Yr. ἀγήνορες: ἄγαν αὐθάδεις. HMaPQV. ὑπερήφανοι. Ma. κενόδοξοι. P. οἱ ἀλαζονικοί. Y. οἱ ἀλεξίκακοι. i.
5οἱ μέν] καὶ οὗτοι. Ma. ἔπειτα] μετὰ ταῦτα. Ma.

145

ἑξείης] καθεξῆς. MaY. κατὰ τάξιν. P. κατ’ ὀρδίνους. Y. ἕζοντο: ἐκαθέσθησαν. HMaV. ἐκάθισαν. P. κλισμούς: δίφρους. V. καθέδρας. MaPQV. —„κλισμοὺσ“ τὰς καθέδρας λέγει ἐκ τοῦ κλίνεσθαι ἐν αὐταῖς τοὺς ἀναπαυομένους. D H M1 Q. κατὰ κλισμούς τε θρόνους τε: κλισμοὶ
5μέν εἰσιν οἱ ἔχοντες ἀπέρεισιν ἐξέχουσαν πρὸς τὴν τῶν ὤμων ἀνάπαυσιν· ἐν αὐτοῖς γὰρ ἐπερεί‐ δουσι τοὺς ὤμους οἱ καθήμενοι. οἱ δὲ μὴ ἔχοντες ταύτην, θρόνοι. D E2 H J M1 P Q T. θρόνους τε] καὶ τούς. Ma.

146

τοῖσι] τούτοις. Ma. ἐπί] εἰς. Yi. ἔχευαν: ἐπέβαλλον. V. ἔχεον, ἔβαλλον. Ma.

147

σῖτον] τὸν ἄρτον. Ma. δμωαί] αἱ δοῦλαι. Ma. παρενήνεον: παρεσώρευον. D E2 H1 H J K Ma P Q T V Y. παρέβαλον. M1. παρενέβαλον. T. ἐκόμιζον. Ma. συνῆγον. D E2. ἐσώρευον. DE2P. —ἐκ τοῦ νέω τὸ σωρεύω ἔνεον καὶ ἤνεον.
5Y. —ἐκ τούτου δὲ τὸ πλῆθος τῶν ἐδεσμάτων ἐμφαίνει. DE2HJPTVY. κανέοισι: κανισκίοις. DE2HMaV.

148

κοῦροι δέ] οἱ δὲ νέοι. Ma. ἐπεστέψαντο] ἤγουν μέχρι τοῦ χείλους ἐπλήρωσαν. M1. ἄχρι τῆς στεφάνης, τοῦ στό‐ ματος τοῦ βικίου ἐγέμισαν. H Q.

148a

νώμησαν: ἐμέρισαν. V. διεμέρισαν. Q. καὶ παρίσχον. Mc. δεπάεσσι] ποτηρίοις. HMaQ.

149

οἱ δ’] οὗτοι. Ma. οἱ μνηστῆρες. Mc. ὀνείατα: τὰ ὄνησιν ἐμποιοῦντα ἐδέσματα. D E2 H J Ma P Q T V. βρώματα. E2 Ma Yi.
ἑτοῖμα προκείμενα] ἡτοιμασμένα. Ma. πρόχειρα. Y. —ἐπί. Y. χεῖρας] τάς. Y.69
5ἴαλλον: ἐδίδοσαν. V. ἐξέτεινον. D H Ma QV. ἐπέβαλλον. D E2 Ma. ἔπεμπον. Y.

150

αὐτὰρ ἐπεί: ἐπειδὴ δέ. H V. —αὐτάρ] λοιπόν. H Ma. καί. Y. πόσιος: ποτοῦ. HMaPV. ἐδητύος: βρώσεως. MaV. ἐξ ἔρον ἕντο: ἐπλήρωσαν τὴν ἐπιθυμίαν. E2H1MQV. καὶ τὴν ἐπιθυμίαν ἐξέβαλον.
5Y. —τὸ „ἐξ“ μετὰ τοῦ „ἕντο“ συντακτέον, ὡς οὕτω λέγεσθαι, ἐξέντο καὶ ἐξέβαλον ἔρον τῶν βρωμάτων. HMa. —ἐξ ἔρον ἕντο: ἔστι πτώσεως αἰτιατικῆς τῶν ἑνικῶν. κλίνεται δὲ ὁ ἔρος τοῦ ἔρου. τὸ δὲ „ἕντο“ σημαίνει τὸ ἐξέβαλον τὸν τῆς τροφῆς ἔρωτα, τουτέστιν ἐκορέσθησαν. γίνεται δὲ ἀπὸ τοῦ ἵημι ὁ μέλλων ἥσω, ὁ δεύτερος ἀόριστος ἧν, ὁ μέσος ἕμην, ἕσο, τὸ αʹ τῶν πληθυντικῶν ἕμεθα, τὸ τρίτον ἕντο. Yi.

151

τοῖσιν] τούτοις τοῖς μνηστῆρσι. Ma. τοῖσιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλει: πιθανῶς, ἵνα ὁ Τηλέμαχος καιρὸν σχῇ. DE2HMaV. μεμήλει: ἔμελλεν. DE2HMaQV. ἐφροντίζετο. Ma. ἐν φροντίδι ἦσαν. Y. —Ἰακῶς
5τὸ „μεμήλει“. HMaQ.

152

μολπή: ἡ μετ’ ᾠδῆς παιδιά. VY. ἡ μετὰ παιδιᾶς τραγῳδία. DE2. ἡ ᾠδή. H Ma Q V Y. ὀρχηστύς: ὄρχησις. D H Ma Q V Y. τά] ταῦτα. M1. —εἰσίν. MaP.
5ἀναθήματα δαιτός: τῆς εὐωχίας τὸ κόσμημα. ἡ μεταφορὰ ἀπὸ τῶν τοῖς θεοῖς ἀνα‐ τιθεμένων. E2HMaQVY. —κόσμια. H. καλλωπίσματα. M1PT. πληρώματα. DE2. κοσ‐ μήματα. DE2QYi. δαιτός] εὐωχίας. MaY. —ἐπακόλουθον. Ma.

153

κῆρυξ δ’] ὁ δὲ κῆρυξ. Ma. κίθαριν: κιθάραν. HMaVY2. —παρωνύμως ἐκ τοῦ κιθάρα, ὡς τὸ χαρά χάρις. H1M1.
περικαλλέα: ἄγαν ἐκπρεπῆ. V. ἄγαν εὐπρεπῆ. DE2MaY. ἄγαν περικαλλῆ. HQ.70

154

Φημίῳ] τῷ μουσικῷ. H Ma Q. ἤειδεν: ᾖδεν. Ma V. ἔλεγεν. Ma. καὶ ἔψαλλε. Y. ἐτραγῴδει. D E2 MaY. ἀνάγκῃ] θλίψει. H. ἐν βίᾳ. D E2 H Q. μὴ βουλόμενος. Ma. —ὅτι πάνυ τὸν Ὀδυσσέα ἐφίλει. Y. —ὅς ’ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ: προανεφώνησεν, ἵνα ὁ Φήμιος σωθῇ
5ἐν τῇ μνηστηροφονίᾳ. H Ma T V Y. τυφλὸς δὲ ἦν. T. ἀνάγκῃ: σύνεσιν μαρτυρεῖ τῷ ᾠδῷ προ‐
απαλλάσσων αὐτὸν δικαίως τῆς μνηστηροκτονίας. D E2 H MaP1 Y.73

155

ὅ] ἀντὶ τοῦ ὁ μέν. Mc. καὶ οὗτος μέν. MaY. —ἤτοι ὁ Φήμιος. D. φορμίζων: κιθαρίζων. D E2 H Ma V Y. προοιμιαζόμενος. Mc. φορμίζων: τὰς χορδὰς ῥυθμίζων. γίνεται δὲ ἐκ τοῦ φροίμιον καὶ φροιμίζω φορμίζω, κατὰ μετάθεσιν τοῦ ρ καὶ ἐκ‐ βολὴν τοῦ ι. D E2 J.
5ἀνεβάλλετο: ἀνεκρούετο. DE2HMcTVY. προοιμιάζετο. HMaTVY. παρηγεῖτο. Ma. ἀρχὴν ἐποιεῖτο. T. ἀνέκρουε τὰς χορδάς. H. ἐψηλάφα τὰς χορδάς. HT. ἀνεβάλλετο καλὸν ἀείδειν: ἀνέβαλε φωνήν, ὥς που λέγει „μνησάμενος δ’ ἀδινῶς ἀνενείκατο φώνησέν τε“ [Τ 314]. DHMaT. ἔστι γὰρ ἀνήνεγκε τὴν φωνήν. Ma. καλόν: καλ]ῶς. E2.
10ἀείδειν] ὥστε. DE2HMc. —καὶ ᾠδὴν ποιεῖσθαι. Mc.

156

αὐτάρ] καί. Y. αὐτὰρ Τηλέμαχος: ἀναγκαίως νῦν διαλέγεται ἐκείνων κωμικῶς σχολαζόντων. Ma. γλαυκῶπιν Ἀθήνην] αἰτιατική. Ma. —ἤτοι τὸν Μέντην. Ma.

157

ἄγχι σχών: ἐγγὺς προσενεγκών. DE2MaV. πλησίον. HY. ἐγγὺς εἰς τὸ οὖς κύψας. H. πλησιάσας ἐγγὺς εἰς τὸ οὖς. Q. πευθοίατο: ἀκούσειαν. HMaVY. ἀκούσωσιν. Q. μάθοιεν. HMaY.

158

ξεῖνε] ὦ. Ma. —ξεῖνε: ὡς κακολογοῦντι ἑτέρους. Ma. ἦ] ἆρα. Y. εἰ καὶ τέως. H. νεμεσήσεαι: μέμψῃ. HMaQTV. εἰ καί μοι νεμεσήσεαι: διὰ τὸ λοίδορον. DH. —ξεῖνε φίλ’, εἰ καί μοι: προ‐
5καταλαμβάνει τὴν κατηγορίαν, ἵνα μὴ νομισθῇ παρὰ τῷ ξένῳ τῆς ἀταξίας αἴτιος εἶναι. D E2 H J Ma Q. ὅττι κεν: ὅπερ ἄν. T V. εἰς ὅπερ ἂν εἴπω. H Ma. ἢ ὃ ἄν. H. —λείπει δὲ τὸ λέξω. Ma.

159

τούτοισιν] τοῖς μνηστῆρσι. MaY. μέλει] φροντίζεται. H Q. πεφρόντισται. Ma. διὰ φροντίδος ὑπάρχει. T. κίθαρις] τὸ κιθαρίζειν. Ma.
ἀοιδή: ᾠδή. H V. καὶ ᾄδειν. Ma.74

160

ῥεῖ’, ἐπεὶ ἀλλότριον: τὸ ἑξῆς, ἐπεὶ ῥεῖα ἀλλότριον. H Ma V. ῥεῖ’] καὶ εὐκόλως. MaP. ἐπεί] ἐπειδή. Ma. διότι. P. ῥεῖ’, ἐπεὶ ἀλλότριον: ἠρέμα παραδηλοῖ, ὅτι οὐκ ἀρέσκεται τοῖς δρωμένοις, κωλύειν
5δὲ ἀμήχανος διὰ τὴν ἐρημίαν. DE2HJMaQ. βίοτον: περιουσίαν. H Ma V Y. νήποινον: ἀτιμώρητον. D E2 H Ma P1 Q V Y. ἀνεκδίκητον. D H Ma P1 V Y. καὶ ἐν ᾧ τιμωρίαν οὐκ ἐλπίζουσι δοῦναι. H Ma Q. χωρὶς ποινῆς. D E2. φόβου. μὴ φοβούμενοι ποινήν. D. πῶς; χωρὶς τιμωρίας. Ma. ἐστερημένην ποινῆς ἤγουν τιμωρίας. Y.
10ἔδουσιν: ἐσθίουσιν. MaV Y.

161

ἀνέρος] τοῦ Ὀδυσσέως. H Ma P. οὗ: οὗτινος. H Ma P V. —ἀνέρος λέγει. Y. πύθεται: σήπεται. D E2 H M1 PQVY. οὗ δή που λεύκ’ ὀστέα: προληπτικῶς, ἵνα μὴ παραμυθούμενος αὐτὸν ὁ ξένος πολλάκις
5ψεύσηται· „στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν“. D E2 H1 Ma.

162

π’ ἠπείροιο: ἐπὶ τῆς γῆς. H Ma P V. εἰν ἁλί: ἐν τῇ θαλάσσῃ. H V. κῦμα] τό. Y. κυλίνδει: κυλίει. H1MaQV. σύρει. Ma. συστρέφει. Y. —ὧδε κἀκεῖσε ἐρχόμενα. H.
5—αὐτά. MaY. —κυλίνδει: παρὰ τῷ ποιητῇ βαρύνεται ἀεί. δῆλον ἐκ τοῦ „προ[προ]κυλιν‐ δόμενοσ“ [Χ 221] καὶ „ἥ τε κυλινδομένη“ [Π 794]. H1Ma.

163

εἰ κεῖνον: ἐὰν τὴν Ἰθάκην, φησίν, εἶδεν ὁ Ὀδυσσεὺς τῆς πλάνης ἐπαναζεύξας, ηὔξαντο ἂν ἅπαντες οἱ μνηστῆρες ἐλαφροτέρους κτήσασθαι πόδας πρὸς τὸ φυγεῖν αὐτοὺς τὴν τοῦ Ὀδυσσέως ὀργήν, παρὸ πλουσιώτεροι γενέσθαι. HMaQ. Ἰθάκηνδε] εἰς. Y.
5ἰδοίατο: θεάσοιντο. H1 P Q V. ἴδοιεν. D Ma V. ἴδοιντο. E2. —ἤγουν οἱ μνηστῆρες. Y. νοστήσαντα] ὑποστρέψαντα. Ma.

164

κ’] ἄν. Mc.
ἀρησαίατο: εὔξαιντο. DE2HKMaPVYk. ἢ εὔξοιντο. H. ἐλαφρότεροι] ταχεῖς. Ma. —πρὸς τὸ φυγεῖν. DE2. —ἐλαφρότερος ἐτυμολογεῖται ἀπὸ τοῦ ἔλαφος, ἐλαφηρός καὶ ἀφαιρέσει τοῦ η ἐλαφρός. DE2.75
5εἶναι] γενέσθαι. Ma.

165

ἢ ἀφνειότεροι: κοιμιστέον τὸ ἤ· διασαφητικὸς γάρ ἐστιν, ἀντὶ τοῦ ἤπερ, οὐ δια‐ ζευκτικός. εὔξονται μᾶλλον ταχεῖς εἶναι ἤπερ πλούσιοι. HMaQ. —παρὸ γενέσθαι. K. ἀφνειότεροι: πλουσιώτεροι. MaVY. πλούσιοι. P. ἐσθῆτός τε] καί. P.

166

ὁ] ἤγουν ὁ Ὀδυσσεύς. MaY. ς: οὕτως ὡς ἔχει. H1MaV. λίαν. Y. ἀπόλωλε: ἀπώλετο, ἀπέθανεν. HMaV. οὐδέ τις ἥμιν: τοῦτο τὸ ῥητὸν οὕτως συντακτέον· οὐδέ τις φῇσι—καὶ εἴπῃ—ἐπι‐
5χθονίων ἀνθρώπων τὸν Ὀδυσσέα ἐλεύσεσθαι πρὸς ἡμᾶς, εἴπερ—ἤτοι ἐπειδή—ὤλετο τοῦδε —καὶ τούτου—τὸ νόστιμον ἦμαρ, ἤγουν ἡ ἡμέρα τῆς ἐκείνου ἐπιστροφῆς. HMaQ. —ἀπόλυτος ἡ „ἡμῖν“. HT.

167

θαλπωρή: χαρά. H1KMaQTV. παραμυθία. H1Vk. παρηγορία. Ma. εὐθυμία. P. θάλψις, τέρψις. Y. —κατ’ ἐνίους δὲ τῶν πάνυ ἀξιολόγων „ἐλπωρή“, ἵνα λείπῃ ὁ καί· οὐδεμία ἡμῖν ἐλπίς ἐστιν ἐκείνου, εἰ καί τις εἴποι αὐτὸν ἐλεύσεσθαι. H1KMaQT. γράφεται καὶ „ἐλ‐ πωρή“. DE2MaT. —ἐλπωρή: ἐλπίς. DE2HMaQV. σωτηρία. HQV. ἀσφάλεια, σκέπη. HV.
5εἴ περ] ἐπειδή. K Y. εἰ καί τις D. καὶ ἐάν. Pr. ἐπιχθονίων] τῶν ἐπὶ γῆς. Ma. τῶν ἐπιγείων. Y.

168

φῇσιν: φαίη, εἴπῃ. HMaV. —τὸ „φῇσιν“ σὺν τῷ ι, ὡς τὸ „δῷσι πόλιν Τροΐην“ [Α 129]. προπερισπαστέον· ἐν παρολκῇ γάρ ἐστιν ἡ σιν. Ma. γρ' „φῇσιν“. KY2i. γρ' „φησίν“. q
γράφεται „φήσει“. Mc. —λείπει τὸ οὔ. Y. ἐλεύσεσθαι: ἐλθεῖν. HMaPVY. παραγενέσθαι. Y. —αὐτόν. Ma.76
5τοῦ] τούτου. Ma. δ’] γάρ. KMa. ὤλετο: ἀπώλετο. HMaV. νόστιμον ἦμαρ: ἡ εἰς τὰ οἰκεῖα ἐπάνοδος. DE2HMaV.

169

ἄγε] φέρε. P1. εἰπέ] ὦ Ἀθηνᾶ. HMa. ἀτρεκέως] ἀληθῶς. MaPY. κατάλεξον] διασάφησον. Ma.

170

τίς, πόθεν εἶς: ἐγκλιτέον τὴν „εἶσ“. ἀλλ’ οὐκ ἐγείρει τὴν θεν συλλαβήν· πυρρι‐ χιακὴ γάρ ἐστιν. HMa. —εἰμί, τὸ δεύτερον εἶς. E2. —εἶς: ὑπάρχεις. HPVY. ἀνδρῶν] ἀπό. Y. —τίς ὑπάρχεις τῶν ἀνθρώπων καὶ πόθεν εἶς; Ma. πόθι: ποῦ. MaPVY.
5τοι] καὶ σοί. Y. σοῦ. Ma. πόλις] ἡ. Ma. —ἐστίν. Y. —„πτόλισ“ γρ'. H. ἠδέ] καί. Mc. τοκῆες: γονεῖς. MaV. καὶ οἱ σοὶ γονεῖς. HQ. —οἱ πατέρες εἰσὶ γεννήτορες. Y.

171

ὁπποίης: ὁποίας. MaV. —ἐπὶ νηὸς ποίας εἰσῆλθες καὶ ἦλθες; HQ. ὁπποίης δ’ ἐπὶ νηός: ξένης ἢ ἰδίας. D E2 H J MaT. —Ἀρίσταρχος „ὁπποίης τε“. HMaT. ἄλλως. οἰκειότερον ταῦτα ὑπὸ Εὐμαίου ἂν λέγοιντο [ξ 188]· διὸ ἔν τισιν οὐκ
5ἐφέροντο. HMaT. ἐπί] μετά. Ma. νηός: νεώς, πλοίου. V. ἀφίκεο: παρεγένου. HMaVY. πῶς] ἀντὶ τοῦ ποῖοι. Ma.

172

ἤγαγον] ἐκόμισαν. Ma. ἔμμεναι] εἶναι. P1. ὑπάρχειν. HMaY. εὐχετόωντο: ἐκαυχῶντο. HQV. εὐχετόωνται] καυχῶνται. DE2. ἐγκαυχῶνται. Ma. λέγονται. PY. εὔχονται. Y. —πῶς ἀκούουσιν; Ma.

173

οὐ] οὐδαμῶς. Ma. οὐ μὲν γάρ τί [σε] πεζόν: πεζὸν μὲν γάρ σε ἀδύνατον ἐλθεῖν. HQVY. —οὐ μὲν γάρ τί σε: ἠθικὸν τοῦτο, ὡς τὸ „οὐ γὰρ ἀπὸ δρυός ἐσσι“ [τ 163]. ἄλλως. ὡσεὶ ἔλεγε· πεζὸν μὲν γάρ σε ἀδύνατον ἐληλυθέναι. DE2HJKMaQT.77
5ὀΐομαι] ὑπολαμβάνω. Y.

174

ἀγόρευσον: εἰπέ. HMaPV. δημηγόρευσον. Ma. ἐτήτυμον: ἀληθές. HPrV. ἀληθῶς. MaPY. ὄφρ’] ὅπως. HMa. εὖ εἰδῶ: ἀσφαλῶς γνῶ. DE2HMaV. —ὄφρ’ εὖ εἰδῶ: τὸ „εἰδῶ“ Τυραννίων μὲν βα‐
5ρύνει, Ἀρίσταρχος δὲ περισπᾷ, ᾧ καὶ πειστέον. HKMaQ.

175

ἠὲ νέον μεθέπεις: ἢ νεωστὶ πρὸς ἡμᾶς ἔρχῃ. H1KMaQTV. —ἠέ] καί. Y. μεθέπεις: μετέρχῃ. V. ἐλήλυθας. HV. παραγέγονας, ἦλθες. Ma. —γρ' „μεθέπῃ“. H1. ἠὲ νέον μεθέπεις ἦ: ὁ δεύτερος ἦ περισπᾶται· ἐρωτηματικὸς γάρ ἐστι. καὶ τὸ „ἐσσί“ ἐγκλιτέον. DE2H1Ma.
5πατρώιός ἐσσι] φίλος ἐμοῦ πατρὸς ὑπάρχεις. HMa.

176

ξεῖνος] φίλος. MaY. ἴσαν: ἐπίστανται. DE2V. ἐγίνωσκον, ἠπίσταντο. D E2 H K M Q. ἔγνωσαν. H1. ἢ ἐπο‐ ρεύθησαν ἢ ἐγίνωσκον. T. ἦλθον. Prk. —γρ' „ἔσαν“, ἀντὶ τοῦ ὑπῆρχον. HK. δῶ: δῶμα. HMaVY. οἴκημα. MaV.

177

ἐπεὶ καὶ κεῖνος: ἐκ πλήρους ὁ „καί“· τῇ γὰρ „ἐκεῖνοσ“ οὐ χρῆται, εἰ μὴ ἀναγκασθῇ ὑπὸ μέτρου. οὕτως Ἀρίσταρχος. DE2H1HMaQ. ἐπίστροφος ἦν ἀνθρώπων: ἐπιστροφὴν καὶ ἐπιμέλειαν ἐποιεῖτο τῶν ἀνθρώπων. DE2HKMaQTVY. ἐπιστροφὴν τῶν φίλων ποιούμενος. M1. ἐπίστροφος: ἐπιμελής. ἔστι δὲ
5καὶ ὄνομα κύριον. DE2. ἢ οὗ λόγον ἐποιοῦντο πάντες οἱ ἄνθρωποι. DE2HMaQTV. ἢ ἐπερ‐ χόμενος καὶ ἐπιδημῶν. DE2HKTVY2. ἐπίστροφος: συναναστρεφόμενος. V. φροντιστής, ἐπιστρεφόμενος τῶν ἀνθρώπων, φιλόξενος. DE2H1. ἢ παρὰ πολλοῖς ἀνθρώποις ξενιζόμενος. DH1Ma. τὸ „ἐπίστροφοσ“, ἤγουν ἐπιστρεπτικὸς ἦν τῶν ἀνθρώπων. εἰς ἑαυτὸν ἔστρεφε τοὺς ἀνθρώπους ὑπὸ τῆς ἰδίας ἀρετῆς καὶ φρονήσεως καὶ εὐγενείας. B.78

178

αὖτε] καὶ πάλιν. Y. θεά] ὁ ἄγγελος τοῦ Μέντου. Y.

179

τοί] δή. Ma. διατοῦτο. H Q. —περισσόν. E2. τοι] σοι. HMaPQY. —ἐγὼ γάρ σοι. P. μάλ’] πάνυ. Ma. λίαν. Y. ἀτρεκέως] συντόμως. Ma. ἀληθῶς. Y.
5ἀγορεύσω] λέξω, διασαφήσω. Ma.

180

ἐπίγραμμα τοῦτο λέγεται. D. Μέντης] ἐγὼ εἰμί. Y. δαΐφρονος] τοῦ πολεμικὸν φρόνημα ἔχοντος. Ma. τοῦ πολεμικοῦ. PY. τοῦ συνετοῦ. Y. εὔχομαι] καυχῶμαι. HMaQY.

181

υἱός: διατί πρῶτον εἶπεν, ὅτι βασιλέως υἱός εἰμι, οὐκ ἄλλως πως; ἀλλ’ ἵνα με‐ γάλου γένους ὑπάρχων προσέχῃ τὰ λοιπά. Ma. ἀτάρ] καί. P Y. Ταφίοισι: Ταφί]ων. E2. —ἔθνος. P. —Τάφος ἐστὶ νῆσος τῶν Ἐχινάδων. H.
5φιληρέτμοισιν: ναυτικοῖς. HMaPQTV. φιλοκώποις. DE2HMaPk. κωπηλάταις. Y. φιλοναύταις. DE2.

182

ὧδε: οὐδέποτε κεῖται παρὰ τῷ ποιητῇ τὸ „ὧδε“ τοπικόν, ἀλλ’ ἀντὶ τοῦ οὕτως. DE2HMaQVY. νῦν δ’ ὧδε: ἤτοι οὕτως ὡς ὁρᾷς, ὡς ἰδιώτης, οὐχ ὡς ἐπέβαλε βασιλεῖ. H1HMaQ. ξύν] σύν. P.
5κατήλυθον] κατῆλθον. Ma. δ’] καί. PY. ἑτάροισι] καὶ φίλοις. Y.

183

πλέων] πορευόμενος. Ma. ἐπί] οὐκ ἀναστρεπτέον τὴν „ἐπί“. H K Ma Q. οἴνοπα πόντον: μέλανα πόντον. E2MaVY. πλέων ἐπὶ οἴνοπα πόντον: τὸ ὕδωρ ἀχρω‐
μάτιστόν ἐστιν· ἔνθα γοῦν ἐστι βάθος, φαίνεται οἰνοειδές· ἔνθα δὲ ὀλίγον, φαίνεται λευκόν. D E2 J.79
5π’] ἐς. K. —γρ' „ἐς ἀλλοθρόουσ“. H. ἀλλοθρόους: ἀλλοδαπούς. D E2 H1 Ma V Yi. ξένους, βαρβάρους. Ma V Yi. τὸ δὲ „ἀλλο‐ θρόουσ“ ἀντὶ τοῦ ἀλλογλώσσους, ἐπεὶ οὐκ ἦν „ὁμὸς θρόος οὐδ’ ἴα γῆρυσ“ [Δ 437]. D H Ma Q. ἀλλοφύλους. k.

184

Τεμέσην: Τεμέση πόλις Κύπρου, κατὰ δέ τινας Ἰταλίας, ἣν νῦν Βρεντέσιον κα‐ λοῦσιν. H M1 T V Y. ἐς Τεμέσην: πόλις ἐν Οἰνωτροῖς ἡ νῦν Τέμψα καλουμένη, ἢ Βρεν‐ τέσιον. H Q. κάλλιον δὲ πόλιν λέγειν Ἰταλίας τὸ νῦν καλούμενον Βρεντέσιον, ὅπου καὶ ὁ χαλκὸς γίνεται ὁ καλὸς καὶ ἐπαινετός. H. —Τεμέσιος χαλκὸς ὁ λευκός. E2.
5μετὰ χαλκόν: διὰ χαλκόν. V. ἄγω: κομίζω. MaPV. ἀντὶ τοῦ διακομίζω. H. αἴθωνα: μέλανα, ἀντὶ τοῦ ἀνέργαστον· ἢ λαμπρόν, ἀπὸ τοῦ αἴθοντος πυρός. DE2HM1V. „αἴθωνα“ δὲ „σίδηρον“ ἢ λαμπρόν, ἀπὸ τοῦ αἴθοντος πυρός. DE2HM1V. „αἴθωνα“ δὲ „σί‐ δηρον“ ἢ τῇ φύσει λαμπρόν, ἀπὸ τοῦ πυρὸς τοῦ αἴθοντος· ἢ μέλανα, διὰ τὸ ἀκατέργαστον. HQ.

185

et 186 [ἀθετοῦνται.] προηθετοῦντο δὲ ὑπὸ Ἀριστοφάνους· κατ’ ἔνια δὲ τῶν ἀντι‐ γράφων οὐδ’ ἐφέροντο. HMaQR. νηῦς: ναῦς. DMaP1V. μοι] μου. MaY.
5νηῦς δέ μοι ἥδ’ ἕστηκεν: τὸ „ἧδε“ ἀναφορικῶς εἴρηκεν ἀντὶ τοῦ δεικτικῶς. HM1RV. ἥδε: αὕτη. HV. —[προ]περισπαστέον δὲ τὸ „ἧδε“· ἔστι γὰρ ἀντωνυμία ἀναφορική. HMaQR. τὸ η ἄρθρον ἐστί, καὶ ἡ ναῦς. Y. π’ ἀγροῦ] ἐπὶ τοῦ ἀγροῦ. Ma. νόσφι] πόρρω. Y. ἔξωθεν. Ma. —νηῦς δέ μοι ἧδ’ ἕστηκε: προφασίζεται νόσφιν
10εἶναι τὴν ναῦν, πρὸς τὸ μὴ καὶ τοὺς ἑταίρους ἐθέλειν ξενίσαι· τὸν δὲ πλοῦν μακρόν τε καὶ
ἀναγκαῖον εἶναι, πρὸς τὸ μὴ κατασχεθῆναι παρ’ αὐτοῦ. DE2HJMaQR. πόληος] Ἰθάκης. Y.80

186

ἐν λιμένι Ῥείθρῳ: ὄνομα κύριον τοῦ ἐν Ἰθάκῃ λιμένος τὸ Ῥεῖθρον, ἀπὸ τοῦ συμβεβηκότος, ἐπειδὴ ἔκρουν ἔχει. ἢ ἀπὸ τοῦ συρρεῖν εἰς αὐτὸν χειμάρρους πολλοὺς ἀπὸ τοῦ Νηίου ὄρους. DHKM1MaTVY. Ῥεῖθρον ἐκαλεῖτο ὁ λιμὴν τῆς Ἰθάκης. HQ. τόπος. Y. τῷ λεγομένῳ. Ma. οὕτω καλουμένῳ Ῥείθρῳ καταρρεομένῳ ὑπὸ πολλῶν ὑδάτων. HT. παρὰ τὸ
5πολλοὺς χειμάρρους ῥεῖν εἰς αὐτὸν ἀπὸ τοῦ Νηρίτου. H1HT. „Νήριτον“ γὰρ τὸ „Νήιον“ τινὲς λέγουσιν· οἱ δέ φασιν ἕτερον εἶναι τὸ Νήιον τοῦ Νη‐ ρίτου. Ἀρίσταρχος δέ φησι Νήιον παρακεῖσθαι τῷ Ῥείθρῳ, ἀφ’ οὗ ἐξῆπτον τὰ πρυμνήσια. HMaT. Πορφυρίου· ὑπὸ Νηίῳ ὑλήεντι: διαφέρει Νήριτον καὶ Νήιον. δύο δέ ἐστιν ὄρη τῆς Ἰθάκης· „τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ“ [ν 351] καὶ „ἡμεῖς δ’ ἐξ Ἰθάκης ὑπὸ Νηίου
10εἰλήλουθμεν“ [γ 81]. ὅπερ κάθυγρον ὂν εἰς τὸν ὑποκείμενον λιμένα πλεῖστον ῥεῦμα ἐνδίδωσιν· ὅθεν ἀπὸ τοῦ συμβεβηκότος Ῥεῖθρον προσηγόρευσε τὸν λιμένα· „νηῦς δέ μοι ἧδ’ ἕστηκεν ἐπ’ ἀγροῦ νόσφι πόληος ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηίῳ ὑλήεντι“. τὸ γὰρ „ἐν λιμένι Ῥείθρῳ“ (δηλοῖ ἐν καλῷ λιμένι Ῥείθρῳ) ὡς εἴ τις ἔλεγεν ἐν καλῷ λιμένι τῷ Ῥείθρῳ. τὸ δὲ Νήρικον πόλισμά ἐστι τῆς κατ’ ἀντικρὺ Ἠπείρου· „ὡς ὅτε Νήρικον εἷλον ἐυκτίμενον πτολίεθρον, ἀκτὴν Ἠπείροιο“
15[ω 377]. DD*E2HJKMaQT. Νηίῳ: τῷ πρὸς ὑποδοχὴν νεῶν εὐθέτῳ ὄρει τῆς Ἰθάκης. DHMaQVY. ὄνομα ὄρους. Ma
ὑλήεντι: ὑλώδει. E2H1MaVY. δασεῖ. Mc.81

187

ξεῖνοι] φίλοι. PY. πατρώιοι] οὐχὶ νέοι, ἀλλὰ πατρικοί. Ma. ἤγουν ἐκ πατέρων. DE2. εὐχόμεθ’] καυχώμεθα. HQ. λεγόμεθα. P. —ἡμεῖς, ἤγουν ἐγὼ καὶ ὁ πατήρ σου. Y. εἶναι] ὑπάρχειν. Ma.

188

εἴ πέρ τε γέροντ’: διχῶς αἱ Ἀριστάρχου, „εἴ πέρ τε“ καὶ „εἴ πέρ τι“. Ma. — τε] καὶ Mc. γέροντ’] ὁ Λαέρτης ἦν πατὴρ τοῦ Ὀδυσσέως. Y. εἴρηαι: ἐρωτήσειας. QV. ἐπερωτήσειας. D. ἐρωτήσεις. E2HMaPY. ἐρωτήσῃς. k.
5μαθήσῃ. E2. —εἴ πέρ τε γέροντ’ εἴρηαι: εἰς ἀξιόχρεων μάρτυρα τὴν πίστιν ἀναφέρει. DE2HH*MaQ. ἐπελθών] πορευθείς. Ma.

189

Λαέρτην] τὸν τοῦ Ὀδυσσέως πατέρα. HMaP. τόν] ὅντινα. PY. —ἤγουν τὸν Λαέρτην. DE2. πόλιν δέ] εἰς τὴν ἑαυτοῦ πόλιν τὴν Ἰθάκην. HMaQ.

190

ἔρχεσθ’] παραγίνεσθαι. Ma. ἀλλ’] ἀλλὰ φασί. Y. ἀπάνευθεν: ἄποθεν, μακράν. V. πόρρωθεν. MaP1Q. πόρρω. Y. πήματα: κακά. DE2V. βλάβας. MaP1Y.
5πάσχειν] ὑπομένειν. Ma. —διὰ τὴν ἀποδημίαν τοῦ Ὀδυσσέως. Y.

191

γρηί: γραΐ. V. —τῇ Ἀντικλείᾳ. M1. ἀμφιπόλῳ] τῇ δούλῃ. HQY. δουλίδι. Ma. σθλάβᾳ. P1. —ἀμφίπολος ἡ δούλη, παρὰ τὸ περιπολεῖσθαι τῇ ἑαυτῆς κυρίᾳ. P. —γρηὶ σὺν ἀμφιπόλῳ: δευτέραν πίστιν τῆς καθαρᾶς φιλίας ποιεῖται τὴν ἀκριβολογίαν τῆς κακοδουλείας. DE2HMaQ.
5ἥ] γραῦς. PY. οἱ] αὐτῷ. HMaY. —τῷ Λαέρτῃ. HMa. βρῶσιν: τροφήν. MaV. τε] καί. Y. πόσιν: ποτόν. MaV.

192

παρτίθει: παρατίθει. V. παρασκευάζει. Ma. ἑτοιμάζει. Y. —τὸ „παρτιθεῖ“ ἐνεστώς ἐστιν, ἀπὸ τοῦ τιθῶ· διὸ περισπᾶται. H1HMaP1Q. εὖτ’ ἄν μιν: ὁπότ’ ἂν αὐτόν. V.
κάματος] κόπος. MaY.82
5κατὰ γυῖα] κατὰ τὰ μέλῃ. Y.

193

ἑρπύζοντα: μετὰ ὀδύνης καὶ ἀνίας ἠρέμα βαδίζοντα διὰ τὸ γῆρας. M1VY. „ἑρπύζοντα“ ἐσήμανε τὸν ὑπὸ τοῦ γήρως μετὰ ὀδύνης καὶ ἀνίας ἠρέμα καὶ βαρέως βαδίζοντα. DE2HJMaQ. κεκυφότα. Ma. συρόμενον. Y. γουνόν: τὸ γονιμώτατον καὶ κάλλιστον. VY. εἰς τὸν γονιμώτατον τόπον. HMaQ.
5τὸν γόνιμον τόπον. DT. τὸν ὑψηλὸν τόπον ἢ τὸν τραχύν. k. ἀλωῆς: ἀμπελοφύτου γῆς. DMaV. —ἀνὰ γουνὸν ἀλωῆς: ἀλωὴν καὶ τὴν πολύδενδρον γῆν φησιν—„ἔνθα δέ οἱ πολύκαρπος ἀλωή“ [η 122]—καὶ τὴν ἀμπελόφυτον—„σταφυλῇσι μέγα βρίθουσαν ἀλωήν“ [Σ 561]—· ὁμοίως καὶ τὴν σιτοφόρον γῆν. H1HMaP1Q. ἀλωή σημαίνει τρία· τὴν ὑπόδενδρον καὶ δασεῖαν γῆν, τὴν ἀμπελόφυτον καὶ τὴν σιτοφόρον. DE2. ἀλωὴ καὶ ὁ
10σύνδενδρος τόπος καὶ ὁ καρποφόρος· καὶ τὸ ἀμπελόφυτον. K. ἀλωὴ λέγεται καὶ ἡ πολύδενδρος γῆ καὶ ἡ ἀμπελόφυτος καὶ ἡ σιτοφόρος καὶ ἡ δασεῖα. B. οἰνοπέδοιο: οἰνοφόρου. HMaPQTVY.

194

τὸ δὲ ἑξῆς, ἔφαντο γὰρ δὴ αὐτὸν τὸν σὸν πατέρα ὥστε ἐπιδήμιον εἶναι. λείπει δὲ τὸ „ὥστε“. HMaY. δήν] ἐπὶ πολύ. E2. ἔφαντο: εἶπον. VY. ἔλεγον. DE2. ᾤμην. D. λέγουσιν. Ma.
5ἐπιδήμιον: ἐπιδημοῦντα. MaV. καὶ ζῶντα. Ma. προσήλυτον. Y. ἤγουν ἐν Ἰθάκῃ ἀφικέσθαι. DE2. εἶναι] ὑπάρχειν. Ma.

195

νυ] ὡς ἔοικε. M1. καὶ ἀτελείωτον. P. ἀλλά νυ τόνγε θεοί: τοὺς καιροὺς καὶ τὰ στοιχεῖα λέγει νῦν· ἢ τὸν Κύκλωπα καὶ τοὺς σὺν αὐτῷ. Y. τὸ θεός ὄνομα σημαίνει εʹ· θεοὶ οἱ σοφοί, θεοὶ οἱ βασιλεῖς, θεοὶ τὰ στοι‐ χεῖα, αἱ ψυχικαὶ δυνάμεις καὶ τὰ πάθη, καὶ οἱ ἀστέρες καὶ ἡ ἐξ αὐτῶν εἱμαρμένη. Ma.
5βλάπτουσιν: ἐμποδίζουσιν. DE2H1MaPV. κωλύουσι. HMaQ.
κελεύθου] τῆς ὁδοῦ. HMaQT. —ἕνεκεν. M1. εἰς. Y.83

196

οὐ γάρ πω τέθνηκεν: οἶδα, φησίν, ὅτι οὐ τέθνηκεν· ᾠόμην δὲ αὐτὸν καὶ ἐπαν‐ εληλυθέναι. HMaP1QY. ἐπὶ] ἐν. Mc.

197

ἀλλ’ ἔτι που ζῳὸς κατερύκεται: διὰ τούτων εὔελπιν ποιεῖται τὸν νέον. DE2HJMaP1Y. ἔτι] μέχρι τοῦ νῦν. Ma. ζῳός: ζῶν. M1V. ὑγιής. Y.
5κατερύκεται: κατέχεται. DE2H1MaQV. κρατεῖται. Y. κωλύεται. MaVY. εὐρέι: πλατεῖ. MaVY. μεγάλῳ. MaV.

198

νήσῳ] ἐν ᾗ ἐστιν ἡ Καλυψώ. HMaQ. ἐν ἀμφιρύτῃ: τῇ ὑπὸ θαλάσσης περιρρεομένῃ. D E2 Ma V Y. —διὰ (δὲ) τοῦ εἰπεῖν „νήσῳ ἐν ἀμφιρύτῃ“ δυσχερὲς αὐτῷ τὸ ἐκφυγεῖν ὑπεσήμανεν ὡς ἐν νήσῳ ὄντι· οἱ γὰρ ἐν γῇ εὐχερῶς δραπετεύουσιν. D E2 H J Ma Q.
5χαλεποί] ἄγριοι. M1. —„χαλεποὶ ἄνδρεσ“, ἤγουν ὁ Κύκλωψ καὶ οἱ μετ’ αὐτοῦ. ἁρ‐ πάσαντος γὰρ Ὀδυσσέως τὴν θυγατέρα τοῦ Κύκλωπος, ἣν ὡς ὀφθαλμὸν εἶχεν, οὗτος μετὰ πολλῆς ἰσχύος νῆας ποιήσας κατὰ τοῦ Ὀδυσσέως ἐφέρετο, καὶ οὕτως οὐκ εἴα αὐτὸν πρὸς τὴν οἰκείαν ἐπιστρέψαι πατρίδα. P1Y. μιν] αὐτόν. Y.
10ἄνδρες] Κερκυραῖοι. Ma. ἔχουσιν] ἐμποδίζουσιν. HQ. κωλύουσιν. M1. κρατοῦσι. Y.

199

ἄγριοι] ἀνήμεροι. Ma. —οἷος ὁ Κύκλωψ καὶ ἡ Καλυψώ. Ma. κεῖνον] ἀφαίρεσις. Y. ἐρυκανόωσι: ἐπέχουσι. D E2 H1 V. κατέχουσι. k2. κωλύουσιν. H M1 P V Y. —ἐπαν‐ ελθεῖν οἴκαδε. H Ma.
5ἀέκοντα: ἄκοντα καὶ μὴ βουλόμενον. Ma V.

200

τοι] σοί. Mc. ς] ὅτι. H1 P. καθώς. Ma Y. θυμῷ] τῇ ψυχῇ μου. Ma.

201

ἀθάνατοι] ἡ εἱμαρμένη. M1. οἱ ἀεὶ ὄντες θεοί. Ma. βάλλουσι] ἐμβάλλουσι. Ma. —ἐμοί. H1Q. γνῶσιν. H Ma Q. —ὡς αἱ ψυχικαί μοι
δυνάμεις ὑποτιθέασιν. D E2. ἤγουν ὡς οἱ φρόνιμοι ἐνθυμοῦνται. Y. ς] οὕτως. PY.84
5τελέεσθαι] πληρωθῆναι. HMaQ. —γράφεται „τετελέσθαι“. Mc. ὀΐω] ἐλπίζω. Ma. ὑπολαμβάνω. Y.

202

οὔτέ τι: οὐδαμῶς. MaV. τι] καὶ κατὰ τί. Y. οὔτέ τι μάντις ἐών: ἠρέμα παρεδήλωσεν ἡ Ἀθηνᾶ ἥτις ἦν· οἱ γὰρ ἄνθρωποι καὶ μάντεις καὶ τῶν οἰωνῶν δεόμενοι, τὸ δὲ θεῖον ἐξ αὑτοῦ προγινώσκει τὸ μέλλον. DE2HJMaQ.
5ἐών] ὑπάρχων. HMaQ. οἰωνῶν σάφα εἰδώς: ὀρνεοσκοπίας ἔμπειρος. D H Ma Q V. ἐπιστήμων ὢν ὀρνεοσκο‐ πίας. T. μαντευμάτων. Y. ἢ οἰωνιστὴς ὤν. Ma V. εἴδησιν ἔχων. H Mc.

203

οὔ τοι] οὐδαμῶς. Ma P. δηρόν] ἐπὶ πολύ. H P Y. ἐπὶ πολὺν χρόνον. Ma. τοῦ λοιποῦ. D. ἄπο] πόρρω. MaY. —οὐκ ἀναστρεπτέον τὴν ἀπο. H Ma Q. πατρίδος] τῆς πατρικῆς. Ma.

204

ἔσσεται] ἤγουν ὁ Ὀδυσσεύς. Y. εἴ πέρ τε κἄν. Y. δέσματα: δεσμοί. D H V Y. —δέσματ’ ἔχῃσι: ἀντὶ τοῦ δεσμοί, Ἀττικῶς· τὰ γὰρ ἀρσενικὰ οὐδετέρως λέγουσιν. DE2J. ἔθος δὲ Ἀττικοῖς τὰ ἀρσενικὰ οὐδετέρως λέγειν. H Q V Y.
5Ἀττικὸν δέ ἐστι τὸ τοῖς οὐδετέροις ἀντὶ ἀρσενικῶν χρῆσθαι. H1Ma. —„δέσματα“ ὡς γράμματα. H1HMa. [γρ' δὲ οὐκ εὖ] „ἀλλ’ εἴ πέρ τε σιδήρεα δέσμ’ ἅ τ’ ἔχῃσι, φράσσεται ὥς κε νέηται“, κἂν ἔχῃ ἔμφασιν ἡ γραφή. HMa. —ἐκτέταται ὡς τὸ ὀνείρατα, προσώπατα. DE2H1JMa. — γίνεται δὲ ἀπὸ τοῦ δέω δέσματα, ὡς ἀπὸ τοῦ ξέω ξέσματα. DE2HH*JMaQV. ἔχῃσι: κατέχῃ, φυλάσσῃ. GcV. —ἀπὸ σιδηρῶν δεσμῶν κατέχεται, φυλάσσεται. Ma.

205

φράσσεται: διανοηθήσεται. H1PQV. διανοηθῇ. HMa. ἐπιβουλευθῇ καὶ ἐν‐ θυμηθῇ. Y. διανοηθείη. K. σκέψεται. DE2HMa. σκοπήσει. D. βουλεύσεται. DE2Ma.
ς] καὶ ἵνα. Y. —ὅπως ἐνταῦθα ἔλθῃ. DE2. κε] ἄν. Mc.85
5νέηται: ἀνακομίζηται. MaV. ἐπανέλθῃ. HKMa. ἔλθῃ. Y. πολυμήχανος: πολύβουλος. MaV. συνετός. HMaV.

206

ἄγε] φέρε. Ma. εἰπέ] σύ, ὦ Τηλέμαχε. HMa. ἀτρεκέως] καὶ ἀληθῶς. Y. κατάλεξον] διασάφησον. Ma.

207

εἰ] ἐάν. Y. —εἰ δὴ ἐξ αὐτοῖο τόσος: πειραστικῶς πυνθάνεται, πῶς Ὀδυσσέως ὢν οὐκ ἀνδρίζεται. λείπει δὲ εἰς τὸ „τόσοσ“ τὸ ὤν, ἵν’ ᾖ τηλικοῦτος ὤν. DE2HJMaQ. ἐξ αὐτοῖο: ἐξ αὐτοῦ. MaV. τόσος] τηλικοῦτος. H K Q Y. ἤγουν τοσοῦτος. H. σὺ ὁ τοιοῦτος, ὁ τηλικοῦτος. Ma.
5εἰς τοῦτο ἀκμῆς καὶ ἡλικίας. k. —τὸ „τόσοσ“ ἐπὶ ποσότητος. Ma. θαυμαστικόν. E2Y. εἰς] ὑπάρχεις. HMaY. (πονῶ πονήσω ἐν ψυχῇ, πονῶ δὲ πονέσω ἐπὶ σώματος. E2.)

208

αἰνῶς: νῦν ἀντὶ τοῦ λίαν. H1V. δεινῶς. k. ἀπαραλλάκτως. E2. αἰνῶς γὰρ κεφαλήν τε: Ἀριστοφάνης καὶ Ἀρίσταρχος „αἰνῶς μέν“ (ἔχει)· καὶ ἔχει τι εἶδος ἡ γραφὴ αὕτη. HKMaQR. κεφαλήν τε] εἴς τε τήν. Ma. κατὰ τήν. Y.
5καὶ ὄμματα] καὶ κατὰ τά. Y. —διὰ μὲν τῆς κεφαλῆς νοήσαις τὴν φρόνησιν, διὰ δὲ τῶν ὀμμάτων τὴν ὡραιότητα καὶ τὴν εὐμορφίαν· τούτοις γὰρ τοῖς κοσμήμασι καλλωπίζεται ὁ ἀνὴρ καὶ ἡ γυνή. Y. ἔοικας: ὅμοιος εἶ. H Ma Q V Y.

209

κείνῳ] τῷ Ὀδυσσεῖ. H Ma Y. ἐπεί] ἐπειδή. Ma. διότι. Y. θαμὰ τοῖον: συχνῶς οὕτως, ὡς καὶ νῦν ἡμεῖς. E2H1M1QVY. τὸ δὲ „τοῖον ἐμισγόμεθα“ ἀντὶ τοῦ τοίως, ὡς νῦν καὶ ἡμεῖς, ἐγὼ καὶ σύ. HKMaQ. ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθα:
5οὕτως ὡς ἡμεῖς ἐμίχθημεν σήμερον, καὶ μετὰ τοῦ σοῦ πατρὸς ἐμισγόμεθα. HMaQ. —ἀντὶ τοῦ τόσον. Y. —θαυμαστικόν. PY. ἐμισγόμεθα: ἐμιγνύμεθα. MaV. —ἐγώ τε καὶ ὁ σὸς πατήρ. HMa.

210

πρίν] πρὸ τοῦ. E2. τόν] ἐκεῖνον. Y. ἀναβήμεναι] ἀνελθεῖν. H Ma Q Y.86

211

Ἀργείων] Ἑλλήνων. Ma. ἔβαν] ἐπορεύθησαν. P Y. ἦλθον. HMaQ. —εἰς Τροίαν. HMa. ἐπί] σύν. Ma.

212

ἐκ τοῦδε: ἔκτοτε. H1 V. ἐξ ἐκείνου τοῦ χρόνου. H M1 P Q V Y. οὔτ’ ἐμὲ κεῖνος: πλήρης ἡ „ἐμέ“ ἀντωνυμία· πρὸς γὰρ ἀντιδιαστολὴν παρείληπται. HMa. —ἴδεν. Y.

213

τήν] τὴν Ἀθηνᾶν. HMa. πεπνυμένος: σεσοφισμένος, πεπαιδευμένος, συνετός. V. —πεπνυμένος: πινυτός, ὁ φρόνιμος. πνέω ἐστὶ ῥῆμα καὶ πνύω παραγωγὸν καὶ πνυτός καὶ πλεονασμῷ τοῦ ι πινυτός. καὶ γὰρ καὶ τὸ ἦτορ παρὰ τὸ ἄω τὸ πνέω ἀῆτορ καὶ ἀποβολῇ τοῦ α ἦτορ. Ma.
5ηὔδα] ἔλεγεν. HMa.

214

τοιγὰρ ἐγώ τοι: τὸ πρῶτον τοί οὐκ ἔστιν ἀντωνυμία· οὐδέποτε γὰρ ἀρκτικὸν τὸ τοί· ἀλλ’ ἔστιν ἀντὶ τοῦ δή. BDH1MaT. —λοιπόν. Ma. —ἤγουν ὅτι ἠρώτησάς με. Y. τοι] σοί. H Y. ἀτρεκέως: ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ τρέχω, ὁ μὴ παρατρέχων τὴν ἀλήθειαν.
5ἢ ἀπὸ τοῦ α καὶ τοῦ τρῶ τὸ φοβοῦμαι· ὁ γὰρ τὴν ἀλήθειαν λέγων οὐ δέδιεν· γίνεται οὖν ἀτρεής καὶ ἀτρεκής. DE2. εἶθ’ οὕτως καὶ τὸ ἐπίρρημα. D. —ἀληθῶς. Y. καταλέξω] γρ' „ἀγορεύσω“. H1.

215

μήτηρ] ἐμή. H. ἡ δὲ μήτηρ μου. Ma. μήτηρ μέν τ’ ἐμέ φησι] γρ' „μήτηρ (ἐμὴ) μέν τέ μέ φησι“. MaQ. —μήτηρ μέν τέ με: ἡ μὲν „μέ“ ἀπόλυτος, ἡ δὲ „ἐγώ“ ἀντιδιαστολὴν ἔχει πρὸς τὴν μητέρα. HMa. φησι] λέγει μοι. Ma.
5τοῦ] τούτου τοῦ Ὀδυσσέως. H Y. ἐκείνου. Ma. ἔμμεναι] ὑπάρχειν με υἱόν. HMa. αὐτὰρ ἔγωγε] ἐγὼ δὲ ἀκριβῶς. Ma. μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι: εἰ μηδεὶς τῶν γεννωμένων δύναται γνῶναι τὸν πατέρα, πόθεν ἡ γνῶσις τοῖς παισὶ τοῦ πατρός; τὸ γὰρ „μήτηρ μέν τέ μέ φησι
10τοῦ ἔμμεναι, αὐτὰρ ἔγωγε οὐκ οἶδα“ ὀρθῶς μὲν ἔχει ἐπὶ τοῦ Τηλεμάχου· ὅτε γὰρ ἀπεδήμει [ὁ πατήρ], παῖς ἦν μαζῷ, διὸ μόνου τοῦ ὀνόματος παρὰ τῆς μητρὸς γίνεται ἀκροατὴς ἀκούων ὅτι τοῦ Ὀδυσσέως ἐστὶ παῖς· εἰ δὲ καθόλου „οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω“, πόθεν ἡ γνῶσις; ἔδει γὰρ φάναι, ἐγὼ γὰρ οὐκ εἶδον τὸν γεγεννηκότα, ἀλλὰ μὴ καθόλου ποιεῖσθαι τὴν ἀπόφασιν ὡς μηδενὸς εἰδότος τὸν ἑαυτοῦ πατέρα. ὀρθῶς οὖν ὁ Σέλευκος εἴρηκεν ὅτι δεῖ λαβεῖν87
15τὸ „εἰ μὴ μήτηρ φαίη τοῦ ἔμμεναι“. κἂν γὰρ ἀπῇ ἢ τεθνήκῃ ἅμα τῷ γενέσθαι τὸν παῖδα, ἡ μήτηρ διδάσκει τοῦ πατρὸς τοὔνομα· κἂν περιῇ καὶ παρῇ, ἡ μήτηρ δείκνυσιν ὅτι τούτου ἐστὶ παῖς· ὥστε τὸ „οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω“ προσλαβόντας δεῖ τὸ „εἰ μὴ μήτηρ φαίη τοῦ ἔμμεναι“ δοκιμάζειν, εἰ μὴ ὀρθῶς εἴρηται. ἀλλὰ καὶ οὕτως ζητοῦσι τίς ὁ νοῦς τοῦ μὲν ξένου ἐρωτήσαντος „ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, εἰ δὴ ἐξ αὐτοῖο τόσος
20πάϊς εἰς Ὀδυσῆος· αἰνῶς γὰρ κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας κείνῳ“. τοῦ δὲ ἀποκρινο‐ μένου „τοὶ γὰρ ἐγώ τοι, ξεῖνε, μάλ’ ἀτρεκέως ἀγορεύσω· μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἔγωγε οὐκ οἶδα· οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω“. τίς γὰρ ἡ διάνοια τοῦ λέγοντος, οὐδεὶς τὸν πατέρα ἀνεγνώρισεν; οὐ γὰρ αὕτη ἡ ἀκολουθία, ὅτι μὴ περὶ παρόντος ἐστὶν ὁ λόγος εἰ γνωρίζεις τοῦτον, ἀλλὰ περὶ ἀπόντος, περὶ οὗ οὐκ, εἰ μὴ γνωρίζει, ἐχρῆν λέγειν,
25ἀλλ’, εἰ μὴ πεπίστευκεν. ὁ γὰρ λόγος, εἰπέ μοι εἰ τοῦ Ὀδυσσέως εἶ παῖς, ὁ δέ φησιν, οὐκ οἶδα· παρὰ γὰρ τῆς μητρὸς ἀκήκοα Ὀδυσσέως εἶναι· οὐ γὰρ αὐτὸς ἑώρακα. πρὸς δὲ τὸ „παρὰ μητρὸς ἤκουσα“ οὐκ ἔχει λόγον τὸ „οὐ γάρ τις δι’ ἑαυτοῦ τὸν πατέρα ἐγνώρισεν“. ἔσται οὖν τὸ ἀνέγνω ὡς πρὸς τὴν ἀκοὴν ἐπίστευσε. κἂν οὕτω δὲ λαμβάνηται, ἔσται ὁ λόγος, ἡ μήτηρ μέν με ἔφη ἐκείνου εἶναι, ἐγὼ δ’ οὐκ οἶδα· οὐ γάρ τις δι’ ἑαυτοῦ περὶ τοῦ ἑαυτοῦ πατρὸς τὴν πίστιν
30ἔσχεν. ἐνθάδε δεῖ πάλιν ἀκοῦσαι, εἰ μὴ παρὰ μητρὸς πύθοιτο καὶ σεβαστικῶς ἐκδέξαιτο [τὸν] λόγον· οὐδεὶς γὰρ τὸν πατέρα αὑτοῦ ἀνεζήτησε καὶ ἀνηρεύνησεν, εἰ ὄντως εἴη ὁ λεγόμενος, λεγούσῃ δὲ τῇ μητρὶ πᾶς πεπίστευκεν ἄνευ ζητήσεως διὰ τὸ σέβας τὸ πρὸς τοὺς τεκόν‐ τας. HMaQR. μήτηρ μέν τ’ ἐμέ φησι: καὶ ἀλλαχοῦ „τὸν δέ τ’ ἐμὸν πατέρα φάς’ ἔμμεναι“ [δ 387]. ὁμοίως Εὐριπίδης [fr. 1004 Nauck] „μήτηρ φιλότεκνος μᾶλλον πατρός· ἡ μὲν γὰρ
35αὑτῆς οἶδεν ὄνθ’, ὁ δ’ οἴεται“. καὶ Μένανδρος [fr. 261 Kock] „αὑτὸν γὰρ οὐδεὶς οἶδε τοῦ ποτ’ ἐγένετο, ἀλλ’ ὑπονοοῦμεν πάντες ἢ πιστεύομεν“. τινὲς δὲ ταῦτα τὸν Τηλέμαχόν φασι λέγειν ἐπεὶ μικρὸς καταλέλειπται. (Πορφυρίου εἰς τὸ αὐτό.) καὶ τὸ „οὐκ οἶδα“ οὐκ ἀπιστοῦντός ἐστιν, ἀλλ’ αὐτὸν τὸν Ὀδυσσέα φησὶν ἀγνοεῖν οὐχ ἑωρακώς. οὐδὲ γὰρ ἂν δύναιτό τις τοὺς γονέας ἐξ αὑτοῦ γνῶναι. DE2HMa.88

216

οὐκ] οὐδαμῶς. Ma. ἑόν] τὸν οἰκεῖον. E2. ἴδιον. Y. γόνον: τὸν πατέρα. H*MaY. τὸν γονέα. T. τὸν σπορέα. BHMaT. τὸν γεννήτορα. BE2HH*MaQV. τὴν ἑαυτοῦ γένεσιν. k. ἢ υἱόν. Y.
5αὐτός] μόνος. E2. ἀφ’ ἑαυτοῦ. E2Ma. ἀνέγνω: ἐπέγνω. MaV. ἐνόησε. HMa. λείπει (ἡ) εἰ μὴ μήτηρ φαίη. H.

217

ς] ἀντὶ τοῦ εἴθε. E2MaPY. ὄφελον: ὤφειλον. HV. —τὸ „ὄφελον“ ἀντὶ τοῦ εἴθε. HQ. —δύο σημαίνει τὸ „ὄφελον“, τὸ εἴθε καὶ τὸ ἔμελλον. Y. ὡς δὴ ἔγωγ’ ὄφελον: ηὐχόμην ἐγὼ εἶναί τινος υἱὸς μάκαρος ἀνδρός, ὃν ὁ θάνατος
5κατέλαβεν ἐν τοῖς ἰδίοις κτήμασι καὶ μὴ ἐν πλάνῃ καὶ ξένοις τόποις. HMaQ. —ὡς κρεῖττόν μοι ἦν. Ma. μάκαρος] γεωργοῦ. E2MaP. νύ τευ: δή τινος. E2H1M1PQVYk. ἄλλου. Ma. ἔμμεναι] ὑπάρχειν. MaY. —με υἱόν. Ma.

218

κτεάτεσσιν: κτήμασιν. E2HMaQVk. χρήμασι. Y. ἑοῖς ἔπι: ἐπὶ τοῖς ἰδίοις. MaVk. τοῖς ἑαυτοῦ. HQ. —ἐπὶ γῆρας: οὐκ ἀνα‐ στρεπτέον τὴν „ἐπί“ πρόθεσιν. ὑπὸ νεότητος δὲ εἰς μειρακιώδη προνένευκεν ἀφέλειαν, εὐ‐ δαίμονα λέγων τὸν ἐν τοῖς ἰδίοις οἴκοις τελευτῶντα. BDE2HMaT.
5γῆρας] τό. P.
ἔτετμε: κατέλαβε. E2HM1QTVY.89

219

ς] ὅστις. P. —ὁ Ὀδυσσεύς. E2Ma. ἀποτμότατος: δυστυχέστατος. HMcPQVYk. κακοθάνατος. HM1. ἀποτετμημένος. HMaQ. κακοτυχέστατος. E2.

220

τοῦ] ἐκ τούτου. E2HMa. ἐξ ἐκείνου. P. —ἐκ τούτου γεγενῆσθαι ἐμέ φασιν. H. ἐρεείνεις: ἐρωτᾷς. MaPV. πυνθάνῃ. MaV.

221

γλαυκῶπις] γίνεται μὲν καὶ ἀπ’ ἄλλων, γίνεται δὲ καὶ ἀπὸ τοῦ γλαύσσω, τὸ βλέπω. B.

222

οὐ μέν] οὐδαμῶς δή. Ma. τοι] σοι. P. σου. Ma. γενεήν] κατά. Y. θεοί] οἱ. P.
5νώνυμνον: ἀνώνυμον. H1VY. ἄδοξον. E2H1M1PVY. ἀνονόμαστον. Ma. —ἤγουν τὴν πρώτην. Y. ὀπίσσω] μετὰ ταῦτα. HM1. εἰς τὸν μέλλοντα χρόνον. H. εἰς τὸ μέλλον. E2Ma.

223

θῆκαν] ἐποίησαν. Y. —τοῦ Ὀδυσσέως αὐτοῦ. HKMaQ. αὐτὸν τὸν Ὀδυσσέα. Y. τοῖον: τοιοῦτον. MaPV. μέγαν. E2. θαυμαστόν. Ma. Πηνελόπεια] ἡ τοῦ Ὀδυσσέως γυνή. HMaQ. —Ἰωνικόν. E2.

224

ἀτρεκέως] ἀληθῶς. Y. —ἀπὸ τοῦ α τοῦ σημαίνοντος τὸ ὁμοῦ καὶ τοῦ τρέχω· τρέχει γὰρ ἡ ἀλήθεια ὁμοῦ τῷ πράγματι. Ma. κατάλεξον] διασάφησον. Ma.

225

δαίς: εὐωχία. MaP1QVY. συμπόσιον. k. —τῶν ὁρωμένων τούτων μνηστήρων. HMaQ. —ἐστιν. MaP. ὅμιλος: ἄθροισμα. E2H1MaV. πλῆθος. E2MaVk. —ὅμιλος ἐπὶ στρατιᾶς ἀπὸ τοῦ ὁμοῦ καὶ τοῦ ἴλη, ὅμιλος δὲ ἐπὶ πλήθους ἀπὸ τοῦ ὁμοῦ εἱλεῖσθαι. DE2J. —ὅμιλος τὸ μι
5μακρόν. H. δ’] αὕτη. Ma. ἔπλετο: ὑπάρχει. HM1PVk. ἐγένετο. HMa. ἀντὶ τοῦ ἔστι. Y. τίπτε δέ σε χρεώ] τί ποτέ σοι. P. τίνος σοι χρεία. M1. καὶ τίς τούτων ἡ χρεία σου. Ma. —ἀντίπτωσις. M1. —τί σε ἀναγκαῖον ἔχει; HP1. τί χρειῶδες ἔχει σε; Y. —γρ'
10„τίς δέ σε χρεία“. k. χρεώ: χρεία. H1HQV.

226

„εἰλαπίνη ἠὲ γάμοσ“ διῃρημένως τοῦ „χρεώ“ νόει, πρῶτον χρεώ καὶ μετέπειτα
εἰλαπίνη. Yr. εἰλαπίνη: ἡ μεγάλη εὐωχία, ἐν ᾗ κατὰ εἴλας καὶ συστροφὰς εὐωχοῦνται. D E2 H J Ma T V Y. εἰλαπίνη εὐωχία κοινὴ διὰ θυσιῶν γινομένη. Ma. —ἐστί. Y.90
5συνίζησίς ἐστι· τοὺς δύο μακροὺς εἰς ἕν. Y. ἦε γάμος: [προ]περισπαστέον τὸν „ἦε“. διαπορητικὸς γάρ ἐστι σύνδεσμος. HMaQ. καὶ ἄλλως. ὀρθοτονητέον τὸν „ἦε“ σύνδεσμον. H. —κατ’ ἐρώτησιν· εἰλαπίνη ἐστὶν ἢ γάμος; Y. ἐπεὶ οὐκ ἔρανος: ὡς τοῦ ἐράνου κοσμιωτέρου καὶ ἐκτελεστέρου ὄντος. καὶ εἰκότως· ὁ μὲν γὰρ γάμος καὶ αἱ λοιπαὶ εὐωχίαι φιλίᾳ τινὶ γίνονται. ὁ δὲ ἔρανος ὡς ἕκαστός τι κο‐
10μίσειεν. DE2HJMaTVY. —ἔρανος: τὸ ἀπὸ συμβολῆς δεῖπνον. DE2H J M1 Ma Mb Q V Y. συν‐ εισφορά. k. „εἰλαπίνη“ ἡ πολλῶν ἀνδρῶν εὐωχία, ἐν ᾗ κατὰ εἴλας πίνουσιν· „ἔρανοσ“ ἡ ἐκ κοινοῦ εὐωχία. Ἡσίοδος [OD. 723] „ἐκ κοινοῦ, πλείστη τε χάρισ“, τὸ κόσμιον τῶν ἐράνων δηλῶν. BH1MaP1QT. —εἰ γὰρ ἦν, φησιν, ἔρανος, φειδωλῶς ἤσθιον ἂν ὡς ἴδια ἐσθίοντες. BDH1JMaP1QT.

227

ὥς τέ μοι: τὸ „ὡσ“ ἀντὶ τοῦ ὅτι. τὸ δὲ ἑξῆς, ὅτι μοι δοκοῦσιν ὑβρίζοντες ὑπερ‐ φιάλως. HQT. ὑβρίζοντες] ὑβριστικῶς φερόμενοι. E2. ἀδικοῦντες. k. ἀτιμάζοντές σε. Y. —οἱ μνηστῆρες. HMa. —τὸν Ὀδυσσέα. Ma.
5ὑπερφιάλως] ἀναιδῶς. H Q κενοδόξως. Ma. μεθυστικῶς. M1. ἀλαζονικῶς. Y. ὑπηρμένως. k. ὑπερηφάνως. Tk. δοκέουσι: δοκοῦσι. V. φαίνονται. E2MaVY.

228

δαίνυσθαι] γεύεσθαι. P. εὐωχεῖσθαι. Y. δῶμα] τὸ σόν. Ma.
νεμεσσήσαιτο: μεμπτὸν ἡγήσαιτο. H1VY. νεμεσητὸν ἡγήσαιτο. E2. καταμέμψαιτο. k. νεμεσσήσαιτό κεν ἀνήρ: τὸ συναθροισθῆναι τοὺς μνηστῆρας οὕτως ὡς ἔτυχε καὶ91
5εὐωχεῖσθαι εἰς τὴν οἰκίαν τοῦ Ὀδυσσέως μέμψαιτο ἄν τις ἀνὴρ συνετός. HQ. μέμψαιτο ἂν αὐτούς τις ἀνήρ. Ma.

229

αἴσχεα: αἰσχύνας. H Ma V. πόλλ’] πολλάς. Ma. ὁρόων] καὶ ὕβρεις θεωρῶν. Ma. πινυτός: σώφρων. E2H1MaQV. συνετός. H1MaQVk. φρόνιμος. PTYk. —πεπνυ‐
5μένος. „πινυτὸσ“ ὁ φρόνιμος. πνέω ἐστὶ ῥῆμα καὶ πνύω παραγωγὸν καὶ πνυτός καὶ πλεο‐ νασμῷ τοῦ ἰῶτα πινυτός· καὶ γὰρ τὸ ἦτορ παρὰ τὸ ἄω τὸ πνέω ἀῆτορ καὶ ἀποβολῇ τοῦ α ἦτορ. M1. —ὤν. Ma. μετέλθοι: ἐπέλθοι. MaV. ἴδοι. E2. ἐξετάζοι τοῦτο. P. —ἐπ’ αὐτοῦ. Ma.

230

πεπνυμένος] ὁ συνετός. McY. ἀντίον] ἐξ ἐναντίας καθήμενος. Ma.

231

ξεῖν’] ὦ. MaY. —φίλε. Y. ἐπεί] ἐπειδήπερ. Ma. καὶ ἀφ’ οὗ. Ψ. ταῦτα] διὰ τούτων. Ma. ἀνείρεαι: ἀνερωτᾷς. V. ἐρωτᾷς. E2MaPYk.
5ἠδέ] καί. Y. μεταλλᾷς: ἐπιζητεῖς. MaV. μετὰ ἀκριβείας ἐπιζητεῖς. E2. ζητεῖς. P1. ἐρευνᾷς. HQk. ἀνερευνᾷς. Y. πολυπραγμονεῖς. BHM1Q. —ἀπὸ μεταφορᾶς τῶν μέταλλα ψηλαφώντων. BP1. καὶ μεταλλείας ἔργον. M1.

232

μέλλεν: αὕτη ἡ λέξις οὐδέποτε κεῖται παρὰ τῷ ποιητῇ ὡς ἐν τῇ συνηθείᾳ χρο‐ νικῶς, ἀλλ’ ἑκάστοτε ἀντὶ τοῦ ἐῴκει. DE2HJMaQTVY. ἐφαίνετο. HKMaPQYn. ἐδόκει. H1KMaQ. μέλλεν: ὄφειλεν. V. ἀφνειός] πλούσιος. Mc.
5ἀμύμων] ἄψογος. MaPY.

233

ἔμμεναι] εἶναι. Mc. καὶ ὑπάρχειν. Y. ὄφρ’] ἕως. HM1Q. μέχρις οὗ. Y. ὁπότε. P. κεῖνος] ὁ Ὀδυσσεύς. H. ἐπιδήμιος: ἐπιδημῶν. E2HMaQVk. παρών. E2MaVk. ἐφέστιος. Y.
5ἦεν] ὑπῆρχεν. HMaYk.

234

ἑτέρως: ἄλλως. MaV. πῶς. Ma. ἐβόλοντο: ἠβούλοντο, ἤθελον. V. νῦν δ’ ἑτέρως ἐβόλοντο: ἤγουν ἐβουλεύσαντο. τινὲς δὲ γράφουσιν „ἐβάλοντο θεοί“, ἀντὶ τοῦ μετέβαλον. ἔχει μέντοι λόγον καὶ τὸ „ἐβόλοντο“ (ἤτοι ἐβουλεύσαντο), ὡς τὸ „Τρωσὶ δ’ ἐβούλετο νίκην“ [Η 21]. DE2HMaQT. Ἰωνικὴ συστολή.92
5τινὲς ἀντὶ τοῦ οἱ θεοὶ κακὰ ἔβαλον. P1. —γρ' καὶ „ἐβάλοντο“. D. „βούλοντο“. T. ἑτέρως βούλοντο] γρ' „ἑτέρωσε βάλοντο“. K. θεοί] ἤγουν ἡ εἱμαρμένη. Y. —θεοὺς νοήσαις ἐντεῦθεν τοὺς καιρούς. ἢ τοὺς κακοὺς ἀνέρας ἐκείνους, ἤγουν τὸν Κύκλωπα καὶ τοὺς περὶ αὐτόν. ἢ τὴν εἱμαρμένην. Y. κακά] κακῶς. Ma.
10μητιόωντες: βουλευόμενοι. H Q V. βουλευσάμενοι. Mak. βουλεύοντες. Y.

235

οἵ] οἵτινες. Ma. —θεοί. Y. κεῖνον] τὸν Ὀδυσσέα. HMaY. ἄιστον: ἀνιστόρητον. E2H1MaVY. ἀνεπίστροφον. K. ἀφανῆ. E2HKMaPQTYk. ἄδηλον. Ma. καὶ ἄγνωστον. k.
5πέρι] περισσῶς. HMaQ. περισσότερον. P. ἐπέκεινα. McY. πάντων] ἀπὸ πάντων. HMaQ.

236

ἐπε] ἀφ οὗ. M1. διότι. Y. οὔ] οὐδαμῶς. Ma. κε] ἄν. Mc. θανόντι] θανόντος αὐτοῦ Ma. —αὐτῷ. Y.
5ἐπεὶ οὔ κε θανόντι: ἐπεί, ἐὰν ὁ Ὀδυσσεὺς μετὰ τῶν ἰδίων φίλων ἐδαμάσθη, ἤτοι ἀπέθανεν ἐν τῷ Τρωικῷ πολέμῳ, οὐκ ἂν ἀκαχοίμην, ἤτοι ἐλυπούμην. HMaQ. ὁ νοῦς· ἐὰν ἐν τῇ Τροίᾳ μετὰ τῶν αὑτοῦ ἑταίρων ἀπώλετο πολεμῶν ἢ εἰ κατεργασάμενος τὸν πόλεμον καὶ ἐπανελθὼν ἐν ταῖς χερσὶ τῶν οἰκείων ἐτελεύτησεν, οὐκ ἂν ἀκαχοίμην. H. ἀναγκαῖον μὲν γὰρ ἡ λύπη τοῦ πατρός, τῆς δὲ λύπης τὸ δεινὸν ὁ τῆς ἀπωλείας προξενεῖ τρόπος. MaMbT.
10δ’] καὶ οὕτως. PY. ἀκαχοίμην: λυποίμην. E2HPQVk. οὐ δεινῶς ἐλυπούμην. P1Y.

237

εἰ] ἐάν. Y. —ἤγουν εἰ ἐνταῦθα καὶ ἀπέθνησκεν. Y. —ἢ] γρ' „εἰ“. P. μετά] ἐν. Mc. σύν. E2Mc. ἑτάροισι] φίλοις. Y.
δάμη: ἐδαμάσθη. H1MaQV. ἀνῃρέθη. E2MaPV.93

238

έ] καί Ma. —ἢ ἀπὸ νόσου. Ma. ἠὲ φίλων: τοὺς ἑταίρους ἀπὸ τῶν φίλων διαιρεῖ ὁ ποιητής. οἱ μὲν γὰρ ἑταῖροι οἱ προσοικειωθέντες κατὰ φιλίαν, οἱ δὲ φίλοι οἱ οἰκεῖοι καὶ κατὰ γένος προσήκοντες, ὥσπερ καὶ ὁ ἔτης καὶ ὁ γείτων· ἔται μὲν γὰρ (καὶ) οἱ συνέστιοι, γείτονες δὲ οἱ πλησίον μένοντες· „γείτονες
5ἠδὲ ἔται Μενελάου κυδαλίμοιο“ [δ 16]. καὶ ὅτι ἑταίρους τοὺς συνδιαίτους καὶ ἠγαπημένους
οἶδε, φησὶν „ἐπεί οἱ ἑταῖρος ἔην [φίλος] εἰλαπιναστήσ“ [Ρ 577]· καὶ „ἐρίηρας ἑταίρουσ“ [Π 363] τοὺς διὰ τὰς χρείας φίλους· καὶ „Ἕκτορι δ’ ἦεν ἑταῖροσ“ [Σ 251], παραλιπὼν ἐνταῦθα τὸ εἶδος. ὁμοίως δ’ αὖ „σοὶ δ’ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἣν σὺ μενοινᾷς· τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι, ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμ’ ἕψομαι αὐτόσ“ [β 285 sqq.] καὶ „ἐγὼ δ’ ἀνὰ98
10δῆμον ἑταίρους αἶψ’ ἐθελοντῆρας συλλέξομαι“ [β 291 sq.]. καὶ μεταφέρων ἐκ τοῦ „ἐυκνήμιδας Ἀχαιούσ“ [Γ 156] λέγει „Τηλέμαχ’, ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι“ [β 402], καὶ ἐκ τοῦ „[καρη]κομόωντες Ἀχαιοί“ [Β 323] „εὗρον ἔπειτ’ ἐπὶ θινὶ καρηκομόωντας ἑταίρουσ“ [β 408]. φίλος δὲ υἱὸς [Β 564] καὶ φίλη μήτηρ [Σ 189] καὶ φίλα γυῖα [Ν 85] καὶ φίλαι χεῖρες [Η 130]. καὶ διακρίνων φησὶν „εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ
15πόλεμον τολύπευσεν“ [α 237 sq.]· οὐκ ἄν, φησιν, ἐλυπήθην, εἰ ἐν τῇ Τροίᾳ μετὰ τῶν ἑταίρων αὐτοῦ ἀπώλετο πολεμῶν ἢ εἰ κατεργασάμενος τὸν πόλεμον καὶ ἐπανελθὼν ἐν ταῖς χερσὶ τῶν οἰκείων ἐτελεύτησε. καταχρώμενος δὲ καὶ τοῦ φόβου τὴν φύζαν ἑταίραν λέγει, „φύζα φόβου κρυόεντος ἑταίρη“ [Ι 2], καὶ ἄνεμον, „ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον“ [λ 7]. καὶ πάλιν ὅλην τὴν οἰκειότητα δηλῶν φησιν „ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε“
20[Γ 163], τὸν ἄνδρα, τοὺς συγγενεῖς, τοὺς οἰκείους· διὸ ἐπιζητεῖ ἡ Ἑλένη τοὺς ἀδελφούς [Γ 237]. D E2 H J Ma Q T. τῶν οἰκείων. Ma. ἐν χερσίν] δάμη. Y. ἐπεί] ἀφ’ οὗ. E2 Ma P. πόλεμον] εἰς τόν. Ma.
25τολύπευσεν: κατειργάσατο, μεταφορικῶς· (τολύπη γὰρ εἶδος βοτάνης θανασίμου.) καὶ γὰρ τὴν τῶν ἐρίων τῶν ἤδη κατειργασμένων εἴλησιν τολύπην λέγομεν. E2H T V Y. τολύπευσεν: ἐκακοπάθησεν, ἀπὸ μεταφορᾶς τῆς θανασίμου τοι λύπης. Ma. εἰργάσατο. Q. ἀπειργάσατο. M1.
ἐτελείωσεν. M1T. ἐτελεύτησεν. P. ἐπλήρωσε. E2.99

239

τῶ] οὕτως. Mc. διό. E2 H Ma P1. ἢ διὰ τοῦτο, ἤτοι τὸ εἰς τὸν πόλεμον ἐκεῖνον θανεῖν. Ma. κέν] ἄν. E2 H Ma McP Y. οἱ] αὐτῷ. H Ma P1 Y.
5τῶ κέν οἱ τύμβον μὲν ἐποίησαν: διὸ ἂν αὐτῷ ἐποίησαν τύμβον, διὰ τὸ ἀποθανεῖν αὐτὸν ἐν τῷ πολέμῳ. πρὸς τὸ πρῶτον δὲ ὑπήντησεν. B Ma T. τύμβον: τάφον. V. ἐποίησαν] ἐποιήσαντο. P. Παναχαιοί] ἤγουν πάντες οἱ Ἀχαιοί. Y. πάντες οἱ Ἕλληνες. E2 Ma.

240

ἠδέ] πρὸς τούτῳ. M1. —ἥδε] καὶ αὕτη. P. κε] ἄν. E2 Mc. ᾧ: ἰδίῳ. Mc P V. ἤρατο: περιεποίησεν. H K Ma Q V Y. ἀπηνέγκατο. M1 V Y.
5ὀπίσσω] εἰς τὸν μέλλοντα χρόνον. H. μετὰ ταῦτα. Ma. ὕστερον. P Y.

241

ἀκλειῶς: ἀδόξως. E2 H1 Ma V Y. Ἅρπυιαι: δαίμονες. ἢ ἄνεμοι ἁρπακτικοί. H M1 Q T V Y. ἢ ὄρνεα ἁρπακτικά. M1 T V. Ἅρπυιαι: νῦν τοὺς ἀνέμους τοὺς ἁρπακτικούς. ἢ τὰ ἁρπακτικὰ ὄρνεα. E2. αἱ τῶν ἀνέμων συστροφαί. B. ἢ αἱ τιμωρητικαὶ θεαί. B E2.
5ἀνηρείψαντο: ἀνήρπασαν. E2 T V. ἥρπασαν. Ma. ἥρπαξαν. P1 Y. κατέβαλον. D. —ἀπὸ μεταφορᾶς τῶν τὰ ἱερεῖα κατεργαζομένων. P1. —καὶ ναῦς γὰρ ὅλας ἀναρπάζουσιν. MaT.

242

οἴχετ’] ἐπορεύθη. Ma. πορεύεται. P1 Y. ἄιστος, ἄπυστος: ἀπὸ ἄλλης ἀρχῆς τὸ „οἴχετ’ ἄιστος, ἄπυστοσ“ κατὰ ἀναφώνησιν. B Ma T. ἄιστος: ἀνιστόρητος. H T V. ἀφανής. D H Ma P1 P Q T V Y.
5ἄπυστος: ἀνήκουστος. E2 H1 M1 P1 P Q T V. ἀνήκοος. K. ἄκουστος. Y. μὴ γινω‐ σκόμενος. Mb. ὀδύνας: λύπας. Ma V. γόους: θρήνους. Ma P1 Q V.

243

κάλλιπεν: κατέλιπεν. Ma Q Vk. —συγκοπὴ Αἰολική. M1. οὐδέ] οὐδαμῶς. Ma. τι κεῖνον] δι’ ἐκεῖνον. E2. ὀδυρόμενος] θρηνῶν. k.
5στεναχίζω: στενάζω. Ma Vk.100

244

οἶον] καὶ μόνον. Ma P Yk. ἐπεί νύ μοι: ἐπειδή μοι. Ma V. κήδε’] λύπας. Ma P. ἔτευξαν: κατεσκεύασαν. E2 Ma P1 V Y.

245

ὅσσοι γὰρ νήσοισιν: διὰ τούτου ἀπολογίαν τοῦ μὴ ἐπιχειρεῖν ἐμφαίνει τὸ πλῆ‐ θος ἐξαριθμούμενος. διὰ δὲ τοῦ „ἄριστοι“ δηλοῖ ὅτι οὐ πρὸς ἰδιώτας, ἀλλὰ πρὸς πόλεις ὅλας ἐστὶν αὐτῷ ὁ ἀγών· ὅπερ ἐπισημαίνεται καὶ διὰ τοῦ „Ἰθάκην κατακοιρανέουσιν“, ὥστε εἰκότως κρατεῖται. D E2 Ma T.
5νήσοισιν] ἐν ταῖς νήσοις. Ma. ἐπικρατέουσιν: κρατοῦσιν. V. ἄρχουσιν. E2 Ma Vk.

246

Δουλιχίῳ: νήσῳ κατὰ τὴν Κεφαλληνίαν. H Ma P V Yi. Σάμῃ: τὴν Σάμον Σάμην εἶπεν. B Ma T V. —ἔστι δὲ αὕτη κατὰ τὴν Κεφαλληνίαν. V Yi. τρεῖς δὲ Σάμοι· Ἰωνική, Κεφαλληνιακή, Θρᾳκική. B Ma Tk. Σάμῳ] γρ' „Σάμῃ“. Yik3.
5καὶ ὑλήεντι Ζακύνθῳ] καὶ τῷ Ζακύνθῳ τῷ ὕλην ἔχοντι. Ma. ὑλώδει. P1. βορβο‐ ρώδει. Ma. Ζακύνθῳ: νήσῳ καὶ αὐτῇ τῆς Κεφαλληνίας. V. ὄνομα νήσου πλησίον Ἰθάκης καὶ Κεφαλληνίας. P. —ὁ Ζάκυνθος καὶ τὸ Ζάκυνθον· καὶ θηλυκῶς δὲ παρ’ Ὁμήρῳ [ι 24] ἡ Ζά‐ κυνθος. H.

247

δ’] καί. Y. κραναήν: τραχεῖαν. E2 H1 M1 Q V Yk. ξηράν. H Y. κατάξηρον. Pk. —ἢ ἀπὸ τοῦ κρα‐ νίου διὰ τὸ τὸ μέρος αὐτὸ εἶναι ὀστωδέστερον· ἢ ἀπὸ τοῦ μὴ κραίνειν τοὺς καρπούς. H. κάτα] ἡ „κατα“ πρὸς τὸ „κοιρανέουσιν“. Ma.
5κοιρανέουσι: βασιλεύουσιν. Ma Vk.

248

τόσσοι] τοσοῦτοι P. οὗτοι πάντες. Ma. —ὧν μὲν ἀριθμὸς ρηʹ. Mx. μνῶνται: μνηστεύονται. E2 H Ma P Q V Yk. βούλονται γὰρ γυναῖκα λαβεῖν. εἰς γάμον ἕλκουσιν. Ma. τρύχουσι: καταδαπανῶσιν. E2 H Ma V. δαπανῶσι. P. ἀφανίζουσι. Y. φθείρουσιν,
5ἀναλίσκουσιν. k.101

249

ἡ] αὕτη ἡ μήτηρ μου. Y. στυγερὸν γάμον: αὐτῇ στυγερὸν διὰ τὴν πρὸς τὸν Ὀδυσσέα πίστιν. ἢ Τηλεμάχῳ· οὐ γὰρ βούλοιτο ἰδεῖν ἄλλῳ συνοῦσαν τὴν μητέρα. D E2 H Ma T. στυγερόν: μισητόν. Ma P Vk. φοβερόν. MaV.
5δ’ οὔτ’ ἀρνεῖται στυγερὸν γάμον: ἡ ἐμή, φησι, μήτηρ οὔτε ἀπαρνεῖται τὸν στυ‐ γερὸν τῶν μνηστήρων γάμον τῶν βιαζόντων αὐτήν, οὔτε τέλος αὐτῷ δίδωσι, τὸν ἱστόν, ὃν ὡς ἐγγυητὴν ἐκείνοις δέδωκε, παρ’ ὅλην μὲν ἡμέραν ὑφαίνουσα, παρὰ δὲ τὴν τῆς ἡμέρας τελευτὴν ἐκ‐ λύουσα καὶ ἀφανίζουσα, ὡς μὴ πέρας λάβῃ τὸ ἔργον τὸ τοῖς μνηστῆρσιν αὐτοῖς καταθύμιον. HMaQ. τελευτήν: τέλος, τελείωσιν. V. συμπλήρωσιν. M1. ἐκπλήρωσιν. E2. —τοῦ πράγμα‐
10τος. E2. τοῦ γάμου. Y.

250

δύναται] ἀντὶ τοῦ θέλει. H. τοί] οὗτοι. Mak. φθινύθουσι: φθείρουσιν. MaP V Y. ἐλαττοῦσιν. E2 Ma P V Yk. ἔδοντες: ἐσθίοντες. H Ma V. —ἕκαστος] γρ' „ἔδοντεσ“. Y.

251

τάχα δή με: ἀγαπητὸν οὖν αὐτῷ τὸ ζῆν, οὐχ ὅτι γε καὶ ἐπιχειρεῖν αὐτοῖς ἐνδε‐ χόμενον. HMa. τάχα: αὕτη ἡ λέξις οὐ τίθεται παρὰ τῷ ποιητῇ διστακτικῶς ὡς ἐν τῇ συνηθείᾳ, ἀλλ’ ἑκάστοτε ἀντὶ τοῦ ταχέως. D E2 H Ma T V Y.
5δή] δέ. Ma. διαρραίσουσι: διαφθείρουσιν. H1 K Ma V Yk. ἀπολέσουσιν. k. αὐτόν] καὶ ἐμέ. MaY.

252

ἐπαλαστήσασα: ἐπὶ τοῖς λεχθεῖσιν ὡς ἀλάστοις καὶ δεινοῖς οὖσι δεινοπαθήσασα. ἐὰν δὲ ᾖ χωρὶς τοῦ ε „παλαστήσασα“, ἔσται τῷ παλαιστῇ, ὅ ἐστι τῷ ἀγκῶνι τῆς χειρός, νύξασα, E2 Ha Hb M1 Ma Q T V Y. στενάξασα. MaY. ἀναστενάξασα, δεινοπαθήσασα. ἢ μετὰ τῶν πα‐
λαμῶν τύψασα αὐτόν. P1 Y. κακῶς δυσχεραίνουσα ἀντημείβετο. k.102
5Παλλάς: ἐπιθετικῶς ἡ Ἀθηνᾶ, ἀπὸ τοῦ πάλλειν τὸ δόρυ. ἢ ὅτι Πάλλαντα ἀνεῖλεν, ἕνα τῶν Γιγάντων. D E2 H J M1 V Y.

253

ὢ πόποι] καὶ φεῦ. Y. φεῦ φεῦ. E2. ἦ δή: ἀληθῶς δή. V. ὄντως δή. H1 Ma P Yk. πολλὸν ἀποιχομένου: ἐπὶ πολὺ ἀποδημοῦντος. D E2 H K Ma V. ἢ πολλὸν δεύει, ἐπὶ πολὺ λείπει τούτους τιμωρίαν ὑποσχεῖν. H K Ma V.
5ἀποιχομένου] τοῦ ἀπελθόντος. Ma.

254

δεύει: ἐν τῇ κατὰ Ἀριστοφάνην ἐγέγραπτο „δεύῃ“, ἵν’ ᾖ πρὸς τὸν Τηλέμαχον ὁ λόγος, ἀλλὰ μὴ πολλοῦ δεῖ, καὶ τὸ „πολλόν“ συνάπτηται τῷ „δεύῃ“. μήποτε δὲ ἄμεινον ᾖ διὰ τοῦ ει γράφειν. καὶ ἔστιν οἷον τῆς ἀρχαίας γραμματικῆς ἕν τι καὶ τοῦτο τῶν ὑπολελειμ‐ μένων. H Ma Q R. —δεύει: ἐνδεῖ, λείπει. ὁτὲ δὲ βρέχει. MaV. ἐλλείπει. ἢ χρείας ἔχεις,
5ἐνδεέστερος εἶ. Ma. ἀπολιμπάνῃ. E2k. στερίσκῃ. E2 M1 P Y. ὅ κε: ὅστις δή. H1 Q V. ὅστις ἄν. Ma V. καὶ οὗτος. Y. ὁ Ὀδυσσεύς. E2Y. ἐφείη: ἐπιβάλλῃ. E2M1PV. ἐπαγάγοι. Mc. ἐπιθεῖτο. k. ἔπεμψεν. D.

255

εἰ γὰρ νῦν ἐλθών: τὰ ἔπη ταῦτα ὅντινα ἔχει λόγον ζητοῦμεν, τὸ „εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι σταίη ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτ’ ἐνόησα οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε“, εἶτα μετ’ ὀλίγον „τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύσ“. ἄτοπος ἡ εὐχὴ τῆς Ἀθηνᾶς εὐχομένης, εἰ ἔλθῃ
5ὁ Ὀδυσσεὺς καὶ στῇ ἐν τοῖς μνηστῆρσι τερπόμενος, ἅπαντας ὠκυμόρους γενέσθαι. πῶς γὰρ ἂν
ἦν φοβερὸς ὁ εἰς ποτὰ καὶ τέρψιν δείπνων τρέψας τὴν διάνοιαν; πῶς δὲ οὖκ ἄτοπον τῷ Μέντῃ μὲν ὡμοιωμένην τὴν Ἀθηνᾶν, τῷ Ἀγχιάλου παιδί, λεληθότως ἀσεβείας κατηγορεῖν τοῦ πατρός; εἰ γὰρ ὁ Ἶλος θεοὺς σεβόμενος τὸ θανάσιμον φάρμακον οὐκ ἔδωκεν, ὁ δοὺς Ἀγχίαλος ὁμολογου‐ μένως ἂν εἴη ἀσεβής. τὸ μὲν πρῶτον ζήτημα οὕτως ἂν λυθείη. εὔχεται γὰρ αὐτὸν ἰδεῖν ἐν103
10τοῖς μνηστῆρσιν ἔχοντα πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε, τῇ ἡλικίᾳ καὶ τῇ τοῦ σώματος ῥώμῃ τοῖον ἐόντα, οἷον τὰ πρῶτα ἐνόησα παρὰ τῷ Ἀγχιάλῳ ξενιζόμενον. τὸ δὲ λέγειν „πίνοντά τε τερπόμενόν τε“ οὐ τῆς εὐχῆς ἐστι μέρος, τῆς δὲ πρὸς τὸν Ὀδυσσέα πατρικῆς ξενίας ὑπόμνησις. ἐπεὶ γὰρ ὡμοίωται Μέντῃ καὶ ἠρώτηται ὑπὸ Τηλεμάχου „ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώϊός ἐσσι ξένοσ“ [175], καθόλου δὴ λέγει „ξεῖνοι δ’ ἀλλήλων πατρώιοι εὐχόμεθ’ εἶναι“ [187]. κατὰ
15μέρος δὲ ἐξηγεῖται, ὅτι ἐν οἴκῳ ἡμετέρῳ πολλάκις αὐτὸν εἶδον πίνοντά τε τερπόμενόν τε. τὸ οὖν „τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτ’ ἐνόησα οἴκῳ ἐν ἡμετέρῳ“ οὐκ ἔχει ἀναφορὰν πρὸς τὸ „πίνοντά τε τερπόμενόν τε“, ἀλλὰ πρὸς τὸ τῆς ἡλικίας ῥωμαλέον, οἷος ὤφθη ἐλθὼν τότε. καὶ ἔστι τὸ ἑξῆς, εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε, πάντες κ’ ὠκύμοροι γενοίατο πικρόγαμοί τε.
20ἐνθάδε μὲν οὖν τοιούτου (τοῦ Ὀδυσσέως ἀνδρείου καὶ μετὰ ὅπλων) ὀφθησομένου χρεία· ἐγὼ δ’ ἐν οἴκῳ τῷ ἡμετέρῳ ἐνόησα πίνοντά τε τερπόμενόν τε. D E2 H Ma Q. —εἰ γάρ: εἴθε γάρ. E2 H1 Ma P V Yk. —αἲ γάρ] γρ' καὶ „εἰ γάρ“. Ma. νῦν] ἀρτίως. Ma. ἐλθών] ποθέν. ὁ Ὀδυσσεύς. Ma.
25δόμου: οἴκου. H1 Ma V. ἐν πρώτῃσι θύρῃσι: ἐν αὐταῖς ταῖς πρώταις θύραις. H1 Ma V. ταῖς αὐλείαις θύ‐ ραις. E2M1. —προοικονομεῖ πόθεν ἔσται ἡ μνηστηροκτονία. H Ma.

256

σταίη: στῇ. H1V. σταθῇ. Mak. ἔχων] φέρων. Ma. φορῶν. E2.
πήληκα: περικεφαλαίαν. E2 H1 Ma P1 Q V Yik. ἀσπίδα] κρατοῦντα. Ma.104
5δοῦρε: δόρατα. H1 Ma V. —δυϊκῶς. Ma V.

257

τοῖος] τοιοῦτος. E2 Ma. —κατὰ τὴν ἕξιν τοῦ σώματος. E2 H1 Ma T. μιν] αὐτόν. Mc. τὰ πρῶτα] κατ’ ἀρχάς. Q. νόησα: ἐθεασάμην. E2P V. εἶδον. E2 M1.

258

οἴκῳ ἐν ἡμετέρῳ πίνοντα: τὸν ἀγαθὸν πᾶς δείκνυσι καιρός, οἷος ἂν ᾖ ἐν τοῖς ἔργοις. D E2 H Ma V. τερπόμενον] εὐφραινόμενον. Ma.

259

Ἐφύρης: πόλεως Θεσπρωτίας. Ἔφυραι δὲ τρεῖς εἰσιν, ἥ τε Θεσπρωτικὴ καὶ ἡ νῦν Κόρινθος καὶ ἡ τρίτη Ἤλιδος. HMaTV. ἐξ Ἐφύρης: πόλις Θεσπρωτίας. τέσσαρες δέ εἰσιν, ἥ τε Θεσπρωτική, ἡ νῦν καλουμένη Κόρινθος, ἡ τῆς Ἤλιδος καὶ ἡ κατὰ τὴν Ἤπειρον. D E2. Κορίνθου. B E2 M1. ἔστι καὶ ἑτέρα πόλις Ἐφύρη ἡ λεγομένη Βαγνετία. B. ἤγουν τῆς
5Κορίνθου καὶ τῆς Κερκύρας. n. ἀνιόντα: ἀνερχόμενον. P V. ἀνελθόντα. Ma. παρ’] ἀπό. E2M1. παρ’ Ἴλου: τινὲς „Ἴρου“ γράφουσιν, ἐπεὶ καὶ Πρόξενος ἐν Ἠπειρωτικοῖς [fr. 3 Müller] Ἰρόν φησι Μερμέρου παῖδα. H Ma. γρ' „Ἴλλου“. k3. —παρ’ Ἴλου: ἀνωτέρω μὲν γράψαντες
10λελύκαμεν τὸ πρῶτον ζήτημα τοῦ „σταίη ἔχων πήληκα καὶ δύο δοῦρε“ [256], νῦν δὲ σκοπήσωμέν πως καὶ τὸ δεύτερον τοῦ „παρ’ Ἴλου Μερμερίδαο“. καί φαμεν οὑτωσὶ λύοντες, ὅτι ἀμφότεροι, εἶχον τὸ θανάσιμον φάρμακον, ὅ τε Ἶλος καὶ ὁ Ἀγχίαλος· καὶ εἰ ἦν ἀσεβὲς τὸ διδόναι, ἀσεβὲς
ἦν καὶ τὸ κεκτῆσθαι· εἰ δ’ οὐ τοῦτο, οὐδ’ ἀσεβὲς τὸ διδόναι. ἀλλ’ ὁ μὲν Ἶλος οὐκ ἔδωκε, τοὺς θεοὺς φάμενος εὐλαβεῖσθαι, ὁ δὲ Ἀγχίαλος δέδωκεν, οὐδὲ εὐλαβηθεὶς πρὸς τὴν δόσιν, ὅτι οὐδὲ τὴν105
15κτῆσιν. οὔτ’ οὖν αὐτὸς οὔτε ὁ Ἶλος τοὺς θεοὺς εὐλαβήθησαν, ἀλλ’ ὁ μὲν εἰς τὰς ἑαυτοῦ ἀνάγκας οὐκ ᾤετο εἰ ἐκέκτητο ἀσεβεῖν, τὸ δὲ ἄλλοις διδόναι πλημμέλειαν ἔχειν· ὁ δ’ Ἀγχίαλος τὸ δοῦναι Ὀδυσσεῖ φίλῳ ὄντι, ὃν ἴσον ἑαυτῷ τιμᾶν τις ἐχρῆν, οὐκ ᾤετο πλημμελὲς εἶναι. ὧν οὖν ἡ κτῆσις οὐκ ἄδικος, οὐδὲ ἡ τούτων μετάδοσις πλημμελής, εἰ φίλοι εἶεν οἱ λαμβάνοντες· καὶ ὧν ἡ κτῆσις εἰς τὰς ἀνάγκας οὐκ ἀσεβής, τούτων ἡ μετάδοσις τοῖς ἄγαν φίλοις οὐ νεμεσητή. διὸ τῷ μὲν
20Ἴλῳ οὐ μεταδιδόντι ἀπολογία, ὅτι μὴ ἄγαν αὐτὸν εἶχε φίλον, τῷ δ’ Ἀγχιάλῳ μεταδιδόντι οὐδε‐ μία ἀσέβεια· φιλέεσκε γὰρ τὸν Ὀδυσσέα αἰνῶς. H Q. Μερμερίδαο: Μερμέρου παιδός. H1 P V. τοῦ υἱοῦ τοῦ Μερμέρου. E2 M1 Y. φρο‐ νίμου, τοῦ ἐμβάλλοντος μέριμναν τοῖς ἐχθροῖς. E2. —Ἶλος ὁ υἱὸς τοῦ Μερμέρου. H. —Μερ‐ μερίδαο: Ἰάσων ἅμα τῇ Μηδείᾳ ἐν Ἐφύρᾳ τῆς Θεσπρωτίας παραγενόμενος ἴσχει Φέρητα, οὗ
25Μέρμερος, οὗ Ἶλος, οἵτινες ἐβασίλευσαν Θεσπρωτίας, ὡς ἱστορεῖ Ἀπολλόδωρος ὁ Ἀθηναῖος· διὸ φαρμάκων ἐστὶν ἔμπειρος. HT.

260

ᾤχετο: ἀπῆλθεν. M1 P V. ἦλθε. k καὶ κεῖσε] οὕτως ἐκ πλήρους ὁ „καί“ σύνδεσμος. H Ma. θοῆς: ταχείας. H Ma Q V. ἡ „ἐπί“ ἀντὶ τῆς μετά. H. διά. M1.

261

ἀνδροφόνον: ἄνδρας φονεῦον. Ma V. διζήμενος: ζητῶν. E2 Ma P1 V Y. ψηλαφῶν. E2 Ma. φάρμακον ἀνδροφόνον διζήμενος: διὰ τί οὐδαμοῦ τῆς ποιήσεως χριστοῖς βέλεσιν εἶπε χρῆσθαι τοὺς πολεμίους (εἴτε τοὺς πολεμοῦντας), ἀλλ’ οἱ πολλοὶ τῶν τοξευομένων δια‐
5σώζονται καὶ τῶν Τρώων καὶ τῶν Ἑλλήνων, ὥσπερ Διομήδης μὲν καὶ τὸν πόδα καὶ τὸν ὦμον βληθείς, Εὐρύπυλος δὲ τὸν μηρόν, Γλαῦκος δὲ τὴν χεῖρα; καὶ διὰ τί ἐν μὲν τῇ Ἰλιάδι οὐδ’ ὅλως τόξῳ χρώμενον ποιεῖ τὸν Ὀδυσσέα, ἀλλ’ ὅτε ἐπὶ τὴν κατασκοπὴν ἐξορμᾷ σὺν Διομήδει „Μηριόνης δ’ Ὀδυσῆι δίδου βιὸν ἠδὲ φαρέτρην“ [Κ 260], ὡς ἂν μηδὲ τόξον ἔχοντι οἰκεῖον, ἐν δὲ τῇ
Ὀδυσσείᾳ „φάρμακον ἀνδροφόνον διζήμενον“ ἀπελθεῖν πρὸ τοῦ ἀπόπλου τοῦ εἰς τὴν Ἴλιον αὐτόν106
10φησιν „ὄφρά οἱ εἴη ἰοὺς χρίεσθαι“, καὶ τυχεῖν αὐτοῦ παρὰ Ἀγχιάλου, „ἀλλὰ πατήρ οἱ δῶκεν ἐμόσ“; καὶ οἱ μέντοι [ἑταῖροι] ἐν τῇ Ὀδυσσείᾳ τόξοις χρώμενοι, [ὡς] ποιεῖ ἐν τῷ ἀπολόγῳ· λέγει γὰρ „αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους εἱλόμεθ’ ἐκ νηῶν“ [ι 156]· αὐτός τε παρὰ τοῖς Φαίαξιν ὑπάρχων αὐχεῖ ἐφ’ ἑαυτοῦ λέγων „εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι· πρῶτός κ’ ἄνδρα βάλοιμι“ [θ 215] καὶ τὰ ἑξῆς. ῥητέον οὖν ὅτι ταῦτα πάντα πρὸς κατασκευὴν
15τοῦ μεγίστου ἀγῶνος, τῆς μνηστηροφονίας· αὐτὸς μὲν γυμναζόμενος ἐν τῇ ἐπανόδῳ, ἵνα φανῇ τηρήσας τὴν ἰδίαν ἕξιν, αὐχῶν δὲ πάντων προφερέστατος εἶναι τῶν ἀνθρώπων [θ 221], ἵνα μὴ ἐξαίφνης οἰηθῶμεν τοξότην αὐτὸν ἄριστον ἐν τῇ μνηστηροφονίᾳ γενέσθαι, ἀπιθάνου ὄντος πάντας τοὺς τιτρωσκομένους εἰς ὅ[τι] δήποτ’ οὖν μέρος τοῦ σώματος παραχρῆμα διαφθείρεσθαι, πεφαρμα‐ κευμένους προκατασκευάζει τοὺς ὀϊστούς, ἵνα τοῦτο συμβαίνῃ λέγοντι αὐτῷ „βάλλεο τιτυσκόμενος,
20τοὶ δ’ ἀγχιστῖνοι ἔπιπτον“ [χ 118]. ὅταν οὖν τὰ βέλη ἐν τῇ Ἰλιάδι κοινῶς τε πικρὰ καὶ πευκεδανὰ λέγῃ καὶ ἐχεπευκῆ, [οὐ] πάντως διὰ τὸ φαρμάκῳ κεχρῖσθαι ἀκουστέον—οὐδαμοῦ γὰρ τοῦτο ἐν τῷ Ἰλιακῷ πολέμῳ ἐπεσημήνατο—, διὰ δὲ τὸ τὰς ἐξ αὐτῶν πληγὰς ἐπωδύνους εἶναι, καθὰ καὶ τὸν πόλεμον πευκεδανὸν ἔφη καταχρηστικῶς, ἐπώδυνον βουλόμενος ἐμφανίσαι, „ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο“ [Κ 8]. T.
25οἱ: αὐτῷ. Ma P V Y. ὄφρά οἱ εἴη: γρ' „ἤν που ἐφεύροι“. Ma. Ζηνόδοτος „ὄφρα δαείη“. ἐλέγχεται δὲ ἐκ τοῦ ἑπομένου „ἀλλὰ πατήρ οἱ δῶκεν“· οὐ γὰρ ἕπεται τὸ διδάσκειν τῷ δοῦναι, ἀλλ’ ἡ χρῆσις τῇ δόσει παρέπεται. H K Ma T. —ὑπάρχοι δυνατόν. Ma.

262

ἰούς: βέλη. V Yk. χρίεσθαι] χρίειν. E2Mc. ἀλείφεσθαι. Mak. ἰοὺς χρίεσθαι: προπαρεσκεύασεν ἵνα μὴ ζητῶμεν, πῶς ἀπὸ μιᾶς πληγῆς ἀναιροῦνται οἱ μνηστῆρες. E2 H Ma Q T V Y. ἰοὺς χρίεσθαι χαλκήρεας: ἐζήτηται πῶς ἐν μὲν τῇ Ἰλιάδι
5οὔτε τοὺς ἥρωάς φησι χριστοῖς χρῆσθαι βέλεσι· τῶν γὰρ τοξευθέντων πολλοὶ σώζονται· οὔτε τὸν Ὀδυσσέα τόξῳ χρῆσθαί φησιν. ἀμέλει ἐν τῇ Δολωνείᾳ παρὰ Μηριόνου κίχραται τόξον [Κ 260], καὶ πάλιν „τὸ δ’ οὔ ποτε δῖος Ὀδυσσεὺς ἐρχόμενος πόλεμον δὲ ᾑρεῖτο“ [φ 38]. ἐν δὲ τῇ Ὀδυσσείᾳ καὶ περὶ τῶν χριστῶν ἰῶν φησι καὶ „αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολι‐ χαύλους εἱλόμεθ’ ἐκ νηῶν“ [ι 156] καὶ „εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι“ [θ 215].107
10δῆλον οὖν ὅτι προκατασκευάσματα τῆς μνηστηροκτονίας εἰσὶ καὶ τοῦ λέγειν „ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοί, τόφρ’ ὅγε μνηστήρων ἕνα γ’ αἰεὶ ᾧ ἐνὶ οἴκῳ βάλλε τιτυσκόμενος, τοὶ δ’ ἀγχιστῖνοι ἔπιπτον“ [χ 116]· ἦν γὰρ τὸ βέλος οὐ μόνον διὰ τοῦ σιδήρου, ἀλλὰ καὶ διὰ τοῦ φαρμάκου ἀναιροῦν· ὅθεν οὐδὲ δέονται δευτέρας πληγῆς. D E2 H K Ma Q. χαλκήρεας: χαλκῷ ἡρμοσμένους. H1 M1Q V Y. χαλκοῦς. k. —τὸ δὲ „χαλκήρεασ“ οὐκ
15ἔστι σύνθετον, ἀλλὰ παράγωγον. T. ὁ] ἐκεῖνος. Ma. οὗτος. Y. —ὁ Ἶλος. E2MaY. οἱ] αὐτῷ. Y.

263

ἐπεί] διό. E2. θεούς] φιλίαν. Ma. τὴν παρ’ αὐτῶν νέμεσιν. Y2. ἤγουν τοὺς χρηστοὺς καὶ ἀγαθοὺς καὶ φρονίμους ἀνέρας νεμεσίζετο. Y. νεμεσίζετο: ἐσέβετο. E2 H Ma V. ἐνετρέπετο. H Ma V. ᾐδεῖτο. D E2 P1. ηὐλαβεῖτο.
5D. ἢ νεμεσητὸν ἡγεῖτο. E2. ἐφοβεῖτο. Y2. ᾐσχύνετο. k. αἰὲν ἐόντας: [δʹ] δόξαι φέρονται περὶ τοῦ κόσμου, ὧν ἡ μὲν γενητὸν καὶ φθαρτὸν τοῦτον ὑποτίθεται· ἡ δὲ γενητὸν μέν, ἄφθαρτον δέ· ἡ δὲ ἀγένητον μέν, φθαρτὸν δέ· ἡ δὲ ἀγέ‐ νητον καὶ ἄφθαρτον, ἧς δόξης φαίνεται εἶναι καὶ Ὅμηρος· διὸ καὶ τοὺς θεούς, ἤτοι τὰ στοιχεῖα, „αἰὲν ἐόντασ“ λέγει. D E2.

264

πατήρ] ἤγουν ὁ Ἀγχίαλος. E2P1Y. οἱ] αὐτῷ. Ma. Πορφυρίου· ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός: καὶ πῶς αὐτὸς ἐκέκτητο εὐσεβὴς ὤν;
φασίν· ἀλλ’ ὁ μὲν Ἶλος εἰς τὰς ἰδίας ἀνάγκας οὐκ ᾤετο τὴν κτῆσιν ἀσεβῆ. D E2 H K Ma Q T.108
5ὁμοίως δὲ καὶ ὁ Ἀγχίαλος ἀπολογίαν ἔχει· οὐ γὰρ ξένῳ, φησί, παρεῖχεν, ἀλλ’ ἰσαδέλφῳ ἀνδρί, δηλονότι τὰς χρείας οἰκειούμενος τοῦ γνησίου φίλου, καὶ διὰ τὸ ὑπερβάλλον τῆς φιλίας παρέβη τὸ εὐσεβὲς καὶ τὸ ἰδίᾳ συμφέρον. H K Ma Q T. Πορφυρίου· ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός: πῶς οὐκ ἄτοπον τῷ Μέντῃ μὲν ὁμοιουμένην τὴν Ἀθηνᾶν λεληθότως ἀσεβείας κατηγορεῖν τὸν πατέρα; εἰ γὰρ ὁ Ἶλος θεοὺς σεβόμενος τὸ θανάσιμον οὐκ ἔδωκε φάρμακον, ὁ δοὺς Ἀγχίαλος
10ὁμολογουμένως ἂν εἴη ἀσεβής. ἀλλ’ ἔχει μὲν καὶ οὗτος ἀπολογίαν ὁμοίαν τῷ Ἴλῳ· οὐ γὰρ ξένῳ, φησί, παρεῖχεν, ἀλλ’ ἰσαδέλφῳ ἀνδρί, δηλονότι τὰς χρείας οἰκειούμενος τοῦ γνησίου φίλου· ὧν γὰρ ἡ κτῆσις εἰς τὰς ἀνάγκας οὐκ ἀσεβής, τούτων ἡ μετάδοσις τοῖς ἄγαν φίλοις οὐ νεμεσητή. D E2. φιλέεσκε γὰρ αἰνῶς: καὶ οἶδεν ὅτι κατ’ ἐχθρῶν χρήσεται. E2H1MaV. —ἐφίλει. Ma. αἰνῶς] λίαν. D Ma Yk.

265

τοῖος] ἐπανάληψις. Ma. —εἴθε. Mc P. εἰ. Y. ἐάν. M1 n. ἐών] ὑπάρχων. Ma. μνηστῆρσιν] σύν. P. ὁμιλήσειεν: συναναστραφείη. E2 H K Ma P Vk. πολεμήσειεν. Y.

266

κ’] ἄν. Mc. ὠκύμοροι] ταχυθάνατοι. E2Mak. γενοίατο: γένοιντο. H V. ἐγένοντο. Ma. καὶ φύσιν εἶχον γενέσθαι. Mc. πικρόγαμοι: ἐπὶ κακῷ τῷ ἑαυτῶν τὸν γάμον τοῦτον μνηστευόμενοι. E2HMaV. πικρο‐
5γάμους λέγει γενέσθαι τοὺς μνηστῆρας ὡς βιαζομένους τὴν τοῦ Ὀδυσσέως γυναῖκα πρὸς γάμον καὶ φονευθησομένους. H.

267

ἀλλ’ ἤτοι] ἀπόθεσις. P1 Y. —ἀλλὰ δή. H Ma. θεῶν ἐν γούνασι κεῖται: ἐν τῇ τῶν θεῶν ἐξουσίᾳ (καὶ γνώμῃ καὶ ἰσχύϊ) ἐστίν. Ma V. γούνασι κεῖται: ἐν ἰσχύϊ, ἐν δεήσει. T. ἐν τῇ ἰσχύϊ, ἐν τῇ ἐξουσίᾳ. H Q. ἐπιμελείαις. E2. ἐν ταῖς διανοίαις. Y. ταῖς τῶν ἀστέρων κινήσεσιν· ἀπὸ γὰρ τῆς τῶν ἀστέρων κινήσεως
5γίνονται τοῖς ἀνθρώποις τὰ εἱμαρμένα. P Y.

268

ἤ κεν νοστήσας: καλῶς εἰς ἀμφιβολίαν κατέστησε τὸν λόγον ἐπεγείρουσα τὸ μει‐ ράκιον. δῆλον δὲ ἐκ τῆς ἐπιφορᾶς „σὲ δὲ φράζεσθαι ἄνωγα“, δηλονότι μὴ περιμένοντα ἐκεῖνον.
D E2 H Ma Q T. —οὐδὲ εἷς η περισπᾶται. H. —ἐὰν ἄρα. Ma. νοστήσας] ὑποστρέψας. Ma.109
5ἀποτίσεται: τιμωρίαν (καὶ κόλασιν) εἰσπράξεται. E2 H P Q V Yk. τιμωρήσεται. M1. αὐτοῖς ἀποδῷ. Ma. οὐκί] οὐδαμῶς. Ma. —Ἰωνικόν. E2.

269

οἷσιν ἐνὶ μεγάροισι] οὐ τοῖς ἰδίοις ἔλθῃ οἴκοις. Ma. φράζεσθαι] βουλεύεσθαι. HMak. σκέπτεσθαι H. ἄνωγα: κελεύω. H1 V. παρακελεύω. Ma.

270

ὅππως] ὅπως. P1. ἵνα. P. πῶς. Mak. κε] ἄν. Ma. ἀπώσεαι: ἀπωθήσεις, ἐκβαλεῖς. HMaQV. ἀποδιώξῃς. k. ὅππως κεν μνηστῆρας ἀπώσεαι: τὸ τὴν Ἀθηνᾶν παροτρύνειν τὸν Τηλέμαχον εἰς
5ἀποσόβησιν τῶν μνηστήρων οὐκ ἄλλο αἰνίττεται ἢ ὅτι Ἀθηνᾶ λέγεται ἡ φρόνησις, ὑπὸ δὲ τῆς οἰκείας φρονήσεως ὁ Τηλέμαχος παρωτρύνθη τοὺς μνηστῆρας ἀποσοβῆσαι. D E2. μεγάροιο: τοῦ οἴκου, τῆς οἰκίας (σου). Ma V.

271

εἰ δ’ ἄγε νῦν ξυνίει] εἰ δὲ βούλει, ἄγε νόει· λείπει γὰρ τὸ βούλει κατὰ Ἀττικῶν συνήθειαν. H. εἰ δὲ θέλεις καὶ βούλει. Ma. ἀντὶ τοῦ εἶα. E2. νῦν] δή. Ma Q. ξυνίει: νόησον. E2 H1 K Ma P1 Q V Y. ἄκουσον. E2 M1 V. πρόσεχε. Ma. ξύνεσιν λαβέ.
5T. σύνες. k2. ἐμπάζεο: ἐπιστρέφου. E2 H1 H Ma Q V Y. καὶ ἐπιστροφὴν ποιοῦ. D K P1 Tk3. ἀντὶ τοῦ μνείαν ποιοῦ. H. ἀντὶ τοῦ ἐπίνοιαν ποιοῦ. Q. ἀντιποιοῦ. H V Y. φρόντιζε. H K M1 V Y. εἰς νοῦν βάλλε, ἀναλογίζου. k3.

272

αὔριον εἰς ἀγορήν: ψιλωτέον τὸ „αὔριον“· ἡ γὰρ αυ δίφθογγος πρὸ συμφώνου ψιλοῦται, αὐλός, αὔρα. ἀμέλει τὸ αὕω τὸ δηλοῦν τὸ ξηραίνω δασύνεται, τὸ δὲ αὔω τὸ φλογίζω ψιλοῦται. D E2 H Ma. εἰς ἀγορήν: ἵνα ἔχῃς μαρτυροῦν τὸ πλῆθος τῇ ἐκείνων δικαίᾳ κολάσει. E2 H Ma Q T.
5ἥρωας] τοὺς Ἰθακησίους. H Q.

273

μῦθον] λόγον. Ma.
πέφραδε: εἰπέ. H1 M1 P Q V Yk. ἐπίλεγε. H. ἐπιμάρτυρες] ἐπὶ τοῦτο μάρτυροι. k. ἔστων: ἔστωσαν. Ma V Y. ὑπαρχέτωσαν. H Ma P Q V. —Ἀττικόν. E2.110

274

μνηστῆρας] καὶ τούς. Ma. σφέτερα: τὰ ἴδια. E2 H1 K M1 P1 V Y. —δώματα δηλονότι. T. οἰκημάτια. k. σκίδνασθαι: σκορπίζεσθαι. E2 H1 M1 P1 Q V Y. σκορπισθῆναι. k. ἄνωχθι: κέλευε. H1 Q V. κέλευσον. Mc k.

275

μητέρα δ’, εἴ οἱ θυμός: τῇ ἀρχαίᾳ συνηθείᾳ ἐγέγραπτο ΜΕΤΕΡ ἀντὶ τοῦ ΜΗΤΗΡ. τοῦτο ἀγνοήσας τις προσέθηκε τὸ α. ἢ στικτέον εἰς τὸ „μητέρα δέ“ ὑποκρινομένους τὸν διασκεπτόμενον. D E2 H Ma V Y. μητέρα δ’, εἴ οἱ θυμός: τὸ μὲν ἀκόλουθον ἦν οὕτως· μητέρα δ’, εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι, ἀπόπεμψον εἰς μέγαρον πατρός. ἡ δὲ ἐσχημάτισε
5τὸν λόγον· τὴν δὲ μητέρα, εἰ αὐτῇ ἐφορμᾶται ὁ θυμὸς γαμεῖσθαι, αὐτὴ ἀπίτω εἰς τὸ μέγαρον. οὐ γὰρ ἂν ἑτοίμως ἐδέξατο ὁ νεανίσκος ἐκδιῶξαι τὴν μητέρα. D E2 H Ma Q T. ἡ μήτηρ δέ. E2. περὶ τῆς. Ma. ἄνωγε. Y. —μήτηρ μὲν Πηνελόπης Ἀστεροδία, ἀδελφοὶ δὲ Πολύμηλος, Δαμά‐ σικλος, καὶ Λαοδίκη ἡ ἀδελφὴ αὐτῆς. HMa. εἴ] ἐάν. Y.
10οἱ] αὐτῆς. MaY. θυμός] ἡ ψυχή. Ma. τὸ θέλημα. Y. ἐφορμᾶται: ἐπιθυμεῖ. H1 Ma V. προθυμεῖ. H Q. προΐεται. Ma V. πορεύεται. P. βούλεται. k. γαμέεσθαι: γαμηθῆναι. H V. πρὸς γάμον ἐλθεῖν. Ma.

276

ψ: ἐπίρρημα συντακτικὸν καὶ καιροῦ παραστατικόν, πάλιν, εἰς τοὐπίσω καὶ ἐκ δευτέρου. V. —ὀπίσω, καὶ ἀποκοπῇ τοῦ ω ὄπις, καὶ συγκοπῇ τοῦ ι ὄπς, καὶ τροπῇ τοῦ ο
εἰς α καὶ τοῦ π καὶ ς εἰς ψ ἄψ. B. εἰς τὰ ὀπίσω. MaYk. ἴτω: ἀπίτω. V. ἀπερχέσθω. P V. ἐπανερχέσθω. H Q. πορευέσθω. H V. ἀντὶ τοῦ111
5ἀπόπεμψον αὐτὴν καὶ πορευέσθω. E2. πορευθήτω. Ma. ἐς μέγαρον] εἰς τὸν οἶκον. Ma P1 Y. πατρός] τοῦ Ἰκαρίου. M1k. μέγα δυναμένοιο· μέγα ἰσχύοντος ἐν τῷ ἐκδοῦναι. Ma V. μέγα δυναμένου ἐν τῷ γάμῳ τῆς θυγατρός, οἷον πολλὴν οὐσίαν ἔχοντος καὶ μέγα ἰσχύοντος ἐν τῷ ἐκδοῦναι. D E2 H Ma
10Q T Yk. —ἐκτατέον τὸ υ διὰ τὸ μέτρον. H Ma T.

277

οἱ] οὗτοι. Ma. —οἱ γονεῖς. Y. οἱ δὲ γάμον: συνεκδοχικῶς οἱ περὶ τὸν πατέρα καὶ τὴν μητέρα Ἀστεροδίαν. ἀδελφοὶ δὲ αὐτῆς Πολύμηλος, Ἀμάσικλος καὶ Λαοδίκη. D Ex. τεύξουσι: ποιήσουσι. E2 Ma V. κατασκευάσουσιν. Ma P V Yk. παρασκευάσουσιν. H. ἀρτυνέουσι: ἑτοιμάσουσιν. H K Ma Q V. πληρώσουσιν. k2. παρασκευάσουσι. Exk3.
5δώσουσιν. Y. ἕεδνα: δῶρα τὰ διδόμενα ὑπὸ τοῦ γαμοῦντος τῇ γαμουμένῃ. Ma V Y. ἕδνα τὰ διδό‐ μενα δῶρα ὑπὸ τοῦ μνηστῆρος. H. προῖκα. K M1 P Y. —ἄλλως. τὰ δωρούμενα δῶρα ὑπὸ τῶν νυμφίων ἕεδνα, τὰ δὲ ὑπὸ τῶν πατέρων „μείλια“ [Ι 147]. Ma. „ἕεδνα“ λέγει τὰ διδόμενα ὑπὸ τῶν νυμφίων (παρὰ τὸ ἕδραν καὶ παραμονὴν προξενεῖν τῇ νύμφῃ), τὰ δὲ ὑπὸ τῶν πατέρων
10„μείλια“. D E2 H Q T. ἕδνα τὰ διδόμενα δῶρα ὑπὸ τοῦ γαμοῦντος τῇ γυναικί· φερναὶ δὲ τὰ ὑπὸ τῆς γυναικός, παρὰ τὸ φέρειν εἰς εὐνήν. D E2. —καὶ ἄλλως. εἴρηται δὲ „ἕεδνα“ τὰ τὴν ἕδραν καὶ παραμονὴν προξενοῦντα τῇ νύμφῃ. H Ma Q T. ἀπὸ τοῦ ἥδω τὸ εὐφραίνω, τὰ ἡδονὴν ἐμποιοῦντα. B. —τὸ „ἕεδνα“ δασύνεται ὡς ἕερσα. H. δασύνεται δὲ τὸ „ἕεδνα“ ὡς τὸ ἕερσα. Ma.

278

μάλ’] λίαν. Ma. ἔοικε: προσήκει. H1 Ma V. πρέπει. Ex H M1 V. ἁρμόζει. Q. ἐνδέχεται. k. ἐπί] μετά. Ex. παιδός] νύμφης. P.
5ἕπεσθαι: ἀκολουθεῖν. H Ma P. —γρ' „ἔσεσθαι“. k. ἐν τῇ κατὰ Ῥιανὸν οὐκ ἦν ὁ στίχος. H Ma.112

279

σοὶ δ’ αὐτῷ: τὰ μὲν γὰρ πρῶτα περὶ τῆς κλήσεως ἦν καὶ τῶν μνηστήρων καὶ τῆς μητρός, τὰ δὲ ἑξῆς πρὸς αὐτὸν μόνον, ὅσα ἔμελλεν ὠφεληθήσεσθαι ἐκ τῆς ἀποδημίας συν‐ τυχὼν τοῖς πρεσβυτέροις ἀνδράσιν. D E3 H Ma Q T. πυκινῶς: πυκνῶς. H Ma V. συνεχῶς. E3 Ma. φρονίμως. M1 Pk2. συνετῶς. HTVk3.
5ὑποθήσομαι: συμβουλεύσω. E3HKQVY. συμβουλεύσομαι. DMak. —παραινέσεις. Y. αἴ] ἐάν. Mc. πίθηαι: πεισθῇς. M1V. ἀκούσῃς. E3. πεισθήσῃ. H. ὑπακούσεις. k. —Ἰωνικόν. E3M1.

280

ἄρσας: ἁρμόσας. E3 H K M1 P Q V Yk. εὐτρεπίσας. E3 H K Ma Q V Y. —ψιλω‐ τέον τὸ „ἄρσασ“. H. ἐρέτῃσι: ἐρέταις. V. κωπηλάταις. Ma V Yk. —σύν. P. ἐν. E3. ἤγουν ἡ ἔχουσα κʹ κωπηλάτας. Y.
5ἐείκοσιν: εἴκοσιν. Ma V. ἥτις] ναῦς. Y. ἀρίστη] βελτίστη. Ma. —ἐστί. P Y.

281

ἔρχεο: ἀπέρχου. H Ma V. πευσόμενος: ἀκουσόμενος. E3 Ma V. μαθησόμενος. Ma. μανθάνων. H1 Y. ἐρωτήσων. k. πατρός] λείπει ἡ περί. H P1 Q. δήν] κατὰ πολύ. Mc. ἐπὶ πολύ. E3. πολὺν ἤδη χρόνον. Mak.
5οἰχομένοιο: ἀποδημοῦντος. E3 H Ma P1 Q V Y. ἀπόντος. k.

282

ἤν τις: ἐάν τις. H Ma P V. ὅπως. E3. τοι] σοι. M1 Y. βροτῶν] ἀπό. E3. ὄσσαν: τὴν ἐκ θεῶν κληδόνα. D E3 H J Ma Q V. κληδόνα καὶ φήμην. H Ma P Q V Y.
5περὶ (τῶν) ἀγνοουμένων. D E3 H J Ma V. μαντείαν τινά. Kk. ἢ ὄσσαν ἀκούσῃς ἐκ Διός] ἢ ἀκούσῃς τι ἀπὸ συνετοῦ. E3.

283

ἐκ Διός] εἱμαρμένης. P T Y. ἢ ἀέρος. T. —ἢ ὄσσαν ἀκούσῃς ἐκ Διός: τὰς γὰρ φήμας εἰς Δία ἀναφέρουσιν. ὅθεν καὶ πανομφαίου Διὸς ἱερόν, εἰς ὃν πᾶσα φήμη καὶ
κληδὼν ἀναφέρεται. D E3 H J Ma Q T. ἥτε: ἥτις. V. —ἡ ὄσσα. Yk.113
5ἥτε μάλιστα: ἥτις κληδὼν καὶ φήμη τῶν ἀγνοουμένων δόξαν φέρει. MaT. μάλιστα] ἐξαιρέτως. Ma. λίαν. Y. κλέος: νῦν κληδόνα, τουτέστι κλέος καὶ δόξαν. H V. κληδόνα, φήμην. ἀπὸ τοῦ κλῶ τὸ καλῶ. E3.

284

πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖον: οὐκ ἀποδέχονταί τινες τῆς Ἀθηνᾶς τὴν ὑποθήκην ἐκπεμπούσης Τηλέμαχον, ὅτε ἦν ἐν μεγίστοις κινδύνοις ἡ οἰκία, πρὸς τὴν ἄπρακτον ζήτησιν τοῦ πατρός, τῶν μνηστήρων ἑτοίμων ὄντων καὶ βίαν προσφέρειν τῇ Πηνελόπῃ διὰ τὴν πολυχρόνιον μνηστείαν, τῆς δὲ οἰκίας οὐκ ἐχούσης τὸν προϊστάμενον ἄνδρα·
5καὶ ὅμως ὑπαιτίου οὔσης τῆς συμβουλῆς οὐκ ὀκνεῖ ἡ Ἀθηνᾶ λέγειν „σοὶ δ’ αὐτῷ πυκινῶς ὑπο‐ θήσομαι, αἴ κε πίθηαι“ [279], ἐπαινοῦσα ὡς σοφὴν τὴν τοιαύτην παραίνεσιν. ἢ δεικτέον τὸ σοφὸν τῆς εἰς ἀποδημίαν ἀποστολῆς, ἢ ἀλόγου οὔσης ὑποθήκης ἄτοπος ὁ τοιαῦτα θεοῖς ἀνα‐ τιθεὶς νοήματα. φαίνεται τοίνυν Ὅμηρος ἀδύνατον νομίσαι ἄνδρα ὑπὸ γυναικὶ τεθραμμένον, εἰ καὶ σωφρονεστάτη εἴη, καὶ ἐν οἴκῳ κατακεκλειμένον πλήρει ὑβριστῶν ἀνθρώπων, ἐν θεραπαίναις τε
10ἀσελγέσιν ἐναυξόμενον καὶ νήσῳ μικροπρεπεῖ καὶ ἀβασιλεύτῳ πολὺν χρόνον, κινδύνων τε ξενικῶν μὴ εἰληφότα πεῖραν, μηδὲ μετασχόντα ἀηδιῶν καὶ ἀγωνιάσαντα—ἐν ὅσαις ἀδημονίαις γέγονε Τηλέμαχος προσιέναι μέλλων Νέστορί τε καὶ Μενελάῳ καὶ Ἑλένῃ—φαίνεται οὖν μὴ τοιοῦτον ἄνδρα δυνηθῆναι νομίσαι ἀρετῆς ἄλλως πως μετασχεῖν. διὸ πρόφασιν μὲν ἔχει ἡ ἀποδημία περὶ ἐξετάσεως τοῦ πατρός, σκοπὸς δέ ἐστι τῇ συμβουλευούσῃ Ἀθηνᾷ παίδευσις, ἀφ’ ἧς ἤμελλεν
15ἔσεσθαι ὃ προὔθετο μάλιστα ἡ θεός· καὶ ἐρεῖ [93] „πέμψω δ’ ἐς Σπάρτην τε—παρὰ ξανθὸν Μενέλαον [285]—καὶ ἐς Πύλον ἠμαθόεντα νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ, ἠδ’ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν“. εἰ μὲν [οὖν] ἡ πρόφασις ἐξέτασιν εἶχε πατρὸς ἐπανόδου, σκοπὸς δ’ ἦν ταύτης παίδευσις, ἀφ’ ἧς τὸ „κλέος ἐν ἀνθρώποισι“ γίνεται, εἴη ἂν θεία ἡ παραίνεσις καὶ τῇ Ἀθηνᾷ πρέπουσα· μένων δ’ ἐν Ἰθάκῃ ἀπαίδευτος ἢ τῶν μνη‐
20στήρων εἴχετο καὶ προὔδωκεν ἂν τὸν οἶκον, ἢ ἐπιτιθέμενος αὐτὸς ἀπώλετο ἂν μόλις τοῦ Ὀδυσσέως δι’ ὑπερβολὴν φρονήσεως καὶ ἐμπειρίας δυνηθέντος αὐτοῖς δολίως ἐπιθέσθαι, ἄξιός τε οὐκ ἂν τοῦ πατρὸς ἐγένετο μή τί γε παρὰ τῶν συστρατευσάντων πυθόμενος περὶ τῶν ἐκείνου
πράξεων· διὸ καὶ συνεῖναι αὐτῷ ἐλθόντι κωλυόμενος πεπαίδευται ἤδη, καὶ οἶδε πῶς προσενεχθῇ τῷ πατρὶ ἀφ’ ὧν ἀκήκοε περὶ αὐτοῦ διηγημάτων. τόν τε περὶ τῆς μητρὸς φόβον καὶ ὅλως114
25τὸν περὶ τοῦ οἴκου τὸ μέν τι ἡ Πηνελόπη ἐξέλυσεν ἱκανὴ οὖσα περιγενέσθαι τῷ φρονήματι τῆς τῶν μνηστήρων ἀνοίας, τὸ δέ τι καὶ ἡ Ἀθηνᾶ ἠσφαλίσατο τὸν δῆμον ἐπαναστῆσαι συμβουλεύ‐ σασα κατὰ τῶν μνηστήρων διὰ τῆς κατὰ τὴν ἐκκλησίαν ὧν δρῶσιν εἰς τὴν οἰκίαν μηνύσεως „ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσίν, οὐδέ ποθ’ ἡμετέρη ἀγορὴ γένετ’ οὐδὲ θόωκοσ“ [β 27 et 26], ὥστε πᾶς ἔλαβε τὸ μέγεθος τῆς τῶν μνηστήρων ἀδικίας. καὶ δημηγορήσαντος
30Τηλεμάχου τοσαύτη ἐπιστροφὴ γίνεται ὥστε ἐπειπεῖν ὡς „οἶκτος δ’ ἕλε λαὸν ἅπαντα“ [β 81] καὶ φοβηθέντας τοὺς μνηστῆρας λέγειν [β 85] „Τηλέμαχ’ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπας ἡμέας αἰσχύνων, ἐθέλεις δέ κε μῶμον ἀνάψαι“, καὶ ἄλλους δ’ ἐπὶ τῆς ἐκκλησίας φάναι [β 166] „πολλοῖσι δὲ καὶ ἄλλοισι κακὸν ἔσται, οἳ νεμόμεσθ’ Ἰθάκην εὐδείελον. ἀλλὰ πολὺ πρὶν φραζώ‐ μεσθ’ ὥς κεν καταπαύσομεν· ἠδὲ καὶ αὐτοὶ παυέσθων· καὶ γάρ σφιν ἄφαρ τόδε λώιόν ἐστιν“.
35ἡ δὲ πρόφασις ἐν τῇ ἐκκλησίᾳ ῥηθεῖσα τῆς ἀποδημίας οὐδὲν καινοτομεῖ· τί γάρ φησι; [β 210] „ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδ’ ἀγορεύω· ἤδη γὰρ τά γ’ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί. ἀλλ’ ἄγε μοι δότε νῆα θοήν“· καὶ εἰπὼν τὴν αἰτίαν, δι’ ἣν ἀποπλεῖν μέλλει, ἐπάγει [β 218] „εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω, ἦ τ’ ἂν τρυχόμενός περ ἔτι τλαίην ἐνιαυτόν“ καὶ τὰ ἑξῆς. οὕτως τοίνυν ἡ ὑπόθεσις ὡς καὶ αὐτῶν ἐπὶ συμφέροντι γενομένης τῆς ἀποδημίας
40πεπεῖσθαι δοκούντων (ὅτι τέθνηκε), καὶ πρῶτον μὲν ὅτι οὐκ ἀποδημήσει ἐλπιζόντων, ἔπειτα δ’, εἰ καὶ ἐκτελέσειε τὴν ὁδόν, ὅτι πεισθήσεται ὅτι τέθνηκεν αὐτῷ ὁ πατήρ, πεισθεὶς δὲ τὴν μητέρα ἐκδώσει, μηδὲν δ’ ἐγχείρημα ἐποίσει τῶν ἀτόπων εἰς τὸν οἶκον. ἔπειτα δ’ οὐκ ἦν σκοπὸς βιάσασθαι τὸν γάμον—οἱ γὰρ ἄλλοι ἠμύναντ’ ἂν τὸν βεβιασμένον—, ἀλλὰ προκριθῆναι ὑπὸ τῆς μνηστευομένης τῶν γονέων αὐτὸς ἕκαστος ἠξίου, ἵν’ οὕτως οἱ λοιποὶ παύσωνται τῆς μνη‐
45στείας. πολὺν δὲ χρόνον ἡ ἀποδημία λανθάνει τοὺς μνηστῆρας· αἰσθάνονται γὰρ ὁπηνίκα Νοήμων ὁ τὴν ναῦν χρήσας Τηλεμάχῳ πάρεστιν ἐρωτῶν αὐτοὺς περὶ τῆς ἐκείνου ἀπουσίας, καὶ φοβερὸς αὐτοῖς ἀποδημήσας γίνεται, ὡς βουλεύσασθαι περὶ τῶν καθ’ ἑαυτοὺς μᾶλλον ἢ περὶ
τοῦ γάμου. ὥστε καὶ περιέσπασε μᾶλλον ἡ ἀποδημία εἰς ἄλλα ἀπὸ τῆς κατὰ Πηνελόπην βίας, ἐξεῖλε δὲ καὶ αὐτὸν ἀπὸ τῶν κινδύνων, οὓς πολλάκις ἂν ὑπέστη μετ’ αὐτῶν πάντα χρόνον δια‐115

284

(50)

τρίβων. ὡς γὰρ τὰ τελευταῖα, ὅτε ἐπανῄει τε καὶ ἐπανῆλθεν, ἐπιβουλεύοντες διετέλουν, οὕτως ἂν παρόντι καθ’ ἡμέραν τὴν πεῖραν προσλαβόντες ἔδρασαν ἄν τι τῶν ἀνηκέστων. διὰ πάντων οὖν φαίνεται ἡ ἀποδημία ἀναγκαία καὶ κρείττων καὶ πολλῷ ἀσφαλεστέρα τῆς ἐν Ἰθάκῃ ἐκδιαι‐ τήτου μετὰ τῶν μνηστήρων διατριβῆς· τὸ γὰρ λέγειν ὅτι, ἵνα ἐντύχῃ τῷ πατρὶ καὶ τοὺς ἀγροὺς ἴδῃ, διὰ τοῦτο αὐτὸν ἡ Ἀθηνᾶ ἀποδημῆσαι πεποίηκε, ψεῦδος· καὶ γὰρ καὶ μὴ ἀποδημήσας
55ὑπερόριος, ἐν δὲ τοῖς ἀγροῖς γενόμενος ἐνέτυχεν ἂν τῷ πατρί. καὶ οὐχ ἵνα ἐντύχῃ τῷ Ὀδυσσεῖ, ἀποδημῆσαι αὐτὸν πεποίηκεν ἡ Ἀθηνᾶ, ἀλλὰ μᾶλλον ἐκ τῆς ἀποδημίας διὰ τοῦτο θᾶττον εἰς τὴν πατρίδα ἐπανήγαγεν. D H. πρῶτα μὲν ἐς Πύλον: πέμπει αὐτὸν παιδευθησόμενον παρὰ τοῦ Νέστορος· οὗτος γὰρ εἶχε τὴν ἀπὸ γήρως ἐμπειρίαν· εἶτα εἰς Σπάρτην πρὸς Μενέλαον· οὗτος γὰρ ἀπὸ τῆς ὀκταετοῦς πλάνης ἐπανήλυθε νεωστί· κοινῶς δὲ δοξασθησόμενον διὰ τὴν
60ἀναζήτησιν τοῦ πατρός. D E3. πρῶτα μὲν ἐς Πύλον: πέμπει αὐτὸν παιδευθησόμενον καὶ ἅμα ἔνδοξον ἐσόμενον, ἐπεὶ διὰ πατέρα ἀπεδήμησεν. H T V Y. πρῶτα μὲν ἐς Πύλον ἐλθέ: διὰ τί δὲ πρῶτον αὐτὸν ἐς Πύλον πέμπει; παιδευθησόμενον αὐτὸν ὡς Νέστορα πέμπει. περὶ δὲ τῆς ἀποδημίας Τηλεμάχου εἴπομεν [εἰς τὸ] „πέμψον δ’ ἐς Σπάρτην τε“ [93]. καὶ νῦν δὲ λεκτέον ὡς ὑπόθεσιν αὐτὴν πεποίηκεν ὁ ποιητὴς ποικιλίας λόγων καὶ ἐξαλλαγῆς ἰδεῶν, ἵνα μὴ
65μονότροπος ᾖ τῆς ποιήσεως ὁ τρόπος. H Ma Q. ἐς Πύλον: τῆς Ὀδυσσείας οὐκ ἐχούσης ἐξ αὑτῆς ποικιλίαν ἱκανήν, τὸν Τηλέμαχον ἐξελθεῖν εἰς Σπάρτην καὶ Πύλον ποιεῖ, ὅπως ἂν τῶν Ἰλιακῶν ἐν παρεκβάσεσι πολλὰ λεχθείη διά τε τοῦ Νέστορος καὶ τοῦ Μενελάου. D E3. ἐλθέ] πορεύθητι. Ma. εἴρεο: ἐρώτησον. H M1 P1 Q V Yk.

285

κεῖθεν: ἐκεῖθεν. H Ma V. ἐς Σπάρτην] ἐλθέ. E3Y. —κεῖθεν δ’ ἐς Σπάρτην τε: πῶς εἰς Σπάρτην ἐλθὼν οὐ συντυγχάνει Ἰκαρίῳ; ἢ ἐπεὶ καθ’ Ὅμηρον ἐν Ἰθάκῃ οἰκεῖ, ἢ ἀπέχθονται αὐτῷ αὐτός τε καὶ ἡ μήτηρ ὡς ἀναγκάζοντι αὐτὴν γαμηθῆναι, ὡς αὐτή φησι „μάλα δ’ ὀτρύνουσι τοκῆες γήμασθαι“
5[τ 158]. D E3 H Ma Q T. παρά] πρός. T. εἰς. E3. ξανθόν: πυρρόν. Ma V.116

286

ὃς γάρ: οὗτος γάρ. M1 V Y. —ὁ Μενέλαος. Y. δεύτατος: ἔσχατος. H M1 P1 Q V Y. καὶ ὕστερος. E3kn. —„δεύτεροσ“. H1. ἕτερος H. —„δεύτεροσ“ ὁ μετὰ τὸν πρῶτον ἐλθών, „δεύτατοσ“ δὲ ὁ μετὰ πάντας ὕστερος. E3. χαλκοχιτώνων] σιδηροθωράκων. Ma.

287

εἰ] ἐάν. Y. κεν] ἄν. Mc. βίοτον: βίον. H1MaV. ζωήν. E3H1MaP1QVYk. —[βιότ]ου [καὶ νόστ]ου. E3. νόστον] καὶ τὴν ἀποστροφήν. Y.

288

τ’ ἄν] ὄντως ἄν. Mak. τρυχόμενος: καταπονούμενος. H P1 Q T V Yk. λυπούμενος. Ma. —τρυχόμενος ὑπὸ τῶν μνηστήρων. H Q. περ] καίπερ. H P Q T V Y. καίτοι. E3.
5ἔτι] ἐπὶ πλέον. Ma. τλαίης: καρτερήσειας. Ma V Y. ὑπομείνειας. Ma V. καρτερῇς. P1. ὑπομείνῃς. H. ἐνιαυτόν] ἀπὸ τοῦ ἰαύω τὸ διατρίβω. k.

289

τεθνηῶτος: τετελευτηκότος, ἀποθανόντος. Ma V. —εἰ δέ κε τεθνειῶτος: ἐναντίον τοῖς προειρημένοις ὅπου μαντεύεται τὴν παρουσίαν αὐτοῦ. ἀναγκαίως ποικίλας ἐκφέρει τὰς γνώμας ὑπὲρ τοῦ μὴ πάντα ἐπανέχειν αὐτὸν τῇ Ὀδυσσέως παρουσίᾳ. D E3 H Ma Q T. — διὰ τοῦ η τὸ „τεθνηῶτοσ“. H. „τεθνηῶτοσ“ διὰ τοῦ η, Ἰωνικῶς. K.
5ἀκούσῃς] παρὰ ἐκείνων. E3. μηδ’ ἔτ’ ἐόντος] ἤγουν μὴ ζῶντος. k.

290

δ’ ἤπειτα] μετὰ ταῦτα. Ma. —δ’] περισσόν. E3. φίλην] φίλον ἔδαφος ἡ πατρίς. Mc.

291

σῆμα: τάφον. H1 Ma P Q Y. μνῆμα. k. οἱ] αὐτῷ. MaP Y. χεῦσαι] γρ' „χεῦαι“. H. —γρ' δὲ οὕτως „χεῦαι“ καὶ „κτερεΐξαι“. H. ἀπαρέμφατα δεχόμενα τὸ προαιρετικὸν ῥῆμα ἀπάξον. θέλησον τί ποιῆσαι; χεῦσαι. καὶ θέλησον τί ποιῆσαι;
5κτερεΐξαι. H. λέγω σοι. E3. καὶ ἄλλως. τὸ ἀπαρέμφατον ἀντὶ τοῦ προστακτικοῦ. H. — χεῦαι: χῶσαι, ἀντὶ τοῦ χῶσον. V. ποίησον. k.
κτέρεα: ἐντάφια. H1 M1 Q V Y. θύματα M1. θυσίας. E3k3. ἐπικτέρεα: κυρίως τὰ ἐπὶ τοῖς κτεινομένοις γενόμενα ἐνταφιάσματα. M1. νῦν τὰ ἐναγίσματα. Ma. ἐπιτάφια. Tk. — κτέρεα: τὰ ἐντάφια· ἀπὸ τῆς κατά προθέσεως καὶ τοῦ ἔρα ἡ γῆ. P1Y. τὰ κάτω τῆς ἔρας117
10νενομισμένα τοῖς νεκροῖς ἐπιτάφια, ἢ τὰ ἐναγίσματα, ἢ καθάρματα. κυρίως δὲ τὰ ἐπὶ τοῖς κτεινομένοις ἐντάφια, ἀπὸ τοῦ ἱκετήριόν τι εἶναι. E3. κτερεΐξαι: ἐνταφιάσαι. H1 M1 Q V. εὐτρεπίσαι. T. θῦσαι. k2. θυσιάσαι. k3. κτε‐ ρέιξον. H. ἐνταφίασον. H Yk. —θυσιάσμασιν. E3.

292

μάλ’] πάνυ. Ma. ἔοικε] πρέπει. k. μητέρα] τὴν Πηνελόπην. E3. δοῦναι: ἀντὶ τοῦ δός. H1K Ma V Yk.

293

αὐτὰρ ἐπήν: ἐπειδὰν δέ. Ma V. τελευτήσῃς: τελειώσῃς. Ma V. πληρώσῃς. M1 Vk. εἰς τέλος ἄξῃς. E3. ἕρξῃς: πράξῃς. H1 Ma Q V. ποιήσῃς. P1.

294

φράζεσθαι] φράζου. E3 H M1 P. διανοοῦ. M1. βουλεύου. H Qk. ἐπιβουλεύου. Y. ἐνθυμοῦ, σκόπει. H. —Ἀττικῶς. M1. —φράζεσθαι: γενναίως χρῆται τῇ συμβουλῇ· οὐ γὰρ σπεί‐ σασθαι τοῖς μνηστῆρσιν αὐτὸν ἀξιοῖ καὶ τέρπεσθαι τοῖς ἰδίοις, ὁποῖα οἱ πολλοὶ ὑπ’ ἀργίας συμ‐ βουλεύειν εἰώθασιν, ἀλλὰ τιμωρίαν παρὰ τῶν ἀδικησάντων λαβεῖν. D E3 H Ma Q T.
5δ’ ἤπειτα] μετὰ ταῦτα. MaY. κατὰ φρένα] κατὰ τὸν νοῦν. Ma. —ἤγουν μὴ φανερόν. k. ἤγουν δολίως καὶ παν‐ ούργως. E3. κατὰ θυμόν] κατὰ τὴν ψυχήν. Ma.

295

δή] γράφεται „κε“. Mc. ἐνὶ μεγάροισι τεοῖσι] ἐν τοῖς ἰδίοις οἴκοις. Y. τεοῖσι: τοῖς σοῖς. Ma V.

296

δόλῳ] κρυφίως. k. ἀμφαδόν: φανερόν. H1 P1 V. φανερῶς. E3 Ma Q Yk. οὐδέ τι] οὐ γὰρ ἔτι. Ma. χρή] ἁρμόζει. Ma.

297

νηπιάας ὀχέειν: τὰ νέων φρονεῖν καὶ φέρειν. ἢ ὀχεῖσθαι ὑπὸ νεότητος, τουτ‐
έστιν ἄφρονα εἶναι. H Ma Q T V Y. καὶ ἄλλως. ἀφροσύνας φέρειν, ἐπεὶ οὐκέτι τοιοῦτος εἶ. H Ma T. τὰ τῶν νηπίων ὀχεῖσθαι ἤτοι φρονεῖν, τουτέστιν ἄφρονα εἶναι. E3. ἐπὶ τῆς νη‐ πιότητος ἤγουν τῆς μωρίας ὀχεῖσθαι. M1. νηπιοφροσύνας. n. —νηπιάχοις] γρ' „νη‐118
5πιάασ“. k. ὀχέειν] ἔχειν. Mak. ἐπιβάλλειν. P1. ἐπιμένειν. Y. —ὀχεῖσθαι ἀντὶ τοῦ καβαλικεύειν, ὀχεῖν ἀντὶ τοῦ καβαλικεύεσθαι. ἢ ὑπὸ τῆς μωρίας ὀχεῖσθαι. k. τηλίκος: τηλικοῦτος. D H Ma Q V. μικρός. M1 Ma T V. ἀντὶ τοῦ πάνυ νέος. D Ma P1 V. ὥστε νηπιάας ὀχέειν. ἢ οὕτως ῥητέον· οὐδέ τί σε χρὴ νηπιάας ὀχέειν οὐκέτι, ἐπεὶ τηλίκος ἐσσί,
10ἀντὶ τοῦ ἀνὴρ τέλειος. D. ἐσσί: ὑπάρχεις. Ma V Y. —τηλίκος ἐσσί: τὸ „ἐσσί“ γίνεται ἐκ τοῦ ἔω, ἐμί, ἔς. οὐδέποτε δὲ ῥῆμα μονοσύλλαβον βραχυκαταληκτεῖ πλὴν τοῦ θές, δός, ἕς· γίνεται οὖν προσθήκῃ τοῦ ἑτέρου ς ἐσς. ἐπεὶ δὲ πάλιν λέξις Ἑλληνικὴ οὐδέποτε καταλήγει εἰς δύο σύμφωνα τὰ αὐτά, προσθήκῃ τοῦ ι γίνεται ἐσσί. D E2.

298

ἦ οὐκ ἀΐεις: ἐξ ὁμοίων ἡ προτροπή· καὶ οὗτοι γὰρ ὅσον ἐφ’ ἑαυτοῖς καὶ Πηνε‐ λόπην ἐμοίχευσαν [ἂν] καὶ τὴν βασιλείαν ἀφείλοντο. D E2 H Ma T. γνησίου δὲ νουθεσίας ἐστὶ σύμβολον ἡ μετὰ τὴν ἐπίπληξιν προτροπή. HMaT. ἐργασία ἀπὸ παραδείγματος. n. —προ‐ κέφαλον. M1.
5ἀΐεις: ἀκούεις, αἰσθάνῃ. Ma T V. οἷον κλέος] ὁρᾷς πῶς ἐρεθίζει τὸ τοῦ νέου ζηλότυπον; T.

299

ἐπεί] ἀφ’ οὗ. Ma. ἔκτανε] ἀπέκτανε. Ma. ἀπέκτεινε. Y. πατροφονῆα: τὸν τοῦ πατρὸς φονέα. H1 H Ma Q V Y. ἐπεὶ ἔκτανε πατροφονῆα: οὐκ οἶδεν ὁ ποιητὴς τὸν Κλυταιμνήστρας ὑπὸ παιδὸς
5μόρον. D E2 H Ma.

300

δολόμητιν: δόλια βουλευσάμενον. E2 H M1 Q V. κατὰ τοῦ Ἀγαμέμνονος. E2HM1Q. ὅς οἱ πατέρα κλυτόν: ἄνευ τοῦ ς Ἀρίσταρχος „ὅ οἱ πατέρα“. Ma. οἱ] αὐτοῦ. Y. ἔκτα: ἀπέκτεινεν. H V Y. —πατέρα κλυτὸν ἔκτα: πολλοὶ συστέλλουσι τὸ α τοῦ
5„ἔκτα“, νομίζοντες ἀποκοπὴν εἶναι τοῦ ἔκτανεν· ὁ δὲ Ἀρίσταρχος ἐκτείνει. H K Ma Q.

301

καὶ σύ] ὅμοια ποιήσῃ. Yr. —τὸ ἑξῆς· καὶ σύ, φίλος, ἄλκιμος ἔσο. H Ma T.
φίλος] ὦ. Ma P Y. φίλε. k. καλόν τε μέγαν τε] τῆς περιβολῆς. n.119

302

ἄλκιμος] ἀνδρεῖος. E2Ma. δυνατός. k. ἔσσο: γενοῦ. H K V Y. γίνου, ὕπαρχε. Ma. —ἀντὶ τοῦ ἔσο. E2. —ἐσς’] ὑπάρχεις. k. εἶς. k3. ἄλκιμος ἔσσο: αἰσχρὸν γὰρ τοῖς τῆς τύχης δώροις μὴ συνυπουργεῖν. D H Ma Q T. ὀψιγόνων: μεταγενεστέρων. H M1 Q V Y. τῶν μελλόντων. k.
5ἵνα τίς σε καὶ ὀψιγόνων ἔυ εἴπῃ] ἵνα ἀοίδιμος ἔσῃ. T. καὶ ἐπαινέσῃ. Mc. — ταῦτα λοιπὸν εἰδυῖα τὸ φιλότιμον τῶν νέων λέγει. H Ma T.

303

ἐγών] Δωρικόν. Mc. κατελεύσομαι: κατέρχομαι. E2 H K Ma V. ἀπελεύσομαι. k. ἤδη] νῦν. P. ἀπαρτί. Y.

304

δ’ ἑτάρους] καὶ ἐπὶ τοὺς ἑταίρους. Ma. ἀσχαλόωσι: δυσανασχέτως ἔχουσι. E2 H1 K Ma V. δυσχεραίνουσι. E2 H K Ma Q V. λυ‐ ποῦσι. Y. λυποῦνται. k. ἀγανακτοῦσι, δεινοπαθοῦσι. k3. μένοντες] ἐκδεχόμενοι. Ma.

305

αὐτῷ] γρ' „αὐτῶν“. k. μελέτω: ἐν ἐπιμελείᾳ ἔστω. H Ma Q V. —ταῦτα. Ma Y. ἐμπάζεο: ἐπιστρέφου. H Ma V. ἐπιστροφὴν ποίει. E2 H Ma P1 V Y. καὶ σέβου. H Ma V. καὶ φρόντιζε. Y. —ἐμπάζεο μύθων: διδασκαλικῶς ἐπιλέγει πάλιν περὶ τῶν αὐτῶν, ἀντὶ τοῦ
5ἐπιστρέφου, φρόντιζε. Ma.

306

πεπνυμένος] ὁ συνετός. P1 Y.

307

ξεῖν’] ὦ φίλε. P1 Y. ἤτοι] καὶ δή. Y. φίλα] ἀγαπητά. Y. φίλα φρονέων: φιλοφρονούμενος. H Ma Q V. καὶ ὢν φρόνιμος. P.

308

ὥστε] καθά. Y. καθάπερ. Ma. ὥστε πατὴρ ᾧ παιδί: μιμουμένη γὰρ πατρικὸν ξένον ἐπιτιμήσει ἐχρήσατο. ὁ δὲ συνετῶς οὐκ ἐδυσχέρανεν, ἀλλὰ καὶ χάριν ὁμολογεῖ. D E2 H Ma T. ᾧ] ἰδίῳ. Ma P1 Y. αὐτοῦ. Ma.
5οὔποτε] οὐδαμῶς. Ma. λήσομαι: ἐπιλάθωμαι. H1 Ma P V. λάθωμαι. Yk. ἀμελήσω. H Q.

309

ἀλλ’ ἄγε] ἀλλὰ φέρε. Ma. ἐπειγόμενος: σπεύδων. H V. ἐπειγόμενός περ ὁδοῖο] καίτοι γε σπεύδων ἀπελθεῖν ἐν τῇ ὁδῷ. Ma. θέλων ἐπ‐ είγεσθαι καὶ διέρχεσθαι τὴν ὁδόν. E2.
5ὁδοῖο] καὶ ἕνεκα. Mc.120