TLG 5026 007 :: SCHOLIA IN HOMERUM :: Scholia in Odysseam (scholia vetera)

SCHOLIA IN HOMERUM Schol.
(Varia)

Cf. et Joannes GALENUS Gramm. (3039 002)

Scholia in Odysseam (scholia vetera)

Source: Dindorf, W. (ed.), Scholia Graeca in Homeri Odysseam, 2 vols. Oxford: Oxford University Press, 1855 (repr. Amsterdam: Hakkert, 1962): 1:7–402; 2:403–732.

Dup. partim 5026 008

Citation: Book — hypothesis-verse — (line)

1

t

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΟΔΥΣΣΕΙΑΝ.

1

hyp

(t)

ΥΠΟΘΕΣΙΣ.
1ΘΕΩΝ ἀγορὰ γίνεται περὶ τοῦ τὸν Ὀδυσσέα εἰς Ἰθάκην πεμφθῆ‐ ναι ἀπὸ τῆς Καλυψοῦς νήσου· μεθ’ ἣν ἡ Ἀθηνᾶ εἰς Ἰθάκην παρα‐ γίνεται πρὸς Τηλέμαχον ὁμοιωθεῖσα Μέντῃ βασιλεῖ Ταφίων. γινο‐ μένης δ’ ὁμιλίας παραινέσασα ἡ Ἀθηνᾶ Τηλεμάχῳ παραγενέσθαι
5διὰ τὴν τοῦ πατρὸς ζήτησιν ἐς Πύλον μὲν πρὸς Νέστορα, εἰς Σπάρ‐ την δὲ πρὸς Μενέλαον, ἀπαίρει ἔμφασιν δοῦσα ὡς θεὸς εἴη. καὶ τῶν μνηστήρων γίνεται εὐωχία. M.P.V.
8tΑΛΛΩΣ.
9Ἡμέρᾳ ἐν ᾗ θεῶν ἀγορὰ, Ποσειδῶνος ἐν Αἰθιοπίᾳ ὄντος, Ἀθηνᾶ
10Διὸς ἐπιτρέψαντος εἰς Ἰθάκην κατελθοῦσα ὁμοιοῦται Μέντῃ Ταφίων βασιλεῖ, καὶ ξενισθεῖσα παρὰ Τηλεμάχῳ παρορμᾷ αὐτὸν κατὰ τῶν μνηστήρων· καὶ ὑποτίθεται αὐτὸν διαπλεῦσαι εἰς Πύλον πρὸς Νέ‐ στορα, κἀκεῖθεν εἰς Σπάρτην πρὸς Μενέλαον. καὶ αὕτη ἀφανὴς γί‐ νεται τοῖς μνηστῆρσι· Τηλέμαχος δὲ ἑσπέρου γενομένου εἰς ὕπνον
15ἐτράπη. Q.
16tΑΛΛΩΣ.
17Ἀπὸ τῆς ἐναγωνίου καὶ πολεμικῆς Ἰλιάδος ἐπὶ τὴν ἠθικὴν μετα‐ βῶμεν Ὀδύσσειαν· οὐδὲ γὰρ αὕτη τελείως ἀφιλοσόφητος. αὐτίκα τοίνυν ἐν ἀρχῇ τὴν Διὸς Ἀθηνᾶν ὑπὸ Διὸς ἀποστελλομένην εὑρίσκο‐
20μεν εὐλόγως, ἐπειδὴ ἐκ τῆς ἄγαν νεότητος ἤδη τὴν εἰκοσιετῆ ἡλι‐ κίαν ὑπερκύπτων μετέβαινεν εἰς ἄνδρας καί τις αὐτὸν ὑπέδραμε τῶν
γινομένων λογισμὸς ὡς οὐκέτι χρὴ διακαρτερεῖν ἐπὶ τετραετῆ τῶν μνηστήρων ἀσωτίαν. τοῦτον τοίνυν τὸν ἀθροιζόμενον τῷ Τηλεμάχῳ λογισμὸν Ἀθηνᾶς ἐπιφάνειαν ἠλληγόρησεν. ὁμοιωθεῖσα γὰρ γέροντι7 in vol. 1
25ἥκει. E.

1

.

1

Εἰπέ μοι ἄνδρα, Μοῦσα, τὸν πλανηθέντα μετὰ τὸ πορθῆσαι τὴν Τροίαν καὶ ἐκ τῆς τοιαύτης πλάνης ἰδόντα ἄστεα πολλὰ, καὶ νοῦν ἔχοντα ἐκ τοῦ ὁμιλῆσαι ἀλλοδαποῖς ἀνθρώποις. ἃ γὰρ εἶχον ἐκεῖνοι πολιτευόμενοι, ταῦθ’ οὗτος τῇ πείρᾳ μαθὼν νοῦν γνῶναι λέγεται.
5νοῦν γὰρ ἐνταῦθα τὴν πεῖραν νοητέον. ἔγνω οὖν νοῦν, ἀντὶ τοῦ ἐμπορι‐ κὴν γνῶσιν εἶχεν. E. ἄνδρα μοι] ἔδει μὲν ἐν τῷ ἄνδρα δύο εἶναι ὀξείας, ὡς τὸ “ἄνδρά τε καὶ οἶκον,” ἀλλ’ ἐφυλάξατο ὁ Ἀρίσταρχος διὰ τὸ μὴ ἐν τῇ εἰσβολῇ τῶν λέξεων κακοφωνίαν ποιῆσαι. M.S.
10ἄνδρα μοι ἔννεπε, Μοῦσα] γελοῖοι οἱ τὸ “ἄνδρα μοι” ἀνδρεῖον ἀκούοντες. ἔσται γὰρ, ἀνδρεῖον καὶ πολύτροπον ἔννεπε. τὰ γὰρ ἐπί‐ θετα πρὸς τὰ κύρια ἢ προσηγορικὰ τάττεται. τὸ οὖν ἄνδρα κυρίως παρ’ αὐτῷ τίθεται, τὸν ἀντιτιθέμενον τῇ γυναικὶ, ὥσπερ ὁ ἄρρην, ὥς ποτε ἔφη “ἀνὴρ ἠὲ γυνή·” “ἥτ’ ἐπὶ τύμβῳ ἀνέρος ἑστήκει τεθνειῶτος
15ἠὲ γυναικός” (Il. ρ, 434.) καὶ “ἆνερ, ἀπ’ αἰῶνος νέος ὤλεο” (Il. ω, 725.), καὶ “ὅς γε μετ’ ἀνδρῶν ἵζει ἀριθμῷ” (Od. λ, 449.), καὶ τὸ “ἄνδρα γέροντα” (Od. ς, 53.), ὡσεὶ ἔφη ἄρρενα γέροντα· καὶ “ῥεῖα λαθὼν φύλακας ἀνδρῶν δμῶάς τε γυναῖκας” (Il ι, 477.), καὶ συγκριτικῶς ὡς πρὸς τὰς γυναῖκας· αὐτὸς γὰρ ἔφη “οὐ γάρ πω
20τοῖον εἶδον βροτὸν ὀφθαλμοῖσιν οὔτ’ ἄνδρα οὔτε γυναῖκα” (Od. ζ,
160.), καὶ ἀνδροτὴς δὲ ἡ τοῦ ἀνδρὸς δύναμις ἡ ποιοῦσα “ἀνδροτῆτα καὶ ἥβην” (Il. χ, 363.). ἐπ’ ἄλλων γὰρ τῶν μὴ σωζόντων ἕξιν φησὶ “κτενέει δέ με γυμνὸν ἐόντα αὔτως ὥστε γυναῖκα” (Il. χ, 124.), οὐχ ὡς ἄνδρα καὶ ἄρρενα, ὥσπερ ἐν ἄλλοις, “Ἀχαΐδες, οὐκέτ’ Ἀχαιοί”8 in vol. 1
25(Il. β, 235.) καὶ “μή ς’ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θείη” (Od. κ, 301.), μή σε θηλύνῃ. H.M.Q.R. ἀνὴρ σημαίνει τέτταρα, τὸν φύσει, ἤτοι τὸν ἀντιτιθέμενον γυναικὶ, ὥς ποτε ἔφη “ἀνὴρ εἶ, οὐ γυνή” καὶ “μή ς’ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θείη.” οὐ γὰρ εὑρίσκεται δύο ἐπίθετα ἄνευ κυρίου ἢ προση‐
30γορικοῦ. δηλοῖ δὲ καὶ τὸν ἀνδρεῖον, ὡς τὸ “ἀνδρὸς ἀκοντίσαντος” (Il. δ, 498.)· ἢ καὶ τὸν ἀνδρὸς ἡλικίαν ἔχοντα, ὡς τὸ, “ὅπου νῦν γε μετ’ ἀνδρῶν ἵζῃ ἀριθμῷ·” καὶ τὸν γήμαντα, ὡς τὸ, “ἄνδρα ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ” (Il. τ, 291.)· καὶ τὸν φύσει, ὡς τὸ “ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες” (Il. η, 139.). ἀνὴρ δὲ γέ‐
35γονε παρὰ τὸ ἀνύειν δύνασθαι, γυνὴ παρὰ τὸ γεννᾶν, ἄρσην παρὰ τὸ ἀρόσαι. E.Q. Ἀπορία. πολύτροπον] οὐκ ἐπαινεῖν φησιν Ἀντισθένης Ὅμηρον τὸν Ὀδυσσέα μᾶλλον ἢ ψέγειν, λέγοντα αὐτὸν πολύτροπον. οὐκ οὖν τὸν Ἀχιλλέα καὶ τὸν Αἴαντα πολυτρόπους πεποιηκέναι, ἀλλ’ ἁπλοῦς καὶ
40γεννάδας· οὐδὲ τὸν Νέστορα τὸν σοφὸν οὐ μὰ Δία δόλιον καὶ πα‐ λίμβολον τὸ ἦθος, ἀλλ’ ἁπλῶς τε Ἀγαμέμνονι συνόντα καὶ τοῖς ἄλ‐ λοις ἅπασι, καὶ εἰς τὸ στρατόπεδον εἴ τι ἀγαθὸν εἶχε συμβουλεύ‐ οντα καὶ οὐκ ἀποκρυπτόμενον τοσοῦτον ἀπεῖχε τοιοῦτον τρόπον ἀποδέ‐ χεσθαι ὁ Ἀχιλλεὺς ὡς ἐχθρὸν ἡγεῖσθαι ὁμοίως τῷ θανάτῳ ἐκεῖνον
45“ὅς χ’ ἕτερον μὲν κεύθει ἐνὶ φρεσὶν, ἄλλο δὲ εἴπῃ” (Il. ι, 313.). Λύσις. λύων οὖν ὁ Ἀντισθένης φησὶ, Τί οὖν; ἆρά γε πονηρὸς ὁ
Ὀδυσσεὺς ὅτι πολύτροπος ἐκλήθη; καὶ μὴν διότι σοφὸς οὕτως αὐ‐ τὸν προσείρηκε. μήποτε οὖν ὁ τρόπος τὸ μέν τι σημαίνει τὸ ἦθος, τὸ δέ τι σημαίνει τὴν τοῦ λόγου χρῆσιν; εὔτροπος γὰρ ἀνὴρ ὁ τὸ9 in vol. 1

1

.

1

(50)

ἦθος ἔχων εἰς τὸ εὖ τετραμμένον· τρόποι δὲ λόγων αἱ ποιαὶ πλάσεις. κέχρηται τῷ τρόπῳ καὶ ἐπὶ φωνῆς καὶ ἐπὶ μελῶν ἐξαλλαγῆς, ὡς ἐπὶ τῆς ἀηδόνος, “ἥτε θαμὰ τροπῶσα χέει πολυηχέα φωνήν” (Od. τ, 521.). εἰ δὲ οἱ σοφοὶ δεινοί εἰσι διαλέγεσθαι, καὶ ἐπίστανται τὸ αὐτὸ νόημα κατὰ πολλοὺς λέγειν τρόπους· ἐπιστάμενοι δὲ πολλοὺς
55τρόπους λόγων περὶ τοῦ αὐτοῦ πολύτροποι ἂν εἶεν. εἰ δὲ οἱ σοφοὶ καὶ ἀγαθοί εἰσι, διὰ τοῦτό φησι τὸν Ὀδυσσέα Ὅμηρος σοφὸν ὄντα πο‐ λύτροπον εἶναι, ὅτι δὴ τοῖς ἀνθρώποις ἠπίστατο πολλοῖς τρόποις συν‐ εῖναι. οὕτω καὶ Πυθαγόρας λέγεται πρὸς παῖδας ἀξιωθεὶς ποιήσα‐ σθαι λόγους διαθεῖναι πρὸς αὐτοὺς λόγους παιδικοὺς, καὶ πρὸς γυναῖ‐
60κας γυναιξὶν ἁρμοδίους, καὶ πρὸς ἄρχοντας ἀρχοντικοὺς, καὶ πρὸς ἐφήβους ἐφηβικούς. τὸν γὰρ ἑκάστοις πρόσφορον τρόπον τῆς σο‐
φίας ἐξευρίσκειν σοφίας ἐστίν· ἀμαθίας δὲ τὸ πρὸς τοὺς ἀνομοίως ἔχοντας τῷ τοῦ λόγου χρῆσθαι μονοτρόπῳ. ἔχειν δὲ τοῦτον καὶ τὴν ἰατρικὴν ἐν τῇ τῆς τέχνης κατορθώσει, ἠσκηκυίας τῆς θεραπείας τὸ10 in vol. 1
65πολύτροπον διὰ τὴν τῶν θεραπευομένων ποικίλην σύστασιν. τρόπος μὲν οὖν τὸ παλίμβολον, τὸ τοῦ ἤθους πολυμετάβολον. λόγου δὲ πο‐ λυτροπία καὶ χρῆσις ποικίλη λόγου εἰς ποικίλας ἀκοὰς μονοτροπία γίνεται. ἓν γὰρ τὸ ἑκάστῳ οἰκεῖον. διὸ καὶ τὸ ἁρμόδιον ἑκάστῳ τὴν ποικιλίαν τοῦ λόγου εἰς ἓν συναγείρει τὸ ἑκάστῳ πρόσφορον. τὸ δ’ αὖ
70μονοειδὲς ἀνάρμοστον τὸν πρὸς ἀκοὰς διαφόρους πολύτροπον ποιεῖ τὸν ὑπὸ πολλῶν ἀπόβλητον ὡς αὐτοῖς ἀπόβλητον λόγον. H.M.Q.R. πολύτροπον] πολλῶν τρόπων ἔμπειρον ἢ ἐπὶ πολλὰ τρέποντα τὴν διάνοιαν. P.

1

.

2

ἱερὸν πτολίεθρον] διὰ τὸ κτισθῆναι ὑπὸ θεῶν. ἢ διὰ τὴν πρὸς Δία εὐσέβειαν. E.V. ἢ πᾶν τὸ τινὸς περιεκτικὸν καὶ φυλακτικὸν ἱεροῦ τῶν θεῶν. E. ἔπερσε] διὰ τί Ὅμηρος οὐ τὸν Ἀχιλλέα ὀνομάζει, ἀλλὰ τὸν
5Ὀδυσσέα πτολίπορθον, καὶ ταῦτα πόλεις ἀπείρους τοῦ Ἀχιλλέως πορθήσαντος; καὶ λέγομεν, ἐπεὶ ὁ Ἀχιλλεὺς πολίδριά τινα ἐπέσχεν, ὁ δὲ Ὀδυσσεὺς διὰ τῆς οἰκείας φρονήσεως τὴν περίφημον Τροίαν
ἐπόρθησε, δι’ ἣν οἱ Ἕλληνες πολλῆς κακοπαθείας μετέσχηκαν κατα‐ σχεῖν αὐτὴν θέλοντες, διὰ τοῦτο οὐ τὸν Ἀχιλλέα, ἀλλὰ τὸν Ὀδυσσέα11 in vol. 1
10ὀνομάζει πτολίπορθον. E.

1

.

3

νόον ἔγνω] Ζηνόδοτος “νόμον ἔγνω” φησίν. ἄμεινον δὲ τὸ νόον δι’ ὧν Ὀδυσσεὺς αὐτὸς εἰσάγεται λέγων (Od. ζ, 121.) “ἠὲ φιλό‐ ξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.” M. νόον ἔγνω] νοῦς τριχῶς λέγεται, θεωρητικὸς, φυσικὸς, πραγματι‐
5κός. θεωρητικὸς, ὡς ὅταν ὁ φιλόσοφος τὴν τῶν ὄντων γνῶσιν περι‐ σκοπῇ· φυσικὸς, ὡς ὅλοι οἱ ἄνθρωποι ἐπίσης νοῦν ἔχομεν· πρακτικὸς, ὡς ὅταν τις ἰδὼν πολλὰς πόλεις καὶ χώρας κἀκείνων γενόμενος ἔμ‐ πειρος ἐξ ἐκείνων γνῶσιν συνάξῃ. ἐκ γὰρ τῆς ἐμπειρίας ἡ γνῶσις συνάγεται. E.

1

.

4

ὃν κατὰ θυμόν] ἐνταῦθα στικτέον εἰς τὸ ἄλγεα, εἶτα “ὃν κατὰ θυμὸν ἀρνύμενος.” Q.S.V. τὸ ἐφ’ ἑαυτῷ περιποιῶν καὶ σώζων ἑαυ‐ τὸν καὶ τοὺς ἑταίρους. ἢ ἀντικαταλλασσόμενος τὴν ἑαυτοῦ ψυχὴν καὶ τὴν εἰς τὸν οἶκον τιμωρίαν ὑπὲρ τῶν ἑταίρων· οἷον αὐτὸς ἀπολέ‐
5σθαι θέλων ἵνα σώσῃ τοὺς ἑταίρους. διαληπτέον δὲ ἐπὶ τὸ νόστον. Q.V.

1

.

5

ἀρνύμενος] ἀντικαταλλάσσων, ἀντιδιδοὺς τὰ ἄλγεα διὰ τὴν ἣν ψυχὴν καὶ διὰ τὸν νόστον τῶν ἑταίρων. ἢ ἀντιδιδοὺς τὴν οἰκείαν ψυ‐ χὴν διὰ τὸν νόστον, ἀντὶ τοῦ ὑπὲρ τοῦ νόστου, τῶν ἑταίρων, οἷον αὐτὸς ἀπολέσθαι. B. ἀντιποιούμενος, ἀντικαταλλασσόμενος καὶ περιποι‐
5ούμενος. P.

1

.

8

οἳ κατὰ βοῦς] μυθικῶς μὲν λέγει ὅτι οἱ τοῦ Ὀδυσσέως ἑταῖροι τὰς βοῦς τοῦ Ἡλίου ἔφαγον καὶ διὰ τοῦτο οὐκ ἐδυνήθησαν ὑποστρέψαι εἰς τὰς οἰκίας αὐτῶν· ἀλληγορικῶς δὲ βοῦς Ἡλίου τὰς ἡμέρας νοεῖ, ἃς οἱ τοῦ Ὀδυσσέως φίλοι κακῶς διεβίβασαν, ὕστερον δὴ θελή‐
5σαντες ὑποστρέψαι πρὸς τὰς οἰκίας αὐτῶν. E. ἐμνήσθη τούτων, ἐπεὶ ἐκ προαιρέσεως ἀδικήσαντες ἀπώλοντο. V. Ὑπερίονος] ἐπιθετικῶς τοῦ ἡλίου, ἀπὸ τοῦ ὑπὲρ ἡμᾶς ἰέναι. Ἡσίοδος δὲ Ὑπερίονος αὐτὸν ἐγενεαλόγησεν. V. Ἀπορία. διὰ τί μιᾶς ὑφ’ Ἡλίου νεὼς ἀπολωλυίας, ἕνδεκα δὲ παρὰ
10Λαιστρυγόσιν, ὁ ποιητὴς ἔφη
οἳ κατὰ βοῦς ὑπερίονος Ἠελίοιο
ἤσθιον, αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ,
ὡς δὴ πάντων ὑφ’ Ἡλίου ἀπολωλότων. φαμὲν οὖν ὅτι ἑταῖροι ἦσαν μὲν πάντες οἱ ἐπανιόντες ἐξ Ἰλίου μετὰ Ὀδυσσέως, ἰδίως δὲ οἱ συμ‐
12 in vol. 1
15πλέοντες αὐτῷ ἐν τῇ αὐτῇ νηΐ· καὶ ἡ μὲν σπουδὴ ὑπὲρ τῆς πάντων σωτηρίας, δυνατὴ δὲ μᾶλλον ἡ τῶν ἐν τῇ αὐτῇ νηῒ συμπλεόντων. καὶ γὰρ κατὰ τὴν παροιμίαν “κοινὴ ναῦς κοινὴ σωτηρία,” ἀλλ’ οὐκέτι κοιναὶ νῆες καὶ κοιναὶ σωτηρίαι. τὸ γοῦν
πολλὰ δ’ ὅγ’ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμὸν,
20
ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων.
ἰδίως τῶν ἐν τῇ Ὀδυσσέως νηῒ δηλοῖ, ὧν καὶ μάλιστα ὡς ἂν σὺν αὐτῷ ὄντων τῆς σωτηρίας φροντίζειν ἐδύνατο, ἐπεὶ τοῦ μόνον εἰς οἶκον ἀνακομισθῆναι τὸν Ὀδυσσέα αἴτιος γέγονεν ὁ Ἥλιος, τοὺς περιλειπομένους ἀποκτείνας. ὥσπερ οὖν εἴ τις λέγει τοῦ τοὺς Τρῶας
25ἀπολέσθαι αἴτιον Ὀδυσσέα γενέσθαι τὰ περὶ τὸν ἵππον μηχανη‐ σάμενον, καίτοι τῶν πλείστων προαπολωλότων ὑπὸ Ἀχιλλέως, Νε‐ οπτολέμου, Αἴαντος καὶ τῶν λοιπῶν ἀριστέων (ὁ γὰρ τὴν πρᾶξιν τελεώσας ἐπώνυμος τοῦ παντὸς ἔργου γίνεται), οὕτως κἀνταῦθα αἰ‐ τίου τοῦ μόνον ὑποστρέψαι τὸν Ὀδυσσέα γεγονότος Ἡλίου δικαίως
30εἶπεν “αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ.” .... ἔπειτα οὐ πάντων δι’ ἀβουλίας ἀπολωλότων, ἀλλὰ τῶν μὲν διὰ δυστυχίας, ὥσπερ οἱ εἰς τοὺς Κίκονας ἐμπεσόντες, ἢ εἰς τὸν Κύκλωπα, ἢ εἰς τοὺς Λαιστρυγόνας, ἢ εἰς τὴν Σκύλλαν, τῶν δὲ δι’ ἀβουλίαν, ὥσπερ μόνοι εὑρίσκονται οἱ εἰς τὸν Ἥλιον ἀκουσίως ἀσεβεῖν ἑλόμενοι, τὸν
35Ὀδυσσέα σαφῶς φάναι ὅτι ὑπὲρ τούτων μάλιστα ἐσπούδασεν, ὑπὲρ τῶν μὴ ἔξωθεν αἰτίας ἀπολεσθέντων, ἀλλὰ τῶν σωθέντων ἂν, εἰ μὴ ἄφρονες ἦσαν καὶ παραίτιοι αὑτοῖς τοῦ θανάτου. ὡς γὰρ ἑαυτὸν σώ‐ ζει ἐκ παντὸς τοῦ παρ’ ἑαυτὸν ῥυόμενος θανάτου, οὕτως καὶ τοὺς ἑταί‐ ρους ἐκ τοῦ παρ’ ἑαυτὸν δύναται μόνος σοφὸς ῥύεσθαι θανάτου, εἰ τὸ
40παρ’ ἑαυτοὺς αἴτιον μὴ πρόφασιν ἐνδοῦναι πείσειεν· ἀθανάτους δὲ οὔτε σοφία ποιῆσαι ἐπαγγέλλεται οὔθ’ ὁ σοφὸς σώσειεν ἂν ἐκ παντὸς θανά‐ του, ἀλλ’ ἐκ μόνου ἄρα τοῦ παρὰ τὴν ἡμετέραν αἰτίαν ὑφισταμένου, εἰ
πεισθεῖεν αὐτῷ οἱ συνόντες· οὐδὲ γὰρ οὐδὲ τοῦ πεῖσαι ἐκ παντὸς κύριος ὁ σοφός. πολλὰ ὁ μὲν ἔπαθεν ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον13 in vol. 1
45ἑταίρων ἐν τοῖς παρ’ ἑαυτῷ σωστικοῖς ἔργοις τῶν κινδύνων, ἀλλ’ οὐκ ἐν τοῖς μὴ παρ’ ἡμᾶς ἀποβαινόντων. καὶ ὁμοίως ἐν τοῖς παρ’ ἡμᾶς αὐτὸς μὲν ἔσωσεν ἀρετῇ πειθόμενος τοὺς δυνηθέντας ἂν μὴ διὰ τύχην ἔξωθέν τινα καθ’ εἱμαρμένην ἀποθανεῖν, ἐκ δὲ τῆς παρ’ ἑαυτῶν αἰτίας, καίπερ πολλὰ προθυμηθεὶς, οὐκ ἔσωσεν· αὐτοὶ γὰρ σφετέρῃσιν ....

1

.

8

(50)

..... ἦσαν εἰς τὸν Ἥλιον μόνοι ἀσεβήσαντες. ἔδειξεν οὖν ὅτι τῶν συμβαινόντων τὰ μὲν παρὰ τύχην καὶ τὴν ἔξωθεν αἰτίαν, ὧν ὁ σοφὸς οὐ κύριος, τὰ δὲ παρ’ ἡμᾶς καὶ τὴν ἡμετέραν ὁρμὴν, ὧν κρατεῖν οἷός τε ὁ σπουδαῖος. καὶ θανάτου οὖν τοῦ μὲν ἔξωθεν καὶ παρὰ τὴν τύ‐ χην οὔτ’ ἐφ’ ἑαυτοῦ οὔτ’ ἐπ’ ἄλλου ὁ σπουδαῖος κύριος, τοῦ δὲ παρὰ
55τὴν ἡμετέραν αἰτίαν ἐκ παντὸς προνοήσεται ὁ σπουδαῖος καὶ ἐφ’ ἑαυτοῦ καὶ ἐπὶ τῶν αὐτῷ διαφερόντων· καὶ περιγενόμενος ἐφ’ ἑαυτοῦ ἀποτακτήσει τὰ πολλὰ ἐπὶ ἄλλων, ὅταν μὴ τὴν αὐτὴν αὐτῷ τῆς φρο‐ νήσεως ἔχωσιν ἕξιν. ἀκουστέον οὖν τὸ
πολλὰ δ’ ὅγ’ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμὸν,
60
ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων
ἐν τοῖς δυνατοῖς καὶ παρ’ ἡμᾶς τοῦ θανάτου αἰτίοις, ἀλλ’ οὐ μέντοι τοῖς μὴ παρ’ ἡμᾶς αἰτίοις· τῶν γὰρ ἐφ’ ἡμῖν μόνων ὀρεκτικὸς ὁ σπου‐ δαῖος, καὶ διὰ τοῦτο τῶν ἐξ ἡμῶν αἰτίων θανάτου φυλακτικὸς, ἀλλ’ οὐ τῶν ἔξωθεν κατὰ τὴν εἱμαρμένην αἰτίαν ἀποβαινόντων. οὔτε γὰρ
65πάντων ἁπαξαπλῶς τῶν ἔξωθεν αἴτια, οὔτε πάλιν τὸ ἐφ’ ἡμῶν πάντων κύριον, ἀλλ’ ὧν μὲν τὸ ἐφ’ ἡμῖν, ὧν δὲ κρατεῖ τὰ ἔξωθεν. καὶ τῶν θα‐ νάτων οἱ μὲν δι’ αἰτίας ἔξωθεν γίνονται, οἱ δὲ δι’ ἡμετέρας ἁμαρτίας, καὶ ἐκ τῆς ἀνοίας τῆς ἡμετέρας ἤρτηνται, ὡς οἵ γε πλεῖστοι τῶν διὰ κακίας εἰς κόλασιν ὑπὸ τοῦ νόμου ἐπαγομένων ἠρτημένοι ἀπ’ αἰτίας
70τῆς ἐκ τῶν ἑκουσίων ἁμαρτημάτων. H.

1

.

10

ἀμόθεν] παρὰ τοῖς Δωριεῦσιν ἔστιν ὄνομα ἀμός ἰσοδυναμοῦν τῷ τίς. καὶ ἀπὸ τούτου γίνεται τὸ ἀμόθεν. δηλοῖ δὲ τὸ ἀπό τινος μέρους τούτων. ἀπὸ δὲ τοῦ ἀμόθεν γίνεται καὶ τὸ οὐδαμόθεν. ἀπὸ δὲ τοῦ ἄμως ἐπιρρήματος γίνεται τὸ ἀμωσγέπως καὶ τὸ οὐδαμῶς. E.
5ἔστι δὲ ἡ λέξις τῶν Ἀττικῶν ἀμόθεν ἀπὸ μέρους, ὡς καὶ τὸ ἐναντίον οὐδαμόθεν. τὸ δὲ ἀμόν παρὰ τοῖς Ἴωσι τὸν ἕνα δηλοῖ καὶ οὐδαμὸν τὸν οὐδαμινόν. M. τῶν ἀμόθεν γε] τῶν περὶ τὸν Ὀδυσσέα ὁπόθεν θέλεις πράξεων ἀπό τινος μέρους ἀρξαμένη διηγοῦ ἡμῖν. ἀμόθεν ποθέν. ἔστι λέξις τῶν
10Ἀττικῶν. ἢ ἀπό τινος μέρους ὁπόθεν θέλεις. S.V. τῶν—εἰπὲ καὶ ἡμῖν] ὧν σὺ οἶδας, ἵνα καὶ ἡμεῖς γνῶμεν. V.14 in vol. 1

1

.

12

ἔσαν] ἐπορεύθησαν. H.

1

.

13

κεχρημένον] ἐπιδεόμενον, χρείαν ἔχοντα. H. ἠδὲ γυναικός] οἰκείως προσέθηκεν, ἵνα καταφρονήσῃ καὶ θεᾶς ἐρώ‐ σης. H.V.

1

.

14

Καλυψὼ θυγάτηρ ἦν τοῦ Ἄτλαντος. ὄρος δὲ ἦν μέγα, ὅπερ καὶ λέγουσι βαστάζειν κίονας κατέχοντας τὸν οὐρανὸν καὶ τὴν γῆν. H.Q.

1

.

16

περιπλομένων ἐνιαυτῶν] συστρεφομένων, τελεουμένων τῶν χρό‐ νων, εἰς ἑαυτοὺς ἀνακυκλουμένων. H.

1

.

17

ὑπερβατὸν, ἵνα συντάσσηται οἶκόνδε νέεσθαι καὶ ἐν τοῖς ἑαυ‐ τοῦ φίλοις. H.

1

.

18

ἔνθα] τότε. H.V. χρονικὸν ἐπίρρημα καὶ ἐν τόπῳ. V.

1

.

20

ἀσπερχὲς μενέαινεν] διόλου ὠργίζετο, ἐχολοῦτο. H.

1

.

21

[ἀντιθέῳ Ὀδυσῆϊ] Ὀδυσσεὺς δὲ λέγεται παρὰ τὸ ὁδός καὶ τὸ ὕω, τὸ βρέχω. λέγουσι γὰρ ὅτι ἐν τῇ ὁδῷ ἐγεννήθη. ἐγὼ δὲ καὶ Νικόλαος λέγει ὅτι Ὀδυσσεὺς λέγεται παρὰ τὸ ὀδυσσεύω, τὸ μισῶ. οὕτω γὰρ ἐκλήθη διὰ τὸ συμβεβηκὸς, ὡς καὶ ἐκ τῶν ῥαψῳδιῶν ἔξεστι
5μαθεῖν. Vind. 56.]

1

.

22

ἀλλ’ ὁ μὲν Αἰθίοπας] μυθικῶς μέν φασι τὸν Ποσειδῶνα εἰς Αἰθίοπας κατὰ καιρὸν ὡρισμένον παραγινόμενον παρ’ ἐκείνων τιμᾶσθαι, ἀλληγορικῶς δὲ Ποσειδῶν λέγεται τὸ ὕδωρ. ἐπεὶ δὲ τὸ ὕδωρ, ἤτοι ὁ ὠκεανὸς, τὴν πᾶσαν χθόνα κυκλοῖ, καὶ ὅτι ὁ Νεῖλος κατὰ καιρὸν
5ὡρισμένον ἀρδεύει τὴν τῶν Αἰθιόπων γῆν καὶ αὔξει τὰ δένδρα, κατὰ τοῦτο λέγουσι τὸν Ποσειδῶνα ἤτοι τὸ ὕδωρ τιμᾶσθαι παρ’ αὐτῶν ὡς πολλῶν ἀγαθῶν ἐκείνοις παρεκτικόν. E. μετεκείαθε] ἡ μετά πρὸς τοὺς Αἰθίοπας. τὸ κει δίφθογγον διὰ τὸ μέτρον. H.

1

.

23

διχθὰ δεδαίαται] ἀπὸ μεσημβρίας διερχόμενος ὁ Νεῖλος διορίζει τοὺς Αἰθίοπας, ἐκ μὲν ἀνατολῆς ἔχων τοὺς Ἰνδοὺς, ἐκ δυσμῶν δὲ νομάδας καὶ Βλέμυας. ἀρέσκει δὲ τῷ Ἀριστάρχῳ παρὰ τοῖς ἀνατολικοῖς Αἰθίοψι διατρίβειν τὸν Ποσειδῶνα ἐκ τοῦ ἐκ Σολύμων15 in vol. 1
5φάσκειν αὐτὸν ὁρᾶν τὸν Ὀδυσσέα. M. Αἰθίοπες ἀνατολικοὶ καὶ δυσμικοί. κατοικοῦσι δὲ ἀμφότεροι πρὸς τῷ ὠκεανῷ. τούτου χάριν φησὶν “ἔσχατοι ἀνδρῶν.” E. νενέμηνται, μεμερισμένοι εἰσίν. οἱ μὲν γὰρ αὐτῶν ἐπ’ ἀνατολάς εἰσιν, οἱ δὲ ἐπὶ δυσμάς. τινὲς δὲ πρὸς τοῦ Νείλου σχίζεσθαι αὐτοὺς λέγουσιν. H.P.Q.V.

1

.

27

ἁθρόοι] δασυντέον τὸ α· καὶ πρὸ τέλους ἡ ὀξεῖα, ἐπειδὴ ση‐ μαίνει ὁμοῦ. H.

1

.

28

τοῖσι δέ] ἐν τούτοις δὲ τοῖς θεοῖς. V.

1

.

29

ἀμύμονος Αἰγίσθοιο] ἢ τοῦ καλοῦ πρὸ τοῦ μοιχεῦσαι, ἢ τοῦ κατὰ γένος ἀγαθοῦ. H.P.V.

1

.

30

τηλεκλυτός] οὗ πόρρω ἡ δόξα διέρχεται. P.V. ὀξυτονητέον τὸ τηλεκλυτός ὡς ἀγακλυτός. εἰ μὲν πτωτικὸν κατ’ ἀρχὴν συντεθείη, βαρύνεται, ὡς τοξόκλυτος· εἰ δὲ ἄλλο τι τῶν ὑπὲρ μίαν συλλαβὴν, ὀξύνεται. διὸ σημειούμεθα τὸ ναυσικλυτός ὀξυνόμε‐
5νον· τὸ δὲ δουρικλυτός ἐν παραθέσει ἐστίν. H.Q.

1

.

31

ἔπεα πτερόεντα προσηύδα] γράφεται, ἔπε’ ἀθανάτοισι μετηύδα. H.P.

1

.

32

ὦ πόποι] ὦ παπαῖ. ἔστι δὲ ἐπίρρημα σχετλιασμοῦ δηλωτι‐ κόν. H.V. πόποι οἱ θεοὶ κατὰ τὴν τῶν Δρυόπων φωνήν· καὶ ἐπίρ‐ ρημα ἀντὶ τοῦ φεῦ. E.

1

.

33

ἐξ ἡμέων] ταῦτα οὐ συμφωνεῖ τῇ πάσῃ μυθοποιίᾳ καθ’ ἣν
εἰσάγει τοὺς θεοὺς πολλῶν αἰτίους συμφορῶν. δυνατὸν μὲν οὖν λύειν τῷ προσώπῳ διὰ τὸ τότε μὲν τὸν ποιητὴν λέγειν, νῦν δὲ τὸν Δία. μᾶλλον δ’ ἂν τῇ λέξει λύοιτο· οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν·16 in vol. 1
5ὡς καὶ τῶν θεῶν αἰτίων, οὐ μὴν ἁπάντων γε, καθάπερ οἱ ἄνθρωποι νομίζουσι. Q. οἱ δὲ καὶ αὐτοὶ] σημειοῦται Ἀρίσταρχος λέγων τὸν καί σύνδεσμον περιττεύειν. H.M.Q. οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν] τὸ ἑξῆς, οἱ δὲ καὶ αὐτοὶ
10σφῇσιν ἀτασθαλίαις, ὅ ἐστι ταῖς ἑαυτῶν, ἐν ἴσῳ τῷ αὐτοὶ αἴτιοί εἰσιν. οἱ δὲ περισσὸν τὸν καί σύνδεσμον· ἢ στικτέον, οἱ δέ. V.

1

.

34

ὑπὲρ μόρον] οὐ σύνθετον τὸ ὑπὲρ μόρον. μόρον δὲ τὴν μοῖραν. “ἦ ῥα καὶ σὺ κακὸν μόρον ἠγηλάζεις” (Od. λ, 618.). καὶ πῶς ἀλ‐ λαχοῦ φησι “μοῖραν δ’ οὔτινά φημι” (Il. ζ, 488.); ῥητέον ὅτι τῆς μοίρας τὸ μέν ἐστι μονότροπον, τὸ δὲ ἀμφίβολον, ὡς ἐν Ἰλιάδι ἀπε‐
5δείξαμεν· ὡς ἐν τῷ “μήτηρ γάρ τέ μέ φησι διχθαδίας κῆρας φερέ‐ μεν” (Il. ι, 410.) M.Q. ἀντὶ τοῦ ὑπὲρ τὸ πεπρωμένον. Q.

1

.

36

γῆμ’ ἄλοχον] γαμήλιος ὢν ὁ θεὸς ἀναγκαίως τῶν γάμων προ‐ νοεῖται. ἢ τὸ πᾶν προκατεσκεύασται πρὸς τῷ μέλλοντι λεχθῆναι ὑπ’ Ἀθηνᾶς. Q.

1

.

38

Ἑρμείαν πέμψαντες] ἔνιοι πέμψαντε γράφουσι δυϊκῶς, ἢ ἐπὶ τοῦ Διὸς καὶ τῆς Ἥρας· γαμήλιοι γὰρ οὗτοι· ἢ ἐπὶ θεῶν καὶ θεαι‐
νῶν· ἢ ἐπὶ Διὸς καὶ τῶν ἄλλων θεῶν. οὕτως δὲ καὶ Ἀριστοφάνης φησὶ καὶ Ζηνόδοτος. H.M.Q. ἡ Μασσαλιωτικὴ γράφει, πέμψαν‐17 in vol. 1
5τες Μαίης ἐρικυδέος ἀγλαὸν υἱόν. H.M. Ἀργειφόντην] ἢ τὸν ἀργὸν καὶ καθαρὸν φόνου, ἢ τὸν φονεύσαντα Ἄργον τὸν πολυόμματον, ὃς ἐφύλασσε τὴν Ἰὼ, ἢ τὸν φονέα τῆς ἀρ‐ γίας, ἢ ὅστις τοὺς ἀργοὺς καὶ ἀπράκτους λογισμοὺς ἀναιρεῖ. S. ὁ Ἑρμῆς πεμφθεὶς πρὸς τὸν Αἴγισθον ἄντικρυς τοῦτο δηλοῖ τὴν
10ἐκ θεῶν ἀνθρώποις λόγου τοῦ κατ’ ἀρετὴν δωρεὰν, φύσιν ἔχοντος ἀπο‐ τρέπειν μὲν τῶν κακῶν, ἐπὶ δὲ τὰ ἀγαθὰ παρορμᾶν. μυθικῶς μὲν Ἑρμῆς διάκτορος καὶ Ἀργειφόντης λέγεται ἐκ τοῦ διατορεῖν καὶ ἀγ‐ γέλλειν τὰ τῶν θεῶν· καὶ Ἀργειφόντης ὅτι Ἄργον ἀνεῖλε τὸν παν‐ όπτην, ὃν ἡ Ἥρα φύλακα τῆς Ἰοῦς ἐπέστησε τῆς Ἰνάχου παιδός.
15ἀλληγορικῶς δὲ ὁ προφορικὸς λόγος Ἑρμῆς λέγεται παρὰ τὸ ἑρμη‐ νευτικὸς εἶναι, καὶ διάκτορος ὅτι διεξάγει τὰ τῆς ψυχῆς καὶ νοῦ ἐνθυμήματα, Ἀργειφόντης δὲ ὡς ἀργὸς καὶ καθαρὸς φόνου. παιδεύει γὰρ καὶ ῥυθμίζει καὶ πραΰνει τὸ θυμικὸν τῆς ψυχῆς. ἢ ὅτι τὸν Ἄρ‐ γον κύνα ἀναιρεῖ, τουτέστι τὰ λυσσώδη καὶ ἄτακτα ἐνθυμήματα.
20καὶ παρὰ τὸ ἀργεννὰ ἤτοι καθαρὰ φαίνειν τὰ τῆς ψυχῆς ἐνθυμή‐ ματα. E.

1

.

39

κτείνειν] γράφεται, κτεῖναι. H

1

.

40

ἐντεῦθεν ἐκ τοῦ διηγηματικοῦ μετῆλθεν ἐπὶ τὸ μιμητικὸν, διὸ καὶ ἐπιφέρει “ὣς ἔφαθ’ Ἑρμείας.” τὸ δὲ Ἀτρείδαο οὐ κατὰ τοῦ Ὀρέστου, ἀλλὰ κατὰ τοῦ Ἀγαμέμνονος τέτακται. H. Ἀτρείδαο] μετὰ τοῦτο ὑποστικτέον. ἢ τοῦ τοῦ Ἀτρείδου Ἀγα‐
5μέμνονος, τοῦ Ὀρέστου. P.V.18 in vol. 1

1

.

41

μέλλοντα ἀντὶ ἐνεστῶτος ἐπήγαγε ἀκαταλλήλως. H.S.

1

.

42

ἀλλ’ οὐ φρένας] κἀκ τούτου δῆλον ὅτι δύο περὶ ἕκαστόν εἰσιν εἱμαρμέναι, αἱρεῖται δὲ ἕκαστος ἣν βούλεται. H.V.

1

.

44

γλαυκῶπις Ἀθήνη] ...... ὅταν ἐπὶ τοῦ δράκοντος λέγῃ “σμερδαλέον δὲ δέδορκε,” τὸ ἄγαν στίλβον τῶν ὀφθαλμῶν ἀκου‐ σόμεθα. καὶ γὰρ δράκων παρὰ τὸ δράκειν εἴρηται. “σμερδαλέω δὲ λέοντε” (Il. ς, 579.) ἐπὶ τῆς ἐκφοβούσης αὐτῶν ὁράσεως ἐκδε‐
5ξόμεθα· καὶ γὰρ ὁ λέων παρὰ τὸ λεύσσειν ὠνόμασται. αὐτὸς γὰρ ἡρμήνευσε τί τὸ σμερδαλέον, ἐπ’ αὐτῶν εἰπὼν (Il. υ, 172.) “γλαυ‐ κιόων·” καὶ ἡ ἀσπὶς δὲ τῆς Ἀθηνᾶς διὰ τὴν μαρμαρυγὴν “δεινή τε σμερδνή τε·” (Il. ε, 742.) δεινὸν γὰρ καὶ φοβερὸν τὸ ἄγαν λαμπρὸν καὶ στίλβον. γλαυκιόωντες δὲ οἱ λέοντες καὶ ἡ Ἀθηνᾶ γλαυκῶπις
10ἀπὸ τοῦ γάλακτος, ὅ ἐστιν ἄσκιον· καὶ διὰ τοῦτο τὸ λευκὸν ὑπ’ αὐ‐ τοῦ εἴρηται· μέλαινα γὰρ ἡ σκιὰ, “σκιόωντο δὲ πᾶσαι ἀγυιαί·” (Od. β, 388.) ὀξὺ δὲ τὸ λευκὸν, καὶ τὸ μέλαν ἀμβλύ. ἡ οὖν ὀξὺ ὁρῶσα φρόνησις γλαυκῶπις. ἀπὸ δὲ τοῦ γάλακτος καὶ τῆς στιλβηδόνος γλαυκὴ καὶ ἡ θάλασσα εἴρηται, καὶ ἡ τοῦ ὀφθαλμοῦ κόρη γλήνη,
15ὡς τὸ “ἔρρε κακὴ γλήνη.” (Il. θ, 164.) καὶ τρίγληνα τὰ ἐλλόβια, ἀπὸ τοῦ ἐν λευκότητι ἀποστίλβειν. καὶ “ὃς γλήνεα πολλὰ κε‐ χάνδει,” (Il. ω, 192.) τὰ μὴ ῥερυπωμένα ἱμάτια, ἀλλὰ στιλπνὰ διὰ καθαρότητος. καὶ ζοφουμένη θάλασσα “μελάνει δέ τε πόντος” (Il. η, 64.) λέγεται. ἀτάραχος γὰρ οὖσα καὶ διειδὴς “λευκὴ δ’ ἦν ἀμφὶ
20“γαλήνη.” (Od. κ, 94.) καὶ γὰρ ἡ γαλήνη ἀπὸ τοῦ γάλακτος εἴ‐ ρηται· καὶ ἐπεὶ τὸ μέλαν σκυθρωπὸν, τὸ δὲ λευκὸν ἀντίκειται τῷ μέλανι, ἱλαρὸν ἂν εἴη, γέλως δὲ ἡ ἱλαρότης· “γέλασσε δὲ πᾶσα περὶ χθὼν (φησὶ) χαλκοῦ ὑπὸ στεροπῆς” (Il. τ, 362.) τουτέστι λαμπρυνθεῖσα φαιδρὰ ἐγένετο. οὕτω δεῖ νοεῖν καὶ τὸ “κόρυθες καὶ
25θώρακες λαμπρὸν γανόωντες” (Il. ν, 265.) ἀπὸ τῆς αὐγῆς τῆς λαμ‐ πούσης καὶ διὰ τῆς στιλβηδόνος φαιδρυνομένης. καὶ γαίων δὲ τῷ κύδεϊ (Il. α, 405.) ὁ διαχεόμενος καὶ λαμπρυνόμενος διὰ τὴν δόξαν.
ἐπεὶ δὲ φῶς ἐστιν ἐπὶ τοῖς ὀφθαλμοῖς, ὅταν μὲν ἥμερον λάμπωσι, φάεα αὐτὰ καλεῖ· “κύσσε δέ μιν κεφαλὴν καὶ ἄμφω φάεα καλά”19 in vol. 1
30(Od. π, 15.) καὶ ἥμερον ζῶον ἄνθρωπος φὼς, ζωῆς δὲ ἔτι μετέχων, ἀπὸ τοῦ ἐν τοῖς ὀφθαλμοῖς φωτός· ὅταν γὰρ ἀποθάνῃ, “κατὰ δ’ ὄσς’ ἐρεβεννὴ νὺξ ἐκάλυψε·” (Il. ε, 659.) ὅταν δὲ ἐξαγριωθῶσιν ὑπ’ ὀργῆς καὶ ἐκκαυθῶσιν, ἔτι μὲν ἀρχομένης τῆς ὀργῆς “πυρὶ λαμπετόωντι ἐΐκτην,” (Il. α, 104.) κρατησάσης δὲ “πῦρ ὀφθαλμοῖσι δέδορκε·”
35καὶ γὰρ τὸ φῶς ἀπὸ πυρὸς, καὶ τὸ ὕφαιμον δὲ ὁρᾶν διὰ τὸ πυρὶ ἐοικέναι τὸ αἷμα σμερδαλέον εἴρηται (Od. ζ, 137.)
σμερδαλέος δ’ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ τουτέστιν ὕφαιμον βλέπων διὰ τὸ πυρωποὺς ἔχειν τοὺς ὀφθαλμοὺς ἐκ τῆς ἁλός· καὶ ἐπὶ τοῦ πυρὸς δίκην βλεπομένου εἰπών (Il. ο, 605.)
40
μαίνετο δ’ ὡς ὅτ’ Ἄρης ἐγχέσπαλος, ἢ ὀλοὸν πῦρ
οὔρεσι μαίνηται
ἐπάγει “τὼ δέ οἱ ὄσσε λαμπέσθην·” λοιπὸν δὲ καὶ κατὰ μεταφορὰν σμερδαλέα μὲν τὰ οἰκήματα τοῦ Ἅιδου ἔφη, ἀπὸ τοῦ ὕφαιμα εἶναι καὶ φόνων πλήρη, ἐπὶ τὴν ὄψιν ἀναφέρων· ἐπὶ φωνῆς δὲ λαμπρᾶς καὶ
45διαφανοῦς (Il. β, 334.)
σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ’ Ἀχαιῶν. καὶ “σμερδνὸν βοόων.” (Il. ο, 687.) καὶ γὰρ ἐπ’ ὀρχήσεως συντόνου μεταφέρων “μαρμαρυγὴν” ἔφη “θηῆτο ποδῶν.” (Od. θ, 265.) τὰς ἐν τῇ κινήσει στιλβηδόνας, ἃς ποιεῖ καὶ τὸ πῦρ κινούμενον· καὶ οὐχ οἱ

1

.

44

(50)

φιλόσοφοι πρῶτοι τὸ λευκὸν ἀφωρίσαντο τὸ διακριτικὸν ὄψεως, ἀλλὰ πρὸ αὐτῶν Ὅμηρος μαρμαίρειν λέγων τὸ λάμπειν, ὅ ἐστι μερί‐ ζειν καὶ διαιρεῖν, ἀφ’ οὗ τὸ διακρίνειν· ὅθεν τὸ μὴ μερίζον, ἀλλὰ σκο‐ τεινὸν, ἀμαυρόν. καὶ ὅτι ἀπὸ τοῦ μερίζειν καὶ διακρίνειν καὶ διαιρεῖν κέκληται τὸ σκοτεινὸν, μαρμαίρειν δὲ δηλοῖ τὸ φῶς δάος καλέσας
55“δάος μετὰ χερσὶν ἔχουσα,” ἀφ’ οὗ αἱ δεκτικαὶ τοῦ φωτὸς δαΐδες. οὕτως ἐβουλόμην τὰς Ὁμηρικὰς λέξεις καὶ τοὺς ἐξηγητὰς σκοπεῖσθαι, καὶ τοὺς τοῦτον τὸν τρόπον ἐξηγησαμένους ἀποδέχεσθαι. H.

1

.

46

ἐοικότι] πρέποντι, ὁμοίῳ. H.

1

.

47

ὣς ἀπόλοιτο καὶ ἄλλος] ἐμφαίνει τοὺς μνηστῆρας. H.V. ὣς ὄλλοιτο] γράφεται, ἀπόλοιτο. P.
ῥέζοι] ἐπιτελοίη, παρὰ τὸ αἷμα πράττων. V.20 in vol. 1

1

.

48

δαΐφρονι] πολεμόφρονι. H.V. δαΐς γὰρ ἡ μάχη. ὅταν δὲ ἐπὶ τῆς Πηνελόπης λέγῃ, δεδαηκυίᾳ κατὰ φρένας, τουτέστι μεμαθηκυίᾳ, ἐξ οὗ τὴν συνετὴν καὶ σώφρονα βούλεται δηλοῦν. V. δαίεται] διακόπτεται. τὸ γὰρ καίεται ἐπὶ ἐρώσης. V.

1

.

49

δηθὰ] πολλά. V. δυσμόρῳ] δύσμορόν φησι τὸν Ὀδυσσέα ὡς μεγάλα κακὰ παθόντα τῇ πλάνῃ. H. φίλων ἄπο] ἀντὶ τοῦ ἄποθεν· διὸ ἐγκλίνεται, ὡς τὸ “ἄπο πλυνοί
5εἰσι πόληος.” (Od. ζ, 40.) H.

1

.

50

ἀμφιρύτῃ] τῇ ἀμφοτέρωθεν περιρρεομένῃ. H. ὅθι τ’ ὀμφαλός ἐστι θαλάσσης] μέση τῆς περὶ αὐτὴν θαλάσσης. ἢ τὸ βάθος. V.

1

.

52

Ἄτλαντος θυγάτηρ] Ἡσίοδος δὲ ἐν Θεογονίᾳ φησὶ τὴν Κα‐ λυψὼ θυγατέρα Ὠκεανοῦ καὶ Τηθύος. V. ὀλοόφρονος] Κλεάνθης δασύνει, τοῦ περὶ τῶν ὅλων φρονοῦντος, ἴδιον οὕτως **. ἄμεινον δὲ ψιλοῦντας ἀκούειν τοῦ τὰ ὀλέθρια καὶ
5δεινὰ φρονήσαντος· εἷς γὰρ τῶν Τιτάνων ὁ Ἄτλας ἱστορεῖται. H. ὀλοόφρονος] ὀλεθρίου· ἐπεὶ πολέμιος τοῖς θεοῖς· καὶ γὰρ τοῖς θεοῖς ἐπολέμει. οἱ δὲ τὸ ἑξῆς, θαλάσσης ὀλοόφρονος. οἱ δὲ ἐδάσυναν, ἵν’ ᾖ περὶ τῶν ὅλων φρονοῦντος. αὐτὸς γὰρ ὁ Ἄτλας τὸν κόσμον βαστά‐ ζων παραδίδοται. ἢ ἐγέγραπτο κατὰ τὴν ἀρχαίαν γραφήν· εἶτά τις
10μὴ νοήσας προσέθηκε τὸ ος. H.P.Q.V.

1

.

53

ἔχει δέ τε] νῦν, ἐπιμελεῖται, ὡς καὶ ἐκεῖ, “καί μοι κῆπον ἔχει πολυδένδρεον” (Od. δ, 737.). ἢ κρατεῖ καὶ βαστάζει. P.V.

1

.

56

αἱμυλίοισι] παραλογιστικοῖς. ἢ εὐνοϊκοῖς καὶ οἷον συγγενι‐ κοῖς, ἢ τοῖς μετ’ ἐμπειρίας συνετοῖς καὶ προσηνέσιν. V.

1

.

58

ἱέμενος καπνὸν ἀποθρώσκοντα] τρόπον ἑρμηνείας ἀντίστροφον
ὁ Χαῖρίς φησιν εἶναι, ὅταν ἀναστρέφωσι τὸν σχηματισμὸν αἱ λέξεις· ὡς τὸ, “χασσάμενος πελεμίχθη” (Il. δ, 535.) ἀντὶ τοῦ ἐχάσσατο. καὶ “κονίσαλος ὤρνυτ’ ἀέλλης” (Il. γ, 13.) ἀντὶ τοῦ κονισάλου· καὶ,21 in vol. 1
5“παρῴχηκεν δὲ πλέων νὺξ τῶν δύο μοιράων” (Il. κ, 252.), παρὸν οὕτως φάναι, τὸ πλέον τῆς νυκτὸς, ὅ ἐστι δύο μοῖραι. τὸν αὐτὸν δὴ τρόπον κἀνθάδε, Ὀδυσσεὺς δὲ καπνὸν ἀποθρώσκοντα ἱμειρόμενος ἰδεῖν ἧς γαίης θανέειν ἵεται. τινὲς δὲ λείπειν φασὶ τὸ τούτου τυχών. M.Q.

1

.

59

ἧς γαίης] ἐνταῦθα στικτέον. τὸ γὰρ ὅλον, ὁ πρότερον ἐπιθυ‐ μῶν καπνὸν τῆς πατρίδος ἰδεῖν νῦν εὔχεται διὰ τὰ κατέχοντα τελευ‐ τῆσαι. V.

1

.

60

οὔ νύ τ’ Ὀδυσσεὺς Ἀργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέ‐ ζων] ἐκεῖνος μὲν τὰ παρ’ αὐτοῦ ἐπιθύων, σὺ δὲ οὐ κεχαρισμένως ἐλάμβανες. H.V.

1

.

62

τί νύ οἱ] μία μόνη ὀξεῖα. τὰ γὰρ παράλληλα ἐγκλιτικὰ, καὶ μάλιστα ὅτε εἰς φωνῆεν λήγει, προφάσει τῶν δύο βραχειῶν οὐκ ἐγείρει τὸν τόνον. H.M. τί νύ οἱ] τί αὐτῷ τὸ τοσοῦτον ὠργίσθης, ὦ Ζεῦ; H.
5ὠδύσαο] ὠργίσθης ἢ προσέκρουσας. τῷ γὰρ ὀδύσασθαι ἐπὶ τοῦ προσκροῦσαι ἐχρῶντο οἱ παλαιοί. E.

1

.

63

καλῶς τὸν Δία νεφεληγερέτην φησί. Ζεὺς γὰρ λέγεται ὁ ἀήρ· τῶν δὲ ἀναθυμιάσεων πυκνὸν μὲν ἐν τῷ ἀέρι ἐγείρονται αἱ νεφέ‐ λαι. καὶ διὰ τοῦτο νεφεληγερέτην τὸν Δία φησί. E.

1

.

66

περὶ μὲν νόον] ὑπερθεῖ τὸν νοῦν τῶν ἀνθρώπων καὶ συνέσει καὶ εὐσεβείᾳ. H.V.

1

.

67

οὐρανόν] οὐρανῷ τὴν κεφαλὴν ἀναλογεῖν λέγει. θεοὺς δέ φησι τὰς αἰσθήσεις. E.

1

.

68

γαιήοχος λέγεται ἢ ὁ ἔχων ἤτοι συνέχων τὴν γῆν, ἢ ὁ ὀχού‐
μενος ἢ βασταζόμενος ὑπὸ τῆς γῆς. E. ἀσκελὲς σημαίνει τὸ ἄγαν σκληρόν. σκέλλειν γάρ ἐστι τὸ σκλη‐ ροποιεῖν, καὶ ὁ σκελετὸς κατεσκληκὼς διὰ τὴν ἀσαρκίαν. καὶ Ἀσκλη‐22 in vol. 1
5πιὸς κατὰ στέρησιν μετὰ ἠπιότητος, καὶ διὰ τῆς ἰατρικῆς μὴ ἐῶν σκέλεσθαι. ἐνίοτε δὲ ἀσκελὲς τὸ ἐπὶ πᾶσι σημαίνει. καὶ ὁ Σοφο‐ κλῆς “σίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελῆ θραυσθέντα καὶ ῥαγέντα πλεῖστ’ ἂν εἰσίδοις.” ὁ δὲ ἀπέδωκεν ἀσκελέως ἀδιαλείπτως κατὰ μετάληψιν· τὸ γὰρ ἀσκελὲς ἄβατον, ἀπόρευτον. Πορφύριος. E. Q.
10ἀσκελὲς, ἀμετακινήτως, κατὰ στέρησιν τῶν σκελῶν· ἢ ἀδιαλείπτως καὶ ἄγαν σφοδρῶς. V. αἰὲν] ἀεὶ καὶ διὰ παντός. V.

1

.

69

ὃν ὀφθαλμοῦ ἀλάωσεν] ὃν τῆς θυγατρὸς ἐστέρησεν. μίαν θυ‐ γατέρα εἶχεν ὡς ὀφθαλμόν. P. ἀλάωσεν] τοῦ λάειν, ὅ ἐστι τοῦ βλέπειν, ἐστέρησε. H. οὐκ ἦν δὲ μονόφθαλμος ὁ Κύκλωψ καθ’ Ὅμηρον, ὡς καθ’ Ἡσίοδον. φησὶ
5γοῦν (Od. ι, 389.)
πάντα δέ οἱ βλέφαρ’ ἀμφὶ καὶ ὀφρύας. οὐχ ὡς Θεόκριτος
οὕνεκά μοι πλατεῖα μὲν ὀφρὺς ἐπὶ παντὶ μετώπῳ. μονόφθαλμος οὖν ἦν καθ’ Ὅμηρον, τοῦ ἑνὸς αὐτοῦ ὀφθαλμοῦ προ‐
10τυφλωθέντος. H.M.

1

.

70

ἀντίθεον] τοῖς θεοῖς ἑαυτὸν ὁμοιοῦντα, ἢ τὸν θεομάχον. H. ἀντίθεον Πολύφημον] ὁ αὐτὸς ἑαυτὸν διὰ τὴν ἄνοιαν ἐξισάζων τοῖς θεοῖς. ἔστι γὰρ εἷς ἐκείνων περὶ ὧν λέγει, “οἵ ῥα καὶ ἀθανά‐ τοισιν ἐρίζεσκον περὶ τόξων” (Od. θ, 225.). κοινῶς γὰρ περὶ αὐτῶν
5λέγει ὁ Πολύφημος, “οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχοιο ἀλέγουσιν οὐδὲ θεῶν μακάρων” (ι, 275.). E.M. ἀντίθεον νῦν τὸν ἐναντιούμενον θεοῖς, τὸν ἀσεβῆ. V. ὅου] παροξυτονητέον τὸ ὅου· τὸ γὰρ οὗ διῄρηται, ὡς τὸ “ἕης τὸ πρίν γ’ ἐράασθε.” (Il. π. 208.) καὶ καθόλου τὰ μὲν ἄρθρα διαι‐
10ροῦνται, αἱ δὲ ἀντωνυμίαι πλεονάζουσιν. καὶ τὰ μὲν βαρύνονται, αἱ δὲ ἐπὶ τέλους ἔχουσι τὸν τόνον, οἷον ὅου ἄρθρον, ἑοῦ ἀντωνυμία, ἕης ἄρ‐ θρον, ἑῆς ἀντωνυμία. H.M.23 in vol. 1
1ἔσκεν] ὑπῆρχεν. V.

1

.

71

Θόωσα] μήτηρ Πολυφήμου Κύκλωπος κυρίως οὕτως λεγο‐ μένη. V. νύμφη] γράφεται, μήτηρ. P.

1

.

72

Φόρκυνος θυγάτηρ] ἐνάλιος γὰρ θεὸς ὁ Φόρκυν. V. μέδοντος] μέδοντος ἐν σπέσι, ἤτοι τοῦ Ποσειδῶνος· ἤτοι ὅντινα ἔτεκεν ἐν σπέσι τοῦ μέδοντος τῆς ἁλὸς τῆς ἀτρυγέτου, ἤτοι τοῦ Πο‐ σειδῶνος. Q. βασιλεύοντος. συνήθως γὰρ καὶ τοὺς ὑπάρχους βασι‐
5λεῖς ἔλεγον. ἢ συναπτέον, μέδοντος ἐν σπέσσι, ὥστε καὶ ἐν σπηλαίοις τοῦ Ποσειδῶνος γεννηθῆναι τὸν Κύκλωπα. P.V.

1

.

74

ἐκ τοῦ δή] ἐκ ταύτης δὴ τῆς αἰτίας. V.

1

.

75

πλάζει δ’ ἀπὸ πατρίδος αἴης] τούτου δ’ ἕνεκεν ἐνεποδίσθη μὴ οἴκοι εἶναι μέχρι δεῦρο. οὐ γὰρ δὴ πέρα τούτου οὐδὲ ἐκεῖνός τι ἐβού‐ λευσε κατ’ αὐτοῦ, πλὴν τοῦ διατρίβειν μόνον ἐν τῇ πλάνῃ. E. Ὅμηρος μὲν ἐτυμολογῶν τὸν Ὀδυσσέα πεποίηκε τὸν Αὐτόλυκον
5λέγοντα “πολλοῖσιν γὰρ ἐγὼ δὴ ὀδυσσάμενος τόδ’ ἱκάνω.” (Od. τ, 407.) Σιληνὸς δὲ ὁ Χῖος ἐν δευτέρῳ μυθικῶν ἱστοριῶν, (ἔστι δὲ δύο βιβλία) Ἀντίκλειάν φησι τὴν Ὀδυσσέως μητέρα ἐγκύμονα ὁδεύ‐ ουσαν παρὰ τὸ Νήριτον, ὅπερ ἐστὶ τῆς Ἰθάκης ὄρος, ὕσαντος πολὺ τοῦ Διὸς ὑπὸ ἀγωνίας καὶ φόβου καταπεσοῦσαν τὸν Ὀδυσσέα ἀποτεκεῖν,
10καὶ διὰ τοῦτο ταύτης τῆς ὀνομασίας τυχεῖν, ἐπειδὴ κατὰ τὴν ὁδὸν ὗσεν ὁ Ζεύς. E.M.T.

1

.

85

Ὠγυγίην] ἐν τῇ κατ’ Ἀντίμαχον Ὠγυλίην γράφεται διαφέ‐ ρουσι δὲ οἱ τόποι. τὴν μὲν γὰρ Ὠγυγίαν ἐντὸς εἶναι πρὸς ἑσπέραν, τὴν δὲ Ὠγυλίαν κατὰ Κρήτην Ἡσίοδός φησι κεῖσθαι. λέγεται δὲ ὀνοματικῶς ἡ Καλυψοῦς νῆσος. H.M.P.Q.24 in vol. 1
5τὰ παλαιὰ πάντα ὠγύγια καλοῦσιν ἀπό τινος ἀρχαίου Ὠγύγου βασιλεύσαντος Ἀθηνῶν. ἴσως δὲ καὶ οὕτως ἐκαλεῖτο ἡ νῆσος αὕτη. E.

1

.

87

ὥς κε νέηται] γράφεται, ὥς κεν ἵκηται. P.

1

.

88

Ἰθάκηνδ’] γράφεται καὶ χωρὶς τοῦ δε, Ἰθάκην ἐσελεύσο‐ μαι. H.

1

.

89

θείω] τινὲς γρ. θήσω. H.M.

1

.

92

ἀδινά] ἤτοι λεπτὰ πρὸς σύγκρισιν τῶν βοῶν, ἢ ἀντὶ τοῦ ἀδινῶς, ἵνα ᾖ πυκνῶς καὶ συνεχῶς. E.Q.V. εἰλίποδας λέγει βόας ὡς ποιοῦντας τὴν τῶν ποδῶν κίνησιν ὥσπερ ἑλικοειδῆ· ἕλικας δὲ ὡς ἑλικοειδῆ κέρατα ἔχοντας. P.Q.
5ἤτοι ἑλικοειδῆ κέρατα ἔχοντας ἢ μέλανας· ἑλικὸν γὰρ κατὰ διά‐ λεκτον τὸ μέλαν. ὅθεν καὶ ἑλικώπιδα κούρην τὴν μελανόφθαλμον. Q.

1

.

93

πέμψω δ’ ἐς Σπάρτην] εἰς τὸν Μενέλαον, διὰ τὸ ὕστερον τῶν ἄλλων τοῦτον ἐλθεῖν ἐν τῇ οἰκίᾳ αὐτοῦ. E. τινὲς “πέμψω δ’ ἐς Κρήτην τε.” καὶ ἡ Ἀθηνᾶ ἀλλαχοῦ (284.) “πρῶτα μὲν ἐς Πύλον ἐλθὲ ...... κεῖθεν δ’ ἐς Κρήτην παρ’ Ἰδομενῆα ἄνακτα· ὃ γὰρ
5δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.” H.M.Q. ἄτοπος δοκεῖ εἶναι Τηλεμάχου ἡ ἀποδημία πρῶτον μὲν κίνδυνον προξενοῦσα τῷ νέῳ, δεύτερον ἐπανάστασιν τῶν μνηστήρων ἀπειλοῦσα, τρίτον οὐκ ὠφελοῦσα τὴν ζήτησιν τοῦ πατρός. ἀλλ’ ἔδει τὸν ἐν γυναιξὶ τεθραμμένον, λύπαις τεταπεινωμένον, ῥητορειῶν οὐ πεπειρα‐25 in vol. 1
10μένον οὐδεπώποτε, πολύτροπον γενέσθαι παραπλησίως τῷ πατρὶ, καὶ τοῦτο κερδᾶναι τῇ πλάνῃ, καὶ κοινωνεῖν τῷ πατρὶ τῶν κατορθωμάτων ἐν τῇ μνηστηροκτονίᾳ. ἀσφαλίζεται δὲ τὰ κατ’ οἶκον πρῶτον μὲν ἐπαναστήσας τὸν δῆμον κατὰ τῶν μνηστήρων ἐν τῇ ἐκκλησίᾳ, δεύτε‐ ρον ταῖς ὑποσχέσεσιν ἀνεξικακεῖν διδάξας τοὺς μνηστῆρας εἰπὼν,
15“καὶ ἀνέρι μητέρα δώσω” (β, 223.). ἔτι μάλα καὶ τῆς ἐπιβουλῆς τῶν μνηστήρων ὁ κίνδυνος ἠκόνησεν αὐτοῦ τὴν προθυμίαν. E.M.

1

.

95

ἔχῃσιν] ἐν τῇ κατὰ Ῥιανὸν γράφεται λάβῃσι. H.M.

1

.

96

τὸ λέγειν τὴν Ἀθηνᾶν καλὰ πέδιλα φορεῖν οὐκ ἄλλο δηλοῖ ἢ ὅτι τῆς φρονήσεως αἱ ἐνεργητικαὶ δυνάμεις στιβαραὶ καὶ ἄλκιμοί εἰσι. τὸ δὲ ἐπέχειν ἔγχος ἐν ᾧτινι δαμάζει τοὺς ἥρωας τὸ πληκτι‐ κὸν ὑποσημαίνει τῆς φρονήσεως. ὁ γὰρ φρόνιμος διὰ τοῦ οἰκείου
5λόγου πλήττει τὸν ἀτακτοῦντα. τὸ δὲ τὴν Ἀθηνᾶν ἐξ οὐρανοῦ κατελ‐ θεῖν οὐκ ἄλλο αἰνίττεται ἢ ὅτι ἡ φρόνησις ἐκ τοῦ νοῦ κατέρχεται. E.

1

.

97

ἀμβρόσια, χρύσεια] προηθετοῦντο κατ’ ἔνια τῶν ἀντιγράφων οἱ στίχοι, κατὰ δὲ τὴν Μασσαλιωτικὴν οὐδ’ ἦσαν. καὶ ταῖς ἀλη‐
θείαις μᾶλλον ἁρμόσει ἐπὶ Ἑρμοῦ· ἴδιον γὰρ αὐτοῦ τοιούτοις ὑπο‐ δήμασι κεχρῆσθαι. καὶ ἡ τοῦ δόρατος ἀνάληψις πρὸς οὐδὲν ἀναγ‐26 in vol. 1
5καῖον. M.T. τά μιν] ὑπὲρ, αὐτήν. τὸ μίν τριγενές ἐστιν, ἀρσενικὸν, “καί μιν φωνήσας” (Il. α, 201.), θηλυκὸν, ὡς ἐνθάδε, οὐδέτερον, “αὖτέ μιν υἷες Ἀχαιῶν” (Il. α, 237.). P.

1

.

98

ἀπείρονα γαῖαν] τὴν πέρας μὴ ἔχουσαν διὰ τὸ εἶναι στρογ‐ γυλοειδῆ. ἢ σφαιρικὴν καὶ κυκλικήν· ἢ καθ’ ὅσον πρὸς ἡμᾶς ἄπειρός ἐστιν, εἰ καὶ τῇ φύσει πεπέρασται· τεταρτημόριον γὰρ μόνον τῆς γῆς οἰκεῖται· ἢ ἀντὶ τοῦ περικαλλὴς, καθάπερ τοῖς διαγράφειν τὰ κατ’
5αὐτὴν βουλομένοις ἐστὶ πρόδηλον. λαμβάνεται γὰρ τὸ ἄπειρον καὶ ἐπὶ τοῦ κατὰ τὸ εἶδος διαφέροντος καὶ ἄγαν καλοῦ, ὡς παρ’ Ἡσιόδῳ ἐν Γυναικῶν καταλόγῳ ἐπὶ τῆς Ἀγήνορος παιδὸς “Δημοδόκης, τὴν πλεῖστοι ἐπιχθονίων ἀνδρῶν μνηστεύοντο, καὶ πόλλ’ ἀγλαὰ δῶρ’ ὀνό‐ μηναν ἴφθιμοι βασιλῆες ἀπειρέσιον κατὰ εἶδος.” ἰστέον δὲ ὅτι ἄπει‐
10ρος ὁ κύκλος καὶ ἡ σφαῖρα λέγεται ἢ διὰ τὸ μὴ πέρασι διαφόροις ἀφορίζεσθαι κατὰ στέρησιν τοῦ α, ἢ διὰ τὸ πολλὰ πέρατα ἔχειν κατ’ ἐπίτασιν τοῦ α. οὗ γὰρ ἂν ἔλθῃ τις, τοῦτο αὐτὸ πέρας ἴσως ἔχον διὰ τὸ ἰσοπέρατον εἶναι διὰ τὴν ἐκ τοῦ μέσου πρὸς τὸ πέριξ ἴσην ἀπόστασιν κατ’ ἰσότητα τοῦ α. οὕτως Ἀριστοφάνης Δαναΐσι
15“δακτύλιον χαλκοῦν φέρειν ἀπείρονα,” ἔφη δηλῶν τὸν σφενδόνην μὴ ἔχοντα πέρας καὶ διὰ τοῦτο ὁμοιομερῆ ὄντα. ὁμοίως καὶ Αἰσχύλος τὰς ἐν κύκλῳ ἑστώσας καὶ ἀπείρονι σχήματί φησιν ἵστασθαι· “ὑμεῖς δὲ βωμὸν τόνδε καὶ πυρὸς σέλας κύκλῳ περίστητ’ ἐν λόχῳ τ’ ἀπεί‐ ρονι εὔξασθε·” τουτέστιν ἐν τάξει κατὰ κύκλον. ὁ γὰρ λόγος ἐστὶ
20τάξις, ἐπεὶ καὶ λοχαγὸς ὁ ταξίαρχος. E. ἅμα πνοιῇς ἀνέμοιο] ἅμα, ὁμοίως· ἀλλαχοῦ δὲ χρονικὸν ἐπίρρημα,
ὡς τὸ, ἅμα γίνεται τόδε καὶ ἅμα τόδε. E.27 in vol. 1

1

.

99

εἵλετο δ’ ἄλκιμον ἔγχος] ἀθετοῦνται μετὰ ἀστερίσκων, ὅτι ἐν τῇ εʹ τῆς Ἰλιάδος καλῶς. M.V.

1

.

101

ὀβριμοπάτρη λέγεται ἡ Ἀθηνᾶ διότι τῆς φρονήσεως πατὴρ ὁ νοῦς ἐστι. πάντων δὲ κρεῖττον καὶ ἰσχυρότερον ὁ νοῦς. E.

1

.

103

δήμῳ] τόπῳ ἐν Ἰθάκῃ ὅπου ἦν τὸ Ὀδυσσέως βασίλειον P.V.

1

.

105

Ταφίων] Τάφος ἡ νῆσος τῶν Ἐχινάδων, ἣν κατῴκουν Τηλε‐ βόαι. V.

1

.

107

πεσσοῖσι] τοῖς κύβοις. ἀπὸ δὲ τοῦ παίζειν ἐσχημάτισται· ἢ παρὰ τὸ πίπτειν [βολίοις τὸ πεσεῖν] πεσσοὶ δὲ αἱ ψῆφοι. V.

1

.

108

ῥινοῖσι] διὰ τούτου τὸ βίαιον ἐμφαίνει τῶν μνηστήρων, τοῦ καὶ τὰς βύρσας ὑποστρωννύειν τοῖς θρόνοις. M.Q.S.V.

1

.

109

αὐτοῖσι] Νικίας δύο μέρη λόγου ποιεῖ, αὖ, καὶ, τοῖσι· Ἀρί‐ σταρχος δὲ ἓν, ὃ καὶ ἄμεινον. E.M.Q.

1

.

110

οἱ μὲν, κήρυκες, οἱ δὲ, θεράποντες. οἱ μὲν, οἱ δὲ, σχῆμα γοργότης. Ms. Barnes.

1

.

112

προτίθεντο, ἰδὲ] ἄμεινόν φησιν Ἡρωδιανὸς ἀναγινώσκειν, καὶ πρότιθεν, τοὶ δὲ—. καὶ γὰρ ὁ λόγος οὕτω μᾶλλον ἀκόλουθος· οἱ
μὲν οἶνον ἔμισγον, οἱ δὲ σπόγγοισι νίζον, οἱ δὲ κρέα ἐμέριζον. καὶ ἄλλως τὸν παρατατικὸν τοῦ τίθημι ἐνεργητικῶς οἶδε λεγόμενον ὁ28 in vol. 1
5ποιητὴς, οὐ παθητικῶς, “παρὰ δέ σφι τίθει” (Od. α, 142.). ἀκό‐ λουθον πληθυντικὸν, νίζον καὶ πρότιθεν. E.M. προετίθεσαν. M.V. νίζον] ἀπένιπτον. V. ἰδὲ] ἀντὶ τοῦ καί. V.

1

.

113

καλῶς πρῶτος Τηλέμαχος Ἀθηνᾶν ὁρᾷ ὡς αὐτὸς μόνος ἀπὸ τῶν ἄλλων φρονιμώτερος, τῶν μνηστήρων περὶ συμπόσια ἀσχολουμέ‐ νων. E.

1

.

115

ὀσσόμενος] τοῖς ὀφθαλμοῖς ὑποβλέπων. S. ἀνειδωλοποιού‐ μενος καὶ φανταζόμενος, προσδοκῶν· ἢ τοῖς ὀφθαλμοῖς ὑποβλέ‐ πων. V.

1

.

117

δώμασιν] γρ. καὶ κτήμασιν ἐν ταῖς εἰκαιοτέραις, κτήμασιν οἷσιν ἀνάσσοι. τὸ ὅλον δὲ ἐπὶ Ὀδυσσέως χρὴ ἐξακούειν, Ὀδυσσεὺς ἔχοι. M.

1

.

119

βῆ δ’ ἰθύς] ἐπορεύθη ὡς ἐπὶ τὸ πρόθυρον οὐκ ἔνδον, ἀλλὰ πρὸ τοῦ οἴκου ἐν τῷ τυκτῷ καλουμένῳ δαπέδῳ (δ, 627.) Q.V.

1

.

120

ξεῖνον δηθὰ] καὶ τοῦτο διὰ τοὺς μνηστῆρας, ἵνα τὸ σκῆ‐ πτρον ἰδόντες ὡς βασιλέα αὐτὸν ὑπονοήσωσι. S.

1

.

121

ἐδέξατο] ἐλάβετο μὲν τῆς δεξιᾶς σπενδόμενος ὡς φίλῳ. ἐδέξατο δὲ τὸ ἔγχος ὑπονοῶν μὴ ἄρα τῶν ἐχθρῶν τις εἴη. E.S.

1

.

124

δείπνου] τοῦ κατὰ τὴν ἡμέραν ἀρίστου. V. μυθήσεαι] γράφεται, μυθήσεο. P. ὅττεό σε χρὴ] περὶ ὅτου σε χρὴ, τοῦτο λέξεις. H. a m. sec. καὶ ἄλλως. ἐν τῇ κατὰ Ῥιανὸν ἄμεινον ἐγέγραπτο ὅττευ σε χρὴ, ὡς
5ἀλλαχοῦ (Od. ρ, 121.) “ὅττευ χρηΐζων.” H. (a m. sec.) M.

1

.

126

ὑψηλοῖο] γράφεται, ποιητοῖο. P.

1

.

127

πρὸς κίονα] νοητέον δὲ ἀπεξύσθαι τοὺς κίονας καὶ ἐνταῦθα ἀποτίθεσθαι τὰ δόρατα. E.V. οἰκονομικῶς δὲ εἶπεν, “ἔνθαπερ ἄλλα ἔγχεα Ὀδυσσῆος,” ἵνα μὴ ἀπορήσῃ τις ἔμπροσθεν ὅτι, ποῦ εὑρέθησαν τὰ δόρατα πρὸς φόνον τῶν μνηστήρων. E.29 in vol. 1

1

.

128

ἐϋξόου] ἀπέξεον τὰς κίονας καὶ ἐν αὐταῖς ἐπετίθουν τὰ δό‐ ρατα. E.

1

.

130

αὐτὴν δ’ ἐς θρόνον] ὑποφαίνει διὰ τοῦτο καὶ ἄλλο τι καθῆ‐ κον, ὅτι τοῦ ἰδίου θρόνου παρεχώρησε τῷ ξένῳ ὁ Τηλέμαχος. πάντα οὖν ἐλέγχει τὸ σῶφρον τοῦ νέου, τὰ τοῦ λόγου καὶ τὰ τοῦ τόπου, τό τε ἔγχος ἀναλαμβάνων καὶ τοῦ θρόνου παραχωρῶν. θρόνος δὲ ἀπὸ
5τοῦ ἄνω θεωρεῖν, ἤτοι ὁ ἐπηρμένος. E.M.T. ὑπὸ λῖτα] προπερισπαστέον· ἑνικὸν γάρ ἐστι μεταπλασθὲν ἀπὸ τοῦ λῖτον. P.Q. λεπτὸν περιβόλαιον ἢ λινοῦν ὕφος. P.

1

.

132

κλισμόν] δίφρον ἀνάκλιτον ἔχοντα, καθέδραν. V. ἔκτοθεν ἄλλων] τὸ γὰρ μεταβῆναι εἰς ἕτερον οἶκον ὑποψίαν ἂν πα‐ ρέσχε τοῖς μνηστῆρσιν ἐπιβουλῆς, ὁπότε καὶ ἑξῆς διὰ τὸ ἰδιολογεῖν αὐτὸν πολυπραγμονεῖ τίς ὁ ξένος. E.Q.

1

.

133

ὀρυμαγδῷ] κυρίως μὲν τῷ ἐν ὄρει ψόφῳ. ἔστι γὰρ κατὰ τὸ ἔτυμον ὀρομαγδῷ, νῦν δὲ ἀντὶ τοῦ θορύβῳ. V.

1

.

134

ἀδήσειεν] ψιλωτέον τὸ ἀδήσειεν. ὅταν γὰρ ἐν συναλοιφῇ τὸ ψιλούμενον ἐν ἀρχῇ φωνῆεν ἐπικρατήσῃ, καὶ τὸ πνεῦμα αὐτοῦ ἐπι‐ κρατεῖ, οἷον ω ἑταῖρε, ὦταῖρε. Q. ὑπερφιάλοισι] ὑπερσπόνδοις· οἷον οἱ Πριάμου παῖδες, οἳ ὤμοσαν
5τοῖς Ἕλλησι μὴ καταλῦσαι τὴν ἀγάπην, ἐκεῖνοι δὲ παρέβησαν τὰ ὅρκια. ὤμοσαν δὲ μετὰ φιάλης ὅρκον εἰπόντες· ὥσπερ τὸ ὕδωρ χέεται
ἐκ τῆς φιάλης, οὕτως ἡ ψυχὴ τοῦ ἀθετήσαντος τὸν ὅρκον. E.30 in vol. 1

1

.

136

ἀμφίπολος] ἀπὸ τοῦ περὶ τὸν δεσπότην πολεῖσθαι. καὶ ἔστιν ἐπὶ γυναικὸς, πρόσπολος δὲ ἐπὶ ἀνδρός. E. προχόῳ] ἀγγείῳ προχυτικῷ, ἀπὸ τοῦ χέειν τὸ ὕδωρ. τῷ καθ’ ἡμᾶς ξέστῃ. V.
5λέβητος] τοῦ καθ’ ἡμᾶς χερνίβου. V.

1

.

138

νίψασθαι] πρὸ τῶν βρωμάτων ἐνίπτοντο, ἵνα εὐαγῶς ἐπὶ τὰς σπονδὰς ἔλθωσι, μετὰ δὲ ἄριστον οὐκέτι· καὶ γὰρ οὐδὲ ποικίλοις ἐχρῶντο βρώμασιν. ἄλλως τε ἄσεμνον ἀπονίπτεσθαι μετὰ σπονδήν. E.H.M.Q.
5ἐτάνυσσεν] ἐπιμήκεις γὰρ αἱ ἀρχαῖαι τράπεζαι. ξεστὴν τὴν κα‐ λῶς ἐξεσμένην, ὅπερ ἐστὶ κατεσκευασμένην. H.

1

.

139

σῖτον δ’ αἰδοίη] σωφρόνως ἔφρασε κοσμίοις ὀνόμασιν· ἐπὶ δὲ τῶν ἀσελγῶν ἔμπροσθεν (147), “παρενήνεον ἐν κανέοισι.” E.H.M.

1

.

140

εἴδατα] καὶ γίνεται ἀπὸ τοῦ ἔδω τὸ ἐσθίω, ἔδας, τὸ ἑνικὸν, καὶ πλεονασμῷ τοῦ ἰῶτα εἶδας, τὸ πληθυντικὸν τὰ εἴδατα. P. χαριζομένη παρ’ ἐόντων] ἐκ τῶν ὄντων ἀφθόνως παραβάλλουσα. τινὲς δὲ, παρὰ μενόντων καὶ μὴ ταχέως σηπομένων, ἵνα ἐκ τούτου τὰ
5ἐν τῷ ταμείῳ ἀπόθετα δηλώσῃ. E.M.Q. ἐκ τῶν παρεόντων ἐπιδι‐ δοῦσα. V.

1

.

141

πίνακας] τὰς σανίδας. (Od. μ, 67.) “ἀλλά θ’ ὁμοῦ πίνακας νεῶν·” καὶ (Il. ζ, 169.) “γράψας ἐν πίνακι πτυκτῷ.” H.

1

.

142

κύπελλον ἐτυμολογεῖται παρὰ τοῦ ἐν αὐτῷ χεῖσθαι τὸν πηλὸν ἢ τὸν οἶνον, χύπελλον καὶ κύπελλον. E.Q.

1

.

143

θάμ’ ἐπῴχετο] τὸ σπουδαῖον τοῦ κήρυκος καὶ τῆς ὑποδοχῆς τοῦ ξένου δηλοῖ. E.Q.

1

.

145

κατὰ κλισμούς τε θρόνους τε] κλισμοὶ μέν εἰσιν οἱ ἔχοντες κλιντῆρα ἐξέχοντα πρὸς τὴν τῶν ὤμων ἀνάπαυσιν. ἐν αὐτοῖς γὰρ ἐπερείδουσι τοὺς ὤμους οἱ καθήμενοι. οἱ δὲ μὴ ἔχοντες ταῦτα, θρό‐ νοι. E.P.Q.

1

.

147

παρενήνεον] παρεσώρευον. ἐκ τούτου δὲ τὸ πλῆθος τῶν ἐδεσ‐ μάτων ἐκφαίνει. τὸ δὲ ὀνείατα δηλοῖ τὰ ὄνησιν ἐμποιοῦντα, τὰ ἐδέσ‐
ματα. E.P.V.31 in vol. 1

1

.

149

ἴαλλον] ἐδίδοσαν, ἐξέτειναν. νώμησαν] ἐμέρισαν. (150.) αὐ‐ τὰρ ἐπεί] ἐπειδὴ δέ. V.

1

.

150

ἐξ ἔρον ἕντο] τὸ ἐξ μετὰ τοῦ ἕντο συντακτέον, ὡς οὕτω λέ‐ γεσθαι, ἐξέντο καὶ ἐξέβαλλον ἔρον τῶν βρωμάτων. H.

1

.

151

ἄλλα μεμήλει] πιθανῶς, ἵνα ὁ Τηλέμαχος καιρὸν σχῇ. V.

1

.

152

μολπή] ἡ μετ’ ᾠδῆς παιδιά. V. ἀναθήματα] πληρώματα, κοσμήματα. ἡ μεταφορὰ ἀπὸ τῶν τοῖς θεοῖς ἀνατιθεμένων. E.V.

1

.

154

ὅς ῥ’ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ] προανεφώνησεν, ἵνα ὁ Φήμιος σωθῇ ἐν τῇ μνηστηροφονίᾳ. V. σύνεσιν μαρτυρεῖ τοῦ ἀοι‐ δοῦ προαπαλλάσσων αὐτὸν δικαίως τῆς μνηστηροφονίας. E.P.Q.

1

.

155

φορμίζων] τὰς χορδὰς ῥυθμίζων. γίνεται δὲ ἐκ τοῦ φροί‐ μιον καὶ φροιμίζω, φορμίζω, κατὰ μετάθεσιν τοῦ ρ καὶ ἐκβολὴν τοῦ ι. E.

1

.

158

ξεῖνε φίλε] προκαταλαμβάνει τὴν κατηγορίαν, ἵνα μὴ νομι‐ σθῇ παρὰ τῷ ξένῳ τῆς ἀταξίας αἴτιος εἶναι. E.Q.

1

.

160

ῥεῖ’ ἐπεὶ ἀλλότριον] τὸ ἑξῆς, ἐπεὶ ῥεῖα. ἠρέμα παραδηλοῖ ὅτι οὐκ ἀρέσκεται τοῖς δρωμένοις, κωλύειν δὲ ἀμήχανος. E.Q.

1

.

161

λεύκ’ ὀστέα] προληπτικῶς, ἵνα μὴ παραμυθούμενος αὐτὸν ὁ ξένος πολλάκις ψεύσηται. “στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν.” E.

1

.

162

ἐπ’ ἠπείροιο] ἐπὶ τῆς γῆς. V. κυλίνδει] παρὰ τῷ ποιητῇ βαρύνεται ἀεί. δῆλον ἐκ τοῦ “προκυ‐ λινδόμενος” καὶ “ἥτε κυλινδομένη.” M.

1

.

163

Ἰθάκηνδε] κἂν τὴν Ἰθάκην, φησὶν, εἶδεν ὁ Ὀδυσσεὺς τῆς πλάνης ἐπαναζεύξας, ηὔξαντο ἂν ἅπαντες οἱ μνηστῆρες ἐλαφροτέρους κτήσασθαι πόδας πρὸς τὸ φυγεῖν αὐτοὺς τὴν τοῦ Ὀδυσσέως ὀργὴν, παρὸ πλουσιώτεροι γενέσθαι. Q.32 in vol. 1

1

.

164

ἐλαφρότερος ἐτυμολογεῖται ἀπὸ τοῦ ἔλαφος, ἐλαφηρός, καὶ ἀφαιρέσει τοῦ η ἐλαφρός. Q.

1

.

165

ἢ ἀφνειότεροι] κοιμιστέον τὸ ἤ· διασαφητικὸς γάρ ἐστιν, ἀντὶ τοῦ ἤπερ, οὐ διαζευκτικός. εὔξονται μᾶλλον ταχεῖς εἶναι ἤπερ πλούσιοι. H.Q.

1

.

166

οὐδέ τις ἡμῖν] τοῦτο τὸ ῥητὸν οὕτως συντακτέον· οὐδέ τις φῇσι καὶ εἴπῃ ἐπιχθονίων ἀνθρώπων τὸν Ὀδυσσέα ἐλεύσεσθαι πρὸς ἡμᾶς, εἴπερ, ἤτοι ἐπειδὴ, ὤλετο τοῦδε, καὶ τούτου, τὸ νόστιμον ἦμαρ, ἤτοι ἡ ἡμέρα τῆς ἐκείνου ἐπιστροφῆς. M.Q.

1

.

167

θαλπωρή] χαρά. γράφεται ἐλπωρή κατ’ ἐνίους τῶν ἀξιο‐ λόγων πάνυ, ἵνα λείπῃ ὁ καί· οὐδεμία ἡμῖν ἐλπίς ἐστιν ἐκείνου, εἰ καί τις εἴποι αὐτὸν ἐλεύσεσθαι. E.M.

1

.

168

φῇσιν] τὸ φῇσιν σὺν τῷ ι, ὡς τὸ (Il. α, 129.) “δῷσι πόλιν Τροίην.” προπερισπαστέον· ἐν παρολκῇ γάρ ἐστιν ἡ σιν. H.M.Q. φαίη, εἴπῃ. V.

1

.

170

πόθεν εἶς] ἐγκλιτέον τὴν εις. ἀλλ’ οὐκ ἐγείρει τὴν θεν συλ‐ λαβήν· πυρριχιακὴ γάρ ἐστι. M.

1

.

171

ὁπποίης δ’ ἐπὶ νηός] ξένης ἢ ἰδίας. M.Q. Ἀρίσταρχος ὁπποίης τε. ἄλλως. οἰκειότερον ταῦτα ὑπὸ Εὐμαίου ἂν λέγοιντο. διὸ ἔν τισιν οὐκ ἐφέροντο. H.M.

1

.

172

εὐχετόωντο] ἐκαυχῶντο. V.

1

.

173

οὐ μὲν γάρ τί σε] ἠθικὸν τοῦτο, ὡς τὸ “οὐ γὰρ ἀπὸ δρυός ἐσσι” (Od. τ, 163.). ὡς εἰ ἔλεγε πεζὸν μὲν γάρ σε ἀδύνατον ἐλη‐ λυθέναι. E.M.Q.33 in vol. 1

1

.

174

εὖ εἰδῶ] τὸ εἰδῶ Τυραννίων μὲν βαρύνει, Ἀρίσταρχος δὲ περισπᾷ, ᾧ καὶ πειστέον. M.Q.

1

.

175

ὁ δεύτερος η περισπᾶται· ἐρωτηματικὸς γάρ ἐστι. καὶ τὸ ἐσσι ἐγκλιτέον. E.M. μεθέπεις] γράφεται, μεθέπῃ. H. ἀντὶ τοῦ πρὸς ἡμᾶς ἔρχῃ. τὸ δὲ ἴσαν ἐγίνωσκον. M.

1

.

176

ἴσαν] γράφεται, ἔσαν, ἀντὶ τοῦ ὑπῆρχον. H.

1

.

177

ἐπεὶ καὶ κεῖνος] ἐκ πλήρους ὁ καί· τῇ γὰρ ἐκεῖνος οὐ χρῆ‐ ται, εἰ μὴ ἀναγκασθῇ ὑπὸ μέτρου· οὕτως Ἀρίσταρχος. E.H.M.Q. ἐπίστροφος] τὸ ἐπίστροφος ἤγουν ἐπιστρεπτικὸς ἦν τῶν ἀνθρώπων. εἰς ἑαυτὸν ἔστρεφε τοὺς ἀνθρώπους ὑπὸ τῆς ἰδίας ἀρετῆς καὶ φρονή‐
5σεως καὶ εὐγενείας. B. ἐπιμελής. ἔστι δὲ καὶ ὄνομα κύριον. ἢ οὗ λόγον ἐποιοῦντο πάντες ἄνθρωποι. ἢ ἐπερχόμενος καὶ ἐπιδημῶν. ἄλ‐ λως. ἐπίστροφος ὁ φροντιστὴς, ὁ ἐπιστρεφόμενος τῶν ἀνθρώπων φιλόξενος, ἤγουν ἐπιστροφὴν καὶ ἐπιμέλειαν ποιούμενος τῶν ἀνθρώ‐ πων· ἢ οὗ λόγον ἐποιοῦντο πάντες ἄνθρωποι. ἢ παρὰ πολλοῖς ἀνθρώ‐
10ποις ξενιζόμενος. E.

1

.

182

νῦν δ’ ὧδε] ἤτοι οὕτως ὡς ὁρᾷς, ὡς ἰδιώτης, οὐχ ὡς ἐπέ‐ βαλε βασιλεῖ. M.Q. τὸ δὲ ὧδε οὐδέποτε κεῖται παρὰ τῷ ποιητῇ τοπικῶς, ἀλλ’ ἀντὶ τοῦ οὕτως. E.M.Q.V. τὸ δὲ ἀλλοθρόους ἀντὶ τοῦ ἀλλογλώσσους. “ἐπεὶ οὔτ’ ἦν ὁμὸς θρόος οὔτ’ ἴα γῆρυς” (Il. δ,
5437.). Q.

1

.

183

ἐπ’ ἀλλοθρόους] γράφεται, ἐς ἀλλοθρόους. H.

1

.

184

ἐς Τεμέσην] πόλιν ἐν Οἰνωτροῖς ἡ νῦν Τέμψον καλουμένη, ἢ Βρεντησία. Q. Τεμέση πόλις Κύπρου· κατὰ δέ τινας τῆς Ἰτα‐ λίας, ὃ νῦν Βρενδέσιον καλοῦσι καὶ Τέμψαν. Vind. 56. αἴθωνα σίδηρον] ἢ μέλανα διὰ τὸ ἀνέργαστον, ἢ λαμπρὸν ἀπὸ τοῦ34 in vol. 1
5πυρὸς τοῦ αἴθοντος. E.V.

1

.

185

νηῦς δέ μοι ἥδ’] προφασίζεται νόσφιν εἶναι τὴν ναῦν, πρὸς τὸ μὴ καὶ τοὺς ἑταίρους ἐθέλειν ξενίσαι· τὸν δὲ πλοῦν μακρόν τε καὶ ἀναγκαῖον εἶναι, πρὸς τὸ μὴ κατασχεθῆναι παρ’ αὐτοῦ. Πορφυρίου. E.H.M.R. περισπαστέον δὲ τὸ ἧδε. ἔστι γὰρ ἀντωνυμία ἀναφο‐
5ρική. προηθετοῦντο δὲ ὑπὸ Ἀριστοφάνους· κατ’ ἔνια δὲ τῶν ἀντι‐ γράφων οὐδ’ ἐφέροντο. H.M.Q.R. τὸ ἥδε ἀναφορικῶς εἴρηκεν ἀντὶ τοῦ δεικτικῶς. V.35 in vol. 1

1

.

186

Ῥείθρῳ] ὄνομα κύριον τοῦ ἐν Ἰθάκῃ λιμένος ἀπὸ τοῦ συμ‐ βεβηκότος, ἐπειδὴ ἔκρουν ἔχει καταρρεόμενον ὑπὸ πολλῶν ὑδάτων, ἢ ἀπὸ τοῦ συρρεῖν εἰς αὐτὸν ὑδάτων χειμάρρους πολλοὺς ἀπὸ τοῦ Νηρίτου. Νήριτον γὰρ τὸ Νήϊον τινὲς λέγουσιν· οἱ δέ φα‐
5σιν ἕτερον εἶναι τὸ Νήϊον τοῦ Νηρίτου. Ἀρίσταρχος δὲ Νήϊόν φησι παρακεῖσθαι τῷ Ῥείθρῳ, ἀφ’ οὗ ἐξῆπτον τὰ πρυμνήσια. H.M.T.V. ὑπὸ Νηΐῳ ὑλήεντι] διαφέρει Νήριτον καὶ Νήϊον. δύο δέ ἐστιν ὄρη τῆς Ἰθάκης· “τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ”
10(Od. ν, 351.). καὶ “ἡμεῖς δ’ ἐξ Ἰθάκης ὑπὸ Νηΐου εἰλήλουθμεν” (Od. γ, 81.). ὅπερ κάθυγρον ὂν εἰς τὸν ὑποκείμενον λιμένα πλεῖστον ῥεῦμα ἐνδίδωσι. ὅθεν ἀπὸ τοῦ συμβεβηκότος Ῥεῖθρον προσηγόρευσε τὸν λιμένα. “νηῦς δέ μοι ἥδ’ ἕστηκεν ἐπ’ ἀγροῦ νόσφι πόληος ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηΐῳ ὑλήεντι.” τῷ γὰρ “λιμένι Ῥείθρῳ” δηλοῖ,
15ἐν καλῷ λιμένι Ῥείθρῳ, ὡς εἴ τις ἔλεγεν ἐν καλῷ λιμένι τὸ Ῥεῖθρον. τὸ δὲ Νήρικον πόλισμά ἐστι τῆς καταντικρὺ Ἠπείρου· “ὡς ὅτε Νήρικον εἷλον ἐϋκτίμενον πτολίεθρον, ἀκτὴν Ἠπείροιο.” (Od. ω, 377.) E.M.Q.T. τῷ πρὸς ὑποδοχὴν νεῶν εὐθέτῳ ὄρει Ἰθάκης. V.

1

.

188

εἴπερ τε γέροντ’ εἴρηαι] διχῶς αἱ Ἀριστάρχου, εἴπερ τε καὶ εἴπερ τι. M. εἰς ἀξιόχρεων δὲ μάρτυρα τὴν πίστιν ἀναφέρει. δευ‐ τέραν πίστιν τῆς καθαρᾶς φιλίας ποιεῖται τὴν ἀκριβολογίαν τῆς κακοδουλείας. M.Q.36 in vol. 1

1

.

192

παρτιθεῖ] ἐνεστὼς χρόνος, ἀπὸ τοῦ τιθῶ, διὸ περισπᾶ‐ ται. P.

1

.

193

ἀνὰ γουνὸν ἀλωῆς] ἀλωὴν καὶ τὴν πολύδενδρον γῆν φησιν· “ἔνθα δέ οἱ πολύκαρπος ἀλωή” (Od. η, 122.). καὶ τὴν ἀμπελόφυτον “σταφυλῇσι μέγα βρίθουσαν ἀλωήν” (Il. ς, 561.)· ὁμοίως καὶ τὴν σιτοφόρον γῆν. Q. ἀλωὴ λέγεται καὶ ἡ πολύδενδρος γῆ, καὶ ἡ
5ἀμπελόφυτος, καὶ ἡ σιτοφόρος, καὶ ἡ δασεῖα. B.E. ἑρπύζοντ’—οἰνοπέδοιο] μετὰ ὀδύνης καὶ ἀνίας ἠρέμα βαδίζοντα διὰ τὸ γῆρας. M. βαδίζοντα εἰς τὸν γονιμώτατον τόπον τῆς γῆς οἰνοφόρου. ἐσήμανε τὸν ὑπὸ τοῦ γήρως μετὰ ὀδύνης καὶ ἀνίας ἠρέμα καὶ βαρέως βαδίζοντα. Q.

1

.

194

νῦν δ’ ἦλθον] διὰ τούτων εὔελπιν ποιεῖ τὸν νέον. τὸ δὲ ἑξῆς, ἔφαντο γὰρ δὴ αὐτὸν τὸν σὸν πατέρα ἐπιδήμιον εἶναι. λείπει δὲ τὸ ὥστε. M.P.

1

.

195

ἀλλ’ ἔτι που] διὰ τοῦτο εὔελπιν ποιεῖ τὸν νέον. διὰ δὲ τοῦ εἰπεῖν “νήσῳ ἐν ἀμφιρύτῃ” δυσχερὲς αὐτῷ τὸ ἐκφυγεῖν ὑπεσήμανεν ὡς ἐν νήσῳ ὄντι· οἱ γὰρ ἐν γῇ εὐχερῶς δραπετεύουσιν. E.Q.

1

.

196

οὐ γάρ πω τέθνηκεν] οἶδα, φησὶν, ὅτι οὐ τέθνηκεν· ᾠόμην δὲ αὐτὸν καὶ ἐπανεληλυθέναι. P.M.Q.

1

.

198

χαλεποὶ δέ μιν] χαλεποὶ ἄνδρες, ἤγουν ὁ Κύκλωψ καὶ οἱ μετ’ αὐτοῦ. ἁρπάσας Ὀδυσσεὺς τὴν θυγατέρα τοῦ Κύκλωπος, ὁ Κύκλωψ μετὰ πολλῆς ἰσχύος νῆας ποιήσας κατὰ τοῦ Ὀδυσσέως ἐφέρετο, καὶ οὕτως οὐκ εἴα αὐτὸν πρὸς τὴν οἰκείαν ἐπιστρέψαι. P.

1

.

202

οὐκέτι] οὐδαμῶς. V.
οὔτ’ οἰωνῶν σάφα εἰδώς] ἠρέμα παρεδήλωσεν ἡ Ἀθηνᾶ ἥτις ἦν. οἱ γὰρ ἄνθρωποι καὶ μαντείας καὶ τῶν οἰωνῶν δεόμενοι, τὸ δὲ θεῖον ἐξ αὑτοῦ προγινώσκει τὸ μέλλον. E.Q.37 in vol. 1

1

.

204

δέσματα Ἀττικῶς ὡς γράμματα, ἀλλ’ εἴπερ τε σιδήρεα δέσματ’ ἔχῃσι, φράσσεται ὥς κε νέηται. καὶ ἔχει ἔμφασιν ἡ γραφή. H.M. δέσματα] ἐκτέταται, ὡς τὸ ὀνείρατα, προσώπατα. Ἀττικὸν δέ ἐστι τὸ τοῖς οὐδετέροις χρῆσθαι ἀντὶ ἀρσενικῶν. γίνεται δὲ ἀπὸ
5τοῦ δέω δέσματα, ὥσπερ ἀπὸ τοῦ ξέω ξέσματα. E.H.M.

1

.

207

εἰ δὴ ἐξ αὐτοῖο] πειραστικῶς πυνθάνεται πῶς Ὀδυσσέως ὢν οὐκ ἀνδρίζεται. λείπει δὲ εἰς τὸ τόσος τὸ ὢν, ἵν’ ᾖ τηλικοῦτος ὤν. E.Q. πονῶ πονήσω ἐν ψυχῇ· πονῶ πονέσω ἐπὶ σώματος. E.

1

.

208

αἰνῶς γὰρ κεφαλήν τε] Ἀριστοφάνης καὶ Ἀρίσταρχος “αἰνῶς μέν.” καὶ ἔχει τι εἶδος ἡ γραφὴ αὕτη. H.M.Q.R. τὸ δὲ, τοῖον ἐμισγόμεθα, ἀντὶ τοῦ τοίως, ὡς νῦν καὶ ἡμεῖς, ἐγὼ καὶ σύ. H.M.Q.

1

.

209

ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθα] οὕτως ὡς ἡμεῖς ἐμίχθημεν σήμερον, καὶ μετὰ τοῦ σοῦ πατρὸς ἐμισγόμεθα. Q.

1

.

212

ἔκτοτε] ἐξ ἐκείνου τοῦ χρόνου. V. ἐμὲ κεῖνος] πλήρης ἡ ἐμέ ἀντωνυμία· πρὸς γὰρ ἀντιδιαστολὴν παρείληπται. M.38 in vol. 1

1

.

214

τοιγὰρ ἐγώ τοι] τὸ πρῶτον τοί οὐκ ἔστιν ἀντωνυμία· οὐδέ‐ ποτε γὰρ ἀρκτικὸν τὸ τοί· ἀλλ’ ἔστιν ἀντὶ τοῦ δή. B.M. ἀτρεκέως] ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ τρέχω· ὁ μὴ παρατρέχων τὴν ἀλήθειαν. ἢ ἀπὸ τοῦ α καὶ τοῦ τρῶ τὸ φοβοῦμαι. ὁ
5γὰρ τὴν ἀλήθειαν λέγων οὐ δέδιεν. γίνεται γοῦν ἀτρεής καὶ ἀτρε‐ κής. E. καταλέξω] γράφεται, ἀγορεύσω. H.

1

.

215

μήτηρ μέν τέ μέ φησι] ἡ μὲν μέν ἀπόλυτος, ἡ δὲ ἐγώ ἀντι‐ διαστολὴν ἔχει πρὸς τὴν μητέρα. H.M. εἰ μηδεὶς τῶν γεννωμένων δύναται γνῶναι τὸν πατέρα, πόθεν ἡ γνῶσις τοῖς παισὶ τοῦ πατρός; τὸ γὰρ “μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἔγωγε οὐκ
5οἶδα ὅπως μὲν ἔχῃ,” ἐπὶ τοῦ Τηλεμάχου· ὅτε γὰρ ἀπεδήμησε παῖς ἦν μαζῷ, διὸ μόνου τοῦ ὀνόματος παρὰ τῆς μητρὸς γίνεται ἀκροατὴς ἀκούων ὅτι τοῦ Ὀδυσσέως ἐστὶ παῖς· εἰ δὲ καθόλου “οὐ γάρ πώ τις ἑὸν γόνον ἀνέγνω,” πόθεν ἡ γνῶσις; ἔδει γὰρ φάναι, ἐγὼ γὰρ οὐκ εἶδον τὸν γεγεννηκότα, ἀλλὰ μὴ καθόλου ποιεῖσθαι τὴν ἀπόφασιν ὡς
10μηδενὸς εἰδότος τὸν αὑτοῦ πατέρα. ὀρθῶς οὖν ὁ Σέλευκος εἴρηκεν ὅτι δεῖ λαβεῖν τὸ, εἰ μὴ μήτηρ φαίη τοῦ ἔμμεναι. καὶ γὰρ εἰ καὶ ἐτεθνήκει ἅμα τῷ γενέσθαι τὸν παῖδα, ἡ μήτηρ διδάσκει τοῦ πατρὸς τοὔνομα· κἂν περιῇ καὶ παρῇ ἡ μήτηρ, δείκνυσιν ὅτι τούτου ἐστὶ παῖς· ὥστε τὸ “οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω” προσλαβόν‐
15τας δεῖ τὸ, εἰ μὴ μήτηρ φαίη τοῦ ἔμμεναι, δοκιμάζειν εἰ μὴ ὀρθῶς εἴρηται. ἀλλὰ καὶ οὕτως ζητοῦσι τίς ὁ νοῦς τοῦ μὲν ξένου ἐρωτή‐ σαντος “ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, εἰ δὴ ἐξ αὐτοῖο τόσος παῖς εἶς Ὀδυσῆος· αἰνῶς γὰρ κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας κείνῳ.” τοῦ δὲ ἀποκρινομένου “τοιγὰρ ἐγώ τοι, ξεῖνε,
20μάλ’ ἀτρεκέως ἀγορεύσω· μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἔγωγε οὐκ οἶδα· οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.” τίς γὰρ ἡ
διάνοια τοῦ λέγοντος, οὐδεὶς τὸν πατέρα ἀνεγνώρισε; οὐ γὰρ αὕτη ἡ ἀκολουθία, ὅτι μὴ περὶ παρόντος ἐστὶν ὁ λόγος εἰ γνωρίζεις τοῦτον, ἀλλὰ περὶ ἀπόντος, περὶ οὗ οὐκ, εἰ μὴ γνωρίζει, ἐχρῆν λέγειν, ἀλλ’,39 in vol. 1
25εἰ μὴ πεπίστευκεν. ὁ γὰρ λόγος, εἰπέ μοι εἰ τοῦ Ὀδυσσέως εἶ παῖς, ὁ δ’ ἔφη, οὐκ οἶδα· παρὰ γὰρ τῆς μητρὸς ἀκήκοα Ὀδυσσέως εἶναι· οὐ γὰρ αὐτὸς ἑώρακα. πρὸς δὲ τὸ, παρὰ μητρὸς ἤκουσα, οὐκ ἔχει λόγον τὸ, οὐ γάρ τις δι’ ἑαυτοῦ τὸν πατέρα ἐγνώρισε. ἔσται οὖν τὸ ἀνέγνω ὡς πρὸς τὴν ἀκοὴν ἐπίστευσε. κἂν οὕτω λαμβάνηται, ἔσται ὁ
30λόγος, ἡ μήτηρ μὲν ἔφη ἐκείνου εἶναι, ἐγὼ δ’ οὐκ οἶδα· οὐ γάρ τις δι’ ἑαυτοῦ περὶ τοῦ ἑαυτοῦ πατρὸς τὴν πίστιν ἔσχεν. ἐνθάδε δεῖ πά‐ λιν ἀκοῦσαι, εἰ μὴ παρὰ πατρὸς πύθοιτο καὶ σεβαστικῶς ἐκδέξαιτο τὸν λόγον· οὐδεὶς γὰρ αὑτοῦ τὸν πατέρα ἀνεζήτησε καὶ ἀνηρεύνησεν, εἰ ὄντως εἴη ὁ λεγόμενος, λεγούσῃ δὲ τῇ μητρὶ πᾶς πεπίστευκεν
35ἄνευ ζητήσεως διὰ τὸ σέβας τὸ πρὸς τοὺς τεκόντας. H.Q.R. οὐ γάρ πώ τις ἑὸν γόνον] καὶ ἀλλαχοῦ “τόνδε τ’ ἐμὸν πατέρα φάς’ ἔμμεναι” (Od. δ, 387.). ὁμοίως Εὐριπίδης “μήτηρ φιλότεκνος μᾶλλον πατρός· ἡ μὲν γὰρ αὐτῆς οἶδεν ὄνθ’, ὁ δ’ οἴεται.” καὶ Μέ‐ νανδρος “αὑτὸν γὰρ οὐδεὶς οἶδε τοῦ ποτ’ ἐγένετο, ἀλλ’ ὑπονοοῦμεν
40πάντες ἢ πιστεύομεν.” τινὲς δὲ ταῦτα τὸν Τηλέμαχόν φασι λέγειν ἐπεὶ μικρὸς καταλέλειπται. E.M. Πορφυρίου εἰς τὸ αὐτό. καὶ τὸ, οὐκ οἶδα, οὐκ ἀπιστοῦντός ἐστιν, ἀλλ’ αὐτὸν τὸν Ὀδυσσέα φησὶν ἀγνοεῖν οὐχ ἑωρακώς. οὐδὲ γὰρ ἂν δύναιτό τις τοὺς γονέας ἐξ αὑτοῦ γνῶναι. E.

1

.

217

ὄφελον] τὸ ὄφελον ἀντὶ τοῦ εἴθε, ὡς δὴ ἔγωγ’ ὄφελον. ηὐχό‐ μην ἐγὼ εἶναί τινος υἱὸς μάκαρος ἀνδρὸς, ὃν ὁ θάνατος κατέλαβεν ἐν τοῖς ἰδίοις κτήμασι καὶ μὴ ἐν πλάνῃ καὶ ξένοις τόποις. Q.

1

.

218

ἐπὶ γῆρας] οὐκ ἀναστρεπτέον τὴν ἐπί. ὑπὸ νεότητος δὲ εἰς μειρακιώδη προνένευκεν ἀφέλειαν, εὐδαίμονα λέγων τὸν ἐν ἰδίοις οἴκοις τελευτῶντα. B.E.40 in vol. 1

1

.

221

γλαυκῶπις] γίνεται μὲν καὶ ἀπ’ ἄλλων, γίνεται δὲ καὶ ἀπὸ τοῦ γλαύσσω, τὸ βλέπω. B.

1

.

225

τίπτε δέ] τί σε ἀναγκαῖον ἔχει; εἰ γὰρ ἦν, φησὶν, ἔρανος, φειδωλῶς ἤσθιον ἂν ὡς ἴδια ἐσθίοντες. P.

1

.

226

εἰλαπίνη λέγεται ἡ πολλῶν ἀνδρῶν εὐωχία, ἐν ᾗ κατὰ εἴλας καὶ συστροφὰς εὐωχοῦνται. E.H.V. ἐπεὶ οὐκ ἔρανος] ὡς τοῦ ἐράνου κοσμιωτέρου καὶ εὐτελεστέρου ὄντος· καὶ εἰκότως· ὁ μὲν γὰρ γάμος καὶ αἱ ἄλλαι εὐωχίαι φιλίᾳ
5τινι γίνονται, ὁ δὲ ἔρανος ὡς ἕκαστός τι κομίσειεν. ἔρανος οὖν λέγε‐ ται τὸ ἀπὸ συμβολῆς δεῖπνον. E.V. εἰλαπίνη ἡ πολλῶν εὐωχία, ἐν ᾗ κατὰ εἴλας πίνουσιν· ἔρανος ἡ ἐκ κοινοῦ εὐωχία. Ἡσίοδος “ἐκ κοινοῦ πλείστη τε χάρις,” τὸ κόσμιον τῶν ἐράνων δηλῶν. εἰ γὰρ ἦν ἔρανος, φειδωλῶς ἤσθιον ὡς ἴδια ἐσθίον‐
10τες. B.M.Q.

1

.

227

ὥς τέ μοι] τὸ ὡς ἀντὶ τοῦ ὅτι. τὸ δὲ ἑξῆς, ὅτι μοι δοκοῦσιν ὑβρίζοντες ὑπερφιάλως. Q.

1

.

228

νεμεσσήσαιτο] τὸ συναθροισθῆναι τοὺς μνηστῆρας οὕτως ὡς ἔτυχε καὶ εὐωχεῖσθαι εἰς τὴν οἰκίαν τοῦ Ὀδυσσέως μέμψαιτο ἄν τις ἀνὴρ συνετός. Q.

1

.

231

μεταλλᾷς] πολυπραγμονεῖς, ἀπὸ μεταφορᾶς τῶν μετάλ‐ λων. B. ζητεῖς, ἀπὸ μεταφορᾶς τῶν μέταλλα ψηλαφώντων. P.

1

.

232

μέλλεν μέν ποτε] αὕτη ἡ λέξις οὐδέποτε κεῖται παρὰ τῷ ποιητῇ ὡς ἐν τῇ συνηθείᾳ χρονικῶς, ἀλλ’ ἑκάστοτε ἀντὶ τοῦ ἐῴκει. E.H.Q.V.

1

.

234

νῦν δ’ ἑτέρως βούλοντο] ἀντὶ τοῦ ἐβουλεύσαντο. τινὲς δὲ
γράφουσι, ἐβάλοντο θεοί, ἀντὶ τοῦ μετέβαλον. ἔχει μέντοι λόγον καὶ τὸ ἐβούλοντο ἤτοι ἐβουλεύσαντο, ὡς τὸ, “Τρωσὶ δ’ ἐβούλετο νίκην,” (Il. η, 21.) E.H.M.Q.41 in vol. 1
5ἐβούλοντο] Ἰωνικὴ συστολή. τινὲς ἀντὶ τοῦ, οἱ θεοὶ κακὰ ἔβα‐ λον. P. ἠβούλοντο, ἤθελον. V.

1

.

236

ἐπεὶ οὔ κε θανόντι] ἐπεὶ ἐὰν Ὀδυσσεὺς μετὰ τῶν ἰδίων φίλων ἐδαμάσθη ἤτοι ἀπέθανεν ἐν τῷ Τρωϊκῷ πολέμῳ, οὐκ ἂν ἀκαχοίμην, ἤτοι ἐλυπούμην. Q.

1

.

238

ἠὲ φίλων] τοὺς ἑταίρους ἀπὸ τῶν φίλων διαιρεῖ ὁ ποιητής. οἱ μὲν γὰρ ἑταῖροι οἱ προσοικειωθέντες κατὰ φιλίαν, οἱ δὲ φίλοι οἱ οἰκεῖοι καὶ κατὰ γένος προσήκοντες ὥσπερ καὶ ὁ ἔτης καὶ ὁ γείτων. ἔται μὲν γὰρ οἱ συνέστιοι, γείτονες δὲ οἱ πλησίον μένοντες· “γεί‐
5τονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο” (Od. δ, 16.). Καὶ ὅτι ἑταίρους τοὺς συνδιαίτους καὶ ἠγαπημένους οἶδε, καί φησι, “ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής” (Il. ρ, 577.)· καὶ ἐρίηρας ἑταίρους τοὺς διὰ τὰς χρείας φίλους. καὶ “Ἕκτορι δ’ ἦεν ἑταῖρος” (Il. ς, 251.) παρα‐ λιπὼν ἐνταῦθα τὸ εἶδος. ὁμοίως δ’ αὖ “σοὶ δ’ ὁδὸς οὐκέτι δηρὸν
10ἀπέσσεται, ἣν σὺ μενοινᾷς” (Od. β, 285.)· καὶ “τοῖος γάρ τοι ἑταῖ‐ ρος ἐγὼ πατρώϊός εἰμι, ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμ’ ἕψομαι αὐ‐ τός” (Od. β, 286.), καὶ “ἐγὼ δ’ ἀνὰ δῆμον ἑταίρους αἶψ’ ἐθελοντῆ‐ ρας συλλέξομαι” (291.). καὶ μεταφέρων ἐκ τοῦ ἐϋκνήμιδας Ἀχαι‐ οὺς λέγει “ἤδη μέν τοι ἐϋκνήμιδες ἑταῖροι” (Od. β, 402.) καὶ ἐκ42 in vol. 1
15τοῦ καρηκομόωντας Ἀχαιούς “εὗρον ἔπειτ’ ἐπὶ θινὶ καρηκομόωντας ἑταίρους” (Od. β, 408.) φίλος δὲ υἱὸς, καὶ φίλη μήτηρ, καὶ φίλα γυῖα, καὶ φίλαι χεῖρες. καὶ διακρίνων φησὶν “εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ ἠὲ φίλων ἐν χερσὶν, ἐπεὶ πόλεμον τολύπευσεν.” (Od. α, 237.) οὐκ ἂν, φησὶν, ἐλυπήθην εἰ ἐν τῇ Τροίᾳ μετὰ τῶν
20ἑταίρων αὐτοῦ ἀπώλετο πολεμῶν, ἢ εἰ κατεργασάμενος τὸν πόλεμον καὶ ἐπανελθὼν ἐν ταῖς χερσὶ τῶν οἰκείων ἐτελεύτησε. καταχρώμενος δὲ καὶ τοῦ φόβου τὴν φύζαν ἑταίραν λέγει, “φύζα φόβου κρυόεντος ἑταίρη” (Il. ι, 2.)· καὶ ἄνεμον, “ἴκμενον οὖρον ἵει πλησίστιον ἐσθλὸν ἑταῖρον” (Od. λ, 7.). καὶ πάλιν ὅλην τὴν οἰκειότητα δηλῶν φησιν
25“ὄφρα ἴδῃ πρότερόν τε πόσιν, πηούς τε φίλους τε” (Il. γ, 163.), τὸν ἄνδρα, τοὺς συγγενεῖς, τοὺς οἰκείους· διὸ ἐπιζητεῖ ἡ Ἑλένη τοὺς ἀδελφούς. E.Q.T. ἐπεὶ πόλεμον τολύπευσε] κατειργάσατο, μεταφορικῶς. τολύπη γὰρ εἶδος βοτάνης θανασίμου· καὶ τὴν τῶν ἐρίων ἤδη κατειργασμένην
30εἴλησιν τολύπην λέγομεν. E.V.

1

.

239

τύμβον μὲν ἐποίησαν] διὸ ἂν αὐτῷ ἐποίησαν τύμβον διὰ τὸ ἀποθανεῖν ἐν τῷ πολέμῳ. πρὸς τὸ πρῶτον δὲ ὑπήντησεν. B.

1

.

241

ἅρπυιαι] αἱ τῶν ἀνέμων συστροφαὶ, ἢ αἱ τιμωρητικαὶ θεαί. B. νῦν τοὺς ἀνέμους τοὺς ἁρπακτικοὺς, ἢ τὰ ἁρπακτικὰ ὄρνεα. E. δαίμονες, ἢ ἄνεμοι ἁρπακτικοί. V. ἀνηρείψαντο] ἥρπαξαν, ἀπὸ μεταφορᾶς τῶν τὰ ἱερεῖα κατεργαζομέ‐
5νων. P.43 in vol. 1

1

.

242

ἀπὸ ἄλλης ἀρχῆς τὸ “οἴχετ’ ἄϊστος” κατὰ ἀναφώνησιν. B.

1

.

244

ἄλλα θεοί] ἀναγκαῖον μὲν ἡ λύπη τοῦ πατρός· τῆς δὲ λύπης τὸ δεινὸν ὁ τῆς ἀπωλείας τρόπος. E.

1

.

245

ὅσσοι γὰρ] διὰ τούτου ἀπολογίαν τοῦ μὴ ἐπιχειρεῖν ἐμφαί‐ νει τὸ πλῆθος ἐξαριθμούμενος. διὰ δὲ τοῦ ἄριστοι δηλοῖ ὅτι οὐ πρὸς ἰδιώτας, ἀλλὰ πρὸς πόλεις ὅλας ἐστὶν αὐτῷ ὁ ἀγών. ὅπερ ἐπιση‐ μαίνεται καὶ διὰ τοῦ “Ἰθάκην κατακοιρανέουσιν,” ὥστε εἰκότως κρα‐
5τεῖται. E.

1

.

246

Δουλιχίῳ] νήσῳ κατὰ τὴν Κεφαλληνίαν. Ζακύνθῳ, νήσῳ καὶ αὐτῇ τῆς Κεφαλληνίας. Σάμῃ. τὴν Σάμον Σάμην εἶπε. ἔστι δὲ καὶ αὐτὴ κατὰ τὴν Κεφαλληνίαν. V. Σάμῃ τε] τὴν Σάμον Σάμην καλεῖ. τρεῖς δὲ Σάμοι, Ἰωνικὴ, Κε‐
5φαλληνικὴ, Θρακική. B. Σάμος αὕτη κατὰ τὴν Κεφαλληνίαν. Vind. 56.

1

.

249

στυγερὸν γάμον] αὐτῇ στυγερὸν διὰ τὴν πρὸς τὸν Ὀδυσσέα πίστιν· ἢ Τηλεμάχῳ στυγερὸν, εἰ βούλοιτο ἰδεῖν ἄλλῳ συνοῦσαν τὴν μητέρα. E. ἡ ἐμὴ, φησὶ, μήτηρ οὔτε ἀπαρνεῖται τὸν στυγερὸν τῶν μνηστήρων
5γάμον τῶν βιαζόντων αὐτὴν, οὔτε τέλος αὐτῷ δίδωσι, τὸν ἱστὸν, ὃν ὡς ἐγγυητὴν ἐκείνοις δέδωκε, παρ’ ὅλην μὲν ἡμέραν ὑφαίνουσα, παρὰ δὲ τὴν τῆς ἡμέρας τελευτὴν ἐκλύουσα καὶ ἀφανίζουσα, ὡς μὴ πέρας λάβῃ τὸ ἔργον τὸ τοῖς μνηστῆρσιν αὐτοῖς καταθύμιον. Q.

1

.

251

τάχα] αὕτη ἡ λέξις οὐ τίθεται παρὰ τῷ ποιητῇ διστακτικῶς ὡς ἐν τῇ συνηθείᾳ, ἀλλ’ ἑκάστοτε ἀντὶ τοῦ ταχέως. V.

1

.

252

ἐπαλαστήσασα] τὸ ἐπαλαστήσασα δηλοῖ τὸ ἐπὶ τοῖς λεχ‐ θεῖσιν ὡς ἀλάστοις καὶ δεινοῖς οὖσι δεινοπαθήσασα. ἐὰν δὲ ᾖ χωρὶς τοῦ ε, παλαστήσασα, ἔσται τῷ παλαιστῇ, ὅ ἐστι τῷ ἀγκῶνι τῆς χειρὸς, νύξασα. E.Q.V. ἀναστενάξασα, δεινοπαθήσασα. ἢ μετὰ τῶν
5παλαμῶν τύψασα αὐτόν. P. Παλλὰς] ἐπιθετικῶς ἡ Ἀθηνᾶ, ἀπὸ τοῦ πάλλειν τὸ δόρυ· ἢ ὅτι Πάλλαντα ἀνεῖλεν, ἕνα τῶν γιγάντων. V.

1

.

254

δεύει] ἐν τῇ κατὰ Ἀριστοφάνην ἐγέγραπτο δεύῃ, ἵν’ ᾖ πρὸς τὸν Τηλέμαχον ὁ λόγος, ἀλλὰ μὴ πολλοῦ δεῖ, καὶ τὸ πολλὸν συν‐ άπτηται τῷ δεύῃ. μήποτε δὲ ἄμεινον ᾖ διὰ τοῦ εἰ γράφειν. καὶ ἔστιν οἷον τῆς ἀρχαίας γραμματικῆς ἕν τι καὶ τοῦτο τῶν ὑπολελειμ‐44 in vol. 1
5μένων. H.M.Q.R. ἦ πολλὸν δεύει] ἐπὶ πολὺ λείπει τούτους τιμωρίαν ὑποσχεῖν. δεύει, ἐνδεῖ, λείπει. V.

1

.

255

εἰ γὰρ νῦν ἐλθών] τὰ ἔπη ταῦτα ὅντινα ἔχει λόγον ζητοῦμεν τὸ “εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι σταίη ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτ’ ἐνόησα οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε·” εἶτα μετ’ ὀλίγον “τοῖος
5ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς.” ἄτοπος ἡ εὐχὴ τῆς Ἀθηνᾶς εὐχομένης, εἰ ἔλθῃ ὁ Ὀδυσσεὺς καὶ στῇ ἐν τοῖς μνηστῆρσι τερπόμε‐ νος, ἅπαντας ὠκυμόρους γενέσθαι. πῶς γὰρ ἦν φοβερὸς ὁ εἰς ποτὰ καὶ τέρψιν δείπνων τρέψας τὴν διάνοιαν; πῶς δὲ οὐκ ἄτοπον τῷ Μέντῃ μὲν ὡμοιωμένην τὴν Ἀθηνᾶν, τῷ Ἀγχιάλου παιδὶ, λεληθότως
10ἀσεβείας κατηγορεῖν τοῦ πατρός; εἰ γὰρ ὁ Ἶλος θεοὺς σεβόμενος τὸ θανάσιμον φάρμακον οὐκ ἔδωκεν, ὁ δοὺς Ἀγχίαλος ὁμολογουμένως ἂν εἴη ἀσεβής. τὸ μὲν πρῶτον ζήτημα οὕτως ἂν λυθείη. εὔχεται γὰρ αὐτὸν ἰδεῖν ἐν τοῖς μνηστῆρσιν ἔχοντα πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε, τῇ ἡλικίᾳ καὶ τῇ τοῦ σώματος ῥώμῃ τοῖον ἐόντα, οἷον τὰ πρῶ‐
15τα ἐνόησα παρὰ τῷ Ἀγχιάλῳ ξενιζόμενον. τὸ δὲ λέγειν, πίνοντά τε τερπόμενόν τε, οὐ τῆς εὐχῆς ἐστι μέρος, τῆς δὲ πρὸς τὸν Ὀδυσσέα πα‐ τρικῆς ξενίας ὑπόμνησις. ἐπεὶ γὰρ ὡμοίωται Μέντῃ καὶ ἠρώτηται ὑπὸ τοῦ Τηλεμάχου, “ἠὲ νέον μεθέπεις, ἢ καὶ πατρώϊός ἐσσι ξένος” (175.),
καθόλου δὴ λέγει, “ξεῖνοι δ’ ἀλλήλοις πατρώϊοι εὐχόμεθ’ εἶναι” (187.).45 in vol. 1
20κατὰ μέρος δὲ ἐξηγεῖται, ὅτι ἐν οἴκῳ ἡμετέρῳ πολλάκις αὐτὸν εἶδον πίνοντά τε τερπόμενόν τε. τὸ οὖν “τοῖος ἐὼν οἷόν μιν τὰ πρῶτ’ ἐνόησα οἴκῳ ἐν ἡμετέρῳ” οὐκ ἔχει ἀναφορὰν πρὸς τὸ “πίνοντά τε τερπόμενόν τε,” ἀλλὰ πρὸς τὸ τῆς ἡλικίας ῥωμαλέον, οἷος ὤφθη ἐλθὼν τότε. καὶ ἔστι τὸ ἑξῆς, εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι τοῖος ἐὼν
25μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεὺς, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε, πάντες τ’ ὠκύμοροι γενοίατο πικρόγαμοί τε. ἐνθάδε μὲν οὖν τοιούτου ὀφθησομένου χρεία· ἐπὶ δὲ οἴκῳ τῷ ἡμετέρῳ ἐνόησα πίνοντά τε τερπόμενόν τε. H.E.M.Q. ἐν πρώτῃσι θύρῃσι] ἐν αὐταῖς ταῖς πρώταις ταῖς αὐλείαις θύραις.
30προοικονομεῖ πόθεν ἔσται ἡ μνηστηροκτονία. S.

1

.

258

πίνοντά τε τερπόμενόν τε] τὸν ἀγαθὸν πᾶς δείκνυσι καιρὸς, οἷος ἂν ᾖ ἐν τοῖς ἔργοις. V.

1

.

259

ἐξ Ἐφύρης] Κορίνθου. ἔστι καὶ ἑτέρα πόλις Ἐφύρη ἡ λε‐ γομένη Βαγνετία. B. πόλις Θεσπρωτίας. δύο δέ εἰσιν, ἥ τε Θεσ‐ πρωτικὴ ἡ νῦν καλουμένη Κόρινθος ἡ τῆς Ἤλιδος, καὶ ἡ κατὰ τὴν Ἤπειρον. E. πόλεως Θεσπρωτίας. Ἐφύραι δὲ τρεῖς εἰσιν, ἥ τε
5Θεσπρωτικὴ, ἡ νῦν Κόρινθος, καὶ ἡ τρίτη Ἤλιδος. V. Ἴλου] Ἰάσων ἅμα τῇ Μηδείᾳ ἐν Ἐφύρᾳ τῆς Θεσπρωτίας παρα‐ γενόμενος ἴσχει Φέρητα, οὗ ὁ Ἶλος, οἵτινες ἐβασίλευσαν Θεσπρω‐ τίας, ὡς ἱστορεῖ Ἀπολλόδωρος ὁ Ἀθηναῖος· διὸ φαρμάκων ἐστὶν ἔμ‐ πειρος. H.T.
10Ἴλου] τινὲς Ἴρου γράφουσιν, ἐπεὶ καὶ Πρόξενος ἐν Ἠπειρωτικοῖς Ἶρόν φησι Μερμέρου παῖδα. H.M. ἀνωτέρω μὲν γράψαντες λελύκαμεν τὸ τοῦ, σταίη πήληκα καὶ δύο δοῦρε, ὅπερ ἐστὶ τὸ πρῶτον ζήτημα. νῦν δὲ σκοπήσωμεν πῶς καὶ τὸ δεύτερον τὸ τοῦ, παρ’ Ἴλου Μερμερίδαο. καί φαμεν οὑτωσὶ λύοντες
15ὅτι ἀμφοτέρω εἶχον τὸ θανάσιμον φάρμακον, ὅ τ’ Ἶλος καὶ ὁ Ἀγχί‐ αλος· καὶ εἰ ἦν ἀσεβὲς τὸ διδόναι, ἀσεβὲς ἦν καὶ τὸ κεκτῆσθαι·
εἰ δὲ μὴ ἀσεβὲς τὸ κεκτῆσθαι, οὐδ’ ἀσεβὲς τὸ διδόναι. ἀλλ’ ὁ μὲν Ἶλος οὐκ ἔδωκε, τοὺς θεοὺς φάμενος εὐλαβεῖσθαι, ὁ δὲ Ἀγχίαλος ἔδωκεν, οὐδὲ εὐλαβήθη πρὸς τὴν δόσιν, ὅτι οὐδὲ τὴν κτῆσιν. οὔτ’ οὖν46 in vol. 1
20αὐτὸς οὔτε ὁ Ἶλος τοὺς θεοὺς εὐλαβήθησαν, ἀλλ’ ὁ μὲν εἰς τὰς ἑαυ‐ τοῦ ἀνάγκας οὐκ ᾤετο εἰ ἐκέκτητο ἀσεβεῖν, τὸ δὲ ἄλλοις διδόναι πλημμέλειαν ἔχειν· ὁ δ’ Ἀγχίαλος τὸ δοῦναι Ὀδυσσεῖ φίλῳ ὄντι, ὃν ἴσον ἑαυτῶν τιμᾶν τις ἐχρῆν, οὐκ ᾤετο πλημμελὲς εἶναι. ὧν γὰρ ἡ κτῆσις οὐκ ἄδηλος οὐδὲ ἡ τούτων μετάδοσις πλημμελὴς, εἰ φίλοι
25εἶεν οἱ λαμβάνοντες· καὶ ὧν ἡ κτῆσις εἰς τὰς ἀνάγκας οὐκ ἀσεβὴς, τούτων ἡ μετάδοσις τοῖς ἄγαν φίλοις οὐ νεμεσητή. διὸ τῷ μὲν Ἴλῳ οὐ μεταδόντι ἀπολογία, ὅτι μὴ ἄγαν αὐτὸν εἶχε φίλον, τῷ δὲ Ἀγχι‐ άλῳ μεταδιδόντι οὐδεμία ἀσέβεια· φιλέεσκε γὰρ τὸν Ὀδυσσέα αἰνῶς. E.Q.

1

.

260

καὶ κεῖσε] ἐκ πλήρους ὁ καί σύνδεσμος. M.

1

.

261

φάρμακον διζήμενος] προκατεσκεύασεν, ἵνα μὴ ζητῶμεν πῶς ἀπὸ μιᾶς πληγῆς ἀναιροῦνται οἱ μνηστῆρες. E.Q.V. ὄφρα οἱ εἴη] γρ. ἤν που ἐφεύροι. Ζηνόδοτος, ὄφρα δαείη. ἐλέγχε‐ ται δὲ ἐκ τοῦ ἑπομένου “ἀλλὰ πατήρ οἱ δῶκεν.” οὐ γὰρ ἕπεται τὸ
5διδάσκειν τῷ δοῦναι, ἀλλ’ ἡ χρῆσις τῇ δόσει παρέπεται. H.M.

1

.

262

ἰοὺς χρίεσθαι] ἐζήτηται πῶς ἐν τῇ Ἰλιάδι οὔτε τοὺς ἥρωάς φασι χριστοῖς χρῆσθαι βέλεσι· τῶν γὰρ τοξευθέντων πολλοὶ σώζον‐ ται· οὔτε τὸν Ὀδυσσέα τόξῳ χρῆσθαί φασιν. ἀμέλει ἐν τῇ Δολω‐ νείᾳ παρὰ Μηριόνου κίχραται τόξον (Il. κ, 260.), καὶ πάλιν “τὸ δ’
5οὔποτε δῖος Ὀδυσσεὺς ἐρχόμενος πόλεμόνδε ᾑρεῖτο” (Od. φ, 38.). ἐν δὲ τῇ Ὀδυσσείᾳ καὶ περὶ τῶν χριστῶν ἰῶν φησι, καὶ “αὐτίκα καμ‐ πύλα τόξα καὶ αἰγανέας δολιχαύλους εἱλόμεθ’ ἐκ νηῶν” (ι, 156.)· καὶ “εὖ μὲν τόξον οἶδα ἐΰξοον ἀμφαφάασθαι” (θ, 215.). δῆλον οὖν ὅτι προκατασκευάσματα τῆς μνηστηροκτονίας εἰσὶ καὶ τοῦ λέγειν,
10“ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοὶ, τόφρ’ ὅγε μνηστήρων ἕνα γ’
αἰεὶ ᾧ ἐνὶ οἴκῳ βάλλε τιτυσκόμενος, τοὶ δ’ ἀγχιστῖνοι ἔπιπτον” (χ, 116.). ἦν γὰρ τὸ βέλος οὐ μόνον διὰ τοῦ σιδήρου, ἀλλὰ καὶ διὰ τοῦ φαρμάκου ἀναιροῦν· ὅθεν οὐδὲ δέονται δευτέρας πληγῆς. E.H.M.Q.47 in vol. 1
15Διὰ τί οὐδαμοῦ τῆς ποιήσεως χριστοῖς βέλεσιν εἶπε χρῆσθαι τοὺς πολεμίους εἴτε τοὺς πολεμοῦντας, ἀλλ’ οἱ πολλοὶ τῶν τοξευομέ‐ νων διασώζονται καὶ τῶν Τρώων καὶ τῶν Ἑλλήνων, ὥσπερ Διομήδης μὲν καὶ τὸν πόδα καὶ τὸν ὦμον βληθεὶς, Εὐρύπυλος δὲ τὸν μηρὸν, Γλαῦκος δὲ τὴν χεῖρα; καὶ διὰ τί ἐν μὲν τῇ Ἰλιάδι οὐδὲ ὡς τόξῳ
20χρώμενον ποιεῖ τὸν Ὀδυσσέα, ἀλλ’ ὅτε ἐπὶ τὴν κατασκοπὴν ἐξορμᾷ σὺν Διομήδῃ “Μηριόνης δ’ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην” (κ, 260.), ὡς ἂν μηδὲ τόξον ἔχοντι οἰκεῖον, ἐν μέντοι τῇ Ὀδυσσείᾳ “φάρμακον ἀνδροφόνον διζήμενον” ἀπελθεῖν πρὸ τοῦ ἀπόπλου τοῦ εἰς τὴν Ἴλιον αὐτόν φησιν “ὄφρα οἱ εἴη ἰοὺς χρίεσθαι” καὶ τυχεῖν ... παρὰ Ἀγ‐
25χιάλου, “ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός” καὶ ὁμοίως αὐτὸν ἐν τῇ Ὀδυσ‐ σείᾳ τόξῳ χρώμενον ποιεῖ ἐν τῷ ἀπόπλῳ· λέγει γὰρ “αὐτίκα καμ‐ πύλα τόξα καὶ αἰγανέας δολιχαύλους εἱλόμεθ’ ἐκ νηῶν” (ι, 156.). αὐτός τε παρὰ τοῖς Φαίαξιν ὑπάρχων αὐχεῖ ἐφ’ ἑαυτοῦ λέγων “εὖ μὲν τόξον οἶδα ἐΰξοον ἀμφαφάασθαι, πρῶτός κ’ ἄνδρα βάλοιμι” καὶ
30τὰ ἑξῆς (θ, 215.). ῥητέον οὖν ὅτι ταῦτα πάντα πρὸς κατασκευὴν τοῦ μεγίστου ἀγῶνος, τῆς μνηστηροφονίας, αὐτὸς μὲν γυμναζόμενος ἐν ... ἵνα φανῇ τηρῆσαι τὴν ἰδίαν ἕξιν· αὐχεῖ δὲ πάντων προφερέ‐ στατος εἶναι τῶν ἀνθρώπων (Od. θ, 221.), ἵνα μὴ ἐξαίφνης οἰηθῶμεν τοξότην αὐτὸν ἄριστον ἐν τῇ μνηστηροφονίᾳ γενέσθαι. ἀπιθάνου δὲ
35ὄντος πάντας τοὺς τιτρωσκομένους εἰς ὁτιδήποτε οὖν μέρος τοῦ σώ‐ ματος παραχρῆμα διαφθείρεσθαι, πεφαρμακευμένους προκατασκευ‐ άζει τοὺς ὀϊστοὺς, ἵνα συμβαίνῃ λέγειν αὐτῷ “βάλλε τιτυσκόμενος, τοὶ δ’ ἀγχιστῖνοι ἔπιπτον” (χ, 116.). ὅταν οὖν τὰ βέλη ἐν τῇ Ἰλιάδι κοινοτέρως πικρὰ καὶ πευκεδανὰ λέγῃ καὶ ἐχεπευκῆ, πάντως διὰ τοῦ
40φαρμάκου κεχρῖσθαι ἀκουστέον· οὐδαμοῦ γὰρ τοῦτο ἐν τῷ Ἰλιακῷ πολέμῳ ἐπεσημήνατο, διὰ δὲ τὸ τὰς ἐξ αὐτῶν πληγὰς ἐπωδύνους οὔσας, καθὰ καὶ τὸν πόλεμον πευκεδανὸν ἔφη καταχρηστικῶς, ἐπώ‐ δυνον βουλόμενος ἐμφανίσαι “ἠέ ποθι πτολέμοιο μέγα στόμα πευ‐ κεδανοῖο” (Il. κ, 8.). T.

1

.

263

ἐπεί ῥα θεούς] φασὶ, καὶ πῶς αὐτὸς κέκτητο εὐσεβὴς ὤν; ἀλλ’ ὁ μὲν Ἶλος εἰς τὰς ἰδίας ἀνάγκας οὐκ ᾤετο τὴν κτῆσιν ἀσε‐ βῆ. E. θεοὺς αἰὲν ἐόντας] δόξαι φέρονται περὶ τοῦ κόσμου, ὧν ἡ μὲν γενη‐48 in vol. 1
5τὸν καὶ φθαρτὸν τοῦτον ὑποτίθεται, ἡ δὲ γενητὸν μὲν, ἄφθαρτον δέ· ἡ δὲ ἀγένητον μὲν, φθαρτὸν δέ· ἡ δὲ ἀγένητον καὶ ἄφθαρτον, ἧς δόξης φαίνεται εἶναι καὶ Ὅμηρος· διὸ καὶ τοὺς θεοὺς, ἤτοι τὰ στοι‐ χεῖα, αἰὲν ἐόντας λέγει. E.

1

.

264

φιλέεσκε γὰρ] καὶ οἶδεν ὅτι κατ’ ἐχθρῶν χρήσεται. V.

1

.

267

θεῶν ἐν γούνασι] ταῖς τῶν ἀστέρων κινήσεσιν, ἀπὸ μετα‐ φορᾶς τῶν γονάτων. ἀπὸ γὰρ τῆς τῶν ἀστέρων κινήσεως γίνονται τοῖς ἀνθρώποις τὰ εἱμαρμένα. P. hic et ad v. 400.

1

.

268

ἤ κεν νοστήσας] καλῶς εἰς ἀμφιβολίαν κατέστησεν ἐπε‐ γείρουσα τὸ μειράκιον. δῆλον δὲ ἐκ τῆς ἐπιφορᾶς, σὲ δὲ φράζεσθαι ἄνωγα, δηλονότι μὴ περιμένοντα ἐκεῖνον. E.Q.

1

.

270

ὅππως καὶ μνηστῆρας ἀπώσεαι] τὸ τὴν Ἀθηνᾶν παροτρύνειν τὸν Τηλέμαχον εἰς ἀποσόβησιν τῶν μνηστήρων οὐκ ἄλλο αἰνίττεται ἢ ὅτι Ἀθηνᾶ λέγεται ἡ φρόνησις, ὑπὸ δὲ τῆς οἰκείας φρονήσεως ὁ Τηλέμαχος παρωτρύνθη τοὺς μνηστῆρας ἀποσοβῆσαι. E.

1

.

272

αὔριον] ψιλωτέον τὸ αὔριον· ἡ γὰρ αυ δίφθογγος πρὸ συμ‐ φώνου ψιλοῦται, αὐλός, αὔρα· αὔω τὸ φλογίζω· αὕω δὲ, τὸ ξηραίνω, δασύνεται. E. εἰς ἀγορὴν] ἵνα ἔχῃ μαρτυροῦ τὸ πλῆθος τῇ ἐκείνων δικαίᾳ κολά‐
5σει. M.Q.

1

.

275

μητέρα δ’ εἴ οἱ] τῇ ἀρχαίᾳ συνηθείᾳ ἐγέγραπτο METEP ἀντὶ τοῦ MHTHP. τοῦτο ἀγνοήσας τις προσέθηκε τὸ α. ἢ δεῖ ὑπο‐ στίζειν εἰς τὸ μητέρα καὶ μιμεῖσθαι τὸν διασκεπτόμενον. E.H.M. Q.V. τὸ μὲν ἀκόλουθον ἦν οὕτως· μητέρα δὲ, εἴ οἱ θυμὸς ἐφορμᾶται
5γαμέεσθαι, ἀπόπεμψον εἰς μέγαρον πατρός· ἡ δὲ ἐσχημάτισε τὸν λόγον, τὴν δὲ μητέρα εἰ αὐτῇ ἐφορμᾶται ὁ θυμὸς γαμεῖσθαι, αὐτὴ
ἀπίτω ἐς τὸ μέγαρον. οὐ γὰρ ἂν ἑτοίμως ἐδέξατο ὁ νεανίσκος ἐκδι‐ ῶξαι τὴν μητέρα. E.M.Q. μήτηρ μὲν Πηνελόπης Ἀστεροδία, ἀδελ‐ φοὶ δὲ Πολύμηλος, Δαμάσικλος καὶ Λαοδίκη ἡ ἀδελφὴ αὐτῆς.49 in vol. 1
10H.M.

1

.

276

ἄψ] ὀπίσω· καὶ ἀποκοπῇ τοῦ ω ὄπις, καὶ συγκοπῇ τοῦ ι ὄπς, καὶ τροπῇ τοῦ ο εἰς α, καὶ τοῦ π καὶ ς εἰς ψ, ἄψ. B. ἐπίρ‐ ρημα συντακτικὸν καὶ καιροῦ παραστατικὸν, πάλιν, εἰς τοὐπίσω, καὶ ἐκ δευτέρου. V.
5μέγα δυναμένοιο] ἐν τῷ γάμῳ τῆς θυγατρὸς, οἷον πολλὴν οὐσίαν ἔχοντος καὶ μέγα ἰσχύοντος εἰς τὸ ἐκδοῦναι. ἕδνα δὲ λέγει τὰ ὑπὸ νυμφίων διδόμενα παρὰ τὸ ἕδραν καὶ παραμονὴν προξενεῖν τῇ νύμφῃ. τὰ δὲ ὑπὸ πατέρων κειμήλια· ἕδνα τὰ διδόμενα δῶρα ὑπὸ τοῦ γα‐ μοῦντος τῇ γυναικί· φερναὶ δὲ τὰ ὑπὸ τῆς γυναικὸς, παρὰ τὸ φέρειν
10εἰς εὐνήν. E.Q. δασύνεται τὸ ἕεδνα ὡς τὸ ἕεργον. M.

1

.

277

οἱ δὲ γάμον] συνεκδοχικῶς οἱ περὶ τὸν πατέρα καὶ τὴν μη‐ τέρα Ἀστεροδίαν. ἀδελφοὶ δὲ αὐτῆς Πολύμηλος, Ἀμάσικλος καὶ Λαοδίκη. E. ἔεδνα] ἀπὸ τοῦ ἥδω, τὸ εὐφραίνω, τὰ ἡδονὴν ἐμποιοῦντα. B. δῶρα
5τὰ διδόμενα ὑπὸ τοῦ γαμοῦντος τῇ γαμουμένῃ. εἴρηται δὲ τὰ ἔεδνα τὰ τὴν ἕδραν καὶ παραμονὴν προξενίζοντα τῇ νύμφῃ. V.

1

.

278

ἕπεσθαι] ἀκολουθεῖν. H.

1

.

279

σοὶ δ’ αὐτῷ] τὰ μὲν γὰρ πρῶτα περὶ τῆς κτήσεως ἦν καὶ τῶν μνηστήρων καὶ τῆς μητρὸς, τὰ δὲ ἑξῆς πρὸς αὐτὸν μόνον, ὅσα ἔμελλεν ὠφεληθήσεσθαι ἐκ τῆς ἀποδημίας συντυχὼν τοῖς πρεσβυτέ‐ ροις ἀνδράσι. E.M.Q. οὗτος δὲ ὁ στίχος ἐν τῇ κατὰ Ῥιανὸν οὐκ
5ἦν. H.M.50 in vol. 1

1

.

282

ὄσσαν] τὴν ἐκ θεῶν κληδόνα. V.

1

.

283

ἐκ Διὸς] τὰς γὰρ φήμας εἰς Δία ἀναφέρουσιν. ὅθεν καὶ πανομφαίου Διὸς ἱερὸν, εἰς ὃν πᾶσα φήμη καὶ κληδὼν ἀναφέρεται· ὄσσαν δὲ τὴν ἐκ θεῶν κληδόνα περὶ ἀγνοουμένων εἰώθασι καλεῖν. E.T. κληδόνα καὶ φήμην περὶ ἀγνοουμένων. V. νῦν κληδόνα, του‐
5τέστι κλέος καὶ δόξαν. H.V.

1

.

284

πρῶτα μὲν ἐς Πύλον] πέμπει αὐτὸν παιδευθησόμενον, καὶ ἅμα ἔνδοξον ἐσόμενον, ἐπεὶ διὰ πατέρα ἀπεδήμησεν. V. πέμπει αὐτὸν παιδευθησόμενον παρὰ τὸν Νέστορα· οὗτος γὰρ εἶχε τὴν ἀπὸ γήρως ἐμπειρίαν· εἶτα εἰς Σπάρτην πρὸς Μενέλαον· οὗτος
5γὰρ ἀπὸ τῆς ὀκταετοῦς πλάνης ἐπανεληλύθει νεωστί· κοινῶς δὲ δοξα‐ σθησόμενον διὰ τὴν ἀναζήτησιν τοῦ πατρός. E. τῆς Ὀδυσσείας οὐκ ἐχούσης ἐξ αὑτῆς ποικιλίαν ἱκανὴν, τὸν Τη‐ λέμαχον ἐξελθεῖν εἰς Σπάρτην καὶ Πύλον ποιεῖ, ὅπως ἂν τῶν Ἰλιακῶν ἐν παρεκβάσεσι πολλὰ λεχθείη διά τε τοῦ Νέστορος καὶ τοῦ Μενε‐
10λάου. E. παιδευθησόμενον αὐτὸν ὡς Νέστορα πέμπει. περὶ δὲ τῆς ἀποδημίας Τηλεμάχου εἴπομεν εἰς τὸ “πέμψον δ’ ἐς Σπάρτην τε” (93.), καὶ νῦν δὲ λεκτέον ὡς ὑπόθεσιν αὐτὴν πεποίηκεν ὁ ποιητὴς ποικιλίας λόγων καὶ ἐξαλλαγῆς ἰδεῶν, ἵνα μὴ μονότροπος ᾖ τῆς ποιήσεως ὁ τρόπος. H.Q.
15οὐκ ἀποδέχονται τινὲς τῆς Ἀθηνᾶς τὴν ὑποθήκην ἐκπεμπούσης Τηλέμαχον, ὅτε ἦν ἐν μεγίστοις κινδύνοις ἡ οἰκία, πρὸς τὴν ἄπρακτον ζήτησιν τοῦ πατρὸς, τῶν μνηστήρων ἑτοίμων ὄντων καὶ βίαν προσ‐ φέρειν τῇ Πηνελόπῃ διὰ τὴν πολυχρόνιον μνηστείαν, τῆς δὲ οἰκίας οὐκ ἐχούσης τὸν προϊστάμενον ἄνδρα· καὶ ὅμως ὑπ’ αἰτίας οὔσης τῆς
20συμβουλῆς οὐκ ὀκνεῖ ἡ Ἀθηνᾶ λέγειν
σοὶ δ’ αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι. ἐπαινοῦσα ὡς σοφὴν τὴν τοιαύτην παραίνεσιν. ἢ δεικτέον τὸ σοφὸν τῆς εἰς ἀποδημίαν ἀποστολῆς, ἢ ἀλόγου οὔσης ὑποθήκης ἄτοπος ὁ τοιαῦτα θεοῖς ἀνατιθεὶς νοήματα. φαίνεται τοίνυν Ὅμηρος ἀδύνατον
25νομίσαι ἄνδρα ὑπὸ γυναικὶ τεθραμμένον, εἰ καὶ σωφρονεστάτη εἴη,
καὶ ἐν οἴκῳ κατακεκλειμένον πλήρει ὑβριστῶν ἀνθρώπων, ἐν θεραπαι‐ νίσι τε ἀσελγέσιν ἐναυξόμενον καὶ νήσῳ μικροπρεπεῖ καὶ ἀβασι‐ λεύτῳ πολὺν χρόνον, κινδύνων τε ξενικῶν μὴ εἰληφότα πεῖραν, μηδὲ μετασχόντα ἀνδρῶν καὶ ἀγωνιάσαντα, ἐν ὅσαις ἀδημονίαις γέγονε51 in vol. 1
30Τηλέμαχος προσιέναι μέλλων Νέστορί τε καὶ Μενελάῳ καὶ Ἑλένῃ· φαίνεται οὖν μήτοι ἂν δυνηθῆναι νομίσαι ἀρετῆς ἄλλως πως με‐ τασχεῖν· διὸ πρόφασιν μὲν ἔχει ἡ ἀποδημία περὶ ἐξετάσεως τοῦ πατρὸς, σκοπὸς δέ ἐστι τῇ συμβουλευούσῃ Ἀθηνᾷ παίδευσις, ἀφ’ ἧς ἤμελλεν ἔσεσθαι ὃ προὔθετο μάλιστα ἡ θεός· καὶ ἐρεῖ (93.)
35
πέμψω δ’ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα,
νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ,
ἠδ’ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν.
εἰ μὲν ἡ πρόφασις ἐξέτασιν εἶχε πατρὸς ἐπανόδου, σκοπὸς δ’ ἦν ταύτης παίδευσις, ἀφ’ ἧς τὸ κλέος ἐν ἀνθρώποισι γίνεται, εἴη ἂν
40θεία ἡ παραίνεσις καὶ τῇ Ἀθηνᾷ πρέπουσα, μένων δ’ ἐν Ἰθάκῃ ἀπαί‐ δευτος ἢ τῶν μνηστήρων εἴχετο καὶ προὔδωκεν ἂν τὸν οἶκον, ἢ ἐπιτι‐ θέμενος αὐτὸς ἀπώλετο ἂν, μόλις τοῦ Ὀδυσσέως δι’ ὑπερβολὴν φρο‐ νήσεως καὶ ἐμπειρίας δυνηθέντος αὐτοῖς δολίως ἐπιθέσθαι, ἄξιός τε οὐκ ἂν τοῦ πατρὸς ἐγένετο μή τί γε παρὰ τῶν συστρατευσάντων
45πυθόμενος περὶ τῶν ἐκείνου πράξεων· διὸ καὶ συνεῖναι αὐτῷ ἐλθόντι κωλυόμενος πεπαίδευται ἤδη, καὶ οἶδε πῶς προσενεχθῇ τῷ πατρὶ ἀφ’ ὧν ἀκήκοε περὶ αὐτοῦ διηγημάτων. τόν τε περὶ τῆς μητρὸς φόβον καὶ ὅλως τῶν περὶ τοῦ οἴκου τὸ μέν τι ἡ Πηνελόπη ἐξέλυσεν ἱκανὴ οὖσα περιγενέσθαι τῷ φρονήματι τῆς τῶν μνηστήρων ἀνοίας, τὸ δέ τι

1

.

284

(50)

καὶ ἡ Ἀθηνᾶ ἠσφαλίσατο, τὸν δῆμον ἐπαναστῆναι συμβουλεύσασα κατὰ τῶν μνηστήρων διὰ τῆς κατὰ τὴν ἐκκλησίαν ὧν δρῶσιν εἰς τὴν οἰκίαν μηνύσεως (β, 27.)
ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσὶν,
οὐδέποθ’ ἡμετέρη ἀγορὴ γένετ’ οὐδὲ θόωκος.
55ὥστε πῶς ἔλαβε τὸ μέγεθος τῆς τῶν μνηστήρων ἀδικίας, καὶ δημηγορή‐
σαντος Τηλεμάχου τοσαύτη ἐπιστροφὴ γίνεται ὥστε ἐπειπεῖν ὡς οἶκτος δ’ ἕλε λαὸν ἅπαντα. καὶ φοβηθέντας τοὺς μνηστῆρας λέγειν (β, 85.)
Τηλέμαχ’ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπας
ἡμέας αἰσχύνων, ἐθέλεις δὲ καὶ μῶμον ἀνάψαι,
52 in vol. 1
60καὶ ἄλλους δ’ ἐπὶ τῆς ἐκκλησίας φάναι (β, 166.)
πολλοῖσι δὲ καὶ ἄλλοισι κακὸν ἔσται,
οἳ νεμόμεσθ’ Ἰθάκην εὐδείελον, ἀλλὰ πολὺ πρὶν
φραζώμεσθ’ ὥς κεν καταπαύσομεν, ἠδὲ καὶ αὐτοὶ
παυέσθων· καὶ γάρ σφιν ἄφαρ τόδε λώϊόν ἐστι·
65ἡ δὲ πρόφασις ἐν τῇ ἐκκλησίᾳ ῥηθεῖσα τῆς ἀποδημίας οὐδὲν καινοτο‐ μεῖ τί γάρ φησιν; (β, 210.)
ταῦτα μὲν οὐδ’ ὑμέας ἔτι λίσσομαι οὔδ’ ἀγορεύω
ἤδη γὰρ τάγ’ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί.
ἀλλ’ ἄγε μοι δότε νῆα θοήν.
70καὶ εἰπὼν τὴν αἰτίαν δι’ ἣν ἀποπλεῖν μέλλει ἐπάγει (218.)
εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω,
ἦ τ’ ἂν τρυχόμενος περ ἔτι τλαίην ἐνιαυτόν
καὶ τὰ ἑξῆς. οὕτως τοίνυν ἡ ὑπόθεσις ὡς καὶ αὐτῶν ἐπὶ συμφέροντι γενομένης τῆς ἀποδημίας πεπεῖσθαι δοκούντων ὅτι τέθνηκε, καὶ
75πρῶτα μὲν ὅτι οὐκ ἀποδημήσει ἐλπιζόντων, ἔπειτα δ’ εἰ καὶ ἐκτε‐ λέσειε τὴν ὁδὸν, ὅτι πεισθήσεται ὅτι τέθνηκεν αὐτῷ ὁ πατὴρ, πει‐ σθεὶς δὲ τὴν μητέρα ἐκδώσει, μηδὲν ἐγχειρεῖν ἐποίει τῶν ἀτόπων εἰς τὸν οἶκον· ἔπειτα δ’ οὐκ ἦν σκοπὸς βιάσασθαι τὸν γάμον· οἱ γὰρ ἄλλοι ἠμύναντ’ ἂν τὸν βεβιασμένον· ἀλλ’ ἀποκριθῆναι ὑπὸ τῆς μνη‐
80στευομένης τῶν γονέων αὐτὸς ἕκαστος ἠξίου, ἵν’ οὕτως οἱ λοιποὶ παύ‐ σωνται τῆς μνηστείας. πολὺν δὲ χρόνον ἡ ἀποδημία λανθάνει τοὺς μνηστῆρας· αἰσθάνονται γὰρ ὁπηνίκα Νοήμων ὁ τὴν ναῦν χρήσας Τηλεμάχῳ πάρεστιν ἐρωτῶν αὐτοὺς περὶ τῆς ἐκείνου ἀπουσίας, καὶ φοβερὸς αὐτοῖς ἀποδημήσας γίνεται, ὡς βουλεύσασθαι περὶ τῶν καθ’
85ἑαυτοὺς μᾶλλον ἢ περὶ τοῦ γάμου. ὥστε καὶ περιέσπασε μᾶλλον ἡ ἀποδημία εἰς ἄλλα ἀπὸ τῆς κατὰ Πηνελόπην βίας, ἐξεῖλε δὲ καὶ αὐτὸν ἀπὸ τῶν κινδύνων, οὓς πολλάκις ἂν ὑπέστη μετ’ αὐτῶν πάντα χρόνον διατρίβων. ὡς γὰρ τὰ τελευταῖα, ὅτε ἐπανῄει τε καὶ ἐπανῆλ‐ θεν, ἐπιβουλεύοντες διετέλουν, οὕτως ἂν παρόντι καθ’ ἡμέραν τὴν
90πεῖραν προσλαβόντες ἔδρασαν ἄν τι τῶν ἀνηκέστων. διὰ πάντων οὖν φαίνεται ἡ ἀποδημία ἀναγκαία καὶ κρείττων καὶ πολλῷ ἀσφαλε‐ στέρα τῆς ἐν Ἰθάκῃ ἐκδιηγήτου μετὰ τῆς τῶν μνηστήρων διατριβῆς· τὸ γὰρ λέγειν ὅτι, ἵνα ἐντύχῃ τῷ πατρὶ κατὰ τοὺς ἀγροὺς, διὰ τοῦτο αὐτὸν ἡ Ἀθηνᾶ ἀποδημῆσαι πεποίηκε, ψεῦδος. καὶ γὰρ καὶ μὴ ἀπο‐53 in vol. 1
95δημήσας ὑπερόριος, ἐν δὲ τοῖς ἀγροῖς γενόμενος, ἐνέτυχεν ἂν τῷ πατρί· καὶ οὐχ ἵνα ἐντύχῃ τῷ Ὀδυσσεῖ, ἀποδημῆσαι αὐτὸν πεποίη‐ κεν ἡ Ἀθηνᾶ, ἀλλὰ μᾶλλον ἐκ τῆς ἀποδημίας διὰ τοῦτο θᾶττον εἰς τὴν πατρίδα ἐπανήγαγεν. H. a m. sec.

1

.

285

κεῖθεν δ’ ἐς Σπάρτην τε] πῶς εἰς Σπάρτην ἐλθὼν οὐ συν‐ τυγχάνει Ἰκαρίῳ; ἢ ἐπεὶ καθ’ Ὅμηρον ἐν Ἰθάκῃ οἰκεῖ· ἢ ἀπέχθον‐ ται αὐτῷ αὐτός τε καὶ ἡ μήτηρ ὡς ἀναγκάζοντι αὐτὴν γαμηθῆναι, ὡς αὐτήν φησι “μάλα δ’ ὀτρύνουσι τοκῆες γήμασθαι” (τ, 158.) E.
5M.Q.

1

.

289

εἰ δέ κε τεθνειῶτος] ἐναντίον τοῖς προειρημένοις ὅπου μαν‐ τεύεται τὴν παρουσίαν αὐτοῦ. ἀναγκαίως ποικίλας ἐκφέρει τὰς γνώ‐ μας, ὑπὲρ τοῦ μὴ πάντα προσανέχειν αὐτὸν τῇ Ὀδυσσέως παρουσίᾳ. E.Q.
5τεθνηῶτος διὰ τοῦ η. H.

1

.

291

χεῦσαι] γρ. χεῦσαι. H. γρ. δὲ οὕτως, χεῦσαι καὶ κτερεΐ‐ ξαι, ἀπαρέμφατα δεχόμενα τὸ προαιρετικὸν ῥῆμα ἀπάξω, θέλησόν τι ποιῆσαι χεῦσαι, καὶ θέλησόν τι ποιῆσαι κτερεΐξαι, καὶ ἄλλως τὸ ἀπαρέμφατον ἀντὶ τοῦ προστακτικοῦ. H.
5κτερεΐξαι] γρ. κτερέϊξον. H. κτερέϊξον] τὰ κάτω τῆς ἔρας νενομισμένα τοῖς νεκροῖς ἐπιτάφια, ἢ τὰ ἐναγίσματα, ἢ καθάρματα. κυρίως δὲ τὰ ἐπὶ τοῖς κτεινομένοις ἐντάφια, ἀπὸ τοῦ ἱκετήριόν τι εἶναι. E.

1

.

294

φράζεσθαι] γενναίως χρῆται τῇ συμβουλῇ. οὐ γὰρ σπεί‐ σασθαι τοῖς μνηστῆρσιν αὐτὸν ἀξιοῖ καὶ τέρπεσθαι τοῖς ἰδίοις ὅπως οἱ πολλοὶ ὑπ’ ἀργίας συμβουλεύειν εἰώθασιν, ἀλλὰ τιμωρίαν παρὰ τῶν ἀδικησάντων λαβεῖν. E.Q.

1

.

297

νηπιάας ὀχέειν] ἀφροσύνας φέρειν, ἐπεὶ οὐκέτι τοιοῦτος εἶ εἰς τὸ νηπιάας ὀχέειν, ἢ τὰ νέων φρονεῖν καὶ φέρειν· ἢ ὀχεῖσθαι ὑπὸ τῆς νεότητος, τουτέστιν ἄφρων εἶναι. Q.S.V. τηλίκος] τηλικοῦτος, μικρὸς, ἀνήλικος, πάνυ νέος. S.54 in vol. 1
5ἐσσί] τὸ ἐσσί γίνεται ἐκ τοῦ ἔω, ἐμί, ἔς. οὐδέποτε δὲ ῥῆμα μο‐ νοσύλλαβον βραχυκαταληκτεῖ πλὴν τοῦ θές, δός, ἕς. γίνεται δὲ προσθήκῃ τοῦ ἑτέρου ς, ἐσς. ἐπεὶ δὲ πάλιν λέξις Ἑλληνικὴ οὐδέποτε καταλήγει εἰς δύο σύμφωνα τὰ αὐτὰ, προσθήκῃ τοῦ ι γίνεται ἐσσί. E.

1

.

298

ἢ οὐκ ἀΐεις] ἐξ ὁμοίων ἡ προτροπή. καὶ οὗτοι γὰρ ὅσον ἐφ’ ἑαυτοῖς καὶ Πηνελόπην ἐμοίχευσαν καὶ τὴν βασιλείαν ἀφείλοντο. γνη‐ σίου δὲ νουθεσίας ἐστὶ σύμβολον ἡ μετὰ τὴν ἐπίπληξιν προτροπή. E.M.

1

.

300

Αἴγισθον] οὐκ οἶδεν ὁ ποιητὴς τὸν Κλυταιμνήστρας ὑπὸ τοῦ παιδὸς μόρον. E.H.M.S. ὅς οἱ πατέρα] ἄνευ τοῦ ς Ἀρίσταρχος, ὅ οἱ πατέρα. M. ἔκτα] πολλοὶ συστέλλουσι τὸ α τοῦ ἔκτα, νομίζοντες ἀποκοπὴν
5εἶναι τοῦ ἔκτανε· ὁ δὲ Ἀρίσταρχος ἐκτείνει. M.Q.

1

.

301

μάλα γάρ ς’ ὁρόω καλόν τε μέγαν τε] αἰσχρὸν γὰρ τοῖς τῆς τύχης δώροις μὴ συνυπουργεῖν. M.S.

1

.

302

ἄλκιμος ἔσσο] ταῦτα λοιπὸν εἰδυῖα τὸ φιλότιμον τῶν νέων λέγει. M.S.

1

.

305

καὶ ἐμῶν ἐμπάζεο μύθων] διδασκαλικῶς ἐπιλέγει πάλιν περὶ τῶν αὐτῶν ἀντὶ τοῦ ἐπιστρέφου καὶ φρόντιζε. M.S.

1

.

307

ξεῖν’, ἤτοι μὲν ταῦτα φίλα] μιμούμενος πατρικὸν ξένον ἐπι‐ τιμήσει ἐχρήσατο. ὁ δὲ συνετῶς οὐκ ἐδυσχέρανεν, ἀλλὰ καὶ χάριν ὁμολογεῖ. E.S.

1

.

312

κειμήλιον ἔσται ἐξ ἐμεῦ] ἀντὶ τοῦ δοθήσεται παρ’ ἐμοῦ· καὶ οἱ ξένοι παρεῖχον, ὡς Βελλεροφόντης Οἰνεῖ τὸ δέπας. H.

1

.

313

διδοῦσι] ἀπὸ τοῦ διδῶ. οἶδε δὲ αὐτοῦ τὴν κλίσιν ὁ ποιητής· “δῶρα μὲν οὐκέτ’ ὀνοστὰ διδοῖς” (Il. ι, 164.)· οἶδε δὲ καὶ τὸ δί‐ δωμι. E.Q.

1

.

316

δῶρον δ’ ὅ τοι καί μοι] γράφεται, ὅτι κεν μοι. P.55 in vol. 1

1

.

317

αὖτις ἀνερχομένῳ] ὑποστρέφοντι ἐκ τῆς Ἰταλίας. V.

1

.

318

ἄξιον ἔσται ἀμοιβῆς] ἀξίως ἀμείψεται, ἢ τοὐναντίον παρ’ ἐμοῦ καλὸν δῶρον λάβοις ἂν, ὥστε ἄξιον ἀμοιβῆς γενέσθαι. καὶ γὰρ οἱ ξενισθέντες ἐδίδοσαν δῶρα· Βελλεροφόντης δὲ χρυσοῦν ποτήριον (Il. ζ, 220.). Q.V.

1

.

320

ὄρνις δ’ ὡς ἀνόπαια] εἶδος ὄρνιθος, ἢ ἀπὸ τοῦ ἄνω πέτεσθαι, ἢ ἀπὸ τοῦ ἄνω ἔχειν τοὺς ὦπας. B. ἢ διὰ τὸ ὡς ὄρνις ταχέως ὁρμῆ‐ σαι. καὶ Ἀρίσταρχος δέ φησιν ὄνομα ὀρνέου ἡ ἀνόπαια, ὡς “φήνῃ εἰδομένη” (γ, 372). ἔνιοι δὲ ἀνὰ τοὺς ὦπας, ὅ ἐστι τοὺς ὀφθαλμούς.
5Ἄλλως. ὡς ὄρνις ὑψιπέτης ἡ τὰ ἄνω παίουσα, ἢ ἀνὰ τοὺς ὦπας ὁρ‐ μῶσα· ἢ πανόπαια, ἵν’ ᾖ ἡ χελιδών. Κράτης δὲ τὴν τετρημένην κερα‐ μίδα. M. ὁ μὲν Ἀρίσταρχος ἀνόπαια προπαροξυτόνως ἀναγινώσκει ὄνομα ὄρνιθος λέγων, ὁ δὲ Ἡρωδιανὸς ἀνοπαῖα ἀντὶ τοῦ ἀοράτως, ἵν’ ᾖ οὐδέτερον πληθυντικὸν, ὡς τὸ “πυκνὰ μάλα στενάχων” (Il. ς,
10318.)· διὸ καὶ προπερισπαστέον φησίν. οἱ δὲ, ἀνὰ ὀπὴν, ἣ καὶ καπνοδόχος καλεῖται. κακῶς δὲ ὁ Ἡρακλείδης φησὶν ἐν ταῖς ὁμοιό‐ τησι μὴ ἐπιφέρεσθαι τῷ ὄρνις τὸ κύριον· ἔλαθε γὰρ αὐτὸν τὸ “ὄρνιθι λιγυρῇ ἐναλίγκιος” (Il. ξ, 290.). E.H.Q.R. ἢ ἅρπῃ εἰκυῖα. εἶδος ὀρνέου· ἢ διὰ τῆς ὀπῆς· ἢ ἀόρατος, διὰ τὸ ὡς ὄρνις
15ταχέως ὁρμῆσαι. καὶ Ἀρίσταρχος δέ φησιν ὄνομα ὀρνέου ἡ ἀνόπαια, ὡς “φήνῃ εἰδομένη.” ἔνιοι δὲ ἀνὰ τοὺς ὦπας, ὅ ἐστι τοὺς ὀφθαλ‐ μούς. H.V. Ἄλλως. οἱ μὲν ἀντὶ τοῦ, ταχέως ὥρμησεν· ἔστι γὰρ εἶδος ὀρνέου· οἱ δὲ προπαροξυτόνως ἀντὶ τοῦ ἀοράτως. οἱ δὲ ἀντὶ τοῦ, ἀπὸ τῆς καπνοδόχου, ἣν ὀπὴν λέγουσι Φωκεῖς. ἔνιοι δὲ ἀνὰ τοὺς
20ὦπας ὅ ἐστι τοὺς ὀφθαλμούς. E.Q.56 in vol. 1

1

.

321

θῆκε μένος] τὸ μένος ἐπὶ ψυχικῆς προθυμίας λαμβάνεται, τὸ δὲ θάρσος ἐπὶ τῆς ἀνδρείας. διαφέρει δὲ θάρσος θράσους. τὸ μὲν γὰρ θάρσος εὔλογόν ἐστι παράστημα τῆς ψυχῆς, τὸ δὲ θράσος τοὐ‐ ναντίον. E. ἔθηκε δὲ εἰς τὴν ψυχὴν τοῦ Τηλεμάχου μένος καὶ
5προθυμίαν τῆς τοῦ πατρὸς ἀναψηλαφήσεως καὶ τοῦ φόνου τῶν μνη‐ στήρων νῦν παρὸ πρότερον. Q.

1

.

324

αὐτίκα] καλῶς τὸ αὐτίκα· οὐ γὰρ ἔδει ἐγχρονίζοντα παρέ‐ χειν αὐτοῖς ὑποψίαν τῆς συνουσίας τοῦ ξένου. E.H.P.S.

1

.

325

ἀοιδὸς] οὗτος ὁ ἀοιδὸς ἀδελφὸς ἦν Χαριάδου τοῦ Κλυταιμνή‐ στρας ᾠδοῦ, συνάρας ἀπὸ Λακεδαίμονος Πηνελόπῃ. E.H.

1

.

326

εἵατ’ ἀκούοντες] δασυντέον τὸ εἵατο· ἕατο γάρ ἐστι. τὸ δὲ ἰῶτα προσελθὸν τηρεῖ τὸ αὐτὸ πνεῦμα, ἕως εἵως, ἕνεκα εἵνεκα. οὐδὲ μάχεται τὸ εἵλως παρὰ τὸ ἕλος γεγονός. οὐ γὰρ δισσὸν τὸ τῆς χρή‐ σεως, οὐδὲ ἔστι τις ἕλως, ἀλλ’ αὐτόθεν παρὰ τοῦ ἕλος ἐσχηματίσθη
5ποιητικῷ πλεονασμῷ. E.H.M.Q.

1

.

327

ἐπετείλατο] φησὶν ὅτι ἡ Ἀθηνᾶ προσέταξε τῷ Φημίῳ ἵνα τὸν ἐκ τῆς προνοίας νόστον τῶν Ἀχαιῶν εἰς οἰκείαν ἀοιδὴν ἔχῃ. οὐκ ἄλλο δὲ τοῦτο αἰνίττεται ἢ ὅτι Ἀθηνᾶ λέγεται ἡ φρόνησις, ὑπὸ δὲ τῆς οἰκείας φρονήσεως συνῆκεν ὁ Φήμιος τὸ ἀείδειν τὸν νόστον τῶν
5Ἀχαιῶν. ἀποροῦσι δέ τινες λέγοντες, διὰ τί ὁ Φήμιος τοῦτο ποιεῖ;
καὶ ταῦτα τῆς Πηνελόπης ἐπὶ τῇ τοιαύτῃ ᾠδῇ δακνομένης. καὶ φα‐ μὲν ὅτι οἰκονομικῶς ὁ Φήμιος τοῦτο ποιεῖ, ἵνα τῆς τοιαύτης ἀοιδῆς τοῦ Φημίου ἡ Πηνελόπη ἀκροωμένη τοῦ οἰκείου ἀνδρὸς μνημονεύῃ καὶ ἀποσοβῇ τοὺς μνηστῆρας. E.57 in vol. 1
10ἐπετείλατο] ἐπετέλεσεν, οὐκ ἄρα Πινδαρικὴ λέξις τὸ τέλλεται δηλοῦν τὸ ἐπιτελεῖται, γίνεται, “φίλια δῶρα Κυπρίας ἄγ’ εἴ τι, Ποσείδαον, ἐς χάριν τέλλεται,” ἀλλ’ οἶδεν αὐτὴν καὶ ὁ ποιητής. Καὶ ἄλλως. ἐπετείλατο ἀντὶ τοῦ ἐπετέλεσεν. ταῦτα δὲ ἦδε νουθετῶν τοὺς μνηστῆρας ἐκ τῶν περὶ Κασάνδρας καὶ Αἴαντος μὴ ὀρέγεσθαι
15ἀσεβῶν γάμων. H.

1

.

328

ὑπερωϊόθεν] κωλύεται τὰ περὶ Ὀδυσσέως λέγειν ὁ ᾠδὸς, ἐπεὶ τάχα ἀκούσας ὁ Τηλέμαχος οὐκ ἂν ἀπεδήμησε, καὶ οἱ μνηστῆ‐ ρες ἀπηλλάττοντο τῆς Πηνελόπης, οὕτω δὲ ἡ πᾶσα οἰκονομία τῆς ὑποθέσεως διελύετο. H.Q.

1

.

329

Πηνελόπεια] ὥσπερ ἐν ἀρχῇ τῆς Ἰλιάδος τὸ περιμάχητον πρόσωπον Ἑλένης ἐνεφάνισεν ἡμῖν ὁ ποιητὴς, οὕτω καὶ νῦν τὴν περι‐ μάχητον σωφροσύνην Πηνελόπης. καὶ Ἑλένη γὰρ ἐπιφοιτᾷ τῷ ἀρίστῳ (Od. δ, 121.), καὶ Ἀρήτη τοὺς Φαίακας οὐ φεύγει (η,
5141.) E.H.Q.

1

.

330

κλίμακα δ’ ὑψηλὴν] καὶ πῶς ἤρχετο πρὸς ἐραστάς; ἀλλ’ ἐνικᾶτο τῷ διὰ τῆς Ὀδυσσέως μνήμης πένθει, καὶ παύειν ἄλλως τὸν ᾠδὸν οὐκ ἐδύνατο. ἄλλως τε περὶ τὸν ἐχέφρονα πόσιν φιλόστοργον ἦθος ἀποδείκνυσι, τῶν ἐραστῶν ἕκαστον ἐκπαιδεύουσα πρὸς σωφροσύ‐
5νην. οὐ γὰρ ἁπλῶς βιάσασθαι τὴν γυναῖκα τοῖς μνηστῆρσιν ὥριστο, ἀλλὰ νόμῳ γαμεῖν τὸν ἀρεσκόμενον αὐτῇ. E.H.Q.

1

.

332

αἰτιᾶται ἐκ τῶν ἐπῶν τούτων Δικαίαρχος τὴν παρ’ Ὁμήρῳ
Πηνελόπην
ἡ δ’ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο
58 in vol. 1
5
ἄντα παρειάων
καὶ τὰ ἑξῆς. οὐδαμῶς γὰρ εὔτακτον εἶναί φησι τὴν Πηνελόπην, πρῶτα μὲν ὅτι πρὸς μεθύοντας αὕτη παραγίνεται νεανίσκους, ἔπειτα τῷ κρηδέμνῳ τὰ κάλλιστα μέρη τοῦ προσώπου καλύψασα τοὺς ὀφθαλμοὺς μόνους ἀπολέλοιπε θεωρεῖσθαι. περίεργος γὰρ ἡ τοιαύτη
10σχηματοποιΐα καὶ προσποίητος, ἥ τε παράστασις τῶν θεραπαινίδων· ἑκάτερθεν εἰς τὸ κατ’ ἐξοχὴν φαίνεσθαι καλὴν οὐκ ἀνεπιτήδευτον δείκνυσι. φαμὲν οὖν ὅτι τὸ καθόλου ἔθος ἀγνοεῖν ἔοικεν ὁ Δικαίαρ‐ χος. σύνηθες γὰρ παρὰ τοῖς ἀρχαίοις τὰς ἐλευθέρας γυναῖκας εἰς τὰ τῶν ἀνδρῶν εἰσιέναι συμπόσια. μαρτυρία δὲ τούτων ἥ τε παρὰ τοῖς
15Φαίαξιν Ἀρήτη συνευωχουμένη τοῖς τοσούτοις κεκλημένοις εἰς τὸν γάμον δαιτυμόσι, καὶ Ἑλένη συνεστιωμένη νέοις ἐξελθοῦσι ξένοις περὶ τὸν Τηλέμαχον σαφῶς ἐδήλωσεν ὅτι παρθένοις μόνον ἦν αἰ‐ σχρὸν, (Od. ζ, 287.)
ἥτ’ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων
20
ἀνδράσι μίσγηται πρίν γ’ ἀμφάδιον γάμον ἐλθεῖν·
ταῖς δὲ γαμηθείσαις μὴ εἶναι αἰσχρόν. ἔθους οὖν ὄντος ταῖς γεγα‐ μημέναις ἀναμίγνυσθαι τοῖς ἀνδράσι καὶ φαίνεσθαι ἐν τοῖς συμπο‐ σίοις, οὐδὲν ἄτοπον ἐλθεῖν τὴν Πηνελόπην, ἵνα παύσῃ τὸν ᾠδὸν, “ὃς Ἀχαιῶν νόστον ἄειδε λυγρόν.” τό τ’ αὐτουργεῖν ἐλευθέριον
25μάλιστα εἶναι ἐδόκει τοῖς παλαιοῖς, ὡς καὶ ἐπὶ πλυνοὺς μὴ ὄνειδος εἶναι τὰς τῶν βασιλέων ἀπιέναι θυγατέρας, καὶ εἰς ὑδροφορίαν καί τινας τοιαύτας ἰσοδουλικὰς τὰς νῦν ἀποβεβλημένας διακονίας. τῇδε καὶ τὸ παῦσαι ἄλλως οὐκ ἐνῆν τὸν ᾠδὸν μὴ αὐτῇ δεηθείσῃ καὶ μετὰ δακρύων ἱκετευούσῃ, οὐ γὰρ ἔπεισεν ἂν δι’ ἀγγέλων τοῦτο κελεύουσα·
30ὥστε ἡ μὲν παρουσία ἐκ τούτων οὐκ ἄτοπος, ἀλλὰ καὶ σωφροσύνην ἐμφαίνουσα· ἀεὶ γὰρ ἐβούλετο ὑπόμνησιν ποιεῖν τοῖς μνηστῆρσιν ὡς παρὰ γνώμην αὐτῆς ἡ μνηστεία καὶ ὁ γάμος ἀπεχθὴς, ἡ δὲ τοῦ ἀν‐ δρὸς μνήμη ἀνεξάλειπτος. τὰ γὰρ τῆς ἐπιβουλῆς οὐχ ἡ κλῖμαξ ἄχρι τοῦ ὑπερῴου διεῖργεν, ἀλλ’ ἕκαστος τῶν μνηστήρων αὐτὸς κρι‐
35θήσεσθαι νυμφίος ὑπολαμβάνων ἐκώλυε τὸν πέλας βίαιόν τι δρᾶν,
ἵνα τῶν προκειμένων μὲν αὐτὸς μὴ σφαλῇ, ἐπιεικῆ δὲ πρὸς ἐκείνην ἐπιδείκνυσιν, ἵνα προκριθῇ· ὁ γὰρ σκοπὸς ἦν οὐ τὴν Πηνελόπην ὑβρί‐ σαι, ἀλλὰ νόμῳ λαβεῖν γυναῖκα, καὶ κύριον ἁπάντων γενέσθαι τῶν ἐκείνης. πάντες οὖν πάντας διὰ ταύτην τὴν αἰτίαν φυλάξειν ἔμελ‐59 in vol. 1
40λον· τὸ δὲ
ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα οὐκ ἔτι τὸ αὐτὸ τῷ (Il. γ, 141.)
αὐτίκα δ’ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσι
ὡρμᾶτο·
45τὸ δὲ κρήδεμνον οὐκ ἦν προσώπου περίβλημα, ἀλλὰ κεφαλῆς, ὥς που φησὶ (Il. ξ, 184.)
κρηδέμνῳ δ’ ἐφύπερθε καλύψατο δῖα θεάων,
καλῷ, νηγατέῳ· λευκὸν δ’ ἦν ἠέλιος ὥς.
ὡς οὖν τὴν ἀπὸ τῆς κεφαλῆς καλύπτραν, ἣν κρήδεμνον ἔφη, ταῖς

1

.

332

(50)

χερσὶν ἐφελκυσαμένη τὰ δάκρυα ἀποκαλύπτειν ἐβούλετο καὶ ἀποψᾶν τῷ κρηδέμνῳ τὰ δάκρυα. τὸ οὖν
ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα οὐ τὴν περιβάλλουσαν δηλοῖ τὴν κεφαλὴν καὶ τὰς παρειὰς, μόνους τοὺς ὀφθαλμοὺς δεικνῦσαν, ἀλλὰ τὴν ἐφελκύσασαν ἀπὸ τῆς κεφα‐
55λῆς τὸ κρήδεμνον, καὶ γυμνώσασαν μὲν τὴν κεφαλὴν καὶ τὸ πρόσω‐ πον δείξασαν, κρατοῦσαν δὲ ἐν ταῖς χερσὶ πρὸ τῶν παρειῶν τὰ δά‐ κρυα, ὥσπερ καὶ Τηλέμαχος δακρύων τὴν χλαῖναν πρὸ τῶν ὀφθαλ‐ μῶν ἀνίσχει· διόπερ ἡ μὲν σχομένη εἴρηται, ὅτι ἑλκύσασα πρὸ τῶν ὀφθαλμῶν εἶχεν, ὁ δὲ ἀνασχεῖν, ὅτι κάτωθεν ἐπάρας πρὸ τῶν ὀφθαλ‐
60μῶν ἐποίησεν. εἰ δὲ καλύπτει τὴν κεφαλὴν καὶ τὸ πρόσωπον, αἰδου‐ μένη κλαίειν ἐπὶ τῶν παρόντων τοῦτο ποιεῖ, οὐχ ἑταιρίζουσα διὰ τῆς ἐπιτηδευτῆς. καὶ Ὀδυσσεὺς (Od. θ, 84.)
πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι
κακκεφαλῆς εἴρυσε, κάλυψε δὲ καλὰ πρόσωπα·
65
αἴδετο γὰρ Φαίηκας ὑπ’ ὀφρύσι δάκρυα λείβων.
παυσαμένου μὲν τοῦ ᾠδοῦ
δάκρυ’ ὀμορξάμενος κεφαλῆς ἀπὸ φᾶρος ἕλεσκεν·
αὐτὰρ ὅτ’ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν,
ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.
70εἰ δὲ Ὀδυσσεὺς ἀνὴρ ὢν ᾐδεῖτο κλαίων φαίνεσθαι ἐν συμποσίῳ καὶ τὴν κεφαλὴν ἐκάλυπτε καὶ τὸ πρόσωπον, πῶς οὐκέτι μᾶλλον ἡ παρὰ
αὐτῷ παίδευσις ....... αἰσχύνη ἐπὶ ἀνδρῶν οὐ σφόδρα καθεστηκότων. ἥ τε τῶν θεραπαινίδων κατάστασις ἦν μὲν ἐξ ἔθους ταῖς παλαιαῖς, ἐξαιρεῖ δὲ τὴν Πηνελόπην τῆς βλασφημίας ἡ60 in vol. 1
75προσθήκη· οὐ γὰρ ἐξ ἐκείνων ἕπονται τῶν μεγίστων “αἳ πᾶσαι ἀναι‐ δείης ἐπέβησαν” (Od. χ, 424.), ἀλλ’ ἀμφίπολος αὐτῇ κεδνὴ ἑκάτερθε παρέστη, τουτέστι σώφρων. τῇ οὖν περὶ τὰς θεραπαινίδας κοσμιότητι τὸ τῆς Πηνελόπης εἶδος διασαφεῖται. H.

1

.

333

πύκα] πυκνῶς, ἐπιμελῶς, κατεσκευασμένως. S.

1

.

334

παρειάων σχομένη] ἀμφιβολία “σχομένη,” ἀναπετάσασα ἢ καλυψαμένη. S. ἄντα παρειάων] τὸ “ἄντα παρειάων σχομένη” οὐ πάρεργον, ἀλλὰ δηλαδὴ καθελοῦσα τῆς κεφαλῆς μετὰ χειρῶν εἷλε· καὶ ἄλλως
5παρ’ Ὀδυσσέως ἔμαθε κρύπτειν ἐν συμποσίοις τὸ δάκρυον. ἀλλ’ οὐδὲ τῆς στάσεως τῶν θεραπαινῶν ἡ κατάστασις· ὑποφαίνει γὰρ τῆς δεσποίνης τὴν κατάστασιν. E. τὸ δὲ ἄντα παρειάων οὐ πάρεργον οὐδὲ ἑτερορρεπές· ἀλλὰ πρὸ τῶν παρειῶν παρασχοῦσα, τουτέστι προκαλυψαμένη τῷ καλύμματι τοῦ
10προσώπου, φησὶν ὁ ποιητὴς, καὶ πρὸ τῶν λόγων σωφροσύνην αὐτῆς ἐκφαίνων. E.Q. κρήδεμνα] κρήδεμνον τὸ ἐπὶ τῆς κεφαλῆς περιβόλαιον, καρήδεμνον καὶ ἐν συλλήψει κρήδεμνον. S.

1

.

337

πολλὰ γὰρ] ἔθος Ὁμηρικὸν ἀπὸ τοῦ γάρ ἄρχεσθαι. M.S. οἶδας] τῷ οἶδας οὐκ ἐχρήσατο ὁ ποιητής. Ζηνόδοτος γράφει
ᾔδεις, Ἀρίσταρχος δὲ οὐ δυσχεραίνει τῇ γραφῇ. ἐν οὐδενὶ γὰρ τῶν ποιήσεων ἐχρήσατο τῷ οἶδας· διὸ καὶ σημειωτέον τὸν στίχον.61 in vol. 1
5H.M.

1

.

340

ταύτης δ’ ἀποπαύε’ ἀοιδῆς] δέδιε γὰρ ἡ Πηνελόπη μὴ θάνα‐ τον Ὀδυσσέως ᾄσας ἀναπτερώσῃ τοὺς μνηστῆρας. E.H.R. τῆς τῶν Ἀχαιῶν ὑποστροφῆς καὶ τῆς τοῦ Ὀδυσσέως πλάνης. Ἀρίσταρχος μὲν ... H.

1

.

344

καθ’ Ἑλλάδα] Ἑλλάδα τὴν Θεσσαλίαν φησί. Ἑλλὰς γὰρ πόλις Θεσσαλίας· “φεῦγον ἔπειτ’ ἀπάνευθε δι’ Ἑλλάδα” (Il. ι, 478.). E.M.

1

.

346

φθονέεις] τινὲς φρονέεις γράφουσιν ἀντὶ τοῦ φρονεῖς, δι‐ δάσκεις. M. λαμβάνεται ἐπὶ τοῦ κωλύειν καὶ μέμφεσθαι. γράφε‐ ται δὲ καὶ φρονέεις ἀντὶ τοῦ συνετίζεις. E. ἐρίηρον ἀοιδὸν] τὸν ἄγαν ἁρμόζοντα τὴν φωνὴν αὐτοῦ πρὸς τὸ
5μέλος τῆς κιθάρας. E.

1

.

349

ἀλφηστῇσιν] ἐπινοητικοῖς, ἐφευρετικοῖς, ἀπὸ τοῦ ἀλφῶ, τὸ εὑρίσκω, ἀφ’ οὗ καὶ τὸ ἄλφα. B.E.

1

.

352

νεωτάτη ἀμφιπέληται] περί τινων λέγεται συντελεσθῆναι. V.

1

.

353

ἐπιτολμάτω] ὑπομενέτω. διὰ τῆς τόλμης ὑποφαίνει τὸ τοῦ πάθους μέγεθος. E.

1

.

354

οὐ γὰρ Ὀδυσσεὺς] ὡς πεπαιδευμένος ὑπὸ τῆς Ἀθηνᾶς ἤδη καὶ συμβουλεύει τῇ μητρὶ, οὐκ ἐξαίρετον λέγων δυστυχεῖν τὸν πα‐ τέρα. τοιαῦτα δέ φησιν εἰς ῥαθυμίαν τοὺς μνηστῆρας προκαλούμενος, ὥστε μένειν ἀπαραφυλάκτως τὸν Ὀδυσσέα. E.Q. ἄτοπον δὲ καὶ
5τὸν μὴ δυνάμενον τὰς πράξεις τῶν μνηστήρων κωλύειν ἀποτόμως τού‐ τοις ἐπιτιμᾶν. ὑφ’ ἓν δέον ἀναγνωσθῆναι τὸν στίχον, οὐ γὰρ Ὀδυσ‐ σεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ. E.H.

1

.

355

ἐν Τροίῃ πολλοὶ] ἀδιαστόλως ἀναγνωστέον. ὁ γὰρ Ὀδυσσεὺς
οὐκ ἐν Τροίᾳ ἀπώλετο. Q.V.62 in vol. 1

1

.

356

ἀλλ’ εἰς οἶκον] ἀθετοῦνται ἐνταῦθα· ἐπὶ δὲ τοῦ Ἕκτορος κα‐ λῶς ἐν τῇ ζʹ τῆς Ἰλιάδος H.M. ἐπὶ τοῦ Ἕκτορος εὐπρεπῶς εἶχον οἱ στίχοι πρὸς Ἀνδρομάχην (Il. ζ, 490.) καὶ ἐν τῇ τοξείᾳ τῶν μνη‐ στήρων (Od. φ, 350.). τινὲς οὖν ἀθετοῦσιν. ἐν δὲ ταῖς χαριεστέ‐
5ραις γραφαῖς οὐδ’ ἦσαν. H.Q.R. ἀλλ’ εἰς οἶκον ἰοῦσα] ὅσοι μεταγράφουσιν, ἀλλὰ σύ γ’ εἰσελθοῦσα, καὶ (360.) “ἡ μὲν θαμβήσασα πάλιν θάλαμόνδε βεβήκει,” λέγοντες ὡς ληρῶδες οἴκοι τὴν Πηνελόπην οὖσαν προστάσσεσθαι οἴκαδε ἀπελθεῖν, ἀγνοοῦσιν ὡς Ὅμηρος τὸν οἶκον ποτὲ μὲν καθολικῶς λαμβάνει, ἄλλοτε
10δὲ μερικῶς ἐπὶ τοῦ ἀνδρῶνος ἢ τῆς γυναικωνίτιδος, ὡς ἐκεῖ “σιγῇ δ’ ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε, κλήϊσσεν δ’ ἄρ’ ἔπειτα θύρας εὐερ‐ κέος αὐλῆς” (Od. φ, 387.) Ἀρίσταρχος δὲ ἀθετεῖ, ἄμεινον λέγων αὐτοὺς ἔχειν ἐν Ἰλιάδι καὶ ἐν τῇ τοξείᾳ τῶν μνηστήρων. E.H.M. Q.R.

1

.

357

ἠλακάτην] οὕτως μὲν αὐτὸ τὸ ἐργαλεῖον, ἠλάκατα δὲ τὰ ἔργα. S.

1

.

360

οἶκόνδε βεβήκει] τὴν αἰφνίδιον σύνεσιν ἐκπλαγεῖσα τοῦ παι‐ δός. τὸ δὲ “ἔνθετο θυμῷ” τὸ παιδευτικὸν ὅτι οὐ χρὴ εἴργειν τὴν τῶν λόγων δύναμιν. H.Q.R.

1

.

361

μῦθον] γρ. λόγον. P.S.

1

.

364

βλεφάροις] βλέφαρον παρὰ τὸ αἴρεσθαι ἐν τῷ βλέπειν. S.

1

.

365

ὁμάδησαν] ἐθορύβησαν κοινολογούμενοι περὶ τῆς Πηνελόπης,
ὅτι συνετὴ γυνὴ, ὅτι εὔμορφος· ὅθεν Τηλέμαχος μὴ ἐνεγκὼν ἐξή‐ λεγξε τὴν ὕβριν. E.Q.S. ἐθορύβησαν· ὅμαδος γὰρ ὁ θροῦς. γίνε‐ ται δὲ ἀπὸ τοῦ ὁμοῦ ᾄδειν. B. διὰ τὴν Πηνελόπην ἐθορύβησαν οἱ63 in vol. 1
5μνηστῆρες, ὅτι συνετὴ γυνὴ καὶ φρόνιμος. P. ἀνὰ μέγαρα σκιόεντα] τὰ μεγάλην ἀποτελοῦντα σκιὰν διὰ τὸ ὕψος. ἢ τὰ σκιώδη, τὰ κωλυτικὰ καύσωνος καὶ χειμῶνος, πρὸς ἀντι‐ διαστολὴν τῶν ὑπαίθρων οἰκημάτων, οἷα τῶν ἀσκεπῶν ἡλιακῶν. E.

1

.

366

κλιθῆναι] ἤτοι μετὰ ταῦτα τοῦ κοιμηθῆναι ηὔξαντο, ἐπεὶ ἐθαύμασαν αὐτὴν ἰδόντες. B.

1

.

370

καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ] μικρὸν ἀνῆκεν ὁ ἀοιδὸς καὶ εὐθέως πᾶσα ἀκοσμία. ἄμεινον οὖν ἡγεῖται τοῦ ἀοιδοῦ ἀκούειν αὐτοὺς ἢ παρέχειν αὐτοῖς σχολήν. E.Q.

1

.

371

τοιοῦδ’ οἷος] τοῦτο κατὰ τὸν Πυθαγόρου λόγον. ἐκεῖνος γάρ φησιν ὡς ἔξω γενόμενος τοῦ σώματος ἀκήκοα ἐμμελοῦς ἁρμονίας. E. θεοῖς ἐναλίγκιος] ἢ ταῖς μούσαις, ἢ ταῖς τῶν ἀστέρων ἀπηχή‐ σεσι. P.

1

.

373

ἀπηλεγέως] ἀποτόμως, ἀπαγορευτικῶς, ἀφροντίστως. ἀπὸ τοῦ ἀπό καὶ τοῦ ἀλέγω τὸ φροντίζω. E.

1

.

374

ἐξιέναι μεγάρων] προλέγων πολλάκις ἀναπολόγητον αὐτοῖς παρίστησι τὴν κατηγορίαν, ὡς καὶ τῷ Αἰγίσθῳ. E.Q.

1

.

375

ἀμειβόμενοι] ἐρχόμενοι κατὰ διαδοχὰς ἀλλήλων. H. ἐξ ἀναδοχῆς ἀλλήλους καὶ ἀμοιβῆς ὑποδεχόμενοι καὶ ἐσθίοντες. S. ἐκ διαδοχῆς ἀλλήλους καὶ ἀμοιβῆς ἀποδεχόμενοι εἰς τοὺς οἰκείους οἴ‐ κους, οὐκ εἰς τὸν ἐμόν. B. ἤγουν κατ’ ἀμοιβὴν ἀποδεχόμενοι καθ’
5ἑκάστην ταῖς ἰδίαις κατασκηνώσεσι. P.

1

.

378

κείρετ’] ἐκ μεταφορᾶς τῶν ἵππων τῶν ἀπελθόντων ἐν χωρα‐ φίῳ καὶ κατανεμομένων τὰ ἐν αὐτῷ. E. ἐπιβώσομαι] ἐπιβοήσομαι, κατὰ τροπὴν τοῦ ο καὶ η εἰς ω μέγα· ἐπιμαρτύρομαι, ἐπικαλέσομαι. E.

1

.

379

αἴκε πόθι Ζεὺς] διχῶς, αἴκε καὶ εἴκε. αἱ δὲ χαριέστεραι
διὰ τοῦ α. M. δῶσι] ὡς “δῶσι πόλιν Τροίην” (Il. α, 129.) M. διαμερίζεται δῶ· τὸ δὲ σι κατ’ ἐπέκτασιν. B.64 in vol. 1
5παλίντιτα] παλίντροπα, παλιντιμώρητα, τὰ εἰς τιμωρίαν ἀντι‐ στρόφως εἰσπραττόμενα. S. ὑπὲρ ὧν ἐξ ἑτέρου τιμωρία γίνεται. V.

1

.

380

νήποινοι] πολύπονοι· ἐκτὸς ἐκδικήσεως· ἤτοι ἀβοήθητοι, εἰρω‐ νικῶς. E.

1

.

381

ὀδὰξ] μετὰ τῶν ὀδόντων· ἀπὸ τοῦ δήκω, δήξω, δήξ καὶ δάξ, καὶ πλεονασμῷ τοῦ ο, ὀδάξ, ἤτοι δακόντες τὰ χείλη. E.

1

.

383

Ἀντίνοος] πρῶτος τῶν μνηστήρων. B.

1

.

385

ὑψαγόρην] μεγαλορρήμονα, ἐν τῷ λέγειν ὑπερήφανον. S. ἀπὸ τοῦ ὑψηλῶς ἀγορεύειν.

1

.

386

ἀμφιάλῳ] περιρρεομένῃ πανταχόθεν ὑπὸ θαλάσσης. M. τῇ ἀμφοτέρωθεν ῥεομένῃ ἐν θαλάσσῃ. B.

1

.

389

εἴπερ μοι καὶ ἀγάσσεαι] ἐν ἐνίοις γρ. νεμεσήσεαι. εἰ καὶ μέλλεις θαυμάζειν. M. Ἀντίνοε] πῶς Ἀντινόου εἰπόντος “μή σέ γ’ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων ποιήσειεν, ὅ τοι γενεῇ πατρώϊόν ἐστιν,” ὁ Τηλέμα‐
5χος ὥσπερ τοὐναντίον ἀκούσας φησὶ “καί κεν τοῦτ’ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι;” εἰ μὲν γὰρ εἰρήκασι, βασιλῆά σε ποιήσειαν οἱ θεοὶ, ἀκόλουθον ἦν φάναι, “καί κεν τοῦτ’ ἐθέλοιμι,” ὡς καὶ αὐτοῦ ἐθέλοντος τὸν Δία δῆθεν πιστεῦσαι αὐτῷ τὴν βασιλείαν καὶ συνευ‐ χομένου· τῷ φαμένῳ δὲ, μὴ ποιήσειέ σε μηδὲ δοίη σοι ὁ θεὸς τὴν
10βασιλείαν, **** ἀλλ’ οὐ τοὐναντίον ὅτι βασιλεῦσαι εὔχεται,
ᾥπερ τί παραστῆσαι βούλεται ὁ Τηλέμαχος; ῥητέον οὖν ὅτι ἐστὶ τὸ “τοῦτο” δεικτικὸν, καὶ οὐ κοινῶς ἐπὶ τὸ προειρημένον ὑπὸ τοῦ Ἀντινόου ἀναφέρεται, ἀλλ’ ὅτι ἡ περίοδος τοῦ λόγου ἀνέστραπται. ἔστι γὰρ αὕτη “οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν, αἶψά τέ οἱ δῶ65 in vol. 1
15ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός· καί κεν τοῦτ’ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι·” ἢ σύ γε τοῦτο νενόμικας ἐν ἀνθρώποισι κάκι‐ στον τετύχθαι, οὐδὲν ἦν ἄτοπον. οὕτω καὶ νῦν τοῦτον ἐχόντων τὸν τρόπον τῶν ἐπῶν, ἀνεστραμμένης τῆς περιόδου ἀκουστέον
καί κεν τοῦτ’ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι·
20
ἢ φὴς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι;
ἐπεὶ γὰρ ὡς ἐν εὐχῇ προήγαγε τὸν λόγον Ἀντίνους
μὴ σέ γ’ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων
ποιήσειεν,
ἀπευχόμενος διὰ τὸ μῖσος τὴν τεῦξιν τῆς ἀρχῆς, Τηλέμαχος οὐχ ὡς
25ἐχθροῦ προσποιεῖται τὴν ἀπευχὴν τοῦ ἀγαθοῦ, ἀλλ’ ὡς φίλου ὄντος ἀπευχὴν τινὸς κακοῦ, οὐκ ἐλέγχων ὅτι ἐξ ἀπεχθείας πεποίηται τὴν τοῦ ἀγαθοῦ ἀπευχὴν ὁ Ἀντίνους, προσποιούμενος δὲ ὡς ἀπὸ φίλου γενέσθαι κακοῦ παραίτησιν δι’ εὐχῆς διορθοῦσθαι προσποιεῖται, ὅτι δὲ μὴ τοῦτο θέλει Διός γε διδόντος ἀρέσθαι, τὸ βασιλεῦσαι δηλονότι, ὃ
30σύ μοι ἀπηύξω κηδόμενος ἴσως ἐμοῦ· ἐπερωτᾷ δὲ,
ἢ φὴς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι; καὶ ἐπάγει, καὶ μὴν οὐκ ἔστι κακόν·
οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν. διὰ τί δέ; αἶψά τέ οἱ δῶ, καὶ τὰ ἑξῆς. εἶτα περὶ μὲν τῆς βασι‐
35λείας φησὶ μὴ ἀμφισβητεῖν, περὶ μέντοι τοῦ κρατεῖν τοῦ ἑαυτοῦ οἴκου. ἀλλ’ ἤτοι βασιλῆες Ἀχαιῶν εἰσι καὶ ἄλλοι
πολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ νέοι ἠδὲ παλαιοὶ,
τῶν κέν τις τόδ’ ἔχῃσιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεὺς
ὡς τῆς βασιλείας μετὰ τὸ ἀποθανεῖν τὸν βασιλέα ἐπὶ τῇ τύχῃ κει‐
66 in vol. 1
40μένης, τῶν δὲ κτημάτων ὧν δέδωκεν ὁ βασιλεὺς ὀφείλοντα κύριον εἶναι ᾧ δέδωκε. πᾶς οὖν ὁ λόγος ῥητορικὸς καὶ ἐνθυμηματικός. διὸ καὶ τῆς περιόδου ἀνεστραμμένης προενήνεκται. E.H. Ἄλλως. ὁ μὲν ηὔχετο μὴ τυχεῖν αὐτὸν τιμῆς, ὁ δὲ σαρκάζων αὐ‐ τόν φησι, βούλομαι βασιλεύειν, καὶ εἰ διδόασιν οἱ θεοὶ, λάβοιμι ἄν·
45ἀλλ’ ἐπειδή εἰσιν ἐπιτήδειοι εἰς βασιλείαν ἕτεροι, αὔταρκες ἐμοὶ τῶν ἐμῶν ἄρχειν. ἠρέμα δέ πως παραδηλοῖ τῷ Ἀντινόῳ ὅτι, κἂν αὐτὸς ἐκβληθῇ τῆς τιμῆς, οὐκ ἀπονητὶ κρατήσει ὁ Ἀντίνοος ἢ ἕτερός τις τῶν μνηστήρων· εἶναι γὰρ καὶ ἄλλους ἐπιτηδείους εἰς τὸ ἄρχειν. E.H.Q.

1

.

389

(50)

καί κεν τοῦτ’ ἐθέλοιμι] τὸ ἰδιωτεύειν Διὸς βουλομένου· οὐδὲ γάρ ἐστι πάνυ κακόν. M.V.

1

.

394

ἀλλ’ ἤτοι βασιλῆες] ὃ λέγει τοιοῦτόν ἐστι· βασιλεῖς εἰσι πολλοὶ ἐν τῇ ἀμφιάλῳ Ἰθάκῃ, ἤτοι ἐπιτήδειοι εἰς τὸ ἄρχειν· ἀφ’ ὧν τίς τὸ βασιλεύειν ἔχει ἐν τῷ οἴκῳ τοῦ ἐμοῦ πατρὸς Ὀδυσσέως, διὰ τὸ θανεῖν ἐκεῖνον; ἐὰν ἡμῖν ὁ Ζεὺς δώσει ἔργα παλίντροπα, ἤτοι
5ἐναντία τῶν πράξεων τῶν μνηστήρων, καὶ βοηθήσῃ, ἐγὼ ἔσομαι ἄναξ τοῦ ἐμοῦ οἴκου καὶ οὐχ ὑμεῖς. H.Q.

1

.

398

ληΐσατο] ἀπὸ λείας πολεμικῆς ἐκτήσατο. λεία γὰρ κυρίως ἡ τῶν πολεμικῶν λαφύρων συναγωγή. P.V.

1

.

403

μὴ γὰρ ὅδ’ ἔλθοι ἀνὴρ] οἱ μὲν λόγοι μέτριοι, τὰ δὲ ἔργα μαχόμενα. S. βίηφι] γρ. βίηται. P.

1

.

404

ναιεταώσης] τὸ ἐνεργητικὸν ἀντὶ παθητικοῦ, ᾠκισμένης οὔ‐ σης, ἤτοι ἡμῶν ζώντων. B.

1

.

405

ἐρέσθαι] περὶ τοῦ ξένου, ἤτοι Ἀθηνᾶς τῆς μεταβληθείσης εἰς
τὸ εἶδος τοῦ Μέντου. Q.67 in vol. 1

1

.

406

εἶναι] ἀντὶ τοῦ ἰέναι, ὡς Ἡσίοδος “καὶ τῷ προσιόντι προσ‐ εῖναι,” ἐπείτοιγε δισσολογία εὑρίσκεται. Q.R.S.

1

.

408

πατρὸς φέρει ἐρχομένοιο] τινὲς γράφουσιν, οἰχομένοιο. ἄμει‐ νον δὲ εὐφημίζεσθαι τὴν ἄφιξιν τὸν Εὐρύμαχον ὑποθωπεύοντα Τη‐ λέμαχον πρὸς τὸ μαθεῖν περὶ τοῦ ξένου. E.Q.R.S.

1

.

409

τόδ’ ἱκάνει] τὸ τόδε ἀντὶ τοῦ τῇδε, ὅ ἐστιν ἐνταῦθα ἀντὶ τοῦ αὐτόθι. H.S.

1

.

411

γνώμεναι] ὥστε γνωρισθῆναι παρ’ ἡμῶν. S. ἐῴκει] οὐ γὰρ κατὰ τὴν πρόσοψιν ὅμοιος ἦν τῷ κακῷ. S.

1

.

413

Εὐρύμαχ’, ἤτοι] ἡ μὲν ἐρώτησις ἁπλῆ περὶ τοῦ ξένου εἴ τι ἀγγέλλει· ὁ δὲ ἐν κεφαλαίῳ δηλώσας τὸ κεχαρισμένον Εὐρυμάχῳ ταῦτα ἐπάγει, οἷον, ἐάν τις ἔλθῃ ἐφ’ ἡμᾶς ἀγγελία ἢ μαντεία· αὐ‐ τὸς δὲ προσέχειν οὐδενί φησι. διόλου οὖν ἔργον ἐστὶ Τηλεμάχῳ ἐν
5ῥαθυμίᾳ αὐτοὺς διαφυλάσσειν. E.H.Q.S. ἤτοι νόστος] ἡ μὲν οἴκαδε ἐπάνοδος καὶ ὑποστροφὴ τοῦ ἐμοῦ πα‐ τρός. S. ἐμοῖο] ἀγνοοῦντές τινες “ἐμεῖο” γράφουσιν· ὁμοίως ἐν Ἰλιάδι, “μνῆσαι πατρὸς σεῖο” (ω, 486.), δέον κτητικῶς. H.M.S.

1

.

414

ἔτι πείθομαι] γρ. ἐπιπείθομαι. M. a m. rec.

1

.

415

ἐμπάζομαι] διὰ φροντίδος ἔχω, ἀντιποιοῦμαι. S. ἥντινα μήτηρ] τινὲς ψιλοῦσι τὸ “ἥντινα μήτηρ,” ἵν’ ᾖ, εἴτινα. ἄμεινον δέ ἐστι δασύνειν. ἐξεφαύλισεν ὡς γυναικεῖον ὂν ταῖς τοι‐ αύταις μαντείαις πιστεύειν. E.Q.S.

1

.

416

ἐς μέγαρον] δεόντως περὶ τοῦ προσώπου τἀληθῆ λέγει εἰς τὸ τὴν ὑποψίαν ἀνελεῖν τοῦ πεποίθεσθαι παρ’ αὐτοῖς περὶ Ὀδυσσέως.
H.Q. καλέσασα θεοπρόπον] τοῦτο δὲ λέγει ἐπεὶ ἡ Πηνελόπη τοὺς μάν‐68 in vol. 1
5τεις καλοῦσα ἠρώτα περὶ τοῦ Ὀδυσσέως. B. θεοπρόπον] τὸ ἐκ θεοῦ λεγόμενον, ἐξ οὗ καὶ θεοπρόπος ὁ τὰ τοῦ θεοῦ λέγων. S.

1

.

417

ἐκ Τάφου] πόλις μία τῶν Ἐχινάδων. S. Τάφος σημαίνει τέσσαρα· τὴν νῆσον, ὡς τὸ “Ταφίοισι φιληρέτμοισιν ἀνάσσει·” τάφος ἡ ἔκπληξις, ὡς τὸ “ταφὼν δ’ ἀνόρουσεν Ἀχιλλεύς” (Il. ι, 193.)· τάφος ὁ ἐπιτάφιος δεῖπνος, ὡς τὸ “δαίνυ τάφον Ἀργείοισι” (Od. γ,
5309.)· τάφος καὶ τὸ μνημεῖον. E.

1

.

418

δαΐφρονος] τοῦ πολεμικὸν φρόνημα ἔχοντος. S.

1

.

420

ἔγνω] ἔγνω καὶ ἐβουλεύσατο μὴ εἰπεῖν αὐτοῖς τὴν βουλὴν ἣν συνέθετο αὐτῷ ὁ Μέντης. P.

1

.

421

ἱμερόεσσαν] τὰς πίστεις πρὸς τὴν ἐπιθυμίαν λαμβάνουσιν· ἐμφρόνων δὲ ἦν τὸ μὴ πιστεύειν ἐχθρῷ. E.Q.

1

.

422

ἐπὶ ἕσπερον] οὕτως εἶπε τὴν ἑσπέραν. ἄκρως δὲ κατηγορεῖ τῆς τῶν ἀργῶν ἀπραξίας. ὑπὸ γὰρ ἀργίας προσδέχονται πότε νὺξ ἐπιγένηται. E.Q.S.

1

.

423

ἕσπερος] μετέπλασε τὴν ἑσπέραν εἰς τὸ ἑσπερινὸν δεῖπνον. S.V.

1

.

424

δὴ τότε κακκείοντες] κατακοιμηθησόμενοι, ἔφεσιν ἔχοντες κοιμηθῆναι. E.Q. ἔνιοι “δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.” μεταποιηθῆ‐ ναι δέ φασιν ὑπὸ Ἀριστοφάνους τὸν στίχον. ἐν δὲ τῇ Ἀργολικῇ
5προστέθειται. E.H.M.Q.R.

1

.

425

θάλαμος] ὁ κοιτὼν, ὁ ἐνδότατος οἶκος, παρὰ τὸ θάλλειν ἅμα. S.

1

.

426

περισκέπτῳ] ὑψηλῷ, ὅθεν ἔστι περισκέψασθαι, ἢ πανταχόθεν ὁρωμένῳ, τῷ μεσαιτάτῳ. E. ἐν τῷ περισκέπτῳ τῆς αὐλῆς, ὅ ἐστιν
ἐν τῷ μεσαιτάτῳ καὶ πανταχόθεν ἐκ τῆς αὐλῆς σκοπουμένῳ. Q.S.69 in vol. 1

1

.

427

μερμηρίζων] εἰς πολλὰ μέρη μερίζων τὴν ψυχὴν, καὶ ἐνθυ‐ μούμενος περὶ τῆς ἐσομένης ἐκκλησίας. E.Q.S. διανοούμενος, με‐ ριμνῶν, εἰς πολλὰ μέρη διαιρῶν τὴν ψυχήν. V.

1

.

428

δαΐδας] δαῒς ὀξυτόνως ἡ λαμπὰς, δάϊς δὲ βαρυτόνως ἡ μάχη. S. κέδν’ εἰδυῖα] προσφιλῆ, συνετὰ φρονοῦσα. S.

1

.

429

Εὐρύκλει’, Ὦπος] ἀκριβῶς διέξεισι τὰ περὶ αὐτῆς, ἐπεὶ πολλὰ μέλλει δι’ αὐτῆς γίνεσθαι. Q. Ὦπος προπερισπαστέον, διὰ τὴν ἀντέκφρασιν πρὸς τὸν ὀφθαλμόν. V. πεπλασμένα εἰσὶ τὰ παρ‐ όντα ὀνόματα. Εὐρύκλεια ἡ εὐρὺ καὶ μέγα κλέος ἔχουσα, ἡ θυγάτηρ
5τοῦ Ὦπος, τοῦ περιβλέπτου, ἀπὸ τοῦ ὦψ ὁ ὀφθαλμὸς, τοῦ υἱοῦ τοῦ Πεισήνορος, ἤγουν τοῦ ἰσχυροῦ, τοῦ τοὺς ἄνδρας πείθοντος, ἢ τοὺς ἀνδρείους, ἀπὸ τοῦ πείθειν τὴν ἠνορέην. P.

1

.

430

κτεάτεσσιν] ἐκ τῶν ἰδίων κτημάτων. S.

1

.

431

ἐεικοσάβοια] εἴκοσι νομίσματα ἐγκεχαραγμένους ἔχοντα βοῦς· ἢ εἴκοσι βοῶν τιμήν. E. vel Q.

1

.

433

ἀλέεινε γυναικός] τοῦτο πρὸς τὸ δεῖξαι τὸ σῶφρον ἐκ γένους. ἅμα δὲ στοχάζεται τῶν πολλῶν ὁ Ὅμηρος, τίνας ποτὲ ἔχουσιν ὑπο‐ ψίας. E.Q.

1

.

436

πύκα] πυκνῶς, καλῶς κατεσκευασμένου. S.

1

.

438

γρηός] γρ. γραίης. πυκιμηδέος] τῆς συνετὰ βουλεύματα εἰδυίας. S. καὶ τοῦτο πε‐ πλασμένον ... τῆς, ἤγουν τῆς πυκνὰ καὶ συνετὰ μήδεα ἐχούσης. P.

1

.

440

τρητοῖσι] τορνευτοῖς, ἱμαντοδέτοις. Q.

1

.

441

ἐπέρυσσε κορώνῃ] ἐπεσπάσατο τῷ κόρακι λεγομένῳ. E.V. κορώνη τὸ ἄκρον τοῦ τόξου, εἰς ὃ ἡ νευρὰ τίθεται. λέγεται δὲ καὶ ὁ κρίκος τῆς θύρας· καὶ τὸ ζῷον· καὶ ὄρνεον ἄλλο θαλάσσιον, ὃ καλεῖ‐ ται αἴθυια, λάρος· καὶ εἶδος στεφάνου τὸ ἐκ τῶν ἴων πεπλεγμένον·
5καὶ ὁ κόραξ. τῷ κρικίῳ, ᾧ ἐπισπώμεθα τὴν θύραν, ἤτοι τῷ λεγομένῳ
κόρακι, καὶ τῷ ἐπισπάστρῳ τῆς θύρας. Q.70 in vol. 1

1

.

442

ἐτάνυσσεν ἱμάντι] τὸ λεγόμενον ὑφ’ ἡμῶν κλεῖθρον. δύο δὲ εἶχεν ἱμάντας ἐξηρτημένους διά τινων τρήσεων, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν, εἰς τὸ δύνασθαι καὶ ἀνοῖξαι καὶ κλεῖσαι. νῦν οὖν τὸ κλεῖθρον παρέτεινε καὶ παρήγαγε τῷ ἱμάντι. κλεῖθρον δέ ἐστιν ἔξω‐
5θεν ἐφελκόμενον διὰ τοῦ ἱμάντος, ὃς συνέχει τὴν θύραν, ἀνοίγει δὲ μονοβάλανος κλεὶς καθιεμένη καὶ εἰς τὸ ἕτερον μέρος ἀποδιωθοῦσα τὸ κλεῖθρον, ὥστε κλεισθὲν μηδένα ἔσωθεν ἀνοίγειν. E.H.M.Q.SV. Ἄλλως. ὡς ἐνημμένου τινὸς ἱμάντος τῷ κλείθρῳ πρὸς τὸ παρολι‐ σθεῖν αὐτὸν ἀπὸ τοῦ ἔξωθεν ἐπικλείοντος. E.
10ἐτάνυσσεν] ἤγουν ἐκρέμασεν τὴν κληῗδα τῷ χώρῳ. P.

1

.

443

οἰὸς ἀώτῳ] τῷ ἄνθει τῆς οἰὸς, ὅ ἐστι τῇ σισύρᾳ, ἤγουν τῷ ἐξ ἁπαλῶν ἐρίων γεγονότι περιβολαίῳ. H. τῷ ἄνθει καὶ τῷ καλλί‐ στῳ τοῦ προβάτου. λέγει δὲ τῶν ἐξ ἁπαλῶν ἐρίων γεγονότων περιβο‐ λαίων. V. ἤγουν τοῖς πέπλοις τοῖς ἀπὸ τῶν ἀπανθισμάτων τῶν
5μαλλίων τῶν προβάτων κατεσκευασμένοις. P.

1

.

444

πέφραδ’ Ἀθήνη] ἐβουλεύσατο, εἶπεν, ἐσήμανεν αὐτῷ. S.

2

hyp

(t)

ΥΠΟΘΕΣΙΣ.
1Συναγαγὼν ἐκκλησίαν Τηλέμαχος παραγγέλλει τοῖς μνηστῆρσιν ἐξιέναι τῆς οἰκίας τοῦ Ὀδυσσέως. καὶ λαβὼν παρὰ μὲν Εὐρυκλείας τὰ πρὸς τὴν ἀποδημίαν ἐπιτήδεια, παρὰ δὲ τῆς Ἀθηνᾶς ἑταίρους τε
καὶ ναῦν, εἰς πλοῦν ἀνάγεται ἡλίου δύναντος. E.H.M.P.Q.S.V.71 in vol. 1
5tΑΛΛΗ ΥΠΟΘΕΣΙΣ.
6Ἅμα ἕω Τηλέμαχος συναγαγὼν εἰς ἐκκλησίαν τοὺς Ἰθακησίους κελεύει τοὺς μνηστῆρας ἀπαλλάττεσθαι τῆς οἰκίας, καὶ ναῦν αἰτή‐ σας παρ’ αὐτῶν, ὅπως εἰς Πύλον καὶ Σπάρτην πορευθῇ, ἀποτυγχάνει. παρὰ δὲ Νοήμονος λαβὼν καὶ ἐφόδια παρὰ Εὐρυκλείας τῆς τροφοῦ
10αὐτοῦ λάθρα τῆς μητρὸς ἀποπλεῖ. H.M.S. et MS. Barnes.

2

.

1

Τὸ ἦμος τροχαϊκόν ἐστι καὶ διὰ τοῦτο ψιλοῦται. ἀπὸ μέρους καλὴ ἠριγένεια, ἢ ἡ τῷ ἦρι γεννωμένη, τουτέστι τῷ ὄρθρῳ, ἢ ἡ τὸ ἦρ γεννῶσα, τουτέστι τὴν πρωΐαν. E. ἠριγένεια] ἦρ γεννῶσα, τουτέστι τὴν πρωΐαν, ἢ ἐν τῷ ἦρι γεννω‐
5μένη, ὅπερ ἐστὶν ὄρθρος. Q.V. ῥοδοδάκτυλος δὲ ἀπὸ τῆς πρωϊνῆς ἀνατολῆς καὶ τοῦ χρώματος τοῦ περὶ τὸ διάστημα τὸ πρωϊνὸν τὴν ἡμέραν δι’ ἐπιθέτου κεκόσμηκεν. V. ῥοδοδάκτυλος ἠὼς] ἤτοι ῥοδόχρους. ἀπὸ μέρους καλὴ, ἀπὸ τῆς πρωϊνῆς ἀνατολῆς. S. ἠὼς διάφορα σημαίνει· τήν τε σωματοειδῆ
10θεὸν διὰ τοῦ φάναι τὸν ποιητὴν “ἠὼς δ’ ἐκ λεχέων παρ’ ἀγαυοῦ Τι‐ θωνοῖο ὤρνυθ’, ἵν’ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι” (Il. λ, 1.) καὶ τὸν ὄρθρον φερωνύμως κληθέντα ἀπὸ τοῦ ὀρθοῦσθαι ἡμᾶς ἀπὸ τῆς κοίτης καὶ περὶ τὰ οἰκεῖα τρέπεσθαι ἔργα, ὡς ὅταν φησὶν “ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ’ αἶαν” (Il. θ, 1.)· καὶ τὸ ἀπὸ πρωΐας
15μέχρις ὥρας ἕκτης διάστημα, ὡς τὸ “ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ” (Il. θ, 66.)· καὶ τὴν ὅλην ἡμέραν, καθ’ ὃ σημαινόμενον ἡμέρα νοεῖται ὁ ἀπὸ ἀνατολῆς τοῦ ἡλίου δρόμος μέχρι δύσεως, ὁπότε τὴν ὑπὲρ ἡμᾶς ποιεῖται φορὰν ὁ θεὸς οὗτος, τὸ παρ’ ἡμᾶς διεξιὼν
ἡμισφαίριον, ὡς τὸ “οἵ ῥ’ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ ἠοῖ72 in vol. 1
20τῇ προτέρῃ, τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι.” (Il. ν, 793.)· καὶ “ἤματι τῷ προτέρῳ, ὅτ’ ἐμαίνετο φαίδιμος Ἕκτωρ” (Il. φ, 5.)· καὶ τὸ συν‐ αμφότερον ἡμέραν τε καὶ νύκτα, καθ’ ὃ σημαινόμενον καὶ παρὰ τοῖς μαθηματικοῖς νοεῖται, ὡς τὸ “ἠὼς δέ μοί ἐστιν ἥδε δυωδεκάτη ὅτ’ ἐς Ἴλιον εἰλήλουθα” (Il. φ, 80.)· καὶ τὴν ἡλίου πάροδον, καὶ τὸν τό‐
25πον ὅθεν ἀνατέλλει ὁ ἥλιος κατὰ Ἀρίσταρχον· “ὦ φίλοι, οὐ γὰρ ἴδ‐ μεν ὅπῃ ζόφος, οὐδ’ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶς’ ὑπὸ γαῖαν, οὐδ’ ὅπῃ ἀννεῖται” (Od. κ, 190.)· νῦν γὰρ, καθά φησιν ὁ Κράτης, τῶν τεσσά‐ ρων τοῦ κόσμου μέμνηται μερῶν, ἄρκτου, μεσημβρίας, ἀνατολῆς καὶ δύσεως, ἅπερ ἀλλήλοις ἐξ ἀντιθέτου ἀντίκειται, ἡ μὲν ἄρκτος τῇ
30μεσημβρίᾳ, ἡ δὲ ἀνατολὴ τῇ δύσει. E.H.M.P.Q.V. εἴπωμεν δὲ καὶ τί τὸ διάφορον τῆς ῥοδοδακτύλου πρὸς τὴν κροκό‐ πεπλον. διὰ μὲν τοῦ κρόκου τὸ πολὺ τῆς νυκτὸς, ὀλίγον δὲ τῆς ἡμέ‐ ρας δηλοῖ, ἐν οἷς καὶ μετὰ τὸν ἑωσφόρον αὐτὴν ἀνατέλλειν φησὶν, “ὅντε μέτα κροκόπεπλος” (Il. ψ, 227.). διὰ δὲ τοῦ ῥόδου τὸ πολὺ μὲν
35τῆς ἡμέρας, ὀλίγον δὲ τῆς νυκτὸς δηλοῖ, ἐν οἷς τῷ ὄρθρῳ αὐτὴν ἐπά‐ γει, “ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς·” καὶ τὸ “ἦμος δ’ ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν, ὅντε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδνατο ἠώς” (Il. ψ, 226.)· γεννήσας δὲ ἐκ τῆς κροκοπέπλου τὸν ὄρθρον ἐπάγει τὴν ῥοδοδάκτυλον. ἐν δὲ τῷ “ἠὼς μὲν κροκόπεπλος
40ἐκίδνατο πᾶσαν ἐπ’ αἶαν” τὸ ἐκίδνατο παράτασιν ἔχει, οὐ συντέλειαν. ἐπεὶ γὰρ σφαιροειδοῦς ὄντος τοῦ κόσμου καὶ τῆς γῆς οὐχ ἅμα πᾶσι κατὰ τὸ αὐτὸ ὁ ἥλιος ἀνατέλλει οὐδὲ κατὰ τὴν αὐτὴν ὥραν ἡμῖν ἐνί‐ σταται, εἰκότως τὸ ἐκίδνατο ἔφη, τὴν ἐν παρατάσει ἄλλοτε πρὸς
ἄλλους ἐπιβολὴν παριστὰς τῆς πορείας. καὶ ὅτι σὺν τῷ ἀποτε‐73 in vol. 1
45λέσματι καὶ τὸν κύριον τοῦ ἀποτελουμένου εἶναι βούλεται. ἡ μὲν γὰρ θεὸς κροκόπεπλος, ὡς ἂν οὖσα ἔννους τε καὶ ἔμψυχος καὶ ἐν σώ‐ ματι· τὸ δὲ ἀπ’ αὐτῆς φῶς σκεδάννυτο περὶ τὴν γῆν. ὁ δὲ λαβὼν τὴν σωματοειδῆ θεὸν ἐν τῷ κροκόπεπλος συνήντησεν αὐτὴν τῷ σκε‐ δαννυμένῳ ἀπ’ αὐτῆς φωτὶ, εἰπὼν αὐτὴν, ἀλλ’ οὐχὶ τὸ ἀπ’ αὐτῆς φῶς

2

.

1

(50)

σκεδάννυσθαι. ἔνθα δήπου ἡ σωματοειδὴς ἐπεπόρευτο, ἀλλ’ οὐ τὸ ἀπ’ αὐτῆς φῶς ἡμερινόν. ἀλλ’ οἶδεν, ὅπου τὸ ἀποτέλεσμα, ἐκεῖ καὶ τὸ ἀποτελοῦν. E.Q.

2

.

2

ὤρνυτ’ ἄρ’] τὸ διὰ τῆς προτροπῆς τῆς θεοῦ πρόθυμον τοῦ νέου διὰ τοῦ ὤρνυτο ἐσήμανε. M.Q.S. ὤρνυτο, ὡς τὸ “ὤχθησαν δ’ ἀνὰ δῶμα” (Il. α, 570.). σπανίως γὰρ ὁ ποιητὴς αὔξει τὴν ἄρχουσαν, εἰ μή που διὰ τὸ μέτρον. M.S.

2

.

3

εἵματα ἑσσάμενος] λιτὴν τῆς προόδου τὴν ἀφήγησιν ἐκ τοῦ κοιτῶνος πεποίηται, οἰκείως τῇ ὀρφανίᾳ καὶ τῷ πένθει τοῦ πατρός· οὐχ οἷός ἐστιν Ἀγαμέμνων προϊὼν εἰς ἐκκλησίαν “μαλακὸν δ’ ἔν‐ δυνε χιτῶνα, περὶ δὲ μέγα βάλλετο φᾶρος” (Il. β. 42.). B.H.M.Q.
5περὶ δὲ ξίφος] σημαίνει ὅτι τὸ παλαιὸν ὤμοις τὰ ξίφη περιεβάλ‐ λοντο καὶ ὡς ἐν Ἰλιάδι φησὶν ὁ ποιητὴς “τῇ ῥα δύο τελαμῶνε περὶ στήθεσσι τετάσθην, ἤτοι ὁ μὲν σάκεος, ὁ δὲ φασγάνου ἀργυροήλου” (Il. ξ, 404.). E.

2

.

4

λιπαροῖσιν] λιπαροῖς καὶ πλουσίοις, μεταφορικῶς. S.

2

.

5

βῆ δ’ ἴμεν] διὰ τοῦτο φοβερὸς μέν ἐστι τοῖς ἐχθροῖς, προσφι‐ λὴς δὲ τοῖς πολίταις. H.

2

.

6

αἶψα] ταχέως. S. αἶψα δὲ] ὁ δέ ποτὲ μὲν παραπληρωματικὸς, ἔστι δ’ ὅτε καὶ ἀντὶ τοῦ γάρ αἰτιολογικῶς λαμβάνεται. M.S. κηρύκεσσι] φύσει μακρὸν τὸ ρυ, κῆρυξ δὲ θέσει. S.
5λιγυφθόγγοις] ἡδυφώνοις. S.
κέλευσε] παρεκελεύσατο. S.74 in vol. 1

2

.

7

κηρύσσειν] οὐδὲν μὲν ἀντιπράττουσιν οἱ στίχοι πρὸς τὴν παροῦσαν ὑπόθεσιν, οἰκειότεροι δὲ μᾶλλόν εἰσιν ἐν Ἰλιάδι (β, 51.). M.Q.S.

2

.

8

οἱ μὲν ἐκήρυσσον] οὗτοι μὲν οἱ κήρυκες κηρύσσοντες ἐκάλουν, οἱ Ἀχαιοὶ δὲ συνηθροίζοντο πάντες ταχέως. S.

2

.

9

αὐτὰρ ἐπεί ῥ’ ἤγερθεν] οὐ γὰρ ἔδει προφθάνειν αὐτὸν τὴν σύνοδον τῶν πολιτῶν, συνειλεγμένων δὲ αὐτῶν ἀπιέναι. E.M. μετὰ ταῦτα ἀφ’ οὗ δὴ συνήχθησαν, ὁμοῦ δὲ κατὰ ταυτὸν ἐγένοντο. S.

2

.

10

βῆ ῥ’ ἴμεν] τὸ ἑξῆς βῆ ῥ’ ἴμεν εἰς ἀγορὴν οὐκ οἶος· τὰ δὲ ἄλλα διὰ μέσου διορθωτέον. M.S. ὁρμήσας ἐπορεύθη εἰς δημηγο‐ ρίαν αὐτός. S. παλάμῃ δ’ ἔχε χάλκεον ἔγχος] ὡς κυνηγὸς πρόεισιν ὁ νέος οὐκ
5ἄποθεν τῶν τοῦ πατρὸς ἐπιτηδευμάτων. καὶ γὰρ ἐκεῖνος περὶ τὸν Ἄργον ἐσπουδακὼς φαίνεται (Od. ρ, 291.), καὶ τὸ σύμβολον τοῦ σώματος ἀπὸ κυνηγεσίων οὐλὴν ἔσχε καὶ ἐν τῇ χλανίδι αὐτοῦ “ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἑλλὸν ἀσπαίροντα λάων” (Od. τ, 228.). οὕτω γὰρ οἱ εὐγενεῖς τῶν νέων ἐπαιδεύοντο. καὶ ὁ Μέναν‐
10δρος, “ἐλεύθερόν τι τολμήσει πονεῖν, θηρᾶν λέοντας, ὅπλα βαστά‐ ζειν.” ἢ ἀντὶ τοῦ μὲν σκήπτρου τὸ δόρυ κατέχει ὡς οὐ συγχωρούμε‐ νος εἶναι βασιλεὺς, κύνας δὲ ἔχει ἑπομένους, δηλονότι διὰ τὴν ἐπι‐ βουλὴν τῶν μνηστήρων, οὐδὲ ἀκολούθους ἔχει θεράποντας. E.H.M. Q.R.

2

.

11

ἅμα τῷγε δύω κύνες] τοῦτό τινες σημειοῦνται πρὸς τὸν ἄγροικον τῶν παλαιῶν βίον. ἢ ὡς φιλακόλουθον τὸ ζῷον ἕπεται οὐ
κατὰ προαίρεσιν αὐτοῦ. E.M.Q. ἢ ἔθος ἦν τοῖς ἀρχαίοις ἕνα κύνα κομεῖν πρὸς φυλακὴν, ὡς καὶ Ἡσίοδος. ὁ δὲ Τηλέμαχος διὰ τὸ75 in vol. 1
5ἀσφαλέστερον καὶ τὴν ἐπήρειαν τῶν ἐχθρῶν δύο ἐκέκτητο. M.

2

.

14

θώκῳ] τοῦτον οἱ Ἀττικοὶ θᾶκον καλοῦσιν. ἔστι δὲ καθέδρα. H.M. γέροντες] γέροντας νῦν τοὺς πρεσβυτέρους ἀκουστέον, ὧν ἂν εἴη καὶ ὁ διαλεγόμενος νῦν. τοῦτο δὲ εἰς ἔλεγχον τῶν μνηστήρων. ἤτοι ὃν
5ἐτίμων οἱ γέροντες διὰ τὸ γένος, τοῦτον ὕβριζον αὐτοὶ καὶ ἀπηξίουν βασιλέα εἶναι ἑαυτῶν. E.H.M.Q.

2

.

15

τοῖσι δ’ ἔπειθ’] εἰκότως δημηγορεῖ. δέδιε γὰρ ἄμφω τῶν παί‐ δων, τοῦ μὲν τῇ ἀπουσίᾳ, τοῦ δὲ τῇ ἀταξίᾳ. ἅμα δὲ τῷ γέροντι τοῦ δημηγορεῖν ὁ Τηλέμαχος ἤρξατο. καὶ οὐκ ἐπαίρεται τῇ τιμῇ τῶν γερόντων ὁ νέος, ἀλλὰ μιμεῖται τὸ ἠθικὸν τοῦ πατρός. τοιοῦτος γὰρ
5καὶ ὁ Ὀδυσσεὺς ἐν τῷ λέγειν, οὐ ταχέως ἀρχόμενος, ἀλλὰ “στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας” (Il. γ, 217.) E.H. M.Q.

2

.

16

καὶ μυρία ᾔδη] ἐπειδὴ ὑπὸ τοῦ γήρως κυφοὶ γίνονται καὶ οἱ τυχόντες, καὶ οὐ διὰ τὸ γῆρας δεῖ θρασύνεσθαι, πρόσκειται “καὶ μυρία ᾔδη.” E.S.

2

.

18

εὔπωλον] καλοῖς ἵπποις χρωμένην· ἢ ἐν ᾗ καλῶς ἀναστρέ‐ φεταί τις. P.Q. τὴν εὖ οἰκουμένην, τὴν καλοὺς ἵππους ἔχου‐ σαν. S.

2

.

20

πύματον] ἤτοι προφαγὼν ἄλλους ἐν πρώτοις ὕστατον ἔφαγεν αὐτόν. B. ὅτι τάχα ἐτιμωρήθη ὑπὸ τοῦ Ὀδυσσέως καὶ οὐκέτι ἄνθρωπον ἔφαγεν. ἢ τὸν ἐν τάξει ἔσχατον. ἢ ἐπιφωνῶν τοῦτο εἴρηκεν. H.M.Q.
5ἤτοι τὸν ἐν τάξει ἔσχατον. ἢ ἐπιφωνῶν τοῦτο εἴρηκεν, ὄντως πύματον
καὶ ἔσχατον, διὰ τὸ τιμωρηθῆναι αὐτὸν ὑπὸ Ὀδυσσέως. ἢ πύματον τῶν ἕξ· ἢ δόρπον πύματον· οὐκέτι γὰρ ὁ Κύκλωψ ἔφαγε, συναποβα‐ λὼν τῷ φωτὶ καὶ τὸ ζῆν, ὡς λέγεται. V. δόρπον] τὸ καθ’ ἡμᾶς δεῖπνον. τρισὶ δὲ τροφαῖς ἐχρῶντο. καὶ τὴν76 in vol. 1
10μὲν πρώτην ἐκάλουν ἄριστον, ἣν ἐλάμβανον πρωΐας σχεδὸν ἔτι σκο‐ τίας οὔσης· καὶ ὠνομάσθη ἄριστον ἢ παρὰ τὸ τοὺς λαμβάνοντας εἰς ἀριστείαν ἔρχεσθαι, ἢ ἀπὸ τοῦ προσφέρεσθαι ταύτην πρώτην τροφὴν, παρὰ τὸ ἄειρε ὠνομασμένης τῆς λέξεως· “μή μοι οἶνον ἄειρε μελί‐ φρονα, πότνια μῆτερ” (Il. ζ, 264.) τὴν δὲ δευτέραν δεῖπνον, τὸ καθ’
15ἡμᾶς λεγόμενον ἄριστον, καὶ ἔστι κατὰ τὸ ἔτυμον δείπονον, μεθ’ ὃ δεῖ πονεῖν, ὅπερ ἐστὶν ἐνεργεῖν· λαμβάνοντες γὰρ ταύτην τὴν τροφὴν πάλιν περὶ τὰ πολεμικὰ ἔργα ἐπόνουν. τὴν δὲ τρίτην δόρπον, τὸ καθ’ ἡμᾶς λεγόμενον δεῖπνον, καὶ ἔστι κατὰ τὸ ἔτυμον ἰαύερπον, ὅταν εἰς τὸ ἰαύειν πορευώμεθα, ὅπερ ἐστὶ κοιμᾶσθαι. Αἰσχύλος δὲ καὶ τῆς
20τάξεως τῶν ὀνομάτων μάρτυς ἐστὶ λέγων “ἄριστα, δεῖπνα, δόρπα θ’ αἱρεῖσθαι τρίτα.” E.H.M.T.V.

2

.

22

δύο δ’ αἰὲν ἔχον] διχῶς Ἀρίσταρχος, “δύο δ’ ἄλλοι ἔχον” καὶ “δύο δ’ αἰὲν ἔχον.” H.

2

.

23

ἀλλ’ οὐδ’ ὣς] περισπαστέον τὸ ὧς. H. ἀλλ’ οὐδ’ ὣς τοῦ λήθετο] τὸ συμβαῖνον εἰς τοὺς γονέας παρεφύ‐ λαξεν. οὐ γὰρ οὕτως ἡ τῶν ζώντων παρουσία εὐφραίνει ὡς ἡ τοῦ ἑνὸς ἀπώλεια λυπεῖ. οὗτος οὖν τρεῖς ἔχων οὐ παύεται τὸν ἀπολωλότα
5ὀδυρόμενος. E.H.M.Q.S.

2

.

24

τοῖς ὅγε] τινὲς, τοὺς ὅγε. H. τοῦ ὅγε] ὑπὲρ τούτου. M.

2

.

26

οὔτε ποθ’] Ἀρίσταρχος “οὔτε πω.” τοῦτο δὲ εἰς τὴν ἀναρχίαν, ὅθεν καὶ ἐθρασύνθη τὰ μειράκια, μηδενὸς ἐπιπλήσσοντος ἐκείνοις. H.M.S.

2

.

28

νῦν δὲ τίς] τὸ τίς πυσματικὸν ἐνθάδε τυγχάνον φυλάσσει τὸν
ἴδιον τόνον. H.M.Q.S.77 in vol. 1

2

.

29

ἠὲ νέων ἀνδρῶν ἢ] οὗτοι μὲν ἐγκλίνονται διαζευκτικοὶ ὄντες, οἱ δὲ ἑξῆς περισπῶνται· ἐρωτηματικοὶ γάρ. H.S.

2

.

30

ἔκλυεν] τινὲς, πολεμίων στρατοῦ· ἄμεινον δὲ, τοῦ ἐπὶ Ἴλιον στρατεύσαντος. οὗτος γὰρ ἅμα μὲν ὡς περὶ δημοσίων πραγμάτων ἐρωτᾷ, ἅμα δὲ καὶ τὰ αὐτῷ διαφέροντα πολυπραγμονεῖ. H.Q.S.

2

.

31

ἡμῖν] ἀπολύτως ἡ ἀντωνυμία, διὸ τὴν προτέραν ὀξυντέον. H.S. ὅτε] γρ. καὶ, ὅτι. ὅτε] ὅστις. ἐπίρρημα ἀντὶ τοῦ ἡνίκα. Ἄλ‐ λως. τὸ ὅτε ἀντὶ τοῦ ἡνίκα· κρεῖττον τὸ ὅστις. H.

2

.

32

ἠέ ἀντὶ τοῦ η. H.S.

2

.

33

ἐσθλός μοι δοκεῖ εἶναι] ἕως τοῦ εἶναι ἡ στιγμή. τὸ δὲ ὀνή‐ μενος ἠθικῶς ἀναπεφώνηται, ἄξιος ὀνήσεως. H.Q.S. εἰς τὸ ὀνήμε‐ νος λείπει τὸ εἴη, ἀντὶ τοῦ, εἴη ὀνηθησόμενος. ἡ δὲ στιγμὴ εἰς τὸ εἶναι. τὸ δὲ ὀνήμενος ἠθικῶς ἀναπεφώνηται. B. ἀντὶ τοῦ ὠφελῶν
5αὐτὸς ἑαυτὸν εἴη καὶ ὄνησιν αὑτοῦ λάβοι. E. οἱ] ἀπολύτως ἡ οἱ. H.

2

.

34

μενοινᾷ] κατὰ διάνοιαν ἐνθυμεῖται, μεριμνᾷ, λογίζεται. H.

2

.

35

φήμῃ] τῇ κληδόνι, τῇ μαντείᾳ. λέγει δὲ τὸν λόγον τοῦ Αἰ‐ γυπτίου, ὃν ὡς μαντείαν ἐκδεξάμενος ὁ Τηλέμαχος ἐχάρη οἰωνιζόμενος ἐκ τούτου ὅτι τὰ κατὰ σκοπὸν αὐτῷ πάντα εἰς τέλος ἀχθήσε‐ ται. E.

2

.

37

μέσῃ ἀγορῇ] μέσον τῶν συνειλεγμένων. S. στῆ δὲ μέσῃ ἀγορῇ] ὅτι δι’ ἑκατέρας τῆς ποιήσεως Ὁμηρικὸν ὂν τὸ ἔθος τετήρηται. H.S.

2

.

39

ἔπειτα γέροντα καθαπτόμενος προσέειπε] ἤτοι τὸν λόγον πρὸς αὐτὸν ποιούμενος ἢ καταπραΰνων καὶ προσαγόμενος. H.S. τὴν ἀπό‐ τασιν τῶν λόγων ποιούμενος. S. καθαπτόμενος] πρὸς ἐκεῖνον τὸν λόγον ἀποτεινόμενος. τὸ γὰρ
5καθάπτομαι ἐπὶ δύο λαμβάνεται, ἐπὶ καλοῦ τε καὶ κακοῦ, ἐπὶ καλοῦ μὲν ἀντὶ τοῦ πρὸς σὲ ποιοῦμαι τὸν λόγον· ἐπὶ κακοῦ δὲ ἀντὶ τοῦ ὑβριστικῶς διατίθεμαι, ὅπερ καὶ γενικῇ συντάσσεται. B.

2

.

40

ὦ γέρον] ἀπὸ τοῦ καιροῦ πεποίηται τὴν .... ὡς Ὀδυσσεὺς
ἐν τῇ τ καὶ Διομήδης ἐν τῇ ξ. H.M.S. τάχα εἴσεαι] γρ. τάχα μαθήσῃ. H.78 in vol. 1

2

.

41

ἤγειρα] Ζηνόδοτος γρ. ἤγειρε. ἐλέγχεται δὲ διὰ τοῦ “μά‐ λιστα δ’ ἐμέ·” ἐχρῆν γὰρ εἶναι αὐτόν. H.M.

2

.

42

ἔκλυον] γελοίως γράφει Ζηνόδοτος, ἤϊον, ἀπὸ τοῦ ἀΐειν, ὅ ἐστιν ἀκούειν. H.M. τηρητέον ὅτι πρὸς τὸ πρῶτον τῇ τάξει πρῶ‐ τον ἀπήντησεν, ὅπερ σπανίως ποιεῖ. M.

2

.

45

ὅ μοι κακὸν ἔμπεσεν οἴκῳ] μετὰ τοῦτο ὑποστικτέον. S.V. ὅ μοι κακὸν ἔμπεσεν] Ἀριστοφάνης, ὅ μοι κακὰ ἔμπεσε. τὸ δὲ, ὅ μοι, ἀντὶ τοῦ, ὅτι μοι. B.H.M. κῆδος λέγει οὕτως, ὅ μοι κακὸν ἔμπεσε κῆδος. M. ἐπειδὴ εἶπε κακὸν ἑνικῶς, ὡς λαμβανόμενος
5ἑαυτοῦ ἐπάγει, οὐχ ἓν κακὸν, ἀλλὰ δύο. M.

2

.

46

δοιά] ὁ μὲν Ἀριστοφάνης κακά πληθυντικῶς γράφει· ὁ δὲ Ἀρίσταρχος τὸ δοιά ἀντὶ τοῦ διχῶς ἀκούει. E. Ἀρίσταρχος τὸ δοιά ἀντὶ τοῦ διχῶς. συναπτέον αὐτὸ τοῖς ἄνω καὶ στικτέον. H.

2

.

47

πατὴρ δ’ ὣς ἤπιος ἦεν] οἱ ἀρχαῖοι τὴν βασιλείαν ἐμέριζον εἰς τρία ἐπίθετα. τὸν μὲν πρᾶον βασιλέα ὠνόμαζον πατέρα, τὸν ἀπη‐ νῆ καὶ θυμώδη, δεσπότην τὸν φειδωλὸν καὶ φιλόχρυσον κάπη‐ λον. B.

2

.

48

νῦν δ’ αὖ] οὐχ ὡς προκρίνων τοῦ πατρὸς τὴν οὐσίαν, ἀλλὰ τὴν κατηγορίαν αὔξων τῶν νέων. ἄλλως τε τοῦτο μὲν ἀμφίβολον, ἐκεῖνο
δὲ πρόδηλον. M.Q.79 in vol. 1

2

.

50

ἐπέχραον] Ἀριστοφάνης, ἐπέχρων. H. ἐπῆλθον μετὰ βλά‐ βης καὶ ἐπηρείας ἐπηρεάζοντες. S. ὡς πολλάκις Τελχῖνες. M.

2

.

51

τῶν ἀνδρῶν φίλοι υἷος] τουτέστι τῶν ἐνθάδε ἀρίστων υἱοί. B.H. καὶ μὴν δώδεκα μόνοι ἦσαν ἀπὸ τῆς Ἰθάκης· ἀλλ’ ἐκείνων ἔδει μάλιστα κατηγορεῖν, οὓς ἔστι συλλαμβάνεσθαι τῷ πολίτῃ βια‐ ζομένῳ ἄλλως τε καὶ τῶν ἄλλων μείζονες ἦσαν, ὡς αὐτός φησιν
5
ἐκ δ’ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι· ἴδιον οὖν τὸ ἀδίκημα ἐποίησεν, ὡς καὶ τῶν ἄλλων τούτοις ἀκολουθη‐ σάντων ὡς ἂν ἡγεμόσι καὶ ἀριστέων παισίν. ἐν πᾶσι γὰρ τὸ ἡγεμο‐ νικὸν ὀλιγώτερον τῶν ἀρχομένων, καὶ τῷ ἡγεμονοῦντι, κἂν ὀλίγον ᾖ, πείθεται τὸ ἡγεμονούμενον πλῆθος. H.M. Καὶ ἄλλως. Ἀριστοφάνης
10προστίθησιν
ἄλλοι θ’ οἳ νήσοισιν ἐπικρατέουσιν ἄριστοι
Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
οὐκ ὀρθῶς· περὶ γὰρ τῶν ἐν Ἰθάκῃ φροντίζει μόνων, οὓς ἀπελάσας, οὐκ ἂν ἐφρόντισε τῶν λοιπῶν. H.M.
15ἑκατὸν δέκα καὶ ὀκτὼ σχεδὸν τῶν ἁπάντων ὄντων μνηστήρων, ἀπὸ τούτων δὲ ἐκ τῆς Ἰθάκης “δυοκαίδεκα πάντες ἄριστοι” (π, 251.) ῥηθέντων, ζητεῖ Ἡρακλείδης πῶς ὁ Τηλέμαχος κατασμικρύνει ἐν τῇ δημηγορίᾳ συστέλλων τὸ πλῆθος εἰς μόνους τοὺς Ἰθακησίους. τί γὰρ ἔφη “μητέρι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ, τῶν ἀνδρῶν φί‐
20λοι υἷες, οἳ ἐνθάδε γ’ εἰσὶν ἄριστοι;” τὸ γὰρ πολὺ φορτίον τῆς μνη‐ στείας περιῄρηκε συστείλας τὸ πλῆθος εἰς τοὺς ἐνθάδε, τοὺς ὄντας ἐλάχιστον μέρος τοῦ παντὸς πλήθους. φαίη δ’ ἄν τις ἐν Ἰθάκῃ δη‐
μηγοροῦντα τὸν Τηλέμαχον τῶν ἐξ Ἰθάκης εἰκότως κατηγορεῖν. ῥη‐ θέντων δὲ καὶ ὑπὲρ τῶν ἄλλων ἀπολογία μᾶλλον ἦν τοῖς πατράσι τῶν80 in vol. 1
25Ἰθακησίων, ὅτι οὐχ οἱ ἡμέτεροι μόνον, ἀλλὰ καὶ ἄλλοι, καὶ δεῖ πρό‐ τερον ἐκείνους κωλύειν πλείους ὄντας· τοῖς γὰρ πολλοῖς ἀκολουθήσειν καὶ τοὺς ἐλάττους. εἰ γὰρ ἁπλῶς ἔφη “μητέρι μοι μνηστῆρες ἐπέ‐ χραον οὐκ ἐθελούσῃ,” κοινῶς ἂν κατηγόρησεν ἀλλοδαπῶν καὶ ξένων ἐν ἀλλοτρίοις ἀκροαταῖς. ἡ δὲ ἐπαγωγὴ ἡ “τῶν ἀνδρῶν φίλοι υἷες οἳ ἐν‐
30θάδε γ’ εἰσὶν ἄριστοι” ἴδιον τὸ ἀδίκημα ἐποίησεν, ὡς καὶ τῶν ἄλλων τούτοις ἀκολουθησάντων, ὅτι τῶν ἀρίστων ἐν Ἰθάκῃ ἦσαν παῖδες οἱ Ἰθακήσιοι μνηστῆρες. ὡς ἂν οὖν ἡγεμόσιν οἱ ἄλλοι εἵποντο. ἐν πᾶσι γὰρ τὸ ἡγεμονοῦν ὀλιγώτερον τῶν ἀρχομένων, καὶ τῷ ἡγεμονοῦντι, κἂν τὸ ὀλίγιστον ᾖ, πείθεται τὸ ἄλλο πλῆθος εἴς τε τὰς ἐπιθέσεις καὶ τὰς
35ἀποχὰς τῶν πραττομένων. H.M.Q.R.

2

.

52

οἳ πατρὸς μὲν] διαβάλλει τὴν μνηστείαν ὡς πρόφασιν οὖσαν τῆς ἁρπαγῆς τῶν χρημάτων. ἐξὸν γὰρ κατὰ νόμους μνηστεύεσθαι παρανόμως ἡμῖν ἐνοχλοῦσιν. H.Q. δῆλον ἐκ τούτων ὅτι ὁ Ἰκάριος Ἰθακήσιος ἦν. ἔφη γοῦν “εἰς οἶκον.” εἰ δὲ ἦν ξένος, ἔφη ἂν ποτὶ
5ἄστυ ἢ πρὸς τὴν γαῖαν. εἰ δὲ ἦν Σπαρτιάτης, πῶς εἰς Σπάρτην ἐλ‐ θὼν Τηλέμαχος οὐ συνέτυχεν αὐτῷ; πῶς τε ὁ φιλοδέσποτος Εὔμαιος κατηρᾶτο τῇ δεσποίνῃ λέγων “ὡς ὤφελλ’ Ἑλένης ἀπὸ φῦλον ὀλέ‐ σθαι πρόχνυ” (ξ, 68.); Ἰκάριος γὰρ καὶ Τυνδάρεως ἀδελφοὶ, καὶ περιείχετο τῇ κατάρᾳ ἡ Πηνελόπη, ὡς θυγάτηρ ἐκείνου τοῦ Ἰκαρίου.
10πῶς τε Ἀθηνᾶ ἐν Σπάρτῃ ὄντι τῷ Τηλεμάχῳ φησὶν “ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται Εὐρυμάχῳ γήμασθαι” (ο, 16.); ὡς γὰρ ἐν Ἰθάκῃ οἰκούντων ποιεῖται τὸν λόγον. H.M.Q.

2

.

53

ὥς κ’ αὐτὸς] γρ. ὅς. P. ὅς] γρ. ὥς. H. ἑεδνώσαιτο] ἕδνα ἐπιδώσει, ἀποπροικίσει, χρήματα δώσει· καὶ
κυρίως μὲν ἕδνα ἐστὶ τὰ διδόμενα ὑπὸ τοῦ γαμοῦντος τῇ γαμουμένῃ· νῦν δὲ καταχρηστικῶς κεῖται ἡ λέξις ἀντὶ τοῦ χρήματα ἐπιδοίη‐81 in vol. 1
5H.P.Q.S.V.

2

.

55

οἱ δ’ εἰς ἡμετέρου] ἀπὸ κοινοῦ τὸ πατρός· ἢ ἀντὶ τοῦ εἰς ἡμέτερον Ἀττικῶς, ὡς “ἀλλ’ ἄγ’, ὀΐστευσον Μενελάου” (Il. δ, 100.) ἀντὶ τοῦ Μενέλαον. M. λείπει τοῦ πατρὸς οἶκον. Gl. M.

2

.

56

βοῦς ἱερεύοντες καὶ ὄϊς] πάντα πληθυντικῶς λέγει, αὔξων τὴν κατηγορίαν, καίτοι μίαν βοῦν ἔθυον. “ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην” (Od. ρ, 181.) M.S.

2

.

57

εἰλαπινάζουσι] κατὰ συστροφὰς πίνουσιν, ἐν ἀθροίσματι εὐωχοῦνται, ἑορτάζουσι. S.

2

.

58

τὰ δὲ] τὰ ἐπὶ συντριβῇ ἡμετέρᾳ θελήματα τούτων. B. τὰ δὲ πολλὰ κατάνεται] ταῦτα δὲ πολλὰ ὄντα καταναλίσκε‐ ται. S. κατάνεται] τελειοῦται. ἀπὸ τοῦ ἀνύω, ἄνω, ῥῆμα. B.

2

.

59

οἷος Ὀδυσσεὺς] οὐκ ἐσμὲν τοιοῦτοι οἷος ἦν ὁ Ὀδυσσεύς. ἐὰν ἐπιχειρήσωμεν, ὀλοθρευθείημεν ἄν. Q. ἔσκεν] ὑπῆρχεν. S. ἀρὴν ἀπὸ οἴκου ἀμῦναι] βλάβην ἀποσοβῆσαι. S.

2

.

60

ἡμεῖς δ’ οὔ νύ τι] ἐλεγχθείημεν ἂν ἀσθενεῖς ὄντες καὶ ἄποροι δυνάμεως καὶ ἐπιχειρήσαντες ἀνελεῖν αὐτοὺς τάχα ἀναιρεθησό‐ μεθα. Q. ἡμεῖς δ’ οὔ νύ τι] οὐχ οἷοί τε ἐσμέν. S.
5ἀμυνέμεν] ὥστε βοηθεῖν. S. ἦ καὶ ἔπειτα] οἱ μὲν γράφουσι περισπωμένως, οἱ δὲ ὀξυτόνως· καλῶς δὲ ἔχουσι καὶ τὰ δύο. H. ὄντως γὰρ καὶ μετὰ τὸ ἐπιχει‐ ρῆσαι. S.

2

.

61

λευγαλέοι] ἀσθενεῖς, ἀδύνατοι, πικροὶ ἑαυτοῖς ὑπάρξομεν. S. καὶ οὐ δεδαηκότες ἀλκὴν] καὶ εἰδότες, μεμαθηκότες, ἐπιστάμεθα τὸν τρόπον τῆς βοηθείας, τῆς δυνάμεως. S.82 in vol. 1

2

.

63

οὐ γὰρ ἔτ’ ἀνσχετὰ] εὔθετα, καὶ πλεονάζει ἡ ἀνά στέρησις, ἵν’ ᾖ σχετά. S. αἰτιᾶται ὁ Ἡρακλείδης καὶ τὸ τῆς Τηλεμάχου δημηγορίας ἀνοικονόμητον. δέον γὰρ, φησὶν, ἀξιοῦν καὶ ἱκετεύειν συνάρασθαι αὐτῷ πρὸς τὴν τῶν μνηστήρων τοῦ οἴκου ἀπαλλαγὴν, ὁ
5δὲ ἐπιπλήσσει λέγων “οὐ γὰρ ἔτ’ ἀνσχετὰ ἔργα τετεύχαται, οὐδ’ ἔτι καλῶς οἶκος ἐμὸς διόλωλε.” καὶ τὸ ὅτι, εἰ μὴ πάρεστιν ὁ πατὴρ, ταῦτα πάσχειν ἐπανατεινόμενος, “οὐ γὰρ ἔπ’ ἀνὴρ οἷος Ὀδυσσεὺς ἔσκεν ἀρὴν ἀπὸ οἴκου ἀμῦναι· ἡμεῖς δ’ οὔ νύ τι τοῖοι ἀμυνέμεν” (58 —60.). καὶ ἔτι πικροτέρου πρὸς τοὺς Ἰθακησίους ὄντος τοῦ λόγου, καὶ
10τὴν ἀπειλὴν “ἄλλους τ’ αἰδέσθητε” φησὶ “περικτίονας ἀνθρώπους, θεῶν δ’ ὑποδείσατε μῆνιν.” ἀγνοεῖ δὲ ὁ κατήγορος τὴν δύναμιν τῆς δημηγορίας. συμπλέκεται γὰρ βασιλικὸν φρόνημα δεήσει καὶ ἱκεσίᾳ. καὶ ἔστιν οὐχ ἁπλῶς ὁ λόγος ἀτυχοῦντος, ἵνα δέησις ᾖ μόνη, ἀλλὰ βασιλέως ἀτυχοῦντός τε ἅμα καὶ ἀδικουμένου ὑφ’ ὧν ἥκιστα ἐχρῆν·
15ὁ δὲ λόγος πρὸς τοὺς ἀδικοῦντας. διὸ ἡ μὲν παρρησία τῆς ἐπιπλήξεως βασιλικὴ, ἡ δὲ δέησις (παραμέμικται γὰρ καὶ δέησις) οἰκεία τῷ δυστυχοῦντι, “λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος.” H.Q.R.

2

.

64

νεμεσσήθητε] μεμπτὸν ἡγήσασθε. S.

2

.

65

ἄλλους τ’ αἰδέσθητε] ἐλέγχει τὸ πλῆθος, ὅτι ἐχρῆν καὶ αὐτὸ τῶν παρ’ αὐτοῦ λόγων πάσχοντος διακωλῦσαι τὰ τολμώμενα. πάντη δὲ προβάλλεται τὸν ἔλεον καὶ τὴν πρὸς τοὺς ἔξω αἰδῶ. Q. ἄμφω
γὰρ ταῦτα συνίστησι τὸν βίον, ὡς Ἡσίοδος83 in vol. 1
5
καὶ τότε δὴ πρὸς Ὄλυμπον ἀπὸ χθόνος ἴτην
Αἰδὼς καὶ Νέμεσις, τὰ δὲ λείψεται ἄλγεα λυγρὰ
θνητοῖς ἀνθρώποις. H.
περικτίονας] γείτονας· ἀπὸ τοῦ πέριξ, τὸ πλησίον, ἤτοι τοὺς περὶ ἐκείνους ὄντας, πλησιαστὰς, πέριξ κατοικοῦντας. B.E.

2

.

67

ἀγασσάμενοι] ἀπὸ τοῦ ἀγῶ γίνεται ἄγαμαι, ὃ σημαίνει δύο, τὸ θαυμάζω καὶ τὸ μέμφομαι. ὡσαύτως καὶ τὸ θαυμάζω δύο ση‐ μαίνει, τὸ κατηγορῶ καὶ τὸ ἐπαινῶ. B. τινὲς τὸ ἀγασσάμενοι ἀντὶ τοῦ μεμψάμενοι ἐκλαμβάνουσιν. οὐκ
5ἔστι δὲ, ἀλλὰ σημαίνει τὸ ἐκπλαγέντες, ὡς ἐπὶ τινὶ μεγάλῳ παρανο‐ μήματι δηλονότι. E. ἀγασσάμενοι κακὰ ἔργα] θαυμάσαντες τὰ κακὰ ἔργα, τῶν ἀδικούν‐ των τὴν τόλμαν. ἢ νεμεσήσαντες ἐπὶ τοῖς κακῶς πραττομένοις, μὴ μεταβάλωσι τὰ πράγματα. S.

2

.

68

λίσσομαι ἡμὲν Ζηνὸς] ἱκετεύω ὑμᾶς καὶ διὰ τοῦ Διὸς οὐρα‐ νόν. S. λίσσομαι] καὶ τοῦτο ἐκ τοῦ καιροῦ. τὴν γὰρ προεστηκυῖαν τῶν ἐκ‐ κλησιῶν θεὰν ἐπικαλεῖται. τινὲς δὲ ᾠήθησαν Θέμιδος ἄγαλμα εἰσφέ‐
5ρεσθαι εἰς τὰς ἐκκλησίας. παρατηρητέον δὲ ὅτι καὶ ἐν Ἰλιάδι (υ, 4.) παρὰ Διὸς ἔχει γέρας τοῦτο Θέμις H.M.Q. Θέμιστος] Αἰολικῶς, τῆς Θέμιδος. V.

2

.

69

λύει ἠδὲ καθίζει] διαλύει καὶ συνίστασθαι ποιεῖ. S.

2

.

70

σχέσθε, φίλοι] βαρύτης γὰρ ὀνειδίζειν μὲν ἃ πάσχει, ἱκε‐ τεύειν δὲ συγχωρεῖσθαι αὐτῷ τὸν πατέρα, ὃν πάντας μὲν ἔδει ποθοῦν‐ τας δακρύειν, αὐτὸς δὲ ἐν ἱκετηρίᾳ τίθεται τὸ κἂν μόνῳ αὐτῷ συγ‐ χωρηθῆναι τὸ πένθος. καὶ εὐθὺς ἀπολογισμὸς περίδοξος ἐφ’ οἷς
5δρῶσι παράδοξα,
εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς
δυσμενέων κάκ’ ἔρξεν ἐϋκνήμιδας Ἀχαιούς
καὶ ἐχθρὸν τιμωρούμενοι ἐμὲ δι’ ἐκεῖνον ἀμύνεσθε. συμπλέκει δὲ τοὺς Ἰθακησίους τῇ ἀδικίᾳ τῶν μνηστήρων, καίπερ κατ’ ἀρχὰς χω‐
84 in vol. 1
10ρίσας τοὺς μνηστῆρας ἀπ’ αὐτῶν, κατ’ ἰδίαν τούτων κατηγορῶν, “μητέρι μοι μνηστῆρες ἐπέχραον, τῶν ἀνδρῶν φίλοι μοι υἷες, οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι, οἱ δ’ εἰς ἡμετέρου πωλεύμε‐ νοι” (50.). ἐκθεὶς γὰρ ταῦτα περὶ ἐκείνων, μετὰ τὴν διήγησιν καὶ ἐπίδειξιν τοῦ ὅτι παῖδές εἰσι τῶν ἐν Ἰθάκῃ ἀρίστων, ἀκόλουθον τὸ
15τῆς κοινοποιΐας ἐπήγαγε “νεμεσσήθητε καὶ αὐτοὶ, ἄλλους τ’ αἰ‐ δέσθητε, θεῶν δ’ ὑποδείσατε μῆνιν, σχέσθε, φίλοι.” τίς οὖν ἡ τούτων ἀδικία; οὐ μόνον ὅτι οὐκ ἀμύνονται τούτους ὀτρύνοντες· πῶς οὖν ὀτρύνουσιν; ὅτι εἰ παῖδας ὄντας αὐτῶν οὐκ ἐπέχουσιν· οὓς γὰρ αὐ‐ τός τις κωλύειν δυνάμενος, διὰ τὸ εἶναι κύριος, ἐᾷ πλημμελεῖν, αὐτὸς
20ἂν εἴη ὁ δοὺς τὴν ἐξουσίαν τῆς ἀδικίας. καὶ πάλιν χωρίσας ἀπ’ αὐ‐ τῶν τοὺς μνηστῆρας “ἐμοὶ δέ κε κέρδιον εἴη,” φησὶν, “ὑμᾶς ἐσθέ‐ μεναι·” παρ’ ὑμῶν μὲν γὰρ ἔστιν ἀπολαβεῖν, παρὰ δὲ τούτων οὐκέτι. εἶτα πάλιν κοινῇ
νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ·
25τῷ μεταξὺ διαιρεῖν τε καὶ κοινοποιεῖν τὸ ἀδίκημα καὶ παρρησίᾳ κέχρηται βασιλικῇ καὶ δεήσει πάλιν ταπεινὰ πράττοντος, καὶ ποτὲ μὲν τὸ δίκαιον ὑπομιμνήσκει καὶ νέμεσιν, ποτὲ δ’ αὖ καὶ αἰσχύνην τῶν ἄλλων ἀνθρώπων, καὶ τὴν παρὰ θεῶν μῆνιν, καὶ τοὺς πατέρας ὑπομιμνήσκει. διὰ πάντων γοῦν τούτων μικτήν τε ὁμοῦ καὶ ποικι‐
30λίας πλήρη ποιήσας τὴν δημηγορίαν δεινοῦ ῥήτορος δυνάμει κεχρη‐ μένος φαίνεται. H. πῶς τοὺς μνηστῆρας φίλους καλεῖ; ἢ ὁ λόγος πρὸς τοὺς Ἰθακησίους, οἷον ἀντίσχεσθέ μου. διὸ καὶ Ἀριστοφάνης γράφει “μή μ’ οἶον ἐάσατε,” ὅ ἐστι καὶ ὑμεῖς συμπενθήσατε. Ἀρί‐ σταρχος δὲ τὴν μὲν γραφὴν οὐκ ἀμείβει, τὸ δὲ οἶον ἀκούει πρὸς τὸ
35πένθος τοῦ πατρός· ἐπιτρέψατέ μοι μόνον ἐν τῷ πένθει εἶναι, καὶ μὴ ἄλλα ἐπισωρεύετε κακά. ἢ καὶ ἐφ’ ἑαυτοῦ φησιν, ἐμὲ μόνον ἐάσατε σχολάζειν τῷ πένθει καὶ μὴ ἐπιφύεσθε. πάνδεινον γὰρ τὸ μηδὲ πεν‐ θεῖν ἐξουσίαν ἔχειν. H.M.Q.R.T. ἐπιφθόνως λίαν ἐν μέρει χάριτος
αἰτεῖται τὴν ἐξουσίαν τοῦ πένθους, ὃν ἔδει πάντας δακρύειν αἰτῶν κἂν85 in vol. 1
40μόνος πενθεῖν ἀδεῶς. M.T. ἀνάσχετε ἀπὸ τῆς ἀδικίας ταύτης. S. βοηθήσατε. τὸ γὰρ φίλοι ἀνάρμοστον κατὰ τῶν μνηστήρων, ἵν’ ᾖ ἀπόσχεσθε. S.T.V. πρὸς τοὺς Ἰθακησίους ὅλους· ἐὰν ὁ πατήρ μου δυσμενέων καὶ ἐχθραινόμενος ὑμῖν ἦν, ἐάσατέ με πάσχειν. τὸ δὲ μή παρέλκον. B.

2

.

72

δυσμενέων κάκ’ ἔρεζεν] ἐκακοποίει. Gl. M. τὸ ἔρεζεν διὰ τοῦ ζ καὶ τὸ δυσμενέων μετοχή. πεφεισμένως δὲ τῷ λόγῳ χρῆται οὐκ ἄντικρυς εὐεργέτην καλῶν τὸν πατέρα. M.Q.

2

.

73

τῶν μ’ ἀποτινύμενοι] ὑπὲρ ὧν καὶ ἕνεκα τούτων με τιμωρού‐ μενοι πράττονται, δυσχεραίνοντες, ἐχθρωδῶς διακείμενοι. S.

2

.

74

τούτους ὀτρύνοντες] οὐχ ὅτι ὤτρυνον αὐτοὺς εἰς τὸ φανερὸν ἐκεῖνοι, τοῦτο ἐγκαλεῖ Τηλέμαχος, ἀλλ’ ὅτι παῖδας ὄντας αὐτῶν τοὺς μνηστῆρας οὐκ ἐπεῖχον. οὓς γάρ τις κωλύειν δυνάμενος, διὰ τὸ εἶναι κύριος αὐτῶν, ἐᾷ πλημμελεῖν, οὗτος ἂν εἴη ἄντικρυς ὁ τὴν τῆς ἀδι‐
5κίας ἐξουσίαν αὐτοῖς δεδωκώς. E.

2

.

75

ὑμέας] ἀντικειμένου λύσις. τῷ γὰρ “τούτους ὀτρύνοντες” ῥᾴδιον ἀπαντῆσαι ὅτι οὐκ ὀτρύνομεν οὐδὲ κοινωνοῦμεν τῆς εὐωχίας. πολλῷ οὖν, φησὶν, αἱρετώτερον ὑμᾶς ἐσθίειν ἤπερ τοῖς μνηστῆρσιν ἐπι‐ τρέπειν. Q. οἱ γὰρ μὴ ἐνιστάμενοι τῇ βίᾳ τῶν μειρακίων σχεδὸν
5ἐπιτρέπουσι καὶ ἐπὶ τὰ ἁμαρτήματα προκαλοῦνται. P.Q. πρόβασιν] τὴν κτῆσιν τῶν τετραπόδων, ἀφ’ ἧς προβαίνει ἡ οὐσία. τὰ κτήματα καὶ τὴν πρόσοδον. E. περιουσίαν, πρόσοδον, ἀπὸ τοῦ προβαίνειν ἐκ τούτου τὴν οὐσίαν. S.

2

.

77

ποτιπτυσσοίμεθα] προστερνιζοίμεθα, παραβάλοιμεν· ἢ ἀχώ‐ ριστοι γινοίμεθα φιλοφρονούμενοι καὶ προσπλεκόμενοι. B. προσλα‐ λοίμεθα, φιλοφρόνως ἀπαιτοῖμεν, παρακαλοῖμεν, προσομιλοῖμεν. E. προτιπτυσσοίμεθα, φιλοφρόνως ἀπαιτοῖμεν, μετὰ τοῦ ρ. δηλοῖ δὲ
5τὸ στερνιζοίμεθα, ἢ ἀχώριστοι γενοίμεθα. καὶ ἔδει μὲν ἡμᾶς ὑποστί‐ ζειν εἰς αὐτὸ, τὸ δὲ μύθῳ τοῖς ἑξῆς ἀποδιδόναι. ἀλλ’ οὐδέποτε ὁ εἰ‐
κοστὸς χρόνος τοῦ ἡρωϊκοῦ στιγμὴν ἐπιδέχεται. H.M.Q.86 in vol. 1

2

.

79

ἀπρήκτους] πρὸς ἃς οὐδὲν ἔστι πράξασθαι. B.E.M.Q. ἀπράκτους ὀδύνας, ἢ πρὸς ἃς οὐκ ἔστι τι πρᾶξαι. S. νῦν δὲ ἐῶντες ἑτέρους φθείρειν ταῦτα ἐμβάλλετέ μοι ὀδύνας. οὐ γὰρ δυνήσομαι καταπρᾶξαι ἐπὶ τῷ ταῦτα ἀναλαβεῖν. E.

2

.

81

ἀναπρήσας] ἀντὶ τοῦ ἀνομβρήσας καὶ δακρύων πλῆθος προέ‐ μενος. Ζηνόδοτος δὲ γράφων “δάκρυα θερμὰ χέων” ἐκλέλυκε τὴν μεγαλειότητα τοῦ στίχου. H.M.Q.R. δακρύων πλῆθος προέμενος, ἢ πληρώσας δακρύων τοὺς ὀφθαλμούς. S. δαιμονίως ἑαυτῷ ἐπιμαρ‐
5τυρεῖ ὁ ποιητὴς ὅτι πρὸς τὸ οἰκτρότατον προῆκε τὸν λόγον. M.Q.R.

2

.

82

ἀκὴν ἔσαν] ἥσυχοι ἦσαν σιωπῶντες. S. οὐδέ τις ἔτλη] οὐδεὶς δὲ ἐτόλμα. S.

2

.

85

Τηλέμαχ’ ὑψαγόρη] μεγάλῃ κατηγορίᾳ προδιαβάλλει τὸν λόγον ὡς συκοφάντην καὶ δεινὸν εἰπεῖν ἀποφαίνων τὸν Τηλέμαχον. M.Q. μένος ἄσχετε] ἀκατάσχετε τῇ δυνάμει· εἰρωνικῶς ἀντὶ τοῦ ἀδύ‐
5νατε. B.E.P.Q.V.

2

.

86

μῶμον ἀνάψαι] περιποιῆσαι, περιθεῖναι ἡμῖν. S.

2

.

87

μνηστῆρες Ἀχαιῶν] γρ. καὶ ἀχέων, ἤγουν τῶν θλίψεων. ἡ ὀξεῖα παρὰ τῷ ποιητῇ ἐκτείνει. M.

2

.

88

ἀλλὰ φίλη μήτηρ] τὸ μὲν πρῶτον ἔγκλημα “μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ” ἑκὼν παρῆκεν· οὐ γὰρ ἦν τοῦτο λῦσαι· ὡς νομίμης δὲ γενομένης τῆς μνηστείας, τὴν ἐξαπατῶσαν αὐτοὺς αἰτίαν φησὶν εἶναι. λέληθε δὲ αὐτῶν ὁμολογῶν τὴν βίαν·
5ἀπὸ γὰρ τῆς ὑπερθέσεως φανερὰ ἡ τῆς γυναικὸς προαίρεσις. H. M.Q.
περὶ κέρδεα] οὐκ ἀναστρεπτέον τὴν περί· ἔστι γὰρ περίοιδεν. M.87 in vol. 1

2

.

89

τάχα δ’ εἶσι τέταρτον] ἡ διπλῆ πρὸς τὸ ἑξῆς δοκοῦν ἀσυμ‐ φώνως λέγεσθαι “ὣς τρίετες μὲν ἔληθε δόλῳ, ἀλλ’ ὅτε τέτρατον ἦλθεν ἔτος” (106.)· διὸ καί τινες μετεποίησαν “ὣς δίετες μὲν ἔληθε δόλῳ· ἀλλ’ ὅτε δὴ τρίτον ἦλθεν ἔτος·” οὐδὲν δὲ ἐναντίον ἔχει τὰ ἔπη.
5τὸ γὰρ τάχα ἀντὶ τοῦ ταχέως, τὸ δὲ εἶσιν ἀντὶ τοῦ δίεισι καὶ τὸ τέταρτον. H.M. τάχα δ’ εἶσι] προπερισπαστέον τὸ εἶσι· σημαίνει γὰρ τὸ διελεύ‐ σεται, πληρωθήσεται. τὸ δὲ τάχα ἀντὶ τοῦ ταχέως. M. κυρίως τὸ τάχα. ἔστι γὰρ τοῦ ἀπεγνωκότος περιγενέσθαι τῆς Πηνελόπης.
10M.Q.

2

.

90

ἐξ οὗ ἀτέμβει] ἀφ’ οὗ στερίσκει, λυπεῖ, ξηραίνει ἐπιθυ‐ μίαν. S.

2

.

91

πάντας μέν ῥ’ ἔλπει] ὑπὲρ τοῦ διαφυγεῖν τὸν παρόντα ἔλεγχον τῆς μητρὸς κατηγορεῖ. M.S. ἔλπει] ἐλπίζειν ποιεῖ, ἢ ἀντὶ τοῦ ἐλπίδας ὑπισχνεῖται, ὁμολο‐ γεῖ. S.

2

.

92

ἀγγελίας προϊεῖσα] ἀπαγγελίας προπέμπουσα. S.

2

.

93

ἡ δὲ δόλον] διόλου σχεδὸν ὁμολογεῖ τὴν βίαν. S. ἐνὶ φρεσὶ μερμήριξε] ἐμφαντικῶς τὸ ὅλον, ὡς καὶ τὰ πρῶτα δο‐ λίως ἀπατώσης αὐτούς. M.

2

.

94

μέγαν ἱστὸν ἐνὶ μεγάροισιν] οὐ ποιητικῶς κόσμου χάριν προσέρριπται τὸ μέγαν, ἀλλὰ πρὸς τὸ πολυχρόνιον τῆς τοῦ ἔργου
κατασκευῆς. καὶ τὸ ἄφαρ νῦν ἀντὶ τοῦ ἐξαίφνης. H.M.Q.S.88 in vol. 1

2

.

95

λεπτὸν καὶ περίμετρον] ὁ λεπτοϋφὴς καὶ ὑπέρμετρος, εἰκότως, ἵνα δυστήρητον ἔχῃ τὴν τοῦ ἔργου προκοπήν. H.M.S. Ἄλλως. πολὺν, μέγαν, περισσὸν μέτρον ἔχοντα. S.V.

2

.

96

κοῦροι] διὰ τὸ κοῦροι ὀνειδίζει αὐτοὺς, ὡς οὐ δέον ταύτην τὴν ἡλικίαν τὴν μὴ προσήκουσαν μνᾶσθαι. Ἄλλως. Διονύσιος ὁ Θρᾷξ ἰδίᾳ μὲν τὸ κοῦροι, ἰδίᾳ δὲ τὸ “ἐμοὶ μνηστῆρες” διαστέλλει. καὶ ἡμῖν δὲ οὕτω δοκεῖ, ἵν’ ᾖ, ὦ νέοι, ἐμοὶ μνηστῆρες. Δημήτριος δὲ ὁ Ἰξίων
5μετὰ τὴν ἀντωνυμίαν ἔστιξεν, ἵνα, φησὶ, τὸ ἀπρεπὲς αὐτῶν ὀνειδίζη‐ ται. M.Q.R. ἐπεὶ θάνε] τὸ μὴ διηγήσασθαι τὴν ἀπάτην, ἀλλὰ καὶ τὰς φωνὰς αὐτὰς θεῖναι ἐξ ὧν ἠπάτησεν, φαντασίαν ἔχει τῆς ἀλη‐ θείας. H.

2

.

97

μίμνετ’] τὸ ἑξῆς, μίμνετε εἰσόκε φᾶρος ἐκτελέσω Λαέρτῃ ἥρωϊ ταφήϊον. τὸ δὲ “μή μοι μεταμώλια νήματ’ ὄληται” διὰ μέ‐ σου. M. φησὶ δὲ μὴ ἐξεῖναι μνηστεύεσθαι ἱστοῦ ἑστῶτος. E. φᾶρος] ἱμάτιον. S.

2

.

98

μεταμάνια] γρ. μεταμώλια ἢ μεταμώνια. P. μεταμώνια] μή πώς μοι ἠμελημένα. S.

2

.

99

Λαέρτῃ ἥρωϊ] ἔμφυτόν πώς ἐστι ταῖς γυναιξὶ πρὸς τοὺς γο‐ νεῖς τῶν ἀνδρῶν ἀπεχθῶς ἔχειν. δείκνυσιν οὖν λεληθότως τὴν πρὸς Ὀδυσσέα φιλοστοργίαν, ὃς ταυτὸ παρῄνει μεμνῆσθαι πατρὸς καὶ μη‐ τρός. M.S.

2

.

100

μοῖρ’ ὀλοὴ καθέλῃσι] μερὶς ὀλεθρία καταλάβῃ. S. τανηλεγέος θανάτοιο] μακροχρονίου, ἐκ τοῦ λέγω τὸ κοιμῶμαι. S. τοῦ μακρὰν ἀφροντισίαν παρέχοντος. ἢ τοῦ μακροκοιμήτου, ἀπὸ τοῦ ταναὸν τὸ μακρὸν καὶ τοῦ λέγω τὸ κοιμῶμαι. B.E.

2

.

101

κτεατίσσας] προικοδοτήσας. S.

2

.

102

ἄτερ σπείρου] ὡς ἀξίου ἱματίου σπανίζοντος· οὐ γὰρ παν‐ τελῶς ἐσπάνιζε. γίνεται δὲ ἀπὸ τοῦ ἐνσπείρεσθαι καὶ ἐγκεῖσθαι τοῖς μέλεσιν, ὡς Ὅμηρος ἁπανταχοῦ φησιν. E.Q.89 in vol. 1

2

.

103

ἀγήνωρ] ὁ ἄγαν ἀνδρεῖος. S.

2

.

104

ἠματίη] δι’ ὅλης τῆς ἡμέρας. S.

2

.

105

νύκτας] γρ. νύκτωρ. H.P. ἀλλύεσκεν] ἀνέλυεν. S. δαΐδας παραθεῖτο] δᾷδας, φῶτα παρατιθέμενος. S.

2

.

106

τρίετες] ὁ μὲν χρόνος βαρέως, τὸ δὲ μετεσχηκὸς τοῦ χρόνου ὀξυτόνως. E.V. τρίετες προπαροξυτόνως. H.

2

.

107

ἀλλ’ ὅτε τέτρατον ἦλθεν ἔτος] πῶς οὖν ἄνωθεν ἔλεγεν “τάχα δ’ εἶσι τέταρτον”; ταῦτα δὲ πρὸς τὰ μικρῷ πρόσθεν εἰρημένα περὶ τῆς ἀσυμφωνίας. εἶπε γὰρ ἔμπροσθεν “ἤδη γὰρ τρίτον ἐστίν·” διὸ καί τινες μετεποίησαν “ὣς δίετες μὲν ἔληθε δόλῳ· ἀλλ’ ὅτε δὴ
5τρίτον ἦλθεν ἔτος.” οὐδὲν δὲ ἐναντίον ἔχει τὰ ἔπη. τὸ γὰρ τάχα ἐκεῖ ἀντὶ τοῦ ταχέως, τὸ δὲ εἶσιν ἀντὶ τοῦ διέρχεται καὶ τὸ τέταρτον. E.M.Q. καὶ ἐπήλυθον ὧραι] αἱ ὧραι τοῦ τετάρτου ἔτους. πῶς οὖν ἔμπροσθεν ἔλεγε “τάχα δ’ εἶσι τέταρτον”; οἷον τελειωθήσεται. H.V.

2

.

108

καὶ τότε δή ...] προοικονομία εἰς τὰ ἑξῆς, ἵνα καὶ τὴν τῶν
θεραπαινῶν ἀναίρεσιν ἑτοίμως παραδεξώμεθα. E.H.M.Q.V.90 in vol. 1

2

.

111

ὧδε] τὸ ὧδε ἀντὶ τοῦ οὕτως· τὸ δὲ ὑποκρίνονται ἀντὶ τοῦ ἀποκρίνονται. B.

2

.

114

τῷ ὅτεῳ] περὶ τῆς γνώμης Ἰκαρίου δεδήλωται καὶ ἐν ἄλλοις “ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται Εὐρυμάχῳ γήμα‐ σθαι.” (Od. ο, 16.) H.M. ὅτεῳ] ὡς Πηνέλεῳ. τὸ γὰρ τῷ μετὰ τὸ γενέσθαι ὅτῳ διῃρέθη, ὡς τὸ ὅτου ὅτεο, καὶ ἐν πλεονασμῷ τοῦ τ
5“εἰρήσεται ὅττεό σε χρή” (Od. α, 124.). E.M.Q. καὶ ἁνδάνει] καὶ ἀρέσκει. S.

2

.

115

εἰ δ’ ἔτ’ ἀνιήσει] γράφεται καὶ, εἰ δέ τ’ ἀνίησιν, ἀντὶ τοῦ ἀναπείθει ἢ λυπεῖ. E. εἰ δ’ ἔτ’ ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν, ἡμεῖς δ’ οὔτ’ ἐπὶ ἔργα πάρος γ’ ἴμεν (127.). οὕτως τὸ ἑξῆς. τὰ δὲ λοιπὰ διὰ μέσου.
5δυνατὸν δὲ καὶ Ὁμηρικῷ ἔθει αὐτὸ ἀπολύσασθαι. εἴωθε γὰρ ὁ ποιη‐ τὴς τῷ εἰ μηδὲν ἀνταποδιδόναι, οἷον “ἀλλ’ εἰ μὲν δώσουσι γέρας” (Il. α, 135.). H.M.Q.

2

.

116

τὰ φρονέους’ ἀνὰ θυμὸν] ταῦτα λογιζομένη κατὰ τὴν ψυχήν. S. ἅ οἱ] τινὲς, ὅ οἱ αὐτῇ. H.

2

.

118

κέρδεα] τὰ πανουργεύματα, οὐχ ὡς ἡμεῖς τὴν φιλοχρημα‐ τίαν. ἀπὸ κοινοῦ δὲ τὸ ἐπίστασθαι. H.M.S.

2

.

119

τάων αἳ πάρος ἦσαν] ἐπανέλαβε τὸν λόγον, ἐπεὶ μεταξυλογίᾳ ἐχρήσατο. “τάων,” ἐκείνων τῶν γυναικῶν. M.S. αἳ πάρος ἦσαν] πρὸ ἡμῶν ὑπῆρχον. S. ἐϋπλοκάμιδες Ἀχαιαὶ] εὔκομοι θυγατέρες τῶν Ἑλλήνων. S.

2

.

120

Τυρὼ] Σαλμωνέως θυγάτηρ. ἔσχε δὲ παῖδας ἐκ Ποσειδῶ‐ νος Νηλέα καὶ Πελίαν. Ἀλκμήνη Ἠλεκτρύωνος θυγάτηρ. Μυκήνη Ἰνάχου θυγάτηρ καὶ Μελίας τῆς Ὠκεανοῦ, ἧς καὶ Ἀρέστορος Ἄρ‐ γος, ὡς ἐν τῷ Κύκλῳ φέρεται. B.E.H.Q.
5ἐϋπλόκαμος] γρ. ἐϋστέφανος. H.M. εὐστέφανος] καλὴν στεφάνην ἔχουσα. στεφάνη δὲ κόσμος γυναι‐ κεῖος. E.91 in vol. 1

2

.

121

ὁμοῖα] πικρῶς καθαψάμενος τῆς Πηνελόπης διαχέαι αὐτὴν βούλεται τοῖς ἐγκωμίοις. ἅμα δὲ καὶ τὴν μνηστείαν εὔλογόν φησι περὶ ἐναρέτου γυναικὸς γινομένην. E.

2

.

122

τοῦτό γ’ ἐναίσιμον οὐκ ἐνόησε] τοῦτο δὲ οὐ πρεπόντως οὐδὲ προσηκόντως ἐβουλεύσατο. S. ᾔδη] πάντα μὲν ἠπίστατο, τοῦτο δὲ μόνον ἠγνόει, ὅτι μέλλομεν κατεσθίειν τὸν σὸν οἶκον. B.

2

.

123

τόφρα] ἐπὶ τοσοῦτον. S. μέχρι τοσούτου. Q. Ἀριστοφά‐ νης, τε τε ἤοι μνηστῆρες ἔδονται. M. Ἀριστοφάνης, βίοτός τε τεὸς ἢ οἱ μνηστῆρες ἔδονται. Q.

2

.

124

ὄφρα κε κείνη] καὶ μὴν προτρέπεται ὁ λόγος ἐπὶ πλέον σω‐ φρονεῖν τὴν Πηνελόπην. ἀλλ’ οὐχ οὗτος ὁ νοῦς, ἀλλ’ ἐρεθίζει τὸν Τηλέμαχον ἀπώσασθαι τὴν μητέρα, εἰ διὰ τὸ ἰδίᾳ συμφέρον παρορᾷ τὰ τοῦ Τηλεμάχου. E.M.
5ὅντινά οἱ νῦν] κατ’ εἰρωνείαν τοῦτο λέγει. S.

2

.

126

ποιεῖται] ἀντὶ τοῦ γίνεται. B. περιποιεῖται. S. ποθὴν] ἐπιθυμίαν. S.

2

.

127

ἡμεῖς δ’ οὔτ’ ἐπὶ ἔργα] τοῦτο πρὸς κακοῦ τοῖς μνηστῆρσιν.
ἐξὸν σωθῆναι ἄλλην τραπομένους ὅμως πάνυ ὁμοῦ εὑρεθέντες πανωλε‐ θρίαν ἔπαθον. καὶ εἴη ἂν ὁ τελευταῖος οὗτος τοῦ Ἀντινόου λόγος ὡς οἷά τις κατὰ τῶν μνηστήρων προεκθετικὴ ἀναφώνησις. V.92 in vol. 1

2

.

130

δόμων ἀέκουσαν ἀπῶσαι] καὶ οὗτος τεχνικῶς ἄγαν τὴν ἀν‐ τίρρησιν ποιεῖται. περὶ γὰρ τῆς ἀπάτης καὶ τῆς ὑποσχέσεως σιωπᾷ. παρατηρήσας δὲ ὅπη μάλιστα ἀπερυθριάσει Ἀντίνοος πρὸς τοῦτο τὴν ἀντίρρησιν ποιεῖται. ἔστι γὰρ πρόσφορον ἐν πλήθει τὸν ὑπὲρ τῆς
5φύσεως λόγον ἀντικαταστῆσαι. ὅρα δὲ καὶ τὴν ὑπαλλαγὴν τοῦ ῥή‐ ματος· ὁ μὲν γὰρ ψιλῶς εἶπεν ἀπόπεμψον, ὁ δὲ οὐκ ἄν φησιν ἀπώ‐ σασθαι. καὶ ὁ μὲν μητέρα, ὁ δὲ, ἥ μ’ ἔτεχ’, ἥ μ’ ἔθρεψε. καὶ ἐπὶ τούτοις τὸ μῦθον ἐνίψω. H.Q.V.

2

.

131

ἥ μ’ ἔτεχ’] διὰ τῶν ῥημάτων ἔδειξε τοὺς ἐν τῷ τίκτειν καὶ προσφέρειν κινδύνους. ἔστι δὲ κινητικὰ ταῦτα. ἐν γὰρ πρεσβυτέ‐ ροις καὶ γονεῦσιν ὁ λόγος. E.H.M.

2

.

132

κακὸν δέ με πόλλ’ ἀποτίνειν] καὶ στικτέον. λέγει γὰρ ὅτι κακόν ἐστι πολλοῖς ὑπέχειν τιμωρίαν ἀποπέμψαντι τὴν θυγατέρα τῷ Ἰκαρίῳ. Q. Ms. Barnes.

2

.

133

Ἰκαρίῳ] κατ’ ἔνια τῶν ὑπομνημάτων ἡ τούτων ἐξήγησις ἡμάρτηται. φασὶ γὰρ, ἔθος ἦν, εἴ τις ἑκὼν ἐξ οἴκου γυναῖκα ἀπέπεμ‐ ψε, χρήματα ἀποτίνειν τοῖς ταύτης συγγενέσι καὶ τῷ πατρί. φησὶν οὖν ὅτι κακόν ἐστι καὶ οἷον ἀλυσιτελὲς ἐὰν ἐκδιώξω τῶν οἴκων τὴν
5μητέρα· πολλὰ γὰρ ἀποτίσω τῷ Ἰκαρίῳ. ἄμεινον δὲ οὕτω διαστέλ‐ λειν, κακὸν δέ με πόλλ’ ἀποτίνειν. καὶ οὐ περὶ χρημάτων φησὶν, ἀλλὰ περὶ τῶν ἐπαγομένων. ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι, ἄλλα δὲ δαίμων δώσει. εἶτα καθ’ ὑπερβατὸν, αἴκ’ αὐτὸς ἑκὼν Ἰκαρίῳ ἀπο‐ πέμψω τὴν μητέρα. ἐπεὶ εἰ περὶ χρημάτων ἔλεγε, σμικρολόγος ἂν
10ἐφαίνετο. B.M.V. ἑκών] γρ. ἐγών. H.

2

.

134

ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι] εἰ ἐπανέλθοι ὁ Ὀδυσ‐ σεύς. οὐ γὰρ ἀπεγνώκει αὐτὸν παντελῶς. τινὲς δὲ, ἐκ γὰρ τοῦ πα‐
τρὸς, τοῦ αὐτῆς πατρός· καὶ στίζουσι τῷ Ἰκαρίῳ. B.E.H.Q. τοῦ πατρὸς] τὸ δὲ τοῦ πατρός οὐ περὶ Τυνδάρεω, ἀλλὰ περὶ93 in vol. 1
5Ὀδυσσέως· οὐ γὰρ ἀπεγνώκει αὐτὸν, ἐπειδή φησιν “ὀσσόμενος πατέρ’ ἐσθλὸν ἐνὶ φρεσίν” (α, 115.). ἄλλως τε κατὰ Καλλίμαχον “χαλεπὴ μῆνις ἐπιχθονίων.” διὸ Ἀρίσταρχος ἀθετεῖ τὸν “ἔσσεται, ὡς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω.” περισσὸς γάρ ἐστι πρὸς ταύ‐ την τὴν ἀπόδοσιν. M.V.

2

.

135

ἀρήσετ’ Ἐριννῦς] ἐπικαλέσεται. S.

2

.

137

ἔσσεται] ἀθετεῖται μὲν ὑπὸ Ἀριστάρχου, στικτέον δὲ ὅμως μετὰ τὸ ἔσσεται, ἵνα τὸ ὥς κέηται ἀντὶ τοῦ οὕτως. H.M. ἐγώ ποτε μῦθον ἐνίψω] μετὰ ἀπειλῆς ἐπιπλήξω, λοιδορήσω. εἴπω μετὰ ἐπιπλήξεως. ἐνιπὴ ἡ ἐπίπληξις. S.

2

.

139

ἔξιτε] ἐξέλθετε, ἐξέρχεσθε. S. δαῖτας] ἀπὸ τοῦ δαῖς δαιτός προπερισπωμένως, εἴτε ἀπὸ τοῦ δαίτη δαίτης παροξυτόνως. S.

2

.

140

ὑμὰ κτήματα] τὴν ὑμετέραν κτῆσιν. S. ἀμειβόμενοι] ἐξ ἀμοιβῆς εἰς ἑνὸς ἑκάστου οἶκον πορευόμενοι. E. ἐναλλάσσονται κατὰ διαδοχήν. S.

2

.

142

νήποινον] ἀνεκδίκητον. S.

2

.

143

κείρετ’] φθείρετε. S. ἐπιβώσομαι] ἐπιβοήσομαι, ἐπικαλέσομαι, ὡς τὸ ὀγδώκοντα τὰ ὀγδοήκοντα. S. ἐπικαλέσω. ἐπὶ κατάρας καὶ εὐχὰς τραπόμενος πρὸς τὰ ἑξῆς εὐκαταφρόνητος ἔσται πρὸς ἐπιβουλάς. H.Q.
5αἰὲν ἐόντας] ἐπὶ τὸ ἐόντας στικτέον. ἡ γὰρ ἑξῆς περίοδος καθ’ αὑτήν ἐστιν· αἴκε Ζεὺς δῷσι, νήποινοί κεν ἔπειτα. Q.

2

.

144

αἴ κε] ἢ ἀντὶ τοῦ εἴθε ἢ ἀντὶ τοῦ ἐάν. M. αἴκε ποτὲ Ζεὺς δῷσι] γρ. ποθί. H.
παλίντιτα] παλιντιμώρητα. S.94 in vol. 1

2

.

145

νήποινοί κεν ἔπειτα] ἀνεκδίκητοι τὸ μετέπειτα. S.

2

.

146

τῷ δ’ αἰετὼ εὐρύοπα Ζεὺς] ἡ μὲν ἐξ ὄρους ἄφιξις τὴν ἐξ ἀγρῶν ἐπάνοδον Ὀδυσσέως καὶ τοῦ παιδὸς σημαίνει· καὶ ἡ μὲν ἐν ἀρχῇ ἠρεμαία πτῆσις τὴν μετὰ ἡσυχίας κάθοδον· ὁ δὲ κατὰ τὴν ἀγορὰν αὐτῶν θόρυβος τὴν κατὰ τὴν πόλιν γενομένην ταραχήν· ὁ δὲ
5τιναγμὸς τῶν πτερῶν τὴν ἀποβολὴν καὶ ἐλάττωσιν τῶν κρειττόνων· τὸ δὲ καταδρύψαι τὰς παρειὰς τὸν τῶν μνηστήρων ἐσήμανε φόνον. διὰ δὲ τὸ ἀνατολικοὺς ὁρμῆσαι, ὅτι οἱ μὲν δύο νικήσουσιν, οἱ δὲ μνη‐ στῆρες ἐν ζόφῳ γενήσονται. E.H.Q.V. τὼ δ’ αἰετὼ] τινὲς τὸ τώ περισπῶσιν ἐπὶ τοῦ Τηλεμάχου ἀκού‐
10οντες. H.Q.S.

2

.

147

ὑψόθεν ἐκ κορυφῆς] ἐξ ὕψους, ἐκ τοῦ ἀνωτέρου μέρους. S. προέηκε] ἔπεμψε. S.

2

.

148

τὼ δ’ εἵως] καὶ οὕτω οἱ δύο ἀετοί. S. τὸ εἵως ἀντὶ τοῦ τέως· διὸ οὐδὲ ὑποστιγμὴν ἀποτελεῖ, ἀλλὰ στιγμὴν τῷ “πτερύγεσσιν.” H.M.S. τὼ δ’ εἵως μέν] οἱ ἀετοὶ σημαντικοὶ δεξιῶν ἤτοι ἀγαθῶν. δεξιὰ γὰρ
5τὰ ἀγαθὰ οἶδεν Ὅμηρος. ἀετὸς δὲ παρὰ τὸ ἐτεὸν, τὸ ἀληθές. E. μετὰ πνοιῇς ἀνέμοιο] ὡς ἡσυχῇ τὸ ἔργον τὰ πρῶτα διαχειριζόμε‐ νοι. V.

2

.

149

πλησίω ἀλλήλοισιν] ἐπεὶ οὐκ ἀποστατοῦσιν ἀλλήλων ταῖς βουλαῖς. V. τιταινομένω] ἐξέτεινον. S. πτερύγεσσιν] Ἀττικὸν ἰδίωμα. S.

2

.

150

ἀλλ’ ὅτε δὴ μέσην ἀγορὴν] ἀλλ’ ὁπόταν μέσον τοῦ ἀθροίσμα‐ τος, ἐν ᾧ πολλαὶ φῆμαί εἰσι, παρεγένοντο. S. πολύφημον] ἐν ᾗ πολλαὶ φῆμαί εἰσιν, ἐν ᾗ πολλαὶ κληδόνες εἰσὶν, ἥτις πολλὰς φήμας περὶ τοῦ Ὀδυσσέως ἔχει. ἢ τὴν πολλὴν εὐφη‐
5μίαν ἐν τοῖς λόγοις ἔχουσαν. S.

2

.

151

ἔνθ’ ἐπιδινηθέντες] ἐκεῖσε δὲ ἐνταῦθα συστραφέντες ἐν τῷ καταράσσειν τὰ συνεχῆ αὐτῶν πτερά. S.

2

.

152

ἐς δ’ ἱκέτην] ἀφίκοντο. M.S.
ὄσσοντο δ’ ὄλεθρον] προεμαντεύοντο, προεδήλουν αὐτοῖς ἀπώλειαν. S. ὄσσοντο] ἐν τῇ Ῥιανοῦ, ἔσσατο, ἀντὶ τοῦ ὄσσαν καὶ κληδόνα ἐποί‐ ουν. H.95 in vol. 1

2

.

153

δρυψαμένω δ’ ὀνύχεσσι] κατασπαράξαντες, ἀποξύσαντες δὲ τοῖς ὄνυξι καὶ τοὺς αὐχένας. S.

2

.

154

δεξιὼ ἤϊξαν] ἀνατολικοί. δεξιὰ γὰρ τὰ ἀνατολικὰ λέγει ὁ Ὅμηρος· “εἴτ’ ἐπιδέξι’ ἴωσι πρὸς ἠώ τ’ ἠέλιόν τε, εἴτ’ ἐπ’ ἀριστερὰ ποτὶ ζόφον ἠερόεντα.” (Il. μ, 239.). E.Q.S. αὐτῶν] Ἀριστοφάνης οὕτως γράφει, ἀντὶ τοῦ ὥσπερ ἦλθον καὶ
5ἀπέστησαν. H.M. καὶ πόλιν αὐτῶν] πόλιν πλάττει ἰδίαν τοῖς ἀετοῖς ὁ Ὅμηρος. εἴποι δ’ ἄν τις καὶ πόλιν αὐτῶν τὰς τῶν ὀρῶν κορυφάς. B.

2

.

156

ὥρμηναν δ’ ἀνὰ θυμὸν ἅπερ τελέεσθαι ἔμελλον] οἱ γὰρ κακοὶ τὰς πράξεις κακὰς καὶ τὰς ἐλπίδας ἔχουσι. τὰ δὲ τοιαῦτα τῶν ση‐ μείων τοῖς μὲν ἀγαθοῖς τὸ θαρρεῖν, τοῖς δὲ πονηροῖς ἀποτροπὴν ποιεῖ τῶν τετολμημένων. E.H.Q.S.V. τὸ δὲ ὥρμηναν σημαίνει τὸ διενό‐
5ησαν, διελογίζοντο. τὸ δὲ ἅπερ ἀντὶ τοῦ καθάπερ. H. ἔμελλον διὰ τοῦ ο· τοῦτο γὰρ Ὁμήρῳ σύνηθες. H.M.S.

2

.

157

Ἀλιθέρσης] τὸ Ἀλιθέρσης ψιλωτέον, εἰ καὶ παρὰ τὸ ἅλς ἐγένετο, εἰς ἰδιότητα τοῦ ὀνόματος. E.M. ὁ διάπυρος ἐν τῇ ἁλί. μαρτυρεῖ δὲ αὐτῷ καὶ χρόνον καὶ φύσιν εἰς ἔπαινον. B.E.M.

2

.

158

Μαστορίδης] ὁ τοῦ Μάστορος υἱός. S. ὁμηλικίην ἐκέκαστο] ἐκ τῶν ὁμηλίκων ἐκεκόσμητο. S.

2

.

159

ὄρνιθας γνῶναι] διὰ τῶν ὀρνίθων ἐπιγνῶναι. S. ἐναίσιμα] μαντευτικὰ, τὰ ὑπὸ τῆς αἴσης πεπρωμένα, τὰ καθή‐ κοντα μαντεύσασθαι. S.96 in vol. 1

2

.

160

ὅ σφιν ἐϋφρονέων] τὸ ὅ προκαταρκτικόν ἐστιν ἀντὶ τοῦ ὑπο‐ τακτικοῦ. H.M.S. ὅστις ἐν αὐτοῖς καλῶς ἐδημηγόρησε καὶ τὸ μετὰ ταῦτα εἶπε. S.

2

.

161

ὅττι κεν εἴπω] ὅπερ ἂν εἴπω καὶ λέξω. S.

2

.

162

πιφαυσκόμενος] προμηνύων, προλέγων, διαβεβαιούμενος. S.

2

.

163

τοῖσι γὰρ μέγα πῆμα κυλίνδεται] τούτοις μεγίστη βλάβη ἐπέρχεται. S.

2

.

164

δὴν ἀπάνευθε φίλων] ἐπὶ πολὺν χρόνον χωρὶς ἰδίων. S.

2

.

165

ἐγγὺς ἐὼν] ἀλλὰ μὴν ἐν Ὠγυγίᾳ ἐστὶν, ὥστε οὐκ ἐγγύς ἐστιν. λύοιτο δ’ ἂν ἐκ τῆς λέξεως· τὸ γὰρ ἐγγύς καὶ ἐπὶ χρόνου καὶ ἐπὶ τόπου τάσσεται· νῦν οὖν ἐπὶ χρόνου παρείληπται. B.E.H.Q. τὸ ἐγγὺς οὐ τοπικῶς νῦν, ἀλλὰ χρονικῶς. ἐν Ὠγυγίᾳ γὰρ ἦν. H.S.
5τοίσδεσσι φόνον καὶ κῆρα φυτεύει] τούτοις τὸν διὰ τοῦ φόνου θάνατον κατασκευάζει. S.

2

.

166

πολέσιν] πολλοῖς τοῖς πατράσι τῶν Ἑλλήνων δηλονότι, ἤτοι τῶν μνηστήρων. S.

2

.

167

Ἰθάκην εὐδείελον] τὴν εὖ πρὸς δείλην κειμένην· ἢ εὔσημον, εὐπεριόριστον· τοιαῦται γὰρ αἱ νῆσοι ὡς πρὸς σύγκρισιν τῶν ἠπείρων τῷ ὕδατι περιγραφόμεναι· ἢ τὴν λαμπρὰν, ἀπὸ τοῦ εὖ καὶ τοῦ ἕλη, ἡ θερμασία. B.E.Q. τὴν πρὸς δυτικὸν μέρος εὖ ἔχουσαν. ἀναλογεῖ
5γὰρ τὸ ἀνατολικὸν καὶ ἑῷον μέρος τοῦ κόσμου τῇ πρωΐᾳ τῆς ἡμέρας, τὸ δὲ δυτικὸν καὶ ἑσπερινὸν τῇ δείλῃ καὶ ἑσπέρᾳ. ἢ εὐδείελον τὴν εὖ ἔχουσαν τοῦ ἀέρος κατὰ τὴν δείλην μᾶλλον τῆς ἡμέρας ἢ τὴν πρωΐαν. ἢ εὐδείελον τὴν πρὸς τὸ δυτικὸν μέρος κειμένην, παρὰ τὸ ἐνδεῆ εἶναι τῆς ἕλης ἤτοι τῆς θέρμης. E. εὐπεριόριστον ἢ εὔδηλον καὶ φανερὰν,
10καθὸ νῆσός ἐστιν. πᾶσαι δὲ αἱ νῆσοι συγκρινόμεναι ἠπείροις εὐδη‐ λότερα ἔχουσι τὰ ὅρια. ἢ τὴν πρὸς δύσιν καὶ δείλην κειμένην (δείλη
γὰρ ἡ δύσις), τουτέστιν ἑσπερίαν. H.P.Q.S. MS. Barnes.97 in vol. 1

2

.

169

καὶ γάρ σφιν] καὶ γὰρ λώϊον αὐτοῖς ἐστι τὸ ἄφαρ παύσα‐ σθαι. B.Q.S. λωΐτερον] γρ. λώϊον. H.

2

.

170

ἀπείρητος] ἄπειρος καὶ ἀμαθής. S. μαντεύσομαι] αἱ χαριέστεραι μαντεύομαι, ὡς συνεχῶς, ἤγουν ἄπειρος αὐτὸς μαντεύομαι. H. προλέξω. Gl.M.

2

.

172

ὥς οἱ ἐμυθεόμην] συναπτέον ἕως τοῦ “πολύμητις Ὀδυσ‐ σεύς.” δύναται δέ τις καὶ ἐπὶ τὸ ἐμυθεόμην στίζειν, τοῖς ἄνω αὐτὸ ἀποδιδοὺς, καὶ ἀφ’ ἑτέρας ἀρχῆς ἀναγινώσκειν “ὅτε Ἴλιον ἐσανέβαι‐ νον,” ἵνα ὑποστίζωμεν μετὰ τὸ Ἀργεῖοι καὶ Ὀδυσσεὺς, ἡ δὲ ἀπόδο‐
5σις, φῆν κακὰ πολλά. E.Q.S.V.

2

.

178

εἰ δ’ ἄγε] τὸ εἴα καὶ ἄγε καὶ φέρε ἐπιρρήματα παρακε‐ λευσματικά. τὸ εἰ ἀντὶ τοῦ εἴα. B.

2

.

180

ἀμείνων] γράφεται, ἀμείνω, χωρὶς τοῦ ν, ὅπερ καὶ κάλ‐ λιον. H.

2

.

182

φοιτῶς’] τινὲς πωτῶντ’. ἀκυρότερον γὰρ ἐπὶ ὀρνίθων τὸ φοι‐ τᾶν. M.Q.S. οὐδέ τε πάντες ἐναίσιμοι] μαντικοὶ, τὸ εἱμαρμένον σημαίνοντες· τοῦτο γὰρ τὸ ἐναίσιμοι. ὁ δὲ τε σύνδεσμος περισσός. ἐν δὲ τοῖς
5εἰκαιοτέροις γράφεται οὐδέ τι. H.M.S.

2

.

183

ὤλετο τῆλ’] τὸ τῆλε σημαίνει καὶ τὴν ἐν τόπῳ σχέσιν, ὥσπερ νῦν, καὶ τὴν ἐκ τόπου “τῆλ’ ἐξ Ἀσκανίης” (Il. β, 863.), καὶ
τὴν εἰς τόπον “τῆλέ με εἴργουσι ψυχαί” (Il. ψ, 72.). Q. ὡς καὶ σὺ] τὸ ὡς ἀναφορικόν ἐστι, καὶ συναπτέον αὐτὸ τοῖς98 in vol. 1
5ἐπάνω. ἢ ἀντὶ τοῦ εἴθε, καὶ ἀπὸ ἄλλης ἀρχῆς αὐτὸ ἀναγνωστέον. Q.V.

2

.

184

θεοπροπέων] ἐκ θεῶν μαντευόμενος. κατ’ εἰρωνείαν τοῦτο. S.

2

.

185

ὧδ’ ἀνιείης] ἀπὸ τοῦ ἀνίημι, ὡς τιθείης. κυνηγετικὴ ἡ λέξις, ὅτε τις κύνα τοῦ δεσμοῦ ἀνεὶς ἀφήσει κατὰ θηρός. V. ἀνέπειθες, διήγειρες. ἡ μεταφορὰ τῆς λέξεως εἴληπται ἀπὸ τῶν κυνηγετῶν τοὺς ἱμάντας ἀφιέντων τοῖς κυσί. E.R.
5ἀνιείης] δασυντέον. ἔστι γὰρ ἀντὶ τοῦ ἀναπείθοις, ἀπὸ μεταφορᾶς τῶν κυνηγῶν τῶν ἐφιέντων τοὺς ἱμάντας τοῖς κυσί. ψιλοῖ δὲ Ἑλ‐ λάνικος παρὰ τὴν ἀνίαν ἐκδεχόμενος τὸ λυποίης. εἰ δὲ τοῦτο, ἐχρῆν γράφειν ἀνιῴης. τοιαύτη γὰρ ἡ δευτέρα συζυγία. H.M.Q.R.V.

2

.

186

ποτιδέγμενος] προσδεχόμενος. S. πόρῃσιν] παράσχῃ. S.

2

.

189

παρφάμενος] παραπείσας, παραλογισάμενος, συμβουλεύσας· ἐκ τοῦ παραινῶ καὶ τοῦ φημί, ἀπὸ τῆς παρά προθέσεως καὶ τοῦ αἶ‐ νος, ὁ λόγος. E. παραπείσας, ἀπατῶν. S.

2

.

190

ἀνιηρέστερον] λυπηρότερον. Ἀττικὸν, ὡς τὸ πτωχέστερον. S.

2

.

192

θωὴν ἐπιθήσομεν] ζημίαν, ἤγουν θάνατον ἐμβαλοῦμεν. S. σοὶ δὲ, γέρον, θωὴν ἐπιθήσομεν] ἤτοι ἐπιβαλοῦμεν θωὴν, τουτέστι ζημίαν, ἥντινα τίνων, τουτέστιν ἀποτίνων καὶ ἀποδιδοὺς, ἀσχαλεῖς ἤτοι δυσχερανεῖς. H.Q. γρ. ἐπιθήσομαι. H.

2

.

195

μητέρα ἣν ἐς πατρὸς—οἱ δὲ γάμον τεύξουσι] τὸ σχῆμα περιττὸν, ἀπότομον. V. μητέρα ἣν ἐς πατρὸς] ἡδέως τῷ σχήματι ἐχρήσατο· εἰπὼν γὰρ, “ἐς πατρός” μετέβη εἰς πληθυντικὸν “οἱ δὲ γάμον τεύξουσι,” δηλον‐
5ότι οἱ μνηστῆρες, καὶ εὐτρεπίσουσιν ἔεδνα ὅσα δεῖ ἐπὶ τῇ τοιαύτῃ παιδὶ δίδοσθαι παρὰ τῶν γαμούντων. κειμήλια δὲ τὰ παρὰ τοῦ πα‐ τρὸς τῆς νύμφης διδόμενα, ἤγουν τὰ ἐξώπροικα. E.Q.99 in vol. 1

2

.

196

οἱ δὲ γάμον] οὗτοι οἱ μνηστῆρες, οἱ ἐν τῷ δώματι τοῦ πα‐ τρός. S. ἀρτυνέουσιν] ἑτοιμάσουσιν. S. ἔεδνα] τὰ παρὰ τοῦ νυμφίου, γαμήλια δὲ τὰ παρὰ τοῦ πατρὸς τῆς
5νύμφης διδόμενα. M.S.V.

2

.

197

πολλὰ μάλ’ ὅσσα ἔοικε φίλης] πλεῖστα πάνυ ὁπόσα καὶ ἅ ἐστι προσφιλεστάτῃ παιδὶ δίδοσθαι. S.

2

.

199

μνηστύος ἀργαλέης] ἔξωθεν ληπτέον, πρὸ τοῦ γῆμαι τὴν σὴν μητέρα. B. ἐπεὶ οὔτινα δείδιμεν] προειπὼν “ἐπεὶ οὔτινα δείδιμεν ἔμπης,” οὔτε Τηλέμαχον οὔτε τὸν μάντιν οὐκέτι ἐπήγαγεν οὔτε ἄλλον τινὰ,
5καίτοι ὁ λόγος ἀπῄτει, ἀλλ’ ἣν εἶχεν ἀπέχθειαν πρὸς τὸ πλῆθος. H.M.Q.V.

2

.

206

εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν] ἕνεκα τῶν ἀρετῶν αὐτῆς ἐρί‐ ζομεν. τὰ κοσμοῦντα αὐτὴν πάντως λέγει. S. εἵνεκα τῆς ἀρετῆς] ὁ Ἀρίσταρχος λείπειν φησὶ τὸ ἄρθρον, ἵν’ ᾖ, εἵνεκα τῆς ταύτης ἀρετῆς· Ἰακὸν δὲ τὸ ἔθος εἶναι. Ἀριστοφάνης
5δὲ ὑπώπτευε τὸν στίχον, νεωτερικὸν λέγων ὄνομα τὸ τῆς ἀρετῆς. πι‐ θανὸν δὲ συναθετεῖν αὐτῷ καὶ τὸν πρὸ αὐτοῦ καὶ τὸν μετ’ αὐτόν. H.M.Q.R.

2

.

207

ἐπιεικὲς ὀπυιέμεν] πρέπει μνηστεύεσθαι, γαμεῖν. S.

2

.

209

ἀγαυοὶ] γρ. ἀγανοί. οἱ δὲ, Ἀχαιοί. H.

2

.

210

ταῦτα μὲν] λείπει ἡ εἰς πρόθεσις, ἵν’ ᾖ εἰς ταῦτα. παροξυ‐ τόνως δὲ ὑμέας ἀντωνυμία. ἔστι γὰρ ἀντιδιασταλτική. M. ταῦτα μὲν οὐχ ὑμέας] περὶ τούτων οὐκέτι ὑμᾶς λιτανεύσω οὐδὲ
δημηγορήσω. S.100 in vol. 1

2

.

212

ἀλλ’ ἄγε μοι δότε] τὴν ὑπόνοιαν ἀποτριβόμενος αἰτεῖται παρὰ τῶν μνηστήρων τὰ πρὸς τὴν πορείαν. πῶς γὰρ ἐδύνατο σκευω‐ ρεῖν κατ’ αὐτῶν πολίτας ὀπαδοὺς ἔχων; E.H.V.

2

.

213

διαπρήσσωσι κέλευθον] τὸ πρήσσω, τὸ περῶ, γίνεται ἀπὸ τοῦ περάω περῶ, ὁ μέλλων περάσω καὶ κατὰ συγκοπὴν πράσω, καὶ πρήσω τροπῇ τοῦ α εἰς η. ἐπεὶ δὲ ὁ μέλλων θεματοποιεῖται προσ‐ λαμβάνει καὶ ἕτερον ς πρὸς ἀντιδιαστολὴν τοῦ ἀφ’ οὗ γέγονε μέλ‐
5λοντος. B.

2

.

214

εἶμι γὰρ εἰς Σπάρτην] πορεύσομαι εἰς τὴν Σπάρτην. S. ἠμαθόεντα] ὡς τὸ “ὀλοόεντος ἐχίδνης,” ἀντὶ τοῦ ὀλοοέσσης. E.

2

.

215

νόστον πευσόμενος] τὴν ὑποστροφὴν ἀκουσόμενος τοῦ πατρὸς τοῦ ἐπὶ πολὺν χρόνον. S.

2

.

216

ἤν τίς μοι εἴπῃσι βροτῶν] λείπει τὸ ἰδών. S. ὄσσαν] θείαν φήμην, ἢ ἀπὸ μαντείας ἀκούσω. S.

2

.

219

ἦτ’ ἂν τρυχόμενός περ] καταπονούμενος, δαμαζόμενος καρ‐ τερήσω, ὑπομείνω. S.

2

.

222

χεύω] Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου χείω γράφει, καὶ Ἀρί‐ σταρχος, Ἡρωδιανὸς δὲ χεύω, ἵν’ ᾖ ἐνεστὼς ἀντὶ τοῦ μέλλοντος. H.M. ἐπὶ κτέρεα] τὰ κάτω τῆς ἔρας νενομισμένα εἰς νεκρούς· ἢ ἀπὸ
5τοῦ ἱκετήριόν τι εἶναι. E.

2

.

226

ἐπέτρεπεν οἶκον] ἐπίτροπον, οἰκονόμον εἰς τὸν οἶκον αὐτοῦ
ἐποίησε. B.101 in vol. 1

2

.

229

κέκλυτε, Ἰθακήσιοι] ὁρῶν τοὺς μνηστῆρας ἀπηρυθριακότας οὐ πρὸς αὐτοὺς ἀποτείνεται, ἀλλὰ πρὸς τὸ κοινόν. E.Q.V.

2

.

232

καὶ αἴσυλα ῥέζοι] ἀπρεπῆ. βραχὺ διασταλτέον ἐπὶ τὸ ῥέζοι· τὸ γὰρ ὡς ἀντὶ τοῦ ὅτι ἐστίν. Q. ἢ ῥέζων. H.

2

.

236

κακορραφίῃσι] κακοβουλίαις, κακομηχανίαις. τινὲς δὲ κακο‐ φραδίῃσι γράφουσι. H.M.S.

2

.

237

σφὰς γὰρ παρθέμενοι] τῶν οἰκείων καταφρονήσαντες, εἰς ἐχυρὸν θέμενοι, ἀντὶ τοῦ ὡς μὴ ἐπικείμενοι τὰς ἑαυτῶν κεφαλὰς, ἀλλὰ παραβαλόντες καὶ παρατιθέμενοι αὐτάς. S. εἰς τιμωρίαν ὑποθέμενοι τὰς ἰδίας κεφαλὰς, ἢ ὡς ἐνέχυρον τιθέμενοι, ὡς μὴ ἐπι‐
5κείμενοι τὰς ἑαυτῶν κεφαλὰς, ἀλλὰ παρατιθέμενοι. ὀξυτονητέον δὲ τὴν σφάς· κτητικὴ γὰρ ἀντὶ τοῦ σφετέρας. B.M.Q.S.

2

.

238

οἶκον Ὀδυσσῆος] μετωνυμικῶς τὰ ἐν τῷ οἴκῳ· τὸ δὲ ἐναν‐ τίον “μετὰ δαίμονας ἄλλους” (Il. α, 222.), τὸν τόπον τῶν θεῶν. ὁμοίως καὶ τὸ “σύεσσι παρήμενον” (Od. ν, 407.). Q.S.

2

.

240

ἄνεῳ] σὺν τῷ ι τὸ ἄνεῳ. εὐθεῖά ἐστι πληθυντικὴ ἀπὸ τοῦ ἄνεως. H.M.

2

.

241

κατερύκετε] Ῥιανὸς γράφει καταπαύετε. καὶ λόγον ἔχει διὰ τὸ καὶ τὸν μάντιν εἰπεῖν “φραζώμεσθ’ ὥς κεν καταπαύσομεν, οἱ δὲ καὶ αὐτοὶ παυέσθων” (168.), καὶ τὸ “ἡμέας ὀτρύνων καταπαυέ‐
μεν.” H.M.Q.S.102 in vol. 1

2

.

243

ἠλεὲ] ἠλίθιε καὶ ἀνόητε τὰς φρένας, μάταιε. S.

2

.

245

ἀνδράσι καὶ πλεόνεσσι] ἔδειξεν ὅτι γαστριμαργίας ἕνεκεν ἔπρασσε τὸ πᾶν. τινὲς γράφουσιν, ἀνδράσι καὶ παύροισιν. ἄμεινον δὲ καὶ πλεόνεσσι γράφειν, ἵν’ ᾖ ἐπὶ τῶν κωλυόντων· εἰ δὲ καὶ πλείονες κωλύοιεν, φησὶ, περιέσονται εὐωχούμενοι. H.M.Q.

2

.

247

κατὰ δῶμα ἕω] τινὲς τὸ ἕω ἀντὶ τοῦ αὐτοῦ λέγουσι κακῶς. M.S.

2

.

251

εἰ πλέονές οἱ ἕποιντο] εἰ πολλοὶ αὐτῷ ἕποιντο, ἢ εἰ πολλοὺς ὀπαδοὺς ἔχοι. τινὲς δὲ γελοίως γράφουσιν “εἰ πλεόνεσσι μάχοιτο.” δύναται καὶ οὕτως νοεῖσθαι, εἰ σὺν πολλοῖς μάχοιτο. H.M.Q.

2

.

252

ἀλλ’ ἄγε, λαοὶ] καὶ τοῦτο τῆς προπετείας αὐτῶν, ἀλλ’ οὐ συναγαγόντως λύειν. S.

2

.

253

τούτῳ δ’ ὀτρυνέει] διασυρτικῶς, ἐπειδὴ οὗτοι ἦσαν οἱ ὑπὲρ Ὀδυσσέως εἰπόντες. E.Q.S.

2

.

254

πατρώϊοι] πάτριον τὸ τῆς πατρίδος, πατρῷοι ἐπὶ φίλων ἐμψύχων, πατρικοὶ δὲ οἶκοι, κτήματα. S.

2

.

255

δηθὰ] ἐπίρρημα. τὰ δὲ ἐπιρρήματα ἀπὸ πασῶν τῶν πτώσεων γίνονται. S.

2

.

256

τελέει δ’ ὁδὸν] τάχα ὡς μὴ δυναμένου τοῦ Μέντορος καὶ τοῦ Ἀλιθέρσου παρασχεῖν αὐτῷ τὰ ἐπιτήδεια πρὸς τὸ πλέειν. Q.

2

.

257

αἰψηρὴν] ἀντὶ τοῦ ταχέως, ὡς τὸ “τότε μοι χάνοι εὐρεῖα χθών” (Il. δ, 182.), ἀντὶ τοῦ εὐρέως. H.M.S. γρ. λαιψηρήν, τα‐ χεῖαν. P.

2

.

260

ἰὼν ἐπὶ θινὶ θαλάσσης] αἰγιαλῷ. Gl. M. εἰ κατὰ δοτικὴν γρά‐ φεται τὸ θινὶ, βραχὺ διαστελοῦμεν ἐπὶ τὸ ἰών καὶ τὰ ἑξῆς συνάψο‐ μεν· εἰ δὲ διὰ τοῦ α, ὡς Δίδυμός φησι γράφειν Ἀρίσταρχον, μετὰ τὸ θαλάσσης διαστελοῦμεν. βραχὺ δὲ διασταλτέον καὶ μετὰ τὸ103 in vol. 1
5ἁλός. H.M.Q.R.S.

2

.

262

κλῦθί μευ] ὁ μὲν Τηλέμαχος ἁπλῶς θεὸν ἐπικαλεῖται· ἀγνοεῖ γὰρ τίς ἦν θεῶν ὁ φανεὶς αὐτῷ· ὁ δὲ ποιητὴς “εὔχετ’ Ἀθη‐ ναίῃ” φησίν. B.P.Q.S.V.

2

.

263

ἠεροειδέα πόντον] μέλανα, ἢ βαθὺν, ἢ ἀναπεπταμένον καὶ μέγαν. ἢ διὰ τὸ μόνον ἀέρα ὁρᾶσθαι τοῖς πλέουσιν· ἢ ἐπεὶ τὸν ἀέρα καθορᾶν ἔστιν ἐν τῷ ὕδατι. ἢ ὅτι ἀέρι ὁμοία ἡ θάλασσα τὴν χροιάν. B.E.H.Q.V.

2

.

265

διατρίβουσιν Ἀχαιοὶ] ἐκλύουσιν, ἀναβάλλονται, δαπανί‐ ζουσι. S.

2

.

267

ὣς ἔφατ’ εὐχόμενος] εἰκότως ἄρα ἧκεν ἐπὶ τὴν εὐχὴν μηδὲ τὰ πρὸς τὴν ἔξοδον ἕτοιμα ἔχων ὁ νέος. Q.S.

2

.

270

Τηλέμαχε] προτρεπτικῶς, ὡς περὶ τὴν ἐκκλησίαν ἐμφρόνως διατεθειμένου· οὐδὲ ὕστερον κακὸς ἔσῃ, εἰ Ὀδυσσέως παῖς τυγχάνεις καὶ τῆς πατρῴας σπορᾶς ἔχεις τι σύμβολον. Q.V.

2

.

271

εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται] ὁ στίχος καὶ τοῖς ἑπομέ‐ νοις καὶ τοῖς ἡγουμένοις δύναται συνάπτεσθαι. M.S. εἰ δή τοι] εἰ δὲ ἡ σὴ ψυχὴ δέδεκταί τι τῆς ἐκείνου προθυμίας δίκην σταλαγμοῦ· μέγας γὰρ ἦν ἐκεῖνος εἰπεῖν τε καὶ πρᾶξαι· τάχα
5καὶ τὴν προκειμένην ὁδὸν οὐχὶ ματαίως πορεύσῃ. τὸ “οἷος ἐκεῖνος” κατὰ ἀναφώνησιν εἴρηται εἰς ἔπαινον τοῦ Ὀδυσσέως τοῦ πατρὸς
Τηλεμάχου. B.E.Q.104 in vol. 1

2

.

273

ἁλίη] ἐκ μεταφορᾶς τῶν ἀχρήστων καὶ ῥιπτομένων εἰς τὴν θάλασσαν. S.

2

.

275

οὔ σέ τ’ ἔπειτα] γρ. οὐ σέ γ’ ἔπειτα, χωρὶς τοῦ τέ. H.M.

2

.

276

παῦροι γάρ τοι παῖδες] τὸ αἴτιον τοῦ διστασμοῦ. V.

2

.

278

οὐδ’ ἀνοήμων] ἐπὶ τὸ ἀνοήμων ὑποστικτέον, ἐπὶ δὲ τὸ προλέ‐ λοιπεν ἢ ὑποστικτέον ἢ στικτέον. Q.

2

.

279

μῆτις Ὀδυσσῆος] τὰ μὲν περὶ τοὺς λόγους εὐδοκίμως πέ‐ πρακται τῷ Τηλεμάχῳ. ἐπαινοῦσα τὸν Ὀδυσσέα λεληθότως τὸν νεανίαν ἐπὶ τὰ ἔργα προτρέπεται. H.Q.S.

2

.

281

τῷ] γρ. καὶ τώ, μετὰ ὀξείας. H.

2

.

282

οὔτι νοήμονες οὐδὲ δίκαιοι] συνετοὶ, προνοητικοί. ἄκρως δογματίζει Ὅμηρος ὅτι ὁ ἄδικος καὶ ἀσύνετος. E.H.V.

2

.

287

στελέω] ἐκπλεῦσαι ἑτοιμάσω, εἰς πλοῦν εὐτρεπίσω. H.

2

.

289

ὅπλισσόν τ’ ἤϊα] ἐν μὲν τῇ συνηθείᾳ ἐφόδια τὰ πρὸς τροφὴν ἐπιτήδεια ἀπὸ τῆς ὁδοῦ λέγεται, παρὰ δὲ Ὁμήρῳ ἤϊα τὰ ἐφόδια οἰκείως ἀπὸ τοῦ ἰέναι εἴρηται. ὅταν δὲ λέγῃ “θώων παρδαλίων τε λύκων τ’ ἤϊα πέλονται” (Il. ν, 103.), καταχρώμενος λέγει ἀντὶ τοῦ
5ἑλώρια. E.H.P.Q. Ἄλλως· τὰ εἰς τὸ ἰέναι ἐπιτήδεια ἤτοι ἐφόδια, ἰήϊα, καὶ ἀπο‐ βολῇ τοῦ πρώτου ι, ἤϊα. E.Q. νῦν τὰ ἐφόδια, παρὰ τὸ ἰέναι. ση‐ μαίνει δὲ ἡ λέξις καὶ τὰ ἄχυρα, ἀπὸ τοῦ κινεῖσθαι τῷ ἀνέμῳ, “ἠΐων θημῶνα τινάξῃ” (Od. ε, 368.)· καὶ τὸ ἐπορευόμην “ἤϊα
10πολλὰ θεοὺς γουνούμενος” (Od. δ, 433.)· καὶ τὰ ἄλευρα “ἐν δὲ καὶ ἤϊα κωρύκῳ” (Od. ε, 266.). E.H.M.P.Q.S. στικτέον δὲ μετὰ τὸ ἤϊα, μετὰ δὲ τὸ πάντα βραχὺ διασταλτέον, καὶ μετὰ τὸ ἀμφιφο‐ ρεῦσιν. M.Q.S. ἤϊα] ἀπὸ τοῦ ἀΐσσειν δύναμαι. οἱ γὰρ ἐσθίοντες καὶ πορεύεσθαι
15δύνανται. S.105 in vol. 1

2

.

290

ἀμφιφορεῦσι] τοῖς Μεγαρικοῖς. ἄλφιτα δὲ τὰ ἄλευρα παρὰ τὸ ἀλφῶ, τὸ ψηλαφῶ. μύελον δὲ, ὡς ἰσχυροποιοῦντα τοὺς ἄνδρας. E. πᾶν δίωτον τὸ ἀπὸ δύο μερῶν βασταζόμενον εἶδος κεράμου. S. ἄλφιτα] τὰ ἐκ κριθῶν ἄλευρα καὶ τὰ ἐκ σίτων. S.

2

.

291

πυκινοῖσι] τοῖς μὴ ἀπ’ ἀλλήλων ἀραιουμένοις. S.

2

.

294

ἐπιόψομαι] Ἀττικὸν λίαν φησὶν ὁ Ἀριστοφάνης τὸ ἐπιόψο‐ μαι ἀντὶ τοῦ ἐποπτεύσομαι, περιβλέψω. M.Q.

2

.

297

παρέμιμνεν] ἐχρόνισε, παρέμεινε. S.

2

.

298

φίλον τετιημένος ἦτορ] οὐκ ἐσκυθρωπακὼς, ἀλλὰ καὶ φρον‐ τίζων ὡς ἀποδημεῖν μέλλων. E.S.

2

.

300

ἀνιεμένους, δασέως ἀπὸ τοῦ ἵημι. σημαίνει δὲ ἐκδέροντας, γυμνοῦντας· “κόλπον ἀνιεμένη, ἑτέρῃφι δὲ μαζὸν ἀνέσχε” (Il. χ, 80.). παρατηρητέον δὲ διόλου ὅτι οὔτε σπένδοντας οὔτε εὐχομένους θεοῖς πεποίηκεν αὐτοὺς, ὁπότε οὐδὲ ὁ συβώτης παρῆκε τὸ πρὸς τοὺς
5θεοὺς εὐσεβές. τὸ δὲ ἀνιεμένους ἐκ τῶν κάτω μερῶν ἐπὶ τὰ ἄνω ἕλκοντας καὶ ἐκδέροντας κάτωθεν ἀρξαμένους. E.R. ἀνασχίζοντας ἢ ἀνατείνοντας ἐκ τῶν κάτω μερῶν, ἔπειτα ἀνέλκον‐ τας καὶ ἐκδέροντας κάτω ἀρξαμένους· ἢ διὰ πυρὸς ἱερωμένους. B. ἀνιεμένους δασέως, ἀπὸ τοῦ ἵημι. Q.
10σιάλους] λιπαροὺς καὶ εὐτραφεῖς χοίρους. σίαλος γὰρ ὁ σεσι‐ τισμένος χοῖρος. B.

2

.

302

ἔν τ’ ἄρα] μεγάλην ὕβριν ἐμφαίνει τὸ δεξιοῦσθαι ἐπὶ κατα‐ γέλωτι. M.S.

2

.

304

ἐν στήθεσσι] τὸ ἀπενεγκεῖν αὐτὸν αὐτοὺς εἰς δημηγορίαν αἰνίττεται. S.

2

.

305

ἀλλὰ μάλ’ ἐσθιέμεν] ἄκρως ἀπομιμεῖται φωνὰς ἀσώτου μει‐
ρακίου. τὰ μὲν γὰρ ἄλλα πάντα ἀπορρῖψαι τῆς ψυχῆς παρακελεύεται, μόνῃ δὲ τῇ γαστρὶ σχολάσαι. τοιαῦτα δὲ τὰ τῶν παροίνων ῥήματα. E.H.Q.106 in vol. 1
5ἐσθιέμεν] ἀπαρέμφατον ἀντὶ τοῦ προστακτικοῦ. B.M.S.

2

.

307

ἐξαίτους] ἐξαιρέτους, ἐκ τοῦ αἱρῶ τὸ βούλομαι καὶ προκρίνω. B. τουτέστιν ἔξω τῆς αἰτίας· ἤτοι ἐπιθυμητοὺς, οὓς ἐξῄτησας. Q.

2

.

310

ὑπερφιάλοισι] ἔθος ἦν τοῖς παλαιοῖς ἀπὸ τοῦ αὐτοῦ μὲν φιάλου ἢ ποτηρίου πίνειν ἐν συμποσίῳ τοὺς πάντας. τοὺς δὲ ἀναι‐ σχύντως καὶ ἀπαιδεύτως ἐν τῇ φιάλῃ προσκαθημένους ὑπερφιάλους ὠνόμαζον. S.

2

.

311

δαίνυσθαι] ἔθος ἦν τοῖς παλαιοῖς, ἐπεὶ μετὰ τῶν φίλων ἔφαγον, μὴ ἀδικεῖν αὐτοὺς, οἱ δὲ τοὐναντίον εἰργάσαντο. S. ἀκέοντα] οὕτω γράφει Ῥιανός. γράφεται δὲ καὶ ἀέκοντα. M.

2

.

313

ἐγὼ δ’ ἔτι νήπιος ἦα] τοῦτο σημειοῦται Ἀριστοφάνης, ὅτι ἱκανὰ ἔτη ἐγεγόνει ἀφ’ οὗ οἱ μνηστῆρες συνήχθησαν. τοῦτο δὲ πρὸς τὸ ἐν τῇ Νεκυίᾳ (λ, 116.), ὅτι δεῖ εἶναι “οἵ τοι βίοτον κατέδοιεν,” οὐ “κατέδουσιν.” E.H.M.Q.R.S.

2

.

314

νῦν δ’ ὅτε] τὸ ἑξῆς, νῦν δ’ ὅτε δὴ μέγας εἰμὶ, πειρήσω ὥς κ’ ὔμμι. B.S.

2

.

315

πυνθάνομαι] ἀντιστροφή ἐστιν ἀντὶ τοῦ πυνθανόμενος ἀκούω. B. ὁ μὲν θυμὸς ἀπὸ τοῦ θύειν, ὁ δὲ χόλος ἀπὸ τῆς χολῆς. θυμὸς δὲ καὶ χόλος, λαβὼν τὴν ἐπὶ τὸ δρᾶσαι κακὸν ἀγανάκτησιν, χώεσθαι λέγεται, ὡς τὸ “σὺ δ’ ἔνδοθι θυμὸν ἀμύξεις χωόμενος” (Il. α, 243.),
5ἤγουν ἀμυχὰς ποιήσεις σπαράσσων τὴν ψυχήν· καὶ “χωόμενος δ’ ὁ γέρων πάλιν ᾤχετο” (Il. α, 380.). δηλοῖ δὲ τὸ οὐχ ἁπλῶς ὀργιζό‐ μενος, ἀλλὰ μετὰ ἀγανακτήσεως ἀμυντικῆς· διὸ καὶ καταρᾶται καὶ κατὰ τοῦτο ἀμύνεται. καὶ “χωόμενος κατὰ θυμὸν ἐϋζώνοιο γυναι‐ κὸς” (Il. α, 429.) Ἀχιλλεὺς τῇ ὀργῇ δηλοῦσθαι ποιεῖ τὴν τιμωρη‐107 in vol. 1
10τικὴν διαγανάκτησιν· ἐπιβουλεύει γοῦν διὰ τῆς μητρὸς τοῖς Ἕλ‐ λησι. ταυτὸν οὖν ἐστι θυμὸς καὶ χόλος· μῆνις δὲ καὶ μένος ὀργὴ ἐναπόθετος καὶ ἔμμονος· ζαφελὴς οὖν χόλος ἡ μῆνις, ζαφελὲς γὰρ τὸ ἀναφαίρετον. ὅτι δὲ τὸ μένος σθένος “πάντως οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι” (Il. θ, 450.), καὶ πρὸς τὸν Δία “εὖ νυ καὶ ἡμεῖς
15ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν” (Il. θ, 32.). ὡς οὖν παρὰ τὸ σθένος μένος, οὕτω καὶ χόλος μένων μένος καὶ μῆνις. καὶ ὅτι ἐπιτηρητικὸς ὁ κότος εἰς τὸ δρᾶσαί τι πονηρὸν, Ζεὺς γὰρ “αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι τῆς ἀπάτης κοτέων” (Il. δ, 167.), καὶ τὸ “ἔχει κότον ὄφρα τελέσσῃ” (Il. α, 82.). καὶ ἔστιν ἡ μὲν κατὰ κίνησιν
20πρόσκαιρος ὀργὴ χόλος, θυμός· ἡ δὲ κίνησις μετὰ ἀγανακτήσεως καὶ δραστικῆς ἐνεργείας χώεσθαι λέγεται καὶ σκύζεσθαι. ὥστε ἀπό‐ θετος μὲν χόλος μένος, καὶ μῆνις δὲ τὸ ἀμύνεσθαι ἐπιτηροῦσα κότον· καὶ ὅπως ὁρμὴ ἐπηρτημένη μετὰ λύπης ὀρέξεως ἡ ὀργὴ, καὶ ὅπως κατὰ αὔξησιν τοῦ θυμοῦ γίνεται. ὅπερ οὖν τὸ ἄχθεται πρὸς τὸ ἄχνυ‐
25ται ἔχει περιττεῦον τῇ ἀγανακτήσει, τοῦτο καὶ τὸ χώεσθαι πρὸς τὸ χολοῦσθαι. E.

2

.

316

κακὰς ἐπὶ κῆρας] οὐκ ἀνέχεται τωθαζόμενος, ἀλλ’ εἰς ἄπειρον ὀργὴν ἦλθεν, ὥστε καὶ γυμνοῦν τὴν ἐπιβουλήν. E.S.

2

.

318

ἁλίη] θαλασσία, ἢ ματαία· οὕτω γάρ ἐστι καὶ βέλτιον. H.

2

.

319

ἔμπορος] ἀντὶ ναυκλήρου δι’ ὑμᾶς ἐπιβάτης ἐσόμενος τοὺς κατηναλωκότας μου τὸν πλοῦτον· διὰ τὰ ἄνω (312.), “ἢ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλά.” E.Q.R. Ἄλλως. ἀλλοτρίας νηὸς ἐπιβάτης μὴ ἔχων ἰδίαν ναῦν, ὡς καὶ ἀλλαχοῦ “ἔμπορος εἰλήλου‐108 in vol. 1
5θας νηὸς ἐπ’ ἀλλοτρίας” (Od. ω, 300.). οὐ γὰρ κατὰ συνήθειαν τέτακται παρ’ Ὁμήρῳ, ἀλλ’ ἐπὶ τῶν ἐπ’ ἀλλοτρίας νηὸς παρόντων, οὕσπερ συνήθως ἐπιβάτας νῦν λέγομεν. ὅπερ γὰρ παρὰ τῷ ποιητῇ τῶν ἐπὶ τοῖς ἅρμασιν οἱ μὲν μαχόμενοι παραβάται, οἱ δὲ τὰς ἡνίας ἔχοντες ἡνίοχοι, τοῦτο ἐπὶ τῶν ἐν τριήρεσιν οἱ ἐπιβάται καὶ ἐπίκωποι
10παρὰ τοῖς Ἀττικοῖς. ἐπίκωποι δὲ οἱ τὰς κώπας ἔχοντες καὶ τὰ πη‐ δάλια. E. Ἄλλως. οὐ μέντοι ὁ ἔμπορος ἀπὸ τοῦ πορίζειν πεποίηται παρ’ Ὁμήρῳ, ἀλλ’ ἀπὸ τοῦ πόρου, τουτέστι τῆς πορείας. τὸν δὲ πόρον κυρίως ἐπὶ τοῦ ὕδατος τάττει, ὡς τὸ “πόρους ἁλὸς ἐξερεείνων” (Od. μ, 259.), καὶ τὸ “Θρύον Ἀλφειοῖο πόρον” (Il. β, 592.). καὶ
15τὸ “ἀλλ’ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο” (Il. ξ, 433.), τὴν δι’ ὑγροῦ διάβασιν. ὡς οὖν τὸ μὴ ἐν ἰδίῳ οἴκῳ γαμεῖν, ἀλλ’ ἐν ἀλλο‐ τρίῳ ἐγγαμεῖν λέγουσιν, οὕτως τὸ ἐπ’ ἀλλοτρίας νεὼς τὸν πλοῦν ποι‐ εῖσθαι ἐμπορεύεσθαι. καλεῖται δὲ ἔμπορος ὁ τοιοῦτος. E.H.Q.R. ἔμπορος, οὐ γὰρ νηὸς ἐπήβολος] τὸ ἑξῆς· εἶμι μὲν ἔμπορος, ὅ
20ἐστιν ἐπιβάτης, ἐπὶ νηὸς ἀλλοτρίας, ἀντὶ ναυκλήρου, φησὶ, δι’ ὑμᾶς ἐπιβάτης ἐσόμενος. ἐπήβολος δὲ σημαίνει, ὥς φησιν ὁ Πορφύριος, ἐπιτυχῆ καὶ ἐγκρατῆ καὶ δεσπότην ἀπὸ τοῦ βάλλειν, ὅ ἐστι τοῦ σκο‐ ποῦ τυγχάνειν· ἔμπορος δὲ τὸν ἐπ’ ἀλλοτρίας νεὼς πλέοντα ἐπιβάτην,
ὡς καὶ ἀλλαχοῦ “ἔμπορος εἰλήλουθας νηὸς ἐπ’ ἀλλοτρίας.” B.Q.109 in vol. 1
25οὐ γὰρ νηὸς ἐπήβολος] Ἀττικὴν εἶναι τὴν λέξιν φησὶν ὁ Πορφύ‐ ριος· δηλοῖ δὲ τὸν ἐπιτυχῆ, ἀπὸ τοῦ βάλλειν, τουτέστι τοῦ σκοποῦ τυγχάνειν. ἐξ οὗ καὶ τὸ “σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσι” (Il. α, 297.), τουτέστιν ἐπιτυχῶς λάμβανε. καὶ ἡ βουλὴ δὲ οἱονεὶ βολή τις οὖσα· ὅθεν ἔφη “σῇ δ’ ἥλω βουλῇ πόλις Πριάμοιο ἄνακτος” (Od. χ, 230.),
30ὡς εἰ ἔφη τοῖς σοῖς ὅπλοις ἢ τοῖς σοῖς τόξοις ἢ βέλεσιν. ἐκ τούτου λύσεις καὶ τὸ “ἡ δὲ Φερὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ” (Od. ο, 297.)· μετῆκται γὰρ ἀπὸ τῶν πόρρω τὴν ἐπιβολὴν ποιουμένων· ἡ ναῦς οὖν ἐπιβολὴν ἐποιεῖτο ὥστε τυχεῖν τῶν Φερῶν. χρῶνται δὲ ταύτῃ τῇ λέξει καὶ οἱ μεθ’ Ὅμηρον. Ἄρχιππος “νῦν δ’ ὡς ἐγενόμην χρη‐
35μάτων ἐπήβολος” ἀντὶ τοῦ ἐπιτυχὴς καὶ κύριος. τί οὖν αἱ λέξεις σημαίνουσι δεδήλωται. E.Q.R.

2

.

320

τὸ, ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι, σὺν βαρύτητι εἴρηται, λέγοντος τοῦ Τηλεμάχου ὅτι ἐν ἀλλοτρίῃ πλευσοῦμαι νηΐ· οὐ γάρ εἰμι, φησὶν, ἐπιτυχὴς ἰδίας νεὼς οὐδὲ κέκτημαι ἰδίους ἐρέτας· τοῦτο γὰρ ὑμῖν ὠφελιμώτατον εἶναι ἐφάνη, τουτέστι τὸ ἐμὲ μὴ ἔχειν
5ἰδίαν ναῦν, ἀλλ’ ἔμπορος πλεῖν. ἀναφέρει δὲ εἰς ἐκεῖνο ὅτι εἰς πενίαν αὐτὸν κατέστησαν. προεῖπε γὰρ “Ἀντίνο’, οὔπως ἔστιν ὑπερφιάλοισι μεθ’ ὑμῖν δαίνυσθαί τ’ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον. ἢ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ κτήματ’ ἐμὰ μνηστῆρες, ἐγὼ δ’ ἔτι νήπιος ἦα;” ἔστιν οὖν δυνάμει τὸ νόημα, ἀντὶ τοῦ ναυ‐
10κλήρου δι’ ὑμᾶς ἐπιβάτης γέγονα τοὺς κατηναλωκότας μου τὸν πλοῦ‐ τον. H.Q.R.

2

.

321

σπάσεν] Ἀρίσταρχος, σπάσατο. H.Q.R.

2

.

322

ῥεῖα—]ὁ στίχος οὗτος ἀθετεῖται ὡς περιττός. προηθέτει δὲ καὶ Ἀριστοφάνης. M.Q.R.

2

.

323

πιθανὸν, ἵνα ἀπιστούντων καὶ κραιπαλώντων λάθῃ ἡ ἔξο‐
δος. M. οἱ δ’ ἐπελώβευον] ἐφύβριζον· ἀπὸ τοῦ λωβὸς ὁ τοῦ ὠτίου. οἱ γὰρ παλαιοὶ τοὺς λωβοὺς τῶν ὠτίων ἔκοπτον τοῖς ὑπ’ αὐτῶν τιμωρουμένοις110 in vol. 1
5εἰς ἀτιμίαν αὐτῶν· ὅθεν καὶ λώβη ἡ βλάβη καὶ λωβεύω τὸ βλάπτω διὰ ὕβρεως. B. ἐκερτόμεον] κερτομῶ τὸ ὑβρίζω, ἀπὸ τοῦ τέμνειν τὸ κῆρ. ὁ γὰρ ὑβριζόμενος λυπεῖται. B.

2

.

325

ἦ μάλα Τηλέμαχος] ὁ μὲν πρῶτος η περισπᾶται, οἱ δὲ ἑξῆς ἅπαντες ἐγκλίνονται, πλὴν τοῦ δευτέρου, ὃς ὀξύνεται διὰ τὸ τινάς. M. ἦ μάλα] βεβαιωτικὰ ταῦτα τὰ ἔπη τοῦ μὴ εἰρῆσθαι ὑπὸ Τη‐ λεμάχου τοὺς προηθετημένους στίχους (316. 317.) “πειρήσω ὥς κ’
5ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω ἠὲ Πύλονδ’ ἐλθὼν ἢ αὐτοῦ τῷδ’ ἐνὶ δή‐ μῳ.” ἀποροῦντες γὰρ λέγουσιν “ἦ μάλα Τηλέμαχος,” οὐκ ἂν ἀπο‐ ρήσαντες οἱ προακηκοότες. E.M.

2

.

326

Πύλου ἠμαθόεντος] ἄμαθον ἔχοντος. ἰστέον ὅτι ἄμαθος ἡ ἐν τῷ πεδίῳ κόνις, ψάμαθος δὲ ἡ περὶ θάλασσαν. B.E.

2

.

328

ἠὲ καὶ εἰς Ἐφύρην] τὴν ἐν Θεσπρωτίᾳ, οὐχ, ὡς ἔνιοι, τὴν Κόρινθον· ἐκείνη γὰρ καὶ μετωνομάσθη Κίχυρος. M.

2

.

334

οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον] οὕτως ἂν ἡμῶν ηὔξη‐ σε τὸ κατὰ τὴν μνηστείαν ἔργον· ἢ ἐν εἰρωνείᾳ, οὕτως ἡμῖν μείζονα παρέξει κακά· μερισόμεθα γὰρ αὐτοῦ τὰ κτήματα. M. σημείωσαι ὅτι πόνον τὴν ἐνέργειαν καὶ κακοπάθειαν λέγει ὁ ποιητὴς, οὐδέποτε
5δὲ τὴν ἀλγηδόνα. ἢ πόνον τὴν περὶ τὸν γάμον σπουδήν. M.Q.
ὀφέλλειεν] γρ. ἐπαυξήσειε. H.111 in vol. 1

2

.

337

ὡς ἔφαν] γράφεται καὶ φάν. ἔφασαν καὶ ἐν συγκοπῇ ἔφαν καὶ φάν. τὸ δὲ, θάλαμον κατεβήσατο, νόει ἐκ τῆς λέξεως τὸ κοῖ‐ λον. E.

2

.

338

ὅθι νητὸς] Ἀριστοφάνης ὅθιννητός γράφει διὰ δύο νν, ὡς τὸ ἐνιμμεγάροισιν (94.)· Ἀρίσταρχος δὲ δι’ ἑνὸς ν. H.M.

2

.

340

ἐν δὲ πίθοι οἴνοιο] οὐ γὰρ ἦν τοσαύτη τῶν παλαιῶν περιεργία ὡς ἑκάστῳ τόπον ἀπονέμειν. E.M.Q.

2

.

341

ἄκρητον θεῖον] ἄκρατον, ἀπαραμιγὲς, διὰ τὸ φυλάττεσθαι ἀβλαβὲς καὶ ἀμετάβλητον. E.

2

.

344

κληϊσταὶ δ’ ἔπεσαν σανίδες] ἐξ ὕλης τὸ εἶδος. ἡ γὰρ σανὶς ὕλη, ἡ δὲ θύρα τὸ εἶδος. πᾶν γὰρ πρᾶγμα ἐκ τεσσάρων συνίσταται, ἐκ ποιητικοῦ ἢ αἰτίου καὶ ὑλικοῦ, ἐξ εἰδικοῦ καὶ τελικοῦ. E.

2

.

349

ἀμφιφορεῦσιν] ἀμφιφορεὺς καλεῖται τὸ παρὰ ἰδιώταις λε‐ γόμενον φλασκίον. P.

2

.

350

μετὰ τὸν λαρώτατος] χρηστὸν ἦθος ὑποφαίνει. οὐ γὰρ τὸν κάλλιστον, ἀλλὰ τὸν μετ’ ἐκεῖνον δεύτερον αἰτεῖ, τὸν δὲ προτερεύοντα τῷ πατρὶ φυλάσσει. M.Q.V. οἰκονομικὸν τὸ διανόημα, ὅτι οὐκ εἰς τὴν καθ’ ἡμέραν δαπάνην τῷ
5αὐτῷ χρῆσθαι προσήκει, ἀλλ’ ἀποκεῖσθαι τὰ τιμιώτερα εἰς ἐξαίρετον χρόνον. E.Q. ὧν] γρ. καὶ μικρὸν, ἵν’ ᾖ, ἐστὶν ἀπὸ τοῦ ὃν, ὡς τὸ “μετ’ ἀμύμονα Πηλείωνα.” M.

2

.

351

ὀϊομένη] ἐν οἰήσει ἔχουσα καὶ δοξάζουσιν ἐλεύσεσθαι τὸν δυστυχῆ. E.

2

.

355

εἴκοσι δ’ ἔστω μέτρα] εἴκοσι δὲ μοδίους ἀλεύρου ἀπὸ τῆς μυληφάτου ἀκτῆς οὕτω καλουμένης ἀλεύρου. P.Q. λέγεται δὲ ἀκτὴ τὸ λεπτότατον τοῦ ἀλεύρου. Q. μυληφάτου] ἀλεύρου καθαροῦ ἀληλεσμένου ἀπὸ μύλης. M. τοῦ112 in vol. 1
5ἐν τῷ μύλῳ πεφαμένου, ὅ ἐστι κεκομμένου. λέγει δὲ τοῦ ἀλφίτου ἐπιθετικῶς. B.E. ἀλφίτου] ἄλφιτον λέγεται τὸ παχὺ ἄλευρον παρὰ τὸ ἀλφαίνειν· ἡ πρῶτον εὑρεθεῖσα τροφή· κατὰ περίφρασιν τοῦ ἀλφίτου ἐπικατασ‐ σομένου τῆς κριθῆς. H.

2

.

358

κοίτου] οἱ κοῖτοι τὰ στρώματα, ὁ κοῖτος δὲ ἡ κοίμησις. E.

2

.

359

ὅτι οὐδὲ ἐνταῦθα μνήμη τίς ἐστι τῆς Κρήτης. H.M.S.

2

.

360

νόστον πευσόμενος] περὶ τῆς ὑποστροφῆς ἐρωτήσων. S.

2

.

361

κώκυσεν] ὠλόλυξε, θρηνητικῶς ἐβόησε. S. κώκυσεν δὲ φίλη τροφὸς] ἤτοι θρηνητικῶς ἀνεβόησεν. οἰκεῖον δέ ἐστι τοῦτο γυναικὶ καὶ Τηλεμάχου τροφῷ καὶ ἐξαιρέτως εὐνοϊκῇ. E. εἰκότως ἄρα ἀπολοφύρεται ἐν τούτῳ ὁρῶσα πᾶσαν τὴν τοῦ οἴκου
5διαδοχήν. Q.

2

.

362

καί ῥ’ ὀλοφυρομένη] καὶ πρὸς αὐτὸν ἀποκλαιομένη, ὀδυρο‐ μένη. S.

2

.

363

τίπτε δέ σοι] τίνος ἕνεκεν ἔπλετο, παρεγένετο. S.

2

.

365

μοῦνος ἐὼν ἀγαπητὸς] μονογενὴς ὢν καὶ ἀγαπώμενος. S.

2

.

366

ἀλλογνώστῳ ἐνὶ δήμῳ] ἐν τῷ ὑπὸ ἄλλων καὶ οὐχ ὑφ’ ἡμῶν γινωσκομένῳ πλήθει. S. ἀλλοδαπῶν, ἢ πολεμίων καὶ ἐχθρῶν, ἢ τῶν ἄλλοις καὶ οὐχ ἡμῖν γινωσκομένων. S. ἢ τῷ ἄλλα γινώσκοντι ἔθνη, ἢ τῷ μὴ γινωσκομένῳ ἡμῖν, ἢ τῷ τοῖς ἄλλοις γινωσκομένῳ. E.

2

.

367

οἱ δέ τοι αὐτίκ’ ἰόντι] ἀναφώνησις. τοῦτο γὰρ καὶ γέγονε. V. οὗτοί σοι εὐθέως πορευθέντι. S. κακὰ φράσσονται ὀπίσσω] χαλεπὰ βουλεύσονται ἐν ὑστέρῳ. S.

2

.

368

ὥς κε δόλῳ] ὅπως δολίως διαφθαρείης. S. ὥς κε δόλῳ φθείης] γράφεται καὶ διὰ τοῦ ι φθίῃς. Q. φθείης, ἀπὸ τοῦ φθαρείης κατὰ συγκοπήν. B.

2

.

369

ἀλλὰ μέν’ αὖθι] τὸ αὐτὸ νόημα καὶ πρὸς τοῦ Ἀντινόου ἐλέχθη, δυσμενῶς μέντοι. V.

2

.

370

πόντον ἐπ’ ἀτρύγετον] ἐπὶ τὴν θάλασσαν τὴν ἄκαρπον, ἀκατα‐ πόνητον ὑπομένειν πλανᾶσθαι. S. ἢ τὸν ἀκαταπόνητον, ἢ τὸν ἄκαρ‐ πον, τὸν μὴ ἔχοντα τρύγα ἤτοι καρπόν. τὸν πολλὴν τρύγα ἤτοι πολ‐ λοὺς καρποὺς ἔχοντα, ἵνα σημαίνῃ τὸ α ἐπίτασιν. E.113 in vol. 1
5οὐδ’ ἀλάλησθαι] προπαροξυτόνως· δηλοῖ γὰρ τὸ πλανᾶσθαι. M.S.

2

.

373

ἀλλ’ ὄμοσον] ὀμόσαι μὲν τὸ ὀνομάσαι θεόν. τελευτῆσαι δὲ τὸν ὅρκον τὸ ἐπαγαγεῖν τὸ πρᾶγμα περὶ οὗ ὁ ὅρκος γίνεται. E.PbQ.S. ἀλλ’ ὄμοσόν μοι μὴ πρότερον τῇ προσφιλεῖ μου μητρὶ ἐξείπῃς. S. μυθήσασθαι] γρ. διὰ τοῦ ε, μυθήσεσθαι. H.

2

.

375

ἀφορμηθέντος] ἐξελθόντος, ἐκπορευθέντος. S.

2

.

376

ἰάπτῃ] διαφθείρῃ, καταδαπανᾷ, παρὰ τὸν ἰόν· ὅθεν καὶ τὸ “Ἄϊδι προΐαψεν.” P.S.V.

2

.

378

ὄμοσέν τε] ὀμόσαι μὲν τὸ εἰπεῖν θεῖόν τι ὄνομα, οἷον νὴ τὸν Ἑρμῆν, μὰ τὰς Ἐλευσινίας θεὰς, τελευτῆσαι δὲ τὸν ὅρκον, τὸ ἀπο‐ δοῦναι τὸν ἔνορκον λόγον, οἷον ποιήσω τόδε, ἢ οὐ ποιήσω. V.

2

.

379

αὐτίκ’ ἔπειτα] εὐθέως μετὰ ταῦτα. S. ἀμφιφορεῦσι] ἐν τοῖς κεραμίοις. S. ἄφυσσεν] ἐπήντλησεν. S.

2

.

380

ἐν δέ οἱ ἄλφιτ’] ἐπέλαβε δὲ καὶ τὰ ἄλευρα τοῖς καλῶς ἐρραμ‐ μένοις θυλάκοις. S. ἄλφιτα χεῦεν] τὸ χέειν οὐ μόνον ἐπὶ τῶν ὑγρῶν λέγεται, ἀλλὰ καὶ ἐπὶ τῶν μαλακῶν. E.

2

.

381

ἐς δώματ’ ἰὼν] ἰστέον ὅτι δῶμα Ὅμηρος οὐ πάντοτε τὴν ὅλην οἰκίαν λέγει, ἀλλ’ ἔστιν ὅτε καὶ τὸ ἐνδότερον αὐτῆς μέρος. S.

2

.

382

ἔνθ’ αὖτ’ ἄλλ’ ἐνόησε] τότε δὴ ἕτερα ἐβουλεύσατο. S.

2

.

383

κατὰ πτόλιν ᾤχετο πάντη] ἐπορεύθη πανταχοῦ ὅσα ἂν εἶπεν ἐκεῖνος. S.

2

.

385

ἀγέρεσθαι ἀνώγει] ἐνδεία τοῦ ἀγείρεσθαι. H. συναθροίζε‐ σθαι παρακελεύει. S.

2

.

386

Φρονίοιο Νοήμονα] πεποίηκεν πλαστὰ ὀνόματα. S.

2

.

387

ὑπέδεκτο] ὑπέσχετο. S.

2

.

388

δύσετό τ’ ἠέλιος] εἴωθεν ὁ ποιητὴς τοὺς μέλλοντας πολλάκις εἰς ἐνεστῶτας μετάγειν. ἔστιν οὖν τὸ ἐδύσετο παρατατικὸν ἀπὸ ἐνε‐
στῶτος τοῦ δύσω. E.M.Q.S. σκιόωντο] ἐσκιάζοντο, σκιὰν ἐποιοῦντο, ὑπεσκιάζοντο, ἢ αἱ ὁδοὶ114 in vol. 1
5ἐσκοτίζοντο. S. τὸ σκιόωντο δὲ, σκιὰς ἐποίουν, ἀπὸ τοῦ τὸν ἥλιον εἶναι πρὸς δύσιν. E.Q. ἀγυιαί] τὰ ἄμφοδα, αἱ ὁδοί. στενωποὺς Ἀθηναῖοι, ἀγυιὰς Ἀρ‐ γεῖοι καλοῦσιν. MS. Barnes.

2

.

389

πάντα δ’ ἐν αὐτῇ] πάντα ἀσφαλῶς· τὸ μὲν γὰρ λαθεῖν δυνά‐ μενον καὶ μεθ’ ἡμέραν πέπρακται, ἥ τε ἔντευξις ἡ πρὸς τοὺς πλευσο‐ μένους καὶ ἡ πρὸς τὸν τὴν ναῦν παρέξοντα, τὰ δὲ τῆς καθολικῆς τοῦ σκότους ἐπεληλυθότος. E.Q.S.

2

.

390

εὔσελμοι φορέουσιν] αἱ εὔζυγοι, αἱ εὐτάβλωτοι, αἱ εὐκάθε‐ δροι. E. εὐσανίδωτοι. λέγει δὲ ἐπιθετικῶς τὰς ναῦς· σέλματα γὰρ τὰ τῶν νηῶν σανιδώματα. E.H.S. εἴρυσε] καθείλκυσε. S.
5ὅπλ’ ἐτίθει] τὰ χρειώδη σχοινία ἀπετίθει. S.

2

.

391

στῆσε δ’ ἐπ’ ἐσχατιῇ] ἔστησε δὲ αὐτὴν τῷ τελευταίῳ μέρει· περὶ δὲ αὐτὴν οἱ συμπλέοντες ἢ καὶ οἱ συνναῦται. S.

2

.

392

ἀθρόοι] γρ. αὐτήν. H. ἀθρόοι ἠγερέθοντο] ὁμοῦ ἐν τῷ αὐτῷ συνηθροίζοντο· ἡ θεὸς γὰρ παρώρμα τούτων ἕκαστον. S.

2

.

396

πλάζε] πλανᾶσθαι ἢ παραφρονεῖν ἐποίει. H. χειρῶν δ’ ἔκβαλλε κύπελλα] ἀδυνατουσῶν διὰ τὸν ὕπνον. V. εἰκό‐ τως. πολὺν γὰρ ἔπινον χρόνον ἐξ ὅτου τὴν ἐκκλησίαν διέλυσαν. E.Q.

2

.

397

οἱ δ’ εὕδειν ὤρνυντο] δεῖ νοεῖν ὅτι οἱ ξένοι τῶν μνηστήρων παρὰ φίλοις ἐκάθευδον. οὐ γὰρ ἐθάρρουν παρὰ τῶν Ἰθακησίων μνη‐ στήρων ἐν τῷ οἴκῳ Ὀδυσσέως καθεύδειν. οὕτως γὰρ αὐτῶν καὶ ἡ ἀπώλεια ἐγνώσθη. E.P.Q.R.

2

.

401

Μέντορι εἰδομένη] ἐπεὶ τοῖς ἔμπροσθεν ὁμοιωθεῖσα τῷ Τη‐ λεμάχῳ ἡ θεὸς κατὰ πόλιν ᾤχετο πάντη, εὐλόγως νῦν μεταβάλλε‐
ται. Q.115 in vol. 1

2

.

402

ἐυκνήμιδες ἑταῖροι] ἔνοπλοι· ἐκ μέρους τὸ πᾶν. ἢ κατὰ μετάληψιν εὖ ὡπλισμένοι τὰ περὶ τὸν πλοῦν. E.Q.

2

.

404

διατρίβωμεν ὁδοῖο] Ἀττικῶς, μὴ ἀναβαλλώμεθα τῆς ὁδοῦ. E.H.M. Ζηνόδοτος δὲ εὐήθως ἀθετεῖ αὐτόν. M.

2

.

410

Καλλίστρατος, δεῦτε φίλοι, ὄφρ’ ᾖα φερώμεθα. καὶ ἔστι τῆς νεωτέρας Ἀτθίδος τὸ οὕτως συναιρεῖν. H.M.Q.

2

.

412

οὐδ’ ἄλλα δωμαὶ] λεληθότως ἀπόρρητον αὐτοῖς ὑποτίθησι τὴν πρᾶξιν ἔσεσθαι, ἵνα μηδὲ αὐτοὶ ἐξείπωσί τισιν. E.Q.S.V.

2

.

414

βραχὺ διασταλτέον μετὰ τὸ φέροντες. H.

2

.

417

νηῒ] ἀντὶ τοῦ νηός. B. ἀντὶ τοῦ, νεὼς πρύμνῃ· καὶ ἐν Ἰλιάδι “νηῒ δ’ ἐνὶ πρύμνῃ ἔναρα βροτόεντα Δόλωνος” (Il. κ, 570.). V.

2

.

419

ἐπὶ κλῃῗσι] ταῖς ναυτικαῖς καθέδραις, ἐκ τοῦ συγκλᾶσθαι τὸν καθίσαντα. E.

2

.

420

ἴκμενον οὖρον] ἀπὸ τοῦ ἱκνοῦμαι, τὸ παραγίνομαι. B.Q. τὸν ἱκνεῖσθαι καὶ φέρεσθαι ποιοῦντα· ἢ τὸν δίυγρον καὶ ἁπαλόν. καὶ ἀλλαχοῦ “ἀνέμων μένος ὑγρὸν ἀέντων” (Od. ε, 478.). ἢ τὸν ἐπιτή‐ δειον εἰς τὸ ἰέναι· ἢ τὸν ὑγρὸν ἀπὸ τῆς ἰκμάδος. E.

2

.

421

ἀκραῆ ζέφυρον] ἐπιτήδειον, ἄκρως πνέοντα πρὸς τὰς χρείας, οὐ πλέον οὐκ ἔλαττον. B.Q.V. τὸ “ἀκραῆ ζέφυρον κελάδοντα,” καὶ τὸ “ἐπλέομεν βορέῃ ἀνέμῳ ἀκραέϊ” (Od. ξ, 253.), οὐκ ἔστιν ἄκρως πνέοντι, ἀλλ’ ἀκεράστως
5πνέοντι. τῆς γὰρ κράσεως τῶν ἀνέμων κατηγορεῖ τὸ δεινόν· λέγει γὰρ “δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα” (Od. ε, 317.). ἐπαινεῖ ὡσαύτως καὶ ἐπὶ οἴνου τὸ ἀκέραστον· “ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπό‐ τοιο ἕστασαν ἄκρητον θεῖον πότον ἐντὸς ἔχοντες” (340.). οὕτως ἀκου‐ στέον καὶ τὸ ἀκήρατον, καθαρὸν πόμα, καὶ ἀκέραστον, καὶ ἀκραιφνές.
10E.Q.R. ἢ τὸν ἐπιτήδειον, ἢ ἄμικτον ἑτέρῳ· ἢ ἄκρως ἄοντα, ἤτοι αὐτάρκως πρὸς τὴν χρείαν, οὐ πλέον οὐκ ἔλαττον. τὸ δὲ κελάδοντα, τὸ κελαδεῖν ἐπὶ λιγυρᾶς φθογγῆς τίθεται, τὸ δὲ ῥοχθεῖν ἐπὶ κυμά‐ των. E.Q.116 in vol. 1

2

.

422

ἐποτρύνας] γρ. καὶ “ἐποτρύνων” διχῶς. H.

2

.

423

ὅπλων ἅπτεσθαι] τῶν σχοινίων κωπίων ἐπιλαμβάνεσθαι πα‐ ρορμήσαντος ὑπήκουσαν. S.

2

.

424

μεσόδμης] ἱστοδόκης, ἐκ τοῦ μέσον δεδομῆσθαι. τῆς λίνου λέγει, εἰς ἣν ἐμβάλλεται ὁ ἱστός. ἔστι δὲ τοῦ πλοίου μέσος τόπος. E.Q.T.

2

.

426

εὐστρέπτοισι βοεῦσι] καλῶς ἡρμοσμένοις ἢ εἰργασμένοις ἱμᾶσι. ὕστερον δὲ οἱ κάλοι ἐπενοήθησαν. E.Q. βοεῦσι] λώροις· τούτοις γὰρ ἐχρῶντο τὸ πρότερον, νῦν δὲ τοῖς ὀνο‐ μαζομένοις κάλοις. B.

2

.

427

ἱστίον τὸ ἄρμενον, ἱστὸς δὲ τὸ κατάρτιον, ὡς τὸ μέσον ἱστά‐ μενον ξύλον. B.

2

.

428

στείρῃ] τῇ τρόπιδι, διὰ τὸ στερεὰν εἶναι, καὶ διὰ τὸ στερε‐ οῦσθαι ἐν αὐτῇ τὴν ναῦν. E. πορφύρεον] μέλαν· ἀφ’ οὗ λέγεται καὶ πορφύρεος θάνατος, ἤτοι μέλας. E.

2

.

430

δησάμενοι] γρ. δήσαντες. P. ὅπλα θοὴν ἀνὰ νῆα] τὰ σχοινία τὰ τείνοντα τὸ ἄρμενον. Q. βρα‐ χὺ διασταλτέον ἢ μετὰ τὰ ὅπλα, ἢ μετὰ τὸ νῆα μέλαιναν. H.

2

.

431

ἐπιστεφέας] μέχρι τῆς στεφάνης μεστοὺς καὶ τοῦ χεί‐ λους. Q.

2

.

433

γλαυκώπιδι κούρῃ] ἢ τῷ ἀέρι. ἡ Ἀθηνᾶ στοιχειακῶς εἰς τὸν ἀέρα ἀλληγορεῖται. E.

2

.

434

ἠῶ πεῖρε] ἠῶ λέγει τὴν ὀρθρινὴν ὥραν τὴν μεταξὺ νυκτὸς καὶ ἡλίου ἀνατολῆς. τὸ δὲ πεῖρε ἀντὶ τοῦ ἐπέρα. ἔνθεν καὶ τὸ “ἀλε‐
γεινά τε κύματα πείρων” (Od. θ, 183.). E.B.Q.117 in vol. 1

3

hyp

(t)

ΥΠΟΘΕΣΙΣ
1Τηλέμαχος εἰς Πύλον καταχθεὶς ἅμα τῇ Ἀθηνᾷ ἐν Μέντορος μορφῇ καταλαμβάνει τοὺς Πυλίους θυσίαν ταύρων ἐπιτελοῦντας τῷ Ποσειδῶνι, καί τι περὶ τοῦ πατρὸς αὐτῷ πυθομένῳ ἐκτίθεταί τινα τῶν Ἰλιακῶν διηγημάτων. μετὰ τοῦτο ἡ μὲν Ἀθηνᾶ ἐν ὀρνέου μορφῇ
5ἀπαλλάττεται, ὁ δὲ Νέστωρ θυσίαν αὐτῇ συντελέσας τὸν Τηλέμα‐ χον ἅμα τῷ υἱῷ Πεισιστράτῳ εἰς Λακεδαίμονα ἀποπέμπει. Q.S.V. Τηλέμαχον ἐλθόντα σὺν Ἀθηνᾷ ξενίζει Νέστωρ, καὶ διηγεῖται αὐτῷ τὰ συμβεβηκότα τοῖς Ἕλλησι καὶ τὸν ἐκ Τροίας ἀπόπλουν. πυθόμενος δὲ τὰ περὶ τοὺς μνηστῆρας καὶ γνωρίσας τὴν Ἀθηνᾶν
10ἀπιοῦσαν θυσίαν αὐτῇ ἐπιτελεῖ. λαβὼν δὲ ὁ Τηλέμαχος ἅρμα σὺν Πεισιστράτῳ τῷ Νέστορος υἱεῖ εἰς Σπάρτην ἀπαίρει. νυκτὸς δὲ ἐπι‐ γενομένης ξενίζονται παρὰ Διοκλεῖ ἐν Φηραῖς. P.S.V.

3

.

1

ἠέλιος δ’ ἀνόρουσε] ἅμα ἡμέρᾳ καταγόμενον ποιεῖ τὸν νεανίαν εἰς τὴν Πύλον, ὥστε μηδὲν αὐτῷ ἀργὸν τῆς ἡμέρας μέρος κατα‐ λείπεσθαι. τὸ δ’ αὐτὸ κατὰ τὴν ὑποστροφήν. “αἶψα γὰρ ἠὼς ἦλθεν ἐΰθρονος, οἱ δ’ ἐπὶ χέρσου Τηλεμάχου ἕταροι λύον ἱστία” (ο, 495.).
5καὶ ἐν Ἰλιάδι ἡ Θέτις ἕωθεν φέρει τῷ Ἀχιλλεῖ τὰ ὅπλα. M.Q.S.T. λίμνην ὁ ποιητὴς πᾶν ὕδωρ φησὶ, νῦν δὲ τὸν ὠκεανόν. B.E.P. Q.S. τὸν ἀέρα καὶ γῆν καὶ θάλασσαν καὶ ἁπλῶς τὰ στοιχεῖα πάντα. S.

3

.

3

θνητοῖσι βροτοῖσιν] βροτοῖς ἀθανάτοισι καὶ θνητοῖς, τὸ μὲν διὰ τὴν ψυχὴν, τὸ δὲ διὰ τὸ σῶμα. E. ζείδωρον] τὴν τὰ πάντα πρὸς τὸ ζῆν δωρουμένην. E.

3

.

4

οἱ δὲ Πύλον Νηλῆος] Νηλεὺς μαχεσάμενος μετὰ Πελίου ἐξ Ἰωλκοῦ ἧκεν εἰς Μεσσήνην καὶ τὴν Πύλον ἔκτισε, Μεσσηνίων χώραν
παρασχόντων. ἱστορεῖ Ἑλλάνικος. B.E.H.M.T.118 in vol. 1

3

.

6

ταύρους παμμέλανας] ταύρους μὲν διὰ τὸ βίαιον τῆς θαλάσσης, μέλανας δὲ διὰ τὴν χρόαν τοῦ ὕδατος τὴν ἐκ τοῦ βάθους. P.S.V. διὰ τὴν ἐπιφάνειαν τῶν ὑδάτων μέλανας. πορφυροῦν γὰρ κῦμά (Il. φ, 326.) φησι, καὶ “μέλαν δέ ἑ κῦμ’ ἐκάλυψεν” (Il. ψ, 693,
5Od. ε, 353.), καὶ “ἔνθορε μείλανι πόντῳ” (Il. ω, 79.)· καὶ “ἰοειδέα πόντον” (Il. λ, 298.) φησίν. H.Q. ὅτι μέλαν τὸ ὕδωρ διὰ τὸ βάθος ἠχητικόν. E. ἐνοσίχθονι κυανοχαίτῃ] ταύρῳ ἀπεικάζουσι τὸν Ποσειδῶνα διὰ τὸ δίκην ταύρου ὑπὸ τῶν κυμάτων ὠρύεσθαι. τῷ Ποσειδῶνι δὲ θύουσιν
10ἢ ὡς ἀπόγονοι αὐτοῦ διὰ Νηλέως, ἢ εὐχαριστοῦντες τούτῳ ἐπὶ τῷ νόστῳ. E.H.M.Q.S. ἐνοσίχθονι] τῷ Ποσειδῶνι τῷ κινοῦντι τὴν γῆν. ἔνοσις γὰρ ἡ κίνη‐ σις, χθὼν δὲ ἡ γῆ. δοκοῦσι γὰρ οἱ σεισμοὶ ἐξ αὐτοῦ εἶναι. V.

3

.

7

ἐννέα δ’ ἕδραι ἔσαν] ἐννέα συνέδρια ἦν διὰ τὸ ἐννεάπολιν εἶναι τὴν Πύλον. E.P.S. ἢ ἐννέα πόλεων ἦρχε Νέστωρ, Πύλου, Ἀρήνης, Θρύου, Αἴπυος, Κυπαρισσήεντος, Ἀμφιγενείας, Πτελεοῦ, Ἕλους καὶ Δωρίου. E. ἐπεὶ ἐννέα πόλεων ἦρχεν ὁ Νέστωρ· “οἳ δὲ Πύλον τ’
5ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν, καὶ Θρύον, Ἀλφειοῖο πόρον, καὶ ἐΰκτι‐ τον Αἶπυ, καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον, καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον” (Il. β, 591.). καθ’ ἑκάστην οὖν πόλιν ἦν ἕδρα. τὸ δὲ “πεντηκόσιοι δ’ ἐν ἑκάστῃ” τὸ πλῆθος ὑποφαίνει τῶν ἐπὶ Ἴλιον συνεστρατευκότων Νέστορι. ἐνενήκοντα γὰρ αἱ νῆες ἦσαν τοῦ
10Νέστορος, τῶν δὲ ἑκάστη πεντήκοντ’ ἀνδρῶν. εἰσὶν οὖν οἱ πάντες ͵δφʹ. πάντα οὖν μετὰ παρατάξεως καὶ εὐκοσμίας γίνεται ὡς ἂν Νέστορος ἡγουμένου. H.M.Q. ἢ ἀπὸ τοῦ ἐννέα ἔτη ταλαιπωρεῖσθαι εἰς τὴν Τροίαν. S.
πεντακόσιοι δ’ ἐν ἑκάστῃ] οὕτω διὰ τοῦ α τὸ πεντακόσιοι Ἀρίσταρ‐119 in vol. 1
15χος καὶ Ἡρωδιανός. ἑκάστοθι, ἐν ἑκάστῳ τόπῳ. τινὲς δὲ, ἑκάστοθεν, ὅ ἐστιν ἐξ ἑκάστης πεντηκοντύος. προπαροξύνεται δὲ ἀμφότερα. H. M.Q.S.

3

.

8

εἵατο καὶ προὔθεντο] γράφεται καὶ προὔχοντο. E. προὔχοντο] ὁ μὲν Ἀρίσταρχος, προείχοντο τῷ θεῷ, οἷον παρεῖχον· οἱ δὲ, πρὸ αὐτῶν κατείχοντο ἐπὶ τὸ σφάξαι· τινὲς δὲ, προεβάλλοντο. E.H.M.Q.S.

3

.

9

οἱ σπλάγχν’ ἐπάσαντο] τινὲς σπλάγχν’ ἐδάσαντο. ὅτε οὗτοι τῶν σπλάγχνων ἐπάσαντο καὶ οὗτοι ἰθὺς κατάγοντο. E.H.M.Q.

3

.

10

κατάγοντο, ἰδ’] Ἀρίσταρχος κάταγον· εἶτα, τοὶ δ’ ἱστία. ὁ δὲ Ἡρωδιανὸς κατάγοντο. τὸ ὅμοιον καὶ ἐπὶ τοῦ “νίζον καὶ προτίθεντο ἰδὲ κρέα πολλὰ δατεῦντο” (α, 112.). H.M.

3

.

11

στεῖλαν] οἱ περὶ Ζηνόδοτον, σεῖσαν ἀείραντες. τότε δὲ σείου‐ σιν ὅτε θέλουσι χαλάσαι τὸ ἄρμενον. H.M.Q.R.T

3

.

14

χρὴ] γρ. χρεῖ’. H. οὐ μέν σε χρὴ ἐτ’ αἰδοῦς] οὐ χρεία σε τῆς αἰδοῦς, Ἀττικῶς. εὐπρεπῶς δὲ ἡ μὲν ὡς ἀδαήμονι διαλέγεται ἀξιοῦσα νῦν ἀποθέσθαι διὰ τὸν καιρὸν τὸ τοιοῦτον ἦθος, ὁ δὲ οὐκ ἐπάγει ὅτι ἀδαήμων εἰμί·
5οὐ γὰρ εὐπρεπὲς περὶ αὑτοῦ τοιαῦτα ἐκφέρειν· ἀλλὰ τἀληθές φησιν, οὐδέ τί πω μύθοισι πεπείρημαι. E.H.M.Q οὐδ’ ἠβαιόν] ἄδηλον πότερον ἐκ συναλοιφῆς ἐστι τὸ η ἢ τοῦ
ἠβαιόν τρισυλλάβου· οἱ δὲ νεώτεροι βαιόν φασι. H.M.Q.120 in vol. 1

3

.

15

ἐπέπλως] ὥσπερ ἀπὸ τοῦ διδόω διδῶ δίδωμι, οὕτω καὶ ἀπὸ τοῦ πλόω πλῶ πλῶμι. B. πλῶ, πλώσω, ἔπλωσας, καὶ κατὰ ἀπο‐ κοπὴν ἔπλως καὶ ἐπέπλως. E.

3

.

16

ἐπέσπεν] γρ. ἐπέσπα. H.

3

.

17

ἀλλ’ ἄγε νῦν] γρ. ὄφρα τάχιστα. H.

3

.

18

εἴδομεν] γρ. ἴδωμεν. H. ἐνὶ στήθεσσι κέκευθε] παρά τινων λέγεται τὸ λογιστικὸν ἐν τῇ κεφαλῇ, παρ’ ἑτέρων δὲ ἐν τῇ καρδίᾳ. E.

3

.

20

μάλα πεπνυμένος ἐστί] καὶ πῶς Ὀδυσσεὺς ὁ πεπνυμένος ἴσκε ψεύδεα πολλὰ λέγων (Od. τ, 203.); ἀλλὰ πρὸς τὸ μηδὲν κατεπεῖγον ψεύδεσθαι τοῦτο κομιδῆ νηπίου ἀνδρός. E.M.

3

.

21

τὴν δ’ αὖ] ἢ αὐτὸς πρὸς ἑαυτὸν, ἢ πρὸς φίλον τινὰ Μέν‐ τορα. E.

3

.

22

πῶς τ’ ἂρ προσπτύξομαι] προσεταιρίσομαι, προσαγορεύσω, φιλοφρονήσομαι, προσκαλέσομαι πρὸς τὸ ἀληθὲς εἰπεῖν. M.

3

.

23

οὐδέ τί πω] καὶ πῶς ἐν τοῖς Ἰθακησίοις οὕτως ἐπαρρησιά‐ σατο; ἀλλ’ ἐκεῖνος μὲν οὖν ἀναστραφεὶς, ἔτι δὲ καὶ πρὸς ὀργὴν ἱκα‐ νῶς κινηθεὶς παρρησιάζεται, Νέστορα δὲ συνέσει πανταχοῦ κηρυσσό‐ μενον ἀκούων εἰκότως αὐτὸν εὐλαβεῖται. M.

3

.

24

αἰδὼς δ’ αὖ νέῳ ἀνδρὶ] οὕτω γράφουσιν οἱ κατὰ Ῥιανόν. H.M.

3

.

28

γενέσθαι τε τραφέμεν τε] οὐκ ἔστιν ἀναδιπλασιασμὸς τὸ, τε τραφέμεν, ἀλλὰ σύνδεσμος συμπλεκτικός. M.Q.

3

.

31

ἄγυριν τε] γρ. ἀγορήν τε. ἄγυριν εἰπὼν τοὺς παρεστῶτας ὄχλους ἐδήλωσεν. M. ἀγορήν τε] γρ. ἄγυρίν τε. P.

3

.

32

ἀμφὶ δ’ ἑταῖροι] ἔννοιαν τῆς ἀρχῆς καὶ τοῦ οἴκου τὴν εὐδαι‐
μονίαν παρίστησι. Q.121 in vol. 1

3

.

33

ἄλλα δ’ ἔπειρον] περιέπειρον, ἐσούβλιζον, τοῖς ὀβελίσκοις ἐνήργουν, ὅ ἐστιν ἐπερόνησαν. M.

3

.

34

οἱ δ’ ὡς οὖν ξείνους] ὡς καὶ ἐν Ἰλιάδι (α, 534.) “ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον.” μετὰ τὸ ἴδον ἡ ὑποστιγμὴ παράσημος· οὐδέποτε γὰρ τὸ ἔπος εἰς δύο διαιρεῖται τῇ στιγμῇ, ὅ ἐστιν εἰς τὸν ιβʹ χρό‐ νον. H.M.
5οἱ δ’ ὡς] ἀόπλους γὰρ ἰδόντες οὐκ ἐνόμισαν ἐχθροὺς εἶναι. E. ἀθρόοι] τὸ ἀθρόοι Ἀρίσταρχος ὡς ἀχρόοι τῇ προσῳδίᾳ ἀναγινώ‐ σκει. H.M.

3

.

35

ἑδριάασθαι] τὸ δεύτερον συνέσταλται α ἐν τῷ ἑδριάασθαι. H.

3

.

36

πρῶτος] παρέπεται γὰρ τοῖς ἀγαθοῖς τῶν νέων προλαμβάνειν τοὺς λοιποὺς ταῖς ἀγαθοεργίαις καὶ προπετεύεσθαι τὴν φιλοτιμίαν. M.Q. πρῶτος δ’ ὁ Πεισίστρατος διὰ τὸ ἰδεῖν τὸν Τηλέμαχον ἰσή‐ λικα αὐτῷ ὄντα. εἴωθε γὰρ ἡ νεότης ἐπὶ νεότητι χαίρειν. M.
5διὰ τί πρῶτος ὁ Πεισίστρατος; παροιμία ἐστὶν ἡ λέγουσα, ἧλιξ ἥλικα τέρπει. E.

3

.

37

ἀμφοτέρων ἕλε χεῖρα] εἶχε μὲν εἰπεῖν δυϊκῶς χεῖρε, ἀλλὰ διὰ τὸ καινότερον οὕτως εἶπε, καὶ νοητέον ὡς ἰδίᾳ τὴν ἑκατέρου ἔλαβε χεῖρα ἑκατέραις ταῖς ἑαυτοῦ χερσὶν ὡς ἔν τινι τύπῳ χοροῦ, ἢ μίαν καὶ μίαν ἐξ ἑκατέρων τὰς δεξιὰς, τῇ ἑαυτοῦ δεξιᾷ δηλαδή. λαιᾷ γὰρ
5οὐκ ἦν ἅπτεσθαι, ὡς προγέγραπται. M.

3

.

38

κώεσιν] ἀπὸ τοῦ κῶος μεταπλασμός ἐστι τοῦ κώασι. H.M.

3

.

39

πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ] καθηκόντως ὁ πρεσβύτερος τῶν παίδων πλησίον τοῦ Νέστορος καθῆστο. οὗτός ἐστιν ὁ καὶ στρατείας αὐτῷ τῆς ἐπὶ Ἴλιον κοινωνήσας. M.Q.

3

.

41

χρυσέῳ ἐν δέπαϊ] χωρὶς τοῦ ἐν αἱ Ἀριστάρχου καὶ σχεδὸν ἅπασαι, χρυσείῳ δέπαϊ. H.M.
δειδισκόμενος] δέχω τὸ δεξιοῦμαι, καὶ πλεονασμῷ τοῦ ς καὶ τροπῇ τοῦ ε εἰς ι, δίσκω, καὶ κατὰ ἀναδιπλασιασμὸν δεδίσκω καὶ122 in vol. 1
5δειδίσκω. B.E.

3

.

43

εὔχεο νῦν, ὦ ξεῖνε] πῶς ὁ μὲν Τηλέμαχός φησιν, “αἰδὼς δ’ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι,” ὁ δὲ οὕτως ἀόκνως διαλέγεται τῇ Ἀθηνᾷ; ὑποφαίνει οὖν ὁ ποιητὴς ὅτι “ἔχει γε μέντοι καὶ τὸ θρεφθῆναι καλῶς δίδαξιν ἐσθλοῦ.” ἦν δὲ καὶ τοῦτο γενναίου τρόπου,
5ἀντιλαμβάνεσθαι τῶν ἰδίων ἐλαττωμάτων. H.M.Q.R.T.

3

.

44

τοῦ γὰρ καὶ δαίτης ἠντήσατε] ἐπετύχετε, τοῦ Ποσειδῶνος. αὐτῷ γὰρ θύσαντες εὐωχοῦνται. P.

3

.

45

ὑποστικτέον κατὰ τὸ ᾗ θέμις ἐστί. δύναται δὲ καὶ τοῖς ἑξῆς συνάπτεσθαι τὸ ᾗ θέμις ἐστίν, ὑποστιζόντων ἐπὶ τοῦ εὔξεαι. H.M.

3

.

46

δασυντέον τὸ μελιηδέος. H.

3

.

48

θεῶν χατέους’ ἄνθρωποι] τὸ γὰρ βρότειον γένος τῶν θεῶν χρῄζει μάλα. M.

3

.

49

ὁμηλικίην δ’ ἐμοὶ αὐτῷ] ὅτι ὁ Τηλέμαχος δαιμονίως καὶ τὸν νέον ἐθεράπευσε τῇ τῆς ἡλικίας ὁμοιότητι, ἐπιδεικνὺς ὡς οὐδ’ αὐτὸς ἐσκυθρώπασεν ἐπὶ τῇ πρεσβυτέρου προτιμήσει. M.Q.

3

.

50

τοὔνεκά σοι] ἐχρῆν ὀρθοτονεῖν τὴν σοί. Ζηνόδοτος δὲ, τοὔνεκά τοι, γράφει, νοῶν ὅτι ἐπὶ τῆς διαστολῆς παραλαμβάνεται ἡ τοι. H.M.Q. ἄλεισον] τὸ πλατὺ, ὅθεν ἐστὶν ἅλις πιεῖν. ἄλεισον δὲ ἀπὸ τοῦ
5λεῖον. B. λέγεται τὸ ποτήριον τὸ ἐξεσμένον καὶ λεῖον, κατ’ ἐπίτα‐ σιν τοῦ α, τὸ δὲ ς κατὰ προσθήκην. E. ἔκπωμα ἐκτετορνευμένον, οἱονεὶ λεῖον ὑπάρχον· ἢ πλατὺ, ὅθεν ἐστὶν ἅλις πιεῖν. H.M.Q.V.

3

.

52

χαῖρε δ’ Ἀθηναίη] διὰ τὴν διάκρισιν τοῦ διδόντος· οὐ γὰρ τὸ
θεῖον δέεταί τινος. M.Q.123 in vol. 1

3

.

55

κλῦθι] διὰ τὸ γινώσκειν τὸν Ποσειδῶνα κωλύειν τὸν Ὀδυσσέα, τούτου χάριν λέγει. M.

3

.

57

Νέστορι μὲν πρώτιστα] οὐδενὸς γὰρ ἄλλου ἐδεῖτο ἢ χρυσῶν ἢ κτημάτων ἢ πλούτου ἤ τινος ἄλλου ὁμοίου ἀλλ’ ἢ δόξης, καίτοι βασιλεὺς ὤν. ἡ γὰρ δόξα περὶ τιμῶντι καὶ οὐ περὶ τῷ τιμωμένῳ κεῖται. M. Ἄλλως. Πλοῦτος γὰρ σύμμετρος ἦν τῷ Νέστορι,
5χρόνου μῆκος, εὐπαιδία, μεγάλων πράξεων ἐπιτυχία, φρόνησις, ἀκμὴ λόγου. ὡς οὖν ἠθληκότι ἤδη κατὰ τὸν βίον, τὴν ἐπὶ τούτοις ἀγαθὴν δόξαν εὔχεται. M.Q.

3

.

59

σύμπασιν] σύνθετον τὸ σύμπασι· διὸ προπαροξύνεται. H.

3

.

63

δέπας ἀμφικύπελλον] τὸ ἀμφοτέρωθεν κυπτόμενον. B.

3

.

65

ὑπέρτερα] ὑπέρθετα καὶ μείζονα· ἢ νωτιαῖα· ταῦτα γὰρ ὑπερέχει. ὡς πρὸς τὰ ἐμπρόσθια δὲ ἡ σύγκρισις. ἢ τὰ ὑπεράνω τοῦ πυρός. B.H.Q. τὰ ὑπέρθετα καὶ μείζονα ἔξωθεν τῶν ἔνδον. ἔστιν οὖν νωτιαῖα, ταῦτα γὰρ ὑπερέχει τῶν λοιπῶν κρεῶν. V. ἐπεὶ ἐξείλ‐
5κυσαν τὰ ὀπτηθέντα ὑπεράνω τοῦ πυρός. E.

3

.

68

Γερήνιος ἱππότα Νέστωρ] κατὰ μὲν Ἡσίοδον ὁ ἐν Γερήνοις ἀνατραφείς. κρεῖσσον δὲ ἀποδιδόναι ὁ ἔντιμος κατὰ τὸ γέρας. M. Q.V. ἱππότα] Εὐδαίμων ὁ Πηλουσιώτης εἶναι λέγει Μακεδονικὸν, οἱ δὲ
5Αἰολικόν. P.

3

.

69

νῦν δὴ κάλλιον] ὅτι ἐννέα ἡμέρας ἐφιλοξένουν καὶ οὕτως ἠρώ‐ των. αὐτῶν δὲ ἐν τῇ οἰκείᾳ μὴ πορευθέντων λέγει τὸ νῦν κάλλιόν ἐστι. M. τοῖς φίλοις ὁ γέρων ταῦτά φησιν εἰς φιλοξενίαν ἐκφερό‐ μενος, ἵνα γνωρίμους καὶ τοῖς ἄλλοις καταστήσῃ τοὺς ξένους. M.Q.
5μεταλλῆσαι] ἐρευνῆσαι. Q.

3

.

71

ὦ ξεῖνοι τίνες ἐστέ] τοὺς μετ’ αὐτὸν τρεῖς στίχους ὁ μὲν
Ἀριστοφάνης ἐνθάδε σημειοῦται τοῖς ἀστερίσκοις, ὅτε δὲ ὑπὸ τοῦ Κύκλωπος λέγονται, καὶ ὀβελίσκους τοῖς ἀστερίσκοις παρατίθησιν, ὡς ἐντεῦθεν μετενηνεγμένων τῶν στίχων. πόθεν γὰρ τῷ Κύκλωπι λῃ‐124 in vol. 1
5στῶν ἔννοια ᾖ στωμυλλομένῳ φάναι, “οἵ τ’ ἀλόωνται ψυχὰς παρθέ‐ μενοι κακὸν ἀλλοδαποῖσι φέροντες;” ὁ δὲ Ἀρίσταρχος οἰκειότερον αὐτοὺς τετάχθαι ἐν τῷ λόγῳ τοῦ Κύκλωπός φησιν· οὐδὲ γὰρ νῦν οἱ περὶ Τηλέμαχον λῃστρικόν τι ἐμφαίνουσι. δοτέον δὲ, φησὶ, τῷ ποιητῇ τὰ τοιαῦτα. καὶ γὰρ ναῦν αὐτὸν παράγει εἰδότα, “ἀλλά
10μοι εἴφ’ ὅπη ἔσχες ἰὼν εὐεργέα νῆα” (ι, 279.), καὶ συνίησιν Ἑλλη‐ νίδα φωνήν. καθάπτεται δὲ καὶ Θουκυδίδου Ἀρίσταρχος λέγοντος ὡς οὐκ αἰσχρὸν ἡγοῦντο τὸ ληΐζεσθαι οἱ παλαιοὶ, ἐν οἷς φησιν “οὕς μοι ληΐσσατο δῖος Ὀδυσσεύς” (α, 398.). ὁμωνυμίᾳ γὰρ ἠπάτηται, πολλάκις τῆς ληΐδος ἐπὶ τῆς λαφυραγωγίας τασσομένης· παρὸ καὶ
15τὴν Ἀθηνᾶν ληΐτιδα προσαγορεύει (Il. κ, 460.). ὅτι γὰρ αἰσχρὸν ἡγοῦντο τὸ λῃστεύειν δῆλον ἐξ ὧν οὐδέποτε ἐπὶ Ἀχιλλέως οὐδὲ ἐπὶ Αἴαντος, καίτοι γε ἰσχυρῶν ὄντων, ἐχρήσατο τῷ ὀνόματι ὁ ποιητής. ἄλλως τε κἀκ τῶν συμφραζομένων δηλοῖ τὴν τοῦ πράγματος μοχθη‐ ρίαν. ἀντιτάσσεται γὰρ τῷ “ἤ τι κατὰ πρῆξιν” τὸ “ἢ μαψιδίως.”
20H.M.Q.R. ἰστέον ὡς οὐκ ἄδοξον ἦν τὸ λῃστεύειν παρὰ τοῖς πα‐ λαιοῖς, ἀλλ’ ἔνδοξον· εἰ γὰρ ἄδοξον ἦν, οὐκ ἂν εἰς μέσον αὐτοῖς τοῦτο προήγαγε φίλοις οὖσι. M.

3

.

72

ἤ τι κατὰ πρῆξιν] ὁ πρῶτος η σύνδεσμος ὀξύνεται, ὁ δὲ δεύτερος περισπᾶται. M. ὁ πρῶτος η ὀξύνεται διὰ τὸ τι, ὁ δὲ δεύτερος περισπᾶται. ἐρωτηματικὸς γάρ. P. κατὰ πρῆξιν] ἢ κατ’ ἐμπορίαν ἐπὶ τῷ ἰδίῳ κέρδει, ἢ ματαίως τῇδε125 in vol. 1
5κἀκεῖσε πλανᾶσθε μὴ ἔχοντες σκοπὸν ὑποστρέψαι εἰς τὰ ἴδια ὅθεν ἐξήλθετε. E. ἢ μαψιδίως ἀλάλησθε] ματαίως, οὐκ ἔχοντες σκοπὸν εἰς τήνδε τὴν πόλιν καὶ εἰς τήνδε ἀπελθεῖν, ἀλλ’ ἁπλῶς φερόμενοι. P.Q.

3

.

73

οἷά τε ληϊστῆρες] ἀπρεπὲς τὸ τὸν φρόνιμον Νέστορα ὑπονοεῖν λῃστείαν. λύεται δὲ τῷ ἔθει. φαίνεται γὰρ οὐκ αἰσχρὸν τοῖς ἀρ‐ χαίοις ὂν τὸ λῃστεύειν, καὶ Θουκυδίδης εἴρηκεν. H.Q.T. ληϊστὴρ καὶ κατὰ θάλαττάν ἐστι καὶ κατὰ γῆν· πειρατὴς δὲ μό‐
5νος ὁ κατὰ θάλασσαν λῃστὴς, ἀπὸ τοῦ περῶ. E.

3

.

74

ψυχὰς παρθέμενοι] ἀφειδήσαντες, εἰς κίνδυνον παραβαλόντες τὰς ἑαυτῶν ψυχάς. M.

3

.

79

μέγα κῦδος] ἄξια τῆς διαδεδομένης φήμης τοῦ Νέστορος εἰς ἅπασαν Ἑλλάδα τὰ τῆς εἰσβολῆς πρὸς τὴν φράσιν. M.P.

3

.

80

καταλέξω] τὸ καταλέξω οὐκ ἔστιν ἁπλῶς ἀντὶ τοῦ εἴπω, ἀλλ’ εἰς τέλος τοῦ λόγου ἀφίξομαι. E. εἴρεαι] εὐλαβῶς λίαν, ὡς αὐτὸς μὴ προκατάρξας λόγων, ἀλλὰ πρὸς πεῦσιν ἀποκρινόμενος. P.Q.

3

.

81

Ἰθάκης ὑπονηΐου] τῆς ὑπὸ τὸ Νήϊον ὄρος κειμένης, ὡς “Θήβῃ ὑποπλακίῃ” (Il. ζ, 397.), τῇ ὑπὸ τὸ Πλάκιον ὄρος κειμένῃ. B.M. P.Q. ὑπὸ τὸ Νήϊον κειμένης. Νήϊον δὲ ὄνομα ὄρους πρὸς ὑποδοχὴν νεῶν εὔθετον. E. Νῆον, ὄνομα ὄρους. P. τῆς πλεῖσθαι δυναμένης
5καὶ μὴ πεζῇ βαδίζεσθαι. M. ὑπονηΐου] ὤφειλε γὰρ εἰπεῖν ἢ ἀπὸ Νηΐου, ἢ ὑπὸ Νήϊον, τὸ δέ ἐστι τῆς μεγαλονοίας τοῦ ποιητοῦ. θέλων γὰρ παραδηλῶσαι ὅτι ἀπὸ τοῦ Νηΐου ὄρους εἰσὶ, καὶ ὑπ’ αὐτὸ κεῖνται, τὴν ὑπό συνέταξε μετὰ γενικῆς, ἵνα καὶ ἀμφότερα νοοῦνται, ἀπὸ μὲν τῆς ὑπό προθέσεως τὸ
10Νήϊον, ἀπὸ δὲ τῆς γενικῆς ἡ ἀπό. B.126 in vol. 1

3

.

82

οὐ δήμιος] Ἀριστοφάνης, ἐκδήμιος, ἀντὶ τοῦ ἔξω τοῦ δήμου. H.M. ἀγορεύω] ὁ ἐνεστὼς ἀντὶ τοῦ μέλλοντος ἀγορεύσω. M.

3

.

83

ἤν που ἀκούσω] ἔρχομαι, φησὶν, ἤν πως φήμην ἀκούσω περὶ τοῦ ἐμοῦ πατρός. B.M.Q.

3

.

85

σὺν σοὶ μαρνάμενον] τοῦτό φησι θεραπεύων τὸν γέροντα λίαν. ὑπασπιστὴν γὰρ αὐτοῦ τὸν πατέρα ὑποδείκνυσιν, ὡς εἴ τις Μηριόνην Ἰδομενέως λέγοι ὑπασπιστήν. B.M.Q.

3

.

87

πευθόμεθ’] καὶ ταῦτα δηλοῖ τὴν σπουδὴν τὴν περὶ τὸν πα‐ τέρα. τὸ δὲ τὰ περὶ τῶν ἄλλων ἀκούσαντα ἀγνοεῖν τὰ περὶ τοῦ πατρὸς ἄγαν περιπαθές. B.M.Q. οἴδαμεν· οὐ γάρ ἐστιν ἀντὶ τοῦ ἐρωτῶμεν. Ἀρίσταρχος δὲ τὸ ἧχι ἄνευ τοῦ ι φησὶ, καθάπερ καὶ τὸ
5ἧφι βίηφι. H.M.

3

.

90

εἴθ’ ὅγε] προαγωγὰ ταῦτα τοῦ μὴ ψεύσασθαι τὸν Νέστορα. M.Q.

3

.

91

κύμασιν Ἀμφιτρίτης] τῆς θαλάσσης. λέγεται δὲ οὕτω καὶ ἡ Ποσειδῶνος γυνή. H.M. Ἄλλως. Ἐν Νάξῳ τὴν Ἀμφιτρίτην χορεύουσαν ἰδὼν Ποσειδῶν ἥρπασεν· ὅθεν ὑπὸ τῶν ἐγχωρίων Ποσει‐ δωνία ὠνομάσθη ἡ θεὸς, ὡς καὶ ἡ Ἥρα Διώνη παρὰ Δωδωναίοις, ὡς
5Ἀπολλόδωρος. H.M.Q. Ἀμφιτρίτης] Ἀμφιτρίτη λέγεται ἡ θάλασσα ὅτι τρίτη ἐστιν ἀμ‐ φοτέρωθεν, ἐκ τοῦ ἄνω μέρους καὶ ἐκ τοῦ κάτω· ἐκ τοῦ ἄνω μὲν ὡς πρωτεύοντος τοῦ αἰθέρος, δευτέρου δὲ τοῦ ἀέρος, τρίτης αὐτῆς· ἐκ τοῦ κάτω δὲ, ὡς τῆς ἀβύσσου καὶ τοῦ ταρτάρου προκειμένων, τρίτης
10οὔσης αὐτῆς. E.127 in vol. 1

3

.

92

γούναθ’ ἱκάνομαι] ἢ ἅπτομαι τῶν σῶν γονάτων μετὰ ἱκε‐ τείας. E.

3

.

96

μειλίσσεο] ἢ χαρίζου, μειλιχίους λέγε λόγους. E. μείλιχα καὶ προσηνῆ λέγε, ἢ χαρίζου, καταπράϋνε τὸν θρῆνον. P. ταῦτα πρὸς τὸ μέγεθος προβάλλεται τῆς οἰκείας χρείας. μεγάλως γὰρ αὐτῷ διέφερε μαθεῖν περὶ τοῦ πατρός. Q.

3

.

97

κατάλεξον] οὐκ ἔστιν ἁπλῶς εἰπέ, ἀλλ’ εἰς τέλος τοῦ λόγου ἐλθὲ καὶ πάντα εἰπέ. ταῦτα γάρ ἐστι τὸ “ἀτὰρ οὐ τέλος ἵκεο μύθων” (Il. ι, 56.). τὸ διελθεῖν οὖν τὸν λόγον ὃν ἤρξατο λέγειν ἢ μέλλει εἰπεῖν δηλοῖ τὸ κατάλεξον, μέχρι οὗ δεῖ ἀπολῆξαι. Q.
5ὀπωπῆς] γράφεται, ἀκοῆς. B. καὶ θέας. ἐξ ἀκοῆς ὁ Τηλέμαχος πολλὰ ᾔδει. E. ὅπως μετέλαβες τῆς περὶ αὐτὸν θέας, παρὰ τὴν ὄπα. Q. ὀπωπῆς, θέας, παρὰ τοὺς ὦπας· ἢ φωνῆς παρὰ τὴν ὄπα. M.V. πῶς μετέλαβες τῆς περὶ αὐτὸν θέας. γρ. δὲ τῆς ἀκοῆς παρὰ τὴν ὄπα. H.M. ὅπως ἤντησας ὀπωπῆς, ἤγουν πῶς εἴτε ἐπὶ καλῷ
10οὔσης ἢ ἐπὶ κακῷ ἔτυχες τῆς περὶ ἐκείνου ἀκοῆς εἴτε τῆς θέας, ἤγουν ὅθεν ἐνέτυχες αὐτοῦ θεωρίας. M.

3

.

100

πήματ’] γρ. ἄλγεα. M.

3

.

101

ἐνίσπες] ἐπίσχες, εἰπέ. H.

3

.

103

γεροντικῶς ὁ Νέστωρ μακροτέραν ποιεῖται τὴν ἀπόκρισιν· ἄλλως τε ὁ ποιητὴς εὐκαίρως προσαναπληροῖ τὰ λελειμμένα τῇ Ἰλιακῇ ὑποθέσει. H.M.
ὦ φίλ’, ἐπεί] οὐκ ἀποδίδωσι τὸ ἐπεί. καὶ ἐπὶ τοῦ Μενελάου128 in vol. 1
5“ὦ φίλ’, ἐπεὶ τόσα εἶπες” (Od. δ, 204.). Ὁμηρικὸν δέ ἐστι τὸ ἔθος. H.M. ἐπεί] τὸ ἐπεί ἐνταῦθα βεβαιωτικὸν καὶ ἀργόν. οὐ γὰρ ἀποδίδοται Ὁμηρείῳ ἔθει. B. ἴσως κενοδοξῶν ὁ Νέστωρ ἑαυτὸν τοῖς πολεμοῦσι συναριθμεῖ;
10πλὴν κοινοποιεῖται τὰ πάθη τῶν φίλων. E.

3

.

104

μένος ἄσχετοι] τὴν δύναμιν ἀκατάσχετοι. P.

3

.

106

πλαζόμενοι] οὐκ ἂν γὰρ τοσοῦτον ὑπέμειναν τοὺς πόνους.
ἀπὸ κοινοῦ δὲ τὸ “ἀνέτλημεν” καὶ τὸ “ἐπεί μ’ ἔμνησας.” σαφῶς δὲ τῶν Ἑλλήνων πολέμαρχον παρίστησι τὸν Ἀχιλλέα. M.Q. ἰστέον ὅτι εἰς δύο διεμοιράσθη πᾶν τὸ Ἑλληνικὸν στράτευμα. καὶ τοῦ μὲν129 in vol. 1
5ἑνὸς μέρους ἦρχεν Ἀγαμέμνων τὴν Τροίαν παρακαθήμενος, τοῦ δὲ ἑτέρου Ἀχιλλεὺς, τοῦ ναυτικοῦ δηλονότι, ἐν ᾧ μέρει καὶ Ὀδυσσεὺς καὶ Νέστωρ ἠρίθμηντο. οὗτοι γοῦν ναυμαχοῦντες οἱ περὶ τὸν Ἀχιλ‐ λέα τὰς παρακειμένας πόλεις ἐπόρθουν, ἠπειρώτιδάς τε καὶ θαλασ‐ σίας. M.

3

.

108

κατέκταθεν ὅσσοι ἄριστοι] ὑπέρβατον· τίς κεν ἐκεῖνα πάντα γε μυθήσαιτο ἀπὸ τῶν θνητῶν ἀνθρώπων; εἶτα τὰ ἄλλα διὰ μέσου, ἔνθα μὲν Αἴας, καὶ τὰ ἑξῆς. B.

3

.

109

ἔνθα μὲν Αἴας κεῖται] πρόδηλον ἐντεῦθεν ὅτι ὅπου ἐτελεύτη‐ σαν, ἐκεῖ ἐθάπτοντο, καὶ οὐκ ὀστέα παισὶν ἕκαστος ἤγετο (Il. η, 334.). E.M.Q Αἴας κεῖται πελώριος] ὁ μέγας πρὸς τὸν Λοκρόν. E.

3

.

110

Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος] δικαίως ἐπέτεινε τὸν ἔπαινον τοῦ Πατρόκλου ὅτι πείσας αὐτὸν εἰς τὸν πόλεμον ἐξήγαγεν. E.Q.

3

.

111

ἔνθα δ’ ἐμὸς φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀμύμων] περιπα‐ θῶς λίαν. οὐ μόνον γὰρ ὡς υἱὸν, ἀλλὰ καὶ ὡς ἄριστον ἐπιποθεῖ. E.Q. ἀταρβής] γράφεται καὶ ἀμύμων. E.P.

3

.

113

ἄλλα τε πολλά] καὶ ταῦτα εἰς παραμυθίαν τοῦ νεανίσκου. πιθανὸς γάρ ἐστιν ὁ σύμβουλος ὅταν καὶ ἑαυτὸν ἐπιδεικνύῃ τὰ ὅμοια δυστυχήματα γενναίως φέροντα. E.M.Q. γρ. ἀλλά γε πόλλ’. H.
5τίς κεν ἐκεῖνα] ἀποδίδοται τὸ “ἐπεί μ’ ἔμνησας” (103.) καὶ τὸ “ὅσα” (105.). P. τινὲς οὕτως τὸ ὑπέρβατον, ὦ φίλ’, ἐπεί μ’ ἔμνη‐ σας ὀϊζύος, τίς κεν ἐκεῖνα πάντα γε μυθήσαιτο; E.M.Q.130 in vol. 1

3

.

115

οὐδ’ εἰ πεντάετές γε] τινὲς οὕτως· οὐδὲ εἰ ἐπὶ πέντε καὶ ἓξ ἔτη παραμένων ἐρωτῴης ὑπὲρ τῶν συμβεβηκότων τοῖς Ἀχαιοῖς ἀνια‐ θείης ἂν καὶ ἀπέλθοις εἰς τὴν πατρίδα, ἀλλὰ παραμένοις ἂν δηλονότι ψυχαγωγούμενος ὑπὸ τῆς ποικιλίας τῶν διηγημάτων. ἐμοὶ δὲ οὐ
5δοκεῖ τοιαύτη εἶναι ἡ ἀπόδοσις, ἀλλ’ οὕτως ἔχει ὁ λόγος· τίς ἂν ἐκεῖνα πάντα διηγήσαιτο; οὐδ’ εἰ ἐπὶ πέντε ἔτη καὶ ἓξ ἔτη παραμένων ἐξερέοις ὅσα κεῖθι πάθομεν, δύναιτό τις πάντα μυθήσασθαι. εἶτα ἀπὸ ἄλλης ἀρχῆς “πρίν κεν ἀνιαθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο,” καταλι‐ πὼν τὴν διήγησιν διὰ τὸ μῆκος. H.M.Q.

3

.

117

πρίν κεν ἀνιηθεὶς] πρὶν ἀκούσαις. ὁμοία δὲ ἡ φράσις ἐκείνῃ “πρίν μιν καὶ γῆρας ἔπεισι” (Il. α, 29.). M.

3

.

121

ἤθελε] ἀντὶ τοῦ ἠδύνατο· “οὐδ’ ἔθελε προρρέειν” (Il. φ, 366.). B.Q. ἐδυνήθη· ὡς τὸ “οὐ θέλει τὰ δένδρα διδάσκειν με.” E.

3

.

124

ἤτοι γὰρ μῦθοί γε] πρεσβύτεροι, φησὶ, τῆς ἡλικίας οἱ λόγοι, καὶ πάνυ τὸ εἰκὸς ἐν αὐτοῖς σώζεται. E.

3

.

125

ἄνδρα νεώτερον] τὸ συγκριτικὸν ἀντὶ ἁπλοῦ. E. ὧδε] ἀεὶ παρὰ τῷ Ὁμήρῳ τὸ ὧδε ἀντὶ τοῦ κατὰ τοῦτον τὸν τρό‐ πον. B.

3

.

126

εἵως μὲν] τὸ ἀναφορικὸν ἀντὶ τοῦ ἀνταποδοτικοῦ τοῦ τέως. M.P.Q.

3

.

127

δίχ’ ἐβάζομεν] ἀντὶ τοῦ, οὐκ ἐδιχονοοῦμεν, οὐκ ἐν τῷ δημη‐ γορεῖν, οὐκ ἐν τῷ βουλεύεσθαι, ἀλλ’ ἕνα θυμὸν, καὶ τὰ ἑξῆς. B.E.

3

.

128

ἀλλ’ ἕνα θυμὸν ἔχοντε] λεληθότως παιδεύει ὁ ποιητὴς ὅτι ἡ ὁμόνοια τῶν ἀρίστων καὶ πόλεις ὅλας χειροῦσθαι πέφυκεν, ἐκ δὲ δι‐ χονοίας καὶ ὅλος ὁ στρατὸς διαφθείρεται. ἐκ μὲν γὰρ ὁμονοίας καὶ συμφωνίας Ὀδυσσέως καὶ Νέστορος πάντα τοῖς Ἀχαιοῖς ἀγαθὰ
5γενέσθαι, ἐκ δὲ διχονοίας τῶν ἡγεμόνων ἀπολέσθαι περὶ τοὺς νόστους φησὶ τὸ Ἑλληνικόν. H.M.Q.T. ὅρα δὲ πάλιν ἐπικαίρως τὰ λεί‐ ποντα τῇ ὑποθέσει. H.M. νόῳ καὶ ἐπίφρονι βουλῇ] διαφέρει νοῦς καὶ βουλή. ὁ μὲν γὰρ νοῦς γεννητικός ἐστιν, ἡ δὲ βουλὴ τελεστική. E.131 in vol. 1

3

.

129

ὄχ’ ἄριστα γένηται] λείπει τὸ, πάντα εἶχε καλῶς τοῖς Ἕλ‐ λησιν. E.

3

.

134

τῷ σφεων πολέες] ἐγκλιτικὴ μὲν ἡ σφεων. ὅμως τὸ τῷ πάλιν περισπασθήσεται. M. διὰ τοῦτο ἐξ ἑαυτῶν πολλοὶ, ἤτοι δι’ οἰκείας γνώμης, καὶ ἐκ τῆς μήνιδος τῆς Ἀθηνᾶς ἐπεσπάσαντο θάνατον. B.

3

.

135

μήνιος ἐξ ὀλοῆς] ἐπεὶ Αἴαντα τὸν Λοκρὸν οὐκ ἐκόλασαν βια‐ σάμενον ἐν τῷ ἱερῷ αὐτῆς τὴν Κασάνδραν. H.E.V. νῦν μὲν κοινῶς εἰς ἅπαντας τὴν μῆνιν, ἑξῆς δὲ σαφέστερον τὴν αἰτίαν τῆς ὀργῆς δηλοῖ ἐπὶ τοῦ Αἴαντος. Q.
5γλαυκώπιδος ὀβριμοπάτρης] διὰ τὸ ἀνδρικὸν τῆς φρονήσεως. τὰ γὰρ ἀνδρικώτατα τῶν ζῴων γλαυκά. E.

3

.

137

ἐς πάντας Ἀχαιοὺς] βούλονται τῆς ἐς προθέσεως ῥωννύναι τὸν τόνον τινὲς, ἵνα δυνάμει ἀναστροφὴ γένηται κατὰ τὸ “ὄρνιθες ὥς.” E.H.

3

.

138

οὐ κατὰ κόσμον] οὐ κατὰ καιρὸν ἐνδεχόμενον. E. ἐς ἠέλιον καταδύντα] δύναντος τοῦ ἡλίου μῦθον μυθείσθην. B.

3

.

139

οἱ δ’ ἦλθον] οὗτος ὁ στίχος διὰ μέσου. B. οἱ δ’ ἦλθον οἴνῳ βεβαρηκότες] οὕτω τὸ ἑξῆς· τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιοὺς μῦθον μυθείσθην τοῦ εἵνεκα λαὸν ἄγειραν μὰψ, ἀτὰρ οὐ κατὰ κόσμον ἐς ἠέλιον καταδύντα. οἱ γὰρ ἦλθον οἴνῳ
5βεβαρηκότες. Ἄλλως. τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς ἠέλιον κατα‐ δύντα μὰψ, ἀτὰρ οὐ κατὰ κόσμον· (οἱ γὰρ ἦλθον οἴνῳ βεβαρηκότες) μῦθον μυθείσθην. Q. βεβαρηότες] βαρῶ, βαρήσω, βεβάρηκα, βεβάρηα. E.

3

.

146

ὃ οὐ] τὸ ὅ ἀντὶ τοῦ ὅτι. ἔστι δὲ ἀποκοπή. Q.

3

.

147

οὐ γὰρ αἶψα θεῶν τρέπεται νόος] ἐναντίον τοῦτο τῷ ἐν Ἰλιάδι
“στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί” (ι, 497.). λύοιτο δ’ ἂν ἐκ τοῦ προσώπου· τὰ μὲν γὰρ λέγει ὁ Νέστωρ, τὰ δὲ Φοῖνιξ· ὥστε οὐ ταὐτὰ ἐδοκίμαζον. λύεται δὲ καὶ ἐκ τοῦ καιροῦ· τὸ γὰρ προθυμούμενον,132 in vol. 1
5τὸ στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί, τῷ καιρῷ ἥρμοσται. λύεται δὲ καὶ ἐκ τῆς λέξεως· πρόσκειται γὰρ τὸ αἶψα· στρέφονται μὲν γὰρ, οὐκ αἶψα δέ. B.E.Q.

3

.

149

ἕστασαν] δασύνεται· οὐ γὰρ ἀντὶ τοῦ ἑστήκεισαν ἐκεῖ. M.

3

.

151

νύκτα μὲν ἀέσαμεν] διετελέσαμεν, διηλλάξαμεν. H. Καὶ ἄλλως Πορφυρίου. τὸ ἀέσαμεν, οὐκ, ἐκοιμήθημεν, ἀλλ’ ἐπνεύσαμεν, ἀπὸ τοῦ ἄειν, ὅ ἐστι πνεῖν. λέγει δὲ καὶ ἀνάπνευσιν τὴν μικρὰν τῶν κακῶν παραμυθίαν, “ὀλίγη δέ τ’ ἀνάπνευσις πολέμοιο” (Il. λ, 801.),
5ἀπὸ τῶν ἐκ πολέμου ἐπ’ ὀλίγον ἀναπνεόντων· καὶ “ἀσπασίως φεύ‐ γοντες ἀνέπνεον Ἕκτορα δῖον” (Il. λ, 327.)· “ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε” (Il. χ, 222.)· “αὖτις δ’ ἀμπνύνθη” (Il. ε, 697.). ἀφ’ οὗ καὶ τὸν εὑρίσκοντα πόρους εἰς ἀνάπνευσιν τῶν κακῶν, ὅπερ ἐστὶν ὁ φρόνιμος, πεπνυμένον φησίν. τὸ δὲ “χαλεπὰ φρεσὶν ὁρμαί‐
10νοντες ἀλλήλοις” ἀντὶ τοῦ ἀγρυπνοῦντες καὶ χαλεπὰ μεριμνῶντες εἰς ἀλλήλους. E.H.M.Q. τινὲς δὲ τὸ ἀέσαμεν ἀντὶ τοῦ ἀνεπαυσά‐ μεθα, ἐκοιμήθημεν, ἢ διενυκτερεύσαμεν, ἐμείναμεν. M. Ἄλλως. ἀνεπνεύσαμεν τῆς στάσεως, ἀπὸ τοῦ ἄω. εἰ γὰρ, ἐκοιμήθημεν, πῶς ὁρμαίνοντες; ἐν δὲ ταῖς χαριεστέραις γέγραπται εἰάσαμεν, ὅπερ
15ἐστὶν ἄπρακτον ἀφήκαμεν, ἠῶθεν δὲ οἱ μὲν νέας. ἀνοίκειον γὰρ τὸ κοιμᾶσθαι αὐτοὺς ἐν τοσούτῳ κινδύνῳ, εἴ τις τὸ ἀέσαμεν ἀντὶ τοῦ ἐκοιμήθημεν ἐκδέξαιτο. E.H.M.Q.R.

3

.

153

εἰς ἅλα δῖαν] γρ. ἀμφιελίσσας. H.

3

.

154

βαθυζώνους τε γυναῖκας] τοῖς γὰρ ὑποδύταις αἱ βάρβαροι γυναῖκες μέχρι βάθους ἐπισύρουσαι χρῶνται. E.M.P.

3

.

156

αὖθι] ἀπὸ τοῦ αὐτόθι κατὰ συγκοπήν. B.

3

.

158

ἐστόρεσεν] ἔστρωσεν, γαλήνην ἐποίησεν, ἐγαληνοποίησε τὸν
πόντον τὸν μεγάλα κήτεα ἔχοντα. Gl. H.133 in vol. 1

3

.

161

σχέτλιος] ἀπὸ τοῦ σχῶ τὸ κρατῶ· ὁ κατέχων ἐπιπολὺ τοῦ θυμοῦ καὶ σχετλιάζειν ἡμᾶς ποιῶν. E.

3

.

164

ἦρα φέροντες] ἐπιθυμητά· ἀπὸ τοῦ ἀρῶ τὸ ἁρμόζω, ἦρα, ἐπίηρα, ἐπέραστα. P.Q.

3

.

165

ἀολλέσιν] ἐκ τοῦ ἁ τὸ ὁμοῦ, καὶ τοῦ εἱλῶ τὸ συστρέφω. ἢ ταχείαις, ἀπὸ τῆς ἀέλλης. E.

3

.

168

μετὰ νῶϊ] πρὸς ἡμᾶς, μεθ’ ἡμᾶς, ἐφ’ ἡμῖν Διομήδης καὶ Νέστωρ. εἴρηται δὲ ἐπὶ δυϊκῶν. M.

3

.

169

ἐν Λέσβῳ] ἐν τῇ Λέσβῳ δὲ κατέλαβεν ἡμᾶς μόλις ὁ ξανθὸς Μενέλαος, διαλογιζομένους ἡμᾶς ἢ ἵνα πλεύσωμεν ὑπεράνωθεν τῆς Χίου ἐπὶ τῆς νήσου τῆς Ψυρίης, ἔχοντες αὐτὴν τὴν νῆσον ἐπὶ τὰ ἀριστερά· ἢ ὑποκάτωθεν τῆς Χίου παρὰ τὸν Μίμαντα. ἔστι δὲ τὸ
5μὲν ὄνομα ὄρους οὕτω πως καλουμένου. Μίμας ὄρος ἐρυθρὸν κατέ‐ ναντι Χίου, ἀπὸ Μίμαντος ἑνὸς τῶν γιγάντων ὀνομασθέν. B. Λέσβος νῆσος Τροίας ἔχουσα πόλεις πέντε, Πύρραν, Ἔρεσσον, Μιτυλήνην, Μήθυμναν, Ἄντισσαν. E.Q.V.

3

.

170

ἢ καθύπερθε Χίοιο] ὑπεράνω, ἀντὶ τοῦ εἰς τὰ δεξιά. ὑπερέ‐ χειν γὰρ λέγομεν τὴν δεξιὰν τῆς ἀριστερᾶς. E.M.Q.

3

.

171

νήσου ἐπὶ Ψυρίης] ἀντὶ τοῦ παρὰ νῆσον Ψυρίαν, ὡς “Ὄσ‐ σαν ἐπ’ Οὐλύμπῳ μέμασαν” (Od. λ, 314.). H.Q.R. νησίδιον μι‐ κρὸν πρὸ τῆς Χίου ἐστὶ τὰ Ψύρα, ἀπέχον Χίου σταδίους ὀγδοήκοντα,
ἔχον λιμένα νεῶν εἴκοσι. Ἀλκμὰν “πάρ θ’ ἱερὸν σκόπελον παρά134 in vol. 1
5τε Ψύρα τὸν Διόνυσον ἄγοντες.” οἷον ἐν μηδενὶ αὐτὸν τιθέμενοι διὰ τὸ λυπρὸν τῆς νήσου. H.M.Q.R. Ψυρία νησίδιόν ἐστιν ἀπέχον τε σταδίους νʹ τῆς Χίου, ὃ καὶ αἰ‐ γιαλὸν ἔχει, ἐν ᾧ ἐστι λιμὴν ἐκδεχόμενος ἀπὸ τοῦ Αἰγαίου πελάγους ταρασσομένας τὰς ναῦς. μέμνηται Δημοσθένης. κεῖται δὲ ἡ Χίος
10νῆσος μέση τῶν Ψυρίων καὶ τοῦ Μίμαντος. H.Q.V. Vind. 56. αὐτὴν ἐπ’ ἀριστέρ’ ἔχοντες] τὴν Χίον ἐπ’ ἀριστερά. ἀντὶ τοῦ περὶ νῆσον Ψυρίαν. M.

3

.

172

ἢ καθύπερθε] ὁ ἤ σύνδεσμος δύο τόνω ἐπιδέχεται, ἢ περισπω‐ μένην ἢ βαρεῖαν, ὅπερ κάλλιον. E. ὑπένερθεν] ὑποκάτωθεν. V. παρ’ ἠνεμόεντα Μίμαντα] ἀνέμοις καταπνεόμενον, ἢ κατήνεμον, ὑψηλόν. H. Μίμας δὲ ὄρος ὑψηλὸν καὶ ἐρυθρὸν Ἰωνίας ἀντικρὺ Χίου
5τῆς νήσου, ἀπὸ Μίμαντος ἑνὸς τῶν γιγάντων ὀνομασθέν. E.H.Q.V.

3

.

174

πέλαγος μέσον εἰς Εὔβοιαν] τὴν τούτων μέσην ὁδόν. μέσον τὸ μέσον Ψύρων καὶ τῆς Χίου. Εὔβοιαν νῆσον ἐγγὺς Ἀθηνῶν. M.

3

.

177

ἐς δὲ Γεραιστόν] ὄνομα λιμένος. Q.

3

.

178

ἐννύχιαι] αἱ Ῥιανοῦ γράφουσιν ἐννύχιοι. H. ἐννύχιοι] γρ. ἐννύχιαι. P. Ποσειδάωνι ταύρων] τὸ μὲν ὡς ἐγχωρίῳ θεῷ· ἐτιμᾶτο γὰρ ὁ Πο‐
σειδῶν ἐν Γεραιστῷ· τὸ δὲ ὡς θαλαττίῳ διὰ τὸν πλοῦν. E.Q.135 in vol. 1

3

.

179

μῆρ’] μῆρα ὡς μῆλα. τὸ δὲ μετρήσαντες ἀντὶ τοῦ οὐριο‐ δρομήσαντες. H.Q.

3

.

180

τέτρατον ἦμαρ] ἀφ’ οὗ ἐκ Λέσβου ἀνήχθησαν ἀριθμουμένων τῶν ἡμερῶν. τέτρατον, ἀφ’ οὗ καὶ τὸ τέτρασι. B. μετάθεσις Ἰωνική. διαφέρει γὰρ μετάθεσις ὑπερθέσεως· ἡ μὲν γὰρ ἐν τῇ αὐτῇ συλλαβῇ γίνεται, ἡ δὲ ὑπέρθεσις ἐν ἑτέρᾳ, ὡς τὸ ὀθνεῖος.
5ἦν γὰρ νόθος νοθεῖος καὶ καθ’ ὑπέρθεσιν ὀθνεῖος. καὶ πάλιν γόνυ γόνυος καὶ δόρυ δόρυος, καὶ καθ’ ὑπέρθεσιν γουνός καὶ δουρός. E.Q.

3

.

184

ὡς ἦλθον, φίλε τέκνον] δαιμονίως ὁ ποιητὴς, ἐμβαλὼν εἰς ἐπιθυμίαν τῶν νόστων τὸν ἀκροατὴν ἀναρτᾷ πάλιν, ἵνα τὰ λοιπὰ δι’ ἄλλου χωρίου δηλώσῃ. τὸ γὰρ ἑνὶ πάντων τῶν κατὰ τοὺς νόστους πραγμάτων ἐμπειρίαν περιθεῖναι οὐ πιθανόν· ἐν μέρει δὲ δηλουμένων
5τῶν συμβεβηκότων ἀξιόπιστον γίνεται τὸ πᾶν. οὐκ ἄλογος οὖν οὐδ’ ἡ πρὸς Μενέλαον ἐκπομπὴ, ἀλλ’ ἵνα τὰ περὶ Ἑλένην ἐνταῦθα διατυ‐ πώσῃ ὄντα ἐν ἡδονῇ τῷ ἀκροατῇ. E.H.M.Q. φίλε τέκνον] ἀντὶ τοῦ φίλον τέκνον. B. ἤτοι πρὸς τὸ σημαινόμενον ἀπήντησε· φίλος γὰρ τὸ τέκνον οὐδέτε‐
10ρον. ἢ πρὸς τὸ συνώνυμον, τὸ παῖς. V. ἀπευθής] μὴ μαθών τι περὶ τοῦ σοῦ πατρὸς ἢ τῶν ἄλλων. B.

3

.

188

εὖ μὲν Μυρμιδόνας] Νεοπτόλεμος κατὰ κέλευσιν Θέτιδος ἐμπρήσας τὰ ἴδια σκάφη πεζὸς ἄνεισι. χρησθεὶς δὲ ὑπὸ Ἑλένου, ἔνθα ἂν ἴδοι οἶκον ἐκ σιδηρῶν θεμελίων, τοίχων δὲ ξυλίνων καὶ ὀρόφου ἐρεοῦ, ἐκεῖ μένειν, ἐλθὼν εἰς τὴν Παμβῶτιν λίμνην τῆς Ἠπείρου, καὶ
5τοὺς ἐγχωρίους εὑρὼν δόρατα πήξαντας καὶ χλαίνας ἄνωθεν καταπε‐
τάσαντας καὶ οὕτω σκηνοῦντας, συμβάλλει τὸν χρησμόν. καὶ πορ‐ θήσας τὴν Μολοσσίαν ἐξ Ἀνδρομάχης ἴσχει Μολοσσὸν, ἀφ’ οὗ καὶ τὸ γένος ἐστὶ τῶν ἐν Μολοσσίᾳ βασιλέων, ὡς ἱστορεῖ Ἐρατοσθένης. E.H.M.Q.R.T.136 in vol. 1
10οἱ νεώτεροι τὸν Νεοπτόλεμον εἰς τὴν Ἤπειρον ἐλθεῖν λέγουσι. V. ἐγχεσιμώρους] τοὺς περὶ τὰ ἔγχη κακοπαθοῦντας. B. τοὺς με‐ μωραμένους, ὅ ἐστι κάμνοντας, τοῖς ἔγχεσι. E.

3

189-190

Ἀχιλλῆος ... υἱὸς] μετὰ θάνατον αὐτοῦ. εὐκαίρως ἐνεφάνισεν ὅτι ὁ Νεοπτόλεμος καὶ Φιλοκτήτης ἧκον σύμμαχοι. E.Q.

3

.

192

πόντος δέ οἱ οὔτιν’ ἀπηύρα] οὐκ ἀπήλαυσεν ὁ πόντος τινός· ὥστε οὐ κατεπόντισέν τινα. V.

3

.

193

ἀκούετε νόσφιν] διὰ τὸ ἀξίωμα τοῦ παθόντος καὶ διὰ τὴν τόλμαν τῶν ἀδικησάντων. E.M.Q.

3

.

195

ἐπισμυγερῶς] περισσὴ ἡ ἐπί, ὡς ἐν τῷ “βοῶν ἐπιβούκολος.” σμύχεσθαι δέ ἐστι τὸ ὑπὸ πυρὸς ἀναλίσκεσθαι. μετῆκται δὲ ἐπίρ‐ ρημα ἀπὸ τῶν ἐπισμυχομένων· καὶ “ἐπισμύξαι πυρὶ νῆας” (Il. ι, 653.). δηλοῖ δὲ τὸ ἐπισμυγερῶς τὸ ἐπιπόνως, ἀξίως. B.E.H.Q.
5σμυγερῶς] ἐπιπόνως· τὸ μέτρον μετήλειπται. Αἰολικῶς δέ ἐστιν ἐπιπόνως. V.

3

199-200

καὶ σὺ ... εὖ εἴπῃ] καὶ παρὰ Ἀριστοφάνει προηθε‐ τοῦντο οὗτοι οἱ δύο στίχοι. ἐκ γὰρ τοῦ λόγου τῆς Ἀθηνᾶς (α, 301.) μετήχθησαν ἐνθάδε. H.M.Q. ἄλκιμος ἔσς’] ἐν συντόμοις ἡ προτροπή. μάλιστα γὰρ τῶν εὐφυῶν137 in vol. 1
5ἅπτεται ἡ ἐπὶ ταῖς καλαῖς πράξεσιν ἐσομένη δόξα. M.Q.

3

.

203

καὶ λίην κεῖνος μὲν] οὕτως ἥψατο ὁ λόγος τοῦ Τηλεμάχου, ὡς τὰ περὶ τὸν πατέρα ἀφεὶς μακαρίζειν Ὀρέστην. E.Q.

3

.

206

ὑπερβασίης ἀλεγεινῆς] ὕβρεως, ὑπερηφανίας, ἀδικίας. αὕτη γὰρ ὑπέρβασίς ἐστι τῆς δικαιοσύνης μεσότητος οὔσης. E.

3

.

209

πατρί τ’ ἐμῷ] περιττός· ἀρκεῖ γὰρ ὁ πρὸ αὐτοῦ. H. πατρί] προσληπτέον τὸ δυνηθῆναι βοηθῆσαι. E. τετλάμεν] τλῆναι καὶ προσθήκῃ τῆς μεν τλήμεναι, τροπῇ δὲ τοῦ η εἰς α καὶ ἀποκοπῇ τῆς αι διφθόγγου τλάμεν καὶ πλεονασμῷ τοῦ τε
5τετλάμεν. E.

3

.

213

μητιάασθαι] γρ. μηχανάασθαι. M.

3

.

214

ὁ μὲν πρῶτος ἤ ὀξύνεται, ὁ δὲ δεύτερος περισπᾶται. H. ἐχθαίρους’] τοῦτο ἐξηγητέον ἐκεῖθεν. ἔφη γάρ που “δεινὸν δὲ γένος βασιλήϊον κτείνειν” (π, 401.), καὶ ἐπάγει, “ἀλλὰ πρῶτα θεῶν εἰρώ‐ μεθα βουλάς,” εἰ χρὴ αὐτὸν ἀναιρεῖν· τὸ οὖν ἐχθαίρους’ ἀνὰ δῆμον,
5μισοῦσί σε, βουλεύονται ἀνελεῖν ἔκ τινος θεοπροπίας. τὸ δὲ ἑκών οὕτω νοητέον, ἑκουσίως ἀνέχει μὴ βουλόμενος ἐπεξελθεῖν τὴν ὕβριν. E.Q.

3

.

215

ἀνὰ δῆμον] οἱ κατὰ τὸν δῆμον ὄχλοι, τουτέστιν αὐτὸς ὁ δῆ‐ μος μισεῖ σε ἔκ τινος θεοπροπίου. B. ἐπισπόμενοι θεοῦ ὀμφῇ] πολλάκις γὰρ μεθίστασαν τοὺς βασιλεῖς μαντείαις ἐπισπόμενοι. ἱστορεῖ Ἔφορος ἐν τῇ ιϛʹ περὶ τοὺς θεούς.
5τούτῳ συνῳδόν ἐστι τὸ “δεινὸν δὲ γένος βασιλήϊόν ἐστι κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς.” E.H.M.

3

.

216

σφι βίας ἀποτίσεται ἐλθών] ἀπορεῖ ὁ Ζηνόδοτος πότερόν
ἐστιν ὁ λόγος, βίας αὐτοῖς, ἀντὶ τοῦ τὰς βίας αὐτῶν, ἢ, ἐλθών σφιν, ὅ ἐστιν ἐλθὼν αὐτοῖς, ὥσπερ λέγομεν ἀνίσταμαί σοι ἀντὶ τοῦ ἀνί‐ σταμαι κατὰ σοῦ. Q.T.138 in vol. 1
5Ζηνόδοτος γράφει, ἀποτίσεαι, καὶ τὸ ἑξῆς, ἢ σύγε μοῦνος. H.

3

.

217

ἢ ὅγε μοῦνος ἐὼν] ὁ μὲν ὡς ἀδύνατος μόνος κολάσαι τοὺς ἐχθροὺς ἀπωλοφύρετο “εἰ γὰρ ἐμοὶ τοσήνδε θεοὶ δύναμιν παραθεῖεν” (205.), ὁ δὲ ἠρέμα ἐνδείκνυται αὐτῷ ὅτι ἐν τοῖς τοιούτοις οὐκ ὄχλου δεῖ, ἀλλὰ δύναιτο ἂν καὶ μόνος τιμωρήσασθαι τοὺς μνηστῆρας. E.
5M.Q. καὶ αὐτὸς Ζηνόδοτος, σύ γε. E.Q.

3

.

219

περικήδετο] ὑφ’ ἓν τὸ περικήδετο ἀντὶ τοῦ ὑπερεκήδετο. οὕ‐ τως Ἀρίσταρχος καὶ Ἡρωδιανός. H.M.

3

.

224

τῷ] τούτου ἕνεκεν. M.

3

.

226

ὦ γέρον] τὸ, ὦ γέρον, μέσως λαμβάνεται, καὶ ἐπὶ ὕβρεως καὶ ἐπὶ τιμῆς, τὸ δὲ, ὦ γέροντες, τὸ πληθυντικὸν ἐπὶ μόνης τιμῆς. B. οὔπω τοῦτο ἔπος] οὐ τὸ φιληθήσεσθαι ὑπὸ Ἀθηνᾶς, ἀλλὰ πρὸς ἐκεῖνο ἀπήντησεν “τίς δ’ οἶδ’ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθὼν,
5ἢ ὅγε μοῦνος.” M.Q. τὸ τοὺς μνηστῆρας ἀναιρεθῆναι ὑπὸ Ὀδυσ‐ σέως. M.P.Q.

3

.

228

οὐδ’ εἰ θεοὶ ὣς ἐθέλοιεν] ὑπερβολικῶς τοῦτο εἴρηκεν ἐν ἤθει· ὅπερ οὐ συνεὶς ὁ Ζηνόδοτος γράφει, εἰ μὴ θεοὶ ὣς ἐθέλοιεν. H.M. Q.R. τοῦτο οἰκονομίαν λέγουσιν εἶναι τοῦ ποιητοῦ. ἐπεὶ γὰρ μετὰ Νέστορος διαλεγόμενον εἰσάγει τὸν Τηλέμαχον, ἄνδρα δὲ μήπω στε‐
5ρεόφρονα ὄντα, οἰκείους καὶ τοὺς λόγους αὐτῷ ἀνατίθησιν. M.

3

.

230

Τηλέμαχε] οὗτος ὁ στίχος, λαγαρός ἐστι· διὸ Ζηνόδοτος ἴσως μετέγραφε, “Τηλέμαχ’ ὑψαγόρη μέγα νήπιε, ποῖον ἔειπες;” τὸν δὲ δεύτερον περιῄρει τελέως διὰ τὸ μαχόμενον αὐτῷ “εἰ μὴ θεοὶ ὣς ἐθέλοιεν.” (228.) H.M.

3

.

231

οὐ χρή σε ἐπὶ τῇ βραδύτητι δυσχεραίνειν. οὐδὲ γὰρ Ἀγα‐ μέμνονι τὸ ταχέως νοστῆσαι συνήνεγκεν. ὁ λόγος δὲ καὶ ὁ νοῦς οὕτως, ἄνδρα ᾧ εἵμαρται τὸ ζῆν δύναται ὁ θεὸς σῶσαι κινδυνεύοντα· ᾧ δὲ εἵμαρται τὸ ἀποθανεῖν οὐδὲ οἱ θεοὶ δύνανται παρὰ μοῖραν βοηθῆσαι.139 in vol. 1
5E.Q.T. ῥεῖα θεός γ’ ἐθέλων] σημείωσαι τὸν στίχον, ὅτι καὶ ἀνωτέρω οὐ περὶ Τηλεμάχου, ἀλλὰ περὶ Ὀδυσσέως εἴρηται, “τίς δ’ οἶδ’ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών;” (216.) H.M.Q. σαώσαι] γρ. σαώσειεν. H.

3

.

232

βουλοίμην δ’ ἂν ἔγωγε] ἀθετοῦνται στίχοι ἑπτὰ ἀπὸ τοῦ “βουλοίμην δ’ ἂν ἔγωγε” μέχρι τοῦ “μοῖρ’ ὀλοή,” οἱ μὲν πρῶτοι τέσ‐ σαρες ὡς οὐκ ἀκολούθως τοῖς προκειμένοις ἐπενεχθέντες, οἱ δὲ ἑξῆς τρεῖς διὰ τὸ ἀσύμφωνον· ἐναντίοι γάρ εἰσι τῷ “ῥεῖα θεός γ’ ἐθέλων
5καὶ τηλόθεν ἄνδρα σαώσαι.” E.H.M.Q.R.

3

.

236

ἀλλ’ ἤτοι θάνατον] ἀποροῦσι τινὲς διὰ τί ὁ Ὅμηρος παρεισ‐ άγει τὸ αὐτὸ καὶ ἓν πρόσωπον, τὸν δῆθεν Μέντορα, ἀνωτέρω μὲν λέγοντα ὅτι “ῥεῖα θεός γ’ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι,” πάλιν δ’ ἐν τῷ παρακατιέναι λέγοντα ὅτι οὐδὲ θεοὶ δύνανται τὸν ὁμοίϊον θά‐
5νατον οὐδὲ ἀπὸ τοῦ φίλου αὐτοῖς ἀνδρὸς ἀποσοβῆσαι. καὶ πρὸς τοῦτο φαμὲν ὅτι ὃ μὲν ἀνωτέρω λέγει τοιοῦτόν ἐστιν, ὡς εὐκόλως ἂν σώσαιεν καὶ ἀπὸ μακρόθεν οἱ θεοὶ ὃν ἂν βούλοιντο, κἂν ἐν ἀφύκτοις δεσμοῖς περιέχηται, μηδὲ πεπρωμένης οὔσης τῆς αὐτόθι τελευτῆς ἐκείνου καὶ ἴσως καὶ τὴν ζωὴν αὐτῷ παρατείνουσιν· ὃ δὲ παρακατιὼν λέγει τοι‐
10οῦτόν ἐστιν, ἀλλὰ τὸν ὁμοίϊον θάνατον, ἤγουν τὸν πᾶσιν ὁμοίως διδό‐ μενον, οὐδ’ οἱ θεοὶ ἂν ἀποσοβήσειαν ἀφ’ οὗ βούλοιντο, ἀλλὰ τότε ὁπόταν ᾖ πεπρωμένον τὸ τελευτῆσαι αὐτόν. M. θάνατον μὲν ὁμοίϊον] κοινὸν, φυσικὸν, τὸν πᾶσιν ὁμοίως ἐπερχόμε‐
νον. ἢ καὶ ἄλλως. τὸ τισὶ μὲν κακὸν, τισὶ δὲ καλὸν, ὅπερ ἐστὶ καὶ140 in vol. 1
15πρὸς τὶ κακὸν, οὐ ῥηθήσεταί ποτε ὅμοιον· ὃ δέ ἐστι πᾶσιν ἐξ ἴσου κακὸν, ἐκεῖνο καὶ ὅμοιον ῥηθήσεται, ἤτοι κοινὸν κακόν. B.E.Q.

3

.

237

ἀλαλκέμεν] ἀλκεῖν. καὶ ἐγένετο ἀλκέν κατὰ συστολὴν, καὶ ἐκβολῇ τοῦ ν καὶ προσθέσει τῆς μεν, ἀλκέμεν, καὶ ἐξ αὐτοῦ ἀλκέμε‐ ναι, καὶ πλεονασμῷ τῆς αλ, ἀλαλκέμεναι. E.

3

41-242

κείνῳ δ’ οὐκ ἔτι νόστος] ὀβελίζονται δύο. τί γὰρ ὄφε‐ λος λέγεσθαι, τῆς Ἀθηνᾶς εἰπούσης “ποῖόν σε ἔπος φύγεν; ῥεῖα θεός γ’ ἐθέλων.” ἄλλως τε, εἰ οὕτως πέπεισται, τί ζητεῖ περὶ τῶν νόστων; H.M.Q.R.

3

.

244

ἠδὲ φρόνιν] φρονῶ φρόνις, ὡς κλονῶ κλόνις. ὁ δὲ Ἀριστοφάνης τὸ φρόνιν νῦν μὲν ἐπὶ τῆς φρονήσεως, ἐν δὲ τῷ “κατὰ δὲ φρόνιν ἤγαγε” (Od. δ, 258.), τὴν καταφρόνησιν. E.M.Q.R.T.

3

.

245

τρὶς γὰρ δή μιν] παρὰ τὸ ἐν Ἰλιάδι πεποίηται, “μετὰ δὲ τριτάτοισιν ἄνασσεν” (Il. α, 252.). ἀλλὰ νῦν μὲν βασιλεῦσαι αὐ‐ τόν φησι τρὶς, ἐκεῖ δὲ ἅπαξ, βιῶναι δὲ ἐπὶ τρίτην γενεάν. περιγρα‐ φομένων οὖν τῶν τριῶν στίχων τὰ τῆς διανοίας χαρίεντα. E.M.Q.R.
5Ἄλλως. Πορφυρίου. ἐν γὰρ τῷ γένει τῶν ἀνδρῶν, ἤτοι τῷ πλή‐ θει, φασὶν ἐκ τρίτου ἀνάξαι τὸν Νέστορα, ἤτοι ἐπὶ τρισὶ γενεαῖς. οἱ γὰρ παλαιοὶ τὰς γενεὰς ἐψήφιζον ἕως ἐτῶν τριάκοντα. γενεὰ δὲ λέ‐ γεται ἡ τοῦ τίκτειν καὶ γεννᾶν τελείωσις, ἥτις τὴν τριακονταετῆ περίοδον ἔχει. ὁ γοῦν ἐν τῷ ἄρχειν δύο τριακονταετίας παραδραμὼν
10καὶ τὴν τρίτην ἐλαύνων εἰκότως λέγεται τρὶς ἀνάξαι. E. φασιν ἀνάξασθαι] διὰ τοῦ α τὸ ἀνάξασθαι ἀντὶ τοῦ βασιλεῦσαι. γένεα δὲ τὰς γενεάς. ἀθετοῦνται δὲ οἱ τρεῖς στίχοι οὗτοι ὡς περιτ‐ τοὶ “Νέστορ’ ἐπεὶ περίοιδε” καὶ “τρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι” καὶ “ὥστε μοι ἀθανάτοις.” τὸ δὲ ἀθανάτοις Ἀριστοφάνης ἀθάνατος
15λέγει ἑνικῶς. H.M.

3

.

247

μέγα κῦδος Ἀχαιῶν] γρ. σὺ δ’ ἀληθὲς ἔνισπε. P.

3

.

248

πῶς ἔθαν’ Ἀτρείδης] καλῶς ἀναπλήρωσις τῆς Ἰλιάδος ἡ Ὀδύσσεια λέγεται. ἃ γὰρ κατέλειψεν ἐκεῖ, ἐνταῦθα λέγει. E.

3

.

250

Αἴγισθος δολόμητις] κυρίως ἐνθάδε τέτακται τὸ ἐπίθετον, ἵν’ ἐμφαίνηται ὁ δόλῳ κρατήσας τοῦ κρείττονος· ἐπιφέρει γοῦν “ἐπεὶ κτάνε πολλὸν ἀρείω.” H.M.Q. Ἄλλως. ἐκ τούτου συνετὸς ὁ Τηλέμαχος, συνιεὶς καὶ ἀφ’ ἑαυτοῦ,141 in vol. 1
5μὴ ἂν ἐκ φανερᾶς ἐπιθέσεως τὸν ἐλάττονα περιγενέσθαι τοῦ κρείττο‐ νος εἰ μὴ μετὰ δόλου. οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἐκ τοῦ, “ἢ οὐκ Ἄργεος ἦεν Ἀχαϊκοῦ.” διὸ καὶ ὁ Νέστωρ ἀποδεξάμενος αὐτόν φησιν, ἤτοι μὲν καὶ αὐτὸς ὀΐεαι ὥς κεν ἐτύχθη, εἰ ζώοντ’ Αἴγισθον, καὶ τὰ ἑξῆς. E.

3

.

251

ἢ οὐκ Ἄργεος ἦεν Ἀχαϊκοῦ] Ἀττικῶς κατ’ ἔλλειψιν, ἐν τῷ τόπῳ τοῦ Ἄργους. B. τινὲς δὲ, ἢ οὐκ Ἄργει ἔην ἐν Ἀχαιικῷ. H.Q.

3

.

252

εἰς τὸν φιλάδελφον· τοιούτους γὰρ ἐν Ἰλιάδι παρέδωκεν αὐ‐ τούς. H.

3

.

255

ἤτοι μὲν τόδε] προσαγωγῶς πάνυ τὴν εὐφυΐαν αὐτοῦ καὶ προσοχὴν ἐπαινεῖ, ὅτι εὐφυῶς, ἐπύθετο περὶ Μενελάου, ἢ οὐκ Ἄργεος ἦεν Ἀχαϊκοῦ. E.Q. κ’ αὐτὸς] τὸ πλῆρές ἐστι τῆς συναλοιφῆς κεν ἀντὶ τοῦ δή. τὸ δὲ
5ὅμοιον ἐν Ἰλιάδι (ζ, 260.) “ἔπειτα δέ κ’ αὐτὸς ὀνήσεαι.” H.M. αὐτὸς ὀΐεαι] ὑπολαμβάνεις ὃν τρόπον γεγόνασιν ἂν τὰ περὶ τοῦ Αἰγίσθου. B. τόδε κ’ αὐτὸς ὀΐεαι ὥσπερ ἐτύχθη] γρ. τάδε κ’ αὐτός. γρ. ὥσπερ. P.

3

.

258

ἔχευαν] τινὲς, ἔχευεν, ἵνα λείπῃ τὸ τίς· ἐὰν δὲ ἔχευαν, οἱ προσήκοντες τῷ Αἰγίσθῳ ἅμα δηλονότι ἐκώλυσεν αὐτὸς ὁ Μενέλαος. E.M.Q.

3

.

260

ἑκὰς ἄστεος] γρ. ἑκὰς Ἄργεος. H.

3

.

262

πολέας] γρ. πολλάς. H.

3

.

263

μυχῷ Ἄργεος] οὐ μυχῷ Ἀργεός φησιν ὡς εἴ τις λέγοι ἐν Κορίνθῳ, ἀλλ’ ἐν μυχῷ τοῦ οἴκου, ὃς ἦν ἐν Ἄργει. E.M.Q.

3

.

266

κέχρητ’ ἀγαθῇσιν] γρ. κέκρητο. P.

3

.

267

πὰρ γὰρ ἔην καὶ ἀοιδὸς] τὸ ἀρχαῖον οἱ ἀοιδοὶ φιλοσόφου τάξιν ἐπέσχον καὶ πάντες αὐτοῖς προσεῖχον ὡς σοφοῖς, καὶ παιδευ‐
θῆναι τούτοις παρεδίδοσαν τοὺς ἀναγκαίους· ἔν τε ταῖς ἑορταῖς ἔν τε ταῖς ἀναπαύσεσιν ἐπὶ πολλὰς ἡμέρας συλλεγόμενοι τούτων ἤκουον εἴ142 in vol. 1
5που γέγονεν ἐπιφανὲς ἢ καλὸν ἔργον. καὶ ὁ καταλειφθεὶς οὖν παρὰ τῇ Κλυταιμνήστρᾳ ᾠδὸς πονηρὰς ἐπινοίας ἐγγίνεσθαι ἐκώλυε, διη‐ γούμενος ἀνδρῶν καὶ γυναικῶν ἀρετάς. καὶ ἕως τούτου ἐσωφρόνει ἕως αὐτῇ παρῆν οὗτος. τινὲς ἀοιδὸν τὸν μὴ αἰδοῖα ἔχοντα, κακῶς. τοῦ‐ τόν τινες Χαριάδην, οἱ δὲ Δημόδοκον καλοῦσιν, οἱ δὲ Γλαῦκον. E.M.
10πὰρ δ’ ἄρ’ ἔην καὶ ἀοιδὸς] συμπαρῆν γὰρ αὐτῇ καὶ ᾠδός. τὸ γὰρ ἀρχαῖον οἱ ᾠδοὶ φιλοσόφων τάξιν ἐπεῖχον. τινὲς δὲ κακῶς νοήσαντες τὸν εὐνοῦχον ἀπέδοσαν. M.Q.V. ἐνταῦθα δέ τινες ἀοιδὸν τὸν εὐνοῦ‐ χον νοοῦσιν ἐκ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ αἰδοίου, τὸν ἐστερη‐ μένον τῶν αἰδοίων. M.
15ἀοιδὸς] οἱ μὲν ἀοιδοὺς λέγουσι τοὺς τραγῳδούς. διὰ τιμῆς γὰρ οἱ παλαιοὶ τούτους ἦγον· οἱ δὲ .... φασὶν εἶναι εὐνοῦχον λέγοντα τὸν ἀοιδὸν εἶναι τῆς Κλυταιμνήστρας. P. πὰρ γὰρ ἔην καὶ ἀοιδὸς] οὕτω Δημήτριος ὁ Φαληρεύς· Μενέλαος ἅμα τῷ Ὀδυσσεῖ ἐλθὼν εἰς Δελφοὺς τὸν θεὸν ἤρετο περὶ τῆς μελ‐
20λούσης ἔσεσθαι εἰς Ἴλιον στρατείας. τότε δὴ καὶ τὸν ἐνναετηρικὸν τῶν Πυθίων ἀγῶνα ἀγωνοθετεῖ Κρέων, ἐνίκα δὲ Δημόδοκος Λάκων μαθητὴς Αὐτομήδους τοῦ Μυκηναίου, ὃς ἦν πρῶτος δι’ ἐπῶν γράψας τὴν Ἀμφιτρύωνος πρὸς Τηλεβόας μάχην καὶ τὴν ἔριν Κιθαιρῶνός τε καὶ Ἑλικῶνος, ἀφ’ ὧν δὴ καὶ τὰ ἐν Βοιωτίᾳ ὄρη προσαγορεύεται· ἦν
25δὲ καὶ αὐτὸς μαθητὴς Περιμήδους Ἀργείου, ὃς ἐδίδαξεν αὐτόν τε τὸν Μυκηναῖον Αὐτομήδην, καὶ Λικύμνιον τὸν Βουπράσιον καὶ Σίνιν, καὶ τὸν Δωριέα, καὶ Φαρίδαν τὸν Λάκωνα, καὶ Πρόβολον τὸν Σπαρτιά‐
την. τότε δὴ Μενέλαος τῇ προνοίᾳ τῆς Ἑλένης ἀνέθηκεν ὅρμον Ἀθηνᾷ. τὸν δὲ Δημόδοκον εἰς Μυκήνας λαβὼν Ἀγαμέμνων ἔταξε143 in vol. 1
30τὴν Κλυταιμνήστραν τηρεῖν. ἐτίμων δὲ λίαν τοὺς ᾠδοὺς ὡς διδασκά‐ λους τῶν τε θείων καὶ παλαιῶν ἀνδραγαθημάτων, καὶ τῶν ἄλλων ὀρ‐ γάνων πλέον τὴν λύραν ἠγάπων. δηλοῖ δὲ καὶ Κλυταιμνήστρα τὴν εἰς αὐτὸν τιμήν· οὐ γὰρ φονεύειν, ἀλλ’ ἀφορίζειν αὐτὸν ἐκέλευσε. Τιμόλαος δὲ ἀδελφὸν αὐτόν φησιν εἶναι Φημίου, ὃν ἀκολουθῆσαι τῇ
35Πηνελόπῃ εἰς Ἰθάκην πρὸς παραφυλακὴν αὐτῆς· διὸ καὶ βίᾳ τοῖς μνηστῆρσιν ᾄδει. E.H.M.Q.R. τοσοῦτον δὲ καὶ πρὸς τὰ πολιτικὰ διέτεινεν ἡ τῶν κιθαρῳδῶν μουσικὴ ὡς τῶν Σπαρτιατῶν τὴν πόλιν ὠφελεῖσθαι λέγουσιν ὑπὸ τούτων τῶν ἀνδρῶν τὰ μέγιστα καὶ πρὸς ὁμόνοιαν καὶ πρὸς τὴν τῶν νόμων φυλακήν. ὡς καὶ τὴν Πυθὼ, αὐτόθι
40φυομένης ταραχῆς, εἰπεῖν, τὸν Λέσβιον ᾠδὸν ἀκούειν καὶ παύσασθαι τῆς φιλονεικίας. ὃ καὶ γέγονεν. E.Q.

3

.

268

εἴρυσθαι] ὥσπερ γίνεται ἀπὸ τοῦ εἰλίσσω τὸ εἰλίξας, οὕτως καὶ ἀπὸ τοῦ εἰρύω εἴρυμι τὸ εἴρυσθαι. B.

3

.

269

ἀλλ’ ὅτε δή μιν] τὸν ἀοιδὸν, ἢ τὴν Κλυταιμνήστραν, ἢ τὸν Αἴγισθον, ἢ τὸν Ἀγαμέμνονα. E. τὴν Κλυταιμνήστραν. δαμῆναι] ὑποταγῆναι τῷ Αἰγίσθῳ. P.

3

.

270

ἄγων ἐς νῆσον ἐρήμην] ὁ Αἴγισθος. E. εἰς Κάρφην. E.H.

3

.

271

κύρμα] ἐπιτυχίαν, ἀπὸ τοῦ κυρῶ τὸ ἐπιτυγχάνω. B.

3

.

272

ἐθέλων] Ὅμηρος τρισυλλάβως. H.

3

.

274

πολλὰ δ’ ἀγάλματα] Ὅμηρος ὁπόταν τὸ γένος προείπῃ τὸ συνεκτικόν τινων, ἐπιφέρειν εἴωθε καὶ τὰ περιεχόμενα εἴδη, οὐ μέντοι διὰ τοῦ διαζευκτικοῦ συνδέσμου, ὃς οὐκ ἔστι συναγωγὸς, ἀλλὰ διὰ τοῦ τε τοῦ συμπλεκτικοῦ καὶ ἀναφορικοῦ ὑπάρχοντος, πάντα σημαί‐144 in vol. 1
5νων, ὥσπερ ἐν τούτοις “πολλὰ δ’ ἀγάλματ’ ἀνῆψεν.” τίνα οὖν ταῦτα; “ὑφάσματά τε χρυσόν τε.” τὸ εἶδος. τοιοῦτον καὶ τὸ “νηῶν δ’ ἔκφερ’ ἄεθλα, λέβητάς τε τρίποδάς τε, ἵππους θ’ ἡμιόνους τε βοῶν τ’ ἴφθιμα κάρηνα, ἠδὲ γυναῖκας ἐϋζώνους, πολιόν τε σίδηρον (Il. ψ, 259.) πάλιν εἰπὼν μῆλα ἐπάγει τὸ εἶδος “ὄϊές τε καὶ αἶγες” (Od. α, 184.).
10καὶ “Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον” (Il. β, 494.). ποῖοι; “οἵ θ’ Ὑρίην ἐνέμοντο.” πάλιν “οὐ φυτὸν” εἰπὼν (Od. ω, 246) ἐπάγει “οὐ συκῆ, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη, οὐκ ὄχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον,” καὶ πρὸς μὲν τὸ φυτὸν τὴν συκῆν ἀπέδωκε, πρὸς δὲ τὸν κῆπον τὴν πρασιάν. κῆπον δὲ λέγει τὸν κατα‐
15πνεόμενον τόπον, πρασιὰν δὲ ἀπὸ τῶν λαχανευομένων τόπων, ἃ καὶ ἐπ’ ἐσχάτοις φυτεύουσιν. “ἔνθα δὲ κοσμηταὶ πρασιαί” (Od. η, 127.). καὶ τὰ μὲν συνεκτικὰ οὕτως· τὰ δὲ διαζευκτικὰ “μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων.” (Od. ρ, 384.) M. ἄγαλμα λέγει ὁ ποιητὴς πᾶν ἐφ’ ᾧ τις ἀγάλλεται, καὶ οὐ τὸ
20ξόανον. M.Q. ἀγάλματα παρὰ τοῖς νεωτέροις αἱ στῆλαι, ἐνταῦθα δὲ τὰ ἀναθήματα. M.

3

.

275

ἐκτελέσας μέγα ἔργον] τὸ τοῦ γάμου καὶ τῆς βασιλείας κρατῆσαι. B. ἔλπετο] Ἰακῶς τὸ ἔλπετο, οὐκ ἤλπετο. M.

3

.

276

ἅμα πλέομεν] Ζηνόδοτος ἀναπλέομεν, κακῶς· Ὅμηρος γὰρ τὸν εἰς Τροίαν πλοῦν ἀνάπλουν φησίν. M.

3

.

278

Σούνιον] ἀκρωτήριον τῆς Ἀττικῆς. ἱερὸν δὲ εἴρηται παρὰ τὸ ἀνατεθεῖσθαι τῷ Ποσειδῶνι. M. ἀκρωτήριον Ἀττικῆς. τὸ δὲ ἑξῆς,
ἱερὸν ἄκρον. Q.145 in vol. 1

3

.

279

ἔνθα κυβερνήτην] δαιμονίως προῳκονόμηται πρὸ τοῦ μεσοῦν‐ τος χειμῶνος τελευτᾶν τὸν κυβερνήτην. H. Φοῖβος Ἀπόλλων] ὁ φοιβάζων καὶ μαντευόμενος καὶ τὰ τῶν θεῶν ἄδηλα δηλοποιῶν· ἢ ὁ ἐκ Φοίβης γυναικὸς γεννηθεὶς Ἀπόλλων. λέ‐
5γει δὲ τὸν ἥλιον Ἀπόλλωνα ἀπὸ τοῦ μὴ πολλοὺς ἡλίους εἶναι· τὸ γὰρ α στερητικόν. ἀγανοῖς δὲ, τοῖς λαμπροῖς· ἢ τοῖς ἄγαν ὀξυτάτοις, ἀπὸ τοῦ ἄγαν ἵεσθαι καὶ πέμπεσθαι· ἢ τοῖς γλυκυτάτοις διὰ τὴν συντομίαν τοῦ θανάτου. ἐκ γὰρ τῆς τοῦ ἡλίου κινήσεως γίνονται πολλάκις θάνατοι αἰφνίδιοι. E.

3

.

280

οἷς ἀγανοῖς] ἢ ταχυτάτοις, ἄγαν ἱεμένοις. καὶ ἀγανός ἐτυ‐ μολογεῖται ἀπὸ τοῦ ἄγαν νέειν εἰς αὐτὸν πάντας, ὡς καὶ ἀγαθός ἀπὸ τοῦ ἄγαν θέειν περὶ αὐτόν· τὸν γὰρ ἀγαθὸν πάντες φιλοῦντες εἰς αὐ‐ τὸν τρέχομεν· ὁμοίως καὶ εἰς τὸν ἀγανὸν ἤτοι λαμπρὸν καὶ ἐνάρετον
5πάντες πορευόμεθα. B. ἤγουν λοιμικῇ νόσῳ τετελεύτηκεν. P.

3

.

282

Φρόντιν Ὀνητορίδην] παρὰ τὸ φροντίζειν καὶ ὄνησιν εἶναι ἔπλασε τὸ ὄνομα. H. ἐκαίνυτο] τὸ δὲ ἐκαίνυτο, ἐνίκα. κυρίως δὲ ἀπὸ τοῦ καίνειν, ὅ ἐστι κόπτειν. πᾶς γὰρ καίνων ἤτοι τιτρώσκων τὸν ἐναντίον νικᾷ. ὅθεν καὶ
5καίνω ῥῆμα τὸ νικῶ καὶ καίνυμι. B. ἐνίκα. κυρίως δὲ καίνυσθαι τὸ κτείναντα νικῆσαι. καίνειν γὰρ τὸ φονεύειν. E.V.

3

.

286

ταῦτα ἐπίσταται ὁ Νέστωρ, ἢ τοῖς ἐκ τοῦ ναυαγίου τοῦ περὶ τὴν Κρήτην διασεσωσμένοις. H.

3

.

287

Μαλειάων] ὅτι ὡς Κρητάων (Od. ξ, 199.) καὶ Μαλειάων ἔφη. καὶ ὡς “Κρήτη τις γαῖά ἐστι” (Od. τ, 172.), καὶ “περι‐ γνάμπτοντα Μάλειαν” (Od. ι, 80.). H.M.Q.

3

.

289

λιγέων τε] διχῶς Ἀρίσταρχος, λιγέων δέ, καὶ λιγέων τε. H. ἐπ’ ἀϋτμένα] ἀρσενικῶς τὸν ἀϋτμένα, ἀπὸ ὀρθῆς τῆς ἀϋτμήν, τουτέστι τὴν σφοδρὰν πνοήν. H.Q.

3

.

290

τροφέοντο] γρ. τροφόεντα. Q. τροφόεντα] γρ. τρεφό‐ εντα. P. Ἀρίσταρχος γράφει τροφόεντο ἀντὶ τοῦ ηὐξάνοντο. H. τροφέοντο] ηὐξάνοντο. M.V.146 in vol. 1

3

.

292

κύδωνες] ἔθνος Κρήτης· καὶ Κυδωνὶς πόλις Κρήτης, ποτα‐ μὸν ἔχουσα Ἰάρδανον. Q.V. Ἰαρδάνου] ἀπὸ τῆς Ἰαρδάνης εὐθείας, ὅς ἐστι ποταμὸς Κρήτης. M.

3

.

293

Λισσὴ] τινὲς μὲν ὄνομα κύριον τὴν νῦν Βλισσὴν καλουμένην, οἷον λεία. ὁ δὲ Κράτης σὺν τῷ ν γράφει Λισσήν. τὸ δὲ ἑξῆς, ἔστι τέ τις ἐπὶ τοῖς ἐσχάτοις μέρεσι τῆς Γορτυνίας ὑψηλὴ πέτρα. H. M.Q. λεία πέτρα. ἢ κατὰ μεταπλασμὸν εἶπε τὸ νῦν καλούμενον
5παρὰ τοῖς Κρησὶ σὺν τῷ β Βλίσση. ἔστι δὲ ἀκρωτήριον τῆς Γορ‐ τυνίας. ὁ δὲ Κράτης σὺν τῷ ν γράφει Λισσήν. M.V. Λισσὴ αἰπεῖα] ἔοικεν Ὅμηρος ἐναντιοῦσθαι αὑτῷ. P.

3

.

295

ῥίον] τὸ ῥίον λέγει μικρὸν ὂν μέγα κῦμα τὸ προσπῖπτον ἀπείργειν. μικρὸν δὲ λίθον εἶπεν ὡς πρὸς σύγκρισιν τῶν ἐκεῖ γινομέ‐ νων λίθων. B. σκαιὸν] οἱ μὲν τὸ δυτικὸν, οἱ δὲ τὸ δεινὸν καὶ ἄγριον. Q. δεινὸν,
5χαλεπόν. V.147 in vol. 1

3

.

296

ἐς Φαιστὸν] ἀκρωτήριον τῆς Γόρτυνος πόλεως Κρήτης ἀπὸ μὲν τῶν πολλῶν μερῶν λίαν περικλυζόμενον καὶ εἰ βραχεῖά τις αὔρα γένηται, ἀπὸ δὲ μεσημβρίας οὐδ’ ὅλως, καίτοι τοῦ νότου μέγιστα ἐγείροντος κύματα, διὰ τὸ κατὰ τοῦτο τὸ μέρος προηκούσαις εἰς θά‐
5λασσαν πέτραις περιαράσσεσθαι τὰ κύματα. τινὲς δὲ τὴν Φαιστὸν πόλιν λέγουσι τῆς Κρήτης. E.H.Q. μικρὸς δὲ λίθος] τὸ γὰρ ὑπὸ τοῦ νότου κῦμα τὴν Φαιστὸν ἂν ἐποίει ἀλίμενον, εἰ μὴ προκείμενος ὁ λίθος ἐκώλυεν ἐντὸς μέγα γίνε‐ σθαι κῦμα, προκαταγνυμένων περὶ αὐτὸν τῶν κυμάτων. γράφει δὲ
10Ζηνόδοτος “Μαλέου δὲ λίθος·” Μάλειον γὰρ ὀνομάζεται τὸ πρὸ τοῦ Φαιστίων λιμένος ἀκρωτήριον. E.M.Q.V. μικρὸς δὲ λίθος] μικρὸν λίθον εἶπεν ὡς πρὸς σύγκρισιν τῶν ἐκεῖ γινομένων κυμάτων· ὅλον δὲ οἰκονομημένως, ἵνα τοῖς περὶ τὸ χωρίον αὐτῶν ἀσινὴς ἡ ἔκβασις γένηται προεκλυομένου τοῦ κύματος. H.
15Ἄλλως. Πορφυρίου. διὰ τί ὁ μὲν βορέας μέγα κῦμα κυλίνδει, ὁ δὲ νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ; ἔστι δὲ τὸ μὲν κυλίνδειν τὸ ἐξ ὕψους τι καταφέρειν, τὸ δὲ ὠθεῖν τὸ ἐκ ταπεινοτέρων εἰς ὕψος ἀνάγειν βεβιασμένως. καὶ φαμὲν ὡς εἰδὼς Ὅμηρος ὅτι ἡ ἡμετέρα οἰκουμένη βορειοτέρα ἐστὶ καὶ ὑψηλὴ, ἡ δὲ ἀντοικουμένη νοτιωτέρα
20καὶ ταπεινὴ ὡς πρὸς ἡμᾶς, εἰκότως ὡς ἂν τοῦ βορέου ἐκ τοῦ ὑψηλοῦ πνέοντος κυλίνδειν αὐτὸν ἔφη τὰ κύματα· τοῦ δὲ νότου ἐκ τοῦ ταπει‐ νοτέρου πνέοντος ἀνωθεῖν ἔφη τοῦτον τὰ κύματα. ὅθεν καὶ τῆς Ἰλίου
καὶ τοῦ Ἑλλησπόντου βορειοτέρων ὄντων τῆς Ἑλλάδος ἀνάπλουν καὶ ἀναγωγὴν καλεῖ τὸν ἀπὸ τῆς Ἑλλάδος δρόμον εἰς Ἴλιον. E.H.Q.R.148 in vol. 1
25ἐπεὶ δὲ πασῶν πόλεων καὶ νήσων ἃς κατέλεξεν ἐν τῷ καταλόγῳ περὶ τὸ Ἑλληνικὸν οὐδεμία βορειοτέρα ἢ προσάρκτιος μᾶλλον Ἰθάκης, ἐν δὲ τοῖς προσαρκτίοις μείζους αἱ νύκτες, εἰκότως τὴν νύκτα φησὶν ἐν τῇ Ἰθάκῃ μακροτάτην εἶναι, λέγει δὲ “νύκτες ἀθέσφατοι· ἔστι μὲν εὕδειν, ἔστι δὲ τερπομένοισιν ἀκουέμεν· οὐδέ τί σε χρὴ πρὶν ὥρη κατα‐
30λέχθαι· ἀνίη καὶ πολὺς ὕπνος” (Od. ο, 392.). E.Q.

3

.

298

σπιλάδεσσιν] Ὁμηρικὸν τοῦτο. σπιλάδεσσι δὲ ταῖς παρα‐ λίαις πέτραις, παρὰ τὸ ἐσπιλῶσθαι· ἢ ταῖς κατὰ θάλασσαν περιει‐ λημμέναις ἐν ὀλίγῳ ὕδατι. E.Q.V.

3

.

301

πολὺν βίοτον] κατὰ τὸ εἰκὸς τοῦ Μενελάου ἥκοντος διηγ‐ γέλθη περὶ τοῦ πλήθους τῶν χρημάτων ἅπερ ἀπ’ Αἰγύπτου ἤγαγεν. οὐ κατ’ ἀδολεσχίαν δὲ ἐπὶ ταῦτα ἧκεν ὁ Νέστωρ, ἀλλ’ ἀποπληρῶν τὴν ζήτησιν τοῦ νεανίσκου, ὡς οὐκ ἦν ἐπὶ τῆς οἰκίας ὁ Μενέλαος, οὐδὲ
5αὐτὸς ἐτιμωρήσατο τὸν Αἴγισθον. αὐτὸ δὲ τὸ κεφάλαιον φράζει· τὸ δὲ κατὰ μέρος περὶ Εἰδοθέας καὶ Πρωτέως καὶ τῆς ἐνταῦθα διατριβῆς αὐτὸς ὁ παθὼν διηγήσεται. πιθανῶς δὲ συμμεμέρισται τὰ τῆς διη‐ γήσεως. Q.

3

.

304

δέδμητο] Ἀρίσταρχος δέδμηντο, ὡς “ἡ πληθὺς ἀπονέοντο” (Il. ο, 305.). H.M.Q.R.

3

.

307

ἂψ ἀπ’ Ἀθηναίων] Ζηνόδοτος μὲν, ἂψ ἀπὸ Φωκήων. ἐκεῖ γὰρ κατῴκει ὁ Στρόφιος, εἰς ὃν ἀνετρέφετο Ὀρέστης κατὰ νεωτέρους, Ἀρίσταρχος δὲ, ἂψ ἀπ’ Ἀθηναίης, ὡς ἐκεῖ “ἵκετο δ’ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην” (Od. η, 80.). H.M.Q.
5ἐπαιδεύετο ἴσως ἐκεῖ. οἱ δὲ νεώτεροι παρὰ Στροφίῳ αὐτὸν τετρά‐ φθαι φασίν. ὅθεν καὶ, ἂψ ἀπὸ Φωκήων, γράφεται. E.T.

3

309-310

ἤτοι ὁ τὸν κτείνας] ἔν τισι τῶν ἐκδόσεων οὐκ ἦσαν. ὁ δὲ Ἀρίσταρχός φησιν ὅτι διὰ τούτων παρυποφαίνεται ὅτι συναπώλετο Αἰγίσθῳ ἡ Κλυταιμνήστρα. τὸ δὲ εἰ καὶ ὑπὸ Ὀρέστου, ἄδηλον εἶ‐ ναι· οὐδὲ γὰρ τὰ περὶ τὴν Ἐριφύλην φησὶν εἰδέναι αὐτόν. M.Q.149 in vol. 1
5R.T. τάφον] κατεσκεύασε δεῖπνον. τάφος γὰρ τὸ ἐπὶ νεκροῖς δεῖπνον. B. δαίνυ τάφον Ἀργείοισιν] κατεσκεύασε δεινὴν ἔκπληξιν ἢ κρίσιν ἐν τῷ Ἄργει. E. τάφος σημαίνει πέντε· τὴν νῆσον, ὡς τὸ “Ταφίοισι φιληρέτμοισιν
10ἄνασσε” (Od. α, 419.)· τὴν ἔκπληξιν, ὡς τὸ “ταφὼν δ’ ἀνόρουσεν Ὀδυσσεύς,” ἢ Ἀχιλλεύς· τάφος ὁ ἐπιτάφιος δεῖπνος, ὡς τὸ “ὧδε δαίνυ τάφον Ἀργείοισι·” τὸ μνημεῖον, καὶ τὸ σῆμα. E. Ἄλλως. ἢ εὐτρέπισεν αὐτῷ τάφον ἐκ τῶν Ἑλλήνων, ἢ εὐωχίαν ἐποίησεν ἐπιτήδειον. ἔθος γὰρ ἦν τοῖς παλαιοῖς τινὸς τελευτήσαντος
15λαμπράν τινι εὐωχίαν ἑτοιμάζειν ἐπ’ αὐτῷ, ὅπερ καὶ τάφος παρ’ ἐκεί‐ νοις ἐκέκλητο. E.

3

.

310

μητρός τε στυγερῆς] φείδεται διὰ τούτων τοῦ Ὀρέστου. τὸ μὲν γὰρ εὐφημότερον εἶπεν ὅτι ἔθαψε τὴν μητέρα, τὸν δὲ θάνατον παρεσιώπησεν. E.Q.V.

3

.

311

βοὴν] μάχην. ἔνθα γὰρ μάχη ἐκεῖ καὶ βοή. E.

3

.

313

καὶ σὺ φίλος] οὗτος ὁ τόπος ἀνέπεισε Ζηνόδοτον ἐν τοῖς περὶ τῆς ἀποδημίας Τηλεμάχου διόλου τὴν Κρήτην ἔναντι τῆς Σπάρτης ποιεῖν. οἴεται γὰρ ἐκ τούτων τῶν λόγων κατὰ τὸ σιωπώμενον ἀκη‐ κοέναι τὸν Νέστορα παρὰ τοῦ Τηλεμάχου ὅτι καὶ ἀλλαχόσε περὶ τοῦ
5πατρὸς πευσόμενος παρεσκεύαστο πλεῖν. διὸ καὶ ἐν τῇ αʹ ῥαψωδίᾳ
(93.) ἔγραψε “πέμψω δ’ ἐς Κρήτην τε καὶ ἐς Πύλον ἠμαθόεντα,” καὶ ἡ Ἀθηνᾶ ἀλλαχοῦ “πρῶτα μὲν ἐς Πύλον ἐλθὲ, κεῖθεν δ’ ἐς Κρή‐ την τε παρ’ Ἰδομενῆα ἄνακτα, ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλ‐ κοχιτώνων” (α, 284.). H.M.Q.R.150 in vol. 1
10ἄπο τῆλ’ ἀλάλησο] ἀναστρεπτέον τὴν πρόθεσιν. Q.

3

.

316

τηϋσίην] ἀπὸ τοῦ δεύω, τὸ βρέχω, δευσίη, καὶ τροπῇ τοῦ δ εἰς τ καὶ διαλύσει τοῦ ευ τεϋσίη, καὶ τροπῇ τοῦ ε εἰς η, τηϋ‐ σίην. E. ἐμοὶ οὕτω δοκεῖ, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς. P.
5ἀντεστραμμένως γὰρ πάνυ ἔπραττε βραδύνων ὁ Τηλέμαχος. ὁ μὲν γὰρ ἔκδοτον κατέλιπε τὸν ἀδελφὸν τοῖς ἐχθροῖς, ἧκε δὲ μετὰ χρημάτων, ὁ δὲ ἐπὶ μὲν τῇ μητρὶ ἐθάρρει, ἐκινδύνευε δὲ τὰ ὑπάρχοντα ἀπολέσαι, ὑποχείρια τοῖς ἐχθροῖς ἀφείς. H.Q.

3

.

317

κέλομαι καὶ ἄνωγα] σημείωσαι ὅτι τὸ κέλομαι καὶ τὸ ἄνωγα λαμβάνονται ἐπὶ τοῦ παραινεῖν καὶ συμβουλεύειν. E. ἀλλ’ ἐς Μενέλαον] συνεμπέπτωκε τῷ τῆς Ἀθηνᾶς βουλήματι ὁ Νέστωρ πρὸς Μενέλαον αὐτὸν στέλλων, οὐχ ὅτι προήκουσέ τι, ἀλλ’
5ὅτι νεωστὶ ὁ ἥρως ἐπανεληλύθει. εἰς Μενέλαον δὲ ἀντὶ τοῦ πρὸς Με‐ νέλαον, ὡς “εἰς Ἀγαμέμνονα δῖον ἄγον.” M. εἰώθασιν οἱ πολλοὶ ὅταν μηδὲν ἔχωσιν ὠφελῆσαι, καὶ παρ’ ἄλλων μαθεῖν κωλύειν. ὁ δὲ Νέστωρ οὐ τοιοῦτος. δεῖ γὰρ τὸν συνετὸν ἄλλοις ἄλλων μαθημάτων παραχωρεῖν. H.Q.R.

3

.

319

ὅθεν οὐκ ἔλποιτό γε θυμῷ] ὅθεν οὐκ ἄν τις προσδοκήσαι σω‐ θῆναι, ἐκεῖνος δηλονότι, ὅντινα πρῶτον ἀποσφήλωσιν ἄελλαι. Q.

3

.

320

ἀποσφήλωσιν] ἀποσφαλῆναι καὶ ἀποκρουσθῆναι ποιήσουσιν ἐν αὐτῷ τῷ ἔτει. E.

3

.

321

ὅθεν τέ περ οὐδ’ οἰωνοί] ὑπερβολικῶς τοῦτό φησιν. ἐπάγει οὖν “πεμπταῖοι δ’ Αἴγυπτον” (ξ, 257.) H.M. τῇ ταχυτῆτι δὲ τοῦ ζῴου πρόσεστι καὶ μῆκος χρόνου ὑπὲρ τοῦ ἐμφῆναι τὸ διάστημα. τὸ δὲ ὅλον ἐν ὑπερβολῇ, καὶ ὅτι ἀκμὴν ξενικὰ ταῦτα τὰ χωρία τοῖς
5Ἕλλησιν. H.M.Q.151 in vol. 1

3

.

322

αὐτόετες] δι’ ὅλου τοῦ ἔτους διὰ τὸ πολὺ τὴν ὁδοιπορίαν ἀναβαλλόμενοι. E.

3

.

324

πάρα τοι δίφρος τε] δίφρος λέγεται παρὰ τὸ δύο φέρειν, ὧν ὁ ἕτερος παραβάτης, ὁ δὲ ἕτερος ἡνίοχος, τραπέντος τοῦ υ εἰς ι. παρὰ δ’ Αἰγυπτίοις τρεῖς ἵσταντο, διὸ καὶ τριστάται ἐλέγοντο. E.

3

.

325

ἔσονται] γράφεται καὶ, ἕπονται. B.

3

.

327

αὐτὸν] Ἀρίσταρχος, αὐτός, οὐκ αὐτόν. H.

3

.

328

ψεῦδος] ἐναντίον ἐστὶ τοῦτο τῷ “ἴσκε ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὅμοια·” καὶ γὰρ πεπνυμένος ὑπόκειται· ἡ δὲ λύσις ἐκ τοῦ καιροῦ. τὸ γὰρ κατὰ καιρὸν κατεπείγοντα ψεύδεσθαι, τοῦτο φρόνησιν εἶναι φασίν. H.

3

.

329

κνέφας] ἀπὸ τοῦ κενὸν φάους εἶναι νέφας καὶ κνέφας. E.

3

.

332

τάμνετε μὲν γλώσσας] ἔθος ἦν τρεπομένοις πρὸς τὸ καθεύ‐ δειν τῶν ἱερείων τὰς γλώσσας ἀποτέμνειν καὶ καίειν τοῖς θεοῖς τοῖς λόγου ἐπιμελομένοις. διὸ καὶ ἐπὶ μόνης τῆς Νέστορος θυσίας εἴρη‐ ται τὸ ἔθος. εὔηθες γὰρ τὸ λέγειν, σύντεμε τοὺς λόγους. λέγεται
5δὲ Ἀττικὸν εἶναι τὸ ἔθος λαβὸν τὴν ἀρχὴν ἐντεῦθεν. V. Ἀπορία. διὰ τί τοῖς θεοῖς ἀπένεμον τὰς γλώσσας; Λύσις. οἱ μὲν ὅτι κράτιστον τῶν μελῶν ἡ γλῶσσα, οἱ δὲ ὅτι δεῖ τὰ ἐν συμποσίοις λεχθέντα τηρεῖν. ὅθεν καὶ παροιμία “μισῶ μνάμονα συμπόταν.” B. ἵνα ἄλαλος φανῇ ὁ Τηλέμαχος τῷ Μενελάῳ. ἔθος ἦν τοῖς Ἕλλησι
10τὰς γλώσσας τῶν ἱερείων ἀποτέμνειν καὶ καίειν τοῖς θεοῖς αὐτῶν. E. Ἄλλως. τετραχῶς λέγεται. τὰς γλώσσας γὰρ τῷ Ἑρμῇ ἀνετί‐ θουν ὡς ἐφόρῳ τοῦ λόγου. καὶ ὅτε ἔμελλον κοιμηθῆναι, ἔθυον γλώσ‐
σας δεικνύντες ὅτι τῆς ἡμέρας παρελθούσης οὐ χρὴ ἔτι λαλεῖν, ἀλλὰ καιρὸν ποιεῖσθαι ὕπνου μετὰ τὸ δειπνῆσαι τὴν νύκτα, καὶ ὅτι τὰ ἐν152 in vol. 1
15συμποσίῳ ᾀδόμενα οὐ χρὴ τῇ ἐπαύριον ἐν τῷ μεμνῆσθαι ἐκείνων λέ‐ γειν πρὸς ἄλλους, ἀλλὰ σιωπᾶν ταῦτα. διὸ καί τις σοφὸς “μισῶ μνάμονα συμπόταν.” καὶ ὅτι τὰ μυστικὰ καὶ θεοῖς ἁρμόζοντα οὐ χρὴ πρὸς τοὺς ἀμυήτους καὶ ἰδιώτας λέγειν ἀνθρώπους. καὶ ὅτι τὸ κάλλιστον τοῦ ἱερείου ἡ γλῶσσα, τὸ δὲ κάλλιστον τοῖς θεοῖς ἀνετί‐
20θουν. διὸ καί τις εἶπε πρός τινα σοφὸν, τί κρεῖττον ἐκ τῶν μερῶν ὅλων τοῦ ἱερείου; ὁ δὲ εἶπεν, ἡ γλῶσσα. καὶ αὖθις, τί χεῖρον; καὶ ἔφη πάλιν τὴν γλῶσσαν, ὡς ποτὲ μὲν ὕμνοις θείοις καὶ ἀγαθοῖς λόγοις χρωμένην, ποτὲ δὲ βλασφήμοις καὶ ὕβρεσι καὶ λοιδορίαις. E. Ἄλλως. ἀλληγορικῶς, τάμνετε, ἀντὶ τοῦ παιδεύετε τὰς γλώσσας
25ὥστε μὴ κακολογεῖν. ἢ παραθήγετε εἰς τὸ τοὺς θεοὺς ὑμνεῖν. πρὸ γὰρ τοῦ κοιμηθῆναι δεῖ ψάλλειν. Ἀντίπατρος δὲ ὅτι χρὴ αὐτὴν παύειν πρὸς κοίτην ἰόντας. Πορφύριος δὲ, ὡς ἐπὶ μαρτύρων τῶν θεῶν διελέγοντο. ὥσπερ κατὰ τὸ οὖς τῶν ἐκπωμάτων ἔσπενδον ὀττευό‐ μενοι τὰς ἀκοὰς τῶν θεῶν, οὕτω καὶ τὰς γλώσσας ἔβαλλον ὀτ‐
30τευόμενοι τὰ ῥηθέντα πρὸς θεούς. οἱ δὲ ὅτι τοῖς χθονίοις τὰς γλώσ‐ σας ἀπήρχοντο, τοὺς βλασφήμους λόγους καὶ τὰς λοιδορίας ἐξ αὐτῶν διὰ τούτων ἐκκαθαίροντες. E.

3

.

334

κοίτοιο] ἀρσενικῶς εἶπε τὴν κοίτην. Q.

3

.

335

ἤδη γὰρ φάος οἴχεθ’ ὑπὸ ζόφον] ἡρωϊκὸν πρόσωπόν ἐστι τὸ λέγον. ὁ δὲ ποιητὴς εἰς ὠκεανὸν τὴν δύσιν καὶ ἐξ ὠκεανοῦ τὴν ἀνα‐ τολήν φησι γίνεσθαι. M.Q.R. Ζηνόδοτος, ᾤχετο. H.

3

.

336

οὐδὲ ἔοικε ..... θαασσέμεν] τοῖς γὰρ ἐπουρανίοις θεοῖς μεθ’ ἡμέραν θύειν καλόν. διόπερ καὶ τὰς δειλινὰς θυσίας οἱ μάντεις παραιτοῦνται, ἡλίου δ’ ἀνίσχοντος ἐπιτελοῦσιν. M.Q.R. ἐν μὲν ταῖς ἑορταῖς καὶ παννυχίζειν εἴθιστο, ἐν δὲ θυσίαις οὐχ
5ἁρμόττον ἐδόκει ἐπιδιατρίβειν νύκτωρ πίνοντας μή τι καὶ τοῦ πότου προκόπτοντος συμβαίη ἄτοπον. H.M.Q.
νέεσθαι] εἰς ὕπνον, ἢ εἰς τὸ θῦσαι. E.153 in vol. 1

3

.

337

ἔκλυον] ὑπήκουσαν. κλύειν γὰρ τὸ ἁπλῶς ἀκούειν καὶ τὸ ὑπα‐ κούειν. E. ἡ ἐκ καὶ ἡ εἰς ἐπὶ ἀψύχου, εἰς πόλιν καὶ ἐκ πόλεως· ἡ δὲ ἀπό καὶ ἡ πρός ἐπὶ ἐμψύχου· ἡ δὲ παρά δηλοῖ καὶ τὴν πρός καὶ τὴν ἀπό. E.

3

.

341

γλώσσας δ’ ἐν πυρὶ βάλλον] ἐζήτησαν διὰ τί τοῖς θεοῖς ἀπένεμον τὰς γλώσσας. οἱ μὲν ἐνόμισαν, ὧν ἐστι Λέανδρος ἢ Ἀρητά‐ δης, κατὰ πατρῷον ἔθος Ἰώνων. ἔστι γὰρ πάτριον ἔθος Ἰώνων. Ἀπίων δὲ ὅτι κράτιστον τῶν μελῶν ἡ γλῶσσα, τὰ δὲ κράτιστα τοῖς θεοῖς
5ἀπένεμον. οἱ δὲ ὅτι δεῖ παύειν αὐτὴν εἰς κοίτην ἰόντας· ὅθεν καὶ τῷ Ἑρμῇ πυμάτῳ σπένδεσκον (Od. η, 138.). οἱ δὲ ὅτι δεῖ τὰ ἐν συμ‐ ποσίοις λεχθέντα τηρεῖν ἐχεμυθοῦντας· ὅθεν καὶ παροιμία “μισῶ μνάμονα συμπόταν.” ἢ ὅτι τὰ ῥηθέντα τοῖς θεοῖς ἀνετίθεσαν· ὡς ἐπὶ μαρτύρων γὰρ θεῶν διελέγοντο. ἀμέλει καὶ κατὰ τὸ οὖς τῶν ἐκπω‐
10μάτων ἔσπενδον τὴν ἀκοὴν τῶν θεῶν οἰωνιζόμενοι· οἱ δὲ διὰ τοῦ καίειν τὰς γλώσσας ἐδόκουν αὐτὰς καθαίρειν τῶν βλασφημιῶν. οὕτω καὶ τὰς γλώσσας ἔθυον ὀττευόμενοι τὰ ῥηθέντα εἰρῆσθαι πρὸς θεούς. καὶ γὰρ τοῖς χθονίοις θεοῖς ταύτας ἀπήρχοντο, τοὺς βλασφήμους λόγους
καὶ τὰς λοιδορίας ἐξ ἑαυτῶν διὰ τούτων ἐκκαθαίροντες. H.M.Q.R.154 in vol. 1

3

.

345

καθαπτόμενος] παρακαλῶν, φιλοφρονούμενος. σημείωσαι τὸ καθαπτόμενος ἐπὶ καλοῦ. E.

3

.

346

Ζεὺς τόγ’ ἀλεξήσειε] τὸ ὑμᾶς χωρισθῆναι ἀπ’ ἐμοῦ ὡς πε‐ νιχροῦ ἢ ἀνελευθέρου. V. τὸ ὑμᾶς χωρισθῆναι ἀπ’ ἐμοῦ. ἰδίως δὲ πέφρακε. βούλεται γὰρ εἰπεῖν, ἀλεξήσαι ὁ Ζεὺς τὸ ἐπὶ νεὼς αὐ‐ λισθῆναι ἐᾶσαι ὑμᾶς. H.Q. ὑπερβατόν· ἵνα ὑμεῖς παρ’ ἐμεῖο θοὴν
5ἐπὶ νῆα κίοιτε, Ζεὺς τό γ’ ἀλεξήσειε. H.

3

.

347

παρ’ ἐμεῖο] λείπει τὸ ἐαθέντες. B.

3

.

348

ἀνείμονος ἠὲ πενιχροῦ] ἄλλο πενιχροῦ καὶ ἄλλο ἀνείμονος. πενιχροῦ μὲν τοῦ εὐτελῆ τινα ἔχοντος, ἀνείμονος δὲ τοῦ κἂν ἱματίων ἀποροῦντος. E. πενιχροῦ] ὥστε παρά τινος πτωχοῦ, ἵνα ἐαθῆτε ἀπελθεῖν ἐπὶ τὴν
5νῆα. B.

3

.

349

ᾧ οὔτε χλαῖναι] αἱ Ἀριστάρχου “ᾧ οὔτι,” αἱ δὲ φαυλότε‐ ραι “ᾧ οὔτε.” Ζηνόδοτος δὲ “ᾧ οὔπερ χλαῖναι καὶ κτήματα πόλλ’ ἐνὶ οἴκῳ,” ἀκαίρως. M. ῥήγεα] οὐχ ἁπλῶς τὰ ἱμάτια, ἀλλὰ τὰ βαπτὰ ἱμάτια καὶ περι‐
5βόλαια. ῥῆξαι γὰρ οἱ παλαιοὶ ἔλεγον τὸ βάψαι. E.M.Q.V.

3

.

352

οὔ θην δὴ τοῦδ’ ἀνδρὸς] δεικτικῶς τὸ τοῦδε· ὁ φίλος τοῦδε δεικτικῶς ἀντὶ τοῦ, ἐμοῦ· ἢ ἀναφορικῶς τὸ τοῦδε ἐπὶ Ὀδυσσέως ἀκουστέον. Q. ἤτοι ἀναφορικῶς, τοῦ Ὀδυσσέως, ἢ δεικτικῶς τοῦδε τοῦ ἀνδρὸς, ἀντὶ τοῦ, ἐμοῦ. M.V.

3

.

353

νηὸς ἐπ’ ἰκριόφιν] ἐπὶ τῶν καταστρωμάτων καὶ σανιδωμάτων τῆς νεώς. B.V. ἰκρίον λέγεται ὁ ἱστός. λέγεται ἰκρία καὶ τὰ κεκυρτωμένα ξύλα ἐν τοῖς πλευροῖς ὄντα τοῦ πλοίου, ἐν οἷς προσήλωνται αἱ σανίδες.
5ἰκρία λέγεται καὶ τὰ κατεστρωμένα σανίδια ἐν τῷ σανδαλίῳ, οἷά εἰσι τὰ τῶν ἰχθυβόλων. ἐπίκριον δὲ λέγεται τὸ κερατάριον ἀπὸ τοῦ ἐπὶ τῷ ἰκρίῳ ἤγουν τῷ ἱστῷ εἶναι. E.

3

.

360

ἐγὼ δ’ ἐπὶ νῆα μέλαιναν εἶμι] οἰκονομικῶς. ἑώρα γὰρ ὁ
ποιητὴς ὅτι οὐκ ἦν πιθανὸν οὐδὲ εὐσεβὲς διόλου παρεῖναι τὴν Ἀθηνᾶν τῷ Τηλεμάχῳ· ἀλλ’ οὐδὲ πρὸς Μενέλαον ἐλθεῖν εὐπρεπὲς παρθένον θυομένων γάμων. ἵνα δὲ μὴ ἐπιζητῶμεν ποῦ ὁ Μέντωρ, ἐπάγει, “ἀτὰρ155 in vol. 1
5ἠῶθέν γε μετὰ Καύκωνας.” M.Q.

3

.

361

ἀλλ’ ἄλλοι] γρ. καὶ, οἱ δ’ ἄλλοι. P.

3

.

362

οἶος γὰρ] οἰκειοτάτη ἡ πρόφασις, ὅτι νέοι πάντες οἱ συνε‐ σταλμένοι Τηλεμάχῳ, παραθαρσῦναι δὲ χρὴ τούτους. M. οἶοσι] ἀντὶ τοῦ οἶος. τὸ δὲ ι ἐπέκτασις. B. γεραίτερος] ἀντὶ τοῦ ἁπλοῦ τοῦ γεραιός. κακῶς δὲ Ζηνόδοτος
5γεραίτερος γρ. M.

3

.

363

φιλότητι] φιλίας τρόπῳ ἕπονται τῷ Τηλεμάχῳ ἐν ὁμη‐ λικίῃ. B.

3

.

364

ὁμηλικίη] ἀντὶ τοῦ ὁμήλικες. H.

3

.

366

μετὰ Καύκωνας] νῦν τῶν ἐν Ἀρκαδίᾳ μέμνηται. οὐκέτι δὲ ἡ Ἀθηνᾶ πρὸς τὸν Μενέλαον σὺν τῷ Τηλεμάχῳ ἀφικνεῖται διότι γάμοι ἐπετελοῦντο υἱοῦ καὶ θυγατρὸς Μενελάου. ἀλλοτρία δὲ τούτων ἡ Ἀθηνᾶ. E.V.
5παραιτεῖται τὴν εἰς Λακεδαίμονα ἄφιξιν, διότι γάμους οἶδεν αὐ‐ τόσε γινομένους, ὧν ἀλλότριός ἐστιν ὁ δαίμων. Q. Ἄλλως. μεταξὺ τῆς Ἠλείας καὶ Πύλου οἱ Καύκωνες οἰκοῦσιν ἐν τῇ Τριφυλίᾳ ἀπὸ Καύκωνος τοῦ Ἀρκάδος ὠνομασμένοι. εἰσὶ δὲ καὶ ἄλλοι ἐν Παφλαγονίᾳ οἱ τοῖς Τρωσὶ συμμαχίαν πέμψαντες. “καὶ
10Λέλεγες καὶ Καύκωνες” (Il. κ, 429.). E.Q. πῶς ψευδῶς εἶπεν ἡ Ἀθηνᾶ; οὐκ ἔστι τοῦτο μεμπτὸν, ἀλλ’ οἰκο‐ νομικόν. εἰ μὴ γὰρ οὕτω εἶπεν, οὐκ ἂν εἰάθη παρὰ τοῦ Νέστορος ὑποχωρῆσαι, καὶ οὕτως οὐδὲ ἐφάνη τίς ἦν, εἰ μὴ ὑπεχώρησεν. ἔλεγε γὰρ ὄπισθεν ὁ Νέστωρ τῷ Τηλεμάχῳ “εἴ ς’ οὕτως φιλέει” (218.),
15τῷ Τηλεμάχῳ ὡς πατρὶ αὐτοῦ. καὶ νῦν μέλλει δεῖξαι αὐτὴ ὅτι προ‐ φανῶς αὐτῷ συνέπεται ὡς τῷ πατρί. καὶ ἅμα ποιῆσαι θέλει πλείονα
τὸν Τηλέμαχον προσφιλῆ τῷ Νέστορι. εἰ γὰρ ὡς ἄνθρωπος ὑπεχώ‐ ρησεν, οὐκ ἂν ταῦτα οὕτως ἐγένετο, καὶ οὐδ’ αὐτῇ θυσίαν ἐποίησεν ὁ Νέστωρ. E.156 in vol. 1

3

.

367

ἔνθα χρέος] ὅσον γὰρ παρέρχεται ὁ καιρὸς αὐξάνει τὸ χρέος. E. ἔνθα χρεῖός μοι] Ἀρίσταρχος χρείως. δύναται δὲ καὶ χρεῖος διὰ τοῦ ο μικροῦ. αἰσχρὸν γὰρ τὸ δοκεῖν διὰ βραχὺ ἀργύριον ἀπαλλάτ‐
5τεσθαι. H.M.

3

.

368

ἐπεὶ τεὸν ἵκετο δῶμα] Ζηνόδοτος, ἐπεὶ τὰ σὰ γούναθ’ ἱκάνει. H.Q.V.

3

.

369

δὸς δέ οἱ ἵππους] ὑπὲρ τοῦ θᾶττον διανυσθῆναι τὴν ὁδόν· ἐν μεσογείῳ γὰρ ἡ Λακεδαίμων. H.

3

.

372

φήνῃ εἰδομένη] εἶδος ὀρνέου ὅμοιον ἀετῷ. θαυμάζει δὲ ὁ γε‐ ραιὸς ὅτι νέῳ ὄντι τῷ Τηλεμάχῳ συνηκολούθησεν ἡ Ἀθηνᾶ. H. εἶδος ὀρνέου ἀετῷ ὅμοιον ὀξυπετεῖ φαιδρῷ προσαρμόζοντι τῇ Ἀθηνᾷ. φαεινὸν γὰρ ὡς ἀπὸ τοῦ φαίνω γινόμενον· καὶ ἡ Ἀθηνᾶ ἤγουν ἡ
5φρόνησις φαεινοτάτη καὶ λαμπροτάτη ἐστίν. ὥσπερ καὶ τῷ Ἀπόλ‐ λωνι ἤτοι τῷ ἡλίῳ ἀνετέθη ὁ κύκνος διὰ τὸ μουσικὸν καὶ λαμπρὸν καὶ λευκόν. ἐνταῦθα δὲ μυθικῶς λεκτέον. E. ἕλε πάντας Ἀχαιούς] Ἀχαιοὺς, ἤτοι τοὺς Πυλίους, οὐ τὸν Νέ‐ στορα. οἱ μὲν γὰρ Πύλιοι ἐξεπλάγησαν, Νέστωρ δὲ οὐ τοῦτο θαυ‐
10μάζει, ἅτε δὴ πολλὰς ἐπιφανείας θεῶν ἑωρακὼς, ἀλλ’ ὅτι νεωτέρῳ τῷ Τηλεμάχῳ συνηκολούθησεν Ἀθηνᾶ. E.M.Q. ὑπὲρ τοῦ πιστεῦσαι τοῖς λεγομένοις τοὺς ἀκούοντας ἐκφανῆ ποιοῦσαν ἑαυτὴν παρεισάγει τὴν θεόν. M. πάντας ἰδόντας] γράφεται Ἀχαιούς. E.H.

3

.

375

οὔτις ἔολπα] γρ. οὔ σε ἔολπα. P.

3

.

378

ἀλλὰ Διὸς θυγάτηρ] στοχάζεται ἀφ’ ὧν καὶ ἐν Ἰλιάδι παρηκολούθησεν. ἀναγκαία δὲ νῦν ἡ περὶ τὸν θεὸν ἐπιφάνεια, ἵνα καὶ ὅταν Ὀδυσσεὺς ἐν τῷ πρὸς Τηλέμαχον ἀναγνωρισμῷ λέγῃ “αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης” (π, 207.), πιστεύοι ὁ νέος προ‐
5κατηχημένος ὑπὸ τοῦ Νέστορος ὅτι φιλεῖ τὸν Ὀδυσσέα ἡ Ἀθηνᾶ. Q. κυδίστη Τριτογένεια] Τριτογένεια ἡ φρόνησις, καθὸ τρίτον γένος ἤτοι καθόλου τῆς ψυχῆς, τριμερὴς γὰρ ἡ ψυχή. ἢ ἀπὸ τοῦ τρεῖν καὶ φοβεῖσθαι τοῖς ἐναντίοις παρέχουσα· ἢ διὰ τρία ταῦτα, διὰ τὸ εὐλο‐ γίζεσθαι, διὰ τὸ λέγειν καλῶς, καὶ διὰ τὸ πράττειν ἃ δεῖ. ἢ ὡς ἐκ157 in vol. 1
10τριῶν συναυξηθεῖσα, βροντῆς, Διὸς καὶ Τρίτωνος. ἢ ὅτι λέγεται ἡ τριτὼ κεφαλὴ κατ’ ἐγχώριον διάλεκτον ὡς ἐκ τριτοῦς, ἤτοι κεφαλῆς, τοῦ Διὸς γεννηθεῖσα. E. ἀγελείη] ὁ δὲ Ζηνόδοτος, κυδίστη. H.M.

3

.

380

ἵληθι] ἀπὸ τοῦ ἵλημι. διὰ δὲ τὸ μέτρον ἐκτέταται ἡ παρα‐ λήγουσα, ὡς ἐν τῷ “δίδωθι δέ μοι κλέος ἐσθλόν.” ὑγιῶς οὖν Καλλί‐ μαχος ἔκλινεν “ἵλαθί μοι, φαλαρῖτι πυλαιμάχε.” H.M.Q.R. Ζηνοδότος ἀλλὰ ἄνασς’ ἐλέαιρε. H.M.

3

.

382

βοῦν ἦνιν] ἑνὸς χρόνου. παρακολούθημα τοῦτο πᾶσι βουσὶ, βοῦν ἦνιν. τὰ ἄλογα μέρη τῆς ψυχῆς λέγει. E. ἦνιν] ἐνιαύσιον. Q.

3

.

383

ἀδμήτην] ἐφερμηνευτικὸν καὶ διασαφητικόν. E.

3

.

390

τοῖς δ’ ὁ γέρων] ἀπηλλάττοντο μὲν ὡς ἐπὶ κοίτην· διὰ δὲ τὴν ἐπιφάνειαν τῆς θεᾶς ἐδέησεν αὐτὸν κρατῆρα στῆσαι. M.Q. ἀνὰ κρητῆρα κέρασσεν] ἤτοι ἐκ δευτέρου ἐκέρασεν. ἐκέρασε γὰρ ἤδη αὐτοῖς καὶ πρῶτον. B.

3

.

391

ἑνδεκάτῳ ἐνιαυτῷ] ἀμφίβολον, κἄν τε δεκάτῳ, κἄν τε ἑνδε‐ κάτῳ E.

3

.

392

τὸ σχῆμα σεμνοπρεπές. P. ὤϊξεν ταμίη] ἡ ὑπηρέτις ἤνοιξεν οὐ διὰ τοῦ πώματος, ἀλλὰ διὰ τῆς ὀπῆς, ἥτις ἐν ἑκάστου πίθου πώματι ὑπάρχει. M.
ὤϊξε] τὸ ι προσγεγραμμένον· ἐξεφωνήθη δὲ καὶ τὸ ι. E.158 in vol. 1
5κρήδεμνον] τοῦ πίθου τὸ πῶμα μεταφορικῶς· λέγεται γὰρ καὶ ἐπὶ τειχῶν πόλεων. B.E.Q.

3

.

393

πολλὰ δ’ Ἀθήνῃ] ἐνταῦθα διὰ τὴν ἐπιφάνειαν καὶ ἐπίκλησιν τῆς Ἀθηνᾶς αὖθις μετὰ τὸ καὶ τὰς γλώσσας ἐκτεμεῖν παριστᾷ ὁ ποιητὴς τοὺς περὶ τὸν Νέστορα πίνοντας, ἀλλὰ καὶ αὐτὸν, ἐπεὶ οὐδέ‐ ποτε μετὰ τὸ τὰς γλώσσας θῦσαι ἤσθιον ἢ ἔπινον, ἀλλ’ εὐθὺς εἰς
5ὕπνον ἐτρέποντο. M.

3

.

394

ἀποσπένδων] γρ. ἐπισπένδων. Q.

3

.

395

ὅσον ἤθελε θυμὸς] οὐ κατὰ κόρον, ὕβρις γὰρ τοῦτο, ἀλλ’ ὅσον ἤθελεν ὁ θυμὸς, ἤτοι ἤρκει αὐτοῖς. E.

3

.

396

κακκείοντες] κοιμηθησόμενοι· ἐνεστὼς δὲ ἀντὶ μέλλοντος· κείω γὰρ τὸν μέλλοντα οὐκ ἔχει, ὥσπερ καὶ τὰ ἄλλα ὅμοια, καὶ χρῆται τῷ ἐνεστῶτι ἀντὶ μέλλοντος. E.

3

.

399

ὑπ’ αἰθούσῃ ἐριδούπῳ] αἴθριος, ἄστεγος· καὶ αἴθουσα, ὁ ἐξ ἀέρος τόπος καὶ ὑψηλός· διὸ καὶ ἐρίδουπος λέγεται. B. τῇ πρὸς ἥλιον τετραμμένῃ στοᾷ, παρὰ τὸ αἴθεσθαι ἐν αὐτῇ φῶς, ὅ ἐστι καί‐ εσθαι. ἐριδούπῳ δὲ μεγάλους ἤχους ἀποτελούσῃ, ὑπὸ ἀνέμων κατα‐
5κρουομένῃ καὶ ἠχούσῃ· ἢ τῇ μεγάλως ἠχούσῃ, ἐάν τις ἐντὸς ταύτης φωνήσῃ. E.Q.V. ὑπὸ τῇ ἐξωτάτω ἐν μεγάροις οἰκήσει. P.

3

400-401

οἱ ἄλλοι γυναῖκας ἔχουσι. διόπερ οὐ συνιδὼν ὁ Ζηνό‐ δοτος τὸ φιλότεκνον τοῦ ποιητοῦ τοὺς δύο στίχους περιέγραψεν. H.M.Q.R.

3

.

401

ὅς οἱ ἔτ’ ἠΐθεος] νέος, ἄζυξ. Gl. H. ὁ ἀπὸ ιεʹ ἐτῶν ἕως ιηʹ ἠΐθεος λέγεται. ἔστι δὲ ὁ ἄγαμος. H. ἠΐθεος ὁ μὴ ἐλθὼν εἰς γάμον. λέγεται δὲ ὁ ἀπὸ τεσσαρεσκαίδεκα ἐτῶν ἄχρι τῶν ὀκτωκαί‐ δεκα φθάσας ἠΐθεος, διὸ καὶ τοὺς θεοὺς μὴ εἰς γάμον ἔρχεσθαι· οἱ
5δὲ τὸ ἠΐθεος ἀπὸ τοῦ αἴθω τὸ καίω, οἱ γὰρ νέοι αἴθονται ὑπὸ τῆς θέρμης τῆς ἐκ νεότητος. E.

3

.

402

γρ. αὐτὸς δ’ ἐκάθευδε. ὁ Νέστωρ. H.159 in vol. 1

3

.

408

ἀλείφατος] λείπει τὸ ὡς· ἔστι γὰρ ὡς ἐλαίου. M. λείπει τὸ ὡς, ὡς ἀπὸ ἀλείμματος. ἀντίστροφον τὸ σχῆμα, ἵνα ᾖ ἐφ’ οἷς. B. ἡ εὐθεῖα τὸ ἄλειφαρ. ὡς ἀπὸ τοῦ ἐλαίου. γλίσχρον δὲ ὂν τὸ ἔλαιον στιλπνὸν ποιεῖ τὸ χριόμενον, οἷον τὸ μάρμαρον. E.

3

.

411

Νέστωρ αὖ τότ’ ἔφιζε] διὰ τί ὁ Νέστωρ βασιλεὺς ὢν, τοῖς αὐτοῦ παισὶν ἐπιτέλλει τὰ τῶν δούλων καὶ τῶν ὑπὸ χεῖρα; φασὶν οὖν ὅτι ἁπλοϊκῶς καὶ ἀκενοδόξως τότε διέκειντο καὶ οὐκ ἔχοντες ἔπαρσιν. ἀλλαχοῦ δὲ καὶ θυγατέρες τῶν τοιούτων βασιλέων μετὰ
5οἰκείων χειρῶν ἔπλυναν τὰ ἱμάτια. ὥστε οὐκ ἦν αὐτοῖς εἰς ἀτιμίαν τὸ οὕτω ποιεῖν διὰ τὴν ἁπλότητα. E. οὖρος Ἀχαιῶν] φύλαξ, ἐκ τοῦ ὅρος ὁ περιορισμός. εὐτυχία, βοή‐ θεια, ἢ τερπνότης. E.Q.

3

.

412

σκῆπτρον] ἀπὸ τοῦ σκηρίπτω τὸ ἐπακουμβίζω. E. υἷες ἀολλέες] εἰς τὸ εὔδαιμον τοῦ οἴκου· οὐ γὰρ ὠνητοὶ οἱ περὶ τὸν Νέστορα, ἀλλ’ ὑπὸ τῶν παίδων ὑπηρετεῖται· εἰ δὲ μακαρίζομεν τοὺς ἐν ὑπηρεσίαις ἀνδραπόδων ὑπερέχοντας, ὅρα πῶς εὐδαιμονέστερος
5ὁ ὑπὸ τῶν υἱῶν θεραπευόμενος. Q. ἀολλέες] ἐκ τοῦ α, ὃ δηλοῖ τὸ ὁμοῦ, καὶ τοῦ εἱλῶ τὸ συστρέφω, εἱλέες· καὶ τροπῇ τοῦ ε εἰς ο, τοῦ ι εἰς λ· ἢ τροπῇ τοῦ ι εἰς ν, τοῦ δὲ ν εἰς λ διὰ τοῦ ἑτέρου λ. E.

3

416-417

Inter hos versus in marg. P. insertus est hic: Αὐτὰρ ἐπεί ῥ’ ἤγερθεν ὁμηγερέες τε γένοντο.

3

.

418

καρπαλίμως] κραιπνὸς, κραιπνάλιμος, καὶ ἐξ αὐτοῦ καρπα‐ λίμως. E. ἡδέως ἄγαν. εὐφραίνεται γὰρ ὁ πρεσβύτης ἐπιτάττων ἕκαστα τοῖς παισίν. Q. ἐέλδωρ] ἀπὸ τοῦ ἕλω τὸ προκρίνω, ἕλωρ, καὶ κατὰ πλεονασμὸν
5τοῦ δ, ἐέλδωρ. E.

3

.

420

θεοῦ ἐς δαῖτα] τοῦ Ποσειδῶνος. Q. θάλειαν] τὴν ποιοῦσαν θάλλειν τὸν θύοντα καὶ χαίρειν. οὐ γὰρ μάτην θύει, ἀλλὰ ὥστε βοηθεῖσθαι καὶ φυλάττεσθαι παρὰ τοῦ ᾧ θύει. E.

3

.

422

ἔλθῃσιν ἐπιβουκόλος ἀνήρ] ἐπὶ τούτῳ, ἤτοι σὺν τῷ ἀποστελ‐ λομένῳ. τὸ γὰρ ἐλαύνειν οὐκ ἐπὶ βασιλεῖ ἁρμόζει. διὸ πρόσκειται τὸ “ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ.” E.Q. ὅτι τὸ βοῶν παρέλκει καὶ μετὰ τῆς προθέσεως εἴρηται ἐπιβουκόλος. H.160 in vol. 1

3

.

424

πάντας ἰὼν ἑτάρους] Ἑλληνικώτατα, ἵνα κἀκεῖνοι τῶν ἱερῶν μετασχῶσι. M.Q.

3

.

425

χρυσοχόον Λαέρκεα] τινὲς τὸ λαέρκεά φασιν ὄνομα κύριον, τινὲς δὲ ἐπίθετον παρὰ τὸ ἐπαρκεῖν τοῖς λαοῖς. E.

3

.

427

εἴπατε δ’ εἴσω] Ἀριστοφάνης τὸ “εἴπατε δ’ εἴσω” ἀντὶ τοῦ εἰσαγγείλατε. H.Q.

3

.

430

ἐποίπνυον] μετὰ σπουδῆς ἤρχοντο· πονύω, ποπνύω, καὶ ποιπνύω. E. ἐνήργουν καὶ ἐπόνουν. παρὰ τὸ πονῶ ποπνύω καὶ ποιπνύω. T.

3

.

431

νηὸς ἐΐσης] ἰσοτοίχου, ἰσοπλεύρου, οὐχ ἑτερορρεποῦς. E.

3

.

432

ἦλθε δὲ χαλκεὺς] ἤτοι χρυσοχόος. τοῦτο δ’ εἴρηκεν, ὅτι τοῖς αὐτοῖς χρῆται ἐργαλείοις ὅ τε χαλκεὺς καὶ ὁ χρυσοχόος. E. ὁ χρυσοχόος· ἀπὸ γὰρ τοῦ πρώτου φανέντος μετάλλου πάντας τοὺς δημιουργοὺς οὕτως ἐκάλουν, ὡς καὶ τὸν Ἥφαιστον, “ἣν ἄρα
5χαλκεὺς Ἥφαιστος ποίησεν” (Il. ο, 309.). M.Q.

3

.

433

ὅπλ’ ἐν χερσὶν ἔχων] οὐδὲν γὰρ ὄφελος ἐπίστασθαι μὲν, μὴ ἔχειν δ’ ἐργαλεῖα. Q. ἔργα (sic pro ὅπλα)] τὰ ἐργαλεῖα. V.

3

.

435

οἷσίν τε χρυσὸν εἰργάζετο] τίνα δὲ ἦν ταῦτα; δηλονότι οἷς ἐχώνευον. Q. ἤτοι τοῖς προειρημένοις, ἄκμονι, σφύρᾳ, πυράγρᾳ· ἢ καὶ οἷς τὸν χρυσὸν εἰργάζετο. Q.

3

.

438

ἵν’ ἄγαλμα θεὰ] ἡμεῖς μὲν ἄγαλμα τὸ ξόανον, Ὅμηρος δὲ πᾶν δῶρον ὃ βλέπει τις καὶ χαίρει καὶ ἐφ’ ᾧ ἀγάλλεται ἄγαλμά φησιν. E.

3

.

440

ἀνθεμόεντι] τῷ ἀνθηρῷ, ἐν ᾧ τις ἥδεται διὰ τῆς θέας· ἢ ἀνθε‐ μόεντι τῷ ποικίλῳ, λαμπροτάτῳ διὰ τὰ ἐντετορευμένα αὐτῷ ἐπιτερπῆ· ἢ ἀνθεμόεντι τῷ ἀναθεματικῷ, τῷ ὡς ἀνάθημα κειμένῳ. E.M.Q. λέβητι] λέβης γὰρ ὁ ξέστης ἀφ’ οὗ λείβεται τὸ ὕδωρ· λέγεται
5καὶ τὸ χέρνιβον εἰς ὃ λείβεται τὸ ὕδωρ. E. λέβης μὲν νῦν τὸ καθ’ ἡμᾶς χέρνιβον· πρόχοος δὲ ἐξ οὗ ἐπιχεῖται τὸ ὕδωρ, ὃ νῦν χέρνιβα προσαγορεύει, ἵνα νοῶμεν ἐν τῷ λέβητι κεῖσθαι τὸν πρόχοον, οὐκ αὐτὸ τὸ ὕδωρ. M.Q.161 in vol. 1

3

.

441

ἑτέρῃ δ’ ἔχεν οὐλὰς] οὐλαὶ καὶ οὐλοχύται τὸ αὐτό. λέγονται δὲ τὰ προθύματα· ἐμίγνυον γὰρ κριθὰς καὶ ἅλατα χυτῷ ἢ ὕδατι ἣ οἴνῳ, καὶ ἔθυον αὐτὰ πρὸ τοῦ ἱερείου, εἶτα τὸ ἱερεῖον. τινὲς δὲ οὐλο‐ χύτας λέγουσι τὰ ἀγγεῖα ἐν οἷς εἰσιν αἱ κριθαὶ, αἵτινες οὐλαὶ ἐκα‐
5λοῦντο. κριθὰς δὲ ἐνέβαλον τοῖς θύμασι χάριν εὐφορίας καρπῶν τῶν ἐκ γῆς, ἢ πρὸς ἀνάμνησιν τῆς ἀρχαίας τροφῆς· λέγουσι γὰρ, δίκην ἀγρίων ζῴων καὶ ἀλόγων ἔζων τὸ παλαιὸν οἱ ἄνθρωποι, διὰ τὸ σῖτον μὴ εἶναι μηδ’ ἄλλο τι οἰκεῖον τοῖς ἀνθρώποις, βοτάνας δὲ καὶ ἄκρα δένδρων ἤσθιον. εἶτα ἐφάνη ἡ κριθὴ, ἐξ ἧς διεκρίθησαν καὶ διεχω‐
10ρίσθησαν οἱ ἄνθρωποι τῶν ἀλόγων ζῴων κατὰ τὴν τροφήν. E. κριθὰς ἐλαιοβρόχους. E.H.V.

3

.

442

μενεπτόλεμος Θρασυμήδης] οἰκείως τῶν μὲν ἄλλων τὰ ὀνό‐ ματα ψιλῶς ἐξήνεγκεν, ἐπὶ δὲ τοῦ Θρασυμήδους ἐπιθέτῳ κέχρηται, ὡς καὶ ἔμπροσθεν “Περσεύς τ’ Ἀρητός τε καὶ ἀντίθεος Θρασυμή‐ δης” (414.). ἐστράτευται γὰρ ἤδη τῷ πατρί. διὰ τοῦτο καὶ τὸ ἀν‐
5δρειότατον αὐτῷ μέρος τῆς διακονίας προστέτακται. H.M.Q.

3

.

443

χερσὶ] ἑνικῶς χειρί αἱ Ἀριστάρχου. H.

3

.

444

Περσεὺς δ’ ἀμνίον εἶχε] τὸ αἱματοδόχον ἀγγεῖον. καὶ γίνε‐ ται ἀπὸ τοῦ αἷμα αἱμνίον καὶ ἀμνίον· ἢ ἀπὸ τοῦ α στερητικοῦ μο‐ ρίου καὶ τοῦ μένος ἡ ψυχικὴ προθυμία, ἤτοι ἀμένιον, τὸ στερίσκον τοῦ μένους τὸ ζῷον καὶ τὸ αἷμα αὐτοῦ δεχόμενον ἤτοι τὴν ζωτικὴν
5δύναμιν. ἔστι δὲ τῶν ἅπαξ εἰρημένων ἡ λέξις. ἄλλοι δὲ μικρὸν μα‐ χαιρίδιον, ὃ καὶ σφάγιον καλοῦσιν οἱ Ἀττικοί. E.
ἀμνίον ὡς πηνίον. Κρῆτες δὲ αἱμνίον αὐτό φασι. H.M. Ἄλλως. ἀμνίον. ἀγγεῖον εἰς ὃ τὸ αἷμα τοῦ ἱερείου ἐδέχοντο. Ζηνόδοτος δὲ ἐν ταῖς ἀπὸ τοῦ δ γλώσσαις τίθησι τὴν λέξιν. ἅπαξ δὲ ἐνταῦθα παρ’162 in vol. 1
10Ὁμήρῳ ἡ λέξις. M. ἀμνίον εἶχε] ἔστι μὲν τῶν ἅπαξ εἰρημένων ἡ λέξις σημαίνει δὲ τὸ ἀγγεῖον, ὅπου τὸ τοῦ σφαττομένου ἱερείου αἷμα ἐδέχοντο. καὶ ἔστι κατὰ τὸ ἔτυμον ἀμένιον, ὅ ἐστι στερητικὸν τοῦ μένους ἤτοι τῆς ψυχῆς. οἱ Ἀττικοὶ σφάγιον αὐτὸ καλοῦσιν. M.V. Ἄλλως.
15ἀμνίον τὸ ἀγγεῖον τοῦ ὑποσφάγματος. Νίκανδρος δὲ καὶ Θεοδωρίδας ἀπὸ τοῦ δάμνασθαι προφέρονται ἀσυνδέτως δαμνίον. Πορσίλος δὲ ὁ Ἱεραπύτνιος παρὰ Ἱεραπυτνίοις ἔτι σώζεσθαι τὴν φωνὴν αἱμνίον, δα‐ σέως μετὰ τοῦ ι κατ’ ἀρχὴν προφερομένην παρὰ τὸ αἷμα. καὶ Ἀπολ‐ λόδωρός φησιν ὡς εἰκὸς ἦν καὶ παρὰ τῷ ποιητῇ οὕτως αὐτὸ προφέ‐
20ρεσθαι, ὑπὸ δέ τινων περιῃρῆσθαι τὸ ι. Ἀττικοὶ δὲ σφάγιον αὐτὸ καλοῦσιν. εἰς τοῦτο δὲ πρῶτον αἷμα δεχόμενοι τοῖς βωμοῖς ἐπιχέου‐ σιν. ἐτυμολογεῖται ἀμένιόν τι ὂν, ὅ ἐστι στερητικὸν τοῦ μένους, ἤτοι τῆς ψυχῆς. H.M.Q.R.

3

.

445

χέρνιβά τ’ οὐλοχύτας τε κατήρχετο] ἀντίπτωσις, τῶν ὀλο‐ χυτῶν. Gl. ἢ ἀπὸ τῶν χερνίβων εἰς τὰς οὐλοχύτας. P. ἀντὶ τοῦ χερνίβων καὶ οὐλοχυτῶν πρῶτος ἦρχε. τὸ δὲ ἀπὸ τῶν χερνίβων περιρραίνειν τῷ ἱερείῳ καὶ τὰς κριθὰς προβάλλειν κατάρ‐
5χεσθαι ἐκάλουν οἱ παλαιοί. E.H.M.P.Q.

3

.

450

αὐχενίους λῦσεν] αὐχενίους προσέθετο διὰ τὸ καὶ εἰς τοὺς ἀστραγάλους εἶναι τένοντας. πάντα δὲ τὰ διατεταμένα νεῦρα τένον‐ τας καλεῖ ὁ Ὅμηρος. E.Q. ὀλόλυξαν] μετὰ βοῆς ηὔξαντο. εἴρηται δὲ ἐπὶ τῶν γυναικῶν μό‐163 in vol. 1
5νων. M. μετὰ βοῆς ηὔξαντο· τὸν γὰρ ὀλολυγμὸν Ὅμηρος γυναι‐ κείαν εὐχὴν λέγει. E.

3

.

453

τὸ ἀνελόντες δηλοῖ τὸ ἄνω ἑλόντες. ἐκ τούτου δὲ τὸ αὖ ἐρύ‐ σαντες δηλοῦται. B.H.M.Q. ἡ ἑτέρα τῶν Ἀριστάρχου ἀνίσχοντες, ἀντὶ τοῦ μετεωρίσαντες· διὸ σημειοῦνται ὡς διάφορα τὰ τῆς ἱερουρ‐ γίας. H.M.
5εὐρυοδείης] διὰ τί μικρὸν μέρος τῆς γῆς φησιν ἀπὸ χθονὸς εὐρυο‐ δείης; οὐκ ἂν τὴν ὅλην γῆν λέγοι εὐρυοδείην, ἀλλὰ τὸ κοινὸν τῆς γῆς ὄνομα μᾶλλον καὶ ἐπίθετον χαρίζει τῷ μικρῷ αὐτῆς μέρει. E.

3

.

454

σφάξεν Πεισίστρατος] ὁ μὲν Θρασυμήδης μετὰ πελέκυος ἔκοψε τὰ νεῦρα καὶ τὸ ὀστοῦν, Πεισίστρατος δὲ παντελῶς ἀπέκοψε τὴν κεφαλήν. E.

3

.

455

λίπε δ’ ὀστέα θυμὸς] ἡ ζωτικὴ δύναμις. ἐν τοῖς ὀστέοις ἔστι γὰρ δύναμις ζωτική. E.

3

.

456

διέχευαν] ὅλα διεμέλισαν τὰ μηρία, ὡς τὸ “πᾶσαι δ’ ὠΐγνυντο πύλαι” (Il. β, 809.). H.M. διέκοψαν ἢ ἀνέπτυξαν, ὅλα διεμέλισαν τὰ μηρία. τῇ κνίσσῃ διπλᾶ ἐπὶ τοῖς μηρίοις θέντες, ἓν ἄνωθεν καὶ ἓν κάτωθεν, τῶν λοιπῶν μερῶν ἀπήρχοντο. B. εἰς μέρη καὶ μέρη
5διέτμαγον διασχίσαντες τὴν συνέχειαν. E.

3

.

457

κατὰ μοῖραν] πρεπόντως. B. ἐνδεχομένως. E. κατὰ μέρη διεῖλον. Q. κατά τε κνίσσῃ ἐκάλυψαν] πιμελῇ τῇ τὴν κνίσσαν ἐκπεμπούσῃ· κνίσσα γὰρ ἡ ὀσμὴ τῆς πιμελῆς ἡ συνανερχομένη τῷ καπνῷ. E.

3

.

458

ἐπ’ αὐτῶν δ’ ὠμοθέτησαν] ἐπὶ τῶν βωμῶν ὠμὰ ἔθηκαν μὴ εἰς
πῦρ βληθέντα. E.164 in vol. 1

3

.

460

πεμπώβολα] πεμπώβολα τὰ ἐκ μιᾶς λαβῆς πέντε ὀβε‐ λίσκους ἔχοντα, ὡς ἡ τρίαινα τοῦ Ποσειδῶνος. B.E.Q.

3

.

462

μίστυλλον] ἀπὸ τοῦ μεῖον, τὸ ἔλαττον, γίνεται μιστύλλω ῥῆμα, τὸ κατὰ μικρὸν τέμνω τι. ἐνταῦθα τὴν κατὰ λεπτὸν διατομὴν μιμεῖται ὁ ποιητὴς τῇ κατακεκομμένῃ φράσει τῶν λέξεων. B.Q.

3

.

463

ἀκροπόρους] ὀξεῖς, ὧν τὸ ἄκρον διαπερονούμενον εὐχερῶς δίεισιν διὰ τὴν ὀξύτητα. H.V. τοὺς κατὰ ἄκρον πείροντας καὶ κεν‐ τῶντας. B.Q. τοὺς ἄκρως ἢ λίαν ὀξεῖς πόρους ἔχοντας, ἢ τοὺς ἄκρως πείροντας. E.

3

.

464

τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη] λουθῆναι αὐτὸν ἐποίησεν· οὐ γὰρ αὐτὴ ἔλουσεν. ἢ ὅτι ὑπὸ παρθένων ἔθος ἦν τοὺς ἥρωας λούεσθαι. πρὸς τὰ περὶ τῆς Ἥβης· λούει γὰρ καὶ αὐτὴ τὸν Ἄρεα ὡς παρθένος. πῶς οὖν διὰ τῶν ἀθετουμένων Ἡρακλεῖ συνοι‐
5κεῖ; H.M.Q. ἀδύνατον γὰρ τῷ Νέστορι .... παρθένον εἶναι θυ‐ γατέρα. λύεται δ’ ἐκ τοῦ ἔθους. ἔφαμεν γὰρ μὴ εἶναι παρθένου ἔργον τὸ λούειν, ὡς Ἀρίσταρχος οἴεται. T.

3

.

466

ἔχρισεν λίπ’ ἐλαίῳ] ἐχρίοντο ἐλαίῳ μετὰ τὸ λουθῆναι, διότι τὸ ἀνθρώπινον σῶμα σομφόν ἐστι καὶ ἠραιωμένον, καὶ ποτὲ μὲν ὑγραίνεται, ποτὲ δὲ ξηραίνεται, ὡς τοῦ ὑγροῦ ἐξερχομένου δι’ ἱδρώτων· ὑγραίνεται δὲ πάλιν ἐν τῇ θέρμῃ τοῦ λουτροῦ καὶ ἀνοίγεται· τότε
5δὲ ἐχρίοντο τῷ ἐλαίῳ ὡς γλίσχρῳ ὄντι καὶ κωλύοντι τὸ ὑγρὸν ἐξέρ‐ χεσθαι. ἐμφράττει γὰρ τὰς ὀπὰς τὰς τοῦ σώματος καὶ συνίστησιν αὐτό. E.

3

.

467

ἀμφὶ δέ μιν φᾶρος] ὑπερβιβασμὸς, ὡς τὸ “εἵματ’ ἀμ‐ φιέσασα καὶ λούσασα” (Od. ε, 264.). M. σημειοῦνται τινὲς ὅτι ἐν τῇ πυέλῳ ὄντες περιεβάλλοντο διὰ τὸ αἰδεῖσθαι. H.M. τὸ δεύ‐ τερον πρῶτον εἶπεν, ὡς τὸ “οὐδ’ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατ’
5ἄποινα” (Il. α, 95.). H.M. ἐν τῇ λεκάνῃ ἐνεδύοντο διὰ τὸ αἰδεῖ‐ σθαι. ἢ ἀδιαφόρως εἶπεν, καὶ ἄλλως τὸ πρῶτον εἶπε δεύτερον, ὡς τὸ “οὐδ’ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατ’ ἄποινα” (Il. α, 95.), τὸ πρῶτον εἰπὼν δεύτερον. B.E.165 in vol. 1

3

.

468

ἔκ ῥ’ ἀσαμίνθου] ἀσάμινθος σημαίνει καὶ τὴν πύελον καὶ τὴν λεκάνην καὶ τὸν λουτρῶνα, περὶ οὗ νῦν λέγει. B. ἀσαμίνθου] ἀπὸ τοῦ ἄσις ὁ ῥύπος, ἥτις μινύθει καὶ ἀφανίζει αὐ‐ τόν. E.

3

.

469

ποιμένα λαῶν] γρ. ποιμένι. P.

3

.

470

οἱ δ’ ἐπεὶ ὤπτησαν] καλῶς ἀπὸ πάντων τῶν μερῶν τοῦ ζῴου κόπτοντες ἐκάλυπτον τὰ κεκομμένα ἐν πιμελαῖς, μιᾶς κειμένης ἄνω‐ θεν, ἄλλης δὲ κάτωθεν· ἃ καὶ δίπτυχα ὠνόμασαν, καὶ ἔθυον αὐτὰ, ἐπεὶ οὐκ ἦν ὅλον παντελῶς θύειν διὰ τὸ καὶ αὐτοὺς μέλλειν εὐωχεῖ‐
5σθαι ἐκ τοῦ θυομένου. ἔκοπτον γοῦν ἐξ ὅλων τῶν μερῶν, ἵνα δοκῇ τὸ ὅλον θύεσθαι καὶ μὴ νομίζηται ἡ θυσία κολοβή. τὰ δὲ σπλάγχνα ἤσθιον δεικνύντες ὅτι ἐξ αὐτῶν ἐγκάτων ἐκ μέσης καρδίας θύουσι τὸ θῦμα τοὺς θεοὺς τιμῶντες καὶ μετὰ προαιρέσεως. E. κρέ’ ὑπέρτερα] τὰ ὑπεράνω τῶν ἀνθράκων. B. ἢ τὰ νωτιαῖα ἢ τὰ
10ὑπεράνω πάντων ὡς μείζονα κείμενα· ἢ τὰ ἔξω τοῦ ἱερείου πρὸς ἀντι‐ διαστολὴν τῶν τυθέντων. E.

3

.

472

οἶνον ἐνοινοχοεῦντες] περίφρασις ὁ τρόπος καλεῖται. Q. οἰνοχοεῦντες] κιρνῶντες. V.

3

.

475

παῖδες ἐμοὶ, ἄγε] σημείωσαι τὸ ἄγε πληθυντικὸν πρὸς τὸ ζεύξατε. E.

3

.

476

ἵνα πρήσσῃσιν ὁδοῖο] πορεύηται εἰς τὴν ὁδόν. Gl. M. ἐκ μεταφορᾶς τοῦ θαλασσίου πόρου· ἐπὶ γὰρ τῆς ξηρᾶς οὐ μετέχει. ἀλλ’ ἐπεὶ ὁ ἐν ξηρᾷ ὁδεύων πέρας ἔχει τῆς ὁδοῦ, διὰ τὸ πέρας τῆς ὁδοῦ φησι τὸ πρήσσῃσιν, ἤτοι διέλθῃ, καὶ εἰς πέρας ἔλθῃ τῆς ὁδοῦ
5καὶ περατώσῃ αὐτήν. E. Ἀττικῶς, ἔξωθεν τὸ μῆκος τῆς ὁδοῦ. B.

3

.

479

ἐν] γρ. ἄν. H. ἔθηκεν] γρ. ἔχευεν. H.

3

.

485

γρ. δ’ ἵππους εἰς τὸ ἐλαύνειν. M.

3

.

486

οἱ δὲ πανημέριοι] ἐκ τοῦ παρακολουθοῦντος τὸ προηγούμενον ἐδήλωσεν, ὡς ἐπὶ τοῦ “ἑζόμενοι λεύκαινον ὕδωρ” (Od. μ, 171.).
M.Q.R. σεῖον ζυγὸν] ἀντὶ τοῦ ὥδευον. Q.R. παρεκδοχικῶς εἷλκον· ἀπὸ166 in vol. 1
5τοῦ παρεπομένου τὸ προηγούμενον, ἀντὶ τοῦ ὥδευον. M.V. σεῖον] ἤλαυνον, ἔθεον, συνεκδοχικῶς. E. οἱ δὲ πανημέριοι σεῖον ζυγὸν] Ἀριστοφάνης γράφει, θεῖον, ἀντὶ τοῦ ἔτρεχον· εἶτα, ζυγὸν ἀμφὶς ἔχοντες. ὁ δὲ Καλλίστρατός φησιν, ὥσπερ ἐπὶ τῆς οὐριοδρομούσης νηὸς τὸ τῆς εὐπλοίας ἐμφαίνεται διὰ
10τοῦ “τῆς δὲ πανημερίης τέταθ’ ἱστία ποντοπορούσης” (Od. λ, 11.), οὕτω καὶ ἐπὶ τοῦ συνεχοῦς δρόμου τῶν ἵππων τὴν ἀδιάλειπτον ἄνυσιν τῆς ὁδοῦ σημαίνει τὸ “σεῖον ζυγόν.” H.M.Q.R.T.

3

.

488

ἐς Φηρὰς] Φηραὶ μὲν τῆς Λακωνικῆς, Φεραὶ δὲ τῆς Θεσ‐ σαλίας, Φειαὶ δὲ τῆς Ἤλιδος. H.Q. τόπος Λακωνικῆς ἢ τῆς Μεσ‐ σηνίας. E.

3

.

489

υἱέος Ὀρτιλόχοιο] ἐντεῦθεν Ζηνόδοτος ἐν Ἰλιάδι (ε, 549.) ἔγραφε “Κρήθων Ὀρτίλοχός τε.” ἔστι γὰρ Ὀρτίλοχος μὲν Ἀλφειοῦ, τούτου δὲ Διοκλῆς, Διοκλέους δὲ Κρήθων καὶ Ὀρτίλοχος. H.M. Q.R.
5τὸν Ἀλφειὸς τέκε] Ἀλφειὸς ὁ διερχόμενος μέσον τῆς θαλάσσης ποταμὸς Ἤλιδος καὶ ἀπερχόμενος εἰς τὴν Ἀρέθουσαν πηγὴν τῆς Σι‐ κελίας καὶ εἰσβάλλων εἰς αὐτήν. ἰᾶται δ’ οὗτος τοὺς κατ’ ἐγχώριον διάλεκτον ἀλφοὺς, ἤτοι λελωβημένους, ἣν νόσον ἱερὰν ἡμεῖς καλοῖ‐ μεν. E.

3

.

490

νύκτ’ ἄεσαν] συνέσταλται τὸ α· ἀλλαχοῦ δὲ “νύκτα μὲν ἀέσαμεν” (γ, 151.). H.Q. νύκτα ἔσαν] γρ. ἄεσαν, ἀντὶ τοῦ ἀνεπαύσαντο, ἐκοιμήθησαν. Vind. ὁ δ’ ἄρα ξεινήϊα δῶκε] γρ. ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν. H.M.

3

.

496

ἦνον] ἀντὶ τοῦ ἤνυον. B.Q. γρ. ἤνυον ἀντὶ τοῦ διήρχοντο. Vind. τοῖον] ἀντὶ τοῦ τοίως, ὅ ἐστι σφόδρα· οὕτω γὰρ μετὰ τάχους ἔτρεχον. M.P.Q.167 in vol. 1

4

hyp

(t)

ΥΠΟΘΕΣΙΣ.
1Παρὰ Μενελάῳ ξενισθεὶς σὺν Πεισιστράτῳ Τηλέμαχος ἀπαγ‐ γέλλει τὰ κατὰ τὴν Ἰθάκην ὑπὸ τῶν μνηστήρων πραττόμενα. ἔπειτα ἐξηγεῖται αὐτῷ ὁ Μενέλαος περὶ τοῦ νόστου τῶν Ἑλλήνων καὶ τῆς Πρωτέως μαντείας, δι’ ἧς ἔγνω τὸν Ἀγαμέμνονος θάνατον, καὶ ὡς
5Ὀδυσσεὺς παρὰ Καλυψοῖ εἴη. βουλὴ δὲ γίνεται τῶν μνηστήρων περὶ τοῦ τὸν Τηλέμαχον ἀνελεῖν. παραμυθεῖται δὲ ἡ Ἀθηνᾶ δι’ ὀνείρου τὴν Πηνελόπην ἐπὶ τῇ τοῦ παιδὸς ἀποδημίᾳ δυσχεραίνουσαν, διὰ εἰδώλου ὁμοιωθεῖσα Ἰφθίμῃ τῇ τῆς Πηνελόπης ἀδελφῇ. E.M.P. Q.V.

4

.

1

οἱ δ’ ἷξον] ὁ ἵξω μέλλων εἰς ἐνεστῶτα μεταβὰς ποιεῖ παρα‐ τατικὸν ἀντὶ τοῦ δευτέρου ἀορίστου, τὸ ἷξον ἐν συστολῇ. M.Q. κοίλην Λακεδαίμονα] ἐπεὶ ὑψηλοτάτοις ὄρεσι περικέκλεισται. V. ποτὲ μὲν τὴν πόλιν καλεῖ Λακεδαίμονα, ποτὲ δὲ τὴν χώραν Λα‐
5κεδαίμονα, ἤτοι τὴν Σπάρτην. Q. παρὰ τὴν ἱστορίαν φασὶν εἶναι τὸν γενόμενον ἤδη ἐν τῇ Λακωνικῇ (αἱ γὰρ Φηραὶ, ἔνθα Διοκλῆς ᾤκει, τῆς Λακωνικῆς εἰσι). τὸν οὖν γενόμενον ἐν τῇ Λακωνικῇ αὖθις ὡς μὴ γενόμενον ἐπισημαίνεσθαι ἄτοπον. ἔστι δὲ ἡ λύσις ἐκ τῆς λέξεως. τὰ γὰρ τῶν χωρίων ὀνόματα τίθεται καὶ ἐπὶ τῶν προηγου‐
10μένων πόλεων, ὥστε τὴν Σπάρτην οὐκ ἀπεικότως Λακεδαίμονα λέγει, καθάπερ καὶ τὴν Ἴλιον Τροίαν “ἔνθα κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν” (Il. φ, 544.)· καὶ ἀνεστραμμένως τὴν Ἀττικὴν εἴρηκεν Ἀθήνας “ἀλλ’ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθ’, ἄκρον Ἀθηνέων” (Od. γ, 278.). M.T.
15κοίλην Λακεδαίμονα κητώεσσαν] κοίλην, τὴν μέσην κειμένην κοί‐
λων καὶ βαθυτάτων τόπων, ἤτοι τὴν μεγάλην. κητώεσσαν δὲ ἐκ μεταφορᾶς τοῦ κήτους. λέγει δὲ τὴν Σπάρτην. ἐπάγει γοῦν “πρὸς δ’ ἄρα δώματ’ ἔλων.” E.H. κοίλην μὲν διὰ τὸ πολλοῖς ὄρεσι περιέ‐ χεσθαι, κητώεσσαν δὲ ἢ μεγάλην ἀπὸ τοῦ κήτους, ἢ μέγα κῆτος168 in vol. 1
20ἔχουσαν. B.H.Q.R. Ζηνόδοτος δὲ γράφει καιετάεσσαν ἀντὶ τοῦ καλαμινθώδη. δοκεῖ δὲ καὶ Καλλίμαχος ἐντετυχηκέναι τῇ γραφῇ δι’ ὧν φησιν “ἵππους καιετάεντος ἀπ’ Εὐρώταο κομίσσαι.” H.M.Q.R. κητώεσσαν] ὤφειλεν εἶναι τὸ τω μικρὸν, ἀλλ’ [ἔγραψε] ὥσπερ τὸ ἡβώωσα ἐκτείνει, διὰ τὸ εἶναι τὸ πρὸ αὐτῆς μακρὸν, τὸ η, καὶ τὸ
25τηλεθόωσα σμικρύνει, διὰ τὸ εἶναι τὴν πρὸ αὐτῆς συλλαβὴν βραχεῖαν, ἤτοι τὸ λε, οὕτω κητώεις καὶ ὠτώεις καὶ κηώεις καὶ ὅσα τοιαῦτα ἐκτείνει. συστέλλει δὲ τὸ ἐρόεις, κερόεις, ἐρόεσσα, κερόεσσα, ἠερό‐ εσσα, καὶ ὅσα τοιαῦτα, τὸ μὲν διὰ τὰς πρὸ αὐτῶν συλλαβὰς, τὸ δὲ διὰ τὸ μέτρον· ἐπεί τοι γὰρ ἂν οὐκ ἦν οὕτω ἐρόεις καὶ κερόεις·
30μεγάλα γὰρ ὤφειλον εἶναι. E. Ἀπορία. διὰ τί ὁ Τηλέμαχος εἰς Λακεδαίμονα ἐλθὼν οὐκ ἐνέτυχε τῷ Ἰκαρίῳ; καίτοι ἄλογον ἐλθόντα τῷ πατρὶ τῆς μητρὸς μηδαμοῦ ἐντυχεῖν. οὐδαμοῦ εἴρηκεν ὡς ἐν Λακεδαίμονι ᾤκουν, ἀλλὰ μᾶλλον πλησίον αὐτῆς ἦσαν. ἡ γοῦν Ἀθηνᾶ ἐν τῷ ὕπνῳ ἐπιστᾶσά φησιν
35“ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται Εὐρυμάχῳ γήμα‐ σθαι” (ο, 16.)· καὶ τὸ μὲν ὀνείροις μάρτυσι χρῆσθαι ἴσως ἄπιστον· αὐτὴ δὲ ἡ Πηνελόπη πρὸς τὸν Ὀδυσσέα τὰ καθ’ ἑαυτὴν διηγουμένη φησὶ “νῦν δ’ οὔτ’ ἐκφυγέειν δύναμαι γάμον, οὔτε τιν’ ἄλλην μῆτιν ἐφευρίσκω· μάλα δ’ ὀτρύνουσι τοκῆες γήμασθαι” (τ, 157.). H.Q.T.
40ὅθεν καὶ ἄλλη λύσις γίνεται πρὸς τοὺς ἀποροῦντας διὰ τί πρὸς τοὺς
γονέας οὐκ ἀποστέλλει τοὺς ἑαυτῆς ἡ Πηνελόπη εἰς βοήθειαν, ὅτε ὁ παῖς ἐκινδύνευσεν, ἀλλὰ πρὸς τὸν Λαέρτην βούλεται ἀποστεῖλαι. φαίνεται γὰρ ἠλλοτριωμένη τοῖς γονεῦσιν ὡς ἀναγκάζουσι γήμασθαι· διὸ καὶ ἐξήρτηται ἀπὸ τῆς τοῦ Τηλεμάχου προσηκούσης μνήμης ὁ169 in vol. 1
45Ἰκάριος τοῦ τε Ὀδυσσέως καὶ τῆς Πηνελόπης. τοσοῦτον δὲ εἴρηται ὑπὸ τοῦ Τηλεμάχου “οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι Ἰκαρίου” (β, 52.) καὶ “κακὸν δέ με πόλλ’ ἀποτίνειν Ἰκαρίῳ.” αὐτὸς μὲν γὰρ Πηνελόπην μὴ βουλομένην καταλιπεῖν τοῦ ἀνδρὸς τὸν οἶκον ἀναγκάζειν οὐκ εὐπρεπὲς ἡγεῖτο. πάντως οὖν κατὰ τὴν προαίρεσιν

4

.

1

(50)

τῆς Πηνελόπης ἀνῆψε τοῦ γάμου τὸ τέλος. T. τινές φασιν ὅτι ὁ Ἰκάριος ὁ τῆς Πηνελόπης πατὴρ ἐν Λακεδαίμονι ἦν. καὶ πῶς οὐκ ἀπῆλθεν εἰς ἐκεῖνον ὁ Τηλέμαχος; ἀνατρέπονται δὲ παρ’ ἄλλων λε‐ γόντων ὅτι ἐχθρὸν εἶχεν αὐτὸν διότι προετρέπετο τὴν Πηνελόπην λαβεῖν ἄλλον ἄνδρα· ὃ μισητὸν ἐδόκει τῷ Τηλεμάχῳ ὑπολαμβάνοντι
55καὶ ἀπὸ τούτου ὅτι μῖσος εἶχεν ὁ Ἰκάριος πρὸς τὸν Ὀδυσσέα. E.

4

.

3

δαινύντα] ὡς ὀμνύντα, ἀπ’ εὐθείας τῆς ὁ δαινύς. H. γάμον] ὥσπερ ἀλλαχοῦ φησιν Ὅμηρος τάφον τὴν ἐπὶ τεθνεῶτί τινι εὐωχίαν, οὕτω καὶ νῦν γάμον τὴν ἐπὶ γάμου δαῖτα. M. ἔτῃσιν] ψιλῶς ἔτῃσιν, εἴτε ἐπὶ τοῦ πολίτου εἴτε ἐπὶ τοῦ ἑταί‐
5ρου. M.

4

.

4

ἠδὲ θυγατρὸς ἀμύμονος] Σοφοκλῆς ἐν Ἑρμιόνῃ φησὶν ἔτι ἐν Τροίᾳ τυγχάνοντος Μενελάου ἐκδοθῆναι τὴν Ἑρμιόνην ὑπὸ Τυνδάρεω τῷ Ὀρέστῃ, κατὰ δὲ ὑπόσχεσιν ἥκοντος Νεοπτολέμου ἀφαιρεθῆναι τὸν Ὀρέστην ταύτην· πάλιν δὲ αὐτῇ συνοικῆσαι τὸν Ὀρέστην Νεο‐
5πτολέμου ἐν Πυθοῖ ἀναιρεθέντος ὑπὸ Μαχαιρέως, καὶ τότε τὸν Τισα‐ μενὸν γεννῆσαι. E.H.Q.R.T.

4

.

5

ῥηξήνορος] ἀνδρείου, τοῦ διὰ τῆς ἠνορέης, ὅ ἐστιν ἀνδρείας, ῥήσ‐ σοντος τὰς τῶν πολεμίων τάξεις. E.Q.T.V.

4

.

6

ἐν Τροίῃ γὰρ] διὰ τὸ κακὸν εἶναι τὴν τῷ πατρὶ μνηστευθεῖσαν καὶ τὸν υἱὸν λαβεῖν, τούτου χάριν τὰ μὲν λοιπὰ ἐκ τοῦ Ἀγαμέμνονος ἔλαβε, τὴν δὲ γυναῖκα ἐκ Μενελάου. M.170 in vol. 1

4

.

9

Μυρμιδόνων προτὶ ἄστυ] ἣν Ὅμηρος μὲν Φθίαν λέγει, οἱ δὲ νεώ‐ τεροι Φαρσαλίαν. E.H.M.T.V.

4

.

10

υἱέϊ] τρισυλλάβως. “υἱέϊ σῷ ἑπόμην” (Il. γ, 174.). ἰδίως δὲ εἴρηκεν. ἐν Σπάρτῃ γὰρ ὄντος αὐτοῦ φησι Σπάρτηθεν. Q. Ἀλέκτορος κούρην] οὗτος υἱὸς Ἀργείου τοῦ Πέλοπος καὶ Ἡγη‐ σάνδρας τῆς Ἀμύκλα θυγατρός· θυγάτηρ δὲ αὐτοῦ οἱ μὲν Ἰφιλόχη,
5οἱ δὲ Ἐχεμήλα. M. οἱ μὲν Ἰφιλόχην, οἱ δὲ Ἐχέμηλον λέγουσιν. τὸν δὲ Ἀλέκτορα γενεαλογοῦσιν Ἀργείου τοῦ Πέλοπος. V. ἐκ τῆς γενεαλογίας τοῦ Πέλοπος ὁ Ἀλέκτωρ. E.

4

.

11

τηλύγετος Μεγαπένθης] ὁ τῆλε τῆς ἡλικίας, τουτέστι προ‐ βεβηκόσι τοῖς γονεῦσι, γενόμενος, μεθ’ ὃν οὐκέτι ἐλπίζουσι τεκνῶσαι διὰ τὸ γῆρας· ἢ ὁ τηλοῦ ἀποδημήσαντι τῷ πατρὶ γεννηθεὶς παῖς· ἢ μονογενὴς, καθάπερ Τηλέμαχος Ὀδυσσεῖ καὶ Ὀρέστης Ἀγαμέμνονι.
5ὁ γὰρ Μενέλαος κατὰ τὸν καιρὸν τῆς ἁρπαγῆς τῆς Ἑλένης ἐμίγη τινὶ δούλῃ, καὶ ἔτεκεν υἱὸν καὶ ἐκάλεσεν αὐτὸν φερωνύμως Μεγαπέν‐ θην· κατὰ γὰρ τὸν καιρὸν τοῦ διὰ τὴν Ἑλένην πένθους ἐτέχθη. διὰ τί δὲ Ἑλένη μόνην τὴν Ἑρμιόνην ἔτεκε; διότι τὸ πολλάκις τεκεῖν ἀλλοιοῖ τὸ κάλλος τῆς γυναικός. μελλούσης γὰρ αὐτῆς μεσολαβῆ‐
10σαι εἰς τὸν πόλεμον τῶν Τρώων καὶ τῶν Ἑλλήνων, οὐκέτι ἐδίδουν αὐτῇ τέκνον οἱ θεοὶ, ἵνα τὸ κάλλος φυλάττῃ, ᾧ Ἀλέξανδρος ἡδυνθῆναι ἔμελλε. τὸ δὲ παντελῶς εἶναι ἄτεκνον ἦν δύσδαιμον καὶ κακὸν, τὸ δὲ τεκεῖν εὔδαιμον καὶ μακάριον. διὰ τοῦτο ἔτεκεν ἓν, ἵνα μακαρία λογί‐ ζηται καὶ ἵνα τὸ κάλλος ἔχῃ. ἐπιφέρει δὲ καὶ ὁ ποιητὴς “Ἑλένῃ δὲ
15θεοὶ γόνον οὐκέτ’ ἔφαινον·” πιθανῶς, ἵνα ἐπὶ πλεῖστον ἀκμάσῃ, ἢ ἵνα ἐξ Ἀλεξάνδρου γόνον μὴ σχῇ. οἱ δὲ νεώτεροι Ἑλένης μὲν καὶ Ἀλεξ‐ άνδρου Κόρυθον ἢ Ἕλενον, ἐκ δὲ Μενελάου Νικόστρατον γενεαλογοῦσι. H.E.Q. Μεγαπένθης] ἐκ τοῦ ὀνόματος δηλοῖ ὅτι μετὰ τὴν ἁρπαγὴν τοῦτον171 in vol. 1
20ἔσχεν. Q.V.

4

.

12

ἐκ δούλης] οἱ μὲν κύριον τὸ Δούλης, οἱ δὲ Τηριδάης· Τηριδάη γὰρ τὸ κύριον αὐτῆς ὄνομα. M.Q.T.V.
αὕτη, ὡς μὲν Ἀλεξίων, Τειρὶς, ὡς δὲ ἔνιοι Τηρὶς, θυγάτηρ Ζευξίπ‐ πης· ὡς δὲ ὁ τῶν Νόστων ποιητὴς, Γέτις. τινὲς δὲ τὸ δούλης κύριόν172 in vol. 1
5φασι διὰ τὸ μηδέποτε οὕτω λέγειν τὸν ποιητὴν τὴν θεράπαινα· διὸ καὶ τὸ “εἰσόκεν ἢ ἄλοχον ποιήσεται ἢ ὅγε δούλην” (Il. γ, 409.) ἀθετοῦσιν. H.M.Q.R. Ἑλένῃ] ἐν τῇ κατὰ Ῥιανὸν καὶ Ἀριστοφάνην Ἑλένης σὺν τῷ ς. M.

4

.

16

γείτονες ἠδὲ ἔται] οἱ ἀστυγείτονες, οἱ ἐκτὸς μὲν ὄντες τῆς πόλεως πλησίον, ἔται δὲ οἱ ἐκ τῆς αὐτῆς πόλεως, οἱ συνήθεις. ἐκ τοῦ ἔθος ἔθης καὶ ἔτης. ἔται ψιλῶς, ἵν’ ᾖ οἱ πολῖται. E.Q.

4

.

17

φασὶ τοὺς εʹ στίχους τούτους μὴ εἶναι τοῦ Ὁμήρου, ἀλλὰ τοῦ
Ἀριστάρχου. M.T. ἐμέλπετο θεῖος ἀοιδὸς] οὕτω γάρ ἐστι μεγαλοπρεπὴς ὁ γάμος. Q.V.173 in vol. 1

4

.

19

μολπῆς] ὅτι οὐ τὴν ᾠδὴν, ἀλλὰ τὴν παιγνίαν λέγει οὕτω, πρὸς τὸ “μέλποντες Ἑκάεργον” (Il. α, 474.)· καὶ γὰρ “κυνῶν μέλπη‐ θρα” (Il. ν, 233.) φησί. M.Q. ἐδίνευον] συνεστρέφοντο, ἤτοι ἐχόρευον, ὠρχοῦντο. B.Q.

4

.

22

κρείων Ἐτεωνεὺς] ὁ τοῦ Ἀλέκτορος τοῦ συμπενθεροῦ Μενελάου ἀδελφός. M. κρείων ὁ ἐξέχων καὶ διάκριτος ἐν θεράπουσιν. τοιοῦτόν ἐστι καὶ τὸ ἐπὶ τοῦ συβώτου “συβώτης ὄρχαμος ἀνδρῶν” (Od. ξ, 22.). Φερεκύδης δὲ ἱστορεῖ οὕτως· Ἀργεῖος δὲ ὁ Πέλοπος ἔρχεται
5παρ’ Ἀμύκλαν εἰς Ἀμύκλας, καὶ γαμεῖ τοῦ Ἀμύκλα θυγατέρα Ἡγη‐ σάνδραν. M.Q. ἐκ τούτου δὲ γίνεται Ἀλέκτωρ. ἔστι γὰρ ἀδελφὸς τούτου καὶ βοηθὸς Ἐτεωνεύς. συγγενὴς οὖν Μενελάου Ἐτεωνεὺς καὶ θεράπων αὐτοῦ, ὡς Ἀχιλλέως Πάτροκλος. κρείων δὲ ὁ ἄλλων μὲν βασιλεὺς, Μενελάου δὲ δεύτερος. B.H.M.Q.

4

.

23

θεράπων] ὑπηρέτης, φίλος, ὁ περὶ τὴν θεραπείαν ὑπάρχων. V.

4

.

25

ὡς τὸ ὕψι ὑψοῦ καὶ ἄγχι ἀγχοῦ. E.

4

.

26

ξείνω δή τινε] μόνῳ τῷ Μενελάῳ περὶ ξένων εἰσαγγέλλεται
διὰ τὸ ἠδικῆσθαι ὑπὸ ξένου. H.M.Q. τώδε] παροξυτονητέον, ἵνα νοηθῇ δυϊκόν. Ἄλλως. τὸ τώδε ἐγκλι‐ τέον. δεικτικὸν δὲ ὂν δηλοῖ τὴν ἐγγύτητα αὐτῶν. M.174 in vol. 1

4

.

27

γενεὴν] γέννησιν, γένος. V. ἐΐκτην] ἐοίκασιν, ὡμοίωνται. E.M. ὄπισθεν δὲ εἶπε “πυρὶ λαμ‐ πετόωντι ἐΐκτην” (662. Il. α, 104.), ἤτοι ὡμοιοῦντο. E.

4

.

28

ἀλλ’ εἴπ’ εἰ σφῶϊν] ἐγκλιτέον τὸ σφῶϊν, ἵνα τρίτον γένηται πρόσωπον. M.

4

.

29

ἦ ἄλλον] περισπαστέον τὸ ἦ ὡς ἐρωτηματικόν. τὸ δὲ φιλήσῃ ἐπὶ τοῦ ξενίζειν ἐνταῦθα. λείπει ἡ εἰς, ἵν’ ᾖ εἰς ἄλλον. B. ὅς κε φιλήσῃ] ὅτι ἐπὶ τοῦ ξενίζειν τὸ φιλεῖν τίθησι. παρέλκει δὲ ὁ κε. M.

4

.

30

τὸν δὲ μέγ’ ὀχθήσας] ὑψώσας τὸν θυμὸν, ἐκ μεταφορᾶς τῆς ὄχθης· ἢ λυπηθεὶς, ἐκ τοῦ ἄχθος, τροπῇ τοῦ α εἰς ο. E.

4

.

31

οὐ μὲν] ὁ μέν ἀντὶ τοῦ δή, ὁ δὲ ἀτάρ ἀντὶ τοῦ δέ. H. Βοηθοίδη] Βοηθοίδης τετρασυλλάβως. ὅμοιον δέ ἐστι τοῦ “Παν‐ θοίδης Εὔφορβος” (Il. π, 808.). H.M. Βοηθοΐδη, καὶ κατὰ συναί‐ ρεσιν Βοηθοίδη. E.

4

.

33

τὸ ἑξῆς οὕτως· εἰ μὲν δὴ ἡμεῖς πολλῶν ἀγαθῶν ἐμπλησθέντες παρὰ ἀλλοδαπῶν ἀνδρῶν, ἐνταῦθα παρεγενόμεθα, ὀφείλομεν πάντως τοῖς ξένοις ὁμοίως ποιεῖν. ἀλλὰ θᾶττον λύε τοὺς ἵππους, αὐτοὺς δ’ εἰσάγαγε εὐωχηθῆναι, ὅπως διὰ τούτου ὁ Ζεὺς τῆς μελλούσης τα‐
5λαιπωρίας ἡμᾶς ἐκλυτρώσηται, καὶ μὴ τοῖς παρεληλυθόσιν ἴσα πα‐ θεῖν συγχωρήσειεν. Q.

4

.

35

ἐξοπίσω περ παύσῃ] δαιμονίως ἐξέφηνε τὴν γεγονυῖαν αὐτῷ
πλάνην διὰ μιᾶς λέξεως. H.M.175 in vol. 1

4

.

36

προτέρω] τοπικῶς ἀντὶ τοῦ εἰς τοὔμπροσθεν, ἢ προτέρους τῶν ἵππων. B.Q.

4

.

37

ὁ δ’ ἐκ μεγάροιο] Ἀρίσταρχος χωρὶς τῆς ἐκ προθέσεως, ὁ δὲ μεγάροιο διέσσυτο· βούλεται γὰρ λέγειν διὰ μεγάρου. M.H.Q.R. κέκλετο δ’ ἄλλους] ἐπεὶ ὑπερέχων τῶν ἄλλων θεραπόντων ἦν, προστάσσει τοὺς λοιποὺς συνελθεῖν πρὸς τὸ λῦσαι τοὺς ἵππους. E.

4

.

38

ἑοῖ αὐτῷ] αὐτῷ αὐτῷ. τὸ δὲ ε πλεονασμὸς Ἀττικός. B.

4

.

39

λῦσαν] Ἰακῶς τὸ λῦσαν οὕτως γράφει Ἀρίσταρχος. H.

4

.

40

κάπῃσι] ἀπὸ τοῦ κάπω ῥήματος τοῦ σημαίνοντος τὸ πνέω γίνεται ὄνομα κάπη ἡ φάτνη, ἐν ᾗ ἀναπνέουσι καὶ ἀναπαύονται τὰ ζῷα. B. αἱ φάτναι. καὶ γίνεται παρὰ τὸ πατῶ, τὸ ἐσθίω, πάτη, καὶ ἐν ὑπερβιβασμῷ τάπη, καὶ τροπῇ τοῦ τ εἰς κ κάπη. T. παρὰ
5τὸ ἐν αὐταῖς ἵστασθαι τοὺς ἵππους καὶ κάπειν ἤτοι ἐσθίειν· ἢ παρὰ τὸ χάπτειν, ὅ ἐστι λάπτειν, χάπη καὶ κάπη. E.

4

.

41

ζειὰς] δεῖ νοῆσαι ζειὰν ἐνταῦθα τὸ καλούμενον ἄχυρον. H.Q.

4

.

42

πρὸς ἐνώπια παμφανόωντα] τοὺς ἀντικρὺ τόπους τῆς εἰσόδου ἐνώπια καλεῖ ὁ ποιητής· τοὺς φωτιζομένους ὑφ’ ἡλίου τόπους ἢ τῆς σελήνης. B.E.Q. τοὺς ἀντικρὺ τόπους τῆς εἰσόδου ἐνώπια καλεῖ ὁ ποιητής. διὰ τοῦτο καί τινες διαλελυμένην γράφουσι τὴν λέξιν
5τιθέντες εἰς τὸ πρός βαρεῖαν. E.

4

.

44

θαύμαζον] ἔοικεν, ὡς δείκνυσιν αὐτοὺς ἀπαιδεύτους ἐνταῦθα ἀπὸ τοῦ ἵστασθαι καὶ βλέπειν τὰ τῆς οἰκίας καλλωπίσματα, καὶ τῇ ἀληθείᾳ ἄπειροι ἦσαν· ἀλλὰ τέως πρὶν φανῆναι τὸν Μενέλαον. ὥστε εἰ πρὸ τοῦ φανῆναι ἀνέβλεπον τὸ κάλλος τοῦ δόμου, καὶ ἠσχολοῦντο
5ἐκεῖνο θαυμάζοντες, οὐ καινόν. E. διοτρεφέος βασιλῆος] οὐ παρέλκει τὸ ἐπίθετον. τὸ δὲ ἑξῆς, θαυ‐ μάζουσιν εἰσελθόντες τὴν κατασκευὴν τὴν οἰκίας. H. οὐ παρέλκει τὸ ἐπίθετον, ἐπεὶ ἀπόγονος Διὸς ὁ Μενέλαος. E.

4

.

45

ὥστε γὰρ ἠελίου αἴγλη] σημειοῦνται τινὲς ὡς ἐνηλλαγμένης τῆς φράσεως. M. ἡ τάξις ἐνήλλακται· πάντως γὰρ προεκδύονται. M. ἔδει γὰρ ἀπὸ τῆς σελήνης ἀναβιβάσαι ἐπὶ τὸν ἥλιον, ἵνα ἂν εἰς τὸν ἥλιον ἀποτύχῃ, εἰς τὴν σελήνην οὐκέτι. E. ἀπὸ μείζονος τὸ ἐπι‐176 in vol. 1
5χείρημα. τοῦτο δὲ ποιεῖ διὰ τὴν ἀποτυχίαν. E.

4

.

46

δῶμα καθ’ ὑψερεφὲς] τὸ οἴκημα τὸ ὑψηλόστεγον. τὸ δὲ κ διὰ τὸ οἱ Αἰολεῖς τὴν πρόθεσιν ἀντὶ ἄρθρου παραλαμβάνουσιν. M.

4

.

47

ὁρώμενοι] ὁρῶντες, τὸ παθητικὸν ἀντὶ τοῦ ἐνεργητικοῦ. B.E.

4

.

50

ἀμφὶ δ’ ἄρα χλαίνας οὔλας] ἁπαλὰς, κεκροκισμένας ἢ τρι‐ χωτὰς, τὰ λεγόμενα χάσδια· ἢ καινουργίας, ἀπὸ τοῦ οὖλον τὸ σῶον καὶ ὑγιές. E.

4

.

51

ἐν ἄλλῳ, παρὰ ξανθὸν Μενέλαον. H.

4

.

52

χέρνιβα δ’ ἀμφίπολος] διὰ τί πρὸ μὲν τοῦ δείπνου ἐνίπτον‐ το, μετὰ δὲ τὸ δεῖπνον οὐκέτι, ἐρρήθη μὲν ἤδη καὶ ἐν ἄλλοις, ῥητέον δὲ καὶ τοῦτο. ὅταν γὰρ λέγῃ “χέρνιβα δ’ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος νίψασθαι,” φήσομεν
5ὅτι οὐκ εἰς τὸ νίψασθαι πρὸ τοῦ δειπνεῖν κυρίως τοῦτο εἴρηται, ἀλλὰ συλλαβὼν τὰ παρασκευαζόμενα ἐπὶ τὸ δεῖπνον λέγει, οὐκέτι τὰ κατὰ μέρος ἐπεξιών. τινῶν γὰρ τὰς ἀρχὰς μηνύσας, οὐκέτι τοῖς κατὰ μέ‐ σον ἐπέξεισι, συγχωρεῖ δ’ ἡμῖν ἐπινοεῖν καὶ τὰ μεταξὺ οἷα γίνεται. ὥσπερ οὖν οὐδ’ αἰρομένας τὰς τραπέζας ἐποίησεν οὐδὲ τὰ λείψανα τὰ
10ἐκ τοῦ συμποσίου συναγόμενα, οὕτως οὐδὲ μεταξὺ νιπτομένους καὶ μετὰ τὸ δεῖπνον ἐπινιπτομένους· ἐπεὶ καὶ τοῦτο οὐ δηλοῖ ἅπαξ τὸ νίψασθαι ἐκόμισεν, ἀλλ’ ὅτι ἐκόμισε τὰ χερόνιπτρα ἐν προχόῳ χρυ‐ σέῃ καὶ λέβητι ὑποδεχομένῳ ταῦτα ἀργυρῷ· ὥστε παρέκειτ’ ἀεὶ τὰ χερόνιπτρα, ὅτε βούλοιντο νίψασθαι, ὥσπερ ἡ τράπεζα καὶ τὰ ἄλλα,
15ἄχρις ὅτου βούλοιντο αὐτοῖς. οὕτως καὶ τοὺς Πυλίους ποιήσας ἐν τῷ κατάπλῳ τῶν περὶ τὸν Τηλέμαχον εὐωχουμένους οὐκέτι δεδή‐
λωκεν ὅπως ἐκ τῆς ᾐόνος ἀναστάντες ἀπηλλάγησαν· καὶ τὴν Ἀθη‐ νᾶν Μέντῃ ὁμοιωθεῖσαν καὶ τὸ δόρυ δοῦσαν τῷ Τηλεμάχῳ, οὐκέτι ὅπως τοῦτο ἀπιοῦσα ἀπέλαβεν ἐπεσημήνατο, ἐπεὶ καὶ τὸ τόξον εἰς177 in vol. 1
20κατασκοπὴν ἀπιόντι Μηριόνης δίδωσιν Ὀδυσσεῖ· ὅπως δὲ τοῦτο ἀπέ‐ δωκεν οὐκέτι ἐπεσημήνατο, διδοὺς τοῖς ἀκροαταῖς καθ’ ἑαυτοὺς λογί‐ ζεσθαι τὰ ἀκόλουθα. καὶ πολλὰ τοιαῦτα ἔστι γνῶναι παρ’ αὐτῷ. οὐ γὰρ μόνον τί εἴπῃ, ἀλλὰ καὶ τί μὴ εἴπῃ ἐφρόντισε· καὶ οὐχ ἧττον ἐξ ὧν κατορθοῖ ἐν οἷς λέγει σοφὸς εὑρίσκεται ἢ ἐν οἷς ἀποσιωπᾷ καὶ
25οὐ λέγει. H.Q.R.

4

.

54

παρὰ δὲ ξεστὴν ἐτάνυσσε] παρέκειντο γὰρ τοῖς θρόνοις αἱ τράπεζαι. εἰκότως δὲ νῦν τὰ περὶ τῆς ταμίας παράκειται· οὐ γὰρ ἐν τῷ ξενίζεσθαι παρὰ Τηλεμάχῳ τὴν Ἀθηνᾶν. ἐπεισεληλύθασι γὰρ οὗτοι τοῖς περὶ τὸν Μενέλαον, ἐξ ἀρχῆς δὲ παρὰ τῷ Τηλεμάχῳ
5πάρεστιν ὁ Μέντης. H.M.Q. ξεστὴν] γρ. χρυσῆν. H.

4

.

56

εἴδατα] ἀπὸ τοῦ ἔδω τὸ ἐσθίω ἔδωρ καὶ εἶδαρ. E. ἡ‐ δύσματα μεμυρισμένα, σκευαστὰ παρ’ ἡμῖν λεγόμενα. T.

4

.

59

τὼ καὶ δεικνύμενος] φιλοφρονούμενος, δεξιούμενος. ἐκ τοῦ δέκω τὸ δέχομαι δείκω δεικνύω καὶ δείκνυμι, τὸ φιλοφρονοῦμαι. B.E.

4

.

61

δείπνου πασσαμένω] τοῖς ὁδοιπορήσασι δείπνου δηλονότι γε‐ νομένου. αὐτὸς γὰρ ἑξῆς φησι “δόρπου δ’ ἐξαῦτις μνησώμεθα” (213.). καὶ “οὐ γὰρ ἔγωγε τέρπομ’ ὀδυρόμενος μεταδόρπιος” (194.). H.M.Q.

4

62-64

προηθετοῦντο καὶ παρὰ Ζηνοδότῳ καὶ παρὰ Ἀριστο‐ φάνει· τό τε γὰρ σφῶϊν οὐχ Ὁμηρικῶς μονοσυλλάβως ἐξηνέχθη ὅ τε ἔπαινος τῶν νέων οὐκ ἀναγκαῖος. H.M.178 in vol. 1

4

.

62

σφῶν γε γένος] χωρὶς τοῦ ι ἡ σφῶν, ὡς Ἀρίσταρχος καὶ Ἡρωδιανός. Ἀπολλώνιος δὲ ἐν τῷ περὶ ἀντωνυμιῶν γράφει αὐτὴν μετὰ τοῦ ι, ἵν’ ᾖ δευτέρου προσώπου κατὰ συναίρεσιν· ἀλλ’ οὐκ ἔστι ποτὲ παρὰ τῷ ποιητῇ γενικὴ καὶ δοτικὴ μὴ ἐκφωνοῦσα· τὸ γὰρ λέ‐
5γειν καὶ ὤμοιϊν καὶ ποδοῖϊν μετὰ τοῦ ι λέγει δισυλλάβως. ἐπίτηδες δὲ Ἀρίσταρχος ἀθετουμένων τῶν στίχων καὶ ἄνευ τοῦ ι εἴασε τὴν γραφὴν, ἵνα καὶ τοῦτο πρὸς τὴν ἀθέτησιν λαμβάνῃ. H.M. οὐ γὰρ σφῶν γε γένος] σὺν τῷ ι γραπτέον, ἵν’ ᾖ σφῶϊν δυϊκῶς. οὐ γὰρ ἀφανῶν ἐστε γονέων. M.V.
10σεσημείωται τὸ σφῶν ἐπὶ δευτέρου προσώπου λαμβανόμενον. E.

4

.

65

νῶτα βοὸς] ὡς ἐν Ἰλιάδι “νώτοισι δ’ Αἴαντα διηνεκέεσσι γέραιρε” (Il. η, 321.). λέγει δὲ καὶ Ξενοφῶν διμοιρίαν δίδοσθαι τοῖς Λακεδαιμονίων βασιλεῦσι. καὶ οὐ τοῦτό φημι, ὅτι κατὰ τὸν ἐν Σπάρτῃ νόμον ταῦτα πέπρακται, ὕστερον γὰρ τὰ Λυκούργου, ἀλλ’ ἴσως
5καὶ τὸ Λακωνικὸν ἔθος ἐκ τῆς τούτου παραδέδοται τηρήσεως. H.M. Q.R.

4

.

66

τά ῥά οἱ γέρα] τὰ γὰρ ἄνω μέρη ἤτοι τὰ νωτιαῖα παρετίθουν τοῖς ἐντίμοις. τὸ δὲ ἑαυτῷ Ὅμηρος οἱ αὐτῷ γράφει. E.

4

.

69

δὴ τότε Τηλέμαχος] ἀφορμὴν παρέσχε τῷ Μενελάῳ ἀναγνω‐ ρισμοῦ καινοῦ. ἐκεῖνο μὲν γὰρ κοινὸν, τὸν μὲν πυνθάνεσθαι, τὸν δὲ ἀποκρίνεσθαι ὅτι Ὀδυσσέως παῖς τυγχάνει, ὥσπερ παρὰ Νέστορι πέπρακται, τὸ δὲ περιπέτειάν τινα εἶχεν, ἐκ τῆς Ὀδυσσέως μνήμης
5εἰς δάκρυα προπεσόντος τοῦ νέου, εἰς ὑποψίαν ἐμπεσεῖν ἀληθείας τὸν Μενέλαον. αὕτη τοίνυν τοῦ νεανίσκου ἡ ἔκπληξις καιρὸν παρέσχε τῷ Μενελάῳ τῶν λόγων. M.Q. προσεφώνεε Νέστορος υἱὸν] ἐκεῖνος μὲν ἐλάλει κρυφίως πρὸς τὸν Νεστορίδην, μή ποτε κόλαξ φανῇ· ὁ μέντοι Μενέλαος προσεκτικὸς ὢν179 in vol. 1
10ἤκουσε τῶν λεγομένων καὶ ἤρξατο λαλεῖν αὐτοῖς. ταῦτα δὲ οἰκονομία τοῦ Ὁμήρου, καὶ ἵνα πλατύνῃ τὴν ποίησιν αὐτοῦ καὶ ἵνα εἴπῃ ἃ εἰς τὴν Ἰλιάδα οὐκ εἶπε. μέλλει γὰρ παραγαγεῖν καὶ τὴν Ἑλένην ὥστε γνωρίσαι αὐτοὺς καὶ εἰπεῖν περὶ τοῦ Ὀδυσσέως ἐπαίνους, καὶ κατα‐ λέξαι ἔθη γυναικεῖα, καὶ ἅμα καὶ τὴν Ἑλένην ἐγκωμιάσαι. ἐν γὰρ
15τῇ Ἰλιάδι οὐδὲν εἶπε τὸ τυχὸν περὶ αὐτῆς ἐπαινετήρια. E.

4

.

70

ἵνα μὴ πευθοίαθ’ οἱ ἄλλοι] τὸ γὰρ ἀκούοντος Μενελάου ἐπαι‐ νεῖν θωπείας ἦν ἀνάπλεων καὶ ἐλευθέροις οὐχ ἁρμόττον. M. ὅπως μὴ δόξειε κολακεύειν. τὸ δὲ πευθοίατο πεύθοιντο ἦν· καὶ οἱ Ἴωνες πευθοίατο ἐκβολῇ τοῦ ν καὶ προσθέσει τοῦ α. E.
5πευθοίαθ’ οἱ ἄλλοι] οὕτως Ζηνόδοτος. ὁ δὲ Ἀρίσταρχος πευθοίατο ἄλλοι, χωρὶς τοῦ ἄρθρου, ὡς Ἡρωδιανός φησιν. H.M.

4

.

72

χαλκοῦ τε στεροπὴν] ἄνω εἰπὼν “οἱ δὲ ἰδόντες θαύμαζον κατὰ δῶμα” (44.), νῦν διὰ Τηλεμάχου τὰ περὶ τῆς ἐκπλήξεως ἐσή‐ μανεν, ὅτι ἐκ τῆς τοιαύτης ὕλης ἦν ὁ κόσμος. H.M.Q.

4

.

74

Ζηνός που] τὸ που στοχαστικόν. Q. γρ. Ζηνός που τοιαῦτα δόμοις ἐν κτήματα κεῖται. P.

4

.

75

ὅσσα τάδε] ἤρκει καὶ τοῦτο εἰς ἔμφασιν, ὁ δὲ ἐπιφέρει, ἄσπετα πολλά. καθ’ ἕκαστον δὲ αὔξησίς ἐστιν ἱκανή. Q. ἄσπετα] ἐκ τοῦ ἐνίσπω τὸ λέγω ἄσπετον, ἄρρητον. E.

4

.

78

τέκνα φίλ’, ἤτοι Ζηνὶ] μετὰ τὴν προσφώνησιν στικτέον. μετὰ τὸ “Ζηνί” βραχὺ διασταλτέον. οὕτω γὰρ τὰ ἑξῆς σαφέστερα. καὶ ἄλλως ἵνα μὴ δοκῇ τὸν ἕτερον ἐλέγχειν, εὐπρεπῶς πρὸς ἀμφοτέρους ἀποτείνεται, οὐκ ἐπιτιμῶν, ἀλλὰ τὰ ἑαυτοῦ καταβάλλων ἐν ἤθει.
5H.M.Q.180 in vol. 1

4

.

79

ἀθάνατοι] ἄφθαρτοι· τὰ δὲ ἀνθρώπινα πάντα χρόνῳ φθείρον‐ ται. H.

4

.

80

ἀνδρῶν δ’ ἤ κέν τίς μοι] ἠρέμα θρύπτεται μετὰ ἤθους ἐκφέ‐ ρων ὅτι ἀμφήριστα ταῦτα ἀνθρώποις, τὰ δὲ θεῖα μείζω ὑπάρχει διὰ τὸ ἄφθαρτα εἶναι. Q.

4

.

81

κτήμασιν] εἰς σύστασιν περὶ τοῦ πλήθους. ἴδιον δὲ τῶν ἐκ πόνου πεπλουτηκότων διηγεῖσθαι. καὶ τὸ μὲν κεκτῆσθαι παρὰ προγό‐ νων μικρὸν, τὸ δὲ κτήσασθαι μεῖζον. M.Q. ἐπαληθεὶς] πλανηθείς. οἱ δὲ, ἐπὶ τοὺς ἀληθεῖς Αἰγυπτίους, ὅτι
5μαντικῆς ἔμπειροι. V.

4

.

84

Αἰθίοπάς θ’ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς] Σιδονίους τοὺς περὶ τὴν ἐρυθρὰν θάλασσαν λέγει, οὓς μετῴκισαν οἱ Φοίνικες. B.E.M. Ἐρεμβοὺς δὲ ἀπὸ τοῦ ἐν τῇ ἔρᾳ βαίνειν. τοὺς δὲ Τρωγλο‐ δύτας Σαρακηνοὺς λέγει. B.E. Σιδονίους τοὺς παρὰ τῇ ἐρυθρᾷ θα‐
5λάσσῃ λέγει, ὅθεν μετῴκησαν οἱ Φοίνικες. V. Ἐρεμβοὺς] Ἀρίσταρχος Ἐρεμβοὺς τοὺς Ἄραβας ἀκούει. τινὲς δὲ γράφουσιν Ἐρεμνούς, ὅ ἐστι τοὺς Ἰνδοὺς, οἱ δὲ τοὺς εἰς τὴν ἔραν δύνοντας διὰ τοὺς καύσωνας, οὓς καὶ Τρωγλοδύτας φασί. οἵτινες καὶ διὰ τοῦ β γράφουσιν Ἐρεμβούς. κράτιστα δὲ ἀποδιδόασιν οἱ
10ὀνοματικῶς ἀκούοντες τοὺς Ἐρεμβούς, καὶ παρατιθέντες τοὺς κατα‐ λογάδην συγγραφεῖς οὕτως ἀναγράφοντας. ἔνιοι δὲ διὰ τοῦ α γρά‐
φουσιν Ἐραμβούς. H.M.Q.R. Ἐρεμβοὺς τοὺς Τρωγλοδύτας τοὺς Σαρακηνοὺς παρὰ τὸ εἰς τὴν ἔραν δύειν· οἱ δὲ τοὺς Ἰνδοὺς παρὰ τὸ ἔρεβος, μέλανες γὰρ, ὅθεν καὶ Κράτης τοὺς Ἐρεμνοὺς γράφει· οἱ δὲ181 in vol. 1
15ἴδιον ἔθνος. ἔνιοι δὲ τοὺς Ἄραβας, καὶ μεταγράφουσιν οὕτως· “Αἰθίοπάς θ’ ἱκόμην καὶ Σιδονίους Ἄραβάς τε.” H.M. οἱ μὲν τοὺς Τρωγλοδύτας φασὶ, τοὺς Σαρακηνοὺς, παρὰ τὸ εἰς τὰς τρώγλας ὑπὸ τὰς σχισμὰς δύνειν διὰ τὸν καύσωνα τοῦ ἡλίου. οἱ δὲ τοὺς Ἰνδοὺς παρὰ τὸ ἔρεβος, μέλανες γὰρ, ὅθεν καὶ Κράτης Ἐρέμνους
20γράφει. ἔνιοι δὲ τοὺς Ἄραβας. καὶ μεταγράφουσιν οὕτως “Αἰ‐ θίοπάς θ’ ἱκόμην καὶ Σιδονίους Ἄραβάς τε. E.V. Vind. πῶς δέ φησι Σιδονίους καὶ Ἐρεμνοὺς καὶ τοὺς ἄλλους, καὶ σὺν αὐτοῖς καὶ τὴν Λιβύην; αἱ γὰρ λεχθεῖσαι χῶραι τῆς Λιβύης εἰσίν· οὕτως δ’ ἔοικε διαχωρίζειν. νοητέον δὲ ὅτι ἔλεγεν ὅλας ἐξ ὀνόματος, εἶτα συν‐
25άψας λέγει συντόμῳ λόγῳ αὐτὴν τὴν Λιβύην. E.

4

.

85

ἄφαρ κεραοὶ] ὅ ἐστι γεννῶνται καὶ πρώϊμοι γίνονται. ἢ ἔνθα ταχέως κερατοφυοῦσι διὰ τὴν εὐδίαν. οἱ δὲ ἐπίθετον τῶν ἀρνῶν τὸ κεραοί. E.H.M. τὸ δὲ ἄφαρ, ὅτι ταχέως καὶ πρώϊμοι γίνονται. E. ἄφαρ, εὐθὺς ἅμα τῷ γεννηθῆναι. P.

4

.

86

τρὶς γὰρ τίκτει μῆλα] τινὲς γελοίως γράφουσι “δὶς γὰρ τίκτει.” πῶς γὰρ ἴδιόν τι λέγει περὶ τῶν ἐν τῇ χώρᾳ προβάτων; H.M. διόλου τοιαῦταί εἰσιν αἱ γοναὶ, οὐχ ὡς παρ’ ἡμῖν μόνῳ τῷ ἦρι τίκτουσιν. Q.V.

4

.

89

ἐπηετανὸν] ὁλοχρόνιον, αὐταρκὲς, ἀρκετόν. B.E.Q. τὸ εἰς πολὺ καὶ εἰς κόρον. γίνεται παρὰ τὸ ἄτω τὸ κορέννυμι ἄτανος, καὶ ἐν πλεονασμῷ τοῦ ε ἐάτανος, καὶ ἐπαυξήσει τοῦ ε εἰς η ἠέτανος, καὶ μετὰ τῆς ἐπί προθέσεως ἐπηετανός. T.
5γάλα θῆσθαι] κυρίως μὲν τὸ θηλάσαι, νῦν δὲ τὸ ἀμέλγειν εἶπε, παρὰ τὴν θηλήν. V. θηλάζειν, ἀπὸ τοῦ θῶ τοῦ σημαίνοντος τὸ θη‐ λάζω. B. τὸ θηλάσαι· νῦν δὲ τὸ ἀμέλγειν εἶπεν. E.

4

.

90

ἕως] εἵως. E.Q.

4

.

91

τείως μοι] φιλάδελφον τὸ ἦθος. καί ἐστιν ἴδιον ἀνθρώπων πρό‐ χειρον ἔχειν τὸν ἐπὶ τοῖς φιλτάτοις ὀδυρμὸν, καὶ ἐκ πάσης ὁμωνυ‐ μίας ἐπὶ τὴν ὑπὲρ ἐκείνων μνήμην ἀπαντᾶν. M.Q.182 in vol. 1

4

.

92

λάθρη, ἀνωϊστὶ] λάθρη μὲν ἀντὶ τοῦ μηδενὸς εἰδότος, ἀνωϊστὶ δὲ ἀνυπονοήτως καὶ ὡς οὐκ ἄν τις προσδοκήσειε. B. περιπαθῶς πάνυ εἰς τὸ μὴ δυνηθῆναι ὁτιοῦν χρήσασθαι τὸν ἥρωα. B. ἀνωϊστὶ] ἀνυπονοήτως. ἐκ τοῦ οἴω τὸ ὑπολαμβάνω ὠϊστί, τὸ ω
5μέγα κατ’ ἔκτασιν, καὶ μετὰ τοῦ στερητικοῦ α ἀωστί, διὰ δὲ τὴν χασμωδίαν προσθέσει τοῦ ν γίνεται ἀνωστί καὶ ἀνωϊστί. E. ἐπίτασις. συχνοὶ μὲν γὰρ καὶ λάθρα ἐπεβουλεύθησαν προϋπο‐ νοήσαντες τοὺς ἐχθροὺς, περὶ τὸν καιρὸν δὲ σφαλέντες. τοῦτον δὲ οὐδὲ ἔννοιαν λαβεῖν φησι τοῦ δεινοῦ, τὸ δὲ ὑπὸ τῆς πιστοτάτης ἐνε‐
10δρευθῆναι καὶ προδοθῆναι τῷ μυχῷ τῶν δεινῶν. M.Q.

4

.

93

ὡς οὔτοι χαίρων] οὐ γὰρ ἐν τῷ κτήσασθαι πλοῦτον τὸ ἥδε‐ σθαί ἐστιν, οὐδὲ εὐδαίμονες οἱ πλούσιοι. πολλοὶ γοῦν ἄφθονα κεκτη‐ μένοι θρηνοῦντες διατελοῦσιν. ἔστιν οὖν παιδευτικὸν, ὅτι οὐ χρὴ εἰς τὴν πολυτέλειαν τῶν οἴκων ἀφορᾶν, ἀλλ’ εἰς τὴν διάθεσιν τῶν ἐνοι‐
5κούντων. M.Q. ἔν τισιν ὑπὸ τοῦτον φέρεται στίχος “οὐδέ τι βουλόμενος, ἀλλὰ κρατερῆς ὑπ’ ἀνάγκης” γελοίως. οὐδεὶς γὰρ μετὰ ἀνάγκης ἀνάσσει
χρημάτων. τὸ γὰρ προειρημένον ἱκανὸν ἔχει νοῦν. H.M.Q. χαρτοῖς γὰρ φύσει τοῖς χρήμασιν οὐ χαίρω διὰ τὸ συμβὰν ὑπάλλαγμα λίαν183 in vol. 1
10ἀνιαρόν. H.

4

.

94

ὔμμιν] Αἰολικῶς ψιλοῦται. E.

4

.

95

καὶ ἀπώλεσα οἶκον] ἀμφίβολον πότερον τὸν ἑαυτοῦ ἢ τὸν τοῦ Πριάμου. M.V.

4

.

96

κεχανδότα] χωροῦντα. ἀπὸ τοῦ χῶ τὸ χωρῶ χάζω. B.E.

4

.

97

ὧν ὄφελον] τὸ ἑξῆς, ὄφελον ἐγὼ ναίειν καὶ οἱ ἄνδρες σόοι ἔμμεναι. τὸ ὄφελον ἀπὸ κοινοῦ λαμβάνων διήλλαξε καὶ περὶ πρόσω‐ πον καὶ ἀριθμόν. H.M.

4

.

99

Τροίῃ ἐν εὐρείῃ] ὀβελίζουσι τινὲς τὸν στίχον, λέγοντες αὐτὸν εἶναι περιττόν. διὰ μέντοι τῶν Ἀρισταρχείων ὑπομνημάτων οὐδὲν φέρεται περὶ τοῦ ἔπους. H.M. Τροίῃ] πιθανῶς, ἵνα καὶ ἀφορμὴν ἔχῃ ὁ λόγος ἐπὶ τὴν Ὀδυσσέως
5μνήμην καταντῆσαι. H.M.Q. Ἄργεος ἱπποβότοιο] τῆς Πελοποννήσου, πρὸς τὸ τρέφειν ἵππους ἐπιτηδείου. E.

4

.

102

μετὰ τὸ γόῳ βραχὺ διασταλτέον. H.M.

4

.

103

αἰψηρὸς δὲ κόρος] ὁ ὑπὲρ τῶν ἄλλων μοι θρῆνος ταχέως θραύεται. V.

4

.

104

τῶν πάντων] ἐμπεσὼν εἰς τὸν περὶ τῶν ἡρώων λόγον ἐξαιρέ‐ τως Ὀδυσσέα φησὶ θρηνεῖν διὰ τὸ ἀγνοεῖν τὰ περὶ αὐτόν. M.Q.

4

.

105

ὡς ἑνὸς] εἰς ἐπίτασιν ταῦτα πάντων καὶ τῶν μεγίστων κα‐ κῶν ἀνάπαυλάν τινα παρέχειν πέφυκεν. H.M.Q. ἀπεχθαίρει] ἀπεχθαίρειν ποιεῖ, ὡς “πάντας μέν ῥ’ ἔλπει” (Od. ν, 380.). H.M.Q.

4

.

108

ἐμοὶ δ’ ἄχος] εἰκότως ἀνιᾶται, ὅτι οὐδὲν ὤναντο τῆς πρὸς
ἀλλήλους φιλίας. M.P.Q.184 in vol. 1

4

.

109

κείνου, ὅπως δὴ] μετὰ τὸ κείνου βραχὺ διασταλτέον. H.M.

4

.

110

ὀδύρονταί νύ που] ἅπερ ἔμελλεν ἐρωτήσειν ὁ Τηλέμαχος, ταῦτα φράσας ὁ Μενέλαος ἐκφέρει, καὶ γίνεται τὸ πᾶν νοούμενον περιπαθές. ἀλλὰ καὶ τὴν ὁμοιότητα ἐκφεύγει ὁ ποιητής· παρὰ γὰρ Νέστορι ὁ Τηλέμαχος ἤρχετο τῶν λόγων. Q.

4

.

111

Λαέρτης δ’ ὁ γέρων] ἐπὶ τὸ οἰκτρότατον προήγαγε τὸν οἶκτον· διὸ καὶ εὐθέως ἐπήνεγκε “τῷ δ’ ἄρα πατρὸς ὑφ’ ἵμερον ὦρσε γόοιο.” Q.

4

.

112

ἔλειπε νέον] νεωστὶ γεγονότα· ὡς καὶ ἐν Ἰλιάδι (ι, 446.) “νέον ἡβώοντα,” τουτέστι νεωστὶ ἡβῶντα. M.Q.

4

.

113

ὦρσε γόοιο] ἡ αὐτὴ διάθεσις καὶ παρὰ Φαίαξι πρὸς Ὀδυσ‐ σέως. ὁ μὲν γὰρ τὰς ἑαυτοῦ πράξεις ἀκούων κλαίει, ὁ δὲ τοῦ πατρὸς ἀναμνησθείς. M.Q.

4

.

118

σημειοῦνται τινὲς ὅτι παραλλήλως ἔταξε μίν καὶ αὐτόν. H.M.

4

.

119

οὕτως ἐπειρήσαιτο ἀντὶ τοῦ ἐπερωτήσειεν. ἔνιοι δὲ γράφουσι κακῶς μυθήσαιτο. H.M.Q.

4

.

121

ἐκ δ’ Ἑλένη] ἐπειδὴ μέλλει τῶν Ὀδυσσέως ἔργων μνημο‐ νεύειν, συμπλέξαι θέλει τὰς ἐν ἑκατέρῳ στρατοπέδῳ πράξεις αὐτοῦ ὑπὲρ τοῦ ποικίλην καταστῆσαι τὴν διήγησιν. ἐπιτηδειότατον δὲ τὸ τῆς Ἑλένης πρόσωπον, ἅτε δὴ παρατυχὸν ἐν Ἰλίῳ. H.M.Q.

4

.

122

χρυσηλακάτῳ] τῇ λαμπρὰς καὶ χρυσαυγέας ἠλακάτας ἤτοι ἀκτῖνας ἐχούσῃ. E.

4

.

123

ἅμ’ Ἀδρήστῃ] σημειωτέον καὶ τὰ περὶ τῶν θεραπαινῶν. ἄλλαι μὲν γὰρ ἐν Ἰλιάδι, ἄλλαι δὲ νῦν. οὐ γὰρ εὐπρεπὲς τὰς μετε‐
χούσας τοῦ ἁμαρτήματος ἐπιτρέπειν συνεῖναι τῇ γυναικί. M.Q.R. τρισυλλάβως τὸ Ἀδρήστη, ὡς Ἡρωδιανὸς καὶ Ἀρίσταρχος, καὶ185 in vol. 1
5κύριον ἀκουστέον. τινὲς δὲ δρήστη, οἱονεὶ θεράπαινα. H.M. κλισίην] ὃν ἀλλαχοῦ δι’ ἑτέρων κλισμὸν ὀνομάζει· ἔστι δὲ θρόνος ἀνάκλιντρον ἔχων. H.M. δίφρον ἀνάκλιτον ἔχοντα. V.

4

.

124

τάπητα] ἀπὸ τοῦ πατῶ πάτης καὶ τάπης, τὸ ὑποκάτωθεν τῶν ποδῶν ὑπόστρωμα· δάπης δὲ τὸ ἐπάνω, οἷον ἐνάπλωμα καὶ ἐφά‐ πλωμα. E.

4

.

125

τάλαρον] τάλαρος γίνεται ἐκ τοῦ τάλας ὁ καρτερικὸς καὶ τοῦ αἴρω τὸ ἐπαίρω, ὁ βαστάζων ἃ ἐν αὐτῷ τίθενται. E.

4

.

126

ἐνὶ Θήβῃς] Θῆβαι πόλις Αἰγύπτου ἡ νῦν καλουμένη Διόσ‐ πολις. Q.V. Vind.

4

.

128

δύ’ ἀργυρέας ἀσαμίνθους] σημεῖον πλούτου τοῦτο, τὸ ἀσα‐ μίνθους ὅλας ἀργυρᾶς δοῦναι. M.Q.

4

.

129

δοιοὺς] ἀπὸ τοῦ δέω τὸ ἐλλείπω. ἐλλιπέστερα γὰρ τὰ δεύ‐ τερα ὡς πρὸς τὰ πρῶτά εἰσι. B. τάλαντα] τὸ τάλαντον ἦν παρὰ τοῖς ἀρχαίοις σταθμὸς ποσὸς ἀόριστος. ἔπειτα δὲ ἐλέγετο εἶναι εἴκοσι πέντε λιτρῶν καὶ παρ’ ἄλ‐
5λοις πεντήκοντα. τάλαντον δὲ καὶ τὸ σταθμίζον. ἀτάλαντος οὖν ὁ ἰσοκάμπανος, ὃς ἐὰν ἐξῆν ταλαντευθῆναι, ἤγουν σταθμηθῆναι, ἴσος δ’ ἂν εὑρεθῇ τοῖς συσταθμιζομένοις αὐτῷ. τὸ γὰρ α ἐπὶ ἰσότητος. ἢ ἀτάλαντος ὁ δίκαιος, ὁ μὴ τῇ ταλάντου ἀοριστίᾳ συμπίπτων. E.

4

.

131

χρυσῆν τ’ ἠλακάτην] ἠλακάτη τὸ ξύλον ἐν ᾧ περιειλοῦσι τὸ ἔριον, ἠλάκατα δὲ τὰ περιειλούμενα τῇ ἠλακάτῃ ἔρια. M. ἠλακάτη λέγεται τὸ ἐργαλεῖον, ἠλάκατα δὲ τὰ ἔρια τὰ πλεκόμενα τῇ ἠλα‐ κάτῃ. E.
5ὑπόκυκλον] στρογγυλοειδῆ. E. πρὸς τὸ ἐφέλκειν καὶ περιφέρειν τὸν τάλαρον. ἢ περίκυκλον, ὅ ἐστι κυκλοτερῆ. ἀφ’ ἑτέρας δὲ ἀρχῆς τὸ ἔπος ἀναγνωστέον. M.Q.186 in vol. 1

4

.

132

ἐπὶ χείλεα κεκράαντο] ἀντὶ τοῦ ἀπήρτιστο ἢ κεκέραστο. H.Q.

4

.

134

νήματος ἀσκητοῖο] τοῦ φιλοκαλουμένου καὶ νήθεσθαι λοιπὸν δυναμένου. M.Q. σημειοῦνται δὲ τινὲς ὅτι τὸ εἰς τὴν νῆσιν εὔθετον μήρυμα ἐρίου νῆμα εἶπεν. H.M. νήματος] εἰς νῆσιν ἐπιτηδειότητος. ἀσκητοῖο] καλῶς γεγονό‐
5τος. V.

4

.

135

ἰοδνεφὲς] μέλαν ἢ πορφυροῦν, ἢ τὸ λεγόμενον ἰάνθινον. M. βεβαμμένον πορφυροῦν. γίνεται δὲ ἀπὸ τοῦ ἴον τὸ ἄνθος καὶ τοῦ δνόφος. ἤτοι τὸ βεβαμμένον κατὰ τὰ ἴα. B. μέλαν μαλλίον. Q.

4

.

136

ὑπὸ δὲ θρῆνυς] ὑπὸ τοῖς ποσὶν ἦν θρῆνυς ἐκ τοῦ θρόνου προσ‐ φυής. H.

4

.

139

εὐχετόωντο] ἐκαυχῶντο. V.

4

.

140

ψεύσομαι] ὃ λέγει τοιοῦτόν ἐστιν, εἴτε ψεύσομαι εἴτε ἀλη‐ θεύσω, ὅμως ἐρῶ. οὔπω γὰρ λέγω ὁρᾶσθαί τινα οὕτως ἐοικότα. B. ψεύσομαι ἢ ἔτυμον ἐρέω] Ἀριστοφάνης οὐκ ἀποφαντικῶς, ἀλλ’ ἐν ἤθει. οὐκ ἀναγκαῖον δὲ περισπᾶσθαι τὸν ἤ. ὃ γὰρ λέγει τοιοῦτόν
5ἐστιν, εἴτε ψεύσομαι εἴτε ἀληθεύσω, ὅμως ἐρῶ. H.M.Q.R.

4

.

141

ἰδέσθαι] γρ. γενέσθαι. E.

4

.

143

Ὀδυσσῆος υἷι ἔοικε] πῶς τὸν Τηλέμαχον ἐχαρακτήριζον καίτοι μὴ ἰδόντες καὶ ἄλλοτε αὐτὸν, τὸν δὲ Πεισίστρατον οὐκ ἐχα‐ ρακτήριζον; πλείονα γὰρ φιλίαν καὶ προσοχὴν εἶχον πρὸς τὸν Ὀδυσ‐ σέα παρὸ πρὸς τὸν Νέστορα, καὶ ὡς ἀκμάζοντα καὶ σφριγῶντα.
5τὸν δὲ Πεισίστρατον καθὸ οὐκ ἐγνώρισαν, δηλοῖ αὐτὸς ἑαυτόν. E. οὐ Τηλέμαχον εἰδυῖα ταῦτα λέγει, ἀλλ’ ἐκ τοῦ χαρακτῆρος τοῦ
Ὀδυσσέως. E. ὡς ὅδ’ Ὀδυσσῆος] τοῦτον ἡ συνήθεια τοῖς ἄνω συνάπτει. δύναται δὲ καὶ θαυμαστικῶς ἀναγινώσκεσθαι, θαυμαστικοῦ ὄντος τοῦ λόγου.187 in vol. 1
10H.M.Q. Ἄλλως. ἔοικε, φησὶν, Ὀδυσσέως υἱῷ ὄντως καὶ οὐδενὶ ἄλλῳ. ἐξομοιοῖ δὲ αὐτὸν τῷ πατρὶ οὐχ ἑωρακυῖά ποτε Ὀδυσσέως παῖδα. Q. μεγαλήτορος] τινὲς, ταλασίφρονος. H.Q.

4

.

145

ἐμεῖο κυνώπιδος] ὁ ποιητὴς ὑπεραπολογεῖται Ἑλένης ἀεί. E.

4

.

146

ἤλθεθ’] γρ. ἦλθον. M.

4

.

149

κείνου γὰρ τοιοίδε πόδες] ἐκ γὰρ τῶν ἄκρων καὶ τῆς ὄψεως μάλιστα αἱ ὁμοιότητες τῶν σωμάτων ἐμφαίνονται. ὅσον δὲ βράδιον ἐστοχάσατο, τοσοῦτον ἀκριβέστερον ἀπεφήνατο τὸν μεταξὺ χρόνον δηλονότι κατανοῶν. τὸ δὲ λεγόμενον, ἐκ ποδῶν εἰς κεφαλήν. H.
5M.Q. καθ’ ἓν δὲ διασταλτέον πόδες, χεῖρες, βολαί. M.

4

.

151

καὶ νῦν] καὶ νῦν ὡς ἐγὼ περὶ ἐκείνου ἔλεγον εὐθέως οὗτος ἔκλαιε. B.

4

.

153

αὐτὰρ ὁ πυκνὸν] οὗτος δὲ συνεχές. Gl. M.

4

.

156

ὄρχαμε] ἡγεμών. παρὰ τὸ ἄρχω ἄρχαμος καὶ ὄρχαμος. H.M.Q. ὡς παρδαλῆ ἡ δορὰ καὶ πάρδαλις τὸ ζῷον. H.M.

4

158-160

οὐκ ἐφέροντο ἐν τῇ Ῥιανοῦ οἱ τρεῖς στίχοι. H.

4

.

158

ἀλλὰ σαόφρων] παρὰ τὰ πάτρια καὶ οὐχ ἁρμόττοντα τῷ Πεισιστράτου προσώπῳ. καὶ τὸ νεμεσσᾶται ἀντὶ τοῦ αἰδεῖται οὐχ Ὁμηρικῶς. καὶ αἱ ἐπεσβολίαι δὲ γέλοιαι. ὅθεν Ζηνόδοτος μεταποιεῖ “ἐπιστομίας ἀναφαίνειν.” ἀθετοῦνται δὲ στίχοι γʹ ὡς περιττοὶ καὶ
5ὑπὸ νέου παντάπασι λέγεσθαι ἀπρεπεῖς. ἄλλως τε οὐδὲ συμβου‐ λευσόμενος τῷ Μενελάῳ πάρεστιν, ἀλλ’ “εἴ τινα οἱ κληηδόνα πατρὸς ἐνίσποι” (Od. δ, 317.). H.M.Q.R.

4

.

159

ἐπεσβολίας] ἐπῶν ἐσβολὰς, ἤτοι τὰς τῶν μνηστήρων λοιδο‐ ρίας. ἐπεσβολία γὰρ ἡ ὕβρις ἡ τοῖς ἔπεσι βάλλουσα. B.Q. βολὰς
λόγων ἤτοι προπετείας. P. τὰς γενομένας τῶν μνηστήρων εἰς αὐτὸν φλυαρίας, ἢ τὰς περὶ τὸν οἶκον αὐτοῦ λοιδορίας διεξιέναι. ἢ ὑπὸ188 in vol. 1
5σωφροσύνης οὐ βούλεται προκατάρχεσθαι λόγων. ἐπεσβολίας οὖν νῦν τὰς τῶν ἐπῶν εἰσβολὰς καὶ ἀρχάς φησιν. E.V.

4

.

161

αὐτὰρ ἐμὲ] οὐκοῦν οὐδὲ οὗτος προπετὴς, οὐχ ὅτι σώφρων φθέγγεται. σχεδὸν γὰρ τὴν ἔντευξιν τὴν πρὸς Μενέλαον οὗτος ἐμπε‐ πίστευται ὑπὸ τοῦ πατρός. M.Q.

4

.

162

ἐέλδετο] Ζηνόδοτος “ὀΐετο” κακῶς. H.

4

.

163

ὄφρα οἱ] προειρηκότος τοῦ Μενελάου “οὐδέ τι ἴδμεν, ζώει ὅγ’ ἢ τέθνηκεν” (109.), ψυχρὸν ἦν ἐπαγαγεῖν ὅτι ἧκεν ὁ Τηλέμαχος πευσόμενος περὶ τοῦ πατρὸς εἰ ζῇ. ἐπ’ ἄλλο οὖν μεταβαίνει, ὅτι μαθήσεως καὶ ὠφελείας τυχεῖν βουλόμενος ἥκει διὰ τὰ ἐνοχλοῦντα ἐν
5τῇ πόλει. τὸ δὲ ἦθος οὐ συνιέντες τινὲς ἠθέτησαν τὰ ἔπη. H.M.Q.R.

4

.

164

πολλὰ γὰρ ἄλγε’ ἔχει πατρὸς] ὅρα τὴν σύνεσιν, πῶς τὴν τοῦ πατρὸς σοφίαν ἀπομέμακται. ὥσπερ ἐκεῖνον παρεφυλάττομεν οὐ φανερῶς ἐκθέμενον τὰ περὶ τοὺς μνηστῆρας, ἵνα εἰ μὴ βούλοιτο ἐμφανίζειν ὁ Τηλέμαχος τὰ περὶ αὐτοὺς, μὴ φαίνηται αὐτὸς περι‐
5εργαζόμενος μηδὲ ὀνειδίζων τὴν συμφορὰν τῷ νεανίσκῳ, οὕτω καὶ ὁ Πεισίστρατος μετήνεγκε τὸν λόγον ἐπὶ τὴν κοινὴν ὀρφανίαν. τὸ γὰρ ἐπελθεῖν τὸ κατὰ τοὺς μνηστῆρας περίεργον παρόντος αὐτοῦ τοῦ πε‐ πονθότος. H.M.Q.

4

.

165

ἀοσσητῆρες] οἱ ἕτοιμοι βοηθοὶ, παρὰ τὸ μὴ ἀναμένειν ὄσσαν ἤτοι χρησμὸν καὶ μαντείαν εἰς τὸ βοηθῆσαι. ὁ γὰρ μὴ θέλων βοη‐ θῆσαί τινι καλούμενός φησιν ὅτι ἀπελθεῖν θέλω πρῶτον καὶ λαβεῖν χρησμὸν περὶ τούτου, καὶ εἰ ἔστιν ἀπὸ χρησμοῦ δεδομένον, βοηθήσω
5σοι. ἢ ἐκ τοῦ α ἐπιτατικοῦ καὶ τοῦ ὄσσω τὸ βλέπω. E. ἔωσιν] ὡς λέγωσι, τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα. σημαίνει γὰρ ὑπάρ‐ χωσιν· ὅτε δὲ ἀπὸ τοῦ ἐῶ ἐᾷς κέκλιται, προπερισπαστέον, “οὐ μέν ς’ οὐδ’ ἐῶσιν” (Od. δ, 805.). H.Q.R.

4

.

166

οὐδέ οἱ ἄλλοι] ἐγκλιτικὴ νῦν ἐστιν ἡ οι· διὸ τοῦ συνδέσμου
φυλακτέον τὸν τόνον. H.189 in vol. 1

4

.

167

εἴς’ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν] διὰ τί μὴ συμμαχεῖ Μενέλαος; καλὴ γὰρ ἡ πρόφασις γυναῖκα περισῶσαι φίλου εἰς τὰ ὅμοια ὑπὸ Ὀδυσσέως εὐεργετηθείς. διὰ τί δὲ καὶ Τηλέμαχος οὐκ αἰτεῖ συμμαχίαν; ἢ ὅτι ἔλεγεν Ἀθηνᾶ “οὔτοι ἔτι δηρόν γε φίλης
5ἀπὸ πατρίδος ἔσσεται, οὐδ’ εἴπερ σιδήρεα δέσματ’ ἔχῃσι” (α, 203.). μετὰ δὲ τοὺς λόγους τούτους θεασάμενος τὴν ἀπαλλαγὴν τῆς θεᾶς καὶ γνοὺς ὅτι παρὰ θεοῦ ταῦτα ἠκηκόει, εἰκότως ἐκδέχεται τὴν τοῦ πατρὸς παρουσίαν, καὶ τοῦτο μάλιστα σπεύδει μαθεῖν, ποῦ ποτε ἄρα τυγχάνει Ὀδυσσεύς. τὸ δὲ μὴ δεηθέντος τοῦ Τηλεμάχου Μενέλαον
10συμμαχεῖν περίεργον. δεῖ γὰρ ὠφελεῖν τοὺς φίλους εἰς ἃ βούλονται. ἄλλως τε καὶ ἀφορμὴν ἔχει Νέστωρ τε καὶ Μενέλαος τοῦ μὴ πέμ‐ ψαι στρατιάν· Νέστωρ μὲν ἐκ τοῦ αὐτόπτης γενέσθαι τῆς Ἀθηνᾶς πιστεύσας τῇ Ὀδυσσέως παρουσίᾳ, ὁ δὲ ἐκ Πρωτέως ἀκούσας. τί οὖν ἔδει ὑφαρπάζειν τῆς Ὀδυσσέως ἐκδικίας; H.M.Q.R.

4

.

168

τὸν δ’ ἀπαμειβόμενος] γρ. τὸν δὲ μέγ’ ὀχθήσας. H.

4

.

169

ὦ πόποι] οὐκ ἂν ὁμοίως πιστὸς ἦν ὁ λόγος, εἰ μὴ καὶ πρὸ τῆς γνώσεως τοῦ Τηλεμάχου ἀγνοῶν τίνες οἱ παρόντες προείρηκεν ἐκεῖνα τὰ ἔπη, “τῶν πάντων οὐ τόσσον ὀδύρομαι” (104.) καὶ ἑξῆς. H.M.Q.

4

.

170

πολεῖς] γρ. πολέας. H.

4

.

171

ἔξοχα πάντων] γρ. ἔξοχον ἄλλων. M.

4

.

175

ἐξ Ἰθάκης] ὥστε χώραν εὐδαίμονα ἀντὶ τῆς λυπρᾶς ἐκείνης ἀνταλλάξασθαι. τὸ γὰρ μόνον μετοικῆσαι ὅμοιον φυγῆς. H.Q.

4

.

176

μίαν πόλιν ἐξαλαπάξας] ἀπὸ τῶν πόλεων ἐκείνων, αἵτινες ὑπ’ ἐμοῦ βασιλεύονται. τὸ δὲ ἐξαλαπάξας οὐκ ἔστι νῦν πορθήσας, ἀλλ’ ἁπλῶς κενώσας, καὶ μεταστήσας τοὺς ἐνοικοῦντας εἰς ἕτερον τόπον. ἀπίθανον γὰρ τὸ ἐξαλαπάξας ἐπὶ τῶν ὑποτεταγμένων πόλεων. B.E.
5H.M.Q. λάπαθα γὰρ βοτάνη κενωτικὴ, ὅθεν καὶ ἀλαπάζω ῥῆμα. B.E.

4

.

178

οὐδέ κεν ἡμέας] οὐκ ἐν τῇ Σπάρτῃ, ἀλλ’ ἐν ὅλῃ τῇ χώρᾳ.
M.Q.190 in vol. 1

4

.

179

ἄλλο διέκρινε] οὐδὲν ἡμῖν διέζευξε τῆς φιλίας τὴν εὐφροσύ‐ νην, ἢ ὥστε κατὰ διαδοχὴν ἥκειν πρὸς ἀλλήλους, πλὴν θάνατος. E. M.Q.

4

.

181

ἀλλὰ τὰ μέν που] περιπαθῶς ὀλοφύρεται ὡς αὐτὸς δεινὰ πεπονθώς. ἔγκειται δὲ, ἀλλὰ καὶ τὸ ἀνθρώπινον. M.Q. ἀγάσσα‐ σθαι] ὅτι ταῖς μεγάλαις ὑποσχέσεσι τῶν ἀνθρώπων φθόνος θεῖος ἐπα‐ κολουθεῖ. M.Q.
5ἀλλὰ τὰ μέν που μέλλεν] ἀλλὰ ταῦτα μὲν ἐῴκει ἐπὶ πάθους παρ’ Ὁμήρῳ φθονήσειν, ἐμποδίσαι, ἀποτρέψασθαι παρὰ Διὸς ἡμῖν ἐκπλα‐ γῆναι. E.

4

.

184

φανερῶς δείκνυσιν ὅτι πρόφασιν σχόντες τὸν Τηλέμαχον κλαίει εἷς ἕκαστος περὶ τῶν ἰδίων· ἡ μὲν Ἑλένη ὑπὲρ τῶν γεγονότων εἰς αὐτὴν, ἢ ὅτι “κάρτα τοι φίλοικτον ἡ γυνή·” Πεισίστρατος δὲ διὰ τὸν αὐτοῦ ἀδελφόν. κλαίουσι δὲ καὶ Πάτροκλον αἱ ἀμφίπολοι
5τάχα. καὶ γὰρ ἐκεῖνον πρόφασιν ἔχουσαι κλαίουσι περὶ τῶν ἰδίων (Il. τ, 302.). E. δαιμονίως ἀντιλαμβανόμενος ὁ ποιητὴς, ὅπως κεκίνηκε τὸν οἶκτον τῶν ἀκροατῶν, φαντασίαν ἐπὶ τοὺς τότε ἀκούοντας μετήνεγκε. δαι‐ μονίως τῇ τάξει κέχρηται, πρῶτα μὲν κλαίειν τὴν Ἑλένην· φύσει γὰρ
10πολύδακρυ τοῦτο τὸ γένος· εἶτα τὸν παραγενόμενον πρωτοστατοῦντα τοῦ πάθους· ὁ δὲ Μενέλαος τρίτος δεόντως μετὰ τὴν θήλειαν καὶ αὐ‐ τὸν τὸν πεπονθότα· τέταρτος δὲ Πεισίστρατος, οὐ μὰ Δία Ὀδυσσέα, οὐ γὰρ οἶδε τὸν ἄνδρα· κεκίνηκε δὲ αὐτὸν ἡ τοῦ ἀδελφοῦ ἀνάμνησις, ὡς καὶ ἐν Ἰλιάδι “Πάτροκλον πρόφασιν, σφῶν δ’ αὐτῶν” (τ, 302.).
15παρατηρητέον δὲ καὶ τὴν ἐν τοῖς ῥήμασι διαφοράν. ἐφ’ ὧν μὲν γὰρ
παρατατικῶς ἔφη κλαῖε, ἐπὶ δὲ Πεισιστράτου ὡς ἀγνοοῦντος Ὀδυσ‐ σέα “οὐδ’ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε.” τοῦτον γὰρ οὐ διατρίβειν κλαίοντα ὡς ἐκείνους, ἀλλ’ αὐτὸ μόνον τὸ μὴ εἶναι ἄδακρυν δηλοῖ. H.Q.R.191 in vol. 1

4

.

185

κλαῖε καὶ Ἀτρείδης Μενέλαος] οὐχ ὅτι πέπεισται τεθνηκέ‐ ναι αὐτόν (πιστεύει γὰρ αὐτὸν ζῆν, ἐξ οὗ τοῦ Πρωτέως ἀκήκοεν), ἀλλὰ τὸ μηδέπω παραγεγονέναι ἀπολοφύρεται. M.Q.

4

.

186

οὐδ’ ἄρα Νέστορος υἱὸς ἀδακρύτω] μὴ θέλων πολλάκις λέγειν τὸ αὐτὸ, ἤτοι τὸ κλαῖε, δι’ ἄλλου τρόπου φησί. ἔστι δὲ θαυμαστι‐ κόν. E.

4

.

187

μνήσατο γὰρ] τὰ ἐν Ἰλιάδι παραλειφθέντα διὰ τῆς Ὀδυσ‐ σείας ὡς μιᾶς οὔσης τῆς πραγματείας παραδίδωσι. Q. ἀμύμονος Ἀντιλόχοιο] ἤτοι τοῦ ἀδελφοῦ αὐτοῦ τοῦ παρὰ τοῦ Τι‐ θωνοῦ υἱοῦ τῆς Ἡμέρας ἀναιρεθέντος ἐν Τροίᾳ. B.

4

.

188

τόν ῥ’ Ἠοῦς ἔκτεινε] ἴσως διὰ τὸ ἐξ ἀνατολῆς αὐτὸν εἶναι. Τιθωνοῦ γὰρ καὶ Ἡμέρας λέγεται εἶναι υἱὸς Μέμνων. E. τοῦτο λέγει, τὸν Ἀντίλοχον φονευθῆναι ὑπὸ τοῦ Μέμνονος. οὐκ ἄλλο αἰνίτ‐ τεται ἢ ὅτι νέος καὶ παρὰ τὸν καιρὸν τὸν δέοντα ἐτελεύτησε. Μέμνων
5γὰρ ἐτυμολογεῖται παρὰ τὸ μένειν νέος. E. Ἡρώδης ἑρμηνεύεται παρ’ Ἕλλησι δερμάτινος νοῦς.

4

.

190

Ἀτρείδη] πάντων ἐπὶ δάκρυα τετραμμένων ἔδει τινὰ παρελ‐ θεῖν τὸν ἐφέξοντα. τὴν μὲν οὖν Ἑλένην οὐ πιθανὸν τοῦτο πράττειν, ἥτις γε καὶ αὐτῶν πρώτη κατάρχει. οὐδὲ μὴν τὸν Τηλέμαχον, πα‐ τέρα γὰρ ἀπολοφύρεται. εὐπρεπὲς δὲ οὐδὲ τῷ Μενελάῳ, αὐτὸς γὰρ
5αἴτιος τῆς συμφορᾶς. πιθανὸς δὲ πρὸς τοῦτο ὁ Πεισίστρατος Ὀδυσ‐ σέα μὲν ἀγνοῶν, πρὸς βραχὺ δὲ δακρύσας ἐκ τῆς τοῦ ἀδελφοῦ μνή‐ μης, ἀλλ’ οὐδὲ ἐκείνῳ συνήθης γεγονώς· κομιδῆ γὰρ νέος τυγχάνει, καὶ οὐχ ὁμοία ἡ τελευτὴ εὐκλεής. Q.R.

4

.

191

τὸ ἑξῆς, Νέστωρ φάσχ’ ὁ γέρων οἷσιν ἐνὶ μεγάροισιν, ἢ ὅτ’ ἐπιμνήσομαι σεῖο οἷσιν ἐνὶ μεγάροισιν· ἤγουν ἐν τοῖς αὐτοῦ οἴκοις. H.

4

.

192

καὶ ἀλλήλους ἐρέοιμεν] τινὲς, καὶ ἀλλήλοις ἐρέοιμεν, ὅ ἐστι
διαλεγοίμεθα. Ἀρίσταρχος δὲ ἀθετεῖ. H.Q.192 in vol. 1

4

.

193

εἴτι πού ἐστι] εἴπως ἐστὶν, ἤτοι εἰ δυνατόν ἐστι, πείσθητί μοι. οὐ γὰρ ἔγωγε ὀδυρόμενος μετὰ δείπνου εὐφραίνομαι. B. ἐὰν πρέπον ἐστὶν, εἰ ἐνδέχεται. E. εἴπως ἐστὶ, τουτέστιν εἴτις μηχανή ἐστι. Q.R.

4

.

194

τέρπομ’ ὀδυρόμενος] ἐν δείπνῳ οὐ τέρπομαι ὀδυρόμενος, ὅτε ἀνέσεως μάλιστα τῇ ψυχῇ χρεία. τὸ ἀνεπιτήδειον οὖν τοῦ καιροῦ μέμνηται· ἐπιφέρει γοῦν “ἀλλὰ καὶ ἠὼς ἔσσεται.” Q. ἐν δείπνῳ οὐκ ἔστιν ὀδύρεσθαι, ἀλλ’ ἔλθῃ ἡμέρα καὶ τότε λύπη ἔστω. E.
5μεταδόρπιος] μετὰ τὸ δεῖπνον. ἢ οὕτως, οὐκ ἀρέσκει μοι θρηνεῖν μετὰ τὸ δεῖπνον. V. Ἄλλως. μεταδόρπιος, δείπνου ὥρᾳ, ἤγουν ἐν τῷ δείπνῳ· καὶ μεταδήμιος, ἔνδημος, ὁ ἐν δήμῳ ὤν. MS. Barnes.

4

.

196

κλαίειν, ὅς κε θάνῃσι] ἔοικεν ἐνταῦθα μωρὸς εἶναι ὡς μὴ δεινοπαθῶν ὁ Πεισίστρατος καὶ ἀνάλγητος, πλὴν συνετῶς ἐποίει ἀνακτήσασθαι θέλων ἐκείνους. ἀπρεπὲς γὰρ ἀνδράσι τὸ τοιοῦτον. E.

4

.

199

καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεὸς] δεξιῶς καὶ τούτου μνημο‐ νεύει, ἵνα μὴ δοκῇ ἐκ περιουσίας τὰ τοιαῦτα ἐπιτάττειν, μηδὲν αὐτὸς πεπονθὼς δεινόν. Q. Καὶ ἄλλως. δαιμονίως οὗτος γνωμολογεῖ περὶ πάντων ὅτι οὐ χρὴ κλαίειν, ἀλλὰ τὸ ἴδιον πάθος ἐξήνεγκε. τὸ μὲν
5γὰρ ὡς μαλακιζομένοις ἐπιτιμᾶν οὐ πρέπον νέῳ, τὸ δὲ διὰ τὴν ἑαυ‐ τοῦ ἀηδίαν παραιτεῖσθαι δάκρυα ἀνθρώπινον. Q.

4

.

200

ἔγωγε] τὸ φορτικὸν τῶν τοῦ ἀδελφοῦ ἐπαίνων διέφυγε τὸν ἀκούοντα μάρτυρα ἐπαγόμενος. H.

4

.

202

περὶ μὲν θείειν ταχὺν] μετὰ γὰρ τὸν Ἀχιλλέα τὸ τρέχειν ταχὺς ὁ Ἀντίλοχος. E.

4

.

204

ὦ φίλ’, ἐπεὶ] περιττεύει ὁ ἐπεί, ὡς καὶ ἐν τῷ “ὦ φίλ’, ἐπεί μ’ ἔμνησας ὀϊζύος” (γ, 103.). τὸ ἑξῆς ἐστιν, ἐπεὶ τόσα εἶπες, ἡμεῖς δὲ κλαυθμὸν μὲν, περιττεύοντος τοῦ συνδέσμου. Q. τὸ ἐπεί ἐνταῦθα βεβαιωτικὸν καὶ ἀργόν ἐστι. B.

4

.

205

καὶ ὃς προγενέστερος εἴη] ὃς καὶ τῷ χρόνῳ προὔχοι, ὁ πεπνυ‐ μένος ἀνὴρ δηλονότι. H.

4

.

206

τοίου] ἀντὶ τοῦ τοιούτου, οὐχ ὡς οἱ γλωσσογράφοι, πάντως ἀγαθοῦ. H.

4

.

207

ᾧ τε Κρονίων ὄλβον ἐπικλώσῃ] οὐ τῷ γόνῳ, ἀλλὰ τῷ γεν‐ νήτορι ὄλβον ἔδωκεν ὁ Ζεὺς καὶ γαμοῦντι καὶ τεκνοῦντι. B.

4

.

214

χευάντων] ἐπιχεέτωσαν, Ἀττικῶς. E.193 in vol. 1

4

.

216

Ἀσφαλίων] οἰκεῖον τὸ ὄνομα Μενελάου θεράποντι. τοιοῦτος δὲ καὶ ὁ Ἐτεωνεύς. οὐκ ἀνεπισκέπτως· ἀπὸ γὰρ τῶν συμπτωμάτων καὶ τὰ ὀνόματα τοῖς οἰκέταις τιθέναι εἰώθαμεν, ὡς καὶ ὁ Πηνελόπης δόμος διὰ τὸν τρόπον τῶν δεσποτῶν. Q. πεποίηκε τὸ ὄνομα παρὰ
5τὴν ἀσφάλειαν· ἀρετὴ γὰρ δούλου τὸ μὴ σφάλλειν. E.

4

.

221

νηπενθές τ’ ἄχολόν τε] ἐξ οὗ ἐπεκράτησε λέγεσθαι τὰ τῆς Ἑλένης νηπενθῆ φάρμακα. H. δαιμονίως τὰ ἀνώτατα δύο παρέλαβε, τὸ πένθους καὶ ὀργῆς ἀπαλλάττειν, οἷς καὶ τὰ λοιπὰ ὑποστέλλεται πάθη. Q. ἐπίληθον] προπαροξυτόνως, ἵν’ ᾖ ἐπιληστικόν. οἱ δὲ προπεριέσπα‐
5σαν, ἵν’ ᾖ ἐπιλανθάνεσθαι ποιοῦν. T.V. ἐπίληθες] προπαροξυτόνως, ἵν’ ᾖ ἐπιλαθέσθαι ποιοῦν. E. κακῶν ἐπίληθον ἁπάντων] ὁ Ἀσκαλωνίτης περισπᾷ μετοχὴν ἀκούων, Ἀρίσταρχος δὲ προπαροξύνει ὄνομα ἐκδεχόμενος. οὕτω δὲ καὶ ἡμῖν ἀρέσκει, ἐπεὶ καὶ τὰ προκείμενα ὀνόματα ἐπίθετα ἦν, “νη‐
10πενθές τ’ ἄχολόν τε.” H.Q.

4

.

222

καταβρόξειεν] γράφεται καὶ μικρὸν καὶ μέγα. ὅτε μὲν γὰρ λαμβάνεται ἀντὶ τοῦ καταπίῃ, τότε τὸ βρο μικρὸν, ἀπὸ τοῦ βρόχω. ὅταν δὲ ἀντὶ τοῦ καταφάγῃ, μέγα βρω. E. διχῶς ἡ γραφή. H. μιγείη] ὑποοτικτέον εἰς τὸ μιγείη. H.

4

.

223

ἐφημέριος] διήμερος, ὅ ἐστι δι’ ὅλης τῆς ἡμέρας. B.Q.T. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν ᾗ ἔπιεν. B.Q. ἀσφαλῶς τὸ ἐφημέριος. ἀπά‐ θειαν γὰρ τῶν τοιούτων κακῶν οὐκ ἔστιν εὑρεῖν. Q.

4

.

224

ἐμφαντικώτατα ἡ αὔξησις καὶ καθ’ ἕκαστον ἐπιτεινόμενον. H.

4

.

226

χαλκῷ δηϊόῳεν] ἀναιροῖεν, φονεύοιεν. B.E.T. ἔστι τὸ θέμα δήω, καὶ κατὰ παραγωγὴν δηϊόω. B.E. χείρους γὰρ αὐτομάτων οἱ βίαιοι δοκοῦσι θάνατοι. Q.

4

.

227

φάρμακα μητιόεντα] δραστήρια, ἢ ὑπὸ συνέσεως εὑρεθέντα. B.H. μητιόεντα] γρ. μητιόωντα. P. φάρμακα μητιόεντα] *** ἢ τὰ ὑπὸ συνέσεως εὑρημένα καὶ κατὰ τέχνην θεωρητικὴν ἐσκευασμένα. τῆς γὰρ ἰατρικῆς τὸ μὲν θεωρητι‐
5κὸν, τὸ δὲ διὰ τῶν καθολικῶν λόγων καὶ διὰ μεθόδου ἐπάγον ἐπὶ τὴν τῶν κατὰ μέρος γνῶσιν. τούτου δὲ αὖ μέρη τὸ μὲν σημειωτικὸν, τὸ δὲ αἰτιολογικὸν, τὸ δὲ πρακτικόν. ταύτης ἐστὶν ὁ διὰ τῆς ἐνεργείας βαδίζων. τούτου δὲ μέρη τὸ μὲν διαιτητικὸν, τὸ δὲ χειρουργικὸν, τὸ δὲ φαρμακευτικόν. E.194 in vol. 1

4

.

228

Πολύδαμνα] ἀμφίβολα πότερον τῆς φαρμακίδος ἐστὶ τὸ ὄνομα, ἢ τὰ φάρμακα τὰ πολλοὺς δαμάζοντα. ἐκείνην γὰρ Θοῦμιν Πτολεμαῖος ἐν τῷ πρώτῳ χρόνῳ φησί. M.V. κύριον ὄνομα ἡ Πολύ‐ δαμνα κατὰ Ἀρίσταρχον. καὶ Ἡρωδιανὸς ἄμεινον εἶναι φησίν. Q.
5γρ. πολύδαμνα, τὰ πολλοὺς δαμάζοντα. σχῆμα ἀμφιβολίας. E. εἴτε κύριόν ἐστιν ὄνομα ἡ Πολύδαμνα, ὡς Μήθυμνα, εἴτε ἐπιθετικὸν τῶν φαρμάκων, τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα. βέλτιον δὲ ὄνομα κύριον αὐτὸ δέχεσθαι, ἐπεὶ καὶ Εὐφορίων ἐν Διονύσῳ φησὶ “βλαψίφρονα φάρ‐ μακα χεῦεν, ὅσς’ ἐδάη Πολύδαμνα, Κυτηϊὰς ἢ ὅσα Μήδη.” H.Q.
10Θῶνος παράκοιτις] ἀπὸ τοῦ Θόωνος. τὸν αὐτὸν δὲ λέγουσιν εἶναι τὸν Θῶνιν. οὗτός ἐστιν εὑρετὴς τῆς ἰατρικῆς παρ’ Αἰγυπτίοις, οὗτι‐ νος καὶ φερώνυμός ἐστιν ὁ πρῶτος μήν. Q.T. Vind. ὁ Θῶνος βασι‐ λεὺς ἦν τοῦ Κανώβου καὶ τοῦ Ἡρακλείου στόματος, ὃς πρὶν μὲν ἰδεῖν Ἑλένην ἐφιλοτιμεῖτο Μενέλαον, ἰδὼν δὲ αὐτὴν ἐπεχείρει βιάζεσθαι·
15ὃ γνοὺς Μενέλαος ἀναιρεῖ αὐτόν. ὅθεν ἡ πόλις Θῶνις ὠνόμασται, ὡς ἱστορεῖ Ἑλλάνικος. Q. Vind.

4

.

229

τῇ] ἀντὶ τοῦ ᾗ, τουτέστιν ὅπου, ἐν Αἰγύπτῳ δηλονότι. τῇ, ἐνταῦθα, ὡς “τῇ εἴη, ὃς ἄποινα φέρει” (Il. ω, 139.). H.

4

.

230

φάρμακα] παρὰ τὸ φέρειν ἄκος ἢ ἄχος. E.

4

.

231

ἰητρὸς δὲ ἕκαστος] ἕκαστος δὲ τῶν ἐκεῖθι ἰατρῶν ὑπὲρ τοὺς ἄλλους ἐστὶν, ἐπεὶ Παιήονος ἀπόγονοί εἰσι. γράφεται καὶ “περὶ πάντων φαρμακέων.” οὐ γὰρ πάντες πάντα ἴσασιν. M.V. ὁ νοῦς,
ἕκαστος δὲ ἰατρὸς Αἰγύπτιος ἐπιστήμων ἐστὶν ὑπὲρ πάντας ἀνθρώ‐195 in vol. 1
5πους τῆς εἰδήσεως τῶν βοτανῶν. Ἀρίσταρχος δὲ γράφει οὕτως “ἰητρὸς δὲ ἕκαστος, ἐπεί σφισι δῶκεν Ἀπόλλων ἰᾶσθαι· καὶ γὰρ Παιήονός εἰσι γενέθλης” κακῶς. διαφέρει ὁ Παιήων Ἀπόλλωνος, ὡς καὶ Ἡσίοδος μαρτυρεῖ, “εἰ μὴ Ἀπόλλων Φοῖβος ὑπὲκ θανάτοιο σαώσαι, ἢ καὶ Παιήων, ὃς ἁπάντων φάρμακα οἶδεν.” B.H.Q.

4

.

232

Παιήονος] Παιήων ἰατρὸς θεῶν, οὐχ ὁ αὐτὸς τῷ Ἀπόλλωνι, ἀλλὰ κεχωρισμένος. παρὰ μέντοι τοῖς νεωτέροις ὁ αὐτὸς νομίζεται εἶναι. καὶ Ἡσίοδος δὲ μάρτυς ἐστὶ τοῦ ἕτερον εἶναι τὸν Παιήονα τοῦ Ἀπόλλωνος, λέγων “εἰ μὴ Ἀπόλλων Φοῖβος ὑπὲκ θανάτοιο σαώσαι,
5ἢ καὶ Παιήων, ὃς ἁπάντων φάρμακα οἶδεν.” M.T.V. ἰατρὸς οὗτος ἄριστος. ἐκ τοῦ παύω Παιών, καὶ πλεονασμῷ τοῦ η Παιήων. E.

4

.

233

ἐνέηκε] Ἰωνικόν. E.

4

.

235

τὸ ἑξῆς, Ἀτρείδη Μενέλαε καὶ ὦ παῖδες, ἤτοι νῦν δαίνυσθε. Ζεὺς γὰρ ἄλλοτε ἄλλα δίδωσιν, ὡς καὶ νῦν ἡμῖν τὸ εὐωχεῖσθαι. Q.T.V.

4

.

236

ἀτὰρ] τὸ ἀτάρ ἀντὶ τοῦ δέ, ὁ δὲ δέ ἀντὶ τοῦ γάρ. Q.

4

.

240

πάντα μὲν] ἰδίως τὸ πάντα ἐπήνεγκε τῷ ὅσσοι τὸ γένος ἀλ‐ λάξας. Q. παραληπτικὸν σχῆμα. P.

4

.

241

ἄεθλοι] ὁ ἆθλος ἀρσενικῶς μόνον ὁ ἀγὼν, τὸ ἆθλον δὲ καὶ τὸ ἐπινίκιον καὶ ὁ ἀγών. H.

4

.

242

ἀλλ’ οἷον τόδ’ ἔρεξε] Παρμενίσκος ἐψίλου τὸ οἶον, ἵν’ ᾖ, τοῦτο μόνον ἐρῶ. ἄμεινον δὲ θαυμαστικῶς ἀναγινώσκειν. H.P.Q.

4

.

244

αὐτόν μιν] ψιλῶς. οὐκ οἶδε τὴν αὐτῶν συνήθειαν ὁ ποιητής. H. δύο ἰσοδυναμοῦσαι ἀντωνυμίαι ἀντὶ τῆς μιᾶς παραλαμβάνονται. T.V. αὐτόν μιν πληγῇσιν] ταύτην ἐπελέξατο τοῦ ἀνδρὸς τὴν πρᾶξιν, ἐν ᾗ τὸ πᾶν ὠφεληκυῖα αὐτὸν φαίνεται. αἰτία γὰρ πᾶσι καθεστῶσα
5τῶν συμφορῶν οὐκ ἄλλην ἀπολογίαν εὕρετο. δεόντως οὖν ἐπιλεαίνει τὰ χαλεπά. Q. πληγῇσιν ἀεικελίῃσι] δαμαστικαῖς, δειναῖς, ἀπρε‐
πέσιν. ἀπὸ τοῦ ἀεικὲς τὸ ἀπρεπές. E.196 in vol. 1

4

.

245

σπεῖρα] ἱμάτια παλαιὰ ἀπὸ τοῦ σπειρᾶσθαι τὸ ἐντυλίσσε‐ σθαι. B. ἐπεὶ σπεῖρα κοινῶς πᾶν ἱμάτιον, προσέθηκε κακά. H. κοινῶς πᾶν ἱμάτιον. P. σπεῖρα κακὰ] ἱμάτια. προσέθηκε δὲ κακά, ἵνα δηλώσῃ ῥάκη. V.
5τὰ ἐνδύματα, ἀπὸ τοῦ διασπείρεσθαι ἐν ὅλοις τοῖς μέλεσι. προσέθηκε δὲ τὸ κακά, ἵνα ῥάκη δηλώσῃ. E. διὰ πολλὰ τῆς πράξεως ταύτης μνημονεύει ὁ ποιητὴς, οὐ μόνον ὅτι πρὸς τὴν ποίησιν συμφέρει τὰ μὴ δεδομένα τῆς Ἰλιάδος νῦν ἐμ‐ φανίζειν, ἀλλὰ καὶ πρὸς τὴν μνηστηροκτονίαν ταῦτα ᾠκονόμηται, ἵνα
10μηδὲ τοῖς μνηστῆρσι συνὼν ἐν τοιούτῳ σχήματι ἀπίθανον φαίνοιτο. τὸ πιθανὸν δὲ τοῦτο καὶ πρὸς τὴν Τηλεμάχου πίστιν. δεξάμενος γὰρ ταύτην τὴν διήγησιν, ἑτοιμοτέρως καὶ παρ’ Εὐμαίῳ πιστεύει τοῦτον εἶναι τὸν πατέρα τὸν τοῦ πτωχοῦ πρόσωπον ὑποκρινόμενον. Q. πιστεύει αὐτῷ ἐπιθέσθαι βουλευομένῳ τοῖς μνηστῆρσιν. ὁ γὰρ καὶ πληγὰς
15καρτερήσας ὑπὲρ τῶν κοινῇ συμφερόντων καὶ πόλεως ὅλης καταφρο‐ νήσας πῶς τῶν ἰδίων ἀποστήσεται; καλῶς οὖν Λακεδαιμόνιοι παι‐ δεύουσι τὴν μαστίγωσιν τοὺς νέους καρτερεῖν τὰ δεινὰ ἐθίζοντες. Q.

4

.

246

κατέδυ πόλιν] ἵνα μετρήσῃ τὰς πύλας διὰ τὸν δούριον ἵπ‐ πον. P.Q. οἱ μὲν ἵνα μετρήσῃ τὸ τεῖχος, οἱ δὲ ἵνα πείσῃ τὴν Ἑλέ‐ νην συνεργῆσαι τοῖς Ἕλλησιν. E.V.

4

.

247

ἄλλῳ δ’ αὐτὸν φωτὶ] ἀπὸ κοινοῦ τὸ αὐτόν, ἵν’ ᾖ, κατακρύπτων νῦν ἑαυτὸν ἤϊσκεν αὐτὸν ἄλλῳ φωτὶ καὶ οὐκ Ὀδυσσεῖ. H.M.Q. ἀντὶ τοῦ κατακρύπτων ἑαυτὸν ὡμοιοῦτο. E.

4

.

248

δέκτῃ, ὃς οὐδὲν] ὁ κυκλικὸς τὸ Δέκτῃ ὀνοματικῶς ἀκούει, παρ’ οὗ φησι τὸν Ὀδυσσέα τὰ ῥάκη λαβόντα μετημφιάσθαι· ὃς οὐκ ἦν ἐν ταῖς ναυσὶ τοιοῦτος οἷος Ὀδυσσεὺς ἀχρεῖος. Ἀρίσταρχος δὲ
δέκτῃ μὲν ἐπαίτῃ, τὸ δὲ “ὃς οὐδὲν τοῖος ἔην,” τῷ ἐναντίῳ τὸ ἐναντίον,197 in vol. 1
5ὃς οὐκ ἦν τοιοῦτος, ὁ Ὀδυσσεὺς, ἀλλ’ ἐνδοξότατος καὶ μεγαλοπρε‐ πέστατος, ἴκελος δὲ ἐπαίτῃ. H.M.Q.T. τὸ δὲ δεν παρέλκει. M. ἤτοι ἐπαίτῃ ἀπὸ τοῦ δέχεσθαι, πτωχῷ. E. τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν] δισσῶς νοεῖται. ἢ γὰρ τοιοῦτον πτωχὸν κατέστησεν ἑαυτὸν, οἷος οὐ μὴ εὑρεθῇ ἄλλος εἰς τὸ ὅλον
10Ἑλληνικόν· ἢ τοιοῦτος ἐγένετο, οἷόν τις ὁρῶν εἶπεν ἂν μὴ εἶναι Ὀδυσσέα· τοιοῦτον εἰργάσατο ἑαυτὸν ὥστε μὴ ἔχειν ἴχνος τοῦ πρώην χαρακτῆρος. ὁ γὰρ Ὀδυσσεὺς ἐπὶ τοῖς Ἕλλησι τοιοῦτος οὐκ ἦν οὐ‐ δαμῶς· πλούσιος γὰρ ἦν καὶ ἔνδοξος. πλὴν τότε οἰκονομικῶς γέγονε τοιοῦτος, ἵνα ἴδῃ τὴν θέαν τῆς Τροίας καὶ τὴν ἔσωθεν τοῦ πύργου
15εἴσδυσιν, εἰ ἄρα ὑψηλός ἐστιν ὡς ἀπὸ τοῦ ἔξω μέρους, ἢ οὐχί. E.

4

.

249

τῷ ἴκελος] γεγονὼς διὰ τὴν ἀπαίτησιν τῆς Παλλάδος. E. ἀβάκησαν] ἠγνόησαν, οὐκ εἶπόν τι. οἱ γὰρ ἀγνοοῦντες οὐ δύναν‐ ται βάζειν. ἀπὸ τοῦ βῶ τὸ λέγω γίνεται. B.Q. ἐμωράνθησαν, ἠγνόησαν. ἀπὸ τοῦ α καὶ βάζω. ὃν οὐδεὶς οἶδεν ὥστε ὁμιλῆσαι. E.
5ἠγνόησαν. παρὰ τὸ βάζω ἐσχημάτισται. ἡ δὲ λέξις τῶν ἅπαξ εἰ‐ ρημένων ἐστίν. V.

4

.

250

τοῖον ἐόντα] ἀντὶ τοῦ τοιοῦτον. τινὲς δὲ οὕτω, καίπερ ἐν τοι‐ ούτῳ σχήματι ὄντα· ὃ καὶ ἄμεινον. H.

4

.

252

ἀλλ’ ὅτε δή μιν ἐγὼν ἐλόευν] οὕτως ἔλουον. ἐπίτηδες δὲ αὐτὸν λούει, ἵνα δι’ ὧν τὸ λανθάνειν ἐπορίζετο ῥακῶν, τούτων αὐτὸν ἀφελομένων γνωριμώτερον ποιήσηται, ἐπείτοι γε παρ’ Ὁμήρῳ παρ‐ θένων ἐστὶν ἔθος τὸ λούειν τοὺς ξένους. H.Q.
5ἐλόευν] ἐξεπίτηδες Ἑλένη λούει αὐτὸν διὰ τὸ ἀκριβῶς γνῶσιν σχεῖν, ἐπεὶ ταῖς παρθένοις τοῦτο ἐφεῖται. E. ἐλόευν] ἔλουον. ἵνα ἀκριβέστερον τὰ κατ’ αὐτὸν μάθῃ, αὐτὴ ἔλουεν αὐτόν. V. καὶ χρῖον] Ἰακῶς τὸ χρῖον. H.
καὶ ἔχρις’] ἢ καὶ χρῖον. M.198 in vol. 1

4

.

254

μὴ μὲν πρὶν Ὀδυσῆα] τί κατήπειγε, φασὶ, μηνύειν τοῖς Τρωσὶν ὅτι ἦν Ὀδυσσεύς; τοῦτο γὰρ καὶ προδοσίας ὑποψίαν παρεῖχε τῇ Ἑλένῃ, εἴ γε ὁμολογοῦσα ἐγνωκέναι τὸν κατασκεψάμενον ὃς ἦν, οὐ τότε ἐμήνυσεν, ἀλλ’ ἐπίτηδες αὐτὸν περιέσωσεν. ἔστιν οὖν ὅμοιον
5τῷ “τὴν δ’ ἐγὼ οὐ λύσω, πρίν μιν καὶ γῆρας ἔπεισιν” (Il. α, 29.), καὶ “οὐδέ ποτ’ ἐκπέρσει, πρίν μιν κύνες ἀργοὶ ἔδονται” (Il. ς, 283.). H.M.Q.T.

4

.

255

πρίν γε τὸν] τὸ πρίν μὴ νόει μοι τοιοῦτον ὅτι μετὰ τὸ ἀπελ‐ θεῖν τὸν Ὀδυσσέα εἰς τὰς νῆας ἔμελλεν ἡ Ἑλένη εἰπεῖν. οὐδ’ ὅλως γὰρ οὔτε πρώην οὔτε ὕστερον ἔμελλεν εἰπεῖν. τοιοῦτον γὰρ τὸ πρίν ἐνταῦθα. εἰ γὰρ εἶπεν, εὐθέως διεσπάσαντο αὐτὴν ὡς μὴ ὁμολογήσα‐
5σαν. δῆλον δὲ ὅτι καὶ ἡ Ἑκάβη ἀγνοεῖ τὴν Ὀδυσσέως εἰσέλευσιν· εἰ γὰρ ἔγνω, οὐκ ἂν ἐσίγησεν. E.

4

.

256

νόον κατέλεξεν] ὃν εἶχε νῦν περὶ τῆς διὰ τοῦ ἵππου ἐπι‐ βουλῆς. ὅτι δὲ τοῦτό φησι δῆλον ἐκ τοῦ “αὐτὰρ ἐμὸν κῆρ χαῖρε.” P.Q.

4

.

257

ταναήκεϊ χαλκῷ] τεταμένην ἔχοντι τὴν ἀκμήν. V. ἀπὸ τοῦ ταναὸν τὸ μακρὸν καὶ τοῦ ἀκονῶ. ταναήκεϊ γὰρ τῷ πολλὰ ἠκο‐ νημένῳ. B. τῷ εἰς μῆκος ἥκοντι, ἢ τῷ ἐπιτεταμένην ἔχοντι τὴν ἀκμὴν, τῷ ταναῷ γινομένῳ ἀκόνῃ. E.H.Q. δῆλον δὲ ὡς παρὰ τῆς Ἑλένης
5ἔλαβε τὸ ξίφος· ἐν ῥάκεσι γὰρ παρῆλθεν εἰς τὴν πόλιν. E.H.Q.T.

4

.

258

κατὰ δὲ φρόνιν ἤγαγε πολλήν] καταφρόνησιν αὐτῶν ἤγαγεν, τουτέστιν ἢ αὐτὸς κατεφρόνησε τότε αὐτῶν, ἢ τοὺς Ἕλληνας ἐποί‐ ησεν αὐτῶν καταφρονῆσαι δι’ ὧν ἔπεισε τὴν Ἑλένην. ἢ φρονήσεως ἀπείρου ἑαυτῷ περιέθετο ὄνομα ταῦτα ποιήσας. οἱ δὲ νεώτεροι φρόνιν
5τὴν λείαν ἀπεδέξαντο. M.V. ἤγαγε δὲ πολλὴν καταφρόνησιν τοῖς πολεμίοις· ἢ τοῖς οἰκείοις φρόνησιν καὶ δόξαν πολλὴν κατήγαγεν, ὅ ἐστιν ἐπηνέγκατο. ἕτεροι δὲ ἀντὶ τοῦ, κατήγαγε πολλὴν φρόνησιν ἤτοι γνῶσιν τῶν ἐν Τροίᾳ τοῖς Ἕλλησιν. E. ἤγαγεν Ἕλλησι πολ‐ λὴν καταφρόνησιν τῶν πολεμίων, καταγνοὺς αὐτῶν τὸ ἀσθενές. τινὲς
10δὲ κατήγαγε πολλὴν φρόνιν, ὅ ἐστι πολλὴν δόξαν ἀπηνέγκατο ὁ Ὀδυσ‐
σεύς. H.Q.199 in vol. 1

4

.

260

χαῖρ’] λύσις τοῦ ἀντιπίπτοντος· ἤρετο γὰρ ἄν τις διὰ τί τοῦτο Ἑλένη πεποίηκεν. E. χαῖρ’, ἐπεὶ ἤδη μοι] ἄμεινον τὸν δή χρονικῶς δέχεσθαι κατὰ Ἀρί‐ σταρχον. Κράτης δὲ δύο ποιεῖ, ἦ καὶ δή· διὸ καὶ περισπᾶται τὸ ἦ.
5οὐδέποτε δὲ ὁ ἦ ὢν βεβαιωτικὸς μεταξὺ τοῦ ἐπεί καὶ τοῦ δή εὑρέθη. H.Q. ἐπειὴ δή μοι] τὸ η πλεονασμός. E.

4

.

264

οὔ τευ δευόμενον οὔτ’ ἂρ φρένας οὔτε τι εἶδος] ἐνῆν μὲν εἰ‐ πεῖν, οὐ γὰρ φρένας οὔτε τι ἔργον, ἡ δὲ τὸ εἶδος ἐπαινεῖ. διόπερ καὶ ἐξημαρτηκέναι διεβάλλετο ἡττηθεῖσα τῆς τοῦ Πάριδος εὐμορφίας. οἱ γὰρ ἄνδρες οὐχ οὕτως ἐπὶ ταῖς φθοραῖς τῶν γυναικῶν ἀγανακτοῦ‐
5σιν ὡς ἐπὶ ταῖς προαιρέσεσιν, ὅταν αἴσθωνται ὑπ’ ἄλλων παρ’ αὐταῖς. H.M.Q.

4

.

269

ἀλλ’ οὔπω] θαυμαστικὸς ὁ λόγος, εἰ χωρίζοιτο, ὁμοιωτικὸς δὲ, εἰ τοῖς ἄνω συνάπτοιτο· ὃ καὶ ἄμεινον. H.Q.

4

.

270

ἔσκε] Ἰωνικόν. E.

4

.

272

ἵν’ ἐνήμεθα] ὅπου ἐκαθήμεθα, ἐνεβεβλήμεθα. B.

4

.

274

ἦλθες ἔπειτα] τοῦτο πρὸς τὴν Ἑλένην φησὶν ὁ Μενέλαος. E. κελευσέμεναι δέ ς’ ἔμελλεν] προτρέψαι δέ σε ἐῴκει ὁ θεὸς ὅστις ἐβούλετο τοῖς Τρωσὶ δόξαν παρασχεῖν. B.

4

.

275

ὃς Τρώεσσιν] ὁ τὰ τῶν Τρώων αἱρούμενος, μὴ βουλόμενος δὲ τὴν Ἑλένην ἐλέγχειν τοῦτο παρενέβαλλεν. H.

4

.

276

καί τοι Δηΐφοβος] προηθετεῖτο κατ’ ἐνίους. καὶ εἴη ἂν
ἐγκείμενος ὑπὸ τῶν ἱστορούντων τρίτον Δηΐφοβον γεγαμηκέναι τὴν Ἑλένην. καὶ δι’ ἄλλων δὲ ὁ τόπος ἐμφαίνεται “αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηϊφόβοιο βήμεναι ἠΰτ’ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ”200 in vol. 1
5(Od. θ, 517.). H.Q. τοῦτο ἐκ τῶν ὕστερον ἐγνωσμένων φησὶ μα‐ θὼν ὅτι περιεστήκεσαν οἱ πολέμιοι, ἐπεὶ τότε ἠγνόει καὶ τὴν Δηϊφό‐ βου πρόσοδον. H. Δηΐφοβος] Ἀλεξάνδρου ἀδελφὸς, ὃς εἶχε τὴν Ἑλένην. τελευτή‐ σαντος γὰρ τοῦ Ἀλεξάνδρου ὑπὸ Φιλοκτήτου Δηϊφόβῳ ἐγαμήθη ἡ
10Ἑλένη. E.Q.

4

.

277

περίστειξας] περιῆλθες. ἀπὸ τοῦ στίχειν, ὅ ἐστι πορευ‐ θῆναι. V. περιῆλθες, ἀπὸ τοῦ στείχειν, ἢ ἀπὸ τοῦ στίξ ἡ τάξις, ἤτοι κατὰ τάξιν, περιεκύκλωσας. B.Q. περιῆλθες, ἀπὸ τοῦ στίχω τὸ βαδίζω. B.Q. περιεπάτησας, περιῆλθες, ἀπὸ τοῦ στείχω. E.
5περίστιξας] Ἀρίσταρχος βραχέως. δηλοῖ τὸ περιῆλθες, ἀπὸ τοῦ στείχειν. Q. ἀμφαφόωσα] ψηλαφῶσα, μὴ δόλος τις ᾖ ἐν τῷ κατασκευάσμα‐ τι. B.H.Q.

4

.

279

πάντων Ἀργείων] ἐμιμήσατο γὰρ ἡ Ἑλένη τὰς φωνὰς τῶν γυναικῶν ἑκάστου αὐτῶν. P. ὁμοιοῦσα. ταῖς γυναιξὶν ἑνὸς ἑκάστου ἀπεικάζουσα σεαυτὴν ἐκάλεις ἐξ ὀνόματος. E. μιμουμένη τὴν Ἑλληνίδα φωνήν. οὐ γὰρ ἂν πασῶν ἠπίστατο τὰς
5φωνάς. ἢ ἴσως οὐκ ἠγνόει τῶν ἀρίστων τὰς φωνάς. E. πάντων Ἀργείων] ὅ ἐστι τὴν Ἑλληνικὴν φωνὴν τῶν Ἀχαιϊάδων μι‐ μουμένη. πόθεν γὰρ ὅλας ᾔδει, ἵνα καὶ τὰς φωνὰς αὐτῶν μιμήσηται; πάνυ δὲ γέλοιος ἡ τῶν φωνῶν μίμησις καὶ ἀδύνατος. πῶς δ’ ἂν ἐπί‐ στευον ὅτι πάρεισιν αὐτῶν αἱ γυναῖκες; B.H.M.Q.T. τοῦτο ἑκατέ‐
10ροις δύναται προσδίδοσθαι, μᾶλλον δὲ τοῖς ἄνω, ἵνα μὴ ἀλογώτερον γένηται τὸ ζήτημα. οὐ δυνατὸν γὰρ ταῖς ἁπάντων γυναιξὶν ὁμοφωνῆ‐ σαι, ἀλλὰ ταῖς τῶν ἀριστέων, αἷς καὶ ἐν ἔθει ἐτύγχανεν. B.H.M.Q.

4

.

283

ὑπακοῦσαι] ἀποκριθῆναι. E.201 in vol. 1

4

.

284

ἀλλ’ Ὀδυσεὺς] καὶ πῶς ἦν νομίζειν αὐτοὺς εὑρεθῆναι ἐκεῖσε τὰς γυναῖκας αὐτῶν; ἴσως ἤλπισαν ὅτι πορθηθεῖσαι ἀπήλθοσαν ἐκεῖ. E.

4

.

285

ἔνθ’ ἄλλοι μὲν πάντες] Ἀρίσταρχος τοὺς εʹ ἀθετεῖ, ἐπεὶ ἐν Ἰλιάδι οὐ μνημονεύει Ἀντίκλου ὁ ποιητής. ἀλλ’ οὐδὲν τὸ κωλῦον οὐ βασιλέα ὄντα τοῦτον, ἀλλὰ γενναῖον, εἰς τὴν ἐνέδραν ταχθῆναι, οὐ τῶν ἡγεμόνων μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἐπιλέκτων ἐπὶ τὴν πρᾶξιν ᾑρη‐
5μένων. ἄριστον νῦν (272.) οὐ τῷ ἀξιώματι, ἀλλὰ τῇ ἀνδρείᾳ φησίν. H.Q. ὁ Ἄντικλος ἐκ τοῦ Κύκλου. οὐκ ἐφέροντο δὲ σχεδὸν ἐν πά‐ σαις οἱ πέντε. τὰ γὰρ τῆς διαθέσεως ψυχρά. H.

4

.

286

Ἄντικλος] οὗτος παρ’ Ὁμήρῳ ἐν Ἰλιάδι οὐκ ἀναγέγραπται, νῦν δ’ ᾕρηται· στρατηγὸς γὰρ ἄριστος ἦν. E.

4

.

287

ἐπὶ μάστακα] ἐπεπίεζε τὴν μάστακα, ὅ ἐστι τὸ στόμα, ἀπὸ τοῦ μασᾶσθαι. τουτέστιν ὁ Ὀδυσσεὺς ταῖς χερσὶν αὑτοῦ ἐκώ‐ λυσε τὸ στόμα τοῦ Ἀντίκλου μὴ λαλῆσαί τι. B. μάσταξ ἡ τροφὴ, ἀπὸ τοῦ μασᾶσθαι τὰ βρώματα. E.

4

.

292

ἄλγιον] δεινότερον καὶ ἐπιπονώτερον τὸ περὶ Ὀδυσσέα πάθος εἰ οὕτω σοφὸς ὢν οὐδέν τι ἀπήλαυσε τῆς σοφίας, ἀλλ’ ὑπὸ τῆς εἱμαρμένης ἐκρατήθη, καὶ ὁ τοὺς ἄλλους σώσας ἑαυτὸν σῶσαι οὐ δεδύνηται. B.E.P.Q.

4

.

294

τράπεθ’ ἡμέας] ἀπόλυτος ἡ ἡμέας· διὸ τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα. H. ὄφρα κεν ἤδη] γρ. καί. H.

4

.

295

ὑπὸ] περιττὴ ἡ ὑπό. ἢ δοτική ἐστιν ἀντὶ γενικῆς. H. ταρπώμεθα] γρ. παυσώμεθα, ἀντὶ τοῦ ἀναπαυσώμεθα. H.P.

4

.

297

δέμνι’ ὑπ’ αἰθούσῃ θέμεναι] τινὲς οὕτω τὸ ὑπέρβατον, δέμνι’ ὑπ’ αἰθούσῃ θέμεναι, στορέσαι τ’ ἐφύπερθε τάπητας, καὶ ῥήγεα καλὰ πορφύρε’ ἐμβαλέειν καὶ χλαίνας οὔλας καθύπερθεν ἕσασθαι, ὅ ἐστι περιβαλέσθαι. Q. ὑπ’ αἰθούσῃ] ἠχητικῇ. V.
5θέμεναι] καθ’ ἕκαστον βραχὺ διασταλτέον, θέμεναι, βαλέειν, τά‐
πητας. H.202 in vol. 1

4

.

298

ὕπερθε] ὑπεράνωθεν. V.

4

.

299

χλαίνας οὔλας] ἁπαλὰς, ἢ τελείας καὶ ἀνδρομήκεις. P.Q. ἕσασθαι] ἀναπαυθῆναι, καθίσαι. B. ἐνδυθῆναι, σκεπασθῆναι. P.

4

.

300

δᾷδας] γράφεται δάος, ἤγουν μερισμὸν, σπουδὴν, ἢ ταχύ‐ τητα, ἢ φῶς. ἀφ’ οὗ καὶ αἱ δεκτικαὶ τοῦ φωτὸς αἱ δᾷδες. E.

4

.

302

ἐν προδόμῳ δόμου] προστώῳ, προθύρῳ τῷ πρὸ τοῦ θαλάμου. E.

4

.

304

προπερισπωμένως τὸ καθεῦδε. H.P.

4

.

305

τανύπεπλος] ἡ τεταμένον καὶ ἐπιμήκη τὸν πέπλον ἔχουσα. ὡς ἂν εἰ ἔλεγεν ἡ νεωτέρα καὶ εὐμήκης τὴν ἡλικίαν. τεταμένου γὰρ τοῦ σώματος ἀνάγκη τετάσθαι καὶ τὸν πέπλον. B.E.Q.

4

.

309

ποσσὶ δ’ ὑπὸ λιπαροῖσι] στερεοῖς, ταχυτάτοις. E.

4

.

311

Τηλεμάχῳ δὲ πάριζεν] ἐὰν ἓν μέρος λόγου ᾖ τὸ πάριζεν, προπαροξυνθήσεται, ὡς “Νέστωρ αὖ τότ’ ἔφιζεν” (Od. γ, 411.). ἐὰν δὲ ἡ παρά πρὸς τῷ Τηλεμάχῳ συντάσσηται, προπερισπᾶται. οὐκ ἀναστρέφεται δὲ ἡ παρά, ἐπεὶ κατ’ ἔκθλιψίν ἐστιν. ἄλλως τε καὶ
5μέσον πέπτωκεν ὁ δέ. Q. διχῶς, πάριζεν καὶ παρίζεν. P.

4

.

312

Τηλέμαχ’ ἥρως] πρὸς τὴν ἑρμηνείαν, τί ποτέ σε χρειὼ ἤγαγε δήμιον ἢ ἴδιον; H. προσαγωγὸν τὸ ἥρωα καλεῖν τὸν νέον διὰ τὰ τοῦ πατρὸς κατορθώματα. H.Q.

4

.

313

νῶτα θαλάσσης] μεταφορικῶς τὸ πλάτος τῆς θαλάσσης εἶ‐ πεν. V.

4

.

314

ἔνισπε] γρ. ἐνίσπες. Q.

4

.

317

κλῃδόνα πατρὸς] ἀπὸ τοῦ κλέος κλεΐζω κλεϊδὼν καὶ κλῃδὼν, ὡς τὸ χρέος χρεΐζω χρῄζω. μένει δὲ τὸ ι προσγεγραμμένον. E. λείπει ἡ περί, ἵνα ᾖ, εἴ τινά μοι φήμην περὶ τοῦ πατρὸς ἐνίσποις. Q.

4

.

318

πίονα ἔργα] τὰ ἐκ τῶν ἰδίων κτημάτων γεώργια, ἃ δι’ ἐργα‐ σίας κτᾶταί τις. E.

4

.

320

μῆλ’ ἀδινὰ] λεπτὰ, πρὸς σύγκρισιν τῶν βοῶν. ἢ ἀντὶ τοῦ πυκνῶς. τὸ δὲ ἕλικας βοῦς τοὺς ἑλικοειδῆ κέρατα ἔχοντας, ἢ τοὺς ἑλικοειδῆ τὴν πορείαν ποιουμένους, ἢ τοὺς μέλανας. E.

4

.

322

ἱκάνομαι] ἀντὶ τοῦ ἱκάνω. ἡ δὲ λέξις ἀντὶ τοῦ ἱκετεύω. B.Q.203 in vol. 1

4

.

326

μηδέ τί μ’ αἰδόμενος] διὰ δύο πράγματα κρύπτει τις τὸ ἀλη‐ θὲς, ἢ δι’ αἰδῶ ἢ δι’ ἔλεον. E. μειλίσσεο] μειλίχια καὶ προσηνῆ λέγε, ἢ χαρίζου. E.

4

.

329

ἔργον ὑποστὰς] ἐκ μεταφορᾶς τῶν βασταζόντων φορτία με‐ γάλα καὶ τὸ φορτίον ὅ τι ἂν εἴη ἀναδεχομένων. E.

4

.

332

μέγ’ ὀχθήσας] τὸν θυμὸν ὑψώσας ἢ ἀχθεσθείς. ὀχθίζω ἢ ὀχθῶ. E.

4

.

333

ὦ πόποι] ὅρα τὴν ἐξαλλαγήν. ὁ μὲν γὰρ Νέστωρ ὡς ἂν ἐκ πολλοῦ ἀφιγμένος καὶ τῶν κατὰ τοὺς μνηστῆρας οὐκ ἀνήκοος πυν‐ θανέται τοῦ τρόπου τῆς ἐπηρείας “εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι” (γ, 214.), ὁ δὲ Μενέλαος πρῶτον πυνθανόμενος σχετλιάζει οὐ φέρων
5τὴν εἰς τὸν Ὀδυσσέως οἶκον ὕβριν. Q.

4

.

335

ἐν ξυλόχῳ] ξύλοχον τὴν κατάδυσιν τοῦ λέοντός φησιν, ἢ τὸν φωλεὸν τὸν ἔχοντα ξύλα πολλά. B. ἐν τόπῳ ὑλώδει καὶ συνδέν‐ δρῳ, ἔνθα τὴν εὐνὴν ὁ λέων ἔχει καὶ ἐνεδρεύει τὰ παρατυχόντα τῶν ζῴων. E.

4

.

336

νεβροὺς] νεβρούς φησι τοὺς μνηστῆρας, λέοντος δὲ ξύλοχον καὶ κοίτην τὴν τοῦ Ὀδυσσέως εὐνὴν, λέοντα τὸν Ὀδυσσέα, εἰς ἐλά‐ φου τόπον τάσσει τοὺς γονεῖς τῶν μνηστήρων, οἵτινες τῶν υἱῶν αὐτῶν ὡς νεβρῶν φονευομένων αὐτοὶ ἢ ἐκφύγωσιν ἢ συσχεθῶσιν, ἐὰν εὑρεθῶ‐
5σιν ἐκεῖ. E. νεηγενέας] Ἀρίσταρχος, νεογενέας. H.Q.

4

.

337

κνημοὺς] τοὺς βασίμους τόπους, τὰς προβάσεις τῶν ὀρέων. ἢ κνημοὺς σκληροὺς τόπους καὶ τραχεῖς, ἐκ μεταφορᾶς τῆς κνήμης τοῦ σκέλους, ὡς αὐτοῦ ὀστώδους καὶ νευρώδους ὄντος. B.E. κρημνοὺς] γρ. κνημούς. B.
5ἄγκεα ποιήεντα] κοίλους τόπους ὀρέων. ἀπὸ γὰρ τοῦ συγκλείεσθαι καὶ συνάγεσθαι ἐν αὐτοῖς τὰ ξύλα. ἀπὸ τοῦ ἄγω τὸ φέρω, ἄγη, καὶ πλεονασμῷ τοῦ κ, ἄγκη. E.

4

.

339

ἀμφοτέροισι δὲ τοῖσιν] Ἀριστοφάνης τὸ ἀμφοτέροισι ἐπὶ τῆς ἐλάφου καὶ τῶν νεβρῶν λαμβάνει. ὁ γὰρ Ἀριστοτέλης ἕν φησι
τίκτειν τὴν ἔλαφον, σπανίως δὲ δύο. εἰκότως δὲ Ὅμηρος τούτῳ συγχρῆται, ἵνα καὶ κατὰ τὸν ἀριθμὸν ἐμφερὲς ᾖ τὸ τῆς εἰκόνος. ὡς204 in vol. 1
5γὰρ οἱ μνηστῆρες πλεῖστοι πρὸς ἕνα, οὕτως καὶ οἱ νεβροὶ πρὸς τὸν ἕνα ἰσχυρότερον ἀντίκεινται. E.H.Q.T.

4

.

342

τοῖος ἐὼν] ἐπεὶ μεταξυλογίᾳ ἐχρήσατο, ἐπανέλαβε τὸ τοῖος ἐών. H.

4

.

343

Φιλομηλείδῃ] τινὲς τὸν Πάτροκλον ἤκουσαν· Φιλομήλας γὰρ ἦν υἱός. οὔτε δὲ ἀπὸ μητρὸς τὸ γένος Ὅμηρος σχηματίζει οὔτε οἱ Ἕλληνες ἥσθησαν ἂν Πατρόκλου ἡττηθέντος· “πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι” (Il. ρ, 671.). ἀλλ’ οὗτος βασιλεὺς ὢν Λέσβου τοὺς
5παριόντας εἰς πάλην ἐκάλει, καὶ τοὺς Ἕλληνας δὲ προσορμισθέντας, ὃν Ὀδυσσεὺς καὶ Διομήδης δολοφονήσαντες τὸν τάφον αὐτοῦ κατα‐ γώγιον ξένων ἐποίησαν, ὡς Ἑλλάνικός φησιν. M. Φιλομηλείδῃ] τῷ Πατρόκλῳ. Φιλομήλας γὰρ ἦν υἱός. V. γρ. Φιλομηλείδη, κατ’ Ἀττικοὺς χωρὶς τοῦ ν. E.
10ἐν Ἀρίσβῃ] ἐνὶ Λέσβῳ. P. βασιλεὺς γὰρ ἦν Λέσβου ὁ Φιλο‐ μηλείδης. P. ab alia manu.

4

.

347

τὸ ἑξῆς, ταῦτα δ’ ἅ μ’ εἰρωτᾷς καὶ λίσσεαι εἴποιμι ἔγωγε,
οὐκ ἄλλα παρακλιδόν. τὸ παρακλιδόν ἄμεινον τοῖς ἄνω συνάπτειν, διὰ τὸ ὑπέρβατον. E.H.P.Q. παρατρεπτικῶς, παρακλιθείσης τῆς ἀληθείας· ἐκ τοῦ παρακλίνεσθαι εἰς τόδε τὸ μέρος. E.205 in vol. 1

4

.

349

τά ἀντὶ τοῦ ἅ, προτακτικὸν ἀντὶ τοῦ ὑποτακτικοῦ. H. νημερτὴς] ἀπὸ τοῦ νη στερητικοῦ μορίου καὶ τοῦ ἁμαρτῶ. ὁ μὴ ἁμαρτήσας περὶ οὓς εἶπέ μοι λόγους. B.

4

.

351

Αἰγύπτῳ μ’ ἔτι] ὁ μὲν Ἀριστοφάνης παρέλκειν φησὶ τὸ ἔτι, ὡς τὸ “ὅν μοι ἔδωκε πατὴρ ἔτι δεῦρο κιούσῃ” (736.). οἱ δὲ οὕτως, εἰς Λακεδαίμονα ὁρμώμενον ἔτι ἐν Αἰγύπτῳ ἔσχον οἱ θεοί. E.H.Q.

4

.

353

ἐφετμέων] βούλεται μὲν λέγειν θυσιῶν. ἀσαφέστερον δὲ εἴρηται. διὸ Ζηνόδοτος ἠθέτει. ποῖαι γὰρ, φησὶν, ἐγένοντο ἐντολαί; E.H.P.Q. ἡμᾶς θυσιῶν, ἐντολῶν. ἐντολὴ γὰρ ἦν θύειν τοῖς θεοῖς, αὐτὸς δὲ οὐκ ἔθυσεν, ἵνα τὴν ἐντολὴν πληρώσῃ. E.

4

.

355

Φάρον] Φάρος νῆσος, ἀπὸ Φάρου τινὸς ναυκλήρου ἐν Αἰγύπτῳ τῆς νηὸς ἐκβάντος καὶ ὑπὸ ὄφεως καταποθέντος, ὡς Ἀντικλείδης ἱστορεῖ. B. Ἀντικλείδης ἱστορεῖ ὅτι ποθοῦσα Μενέλαον Ἑλένη λάθρα ἔξεισι τῆς πόλεως, καὶ Καρικὸν εὑροῦσα πλοῖον παρακαλεῖ τὸν
5ναύκληρον, ὃς ἐκαλεῖτο Φάρος, εἰς Λακεδαίμονα αὐτὴν ἀποκαταστῆ‐ σαι. χειμασθέντες δὲ ἧκον εἰς Αἴγυπτον, καὶ ἐνθάδε τῆς νεὼς ἀπο‐ βάντα τὸν Φάρον ὄφις ἀναιρεῖ. ἡ δὲ θάψασα αὐτὸν οὕτως ὠνόμασε τὴν νῆσον. E.H.Q. Vind. Φάρος ἐστὶ νῆσος Αἰγύπτου, ἡ νῦν Ἀλε‐ ξάνδρεια λεγομένη. τινές φασιν ὅτι φάρους τῆς Ἑλένης ἐκπεσόν‐
10τος οὕτως ὠνομάσθη. H.Q.

4

.

356

τόσσον ἄνευθ’] εἰκὸς τοσοῦτον εἶναι κατὰ τοὺς ἡρωϊκοὺς χρόνους τὸ διάστημα. ἔπειτα ἀπογαιωθῆναι τοῦ Νείλου ὑπερχέοντος τὴν ἰδίαν ἰλύν. ποταμόχωστος γὰρ ἡ Αἴγυπτος κατὰ Ἡρόδοτον. V. τόσσον ἄνευθ’] τοσοῦτον γὰρ ἀπέχει Ναυκράτεως ἡ Φάρος, ἔνθα
5τότε τῆς Αἰγύπτου τὸ ἐμπόριον ἦν, ὥς φησιν Ἀριστοτέλης. μέχρι Ναυκράτεως τὸ πέρας ἦν τοῦ Νείλου τότε. καὶ Ἡρόδοτος γοῦν φη‐ σιν ὅτι τὸ παλαιὸν τὸ κάτω μέρος τῆς Αἰγύπτου πᾶν πέλαγος ἦν, ὁ δὲ Νεῖλος πολλὴν καταφέρων ἰλὺν τὴν καλουμένην κάτω χώραν ὅλην προσέχωσεν· ὅθεν καὶ μέλαινα καλεῖται. ὁρᾶται δὲ καὶ μέχρι νῦν206 in vol. 1
10κογχύλια καὶ λοπάδες. ἐγὼ δὲ καὶ περὶ Μέμφιν εἶδον, φησὶν ὁ Πῖος. E.H.Q.

4

.

358

εὔορμος] εὐκαθόρμιστος. H. ὅθεν τ’ ἀπὸ] ἀφ’ οὗ λιμένος ἀρύονται ὕδωρ ἐκ τῆς ἠπείρου ἐπὶ τὰς νῆας. B.

4

.

359

ἀφυσσάμενοι] ἐὰν διὰ τοῦ ο, ἀρυόμενοι, ἐὰν διὰ τοῦ α, ὑδρευσάμενοι. E.P. τὸ ὕδωρ τῇ νηῒ κομισάμενοι. E.

4

.

360

ἔνθα μ’ εἴκοσιν] γρ. καὶ χωρὶς τοῦ ν τὸ εἴκοσι. H.

4

.

361

ἁλιαέες] οἱ ἐν τῇ θαλάσσῃ πνέοντες. ἀπὸ τοῦ ἄω τὸ πνέω, καὶ ἐκ τοῦ ἅλς, ἢ τοῦ ἄλη ἡ πλάνη. B.E.

4

.

363

καί νύ κεν] ὡς μήπω τῶν ὅλων ἀναλωθέντων. τάχα οὖν φη‐ σιν ὅτι πεφεισμένως ἤσθιον τῇ προσδοκίᾳ τῆς βραδύτητος οὐ πρὸς κόρον ἄρτον σιτούμενοι. E.Q.

4

.

364

εἰ μή τίς με θεῶν ὀλοφύρατο] βραχὺ διασταλτέον ἐπὶ τὸ ὀλοφύρατο, εἰ μὴ ἄρα στικτέον καὶ ἀφ’ ἑτέρας ἀρχῆς τὰ ἑξῆς. E.Q. καί μ’ ἐλέησεν] διέσωσεν. Gl. M. καὶ τοῦτο παιδευτικόν. ὡς γὰρ ἡ αἰτία θεοῖς ἀνάκειται, οὕτως
5καὶ ἡ λύσις. E.H.Q.

4

.

365

Πρωτέος ἰφθίμου] ἡδέως τῷ ἐπιθέτῳ· ὡς γὰρ εὐεργέτην ἐγκωμιάζει. E.Q.

4

.

366

Εἰδοθέη] ἀπὸ τῆς εἰδήσεως καὶ ἐπιστήμης τοῦ πατρὸς τὸ ὄνομα. καὶ Αἰσχύλος δὲ ἐν Πρωτεῖ Εἰδοθέαν αὐτὴν καλεῖ. ὁ δὲ Ζηνόδοτος γράφει Εὐρυνόμη. E.H.Q.

4

.

367

ἥ μ’ οἴῳ ἔρροντι] μετὰ λύπης μόνῳ πορευομένῳ, φθειρομένῳ,
καὶ μετὰ φθορᾶς βαδίζοντι. καταστρέφει δὲ εἰς τὸ ἀλύοντι. P.207 in vol. 1

4

.

368

ἰχθυάασκον] ἀλλαχόσε οὐ λέγει ὁ Ὅμηρος ἐσθίειν τοὺς Ἕλληνας ἰχθύας. νῦν δέ φησι τούτους ἀγρεύειν ἰχθύας διὰ τὸ τεί‐ ρεσθαι ὑπὸ τοῦ λιμοῦ. B.

4

.

370

ἡ δ’ ἐμεῦ ἄγχι στᾶσα] Ζηνόδοτος, ἡ δέ μοι ἀντομένη. E.H.

4

.

371

νήπιος εἶς, ὦ ξεῖνε] ἀντὶ τοῦ ἀμαθὴς, ἔτι τὰ παίδων φρονῶν. χαλίφρων δὲ χαυνωθεὶς καὶ διαρρυεὶς τῆς προτέρας φρονήσεως. ἑκὼν δὲ μεθίεις ἀντὶ τοῦ ἑκὼν πάσχεις καὶ τέρπῃ ὑπερβολικῶς. τρία δὲ ταῦτά εἰσι δι’ ἃ ἄνθρωποι ἁμαρτάνομεν. E.Q.P. ὁ νοῦς, τοσοῦτον
5ἀνόητος εἶς, ὦ ξεῖνε, ὅτι δηθὰ ἐνὶ νήσῳ ἐρύκεαι. E.Q. εἰς] ἐγκλιτικὸν τὸ εἰς. E. χαλίφρων] χαυνόφρων, καὶ μὴ πεπυκνωμένος τὰς φρένας, ὅ ἐστι πρώην μὲν πυκνὸς, νῦν δὲ κεχαυνωμένος τὸν νοῦν, κεχαλασμένας καὶ παρῃωρημένας ἔχων τὰς φρένας. B.E.H.Q.

4

.

372

ἠὲ ἑκὼν μεθίεις] ἄμεινον κοιμίζειν τοῦ ἠέ τὴν ἐπὶ τέλους ὀξεῖαν, ἵνα γένηται διαζευκτικός. ὅτε γάρ ἐστι διαπορητικὸς ὁ η, περισπᾶται, ὡς τὸ “ἦε χόλον παύσειεν ἐρητύσειέ τι θυμόν” (Il. α, 192.). E.Q.

4

.

373

θαυμαστικὸς ὁ λόγος, ἐὰν καθ’ αὑτὸ τὸ ἡμιστίχιον προάγω‐ μεν. E.

4

.

374

μινύθει δέ τοι ἦτορ ἑταίρων] γρ. μινύθει δέ τοι ἔνδοθεν ἦτορ. E.

4

.

376

ἐκ μέν τοι] ὁ μέν ἀντὶ τοῦ δή. ἐξερῶ δή σοι ἥτις ἐσσὶ θεάων. καὶ περιττὴ ἡ πρόθεσις. E.M.Q.

4

.

378

ἀθανάτους ἀλιτέσθαι] λείπει ἡ εἰς, ἀλλὰ ἔοικα ἡμαρτηκέ‐ ναι εἰς τοὺς θεούς. B.E.Q.

4

.

379

εἰπὲ] Ζηνόδοτος ἔειπε κακῶς· τὴν διαφορὰν γὰρ ἠγνόη‐
σεν. H.208 in vol. 1

4

.

384

πωλεῖται] ἀντὶ τοῦ ἀναστρέφεται· κατὰ Ἀττικοὺς, ἐπι‐ φοιτᾷ. ἐξέτεινε δὲ τὸ ο μικρὸν διὰ τὸ μέτρον. B.E. καὶ ἐν Ἰλιάδι (δ, 231.) ἐπὶ τῆς αὐτῆς σημασίας τῇ λέξει χρῆται “πεζὸς ἐὼν ἐπι‐ πωλεῖται.” καὶ τὸ “δεῦρο” δὲ εἰς τοῦτον τὸν τόπον. E.Q.
5γέρων ἅλιος νημερτής] ἠλληγόρηται παρὰ τῷ Ἡρακλείτῳ οὕτως· ὁ Πρωτεὺς ἄνθρωπος ἦν οἰκῶν κατὰ θάλασσαν, εἴτε πλησίον αὐτῆς εἴτε ἐν νήσῳ, χρώμενος μαντικῇ ἀπὸ τῶν ἐναλίων ζῴων, ὡς ἄλλοι ἀπὸ τῶν ὀνείρων καὶ ἄλλοι ἀπὸ τῶν ἱερείων. Εἰδοθέη δὲ γυνὴ καὶ αὐτὴ θνητὴ ὡς ἐκεῖνος, θυγάτηρ αὐτοῦ. καί τινές φασιν ὡς τεθνήκει πρὸ
10τοῦ τὸν Μενέλαον ἐκεῖσε ἰέναι. ἀλλ’ ὅμως εἰ καὶ αὐτὸς σωματικῶς οὐ παρῆν, ἀλλ’ ἦσαν αὐτῷ βίβλοι καὶ ἑρμηνεῖαι περὶ μαντείας, αἷς ἐχρήσατο ὡς ἐκείνῳ Μενέλαος, ἀναγκασθεὶς ὑπὸ τῶν ἀπουσιῶν τῶν ἀνέμων καὶ παντελοῦς ἀπνοίας. τινὲς δὲ καὶ ἀλληγορικῶς Πρωτέα τὴν ὕλην. ἄνευ γὰρ ὕλης φασὶ τὸν δημιουργὸν πάντα τὰ ὁρώμενα
15**** ὕλης δὲ τῆς μὴ φαινομένης ἡμῖν, ἐξ ἧς ἄνθρωποι, δένδρα, ὕδατα καὶ πάντα τἄλλα. Εἰδοθέη γὰρ τὸ εἶδος. ὕλη γὰρ ἀποτελεῖ εἶδος κατεργασθεῖσα. ἄλλοι δὲ Πρωτέα φασὶν ἀλληγορικῶς τὸν πρὸ τοῦ ἔαρος καιρὸν, μεθ’ ὃν ἄρχεται ἡ γῆ εἴδη ποιεῖν βοτανῶν καὶ γενῶν. ὁ δὲ Μενέλαος μὴ ὄντος καιροῦ ἐπιτηδείου πρὸς τὸ πλεῖν
20φθάσαντος τοῦ ἔαρος ἀπέπλευσε. τὸ δὲ Πρωτέως ὄνομα εἰς τὴν ἀλληγορίαν ἐπιτήδειον. E.M.

4

.

386

ὑποδμώς] ὁ ὑποτεταγμένος θεράπων τοῦ Ποσειδῶνος. ἔμ‐ φασιν γὰρ ἔχει ἡ ὑπό. E.Q. θεράπων ὁ ὑπείκων τῷ οἰκείῳ δεσπότῃ καὶ δαμαζόμενος. παρέλκει ἡ ὑπό, διαφυλάττει δὲ τὴν ὀξεῖαν. E.Q.

4

.

387

Ἐρώτησις. ἐκ ποίας διανοίας ἡ Εἰδοθέα ὁρμωμένη φησὶ πρὸς Μενέλαον τάδε “πωλεῖταί τις δεῦρο γέρων, τὸν δέ τ’ ἐμόν φασιν πατέρ’ ἔμμεναι;” τὸ γὰρ “φασίν” ἀμφιβαλλούσης ἐστὶ καὶ διανο‐ ουμένης περὶ τοῦ πατρός. Ἀπόκρισις. τὰ μὲν περὶ τῶν μητέρων ἐκ209 in vol. 1
5γενέσεως ἱκανά φησιν Ὅμηρος ἔχειν τεκμήρια, τὸ δὲ τῶν πατέρων ἀδιόριστον εἶναι. ἔφη γάρ που (Od. α, 215.) “μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι.” ὅθεν καὶ Εὐριπίδης “ἀεὶ δὲ μήτηρ φιλότεκνος μᾶλλον πατρός· ἡ μὲν γὰρ αὐτῆς οἶδεν ὄνθ’, ὁ δ’ οἴεται.” M.

4

.

388

τὸν δ’ εἴπως σὺ] ἐπίτηδες αὐτὸν προδίδωσιν, ὅπως γνωστὸς παρὰ τοῖς ἀνθρώποις γένηται. E.Q. λελαβέσθαι] ἀναδιπλασιασμὸς, ὡς τετυπέσθαι. E. γρ. δὲ λαβέ‐ σθαι. B.Q.

4

.

396

ἀλέηται] ἐκφύγῃ. ἀπὸ τοῦ ἀλέω τὸ ἐκφεύγω, καὶ πλεο‐ νασμῷ τοῦ υ ἀλεύω, ὡς τὸ χέω χεύω καὶ δέω δεύω. E.

4

.

399

τοιγὰρ ἐγὼν ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσι] ἢ οὕτως, τοιγὰρ ἐγώ τοι ταῦτα μάλ’ ἀτρεκέως ἀγορεύσω. M.P.

4

.

400

ἀμφιβεβήκει] δίχα Ἀρίσταρχος, ἀμφιβεβήκει. H. τὴν γῆν. πρὸς ταῦτα νοητέον τὸ ἀμφιβεβήκει. τινὲς γάρ φασι τὸν ἥλιον πολλῷ μείζονα τοῦ κόσμου. πῶς οὖν τὸ ἀμφιβαῖνον μεῖζόν ἐστι τοῦ ἀμφιβαινομένου; E.

4

.

402

φρικὶ] τῇ ἐπιγενομένῃ μελανίᾳ πόντῳ ἐκ τῆς ἐπιπολαίου κινήσεως τῶν ὑδάτων. V. φρίκην λέγουσι τὴν ἐπιγενομένην μελα‐ νίαν τῷ ὕδατι ἐν τῇ ἐπιπολαίῳ κινήσει τοῦ ὕδατος κατὰ τὰς ἀρχὰς τῶν ἀνέμων τοῦ πνεῖν. E.H. εἰς τὸ λανθάνειν συντελεῖ καὶ τὸ με‐
5λαίνῃ φρικὶ καλυφθείς. φρῖκα δὲ λέγει τὴν ἐπιγενομένην κ.τ.λ. P.

4

.

403

ἀμφὶ δέ μιν φῶκαι] συνδιαιτᾶται γὰρ φώκαις ὁ Πρωτεὺς,
διότι ἐπιτηδειότατον εἰς μαντείαν τῶν ἄλλων ἐναλίων τοῦτο τὸ ζῷον. E.210 in vol. 1

4

.

404

νέποδες] αἱ διὰ τοῦ νήχεσθαι τὴν πορείαν ποιούμεναι· ἢ ἄποδες. V. αἱ ἐστερημέναι τῶν ποδῶν, εἰ πρὸς τὰ μεγέθη τῶν σωμάτων αὐτῶν συγκρίνῃ τις. τὸ νέποδες ἀντὶ τοῦ σχεδὸν ἄποδες. σφόδρα οὖσαι μεγάλαι σμικροτάτους ἔχουσι πόδας. πρὸς ἀντιδιαστο‐
5λὴν νῦν τῶν ἰχθύων ἀπόδων ὄντων τὸ νέποδες, ὡς τοῖς ποσὶ νηχόμεναι. E. βοσκήματα τῆς θαλάσσης. ὡς καὶ ἀλλαχοῦ “ἢ ἔτι μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων, οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη” (Od. ε, 421.). ἐπιτήδειον δὲ εἰς μαγείαν φώκη. P.Q. Καὶ ἄλλως. νέποδες ἢ ἄποδες, τοῖς ποσὶ νηχόμεναι. P.
10καλῆς] ἤτοι τῆς εὐμόρφου, τῆς χρησίμου, ἀπὸ τοῦ ἐμπορεύεσθαι δι’ ἐκείνης καὶ ἔχειν τροφὰς τοὺς ἀνθρώπους. ἀλλὰ τὸ μὲν εὐμόρφου, εἰ Νηρηΐδα εἶπες τὴν Ἁλοσύδνην, τὴν Ἀμφιτρίτην καλουμένην· εἰ δὲ ἐπὶ θαλάσσης, τὸ καλῆς ἤτοι χρησίμου. E. Ἁλοσύδνης] τῆς θαλάσσης, παρὰ τὸ ἐν ἁλὶ σεύεσθαι. V. ἐπι‐
15θετικῶς τῆς Ἀμφιτρίτης, παρὰ τὸ ἐν ἁλὶ σεύεσθαι. E.H.P.

4

.

406

ὀδμήν] ἡ λέξις μέση, καὶ σημαίνει ποτὲ μὲν εὐωδίαν, ποτὲ δὲ δυσωδίαν. B.

4

.

410

ὀλοφώϊα] ἢ σκοτεινὰ καὶ ἀπόκρυφα, ἀπὸ τοῦ ἑλεῖν τὸ φῶς· ἢ ὀλέθρια, ἀπὸ τοῦ ὀλοὸν τὸ ὀλέθριον καὶ τοῦ φαίνω. B. ὀλοφώϊα λέγονται τὰ ποιοῦντα πάτον καὶ ὄλεθρον, ἀπὸ τοῦ ὄλω τὸ φθείρω καὶ τοῦ φῶ τὸ λέγω. E. ὀλοὰ ποιήματα, ἢ ἀπόκρυφα, ὀλέ‐
5θρια, ἢ δόλια. P.

4

.

411

ἀριθμήσει καὶ ἔπεισιν] πρωθύστερον. καταλάβῃ, ἐπέλθῃ. μέλλοντα νοητέον, παραχρᾶται γὰρ ταῖς λέξεσι. E.

4

.

412

πεμπάσσεται] κατὰ πεντάδας μετρήσῃ, ἀριθμήσῃ. πεμπά‐ ζειν γὰρ λέγεται τὸ κατὰ πεντάδας μετρεῖν. παρὰ δὲ τοῖς Δωριεῦσι πέμπε τὰ πέντε κατονομάζονται. E. κατὰ πέντε ἀριθμήσει. τὰ γὰρ πέντε πέμπε λέγουσιν Αἰολεῖς. P.Q.

4

.

413

λέξεται] ἀντὶ τοῦ κοιμηθήσεται, ἀπὸ τοῦ λέχους. B.Q.

4

.

415

καὶ τότ’ ἔπειτ’ ὔμμιν] διὰ τούτων δείκνυσιν ὁ ποιητὴς ὅτι οὐ
δεῖ ποτε προχείρως χαρίζεσθαι καὶ ὠφελεῖν, ἀλλὰ δοκιμάσαντα. Q.211 in vol. 1
1ἔργον τε ἔπος τε] γρ. κάρτος τε βίη τε. P. Vind.

4

.

416

αὖθι δ’ ἔχειν] ἀντὶ τοῦ ἔχετε. P.Q. βραχὺ διασταλτέον ἐπὶ τὸ ἔχειν, πρὸς τὸ σαφέστερον. H.Q.

4

.

417

γιγνόμενος πειρήσεται] ἀντὶ τοῦ πειρώμενος γενήσεται. Q.

4

.

418

ἑρπετὰ] κυρίως μὲν οἱ ὄφεις, καταχρηστικῶς δὲ νῦν πάντα τὰ θηρία. V. νῦν καταχρηστικῶς τὰ ζῷα ἑρπετὰ λέγει. B.P. θεσπιδαὲς] θεῖον, ἐκ θεοῦ πῖπτον, θείως καῖον, ἐκ τοῦ δαίω τὸ καίω. Q.

4

.

419

ὑμεῖς δ’ ἀστεμφέως ἐχέμεν] πάλιν ἀντὶ τοῦ ἔχετε. καὶ πιέζειν δὲ ὡς δικάζειν. φησὶ γοῦν “ἐπὶ μάστακα χειρὶ πίεζε” (287.). Ἀπίων μέντοι περισπᾷ· “χερσὶ στιβαρῇσι πιέζευν” (Od. μ, 174.). Q.

4

.

420

αὐτός] Ἀρίσταρχος, αὐτός. H.

4

.

421

ἴδησθε] γρ. ἴδηαι. M. rec.

4

.

423

εἴρεσθαι, ὡς φθείρεσθαι. ἔστι γὰρ ἐνεστῶτος καὶ παρατα‐ τικοῦ. P.

4

.

427

πόρφυρε κιόντι] ἐν βάθει τῆς διανοίας διενοεῖτο, ἐκινεῖτο, ἐταράσσετο, ὅπερ συμβαίνει ἐπὶ τῶν ὑδάτων ἃ ἐκ βάθους κινούμενα μελαίνεται. B.E.P.Q.V.

4

.

428

αὐτὰρ ἐπεί ῥ’ ἐπὶ νῆα] ὑποστικτέον εἰς τὸ θάλασσαν, καὶ ὁπλισάμεσθα, καὶ ἀμβροσίη νύξ. Q.

4

.

429

δόρπον] ἄριστον. τοῦ Ἀριστάρχου σημειοῦνται τινὲς ὅτι δόρπον τὸ δεῖπνον. H.

4

.

434

πεποίθεα] Ἰωνικόν. E. ἰθύν] ὁρμὴν, πρᾶξιν, ἐκ τοῦ ἰθύω τὸ πορεύομαι. B.E.Q.

4

.

436

φωκάων] τὰ δέρματα φώκας καλεῖ, ὡς βόας τὰς βύρσας. B.E.P.Q.

4

.

437

νεόδαρτα] τὰ γὰρ ξηρὰ οὐ συναρμόζονται τοῖς σώμασιν. E. πιθανῶς, ὑπὲρ τοῦ φαντασίαν ζώντων παρέχειν. P.Q. δόλον δ’ ἐπεμήδετο] τὸν δόλον ἐνταῦθα αἴτιον τιμῆς μεγίστης
μάλιστα νοητέον τῷ Πρωτεῖ παρὰ τῆς θυγατρὸς Εἰδοθέης. E.212 in vol. 1

4

.

438

διαγλάψασα] διαγλύψασα, διακοιλάνασα, ἐκ τοῦ γλάφω. καὶ πῶς οὐκ εἶπε γράψασα; ἀλλὰ τὸ ρ ἐπὶ τραχυτήτων λαμβάνε‐ ται, οἷον τὸ μετὰ χαλκοῦ κονδύλου τοῖς πίναξι τῶν ζωγράφων ἐγξέειν καὶ γράφειν. ἔστι δὲ καὶ τὸ διὰ μέλανος γράφειν. ἡμεῖς γὰρ προσ‐
5τιθέαμεν τῷ μέλανι γράφοντες, ἐκεῖνοι δὲ μᾶλλον ἀφαιροῦσιν ἀπὸ τοῦ ἐν πίνακι κειμένου εἴτε κηροῦ εἴτε ὀστράκου. τὸ γλάπτειν δὲ ἐπὶ τραφερῶν, οἷον ἐπὶ ψάμμου. B.E. διακοιλάνασα. πιθανῶς, ὑπὲρ τοῦ φαντασίαν ζώντων παρέχειν. Q.

4

.

441

κεῖθι δὴ αἰνότατος] αἱ πλείους “ἔνθα κεν αἰνότατος,” ὡς τὸ “ἔνθα κε λοιγὸς ἔην” (Il. θ, 130.). ἀντὶ τοῦ δυσχερέστατος. H.P.Q.

4

.

442

ὀλοώτατος ὀδμή] ὅμοιον τῷ “κλυτὸς Ἀμφιτρίτη” (Od. ε, 422.) καὶ “θερμὸς ἀϋτμή” καὶ “κλυτὸς Ἱπποδάμεια” (Il. β, 742.). P.

4

.

445

ἀμβροσίην] νῦν τὸ θεῖον καὶ εὐῶδες ἔλαιον. V. ἀλληγορι‐ κῶς ἀμβροσίην τὴν εὐελπιστίαν τοῦ ἀποτελέσματος. ὑπέμεινε γὰρ τὴν δυσωδίαν διὰ τὸ μέλλειν κατορθῶσαι τὸ ἑαυτοῦ συμφέρον. E.

4

.

447

ἠοίην] τὸν ἑωθινὸν καιρὸν τὸν ἀπὸ πρώτης ὥρας ἕως ἕκτης λέγει ἠοίην. B.E.H.P.Q. τὴν ἄχρι μεσημβρίας ὥραν. ἐπιφέρει γοῦν “ἔνδιος δ’ ὁ γέρων ἦλθεν.” P.

4

.

450

ἔνδιος] μεσημβρινός. τότε γὰρ ἄρχεται λοιπὸν ἐνδεῖν ἡ ἕλη, ὅ ἐστιν ἡ ἀκτὶς ἡλίου. V. μεσημβρινὸς, ἤτοι κατὰ τὴν μεσημ‐ βρίαν, ἐν ᾗ ἐνιδίουσιν ἤτοι ἱδροῦσιν, ἐνίδιός τις ὢν, καὶ ἐν συγκοπῇ ἔνδιος, ἤτοι βεβρεγμένος. B. κατὰ τὴν συνήθη ὥραν. μεσημβρινὸς,
5ἀπὸ τοῦ ἐνδεῖν καὶ ἐλλείπειν. αὔξεται γὰρ ἕως ἕκτης ὥρας, ἔκτοτε δὲ ἐλαττοῦται ἡ ἡμέρα. E. κατὰ τὴν συνήθη ὥραν. ἔστιν οὖν καὶ τοῦτο παίδευμα τοῦ Ὁμήρου, τὸν σοφὸν τεταγμένῃ τῇ διαίτῃ χρῆ‐ σθαι καὶ μὴ ἄλλοτε ἄλλῃ. Q.

4

.

451

λέκτο δ’ ἀριθμόν] ἐμέτρει τὸν ἀριθμὸν, κατηρίθμει. P. λέκτο δ’ ἀριθμόν, λέγε κήτεσι (452.), λέκτο καὶ αὐτός (453.)] ὅτι τῇ αὐτῇ λέξει παραλλήλως οὐκ ἐπὶ τοῦ αὐτοῦ σημαινομένου κέχρηται. P.Q.213 in vol. 1

4

.

456

ἀλλ’ ἤτοι πρώτιστα] οὐκ ἀληθῶς μετέβαλεν, ἀλλὰ φαντα‐ σίαν ἐποίει τέχνῃ μαγικῇ. ἐλήφθη δὲ ἐν δόλῳ οὐ προμαντευόμενος, οὐδὲ προεφεστηκὼς ἐπὶ τὰς μεθόδους τῆς μαντείας. V. λέων γένετ’] οὐκ ἀληθῶς, ἀλλὰ κατὰ φαντασίαν. P.Q.
5μάντις ὢν καὶ φρόνιμος ὁ Πρωτεὺς μερίζεται καὶ τρέπεται εἰς πολλὰ, εἰς λέοντα, καὶ εἰς τὰ τοιαῦτα διὰ δριμύτητος, καὶ δι’ ἄλλων ποικίλων τρόπων, θέλων ἰδεῖν εἰ ἔστιν ἄξιος τοῦ εὐεργετηθῆναι. ὁ δὲ ἔμεινεν ἀστεμφέως ἔχων ὁ Μενέλαος ἤτοι μειδιάσας. ἀλλ’ ἀνθρωπι‐ κῶς νοητέον. ὁ γὰρ θεὸς οἶδε καὶ οὐκ ἀγνοεῖ. E.
10λέων γένετο] ὄπισθεν ἑρπετὰ εἶπε μόνον, καὶ νῦν λέοντα καὶ πάρ‐ δαλιν καὶ σῦν. καὶ μὴν αὐτὰ ἑρπετὰ οὐκ εἰσὶν, ἀλλ’ εἰπὼν “ὅσς’ ἐπὶ γαῖαν” (417.) δηλοῖ ἀπὸ μέρους τὸ πᾶν. ἐν γὰρ τῇ γῇ καὶ ἑρ‐ πετὰ, οἷον δράκοντες καὶ ἄλλα ὅσα ἂν εἴπῃς. τὸ γὰρ “ὅσς’ ἐπὶ γαῖαν” πάντα δηλοῖ καὶ ἑρπετὰ καὶ ἀλλοῖα. μάγος γὰρ ὢν καὶ ποι‐
15κίλος ἐκ μαγειῶν ἐδοκίμαζεν αὐτὸν εἰ ἄξιός ἐστιν ἐλεηθῆναι. καὶ γὰρ οὐκ ἀληθῶς μετέβαλεν, ἀλλὰ φαντασίαν ἐποίει μαγικῇ τέχνῃ. E. Ἄλλως. ἀλληγορικῶς. ἡ ὕλη ἐγένετο πρὸ τῶν ἄλλων, καὶ ἐξ αὐτῆς ἔπειτα ἐγένετο ζῷα καὶ τὰ λοιπά. ἡ Εἰδοθέη δὲ εἰδωλοπλα‐ στήσασα πάντα, πρόνοια. διὰ μὲν γὰρ λέοντος ἐμπύρου ζῴου τὸν
20αἰθέρα δηλοῖ, διὰ δὲ τοῦ δράκοντος καὶ τῶν λοιπῶν ὡς αὐτοχθόνων τὴν γῆν· τὸ δὲ ὕδωρ προῦπτον· διὰ δὲ τοῦ δένδρου τὸν ἀέρα διὰ τὴν ἀπὸ γῆς τοῦ δένδρου μεταρσίαν ὁρμήν. E.

4

.

460

ὀλοφώϊα] ὀλέθρια καὶ πανοῦργα βουλεύματα. H.

4

.

461

ἀμειβόμενος] γρ. ἀνειρόμενος. P. ἀνειρόμενος, ἡ γραφή. H

4

.

462

συμφράσσατο] γρ. ἐφράσσατο. H. βουλὰς] γρ. βουλήν. P. ἐν ἤθει λέγεται ὥσπερ ἐξελέγχοντος τὴν θυγατέρα. διὸ καὶ ὁ Μενέλαος, “οἶσθα, γέρον.” P.Q.

4

.

465

τὸ ἑξῆς, οἶσθα ὡς δὴ δηθὰ ἐν νήσῳ ἐρύκομαι, τὰ δὲ ἄλλα διὰ
μέσου. P.Q.T. ἐρεείνεις] γρ. ἀγορεύεις. H. Ἀρίσταρχος, ἐρεείνεις, γράφει, οὐκ ἀγορεύεις. P.214 in vol. 1

4

.

468

γρ. ἔειπε, θεοὶ δότε. H.

4

.

472

ἀλλὰ μάλ’ ὤφελλες] Ὁμηρικὸν τὸ ἀπὸ συνδέσμου ἄρχεσθαι. P.Q.

4

.

473

βραχὺ διασταλτέον πρὸς τὸ καλά διὰ τὸ σαφέστερον. P.

4

.

474

πόντον] ἰστέον ὅτι δύο σημαίνει, τὸν ποταμὸν τὸ ῥεῖθρον, καὶ τὸν ἐπιστατοῦντα δαίμονα, ὡς εἶπον οἱ θεολόγοι. E.

4

.

476

οἶκον ἐς ὑψόροφον] γρ. ἐϋκτίμενον. P.

4

.

477

Αἰγύπτοιο] ὁ γὰρ Νεῖλος πρότερον Αἴγυπτος ἐκαλεῖτο. E.V. ὅτι τὸν Νεῖλον Αἴγυπτον ὀνομάζει. ὁ δὲ Ἡσίοδος ὡς ὢν νεώτερος Νεῖλον αὐτὸν οἶδεν ἤδη καλούμενον. H.M.P.Q.T. διιπετέος] τοῦ ἐξ ἀέρος ἀρδευομένου ἢ πίπτοντος. E. τοῦ ὑπὸ
5Διὸς πληρουμένου. οἱ δὲ, διαπεπετασμένου καὶ μεγάλου. οἱ δὲ, διαφανοῦς. B. πολλῶν λεγομένων περὶ τῆς τοῦ Νείλου ἀναβά‐ σεως πρῶτος Ὅμηρος τὴν ἀληθεστάτην αἰτίαν εἶπε διιπετῆ προσ‐ αγορεύσας αὐτὸν, διότι πληροῦται ἐκ τῶν ἐν Αἰθιοπίᾳ γινομέ‐ νων ἀδιαλείπτων τοῦ θέρους καὶ σφοδρῶν ὑετῶν, ὡς καὶ Ἀρι‐
10στοτέλης καὶ Εὔδοξος, πεπύσθαι ταῦτα φάσκοντες ἀπὸ τῶν ἐν Αἰγύπτῳ ἱερέων. ὁ δὲ Ἡσίοδος ὡς μεταγενέστερος Νεῖλον καλεῖ. E.H.P.Q.T. Αἰγύπτοιο διιπετέος] θαυμάσαι τις ἂν πῶς τὸν ποταμὸν τοῦτον διιπετῆ εἴρηκεν. διὰ τὸ ἀφανεῖς ἔχειν τὰς πηγὰς καὶ κατὰ τοὺς
15Αἰγυπτίους οὐρανόθεν ῥεῖν. πρῶτον μὲν καὶ τὸν Σπερχειὸν διιπετῆ λέ‐ γει, “υἱὸς Σπερχειοῖο διιπετέος ποταμοῖο” (Il. π, 174.). καὶ τὸν πρὸς τῇ Φαιάκων γῇ “ἐγὼ δ’ ἀπάνευθε διιπετέος ποταμοῖο” (Od. η, 284.). καὶ ἁπλῶς δὲ πάντας διιπετεῖς ἐν παραβολῇ λέγει, “ὡς δ’ ὅτ’ ἐπὶ
προχοῇσι διιπετέος ποταμοῖο βέβρυχεν μέγα κῦμα” (Il. ρ, 263.) διι‐215 in vol. 1
20πετεῖς οὖν τοὺς ποταμοὺς λέγει τοὺς ἐκ Διὸς γεγενημένους. τῷ γὰρ πεσεῖν ἀντὶ τοῦ γενέσθαι χρῆται, ὥσπερ τῷ “ὅστις ἐπ’ ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικός” (Il. τ, 110.). ἀλλαχοῦ δὲ ἔφη ἀντὶ τοῦ διιπετοῦς, “Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς” (Il. ξ, 434.) τοῦτο δὲ ὅτι φύσει οἱ ποταμοὶ ἐκ Διὸς πληροῦνται, ὥς που ἔφη “καί
25σφιν Διὸς ὄμβρος ἀέξει” (Od. ι, 111.). οἵῳ λόγῳ καὶ τὰς νύμφας Διὸς θυγατέρας λέγει, “νύμφαι κρηναῖαι, κοῦραι Διός” (Od. ρ, 240.). ἔτι “νύμφαι ὀρεστιάδες, κοῦραι Διός,” ἐπειδὴ καὶ τὰ ἐν τοῖς ὄρεσι φυτὰ τῷ τοῦ Διὸς ὕδατι τρέφεται. Ζηνόδοτος δὲ διιπετῆ τὸν διαυγῆ ἀποδίδωσι. διὰ τοῦτο καὶ γράφει διειπετέος διὰ τῆς ει διφθόγ‐
30γου. E.H.Q. τινὲς διιπετῆ, ἐπεὶ καὶ Αἰγύπτιοί φασιν οὐρανόθεν ῥεῖν τὸν Αἴγυπτον. τοῦτο δὲ ψεῦδος. φησὶ γὰρ “υἱὸς Σπερχειοῖο διιπετέος ποταμοῖο.” οὕτως οὖν αὐτοὺς καλεῖ ὡς διογενεῖς τινας ὄν‐ τας, τῷ πεσεῖν ἀντὶ τοῦ γεννηθῆναι χρώμενος, ὥσπερ τῷ “ὅστις ἐπ’ ἤματι τῷδε πέσῃ παρὰ ποσσὶ γυναικός” (Il. τ, 110.). H.Q.T. διι‐
35πετῆ εἶπε διὰ τὸ ἀφανεῖς ἔχειν τὰς πηγάς. τοῦτο δὲ ψεῦδος. φησὶ γὰρ, “υἱὸς Σπερχειοῦ διιπετέος ποταμοῖο.” καὶ οὕτως καλεῖ πάντας διιπετεῖς ἐν παραβολῇ, “ὡς δ’ ὅτ’ ἐπὶ προχοῇσι διιπετέος ποτα‐ μοῖο.” καλεῖ δὲ καὶ ὡς διογενεῖς τινας ὄντας, τῷ πεσεῖν ἀντὶ τοῦ γεννηθῆναι χρώμενος. P. τὸ δὲ ὅλον ἐπεὶ τῷ ὑετῷ πληροῦνται. καὶ
40νύμφαι κοῦραι Διός. H.P.T.

4

.

481

κατεκλάσθη φίλον ἦτορ] ἐλυπήθη. πάθος γὰρ ψυχῆς ἡ λύπη. B.P.Q.

4

.

484

ἀλλὰ καὶ ὥς μιν ἔπεσσιν] γρ. ἀλλὰ καὶ ὣς μύθοισιν. M.

4

.

485

τελέω] τελέσω, ἐνεστὼς ἀντὶ μέλλοντος. E.

4

.

486

κατάλεξον] γρ. ἀγόρευσον. H.P.

4

.

487

εἰ πάντες σὺν νηυσὶν] ταῦτα ἀφ’ ἑτέρας ἀρχῆς ἀναγνω‐ στέον, ἵν’ ὁ πρότερος σύνδεσμος ἀντὶ τοῦ ἆρα διαπορητικοῦ κέηται. ἢ συναπτέον, ἵνα ὁ ἤ σύνδεσμος ἀντὶ συναπτικοῦ κέηται τοῦ εἰ. Q. περὶ τῶν ἅμα Ἀγαμέμνονι ἀπομεινάντων, ὧν ἦν καὶ Ὀδυσσεὺς ἐξ
5ὑποστροφῆς. τὸ γὰρ περὶ πάντων πυνθάνεσθαι ἀφορμὴν ταυτολογίας παρεῖχε τῷ Πρωτεῖ ἄνωθεν τοῦ νόστου ἐπεξιόντι, ἅπερ φθάνει διηγη‐ σάμενος ὁ Νέστωρ. καὶ τὸ μὲν ὅλον διὰ τὸν ἀδελφὸν πυνθάνεται δε‐ διὼς ὅτι κατέλιπεν αὐτὸν ἐν Τροίᾳ, διὰ δὲ τὸ νεμεσητὸν κοινοποιεῖται τὸν λόγον. H.Q.216 in vol. 1

4

.

489

ὀλέθρῳ ἀδευκέϊ] ἀδοκεῖ, ἀπροσδοκήτῳ, ἀπὸ τοῦ δεύχω τὸ δέχομαι. ἢ πικρῷ, ἐκ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ γλεύκους. B.E.

4

.

490

τολύπευσεν] ἐμηχανήσατο. μετὰ κακοπαθείας ποιηθέν. το‐ λυπεύειν ἐργάζεσθαι, τολύπη ἡ ἐργασία, τολυπευτὸν κατασκευαστὸν καὶ πεφιλοκαλημένον ἔριον. V. τολύπη, εἶδος βοτάνης. μεταφο‐ ρικῶς δὲ καὶ τὴν ἐρίων τῶν ἤδη κατειργασμένων εἴλησιν τολύπην λέγο‐
5μεν. τολύπευσε γοῦν ἤτοι κατειργάσατο, ὑπέμεινεν, ἢ ἐξέφυγεν. E.

4

.

494

ἐπεί κ’ εὖ πάντα] γρ. ἐπὴν εὖ πάντα. H.

4

.

495

δάμεν] οὕτως αἱ Ἀριστάρχου. αἱ κοινότεραι θάνον. H.

4

.

496

ἀρχοὶ δ’ αὖ δύο] τὸν Αἴαντα τὸν Λοκρὸν λέγει καὶ τὸν Ἀγαμέμνονα. καὶ γὰρ αὐτὸς οὐδέπω εἰς τὴν αὐτοῦ παρῆν οἰκίαν. H.V. Αἴας ὁ Λοκρὸς καὶ Ἀγαμέμνον. ἀμφοτέρους δὲ ἐν νόστῳ ἀπολέσθαι φησὶ, παρόσον καὶ Ἀγαμέμνων ἀγροῦ ἐπ’ ἐσχατιῆς ἀπώ‐
5λετο, οὐ φθάσας οἴκαδε ἀνελθεῖν καὶ τοὺς φίλους ἰδεῖν καὶ συγγενεῖς. διὸ καὶ ἐν νόστῳ ἀπώλετο, ἤτοι ἅμα τῷ νοστῆσαι. E.Q.T.

4

.

497

μάχῃ] τὸ “μάχῃ δέ τε καὶ σὺ παρῆσθα,” τάχα ὁ Πρωτεύς φησι πρὸς τὸν Μενέλαον. ὁ δ’ Ὅμηρος πρὸς τὸν ἀκροατὴν, ἐδι‐ δάχθης, φησὶν, ἐν τῇ Ἰλιάδι τίνες ἀπώλοντο, καὶ διὰ τοῦτο οὐδὲ θέλει αὐτοὺς πάλιν ἀπαριθμεῖν. E.
5παρῆσθα] γρ. παρῆας. ἦν ἔα ἦα παρῆα καὶ παρῆας. H.

4

.

498

εἷς δ’ ἔτι—]Ζηνόδοτος τοῦτον περιγράφει. ἀναγκαῖον δὲ καὶ αὐτὸν εἶναι διὰ τὸ λέγειν ὕστερον (551.) Μενέλαον “σὺ δὲ τρίτον ἄνδρ’ ὀνόμαζε.” H.

4

.

499

Αἴας μὲν] ἡ διάθεσις τοῦ μύθου ὠφέλιμος τοῖς νέοις, ὅτι ἐφ’ ἑνὶ ἁμαρτήματι ἐσώθη ἂν ὁ Αἴας διὰ τὴν τῶν θεῶν φιλανθρωπίαν, εἰ μὴ καὶ ἄλλο προσέθηκεν. P.Q.217 in vol. 1

4

.

500

γυρῇσιν] πέτραις πλησίον Μυκόνου τῆς νήσου οὕτως καλου‐ μέναις, ἐπεί εἰσι περιφερεῖς. V. στρογγύλαις πέτραις, ἐξ οὗ καὶ γυρὸς ὁ κυρτὸς, διὰ τὸ δοκεῖν κυκλοῦσθαι. B. γυραὶ πέτραι εἰσὶ περὶ τὴν Μύκονον πλησίον, Μύκονος δὲ καὶ Νάξος τῶν Κυκλάδων
5νήσων. H.P.Q. γυραὶ πέτραι εἰσὶν ἢ αἱ μεγάλαι πέτραι αἱ ἐξέ‐ χουσαι τῆς θαλάσσης, αἱ λεγόμεναι χοιράδες. T. ἐπέλασσε] γρ. ἐδάμασσε. H.P.

4

.

504

λαῖτμα] τὸ κῦμα, παρὰ τὸ λίαν ἀΐσσειν. T.

4

.

505

τοῦ δὲ Ποσειδάων μεγάλ’ ἔκλυεν αὐδήσαντος] οὐκ ἔστι, μεγάλα ἔκλυεν, ἀλλὰ, μεγάλα αὐδήσαντος, τουτέστιν ὑπερήφανα εἰπόντος, ὡς καὶ ἐν ἄλλοις ὑψαγόρην καλεῖ τὸν Τηλέμαχον “Τηλέ‐ μαχ’ ὑψαγόρη μένος ἄσχετε” (β, 85.). καὶ παραινεῖ μὴ μεγαλί‐
5ζεσθαι θυμῷ μηδὲ ἑαυτὸν ἐπαίρειν. E.H.Q.T. μεγαλορρημονήσαντος. τίς οὖν ὁ ὑπερήφανος λόγος; “φῆ ῥ’ ἀέκητι θεῶν.” Q.T.

4

.

506

ἑλὼν χερσὶ] ἀντὶ τοῦ εὐτρεπισθεὶς εἰς τὸ πλῆξαι. H.

4

.

507

ἀπὸ δ’ ἔσχισεν αὐτήν] Ἀττικῶς· πᾶν ἀπέσχισε τῆς πέτρας τὸ μέρος ᾧ ἐκάθητο ὁ Αἴας. H. ἀπ’ αὐτῆς δέ τι ἔσχισεν, ὅ ἐστι μέρος αὐτῆς κατέβαλεν εἰς τὴν θάλασσαν. E.P.T.

4

.

508

μεῖνε] γρ. μίμνε. H. τρύφος] ἀπόκομμα. γίνεται δὲ ἐκ τοῦ θρύπτω, ἢ ἐκ τοῦ ἔτρυφον δευτέρου ἀορίστου. E.

4

.

511

ὣς ὁ μὲν ἔνθ’] ἐν οὐδεμιᾷ ἐφέρετο. καὶ λίαν γάρ ἐστιν εὐτε‐ λής. θαυμάσαιμεν δ’ ἂν πῶς παρέλαθε τὸν Ἀρίσταρχον ὀβελίσαι αὐτόν. H.P.

4

.

514

Μαλειάων] ἀλλαχοῦ δὲ ἑνικῶς “περιγνάμπτοντα Μάλειαν”
(ι, 80.). P.218 in vol. 1

4

.

516

βαρέα] γρ. μεγάλα. E.

4

.

517

Ἄνδρων τὴν Θυέστου οἴκησιν περὶ Κύθηρα ὑφίσταται. H.P.

4

.

519

καὶ κεῖθεν] ἐκ πλήρους ὁ καί. P.

4

.

521

πατρίδος αἴης] σημειοῦνταί τινες ὅτι ἐπὶ τῆς ὅλης χώρας νῦν τέθεικε τὴν πατρίδα, οὐκ ἐπὶ τῆς πόλεως. P.Q.

4

.

522

καὶ κύνει] προσεκύνει. B.V. ἁπτόμενος ἐφίλει. ἔθος εἶχον οἱ ἀποδημοῦντες τῆς πατρίδος, ὅταν ἐνδημήσωσι, κυνεῖν αὐτὴν καὶ κατασπάζεσθαι. E.

4

.

523

δάκρυα θερμὰ χέοντ’] ἤτοι περιχαρῆ, χαρᾶς ἐκλυόμενα τοῦ σώματος ἐπὶ τῆς ἡδονῆς. E.

4

.

527

παριὼν] τινὲς, παρεών. H.P. νῦν δὲ ἐγκλιτική ἐστιν ἡ ἑ. P. μνήσαιτο δὲ θούριδος ἀλκῆς] μνησθείη ὁ Ἀγαμέμνων τοῦ φονεῦ‐ σαι τὸν Αἴγισθον. P.Q.

4

.

532

βῆ καλέων] ὑπαντήσων αὐτῷ ἐξῆλθεν εἰς τὸν αἰγιαλὸν, ὡς δὴ τιμήσων αὐτόν. B.E.P.Q.T.

4

.

534

στικτέον εἰς τὸ ἀνήγαγε. P.

4

.

535

δειπνίσσας] δεῖπνον ποιήσας ἐκείνῳ. δειπνῶ γὰρ δειπνήσω ἐγὼ, δειπνίζω δὲ ἕτερον. B. βραχὺ διασταλτέον εἰς τὸ δειπνήσας. P. ἀριστήσας κατέκτανεν ὡς βοῦν ἐπὶ φάτνῃ. P.T. ἔοικεν ὡς τρυφητοῦ κατηγορεῖν τοῦ Ἀγαμέμνονος καὶ μεθύσου καὶ
5διὰ τοῦτο ἀγνοοῦντος καὶ τὴν αὐτοῦ ἐπιβουλὴν ὡς μεμεθυσμένου. ἀλλ’ οὐκ ἔστι τοῦτο. ἐθάρρει γὰρ καὶ τὸν δόλον οὐκ ἐνόησεν. εἰ δὲ καὶ βοῦν εἶπεν, ἀλλ’ οὐ πρὸς ὕβριν αὐτοῦ εἶπεν, ἀλλὰ μᾶλλον τὴν ἀνδρείαν αὐτοῦ ἐδήλωσε. κατεκτάνθη γὰρ καθήμενος ἐπὶ τῆς τρα‐ πέζης καὶ ἐσθίων, ὡς ὅταν μὲν βοῦς στερρὸς καὶ δυνατὸς ᾖ, σφαγῇ
10δὲ ὅμως ἐν φάτνῃ δεδεμένος καὶ ἀγνοῶν τὴν ἑαυτοῦ ἐπιβουλήν. E.

4

.

537

οὐδέ τις Αἰγίσθου] τοῦτο εἰς σύστασιν τοῦ ἥρωος, ὅτι καὶ πλειόνων ὄντων τῶν ἐπιθεμένων καὶ ἐνόπλων οὐδεὶς περιεσώθη, ἐπειδὴ ἅπαξ ᾔσθετο τῆς ἐπιθέσεως γινομένης. P.Q.

4

.

539

οὐδέ μοι ἦτορ] γρ. οὐδέ νύ μοι κῆρ. H.219 in vol. 1

4

.

541

ἀνθρωπίνως εἶξε τῇ ἐπιθυμίᾳ αὐτοῦ καὶ παρέσχε καιρὸν ἀπο‐ κλαῦσαι τὸν ἀδελφόν. P.Q.

4

.

542

γέρων ἅλιος νημερτής] δῆλον ὡς ὁ Πρωτεὺς μάντις ἄνθρω‐ πος ἦν· εἰ γὰρ ἦν δαιμόνιον, παντελῶς ἂν ὑπεχώρησε. τῷ μύθῳ δὲ δοτέον τοῦτο ὅτι θεὸς ἦν. E.

4

.

543

ἀσκελὲς αἰεί] ἀμετακινήτως, ἀμεταμελήτως, ἀμετατρέπτως, ἀδιαλείπτως καὶ συνεχῶς. E. αἰεί] γρ. οὕτω. Q.

4

.

545

πείρα] βαρυτόνως καὶ χωρὶς τοῦ ι. προστακτικὸν γάρ ἐστίν. P.T. σπούδαζε, ἀγωνίζου. παρ’ ἡμῖν μὲν τὸ πειρᾶν ἐπὶ τοῦ τὴν ἐρωμένην βιάζεσθαι, παρ’ Ὁμήρῳ δὲ οὐχ οὕτως. E. πειρῶμαι τὸ ἀπόπειραν ποιῶ, παθητικὸν, πειρῶ δὲ τὸ συνεύω ἐνεργητικόν. E.

4

.

546

ἤ κεν Ὀρέστης] διαζευκτικοί εἰσιν οἱ δύο σύνδεσμοι. διὸ ὁ μὲν πρῶτος βαρεῖαν δέχεται, ὁ δὲ δεύτερος διὰ τὸν κέν ἐγκλιτικὸν ὄντα τηρεῖ τὴν ὀξεῖαν. Q.

4

.

547

ὑποφθάμενος] ἀντὶ τοῦ προφθάσας. ἄλλως γὰρ παρὰ τοὺς Ἀθηναίους οὐκ ἐλέγετο. E. τάφου] τοῦ δείπνου τοῦ ἐν τῇ ταφῇ. B.T. ἀντιβολήσαις] ἀντιβολῆσαι παρ’ ἡμῖν τὸ παρακαλέσαι λέγεται,
5ἐκ τοῦ ἄντα καὶ ἔμπροσθεν τῶν ποδῶν βάλλειν ἑαυτόν. νῦν δὲ ἐκ τοῦ ἀντί καὶ ἐξεναντίας τοῦ σκοποῦ βάλλειν. παρ’ ἡμῖν μὲν καὶ ἁπλῶς παντὸς τοῦ σκοπουμένου, εἴτε καλοῦ εἴτε φαύλου, ὡς καὶ νῦν τοῦ ἐλ‐ πιζομένου. E.

4

.

549

αὖτις ἐνὶ στήθεσσι] ὡς καὶ ἐν τοῖς κακοῖς παραμυθίαν φέρει τὸ μὴ ἀτιμωρήτους γενέσθαι τοὺς ἄρξαντας τῶν ἀτυχημάτων. P.Q.

4

.

553

ἠὲ θανών] ἐν ἁπάσαις ἠθετεῖτο. τοῦ γὰρ Πρωτέως εἰπόν‐ τος “δύο μοῦνοι ἀπόλοντο” (496.) γελοίως τρίτον ζητεῖ ἀπολόμενον.
H.P.Q. καὶ ἀχνύμενός περ] παιδευτικῶς ὁ ποιητὴς, μὴ ὑπὸ λύπης ἐκ‐220 in vol. 1
5κρούεσθαι τῶν μαθημάτων. P.

4

.

555

Λαέρτεω] Ἰωνικόν. Λαέρταο ἡ εὐθεῖα Βοιωτικόν. E. Ἰθάκῃ ἐνὶ οἰκία ναίων] ἀπὸ κοινοῦ τὸ κατερύκεται εὐρέϊ πόντῳ. P.Q. στικτέον εἰς τὸ τέλος τοῦ στίχου. P.

4

.

556

ἐν νήσῳ] δῆλον κἀκ τούτου ὅτι ἐξῴκισται ἡ νῆσος. ἐπεὶ τί ἐκώλυε τὸν Μενέλαον οὕτως ἔχοντα περὶ τὸν Ὀδυσσέα ὡς καὶ πόλιν ὅλην χαρίσασθαι ἐθέλειν ναῦν πέμψαι καὶ σῶσαι τὸν φίλον; B.P.Q.T.

4

.

563

ἀλλά ς’ ἐς Ἠλύσιον πεδίον] ἐκ τοῦ λύω. λύονται γὰρ τῶν βιωτικῶν δεσμῶν οἱ ἀπελθόντες ἐκεῖ. καὶ κατὰ πλεονασμὸν τοῦ η Ἠλύσιον. E. τὸ τῶν ἡρώων ἐνδιαίτημα ἦν κεκλημένον ἀπὸ Ἠλυσίου τοῦ Ἐλευθερίου, εὐσεβεστάτου γενομένου. ἢ παρὰ τὸ ἄλυτα ἐν αὐτῷ
5μένειν τὰ σώματα. ὁ δὲ τόπος ἐν ταῖς καλουμέναις Μακάρων νή‐ σοις, ἔξω τῆς καθ’ ἡμᾶς οἰκουμένης. E.V. τὸ Ἠλύσιον πεδίον οἱ νεώ‐ τεροι Μακάρων εἰρήκασι νήσους. P.Q.T. Ἠλύσιον πεδίον] παρὰ τὸ λύσιν εἶναι τῶν κακῶν, ἢ παρὰ τὸ τοὺς λυσσῶντας ὀνεῖσθαι. ἔστι δὲ εἶδος βοτάνης ἐν ταῖς ὁδοῖς φυομένη,
10πορφύρεα ἔχουσα φύλλα. T. Ἀπίων διὰ πολλῶν κατασκευάζει τὴν περὶ Κάνωβον καὶ Ζεφύριον πεδιάδα Ἠλύσιον εἰρῆσθαι ἀπὸ τῆς Νείλου ἰλύος. πέρατα δὲ γῆς, τῆς Αἰγυπτίας· ἐπὶ θαλάσσῃ γὰρ κεῖται. οἷον καὶ τὸ Αἰσχύλου “ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός.” κινεῖσθαι δὲ αὐτὸν οἶμαι
15διὰ τὸ Μενελάου τὴν χώραν ἅπασαν ἐκείνην καλεῖσθαι, ᾗ καὶ ὁ Με‐ νελαΐτης νομὸς παράκειται. H.Q.

4

.

564

ἀθάνατοι πέμψουσιν] οὕνεκα ἔχεις Ἑλένην (569.), οὕτω τὸ ἑξῆς. P.

4

.

567

ἀλλ’ αἰεὶ ζεφύροιο] δοκεῖ καὶ τοῦτο φυσικῶς εἰρηκέναι Ὅμη‐ ρος. ὁ γὰρ ζέφυρος οὐ μόνον ἐστὶ πολύκαρπος καὶ γόνιμος, ὡς καὶ ἐν ἄλλοις φησὶ “ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει” (Od. η, 119.), ἀλλὰ καὶ τῆς ψυχῆς τὸ διανοητικὸν ἔχειν δοκεῖ καὶ πρὸς221 in vol. 1
5ἐπίνοιαν συντελεῖν. H.P.Q. τὸ πνείοντος διὰ τοῦ ο πρὸς τὸ ζεφύροιο. H.P.

4

.

569

καί σφιν γαμβρὸς Διός ἐσσι] τινὲς, φίλος ἐσσί. ἐν ἐνίοις δὲ οὐ φέρεται ὁ στίχος διὰ τὸ ἀκύρως ἔχειν τὴν ἀντωνυμίαν. οὐ γὰρ Διὸς γαμβρὸς ὁ Μενέλαος. H.P.Q. δύναται ἡ σφίν πρὸς τὸ ἀνίησι φέρεσθαι. E.P.

4

.

572

πόρφυρε κιόντι] ἐν βάθει ἐμερίμνησε. ἡ μεταφορὰ ἀπὸ τῶν βαθυτάτων φρεάτων, ἅτινα διὰ τὴν ἄγαν βαθύτητα πορφυρίζονται καὶ μέλανα φαίνονται. T.

4

.

578

νηῒ μελαίνῃ] γρ. νηὸς ἐΐσης. γρ. νηυσὶν ἑῆσιν. P.

4

.

580

ἑζόμενοι] σημειοῦνταί τινες ὅτι ὁμοίως ἐκείνῳ εἴρηται “ἑζό‐ μενοι λεύκαινον ὕδωρ” (Od. μ, 172.). P.

4

.

581

ἂψ δ’ εἰς Αἰγύπτοιο] εἰς τοὐπίσω, ἤτοι εἰς Αἰγύπτου τόπον, ὡς τὸ εἰς Ἅιδου, καὶ εἰς μυσταγωγῶν. E. Ἀττικῶς, ὡς εἰς διδα‐ σκάλου. P.

4

.

582

τεληέσσας ἑκατόμβας] τὰς ἀλωβήτους. οὐ γὰρ κολοβόν τι ἔθυον. E.

4

.

584

τύμβον, ἵν’ ἄσβεστον] ἐποίησε κενοτάφιον τῷ Ἀγαμέμνονι γράψας ἐκεῖ ἐν λίθῳ τὸ αὐτοῦ ὄνομα καὶ τὴν αἰτίαν τοῦ θανάτου καὶ τὸ ποῦ ἦν καὶ ὅπως πέπονθε. τὸ δὲ ἵνα ἄσβεστον κλέος εἴη, τὸ μὴ σβεννύμενον, ἀλλ’ ἀεὶ φαῖνον, ἐκ μεταφορᾶς τοῦ πυρὸς τοῦ ἀεὶ φαι‐
5νομένου, τοῦ ἀειφανοῦς. τοιαύτη γὰρ ἡ δόξα τρόπον πυρὸς φαίνουσα διαφανῆ ποιεῖ καὶ περίφημον τὸν ἔχοντα. E.

4

.

589

ἄτοπόν φησι τὸ προλέγειν. ποιεῖν γὰρ δεῖ, φασὶ, τὰ τοιαῦτα καὶ μὴ προλέγειν, ἵνα μὴ ἀπαρνήσεται ὁ λαμβάνων. ἀλλ’ ἔθει πα‐ λαιῷ τοῦτο λυτέον. P.

4

.

590

τρεῖς ἵππους] ὅτι οὐκ ἂν, εἰ τέθριππα ᾔδεσαν, τρεῖς ἵππους ἐδίδου τῷ Τηλεμάχῳ. νῦν δὲ ξυνωρίδα δίδωσι καὶ παρήορον, ὡς καὶ ἐν Ἰλιάδι χρώμενοι, πλὴν Ἕκτορος. B.P.Q.T.

4

.

595

καὶ γάρ κ’ εἰς ἐνιαυτὸν] περὶ δύο γέγονεν ὁ λόγος τῷ Μενε‐ λάῳ, περὶ τῆς ιβʹ ἡμερῶν ἐπιμονῆς καὶ δωρεᾶς ἵππων. ὁ δὲ πρὸς ἄμφω συνετῶς ἀνθυποφέρει, τὴν μὲν ἑαυτοῦ ἐπιμονὴν ἑκούσιον ἀπο‐ φαίνων, ἀντιτιθεὶς δὲ τὴν τῶν ἑταίρων ἀνίαν, οὓς κατέλιπεν ἐν Πύλῳ·222 in vol. 1
5τὸ δὲ δῶρον ὡς ἀνεπιτήδειον οὐ δι’ αὐτὸν, ἀλλὰ διὰ τὴν πατρίδα ἀρ‐ νούμενος. H.Q.

4

.

598

ἀνιάζουσιν ἑταῖροι] οὓς λέλοιπα ἐπὶ νηὸς παρὰ Νέστορι. H.P.

4

.

599

σὺ δέ με] Ἀρίσταρχος, σὺ δέ κε. H.

4

.

602

ἄγαλμα] ὅτι τοὺς ἵππους ἄγαλμα εἴρηκεν ἐν Ἰλιάδι (δ, 144.) “βασιλῆϊ δὲ κεῖται ἄγαλμα.” ὥσπερ δὲ ὁ Τηλέμαχος ἐνθάδε πα‐ ραιτεῖται τοὺς ἵππους, οὕτως καὶ Ὀδυσσεὺς τοὺς ἐκ τῆς κατασκοπῆς ἵππους Διομήδει παραχωρεῖ. P.Q.

4

.

603

ἔνι μὲν λωτὸς πολὺς] λωτὸς λέγεται ἡ πόα καὶ τὸ δένδρον. παρὰ τοῖς Λωτοφάγοις δὲ τοῦτο, ὅπερ παρέχει καὶ ξηρὰν τροφὴν καὶ ὑγρὰν ἀπὸ τοῦ καρποῦ αὐτοῖς. διὸ καὶ Λωτοφάγοι καλοῦνται. E. λωτός] τριφύλλιον. B.

4

.

606

αἰγίβοτος] τραχεῖα, πρὸς βόσιν αἰγῶν ἐπιτηδεία. ἀπὸ ἄλ‐ λης δὲ ἀρχῆς τοῦτο, ἵν’ ᾖ, καίτοι αἰγίβοτος οὖσα, τῆς ἱπποτρόφου ἐμοὶ μᾶλλον ἐπέραστος. αἰγίβοτος δὲ λειμὼν ὁ τραχὺς, πρὸς βόσιν καὶ νομὴν αἰγῶν ἐπιτήδειος. B.E.H.P.Q.
5Ἀρίσταρχος, αἰγίβοτον καὶ μᾶλλον ἐπήρατον, τὸ πεδίον. H.P.

4

.

607

ἱππήλατος] ἤτοι ἐπιτηδεία εἰς τὸ ἐλαύνειν ἵππους. ἵνα γὰρ μὴ δόξῃ ὅτι τὴν πατρίδα ὑβρίζει, καὶ τὰς ἄλλας τοιαύτας φησίν. E.

4

.

609

μείδησε] γρ. γήθησε. H.

4

.

611

ἀγαθοῖο] Κράτης γράφει ὀλοοῖο. H. τὸ “οἷ’ ἀγορεύεις” καθ’ ἑαυτὸ προοιστέον. μᾶλλον γὰρ οὕτως ἐμ‐ φαίνει ὁποῖα ἀγορεύεις. P.

4

.

612

μεταστήσω] μεταλλάξω. ἀπὸ δὲ τῶν σταθμῶν τὰς ἀμοιβὰς ποιουμένων ἡ μεταφορὰ ὅταν χρυσὸν πρὸς ἄργυρον ἢ ἄλλα ἀντικαθι‐
στῶσιν. B.E.P.Q.T. μετασταθμήσω. τὸ γὰρ στῶ στήσω καὶ ἐπὶ σταθμοῦ λέγεται,223 in vol. 1
5ὅθεν γίνεται καὶ ὁ σηκὸς στηκός τις ὢν καὶ δηλῶν σταθμόν τινα, ὅθεν καὶ ἡ ἀντισήκωσις ἀντιστάθμησίς τις οὖσα. T.

4

.

613

σημειοῦνται ὡς ἀκατάλληλοι. P.

4

.

614

καὶ τιμηέστατόν ἐστι] τὰ εἰς ων καὶ εις μακροκατάληκτα ἐκφέρονται διὰ τοῦ έστερος καὶ έστατος, ὡς σώφρων σωφρονέστερος καὶ σωφρονέστατος, καὶ τιμήεις τιμηέστερος καὶ τιμηέστατος. E.

4

.

617

φαίδιμος] ἄδηλον εἰ κύριον τὸ φαίδιμος. τινὲς δὲ αὐτὸν Σώβαλον, οἱ δὲ Σέθλον ὀνομάζουσι. P.Q. et posteriora Vind.

4

.

618

ἑὸς δόμος] αὐτοῦ τοῦ βασιλέως. οὕτως δὲ Ἀρίσταρχος καὶ τὰ ὑπομνήματα, ὃ τεὸς δόμος. H.P. ἀμφεκάλυψε] ἀντὶ τοῦ ὑπεδέξατο. H.

4

.

619

κεῖσέ με] ὀρθοτονητέον τὸ μέ. H.P. τεῒν] ἀντὶ τοῦ σοί Δωρικῶς. P.

4

.

621

δαιτυμόνες] οἱ τὴν τράπεζαν τοῦ γάμου παρασκευάζοντες. Q. οἱ εἰς τὸν γάμον εὐωχούμενοι, ἢ οἱ τὴν δαῖτα παρασκευάζοντες. P.Q. οἱ μάγειροι. P.

4

.

622

εὐήνορα οἶνον] τὸν ἀνδρείαν παρέχοντα, ἢ τὸν ἀνδρείας περι‐ ποιητικὸν, ἐκ τοῦ κατὰ καιρὸν πίνεσθαι. ἢ τὸν λεπτὸν καὶ διαφανῆ, ἀπὸ τοῦ εὖ ἐν αὐτῷ ὁρᾶν, πρὸς ἀντιδιαστολὴν τοῦ παχέος καὶ δυσο‐ ράτου. B.E.

4

.

623

καλλικρήδεμνοι] καλὰ περιβόλαια ἐπὶ τῶν κεφαλῶν ἔχουσαι. E.V.

4

.

624

πένοντο] σημειοῦνταί τινες, ἀντὶ τοῦ ἐνήργουν. H.P.

4

.

625

μνηστῆρες δὲ] τὸ σχῆμα μετάβασις. εἰπὼν γὰρ τὰ περὶ Μενέλαον μετέβη ἐπὶ τοὺς μνηστῆρας. B.

4

.

626

δίσκοισιν] τροχὸς ἦν ὁ δίσκος λίθινος ἢ σιδήρεος ἔχων ἱμάντα ἐν τῷ μέσῳ, ὃν στρέφοντες ἐδίσκευον. B.E.H.P.Q.T. ἀπὸ τοῦ δίκω τὸ βάλλω δίκος καὶ δίσκος. E. τροχὸς, ὃν καὶ ἐν ἄλλοις φησὶ σό‐ λον αὐτοχόωνον (Il. ψ, 826.), σόλον μὲν διὰ τὸ στρογγύλον καὶ εἰς
5ἑαυτὸν συνεστράφθαι, αὐτοχόωνον δὲ τὸ αὐτοφυές. αἰγανέα δὲ λέγε‐ ται τὸ σμικρὸν ἀκόντιον. γίνεται δὲ ἐκ τοῦ κατ’ αἰγὸς ἵεσθαι, ὅ ἐστι πέμπεσθαι, ἢ ἀπὸ τοῦ ἄγαν ἵεσθαι πλεονασμῷ τοῦ ι, ἢ παρὰ τὸ τὴν ἀγκύλην ἐξ αἰγείων δερμάτων εἶναι, ἢ ἀπὸ τοῦ κατὰ τῶν αἰγῶν νέεσθαι, ἢ ἀπὸ τοῦ ἄγαν νέεσθαι. B.E.224 in vol. 1
10καὶ αἰγανέῃσιν ἱέντες] δορατίοις, παρὰ τὸ τὴν ἀγκύλην ἐξ αἰγείων δερμάτων εἶναι. P.Q.T.

4

.

627

τυκτῷ] κατεσκευασμένῳ καὶ λελειωμένῳ ἐδάφει. H. ὕβριν ἔχεσκον] ταυτὸ ἰδίᾳ οἱ ὑβρισταί. P. ἔχεσκον] γρ. ἔχοντες. Q. Ἀρίσταρχος διαστέλλει μετὰ τὸ ὅθι περ πάρος, ἵν’ ᾖ τὸ ἑξῆς, μνη‐
5στῆρες δὲ ὕβριν ἔχοντες. P.

4

.

629

ἀρχοὶ μνηστήρων] γενναῖόν τι λαμβάνει ὁ ποιητὴς, καὶ τοὺς κακίστους μὴ ἀνάρχους λαμβάνειν. P.Q. αἱρήσονται οἱ μὲν ἀγα‐ θοὶ τὸν ἀμείνω, οἱ δὲ φαῦλοι τὸν φαυλότερον. P. ἀρετῇ] ἀρετὴν νῦν ποιητικῶς τὴν εὐγένειαν λέγει. P.Q.T.

4

.

630

τοῖς δ’ υἱὸς Φρονίοιο] ὅτι καὶ ἐν Ἰλιάδι ἡ αὐτὴ εὐστοχία τῆς τῶν ὀνομάτων θέσεως. P.

4

.

634

ἐμὲ δὲ χρεὼ] ἐμὲ δὲ χρεία ἐστὶν αὐτῆς, Ἀττικῶς ἀντὶ τοῦ ἐμοί. B.P.

4

.

636

δώδεκα θήλειαι] δοκεῖ μαχόμενον εἶναι τῷ ὑπὸ τοῦ Τηλεμά‐ χου λεγομένῳ “οὐ γάρ τις νήσων ἱππήλατος” (607.), εἴπερ οὗτος μέλ‐ λει δαμάζειν ἵππους οὐ δυνάμενος χρῆσθαι αὐταῖς ἐν Ἰθάκῃ. ἀγνοοῦσι δ’ ὅτι οὐχ ἵππους δαμάσαι βούλεται, ἀλλὰ τὰς ἡμιόνους, ἵν’ ἔχῃ
5ὀρεῦσι χρῆσθαι εἰς τὰς κατ’ ἀγρὸν ἐργασίας. E.H.P.Q.T.225 in vol. 1

4

.

639

ἀλλά που αὐτοῦ] Ἀττικῶς ἀλλά που αὐτοῦ, ὅ ἐστιν ἐν τόπῳ τινὶ τῶν ἀγρῶν. B.

4

.

640

ἢ μήλοισι παρέμμεναι] ἢ τὰ ποίμνια ἐπισκοπεῖν ἢ τὰ συβό‐ σια. E.

4

.

641

προσέφη Εὐπειθέος υἱός] ἐν ἄλλῳ “ἀπαμείβετο φώνησέν τε.” H.P.

4

.

642

καὶ τίνες] οἱ μὲν τὸν καί ὀξύνουσιν, ἵν’ ᾖ, καί τινες αὐτῶν, κακῶς· ἐγράφετο γὰρ ἂν, κ’ εἴ τινες. H.P. λείπει ἡ σύν. ἀντὶ τοῦ, κ’ εἴ τινες. Gl. P.

4

.

643

κοῦροι ἕποντο] στικτέον μετὰ τὸ ἕποντο, τὰ δὲ ἑξῆς ἐν πεύ‐ σει ἀναγνωστέον. P. ἦ ἑοὶ] ὁ μὲν ἦ περισπᾶται· διαπορητικὸς γάρ· ἡ δὲ ἑοί ἀντωνυμία κτητική ἐστιν ἐν πλεονασμῷ τοῦ ε. P.

4

.

644

θῆτές τε δμῶές τε] σημειοῦνταί τινες ὅτι διέστειλε τοὺς θῆτας ἀπὸ τῶν δμώων. θῆτες γὰρ λέγονται οἱ ἐλεύθεροι μὲν, μισθῷ δὲ δουλεύοντες, δμῶες δὲ αὐτοὶ οἱ δοῦλοι, παρὰ τὸ δεδμῆσθαι, ὅ ἐστιν ὑποτετάχθαι. B.E.P.Q. οἱ μίσθιοι, παρὰ τὸ θῶ τὸ εὐωχοῦμαι. ὁ
5μέλλων θήσω καὶ ἀποβολῇ τοῦ ω θής τοῦ θητός. ὁ κανὼν, τὰ εἰς ης ὀνόματα διὰ τοῦ η γράφεται, μονοσύλλαβα δὲ διὰ τοῦ η κλίνονται, οἷον θής θητός, σής σητός. T.

4

.

646

εἴ σε βίῃ] ἵνα, εἰ μὲν ἑκὼν ᾖ δεδωκὼς, φυλάττηται ὡς φίλον Τηλεμάχου τὸν Νοήμονα· εἰ δὲ βιασάμενος ἔχοι, κἀκεῖνον συνεργὸν πρὸς τὴν ἐπιβουλὴν λάβωσιν. H.P.Q.T. βίᾳ σε ἀφείλετο. ὁμοίως τῷ “ἐπεί μ’ ἀφέλεσθέ γε δόντες” (Il.
5α, 299.). P.

4

.

647

προσπτύξατο] ἐδεξιώσατο φιλοφρόνως τῷ μύθῳ, τουτέστιν ἐξελιπάρησεν. E. ἐκολάκευσεν. Gl. H.

4

.

649

τί κεν ῥέξειε] τί ἂν πράξειε καὶ ἄλλος αἰτοῦντος τοιούτου πάντως δοῦναι; P.Q.

4

.

650

ἔχων μελεδήματα] ἐτυμολογεῖται τὸ μελέδημα παρὰ τὸ τὰ μέλη ἔδειν καὶ ἐσθίειν. E.P.Q. τὸ δὲ, ὁππότε ἀνήρ, ἀφ’ ἑτέρας ἀρχῆς. P.226 in vol. 1

4

.

652

κοῦροι] νεώτεροι. κατ’ εἰρωνείαν τοῦτό φησι. E. κοῦροι δ’ οἳ κατὰ δῆμον] ἄνδρες αὐτῷ συμπλέουσι λογάδες Ἰθακή‐ σιοι, οἳ μεθ’ ὑμᾶς κρατοῦσιν. V. μεθ’ ἡμέας] πρὸ τέλους ἡ ὀξεῖα. ὀρθοτονεῖται γὰρ διὰ τὴν πρόθε‐
5σιν καὶ τὴν ἔμφασιν. P.

4

.

654

γρ. ἠὲ θεὸν, ἵνα ᾖ καθὰ θεόν. H. τῷ δ’ αὐτῷ] τούτῳ δ’ αὐτῷ, τῷ Μέντορι, ἐῴκει ὁ θεός. P.

4

.

655

μετὰ τὸ θαυμάζω στικτέον πρὸς τὴν ἔμφασιν. P.

4

.

659

μνηστῆρες] τοὺς μνηστῆρας δὲ οἱ δύο ἀρχηγοὶ ὅ τε Ἀντίνοος καὶ Εὐρύμαχος κατέπαυσαν τῶν ἀγώνων ἐξ ὧν ἐτέρποντο. εἶτα ἄμυ‐ δις καὶ ὁμοῦ αὐτοὶ οἱ ἀρχηγοὶ καὶ οἱ λοιποὶ μνηστῆρες ἐκάθισαν. B. ἄμυδις] ψιλωτέον τὸ ἄμυδις. δῆλον κἀκ τῆς συναλοιφῆς “οἵ τ’
5ἄμυδις κονίης” (Il. ν, 336.). P.Q.

4

.

661

ἀχνύμενος] ἐκ τῆς Ἰλιάδος (α, 103.) μετηνέχθησαν οὐ δεόν‐ τως οἱ στίχοι. H.Q. μένεος δὲ] ὅρα τὴν ἀναισχυντίαν. σχετλιάζει γὰρ καὶ ὀργίζεται ὡς δεινὰ πεπονθὼς, ἄλλῳ οὐδενὶ ἔχων ἐγκαλεῖν ἢ τῇ ἑαυτοῦ ῥαθυμίᾳ.
5P.Q. ἀμφιμέλαιναι] αἱ ἐν βάθει κείμεναι, ἢ αἱ ἀμφοτέρωθεν μελανω‐ θεῖσαι τῷ καπνῷ τοῦ θυμοῦ. E.

4

.

662

ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι] οἱ μὲν οὖν φασιν, ὥσπερ ἀπὸ τοῦ θῆρε τοῦ δυϊκοῦ κατὰ ἀποβολὴν τοῦ ε τὸ ἑνικὸν γίνεται θήρ, οὕτως ἀπὸ τοῦ ὄσσε τὸ ἑνικόν ἐστιν ὄσς διὰ δύο σς. ἐλέγχονται δέ· οὐ γὰρ ἐπὶ πάντων τοῦτο γίνεται. ἰδοὺ γὰρ ἀπὸ τοῦ δμῶε οὐ γίνεται τὸ
5ἑνικὸν δμώ, οὐδὲ ἀπὸ τοῦ φῶτε φώτ. οὕτως οὖν οὐδὲ ἀπὸ τοῦ ὄσσε ὄσς. ἡ δὲ αἰτία ἐστὶν αὕτη. ἐπεὶ τὸ ρ καὶ τὸ ν κατά γε τὸ πλεῖ‐ στον τῶν ἀμεταπτώτων ἦν, προσεβλήθη τῷ θήρ καὶ τῷ χήν τὸ ε, καὶ δυϊκὸν γέγονεν. οὐδέποτε εὕροις ἂν τοῦτο συμβαῖνον ἐφ’ ὧν ἔσχατον
ἦν τὸ ς. τῷ γὰρ Κρής εἰ προσθείης τὸ ε, δυϊκὸν οὐκ ἂν γένοιτο Κρῆσ‐227 in vol. 1
10σε, οὐδὲ τῷ χρώς καὶ παῖς. οὕτως οὐδὲ τῷ ὄσς. ἔτι δὲ καὶ ἀδύνα‐ τόν ἐστι συλλαβὴν μίαν εἰς δύο σς λήγειν, οὐδὲ μὴν δύναται ὄς εἶναι δι’ ἑνὸς ς· τῶν γὰρ εἰς ος ληγόντων τὰ δυϊκὰ εἰς ω λήγει· ῥη‐ τέον οὖν ὅτι τὸ ὄσσε οὐκ ἔστιν ἀρσενικὸν δυϊκόν· φησὶ γὰρ ὁ ποιητὴς “τὼ δέ οἱ ὄσσε ποσσὶν αἱματόεντα χαμαὶ πέσον” (Il. ν, 616.), οὐχ
15αἱματόεντες. οὐδετέραν οὖν ληπτέον εὐθεῖαν, καὶ ἔσται τὸ ὄσσος ὡς ἕρκος, βέλος, τεῖχος· καὶ δὴ πληθυντικὸν κατὰ Ἀθηναίους μὲν ἕρκη, βέλη, τείχη, κατὰ δὲ τοὺς Ἴωνας ἕρκεα, βέλεα, τείχεα· καὶ δῆλον ὅτι καὶ ὄσσεα. τῶν δὲ εἰς α πληθυντικῶν οὐδετέρων τὰ δυϊκὰ εἰς ε τελευτᾷ, ὄμματα ὄμματε, γράμματα γράμματε. καὶ Ἀριστοφάνης
20ἐν Πλούτῳ “γρύζειν δὲ καὶ τολμᾶτον, ὦ καθάρματε;” σαφὲς οὖν ὅτι καὶ τείχεε λέξουσι δυϊκῶς καὶ ὄσσεε, εἶτα κατὰ ἀφαίρεσιν τοῦ τελικοῦ ε ὄσσε ἐγένετο. H.P.Q.

4

.

664

οὕτως, φάμεν δέ οἱ. τινὲς, φαμὲν δέ μιν, κακῶς. P.H.

4

.

665

τόσσων δὲ] οἱ πλείους ὡς δύο μέρη τοῦ λόγου ἀνέγνωσαν ἐν δυσὶν ὀξείαις, ὡς τὸ “τοίῃ δ’ ἀμφὶ γυναικί” (Il. γ, 157.). ὁ δὲ Ἀσκαλωνίτης περισπωμένως κατ’ ἐπίτασιν. P.Q. διχῶς, τόσσων δέ, καὶ τοσσῶνδε. P. inter versus.
5Ἄλλως. ἐκ τόσσων δὲ] ταῦτα ἀφ’ ἑτέρας ἀρχῆς προενεκτέον μετὰ ἤθους καὶ ἐρωτήσεως· μᾶλλον γὰρ οὕτως ἐμφαίνει τὴν ἀγανάκτησιν. τὸ ἑξῆς οὕτως, ἐκ τόσσων δ’ ἀέκητι οἴχεται. τὸ δὲ ἀέκητι ἐπὶ τῆς προαιρέσεως αὐτῶν κεῖται. P.Q.

4

.

667

ἄρξει] ἰσχυροποιήθη ὁ Τηλέμαχος καὶ εἰς τὸ μετὰ ταῦτα κακὸν ἐπενεγκεῖν ἡμᾶς. E. Ἄλλως. οἷον προκακώσει ἡμᾶς. οἱ δὲ ὄνομα, ἀπὸ εὐθείας τῆς ἄρξις, ἵν’ ᾖ, ἀπὸ ταύτης τῆς ἀρχῆς χεῖρον ἡμᾶς ἐργάσεται. E.P.Q.V.
5ἄρξει καὶ προτέρω] τὸ γενόμενον καὶ προσωτέρω προκόψει ὥστε κακὸν εἶναι. τὸ δὲ προτέρω ἀντὶ τοῦ ἐπὶ πλέον, προσωτέρω, ἐκβολῇ τοῦ σω. B.P.Q.T. Ἄλλως. παρέλκει τὸ ἔμμεναι. ὁ δὲ νοῦς, καὶ εἰς τοὔμπροσθεν ἄρξεται τὸ κακὸν προχωρεῖν αὐτοῦ καὶ μέχρις ἡμῶν
τῆς τόλμης τὸ κακὸν φθάσει, τουτέστι καὶ ἡμῶν αὐτῶν ἅψεται. T.228 in vol. 1
10ἀλλά οἱ αὐτῷ] ἐχρῆν ὀρθοτονεῖν τὴν οἱ· ἔστι γὰρ ἀντιδιασταλτικὴ καὶ προηγεῖται τῆς αὐτός· ἀλλ’ ὅμως ἐγκλιτικῶς ἀνεγνώσθη. H.

4

.

668

πρὶν ἥβης μέτρον ἱκέσθαι, αἱ Ἀριστάρχου. αἱ δὲ κοινότεραι, πρὶν ἡμῖν πῆμα γενέσθαι. H.Q.

4

.

670

λοχήσομαι] ἤτοι ἐνεδρεύσω. φυλάξω δὲ τηρήσω. H.

4

.

671

ἐν πορθμῷ] τῷ διαπεράματι, τῷ στενῷ τόπῳ. πορθμὸς γὰρ λέγεται ἡ στενὴ θάλασσα. E.Q.V. στένωμα τὸ ἀνὰ μέσον γαιῶν. διαφέρει δὲ ἰσθμὸς καὶ πορθμός. ἰσθμὸς μὲν λέγεται τὸ ἀνὰ μέσον θαλάσσης πεδίον, πορθμὸς δὲ τὸ ἐναντίον. T.
5Σάμοιό τε] ὅτι τὴν Σάμην Σάμον εἶπεν. ἔστι δὲ Σάμος Ἰωνίας, Σάμος Θρᾴκης, Σάμος Κεφαλληνίας. B.E.T.

4

.

672

ἐπισμυγερῶς] ὅπως ἐπὶ κακῷ τῷ ἑαυτοῦ, ἐπιπόνως, ἀθλίως, χαλεπῶς, ἀπὸ τοῦ σμύχω. παρέλκει δὲ ἡ ἐπί. B.E.

4

.

673

οὐδεμία ἀντιλογία πρὸς τὸ δυσεπιχείρητον ἢ ἄδικον. ἀλλ’ ὁ μὲν ἀπερισκέπτως εἰσηγήσατο, οἱ δὲ ἑτοίμως δέχονται. P.

4

.

675

πάθος κινεῖ τῇ Πηνελόπῃ τὸ ἐπεισόδιον, ὅταν τὸν Ὀδυσσέα θρηνοῦσα τὴν ἐπὶ τῷ παιδὶ ἀγωνίαν προσλάβῃ. P. ἄπυστος] ἀνήκουστος. Gl. H.

4

.

676

βυσσοδόμευον] ἐμηχανῶντο, κρυφίως συνεβουλεύοντο, εἰς βά‐ θος ἔκρυπτον, ἤτοι ἐν τῷ μυχῷ τῆς αὐτῶν διανοίας διενοοῦντο. B.E.Q. κρυφίως ἐβουλεύοντο, ἐκ τοῦ βυσσὸν, ὃ σημαίνει τὸ ἔνδον, καὶ τοῦ δόμος. T.

4

.

677

Μέδων] οὗτος ἐδούλευε τοῖς μνηστῆρσιν ὡς ἐπὶ τὸ πλεῖστον, ἵνα τὰς βουλὰς αὐτῶν διαγγέλλῃ τῇ Πηνελοπείῃ. ἄλλως τε δὴ καὶ τὰ πρὸς ζωὴν πραγματευόμενος ἐποίει τοῦτο. διὸ οὐδὲ ἀπεκτάνθη σὺν αὐτοῖς. E. πλάττει ὁ Ὅμηρος ὅτι ἔξωθεν τῆς αὐλῆς ὢν ὁ Μέδων
5ἤκουε τὴν ἐπιβουλὴν τῶν μνηστήρων, ἔνδοθεν ἐκείνων ὄντων. B.

4

.

678

αὐλῆς ἐκτὸς ἐών] σημειοῦνταί τινες πρὸς τὸ περὶ τῆς Ὀδυσ‐ σέως οἰκήσεως. P.

4

.

679

Πηνελοπείῃ] Ἰωνικόν. E.

4

.

682

ἦ εἰπέμεναι] σημειοῦνται διὰ τὴν ἐν τῷ μέτρῳ συνίζησιν. P.

4

.

683

ἔργων παύσασθαι] περιπαθὲς τὸ δυσχεραίνειν ἐπὶ τῇ ἀσω‐
τίᾳ αὐτῶν καὶ βίᾳ τοῦ παιδός. P.229 in vol. 1

4

.

685

ὅτι τὰ ἰσοδυναμοῦντα παράλληλα τέθεικεν, ὕστατα καὶ πύ‐ ματα. P.

4

.

686

διχῶς, οἵ θ’ ἅμα, καὶ, οἳ θαμά, ὃ καὶ ἄμεινον, ὡς καλά. H.P. κατακείρετε] καταναλίσκετε, καταδαπανᾶτε. E. βίοτον] γράφεται, βρωτόν, ἤγουν τροφήν. E.

4

.

687

κτῆσιν Τηλεμάχοιο] περιπαθῶς ἄγαν οὐκ ἔφη Ὀδυσσέως, ἀλλὰ Τηλεμάχου. μεῖζον γὰρ φαίνεται τὸ πάθος ὅταν καὶ περὶ ψυχὴν ἐπιβουλευόμενον τοῦτον αἴσθηται, ἥτις οὐδὲ τῆς κτήσεως ἀνέ‐ χεται. P.Q.

4

.

690

ἐξαίσιον] ἔξω τοῦ καθήκοντος, ἀπὸ τοῦ αἴσιον τὸ ἁρμόδιον. B. τὸ ἔξω τοῦ καθήκοντος, ἔξω αἴσης, ὅ ἐστιν ἄδικον. P.

4

.

691

ἐν δήμῳ] τουτέστιν, ἐκ τοῦ δήμου κακολογήσας τινάς. E. βέλτιον τὸ “ἐν δήμῳ” τοῖς ἄνω προσδίδοσθαι. τὸ δὲ ἐχθαίρῃσιν ἀντὶ τοῦ ἐχθαίρῃ, καὶ τὸ “ἰχθὺς ὅς κε φάγῃσι” (Il. φ, 127.) ἀντὶ τοῦ φάγῃ. B.E.P.Q.
5ἥτ’ ἐστὶ δίκη] ὥσπερ τρόπος ἐστὶ τῶν βασιλέων τὸ ἄλλον μὲν μισεῖν, ἄλλον δὲ φιλεῖν. Καὶ ἄλλως. γνωμικὸς ὁ στίχος περὶ τῶν βασιλέων λεγόμενος, ὅτι τοὺς μὲν μισοῦσι, τοὺς δὲ φιλοῦσιν· ὅπερ οὐ προσῆν Ὀδυσσεῖ. καὶ αὐτὸν οὖν κατ’ ἰδίαν προενεκτέον τὸν στί‐ χον. P.Q.
10τινὲς τὸ μηδὲν ἐξαίσιον δρᾶν. ἀλλ’ οὐχ ἁρμόσει ταύτῃ τῇ ἀποδό‐ σει τὰ ἐπιφερόμενα. H.P.

4

.

697

εἰ γὰρ δὴ βασίλεια] δαιμονίως ἔχει τὰ τῆς διαθέσεως. ἡ μὲν γὰρ καὶ ἐπὶ τοῖς μετρίοις χαλεπαίνει, ὁ δὲ εὔχεται μὴ δέχεσθαι ἄλλην ἐπίτασιν τὸ τόλμημα τῶν μνηστήρων. P.Q. τινὲς, αἳ γὰρ δή. H.P.Q.

4

.

699

et iterum 737. τάχιστα ὅλα ἐξήνεγκε. λέγει γὰρ τὰ φαῦ‐ λα συντόμως. P.

4

.

700

μεμάασι] προθυμοῦσι. Gl. H.230 in vol. 1

4

.

701

νεισόμενον] τὸ νείσω ποτὲ μὲν διὰ διφθόγγου γράφεται, ποτὲ δὲ διὰ τοῦ ι. γίνονται δὲ καὶ ἀμφότερα οὕτω. νέω τὸ πορεύομαι πρωτότυπον θέμα. ὁ μέλλων νέσω, καὶ ἐπενθέσει τοῦ ι νείσω, καὶ ἐκβολῇ τοῦ ε καὶ προσθέσει τοῦ ι νίσω. θεματοποιεῖται δὲ οὗτος ὁ
5μέλλων ποτὲ μὲν διφθογγογραφούμενος, ποτὲ δὲ ἰωτογραφούμενος, καὶ ἔχει τὴν κίνησιν εἰς ἐνεστῶτα παθητικὸν, ὡς ἐνταῦθα, οἴκαδε νεισόμενον. B. νισσόμενον] ἐπανερχόμενον. ἀπὸ τοῦ νέω τὸ πορεύομαι. E.

4

.

702

ἠγαθέην] Ῥιανὸς Ἠμαθίην γράφει. H.P. ἐς Λακεδαίμονα] οὐδὲ ἐνταῦθα ἡ Κρήτη, οὐδὲ Ἰδομενεὺς ὀνομάζε‐ ται. H.P.

4

.

704

ἀμφασίη] ἀφασία, ἀφωνία. H. ἀφασίη. τὸ δὲ μ περισ‐ σόν. B.

4

.

705

ἔσχετο] αἱ Ἀριστάρχου “ἔσκετο” ἀντὶ τοῦ ἐγένετο· γέλοιοι γάρ εἰσιν οἱ γράφοντες ἔσχετο. H.P.Q.

4

.

707

οὐδέ τί μιν χρεώ] οὐδεμία ἀνάγκη αὐτὸν ἐπιβαίνειν νηῶν. H.

4

.

708

αἵθ’ ἁλὸς ἵπποι] λείπει τὸ ὡς, ὡς κἀν τῷ “Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε” (Od. φ, 216.). ἡμάρτηται, διότι ἐν τῷ παθητικῷ οὐ κρατεῖ τοῦ λόγου. ἀλλ’ ἔοικεν ὁ ποιητὴς κεχρῆσθαι ποιητικῇ ὁρμῇ, οὐ λογιζόμενος τὸ πρέπον τοῦ προσώπου. P.Q.

4

.

709

περόωσι δὲ πουλὺν ἐφ’ ὑγρὴν] οἱ ἀρχαῖοι ὁ πολύς καὶ ἡ πολύς ἔγραφον, ὡς ὁ ἠμαθόεις καὶ ἡ ἠμαθόεις καὶ τὰ ἄλλα. E. ἐν σχή‐ ματι εἴρηται, ὡς “θερμὸς ἀϋτμή.” P.

4

.

712

οὐκ οἶδ’ εἴ τίς μιν] ἤ τις μιν Ἀρίσταρχος διὰ τοῦ η. καὶ γίνεται ἡ στιγμὴ ἀμφίβολος. εἰ μὲν γὰρ διαζευκτικὸς εἴη, στικτέον πρὸ αὐτοῦ καὶ βαρυντέον τὸν ἑπόμενον, εἰ δὲ ἀντὶ τοῦ συναπτικοῦ κέοιτο τοῦ εἰ, βραχὺ διασταλτέον πρὸ αὐτοῦ. H.P.Q.

4

.

714

πατρὸς] λείπει ἡ περί. H.T.

4

.

718

πολυκμήτου] τοῦ μετὰ πολλοῦ καμάτου κατασκευασθέντος, ἢ ἐν ᾧ πολλὰ ἔκαμον οἱ κατασκευάσαντες. B.E.H.Q. οὐ κατὰ τὸ ἐπίθετον, ἀλλ’ ἔχει τὴν ἀναφορὰν πρὸς τὰ ἔργα τοῦ κατασκευάσαν‐
τος αὐτὸν Ὀδυσσέως (Od. ψ, 192.). P.231 in vol. 1

4

.

719

μινύριζον] ποία λέξις; ἡσύχως ἔκλαιον καὶ μικρῶς· μινυὸν γὰρ τὸ μικρόν. E.Q. ἡσύχως ἔκλαιον. H. a m. pr. θρηνῶδες ἐφώνουν. H. a m. sec. T. μεθ’ ἡσυχίας ἐφύμνουν, παρὰ τὸ μύρω τὸ ὀδύρομαι, καὶ κατὰ ἀναδιπλασιασμὸν μιμύρω καὶ μινύρω τροπῇ τοῦ
5μ εἰς ν, καὶ μινυρίζω. T.

4

.

720

πᾶσαι ὅσαι] ἄκρως τῇ διαθέσει. ὑπέγραψε γὰρ τὴν μὲν εἰς τοὔδαφος, τὰς δὲ περιεστώσας μετὰ δακρύων. P.Q.

4

.

721

ἀδινὸν] τὸ μάλα οἰκτρόν. γίνεται δὲ ἐκ τοῦ ἄδην, ὃ σημαίνει τὸ δαψιλῶς. καὶ ἀδινὸν τὸ συχνὸν καὶ πυκνόν. B.

4

.

722

κλῦτε, φίλαι] φίλας καλεῖ τὰς θεραπαίνας οἰκείως τῇ παρ‐ ούσῃ περιστάσει. τοιοῦτοι γὰρ οἱ δυστυχοῦντες καταβαίνοντες εἰς ταπείνωσιν, ἀπὸ τοῦ ἰδίου ἀξιώματος ἐπαγόμενοι εἰς ἔλεον. H.P.Q. πέρι γάρ μοι] ὅτι ἐν ἀρχῇ λόγου ὁ γάρ, ὡς καὶ ἐν Ἰλιάδι (η, 328.)
5“πολλοὶ γὰρ τεθνᾶσι.” H.

4

.

724

βραχὺ διασταλτέον μετὰ τὸ θυμολέοντα, καὶ Δαναοῖσι, καὶ ἐσθλόν. P.

4

.

726

ἐσθλὸν, τοῦ κλέος] περιττὸς ὁ στίχος. καὶ γὰρ προεῖπεν “ἢ πρὶν μὲν πόσιν ἐσθλόν.” καὶ οὐκ οἶδεν ὁ Ὅμηρος τὴν καθ’ ἡμᾶς Ἑλλάδα, ἀλλὰ τὴν Θεσσαλικὴν οὕτω λέγει καὶ Ἕλληνας τοὺς ἐκεῖ‐ θεν. H.Q.
5καθ’ Ἑλλάδα καὶ μέσον Ἄργος] Θεσσαλίαν καὶ Πελοπόννησον. B.T.

4

.

727

ἀποκτεῖναι μεμάασιν] ἀνηρείψαντο θύελλαι ἡ χαριεστέρα τῶν Ἀριστάρχου, καὶ ἄλλαι πολλαὶ οὕτως. H. γράφεται “ἀνη‐ ρείψαντο θύελλαι.” καὶ ἄλλαι δὲ πολλαὶ οὕτως. διὰ τὸ αἰφνίδιον γὰρ καὶ ἀπροφώνητον τῆς ἐξόδου ὡς ἀπολωλότα αὐτὸν θρηνεῖ. E.
5P.Q.

4

.

728

ἀκλέα] ἀγνοούμενον, ἄδοξον· οὐ γὰρ μόνον τὴν ἀπώλειαν
ἀπολοφύρεται, ἀλλὰ καὶ τὸν ἀκλεῆ θάνατον. B.E.P.Q.T.232 in vol. 1

4

.

730

τὸ ἑξῆς, ἐπιστάμεναι σάφα θυμῷ, ὁππότε κεῖνος ἔβη. P. μάλα] γρ. σάφα. H.

4

.

732

ὁρμαίνοντα] τινὲς “ὁρμηθέντα” κακῶς. H.P.

4

.

733

τῷ κε μάλ’] ἐνταῦθα ἀνέκυπτε τοῦ Τηλεμάχου ἡ πρόνοια λαθεῖν πειραθέντος τὴν μητέρα ἐπὶ τῇ ἐξόδῳ. P.Q.

4

.

735

ἀλλά τις ὀτρηρὸς] ὅρα τὸ εὔτακτον, μηδ’ ἐν τηλικούτῳ δεινῷ γενομένην ἀνεπιτηδείῳ ἀγγέλῳ πρὸς τὸν Λαέρτην χρήσασθαι. H.P.Q. ὀτρηρῶς] δραστικῶς, σπουδαίως. V.

4

.

736

ἔτι δεῦρο κιούσῃ] παρέλκον τὸ ἔτι· τὸ γὰρ κιούσῃ οὐ δέχεται αὐτό. E.

4

.

737

τάχιστα ὅλα ἐξήνεγκε. λέγει γὰρ τὰ φαῦλα συντόμως. P. (ut ad 699.)

4

.

739

μῆτιν ὑφήνας] εἴ τινα ἐξευρὼν μηχανὴν ἐκεῖνος, σύνεσιν, βουλὴν, γνώμην, τέχνην κατασκευάσας. E.

4

.

740

λαοῖσιν ὀδύρεται] ἐν τοῖς μνηστῆρσι κλαύσει, καὶ οἰκτειρή‐ σουσι τοῦ μὴ κτεῖναι Τηλέμαχον. B.

4

.

741

φθῖσαι γόνον] γρ. καὶ φθεῖσθαι δόμον. M.

4

.

743

νύμφα φίλη] δεξιῶς οὐ περιμένει τὸν ἔλεγχον οὐδὲ φθάνει. μιᾷ δὲ τῇ μηνύσει καὶ αὐτὴν ἀξίαν τοῦ ἀπολωλέναι φησὶ διὰ τὸ πεισθῆναι τῷ Τηλεμάχῳ. αἰτίαν δὲ τῆς σιωπῆς ὅρκον προβάλλεται. H.P.Q.

4

.

744

ἢ ἔα ἐν μεγάρῳ] τινὲς δασύνουσι τὸ ἥ ὡς ἄρθρον. τὸ δὲ ἔα ῥῆμα πρώτου προσώπου φασὶν, ἵν’ ᾖ, ἥτις ἤμην ἐν τῷ μεγάρῳ. P.Q.

4

.

750

βραχὺ διασταλτέον εἰς τὸ ὑδρηναμένη, ἑλοῦσα, γυναιξί, πρὸς τὸ σαφέστερον. P.

4

.

752

εὔχε’] οὐ παραινεῖ μὴ δακρύειν· οὐ γὰρ πείσει· προτρεπο‐ μένη δὲ ἐπ’ εὐχὰς καταφεύγειν, ὅθεν λεληθότως παύει τὰ δάκρυα. P.Q.

4

.

753

ἡ] δασυντέον τὸ ἡ ἔστι γὰρ ἀντὶ ἀντωνυμίας τῆς αὕτη. P. σαώσαι] πρὸ τέλους ἡ ὀξεῖα. ἔστι γὰρ εὐκτικόν. P.233 in vol. 1

4

.

754

μηδὲ γέροντα] οὐ θέλει ὁ Ὅμηρος μηνῦσαι τοῦτο τῷ Λα‐ έρτῃ ὡς ἀπὸ τῆς Πηνελόπης. ἢ γὰρ οὐ πείθει τοὺς Ἰθακησίους, καὶ ἔστι δυσχερὲς αὐτῷ μή πως βιάσωνται αὐτήν· ἢ πείθει αὐτοὺς, καὶ κωλύουσι τοὺς μνηστῆρας. καὶ τοῦτο ἀπὸ ἱστορίας οὐκ ἔστι τῷ Ὁμήρῳ·
5εἰ γὰρ συνεστάλησαν οἱ μνηστῆρες, οὐκ ἂν ἀπεκτάνθησαν. E.

4

.

755

Ἀρκεισιάδαο ὁ Ἀρκείσιος ἐγέννησε τὸν Λαέρτην, ὁ Λαέρτης τὸν Ὀδυσσέα καὶ ὁ Ὀδυσσεὺς τὸν Τηλέμαχον. Ἀρκεισιάδης οὖν ὁ υἱὸς τοῦ Ἀρκεισίου, ἤτοι ὁ Λαέρτης. B.

4

.

756

οἴχεσθ’] γράφεται, ἄχθεσθ’. B.

4

.

757

πίονας ἀγρούς] τοὺς πιαίνοντας, ἤτοι λιπαροὺς καὶ πλου‐ σίους ποιοῦντας τοὺς ἀνθρώπους. E.V.

4

.

761

ἐν δ’ ἔθετ’ οὐλοχύτας] ἀντὶ βωμοῦ καθιέρωσε τῷ κανέῳ τὰς κριθάς. H.P.Q.

4

763-764

τὸ δίστιχον τοῖς ἑξῆς συνάπτειν βέλτιον. P.

4

.

766

ἀπάλαλκε] ἀπότρεψαι. λέγεται γὰρ αὕτη Ἀλαλκομενηΐς. τὸ δὲ “κακῶς ὑπερηνορέοντας” κακῶς βουλευομένους περὶ τοῦ Τη‐ λεμάχου. E.

4

.

767

ὀλόλυξε] ὀλοφυρτικὸν ἐφθέγξατο. τὸ δὲ ὀλόλυξεν εὐχὴ γυ‐ ναικεία. E.

4

.

768

μνηστῆρες δ’ ὁμάδησαν] θόρυβον ἐποίησαν πρὸς ἀλλήλους διαλεγόμενοι. B.P.Q.T.

4

.

769

ὑπερηνορεόντων] ἀπὸ τῶν νέων τῶν ἄγαν ἀνδρείων. E.

4

.

770

ἦ μάλα] ἄκρως τὰς δόξας τῶν ἀνθρώπων διελέγχει. πάντα γὰρ ἐλπίζουσι πρὸς τὰς ἐπιθυμίας. ὃ γὰρ βούλεταί τις, τοῦτο καὶ οἴεται. P.Q. πολυμνήστη] ὑπὸ πολλῶν μεμνηστευμένη. H.

4

.

771

ἀρτύει] παρασκευάσει. V. ὅ οἱ φόνος] ὅτι φόνος τῷ υἱῷ αὐτῆς ηὐτρέπισται· ἡ γὰρ οἱ ἀντὶ γενικῆς ἐστι. H.

4

.

775

τὸ πάντας τοῖς ἄνω συναπτέον. ἐμφαίνει δὲ καὶ τοῖς ἑξῆς συναπτόμενον. P.

4

.

781

ἐν δ’ ἱστόν τε τίθεντο] οὐ γὰρ πάντοτε εἶχον τοὺς ἱστοὺς διὰ τὸ μὴ πάντοτε πλεῖν. ὅταν οὖν ἔμελλον πλεῖν, ἐτίθεντο καὶ οἱ ἱστοί. E. πῶς; τῇ εἰρεσίᾳ χρώμενοι· κόσμου χάριν. E.V.

4

.

782

τροποῖς] τοῖς λεγομένοις τροπωτῆρσι. B.H.
τροποῖς ἐν δερματίνοισι] δι’ ὧν αἱ κῶπαι τρέπονται καὶ στρέφον‐ ται· ἢ ἱμᾶσι τοῖς περιδεδεμένοις ταῖς κώπαις, ἢ τοῖς σκαλμοῖς. E. περισπωμένως. δηλοῖ γὰρ τοὺς τροπωτῆρας, περὶ οὓς αἱ κῶπαι τρέ‐234 in vol. 1
5πονται καὶ στρέφονται ἐν ἱμᾶσι τοῖς περιδεδεμένοις ταῖς κώπαις. V. παρεσκευάσαντο τὰς κώπας τοῖς τροπωτῆροι, περὶ οὓς αἱ κῶπαι τρέπονται. P.Q.

4

.

783

περιττὸς δοκεῖ οὗτος ὁ στίχος. M.

4

.

785

ὑψοῦ δ’ ἐν νοτίῳ] ἐν βάθει τοῦ ὕδατος. ἢ ἐπὶ μετεώρῳ. εἰς τὸ νοτιώτερον τῆς γῆς, τουτέστιν ἄνω πολὺ τῆς γῆς, ἐπεὶ μετέωρα φαίνεται τὰ ἐντὸς τῆς θαλάσσης. νοτίῳ δὲ ἢ τῷ πρὸς νότον μέρει, ἢ πρὸς σύγκρισιν τῆς γῆς, ἀντὶ τοῦ ἐν τῷ διύγρῳ. B.E.H.P.Q.T.
5ἐννοτίῳ] Ἀριστοφάνης εἰνοδίῳ, ὡς ἄν τις εἴποι ἐν ὁδῷ, ἑτοίμην εἰς τὸ πλεῖν. B.E.H.P.Q. ἐπεὶ τὸ ὥρμισαν καὶ ἐπὶ γῆς λέγεται, ἐπάγει τὸ ἐν νοτίῳ. τὸ δὲ ὑψοῦ ἀντὶ τοῦ ἐν βάθει. τὸ γὰρ ὕψος καὶ βάθος ἔχει. E.P.Q.T. ὑψοῦ δὲ ἐν βαθυτέρῳ τόπῳ. E.P.Q.
10ἐν ὕψει, ἐν τῷ κατωτέρω τόπῳ. νοτίῳ] τῷ διύγρῳ. οἱ δὲ ἐννοτίῳ, τῷ πρὸς νότον τόπῳ. V. ὥρμισαν] ἡσύχως ἑστάναι τὴν ναῦν ἐποίησαν. P.V.

4

.

786

ἕσπερον] τὴν ἑσπέραν ἕσπερον εἶπεν. Gl. H.

4

.

787

ἡ δ’ ὑπερῷ’ ἀναβᾶσα] γράφεται, ἡ δ’ ὑπερῴῳ αὖθι. M.Q.

4

.

788

Ῥιανός, κεῖτ’ ἄρ’ ἄναυδος. καὶ ἔστιν αὕτη χαριεστέρα ἡ γραφή. H.P.

4

.

791

ὅσσα δὲ μερμήριξε] πρὸς τὸ πυκνὸν τῆς μερίμνης ἡ παρα‐ βολή. P.Q.

4

.

792

δόλιον περὶ κύκλον ἄγωσι] κύκλον ἂν εἴποι τὸ δίκτυον. H. δόλον, κύκλῳ τὸ δίκτυον. T. ἤτοι περικυκλώσουσι. B.

4

.

793

ἐπήλυθε νήδυμος ὕπνος] ἀγνοοῦσί τινες τὸ νήδυμος ὕπνος ἀποδιδόντες τὸ ἡδύς. ἔστι δὲ νήδυμος ὁ μὴ δύνων μηδὲ περιεχόμενος, ἀλλ’ αὐτὸς περιέχων. καὶ οὕτως λέγουσιν “οὐδέ μιν ὕπνος ᾕρει πανδαμάτωρ” (Il. ω, 4.). τὸ δὲ νη στερητικὸν καὶ ἐν τῷ νήγρετος.235 in vol. 1
5ἥδιστος καὶ θανάτῳ ἄγχιστα ἐοικώς. καὶ ἐπ’ ἄλλων περιεχόντων καὶ κατειληφότων τὸν ὅλον λέγει “ἀμφὶ δέ μιν θάνατος χύτο” (Il. ν, 544.), “τὸν δ’ ἄχεος νεφέλη ἐκάλυψε” (Il. ρ, 591.), καὶ “θείη δέ μιν ἀμφέχυτ’ ὀμφή” (Il. β, 41.), “θεσπεσίην δ’ ἄρα τῷγε χάριν κατέχευεν Ἀθήνη” (Od. ρ, 63.). “λιμένες ναύλοχοι ἀμφίδυμοι”
10(Od. δ, 846.) λέγει, εἰς οὓς ἔστι δύνειν. ὅθεν καὶ δίδυμοι, δύο ἐκ μιᾶς καταδύσεως τῆς ἐκ γαστρός. E.

4

.

794

λύθεν δὲ οἱ ἅψεα] ὁ γὰρ ὕπνος ἐκλύει καὶ χαῦνα ποιεῖ τὰ μέλη. διὰ τοῦτο καὶ λυσιμελὴς, ἀπὸ τοῦ τὰ μέλη ἤτοι τὰς φροντί‐ δας λύειν. E. τὰ βουλεύματα, ἐκ μεταφορᾶς τῶν δεσμῶν· κυρίως γὰρ ἅψεα τὰ δεσμὰ λέγουσι T. ἅψεα δὲ τὰ μέλη φησὶν, ἀπὸ τοῦ
5συνῆφθαι. V. ὅτι οὕτως λέγει τὰς συναφὰς τῶν μελῶν, οὐ τὰ μέλη. οὐκ οὖν ἂν εἴποιμι μηρὸν ἢ χεῖρα ἅψεα. P.Q.

4

.

796

εἴδωλον ποίησε] οὐ δι’ ἑαυτῆς ἔρχεται ἡ Ἀθηνᾶ, ἵνα μὴ ἀναγκασθῇ τι εἰπεῖν περὶ Ὀδυσσέως καὶ λυθῇ τὰ τῆς ὑποθέσεως. P.Q.

4

.

797

Ἰφθίμῃ κούρῃ] ἀμφιβάλλει Ἀρίσταρχος πότερον ἐπίθετον τὸ ἰφθίμη, ἢ κύριον. P. τὸ Ἰφθίμη ὄνομα κύριον, ὅτι γενναία ἦν. λέγει δὲ τὴν ἀδελφὴν τῆς Πηνελόπης. E. οὕτως ἐκαλεῖτο κυρίως ἡ ἀδελφὴ τῆς Πηνελόπης. Ἄσιος δέ φησι “Κοῦραί τ’ Ἰκαρίοιο,
5Μέδη καὶ Πηνελόπεια.” τινὲς δὲ Ὑψιπύλην λέγουσι. M. οὕτως— Πηνελόπεια. Ἄνδρων δὲ Ὑψιπύλην λέγει. MS. Barnes. Ἰκαρίου
καὶ Ἀστεροδίας τῆς Εὐρυπύλου τοῦ Τελέστορος γίνονται παῖδες Ἀμάσιχος, Φαληρεὺς, Θόων, Φερεμμελίας, Περίλαος, θυγατέρες δὲ Πηνελόπη καὶ Μήδη ἢ Ὑψιπύλη ἢ Λαοδάμεια. Δίδυμος δὲ Ἀμει‐236 in vol. 1
10ράκην φησὶ προσαγορεύεσθαι τὴν Πηνελόπην, ἢ Ἀρνακίαν. Ναυ‐ πλίου δὲ ῥίψαντος αὐτὴν εἰς θάλασσαν διὰ ποινὴν Παλαμήδους, ὑπὸ πηνελόπων αὐτὴν σωθεῖσαν οὕτως ὀνομασθῆναι. ἐν δὲ ἐπιμερισμῷ τοῦ, μῆνιν ἄειδε θεά, Πηνελόπην αὐτήν φησι λελέχθαι, παρὰ τὸ πένεσθαι τὸ λῶπος. H.P.Q.

4

.

798

Φερῇς] ἐν ταῖς Φεραῖς. Φεραὶ δὲ πόλις Μεσσηνίας. V.

4

.

800

εἵως] εἵως ἀντὶ τοῦ ὅπως. δασυντέον τὸ εἵως, ὅπως. H.

4

.

802

παρὰ κληῗδος ἱμάντα] ἀντιστρόφως. H. ἀντιστροφή· παρὰ τὴν κλεῖδα, ἥτις ἱμάντα εἶχε παρὰ τὸ κλεῖθρον. B.E.V. διὰ τῆς ὀπῆς τοῦ ἱμάντος, ᾧ ἔξωθεν ἐπέκλειον τὸ κλεῖθρον, ὅπερ κληῗδα λέγει. B.E.P.Q. ἱμάντος, ᾧ ἔξωθεν ἐπέκλειον τὸ κλεῖθρον, ὅπερ
5κληῗδα λέγει. B.E.P.Q.

4

.

805

οὐ μέν ς’ οὐδὲ] τὸ οὐ μέν καὶ τὸ οὐδέν ἀντὶ τοῦ οὐδαμῶς
λαμβάνεται. E. ῥεῖα ζώοντες] ῥᾳδίως καὶ ἀπόνως ζῶντες. H.237 in vol. 1

4

.

806

ἐλπίζων ἀνακομισθῆναι καὶ σωθῆναι. P.V. οἱ πλείους, ἀκάχησθαι, ὡς λέγεσθαι, ὡς Αἰολικῆς τῆς κλίσεως οὔσης. ὁ δὲ Ἀσκαλωνίτης ὡς πεποιῆσθαι. H.P.

4

.

807

ἀλιτήμενος] ἐστὶ ῥῆμα πρωτότυπον ἀλείτω. τούτου ὁ δεύ‐ τερος ἀόριστος ἤλιτον, ὁ μέλλων δεύτερος ἀλιτῶ. θεματοποιεῖται οὖν ὁ μέλλων δεύτερος καὶ γίνεται ἀλιτέω ἀλιτῶ. τούτου ὁ παθητικὸς παρακείμενος ἠλίτημαι, ἡ μετοχὴ ὁ ἠλιτημένος. ὥσπερ δὲ τὸ ἀλα‐
5λήμενος καὶ ἀκαχήμενος, οὕτω καὶ ἀλιτήμενος. B. οὐχ ἡμαρτηκὼς εἰς τοὺς θεοὺς, ἀλλὰ τοὐναντίον προσφιλής. B.H.P.T. τὸ δὲ ἀλι‐ τημένος εἰ μὲν παροξύνεται, παρακείμενός ἐστι κατὰ συστολὴν τῆς ἀρχούσης· εἰ δὲ προπαροξύνεται, ἐνεστώς ἐστιν Αἰολικὸς, ὡς ἀλαλή‐ μενος καὶ ἀκαχήμενος. T.

4

.

809

κνώσσους’ ἐν ὀνειρείῃσι πύλῃσιν] ἀντὶ τοῦ ἐν βάθει τοῦ ὕπνου· διὰ γὰρ τούτου ἔρχεται τὰ ὀνείρατα. E.H.Q.V.

4

.

814

ἣ πρὶν μὲν πόσιν] περιπαθὲς τὸ μηδ’ ἐν τοῖς ὀνείροις ἀπεῖναι τὴν τοῦ ἀνδρὸς μνήμην. P.Q.

4

.

818

νήπιος, οὔτε πόνων] ὅρα τὸ ἐνοχλοῦν. οὐ γὰρ ὅτι ἐπιβου‐ λεύεται, ἀλλ’ ὅτι ἄπειρος τυγχάνει ἔργων καὶ λόγων. τούτων γὰρ καὶ ὁ Φοῖνιξ διδάσκαλος ἕπεσθαι τῷ Ἀχιλλεῖ φησι, “τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα, μύθων τε ῥητῆρ’ ἔμεναι πρηκτῆρα
5τε ἔργων” (Il. ι, 442.). H.P.Q.

4

.

819

τοῦ δὴ ἐγὼ καὶ μᾶλλον] γυναικείως τῷ ἤθει. καὶ γὰρ εἰ τὰ μάλιστα στέργουσι τοὺς ἄνδρας, ἐν τοῖς ὑπὲρ τῶν ψυχῶν κινδύνοις μᾶλλον ὑπὲρ τῶν τέκνων ἀγωνιῶσιν. P.Q.

4

.

824

εἴδωλον ἀμαυρόν] ἐκ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ μαίρω τὸ λάμπω ἀμαιρόν, καὶ τροπῇ τοῦ ι εἰς υ. ἢ τὸ ταχὺ, τὸ ἅμα αὔραις φερόμενον. ἢ τὸ ἀσθενὲς, τὸ ὡς σκιὰ φαινόμενον. B.E.Q. ἀσθενὲς, δυσθεώρητον, ἅμα ταῖς αὔραις φερόμενον. τὸ δὲ τήν ὡς πρὸς
5τὴν φανεῖσαν ὄψιν, ἀλλ’ οὐ τὸ εἴδωλον. H.P.T.238 in vol. 1

4

.

826

ἅμ’ ἔρχεται] γρ. ἅμ’ ἕπεται. H.

4

.

827

καὶ ἀμύνειν] γρ. δύναται γάρ. P.

4

.

830

περίφρων Πηνελόπεια] περιπαθὲς τὸ οὕτως νηφαλέως ἐν τῷ ὀνείρῳ τὴν Πηνελόπην ἔχειν. τοιοῦτοι δὲ οἱ ἄνθρωποι μετὰ τὰ κατε‐ πείγοντα πολυπραγμονοῦντες καὶ περὶ τῶν λοιπῶν. P.Q.

4

.

836

οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω] ἀντὶ τοῦ περὶ ἐκείνου ἕως τέλους τὰ πάντα εἴπω. ἢ ἀκριβῶς. B.E.Q. κεῖνον] ἀντὶ τὰ περὶ ἐκείνου. P.T. διηνεκέως] σαφῶς, ἀκριβῶς, ἕως τέλους τὰ πάντα. P.V.

4

.

837

ἀνεμώλια] τὰ μὴ ἐπιστάμενα μηνύειν. H. ἀνεμοόλια, καὶ κράσει τῶν δύο οο εἰς ω μέγα. E.

4

.

838

σταθμοῖο] τῆς παραστάδος. B.E.V. ὅτι νῦν περὶ εἰδώλου ὁ λόγος. διὰ δὲ τῆς αὐτῆς ὀπῆς ἔξεισιν. P.

4

.

840

φίλον δέ οἱ ἦτορ ἰάνθη] κατ’ ἐκεῖνο, ὅτι περὶ τοῦ υἱοῦ ἐθάρ‐ συνεν αὐτήν. H.P.Q.

4

.

841

νυκτὸς ἀμολγῷ] ἐν τῇ τοῦ μεσονυκτίου ὥρᾳ, καθ’ ἣν ἄρα συμβέβηκεν ἀμέλγεσθαι τὰ ζῷα. τινὲς ἀπὸ ἀμογῶ, ὅταν οὐδεὶς μογεῖ, ὅπερ ἐστὶ κακοπαθεῖ, ἀλλὰ ἀναπαύεται. τινὲς ἀπὸ ἀμολῶ, ὅταν οὐδεὶς μολήσει, ὅ ἐστι βαδίσει. πάντα δὲ ταῦτα εἰς τὴν τοῦ
5μεσονυκτίου ὥραν καταστρέφει. E.H.Q. ἐν τ. τ. μ. ὥρᾳ. καὶ ἔστι κατὰ τὸ ἔτυμον ἤτοι ἀμολγῷ, καθ’ ἣν ὥραν συμβέβηκε μὴ ἀμόλγεσθαι τὰ ζῷα, ἢ κατὰ ἀφαίρεσιν τοῦ γ, ἀμολῷ, καθ’ ἣν ὥραν οὐδεὶς μολίσκει, ὅ ἐστι βαδίζει. ἢ κατὰ ἀφαίρεσιν τοῦ λ, ἀμογῷ, καθ’ ἣν ὥραν οὐδεὶς μογεῖ, ὅπερ ἐστὶ κακοπαθεῖ, ἀλλ’ ἀναπαύεται.
10ταῦτα δὲ πάντα κ. τ. λ. H.P.V. μέσῳ τῆς νυκτός. νόει δὲ τὸ ἀμολγῷ ἤτοι ὁπότε οὐκ ἀμέλγει τις, ἢ ἡνίκα τις οὐ μολεῖ, ἀμολός
καὶ πλεονασμῷ τοῦ γ ἀμολγός. B.239 in vol. 1

4

.

845

Σάμοιο] ὅτι τὴν Σάμην Σάμον λέγει. H. παιπαλοέσσης] τὰ σκληρὰ καὶ κατάξηρα εὐκόλως καὶ χνοώδη γίνονται καὶ ὡσανεὶ παιπάλη. B.

4

.

846

Ἀστερίς] ὄνομα νήσου κειμένης μέσον Ἰθάκης καὶ Σάμου. P.Q.V. ὄνομα νήσου ἐπιτηδείας πρὸς τὸ τὰς ναῦς λοχᾶν, ἢ νηῶν δεκτικὴ, οἱονεὶ λέχη νηῶν. E. ναύλοχοι] νῆας φυλάττοντες. B. ἐν οἷς αἱ νῆες λοχῶσαι καὶ
5ἐνεδρεύουσαι λαθεῖν δύνανται. ἢ οἱ τὰς ναῦς ὑποδεχόμενοι τόποι. H.P.Q.V. οἱ εὔδιοι καὶ καλοί· καὶ γίνεται παρὰ τὸ ναῦς καὶ τὸ λόχω τὸ κοιμῶμαι, ἐν ᾧ αἱ νῆες ἀναπαύονται. T. ἔνι] ἔνεισι. διὸ ἀναστρέφεται. P.

4

.

847

ἀμφίδυμοι] διττοὶ, ἀμφοτέρωθεν εἰσδύσεις, τουτέστιν ἐξ ἑκατέρου μέρους εἴσπλους καὶ καταγωγὰς ἔχοντες. ἢ διπλοῖ, εἰς οὓς ἔστι δύνειν, ἢ ἑκατέρωθεν εἰσδύσεις ἔχοντες. B.E.P.Q.V. τῇ τόνγε μένον] ἐκεῖ ἐν τῇ νήσῳ. ἢ ἑκατέρωθεν τῆς νήσου. B.E.

5

hyp

(t)

ΥΠΟΘΕΣΙΣ
1Ἐκκλησίαν τῶν θεῶν δευτέραν ποιησάμενος ὁ Ζεὺς Ἑρμῆν πέμπει πρὸς Καλυψὼ κελεύων ἀποπέμπειν τὸν Ὀδυσσέα. ἡ δὲ τὸ κελευσθὲν ποιεῖ. τῇ δὲ ὀκτωκαιδεκάτῃ ἡμέρᾳ ἰδὼν αὐτὸν ὁ Ποσειδῶν καὶ χαλε‐ πήνας, λύει τὴν σχεδίαν. Ἰνὼ δὲ αὐτῷ κρήδεμνον δίδωσιν ἐντειλα‐
5μένη ἐπιβάντι τῆς γῆς ἀπορρῖψαι αὐτό. καὶ πολλὰ παθὼν εἰς τὴν τῶν Φαιάκων χώραν ἔρχεται διασωθείς. P.Q.V.

5

.

1

Τιθωνοῖο] Τιθωνὸς Λαομέδοντος παῖς, Πριάμου ἀδελφὸς, Ἠοῦς ἀνήρ. ὁ Ἐνδυμίων λέγεται συνευνᾶσθαι τῇ Σελήνῃ καὶ ὁ Τιθωνὸς τῇ Ἡμέρᾳ. ἀλληγορεῖται δὲ οὕτως. ὁ Ἐνδυμίων εἰς ἄνδρα κυνηγέ‐ την, καὶ τῇ μὲν νυκτὶ κοιμώμενον, τῇ δὲ ἡμέρᾳ οὐδὲ ποσῶς, διὰ τὸ
5ἠσχολῆσθαι περὶ τὰ κυνηγέσια· ὁ δὲ Τιθωνὸς εἰς ἀστρονόμον καὶ τῇ μὲν ἡμέρᾳ κοιμώμενον, τῇ δὲ νυκτὶ ἐπαγρυπνοῦντα, διὰ τὸ ἠσχολῆ‐ σθαι περὶ τὰ ἄστρα. V. ἠὼς σημαίνει ἕξ· ἠὼς ἡ πρωΐα· ἠὼς τὸ ἀπὸ πρωΐας μέχρι με‐ σημβρίας· ἠὼς τὸ ἀπὸ μέσης ἡμέρας ἕως ἑσπέρας· ἠὼς τὸ νυχθή‐240 in vol. 1
10μερον· ἠὼς ἡ ἀπὸ πρωΐας ἕως ἑσπέρας· καὶ Ἠὼς ἡ σωματοειδὴς θεὰ, ὡς ἐνταῦθα. μῦθος δέ ἐστιν ὅτι ἡ Ἠὼς ἠράσθη τοῦ Τιθωνοῦ καὶ ἐμίγνυτο αὐτῷ. ἐζήτησε δὲ ἀπαθανατισθῆναι, καὶ ἐγένετο αὐτῷ. οὐκ ἐζήτησε δὲ καὶ τὸ μὴ γηράσαι, καὶ ἔζη πολλὰ ἔτη γέρων ὤν. καὶ ἀγανακτήσας τὸ γῆρας ἐζήτησε τοὺς θεοὺς μεταβαλεῖν αὐτὸν εἰς
15ὄρνεον, καὶ μετεβλήθη εἰς τέττιγα, ἡ δ’ Ἠὼς ἀθάνατον ἐποίησεν αὐ‐ τόν. καλῶς δὲ τοῦ Τιθωνοῦ γυνὴ λέγεται ἡ Ἠώς. ὁ γὰρ Τιθωνὸς ἀλληγορεῖται εἰς τὸν ἥλιον, καὶ ἡλίου μὴ ὄντος, οὐδὲ ἡμέρα. ὅταν δὲ δύνῃ, τρόπον τινὰ συνευνάζεται τῇ ἡμέρᾳ ἐν νυκτὶ, ἀνίσταται δὲ ἡ ἡμέρα ἐκ τοῦ σκότους τοῦ ἡλίου ἀνατείλαντος. λέγεται δὲ καὶ ὅτι ἡ
20Ἄρτεμις ἀνεῖλεν αὐτὸν, ἤτοι ἡ σελήνη. τοὺς γὰρ αἰφνιδίους θανάτους ταύτῃ καὶ τῷ ἡλίῳ ἀνετίθουν, ἤτοι τῷ Ἀπόλλωνι. ἡ δὲ θεραπεία τοῦ μύθου, ὅτι τοὺς ἔτι νέους ὄντας καὶ αἰφνιδίως ἀποθνήσκοντας ἔλεγον ἁρπάζεσθαι παρὰ τῆς Ἠοῦς. καὶ σὺν τούτοις ἡρπάγη καὶ ὁ Τιθωνός. διὸ καὶ τοὺς οὕτω θνήσκοντας ἔθαπτον πρὸ τοῦ τὴν ἠῶ παντελῶς ἀνα‐
25τεῖλαι. ἔλεγον δέ τινες ὅτι ἡ πρόνοια καὶ ἡ εὐταξία ἀπὸ τῶν ἀνθρω‐ πίνων σωμάτων ἄχρι τῆς σελήνης ἐστὶ, τὰ δὲ ἄλλα ἀτάκτως καὶ ὡς ἔτυχε φέρονται διὰ τὰς ἀστραπὰς, τοὺς σεισμοὺς, τὰς ἀνεμοζάλας καὶ τὰ τοιαῦτα. ὁ δὲ Ὅμηρος ἄθροισιν τῶν θεῶν τὴν ἄνω πρόνοιαν λέγει, καθημένην ἐκεῖ καὶ τὰ τῇδε οἰκονομοῦσαν καὶ ὑπὲρ τῶνδε βου‐
30λευομένην. ὅτι δὲ λαλεῖν αὐτούς φησι, τοῦ μύθου· ἐπεὶ καὶ σωμα‐ τοειδῶς αὐτοὺς παριστᾷ ὁμιλοῦντας. E.

5

.

2

ἵν’ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν] ἢ ὅτι ἔθος ἦν τοῖς παλαιοῖς μὴ ἐᾶν ὁρᾶσθαι νέκυν εὐγενῆ παρὰ τοῦ ἡλίου, ἀλλὰ θάπτειν τοῦτον πρὸ τοῦ ἀνατεῖλαι τὸν ἥλιον· ἢ λέγουσιν ὅτι ἡ Ἠὼς ἠράσθη
τοῦ Τιθωνοῦ καὶ ἥρπαξε τοῦτον, υἱὸν ὄντα Λαομέδοντος, ἀδελφὸν τοῦ241 in vol. 1
5Πριάμου. ἀλληγορικῶς δὲ Τιθωνὸς ἡ πρωΐα, ἐν ᾗ τίθενται τὰ ὤνια. B. τοῖς μὲν βροτοῖς δεόντως· τοῖς δὲ ἀθανάτοις διὰ τί; μὴ οὐκ ἔστι τοῖς θεοῖς φῶς; ἀλλ’ ἐνταῦθα φῶς τὸ ἡλιακόν φησιν. ἢ ἀθανάτους τὰ στοιχεῖα ὑποληπτέον, ὃ καὶ κρεῖττον. E.
10ἀθανάτοισι] τοῖς στοιχείοις. τὰ στοιχεῖα ἤγουν τοὺς ἀστέρας ἢ τοὺς οἰκοῦντας τὸν καλούμενον τόπον Ὄλυμπον, διότι ὁμοίως τοῖς θεοῖς καὶ αὐτοὶ ἔζων. P.

5

.

3

οἱ δὲ θεοὶ] οἱ φίλοι τοῦ Ὀδυσσέως. P. δευτέρα αὕτη περὶ τοῦ Ὀδυσσέως θεῶν ἐκκλησία. ἡ μὲν γὰρ πρώτη βουλὴ περὶ τοῦ σώζεσθαι Ὀδυσσέα, αὕτη δὲ περὶ τοῦ πῶς. κατὰ μὲν τὴν πρώτην ἐκκλησίαν ὁ Ζεὺς παρεῖχεν ἀφορμὴν τῇ Ἀθηνᾷ αὐτὸς
5ἐναρχόμενος τοῦ λόγου, νῦν δὲ ἡ Ἀθηνᾶ κατάρχεται. καὶ οὐκ ἐκεῖνα λέγει περὶ τοῦ σώζεσθαι αὐτὸν, “ἀλλά μοι ἀμφ’ Ὀδυσῆϊ δαΐφρονι δαίεται ἦτορ δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο τῆλ’ ἀλάληται” (α, 49.), ἀλλὰ τῶν πολιτῶν καταβοᾷ, ὅτι ἐπὶ τοσοῦτον ἀμνημονοῦσι τοῦ ἄρχοντος ὥστε καὶ τῷ υἱῷ αὐτοῦ ἐπιβουλεύειν. ἐν μέσῳ δὲ κατε‐
10τέθη τὰ περὶ τοῦ Ὀδυσσέως. H.P.Q.T.

5

.

5

τοῖσι δ’ Ἀθηναίη] ἄλλη ἡ ἄνω φρόνησις καὶ ἄλλη ἡ τῶν ἀνθρώπων. ἡ μὲν γὰρ τῶν ἀνθρώπων πολλάκις ἁμαρτάνει τοῦ δέοντος, ἡ δὲ ἄνω ἤτοι τῆς προνοίας οὐδέποτε. E.

5

.

7

ἐκ τῆς ἐν Ἰλιάδι Νέστορος εὐχῆς μετατέθειται. P.

5

.

8

ἀγανὸς] ἄγαν τοῖς λόγοις ἱέμενος, ἢ ἡδυλόγος. P.

5

.

11

ὡς οὔτις] ἄμεινον ἀφ’ ἑτέρας ἀρχῆς ἀναγινώσκειν, ἵν’ ᾖ θαυ‐ μαστικόν. P.

5

.

13

ἀλλ’ ὁ μὲν—]οἰκειότερον ἐν Ἰλιάδι (β, 721.) κεῖται περὶ Φιλοκτήτου. νῦν δὲ ἔδει τετιημένος ἦτορ εἶναι. H.

5

.

16

οὐ γάρ οἱ πάρα νῆες] λεληθότως ἀφορμὴν παρέχει τῷ πατρὶ περὶ τοῦ τρόπου τῆς σωτηρίας αὐτοῦ διατάξασθαι. Q.T. ἀναστρεπτέον
τὴν παρά· ἀντὶ γὰρ τοῦ πάρεισί ἐστι. P. πάρεισιν. Gl. H.242 in vol. 1

5

.

22

ὁ νοῦς, ποῖος λόγος ἐξῆλθε τῶν χειλέων σου; H.

5

.

23

οὐ γὰρ δὴ] τοῦτο ἐν ἐρωτήσει προενεκτέον. E.P.V. ἐβού‐ λευσας] ἐβουλεύσω, ἐσκέψω. E.V.

5

.

25

ἀπαλλάττει ἀγωνίας τὸν ἀκροατὴν ἐπὶ τῷ Τηλεμάχῳ. P.T.

5

.

26

ὥς κε μάλ’ ἀσκηθὴς] σχέθω, ἀσχεθής καὶ ἀσκηθής, ἤγουν ἀβλαβής, ὁ μὴ παθὼν ἀεικέλια μηδ’ ἄσχετα. τούτῳ ἴσον τὸ ἀρτε‐ μής. E. ὑγιὴς ἐξ ἐπιμελείας. V.

5

.

27

παλιμπετὲς] ἀντὶ τοῦ παλιμπετεῖς, ὡς “ἐς δ’ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν” (Il. α, 142.). B.P. ἐξ ὑποστροφῆς, εἰς τὰ ὀπίσω. V. εἰς τοὐπίσω στρεφόμενοι. P.

5

.

29

Ἑρμεία] ἐκτατέον τὸ α διὰ τὸ μέτρον, ὁμοίως τῷ “ἀποπέσῃ‐ σιν” (Od. ω, 7.). H. ἐν μὲν Ἰλιάδι τῇ Ἴριδι χρῆται διακόνῳ, κα‐ ταπληκτικὴ γὰρ καὶ τοῖς πολεμικοῖς ἐοικυῖα· ἡ δὲ Ὀδύσσεια μυ‐ θώδης ἐστὶν, ὡς καὶ ὁ Ἑρμῆς. παρατηρητέον δ’ ὅτι καὶ ἐν Ἰλιάδι
5ἅπαξ ἐπέμφθη τῷ τοῖς λύτροις διασῶσαι τὸν Πρίαμον. H.P.Q.T. ὡς συγγενῆ ὄντα τῆς Ἀτλαντίδος Καλυψοῦς αὐτὸν πέμπει. P.Q.T. ὡς σὺ γὰρ αὖτε] σὺ γὰρ κατὰ ἄλλα ὑπάρχεις, ἐν τοῖς θεοῖς δηλον‐ ότι, ἤτοι ὅμοιος τοῖς θεοῖς ἐσσι, εἶ δὲ καὶ ἄγγελος. ἢ ἔξωθεν τὸ γενοῦ, ἵν’ ᾖ, σὺ γὰρ κατὰ ἄλλα ὅμοιος τοῖς θεοῖς, γενοῦ δὲ καὶ ἄγγε‐
10λος. B. ἀντὶ τοῦ ἐπεί· οὐ γὰρ προτίθεται ὁ γάρ. E.

5

.

30

εἰπεῖν] ἀφ’ ἑτέρας ἀρχῆς ἀναγνωστέον. ἀπαρέμφατον γάρ ἐστιν ἀντὶ προστακτικοῦ τοῦ εἰπέ. P.

5

.

33

σχεδίης] ἡ ὀρθὴ εὐθεῖα σχεδίη παροξυτόνως. H. λείπει νεώς, τῆς αὐτοσχεδίως πηχθείσης. V. λείπει νεώς. ἡ δὲ σχεδία πηδάλιον οὐκ ἔχει. P.T. εἶδος πλοίου. H.Q. ὥσπερ παρὰ τὸ ἀμφαδὸν ἐγένετο ἀμφάδιος καὶ ἀμφαδία, οὕτω
5καὶ παρὰ τὸ σχεδὸν σχέδιος λόγος, ὁ μὴ ἀναβολὴν ἔχων κατασκευῆς, ἀλλ’ ἐκ τοῦ συνεχοῦς λεγόμενος, καὶ σχεδία ναῦς. E.H.P.Q. πο‐
λυδέσμου δὲ ἀντὶ πολυγόμφου. E.Q. ἤτοι γόμφοις ἐμπεπηγμέ‐ νης. Q. πολλοῖς ἐμπεπηγμένης γόμφοις. H.P. et Ms. Barnes. πολλοὺς σχοίνους ἐχούσης. B.243 in vol. 1

5

.

34

ἤματί κ’ εἰκοστῷ] χωρὶς τοῦ κε αἱ κοινότεραι. H. Σχερίην] Σχερία ἐκαλεῖτο ἡ νῆσος τῶν Φαιάκων, τὸ δὲ μετὰ ταῦτα ἐκλήθη Κέρκυρα. τὸ δὲ ἀρχαιότατον ἐκαλεῖτο Δρεπάνη. P.V. ἡ Σχερία τὸ μὲν πρῶτον ἐκαλεῖτο Δρεπάνη διὰ τὸ ἐκεῖ φυλάτ‐
5τεσθαι τὴν δρεπάνην τὴν τμητικὴν τῶν τοῦ Κρόνου αἰδοίων. ἐκλήθη δὲ Σχερία διὰ τὸ δεηθῆναι τὴν Δήμητραν τοῦ Ποσειδῶνος ὥστε στῆναι τὴν ῥοὴν τῶν ὑδάτων τῶν μελλόντων προσχῶσαι αὐτὴν ὡς πολλῶν ἐπεισρευσάντων. σχεθέντων οὖν τῶν ὑδάτων Σχερία ἐκλήθη. μετὰ δὲ ταῦτα μετωνομάσθη, Κέρκυρα καλουμένη. E.

5

.

35

Φαιήκων ἐς γαῖαν] Κέρκυραν τὴν Ἀσωπίδα ἀγαγὼν αὐτόθι Ποσειδῶν καὶ μιγεὶς ἴσχει παῖδα Φαίακα, ἀφ’ οὗ οἱ Φαίακες. P.Q.T. ἀγχίθεοι] ἐγγὺς αἵματος θεῶν. H.T. ἤτοι καθότι τρίτοι εἰσὶν ἀπὸ
5Ποσειδῶνος οἱ βασιλεῖς αὐτῶν, ἢ ὅτι εὐδαίμονές εἰσιν, ἢ καθὸ οἱ θεοὶ συνδιατρίβουσιν αὐτοῖς καὶ εὐωχοῦνται. V. διὰ τὴν εὐδαιμο‐ νίαν καὶ τὴν εὐπάθειαν, ἢ διὰ τὴν εὐγένειαν· ἀπὸ γὰρ Ποσειδῶνος τρίτοι εἰσὶν οἱ βασιλεῖς αὐτῶν· ἢ καθὸ οἱ θεοὶ συνδιατρίβουσιν αὐτοῖς καὶ εὐωχοῦνται διὰ τὴν φιλοξενίαν. E.

5

.

38

ἐσθῆτά τε δόντες] ψιλωτέον τὸ ἐσθῆτα. πᾶν γὰρ φωνῆεν τὸ ς ἔχον ἐπιφερομένου δασέος ψιλοῦται, ἀσχάλλων, ἆσθμα, ἐσθλός, ὄσχος. B.H.P.

5

.

39

Τροίης ἐξήρατο] διαιρετέον. τὸ γὰρ ἑξῆς, Τροίης ἀπὸ ληΐδος, ἀπὸ τῆς Τρωϊκῆς λείας, ἐξαίρετα ἔλαβεν. H.P.V. Τροίης δισυλ‐ λάβως, ἵνα τὴν χώραν ἀκούσωμεν. P. ἐξήρατ’ Ὀδυσσεύς] ὡς ἐξαίρετα ἔλαβεν, ἢ πλείονα τῶν ἄλλων. E.

5

.

40

λαχὼν] κληρωσάμενος. P.V. ἀπὸ ληΐδος] ἡ ἀπό παρέλκει. διὸ τηρεῖ τὸν τόνον. P. αἶσαν] αἰτῶ ἐπὶ τῶν μὴ ἀντιστρεφομένων, αἰτοῦμαι δὲ ἐπὶ τῶν ἀντιστρεφομένων. B.

5

.

43

ὣς ἔφατο] μετηνέχθησαν οὐ δεόντως ἐντεῦθεν εἰς τὰ περὶ τῆς Ἀθηνᾶς ἐν αʹ λεγόμενα (α, 96.) καὶ εἰς τὰ περὶ Ἑρμοῦ ἡνίκα ἀπ’ Ὀλύμπου εἰς τὴν Τροίαν κάτεισιν (Il. ω, 339.). H.P.Q. διάκτορος] ἐκ τοῦ διάκτωρ διάκτορος. καὶ μετάγεται ἡ γενικὴ244 in vol. 1
5εἰς εὐθεῖαν. ἢ παρὰ τὸ διάτορος ὁ μεγάλως φωνῶν, πλεονασμῷ τοῦ κ. E.

5

.

45

τά μιν φέρον] ὁ λόγος γὰρ ἐν χάρταις γραφόμενος φέρεται διά τε θαλάσσης καὶ ξηρᾶς καὶ πανταχοῦ. τοῦτο γὰρ αἰνίττεται τὸ καὶ ἐφ’ ὑγρὴν καὶ ἐπ’ ἀπείρονα γαῖαν. B.

5

.

47

εἵλετο δὲ ῥάβδον] λόγου παραίνεσιν νοητέον τὴν τοῦ Ἑρμοῦ ῥάβδον, ὥστε ψυχὰς μὲν τεταραγμένας παύειν, ἐκλελυμένας δὲ διε‐ γείρειν. E.V. ὀρθότητα λόγου σημαίνει ἡ ῥάβδος. τοὺς μὲν νή‐ φοντας κηλεῖ, τοὺς δὲ ἠκαιρημένους ὀρθοῖ, καὶ ψυχὰς παραγομένας
5παύει, ἐκλελυμένας δὲ διεγείρει. H.P.Q.T. οὐδὲν δέ φασιν ὄφελος ἐνθάδε ῥάβδου, ὥσπερ ἐν Ἰλιάδι (ω, 445.) πρὸς τὸ κοιμίσαι τοὺς πυλωρούς. οὐ συνορῶσι δὲ ὅτι ἴδιά τινά ἐστι θεῶν φορήματα, ὡς εἴ τις μέμφοιτο ὅτι Ποσειδῶν εἰς Αἰθιοπίαν πορευόμενος τὴν τρίαιναν ἔχει. P.Q.T.
10Ἄλλως. κατὰ τὰς κοινὰς ἐννοίας Ἀθηνᾷ μὲν ἔγχος, Ποσειδῶνι δὲ τρίαιναν, Ἑρμῇ δὲ ῥάβδον παρατίθησιν. λόγος γὰρ ὢν τοὺς μὲν λυσσῶντας καταπραΰνει, τοὺς δὲ χαλίφρονας μεριμνητὰς λόγων
ἐργάζεται. H.P.Q. βραχὺ τὸ α τοῦ ῥάβδον. P.245 in vol. 1

5

.

50

Πιερίην] ὄρος Μακεδονίας Μουσῶν ἱερόν. E.Q.V. ἐπίηρος γὰρ ὁ λόγος. E.Q. ὄνομα ὄρους ἐν τῇ Θρᾴκῃ. B. Πιερίης ἐπιβὰς] ἀναγκαῖον τὸ ἔπος, ὅτι ὄρος Ὄλυμπος θεῶν οἰκη‐ τήριον κατὰ τὸν ποιητήν. εἰς δὲ τὸ “ἐξ αἰθέρος” βραχὺ διασταλτέον.
5δαιμονίως δὲ ἐπὶ μὲν τοῦ ἐδάφους ἐπιβῆναι, ἐπὶ δὲ τῆς θαλάσσης ἐμπεσεῖν φησι. H.P. ἐξ αἰθέρος ἔμπεσε] ἀθρόως, οἰκειοθελῶς, ὡς οἱ νήχοντες. E.

5

.

51

λάρῳ ὄρνιθι ἐοικώς] τὴν ὁρμὴν, οὐ τὸ σῶμα. λάρος δὲ ὄρνεον θαλάσσιον. V. κατὰ τὴν ὁρμὴν, οὐ κατὰ τὴν μορφὴν, ὡς καὶ “Ἶρις μολυβδαίνῃ ἰκέλη” (Il. ω, 80.). P. διὰ τί λάρῳ καὶ μὴ ἀετῷ ἐοικὼς ἢ ἄλλῳ τινὶ τοιούτῳ; διότι οὔτ’
5ἀετὸς οὔτ’ ἄλλο τι χερσαῖον ὄρνεον δύναται πλέειν ὡς τῶν πτερῶν ἠραιωμένων ὄντων, ὁ δὲ λάρος θαλάσσιος καὶ πυκνότερος. καὶ οὐκ ἦν ὁμοιωθῆναι ἄλλῳ τινὶ θαλασσίῳ δι’ εἶδος, ἀλλὰ διὰ τὸ λαμπρὸν καὶ λευκὸν τοῦ θεοῦ· τοιοῦτος γὰρ καὶ ὁ λάρος· ὡς τῷ ἡλίῳ ὁ κύκνος ἀνατίθεται. E.

5

.

52

ἀτρυγέτοιο] ἢ τὴν μὴ τρυγωμένην διὰ τὸ πικρὸν τοῦ ὕδατος, ἢ τὴν ἣν οὐ δύναταί τις τρυγῆσαι διὰ τὸ πολὺ τοῦ ὕδατος. B.

5

.

53

ἰχθῦς ἀγρώσσων] ἡ ἀμφιβολία τῆς διαστολῆς οὐδὲ τοὺς
ἐξηγησαμένους ἔλαθεν. ἤτοι γὰρ ἀγρώσσων πυκινῶς, ἢ πυκνοτέρα ἡ πύκνωσις τυγχάνει, τῆς φύσεως πρὸς τὴν χρείαν αὐτοῖς ταύτην σκέπην πορισαμένης, ὡς μὴ ῥᾳδίως πρὸς τὴν σάρκα διικνούμενον τὸ246 in vol. 1
5ὑγρὸν πημαίνοι. H.P.Q. τὸ πυκινά δύναται καὶ τὸ πυκνῶς καὶ τὸ πυκνά. P.

5

.

54

τῷ ἴκελος—]προσέθηκέ τις οὐ δεόντως τὸν στίχον. καὶ μέντοι καὶ βραδύτερον πορεύεται μὴ χρώμενος τῷ ἰδίῳ τάχει, ἀλλ’ ἐποχούμενος κύμασι καὶ μιμούμενος λάρον κατὰ τὸ ἔπος. H.P.Q.

5

.

55

ἀλλ’ ὅτε δὴ τὴν νῆσον] πρὸς τὰ περὶ τῆς πλάνης, ὅτι πόρρω που ἐν ἐκτετοπισμένοις τόποις ἀορίστοις. φησὶ γοῦν τηλόθι που τὴν νῆσον εἶναι. καὶ πρὸς τὰ περὶ Ὀλύμπου σεσημείωται. εἰ γὰρ μὴ ἀπὸ Μακεδονίας ὁ θεὸς ἐξορμᾷ, ἀλλ’ ἄνωθεν ἐξ οὐρανοῦ, οὐκ ἂν πολ‐
5λὴν ἐπῆλθεν, ἕως εἰς τὴν νῆσον παραγένηται, ἀλλ’ εὐθὺς βουληθεὶς κατὰ κάθετον γενόμενος. P.Q.

5

.

56

ἤπειρόνδε] τὸ ἤπειρον ἄμεινον τοῖς ἄνω συνάπτειν· ἐκβὰς ἐπὶ τὴν ἤπειρον ἐκ τῆς θαλάσσης. P.Q. καταχρηστικῶς ἀντὶ τοῦ ἐπὶ τὸ ξηρὸν, ὡς καὶ ἐπὶ τῆς Ἰθάκης “ἠπείρῳ ἐπέκελσεν” (ν, 114.). H.P.T.

5

.

57

ᾧ ἔνι] ἐν ᾧ. V.

5

.

58

τέτμεν] κατέλαβεν. ἐκ μεταφορᾶς τῶν τὴν ὁδὸν τεμνόντων καὶ καταλαβόντων τὸ διωκόμενον. τὸ δὲ τέτμεν, τέτομεν, καὶ ἐκ‐ βολῇ τοῦ ο, ὡς τὸ ἴδομεν ἴδμεν. E. τέτμεν ἀντὶ τοῦ μετὰ σπου‐ δῆς καὶ συντομίας κατέλαβεν. B.

5

.

59

τηλόσε] πόρρω. V.

5

.

60

εὐκεάτοιο] ἢ εὐτρίπτου, ἢ εὐκαύστου. B. εὐσχίστου εἶδος δένδρου, ἢ εὐκαύστου. E. εὐκατακλάστου. Q. εὐσχίστου, ἢ κα‐
λῶς καιομένου. T. εὐκατασκευάστου, εὐκλάστου, εὐσχίστου. V.247 in vol. 1

5

.

61

γράφεται καὶ οὕτως, δαιομένων, νύμφη δὲ ἐϋπλοκαμοῦσα Κα‐ λυψώ. H.P.Q.

5

.

62

ἱστὸν ἐποιχομένη] διότι μέγα ἦν, ἐπορεύετο κάμνουσα αὐτό. E.

5

.

64

κλήθρη] εὕρηται ὁ αἴγειρος καὶ ὁ πρῖνος, τὸ δὲ κυπάρισσος μόνον θηλυκῶς. H.P.Q.T.

5

.

65

τανυσίπτεροι] οἱ ἐν τῇ πτήσει τείνοντες τὰ πτερά. σκῶπες δὲ ὄρνεα νυκτονόμα κακόφωνα. B.P.Q.V. σκαιόπες οὖν τινές. V. σκῶπες παρὰ τὸ σκαιὰν ὄπα ἔχειν, ἢ παρὰ τὸ ἐν τῇ σκιᾷ, ἤγουν τῇ νυκτὶ, τὴν ὦπα ἔχειν. T.

5

.

66

τανύγλωσσοι δὲ μεγαλόγλωσσοι. τὰς αἰθυίας δέ φησι. B. P.Q.

5

.

67

θαλάσσια ἔργα] αἱ ἐν τῇ θαλάσσῃ διατριβαί. P.V. μέμηλεν] γρ. μεμήλει. H.

5

.

68

ἡ δ’ αὐτοῦ τετάνυστο] διὰ τοῦ ἡ ἐμφαίνει τὴν ἀναφορὰν καὶ ἐξοχὴν τῆς ἀμπέλου πρὸς τὰ ἄλλα δένδρη. H. τὴν ἄμπελον τε‐ τάσθαι περὶ τὸ σπήλαιόν φησιν ὥσπερ στέφανόν τινα. εὐμορφοτέρα δὲ γίνεται ἄμπελος βότρυσιν ἀνθοῦσα, ὃ δηλοῖ διὰ τοῦ ἡβώωσα.
5P.Q.

5

.

69

ἡμερὶς ἡβώωσα] τὴν ἄμπελον εἶπεν· ἅπαξ δὲ ἐνταῦθα τὸ ὄνομα· πρὸς ἀντιδιαστολὴν τῆς ἀγρίας. E.P.Q. τὸ ἡβώωσα ἀντὶ τοῦ ἀκμάζουσα. E.Q.

5

.

71

πλησίαι ἀλλήλων] ὅρα τὴν τάξιν. οὐ γὰρ τῷ περὶ τῶν δέν‐ δρων λόγῳ καὶ τοὺς λειμῶνας ὑπέθηκεν, ἀλλ’ εἰπὼν περὶ τοῦ ὕδατος, τοὺς ὑπ’ αὐτοῦ ἀνθοῦντας λειμῶνας δείκνυσιν. Q.T. ἄλλυδις ἄλλη] ἄλλη ἀλλαχοῦ. τὸ ἄλλη εὐθεῖά ἐστιν, ὅθεν ἄνευ
5τοῦ ι γραπτέον. V. ἄλλυδις ἀντὶ τοῦ ἀλλαχοῦ. τὸ δὲ ἄλλη εὐθεῖα, ὅθεν οὐδὲ τὸ ἰῶτα προσγραπτέον. P.

5

.

72

λειμῶνες μαλακοὶ] κακῶς τινες περιέσπασαν, ἵν’ ᾖ μαλακοὶ, ἁπαλοί. ἀλλαχοῦ γὰρ λέγει “ὑδρηλοὶ μαλακοί” (Od. ι, 133.). V. τινὲς δὲ περισπῶσιν, ἵν’ ᾖ κατὰ συναλοιφὴν τὸ μαλακοί, οὐκ εὖ. H. ἴου ἠδὲ σελίνου] τὸ ἴον εἶδος βοτάνης πλατυφύλλου ὅμοιον σε‐248 in vol. 1
5λίνῳ. T. τὸ σέλινόν τινες ἐτυμολογοῦσιν ὅτι σευόμενον ἐξ ἕλους. ἔστιν ὅτε καὶ τὸν Ὅμηρον ἐτυμολογοῦντα προσθεῖναι ἑλεόθρεπτόν τε σέλινον. δυνάμει γὰρ τὸ τρέφεσθαι σημαίνει τὸ σεύεσθαι. διώκεται γὰρ ἀπὸ τῆς αὔξης τὰ τρεφόμενα. λύειν γὰρ τὴν στραγγουρίαν τῶν ἵππων τὴν ἐκ τάσεως πολλῆς ἢ ἀργίας γινομένην τὸ σέλινον. ὅθεν
10καὶ τὸν Ὅμηρον τεχνικῶς φῆσαι ἐπὶ τῶν Ἀχιλλέως ἵππων “λωτὸν ἐρεπτόμενοι ἑλεόθρεπτόν τε σέλινον ἕστασαν” (Il. β, 776.). B.

5

.

74

θηήσαιτο] ἀντὶ τοῦ θαυμάσειεν. ἐν δὲ τοῖς ἑξῆς ἡμῖν συνή‐ θως “ἔνθα στὰς θηεῖτο.” P.

5

.

75

θηεῖτο] ἐθεᾶτο. H.

5

.

76

θηήσατο] ἐθεᾶτο, ἐθαύμασεν· πρόσκειται γὰρ τῷ θυμῷ. H.

5

.

79

οὐ γάρ τ’ ἀγνῶτες] οὐ γὰρ τῷ προεωρακέναι, ἀλλὰ κατά τινα θείαν δύναμιν ἐγνώρισεν ἰδοῦσα ἡ Καλυψὼ τὸν Ἑρμῆν. ψεύδεται οὖν Ὀδυσσεὺς ὅταν λέγῃ “ταῦτα δ’ ἐγὼν ἤκουσα Καλυψοῦς ἠϋκόμοιο· ἡ δ’ ἔφη Ἑρμείαο διάκτορος αὐτὴ ἀκοῦσαι” (α, 389.). οὐδέπω γὰρ
5αὐτὸν ἑωράκει. τὸ δ’ “οὐδ’ εἴ τις ἀπόπροθι δώματα ναίει,” πρὸς τὰ περὶ τὼν θεῶν οἰκητήρια συμβάλλεται. ὡς γὰρ ἐπὶ ὑποκειμένων τό‐ πων τὰ τῶν διαστημάτων λαμβάνει. P.Q.

5

.

80

οὐδ’ εἴ τις] Ἀρίσταρχος, οὐδ’ ἥτις. H.P. Ἀρίσταρχος, ναίει, ὁριστικῶς. H.P.

5

.

81

οὐδ’ ἄρ’ Ὀδυσσῆα] ἑτέρα δὲ ἐπίτασις τῆς Ὀδυσσέως ἐγκρα‐
τείας, εἴ γε τὰ οὕτως ἐπαγωγὰ περιορᾷ. ἔοικε δὲ ὁ ποιητὴς ἐφ’ ἑαυτῷ ἐπιφθέγξασθαι, ὡς τὸ τοιοῦτον ἀναπλάσας χωρίον τῷ λόγῳ ὥστε κρατεῖν καὶ θεῶν ὄψεως. δύο δὲ τρόποι ἐμφάσεως, ὁ μὲν διὰ249 in vol. 1
5τῆς καθ’ ἕκαστον ἐπεξεργασίας, ὁ δὲ διὰ τοῦ συμπεράσματος. H.P.Q.T. Ἄλλως. τὸ μὲν εἰς τὸ περιπαθὲς, οἷος Ὀδυσσεὺς ἐν τῇ νήσῳ ἀπειλημμένος καὶ διημερεύων ἐπὶ τῇ ἀκτῇ. σιωπᾷ δὲ τοῦ εὐπρεποῦς χάριν· οὐ γὰρ ἔδει περὶ τοῦ παρόντος τοῦ ἀνδρὸς ἀπερικαλύπτως
10θεοὺς ἀλλήλοις διαλέγεσθαι. H.P.Q.

5

.

82

ἔνθα πάρος περ] τὸ “ἔνθα πάρος περ” μεταξὺ ἀναπεφώνηται. καὶ ἔστι πλήρης ὁ λόγος μέχρι τοῦ “θυμὸν ἐρέχθων,” ὡς μάτην προσ‐ κεῖσθαι τὸν μετ’ αὐτὸν ἑξῆς “πόντον ἐπ’ ἀτρύγετον δερκέσκετο δά‐ κρυα λείβων.” P.Q.

5

.

83

στοναχῇσι] διὰ τοῦ ε στεναχῇσιν αἱ Ἀριστοφάνους. H.P. ἐρέχθων] μίμημα φωνῆς ἐπὶ στεναγμοῦ ἐξερχομένης. B.E.H. διασχίζων, κατατέμνων· ὅθεν καὶ ἐρεικτὰ ὄσπρια. ἢ ἐν αὐτῷ λυ‐ πούμενος καὶ στένων. B.E.H. τὸ δὲ ἐρέχθων, κατατέμνων, δια‐
5σχίζων· ὅθεν καὶ ἐρικτὰ ὄσπρια. πλεονασμὸς δὲ τοῦ χῖ. P.T. ἐρέχθων, ὡς κατέσθων. δῆλον δὲ ἐκ τοῦ, “νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέ‐ μοισι” (Il. ψ, 317.). P. στένων, λυπούμενος βαρέως, δαμάζων τὴν ψυχήν. P. καταπίνων ἐν ἑαυτῷ, στένων, λυπούμενος βαρέως. Q.V.

5

.

84

ὁ στίχος οὗτος περιττός· ὁ γὰρ προκείμενος ἀρκεῖ. H.P.

5

.

85

Ἑρμείαν δ’ ἐρέεινε Καλυψὼ] ἐκ τοῦ Ἡρακλείτου. καὶ μὴν καὶ ἡ Καλυψὼ τὴν πειθὼ τῶν ποικίλων παρ’ Ὀδυσσέως λόγων Ἑρμῆν
προσηγόρευσε, μόγις μὲν, ἀλλ’ ὅμως καταθέλξαντος αὐτοῦ τὸν ἔρωτα τῆς νύμφης, ἵν’ εἰς Ἰθάκην προπεμφθείη. διὰ τοῦτο ὄρνιθι250 in vol. 1
5προσωμοιωμένος Ἑρμῆς ἐλήλυθεν ἀπ’ Ὀλύμπου, πτερόεντα γὰρ τὰ ἔπη κατὰ τὸν Ὅμηρον, καὶ τάχιον οὐδὲν ἐν ἀνθρώποις λόγου. E.T.

5

.

88

θαμίζεις] ἀντὶ τοῦ ἐθάμιζες, παρεγένου οὐδ’ ὅλως. B.P.Q. οὐ λέγει ὅτι παραγίνῃ μὲν, οὐ θαμὰ δὲ, ἀλλ’ ὅτι οὐδ’ ὅλως παραγίνῃ. ὡς ἐπὶ τοῦ “ἐπεὶ οὔτι κομιζόμενός γε θάμιζεν, ἐπειδὴ λίπε δῶμα Καλυψοῦς” (θ, 451.). B.P.Q.T.

5

.

90

εἰ δύναται] τοῦτο πρωθύστερον. ὤφειλε γὰρ πρῶτον εἰπεῖν τὸ “εἰ τετελεσμένον ἐστίν,” εἶτα “εἰ δύναμαι τελέσαι.” E. εἰ τετελεσμένον ἐστί] εἰ φύσιν ἔχει τοῦ δύνασθαι τελειωθῆναι, ἢ δυνατόν ἐστι γενέσθαι. T.V.

5

.

93

κέρασσε δὲ νέκταρ ἐρυθρόν] ἀντὶ τοῦ ἔχεεν. οὐ γὰρ κιρνᾶται τὸ νέκταρ. B.E.Q. κέρασσε δὲ νέκταρ ἐρυθρόν] εἰ μηδὲν ἄλλο πίνουσιν οἱ θεοὶ ἢ τὸ νέκταρ, διὰ τί αὐτὸ ἡ Καλυψὼ τῷ Ἑρμῇ κεράσασα δίδωσιν; εἰ γὰρ
5κεκέρασται σὺν ὕδατι, οὐ μόνον τὸ νέκταρ, ἀλλὰ καὶ τὸ ὕδωρ πίνου‐ σιν. καίτοι, φησὶ, ψιλὴν ἀμβροσίαν παρέθηκε, “κέρασσε δὲ νέκταρ ἐρυθρόν.” λύων οὖν ὁ Ἀριστοτέλης τὸ κέρασσε, φησὶν, ἤτοι τὸ μῖξαι ἄλλο ἄλλῳ ὑγρῷ δηλοῖ, ἢ τὸ ἐγχέαι· ἄμφω γὰρ δηλοῖ τὸ κερά‐ σαι. νῦν οὖν τὸ “κέρασσε δὲ νέκταρ ἐρυθρόν” οὐ τὸ μῖξαι δηλοῖ,
10ἀλλὰ ψιλῶς ἐγχέαι. T. εἰ μηδὲν ἄλλο πίνουσιν οἱ θεοὶ ἢ νέκταρ, πῶς ἡ Καλυψὼ αὐτὸ κιρνᾷ ὕδατι; ἔστιν οὖν ψιλῶς ἀντὶ τοῦ ἐνέχεεν ἀπὸ τῆς ἀρχαίας συνηθείας. εἰς κέρας γὰρ ἐγχέοντες ἔπινον. ἢ ὅτι τὸ κέρασε κατὰ τὸν Ἀριστοτέλην, ὡς ὁ Πορφύριος λέγει, οὐ μόνον δηλοῖ τὸ μῖξαι
15ἄλλῳ ὑγρῷ, ἀλλὰ καὶ τὸ ἐγχέαι ψιλῶς. B.E.Q.

5

94-95

εὐτελεῖς κατὰ τὴν σύνθεσιν καὶ κατὰ τὴν διάνοιαν οἱ στί‐ χοι. H.P.

5

.

96

καὶ τότε δή μιν ἔπεσσιν] δαιμονίως οὐκ εὐθὺς ἀποκρίνεται
τῆς παρουσίας τὴν αἰτίαν, ἀλλ’ ὡς ἀναγκαζόμενος ὑπ’ ἐκείνης ἧκεν ἐπὶ τὴν ἀπόκρισιν· οἷόν ἐστι καὶ τὸ ἐπιφερόμενον, κέλεαι γὰρ, οὐχ ὡς ἡδέως λέγων, ἀλλὰ διὰ τὴν ἐρώτησιν. P.Q.251 in vol. 1

5

.

99

οὐκ ἐθέλοντα] ἐκ τούτου ἐμφαίνεται ἀκουσίως ἀφῖχθαι. V.

5

.

100

τίς δ’ ἂν ἑκὼν] πρόσκειται καὶ τῆς ἀκουσίου παρουσίας ἡ αἰτία τὸ μῆκος τῆς ὁδοῦ. P.Q. ἁλμυρὸν ὕδωρ] σαφῶς ἐδήλωσεν Ὅμηρος ὅτι ἔξω τῆς καθ’ ἡμᾶς θαλάσσης ἡ τῆς Καλυψοῦς νῆσος τυγχάνει. B.E.P.Q.T.

5

.

101

ἄσπετον] τοῦτο δύναται κομματικῶς ἀναπεφωνῆσθαι κατ’ εὐθεῖαν, ὡς ἐκεῖ “νήπιος, οὐδὲ τὰ ᾔδη” (Il. β, 38.). εἰ δὲ συνάπτοιτο τοῖς ἄνω, αἰτιατική ἐστιν. P.Q.

5

.

102

ἑκατόμβας] λείπει ἔξωθεν, ἵνα μεταλήψηταί τις βρώσεως τοσοῦτον τόπον ἐρχόμενος. B.

5

.

103

ἀλλὰ μάλ’ οὔπως] τῷ μὲν δοκεῖν ὑπὲρ ἑαυτοῦ ἀπολογεῖσθαι, ὅτι ἀναγκαῖον ἦν ἐπακοῦσαι Διῒ, ἔργῳ δὲ κἀκείνην παρασκευάζει δέξα‐ σθαι τὰ πράγματα. οὐ γὰρ δυνατὸν παρακούειν Διός. P.Q.

5

.

104

οὔτε παρεξελθεῖν οὔθ’ ἁλιῶσαι] οὔτε μάταιον ἡγήσασθαι, οὔτε παρεξελθεῖν καὶ ἀπειθῆσαι. Q.V. ἁλιῶσαι, ματαιῶσαι. P. ἐκ πλήρους ὁ τέ, οὔτε ἁλιῶσαι· ἢ ὑποστικτέον εἰς τὸ ἁλιῶσαι λείποντος τοῦ ἐρῶ· ἢ στικτέον, ἵν’ ᾖ ἀπόδοσις τῶν ἀνωτέρων. P.

5

105-111

περιττοὶ οἱ στίχοι καὶ πρὸς τὴν ἱστορίαν μαχόμενοι. οὐ γὰρ καθ’ ὃν καιρὸν ὑπὸ τῆς Ἀθηνᾶς ὁ ἄνεμος ἐκινήθη καὶ οἱ ἄλλοι ἀπώλοντο, Ὀδυσσεὺς τῇ νήσῳ προσηνέχθη. οἱ δὲ τελευταῖοι δύο ἐκ τῶν μετὰ ταῦτά (133. 134.) εἰσι μετενηνεγμένοι. P.Q.

5

.

105

ἄνδρα] ἄνδρα τινὰ ἐξ ἐκείνων τῶν ἀνδρῶν οἳ ἐν Ἰλίῳ ἐμά‐ χοντο. Q.T.
φησί τοι ἄνδρα παρεῖναι ὀϊζυρώτερον] ἐξ ἀμφοῖν πρὸς πειθὼ παρα‐ σκευάζει, ἔκ τε τοῦ ἀποσεμνύνειν τὸν Διὸς φόβον καὶ ἐκ τοῦ καθυ‐252 in vol. 1
5βρίζειν τὴν περὶ τὸν οὕτως ταπεινὸν σπουδήν. διὸ οὐχ ἥρωα, οὐκ ἀρι‐ στέα, ἀλλ’ ἄνδρα ὀϊζυρώτατον αὐτὸν καλεῖ. P.Q.T.

5

.

106

ἀναστρεπτέον· ἔστι γὰρ περὶ ἄστυ, ὡς “ἀμφὶ πόλιν Καλυ‐ δῶνα” (Il. ι, 530.). H.P.

5

.

110

ἀπέφθιθεν] ἐφθάρησαν. V. ἀπέφθιθεν] ὡς κόσμηθεν. H. P.Q. δαιμονίως τὰ τοῦ ἔρωτος ἐσιώπησεν· οὐ γὰρ ὅτι τοῦτον τὸν μά‐ ταιον ἄκοντα φησὶν ἀγαπᾷς, ἀλλ’ ἁπλῶς τέθεικε τὴν παρουσίαν
5αὐτοῦ. P.Q.

5

.

112

ἠνώγει] ἠνώγειν ἀντὶ τοῦ ἠνώγεεν, ὡς τὸ “ἤσκειν εἴρια καλά” (Il. γ, 388.) P.

5

.

113

τῇδε] ἐν ταύτῃ τῇ νήσῳ. H.P.T.

5

.

114

ἀλλ’ ἔτι οἱ μοῖρ’ ἐστὶ] καὶ τοῦτο πειστικὸν, ἵνα καὶ αὐτὴ εἴξῃ τῇ εἱμαρμένῃ. ὑπερφυῶς δὲ ἐξεῖλε τοῦ λόγου τὴν Πηνελόπην, οὐ βουλόμενος λυπεῖν τὴν ἀγαπῶσαν ἐκ τῆς ζηλοτυπίας. H.Q.

5

.

116

ῥίγησεν] ῥιγῶ ῥιγώσω ἐπὶ κρύους, ῥιγῶ ῥιγήσω ἐπὶ φόβου. E.

5

.

118

σχέτλιοί ἐστε, θεοὶ] παρεκτικοὶ κακῶν ἅτινα οὐ δύναταί τις σχέσθαι καὶ τλῆναι. B. μὴ κρατοῦντες ἑαυτοὺς τῆς ὁρμῆς τοῦ θυμοῦ. ἀπὸ τοῦ σχῶ τὸ κρατῶ. ἢ οἱ σχετλιάζειν ἡμᾶς ποιοῦντες. E. Ἄλλως. ἐπιλαμβάνονταί τινες τῆς Καλυψοῦς διαρρήδην ἀναι‐
5σχυντούσης. ἀναισχύντου γὰρ χαλεπαίνειν μὴ ἐωμένην ἀνδράσιν εὐνάζεσθαι καὶ ἐπὶ τούτῳ αὐτῷ σχετλιάζειν. φαίνεται δὲ ὅτι οὐ διὰ τὸ κωλύεσθαι εὐνάζεσθαι σχετλιάζει, ἀλλὰ διὰ τὸ εὐλαβεῖσθαι μὴ ζήλῳ τῷ πρὸς αὐτὴν ἀποκτείνωσι τὸν Ὀδυσσέα. δηλοῖ δὲ τὰ παρα‐ δείγματα τὴν γνώμην αὐτῆς. ὑπομιμνήσκει δὲ ὅτι, ἐγὼ διὰ φιλαν‐
10θρωπίαν σαώσασα κατεῖχον, εἰ καὶ ὁ Ζεὺς νῆα θοὴν ἀργῆτι κεραυνῷ βαλὼν ἐκέασεν ἐν μέσῳ πόντῳ. δηλοῖ δὲ καὶ τὸ φράσαι, αὐτάρ οἱ πρόφρων ὑποθήσομαι, τὸ πρόθυμον αὐτῆς εἰς τὸ σώζεσθαι τὸν Ὀδυσ‐
σέα, καὶ οὐδαμῶς διὰ τὸ ἐρωτικὸν πάθος σχετλιάζειν. οὐδὲ γὰρ οὐδὲ δακρύουσαν πεποίηκε. σχέτλιοι γοῦν ὅτι γάμων φθονοῦσι θεαῖς φα‐253 in vol. 1
15νερῶν, οὐ κρυφίων, καὶ ζηλήμονες ὅτι ἀναιροῦσι τοὺς εἰς γάμους προ‐ κριθέντας. καὶ σχετλιασμοῦ ἄξιον ὅτι πείσεται καὶ Ὀδυσσεὺς τὰ ὅμοια. καὶ τούτου πίστις, τοῦ μὴ διὰ πάθος αἰσχρὸν σχετλιάζειν, τὸ ἑτοίμως ἔχειν ἀποπέμπειν, καὶ ὑποτίθεσθαι τότε τὰ σωτήρια, καὶ ὅτι δι’ ἔλεον κατεῖχεν ἐκ τοῦ ναυαγὸν λαβοῦσα τρέφειν καὶ φιλεῖν, καὶ
20ὅτι εἰ καὶ ἀπολέσθαι αὐτὸν κεκρίκασιν, ἐρρέτω. E. οὐ πάθους ἐρωτι‐ κοῦ κατηγοροῦσιν οἱ λόγοι τῆς Καλυψοῦς· οὐ γὰρ ἀσχάλλει τῷ ἔρωτι· δέδιε δὲ μὴ κατακληθεὶς ἀνὴρ αὐτῆς Ὀδυσσεὺς ἀναιρεθείη παρὰ τῶν θεῶν. ἄμφω γὰρ οἶδε, καὶ τὸν Δία κεραυνοβολήσαντα τὴν ναῦν Ὀδυσσέως, καὶ τοὺς θεοὺς ζηλήμονας ὄντας τοῖς ἀνδράσι τῶν
25θεαινῶν καὶ θάνατον αὐτοῖς ἀντὶ γάμων ἀλλασσομένους. τοῦτο δὲ δείκνυται διά τε τοῦ μὴ δακρῦσαι τὴν θεὸν, ἀλλὰ καὶ προθυμότερον ἀποστεῖλαι τὸν ἄνδρα, διά τε τοῦ λέγειν “ἐπεὶ οὔπως ἔστι Διὸς νόον αἰγιόχοιο ἐξαπατῆσαι, ἐρρέτω” (137.), ὡς τοῦ Διὸς ἐθέλοντος αὐτὸν κακῶσαι κατὰ θάλασσαν, καὶ διὰ τοῦ “αὐτάρ οἱ πρόφρων ὑπο‐
30θήσομαι.” H.P.Q.T. σχέτλιοί ἐστε, θεοὶ, ζηλήμονες] βραχὺ διασταλτέον ἐπὶ τὸ θεοί· ἐμφαντικώτερον γὰρ οὕτως. ἀμφίβολον δὲ τὸ ζηλήμονες, πότερον ὀρ‐ θῆς ἐστιν ἢ κλητικῆς. ἴσως δ’ ἄν τις καὶ μετὰ τὸ ἐστέ βραχὺ διαστέλλοι, συνάπτων οὕτως, θεοὶ ζηλήμονες, ὡς οὐ δεῖ θεοὺς ὄντας
35ζηλοτυπεῖν. H.P.Q. ζηλήμονες] ζηλότυποι· ἢ δηλήμονες, βλαπτι‐ κοί. V. γράφεται δηλήμονες. E. ἄλλο ζηλωτής καὶ ἄλλο ζηλήμων. τὸ μὲν γὰρ ζηλωτής ἐπὶ καλοῦ, τὸ δὲ ζηλήμων ἐπὶ κακοῦ. E.

5

.

120

ἀμφαδίην] τὸ ἀμφαδίην ἑκατέροις δύναται προσδίδοσθαι. P. ἤν τις] γράφεται ἥτις, ἤτοι ὁποία. Q.

5

.

121

Οἰνεὺς τῆς Βοιωτίας ἦν βασιλεύς. οἱ οὖν θεοὶ βουληθέντες ἰδεῖν εἰ φιλόξενοι οἱ ἄνθρωποι ἦλθον πρὸς αὐτὸν ὡς ξενισθησόμενοι ὑπ’ αὐτοῦ. ὁ δὲ ἐδέξατο καὶ ἔθυσε βοῦν καὶ ἐξένισεν αὐτούς. ξενι‐ σθέντες οὖν καὶ ἐρχόμενοι οἱ θεοὶ εἶδον τὴν βύρσαν τοῦ σφαγέντος254 in vol. 1
5βοὸς κειμένην κάτω, καὶ οὐρήσαντες εἰς αὐτὴν ἐξ αὐτοῦ τοῦ οὔρου καὶ τῆς βύρσης ἐποίησαν τὸν Ὠρίωνα. οὗτος γενόμενος ἠράσθη τῆς Ἀρτέμιδος. αὕτη δὲ σκορπίον ἀνῆκε κατ’ αὐτοῦ, καὶ κρουσθεὶς οὕτως ἐν τῷ σφυρῷ τέθνηκεν. οἱ οὖν θεοὶ ἐλεήσαντες αὐτὸν δι’ ἄστρων ὑπε‐ ζωγράφησαν αὐτὸν ἐν τῷ οὐρανῷ μετὰ τοῦ σκορπίου. H.P.Q.
10ἐὰν μετὰ τὸ ** βραχὺ διαστείλωμεν, μᾶλλον τὴν τάξιν τοῦ λόγου σώσομεν. P. ὡς μὲν ὅτ’ Ὠρίωνα] πρὸς τὸ ξένον τῆς ἱστορίας. H. ὁ μέν ἀντὶ τοῦ δή. ὁ δὲ νοῦς, ὥσπερ δὴ ὅτε Ὠρίωνα ἔλαβεν ἡ Ἡμέρα. H.T. τούτου γὰρ ἐρασθεῖσα ἡ Ἡμέρα ἥρπασεν ἀπὸ Τανάγρας εἰς Δῆλον,
15ἔνθα τὴν ἀμαλλοφόρον Οὖπιν ἰδὼν ἠθέλησε βιάσασθαι. ἐφ’ ᾧ ὀργι‐ σθεῖσα ἡ θεὸς ἀναιρεῖ αὐτὸν, ὡς Εὐφορίων δηλοῖ. P.Q.T. ἐκ τοῦ Ἡρακλείτου. δεῖ δὲ ἡμᾶς οὐδὲ τὰ μικρὰ παροδεύειν, ἀλλὰ
καὶ δι’ ἐκείνων τὴν λεπτὴν ἐξετάζειν Ὁμήρου φροντίδα. τὸν γὰρ Ἡμέ‐ ρας καὶ Ὠρίωνος ἔρωτα, πάθος οὐδ’ ἀνθρώποις εὔσχημον, ἠλληγόρη‐255 in vol. 1
20σεν “ὡς μὲν ὅτ’ Ὠρίων’ ἕλετο ῥοδοδάκτυλος Ἠώς.” παρεισάγει γὰρ αὐτὸν ἔτι νεανίαν ἐν ἀκμῇ τοῦ σώματος ὑπὸ τοῦ χρεὼν πρὸ μοίρας συνηρπασμένον. ἦν δὲ παλαιὸν ἔθος τὰ σώματα τῶν καμνόντων, ἐπειδὰν ἀναπαύσηται τοῦ βίου, μήτε νύκτωρ ἐκκομίζειν μήθ’ ὅταν ὑπὲρ γῆς τὸ μεσημβρινὸν ἐπιτείνηται θάλπος, ἀλλὰ πρὸς βαθὺν ὄρ‐
25θρον ἀπύροις ἡλίου ἀκτῖσιν ἀνιόντος. ἐπειδὰν οὖν εὐγενὴς νεανίας ἅμα κάλλει προέχων τελευτήσῃ, τὴν ὄρθριον ἐκκομιδὴν ἐπευφήμουν Ἡμέ‐ ρας ἁρπαγὴν, ὡς οὐκ ἀποθανόντος, ἀλλὰ δι’ ἐρωτικὴν ἐπιθυμίαν ἀνηρ‐ πασμένου. καθ’ Ὅμηρον δὲ καὶ τοῦτό φασιν. Ἰασίων ἀνὴρ γεωρ‐ γίας ἐπιμελούμενος καὶ δαψιλῶς ἀπὸ τῶν ἰδίων ἀγρῶν καρποὺς λαμ‐
30βάνων εἰκότως ὑπὸ τῆς Δήμητρος ἔδοξεν ἠγαπῆσθαι· δι’ ὧν Ὅμηρος οὐκ ἀσελγεῖς ἔρωτας ἱστορεῖ θεῶν οὐδ’ ἀκολασίας, σημαίνει δὲ τὰς εὐαγεστάτας, Ἡμέραν τε καὶ Δήμητραν, τοῖς εὐσεβῶς ἐρευνᾶν ἐθέ‐ λουσι φυσικῆς ἀκριβῆ θεωρίαν ἀφορμὴν χαρίζεσθαι. E.T. οἱ πλείονες ὑπὸ σκορπίου φασὶν αὐτὸν ἀνῃρῆσθαι τὴν Ἄρτεμιν
35διώκοντα. E. οἱ πλείονες ὑπὸ σκορπίου φασὶν αὐτὸν ἀνῃρῆσθαι βιαζόμενον τὴν Ἄρτεμιν. ὁ γὰρ Ἀπόλλων οὐκ ἀνεῖλεν, ἴσως μὴ παρὼν τότε. V.

5

.

123

εἵως μιν ἐν Ὀρτυγίῃ] ἡ ἐν τῇ Ὀρτυγίῃ τῇ νῦν Δήλῳ γεννη‐ θεῖσα. Ὀρτυγίη δὲ ἐκαλεῖτο πρώην διὰ τὸ χθαμαλὸν καὶ οἷον χα‐ μαιπετὲς πρὸ τοῦ ἀναδοθῆναι καὶ φανῆναι. τοιοῦτον γὰρ καὶ τὸ ὄρνεον, οὐχ ὑψιπετὲς, ἀλλὰ πρόσγειον. E. τῇ Δήλῳ. νῆσος δὲ ἡ Δῆλός
5ἐστιν ἀνὰ μέσον τῶν Κυκλάδων. E.V. χρυσόθρονος Ἄρτεμις ἁγνὴ] ἐπὶ κυνηγετικῆς θεοῦ ἄκαιρον τὸ ἐπί‐ θετον. Q. Ἀπίων τὸ ἁγνή περισπᾷ κατὰ δοτικὴν, ἀκούων ἐν Ὀρτυγίῃ
ἁγνῇ. H.P.Q.256 in vol. 1

5

.

124

οἷς ἀγανοῖς] ἢ τοῖς ταχυτάτοις παρὰ τὸ ἄγαν, ἢ τοῖς μὴ γάνος ἐμποιοῦσιν. P. τὸ ἑξῆς, βελέεσσι κατέπεφνεν αὐτὴ ἐποιχομένη. P. οὐδέποτε παρ’ Ὁμήρῳ ἡ Ἄρτεμις ἄρρενας φονεύει· διό τινες ἀθε‐
5τοῦσι τοὺς στίχους, εἰ μὴ ἄρα τῆς ἱστορίας μέμνηται ὡς τὸν Ὠρίωνα πλημμελοῦντα εἰς αὐτὴν ἠμύνατο ἡ Ἄρτεμις. H.P.Q.

5

.

125

ὡς δ’ ὁπότ’ Ἰασίωνι] οὗτος Κρὴς τὸ γένος Κατρέος καὶ Φρο‐ νίας υἱός· ὡς δὲ Ἑλλάνικος, Ἠλέκτρας καὶ Διὸς υἱός· παρ’ ᾧ μόνῳ μετὰ τὸν κατακλυσμὸν εὑρέθη σπέρματα, οὗ καὶ Δήμητρος ὁ Πλοῦ‐ τος κατὰ Ἡσίοδον. πάντα γὰρ ἰᾶται ὁ πλοῦτος. H.P.Q.
5τούτου καὶ Δήμητρος ὁ Πλοῦτος. ἦν δὲ Κρὴς ὁ Ἰασίων. Ἑλ‐ λάνικος δὲ Ἠλέκτρας καὶ Διὸς αὐτὸν γενεαλογεῖ. ἔνιοι δέ φασιν αὐτὸν γεωργικώτατον ὄντα δόξαν ἔχειν ὅτι τῇ Δήμητρι συνῴκει. τινὲς δέ φασι μετὰ τὸν ἐπικλυσμὸν παρὰ μόνῳ Ἰασίωνι σπέρμα πυ‐ ρῶν εὑρεθῆναι ἐν Κρήτῃ, ὅθεν διαδοθῆναι φήμην ὅτι ἡ Δημήτηρ αὐτῷ
10συνῴκει καὶ ἐγέννησε Πλοῦτον. H.P.Q.V. ὁ Ἰασίων γεωργὸς ἦν καὶ ἐδίδου αὐτῷ ἡ γῆ καρπὸν περιττὸν εἰσαεὶ ἐμφοροῦσα, καὶ ἦν πλούσιος. ἔλεγον οὖν αὐτὸν συνευνάζεσθαι τῇ γῇ, καὶ διὰ τοῦτο διδόναι αὐτῷ τὴν εὐφορίαν. E.

5

.

126

ᾧ θυμῷ εἴξασα] οὐκ ἀντιστᾶσα τῇ ἐπιθυμίᾳ, ἀλλὰ πεισθεῖσα καὶ ὑποχωρήσασα. B.P.T.

5

.

127

νειῷ] νενεασμένῃ γῇ, ἠρωμένῃ. V. τῇ νεωστὶ ἠροτριασμένῃ γῇ. P.Q. τριπόλῳ] τρίτον ἐστραμμένῃ. B.V. τινὲς δὲ γράφουσι, νειῷ ἐνὶ τριπύλῳ, οὐκ εὖ. H.P.Q.

5

.

128

ἀργῆτι] ταχέως διικνουμένῳ διὰ λεπτότητα. E.

5

.

129

ἀγάασθε] ὡς δύνασθαι, τοῦ δευτέρου α συστελλομένου. δυνα‐ τὸν δὲ καὶ ὡς η ***. οἶδε γὰρ αὐτοῦ καὶ τὸ κατὰ διαίρεσιν, ὡς τὸ “θεαῖς ἀγάσθαι” (119.), καὶ “τόφρα οἱ ἠγάασθε θεοί” (122.). P.

5

.

130

τὸν μὲν ἐγὼν ἐσάωσα] ὅρα τὴν δικαιολογίαν, ὅτι ὃν ἔσωσα, εἰμὶ δικαία τοῦτον κατέχειν, ὑμεῖς δὲ διαφθείραντες ἄλλως βουλεύ‐ εσθε. T. περὶ τρόπιος βεβαῶτα] ὅτι καὶ γενικὴ ἀντὶ δοτικῆς, ἀντὶ τοῦ257 in vol. 1
5περιβεβηκότα τῇ τρόπιδι. B.E.P.Q.T.

5

.

132

Ζεὺς ἐλάσας] γράφεται, ἔλσας. E. ἔλσας] Ζηνόδοτος “ἐλάσας” γράφει. οἱ δὲ “ἔλσας·” ποιητικώτε‐ ρον γάρ. ἔλσας μὲν τὸ συστρέψας, ἐλάσας δὲ τὸ ἐκ χειρὸς πλήξας. H.P.Q. ἔλσας] πλήξας, κεραυνώσας. V.

5

.

135

τὸν μὲν ἐγὼ φίλεον] οὐκ ἀλόγως οἴεται τὰς εἰς αὐτὸν ἐργα‐ σίας καταριθμεῖν, ἀποδεικνῦσα ὅτι δίκαιον τὸν εὐπαθοῦντα συνεῖναι αὐτῇ. P.Q.

5

.

136

ἀγήραον] Ἀρίσταρχος, ἀγήρων. H.

5

.

139

ἐρρέτω πόντον ἐπ’ ἀτρύγετον, εἰ ὁ Ζεὺς ἐποτρύνει καὶ ἀνώγει αὐτὸν διαφθαρῆναι. P.Q.T. τὸ ἑξῆς, ἐρρέτω πόντον ἐπ’ ἀτρύγετον. τὰ δὲ ἄλλα ὡς διὰ μέσου διορθωτέον. P.
5ἐρρέτω] ἀμφίβολον, πότερον εἰς Δία ἢ εἰς Ὀδυσσέα. V.

5

.

141

καὶ ἑταῖροι] ὅτι ἐπὶ τῶν συμπλεόντων τίθησι τοὺς ἑταίρους πολλάκις. P.Q.

5

.

143

πρόφρων ὑποθήσομαι] τὸ ἑξῆς, ὑποθήσομαι ὥς κε μάλ’ ἀσκη‐ θής· τὸ δὲ “οὐδ’ ἐπικεύσω” διὰ μέσου. δύναται καὶ ἀφ’ ἑτέρας ἀρχῆς ἀναγινώσκεσθαι, οὐδ’ ἐπικεύσω ὥς κε μάλ’ ἀσκηθής, οὐκ ἀποκρύψομαι πῶς ἂν σωθείη. P.Q.T.

5

.

144

ἀσκηθὴς] ἀβλαβὴς, ἀπὸ τοῦ σχῶ τὸ κρατῶ, ἤτοι ὁ μὴ κρα‐ τούμενος τῇ βλάβῃ, καὶ κλίνεται τοῦ ἀσκηθοῦς. B.

5

.

146

τὸ νῦν ἔφαμεν ἐκτείνεσθαι παρὰ τῷ ποιητῇ, εἰ μὴ μέτρον κωλύοι. P.

5

.

151

οὐδέ ποτ’ ὄσσε] ἐν ἄλλοις φησὶν “αἰψηρὸς δὲ κόρος πέλεται κρυεροῖο γόοιο” (Od. δ, 103.). εἰ τοίνυν οὕτως ἀδιαλείπτως κλαίει,
ὅρα τὴν ὑπερβολὴν τῆς λύπης. P.Q.T.258 in vol. 1

5

.

152

τέρσοντο] ἐξηραίνοντο· ἐξ οὗ καὶ ταρσός, ὁ καλαθίσκος. E. κατείβετο] ἐν δάκρυσιν ἦν αὐτῷ ὁ τοῦ βίου χρόνος καὶ κατετή‐ κετο. V. κατέρρει, ἐφθείρετο, ἀνηλίσκετο. B. ἐν δάκρυσιν ἀνη‐ λίσκετο. T.

5

.

153

ἐπεὶ οὐκέτι ἥνδανε νύμφῃ] κατ’ οὐδὲν ἤρεσκεν ἀποπέμπειν ἔτι αὐτὸν, ἤτοι τὸ μὲν πρῶτον ὡς σώσασαν ἔστερξεν, τὸ δὲ μετὰ ταῦτα οὐκέτι. P.Q.V. δύναται δὲ κυρίως κεῖσθαι τὸ ἔτι, ἤρεσκε γὰρ αὐτῷ πρότερον ἀναλαβοῦσα αὐτὸν ἐκ τοῦ ναυαγίου, κατέχουσα
5δὲ οὐκέτι. P.Q. θρηνοῦντι τὴν ἐπάνοδον τὴν μὴ γινομένην αὐτῷ. P.T.

5

.

154

ἰαύεσκεν] διενυκτέρευσεν, ἢ ἐκοιμᾶτο. Q.V.

5

.

155

παρ’ οὐκ ἐθέλων ἐθελούσῃ] ἀντιστροφὴ Ἰωνική. P.

5

.

156

ἐν πέτρῃσι] ἀμπέτρῃσι, αἱ Ἀριστάρχου. H.P.

5

.

158

ἐντεῦθεν εἰς τὸ ὀλίγον ἀνωτέρω (84.) μετάκειται ὁ στίχος. H.

5

.

160

κάμμορε, μή μοι] δαιμονίως ἀποκρύπτει τὸ πρόσταγμα ἐξι‐ διοποιουμένη τὴν εὐεργεσίαν. P.Q. κάμμορε] καταμεμορημένη, ταλαίπωρε, κακόμοιρε. P.

5

.

163

σχεδίην] τὴν εἰκαίως κατασκευασθεῖσαν ναῦν λέγει. V. ἐν δ’ ἰκρία πῆξαι ἐν αὐτῇ] Super ἐν δ’—γρ. αὐτάρ: et in marg. ἐπ’ αὐτῆς. H. ἴκρια] τὰ ὀρθὰ ξύλα, ἐφ’ ὧν τὰ τῆς νεὼς καταστρώματα προσ‐
5πήγνυται, τὰ ἐγκοίλια λεγόμενα. E.P.Q.V. ἰκρία] ὡς ἴχνια. H.P. ......... διαφέρει. ὅτε μὲν δέξη τὸ ι βραχὺ, προπαροξύνεται, ὅτε δὲ μακρὸν, παροξύνεται. P.

5

.

164

ὑψοῦ] βέλτιον τὸ ὑψοῦ τοῖς ἄνω συνάπτειν. ἐπεὶ γὰρ περὶ τοῦ πλάτους εἶπεν, εὐρεῖαν σχεδίην, ἀναγκαῖον καὶ περὶ τοῦ βάθους εἰπεῖν. P.Q.259 in vol. 1

5

.

166

μενοεικέα] ἢ ἐντιθέντα μένος, ἢ πρέποντα τῷ μένει· ἢ ἀρκε‐ τόν. B. ὅτι καὶ ἐπὶ δίψης ὁ λιμός. P.

5

.

168

ἵκηαι] Ἀριστοφάνης ἵκοιο. H.P.

5

.

171

ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς] κινεῖ αὐτὸν πρὸς τὸ δεδιέναι καὶ ἡ ὥρα τοῦ ἔτους καὶ ὁ τρόπος τῆς πορείας. ὅτι γὰρ τοιοῦτον ἦν τὸ κατάστημα δῆλον κἀκ τοῦ παρὰ Καλυψοῖ πῦρ καί‐ εσθαι ἐπὶ τῆς ἐσχάρας καὶ παρὰ Φαίαξι καὶ παρὰ Εὐμαίῳ. P.Q.T.

5

.

173

ἄλλο τι βουλεύῃ, καὶ οὐ τὴν πομπήν. P.T. μήδεα] βουλεύματα. V.

5

.

175

ἐῗσαι] πλεονασμός ἐστι τοῦ ε, οὐ διαίρεσις. P.

5

.

179

ἄλλο] Ἀριστοφάνης ἄλλοις γράφει. οἷον σώζειν μὲν ἐμὲ, ἐν δὲ τοῖς ἄλλοις κακόν μοι τὶ βουλεύειν. H.P.Q.

5

.

182

ἦ δὴ] περισπαστέον τὸ η· ἔστι γὰρ βεβαιωτικός. P. ἦ δὴ ἀλιτρός γ’ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς] ἀλιτήριος καὶ ἁμαρ‐ τωλός. ἀποφώλια δὲ τὰ ἀπαίδευτα. πῶς οὖν ἁμαρτωλός τε εἶ καὶ οὐκ ἀπαίδευτος, φησίν. οὐκ ἔστιν οὕτως, ἀλλὰ λέγει, πάνυ ἥμαρ‐
5τες, καίπερ οὐκ ὢν ἀπαίδευτος. καίτοι οὐκ ἀποφώλια εἰδὼς οὐδὲ ἀπαίδευτος ὢν ἀλιτρὸς γέγονας καὶ ἥμαρτες τοῦτο εἰπών. H.P.Q. ἀλιτρὸς ὁ μὴ ἀπηλλαγμένος πανουργίας, ὁ ἁμαρτωλός. V. ἀλι‐ τρὸς λέγεται ὁ κατὰ ψυχὴν ἁμαρτωλός. λέγεται δὲ καὶ ὁ τῆς ἀλη‐ θείας ἀποτυχὼν καὶ ἁμαρτὼν, ὡς καὶ νῦν Ὀδυσσεύς. τὸ ἑξῆς δὲ
10οὕτως, ἦ δὴ ἀλιτρός γ’ ἐσσὶ, καίτοι οὐκ ἀποφώλια εἰδώς. ἤτοι ὄντως ἁμαρτάνεις τῆς ἀληθείας, καίτοι οὐκ εἰδὼς ἀπαίδευτα. εἰ μὴ γὰρ συννοοῖτο τὸ καίτοι, ἄλλως οὐκ ἂν ἀκολουθήσαι. ἢ ἀλιτρὸς ἀντὶ τοῦ πολύπειρος, πολλὰ προσκρούσας· καίτοι μὴ εἰδὼς ἀποφώλια, ἀλλ’ ὅμως ἀπαίδευτα ἥμαρτες. φωλεὸν δὲ λέγεται τὸ σχολεῖον. ὁ γοῦν
15μὴ φοιτῶν εἰς τὸ ᾠδεῖον λέγεται ἀποφώλιος. E.
ἦ δὴ ἀλιτρός γ’ ἐσσὶ] τῷ Ὀδυσσεῖ Ἀθηνᾶ μὲν ἐμαρτύρησε φι‐ λεῖσθαι αὐτὸν καίπερ “δύστηνον ἐόντα, οὕνεκ’ ἐπητής ἐστὶν καὶ ἀγχί‐ νοος καὶ ἐχέφρων” (Od. ν, 331.). Καλυψὼ δὲ ἰδοῦσα τὸ δύστηνον αὐτὸν ἐόντα, ὅτ’ “ἄλλοι μὲν πάντες ἀπέφθιθον ἐσθλοὶ ἑταῖροι, τὸν δ’260 in vol. 1
20ἄρα δεῦρ’ ἄνεμός τε φέρων καὶ κῦμ’ ἐπέλασσεν οἶον” (Od. ε, 110.), καὶ διὰ τοῦτο ἐξηγήσατο πῶς δύστηνον λέγει. πάλιν “ἦ δὴ ἀλιτρὸν” ὄντα. πῶς οὖν ἀλιτρός τε ὁ αὐτὸς καὶ ἀποφώλια εἰδότος καὶ τοῦ ἀγχίνου καὶ ἐχέφρονος; καὶ πῶς ὁ ἀλιτρὸς εἴρηται; ῥητέον οὖν ὅτι εἰς ὅρκον προκαλουμένου τὴν Καλυψὼ τοῦ Ὀδυσσέως “μή τί μοι
25αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο,” φησὶν ἐκείνη ἀλιτρὸν ὄντα, τουτέστι διαμαρτάνοντα τῆς ἀληθείας καὶ σφαλλόμενον, καίπερ οὐκ ἀπαίδευτα εἰδότα. τὸν γὰρ ἀπαίδευτον οὐκ ἀπεικὸς ὄντα σφάλλεσθαι, τὸν δὲ πεπαιδευμένον θαυμαστὸν ὄντα σφαλῆναι. θαυμάζουσα οὖν λέ‐ γει “ἦ δὴ ἀλιτρός ἐσσι,” ἀντὶ τοῦ εἶ ἄρα σφαλερὸς, καίπερ οὐκ
30ἀπαίδευτος ὤν. τὸ δὲ ἀμφίβολον ἐποίησιν ὁ πλεονασμὸς τοῦ τε καὶ ἔλλειψις τοῦ περ. ῥηθεὶς γὰρ οὕτω “ἦ δὴ ἀλιτρός ἐσσι, καίπερ οὐκ ἀποφώλια εἰδώς,” οὕτως ἂν εἴη ὁ αὐτός. τὸ ἐπητὴς δ’ ἐστίν παρὰ τὸ ἔπος γέγονεν, ὥσπερ παρὰ τὸν λόγον λόγιος. λόγιος δὲ ὁ πεπαιδευ‐ μένος καὶ τῷ λόγῳ καὶ τῷ ἔπει χρῆσθαι δυνάμενος διὰ τὴν παίδευσιν,
35λόγῳ δὲ οὐ τῷ προφορικῷ μόνῳ, ἀλλὰ καὶ τῷ ἐνδιαθέτῳ. ὁ δ’ αὐτὸς ἂν εἴη ἄριστος ἐν μύθοις, ὥσπερ ἀγχίνους καὶ ἐχέφρων ὁ ἐν βουλῇ ἄριστος. καὶ γὰρ ἀγχίνοια καὶ φρόνησις συνήρτηται λογιότητος· καὶ ἐξηγεῖται συλλαβὼν λογιότητα καὶ ἀγχίνοιαν καὶ φρόνησιν ἐν οἷς φησι πρὸς τὸν αὐτόν “ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχ’ ἄριστος ἁπάν‐
40των βουλῇ καὶ μύθοισιν” (Od. ν, 296.) ὁ γὰρ ἄριστος ἐν βουλῇ ὁ φρόνιμος καὶ ἀγχίνους, ὁ δὲ ἄριστος ἐν μύθοις ὁ ἐπητὴς καὶ λόγιος. τοιοῦτος δ’ ἂν εἴη ὁ οὐκ ἀποφώλια εἰδὼς μόνος. T. ἀποφώλια] ἀπαίδευτα. φωλεοὶ γὰρ τὰ παιδευτήρια. ἢ ἃ οὐκ ἄν τις ἀποφήναιτο ὡς ἄρρητα ἢ ἀσύνετα. P.V.
45φωλεοὺς ἔλεγον οἱ παλαιοὶ τὰ παιδευτήρια. ἀποφώλια οὖν τὰ ἀπαίδευτα. καίτοι οὐκ ἀποφώλια εἰδὼς οὐδ’ ἀπαίδευτος ὢν, ἀλιτρὸς γέγονας καὶ ἥμαρτες τοῦτο εἰπών. B.

5

.

183

ἀφ’ ἑτέρας ἀρχῆς ἀναγινώσκειν βέλτιον, ἵνα θαυμασμὸν μᾶλ‐ λον παραστήσωμεν. P.

5

.

184

ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς] ἡ γῆ μετέχει ἀέρος, ὕδατος καὶ πυρός. ἡ γοῦν Καλυψὼ πρὸς τὰ τέσσαρα στοιχεῖα τὸν ὅρκον ποιεῖται, ἃ καὶ συνεκτικώτατα πάντων. κέντρον γάρ ἐστιν ἡ γῆ, περὶ δὲ τὸν οὐρανὸν τὰ ἄφθαρτα σώματα, περὶ δὲ τὴν γῆν φθαρτά.261 in vol. 1
5διὸ καὶ αὐτὸ περὶ τοῦ τῆς ἐν τῷ Ἅιδῃ Στυγὸς ὕδατος λέγουσιν ὡς, ἐὰν ψευσώμεθα, ἐκεῖ κατέλθωμεν, ὥσπερ καὶ βασιλεὺς βουλόμενος ὀμόσαι φησὶν, ἐκπέσοιμι τῆς ἀρχῆς, εἰ μὴ τόδε γένηται, ὡς καὶ αὐτὴ τῆς ζωῆς. E.

5

.

185

γράφεται καὶ, ὕδατος, πρὸς ὃ ἐσημειοῦτο Ἀριστοφάνης. H.

5

.

188

ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι] ἀλλὰ ταῦτά σοι εἴπω, ὅσα φρονῶ καὶ ὅσα ἂν ἐμαυτῇ συνεβούλευσα ἐν τοσούτῳ τῆς χρείας κα‐ θεστῶσα. B.E.V. ὅτε με, φησὶ, τοσοῦτον χρεία καταλάβοι ὅσον καὶ σέ. B.E.P. ἀλλὰ τοσαῦτά σοι νοῶ καὶ συμβουλεύω, ὅσα ἂν
5καὶ ἐμαυτῇ συνεβούλευσα ἐν τούτῳ τῆς χρείας καθεστηκυίᾳ. ὁ δὲ περ παρέλκει. P.Q.

5

.

190

ἐναίσιμος] δίκαιος, ἀγαθός. B.

5

.

193

καρπαλίμως] οὐχ ὅτι ταχέως βαδίζει. ποίαν γὰρ εἶχεν αἰ‐ τίαν ἐπείξεως; ἀλλὰ μετὰ τὰ εἰρημένα καρπαλίμως ἐτράπετο. P.Q.

5

.

194

ἷξον] δύο θέματά εἰσιν, ἥκω διὰ τοῦ η, καὶ ἵκω διὰ τοῦ ι, σεσιγημένον δέ. εἰ γὰρ διὰ τοῦ ι, οὐκ ἂν ὁ δεύτερος ἀόριστος ἦν, ᾧ προστεθέντος τοῦ ς ἷξον γίνεται. τὸ γὰρ ξ ἐκ τοῦ κ καὶ ς σύγκει‐ ται. B.
5γλαφυρὸν] κοῖλον διὰ τὸ γλύφεσθαι. H.

5

.

196

ἐτίθει πάρα πᾶσαν] ἀναστρεπτέον τὴν πρόθεσιν. P.

5

.

198

αὐτὴ δ’ ἀντίον ἷζεν] ἥδιστον τοῖς ἐρῶσιν ἡ καταντικρὺ καθέ‐ δρα. P.Q.

5

.

199

πιθανῶς καὶ περὶ τροφῶν διέστειλεν, ἵνα μὴ ἐπιζητῶμεν εἰ ταὐτὰ προσεφέροντο. P.

5

.

202

τοῖς] ὅτι ἑνὸς πρὸς ἕνα διαλεγομένου φησὶ, τοῖς ἄρα μύθων ἦρχεν. P.

5

.

204

οὕτω δὴ οἶκόνδε] ἤγουν ἐν καιρῷ χειμῶνος. προσῆκται δὲ ὁ
λόγος ἐν ἐπερωτήσει. B.E. οὕτω δὴ, ἐν ἐπερωτήσει. P.262 in vol. 1

5

.

205

ἔμπης]· τὸ ἔμπης, ὃ καὶ ἔμπα λέγεται, ἐν τούτῳ τῷ τόπῳ ὅμως σημαίνει, ποτὲ δὲ ὁμοίως καὶ ἐπίσης, ὡς τὸ “ἔμπης εἰς γαῖάν τε καὶ οὐρανὸν ἵκετ’ ἀϋτμή.” (Il. ξ, 174.). MS. Barnes.

5

.

206

εἴ γε μὲν εἰδείης] ἂν δὲ ἐγίνωσκες. ἠθικῶς ἐκτρέπει αὐτὸν ταῖς φιλοφρονήσεσι. P.

5

.

208

τὸ, σὺν ἐμοί, τοῖς ἑξῆς συναπτέον, ἐπὶ δὲ τὸ φυλάσσοις βραχὺ διασταλτέον. P. σὺν ἐμοὶ δὲ, οὐ παρ’ ἐμοί. M.

5

.

209

ἀθάνατός τ’ εἴης] ὅρα ποῦ τὴν τῆς ἀθανασίας ὑπόσχεσιν παρέλαβεν, ὅτι οὐ τῆς Πηνελόπης μνημονεύειν ἔμελλεν, εἰ μὴ ἀντι‐ θεῖσα τῷ μεγέθει τῆς ὑποσχέσεως τὴν περὶ τὴν γυναῖκα σπουδήν. P.Q.

5

.

211

οὐ μέν θην κείνης γε χερείων] Ἀντισθένης φησὶν εἰδέναι σο‐ φὸν ὄντα τὸν Ὀδυσσέα ὅτι οἱ ἐρῶντες πολλὰ ψεύδονται καὶ τὰ ἀδύ‐ νατα ἐπαγγέλλονται. ἐπισημαίνεται δὲ καὶ τὴν παραίτησιν δι’ ἣν πεποίηται τῆς θεοῦ. ἐκείνης μὲν γὰρ ἐπὶ σώματος εὐμορφίᾳ καὶ
5μεγέθει μεγαλαυχούσης καὶ τὰ καθ’ ἑαυτὴν προκρινούσης τῆς Πε‐ νελόπης, συγχωρήσας μὲν τοῦτο καὶ τῷ ἀδήλῳ εἴξας, ἄδηλον μὲν γὰρ αὐτῷ εἰ ἀθάνατος καὶ ἀγήρως, ἐπισημήνασθαι ὅτι τὴν γαμετὴν ζητεῖ διὰ τὸ εἶναι περίφρονα, ὡς κἀκείνης ἂν ἀμελήσας, εἰ τῷ σώματι καὶ μόνῳ κάλλει κεκόσμητο. τοῦτο γὰρ καὶ τοὺς μνηστῆρας εἰρηκέναι
10πολλάκις λέγοντας “οὐδ’ ἐπὶ ἄλλας ἐρχόμεθ’ ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ” (β, 207.), ταύτης δὲ ἕνεκα τῆς ἀρετῆς ἐπιδικαζόμεθα. τὰ δὲ τῆς Καλυψοῦς ἐστι τοιαῦτα· οὐ μὲν ἐγὼ κείνης χερείων εὔχομαι εἶναι, οὐ δέμας, οὐ φυὴν, οὐδὲ ἔοικε θνητὰς ἀθανάτῃσι δέμας ἐρίζειν καὶ εἶδος, τὰ σωματικὰ μόνον παραβαλλούσης. τοῦ δὲ Ὀδυσσέως
15οἶδα καὶ αὐτὸς πάντα μάλ’ οὕνεκα σεῖο περίφρων Πηνελόπεια εἶδος ἀκιδνοτέρη μέγεθός τ’ εἰς ἄντα ἰδέσθαι· ἡ μὲν γὰρ βροτός ἐστι, σὺ δ’ ἀθάνατος καὶ ἀγήρως. τὸ γὰρ περίφρων Πηνελόπεια ἔμφασιν ἔχει τῆς κατ’ ὄρεξιν προκρίσεως. E.

5

.

212

οὐ δέμας] ἐν ἄλλοις μὲν ὁ ποιητὴς ὅταν ἐγκωμιάζειν γυναῖκα βούληται, εἶδος καὶ ἔργα ἐπαινεῖ. αὕτη δὲ ἄμφω ἀπὸ τῆς μορφῆς ἔλαβεν. P.Q.263 in vol. 1

5

.

213

θνητὰς ἀθανάτῃσιν] ἄκρως αὐτὸ συνέλαβεν ἐπὶ τῇ γνωμο‐ λογίᾳ. τὸ γὰρ καταβαίνειν εἰς ἔριν εὐμορφίας οὐκ εὐχερῶς τὴν θεάν. P.Q.

5

.

215

πότνα θεὰ] ἄριστον τὸ περὶ πρώτης ἀπολογήσασθαι τῆς περὶ τὴν Πηνελόπην φιλοστοργίας. οὐδὲν γὰρ οὕτως ἥπτετο τῆς Καλυ‐ ψοῦς ὡς ἡ παρευδοκίμησις. H.P.Q. ὥσπερ γὰρ τὸ πότνα ἀπὸ τοῦ πότνια κατὰ συγκοπὴν, καὶ τὸ πρέσβα ἀπὸ τοῦ πρέσβειρα, οὕτω καὶ
5τὸ αὐγούστα ἀπὸ τοῦ αὐγούστηρα. διὰ τοῦτο γὰρ καὶ ἐπὶ τῆς γενι‐ κῆς οὐ τρέπουσι τὸ α εἰς η, ἀλλὰ κλίνονται ἄτρεπτα. B. πότνα] σεβασμία, τιμία. V.

5

.

216

περίφρων Πηνελόπεια] διὰ τοῦ περίφρων δηλοῖ ὡς εἰ καὶ σώματι, ἀλλὰ φρονήσει οὐκ ἔστιν ἐλάττων αὐτῆς. P.Q.

5

.

217

εἶδος ἀκιδνοτέρη] ἐπιμελῶς τὸ ἀκιδνὸν ἐπὶ τοῦ κατὰ εἶδος τίθησιν. P.Q. οἱ μὲν γλωσσογράφοι, ἀσθενεστέρα, οἱ δὲ, εὐτελεστέρα. καὶ γὰρ ἐν ἄλλοις “οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο” (Od. ς, 130.),
5ἀντὶ τοῦ εὐτελέστερον. νῦν δὲ οἱ γλωσσογράφοι ἀπέδοσαν αὐτὸ ἀσθε‐ νεστέραν. M.V. Ἀρίσταρχος, εἰς ἄντα, αἱ κοινότεραι, εἰς σῶμα. H.P.

5

.

220

οἴκαδέ τ’ ἐλθέμεναι] ἐπ’ ἄλλα τρέπει τὸν πόθον. ἡ μὲν γὰρ ἔφη, ἱμειρόμενός περ ἰδέσθαι σὴν ἄλοχον, ὁ δὲ ὁμολογῶν τὴν ἐπιθυ‐ μίαν, οὐκ ἐπὶ τὴν Πηνελόπην πεποίηται τὴν ἀπόστασιν, ἀλλ’ ἐπὶ τὰ οἴκοι. H.P.Q.

5

.

222

ταλαπενθέα] ὑπομονητικὸν πένθους καὶ κακοπαθείας. B.E.Q. δαιμονίως σύλληψιν τῶν κινδύνων πεποίηται. P.

5

.

230

ἐνήλλαξε τὴν τάξιν ὅτι κοινότερον νῦν τὸν πέπλον φάρος
εἴρηκεν. P.264 in vol. 1

5

.

231

περὶ δὲ ζώνην βάλετ’ ἰξυῖ] ῥάχει ὅλῃ. ἰξὺς δὲ τὸ ἄνω, ὀσφὺς τὸ κάτω. ἰξὺς οἷον ἄξυστις οὖσα, ἣν οὐχ οἷόν τε ξύσαι καὶ κνήσασθαι τῇ χειρὶ, ἣν ἀλλαχοῦ λέγει ἄκνηστιν. καὶ ἑρμηνεύων τὴν λέξιν φησὶ, κατ’ ἄκνηστιν μέσα νῶτα. ῥάχις δὲ καλεῖται ἡ σύμπηξις τῶν τριά‐
5κοντα τεσσάρων σπονδύλων, ὧν οἱ πρῶτοι ἑπτὰ συμπληροῦσι τὸν τρά‐ χηλον, οἱ δὲ τελευταῖοι δεκαπέντε τὴν ὀσφὺν, οἱ δὲ μέσοι δώδεκα ὄντες τὸν νῶτον, ὃν νῦν ἰξὺν ἐκάλεσεν ὁ ποιητής. B.E.Q.

5

.

232

καλύπτρην] τὸ κάλυμμα τῆς κεφαλῆς. E.Q.V. αἱ Ἀριστάρχου, ἐφύπερθε· αἱ εἰκαιότεραι, ἐπέθηκεν. H.

5

.

236

στειλειὸν] στειλειὸς ἡ λαβὴ τοῦ πελέκεως. V. ὀξυτονητέον τὸν στειλειόν. λείπει δὲ τὸ ἦν. ἢ ἀπὸ κοινοῦ τὸ ἔδωκεν. P.Q. Ἄλ‐ λως. στελεὰ ἡ τρύπη τοῦ πελέκεως, στειλεὸν δὲ τὸ ξύλον. B.E. P.Q. ἰκρίον δὲ τὸ περὶ τὴν πρύμναν κατάστρωμα, ὡς αὐτὸς ἑτέρωθι
5ἐξηγεῖται αὐτά. ἰκρίον δὲ ἀπὸ τοῦ ἱκνεῖσθαι εἰς τὸν ἀέρα. B.E.Q.

5

.

238

νήσου ἐπ’ ἐσχατιῆς] οὐχ ὅτι ἠγνόει τοσοῦτον χρόνον διατρί‐ βων ἐν τῇ νήσῳ, ἀλλ’ ὅτι διὰ τὸν ἔρωτα ἑτοίμως ὑπουργεῖ. ἑξῆς γοῦν μυρίας ἀφορμὰς εὑρίσκει τοῦ συνεῖναι καὶ ἐντυγχάνειν αὐτῷ. ἐξὸν γὰρ ἅμα πάντα δοῦναι, ἡ δὲ ἕκαστον πρὸς τὴν χρείαν κομίζει. Ἄλ‐
5λως. τὸ πρὸς τοῖς ἐσχάτοις τῆς νήσου εἶναι τὰ ξηρὰ πιθανὸν, ὧν κατεφρόνει ἡ θεός. ἀμελούμενα οὖν τοιαῦτα ἦν. ἅμα δὲ καὶ ὑπὲρ τοῦ μὴ ἀχθοφόρον τὸν ἥρωα φαίνεσθαι μακρόθεν φέροντα τὰ ξύλα εἰς θάλασσαν. P.Q.

5

.

240

αὖα πάλαι] κατάξηρα καὶ ἐξαυλισμένα. E.Q.V. ἢ δι’ εὐ‐ φωνίαν ἔγκειται τὸ α. V. περίκηλα] Ἀρίσταρχος ὥσπερ ξηρὰ ἐκδεχόμενος, τὰ περικεκαυ‐
μένα ὑπὸ ἡλίου. Χρύσιππος δὲ διῄρει, περὶ κῆλα, περισσῶς ξηρά. P.265 in vol. 1
5Ἄλλως. διχῶς, περίκηλα καὶ περὶ κῆλα, περισσῶς κεκαυμένα ὑπὸ ἡλίου, οὐκέτι θάλλοντα οὐδὲ ὑγρά. E.P.Q.

5

.

244

εἴκοσι δ’ ἔκβαλε πάντα] παρέλκει τὸ πάντα, ὡς ἐν τῷ “τριχθὰ δὲ πάντα δέδασται” (Il. ο, 189.). P.Q. ἐπιφέρει γὰρ “γαῖα δ’ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος” (ib. 193.) Q.

5

.

245

στάθμην] κανόνα, ὑπομεμιλτωμένον σχοινίον. P.Q.V. τεκτο‐ νικὴν σπάρτον. P.V.

5

.

246

τόφρα δ’ ἔνεικε τέρετρα] “τόφρα δὲ φάρε’ ἔνεικε Καλυψὼ δῖα θεάων” (258.). Q. τέρετρα] τρυπάνους. P. πάντα τὰ τρῆσαι δυνάμενα. B.P. ἀπὸ τοῦ τορῶ τὸ τρυπῶ. B. πάντα τὰ διατρῆσαι δυνάμενα, γομφωτήρια
5καὶ τρύπανα. V. τὰ ὀρθὰ ξύλα, οἷον στήμονος τάξιν ἐπέχοντα. T.

5

247-248

τέτρηνεν—ἁρμονιῇσιν ἄρασσεν] Ἀριστοφάνης τὸ αὐτὸ ᾤετο περιέχειν ἄμφω. διὸ τῷ μὲν σίγμα, τῷ δὲ ἀντίσιγμα ἐπιτίθησιν. B.P.Q. Vind. ὁ δὲ Ἀρίσταρχός φησι διὰ τοῦ πρώ‐ του τὸ μὲν τέλειον τῆς ἁρμογῆς μὴ εἶναι, ἀλλ’, ὡς ἄν τις εἴποι,
5ἁρμόζοντα κατεσκεύασε, καὶ πρὸς ἄλληλα συγκαταγαγὼν ἐσκέψατο εἰ ἁρμόζει ἀλλήλοις. τῷ δὲ ἑξῆς συνέκλεισε καὶ κατεγόμφωσε. διὰ γὰρ τοῦ ἄρασσε τὸ τέλος τῆς ἁρμογῆς παρέστησε. B.H.M.P. Q.T.

5

.

248

γόμφοισιν] οἷς ἁρμόζεται τὰ ξύλα πρὸς ἄλληλα. ἢ πασ‐ σάλοις, ἢ πλατέσιν ἐπιούροις, ἢ σφήναις. V. γόμφοισιν δ’ ἄρασσεν, ἀντὶ τοῦ κατεγόμφωσεν. ἁρμονιῇσιν ἄρασ‐ σεν ἀντὶ τοῦ συνήρμοσε καὶ συνέκλεισε. B.H.M.P.Q.T.
5ἄραρεν] ἥρμοσεν. γράφεται καὶ ἄρηρεν. V. ἁρμονιῇσιν] προπερισπωμένως. ἐστὶ γὰρ Ἰώνων ὁ καταβιβασμός. H.P.266 in vol. 1

5

.

249

ἔδαφος νηὸς] ἀλλαχοῦ γαστέρα λέγει τὴν τρόπιν τῆς νηός. E. τὸ κατώτατον κύτος τῆς νηὸς, ἣν νῦν καλοῦσι γάστραν. H.Q. T.V. τορνώσεται] περιγράψηται καὶ περιορίσηται, ὡς ἐπὶ τοῦ “τορνώ‐
5σαντο δὲ σῆμα” (Il. ψ, 255.). B.E.P.Q.T.

5

.

250

φορτίδος] φορταγωγοῦ, τῆς καὶ ὁλκάδος καλουμένης. P.V.

5

.

251

ποιήσατ’ Ὀδυσσεύς] ἔνιοι, τορνώσατ’ Ὀδυσσεύς. B.E.H.Q.

5

.

252

ἴκρια] τὰ ἐπιτεταμένα ξύλα ἀπὸ πρύμνης ἕως πρῴρας. E. τὰ σανιδώματα, παρὰ τὸ δι’ αὐτῶν ἱκνεῖσθαι καὶ διαβαίνειν τὸν κυβερνήτην. B.P.Q.T. ἴκριον ἐκάλεσε διὰ τὸ ἐπ’ αὐτοῦ ἱκνεῖσθαι καὶ διαβαίνειν τὸν κυβερνήτην. P.T. ad 254.
5σταμίνεσσι δὲ τοῖς ἐπιμήκεσι ξύλοις καὶ στήμονος τάξιν ἐπέχου‐ σιν, ἃ παρατίθεται τοῖς ἰκρίοις ἐξ ἑκατέρων τῶν μερῶν πρὸς τὸ ἑστά‐ ναι· ἢ τοῖς ὀρθοῖς ξύλοις, οἷς τὰ πηδάλια πήσσεται. B.E.H.Q.V.

5

.

253

ἐπηγκενίδεσσι] ταῖς διατεταμέναις σανίσι, κατὰ μετάθε‐ σιν τοῦ ν, οἷον ἐπενδοκίδεσσι, ταῖς ἐπικειμέναις δοκοῖς. B.E.H.P.Q.
τὸ δ’ ἐπηγκενίς οὕτω σχηματίζει ὁ Ἀπολλώνιος· ἐνέγκω, ἐπε‐ νεγκίς, καὶ ἐν ὑπερβιβασμῷ καὶ ἐκτάσει ἐπηνεγκίς καὶ ἐπηγκενίς.267 in vol. 1
5ἡ ἀπὸ πρῴρας ἕως πρύμνης ἐπενεχθεῖσα σανίς. Ἄλλως. ἐπηγκε‐ νίδες τὰ παρατεταμένα ξύλα καὶ οἷον ἀντὶ κρόκης. B.E.H.P.Q.T. Ἄλλως. ἐπηγκενίδεσσι. οὕτως Ἀρίσταρχος. Ῥιανὸς δὲ ἐπητανί‐ δεσσι· ἤγουν ταῖς μακραῖς καὶ ἐπεκτεταμέναις. P.

5

.

254

ἐπίκριον] τὸ κερατάριον. καὶ ἑξῆς γοῦν φησι “τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ” (318.). B.E.P.Q.T. τὴν κεραίαν, τὸ πλάγιον ξύλον τοῦ ἱστοῦ, ᾧ προσδέδεται τὸ ἄρμενον. P.Q.V. Ἄλλως. ἴκριον, τὸ περὶ τὴν πρύμναν κατάστρωμα, ὡς αὐτὸ ἑτέ‐
5ρωθι ἐξηγήσατο· “ἱστὸς δ’ ὀπίσω πέσεν, ὅπλα τε πάντα εἰς ἄντλον κατέχυνθ’, ὁ δ’ ἄρα πρύμνῃ ἐνὶ νηῒ πλῆξε κυβερνήτεω κεφαλήν” (Od. μ, 410.)· εἶτα ἑξῆς “κάππες’ ἀπ’ ἰκριόφιν” καὶ ὃ πρύμναν ὠνόμασεν ὑποκατιών. P.T.

5

.

256

ῥίπεσσι] πλέγμασι ψιαθώδεσιν οὖσι πεπλεγμένοις. οἰσυΐ‐ νῃσι δὲ, τοῖς τῆς ἰτέας κλάδοις, ἢ ἀπὸ τοῦ οἰσυΐνου. ἔστι δὲ ἱμαν‐ τῶδες φυτόν. H.P.Q. ψιαθώδεσι πλέγμασι. ἱμαντῶδες δὲ φυτὸν ἡ οἰσυΐα, θρύῳ ὁμοία. γίνεται δὲ ἀπὸ τοῦ ῥίπτω. B.E.Q.T.

5

.

257

κύματος εἶλαρ] κώλυμα, ἀσφάλειαν καὶ φυλακήν. E.Q.V. ἐπεχεύατο ὕλην] ἔρεισμα τῆς σχεδίας. V. ξύλα, λίθους, ψάμ‐ μον, πρὸς τὸ μὴ εὐρίπιστον εἶναι τοῖς πνεύμασιν ἐλαφρὰν οὖσαν. B.E.P.Q.T.

5

.

260

ὑπέρας] τοὺς ἐκ τοῦ ἄκρου τῆς ὀθόνης ἐξημμένους κάλους. ἢ τὰς τροχιλίας. V. ὑπέρας τὰς τροχιλίας, ἢ σχοινία οἷς μετά‐ γεται τὸ κέρας. Ἄλλως. τὰ ἄνω εἰς ἄκρον ἑκατέρωθεν τοῦ κέρατος δύο σχοινία δι’ ὧν μετάγεται τὸ κέρας ὑπέρας καλεῖ. κάλους δὲ τὰ268 in vol. 1
5ἐν μέσῳ τοῦ κέρατος ἀνάγοντα καὶ κατάγοντα τὸ ἄρμενον. B.E.H. P.Q.T. πόδας δὲ, τὰ κάτω ἑκατέρωθεν δύο σχοινία πρὸς πρῷραν καὶ πρύμναν ἀναδεσμοῦντα τὸ ἄρμενον. B.E.Q.T. κάλους] οἷς ἀνίεται τὸ ἱστίον. Q. ὑπέρας, τὰ ὑπεράνω σχοινία. P.
10κάλωας, σχοινία δι’ ὧν ἀνάγεται καὶ κατάγεται ἡ κεραία. V. ὑπέρας] οἷς μετάγεται τὸ κέρας. P. πόδας] οἷς μετάγεται τὸ ἱστίον. P.Q. κάλους] οἷς συσπᾶται καὶ ἀνίεται τὸ ἱστίον. P. πόδας λέγει τοὺς σχοίνους τοὺς κάτωθεν συνέχοντας τὴν ὀθόνην, ἢ τοὺς μεταγωγοὺς τοῦ κέρατος. ἕτεροι δέ φασι σχοινία οἷς συνέχε‐
15ται ἀπὸ πρῴρας καὶ πρύμνης ὁ ἱστός· ἢ τὰ ἑκατέρωθεν δεδεμένα τοῖς ἀρμένοις σχοινία. P.Q.V.

5

.

266

μέγαν] διὰ τὸ τριπλάσιον τοῦ οἴνου δεῖν εἶναι. P.T.

5

.

267

κωρύκῳ] οἱονεὶ χώρυκός τις ὢν παρὰ τὸ χωρεῖν, καὶ κώρυκος. σημαίνει δὲ τὸν θύλακον. B.E. κώρυκος κυρίως λέγεται ὁ θύλακος, οἱονεὶ (P. δηλαδὴ) ὁ ἀσκὸς, οἷον χώρυκός τις ὤν. καταχρηστικῶς δὲ λέγεται καὶ πᾶν εἶδος σακκίου. P.Q.

5

.

268

οὖρον] οὖρος ὁ ἄνεμος παρὰ τὸ ὀρούειν καὶ ὁρμῆς αἴτιον εἶναι. T. λιαρόν τε] ἢ χλιαρὸν, ἢ ὁμαλὸν, ἀπὸ τοῦ λεῖον τὸ ὁμαλόν. B.

5

.

272

Πληϊάδας τ’ ἐσορῶντι] ὅτι οὐδὲ τῶν κατὰ τὸν οὐρανὸν ἄστρων ἀπείρως Ὅμηρος εἶχε φανερόν ἐστιν ἐξ ὧν πεποίηκε “Πληϊά‐ δας θ’ Ὑάδας τε τό τε σθένος Ὠρίωνος” (Il. ς, 486.), καὶ τὴν Ἄρκτον τὴν ἀεὶ στρεφομένην περὶ ἀειφανῆ πόλον τὸν βόρειον καὶ διὰ
5τὸ μετέωρον μὴ ἁπτομένην τοῦ ὁρίζοντος, ὅτι ἐν ἴσῳ χρόνῳ ὅ τε σμικρότατος κύκλος, ἐν ᾧ ἐστιν ἡ Ἄρκτος, καὶ ὁ μέγιστος, ἐν ᾧ ὁ Ὠρίων, στρέφεται ἐν τῇ τοῦ κόσμου περιφορᾷ. καὶ τὸν βραδέως δυόμενον Βοώτην, ὅτι πολυχρόνιον ποιεῖται τὴν κατάδυσιν οὕτω πεπτω‐ κότα τῇ θέσει ὥστε ὀρθὸν καταφέρεσθαι καὶ συγκαταδύεσθαι τέτ‐
10ταρσι ζῴοις τῶν πάντων εἰς ὅλην τὴν νύκτα μεριζομένων ἓξ ζωδίων. E. ἐσορῶντι] γρ. καὶ, εἰσορόωντα. διχῶς αἱ Ἀριστάρχου. H. Πληϊάδας] Πληϊάδες Πληϊόνης τῆς Ὠκεανοῦ καὶ Ἄτλαντος θυ‐ γατέρες. P. Ἄλλως. Πληϊάδας ἑπτὰ ἀστέρας συνεχεῖς κατ’ οὐρὰν τοῦ Ταύρου269 in vol. 1
15κειμένους, ὧν οἱ ἓξ μόνοι φαίνονται. E.P.V. καὶ ὀψὲ δύοντα Βοώτην] σημειοῦνταί τινες ὅτι ὁ αὐτὸς καὶ Ἀρκτοῦρος λέγεται. E.P.Q.T. Ἄλλως. ὀψὲ δύοντα] μετὰ πολὺν χρόνον τῶν συνανατειλάντων δύνοντα. κατὰ γὰρ τὸν Ἄρατον “τέτρασι γὰρ μοίραις ἄμυδις κα‐
20τιόντα Βοώτην ὠκεανὸς δέχεται.” συγκαταφέρεται δὲ τέτρασι ζω‐ δίοις, σκορπίῳ, ἀφ’ οὗ ἄρχεται δύεσθαι, τοξότῃ, αἰγοκέρωτι, καὶ ὑδροχόῳ, ἐφ’ οὗ λήγει. E.H.P.Q.V. ὀψὲ δύοντα] τότε γὰρ μάλιστα τοῦ ἔργου ἀπολύονται οἱ βόες. B.V.
25ὀψὲ δὲ δύοντα τὸν Ὠρίωνα εἶπεν ὡς πρὸς τὰς Πλειάδας, μετὰ γὰρ τὸ δῦσαι ταύτας καιροῦ παραρρυέντος ἐπιδύεται καὶ οὗτος. B Βοώτην δὲ αὐτὸν ἐκάλεσε διὰ τὸ πλησίον φέρεσθαι τῶν Ἄρκτων τῶν ἐοικυιῶν βουσὶ φευγούσαις διὰ φόβον τὸν βουκόλον, ὡς αἱ αὐταὶ τὸν Ὠρίωνα φεύγειν δοκοῦσι διὰ τὴν ἀπόστασιν. B.
30Βοώτην ἀστέρα λέγει, οὗ φαινομένου περὶ τὴν ἑσπέραν οἱ βόες ἐλευθεροῦνται τῆς ζεύγλης καὶ πρὸς μονὰς ἀπολύονται. P.Q. ὁ Βοώτης καὶ Ἀρκτοφύλαξ καλεῖται. καὶ δοκεῖ εἶναι ὁ Ἰκάριος. Βοώτης δὲ λέγεται ὅτι κατὰ τὴν ἐπιτολὴν αὐτοῦ βοηλατοῦσι καὶ ἀροτριῶσιν. ἢ ἐπεὶ ὁ Ἰκάριος ἐπὶ ἁμαξῶν παρεκόμιζε τὸν οἶνον.
35E.H.P.Q.V. ὁ ἀρκτικὸς κύκλος περιέχει τὰς Ἄρκτους καὶ τὸν Δράκοντα, περὶ ὧν φέρεται ἡ ἱστορία ἥδε. τὸν Δία ἐν Κρήτῃ τεχθέντα δύο νύμφαι
ἐκεῖσε ἀνέτρεφον, καὶ ἡ μὲν Ἑλίκη ὠνομάζετο, ἡ δὲ Κυνόσουρα. Κρόνου δέ ποτε ἐπελθόντος ὁ Ζεὺς τὸν ἑαυτοῦ πατέρα παραλογισάμε‐270 in vol. 1
40νος τὰς νύμφας μετέβαλεν εἰς ἄρκτους, αὐτὸς δὲ εἰς δράκοντα μετε‐ βλήθη. εἶτα τῆς βασιλείας ἀντιλαβόμενος τῇ ἄρκτῳ ἀνεστήριξε φημὶ τὰς νύμφας καὶ ἑαυτόν. ἄξων δὲ λέγεται ἐπεὶ περὶ αὐτὸν ἄγεται ὁ οὐρανός. Q.

5

.

273

Ἄρκτον θ’, ἣν καὶ ἅμαξαν] ἅμαξα καλεῖται ἡ Ἄρκτος ἐπεὶ ἐκ τεσσάρων ἀστέρων σύγκειται τρόπον ἐχόντων πλινθίου, καὶ ἄλλων τριῶν δίκην ἐχόντων ῥυμοῦ. E.P.Q. ἐξ ἀμφοτέρων δὲ ὥσπερ ἐκ τρο‐ χῶν καὶ ῥυμοῦ ἁμάξης σχῆμα ἀποτελεῖται. E.P.Q.T.
5ὅτι καὶ ἐν Ἰλιάδι (α, 487.) τὰ αὐτὰ περὶ τῆς Ἄρκτου καὶ τῶν ἄλλων ἀστέρων φησίν. P.

5

.

275

οἴη δ’ ἄμμορός ἐστι] μόνη δὲ, φησὶν, ἡ ἅμαξα τῶν λοιπῶν ἀστέρων ἐστὶν ἄμοιρος τῶν λοετρῶν τοῦ ὠκεανοῦ. λοετρῶν λέγει τού‐ των, ἐπειδὴ γὰρ, ὡς οἶμαι, ὁ περὶ τὸν ὠκεανὸν τόπος οὐκ ἀναδίδωσιν ἀτμοὺς παχεῖς, ὡς ἐπισκοτίζεσθαι τοὺς ἐπανατέλλοντας φωστῆρας
5ἐκεῖσε τούτοις, ἀλλὰ μένειν αὐτοὺς εἰλικρινεῖς καὶ φαιδροὺς, λέγει πως τούτους λούεσθαι καὶ καθαίρεσθαι ἐν τοῖς τοῦ ὠκεανοῦ λουτροῖς, τῇ τούτου καθαρότητι. ταύτην οὖν μοι λέγειν δοκεῖ ἔννοιαν λουτροῦ. P.Q. λοετρῶν] τοῦ λουτροῦ. H.

5

.

277

πρὸς τὸ περὶ τῆς πλάνης, ὅτι ὡς ἀπὸ τῶν περὶ τὸ Ἀτλαν‐ τικὸν πέλαγος φέρεται ἐπ’ ἀνατολάς. H. νοητέον ὅτι εἰκὸς ἦς τότε πλημμυρῆσαι τὸν ὠκεανόν. H. χειρὸς] γρ. νηός. H.M.

5

.

280

ὅθι τ’ ἄγχιστον] τὸ ὅθι χρονικῶς οἱ Ἀριστάρχου, ἀντὶ τοῦ ὅτι, ἵν’ ᾖ, ὅτι ἐγγὺς γέγονεν. Ἄλλως. ὅθι τ’ ἄγχιστον ἀντὶ τοῦ ὅτι, ὡς “τότε με σχεδίης ἀποβῆναι ἀνώγει” (357.). ἄγχιστον δέ
φησι καθὸ τούτους ὑφίσταται τῆς γῆς ἐσχάτους οἰκοῦντας. καὶ ἡ271 in vol. 1
5Ναυσικάα φησὶν “οἰκέομεν δ’ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ ἔσχα‐ τοι” (ζ, 204.). P.Q.

5

.

281

εἴσατο δ’ ὡς ὅτε ῥινὸν] εἰ μὲν ῥινόν ἀναγνωστέον, ἔσται, ἐφάνη ὡς ἀσπὶς, ὅ ἐστι βύρσα· εἰ δὲ ἐρινόν, ἔσται συκέα. οἱ δὲ λέγουσιν Ἰλλυριοὺς ῥινὸν λέγειν τὴν ἀχλύν. ἐφάνη οὖν ὡς ἀχλὺς ἡ γῆ. V. ῥινὸν λέγει τὴν ἀχλύν. P. ἐφάνη ὡς ἀχλὺς ἡ γῆ. P.Q.
5εἴσατο δ’ ὡς ὅτε ῥινὸν] ἀντὶ τοῦ βύρσαν, ὡς καὶ ἐν Ἰλιάδι (κ, 155.) “ὑπὸ δ’ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο· αὐτὰρ ἐπὶ κράτεσφι τάπης τετάνυστο φαεινός.” ἢ ἐρινὸν τὴν ἐρινεὸν εἴρηκεν. Ἄλλως. ὡσανεὶ δέρμα βοὸς ἐφηπλωμένον τοῖς ὕδασιν οὕτως εἶδε τὰ ὄρη. τινὲς δὲ κακῶς ῥινόν φασιν ἀντὶ τοῦ τὴν ἀσπίδα. οἱ δὲ ἐρινὸν τὸν καρπὸν
10τῆς ἀγρίας συκῆς. ὁ μέντοι Ἀρίσταρχος ἐρινὸν αὐτὴν τὴν συκῆν κατὰ μεταβολὴν γένους, ὡς ὁ δίφρος τὸ δίφρον. ἔνιοι δὲ ῥινὸν κατὰ Οἰνωτροὺς τὸ νέφος. οὐ μέντοι Ἡρωδιανὸς Ἀριστάρχῳ συγκατατί‐ θεται. Ἄλλως. ἐρινὸν οὐδετέρως ὁ καρπὸς, τὸ δὲ ἀρσενικῶς λεγό‐ μενον ἐρινὸς τὸ δένδρον σημαίνει, ὥσπερ ἡ κέδρος θηλυκῶς τὸ φυτὸν
15τὸ δὲ κέδρον οὐδετέρως τὸν καρπόν. Ἀρίσταρχος δὲ ἐρινὸν αὐτὴν τὴν συκῆν κατὰ μεταβολὴν γένους. τὸν γὰρ καρπὸν μὴ νοεῖσθαι, ἐπεὶ βραχύς ἐστι πάνυ. P.Q.T. ὥστε ῥινὸν] ἵν’ ᾖ, ὡς δέρμα ὑπέλαβε τὰ ὄρη τῶν Φαιάκων. Ἀρί‐ σταρχος ἀποδίδωσι σύκινον δένδρον. καὶ ἔστι μεταβολὴ γένους, ὡς
20δίφρος δίφρον, κύκλος κύκλον, ἐρινός ἐρινόν. E.
πολλάκις ἀπὸ διαφόρων πτώσεων συνέμπτωσις γινομένη πλανᾷ τοὺς πολλοὺς, ὡς ἑνὸς ὄντος τοῦ σημαινομένου, ὥσπερ ἔχει τὸ εἴ‐ σατο. σημαίνει γὰρ καὶ τὸ ὑπέλαβε καὶ τὸ ἐπορεύθη καὶ τὸ ἴσος καὶ ὅμοιος ἐγίνετο. ἀλλὰ τὸ μὲν ἀπὸ τοῦ εἴδω, τὸ δὲ ἐπορεύθη ἀπὸ272 in vol. 1
25τοῦ ἴω τὸ πορεύομαι, τὸ δὲ ὡμοιώθη ἀπὸ τοῦ ἐΐσκω. τὸ μὲν οὖν ὑπέλαβεν “εἴσατο δ’ ὡς ὅτε ῥινόν,” ἀντὶ τοῦ ὡς δέρμα ὑπέλαβε τὰ ὄρη τῶν Φαιάκων. καὶ “εἴσομαι αἴ κε τύχωμι” (Od. χ, 7.), ἀντὶ τοῦ νοήσω, ὑπολάβω, ἀπὸ τοῦ εἴδω. εἴσατο ἀντὶ τοῦ ὡμοιώθη, ἀπὸ τοῦ ἐΐσκω, ὡς τὸ “εἴσατο φθογγήν” (Il. β, 791.), καὶ τὸ “εἰσά‐
30μενος Κάλχαντι δέμας” (Il. ν, 45.) εἴσατο ἀντὶ τοῦ ἐπορεύθη ἀπὸ τοῦ ἴω, ὡς τὸ “εἴσατο γὰρ νηῶν ἐπ’ ἀριστερά” (Il. μ, 119.) E.P.Q.T. καὶ τὸ “οἵη τ’ Ἄρτεμις εἶσι κατ’ οὔρεος ἰοχέαιρα” (Od. ζ, 102.). E.Q.

5

.

282

τὸν δ’ ἐξ Αἰθιόπων] ἀπὸ τῶν πρὸς ἀνατολὰς Αἰθιόπων ἀνιὼν τὸν ἀπὸ δυσμῶν ἀντίον προσιόντα ὁρᾷ Ὀδυσσέα. P.Q. Ἄλλως. ποίων; τῶν ἀνατολικῶν. ἐκεῖθεν γὰρ τὸν ἀπὸ δυσμῶν ἐρχόμενον εὐχερῶς ὁρᾷ. P.Q.T. ἐξ Αἰθιόπων ἀνιὼν καὶ γενόμενος ἐν Σολύμοις. P.T.

5

.

283

ἐκ Σολύμων] τῆς Κιλικίας εἰσί. ὅθεν καὶ οἱ Σόλυμοι ὠνο‐ μάσθησαν ἀπὸ Σολύμου τοῦ Διὸς καὶ Καλχηδονίας, ὡς Ἀντίμαχος δηλοῖ. P.T. Σόλυμα ὄρη τῆς Πισιδίας. T.V.

5

.

285

κινήσας δὲ] ὅτι μὴ ἀντιμηχανώμενον τῇ αὐτοῦ βουλήσει ἑώρα τὸν Ὀδυσσέα. P. κάρην] κεφαλήν. V.

5

.

286

μετεβούλευσαν θεοὶ ἄλλως] εἰς τὸ νοστῆσαι δηλονότι, ἐπεὶ συνέθεντό μοι τοῦτον ἐκτοπίσαι. B. μετεμελήθησαν, μετέγνωσαν. πρώην γὰρ οἱ θεοὶ ἠμέλουν αὐτοῦ. P.Q.

5

.

289

πεῖραρ] τὸ πέρας ἢ τὸ τέλος· ἢ τὸ λιπαρὸν καὶ ἀκμάζον. E.P.V.

5

.

290

φημὶ ἅδην ἐλάαν κακότητος] δασέως τὸ ἅδην ἀντὶ τοῦ λίαν ἀθρόως. τὸ δὲ ἐλάαν κακότητος δηλοῖ τὸ κόρον σχεῖν τῆς κακίας. ὁ δὲ νοῦς, οἶμαι αὐτὸν ἐμφορηθήσεσθαι δυστυχίας ἑτέρας. B.P.Q.

5

.

292

τρίαιναν ἑλὼν] εὐτρεπίσας πρὸς τὸ κινῆσαι. φόρημα γὰρ
αὐτῷ ἐστιν ἀχώριστον ἡ τρίαινα. H.P.Q.V.273 in vol. 1

5

.

293

σὺν δὲ νεφέεσσι] εἰκαίως. οὐ νεφεληγερέτης ἐστὶν ὁ Πο‐ σειδῶν. ἀλλ’ οὖν γε πρὸς ἀνθρώπους πάντως οἱ θεοὶ πάντων ἐξουσίαν ἔχουσιν. ὁ δὲ Ὀδυσσεὺς ἐν τοῖς ἑξῆς κατὰ τὴν τῶν πολλῶν δόξαν εἰς Δία ἀναφέρει τὴν αἰτίαν. Q.

5

.

294

ὀρώρει δ’ οὐρανόθεν νὺξ] σκότος ἐγένετο ὡς νύξ· οὐκ εἶπε δὲ ὀρώρει Ὀλυμπόθεν. H.T. τοῦτό ἐστιν ἐπιφώνημα. ἴδιον δὲ τοῦ ἐπι‐ φωνήματος τὸ ἔχεσθαι μὲν τῶν ἀνωτέρω προσεχῶς ῥηθέντων κατά τι, ἀφίστασθαι δὲ τούτων τῷ κατά τι καὶ δοκεῖν ἀλλότριον εἶναι, ὡς καὶ
5ἐνταῦθα. σκότος μὲν γὰρ ἐγένετο ἀπὸ τῆς συναγωγῆς νεφελῶν καὶ τοῦ ταραγμοῦ τοῦ πόντου καὶ τῶν ἀελλῶν, οὐ μὴν καθόλου· ἡ δὲ νὺξ σκότος ἐστὶ καθόλου. καὶ ἔχεται μὲν ἡ νὺξ τοῦ μερικοῦ σκότους, ἐπεὶ καὶ αὐτὴ σκότος· ἀφίσταται δὲ τούτου, εἰ οὖν οὐ συγκρίνεται πρὸς τοῦτο οὐ σκότος οὖσα καθόλου. αὕτη ἡ φύσις τοῦ ἐπιφωνήμα‐
10τος. B. οὐχὶ ἐν τῷ καθόλου, ἀλλὰ τότε γενόμενος. H.P.Q.T. τὸ δ’ αἰ‐ θρηγενέτης, Ῥιανὸς καὶ Ἀριστοφάνης αἰθρηγενεής λέγουσιν. H.P.Q.

5

.

295

σὺν δ’ εὖρός τε νότος τε] τὴν τάξιν αὐτῶν ὁ ποιητὴς ὡς ἔχει διέθηκε. τούτων γὰρ ὁ μὲν ἀπὸ ἀνατολῆς ὁρμᾶται, ὁ δὲ ἀπὸ με‐ σημβρίας, ὁ δὲ ζέφυρος ἀπὸ δύσεως, ὁ δὲ ἀπὸ ἄρκτου. καὶ ὁ μὲν ἀπηλιώτης ὑγρὸς ὢν μεταβάλλει εἰς νότον [ὑγρὸς ὢν] θερμὸν ὄντα, ὁ
5δὲ νότος λεπτυνόμενος εἰς ζέφυρον, ὁ δὲ ζέφυρος ἔτι μᾶλλον λεπτυνό‐ μενος εἰς βορέαν ἀποκαθαίρεται. διὸ “ἐπὶ κραιπνὸν βορέην, τὰ δὲ κύματα ἄξε” (385.). κατὰ τὴν ἀντίθεσιν δὲ αὐτῶν φυσικῶς ἐξηγή‐ σατο “ἄλλοτε μέν τε νότος ἐπέεικε φέρεσθαι, ἄλλοτε δ’ εὖρος ζε‐ φύρῳ εἴξασκε διώκειν” (331.) ἠπίστατο δὲ ὁ ποιητὴς ὅτι ὁ βόρειος
10πόλος ὑπὲρ γῆν ἐστι μετέωρος, ὡς πρὸς ἡμᾶς τοὺς ἐν τῷ κλίματι τούτῳ κατοικοῦντας, ὁ δὲ νότος ἐκ τοῦ ἐναντίου βαθύς. ὅθεν ἐπὶ μὲν τοῦ βορείου φησὶ “καὶ βορέης αἰθρηγενέτης μέγα πῆμα κυλίνδων,” τὴν ἄνωθεν ἐμπίπτουσαν φορὰν τοῦ ἀνέμου σημαίνων, τὸ δὲ ὠθεῖ τὴν
ἀπὸ τοῦ κοιλοτέρου πρὸς τὸ ἄναντες βίαν. E.274 in vol. 1
15ζέφυρός τε δυσαὴς] ζέφυρος ὁ ἀπὸ δυσμῶν πνέων. ἀλλαχοῦ φησι “ζεφύροιο λιγὺ πνείοντας ἀήτας” (Od. δ, 567.). δυσαὴς δὲ ἤτοι δύσπνους, ἢ ἀπὸ δυσμῶν πνέων· ἢ διπλοῦς κατὰ τὸ πνεῖν. καὶ γὰρ ἀναψύχει τοὺς ἀνθρώπους. P.Q.

5

.

296

καὶ βορέης αἰθρηγενέτης] αἰθρίαν καὶ εὐδίαν ποιῶν, ἢ αἶθρον ποιῶν, τουτέστι πάγον. P.Q.V.

5

.

299

δειλὸς] δυστυχὴς, κατὰ συγκοπὴν τοῦ δείλαιος. E. τί νύ μοι] τί μεῖζον ἔσται τούτων, οἷον ἐπὶ τί προκόψει τὰ κακά; τίνα μοι τούτων δύναται γενέσθαι μείζονα κακά; τινὲς δὲ διὰ τοῦ χ μήχιστα, ἵν’ ᾖ, τίς μοι γένηται μηχανή; οἱ δὲ τὸ τί νυ πῶς ἀντὶ
5τοῦ, πῶς μοι τούτων δύναται μείζω γενέσθαι; ὡς κἀκεῖ “τί νυ βίο‐ μαι” (Il. χ, 431.). P.Q. τινὲς μήχιστα, ἵν’ ᾖ ἀνύσματα. H.

5

.

302

ἀναπλήσειν] γράφεται ἀναπλῆσαι. T.V.

5

.

304

Ζεὺς, ἐτάραξε δὲ πόντον] κατὰ τὴν κοινὴν δόξαν εἰς Δία ἀναφέρει τὴν αἰτίαν τοῦ χειμῶνος. P.Q.T. ἐπισπέρχουσι] ἐπισπεύδουσιν, ἐπείγονται. B.

5

.

305

σῶς] τέλειος, ἀναμφίβολος. B.Q. ὁλόκληρος, οὐκέτι ὁρῶν ἐλπίδα σωτηρίας. E.

5

.

310

περὶ Πηλείωνι] ὅτι ὑπερεμάχησαν τοῦ σώματος Ἀχιλλέως Ὀδυσσεὺς καὶ Αἴας. καὶ ὁ μὲν ἐβάστασεν, ὁ δ’ Αἴας ὑπερήσπισεν, ὡς καὶ ἐπὶ Πατρόκλῳ. B.P.Q. διὰ τί Ἀχιλλέως ἀποθανόντος μάλιστα τοῦ νεκροῦ προὔστησαν
5Ὀδυσσεὺς καὶ Αἴας; φαίνονται οὗτοι φίλτατοι γεγονότες Ἀχιλλεῖ.
διὰ τοῦτο ὑβρίζων Ἀγαμέμνων τὸν Ἀχιλλέα καὶ τούτους ὑβρίζει λέγων “ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας ἢ Ὀδυσῆος” (Il. α, 138.). καὶ εἰς τὴν Χρύσην ἐκ τούτων μάλιστα ἡγεμόνα προαιρεῖται ἐκπέμπειν, εἷς δέ τις ἀνὴρ βουληφόρος ἔστω, “ἢ Αἴας, ἢ Ἰδομενεὺς, ἢ δῖος275 in vol. 1
10Ὀδυσσεὺς, ἠὲ σὺ Πηλείδη” (ib. 144.). καὶ εἰς τὴν πρεσβείαν τού‐ τους ἀποστέλλει, ὅτε Αἴας φησὶν Ἀχιλλεῖ “μέμαμεν δέ τοι ἔξο‐ χον ἄλλων κύδιστοί τ’ ἔμεναι καὶ φίλτατοι” (ι, 637. s. 641.). E. ἴσως διὰ τὴν Θέτιν Ἀχιλλέως μέμνηται. P.V.

5

.

311

τῷ κ’ ἔλαχον κτερέων] οὕτως ἂν ἠξιώθην ἐνταφίων. E.

5

.

312

λευγαλέῳ θανάτῳ] ὅτι λευγαλέον θάνατον οἱ γλωσσογράφοι ἀποδεδώκασι τὸν ἐν ὑγρῷ, ἔκ τε τούτων καὶ ἐκ τῶν ὑπ’ Ἀχιλλέως ἐν τῇ πρὸς τὸν ποταμὸν μάχῃ λεγομένων. ἄμεινον δὲ ὀλέθριον, παρὰ τὸν λοιγόν. Q. ἀδόξῳ, ἢ ἀδυνάτῳ, ἢ τῷ δι’ ὕδατος. V.
5ἁλῶναι] Ἰξίων, ἀλέσθαι. H.

5

.

313

μέγα κῦμα κατ’ ἄκρης] ὡς φαμὲν κατάκρας πόλιν ἑλεῖν. B.P.Q. Ἄλλως. κατὰ παράλειψιν τῆς κεφαλῆς, ὡς τὸ “νῦν ὤλετο πᾶσα κατ’ ἄκρης” (Il. ν, 772.). ἑκατέροις δὲ δύναται προσδίδοσθαι. P.Q. κατὰ παράλειψιν τοῦ, κεφαλῆς· ἢ ἀντὶ τοῦ ὅλως συνέστρεψεν·
5ἢ νηός. E. κατὰ κεφαλῆς. ἢ ἀντὶ τοῦ ὅλον. καὶ γὰρ κατ’ ἄκρας πόλιν ἑλεῖν φαμέν. V. κατάκρης] κατὰ κεφαλήν. P.

5

.

314

ἐπεσσύμενον] Ἀρίσταρχος ἐπισσύμενον διὰ τοῦ ι. H.P.

5

.

315

αὐτὸς πέσε] Ῥιανὸς, αὐτὸν βάλε. τὸ κῦμα δηλονότι· ὃ καὶ ἄμεινον. ἀντιστρόφως δὲ ἡρμήνευσεν. οὐ γὰρ πρότερον ἔπεσεν, εἶτα ἀφῆκε τὸ πηδάλιον. B.H.P.Q.

5

.

317

δεινὴ μισγομένων] τινὲς οὕτως, σὺν τῇ δίνῃ τῶν ὑδάτων ἐλ‐ θοῦσα ἡ τῆς συμμίξεως τῶν ἀνέμων θύελλα. B.P.Q.T. δεινὴ]
γράφεται, δίνη. B.H.276 in vol. 1

5

.

318

σπεῖρον τὸ ἱστίον, ἐπίκριον δὲ τὸ κερατάριον. B.P.T.

5

.

319

ὑπόβρυχα] εἴτε ἐπίρρημα εἴτε ἀπὸ τοῦ βρύξ προπαροξυνθή‐ σεται. τὸ δ’ ἐδυνάσθη ἀπὸ τοῦ δυνάζω, ὡς πελάζω. B.E.P.Q. ὑπόβρυχα] ὑποβρύχιον. βούλεται δὲ λέγειν τὸν καταδεδυκότα εἰς τὸ ὕδωρ. B.E.P.Q.V.

5

.

324

ἀλλ’ οὐδ’ ὣς σχεδίης] μεγάλη τῆς συνέσεως ὑπερβολὴ τὸ ἐν τοιούτῳ καιρῷ μνημονεῦσαι καὶ τῶν δεινῶν κρείσσω γενέσθαι καὶ ἐπὶ τὴν μόνην ἐλπίδα τῆς σωτηρίας καταφυγεῖν. P.Q.

5

.

328

ὡς δ’ ὅτ’ ὀπωρινὸς βορέης] ὥσπερ ὁ βορέας φέρει τὰς ἀκάν‐ θας, φέρονται δὲ συνεχόμεναι ἀλλήλαις, οὕτω καὶ τὴν σχεδίαν ἔφε‐ ρεν ὁ ἄνεμος συγκεκολλημένην. B.P. σφοδρότατοι δὲ οἱ ἐτήσιοι. ἡ δὲ ἄκανθα ὑπεξηραμμένη ὑπὸ τοῦ θέρους ἐλαφροτάτη γίνεται. B.P.
5ὅτι ἅμα, ἔτι δὲ καὶ πρὸς τὸ εὔκολον τῆς κινήσεως ἡ εἰκών. H.P. ὀπώρα τὸ θέρος, ἐν ᾧ πεπαίνονται αἱ ὀπῶραι, καὶ ὀπωρινὸς βορέας ὁ θερινός. B. ὀπωρινὸς ὁ ἐν τῷ καιρῷ τῆς ὀπώρας, ὅ ἐστιν ἐν τῷ θέρει, πνέων. V.

5

329-330

καὶ τὸ ἀμπεδίον καὶ τὸ ἀμπέλαγος διὰ τοῦ μ γραπτέον. P.

5

.

333

Κάδμου θυγάτηρ] διὰ τί αὕτη μόνη οἰκτείρει τὸν Ὀδυσσέα; λύεται δὲ ἐκ τῆς λέξεως. φησὶ γὰρ αὐτὴν ἄνθρωπον εἶναι πρότε‐ ρον. ὡς ὁμοιοπαθὴς οὖν ἄνθρωπος εἰκότως οἰκτείρει τὸν Ὀδυσσέα. οὐκ ἐναντιοῦται οὖν Ποσειδῶνι. κἀκεῖνος γὰρ οἶδεν ὅτι δεῖ σωθῆναι
5αὐτόν. Q. ἐλεεῖ αὐτὸν ὡς ἄνθρωπος γενομένη Ἰνώ. ἢ ὅτι ἦν φιλο‐ γύνης ὁ Ὀδυσσεὺς, ἡ δὲ διὰ τὸν Ἀθάμαντα ἐδυστύχησεν. V.

5

.

334

Λευκοθέη] Λευκοθέα ἐκλήθη ἡ Ἰνὼ ἀπὸ τοῦ θεῦσαι, ὅ ἐστι δραμεῖν, διὰ τοῦ Λευκοῦ λεγομένου πεδίου τῆς Μεγαρίδος. E.V. τὴν αἰτίαν τῆς διωνυμίας ἀπέδωκεν, Ἰνὼ μὲν ὅτε ἄνθρωπος ἦν, ὅτε δὲ ἀπεθεώθη, Λευκοθέα. B.E.P.Q.T.
5τὰ δὲ περὶ τὴν Λευκοθέαν οὕτως ἔχει. Ἀθάμαντι συνῴκει ἡ Ἰνὼ, καὶ παῖδες αὐτῇ γίνονται Λέαρχος καὶ Μελικέρτης. μανεὶς δὲ Ἀθά‐ μας διὰ τὴν μῆνιν Ἥρας, ὅτι ἔθρεψε τὸν Διόνυσον ἡ Ἰνὼ, τὸν μὲν Λέαρ‐
χον ἀναιρεῖ, ἔμελλε δὲ καὶ τὸν ἕτερον. ἀναλαβοῦσα δὲ αὐτὸν ἡ Ἰνὼ φεύγει καὶ ἑαυτὴν εἰς τὴν θάλασσαν ῥίπτει. διὰ δὲ τὴν Διονύσου277 in vol. 1
10τροφὴν σὺν τῷ παιδὶ ἰσοθέου τιμῆς ἔλαχε, καὶ τὰ ὀνόματα μετέβα‐ λεν ἡ μὲν Λευκοθέα κληθεῖσα διὰ τὸ φυγὴν πεποιῆσθαι διὰ τοῦ Λευκοῦ πεδίου τῆς Μεγαρίδος, ὁ δὲ Παλαίμων διὰ τὸ συλλαμβά‐ νεσθαι τοῖς παλαίουσι κατὰ θάλασσαν. B.P.Q.T. βροτὸς αὐδήεσσα] ἤτοι διαβόητος διὰ τὰ συμβάντα, ἢ ἐπεὶ οἱ
15ἄνθρωποι φωνήεντες πρὸς τὰ ἄλλα ζῷα. οὐδήεσσα ἡ ἐπίγειός ποτε. V. ὁ μὲν Ἀριστοφάνης τὰς ἀνθρωποειδεῖς θεὰς αὐδηέσσας φησὶν οἱονεὶ φωνὴν μετειληφυίας, ὁ δὲ Ἀριστοτέλης οὐδήεσσαν λέγει οἱονεὶ ἐπίγειον. οὕτως καὶ Χαμαιλέων. H.P.Q. φωνῇ ἀνθρωπίνῃ χρωμένη, ἀλλ’ οὐχὶ θείᾳ. διὰ σημείων γὰρ καὶ
20οἰωνῶν καὶ ἱερείων καὶ θυσιῶν καὶ δι’ ὀνείρων, οὐκ αὐδῆς, φθέγγονται οἱ θεοί. καὶ ἐφετμαὶ αὗται. “οἱ δ’ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων” (Od. δ, 353.), τῶν θεοπροπιῶν λέγει. E.
ζητεῖ Ἀριστοτέλης, διὰ τί τὴν Καλυψὼ καὶ τὴν Κίρκην καὶ τὴν Ἰνὼ αὐδηέσσας λέγει μόνας. πᾶσαι γὰρ καὶ αἱ ἄλλαι φωνὴν εἶχον.278 in vol. 1
25καὶ λῦσαι μὲν οὐ βεβούληται, μεταγράφει δὲ ποτὲ μὲν εἰς τὸ αὐλή‐ εσσα, ἐξ οὗ δηλοῦσθαί φησιν ὅτι μονώδεις ἦσαν· ἐπὶ δὲ τῆς Ἰνοῦς οὐδήεσσα. τοῦτο γὰρ πάσαις ὑπῆρχεν αὐταῖς καὶ μόναις. πᾶσαι γὰρ αὗται ἐπὶ γῆς ᾤκουν. μήποτε δὲ τὸ αὐδήεσσα οὐ τὸ φωνῇ μόνῃ χρῆσθαι δηλοῖ, ὡς τὸ “αὐδήεντα δ’ ἔθηκε” (Il. τ, 407.), σημαίνει δὲ
30καὶ τὸν ἔνδοξον καὶ ἐπίφημον. καὶ ἑκάστη δὲ τούτων ἔνδοξος, ὥσπερ ἡ Ἰνώ, ὅτε γὰρ ἐν ἀνθρώποις ἦν, ἔνδοξος καὶ ἐπίφημος ἐν πᾶσιν ἐτύγχανεν. E.P.Q.T.

5

.

335

ἐξέμμορε] δύναται πρὸς ἀμφοτέρας χωρεῖν ἡ λέξις. H.

5

.

336

ἥ ῥ’ Ὀδυσῆ’ ἐλέησε] δαιμονίως τῷ ἐπεισοδίῳ. ἅμα γὰρ ἀρχαίαν ἱστορίαν ἐνδέδεικται ἔξω τῆς ὑποθέσεως, καὶ τόπῳ ἁρμόζον πρόσωπον παρέλαβεν. ἔθος τε Ὁμήρῳ ἐν τοῖς ἐσχάτοις κινδύνοις θεῶν βοήθειαν εἰσάγειν. H.Q.

5

.

337

αἰθυίῃ δ’ εἰκυῖα ποτῇ ἀνεδύσατο λίμνης] οὐκ ἐφέρετο ἐν τοῖς πλείοσι. Ἀρίσταρχος δὲ περὶ μὲν τῆς ἀθετήσεως διστάζει, γράφει δὲ διὰ τοῦ υ ὑπεδύσατο. ἐν δέ τισιν ἀνεδύσατο. ἔοικε δὲ ὁ στίχος ἐκ τῶν ὕστερον (352.) εἰρημένων ὑπό τινος παρεμβεβλῆσθαι
5“αὐτὴ δ’ ἂψ ἐς πόντον ἐδύσατο κυμαίνοντα αἰθυίῃ εἰκυῖα.” H.P.Q.
τινὲς εἰς τὸ εἰκυῖα στίζουσιν, ἵν’ ᾖ, πετομένη ἀνῆλθεν ἐκ τῆς λίμνης. P.T. Ἄλλως. οὐ τῷ σώματι, ἀλλὰ τῷ τάχει τῇ αἰθυίᾳ εἰκυῖα, οὐ μεταβαλοῦσα τὸ σῶμα πρὸς τὸ ὄρνεον, ἀλλὰ πρὸς τὴν ἀνάδυσιν ἡ εἰκών. P.Q.T. οὐ μεταμεμόρφωται ἄρα εἰς αἴθυιαν, ἀλλὰ δίκην279 in vol. 1
10αἰθυίας ἀνῆλθεν. οὐ γὰρ ἂν διελέγετο τῷ Ὀδυσσεῖ οὐδὲ ἐδίδου αὐτῷ τὸ κρήδεμνον. B.P.Q.T. πρὸς τὸν ἀναδυσμόν ἐστιν ἡ εἰκὼν καὶ τὸ παράδειγμα, οὐ κατὰ σῶμα. οὕτω καὶ ὁ Ἑρμῆς “σεύατ’ ἔπειτ’ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς” (51.). οὕτω καὶ ἐπὶ Ἥρας καὶ Ἀθηνᾶς, “αἱ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθ’ ὁμοῖαι” (Il. ε, 778.), οὐ
15περιστεραὶ γενόμεναι, ἀλλ’ ὁμοῖαι τοῖς ἴθμασι τῶν περιστερῶν εἰς τὸ στρατόπεδον ἔρχονται. ἴθματα δὲ οὐκ ἔστιν ἴχνια, ἀλλ’ ὁρμήματα καὶ πτήσεις ἀπὸ τοῦ ἰέναι καὶ ἀπὸ τοῦ ἴθι ἰθμός· καὶ γὰρ καὶ τὴν εἴσοδον εἰσιθμὴν (ζ, 264.) καλεῖ. τὸ δὲ ποτὴν, ἵν’ ᾖ κατὰ τὴν πτῆσιν καὶ τὴν ὁρμήν. ἀπαλλασσομένη μέντοι εἴκασται τῇ αἰθυίᾳ, ὡς καὶ
20Ἀθηνᾶ, “ὄρνις δ’ ὡς ἀνόπαια διέπτατο,” καὶ “φήνῃ εἰδομένη.” αἴ‐ θυια δὲ εἶδος ὀρνέου θαλασσίου. E. αἰθυίῃ δ’ εἰκυῖα ποτὴν ἀνεδύσατο λίμνης] σὺν τῷ ν γραπτέον, ἵν’ ᾖ πτῆσιν καὶ τὴν ὁρμήν. ἀπαλλασσομένη δὲ—θαλασσίου. V. ποτὴν ἢ ποτῇ, τὴν πτῆσιν, τῇ πτήσει. V.
25γράφεται καὶ ποτὴν, πτῆσιν. ἄμεινον δὲ χωρὶς τοῦ ν ἐν δοτικῇ. H.P.Q. δύναται δὲ καὶ τοῦτο ὑπὸ τὴν συγκοπὴν εἶναι καὶ ἀπὸ τοῦ πετῶ γεγενῆσθαι ὡς νέμω νομή, στρέφω στροφή, σκέπω σκοπή· P.Q. ἀνεδύσατο λίμνης] πῶς τὸ τεταραγμένον πέλαγος λίμνην φησί;
30ὅτι πρὸς τιμὴν τῆς θεοῦ πρὸς τὸ παρὸν ἐγαληνίασε. P.Q.

5

.

341

μενεαίνων] προθυμούμενος· σημαίνει γὰρ ἑκάτερον ἡ λέξις. τὸ δὲ ὧδ’ ἔρξαι ἀντὶ τοῦ οὕτως ἔρδε. H.

5

.

342

ἔρξαι] πρᾶξον. ἀπαρέμφατον ἀντὶ προστακτικοῦ. V. ἀπινύσσειν] μωραίνειν, ἀπὸ τοῦ πινυτός ὁ φρόνιμος. πινύσσω ῥῆμα, καὶ μετὰ τοῦ στερητικοῦ α, ἀπινύσσω τὸ μωραίνω. B.E.

5

.

344

ἐπιμαίεο] ἐφίεσο τοῦ νόστου τῆς γῆς τῶν Φαιάκων. H.T.

5

.

346

τῆ δὲ, τόδε κρήδεμνον] τὸ μὲν ἵνα ἀξιόπιστος ὁ λόγος γένη‐ ται ἐπὶ τοσοῦτον διανηχομένου τοῦ Ὀδυσσέως. τὸ δὲ πρὸς ἀσφά‐ λειαν αὐτῷ ἔμελλεν, ὥσπερ σύμβολον τῆς θείας βοηθείας. P.Q.T. στέρνοιο] στέρνοισι, διχῶς αἱ Ἀριστάρχειαι. H.P. τὸ δὲ τανύσ‐280 in vol. 1
5σαι ἀπαρέμφατον διὰ τὸ βαλέειν. P.

5

.

347

κακὸν] γρ. δέος. H.

5

.

349

ἂψ ἀπολυσάμενος] μακρὸν ἀπὸ τῆς γῆς. P. βαλέειν] πάλιν τοῖς ἀπαρεμφάτοις ἀντὶ προστακτικῶν χρῆται. λέγει δὲ ὅτι ῥίπτων τὸ ἱμάτιον ἀποστραφήσεται. H.P.Q.

5

.

350

πολλὸν ἀπ’ ἠπείρου] ἵνα μὴ τὸ κῦμα ἐκβράσῃ αὐτὸ εἰς τὴν γῆν. B.P.Q.T.

5

.

352

ἄψ] γρ. καὶ, αἶψα. H.M.P.

5

.

354

αὐτὰρ ὁ μερμήριζε] οἱ μὲν δειλοὶ καὶ τὰ εὐηθέστατα προσίεν‐ ται ὑπὸ φιλοψυχίας, ὁ δὲ χαίρειν ἐάσας τὰς ὑποθήκας τῆς θεᾶς τῷ ἑαυτοῦ λόγῳ προσέχει, πείρᾳ μαθὼν ἐκ τῶν ἔμπροσθεν συμπτωμάτων καὶ τὰ φιλανθρωπότατα ὑποπτεύειν. P.Q.T.

5

.

356

αὖτε] γρ. καὶ ἄλλον. M.

5

.

357

ὅτε με] ἐπειδή. Gl. M. γρ. ὅ τε με. χωρίζει Ἀριστοφάνης διὰ τὸ ὅτε. H.P.

5

.

358

ἀλλὰ μάλ’ οὔπω πείσομ’] οὐκ εἰς ἅπαντα καταφρονεῖ τῆς ὑποθήκης, ἀλλ’ εἰς δευτέραν ἐλπίδα αὐτῷ χρήσασθαι τῷ κρηδέμνῳ. P.Q.

5

.

364

ἀναστρεπτέον τὴν πάρα. δηλοῖ γὰρ τὸ πάρεστιν, ἐπεὶ οὐδέν μοι πάρεστιν ἄμεινον προνοήσασθαι. H.M.T.

5

.

367

κατηρεφὲς] ὑψηλὸς ὥστε σκεπάσαι αὐτόν. B.P.T. ὅρα δὴ πῶς ἑαυτῷ ἐπαγωνίζεται ἐν τῇ ἐπαγγελίᾳ ὁ ποιητής. ἄνω γὰρ εἰπὼν “ἔλασεν μέγα κῦμα κατάκρης” ἤγουν ὁλοκλήρως, νῦν κατηρεφὲς τὸ κῦμα εἶπεν, οἱονεὶ τὸ καταστεγάζον αὐτοῦ τὴν κεφαλήν.281 in vol. 1
5P.Q.

5

.

368

ὡς δ’ ἄνεμος ζαὴς ἠΐων] μεγάλως. H. ὀξυτόνως τὸ ζαής. B.H.P.T. ἤϊα δὲ τὰ ἄχυρα παρὰ τὸ πανταχόθεν ἰέναι διὰ τὴν ἀσθένειαν. B.P.T. ἀχύρων, παρὰ τὸ ἰέναι ταχέως τὸ ἄχυρον. δηλοῖ δὲ καὶ τὰ
5βρώματα καὶ ἐφόδια. V. ἠΐων θημῶνα] πάντα κοινῶς τὰ σιτία τινῶν ἤϊα Ὅμηρος καλεῖ. οὕτως γοῦν καὶ τὰς ἐλάφους εἴρηκεν “αἵτε καθ’ ὕλην θώων πορδα‐ λίων τε λύκων τ’ ἤϊα πέλονται” (Il. ν, 103.). καὶ τὰ ἄχυρα δὲ σιτία ζῴων τινῶν εἴη. P.Q. παρὰ τὸ ἰέναι καὶ φέρεσθαι ταχέως. B.

5

.

369

καρφαλέων—μακρὰ] ἑκάτερον τῷ ἐπιθέτῳ ἐπέτεινεν. P.

5

.

371

κέληθ’ ὡς ἵππον ἐλαύνων] οἶδε μὲν ὁ ποιητὴς τὸν κέλητα, οὐκ εἰσάγει δὲ τοὺς ἥρωας αὐτῷ χρωμένους, εἰ μὴ ἐξ ἀνάγκης ἐν τῇ Δο‐ λωνείᾳ τὸν Διομήδην. P.Q.T. κέλητα ἵππον λέγει τὸν ἄζυγον τὸν κατὰ μόνας ἐλαυνόμενον. T. μονοκάβαλλον. Gl. P. ὡς κέλης, ὅ
5ἐστιν ὁ ἄζευκτος ἵππος. V.

5

.

377

ἀλόω] πλανῶ σύ. Gl. M. διαίρεσίς ἐστι τοῦ ἀλῶ, διὸ βα‐ ρυτόνως ἀναγνωστέον. P.T.

5

.

378

διοτρεφέεσσι] γράφεται, Φαιήκεσσι. B.

5

.

379

ἀλλ’ οὐδ’ ὥς σε ἔολπα] πάλιν ἄλλων δεινῶν προσδοκίαν ὑπο‐ βάλλει ἀνακινῶν ἀγῶνα τῷ ἀκροατῇ. B.P.Q. ὀνόσσεσθαι] διχῶς νοεῖται, ἢ ὀνόσσεσθαι καὶ μέμψασθαί σε τῆς κακότητος ἤτοι τῆς ταλαιπωρίας, ἧς ἔπαθες, ἢ ὀνόσσεσθαι καὶ ἀπό‐
5νασθαί σε, ἤτοι ὠφεληθῆναί σε τῆς κακότητος τῆς σῆς ἕνεκα, ἤτοι τῆς κακουργίας, ὅτι ἐφόνευσας τὸν ἐμὸν υἱόν. B. ἐκφυγεῖν ἢ ἐξευ‐ τελίζειν τὴν κάκωσιν. E.

5

.

381

Αἰγὰς] τόπος, ἐξ οὗ καὶ Αἰγαῖον πέλαγος. B. Αἰγαὶ πό‐ λις Ἀχαΐας. οἱ δὲ νῆσον πρὸ τῆς Εὐβοίας ἱερὰν Ποσειδῶνος. E.V. Αἰγὴ, νῆσος πέραν Εὐβοίας ἱερὰ Ποσειδῶνος, ἥτις νῦν ἐπεκλύσθη. οἱ δὲ, πλησίον Σαμοθρᾴκης. P.282 in vol. 1

5

.

383

ἀνέμων κατέδησε κελεύθους] κατέπαυσε τὰς πνοάς. E. τῶν ἄλλων ἀνέμων δηλονότι. B.P.Q.T.

5

.

385

πρὸ δὲ κύματ’ ἔαξεν] κατέαξε τὰ τῶν ἄλλων κύματα. ἐπι‐ φέρει γὰρ, μεγάλου ὑπὸ κύματος ἀρθείς. V. καὶ πῶς κύματι πηγῷ ἐπλάζετο; δῆλον οὖν ὅτι τὰ τῶν ἄλλων ἀνέμων κύματα ἔπαυσε, μόνον δὲ βορρᾶν ἀφῆκε πνεῖν. B.P.Q.T. τοῦτο
5δοκεῖ μάχεσθαι τῷ ἐπιφερομένῳ “ἔνθα δύο νύκτας, δύο δ’ ἤματα κύ‐ ματι πηγῷ πλάζετο.” λύοιτο δ’ ἂν ἐκ τῆς λέξεως· τὰ γὰρ πρότερα, φησὶ, κύματα κατέαξε τὰ ἐκ τῶν ἄλλων ἀνέμων, μόνον δὲ τὸν βορέαν εἴασε πνεῖν. τινὲς δὲ μεταγράφουσιν “πρὸ δὲ κύματ’ ἔαγεν.” E.T.

5

.

386

τὸ ἕως ἀντὶ τοῦ ἵνα, ὡς καὶ ἀλλαχοῦ “εἵως χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξί” (Od. ζ, 80.). τινὲς δὲ γράφουσιν, ὅπως Φαιήκεσσιν. B.H.P.Q.

5

.

388

κύματι πηγῷ] οἱ μὲν γλωσσογράφοι μέλανι καὶ ἰσχυρῷ, ψυχρῷ, ἀδιαλύτῳ. τινὲς δὲ γαληναίῳ. κρεῖσσον δὲ εὐπαγεῖ, εὐτραφεῖ καὶ εὐμεγέθει. E.P.Q.V.

5

.

389

προτιόσσετ’ ὄλεθρον] προεμαντεύετο, προέβλεπε. B. ἐπιστροφὴν ἐποίει καὶ ἔβλεπε. E. ἐν ὀφθαλμοῖς καὶ φανερῶς ἑώρα τὴν ἑαυτοῦ ἀπώλειαν. P.Q.V. πλάζετο] ὁ μὲν Ἀρίσταρχος τὸ πλάζετο, Αἰολικῶς ἐκτείνων τὸ α,
5ἐπὶ τοῦ ἐπλήσσετο λαμβάνει, ἔνιοι δὲ ἐπὶ τοῦ ἐπλανᾶτο. P.Q.

5

.

391

ἠδὲ γαλήνη ἔπλετο] γαλήνη ἀνέμων, οὐ κύματος. ἐπάγει οὖν “μεγάλου ὑπὸ κύματος ἀρθείς.” πολλάκις δὲ μετὰ τὴν τῶν ἀνέμων λῆξιν τὸ ἐνδόσιμον τοῦ πνεύματος ἔτι ἐπεγείρει κύματα. B.E.H.
P.Q.T. ἡ γαλήνη οὖν οὐ τῶν κυμάτων ἦν, ἀλλὰ τῶν ἀνέμων. πολ‐283 in vol. 1
5λάκις δὲ παυσαμένων τῶν ἀνέμων μένει τὸ πέλαγος κύματι κωφῷ κυλινδούμενον. Q.T. ἠδὲ γαλήνη] Ἀρίσταρχος ἡ δέ, ἄρθρον δεχόμενος τὸ η. οἱ δὲ ἀντὶ τοῦ καί. H.

5

.

393

ὑπὸ κύματος] ἐν τῇ Ἀριστοφάνους καὶ Ῥιανοῦ, ἐπὶ κύμα‐ τος. H.

5

.

394

ὡς δ’ ὅταν ἀσπάσιος] κάλλιστα παραδείγματα παρὰ γονέων χρηστῶς ἐκτίθεται ὁ ποιητὴς παιδεύων, πῶς ἔχειν πρὸς γονέας δί‐ καιον· καὶ “ζώειν μὰν ἔτι φασὶ Μενοίτιον, ζώει δ’ Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι, τῶν κε μάλ’ ἀμφοτέρων ἀκαχοίμεθα” (Il. π,
514.). P.Q. οὐ μόνον πρὸς τὴν χαρὰν καὶ τὸ ἀνέλπιστον ἡ παραβολὴ, ἀλλὰ καὶ τὸ χρόνιον τῶν πρόσθεν δεινῶν. P.T.

5

.

396

ἔχραε] ἐπέσκηψε, μετὰ βλάβης ἐπῆλθεν, ἢ ἐπεβάρησε καὶ ἐπέθετο. H.P.V.

5

.

397

ἀσπάσιον δ’ ἄρα τόν γε] ἀσπασίως θέλοντα ἐκεῖνον. B.

5

.

398

ἀσπαστὸν ἐείσατο γαῖα] παρὰ Καλυψοῖ μὲν διατρίβων Ἰθά‐ κην ποθεῖ, ἐν θαλάττῃ δ’ ὢν οὐχ ὅπως πόλιν, ἀλλ’ αὐτὴν μόνην τὴν ξηρὰν οὐσίαν. P.Q.

5

.

400

γέγωνε βοήσας] ὅστις γεγωνὼς ἐβόησε. τὸ δὲ ἐγεγώνει ἀντὶ τοῦ εἰς ἀκοὰς ἐγένετο βοήσας τις. B. ὥστε ἐξακουστὸν γενέσθαι βοήσαντά τινά. E.V. ἐγνώσθη, ἠκούσθη. P.

5

.

401

ὅτι πᾶσι καλῶς ἐδόκει ἔχειν τὰ πεπονημένα Ὀδυσσεῖ, ἕτερα ὑπεκκαύματα καὶ φιλοτιμίας ἀρχὴν κενῆς ἐξεῦρεν ὁ ποιητὴς ἐπαγω‐ νιζόμενος ἑαυτῷ. H.P.

5

.

402

ῥόχθει γὰρ μέγα κῦμα] τὴν πρὸς τὰς πέτρας ἀντίκρουσιν τοῦ κύματος διὰ τοῦ ῥήματος παρεστήσατο. οὐ γὰρ ἐκχεῖται ἐπ’ αἰγιαλὸν, ἀλλ’ ἔστιν ἀγχιβαθὴς ἡ ἐκβολὴ, ὥστε προσπελάζον τὸ κῦμα τοιοῦτόν τινα ἀποτελεῖν ἦχον διὰ τῶν πετρῶν. P.Q.T. ποιὸν
5ἦχον ἀπετέλει. τῶν δὲ πεποιημένων ἡ λέξις. τραχὺ γὰρ τὸ ρ, τὸ θ, τὸ χ. τὸ δὲ ἄχνη ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ ἔχω, ἀέχνη
καὶ ἄχνη. E. ποτὶ ξερὸν ἠπείροιο] πρὸς τὸ ξηρὸν τῆς γῆς. λέγει δὲ τὸ πετρῶδες τῆς ἀκτῆς. V. ξερὸν] συστολὴ τοῦ η εἰς ε. E.284 in vol. 1

5

.

403

ἁλὸς ἄχνη] τῷ λεπτομερεστάτῳ τοῦ ἀφροῦ τῆς ἁλὸς πάντα ἐκεκάλυπτο, ἢ τῇ ἀκαθαρσίᾳ. P.V.

5

.

404

νηῶν ὀχοὶ] οἱ συνέχοντες τὰς ναῦς. ἢ ἐφ’ ὧν ὀχοῦνται καὶ ἀναπαύονται αἱ νῆες. V. διὰ τὸ ὀχεῖσθαι ἐν αὐτοῖς τὰς ναῦς. ἢ οἱ ἔχοντες καὶ φυλάσσοντες τὰς ναῦς. E.P. ἐπιωγαὶ δὲ τόποι σκέπην ἀνέμων ἔχοντες, παρὰ τὴν ἰωὴν καὶ τὸ
5ἄγνυσθαι, ἔνθα κλῶνται τὰ κύματα ἢ ὁ ἄνεμος διὰ τὸ μὴ εὑρίσκειν δίοδον. E.P.T. οἱ ἀνέμου σκέπην ἔχοντες τόποι, ἢ αἱ ἐξοχαὶ καὶ οἱ πλατεῖς αἰγιαλοί. V. καταδύσεις. διενηνόχασι δὲ τῶν λιμένων, ὅτι τόποι εἰσὶν ἀλίμενες μὲν, δυνάμενοι δὲ διὰ τὴν ἀπὸ τῶν ἀνέμων σκέ‐ πην δέξασθαι νῆας. γίνεται δὲ ἀπὸ τοῦ ἰωὴ ἡ κραυγὴ καὶ ἡ πνοὴ καὶ
10τοῦ ἄγω τὸ κλῶ, ἐν ᾗ κλῶνται τὰ κύματα. E. τίνι διενηνόχασιν αἱ ἐπιωγαὶ τῶν λιμένων; φημὶ οὖν ὅτι ἰωὴν τὴν πνοὴν λέγει, ὥς που εἴρηκεν “ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς” (Il. λ, 308.) ποιήσας ἐκ τοῦ ἄειν, ὃ σημαίνει τὸ πνεῖν. ὅθεν ἐπειδὴ καὶ ἀντὶ τοῦ φωνεῖν καταχρηστικῶς εἶπεν “αὖε δ’ ἑταίρους” (Il. λ, 461.),
15ἰωὴν καὶ τὴν φωνὴν κέκληκε “τὸν δ’ αἶψα περὶ φρένας ἤλυθ’ ἰωή” (Il. κ, 139.), καὶ τὸ ἤϋσε παρὰ τὸ ἄειν. καὶ μεταφορικῶς “λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἰωήν” (Il. π, 127.). κυρίως οὖν τῆς πνοῆς ἰωῆς οὔσης, ἐκ ταύτης καὶ τοῦ ἄγνυσθαι τοῦ σημαίνοντος τὸ κλᾶ‐ σθαι εἴρηται “βορέω ἐπιωγὴ” (Od. ξ, 533.), ὅπου ἄγνυται ἡ πνοὴ
20τοῦ βορέου. ἐπιωγαὶ οὖν ῥηθήσονται τόποι ἀλίμενες μὲν, δυνάμενοι δὲ διὰ τὴν ἐκ τῶν ἀνέμων σκέπην δέξασθαι νῆας. P.Q.T.

5

.

405

ἀλλ’ ἀκταὶ προβλῆτες] πέτραι αἱ ἐν αἰγιαλῷ πεπηγμέναι ἐν ὕψει. E. Ἄλλως. προβεβλημέναι καὶ ἐξέχουσαι τῆς θαλάσσης, λεπιδωταὶ πέτραι ὀξυβελεῖς, τὰ λεγόμενα βράχη. E. ἐξοχαί. H. οἱ προνενευκότες εἰς θάλασσαν πετρώδεις τόποι. H.P.T. αἱ προβε‐
5βλημέναι τῆς θαλάσσης πέτραι. ἀκταὶ, ἐξοχαί. V.
σπιλάδες δὲ αἱ διεσχισμέναι καὶ κεκοιλωμέναι πέτραι ὑπὸ τῆς συν‐ εχοῦς πλήξεως τῶν κυμάτων. E.P.Q.T.V. ἐπεὶ σπηλυγγοειδεῖς τινες οὖσαι. P. οἱ δὲ, ὕφαλοι πέτραι. E. πάγοι] αἱ εἰς ὕψος διήκουσαι πέτραι, ἢ πετρώδεις ἐξοχαί. Q.T. οἱ285 in vol. 1
10ὀξεῖς τόποι, αἱ πετρώδεις ἐξοχαί. ἢ ὀξεῖαι πέτραι, ἢ εἰς ὕψος ἀνέ‐ χουσαι πέτραι. ἀνατεταμένοι τόποι. V.

5

.

409

ὑποστικτέον εἰς τὸ Ζεύς, καὶ ἐπέρασα· ἡ γὰρ ἀνταπόδοσις εἰς τὸ “ἔκβασις οὔ πη φαίνεται.” H. ἐτέλεσσα] γρ. ἐπέρασα. H.P.

5

.

410

πρὸ πολλοῦ τὸ δεινὸν σκοπεῖ, οὐχ ἅμα τῷ πλησιάσαι. P. αὐτός ἐστιν ἑαυτοῦ συναισθανόμενος Ὅμηρος εἰς ὅσον ἀγωνίας προήγαγε τὸν λόγον. P.

5

.

412

ῥόθιον] τὸ μετὰ πολλοῦ ῥοίζου φερόμενον καὶ ὁρμητικόν. ἐκ τοῦ γινομένου ἤχου τὸ σημαινόμενον. B.E.P.V.

5

.

413

ἀγχιβαθὴς] ἡ ἐγγὺς τῆς γῆς βάθος ἔχουσα. P.V.

5

.

415

ἀφ’ ἑτέρας ἀρχῆς ἀναγνωστέον. μάλα γὰρ αὐτοῦ τὴν εὐλά‐ βειαν κομματικῶς λεγόμενον παρίστησι. P. λίθακι ποτὶ πέτρῃ] ἐφερμηνευτικὸν πρὸς τῇ τραχείᾳ πέτρᾳ. H.P. πέτρᾳ λιθώδει, ὅ ἐστι τὸ αὐτό. B. τῇ μικροὺς λίθους ἐχούσῃ ἐξέ‐
5χοντας, τουτέστι τῇ τραχείᾳ πέτρᾳ ὑποπεπτωκυίᾳ τῇ θαλάσσῃ. E.

5

.

417

εἰ δέ κ’ ἔτι προτέρω] ἀντὶ τοῦ, εἴ που ἔμπροσθεν. καὶ περισ‐ σὸς ὁ κέ. P.T. προσωτέρω καὶ ἐκβολῇ τῆς σω προτέρω. B.

5

.

418

ἠϊόνας τε παραπλῆγας] τοὺς αἰγιαλούς. H. ὀξυτόνως τὸ παραπλήξ. παραπλῆγας δὲ τὰς μὴ ῥᾳδίως ἢ οὐ σφοδρῶς πλησσο‐ μένας ὑπὸ τῶν κυμάτων, διὰ τὸ μὴ ἀντικρὺς διαιρεῖν τῷ κύματι. ἢ τὰς μὴ κατὰ τὸ ἐναντίον, ἀλλ’ ἐκ πλαγίου πλησσομένας. E.P.Q.T.
5τοὺς ἐκ πλαγίου καὶ οὐχὶ ἀντικρὺ ἢ ὁμαλοὺς τόπους. τινὲς δὲ τοὺς
ἀπὸ κυμάτων παραπλησσομένους λιμένας, ἐπιθετικῶς. V.286 in vol. 1

5

.

421

ἢ ἔτι μοι] διὰ γὰρ τὴν τοῦ θεοῦ ἐπήρειαν πάντα δεινὰ προσ‐ δοκᾷ. P.Q.T.

5

.

422

ἐξ ἁλὸς, οἷά τε πολλὰ] Ἀρίσταρχος γράφει, εἰν ἁλὶ, οἷά τε πολλά. H. κλυτὸς Ἀμφιτρίτη] ὡς τὸ “κλυτὸς Ἱπποδάμεια,” ἀντὶ τοῦ κλυ‐ τή. E. ἀπὸ τῆς δαίμονος ἡ θάλασσα. E.V.
5Ἀμφιτρίτη] ἡ μεγάλη θάλασσα. ἡ δὲ διπλῆ πρὸς τὸ σχῆμα· καὶ ὅτι ἐν θαλάττῃ ὢν λέγει ἐξ ἁλός. H.P.Q. Ἀμφιτρίτη λέγεται ἡ θάλασσα. ἀδελφὰ γάρ εἰσι τὰ στοιχεῖα ὁ Ποσειδῶν, ὁ Ζεὺς, καὶ ὁ Πλούτων. τῷ μὲν Διὶ ἔλαχεν ἡ τρίτη μοῖρα, ἤγουν τὰ οὐράνια, τῷ δὲ Ποσειδῶνι ὡσαύτως ἡ θάλασσα, τῷ
10δὲ Πλούτωνι ὡσαύτως ἡ τρίτη, ἤγουν τὰ καταχθόνια. ἡ γῆ δέ ἐστι καὶ τῶν τριῶν. E. κλυτὸς Ἀμφιτρίτη] πῶς οὖν ἀλλαχοῦ φησι “κῆτος ἃ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη;” (Od. μ, 97.) ἀλλὰ τὸ μὲν ἐπὶ τοῦ ὕδατος, τὸ δὲ ἐπὶ τοῦ στοιχείου. P.Q.T.

5

.

423

ὀδώδυσται] τὸ θέμα ὀδύω ὡς τανύω, ὤδυσται καὶ Ἀττικῶς ὀδώδυσται. B.P.T.

5

.

426

ῥινοὺς] ῥινὸς τὸ δέρμα, ὡς ἀλλαχοῦ ὁ ποιητὴς “ὑπὸ δ’ ἔστρωτο ῥινὸς βοὸς ἀγραύλοιο.” (Il. κ, 155.) M. ἐτυμολογεῖται ἀπὸ τοῦ ῥέω ῥινόν. B. δρύφθη] συνετρίβη, ἐρράγη. H. ἀπεδρύφθη, ἀπεξύσθη. ἀπὸ τοῦ
5δέρας δρύπτω. B. ἐμφαντικῶς διέτεμε τὰς λέξεις. H.P.

5

.

430

ὣς] τινὲς περιέσπασαν τὸ ὧς, ἵνα σημαίνῃ τὸ ὅμως, ἔνιοι δὲ ὤξυναν. B.P.T. παλιρρόθιον] παλινόρμητον, εἰς τοὐπίσω φερόμενον, ἐκ τοῦ ἀντικρὺ ῥέοντος. V. παλινορμήτως ὑποστρέψαν τὸ κῦμα πάλιν ἀπήνεγκεν
5αὐτὸν ἀπὸ τοῦ αἰγιαλοῦ εἰς τὸ πέλαγος. B.P.T.

5

.

431

ἐπεσσύμενον] ὁ Ἰξίων, ἀπεσσύμενον, καὶ μᾶλλον τὸ παλιρ‐
ρόθιον. H.P.287 in vol. 1

5

.

432

ὡς δ’ ὅτε πουλύποδος] ὥσπερ οἱ πολύποδες ἀποσπώμενοι τῶν πετρῶν ἀντιλαμβάνεσθαι εἰώθασι ταῖς κοτυληδόσι καρτερῶς, οὕτως ἀντείχετο ταῖς χερσὶ καὶ προσεπεφύκει ὁ Ὀδυσσεὺς, ὥστε καὶ ἀπο‐ ξέσαι αὐτοῦ μέρος τι τοῦ δέρματος, καὶ προσείχετο τῇ πέτρᾳ. E.
5οὐκ ἔξωθεν ἡ εἰκὼν, ἀλλ’ ἐκ τῶν ἐνύδρων. δύσριγον δὲ ὂν τὸ ζῷον ἀντέχεται τῆς πέτρας θερμαῖνον αὐτὴν καὶ ἀντιθαλπόμενον ὑπ’ αὐ‐ τῆς. H.P.Q.T. καθὼς δὲ ἐκ θαλάσσης πολύποδος ἑλκομένου πυκνοὶ καὶ συνεχεῖς λίθοι πρὸς τὰς κοτύλας συνέχονται. T. τοῦ ὀκτάποδος. εἶδος δὲ ἰχθύος ὁ ὀκτάπους. V.

5

.

433

πρὸς κοτυληδονόφιν] ὡς χαλκόφιν. λάϊγγες τὰ μικρὰ λιθά‐ ρια, ἢ μικρὰ ψηφίδια. P.Q. πρὸς ταῖς κοτυληδόσι. κοτυληδόνες δέ εἰσιν αἱ τοῦ πολύποδος πλεκτάναι. ἐναντίως δὲ παραβέβληνται. V.

5

.

434

ὣς τοῦ πρὸς πέτρῃσι] σημειοῦνταί τινες ὅτι οὐ κατὰ πᾶν ὡμοίωται τὰ τῆς παραβολῆς. ἐκεῖ μὲν γὰρ τὸ σῶμα λίθακας ἀπο‐ σπᾷ, ὧδε δὲ πρὸς ταῖς πέτραις ἐναπομένει μέρος τοῦ δέρματος. Q.

5

.

436

ὑπὲρ μόρον] δύο εἰσὶ μέρη λόγου. P.

5

.

437

εἰ μὴ ἐπιφροσύνην δῶκε] σύνεσιν, ἐπίνοιαν. H. γρ. εἰ μὴ ἐπὶ φρεσὶ θῆκε. H.P.

5

.

438

κύματος ἐξαναδὺς] ὁ ἀναδύνων ἐκ τοῦ κύματος, τῶν κυμάτων ἐκείνων ἅτινα ἀποπτύονται καὶ ἐξερεύγονται εἰς τὴν ἤπειρον. B. τό τ’] ὅπερ. Gl. P. ὅπερ ἐρεύγεται καὶ προσρήγνυται μετὰ ἤχου. P.

5

.

439

νῆχε παρὲξ] ὀξύτονον τὸ παρέξ, μεθ’ ὃ βραχὺ διασταλ‐ τέον. δηλοῖ τὸ παρενήχετο. P. οὔτε πλησίον πάνυ, ὅπερ δηλοῖ ἡ παρά, οὔτε πόρρω, ὅπερ δηλοῖ τὸ ἐξ. E. ἄμφω εἰς τὴν καρτερίαν Ὀδυσσέως. ὡς νηχόμενος γὰρ τῆς παρα‐
5τηρήσεως οὐκ ἠμέλει. P.Q.

5

.

440

ἠϊόνας τε παραπλῆγας] παραπλαγιαζομένας τῇ πληγῇ, οὐκ ἐξ ἐναντίου, πλαγίως δὲ πλησσομένας ὑπὸ τῶν κυμάτων. B.E.H. P.T.288 in vol. 1

5

.

441

ἀλλ’ ὅτε δὴ ποταμοῖο] Σώσωνά φασι τοῦτον λέγεσθαι τὸν ποταμόν. P.Q.

5

.

443

λεῖος πετράων] ἢ ὅτι πέτρας οὐκ εἶχεν, ἢ ὅτι εἶχε μὲν, λείας δὲ ὅμως αὐτὰς εἶχεν. B.P.Q.T.

5

.

444

ἡ ἀνταπόδοσις εἰς τὸ “ἔγνω δὲ προρέοντα,” ἵνα περιττεύῃ ὁ σύνδεσμος. P. καὶ εὔξατο ὃν κατὰ θυμόν] οἰκεῖον γὰρ τῷ νηχομένῳ μὴ φθέγγε‐ σθαι, ἀλλὰ τῷ λογισμῷ τὴν εὐχὴν ἐκφέρειν. B.P.Q. εἶτά φησιν ὁ
5ποιητὴς ηὔξατο. P.

5

.

445

πολύλλιστον] πολυλιτάνευτον, ἀπὸ τοῦ λιτή ἡ παράκλησις. B.E. οὕτω πολύλλιστον κατ’ αἰτιατικὴν ἀντὶ τοῦ πολυλίστως. P.T. εὔχεται τῷ ποταμῷ ὡς ἂν ἑκάστου ἔχοντος δαίμονα. ὁ δὲ καὶ ἐν ταῖς κρήναις οἶδεν θεὰς, ἃς Νύμφας καλεῖ “Νύμφαι κρηναῖαι, κοῦραι
5Διός” (Od. ρ, 240.), καὶ ἄλλαι “Νύμφαι ὀρεστιάδες, κοῦραι Διός” (Il. ζ, 420.). οὕτω πεπληρῶσθαι θείων δυνάμεων Ὅμηρος ἡγεῖται πάντα. T.

5

.

447

αἰδοῖος μέν τ’ ἐστί] οἶμαι διὰ τὸν ἱκέσιον Δία, ὅς ἐστι πα‐ τὴρ ἀνδρῶν τε θεῶν τε. E. ὁ μέν παρέλκει. ὁ δὲ νοῦς, ἀνδρῶν ὅστις ἵκηται ἀλώμενος, αἰδοῖός ἐστι καὶ ἀθανάτοισι θεοῖσι. B.P.Q. καὶ παρὰ τοῖς θεοῖς, φησὶν, ὁ ἱκέτης αἰδέσιμος καὶ προσδεκτός ἐστι. B.
5P.Q.

5

.

449

σόν τε ῥόον σά τε γούναθ’ ἱκάνω] μιᾷ δεήσει καὶ τὴν φύσιν τοῦ ῥεύματος καὶ τὸ σῶμα συνέπλεξεν. P.Q.T.

5

.

451

παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ κῦμα] μιᾷ δεήσει τὸ ἴδιον κῦμα καὶ τὸν ἴδιον ῥοῦν ἐπέσχεν. Q.T.

5

.

453

ἐς ποταμοῦ προχοάς] ἀντὶ ἀντωνυμίας τὸ ὄνομα. οὐ γὰρ εἶπεν εἰς τὰς ἑαυτοῦ προχοάς. ἡ διπλῆ οὖν παράκειται πρὸς τὸ τῆς ἑρμηνείας ἴδιον. B.E.P.Q. ὁ δ’ ἄρ’ ἄμφω γούνατ’ ἔκαμψε] τὰ γὰρ νεῦρα ἀπὸ πολλοῦ κρύους
5ἀκινητοῦσιν. ἵνα γοῦν μὴ κρατηθῶσιν αὐτῷ ταῦτα ἔκαμψεν. E. οἱ γὰρ ἐπὶ πλέον ἐν ὑγρῷ διατρίψαντες ἀπορθοῦνται τὰ νεῦρα, καὶ δέονται μαλάξεώς τινος εἰς τὸ καταπεσεῖν. P.Q.T.289 in vol. 1

5

.

454

ἁλὶ γὰρ δέδμητο] τῇ θαλάσσῃ καταπεπονημένος ἦν. V.

5

.

455

ὤδεε] εἰ μὲν ἄνευ τοῦ ι, ὦζεν, εἰ δὲ σὺν τῷ ι, ᾠδήκει. H.P. ἔνιοι ᾤδησεν ὄγκῳ. V. κήκιε] ἀπὸ τοῦ κίω τὸ παραγίνομαι. ἀνηκοντίζετο πολλὴ καὶ ἐβρώμει, ἀφ’ οὗ καὶ καπνός. B.

5

.

457

ὀλιγηπελέων] ὀλίγον ἔχων τοῦ πέλειν. B.E.P.T. ὁ δὲ λό‐ γος, ὡς ὀλιγοδρανέων. P.T. ἤγουν ὀλιγοψυχῶν. B.E.

5

.

458

ἄμπνυτο] ἔμπνυτο, διὰ τοῦ ε. H.

5

.

459

καὶ τότε δὴ κρήδεμνον] ἐν πρώτοις μέμνηται τῶν ἐντολῶν τῆς εὐεργέτιδος. P.Q.T. Ζηνόδοτος, ἀπὸ ἕο. ἡ κοινὴ, ἀπὸ ἕθεν. H.P.

5

.

460

ἁλιμυρηέντα] τὸν τῇ ἁλὶ ὁμοῦ ῥέοντα, ἤγουν ἀναμεμιγμένον τῇ θαλάσσῃ. ἢ τὸν εἰς ἅλα μυρόμενον. E. ἐπιθετικῶς τὸν εἰς τὴν θάλασσαν ἐρευγόμενον, τουτέστιν εἰς θάλασσαν ῥέοντα. P.Q.

5

.

461

κατάρροον διὰ τοῦ ἑτέρου ρ. H.P.

5

.

463

ὑπεκλίνθη] ἐφίλησε, ἠσπάσατο. H. τῇ σχοίνῳ ὑπέκλινεν ἑαυτόν. H.T. σχοίνῳ ὑπεκλίνθη] τῇ λεγομένῃ βρούλῳ ὑπέπεσε. E.

5

.

465

τί νύ μοι μήκιστα γένηται] τί πλέον μοι τούτων γενήσε‐ ται; B.T. τὸ τέλειον, τί μοι τούτων γενήσεται; P.

5

.

466

δυσκηδέα νύκτα] δυσφρόντιστον, κακὰς φροντίδας ἐμποιοῦ‐ σαν. B.P.Q.T. ἀμφότερα δὲ ἄπορα, τὸ κοιμηθῆναι, διὰ τὸ κρύος, καὶ τὸ πόρρω ἀπιέναι, διὰ τὰ θηρία. B.P.Q. φυλάξω] Ἀρίσταρχος, φυλάσσω, ἐν παρατάσει, καὶ προσυπα‐
5κούει τὸ ἐμαυτόν. τὸ ἑξῆς, μή με δαμάσῃ. H.P.290 in vol. 1

5

.

467

στίβη τε] ἡ ἑωθινὴ ψύχρα. B.T. ἡ πάχνη, ἀπὸ τοῦ στι‐ βάζεσθαι. B. τὸ ἐξ αἰθρίας κρύος γενόμενον μάλιστα παρὰ τοὺς πόδας καὶ τὰς χεῖρας ἅμα ἡμέρᾳ, ὅπερ ἔνιοι λέγουσι μάλκην. E. ἡ ἑωθινὴ ψύχρα, ἡ πάχνη. τῶν ἅπαξ δὲ εἰρημένων ἡ λέξις. P.Q. ἡ
5πάχνη κατὰ ἀντίφρασιν, ἢ τὸ ἑωθινὸν ψῦχος. V. θῆλυς ἐέρση] ἡ τρόφιμος δρόσος. τρόφιμον γὰρ τὸ θῆλυ. οὐκ εἶπε δὲ θήλεια, ἀλλὰ θῆλυς ἀρσενικῶς, ὡς ποιητικώτερον. εἰ γὰρ καὶ ἀρσενικῶς λέγεται ὁ θῆλυς, ἀλλ’ ἔχει τὸ σημαινόμενον θῆλυ. B.Q. ἡ πάχνη ἡ θάλλουσα ἐκ τοῦ πυκνοῦσθαι. εἰ γὰρ μὴ πυκνωθῇ
10ἡ ἀναθυμίασις ἐκ τοῦ ὕδατος καὶ ἐκ τοῦ κρύους, πάγος ἄλλως οὐ πήγνυται. E. θῆλυς] θάλλουσα. ἐέρση] δρόσος. V.

5

.

468

κεκαφηότα θυμόν] ἐκπεπνευκότα· κάπος γὰρ τὸ πνεῦμα. E.

5

.

469

αὔρη δ’ ἐκ] γρ. αὔρη γάρ. H.P. ψυχρὴ πνέει] ἐντεῦθεν παρίσταται ὅτι καὶ ἀνέμων φύσιν ἀκριβῶς κατενόησεν Ὅμηρος, ὧν ἡ γένεσις ἐκ τῶν ὑγρῶν ἐστι. τοῦ μὲν γὰρ ὕδατος ἡ μεταβολὴ εἰς ἀέρα γίνεται, ὁ δ’ ἄνεμός ἐστιν ἀὴρ ῥέων. E.

5

.

470

ἐς κλιτὺν ἀναβὰς] τὴν ὑψηλὴν πρόσβασιν τοῦ ὄρους, τὴν ἀκρώρειαν, ἢ τὴν ἀπόκλισιν. E.P.Q.V.

5

.

471

θάμνοις] ἐκ τοῦ θαμινοῦ τὸ συχνὸν γίνεται θάμνος. B.

5

.

474

δοάσσατο] οὕτως ἔδοξεν αὐτῷ κέρδιον, οὕτω πως ὡς κατιὼν ὁ λόγος δηλώσει, “βῆ ῥ’ ἴμεν εἰς ὕλην.” B. τὸ καθ’ ἑαυτό. P.

5

.

475

βῆ ῥ’ ἴμεν] γράφεται, βῆ δ’ ἴμεν. E.

5

.

476

περιφαινομένῳ] πάντοθεν κατοπτευομένῳ. T. περιορωμένῳ, περὶ ὃν τόπον οὐκ ἔστιν ὕλη, ἀλλὰ μόνον θάμνος, τὸ δὲ περὶ αὐτὸν ψιλόν. V.

5

.

477

ἐξ ὁμόθεν πεφυῶτας] ἐν τοῖς ὑπομνήμασι, γεγαῶτας. H.Q. τὸ δὲ σχῆμα ἀντίπτωσις, ἵν’ ᾖ, τὸν μὲν φυλίης, τὸν δ’ ἐλαίης. ἢ στικτέον μετὰ τὸ πεφυῶτας, ἵνα ἐν τοῖς ἑξῆς λείπῃ τὸ ἦν ῥῆμα, ὁ
μὲν φυλίης ἦν, ὁ δὲ ἐλαίης. P.Q.291 in vol. 1
5πλεονάζει ἡ ἐξ πρόθεσις. P. φυλίης] φυλία εἶδος ἐλαίας, μυρρίνης ὅμοια φύλλα ἐχούσης. οἱ δὲ τὸ ἀγριέλαιον λέγουσιν. B.P.Q.T.

5

.

478

τοὺς μὲν ἄρ’ οὔτ’ ἀνέμων διάει μένος ὑγρὸν ἀέντων] ἐξ οὗ ἔλαβε τὸν στίχον ὁ Ἡσίοδος. E. τοὺς μὲν] ἀντὶ τοῦ δή· ἢ συνέσταλται Ἰακῶς. P. ἀμφίβολον· ὑγρὸν μένος, ἢ ὑγρὸν ἀέντων, ἀντὶ τοῦ ὑγρῶς ῥεόν‐
5των. τῆς ἀμφιβόλου διαστολὴ ἡμᾶς ἀπαλλάττει. P.Q.

5

.

481

τὸ ἔφυν συσταλτέον. P. ἐπαμοιβαδίς] ἐπαλλακτικῶς. P. ἐπιπεπλεγμένοι ἐναλλάξ. V.

5

.

483

φύλλων γὰρ ἔην χύσις] ἐὰν ἀφ’ ἑτέρας ἀρχῆς ἀναγνῶμεν τοῖς ἑξῆς συνάπτοντες, ἔσται καθολικὸς ὁ λόγος, ὅτι τοσαῦτα ἦν τὰ φύλλα ὥστε καὶ δύο καὶ τρεῖς καλύψασθαι. ἐὰν δὲ ὡς διὰ μέσου κείμενον διορθῶμεν, ἔσται τοσαῦτα φύλλα ἐπιβεβλημένος ὅσον δύο
5ἢ τρεῖς καλύψαι, πλεῖον τῶν δεόντων δηλονότι. P.Q. ἤλιθα πολλὴ] ἀπὸ τοῦ ἅλις καὶ τοῦ θα ἐπιτατικοῦ μορίου. E.

5

.

484

ἔρυσθαι] προπαροξυτόνως, ἵνα σημαίνῃ παρατατικόν. P.

5

.

485

εἰ καὶ μάλα περ χαλεπαίνοι] ἡ ὥρα. ἤτοι χαλεπῶς ὑπὸ ῥίγους διατεθείη. B.E.Q.T.

5

.

488

δαλὸν] κεκαυμένον ξύλον. H.T. σποδιῇ] σποδῷ, κονίᾳ. H.

5

.

489

ἀγροῦ ἐπ’ ἐσχατιῆς] ἄκρως τῇ ἐπεξεργασίᾳ. οὐ γὰρ ἐν τῇ πόλει χρεία ταύτης τῆς προνοίας. Q.

5

.

490

σπέρμα πυρὸς] πᾶσα οὐσία μείωσιν πάσχει. τὸ δὲ πῦρ ἐν ὅσῳ κἂν τὸ τυχὸν ἔχῃ, πάλιν αὔξεται. ὃ εἰδὼς πρῶτος ὁ ποιητὴς εἶπε σπέρμα πυρός. καὶ τὸ σπέρμα γὰρ ἐξ ἐλαχίστου αὔξεται. ἔστι δὲ ὁ τρόπος μεταφορά. πρὸς τοῦτο καὶ ὁ Αἰσχύλος ἀντεμηχα‐
5νήσατο εἰπὼν πηγὴν πυρὸς ἐν Προμηθεῖ δεσμώτῃ ἐν εἷς φησι “ναρ‐ θηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς πηγὴν κλοπαίαν.” B.E.H.P.Q.T. μεταφορικῶς τὸν σπινθῆρα τοῦ φωτὸς εἴρηκεν. P.Q.292 in vol. 1
1αὔοι] ἐξάπτοι. P.V. ὁ Ἰξίων, αὔῃ. H.P.

6

hyp

(t)

ΥΠΟΘΕΣΙΣ
1Ἀθηνᾶ ἐπιστᾶσα ὄναρ Ναυσικάᾳ τῇ Ἀλκινόου θυγατρὶ, κελεύει αὐτῇ τὴν ἐσθῆτα ἐπὶ τὸν ποταμὸν ἀγαγούσῃ πλύνειν, πλησίον γὰρ αὐτῇ εἶναι τὸν γάμον. ἡ δὲ τὸ κελευσθὲν ποιεῖ. ἔπειτα παίζει μετὰ τῶν θεραπαινῶν. ἀκούσας δὲ αὐτῶν Ὀδυσσεὺς ἐξυπνίζεται, καὶ δεη‐
5θεὶς Ναυσικάας, ἐσθῆτα καὶ τροφὴν παρ’ αὐτῆς λαβὼν ἕπεται αὐτῇ εἰς τὴν πόλιν. E.H.P.Q.
7tΑΛΛΩΣ
8Ναυσικάα ἡ Ἀλκινόου θυγάτηρ ὑπὸ ὀνείρου τραπεῖσα ἐπὶ τὸν ποταμὸν κάτεισι πλυνοῦσα τὴν ἐσθῆτα. μετὰ δὲ τὸ πλῦναι παιδιά
10τις ὁποία εἰκὸς διὰ σφαίρας ταῖς κόραις γίνεται. Ὀδυσσεὺς δὲ θο‐ ρύβου γενομένου διυπνίσθη, καὶ ἐσθῆτος τυχὼν, μέχρι τοῦ τῆς Ἀθη‐ νᾶς ἱεροῦ, ὃ πρὸ τῆς πόλεως ἦν, συνώδευε τῇ κόρῃ. E.Q.V.

6

.

1

κάθευδε] Ζηνόδοτος, καθεῦδε. H.P.

6

.

2

ὕπνῳ καὶ καμάτῳ ἀρημένος] βεβλαμμένος. ἤτοι συλληπτικῶς· ὑπὸ μὲν γὰρ τοῦ καμάτου βέβλαπτο, ὑπὸ δὲ τοῦ ὕπνου οὐκέτι· ὁ γὰρ ὕπνος οὐ βλάπτει· ἢ κατ’ ἀντίφρασιν τὴν ἀγρυπνίαν ὕπνον ἔφη. ἢ ἐπὶ τῷ καμάτῳ στικτέον, εἶτα ἀρημένος ὑπὸ τοῦ Ποσειδῶνος,
5ἤγουν βλαβεὶς καὶ παρεθεὶς ἢ κατεχόμενος. E.P.Q.V. ἢ τὸ ἀρη‐
μένος ἀντὶ τοῦ ᾑρημένος καὶ νενικημένος ἀρημένος ᾑρημένος, κεκρα‐ τημένος. E.P.Q. νῦν καιρίως ἐφίσταται ὅτι ἐπιβουλεύων ἀνῆκεν ὁ Ποσειδῶν. P.293 in vol. 1

6

.

3

βῆ ῥ’ ἐς Φαιήκων] ἡ νῦν λεγομένη Κέρκυρα. E. δῆμόν τε πόλιν τε] δῆμον τὸ πλῆθος τῶν ἀνδρῶν, πόλιν αὐτὴν τὴν οἰκοδομίαν. B.E.H.T.

6

.

4

ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ] οἱ μὲν τὴν ἐν Σικελίᾳ Καμάριναν εἶναί φασιν, οἱ δὲ ἀπὸ τοῦ ὑπὲρ τὴν ἡμῖν γινωσκομένην. ἄλλοι δὲ ὅτι νῆσος ἦν πρότερον πλησίον τῆς τῶν Κυκλώπων χώρας. ἔστι δὲ καὶ κρήνη ἐν Θεσσαλίᾳ. B.E.P.Q.V.
5εὐρυχόρῳ] ἐν ᾗ ἐστιν εὐρὺ χορεύειν. E.

6

.

5

ὑπερηνορεόντων] ὑπερεχόντων τῇ ἠνορέῃ, ὅ ἐστι τῇ ἀνδρείᾳ, καὶ διὰ τοῦτο ὑπερηφάνων. V. τῶν λίαν ἀνδρείων. T.

6

.

6

οἵ σφεας] ὀξυτονητέον τὸ οἱ ἄρθρον. ἐγκλιτικὸν γάρ ἐστι νῦν ἡ σφέας. P. σινέσκοντο] ἔβλαπτον, ἀπὸ τοῦ σίνω τὸ βλάπτω. B.

6

.

7

ἀναστήσας] ἀνακομίσας, ἀποικίαν στειλάμενος. H.

6

.

8

εἷσεν δ’ ἐν Σχερίῃ] ἵδρυσεν ἐν τῇ τῶν Φαιήκων πόλει. H. ἔξω τοῦ ν αἱ Ἀριστάρχειοι, οὐχ ὥς τινες, ἐν Σχερίῃ. H.P. αὕτη δὲ ἡ Σχερίη ἐστὶν ἔξω τῆς καθ’ ἡμᾶς οἰκουμένης. Ἀρίσταρχος, εἷσεν δὲ Σχερίῃ. E.Q. ὅτι Σχερία ὠνομάσθη ἡ τῶν Φαιάκων γῆ καὶ οὐ Κέρ‐
5κυρα, καὶ ὅτι ἔξω τῆς καθ’ ἡμᾶς οἰκουμένης. E.P.Q. ἀνδρῶν ἀλφηστάων] τῶν εὑρετικῶν καὶ προνοητικῶν ἀνδρῶν. H. νοῦ γὰρ καὶ ἐπιστήμης δεκτικοὶ καὶ διὰ τοῦτο ἐπινοητικοί. E.

6

.

9

ἀμφὶ δὲ τεῖχος ἔλασσε] ἤτοι περιέτεινε, περιέβαλεν. ἡ δὲ μεταφορὰ ἀπὸ τοῦ ἐλαυνομένου σιδήρου. ἢ ἀπὸ τοῦ ἐλάσαι, ὅ ἐστι
πῆξαι καὶ σκάψαι. P.Q.V. τάχιστα ἐδήλωσε πόλεως κατασκευὴν ἐν ἑνὶ διστίχῳ. καὶ τοὐ‐294 in vol. 1
5ναντίον “ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει, τέκνα δέ τ’ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας” (Il. ι, 589. s. 593.)· ἐν δυσὶ γὰρ στίχοις πόλιν διασκαπτομένην ἐδήλωσε. P.Q.

6

.

10

θεῶν] Ῥιανὸς, θεοῖς. H.

6

.

12

θεῶν ἄπο μήδεα εἰδώς] ἡ ἀπό ἀντὶ τῆς παρά· διὸ ὀξύνεται. ἤδη δέ τι τῶν χρησίμων ὑποβάλλει ὅτι φιλοξένου ἀνδρὸς ἐπιτεύξεται ὁ Ὀδυσσεύς. B.P.Q.

6

.

13

ὁ μέν ἀντὶ τοῦ δή. H.

6

.

15

ἀναστρεπτέον τὸν ἔνι· ἔστι γὰρ, ἐν ᾧ. P.

6

.

18

πὰρ δὲ δύ’ ἀμφίπολοι] ἀντὶ τῆς παρά. H. παρέκειντο δὲ καὶ δύο ἀμφίπολοι, ἤτοι ἐκοιμῶντο. B. Χαρίτων ἄπο] ὁμοίως ἀντὶ τῆς παρά. P. προκατασκευάζει ὁ ποιητὴς τὸ “καλαὶ δέ τε πᾶσαι” (108.), ὅπερ
5οὐ δουλοπρεπῶν σωμάτων ἐστὶν οἰκεῖον. P.

6

.

19

σταθμοῖιν] σταθμοὶ λέγονται τὰ ἑκατέρωθεν τῶν θυρῶν ὄρθια ξύλα τὰ ἀνέχοντα τὰς φλιάς. Q.

6

.

20

ἡ δ’ ἀνέμου ὡς πνοιὴ] νοητέον παρεισδῦσαν πάλιν τὴν θεὸν παρὰ κληῗδος ἱμάντα (δ, 800.). P.Q.

6

.

22

ναυσικλειτοῖο Δύμαντος] προπερισπωμένου τοῦ ναυσικλει‐ τοῖο. τινὲς δὲ, τῇ Ναυσικλειτοῖ, ὡς Καλυψοῖ. ἔνιοι δὲ, ναυσὶ κλειτοῖο, ἐν δυσὶ μέρεσι λόγου. ἀμείνων δὲ ἡ πρώτη, ναυσικλειτοῖο, ἐν τοῖς κατὰ ναυτικὴν ἔργοις ἐνδόξου. P.Q.

6

.

23

ὁμηλικίη] ὁμῆλιξ. καὶ ἐν Ἰλιάδι (γ, 170.) “ὁμηλικίην ἐρα‐ τεινήν.” H. κεχάριστο] προσηνὴς ἦν, ἐφιλεῖτο. H.

6

.

26

ἀκηδέα] μηδεμιᾶς φροντίδος ἠξιωμένα, ἢ ἀτημέλητα, ἀφρόν‐ τιστα. V. σιγαλόεντα] ἁπαλὰ, ποικίλα. τὰ μὲν γὰρ σκληρὰ ἀντιπίπτει καὶ ἀντιτυπεῖ, τὰ δὲ ἁπαλὰ ὥσπερ σιγᾷ καὶ ἡσυχάζει. P.Q.V. τὰ
5φύσει λαμπρὰ, τὰ σιγὴν ἐμποιοῦντα, ἢ τρυφερὰ, μὴ ἐμποιοῦντα
δοῦπον. E.295 in vol. 1

6

.

28

τοῖσι] ἐκείνοις παρασχεῖν, ἤτοι τῷ γαμβρῷ. τὸ πληθυντικὸν ἀντὶ ἑνικοῦ Ἀττικῶς. B. ὡς τοιούτου ὄντος τοῦ ἔθους, τὰς νύμφας τοῖς τοῦ νυμφίου παρέχειν ἐσθῆτας. Q.T. ταῦτα δὲ τὰ τῆς ἀνδρι‐ κῆς ἐσθῆτος προοικονομεῖ, ἵνα ἐξ αὐτῶν λάβῃ τι ὁ Ὀδυσσεύς. P.T.
5οἵ κέ ς’ ἄγωνται] κυριωνυμεῖται τὸ ἄγω. κεῖται γὰρ ἀντὶ τοῦ ἄγωνται εἰς γυναῖκα. καὶ τίθεται τὸ ῥῆμα μόνον, ὡς τὸ ἤγετο καὶ τὸ ἠγάγετο. νοεῖται δὲ τὸ πρόσωπον ἔξωθεν ἀντὶ τοῦ ἤγετο ἄνδρα, ἢ ἠγάγετο γυναῖκα. B.

6

.

29

ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπων ἀναβαίνει] Καλλίστρατος δὲ, χάρις, ἀντὶ τοῦ χαρά. μεταποιῆσαι δέ φησι τὸν Ἀριστοφάνην, φάτις. H.P. ἀναβαίνει] ἀναβιβάζει, αὔξει. P.

6

.

31

ἀλλ’ ἴομεν] ἀναγκαία ἡ ἔπειξις ἵνα θᾶττον ἡ θεραπεία τοῦ Ὀδυσσέως γένηται. P.Q.T.

6

.

32

καί τοι ἐγὼ συνέριθος] καὶ τοῦτο προσαγωγὸν, ἵνα σπεύσῃ συγγενέσθαι τῇ φίλῃ κατὰ σχολήν. P.Q.T. συνέριθος] κυρίως ἡ συνεργοῦσα εἰς τὰ ἔρια. ἐκ τούτου γοῦν καὶ ὁ ἁπλῶς βοηθός. E. συνεργός, παρὰ τὴν ἀγαθὴν ἔριν. V.

6

.

33

ἐντύνεαι] διὰ τὸ μέτρον συνέσταλται τὸ υ καὶ η. P. ἀντὶ ὑποτακτικοῦ τοῦ ἐντύνηαι, ὡς καὶ ἐπὶ τοῦ “ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων” (Il. ι, 409.), καὶ “ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύε‐ ται ἠπεροπεύειν” (Od. ξ, 400.). P.
5ἐντύνεαι] κατασκευάσειας, πλύνειας, κοσμήσειας, κομίσειας. E.Q. κοσμήσειας, πλύνειας, εὐτρεπίσειας. V.

6

.

35

ὅθι τοι γένος] οὐ τοπικόν ἐστι νῦν, ἀλλὰ θέλει λέγειν, ἐν οἷς καὶ αὐτὴ ὀνομάζῃ τοῖς ἀρίστοις, τουτέστιν ὅτι εἶ εὐγενής. γράφε‐ ται καὶ, ἤ τοι γένος. V. ὅπου ἐν τοῖς ἀρίστοις ἐστὶ καὶ σοὶ αὐτῇ
τὸ γένος. H.P.T.296 in vol. 1

6

.

37

ἥ κεν ἄγῃσι] ἀντὶ τοῦ ἄγοι. ὑποτακτικὸν ἀντὶ εὐκτικοῦ. P. ἄγοι, φέροι, βαστάζοι. V.

6

.

38

ζῶστρα] τὰ πρὸς τὴν ζώνην ἐπιτήδεια, πάντα ἅ ἐστι ζώσα‐ σθαι, οἷον χιτῶνας καὶ τὰ τοιαῦτα. πέπλους δὲ τὰ γυναικεῖα ἐνδύ‐ ματα καὶ ἐμπερονήματα. ἅπαξ δὲ ἐνταῦθα ἡ ζῶστρα λέγεται. P.Q.T. ζῶστρά τε] γρ. ζώνας. P.
5ῥήγεα] τὰ βαπτὰ περιστρώματα. Q. βαπτά. ῥέξαι δὲ τὸ βάψαι. P.

6

.

40

ἄπο πλυνοί εἰσι πόληος] βαρυτονητέον τὴν ἄπο· σημαίνει γὰρ τὸ ἄπωθεν. P. πλυνοί] οἱ λίθοι ἐν οἷς πλύνουσιν. ἐκ μέρους δὲ πάντα τὸν τόπον φησί. B. αἱ πληγαὶ, οἱ τόποι ἐν οἷς πλύνουσι τὰ ἱμάτια. E.
5γοῦρναι. Gl. H.

6

.

42

Οὔλυμπόνδ’, ὅθι φασὶ] εἰ μὲν πρὸς τὸν οὐρανὸν τὸ ὅθι φασὶ, νῦν οὐκ ἔχει καλῶς· οὐδὲ γὰρ ἐπὶ τούτου διστάζει ὁ ποιητὴς λέγων, ὅθι φασίν· εἰ δὲ πρὸς τὸ καλούμενον οὕτως ὄρος, καλόν. E.Q. διὰ δὲ τοῦ φασί τὴν ἐκ προγόνων παράδοσιν ἐμφαίνει καὶ οὐκ ἤδη πλάσμα
5τοῦ ποιητοῦ τὸ τοῦ Ὀλύμπου. E.P.Q.

6

.

44

οὔτε χιὼν ἐπιπίλναται] ἀχιόνιστον μὲν αὐτὸν ἀπὸ τῶν ἀνω‐ τέρω μερῶν λέγει, ἀγάννιφον δὲ ἀπὸ τῶν κατωτέρω, τὸν μετὰ τὰ νέφη τόπον, ὡς ὅταν τὸ δόρυ ποτὲ μὲν ἀπὸ τοῦ δένδρου μελίαν τὸ ὅλον, χάλκεον δὲ ἀπὸ μέρους λέγῃ. B.H.P.Q.T.
5ἐπιπίλναται] προσπελάζει, ἀπὸ τοῦ πελῶ, προσθέσει τοῦ ν καὶ τροπῇ τοῦ ε εἰς ι πιλνῶ, καὶ ἐξ αὐτοῦ πίλνημι. E. αἴθρη] Ῥιανὸς, αἰθήρ. H.P.

6

.

45

ἀνέφελος] νεφελῶν χωρίς. ἡ γὰρ κορυφὴ ἡ τοῦ Ὀλύμπου ἐπουράνιος καλεῖται. ὁ δὲ οὐρανὸς ὑφ’ Ὁμήρου ἀπὸ τῶν νεφελῶν ἕως τοῦ κατηστερισμένου τόπου συνωνύμως αὐτῷ τῷ κατηστερισμένῳ καλεῖται. E.P.Q.V.

6

.

46

τῷ ἔνι] Ῥιανὸς, τῇ ἔνι, πρὸς τὴν αἴγλην. H.P.297 in vol. 1

6

.

47

πάντα] γρ. κούρῃ. H.P.

6

.

48

ἠὼς ἦλθεν ἐΰθρονος] θρόνον νῦν τὸν ἁρμάτειον λέγει τῆς ἠοῦς. οὐ γάρ ἐστιν ἑδραία ἡ θεὸς αὕτη ἡ νῦν εἰρημένη. E.P.V.

6

.

49

ἀπεθαύμας’ ὄνειρον] διὰ τὸ ἐναργές. P.T.

6

.

50

διὰ δώμαθ’] ἀντὶ τοῦ διὰ δωμάτων. H.

6

.

52

ἡ μὲν ἐπ’ ἐσχάρῃ] παρὰ τῇ ἐσχάρᾳ. ἐσχάρα δὲ ὁ τόπος ἐφ’ ᾧ τὸ πῦρ καίεται. V πάλιν σύνηθες αὐτῷ προδιατυποῦν τὴν συναγωγὴν τῶν προσώπων. P.Q.

6

.

53

ἠλάκατα στρωφῶς’ ἁλιπόρφυρα] καίτοι τρυφερωτάτης οὔσης τῆς πολιτείας οὐκ ἀμελεῖ τῶν ἔργων. τὰ δὲ ἁλιπόρφυρα οἰκείως τῇ βασιλίδι, ὡς καὶ ἡ Ἑλένη ἰοδνεφὲς ἔριον ἐργάζεται. Q.T. ἠλάκατα τὰ ἔρια, ἠλακάτη δὲ τὸ ξύλον ἐν ᾧ τυλίσσονται τὰ ἔρια. B. ἠλά‐
5κατα νῦν τὰ ἔρια. H.V. στρωφῶς’] στρέφει. H. ἁλιπόρφυρα] τὰ θαλασσοβαφῆ. ἀντὶ τοῦ παρακαίουσαν ἐπ’ Ὀλύμπῳ ἐριπόρφυρα. H.

6

.

54

μετὰ κλειτοὺς βασιλῆας] ὄπισθεν τῶν κλειτῶν βασιλήων. νῦν γὰρ τοὺς ἐνδόξους καλοῦσιν. ἢ τὸ μετά ἀντὶ τοῦ εἰς. E. ἐρχο‐ μένῳ πρὸς τοὺς κλειτοὺς βασιλῆας. Q.T. οἱ καλούμενοι διὰ τὸ δια‐ πρέπειν εἰς τὰς ἀγοράς. ἐπιφέρει γὰρ “ἵνα μιν κάλεον Φαίηκες
5ἀγαυοί.” καὶ περὶ τοῦ Τηλεμάχου “ἀλλὰ ἕκηλος Τηλέμαχος τε‐ μένη νέμεται καὶ δαῖτας ἐΐσας δαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρ’ ἀλεγύνειν· πάντες γὰρ καλέουσι” (Od. λ, 185.)· πανταχοῦ γὰρ κα‐ λεῖται. T.

6

.

55

εἰς βουλὴν] τὸ βουλευτήριον λέγει νῦν. B. βουλή σημαίνει τρία, τὴν σύνεσιν, τὴν πρόφασιν, τὴν γνώμην. P. βέλτιον τοῖς ἄνω συνάπτεσθαι τὸ, ἐς βουλήν. P. ἐς βουλὴν, ἵνα μιν κάλεον] οὐχ ὅτι νῦν τοιοῦτόν τι ἦν ὥστε χρείαν
5εἶναι τοῦ βασιλέως, ἀλλ’ οἷόν που ἔδει ἀπαντᾶν ὅπου αὐτὸν ἐκάλει τὰ πράγματα διὰ τὴν ἀρχήν. P.Q.

6

.

57

πάππα] πάτερ. ψελλιζομένη ἐστί τις φωνὴ, προσφώνησις
φιλοφρονητικὴ νεωτέρου πρὸς πρεσβύτερον. E.P. κατὰ τιμὴν ταῦτά τινες προσαγορευτικά. οὐδέποτε δὲ περί τινος αὐτά φησι, ἀλλὰ πρός τινα. τέττα φίλου, ἄττα τροφέως, ἠθεῖε ἀδελφοῦ, πάππα πα‐298 in vol. 1
5τρός. E. ἐφοπλίσσειας] Ῥιανὸς, ἐφοπλίσσειαν, οἱ δμῶες δηλονότι. H.P. ἐφοπλίσσειας] παρασκευάσειας. ἐρωτηματικῶς ἔχει ὁ λόγος. P.

6

.

58

ἵνα κλυτὰ εἵματ’ ἄγωμαι] οὐ τὰ τότε, ἀλλὰ τὰ φύσει. ὡς ἐπὶ τοῦ “φαεινὴν ἀμφὶ σελήνην” (Il. θ, 551. s. 555.), οὐ τὴν τότε, ἀλλὰ τὴν φύσει· καὶ ἐπὶ τοῦ “πλήθει δή μοι νεκύων ἐρατεινὰ ῥεέ‐ θρα” (Il. φ, 218.). E.

6

.

59

τά μοι ῥερυπωμένα κεῖται] μόνος ἐστὶν οὗτος παρακείμενος παρὰ τῷ ποιητῇ ἀπὸ τοῦ ρ δεδιπλασιασμένος. ἔστι δὲ καὶ παρ’ Ἀνακρέοντι τὸ “ῥεραπισμένῳ νώτῳ.” P.Q.

6

.

60

καὶ δέ σοι αὐτῷ] ἡ μὲν Ἀθηνᾶ ἔλεγε περὶ τοὺς γάμους ἀπα‐ ρακαλύπτως “τὰ δὲ τοῖσι παρασχεῖν οἵ κέ ς’ ἄγωνται,” αὐτὴ δὲ τὴν χρείαν ἐνήλλαξε τῶν φορησάντων ἐπ’ αὐτὸν καὶ τοὺς ἀδελφούς. ἀλλ’ ἔχει ὑπόνοιαν τῆς ἀληθείας ὁ λόγος διὰ τὴν ἀκμὴν τῆς γαμού‐
5σης. P.Q.T. ἐόντα] σοὶ ἐόντα, ἀντίπτωσις. H.

6

.

64

ἐθέλουσι] ὀφείλουσι. P.

6

.

65

ἐς χορὸν] ἁβροδίαιτοι γὰρ ὄντες οἱ Φαίακες καθ’ ἡμέραν ἐχό‐ ρευον. H.P.T. χορὸν] τὸ συνέδριον, τὸ ἄθροισμα, τὰ διδασκαλεῖα. V. μέμηλεν] διὰ φροντίδος εἰσὶν, ἀπὸ τοῦ μέλω τὸ φροντίζω. B.

6

.

68

οὔτε τοι] γρ. καὶ, ὅτέ τευ. H.P.

6

.

70

εὔκυκλον] εὔτροχον· κύκλοι γὰρ οἱ τροχοί. H. ὑπερτερίῃ ἀραρυῖαν] τῷ πλινθίῳ τῷ ἐπιτιθεμένῳ τῇ ἁμάξῃ πρὸς τὸ πλείονα βάρη φέρειν. B.P.V. τῷ πλινθίῳ τῷ ἐπιτιθεμένῳ ἄνωθεν εἰς
τὸ δέχεσθαι τὰ ἐντιθέμενα. E.Q. ὑψηλοτάτῳ, ὃ καὶ πλινθίον καλεῖ‐299 in vol. 1
5ται. V. ἢ τῷ ὑπεράνω τῆς ἁμάξης τετραγώνῳ ξύλῳ δεχομένῳ τὸ ἐντιθέμενον φορτίον. B.E.Q.V.

6

.

71

δμώεσσιν] θεραπαινίσιν. V.

6

.

72

ἡμιονείην] γρ. ἡμιόνοιιν. H.

6

.

74

ἐσθῆτα φαεινήν] οὐ τὴν τότε οὖσαν φαεινήν· ῥερύπωται γάρ· ἀλλὰ τὴν φύσει καθαράν. E.H.P.V. τὴν φύσει φαεινήν. οἷόν ἐστι καὶ τὸ “φαεινὴν ἀμφὶ σελήνην.” τινὲς δὲ τὴν λεπτὴν, ὡς καὶ “μάστιγα φαεινήν” (Il. κ, 500.). P.Q.T.
5Ἀριστοφάνης “φέρον” γράφει καὶ “κατέθηκαν,” οἱ δμῶες. H.P.

6

.

76

μήτηρ δ’ ἐν κίστῃ ἐτίθει] παρὰ τὸ ἐν αὐτῷ κεῖσθαι καὶ φυ‐ λάττεσθαι τὰ βαλλόμενα. οὕτω γὰρ οἱ Ἀττικοὶ καλοῦσι τὸ σκεῦος, εἰς ὃ βάλλουσι τὰ ἐδέσματα. E. ἅπαξ ἐνταῦθα ἡ κίστη. λέγεται δὲ ἡ ἐδεσματοθήκη οὐκ ἄποθεν τοῦ ἐγκεῖσθαί τι ἐν αὐτῇ. P.Q.V.

6

.

79

ληκύθῳ] ἀγγείῳ ἐλαιοδόχῳ, τῇ λεγομένῃ λίτρᾳ. P. ὑγρὸν ἔλαιον] τὸ ὑγροποιὸν, ὡς τὸ “χλωρὸν δέος.” ἢ διὰ τὸ μὴ ἀποκρυσταλλοῦσθαι τοῦτό φησιν, ἢ διὰ τὸ μὴ ἐῶν ξηρανθῆναι, ἃ καὶ ἀμφότερα θεωροῦνται ἐπὶ τοῦ ὕδατος. E. οὐ τὸ φύσει ὑγρὸν,
5ἀλλὰ τὸ ὑγροποιὸν, τὸ μὴ ἐῶν σκληρύνεσθαι, ἢ τὸ χαλαστικὸν τῶν σωμάτων. P.

6

.

80

εἵως χυτλώσαιτο] νῦν ἀντὶ τοῦ ὅπως. V. ὅπως, ἵνα. τὸ δὲ χυτλώσασθαι ἐπὶ τοῦ μετὰ λουτροῦ ἀλείψασθαι τίθησιν, οὐχ ἁπλῶς ἐπὶ τοῦ ἀλείψασθαι. τὸ δὲ μετὰ ἐλαίου ὕδωρ χύτλον ἐκάλουν. B.Q.T. μετὰ τὸ λουθῆναι ἀλειφθείη. τοῦτο γὰρ τὸ χυτλοῦν. E. λουσαμένη
5ἀλείψαιτο. χύτλος γὰρ τὸ μεθ’ ὕδατος ἔλαιον. V.

6

.

82

μάστιξεν—ἡμιόνοιιν] βραδυτέρα γὰρ ἡ τούτων βάδισις. P.T.

6

.

83

αἱ δ’ ἄμοτον τανύοντο] ἐκ τοῦ παρακολουθοῦντος ἔτρεχον, ὡς ἐκεῖ “οἱ δὲ πανημέριοι σεῖον ζυγόν” (Od. γ, 486.). B.P. ἄμοτον
δὲ γίνεται ἐκ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ μότος τὸ μοτάριον. ἄμοτον γὰρ τὸ ὑγιὲς τὸ μὴ δεχόμενον μότον. ὅθεν καὶ ἄμοτον τανύ‐300 in vol. 1
5οντο ἀντὶ τοῦ ὑγιῶς ἔτρεχον. B. ἀπλήρωτον ἔτρεχον, συνεχῶς ἐφέ‐ ροντο. E. ἀπλήρωτον, ἀκόρεστον. P.

6

.

86

ἔνθ’ ἤτοι] σημειωτέον πανταχοῦ τὸ ἤτοι ἀντὶ τοῦ μέν, τὸ δὲ ἀτάρ ἀντὶ τοῦ δή. H. τὸ ἤτοι ἀντὶ τοῦ μέν. Q. πλυνοὶ ἦσαν—καλὸν ὑπεκπρορέει] σημειωτέον τὸ ἀσύντακτον τῶν χρόνων. Q. σημειωτέον τὴν ἐναλλαγὴν τῶν χρόνων, οὗ μὲν ἦσαν,
5οὗ δὲ ῥέει. πρὸς ὃ ἡ διπλῆ. P. ἐπηετανοί] πολλοὶ, συνεχεῖς, ὁλοχρόνιοι. E.

6

.

87

καλὸν ὑπεκπρορέει] ἡ ὑπό δηλοῖ τὸ εἰς βάθος. B.E. ὑπὸ τοῦ ποταμοῦ εἰς τὸ ἔμπροσθεν πρὸς τοὺς πυέλους ῥεῖ. B.E.H.P. ῥυπόωντα] γρ. ῥυπόεντα. P.

6

.

88

ἡ ἀνταπόδοσις, ἔνθ’ αἵγ’ ἡμιόνους μὲν, τὰ δὲ ἄλλα διὰ μέ‐ σου. P. ὑπεκπροέλυσαν] ἡ μὲν ὑπό τὴν ἀπόζευξιν δηλοῖ, ἡ δὲ πρό τὴν εἰς τοὔμπροσθεν ἔλασιν τῶν ἡμιόνων. B.H.P.V.
5ἀπήνης] γρ. ἁμάξης. H.

6

.

89

παρὰ Ἀρίσταρχος ἀναστρέφει, τοῖς κυριωτέροις συντάσσων τὰς προθέσεις. P.

6

.

90

ἄγρωστιν] εἶδος βοτάνης, ὅπερ ἐστὶ πόα χορτώδης. V. διουρητικὴ δέ ἐστιν. P.

6

.

91

ἐσφόρεον μέλαν ὕδωρ] εἰς τὸ ὕδωρ ἔφερον τὰ ἱμάτια. B.E.P.

6

.

92

βόθροισι] τοῖς πλυνοῖς, ταῖς δεξαμεναῖς. B.Q. θοῶς] βέλτιον τοῖς ἡγουμένοις συναπτέον. P.

6

.

93

κάθηράν τε ῥύπα πάντα] κάθηραν ὡς ἤγειραν. τὸ δὲ ῥύπα οἱ μὲν αἰτιατικὴν ἐν μεταπλασμῷ φασιν, οἱ δὲ ἀπὸ τοῦ ῥύπον. βα‐
ρύνεται δὲ ὡς τὰ λύχνα καὶ τὰ δίφρα. B.P.Q.301 in vol. 1

6

94-95

ὅπου κατὰ τὴν χέρσον λάϊγγας ἀπέπλυνεν ἡ θάλασσα. P.

6

.

95

λάϊγγας] τὰ μικρὰ λιθάρια ἢ τὰς μικρὰς ψήφους. V. λάϊγγάς φησι τὰ μικρὰ λιθίδια, ἀπὸ τοῦ λάας ὁ μέγας λίθος. B. ἀποπλύνεσκε] τὸ ἀποπλύνεσκεν οὐ πρόσρηξίν τινα κύματος, ἀλλὰ πραεῖαν ἐπίκλυσιν ἐνεδείξατο. P.Q.
5γρ. ἀποπτύνεσκε, ἤγουν ἀπέπτυε. Vind. ἀποπτύεσκε] γράφεται, ἀποπλύνεσκε. B. ἀποπτύεσκε] ἀπέρ‐ ριπτεν. V.

6

.

98

ὅτι καὶ τὰ τοιαῦτα τηρεῖ. τὸ μὲν γὰρ ἐν ἡλίῳ ξηρᾶναι τερ‐ σῆναι λέγει, τὸ δὲ ἐν ἀνέμῳ ψῦξαι “τοὶ δ’ ἱδρῶ ἀπεψύχοντο χιτώ‐ νων” (Il. λ, 621.). P.

6

.

100

ταὶ δ’ ἂρ] πᾶσαι διὰ τοῦ δ. H.P.

6

.

101

τῇσι δὲ Ναυσικάα] μεταβαλὼν τὸ “σφαίρῃ ταὶ δ’ ἄρ’ ἔπαιζον” εἶπε “τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς,” πᾶ‐ σαν παιδιὰν μολπὴν λέγων. οἱ δὲ νεώτεροι τὴν ᾠδήν. ὅτι δὲ οὐκ ᾖδεν ἡ Ναυσικάα, ἀλλ’ ἐσφαίριζε, δηλοῖ τὸ “σφαῖραν ἔπειτ’ ἔρριψε
5μετ’ ἀμφίπολον βασίλεια.” B.E.H.P.Q. μολπῆς] τῆς παιδιᾶς. ὡς ἐπὶ τοῦ “κυνῶν μέλπηθρα γενέσθαι” καὶ “δηΐῳ μέλπεσθαι Ἄρηϊ” (Il. η, 241.). P.

6

.

102

κατὰ πάντα ἀπαράλλακτος ἡ εἰκών. P. κατ’ οὔρεος] γρ. οὔρεα, ὅπερ ἄμεινον. H.P.

6

.

103

ἢ κατὰ Τηΰγετον] ἀπὸ Ταϋγέτης τῆς Ἄτλαντος, ἧς καὶ Διὸς Λακεδαίμων. Ἐρύμανθος δὲ ὄρος Ἀρκαδίας, οὗ πολλοὶ σύες καὶ ἔλα‐ φοι γενέσθαι παραδέδονται. B.P.Q. οἱ γὰρ τόποι οὗτοι πλεονάζουσι κάπροις καὶ ἐλάφοις. οὐκ εἶπε δὲ
5λέουσι, ἐπεὶ οὐ γεννᾶται ἐνταῦθα τὰ ζῷα ταῦτα, ὡς Ἀριστοτέλης μαρτυρεῖ. [Ἐν μὲν τῷ “λίην φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν” (Il. β, 800.) ἐπίτασίς ἐστι κατὰ τὸ ἐπενηνεγμένον τοῖς φύλλοις τοῦ πλήθους τῶν ψαμάθων, ἐν δὲ τῷ περὶ Κικόνων ῥηθέντι “ἦλθον ἔπειθ’ ὅσα φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ” (Od. ι, 51.) δόξειεν ἂν ἐλάττω‐302 in vol. 1
10σις εἶναι ἐκ τοῦ ἐπαγομένου. ἐλάττω γὰρ τὰ ἄνθη τῶν φύλλων καὶ τῆς ψάμμου. ἀλλὰ τὰ μὲν φύλλα παρίστησι τὸ πλῆθος, τὰ δὲ ἄνθη τῇ καθοπλίσει καὶ τῇ ἄλλῃ ἀμφιέσει τῶν Θρᾳκῶν μάλιστα, ὧν εἰσιν οἱ Κίκονες, ταῖς χροιαῖς ποικίλλοντες τὴν ἀμφίεσιν.] P.Q. Τηΰγετον περιμήκετον] ὄρος τῆς Λακωνικῆς ὑψηλὸν μέγιστον.
15E.Q.

6

.

104

Ἐρύμανθον] ὄρος Ἀρκαδίας καὶ ποταμὸς, ἔνθα ὁ Ἐρυμάνθιος κάπρος. ἐν τούτοις δὲ λέων οὐ γίνεται, ἀλλὰ πολλοὶ σύες καὶ ἔλα‐ φοι. E.V.

6

.

106

ἀγρονόμοι] παροξυτόνως αἱ ἐν ἀγρῷ νέμουσαι· οὐ γὰρ νεμό‐ μεναι· τινὲς δὲ ἀγρόνομοι λέγουσι. H.P.Q. αἱ ἐπὶ τῶν ἀγρῶν νεμό‐ μεναι, ἢ ἄγραν νέμουσαι. E.V. Μεγακλείδης “ἀγρόμεναι παίζουσιν ἀνὰ δρία παιπαλόεντα.” H.P.
5γέγηθε δέ τε φρένα Λητώ] ἡ Λητὼ ἀλληγορεῖται εἰς τὴν νύκτα. καὶ λοιπὸν λέγεται μήτηρ τῆς Ἀρτέμιδος, ἢ τῆς σελήνης, καὶ τοῦ Ἀπόλλωνος, ἤγουν τοῦ ἡλίου. E.

6

.

108

ῥεῖά τε] οὕτως διὰ τοῦ τε αἱ Ἀριστάρχειοι καὶ σχεδὸν πᾶ‐ σαι. H.P.

6

.

116

ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δ’ ἔμβαλε δίνῃ] τῶν δια‐ βεβοημένων ἐστὶν ὁ τόπος ἐπὶ συντομίᾳ. οὐδὲν γὰρ ἔχει περιττὸν, ἀλλὰ καὶ τὰ ἐπίθετα χρειώδη. τὸ μὲν γὰρ βαθείῃ ὑπὲρ τοῦ βοῆσαι τὰς παρθένους, ὡς ἂν οὐ παρὰ τὴν ὄχθην τῆς σφαίρας ἐμπεσούσης,
5ὅθεν ῥᾴδιον ἦν ἐξελέσθαι, ἀλλ’ εἰς μέσον τὸ βάθος. τὸ δὲ “μακρὸν ἄϋσαν” πιθανὸν εἰς τὸ ἀνεγερθῆναι τὸν Ὀδυσσέα. H.P.Q. δίνῃ] τῇ τῶν ὑδάτων συστροφῇ. Q.V.

6

.

117

ὁ δ’ ἔγρετο δῖος Ὀδυσσεύς] ἐπιτηδείως ἀνίστησιν Ὀδυσσέα, ὁπότε οὔτε λυπήσειν ἔμελλεν ἐπιτηδείως ἐχούσαις ἐπιφορᾷ, οὔτε ἐνοχλήσειν διακόψας τὴν παιδιὰν, λέλυται γὰρ ἡ παιδιὰ τυχηρῶς. P.Q.303 in vol. 1

6

.

120

ἦ ῥ’ οἵγ’] ὡς διαπορητικὸν περισπᾶται. P.

6

.

121

θεουδής] θεοειδὴς, θεοῖς ὅμοιος. ἢ θεοαδὴς, ὁ θεοῖς ἀρέσκων, ἢ θεοῦ ἔχων αὐδήν. V. θεοδεὴς, ἢ δεισιδαίμων. ἢ θεοαδής παρὰ τὸ ἁδεῖν. P. θεοσεβής. Gl. P.

6

.

122

οὐκ εἶπε, θήλεια. P. ἀϋτμή] νῦν ἡ φωνή. V. ἀϋτή] ἢ ἀϋτμή. νῦν φωνή. P.

6

.

123

νυμφάων, αἳ ἔχουσι] ἐπεὶ γὰρ ἐν ἐρημίᾳ ἐστὶν, ἧκεν ἐπὶ ταύ‐ την τὴν ὑπόνοιαν ὅτι ὄντως νύμφαι εἰσίν. εἶτα μεταβαίνει, “ἤ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν,” εἰ μὴ νύμφαι εἰσίν. E.H.P.

6

.

124

πείσεα ποιήεντα] τοὺς διύγρους τόπους, ἢ μᾶλλον τὰ δάση ἀπὸ τοῦ τὴν πίσσαν ποιοῦντος ξύλου, ἤτοι τῆς πεύκης. B. λειμῶνας ἢ ὑγρώδεις τόπους ἐξ ὧν ἔστι πιεῖν, ἢ παρὰ τὸ πίσαι, ὅ ἐστι ποτίσαι· ἢ χωρία πόαν ἔχοντα. E.Q.
5πίσεα] καὶ πείσεα, ὅτι ἐξηγήσαντο πείσεα πόαν ἔχοντα χωρία. H.

6

.

125

ἤ νύ που ἀνθρώπων εἰμὶ σχεδόν] εἰ μὴ νύμφαι εἰσίν. διαπο‐ ρητικὸς ὁ η, οὐ βεβαιωτικός. P.Q. ὁ ἦ περισπᾶται, τὸ δὲ εἰμί ἐγκλίνεται σημαῖνον τὸ ὑπάρχω. P. αὐδηέντων] ἐνάρθρῳ φωνῇ χρωμένων, ἢ φιλανθρώπων καὶ εἰς ὅμι‐
5λον ἐρχομένων εὐχερῶς. B.E.P.Q. οἱ γὰρ κακοὶ καὶ βάρβαροι οὐδ’ εἰς ὅμιλον ἔρχονται. B.E.Q. ἐμφώνων, ἐνάρθρῳ φωνῇ χρωμένων. V. ὥσπερ ὅταν λέγῃ κατὰ θνητῶν ἀνθρώπων, ἀντιδιαστέλλων πρὸς τοὺς θεοὺς, λέγει ὅτι ἐκεῖνοι ἀθάνατοι, οὕτω καὶ ὅταν λέγῃ “ἦ νύ που ἀν‐ θρώπων σχεδὸν εἰμὶ αὐδηέντων,” ἀντιδιαστέλλει πρὸς τοὺς θεοὺς, ὅτι
10οἱ θεοὶ αὐδῇ τῇ αὐτῇ οὐ χρῶνται. ὥσπερ καὶ ἐπὶ τῆς Λευκοθέας, “ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα” (ε, 334.), καὶ θνητῇ αὐδῇ χρωμένη,
καθὰ καὶ οἱ βροτοί. καὶ τὸ “αὐδήεντα δ’ ἔθηκε θεὰ λευκώλενος Ἥρη” (Il. τ, 407.), οὐκ ἔστι φωνὴν ἔχοντα, ἀλλ’ ἀνθρωπίνως φθεγγόμενον, τουτέστι τῇ αὐτῇ ὀπὶ χρώμενον, οἵᾳ δὴ καὶ οἱ λοιποὶ ἄνθρωποι. καὶ304 in vol. 1
15τὸ “Κίρκη ἐϋπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα” σημαίνει ἀνθρωπιστὶ φθεγγομένη, οὐχ ὡς θεός. διὰ σημείων γὰρ καὶ ὀνείρων καὶ ἱερείων καὶ οἰωνῶν καὶ θυσιῶν, οὐκ αὐδῆς, φθέγγονται οἱ θεοί. τὸ δὲ “οἱ δ’ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων” (Od. δ, 353.), τῶν θεοπροπιῶν λέγει. ἡ δὲ Κίρκη καλὸν ἀοιδιάει, ὡς ἄνθρωπος δηλονότι. Q.

6

.

127

ὑπεδύσατο] ὑπεξῆλθεν. V. ἀντὶ τοῦ ἀνέδυ, ὡς τὸ “αἰθυίῃ δ’ εἰκυῖα ποτῇ ἀνεδύσατο λίμνης” (ε, 337.). P.

6

.

128

ὕλης πτόρθον] τὸ ἑξῆς, πτόρθον, ὅ ἐστι κλάδον, φύλλων. B. ὅπως σκεπάσειεν ὁ πτόρθος τὰ ἐν τῷ σώματι αἰδοῖα τοῦ ἀνδρός. B.T.

6

.

130

βῆ δ’ ἴμεν ὥστε λέων] πρὸς τὴν ὑπομονὴν ἡ εἰκὼν, ὅτι πᾶσα ἀνάγκη ἐγένετο τῷ Ὀδυσσεῖ ἐξελθεῖν, ὡς καὶ τῷ λέοντι. P.Q.T.

6

.

131

εἶς’ ὑόμενος] ἐκ πλήρους τὸ εἶσι αἱ Ἀριστάρχου. H.P. ὑόμενος καὶ ἀήμενος] βρεχόμενος καὶ ὑπὸ ἀνέμου καταπνεόμενος. B.E. ὄσσε δαίεται] πυρὶ τοὺς ὀφθαλμοὺς ὁμοίους ἔχει. B.

6

.

132

Ῥιανὸς, αὐτὰρ βουσί. P.

6

.

133

ἀγροτέρας ἐλάφους] τὰς τοῖς ἀγροῖς βοσκομένας· ἢ τὰς ἀγηροτέρας· πολυχρόνιον γὰρ τὸ ζῷον. P.Q.T.

6

.

134

πυκινὸν δόμον] τὸν ἠσφαλισμένον ὑπὸ φυλάκων. P.Q.T. ὡς καὶ ῥινοῖσι πυκινὴν ἀσπίδα (Il. ν, 804.). P.

6

.

137

σμερδαλέος] πᾶσα μὲν γὰρ νεότης δι’ ἀπειρίαν ἔμφοβος, ἐξαιρέτως δὲ ἡ θήλεια. μᾶλλον δὲ εἰκὸς ἦν τὰς ἐν τρυφῇ τεθραμμέ‐ νας διὰ τὸ ἄηθες καταπλαγῆναι. P.Q.T. λευγαλέος, κακῶς. Ζηνόδοτος δὲ, ἀργαλέος, κακῶς. H.P.

6

.

138

χωρὶς τοῦ ἰῶτα τὸ ἄλλη. P. ἐπ’ ἠϊόνας προὐχούσας] προβεβλημένας, προεχομένας, ἤτοι πρὸς τὰ ὑψηλότερα μέρη τῶν ὀρῶν. B.

6

.

141

στῆ δ’ ἄντα σχομένη] ἐξ ἐναντίας ἐπισχεθεῖσα· οἱ δὲ λεί‐ πειν φασὶ τὰς χεῖρας, ἢ τὸ κρήδεμνον. τινὲς δὲ περικαλυψαμένη. H. ἀμφίβολος ἡ στιγμὴ καὶ ἡ διάνοια. ἢ γὰρ ἔστη ἐπισχοῦσα ἑαυτὴν τῆς φυγῆς· καθ’ ἣν διάνοιαν χωριστέον ἑκάτερον· οἱ δὲ λείπειν φασὶ305 in vol. 1
5τὰς χεῖρας, ἵν’ ᾖ παραβαλλομένη τὰς χεῖρας ἐπὶ τὸ κρήδεμνον. οἱ δέ φασι τὸ κρήδεμνον λείπειν, τουτέστι περικαλυψαμένη ὑπ’ αἰδοῦς. P.Q. ἄντα σχομένη] νῦν ἐξ ἐναντίας ἀνασχομένη καὶ μείνασα. V.

6

.

142

τὸ ἑξῆς, ἢ γούνων λαβὼν λίσσοιτο. P.T.

6

.

143

αὔτως] οὕτως ὡς ἔχει σχήματος. P.

6

.

144

περιττὸς ὁ στίχος. οὐ γὰρ περὶ τῆς διανοίας αὐτῆς διστά‐ ζει, ἀλλὰ πῶς παρακαλέσει, πλησίον σταίη, ἢ ἀφεστηκὼς αὐτῆς. καὶ Ἀθηνοκλῆς δὲ ὑπώπτευσε τὸν στίχον. H.P.

6

.

148

αὐτίκα μειλίχιον καὶ κερδαλέον] πανοῦργον, κέρδος αὐτῷ φέ‐ ρον. καὶ ἄλλως μὲν ὁ ποιητὴς .... ἐπισφαλεῖς αἱ τοιαῦται προσ‐ ρήσεις, ἀλλ’ ὅμως Ὁμήρῳ τετόλμηται. προστίθησι δὲ τῷ ἀκροατῇ κανόνα τῶν εἰρησομένων λόγων. εἰσόμεθα δὲ εἰ κεκράτηκε τῆς ἐπαγ‐
5γελίας. H.P.Q.

6

.

149

γουνοῦμαί σε, ἄνασσα] τὸ μὲν ἅπτεσθαι τῶν γονάτων παρῃ‐ τήσατο. ὅπερ δὲ οὐκ ἔπραξε τῷ ἔργῳ, τοῦτο τῷ λόγῳ προβάλλεται φανερὰν καθιστὰς τὴν αἰτίαν δι’ ἣν ἅψασθαι παρῃτήσατο. καὶ τὸ μὲν ἄντικρυς ὡς θεῷ διαλέγεσθαι κολακείας ὑποψίαν ἐμποιήσειν
5ἔμελλεν, ἐπιδιστάζων δὲ ἀξιοπιστότερον τὸν λόγον καθίστησιν, ὡς ἂν καθελκόμενος ὑπὸ τῆς δόξης. καλῶς δὲ καὶ τῇ τάξει· ἐπὶ πρώ‐ την γὰρ ἧκε τὴν τῆς θεότητος ὑπόνοιαν, ὡς ἐπὶ τοῦτο μᾶλλον ῥέπων. H.Q. τὸν η ὁ Ἀσκαλωνίτης περισπᾷ ἐρωτηματικὸν νομίζων· ὃ καὶ χα‐
10ριέστερον. οἱ δὲ ἐνέκλιναν ὡς εἰ ἔλεγεν, εἴτε θεὸς εἴτε ἄνθρωπος. P.

6

.

152

εἶδός τε μέγεθός τε] ἐκ τριῶν πεποίηται τὸν ἔπαινον, κάλ‐ λους, μεγέθους, εὐεξίας σώματος. φυὴ γάρ ἐστιν ἡ ἐκ πάντων μελῶν ἀναλογία· “φυήν γε μὲν οὐ κακός ἐστι μηρούς τε κνήμας τε” (od.
θ, 134.). P.Q.306 in vol. 1

6

.

155

αἰὲν εὐφροσύνῃσι] γρ. ἐν εὐφροσύνῃσι, κακῶς. οὐδέποτε γὰρ Ὅμηρος ἀδιαιρέτως τὴν εὐφροσύνην φησὶ τὸ ὀνοματικόν. τὰ γὰρ ἐπιρρήματα διαφόρως. P.Q.

6

.

157

τοιόνδε θάλος] ἐμφαντικῶς ἄγαν καὶ αὐτὸς θαυμάζων. πάν‐ τα γὰρ συμπεριέλαβε διὰ τῆς δείξεως. P.Q. χορὸν εἰσοιχνεῦσαν] εἰσερχομένην εἰς χορὸν ἤτοι εἰς συνάθροισιν καὶ ὁμόνοιαν λαοῦ. B.

6

.

159

ὅς κέ ς’ ἐέδνοισι βρίσας] ἄμεινον ἐγκλίνειν τὴν σε. H. θωπευτικῶς ἄγαν περιμαχητὴν αὐτὴν δείκνυσι. τὸ δ’ ἑξῆς, ὅς κέ σε οἶκον ἀγάγηται ἔδνοισι βρίσας τοὺς ἄλλους μνηστῆρας. P.Q. ἔδνοισι] τοῖς πρὸ γάμου δώροις, μνήστροις. V.
5βρίσας] πολλὰ βαρύνας. B.

6

.

160

οὐ γάρ πω τοιοῦτον ἴδον] ἄλλη εὐπορία ἐπαίνων. νῦν γὰρ μερικὸς ὁ λόγος πρὸς τὸ ὀρθὸν καὶ εὐφυὲς μόνον τοῦ σώματος. χρώ‐ μεθα δὲ καὶ ἡμεῖς τῇ εἰκόνι, κλῶνας καὶ στελέχη καλοῦντες τοὺς εὐφυεῖς. H.P.Q.

6

.

163

φοίνικος νέον ἔρνος] ἀειθαλὲς φυτὸν αὐξανόμενον. E. λέγει δὲ τὸν ἀναδοθέντα φοίνικα τῇ Λητοῖ, οὗ καὶ ἐφαψαμένη ἀπεκύησε. E.V. νεωστὶ ἀνερχόμενον. ὅμοιον τῷ “ὅδ’ ἀνέδραμε ἔρνεϊ ἶσος” (Il. ς,
556.). τὸ δὲ ἀνερχόμενον τήν τε ἤδη ὑπάρχουσαν ἀκμὴν καὶ τὴν ἐλ‐ πίδα τῆς ἐσομένης αὐξήσεως ὑποβάλλει. οὐ τὸν ἐπὶ τῇ Λητοῖ ἀνα‐ δοθέντα φοίνικά φησιν. B.P.Q. τοιοῦτο δὲ παρέλαβε δένδρον, ὅπερ αὐτὸ ἐξ αὐτοῦ φυσικὴν ἔχει τὴν ὀρθότητα. B.P. οὔ φημι λέγειν αὐτὸν ἔρνος νέον, ἀλλὰ τὸ νέον τῷ ἀνερχόμενον δεῖ
10συνάπτειν, ἵν’ ᾖ, νέον ἀνερχόμενον, τουτέστι νεωστὶ ἀνερχόμενον, ὡς
τὸ “νέον ἡβώωντα” (Il. ι, 446.) ἔστι γὰρ ὅμοιον τῷ “ὁ δ’ ἀνέδραμεν ἔρνεϊ ἶσος.” πρόσκειται δὲ τῷ νέον τὸ ἀνερχόμενον, ἴσον τῷ ἀνατρέ‐ χοντι. τὸ γὰρ ταχέως ἰὸν τρέχει. εἶτα ἐπήγαγεν “ἐπεὶ οὔπω τοῖον ἀνήλυθε,” χωρὶς τοῦ νέον. P.Q.307 in vol. 1

6

.

164

ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός] πιθανῶς δὲ ἐμφαίνει ἑαυτὸν εἶναί τινα τῶν ἐπιφανῶν, ἵνα μὴ δοκῇ φορτηγός τις ἢ κωπηλάτης εἶναι. E.P.Q.V. λέγοι δ’ ἂν πολὺν λαὸν οὐ τὸν ἴδιον στόλον, ἀλλὰ τὸν Ἑλληνικὸν, ὅτ’ ἀφηγούμενος εἰς Δῆλον ἦλθε Μενέ‐
5λαος σὺν Ὀδυσσεῖ ἐπὶ τὰς Ἀνίου θυγατέρας, αἳ καὶ Οἰνότροποι ἐκαλοῦντο. ἡ δὲ ἱστορία καὶ παρὰ Σιμωνίδῃ ἐν ταῖς κατευχαῖς. E. P.Q. ἕσπετο] γράφεται, ἔπλετο. E.

6

.

165

ἣ δὴ μέλλεν] ὅτι οὐκ οἶδεν ὁ ποιητὴς τὸ μέλλεν· Ἀττικῶν γάρ ἐστι τῶν μεταγενεστέρων. P.

6

.

167

μετὰ τὸ δήν διασταλτέον. ἐπὶ πολὺ γάρ φησι τεθαυμακέναι τὸ φυτόν. οὕτως ὁμοίως ὥσπερ σὲ θαυμάζω. P. ἐκ δόρυ γαίης] σημείωσαι ὅτι καὶ τὸ δένδρον δόρυ καλεῖ. E.

6

.

168

ὥς σε, γύναι, ἄγαμαι] σημειοῦνταί τινες ὅτι τὸ μὲν ἄγαμαι ἀντὶ τοῦ θαυμάζω, τὸ δὲ τέθηπα ἀντὶ τοῦ ἐκπέπληγμαι. P.Q.V.

6

.

170

χθιζὸς ἐεικοστῷ] ἐπ’ ἄλλο εἶδος μεταβαίνει εἰς ἔλεον κινῶν τὴν παρθένον. καὶ τὸ εἰκὸς τῷ τεχνικῷ. τὸ μὲν γὰρ τὰς δύο ἡμέρας τοῦ ναυαγίου εἰπεῖν ἧττον περιπαθὲς, συλλαβὼν δὲ τῶν ἡμερῶν τὸν ἀριθμὸν ἐν αἷς ἐτέλεσε τὴν συμφορὰν ἐδεινοποίησεν. H.P.Q.

6

.

172

κάββαλε δαίμων] τὸ μὲν ἤγαγεν ἀκίνδυνον σημαίνει κατα‐ γωγὴν, τὸ δὲ κάββαλε τὴν ἀπὸ πνευμάτων δεινῶν ἐξερριμμένην δείκνυσι. H.P.Q.

6

.

173

ὄφρ’ ἔτι που καὶ τῇδε πάθω] διὰ τούτου ἐμφαίνει ὡς καὶ πρόσθεν πεπονθώς. ἅμα δὲ καὶ τὸ ἔθος τῶν δυστυχούντων διαφυλάτ‐ τει. P.Q. ὑπὸ γὰρ τῶν κατασχόντων κακῶν ἀπίστως πρὸς τὸ μέλ‐
λον ἔχει, καὶ τὴν ἀκούουσαν ἐπάγεται πρὸς τὸν ἔλεον. P.308 in vol. 1
5οὐ γὰρ ὀΐω παύσασθαι] εἰς τὸ μετέπειτα πρὸ τοῦ ἀφικέσθαι με εἰς Ἰθάκην. E.

6

.

174

τελέουσι πάροιθεν] τελέσουσιν εἰς τὸ μετέπειτα. B.P.T.

6

.

175

ἐλέαιρε] ὁ μὲν ἔλεος τοῖς δυστυχοῦσι κοινὸς παρὰ πάντων ἀνθρώπων· ὁ δὲ αἰσθόμενος ἑαυτῷ μόνῳ τὴν χάριν ὀφειλομένην τῆς ἐπικουρίας ἑτοιμότερον πρὸς τὸν ἔλεον ῥέπει. H.P.Q.

6

.

176

ἱκόμην] ἱκέτευσα, ἀφικόμην. V.

6

.

178

δὸς δὲ ῥάκος] ὅλον τὸν λόγον τοῦ Ὀδυσσέως ἀκόλουθον τῇ ὑποσχέσει πεποίηκεν Ὅμηρος, μειλίχιον, ὅτι θεραπεύσας εἰς οἶκτον ἐκίνησε, κερδαλέον δὲ, ὅτι μικρὰ μὲν ᾔτει, μεγάλα δὲ ἐδήλου. καλῶς δὲ καὶ περὶ τῶν τροφῶν ἀπεσιώπησεν. P.Q. αὔξει διὰ τοῦτο τὸν
5ἔλεον. H.Q.

6

.

179

εἴτι που εἴλυμα σπείρων] περικάλυμμα, ἀπὸ τοῦ εἰλύω τὸ καλύπτω. καὶ ἔστιν ὁ λόγος τοιοῦτος, εἴ πού σοι εὐτελὲς ῥάκιον τὴν ἄλλην ἐσθῆτα φρουρεῖν προβέβλητο, τοῦτο δός μοι ἵνα ἀμπίσχω‐ μαι. E. ἐάν που δέμα τι τῶν ἱματίων τῶν καλῶν τούτων ἔσχες. B.
5εἴλυμα] ἐνείλυμα. Q.

6

.

180

σοὶ δὲ θεοὶ τόσα δοῖεν] εἰκότως τῇ εὐχῇ κέχρηται. οἱ γὰρ παραυτίκα χάριν ἀποδοῦναι μὴ δυνάμενοι ἐπὶ ταύτην τὴν ἀμοιβὴν καταφεύγουσι. καὶ διὰ μὲν τοῦ “ὅσα φρεσὶ σῇσι μενοινᾷς” αὐτῇ καταλείπει τὴν αἵρεσιν, διὰ δὲ τῶν ἑξῆς, ἃ αὐτὸς αἱρεῖται γενέσθαι
5αὐτῇ παρὰ θεῶν. E.P. σοὶ δὲ θεοὶ] ἤτοι στικτέον κατὰ τὸ τέλος τοῦ στίχου, ἵν’ ᾖ ἀφ’ ἑτέρας ἀρχῆς ἕκαστον τῶν ἑξῆς ἐν κεφαλαίῳ, ἢ μέχρι τοῦ “καὶ οἶ‐ κον” στικτέον, τὰ δὲ ἄλλα ἀφ’ ἑτέρας ἀρχῆς. P.

6

.

181

ἄνδρα τε καὶ οἶκον] συνετῶς Ὀδυσσεὺς ταῦτα συνεύχεται ἃ μόνα διὰ φροντίδος οἴεται εἶναι αὐτῇ. E.V. ὁμοφροσύνην] γνησίαν φιλίαν. Q.V.

6

.

183

ἢ ὅθ’ ὁμοφρονέοντε] ἄκρως ἐξέθετο δι’ ὧν εὐδαιμονεῖ οἶκος. P.Q. βραχὺ διασταλτέον ἐπὶ τὸ νοήμασι· σαφέστερον γὰρ οὕτως. H.P.

6

.

184

πόλλ’ ἄλγεα] ταῦτα ἀφ’ ἑτέρας ἀρχῆς. P.

6

.

185

χάρματα δ’ εὐμενέτῃσι] συγγενέσι, φίλοις, εὐμενῶς διακει‐ μένοις καὶ εὐνοοῦσιν ἀνὴρ καὶ ἡ γυνή. τὸ δὲ “ἔκλυον αὐτοὶ” ἀφ’ ἑτέρας ἀρχῆς. E.Q. μάλιστα δέ τε κλύον αὐτοί] ἤτοι αἰσθάνονται καὶ αὐτοὶ τῆς ὠφε‐309 in vol. 1
5λείας τῆς πρὸς ἀλλήλους καὶ ἀπολαύουσιν. E.P.Q. αἰσθάνονται καὶ αὐτοὶ τῆς ὠφελείας, ἤτοι ὁ πατὴρ καὶ ἡ μήτηρ. B.

6

.

187

ξεῖν’, ἐπεὶ οὔτε κακῷ] ἄλλος τρόπος διαλέξεως. πρὸς μὲν γὰρ τὸν πατέρα ἡπλόϊζεν, ἐνθάδε δὲ ἐπιστρέφει ἑαυτὴν “ξεῖν’, ἐπεὶ οὔτε κακῷ.” οὐδὲν ἀποδίδωσι τῷ ἐπεί ὁ ποιητής. P.Q. ἀπὸ κοινοῦ τὸ, τλῆθι, τοῦ γὰρ Ζεύς. P.

6

.

189

ἐσθλοῖς ἠδὲ κακοῖσιν] δύναται καὶ, οἷς ἀναμίγνυσι τοῖς ἀγα‐ θοῖς τὰ κακὰ, πρὸς ἀξίαν ἑκάστῳ νέμει τὰ κακὰ καὶ τὰ ἀγαθά. P.V. δύναται οὕτως νοεῖσθαι, ἀντὶ τοῦ, μίγνυσι τοῖς ἀγαθοῖς κακὰ, καὶ πρὸς ἀξίαν ἑκάστῳ νέμει τὰ ἀγαθὰ καὶ κακά. ἢ ἀντὶ τοῦ, ἐπὶ τῷ
5θεῷ ἐστι διανέμειν τοῖς ἀνθρώποις τά τε κακὰ καὶ τὰ ἀγαθὰ, καὶ οὐ πάντως κατ’ ἀρετὴν ἢ μοχθηρίαν ἀφικνεῖται ἑκάστοις ἕκαστα. E.Q.

6

.

193

ταλαπείριον] τὸν ταλαίπωρον, ἤτοι τὸν τηλόθεν πεπερακότα. P.Q. τηλόθεν πεπερακότα, ἢ πειραθέντα καὶ παθόντα πολλά. B.

6

.

195

Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν] ἀποροῦσι πῶς, εἰ ἐν Κερκύρᾳ οἰκοῦσι Φαίηκες, λέγει (204.) “οἰκέομεν δ’ ἀπάνευθε πο‐ λυκλύστῳ ἐνὶ πόντῳ ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.” ἐσχάτους εἶπε τῆς Ἑλλάδος. πάντα γὰρ ὡς πρὸς τὴν Ἑλ‐
5λάδα γράφει. E.T.

6

.

197

τοῦ δ’ ἐκ Φαιήκων] ἐκ τοῦδε ἀνήρτηται τὰ πράγματα τῶν Φαιάκων, ὅ ἐστιν εἰς τοῦτον. B.E.P. Φαιήκων ἔχεται κάρτος τε βίη τε] οἱ Φαίακες κατὰ περίφρασιν, ὡς “κρατερὸν μένος Ἀλκινόοιο.” P.

6

.

200

ἦ μή που] περισπαστέον τὸ η, τὸ δὲ μή ὀξυτονητέον. H.P. δυσμενέων φάσθ’] Τυραννίων συστέλλει ἀπὸ τοῦ φημὶ, ὁμοίως τῷ
“καὶ ἀγγελίην ἀπόφασθε.” (Il. ι, 645. s. 649.). τινὲς δὲ ὁμοίως τῷ νικᾶσθε, ὡς καὶ ἐπεκράτησεν. H.Q. φάσθε] ὑπολαμβάνετε.310 in vol. 1
5Q.V.

6

.

201

οὐκ ἔσθ’ οὗτος ἀνὴρ διερὸς] ὁ ζῶν, ὡς ἐκ τοῦ ἐναντίου ἀλίβαν‐ τες οἱ νεκροί. H. ζῶν ἐρρωμένως καὶ ἰκμάδος μετέχων. τὴν μὲν γὰρ ζωὴν ὑγρότης καὶ θερμασία συνέχει, τὸν δὲ θάνατον ψυχρότης καὶ ξηρασία. ὅθεν καὶ ἀλίβαντες οἱ νεκροὶ λιβάδος μὴ μετέχοντες.
5P.Q.V. οὐκ ἔστιν ἄνθρωπος ἐκεῖνος ἄρτι ζῶν, οὐδὲ γεννηθήσεται, ὃς μέλλει τολμῆσαι ἀγαγεῖν εἰς τὴν χώραν ἡμῶν πόλεμον. ἀντὶ τοῦ οὐ μὴ ζήσει ὃς τολμήσει ταῦτα. B. διερὸς] οὕτως τὸν ζῶντα Ἀρίσταρχος. ὁ δὲ Καλλίστρατος γράφει
10δυερός, ὁ ἐπίπονος, παρὰ τὴν δύην, ἤτοι κακοπαθητικός. E.H.P.Q.T. βλαπτικὸς, πειρατικὸς, πειρατής. Gl.P.

6

.

203

φίλοι ἀθανάτοισιν] λείπει τὸ ἐσμέν. P.

6

.

204

πολυκλύστῳ ἐνὶ πόντῳ ἔσχατοι] καὶ μὴν ἐν Κερκύρᾳ οἰκοῦ‐ σιν. ἀλλ’ ὡς πρὸς τὴν Ἑλλάδα ἡ σύγκρισις, ὡς ὅταν μέγιστον ὄρος εἴπῃ, οὐ μεῖζον Καυκάσου οὐδὲ Τμώλου λέγει καὶ Ἄλπεων, ἀλλὰ τῶν Ἑλληνικῶν. καὶ τὸν Ἀχελῷον οὐ τοῦ Νείλου προκρίνει καὶ τῶν μα‐
5κρὰν, ἀλλὰ τῶν ἐγγύς. ἔσχατοι οὖν Φαίακες τῶν Ἑλλήνων. καὶ Αἰσχύλος λέγει “ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός,” οὐ τῆς οἰ‐ κουμένης, ἀλλὰ τῆς Αἰγυπτίας. ἀλλὰ καὶ ἡ Ἀπειραίη γρηῦς (Od. η, 8.) ἀπὸ τῆς ἀντικειμένης Ἠπείρου. θαυμαστὸν γὰρ εἰ δούλην τινὰ ἔξω στηλῶν Ἡρακλειῶν ἐμπορευσάμενός τις ἐπώλησε. καὶ τί δεῖ
10πολλὰ λέγειν, Ὀδυσσέως αὐτοῦ ὁμολογοῦντος ὡς περὶ τὴν Θεσπρω‐ τίαν εἰσὶν οἱ Φαίακες “ὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσα ἀγχοῦ Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ” (ρ, 526.), καὶ πάλιν “ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων” (ξ, 315.). τοῦτο δηλοῦν ἐστιν ὅτι γείτων ἐστὶ Φαιάκων ὁ Φείδων ὁ τὰ παρ’ αὐτοῖς πρασσό‐
15μενα γινώσκων. ἡ Δωδώνη τε οὐ πρόσω, εἰς ἣν ἀπὸ Φαιάκων γενέ‐ σθαι αὐτὸν μαντευσόμενον. E.P.Q.T. ὅτι σαφῶς ἐνταῦθα ἐκτετοπισμένην που καὶ ἐσχάτην τὴν τῶν
Φαιάκων χώραν ὑφίσταται, οὐ τὴν Κέρκυραν. P.T.311 in vol. 1

6

.

207

τὸν νῦν] Καλλίστρατος, τῷ μιν. H. πρὸς γὰρ Διός εἰσιν ἅπαντες] παρὰ Διός εἰσιν, ἀντὶ τοῦ πρόσφυ‐ γες Διός εἰσι καὶ οἰκτειρόμενοι παρ’ αὐτοῦ πάντες ξεῖνοί τε πτωχοί τε. E.H.P.Q.

6

.

208

δόσις ὀλίγη τε φίλη τε] ὀλίγη μὲν τῷ διδόντι, φίλη δὲ τῷ λαμβάνοντι. ἡ γὰρ ἔνδεια καὶ τὸ ὀλίγον φίλον ἡγεῖται. B.E.P. Q.V.

6

.

215

δῶκαν δὲ χρυσέῃ] οὐκ ἄρα οὐδὲ Νέστορος θυγάτηρ Τηλέμα‐ χον ἔλουσεν, οὐδὲ Ἑλένη Ὀδυσσέα. νῦν οὖν εἰπούσης τῆς Ναυσι‐ κάας, λούσατε ἐν ποταμῷ, οὐχ ὡς παρακούσασαι, ἀλλ’ ὡς τούτου ὄντος τοῦ λοῦσαι, τὸ παρασχεῖν τὰ λουτρὰ, παρατιθέασιν ἔλαιον
5αὐτῷ. P.Q.T.

6

.

218

στῆθ’ οὕτω] δεικτικῶς, οὕτως ὡς ἔχετε· ὡς κἀν τῷ “Ἥφαι‐ στε, πρόμολ’ ὧδε” (Il. ς, 392.). P.M.T.

6

.

220

ἦ γὰρ δηρὸν] πολὺς γὰρ καιρός ἐστιν ὅτε οὐκ ἠλειψά‐ μην. B.

6

.

221

ἄντην δ’ οὐκ ἂν ἔγωγε λοέσσομαι] ταῦτα μάχονται τῷ ὑπὸ παρθένων ποιεῖν λουόμενον. λύοιτο δ’ ἂν τῇ λέξει, προσέθηκε γὰρ “μετελθών,” οἷον ξένος ὤν. τάχα δ’ οὐδ’ ὅλως παρθένοι λούουσι. λέ‐ γεται γὰρ “τὸν δ’ ἐπεὶ οὖν δμῶαι λοῦσαν,” ἀλλ’ οὐχὶ κοῦραι. καὶ
5περὶ τῆς Ἥβης γὰρ ἀμφισβητεῖται εἰ παρθένος ἦν. καὶ ἡ Ἑλένη λούοιτ’ ἂν Ὀδυσσέα. Q.T. ἢ περιττεύει τὸ ἄν, ἢ τὸ λοέσσομαι ἀντὶ τοῦ λοεσσαίμην τέτα‐ κται. P.

6

.

222

μετελθών] ἀντὶ τοῦ ἐπελθών. V.

6

.

224

χρόα νίζετο] πρὸς τὴν φράσιν, τὸν χρόα τὴν ἄλμην ἀπενί‐ ζετο, οὐχὶ ἀπὸ τοῦ χροὸς τὴν ἄλμην. Q. νίζετο τὴν ἄλμην ἀπὸ τοῦ χροὸς, ἢ τὸν χρόα ἀπὸ τῆς ἄλμης. B. ἢ περισσεύει θάτερον, ἢ τὸ χρόα ἐντείνει τὴν ἅλμην. ὅμοιον δέ312 in vol. 1
5ἐστι τῷ Ἰλιακῷ (φ, 122.) “οἵ ς’ ὠτειλὴν αἷμ’ ἀπολιχμήσονται.” P. νίψατο] ἀπεπλύνετο. V.

6

.

226

ἁλὸς χνόον] τὸ λεπτότατον τῆς θαλάσσης, ἢ τὴν ἀκαθαρ‐ σίαν. E.V.

6

.

227

λίπ’ ἄλειψεν] λιπαρῷ ἢ λιπαντικῷ ἐλαίῳ ἠλείψατο. V.

6

.

228

ἀμφὶ δὲ εἵματα] ἄδηλον ποῦ ἐστιν ἀνταπόδοσις, πότερον εἰς τὸ “τὸν μὲν Ἀθηναίη θῆκε,” καὶ ὑποστικτέον εἰς τὸ ἀδμής, ἢ ἀπο‐ δοτέον “ἀμφὶ δὲ εἵματα ἕσσατο,” τοῦ δέ πλεονάζοντος. Q.

6

.

231

οὔλας ἧκε] τὸ οὖλος πολλαχῶς λέγεται. οὖλος ὁ προσηνής. δηλοῖ δὲ καὶ τὸ ὁλόκληρον, καὶ τὴν τῶν τριχῶν διαστροφήν. αἰνίττε‐ ται δὲ καὶ τὸν ὀλέθριον, ὡς ἐν Ἰλιάδι (β, 5.) φησὶν “ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ, πέμψαι ἐπ’ Ἀτρείδην Ἀγαμέμνονα οὖ‐
5λον ὄνειρον,” ἤγουν τὸν ἐπ’ ὀλέθρῳ πεμπόμενον. σημαίνει δὲ καὶ τὸν ὑγιῆ, ὥσπερ λέγεται οὖλα τραύματα. σημαίνει δὲ καὶ τὸ ὑγίαινε, ὡς ἐν ἐκείνῳ “οὖλέ τε καὶ μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν” (Od. ω, 402.). E. ἧκε νῦν ἀντὶ τοῦ ἐποίησε. H.

6

.

233

δέδαεν καὶ Παλλὰς Ἀθήνη] ἐδίδαξεν. ἐργάνη γὰρ θεός. Q.

6

.

234

τέχνην παντοίην] πάντα τὰ μέρη τῆς τέχνης ἢ τῆς χρυσο‐ χοϊκῆς τέχνης. πᾶσαν τὴν κατὰ μέρος ἀκρίβειαν. H.Q.T.

6

.

235

ὡς ἄρα τῷ κατέχευε χάριν] παραβολὴ πρὸς τὴν ἐξαλλαγὴν, καὶ τὸ καλὸν ὄντα ὀφθῆναι καλλίω· ὥσπερ ὁ ἄργυρος καλὸς ὢν καλ‐ λίων ἐστὶ χρυσοῦ περιχυθέντος. καλῶς δὲ οὐκ ἔξωθεν παρέλαβε τὴν ὁμοιότητα, ἀλλ’ ἐπεὶ Ἀθηνᾶ ἐστιν ἡ τοῦτο ποιήσασα, τοῖς ἐκείνης
5δημιουργοῖς πρὸς τὴν εἰκόνα συγκέχρηται. ἢ, ᾗ ἐκεῖνος χρυσὸν ἀρ‐ γύρῳ, οὕτω καὶ ἡ Ἀθηνᾶ χάριν τῷ Ὀδυσσεῖ. ἦν μὲν γὰρ καλὸς καὶ πρόσθεν, οὐκ ἐφαίνετο δὲ διὰ τὴν κάκωσιν τῆς θαλάσσης, νῦν δὲ ἀπέλαβε τὴν οἰκείαν χάριν. τοῦ μὲν γὰρ εἶναι καλὸν ἡ φύσις αἰτία, τοῦ δὲ δοκεῖν ἡ χάρις. H.Q.

6

.

239

κλῦτέ μοι] κλῦτέ μευ, οὕτως. H.313 in vol. 1

6

.

240

οὐ πάντων ἀέκητι θεῶν] ἀλλ’ ἔστι τις δηλονότι θεῶν, ὃς διέ‐ σωσεν ἐνθάδε τὸν Ὀδυσσέα. Q.T.

6

.

241

οὕτως ἐν μέλλοντι χρόνῳ, ἐπιμίξεται. H.

6

.

242

ἀεικέλιος δέατ’ εἶναι] τὸ γὰρ παρὰ τὸ καθῆκον ἀεικέλιον λέ‐ γεται. τὸ δὲ ἐδέατο ἀντὶ τοῦ ἐδόκει. καὶ γίνεται ἀπὸ τοῦ δέω δεύω, καὶ ἐξ αὐτοῦ δεύσω δέδαμαι ἐδεδάμην ἐδέδατο, καὶ ἐκβολῇ τοῦ ε κατ’ Ἴωνας καὶ τοῦ δ, δέατο. E.
5δέατο] ἔδοξε. H. ἐδόκει, ἐφαίνετο. T.V.

6

.

244

αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις] εἴθε ὁ τοιοῦτος ὑπάρξειέ μοι ἀνὴρ καλούμενος καὶ ἐνθάδε οἰκῶν καὶ ἀρέσκοι αὐτῷ μένειν ὧδε. τοῦτο δὲ λέγει ἡ Ναυσικάα, ἐπειδὴ οὐκ ἐμνήστευον οἱ Φαίακες ἐξ ἑτέρας γῆς. B.
5δοκοῦσιν οἱ λόγοι ἀπρεπεῖς παρθένῳ εἶναι καὶ ἀκόλαστοι. λύουσι δὲ ἐκ τοῦ προσώπου· ὑπόκεινται γὰρ τρυφῶντες οἱ Φαίακες καὶ παν‐ τάπασιν ἁβροδίαιτοι. Ἔφορος μέντοι τοὔμπαλιν ἐπαινεῖ τὸν λόγον ὡς ἐξ εὐφυοῦς πρὸς ἀρετὴν ψυχῆς. E.T. Ἔφορος ἐπαινεῖ τὸν λόγον ὡς ἐξ εὐφυοῦς πρὸς ἀρετὴν ψυχῆς. ἐγὼ δὲ τοῦτο πρὸς τὸ ἁβροδίαιτον τῶν
10Φαιάκων δίδωμι. Q.T. Καὶ ἄλλως. εἴθε τις ἐκ τῶν Φαιάκων ὅμοιος τῷ Ὀδυσσεῖ ἀνήρ μου εἴη κεκλημένος, ἢ αὐτῷ τῷ Ὀδυσσεῖ ἅδοι ἐνταῦθα μίμνειν, ἵν’ ᾖ ὁ καί ἀντὶ τοῦ ἤ, ὡς ἐν τῷ “ἤτοι ὁ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν αἰὲν ὁμοστιχάει” (Il. ο, 634.). H.Q.T.
15αἲ γὰρ ἐμοὶ—ἐνθάδε ναιετάων] ἄμφω μὲν ἀθετεῖ Ἀρίσταρχος, διστάζει δὲ περὶ τοῦ πρώτου, ἐπεὶ καὶ Ἀλκμὰν αὐτὸν μετέβαλε παρθένους λεγούσας εἰσάγων “Ζεῦ πάτερ, αἲ γὰρ ἐμὸς πόσις εἴη.” H.Q.

6

.

249

ἦσθε] ἀπὸ τοῦ ἔσθω, οὗ ὁ παρατατικὸς ἦσθον. B. ἦσθε] ἤσθιε. κατὰ συγκοπὴν ἀπὸ τοῦ ἐσθίω γίνεται. E.

6

.

256

πατρὸς ἐμοῦ] ὅτι ἐν πᾶσι φέρεται, ἐμοῦ, ἀλλ’ οὐκ, ἐμεῦ. ὅμως ἐπί τινων ὁ Ζηνόδοτος ἐπὶ τὸ χεῖρον μετατίθησι. H.Q.
ἔνθα σέ φημι] ὅπου φημί σε εἰδησέμεν καὶ γνωσθῆναι τοῖς ἀν‐ θρώποις ἐκείνοις ὅσοι εἰσὶν ἄριστοι ἀπὸ πάντων τῶν Φαιάκων. ἢ οὕ‐314 in vol. 1
5τως, ὅπου φημί σε γνωρίσειν τοὺς Φαίακας ἐκείνους ὅσοι ἀπὸ πάντων Φαιάκων εἰσὶν ἄριστοι. B.

6

.

258

ἀλλὰ μάλ’ ὧδ’ ἔρδειν] ὅτι ἀντὶ τοῦ προστακτικοῦ τοῦ ἔρδε. τὸ δὲ οὐκ ἀπινύσσειν, οὐκ ἀπίνυτος εἶναι, ὡς καὶ ἐν Ἰλιάδι (ο, 10.) “κῆρ ἀπινύσσων” τὸ κῆρ ἀπίνυτος ὤν. Q.T. πινυτὸς γὰρ ὁ φρόνι‐ μος, ἀπίνυτος δὲ ὁ ἀσύνετος. E.

6

.

259

ἐκ παραλλήλου τρεῖς συνδέσμους τέθεικε. τὸ δὲ ἴομεν ἀντὶ τοῦ ἴωμεν. H. δι’ ἀγρῶν πορευσόμεθα. T.

6

.

261

ἔρχεσθαι] ἀπαρέμφατον ἀντὶ τοῦ προστακτικοῦ τέθεικεν. H. ἔνιοι ἔρχεσθαι. V.

6

.

262

τὸ ἑξῆς οὕτως, αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ξεῖνε σὺ δ’ ὧδ’ ἐμέθεν ξυνίει ἔπος, (289.). τὰ δὲ λοιπὰ διὰ μέσου. H.Q.T. καὶ ἄλλως. αὐτὰρ ἐπὴν πόλιος ἐπιβάζομεν, δήεις ἀγλαὸν ἄλσος (291.). οὕτω τὸ ἑξῆς. H.Q.
5ἐπιβείομεν] ἐπιβῶμεν, εἰσέλθωμεν. V.

6

.

264

λεπτὴ δ’ εἰσίθμη] στενὴ, φησὶν, ἐστὶν ἡ δίοδος τοῦ λιμένος· τὸ γὰρ πλῆθος τῶν νηῶν ἐπέχει τὸ πλάτος τῆς διόδου. B.E.Q.T. ἢ ἀπὸ τοῦ εἰσιέναι κατὰ πλεονασμὸν τὸν ἰσθμὸν λέγει. B.H.Q. ἕκα‐ στος γὰρ τῶν Φαιάκων κέκτηται ναῦν εἰς ἣν ἐναυλίζεται. B.H.Q.T.
5τὸ δὲ εἰσίθμη βαρύνεται ὡς στάθμη. Ἀριστοφάνης δὲ σὺν τῷ ς γράφει ἴσθμη παρὰ τὸν ἰσθμόν. B.H.Q. τὸ δὲ ἀμφιέλισσαι, ἀμφοτέρωθεν στρεφόμεναι ὑπὸ κωπῶν. B.E.Q.

6

.

265

εἰρύαται] εἱλκυσμέναι εἰσὶν, ἢ φυλάττουσιν, ἔνθα ἵστανται
αἱ νῆες. E. τὸ δὲ ἐπίστιον, ἐποίκιον, σκηνὴ, νεώριον, ἢ σκάφος, παρὰ τὸ ἱστίον. λέγει δὲ ὅτι ὑπὸ τοῦ πλήθους τῶν νεῶν τῶν νενεωλκημένων στενή315 in vol. 1
5ἐστιν εἴσοδος. E.T.V. Ἰακὴ ἡ συναλοιφή· τῷ δὲ τόνῳ ὡς ἐπίκριον. ἤτοι ἐποίκιον, σκηνὴ, νεώριον, ἢ σκάφος, παρὰ τὸ ἱστίον. λέγει δὲ ὅτι οὐδεὶς ξένος ἐστὶν, ἀλλ’ ἅπαντες πολῖται καὶ ἐφέστιον πῦρ ἔχοντες. διὰ δὲ ψιλοῦ ἀντι‐ στοίχου ἐξενήνεκται, ὡς τὸ δέχεσθαι δέκεσθαι καὶ οὐχί οὐκί. τοῦτο
10δὲ κατὰ διάλεκτον. Q.

6

.

266

ἔνθα δέ τέ σφ’ ἀγορὴ] περὶ τὸ ἱερὸν τοῦ Ποσειδῶνός ἐστιν ἀγορὰ ἔνθα δημηγοροῦσι. B.Q. καλὸν Ποσιδήϊον] ἀφιερωμένον τῷ Ποσειδῶνι τέμενος. E.V.

6

.

267

ῥυτοῖσι λάεσσιν] μεγάλοις, τοῖς μὴ δυναμένοις ἐπ’ ὤμων φέρεσθαι, ἀλλὰ ἑλκομένοις διὰ τὸ μέγεθος. E. ἑλκομένοις διὰ τὸ μέγεθος. κατωρυχέεσσι δὲ, καλῶς θεμελιωθεῖσι. B.Q.T. λείοις, εὐ‐ ξέστοις. Q. τοῖς εἱλκυσμένοις, ἐκ δὲ τούτου μεγάλοις. V.

6

.

268

μελαινάων ἀλέγουσι] διὰ φροντίδος ἔχουσι καὶ ἐπιμελείας ἀξιοῦσι. V. ἀποτιθέασι, συλλέγουσι. δηλοῖ γὰρ τὸ α τὸ ὁμοῦ, ὡς ἐπὶ τοῦ ἀκόλουθος, ὅ ἐστιν ὁμοκέλευθος, καὶ ἄβρομοι ἅβρομοι, καὶ ἀνίαχοι ἁμαΐαχοι. οὕτω δὲ καὶ ἄλοχος καὶ ἄκοιτις. E.

6

.

269

πείσματα καὶ σπεῖρα] πείσματα τὰ ἀπόγεια σχοινία, παρὰ τὸ πείθεσθαι αὐτοῖς τὴν ναῦν. σπεῖρα δὲ οἱ μεγάλοι κάλοι, παρὰ τὸ συσπειρᾶσθαι καὶ κεῖσθαι. ἢ σπεῖραι δι’ ὧν ἕλκονται αἱ νῆες· ἢ τὰ σχοινία δι’ ὧν δεσμεύονται οἱ τροχίλοι. T. τὸ δὲ “ἀποξύνουσιν”
5ἤτοι τὸν φλοιὸν περιξέουσιν. E.H.

6

.

273

φῆμιν ἀδευκέα] ἀπὸ τοῦ γλεῦκος ἀγλευκέα καὶ ἀδευκέα. ἢ
τὴν ἀπροσδόκητον, ἀπὸ τοῦ δεύκω τὸ βλέπω. ἢ τὴν πικρὰν, ἢ τὴν ἀφανῆ. B. ἀπὸ τοῦ δεῦκος. ἀδευκέα οὖν τὴν πικρὰν καὶ δεῦκος μὴ ἔχουσαν. H.Q. ἀπροσδόκητον. παρὰ τὸ δοκεῖν. καὶ ἀδευκής,316 in vol. 1
5ἀπευκέα τινὰ οὖσαν τὴν πολύπικρον. E.

6

.

275

καί νύ τις ὧδ’ εἴπῃσιν] ἀθετοῦνται στίχοι ιδʹ ἕως “ἀνδράσι μίσγηται” ὡς ἀνοίκειοι τῷ ὑποκειμένῳ προσώπῳ. εἴρηται οὖν τοῦτο διὰ τῶν πρὸ αὐτῶν βʹ στίχων, τῶν “ἀλεείνω φῆμιν ἀδευκέα.” H.Q.

6

.

278

ἦ] βεβαιωτικῶς ἀναγνωστέον. H.

6

.

279

ἐπεὶ οὔτινες ἐγγύθεν εἰσίν] ἐπειδὴ οὐκ εἰσὶ πλησιώτερον ἄλλοι, εἰρωνικῶς. B.

6

.

280

ἤ] οὗτος ὀξύνεται, ὁ δὲ ἑξῆς (283.) περισπᾶται. H. πολυάρητος θεὸς] πολλῶν εὐχῶν ἀκούων, ἢ πολλῶν εὐχῶν ἀξιούμε‐ νος. γίνεται δὲ ἀπὸ τοῦ πολὺ καὶ τοῦ ἀρά ἡ εὐχή. B.

6

.

282

βέλτερον, εἰ καὐτή] ἄμεινον εἰ ἀπελθοῦσα εὗρεν ἄνδρα ἀλ‐ λαχόθεν. εἰ γὰρ Φαίακα, φησὶ, λήψεται, ἀτιμάσει τοὺς ἄλλους μνηστῆρας, οἵτινες αὐτὴν μνηστεύονται. ἢ κατ’ εἰρωνείαν, βέλτερον εἰ αὐτὴ εὗρεν ἑαυτῇ ἄνδρα. ἀτιμάζει γὰρ τοὺς Φαίακας, οἳ αὐτὴν
5μνηστεύονται. B.E.Q.T.

6

.

286

νεμεσῶ] περισπωμένως τὸ νεμεσῶ. H.

6

.

287

ἤ τ’ ἀέκητι] ψιλωτέον τὸ ἤτ’, ἵν’ ᾖ οὕτως, καὶ ἄλλην νεμεσῶ ἥτις ἂν ταῦτά γε ῥέζοι καὶ ἀέκητι γονέων ἀνδράσι μίσγηται. Ἀρί‐ σταρχος. Q. φίλων] βραχὺ διασταλτέον μετὰ τὸ φίλων. H.

6

.

289

Ἀρίσταρχος, σὺ δ’ ὦκ’ ἐμέθεν. H.

6

.

290

ἐμεῖο] ἄμεινον γράφειν ἐμοῖο, ἀπὸ τοῦ ἐμός. τὸ γὰρ ἐμεῖο ἀπὸ τοῦ ἐμεῦ ἀσυνάρθρου γέγονεν. Ζηνόδοτος ἐμεῖο, καὶ ἐπεκράτη‐ σεν. H.Q.

6

.

291

δήομεν] εὕρωμεν. MS. Barnes. δήομεν] γρ. δήεις, ἀντὶ τοῦ εὕρῃς. H.Q. αἱ χαριέστεραι, δήεις. H. ἄγχι θαλάσσης] γρ. κελεύθου. H.317 in vol. 1

6

.

292

ἀμφὶ δὲ λειμών] λείπει ἐστίν, ἢ θάλλει. H.

6

.

293

ἐνθάδε πατρὸς ἐμοῦ τέμενος] τέμενος λέγεται ἡ ἀποτετμη‐ μένη γῆ κατὰ τιμὴν, δενδροφόρου γῆς ἢ ἀμπελοφόρου ἢ σιτοφόρου. τὸ δὲ τεθαλυῖα ἡ θάλλουσα καὶ πλήθουσα φυτοῖς. E.V. ἀλωὴ λέγεται ὁ εἰς φυτείαν ἐπιτήδειος τόπος, δενδροφόρος γῆ.
5Q.V.

6

.

294

ὅσσον τε γέγωνε βοήσας] λείπει τὸ τις, ὅσον τις βοήσας ἠκούσθη. H.Q.

6

.

297

ἡμέας] ἀπόλυτος ἡ ἡμέας. H. δώματ’ ἀφῖχθαι] Ἀριστοφάνης, δώματα ἷχθαι. H.

6

.

298

ἴμεν] ἀντὶ τοῦ ἴθι. H. ἠδ’ ἐρέεσθαι] γρ. ἠδ’ ἔρχεσθαι. H. ἐρέεσθαι] ἐρωτᾶν· ἀντὶ τοῦ, ἐρώτησον. V.

6

.

302

οἷος δόμος Ἀλκινόοιο] εἰ μὲν πρὸς γενικὴν ἀφορᾷς, μὴ στίξῃς εἰς τὸ Ἀλκινόοιο· εἰ δὲ πρὸς κλητικὴν, στίξον, ἵνα ᾖ πρὸς Ὀδυσσέα ὁ λόγος λέγων, ἀλλὰ ὦ ἥρως. B.

6

.

303

κεκύθωσι] ἔστι τὸ ὑγιὲς ἀπὸ τοῦ κεύθω, εἶτα συστολὴ παρηκολούθησεν, ὡς ἐν τῷ “μὴ δή μοι φύξιν γε Δόλων ἐμβάλλεο θυμῷ” (Il. κ, 447.). κεκύθωσιν ὅμοιον τῷ λελάχωσιν. προειπὼν δὲ δώματα ἐπήνεγκε δόμος, πρὸς ὃ ἡ διπλῆ. Q.

6

.

305

ἡ δ’ ἧσται ἐπ’ ἐσχάρῃ] οὐ σημαίνει τὸ παρὰ τὴν ἐσχάραν, ἀλλ’ ὡς τοῦ θρόνου ὑψηλοτέρου ὄντος τοῦτό φησι. τοιοῦτόν ἐστι καὶ τὸ “πάντας μὲν φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων” (Il. ζ, 15.). οὐ γὰρ τὸ παρὰ τὴν ὁδὸν οἰκῶν σημαίνει, ἀλλὰ δηλοῖ ἐν τούτοις τὸ ὑψηλὸν
5ἀπὸ τῆς γῆς· ἐπεὶ τοίνυν ἐστὶν ἡ οἰκία ὑψηλοτέρα τῆς γῆς, καὶ ὁ ἐν
αὐτῇ οἰκῶν ἐπάνω οἰκεῖ τῆς γῆς. E. ἐκ τούτου δηλοῖ τὸν καιρὸν, ὅτι χειμὼν ἦν. B. ἀντὶ τοῦ ἐπ’ ἐσχάρῃ. ὡς χειμῶνος ὄντος. H. ἐν πυρὸς αὐγῇ] ἐν τῷ φωτιζομένῳ ὑπὸ τοῦ πυρὸς τόπῳ. B.Q.T.V.318 in vol. 1

6

.

308

ποτικέκλιται αὐγῇ] περικέκλιται καὶ περιέχεται τῇ αὐγῇ. Q. περιέχεται τῇ αὐγῇ, ἀντὶ τοῦ πεφώτισται. V.

6

.

310

μητρὸς περὶ γούνασι] ἤτοι ὡς γυνὴ γυναῖκα προκρίνει, ἢ ἐπεὶ φρονιμωτάτη ἡ Ἀρήτη παραδίδοται. καὶ ἄλλως δὲ φιλοικτίρ‐ μον τὸ θῆλυ. Καλλίστρατος. E.H.Q.V. ὡς φιλοικτίρμονα τὴν θήλειαν κελεύει παρακαλέσαι. T.

6

.

318

Καλλίστρατος, αἱ δ’ εὖ μὲν τρεχέτην. τὸ δὲ, πλίσσοντο, βάδην διέτρεχον. ὥστε τὸ ὅλον εἶναι, εὖ μὲν ἐτρόχαζον, εὖ δὲ βάδην ᾔεσαν. B.H.P.Q.T. Ἄλλως. πλίσσειν ἐστὶ τὸ μεταφέρειν σκέ‐ λος παρὰ σκέλος. οἱ Δωριεῖς δὲ τὰ βήματα πλίκας καλοῦσιν. Ἱπ‐
5ποκράτης δὲ πλίγμα τὸ μεταξὺ τῶν μηρῶν διάστημα. ὅθεν καὶ δια‐ πεπλίχθαι φασὶ τὸ περιπλέκειν τοὺς πόδας. ἐπειδὴ τοίνυν διιστα‐ μένων τῶν μηρῶν τὸ βῆμα γίνεται, οὐκ ἀφυῶς οἱ Δωριεῖς τὰ βήματα πλίκας λέγουσι. B.H.P.Q.T. πλίξ τὸ βῆμα. πλίσσοντο οὖν ἀντὶ τοῦ ἐβημάτιζον. ἐπαινεῖ τοίνυν καὶ τὸν δρόμον καὶ τὴν τῶν ποδῶν
10κίνησιν. P.Q.T. πλίσσοντο, διέβαινον. πλίχος γὰρ τὸ ὑπὸ τὰ αἰδοῖα δέρμα, ὃ δεῖται διαβαινόντων. πλίσσεσθαι γὰρ τὸ βάδην δια‐ βαίνειν, καὶ πλίγμα τὸ διάστημα τῶν ποδῶν. V. et codex Barnes. ἔστι μὲν τὸ πλίσσειν τῶν ἅπαξ εἰρημένων παρ’ Ὁμήρῳ, σημαίνει δὲ τὸ τρώχων τὸ τρέχειν· οἱ γὰρ τροχοὶ καὶ τοὺς δρόμους σημαί‐
15νουσι· τὸ δὲ πλίσσειν πόδεσσι τὸ βηματίζειν δηλοῖ, ἀπὸ τοῦ πλήσ‐ σειν τὴν γῆν· οἱ μέντοι Ἴωνες τὸ ἐκτρέχειν τὰ σκέλη· σκέλος γὰρ
παρὰ σκέλος θέντα πλίσσειν λέγουσι. Δωριεῖς δὲ καὶ τὰ βήματα πλίχας καλοῦσιν. ἐπαινεῖ οὖν τὸν δρόμον καὶ τῶν σκελῶν τὰς δια‐ βάσεις καὶ τοὺς βηματισμοὺς, ὡς ἔχοντας τὸ εὔτακτον ἐν τῇ πορείᾳ.319 in vol. 1
20H.P.Q.

6

.

319

μάλα] ἀντὶ τοῦ ἐπιστημόνως. Q. νῦν ἐπιστημόνως. V.

6

.

320

νόῳ δ’ ἐπέβαλλεν] τεχνικῶς ἤλαυνεν. V.

6

.

321

δύσετό τ’ ἠέλιος] νῦν πρὸς δυσμὰς ἀπέκλινεν. ἡμέρας γὰρ ἔτι οὔσης εἰσέρχεται Ὀδυσσεὺς, παρὸ καὶ ἀχλὺν αὐτῷ καταχέει. P.V. καὶ πῶς ἀχλὺν ἐπιχέει τῷ Ὀδυσσεῖ Ἀθηνᾶ ἅπαξ ἑσπέρας οὔσης; τὸ δύσετο οὖν, πρὸς δυσμὰς ἀπέκλινεν. P.Q.T.

6

.

327

καινῶς ἡρμήνευσε τὸ δός με φιληθῆναι καὶ ἐλεηθῆναι ὑπὸ Φαιάκων, “δός μ’ ἐς Φαίακας φίλον ἐλθεῖν ἠδ’ ἐλεεινόν.” τὸ γὰρ δός ἐν ταῖς εὐχαῖς κεῖται. “δὸς μὴ Ὀδυσσῆα πτολιπόρθιον οἴκαδ’ ἱκέσθαι” (Od. ι, 530.) καὶ μεταλαβὼν εἰς τὸ ὀπάζειν “Νέστορι
5μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε· αὐτὰρ ἔπειτ’ ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴν, δὸς δ’ ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέ‐ εσθαι” (Od. γ, 57.). “ἀλλὰ ἄνασς’ ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν” (γ, 380.) ἀντὶ τοῦ φιληθῆναι καὶ ἐλεηθῆναι. T. ἐλεεινόν] ἐλέους τυχεῖν. V.

6

.

329

αἴδετο] γρ. ἅζετο. P.

6

.

330

πατροκασίγνητον] τὸν θεῖον αὐτῆς, ἤτοι τὸν Ποσειδῶνα. οὗτος γὰρ ἀδελφός ἐστι τοῦ ταύτης πατρὸς τοῦ Διός. B. Ἀρίσταρχος περισπᾷ τὸ ζαφελῶς, καὶ οὕτως ἐπεκράτησεν. ἔδει δὲ βαρυτόνως. P.

7

hyp

(t)

ΥΠΟΘΕΣΙΣ.
1Ἀθηνᾶ ἐπὶ τὴν πόλιν παραγενομένῳ Ὀδυσσεῖ ὑπαντᾷ, καὶ ἀξιώ‐ σαντι δείκνυσι τὸν Ἀλκινόου οἶκον, εἰς ὃν εἰσελθὼν Ὀδυσσεὺς προσ‐ πίπτει τοῖς τῆς Ἀρήτης γόνασι, καὶ δεῖται αὐτῆς πέμψαι αὐτὸν εἰς τὴν πατρίδα. ἀναστήσας δὲ αὐτὸν ὁ Ἀλκίνοος παρακαθίζει αὑτῷ
5καὶ δεῖπνον παρέχει. ἡ δὲ Ἀρήτη θεασαμένη τὴν ἐσθῆτα πυνθάνεται πόθεν ἔσχεν. ὁ δὲ διηγεῖται αὐτοῖς τὸν ἀπὸ Καλυψοῦς πλοῦν καὶ τὸ γεγενημένον ναυάγιον καὶ τὴν πρὸς αὐτοὺς ἄφιξιν, καὶ ὅτι δεηθεὶς Ναυσικάας ἔλαβε τὴν ἐσθῆτα. E.H.P.Q. MS. Barnes.320 in vol. 1
9tΑΛΛΩΣ

7

.

10

Ναυσικάα εἰς τὴν πόλιν ἀφικνεῖται. καὶ μετ’ ὀλίγον ὁ Ὀδυσσεὺς ἱκετεύει Ἀρήτην τὴν Ἀλκινόου γυναῖκα τοῦ βασιλέως. καὶ μετὰ τὸ δεῖπνον πυνθανομένης ὁπόθεν τὴν ἐσθῆτα ἔσχεν, ἐγνώρισε γὰρ αὐτὴν, τὰ συμβάντα αὐτῷ κατὰ τὸν πλοῦν ἀπὸ τῆς Ὠγυγίας μέχρι τῆς τῶν
5Φαιάκων γῆς διηγεῖται. H.P.Q.V.

7

.

4

στῆσεν] ἀπὸ κοινοῦ τὸ, μένος ἡμιόνοιιν. P.

7

.

5

ἀθανάτοις] ἀστράσιν. P. οἵ ῥ’ ὑπ’ ἀπήνης ἡμιόνους ἔλυον] τοὺς ὑπ’ ἀπήνης ἡμιόνους. P.

7

.

7

δαῖε δέ οἱ πῦρ] ἤτοι ἧπτε πυρὰν διὰ τὸ εἶναι χειμῶνα. B.

7

.

8

γρηῢς] αἰδέσιμον γὰρ τὸ γῆρας καὶ σωφροσύνης παρασκευ‐ αστικόν. P.T. Ἀπειραίη] ἄποθεν παροῦσα, ἢ Ἠπειρωτική. P.T.V. ἔστι δὲ ἀντικρὺ Κερκύρας ἡ Ἤπειρος. V. Ἠπειρωτική. ἡ γὰρ τῶν Φαιάκων νῆσός
5ἐστιν. P. ἡ Ἠπειρωτική. ἡ γὰρ Ἤπειρος τῶν Φαιάκων νῆσός ἐστι. λέγεται δὲ καὶ ἤπειρος ἡ ὅλη οἰκουμένη, ἥτις τέμνεται εἰς τρία, εἰς Ἀσίαν, εἰς Λιβύην καὶ εἰς Εὐρώπην. ἑκάστη δὲ τούτων γῆ καλεῖται ἤπειρος. B. ὅτι συνέστειλεν Ἰακῶς. καὶ ἑξῆς, τήν ποτ’ Ἀπείρη‐ θεν. P.
10θαλαμηπόλος] ἤτοι ἡ περὶ τὸν θάλαμον ἀναστρεφομένη, ἢ ἡ τοῦ
οἴκου προνοοῦσα. V.321 in vol. 1

7

.

11

Ἀπείρηθεν] πόρρωθεν, ἀπὸ τῆς ἠπείρου. V.
1θεοῦ δ’ ὡς δῆμος ἄκουεν] καὶ τοῦτο οἰκονομικῶς. ἀηδῶς γὰρ ἔχουσι πρὸς τὰς πομπὰς, ὡς ἐν τοῖς ἑξῆς ἐρεῖ. διὰ δὲ τὴν φιλοξενίαν τοῦ Ἀλκινόου ἀναγκαίως ὑπακούουσι. τὴν πειθαρχίαν οὖν αὐτῶν ἀναγκαίως προσυνίστησιν. P.Q.

7

.

13

ἀθετεῖ Ζηνόδοτος. ἤδη γὰρ εἶπε “δαῖε δέ οἱ πῦρ.” καὶ διὰ τὴν διαφορὰν τοῦ εἴσω πρὸς τὸ ἔνδον. H.P. δόρπον ἐκόσμει] παρεσκεύαζε. P. ἑσπερινὴν τροφήν. δεῖ γὰρ νοεῖν ὅτι ἑσπέρας εἰσῆλθεν ἡ Ναυσικάα. H.P.T.

7

.

14

αὐτὰρ Ἀθήνη] ἤτοι ἡ οἰκεία φρόνησις ὑπέθετο αὐτῷ κατὰ τὴν νύκτα ἰέναι. καὶ ὁ ἀὴρ δὲ καὶ ἡ ἀὴρ τὸ αὐτό. ἡ ἀὴρ γὰρ ἡ ἀορασία, ὁ ἀὴρ εἰ μὴ ἔχει τὸ φωτίζον. E.

7

.

15

πολλὴν ἠέρα χεῦε] ὅτι τῷ Ὀδυσσεῖ περιέθηκε σκότος, οὐ τοῖς Φαίαξιν, ὡς ἐν τοῖς ἑξῆς Ζηνόδοτος. P.Q.T.

7

.

16

μή τις Φαιήκων μεγαθύμων] ὑπερόπτας εἰσήγαγε τοὺς Φαία‐ κας οἰκονομικῶς, ἵνα πρὸ καιροῦ μήτε ὄνομα μήτε πατρίδα μήτε τύ‐ χην αὐτοῦ μάθωσιν, ἀλλ’ ὡς ἤθελεν αὐτοῖς οἰκονομήσῃ τὴν ἀπόκρι‐ σιν. πῶς οὖν πέμπουσι τοὺς ξένους; ὅτι ἐκ τῶν ἐναντίων φιλανθρώ‐
5πους πεποίηκε τοὺς ἄρχοντας αὐτῶν. οὐδὲν οὖν εἰς τὰ τοιαῦτα ἔμελλε βλάψειν τὸν Ὀδυσσέα ἡ τῶν ὑποτεταγμένων αὐθάδεια. εἰ δὲ καὶ περὶ τῆς εἰς τὴν Ἰθάκην ἐκβάσεως προοικονομεῖ τι ὁ ποιητὴς διὰ τοῦ τοιούτου ἤθους τῶν πολιτῶν, εἰσόμεθα ἐπὶ τοῦ οἰκείου τόπου γενό‐ μενοι. H.P.Q.

7

.

18

ἐραννὴν] διὰ τὸ ἄπραγμον καὶ τὴν ῥαστώνην τῶν βιούντων αὐτόθι. ἢ τὴν τῷ Ὀδυσσεῖ ἐραννὴν δι’ ἄμφω, ὅτι τε ἐκ ναυαγίου περισέσωστο, καὶ ὅτι ἐντεῦθεν προσεδόκα εἰς τὴν πατρίδα ἀφίξεσθαι. H.P.Q.T.

7

.

19

θεὰ γλαυκῶπις Ἀθήνη] κόρη τις, ἣν θεὰν ὀνομάζει διὰ τὸ δεῖξαι αὐτῷ τὴν ὁδόν. P.

7

.

22

οὐκ ἄν μοι] Ἀριστοφάνης, ἤ ῥά μοι. H.P.322 in vol. 1

7

.

24

ταλαπείριος] Ἀρίσταρχος μὲν ἀντὶ τοῦ ταλαίπωρος, τινὲς δὲ ἀντὶ τοῦ ξένος καὶ πόρρωθεν πεπερακὼς, ἢ μακρόθεν ἀφιγμένος. P.V.

7

.

25

τηλόθεν ἐξ ἀπίης γαίης] ὅτι τὴν πολὺ ἀφεστῶσαν γῆν, οὐ τὴν Πελοπόννησον, ὡς οἴονται οἱ νεώτεροι. E.M.P.T.

7

.

26

καὶ γαῖαν ἔχουσιν] γράφεται καὶ ἔργα νέμονται, ἀντὶ τοῦ κατοικοῦσι. E. καὶ τὰ γεώργια μερίζονται. T. καὶ ἔργα νέμονται] γρ. καὶ γαῖαν ἔχουσιν. H.

7

.

29

δείξω] προσαγωγὸν πάνυ. οὐ γὰρ τὴν ἰδίαν χρείαν κατα‐ λιποῦσα ὑπουργήσειν φησὶν, ἀλλὰ τῆς αὐτῆς ὁδοῦ δείξειν τὸ ζητού‐ μενον. P.Q.T.

7

.

30

ἀλλ’ ἴθι σιγῆ τοῖον] οὕτως ὡς ἔχεις, ἢ ὥς σοι δεικνύω. P.

7

.

31

ποτιόσσεο] ἐνόρα, ἢ προσαγόρευε, ἢ περιβλέπου. V. μηδὲ πρός τινα ἀνθρώπων ἐνατένιζε. P.

7

.

32

οὐ γὰρ ξείνους—ἀνέχονται] οὐ ξενίζουσι τοὺς ἀνθρώπους. V. μάλ’ ἀνθρώπους ἀνέχονται] ἀντὶ τοῦ, ἀνθρώπους ἀνέχοντας ὑποδέ‐ χονται. P.Q. ζητοῦσί τινες πῶς ἐν τοῖς ἑξῆς φιλοξενωτάτους λέγει τοὺς ἀνθρώ‐
5πους. καὶ φαμὲν ἢ τὸν μὲν ναυτικὸν ὄχλον εἶναι τῷ ὄντι ἀηδῆ, τοὺς δὲ βασιλεῖς φιλοξένους· ἢ ἵνα φυλάξηταί τινος πυθέσθαι καὶ πρὸς
ἕτερον καταχθῆναι. E.V.323 in vol. 1

7

.

33

ἀγαπαζόμενοι] τὸ παθητικὸν ἀντὶ τοῦ ἐνεργητικοῦ. τὸ δὲ φι‐ λέουσι, μετὰ στοργῆς ξενίζουσι. B.P.T. ἡδέως πάνυ, ὡς αὐτὴ παρὰ τὸ ἔθος τῆς πολιτείας φιλανθρώπως διακειμένη πρὸς τὸν ξένον. P.

7

.

35

λαῖτμα] οἱ μὲν ὅρμημα, οἱ δὲ τὸ κύτος, οἱ δὲ τὸ διάστημα τοῦ πελάγους, ἐξ οὗ τὸ μέγα καὶ πλατύ. λέγει δὲ τὸ κῦμα. V. προοικονομεῖ τὴν ἐπάνοδον. P.

7

.

36

ἠὲ νόημα] ἐντεῦθεν τὸ παροιμιῶδες “διέπτατο δ’ ὥστε νόημα.” B.E.T. τὸ γὰρ ἐνθύμημα καὶ τὰ πόρρω φαντάζεται. E.

7

.

39

ναυσικλυτοὶ] ὡς ἀγακλυτοί ἐν συνθέσει καὶ κατ’ ὀξεῖαν τά‐ σιν. ἡ γὰρ ναυσί δοτικὴ παρὰ τῷ ποιητῇ, ὅταν κατ’ ἰδίαν λέγηται, διὰ τοῦ η γράφεται· “ὡς οἱ μὲν παρὰ νηυσί.” “νηυσὶ θοῇσι τοί γε πεποιθότες” (Od. η, 34.)· διὰ τοῦ α, ὅτε ἐν συνθέσει, Ναυσικάα,
5Ναυσίθοος. H.P.Q.T.

7

.

40

διὰ σφέας] ἀντὶ τοῦ, δι’ αὐτῶν. V. ἔθος τῷ ποιητῇ τὴν διά ταῖς αἰτιατικαῖς συντάσσειν. δύναται δὲ τὸ ἑξῆς εἶναι, διερχόμε‐ νον. P. ὀρθοτονητέον τὴν ἀντωνυμίαν διὰ τὴν πρόθεσιν. P.

7

.

41

ἥ ῥά οἱ ἀχλὺν] Ζηνόδοτος, ἥ σφισιν ἀχλύν, γράφει, οὐκ εὖ. ἐν γὰρ τοῖς ἑξῆς (143.) φησιν “καὶ τότε δή ῥ’ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.” H.P.

7

.

47

ὅτι δύο ὄντων “τοῖσι” εἶπε. καὶ περισσὸς ὁ δέ. P.

7

.

49

βασιλῆας] βασιλεῖς τοὺς κατὰ μέρος ἄρχοντάς φησιν. B. P.Q.T.

7

.

50

δαίτην δαινυμένους] ἰδίωμα τῶν Ἀττικῶν, ὡς τὸ λόγον λέγει, γραφὴν γράφει. E. περίφρασις ὁ τρόπος, ὡς τὸ ποδάνιπτρα πο‐ δῶν. P.

7

.

51

θαρσαλέος] ὁ πεπαρρησιασμένος καὶ εὔτολμος, οὐχ ὁ θρασύς· ἐκεῖνος γὰρ ἀναιδής. καὶ ἔστιν οἰκεῖον τῇ Ἀθηνᾷ τὸ τῆς γνώμης. καὶ ἐξ ἀνδρείας καὶ λογισμοῦ ὀρθοῦ τὸ θαρρεῖν περιγίνεται. τοῦτο γὰρ δοκεῖ παραιτεῖσθαι τὴν παρρησίαν Ὀδυσσέως, ὅτι ξένος ἐτύγχα‐324 in vol. 1
5νεν. ὑποβάλλει οὖν ὅτι καὶ τὸν τοιοῦτον θαρρεῖν δεῖ, εἰ μέλλει σω‐ τηρίας τεύξεσθαι. P.Q.T.

7

.

52

εἰ καί ποθεν] γράφεται, εἰ καὶ μάλα. Q. εἰ καὶ μάλα τηλόθεν ἔλθοι] γρ. εἰ καί ποθεν ἄλλοθεν ἔλθοι. H.P.

7

.

53

δέσποιναν μὲν πρῶτα κιχήσεαι] καὶ πῶς ἡ Ναυσικάα φησὶ “τὸν παραμειψάμενος μητρὸς ποτὶ γούνασι χεῖρας βάλλειν” (ζ, 310.); κιχήσεαι οὖν, ἱκετεύσεις. ἢ ἐκεῖ τὸ παραμειψάμενος ἀντὶ τοῦ παρελθὼν, ἐάσας ἀπαράκλητον. B.P.Q.T. κιχήσεαι νῦν ἀντὶ τοῦ
5ἱκετεύσεις. οὐ γὰρ καταλήψεσθαι σημαίνει. V.

7

.

54

Ἀρήτη] καθὸ ἀρητῶς καὶ εὐκταίως ἐγεννήθη. P.V. ἐπώνυμον] φερώνυμον. V. ἐπώνυμόν ἐστι τὸ ἀπὸ γενέσεως μὲν αὐτομάτως τεθὲν, ὕστερον δὲ κατὰ τύχην δοκοῦν τεθεῖσθαι, ὡς τὸ Δημοσθένης, οἷον τὸ τοῦ δήμου σθένος. B.P.Q.T.
5Ἀρήτη δ’ ὄνομ’ ἐστίν· ἐκ δὲ τοκήων] τοῦτο μάχεται τοῖς ἑξῆς· τὴν μὲν γὰρ λέγει Ῥηξήνορος, τὸν δὲ Ναυσιθόου. λύοιτο δ’ ἂν ἐκ τῆς λέξεως. τὸ γὰρ τοκήων δηλοῖ καὶ τὸ προγόνων. καὶ γὰρ τοὺς πατέρας ἐπὶ τῶν προγόνων τάττουσιν. E.P.Q. δοκεῖ ὅτι καὶ ἀδελφή ἐστι τοῦ Ἀλκινόου ἡ Ἀρήτη. οἱ δὲ τοκήων
10ἐνόησαν τῶν προγόνων, ἵν’ ὦσι συγγενεῖς καὶ μὴ ἀδελφοί. οὗτοι δέ εἰσι θεῖος καὶ ἀνεψιά. B. Ἡσίοδος δὲ ἀδελφὴν Ἀλκινόου τὴν Ἀρήτην ὑπέλαβεν. B.P.Q.T. Vind. ταῦτα πάντα χρήσιμα μανθάνειν τὸν ἱκέτην, ἵνα καὶ ἐκ πατέρων
15τὴν προσφώνησιν ποιήσηται, “Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο” (146.). P.Q.

7

.

56

Ναυσίθοον] πόρρωθεν ἀναλαμβάνει τὴν διαδοχὴν τοῦ γένους, ἐν
συντόμῳ δὲ καὶ σαφῶς ἐκτίθεται ὅπερ ἐστὶ δυσχερέστατον οὐχ ὅπως ἐν μέτροις, ἀλλὰ καὶ ἐν πεζῷ λόγῳ. P.Q. Ποσειδῶνος καὶ Περιβοίας τῆς Εὐρυμέδοντος Ναυσίθοος, οὗ Ῥηξήνωρ καὶ Ἀλκίνοος,325 in vol. 1
5Ῥηξήνορος Ἀρήτη. P.

7

.

59

ὑπερθύμοισι γιγάντεσσι] ὡς ἔθνους τινὸς τῶν γιγάντων μέμνη‐ ται γενναίου καὶ ὑπερηφάνου. τὰ δὲ παρὰ τοῖς νεωτέροις οὐκ οἶδεν, οὔθ’ ὡς ἦσαν ἐκτράπελοί τινες καὶ ὀφιόποδες, οἵους αὐτοὺς ἀναζωγρα‐ φοῦσιν, οὔτε ὡς Φλέγραν ᾤκησαν, οὔτε ὅτι θεοῖς ἐμαχέσαντο. P.Q.

7

.

60

ἀλλ’ ὁ μὲν ὤλεσε λαὸν] ὅτε ἐμάχετο μετὰ τοῦ Διὸς ἤτοι μετὰ βασιλέως τινός. P.

7

.

64

τὸν μὲν ἄκουρον ἐόντα] τοῦτο ἐναντίον τῶν ἐπιφερομένων “μίαν οἴην παῖδα λιπόντα Ἀρήτην.” λύοιτο δ’ ἂν ἐκ τῆς λέξεως. τὸ γὰρ ἄκουρον οὐκ ἐκδεκτέον ἄπαιδα, ἀλλὰ οὐκ ἔχοντα κοῦρον, ὅ ἐστιν ἄρρενα παῖδα. B.E.P.Q.
5ἄκουρον] ἄμοιρον ἄρρενος παιδὸς, ἢ μὴ γεννήσαντα παῖδα ἄρ‐ ρενα. V.

7

.

65

νυμφίον] νεωστὶ γεγαμηκότα. V. νυμφίον ἰδίως τὸν ἤδη παιδοποιήσαντα. P. τὸ δὲ νυμφίον ἀντὶ τοῦ νέον, οὐ πολὺν χρόνον ἀπὸ τοῦ γάμου βιώ‐ σαντα. ἅπαξ δὲ εἴρηται ἡ λέξις. B.E.P.Q.T.
5βραχὺ δὲ διασταλτέον μετὰ τὸ νυμφίον. βέλτιον γὰρ τὸ “ἐν μεγάρῳ” τοῖς ἑξῆς προσνέμειν, ἵνα δηλωθῇ ὅτι παρθένον αὐτὴν ἀπέλι‐ πεν. P.T.

7

.

68

ἐπ’ ἀνδράσιν] γρ. ὑπ’ ἀνδράσιν. P.

7

.

72

δειδέχαται μύθοισιν] ἐκδέχονται ἐπαίνοις. P. στείχῃσιν ἀν’ ἄστυ] πορεύονται. Gl. H. τελεία εἰς τὸ ἐσθλοῦ. H.

7

.

74

οἷσίν τ’ εὖ φρονέῃσι] καὶ οἷς ἂν εὐφρονῇ ἡ Ἀρήτη τὰ νείκη καὶ τὰς πρὸς ἀλλήλους διαφορὰς τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν δια‐ λύει. V. ᾗσίν τ’ εὖ φρονέῃσι] θαυμαστικόν· οἷς εὖ φρονεῖ, οὐδὲ γυναικῶν,
5ἀλλὰ καὶ ἀνδρῶν νείκεα λύει. γράφεται δὲ καὶ “ᾗσί τ’ εὖ φρο‐
νέῃσι.” E. οἷσίν τ’ εὖ φρονέῃσι] τοσαύτῃ συνέσει φησὶ κεχρῆσθαι τὴν Ἀρή‐ την ὁ ποιητὴς ὥστε καὶ στάσεις ἀνδρῶν δύνασθαι αὐτὴν διαλύειν. τὸ δὲ καὶ ἀνδράσιν ὡς ἐν ἐπιτάσει παρέλαβε. τὸ γὰρ γυναικῶν νεί‐326 in vol. 1
10κεα λύειν ἁρμόζει γυναιξίν. B.P.Q.T. αἱ χαριέστεραι, ᾗσίν τ’ εὖ φρονέῃσι. πρεπῶδες γὰρ αὐτῇ τὰς πρὸς τοὺς ἄνδρας ἔριδας διαλύειν ταῖς γυναιξίν. ὑπερβιβαστέον δὲ τὸν καί· καὶ ᾗσιν εὖ φρονέῃσι τὰ πρὸς τοὺς ἄνδρας νείκεα διαλύει. B.H.P.Q.T.

7

.

75

εἰ ἐκείνη προσφιλῶς διάκειται, ἐν σοὶ ἐλπὶς ἔστω ἰδεῖν τὴν οἰκίαν σου. P. ὡς γελοίως, ὦ βέλτιστε. οὐ γὰρ τῷ δικαίῳ, ἀλλὰ τοῖς φίλοις φησὶν αὐτὴν βοηθεῖν. P.T.

7

.

79

Σχερίην] Σχερία ἡ χώρα τῶν Φαιήκων. H. τὴν Φαιακίαν. τὰ λεγόμενα νῦν Κέρκυρα αὕτη ἐστὶν ἡ Φαιακία. B.

7

.

80

Μαραθῶνα] τόπος τῆς Ἀττικῆς, ἔνθα ἀνετράφη ἡ Ἀθηνᾶ. E. ἔστι δὲ Μαραθὼν ὕστερον τῆς Λεοντίδος φυλῆς. διγενὴς δὲ ἡ λέξις· καὶ ὁ Μαραθών γὰρ λέγεται καὶ ἡ Μαραθών· ἔνθα καὶ τὸν λεγόμενον Μαραθώνιον ταῦρον Θησεὺς κατεπάλαισεν. M.
5Ἀθήνην] ὅτι ἑνικῶς τὰς Ἀθήνας. H.
ὑποπτεύεται ὁ τόπος, ὡς καὶ Χαῖρίς φησιν ἐν Διορθωτικοῖς. H.P.327 in vol. 1

7

.

81

δῦνε δ’ Ἐρεχθῆος] ἀπὸ μέρους τὰς Ἀθήνας. τουτέστιν εἰς τὸ ἑαυτῆς τέμενος· ἐν τούτῳ γὰρ ἐτράφη ὁ Ἐρεχθεύς. E.H.P.T.V. τὸ δὲ, πυκινὸν δόμον, καλῶς κατεσκευασμένον καὶ ὑπὸ τεχνικῆς συνέσεως. E. τὴν ἀκρόπολιν. H.P.T.

7

.

83

ὥρμαιν’ ἱσταμένῳ] ἠπόρει γὰρ τί βούλεται ἡ τοιαύτη κατα‐ σκευή. καὶ γὰρ ἀπὸ οἰκίας καὶ ἐσθῆτος καὶ θεραπόντων ἐστὶ τεκμή‐ ρασθαι τὸ ἔθος τῶν δεσποτῶν. E.P.Q.T.

7

.

85

δῶμα καθ’ ὑψερεφὲς] περισσὴ ἡ κατά. P.

7

.

86

χάλκεοι μὲν γὰρ τοῖχοι] ῥᾴδιον μὲν ἦν χρυσῆν πᾶσαν φάναι τὴν δημιουργίαν τῆς οἰκήσεως, ἀλλὰ τὸ πιθανὸν πρὸς ἕκαστον μέρος τῆς κατασκευῆς ἐπιλέγεται, χαλκοῦς μὲν τοὺς τοίχους πρὸς ἀσφά‐ λειαν, τὸν δὲ θριγκὸν κυάνεον, τουτέστι τὴν στεφάνην· πρέπον γὰρ τὸ
5μετέωρον ἀεροειδὲς φαίνεσθαι· τὰς δὲ θύρας χρυσᾶς, ἵνα τὸ πρῶτον τῇ ὄψει προσπῖπτον ἐκ τῆς πολυτελεστάτης ὕλης ᾖ. οἱ δὲ σταθμοὶ πρὸς τὴν ἐξαλλαγὴν ἀργύρεοι. χάλκεος δὲ οὐδὸς, διὰ τὸ πατεῖσθαι. τὸ δὲ ὑπέρθυρον ἀργύρεον, ὡς καὶ οἱ σταθμοὶ, ἵν’ ἐκ τῆς ὁμοίας ὕλης ἡ τῶν θυρῶν περιγραφὴ τυγχάνῃ. καὶ φύλακας τοῖς τοιούτοις οἴκοις ἐπέ‐
10στησε κύνας ἀΰπνους ἐκ πολυτελοῦς ὕλης, καὶ ταύτης οὐχ ὁμοίας, ἀλλὰ διαφόρου, ἵν’ ὁ μὲν φιλόπλουτος τὴν ὕλην θαυμάζῃ, ὁ δὲ φιλό‐ καλος τὴν τέχνην, ὁ δὲ σπουδαιότερος τὴν χρείαν. οὐδὲν οὖν μειρα‐ κιῶδες πάσχει ὁ Ὀδυσσεὺς καταπληττόμενος τὰ οὕτω παράδοξα. E.P.Q.T.
15ἐληλάδατ’] Ἰωνικῶς ἀντὶ τοῦ ἐληλασμένοι ἦσαν καὶ παρατεταμένοι. B.E. ἐρηρέδατ’] γράφεται, ἐληλέδατο. E. ἐληλέδατο] παρατεταμένοι ἦσαν, εἰ δὲ, ἐρηρέδατο, ἡρμοσμένοι
ἦσαν ἢ ἐμπεπηγμένοι. M.328 in vol. 1

7

.

87

ἐς μυχὸν ἐξ οὐδοῦ] ἀντὶ τοῦ μέχρι τοῦ μυχοῦ, ἤτοι ὅλου τοῦ οἴκου. ὅλος γὰρ ὁ οἶκος χαλκός. B. ἀπὸ φλιᾶς μέχρι τῆς ἔσω γωνίας. E. θριγκὸς κυάνοιο] ἀπὸ γενικῆς εἰς εὐθεῖαν μετῆκται, θρὶξ, τριχὸς,
5θριγκὸς, τῶν στοιχείων ἀπολαβόντων τὴν οἰκείαν μετάθεσιν μετὰ πλεονασμοῦ τοῦ γ. δηλοῖ δὲ τὴν στεφάνην καὶ πᾶν τὸ ὑπὲρ τῶν τοίχων καὶ τοῦ στέγους ὥσπερ ἐξέχον τάξει τριχώσεως καὶ κόμης. ἢ παρὰ τὸ θρέξαι, ὁ περιτρέχων κύκλῳ. B.P.Q.T. ἀπὸ γενικῆς εἰς εὐθεῖαν μετῆκται. δηλοῖ δὲ τὴν στεφάνην καὶ πᾶν τὸ ὑπὲρ τῶν τοί‐
10χων καὶ τοῦ στέγους ὑπερεξέχον, τάξει τριχώσεως καὶ κόμης. καὶ ἔστιν ἡ εὐθεῖα ἡ θρίξ, καὶ κλίνεται τῆς τριχός. οἱ δὲ Ἴωνες ὡς τὸν χιτῶνα κιθῶνα λέγουσι καὶ τὴν χύτραν κύθραν καὶ τὸ ἐντεῦθεν ἐνθεῦτεν, τρέπουσι καὶ ἐπὶ τῆς τριχὸς τὸ χ εἰς κ, τὸ δὲ τ εἰς θ. ἡ δὲ γενικὴ ἐν πολλοῖς μετάγεται εἰς εὐθεῖαν, ὡς Τρώς Τρωός, καὶ ἡ
15εὐθεῖα Τρωός Τρωοῦ. καὶ σάρξ σαρκός καὶ ἄσαρκος, καὶ δμώς δμωός. οὕτως καὶ ἐπὶ τῆς τριχὸς μεταβληθέντων τῶν γραμμάτων μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν ὁ θρικός, προσθέσει τοῦ ν ὁ θρινκός. διὰ δὲ τὸ εὑρεθῆναι ἔμπροσθεν τοῦ κ τρέπεται τὸ ν εἰς γ. κυάνοιο δὲ ὁ ἔχων τὴν βαφὴν ἀπὸ τοῦ κυάνου εἶδος βάμματος ὄντος· κύανος,
20κυάνεος, κυανοῦν, ὡς χρύσεος, χρύσειος, χρυσοῦν· ὅστις κύανος ἐστὶ μέλας· ἢ διὰ τοῦ ἐφ’ ὕψους τοῦ τοίχου εἶναι πρὸς τὸν ἀέρα. καὶ γὰρ ὁ ἀὴρ μέλας ἐστίν. E. Ἄλλως. περίφραγμα, περίβολος τῆς οἰκίας καὶ τὸ ἐπικόσμημα τοῦ τοίχου. παρὰ τὸ θρέξαι, ὁ περιτρέχων κύκλῳ. κυάνεον δὲ τὸν σίδηρον λέγει. E.

7

.

88

πυκινὸν δόμον ἐντὸς ἔεργον] τὸν στερεὸν δόμον ἔνδον ἑαυτῶν περιέκλειον. P.Q.

7

.

89

σταθμοὶ] αἱ παραστάδες. V.

7

.

90

ὑπερθύριον] τὸ ἐπικείμενον ταῖς θύραις, εἰς ὃ οἱ ἄνω στρόφιγ‐ γες ἐναρμόζονται. P.
κορώνη] τὸ ἐπίσπαστρον τῆς θύρας, ἤτοι τὸ κρίγκιον. Q.V. κο‐ ρώνη τὸ κρικίον. P. κορώνη ἐπὶ τοῦ ζῴου καὶ ἐπὶ τοῦ τόξου καὶ ἐπὶ329 in vol. 1
5τῆς θύρας καὶ ἐπὶ τῆς πρύμνης τοῦ πλοίου, διὰ τὸ ἐπικαμπὲς σχῆμα. εἴρηται δὲ ταῦτα ἀπὸ τοῦ ζῴου τῆς κορώνης. εὐλύγιστον γὰρ ἔχει ὅσον εὐκαμπῆ τὸν τράχηλον. καὶ παρὰ μέρος σώματος ἐπὶ τοῦ ἀγκῶ‐ νος. οὕτω Φιλόξενος ἐν τῷ περὶ τῆς Ῥωμαίων διαλέκτου. H.P.T.

7

.

91

χρύσειοι δ’ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν] ἤτοι κυρίως, ἢ ἥλους λέγει, παρὸ καὶ κυνάδας φαμὲν, ἢ τοὺς διπλοῦς ἥλους. τινὲς δέ φασι τοὺς δοθέντας ὑπὸ Ἥρας Ποσειδῶνι ὑπὲρ τοῦ συλλαβεῖν αὐτῷ πρὸς τὴν τοῦ Διὸς ἐπίθεσιν οὕτως περιελθεῖν εἰς Ἀλκίνοον. V.
5ἑκάτερθε] ἑκατέρωθεν τῶν θυρῶν. H.P.Q.

7

.

92

ἰδυίῃσι πραπίδεσσι] ταῖς ἐπιστημονικωτάταις βουλαῖς καὶ συνέσεσι. P.

7

.

93

φυλασσέμεναι] ὥστε δοκεῖν φυλάσσειν. E.

7

.

94

καὶ ἀγήρως] διὰ τὸ δοκεῖν εἶναι νεωστὶ κατεσκευασμένους. B.

7

.

95

ἐληλέδατ’] ἐμπεπηγότες ἦσαν. P. ἐρηρέδατο] ἐνηρμοσμένοι ἦσαν. P.V. ἐνηρμοσμένοι ἦσαν ἐρεισθέντες ὡς ἐμπεπηγότες εἰς τὸν τοῖχον. H.

7

.

97

ἐΰννητοι] εὖ νενησμένοι ἐπέκειντο. H.

7

.

100

κακῶς οἱ “βουνῶν” γράφοντες. Ὅμηρος γὰρ βωμοὺς τὰς βάσεις φησί. P.

7

.

102

δαινυμένους] εὐωχουμένους. V.

7

.

103

πεντήκοντα δ’ ἔσαν δμωαὶ κατὰ δῶμα γυναῖκες, αἱ μὲν ἀλε‐ τρεύουσι μύλης ἐπὶ μήλοπα καρπὸν, αἱ δ’ ἱστοὺς ὑφόωσι] τὸ σχῆμα τῆς διαλύσεως ὁμοιότροπον, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων πτώσεων· τούτους ἠγάπησα, τὸν μὲν ὅτι εὐφυής ἐστι, τὸν δὲ ὅτι φιλόπονος.
5τούτων κήδομαι, τοῦ μὲν ὅτι εὐφυής ἐστι, τοῦ δὲ ὅτι ἀγαθός. καὶ ἐπὶ δοτικῆς, τούτοις ἐδωρησάμην, τῷ μὲν, τῷ δέ. οὕτως οὖν καὶ ἐπὶ τῆς ὀρθῆς, “Νεστορίδαι δ’ ὁ μὲν ὁ δέ” (Il. π, 317.), καὶ γυναῖκες αἱ μὲν αἱ δέ. εἰ δέ τῳ προσκόπτοιτο, στιζέτω ἐπὶ τοῦ γυναῖκες, ἵνα
λείπῃ τὸ ἦσαν, τὸ δὲ ἑξῆς ἀπὸ ἄλλης ἀρχῆς. P.Q.330 in vol. 1

7

.

104

ἀλετρεύουσαι] ἀλήθουσαι ἐπὶ τῆς μύλης, ἤτοι τοῦ μηροῦ. μύλη γὰρ λέγεται καὶ ὁ μηρὸς καὶ πᾶν τὸ συστρεφόμενον. B. κλώ‐ θουσαι, ἐπὶ τοῦ μηροῦ στρέφουσαι καρπὸν μήλων, ἤτοι ἔρια. B. ἀλοῦσιν, ἐν τοῖς μύλοις ἀλήθουσι. P. ἀντὶ τοῦ ἠλέτρευον. ἀνα‐
5στρεπτέον δὲ τὴν ἐπί. H.P. μύλοις ἔπι] ἐν τοῖς μύλοις, ἐπὶ τοῖς μύλοις. μήλοπα καρπὸν] τοὺς πυρούς· μηλοειδὴς γάρ ἐστι τὴν χροιάν. οἱ δὲ ὅτι τὸ ἔριον ἐπὶ τοῦ μηροῦ ἔτρεφον. μύλη γὰρ τὸ ἄκρον τοῦ μηροῦ. V. μύλης ἐπὶ μήλοπα καρπόν] μύλας τινὲς τὰ γόνατα ἀκούουσι, μή‐
10λοπα δὲ καρπὸν τὸ ἔριον. καρπὸς δέ ἐστι τῶν προβάτων, ἵνα ὁ λόγος ᾖ ἐπὶ τῶν τὰς κρόκας τριβουσῶν ἐπὶ τῆς ἐπιγουνίδος. ἀλλὰ τὸ τρί‐ βειν ἐν τοῖς γόνασιν οὐχ Ὁμηρικόν. καθόλου γὰρ οὐ ποιεῖ γυναῖκας γυμνουμένας ἕως μηρῶν. ἀλλ’ οὐδὲ μύλην ποτὲ εἴρηκεν Ὅμηρος τὸ γόνυ, ἀλλ’ ἐν ᾧ τοὺς πυροὺς ἀλοῦμεν· “ἥ ῥα μύλην στήσασα” (Od.
15υ, 111.). μήλοπα δὲ καρπὸν τὸν σῖτον τὸν μηλοειδῆ τὴν χροιὰν, ὡς καὶ τὴν Δήμητραν αὐτὴν οὕτως ὀνομάζει, “ὅτε τε ξανθὴ Δημή‐ τηρ” (Il. ε, 500.). πρεπῶδες δὲ πεντήκοντα οὐσῶν τὰς μὲν περὶ τὰς τροφὰς ἀσχολεῖσθαι, τὰς δὲ ταλασιουργεῖν, ὡς καὶ ἐν τῇ Ὀδυσσέως οἰκίᾳ παρέδωκεν. ἄλλως τε καὶ τὴν κρόκην τῇ χειρὶ ἔνηθον αἱ πα‐
20λαιαὶ γυναῖκες, ὥς που καὶ Εὔπολίς φησι “τῇ χειρὶ νῆθε μαλθακω‐ τάτην κρόκην.” H.P.Q.T. Ἄλλως ἐκ τοῦ Πορφυρίου. οὐκ ἔστι τὸ “αἱ μὲν ἀλετρεύουσι μύ‐ λης ἐπὶ μήλοπα καρπὸν” τὸ ἐκ τῶν μήλων ἔριον, ὥς τινες οἴονται, ἀλλὰ μήλοπα καρπὸν ἔφη τὸν μήλῳ ἐμφερῆ κατὰ τὴν χροιάν. τοιοῦ‐
25τος γὰρ ὁ πυρὸς, ὡς ἐν ἄλλοις “μυληφάτου ἀλφίτου ἀκτῆς” (Od. Β,
355.). ἔστι δὲ ἡ ἀκτὴ οὐ τὸ κατεαγμένον, ὥς τινες, ἀλλὰ τὸ ἐξέ‐ χον, ἐκ μεταφορᾶς τῶν κατὰ τοὺς αἰγιαλοὺς ἐξοχῶν, ἃς ἀκτὰς λέγει, “ἀκτῇ ἐπὶ προὐχούσῃ.” τὸ ἄκρον οὖν καὶ ἐξέχον τοῦ ἀλφίτου. ὡσαύτως ἐξηγητέον καὶ τὸ “ὃς θνητός τ’ εἴη καὶ ἔδοι Δημήτερος331 in vol. 1
30ἀκτήν” (Il. ν, 322.), ἤτοι τὸν ἔξοχον πυρὸν, ὡς τὸ “οἰὸς ἄωτος.” E.H.P.Q. τὸ δὲ, “ἀκτῇ ἐπὶ προὐχούσῃ” (Od. ω, 82.) ἔφη καὶ ἄλλως, “προβλῆτι σκοπέλῳ” (Il. β, 396.). E.Q. Ἄλλως. μήλοπα, τοὺς πυρούς· μηλοειδὴς γὰρ ὁ καρπὸς τὴν χροιάν. ἢ ἤτοι “αἱ μὲν ἀλετρεύουσι μύλης ἐπὶ μήλοπα καρπόν,”
35ὅταν πεπανθῇ· οἱ δὲ ὅτι τὸ ἔριον ἐπὶ τοῦ μηροῦ ἔστρεφον· μύλη γὰρ καὶ τὸ ἄκρον τοῦ μηροῦ. καὶ Ἡσίοδος γάρ φησι τὸ “ἀλετρεύ‐ ουσι μύλης ἐπὶ μήλοπα καρπόν,” ἐπὶ τῆς ἠλακάτης τῆς στρεφομένης δίκην μύλης. μήλοπα γὰρ τὸν τῶν προβάτων καρπὸν, ἤτοι τὸν μαλ‐ λόν. μυλὼν δὲ καὶ μύλη λέγεται, οὐ μέντοι καὶ μύλος. E. κλώ‐
40θουσιν, ἀλήθουσι. μηλοειδῆ, ἐπεὶ καὶ Δήμητρα ξανθή. ἢ τὸν σῖτον τὸν πυρόν. E. πολλῆς φροντίδος ἄξιον. Πορφύριος τὸν σῖτόν φησιν, ὡς χροιὰν μήλου ἔχοντα. P.

7

.

105

ἠλάκατα] διαφορὰ ἠλακάτης καὶ ἠλακάτων παρ’ αὐτῷ ἥδε. ἡ μὲν γὰρ ἠλακάτη δηλοῖ τὸ ξύλον εἰς ὃ περιειλοῦσι τὸ ἔριον, ἠλά‐ κατα δὲ αὐτὰ τὰ ἔρια περιειλούμενα τῇ ἠλακάτῃ. τὴν μὲν οὖν ἠλα‐ κάτην διὰ τούτων δεδήλωκεν, “ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος
5ἔχουσα” (Od. δ, 135.). τετανύσθαι δὲ αὐτὴν εἶπε διὰ τὸ εἶναι ἐπι‐ μήκη καὶ λείαν. τὰ δὲ ἔρια αὐτὰ ἐπὶ τῆς ἠλακάτης, “ἠλάκατα στρωφῶς’ ἁλιπόρφυρα” (Od. ζ, 53.). H.P.Q.

7

.

106

μακεδνῆς] μακεδνή γίνεται ἀπὸ τοῦ μῆκος καὶ τοῦ δίνη. καὶ μακεδνή ἡ ἐκ τοῦ μήκους δινουμένη, ἤτοι συστρεφομένη. B. οἷά τε φύλλα μακεδνῆς αἰγείροιο] οἱ μὲν ὅτι ἡλιοτροπίου τάξιν ἐπεῖχον καθήμεναι θεατροειδῶς, οἱ δὲ ὅτι πεπύκνωται τὸ δένδρον τοῖς
5φύλλοις. φύλλα δὲ ἤτοι διὰ τὸ πλῆθος, ἢ διὰ τὸ εὐκίνητον τῶν χει‐ ρῶν ἐν τῷ στρέφειν τὴν κρόκην, ὡς καὶ τὰ φύλλα τῆς αἰγείρου ἀντε‐ στραμμένα ἀλλήλοις, καὶ εὐκίνητα ῥᾳδίως καὶ ὑπὸ τυχούσης αὔρας,
ὡς καὶ Σοφοκλῆς ἐν Αἰγεῖ “ὥσπερ γὰρ ἐν φύλλοισιν αἰγείρου μα‐ κρᾶς, κἂν ἄλλο μηδὲν, ἀλλὰ τοὐκείνης κάρα κινεῖ τις αὔρα κἀνακου‐332 in vol. 1
10φίζει πτερόν. M.P.V. τὸ εὐκίνητον αὐτῶν κατὰ τὴν ἐργασίαν δη‐ λοῖ ἐν τῷ στρέφειν τὴν κρόκην, ὡς καὶ τὰ φύλλα τῆς αἰγείρου ἀντε‐ στραμμένα ἀλλήλοις καὶ εὐκίνητα ῥᾳδίως καὶ ὑπὸ τυχούσης αὔρας, ὡς καὶ Σοφοκλῆς ἐν Αἰγεῖ. ἡ εἰκὼν οὖν πρὸς τὸ συνεχὲς τῆς ἐργα‐ σίας. οἱ δὲ, ὅτι πολλαὶ, καὶ πεπύκνωνται τὰ δένδρα τοῖς φύλλοις.
15ἔστι δὲ καὶ εὐκράδαντα τὰ τῶν αἰγείρων φύλλα, ὡς καὶ ἐν ὕψει ὄντα. B.E.Q. et partim P.

7

.

107

καιροσέων δ’ ὀθονέων] Ἀρίσταρχος, καιροσέων. καῖρος δὲ ὁ μίτος, οὗ παράγωγον τὸ καιρόεις, θηλυκὸν καιρόεσσα. ἡ γενικὴ τῶν πληθυντικῶν, τῶν καιροεσσῶν, καὶ κατὰ συγκοπὴν καιροσσῶν, κατὰ δὲ διάλυσιν “καιροσσέων δ’ ὀθονέων.” Καὶ ἄλλως. ὅτι καὶ ἐπὶ ἐρίων
5ὀθόναι λέγονται. καῖρος ἡ διαπλοκὴ τοῦ διάσματος, ἐν ᾗ οἱ στή‐ μονες καθίενται. ἔνθεν καὶ αἱ καιρωτίδες καιρωστρίδες παρὰ Καλ‐ λιμάχῳ. ἄλλο δέ ἐστι μίτος, δι’ οὗ τοὺς στήμονας ἐναλλάττουσι χάριν τοῦ τὴν κρόκην πλέκεσθαι. B.H.M.P.T. ἰστέον ὅτι οὐ μόνον τὴν λινῆν ἐσθῆτα ὀθόνην ἐκάλουν, ἀλλὰ καὶ τὰ
10διὰ τῶν ἐρίων ὑφάσματα. P.
καιροσέων δ’ ὀθονέων] καῖρος λέγεται ὁ μίτος, οὗ παράγωγον τὸ καιρόεις. ἀπὸ μέρους δὲ τοῦ μιτώματος τοὺς ὅλους εὐυφεῖς λέγει. καιροσέων γὰρ τῶν εὖ κεκαιρωμένων καὶ εὐυφῶν. E.H.Q. τῶν καλῶς μεμιτωμένων. καὶ τὰ δι’ ἐρίων ὑφάσματα ὀθόνας ἐκάλουν. E.333 in vol. 1
15καιροσέων] εὐυφῶν, εὖ κεκαιρωμένων. καίρωμα δέ ἐστι τὸ δια‐ πλεκόμενον ἐν τῷ στήμονι παρὰ τὸν μίτον ὑπὲρ τοῦ μὴ συγχεῖσθαι τοὺς στήμονας. ὅθεν ἀπὸ μέρους, τοῦ μιτώματος, τοὺς ὅλους εὐυφεῖς λέγει. E.P.Q.V. τὸ δὲ, ἀπολείβεται ὑγρὸν ἔλαιον, ἤτοι οὕτως ἦσαν πυκναὶ ὡς
20μηδὲ ἔλαιον δι’ αὐτῶν ἐλθεῖν, ἢ ἔξωθεν ὡς ἔλαιον ἔστιλβον διὰ τὴν λευκότητα, ἢ τρυφεραὶ ἦσαν ὡς δοκεῖν ἔλαιον ἀπορρεῖν· ἢ ἀποστίλ‐ βειν οὕτως τὸν μίτον, ὡς δοκεῖν ἔλαιον ἐκχεῖν. E.Q.V. et ex parte P. λείπει ὡς. P.

7

.

108

τόσσον] ἀντὶ τοῦ τοσοῦτον. P. γράφεται ὅσσον. E.P.

7

.

109

νῦν τὸ ὡς ἀντὶ τοῦ τοσοῦτον. V.

7

.

110

τεχνήεσσαι] τεχνίτιδες. Gl. M.V.

7

.

112

ὄρχατος] δενδροφόρος γῆ. B. ἡ ἐπὶ στίχον καὶ ἐν τάξει τῶν ἀμπέλων φυτεία ὄρχατος λέγεται, ἢ κῆπος. V.

7

.

113

τετράγυος] τετράπλευρος, ἢ τεσσάρων γυῶν τὸ μέγεθος. γύη γὰρ μέτρον γῆς. ὁ δὲ γύης δύο στάδια ἔχει. B.E.M. τετρά‐ γυος] ἀξιοπίστως ὡς ἐπ’ ἀληθέσι καὶ τὰ μέτρα τῆς γῆς προστίθη‐ σιν. ὁ γύης δὲ δύο στάδια ἔχει. P.T. τεσσάρων μέτρων, πλέθρα
5ὀργυιῶν. Gl. P. τετράγυος] τεσσάρων γυῶν. γύη δὲ μέτρον γῆς γεωργικόν. V. ἐρειρέδατ’] γρ. ἐλήλαται. H. ἀμφοτέρωθεν] ἐξ ἑκατέρου μέρους εἰς πλάτος καὶ μῆκος. B.E.P. νῦν πανταχόθεν. V.334 in vol. 1

7

.

115

ὄγχναι λέγονται καὶ τὰ κυδώνια καὶ τὰ ἄπια τὰ ἥμερά τε καὶ τὰ ἄγρια. ἀπὸ τοῦ ἄγχειν δὲ γίνεται καὶ τὰ ἀμφότερα. B.E.Q.
οὐ κυκλικῶς τὰ ἐπίθετα προσέρριπται, ἀλλ’ ἑκάστου δένδρου τὸ ἰδίωμα διὰ τοῦ ἐπιθέτου προστετήρηται. κάλλος μὲν γὰρ πρόσεστι335 in vol. 1
5ταῖς μηλέαις ἐπικειμένου τοῦ καρποῦ, τῶν δὲ συκῶν γλυκὺς ὁ καρ‐ πὸς, ἐλαίας δὲ ἀειθαλὴς ἡ φύσις. ἐκόσμησε δὲ τὴν ἐπαγγελίαν καὶ ἡ ὁμοιοκαταληξία τῶν λέξεων. B.E.P.T. Ἄλλως. μηλέαι. τὸ μηλέαι ὡς ἰτέαι καὶ συκέαι, ὃ κατὰ κρᾶ‐ σιν γέγονε καὶ συκαῖ, ὡς γαλαῖ. P.

7

.

117

τάων οὔποτε καρπὸς ἀπόλλυται] οὐ μόνον εἰς τὴν ἀπόλαυσιν τῶν κεκτημένων, ἀλλὰ καὶ εἰς ὄψιν τῶν ἐντυγχανόντων. B.P.Q.T. τὸ δὲ ἑξῆς, οὐδ’ ἀπολείπει ἐπετήσιος, ὅ ἐστι δι’ ὅλου τοῦ ἔτους. B.P.Q. ἐπετήσιος] ἑκάστου ἔτους. ἢ ἐφ’ ὅλῳ τῷ ἔτει τοῦ ἐνιαυτοῦ. V.

7

.

118

ἔκφρασις λειμῶνος. P.

7

.

119

ζεφυρίη] λείπει, αὖρα. P.

7

.

122

ἀλωὴ ἐρρίζωται] ἀλωὴ νῦν ἡ ἀμπελόφυτος γῆ. ἐρρίζωται δὲ, πεφύτευται. B.

7

.

123

θειλόπεδον λέγεται ὁ τόπος ἐν ᾧ τίθενται αἱ σταφυλαὶ καὶ ἡλιάζονται. H.P. θειλόπεδον] ἔνθα θεῖλος γίνεται βοτρύων καὶ ἡλιοῦνται καὶ ψύ‐ χονται, ἢ ὁ ψυκτήρ. V.
5τὸν τόπον τὸν ψυκτῆρα τῶν σταφυλῶν, ἀπὸ τοῦ εἵλω τὸ θερμαί‐ νω. E. ἀπὸ τοῦ θέσθαι καὶ τοῦ εἵλη ἡ θερμασία καὶ τοῦ πέδον. ἢ κατὰ πλεονασμὸν τοῦ θ, εἱλόπεδόν τι ὂν, τὸ πεδίον τὸ ἔχον ἕλην, ἤτοι λαμ‐ πηδόνα. E.
10εἱλόπεδον τὸ πέδον τὸ ἔχον ἕλην ἡλίου. τὸ δὲ ἀδιάλειπτον τῆς
σταφυλῆς θέλων σημᾶναι φησὶν ὡς τὸ μὲν αὐτῆς πατεῖται, ἄλλο ψύχεται, ἄλλο τρυγᾶται, ἄλλο περκάζει, ἄλλο ὀμφακίζει, ἵνα δι’ ὅλου ἔτους αὐτῶν ἀπολαύωσιν. B.Q.T. θειλόπεδον ἐκ τριῶν σύγκειται, ἀπὸ τοῦ θεῖναι καὶ τοῦ ἕλη καὶ336 in vol. 1
15πέδον. σημαίνει δὲ τὸν ψυκτῆρα τῶν σταφυλῶν. τινὲς δὲ πλεονασμὸν τοῦ θ φασὶν, ἵν’ ᾖ εἱλόπεδον, τὸ πέδον τὸ ἔχον ἕλην ἡλίου, ἤγουν θερμασίαν. P.Q.T. λευρῷ] λείῳ, ὁμαλῷ, ἢ πλατεῖ. V.

7

.

124

τέρσεται] ἀντὶ τοῦ πέφρυκται. B.V.

7

.

125

τραπέουσι] πατοῦσιν· ἢ εἰς πίθους βάλλουσι, παρὰ τὸ ἐξ ὀπώρας εἰς οἶνον τρέπειν. E.Q. πάροιθε δὲ] τὸ πλῆθος ἔμπροσθέν ἐστι τούτων ἐν ἑτέρῳ τόπῳ. διὸ πάλιν ἐπιφέρει, ἕτεραι δ’ ὑποπερκάζουσι, οὐχὶ ὅλαι. E.V. τὸ δὲ
5ὄμφαξ ἀπὸ τοῦ ὠμόφαξ, καὶ ἐξ αὐτοῦ ὄμφαξ, ὁ ὠμὸς εἰς τὸ φα‐ γεῖν. E. αἱ ὄμφακες τὸ ἄνθος καὶ τὴν κύπριν μεταβάλλουσιν εἰς σταφυλήν. ἐὰν δὲ στίξωμεν εἰς τὸ εἰσὶ, τὸ δὲ “ἄνθος ἀφιεῖσαι” τοῖς ἑξῆς συνάψωμεν, ἔσται ὁ νοῦς οὕτως· τινὲς αὐτῶν περκάζουσι, τὸ ἄνθος καὶ τὸ θερμὸν τῆς αὐξήσεως λήγουσαι καὶ πεπαινόμεναι. P.Q.
10ἄνθος ἀφιεῖσαι] ἀπὸ ἄνθους εἰς ὄμφακας μεταβάλλουσαι. E.V.

7

.

126

ὑποπερκάζουσι] τῇ παραστάσει ἀκμάζουσι. οἷον ἐκ τοῦ ὄμ‐ φακος μεταβάλλουσιν εἰς τὸ μέλαν τῆς σταφυλῆς χρῶμα πεπαι‐ νόμεναι. V. ὡριμάζουσι, μελανίζουσι. τὸ ἀδιάλειπτον δὲ τῆς στα‐ φυλῆς διὰ τούτων πάντων θέλει σημᾶναι. E.
5τὸ ἕτεραι δοκεῖ παρὰ τὴν Ὁμηρικὴν χρῆσιν ἐνταῦθα κεῖσθαι. εἰ‐ πὼν γὰρ “ἕτερον μὲν θειλόπεδον, ἑτέρας δ’ ἄρα τε τρυγόωσιν,” εἶτα ἐκ τρίτου “ἄλλας δὲ τραπέουσιν,” ἐπήνεγκεν “ἕτεραι δ’ ὑποπερκά‐ ζουσιν.” Ἀττικοὶ μὲν οὖν καὶ ἐπὶ τρίτῳ καὶ τετάρτῳ τάττουσι τὸ ἕτερος, ἀλλ’ οὐχ ὁ ποιητής. εἴωθε γὰρ τὸ ἕτερος ἐπὶ δύο τάττειν,
10ὥς που καὶ ἐν τῇ Πατροκλείᾳ φησὶ, “τῆς μὲν ἰῆς στιχὸς ἦσχε
Μενέσθιος αἰολοθώρηξ, τῆς δ’ ἑτέρης Εὔδωρος, τῆς δὲ τρίτης Πεί‐ σανδρος” (Il. π, 173. 179. 193.) ῥητέον δὲ ὅτι κἀνθάδε παραπεφύ‐ λακται τῷ ποιητῇ ἡ ἀκρίβεια. τῶν γὰρ σταφυλῶν τὰς μὲν πεπείρους ἐπίσταται, τὰς δὲ ὄμφακας. εἶτα περὶ τῶν πεπείρων φησὶν ὡς αἱ337 in vol. 1
15μὲν ψύχονται, αἱ δὲ τρυγῶνται, αἱ δὲ ἄλλαι πατοῦνται. τελέσας δὲ τὸν περὶ τούτων λόγον καὶ ἐπὶ τὰς ὄμφακας μεταβαίνει ὅτι αἱ μὲν αὐτῶν ὀμφακίζουσιν, ἕτεραι δὲ μελαίνονται ἐξ ὄμφακος. P.Q.T. πρὸς τὸ ἕτερον, ὅτι ἐπὶ δύο. ἐπὶ δὲ τοῦ τρίτου, ἄλλας. P.

7

.

127

κοσμηταὶ πρασιαὶ] ἐν τάξει διατεθειμέναι, κατασκευασταὶ λαχανιαί. ἢ αἱ τῶν φυτῶν τετράγωνοι σχέσεις, ὡς νῦν κῆπον ἢ στί‐ χον ἀμπέλων. B.E. εὖ διατεθειμέναι πρασιαὶ, λαχανοφόροι γαῖ. B.P.T. αἱ λαχανεῖαι, ἢ αἱ τῶν φυτειῶν τετράγωνοι σχέσεις ὡς τὰ
5πλινθία. V.

7

.

130

ἡ δ’ ἑτέρωθεν] ἡ δὲ ἑτέρα πρὸς τὸ οἴκημα τὸ ὑψηλὸν ὑπὸ τὴν ὁδὸν τῆς αὐλῆς ὁρμᾷ. M.

7

.

132

τοῖά ῥ’ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα] δαιμονίως κατέ‐ φυγεν ἐπὶ τὴν θείαν ἐξουσίαν ὅτι ταῦτα παρῆν Ἀλκινόῳ θεῶν δωρη‐ σαμένων. P.Q.T. τοῖ’ ἄρ’] τόσα ἔσαν, ὡς “σπάρτα λέλυνται” (Il. β, 135.) κοινῶς,
5τὸ δὲ Ἀττικὸν τοῖα. H.

7

.

134

ἑῷ θηήσατο θυμῷ] δαιμονίως οὐ τοῖς ὀφθαλμοῖς, ἀλλὰ τῇ διανοίᾳ συνελογίζετο, ἐκ τούτων τεκμαιρόμενος τὴν τῶν χρωμένων προαίρεσιν. P.Q.

7

.

137

σπένδοντας] ἐκ τοῦ πραττομένου τὴν ὥραν τῆς εἰσόδου δεδή‐ λωκεν. ἡ δὲ αὐτὴ ὥρα καὶ ἐπὶ τοῦ Πριάμου· ἁρμόδιος γὰρ ὁ καιρὸς πρὸς ἔντευξιν. ἱλαρωτέρους γὰρ ἡμᾶς ὁ οἶνος ποιεῖ. H.P.Q.T.

7

.

138

ᾧ πυμάτῳ] ἐπεὶ ὀνειροπομπὸς καὶ ὑπνοδότης. P.T. ἡ δὲ διπλῆ πρὸς τὸ ἔθος, καὶ ὅτι κοίτου ἀρσενικῶς φησι. P. ᾧ πυμάτῳ] ἐπεὶ ὀνειροπομπὸς ἢ ὕπνου παρεκτικός. διὸ καὶ “εἵλετο
δὲ ῥάβδον, τῇ τ’ ἀνδρῶν ὄμματα θέλγει” (ε, 47.). V.338 in vol. 1
5ὅτε μνησαίατο κοίτου] διὰ τὸ μνείαν ἔχειν λόγου τὸν κοιμώμενον. ἢ ὅτι ὀνειροπομπὸς ἢ ὕπνου παρεκτικὸς ὁ θεός. E.

7

.

139

διὰ δῶμα] διὰ τοῦ δώματος. P.

7

.

140

ἥν οἱ περιέχευεν] ὅτι τῷ Ὀδυσσεῖ περιέχεεν, οὐ τοῖς Φαίαξιν, ὡς Ζηνόδοτος. τὸ δὲ περιέχευε διχῶς, περιέχευε καὶ περιχεῦεν. H.P. Ἀθήνη] ἡ φρόνησις αὐτοῦ. P.

7

.

143

πάλιν χύτο] ἀντὶ τοῦ ἀφῃρέθη ἀπ’ αὐτοῦ ὁ ἀήρ. B.

7

.

144

οἱ δ’ ἄνεῳ ἐγένοντο] εἰκότως ἐθαύμαζον ὅτι προσιόντα οὐκ εἶδον. P.Q.T. ἄνεω] ἥσυχοι, ὥσπερ μὴ ὄντες. P.

7

.

146

Ἀρήτη θύγατερ] κατὰ τὰς ὑποθήκας ἱκετεύει τὴν Ἀρήτην. καὶ τὸ πρὸς Ἀλκίνουν δὲ καθῆκον ἀποπληροῖ πρῶτον αὐτὸν ὀνομάζων, σόν τε πόσιν. P.T. θύγατερ Ῥηξήνορος] τοῦ διὰ τῆς ἠνορέης ῥήσσοντος τὰς τάξεις
5τῶν πολεμίων. ἦν γὰρ αὐτῆς πατήρ. P.Q.

7

.

148

ὄλβια δοῖεν] ἐν τῷ ὄλβια δοῖεν ἡ στιγμή. λοιπὸν λέγει ποῖα ὄλβια, “ζωέμεναι καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος τὸν ὄλβον.” ἤτοι συναπτέον, ἵν’ ᾖ ὀλβίως ζῆν. B.P.Q.T. ὄλβια δοῖεν ζωέμεναι] ἐν εὐδαιμονίᾳ παράσχοιεν ζῆσαι. V. ὀλβίως. Gl. P. ἀντὶ τοῦ εὐδαι‐
5μονίαν. Gl. P.

7

.

149

ἐπιτρέψειαν] παραδοῖεν. M.V. οὕτως, ἐπιτρέψειεν, αἱ Ἀριστάρχου. H.P.

7

.

151

ὀτρύνετε] ἐπείξατε, παρορμήσατε. V.

7

.

152

ἄπο πήματα] ἀναστρεπτέον τὴν ἀπό. δηλοῖ γὰρ τὸ ἄπο‐ θεν. P.

7

.

153

ἕζετ’ ἐπ’ ἐσχάρῃ] ἀντὶ τοῦ παρ’ ἐσχάρῃ. P.T. τὸ δὲ πὰρ πυρί οὐ μόνον τὸν λόγον ἐντέχνως ὡμίλησεν, ἀλλὰ καὶ διὰ τοῦ σχή‐
ματος τῆς καθέδρας οἶκτον ἐκίνησεν. ἅμα δὲ καὶ τὴν ἄνασσαν ᾤετο προσηγορίας ἀρχὴν καὶ φιλίας ὑποθήκην αὐτῷ γενήσεσθαι. πρὸς δὲ339 in vol. 1
5τοὺς ζητοῦντας πῶς φησιν ὡς χειμῶνος ὄντος Ἀρήτην ἀλεαίνεσθαι παρὰ τῷ πυρί. εὔκρατος γὰρ ὁ ἀὴρ καὶ οἱ καρποὶ διαμένουσι καὶ γειτνιῶσιν Ἠλυσίῳ πεδίῳ μὲν ὄντι, ὅθεν καὶ τὸν Ῥαδάμανθυν διε‐ κόσμησαν, τὸ δὲ ἀεὶ καθιερωμένον τῇ Ἑστίᾳ πῦρ. T.

7

.

154

πὰρ πυρὶ] ἐπὶ τὸ διακονικὸν πῦρ. P.

7

.

155

ὀψὲ δὲ δὴ μετέειπε] καὶ πανταχοῦ τῇ σοφίᾳ προεδρίαν ὁ ποιητὴς δέδωκε τῶν ἀρετῶν, διαφερόντως δὲ ἐπὶ τῆς Ὀδυσσέως ἱκε‐ τείας, τοὺς μὲν ἄλλους Φαίακας ἐκπεπληγμένους καὶ σιωπῶντας εἰσάγων, ὁ δὲ τοῖς ἔτεσι προγενέστερος καὶ τὴν γνώμην φρονιμωτέραν
5εἶχεν. T. Ἐχένηος] γρ. Ἁλιθέρσης. P. ὁ ποιητὴς πλάττει τοῦτο τὸ ὄνομα· ἀπὸ γὰρ τοῦ ἔχειν τὴν νῆα ἐκάλεσε τοῦτον Ἐχένηον. E.

7

.

156

ὃς δὴ Φαιήκων] ἐπειδὴ μέλλει ἐπιτιμήσειν τῷ βασιλεῖ, προσυνίστησι τὸ πρόσωπον ὅτι ὑπὸ γήρως καὶ ἐμπειρίας ἐθάρρησεν ἐπιτιμῆσαι. H.T.

7

.

159

οὐ μέν τοι τόδε κάλλιον] ἀντὶ τοῦ οὐ καλόν. P.Q. γρ. καὶ, τό γε κάλλιον. H.P.

7

.

161

ἰσχανόωνται] ἐπέχονται τοῦ εἰπεῖν τι πρὸς τὸν ξένον. P.Q.T.

7

.

164

οἶνον ἐπικρῆσαι] πρὸς τῷ ὄντι ἕτερον ἐπιχέαι, ὡς τὸ “κέρασσε δὲ νέκταρ ἐρυθρόν” (ε, 93.). P.Q.T. Διὶ] ἱκέσιος γὰρ ὁ θεός. P.

7

.

166

ταμίη] ἡ ταμίη ἡ οὖσα ἀπὸ τῶν ἐόντων ἔνδον δούλων· ἢ ἡ ταμίη ἀπὸ τῶν ἐόντων βρωμάτων ἔνδον δότω τῷ ξένῳ φαγεῖν. B.

7

.

167

αὐτὰρ ἐπεὶ τόγ’ ἄκουσε] δηλονότι περιμείνας σύμψηφον τῇ ἑαυτοῦ βουλήσει τὴν παρὰ τῶν Φαιάκων κρίσιν εὑρεῖν. P.Q.T.

7

.

169

ὦρσεν ἀπ’ ἐσχαρόφιν] αἰτιῶνται δέ τινες τὸν Ἀλκίνοον ὡς φιλόξενον ὄντα ἐπὶ τοσαύτης ὥρας ἐρρίφθαι ἐπὶ κόνει τὸν Ὀδυσσέα. πρὸς οὓς λεκτέον ὅτι οὐκ ἐκ τυραννίδης εἶχε τὴν ἀρχὴν, ἀλλ’ εἰς οὓς ἐπέλασεν. ὁπότε οὖν ἐβούλευσε τὸ κοινὸν, εἰκότως αὐτὸν .... ἀνί‐
5στησιν. T.

7

.

170

υἱὸν ἀναστήσας] τῶν μὲν ἄλλων οὐδένα ἀποκλίνει, τὸν δὲ υἱὸν τὸν μάλιστα ἀγαπώμενον. τὰ γὰρ ὑπηρετικὰ τῶν ἐπιταγμάτων
μάλιστα τοῖς στεργομένοις ἐπιτάττειν εἰώθαμεν διὰ τὸ πρόδηλον εἶναι τὴν εἰς αὐτοὺς εὔνοιαν. πρὸς δὲ τὸ πιθανώτερον ὑπὲρ τοῦ μὴ340 in vol. 1
5λυπῆσαι τὸν παῖδα οὕτως εἰσῆκται. τὸ δ’ αὐτὸ καὶ ἐν Ἰλιάδι “τὰρ δὲ Διῒ καθέζετο, εἶξε δ’ Ἀθήνη” (ω, 100.) T. ἀγαπήνορα] τινὲς τὸν ἀγαπῶντα ἀνδρείαν, τινὲς δὲ τὸν ἀπὸ τῆς ἀνδρείας ἀγαπώμενον· ἢ ὑπὸ τῶν ἀνδρῶν ἠγαπημένος· ἢ φιλάνθρωπον προσηγορικῶς ἀπὸ τοῦ ἀγαπᾶν τοὺς ἄνδρας· ἢ ἀπὸ τοῦ ἀγαπᾶσθαι
10διὰ τὴν ἠνορέην, ἤτοι τὴν ἀνδρείαν. H.P.Q.V.

7

.

174

ἐτάνυσσε τράπεζαν] ὡς πτυκτῆς οὔσης τῆς τραπέζης. P. ἀθετεῖται τὸ ἔπος ὡς ἀσύμφωνον τῇ τοῦ Ὁμήρου συνηθείᾳ. οὐ γὰρ ποιεῖ τὰς τραπέζας ἀφαιρουμένας παρόντων τῶν δαιτυμόνων, ἀλλὰ μετὰ τὴν ἀπαλλαγήν. H.P.Q.T.

7

.

176

εἴδατα πολλὰ] οὐ τῆς σκευασίας, ἀλλὰ τῆς οὐσίας. T. παρεόντων] ἐν τοῖς παροῦσι. P.

7

.

183

βραχὺ διασταλτέον μετὰ τὸ πᾶσι. P. τὸ δὲ ἐπαρξάμενος, ἀπὸ τοῦ πρώτου ἀρξάμενος. P.B.Q.T. τὴν καταρχὴν τῆς πόσεως ποιησάμενος. V.

7

.

188

δαισάμενοι κατακείετε] εὐωχησάμενοι καθευδήσατε. ἐκ τοῦ κῶ, κείω. P. κοιμήθητε. Gl. P.

7

.

189

ἐπὶ πλέονας καλέσαντες] ἀντὶ τῆς πρός. P.

7

.

192

μνησόμεθ’] γρ. φρασσόμεθα. M.

7

.

195

μεσσηγύς γε] ἤγουν ἀναμεταξὺ ἡμῶν καὶ τῆς τούτων πό‐ λεως. P.

7

.

196

πρίν γε τὸν] ἀντὶ τοῦ, πρὶν αὐτόν. ὡς περὶ ἑτέρου λέγει. P.

7

.

197

ἅσσα οἱ αἶσα] γενικόν ἐστι τὸ αἶσα, εἶτα εἰδικὸν τὸ κλῶ‐ θες, ὡς “ἀλλ’ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα, ἢ καὶ ὀνειροπόλον” (Ila α, 62.). τὸ μὲν γὰρ γενικὸν, τὰ δὲ εἰδικά. B.P.Q.T. τὸ δὲ κατά πρὸς τὸ νήσαντο· τὸ δὲ Κλῶθες μεταπλασμός ἐστι
5τοῦ Κλωθοί, ἀπ’ εὐθείας τῆς Κλωθώ, ὡς Σαπφώ, Κλωθοί ὡς Σαπφοί. B.H.P.Q.T. αἱ κατακλώθουσαι. Gl. P. ὅσσα οἱ αἶσα κατακλῶθές τε βαρεῖαι] ὡς γενικόν τι Ὅμηρος λαμ‐ βάνει τὸ αἶσα ὡς εἰδικὸν δὲ τὸ “κατακλῶθές τε βαρεῖαι,” ὡς ἐν
Ἰλιάδι τὸ “ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα, ἢ καὶ ὀνειροπόλον,”341 in vol. 1
10ὡς ἰδιωτικόν. ἡ μέντοι τοῦ κατακλῶθες πρόθεσις ἀποδίδοται πρὸς τὸ νήσαντο. E. αἱ κατακλώθουσαι καὶ καταμοιροῦσαι ἑκάστῳ τὸ εἱμαρμένον βα‐ ρεῖαι. V. Ἄλλως. κατακλῶθες] ἐπικλώσεις τῶν Μοιρῶν. MS. Barnes.
15Μοῖραι ἐπεισάγουσι τῷ ἀνθρώπῳ, ἡ Λάχεσις, ἡ Κλωθὼ, ἡ Ἀταρ‐ πώ. P.

7

.

199

εἰ δέ τις ἀθανάτων γε] εἰ δὲ θεὸς ὢν ἀνθρωπόμορφος ἥκει, ξένον τι οἱ θεοὶ βουλεύονται. οὐδέποτε γὰρ οἱ θεοὶ ἀλλοιόμορφοι ἡμῖν ἐφαίνοντο, ἀλλ’ ἀναφανδόν. οὐ μόνον δὲ, φησὶν, ἐν θυσίαις ἀναφανδὸν ἡμῖν φαίνονται, ἀλλὰ καὶ ἰδίᾳ. B.P.Q.T.
5γράφουσι, κατ’ οὐρανόν, ἵν’ ᾖ, τῶν κατὰ τὸν οὐρανόν. H.P. ἐν ταῖς Ἀριστάρχου, κατ’ οὐρανόν. M.P.

7

.

200

ἐχρῆν δύο εἶναι τὰς ὀξείας ἐν τῷ, ἄλλό τι. P.

7

.

201

φαίνονται ἐναργεῖς] διὰ τὸ ὁμοιοῦσθαι τοῖς θεοῖς ἢ κατὰ ἀρετὴν ἢ κατὰ γένος. E. ἐναργὲς] φανερόν. V.

7

.

203

τὸ καθήμενοι τοῖς ἑξῆς βέλτιον συνάπτειν. P.

7

.

204

ξύμβληται] ἐντύχῃ. προπαροξύτονον. P.

7

.

205

ἐπεί σφισιν ἐγγύθεν εἰμέν] συγγενεῖς γάρ ἐσμεν θεῶν, ὡς οἱ Κύκλωπες τῶν Γιγάντων. ὅμοροι γὰρ οὗτοι, ἢ ἄμφω ἄδικοι. B.T.

7

.

206

ὥσπερ Κύκλωπες] ἢ κατὰ γένος, ἢ κατὰ ἀδικίαν, οὕτω καὶ ἡμεῖς κατὰ δικαιοσύνην. B.E.Q. ἀγχιστεύομεν γὰρ αὐτοῖς κατὰ γένος, ὥσπερ οἱ Κύκλωπες καὶ οἱ Γίγαντες ἀλλήλοις ἀγχιστεύουσιν. B.E.Q. T. ἢ ὥσπερ Κύκλωπες καὶ Γίγαντες ἐγγὺς κατὰ γένος, ἢ κατὰ τόπον,
5ἢ κατὰ ἀδικίαν, οὕτω καὶ ἡμεῖς πλησίον θεοῖς κατὰ δικαιοσύνην. B. E.P.Q.V. γιγάντων] ὅμοροι γὰρ οὗτοι. ἢ ὅτι ἄμφω ἄδικοι ὑπάρχουσιν ὅμοιοι, οὕτω καὶ ἡμεῖς θεοῖς πλησίον κατὰ δικαιολογίαν. Q.

7

.

208

ἄλλο τι μελέτω φρεσίν] οὐκ ἀργῶς ἡ προανάκρουσις. ἐπι‐
τείνει δὲ τοὺς παρόντας ποθῆσαι μαθεῖν τὰ περὶ αὐτόν. P.Q.342 in vol. 1

7

.

210

στικτέον εἰς τὸ “βροτοῖσι.” τὸ “οὕστινας” ἀφ’ ἑτέρας ἀρ‐ χῆς. ὑποστικτέον δὲ εἰς τὸ “ἀνθρώπων.” P.

7

.

211

ὀχέοντας ὀϊζύν] ἀνέχοντας καὶ βαστάζοντας. ἀπὸ τῶν ὑπο‐ ζυγίων ἡ μεταφορά. φέροντας τὴν ἐν τῷ βίῳ κακότητα. T. ἐπι‐ φέροντας ταλαιπωρίαν. E. ὑποφέροντας. ἢ ἔχοντας καὶ βαστά‐ ζοντας. V. ἐπιφέροντας ἢ ἔχοντας. P.

7

.

213

καὶ μᾶλλον ἐγὼ] γρ. καὶ πλείον’ ἐγώ. P.

7

.

214

ὅσσα γε δὴ ξύμπαντα] τοῦτο ἀφ’ ἑτέρας ἀρχῆς ἐν θαυμασμῷ ἀνεφώνησε. B.T.

7

.

215

δορπῆσαι] ἔν τισι γράφεται δειπνῆσαι. οὔπω δὲ ὥρα τοῦ ἀρίστου. P.

7

.

216

οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον] οὐδὲν τῆς γαστρὸς ἐπάνω βέβηκεν εἰς ἀναίδειαν. B.E.P.Q.T. κύντερον γὰρ τὸ ἀναιδέ‐ στερον, ἀπὸ τοῦ κυνὸς ὄντος ἀναιδοῦς. B. οὐ γάρ τι μισητότερον ἔπλετο καὶ ἐγένετο τῇ γαστρὶ ἄλλο, ὡς ἡ ταύτης τῶν βρωμάτων
5ἀκάθεκτος ἔφεσις. P.Q. κατατρέχουσί τινες τούτων ἱκανῶς ὡς ἀγενέστατα περὶ τῆς γαστρὸς διαλεγομένου καὶ δεῖπνον ἀπαιτοῦντος, καὶ ταῦτα παρὰ ἀνθρώποις οὓς οὐδέπω εἶδεν· οὐδὲ ἡρωϊκὸν τὸ παράγ‐ γελμα γαστρὶ εἴκειν. πρὸς οὓς ῥητέον ὅτι ἀποτρίβεται τὴν ὑπόνοιαν τοῦ δοκεῖν εἶναι ... εἰς ταπεινοὺς λόγους καταβαίνειν λόγους. διὸ
10καὶ ... μένειν τὰ περὶ τῆς γαστρός. T. στυγερῇ ἐπὶ γαστέρι] ἀντίπτωσις. P.

7

.

217

ἐκέλευσεν] διὰ τούτου ἐνδείκνυται ὅτι ἀνάγκη, ὡς ἐπὶ ἀπα‐ ραιτήτου δεσπότου. T.
ἕο μνήσασθαι] αὐτῆς φροντίσαι. P. Ζηνόδοτος ἕο γράφει ἀντὶ τοῦ ἑαυτῆς. H.P.343 in vol. 1
5δασυντέον τὴν ἕο· πρωτότυπος γάρ ἐστι γενικῆς πτώσεως. P.

7

.

221

ληθάνει] λανθάνει ἡ γαστήρ. τὸ ληθάνει ὡς τὸ “μελάνει δὲ πόντος ὑπ’ αὐτῆς” (Il. η, 64.). P. ἐνιπλήσασθαι] αὕτη μέντοι ποιητικωτέρα. ἡ δὲ Ἀριστάρχου ἐμ‐ πλησθῆναι. H.P.

7

.

222

ὀτρύνεσθαι] ὅτι ἀπαρέμφατον ἀντὶ προστακτικοῦ, ὅπερ ἀγνο‐ ῶν Ζηνόδοτος γράφει ὀτρύνεσθε. H.P. ὀτρύνεσθε] ἐπείγεσθε. M.V.

7

.

223

ὥς κ’ ἐμὲ] ἄμεινον ὀρθοτονεῖν τὴν ἐμέ. H.P.

7

.

224

βέλτιον τοῖς ἄνω συνάπτειν τὸ “πολλὰ παθόντα,” ἀφ’ ἑτέρας δὲ ἀρχῆς προφέρεσθαι τὸ “ἰδόντα με.” B.P. καὶ λίποι αἰών] καταλείψειέ με ἡ ζωή. P.

7

.

225

κτῆσιν ἐμὴν] ὅτι φιλοχρήματος ἐκ τῶν τοιούτων Ὀδυσσεὺς φαίνεται, κτῆσιν ἐμὴν δμῶάς τε. Q. ἄμεινον ἂν ἔσχε, πατρίδ’ ἐμὴν ἄλοχόν τε. κομιδῆ γὰρ σμικρολόγος φαίνεται προτάσσων τῶν φιλ‐ τάτων τὴν κτῆσιν, ὡς παρὰ Μενάνδρῳ Σμικρίνης ἐν Ἐπιτρέπουσιν.
5ὁ δὲ Πῖός φησιν ὅτι διὰ τοῦ “κτῆσιν ἐμὴν δμῶάς τε” συνίστησιν ἑαυτὸν ἐνδεικνύμενος τὴν οἴκοι εὐδαιμονίαν. οὐ μέντοι καὶ περὶ τῆς γυναικὸς νῦν λέγει· τὸ γὰρ ἔχειν γυναῖκα καὶ τοῖς ἀπερριμμένοις ἀκο‐ λουθεῖ. P.Q. ἐκ τούτου ἐνδείκνυται ὅτι καὶ αὐτός ἐστι τῶν ἐχόντων κτήματα, οὐχ οἷος δὲ ὁρᾶται, ὥσπερ καὶ Ναυσικάᾳ ἔλεγεν “πολὺς
10δέ μοι ἔσπετο λαός” (Od. ζ, 164.). ἔνδειξιν οὖν ἐποίει ὅτι οὐ πα‐ ρημελημένος ἦν, ἀλλ’ ἔστιν αὐτῷ καὶ πατρὶς καὶ οἶκος καὶ κτή‐ ματα. T. διχῶς, δμωάς καὶ δμῶας. H.P.

7

.

226

οἱ μὲν ἔστιξαν ἐπὶ τὸ ἐπῄνεον, οἱ δὲ συνῆψαν, ἠδ’ ἐκέλευον
πεμπέμεναι. P.344 in vol. 1

7

.

232

ἀπεκόσμεον] ἄκοσμον ἐποίουν τὴν τράπεζαν αἴροντες τὰ ἐν αὐτῇ. P.Q. τὰ ὅπλα νῦν τραπέζας λέγει. P. ἀφαιροῦνται τὰ σκεύη τὰ ἔχοντα ἔσωθεν τὴν δαῖτα. E. ἔντεα δαιτός] τὰ σκεύη τὰ ἔχοντά τι ἔσωθεν τῶν εἰς εὐωχίαν, οἷον
5κρατῆρες, πίνακες, κύπελλα. B.P.T. τὰ ὅπλα τῆς εὐωχίας, οἷον τραπέζας καὶ τὰ τοιαῦτα. V.

7

.

234

ἔγνω γὰρ] εἵματα γὰρ ἰδοῦσα φάρος τε χιτῶνά τε ἔγνω. P.T.

7

.

235

τά ῥα] ἀντὶ τοῦ δή. P. ἃ δή. V. τεῦξε] Ἰακῶς τὸ τεῦξε. P.

7

.

238

ὅτι πρὸς τὸ τελευταῖον ἀποκρίνεται μόνον, τίς τοι τάδε εἵματ’ ἔδωκεν. P. δοκεῖ τισὶ μικροπρεπὲς καὶ ταπεινὸν τὸ τὴν Ἀρήτην παρὰ τοῦ ξένου πρῶτον περὶ τῆς ἐσθῆτος πυνθάνεσθαι. ῥητέον δὲ ὅτι πολ‐ λῶν ἕνεκα ἐντεῦθεν ἤρξατο. πρῶτον μὲν ἐπιγνῶναι τὴν γυναῖκα τὰ
5ἱμάτια εἰκὸς ἦν πρώτην· καὶ γὰρ ὑφαίνειν καὶ θεραπεύειν καὶ διαχει‐ ρίζειν τὰ τοιαῦτα τῆς γυναικείας φύσεως ἔργον. T.

7

.

239

οὐ δὴ φῆς] τὸ φῇς ὅτε σὺν τῷ ι γράφεται, ἐνεστῶτός ἐστι καὶ ὀξύνεται, ὅτε δὲ ἄνευ τοῦ ι, παρατατικός ἐστιν Ἰακῶς ἐκ τοῦ ἔφης γεγονὼς καὶ περισπᾶται. P.Q. ἔνιοι γράφουσιν, οὐ δὴ φῇς, ἀντὶ τοῦ, οὐδὲ ἔφης. H.P. εἶπας. V.

7

.

241

ἀργαλέον βασίλεια] τὸ μὲν ἐρώτημα βραχὺ, πόθεν ἔλαβε τὴν ἐσθῆτα· ὁ δὲ οὐκ εὐθὺς δηλοῖ ὅτι παρὰ τῆς Ναυσικάας· οὕτω γὰρ τήν τε Ἀρήτην συνταράξειν ἔμελλε, τήν τε κόρην εἰς αἰσχρὰς ὑποψίας ἐμβαλεῖν, ἑαυτόν τε εἰς κίνδυνον τὸν ἔσχατον καταστήσειν·
5ἀλλὰ κεφαλαιωδῶς ἀποδύρεται τὰς ἑαυτοῦ συμφορὰς, καὶ τὴν παρὰ Καλυψοῖ διαγωγὴν, καὶ τὸν ἔρωτα τῆς θεοῦ, δι’ ὧν συστήσειν ἑαυ‐ τὸν ἔμελλεν. ὡς ὁ καταφρονήσας τῶν θεῶν οὐκ ἂν εἰς τὰ ἀνθρώπινα παρανομεῖν ὑπέμεινε. καὶ τὸ πέρας οὕτω διέθηκεν αὐτοὺς ὥστε καὶ ἐπιτιμῆσαι τὸν Ἀλκίνουν, ὅτι μὴ καὶ ἤγαγεν αὐτὸν φανερῶς ἅμα
10ταῖς θεραπαίναις ἡ θυγάτηρ. E.Q. διηνεκέως] δι’ ὅλον ἀπ’ ἀρχῆς καὶ ἕως τέλους. E. ὁλοκλήρως. P. νῦν ταχέως· ἢ τὸ σύμπαν. V.

7

.

243

τοῦτο δέ τοι ἐρέω] πρὸς τὸ αὐτό. P. τὸ μεταλλᾷς ἀντὶ τοῦ πολυπραγμονεῖς καὶ ἀνερευνᾷς, ὥσπερ οἱ τὴν γῆν μεταλλεύοντες καὶ τὰ ταύτης ὑπεξάγοντες ψήγματα. P.Q. διὰ τοῦτο εἰς ἐπιθυμίαν αὐτοὺς ἄγει καὶ τῶν προσυμβεβηκότων345 in vol. 1
5αὐτῷ. P.T.

7

.

244

Ὠγυγίη τις νῆσος] ἐπαινεῖται Ὀδυσσεὺς ὅτι πυθομένης τῆς Ἀρήτης πῶς καὶ πόθεν ἔχοι τὰ ἱμάτια, πρὶν περὶ τοῦ ὅπως ἀποκρί‐ νεσθαι δεξιῶς τὴν μὲν παῖδα πονηρίας ἀπαλλάξειεν, ἑαυτὸν δὲ συστή‐ σειε τοῖς Φαίαξιν, ἀφ’ ὧν δόξει σεμνότερος εἶναι καὶ τιμιώτερος. εἰ
5μὲν γὰρ μόνον τὸν ἀποκρίσεως τύπον διῆλθεν, ἴσως ἂν τήν τε κόρην αἰ‐ σχρᾶς αἰτίας ἔνοχον κατέστησε καὶ τὸν ἑαυτοῦ τρόπον διέβαλεν· ἐπειδὴ δὲ ἄνωθεν ἀρξάμενος τόν τε πλοῦν καὶ τῶν χειμῶνα καὶ τὰς ἀτυχίας τὰς ἐν θαλάσσῃ διηγεῖται καὶ τὴν κατὰ τὸν ποταμὸν ἔκβασιν καὶ τὸ τελευταῖον ἱκετείαν, ᾗ χρησάμενος ἁπάντων τῶν προσηκόντων φησὶ
10παρ’ αὐτῆς τυχεῖν, εὔλογον μὲν τὴν πρόφασιν τοῦ λαβεῖν τὰ ἱμάτια κατεσκεύασε, καλῶς τε τῆς παρθένου τὴν ὑποψίαν ἀπέλαβεν, εὖ δὲ τῆς μητρὸς αὐτῆς τὴν ἀπορίαν ἔπαυσεν, ἀκέραιον δὲ διαβολῆς τὴν ἑαυτοῦ φύσιν κατέστησε. T.

7

.

245

δολόεσσα Καλυψώ] καὶ μὴν οὐκ ἦν φαρμακὶς, ἀλλ’ ὅτι αὐτὸν ἦγεν ἐξαπατῶσα καὶ ἀφῄρει τὸν νόστον. T.

7

.

248

ἐφέστιον] ἐπὶ τὴν οἰκίαν αὐτῆς ἐπιξενωθησόμενον. V. ἐγκά‐ τοικον. P.

7

.

249

οἶον, ἐπεί μοι νῆα θοὴν] τὸ μὲν ναυαγῆσαι, ἀνθρωπίνης τύ‐ χης, τὸ δὲ περισωθῆναι ἀπὸ τῆς τῶν θεῶν εὐεργεσίας καὶ εὐνοίας ση‐ μεῖον. τῷ ἀποτελέσματι οὖν θαρρῶν τὸ ἐκ τῆς τύχης συμβεβηκὸς εἰς τοὺς θεοὺς ἀναφέρει, εἰς ἔλεον ἐπισπώμενος τοὺς Φαίακας. P.Q.T.
5ἀργῆτι κεραυνῷ] ταχέως διακονουμένῳ διὰ λεπτότητα. ἔστι δὲ κατ’ ἀντίφρασιν. E.

7

.

250

ἐλάσας] γρ. καὶ ἔλσας. H. ἀντὶ τοῦ συστρέψας. H.T. ἔλσας] γρ. ἐλάσας. διεσκέδασε. P. ἀντὶ τοῦ συστρέψας. P. ἐλάσας] συνελάσας. ἐκέασε] διέσχισε. V. ἐκέασσε, διχῶς. P.

7

.

251

ἀπέφθιθεν] ὡς κόσμηθεν. ἀθετοῦνται δὲ στίχοι ηʹ. ὕστερον
γὰρ ταῦτα λέγεται. εἰ δὲ προείρητο, οὐκ ἂν ἐπαλιλλόγει. H.P.346 in vol. 1

7

.

252

τρόπιν] τὸ κατώτατον μέρος τῆς νηὸς, περὶ ὃ σχίζεται τὸ κῦμα. ἢ τὸ μέσον τῆς νεὼς ξύλον. P.Q.V. τρόπις λέγεται Λα‐ τινικῶς δελφίν. H. δελφῖνον ἐναγκαλισάμενος, περιλαβών. Gl. P.
5ἀμφιελίσσης] τῆς ἀμφοτέρωθεν συστρεφομένης ὑπὸ τῶν κω‐ πῶν. P.

7

.

253

δεκάτῃ δέ με νυκτὶ] γρ. δεκάτῃ δ’ ἐν νυκτί. H.

7

.

255

τὸ “ἥ με λαβοῦσα” βέλτιον ἀφ’ ἑτέρας ἀρχῆς ἀναγινώ‐ σκειν, αὕτη μ’ ἑλοῦσα. P.

7

.

256

ἐνδυκέως] ἐπιμελῶς, ἀπὸ τοῦ κῆδος ἡ φροντίς. καὶ ὤφειλεν εἶναι ἐνκηδέως ἀλλ’ ἐν μεταθέσει τῶν γραμμάτων καὶ τροπῇ τοῦ η εἰς υ γίνεται ἐνδυκέως. B.

7

.

257

θήσειν ἀθάνατον] καὶ διὰ τί μὴ βεβούληται· ἔοικε διὰ τὸ, οὔποτ’ ἔπειθε. δῆλον οὖν οὐ τὸ μὴ θέλειν γενέσθαι ἀθάνατος, ἀλλὰ τὸ μὴ πιστεῦσαι αὐτῇ τοιαῦτα λεγούσῃ. ἡ μὲν γὰρ ἔφασκε ποιή‐ σειν, ὁ δὲ οὐκ ἐπίστευεν. ἀλλ’ οὐχὶ πιστεύων παρῃτεῖτο. ᾔδει γὰρ
5ὡς σοφὸς ὅτι ἀθανασίαν οὐχ αἱ τοιαῦται δαίμονες χαρίσαιντ’ ἂν, ἀλλὰ τοῦ Διὸς ἂν εἴη καὶ τῶν ἔργων ἃ πέφυκεν ἀπαθανατίζειν. Ἀν‐ τισθένης δέ φησιν ὅτι τοὺς ἐρῶντας ᾔδη ψευδομένους τὰς ὑποσχέσεις. τοῦτο γὰρ ποιεῖν οὐκ ἠδύνατο δίχα Διός. P.Q.T. τὰ γὰρ οὕτως ἐνδείκνυται ὅτι πάντων τοῦ πραγμάτων προτέθεικε τὸν νόστον, ἵνα
10μᾶλλον ὑπακούσῃ Ἀλκίνοος. T.

7

.

258

οὔτι τε] γρ. οὔποτε. P.

7

.

263

Ζηνὸς ὑπ’ ἀγγελίης] ὑπονοῶν Ὀδυσσεὺς φαίνεται τὴν ὑπο‐ στολὴν τοῦ Ἑρμοῦ· ὡς ἐξαίφνης γὰρ καὶ οὐ προσδοκήσαντος ἐγένετο ἡ ἐκπομπὴ εἰς αὐτόν. T. ἀγνοῶν τὴν ἐπιδημίαν τοῦ Ἑρμοῦ τοῦτο φησί. B. ἀγγελίης, νῦν κελεύσεως. P.V.
5ἢ καὶ νόος] διστακτικῶς λέγει. διὸ ὑφ’ ἓν ἀναγνωστέον τὸν στί‐ χον. οὐδὲ γὰρ ᾔδει εἰ ὁ Ζεὺς ἔπεμψε τὸν Ἑρμῆν. P.Q.T.

7

.

264

βραχὺ διασταλτέον μετὰ τὸ, ἔδωκε, τὴν λύσιν τῶν ἑξῆς. P.

7

.

269

γαίης Φαιήκων] γρ. γαίης ὑμετέρης. P.347 in vol. 1

7

.

270

τὸ δυσμόρῳ ἀνεφώνησεν. ὄντως γὰρ ἔτι ἔμελλε δυστυχή‐ σειν. P.T.

7

.

279

ἀτερπέϊ χώρῳ] ἀντὶ τοῦ ἀτρεπέϊ. T. ὅθεν οὐκ ἦν τραπῆναι καὶ ἐκφυγεῖν, ἢ ἐκτροπὰς μὴ ἔχοντι καὶ ὁδούς. B.Q.T. ἐκτροπὰς— ὁδοὺς, ὡς τερπικέραυνος. P. χαλεπῷ. Gl. P.

7

.

283

θυμηγερέων] ἐμαυτὸν ἐπεγείρων καὶ τὴν ψυχὴν συλλέγων καὶ ἐμαυτὸν ἀνακτώμενος. B.P.T. λειποψυχῶν, ἢ συλλαμβάνων καὶ συνά‐ γων καὶ ἀνακτώμενος τὴν ψυχήν. E.Q.V. ἀμβροσίη νύξ] ἐν ᾗ οὐ περιπατοῦσι βροτοί. P.Q.

7

.

284

διιπετέος ποταμοῖο] τοῦ ἀπὸ Διὸς ἤτοι ἀέρος ἀρδευομέ‐ νου. E. τοῦ ὑπὸ τῶν τοῦ Διὸς ὄμβρων πλήρους. P.

7

.

285

βραχὺ διασταλτέον μετὰ τὸ ἐκβάς. H.P. ἐκβὰς ἐν θάμνοισι] τρία εἴδη τῶν φυτῶν, βοτάναι, θάμνοι καὶ δέν‐ δρα. αἱ μὲν ἐπὶ ἐδάφους τῆς γῆς ἀπομένουσα. βοτάναι λέγονται, αἱ δὲ μέσαι θάμνοι, τὰ δὲ εἰς ὕψος δένδρα. οἷον ἄγρωστις καὶ ἡ λοιπὴ
5πόα, βοτάνη, βάτοι δὲ καὶ τὰ ἐν τοῖς ὑγροῖς γινόμενα θάμνοι. δέν‐ δρα δὲ, οἷον συκῆ, ἐλαία καὶ τὰ ὅμοια. E.H.P.Q.

7

.

286

ἠφυσάμην] κυρίως οὐ περιεβαλόμην, ἀλλ’ ἐπήντλησα. καὶ ἐπέβαλον ἀθρόα· νῦν δὲ ἐπεχεάμην. Q.V. ἐπεσπασάμην, περιεβα‐ λόμην. P.

7

.

289

δύσετό τ’ ἠέλιος] εἰς δύσιν ἐκλίνετο. Ἀρίσταρχος γράφει δείλετο, ὅ ἐστιν εἰς δείλην ἐκλίνετο. πρὸ δυσμῶν γὰρ, φησὶ, συνέ‐ τυχε τῇ Ναυσικάᾳ ὁ Ὀδυσσεύς. H.P. δείλετό τ’ ἠέλιος] ὅ ἐστιν εἰς δείλην ἐκλίνετο· πρὸ δυσμῶν γὰρ
5συνέτυχε τῇ Ναυσικάᾳ ὁ Ὀδυσσεὺς, τοῦ ἡλίου μὴ φθάσαντος εἰς τὸν δυτικὸν ὁρίζοντα, ἀλλ’ ἐπέχοντος ἐφ’ ἱκανόν. ὅτε γὰρ ἔδυ ὁ ἥλιος,
τότε εἰς τὸ ἄλσος ἔφθασαν τῆς Ἀθηνᾶς οὗτοι, ὡς καὶ ὁ ποιητὴς “δύσετό τ’ ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο” (ζ, 321.), καὶ τὰ λοιπά. E.348 in vol. 1
10δείελον] πρὸς δείλην. V.

7

.

290

ἀμφιπόλους δ’ ἐπὶ θινὶ] τὸ γὰρ λέγειν ὅτι ἐκ τῆς βοῆς τῆς ἐπὶ τὴν σφαῖραν ἀνέστην οὐ χάριεν. τί γὰρ ἀναγκαῖον ἦν κατα‐ γορεύειν τῆς παιδὸς ὅτι ἔπαιξεν, ὡς δηλοῖ καὶ τὸ ἐπιφερόμενον; P.Q. πάντα μὲν εὔκαιρα, δεξιώτατον δὲ εἰς ἀπόλυσιν τῆς ὑπονοίας τὸ μὴ
5μόνης περιτυχεῖν, ἀλλὰ μετὰ ἀμφιπόλων. T.

7

.

292

ἤμβροτεν] ἀπέτυχεν. ἐξ οὗ καὶ ἀμφίβροτος ἡ ἀσπὶς ἡ ἀμ‐ φοτέρωθεν τὸν βροτὸν περιέπουσα. E.

7

.

293

ὡς οὐκ ἂν ἔλποιο] κοσμίως ἄγαν. ὡς γὰρ πατὴρ περὶ νέας διαλέγεται ἀποδεχόμενος τὸ σπουδαῖον τοῦ τρόπου. οὕτω, φησὶ, Ναυ‐ σικάα πρός με διετέθη καλῶς, ὡς οὐκ ἂν ἐλπίσειας νεώτερόν τινα πρᾶξαι ἐπί τινι ἄλλῳ καθ’ ἡμᾶς πάσχοντι. H.P.Q. Ἄλλως. οὕ‐
5τως Ὁμηρικὸν τὸ τῆς ἑρμηνείας. ἀντὶ γὰρ τοῦ ἔλποιτο. H. ῥεξέμεν] πρᾶξαι. V.

7

.

298

ἀπαμείβετο] ἀνταπεκρίνετο, ὅ ἐστιν ἐξ ἀμοιβῆς προσεφθέγ‐ γετο. P.

7

.

299

τέλεον καὶ μεγαλοπρεπὲς τὸ ἦθος τοῦ Ἀλκινόου τοσοῦτον ἀπέσχε τοῦ μέμψασθαι μικροψύχως τὴν θυγατέρα ἐν τῇ δόσει τῶν ἱματίων, ὡς μᾶλλον αἰτιᾶσθαι ὡς ἐξέλιπεν εὐεργετοῦσα .. τὸ μὴ μετὰ θεραπαινίδος ἀγαγεῖν κατὰ τὴν πόλιν. T.

7

.

301

ἐς ἡμέτερον] τουτέστιν εἰς τὸν ἡμέτερον οἶκον. Ἀττικὸς δὲ ὁ σχηματισμός. V. οὕτως, ἡμετέρου. Ἀττικὸν δὲ τὸ σχῆμα ὡς, ἐς διδασκάλου. H.P.

7

.

303

μὴ νείκεε κούρην] μὴ τὴν ἄψογον σὴν θυγατέρα τὴν Ναυσι‐ κάαν, ὦ Ἀρήτη, φιλονεικήσῃς ἐμοῦ ἕνεκεν. αὕτη μὲν γὰρ ἐκέλευσε συνακολουθῆσαί μοι δουλίδα, ἐγὼ δὲ αὐτὴν οὐκ ἠθέλησα. H.P.Q. καὶ ἐνταῦθα τεχνικῶς ἄγαν ὁ Ὀδυσσεὺς ἀπολογεῖται ὑπὲρ τῆς κό‐
5ρης· πλέον γὰρ προενόησε τοῦ τῆς παιδὸς εὐσχήμονος ἢ τοῦ ἰδίου ξυμφέροντος, ἐξ οὗ φιλανθρωποτέραν αὐτὴν ἔμελλεν ἀποδεῖξαι. “ἡ μὲν γάρ μ’ ἐκέλευσεν, ἀλλ’ ἐγὼ οὐ πιθόμην.” ἀλλ’ ὁ μὲν τὴν μὲν παρθένον ἀκαταιτίατον ἐφύλαξεν, ἑαυτὸν δὲ ὠφέλησε ψευσάμενος. παραδεκτέον ψεῦδος ὅτε ἑαυτόν τις σώζει μὴ βλάπτων τὸν φίλον. T.349 in vol. 1
10νείκεε] γρ. νεικέο. P.

7

.

305

δείσας, αἰσχυνόμενός τε] ψεύδεται μὲν, ἀλλ’ ἀναγκαίως ὑπὲρ τοῦ μὴ βλάψαι τινά. ἰδὼν δὲ τὴν γνώμην τοῦ βασιλέως ἐπὶ τὸ φιλανθρωπότερον ῥέπουσαν ἀμφότερα πράττει. τὴν μὲν γὰρ πρόνοιαν τῆς παρθένου ἐξιδιοποιεῖται, τὴν δὲ φιλανθρωπίαν ἐκείνης οὐκ ἀφαι‐
5ρεῖται. E.P.Q. δαιμονίως δὲ καὶ ἑαυτὸν τῷ ἁμαρτήματι συμπεριέλαβεν. P.T.

7

.

307

δύσζηλοι γὰρ] κακοῦργον γὰρ ὁ ζῆλος καὶ ἐπίψογον τίθε‐ ται. T.

7

.

309

ξεῖν’, οὔ μοι τοιοῦτον] συνῆκεν ὁ Ἀλκίνοος καὶ περὶ ἑαυτοῦ ἀπολογεῖται. T. φίλον κῆρ] γρ. νόημα. H.P.

7

.

310

ἀμείνω δ’ αἴσιμα πάντα] τὰ αἴσιμα πάντα ἀμείνονα εἰσί. δεῖ γὰρ μήτε ἀνάλγητον εἶναι, ὥστε μηδὲ ἐφ’ ἑνὶ κινεῖσθαι, μήτε ματαίως κεχολῶσθαι. ἐφ’ ἑκάστου γὰρ ἄμεινον τὸ σύμμετρον καὶ καθῆκον. E.P.Q. γνωμικὸν, τὰ καθήκοντα καλά εἰσιν. E.P.Q. τὰ
5καθήκοντα πάντα καλά ἐστιν. V.

7

.

311

αἰ γὰρ Ζεῦ πάτερ] τοὺς ἓξ Ἀρίσταρχος διστάζει Ὁμήρου εἶναι. εἰ δὲ καὶ Ὁμηρικοὶ, εἰκότως αὐτοὺς περιαιρεθῆναί φησι. πῶς γὰρ ἀγνοῶν τὸν ἄνδρα μνηστεύεται αὐτῷ τὴν θυγατέρα καὶ οὐ προ‐ τρεπόμενος, ἀλλὰ λιπαρῶν; P.
5αἲ γὰρ, Ζεῦ τε πάτερ] ἄτοπος, φασὶν, ἡ εὐχή· μὴ γὰρ ἐπιστά‐ μενος ὅστις ἐστὶ μηδὲ πειραθεὶς εὔχεται σύμβιον αὐτὸν λαβεῖν καὶ γαμβρὸν ποιήσασθαι. ἦν μὲν παλαιὸν ἔθος τὸ προκρίνειν τοὺς ἀρί‐ στους τῶν ξένων καὶ δι’ ἀρετὴν ἐκδιδόναι τὰς θυγατέρας, ὡς καὶ ἐπὶ
Βελλεροφόντου, Τυδέως, Πολυνείκους. οὐ γὰρ εἰς τὸν πλοῦτον ἀφεώ‐350 in vol. 1
10ρων οἱ πολλοὶ, ἀλλ’ εἰς τὴν ἀρετὴν τὴν ἀπὸ τῆς ὄψεως· “βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας” (Od. ω, 253.) ὁρᾷ δὲ δὴ καὶ ἐκ τῆς ὄψεως τὸν Ὀδυσ‐ σέα καὶ ἐκ τῶν λόγων τεκμαίρεται τὸ ἀξίωμα τοῦ ἀνδρός. ἴσως δὲ καὶ πεῖραν αὐτοῦ λαμβάνων τοῦτο εἴρηκεν, ὡς εἰ μὲν θέλοι παραμέ‐ νειν παρ’ αὐτοῖς καὶ πολιτεύεσθαι, ἐλέγχοιτο ἂν ἀλαζονευσάμενος
15περὶ τῆς Καλυψοῦς καὶ δι’ ὧν ἐπιθυμεῖν ἔφησε τῆς πατρίδος καὶ τῶν οἰκείων· οὐ γὰρ εἰκὸς εἶναι τὴν μὲν ἀθανασίαν ὑπεριδεῖν, θνητῆς δὲ γυναικὸς ὑπομεῖναι γάμον. εἰ δὲ μηδὲν προσέχοι τῷ γάμῳ, τεκμή‐ ριον εἶναι τῆς ἐπιεικείας αὐτοῦ καὶ τῆς πίστεως ὧν ἔφη περὶ τῆς Καλυψοῦς, ὥστε προθυμότερον περιγενέσθαι τὴν παρασκευὴν πρὸς
20τὸν νόστον, ὡς ἀνδρὸς τιμῆς καὶ πολλῆς χάριτος ἀξίου. T.

7

.

312

τοῖος ἐὼν] ἀντὶ τοῦ μένων οἶος εἶ τὴν γνώμην, καὶ μηδὲν τῆς προαιρέσεως τῆς νῦν παρούσης παρατρέπων. P.Q.T.

7

.

313

παῖδά τ’ ἐμὴν ἐχέμεν] ταῦτα λέγει πειρώμενον τοῦ Ὀδυσ‐ σέως, εἰ ταῖς ἀληθείαις παραιτεῖται θεοῦ γάμον. εἰ γὰρ προπετῶς ὑπόσχηται γαμήσειν, πάντως ἐλεγχθήσεται κἀκεῖνο ψευδόμενος. V. ταῦτά φησι πειρώμενος εἰ ταῖς ἀληθείαις ἀπείπατο τὸν τῆς Κα‐
5λυψοῦς γάμον. ἢ τοῦτο μὲν κακόηθες καὶ οὐ βασιλικὸν, οὐδὲ κατὰ τὸ Ἀλκινόου ἦθος. ἁπλοϊκὸς γὰρ μάλιστα εἰσάγεται, ὅπερ συμ‐ βαίνει περὶ τοὺς ἐκ γενετῆς εὐτυχοῦντας. ἐκεῖνο δὲ ῥητέον ὅτι πα‐ λαιὸν ἔθος τὸ προκρίνειν τοὺς ἀρίστους τῶν ξένων, καὶ δι’ ἀρετὴν αὐ‐ τοῖς ἐκδιδόναι τὰς θυγατέρας, ὡς καὶ ἐπὶ τοῦ Βελλεροφόντου, Τυ‐
10δέως, Πολυνείκους. οὐ γὰρ εἰς τὸν πλοῦτον ἀφεώρων οἱ παλαιοὶ, ἀλλ’ εἰς τὴν ἀρετὴν τὴν ἀπὸ τῆς ὄψεως. “βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας” (Od. ω, 253.)· “γενεῇ δὲ Διὸς μεγάλοιο ἐΐκτην” (Od. δ, 27.)· “οἵ τε ἀνάκτων παῖδες ἔασιν” (Od. ν, 223.)· “ἐπεὶ οὔ κε κακοὶ τοι‐ ούσδε τέκοιεν” (Od. δ, 64.). P.Q. ἐχέμεν—καλέεσθαι] ἀντὶ εὐκτι‐
15κοῦ τοῦ ἔχοιο καὶ καλοῖο. P.T. καλέεσθαι] γρ. καλεῖσθαι. P.

7

.

315

αἴ κ’ ἐθέλων] γρ. εἰ. P.351 in vol. 1

7

.

316

μὴ τοῦτο] τὸ ἑκόντα σὲ ἐρύξαι. P.

7

.

317

πομπὴν δ’ ἐς τόδ’ ἐγὼ] ἕως τόδε ἐγὼ τεκμαίρομαι καὶ νοῶ τὴν σὴν προπομπὴν, ἕως ἂν σὺ εὖ εἰδὼς θελήσῃς ἀπελθεῖν οἴκαδε. P.Q. τεκμαίρομαι] σημειῶ, ὑπονοῶ. P. τελειῶ. V.
5Ἀριστοφάνης περισπᾷ τὸ εἰδῇς. P.

7

.

318

ἐς τῆμος δὲ] μέχρι τοῦτο. P. ἕν ἐστι τὸ τημόσδε. τὸ δὲ ἐς τόδε καὶ ἐς τημόσδε ταυτὸν δηλοῦσιν, ἀντὶ τοῦ κατ’ αὐτὴν τὴν ὥραν, ὡς εἴ τις λέγοι, ἄνω ἀνάβηθι ἐπὶ τὴν κλίνην. βέλτιον δὲ τοῖς ἄνω συνάπτειν. τὸ τῆμος δὲ οἷον εἰς τοῦτον τὸν χρόνον. P.T.
5σὺ μὲν δεδμημένος ὕπνῳ] τίνος ἕνεκεν ὑπνώττοντα Ὀδυσσέα ἄγουσι Φαίακες; φαμὲν οὖν ὡς εἰδότες τὸ ἁβροδίαιτον ἑαυτῶν καὶ τὸ περὶ τοὺς πολέμους ἀσθενές· φησὶ γοῦν “οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη” (ζ, 270.)· οὐδένα θέλουσιν ἀκριβῶς μαθεῖν ποίοις οἰκοῦσι τόποις, ἐπανάστασιν πολεμίων δεδοικότες. τούτου χά‐
10ριν καὶ μισόξενοι, καὶ τοὺς ἀφικομένους ἀποστέλλουσι τάχιστα καὶ κοιμωμένους, ἵνα μὴ τὴν ὁδὸν μάθωσι. διὸ καὶ κοιμώμενον ἀποτί‐ θενται τὸν Ὀδυσσέα, διὰ τὸ μὴ ἰδεῖν εἰς ποῖον λιμένα ἀναπλέουσιν. E.Q.T. ὕπνῳ λέξεαι] οἱ ναῦται ὑπνώττοντός σου ἐκδέξονται καιρόν.
15B.

7

.

319

ἐλόωσι γαλήνην] ὡς ἐν γαλήνῃ πλέοντες ἢ γαλήνην ἔχοντες. δῆλον γὰρ ὅτι τοιοῦτον παρέξουσι πλοῦν, ὡς δοκεῖ ἐν γαλήνῃ πλεῖν. παραιτητέον γὰρ τοὺς γαλήνην τὴν θάλασσαν ἀκούοντας. T. ἐλαύ‐ νωσιν ἡσύχως. Q. εὐφήμως τὴν θάλασσαν λέγει, ἢ τὴν γαληνιῶ‐
5σαν οὕτω φησί. B.E. ἐλάσουσι γαληναίως, συνεχῶς. P. τινὲς δὲ, ἐλάωσι. εὐφήμως τὴν θάλασσάν φησι. P.352 in vol. 1

7

.

321

ἑκαστέρω] πορρωτέρω, ἀπὸ τοῦ ἑκὰς, ὃ σημαίνει τὸ πόρρω. B.E. ἐκτετόπισται τὰ τῆς πλάνης. τῆς γὰρ Σχερίας πόρρω φησὶ τὴν Εὔβοιαν. ἴδιον τοῦτο τῶν ἀπείρων τῆς Ἑλλάδος. P.

7

.

323

ὅτε τε ξανθὸν Ῥαδάμανθυν] δῆλον κἀκ τούτου ῥηΐστην βιοτὴν εἶναι ἐνταῦθα. οὔτε γὰρ ὑετὸς οὔτε χειμὼν οὔτε νιφετὸς, ἀλλὰ τὴν Ζεφυρίαν αὔραν ἐπιπνεῖν φασιν .... αὐτὸν ὄντα τὸν Ῥαδάμαν‐ θυν δίκαιον καὶ νομοθέτην. πῶς οὖν ἐν τῇ Νεκυίᾳ τὰ περὶ Τιτυὸν ἐν
5τῇ Φωκίδι φησὶ γενέσθαι; καὶ “Λητὼ γὰρ ἥλκησε Πυθώδ’ ἐρχομέ‐ νην” (Od. λ, 580.). ἴσως ἐν Εὐβοίᾳ μὲν ᾤκει, ἐν Φωκίδι δὲ ἐτελεύ‐ τησεν. T.

7

.

324

Τιτυὸν γαιήϊον υἱόν] τὸν τῆς γῆς υἱόν. κτητικὸς ὁ τύ‐ πος. V. Ἐλάρᾳ τῇ Ὀρχομενοῦ, τινὲς δὲ Μινύου, συνελθὼν ὁ Ζεὺς διὰ τὴν τῆς Ἥρας ζηλοτυπίαν ἔκρυψεν αὐτὴν κατὰ γῆς. ἡ δὲ ἀνῆκε παῖδα
5Τιτυὸν, ὃς ἀθέμιστος ἦν. ἠράσθη γὰρ τῆς Λητοῦς, καὶ ἐτοξεύθη ὑπὸ Ἀπόλλωνος. ἧκε δὲ ὁ Ῥαδάμανθος ἐπὶ θέαν τοῦ Τιτυοῦ, ὡς δὴ σω‐ φρονίσων αὐτὸν ὡς ἀδελφὸν αὐτοῦ. φαίνονται γοῦν οἱ Φαίακες πλη‐
σίον τῶν μακάρων νήσων κατοικοῦντες. ὅτι δὲ κατῴκει τὸ Ἠλύσιον πεδίον ὁ Ῥαδάμανθυς ἤδη εἶπεν ὁ Πρωτεὺς ἐν τῷ πρὸς Μενέλαον353 in vol. 1
10λόγῳ (δ, 563.) “ἀλλά ς’ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς.” E.H.P.Q.V. ὁ Τιτυὸς ἦν υἱὸς τῆς γῆς, ὃς ἠράσθη τῆς Λητοῦς, καὶ ὑπὸ Ἀπόλ‐ λωνος ἐτοξεύθη. τοῦτον οὖν ὁ Ῥαδάμανθος ὁ δικαιότατος παρ’ Ἕλ‐ λησι κριτὴς ἐτιμώρησε πρότερον. P.Q.

7

.

325

καὶ μὲν οἱ] γρ. καὶ μὲν οἵ. H. οἱ προειρημένοι ἑταῖροι, ἀναφορικῶς. ἔνθα δὲ, εἰς τὴν Εὔβοιαν δηλονότι. H. ἔνθ’ ἦλθον] ἐκεῖ εἰς Εὔβοιαν ἀπῆλθον. P. τέλεσσαν] τὸν μετ’ αὐτοῦ πλοῦν. P.

7

.

326

ἀπήγαγον] γρ. ἀπήνυσαν. H.P. ἠγοῦν ἐγκατῴκισαν. P.

7

.

327

ἄριστα] κάλλιστα. V.

7

.

328

ἀναρριπτεῖν ἅλα πηδῷ] ἀναρριπτεῖν περισπωμένως. ἤγουν ἀνακινεῖν καὶ ἀνακρούειν τὸ ὕδωρ τῷ πηδαλίῳ ἢ ταῖς κώπαις. B.H.P. πηδαλίῳ ἢ κώπῃ. E. ἀναρρίπτειν] κωπηλατεῖν. ἀναρρίπτεται γὰρ τὸ ὕδωρ ὑπὸ τῶν κω‐
5πηλατούντων. πηδῷ] νῦν οὐ πηδαλίῳ, οὐ γὰρ ἔχουσι πηδάλια, ἀλλὰ κώπαις, παρὰ τὸ παίειν τὴν θάλασσαν· πῆδος γὰρ εἶδος ξύλου· ἢ τῷ πλατεῖ τῆς κώπης. V.

7

.

330

εὐξάμενος δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν] γράφεται, ἰδὼν εἰς οὐρανὸν εὐρύν. E.

7

.

331

αἴθ’ ὅσα] γρ. καὶ, αἴθ’ ὡς. P.

7

.

333

δαιμονίως ἐν ταῖς ἀποκρίσεσι τοῦ γάμου οὐδ’ ἀκοῦσαι προσε‐ ποιήσατο, ἀλλὰ μόνου τοῦ νόστου. P. συνίστησιν ἑαυτὸν ὡς περὶ ἐνδοξότατον πρόσωπον τὴν σπουδὴν καταθησομένου τοῦ Ἀλκινόου. P.

7

.

335

κέκλετο δ’ Ἀρήτη] ὁ μὲν βασιλικῶς ὑπέσχηται περὶ τῆς
ἀποστολῆς, ἡ δὲ γυναικείως παρασκευάζει τὴν κοίτην. P.Q. ἐν μεγάροισι] γρ. ἀμφιπόλοισι. P. ἀμφιπόλοισι] γρ. ἐν μεγάροισι. H.354 in vol. 1

7

.

336

βραχὺ διασταλτέον καθ’ ἕκαστον, θέμεναι, βαλέειν, τάπη‐ τας, οὔλας. H.

7

.

339

δάος] φῶς, ἀπὸ τοῦ δαίω τὸ μερίζω, διακριτικὸν γὰρ ὄψεως. E. δᾷδα φέγγουσαν, ταχύτητα. Gl. H.P.

7

.

340

ἐγκονέουσαι] σπεύδουσαι, ἐνεργοῦσαι καὶ κόνεως πληρούμε‐ ναι τῇ σπουδῇ τοῦ δρόμου. P.

7

.

342

ὄρσο κέων] ἀντὶ τοῦ ὄρσεο ἤτοι διεγέρθητι κοιμηθησόμε‐ νος. B.

7

.

345

ὑπ’ αἰθούσῃ ἐριδούπῳ] ἐν τῷ ἀποσκέπτῳ. P.Q. εὔηχος γὰρ ἡ στοὰ, τοῦ πνεύματος κινουμένου εὐθέως καὶ ἦχον εὐθέως πέμ‐ ποντος. H.Q.

7

.

347

λέχος πόρσυνε καὶ εὐνὴν] διαφέρουσι λέχος καὶ εὐνή. φασὶ λέχος μὲν εἶναι τὴν κλίνην, εὐνὴν δὲ τὰ ἐπὶ τὴν κλίνην μαλάγματα, ὡς αὐτὸς ἐν ἄλλοις “ἀλλ’ ἄγετ’ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετ’ εὐνὴν, δέμνια καὶ χλαίνας” (Od. ψ, 178.). πόρσυνε δὲ ἀντὶ τοῦ ηὐτρέ‐
5πιζεν. T. πόρσυνε] γρ. πόρσαινε ἐν ταῖς Ἀριστάρχου. P.

8

hyp

(t)

ΥΠΟΘΕΣΙΣ
1Ἐκκλησία γίνεται τῶν Φαιάκων περὶ τοῦ ξένου καὶ ναῦς καθέλκε‐ ται πρὸς ἐκπομπὴν τοῦ Ὀδυσσέως. καὶ ἑστιῶνται παρὰ τῷ Ἀλκινόῳ τῶν Φαιάκων οἱ ἄριστοι. καὶ μετὰ ταῦτα δίσκῳ ἀγωνίζονται Φαίακες καὶ Ὀδυσσεύς. καὶ ὁ Δημόδοκος ᾄδει πρῶτα μὲν τὰ περὶ τὴν μοι‐
5χείαν Ἄρεως καὶ Ἀφροδίτης, ἔπειτα δὲ τὰ περὶ τὴν εἰσαγωγὴν τοῦ δουρείου ἵππου. καὶ τοῦ Ὀδυσσέως κλαίοντος ὁ Ἀλκίνοος πυνθάνεται
διὰ τί κλαίει καὶ τίς καὶ πόθεν εἴη. H.V.355 in vol. 1
8tΑΛΛΩΣ.
9Ἡμέρα τρίτη καὶ εἰκοστὴ, καθ’ ἣν ἐκκλησία γίνεται τῶν Φαιάκων
10περὶ τοῦ ξένου· καὶ νεὼς εὐτρεπισμός· καὶ Ὀδυσσέως δισκοβολία· καὶ Δημοδόκου τοῦ κιθαρῳδοῦ τρίτη διήγησις. ὁ δὲ βασιλεὺς πυν‐ θάνεται τίς καὶ πόθεν εἴη ὁ ξένος. H.P.Q.
13tΑΛΛΩΣ.
14Ἡμέρας ἐπιγενομένης ὁ Ἀλκίνοος εἰς ἐκκλησίαν συναγαγὼν τοὺς
15Φαίακας ἐδήλωσεν αὐτοῖς περὶ τοῦ παρόντος ξένου. ἔπειτα δὲ ἀγῶνα συντελεῖ αὐτοῖς ἐπὶ τῆς ἀγορᾶς. ἐν ᾧ προτρεψαμένου τοῦ Ὀδυσσέως Λαοδάμαντος τοῦ Ἀλκινόου παιδὸς, τοῦ δὲ παραιτησαμένου διὰ τὰς ἐχούσας αὐτὸν συμφορὰς, Εὐρύαλος θρασύτερος ἐπιπλήσσει αὐτόν. καὶ μετ’ αὐτοῦ εὔκλειαν πολυτελῆ καταγγείλας ὁ Ἀλκίνοος ἐκέλευσε
20Δημόδοκον τὸν κιθαρῳδὸν παρεῖναι· ὑφ’ οὗ ᾄδεται ἄλλα πολλὰ καὶ ὡς Ἀφροδίτη καὶ Ἄρης ἐφωράθησαν ὑπὸ Ἡφαίστου δεσμούς τινας κατ’ αὐτῶν τεχνησαμένου· ἔπειτα καὶ Ἰλίου ἅλωσιν καὶ περὶ τὸν δούριον ἵππον. ὧν καὶ ἀκροασάμενος Ὀδυσσεὺς ἐδάκρυσεν. ἔνθα πυνθάνεται αὐτοῦ ὁ Ἀλκίνοος τὴν αἰτίαν τῶν δακρύων καὶ προτρέπεται
25τὰ περὶ αὐτὸν διηγήσασθαι. καὶ τέλος ἐνταῦθα ἔσχεν ἡ ῥαψῳδία. E.H.

8

.

1

Ἠὼς ἡ ἡμέρα σημαίνει πολλά. ὁτὲ μὲν τὸ κατάστημα τῆς ἡμέρας, ὡς ἔχει ἐνταῦθα· ὁτὲ δὲ ἡ σωματικὴ θεὸς, ὡς ἔχει ἐπὶ τοῦ “Ἠὼς δ’ ἐκ λεχέων” (Il. λ, 1.)· ὁτὲ δὲ τὸ ἀπὸ ἀνατολῆς ἕως με‐ σημβρίας τοῦ ἡλίου διάστημα, ὡς ἐν τῷ “ὄφρα μὲν ἠὼς ἦν καὶ
5ἀέξετο ἱερὸν ἦμαρ” (Il. θ, 66.)· ὁτὲ δὲ τὸ νυκτὸς καὶ ἡμέρας διά‐ στημα, ὡς ἐν τῷ “ἠὼς δέ μοι ἐστὶν ἥδε δυωδεκάτη ὅτ’ ἐς Ἴλιον εἰλήλουθα” (Il. φ, 80.). H.Q.

8

.

2

ὤρνυτ’ ἄρ’] νοητέον κατὰ τὸ σιωπώμενον καὶ τοὺς Ἀλκινόου υἱοὺς ἐγηγέρθαι. Q.

8

.

4

τοῖσιν δ’ ἡγεμόνευ’] τὸ τοῖσιν ἀντὶ γενικῆς. Ἄλλως. πληθυν‐
τικῷ ἐχρήσατο ἀντὶ ἑνικοῦ τῷδε. H.356 in vol. 1

8

.

5

ἥ σφιν παρὰ νηυσὶ τέτυκτο] ὡς ἂν περὶ τὰ ναυτικὰ ἐσπουδα‐ κότας, εἰκότως καὶ τὸν τόπον τῆς ἐκκλησίας πλησίον τῶν νεωρίων κατεστήσατο. T.

8

.

6

κάθιζον ἐπὶ ξεστοῖσι λίθοισι] φαίνεται παρὰ τοῖς παλαιοῖς ἔθος ὂν ὥστε πρὸ τῶν θυρῶν λίθους τινὰς εἶναι κατεσκευασμένους καθεδρῶν τάξιν ἐπέχοντας, ἐφ’ ὧν ἀξιοῦντες ἐκαθέζοντο οἱ ἡγούμενοι. καὶ ἐπὶ τῶν Νέστορος οἰκιῶν τοῦτό φησιν ὅτι “ἦσαν προπάροιθε
5θυράων λευκοὶ ἀποστίλβοντες, οἷς ἔπι μὲν πρὶν Νηλεὺς ἵζεσκεν, ἀλλ’ ὁ μὲν ἤδη κηρὶ δαμεὶς, Νέστωρ δ’ αὖ τότ’ ἔφιζε Γερήνιος” (γ, 407.). E.Q.

8

.

7

μετῴχετο] τὸ μετῴχετο κεῖται διηνεκῶς ὅταν εἴς τινα πορεύη‐ ταί τις. B.

8

.

11

δεῦτ’ ἄγε] ἰδίως ἐξενήνοχε. τὸ γὰρ δεῦτε πληθυντικῶς φήσας τὸ ἄγε ἑνικῶς εἶπε. καὶ τὸ ἰδίως, “δεῦτ’ ἄγετ’ Ἀργείων Ἑλένην” (Il. η, 350.). E. ἀμφότερα κελευσματικά εἰσιν ἐπιρρήματα. H. ἀμφότερα παρακελευστικῶς παρ’ Ὁμήρῳ κεῖται. V.

8

.

12

ὄφρα ξείνοιο πύθησθε] εἰκότως διὰ πάντων αὐτοὺς ἐπεγείρει, φήσασα αὐτὸν ξένον πλανήτην διαπρεπῆ τὴν ὄψιν, ἵνα οἱ μὲν φιλό‐ ξενοι πρὸς τὸν ξένον, οἱ δὲ φιλόκαλοι πρὸς τὸ κάλλος, οἱ δὲ φιλίστο‐ ρες πρὸς τὴν ἀκρόασιν τοῦ πολυπλανοῦς κινηθῶσιν. E.Q.T.
5ξείνοιο] ἐλλείπει ἡ περί, ἵνα ᾖ περὶ τοῦ ξένου. οὐ γὰρ αὐτὸς δια‐ λέγεται ἐπὶ τῆς ἐκκλησίας, ἀλλὰ κρεῖττον ἡγήσατο σιωπᾶν. T.

8

.

16

ἔπληντο] ἐπληρώθησαν. V. ἀγοραί τε καὶ ἕδραι] ἀντὶ ἑνικοῦ τοῦ ἀγορά· προεῖπε γοῦν εἰς ἀγορὴν ἰέναι. καὶ “ἐνθάδε τέ σφ’ ἀγορὴ, καλὸν Ποσιδήϊον ἀμφίς” (Od. ζ, 266.). H.

8

.

17

θηήσαντο ἰδόντες] σαφῶς νῦν τὸ ἐθηήσαντο ἀντὶ τοῦ ἐθαύ‐ μασαν· ἐπιφέρει γοῦν, ἰδόντες. Q. κινοῦνται γὰρ ὄχλοι πρὸς τὰς ὄψεις. H.

8

.

19

θεσπεσίην] τὰ γὰρ πλεῖστα οἱ πολλοὶ πρὸς τὰς ὄψεις καὶ τὰ ἀξιώματα ἔχονται, ἐν τῇ ἰδέᾳ δυστυχοῦντας δ’ ἀναξίως πάσχον‐
τας. T.357 in vol. 1

8

.

21

ὥς κεν Φαιήκεσσι] αὐτὸς μὲν οὖν ἐλεηθῆναι εὔχεται, ἡ δὲ Ἀθηνᾶ καὶ τὰ σπουδαιότερα παρασκευάζει αὐτῷ, ἵνα μὴ μόνον ἐλέου ἀξιωθῇ καὶ ἀποσταλθῇ, ἀλλὰ διὰ τὴν τιμὴν ὡς ἂν σπουδαῖος καὶ δῶρα τύχῃ. T.

8

.

22

ἐκτελέσειεν ἀέθλους] πληθυντικῶς εἶπε τὸν τοῦ δίσκου ἆθλον. Κράτης δὲ τοὺς κατὰ Ἰθάκην ἤκουσε πόνους. Q.V.

8

.

23

πολλοὺς] ἀθετεῖ Ζηνόδοτος. οὐ γὰρ πολλοὺς ἐτέλεσεν ἐν Φαιακίᾳ, ἀλλ’ ἐδίσκευσε μόνον. H.Q.

8

.

24

αὐτὰρ ἐπεί ῥ’ ἤγερθεν] ἡ φήμη ἐκ φρονήσεως καὶ οἰκονομίας τοῦ Ὀδυσσέως. ἔστι δὲ καὶ τοῦ Ὁμήρου, ἵνα γνωρισθῇ καὶ τῷ κοινῷ λαῷ ὁ Ὀδυσσεὺς, μήπως καθ’ ὁδὸν κομιζόμενος παρ’ αὐτῶν ἐμπαιχθῇ τι. διὸ καὶ εἰς τὰς δοκιμὰς αὐτὸν ἐξάγει, ὅπως πλείονος
5τιμηθῇ παρὰ τῶν Φαιάκων. E.

8

.

29

πρὸς ἠοίων] ἡ πρός ἀντὶ τῆς ἀπό, ἵν’ ᾖ ἀπὸ τῶν πρὸς δυσμὰς ἢ τῶν πρὸς ἀνατολάς. B. οὐ προσέθηκεν ἄρκτον καὶ μεσημβρίαν, ὅτι ἁπλούστερον οἱ ἀρχαῖοι διῄρουν τὸν κόσμον, εἴς τε ἀνατολὴν καὶ δύσιν. T.
5ἠὲ πρὸς ἠοίων ἢ ἑσπερίων] ἢ τῶν πρὸς δυσμὰς ἢ τῶν πρὸς ἀνατο‐ λάς. οὕτως δὲ οἱ παλαιοὶ ἐμέριζον εἰς δύσιν καὶ ἀνατολὴν τὰ κοσμικά. “οὐ γάρ τ’ ἴδμεν ὅπη ζόφος οὐδ’ ὅπη ἠώς” (Od. κ, 190.)· “εἴτ’ ἐπὶ δεξιᾷ ἴωσι πρὸς ἠὼ, εἴτ’ ἐπ’ ἀριστερᾷ τοίγε ποτὶ ζόφον” (Il. μ, 239.). Q.

8

.

30

ὀτρύνει] ἐσπουδασμένως αἰτεῖ. H. ἔμπεδον εἶναι] τὴν πρὸς πάντας ἐχομένην πομπὴν ταύτην καὶ ἐπὶ τούτου τηρεῖν βεβαίαν. V.

8

.

31

ὡς τὸ πάρος περ ἐποτρυνώμεθα] ἤγουν ἐσπουδασμένως ποιή‐ σωμεν. δεξιὸν δὲ τὸ ἀνανεοῦσθαι τὴν τῶν Φαιάκων φιλοξενίαν, ἵνα μηδὲ τοιοῦτον πέμπειν ὀκνῶσι. τοῦτο γὰρ ἐν τῷ “πάρος περ” ἐδήλωσεν. H.Q. ὡς ἐξ ἀρχῆς ἡμῖν ἔθος. Gl. H. χρησίμως ταῦ‐
5τα· προτρέπει γὰρ τοὺς πολίτας ἐκπεμφθῆναι πρὸς τὴν ἔκπεμψιν
τοῦ ξένου. T.358 in vol. 1

8

.

32

οὐδὲ γὰρ οὐδέ] πλεονάζει ἡ μία οὐ δέ κατὰ Ἀττικούς. “οὐδὲ γὰρ οὐδὲ Δρύαντος” (Il. ζ, 130.). “οὐδὲ γὰρ οὐδέ κεν αὐτός” (Il. ε, 22.). Q. οὐδὲ γὰρ] οὐδὲ ἄλλον τινά φησι τῶν παρ’ αὐτὸν ἡκόντων ξένων
5πολὺν ἀναμεῖναι χρόνον, λυπούμενον ἐν τῇ μελλήσει καὶ βραδυτῆτι τῶν πεμπόντων, ὥστε τὸ ἐπὶ τῶν ἄλλων ἔθος εὔλογον εἶναι βεβαιοῦν νῦν καὶ φυλάξαι. T.

8

.

34

ἐρύσσομεν] ὁμιλητικῶς καὶ ἑαυτὸν παραλαμβάνει, ἵνα ἐκ τούτων χαρίζεσθαι δοκῇ τῆς ἀσφαλείας τοῦ πλοῦ χαριζόμενος. T.

8

.

35

πρωτοπλόον] τὴν πρῶτον πλεύσασαν, ἐπὶ θηλυκοῦ. ἐπὶ δὲ ἀρσενικοῦ προπαροξύνεται. καὶ πρωτοτόκος ὁμοίως ἐπὶ θηλυκοῦ βα‐ ρύνεται, ἐπὶ δὲ ἀρσενικοῦ προπαροξύνεται, ὁ πρωτότοκος υἱός. B. τινὲς, τὴν πρώτην πλέουσαν, ὅ ἐστι ναυαρχίδα. Q.

8

.

36

κρινάσθων κατὰ δῆμον] ἐπιλεχθήτωσαν κατὰ γειτονίαν. P.

8

.

38

θοὴν ἀλεγύνετε δαῖτα] ἀντὶ τοῦ θοῶς, ὡς “λῦσεν ἀγορὴν αἰψηρήν” (Od. β, 257.). τὸ δὲ ἀλεγύνετε ἀντὶ τοῦ εὐτρεπίζετε, οὕτως διὰ τοῦ ε ἐν παρατατικῷ. H.Q. ἐκ τοῦ περὶ αὐτῶν εἰς τὸν πρὸς αὐτοὺς λόγον μετῆλθεν. H.

8

.

39

ἡμέτερον δῶ] εἰς τὸν ἡμέτερον οἶκον. V.

8

.

41

σκηπτοῦχοι βασιλῆες] τὴν μὲν δαπάνην ἐκ τοῦ ἰδίου ποιεῖ‐ ται, τὴν δὲ ἐκ τῆς ὑποδοχῆς φιλανθρωπίαν κοινὴν πάντων καθί‐ στησι. Q.

8

.

43

καλέσασθε δὲ θεῖον ἀοιδόν] ἵνα ἡδέως ἡ συνουσία γένηται. τὸ δὲ ὅλον δαιμονίως ᾠκονόμησεν ὁ ποιητὴς, ἵνα ᾄδοντος αὐτοῦ κλαίων Ὀδυσσεὺς ὑπόνοιαν τῷ Ἀλκινόῳ παράσχῃ καὶ ἀφορμὴν πυθέσθαι τίς ἐστιν· ἅμα δὲ καὶ ἡμεῖς τὰ περὶ τὴν πόρθησιν τῆς Ἰλίου μάθωμεν
5ᾄδοντος αὐτοῦ. Q.

8

.

44

Δημόδοκον] οἰκεῖον τὸ ὄνομα διὰ τὴν παρὰ τῷ δήμῳ ὑποδο‐ χήν. Q.

8

.

45

ὅππη θυμὸς] ὅσα βούλεται αὐτὸς, ἢ ὅσα ἡ ἐπιθυμία τῶν
ἀκουόντων. E.V.359 in vol. 1

8

.

47

μετῴχετο] ἡ μετά ἀντὶ τῆς ἐπί. ᾤχετο ἐπὶ τὸν θεῖον ἀοι‐ δόν. Q.

8

.

48

κρινθέντε] τὸ κρινθέντε πρὸς τοὺς δύο. H.

8

.

49

ἐπὶ θῖν’ ἁλὸς ἀτρυγέτοιο] γρ. ἱερὸν μένος Ἀλκινόοιο. M.

8

.

52

ἐν δ’ ἱστόν] διὰ τί ἱστὸν εἰρεσίᾳ χρώμενοι; κόσμου χάριν· ἢ ἴσως καὶ ἀνέμου. E.

8

.

53

ἠρτύναντο] ἡτοίμασαν τὰς κώπας ἐν τοῖς τροπωτῆρσι. τροπὸς γὰρ ὁ ἱμὰς ὁ συνδέων τὴν κώπην τῷ σκαλμῷ. B.H.Q.

8

.

54

κατὰ δ’ ἱστία λευκὰ τάνυσσαν] ἥπλωσαν αὐτὰ κατὰ τοῦ πλοίου, ἵν’ ἕτοιμα ὦσιν εἰς τὸ ἑλκυσθῆναι. B.Q.

8

.

55

νοτίῳ] ἐν τῷ νηνέμῳ λιμένι, ἔνθα ἰσχυρὸς οὐκ ἔπνεεν ἄνεμος. H. ὑγρῷ, τῷ διύγρῳ. V. Ἀριστοφάνης, νοδίῳ. H.

8

.

56

πλῆντο] ἐπληρώθησαν. αἴθουσαι δὲ αἱ πρὸς ἥλιον τετραμμέ‐ ναι στοαί. V.

8

.

57

ἕρκεα οἱ περίβολοι, δόμοι ἀνδρῶν, οἱ ἀνδρῶνες. H.

8

.

59

τοῖσιν δ’ Ἀλκίνοος] μέμφονταί τινες ὡς ὀλίγα παρασκευά‐ σαντος Ἀλκινόου τοῖς Φαίαξι, πολλῶν ὄντων τῶν μελλόντων εὐωχεῖ‐ σθαι. καὶ Κράτης δὲ τὸ αὐτὸ πέπονθεν αὐτοῖς πάντας οἰόμενος τοὺς Φαίακας εὐωχεῖσθαι παρὰ τῷ Ἀλκινόῳ. οὐ γὰρ ἦν τὸ πλῆθος
5ἠθροισμένον, ἀλλὰ δώδεκα μὲν βασιλεῖς, αὐτὸς δὲ τρισκαιδέκατος, καὶ οἱ παῖδες αὐτοῦ, καὶ οἱ ἐρέται τῆς νηὸς πεντήκοντα δύο. H.Q.

8

.

60

ἀργιόδοντας ὕας] τοὺς χοίρους τοὺς ἔχοντας ὀδόντας λευ‐ κούς. H.

8

.

61

τοὺς δέρον] συλληπτικῶς. σύες γὰρ οὐκ ἐκδέρονται. Q.

8

.

62

ἐρίηρον] μεγαλωφελῆ, ἀγαθὸν, ἰσχυρόν. V.

8

.

63

τὸν πέρι Μοῖρ’ ἐφίλησε] οὔκουν, ὦ Ὅμηρε, θαυμασίως αὐτὸν ἡ Μοῖρα ἐφίλησεν, εἰ τῶν ὀφθαλμῶν μὲν ἐστέρησεν, ἀοιδὴν δὲ ἀντὶ τούτου ἐχαρίσατο, ὥσπερ δῆτα καὶ σὲ ὕστερον E. ἐπειδὴ οὐκ ἐν‐ δέχεται ἄνθρωπον ὄντα τὰ πάντα εὐτυχεῖν. H. ὡς οὐ δυνατὸν ἀν‐360 in vol. 1
5θρώπῳ τελείαν εὐδαιμονίαν ἔχειν· δοιοὶ γὰρ πίθοι (Il. ω, 527). ἀλλὰ ταῦτα, φασὶν, ὁ Ἀχιλλεὺς παραμυθίαν εἴρηκε τῷ Πριάμῳ· ἐνταῦθα δὲ ἐκ τοῦ ποιητοῦ προσώπου λέγεται. πῶς οὖν ἀγαπήσασα ..... T. πῶς οὖν ἐφίλησεν; ἤτοι ἐπεὶ οἱ τυφλοὶ μουσικώτεροι μὴ περὶ πολλὰ ἀσχολούμενοι. ἢ ἐπεὶ πάντως ἀνθρώπινον δυστυχεῖν, ἢ οἰκονομικῶς,
10ἵνα μὴ ἐπιγνῷ τὸν Ὀδυσσέα. τινὲς δέ φασιν εἰς ἑαυτὸν ταῦτα λέ‐ γειν τὸν ποιητήν. E.V.

8

.

66

μέσσῳ δαιτυμόνων] πιθανῶς, ἵνα πάντες ἐκ τοῦ ἴσου ἀκροῶν‐ ται. τὸ δὲ “ἐκ πασσαλόφιν” δηλοῖ κατὰ τοῦ πασσάλου. Q.

8

.

67

κὰδ δ’ ἐκ πασσαλόφι] καὶ ἐκ τοῦ πασσάλου δὲ ἐκρέμασε τὴν φόρμιγγα τὴν λίγειαν, ἤτοι τὴν ἀποτελοῦσαν ὀξὺ μέλος. Q. Ἀριστοφάνης, δῆσε φόρμιγγι. H.

8

.

68

ἐπέφραδε] ἵνα γνῷ ἔνθα κεῖται τὰς χεῖρας ἐπέθηκε. V. ἤτοι ἐσήμανεν, ἵνα ἀνέληται ταῖς χερσίν· ἢ τὰς χεῖρας ἐπέθηκεν ἐπὶ τὴν κιθάραν, ἵνα εἰδῇ ἔνθα κεῖται. E.V. ἤτοι ἐδήλωσεν ὁ Ποντόνοος τῷ μελῳδῷ τὴν κιθάραν λαβεῖν ταῖς χερσὶ καὶ κρούσασθαι. καὶ ἐπέ‐
5φραδε χερσὶν ἑλέσθαι. ταῖς χερσὶν ἐσήμανεν, ἵνα ἀνέληται, δηλονότι τὰς χεῖρας αὐτοῦ ἐπιτεθεικὼς τῇ φόρμιγγι, ἵνα γνῷ τοῦ κεῖται. Q.

8

.

73

ἀνῆκεν] γράφεται, ἐνῆκεν. E. ἀνήγειρεν ἐπὶ τὴν ᾠδὴν ἐμπνεύ‐ σασα. E.V.

8

.

74

οἴμης] τραγῳδίας, ἢ ᾠδῆς. P. διηγήσεως· ὅθεν καὶ προοίμιον. P.Q.V. ἀπὸ τῆς οἴμης ἐκείνης. ἄκρως τὴν ἑαυτοῦ ποίησιν ὕψωσεν ὁ ποιητής. H. διὰ οἴμης, ἀπὸ προοιμίου καὶ διηγήσεως ἐκεί‐ νης. E.

8

.

75

νεῖκος Ὀδυσσῆος] φασὶ τῷ Ἀγαμέμνονι χρωμένῳ περὶ τοῦ κατὰ τὸν πόλεμον τέλους ἀνελεῖν τὸν ἐν Δελφοῖς Ἀπόλλωνα τότε πορθήσειν τὸ Ἴλιον ὅταν οἱ ἄριστοι τῶν Ἑλλήνων στασιάσωσι. καὶ δὴ παρὰ πότον διαλεχθέντων Ὀδυσσέως καὶ Ἀχιλλέως, τοῦ μὲν361 in vol. 1
5Ἀχιλλέως ἀνδρείαν ἐπαινοῦντος τοῦ δὲ Ὀδυσσέως σύνεσιν, μετὰ τὴν Ἕκτορος ἀναίρεσιν, ὁ μὲν βιάζεσθαι παρῄνει· διὸ καὶ ἀνῃρέθη· ὁ δὲ δόλῳ μετελθεῖν. καὶ Ἀγαμέμνονα ὡς τελουμένου τοῦ λογίου χαρῆ‐ ναι. ἐσήμανε δὲ τὴν αὐτοῦ διαφορὰν πρὸς Ἀχιλλέα. H.Q.V. διὰ λόγων ἐφιλονείκησαν, ὁ μὲν Ὀδυσσεὺς σύνεσιν ἐπαινῶν, ὁ δὲ
10Ἀχιλλεὺς ἀνδρείαν, μετὰ τὴν Ἕκτορος ἀναίρεσιν, ὅτε ὁ μὲν βιά‐ ζεσθαι παρῄνει, ὁ δὲ δόλῳ μετελθεῖν. E.

8

.

76

ὥς ποτ’ ἐδηρίσαντο] διὰ λόγων ἐφιλονείκησαν. τὸ δὲ, θαλείῃ, τῇ θαλλούσῃ ἢ θάλλειν ποιούσῃ. Q.V.

8

.

77

ἄναξ ἀνδρῶν Ἀγαμέμνων χαῖρε νόῳ] ἀπρεπὲς εἶναι δοκεῖ τὸ χαίρειν ἐπὶ ταῖς διαφοραῖς τῶν φίλων. λύουσι δὲ ἐκ τῆς λέξεως, οἱ μὲν, ὅτι μάχονται οἱ ἄνθρωποι οὐ μόνον ἀφιλέχθρως, ἀλλὰ καὶ φιλο‐ νεικοῦντες ὑπὲρ καλοῦ καὶ ἀρετῆς. οἱ δὲ ὅτι ἐπιφέρει χρησμὸν δε‐
5δόσθαι τῷ Ἀγαμέμνονι, κατὰ τὴν τῶν ἀριστέων διαφορὰν αἱρήσειν τὴν Ἴλιον, τὴν Ἀχιλλέως μῆνιν αἰνιττόμενον. τὸν δὲ Ἀγαμέμνονα οἰηθέντα τῶν ἀριστέων τούτων εἶναι τὴν διαφορὰν ἣν ὁ χρησμὸς εἴ‐ ρηκε, χαίρειν ἀγνοοῦντα ὅτι τῶν κακῶν ἔτι συνέβαινεν ἀρχὴν εἶναι. H.Q. ἔχαιρε τῶν ἀριστέων φιλονεικούντων, τοῦ μὲν τὰ ψυχικὰ
10ἐπαινοῦντος, τοῦ δὲ τὰ σωματικά. ἔχαιρε δὲ ὁ Ἀγαμέμνων ἐπὶ τῇ τούτων φιλονεικίᾳ οὐχ ὡς χαιρέκακος, ἀλλὰ διὰ τὸ ἔχειν ἀπὸ χρησμοῦ, τότε ἐγγίζειν τὴν τῆς Τροίας ἅλωσιν ὅτε ἴδῃ τοὺς τῶν Ἀχαιῶν ἀρίστους φιλονεικοῦντας. καὶ ὁ μὲν Ἀχιλλεὺς ἔλεγε δι’ ἀνδρείαν ἁλῶναι τὸ Ἴλιον, ὁ δὲ Ὀδυσσεὺς διὰ μηχανῆς καὶ φρονή‐
15σεως. B.E. ὁ Ἀγαμέμνων ἔχαιρεν ἐν τῷ νῷ ἡσύχως βλέπων τὴν φιλονεικίαν τοῦ Ὀδυσσέως καὶ τοῦ Ἀχιλλέως διὰ τὴν τῆς Τροίας ἅλωσιν. τότε γὰρ πέπρωτο κρατηθῆναι τὴν Τροίαν ὅτε φιλονεική‐ σουσιν οἱ ἄριστοι. Q.362 in vol. 1

8

.

80

Πυθοῖ] Πυθὼ πόλις Φωκίδος. ἡ αὐτὴ καὶ Δελφοί. E.H.Q. ἀπὸ κοινοῦ τὸ “ὅθ’ ὑπέρβη λάϊνον οὐδόν.” H. Πυθὼ τόπος ἐν Δελ‐ φοῖς, ἔνθα ἦν μαντεῖον Ἀπόλλωνος. ὠνομάσθη δὲ οὕτως ἀπὸ τοῦ τὸν δράκοντα ἐκεῖσε παρ’ αὐτοῦ ἀποκτανθῆναι καὶ σαπῆναι ἐκεῖ. πύθω
5γὰρ τὸ σήπω. λέγεται δὲ καὶ Πυθὼ καὶ Πυθών. ἀπεβίβασε δὲ ὁ Ἀπόλλων τῷ Ἀγαμέμνονι μὴ κρατηθῆναι τὴν Τροίαν πρὶν οἱ ἄριστοι τῶν Ἑλλήνων μάχην ποιήσουσιν. ὅπερ καὶ γέγονεν. εἶτα συνεκρο‐ τήθη ὁ πόλεμος. E.

8

81-82

ἐν ἐνίαις τῶν ἐκδόσεων οὐκ ἐφέροντο· διὸ ἀθετοῦνται. H.

8

.

85

κὰκ κεφαλῆς] ἡ κατά ἀντὶ τῆς περί. H.

8

.

87

τὸ ἤτοι ἀντὶ τοῦ μέν. B. Δῖος] γράφεται θεῖος. E.

8

.

88

ὀμορξάμενος] ἀποσπογγισάμενος. H. ἀπὸ φᾶρος] οὐκ ἀναστρεπτέον τὴν ἀπό. H.

8

.

92

ἂψ Ὀδυσεὺς] ὁ Ἀριστοφάνης “αἶψ’ Ὀδυσεύς” γράφει. H. κατὰ κρᾶτα] ὑποκάτω τῶν ὀφρύων. H.

8

.

98

ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐΐσης] οὕτως Ἀρίσταρχος· οἱ δὲ ἄλλοι “ἤδη μὲν θυμὸν κεκορήμεθα δαιτὸς ἐΐσης.” H. ἐΐσης] ὁμοίας, τῆς ἰσομοίρου. H. δαιτὸς ἐΐσης] ἢ τῆς ποιούσης τὸν δαινύμενον ἐπίσης κεκορῆσθαι, ἢ
5τῆς ἰσομοίρου, τῆς ἐπίσης πᾶσι δεδομένης. E.

8

.

100

νῦν δ’ ἐξέλθωμεν] διὰ τί οἱ Φαίακες εὐωχηθέντες ἠγωνίζοντο γυμνικὸν ἀγῶνα, δρόμον καὶ δίαυλον καὶ οὐ τὴν ἄλλην ἄθλησιν; παν‐ τελῶς γὰρ ἀπόνων ἀνθρώπων ταῦτα. ἴσως δὲ, ἁρμόττον τοῖς ἤθεσι δέον ποιεῖν, ἐπειδὴ μίμησις ἡ ποίησις, οὕτω πεποίηκεν. ὅτι δὲ τοιοῦ‐
5τοι δῆλον. ἔφασαν γὰρ “ἀεὶ δ’ ἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί
τε” (248.). E.Q.363 in vol. 1

8

.

102

ὅσον περιγιγνόμεθ’ ἄλλων πύξ τε παλαιμοσύνῃ τε] καὶ πῶς φησιν “οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί” (246.); ἐν ὅσῳ τοίνυν ἄπειροί εἰσιν Ὀδυσσέως οἴονται νικᾶν ἅπαντας ἐν τού‐ τοις, ὅτε δὲ τῇ πείρᾳ δείξας ἑαυτὸν Ὀδυσσεὺς ἐκαυχήσατο περὶ τῶν
5ἄλλων ἄθλων μόνον παραιτησάμενος τὸν δρόμον, ἀντιμεταλαβὼν τὰ ἐγκώμια Ἀλκίνους φησὶν “ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι, ἀεὶ δ’ ἡμῖν δαίς τε φίλη, εἵματά τ’ ἐξημοιβά” (247—249.). H.Q.

8

.

105

οὕτως αἱ Ἀριστάρχου. H.

8

.

108

θαυμανέοντες] θαυμάζοντες. ὡς τὸ χειμάζω χειμαίνω, ὀνο‐ μάζω ὀνομαίνω, οὕτως θαυμάζω θαυμαίνω καὶ θαυμανέω. B.E.H. θεασόμενοι, θαυμάσαι μέλλοντες. P.

8

.

111

Ἀκρόνεως] ὄνομα κύριον. Gl. H. Ἀκρόνεως λέγεται ὁ τὸ ἄκρον τῆς νεὼς ἔχων. ὠκύαλος ὁ ὠκὺς κατὰ τὴν ἅλα. H.

8

.

114

τινὲς ψιλοῦσι τὸ ἀμφίαλος· δύναται μέντοι καὶ δασύνε‐ σθαι. H.

8

.

119

τὸ Ἅλιος προπαροξύνεται, ὡς τὸ ἄνιος, ξένιος, κρόνιος. H. Ἅλιος προπαροξύνει ἡ συνήθης ἀνάγνωσις Ἡρωδιανοῦ. M.

8

.

121

ἀπὸ νύσσης] ἀπὸ τῆς ἀφετηρίας. B.Q.

8

.

122

κονίοντες πεδίοιο] λείπει ἡ διά. ἐν τῷ πεδίῳ κόνιν ἐγείροντες. ὡς τὸ “Ἄργεος ἦεν Ἀχαιικοῦ” (Od. γ, 251.), ἀντὶ τοῦ ἐν Ἄργει. Q.

8

.

124

ὅσσον τ’ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν] τουτέστιν, ὅσον ἀφο‐ ρίζονται τῶν βοῶν ἀροτριάσει ἡμίονοι, ὡς προφερέστεραι οὖσαι ἄρο‐ τρον ἐλαύνειν, καθὰ καὶ ἐν Ἰλιάδι λέλεκται. B. ὅσον δὲ βοῶν ὑπέρ‐ τεροι ἡμίονοι. E.
5οὖρον λέγει τὸ μέσον τῶν ἡμιόνων, ἤγουν τὸν ζυγόν. ὁ γὰρ ζυγὸς μέτρον ἔχει, καὶ οὐ προβέβηκε τὸ ἓν μέρος τοῦ ἑτέρου, ἵνα μὴ πρὸς κακὸν γένηται τοῖς ζῴοις. τινὲς δὲ οὕτως λέγουσιν, ὥσπερ τοὺς βόας συγκρίνοντες τοῖς ἡμιόνοις, λέγοντες ὡς ἡμίονοι προτρέχουσιν ἐν τῷ κάμνειν, ἐὰν δύο ἡμίονοι ἀνὰ μέρος ζευχθεῖεν καὶ δύο βόες ἀνὰ μέρος,364 in vol. 1
10ἀλλ’ οὐκ εἰς ἕνα ζυγόν. ὅσον οὖν προβαίνουσιν οἱ ἡμίονοι, τοσοῦτον καὶ αὐτὸς τῶν ἄλλων Φαιάκων. E. οὖρον, ὅρμημα. σημεῖον φανε‐ ρὸν ἦν τὸ μέτρον τῶν ἡμιόνων παρὰ τοῖς ἀρχαίοις. P.Q. καὶ ἐν Ἰλιάδι (κ, 351.) “ὅσσον τ’ ἐπίουρα πέλονται ἡμιόνων, αἱ γάρ τε βοῶν προ‐ φερέστεραί εἰσι ἑλκέμεναι νειοῖο.” ὅσον φησὶν ἐν τῇ ἠροτριασμένῃ
15γῇ ἐστι διάστημα τῆς τῶν ἀροτριώντων ἡμιόνων κινήσεως παλιστρό‐ φου, τοσοῦτον ὑπερενίκα ἀεθλεύων τῷ δρόμῳ τῶν ἄλλων ὁ καλούμενος Κλυτόνηος, φέρων τὸ ὄνομα ἐκ τοῦ κλυτὸν καὶ ἔνδοξον εἶναι κατὰ τὰς νῆας. σύνθετον γὰρ τὸ ὄνομα ἐκ τοῦ κλυτὸς ὁ ἔνδοξος καὶ τοῦ ναῦς. σύνθετα δὲ τούτῳ τῷ τρόπῳ καὶ τὰ τῶν πρότερον ὁμοιότροπα ὀνόματα
20τῶν ἀπαριθμηθέντων ἀνωτέρω τοῖς ῥηθεῖσιν Ὁμηρείοις ἔπεσιν. Q.

8

.

127

ἀπεκαίνυτο] ἐνίκα, καταχρηστικῶς. E.Q.

8

.

133

τὸν ξεῖνον ἐρώμεθα, εἴ τιν’ ἀέθλων οἶδε] ἄπειρον ᾤετο τὸν Ὀδυσσέα ἄθλων, ὡς δῆλον κἀκ τῶν Εὐρυάλου. τοιαύτην γὰρ ἐχόντων τὴν ὑπόληψιν περὶ αὐτοῦ πάντων τῶν Φαιάκων καὶ Εὐρύαλος εὐθάρ‐ σησεν εἰπεῖν “οὐ γάρ ς’ οὐδὲ, ξεῖνε, δαήμονι φωτὶ ἐΐσκω· ἄθλων”
5(159.). Q. ἠθικῶς ἄρα· οἱ γὰρ ἔν τινι κατορθοῦντες καὶ πρὸς τοὺς ξένους ἐπιδεικτιῶντες κἀκείνους πειρᾶν προτρέπειν παρέχονται, οἰόμε‐ νοι προὔχειν αὐτῶν διὰ τοῦ παρὰ τοῖς ξένοις εὐδοκιμεῖν. T.

8

.

134

φυήν γε μὲν] καὶ ταῦτα ἐκ συμβαίνοντος· κατειρωνεύονται γὰρ οἱ ἔν τινι ἐπιτηδεύματι προὔχειν οἰόμενοι. μᾶλλον δὲ καὶ χρη‐ στὸν ἦθος ὑποβάλλει, ἵνα, ἐὰν ἀποτύχῃ, συγγνώμης δικαίας τύχῃ διὰ τὸ κεκακῶσθαι τὸ σῶμα. T.

8

.

137

συνέρρηκται] συντεταπείνωται, ἢ ἐνέρρηκται, ἐγκέκρουσται· συντέθραυσται, συμπέπτωκεν, ἠλάττωται. H.T.

8

.

142

οὔτε Ἀρίσταρχος οὔτε Ἀριστοφάνης οὔτε Ζηνόδοτος ἐπί‐ στανται τοῦτον τὸν στίχον. H. οὗτος ὁ στίχος ἐν ταῖς Ἀρισταρ‐
χείαις οὐ φέρεται. H.365 in vol. 1

8

.

144

στῆ] γρ. βῆ. M.

8

.

145

δεῦρ’ ἄγε] ἀμφότερα κελευστικὰ ἀντὶ τοῦ ἴθι. H.V.

8

.

147

ᾖσιν] ὑπάρχῃ. καὶ τὸ σιν ἐπέκτασις. B.E. τὸ δὲ ᾖσιν γέγονεν οὕτως, ὦ ᾖς ᾖ καὶ κατ’ ἐπέκτασιν ᾖσιν. H.Q. οὐκ ἔστι μεῖζον κλέος ἀνέρος ὅσος ἐστί. Q. οὐκ ἔστι μεῖζον κλέος ἀνδρὸς ἕως ἂν ζῇ πλὴν ἡ διὰ τῶν χειρῶν καὶ ποδῶν ἀρίστη
5πρᾶξις. T.

8

.

150

σοὶ δ’ ὁδὸς] χρησίμως, ἵνα καὶ αὐτὸς προθυμότερος γένηται· τὸ δὲ ἐπαρτέες ἀντὶ τοῦ ἑτοῖμοι, κατηρτισμένοι. T.

8

.

151

ἐπαρτέες] ἀπηρτισμένοι, εὐτρεπισμένοι, εὐτρεπεῖς, ἕτοιμοι, ἐπηρτισμένοι. B.E.

8

.

153

τί με ταῦτα κελεύετε] ὡς δὴ μείνας παρ’ αὐτοῖς ἡμέρας δύο καὶ τὰς προσηγορίας αὐτῶν ἐπίσταται. ἀπὸ ἑνικοῦ δὲ εἰς πληθυντι‐ κὸν μετέβη πάλιν τὸ ποικίλον τῆς ποιητικῆς ἐνδεικνύμενος. ὁ δὲ νοῦς, τί κελεύετε με ταῦτα; E.

8

.

154

καὶ μᾶλλον] περιττὸς ὁ καί. H.

8

.

158

νείκεσέ τ’ ἄντην] γρ. φώνησέν τε. M.

8

.

161

γρ. θαμά. H.

8

.

162

οἵτε πρηκτῆρες ἔασι] ἔμπειροι τῶν φορτίων, ἢ τοῦ μισθοῦ ἀπαιτηταί. E.

8

.

163

φόρτου τε μνήμων καὶ ἐπίσκοπος] τῶν πρὸς ὁδοιπορίαν. Gl. H. ἔμπειρος τῶν φορτίων, ὡς λέγομεν νῦν ὁ ναύκληρος. H. ὁ μεμνημένος πόσου ἐστὶν ἕκαστον ἄξιον, ὃν γραμματέα καλοῦσιν εἰκός. οὐ γὰρ αὐτὸν δεσπότην τῶν φορτίων φησὶν, ἀλλ’ ὥσπερ τινὰ
5τῶν φορτίων φροντίζοντα καὶ τῶν πλεόντων. τοῦτο δέ τινες σημειοῦν‐ ται πρὸς τὸ ἀγνοεῖν γράμματα τοὺς ἥρωας. τῇ γὰρ μνήμῃ φασὶ τὰ ἐγκείμενα κατέχειν διὰ τὸ ἀπείρως ἔχειν γραμμάτων. ὅθεν καὶ τοὺς Φοίνικας ἐμπόρους ὑπὸ τῆς χρείας αὐτῆς ἐπὶ τὴν τῶν γραμμάτων εὕρεσιν ἐλθεῖν. ἡ δὲ χρῆσις παρὰ τοῖς παλαιοῖς ἔχει, τὸν γραμ‐
10ματέα καὶ τὸν ἐπιμελητὴν μνήμονα καλεῖσθαι. Ἀριστοφάνης δὲ ἀντὶ τοῦ ἐπίσκοπος ἐπίστροφος σημειοῦται. E.Q. ἐπιμελόμενος τῶν φορτίων, ἢ μνημονεύων ἕκαστον πόσου ἦν ἄξιον. E.P.V. φόρτου τε μνήμων] προεστὼς καὶ ἐπιμέλειαν φόρτου ποιούμενος καὶ τοῦτο ἐσπουδακὼς, ὃν ἡμεῖς ἐπίπλουν καλοῦμεν. τὸ δὲ “θαμί‐366 in vol. 1
15ζων” πυκνῶς πλέων· τὸ δὲ “πρηκτῆρες” πράττοντες· τὸ δὲ “κερδέων” τῶν ἐκ τῆς πράσεως· τὸ δὲ “ἁρπαλέων,” πρὸς ἃ ἁρπακτικὸν ἄν τις ἀσμένως λάβοιτο δόλον. ἐμπορευτικῷ τινὶ καὶ καπήλῳ ἔοικας ἀνδρὶ μᾶλλον ἢ ἀγωνιστῇ. T. ἐπίσκοπος ᾖσιν] προναύκληρος ὑπάρχοι. E. ἔφορος ἢ φύλαξ. V.
20ᾖσιν] γρ. εἶσι καὶ εἰσέρχῃ. H. ὁδαίων] φορτίων ἐφοδίων, ἢ τῶν πρὸς ὁδοιπόρον ἐπιτηδείων. E.Q. ἠΐων. MS. Barnes. γρ. ἑταίρων. P.

8

.

164

κερδέων θ’ ἁρπαλέων] τῶν ἡδέων ἤτοι ἀδίκων, ἃ ἄν τις ἁρπάζῃ δι’ ἡδονήν. H. ὠφελειῶν ὧν ἄν τις ἁρπάσειε δι’ ἡδονήν. E.P.V. ἢ τῶν ἀδίκων. E.

8

.

166

ξεῖν’, οὐ καλὸν ἔειπες] ἔθος ἐστὶν Ὁμηρικὸν ἐκ τῶν λόγων χαρακτηρίζεσθαι καὶ τὸν τρόπον τοῦ ἐντυγχάνοντος. καὶ ἐν ἄλλοις περὶ τοῦ Τηλεμάχου “αἵματος εἶς ἀγαθοῖο, φίλον τέκος, οἷ’ ἀγο‐ ρεύεις” (δ, 611.)· οἰόμενος τὸν εὐγενῆ καὶ πεπαιδευμένον ἀναγκαίως
5ὁμιλεῖν, πρεπόντως δὲ πάντα λέγειν. Ὀδυσσεὺς δὲ, οὐ γὰρ διεβε‐ βαιώσατο τὸ ἀτάσθαλον αὐτὸν εἶναι, ἀλλ’ ἐοικέναι φησὶ τούτῳ διὰ τὸ ἀντειπεῖν καὶ εἰρηκέναι. Q.T.

8

.

167

οὕτως οὐ πάντεσσι θεοὶ] ἄκρως ἐντρέπει ἀξιόπιστον ποιούμε‐ νος τὸν ὀνειδισμόν. αὐτῷ τούτῳ λυπεῖ τῷ φάσκειν ἀσύμφωνον ἔχειν τῇ μορφῇ τὸν τρόπον. Q.

8

.

168

ἀγορητύν] διάλεκτον, δημηγορίαν. V.

8

.

169

ἀκιδνότερος] ἀσθενὴς, ἀπρεπής. οἱονεὶ γὰρ παρὰ τὸ μὴ κίειν δι’ ἀσθένειαν. ἢ παρὰ τὸ αἰκίζω ἀκιδνόν κατὰ ἀποβολὴν τοῦ ι, τὸ
οἱονεὶ ᾐκισμένον καὶ εὐτελές. ἢ παρὰ τὸ κινῶ ἀκιδνὸν τὸ μὴ κινούμε‐ νον. H.Q. δύσμορος, παρὰ τὸ αἰκίζω τὸ αἰσχύνω. E. παρὰ τὸ367 in vol. 1
5αἰκίζω ἀκιδνός γίνεται, ἀφ’ οὗ καὶ συγκριτικὸν ἀκιδνότερος ἐστὶν ἀσθενέστερος ἢ προπετέστερος, ἢ ἀμφότερον. V.

8

.

170

ἀλλὰ θεὸς μορφὴν] δαιμονίως ἀφαιρεῖται τὸ φρόνημα τῶν ἐπὶ εὐμορφίᾳ μεγαλοφρονούντων. τῆς γὰρ μορφῆς στέφανόν φησιν εἶναι τὸν λόγον. εἰσόμεθα δὲ καὶ τὴν ἑξῆς ἐργασίαν, ἡδόμενοι αὐτὸν ὁρῶσι διὰ τὴν ἐκ τῶν λόγων πειθώ. ὥστε ὅπερ ἐδόκει ἴδιον εἶναι τοῦ
5κάλλους, τοὺς ὁρῶντας εὐφραίνειν, τοῦτο τοῖς λόγῳ κεκοσμημένοις Ὅμηρος ἀποδίδωσιν. H.Q.T. ἄλλῳ μὲν καλῶς ἀγορεύειν καὶ ὁμιλεῖν, τῷ δὲ μορφὴν ἔχοντι μὴ καλὴν στέφει λόγοις, ἤτοι σεμνύνει. Q.

8

.

171

τερπόμενοι λεύσσουσιν] ὅτι ὁ δυνάμενος λέγειν καλῶς καὶ μεγάλως καὶ ἰσχυρῶς ἐν τῷ δήμῳ, οὗτος ἐπιφανέστερός ἐστιν. T. λεύσσουσιν] λεύσσοντες, ὅ ἐστι βλέποντες. V.

8

.

172

μετὰ δὲ πρέπει ἀγρομένοισιν] σύμφωνον τῷ προκειμένῳ, τερ‐ πόμενοι λεύσσουσιν. ὁ δὲ λέγει οὖν ἱκανὸν ἐν πᾶσιν ἐμπρέπει. Q.

8

.

173

θεὸν ὣς εἰσορόωσιν] τῇ ὑπερβολῇ δαιμονίως· οὐ γὰρ μόνον ὡς καλὸν ὁρῶσιν, ἀλλ’ ὡς θεόν. T.

8

.

174

ἄλλος δ’ αὖτ’ εἶδος] ὁ κατὰ τὴν μορφὴν εὐτελής. οὐκοῦν ὁ μὲν αἰσχρὸς τὴν ὄψιν, λόγῳ δὲ κεκοσμημένος ὡς θεὸς διαπορεύεται διὰ τῆς πόλεως, ὁ δὲ καλὸς τὴν μορφὴν κἂν ὅμοιος ᾖ θεῷ, χάριν δὲ καὶ σύνεσιν ἐν τῷ λέγειν μὴ ἔχῃ, οὐδενὸς ἄξιος φαίνεται. T.

8

.

175

ἀλλ’ οὔ οἱ χάρις] ὅ ἐστιν, οὐδέν σοι ὄφελος τοῦ τοιούτου κάλλους, ἐπεὶ εἰς ὀνειδισμὸν χωρεῖ. οἷόν ἐστι καὶ τὸ ἐν Ἰλιάδι (γ, 39.) “δύσπαρι εἶδος ἄριστε.” ἡ δὲ διάνοια οὐδ’ ἂν θεὸς βουλό‐ μενος κατασκευάσαι. B.E.Q.
5περιστρέφεται] παρακολουθεῖ, πάρεστιν. V.

8

.

176

οὐδέ κεν ἄλλως] εἰ θεὸς θελήσαι καλὸν ποιῆσαι τοιοῦτον οἷος εἶ σύ. V.

8

.

177

οὐδὲ θεὸς τεύξειε] οὐδ’ ἂν θεὸς ἐπιβαλλόμενος κατασκευάσαι καλὸν καλλίονα κατασκευάσειε. οὐκ ἐβουλήθη δὲ παντάπασιν λυπῆ‐
σαι τὸ μειράκιον, ἀλλὰ τὸ κάλλος ἐπαινῶν οὐκ ἐπαινεῖ τὸν νοῦν. T. νόον δ’ ἀποφώλιός ἐσσι] εἰ θεὸς θελήσει καλὸν ποιῆσαι, οὐκ ἂν368 in vol. 1
5ἄλλως κατασκευάσειεν, ἀλλὰ σοὶ ὅμοιον. τὸ δὲ ὅλον τοιοῦτόν φησιν· ὡραῖος μὲν εἶ λίαν καὶ ὅσον πρὸς εἶδος ἄξιος ἐπὶ μέσου ἵστασθαι καὶ ὁρᾶσθαι· ὅσον δὲ πρὸς νοῦν καὶ τὰς ἐκ νοῦ χάριτας, ἤτοι τοὺς λό‐ γους, ἀπὸ τοῦ φωτὸς καὶ τοῦ μέσου ἀφίστασο. ἀποφαόλιος καὶ ἀποφώλιος, ἀνάξιος τοῦ ἐν μέσῳ καθῆσθαι ὁμάδῳ ἀνδρῶν. ἐκ γὰρ τοῦ
10φάος καὶ τοῦ ὅλον καὶ τοῦ οἶος ὁ μόνος καὶ τῆς ἀπό προθέσεως τῆς σημαινούσης τὸ α στερητικὸν ἡ λέξις συνετέθη. καὶ ἔστι κυρίως ἀποφώλιος ὁ μὴ ἄξιος συναριθμεῖσθαι ἀνδρῶν ὁλότητι ἐν φωτὶ, ἤγουν ἐν καιρῷ ἔργων ἢ λόγων δεομένῳ. φωλεοὺς λέγουσι τὰ παιδευτήρια. ὁ γοῦν μὴ φοιτῶν εἰς τὰ παιδευτήρια λέγεται ἀποφώλιος. E.

8

.

178

ὤρινάς μοι θυμὸν] ἠρέθισας καὶ ἐτάραξας. καὶ σφοδροτέρῳ κεχρημένος τῷ λόγῳ ὑποπαραιτεῖται. T. ὅ ἐστιν, ἐτάραξάς μου τὴν ψυχήν. B.

8

.

182

νῦν δ’ ἔχομαι κακότητι] εἰκότως ὑποπαραιτεῖται προβαλ‐ λόμενος τὴν κακοπάθειαν τοῦ σώματος. οὕτως γὰρ ἂν αὐτῷ συνέβαινε κατορθώσαντι μὲν θαυμάζεσθαι, ἀποτυγχάνοντι δὲ συγγνώμης τυ‐ χείν. Q.T.

8

.

183

πείρων οὐκ ἔστιν ἀπὸ τοῦ περῶ πλεονασμῷ τοῦ ι. οἶδε γὰρ καὶ τὸ “πεῖρε κέλευθον” (Od. β, 434.). Q.

8

.

184

προδιορθώσει κέχρηται, ἵνα μὴ δοκῇ νεανιεύεσθαι ἐπιπηδῶν τοῖς ἄθλοις. H.T.

8

.

185

θυμοδακὴς] τὴν ψυχὴν δεδηκώς. T.

8

.

186

ἦ ῥα] τὸ ἦ ὅτι μὲν ταὐτὸ σημαίνει τῷ ἔφη δισυλλάβῳ καὶ τῷ φῆ διγραμμάτῳ ῥήματι παρ’ Ὁμήρῳ δῆλον. καὶ δοκεῖ γεγενῆ‐ σθαι τὸ ἦ ἀπὸ τοῦ φῆ κατ’ ἀφαίρεσιν τοῦ Φ. τίς δὲ ἡ διαφορὰ τοῦ ἦ πρὸς τὸ φῆ ζητοῦσιν. διαφέρειν δὲ φαίνεται ὅτι τὸ μὲν ἦ ἐπὶ
5προειρημένοις λόγοις λέγεται, ὡς ἐνταῦθα, καὶ ἐν τούτοις “ἦ καὶ
κυανέῃσιν ἐπ’ ὀφρύσι νεῦσε Κρονίων” (Il. α, 528.)· “ἦ καὶ ἐπ’ ἀργυ‐ ρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν” (Il. α, 219.). προειπόντος γὰρ τοῦ Διὸς καὶ τοῦ Ἀχιλλέως ταῦτα ὁ ποιητὴς λέγει, καὶ δι’ ἀμφοτέρων ὅλων τῶν ποιήσεων οὕτως αὐτῷ μόνον ὑποτάττεται. τὸ δὲ φῆ καὶ369 in vol. 1
10ἔφη καὶ προτάσσεται τῶν ῥηθησομένων λόγων καὶ τούτοις ὑποτάσ‐ σεται. καὶ μία μὲν αὕτη διαφορὰ τοῦ φῆ καὶ ἔφη πρὸς τὸ ἦ· δευ‐ τέρα δὲ αὕτη. τὸ μὲν γὰρ ἦ καθ’ ἕνα σχηματισμὸν ἐκφέρεται καὶ σημαίνει ῥῆμα, τὸ εἶπεν, ὁριστικὸν ἑνικὸν ἀορίστου χρόνου δηλωτικὸν ὑπάρχον τρίτου προσώπου, τὸ δὲ φῆ κλίσιν εἰς ἅπαντας τοὺς χρόνους
15καὶ τοὺς ἀριθμοὺς καὶ τὰ πρόσωπα καὶ τὰ γένη λαμβάνεται, καὶ τρέπεται καθάπερ τῶν ἄλλων ῥημάτων τὰ παραπλήσια. παρὰ δὲ τοῖς Ἀττικοῖς ἔστι τι μονοσύλλαβον ῥῆμα καὶ μονογράμματον, ἦ, σημαίνει δὲ δύο. τὸ μέν τι ταὐτὸ τῷ παρ’ Ὁμήρῳ· χρῶνται γὰρ αὐτῷ παραπλησίως ἀντὶ τοῦ ἔφη κατὰ τοῦ τρίτου προσώπου· τὸ δέ
20τι ταὐτὸν τῷ ὑπῆρχον, ὃ ποιεῖ ἦν, ὅπερ ἐπιπολάζει νῦν. τῶν δὲ Ἀττι‐ κῶν οἱ μὲν ἀρχαῖοι μονογράμματον αὐτὸ προεφέροντο, οἱ δὲ νεώτεροι σὺν τῷ ν καθάπερ τῶν πρεσβυτέρων τινές. χρῆται δὲ τούτῳ ὁ ποιητὴς ποτὲ μὲν εἰς δύο συλλαβὰς διαιρῶν αὐτὸ καὶ δύο γράμματα βραχέα, οἷον ἐπὶ τοῦ Νέστορος, “εἰ τότε κοῦρος ἔα, νῦν αὖτέ με γῆρας ἱκά‐
25νει” (Il. δ, 321.). καὶ “τοῖος ἔ’ ἐν πολέμῳ, ἔργον δέ μοι οὐ φίλον ἔσκεν, οὐδ’ οἰκωφελίη” (Od. ξ, 222.)· ποτὲ δὲ τὸ πρότερον ἐκτείνων γράμμα εἰς τὸ συγγενὲς τὸ η, οἷον “ἀλλ’ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης” (Od. μ, 368.). ἐν γὰρ τούτοις ταὐτόν τι λέγει τῷ ἤμην. τὸ δὲ μονοσύλλαβον οὐχ εὑρίσκομεν παρ’ αὐτῷ κατὰ τῆς
30δυνάμεως ταύτης, ἀλλὰ κατὰ τῆς ἑτέρας μόνης. τῶν δὲ Ἀττικῶν ἐστι παρὰ Κρατίνῳ ἐν Πυτίνῃ “γυνὴ δ’ ἐκείνου πρότερον ἦ, νῦν δ’ οὐ‐ κέτι.” καὶ παρὰ Σοφοκλεῖ ἐν τῇ Νιόβῃ “ἦ γὰρ φίλη ’γὼ τῶνδε τοῦ
προφερτέρου.” καὶ ἐν Οἰδίποδι Τυράννῳ “ἦ δοῦλος οὐκ ὠνητὸς, ἀλλ’ οἴκοι τραφείς.” καὶ παρὰ Πλάτωνι τῷ φιλοσόφῳ “οὐ μὴν γὰρ ἐγὼ370 in vol. 1
35ἔτι ἐν δυνάμει ἦ που ῥᾳδίως.” E. καὶ αὐτῷ φάρει] οὐκ ἀποδυσάμενος οὐδὲ ζωσάμενος ἧκεν ἐπὶ τὸ δισκεῦσαι, ἵνα μὴ πυκτεύσας ἢ παλαίσας ἐχθρὸν ποιήσῃ τὸν ἡττη‐ θέντα. σεμνὸν δὲ καὶ τὸ μὴ ἀποθέσθαι τὴν οὐλὴν μηδὲ ἀπογυμνωθῆναι, καὶ τὸ ἐνεργῆσαι δὲ ἅμα αὐτῷ εἰπεῖν ἔκπληξιν διὰ τοῦ τάχους παρί‐
40στησιν. T. καὶ σὺν αὐτῷ τῷ φάρει ἀναΐξας ἔλαβε τὸν δίσκον. διὰ τὸ τοὺς ἄλλους ἀπεκδύεσθαι ὃ ἐφόρουν ἐπάνω ἱμάτιόν φησι, καὶ αὐτῷ φάρει, δεικνύων τὸ ἀνδρεῖον αὐτοῦ. B. σὺν τῷ ἱματίῳ, ὡς εἶχεν. V. τὰ μὲν ἄλλα ἀθλήματα ἄλλοι ἐτύγχανον ἠγωνισμένοι. καλῶς δὲ ὁ ποιητὴς τὸ τοῦ δίσκου τελευταῖον ἀπέλιπεν, ἵνα ἐπὶ τούτου τὴν ἐπι‐
45στήμην δείξηται, ἐφ’ οὗ οὐδὲ ἓν πρόσωπον ὡρισμένην ἔχει τὴν ἔχθραν ὥσπερ πάλη καὶ πυγμή. εἰκὸς γὰρ ἦν ἐξ ἐκείνων τῶν ἀγωνισμάτων ἢ πλῆξαι ἢ πληγῆναι. H.Q.

8

.

187

πάχετον] κατὰ συγκοπὴν τοῦ παχύτερον καὶ μετάθεσιν τοῦ τ καὶ ρ. E.

8

.

188

ἢ οἵῳ Φαίηκες] παρὸ οἱ Φαίακες. διασαφητικὸς ὁ ἢ. B.Q.

8

.

189

περιστρέψας] ὅτι ὁ δίσκος ἐκ μέσου σχοῖνον εἶχεν. E.V.

8

.

190

βόμβησεν δὲ λίθος] ὁ δίσκος λίθος ἦν. καὶ Ἐρατοσθένης ἐν Ὀλυμπιονίκαις ἱστορεῖ, τὸν μὲν σόλον λέγων σιδηροῦν ἢ ξύλινον ἢ χαλκοῦν τετρημένον κατὰ τὸ μέσον καὶ ἔχοντα καλώδιον ἐξημμένον, οὗ ἐχόμενοι βάλλουσιν οἱ ἀγωνιζόμενοι. οὕτω καὶ ἐπὶ Πατρόκλῳ
5κέχρηται. διό φησιν “αὐτὰρ Πηλείδης θῆκεν σόλον, ὃν πρὶν μὲν
ῥίπτασκε” (Il. ψ, 826.). ὅθεν κατωμάδιον αὐτὸν λέγεσθαι “ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται” (Il. ψ, 431.). διὰ τοῦτο καὶ νῦν ἔφη “τόν ῥα περιστρέψας.” B.H.Q.T. τὸ δὲ ἑξῆς, ἤχησεν ὁ λίθος πρὸς τῇ γῇ, ὡς τοὺς Φαίακας καταπτῆξαι. δύναται δὲ καὶ ἔνευσαν371 in vol. 1
10πρὸς τὴν γῆν, ὅπερ οἱ ἐν καταπλήξει ποιοῦσιν. B.H.Q.V.

8

.

191

δολιχήρετμοι] μακραῖς κώπαις χρώμενοι. ἢ ὧν ἡ κωπηλα‐ σία νεανικὴ καὶ μέχρι ποταμοῦ διατείνουσα. E.Q.

8

.

192

σήματα] σημεῖα. τινὲς δὲ, βήματα. V. πολλοὶ γὰρ προ‐ εδίσκευσαν. σήματα δὲ τὰ πηγνύμενα τοῖς δίσκοις. T.

8

.

195

διακρίνειε] διαχωρίσειε. V.

8

.

196

ἀμφαφόων] ψηλαφῶν. H. οὔτι μεμιγμένον ἐστὶν ὁμίλῳ] οὐκ ἐν τῷ πλήθει τῶν σημείων, ἀλλὰ δι’ αὐτὸ ἢ τοῦ προὔχειν πολύ. T.

8

.

197

σὺ δὲ θάρσει τόνδε γ’ ἄεθλον] θάρσει ἐπὶ τῷ ἄθλῳ. ἡ δὲ σύνταξις Ἀττική. Q.

8

.

198

τόν γ’ ἵξεται] τόδε γ’ ἵξεται Ἀρίσταρχος. M.

8

.

200

χαίρων οὕνεχ’ ἑταῖρον] ὅστις ἦν ἡ Ἀθηνᾶ ὁμοιωθεῖσά τινι τῶν φίλων Ὀδυσσέως, ὡς πολλάκις φαίνεται ἥκουσα εἰς βοήθειαν. B.

8

.

201

κουφότερον] ἀλαζονικώτερον, θρασύτερον, κομπηρότερον, ἐπῃρ‐ μένον, παρρησιαστικώτερον, θαρρῶν τῷ φίλῳ καὶ τῇ νίκῃ. B.E.Q. εὐθυμότερον. V. ταπεινότερον ἢ πραότερον· ἀποθέμενος γὰρ τῷ ἐπὶ τῷ ὀνείδει βάρει διὰ τῆς πράξεως ἐναργέστερος ἐγένετο· ἢ ἀλαζονι‐
5κώτερος, θαρρῶν τῷ φίλῳ καὶ τῇ νίκῃ. T.

8

.

202

τοῦτον νῦν ἀφίκεσθε] τὸν τόπον καταλάβετε. ἢ ἀντὶ τοῦ, τοῦδε τοῦ δίσκου πρῶτον ἐφικέσθω τις. E. τὸν τόπον ἢ τὸν λίθον. V. τὸν ἆθλον, ἢ τὸν τόπον. T. τούτου πεῖραν ἐπιλάβετε. P.

8

.

204

[τῶν δ’ ἄλλων ὅτινα: τὸ ὅτινα ποιητικὸν ὂν κεῖται μὲν ἀντὶ τοῦ ὅντινα, γίνεται δὲ ἀπὸ τοῦ τινά πλεονασμῷ τοῦ ο, καθ’ ὁμοιότητα
τοῦ ὅτου καὶ ὅτῳ καὶ ὅτοισιν ἀντὶ τοῦ οἷστισι καὶ ὁτέοισι, καὶ ὅτι‐ νας ἀντὶ τοῦ οὕστινας, καὶ ὅτις ἀντὶ τοῦ ὅστις. οἷον “ὅτις σφέας372 in vol. 1
5εἰσαφίκηται” (Od. μ, 40.), καὶ “ἠδ’ ὅτις οὐκ ἀλέγει” (Od. π, 307.). B.]

8

.

206

οὔτι μεγαίρω] οὐδὲν φθονῶ πάντων μου πειραθῆναι Φαιήκων· νῦν δὲ παρρησίᾳ χρῆται ὁ βουλόμενος μὴ εὐτελὴς φανῆναί τις καὶ εὐκαταφρόνητος· τοῦτο γὰρ αὐτῷ μόνον ἐφόδιον πρὸς σωτηρίαν, τὸ δόξαι φρόνιμον εἶναι τοῖς σπουδαίοις ἐπιτηδεύμασιν. T.

8

.

207

πλήν γ’ αὐτοῦ Λαοδάμαντος] εἰκότως τούτου ὑπεξῆλθε, διὰ τὸ τῆς φιλοξενίας ὄνομα. T.

8

.

209

οὐτιδανὸς] οὐκ ἀσθενὴς, ἀλλὰ τοιοῦτον ὅμοιος τῷ οὐδενί. T.

8

.

211

ἕο τ’ αὐτοῦ πάντα κολούει] τὰ ἑαυτοῦ πάντα σμικρύνει. E. πάντα τὰ ἑαυτῷ συμφέροντα ἀφανίζει καὶ ἐλαττοῖ. P.Q.V. κολο‐ βοῖ καὶ ἀποκόπτει. Q. κατασείει, κωλύει, ἐμποδίζει. V.

8

.

212

οὐδ’ ἀθερίζω] ἤτοι ἀποπέμπομαι. ἀπὸ τῶν ἀνθερίκων τῶν ἀσταχύων εἴρηται. ὥσπερ γὰρ ἐκεῖνοι τοῦ γεννηθέντος σίτου ἐν τῷ ἀστάχυϊ ἐκτὸς ἐκφύονται καὶ προΐασι πορρωτέρω, οὕτω πως καὶ ὁ πόρρω τινὸς ἀφιστάμενος ἀθερίζεσθαι τοῦ τοιούτου λέγεται. E.Q.
5ἀντὶ τοῦ οὐκ ἀποσκυβαλίζω· οἱ γὰρ λικμῶντες συνεκβάλλουσι τοὺς ἀθέρας. T. ἀποδοκιμάζω, ἀποβάλλω. P.V. γρ. οὐδ’ εὐθερίζω. H.

8

.

213

ἀλλ’ ἐθέλω ἴδμεν] τὸ ἴδμεν ἐπὶ ἀπαρεμφάτου σπανίως. B.

8

.

214

πάντα γὰρ οὐ κακός εἰμι] οὐ κακός εἰμι ἐν τοῖς ἄθλοις ἐκείνοις, ὅσοι ἄεθλοί εἰσιν ἐν τοῖς ἀνθρώποις. ἢ οὕτως, πανταχοῦ γὰρ τῶν ἄθλων οὐ κακός εἰμι ὅσοι ἆθλοι ὑπάρχουσιν ἐν ἀνθρώποις. B. εἰς πάντα γὰρ ἆθλα οὐ κακός εἰμι. ποῖα δὲ ἆθλα; ὅσα εἰσὶν ἐν τοῖς
5ἀνδράσιν. σημειωτέον δὲ ὅτι τῷ ἆθλα οὐδετέρῳ ἀρσενικὸν ἐπήγαγε τὸ ὅσσοι, πάλιν τὸ ποικίλον τῆς ποιητικῆς δεικνύων. H.Q.

8

.

215

εὖ μὲν τόξον οἶδα ἐΰξοον ἀμφαφάασθαι] μεταχειρίζεσθαι. Q. προοικονομεῖ τὴν μνηστηροκτονίαν. Q.T.

8

.

219

οἶος δή με Φιλοκτήτης] ἀξιοπίστως ἑνὶ παραχωρήσας βε‐ βαίαν αὐτῷ τὴν κατὰ τῶν πολλῶν ὑπεροχὴν ἐποιήσατο. H.T.

8

.

220

δήμῳ ἐνὶ Τρώων] ἤδη τι τῶν ἑξῆς ὑποβάλλει, τίνων ἐστὶ καὶ ὁποίας στρατείας μετεσχηκώς. εἰκότως οὖν ἔμελλεν ἐπισπᾶσθαι πρὸς τὴν ἑαυτοῦ γνώμην τοὺς παρόντας. φαίνεται δὲ διὰ τούτων ὁ ποιητὴς εἰδὼς τὴν ἐκ τῆς Λήμνου ἀνακομιδὴν τοῦ Φιλοκτήτου. E.373 in vol. 1
5Q.T. τοξαζοίμεθα] εὐστόχως τοξεύοιμεν. Q.V.

8

.

222

σῖτον ἔδοντες] εἶπε τοῦτο διά τινα γένη, οἵτινες οὐκ ἤσθιον σῖτον. διὸ καὶ ἀκριδοφάγοι τινὲς καὶ ἰχθυοφάγοι ἐκαλοῦντο, ὡς καὶ τὸ Σκυθικὸν καὶ Μασσαγετικὸν κρεοφάγοι καλοῦνται. τινὲς γὰρ τῶν ἀκριδοφάγων ἰδόντες ἄρτον κόπρον εἶναι ἐνόμιζον. B.

8

.

223

ἐριζέμεν οὐκ ἐθελήσω] ἀντὶ τοῦ, οὐ δυνήσομαι, ὡς τὸ “οὐδ’ ἔθελε προρέειν” (Il. φ, 366.). Q.T.

8

.

224

οὔθ’ Ἡρακλῆϊ] ποιητικῶς ἐξέτεινε τὸ ι τοῦ Ἡρακλῆϊ, ὅτι εἰς μέρος λόγου λήγει καὶ κοινή ἐστιν. Q. συλληπτικῶς· οὐ γὰρ Ἡρακλῆς ἤρισε περὶ τοξικήν τινι, ὁ δὲ Εὔρυτος Ἀπόλλωνι ἤρισεν. διὸ καὶ ταχέως ἀπέθανε πρὸ τοῦ δέοντος
5καιροῦ. E.P. συλληπτικῶς—τινί. ἢ ἐπεὶ ἔτρωσε θεοὺς, ὥς φησιν ὁ αὐτός “τλῆ δ’ Ἥρη, ὅτε μιν κρατερὸς παῖς Ἀμφιτρύωνος δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι βεβλήκει” (Il. ε, 392.). ὁ δὲ Εὔρυτος Ἀπόλλωνι ἤρισεν, ὡς ἐν Ἰλιάδι φησὶν “οὔτ’ Εὐρύτῳ, ᾧ περὶ τόξον ἑκηβόλος οὐδ’ ἀπόνητο.” Q.
10Οἰχαλιῆϊ] ἡ Οἰχαλία πόλις Θεσσαλίας. Q.V.

8

.

226

τῷ ῥα καὶ αἶψ’ ἔθανεν] διὸ ταχέως ἀπέθανε πρὸ τοῦ δέοντος καιροῦ· οὐ γὰρ ἵκετο γήραος οὐδόν (Od. ο, 246.). ἢ μᾶλλον ὅτι ἤρισεν αἶψα ἀπέθανεν. Q.

8

.

229

δουρὶ δ’ ἀκοντίζω] κακῶς, φησὶν, ἑαυτὸν ἐπαινεῖ. οἱ μὲν γὰρ ἐπαινοῦντες ἑαυτοὺς οὐδὲ θεῷ ἂν παραχωρήσειαν. οὗτος δὲ τί φησιν; “οἶος δή με Φιλοκτήτης,” καὶ πάλιν “ἀνδράσι δὲ προτέροισιν” ....
ὁ Δημόδοκος δὲ ᾖδεν .... T.374 in vol. 1

8

.

230

δέδοικα ποσὶν μή τίς με] ἐν οἷς πτοεῖται αὐτὸς ἡττηθῆναί φησιν ἑαυτὸν εὐδοκιμεῖν, ἐν οἷς δὲ αὐτοὶ πτοοῦνται ὡς ἀδόκιμοι, αὐ‐ τόν φησι μὴ ὑπερέχειν. E. πάλιν ὑπεσταλμένος τῷ λόγῳ, ἐπειδὴ ἐν τοῖς προκειμένοις ἐδόκει
5μεγαλαυχεῖσθαι. T.

8

.

232

κύμασιν ἐν πολλοῖς] εἰπὼν κύμασιν ᾐνίξατο τὴν ναυαγίαν. προσθεὶς δὲ τὸ “ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα,” τὴν τῆς θεοχολωσίας ἐκάλυψε βλάβην. E.Q.T.

8

.

236

ξεῖν’, ἐπεὶ οὐκ ἀχάριστα] τὸ ἑξῆς οὕτως, ἐπεὶ οὐκ ἀχάριστα μεθ’ ἡμῖν ταῦτ’ ἀγορεύεις, ἄγε δὴ νῦν ἐμέθεν ξυνίει ἔπος· ἵν’ ᾖ ὁ ἀλλά ἀντὶ τοῦ δή. B.Q. ἀχάριστα] ἄνευ χάριτος, ὅ ἐστι σκαιῶς καὶ ἀηδῶς. οὐ γὰρ ἐπὶ
5λοιδορίᾳ τῶν παρόντων, ἀλλ’ ἐπὶ τῇ αὑτοῦ συστάσει τὸν λόγον ἐποιεῖτο, ὅπερ καὶ ὁ Ἀλκίνους ποιήσει. B.E.Q.

8

.

240

ἐπισταίη] εἰδείη. V.

8

.

241

ἀλλ’ ἄγε νῦν ἐμέθεν] ἀλλὰ νῦν ἐμοῦ, φησὶν ὁ Ἀλκίνοος, ἄκουσον, ὅπως καὶ ἄλλῳ τῶν ἡρώων ἐμὸν ἔπος εἴπῃς, ὅτε δαινύῃ καὶ εὐωχῇ, παρὰ τὰ σῖτα καὶ τὰς τροφὰς, ἐν τῇ σῇ ἀλόχῳ καὶ τοῖς παισὶ καὶ τοῖς γονεῦσι, μεμνημένος τότε ὅτε ταῦτα ποιεῖς εἰς τὴν
5σὴν ἀπελθὼν πατρίδα καὶ τῆς ἡμῶν ἀρετῆς, οἷα καὶ ἡμῖν ὁ Ζεὺς ἔργα παρεσκεύασεν ἔχειν χρηστά. E.Q. ὄφρα καὶ ἄλλῳ] γρ. καὶ ἄλλοις. P.

8

.

245

ἐξ ἔτι πατρῶν] διὰ τί μὴ πάτρων; αἱ γὰρ συγκοπαὶ ἀναβι‐ βάζουσι τοὺς τόνους, ὁμόπατρος, ὅπατρος. ἀλλὰ λέγομεν ὅτι χαρα‐ κτῆρι συνεξέδραμε τῷ χηνῶν, μηνῶν, πάτρες πατρῶν. E.Q.

8

.

246

οὐ γὰρ πυγμάχοι] ἐλεγχθεὶς ἀρνεῖται λοιπὸν ἴσως εἰς τὸ μὴ παροξῦναι τὸν Ὀδυσσέα. P.Q.V. ποικίλως δὲ συνέταξε. καὶ γὰρ
τὸ εἰμέν ἐν τῷ ἄριστοι ἀπὸ κοινοῦ λαμβάνεται. Q. οὐ γὰρ πυγμάχοι εἰμὲν] ἐφύσαμεν. οὐκ ἤδη τὴν δύναμιν Ἀλκί‐375 in vol. 1
5νοος ἐσεμνύνετο περὶ τῶν ἰδίων πολιτῶν, ὁπότε δὲ ἔγνω ἐλάττονας πεφηνέναι τοὺς Φαίακας τοῦ Ὀδυσσέως, προσέθηκε τὸ “ἀμύμονες,” οὐχ ὑπερέχοντές ἐσμεν. T.

8

.

248

αἰεὶ δ’ ἡμῖν δαίς τε φίλη] τοῦτο παρακολουθεῖ τὴν ἐν τρυφῇ διάγουσαν. ἐλεγχόμενοι γὰρ ὡς ἐπὶ μέγα ἀγαθὸν καταφεύγουσιν ἐπὶ τὴν τρυφὴν, τῶν ἄλλων ἐπιδεόμενοι. αἰνίττεται δὲ τὸν τῶν Φαιά‐ κων εἰρηνικὸν βίον. T.
5αἰεὶ δ’ ἡμῖν δαίς τε φίλη] τὸν εἰρηνικὸν βίον δηλοῖ διὰ τούτων τῶν Φαιάκων. Q.

8

.

249

εἵματα δ’ ἐξημοιβὰ] παρεξηλλαγμένα, ἐξ ἀμοιβῆς φορού‐ μενα, ἓν παρ’ ἓν ἀλλάσσοντες. B.E.Q. ἕτερα ἐξ ἑτέρων μεταβαλ‐ λόμενα ἐπὶ τῆς αὐτῆς ἡμέρας, ὅ ἐστι περιουσίας δεῖγμα καὶ εὐπα‐ θείας. T. ἄλλοτε ἄλλο ἀμειβόμενα καὶ ἀλλασσόμενα. V.

8

.

250

βητάρμονες] παρὰ τὸ ἐν ἁρμονίᾳ βαίνειν, ἤτοι ὀρχησταί. B. ὀρχησταὶ, ἀπὸ τοῦ βαίνειν ἁρμοδίως. V.

8

.

251

παίσατε] ἐντελῶς διὰ τὸ μέτρον, Ἀττικῶς δὲ ἀντὶ τοῦ παίξατε. Q. Ζηνόδοτος, παίσατον, εἶπεν, οὐ κακῶς. H.Q. παίξατε] γρ. παίσατε. E. παίσατε] πλήξατε, Ἀττικῶς χορεύσατε. V.

8

.

253

ὀρχηστυῖ] ὀρχήσει. V.

8

.

254

φόρμιγγα λίγειαν] λίγειαν λέγει τὴν φόρμιγγα, ὅτι καὶ μία τῶν Μουσῶν Λίγεια καλεῖται. B.

8

.

257

γλαφυρὴν] κοίλην, διὰ τὸ γεγλύφθαι. V.

8

.

258

αἰσυμνῆται δὲ κριτοὶ] προπερισπωμένως οἱ ἀγωνοθέται, οἱ βραβευταί. H. προστάται τοῦ ἀγῶνος, οἱ τὸ καθῆκον νέμοντες τοῖς ἀγῶσιν. T. οἱ πρὸς ἡμῶν λεγόμενοι βραβευταὶ καὶ ἀγωνοθέται ἤτοι ἐπίσκοποι τοῦ ἀγῶνος. καὶ γίνεται ἀπὸ τοῦ αἴσιον, ἤτοι τὸ καθῆκον,
5νέμειν τοῖς ἀγωνιζομένοις. Ἄλλως. αἰσυμνῆται οἱ ἀρχήν τινα ἔχον‐ τες. βασιλεῖς μὲν ἦσαν τῶν Φαιάκων ιβʹ, προστάται δὲ ἀγώνων οἱ
λεγόμενοι αἰσυμνῆται θʹ. κριτοὶ δὲ ἐπίλεκτοι. καὶ αἰσυμνῆται δὲ λέ‐ γονται οἱ πρῶτοι κριταὶ καὶ ἀγωνοθέται, οἵτινες τὸ αἴσιον ἤτοι τὸ κατὰ μοῖραν καὶ καθῆκον τοῖς ἀγωνιζομένοις ἀπένεμον. B.E.Q.376 in vol. 1
10ἐννέα πάντες ἀνέσταν] οἱ μὲν τὸ πάντες κατὰ παρολκήν φασι κεῖσθαι, ὡς καὶ ἀλλαχοῦ τὸ “δέκα πάντα τάλαντα” (Il. τ, 247.), καὶ τὸ “οἱ δ’ ἐννέα πάντες ἀνέσταν” (Il. η, 161.). οἱ δὲ οὕτως, αἰσυμνῆται δὲ πάντες οἱ ἐγερθέντες ἐννέα ἦσαν. Ἄλλως. αἰσυμνῆ‐ ται δὲ ἐννέα πάντες. οἱ κρείττονες γὰρ τῶν ὅλων οὗτοι ἐτύγχανον. E.

8

.

259

δήμιοι] οἱ ἐκ τοῦ δήμου παντὸς ἐπίλεκτοι, οὐχὶ οἱ βασιλεῖς. ἐκεῖνοι μὲν ιβʹ ἦσαν, οἱ δὲ αἰσυμνῆται θʹ. T. πρήσσεσκον] ἔπραττον. V.

8

.

260

λείηναν δὲ χορὸν] τοῦτο τόνῳ οὐ διαστέλλεται ὡς τὸ φόρος καὶ φορός καὶ τρόχος καὶ τροχός. H. τὸ χωρίον ἐν ᾧ ἔμελλον ὀρχεῖσθαι χορὸν ἐκάλεσεν, ὡς καὶ εὐρύχορον Λακεδαίμονα (Od. ν, 414.). ἢ ὁμωνύμως ἐν ᾧ ἔμελλεν ὁ χορὸς ἐφίστασθαι, ὡς καὶ Ἀθηναῖοι ἰχθὺν
5τὸν τόπον ὅπου πιπράσκεται ὁ ἰχθὺς, καὶ μύρα καὶ κρόμμυα. Μέναν‐ δρος “ἀνάμεινόν με πρὸς τοὔλαιον.” B.E. τόπον οἶμαι διὰ τὸ σχῆ‐ μα· σφαιρικὸν γάρ. E. λείηναν δὲ] οὐ ταῖς ἑαυτῶν χερσὶν, ἀλλὰ προέτευξαν τοῖς ἄλλοις. χορὸν δὲ τὸν λεῖον τόπον, ἐν ᾧ ἔμελλον ὀρχεῖσθαι. T.
10εὔρυναν ἀγῶνα] τὸ ἄθροισμα ἀνέτειλαν πρὸς τὸ τοῦ τόπου διά‐ στημα. πρὸς ᾠδὴν δὲ καὶ λύραν τὴν ὄρχησιν ἐποιοῦντο, οὐ μὴν πρὸς αὐλόν. ἦν δέ τις ῥυθμοῦ ὁμίλησις ἐναρμονίου ὑπὸ τῆς λέξεως. ἄτο‐ πον γὰρ μιμεῖσθαι μοιχείαν. T. εὔρυον] γρ. εὔρυναν. P. ἐπλάτυνον. Gl. P.

8

.

264

πέπληγον] οὕτως εἶπε τὴν ἐπικρότησιν ἐκ τῶν ποδῶν ὑπὸ τῶν ὀρχουμένων. T.

8

.

265

μαρμαρυγὰς] ἐλλάμψεις. ἐν γὰρ τῇ παραλλάξει τῶν ποδῶν κατὰ τὴν ὄρχησιν ἢ κατ’ ἄλλην τινὰ τούτων κίνησιν ὥσπερ στιλπνό‐ της ἐξ αὐτῶν ἀποπέμπεται. B.Q. Ἄλλως. τὰς συντόνους τῶν πο‐ δῶν κινήσεις. ἐν γὰρ ταῖς ὀξείαις τῶν ποδῶν κινήσεσιν ἀπόστιλψις ἢ
5λαμπηδών τις γίνεται. B.P.Q.V. τὰς ἀποστίλψεις. δηλοῖ δὲ τὰς ὀξείας κινήσεις. ἴσως δὲ ἀπὸ τῆς λευκότητος τῶν ποδῶν· τρυφεροὺς γὰρ ὑφίσταται τοὺς Φαίακας. T.377 in vol. 1

8

.

266

ἀνεβάλλετο] ἀνεκρούετο, προοιμιάζετο. Q.V.

8

.

267

ἀμφ’ Ἄρεως φιλότητος] περὶ κοινωνίας Ἄρεος καὶ Ἀφροδί‐ της μακρόθεν παιδεύει αὐτοὺς μὴ ἀσελγαίνειν, ὡς καὶ θεῶν διὰ ταῦτα ἀσχημονούντων. P.V. οὐκ ἀτόπως ἐπὶ ἡδυπαθῶν ᾄδει ταῦτα ὁ κιθαρῳδὸς, δι’ ὧν ἥδονται
5σωφρονίζων αὐτούς. δέσμιον γὰρ εἰσάγει τὸν μοιχὸν, καὶ τοὺς θεοὺς λέγοντας “οὐκ ἀρετᾷ κακὰ ἔργα.” ὁ δὲ Ὀδυσσεὺς τί φησιν; “ἀλλ’ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον” (492.), ὡς δέον τὸν Δη‐ μόδοκον αὐτοῖς μὴ μοιχείαν γενομένην ἐν θεοῖς ᾄδειν, ἀλλὰ πράξεις εἰς ὠφέλειαν καὶ ἔπαινον φερούσας. ἡ μὲν οὖν κατηγορία πρόδηλος
10διότι περὶ θεῶν οὐκ ἔδει τοιαῦτα δεδηλωκέναι. ἀλλ’ οὐχ Ὁμήρου τὸ ἔγκλημα. ἄνωθεν γὰρ τοῖς ἀρχαιοτάτοις παραδέδοται καὶ κατασκευ‐ άσμασι καὶ τελεταῖς ταῖς παλαιοτάταις καὶ Ἑλληνικαῖς καὶ βαρ‐ βαρικαῖς. ὅτι δὲ Ὅμηρος οὐχ ἥδεται τούτοις δῆλον ἐξ ὧν περιέθηκε τῇ Ἀθηνᾷ “ὡς ἀπόλοιτο καὶ ἄλλος ὅτις τοιαῦτά γε ῥέζοι” (Od. α,
1547.). ὅλως δὲ Ὅμηρος οὐδὲ οἶδεν Ἥφαιστον Ἀφροδίτῃ συνοικεῖν, Χάριτι δὲ αὐτὸν συμβιοῦντα, Δημόδοκος δὲ τῇ ἰδίᾳ μυθοποιίᾳ. H. Q.T. ἐϋστεφάνου δ’ Ἀφροδίτης] καλὴν στεφάνην ἐχούσης. στεφάνη δὲ κόσμος γυναικεῖος. V. διὰ τὸ στεφανοῦσθαι ἐν κάλλει, ἤτοι τὸ πρω‐
20τεῖον ἔχειν τῶν καλλίστων θεῶν. E. γυναῖκα τοῦ Ἡφαίστου τὴν Ἀφροδίτην φασὶ καθ’ ὃν λόγον καὶ τῶν Χαρίτων μίαν. ὡς γὰρ χάριν φαμὲν ἔχειν τὰ τεχνικὰ ἔργα, οὕ‐ τως καὶ ἀφροδίτην τινὰ αὐτοῖς ἐπιτρέχειν λέγομεν· εἰ μὴ πρὸς πα‐ ράστασιν τοῦ πολὺ τὸ πυρῶδες εἶναι ἐν ταῖς πρὸς τὰς μίξεις ὁρμαῖς
25πέπλασται τοῦτο· δεδεκέναι δὲ τὸν Ἄρην μοιχεύοντα αὐτοῦ τὴν γυ‐ ναῖκα, ἐπειδὴ τῇ τοῦ πυρὸς δυνάμει ὁ σίδηρος καὶ ὁ χαλκὸς δαμάζε‐ ται. τὸ δὲ τῆς μοιχείας πλάσμα παρίστησιν ὅτι οὐ πάνυ μὲν πέφυκε κατάλληλον τὸ μάχιμον καὶ βίαιον τῷ ἱλαρῷ καὶ μειλιχίῳ οὐδὲ κατὰ
τὸν φυσικὸν αὐτῷ νόμον ἐπιπλέκεται, ἀντιποιούμενον δέ πως τῆς μί‐378 in vol. 1
30ξεως αὐτοῦ καλὸν καὶ γενναῖον γέννημα τὴν ἐξ ἀμφοῖν Ἁρμονίαν ἀποτελεῖ. E. ἡ Ἀφροδίτη εἰς πολλὰ λαμβάνεται, μετὰ πάντων γοῦν καὶ ἐπὶ κάλλους. συμμίγνυται δὲ τῷ Ἡφαίστῳ τῷ πυρὶ καὶ τῷ Ἄρει τῷ σιδήρῳ· τὰ γὰρ ἐξ αὐτῶν γινόμενα ἔργα διὰ τῆς Ἀφροδίτης ἤτοι τοῦ
35κάλλους ὡράϊσται. κατεργάζεται δὲ ὁ Ἄρης ἤτοι ὁ σίδηρος ὑπὸ τοῦ πυρός. ὁ δὲ Ποσειδῶν ἤτοι τὸ ὕδωρ στομοῖ αὐτὸν, δηλονότι τὸν σίδη‐ ρον, μετὰ τὴν ὑπὸ τοῦ πυρὸς κατασκευὴν καὶ πεπυρακτωμένον ὑπὸ τοῦ Ἡφαίστου κατασβέννυσι, τὸ φλογῶδες καταπαῦον. E. τὰ Σικελικὰ δόγματα καὶ τὴν Ἐμπεδόκλειον γνώμην ἔοικεν ἀπὸ
40τούτων βεβαιοῦν. Ἄρην μὲν ὀνομάζει τὸ νεῖκος, τὴν δ’ Ἀφροδίτην φιλίαν. τούτους οὖν διεστηκότας ἐν ἀρχῇ παρεισήγαγεν Ὅμηρος ἐκ τῆς πάλαι φιλονεικίας εἰς ὁμόνοιαν μίαν κιρναμένους. ὅθεν εὐλόγως ἐξ ἀμφοῖν Ἁρμονία γεγένηται, τοῦ παντὸς ἀσαλεύτως καὶ κατ’ ἐμ‐ μέλειαν ἁρμοσθέντος. γελᾶν δ’ ἐπὶ τούτοις εἰκὸς ἦν καὶ συνήδεσθαι
45τοὺς θεοὺς, ἅτε δὴ τῶν ἰδίων χαρίτων οὐκ ἐπιφοραῖς διισταμένων, ἀλλ’ ὁμονοοῦσαν εἰρήνην ἀγόντων. E.

8

.

268

ὡς τὰ πρῶτα] ἡ σύνταξις, ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαί‐ στοιο ἄνακτος, ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν, ἵν’ ᾖ κατ’ ἐπανάλη‐ ψιν. H.Q.

8

.

269

λάθρη] ὁρᾷς γὰρ ὅτι οὐκ ἀποδέχεται τὰς τοιαύτας τῶν πράξεων οὐδὲ τοιούτοις ἥδετο λόγοις, ὥστε καὶ δαπάνην αἰτιᾶται χρημάτων καὶ αἰσχύνην ἐπικαλεῖ. T. πολλὰ δ’ ἔδωκε] ὁ Ἄρης μοιχάγρια δέδωκε πολλά. B.

8

.

270

ἄγγελος ἦλθεν] παιδεύει ὡς διδάσκων ὅτι κἂν τοὺς πολλοὺς λανθάνῃ τις ἁμαρτὼν, τὸν γοῦν πάντ’ ἐφορῶντα Ἥλιον οὐ λανθά‐ νει. T.379 in vol. 1

8

.

271

ἥλιος, ὅ σφ’ ἐνόησε] παιδευτικὸν τῷ ὄντι, ὅτι κἂν τοὺς ἄλ‐ λους λανθάνῃ ἁμαρτάνων, τὸν πάντα ἐφορῶντα, θεὸν οὐκ ἂν λάθοι. καίτοι εὐθὺς ἅμα τῇ πρώτῃ συνόδῳ καταφώρους γενέσθαι λέγει αὐ‐ τοὺς “ὡς τὰ πρῶτα μίγησαν.” H.Q. ἅπαξ δὲ εἴρηται ἥλιος· ἠέλιος
5γὰρ ἀεί φησιν Ἰακῶς, τὸ η εἰς ηε. H. ἐνταῦθα τρισυλλάβως λέγει τὸν θεόν. P.V.

8

.

272

θυμαλγέα μῦθον] ταῦτα πλάττει ὁ ποιητὴς διὰ τοὺς οὕτω φιληδοῦντας ἀκούειν Φαίακας. εὑρὼν γὰρ τρυφῶντα πρόσωπα ἐν τῇ τῶν Φαιάκων γελᾷ καὶ αὐτὸς ἐνταῦθα εἰς ἀστεϊσμὸν ἐλθών. B. λόγον ἀλγητικὸν ψυχῆς, οἷον εἰς κακὸν ἄγων τὴν ψυχήν. T.

8

.

273

κακὰ φρεσὶ βυσσοδομεύων] ἐν τῷ βάθει τῶν φρενῶν αὐτοῦ κρύπτων. E. κατὰ βάθος τῆς διανοίας βουλευόμενος. βυσσὸς λέ‐ γεται ὁ βυθὸς καὶ δέμω τὸ κατασκευάζω. P.

8

.

274

ἐν δ’ ἔθετ’ ἀκμοθέτῳ] τῷ ὀρύγματι ἐν ᾧ ὁ ἄκμων τίθεται. P.V. ἐν τῷ κορμῷ τὸν βαρὺν σίδηρον. B. εἰς τὸ χαλκοτυπεῖον. οὐκ οἶδε δὲ ὁ ποιητὴς τὸν Ἥφαιστον ἐργαζόμενον ἢ ἐν Λιπάρᾳ τῆς Σικελίας τῶν Αἰολίδων νήσων, ἢ ἐν Λήμνῳ, ἀλλ’ ἐν Ὀλύμπῳ. καὶ
5γὰρ καὶ τὴν ἀσπιδοποιΐαν ἐκεῖ λέγει γεγενῆσθαι. Q.

8

.

278

ἀμφὶ δ’ ἄρ’ ἑρμῖσιν χέε δέσματα] τοῖς κλινοποδίοις. ἑρμὶς ὁ τῆς κλίνης πούς. χέε δὲ ἀντὶ τοῦ ἐπέχεεν, ἐπέβαλε. τὸ δὲ δέσματα ἀπὸ τοῦ δεσμοῦ, ὡς τὸ ὄνειρον τὰ ὀνείρατα, κατ’ ἐπέκτασιν. B.Q. ἑρμῖσι] τοῖς ποσὶ τῆς κλίνης. ἕρμα γὰρ ὥσπερ εἰσὶ τῆς
5κλίνης παρὰ τὸ ἐνείρεσθαι. V. κραβατοποδίοις. P.

8

.

279

πολλὰ δὲ καὶ καθύπερθε] πολλὰ δὲ καὶ ἄνωθεν ἐκ τῆς ὀρο‐ φῆς ἐξήρτηντο, ἵνα δίκην παγίδος ἐμπέσοι αὐτοῖς. B.E.Q. τὸ δὲ ἀλληγορικὸν ὅτι ἁπανταχοῦ ἐν τῷ κόσμῳ τὸ τοῦ ἡλίου καὶ τοῦ πυρὸς θερμὸν διασκίδναται. E.Q.

8

.

280

ἠΰτ’ ἀράχνια—ἴδοιτο] λύσις τοῦ ἀντιπίπτοντος. E. δαι‐ μονίως λύει τὸ δοκοῦν ἀπίθανον, πῶς οὐχ ἑώρων θεοὶ ὄντες τοὺς δεσμοὺς, ἐλάνθανον δέ. H.Q. μελαθρόφιν] ὑπεράνω τοῦ μελάθρου. μέλαθρον δὲ κυρίως τὸ μέσον380 in vol. 1
5τῆς στέγης ξύλον τὸ ὕπατον καλούμενον ἀπὸ τοῦ μελαίνεσθαι ὑπὸ τοῦ πυρός. θέλει οὖν λέγειν, παντὶ τῷ οἴκῳ περιέβαλε τοὺς δεσ‐ μούς. T.

8

.

283

εἴσατ’ ἴμεν] προσεποιήσατο, ὥρμησεν ἀπιέναι. Q. ἔδοξε πορευθῆναι ὡς εἰς Λῆμνον. T.

8

.

284

ἐς Λῆμνον] ἔδει γὰρ τὴν Λῆμνον ὑδατώδη οὖσαν ὑπὸ τοῦ Ἡφαίστου ποθεῖσθαι, ἅτε τῶν κατασκευαζομένων αὐτῷ διὰ πυρὸς καὶ ὕδατος ὀφειλόντων κατασκευάζεσθαι. Q. πολὺ φιλτάτη ἐστὶν ἁπασέων] ἐκεῖσε γὰρ ἀνίενται γηγενοῦς πυ‐
5ρὸς αὐτόματοι φλόγες. E. ἔσκεν ἁπασέων] γράφεται, ἔπλετο πασέων. H.P.Q.

8

.

285

οὐδ’ ἀλαοσκοπίην] οὐ τυφλὸς ἦν, κατὰ τὴν κοινὴν παροι‐ μίαν, ὁ τυφλὸς ἐσκόπησεν. τὸ δὲ “χρυσήνιος Ἄρης” ὁ καλὰς ἡνίας ἔχων, διὸ καὶ δασέως προενεκτέον· ἱππικὸν γὰρ καὶ ἐν Ἰλιάδι τὸν θεὸν εἰσάγει. ἀλλὰ καὶ ἡ Ἄρτεμις χρυσήνιος (Il. ζ, 205), ὡς καὶ αὐτὴ
5ἐφ’ ἅρματος ὀχουμένη. T. τύφλωσιν. οὐδὲ εἶχε μάταιον σκοπὸν, ὅ ἐστιν, οὐκ ἔλαθεν αὐτόν. E. οὐ τυφλὴν εἶχε κατασκοπὴν, ἀλλ’ ὀξεῖαν δηλονότι. Q. ματαίαν κατάσκεψιν. P. χρυσήνιος Ἄρης] ἡ γὰρ τοῦ θυμοῦ ἀποχὴ κρείττων καὶ χρυσοῦ. E. δασύνεται τὸ χρυσήνιος. H.

8

.

288

ἰσχανόων] πάνυ ἐπισχόμενος τῆς ἐπιθυμίας. T. ἐϋστεφάνου Κυθερείης] γρ. Ἀφροδίτης. P. Κυθερείης] ἐπεὶ Κυθήροις προσηνέχθη. Κύθηρα δὲ νῆσος τῆς Λακωνικῆς. V. Κυθέρεια ἐτυμολογεῖται ἢ ἀπὸ τοῦ κύειν, ὃ δὴ
5συμβαίνει παρὰ τὴν συνουσίαν, τῆς ἐν τῷ θέρεσθαι κυούσης, ἢ ἀπὸ τοῦ κεύθειν τὸν ἔρωτα. ἢ Κυθέρεια λέγεται ἀπὸ Κυθερείας χώρας.
B.E. Κυθέρεια λέγεται οὐχ ὅτι “προσέκυρσε Κυθήροις·” ἀλλὰ Κυ‐ θέρεια, τουτέστιν ἡ κευθόμενον ἔχουσα ἐν ἑαυτῇ τὸν πάσης ἐρωτικῆς φιλίας ἐξηρτημένον ἱμάντα, οἷον τὸν ἔρωτα, ὃν πᾶσι τοῖς νέοις ἐφίησι.381 in vol. 1
10διὰ γὰρ τοῦ κεστοῦ ταῦτα παρέπεται, “ἔνθ’ ἔνι μὲν φιλότης, ἐν δ’ ἵμερος, ἐν δ’ ὀαριστὺς, ἥτ’ ἔκλεψε νόον πύκα περ φρονεόντων” (Il. ξ, 216.). καὶ διὰ τί τὰ ἐρωτικὰ ἐν ἱμάντι φησὶ κατεστίχθαι; Σάτυ‐ ρος μὲν οὖν φησιν, ἐπεὶ πληγῶν ἄξια δρῶσιν οἱ ἐρῶντες. Ἀπίων δὲ, ἐπεὶ δεσμοῖς ἐοίκασι καὶ βρόχοις οἱ ἔρωτες καὶ τὰ τῶν ἐρώντων
15πάθη. Ἀρίσταρχος δὲ, ὅτι ἄχρι τοῦ δέρματος διικνεῖται τὰ ἐρωτικὰ πάθη τήκοντα τοὺς ἐρῶντας καὶ ἀποξύοντα διὰ τῆς στύψεως τὰ μέλη. H.Q.

8

.

290

ἐρχομένη] ἐλθοῦσα. Gl. P. ἀντὶ τοῦ ἀορίστου. τὸ γὰρ ἐρχομένη ἐνεστῶτος καὶ παρατατικοῦ. P.

8

.

291

φῦ χειρὶ] ἀντὶ τοῦ προσεπέλασεν αὐτῇ, καὶ προσήγγισε τῇ χειρί. ἀπὸ τοῦ φύω. Ms. Barnes.

8

.

292

δεῦρο, γύναι] γρ. φίλη. P. τραπείομεν] ἀντὶ τοῦ τερφθῶμεν. H. εὐνηθέντες] κοιμηθέντες. V.

8

.

294

μετὰ Σίντιας ἀγριοφώνους] Θρᾳκῶν γένος οἱ Σίντιες τῶν ἐποικησάντων ποτὲ τὴν Λῆμνον. “ἀγριοφώνους” δὲ βαρβάρους. τὸ γὰρ ἄγριον ἐπὶ βαρβαρικῆς τίθησι προαιρέσεως. T. παρὰ τὸ σί‐ νεσθαι καὶ βλάπτειν, πειρατὰς ὄντας. ἢ ὅτι δοκοῦσιν αὐτοὶ πρῶτον
5ἐπινενοηκέναι τὰ πρὸς πόλεμον ὅπλα. E. Ἄλλως. Σίντιες ἐκαλοῦντο οἱ Λήμνιοι, ὡς Ἑλλάνικος ἱστορεῖ ἐν τῷ περὶ Χίου κτίσεως τὸν τρόπον τοιοῦτον. ἐκ τῆς Τενέδου ᾤχοντο εἰς τὸν Μέλανα, κόλπον καὶ πρῶτον μὲν εἰς Λῆμνον ἀφίκοντο. ἦσαν δὲ αὐτόθι κατοικοῦντες Θρᾷκές τινες οὐ πολλοὶ ἄνθρωποι, ἐγεγόνεισαν
10δὲ μιξέλληνες. τούτους ἐκάλουν οἱ περίοικοι Σίντιας, ὅτι ἦσαν αὐ‐ τῶν δημιουργοί τινες πολεμιστήρια ὅπλα ἐργαζόμενοι. τούτοις συνῴ‐ κισαν ἑαυτοὺς ἀναμὶξ ὡς ἦλθον αὐτόθι, καὶ κατέλιπον ναῦς πέντε. E.Q. Ἑλλάνικος οὖν φησι μιξέλληνας εἶναι καὶ πολεμικῶν ὅπλων τεχνίτας. καὶ Ἀνακρέων δὲ ὡς πολεμικῶν μέμνηται. “τί μοι”382 in vol. 1
15φησὶ “τῶν ἀγκυλοτόξων, ὦ φίλε, Κιμμερίων Σιντιέων τε μέλει;” H.Q.

8

.

295

τῇ δ’ ἀσπαστὸν] οἰκείως ἐν τῇ τοῦ Ἄρεως ἐπιθυμίᾳ καὶ τὸ κατὰ τὴν Ἀφροδίτην ὡς ἀγαπώσης μὲν τὸν Ἄρην, μισούσης δὲ τὸν Ἥφαιστον. T.

8

.

297

τεχνήεντες] τέχνη, τεχνητόν καὶ τεχνηέντως η, τεχνίτης δὲ καὶ τετεχνιτευμένος ι. H. πολύφρονος Ἡφαίστοιο] ποικίλου, πανούργου. Ἥφαιστος ἀπὸ τοῦ ἧφθαι ὠνόμασται. E.

8

.

299

φευκτὰ] φεύξιμα. V. φυκτὰ] λυτά. P. πέλοντο] Ῥιανὸς πέλοιτο γράφει. H.

8

.

300

ἀγχίμολον δέ σφ’ ἦλθε] ἐκ τοῦ σύνεγγυς. διδάσκει δὲ καὶ ἐκ τούτου τὸ χρήσιμον, πῶς δεῖ καὶ τὰς τοιαύτας τῶν πράξεων μετα‐ χειρίζεσθαι. μὴ μεμηνυμένης τῆς φθορᾶς, ἀλλ’ ὑπονοουμένης ὁ λόγος εἶχε διακωλύειν ἅπα.... τετολμημένης αὐτῆς κατα.... ἔδει τῆς
5φθορᾶς .... T. ἐκ τοῦ σύνεγγυς. μετ’ ὀλίγον. V. περίκλυτος ἀμφιγυιήεις] ἀμφιγυιήεις ὁ Ἥφαιστος λέγεται ὅτι καὶ ἀμφοτέρους εἶχε τοὺς πόδας χωλούς. οἱ δὲ ἀλληγορίᾳ τοῦτον λαμβάνοντες λέγουσιν Ἥφαιστον τὸ πῦρ. ἐπεὶ δὲ τοῦτο λέγεται χωλεύειν περὶ τὴν οἰκείαν ἐνέργειαν, ὅτε ἡ ὕλη ἡ καιομένη ἐπιλείψειεν,
10χωλεύειν τὸ πῦρ λέγεται. E.

8

.

307

ἔργ’ ἀγέλαστα] οὐκ εὐτελῆ, ὧν ἂν διὰ τὴν εὐτέλειαν κατα‐
φρονήσειέ τις. B.H.Q. γελαστὰ] γέλωτος ἄξια. V. γελαστὰ οὕτως ὀξυτόνως Ἀρί‐ σταρχος καὶ Ἡρωδιανός. H.383 in vol. 1
5ἴδησθε] ἴδωμαι ἦν, τὸ πληθυντικὸν ἰδώμεθα, ἴδησθε, ἴδωνται. H.

8

.

308

ὡς ἐμὲ χωλὸν] διὰ τὸ μὴ δύνασθαι προβαίνειν δίχα τινὸς ξυλώδους βακτηρίας, ἐπὶ τούτῳ ὠνόμασται χωλός. E.

8

.

310

ἀρτίπος] γρ. ἄλκιμος. P.

8

.

311

ἠπεδανὸς] ὥσπερ βαιόν ἠβαιόν, μύω τὸ ἐπικλίνω ἠμύω, οὕτω καὶ ἀπὸ τοῦ πέδον πεδανός καὶ ἠπεδανός. B.

8

.

312

ἀλλὰ τοκῆε δύω] Ἡσίοδος ἐκ μόνης τῆς Ἥρας γενέσθαι τὸν Ἥφαιστον. κἀκεῖνο δ’ ἱκανὸν “τόν τοι φίλος υἱὸς ἔτευξεν Ἥφαιστος” (Il. ξ, 166), εἰ μὴ ἄρα ἐπὶ Ἀφροδίτης λέγει τοκῆε δύω. T. γείνασθαι] τὸ γενέσθαι, διὰ τοῦ α. H.

8

.

315

οὐ μέν σφεας ἐτ’ ἔολπα] οὐκ ἐλπίζω αὐτοὺς, καίπερ πάνυ φιλοῦντας ἀλλήλους, καθεύδειν οὕτως οὐδ’ ἐπ’ ὀλίγον χρόνον. B.P.Q.

8

.

316

καὶ μάλα περ φιλέοντε] τὸ ὅλον, καίπερ καθ’ ὑπερβολὴν φιλοῦντες, οὐ δυνήσονται ὁμιλῆσαι ἀλλήλοις διὰ τοὺς δεσμοὺς, ἢ οὐκέτι ἐθελήσουσι φόβῳ τῶν δεσμῶν πάλιν συνελθεῖν. E.P.Q.V.

8

.

318

πατὴρ ἀποδώσει ἔεδνα] πατὴρ Ἀφροδίτης τῆς ἐμῆς γυναι‐ κὸς ἀποδώσει τὰς προῖκας. Q. τί γὰρ δέονται χρημάτων οἱ θεοὶ, ἵνα καὶ οὗτος τὰ ἔεδνα ἀπαιτῇ. τὸ ὅλον οὖν κατὰ τοὺς ἀνθρωπίνους λόγους ἔγκειται. T.

8

.

319

ἐγγυάλιξα] ἔδωκα. λέγεται ἀπὸ τῶν γυίων, τουτέστιν ἀπὸ τῶν χειρῶν· ἐν αὐταῖς γὰρ δίδομεν καὶ λαμβάνομεν. T.

8

.

320

οὐκ ἐχέθυμος] οὐκ ἔχουσα θυμὸν ὃν δεῖ, ἢ οὐ κρατοῦσα τὴν ἐπιθυμίαν, οἷον ἄκρατος καὶ ἀκόλαστος. T. καλὴ μέν ἐστιν, ἀλλ’ οὐ κρατοῦσα ὀρέξεως καὶ ἐπιθυμίας. B. οὐ σώφρων ἤτοι οὐ κρατοῦσα τῆς ἐπιθυμίας, οὐ λογισμὸν ἔχουσα. E.P.Q.

8

.

322

ἦλθ’ ἐριούνης] ἐριούνιον λέγει τὸν Ἑρμῆν ἀπὸ τοῦ ἐρῶ τὸ λέγω. αὐτὸς γάρ ἐστιν ὁ τοῦ λόγου ἔφορος. ἢ μεγαλωφελὴς, ἐκ τοῦ ἐρι ἐπιτατικοῦ καὶ τοῦ ὄνησις ἡ ὠφέλεια. E.Q.

8

.

323

ἑκάεργος] ὁ μακρόθεν ἐργαζόμενος· αἰνίττεται δὲ τὸν ἥλιον,
ὃς τὰς ἀκτῖνας αὐτοῦ πόρρωθεν ἵησιν. H.384 in vol. 1

8

.

325

ἑάων] ἑὸν τὸ ἀγαθὸν δασύνεται, ἀφ’ οὗ καὶ θεός· ἐὸν τὸ ἴδιον ψιλοῦται, ἀφ’ οὗ καὶ τεόν. B.

8

.

326

ἄσβεστος δ’ ἄρ’] ἀκατάπαυστος, μεταφορικῶς ἀπὸ ἀψύχων εἰς ἔμψυχα· ἀπὸ γὰρ τοῦ πυρὸς εἰς γέλωτα μετενήνεκται. E.Q.V.

8

.

327

τέχνας εἰσορόωσι] τοὺς δόλους. “πολύφρονος” δὲ οὐκ ἀπὸ τῆς φρονήσεως, ἀλλ’ οἷον πολυφρόντιδος, τουτέστι πεφροντισμένου κατὰ τὴν τέχνην. T. Ἡφαίστοιο] ἐκ τοῦ ἅπτω ἅψαιστος καὶ ἥψαιστος καὶ τροπῇ τοῦ
5ψ εἰς φ Ἥφαιστος. B.

8

.

329

οὐκ ἀρετᾷ κακὰ ἔργα] οὐχὶ τῇ ἀρετῇ θεραπεύουσι τὰ κακὰ ἔργα. P. οὐκ ἐν ἀρετῇ τὰ κακὰ ἔργα, ἢ οὐκ ἀρετὴν ἔχει ἡ κακοερ‐ γία. B. οὐκ ἐνάρετα ποιοῦσι τὸν αὐτὰ ἔχοντα, οὐκ ἀρετὴν καὶ εὐδαιμονίαν ἐμποιοῦσί τινι. ἰδοὺ γὰρ ὁ βραδὺς Ἥφαιστος ἐνίκησε
5καὶ κατέλαβε τὸν ταχὺν Ἄρην καὶ μὴ ἐνάρετον. E. Ἄλλως. οὐκ ἀρετὴν καὶ εὐσθένειαν ἔχει τὰ κακὰ ἔργα. ἔστι δὲ καὶ ῥῆμα συζυ‐ γίας δευτέρας τῶν περισπωμένων, ὡς ἀπατᾷς· ἀρετάω ἀρετῶ, τὸ δεύτερον ἀρετάεις ἀρετᾷς, τὸ τρίτον ἀρετάει ἀρετᾷ. σημαίνει δὲ τὸ δοξάζει καὶ αὔξει. οἶδε δὲ αὐτὸ καὶ πληθυντικῶς “ἀρετῶσι δὲ λαοὶ
10ὑπ’ αὐτοῦ.” (Od. τ, 114.). ἀπὸ ἑτέρας δὲ ἀρχῆς ἡ ἑξῆς γνώμη. E.Q. οὐκ εἰς ἀρετὴν οὐδὲ εἰς εὐδαιμονίαν ἐπισπᾶται τὰ μοχθηρὰ τῶν ἔργων, ἢ ὅτι οὐκ ἀρετᾶται τὰ κακὰ, οἷον οὐκ ἀρετῆς μεταλαμ‐ βάνει· οὔτε γὰρ ἐπαινεῖται οὔτε δηλονότι εὐτυχοῦς τινὸς τυγχάνει τέλους. T. καὶ τίς οὐκ ἐπίσταται ὅτι ἡ κακία οὐκ ἔστιν ἀρετή;
15τὸ λεγόμενον οὖν τοιοῦτόν ἐστιν· εἰ δὴ οἱ ἀρετῇ λεγόμενοι κρείττω τῶν ἄλλων καλοῦσι τὰ οὐκ ἀρετὰ, οἷον οὐ κρατεῖ οὖν καὶ τὰ κακὰ ἔργα. σύμφωνον καὶ τὸ ἐπιφερόμενον “κιχάνει τοι βραδὺς ὠκύν.” Q. τοῦ Ἡφαίστου χωλοῦ ὄντος καὶ πέδας μηχανησαμένου κατὰ τοῦ Ἄρεος καὶ τῆς Ἀφροδίτης καὶ ταύταις κατασχόντος αὐτοὺς θαυμά‐
20σειέ τις, φησὶν ὁ Ὅμηρος, καὶ εἴποι ὡς οὐκ εἰσὶν ἀρετὰ καὶ ἰσχυρο‐ ποιοῦντα τοὺς ἀσθενεῖς τὰ κακὰ ἔργα. ὠκὺν γὰρ δηλαδὴ τὸν ἀγαθὸν βραδὺς ὁ Ἥφαιστος καταλαμβάνει ἤτοι ζωγρεῖ. E.Q. τελεία στιγμὴ εἰς τὸ ἔργα. ὁ δὲ νοῦς, καταισχύνει τὰ κακὰ ἔργα, ἵν’ ᾖ γνωμικόν. διὰ δὲ τοῦ “κιχάνει τοι βραδὺς ὠκύν” ἡ παρὰ πολλοῖς385 in vol. 1
25παροιμία ἐστὶν “καὶ χωλῶν δρόμος·” ὁ δὲ νοῦς καταλαμβάνει ὁ βραδὺς τὸν ὠκὺν, γνωμικῶς. Q. ἠθοποιία ἐστὶ καὶ παροιμία, “καὶ χωλῶν δρόμος.” E.

8

.

332

μοιχάγρια] τὰ ὑπὲρ ἀγρεύσεως, ὅ ἐστι συλλήψεως, μοιχῶν ἐκτιννύμενα. ὁμοίως ζωάγρια, βοάγρια, ἀνδράγρια. B. ὡς τὰ ζωά‐ γρια. τὰ ὑπὲρ τῆς μοιχείας διδόμενα δῶρα, ἢ τὰ ὑπὲρ τῆς ἀγρεύ‐ σεως καὶ συλλήψεως τῶν μοιχῶν διδόμενα. E.Q. μοιχάγρια ἢ
5μοιχαλώσια, τὰ ὑπὲρ ἀγρεύσεως καὶ συλλήψεως τῶν μοιχῶν διδό‐ μενα, ἐκτιννύμενα. P.

8

332bis

ὀφέλλει] πρὸς αὔξησιν. εἰ ἐπὶ τοῦ Ἡφαίστου, οὐ πρότερον ἀπολύσω αὐτὸν πρὶν ἀποδοῦναι ἡμῖν ὡς πλεῖστα, εἰ δ’ ἐπὶ τοῦ Ἄρεος, ὁ Ἄρης ἐπὶ τῇ μοιχείᾳ ἁλοὺς ταύτην ὤφληκε τὴν δίκην. ἐπιτιμᾷ δὲ αὐτοῖς ὁ Ζωΐλος, ἄτοπον εἶναι λέγων γελᾶν μὲν ἀκολάστως τοὺς
5θεοὺς ἐπὶ τοῖς τοιούτοις, τὸν δ’ Ἑρμῆν εὔχεσθαι ἐναντίον τοῦ πατρὸς καὶ τῶν ἄλλων θεῶν ὁρώντων δεδέσθαι σὺν τῇ Ἀφροδίτῃ. οὐκ εἰσὶ δὲ οἱ ποιητικοὶ θεοὶ φιλόσοφοι, ἀλλὰ παίζονται· ἀλλὰ καὶ τὸ κάλλος ἠθέλησε δηλῶσαι τῆς Ἀφροδίτης ὡς καὶ ἐν Ἰλιάδι ἐπαινοῦντες οἱ δημογέροντες (Il. γ, 146 sqq.). T.

8

333-342

ἐν ἐνίοις ἀντιγράφοις οἱ δέκα στίχοι οὐ φέρονται διὰ τὸ ἀπρέπειαν ἐμφαίνειν. νεωτερικὸν γὰρ τὸ φρόνημα. H.

8

.

338

διάκτωρ] διάγων τὰς ἀγγελίας. V.

8

.

340

ἀπείρονες ἐντὸς ἔχοιεν] τὸ ἀπείρονες οὐ πρὸς ἐπίτασιν· ἤρκει
γὰρ τὸ τρὶς τόσσοι· ἀλλ’ οἱ πανταχόθεν εἰλημμένοι, καὶ μήτε πέρας ἔχοντες μήτε ἀρχήν. E.Q. οἱ ἀπείρονες δεσμοὶ οὐ σημαίνουσι πλῆθος, ἀλλὰ τοὺς ἰσχυροὺς, οἵ εἰσιν ἔγκυκλοι καὶ κρικωτοί. πρὸς386 in vol. 1
5γὰρ τὴν ἐρώτησιν ἡ ἀπόκρισις ἔσται κατὰ λόγον τοῦ σημαινομένου οὕτως ἀποδοθέντος. εἴρετο μὲν γὰρ αὐτὸν εἰ θέλει δεσμοῖς κρατε‐ ροῖσι πιεσθεὶς εὕδειν παρὰ τῇ Ἀφροδίτῃ. ὁ δὲ ἀποκρίνεται, εἴη μοι πολλάκις τοσούτοις δεσμοῖς δεθέντα εὕδειν, ἴσον τῷ πολλαπλασίοις, καὶ ἐν τούτοις ἀπείροσιν, ἐν ταυτῷ λέγων τῷ ἰσχυροῖς. τοῦτο γὰρ
10αὐτὸς ἐπύθετο λέγων, “ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πι‐ εσθεὶς εὕδειν παρὰ χρυσῇ Ἀφροδίτῃ,” τὸ γοῦν ἰσχυρὸν δηλοῖ διὰ τῆς “ἀπείρονες” φωνῆς ἀναφέρων ἐπὶ τοὺς κρικωτοὺς καὶ ταύτῃ δυσλύ‐ τους. ὡς γὰρ ἀλλαχοῦ εἶπε πέδας ἀρρήκτους ἀλύτους (275.), οὕτως ἐνταῦθα τοὺς ἀπείρους δεσμοὺς τοὺς ἀλύτους διὰ τὸ ἐν κύκλῳ περιέ‐
15χειν. εἰ γὰρ ἀπείρονες ἀκούοιμεν ὡς ἄπειροι πλήθει, ἄλογος ἔσται ἡ ἀπόφασις τρὶς τόσσους εἰπεῖν καὶ ἀπείρους. τὸ γὰρ τρὶς τόσον πολ‐ λαπλάσιόν ἐστι, τὸ δὲ καθ’ ὁποσονοῦν πολλαπλάσιον οὐκ ἄπειρον, ὥστε δεσμοί τε ἅμα εἶεν ἂν καὶ τὸ πλῆθος ἄπειροι. ὁ γὰρ δεσμὸς συνο‐ χὴν καὶ δέσιν ὑπαγορεύων τοῦ κατὰ πλῆθος ἀπείρου συγκεχώρισται.
20ὅλως τε ἡ ἐρώτησις οὐ περὶ πλήθους, ἀλλὰ περὶ δυνάμεως ἦν. εἰ γὰρ βουληθείη δεσμοῖσι κρατεροῖσι πιεσθεὶς εὕδειν ἐρωτᾷ, οὐχὶ πολλοῖς. ἄλογον δὲ πρὸς τὸ πολλοῖς ὅπερ οὐκ ἐπύθετο ἀποκρίνεσθαι, πρὸς δὲ τὸ κρατεροῖς μηδὲν φάναι. λέγοι ἂν τρὶς μὲν τόσσους τοὺς πολλα‐ πλασίους, ἀπείρονας δὲ κραταιούς. ὥστε τὸ ἄπειρον καὶ ἐπὶ σχήμα‐
25τος οὐ πεπερασμένον καθ’ Ὅμηρον τίθεται καὶ ἔστι τοῦ κυκλοτεροῦς ἴδιον καὶ σφαιροειδοῦς. H.Q.

8

.

341

ὁρόωντες] ὁρῶντες, βλέποντες. V.

8

.

344

οὐδὲ Ποσειδάωνα γέλως ἔχε] διὰ τί οὐκ ἐγέλα ὁ Ποσειδῶν; ἐπεὶ παρεκάλει οὐκ ἐγέλα· ὁ γὰρ παρακαλῶν οὐ γελᾷ. Ἄλλως. διὰ τί Ποσειδῶν οὐκ ἐγέλα; ἐπειδὴ ἀδελφὸς ἦν τοῦ Ἄρεος, οὐκ ἐνε‐ δέχετο γελᾶν ἐπὶ τῇ δεσμήσει τοῦ ἀδελφοῦ. E.
5ἔχε] γρ, ἕλε, νῦν κατέλαβεν. M. λίσσετο] ὡς πρεσβύτερος καὶ αἰδοῦς ἄξιος αὐτοῦ παρακαλεῖ. Q.
ἐν τῷ τότε καιρῷ ἀπαύστως. ζητεῖ δὲ ὁ Ἀπολλόδωρος διὰ τί τῶν ἄλλων θεῶν οὐδεὶς ἀπῆν, οὔτε Δεῖμος οὔτε Φόβος, ἀλλ’ οὐδὲ Ζεὺς οὐδὲ Ἥρα. ῥητέον δὲ ὅτι Ἥρα μὲν καὶ Διώνη σὺν ταῖς ἄλλαις387 in vol. 1
10θεαῖς. T.

8

.

347

εἰς τὸ λῦσον ἡ στιγμή. H.

8

.

351

δειλαί τοι δειλῶν γε] ἀντὶ τοῦ, οὐκ ἀγαθαὶ τῶν φαύλων αἱ κατεγγυήσεις γίνεσθαι ἐγγυητικῶς. τουτέστιν, ἡ τοῦ κακοῦ ἀνθρώπου ἐγγύα οὐκ ἀγαθή ἐστι, καὶ μὴ ἐγγυῶ κακόν. E. ὅτι δειλαὶ καὶ δυστυχεῖς αἱ ἐγγύαι καὶ δειλῶν τὸ ἐγγυᾶσθαι. ἢ αἱ πρὸς τοὺς δει‐
5λαίους καὶ ἀσθενεῖς γινόμεναι ἐγγύαι οὐδὲν δύνανται, τῶν ἀδικουμέ‐ νων ἐπεξελθεῖν μὴ δυναμένων δι’ ἀσθένειαν. ἢ οὕτως· αἱ ὑπὲρ τῶν κακῶν καὶ δειλῶν ἐγγύαι καὶ αὐταὶ κακαί εἰσι, τὴν πίστιν ὑπὲρ τῶν τοιούτων μηδενὸς τηρεῖν δυναμένου. παρὰ τοῦτο δὲ καὶ τὸ τοῦ σοφοῦ ἀπόφθεγμα, “ἐγγύη, πάρα δ’ ἄτα.” E.P.Q.V. Ἄλλως. τὰ τῶν
10κακῶν πράγματα οὐ μόνον αὐτὰ κακὰ, ἀλλὰ καὶ ἐγγύαι αὐτῶν κα‐ καί. τὸ γὰρ, καὶ ἐγγύαι, τὴν ἀναφορὰν ἔχει πρὸς τὰ πράγματα. Ἄλλως. ὀφείλουσιν αἱ ἐγγύαι τῶν ἀσθενῶν διὰ εὐσθενῶν γενέσθαι, ἵνα κατέχειν δύναιντο τὸν ἐγγυώμενον τοῦ ἐγγυηθέντος μὴ ἀποτίσαν‐ τος. E. Ἄλλως. αἱ τῶν δειλῶν ἐγγύαι ἤτοι τῶν κακῶν καὶ ἀτόπων
15δειλαὶ ἐγγυάασθαι. λεγόμεναι γὰρ οὐ πιστεύονται. E.Q. οὐ μόνον τὰ τῶν δειλῶν πράγματα κακὰ, ἀλλὰ καὶ αἱ ἐγγύαι κακαὶ, ὡς ὁ Πορφύριος. M. τὸ δὲ δειλαί τοι σημαίνει ἐκ πλήρους τὰ τῶν κακῶν πράγματα οὐ μόνον αὐτὰ κακὰ, ἀλλὰ καὶ ἐγγύαι αὐτῶν κακαί· τὸ γὰρ “ἐγγύαι” τὴν ἀναφορὰν ἔχει πρὸς τὰ πράγματα. T.
20δειλαὶ ἐγγύαι εἰσὶ καὶ δειλῶν τὸ ἐγγυᾶσθαι. καὶ τὸ ἐν Δελφοῖς ἐπίγραμμα “ἐγγύα, πάρα δ’ ἄτα.” σκληρὸν δὲ τοῦτο καὶ οὐκ ἀνθρώ‐ πινον τὸ πᾶσαν ἐγγύην ἀναιρεῖν, κἂν πατέρα τις ἐγγυήσασθαι βού‐ ληται. ὁ δὲ Ὅμηρος ἄλλῃ διανοίᾳ κέχρηται, ὅτι τῶν δειλῶν καὶ εὐ‐ τελῶν εὐτελεῖς ὀφείλουσιν εἶναι καὶ αἱ ἐγγύαι. ἀντὶ τοῦ μείζων εἶ,
25ὦ Πόσειδον, ἢ κατὰ τὸ ἀπαιτεῖσθαι παρ’ ἐμοῦ· ὡς δηλοῖ καὶ τὸ ἑξῆς, πῶς ἂν ἐγώ σε δέοιμι καὶ καταλάβοιμι; B.H. διὰ τούτου ἀπαγορεύει τὴν ἐγγύην παντελῶς. B.

8

.

352

πῶς ἂν ἐγώ σε δέοιμι] εὑρίσκοιμι, καταλαμβάνοιμι. “δήεις τόνγε σύεσσι” (ν, 407.). V. ὁ δὲ Ἀρίσταρχος, πῶς ἂν εὐθύνοιμι, γράφει. οἱ δὲ ἐπὶ τοῦ δῆσαι. καὶ σὺ θρασὺς ὁρᾷς, φησὶν ὁ λόγος, ἀρνεῖται δὲ, οὐ δύναμαί σε δῆσαι. ὁ γὰρ ἐγγυώμενος ἐπὶ τοῖς αὐτοῖς388 in vol. 1
5γίνεται. εἰ γὰρ ὁ Ἄρης ἀποδράσας, φησὶν, οἴχεται φυγὼν, πῶς ἂν σὲ ἀντ’ ἐκείνου δήσαιμι ὄντα μου πολλοῦ γενναιότερον; ἤτοι διὰ τὴν αὐτοῦ ἀσθένειαν, ἢ διὰ τὴν αἰδῶ τὴν πρὸς ἐκεῖνον. H.M.Q.T.V. πῶς ἂν ἐγώ σε, φέριστε, μετ’ ἀθανάτοισι δέοιμι] ἐπιζητῶ εἰς τοὺς θεούς. ἢ δεσμήσαιμι καθὰ τὸν Ἄρην. E.

8

.

355

χρείως] χρείως, τὸ χρέως, τῷ χρέει. Ἀττικῶς δέ ἐστι τοῦτο. πλεονασμὸς δέ ἐστι τοῦ ι ἐν τῷ χρείως. Ἀρίσταρχος δὲ δεσμόν γράφει. Q.

8

.

361

Θρῄκηνδε] φιλοπόλεμοι μὲν οἱ Θρᾷκες καὶ ἀφωρισμένοι τῷ Ἄρει. B.

8

.

362

ἡ δ’ ἄρα Κύπρον] οὗτος ὁ στίχος ἐπλάνησε τὸν Ἡσίοδον εἰ‐ πεῖν Κυπρογένειαν τὴν Ἀφροδίτην. Cod. Vind. 56.

8

.

363

ἐς Πάφον] παρὰ Παφίοις οὐκ ἔστιν Ἀφροδίτης ἄγαλμα, τέμενος δὲ μόνον καὶ βωμός. ἐμπείρως οὖν Ὅμηρος εἰπὼν ἐς Πάφον ἐπάγει, ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις. E.T. πόλις Κύπρου.
ἀπὸ γενικοῦ εἰς τὸ εἰδικόν. ὁ δέ ἀντὶ τοῦ γάρ, ἔνθα γάρ οἱ. H.389 in vol. 1

8

.

364

ἔνθα δέ μιν Χάριτες] παρθένοι καὶ οὐδέπω γεγάμηνται· οὐ γὰρ δὴ ὁ Ἥφαιστος δύο εἶχε γυναῖκας (Il. ς, 382). ἀλλ’ οὐδὲ γὰρ ὁ Ὕπνος ἤλασε τὴν Πασιθέαν· ἥρμοστο γὰρ παρὰ τῆς Ἥρας (Il. ξ, 267). καὶ δύο γενέσεις Χαρίτων, αἱ μὲν Εὐρυνόμης καὶ Διὸς, αἱ δὲ
5Ἥρας καὶ Διὸς ἔτι παρθένοι· δεῖ δὲ Ἀφροδίτῃ παρθένων. T.

8

.

365

ἐπενήνοθεν αἰὲν ἐόντας] γίνεται ἀπὸ τοῦ ἐνῶ ῥήματος τοῦ σημαίνοντος τὸ μιγνύω καὶ συνάγω. ὁ παρατατικὸς ἤνεον, καὶ μετὰ τῆς ἐπί καὶ ἐν ἐπενήνεον, ἀντὶ τοῦ ἐσώρευον. E. ἐπανθεῖ, ἐπιχρίει. H. ἐπικινεῖται, ἔπεστιν, ἐπανθεῖ. B. ἐπῆν, ἐπέκειτο. V.

8

.

369

δολιχήρετμοι] δολιχὰς ὁδοὺς διανύοντες καὶ μὴ κάμνοντες, ἢ δολιχῇ ἐρεσίᾳ κάμνοντες. T.

8

.

370

Ἅλιον προπαροξύτονον τῷ τόνῳ, μουνὰξ ὀξυτόνως. H.

8

.

372

τὸ ἑξῆς, “οἱ δ’ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο, τὴν ἕτερος ῥίπτασκεν. H. οἱ δ’ ἐπεὶ οὖν σφαῖραν] παλαιὸν τὸ ἔθος καὶ παρὰ Λακεδαιμο‐ νίοις δέ. εἰς τὰ σφαιρομάχια τεθέαμαι, φησὶν ὁ Πῖος. εἰκὸς δὲ
5καὶ τὴν Ναυσικάαν διὰ τοῦτο καὶ τῆς σφαίρας τῇ παιδιᾷ τέρπεσθαι. E.Q.

8

.

375

ἰδνωθεὶς ὀπίσω] ἀνακλιθεὶς ἑαυτὸν ὀπίσω ἀνέβαλλε τὴν σφαῖραν εἰς ὕψος. ἐλάμβανεν αὐτὴν ὁ ἕτερος ταῖς χερσὶ πρότερον
ἐπὶ τὴν γῆν πεσεῖν καὶ πρὸ τῶν πολλῶν. T.390 in vol. 1

8

.

377

ἀνιθὺν] ἀνακινεῖν εὐθέτως. Q. ἔγκειται τὸ ἄνω καὶ τὸ ἰθύνειν, οἷον ἀνορμῶντες· ἥλλοντο γάρ. V.

8

.

379

ταρφέ’ ἀμειβομένω] πυκνῶς πλέκοντες εἰς ἀλλήλους ἐναλ‐ λασσόμενοι. V. ἐπελήκεον] ἐπεκρότουν, ἐπεψόφουν. T.

8

.

380

κόμπος] γρ. δοῦπος. P.

8

.

383

ἀπείλησας] ἐπηγγείλω. “οὐδ’ ἠπείλησεν ἄνακτι” (Il. ψ, 863.). H. βητάρμονες] ὀρχησταὶ, οἱ διὰ τῶν ποδῶν ὀρχούμενοι, ἀπὸ τοῦ ἡρμοσμένως βαίνειν. V.
5θαυμάζοντος τοῦ Ὀδυσσέως τοὺς ὀρχηστὰς καὶ μαρτυροῦντος, “ἦ μὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους, ἦ δ’ ἄρ’ ἑτοῖμα τέ‐ τυκτο,” ἐπάγει ὁ ποιητὴς, “γήθησεν δ’ ἱερὸν μένος Ἀλκινόοιο,” ἐν‐ δεικνύμενος τὸν ἀγωνιῶντα καὶ φροντίζοντα μὴ πάλιν διαπέσῃ καὶ ἀλαζὼν εἶναι δόξῃ, ὥστε καὶ προάγεσθαι ἐπὶ τὸ ἐπαινεῖν τὸν μαρ‐
10τυρήσαντα ἀλήθειαν αὐτῷ· “ὁ ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι.” καὶ ἐπὶ τούτῳ δῶρα διδόναι προτρέπεται τοὺς παρόντας. λοι‐ πὸν δὲ ὄντων ἔτι ἀπράκτων ὧν ἀπηγγείλατο, τὸ τῆς ᾠδῆς καὶ τὸ τῆς ἐσθῆτος καὶ τὸ τῶν λουτρῶν τῶν θερμῶν· εἴρητο γὰρ “ἀεὶ δ’ ἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί τε, εἵματά τ’ ἐξημοιβὰ λοετρά τε θερμὰ
15καὶ εὐναί” (248.)· ἡ μὲν ἐπίδειξις τῆς ἐσθῆτος οὐ μόνον δι’ ὧν ἐνε‐ δύοντο μαρτυρεῖται, ἀλλὰ καὶ ἐξ ὧν δωρήσασθαι παρεκελεύετο. δώ‐ δεκα γὰρ, φησὶ, κατὰ δῆμον ἀριπρεπέες βασιλῆες, τρισκαιδέκατος δ’ ἐγὼ αὐτός· τῶν οἱ φᾶρος ἕκαστος ἐϋπλυνὲς ἠδὲ χιτῶνα, καὶ χρυσοῖο τάλαντον ἐνείκατε. τῶν δὲ λουτρῶν ἡ ἐπίδειξις καὶ τῆς δαιτὸς ἐν οἷς
20φησιν “ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δ’ ὕδωρ, ὄφρα λο‐ εσσάμενός τε ἰδών τ’ εὖ κείμενα πάντα δῶρα δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων” (426—9.). ὅθεν καὶ τούτοις πάλιν μαρτυρεῖ ὁ Ὀδυσσεὺς “ἀσπασίως μὲν ἰδὼν θερμὰ λοετρά” (450.)· καὶ περὶ τοῦ ᾠδοῦ λέγων ὡς “καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ” (ι, 3.). περὶ δὲ τῆς
25δαιτὸς “οὐ γὰρ ἔγωγέ τι φημὶ τέλος χαριέστερον εἶναι” (ι, 5.). E.H.Q.

8

.

384

ἑτοῖμα] οὕτως ὁ τόνος, οὐ προπαροξυτόνως. H.391 in vol. 1

8

.

385

γήθησεν δ’ ἱερὸν μένος Ἀλκινόοιο] κεχαρισμένην τοῖς ἀκού‐ ουσι τὴν μαρτυρίαν προφέρων εἰς χαρὰν ἐκίνησε τὸν Ἀλκίνοον. δῆ‐ λον δὲ ἐκ τῆς διαθέσεως ἧς ἔχει ἐπενεχθέντων αὐτῶν· δῶρα γὰρ δί‐ δωσι καὶ τοὺς ἄλλους συμβάλλειν προτρέπεται. Q.

8

.

390

δώδεκα γὰρ κατὰ δῆμον] δῆλον δὲ ἐκ τούτων ὅτι ἀριστο‐ κρατία τίς ἐστιν, ἐξέχει δὲ ἐν αὐτοῖς ὁ Ἀλκίνους δώδεκα ὄντων, ὡς ὁ ἑξῆς στίχος δηλοῖ. E.Q. ἐκ τούτου δῆλον ὅτι ἀριστοκρατία ἦν, ὁποία καὶ ἡ εἰς Ἴλιον ἐγένετο στρατεία· ἕκαστος μὲν γὰρ τῶν ἰδίων
5ἦρχεν, εἷς δὲ ὁ τὴν πάντων ἀρχὴν κεκτημένος. T.

8

.

393

ἐνείκατε] καὶ αὑτὸν συμπαραλαμβάνει· ἐπιφέρει γὰρ “αἶψα δὲ πάντα φέρωμεν,” καὶ ἡ Ἀρήτη “ἐν δ’ αὐτὴ φᾶρος θῆκεν” (441). τὸ δὲ τάλαντον χρυσοῦς εἶχε τρεῖς, ὡς καὶ Φιλήμων ὁ κωμικὸς “δύ’ εἰ λάβοι τάλαντα, χρυσοῦς ἓξ ἔχων ἀποίσεται.” T.

8

.

394

ἀολλέα] ὁμοῦ συναχθέντα, ἀθρόα. V.

8

.

396

Εὐρύαλος δέ ἑ αὐτὸν] ὁ τὸν Ὀδυσσέα ὀνειδίσας ὥς τινα πλω‐ τῆρα καὶ μὴ ὡς στρατιώτην τιμήσας. Q. Ἀρίσταρχος τὴν ἑ ἐγκλίνει καὶ Ἡρωδιανός. H.

8

.

403

ᾧ ἐπὶ κώπη ἀργυρέη] ἀναστροφὴ τῆς λέξεως, ἐν ᾧτινι ἄορι ἤτοι φασγάνῳ καὶ σπάθῃ ἀργυρέη κώπη ἦν. H.Q.

8

.

404

κουλεὸς] ἡ ξιφοθήκη. V. κολεὸν] γρ. κουλεός. H.

8

.

408

βέβακται] πεφλυάρηται. ἔνθεν καὶ βάβαξ, παρὰ τὸ βάζειν, ὁ κεκράκτης. E.V. εἴρηται παρὰ τὸ βάζειν. ἀμνηστείαν δὲ ἀξιοῖ τῶν πρότερον εἰρημένων γενέσθαι. T.

8

.

409

[φέροιεν ἀναρπάξασαι ἄελλαι: ὅμοιον τούτῳ εἶπε καὶ ὁ ἅγιος Γρηγόριος ὁ θεολόγος ἐν τῷ κατὰ Ἰουλιανοῦ πρώτῳ στηλιτευτικῷ. ἔχει δ’ οὕτως· τοῦτο μὲν δὴ τὸ ἐμὸν θαῦμα. καὶ εἰ μὲν ψευδὲς, αὖραι φέροιεν, εἰ δ’ ἀληθὲς, πάλιν Βαλαὰμ προκηρύττει καὶ δαίμονες ὁμο‐
5λογοῦσι τὸν Ἰησοῦν ἄκοντες καὶ ἐκ τῶν ἐναντίων, ἵνα μᾶλλον πιστωθῇ ἡ ἀλήθεια. E.]

8

.

413

καὶ σὺ φίλος] καὶ σὺ, φησὶν ὁ Ὀδυσσεὺς Ἀττικῶς. μὴ ἔτι γένοιτο τοῦ ξίφους ὅ μοι δέδωκας ποθὴ ἐπὶ τὸ ἔμπροσθεν ἤτοι
ἐπιθυμία. Q.392 in vol. 1

8

.

415

ἀρεσσάμενος] φιλοφρονησάμενος. Q.

8

.

424

φέρε χηλὸν ἀριπρεπέ’] τὸ κιβώτιον, παρὰ τὸ ἐν αὐτῷ χέ‐ εσθαι τὰ ἐμβαλλόμενα. Q.

8

.

425

ἐν δ’ αὐτῇ] λείπει τὸ, ἵνα βάλλωμεν τὰ δῶρα τῶν Φαιάκων. καὶ αὐτὴ δὲ πρόσφερε τὸ φάρος καὶ τὸν χιτῶνα. τὸ γὰρ ποτήριον φιλοτιμίας ἕνεκα δίδωμι. B.Q.

8

.

426

ἀμφὶ δέ οἱ] ἕνεκα δὲ αὐτοῦ. B. ἰήνατε] εὐφράνατε, θερμάνατε. B.

8

.

430

ἄλεισον] τὸ ἔκπωμα τὸ τετορνευμένον. H.

8

.

434

τρίποδα] γρ. καὶ λέβητα. εἶχε δὲ ὁ λέβης τρίποδα. H.

8

.

443

θοῶς δ’ ἐπὶ δεσμὸν ἴηλον] ἐπίβαλε. δεσμοῖς γὰρ ἠσφαλί‐ ζοντο τὸ παλαιόν· νεωτέρων γὰρ Λακώνων ἡ κλείς. τὸ δὲ ἀφ’ ἑαυτοῦ ποιῆσαι τὸν Ὀδυσσέα ἐξασφαλιζόμενον ἀπρεπές. δοκεῖ γὰρ μὴ πι‐ στεύειν τοῖς συμπλέουσι. διὸ τῇ γυναικὶ τὰ περὶ τὴν ἀσφάλειαν
5τῆς χηλοῦ ἀπέδωκεν. B.Q. ἔκτεινον, οἷον ἐπὶ ... “καθ’ ὁδὸν δη‐ λήσεται” (444). καθ’ ὁδὸν τουτέστι τὸν πλοῦν, δηλήσεται δὲ ἀντὶ τοῦ κακοποιήσει. T.

8

.

444

ὁππότ’ ἂν αὖτε εὕδῃσθα] τοῦτο συντελεῖ εἰς τὴν ἀπολογίαν τοῦ Ὀδυσσέως ὕπνου. ἔοικε γὰρ κατ’ ἰδίωμα ἀκολουθοῦν ταῖς ναυσὶ τῶν Φαιάκων κατακεκοιμῆσθαι καταπλέων εἰς τὴν πατρίδα. Q.

8

.

448

δέδαε φρεσὶ πότνια Κίρκη] ἐδίδαξεν, ἐπεὶ πρότερον οἱ ἑταῖ‐ ροι ἔλυσαν τὸν ἀσκόν. E. ἴσως ἐδίδαξεν αὐτὸν διὰ τὸ λῦσαι τοὺς ἑταίρους τὸν ἀσκὸν τοῦ Αἰόλου. H. πιθανῶς πάνυ ἐπὶ τὸν παρ’ Αἰόλου τῶν ἀνέμων ἀσκὸν, ὃν οἱ ἑταῖροι ἔλυσαν. παρὰ τῆς πολυτρο‐
5πωτάτης ἔμαθεν ἰδέαν δεσμοῦ. οὐδέπω γὰρ ἔγνωστο ὁ δακτύλιος. T.

8

.

449

αὐτόδιον] ἐξ αὐτῆς ἐκείνης τῆς ὁδοῦ, οὐκ ἀλλαχοῦ που παρα‐ χωρηθέντα· ἢ αὐτοδίως, πρὶν ἀλλαχοῦ πορευθῆναι μετὰ τὸ δῆσαι τὸ κιβώτιον. E. παραχρῆμα, ἐξ αὐτῆς ὁδοῦ· ἢ αὐτοδίως, πρὶν ἀλλαχοῦ χωρισθῆναι ἀπὸ τοῦ δεσμοῦ τῆς κιβωτοῦ. B.Q. ἐπ’ αὐτῆς τῆς
5ὁδοῦ, πρὶν ἀλλαχοῦ που ἀπελθεῖν. T.

8

.

450

ἀσάμινθον] ἀσάμινθος λέγεται διὰ τὸ μινύθειν καὶ οἷον ἀφανίζειν τὴν ἄσην ἤτοι τὸν ῥύπον. τὸ δὲ ῥά παραπληρωματικὸς σύν‐ δεσμος. H.P.Q.393 in vol. 1

8

.

451

ἐπεὶ οὔτι κομιζόμενος] ἀντὶ τοῦ οὐδὲ ὅλως κομιζόμενος ἤτοι κομιδῆς καὶ ἐπιμελείας ἠξιωμένος, ὡς δῆλον ἐκ τοῦ ἐπιφερομένου “τόφρα δέ μοι κομιδή τε θεῷ ὡς ἔμπεδος εἴη.” B.H.Q.

8

.

453

θεῷ ὣς] ὡς θεῷ εἶπε διὰ τὴν εὐεξίαν τοῦ σώματος, καθόσον μὲν καὶ ἡ Καλυψὼ ὑπισχνεῖτο θήσειν ἀθάνατον. B.

8

.

455

ὁ δέ ἀντὶ τοῦ καί. εἰς τὸ χιτῶνα ὑποστικτέον. H.

8

.

456

οἰνοποτῆρας] τοὺς εὐωχουμένους, τοὺς φέροντας ταῖς χερσὶν ποτήρια οἴνου πλήρη. Q.

8

.

458

στῆ ῥα παρὰ σταθμὸν] ἐπίτηδες ἵνα ὑπομνήσῃ αὐτὸν τῆς εὐεργεσίας. Q.

8

.

459

ἐν ὀφθαλμοῖσιν ὁρῶσα] γρ. ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν. P.

8

.

462

ζωάγρια] τὰ ὑπὸ τῆς ... ἀγρεύματα· τὸν γὰρ ὑφ’ ἑαυτῆς σεσωσμένον ὁρῶσα καὶ πολλῆς ἠξιωμένον τιμῆς χαίρει καὶ τὴν ἐκείνου σωτηρίαν ἐξιδιοποιεῖται. οὔκουν ἀκόλαστον ὑπολαμβάνειν χρὴ τὴν κόρην. προσαγόρευσιν γὰρ ἡ κόρη περιέχει καὶ παράκλησιν μνήμης·
5πρώτῃ γὰρ ὀφείλεσθαι χαίρειν. T.

8

.

465

τὸ νῦν ἀντὶ τοῦ δή. οὕτω δή. H.

8

.

466

ὡς εὔχομαι θεῷ, οὕτως καί σε εὔξομαι. H.

8

.

468

σὺ γάρ μ’ ἐβιώσαο, κούρη] εἰς τὸν βίον εἰσήγαγες, ἔσωσάς με βίῳ, ἀνεζωπύρησας. T. ἐβιόσσαο] τὸ ζῆν περιεποίησας, ἔσωσας. V. ἐβιόσσαο] γρ. βιώσω. H.

8

.

476

ἀμφοτέρωθεν τῆς ῥάχεως ἦν πολὺ λίπος. H.

8

.

477

κῆρυξ, τῆ δὴ, τοῦτο πόρε κρέας] τὸ τῆ ῥῆμα προστακτικόν ἐστι παρὰ ποιηταῖς εἰρημένον χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. καὶ ἔστιν ἀπὸ θέματος τοῦ τῶ, ὡς λῶ λῆς λῆ, ζῶ ζῆς ζῆ, οὕτω τῶ τῆς τῆ. τούτου ὁ παρατατικὸς ἔτων ὡς ἔξων, τὸ δεύτερον καὶ τὸ τρίτον
5ἔτης ἔτη, ὡς ἔζης ἔζη. ἐκ τούτου τοῦ τρίτου κατὰ ἀποβολὴν τοῦ ε τῆ γίνεται τὸ προστακτικὸν ὡς ἐχρύσου χρύσου. τὸ δὲ φάγῃσι κατ’ ἐπέκτασιν. τὸ δὲ ἑξῆς, δέξαι τοῦτο καὶ πόρε κρέας Δημοδόκῳ. B.Q.

8

.

480

τιμῆς ἔμμοροι] μερίδος τιμητικῆς μετέχουσιν. τὸ δὲ “προσπτύξομαι” ἀντὶ τοῦ δεξιώσομαι, ὡς καὶ ὁ βασιλεὺς τὸν νικη‐ φόρον “νώτοισιν δ’ Αἴαντα” (Il. η, 321). T.394 in vol. 1

8

.

485

αὐτὰρ ἐπεὶ πόσιος] δαιμονίως τῇ τάξει ἐχρήσατο. οὐ γὰρ ἅμα τῇ δόσει τῶν κρεῶν εὐθὺς ἐπιτάττει τὰ περὶ τὸν ἵππον ᾄδειν, ἀλλὰ προθεραπεῦσαι μὲν τῇ τιμῇ. τὸ δὲ πρόσταγμα εἰς καιρὸν ὑπέθετο ὅτε ἔμελλεν ἐκεῖνος ἀείδειν. Q.

8

.

487

ἐνταῦθα τελεία ἡ στιγμή. H.

8

.

488

ἢ σέ γε μοῦς’] ἡ Τερψιχόρη, ἢ αἱ Μοῦσαι. E.

8

.

489

λίην γὰρ κατὰ κόσμον] τοῦτο ἤδη τοὺς παρόντας εἰς πόθον ἄγει. πόθεν οὗτος οἶδεν ὅτι κατὰ κόσμον ᾄδεται τὰ πράγματα Δημοδόκῳ; τὸ δὲ ἑξῆς γυμνότερον, ὥστε που ἢ αὐτὸς παρών. H. ἤδη τοὺς παρόντας εἰς ἐπίτασιν ἄγει .. ζητοῦσι πόθεν οὗτος, ὅτι καλῶς τὸν νό‐
5στον τῶν Ἀχαιῶν .. παρὰ Μούσης δέ φησι μανθάνειν, ἐπεὶ οἱ Φαίακες ἀνεπίμικτοι. τὸν ἵππον ᾄδειν κελεύει, ἵνα γνωρισθῇ, διὸ καὶ ἐπίτηδες ἀκούει. οὐ προανακρίνουσιν αὐτὸν, ἵνα ἡ φιλοξενία μείζων φανῇ καὶ μὴ εἰς τὴν δόξαν αὐτὸν νομίσωσι τιμᾶν. καὶ ἄλλως δὲ οὐκ εἰώθεσαν πρὸ τοῦ ξενίζειν ἐπερωτᾶν. T.

8

.

491

ἢ αὐτὸς] γρ. καὶ, ᾗ αὐτός, ἀντὶ τοῦ καθά. H. ἢ ἄλλου] παρά. Gl. H. ἄλλου ἀκούσας] τὸ γὰρ μὴ παρὼν ὡς ἐν Τροίᾳ Δημόδοκος πάντως οὐκ ἄλλου ἀκούσας ᾖσε φαμὲν ὅτι αὐτοδίδακτος ἦν ὑπὸ θεοῦ ἐμπνεό‐
5μενος, ὡς καὶ αὐτός φησιν, “ὃν πέρι μοῦς’ ἐφίλησεν” (63.). Q.

8

.

492

ἀλλ’ ἄγε δή] πιθανὸν τὸ ἐπίταγμα, ἵνα παρ’ ἄλλου μαθόντες τὰς ἐν Ἰλίῳ πράξεις ὑπομένοντες ἀκούωμεν, ἐπειδὴ πᾶς ἔπαινος φθόνον παρὰ τῶν ἀκουόντων ἐπάγεται, ἡ δὲ ἐπαινουμένῳ προσώπῳ ἀκρόασις μείζω τὴν ἔκπληξιν. Q.
5ἵππου κόσμον] τὴν κατασκευὴν, ἢ τὴν οἰκονομίαν, ἢ τὴν ὑπόθεσιν. B.Q.

8

.

493

Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ] οἱ τῶν Ἑλλήνων τέκτονες. P. Ἐπειὸς] ὁ τῶν Ἑλλήνων τέκτων. V. σὺν Ἀθήνῃ] τοῦτό τινες τοῖς ἑξῆς συνάπτουσιν. E.

8

.

494

δόλον] Ἀρίσταρχος καὶ Ἀριστοφάνης, δόλῳ, φασίν. H.
δῖος Ὀδυσσεύς] διὰ τούτου καὶ πτολίπορθος ὁ Ὀδυσσεύς. τὸ μὲν γὰρ κατασκεύασμα, ὁ ἵππος, Ἐπειοῦ καὶ Ἀθηνᾶς ἦν, τὰ δὲ ἐγχει‐ ρήματα Ὀδυσσέως· οὗτος γὰρ ὁ προτρεψάμενος ἐμβῆναι τοὺς Ἀχαι‐395 in vol. 1
5ούς. T. ὅν ποτ’ ἐς ἀκρόπολιν] νῦν μὲν εὐθέως πόλιν ἄκραν. ἀνόητοι δὲ οἱ Τρῶες εἰσαγαγόντες καὶ τότε ζητοῦντες μὴ ἄρα ἐνέδρα ἐντός. ἡ Ἀθηνᾶ δὲ βλάψασα αὐτῶν τὰς φρένας καὶ ἡ εἱμαρμένη. ἀνόητοι δὲ καὶ οἱ παρα‐ κινδυνεύοντες καὶ εἰσελθόντες. ἔστι δὲ εἰπεῖν ὅτι ὁ καιρὸς ἐβιάζετο·
10οἱ γὰρ ἀριστεῖς ἤδη ἐτεθνήκεσαν καὶ χρόνος ἦν ἤδη πολὺς, καὶ τοῖς πολεμίοις ἐπῄεσαν σύμμαχοι καὶ ἐτετείχιστο ὑπὸ θεῶν ἡ πόλις, καὶ ᾠκοφθορεῖτο τὰ ἐν τῇ Ἑλλάδι, ὁπότε καὶ μετὰ νίκην ἀναστρέψαντες κακοῖς περιέπεσον. διὸ ἐπιβουλὴν ἐποίησεν, ὥσπερ καὶ οἱ ἰατροὶ ... κινδυνευομένους ἐπιχειροῦσι ταῖς θεραπείαις. T.

8

.

497

αὐτίκ’ ἐγὼ πᾶσιν] γρ. αὐτίκα καὶ πᾶσιν. H. αὐτίκ’ ἐγὼ πᾶσιν μυθήσομαι] οὐχ ὑποθήσομαι, ἀλλ’ εὐθέως μαρ‐ τυρῶ. καλὸν δὲ μισθὸν ἀποδώσειν ἐπαγγέλλεται πᾶσι φανερὰν αὐτοῦ τὴν δόξαν ποιήσειν. T.

8

.

499

ὁ δ’ ὁρμηθεὶς] ἐκ θεοῦ ἐμπνευσθείς· ὁ γὰρ δύναμιν καὶ ὁρμὴν ἐκ θεοῦ λαβὼν, ἢ ἀπὸ θεοῦ τὴν ὁρμὴν ποιησάμενος· ἔθος γὰρ ἦν αὐ‐ τοῖς ἀπὸ θεοῦ προοιμιάζεσθαι. T. θεοῦ ἤρχετο] ἀπὸ τῆς μούσης ἐμπνευσθείς· ἢ ἀπὸ θεοῦ ἀρξάμε‐
5νος. P. ἀπὸ θεοῦ τὴν ἀρχὴν τῆς τραγῳδίας ποιούμενος· ἢ ἀπὸ τῆς μούσης ἐμπνευσθείς. H.Q.

8

.

506

ἄγχ’ αὐτοῦ] πλησίον αὐτοῦ. H. γρ. ἥμενοι ἀμφ’ αὐτόν. P. τρίχα] βαρυτόνως τὸ τρίχα. H. σφίν] ἀντὶ τοῦ αὐτοῖς. V.

8

.

507

διατμῆξαι] Ἀρίσταρχος διαπλῆξαι, ὡς ἀλλαχοῦ, “τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοί” (Il. ψ, 120.). H. κοῖλον δόρυ] ἀπὸ τοῦ λέγεσθαι τὰ ξύλα δούρατα ὠνόμασε τὸν ξύλι‐ νον ἵππον ἐκεῖνον δόρυ κοῖλον. τὸ δὲ νηλέϊ χαλκῷ ἐτυμολογεῖται ἐκ
5τοῦ νη στερητικοῦ καὶ τοῦ ἐλέους, ἤτοι τὸ ἐλέους ἐστερημένον. Q.

8

.

508

ἐρύσαντες] ἑλκύσαντες. V.
ἐπ’ ἄκρας] ἐπὶ κρημνῶν, ἢ ἐπὶ τῆς ἀκροπόλεως. B.396 in vol. 1

8

.

509

θεῶν θελκτήριον] ἱλαστήριον, εἰς τέρψιν θεῶν εἶναι. τέρπει γὰρ τοὺς θεοὺς τὰ ἀναθήματα. B.Q.

8

.

510

τῇ περ δὴ καὶ ἔμελλεν] ᾗτινι βουλῇ καὶ μετέπειτα ἔμελλε τελειωθήσεσθαι τὸ ἐᾶν αὐτὸν θελκτήριον εἶναι. εἶπε γὰρ, τρίχα δέ σφισιν ἥνδανε βουλή. Q.

8

.

515

ἄλλον τρόπον ἐξετραγῴδει ὡς τὴν πόλιν πορθοῦντα καὶ δια‐ φθείραντα. H. ἱππόθεν ἐκχύμενοι] ἐνάργειαν ἐποίησε διὰ ταύτην τὴν λέξιν· κατα‐ λείποντες γὰρ τὸν κοῖλον λόχον καὶ ἐκχυθέντες κατὰ τὴν πόλιν ἐπόρ‐
5θουν αὐτήν. καὶ ἄλλος μὲν ἀλλαχοῦ τὴν ὁρμὴν ἐποιήσατο ὡς ἐπὶ νυκτὸς, ὁ δὲ Ὀδυσσεὺς σὺν τῷ Μενελάῳ ἐπὶ τὸν Δηΐφοβον. καὶ ἐνί‐ κησαν γνώμῃ Ἀθηνᾶς δεινότατον πόλεμον πολεμήσαντες. T.

8

.

516

πόλιν κεραϊζέμεν] τὴν πόλιν πορθοῦντα καὶ διαφθείροντα. Q. αἰπὴν] ἀπὸ μὲν τοῦ αἰπός ἡ αἰπὴ καὶ ἡ ὑψηλὴ γίνεται, ἀπὸ δὲ τοῦ αἰπύς ἡ αἰπεῖα. B.

8

.

517

προτὶ δώματα Δηϊφόβοιο] ἄλκιμος γὰρ οὗτος γέγονε μετὰ θάνατον Ἕκτορος. E.Q. καὶ ἐκ τούτου οἱ μεταγενέστεροι τὴν Ἑλέ‐ νην καὶ Δηϊφόβῳ γήμασθαι λέγουσι. E.P.Q.V. ἐντεῦθεν διὰ ζη‐ λοτυπίαν ἐλθεῖν τεθνηκότος Ἀλεξάνδρου. ἀλλὰ στρατηγὸς μετὰ τοῦ
5Ἕκτορος θάνατον γέγονεν ὁ Δηΐφοβος ἀλκιμώτατος ὢν τῶν Πριαμι‐ δῶν. τούτου δὲ ἀναιρεθέντος εὐχείρωτοι οἱ λοιποί. εἵπετο δὲ τῇ Ἑλέ‐ νῃ οὐχ ὡς ἀνὴρ, ἀλλ’ ὡς στρατηγὸς καταπαρίζουσαν φυλάττων. ᾔδει δὲ τὴν Δηϊφόβου οἰκίαν ὁ Ὀδυσσεὺς ὅτε αὐτομολῶν εἰσῆλθε. τούτων δὲ εἰρημένων ὑπὲρ Ὀδυσσέως ἑξῆς ὁ λόγος πιθανῶς γράφει
10τὸ ... διηγούμενον τῶν καθ’ ... εἰ γὰρ μὴ ἀξιόπιστος ὁ λέγων τοῖς
Φαίαξιν ταῦτα, ἀλαζὼν ἂν ἔδοξεν εἶναι ἀπιθάνως διηγούμενος. T.397 in vol. 1

8

.

519

αἰνότατον πόλεμον] ἔφη δὲ αἰνότατον πόλεμον τολμήσαντα ἔπειτα νικῆσαι διὰ τὴν μεγάθυμον Ἀθηνᾶν, ἤτοι διὰ τὴν οἰκείαν φρό‐ νησιν καὶ πανουργίαν. Q. τὸ ἔργον οὐκ ἠθέλησε κοινὸν τῶν Ἑλλή‐ νων γενέσθαι, ἀλλὰ μόνου Ὀδυσσέως, ὥσπερ καὶ τὸν ἵππον Ἐπειὸς
5ἐποίησε σὺν Ἀθηνᾷ, Ὀδυσσεὺς δ’ ἤγαγεν εἰς τὴν ἀκρόπολον τὸν δό‐ λον. T.

8

.

520

διὰ μεγάθυμον Ἀθήνην] διὰ τὴν οἰκείαν φρόνησιν καὶ πανουρ‐ γίαν. P.

8

.

523

πόσιν ἀμφιπεσοῦσα] περιπεσοῦσα τὸν ἄνδρα περιπτυξαμένη, περιχυθεῖσα αὐτῷ. Q. αὐξήσει ἐπὶ τῆς παραβολῆς δι’ ἑκάστου τῶν ἐπαγομένων, ὥστε μηδεμίαν ὑπερβολὴν τοῦ οἴκτου καταλείπε‐ σθαι· πρῶτον μὲν οὖν τὸ πρόσωπον αὐτοῦ οἰκτρόν· καὶ γὰρ ἄλλως
5γυνὴ κλαίουσα πένθιμον ἔχει τὴν διάθεσιν. εἶτα ἐπήγαγε “φίλον πόσιν,” ἐν ᾧ αὔξησίς ἐστι διὰ τοῦ ἐπιθέτου· καταθύμιον γάρ τινα καὶ ἀρεστὸν θρηνεῖ. εἶτα καὶ “ἀμφιπεσοῦσα·” οὐ γὰρ ἀκούσασα τὴν ἀγγελίαν, ἀλλὰ παρατυχοῦσα τὸν φόνον καὶ ὁρῶσα ἐν ὄψει τὸ πρᾶγμα. T.

8

.

524

πρόσθε] γρ. προπάροιθε. H. ὅστε ἑῆς προπάροιθε] οὐκοῦν οὐ κατ’ οἶκον ὑπ’ αὐτοῦ χρεὼν κατα‐ λαμβανόμενον, ἀλλὰ βίᾳ τὴν ζωὴν ἀφαιρούμενον, καὶ ταῦτα ἐπὶ καλ‐ λίστῃ προφάσει· οὐ γὰρ ἐν πολέμῳ μισθοφόρῳ διὰ κέρδος τῆς γῆς
5ἔξεισιν, ἀλλ’ ὑπὲρ πατρίδος ἀγωνιζόμενος. T.

8

.

525

Καλλίστρατος, ἄστει καὶ ὥρεσσιν, ὡς τὸ “ἀμυνέμεναι ὥρεσ‐ σιν” (Il. ε, 486.). H.

8

.

526

ἀσπαίροντα ἰδοῦσα] γρ. καὶ ἀσπαίροντ’ ἐσιδοῦσα. P.

8

.

529

εἴρερον] τὴν ἐξ αἰχμαλωσίας δουλείαν νῦν ἐκάλεσεν. ἔχει δέ τινα τοῖς κακοῖς παραμυθίαν τὸ καὶ ἀποδύρεσθαι. φησὶ γοῦν “αἰψηρὸς δὲ γόος” (Od. δ, 103.). ἐπὶ ταύτῃ δὲ οὐδὲ ἐξουσία δέδο‐ ται δακρύων, ἵν’ ἐπικουφίσῃ τὴν συμφορὰν, ἀλλ’ εἰς δουλείαν ἄγεται
5τυπτομένη. πάντα οὖν εἰς αὐτὸν συνήγαγεν ἐπὶ τὴν ὄψιν, τὴν πρό‐ φασιν τοῦ θανάτου καλλίστην οὖσαν καὶ ἔνδοξον, τὴν ἀνάγκην τῆς αἰχμαλωσίας, τὸ μὴ ἀποκλαῦσαι τὴν συμφορὰν ἐξεῖναι. T. αἰχμα‐ λωσίαν, δουλείαν τὴν περὶ τὰ ἔργα. καὶ ἀναπέπλασται κατ’ ἀρχὴν
παρὰ τὸ ἐρᾶν. Q. αἰχμαλωσίαν—παρὰ τὸ ἐρᾶν μετὰ ἐλευθερίας398 in vol. 1
10εἴρειν καὶ λέγειν τοὺς δούλους. V. αἰχμαλωσίαν—παρὰ τὸ ἐρᾶν μετὰ ἐπιθυμίας. ἢ κοῦσπον. P. τὴν ἐξ αἰχμαλωσίας δουλείαν νῦν ἐκάλεσεν, ἀπὸ τοῦ ἔριον. ἢ παρὰ τὸ ἐρᾶν—τοὺς δούλους. ἅπαξ δὲ εἴρηται ἡ λέξις. E. [εἴρερος κατὰ τοὺς παλαιοὺς αἰχμαλωσία, δουλεία, παρὰ τὸ ἐρᾶν εἴρειν. οἱ
15γὰρ ἐν δουλείᾳ καὶ τοῦ λέγειν στέρονται μὴ παρρησιαζόμενοι. B.] τοῖς κακοῖς παραμυθίαν ἔχει τὸ ἀποδακρῦσαι. φησὶ γοῦν “αἰψη‐ ρὸς δὲ κόρος κρυεροῖο γόοιο” (Od. δ, 103.). ταύτῃ δὲ οὐδὲ ἐξουσία δακρύων δίδοται, ἵνα ἐπικουφίσῃ τὴν συμφοράν. Q.

8

.

531

ψιλῶς τὸ εἶβεν. H.

8

.

532

ἔνθ’ ἄλλους μὲν] διὰ τί τοὺς ἄλλους ἐλάνθανε δακρύων; ὅτι οὐκ ἐφεξῆς αὐτοῖς συνέβαινε καθέζεσθαι. ἔπειτα ἀπεστραμμένος πρὸς τὴν ᾠδὴν καὶ τὸν Δημόδοκον ἀποβλέποντες εἰκότως ἠγνόουν τὸ γινόμενον. ὁ γοῦν Ἀλκίνοος διὰ τὸ πλησίον καθεζέσθαι στένοντος
5ἤκουσεν. T.

8

.

537

σχεθέτω φόρμιγγα λίγειαν] ὡς οὕτως αὐτὰ εἴπας κατασι‐ γάζει, τῶν δακρύων αἰτιώμενος τῷ ξείνῳ .... πρῶτον μὲν ἀνθρώπου .... ἔπασχε τὴν τύχην ὀδυρόμενος ἐξ οἵων εἰς οἷα μετελήλυθε, μετὰ ταῦτα δὲ κλαίει, ἵνα ἀφορμὴν ἐρωτήσεως .... T.

8

.

539

ἐξ οὗ δορπέομεν] ἀντὶ τοῦ ἐξ οὗ δεδορπήκαμεν. B.

8

.

541

μάλα] γρ. μέγα. H.

8

.

542

ὁ μὲν σχεθέτω] σχεθέτω, φησὶν, ὁ τραγῳδεὺς, ἤτοι κωλυ‐ θήτω τῆς τραγῳδίας, ἵνα μὴ τὸν ξεῖνον Ὀδυσσέα καὶ τοὺς ξεινοδόκους, ἤτοι τοὺς ὑποδεχομένους ἡμᾶς τοὺς ξένους ἐπέλθῃ θλιβεροῖς ᾄσμασιν. ἕνεκα γὰρ τοῦ ξένου ταῦτα κεκίνηται, ἥ τε εὐωχία καὶ ἡ λύρα. H.Q.
5τερπώμεθα πάντες] δημοτικῶς ἄγαν καὶ τοὺς ἄλλους ξενοδόχους καλεῖ. E.T.

8

.

546

ἀντὶ κασιγνήτου ξεῖνος] ὁ ξένος καὶ ἱκέτης ἀντὶ ἀδελφοῦ τυγχάνει ἐκείνῳ τῷ ἀνδρὶ ὃς κατ’ ὀλίγον ἀγχιστεύει ταῖς διανοίαις. B.Q.

8

.

547

ὀλίγον περ ἐπιψαύει] ὀλίγον, φησὶν, ἐπιψαύει καὶ πλησιάζει ταῖς πραπίδεσσιν καὶ ταῖς φρεσὶν, διὰ τὸ σχεδὸν ἐκ τούτων ταῖς ἀδη‐ μονίαις καὶ θλίψεσι πόρρω εἶναι. Q. ἅπτεται ταῖς φρεσὶν, ἀντὶ τοῦ φρόνιμός ἐστιν. H.P.Q.V.399 in vol. 1
5ἐπιψαύῃ πραπίδεσσιν] ἐπιτυγχάνῃ, καταφρονῇ τῷ κατὰ μικρὸν φρονήσεως ἔχοντι. πιθανῶς δὲ τὴν ἐκείνου χρείαν κατέμιξε τῇ ἐρω‐ τήσει, ἵνα μάθῃ ποῦ δεῖ πέμπειν αὐτόν. T.

8

.

554

τοκῆες] γρ. γονῆες. H.

8

.

555

εἰπὲ δέ μοι γαῖαν] εἰπέ μοι τὴν σὴν πόλιν, ἵνα πρὸς τὸν ἡμέτερον νοῦν δουλεύσωσι καὶ τὰ πλοῖα. ἴσασι γὰρ τὰ ἐνθυμήματα τῶν ἰδίων ἀνδρῶν. B.Q.

8

.

556

τιτυσκόμεναι] καταστοχαζόμεναι. Q.V.

8

.

557

οὐ γὰρ Φαιήκεσσι] ταῦτα ὁ Ἀλκίνοος περὶ τῶν αὐτοῦ νηῶν καυχᾶται λέγων ὅτι αἱ ἐμαὶ νῆες κυβερνήτου οὐ δέονται οὔτε μὴν πηδαλίων, ἅτε οὖσαι εὐκατασκεύαστοι καὶ περὶ τὸν πλοῦν εὔστροφοι καὶ ταῖς δυσχερείαις τῶν κυμάτων ὅλως ἀπήμονες, νοήματα γνοῦσαι
5καὶ φρένας ἀνδρῶν, ἤτοι καλῶς τοῖς πλωτῆρσι καὶ ἑτοίμως ὑπείκου‐ σαι, γινώσκουσαί τε πόλεις πάντων ἀνδρῶν καὶ ἀγροὺς πίονας, ὡς ἀεὶ διαπλέουσαι καὶ ἐν τούτοις παραγενόμεναι. Q. τοῦτο φανερὸν ὅτι ἐκτετόπισται ἡ πλάνη· διὸ μὴ χρῄζειν τὰς ναῦς τῶν κυβερνητῶν, ἀλλ’ αὐτὰς τὸν πλοῦν ἐπίστασθαι. T.

8

.

563

ἔπι δέος] τὸ γὰρ, ἔπι δέος, ἀπὸ κοινοῦ. B.Q.

8

.

564

ἀλλὰ τόδ’ ὥς ποτε πατρὸς] ἀθετοῦνται· οἰκειότερον γὰρ ἐν τοῖς ἑξῆς, ὅταν ἴδωσι τὴν ναῦν ἀπολελιθωμένην ὑπὸ τοῦ Ποσειδῶνος ἐκ τοῦ ἀποτελέσματος, ὥσπερ ὁ Κύκλωψ ὑπὸ τοῦ ... ἀναμιμνήσκε‐ ται, καὶ ἡ Κίρκη· “ἦ σύγ’ Ὀδυσσεύς ἐσσι” (Od. κ, 330.) καὶ ἐν‐
5ταῦθα δὲ παλιλλογοῦνται. εἰ δὲ ἔμαθε Ὀδυσσεὺς τὸν χρησμὸν, οὐκ ἂν αὐτοῖς ἐμήνυσε τὰ ὑπὲρ αὑτοῦ, οὐδὲ Ἀλκίνοος ἔπεμψεν αὐτὸν ὑπερ‐ βολῇ φιλοξενίας. ἀλλὰ καὶ εὐχὴ γέγονε τοῦ Κύκλωπος· “ὀψὲ κακῶς ἔλθοι νηὸς ἐπ’ ἀλλοτρίης” (Od. ι, 535.). ἀλλὰ καὶ αὐτοὶ ἴσως ἔχαιρον
τῇ πηρώσει τοῦ Κύκλωπος, δι’ αὐτῶν ἀναγκασθέντες μετοικῆσαι. T.400 in vol. 1

8

.

565

Ποσειδάων’ ἀγάσασθαι ἡμῖν] ὀργισθῆναι μέλλει, ἀντὶ τοῦ φθονῆσαι. B. ἀγάσεσθαι] ἄγαν ὀργισθῆναι. V.

8

.

567

φῆ ποτε] ὅτι ὁ Ποσειδῶν εἶπέ ποτε ὅτι φθερῶ τὴν εὐεργέα τῶν Φαιήκων νῆα ὀργιζόμενος διὰ τὸ πλεῖν τούτων τὰς νῆας ἀπήμονας, φθόνῳ πάντως βαλλομένας. H.Q. ἄλογον δοκεῖ, πῶς ἀκούσας ὁ Ὀδυσσεὺς τὴν Ποσειδῶνος γνώμην
5ἔτι διηγήσασθαι μέλλει ὅτι ἐν προσκρούσει γέγονε τῷ θεῷ. διὸ δεῖ ὑποπτεύειν τοὺς στίχους τούτους. φαμὲν οὖν ὅτι ὑποσχόμενος ἤδη Ἀλκίνους τὴν πομπὴν, οἱ δὲ ἀγαθοὶ τὰς ὑποσχέσεις οὐκ ἀναπαλαίου‐ σιν· “οὐδ’ ἀτελεύτητον ὅ τι κεν κεφαλῇ κατανεύσω” (Il. α, 527.)· ἔτι δὲ καὶ ἡ φιλοξενία ἐποίει καταφρονεῖσθαι τὴν πρόρρησιν μηδὲ
10πάνυ πιστευομένην παρὰ τοῦ Ἀλκινόου. διό φησι “τὰ δέ κεν θεὸς ἢ τελέσειεν ἤ κ’ ἀτέλεστ’ εἴη.” νῦν δὲ ἐν τῇ διηγήσει Ὀδυσσεὺς οὐ μό‐ νον τὴν ἔχθραν τοῦ θεοῦ λέγει, ἀλλὰ καὶ τὴν μαντείαν τὴν παρὰ τοῦ Κύκλωπος, “ὀψέ ποτ’ ἔλθῃ ὀλέσας ἀπὸ πάντας ἑταίρους” (ι, 534.). H.Q.

8

.

569

ῥαισέμεναι] γρ. ῥαίσασθαι. H. ῥαίσεσθαι] γρ. ῥαισέμεναι. P.

8

.

570

ὣς ἀγόρευ’] ταῦτα, φησὶν, ἅπερ εἶπεν ὁ Ποσειδῶν ἢ τελέσειε καὶ πράξει ἢ καταλείψει ἀτέλεστα, καθὼς αὐτῷ δόξῃ. Q. τὰ δέ κεν θεὸς ἢ τελέσειεν] τὰ πρὸ πολλοῦ γὰρ παραδεδομένα μαντεύματα ἤδη ἕωλα ἐδόκει καὶ οὐ πάντως ᾤετο ὑπὸ τούτου συντε‐
5θήσεσθαι. πολλοὺς δὲ ἀποστολῆς τετυχηκότας, ἅμα δὲ τοῦ ναυαγίου σεσωσμένους ὁρῶν, ἐνόμιζεν ὡς ἄρα καὶ ἡ ὀργὴ τοῦ Ποσειδῶνος πέ‐ παυται. T.

8

.

571

ἤ κ’ ἀτέλεστ’ εἴη] νῦν τὸ εἴη ἀντὶ τοῦ ἐάσει. V. ὑπὸ τῆς κατὰ τὴν διήγησιν ἡδονῆς ὁ Ἀλκίνους τῆς προρρήσεως ἐπελάθετο. ἀλλὰ πῶς Ὀδυσσεὺς ταῦτα ἀκούσας τὴν Ποσειδῶνος
μηνύει ὀργὴν ἢ ἠθέλησε τἀληθῆ εἰπεῖν; E.V.401 in vol. 1

8

.

579

τὸν δὲ θεοὶ μὲν τεῦξαν] οὐ διὰ τοῦτο ἀπέκλωσαν, ὑπὲρ τοῦ ᾤδιμον γενέσθαι, ἀλλ’ ἵνα ἀπόλωνται· παρηκολούθησε δὲ τὸ τὰς πρά‐ ξεις ἀοιδίμους γενέσθαι. ἔστιν ὅμοιον τῷ ἐν Ἰλιάδι “ὡς καὶ ὀπίσσω ἐν ἀνθρώποισι” (ζ, 357.). προεμαντεύετο γὰρ ὁ Ὅμηρος τὴν δόξαν
5τῆς ἑαυτοῦ ποιήσεως. πάνυ δὲ φιλάνθρωπος ὁ Ἀλκίνοος τοπάζων αὐ‐ τὸν λυπήσειν ἐπὶ τῇ ἁλώσει τῆς Ἰλίου πειρᾶται αὐτὸν παρηγορεῖν ἡγούμενος αὐτὸν ἀπὸ Ἰλίου φυγεῖν. T.

8

.

581

ἦ τίς τοι καὶ πηὸς] σαφῶς ἐκ τούτου δηλοῦται ὅτι πηὸς οὐ κατ’ ἐπωνυμίαν οἰκεῖος ἢ φίλος, ἀλλ’ ἑταῖρος, ὡς οἱ πολλοὶ τῶν γλωσ‐ σογράφων. ἐπιφέρει γοῦν ἀντιδιαστέλλων “ἤ πού τις καὶ ἑταῖρος ἀνήρ,” ὁρισμὸν ποιῶν. ἡ φιλία γὰρ ὅταν τις τῶν αὐτῶν ἐπιτηδευμά‐
5των ζηλωτὴς τύχῃ, ὅπερ δηλοῖ διὰ τοῦ “κεχαρισμένα” πράττειν· οὐκ ἄλλα δὲ, διὸ προσέθηκε τὸ “ἐσθλός.” T. αἷμα οἱ παῖδες, γένος ἀδελφοὶ καὶ ἀνεψιοί. οἱ πηοὶ γοῦν φίλτατοι τυγχάνουσι μετὰ τὸ αἷμα καὶ τὸ γένος. B.Q. ἀπέφθιτο] διεφθάρη. V.

8

.

583

μεθ’ αἷμά τε καὶ γένος αὐτῶν] αἷμα μὲν λέγειν ἀκουστέον τὰ τέκνα. καὶ γὰρ τὸ “αἵματος εἶς ἀγαθοῖο” (Od. δ, 611.) δηλοῖ τὸ ἐκ σπέρματος εἶναι ἀγαθοῦ, ὅτι καὶ τὸ σπέρμα ἐν οὐσίᾳ ἐστὶ τῷ αἵματι. τὸ δὲ κατὰ γένος αὐτῶν ἤτοι τῶν τέκνων λέγει, ἵν’ ᾖ τὰ
5ἔκγονα, ἵν’ ᾖ τὸ αὐτοῦ γένος, ἵνα τοὺς ἀδελφοὺς αὐτῶν καὶ τοὺς ἐκ γενέσεως ὀνομάζῃ· μεθ’ οὓς κηδίστους εἶναι τοὺς κατ’ ἐπιγάμου συγ‐ γενεῖς “οἵπερ εἰσὶ γαμβροὶ καὶ πενθεροὶ, οὓς πηοὺς ὀνομάζει διὰ τὰ ἐπιδιδόμενα ἐπὶ ταῖς γαμουμέναις πάμματα καὶ πώεα. Q. et brevia‐ tum P. καὶ γένος ἀνδρῶν] γρ. αὐτῶν. H.

8

.

585

ἐσθλός] οὐ τὰ γένη φησὶ τὰς φιλίας συνάγειν, ἀλλὰ τοὺς τρόπους. μέγιστον δὲ πρὸς φιλίας συλλαμβάνειν, ὅταν ἀγαθός τις τυγχάνῃ ἢ ὅταν ἀγαθοὺς ἔχῃ τοὺς κηδεστάς. T. ἐπεὶ οὐ μέν τι κασιγνήτοιο] δαιμονίως ἐνέστησε τὰ τῆς φιλίας.
5ἀγαθὸς γὰρ φίλος εὑρεθεὶς οὐδὲν ἀδελφοῦ οὔτε ἐν τῇ χρείᾳ οὔτε ἐν τῇ ἡδονῇ διαφέρει. T.

8

.

586

πεπνυμένα] γρ κεχαρισμένα. H.402 in vol. 1

9

hyp

(t)

ΥΠΟΘΕΣΙΣ
1ΤΗΣ μεγάλης διηγήσεως τὴν ἀρχὴν περιέχει ἡ ῥαψῳδία αὕτη, ὡς ἀποπλεύσας ἐξ Ἰλίου Ὀδυσσεὺς πρῶτον μὲν τῇ Κικόνων παρέβαλε γῇ, καὶ μίαν αὐτῶν τὴν ἐπὶ θάλασσαν ἐπόρθησε πόλιν, Ἴσμαρον κα‐ λουμένην, ἔπειτα δὲ Μάλεον παραπλέων Λακωνικῆς ἀκρωτήριον ὑπὸ
5σφοδροῦ πνεύματος ἐξηνέχθη περῶν μέγα πέλαγος καὶ τῇ τῶν Λωτο‐ φάγων παρέβαλε γῇ, καὶ ἐντεῦθεν ἀποπλεύσας τῇ Κυκλωπίᾳ τὸν μὲν ἄλλον στόλον εἴασε πρὸς τῇ νήσῳ καθορμοῦντας. καὶ τέλος ἔσχεν ἐνταῦθα ἡ ῥαψῳδία. H.Q.
9tΑΛΛΩΣ
10Ἀρχὴ τῶν Ὀδυσσέως διηγημάτων, ἐν οἷς φησι πεπολεμηκέναι τοῖς Κίκοσι καὶ πρὸς τοὺς Λωτοφάγους παραγενέσθαι· καὶ ὅτι ἐτύφλωσε τὸν Κύκλωπα Πολύφημον, καὶ ὡς ἐκεῖνος κατέφαγεν αὐτοῦ ἓξ ἑταί‐ ρους ἀπὸ δώδεκα συνελθόντων. E.Q.P.

9

.

2

Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν] τὸν εὐεργέτην ἐπαινεῖ· σύμφορον γὰρ τῷ δεομένῳ. τὸ μὲν δὴ κρεῖον τῆς βασιλείας ἔπαινος,
τὸ δὲ ἀριδείκετε τοῦ κατὰ μορφὴν ἀξιώματος. τὸ δὲ ἁπλοῦν ἀντὶ παραγώγου τοῦ ἀριδεικοτάτου. καὶ ἡ γενικὴ κεῖται ἀντὶ δοτικῆς.403 in vol. 2
5H.Q. ἀντὶ τοῦ λαοῖς. H. ἅμα μὲν καὶ ὡς εὐεργέτην ἐπαινεῖ σύμφο‐ ρον τῷ δεομένῳ, ἅμα δὲ καταστοχαζόμενος τῆς προαιρέσεως τοῦ βασι‐ λέως· αὐτὸς γὰρ ἂν ἦν τῆς πομπῆς ἡγούμενος. ἔδει οὖν τὴν βασι‐ λείαν καὶ τὴν τοῦ σώματος ὑπεροχὴν αὐτῷ μαρτυρῆσαι ὑπὲρ τοῦ εὐφραίνεσθαι. τὸ οὖν “κρεῖον” ἀντὶ τοῦ κράτιστε καὶ βασιλικώτατε.
10οἱ δὲ ἄγαν ἀσπαστικέ. T.

9

.

4

θεοῖς ἐναλίγκιος αὐδήν] ἄστροις. κατὰ γὰρ Πυθαγόραν μουσι‐ κῶς καὶ κατὰ ἐναρμόνιον κίνησιν κινοῦνται. P.

9

.

5

οὐ γὰρ ἔγωγέ τί φημι] προσχαρίζεται εἰς τὰ τοιαῦτα τοῖς Φαίαξιν Ὀδυσσεὺς εἰδὼς αὐτῶν τὸ ἡδυπαθές. ἐγκαλοῦσι δὲ τῷ Ὀδυσ‐ σεῖ φιληδονίαν, λέγοντες τὴν ἀπόλαυσιν τέλος ἡγούμενον τοῦ βίου διὰ τούτων. ἁρμόζεται δὲ τοῖς ἤθεσιν αὐτῶν ἀκούσας παρὰ τοῦ Ἀλ‐
5κινόου “ἀεὶ δ’ ἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί τε.” οἱ δὲ ἀπὸ τοῦ καιροῦ· συμπόσιον γὰρ τότε παρῆν. οἱ δὲ ἀπὸ τῆς λέξεως. καὶ τούτων οἱ μὲν ὅτι εὐφροσύνη τῆς ἡδονῆς τῷ φρονεῖν διαφέρει, οἱ δὲ ὅτι τέλος ἐπὶ οὐσίας ἢ τάξεως ἢ συμπληρώσεως· ἀκουστέον δὲ, τῶν πρὸς εὐωχίαν. Q. ἀπρεπὲς τέλος ὁρίζειν τροφὴν καὶ ἀπόλαυσιν.
10λύεται δ’ ἀπὸ τοῦ προσώπου. πρὸς οὓς γάρ φησιν, αὐτοὶ ἦσαν φάσκοντες “αἰεὶ δ’ ἡμῖν—τῶν πρὸς εὐωχίαν (ut Q.). H. Ἄλλως. ταῦτα ἁρμοζόμενος τῷ καιρῷ λέγει. οὐ τοῦ παντὸς δὲ βίου τὴν ἡδονὴν τέλος εἴρηκεν, ἀλλὰ συμποσίου τινός. Q.V τέλος χαριέστερον] τὸ τελεώτατον καὶ ἄριστον. T.

9

.

6

ἢ ὅταν εὐφροσύνη] οὐ πάντως ἀποδεχόμενος τὸν τοιοῦτον βίον ἐπαινεῖ, ἀλλὰ ἁρμόζεται κατὰ τὸν παρόντα καιρὸν ὑπὲρ τοῦ τυχεῖν
ὧν ἐβούλετο. προσποιεῖται οὖν τὸ ἁβροδίαιτον ἀσπάζεσθαι τῶν Φαι‐ άκων ἀκηκοὼς λεγόντων “αἰεὶ δ’ ἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί404 in vol. 2
5τε” (θ, 248.). Σέλευκος δὲ τὴν εὐφροσύνην ὅτε εὖ φρονοῦμεν καὶ τὴν αὐτάρκειαν, ἵνα μὴ φαίνηται κόλαξ. T.

9

.

7

ἀκουάζονται] ἀκροῶνται. V.

9

.

11

τοῦτό τί μοι κάλλιστον] ἐγκλιτέον τὸ τι. H. τοῦτο τὸ τέλος, φησὶ, φαίνεταί μοι καλὸν εἶναι. σοὶ δὲ φαίνεται καλὸν τὸ τὰ ἐμὰ κήδεα εἴρεσθαι. ἡ ἐπί πρὸς τὸ εἴρεσθαι, ἵν’ ᾖ ἐπιείρεσθαι. B.Q.

9

.

12

σοὶ δ’ ἐμὰ κήδεα] ἐπειδὴ μέλλει περὶ πραγμάτων διηγεῖσθαι, ἠθικῶς προκατασκευάζει ὅτι μᾶλλον τῷ ἡμετέρῳ συμποσίῳ ἁρμό‐ ζει καὶ ἡ τοῦ κιθαρῳδοῦ ἀκρόασις, ἵνα, ἐὰν ὀχληρὸς φαίνηται, τοῖς βιασαμένοις ἀναφέρωσι τὴν αἰτίαν. ἅμα δὲ καὶ προσοχὴν ἐργάζεται,
5ὅτι πολλὰ ἀπαγγελεῖ παράδοξα. T.

9

.

13

ὄφρ’ ἔτι μᾶλλον] ἤδη ὑποβάλλει ὅτι καὶ ἔμπροσθεν, ὅτε ἔκλαιεν, περὶ ἑαυτοῦ ἦν τὰ ᾀδόμενα. T. ὀδυρόμενος] καὶ μὴν οὐ κλαίει νῦν. ἀλλ’ ἡ σύγκρισις πρὸς τὸ “εἰπὲ δ’ ὅ τι κλαίεις” (θ, 577.). Q.

9

.

14

τί πρῶτον] περὶ δυσχερῶν πραγμάτων μέλλων λέγειν προ‐ ασφαλίζεται, ἵνα, ἐὰν φανῇ τι αὐτῷ ὀχληρὸς, εἰς τὸν βιασάμενον τὸ αἴτιον ᾖ. ἔτι δὲ καὶ προσοχὴν ἐργάζεται τοῖς ἀκροωμένοις. H.Q. τί πρῶτόν τοι ἔπειτα] ὅσα αὔξει τὴν προσοχὴν, προσδοκίαν ἐμ‐
5ποιῶν, ὅπερ ἐστὶ τεχνικὸν ὡς ἐν προοιμίῳ· δεῖ γὰρ παρὰ τῶν ἀκου‐ όντων ἑαυτῷ μὲν εὔνοιαν ἐπισπᾶσθαι, τῷ δὲ λόγῳ προσοχὴν, ἵνα τὸν μὲν λέγοντα ἀποδέξωνται, τῶν δὲ πραγμάτων ἐπιθυμήσωσι τὰ λεγό‐ μενα καὶ μάθωσιν ὅπερ δι’ ὅλου κατώρθωκεν Ὀδυσσεὺς ἑαυτὸν μὲν ἐπαινέσας, τὸ δὲ πλῆθος καὶ τὴν καινότητα τῶν πραγμάτων ἐνδειξά‐
10μενος δηλοῖ τὴν προαίρεσιν καὶ πόθεν παραγίνεται καὶ τί βούλεται, εἶθ’ οὕτως καὶ τὰ μείζονος διηγήσεως ἄρξηται “Ἰλιόθεν με φέ‐ ρων” (39.). T.

9

.

15

οὐ δεῖ στίζειν εἰς τὸ κήδεα, ἀλλ’ ὑφ’ ἓν ἀναγινώσκειν. H.

9

.

16

νῦν δ’ ὄνομα] ὅρα μεθ’ ὅσα νῦν ἑαυτὸν δηλοῖ καταμαθὼν πάντα παρὰ τοῖς Φαίαξι· τὸ δὲ “ὄφρα καὶ ὑμεῖς” εἰς τὸ φιλόδοξον τοῦ ἀνδρὸς, καὶ ὑμεῖς καὶ ἄλλοι. T.

9

.

17

νηλεὲς ἦμαρ] τὴν ἀνελεήμονα ἡμέραν. H.405 in vol. 2

9

.

18

δώματα ναίων] εἰς ἐπίτασιν, ὅτι καὶ μακρὰν ἀπὼν φιλήσει τοὺς εὐεργέτας. T.

9

.

10

εἴμ’ Ὀδυσεὺς] οὗτος ἐκεῖνός εἰμι Ὀδυσσεὺς, περὶ οὗ πρόσθεν ἠκούετε ἐν τῇ ἀοιδῇ. T. ὃς πᾶσι δόλοισιν] ἐν ἀνθρώποις διὰ τοὺς δόλους ἀπόκειμαι, ἤτοι ἐν τοῖς ἁπάντων στόμασίν εἰμι διὰ τοὺς δόλους. παρεῖται ἡ διά, καὶ
5ἡ δοτικὴ ἀντὶ αἰτιατικῆς κεῖται· διὰ δόλους γὰρ μέλω. ὅμοιόν ἐστι τῷ “σοὶ πάντες μαχόμεθα” (Il. ε, 875.), τουτέστι διὰ σέ. B.H.Q. πᾶσιν ἀνθρώποις μέλω ἐν δόλοις, ἤτοι ἐν ἐπιμελείᾳ εἰμὶ ὡς δόλοις πρέπων στρατιωτικοῖς. B. ὅστις ἐγὼ ἐν πᾶσι τοῖς ἀνθρώποις διὰ φροντίδος εἰμὶ ποιεῖν δόλους, οἵ μου τὸ κλέος μέχρι τοῦ οὐρανοῦ ἀνή‐
10γαγον. Q.

9

.

20

ἀνθρώποισι μέλω] τοῖς ἀνθρώποις ἔνδοξος τυγχάνει, διὰ δόλου καὶ φροντίδος ἀξιούμενος παρ’ αὐτοῖς. ὁ δὲ δόλος ἐπ’ ἀγαθοῦ τέ‐ τακται ἐνταῦθα, τὸ δὲ “κλέος οὐρανόν” ὑπερβολικῶς, τῇ δόξῃ μέχρι θεῶν ἐφθακέναι τὸ κλέος. T.
5καί μευ κλέος οὐρανὸν ἵκει] διὰ δόλους ἔνδοξός εἰμι. ὁ γὰρ δόλος καὶ ἐπὶ ἀγαθοῦ τάσσεται· νῦν δὲ ἐπὶ ἐγκωμίου τοῦτο λέγει. ὑπερ‐ βολὴ γὰρ δόξης τὸ μέχρι θεῶν ἐφθακέναι τὸ κλέος. ταῦτα δὲ πρὸς σύστασιν ἑαυτοῦ λέγει, ἵνα κατ’ ἀξίαν τιμηθῇ ὑπὸ τῶν Φαιάκων. ἤδη γὰρ καὶ προμεμαρτύρηται ὑπὸ τοῦ κιθαρῳδοῦ. B.Q.

9

.

21

ναιετάω δ’, Ἰθάκην] ἀναγκαίως προσυνίστησι τὴν πατρίδα πιστὸν καθιστὰς τὸν ἑαυτοῦ πόθον. ἅμα δὲ καὶ χρηστὸν ἦθος ὑπο‐ φαίνει ὅπως οἵας οὔσης τῆς πατρίδος κήδεσθαι φάσκων. T. εὐδείελον] ἐπιφανῆ, πρὸς τὴν δείλην κειμένη. καὶ γὰρ ἐπιφέρει
5“πρὸς ζόφον” (v. 26.). εἰ δὲ σημαίνει τὴν εὔκρατον, δασύνεται. T. Ἰθάκην εὐδείελον] εὐπεριόριστον. πᾶσαι γὰρ αἱ νῆσοι εὐκατά‐ ληπτον ἔχουσι τὸν περιορισμὸν ὡς πρὸς τὴν ἤπειρον. ἢ τὴν εὐάερον, εὖ τῆς ἕλης ἔχουσαν. ἔνιοι δέ φασιν εὖ πρὸς τὴν δείλην κειμένην· δείλη γὰρ ἡ δύσις. καὶ γὰρ οὕτως ἔχει τῇ θέσει ὡς πρὸς τὰς ἄλλας
10νήσους πλησιαζούσας. διὸ καὶ ἐπιφέρει, αὐτὴ δὲ χθαμαλή. B.Q. πρὸς δύσιν τῶν ἄλλων κειμένην. V. ἤτοι ἐπιφανῆ, εὖ πρὸς τὴν δεί‐
λην κειμένη. εἰ δὲ σημαίνει τὴν εὔκρατον, δασύνεται ἀνάγκῃ. ἕλη γάρ ἐστιν ἡ τοῦ ἡλίου αὐγὴ, ὅθεν καὶ τὸ εἱληθερεῖν τὸ ἡλίῳ χρῆσθαι. MS. Barnes.406 in vol. 2
15ἐν δ’ ὄρος αὐτῇ] σύνηθες αὐτῷ τὰ ὄρη χωρίζειν τῆς γῆς· προεῖπε γὰρ τὴν Ἰθάκην καὶ ἐπήγαγε περὶ τοῦ ὄρους. H.

9

.

22

Νήριτον] ὁ Φιλόξενος Νήϊον αὐτό φησι διὰ τὸ “ἡμεῖς δ’ ἐξ Ἰθάκης ὑπονηΐου εἰλήλουθμεν” (γ, 81.). τινὲς δὲ Νήϊον, ὥσπερ ὁ Κράτης, τὸν περὶ τὸν λιμένα τόπον, ἐν ᾧ ἦν συνηρεφὴς τόπος, ἱερὸν Νυμφῶν. ἀφ’ οὗ καὶ τὰς νύμφας κοινῶς Νηϊάδας προσαγορεύεσθαι.
5H.Q. ἀπὸ τοῦ Νηΐου, “ἱεροῦ νυμφάων, αἳ Νηϊάδες καλέονται” (ν, 104.). Q. εἰνοσίφυλλον] κινησίφυλλον· ἔνοσις γὰρ ἡ κίνησις. ἐκ δὲ τούτου τὸ καταπνεόμενον δηλοῖ διὰ τὸ ὕψος. H.P.Q.

9

.

23

πολλαὶ ναιετάουσι] δηλονότι πολλῶν ἦρχε. T. μάλα σχεδόν] καὶ τοῦτο ὁμοίως· τὸ γὰρ διῃρημένων ἄρχειν οὐ κα‐ λόν. T.

9

.

24

Δουλίχιόν τε Σάμη τε] τὴν Σάμην ἐν ἄλλοις Σάμον λέγει· “οἵ τε Ζάκυνθον ἔχον ἠδ’ οἳ Σάμον ἀμφενέμοντο” (Il. β, 634.). ἐπίτηδες δὲ τῇ Ἰθάκῃ καὶ τὰς ἄλλας συγκατωνόμασε νήσους εἰς αὔξησιν, ἵνα αἴσθοιντο αὐτοῦ οὐκ ὀλίγης ἡγουμένου χώρας. H.Q.
5Δουλίχιον μία τῶν Ἐχινάδων. P.V.

9

.

25

αὐτὴ δὲ χθαμαλὴ] ταπεινή· ἢ κοίλη τὴν θέσιν. πῶς οὖν πανυπερτάτη; ἢ τῇ δόξῃ, ἢ πρώτη τῶν ἄλλων ὡς πρὸς δύσιν. E.Q.V. ὡς πρὸς ὕψος. πανυπερτάτη δὲ ὡς πρὸς σύγκρισιν τῶν κατειλεγμέ‐ νων, ὅτι ὑπέρκειται ἐκείνη ἐν τοῖς δυτικοῖς μέρεσιν ὑπὲρ πασῶν τῶν
5παρακειμένων ταπεινότερον. T. πῶς χθαμαλή; πῶς πανυπερτάτη; ἡ δὲ σύγκρισις ἢ πρὸς τὰς ἄλλας νήσους ποιεῖ αὐτὴν λέγεσθαι χθαμαλὴν, αὐτὴ δὲ κατ’ αὑτὴν μὴ ἀντεξεταζομένη πρὸς Σάμον καὶ Ζάκυνθον ὑψηλή ἐστιν. ἐπὶ δὲ τὸ πρὸς δύσιν αὐτῆς μέρος ὑψηλή ἐστι διὰ τὸ ὄρος, τὸ δὲ πρὸς ἀνα‐
10τολὴν χθαμαλή· εἰκὸς οὖν ἔχειν αὐτὴν ἄμφω. ἢ χθαμαλὴ μὲν διὰ
τὴν θέσιν, πανυπερτάτη δὲ διὰ τὴν τῶν οἰκούντων λαμπρότητα· ἐπά‐ γει γὰρ “τρηχεῖα, ἀλλ’ ἀγαθὴ κουροτρόφος.” τὸ δὲ “πρὸς ζόφον” οὐ πρὸς σύγκρισιν τῶν λεχθεισῶν νήσων εἴρηται, ἐπεί ἐστι δυτικω‐ τέρα ἡ Σικελία. B.Q.407 in vol. 2

9

.

26

πρὸς ζόφον] πρὸς τὰ δυτικὰ μέρη. αἱ γὰρ ἄλλαι νῆσοι καὶ Κεφαλληνία ἀνατολικώτεραι αὐτῆς εἰσιν. B.

9

.

28

γνῶθι ὅτι καλῶς λέγει καὶ Ἐπίκουρος ὁ φιλόσοφος τῷ ἑαυτοῦ δόγματι ἄριστον τέλος εἶναι πάντων τὴν ἡδονὴν, ἐξ Ὁμήρου τοῦτο λαβὼν, καὶ ἐπὶ πάντων αὐτὸς ἐκτείνας τὴν τῆς ἡδονῆς τελειότητα. H. ἧς γαίης δύναμαι] οὐκ εἶπεν ἐμῆς, ἵνα καθολικώτερος γένηται ὁ
5λόγος περὶ τῆς τῶν καθ’ ἕκαστον ἀνθρώπων πατρίδος, ὡς καὶ ἐν ἄλ‐ λοις “ὡς οὐδὲν γλύκιον” (34.). καλῶς δὲ ταῦτα πάντα πρὸς τὸν Ἀλκίνοον· ἐνδείκνυται γὰρ ὡς ἔχει σπουδὴν πρὸς τὸ θεάσασθαι τὴν πατρίδα. T.

9

.

32

Αἰαίη] ἐξ Αἰαίης νήσου τῆς Τυρρηνίας, ἢ Κολχικῆς. Αἰαία γὰρ πόλις τῆς Κολχίδος. P.Q.V. νῦν δὲ Αἰαία ἐστὶν ἡ τῆς Κίρκης νῆσος ἡ πλησίον τοῦ Ἅιδου οὖσα ἀπὸ τῶν στεναγμάτων τῶν ἐν αὐτῷ, παρὰ τὸ αἲ αἲ θρηνητικὸν ἐπίρρημα. MS. Barnes. Αἰαίη] τοῦ Αἰ‐
5ήτου θυγάτηρ. ἢ ἀπὸ Αἰαίας χώρας τιμωμένη. ἔστι δὲ πόλις Κολ‐ χίας. E.

9

.

33

ἀλλ’ ἐμὸν οὔποτε θυμὸν] ἴσως μὲν κατ’ ἄλλον λογισμὸν οὐκ ἐπείθετο ὁ Ὀδυσσεὺς, εἰδὼς τοὺς ἐρῶντας πάντα μὲν ὑπισχνουμένους, τὸ δὲ τῆς ἀθανασίας ὡς ἀδύνατον ἀνθρώπῳ δοῦναι· πρὸς μέντοι τοὺς Φαίακας οὐχ ὡς ἄπιστον λέγει, ἀλλ’ ὡς καὶ ἀθανασίας καταφρονήσας
5πόθῳ τῆς πατρίδος· τοῦτο γὰρ εἶχεν αὐτοῦ τοῦ ἤθους τῆς πατρίδος σύστασιν. T.

9

.

35

εἴπερ γάρ τις] θαυμαστὴ ἐπίτασις, εἰ καὶ πίονά τις οἶκον ἐν ἀλλοδαπῇ ναίει ἔχων ἀπάνευθε τοκήων. σχεδὸν δὲ πρὸς αὐτοὺς ἀποτείνεται· οὐκ ἂν ἑλοίμην πᾶσαν εὐδαιμονίαν ἀνέχειν ἐνθάδε κατὰ στέρησιν τῆς πατρίδος· καὶ γὰρ ἐπιφέρει .... T. γίνεται] κἂν
5τῆς ἡμῶν πατρίδος ἄλλη τίς ἐστι γαῖα πόρρωθεν πίων καὶ λιπαρὰ, ἀλλ’ οὖν τῆς ἡμῶν πατρίδος γλυκυτέρα ἡμῖν οὐ λογίζεται. Q.

9

.

37

εἰ δ’ ἄγε] εἰπὼν, φησὶ, τὸ ὄνομα ἄγε δὴ καὶ τὸν νόστον εἴπω
τὸν πολλῶν συμφορῶν καὶ κακῶν πλήρη. Q. ἐνίψω] ἐρῶ, λέξω. V.408 in vol. 2

9

.

39

Κικόνεσσι] ἡ μὲν χώρα Κικονία (ἔστι δ’ αὐτὴ τῆς Θρᾴκης), ἡ δὲ πόλις Ἴσμαρος. τῷ γὰρ γενικῷ τὸ εἰδικὸν ἐπήγαγεν, ὡς τὸ “ἡ δ’ ἄρα Κύπρον ἵκανεν, εἰς Πάφον” (Od. θ, 362.). πορθεῖ δὲ τοὺς Κίκο‐ νας ὅτι συνεμάχησαν τοῖς Τρωσί. B.Q. τὸ πρῶτον τῆς πλάνης
5χωρίον γινωσκόμενον παρέλαβεν ἀξιοπιστίαν τοῖς ἑξῆς παρεχόμενος, ἵνα πᾶν ἴχνος κατὰ πᾶσαν ἀρχὴν ζητήσεως .... οἱ δὲ Κίκονες ᾤκουν τὴν νῦν Μαρώνειαν καλουμένην. T.

9

.

40

Ἰσμάρῳ] ποταμῷ. ἢ τῇ νῦν καλουμένῃ Μαρωνείᾳ. E. Ἰσμάρῳ. ἔνθα δ’ ἐγὼ πόλιν ἔπραθον] τότε δὲ ἐγὼ τὴν Ἴσμαρον ἐπόρθησα, πόλιν τῆς Κικονίας, ἣ νῦν Μαρώνεια λέγεται. B.H.Q.V. πόλιν ἔπραθον] ἐπεὶ οἱ Κίκονες τῷ Πριάμῳ συνεμάχησαν. “Κι‐
5κόνων ἡγήτορι Μέντῃ” (Il. ρ, 73.). V. ἐπειδὴ σύμμαχος Εὔφημος ἀρχὸς Κικόνων. T.

9

.

42

δασσάμεθ’] παράγγελμά ἐστι στρατηγικὸν τὰ λάφυρα ἐξ ἴσου διανέμειν. ἡ γὰρ πλεονεξία ὑποτέμνεται τὴν προθυμίαν. ὅθεν καὶ Ἀχιλλεὺς διαλοιδορεῖται Ἀγαμέμνονι. B.H.Q. ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης] ὡς μή τις καταλάβῃ στε‐
5ρισκόμενος τῆς ἰσομοιρίας τῶν μεριζομένων. Q. στερούμενος. καὶ γίνεται ἐκ τοῦ τέμνω τέμβω καὶ μετὰ τοῦ στερητικοῦ α ἀτέμβω. οἱονεὶ τὸ μὴ μεριζόμενον. T.

9

.

43

διερῷ ποδὶ] μεταφορικῶς τῇ νηΐ. οἱ δὲ διερῷ τῷ ὀξεῖ καὶ ταχεῖ. οἱ δὲ τῷ ζῶντι, ἐπεὶ ξηροὶ οἱ ἀποθανόντες. καὶ γὰρ ἑτέρωθι “διερὸς βροτός” (Od. ζ, 201.) φησίν. P.Q.V. οἱ δὲ τῇ κώπῃ. οἱ δὲ τῷ διερῷ ἐκ τῆς θαλάσσης πρὶν ξηρανθῆναι τὴν ἐκ τῆς βάσεως
5ὑγρασίαν. λέγει δὲ τὸν ἱδρῶτα. Q.V. τῇ νηΐ· καὶ γὰρ ἄλλως ἵπ‐ πους τὰς ναῦς. οἱ δὲ δι’ ὑγροῦ καὶ ζῶν, πρὶν ὑπὸ πολεμίους γενέσθαι· καὶ γὰρ ξηροὶ οἱ νεκροὶ, καὶ διερὸς βροτὸς (Od. ζ, 201.) ὁ ζῶν. ἄλλοι δὲ τοῖς σκεύεσι καὶ τῷ ἱστίῳ ἀπὸ τοῦ πλοῦ. πάντα δὲ στρατηγικῶς·
οὐδὲ γὰρ ἔδει ἐνδιατρίβειν πολεμίᾳ γῇ. κατηγοροῦσι δὲ τῆς μονῆς409 in vol. 2
10τοῦ Ὀδυσσέως, αὐτοῦ βοῶντος .... T. Ἄλλως. διερῷ ποδὶ, ἤτοι τῷ πηδαλίῳ, ἵν’ ᾖ ἀπὸ μέρους τοῖς πλοίοις. ἢ ἀντὶ τοῦ παραχρῆμα πρὶν τὴν νοτίδα τοῦ ἱδρῶτος ξηρανθῆναι, ἣν ἔχομεν ἐκ τῶν ἀγώνων τοῦ πολέμου. B.Q.

9

.

44

τοὶ δὲ μέγα νήπιοι] ἐναντία, φησὶ, λέγει ἑαυτῷ ὁ Ὅμηρος. ἐν μὲν γὰρ Ἰλιάδι παράγει τὸν Ὀδυσσέα τύπτοντα καὶ τοὺς μηδὲν αὐτῷ προσήκοντας τῶν στρατιωτῶν· “ὃν δ’ αὖ δήμου τ’ ἄνδρα ἴδοι βοόωντά τ’ ἐφεύροι, τὸν σκήπτρῳ ἐλάσασκε παραστάς” (Il. β, 198.
5199. 189.). καὶ ταῦτα ποιῶν ἔπειθεν. ἐνταῦθα δὲ οὐδὲ τῶν ἰδίων ἄρχειν δύναται, οὐ γὰρ αὐτῷ πείθονται ἀποπλεῖν. στρατηγοῦ δέ ἐστι κακοῦ τὸ καταφρονεῖσθαι. οὔτε οὖν λέγειν δεινὸς ἦν (ἔπειθε γὰρ ἄν) οὔτε δόξῃ μέγας, ἐδέδιε γάρ. οὔτε μὴν χρηστὸς, ᾑροῦντο γάρ. ἐροῦ‐ μεν οὖν ὅτι εὐθὺς ἀπὸ τῆς νίκης ὄντες οἱ ἑταῖροι ἐγαυρίων τῇ τύχῃ.
10τοιαῦτα δέ τινα καὶ Ἀγαμέμνων πέπονθεν. ἠναντιοῦντο γὰρ αὐτῷ πολλάκις Ἕλληνες. παραδέδωκε δὲ ἡ ἱστορία ὅτι καὶ Ἀλεξάνδρῳ τῷ Μακεδόνι δεύτερον ἀπόστασιν ἐποίησαν οἱ ἴδιοι αὐτοῦ στρατιῶται. Q.

9

.

47

Κίκονες Κικόνεσσι γεγώνευν] πῶς οἱ ἀπολλύμενοι Κίκονες βοᾶν εἶχον; φαμὲν ὅτι ἐν τῷ πορθεῖσθαι ἐβόων, ἤκουσαν δὲ οἱ γείτο‐ νες οἱ τὴν ἤπειρον οἰκοῦντες, ὅ ἐστι μεσόγειοι. οἱ γὰρ πορθηθέντες παραθαλάσσιοι ἦσαν. B.Q.

9

.

48

ἐπισημαίνονται δὲ ἐν Ἰλιάδι γείτονα μὴ ὠνομάσθαι, ἐν δὲ Ὀδυσσείᾳ νῦν δὲ κἀκεῖ “ὣς οἱ μὲν δαίνυντο γείτονες ἠδὲ ἔται Μενε‐ λάου·” ἴσως δὲ οὐδὲ ἐπῆλθεν αὐτῷ χρεία ἐν Ἰλιάδι, ἐνταῦθα δὲ περι‐ έστη καιρός. H.

9

.

51

ὅσα φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ] καὶ ἐπὶ τῶν Ἑλλήνων ἐν Ἰλιάδι (β, 467.) “ἔσταν δ’ ἐν λειμῶνι Σκαμάνδρου ἀνθεμόεντι μυρίοι, ὅσσα τε φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ.” δόξειεν ἄν τις ἐλάττωσιν εἶναι ἐκ τοῦ ἐπαγομένου τὰ ἄνθεα· ἐλάττω γὰρ τὰ ἄνθη τῶν φύλ‐
5λων. οὐκ ἔστι δέ. οὐ γὰρ τοῦ πλήθους παραστατικὰ παρείληπται ἄμφω, ὥσπερ ἐπὶ τῶν φύλλων καὶ τῆς ψάμμου “λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν” (Il. β, 800.)· ἐπίτασις γάρ ἐστι κατὰ τὸ
ἐπενηνεγμένον· ἀλλὰ τὰ μὲν φύλλα παρίστησι τὸ πλῆθος, τὰ δὲ ἄνθη τὴν τοῦ πλήθους ποικιλίαν ἔν τε τῇ καθοπλίσει καὶ τῇ ἄλλῃ ἀμφι‐410 in vol. 2
10έσει, τῶν Θρᾳκῶν μάλιστα, ὧν εἰσιν οἱ Κίκονες, ταῖς χροιαῖς ποικιλ‐ λόντων τὴν ἀμφίεσιν. Q.

9

.

54

στησάμενοι δ’ ἐμάχοντο] ἀναγκαίως καὶ τοῦτο, ἵνα μὴ ἀπώ‐ λεια ἔτι ῥᾳδία γένηται τοῖς ἐκ μιᾶς νηὸς φεύγειν βουλομένοις. T.

9

.

56

ὄφρα μὲν ἠὼς ἦν] τὸ ἀπὸ πρωΐας μέχρι ὥρας ϛʹ διάστημα. Q.

9

.

57

ἀλεξόμενοι] τουτέστιν ἀλέξοντες, ἀλλήλοις προσβοηθοῦντες. T. ἀμυνόμενοι ἢ ἐκκλίνοντες. V.

9

.

58

βουλυτόνδε] τὸν καιρὸν ἐν ᾧ οἱ βόες λύονται τῶν ἔργων. Q.V. ὁ ἥλιος μὲν ἐτράπετο ἡνίκα οἱ βόες λύονται. λέγει δὲ τὴν κλίσιν τῆς ἡμέρας, ἑβδόμην ὥραν. T.

9

.

59

κλῖναν] κλιθῆναι ἠνάγκασαν, ἢ ἐτράπησαν. T.

9

.

60

ἓξ δ’ ἀφ’ ἑκάστης νηὸς] τὸ πλῆθος τῶν ἀπολομένων εἶπεν ἑκάστην εἰς ναῦν ἀνδρῶν. καὶ δῆλον γὰρ ὅτι ἐπεμέρισεν ἐκ τῶν περι‐ σεσωσμένων τοῖς ἀποβεβληκόσι τινὰς ὑπὲρ τοῦ ἐν ἑκάστῃ τὸν ἴσον διαμένειν ἀριθμόν. T.
5ἓξ δ’ ἀφ’ ἑκάστης] πολλοὶ κατηγόρουν τοῦ ἀπιθάνου, ὧν εἷς ἐστι καὶ Ζωΐλος. ἄτοπον γὰρ ἡγοῦνται μήτε πλέονας μήτε ἐλάττους ἀνῃρῆσθαι ἀφ’ ἑκάστης νηὸς, ἀλλ’ ἴσους ὡς ἀπὸ τοῦ ἐπιτάγματος. χρὴ δὲ τὰ πλάσματα πιθανὰ εἶναι. λύει δὲ ὁ Κράτης οὕτως. βού‐ λεται Ὅμηρος ἑβδομήκοντα δύο ἀπολωλότας σημᾶναι. πεζὸν μὲν τὸ
10φάναι, ἀπώλοντο οἱ ἑβδομήκοντα δύο καὶ σχεδὸν ἀδύνατον εἰπεῖν εἶναι ποιητικὸν διὰ τὸ μέτρον. δώδεκα γὰρ νεῶν οὐσῶν καὶ ἀπολομένων ἑβδομήκοντα δύο, εἴτε ἐκ μιᾶς νεὼς ἁπάντων εἴτε ἐκ πλειόνων, μηκέτι εἶναι τὸν ἀριθμὸν τῶν στρατιωτῶν πλήρη ἐν ἑκάστῳ πλοίῳ. ὅτε γὰρ ἔμελλον ἀποπλεῖν, τότε ἐξ ὀνόματος καλῶν πάντας καὶ εὑρὼν τοὺς
15λείποντας, ἀναγκαίως ἐμέρισεν εἰς τὰς ναῦς ἐξ ἴσης. ἐνέλιπον δὲ ἓξ εἰς ἑκάστην ναῦν ἐρέται. H.Q. οβʹ ἀπολωλότας βουλὴ τῷ Ὁμήρῳ σημᾶναι. πεζὸν οὖν τὸ φάναι, ἀπώλοντο οἱ οβʹ, καὶ σχεδὸν ἀδύνατον εἰπεῖν ποιητικῶς διὰ τὸ μέτρον. B.

9

.

62

ἔνθεν δὲ προτέρω πλέομεν] ἀντὶ τοῦ εἰς τοὔμπροσθεν· καὶ ἑξῆς ὁμοίως “οὐδ’ ἄρα μοι προτέρω νῆες κίον.” οὐχ ὡς κατεχομένων τῶν νεῶν κατ’ ἐμποδισμὸν τινὸς δαίμονος, ἀλλ’ ὅτι ἐγὼ οὐκ εἴασα τὰς ναῦς πλεῦσαι, πρὶν κατὰ τὸ ἀρχαῖον ἔθος ἀνακαλέσασθαι τοὺς ἑταίρους.411 in vol. 2
5ᾤοντο γὰρ τοὺς ἐν ἀλλοδαπῇ γῇ ἀποθνήσκοντας δεῖν καλεῖν, ἵνα μετά‐ γωσιν αὐτοὺς εἰς τὴν πατρίδα. οὕτω καὶ Ἀθηναῖοι κενοτάφιον ποι‐ οῦντες τῶν ἐν τῇ θαλάττῃ ἀπολομένων ἔστησαν παρὰ τὸν αἰγιαλὸν, καὶ ἐφώνουν τρίτον αὐτῶν τὰ ὀνόματα, καὶ οὕτως ἀνεχώρουν· τὸ δὲ ἑξῆς οὕτως, πλέομεν ἀκαχήμενοι ἦτορ φίλους ὀλέσαντες ἑταίρους,
10ἄσμενοι ἀπὸ θανάτου. H.

9

.

63

ἄσμενοι] ἀκαχήμενοι διὰ τοὺς ἀπολωλότας, ἄσμενοι διὰ τὸ σεσῶσθαι αὐτούς. T.

9

.

64

οὐδ’ ἄρα μοι προτέρω] οἷον οὐ πρότερον ἀνήχθημεν πρὶν τὰ νομιζόμενα τοῖς ἑταίροις ποιῆσαι παλαιῷ θεσμῷ κρατοῦντες. ἐν πο‐ λέμῳ γὰρ ἀποθανόντας εἰς τρὶς ἀνακαλεῖν, τουτέστιν ἵνα μή τις πολ‐ λάκις ἐμπνέων ὡς νεκρὸς ἀπολειφθείη. οὐ μέντοι προαπέστημεν ἐμ‐
5βάντες, ἀλλὰ προσεκαρτεροῦμεν ἕκαστον ἀναβοῶντες, εἰ δυνάμεθά τινα τῶν ἀπολελειμμένων σῶσαι καὶ μὴ ἀπολείπειν ἐν τῇ πολεμίᾳ. καὶ ἐν Ἰλιάδι (μ, 122.) “ἀλλ’ ἀναπεπταμένας ἔχον ἀνέρες.” φαίνε‐ ται δὲ διὰ τοῦτο τὸ φιλέταιρον τοῦ Ὀδυσσέως. T.

9

.

65

τρὶς ἕκαστον] τῶν ἀπολομένων ἐν ξένῃ γῇ τὰς ψυχὰς εὐχαῖς τισὶν ἐπεκαλοῦντο ἀποπλέοντες οἱ φίλοι εἰς τὴν ἐκείνων πατρίδα, καὶ ἐδόκουν κατάγειν αὐτοὺς πρὸς τοὺς οἰκείους. H. πρίν τινα] ἀρχαῖον ἔθος ἦν τῶν ἐπὶ ξένης ἀπολλυμένων τὰς ψυχὰς
5ἐκ τρίτου ἀνακαλεῖν. τοῦτο δὲ ἐγίνετο ἵνα εἴ τις ὑπολίποιτο ἐν τῷ πεδίῳ προσέλθοι. Q. ἀρχαῖον ἔθος τῶν ἐπὶ ξένης ἀπολλυμένων τὰς ψυχὰς ἀνακαλεῖν τρίτον τοὺς περιλειφθέντας, ἐπὰν ἀπίωσιν οἴκαδε. ἢ ἵνα καὶ εἴ τις ἀπολίποιτο ἐν τῷ πεδίῳ προσέλθοι. V.

9

.

68

λαίλαπι θεσπεσίῃ] ἐλλείπει ἡ σύν πρόθεσις, σὺν λαίλαπι. λαῖλαψ δὲ ὁ μεθ’ ὑετοῦ σφοδρὸς ἄνεμος. προκατασκευάζει δὲ τὴν ἐσομένην πλάνην καὶ τὴν ἀπόρριψιν τὴν εἰς τοὺς Λωτοφάγους καὶ ἐξ
ἐπιβουλῆς τῶν θεῶν γεγενῆσθαι τὸν χειμῶνα. T.412 in vol. 2

9

.

69

ὀρώρει δ’ οὐρανόθεν νύξ] ἐπιφώνημα ῥητορικόν. P. ἤτοι σκό‐ τος. νύκτα δὲ οὐδέποτε ἐξ Ὀλύμπου ἐρεῖ γεγονέναι ὁ ποιητής. φαίνε‐ ται τὴν νύκτα· “ἦμος δ’ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν.” H.

9

.

73

προερύσσαμεν] προερέσσαμεν διὰ τοῦ ε Ἀρίσταρχος. M.

9

.

79

καί νύ κεν ἀσκηθὴς] τηρεῖ ὡς .... μικρὸν τῇ σωτηρίᾳ τοῦ Ὀδυσσέως. καὶ γὰρ ἔμπροσθεν ἀπὸ Καλυψοῦς πλέοντι τῆς γῆς τὸ ναυάγιον ἐπιγίνεται, καὶ ἑξῆς ἤδη τὴν Ἰθάκην ὁρῶντι, ὅτε παρ’ Αἰόλου πλεύσαντι ἐπέθεντο οἱ ἑταῖροι. T.

9

.

80

Μάλειαν] νῦν ἑνικῶς Μάλειαν, ἑτέρωθι δὲ πληθυντικῶς· “ἀλλ’ ὅτε δή ῥα ἔμελλε Μαλειάων ὄρος αἰπὺ ἵξεσθαι” (Od. δ, 514.). ἔστι δὲ ἀκρωτήριον τῆς Λακωνικῆς. B.E.Q. ἀκρωτήριον τῆς Λακωνικῆς λίαν ἐπικίνδυνον. ὅθεν ἡ παροιμία “Μαλέαν δὲ κάμψας ἐπιλαθοῦ
5τῶν οἴκαδε.” MS. Barnes.

9

.

81

παρέπλαγξεν δὲ Κυθήρων] τῆς Λακωνικῆς πόλεως· ὡς ἐκεῖ ἐν Κυθήροις αὐτοῦ βουλομένου καταχθῆναι. νησύδριον δὲ πρὸ τῆς Λα‐ κωνικῆς. Καὶ ἄλλως. ἀνέμου ὄντος σφοδροῦ ἀπὸ τῆς περὶ Μάλειαν καὶ Κύθηρα θαλάττης εἰς τὴν Λιβύην ἀπηνέχθην, ὅπου ἦσαν οἱ Λω‐
5τοφάγοι. Q. ἀναγκαίως πρόσκειται, ἵνα μὴ ζητῶμεν, εἴπερ Μά‐ λειαν ὑπερέβαλε, πῶς τοῦτ’ ἠδύνατο οὐδὲ τῶν Κυθήρων προσδραμὼν, τοῦ μεταξὺ ὄντος πόρου; αἰτίους οὖν φησὶ γὰρ, Βορέας καὶ κῦμα καὶ ῥοῦς ἔνθεν ἀπὸ τῆς περὶ τὰ Κύθηρα θαλάσσης ἀπέσπασεν ἡμᾶς. πιθανῶς, ἵνα τὴν ἔξω πλάνην πορίσηται. T.

9

.

84

γαίης Λωτοφάγων] τοὺς Λωτοφάγους ἐν Λιβύῃ ὑποτίθενται εἶναι οἱ νεώτεροι. μέχρι δὲ νῦν Αἰγύπτιοι βοτάνην ξηραίνοντες ἀλοῦσι καὶ πέττοντες ἐσθίουσιν. Q. λωτός ἐστι βοτάνη εὔοδμος. ἔνιοι δὲ μυρόλωτον λέγουσι βρῶμα. P.Q.
5οἵτ’ ἄνθινον εἶδαρ ἔδουσιν] ἴδιον εἶπεν, ὡς τοιούτου ὄντος τοῦ λωτοῦ οἷον ἄνθους τινός· οὐ γὰρ εἶπε δένδρου τινὸς καρπὸν ἢ σπέρμα, ἀλλ’ ἄνθινον. εἶδαρ δὲ βρῶμα. T.

9

.

88

προΐειν] προέπεμπον. V.413 in vol. 2

9

.

89

σῖτον ἔδοντες] ἵνα ἀπροσδόκητόν τι ἐπαγάγῃ· οὐ γὰρ ἦσαν σῖτον ἔδοντες. ἐπηκολούθει τῇ παραθέσει τοῦ λωτοῦ ὄλεθρος, ὥστε καὶ ἡ εὔνοια καὶ ἡ φιλανθρωπία τὸν ὄλεθρον περιεῖλε τῶν εὐτυχούντων ὑπὸ ἡδονῶν τοῦ ἐδέσματος. T.
5ἐκ τοῦ Ἡρακλείτου. καθόλου δὲ τὴν Ὀδυσσέως πλάνην εἴ τις ἀκριβῶς ἐθέλει σκοπεῖν, ἠλληγορημένην εὑρήσει. πάσης γὰρ ἀρετῆς καθάπερ ὄργανόν τι τὸν Ὀδυσσέα παραστησάμενος ἑαυτῷ διὰ τοῦτο πεφιλοσόφηκεν, ἐπειδήπερ τὰς ἐκνεμομένας τὸν ἀνθρώπινον βίον ἤχθηρε κακίας, ἡδονὴν μέν γε τὸ Λωτοφάγων χωρίον, ξένης γεωργὸν
10ἀπολαύσεως, ἣν Ὀδυσσεὺς ἐγκρατῶς παρέπλευσε, τὸν δ’ ἄγριον ἑκά‐ στου θυμὸν ὡσπερεὶ καυτηρίῳ τῇ παραινέσει τῶν λόγων ἐπήρωσε. Κύκλωψ δὲ οὗτος ὠνόμασται ὁ τοὺς λογισμοὺς ὑπολωπῶν. T.

9

.

90

κήρυκα] ὁ κῆρυξ ἔμφασιν εἶχε βασιλικῆς καὶ δημοσίας πρεσ‐ βείας. Q. τρίτατον κήρυκα, ἵνα μὴ εὐεπιχείρητοι ὦσι διὰ τὸν κή‐ ρυκα. P.V.

9

.

92

οὐδ’ ἄρα Λωτοφάγοι] δίκαιοι ὄντες ἄνδρες βίᾳ τινι οὐ κατεῖ‐ χον, ἀλλὰ πειθοῖ. τὸ δὲ “μήδοντο” δηλοῖ ὅτι οὐχ ἑκούσιος ἦν ἐκείνων ὁ γενόμενος ὄλεθρος. καὶ γὰρ οἱ Λωτοφάγοι δίκαιοι ὄντες βίᾳ οὐδένα κατεῖχον, ἀλλὰ τῷ λόγῳ μόνῳ ἔθελγον. Q.

9

.

97

νόστου τε λαθέσθαι] ἀκολούθως τῇ φύσει, ὡς ἐπὶ ἀλόγων ζῴων, οὐχ ὡς μέντοι τοῦ λωτοῦ λήθην ἐμποιοῦντος, ἀλλὰ διὰ τὴν ἡδονὴν καταφρονούντων τοῦ νόστου. ὅμοιον δέ ἐστι τῷ “λάθοντο δὲ θούριδος ἀλκῆς” (Il. ο, 322.). οὐ γὰρ ἐπελάθοντο, ἀλλὰ κατημέλησαν. H.Q.

9

.

98

τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον] διδάσκει ὅτι οὐ χρὴ ὑπεριδεῖν ἑταίρους κινδυνεύοντας, ὥσπερ καὶ ἐν τοῖς ἑξῆς πρὸς τοὺς ἐκθηριω‐ θέντας ὑπὸ Κίρκης μόνος τολμᾷ καὶ ἔρχεται. ἐγκράτειαν δὲ σημαί‐ νει αὐτοῦ, εἰ μηδὲ τὴν ἀρχὴν ἥψατο τοιαύτης ἡδονῆς, ἢ καὶ γευσάμε‐
5νος ἀπέστη καὶ οὐκ ἐνικήθη τῆς ἰδίας φύσεως. H.Q.

9

.

106

Κυκλώπων δ’ ἐς γαῖαν] ζητεῖ Ἀριστοτέλης πῶς ὁ Κύκλωψ ὁ Πολύφημος μήτε πατρὸς ὢν Κύκλωπος, Ποσειδῶνος γὰρ ἦν, μήτε μητρὸς, Κύκλωψ ἐγένετο. αὐτὸς δὲ ἑτέρῳ μύθῳ ἐπιλύεται. καὶ γὰρ ἐκ Βορέου ἵπποι γίνονται, καὶ ἐκ Ποσειδῶνος καὶ τῆς Μεδούσης ὁ
5Πήγασος ἵππος. τί δ’ ἄτοπον ἐκ Ποσειδῶνος τὸν ἄγριον τοῦτον γε‐ γονέναι; ὥσπερ καὶ τὰ ἄλλα ἐξ αὐτοῦ ἀναλόγως τῇ θαλάσσῃ ἄγρια γεννᾶται ἢ τερατώδη ἢ παρηλλαγμένα. γελοίως δ’ αὐτοὺς ἐτυμολο‐ γεῖ Ἡσίοδος “Κύκλωπες δ’ ὄνομ’ ἦσαν ἐπώνυμον, οὕνεκ’ ἄρω σφέων κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ.” ὁ δ’ Ὅμηρος φαίνεται414 in vol. 2
10φύσιν αὐτῶν λέγων· εἰ γὰρ ἦν τι τοιοῦτον, ὥσπερ τὰς ἄλλας ἰδιότη‐ τας τῶν ὀφθέντων ἔγραψεν ἐπ’ αὐτοῦ Κύκλωπος, τὸ μέγεθος, τὴν ὠμό‐ τητα, οὕτω κἂν τὸ περὶ ὀφθαλμοῦ ἔγραψε. φησὶ δὲ ὁ Φιλόξενος ὅτι ἐπλάνησε τὸν Ἡσίοδον τὸ τὸν ἕνα ὀφθαλμὸν τυφλωθέντα μηκέτι ὁρᾶν. οὔτε δὲ περὶ πάντων τῶν Κυκλώπων εἶπε τοῦτο Ὅμηρος, εἰκός τε τὸν
15Πολύφημον κατά τινα ἄλλην αἰτίαν τὸν ἕτερον τῶν ὀφθαλμῶν ἀπο‐ λωλεκέναι πρὸ τῆς Ὀδυσσέως ἀφίξεως. οἱ δὲ ἀντιλέγοντες τούτῳ φασὶν, εἰ δύο εἶχεν ὀφθαλμοὺς καὶ τὸν ἕνα Ὀδυσσεὺς ἐτύφλωσε, πῶς συμφωνήσει τὸ ὑπ’ αὐτοῦ λεγόμενον, “Κύκλωψ, εἰ καί τίς σε καταχθονίων ἀνθρώπων ὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν” (502.);
20οὐκ εἶπεν ὀφθαλμῶν. ἔτι δὲ καὶ τὸ προκείμενον παρὰ τοῦ Κύκλωπος, ὅτι δύναταί μου ὁ Ποσειδῶν ἰάσασθαι τὸν ὀφθαλμόν. εἰ γὰρ ἦν ἑτερό‐ φθαλμος ἤδη ὑπάρχων, ἔλεγεν ἂν αὐτῷ Ὀδυσσεὺς, καὶ πῶς τὸν ἕτε‐ ρον οὐκ ἐθεράπευσεν; ἀλλ’ εἶπεν “ὡς οὐκ ὀφθαλμόν γ’ ἰήσεται οὐδ’ ἐνοσίχθων” (525.). δι’ αὐτοῦ δὲ τούτου ἀπολογοῦνται περὶ τοῦ εἶναι
25αὐτὸν διόφθαλμον, διὰ τοῦ εἰπεῖν, εἰ τὸν πρῶτον πηρωθέντα ὀφθαλμὸν οὐκ ἐθεράπευσεν, οὐδὲ τοῦτον ἰάσεται. H.Q. Κυκλώπων] ἐν Σικελίᾳ ὑποτίθενται οἱ νεώτεροι τοὺς Κύκλωπας. πάντες μὲν οἱ Κύκλωπες ἀγαθοί εἰσι καὶ θεοὺς τιμῶντες, χωρὶς τοῦ Πολυφήμου, ὅστις ἦν ἡγεμὼν αὐτῶν· ἀφ’ οὗ καὶ τοὺς Κύκλωπας
30ὑπερφιάλους λέγει. H. ὑπερφιάλων, ἀθεμίστων] ἢ τῶν μεγαλοφυῶν τῷ σώματι, τῶν δι‐ σήμων γὰρ ἡ λέξις, ἀθεμίστων δὲ τῶν νόμοις μὴ χρωμένων· φησὶ γὰρ “θεμιστεύει δὲ ἕκαστος παίδων ἠδ’ ἀλόχων.” εἰ γὰρ ἦν ἀθεμί‐ στων ἀντὶ τοῦ ἀδίκων, πῶς λέγει “οἵ ῥα θεοῖσι πεποιθότες;” εἰ δ’
35εἴπῃ τις, καὶ πῶς ὁ Πολύφημός φησιν “οὐ Κύκλωπες Διὸς αἰγιό‐
χου ἀλέγουσι,” (275.) σκοπείτω τὸ πρόσωπον, ὅτι Πολυφήμου ἐστὶ τοῦ ὠμοφάγου καὶ θηριώδους. καὶ Ἡσίοδος “ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖσι πετεινοῖς ἔσθειν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶν ἐν αὐτοῖς, ἀνθρώποισι δ’ ἔδωκε δίκην.” ὥστε Πολύφημον μόνον λέγει ὑπερή‐415 in vol. 2
40φανον καὶ ἄδικον, τοὺς δὲ λοιποὺς πάντας Κύκλωπας εὐσεβεῖς καὶ δικαίους καὶ πεποιθότας τοῖς θεοῖς, ὅθεν καὶ ἀνῆκεν αὐτοῖς αὐτομάτως ἡ γῆ τοὺς καρπούς. H. πῶς ὑπερφιάλους καὶ ἀθεμίστους καὶ πα‐ ρανόμους εἰπὼν τοὺς Κύκλωπας ἄφθονα παρὰ θεῶν αὐτοῖς ὑπάρχειν λέγει τὰ ἀγαθά; ῥητέον οὖν ὅτι ὑπερφιάλους μὲν διὰ τὴν ὑπεροχὴν τοῦ
45σώματος, ἀθεμίστους δὲ τοὺς μὴ νόμῳ χρωμένους ἐγγράφῳ διὰ τὸ ἕκαστον ἴδιον ἄρχεσθαι· “θεμιστεύει δὲ ἕκαστος παίδων ἠδ’ ἀλόχου” (115), ὅπερ ἀνομίας σημεῖον. Ἀντισθένης δέ φησιν ὅτι μόνον τὸν Πολύφημον εἶναι ἄδικον· καὶ γὰρ οὗτος τοῦ Διὸς ὑπερόπτης ἐστίν. οὐκοῦν οἱ λοιποὶ δίκαιοι· διὰ τοῦτο γὰρ καὶ τὴν γῆν αὐτοῖς τὰ πάντα

9

.

106

(50)

ἀναδιδόναι αὐτόματον, καὶ τὸ μὴ ἐργάζεσθαι αὐτὴν δίκαιον ἔργον ἐστίν. ἀλλ’ ἔμπροσθεν βιαίως βιαίους, “οἵ σφεας σινέσκοντο” (Od. ζ, 6), ὥσπερ καὶ τοὺς Γίγαντας· “ὅσπερ ὑπερθύμοισι Γιγάν‐ τεσσιν βασίλευεν” (Od. η, 59), ὥσπερ καὶ τοὺς Φαίακας βλαπτο‐ μένους ὑπ’ αὐτῶν μεταναστῆναι. T. δίκαιοι οὗτοι πλὴν Πολυφή‐
55μου. ὅθεν τὸ μὲν ὑπερφιάλων, νῦν μεγάλων, τὸ δὲ θεμίστων, μὴ ἐχόντων χρείαν νόμων διὰ τὸ θεμιστεύειν ἕκαστον παίδων ἠδ’ ἀλόχων. πῶς οὖν ἠδίκουν τοὺς Φαίακας καὶ ἐλύπουν (ζ, 5. 6.); διὰ τὸ ἀνό‐ μοιον τῆς πολιτείας. V. et ex parte B.

9

.

107

οἵ ῥα θεοῖσι πεποιθότες] φασὶ γὰρ ὅτι διὰ τὸ εὔκρατον τῶν ἀέρων προνοοῦσιν αὐτῶν οἱ θεοὶ ὡς ἀπογόνων, “ἐπεί σφισιν ἐγγύθεν εἰσίν,” ἢ ὡς δικαίων. μόνος γὰρ ἄδικος ὁ Πολύφημος. ἀπάνευθε γὰρ ὢν ἀθεμίστια ᾔδη καὶ οἶος ποιμαίνεσκε, τῶν δ’ ἄλλων ἕκαστος θεμι‐
5στεύει παίδων ἠδ’ ἀλόχων. ὅθεν μηδὲ τὸ σπήλαιον ἀνοίξαντες πολυ‐ πραγμονοῦσι τί πέπονθε καὶ μαντείαις χρῶνται καὶ θεοὺς νομίζουσι. “ἀλλὰ σύγ’ εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι” (v. 412). T.

9

.

111

ἐριστάφυλον] ἐκ τελείου καρποῦ τῆς σταφυλῆς γινόμενον. P.V. τὸν ἐκ τελείου καὶ εὐτραφοῦς σταφυλῆς γινόμενον. καὶ γὰρ ἀγρία ἄμπελος μικρὰν φέρει τὴν σταφυλήν. T. καί σφιν Διὸς ὄμβρος ἀέξει] πλουτίζει, ἀέξει αὐτὰ αὐτοῖς, ἤτοι416 in vol. 2
5τοῖς Κύκλωψι, ἢ αὐτοῖς τοῖς πράγμασι. P.

9

.

112

βουληφόροι] εἰς ἃς αἱ βουλαὶ ἀναφέρονται ἵνα ἐπιτελεσθῶσι. P.V. οὔτε θέμιστες] ἀθεμίστους λέγει οὐχ ὡς ἀδίκους, ἀλλ’ ὡς μὴ θέμιδος ἤτοι νόμου χρῄζοντας εἰς εὕρεσιν τοῦ καλοῦ. ἦσαν γὰρ ἀγα‐
5θοί. Q. θεμιστεύει] κατὰ τὸ δίκαιον, ὅσιον βασιλεύει. T.

9

.

115

οὐδ’ ἀλλήλων ἀλέγουσι] οὐ φροντίζουσιν ἀλλήλων ὅσον ἕνεκεν ὑποταγῆς. ἕκαστος γὰρ αὐτοκράτωρ ἐστὶ καὶ οὐχ ὑποτάσσε‐ ται τῷ ἑτέρῳ. ἔπειτα τοῦ Πολυφήμου κράζοντος ἦλθον πάντες. Q.

9

.

116

νῆσος ἔπειτα λάχεια] Ζηνόδοτος, τὴν βραχεῖαν, γράφων διὰ τοῦ ε, ἐλάχεια. οἱ δὲ τὴν εὔσκαφον, οἱ δὲ τὴν εὔγειον, τὴν λαχαί‐ νεσθαι καὶ σκάπτεσθαι δυναμένην. H.Q. λάχεια] ἢ τὸ τῆς νήσου ὄνομα γνωσθὲν ἐκ Κίρκης Ὀδυσσεῖ ἢ ἡ εὔγειος, ἡ ἐπιτηδεία εἰς τὸ
5λαχαίνεσθαι ἤτοι σκάπτεσθαι, ὅθεν καὶ τὸ λάχανον. ἢ ἐλάχεια, ἵνα ὥσπερ λιγὺς λίγεια οὕτω καὶ ἐλαχὺς ἐλάχεια, ἡ ἐλαχίστη. P. λάχεια, ἀπὸ τοῦ λαχαίνω. οὕτως ἀναγνωστέον, ἵν’ ᾖ εὔγεως, εὔσκαφος, παρὰ τὸ δύνασθαι αὐτὴν λαχαίνεσθαι καὶ σκάπτεσθαι. E. εὐάροτος γῆ. H.Q.
10οἰκονομικῶς δὲ εἰς ταύτην νύκτωρ κατήχθησαν, ἵνα μὴ ἀπόλωνται πάντες. Q.V. παρὲκ λιμένος τετάνυσται] τοῦ ἐν αὐτῇ· ἡ γὰρ τῶν Κυκλώπων χώρα ἀλίμενος, “ἀλλά μοι εἴφ’ ὅπη ἔσχες, ἤ που ἐπ’ ἐσχατιῆς” (279.). ὑπευλήσατο δὲ τοιαύτην νῆσον, ἵνα μὴ πάσαις καθορμίσωνται
15ταῖς ναυσίν. T.417 in vol. 2

9

.

119

ἀπερύκοι] ἀπείργοι, κωλύοι. V.

9

.

124

μηκάδας] ἤτοι μηκωμένας, ἀπὸ τῆς φωνῆς. Q.V. μηκὴ γὰρ λέγεται ἡ τῶν αἰγῶν φωνή. ἢ ἀπὸ τοῦ ἐπὶ τὰ μήκη κίειν, ὅ ἐστι πορεύεσθαι. V.

9

.

125

νέες πάρα μιλτοπάρῃοι] μιλτωτὰς παρειὰς ἔχουσαι, τουτέστι πρῴρας κεχρισμένας. μίλτος δέ ἐστι πηλὸς ῥουσιώδης. E.Q.V.

9

.

126

κάμοιεν] κατασκευάσαιεν. V.

9

.

127

αἵ κεν τελέοιεν] ἅστινας τὰς νῆας οἱ ναυτικοὶ κατεσκεύα‐ σαν, ἵνα τὰ πρὸς ἕκαστον καιρὸν ἐπιτήδεια φέρωσιν. Q.

9

.

128

οἷά τε πολλὰ] ἔλλειψιν ἔχει προθέσεως, ἵνα λέγῃ, δι’ οἷα πολλὰ αἴτια καὶ πράγματα ἐπ’ ἀλλήλους περῶσιν ἄνθρωποι. P.

9

.

130

οἵτινες οἱ ναυπηγοὶ τοῖς Κύκλωψι τὴν νῆσον κατεσκεύασαν. H. αὐτοὶ οἱ κατοικοῦντες τὴν νῆσον ἔκαμνον, τουτέστιν ἐξημέρουν γεωργήσαντες. T.

9

.

135

ἀμῷεν] γρ. ἀμμοῷεν. H. ἐπ’ οὖδας] γρ. ὑπ’ οὖδας. H.

9

.

136

πείσματος] ἀπογείου σχοινίου ᾧ πείθεται ἡ ναῦς. P.V.

9

.

137

εὐνὰς] ἀγκύρας. εὐνὰς λέγει τὰ τῶν πλοίων σιδηρᾶ ἀγκύρια διὰ τὸ εὐνάζεσθαι ὑπὸ τούτων τὰ πλοῖα καὶ ἠρεμεῖν. Q.

9

.

138

ἀλλ’ ἐπικέλσαντας] ἐποκείλαντας. Gl. H. ἀλλ’ ἐπιψαύ‐ σαντας ἐν τοῖς τοιούτοις λιμέσι τὰ πλοῖα μεῖναι χρόνον ἀβλαβῆ, ἕως οὗ ὁ τῶν ναυτῶν θυμὸς ἐποτρύνῃ αὐτὰς πρὸς τὸν πλοῦν. Q. ἐπιψαύσαντας τῇ γῇ. ἀπὸ τοῦ κέλλειν, ὅθεν καὶ ὁ κόλπος. P.

9

.

142

καί τις θεὸς ἡγεμόνευεν] ἵνα μὴ τῇ τῶν Κυκλώπων προσορ‐ μίσαντες γῇ τὰς ναῦς ἀπολέσωμεν. T.

9

.

143

νύκτα δι’ ὀρφναίην] εἰς τὴν νύκτα τὴν σκοτεινήν. τὸ γὰρ διά ἀντὶ τοῦ εἰς ἐκληπτέον. Q.

9

.

144

ἀὴρ] ἀορασία, ἢ ἀχλύς. H. παρὰ] οὕτως, περὶ νηυσίν. H.

9

.

145

χωρὶς τοῦ ν τὸ οὐρανόθεν. H.

9

.

147

ποτὶ χέρσον] πρὸς τὴν γῆν. V.

9

.

148

τὸ κέλσαι καὶ τὸ ἐπικέλσαι ἐν λιμένι στῆναί ἐστι. P.

9

.

151

ἀποβρίξαντες] ἀποβρίξαι ἐστὶ τὸ ἐπὶ τῇ βορᾷ καὶ τροφῇ κοιμηθῆναι. H.P.Q. βρίζειν τὸ βαρὺ ἵζειν. ὅθεν ἐν Ἰλιάδι (δ, 223.) ἐπὶ ἀμελείας· ἢ τὸ μετὰ βορὰν ἵζειν, ὡς ἐνταῦθα. P. ἐπὶ τοῦ ἀπο‐ νυστάζοντος τίθησι τὴν λέξιν, οὐκ ἐπὶ τοῦ βαθέως ὑπνῶσαι· καὶ ἐν418 in vol. 2
5Ἰλιάδι “ἔνθ’ οὐκ ἂν βρίζοντα” (δ, 223), ἤγουν νυστάζοντα. T.

9

.

153

ἐδινεύμεσθα] περιηρχόμεθα, ἀνεστρεφόμεθα. V.

9

.

154

ὦσαν δὲ νύμφαι] ὅμοιόν ἐστι τῷ “οὐδ’ ἄρ’ ἀπ’ ἀσφάραγον μελίη τάμε·” τὰ γὰρ συμβεβηκότα ὡς αἴτια λαμβάνει. γέγονε δὲ ἀφορμὴ τοῦ ζητῆσαι αὐτοὺς καὶ τὴν τῶν Κυκλώπων χώραν τὸ εὑρεῖν εὐτυχῆ ἄγραν, καθὸ καὶ οἱ ἑταῖροι συνεβούλευον, “τυρῶν αἰνυμένους
5ἰέναι πάλιν.” H. Διὸς αἰγιόχοιο] ἀπὸ τοῦ ἔχειν τὰς καταιγίδας. ἢ ὀχηθεὶς ὑπὸ τῆς αἰγός. E.

9

.

155

ὀρεσκῴους] τὰς ἐν τῷ ὄρει διατριβούσας. H.

9

.

156

αἰγανέας δολιχαύλους] ἀκόντια μακρὰ ὁλοσιδήρους αὐλοὺς ἔχοντα, τουτέστι τὰ σιδήρια. P. ἀκόντια ἐπιμήκεις τοὺς αὐλοὺς ἔχοντα, ἤτοι τὰ σιδήρια. E.V. αὐλός ἐστι τὸ σιδήριον εἰς ὃ ἐμ‐ βάλλεται τὸ ξύλον· δηλοῖ δὲ τὰς μακροσιδήρους. H. μακρὰς ἢ
5ἐπὶ δολιχὸν διήκουσας, δολιχοδρόμους, ἢ τὰς μακρὸν αὐλὸν ἐχούσας. αὐλὸς δὲ τὸ κοῖλον τῆς ἐπιδορατίδος, εἰς ὃ ἐντίθεται τοῦ ξύλου τὸ ἄκρον. T.

9

.

161

ἐς ἠέλιον καταδύντα] πρὸ τοῦ καταδῦναι ἥλιον. ἀντὶ γὰρ ἀπαρεμφάτου ἐγκλίσεως νῦν τὴν μετοχὴν ἔλαβεν. Q.

9

.

165

ἠφύσαμεν] ἠντλήσαμεν. Q.

9

.

166

ἐλεύσσομεν] ἄνω τὸ ἐλεύσσομεν ἐπὶ μὲν τῆς γαίας καὶ τοῦ καπνοῦ κοινόν· ἐπὶ δὲ τοῦ φθόγγου ὑπακουστέον τὸ ἠκούομεν, ὡς τὸ “καρπαλίμως οἶνον δὲ μελίφρονα οἰνίζεσθε, σῖτον δ’ ἐκ μεγάρων” (Il. θ, 505.). ἐπὶ τοῦ σίτου δεῖ ὑπακούειν τὸ φέρετε. Q.

9

.

167

καπνόν τ’ αὐτῶν τε φθογγὴν οἰῶν τε καὶ αἰγῶν] σπονδεῖος ὅλος ὁ στίχος. E. διὰ τί οὐκ ἤκουον οἱ ἑταῖροι τοῦ Ὀδυσσέως οἱ ἐν τῇ νηῒ βοῶντος τοῦ Κύκλωπος; καίτοι Ὀδυσσεὺς ἀπὸ τῆς νήσου φησὶ πόρρωθεν
5ἀκούειν “αὐτῶν τε φθογγὴν ὀΐων τε καὶ αἰγῶν” (ι, 167). ῥητέον οὖν ὅτι ἀσήμους φθόγγους συμμίκτους οἷόν τε ἦν πόρρωθεν ἀκούειν. ὁ δὲ Κύκλωψ εἷς ὢν ἐβόα ἐν τῷ ἀγρῷ. T.419 in vol. 2

9

.

168

[ἦμος: ἡνίκα. τὸ ἦμος ψιλοῦται παρὰ Ἴωσι καὶ οὐχ ὑπο‐ τάσσει, παρὰ δὲ Ἀττικοῖς ὑποτάσσει καὶ δασύνεται. καὶ ὁ ὅτε καὶ ὁ κεν ὑποτάσσει παρὰ τοῖς Ἀττικοῖς. καὶ τὰ δεύτερα πρόσωπα διφθόγγῳ γράφεται, πάσομαι πάσει· ὄψομαι ὄψει· καὶ τὰ ὅμοια.
5P.]

9

.

173

εἰκότως αὐτοῦ ἀπέρχεται σὺν τοῖς ἑαυτοῦ ἑταίροις, μηκέτι πιστεύων διὰ τὸ πρὸς τοὺς Λωτοφάγους σύμπτωμα, καὶ τὴν παρὰ Κίκοσιν ἀπείθειαν, μή πως πάλιν ὑποφερόμενοι τινὶ κέρδει κινδυνεύου‐ σιν. H.

9

.

174

τῶνδ’ ἀνδρῶν πειρήσομαι] ἀνάγκῃ δὲ φιλόπονος ἅπαντα ἦν οὐ μόνον διὰ τὸ φιλιστορεῖν, ἀλλὰ διὰ τὴν ἄγνοιαν τῆς πατρίδος ἔρευναν ποιούμενος. T.

9

.

177

ἀνὰ νηὸς ἔβην] ἰδίως εἶπεν ἀντὶ τοῦ ἀνὰ τὴν ναῦν ἔβη. H.

9

.

182

ἔνθα δ’ ἐπ’ ἐσχατιῇ] ὑπογράφων τὰ κατὰ τὸν τόπον ἐπιση‐ μαίνεται τὸ ἐπ’ ἐσχατιᾶς εἶναι τὸ σπήλαιον. τοῦτο δὲ συνέφερε καὶ πρὸς τὸ εὐχείρωτον αὐτοῖς εἶναι τὸν ἐνοικοῦντα, ἅμα τε καὶ φυγὴ εὐχερὴς πλησίον τοῦ ἄντρου τῆς νεὼς ὡρμισμένης. H.Q. ἵνα πρῶ‐
5τον τῷ Πολυφήμῳ ἐντύχῃ καὶ πειραθεὶς αὐτοῦ μηδὲ ἡ ναῦς ὁρμί‐ ζουσα ὀφθῇ· τοὺς γὰρ ἄλλους πόρρω φησὶν οἰκεῖν, ὡς εἴ γε τοῖς ἄλλοις πρῶτον ἐνέτυχε, οὐκ ἂν αὐτὸν εἴασαν παρελθεῖν, ἀλλὰ καὶ ἐμήνυσαν τὴν ὠμότητα τοῦ Πολυφήμου. T.

9

.

183

δάφνῃσι κατηρεφὲς] κατεσκιασμένον. P.Q.V. πεπυκνωμέ‐ νον. καὶ εἴρηται ἀπὸ τοῦ ὀρόφου, ὅ ἐστιν ἐπεστεγασμένον, ἄλλης ἐπ’ ἄλλῃ δάφνης οὔσης. T.

9

.

184

μῆλ’ ὄϊές τε] ἐπειδὴ διάφορά εἰσιν ὀνόματα τοῖς προβάτοις, γενικά τε καὶ εἰδικὰ, καὶ αὐτὰ διάφορα πρόβατά τε καὶ ἄρνες ἢ αἶγες, διαφόροις ἐνταῦθα ἐχρήσατο τοῖς ὀνόμασι μῆλά τε ταῦτα
εἰπὼν καὶ ὄϊας. Q. προτάξας τὸ γένος ἐπήνεγκε τὸ εἶδος. V.420 in vol. 2
5ἰαύεσκον] διέτριβον, ἢ ἐκοιμῶντο, ἢ ἐβόων, ἢ διενυκτέρευον. Q. ἐβόων, διενυκτέρευον, διέτριβον. P.

9

.

185

ὑψηλὴ] οἰκονομικῶς, ἵνα μὴ ἑξῆς βοῶντος ὑπομείνωσιν, ἀλλ’ ὥσπερ ἀφοσιωσάμενοι ἀπέλθωσι. Q. δέδμητο] οὕτως Ἀρίσταρχος. ὁ δὲ Ἀριστοφάνης, βέβλητο. H. κατωρυχέεσσι] τοῖς ἐν τῇ γῇ ἐνωρυγμένοις καὶ ἐμβεβλημένοις,
5τεθεμελιωμένοις. P.

9

.

186

πίτυσσιν] ἐκ διαστήματος τῶν δένδρων πεφυκότων, τὸ με‐ ταξὺ τῶν λίθων πληρούντων. T.

9

.

187

ἔνθα δ’ ἀνὴρ] εἰκότως προσυνίστησι τὸ μέγεθος, ἵνα ἀξιόπι‐ στος φανῇ τὰ δύο σώματα σιτούμενος. πλείστας δὲ παραβολὰς ποιεῖται τοῦ μεγέθους αὐτοῦ. διὸ καὶ ὄρει ἄνθρωπον εἴκασεν ὡς ὑπερ‐ βάλλοντα παντὸς ζῴου μέγεθος, καὶ οὐδ’ ὄρει ἁπλῶς, ἀλλὰ ῥίῳ ὑλήεντι,
5ὅ ἐστιν ὄρει τῷ ὑψηλοτέρῳ καὶ τούτῳ ὑλήεντι. τοῦτο δέ ἐστιν ὑπερ‐ βολὴ ὑπερβολῆς. Q. ἐνίαυε] διέτριβε, ἐνηυλίζετο. T.

9

.

189

ἀθεμίστια λέγων τὰ ἐστερημένα τῆς θέμιδος, ἤγουν τῆς θείας δίκης, ἄδικα. H.

9

.

195

αὐτὰρ ἐγὼ κρίνας ἑτάρων] χωρίσας καὶ ἐπιλεξάμενος τοὺς ἀρίστους. διὰ τί δώδεκα; καὶ γὰρ ὀλίγοι, ἵνα μὴ δοκῇ ὡς ἐπὶ λῃ‐ στείαν ἥκειν· ἐλάττους δὲ πάλιν οὐκ ἦγεν, ἵνα μὴ εὐκαταφρόνητος εἶναι δόξῃ· ἀλλ’ οὐδὲ ὅπλα ἐπιφέρεται, ἵνα μὴ ὡς πολέμιος εἶναι
5δοκῇ. αὐτὸς δὲ παρέστη καὶ οὐ προπέμπει, ἵνα μὴ φαίνηται δειλὸς τοῖς Φαίαξι. τὸν δὲ ἀσκὸν οἰκεῖον ἐφόδιον λαμβάνει, τὸν οἶνον, πρὸς ποιμενικοὺς καὶ ἀγρίους ἄνδρας. διὰ τί οὖν κινεῖ τὸν Ὀδυσσέα πρὸς τὸ μὴ πεισθῆναι τοῖς ἑταίροις συμβουλεύουσι φυγεῖν; ὅτι γενόμε‐ νος ἐν τῷ σπηλαίῳ οὐδεμίαν βίου θηριώδους ὑπόνοιαν ἔλαβε. T.

9

.

196

ἀσκὸν ἔχον] εἰκότως καὶ πρὸς ποιμένας ἀπιὼν ἄλφιτα καὶ οἶνον βαστάζει. εἶχε δὲ καὶ τὸν οἰκεῖον λόγον πρὸς πειθὼ, ἵνα διὰ τῶν λόγων καταπλήξῃ, ἢ τῷ οἴνῳ καταπραΰνῃ. H.Q.

9

.

197

ἔδωκε Μάρων] Μάρων Εὐάνθους υἱὸς, ὁ δὲ Εὐάνθης υἱὸς Διονύσου. γυνὴ Μάρωνος Οἰδέρκη, ὡς Πορφύριος. H.Q.

9

.

198

ἱερεὺς Ἀπόλλωνος] ταῦτα σημειοῦνταί τινες πρὸς τὸ μὴ παραδιδόναι Ὅμηρον Διόνυσον οἴνου εὑρετὴν, τὸν δὲ Μάρωνα οὐ Διο‐ νύσου, ἀλλ’ Ἀπόλλωνος ἱερέα, δι’ ὅλης τῆς ποιήσεως οἴνου μνημο‐ νεύων. ἡ δ’ ἀπότασις πρὸς Ἡσίοδον λέγοντα τὸν Μάρωνα εἶναι Οἰ‐421 in vol. 2
5νοπίωνος τοῦ Διονύσου. H.Q.

9

.

199

σὺν παισὶ] σὺν παιδί, Ἀρίσταρχος καὶ Ἀριστοφάνης. H. περισχόμεθα] ὅτι περιεσώσαμεν αὐτὸν καὶ τὴν αὐτοῦ γυναῖκα σὺν τῷ παιδὶ αὐτοῦ. H.Q. περιεσώσαμεν, ἐφυλάξαμεν. H.

9

.

200

ἁζόμενοι] σεβόμενοι, ἐντρεπόμενοι διὰ τὸ εἶναι ἱερέα Ἀπόλ‐ λωνος. H. ᾤκει γὰρ ἐν ἄλσει Φοίβου Ἀπόλλωνος] παιδευτικῶς· δεῖ γὰρ φεί‐ σασθαι τοῦ ἱερέως διὰ τὴν ἱερωσύνην. Q.

9

.

202

ἀκολούθως τῷ οἴνῳ καὶ εἰκότως τὰ ἑπτὰ τάλαντα τοῦ εὐερ‐ γέος χρυσοῦ φιάλαι τινὲς ἦσαν καὶ ἱερὰ πώματα. H. χρυσοῦ] διὰ τούτου καὶ τὸ τίμιον δηλοῖ· οὔπω γὰρ ἐδόκει παρὰ τοῖς παλαιοῖς τὸ ἀργὸν χρυσίον τίμιον εἶναι. ἀναγκαίως δὲ μετὰ
5τῶν τοιούτων δώρων ἀπαριθμεῖται καὶ ὁ οἶνος, ὅτι ὡς ἐφάμιλλος αὐ‐ τοῖς ἐδόθη. Q.

9

.

205

ἀκηράσιον] ἤτοι καλὸν καὶ ἀδιάφθαρτον, ἢ ἀκέραιον, ἄκρα‐ τον, καθαρώτατον. H. ἀκέραιον δὲ καὶ ἀδιάφθορον, ὑπερβολικῶς. οἱ δὲ ἀμιγῆ πρὸς ἕτερον ἢ δύναμιν ἔχοντα, παραμεῖναι δυνάμενον. ἀπο‐ δίδωσι δὲ αὐτοῦ καὶ τὴν δύναμιν διὰ τῶν ἑξῆς. T.

9

.

209

ἓν δέπας] τοῦτο προῳκονόμησεν, ἵνα μὴ ζητῶμεν πῶς ὁ τηλι‐ κοῦτος ἐκορέσθη. H.Q.V.

9

.

211

οὔτοι ἀποσχέσθαι φίλον ἦεν] ἀποσχέσθαι τοῦ οἴνου οὐκ ἦν προσφιλὲς τῷ πίνοντι, διὸ καίπερ ὕδωρ ἔχων καλὸν ἦν. H.Q. οὐδὲ σοὶ, φησὶ, τῷ πάντων ἡδύτατον κεκτημένῳ οἶνον, ὦ Ἀλκίνοε. H.

9

.

213

αὐτίκα γάρ μοι ὀΐσατο] εἰκάζει ἐκ τοῦ μεγέθους τοῦ σπη‐ λαίου μέγαν τινὰ καὶ ἄγριον εἶναι ἐκ τοῦ ἐπ’ ἐσχατιὰν οἰκεῖν. διὰ τί οὖν οὐκ ἐπείθετο τοῖς ἑταίροις; ἄδικον αὐτῷ ἐδόκει εἶναι μηδὲν ἀδι‐ κήσαντα. καὶ ἄλλως δὲ, ὡς ἔφην, ἡμερώτερον ἔβλεπε .... πάνυ ἐφο‐
5βεῖτο. καὶ συνέσει .... καὶ εἰ ἄγριος ἦν, ἀλλ’ οὐκ ᾤετο ἀνθρωποφά‐ γον εἶναι. T.

9

.

216

οὐδέ μιν ἔνδον] γρ. οὐδέ τιν’ ἔνδον. H.

9

.

218

ἐλθόντες δ’ εἰς ἄντρον] ἦν ἐκ τῆς εὐταξίας τῆς κατὰ τὸ ἄν‐ τρον καὶ τῆς τῶν σκευῶν διακοσμήσεως τὸ τοῦ δεσπότου ἦθος στο‐ χάσασθαι, οὐδὲν τῆς ἀγριότητος ὑποφαῖνον. Q.422 in vol. 2

9

.

219

ταρσοὶ] ταρσοὶ μὲν πλεκτοὶ καλαθίσκοι, ἐν οἷς τυροκομοῦσι καὶ ἐκτυποῦνται οἱ τυροί. λέγονται δὲ καὶ τάλαροι καὶ ψυγοὶ, ἤτοι ψυκτῆρες, διότι ἐν αὐτοῖς τὸ γάλα ψύχεται. ἐστὶ δὲ ἀγγεῖα πλεκτά. ταρσοὶ δὲ λέγονται παρὰ τὸ τέρσαι, ὅ ἐστι ξηρᾶναι. H.P.Q.V.
5στείνοντο δὲ σηκοί] ἐστενοχωροῦντο αἱ μάνδραι καὶ τὰ περίβολα, ἐν οἷς ἐγκεκλεισμένα εἰσὶ τὰ θρέμματα. P.Q.V. ἢ αἱ καταδύσεις τῶν θρεμμάτων. P.V.

9

.

220

διακεκριμέναι] ἄνω ἰδίως ἀρσενικὰ προτάξας κατ’ ἐπικρά‐ τειαν τοῦ θηλυκοῦ ἐπήνεγκε τὸ “διακεκριμέναι δὲ ἕκασται.” H.Q.

9

.

221

ἔρχατο] ψιλωτέον τὸ ἔρχατο. ἀπὸ γὰρ τοῦ εἶρκτο ἐστὶ κατὰ Ἰωνικὸν ὑπερσυντελικὸν παθητικῶς γενόμενον. H. χωρὶς μὲν πρόγονοι] πρόγονοι αἱ προγεγενημέναι καὶ παλαιότεραι. μέτασσαι αἱ γεγενημέναι μέσαι τῇ ἡλικίᾳ. αἱ δὲ νεώταται ἀπὸ
5τῆς ἔρσης ὠνομάσθησαν ἔρσαι, οἷον νεογναὶ καὶ ἁπαλαὶ καὶ δροσώ‐ δεις. ὀρρὸς δέ ἐστι τὸ ὑδατῶδες τοῦ γάλακτος. εἰπὼν δὲ πάντα τὰ ἀκολουθοῦντα τῷ ὁλοκλήρῳ ποιμένι περὶ κυνῶν οὐδὲν εἶπε. τοῦτο δὲ συμφερόντως πρὸς τὴν ὑπόθεσιν. οὐδὲ γὰρ ἂν ἐσώθη Ὀδυσσεὺς διὰ τὴν ὑλακὴν τῶν κυνῶν. ἅμα καὶ ἄθηρον τὴν χώραν διὰ τοῦτο ὑποτί‐
10θεται. Q. μέτασσαι] μεσήλικες. Gl. H. αἱ ἐπιγενόμεναι τοῖς προγόνοις, αἱ μεθηλικέστεραι. E.
πρόγονοι] προγενέστεραι, παλαιότεραι ἢ μεταγενέστεραι τῇ ἡλι‐ κίᾳ. μέτασσαι] μέσαι, μεσήλικες. ἔρσαι] αἱ νεογναὶ καὶ ἁπαλαὶ423 in vol. 2
15καὶ δροσώδεις ἀπὸ τῆς ἔρσης, ἢ ἐνδεεῖς τῇ ἡλικίᾳ. νᾶον] νῦν ἀντὶ τοῦ περιερρέοντο καὶ κατερρέοντο, ἢ ἐπεπλήρωντο. ἢ ᾤκουν. ὀρῷ] τῷ διεφθορότι γάλακτι, ἢ τῇ ὑποστάθμῃ τοῦ γάλακτος. ὀρὸς γὰρ λέγε‐ ται ἡ τοῦ γάλακτος ὑδατώδης ὑπόστασις. V. νᾶον] Ἀρίσταρχος, ναῖον. τινὲς δὲ, νᾶον. οἱ δὲ ναῖον. H.

9

.

222

ἄγγεα πάντα] λέγει τὸ ὑδατῶδες καὶ ἀφρῶδες τοῦ γά‐ λακτος. “νᾶον” δὲ ῥεῖ. καὶ γὰρ τὸ ὕδωρ νᾶμα λέγει· περιέρρει οὖν, φησὶ, τῷ ἀφρῷ τὰ ἀγγεῖα πάντα πλήρη ὄντα. T.

9

.

223

γαυλοί] νῦν μὲν ὀξυτόνως τὸ γαυλοί, ἐπὶ δὲ τοῦ πλοίου βαρυτόνως. γαυλοὶ δὲ τὰ ἀμόλγια, γαλοί τινες ὄντες. ἤτοι ἀγγεῖα ποιμενικὰ σκαφοειδῆ, εἰς ἃ οἱ ποιμένες ἀμέλγοντες δέχονται τὸ γάλα. εὐθετοῦσι δὲ καὶ εἰς τυροῦ ἀπόθεσιν. Q.V. ποιμενικὰ ἀγγεῖα γα‐
5λακτοδόχα, ὅθεν εὐλόγως ἐπισυνάπτει τὸ “ἐνάμελγεν·” πᾶν δὲ τὸ κοῖλον γαυλὸν ἐκάλουν. ἔλεγον δὲ οὕτω καὶ Φοινικικὸν πλοῖον. πῶς δὲ ἔχει ποιμενικὰ ἀγγεῖα μήτε τεκτόνων ὄντων μήτε λιθοξόων; τί δὲ καὶ κισσύβιον; ἴσως ἀγροικότερον ἑαυτῷ κατεσκεύασεν. T. τοῖσιν] ἐν οἷς. V.

9

.

225

τυρῶν αἰνυμένους] ὅσον ἕκαστος ἐδύνατο φέρειν βάρος τῶν εὑρεθέντων τυρῶν, τοσοῦτον ἐκέλευόν με, φησὶν, οἱ ἑταῖροι ἀποφέρειν. ἐκ τούτων δὲ ἡ δικαιοσύνη τῶν Κυκλώπων δήλη, ἐκ τοῦ ἀμελῶς εὑρε‐ θῆναι τὸ σπήλαιον πλῆρες ὂν τυρῶν τε καὶ θρεμμάτων. ᾔδει γὰρ ὁ
5Κύκλωψ ὅτι οὐδεὶς ὑφαιρήσεται τῶν ἐπιχωρίων. T.

9

.

228

ἀλλ’ ἐγὼ οὐ πιθόμην] ἔδει μὲν πεισθέντα τοῖς ἑταίροις εὐθὺς ἀποτρέχειν. ὅτι δὲ ἐν τούτοις ἀσυνέτως ἔπραξεν αὐτὸς ὁμολογεῖ. H.Q.

9

.

229

ὄφρ’ αὐτὸν] ἄλογον εἰπόντα λογίσασθαι τὸν ἀφιξόμενον ἄγριον εἶναι τοιαῦτα προσδοκᾶν παρ’ αὐτοῦ. ἡ δὲ λύσις ἐκ τῆς λέξεως. προληπτικῷ γὰρ τρόπῳ χρῆται, ἃ μετὰ ταῦτα ἔγνω ταῦτα ἐν ἀρχῇ τιθείς. H.Q.T. ὑπὲρ φιλοτιμίας ἰδεῖν αὐτὸν θέλει φιλιστο‐
5ρῶν. οὕτω γοῦν καὶ ἐν Ἅιδου· “ἀλλά μοι ἤθελε θυμὸς τῶν ἄλλων
ψυχάς” (Od. λ, 566.). T. καὶ εἴ μοι ξείνια δοίη] ποῖον ξένιον ἤλπιζε λαβεῖν παρὰ ἀνθρώπου θησαυροὺς μὴ ἔχοντος, τυροὺς δὲ μόνον καὶ γάλα βλέπων; δεῖ δὲ τὰς κατηγορίας ποιεῖν οὐκ ἐκ τῶν ἀποβάντων· ἄδηλον γὰρ εἰ ἐπιει‐424 in vol. 2
10κὴς ἦν ἀνήρ· εἰ καὶ πρὸς τῆς πείρας γὰρ λέγει περὶ τοῦ Πολυφήμου, τὰ ἐπίθετα ταῦτα δεινὰ ἄλλοτε ἐπράττετο, εἰ μὴ ἐπὶ τῶν ἔργων οὐκ ἔγνωσται. δεῖ δὲ εἰδέναι ὅτι τὸ ἄδηλον ἐν τῷ βίῳ καὶ τῷ φρονίμων κρεῖττόν ἐστιν, ὅπου ἐν τοῖς τοιούτοις ἐνίοτε καὶ ἄφρονες κατορθοῦ‐ σιν. Q.

9

.

230

ἐρατεινὸς] ἀγαπητὸς, ἐπέραστος, ἡδὺς, προσηνὴς, ἐπιθυμη‐ τός. H.

9

.

231

ἔνθα δὲ πῦρ κήαντες ἐθύσαμεν] ἐθύσαμεν ἀπὸ τῶν τυρῶν. παλαιὸν γὰρ ἔθος τὸ τῶν ἀπαρχῶν θύειν· “ὁ δ’ ἐν πυρὶ βάλλε θυη‐ λάς.” H. μέλλοντες ἐσθίειν πρότερον ἐθύσαμεν. T.

9

.

234

ἵνα οἱ ποτιδόρπιον] ἵνα ἔχῃ πρὸς φῶς δειπνεῖν· ἔνιοι δὲ ἀγνοοῦντες γράφουσιν. Ἄλλως. ἵν’ αὐτῷ δειπνοῦντι ἐπιδείπνιον φῶς παρείη. H.

9

.

235

ἔκτοσθεν δ’ ἄντροιο βαλὼν] δηλονότι τὴν συρφετώδη ὕλην. V.

9

.

236

ἀπεσσύμεθα] ἀπεχωρήσαμεν. Q.

9

.

240

θυρεὸν μέγαν] τὸν μοχλόλιθον, ἢ τὸν ἐν τῇ διαβάσει σκέ‐ ποντα καὶ ἀσφαλίζοντα. Q. τὴν πέτραν ἀντίθυρον εἰς ὕψος ἄρας ἐπέθηκεν. πῶς δὲ οὐκ ἄλογον, ὅτε μὲν ἠρημωμένον ἦν τὸ σπήλαιον, ἄθυρον αὐτὸ καταλιπεῖν, ἔνδον δὲ γενόμενον ἐπικλείειν; καὶ τοῦτο
5πρὸς τὸν μῦθον. ὑπὲρ τοῦ μὴ διαδρᾶναι τοὺς ξένους, ἢ ἵνα μὴ ἐπεισέλθῃ τὰ ἄρσενα. T.

9

.

242

τετράκυκλοι] τετράτροχοι. Gl. H.

9

.

243

ἠλίβατον] ὑψηλὴν, ἢ ποιοῦσάν τινα ἀλιταίνειν τῆς βάσεως, ἤτοι ἁμαρτάνειν. Q. μόνῳ διαβατὴν, ἢ ἧς ἔστιν ἀλιτεῖν τῆς βά‐ σεως, ἢ μέγαν, κατωφερῆ, ὥστε μηδὲ λιβάδα δύνασθαι προσμένειν ἐπ’ αὐτῆς. T.

9

.

245

ὑπ’ ἔμβρυον ἧκεν] ὑπέθηκεν ἔμβρυον. Ὅμηρος γὰρ ὑπέ‐ ναντι τῆς συνηθείας βρέφος μὲν λέγει τὸ κατὰ γαστρὸς, ἔμβρυον δὲ
τὸ νεογνὸν, ἢ τὸ τέκνον. P.V. ἔμβρυον ἡμεῖς μὲν τὸ ἐν τῇ γαστρὶ ὁ δὲ ποιητὴς τὸ ἤδη γεγενημένον. H.Q. ὑπέθηκεν, ἔπεμπεν εἰς τὸν425 in vol. 2
5γνωστὸν, ἢ εἰς τὸ ἴδιον τέκνον. H. ὑπελθεῖν εἴασεν. οὐ γὰρ ᾔδη τὸ ἑκάστης ἔκγονον. ἰδίως δὲ Ὅμηρος ἔμβρυον λέγει τὸ ἤδη γεγε‐ νημένον. T.

9

.

246

θρέψας] πήξας, τυροποιήσας. Q. πήξας. ἔνθεν καὶ τρο‐ φαλὶς τὸ πεπηγὸς τοῦ γάλακτος. T.

9

.

247

πονησάμενος μετέθηκεν] ἐνήργησεν. γράφεται δὲ, ἀμησάμε‐ νος, ἤτοι συναγαγών. E. ἀμησάμενος] συναγαγών. καὶ τῶν ὀσπρίων ὁ ἄμητος οὐδέν ἐστιν εἰ μὴ συναγωγή. H. ἀντὶ τοῦ ἅμα συναγαγὼν ἢ ἐξαντλήσας ἢ ἀφε...
5καὶ προσενεγκάμενος. T.

9

.

248

ἥμισυ δ’ αὖτ’ ἔστησεν] σταθηρὸν ἀπὸ τοῦ ὀρροῦ ἐποίησεν. H.Q. εἴασεν ἐν τοῖς ἄγγεσιν. V.

9

.

249

αἰνυμένῳ] ἐπιθυμοῦντι. Q.V. λαμβάνοντι. V.

9

.

250

πονησάμενος] πονηθεὶς τὰ αὑτοῦ ἔργα, ὅ ἐστι περιγενόμενος· τοῦτο γὰρ ὁ πόνος παρὰ τῷ ποιητῇ. T. τὰ ἃ ἔργα] λαμβάνων τὰ ἴδια ἔργα. H.

9

.

252

ὦ ξεῖνοι, τίνες ἐστέ;] οὐδεγ ζητεῖ πῶς ταῖς εἰωθυίαις ὁμι‐ λίαις χρῆται, εἴπερ ἔξω τυγχάνει τῆς οἰκουμένης ἐπὶ τούτῳ τῷ λόγῳ. καὶ τὰ περὶ τοὺς Φαίακας ἀνασκευάσομεν. εἰκὸς οὖν καὶ ἄλλους πεπλανῆσθαι. T.

9

.

254

τοί τ’ ἀλόωνται] γρ. μηχανόωνται. H.P.

9

.

255

ψυχὰς παρθέμενοι] ἀφειδήσαντες τῆς ἑαυτῶν ζωῆς. Q. ἀλλοδαποῖσι] τοῖς παρ’ αὐτῶν φονευομένοις. H.

9

.

257

δεισάντων φθόγγον τε βαρὺν] τὸν ἀπὸ τοῦ ἤχου βαρβα‐ ρισμόν. ὅλως οὐ τίθησι τὴν λέγουσαν ἐπὶ τῆς ἀδιαρθρώτου φωνῆς καὶ ἀκατασχηματίστου, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν αὐτῶν τὴν φθογ‐ γήν. τὸ δὲ σχῆμα ποιητικόν. ἔδει γὰρ εἰπεῖν ἡμῶν δεισάντων. T.
5αὐτόν τε πέλωρον] θαυμάσιον καὶ ἄγαν φοβερὸν ἰδεῖν. ἐχρῆν δὲ φάναι, εἴπερ αὐτὸν ἴδῃ μονόφθαλμον, καὶ τοῦτο αὐτὸ ἐπισημήνασθαι
ὑποτάξαντα μόνον ὀφθαλμὸν ἐν τῷ μέσῳ ἔχοντα. T.426 in vol. 2

9

.

261

ἄλλην ὁδὸν ἄλλα κέλευθα] ἐκ παραλλήλου τὸ αὐτό. τὰ γὰρ δύο ἓν σημαίνουσιν. Q.

9

.

262

μητίσασθαι] ἐργάσασθαι. V.

9

.

263

λαοὶ δ’ Ἀτρείδεω] ἴσως ἵνα φοβηθῇ ἀνελεῖν αὐτὸν τοῦτό φησι. Q. οἴεται διὰ τοῦ ὀνόματος Ἀγαμέμνονος καὶ τῆς περὶ αὐ‐ τοῦ δόξης καταπλήξασθαι τὸν πολέμιον, ὅτι ἐπιστροφῆς τεύξονται οἱ ἀπ’ αὐτοῦ πλημμεληθέντες. εἶναι γὰρ αὐτόν ποτε ἐξελευσόμενον. T.

9

.

266

κιχανόμενοι] παραγενόμενοι. V.

9

.

267

ἱκόμεθα] ἱκέται ἐσμὲν παρὰ τὰ σὰ γούνατα παραγενόμενοι. ἐνόμιζε δὲ αὐτὸν αἰδεῖσθαι τὸν ἱκέσιον Δία· διὸ καὶ ἐπήγαγε “Ζεὺς δ’ ἐπιτιμήτωρ ἱκετάων τε ξείνων τε” ἀντὶ τοῦ τιμωρός. τινὲς δὲ τὸ ἐπιτιμήτωρ ἀντὶ τοῦ, ἐντίμους παρεχόμενος. Q. ἱκετεύομέν σε κα‐
5ταλαβόντες τὸν τόπον τοῦτον, εἰς ὃν ἐξεπέσαμεν ἐπὶ τὰ σὰ γό‐ νατα. T. εἴ τι πόροις ξεινήϊον] ὅπως παράσχοις ξεινήϊον, ἤγουν δῶρον τὸ κοινὸν πᾶσιν, οἷον τροφήν. H. καὶ τί ξένιον ἤλπιζεν; προβάτου δορὰν ἴσως. ἀλλὰ τὸν εἰς τοὺς ξένους καθήκοντα ἔλεον πρεπόντως **
10ἀποπεπλανημένον ἔξω τῆς οἰκουμένης διὰ τοῦ ἀγνοεῖν καὶ παραπεμ‐ φθῆναι βούλεσθαι διὰ τῆς μηνύσεως τὸν τόπον. τοῦτο γὰρ καὶ εἰκὸς διανοούμενος οὐκ ἐπείσθη τοῖς ἑταίροις ὥστε φεύγειν, ἀλλὰ τῷ κιν‐ δύνῳ προσεβάλλετο μαθεῖν ἀξιῶν ὁποίῳ πλῷ τεύξεται τοῦ νόστου. T.

9

.

270

Ζεὺς δ’ ἐπιτιμήτωρ] βοηθὸς, τῆς τιμῆς ἐπόπτης. E.

9

.

273

βαρυντέον τὸν η. διαζευκτικὸς γάρ ἐστι· οὐ γὰρ ἐρωτᾷ, ἀλλ’ ἀποφαίνεται ὅτι ἢ δι’ ἀπειρίαν ὡς ἂν μακρόθεν ἐληλυθὼς τὰ Κυκλώπων ἀγνοεῖς. H. ἢ τηλόθεν εἰλήλουθας] διαζευκτικὸς ὁ ἤ· οὐ γὰρ ἐρωτᾷ, ἀλλ’
5ἀποφαίνεται ὅτι δι’ ἀφροσύνην ἢ δι’ ἀπειρίαν τὸ πόρρω ἥκειν ἀγνοεῖ. T.

9

.

274

ἀλέασθαι] ἐκφυγεῖν, φροντίδα ποιεῖν. E.

9

.

275

Διὸς αἰγιόχου ἀλέγουσιν] τὸ ἴδιον ἁμάρτημα ἑαυτοῦ ὁ Πο‐ λύφημος κοινὸν ποιεῖται· ὅτι γὰρ οἱ ἄλλοι Κύκλωπες οὐκ ἦσαν ἄθεοι, φησὶ “νοῦσον δ’ οὔπως ἐστὶ Διὸς μεγάλου ἀλεύασθαι.” H.Q.
ἀσεβὴς ὢν ὁ Πολύφημος διαβάλλει καὶ τοὺς λοιπούς. ὅτι γὰρ427 in vol. 2
5ἐκεῖνοι οὐκ ἦσαν ἄθεοι παρίστησιν ὁ ποιητὴς λέγων “νοῦσόν γ’ οὔπως ἐστι Διὸς μεγάλου ἀλέασθαι” (411.). V.

9

.

276

πολὺ φέρτεροί εἰμεν] διὰ τούτων κινεῖ τὸν ἀκροατὴν, ἵνα μισήσωμεν τὸν Κύκλωπα τῆς ἀσεβείας καὶ ἐφησθῶμεν αὐτῷ κο‐ λασθέντι. ἐπιτείνεται δὲ αὐτῶν ἀσέβεια. οὐ γὰρ ἀγνοοῦντες θεοὺς φαίνονται, ἀλλὰ καταφρονοῦντες αὐτῶν δι’ ἀλαζονείαν. ἀμέλει δὲ
5τοῖς τὰ τοιαῦτα εἰς θεοὺς ἀπορρίψασι μετὰ τὴν τύφλωσιν θεοῖς εὔχε‐ ται. H.Q. φέρτερον τὸ κρεῖσσον λέγει ποιήσας τοὔνομα ἀπὸ τοῦ μᾶλλον φέρειν δύνασθαι τὰ προσπίπτοντα. τούτοις οὖν ἐν εἴδει καὶ ὁπλότε‐ ρος ὁ φέρειν μᾶλλον ὅπλον δυνάμενος. καὶ ἀντιφέρει ὁ ἐξ ἐναντίας
10τῷ φέροντι ἀντιφέρων τὸ ἴσον. τὸ δὲ αὐτὸ καὶ ἰσοφαρίζει λέγει, ἤτοι ἀπὸ τῶν φερόντων ἐναντία ὅπλα ἢ καὶ ἀπὸ τῶν ὑποζυγίων “ἥλικες ἰσοφόροι” (Od. α, 373.). H.Q.

9

.

277

τινὲς ἄχθος φασί. τινὲς ἔχθος ἀντὶ τοῦ ἔχθραν. H.

9

.

278

εἰ μὴ θυμός με κελεύει] πανούργως ἄγαν ἐλπίδα αὐτῷ ὑπο‐ βάλλει φιλανθρωπίας οἰόμενος διὰ τούτου προάξειν αὐτὸν ἐπὶ τὴν ἀλήθειαν περὶ τῆς νεώς. διόπερ οὐδὲ ἥψατο τῶν ἑταίρων ἄχρι μάθῃ πόσοι εἰσὶν οἱ συνακολουθήσαντες αὐτῷ. οὐκ ἠκρίβωσε δὲ τὸ τῆς
5πονηρίας διὰ τὴν ἀκρίβειαν τῆς ἐρωτήσεως. τί γὰρ ἦν χρήσιμον ἵνα μάθῃ; H.Q.

9

.

279

εἰπὲ ποῦ κατέσχες καὶ ἥδρασας τὴν ταχυτάτην νῆα. H.

9

.

280

περισπαστέον τὸν δεύτερον η. τινὲς δὲ ὤξυναν. H.

9

.

281

εἰς δὲ τὸ ὣς φάτο στικτέον. ἦθος γὰρ ἐμποιεῖ τὰ ἐπιφερό‐ μενα. H.

9

.

282

ἄψορρον] πάλιν οὐχ ἁπλῶς, ἀλλ’ ὀπισθόρμητον τὸ ἀνάπαλιν τῆς ἀληθείας. H. οὐκέτι ἁπλῶς, ἀλλ’ ἐναντία λέγων οἷς προεῖπεν· στοχάζεται γὰρ τοῦ βουλήματος καὶ τῆς συνέσεως τὸ ἄγριον. T. ταχέως, ἀντιστρόφως τῇ ἀληθείᾳ. E.

9

.

283

νῆα] νέα μέν μοι, οὕτως Ἀρίσταρχος. H.
νέα μέν μοι κατέαξε] ὡς ἀντιδιδοὺς τὴν ψυχὴν ὑπὲρ τῶν ἑταίρων. ἀπογνοὺς γὰρ τὸ καθ’ αὑτὸν ὅμως οὐ προδίδωσι τοὺς ἑταίρους τοὺς ἐν τῇ νηΐ. T.428 in vol. 2

9

.

284

πρὸς πέτρῃσι βαλὼν] πιθανῶς, ἵνα μὴ ἐπιζητήσῃ πόθεν ἐσθῆτα ἔχει καὶ ἄλφιτα καὶ οἶνον. T.

9

.

285

προσπελάσας] προσεγγίσας, ἀντὶ τοῦ προσρήξας. V.

9

.

289

σὺν δὲ δύω μάρψας] σὺν δύο ἡμῶν μάρψας. τὴν τῆς ἰσχύος ὑπερβολὴν ἐκ τούτου δηλοῖ. T.

9

.

290

κόψε] συνέτριψε. V.

9

.

291

μελεϊστὶ] κατὰ μέλος. V. εἰς μέλη διασπαράξας, οὐ διὰ τέχνης ἢ σιδήρου. T.

9

.

292

ἤσθιε δ’ ὥστε λέων] ἐμφαντικώτατα τῇ παραβολῇ ἐχρή‐ σατο. παρατετηρημένον δ’ ἐπὶ τῶν λεόντων ἐστὶ τὸ ἐσθίειν τὸ μέλος ἐκεῖνο οὗ δράττεται, τοὺς δὲ κύνας ἀπ’ ἄλλων ἐπ’ ἄλλο μεταπηδᾶν. διὸ καὶ κύνων μέλπηθρα. H.Q.
5ὥστε λέων] πρὸς πάντα ἐμφερῶς τῇ εἰκόνι, πρὸς τὴν ἀνθρωποφα‐ γίαν, πρὸς τὴν ὠμοφαγίαν, καὶ τὸ ἄπληστον τῆς βορᾶς. καὶ τετή‐ ρηται ὅτι λέων, ἐὰν ἅψῃ μέλους, ἕως τέλους ἐσθίει αὐτὸ, κύων δὲ μεταβαίνει, ὅθεν ἐπ’ ἐκείνου καὶ ἀλλαχοῦ κυνῶν μέλπηθρα (Il. ρ, 255). T.
10οὐδ’ ἀπέλειπεν] διὰ τοῦτο οὐδὲ ἐκ λειψάνου τινὸς μένοντος ἐπέγνω τὴν ὠμότητα αὐτοῦ Ὀδυσσεύς. Q.V.

9

.

294

ἡμεῖς δὲ κλαίοντες] τίς γὰρ ἄλλη σωτηρίας ἐλπὶς ἦν; ση‐ μαίνει δὲ δι’ αὐτῶν τὴν ἑαυτοῦ εὐσέβειαν. ὑπερφυῶς τὸ “μεγάλην ἐμπλήσατο νηδύν.” Q. οὐδεμία γὰρ ἄλλη καταφυγὴ τοῖς εἰς τοιαύ‐ την ἀπορίαν ἀφιγμένοις. T.

9

.

295

οὐκ εἶπε δεδιότες, ἀλλ’ ἀμηχανοῦντες ὑπὲρ τῶν ἑταίρων. H.

9

.

296

ἐπλήσατο] ἐπλήρωσεν, ἐκόρεσεν. V.

9

.

297

ἀνδρόμεα κρέ’ ἔδων] εἰς ἔμφασιν τοῖς παρατατικοῖς κέχρη‐ ται ἀδιαλείπτως ἐσθίοντος καὶ πίνοντος. καὶ τὸ “ἀνδρόμεα” μεῖζον τοῦ ἀνθρώπεια. καὶ τὸ “κεῖτο” ἐμφαντικῶς. οὐ γὰρ ἂν ἐκ προνοίας ἀνεκλίθη, ἀλλὰ κατηναγκασμένην ἀνατροπὴν σημαίνει τὸ ῥῆμα. Q.
5ἐπ’ ἄκρητον γάλα] ἀπαραμιγὲς ἔχον καὶ ὀρρῶδες καὶ τὸ τυρῶδες
καὶ τὸ ἐλαιῶδες. H.429 in vol. 2

9

.

298

τανυσσάμενος] ἐκταθείς. ἐμφαντικῶς δὲ ἐδήλωσε τὸ μέγε‐ θος. V.

9

.

300

ξίφος ὀξὺ] διὰ τί μὴ ἔλαβεν ἐξ αὐτῶν ὁ Κύκλωψ τὰ ξίφη καὶ ἀπεγύμνωσεν αὐτούς; τῆς ἐπιβουλῆς ἴσως ἔλαθεν αὐτὸν πρὸς τὴν βορὰν ἐπειγόμενον. Q.

9

.

301

ὅθι φρένες ἧπαρ ἔχουσιν] ὅπου αἱ φρένες τὸ ἧπαρ συνέχου‐ σιν. φρένες δὲ λέγονται ὁ ὑμὴν ὁ σκέπων τὴν καρδίαν καὶ τὸ ἧπαρ. Q.

9

.

302

χεῖρ’ ἐπιμασσάμενος] ἐπισπάσας τὴν χεῖρα. μαιμῶ γὰρ τὸ προθυμῶ. H. ἐφαψάμενος χειρὶ τὸ πλῆρες. Gl. H. θυμὸς] νῦν λογισμός. V.

9

.

303

αὐτοῦ γὰρ ἀπωλόμεθα] ἐφθάρημεν ἂν πάντως εἰ τὴν βου‐ λὴν ἣν ἐβουλευσάμην ἐπλήρωσα, δηλαδὴ τὴν διὰ ξίφους σφαγὴν τοῦ Κύκλωπος. Q. ἀπωλέσθημεν ἂν πάντως, εἰ τὴν βουλὴν ἣν ἐβου‐ λευσάμην ἐπλήρωσα δηλαδή. H.

9

.

308

καὶ τότε πῦρ ἀνέκαιε] οἰκονομικῶς δὲ, ἵνα πυρωθῇ ὁ δαλός. τὸ δὲ “κλυτὰ μῆλα” καταχρηστικῶς οἱ ἀγαθοὶ καὶ εὐτραφεῖς. T.

9

.

311

σὺν δ’ ὅγε δ’ αὖτε δύω μάρψας] ζητεῖ Ἀριστοτέλης πῶς ὁ Κύκλωψ Πολύφημος μήτε πατρὸς ὢν Κύκλωπος (Ποσειδῶνος γὰρ ἦν) μήτε μητρὸς αὐτὸς Κύκλωψ ἐγένετο. ἑτέρῳ μύθῳ ἐπιλύεται. καὶ γὰρ ἐκ Βορέου ἵπποι γίνονται καὶ ἐκ Ποσειδῶνος καὶ τῆς Με‐
5δούσης ὁ Πήγασος ἵππος. τί δὲ ἄτοπον ἐκ Ποσειδῶνος τὸν ἄγριον τοῦτον γεγονέναι, ὥσπερ καὶ τὰ ἄλλα τὰ ἐξ αὐτοῦ ἀνὰ λόγον τῇ θα‐ λάττῃ ἄγρια γεννᾶται ἢ τερατώδη ἢ παρηλλαγμένα. T.

9

.

315

πολλῇ δὲ ῥοίζῳ] ἐμφαντικῶς πρὸς τὸ μέγεθος, εἴ γε ὅλην ποίμνην ῥοιζήσας ἐξάγει πρὸς τὸ ὄρος. τὸ γὰρ σύριγγι χρήσασθαι ποιμαίνοντα ἡμέρου ποιμένος. H.Q. ῥοίζῳ] ἀσήμῳ φωνῇ, συριγμῷ. P.V.

9

.

317

εἴ πως τισαίμην] μεγαλοψύχως οὐχ ὑπὲρ σωτηρίας ἑαυτοῦ, ἀλλ’ ὑπὲρ ἐκδικήσεως τῶν ἀπολωλότων σκέπτεται. καὶ τοῦτο δὲ εἰς τὴν εὐσέβειαν τοῦ ἀνδρὸς ὅρα, τὸ μηδὲ ἐν τοῖς ἐσχάτοις ὄντα ἀπογι‐
νώσκειν θεοῦ βοηθοῦ. H.Q.430 in vol. 2

9

.

320

χλωρὸν] ἵνα μὴ ἐπὶ τῆς χρείας θραύσῃ. “ἐλαΐνεον” δὲ ἐπεὶ τὸ τοιοῦτον δέχεται τὴν θερμότητα καὶ ταχέως ἐκπυροῦται. T.

9

.

322

νηὸς ἐεικοσόροιο] ὑπὸ εἴκοσι κωπῶν ἐρεσσομένης, εἰκοσακώπου, ἢ εἴκοσι χιλιαδῶν. H. τὴν ὑπὸ εἴκοσι ἐρετῶν ἐρεσσομένην. E.Q. ἐχούσης εἴκοσι κώπας. P.

9

.

325

ὄργυιαν] ἐκτεταμένων τῶν χειρῶν τὸ διάστημα ὄργυια λέγε‐ ται. Q.V.

9

.

326

ἀποξῦναι] ἀπολεπίσαι. P. τὰ ἄκρα καὶ ὀξέα ἀφελεῖν καὶ ὃ μάλιστα κύκλωθεν. T.

9

.

327

ἐθόωσα] ἐπώξυνα. ἐκ τοῦ συνωνύμου τὸ ὁμώνυμον. ὁ τρόπος μετάληψις. P.

9

.

328

ἐπυράκτεον] ἐπύρουν εἰς τὸ δαλὸν ποιῆσαι. P.V.

9

.

329

ὑπὸ κόπρῳ] Ἀριστοφάνης, ὑπὸ κόπρου· ὡς ὑπὸ κόλπου, ὑπὸ μάλης δέ τι φέρει. H.

9

.

330

ἤλιθα] χύδην, παρὰ τὸ ἅλις· ἢ ἀθρόως, δαψιλῶς. V.

9

.

331

πεπαλάχθαι] Ἀρίσταρχος πεπαλάσθαι. H.M. κλήρῳ πεπαλάχθαι] καὶ ἐν Ἰλιάδι “κλήρῳ νῦν πεπάλαχθε.” καὶ ἴσως διὰ χειρός. κακῶς δέ φασιν ἐπιτρέπειν τῇ ἐκ τοῦ κλήρου τύχῃ τὸ πρᾶγμα δὲ ... ἑλέσθαι τοὺς ἐπιτηδείους. ἀλλ’ οὐδεὶς ἂν τοιοῦτον
5πρᾶγμα ἑκουσίως ὑπέστη. τὸ δὲ ἐπιλέξασθαι καταγινωσκόντων ἦν τῶν λοιπῶν. πρὸ καιροῦ δὲ ὁ κλῆρος· οὐ γὰρ ἐν ταῖς χρείαις ἕκαστα δεῖ πράττειν. T.

9

.

333

τρῖψαι ἐν ὀφθαλμῷ] πῶς οὐκ ἐδεδίει τοὺς ἐκγόνους Ποσει‐ δῶνος Φαίακας, τὴν πήρωσιν λέγων Κύκλωπος; Ἀριστοτέλης οὖν φησιν ὅτι ᾔδει ἐχθροὺς ὄντας αὐτοῖς, “οἳ σφέας σινέσκοντο” (ζ, 6.). M.Q.
5ἐν ὀφθαλμῷ] ἐπ’ ὀφθαλμῷ διὰ τοῦ π Ἀρίσταρχος. M. γλυκὺς ὕπνος ἱκάνει] καλῶς νυκτὸς ἐπιτίθεται, ἵνα μὴ τύχῃ βοη‐ θείας· φίλυπνοι γὰρ οἱ ἀγροῖκοι διὰ τὸν μεθ’ ἡμέραν πόνον. H.431 in vol. 2

9

.

335

ὅρα ὅτι αὐτομάτως καὶ δίχα δισταγμοῦ ἑαυτὸν ἐπιδίδωσι πρὸς τοὺς κινδύνους. H.

9

.

339

ἤ τι ὀϊσάμενος] οἰκονομικῶς, ἵνα καὶ οἱ ἄρσενες δυνηθῶσι διασῶσαι καὶ ἐξαγαγεῖν τοὺς ἑταίρους. Q. τοῦτο ὑπολαβὼν ἀφ’ ἑαυτοῦ, τὸ βαλεῖν ἐντὸς πάντα τὰ μῆλα. ἢ καὶ ὁ θεὸς ἐμβαλεῖν ἐκέλευσε. B.

9

.

344

νῦν ἀνακεφαλαιοῦται πάλιν τὰ πρὸ ὀλίγου πεφασμένα εἰς μνήμην τῶν ἀκροατῶν. διὰ τοῦτο δὶς περὶ τῶν βρωθέντων δύο φίλων τοῦ Ὀδυσσέως φησὶ καὶ πάλιν. H. δεῖπνον] γρ. δόρπον. H.

9

.

345

διὰ τί Ὀδυσσεὺς πρὸς τοὺς Φαίακας ἔλεγεν ὅτι τὸν Κύ‐ κλωπα ἐτύφλωσε Ποσειδῶνος υἱὸν ὄντα, οὖσι καὶ αὐτοῖς ἀπογόνοις Ποσειδῶνος; λύων οὖν Ἀριστοτέλης φησὶν ὅτι ᾔδει ἐχθροὺς αὐτοὺς ὄντας τοῦ Κύκλωπος. ἐκβληθέντας γάρ φησιν ὑπὸ τῶν Κυκλώπων
5ἐλθεῖν ἐπὶ τὴν Σχερίαν· (ζ, 4.)
οἳ πρὶν μέν ποτ’ ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ
ἀγχοῦ Κυκλώπων, ἀνδρῶν ὑπερηνορεόντων,
οἵ σφεας σινέσκοντο, βίῃφι δὲ φέρτεροι ἦσαν·
ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδὴς,
10εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων. H.T.

9

345bis

καὶ τότ’ ἐγὼ Κύκλωπα] ὅρα τὴν εὐτολμίαν. οὐ γὰρ μόνον τὸ κινδυνωδέστατον ὁρῶν τῶν ἑταίρων οὐ φρίττει, ἀλλὰ καὶ πλησίον προσέρχεται καὶ διαλέγεσθαι τολμᾷ. ** αὐτὸν ἀπὸ πάσης ἐπιθέ‐ σεως πλανήσειν ἔμελλεν ἐπιφανείς. οὐχ ὡς πρόσκειται, ἀλλ’ ἁπλῶς
5ἔφη. T.

9

.

346

κισσύβιον] ποιμενικὸν ποτήριον. τοῦτο δὲ εὕρηται καὶ παρὰ τῷ συβώτῃ Εὐμαίῳ. Q. ἤτοι ἐκ κισσίνου ξύλου κατεσκευασμένον, ἢ ὄνομα ποτηρίου, ὡς Θηρίκλειον, παρὰ τὸ ἐκεῖσε κεῖσθαι τὴν πόσιν, ἢ ἔχον κισσὸν ἔξωθεν. H.P.Q.V.

9

.

347

τῆ] ἀντὶ τοῦ λάβε. τὸ δὲ τῆ πόθεν κανονίζεται; ἐκ τοῦ
τάω τῶ, ὡς ζάω ζῶ. τὸ δὲ δεύτερον τῆς, τὸ δὲ τρίτον τῆ. P. πίε οἶνον] τὸ “πίε οἶνον” ὡς πρὸς τὸ “ἐπεὶ φάγες.” συγγένηται δὲ τὸ τοῦ βρώματος εἶδος, ἐπεὶ οὐχ ὡς αἴτιον πρόκειται. Q.432 in vol. 2

9

.

348

οἷόν τε ποτὸν τόδε νηῦς ἐκεκεύθει] ἀξιοπίστως ἐνίστησιν ἑαυ‐ τὸν, ἐπὶ τῇ πρόσθεν εὐδαιμονίᾳ προσποιούμενος ἐπελπίζειν σωτηρίας παρ’ αὐτοῦ τεύξεσθαι, ὅπερ ἀφῄρει πᾶσαν ἐπιθέσεως ὑπόνοιαν. T.

9

.

350

ἀνεκτῶς] οὐκ οἰκείως, φησὶν, ἔλεγχος οὐδὲ ἀκολούθως τοῖς προκειμένοις ... βλασφημεῖ δὲ ὡς φαινόμενος. T.

9

.

353

δέκτο] ἐξεδέξατο τὸ ποτήριον ἐξ ἐμοῦ. H. οὐδὲν ὑπονοή‐ σας ἐδέξατο ὑπὸ τῆς εὐωδίας κρατηθεὶς, ἣν προῳκονόμησεν ὁ ποιη‐ τής. T. ***πιὼν ὁ τηλικοῦτος οὐ κεκράτηται, ἀλλ’ ἐστὶν ἀήθης τοῦ οἴ‐
5νου τοῦ τοιούτου. ἀλλὰ καὶ τὸ κισσύβιον μέγιστον. T. ἥσατο] δασύνεται τὸ ἥσατο· ἔστι γὰρ ἀπὸ τοῦ ἥδω ἔμαθεν δὲ ὅτι ἥσθη ἀπὸ τοῦ δεύτερον αἰτῆσαι, καὶ διὰ τοῦ μηδέπω γάλακτος πεπωκέναι ἐπὶ τῇ τροφῇ. πιθανὰ οὖν ταῦτα, ἵνα πολλάκις αἰτήσας μεθυσθῇ. Q.
10ἥσατο] εἰς ἡδονὴν αὐτὸ ἔσχεν. H.Q.

9

.

356

[ἵνα τοι δῶ ξείνιον: εἰρωνεία τοῦτο· ἢ καὶ ἀληθὲς, ὅτι πιὼν δῶρον ἔδωκε τῷ Ὀδυσσεῖ τὴν οἰκείαν τύφλωσιν ἐν ᾗ καὶ ἐχάρη ὁ Ὀδυσσεύς. B.]

9

.

357

Κυκλώπεσσι φέρει] αὐξάνει τοῖς Κύκλωψιν. H.

9

.

360

αὐτὰρ οἱ] γρ. αὐτάρ οἱ. H.

9

.

364

ὄνομα κλυτόν] κλυτὸν οὐκ ἔνδοξον, ἀλλ’ ἐξ οὗ καλοῦμαι, ὅ ἐστιν ἐπώνυμον, ὡς καὶ Ἴβυκος “κλυτὸς ὄρθρος” ὁ καλούμενος. Q.

9

.

365

σὺ δέ μοι δὸς ξείνιον] δαιμονίως, ἵνα μηδὲν ὑπονοήσῃ τῆς περὶ τὸ ὄνομα πλάνης. οὐ γὰρ ἀληθῶς καὶ ξένια ᾔτει, εἰδὼς ὅτι μὴ λήψεται, οὔτις πιθανῶς λέγων ὅτι ὑπέστη .... T.

9

.

366

Οὖτις ἔμοιγ’ ὄνομα] προπερισπαστέον νῦν τὸ ὄνομα. ἐπὶ δὲ τοῦ “οὔτις με κτείνει” (408.), παροξυντέον· ὡς δύο γὰρ μέρη λόγου
παραλαμβάνεται. Q.433 in vol. 2

9

.

372

ἀποδοχμώσας] εἰς πλάγιον ποιήσας. T. πλαγιάσας· δόχμιον γὰρ τὸ πλάγιον. B.P.V.

9

.

373

πανδαμάτωρ] ἐπιθετικῶς ὁ ὕπνος ὁ πάντας δαμάζων καὶ θεοὺς καὶ ἀνθρώπους. V. φάρυγος] συνεκδοχικῶς τοῦ στόματος. φάρυγγα γὰρ καλοῦσι τὴν ἔνδον ἀχάνειαν τοῦ στόματος, εἰς ἣν ἀνήκει τὰ δύο στόματα, τό τε
5τοῦ οἰσοφάγου καὶ τὸ τοῦ λάρυγγος. καὶ οἰσοφάγος μὲν λέγεται, ὥς φασιν οἱ τῶν ἰατρῶν παῖδες, τὸ δεχόμενον τὰ σιτία, ἤτοι ὁ στόμαχος, λάρυγξ δὲ αὐτὸ τὸ ἀποτελοῦν τὴν ἠχήν. H.Q. καλῶς φάρυγγα λέ‐ γει τὸ ἀπὸ τοῦ βρόχθου ἕως τοῦ στόματος τῆς κοιλίας. στόμαχον δ’ ὅταν λέγῃ, τὸν λαιμὸν λέγει. “ἦ, καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε”
10(Il. γ, 292.). T.

9

.

374

ψωμοί] τὰ λεπτὰ κόμματα τῶν ἀνδρομέων κρεῶν. ὅθεν καὶ ψωμὸς ἄρτου παρ’ Ἡσιόδῳ βλωμός. οὐ καλῶς δὲ ἐχρήσατο ὁ Ὅμη‐ ρος τῇ λέξει ἐπὶ κρεῶν. B.

9

.

376

εἴπως] ὅπως, ἵνα. V.

9

.

379

διεφαίνετο] διαφανὴς ἦν ὅτι πεπύρωτο. H.V.

9

.

383

ὁ Κύκλωψ κατὰ μὲν Ὅμηρον οὐκ ἦν μονόφθαλμος φύσει, ἀλλὰ κατά τινα συντυχίαν τὸν ἕτερον τῶν ὀφθαλμῶν ἀποβεβλήκει. δύο γὰρ ὀφρύας εἶχε· φησὶ γὰρ “πάντα δέ οἱ βλέφαρ’ ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀϋτμή” (389.). M.
5ἐνείρυσαν] γρ. ἐνέρεισαν. H. ἐρεισθείς] γρ. ἀερθείς. H. ἐρεισθείς Ἀρίσταρχος. M.

9

.

384

τρυπῷ] ἀντὶ τοῦ τρυπᾷ, ἀπὸ τοῦ τρυπῷμι, εὐκτικῶς. B.

9

.

385

ὑποσείουσιν] τὸ πλῆρές ἐστι, τρύπανον. H.V.

9

.

386

τὸ δὲ τρέχει] κυκλοτερῶς κινεῖται. δαιμονίως δὲ τῇ ἐμ‐ βάσει τοῦ ὀφθαλμοῦ τὸ μέγεθος καὶ τὸ βάθος ... παρέστησεν· οὐ γὰρ νέον ξύλον. τὸ δὲ “πυριηκέα” ἀκὴν πυρὸς ἔχοντα, τῷ πυρὶ ἠκο‐
νημένον καὶ ὀξυνόμενον. T.434 in vol. 2

9

.

387

πυριηκέα ὡς τανυηκέα, ἀντὶ τοῦ ὀξύτητα πυρὸς ἔχοντα. H.Q. πυριεικέα] πεπυρωμένον. V. τὸ δὲ ἑλόντες Ἀρίσταρχος ἀντὶ τοῦ ἔχοντες. H.

9

.

388

τὸν δ’ αἷμα] τὸν μοχλὸν λέγει. φασὶ δὲ οἱ ἰατροὶ ὅτι οἱ καιόμενοι αἷμα οὐκ ἀποβάλλουσι φρυττομένων τῶν σαρκῶν. ῥητέον οὖν ὅτι οὐκ ἔφθασεν ἀποφρυγῆναι τὰ ἐν βάθει ἀγγεῖα. B.Q.

9

.

390

σφαραγεῦντο] διετείνοντο, ἐσπαράσσοντο μετὰ ἤχου, ἢ κατε‐ πονοῦντο. B.P.

9

.

391

ὡς δ’ ὅτ’ ἀνὴρ] ἀμήχανα ταῦτα εἰς μετάληψιν ὅσα τετόλμη‐ κεν Ὅμηρος ὁμοιῶν τὰ ὀνόματα τοῖς ὑποκειμένοις. σχεδὸν γὰρ ἐν τῇ φωνῇ πᾶν τὸ τῶν ὀφθαλμῶν πάθος ἐδήλωσε. πῶς δὲ μὴ εὐθὺς πλη‐ γεὶς ταῖς χερσὶν ἐπελάβετο τῶν περιστρεφόντων τὸν μοχλόν; ἢ ὅτι
5μακρὰν ἀπέσχον, ἢ ἡ ἐπίθεσις ὀξεῖα, ἢ ὅτι αἱ κινήσεις τῶν μεγά‐ λων σωμάτων βραδεῖαι. ἢ περιαλγὴς ὢν τῷ πάθει ἐπετετάρακτο, ἢ οὐκ ἐσωφρόνει διὰ τὴν μέθην. εὐρὺ δὲ ἦν καὶ τὸ σπέος, ὥστε μὴ εἶναι ῥᾴδιον συνειλῆσαι εἰς ἕνα τόπον. Q.

9

.

393

φαρμάσσων] στερροποιῶν, στομῶν, στομοποιῶν. V. ἐφορ‐ μῶν, στομῶν, στερροποιῶν. P. ἤτοι φαρμακῶν καὶ ἐνδυναμῶν. B. σιδήρου τε κράτος ἐστίν] τὸ βάψαι ψυχρῷ τὸν πεπυρωμένον σίδη‐ ρον· ἰσχυρὸν γὰρ αὐτὸν ποιεῖ. V.

9

.

394

σίζ’] σίζεν ἀντὶ τοῦ ἐσύριζεν, ἤτοι φωνὴν ἀπετέλει, ὡς ἐπὶ τοῦ βαπτομένου σιδήρου. B. καὶ τοῦτο ὠνοματοπεποίηται ἀπὸ τοῦ κατὰ τὸ λίπος γινομένου σισιλισμοῦ, ὅ ἐστι συνεχείας. H.Q.V.

9

.

398

[ἀλύων: νῦν ἀντὶ τοῦ ἀδημονεῖν, ἐν δὲ τοῖς μετὰ ταῦτα ἀντὶ τοῦ χαίρειν, ὡς τὸ “ἢ ἀλύεις ὅτι Ἶρον ἐνίκησας” (ς, 333.). μέση γὰρ ἡ λέξις, ὡς καὶ ἡ συμφορὰ καὶ ἡ τύχη καὶ ὁ δαίμων καὶ τὰ ὅμοια. B.]

9

.

399

αὐτὰρ ὁ Κύκλωπας] καίτοι οὐ περὶ αὐτὸν ᾤκουν, ἀλλ’ ἀπά‐ νευθεν τούτου καὶ ἐφοίτων ἄλλοθεν ἄλλος. λύει δὲ τὴν ἀπορίαν τὸ
μέγα βοᾶν αὐτὸν καὶ ἐν ἐρημίᾳ εἶναι καὶ διὰ τοῦτο ἐξακούεσθαι. οὐκ εἰσῆλθον δὲ ἐν τῷ σπηλαίῳ. τὸ γὰρ εἰσελθεῖν ὄλεθρον τῶν ὄντων435 in vol. 2
5ἐποίει, καὶ ἀνῄρει τὴν ὑπόθεσιν τῆς πάσης ὑποθέσεως. B.Q. οἵ ῥά μιν ἀμφὶς ᾤκεον] οἵτινες περὶ αὐτὸν δὴ τὸν Κύκλωπα κατῴ‐ κουν. H.

9

.

400

δι’ ἄκριας] τοὺς μεταξὺ τῶν ἀκρωτηρίων τόπους. Q.V. ἢ τὰς τῶν ὀρῶν ἀκρωρείας. P.V.

9

.

403

Πολύφημε] ἐνταῦθα τὸ ὄνομα ἀπὸ τῶν εἰδότων ἀκούει ὁ Ὀδυσ‐ σεύς. ὅθεν πρότερον Κύκλωπα ὀνομάζων ὕστερον τοὔνομα λέγει. H.Q. ἀρημένος] βλαπτόμενος. B. βεβλαμμένος. P.V.

9

.

404

νύκτα δι’ ἀμβροσίην] γρ. δι’ ὀρφναίην. H.

9

.

408

Οὖτίς με κτείνει] εἰκότως μέμνηται τοῦ ὀνόματος αὐτοῦ, ἅτε δὴ δεύτερον αὐτὸ ἀκούσας “Οὖτις ἔμοιγ’ ὄνομα, Οὖτιν δέ με κικλήσκουσιν.” H. οὐδὲ βίηφιν] καὶ τοῦτο ὡς ὑπερήφανος, ὑπαλγῶν ὡς βίην τινὸς
5λειπόμενος. H.

9

.

410

εἰ μὲν δὴ μή τίς σε] εἰκότως ὁ Κύκλωψ ἀλγῶν οὐκ ἀντήκου‐ σεν αὐτῶν λεγόντων, ἐπεὶ ἔλεγεν ἂν εὐθὺς ὅτι καὶ ἄνθρωπος Οὔτις οὕτω λεγόμενος ἔβλαψε. γέγονε δὲ ἐκ τῆς ὁμωνυμίας ἡ ἀπάτη. κἀκεῖνοι δὲ νομίζοντες λῃστὰς εἶναι τοὺς ἐπηρεάζοντας αὐτὸν παραγε‐
5γόνασιν, εὑρόντες δὲ οὐδένα ἀφοσιωσάμενοι ἀνεχώρησαν. Q.

9

.

411

πῶς τοῦ Κύκλωπος προειπόντος “οὐ γὰρ Κύκλωπες Διὸς αἰ‐ γιόχου ἀλέγουσιν, οὐδὲ θεῶν μακάρων, ἐπειὴ πολὺ φέρτεροί εἰμεν” (275.), πάλιν ἐποίησε τοὺς Κύκλωπας λέγοντας “νοῦσον δ’ οὔπως ἔστι Διὸς μεγάλου ἀλέασθαι, ἀλλὰ σύ γ’ εὔχεο πατρὶ Ποσειδάωνι.” ἐναντίωμα
5γὰρ φαίνεται μὴ τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγοντος. τὸ γὰρ μὴ προσέ‐ χειν τοῖς θεοῖς κρειττόνων ἦν εἰκότως, τὸ δὲ προσέχειν πάλιν ἡττόνων. λύεται δὲ πάλιν ἐκ προσώπου τῶν λεγόντων. ὅτι μὲν γὰρ οἱ Κύκλω‐ πές εἰσι πολὺ φέρτεροι τῶν θεῶν ὁ Πολύφημος εἴρηκε πρὸς τὸν Ὀδυσ‐ σέα, ὅτι δὲ οἱ Κύκλωπες τῶν θεῶν εἰσι κρείττους καὶ ἄλλων οὐδ‐
10εὶς εἴρηκεν. εἰ μὲν οὖν ὁ ποιητὴς ταῦτα εἴρηκεν αὐτὸς, παρὰ τῷ ποιητῇ ἐναντία ἦν. ἐπεὶ δὲ ἄλλος καὶ ἄλλος ἐστὶν ὁ λέγων, σκεπτέον τίνι περιέθηκε τοὺς ἀφρονεστέρους λόγους. δῆλον δὲ ὅτι τῷ Πολυ‐
φήμῳ, ὃς οὐχ ὁμόγνωμος ἦν τοῖς ἄλλοις οὐδὲ ἐν τῇ περὶ θεῶν δόξῃ ὡμολόγει. ἐποιμαίνετο γὰρ, ὥς φησιν ὁ ποιητὴς, “ἀπόπροθεν, οὐδὲ436 in vol. 2
15μετ’ ἄλλους πωλεῖτ’, ἀλλ’ ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδει” (188.). αὐ‐ τὸς οὖν καὶ περὶ θεῶν τὰ ἀθεμίστια εἰδὼς ἡγεῖτο καὶ τοὺς ἄλλους Κύκλωπας τὰ αὐτὰ δοξάζειν αὐτῷ, οὓς συμβέβηκε βελτίονας ἐκείνου τὴν φύσιν ὄντας μὴ τὰ αὐτὰ γινώσκειν ἐκείνῳ· περὶ γὰρ τούτων ἔφη ὁ ποιητὴς “οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν” (107.). T.

9

.

423

περὶ τῆς ἐμῆς ψυχῆς βουλευόμενος. H.

9

.

425

ἄρσενες ὄϊες ἦσαν] Ἀρίσταρχος οἴϊες. τὸ δὲ δασύμαλλοι οἰκεῖον ἐπίθετον ἀπὸ τοῦ κατακρύπτεσθαι ὑπὸ τοῖς ἐρίοις τοὺς ἑταί‐ ρους. ἁρμοδίως δὲ ἀεὶ κέχρηται τοῖς ἐπιθέτοις ποτὲ μὲν καλλίτριχα λέγων τὰ μῆλα (336.) διὰ τὸ εὐεργὲς τῶν ἐρίων· τῶν γὰρ ἄλλων
5ζῴων αἱ τρίχες περιτταί· καὶ ἑξῆς τανύποδα (464.) τὰ μῆλα διὰ τὸ περὶ τοὺς πόδας ἰδίωμα. οὕτω δένδρων δρύες ὑψίκομοι (186.), μη‐ λέαι ἀγλαόκαρποι, συκέαι γλυκεραὶ καὶ ἐλαῖαι τηλεθάουσαι (η, 115. 116.) διὰ τὸ ἀειθαλὲς, ἰτέαι ὀλεσίκαρποι (κ, 510.). ἐπὶ δὲ ζῴων ἵπποι ἀερσίποδες, ἡμίονοι ταλαεργοὶ, κρατερώνυχες ἵπποι, ἀργιόδοντες ὕες.
10ἐπὶ πτηνῶν αἰετὸς ἀγκυλοχείλης, κορῶναι τανύγλωσσοι (ε, 66.). B.H.Q.

9

.

427

λύγοισι] λύγος ἐστὶν ἱμαντῶδες φυτόν. ὁ δὲ ἄγνος λέγεται παρ’ Ἀττικοῖς ἀρσενικῶς. B.

9

.

429

σύντρεις αἰνύμενος] ἤτοι συναινύμενος, συλλαμβάνων, συ‐ ζευγνύων τρεῖς κριοὺς, ὧν ὁ μὲν ἔφερε τὸν ἄνδρα δεδεμένον ὑπὸ τὴν κοιλίαν αὐτοῦ, οἱ δὲ ἕτεροι διεπορεύοντο ἑκατέρωθεν περιφυλάσσοντες καὶ περισώζοντες τοὺς φίλους. B. δυνατὸν καὶ δύο μέρη λόγου λέ‐
5γειν σὺν καὶ τρεῖς, καὶ ἓν μέρος λόγου σύντρεις, ὡς σύνεξ. τούτοις δὲ μόνοις τοῖς δύο ἀριθμοῖς ὑπῆρξε τὸ συντίθεσθαι μετὰ τῆς σύν προθέ‐ σεως. H.

9

.

434

ἀώτου] ἄνθους τοῦ ἐρίου. λέγει δὲ λαμπροῦ. Q. τοῦ ἄν‐ θους. λέγει δὲ τοῦ ἐρίου. P.V.

9

.

435

στρεφθεὶς ἐχόμην] συστρέψας τὰς χεῖρας. οὐδὲ γὰρ ἦν τις
τοῦ δῆσαι αὐτὸν αὐτοῦ δήσαντος τοὺς ἄλλους. B.Q.437 in vol. 2

9

.

440

σφαραγεῦντο] ἐβαροῦντο διὰ τὸ πρωΐας μὴ ἀμελχθῆναι. B. διετείνοντο, ἐκπεπλησμένα ἦσαν. οὖθαρ δὲ τὸ γάλα. H.Q.

9

.

442

ὀρθῶν ἑσταότων] κατὰ τὴν οἰκείαν τάξιν βηματούντων καὶ τότε, ὅπερ ὀρθὸν λέγει, οὐ γὰρ πλαγίως ἢ ὑπτίως ἑστώτων ἐψηλάφει. B.

9

.

443

ὑπ’ εἰροπόκων] λέγει τὰ τῶν προβάτων μαλλία. H.

9

.

444

ὕστατος ἀρνειὸς] καὶ τοῦτο εἰς ἀγωνίαν τοῦ ἀκροατοῦ, ἀλλὰ καὶ εἰς τὴν φιλεταιρίαν τοῦ Ὀδυσσέως, ὅτι τὸ αὐτοῦ ἀσφαλὲς ἐν ἑτέρῳ ἔθετο, οὐκ ἀξιώσας διὰ τῶν τριῶν προβάτων ἀσφαλῶς διακο‐ μισθῆναι. διδάσκει δὲ διὰ πολλῶν οἵους δεῖ εἶναι τοὺς ἄρχοντας διὰ
5τοὺς ὑποτεταγμένους. Q.

9

.

445

λαχμῷ στεινόμενος] τῇ λαχνώσει, τῇ λασιότητι, τῇ δασύ‐ τητι τῶν μαλλῶν στενοχωρούμενος. B.Q. λαχμῷ, τῇ δασύτητι τῶν μαλλῶν. γράφεται καὶ λάχνῳ, παρωνύμως τῇ λάχνῃ. H.M.P.V. λαχμὸν λέγει νῦν τὴν ἐκ τῆς λάχνης λασιότητα. οἱ δὲ παλαιοί φασι
5κάλλιον ἐνταῦθα λάχνῳ κατὰ Ἡρωδιανόν. M.

9

.

454

δαμασσάμενος] δαμάσσας, ἀντὶ τοῦ ἀλλοιώσας. V.

9

.

455

εἶναι ὄλεθρον] γρ. ἔμμεν’ ὄλεθρον. H.P.

9

.

456

εἰ δὴ ὁμοφρονέοις] τὰ αὐτά μοι φρονέοις. H. ὁμόφωνος γέ‐ νοιο πρὸς τὸ δηλῶσαι τὰ τῶν πολεμίων. δοκεῖ δὲ βουκολικὸν εἶναι τοῖς νεωτέροις τὸ πρὸς κριὸν διαλέγεσθαι. δαιμονίως δὲ ὑπὸ Ὁμήρου πρώτου κατώρθωται τὸ αὐτοῖς τοῖς ζῴοις ὡς φρονοῦσι διαλέγεσθαι, ὡς
5Ἕκτωρ, Ξάνθε τε καὶ σὺ Πόδαργε” (Il. θ, 185.). Q. φωνήεις, λαλῆσαι δυνάμενος· ποτιφωνήεις, ὁμόφωνος. V.

9

.

464

ταναύποδα] τὰ τεταμένοις τοῖς ποσὶ βαδίζοντα, [ἢ ἰσχνό‐ ποδα,] ἢ τανύποδα. ταναὸν γὰρ τὸ ἐπίμηκες. ἢ τοὐναντίον νεύοντα τοὺς πόδας κατὰ τὸν ἑλιγμὸν τῆς πορείας, οὐκ εἰλοῦντα ὡς οἱ βόες. H. Q.V. ἰσχνόποδα, τεταμένους τοὺς πόδας ἔχοντα. δημῷ δὲ τῷ λίπει·
5δημὸς γὰρ τὸ λίπος λέγεται. B.Q.438 in vol. 2

9

.

468

οὐκ εἴων] κλαίειν. ὑπέρβατον. P. οὐκ εἴων] ἀντὶ τοῦ οὐ παρεχώρουν κλαίειν, ἀνανεύων αὐτοὺς διὰ τῶν ὀφρύων μὴ κλαίειν. P.Q.

9

.

469

ἀλλ’ ἐκέλευσα] καὶ τοῦτο διὰ νεύματος. συνεκδοχὴ δὲ ὁ τρόπος. οὐ γὰρ μόνα τὰ πρόβατα, ἀλλὰ καὶ τὰς αἶγας ἐνθέσθαι κελεύει. ἀφ’ ἑνὸς οὖν τὸ ὅλον. B.Q.

9

.

473

ὅσσον τε γέγωνε βοήσας] ὅσον ἐξακούεται φωνὴ ἀνδρός. πότερον τὸ “ἀπῆν” αὐτὸς μόνος, ἢ σὺν τοῖς ἑταίροις; P.

9

.

475

δοκεῖ μὲν φιλονεικότερον ποιεῖν καὶ ἐναλλάττεσθαι· ἀλλὰ τοῦτο πρὸς παραμυθίαν τοῖς ἠδικημένοις παρέπεται. H.

9

.

481

ἧκε δ’ ἀπορρήξας] ἐμφαντικῶς ἄγαν. ἅμα μὲν οὐχ ὁρᾷ ἀνε‐ λέσθαι ἐπιτήδειον λίθον, ἅμα δὲ καὶ διὰ τὴν ὀργὴν ὅπερ ὁ καιρὸς παραδέδωκεν ἔρριψεν. Q.

9

.

483

οὗτος ὁ στίχος συντάσσεται ἀπὸ τοῦ στίχου τοῦ ἀρχομένου “πλημμυρίς” (485.). M. οἰήϊον] πηδάλιον, παρὰ τὸ οἰακίζειν, ὅ ἐστι κατιθύνειν. B.V. οἰήϊον, ἤτοι τὸ ἄκρον τοῦ πηδαλίου. οἰήϊον δὲ λέγεται ἐκ τοῦ οἴειν
5καὶ κομίζειν τὴν ναῦν. Q.

9

.

484

ἐκλύσθη] ἐκυματίσθη. B. ἐκλυδωνίσθη. V.

9

.

485

τὴν δ’ αἶψ’] τὴν δ’ ἄψ, οὕτως. H.

9

.

486

ἡ τῆς θαλάσσης ἐπανάστασις ἢ κλύδων, ὃς ἐγγίσαι ἐποίησε τῇ γῇ. πλημμυρὶς προπαροξύνεται, τινὲς δὲ ὀξυτόνως. H. θέμωσε δὲ χέρσον ἱκέσθαι] αἱ Ἀριστάρχου, θέμωσεν. ὁ μὲν Ἀρί‐ σταρχος ἀποδέδωκεν οὕτως, ἤγγισε δὲ τῇ χέρσῳ· Καλλίστρατος δὲ
5ἀντὶ τοῦ ἐποίησε, παρὰ τὸ θεῖναι, παραγώγως. Ἄλλως. ἠνάγκασεν, ἐβιάσατο. ἀπὸ τῆς Θέμιδος ἡ μεταφορὰ τῆς καταναγκαζούσης τῷδε τάδε ποιεῖν. H.Q. ἐγγίσαι ἐποίησε τῇ γῇ. V.

9

.

490

προπεσόντες] σφοδρῶς ἐπιπεσόντες καὶ ἐγκείμενοι. V.

9

.

491

πρήσσοντες] Ῥιανὸς, πλήσσοντες. H.Q.
ἄπιμεν] ἀφειστήκειμεν. V. πῶς δὲ ἤκουσεν ἔτι Πολύφημος διπλάσιον αὐτοῦ ἀποστάντος; καὶ φαμὲν ὅτι οὐκ ἦν ἴσως πολὺ τὸ διάστημα. ἔτι δὲ καὶ γέγωνε439 in vol. 2
5βοήσας. δυνατὸν οὖν ἐπιτείνοντα τὴν βοὴν ἀκουσθῆναι. ἢ τάχα οὐ τὴν διπλασίονα ὁδὸν σημαίνει, ἀλλ’ ὅτε τὸ δεύτερον διεπεραιώθημεν. ἦν δὲ καὶ μεγαλόφωνος Ὀδυσσεὺς, ὡς καὶ ἐν Ἰλιάδι (γ, 221.) “ἀλλ’ ὅτε δὴ ὄπα τὴν μεγάλην.” ἄμεινον δὲ εἰπεῖν ὡς τὸ μὲν πρῶτον ἀπὸ τοῦ σπηλαίου ἤκουσεν αὐτοῦ, τὸ δὲ δεύτερον ἀπὸ τῆς θαλάσσης καὶ τοῦ
10αἰγιαλοῦ. H.Q. πῶς οὖν ἀκούει; προείρηκε γὰρ “ἀλλ’ ὅτε τόσσον ἀπῆν ὅσσον τις γέγωνε βοήσας.” ἤτοι μεγαλόφωνος ὁ Ὀδυσσεὺς, ἢ δὶς ἐπὶ τὸ αὐτὸ μέρος ἀπέσχομεν πάλιν. οὕτως γὰρ ἡ ναῦς ἠνέχθη. V.

9

.

492

καὶ τότ’ ἐγὼ] καὶ τότε δή Ἀρίσταρχος. M.

9

.

495

βέλος] βλῆμα. νῦν γὰρ τὸν βληθέντα λίθον λέγει. V.

9

.

498

σύν κεν ἄραξ’] γρ. ἄραξ’. P.

9

.

508

ἔσκε τις ἐνθάδε μάντις] ἐκ τούτου νοητέον ὅτι δεισιδαίμονες οἱ Κύκλωπες, ὅτι ὑπήκουον βουλήμασι θεῶν, καὶ οὐκ ἀπέκτεινον τοὺς προλέγοντας αὐτοῖς τινα παρὰ θεῶν ἐσόμενα. Q.

9

.

509

Τήλεμος Εὐρυμίδης, ὃς μαντοσύνῃ ἐκέκαστο] Εὐρύμου παῖς ὁ Τήλεμος, ὃς τῇ μαντείᾳ ἐκεκόσμητο. H.

9

.

515

ἄκικυς] γρ. ἀεικής. M.

9

.

516

ἀλάωσεν—ἐδαμάσσατο] γρ. ἀλαώσας—ἐδαμάσσαο. H.M. ἐτύφλωσας, ἐματαίωσας. H.

9

.

525

οὐκ ὀφθαλμόν γ’ ἰήσεται] μὴ βουλόμενος, οὐ γὰρ μὴ δυνά‐ μενος. οὐκ ἐβούλετο δὲ Ποσειδῶν τὸν ἴδιον υἱὸν θεραπεῦσαι, δίκαιον ἡγούμενος τιμωρεῖσθαι αὐτὸν τῆς πονηρίας. ὁ δὲ νοῦς, οὐδὲ Ποσειδῶν ἰάσεταί σε κακὸν ἐόντα. B.Q.
5διὰ τί ὁ Ὀδυσσεὺς οὕτως ἀνοήτως εἰς τὸν Ποσειδῶνα ὠλιγώρησεν εἰπὼν “ὡς οὐκ ὀφθαλμόν γ’ ἰήσεται οὐδ’ ἐνοσίχθων;” (525.) ἢ διὰ τὸ γινώσκειν ὡς οὐκ ἦν ἰατρὸς ὁ Ποσειδῶν, ἀλλ’ ὁ Ἀπόλλων, ἢ ὅτι οὐ θεραπεύσει αὐτὰ διὰ τὴν πονηρίαν αὐτοῦ. M. διὰ τί Ὀδυσσεὺς πρὸς τὸν Κύκλωπα οὕτως ἀνοήτως εἰς τὸν Ποσειδῶνα ὠλιγώρησεν τῷ
10λόγῳ εἰπὼν “ὡς οὐκ ὀφθαλμόν γ’ ἰήσεται οὐδ’ ἐνοσίχθων” (525.). Ἀντισθένης μέν φησι διὰ τὸ εἰδέναι ὅτι οὐκ ἦν ἰατρὸς ὁ Ποσειδῶν, ἀλλ’ ὁ Ἀπόλλων, Ἀριστοτέλης δὲ οὐχ ὅτι οὐ δυνήσεται, ἀλλ’ ὅτι οὐ βουληθήσεται διὰ τὴν πονηρίαν τοῦ Κύκλωπος. H.Q.T. διὰ τί οὖν ὁ Ποσειδῶν ὠργίσθη, καίτοι μὴ χαλεπαίνων διὰ τὸ ἀπόφθεγμα, ἀλλὰ440 in vol. 2
15διὰ τὴν τύφλωσιν, “Κύκλωπος γὰρ κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάω‐ σε” (Od. α, 69.), καὶ παμπονήρου ὄντος καὶ τοὺς ἑταίρους κατε‐ σθίοντος; λύων δὲ ὁ Ἀριστοτέλης φησὶ μὴ ταυτὸν εἶναι ἐλευθέρῳ πρὸς δοῦλον καὶ δούλῳ πρὸς ἐλεύθερον, οὐδὲ τοῖς ἐγγὺς τῶν θεῶν οὖσι πρὸς τοὺς ἄπωθεν. ὁ δὲ Κύκλωψ ἦν μὲν ζημίας ἄξιος, ἀλλ’ οὐκ
20Ὀδυσσεῖ κολαστέος, ἀλλὰ τῷ Ποσειδῶνι, εἰ πανταχοῦ νόμιμον τῷ διαφθειρομένῳ βοηθεῖν, τῷ υἱῷ, καὶ ἦρχον ἀδικίας οἱ ἑταῖροι. H.M.T. Ἄλλως. πῶς παρὰ Φαίαξιν ἐχθρὸν ἑαυτὸν Ποσειδῶνος λέγει; φαμὲν ὡς ἀπολαβὼν ἤδη τὰ τῆς εὐχῆς καὶ πεπονθὼς ἐλεεινὰ, ἔτι δὲ καὶ τὸ τελευταῖον ναυάγιον διὰ Ἴλιον γενόμενον καὶ τὰς ἐκείνου βόας
25ἔπειθεν αὐτὸν ὅτι πέπαυται μὲν Ποσειδῶν εἰς Ἴλιον. H. διὰ τὴν τύφλωσιν, ἀλλ’ οὐ διὰ τὰς φωνὰς ταύτας ὠργίσθη ὁ Πο‐ σειδῶν. τούτων γὰρ ὁ νοῦς, οὐδὲ ὁ Ποσειδῶν ἰάσεται κακὸν ὄντα. V.

9

.

530

δὸς μὴ Ὀδυσσῆα—οἴκαδ’ ἱκέσθαι] ἀντὶ τοῦ μὴ δῷς τὸν Ὀδυσσέα εἰς τὸν ἑαυτοῦ οἶκον ἐλθεῖν. H.

9

.

533

ἐς πατρίδα γαῖαν] πατρίδα, τὴν πατρικήν. οὐ γὰρ οἶδεν ὁ Ὅμηρος τὸ τῆς πατρίδος ὄνομα ἁπλοῦν, ἀλλὰ κτητικόν. B.

9

.

536

ἐκ τῶν ὕστερον ἀποβεβηκότων, ὕστερόν φησιν, ὡς καὶ ἑξῆς “ὁ δ’ οὐκ ἐμπάζετο ἱερῶν.” H.

9

.

538

περιδινήσας] περιστρέψας. V. ἶν’ ἀπέλεθρον] δύναμιν πολλήν. V.

9

.

539

μετόπισθε] γρ. προπάροιθε. M.441 in vol. 2

9

.

540

τυτθὸν] ἐπὶ τοῦ προτέρου (483.) ἀθετεῖται. πῶς γὰρ ἂν ἔμ‐ παλιν ἡ ναῦς ἠνέχθη; H.M.Q.V.

9

.

542

θέμωσε] ἀπὸ τοῦ θεσμός, ὁ νόμος καὶ ἡ ἀνάγκη. B.

9

.

546

ἐκέλσαμεν] ὡρμίσαμεν, ἐνεωλκήσαμεν, προσειλκύσαμεν. H.

9

.

550

ἀρνειὸν δ’ ἐμοὶ] ἴσως τὸν σώσαντα ἑαυτὸν ἔλαβε καὶ πάλαι ἐξαίρετον αἶγα εἰς τὴν ἄγραν ἐν τῇ νήσῳ. Q.

9

.

554

ἀλλ’ ὅγε] γρ. ἀλλ’ ἄρα. H.

9

.

565

ἔνθεν δὲ προτέρω] περιπλανηθέντος αὐτοῦ καὶ μὴ εἰδότος ποῦ ἔπεισι. περιττὸν τὸ προτέρω. Q.

10

hyp

(t)

ΥΠΟΘΕΣΙΣ
1Τὰ περὶ τὸν Αἴολον ἀπαγγέλλει τὸν τῶν ἀνέμων φύλακα, ὡς ἔδω‐ κεν Ὀδυσσεῖ ἐν ἀσκῷ ἀνέμους. λύσαντες δὲ οἱ ἑταῖροι κοιμωμένου Ὀδυσσέως ὑπονοστοῦσι πρὸς Αἴολον. καὶ ὡς εἰς Λαιστρυγονίαν ἀφί‐ κοντο, ἔνθα ἕνδεκα ναῦς ἀπώλεσε. καὶ ὅσα ἔπαθε παρὰ Κίρκῃ μετα‐
5μορφωσάσῃ αὐτοῦ τοὺς ἑταίρους εἰς σῦς καὶ πάλιν ἄνδρας ποιησάσῃ. καὶ ὅπως αὐτὸς ταύτην διέφυγε παρ’ Ἑρμοῦ φάρμακον λαβὼν τὸ μῶλυ καὶ παρ’ αὐτῇ τὸν ἐνιαυτὸν ἔμεινεν. Q.
8tΑΛΛΩΣ
9Ὅτι Ὀδυσσεὺς διηγεῖται πῶς Αἴολος αὐτὸν ἐξέπεμψεν εἰς τὴν
10πατρίδα οὔριον ἄνεμον δοὺς τὸν ζέφυρον καὶ τοὺς ἄλλους ἀνέμους ἐγκαθείρξας ἀσκῷ. λυθέντος δὲ καὶ τοῦ ἀσκοῦ ὑπὸ τῶν ἑταίρων· εἶ‐ ναι γὰρ χρυσὸν ἐνόμιζον· καὶ παλινδρομήσας εἰς τὴν Αἰολίαν οὐ προσ‐ ιεμένου αὐτὸν τοῦ Αἰόλου ἐκεῖθεν ἀποπλέων εἰς Λαιστρυγόνας ἀφι‐ κνεῖται, καὶ τὰς ἕνδεκα τῶν νεῶν ἀπολέσας ἐνταῦθα μιᾷ εἰς Αἰαίαν
15τὴν νῆσον παραγίνεται. καὶ σὺν Εὐρυλόχῳ τοὺς ἡμίσεας τῶν ἑταί‐ ρων κλήρῳ λαχόντας ἐκπέμπει πευσομένους τίνες οἱ κατοικοῦντες. μεταμορφωθέντων δὲ ἐκείνων εἰς σύας ὑπὸ τῆς Κίρκης πλὴν Εὐρυλό‐ χου αὐτὸς ἐπὶ τὴν ζήτησιν ἐλθὼν οὐδὲν ἐβλάβη ὑπὸ τῶν φαρμάκων
διὰ τοῦ φαρμάκου οὗ εἰλήφει παρὰ Ἑρμοῦ. τὴν δὲ ἀρχαίαν φύσιν442 in vol. 2
20τῶν ἑταίρων λαβόντων ἐνιαυτὸν παραμείνας παρὰ τῇ Κίρκῃ ἀποπεμ‐ φθῆναι δεηθεὶς εἰς Ἅιδην πέμπεται περὶ τοῦ νόστου πευσόμενος Τει‐ ρεσίου. Q.
3tΑΛΛΩΣ
24Ἀφηγεῖται ἐνταῦθα Ὀδυσσεὺς πῶς παρεγένετο εἰς Αἰολίαν νῆσον,
25ἐν ᾗ κατῴκει Αἴολος, καὶ ἀσκῷ βοείῳ δήσας τοὺς ἀνέμους δέδωκε, μόνον ζέφυρον ἐάσας ἔξω, μετὰ τὸ φιλοξενίσαι αὐτόν. καὶ ὅπως νομίσαντες οἱ αὐτοῦ ἑταῖροι θησαυρὸν εἶναι λύουσι τὸν ἀσκὸν, καὶ πάλιν ἀντιπνευσάντων ἀνέμων αὐτοῦ κοιμωμένου μετὰ ἐννέα ἡμέρας καὶ νύκτας πλέοντες εἰς Αἰολίαν παραγίνονται. οὓς ἰδὼν Αἴολος μετ’
30αἰσχύνης ἀπεδίωξεν εἰπὼν οὐ δίκαιον εἶναι οὓς οἱ θεοὶ μυσάττονται, τούτοις βοηθεῖν. διηγεῖται δὲ καὶ περὶ τῆς Κίρκης καὶ ὅπως ἐθη‐ ριοποίησε τοὺς αὐτοῦ ἑταίρους. ὕστερον αὐτὸς Ὀδυσσεὺς παρ’ Ἑρμοῦ τὸ μῶλυ λαβὼν καὶ ἀπελθὼν πρὸς Κίρκην οὐ μόνον ὅτι δοῦσα αὐτῷ μαγικὴν τροφὴν καὶ φαγόντα οὐκέτ’ ἐθηριοποίησεν, ἀλλὰ καὶ αὐτὸς
35τὸ ξίφος ἐπὶ ταύτην ἄρας ἔπεισε ταύτην ἐπιστρέψαι τοὺς αὐτοῦ ἑταίρους ἀπὸ χοίρων εἰς ἀνθρώπους· ὅθεν κἀκείνη θαυμάσασα αὐτὸν καὶ γνοῦς’ Ὀδυσσέα εἶναι κατέχει αὐτὸν καὶ πάντας τοὺς αὐτοῦ ἑταίρους ἐν τῷ οἴκῳ αὐτῆς τρέφουσα ἐπὶ χρόνον, συγκοιμωμένου αὐτῇ Ὀδυσσέως. διηγεῖται δὲ καὶ πῶς βουλῇ τῆς Κίρκης ἀπέρχονται
40ὠκεανὸν μαντευσόμενοι περὶ τῆς ἐπανόδου αὐτῶν. P.

10

ante 1

διὸ τοὺς τόπους ἁπλῶς λέγει “Κυκλώπων δ’ ἐς γαῖαν” (106.), Αἰολίην ῥ’ ἐς νῆσον” (κ, 1.), ποῦ δέ εἰσιν αὗται ἢ ποῦ κείμεναι οὐκ‐ έτι διασαφεῖ. πληθυντικοῖς δὲ ῥήμασι κέχρηται διὰ τὴν τῶν ἑταί‐ ρων συμπαρουσίαν. Q.

10

.

1

Αἰολίην δ’ ἐς νῆσον] Αἰολίαι νῆσοι πρὸς τῇ Σικελίᾳ ζʹ, Αἰόλη ἡ κατὰ τὸν πορθμὸν Στρογγύλη, Διδύμη, Ἱερὰ, Ἱκεσία, Λιπάρα, Ἐρι‐ κώδης, Φοινικώδης. Q
οὐ τὰς Αἰόλου νήσους νῦν λεγομένας, ἀλλά τινα ἄλλην ἐκτετο‐443 in vol. 2
5πισμένην νῆσον λέγει. οἱ δὲ λέγοντες περὶ Σικελίαν καὶ Ἰταλίαν πεπλανῆσθαι τὸν Ὀδυσσέα Λωτοφάγους μὲν λέγουσι τοὺς νῦν Ἀκρα‐ γαντίνους, οἱ δὲ τοὺς Καμαριναίους, Κύκλωπας δὲ τοὺς Λεοντίνους. B.Q.V. τὰς δὲ Αἰόλου νήσους τήν τε κατὰ τὸν πορθμὸν Στρογγύ‐ λην καὶ τὰς λοιπὰς ἓξ, Διδύμην, Ἱερὰν, Ἱκεσίαν, Λιπάραν, Ἐρικοῦσ‐
10σαν, Φοινικοῦσσαν. τινὲς δὲ ταύτας τὰς νήσους ἐν τῷ Τυρρηνικῷ πε‐ λάγει κεῖσθαι λέγουσιν. V.

10

.

2

Αἴολος Ἱπποτάδης] Δευκαλίων, ἐφ’ οὗ ὁ κατακλυσμὸς γέγονε, Προμηθέως μὲν ἦν υἱὸς, μητρὸς δὲ, ὡς οἱ πλεῖστοι λέγουσι, Κλυμένης, ὡς δὲ Ἡσίοδος Προνοής, ὡς δὲ Ἀκουσίλαος Ἡσιόνης τῆς Ὠκεανοῦ καὶ Προμηθέως. ἔγημε δὲ Πύρραν τὴν Ἐπιμηθέως καὶ Πανδώρας τῆς
5ἀντὶ τοῦ πυρὸς δοθείσης τῷ Ἐπιμηθεῖ εἰς γυναῖκα. γίνονται δὲ τῷ Δευκαλίωνι θυγατέρες μὲν δύο Πρωτογένεια καὶ Μελάνθεια, υἱοὶ δὲ Ἀμφικτύων καὶ Ἕλλην. οἱ δὲ λέγουσιν ὅτι Ἕλλην γόνῳ μὲν ἦν Διὸς, λόγῳ δὲ Δευκαλίωνος. ἐξ οὗ Ἕλληνος Αἴολος πατὴρ Κρηθέως, Ἀθάμαντος, Σισύφου. ἄλλος δέ ἐστιν ὁ Ἱππότου παῖς· ὁ δὲ Ἱππό‐
10της υἱὸς Μίμαντος. τρεῖς γὰρ Αἰόλους φασὶ γεγενῆσθαι, πρῶτον τὸν τοῦ Ἕλληνος, δεύτερον τὸν ἐξ Ἱππότου καὶ Μελανίππης, τρίτον τὸν ἐκ Ποσειδῶνος καὶ Ἄρνης. πρὸς τοῦτον δέ φησιν ὁ Ἀσκληπιάδης τὸν Ὀδυσσέα ἐλθεῖν τὸν ἐκ Ποσειδῶνος. φυλάσσει δὲ Ὅμηρος τὸ εἰπεῖν ἐξ Ἱππότου. Q. Αἴολοι δύο, οὗτος μὲν Ἱππότου τοῦ Μίμαν‐
15τος, ἕτερος δὲ Ἕλληνος, ὃς ἦν Διὸς, οὗ καὶ Ἡσίοδος μέμνηται. V.
[Αἴολος ὁ Ἱππότου ἐν Ῥηγίῳ τῆς Ἰταλίας ὢν μὲν ἀστρονομικώτα‐ τος καὶ πολύπειρος ἐφρόντισε μᾶλλον εἰδέναι περὶ τῶν ἀνέμων χάριν τῶν ναυτιλλομένων καὶ προλέγειν, ὡς εἰ τυχὸν ἐν ταύρῳ ἄστρῳ πλεύ‐ σειαν μέχρι τοῦδε ζέφυρος αὐτοῖς ἔσεται πνέων ἄνεμος, εἰ ἐν δύσει444 in vol. 2
20κυνὸς τοιόσδε, καὶ ἐν τῇ ἀνατολῇ αὐτοῦ ἕτερος. καὶ τούτου ἕνεκα ἐμυθεύσαντο αὐτὸν εἶναι δεσπότην ἀνέμων. ὁμοίως δὲ καὶ τὸν Ἀμα‐ κλείδην καὶ Πρωτοκλῆ καὶ Πρωτοκρέοντα, ὥς φησιν Ὀρφεύς. οὕτως οὖν ἔφασαν αὐτοὺς δεσπότας εἶναι ἀνέμων, ὡς καὶ δέειν ἀσκῷ ὃν ἂν βούλοιντο αὐτῶν, τοὺς δ’ ἄλλους ἐᾶν πνεῖν. οὕτω γοῦν φασι καὶ τὸν
25Αἴολον τοῦτον τοὺς ἄλλους ἀνέμους ἐν τῷ ἀσκῷ καταδήσαντα δοῦναι τῷ Ὀδυσσεῖ, ζέφυρον δὲ μόνον ἐᾶσαι ὡς αὐτῷ χρειωδέστατον καὶ φο‐ ρόν. ἐγὼ δὲ καὶ τὸν ἀσκὸν δέχομαι. φασὶ γὰρ οἱ μηχανικοὶ καὶ τὰ ἀρρητουργικὰ γράφοντες ὡς ἐάν τις δελφῖνα ποιήσῃ ἀσκὸν, ἐκδείρας αὐτὸν καὶ ἔχων παρ’ ἑαυτῷ, ποιήσει ὃν ἂν βούλοιτο πνεῖν ἄνεμον. καὶ
30ἴσως καὶ οὗτος ὁ Αἴολος ἦν ἂν καὶ μαγικώτατος. τούτου δὲ τοῦ Αἰόλου υἱὸς Ἰόκαστος, ὃς τὸ Ῥήγιον ἔκτισεν, ὥς φησι Καλλίμαχος “Ῥήγιον ἄστυ λιπὼν Ἰοκάστου Αἰολίδαο.” ὁ γὰρ Ὀδυσσεὺς τοὺς ἐναντίους ἀνέμους ἐγκεκλεισμένους ἔχων ἐν τῷ ἀσκῷ, μόνῳ δὲ ναυ‐ τιλλόμενος τῷ ζεφύρῳ ἐννέα νυχθήμερα πλεύσας τῷ δεκάτῳ τὴν αὐ‐
35τοῦ πατρίδα καὶ πυρπολοῦντάς τινας θεασάμενος κοπιάσας, ὡς ἀεὶ τὸν πόδα τῆς νηὸς ἔχων, ἐκαθεύδησεν. οἱ φίλοι δὲ τούτου λύουσι τὸν ἀσκὸν χρυσίον νομίσαντες ἔχειν. ἐκχυθέντων δὲ τῶν ἀνέμων καὶ ἀν‐ τιπνόως ταραξάντων τὸ πέλαγος πάλιν εἰς τὴν Αἰολίαν ἀνεπόρευσεν ἄκων τοῖς ἀνέμοις φορούμενος. P.]

10

.

3

πλωτῇ ἐνὶ νήσῳ] ἔνιοι μὲν τὴν ἐμπλεομένην, οἷον τὴν ἐν πλεο‐ μένοις τόποις κειμένην νῆσον, ἢ ἐπιθετικῶς λέγει τὴν Αἰολίαν. ὁ δὲ
Ἀρίσταρχος πλωτῇ ἀντὶ τοῦ φορητῇ, οἷον περιφερομένῃ, ὡς ποτὲ μὲν ἐν τοῖς δεξιοῖς μέρεσι, ποτὲ δὲ ἐν τοῖς ἀριστεροῖς ὁρᾶσθαι, οἷον445 in vol. 2
5δή τι καὶ περὶ τὴν Δῆλον ἱστορεῖ Πίνδαρος λέγων οὕτως “ἦν γὰρ τὸ πάροιθε φορητὰ κυμάτεσσι Δᾶλος παντοδαπῶν τ’ ἀνέμων ῥιπαῖς.” ἐν δὲ ἄλλῳ, προσπλεομένῃ ὑπ’ ἀνθρώπων, ἢ περιφερομένῃ ὑπὸ τῆς θα‐ λάσσης. ἄμεινον δὲ τὸ πρότερον· εἰ γὰρ ἐπέπλει τῇ θαλάσσῃ, οὐκ ἂν οὐδὲ ἐκ δευτέρου αὐτὴν εὗρεν ὁ Ὀδυσσεύς. ἢ περιρρεομένῃ. H.M.
10Q.T.V. Ἄλλως. ἐν πλεομένοις τόποις κειμένῃ ὅτι εἰσὶ νῆσοι πλη‐ σίον ἠπείρου κείμεναι τὸ πρὸς τῇ ἠπείρῳ μέρος ἔχουσαι ὑφάλων πετρῶν πλῆρες, αἳ οὐ δύνανται περιπλέεσθαι. ὁ δὲ Ἀρίσταρχος περι‐ φορητῇ· οἰκειότερον γάρ φησι μὴ ἐρριζῶσθαι τῶν ἀνέμων νῆσον. Q. πλωτῇ] οἱ μὲν μυθικῶς ἀπέδοσαν τὸ ἐπιπλέουσαν τῇ θαλάσσῃ·
15καὶ ἴσως τερατεύεται, ἵνα μὴ ζητῶμεν πῶς κεῖται. οἱ δὲ πλεομένην καὶ ἐν πλωτοῖς οὖσαν τόποις, ἐπειδὴ τὰ ἄλλα πρόσθε χωρία κακόξενα. οἱ δὲ τὴν προσορμιστὴν, ἀλλ’ οὐκ ἀμιχθαλόεσσαν. T.

10

.

4

χάλκεον] ἰσχυρόν. ἀπρόσβατον γάρ ἐστι διὰ τὴν περὶ αὐτὸ λειότητα. V. χάλκεον ἄρρηκτον] λείπει τὸ ἐστίν. πῶς ἄρρηκτον; ὅτι πέτρα περιτρέχει τὴν πόλιν περιβολῆς τάξιν ἐπέχουσα. B.Q.
5λισσὴ δὲ πέτρη] περιτρέχει τὴν πόλιν περιβόλου δίκην ἐπέχουσα. T.

10

.

5

τοῦ καὶ δώδεκα παῖδες] καὶ τοῦτο εἰς εὐδαιμονίαν, ὅταν πάντων ἀπολαύωσι τῶν τέκνων. εὐδαίμων γὰρ τῷ μὴ ὑπὸ πολλῶν ἐξουσίαν δοῦναι τὰς θυγατέρας, ὃ καὶ περὶ τὴν Πριάμου οἴκησιν ἑωρῶμεν. ὑπὸ φιλοτεκνίας γὰρ παρ’ ἑαυτῷ ἀνέλαβε τοὺς ἄνδρας τῶν θυγατέ‐
5ρων. Q. εὐδαιμονίας σημεῖον, ἔκ τε τῶν ἐναντίων ὅτι Τηλέμαχος ὀδύρεται τὴν μονογένειαν τοῦ οἴκου· “μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτεν” (π, 118.). T.

10

.

6

ἓξ μὲν θυγατέρες] Αἴολος Τηλεπάτραν τὴν Λαιστρυγόνου γή‐ μας ἐγέννησε θυγατέρας ἓξ καὶ ταύταις ἴσους υἱούς. εἰσὶ δὲ τοῖς μὲν ἄρρεσιν ὀνόματα Ἰόκαστος, Ξοῦθος, Φάλακρος, Χρύσιππος, Φερήμων, Ἀνδροκλῆς, ταῖς δὲ παρθένοις Ἴφη, Αἰόλη, Περίβοια, Δία, Ἀστυ‐446 in vol. 2
5κράτεια, Ἡφαιστία. ὁ δὲ Εὐριπίδης ἑτέρως ἱστορεῖ. H.Q. Ἄλλως. τινὲς ἀλληγοροῦντες Αἴολον μὲν λέγουσι τὸν ἐνιαυτὸν, δώδεκα δὲ παῖδας τοὺς μῆνας. τινὲς δὲ ὅτι παρετήρησεν, ἀστρολο‐ γίας ἔμπειρος ὢν, ἡλίου ὄντος ἐν ταύρῳ ζέφυρον πνεῦσαι. οἱ δὲ ἄνε‐ μοι πνέουσιν ἐνίοτε καὶ καθ’ ἑαυτοὺς, ὡς καὶ πολλοί· καὶ γὰρ ἡμεῖς
10δίχα βασιλικοῦ προστασσόμενοι προστάγματος. H.Q.V.

10

.

7

ἔνθ’ ὅγε θυγατέρας πόρεν υἱάσιν] ἀρχαῖον ἔθος τὸ συνοικίζειν ἀδελφούς. καὶ ὁ Ζεὺς ἀδελφῇ οὔσῃ συνοικεῖ τῇ Ἥρᾳ. (Il. δ, 60.) μεγίστη γὰρ εὐδαιμονία καθ’ Ὅμηρον ἡ ὁμοφροσύνη. ὅταν οὖν τῷ τῆς συνοικήσεως ἐπιτερπεῖ προσυπάρχῃ τι φυσικὸν φιλοστοργίας
5πάθος ἐκ γένους καὶ συνανατροφῆς παιδικῆς, διπλασιάζεται εὔνοια. B.Q. ἀρχαῖον ἔθος, ὡς Ἀρχῖνος ἐν Θεσσαλικοῖς. πρῶτα δὲ Αἴολον ὁμομητρίας κόρας ἀδελφοῖς συνοικίσαι. T.

10

.

10

κνισῆεν] ἤτοι εὔοσμον, ἢ κνίσης μέτοχον διὰ τὸ πλῆθος τῶν
θυομένων. H.Q.V. περιστεναχίζεται] περιηχεῖται ἐκ τοῦ λαοῦ. Q. στεναχίζεται] χορείαις ἢ ᾠδαῖς. τὸ δὲ κνισσῆεν οὐ τὴν εὐδαι‐447 in vol. 2
5μονίαν μόνην σημαίνει τοῦ Αἰόλου, ἀλλὰ καὶ τὸ εὐσεβὲς τὸ εἰς τοὺς θεοὺς καὶ τὸ εἰς ἀλλήλους ὁμοφρονεῖν. T.

10

.

12

τρητοῖσι λέχεσσι] ῥητορικῶς δευτέρῳ προοιμίῳ ἐχρήσατο. τρητοῖσι δὲ τοῖς καλῶς κατεσκευασμένοις ἢ τετορνευμένοις. H.

10

.

13

καὶ δώματα καλά] γρ. καὶ τείχεα μακρά. H.

10

.

15

Ἴλιον] περὶ τῆς Ἰλίου, περὶ τῶν νεῶν τῶν Ἀργείων, περὶ τοῦ νόστου τῶν Ἀχαιῶν. συντόμως ἑκατέρων τῶν ποιήσεων τὴν ὑπόθεσιν ἐδήλωσε. B.H.

10

.

19

δῶκε δέ μοι ἀσκὸν] διὰ τὸ στερρὸν καὶ ἀρραγὲς τοιοῦτον ἀσκὸν δέδωκεν. B. ἐννεώροιο] ἐνναετοῦς. H.V.

10

.

20

ἔνθα δὲ βυκτάων ἀνέμων] τῶν ἀθρόως πνεόντων ἢ ἰσχυρῶς, καὶ πληρούντων τὰ ἱστία. λέγονται δὲ οὕτως ἐκ τοῦ ἄγειν βοήν. Q. βυκτάων] μεγάλως φυσώντων. ὠνοματοπεποίηται δὲ ἀπὸ τοῦ ἤχου τοῦ γενομένου, ἢ ἀπὸ τοῦ ταράττειν ἐκ βυθοῦ τὴν θάλασσαν. T.
5διὰ τί οὐκ αὐτὸς κατέχει τοὺς ἀνέμους, μόνον κελεύσας Ζέφυ‐ ρον πνεῖν; ἐπεὶ καὶ δίχα τοῦ κλεῖσαι τὸν ἀσκὸν ἐδύνατο κελεῦσαι τῷ Ζεφύρῳ ἅτε δὴ τὴν ἐξουσίαν λαβὼν παρὰ τοῦ Διός. πῶς δ’ αὐτὸς καὶ ἐν Ἰλιάδι ὑποστησάμενος τοὺς ἀνέμους ἐν Θρᾴκῃ οἰκεῖν παρ’ Αἰόλῳ φησίν; εἴληπται μὲν τὸ πλάσμα πρὸς τὸν καιρὸν, διὸ οὐ δεῖ
10ζητεῖν τὰ τοιαῦτα· ἀνεύθυνα τὰ τῶν μύθων. οἱ δὲ εἰπόντες δαίμονας οἰκεῖν ἐν Θρᾴκῃ αὐτεξουσίους ὄντας, τῶν δὲ πνοῶν τὸν Αἴολον κρατεῖν. οἱ δὲ ἐμπειρίαν ἔχειν τὸν Αἴολον πνευμάτων μεταβολῆς, καὶ διὰ τοῦτο κατέχειν τὸν Ὀδυσσέα μηνὸς ἡμέραν ἕως οὗ εὕρῃ τὸν ἐπίφορον πρὸς Ἰθάκην. τινὲς δὲ ὅτι παρέστησεν ἀστρολογίας ἔμπειρος ὢν ὁ
15Ὀδυσσεὺς ἡλίου ὄντος ἐν ταύρῳ Ζέφυρον πνεῦσαι. οἱ δὲ ἄνεμοι πνέουσιν ἐνίοτε καὶ καθ’ ἑαυτοὺς, ὡς καὶ πολλοί· καὶ γὰρ ἡμεῖς δίχα βασιλικοῦ προστασσόμενοι προστάγματος. τινὲς δὲ τὰς νήσους ταύ‐
τας ἐν τῷ Τυρρηνικῷ πελάγει κεῖσθαι λέγουσιν, ἕτεροι δὲ ἐκτετο‐ πισμένην νῆσον λέγουσιν. οἱ δὲ λέγοντες περὶ Σικελίαν πεπλανῆσθαι448 in vol. 2
20τὸν Ὀδυσσέα Λωτοφάγους μὲν λέγουσι τοὺς νῦν Ἀκραγαντίνους, οἱ δὲ τοὺς Καμαριναίους, Κύκλωπας δὲ τοὺς Λεοντίνους, τὰς δ’ Αἰόλου νήσους τήν τε κατὰ τὸν πορθμὸν Στρογγύλην καὶ τὰς λοιπὰς ἓξ, Δι‐ δύμην, Ἱερὰν, Ἱκεσίαν, Λιπάραν, Ἐρικώδη, Φοινικώδη. T. κέλευθα] Ἰωνικῶς τὰς κελεύθους κέλευθα εἶπε. H.

10

.

21

κεῖνον γὰρ] προσφιλὴς γὰρ λίαν τοῖς θεοῖς Αἴολος. Q.

10

.

23

μέρμιθι] σχοινίῳ ἤτοι σύρματι ἀργυρῷ. B. μέρμιθι φαεινῇ] προῳκονόμησεν, ἵνα τῷ δεσμῷ ἀπατηθῶσιν οἱ ἑταῖροι. καὶ γὰρ οὐδὲ ἐκ τῆς κουφότητος ἦν γνωρίσαι. προσεδέδετο γάρ. V.

10

.

24

ἀργυρέῃ] ἵνα μὴ ἐκεῖνοι δυνηθῶσι βαστάξαντες αἰσθέσθαι τῆς κουφότητος, ἀπατηθῶσί τε τῇ ἀργυρέᾳ μέρμιθι. B. οἰκονομικῶς, ἵν’ ἐκ τούτου ὑπονοήσωσι χρυσὸν ἤ τι τοιοῦτον ἐν τῷ ἀσκῷ ἐκ τῆς πολυ‐ τελείας τοῦ δεσμοῦ. T.

10

.

26

οὐδ’ ἄρ’ ἔμελλεν ἐκτελέειν] οὐκ ἔμελλεν δὲ ἐς πέρας ἄγειν ταύτην τὴν βουλήν. B.Q. ἐκτελέσειν] πληρώσειν. V.

10

.

29

πατρὶς ἄρουρα] οὐ τὴν οἰκείαν πατρίδα φησὶν, ἀλλὰ ἁπλῶς τὴν γῆν, ὡς κοινὴν οὖσαν πατρίδα. H.

10

.

30

πυρπολέοντας] ἀντὶ τοῦ πυρσεύοντας ὅ ἐστι πῦρ καίοντας, ἢ περὶ πῦρ ἀναστρεφομένους. B.Q.V. ἐγγὺς ἐόντες] ἐόντες ἡμεῖς. H.

10

.

31

ὕπνος ἐπέλλαβε] γρ. ἐπήλυθε. P. γλυκὺς ὕπνος] οὐ κατηγορεῖται ὡς φίλυπνος, ὅτι γὰρ ἠγρύπνησε νυκτός. κοιμᾶται οὖν ἵνα μὴ ὅτε δεῖ τοὺς οἰκείους ἀσπάσασθαι τοῦτο ποιῇ. οὐδὲ γὰρ ἐδεδίει οὔριον ἔχων πνεῦμα καὶ τὴν πατρίδα ὁρῶν. T.

10

.

32

πόδα νηὸς] τὸν μεταγωγὸν τοῦ κέρατος κάλων· ἢ τὸ πηδά‐ λιον. Q.V. οὐδέ τῳ ἄλλῳ] οὐδὲ ἄλλῳ τινὶ τῶν ἐμῶν φίλων τὸ πηδάλιον ἐνε‐ χείρισα. H.

10

.

34

οἱ δ’ ἕταροι] διὰ τί οὐ προεῖπεν αὐτοῖς; ἐπειδὴ οὐκ ἤλπιζεν ὑπονοήσαντας ὡς κακουργῆσαι. καὶ γὰρ τῶν ἐν Ἰσμάρῳ λαφύρων τὴν ἴσην μοῖραν ἔδωκε καὶ τῶν ἀγρίων αἰγῶν καὶ τὰ περὶ Κύκλω‐ πας. T. ἐβάσκαινον γὰρ τὸ πολυτελὲς τοῦ δεσμοῦ εἰς ὑποψίαν449 in vol. 2
5λαμβάνοντες. ἴσως οὖν τὸ πολυτελὲς τοῦ δεσμοῦ ἠπάτησεν αὐ‐ τούς. H.

10

.

35

καί μ’ ἔφασαν] πόθεν τεκμηράμενοι; ὁ γὰρ ἀσκὸς κοῦφος ἅτε πλήρης ἀνέμων. λύεται δ’ ἐκ τῆς λέξεως· πρόκειται γὰρ ὡς ἐλέγετο περὶ τοῦ Αἰόλου αὐτοῦ “νηῒ δ’ ἐνὶ γλαφυρῇ κατέδει μέρ‐ μιθι φαεινῇ, ἀργυρέῃ” (23). διὰ τοῦτο οὖν ἐβάσκηναν ὅ τε δεσμὸς
5πολυτελὴς αὐτοῖς ὑποψίαν ἐδίδω. T. πῶς ἄγοντες αὐτὸν εἰς τὴν ναῦν οὐκ ᾔσθοντο κοῦφον ὄντα; ἀλλ’ ἐν νηῒ κατέδει μέρμιθι ἀργυ‐ ρέῃ. H.

10

.

38

καὶ τίμιός ἐστιν] γράφεται, καὶ τιμῇς, ἤτοι τιμήεις. B.

10

.

39

ὅτεων] διχῶς, ὅτεων καὶ ὁτεῶν. ἐκράτησε δὲ ὅτεων προπαροξυ‐ τόνως. Q. καὶ γαῖαν ἵκηται] γρ. καὶ δώμαθ’ ἵκηται. H.

10

.

41

ληΐδος] ὅτι διῃρημένως ἀναγνωστέον. βούλεται γὰρ λέγειν στρατιωτικῆς λείας, ὡς ὅτε “οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης Τρωϊάδος” (Od. ν, 262.). Q. ἐκτελέσαντες] Ζηνόδοτος, ἐκτελέοντες. H.

10

.

42

οἴκαδε νισσόμεθα] γράφεται, οἴκαδ’ ἐνεισόμεθα. Q. νεισό‐ μεθα] ἀπελευσόμεθα. V.

10

.

43

τάδ’ ἔδωκεν] οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ, τὰ δέδωκε, καὶ, τά γ’ ἔδωκε. καὶ, τάγε δῶκεν, Ἡρωδιανός. H.

10

.

44

ὅττι τάδ’ ἐστίν] τί εἰσι καὶ κατὰ τὴν ποσότητα. ὅθεν καὶ ἐπεξηγήσατο, ὅσσος τις χρυσὸς καὶ ἄργυρος ἀσκῷ ἔνεστιν. Q.

10

.

45

ὅσσος τις χρυσός] οὐ γὰρ βαστάσαντες ἔλυσαν, ἀλλὰ κεί‐ μενον· ἐν γὰρ κοίλῃ νηῒ κατέθηκεν ὁ Αἴολος. T.

10

.

51

ἀποφθίμην] ἀποφθαρείην, ἀναιρεθείην. V.

10

.

52

ἦ ἀέκων] ὁ δεύτερος η περισπασθήσεται. H.

10

.

55

αὖτις ἐπ’ Αἰολίην] ἐφ’ ἣν καὶ οἱ ἄνεμοι κατὰ πρόσταγμα
ὑπέστρεφον πρὸς Αἰολίην. Q.450 in vol. 2

10

.

56

ἐπ’ ἠπείρου βῆμεν] ὅτι τὴν νῆσον ἤπειρον εἶπε κατὰ τὴν διαί‐ ρεσιν τοῦ ὑγροῦ, ὡς εἰ ἔλεγεν ἐπὶ τὴν γῆν ἔβημεν. B.Q.T.

10

.

60

βῆν εἰς Αἰόλου κλυτὰ δώματα, τὸν δ’ ἐκίχανον] ὁ στίχος σφηκώδης. σφηκῶδες δέ ἐστι τὸ ἐλλεῖπον ἐν μέσῳ τοῦ στίχου χρό‐ νου, ὡς ἐνταῦθα. χρῄζει γὰρ ὁ δεύτερος ποὺς χρόνου. τὸ γὰρ αιο τροχαῖός ἐστιν. ἀλλὰ τὸ ο μονόχρονον ὡς δίχρονον λαμβάνομεν. H.Q.
5ὁ στίχος λαγαρός ἐστιν. B. Vind.

10

.

62

ἐλθόντες δ’ ἀνὰ δώματ’ ἐπὶ σταθμοῖσιν] γρ. πρὸς δῶμα παρὰ σταθμοῖσιν. H.

10

.

64

ἔχραε] ἐβάρησε, μετὰ βλάβης ἐπέθετο. H. μετὰ βλάβης ἐπῆλθε καὶ κακῶς. T. μανικῶς ἐπέθετο. V.

10

.

65

ὄφρ’ ἂν ἵκηαι] γρ. καὶ ὄφρ’ ἀφίκοιο. N.

10

.

69

ἀλλ’ ἀκέσασθε, ὦ Αἴολε καὶ οἱ σὺν αὐτῷ παῖδες. H. ὀρθοτονητέον τὴν ὑμῖν. τὸ δὲ ἐν οὐ σημαίνει τὸ ἔνεστι. H.

10

.

70

μαλακοῖσι καθαπτόμενος ἐπέεσσι] Ζηνόδοτος, μαλακοῖσιν ἀμειβόμενος, γράφει. καὶ ἔστι χαριεστάτη ἡ γραφή· οὐ καθάπτεται γὰρ αὐτὸν, ἀλλ’ ἱκετεύει. H. καθικνούμενος, ὀνειδίζων, ἐπιπλήττων. Gl. H. οὐχ ὅτι ἐπιπλήττει, ἀλλὰ καταπραΰνων καὶ ὑποπείθων. T.

10

.

72

ἔρρ’ ἐκ νήσου] καὶ πῶς ἤμελλεν ἀπὸ Φαιάκων τυχεῖν κομιδῆς ταῦτα καθ’ ἑαυτοῦ λέγων; ἀλλ’ ἀπέδειξε τοὺς ἑταίρους αἰτίους ὄν‐ τας· ἐλεεινότερον οὖν ἑαυτὸν ἀποδείκνυσιν. H.T. ἔρρ’] μετὰ φθορᾶς ἀναχώρει. Q.

10

.

73

κομιζέμεν] ἐπιμελεῖν. κακῶς δέ φησι ταῦτα πρὸς τὸν Ἀλ‐ κίνοον ἐκφέρειν, ὡς θέμις καὶ αὐτὸν διαβάλλειν. ἀλλ’ Ὀδυσσεὺς ἡγεῖται ὡς οὐκ ἰδίου ὄντος τοῦ ἁμαρτήματος, ἀλλὰ τῶν ἑταί‐ ρων. T.

10

.

75

ἔρρ’, ἐπεὶ ἀθανάτοισιν] γρ. ἔρρε ἐπεὶ ἄρα θεῷ ἀπεχθόμενος τόδ’ ἱκάνεις. P.

10

.

77

ἀκαχήμενοι] διὰ τί ἀκαχήμενοι; ἐπὶ τῇ ἡμῶν αὐτῶν μα‐
ταιότητι, ὅτι οὐκέτι ἐφαίνετο πομπή. ματίῃ δὲ (79.) ματαιότητι, φρενοβλαβείᾳ, ματαιολογίᾳ, ματαιοπραγίᾳ. γίνεται δὲ ἀπὸ τοῦ ματῶ ματία, ὡς ἁμαρτῶ ἁμαρτία. ἔστι δὲ Ὁμηρικόν. B.Q.451 in vol. 2

10

.

78

ὑπηρεσία ἡ δουλεία, ὑπειρεσία δὲ ἡ κωπηλασία. P.

10

.

79

ἡμετέρῃ ματίῃ] ἐπὶ τῇ ἡμῶν ματαιότητι οὐκέτι ἐφαίνετο ἡ πομπή. τὸ δὲ “ματίῃ” ματαιότητι καὶ ἁμαρτίᾳ. συμπαθῶς δὲ ἑαυτὸν παρέλαβε διὰ τὸ κοιμηθῆναι. T. εὐγνωμόνως καὶ ἑαυτὸν παρα‐ λαμβάνει εἰς τὴν ἁμαρτίαν, ὅτι ἀφύπνωσεν. ἢ ὅτι προσαγωγόν ἐστι
5τὸ μὴ ἀλαζονεύεσθαι, ὅτι αὐτὸς μὲν διεπράξατο τὴν σωτηρίαν παρ’ Αἰόλου, ἐκεῖνοι δὲ ἐξήμαρτον λύσαντες τὸν ἀσκόν. H.Q.T.

10

.

81

Λάμου αἰπὺ πτολίεθρον] ἀπὸ τοῦ βασιλεύσαντος Λαιστρυγό‐ νων Λάμου τοῦ Ποσειδῶνος παιδός. ἢ ὄνομα Λαιστρυγόνος. Q.V. Ἄλλως. περιφραστικῶς τὴν Λάμον, ὡς καὶ “Ἰλίου ἐξαλάπαξε πόλιν” (Il. ε, 642.), τὴν Ἴλιον. καὶ αὐτὴ μὲν καλεῖται Λάμος, οἱ
5δὲ ἐνοικοῦντες Λαιστρυγόνες. B.Q. περιφραστικῶς τὴν Λάμον, ὡς καὶ “Ἰλίου ἐξαλάπαξε πόλιν,” ἵνα αὐτὴ μὲν καλῆται Λάμος, οἱ δὲ ἐνοικοῦντες Λαιστρυγόνες. ἀλλ’ ἐπιφέρει “τηλέπυλον Λαιστρυγο‐ νίην,” τὸ μὲν ὄνομα τῆς πόλεως, ὅ ἐστι Λαιστρυγονία, Λάμου δὲ πτολίεθρον ἀπό τινος βασιλέως Λάμου, ὡς καὶ Πύλον Νηλῆος τὴν
10Πύλον φησίν. T.

10

.

82

τηλέπυλον] μεγάλην. τῶν γὰρ τοιούτων πολὺ διεστᾶσιν αἱ πύλαι. τινὲς δὲ κύριον τὸ Τηλέπυλον ἐξεδέξαντο. οἱ δὲ τηλέπυλόν φασι μακρόπυλον, οὐ τῷ διαστήματι, ἀλλὰ τῷ πλάτει τῆς πύλης ἢ τῷ μήκει. V. πόρρω ἀλλήλων καὶ διασταδὸν τὰς πύλας ἔχουσαν·
5ἢ μακρόπυλον. B.Q.T. Λαιστρυγονίην] τὴν τῶν Λαιστρυγόνων. Λαιστρυγόνες δὲ οἱ τὴν Λάμον οἰκοῦντες. V. τὴν Λαιστρυγονίην οἱ νεώτεροι Σικελίαν φασί. H. ποιμένα ποιμὴν] τὸν βουκόλον ὁ τῶν μήλων νομεὺς, διὰ τὸ πολλὰ
10εἶναι τὰ πρόβατα. B. καταχρηστικῶς εἴρηκε ποιμένα καὶ τὸν βου‐ κόλον. V.
ὅθι ποιμένα] ὁμωνύμως τῷ γένει τὸ εἶδος εἶπεν, ἀντὶ τοῦ νομεὺς νομέα, ἤτοι ἔνθα οἱ νομεῖς ἀλλήλους προσφθέγγονται διὰ τὸ πλησίον εἶναι τὰς νομάς. ἢ μᾶλλον τοῦ διαστήματος τὸ ἀπεναντίον τῶν πυ‐452 in vol. 2
15λῶν μέτρον ἀπέχειν, καὶ οὕτως τὴν φωνὴν ἀκούεσθαι τοῦ τε εἰσε‐ λαύνοντος καὶ τοῦ ἐξελαύνοντος, ὥσπερ ποτ’ ἔχει καὶ αὐτῷ “ὅσον τε γέγωνε βοήσας” (ι, 473.). B.Q.

10

.

83

ἠπύει] προσαγορεύει, φωνεῖ. Q.

10

.

84

ἄοκνος] γρ. ἄϋπνος. N.

10

.

85

τὸν μὲν βουκολέων] κατὰ μὲν τὸν καιρὸν τῆς νυκτὸς βουκο‐ λέων, διὰ τὸν οἶστρον, ὅς ἐστι πολέμιος τοῖς βουσὶ, κατὰ δὲ τῆς ἡμέρας βόσκων πρόβατα. δύναται οὖν τις, φησὶ, ... ἐκεῖ λαμβά‐ νειν δύο μισθοὺς, ἐπειδὴ τῆς ἡμέρας καὶ τῆς νυκτὸς αἱ νομαὶ ἐγγύς
5εἰσι καὶ οὐ πόρρω. B.

10

.

86

ἐγγὺς γὰρ νυκτός] τοῦτο λέγει ὅτι νυκτὸς μὲν βουκολοῦσι διὰ τοὺς μύωπας, οἵτινες ἐν ἡμέρᾳ τοὺς ταύρους ἐνοχλοῦσιν. H. τῆς ἡμέρας ἡ ὁδὸς ἐγγὺς εἶναι πέφυκε τῆς νυκτός. τοῦτο δὲ ἔφη ὡς μὴ τῆς ἡμέρας ἀφισταμένης τῆς νυκτὸς, ἀλλὰ τῇ παρελεύσει αὐτῆς
5εἰσέρχεσθαι νύκτα ἐν ἀκαρεῖ. Ἄλλως. πλησίον γὰρ τῆς πόλεώς εἰσιν αἱ νυκτεριναί τε καὶ ἑωθιναὶ νομαὶ, καὶ τοσοῦτον πλησιάζουσιν ὡς τὸν ἐξελαύνοντα τῆς πόλεως ἀκούειν τῶν ἐν ἀγροῖς. Ἄλλως. Κράτης βραχείας αὐτοῦ ὑποτίθεται τὰς νύκτας. καὶ γάρ φησιν αὐτοὺς εἶναι περὶ τὴν κεφαλὴν τοῦ δράκοντος, περὶ ἧς Ἄρατός φησι
10“κείνη που κεφαλὴ τῇ νείσεται ᾗχί περ ἄκραι μίσγονται δύσιές τε καὶ ἀντολαὶ ἀλλήλῃσιν.” ὅθεν σύνεγγυς οὐσῶν τῶν ἀνατολῶν ταῖς δύσεσι λέγειν τὸν ποιητὴν “ἐγγὺς γὰρ νυκτός τε” καὶ τὰ ἑξῆς, παρὰ τὸ πλησιάζειν τὰς τῆς νυκτὸς κελεύθους ταῖς τοῦ ἤματος κε‐ λεύθοις, ἢ τὴν νύκτα ἐγγὺς τετάχθαι τῆς ἡμέρας βραχυτάτην οὖ‐
15σαν. τὸν οὖν καθεύδειν παραιτούμενον διπλοῦς μισθοὺς λαμβάνειν, ἢ τὸν ἐν ὕπνῳ τὸ τῆς ἡμέρας πολὺ καταχρώμενον. H.Q. αἱ νυκτεριναὶ καὶ ἡμεριναὶ νομαὶ ἐγγύς εἰσι τῆς πόλεως. φασὶ δὲ
τοὺς Λαιστρυγόνας κατεσχηκέναι τὴν τῶν Λεοντίνων περὶ Σικελίαν χώραν, ἐν ᾗ γεννᾶσθαι πολλὴν μύωπα καὶ τὸν οἶστρον, ὥστε τὰ μὲν453 in vol. 2
20λάσια τῇ ἡμέρᾳ νέμεσθαι, τὰ δὲ ψιλὰ τῇ νυκτί. καὶ οὕτως τὸν δυνάμενον ἀγρυπνεῖν δύο μισθοὺς ἀποφέρεσθαι. Κράτης δέ φησι κατὰ τὴν τοῦ δράκοντος αὐτοὺς κατηστερίσθαι κεφαλὴν, περὶ ἧς Ἄρατος λέγει “κείνη που κεφαλὴ τῇ νείσεται ᾗχί περ ἄκραι μίσγονται δύ‐ σιές τε καὶ ἀντολαὶ ἀλλήλῃσιν.” ὥστε πλείω μὲν εἶναι τὴν ἡμέραν,
25ὀλίγην δὲ τὴν νύκτα, ὡς ἀνάπαλιν παρὰ τοῖς Κιμμερίοις. εἴ τις οὖν δύναται διαγρυπνεῖν, διττοὺς κομίζεται μισθούς. H.V. ὅτι τὰ ἔν‐ νομα περὶ τὴν πόλιν διὰ τὸ ἀγεώργητα εἶναι τὰ προάστεια, εἶναι δὲ ταῖς ἄλλαις πόλεσιν ἐν ὄρεσι καὶ πόρρω. διὰ τοῦτο οὐ δύναταί τις δύο μισθοὺς ἆραι. T.
30τοῦ γὰρ ἡλίου ὄντος ἐν θερινῷ τροπικῷ τοὺς ἀρκτῴους ἀνθρώπους μεγίστην τὴν ἡμέραν ἔχειν, καὶ μὴ ἔχειν νύκτα· τὴν γὰρ νύκτα μόνον μιᾶς ὥρας διάστημα εἶναι, τουτέστι τὴν ἡμέραν εἶναι κγʹ ὡρῶν. δῆλον δὲ ὅτι τοῖς βορειοτέροις μεγίστη τῶν νοτιωτέρων ἡμέρα. περὶ τούτων καὶ Ὅμηρος τῶν τόπων μνημονεύει νῦν. φησὶ γὰρ ὅτι
35“τηλέπυλον Λαιστρυγονίην—νομεύων.” ..ὶ γὰρ δύναταί τις δουλεῦ‐ σαι ..ὰ δύο ἡμέρας. P.

10

.

87

ἔνθ’ ἐπεὶ] τότε ἐπειδὴ εἰς λιμένα τὸν ἄξιον θαύματος ἤλθο‐ μεν, ἐκεῖ ἔσω τὰς ναῦς ὡρμίσαμεν. B.Q.T. ἐς λιμένα κλυτὸν] εἰρωνικῶς, ἔνθα τοὺς ἑταίρους ἀπώλεσεν. T.

10

.

89

ἀκταὶ δὲ προβλῆτες] αἱ προβεβλημέναι ἐν τῇ θαλάσσῃ πέ‐ τραι καὶ προέχουσαι ἀπὸ τῶν αἰγιαλῶν στενὸν ποιοῦσαι τὸν εἴσπλουν. Q.V.

10

.

90

ἐν στόματι] ἐν τῇ εἰσβολῇ τοῦ λιμένος. δασυντέον τὸ ἁραιή. H.

10

.

91

ἀντὶ τοῦ εἰσεῖχον, ὡς μὴ συγχεῖσθαι τὸ ἔνδον. τὸ δὲ ἔχον ἀντὶ τοῦ ἤλαυνον. τὸ δὲ ἑξῆς, τότε ἐπειδὴ εἰς τὸν λιμένα ἤλθομεν τὸν ἄξιον θαύματος, ἐκεῖ ἔσω τὰς νῆας ὡρμίσαμεν. H.

10

.

95

αὐτὰρ ἐγὼν] προοικονομεῖ τὸν τρόπον τῆς φυγῆς τοῦ Ὀδυσ‐ σέως. Q.

10

.

97

παιπαλόεσσαν] τραχεῖαν. ἔνθεν κἀν τῇ συνηθείᾳ παιπάλιμον
λέγομεν ἄνδρα τὸν τραχὺν καὶ μὴ ἁπλοῦν. V.454 in vol. 2

10

.

98

οὔτε βοῶν] βοῶν ἔργα ἡ ἠροτριασμένη γῇ, ἀνδρῶν δὲ ἀμπε‐ λὼν καὶ τὰ τοιαῦτα. B.

10

.

100

προΐειν] προέπεμπον. V.

10

.

101

σῖτον ἔδοντες] καὶ πῶς ἄγριοι ὄντες ἐχρῶντο τῇ διαίτῃ ἀπὸ τῆς μάζης; T.

10

.

102

ἵνα μὴ εὐεπιχείρητοι ὦσι διὰ τὸν κήρυκα. H.T.

10

.

103

οἱ δ’ ἴσαν] ἐναντίον ἐστὶ τὸ παριστᾶν τοὺς Λαιστρυγόνας ὠμοφάγους τῷ παραφέρειν ἑαυτοῖς ὕλην. λύοιτο δ’ ἂν ἐκ τοῦ ἔθους· εἰθίσμεθα γὰρ τῇ ὕλῃ καὶ εἰς ἄλλο χρῆσθαι, πρός τε ἀλέαν καὶ εἰς φῶς καὶ κατασκευήν. T.
5ᾗπερ ἅμαξαι] τινὲς πιθανῶς γρ. ᾗ κεν ἅμαξαι. H.

10

.

104

καταγίνεον] κατεβίβαζον. ἔστι δὲ ἀγινεῖν κυρίως μὲν τὸ ἄγειν ἐκ τῆς τοῦ ἄγω παραγωγῆς, νῦν δὲ τὸ καταφέρειν. B.

10

.

105

σύμβλητο] ἤρχετο. V.

10

.

106

θυγατρὶ ἰφθίμῃ] γενναίᾳ κατὰ τὸ σῶμα. B.

10

.

108

Ἀρτακίην] ὄνομα κρήνης. εἶπον δὲ τὸ ὄνομα παρὰ Κίρκης μαθόντες. λέγει γὰρ “οἶδα καὶ αὐτὴ ἠμὲν ὅς’ ἐν πόντῳ πάθετ’ ἄλγεα ἰχθυόεντι, ἠδ’ ὅς’ ἀνάρσιοι ἄνδρες” (κ, 457.). ἢ κατὰ τὸ σιωπώ‐ μενον παρὰ τῶν φυγόντων μαθόντες παρὰ τῆς Κίρκης ἐπύθοντο.
5H.Q.V.

10

.

110

τῶν δ’ εἴη βασιλεὺς] τῶν ἐν τῇ πόλει κατοικούντων, τὸ δὲ οἷσιν Ἀρίσταρχος διὰ τοῦ τ, καὶ τοῖσιν ἀνάσσοι, ἀντὶ τοῦ τίνων. H.

10

.

112

τὸ τήν δὲ περισσὸν, σημαίνει δὲ καὶ τὸ ἄρθρον τὸ τήν. H.

10

.

113

ἔστυγον] ἐφοβήθησαν, ἐξεπλάγησαν. ἡ γὰρ Στὺξ ἐκ‐ πληκτική ἐστιν. B.Q. ἔστυγον αὐτὴν—τοῖσιν ἐμήσατο] τοῖς ἐκ τῶν ἕνδεκα νεῶν· τῶν γὰρ τριῶν πεμφθέντων ἕνα μόνον ἔλαβον, οἱ δὲ ἐσώθησαν εἰς τὴν
5ναῦν. T.

10

.

114

Ἀντιφατῆα] ἀπὸ τῆς Ἀντιφάτους γενικῆς· τὸ δὲ Ἀντιφά‐
ταο ἀπὸ τῆς Ἀντιφάτης εὐθείας. B.H.455 in vol. 2

10

.

116

δεῖπνον] γρ. δόρπον. H.

10

.

119

ἴφθιμοι] γενναῖοι. ἐπιφέρει γοῦν ὅτι “οὐκ ἄνδρεσσιν ἐοικό‐ τες, ἀλλὰ Γίγασιν.” Γίγαντας δὲ τοὺς μεγάλους καὶ εὐτραπέλους τὸ σῶμα. T.

10

.

121

ἀνδραχθέσι χερμαδίοισι] ἤτοι τοῖς δυναμένοις ἄνδρα κατα‐ βαρύνειν. ἢ ἅπερ αὐτοῖς μὲν ἦν χερμάδια, ἄλλων δὲ ἀχθοφορήματα· ἢ μέγα βάρος παρέχουσι τοῖς βαστάζουσι. B. μέγα βάρος παρέ‐ χουσι τοῖς βαστάζουσιν ἀνδράσι· ἢ εὐγενέσι, τοῖς δυναμένοις ἄνδρα
5καταβαρύνειν· ἢ μεγάλοις. Q.

10

.

124

ἰχθῦς δ’ ὣς πείροντες] ἀντὶ τοῦ νηχόμενοι καὶ περῶντες ὥσπερ ἰχθύες. ἢ διαπείροντες ὡς ἰχθύας. γράφεται καὶ, σπαίρον‐ τες. πείροντες δὲ καὶ ἀντὶ τοῦ διείροντες. V. ἤτοι περῶντες καὶ νηχόμενοι ὡς ἰχθῦς. ἢ πείροντες αὐτοῖς τοῖς ὀδοῦσιν. τὸ οὖν πεί‐
5ροντες ἀντὶ τοῦ περῶντες τὸν λιμένα καὶ διανηχόμενοι ὡς ἰχθύες. εἰ δὲ γράφεται “ἰχθῦς ὣς εἴροντες ἀτερπέα δαῖτα φέροντες,” ὁ νοῦς αὐτοῦ οὕτως, ὡς ἰχθῦς αὐτοὺς συνείροντες καὶ ὁρμαθοὺς ποιοῦντες ἔφερον εἰς τοὺς οἴκους. ἢ ἴσως ξύλοις ἀπεξυσμένοις διέπειρον αὐτοὺς καὶ ὡς ἰχθύας ἐκ τῆς θαλάσσης ἀνείλκοντο. B.Q. ἔφερον εἰς οἶκον
10ἵνα φάγωσιν. δῆλον δὲ ἐκ τούτου ὅτι ᾔδεσαν ἰχθύων τροφήν. οἰκεῖον δὲ ἡ εἰκὼν, ἐπεὶ ἐκ θαλάσσης ἐλάμβανον ἰχθύων τρόπον καὶ κατήσθιον. T. ἀτερπέα δαῖτα πένοντο] Ἀρίσταρχος φέροντο. ἄλλοι δὲ δαῖτα πένοντο. Ἀριστοφάνης “ἰχθῦς δ’ ὣς εἴροντες.” κατέστη ἴδιον τὸ
15ἰχθῦς καὶ τὸ φέροντο Ζηνοδότῳ, ἐν δὲ ἄλλοις πείροντες. H. γρ. φέροντο. M. φέροντο] προσεφέροντο. V.

10

.

130

οἵδ’ ἅμα] τοῦτο μὲν ἐμφαντικόν. ἔνιοι δὲ γράφουσιν, οἵδ’ ἄρα πάντες. Καλλίστρατος δὲ καὶ Ῥιανὸς διὰ τοῦ λ, οἵδ’ ἅλα
πάντες. H. ἀνέρριψαν] ἀνεκινήθησαν εἰς τὸ κωπηλατεῖν. Q.456 in vol. 2

10

.

131

ἐπηρεφέας φύγε πέτρας] τὰς τοῦ στόματος πέτρας, οὐ τὰς βαλλομένας· ἤτοι ἄνωθεν ἐπηρεφεῖς, ἢ ἐπικεκλιμένας καὶ βαλλομέ‐ νας κατὰ τῆς νηός. B.H.Q.

10

.

135

Αἰαίην δ’ ἐς νῆσον] ὄνομα νήσου. ταύτην ἔνιοί φασι τὸ νῦν Κίρκαιον πρὸς τῇ Ἰταλίᾳ. Q.V.

10

.

136

αὐδήεσσα] ἤτοι περιβόητος· ἢ εἰς διάλεξιν καὶ προσαγόρευ‐ σιν ἀνθρώποις ἐρχομένην· ἢ καθὸ ἐπίγειός ἐστιν. B.Q.V. Ἀριστο‐ τέλης οὐδήεσσα. H. τὸ “Κίρκη ἐϋπλόκαμος, δεινὴ θεὸς, αὐδή‐ εσσα” (136) σημαίνει ἀνθρωπιστὶ φθεγγομένη, οὐχ ὡς θεός· διὰ
5σημείων γὰρ καὶ οἰωνῶν καὶ ἱερείων καὶ θυσιῶν καὶ δι’ ὀνείρων καὶ οὐκ αὐδῆς φθέγγονται οἱ θεοί. καὶ αἱ ἐφετμαί· “οἱ δ’ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων” (Od. δ, 352.) τῶν θεοπροπιῶν λέγει. ἡ δὲ Κίρκη “καλὸν ἀοιδιάει” (226), ὡς ἄνθρωπος. T.

10

.

137

ὀλοόφρονος] τοῦ συνετοῦ καὶ ὁλόκληρα φρονοῦντος. Q.V. ἢ ὀλέθρια φρονοῦντος. καὶ γὰρ μάγος ἦν. Q. ἐπεὶ τοὺς μετὰ Ἰά‐ σονος ἀριστεῖς ἀποκτεῖναι ἠθέλησε· τῆς γὰρ περὶ τοὺς Ἀργοναύτας φήμης ἐπὶ τοῖς ἀνθρώποις οὔσης ἀδήλου ἐπὶ βραχὺ ἠσθημένος (sic)
5αὐτοῖς ὁμοίως ἔοικε τὴν Αἰαίαν ἀπὸ τοῦ Αἰήτου ὠνομάσθαι. T. Αἰήταο] Αἰήτης Κόλχων βασιλεὺς, πατὴρ Μηδείας, Κίρκης ἀδελφός. Q.

10

.

138

ἄμφω] ἤτοι ὁ Αἰήτης καὶ ἡ Κίρκη ἐγεννήθησαν ἐκ τοῦ Ἡλίου. Q. φαεσιμβρότου ἠελίοιο] τοῦ τὸ φῶς τοῖς ἀνθρώποις φαίνοντος. T.

10

.

139

ἐκ Πέρσης] Πέρση Ὠκεανοῦ μὲν ἦν θυγάτηρ, Ἡλίου δὲ γυνή. Ἡλίου δὲ καὶ Πέρσης Αἰήτης καὶ Κίρκη. Ἡσίοδος δὲ καὶ τὴν Ἑκάτην Περσηΐδα λέγει. Q.V.

10

.

140

κατηγαγόμεσθα] κατάγεσθαί φασι τὸ ἀπὸ θαλάττης εἰς λιμένα ἐλθεῖν, καὶ ἀνάγεσθαι τὸ ἀνάπαλιν. δοκοῦσι γὰρ κατὰ τῆς ἀκτῆς ἔρχεσθαι. B.Q.T.457 in vol. 2

10

.

141

ναύλοχον] ἤρεμον, παρὰ τὸ λάζεσθαι· ἢ κεκρυμμένον, παρὰ τὸν λόχον. Q. Ἄλλως. τὸν εἰς φυλακὴν τῶν νεῶν ἐπιτήδειον· ἢ ἐν ᾧ ὡσπερεὶ κοιμῶνται αἱ νῆες· ἢ τὸν τὰς ναῦς κρύπτοντα ἢ ὑποδεχό‐ μενον. B.Q. ἐγὼ δὲ ναύλοχον λέγω ἐκ τοῦ λοχᾶσθαι καὶ κρύπτε‐
5σθαι ἐν αὐτῷ τὰς νῆας. B.Q.

10

.

143

εἰς τὸ κείμεθα στικτέον. H.

10

.

144

ἀλλ’ ὅτε ἡ ἡμέρα ἐποίησεν ἑαυτῆς τέλος. H.

10

.

146

ἀνήϊον] ἀνήρχοντο τόπον ὑψηλὸν, ἀφ’ οὗ ἔστι περισκέψασθαι καὶ ἀποσκοπεῦσαι. Q.V.

10

.

150

διὰ δρυμὰ] διὰ δρυμῶν πυκνῶν καὶ τῆς ὕλης. ἀντιπτώσει γὰρ ἐνταῦθα κέχρηται. δρυμὸς ὁ κατάπυκνος τοῖς δένδροις τόπος, δρύομός τις ὤν. Q.

10

.

152

αἴθοπα] Ἀρίσταρχος τὸν ἐκ τοῦ αἴθεσθαι, ὅ ἐστι καίεσθαι, ἀναδιδόμενον. H.Q.

10

.

153

δοάσσατο] κυρίως δοάσασθαι τὸ δυοῖν ἑλέσθαι θάτερον. ἔστι δὲ ἡ λέξις κατὰ τοὺς παλαιοὺς οὐ μόνον ἀντὶ τοῦ ἔδοξεν, ἀλλὰ καὶ ἀντὶ τοῦ ᾑρέθη, προεκρίθη. πρῶτον μὲν ἐλθεῖν εἰς τὸν αἰγιαλὸν καὶ δοῦναι τοῖς φίλοις αὐτοῦ δεῖπνον, εἶτα στεῖλαι αὐτοὺς εἰς τὸ
5μαθεῖν τὰ ἐν τῇ χώρᾳ ἐκείνῃ. B.Q.

10

.

155

δεῖπνον ἑταίροισιν δόμεναι] ἴσως διὰ τὸ ὀλίγα εἶναι τὰ σιτία αὐτὸς ἐφύλασσεν. Q.T.

10

.

156

ᾖα] καὶ ὑπῆρχον. κανονίζεται δὲ οὕτως. ἔω τὸ ὑπάρχω, ὁ μέλλων ἔσω, ὁ παρακείμενος ἦκα, ὁ μέσος εἶα, καὶ διαλύσει καὶ τροπῇ τοῦ ε εἰς η ᾖα. B.

10

.

157

διὰ τὴν σπάνιν τῶν ἐπιτηδείων καὶ παρακινδυνεύειν ἀναγκά‐ ζονται. H.

10

.

159

κατήϊεν] ἐΐω τὸ πορεύομαι, καὶ ὁ παρατατικὸς ἤϊον, ἤϊες, ἤϊε, καὶ κατήϊεν. B.

10

.

160

δὴ γάρ μιν ἔχειν] τὸν ἔλαφόν φησιν ὑπὸ τοῦ ἡλίου ἐκκε‐ καῦσθαι καὶ ὡς ἐν πυρὶ γεγονέναι, διὸ καὶ ἐπὶ τὸν ποταμὸν κατιέναι τοῦ πιεῖν ἕνεκα. Q.V. Ζηνόδοτος, δὴν γάρ μιν. H.458 in vol. 2

10

.

161

κατ’ ἄκνηστιν] καταχρηστικῶς φησιν ὁ Ἀρίσταρχος ἐπὶ τῶν θηρίων εἶναι τὴν ἄκνηστιν. οὐ γὰρ αὐτὴν μόνην ἀδυνατοῦσι κνήσασθαι, ἀλλὰ καὶ τὴν ὀσφῦν καὶ τὸν τράχηλον. Ἄλλως. δεῖ γινώσκειν ὅτι αὐτὸς ἐπεξηγεῖται τί ἐστιν ἄκνηστις διὰ τοῦ εἰπεῖν
5μέσα νῶτα, ἤτοι ἡ ῥάχις, ἢ τὰ μέσα τῶν τετραπόδων, παρὰ τὸ μὴ δύνασθαι κνήσασθαι. H.Q. κατὰ τὴν ῥάχιν. καὶ γίνεται ἐκ τοῦ κνήθω κνήσσω κνῆστις καὶ ἄκνηστις, τὸ μὴ δυνάμενον κνηθῆναι. T.

10

.

163

μακὼν] μηκέω μηκῶ, ὁ μέλλων μηκέσω, ὁ ἀόριστος ἐμή‐ κησα, ὁ δεύτερος ἔμακον, ἡ μετοχὴ ὁ μακών. B.Q. ὠνοματοπε‐ ποίηκε τὴν λέξιν, οἷον, ποιὰν φωνὴν καὶ ἄσημον ἀποτελέσας. B.Q.V.

10

.

164

ἐμβαίνων] γρ. διὰ τοῦ μ ἐν πάσαις, ἐπιβὰς, πλησιάσας, ὡς τὸ “λὰξ ἐν στήθεσι βάς” (Il. ζ, 65.). H.

10

.

166

ῥῶπάς τε λύγους τε] ἱμαντώδη φυτὰ ἐπιμήκεις καὶ εὐ‐ κάμπτους ῥάβδους ἔχοντα. B.Q.V.

10

.

169

καταλοφάδια] ὑφ’ ἓν ἀναγνωστέον ὡς τὸ κατωμάδια καὶ τόνῳ καὶ σημαινομένῳ. B.Q. Ἄλλως. καταλοφάδια ἀντὶ τοῦ κα‐ ταλοφαδίως. οὕτως δὲ δεῖ νοεῖν ὅτι ἐβάσταζε τὴν ἔλαφον ὁ Ὀδυσ‐ σεὺς μεταξὺ τῆς κεφαλῆς καὶ τῶν ὤμων μέσον γὰρ τῶν ποδῶν τῶν
5ἄνω ἔσχε τὴν ἰδίαν κεφαλὴν ὁ Ὀδυσσεύς. κατεῖχε δὲ τοὺς δύο πό‐ δας συνδεδεμένους ταῖς δύο χερσὶ σκηριπτομέναις τῷ δόρατι. B. H.Q.
καταλοφάδεια] κατὰ λόφου καὶ αὐχένος, κατὰ τραχήλου. V. οὔπως ἦεν] Ἀριστοφάνης δὲ, οὔπως εἶχον. H.459 in vol. 2
10οὔπω εἶχεν] οὐκ ἐνεδέχετο ἔχειν. V.

10

.

171

χειρὶ φέρειν ἑτέρῃ] οὐκ ἠδυνάμην γὰρ τῇ ἀριστερᾷ χειρὶ κατὰ τοῦ ἑνὸς ὤμου φέρειν τὸν ἔλαφον. Q.T.

10

.

174

οὐ γάρ πως] τινές φασιν ὅτι ἀπὸ τοῦ γάρ ἤρξατο. ἐγὼ δὲ οἴομαι ὅτι ἡ σύνταξις οὕτως ἔχει. ὁ ἀλλά ἀντὶ τοῦ δή· ὦ φίλοι ἄγετε δὴ, ὄφρ’ ἐν νηῒ βρῶσίς τε πόσις, μνησόμεθα βρώμης. οὐ γάρ πω καταδυσόμεθα, ἤτοι κατελευσόμεθα καὶ κατέλθωμεν, ἀχνύμενοί περ
5εἰς Ἀΐδαο δόμους πρὶν μόρσιμον ἦμαρ ἐπελθεῖν. H.Q.

10

.

175

εἰς Ἀΐδαο δόμους] οὐκ ἔστιν ἀποθανεῖν παρὰ τὴν εἱμαρμένην. δεῖ οὖν ἐσθίειν. Q.T.

10

.

178

ὦκα] δοκεῖ ἐναντίον εἶναι τοῖς ἠθυμηκόσι τὸ ὦκα· διὸ ἔν τισι τὸ οὕτω φέρεται. H.T.

10

.

179

ἐκ δὲ καλυψάμενοι] ἀπογυμνώσαντες τὰς ὄψεις ἤτοι ἀπο‐ σκεπασθέντες τὰ ἴδια σώματα ἐκ τοῦ ὕπνου ἐγερθέντες. Q.

10

.

180

θηήσαντ’ ἔλαφον] ἔθος γὰρ τοῖς πολλοῖς θαυμάζειν τὰ ἀπὸ ἄγρας εἰλημμένα. Q.

10

.

182

ἐρικυδέα] τιμίαν· πᾶσα γὰρ δαὶς τιμία. ἢ ὅτι ἀναγκαία ἐστί. H. τὴν ποιοῦσαν γαυριᾶν. ἢ μεγάλως ἔνδοξον. V.

10

.

185

ἦμος δ’ ἠέλιος κατέδυ] οὐδὲ μετὰ τὴν τροφὴν λέγει πρὸς αὐτοὺς περὶ τῆς κατασκοπῆς, ἀλλ’ ἐᾷ τὴν πρώτην. H.Q.

10

.

186

τὸ ῥηγμῖνι διὰ τοῦ ν, ὡς Σαλαμὶν Σαλαμῖνος. H.

10

.

188

Ῥιανὸς, δὴ τότ’ ἐγὼ ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον. H.

10

.

189

κέκλυτε—ἑταῖροι] Καλλίστρατός φησιν ὡς ὑπό τινος ὁ στίχος προτέτακται ἀγνοοῦντος τὸ Ὁμηρικὸν ἔθος, ὡς θέλει ἄρχεσθαι ἀπὸ τοῦ γάρ. H.
ὦ φίλοι, οὐ γάρ τ’ ἴδμεν ὅπῃ ζόφος] ταῦτα δὲ λέγει οὐκ ἀπορῶν,460 in vol. 2
5ἀλλὰ δεινοπαθῶν τοῖς παροῦσιν. B.Q. ἀγνοοῦμεν, φησὶν, ἐν ποίῳ κλί‐ ματι ἐσμεν, καὶ οὐ δυνάμεθα συγκρῖναι ὡς πρὸς ἑτέραν χώραν εἰ ἀνα‐ τολικοί ἐσμεν ἢ δυτικοί. ἐλθόντες οὖν μάθωμεν παρὰ τῶν οἰκητόρων, καὶ οὕτως τὸν ἐπὶ τὴν πατρίδα πλοῦν ποιησώμεθα. ἐκ τούτων δὲ ἐκτετο‐ πισμένη φαίνεται ἡ πλάνη τοῦ Ὀδυσσέως. B.Q.T. Ἄλλως. ἄλογόν
10ἐστι τὸ τοὺς ἑταίρους ἀθυμίᾳ περιβάλλειν. λύεται δὲ ἐκ τοῦ καιροῦ. πρὸς γὰρ τὸ δεῖν σκέψασθαι τοὺς οἰκήτορας τῶν τόπων ἥρμοττε τὴν ἀπορίαν τῶν χωρίων εἰπεῖν. Q.T. Ἄλλως. ταῦτα λέγει οὐκ ἀπορῶν, ἀλλὰ δεινοπαθῶν τοῖς παροῦσιν· οὐ γὰρ ἴσμεν ὅπου ἡ δύσις ἢ ὅπου ἡ ἀνατολή. H.Q.

10

.

192

ἀννεῖται] ἀνατέλλει, ἀνέρχεται, ἀναφέρεται. H.

10

.

193

ἐγὼ δ’ οὐκ οἴομαι] τοῦτο εἶναι διὰ μέσου φησὶν Ἀρίσταρ‐ χος ὡς ἂν ἀπαλγήσαντος τοῦ Ὀδυσσέως ἰδίᾳ ἀναπεφωνῆσθαι. H.Q.

10

.

195

νῆσον τὴν πέρι πόντος] ἀντὶ τοῦ ὡς ὄρος ἐπίκειται ἡ θά‐ λασσα τῇ νήσῳ, οἷον δοκεῖ ἐπάνω αὐτῆς εἶναι. χθαμαλὴ γὰρ ἡ νῆ‐ σος προείρηται. ἀπὸ τῆς στεφάνης οὖν τοῦ ὄρους ἐστεφάνωται, εἶ‐ πεν. H.Q.

10

.

200

ἀνδροφάγοιο] γρ. ἀνδροφόνοιο. M.N.

10

.

208

ἓξ γὰρ ἀφ’ ἑκάστης νεὼς ἀπολομένων περιελείποντο μδʹ, ὧν οἱ ἡμίσεις εἰσὶ κβʹ. ἄλλως τε καὶ συγκέχρηται τῷδε τῷ ἀριθμῷ. H.

10

.

210

ἐν βήσσῃσι] ἐν τοῖς βασίμοις τόποις. Q. ἢ ἐν ταῖς προ‐ βάσεσι καὶ ὀρειναῖς κοιλάσιν. Q.V.

10

.

212

ἀμφὶ δέ μιν] ἀπὸ τοῦ πληθυντικοῦ τοῦ δώματα πρὸς ἑνικὸν τὸ δῶμα ὑπήντησεν, ὡς τὸ “ἐξ ἑτέρων ἕτερ’ ἐστίν” (Od. ρ, 266.)·
εἶτα ἐπιφέρει “οὐκ ἄν τίς μιν ἀνήρ.” ἢ περὶ αὐτὴν τὴν Κίρκην. Q.461 in vol. 2

10

.

213

τοὺς αὐτὴ κατέθελξεν] ἐν ἀνθρώπων εἰς φύσιν λεόντων καὶ λύκων μετέβαλεν. Q. οὐκ ἐξ ἀγρίων τιθασεύουσα, ἀλλ’ ἐξ ἀνθρώ‐ πων θῆρας ποιήσασα. λέγει οὖν ὁ Εὐρύλοχος ἑξῆς (443.) “ἢ σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας.” H.T.
5τὸ ἔθελξεν οὐ τὸ μεταμορφῶσαι σημαίνει, ἀλλὰ τὸ νωθέστερον ποιῆσαι πρὸς τὰς ἐνεργείας, ὡς ἐν Ἰλιάδι “αὐτὰρ Ἀχαιῶν θέλγε νόον” (μ, 255.), οἷον νωθέστερον ἐποίει. H.Q.T.

10

.

215

οὐρῇσιν μακρῇσι] τῇ κινήσει τῆς οὐρᾶς ἀσπαζόμενοι. T.

10

.

217

μειλίγματα θυμοῦ] τὰ μειλίσσοντα καὶ καταπραΰνοντα αὐ‐ τῶν τὸν θυμόν. B.Q.T. φησὶ δὲ τὰς ἀπομαγδαλιὰς, ἃς προσδεχό‐ μενοι οἱ κύνες ἐγρηγόρασιν. ἢ κρέα τινὰ καὶ πρὸς ἡδονὴν δωρήματα. Q.V. φησὶ δὲ τὰς ἀπομαγδαλιὰς τῶν δακτύλων αὐτοῦ, ἤτοι τὰ ἐκ
5τοῦ πίους ῥυπάσματα. B.

10

.

220

ἔσταν δ’ εἰνὶ θύρῃσι] Ἀρίσταρχος γράφει, ἔσταν δ’ ἐν προθύροισι. H.

10

.

221

ἀειδούσης ὀπὶ καλῇ] οὐδὲν ἄτοπον τὴν εἰς τόπον οὖσαν τοιοῦ‐ τον ὑποκλέπτειν τῇ ᾠδῇ τὸν πόνον. αἱ εὐγενίδες δὲ εἰσάγονται παρ’ Ὁμήρῳ ἱστουργοῦσαι. Q.

10

.

222

ἱστὸν ἐποιχομένης] πορευομένης εἰς τὸ ἱστουργεῖν. Q.

10

.

225

ὅς μοι κήδιστος] συγγενικώτατος, φροντίδος ἄξιος, φίλτατος
ἐξ ἐπιγαμίας. Q.462 in vol. 2

10

.

232

ὀϊσάμενος δόλον εἶναι] ὑπέλαβε δόλον εἶναι ἀπὸ τοῦ φιλο‐ φρόνως αὐτοὺς καλεῖν μόνην οὖσαν, καὶ ἀπὸ τῆς τῶν θηρίων ἡμερότη‐ τος. B.H.Q.V. Εὐρύλοχος] ἀπὸ τῆς ἡμερότητος τῶν θηρίων ὁ Εὐρύλοχος ὑπέ‐
5μεινεν “ὀϊσάμενος δόλον εἶναι.” T.

10

.

235

Πραμνείῳ] τῷ ἀπὸ τῆς Πράμνου νήσου. H. ἢ πραΰνοντι τὸ μένος· ἢ παραμεμενηκότι ἤτοι παλαιῷ· ἢ πραμνείῳ, τῷ ἀπὸ τῆς Πράμνου. B. ἔνιοι μὲν τῷ ἐκ πραμνείας ἀμπέλου γινομένῳ οἴνῳ. λέγεται δὲ πραμνεία ἄμπελος ὡς καὶ Θασία καὶ μελίκηρις. ἔνιοι
5δὲ πραμνείῳ τῷ πραΰνοντι τὸ μένος, οἷον τὴν ψυχὴν εἰς πραότητα ἄγοντι. ἔνιοι δὲ παραμόνιμον εἰς παλαίωσιν καὶ μὴ μεταβαλλόμε‐ νον. H.Q.V.

10

.

238

ῥάβδῳ πεπληγυῖα] πρὸς τὴν γοητείαν καὶ ἡ πληγὴ τῆς ῥάβδου ἐνήργει. καὶ ὅλως αἱ ῥάβδοι τῶν θεῶν ἐνεργοὶ παρ’ Ὁμήρῳ. πλήξας γοῦν τῷ σκηπανίῳ τοὺς Αἴαντας ὁ Ποσειδῶν ἐνῆκε μένος (Il. ν, 59.). καὶ Ἀθηνᾶ τὸν Ὀδυσσέα ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε
5γέροντα (Od. ν, 429.). καὶ ὁ Ἑρμῆς ὥσπερ τιμίῳ ὅπλῳ χρῆται αὐτῇ, τῇ τ’ ἀνδρῶν ὄμματα θέλγει ὧν ἐθέλει, τοὺς δ’ αὖτε καὶ ὑπνώοντας ἐγείρει (Il. ω, 343.). H.Q.T. Ἄλλως. ῥάβδῳ δηλονότι ὁμοῦ πάν‐ τας ἔπληξεν. ἐπεὶ ἰδόντες τοὺς πρὸ αὐτῶν ἀποτεθηριωμένους ἀπέ‐ σχοντο ἂν τοῦ πότου. T.
10συφεοῖσιν] ταῖς τῶν χοίρων μάνδραις συνέκλειεν. H.

10

.

239

οἱ δὲ συῶν μὲν ἔχον—αὐτὰρ νοῦς ἦν ἔμπεδος] καὶ πῶς; εἰ γὰρ σώζουσι τὴν ἀνθρωπίνην γνώμην καὶ πιόντες, πῶς Ὀδυσσεὺς θαυμάζει; οὐδὲν γὰρ πεπόνθασιν ἀλλότριον. ῥητέον οὖν ὅτι ὁ μὲν Ὀδυσσεὺς οὐκ ἐθέλχθη οὐδ’ ἤλλαξε τὸ τῆς γνώμης δῖον, οἱ δὲ ἑταῖ‐
5ροι ἐν τοιαύτῃ τινὶ ἕξει ἐγένοντο ὥστε ἔχειν μὲν τὴν ἀνθρωπίνην ψυχήν
.... μέντοι καὶ τὸν νοῦν ἐγρηγορότα. ἴσως τὸν μὲν νοῦν ἀπὸ μέρους ὅλον λέγει, .... οἴεται καὶ τὸν νοῦν τρέπεσθαι. ὁ δὲ Ὀδυσσεὺς “αὐ‐ τὰρ νοῦς ἔμπεδος ὡς τὸ πάρος περ·” ἀκούσας παρὰ τῶν ἑταίρων φησὶ, μαθὼν ὅτι ἡ ῥάβδος ἡ μεταμορφοῦσα. ἐπὶ γοῦν τοῦ Ὀδυσ‐463 in vol. 2
10σέως οὐ λέγει ῥάβδῳ πεπληγυῖα, ἀλλ’ ἕτερόν ἐστι τὸ λεγόμενον. οὐ γὰρ ὅτι οὐκ ἔθελξεν αὐτὸν τοῦ φαρμάκου διὰ τὸ φάσκειν τῇ ῥάβδῳ πλήσσειν ὡς μεταμορφοῦν ἱκανῇ καὶ ἀλλοιοῦν, καὶ ἐπὶ τῶν ἑταί‐ ρων εἰληφέναι μὲν τὸν κυκεῶνα καὶ πεπωκέναι, τὴν δὲ οἰομένην τεθέλ‐ χθαι αὐτὸν ἐπιφέρει τὴν ῥάβδον ὅτι οὐ τὸ σῶμα ἦν τὸ μεταβάλλον,
15ἀλλ’ ἡ ψυχή. ἐπεὶ διὰ τοῦτο οὐ θαυμάζει, ὅτι τῇ ῥάβδῳ πληγεὶς οὐ μετεμορφώθη, ἀλλά φησιν ὡς οὐ πιών. T. τρίχας τε καὶ πόδας] γράφεται, τρίχας τε καὶ δέμας. Q. γρ. δέμας. M. τρίχας τε καὶ δέμας] Ζηνόδοτος, καὶ πόδας, γράφει. καὶ ἐν
20ἄλλῳ, φωνήν τε τρίχας τε καὶ δέμας. H.

10

.

240

αὐτὰρ νοῦς ἦν ἔμπεδος] πρὸς τὴν ἑξῆς ἀθέτησιν ὅτι τὸ σῶμα μόνον ἠλλοιοῦτο ἡ δὲ ψυχὴ ἔμενεν ἀμετάβλητος. πῶς οὖν ἂν λέγοι “σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν” (329.), ὡς καὶ τοῦ νοῦ ἠλλοιωμένου; ἡ δὲ λύσις ἐκ τῆς λέξεως. H.Q.T. οὐχ ὁ σύμ‐
5πας, ἀλλ’ ὁ κατὰ τὸ φιλάνθρωπον μόνον. διὸ καὶ σαίνουσιν ὥσπερ δελ‐ φῖνες. “φιλάνορα δ’ οὐκ ἔλιπον βιοτάν,” κατὰ τὸν Πίνδαρον. H.Q.V. ἔμπεδος δὲ ἑδραῖος, βέβαιος, μὴ συνακολουθήσας τοῖς λοιποῖς. B.Q.

10

.

242

πάρ ῥ’ ἄκυλον] Ἀρίσταρχος οὐκ οἶδε τὸν στίχον. ὁ δὲ Καλ‐ λίστρατος ἀντ’ αὐτοῦ γράφει “παντοίης ὕλης ἐτίθει μελιηδέα καρ‐ πόν.” ἄκυλον δέ φησι τὸν τῆς πρίνου καρπὸν, βάλανον δὲ τὸν τῆς
δρυός. καρπόν τε κρανείης, τὸν τῆς κρανέας καρπὸν, ὃς πίτταξις464 in vol. 2
5καλεῖται, οἱ δὲ βάρβιλος, οἱ δὲ μάραος. H.Q.V. τὸν τῆς πρίνου καρπόν. τί οὖν, φασὶ, τίνος αὐτῆς χρεία ἀποθηριοῦν; εἰ μὲν γὰρ οἰκέτην ἔχρηζεν, ἔδει φυλάττειν αὐτοὺς, εἰ δὲ ἀνελεῖν, ἦν ἀποκτεῖναι. ἴσως τὰ μυθικὰ ἀσυκοφάντητα, καὶ ὅτι ἐτέρπετο, ὡς καὶ ἄλλοι θεῶν παῖδες. T.

10

.

243

χαμαιευνάδες] ἐπὶ βόθρου ὀρύσσουσαι καὶ κοιμώμεναι. V.

10

.

245

ἐρέων] λέξων· οὐ γὰρ δὴ λέγων. H. ἀδευκέα] πικρὸν, ἀνιστόρητον, ἀπροσδόκητον. Q.

10

.

246

ἐκφάσθαι] διὰ τῆς ἀφωνίας τοῦ ἀγγέλου καὶ τῶν δακρύων μεῖζον φαίνεται τὸ πάθος. T.

10

.

248

ὠΐετο θυμός] προεφήτευε καὶ προενοεῖτο. Q. ὑπενόει, προε‐ δόκει ὄλεθρον καὶ ἀφανισμόν. T.

10

.

249

ἀγαζόμεθ’] γρ. ἀγασσάμεθ’. N. ἐν ἄλλῳ, ἀγαζόμεθα. H. ἀγασσάμεθα] ἐμεμψάμεθα. V. ἀγαζόμεθα] ὀργιζόμεθα. V. ἄγαν προσεκείμεθα καὶ ἐλιπαροῦμεν καὶ ἐξεπληττόμεθα. T.

10

.

257

οἴεται τοὺς ἑταίρους δι’ ἡδυπαθείας μένειν ἐκπληττομένους κάλλει γυναικός. H.

10

.

259

οἱ δ’ ἅμ’ ἀϊστώθησαν] ἠφανίσθησαν, ἀφανεῖς ἐγένοντο. Q. ἠφανίσθησαν ὁμοῦ. P.

10

.

268

σῶν] Ἀρίσταρχος ἀντὶ τοῦ σῶον. H.465 in vol. 2

10

.

269

ἀλύξαιμεν] ἐκφύγοιμεν· ἔτι γὰρ καιρός ἐστι τοῦ ἐκφυγεῖν ἡμᾶς. H.

10

.

271

τῷδ’ ἐνὶ χώρῳ] ὡς τὸ, κλυτὸς Ἱπποδάμεια, μετεσχηματισμέ‐ νον. B.

10

.

275

ἱερὰς ἀνὰ βήσσας] τὰς ἀστιβήτους, τοὺς συνδένδρους τό‐ πους. H.

10

.

277

Ἑρμείας χρυσόρραπις] οὐχ ὡς Αὐτολύκου πατὴρ, Ὅμηρος γὰρ τοῦτο οὐ δηλοῖ, ἀλλ’ ὅτι ὁ λόγος θεὸς, καὶ τὸν σπουδαῖον εἰς λό‐ γον τιμᾷ. λέγει γοῦν καὶ ἡ Ἀθηνᾶ “τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν, οὕνεκ’ ἐπητής ἐσσι καὶ ἀγχίνοος” (Od. ν, 331.). καὶ ὅτι τῇ Κίρκῃ
5προεῖπεν ἥξειν αὐτόν. H.Q.

10

.

279

ὑπηνήτῃ] ὑπήνη λέγεται ὁ μύσταξ. πρῶτον ὑπηνήτῃ, ἄρτι γενειῶντι, πρώτης ἥβης καὶ ἡλικίας ὄντι, ἀρτιγενείῳ γενειήτῃ. ὑπήνη δέ ἐστι τὸ ἐπάνω χεῖλος, ἐφ’ οὗ πρῶτον γεννᾶται ὁ χνοῦς, ὅ ἐστιν ἡ πρώτη τοῦ γενείου ἔκφυσις. H.Q.V. ὑπηνήτης ὁ τὸ χεῖλος πρῶ‐
5τον χνοάζων γενείῳ. Q.

10

.

281

αὕτως] ἔνιοι, αὖτ’ ὦ. V. [δι’ ἄκριας: ἄκρας ἔχοντας τόπους, τουτέστι τραχεῖς καὶ ὑλώ‐ δεις. V.]

10

.

282

τὸ οἵδε ἀναφορικόν. H.

10

.

283

πυκινοὺς κευθμῶνας ἔχοντας] κευθμῶνας νῦν φησι τοὺς τό‐ πους καὶ τὰς καταδύσεις ὅπου κεύθονται καὶ συγκεκλεισμένοι εἰσίν. H.Q.V.

10

.

286

ἀλλὰ φέρε δή σε τῶν κακῶν ἀπολυτρώσομαι. H.

10

.

290

κυκεῶ] κυκεῶνα κατὰ ἀποκοπήν. κυκεὼν δὲ λέγεται τὸ ἐξ οἴνου καὶ μέλιτος καὶ ἀλφίτων καὶ ὕδατος καὶ τυροῦ ἀναμεμιγμένον πόμα. V.

10

.

291

θέλξαι] κακῶσαι, τὸν νοῦν ἀλλοιῶσαι. V.

10

.

293

περιμήκεϊ ῥάβδῳ] φαίνεται ἡ ῥάβδος ἀλλοιοῦσα τὰ σώματα,
ὁ κυκεὼν δὲ τὴν ψυχήν. Q.466 in vol. 2

10

.

296

ἡ δέ ς’ ὑποδδείσασα] φοβηθεῖσα ὡς τρωθησομένη, οὐχ ὡς ἀποθανουμένη. B.Q. κεκλήσεται] ἀντὶ τοῦ καλέσεται. εὐνηθῆναι] οὐ δι’ ἀκολασίαν, ἀλλ’ ἐξ ὧν προεῖπεν ὁ Ἑρμῆς (331.) λογισαμένη ὡς θεοφιλής. Q.

10

.

298

λύσῃ θ’ ἑτάρους] ἀπολύσῃ καὶ ἐλευθερώσῃ ἀπὸ τῆς φαρμα‐ κείας, ἣ τοὺς σοὺς φίλους χοίρους ἐποίησεν. Q.

10

.

299

μακάρων μέγαν ὅρκον ὀμόσσαι] ἢ τῶν θεῶν τὸν ὅρκον, ἢ εἰς τοὺς θεούς. λείπει δὲ ἡ κατά, ἵν’ ᾖ κατὰ μακάρων. Q.

10

.

301

μή ς’ ἀπογυμνωθέντα] τοῦ ξίφους δηλονότι, καὶ “γυμνὸς ἄτερ κόρυθός τε καὶ ἀσπίδος” (Il. φ, 50.). οὐ γὰρ ἐσθῆτός φησι. B.Q. ἀνήνορα θείῃ] μηδεμίαν ἀνδρείαν ἔχοντα, ἢ μηκέτι ἄνδρα, ἀλλὰ
5θηρία. T.

10

.

305

μῶλυ δέ μιν καλέουσι θεοί] οὐκ εἶπε πῶς καλεῖται παρ’ ἀν‐ θρώποις. ἐπήγαγε γοῦν ὅτι ἄγνωστόν ἐστιν ἀνθρώποις. Q. μῶλυ] βοτάνης εἶδος παρὰ τὸ μωλύειν, ὅ ἐστιν ἀφανίζειν τὰ φάρμακα. φασὶ δὲ αὐτὸ ἑλκόμενον τῷ τέλει τῆς ῥίζης θάνατον ἐπιφέρειν τῷ
5ἀνασπῶντι. B.H.Q.V. τὸ κωλυτικόν. εἰκότως δὲ καὶ Ὀδυσσεὺς σοφὸς ὑπάρχων ἔλαβε τὸ μῶλυ, τοῦτό φησι τὸν τέλειον λόγον, ὑφ’ οὗ βοηθούμενος οὐδὲν παθεῖν ἠδύνατο. μετεβάλλετο καὶ παρηγορεῖτο ἴσως διὰ τὸ μῶλυ. T. καλέουσι] οὐκέτι προσέθηκε παρὰ ἀνθρώποις ὀνομάζεσθαι, ὑπὲρ τοῦ
10μὴ ζητεῖν ἡμᾶς τὴν ῥίζαν. T. χαλεπὸν δέ τ’ ὀρύσσειν] χαλεπὸν ὀρύττειν ἐν τῇ γῇ καὶ εὑρίσκειν τὰ εἴδη τοῦ φαρμάκου. Q. [ὥστε μὴ βλαβῆναι αὐτὸν ὑπὸ τῶν ἐκείνης φαρμάκων. μῶλυ δέ ἐστι κατὰ τοὺς ἰατροὺς τὸ ἄγριον πήγανον. ἀλληγορικῶς δὲ εἶπον,
15οὐδ’ εἰ λέγει μῶλυ, δάφνη, κόνιζα, ῥάμνος, ἰτέα, ἀστήρ τε θαλάσ‐ σιος, ἴασπις λίθος, ἄλλα τε πολλὰ φυτὰ καὶ ζῷα λίθοι ἀντιπαθοῦσι
μαγικοῖς παρὰ τρόποις. P.] [καὶ ὁ ἐν τοῖς τοῦ Ἱπποκράτους καὶ Γαληνοῦ βιβλίοις λέγει οὕ‐ τως, ὅτι τὸ μῶλυ ἤγουν τὸ ἄγριον πήγανον μετὰ οἴνου πινόμενον τὰς467 in vol. 2
20ἐκ θηρίων λύει βλάβας καὶ θώρακος παύει πόνους. ὤτων ὀδύνας μετ’ οἴνου ἢ ῥοδίνου. ὀξυδορκίαν ποιεῖ ἐσθιόμενον καὶ πινόμενον. καὶ ὁ χυ‐ λὸς αὐτοῦ σὺν γάλακτι ὑπαλειφόμενος ἀλγήματα καὶ ὀφθαλμῶν ἀχλῦς καὶ ὑποχύσεις ἀρχομένας ἀνθρώπων τε καὶ κτηνῶν ἀπαλλάσ‐ σει. εἰ δὲ μέλιτος Ἀττικοῦ μέρη δύο βαλεῖς καὶ χυλοῦ τοῦ πηγάνου
25μέρος ἓν ὑπαλείφων κεφαλῆς παύει τὰ αὐπαλά. καὶ τὰ ἐγκάρδια αὐτοῦ φύλλα τοῖς ὠσὶν ἐμβυόμενα. P.]

10

.

306

ἴσασιν] γρ. δύνανται. H.

10

.

307

Ἑρμείας μὲν] οὕτω συντακτέον τὸ ῥητὸν, Ἑρμείας μὲν ἔπειτα ἀπῆλθεν εἰς τὸν μακρὸν καὶ ὑψηλὸν Ὄλυμπον, ἐγὼ δὲ εἰς τὰ δώματα τῆς Κίρκης καὶ εἰς τὴν ὕλην τῆς νήσου ἐπορεύθην. Q.

10

.

311

ἐβόησα] γρ. καὶ ἤϋσα. N. θεὰ δέ μευ ἔκλυεν αὐδῆς] οἰκεῖον τὸ βοᾶν τῷ τεθαρρηκότι. T.

10

.

315

καλοῦ, δαιδαλέου] ἐν τούτοις ἐπετέτακτο τὸ “καλοῦ δαιδα‐ λέου, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν,” οὐ μέντοι παρ’ Ἀριστάρχῳ. Q.

10

.

316

δέπαϊ] ἐν ἄλλῳ, γήραϊ ὑπὸ λιπαρῷ. H.

10

.

318

ἔκπιον] ἔπιεν, ἵνα μᾶλλον ὑπὸ τῆς Κίρκης θαυμασθῇ μὴ με‐ ταβληθείς. H.T. οὐδέ μ’ ἔθελξεν] οὐκ ἠλλοίωσε τὴν διάνοιαν. T.

10

.

320

συφεόνδε] εἰς τὸν συφεῶνα, εἰς τὰ τῶν χοίρων μάνδρα. H. λέξο] οὕτως Ἀρίσταρχος δισυλλάβως τὸ λέξο. ἄδηλον δὲ πότερον
κοιμῶ, ἢ συναριθμοῦ. H. λέξω] κοιμηθῶ ἢ ἐναριθμηθῶ. V.468 in vol. 2

10

.

323

μέγα ἰάχουσα] διὰ τὸ φοβεῖσθαι τρωθῆναι, οὐκ ἀποθανεῖν. V. δεδοικυῖα τὴν πληγὴν ἢ τὸν θάνατον. T. καὶ λάβε γούνων] θνητὴ ἄρα οὐ πάντως, ἀλλὰ τὴν τρῶσιν φο‐ βεῖται. T.
5διὰ τί δὲ ἐφοβήθη ἡ Κίρκη τὸ ξίφος τοῦ Ὀδυσσέως θεὰ οὖσα; φαμὲν ὅτι τοὺς πολὺν χρόνον ζῶντας δαίμονας, θανάτῳ δὲ ὅμως καθυ‐ ποβαλλομένους, θεοὺς εἴωθεν ὀνομάζειν ὁ ποιητής. ἢ φυσικῶς φοβεῖ‐ ται τὸ ξίφος ἡ Κίρκη, ὡς καὶ ἄλλας τινὰς ὕλας τινὲς τῶν δαιμόνων· ὡς καὶ Διονύσιος ἐν Λιθικοῖς “φύσει δὲ κρύσταλλον ἰδ’ ἱερὴν ἴασπιν,
10ἐχθρὴν Ἐμπούσῃσι καὶ ἄλλοις εἰδώλοισιν.” H.Q.T.

10

.

324

καί μ’ ὀλοφυρομένη] Ἀριστοφάνης, καί με λισσομένη. καὶ ἔστιν οὐκ ἄχαρις ἡ γραφή. οὐδὲν γὰρ ὀλοφυρτικὸν λέγει καὶ ἐπά‐ γει. H.

10

.

328

ἀμείψεται ἕρκος ὀδόντων] διαβῇ, παρέλθῃ. τὰ φάρμακα δηλονότι, ὡς τὸ “δοῦρα σέσηπεν” (Il. β, 138.). ἀντικαταλλάξεται τὰ ἔξω καὶ ἔλθῃ εἰς τὰ ἔσω. Q. διέλθῃ· τοῦτο δὲ τῆς ὑπερβολῆς τῶν φαρμάκων. T.

10

.

329

σοὶ δέ τις] ὁ Σιδώνιός φησιν ἀθετεῖσθαι τὸν στίχον. H. καὶ μὴν καὶ τῶν ἄλλων “αὐτὰρ νοῦς ἦν ἔμπεδος ὡς τὸ πάρος περ” (240.). εἰ γὰρ ἔμενεν ὁ νοῦς, πῶς ἀπορεῖ ἐπὶ τοῦ Ὀδυσσέως ὅτι οὐ μεταβέβληκε; ἢ τάχα περὶ τοῦ ἠγριῶσθαι τὸν νοῦν ἐκείνων φησί.
5ἢ ἐκ τῆς λέξεως λύοιτ’ ἄν· ἢ γὰρ παραφραστικῶς λέγει “σοὶ δέ τις
ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν” ἀντὶ τοῦ ἀκήλητος εἶ, ἢ τὸ “ἀτὰρ νοῦς ἔμπεδος ὡς τὸ πάρος περ” οὐκ ἐπὶ παντὸς λέγεται τοῦ νοῦ, ἀλλὰ τῆς ἡμερότητος. H.Q. ἀκήλητος] ἄθελκτος, ἀκάκωτος, ἀκατάκλαστος, ἀνεξαπάτητος.469 in vol. 2
10B.Q. ἄθελκτος, ἀμετάβολος. τὸ δὲ θελχθῆναι ὁ ποιητὴς οὐκ ἐπὶ τοῦ σώματος τίθησιν ἀλλοιώσεως, ἀλλ’ ἐπὶ τῆς ἀφροσύνης, “ᾗ τ’ ἀν‐ δρῶν ὄμματα θέλγει” (Il. ω, 343.). θελχθείσης γὰρ τῆς ψυχῆς διὰ τὸν ἐπιφερόμενον ὕπνον καὶ ἡ ὅρασις τῶν ὀφθαλμῶν. τούτου δὲ οὕτως ἔχοντος μαχόμενον εἶναι δοκεῖ τὸ “σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος
15νόος ἐστιν.” T.

10

.

330

ἦ] ἀποφαντικῶς ἀντὶ τοῦ ὄντως. Q.

10

.

331

φάσκεν] ὁπότε ἐπέστησε, τότε ἔγνω. τοιοῦτοι γὰρ παρ’ Ὁμήρῳ οἱ θεοί. B.H.T.

10

.

334

εὐνῆς ἡμετέρης] οὐχ ἡδονῆς, ἀλλὰ πίστεως ἕνεκα τοῦτο προ‐ βάλλεται. Q.

10

.

341

γυμνωθέντα] τὸ ξίφος ἀποθέμενον. V.

10

.

348

τέως μὲν] γρ. κεδναί. H.

10

.

349

δρήστειραι] ὑπηρέτιδες, διάκονοι, ὑπουργοί. γίνεται δὲ ἀπὸ τοῦ δρῶ τὸ πράττω, ἰσχυραί. Q.

10

.

350

γίγνονται δ’ ἄρα ταί γε] κατήγοντο δὲ τῇ γενέσει. B.Q. ὑφίστανται νύμφας τινὰς ἐξ ὕδατος. τινὲς δὲ ὑπερβατόν· ἡ δὲ τε‐ τάρτη ὕδωρ ἐφόρει ἔκ τε κρηνέων. οἱ δὲ ἀλληγοροῦσι Κίρκην μὲν λέγοντες τὸν ἐνιαυτὸν, τέσσαρας δὲ θεραπαινίδας τὰς ὥρας. B.Q.V.
5ἔκ τε κρηνέων] ἔνθα αἱ Ναΐδες νύμφαι καὶ αἱ Δρυάδες. H.Q.V.

10

.

351

οἵτ’ εἰς ἅλαδε] οὔτε γράφει Ζηνόδοτος. Ἀρίσταρχος δὲ, οἳ εἰς ἅλα. δεύτερον δέ ἐστιν ἡ εἰς. H.Q. καὶ γὰρ ὧδε νῦν τ’ εἰς δῆ,
ὡς τὸ “αὐτόν μιν” (δ, 244.) καὶ “ἀμφὶ περὶ κρήνην.” (Il. β, 305.). H.470 in vol. 2

10

.

352

ῥήγεα καλὰ] βαπτὰ περιβόλαια καὶ ἱμάτια. Q.

10

.

353

λιθ’] ἐνθάδε ὀξυτονητέον τὸ λίτα· πληθυντικὸν γάρ ἐστιν, οὐχ ἑνικόν. Q. λέγει λίτα τὰ ἐφαπλώματα, καὶ πορφύρεα κέκληκε τὰ ἁλιπόρφυρα καὶ ἁπαλὰ περιβόλαια. H.Q. ἁπλᾶ περιβόλαια. V.

10

.

354

ὅτι τὸ ἑτέρη ὑγιῶς ἐπὶ τῆς δευτέρας. H. ἐτίταινε τραπέζας] παρεῖχεν, ἔτεινε κατὰ τῆς τραπέζης προπαρα‐ τιθεῖσα τοῖς μέλλουσιν ἑστιᾶσθαι. Q. ἐτίταινε] ἔτεινεν, εἷλκεν. V.

10

.

355

κάνεια] γρ. κύπελλα. H.

10

.

360

ἤνοπι χαλκῷ] λαμπρῷ, ἐν ᾧ ἔστιν ἐνοπτρίσασθαι. B. διαυ‐ γεῖ, ἐν ᾧ ἔστιν ἰδεῖν ἑαυτόν. B.V.

10

.

361

λό’ ἐκ τρίποδος] τὸ τέλειον ἀπὸ τοῦ λόω λόε, ἤτοι λουτρὰ ἐπέχεεν, ἀντὶ τοῦ κατὰ κρατός τε καὶ ὤμων, ἡδὺ κεράσασα ἐκ τοῦ τρίποδος εἰς ἄλλο ἄγγος δηλονότι. H.Q. ἀσάμινθον] πύελον, κιβωτόν. καὶ ἡ κοίλη δὲ καὶ ἡ μεγάλη κύλιξ
5καὶ ἡ λάρναξ οὕτω καλεῖται. οἱ δὲ πύελον λουτῆρα, ὅπου ἡ ἄσα μινύθει. H.

10

.

362

θυμῆρες] καταθύμιον, ἡδὺ, τῆς ψυχῆς ἐράσμιον. Q. τὸ μὲν θυμῆρες προπερισπωμένως, τὸ δὲ θυμαρές ὀξυτόνως. γρά‐ φεται γὰρ ἀμφότερον. P.

10

.

374

ᾤετο] γρ. καὶ ὄσσετο. N.

10

.

376

κρατερὸν] γρ. καὶ στυγερόν, ὅ ἐστι κρεῖττον. H.N.471 in vol. 2

10

.

377

ἀγχοῦ δ’ ἱσταμένη] ἔνιοι δ’, ἄγχι παρισταμένη. H.

10

.

379

βρώμης ὡς ῥώμης. ὅμοιον δὲ αὐτῷ ἐστι καὶ τὸ τρώμη· καὶ Ἀρίσταρχος ὀξύνει. H.

10

.

380

περισπαστέον τὸ η· διαπορητικὸν γάρ ἐστι. H.

10

.

385

Ἀρίσταρχος, λύσασθ’ ἑτάρους. H.

10

.

388

ὣς ἄρ’ ἔφην] γρ. ὣς ἐφάμην. H.

10

.

389

ἀνώϊξε] γρ. ἀνέῳγε. H.

10

.

393

τῶν δ’ ἐκ μὲν] Ἀριστοφάνης, τοῖς δ’ ἐκ μέν. H.

10

.

394

πότνια Κίρκη] γρ. δῖα θεάων. H.

10

.

395

αἶψ’ ἐγένοντο] Ἀρίσταρχος, ἂψ ἐγένοντο. H. νεώτεροι] μᾶλλον νέοι. συγκριτικῶς δὲ κεῖται τὸ νεώτεροι. Q.

10

.

396

μείζονες] ἐπείπερ οἱ μετὰ πείρας κακίας εἰς ἀρετὴν στρα‐ φέντες βελτίους ἑαυτῶν γίνονται, μαθόντες τὸ κακὸν οἷς κακῶς ἔπα‐ θον. B.

10

.

397

ἔφυν] προσφυῶς ἐπελαμβάνοντο. H.

10

.

400

πότνια Κίρκη] γρ. δῖα θεάων. H. δῖα θεάων] γρ. πότνια Κίρκη. M.

10

.

404

κτήματ’ ἐν σπήεσσι] ἔν τισι γρ. κτήματα δὲ σπείεσσι, καὶ, κτήματα ἐν σπείεσσιν. H. πελάσσατε] νῦν ἀντὶ τοῦ ἀπόθεσθε. V.

10

.

405

ἰέναι] νῦν ἀντὶ τοῦ ὑποστρέφειν. V.

10

.

409

οἴκτρ’ ὀλοφυρομένους] οἰκτρῶς καὶ ἐλεεινῶς ὀδυρομένους. H.

10

.

410

ἄγραυλοι] οἱ ἐν τοῖς ἀγροῖς αὐλιζόμενοι. H. πόριες] νέαι βόες, μόσχοι. ἀγελαίας δὲ νομαίας, ἀζεύκτους. Q.V.

10

.

411

κόπρον] τὴν βουστασίαν. B. τὴν στάσιν τῶν βοῶν. V.

10

.

412

οὐδέ τι σηκοὶ] καίπερ μικραὶ οὖσαι αἱ ἐπαύλεις οὐ κωλύουσιν αὐτὰς τοῦ σκιρτᾶν. B.

10

.

413

μυκώμεναι] βοῶσαι· μυκηθμὸς γὰρ ἡ τῶν βοῶν φωνή. Q.

10

.

416

πόλιν αὐτῶν] Ἀρίσταρχος, πόλιν αὐτήν. H. πόλιν Ἰθάκης, τὴν Ἰθάκην. B.

10

.

417

ἵνα τέτραφεν] γρ. ἵν’ ἔτραφον. H.472 in vol. 2

10

.

429

Εὐρύλοχος—ἑταίρους] λείπει τὸ λέγων. H.

10

.

431

ἂ δειλοὶ] τὸ ἂ θαυμαστικὸν, ἀντὶ τοῦ ὦ δειλὲ καὶ ἄθλιε. H.

10

.

432

καταβήμεναι] καταβῆναι, ὑπειορθεῖν. V.

10

.

433

σῦς] ἀπορήσειε δ’ ἄν τις πῶς ὁ Εὐρύλοχος ταῦτα λέγει μὴ εἰσελθὼν εἰς τὴν Κίρκην. ἀλλὰ ῥητέον ὅτι ἐστοχάσατο ἀπὸ τῶν πρὸ τῆς θύρας προσσαινόντων αὐτῷ ἀνθρωπίνως. H.Q.

10

.

434

δῶμα φυλάσσοιμεν] τηροῖμεν. οὐχὶ φυλάσσειν τὸ δῶμα, ἀλλὰ τὸ ἀεὶ ἐκεῖσε εἶναι. Q.

10

.

436

ὁ θρασὺς] ὁ προπετής. λοιπὸν ἐπάγει τὴν αἰτίαν διὰ τί θρα‐ σὺν αὐτὸν εἶπε. Q.

10

.

441

καὶ πηῷ] ἀντὶ τοῦ, καὶ πηοῦ περ ἐόντος. Q. συγγενεῖ. V. Κτιμένην γὰρ γεγαμήκει τὴν Ὀδυσσέως ἀδελφήν. Q.V. γαμβρῷ μοι ὄντι ἐπὶ τῇ ἀδελφῇ Κτιμένῃ. B. [διαίρεσις τοῦ νόμου, ἣν οὐκ οἶδεν Ὅμηρος. ὁ υἱὸς διαιρεῖται εἰς
5τὸν γνήσιον καὶ νόμιμον, ὅς ἐστι καὶ κυρίως υἱός· εἰς τὸν γνήσιον μόνον, ὅς ἐστιν ὁ ἐκ πορνείας· εἰς τὸν νόμιμον, ὅς ἐστιν ἐπίθετος· εἰς τὸν φυσικὸν, ὅς ἐστιν ἀπὸ μητρὸς ἐγνωσμένης καὶ πατρός· εἰς τὸν ἔκθετον, τὸν καὶ σπουρίαν, οὗ τὸν πατέρα οὐκ οἴδασιν οὐδὲ τὴν μη‐ τέρα. B.]

10

.

448

ἔκπαγλον ἐνιπήν] ἔξοχον, μεγάλην ἐπίπληξιν. H.

10

.

450

λοῦσέν τε] λούσασθαι ἐκέλευσε. μετωνυμία δὲ ὁ τρόπος. B.

10

.

452

δαινυμένους δ’ ἄρα τούς γε] γρ. δαινυμένους δ’ εὖ πάντας. H. δαινυμένους δ’ εὖ πάντας] γρ. δ’ ἄρα τούς γε. M.

10

.

453

φράσσαντό τε πάντα] ἐπέγνωσαν τὰ κατ’ αὐτοὺς γεγονότα. ἐν ἄλλῳ δὲ γρ. φράσσαντό τ’ ἐσάντα. H.
φράσσαντο δὲ θυμῷ] γρ. πάντα. M. φράσσαντο] ἐπέγνωσαν. ἔναντα] ἀπεναντίας. V.473 in vol. 2

10

.

454

περὶ δ’ ἐστοναχίζετο] περιήχει. V.

10

.

457

θαλερὸν] Ἀριστοφάνης, στυγερὸν γόον. καὶ οὐκ ἄχαρις ἡ γραφή. H.

10

.

459

ἀνάρσιοι ἄνδρες] τοὺς Λαιστρυγόνας αἰνίττεται καὶ τὸν Κύ‐ κλωπα. B.

10

.

461

θυμὸν] θυμὸς ἐνταῦθα ἡ δύναμις καὶ ἡ προθυμία. H.

10

.

463

ἀσκελέες καὶ ἄθυμοι] ἄγαν κατεσκληκότες καὶ κεκμηκότες, σκληροὶ, ἐσκελετευμένοι καὶ νενεκρωμένοι καὶ ψυχικῆς ἰσχύος ἐστε‐ ρημένοι. B.Q. ἄθυμοι] κεκακωμένοι τὴν ψυχὴν, οἷον ἄψυχοι. V.

10

.

465

πέπασθε] κέκτησθε. V.

10

.

469

περὶ δ’ ἔτραπον ὧραι] παρῆλθον αἱ ὧραι, ἐαρινὴ, θερινὴ καὶ ἑξῆς. ὁ δὲ καί (471.) περισσός. ἤτοι περιῆλθον δὲ πάλιν οἱ καιροὶ ἐπὶ τὴν ὥραν. B.Q.

10

.

474

ἐϋκτίμενον] γρ. ὑψόροφον. H.

10

.

481

ἐκ νυκτέρων δὲ μεγίστη γίγνεται βροτοῖς χάρις, φησὶν Εὐ‐ ριπίδης. M. γούνων ἐλλιτάνευσα] διὰ τῶν γουνάτων τῆς Κίρκης λιτὴν ἐποίησα καὶ παράκλησιν. ἀντὶ τοῦ, τῶν γονάτων ἁψάμενος. Q.

10

.

483

ὦ Κίρκη] δῆλον ὅτι Ὀδυσσεὺς πολλάκις τοῦτο ἱκέτευσεν. H.

10

.

490

ἀλλ’ ἄλλην χρὴ] πῶς πέμπει αὐτὸν ἵνα ἀκούσῃ; προῄδει γὰρ καὶ τὸν τῆς δαίμονος ἔρωτα. “θάνατος δέ τ’ ἐξ ἁλὸς αὐτῷ ἀβλη‐ χρός” (λ, 134.). καὶ μὴ πεισθῆναι Καλυψοῖ τὴν ἀθανασίαν ὑπισχνου‐ μένῃ. δι’ ἑαυτῆς δὲ οὐ μαντεύεται, ἵνα μὴ δοκῇ ἐρῶσα φοβερώτερον
5καθιστᾶν τὸν πλοῦν καὶ ἀπιστηθῇ. Q.474 in vol. 2

10

.

491

εἰς Ἀΐδαο δόμους] ὑπονοοῦσα μὴ πιστεύεσθαι πέμπει αὐτὸν πρὸς Τειρεσίαν. ἅμα δὲ καὶ ὁ ποιητὴς ἐπεισοδίῳ χρήσασθαι ἐβου‐ λήθη διὰ τὸ φρικῶδες καὶ ἐκπληκτικὸν τῆς ψυχαγωγίας. T. ἐπαινῆς] δεινῆς, κατ’ εὐφημισμὸν, ὡς “ἁγνὴ Περσεφόνεια” (Od.
5λ, 386.). T.

10

.

492

ψυχῇ χρησομένους] μαντευσομένους ἐν τῇ ψυχῇ τοῦ Τειρε‐ σίου. H. μαντευσομένους, ὀφείλοντας χρησμῳδηθῆναι. Q. διὰ τί οὖν οὐκ αὐτὴ μαντεύεται; ὅτι οὐκ ἂν ἐπίστευσεν Ὀδυσσεὺς ἐρώσης αὐτῆς. εἶτα κατὰ μὲν Σειρῆνας καὶ τὸν πορθμὸν ὡς γειτνιῶσα
5μηνύει, περὶ ὧν οὐδ’ ὁ Τειρεσίας εἶπεν εἰδὼς ἐροῦσαν τὴν Κίρκην, περὶ δὲ τῶν λοιπῶν ἐπιτρέπει τῷ μάντει. Q.V.

10

.

494

τῷ καὶ τεθνηῶτι] φασὶν ὡς δράκοντας δύο ἐν Κιθαιρῶνι μιγ‐ νυμένους ἰδὼν ἀνεῖλε τὴν θήλειαν, καὶ οὕτως μεταβέβληται εἰς γυναῖκα, καὶ πάλιν τὸν ἄρρενα, καὶ ἀπέλαβε τὴν ἰδίαν φύσιν. τοῦ‐ τον Ζεὺς καὶ Ἥρα κριτὴν εἵλοντο, τίς μᾶλλον ἥδεται τῇ συνουσίᾳ,
5τὸ ἄρρεν ἢ τὸ θῆλυ· ὁ δὲ εἶπεν “οἴην μὲν μοῖραν δέκα μοιρῶν τέρπε‐ ται ἀνὴρ, τὰς δέκα δ’ ἐμπίπλησι γυνὴ τέρπουσα νόημα.” διόπερ ἡ μὲν Ἥρα ὀργισθεῖσα ἐπήρωσεν, ὁ δὲ Ζεὺς τὴν μαντείαν δωρεῖται. H.Q.

10

.

495

οἴῳ πεπνύσθαι] συνετῷ, ἔμφρονι εἶναι. Q.V. Ἀρίαιθός φη‐ σιν Ἥραν μεταβουλεύουσαν ἐπὶ τῷ πηρῶσαι αὐτὸν αἰτεῖσθαι παρὰ Περσεφόνης ὥστε εἶναι αὐτῷ καὶ ἀποθανόντι τὴν μαντικήν. περὶ τῆς τέχνης οὖν μόνον λέγει “οἴῳ πεπνύσθαι.” οἱ δὲ ἄλλοι φρένας μὲν
5εἶχον, τέχνην δὲ οὔ. T. τοὶ δὲ σκιαὶ ἀΐσσουσιν] οἱ δὲ ἄλλοι νεκροὶ πλὴν τοῦ Τειρεσίου σκιαί εἰσι καὶ ὡς σκιαὶ ὁρμῶσι, καθάπερ αὗται παρέπονται τοῖς κινουμένοις. Q. ἀντὶ τοῦ αἱ ψυχαί. ὁ μέντοι ποιητὴς πρὸς τοὺς ἄλ‐ λους νεκροὺς ποιεῖται τὴν σύγκρισιν ἐν τῷ, οἱ δὲ ἄλλοι νεκροὶ ὡς σκιαὶ
10ἀΐσσουσιν. B.Q.T.

10

.

501

ἀπὸ τοῦ γάρ ἤρξατο. H.

10

.

508

ἀλλ’ ὁπότ’ ἂν δὴ νηῒ δι’ ὠκεανοῖο περήσῃς] ὅλα ὁμοῦ ἀναγνω‐ στέον, ἀλλ’ ὁπόταν περήσῃς, ἔνθ’ ἀκτή τε λάχεια καὶ ἄλσεα καὶ αἴγειροι, νῆα μὲν αὐτοῦ κέλσαι. B.Q.475 in vol. 2

10

.

509

ἀκτή τε λάχεια] βαθεῖα, εὔγεως, εὔσκαφος. οὐ δεῖ δὲ γρά‐ φειν ἐλάχεια. οὐ γὰρ εἰκὸς ἐλάχιστον ἀκούειν τῆς Περσεφόνης τὸ τέμενος. οὐκ ἄτοπον δὲ περὶ τὴν ἀκτὴν εἶναι ἄλσος. πολλὰ γὰρ εὕροι τις ἂν ἄλση ἐπιθαλάσσια. B.H.Q.T. Ἄλλως. βαθεῖα καὶ
5εὔσκαφος, ἐκ τοῦ λαχαίνω τὸ σκάπτω. H.T. ἐλαχίστη. V. ἀκτή] ἡ προηγμένη καὶ ἐξέχουσα εἰς θάλασσαν ἄκρα. B.V. ἄλσεα] ἱερὰ καὶ σύνδενδρα χωρία. B.V.

10

.

510

ἰτέαι ὠλεσίκαρποι] ἀποβάλλουσι γὰρ τὸ ἄνθος πρὶν πεπανθῇ. ἢ ἐπεὶ οἱ πίνοντες τὸ ἄνθος ἄγονοι γίνονται. B.Q.V. Ἄλλως. ση‐ μείωσαι ὅτι ἄκαρπα φυτὰ εἶπεν εἶναι ἐν τῷ ἄλσει τῆς Περσεφόνης, διὰ τὸ νεκροῖς προσήκειν. B.Q. ἀποβάλλει γὰρ τὸ ἄνθος. οἰκείως
5δὲ ἀγόνοις φυτοῖς ἐχρήσατο. οἰκεῖα γὰρ νεκροῖς τὰ ἄκαρπα. φησὶ δὲ Θεόφραστος ἐν Φυτικοῖς τὸν χυλὸν τῆς ἰτέας πινόμενον ἀφανίζειν τὴν γονὴν τῶν ἀνθρώπων. H.T.V.

10

.

513

ἔνθα μὲν εἰς Ἀχέροντα] τὸ ἑξῆς, ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε καὶ Κωκυτὸς ῥέουσι. τὸ δὲ σχῆμα καλεῖται προ‐ διεζευγμένον, ὅταν τὸ μεταξὺ δύο ὀνομάτων ἑνικῶν πληθυντικὸν τεθῇ ῥῆμα. τοῦτο καλεῖται Ἀλκμανικὸν οὐχ ὅτι Ἀλκμὰν πρῶτος αὐτῷ
5ἐχρήσατο, ἀλλ’ ὅτι πολύ ἐστι παρ’ αὐτῷ, οἷον “Κάστωρ ὠκέων πώ‐ λων ἐλατῆρες καὶ Πολυδεύκης.” ὅμοιον δέ ἐστι τὸ σχῆμα “εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων” (Il. υ, 138.)· καὶ “ἔνθα ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος.” (Il. ε, 774). H.Q. ἔνθα μὲν εἰς Ἀχέροντα] τοῦτο τὸ σχῆμα καλεῖται προδιεζευγμέ‐
10νον καὶ καθ’ ὑπέρβατον, ὑπ’ ἐνίων δὲ Ἀλκμανικόν. τὸ δὲ ἑξῆς, ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε καὶ Κωκυτὸς ῥέουσιν. H.V. τὸ σχῆμα Ἀλκμανικὸν, τὸ τιθέναι ῥῆμα μέσον ὀνομάτων δύο. H.

10

.

514

Κωκυτός] λέγεται ὁ πρῶτος ποταμὸς ὁ τὸν βροτὸν δεχόμε‐ νος, τῶν ἀνθρωπίνων παθῶν ἐπώνυμον κακόν. εἶτα Πυριφλεγέθων, ἤτοι τὸ πῦρ τὸ ἀφανίζον τὸ σάρκινον τῶν βροτῶν. εἶτα ὁ Ἀχέρων μετὰ τὸν Κωκυτὸν καὶ τὸ ἠρίον, ὅπερ ὀφειλὴ νεκρῶν ἐστιν ἰαχὴ γίνεται.476 in vol. 2
5εἶτα Στυγὸς ἀπορρῶγες. οὐκ ἔστι γὰρ ὃς οὐ στυγνάζει τὸν τεθνη‐ κότα. H.Q.

10

.

515

πέτρη τε ξύνεσίς τε] φησὶ γὰρ ὡς πέτρα τίς ἐστι κατ’ ἐκεῖνον τὸν τόπον καθ’ ὃν ἡ τῶν ῥευμάτων συμβολὴ γίνεται τοῦ τε Κωκυτοῦ καὶ τοῦ Πυριφλεγέθοντος εἰς ταὐτὸ μισγομένων καὶ ῥεόν‐ των εἰς τὸν Ἀχέροντα. B. ξύνεσις] συνάφεσις καὶ εἰς ταὐτὸ
5συμβολὴ τῶν ποταμῶν. V.

10

.

516

χριμφθεὶς] προσπελασθεὶς, ἐκ τοῦ χρίμπτω τὸ προσπε‐ λάζω. H. ἐριδούπων] γρ. ἐριμύκων. M.

10

.

517

βόθρον] ἐνταῦθα ὁ ποιητὴς τὴν νεκυομαντείαν δηλοῖ, καὶ παρίστησι διὰ τῆς τῶν νεκρῶν θυσίας καὶ τῆς τῶν εἰδώλων αὐτῶν ἐπι‐ φανείας ἀθανάτους εἶναι τὰς ψυχάς· τὸ γὰρ λέγειν “ὁ δ’ Ἄϊδόσδε βεβήκει” (Od. γ, 110. ζ, 11.), σημαντήριόν ἐστιν ὡς αἱ ψυχαὶ πα‐
5ραμένουσαι οὐ διαφθείρονται. Q. πυγούσιον] πηχυαῖον. πυγὼν δέ ἐστι τὸ ἀπὸ ἀγκῶνος μέχρι τῶν δακτύλων συνεσταλμένον μῆκος· ἀπολήγει γὰρ τὸ μέτρον εἰς τοὺς δακτύλους πὺξ γενομένους. B. πυγονιαῖον. πυγὼν δέ ἐστι τὸ ἀπὸ τοῦ ἀγκῶνος μέχρι τῶν δακτύλων κεκαμμένων διάστημα, ἐξ οὗ καὶ
10πυγμή. αἰνίττεται δὲ διὰ τούτου τὸ μὴ ἀνεῖσθαι μηδ’ ἐπ’ ἐξουσίας εἶναι τοὺς τετελευτηκότας, ἀλλ’ ὥσπερ ἔχεσθαι καὶ ἐγκεκλεῖσθαι καθάπερ καὶ οἱ δάκτυλοι. H.Q.V. ἔνθα καὶ ἔνθα] εἰς πλάτος καὶ εἰς μῆκος. B.Q.V.

10

.

518

χοὴν χεῖσθαι] τὴν τοῖς νεκροῖς ἐπιχεομένην χύσιν. Q.V. καινοπρεπῶς δὲ χοὴν, σπονδήν. Q.

10

.

521

ἀμενηνὰ] ἀσθενῆ, μένος οὐκ ἔχοντα, ἢ σώματος δύναμιν, ἀπὸ τοῦ μονὴν ἔχειν ἐκεῖ τὴν ψυχήν. V.

10

.

522

στεῖραν βοῦν] εἰς τὸ ὅμοιον. ἄγονα γὰρ καὶ στεῖρα τὰ τῶν νεκρῶν. V.

10

.

525

παμμέλανα] καὶ τοῦτο εἰς τὸ ὅμοιον. V.477 in vol. 2

10

.

528

εἰς Ἔρεβος στρέψας] καὶ πῶς ἠπίστατο τὴν δύσιν ἐν σκότῳ ὄντος; λέγομεν ὅτι παρὰ τοῖς Κιμμερίοις σκότος ἦν, οὐχ ὅπου ἡ θυσία ἐγίνετο. B. ἀπονόσφι τραπέσθαι] εἰς τὰ ὀπίσω τράπηθι αὐτὸς ἱέμενος τῶν
5τοῦ ποταμοῦ ῥευμάτων. B. ὡς πρὸς τοὺς ποταμούς. V.

10

.

543

ἀργύφεον] ἀρύφεον, ὅ ἐστι λαμπρὸν τῇ ὑφῇ καὶ εὐκατα‐ σκεύαστον, καὶ πλεονασμῷ τοῦ γ ἀργύφεον. B.

10

.

548

ἀωτεῖτε] ἀπανθίζετε τὸν ὕπνον. V.

10

.

555

ψύχεος ἱμείρων] ἀναψῦξαι διὰ τὸ πνῖγος καὶ τὴν μέθην ἐπι‐ θυμῶν τῆς αὔρας. ψύχεος] ψύχους, τῆς αὔρας. V.

10

.

560

ἀστραγάλων] ἀστράγαλον τοῦ αὐχένος λέγει. H.

10

.

570

ἀχνύμενοι] οἱ λυπούμενοι. γίνεται δὲ ἀπὸ τοῦ ἄχος ἡ θλί‐ ψις, ἢ ἐκ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ χαίνω ἀχανής τις ὤν· ὁ γὰρ λυπούμενος οὐ δύναται ἀναπνεῦσαι. B.

10

.

573

ῥεῖα παρεξελθοῦσα] ἀντὶ τοῦ ῥᾳδίως παραδραμοῦσα ἡμᾶς, ἤτοι κρυφίως. B. λάθρα ποιήσασα. V.

10

.

574

ἢ ἔνθα ἢ ἔνθα] ἀντὶ τοῦ, ἢ εἰσερχόμενον ἢ ἐξερχόμενον τὸν θεὸν καὶ μὴ θέλοντα οὐ δύναταί τις ἰδεῖν. B.

11

hyp

(t)

ΥΠΟΘΕΣΙΣ
1Διηγεῖται καὶ ταῦτα αὐτὰ Ὀδυσσεὺς, τίνα αὐτῷ εἰς Ἅιδου κα‐ τελθόντι ἔχρησε Τειρεσίας· καὶ ὡς τὴν μητέρα εἶδεν αὐτοῦ καὶ ἄλλας πολλὰς τῶν παλαιῶν γυναικῶν, καὶ τῶν εἰς Ἴλιον συστρατευσάντων ἐνίους, καὶ τῶν ἐν Ἅιδου κολαζομένων τινάς. P.Q.
5tΑΛΛΩΣ
6Ἀπαγγέλλει πῶς κατὰ Κίρκης ἐντολὰς εἰς Ἅιδου κατῆλθεν· καὶ ὡς ἤκουσε Τειρεσίου τοῦ μάντεως περὶ τῆς ἑαυτοῦ καὶ τῶν ἄλλων ἑταίρων σωτηρίας. καὶ ὡς τοὺς ἥρωας καὶ τὰς ἡρωΐδας εἶδεν ἐν Ἅιδου, καὶ τὴν μητέρα, καὶ εἰς Ἴλιον συστρατευσάντων τινὰς, καὶ τῶν ἐν
10Ἅιδου κολαζομένων τινάς. P.V.

11

.

3

ἐν δ’ ἱστὸν τιθέμεσθα] οὐχ ἁπλῶς ἐνεθήκαμεν τῇ νηῒ, ἀλλὰ μετὰ
τὸ στῆσαι τὸν ἱστὸν καὶ ἁπλῶσαι τὰ ἱστία, οἷον εὐτρεπίσαμεν. V.478 in vol. 2

11

.

7

ψιλωτέον τὸ ἴκμενον, ἤτοι ὑγρόν. H. ἐσθλὸν ἑταῖρον] ἑταῖρον εἶπεν, ὡς ἀξιωσάσης αὐτῆς τὸν ἄνεμον. Q. νῦν τὸν συνεργόν. V.

11

.

8

[Κίρκη ἐϋπλόκαμος: ὁ Τζέτζης ἀλληγορῶν “πῶς τούτῳ Κίρκη ὄπισθεν οὐρίους πνοὰς πέμπει;” φησὶ, “πέμπειν ἀνέμους οὐκ ἔσθενεν ἡ Κίρκη, πνοὴν δ’ ἰδοῦσα οὔριον ἐκέλευσε πλεῖν τότε.” P.] αὐδήεσσα] ἡ περίφημος, ἢ ἡ ἔχουσα αὐδὴν ἀνθρώπων, ἢ ἡ φωνη‐
5τική. B.

11

.

11

ποντοπορούσης] δῆλός ἐστιν ὁ ποιητὴς διὰ τὸ ποντοπορούσης ὠκεανὸν καλῶν τὴν ἔξω θάλασσαν. ἀλλαχοῦ δὲ ποταμὸν τὸν ὠκεανὸν καλεῖ διὰ τὸ ῥοῶδες. B.Q. τὴν θάλασσαν διερχομένης, πλεού‐ σης. V.

11

.

14

ἔνθα δὲ Κιμμερίων] Ἀρίσταρχος Κερβερέων. H. Κιμμέριοι ἔθνος περιοικοῦν τὸν ὠκεανόν. ἔνιοι δὲ γράφουσι χειμερίων· οἱ δὲ Κερβερίων, ὡς Κράτης. Ἡρόδοτος δὲ ὑπὸ Κιμμερίων φησὶ Σκύθας ἐξελαθῆναι. ἄλλοι δὲ Κιμμερίους φασὶν ὑποτίθεσθαι τοὺς κατὰ δύ‐
5σιν οἰκοῦντας καὶ προσκειμένους τοῖς κατὰ τὸν Ἅιδην τόποις. ἢ νε‐ κροῖς, ἀπὸ τοῦ ἐν τοῖς ἠρίοις κεῖσθαι. P.V. τινὲς, τῶν νεκρῶν, παρὰ τὸ ἐν ἔρᾳ κεῖσθαι. B.H. οὗτοι οἱ Κιμμέριοι οἱ Σκύθαι νομάδες ὄντες ἐκ τῶν δυτικῶν τοῦ ὠκεανοῦ μερῶν ἐλθόντες ἐπόρθησαν τὸν ναὸν Ἀπόλλωνος τὸν ἐν Δελφοῖς. διὸ δυσφημεῖ αὐτοὺς ὁ ποιητὴς ὡς ἐν
10σκότῳ οἰκοῦντας. B.H.

11

.

16

ἠέλιος φαέθων ἐπιδέρκεται] πῶς οὖν ζῶσιν; ἢ ἐπιδέρκεται μὲν, φαέθων δὲ οὔ. B.V. ἐπιλάμπει μὲν ὁ ἥλιος τοὺς Κιμμερίους, οὐ φαέθων δέ· ἀντὶ τοῦ οὐ πάνυ λάμπων. οὔτε τὴν δύσιν οὔτε τὴν ἀνατολὴν διὰ τὸ δυτικοῖς καὶ ἀνατολικοῖς ὄρεσι περιέχεσθαι. κατὰ479 in vol. 2
5μόνην δὲ μεσημβρίαν ἥλιον ὁρῶσι. τὸ οὖν “ἀλλ’ ἐπὶ νύξ” ἐπὶ τῆς ἀορασίας κεῖται. B.H.Q. Ἀρίσταρχος καὶ Ἀριστοφάνης, καταδέρκεται. H.

11

.

18

προτράπηται] ἀπ’ οὐρανόθεν τράπηται. διὰ τί προτράπηται; δοκεῖ εἰδέναι ὁ ποιητὴς ὅτι ὁ ἥλιος τὴν ἑκούσιον πορείαν ποιούμενος ἀπὸ δύσεως εἰς ἀνατολὴν ὅμως ὑπὸ τοῦ παντὸς ἀνθέλκεται εἰς τὸ ἐναντίον καὶ αὐτός. προτράπηται γὰρ ἀντὶ τοῦ μεταβάλληται, ἀπο‐
5κλίνῃ. B.Q.V.

11

.

23

ἱερήϊα] οὐκ ὀρθῶς· ἐπὶ γὰρ νεκρῶν τόμια καὶ ἔντομα, ἐπὶ δὲ θεῶν ἱερεῖα. ἢ ὅτι τὰ θρέμματα ἱερεῖα ἐκάλουν. V. ἔδει ἐπὶ νεκρῶν ἐντόμια εἰπεῖν. ἢ ἐπεὶ ἁπλῶς τὰ θρέμματα ἱερεῖα ὠνόμαζον. H.

11

.

26

χοὰς χέομεν] τὸ χοὴν ἐχεόμην, ἀπὸ κοινοῦ κατὰ τῶν τριῶν. H.B.Q. Ζηνόδοτος, χεάμην. H. χέομεν] γρ. χεόμην. M.

11

.

29

γουνούμην νεκύων] πῶς, εἰ μὴ αἰσθάνονται πρὸ τοῦ πιεῖν; εἰς τὴν τιμὴν οὖν τῶν δεσποτῶν ἡ δέησις. ἢ γονυπετῶν ἐπηγγελλόμην. H.V.

11

.

30

ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν] ζητεῖται διὰ ποίαν αἰτίαν κατελθὼν ἐν τῷ Ἅιδῃ Ὀδυσσεὺς ἐτάξατο τοῖς νεκροῖς, ἐλθὼν εἰς Ἰθά‐ κην στεῖραν βοῦν θῦσαι. καί φαμεν ὅτι οἱ νεκροὶ ἄτοκοί εἰσι καὶ οὐ τίκτουσι, διὰ τοῦτο ἐτάξατο αὐτοῖς βοῦν μὴ γεννῶσαν. Q.

11

.

34

τοὺς δ’ ἐπεὶ] πρὸς τὴν περίφρασιν ἀπέδωκε τὸ τούς. τί γάρ ἐστιν ἔθνεα νεκρῶν; δηλονότι τοὺς νεκροὺς ὅτε εὐχωλαῖς καὶ λιταῖς ἐλισάμην. Q. τὰ ἔθνεα νεκρῶν οὐκ ἄλλο τι σημαίνει ἢ τοὺς νε‐ κρούς. διὰ τοῦτό φησι, τοὺς δ’ ἐπεί. B.

11

.

37

ψυχαὶ ὑπ’ ἐξ Ἐρέβευς] ὡς μυίας νομιστέον αὐτὰς ἥκειν ἐπὶ τὸ αἷμα. B.Q.

11

.

38

νύμφαι τ’ ἠΐθεοί τε] οἱ ἓξ παρὰ Ζηνοδότῳ καὶ Ἀριστοφάνει ἠθετοῦντο ὡς ἀσύμφωνοι πρὸς τὰ ἑξῆς. οὐ γὰρ μεμιγμέναι παραγί‐ νονται αἱ ψυχαί· νῦν δὲ ὁμοῦ νύμφαι, ἠΐθεοι, γέροντες, παρθένοι. καὶ ἄλλως οὐδὲ τὰ τραύματα ἐπὶ τῶν εἰδώλων ὁρᾶται. ὅθεν ἐρωτᾷ, τίς480 in vol. 2
5νύ σε κὴρ ἐδάμασσε; τὸν Ἀγαμέμνονα. H.Q. ἀθετοῦνται οὗτοι οἱ ἓξ, ὅτι οὔπω προσέρχονται· καὶ ὅτι ἀδύνατον φέρειν τὰς ψυχὰς τὰς τῶν σωμάτων πληγάς. ἀλλὰ πρὸς ἀνακεφαλαίωσιν πεποίηται τῶν μετὰ ταῦτα ῥηθέντων. V. νύμφαι, αἱ ἄνδρας ἔχουσαι· ἠΐθεοι, οἱ ἄζυγες· νέαι ἀταλαὶ, αἱ
10μηδὲν τλῆναι δυνάμεναι. B.

11

.

39

νεοπενθέα] ἀεὶ νεάζον ἔχουσαι τὸ πένθος· ἢ νέον πενθοῦσαι. Q. ἐν τῇ νεότητι πενθοῦσαι. V.

11

.

40

πολλοὶ δ’ οὐτάμενοι] τοιούτῳ σχήματι ὑποτίθεται τοὺς νε‐ κροὺς οἵῳ καὶ ἀπέθανον. Q.

11

.

41

βεβροτωμένα] δοκοῦντα βεβροτῶσθαι, ὅ ἐστι μεμολύνθαι διὰ τοῦ βρότου ἤτοι τοῦ μετὰ κόνεως αἵματος. B.

11

.

42

ἔνθα καὶ ἔνθα] γρ. ἄλλοθεν ἄλλος. H. ἄλλοθεν ἄλλος] γρ. ἔνθα καὶ ἔνθα. M.

11

.

44

δὴ τότ’ ἔπειθ’ ἑτάροισι] αὐτὸς γὰρ ὡς ἡ Κίρκη ἔφη αὐτῷ ἐπὶ τοῦ βόθρου μένει. ἐνταῦθα οὖν χωρίζει τοὺς ἑταίρους, ἵνα μὴ κατα‐ κούσωσι τῶν μαντειῶν. V.

11

.

46

χάριν δι’ εὐχῶν ὁμολογῆσαι, ὡς δὴ ἀντομένου τοῦ σπουδαζο‐ μένου. H.

11

.

48

αὐτὰρ ἐγὼ ξίφος] κοινή τις παρὰ ἀνθρώποις ἐστὶν ὑπόληψις ὅτι νεκροὶ καὶ δαίμονες σίδηρον φοβοῦνται. Q.

11

.

51

πρώτη δὲ ψυχὴ Ἐλπήνορος] ἐπεὶ ἄταφος. τῶν δὲ τοιούτων καὶ πρὸ τοῦ πιεῖν φθέγγονται αἱ ψυχαί. V. ὁ Τειρεσίας πίνων τοῦ αἵματος ἐμαντεύετο, αἱ δὲ ἄλλαι ψυχαὶ πίνουσαι ἐπεγίνωσκον ἡ δὲ ψυχὴ τοῦ Ἐλπήνορος ἅτε δὴ μήπω ἐπι‐
5βᾶσα τῷ τῆς Λήθης πεδίῳ καὶ πρὸ πόσεως ἐπιγινώσκει τὸν Ὀδυσ‐ σέα. B.Q. Καὶ ἄλλως. πῶς οὐδένα ὁρᾷ τῶν παρὰ Κύκλωψιν ἢ Λαιστρυγόσιν
ἀπολομένων; ἐπεὶ, εἰ καὶ ἀθέσμως, ἐτάφησαν. H.Q. οὐδένα ὁρᾷ τῶν παρὰ τῷ Κύκλωπι ἢ ἐν Λαιστρυγονίᾳ ἀπολομένων. οὗτοι γὰρ, εἰ καὶ481 in vol. 2
10ἀθέσμως, ἀλλ’ οὖν ἐτάφησαν. V.

11

.

52

οὐ γάρ πω ἐτέθαπτο] εἰ ἀποφαίνεται νῦν περὶ τοῦ θανάτου αὐτοῦ, πῶς ἑξῆς διστάζων φησὶ “πῶς ἦλθες ὑπὸ ζόφον;” διὸ ὁ Καλλίστρατος ἀθετεῖ, εἰ μὴ ἄρα φησὶν ὅτι, οὐκ ᾐσθόμεθα τὸν θά‐ νατον διὰ τὸ περὶ ἄλλα ἀσχολεῖσθαι. H.Q.
5χθονὸς εὐρυοδείης] τῆς πλατεῖαν ὁδὸν ἐχούσης. Q.

11

.

58

ἔφθης πεζὸς ἐὼν] πεζὸς ὢν ἔφθησας ἐνταῦθα ταχύτερον παρὸ ἐγὼ μετὰ τῆς μελαίνης νηός. H.Q. οὐκ ἔστι κερτομίας ὁ λόγος, ἀλλ’ ἐπειδήπερ αὐτὸς οὐρίᾳ χρησά‐ μενος πολλῇ καὶ μιᾶς ὥρας διαβὰς ὅλον ὠκεανὸν περιτυγχάνει αὐτῷ
5περὶ τὰς Ἅιδου αὐλὰς, πυνθάνεται τίς ἡ τῶν σωμάτων μετὰ θάνατον πορεία, ἥν γε καὶ ναῦς οὐριοδρομοῦσα προλαμβάνειν οὐκ ἐπίσταται. ἢ ὅτι ἀπὸ νήσου ἐστάλησαν ἄμφω, ἄλλο δὲ πλοῖον οὐκ ἦν παρὰ τῇ Κίρκῃ. H.Q. πᾶσαι ἰών γρ. H.

11

.

65

βεβήκει] γρ. κατῆλθε. H.M.

11

.

66

τῶν ὄπιθεν] τῶν καταλελειμμένων οἴκοι, τῶν οὐ παρεόντων. V. λείπει ἡ πρός, ἵν’ ᾖ πρὸς τῶν οὐ παρόντων γουνάζομαι καὶ ἱκετεύω. ὡς πρὸς τῶν θεῶν καὶ πρὸς Διός. V. λείπει ἡ πρός, ἵν’ ᾖ πρὸς τῶν οὐ παρεόντων νῦν, ἀλλὰ καταλειφθέντων εἰς τὴν ἡμῶν οἰκίαν, ζώντων δὲ
5ἔτι. ὑπὲρ τούτων οὓς ὄπισθεν ἑαυτοῦ κατέλιπες οἴκοι. H.Q.

11

.

67

πρός τ’ ἀλόχου] οὐ προστίθησι τὴν μητέρα· ὁρᾷ γὰρ αὐτῆς τὴν ψυχήν. οὐδὲ περὶ τοῦ θανάτου αὐτῆς λέγει, ἵνα μὴ λυπήσῃ τὸν
παρακαλούμενον. Q.482 in vol. 2

11

.

68

ἔλειπες] διὰ τὸ μέτρον διφθογγογραφεῖται, ὀφεῖλον γρά‐ φεσθαι διὰ τοῦ ι. B.

11

.

69

ἐνθένδε κιὼν] χάριν τοῦ λαβεῖν ἐφόδια καὶ μαθεῖν περὶ τοῦ πλοῦ. V.

11

.

73

μήνιμα γένωμαι] ἤτοι μὴ ὀργισθῶσι σὲ οἱ θεοὶ δι’ ἐμὲ ἄτα‐ φον ἐάθεντα. B.

11

.

74

κακκῆαι] κατακαῦσαι. ἀντὶ τοῦ κατάκαυσον. V. ἡ κοινὴ κακκεῖαι, Ἀρίσταρχος κακκῆαι. προπερισπωμένως δέ· ἀπαρέμφα‐ τον γάρ ἐστιν. H.Q.

11

.

75

σῆμά τέ μοι χεῦαι] εὐτρέπισόν μοι σῆμα καὶ τάφον ἐπὶ τῷ αἰγιαλῷ τῆς πολιῆς καὶ λευκῆς θαλάσσης χῶσον. ὑποτίθεται δὲ ὁ ποιητὴς μὴ ἀμελεῖν ταφῆς. H.Q.

11

.

83

εἴδωλον] εἰ μὲν ἀπὸ τοῦ εἰδέναι, διὰ μόνου τοῦ ι γραπτέον, εἰ δὲ ἀπὸ τοῦ εἴδους, προσλήψεται τὸ ε. V. ἀγορεῦον] διαλεγόμενον. V. ἀγόρευεν] τινὲς εἰκαιότερον, ἀγορεῦον. H.

11

.

84

ψυχὴ μητρὸς κατατεθνηυίης] ὅτι πρὸς τὸ ἐκ τῆς περιφρά‐ σεως νοούμενον ἀπήντησε. ψυχὴ γὰρ μητρὸς κατατεθνηκυίας ἐστὶν ἡ Ἀντίκλεια. B.Q. κατατεθνηυίης] τελευτώσης. V.

11

.

85

Αὐτολύκου—Ἀντίκλεια] Αὐτόλυκος υἱὸς Ἑρμοῦ καὶ Φιλωνίδος
τῆς Δαιδαλίωνος τοῦ Ἑωσφόρου, οἱ δὲ Στίλβης. H.T. ὁ λόγος, Ἀντίκλειαν διὰ τὸν πόθον τοῦ παιδὸς βρόχῳ ἑαυτὴν ἐξαγαγεῖν τοῦ βίου. V.483 in vol. 2

11

.

88

ἀλλ’ οὐδ’ ὣς εἴων] καρτερικὸς ὁ ἔρως τοῦ ἡδέος ἀεὶ προκρίνων τὸ συμφέρον. H.Q.

11

.

90

ψυχὴ Θηβαίου] ὅτι πάλιν πρὸς τὸ ἐκ τῆς περιφράσεως νοη‐ τὸν ἀπήντησε. ψυχὴ γὰρ Θηβαίου Τειρεσίου ἐστὶν ὁ Τειρεσίας. διὸ ἐπήνεγκεν ἔχων, οὐκ ἔχουσα. ἦλθε, φησὶν, ἡ ψυχὴ τοῦ Τειρεσίου εἰς ἐμὲ ἔγγιον καὶ προεῖπεν ἡμῖν. H.Q. [σολοικοφανὲς καὶ
5τοῦτο, ἦλθε δ’ ἐπὶ ψυχὴ Τειρεσίαο, ὡς παρακατιὼν ὁ λόγος δη‐ λώσει. B.] [ἱστορία περὶ Τειρεσίου. φασὶ δὲ ὅτι οὗτος ὁ Τειρεσίας ὄφεις συνουσιάζοντας ἐν τῷ Κιθαιρῶνι εὑρὼν ἀνεῖλε τὴν θήλειαν καὶ γέγονε γυνὴ, εἶτα τὸν ἄρρενα, καὶ γέγονε πάλιν ἀνήρ. ἑτέρως δὲ πάλιν φα‐
10σὶν ὅτι γυμνὴν τὴν Ἀθηνᾶν ἰδὼν γυνὴ γέγονε. ἐρίζοντος δέ ποτε τοῦ Διὸς πρὸς Ἥραν καὶ λέγοντος πλείονα πόθον ἔχειν ἐν τῇ συνουσίᾳ τὰς γυναῖκας ἤπερ τοὺς ἄνδρας, κριτοῦ δὲ γεγονότος Τειρεσίου ὡς καὶ ἀνδρὸς καὶ γυναικὸς γενομένου, καὶ φαμένου ὅτι δεκαπλασίως ἐρᾷ τοῦ ἀνδρὸς ἡ γυνὴ, ὀργισθεῖσα ἡ Ἥρα ἐτύφλωσεν αὐτόν· ὁ δὲ
15Ζεὺς ἐχαρίσατο τὴν μαντικὴν καὶ πολυχρόνιον ζωήν. ὡς καὶ ἡ Περ‐ σεφόνη ἐν τῷ Ἅιδῃ τούτῳ χαρίζεται μόνῳ φρονεῖν τῶν ἄλλων ἁπάν‐ των νεκρῶν. περὶ δὲ τῆς Διὸς καὶ Ἥρας παρὰ Τειρεσίου ἕνεκα τῆς λαγνείας κρίσεως καὶ ὁ τῆς Μελαμποδίας ποιητὴς ὡς ἀπὸ Τειρεσίου φησὶν “οἴην μὲν μοῖραν δέκα μοιρῶν τέρπεται ἀνὴρ, τὰς δέκα δ’ ἐμ‐
20πίπλησι γυνὴ τέρπουσα νόημα.” P.]

11

.

91

ἐμὲ δ’ ἔγνω] τῷ νῷ, οὐ τοῖς ὀφθαλμοῖς. ἐπεὶ τυφλὸς ἦν. Q. ἐμὲ δ’ ἔγνω] οὐκ εἴ τις εἰμὶ, ἀλλ’ ὅτι σφάγια κομίζω μετὰ τὸ πιεῖν ἐκ τῆς μαντείας γνωρίζει αὐτόν. ὅσῳ δ’ ἄρα τις ἐκδέχεται τυφλώτ‐ τειν τὸν Τειρεσίαν, τοσούτῳ καλὸν τὸ ἔγνω, ἵνα καὶ τὸ ἐλλεῖπον τῶν
5ὄψεων τῇ τῆς συνέσεως γνώσει πληροῦται. V.

11

.

93

Ζηνόδοτος, τίπτ’ αὔτως. H.484 in vol. 2

11

.

94

ἀτερπέα χῶρον] τὸν ἐκτροπὴν οὐκ ἔχοντα, ἐπεὶ οὐδεὶς ὑπο‐ στρέφει ἐκεῖθεν. Q.T.

11

.

95

ἄπισχε δὲ] ὁ γὰρ Ὀδυσσεὺς εἰς βόθρον καὶ τὸ ξίφος κατέ‐ χων πρὸς ἐκφόβησιν τῶν ψυχῶν ἠρώτα ἑκάστην τίς εἴη. P.

11

.

101

ὁ λόγος, οὐκ ὀΐω τὸν νόστον σου λήσειν Ποσειδῶνα. F.H.T. τινὲς δὲ λήσειεν. H.

11

.

102

κότον] διὰ τὴν τοῦ Κύκλωπος τύφλωσιν. H.

11

.

105

αἴκ’ ἐθέλῃς] ἐὰν δύνῃ. V.

11

.

107

Θρινακίῃ] τῇ Σικελίᾳ· ἐπεὶ τρία ἔχει ἀκρωτήρια, Πέλωρον, Πάχυνον, Λιλύβαιον. B.V. καὶ ἔδει μὲν Τρινακρίαν λέγεσθαι, διὰ δὲ τὸ εὐφωνότερον οὕτως ὠνόμασται. B. Τρινακίη λέγεται ἡ Σι‐ κελία ἀπὸ τοῦ ἔχειν ἀκρωτήρια τρία. H.

11

.

109

ὃς πάντ’ ἐφορᾷ] ὑποσημαίνει ὅτι οὐκ ἄν τις ἀδικήσας τοιοῦ‐ τον θεὸν διαλάθοι. Q.

11

.

112

τεκμαίρομ’ ὄλεθρον] τελεσθῆναι οἴομαι, ἢ σαφῶς εἰδὼς προα‐ γορεύω. τὸ γὰρ τεκμήριον σαφὲς ὁρίζονται σημεῖον. “τέκμωρ οὐ γὰρ ἐμὸν παλινάγρετον” (Il. α, 526.). B.H.

11

.

114

ὀψὲ κακῶς νεῖαι] ἐπὶ γὰρ τῷ τῶν βοῶν τολμήματι ἑπτὰ ἔτη ὅλα παρὰ Καλυψοῖ διατρίβει, καὶ πάλιν ναυαγήσας πρὸς τοὺς Φαία‐ κας ἐκβράττει. V.

11

.

115

ὅτι οὐκ ἐνήλλακται ὁ χρόνος ὡς τὸ “σύν τε μεγάλῳ ἀπέτι‐ σαν·” (Il. δ, 161.) οὐ γὰρ ἦσαν οἱ μνηστῆρες συνηγμένοι εἰς τὸν οἶκον Ὀδυσσέως. H.

11

.

117

μνώμενοι—καὶ ἔδνα διδόντες] τῇ γὰρ ἀληθείᾳ ἤδη ὄντος ἐν Ἰθάκῃ τοῦ Ὀδυσσέως καὶ ἔνδον ἐπ’ αὐτοῦ προσφέρουσιν αὐτῇ οἱ μνηστῆρες τὰ ἔδνα. ὥστε ἄξιον μνημονεύειν τοῦ δήεις, ὅ ἐστιν εὑρή‐ σεις. V.

11

.

118

ἀποτίσεαι] ἀποδώσει τιμωρίαν τῶν ὧν ἔπραξαν. H.

11

.

120

ἠὲ δόλῳ ἢ ἀμφαδὸν] οὐ διστάζει, ἀλλ’ ὁ ἤ ἀντὶ τοῦ καί. φαίνεται γὰρ τὸ μὲν πρῶτον δόλῳ, ἑξῆς δὲ φανερῶς ἐπιθέμενος. H. ἀντὶ τοῦ καί, ὅπως ἂν ᾖ, καὶ δόλῳ καὶ φανερῶς· ὅμοιον τῷ “Ἀρτέμιδι
ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ” (Od. ρ, 37.). B.V. καὶ γὰρ ἐνταῦθα τὸ485 in vol. 2
5ἠέ ἀντὶ τοῦ καί. ἀπίθανον γὰρ τὸ ἐνδοιάζειν τὸν μάντιν. καὶ φαίνε‐ ται δὲ τὰ μὲν πρῶτα δόλῳ, ἑξῆς δὲ φανερῶς ἐπιτιθέμενος. V.

11

.

121

ἔρχεσθαι δὴ ἔπειτα] ἵνα κἀκεῖνοι γνῶσι τὴν τοῦ Ποσειδῶνος δύναμιν. V.

11

.

122

εἰς ὅ κε τοὺς ἀφίκηαι] εἰς Βουνίμαν ἢ εἰς Κελκέαν. H.

11

.

123

ἀνέρες οὐδέ θ’ ἅλεσσι] τοῖς ἀπὸ θαλάσσης. εἰσὶ γάρ που καὶ ἐν μέσῃ ἠπείρῳ ἅλες ὀρυκτοί. B.Q. τοῖς ἐκ θαλάσσης βρώμα‐ σιν, ἰχθύσιν, ὀστρέοις. ἐνδέχεται γὰρ ἅλας πήγνυσθαι καὶ παρὰ ἠπειρώταις. Q.

11

.

124

φοινικοπαρῄους] τὰς ἐν τῷ ἐρυθρῷ βάμματι κεχρωσμέ‐ νας. H.

11

.

128

ἀθηρολοιγὸν] ὀξυτόνως. δηλοῖ δὲ τὸ πτύον. οἱ δὲ νεώτεροι τὸ κίνητρον τῆς ἀθέρας οἴονται. Q. πτύον. φησὶ δὲ παρὰ τὸ εἶναι λοιγὸν τῶν ἀθέρων. ὅθεν καὶ ἀθερίζειν τὸ τοὺς ἀθέρας καθαίρειν. λέ‐ γεται δὲ καὶ πλάτη χερσαία, ὥσπερ καὶ πλάτη θαλασσία ἡ κώπη. B.
5τῶν ἀθέρων ὀλοθρευτικὸν ὄργανον. ἀθέρες γὰρ λέγονται κυρίως τῶν ἀσταχύων τὰ ἄκρα. λέγει δὲ τὸ πτύον, “ὡς δ’ ὅτ’ ἀπὸ πλατέος πτυόφιν μεγάλην κατ’ ἀλωὴν θρώσκουσι κύαμοι μελανόχροες ἢ ἐρέ‐ βινθοι” (Il. ν, 588.). ὁ μέντοι Σοφοκλῆς ἀπεδέξατο τῆς ἀθήρης κίνη‐
τρον λέγων οὕτως “ὤμοις ἀθηρόβρωτον ὄργανον φέρων.” H.V.486 in vol. 2

11

.

130

ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι] ἐν τοῖς οἰκείοις κλήροις οἱ τιμώμενοι εἴτ’ οὖν ἄνθρωποι εἴτε καὶ θεοὶ οὐκ ἂν ἐπί τινος γένοιντο φιλοτιμίας μείζονες. εἰ μέντοι ἐν τόποις τισὶ τοῖς πόρρω καθ’ οὓς οὐ πολιτεύονται λάβοιεν γέρα, ἐνταῦθα δὲ πλείων ἡ χάρις. ᾗ γε ἤδη
5διὰ τὴν παρὰ τοῦ Ὀδυσσέως εὐσέβειαν καὶ θεραπείαν καὶ ἠπειρώτης ἂν τιμηθείη Ποσειδῶν. V.

11

.

134

διπλῆ ἀνάγνωσις, καὶ, ἔξαλος, προπαροξυτόνως ἀντὶ τοῦ ἔξω καὶ πόρρω τῆς θαλάσσης, καὶ, ἐξ ἁλός, διῃρημένως, διὰ τὸ τῆς τρυ‐ γόνος κέντρον, ᾧ ὁ Τηλέγονος ἀντὶ αἰχμῆς ἐχρῆτο. V. ἐξ ἁλὸς] ἔξω τῆς ἁλός. οὐ γὰρ οἶδεν ὁ ποιητὴς τὰ κατὰ τὸν Τη‐
5λέγονον καὶ τὰ κατὰ τὸ κέντρον τῆς τρυγόνος. Q. τὸ ἔξαλος ὡς ἔκβιος, οἷον ἠπειρωτικὸς καὶ οὐ θαλάσσιος. ἔνιοι δὲ κατὰ παράθεσιν, ἐξ ἁλὸς, οἷον ἀπὸ θαλάσσης, ὡς τὸ “ἐπισσεύῃ μέγα δαίμων ἐξ ἁλός” (Od. ε, 421.). καί φασιν ὡς ἐντεύξει τῆς Κίρκης Ἥφαιστος κατεσκεύασε Τηλεγόνῳ δόρυ ἐκ τρυγόνος θαλασσίας, ἣν
10Φόρκυς ἀνεῖλεν ἐσθίουσαν τοὺς ἐν τῇ Φορκίδι λίμνῃ ἰχθῦς· οὗ τὴν μὲν ἐπιδορατίδα ἀδαμαντίνην, τὸν δὲ στύρακα χρυσοῦν εἶναι, τὸν Ὀδυσσέα ἀνεῖλεν. ἀλλ’ εἴ γε καὶ ἐν παραθέσει εἴη ἡ ἐξ, δύναται τὸ ἔξω δηλοῦν, ὡς τὸ “ἔκ τ’ ἀνδροκτασίης” (Il. λ, 164.), ὁ μέντοι Ἀσκαλωνίτης τὸ πλῆρες ἔξω ἡγεῖται, ἵν’ ᾖ ἔκθλιψις τοῦ ω, ὡς ἐν τῷ
15“βαθέης ἐξάλλεται αὐλῆς” (Il. ε, 142.). οὐκ ἀναγκαῖον δὲ, τῆς ἐξ ἤδη τὸ ἔξω σημαινούσης. H.Q. οἱ νεώτεροι τὰ περὶ Τηλέγονον ἀνέπλασαν τὸν Κίρκης καὶ Ὀδυσ‐
σέως, ὃς δοκεῖ κατὰ ζήτησιν τοῦ πατρὸς εἰς Ἰθάκην ἐλθὼν ὑπ’ ἀγνοίας τὸν πατέρα διαχρήσασθαι τρυγόνος κέντρῳ. Αἰσχύλος δὲ ἐν Ψυχα‐487 in vol. 2
20γωγοῖς ἰδίως λέγει “ἐρρωδιὸς γὰρ ὑψόθεν ποτώμενος ὄνθῳ σε πλήξει, νηδύος χειλώμασιν. ἐκ τοῦδ’ ἄκανθα ποντίου βοσκήματος σήψει πα‐ λαιὸν δέρμα καὶ τριχορρυές.” V.

11

.

135

ἀβληχρὸς] ὁ ἐν γήρᾳ γενόμενος ἠρεμαῖος θάνατος. B.Q.

11

.

136

ἀρημένον] ὡς βεβλαμμένον, ἀντὶ τοῦ ἀνόσῳ γήρᾳ κεκρατη‐ μένον. φύσει δὲ τὸ γῆρας βλαβερόν ἐστι τοῖς κεκτημένοις, κἂν ἄνο‐ σον ᾖ. διὸ ἀρημένον φησίν. B.Q. μηδαμοῦ λιμοῦ ἐπισκήπτοντος αὐτοῖς μηδ’ ἑτέρου δεινοῦ. H.

11

.

138

ἐπέκλωσαν] ἐπεμοίρασαν. V.

11

.

139

ταῦτα λέγει τῷ Τειρεσίᾳ περὶ τῆς ἰδίας μητρὸς, τὸ ταύτης ἐν τῷ Ἅιδῃ θεασάμενος ἴνδαλμα φαντασιωδῶς. H.

11

.

148

οὕτως δὲ ἐπεὶ πρόκειται ὅτι θέλει σοι φθονῆσαι, ὑποστρέψει πάλιν ὄπισθεν. H.

11

.

157

μέσσῳ γὰρ μεγάλοι ποταμοὶ] ᾤετο γὰρ αὐτὸν ἐκ τῆς πα‐ τρίδος ἐληλυθέναι διὰ τῆς Ἰταλίας, ἧς μεταξὺ πολλοί εἰσι ποταμοί. B.Q. ἀθετοῦνται τρεῖς. H. ἀθετοῦνται. τὸ γὰρ ἑξῆς, μέσον ὠκεανός.
5γέλοιον δὲ καὶ πεζὸν ἐόντα. V.

11

.

158

ὠκεανὸς μὲν πρῶτα] οὐκ ἐπήγαγε δεύτερα καὶ τρίτα, ἅπερ δεῖ κατὰ τὸ σιωπώμενον ἐκδέξασθαι. ἢ οὕτως· οἷον ἵνα μὴ ἄλλον ποταμὸν ἢ ῥεῦμα λέγωμεν, αὐτὸν πρῶτον ὠκεανόν. H.V.

11

.

160

ἦ νῦν δὴ Τροίηθεν] τινὲς ὡς ἓν μέρος λόγου παροξύνουσιν, ἀντὶ τοῦ ἀρτίως, ὁμοίως τῷ “οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος” (Od. ω, 260.). H.Q.

11

161-162

Ἀριστοφάνης ἀθετεῖ. H.

11

.

171

τανηλεγέος] μακροκοιμήτου. V. τοῦ μεγαλοκοιμήτου θα‐ νάτου, ἀπὸ τῆς ἐνεργείας, παρόσον οἱ ἀποθνήσκοντες οὐκέτι ἐγείρονται κατὰ τοὺς Ἕλληνας. Q.488 in vol. 2

11

.

172

ἢ Ἄρτεμις] ἀπὸ γὰρ τῆς σελήνης ἐπέρχονταί τινα νοσή‐ ματα. B.

11

.

173

οἷς ἀγανοῖς βελέεσσιν] πραέσιν. οἱ γὰρ αἰφνίδιοι θάνατοι ἀνώδυνοί εἰσιν. B.H.Q.T.

11

.

174

εἰπὲ δέ μοι πατρός τε] τὰ τοιαῦτα ὁ Ὀδυσσεὺς ἐρωτᾷ τὴν ψυχὴν τῆς ἑαυτοῦ μητρὸς περὶ τῆς συνεύνου αὐτοῦ καὶ τῶν παίδων. καὶ οὐκ ἀπεικὸς τοῦτο ποιεῖ. ἐπειδὴ γὰρ, φασὶν, αἱ ψυχαὶ μετὰ τὴν τοῦ συνθέτου διάλυσιν αἴσθησιν ἔχουσί πως τῶν τῇδε καὶ γνῶσιν
5ἀσωματωτέραν καὶ ἁπλουστέραν τῶν συντεθειμένων ἔκ τε ψυχῆς καὶ τοῦ σώματος, καλῶς λαβεῖν τῶν τοιούτων τὴν εἴδησιν ἐκ τῆς μητρῴας ψυχῆς εἶχε τὸν ἐρωτῶντα. ἑξῆς καὶ ὡς ἐνὸν ἤκουσεν ἅπερ αὐτὸς ὁ Ὀδυσσεὺς πρὸς τῆς αὐτῆς ἐρωτήσεως οὐκ ἐγίνωσκεν, ἀλλ’ ὅμως καὶ τόπον τόπῳ ἀμείβων ὁ δύστηνος. Q.
10ὃν κατέλειπον] Ἀριστοφάνης, οὓς κατέλειπον. H.

11

.

177

εἰπὲ δέ μοι μνηστῆς ἀλόχου] εἰδὼς ὁ Ὀδυσσεὺς τὰς ἑκυρὰς ἐχθρωδῶς περὶ τὰς νυοὺς διακειμένας περὶ Πηνελόπης ὑστάτης ἠρώ‐ τησεν. ἡ δὲ εὐφραίνουσα τὸν υἱὸν περὶ πρώτης αὐτῆς ἀπεκρίνατο. Q.T.

11

.

182

ὀϊζυραὶ δέ οἱ αἰεὶ] οὐ διὰ τοὺς μνηστῆρας· οὔπω γὰρ ἦσαν ἐπιθέμενοι· ἀλλὰ διὰ σέ. B.T. οὐχ ὑπὸ μνηστήρων ὀχλουμένῃ· οὐδέ‐ ποτε γὰρ οἱ μνηστῆρες, οἵ γε μετὰ τέσσαρα ἔτη ἐπίασιν· ἀλλὰ σὲ ζητούσῃ. V.

11

.

185

τεμένη] σεσημείωται τὸ ὄνομα ἀδιαιρέτως ἐξενεχθέν. H.Q. Ἀρίσταρχος τεμένεα. H.

11

.

186

δικασπόλον] αὐτὸν δηλονότι. ἀντὶ τοῦ εὐωχεῖ. H.

11

.

187

καλέουσι] γρ. κοτέουσι. Vind. 56. πῶς οὖν οἶδεν τί εἰ “ἐκ πόλιος κατέβαν, τάχα δ’ ἀγρὸν ἵκοντο;” (Od. ω, 305.) νῦν οὖν ἡ κατὰ ἀντὶ τοῦ ἀπό. H.

11

.

189

λείπει ἡ κατά κατὰ τὸ σχῆμα. H.

11

.

191

ἐν κόνι] ὅτι τὴν ἀπὸ τῆς ἐσχάρας σποδὸν κόνιν εἴρηκεν. H. κατὰ συγκοπὴν, ἢ κατὰ συναίρεσιν. κόνις ἡ εὐθεῖα, κόνιος, κόνιι καὶ κόνι. B. ἐν κόνει] ἐν τῇ γῇ. V. ἦσται] οὕτως Ζηνόδοτος. Ἀρίσταρχος, ἧστο. H. ἐνδέδυται. V.489 in vol. 2

11

.

194

κεκλιμένων] κεκλαδευμένων, πεπτωκότων. V. χθαμαλαὶ] οὐχ αἱ πρὸς τῇ γῇ, ἀλλ’ αἱ ἐν τῇ γῇ, ἢ ταπει‐ ναί. V.

11

.

196

σὸν πότμον γοόων] αἱ χαριέστεραι γραφαὶ ἔχουσι, σὸν νό‐ στον ποθέων. H.

11

.

197

οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην] οὐχ ὡς οἱ νεώτεροι, ὅτι ἑαυτὴν ἀνήρτησε Ναυπλίου ψευδῶς μηνύσαντος θάνατον Ὀδυσσέως. V.

11

.

200

οὔτε τις οὖν μοι νοῦσος] ἄλλο γὰρ νόσος, ἄλλο τηκεδών· οὐ γὰρ ταυτόν. B.

11

.

202

ἀλλά με σός τε πόθος] ὅτι οὐχ ὡς οἱ νεώτεροί φασιν, αὐτὴν ἀπάγξασθαι παρὰ Ναυπλίου πεπυσμένην τὴν Ὀδυσσέως τελευτήν. οἳ διεσφάλησαν ὑπὸ τοῦ λεγομένου παρὰ τοῦ συβώτου ὡς “ἀπώλετο λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅστις ἔμοιγε ἐνθάδε ναιετάων φίλος
5εἴη καὶ φίλα ἔρδοι” (ο, 359.). διαρρήδην γὰρ νῦν ὁμολογεῖ τεθνηκέ‐ ναι ἕνεκα τοῦ ποθεῖν τὸν Ὀδυσσέα. H.Q. σά τε μήδεα] ἅπερ κακῶς ἐβουλεύσω τὸν Κύκλωπα τυφλώσας καὶ ὑποβληθεὶς τοιαῖσδε ὑπὸ τοῦ Ποσειδῶνος κακώσεσιν. Q.

11

.

203

σή τ’ ἀγανοφροσύνη] εὐφήμως τὴν ἀγχόνην ἐσιώπησεν, ὡς δὴ αἰτίαν ἐχόντων τῶν οὕτως ὑπεξαγαγόντων ἑαυτοὺς τοῦ βίου. Q.V.

11

.

207

ἴκελον] γρ. ἰκέλη, ἡ ψυχή. H.

11

.

210

μίμνεις ἑλέειν] εἰς ἐνθύμησιν ἄγεις. Q.

11

.

213

ἦ τί μοι εἴδωλον] ἦ, φησὶν, οὐχ ὑπάρχεις σὺ ἡ ἐμὴ μήτηρ, ἀλλ’ εἴδωλόν τι καὶ ἀποσκίασμα τὸ παρ’ ἐμοὶ νῦν ὁρώμενόν ἐστιν, ὅπερ ἡ ἀγαυὴ καὶ λαμπρὰ Περσεφόνη παρώτρυνεν ἐλθεῖν εἰς ἐμὴν ὄψιν. H.Q. εἴδωλον. τὴν εἰς τὸ ἰδεῖν μόνον εἰκόνα, οὐ μέντοι καὶ
5εἰς ἄλλην αἴσθησιν. V.

11

.

218

ἀλλ’ αὕτη δίκη] δίκην βροτῶν λέγει αὐτὴν τὴν αὐτῶν ἀπο‐
βίωσιν, εἶτα τὴν ἐκφαινομένην τῶν ψυχῶν φαντασίαν τοῖς ζῶσιν. αὕτη τοίνυν ἡ δίκη πάντων βροτῶν κατεκράτησεν ἐξ αὐτῆς ταύτης γενέσεως. H.490 in vol. 2
5ὅτε κέν τε θάνωσιν] γρ. ὅτε τις κε θάνῃσι. M.

11

.

219

οὐ γὰρ ἔτι σάρκας] σημείωσαι ἐνταῦθα ὅτι τὰ νεῦρα ὡς κινήσεώς τε καὶ αἰσθήσεως ὄργανα τὸν ὅλον ἔχουσι τοῦ ζῴου λόγον. αἱ δὲ σάρκες καὶ τὰ νεῦρα αἱ μὲν εἰς ἀσφάλειαν ἐγένοντο καὶ ἀνά‐ παυσιν τῶν νεύρων, τὰ δὲ εἰς ἀντέρεισιν τοῦ ζῴου. διὰ τοῦτο εἶπε
5καὶ τὸ “οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσι.” B.

11

.

221

δαμνᾷ, ὡς κιρνᾷ. οἱ δὲ, δάμναται ὥς κεν πρῶτα λίπῃ, ὡς Κράτης. ὁ δὲ Ἀσκαλωνίτης, συνεδάμνα, ἢ τοῦ δαμνᾶται ἀποκοπὴ,
ἔξοδον δὲ ἀναγινώσκειν περισπωμένως, ἀπὸ τοῦ δαμνῶμαι ὡς πειρῶ‐ μαι, “πειρᾷ ἐμεῖο γεραιέ” (Il. ω, 390.), καὶ ἐκφωνουμένου τοῦ ι, ὡς491 in vol. 2
5τὸ δύναι παρ’ Ἀττικοῖς. H.

11

.

223

ἀλλὰ φόωσδε τάχιστα] ἀλλὰ ἐξελθεῖν ἐκ τοῦ Ἅιδου καὶ εἰς τὸ φῶς αὖθις ἐπανελθεῖν προθυμοῦ. Q. λιλαίεο] λείπει τὸ ἐλθεῖν ἢ ἱκέσθαι. B.

11

.

233

προμνηστῖναι] ἤτοι ἐπὶ μίαν ἑξῆς, ἢ ἐπάλληλοι, ἢ ἐπὶ στί‐ χον. καὶ ἔστι κατὰ τὸ ἔτυμον προμενέστιναι, ἀπὸ τοῦ προσμένειν τὴν ἑτέραν. V. ἤτοι μία καὶ μία κατὰ τάξιν ἐπήρχοντο καὶ ἀλλεπάλ‐ ληλοι. B.Q.
5ἡ δὲ] τὸ δὲ, ἡ δὲ, Ἀρίσταρχος ψιλοῖ καὶ οἱ ἄλλοι. H.

11

.

235

Τυρὼ ἴδον] ταύτην ἐπωνύμως οὕτω καλεῖσθαί φασι διὰ τὴν λευκότητα· λέγεσθαι δὲ οἱ μὲν Ὄσσαν, οἱ δὲ Συλὼ, οἱ δὲ Ῥαάνην, οἱ δὲ Λαοσόην. H.Q. εὐπατέρειαν] ὅτι ἐν εἰρωνείᾳ· δυσσεβὴς γὰρ λίαν ὁ Σαλμωνεὺς
5ἀντιβροντῶν τῷ Διὶ καὶ ἀνταστράπτων· διὸ καὶ κεραυνοῦται. B.H. Q.T.V.

11

.

236

Σαλμωνῆος ἀμύμονος] τινὲς ἀτασθάλου γράφουσι. πῶς οὖν οὐχὶ καὶ τὴν εὐπατέρειαν μετέθηκαν; H. ὅτι οὐχ ὑποτίθεται ἀσεβῆ τὸν Σαλμωνέα, ὡς οἱ νεώτεροι. οὐ γὰρ εὐπατέρειαν ἂν τὴν Τυρὼ εἶπεν οὐδὲ ἀμύμονος πατρός. Q.T.

11

.

237

φῆ δὲ Κρηθῆος] Αἰόλου καὶ Λαοδίκης τῆς Ἀλωέως Σαλμω‐ νεὺς καὶ Κρηθεύς. Q.

11

.

238

Ἐνιπῆος—ὃς πολὺ κάλλιστος ποταμῶν] Ἐνιπεὺς Ἤλιδος ποταμὸς καὶ Θεσσαλίας. πῶς οὖν ἐν Ἰλιάδι ὁ Ἄξιος; ἢ τοῦ μὲν Ἀξίου τὸ ὕδωρ, τοῦ δὲ Ἐνιπέως τὸ σῶμα. ὅθεν καὶ ἐραστά. V.

11

.

239

ὃς πολὺ κάλλιστος ποταμῶν] ἐναντίον εἶναι δοκεῖ τοῦτο τῷ “Ἀξίου, οὗ κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν” (Il. φ, 158.). εἰ γὰρ κάλλιστος οὗτος πάντων, οὐκ ἄρα ἐκεῖνος. λύεται δὲ κατὰ λέξιν. τὸ γὰρ κάλλιστον οὐχ ἓν λέγεται, ἀλλὰ πλείω. δηλοῖ δὲ καὶ αὐτὸς492 in vol. 2
5ποτὲ μὲν λέγων “Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην” (Il. ζ, 252.), ποτὲ δὲ “ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην Κα‐ σάνδρην” (Il. ν, 365.). καὶ μὴν καὶ ἀμφότεραι τοῦ Πριάμου θυγα‐ τέρες, καὶ ἐὰν ἡ μία θυγατρῶν εἶδος ἀρίστη, οὐκ ἄρα τις ἄλλη, ἀλλ’ ὅμως καὶ ἐπὶ τῶν δύο τοῦτό φησι. δύναται δὲ καὶ τὸ αἶαν μὴ τὴν
10γῆν λέγειν, ἀλλ’ ὄνομα κρήνης. φέρει δὲ τὸ ἔπος καὶ Εὔδοξος ἄνευ τοῦ ν “Ἀξίου, οὗ κάλλιστον ὕδωρ ἐπικίδναται Αἶα.” πολλῶν γὰρ ποταμῶν ἐμβαλλόντων εἰς τὸν Ἄξιον θολερῶν, Αἶα ἡ κρήνη διαυγέ‐ στατον ἀνίησιν ὕδωρ. ὥστε τὸ κάλλιστον οὐκ ἐπὶ τοῦ ποταμίου ὕδατος, ἀλλ’ ἐπὶ τοῦ κρηναίου φησίν. ἔστι δὲ καὶ ἐκ τοῦ προσώπου
15λῦσαι. τὸ γὰρ περὶ τοῦ Ἐνιπέως ἡ Τυρὼ λέγει ἐρασθεῖσα αὐτοῦ. H.Q.T.

11

.

240

ἡ τοῦ Κρηθῆος γυνὴ περιεπόλει εἰς τὰ καλὰ ῥεῖθρα τοῦ Ἐνι‐ πῆος ποταμοῦ ἔρωτι τούτου· ἀπεικάσθη οὖν αὐτῷ καὶ ὡμοιώθη ὁ ἐννοσίγαιος, καὶ ἐκοιμήθη εἰς τὰς αὐτοῦ προχοὰς μετὰ τῆς γυναικὸς Κρηθῆος. H.

11

.

242

ἐν προχοῇς ποταμοῦ] ἐπαφροδίτως ὁμοῦ καὶ φιλονείκως ἐν αὐτῷ μέσῳ τῷ ποταμῷ, οὗ δὴ ἡ Τυρὼ ἤρα, τοῦ Ποσειδῶνος κοινωνῆ‐ σαι θελῆσαι, ὥσπερ ἐπεγγελῶντα. προχοῇσι δὲ, τοῖς εἰς θάλασσαν τῶν ποταμῶν στόμασιν. V.

11

.

243

περιστάθη οὔρεϊ ἶσον] κύκλωθεν ἐστάθη σφαιροειδῶς, ὃν τρόπον Σκάμανδρος ἔσωζε τοὺς Τρῶας “κρύπτων ἐν δίνῃσι βαθείῃσι μεγάλῃσιν” (Il. φ, 239.), οὐ πνίγων, ἀλλ’ ἀέρα παρέχων αὐτοῖς. B.Q.

11

.

245

τὴν φύσιν λέγει ἀπὸ τοῦ εἴδους τοῦ κατὰ τὸν τρόπον. Καὶ ἄλλως. ἀθετεῖται· πρὸς τί γὰρ τῇ ἐρώσῃ καὶ ἑκουσίως βουλομένῃ
μιγῆναι κατέχευεν ὕπνον; Ζηνόδοτος δὲ ἀγνοεῖ τὸν στίχον. H. ἕξει σεμνοτάτῃ κοσμεῖ τὸ αἰσχρὸν, ὡς ὁ Ξενοφῶν “ἔγνω αὐτήν” ἀντὶ τοῦ493 in vol. 2
5ἐμίγη. M.

11

.

249

τέξεις] οὕτω Ἀρίσταρχος. Ζηνόδοτος δὲ κακῶς, τέξεαι. τινὲς δὲ “ἀνεμώλιοι εὐναὶ” γράφουσιν, οὐκ εὖ. H. ἀποφώλιοι] ἀδόκιμοι, ἄγονοι, ἄπαιδες, ἄκαρποι. V.

11

.

251

ὀνομήνῃς] ἐξ ὀνόματος εἴπῃς. ἡ ἀπάντησις πρὸς τοὺς παῖ‐ δας. H.

11

.

254

[Πελίην τέκε: σημείωσαι ὅτι τὸ τεκεῖν ἐπὶ μητρὸς, τὸ δὲ γεννῆσαι ἐπὶ πατρός. Πελίαν ἀρσενικῶς. B.]

11

.

255

θεράποντε Διὸς] βασιλεῖς. καὶ γὰρ οἱ πολεμικοὶ θεράποντες Ἄρηος. V.

11

.

258

τοὺς δ’ ἑτέρους] καλῶς τοὺς ἑτέρους· δύο γὰρ ἦσαν γένη παίδων, τὸ μὲν ἐκ Ποσειδῶνος, τὸ δὲ ἐκ Κρηθέως. Q.

11

.

259

ἱππιοχάρμην] ἤτοι χαίροντα ἵπποις, ἢ ἐφ’ ἵππων μαχόμε‐ νον. V.

11

.

260

Ἀντιόπην] ὁ μὲν ποιητὴς Ἀσωποῦ, οἱ δὲ τραγικοὶ Νυκτέως. M. Νυκτέως αὐτὴν οἱ νεώτεροι ἱστοροῦσιν. H. Θηβῶν ὁ Ἀσωπός. οὐκ ἀναστρεπτέον τὴν μετά πρόθεσιν. H.

11

.

262

Ἀμφίονά τε Ζῆθόν τε] ὅτι οἱ περὶ Ἀμφίονα ἐτείχισαν τὰς Θήβας διὰ τὸ δεδοικέναι τοὺς Φλεγύας. μετὰ δὲ τελευτὴν αὐτῶν κατασκαφείσης τῆς πόλεως ὑπὸ Εὐρυμάχου τοῦ Φλεγυῶν βασιλέως, Κάδμος ὕστερον ἐλθὼν ἀνέκτισε τὴν Θήβην. Q.

11

.

263

πρῶτοι] πρὸ τῆς Κάδμου ἐπιδημίας. H.

11

.

264

πληθυντικὸν τὸ πύργωσαν. H. Ἀριστοφάνης, ἐπεὶ οὔ μιν. H. ἐπεὶ οὔ μιν ἀπύργωτον] διὰ τοὺς Φλεγύας. μετὰ δὲ τὴν τελευτὴν αὐτῶν Εὐρύμαχος ἠρήμωσε τὰς Θήβας, ὥς φησι Φερεκύδης ἐν τῇ
5δεκάτῃ. V.494 in vol. 2

11

.

266

τὴν δὲ μετ’ Ἀλκμήνην] Τηλεβόαι στρατεύσαντες κτείνουσι τοὺς Ἠλεκτρύωνος παῖδας περὶ θρεμμάτων ἀγωνιζομένους. καὶ Ἀμ‐ φιτρύων ἀποκτείνας ἀκουσίως Ἠλεκτρύωνα φεύγει εἰς Θήβας. Ἀλ‐ κμήνη δὲ Ἠλεκτρύωνος οὐκ ἐβούλετο γαμηθῆναι πρὶν τίσαιτο τοὺς
5Τηλεβόας ὑπὲρ τῶν αὐτῆς ἀδελφῶν. ὑπισχνεῖται δὲ τοῦτο Ἀμφι‐ τρύων καὶ αὐτὴν εἰς Θήβας μεταγαγὼν πορεύεται ἐπὶ Τηλεβόας. ἐν ταύτῃ Ζεὺς τῇ νυκτὶ ἀφικνεῖται ἐπὶ τὴν Ἀμφιτρύωνος οἰκίαν ἔχων καρχήσιον, ἐοικὼς Ἀμφιτρύωνι. ἡ δὲ Ἀλκμήνη δοκοῦσα τὸν ἑαυτῆς παστὸν εἶναι πυνθάνεται περὶ τῶν Τηλεβοῶν εἰ κατέκτεινεν αὐτούς.
10ὁ δὲ Ζεὺς λέγων αὐτῇ πάντα ὅσα ἐγένετο δίδωσι καὶ τὸ καρχήσιον φάμενος ἀριστεῖα εἰληφέναι παρὰ τῶν στρατιωτῶν. ἡ δὲ ἀσμένως ἀποτίθησιν. ἔπειτα αὐτῇ συνευνασθεὶς Ζεὺς ἀπέρχεται, καὶ τῇ αὐτῇ παραγενόμενος νυκτὶ Ἀμφιτρύων μίσγεται. καὶ γεννᾷ Ἀλκμήνην ἐκ μὲν Διὸς Ἡρακλέα, ἐκ δὲ Ἀμφιτρύωνος Ἰφικλέα. ἡ ἱστορία παρὰ
15Φερεκύδῃ. V.

11

.

267

θρασυμέμνονα] γρ. κρατερόφρονα. M.

11

.

269

Μεγάρην] Μεγάρα Κρέοντος τοῦ Θηβῶν βασιλέως. γημα‐ μένη Ἡρακλεῖ παῖδας ἴσχει Θηρίμαχον καὶ Κρεοντιάδην καὶ Δηικό‐ ωντα. βαδίζοντος δὲ αὐτοῦ εἰς Ἅιδου ἐπὶ τὸν τοῦ κυνὸς ἆθλον Λύκος ὁ τῶν Θηβῶν βασιλεὺς πεισθεὶς Ἥρᾳ καταστέφει τοὺς Ἡρακλέους
5παῖδας, ἵνα θύσῃ. οὐ γὰρ αὐτὸν ἐπανήξειν ᾤετο. παραγενόμενος δὲ Ἡρακλῆς ἀναιρεῖ αὐτὸν καὶ τοὺς ἐκείνου παῖδας. μανεὶς δὲ διὰ τὴν Ἥραν κτείνει τοὺς ἰδίους. ἔμελλε δὲ καὶ τὸν ἀδελφὸν Ἰφικλέα, εἰ μὴ ἔφθασεν Ἀθηνᾶ κωλύσασα. ἡ δὲ ἱστορία παρὰ Ἀσκληπιάδῃ. T.V.

11

.

270

μένος αἰὲν ἀτειρής] ὀργῆς ἀφορήτου μεστός. V.

11

.

271

Οἰδιπόδαο] ἀπὸ τῆς Οἰδιπόδης εὐθείας. H. Ἐπικάστην] παρὰ τοῖς τραγικοῖς Ἰοκάστην. V.
Λάϊος ὁ Οἰδίποδος πατὴρ παρὰ Φοίβου μαντείαν λαβὼν ὅτι ὁ τικτό‐ μενος παῖς ἀπ’ αὐτοῦ ἀναιρεῖ αὐτὸν, Ἐπικάστην γήμας γεννᾷ Οἰδί‐495 in vol. 2
5ποδα καὶ τοῦτον ἐκτίθησι. Σικυώνιοι δὲ ἱπποφορβοὶ ἀναλαβόντες ἔτρεφον αὐτόν. ἡλικίας δὲ γενόμενος ὁ Οἰδίπους ἦλθεν εἰς Θήβας ἐπιζητῶν τοὺς γονέας. ἀποκτείνας δὲ ἀκουσίως τὸν πατέρα λαμβάνει πρὸς γάμον οὐκ εἰδὼς τὴν μητέρα ἐπιλυσάμενος τὸ τῆς Σφιγγὸς αἴνιγμα τὸ λέγον, τί δίπους, τί τρίπους, τί τετράπους. καὶ λέγομεν
10ὅτι τὸ δίπους ἐστὶν ὁ ἄνθρωπος, τὸ τρίπους σημαίνει γέροντα βαστά‐ ζοντα βακτηρίαν, καὶ τὸ τετράπους τὸ νήπιον τὸ συρόμενον. γίνεται δὲ ἐκ τούτων Ἐτεοκλῆς καὶ Πολυνείκης καὶ θυγατέρες Ἀντιγόνη καὶ Ἰσμήνη. ὕστερον δὲ ἡ Ἰοκάστη ἐπιγνοῦσα ὅτι τῷ παιδὶ παρεμίγη ἑαυτὴν ἀνήρτησεν· ὁ δὲ Οἰδίπους ἐκπεσὼν ὑπὸ Κρέοντος ἦλθεν εἰς τὴν
15Ἀττικὴν, καὶ ᾤκησεν Ἱππέα Κολωνὸν καλούμενον. καὶ ἱκέτευεν ἐν τῷ ἱερῷ τῶν θεῶν, Δήμητρος καὶ πολιούχου Ἀθηνᾶς, καὶ βίᾳ ἀγόμενος ὑπὸ Κρέοντος ἔσχεν ὑπερασπιστὴν Θησέα. τελευτῶν δὲ ὁ Οἰδίπους διὰ γῆρας παρεκάλεσε τὸν Θησέα μηδενὶ τῶν Θηβαίων δεῖξαι τὸν τάφον. ἐθελῆσαι γὰρ αὐτὸν καὶ νεκρὸν αἰκίσασθαι. ἡ ἱστορία παρὰ
20Ἀνδροτίωνι. V.

11

.

274

ἄφαρ] οὐκ εὐθέως· ἐπεὶ πῶς ἔσχε παῖδας; ἀλλ’ ἐξαίφνης. B. ἀνάπυστα] ἀνὰ στόμα πᾶσι λέγεσθαι καὶ πυνθάνεσθαι· ἢ διά‐ δηλα. B.V. προπαροξυτόνως φησὶν ἐν τῇ καθόλου, περιττῆς οὔσης τῆς ἀνά, ἀντὶ τοῦ πυστὰ, ἐξάκουστα. δύναται δὲ καὶ τοῦ ἄπυστα
5ἐγκειμένου ἄλλη στέρησις ἐντεθῆναι μετὰ προσθέσεως τοῦ ν, ὡς ἐν τῷ ἀνήκουστος, ἀνηλεής. αἱ δύο οὖν στερήσεις μίαν συγκατάθεσιν ἐδήλωσαν, καὶ ἔστιν ἀντὶ τοῦ ἀκουστά. B.Q.

11

.

275

ἀλλ’ ὁ μὲν ἐν Θήβῃ] ἀγνοεῖ τὴν τύφλωσιν καὶ τὴν φυγὴν Οἰδίποδος. καὶ ἐν Ἰλιάδι (ψ, 678.) γράφει αὐτὸν ἐν Θήβῃ τετελευ‐ τηκέναι· “Μηκιστέως υἱὸς Ταλαϊονίδαο ἄνακτος, ὅς ποτε Θήβασδ’
ἦλθε δεδουπότος Οἰδιπόδαο.” B.H.Q.496 in vol. 2
5πολυηράτῳ] πολλὰς ἀρὰς καὶ βλάβας ὑπομεινάσῃ παρὰ θεῶν. B. Q.V. οὐ γὰρ ἐρασμίῳ· ὅπως ἂν ᾖ τῷ ὑποκειμένῳ ἀκόλουθον. V.

11

.

276

θεῶν ὀλοὰς διὰ βουλάς] τὰς τῷ Οἰδίποδι ὀλοὰς καὶ ὀλεθρίας γινομένας. τὸ δὲ ἑξῆς, πάσχων θεῶν ὀλοὰς διὰ βουλάς. B.H.Q. τὸ ἑξῆς, ἄλγεα πάσχων θεῶν ὀλοὰς διὰ βουλὰς Καδμείων ἤνασσεν· οὐχὶ θεῶν ὀλοὰς διὰ βουλὰς ἤνασσεν. V.

11

.

277

πυλάρταο] τοῦ τὰς πύλας ἰσχυρῶς ἐπαρτῶντος καὶ συγκλεί‐ οντος. V.

11

.

278

ἁψαμένη] ἀναρτήσασα, ἐκδήσασα, ἀναψομένη βρόχον ὑψη‐ λὸν καὶ τῆς γῆς ἀφεστηκότα. H. μελάθρου] νῦν δοκοῦ. V.

11

.

281

καὶ Χλῶριν ἴδον] Νηλεὺς ὁ Ποσειδῶνος καὶ Τυροῦς παῖς ἐξελαθεὶς ὑπὸ Πελίου τοῦ ἀδελφοῦ τῆς Ἰωλκοῦ ἀφίκετο εἰς Μεσσή‐ νην τῆς Πελοποννήσου. καὶ λαβὼν παρὰ ἐγχωρίων τὴν Πύλον κτίζει, καὶ γαμεῖ Χλῶριν τὴν Ἀμφίονος τοῦ Ἰάσου καὶ Φερσεφόνης τῆς
5Μινύου θυγατέρα, βασιλεύει τε οὐ μόνον τῶν Πυλίων, ἀλλὰ καὶ τῶν ἐν Ὀρχομενῷ καὶ γίνεται εὐδαιμονῶν. ἡ ἱστορία παρὰ Φερεκύδῃ. V.

11

.

283

Ἀμφίονος Ἰασίδαο] οὐ τοῦ Ζήθου ἀδελφοῦ· ἕτερος γὰρ οὗ‐ τος. B. ἕτερος οὗτος ὁ Ἀμφίων Ἀργεῖος ὁ Διός. V.

11

.

285

τὸ “ἠδὲ Πύλου” σύνδεσμος ἐπὶ Νηλέως ἀκουστέον, ὃς Ὀρ‐ χομενοῦ καὶ Πύλου ἐβασίλευσεν. οὕτως Ἀρίσταρχος· ὁ δὲ Ἡρω‐ διανὸς ἐπὶ Χλωρίδος φησὶν, ἀντιδιαστέλλων τῷ πατρὶ, καὶ ἐπὶ θηλειῶν δὲ τάσσει τὸ βασίλευε, “μητέρα δ’, ἣ βασίλευεν” (Il. ζ,
5425.). H

11

.

286

Νέστορα τε Χρόμιόν τε] ἐναντία φαίνεται ταῦτα τῷ “δώ‐ δεκα γὰρ υἷες ἦμεν.” τρεῖς γὰρ εἴρηνται νῦν. λύοιτο δ’ ἂν ἐκ τῆς
λέξεως· ἐνταῦθα γὰρ ἐκ τῆς Χλωρίδος τρεῖς γενέσθαι τῷ Νηλεῖ φησί. τί οὖν ἐκώλυε καὶ ἐξ ἑτέρων ἔχειν τοὺς λοιπούς; H. πῶς οὖν ἐν497 in vol. 2
5Ἰλιάδι (λ, 692.) “δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἷες ἦμεν;” ἐξ ἄλ‐ λων καὶ ἄλλοι, ἐκ Χλωρίδος δὲ τρεῖς. ἢ νῦν κατ’ ἐξοχὴν τῶν τριῶν ἐμνήσθη, Χρομίου μὲν ὡς πρεσβυτάτου, Περικλυμένου δὲ ὡς ἀνδρει‐ οτάτου, Νέστορος δὲ ὡς συνετωτάτου. V. δηλονότι οἱ δώδεκα παῖ‐ δες Νηλέως ἐκ διαφόρων ἦσαν. ὡς ἐξοχωτέρων τούτων μέμνηται, τοῦ
10μὲν Χρομίου ὡς πρεσβυτέρου, τοῦ δὲ Περικλυμένου ὡς γενναιοτέρου, τοῦ δὲ Νέστορος ὡς συνετοῦ. διὸ τὸ ἀγλαά προσέθηκεν. Q.T. Περικλύμενόν τ’ ἀγέρωχον] Ἡσίοδος τὸν Περικλύμενον διηγεῖται δῶρον εἰληφέναι παρὰ Ποσειδῶνος ὥστε ἀμείβειν ἑαυτὸν εἰς οἵου ζῴου ἢ δένδρου ἐθέλοι εἰκόνα. ἀγέρωχον οὖν ἀκουστέον νῦν τὸν ἄγαν ῥᾳδίως
15μεταφερόμενον καὶ μεταχεόμενον εἰς ὃ ἂν βούλοιτο. H.Q.V.

11

.

287

τοῖσι δ’ ἐπ’ ἰφθίμην Πηρὼ] Νηλεὺς ὁ Ποσειδῶνος ἔχων θυ‐ γατέρα Πηρὼ τοὔνομα κάλλει εὐπρεπεστάτην οὐδενὶ ταύτην ἐξεδίδου πρὸς γάμον, εἰ μὴ πρότερον ἐκ Φυλάκης τὰς τῆς μητρὸς Τυροῦς ἐλάσειέ τις βοῦς παρ’ Ἰφίκλου. πάντων δὲ ἀπορουμένων Βίας ὁ Τα‐
5λαοῦ μόνος ὑπέσχετο δράσειν τοῦτο, καὶ πείθει τὸν ἀδελφὸν Μελάμ‐ ποδα ῥέξαι τὸ ἔργον. ὁ δὲ, καίπερ εἰδὼς ἅτε δὴ μάντις ὅτι ἁλώσεται ἐνιαυτὸν, εἰς τὴν Ὄθρυν ἀφικνεῖται ἐπὶ τὰς βοῦς. οἱ φύλακες ἐν‐ ταῦθα καὶ οἱ βουκόλοι κλέπτοντα αὐτὸν λαμβάνουσι καὶ παραδιδό‐ ασιν Ἰφίκλῳ. καὶ δεθεὶς ἐφυλάσσετο παρεζευγμένων αὐτῷ θεραπόν‐
10των δύο, ἀνδρὸς καὶ γυναικός. καὶ ὁ μὲν ἀνὴρ αὐτὸν ἐπιεικῶς ἐθερά‐ πευεν, ἡ δὲ γυνὴ φαυλότερον. ἐπεὶ δὲ ὁ ἐνιαυτὸς ὀλίγον πρὸς τὸ τελειωθῆναι περιῄει, Μελάμπους ἀκούει ὕπερθέν τινων σκωλήκων δια‐ λεγομένων ὅτι καταβεβρώκοιεν τὴν δοκόν. καὶ τοῦτο ἀκούσας καλεῖ
τοὺς διακόνους καὶ κελεύει αὐτὸν ἐκφέρειν, τῆς κλίνης λαμβανομένους498 in vol. 2
15τὴν μὲν γυναῖκα πρὸς ποδῶν, τὸν δὲ ἄνδρα πρὸς κεφαλῆς. οἱ δὲ αὐ‐ τὸν ἀναλαβόντες ἐκφέρουσιν. ἐν τοσούτῳ δὲ καὶ ἡ δοκὸς κατακλᾶται καὶ ἐπιπίπτει τῇ γυναικὶ καὶ κτείνει αὐτήν. ὁ δὲ ἀνὴρ ἐξαγγέλλει τῷ Φυλάκῳ, ὁ δὲ Φύλακος Ἰφίκλῳ, τὰ γενόμενα. οἱ δὲ ἐλθόντες παρὰ τὸν Μελάμποδα ἐρωτῶσιν αὐτὸν τίς ἐστιν. ὁ δὲ ἔφη μάντις
20εἶναι. οἱ δὲ αὐτῷ τὰς βοῦς ὑπισχνοῦνται δώσειν, ἐὰν μηχανήν τινα εὕρῃ παίδων γενέσεως Ἰφίκλῳ. καὶ πιστοῦνται ταῦτα. ὁ δὲ Με‐ λάμπους βοῦν ἱερεύσας τῷ Διὶ διαιρεῖ μοίρας πᾶσι τοῖς ὄρνισιν. οἱ δὲ ἔρχονται πάντες πλὴν ἑνὸς αἰγυπιοῦ. ὁ δὲ Μελάμπους ἐρωτᾷ πάντας τοὺς ὄρνιθας εἴ τις οἶδε μηχανὴν πῶς ἂν Ἰφίκλῳ γένοιντο
25παῖδες. ἀποροῦντες δὲ ἐκεῖνοι κομίζουσι τὸν αἰγυπιόν. οὗτος δὲ τὴν αἰτίαν ἐξ ἀπαιδίας σπορᾶς εὐθέως εὗρεν. διῶξαι γὰρ τὸν Φύλακον μετὰ μαχαίρας τὸν Ἴφικλον ἔτι νεογνὸν ὄντα διὰ τὸ ἰδεῖν αὐτὸν ἄτο‐ πόν τι ποιοῦντα, ἔπειτα τὸν Φύλακον μὴ καταλαμβάνοντα πῆξαι τὴν μάχαιραν εἴς τινα ἄχερδον καὶ περιφῦναι αὐτῇ τὸν φλοιὸν, τὸν δὲ
30Ἴφικλον διὰ τὸ δέος μηκέτι παῖδας ποιῆσαι. ἐκέλευσεν οὖν ὁ αἰγυ‐ πιὸς τὴν μάχαιραν τὴν ἐν τῷ ἀχέρδῳ κομίζειν καὶ ἀποσμήξαντα τὸν ἰὸν διδόναι ἀπ’ αὐτῆς πιεῖν ἐν οἴνῳ δέκα ἡμέρας Ἰφίκλῳ· γενήσεσθαι δὲ αὐτῷ παῖδας ἐκ τούτου. ποιήσας δὲ ὁ Ἴφικλος τοῦτο τὴν γονὴν ἀναρρώννυσι καὶ ἴσχει Ποδάρκην παῖδα. καὶ δίδωσι τὰς βοῦς τῷ
35Μελάμποδι, ἃς λαβὼν καὶ ἀγαγὼν εἰς Πύλον δίδωσι Νηλεῖ ἕδνα τῆς Πηροῦς. καὶ λαμβάνει αὐτὴν τῷ ἀδελφῷ Βίαντι πρὸς γάμον. καὶ αὐτῷ γίνονται παῖδες Περιάλκης καὶ Ἄρητος καὶ Ἀλφεσίβοια. ἡ δὲ ἱστορία παρὰ Φερεκύδῃ ἐν τῇ ἑβδόμῃ. V.

11

.

288

περικτίται] οἱ περιοικοῦντες. V. οὐδέ τι Νηλεύς] Ἀρίσταρχος, οὐδ’ ἄρα. H.

11

.

290

ἐκ Φυλάκης ἐλάσειεν] ἐκ Φυλάκης τῆς ἐν Θεσσαλίᾳ πό‐ λεως Τυρὼ ἦλθε παρὰ Δηϊονέα τὸν θεῖον. ὁ δὲ κατασχὼν αὐτὴν εἰς
Θεσσαλίαν δίδωσι Κρηθεῖ τῷ ἀδελφῷ ἤδη ἐκ Ποσειδῶνος ἐσχηκυῖαν Νηλέα καὶ Πελίαν. ὁ τοίνυν Νηλεὺς Ἴφικλον τὸν Φυλάκου τοῦ499 in vol. 2
5Δηϊονέως ἀπῄτει τὰ τῆς μητρός. καὶ ὃς οὐκ ἀπεδίδου. Μελάμπους δὲ ὁ Ἀμυθάονος ὑπὸ δρακόντων τὰ ὦτα καθαρθεὶς, ὡς καὶ τῶν ἀλόγων ἐπακούειν ζῴων, τὰς Ἰφίκλου βοῦς ἀπελαύνων ὑπὲρ τοῦ γῆμαι Πηρὼ τὴν Νηλίως Βίαντα τὸν ἀδελφὸν αὐτοῦ, συλληφθεὶς καὶ εἰς εἱρκτὴν ἐμβληθεὶς κατακούσας τε διαλεγομένων σκωλήκων ὀλίγον ἔτι ἀπέ‐
10χεσθαι τῆς δοκοῦ, ἐκέλευσεν ἐκκομισθῆναι. τοῦ δὲ οἰκήματος κατε‐ νεχθέντος μαθὼν ὁ Ἴφικλος ὑπισχνεῖται τῷ Μελάμποδι τὰς βοῦς, εἴ γε τῆς ἀτεκνίας αὐτὸν διὰ τῆς τέχνης παύσειε. ὁ δὲ Μελάμπους παρ’ αἰγυπιοῦ μαθὼν τὴν αἰτίαν, καὶ ἀναζητήσας ἐκείνην τὴν μά‐ χαιραν ἀχέρδου φλοιῷ κεκαλυμμένην, ἣν ἐπήνεγκε Φύλακος τῷ Ἰφί‐
15κλῳ ἐπὶ τῶν ἀγρῶν ἐκτέμνοντι τὰ τετράποδα, θύσας τε θεοῖς τοῖς μηνίουσιν ὑπὲρ τῆς τῶν τετραπόδων εὐνουχίας, τὸν Ἴφικλον ἀπεφή‐ νατο πατέρα Πρωτεσιλάου καὶ Ποδάρκους. H.V. μετὰ θάνατον Σαλμωνέως Τυρὼ κομιζομένη παρὰ Δηΐονι τῷ θείῳ κορεύεται ὑπὸ Ποσειδῶνος. ὁ δὲ Κρηθεῖ τῷ ἀδελφῷ δίδωσιν αὐτήν.
20αὐξηθεὶς δὲ Νηλεὺς ἀπῄτει Ἴφικλον τὸν Δηϊονέως τὰ τῆς μητρός. τοῦ δὲ μὴ ἀπονέμοντος ὑπέσχετο τὸν γάμον θυγατρὸς τῷ δυναμένῳ ἀπαιτῆσαι. Μελάμπους δὲ ὁ Ἀμυθάονος πειρώμενος ἀπελάσαι τὰς βοῦς ἠγρεύθη. καὶ περὶ παιδοποιίας μαντευσάμενος Ἰφίκλῳ δέχεται τὰς βοῦς. ὁ γὰρ Ζεὺς εἶπε τῷ μάντει ὅτι κρατηθῆναι μέλλει ὑπὸ τοῦ
25Ἰφίκλου. H.Q. Ἴφικλος υἱὸς ὢν τοῦ Ἡρακλέους βοῦς ἔβοσκεν ἰσχυρὸς τυγχάνων τὴν ῥώμην τοῦ σώματος. ὁ γοῦν Νηλεὺς θυγατέρα ἔχων ὡραίαν τὴν καλουμένην Πηρὼ ἔλεγε δοῦναι ταύτην τῷ κατισχύσαντι ἐξελάσαι τὰς βοῦς τῆς ἰσχύος τοῦ Ἰφικλέους. Q.

11

.

291

ἀργαλέας] χαλεπὰς, δυσκόλους. ἀπὸ τοῦ περιέχοντος δὲ ἔξωθεν πράγματος αὐτὸ τὸ περιεχόμενον ἐπωνόμασεν. ἀργαλέαι γὰρ οὐκ αὐταὶ αἱ βόες, ἀλλ’ αἱ περὶ αὐτὰς πραγματεῖαι καὶ σπουδαί. B.V.

11

.

297

Διὸς δ’ ἐτέλεσσεν ἐφετμήν] γράφεται, Διὸς δ’ ἐτελείετο
βουλή. B. Διὸς δ’ ἐτελείετο βουλή] ὁ γὰρ Ζεὺς εἶπε τῷ μάντει ὅτι κρατη‐ θῆναι μέλλει ὑπὸ τοῦ Ἰφίκλου. H.500 in vol. 2

11

.

298

Πλευρωνία μὲν ἡ Λήδα ἡ Θεστίον, ἐν Λακεδαίμονι δὲ ἐγα‐ μήθη. H. καὶ Λήδην εἶδον τὴν Τυνδάρεως παράκοιτιν] Ζεὺς Λήδας ἐρασθεὶς τῆς Θεστίου παιδὸς εἰς κύκνον ἑαυτὸν μετέβαλε καὶ διαπτὰς ἐμίγη
5αὐτῇ. μετὰ χρόνον δὲ ἐκείνη τεκοῦσα ὠὸν ἀποτίθεται εἰς λάρνακα, ὅθεν συνέβῃ τούς τε Διοσκούρους καὶ τὴν Ἑλένην γενέσθαι, γόνῳ μὲν Διὸς, ἐπίκλησιν δὲ Τυνδάρεω. ἡ δὲ ἱστορία παρὰ τοῖς νεωτέ‐ ροις. Q.T.V. τὴν Τυνδαρέου] σημείωσαι· οὐ Τυνδαρέου ὀφείλει γράφειν, ἀλλὰ
10Τυνδάρεω. Cod. Vind. 133.

11

.

299

ἥ ῥ’ ὑπὸ Τυνδάρεω] παροξυτόνως τὸ Τυνδάρεω, ἀκολούθως τῷ “οὐχ ὡς Τυνδάρεω κούρη κακὰ μήσατο” (Od. ω, 199.). H.Q. μετὰ δὲ τὸ γαμηθῆναι τῷ Τυνδάρεῳ τέτοκε τοὺς Διοσκούρους, ἐκ
μὲν Διὸς Πολυδεύκην, ἐκ δὲ Τυνδάρεω Κάστορα. Q.501 in vol. 2

11

.

300

Κάστορα—καὶ—Πολυδεύκεα] ὅτι οὐ παραδίδωσιν ἐκ Διὸς Κάστορα καὶ Πολυδεύκην, ἀλλ’ ἐστὶ νεωτερικὰ ταῦτα. H. τούτων ὁ μὲν Πολυδεύκης ἀπὸ τοῦ θείου σπέρματος ἱστορεῖται γενέσθαι, ὁ δὲ Κάστωρ ἀπὸ Τυνδάρεω. V.

11

.

302

τιμὴν πρὸς Ζηνὸς ἔχοντες] ἀναιρεθέντος Κάστορος ὑπὸ Με‐ λεάγρου ἢ Πολυνείκους, Πολυδεύκης ἄφθαρτος ὢν διὰ τὸ ἐκ Διὸς γεγονέναι, παρεκάλεσε τὸν πατέρα ὅπως ἐπιτρέψῃ αὐτῷ νείμασθαι πρὸς τὸν ἀδελφὸν τὴν ἀφθαρσίαν, ὥστε παρ’ ἡμέραν ἀμφοτέρους ὁτὲ
5μὲν ἐν Ὀλύμπῳ διατρίβειν, ὁτὲ δὲ ἐν Ἀϊδωνέως. H.Q.V. παρὰ Ζηνός] γρ. πρός. H.

11

.

303

ἑτερήμεροι] ἑτέραν παρ’ ἑτέραν ἡμέραν οἱ δύο ἅμα, ἢ μίαν παρὰ μίαν ἡμέραν ζῶσι. τοῦτο δέ φησιν ἐπεὶ αὐτοί εἰσιν οἱ δίδυμοι καὶ γινόμενοι ὑπὸ γῆν δοκοῦσι τεθνάναι, ἀνατέλλοντες δὲ δοκοῦσι ζῆν. ἡμέραν δὲ ἐκάλεσε καὶ νύκτα· ἀεὶ γὰρ ἐν φωτί εἰσι τὰ θεῖα. τοῦτο
5δὲ πάσχειν τοὺς θεοὺς ᾐτήσαντο διὰ τὴν πρὸς ἀλλήλους ἄκραν φι‐ λίαν. ἡ δὲ αἴτησις πρώτως ἐκ τοῦ Πολυδεύκους προήχθη ἀφθάρτου τυγχάνοντος ὑπὸ θεῶν. B.Q.

11

.

308

τηλεκλειτόν τ’ Ἐφιάλτην] περιβόητον ἐπ’ ἀνδρείᾳ ἢ ἐπὶ βλασφημίᾳ. διὰ δὲ τοῦ π τὸ ὄνομα. H.

11

.

309

μηκίστους] καὶ πῶς ὁ Τιτυὸς ἐπ’ ἐννέα κεῖτο πέλεθρα (577.) ἐν Ἅιδου; γηγενὴς ἐκεῖνος, τούτους δὲ ἀντεξισάζει ἀνθρώποις. H.V. ζείδωρος ἄρουρα] ἡ τὰ τινὸς ζωὴν δωρουμένη γῆ. Q. ἡ σύγκρισις πρὸς ὁμογενεῖς καὶ ἐκ γυναικῶν, ὁ δὲ Τιτυὸς γῆς· ἢ
5ὅτι ἐννέα ἦσαν μόνον ἐνιαυτῶν. αὐξηθέντες οὖν ὑπερέβαλλον ἂν καὶ Τιτυόν· “καὶ γὰρ ἐν ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ φυλόπιδα στήσειν, καὶ Ὄσσαν ἐπ’ Ὀλύμπῳ μέμασαν θέμεν,” καὶ τὰ ἑξῆς.
Πίνδαρος δὲ ἐν Νάξῳ τὰ κατ’ αὐτοὺς ἱστορεῖ γεγονέναι· “ἐν Νάξῳ μὲν φαντὶ θανεῖν Ἰφιμεδείας παῖδας, Ὦτον καὶ σὲ, τολμήεις Ἐπι‐502 in vol. 2
10άλτα.” H.

11

.

311

ἐννέωροι] ἐννέα ὡρῶν ἤτοι χρόνων. H. ἐννεάχρονοι γὰρ γε‐ νόμενοι, φησὶν, ἦσαν καὶ ἐννεαπήχεις κατὰ τὸ εὖρος, κατὰ δὲ τὸ μῆκος ἐννεαόργυιοι. ἐννόησον οὖν ἐκ τούτου, εἴπερ ἂν εἰς μέτρον ἡλικίας ἵκοντο (317.), ὁποῖοι ἔμελλον ἔσεσθαι. ὑπερέβαλον πάντως ἂν τὸν
5Τιτυὸν, ὃς ἐννέα πλέθρων ἦν τὸ μῆκος, καὶ τὸν Ὠρίωνα. B.

11

.

312

ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυοι] δαιμόνιος ἡ ἀκρίβεια. ἀνάλογον γὰρ σῶμα οὗ τὸ πλάτος τρίτον ἐστὶ τοῦ μήκους. V. ἐν‐ νέα ὀργυιῶν. ὀργυιὰ δέ ἐστιν ἡ τῶν χειρῶν ἔκτασις. V.

11

.

313

ἐν μὲν Ὀλύμπῳ ἠπείλουν τὴν μάχην ποιεῖν, μετὰ δὲ ταύτην ὄρος ὄρει περιβαλεῖν καὶ κρατεῖν τοῦ Ὀλύμπου. ἀντὶ τοῦ παρὰ Ὀλύμπῳ, ἵνα ἐξ ἴσου πολεμῶσιν, οἱ μὲν ἐξ Ὀλύμπου, οἱ δὲ ἐξ Ὄσ‐ σης· μετὰ δὲ ταύτην ὄρος ὄρει περιβαλεῖν καὶ κρατεῖν τοῦ οὐρα‐
5νοῦ. H. ἀπειλήτην] μετάθεσις τοῦ ε εἰς τὸ η, ἀπειλήτην ὡς δορπήτην. H. ἀπειλείτην] διεβεβαιοῦντο. V.

11

.

315

Ὄσσαν ἐπ’ Οὐλύμπῳ] ἵν’ ἐξ ἴσου μεγέθους πολεμῶσι. ἀθε‐ τοῦνται δὲ ὡς ἀδύνατοι. ἀλλὰ μέμασαν, φησὶν, οὐκ ἔπραττον δέ. V.

11

.

317

καί νύ κεν ἐξετέλεσσαν] εἶτα πῶς οὐ ληρῶδες διστάζειν ὅλως εἰς τοῦτο τὸν ποιητήν; ἀλλ’ ἔοικεν ὁ ποιητὴς τὰ ἀδύνατα τοῖς ἀδυνάτοις συμπλέκων ἀναιρέσει ἀναγκαίᾳ τοσοῦτον ἀναιρεῖν καὶ τὸ πρῶτον, ὥσπερ εἰ λέγοις ὅτι ἐπετάσθησαν· πτέρυγας ἄρα εἶχον·
5ἀλλὰ μὴν πτέρυγας οὐκ ἔσχον· οὐκ ἄρα ἐπετάσθησαν. οὕτως οὖν καὶ νῦν συνελογίσατο, ἐξετέλεσαν ἂν εἰ ἥβησαν. ἀλλ’ ὥσπερ ἀδύνα‐ τον ἡβῆσαι τοὺς θεομάχους, οὕτω καὶ τὸ τελέσαι τὸν τοιοῦτον πόλε‐
μον. H.Q.503 in vol. 2

11

.

318

ἀλλ’ ὄλεσεν Διὸς υἱός] οἱ νεώτεροί φασι τὴν Ἄρτεμιν ἔλα‐ φον πέμψαι δι’ αὐτῶν, τοὺς δὲ ἐκείνην βουλομένους ἀνελεῖν ἑαυτοὺς φονεῦσαι. Q.V.

11

.

319

ἰούλους] ἴουλοι παρ’ ὅσον οἱ φύοντες αὐτοὺς ἄρχονται ἐπὶ τὸ ὅλον ἰέναι, ὅ ἐστι τὸ τέλειον. B.H. τὰς κατὰ τῶν γενείων πρώτας τρί‐ χας ἰούλους λέγει, διὰ τὸ τοὺς ἤδη ταύτας ἔχοντας ἄρχεσθαι ἰέναι ἐπὶ τὸ ὅλον, ὅ ἐστι τὸ τέλειον. Q.V.

11

.

320

γένυς] πληθυντικῶς αἰτιατικῆς ὡς τὸ “ἐκ δὲ νέκυς οἴκων φόρεον” (Od. ω, 417.). H.

11

.

321

Φαίδρην τε] Θησεὺς ὁ Αἰγέως ἔχων παῖδα Ἱππόλυτον ἐξ Ἀμαζόνος Ἀντιόπης ἔγημε Φαίδραν τὴν Μίνωος θυγατέρα τοῦ τῶν Κρητῶν βασιλέως. εὐλαβούμενος δὲ μητρυιᾶς ἐπιβουλὴν πέμπει ἐξ Ἀθηνῶν τὸν υἱὸν Ἱππόλυτον Τροιζηνίων ἄρχειν. ἦν γὰρ αὐτῷ διὰ τὴν
5Πιτθέως Αἴθραν μητρῴα τις ἀρχὴ δεῦρο. Φαίδρα δὲ ἐρωτικῶς δια‐ τεθεῖσα τοῦ Ἱππολύτου, σφοδρῶς ἐπ’ αὐτῷ τηκομένη τὸ μὲν πρῶτον ἱερὸν Ἀφροδίτης ἐν Ἀθήναις ἱδρύσατο τὸ νῦν Ἱππολύτειον καλούμε‐ νον, εἰς Τροιζῆνα δὲ ὕστερον παραγενομένη διενοεῖτο πείθειν τὸν νεα‐ νίσκον ὅπως αὐτῇ μιγείη. χαλεπῶς δ’ ἐκείνου προσδεξαμένου τὸν
10λόγον λέγεται φοβηθεῖσαν αὐτὴν ἀντιστρέψαι τὴν αἰτίαν, καὶ πρὸς Θησέα διαβάλλειν ὡς Ἱππολύτου πείθοντος αὐτήν. ὁ δὲ τριῶν, ὥς φασιν, αὐτῷ παρὰ τοῦ Ποσειδῶνος εὐχῶν οὐσῶν, ὁμολογήσαντος ὅ τι ἂν εὔξηται συντελέσειν, πιστεύσας τῇ Φαίδρᾳ μίαν τούτων ᾐτήσατο παρ’ αὐτοῦ τὸν τοῦ παιδὸς ὄλεθρον. ἐκεῖνον μὲν οὖν λέ‐
15γουσι τὸ ἅρμα γυμνάζοντα, παραφανέντος ἐξαίφνης ἀπὸ τῆς θαλάσ‐ σης ταύρου καὶ ταραχθέντων τῶν ἵππων, ἑλκόμενον ἀποθανεῖν, τὴν δὲ Φαίδραν φανερᾶς γενομένης τῆς διαβολῆς ἀπάγξασθαι. ἡ δὲ ἱστορίᾳ παρὰ Ἀσκληπιάδῃ. V.
Πρόκριν τε] Πρόκριν Ἐρεχθέως ὁ Κέφαλος ἀνὴρ ἀνεῖλεν ὡς ἐπὶ504 in vol. 2
20θηρὸς τὸ δόρυ καθείς. H. Πρόκρις Ἐρεχθέως θυγάτηρ Κέφαλον τὸν ἑαυτῆς ἄνδρα συνεχῶς ἐπὶ θήραν ἐπιόντα ἐτήρει λαθραίως διὰ ζηλο‐ τυπίαν. ὁ δὲ Κέφαλος, νομίσας εἶναι θηρίον ἀπὸ τοῦ τῆς ὕλης κτύπου, ἔλαθεν αὐτὴν Πρόκριν κατακοντίσας. V. Κέφαλος ὁ Δηϊονέως γήμας Πρόκριν τὴν Ἐρεχθέως ἐν τῇ Θυ‐
25ριέων κατῴκει. θέλων δὲ τῆς γυναικὸς ἀποπειρᾶσθαι ἔρχεται εἰς ἀποδημίαν ἐπὶ ἔτη ὀκτὼ καταλιπὼν αὐτὴν ἔτι νύμφην οὖσαν. ἔπειτα κατακοσμήσας καὶ ἀλλοειδῆ ἑαυτὸν ποιήσας ἔρχεται εἰς τὴν οἰκίαν ἔχων κόσμον, καὶ πείθει τὴν Πρόκριν δέξασθαι τοῦτο καὶ συμμιγῆναι αὐτῷ. ἡ δὲ Πρόκρις ἐποφθαλμίσασα τῷ κόσμῳ καὶ τὸν Κέφαλον
30ὁρῶσα κάρτα καλὸν συγκοιμᾶται αὐτῷ. ἐκφήνας δὲ ἑαυτὸν ὁ Κέφα‐ λος αἰτιᾶται τὴν Πρόκριν. οὐ μὴν ἀλλὰ καταλλαγεὶς ἐξέρχεται ἐπὶ θήραν. πυκνῶς δὲ αὐτοῦ τοῦτο δρῶντος ὑπώπτευσεν ἡ Πρόκρις ὅτι μίσγεται γυναικὶ ἑτέρᾳ. προσκαλεσαμένη οὖν τὸν οἰκέτην ἔλεγεν εἰ σύνοιδεν. ὁ δὲ θεράπων ἔφη τὸν Κέφαλον ἰδεῖν καί τινος ὄρους κορυ‐
35φὴν, καὶ λέγειν συχνῶς, ὦ νεφέλη παραγενοῦ, καὶ τοῦτο μόνον συνει‐ δέναι. ἡ δὲ Πρόκρις ἀκούσασα ἔρχεται εἰς ταύτην τὴν κορυφὴν καὶ κατακρύπτεται. καὶ τὸ αὐτὸ λέγοντος αὐτοῦ πυθομένη προστρέχει πρὸς αὐτόν. ὁ δὲ Κέφαλος ἰδὼν αὐτὴν αἰφνιδίως ἔξω ἑαυτοῦ γίνεται, καὶ ὥσπερ εἶχε βάλλει μετὰ χεῖρα ἀκοντίῳ τὴν Πρόκριν καὶ κτείνει.
40μεταπεμψάμενος δὲ τὸν Ἐρεχθέα θάπτει πολυτελῶς αὐτήν. ἡ δὲ ἱστορία παρὰ Φερεκύδῃ ἐν τῇ ἑβδόμῃ. V. καλήν τ’ Ἀριάδνην] Ἀριάδνη Μίνωος θυγάτηρ, γυνὴ Θησέως, ἐξ ἧς Δημοφῶν καὶ Ἀκάμας. Q.V.

11

.

322

Μίνωος ὀλοόφρονος] Θησεὺς ὁ Αἰγέως λαχὼν μετὰ τῶν
ἠϊθέων εἰς Κρήτην πλεῖ τῷ Μινωταύρῳ παρατεθησόμενος πρὸς ἀναί‐ ρεσιν. ἀφικομένου δὲ αὐτοῦ ἐρωτικῶς πρὸς αὐτὸν διατεθεῖσα ἡ τοῦ Μίνωος θυγάτηρ Ἀριάδνη δίδωσιν ἀγαθίδα μίτου λαβοῦσα παρὰ505 in vol. 2
5Δαιδάλου τοῦ τέκτονος, καὶ διδάσκει αὐτὸν, ἐπειδὰν εἰσέλθῃ, τὴν ἀρ‐ χὴν τῆς ἀγαθίδος ἐκδῆσαι περὶ τὸν ζυγὸν τῆς ἄνω θύρας καὶ ἀνελίσ‐ σοντα ἰέναι μέχρις ἂν ἀφίκηται εἰς τὸν μυχὸν, καὶ ἐὰν αὐτὸν καθεύ‐ δοντα μάρψῃ, κρατήσαντα τῶν τριχῶν τῆς κεφαλῆς τῷ Ποσειδῶνι θῦσαι καὶ ἀπιέναι ὀπίσω ἀνελίσσοντα τὴν ἀγαθίδα. ὁ δὲ Θησεὺς
10λαβὼν τὴν Ἀριάδνην εἰς τὴν ναῦν ἐμβάλλεται καὶ τοὺς ἠϊθέους καὶ παρθένους οὐδέπω φθάσαντας τῷ Μινωταύρῳ παρατεθῆναι. καὶ ταῦτα ποιήσας νυκτὸς μέσης ἀποπλεῖ. προσορμίσας δὲ τῇ Δίᾳ νήσῳ ἐκβὰς ἐπὶ τῆς ἠϊόνος μετακοιμᾶται. καὶ αὐτῷ ἡ Ἀθηνᾶ παραστᾶσα κελεύει τὴν Ἀριάδνην ἐᾶν καὶ ἀφικνεῖσθαι εἰς Ἀθήνας. συντόμως δὲ διανα‐
15στὰς ποιεῖ τοῦτο. κατολοφυρομένης δὲ τῆς Ἀριάδνης ἡ Ἀφροδίτη ἐπιφανεῖσα θαρρεῖν αὐτῇ παραινεῖ· Διονύσου γὰρ ἔσεσθαι γυναῖκα καὶ εὐκλεῆ γενέσθαι. ὅθεν ὁ θεὸς ἐπιφανεὶς μίσγεται αὐτῇ καὶ δω‐ ρεῖται στέφανον αὐτῇ χρυσοῦν, ὃν αὖθις οἱ θεοὶ κατηστέρισαν τῇ τοῦ Διονύσου χάριτι. ἀναιρεθῆναι δὲ αὐτὴν ὑπ’ Ἀρτέμιδος προεμέ‐
20νην τὴν παρθενίαν. ἡ ἱστορία παρὰ Φερεκύδῃ. V. κούρην Μίνωος ὀλοόφρονος] καὶ πῶς “Μίνωα εἶδον Διὸς ἀγλαὸν υἱόν” (568.); ἢ τὸν κατὰ τῶν ἀσεβῶν ὀλοόφρονα, ὡς ἀλάστορα τὸν κατὰ τῶν ἀλαστόρων. ὀλοόφρονος οὖν, τοῦ ὀλοὰ τοῖς ἀδίκοις φρο‐ νοῦντος. ἢ τοῦ τέλεια φρονοῦντος. Q. πῶς οὖν θεμιστεύει ἐν τοῖς
25νεκροῖς ὀλοόφρων ὤν; φησὶ Κράτης ὅτι ἕτερον τὸν ἐν Ἅιδου δικά‐ ζοντα καὶ ἄλλον τὸν λεγόμενον. T.

11

.

324

οὐδ’ ἀπόνητο] τινὲς ἐτέλεσεν γρ. H. ἤτοι ἐπέσχε θανάτῳ. διὸ λέγει, οὐδ’ ἀπόνητο αὐτῆς, ἤτοι οὐκ ἐκορέσθη αὐτῆς, ἐπεὶ ἀπέθα‐ νεν. B. οὐδ’ ἀπώνατο. συστέλλεται δὲ διὰ τὸ μέτρον. B. Ἄρτεμις ἔκτα] Ἀριστοφάνης γράφει, Ἄρτεμις ἔσχεν. H.
5ἔσχεν] νῦν ἀντὶ τοῦ ἀνεῖλεν. γράφεται καὶ, ἔκτα. V.506 in vol. 2

11

.

325

Δίῃ ἐν ἀμφιρύτῃ] Δία νῆσος πρὸς τῇ Κρήτῃ, ἥτις νῦν Νάξος καλεῖται. ἱερὰ δὲ αὕτη τοῦ Διονύσου. Q.V. Διονύσου μαρτυρίῃσιν] καταμαρτυρίαις, κατηγορίαις. ἐπεὶ ἀσέ‐ βειαν αὐτῆς κατεμαρτύρησεν ὡς ἐν τῷ ἄλσει μιγείσης τῷ Θησεῖ.
5διαφωνοῦσι δὲ οἱ νεώτεροι πρὸς Ὅμηρον περὶ τῆς Ἀριάδνης, λέγοντες αὐτὴν ἐν Νάξῳ καταλειφθεῖσαν γεγαμῆσθαι τῷ Διονύσῳ. B.Q. ἐπεὶ κατεμαρτύρησεν αὐτῆς ἀσέβειαν μιγείσης ἐν τῷ τεμένει αὐτοῦ τῷ Θησεῖ. οἱ δὲ νεώτεροί φασι καταλειφθεῖσαν αὐτὴν ὑπὸ Θησέως ἁρπαγῆναι ὑπὸ τοῦ Διονύσου. V.

11

.

326

Μαῖράν τε] Φερεκύδης ἐκ Μαίρας καὶ Διὸς τὸν Λοκρὸν εἶναι φησί. Gl. H. παρθένος ἀπέθανεν ἡ Μαῖρα. ἔστι δὲ Προίτου καὶ Ἀντείας θυγάτηρ· ἡ δὲ Κλυμένη Μινύου θυγάτηρ καὶ Εὐρυά‐ λης. H.T. Μαῖρα Προίτου καὶ Ἀντείας θυγάτηρ. ἐτελεύτησε δὲ
5παρθένος. V. Μαῖρα ἡ Προίτου τοῦ Θερσάνδρου θυγάτηρ καὶ Ἀντείας τῆς Ἀμ‐ φιάνακτος ἐγένετο κάλλει διαπρεπεστάτη. ἡγουμένη δὲ περὶ πλείο‐ νος τὴν παρθενίαν εἵπετο τῇ Ἀρτέμιδι ἐπὶ τὰ κυνηγέσια. ταύτης ἐρασθεὶς Ζεὺς ἀφικνεῖται ὡς αὐτὴν καὶ λανθάνων διαφθείρει. ἡ δὲ
10ἔγκυος γενομένη τίκτει Λοκρὸν τὸ ὄνομα παῖδα, ὃς Θήβας μετ’ Ἀμ‐ φίονος καὶ Ζήθου οἰκίζει. τὴν δὲ Μαῖραν λέγεται τοξευθῆναι ὑπὸ Ἀρτέμιδος διὰ τὸ μηκέτι παραγίνεσθαι εἰς τὰ κυνηγέσια. ἡ δὲ ἱστορία παρὰ Φερεκύδῃ. V. Κλυμένην τε ἴδον] Κλυμένη Μινύου θυγάτηρ. V.
15Κλυμένη Μινύου τοῦ Ποσειδῶνος καὶ Εὐρυανάσσης τῆς ὑπέρ‐ φαντος γαμηθεῖσα Φυλάκῳ τῷ Δηΐονος Ἴφικλον τίκτει ποδώκη παῖδα. τοῦτον λέγεται διὰ τὴν τῶν ποδῶν ἀρετὴν συναμιλλᾶσθαι τοῖς ἀνέμοις ἐπί τε τῶν ἀσταχύων διέρχεσθαι, καὶ διὰ τοῦ τάχους τὴν κουφότητα μὴ περικλᾶν τοὺς ἀθέρας. ἔνιοι δὲ αὐτὴν τὴν Κλυ‐
20μένην προγαμηθῆναί φασιν Ἡλίῳ, ἐξ ἧς Φαέθων ἐγένετο παῖς. ἡ
δὲ ἱστορία παρὰ Ἡσιόδῳ. H.Q.V. στυγερήν τ’ Ἐριφύλην—τιμήεντα] Ἀμφιάραος ὁ Οἰκλέους γήμας Ἐριφύλην τὴν Ταλαοῦ καὶ διενεχθεὶς ὑπέρ τινων πρὸς Ἄδρα‐ στον, καὶ πάλιν διαλυθεὶς ὁρκούμενος ὡμολόγησαν ὑπὲρ ὧν ἂν διαφέ‐507 in vol. 2
25ρωνται πρὸς ἀλλήλους αὐτός τε καὶ Ἄδραστος ἐπιτρέψειν Ἐριφύλην κρίνειν καὶ πείθεσθαι αὐτῇ. μετὰ δὲ ταῦτα γινομένης τῆς ἐπὶ Θή‐ βας στρατείας ὁ μὲν Ἀμφιάραος ἀπέτρεπε τοὺς Ἀργείους καὶ τὸν ἐσόμενον ὄλεθρον προεμαντεύετο. λαβοῦσα δὲ ἡ Ἐριφύλη τὸν ὅρμον παρὰ τοῦ Πολυνείκους τὸν τῆς Ἁρμονίας, προέθετο τοῖς περὶ τὸν
30Ἄδραστον βιαζομένοις τὸν Ἀμφιάραον ἰδόντα τὴν τῶν δώρων ὑποδο‐ χὴν καὶ πολλὰ τὴν Ἐριφύλην αἰτιασάμενον, αὐτὸν μὲν ἐξορμῆσαι πρὸς τὴν στρατείαν, Ἀλκμαίωνι δὲ προστάξαι μὴ πρότερον μετὰ τῶν ἐπιγόνων ἐπὶ Θήβας πορεύεσθαι πρὶν ἀποκτεῖναι τὴν μητέρα. ταῦτα δὲ πάντα δρᾶσαι λέγεται τὸν Ἀλκμαίωνα καὶ διὰ τὴν μη‐
35τροκτονίαν μανῆναι. τοὺς δὲ θεοὺς ἀπολῦσαι τῆς νόσου αὐτὸν διὰ τὸ ὁσίως ἐπαμύνοντα τῷ πατρὶ τὴν μητέρα κατακτεῖναι. ἡ ἱστορία παρὰ Ἀσκληπιάδῃ. V. στυγερήν τ’ Ἐριφύλην] τὴν Ἀμφιαράου γυναῖκα, θυγατέρα δὲ Ταλαοῦ, καὶ Ἀδράστου ἀδελφήν. H. Ἴφιος θυγατέρα. μισητὴν δὲ,
40διὰ τὸ λαβεῖν παρὰ Πολυνείκους ἢ Ἀδράστου χρυσοῦν ὅρμον καὶ προδεδωκέναι Ἀμφιάραον τὸν ἄνδρα αὐτῆς μὴ βουλόμενον στρατεύ‐ εσθαι ἐπὶ Θήβας εἰδότα ὡς μάντιν τὸ ἀποβησόμενον. Q.V.

11

.

327

ἀνδρὸς] ἀντὶ τοῦ, κατὰ ἀνδρός. V. ἐδέξατο] ἡγήσατο, ἐνόμισε. τιμήεντα] ἐντιμότερον. V.

11

.

330

νὺξ φθεῖτ’] τὸ τέλειον, φθεῖτο, ἀντὶ τοῦ φθαρείη, οἷον παύ‐ σαιτο, ἀναλωθείη. Q. φθίνω, ὁ μέλλων φθινῶ, ὁ παρακείμενος ἔφθικα, ὡς κρίνω κρινῶ κέκρικα, καὶ κλίνω κλινῶ κέκλικα· ὁ παθητι‐ κὸς ἔφθιμαι καὶ τὸ εὐκτικὸν μεταθέσει τοῦ ε καὶ κράσει τοῦ ε καὶ ι
5εἰς τὴν ει, φθείμην φθεῖο φθεῖτο. B. φθεῖται] ἐπιλίποι. V.508 in vol. 2

11

.

333

ἀκὴν ἐγένοντο σιωπῇ] ἡσύχως ἐγένοντο ἐν σιωπῇ. τὴν παν‐ τελῆ δείκνυσι σιωπὴν ἐκ τοῦ ἀναδιπλασιασμοῦ τοῦ λόγου. H.

11

.

334

κηληθμῷ] τῇ μετὰ ἡδονῆς καὶ τέρψεως ἡσυχίᾳ. B.V.

11

.

336

πῶς ὔμμιν] ἀντὶ τοῦ ποδαπὸς, ὁποῖος. B.Q.

11

.

337

φρένας ἔνδον ἐΐσας] ἀντὶ τοῦ ὁμοίας τοῖς σωματικοῖς πλεο‐ νεκτήμασι καὶ ἰσότιμος. H. ἐΐσας] τὰς ἀναλογούσας τῷ σώματι, καὶ ὀρθὰς καὶ δικαίας. V.

11

.

338

ἕκαστος τῶν ἐνθάδε ἀφικνουμένων ξένων. Ἄλλως. ἕκαστος ἡμῶν τίμιός ἐστι· τιμήσατε αὐτόν· ἕκαστος δὲ ἡμῶν εὐμοιρῶν τιμῆς καὶ ἰσχύων τοὺς ξένους τιμᾶν τιμησάτω αὐτὸν τὸν Ὀδυσσέα. H. ξεῖνος δ’ αὖτ’ ἐμός ἐστιν] διὰ δύο φησὶν ἡ Ἀρήτη ἄξιον εἶναι μὴ
5μικρολογεῖσθαι· ὅτι δὴ καὶ αὐτῆς ἐστι ξένος· αὐτῇ γὰρ πρώτῃ προσῆλθε· καὶ ὅτι ἕκαστος αὐτῶν εὐπορεῖ. V. ἕκαστος δ’ ἔμμορε τιμῆς] μοῖραν ἔχει τὴν οὐσίαν, ὥστε τιμᾶν δύνασθαι. Q.V.

11

.

344

ἀπὸ σκοποῦ] οὐκ ἀποσκόπως, συνετῶς, οὐ παρὰ τὴν διάθεσιν καὶ τὸν σκοπὸν ἡμῶν εἶπεν ἡ βασιλίς. φιλόξενοι γάρ ἐσμεν. ἢ οὐκ ἄποθεν τοῦ σκοποῦ ἡμῶν καὶ τῆς δόξης ἧς περὶ αὐτῆς ἔχομεν ὅτι φιλόξενός ἐστιν· ἢ οὐκ ἄποθεν τοῦ δέοντος διαλέγεται. ἐκ μεταφο‐
5ρᾶς τῶν τοξευόντων. ὁ δὲ νοῦς, οὐκ ἄποθεν τοῦ δέοντος οὐδὲ ἄποθεν τῆς δοκήσεως ἧς περὶ αὐτῆς ἔχομεν, ὅτι φιλόξενός ἐστι, μυθεῖται, ἀλλὰ καὶ συνετῶς καὶ ὡς οἰόμεθα. B.T. ἄποθεν τοῦ σκοποῦ, ἀπὸ εἰ‐ κασμοῦ. εἴρηται δὲ ἀπὸ τοξοτῶν. V. ἀπὸ δόξης] ἄποθεν ἧς ἔχο‐ μεν περὶ τοὺς ξένους διαθέσεως. V.

11

.

346

Ἀλκινόου δ’ ἐκ τοῦδε] ὅσα δὲ εἶπεν Ἀρήτη, ταῦτα ἤδη κε‐ κύρωται ὑπὸ Ἀλκινόου. πάντα γὰρ αὐτῷ δοκεῖ τὰ τῆς γυναικὸς δόγματα. ἀρέσομεν οὖν καὶ τῷ βασιλεῖ τῇ Ἀρήτῃ πειθόμενοι. B.T. οἷον ἐν Ἀλκινόῳ ἐστὶ τὸ τελείως ἀπαλλαχθῆναι. ἔχεται] ἤρτη‐
5ται. V.

11

.

348

τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος] τὸ κυροῦσθαι τὰ τῆς Ἀρή‐ της δόγματα παρ’ ἐμοῦ, καὶ μὴ διστάζειν πρὸς αὐτήν. B.

11

.

350

ξεῖνος δὲ τλήτω] τὸ ἑξῆς, τλήτω ἐπιμεῖναι εἰς αὔριον. ὁ δὲ
οὖν παραπληρωματικῶς κεῖται οὐδὲν σημαίνων. H.Q.509 in vol. 2

11

.

353

τοῦ γὰρ κράτος] δεικτικῶς ἀντὶ τοῦ, ἐμοῦ οὗτινος ἰσχύς ἐστιν ἐν τῷ δήμῳ. B.Q.

11

.

356

εἴ με καὶ εἰς ἐνιαυτὸν] θεραπεύει τοὺς Φαίακας εἰ βού‐ λοιντο μένειν ὑπισχνούμενοι τὴν γοῦν ὅ τι ποτὲ δύναιτο φυλάττειν. H.Q. χαρίεντος τὸ λέγειν, ἑτοίμως ἔχειν καὶ πάντα ἐνιαυτὸν ἐπι‐ μένειν αὐτόθι, τῶν διδομένων αἰεὶ πλεοναζόντων. V.

11

.

357

γρ. πομπή τ’ ὀτρύνοιτο. Cod. Vind. 133. γρ. πομπὴ δ’ ὀτρύνοιτο. H.

11

.

359

Ἀριστοφάνης, πλειοτέρῃσιν χερσί. ὁ μετὰ πλειόνων ἀπελ‐ θὼν τοῦ ποτε. H.

11

.

360

αἰδοιότερος] αἰδοῦς ἄξιος. B.V. ὅθεν Ἡσίοδος, “πλούτῳ δ’ ἀρετὴ καὶ κῦδος ὀπηδεῖ.” B.H.Q. Vind. 133. V.

11

.

363

τὸ μὲν οὔτι ς’ ἐΐσκομεν] τὸ ἑξῆς, τὸ μὲν ἠπεροπῆά τ’ ἔμεν καὶ ἐπίκλοπον οὔτι ς’ ἐΐσκομεν. H.Q.V. εἰκάζομεν. H.

11

.

364

ἐπίκλοπον] παραλογιστικόν. καὶ γὰρ ὁ κλέπτης παραλογι‐ ζόμενος κλέπτει. σημαίνει δὲ καὶ τὸν ἐπιθυμητήν. καὶ γὰρ ὁ κλέπτης ἐπιθυμίᾳ τῶν ἀλλοτρίων τοῦτο ποιεῖ. B.H.Q.V. οἷά τε πολλοὺς] οὕτως Ζηνόδοτος· ὁ δὲ Ἀρίσταρχος πολλούς. H.

11

.

365

πολυσπερέας] πολυέθνους. B.V.

11

.

366

ἐκεῖθεν ψεύδεα ἀρτύνοντας ὅθεν τις οὐκ ἂν διασκοπήσειεν οὐδὲ προΐδοιτο ὅτι ψεύδεται. B.T. ὅθεν τις οὐκ ἂν διασκοπήσειεν. Q.

11

.

367

ἀναστρεπτέον τὴν ἔπι καὶ τὴν ἔνι. H. μορφὴ] εὐμορφία, ὡς ξεστὴν τράπεζα (Od. η, 174.), εὖ ἐξεσμένην. Q.

11

.

368

μῦθον δ’, ὡς ὅτ’ ἀοιδὸς, ἐπισταμένως] ὁ νοῦς· ἐπιστημόνως κατέλεξας πάντων Ἀργείων σέο τ’ αὐτοῦ κήδεα λυγρὰ, ὡς μῦθον ἀοιδός. Καὶ ἄλλως. οὐ γὰρ ἄνευ μύθων οἴονται εἶναι ποιητικήν· διὸ ὁ Πύθιος οὐκ ἂν λεχθείη ποιητής. H.T.510 in vol. 2

11

.

373

νὺξ—μακρὴ] καὶ ἐντεῦθεν ἡ ὥρα φαίνεται φθινοπωρινὴ οὖσα. H.T.

11

.

379

ὁ νοῦς, ὥρα μὲν λόγων, ὥρα δὲ καὶ ὕπνου· εἰ δὲ ἀκοῦσαι θέλεις, οὐκ ἂν φθονήσαιμι. H.T. ὁ μὲν Ἀρίσταρχος ἐν τῷ καθόλου, ὁ δὲ Σιδώνιος ἐλλειπτικῶς· ὥρη μὲν πολέων μύθων παύσασθαι, ὥρη δὲ καὶ ὕπνου μνήσασθαι. H.

11

.

382

οἳ δὴ μετόπισθεν ὄλοντο] μετὰ τὸν πόλεμον. εἶτα ἐξηγεῖται τὸ μετόπισθεν εἰπὼν, οἳ Τρώων μὲν ὑπεξέφυγον θάνατον. Q.

11

.

384

κακῆς ἰότητι γυναικός] Ἑλένης ἡ Κλυταιμνήστρας. ἢ κα‐ κωθείσης Κασάνδρας, ἣν διαφθείρας ὁ Λοκρὸς Αἴας ἐν τῷ τεμένει τῆς Ἀθηνᾶς δυσμενῆ κατέστησε τοῖς Ἕλλησι τὴν Ἀθηνᾶν. B.T.V. κακῆς ἰότητι γυναικός] ἐν βουλῇ τῆς Ἑλένης. H.

11

.

385

ἀλλὰ καὶ ὁ Σίσυφος κέρδιστος ὢν διὰ τί κολάζεται; τὸ κα‐ κότροπον ὁ Γλαῦκος τοῦ προγόνου εἰς σύνεσιν μετήνεγκεν. πῶς δὲ καὶ ὁ Ἡρακλῆς ἐνταῦθα μένων θεός; καὶ πῶς οἷόν τε τὸν αὐτὸν εἶναι καὶ ἐν Ἅιδου καὶ ἐν οὐρανῷ; καὶ ἡ Ἥβη δὲ καθ’ Ὅμηρον παρθένος,
5ὅθεν καὶ οἰνοχοεῖ. ἀπίθανον δὲ αὐτὸν ἔχειν καὶ τὴν σκευήν. μὴ πιὼν
δὲ πῶς ὁμιλεῖ; τὴν μὲν σκευὴν ἔχει κατὰ φαντασίαν, τοὺς δὲ δύο στίχους καὶ ἡμεῖς ἀθετοῦμεν, εἴδωλον (602.), καὶ, τέρπεται ἐν θαλίῃς (603.). οὐ πάντες δὲ οὗτοι ἐν τῷ τῶν ἀτάφων εἰσὶ χώρῳ, οἱ μὲν κολαζό‐ μενοι, οἱ δὲ κολάζοντες, ὡς ὁ Μίνως καὶ ὁ Ἡρακλῆς. οὗτοι δὲ μὴ511 in vol. 2
10πεπωκότες τοῦ Λήθης ὕδατος καὶ φθέγγονται χωρὶς τοῦ πιεῖν. T.V. ἄλλυδις ἄλλη] Ἀρίσταρχος δὲ οὕτως, τὸ “ἐγκέφαλος δὲ διὰ σπέος ἄλλυδις ἄλλῃ.” Ἀριστοφάνης δὲ, ἄλλην, φησί. H.

11

.

386

ὡς ἐναργῶς ἐπιστατούσης τῆς θεοῦ. H. γυναικῶν θηλυτεράων] θηλυτέρας λέγει ψυχὰς τὰς δειλοτέρας ἢ χαύνους. Q.

11

.

390

ἐπεὶ ἴδεν ὀφθαλμοῖσι] γρ. ἐπεὶ πίεν αἷμα κελαινόν. Vind. 133.

11

.

391

πῶς μὴ πιὼν τὸ αἷμα γινώσκει; πάντως οὗτοι ἐν τῷ τῶν ἀτά‐ φων εἰσὶ τόπῳ· οἱ μὲν δικάζοντες, οἱ δὲ δικαζόμενοι, μὴ πεπωκότες τῆς Λήθης ὕδατος φθέγγονται καὶ πρὸ τοῦ πιεῖν. H.

11

.

392

πιτνὰς εἰς ἐμὲ χεῖρας] ἀντὶ τοῦ ἐκτείνων τὰς χεῖρας. ἀπὸ τοῦ πιτνάω πιτνῶ πίτνημι. B. ὀξυτόνως τὸ πιτνάς. H.

11

.

393

κῖκυς] κίνησις μετὰ δυνάμεως. Q.V.

11

.

394

γναμπτοῖσι] περιφερέσι. χεῖρες γὰρ καὶ τὸ λοιπὸν σῶμα περιφερές. B. κάμπτεσθαι δυναμένοις. V.

11

.

398

τανηλεγέος] ἤτοι πολυμερίμνου, ἢ τοῦ ταναὰ ἄλγη ποιοῦν‐ τος. B. τοῦ ἔχοντος τεταμένην τὴν ἠλύγην, ἤτοι τὴν νύκτα. H.Q.

11

.

399

οἱ ἠέ ἀθετοῦνται ὑπὸ Ἀριστοφάνους ὡς ἀπὸ τῶν εἰρησομένων μετενεχθέντες. H.

11

.

400

ἀργαλέων] Ἀριστοφάνης, λευγαλέων. H.

11

.

402

βοῦς περιταμνόμενον] ἐλαύνοντα, περικυκλούμενον. Q. πε‐ ριελαύνοντα. V. ἐπειδὴ αὐτὸς ἐλθὼν εἰς Κίκονας καὶ ἁρπαγῇ ἐκεῖ ἐπιχειρήσας οὐκ εὖ ἀπήλλαξεν, εἰκότως τὰ ὅμοια πεπονθέναι ὑποπτεύει τὸν Ἀγα‐
5μέμνονα. Q.V.512 in vol. 2

11

.

403

ἠὲ] ἐνταῦθα διαζευκτικῶς νοεῖται. παράλογος ἡ διαίρεσις. θέλει γὰρ εἰπεῖν μαχόμενον. ἐπέκτασις οὖν γέγονε διὰ τὸ μέτρον. H.

11

.

410

σὺν οὐλομένῃ ἀλόχῳ] ὅτι τῇ ἐπιβουλῇ κἀκείνη συνέγνω. τὸν γὰρ χιτῶνα καὶ τὸν πέλεκυν Ὅμηρος οὐκ οἶδεν. Q.

11

.

411

δειπνίσσας] δεῖπνον δούς. δειπνίζω γὰρ ἐνεργητικὸν, δειπνῶ δὲ παθητικόν. B.

11

.

415

εἰλαπίνῃ] ἀπὸ τοῦ εἶλαρ τὸ βρῶμα καὶ τοῦ πίνω γίνεται εἰλαπίνη. B.

11

.

416

ἀντεβόλησας] ἐνέτυχες, ὦ Ὀδυσσεῦ. Gl. H. ἀντεβόλη‐ σας] οὕτως Ἀρίσταρχος· πρὸς γὰρ τὸν Ὀδυσσέα, ὡς καὶ τὸ ἑξῆς ὀλοφύραο θυμῷ. H.

11

.

417

μουνὰξ] ἴσως ἐν μονομαχίᾳ. B.

11

.

418

κεῖνα μάλιστα] τὰ κατ’ ἐμοῦ πραχθέντα ὑπὸ Αἰγίσθου καὶ τῆς Κλυταιμνήστρας. B.

11

.

420

δάπεδον δ’ ἅπαν αἵματι θῦεν] ἀντὶ τοῦ τὸ αἷμα ἐν τῷ δα‐ πέδῳ θῦεν καὶ μεθ’ ὁρμῆς ἔρρει. H. Ἀγαμέμνονος καὶ Κασάνδρας υἱὸς Τελέδημος. H.

11

.

421

οἰκτροτάτην δ’ ἤκουσα ὄπα] ἐλεεινήν. οὐ τὴν Κασάνδραν, ἀλλὰ τὴν ὄπα αὐτῆς λέγει. τινὲς δὲ λείπειν φασὶ τὴν περί, ἵνα νοῶμεν ἐν τῇ σφαγῇ τὴν Κλυταιμνήστραν ὀνειδίζειν αὐτῷ τὰ περὶ τῆς Κασάνδρας. Q.

11

.

423

ποτὶ γαίῃ χεῖρας ἀείρων] πρὸς τῇ γῇ ὢν καὶ κείμενος ἐγὼ τὰς χεῖρας περιέβαλον ἀνακουφίζων αὐτὰς πρὸς τὸ ἐκσπάσαι τὸ ξί‐ φος. ἢ οὕτως, παρὰ τῷ φασγάνῳ ἀποθνήσκων καὶ ποτὶ γαίῃ χεῖρας ἔβαλλον τύπτων τὴν γῆν καὶ ἐπαρώμενος αὐτῇ πρὸς τῇ γῇ ὢν καὶ
5σφαδάζων τὰς χεῖρας ὡς οἱ καταρώμενοι εἰώθασι ποιεῖν, ὡς ἔφη “πολλὰ γαῖαν πολυφέρβην χερσὶν ἀλοία” (Il. ι, 568.). ὁ δὲ Ἀγα‐ μέμνων οὐ καταρώμενος, ἀποθνήσκων δὲ περὶ τὸ ξίφος τοῦτο ποιεῖ ἀράσσων ταῖς χερσὶ τὴν γῆν καὶ ἐκτείνων αὐτὰς εἰς αὐτὴν καὶ περι‐
βάλλων. ἢ εἰς τὴν γῆν ἀείρων καὶ ἐκτείνων τὰς χεῖρας ἔβαλλον513 in vol. 2
10ἱκετεύων καὶ λιτανεύων. οἷς ἀκολούθως ἐπάγει, ἡ δὲ κυνῶπις νοσφί‐ σατο, ἤτοι ἀπεστράφη μὴ αἰδεσθεῖσα. B.H.Q.

11

.

426

κατ’ ὀφθαλμοὺς ἑλέειν] καθελεῖν, συγκλεῖσαι, συσφίγξαι. B.

11

.

427

ὡς] οὕτως. B.

11

.

428

ἥτις δὴ τοιαῦτα] ἐν πολλοῖς οὐ φέρεται, ὡς ἐκλύων τὸν θυ‐ μὸν, οὐ γὰρ ὅτι πρὸς θεραπείαν Ἀρήτης ὁ Ὀδυσσεύς· οὐ γὰρ ἀναγ‐ καῖον τῷ ὑποκρινομένῳ τὸ πρόσωπον Ἀγαμέμνονος περιίστασθαί τι εἰπεῖν. H.
5ἔργα βάληται] ποῖα ἔργα; οἷα κἀκείνη ἐμήσατο. ἀπὸ δὲ τοῦ πληθυντικοῦ εἰς ἑνικὸν μετέβαλεν. H.

11

.

430

κουριδίῳ] ὅτι κουρίδιον αὐτόν φησιν. ἔνιοι γὰρ γεγαμῆ‐ σθαι τὴν Κλυταιμνήστραν Ταντάλῳ, ὡς Εὐριπίδης εἰσάγει αὐτὴν λέγουσαν “ἔγημας ἄκουσάν με κἄλαβες βίᾳ τὸν πρόσθεν ἄνδρα Τάνταλον κατακτανών.” Q.

11

.

433

οἷ τε] καὶ ἑαυτῇ αἶσχος ἐπέβαλε. H.

11

.

434

εὐεργὸς] καλοεργός. καὶ ἐκείνῃ, ἥτις εὐεργὸς καὶ ἀγαθὴ ὑπάρχει γυνή. B. σώφρων, καλὰ ἔργα πράσσουσα. V.

11

435-440

ἀθετοῦνται παρὰ Ἀριστοφάνει. H.

11

.

437

γυναικείας διὰ βουλὰς] αἰνίττεται τὴν Ἀερόπην. V.

11

.

438

εἰπὼν ὅτι ἕνεκεν Ἑλένης πολλοὶ ἀπωλόμεθα, ἐδήλωσε κατὰ τοῦτο τὴν δυστυχίαν Μενελάου· δυστυχεῖ γὰρ βασιλεὺς, ὅταν οἱ ἀρχόμενοι κακῶς πάσχωσιν. H.Q.

11

.

442

τινὲς, μήθ’ οἷ, κακῶς. H.

11

.

443

ἀλλὰ τὸ μὲν λέγε τῇ σῇ γυναικὶ, τὸ δὲ κρύπτε. H.

11

.

452

οὐδὲ οὗτοι ἐφέροντο ἐν τοῖς πλείστοις, ὡς μαχόμενοι τοῖς προκειμένοις. H.
υἷος] τοῦ υἱοῦ τοῦ Ὀρέστου. H.514 in vol. 2

11

.

453

περιττὸς ὁ καί. H.

11

.

455

νῆα κατισχέμεναι] ἐλλιμενίσαι. H.

11

.

458

εἴ που ἔτι ζώοντος] ἀθετεῖται διὰ τὸ εὔηθες. εἰ γὰρ ἐπέ‐ πειστο ὅτι οὔπω τέθνηκε, πρὸς τί ἐρωτᾷ, ἤ που ἔτι ζώοντος ἀκούετε; H.

11

.

459

Ὀρχομενῷ] ἱερῷ τόπῳ Βοιωτίας. H. ἢ ἐν Πύλῳ] παρὰ μὲν Νέστορι ἐν Πύλῳ δοξάζει αὐτὸν εἶναι διὰ τὴν πολλὴν φιλίαν καὶ δύναμιν τοῦ Νέστορος, παρὰ δὲ Μενελάῳ διὰ τὴν συγγένειαν, ἐν Ὀρχομενῷ δὲ διὰ τὴν ἀσυλίαν καὶ ἀσφάλειαν.
5ἐκεῖ γὰρ καὶ οἱ κοινοὶ τῶν πόλεων θησαυροὶ πρώην ἔκειντο. ἱερὸν δὲ ἐκεῖσε τῶν Χαρίτων μέγιστον ἦν. τοῦτό φησι καὶ ὁ ποιητὴς ἐν Ἰλιάδι (ι, 381.) “οὐδ’ ὅς’ ἐς Ὀρχομενὸν ποτινείσεται.” B.H.Q.V. ἢ—ἢ] ὀξυτονητέον τοὺς συνδέσμους· διστακτικοὶ γάρ εἰσιν. H.

11

.

461

οὐ γάρ πω] οὐ γάρ που, αἱ Ἀριστάρχου. H.

11

.

464

ζώει] ἀπὸ κοινοῦ τὸ ἤ· ἢ ζώει ἢ τέθνηκεν. H.

11

.

468

Πατροκλῆος] αὕτη ἡ γενικὴ ἀπὸ εὐθείας ἐστὶ τῆς Πατροκλῆς, ὡς Φιλοκλῆς καὶ Σοφοκλῆς. V.

11

.

471

ἔγνω δὲ ψυχή με] μεθὸ ἔπιε τοῦ αἵματος. ἔστι δὲ κατὰ τὸ σιωπώμενον διὰ τοῦ αἵματος. B.H.Q.

11

.

474

μήδεαι] βουλεύσῃ, ἐργάσῃ. V.

11

.

476

ἀφραδέες] ἀδιανόητοι, ἢ ἀσώματοι. εἴδωλα] αἱ εἰς τὸ ἰδεῖν μόνον εἰκόνες. καμόντων] ἀποθανόντων. V. ἀφραδέες ναίουσι βροτῶν εἴδωλα καμόντων] εἰς τὸ βροτῶν ἡ στιγμὴ, ἵν’ ᾖ οὕτως ὁ νοῦς, ὅπου ἐν τῷ Ἅιδῃ οἰκοῦσιν οἱ τεθνεῶτες
5ἐπιλελησμένοι τῶν ἀνθρωπίνων πραγμάτων. ἀμέλει γοῦν διὰ τῆς τοῦ αἵματος πόσεως εἰς μνήμην τῶν ἀνθρωπίνων πραγμάτων αὐτοὺς ἄγει. ἐὰν δὲ μὴ εἰς τὸ βροτῶν στίξωμεν, ὁ νοῦς οὕτως, ὅπου αἱ ψυ‐ χαὶ τὰ εἴδωλα τῶν ἀποθανόντων ἀνδρῶν ἀφρόντιστοι ζῶσι, τὰ κατὰ
ἀνθρώπους μὴ λογιζόμενοι. H.T. γρ. ἀδρανέες. T.515 in vol. 2
10ἀφραδέες] οἱ ἀσώματοι. φρένες γὰρ οἱ κρεμαστῆρες τοῦ ἥπατος “ὅθι τε φρένας ἧπαρ ἔχουσι.” τινὲς, οὐ νοούμενοι, ἄφραστοι, ἀθεώ‐ ρητοι. H.

11

.

489

ἐπάρουρος] ὡς ἐπίγειος τῷ τόνῳ καὶ τῷ σημαινομένῳ. τινὲς δὲ πάρουρος, ὁ ἀκόλουθος, οὐκ εὖ. H. βουλοίμην κ’ ἐπάρουρος] πῶς τοσοῦτον φιλόζωον εἰσάγει τὸν προ‐ κρίνοντα τὸν ὀλιγοχρόνιον μετ’ εὐκλείας ζῆν; ἤτοι οὖν παραμυθούμε‐
5νος τὴν δυστυχίαν Ὀδυσσέως ταῦτά φησιν, ἢ τὸ ἄπρακτον τῶν νε‐ κρῶν ὁρῶν βδελύττεται τὴν παρὰ τοῖς νεκροῖς δίαιταν. Q. ἐπάρουρος] γεωργός· ἢ ἐπίγειος καὶ ζῶν. B.

11

.

490

ἀκλήρῳ] πένητι, κλῆρον καὶ οὐσίαν μὴ ἔχοντι. B. βίοτος] γρ. βίος. H.

11

.

496

ἀν’ Ἑλλάδα τε Φθίην τε] ὄνομα τόπου αὕτη, ἐν ᾗ ὁ Ἀχιλ‐ λεὺς ἐβασίλευεν. H. σημείωσαι μόνην τὴν Φθίαν Ἑλλάδα λέγειν τὸν Ὅμηρον καὶ Ἕλληνας μόνους τοὺς ἐνοικοῦντας αὐτῇ. τοὺς δὲ ἐν ἄλλοις τόποις οἰκοῦντας Ἀργείους κικλήσκει καὶ Ἀχαιούς. B.

11

.

498

Ζηνόδοτος, εἰ γὰρ ἐγών. H Vind. 133.

11

.

500

Ἀρίσταρχος σὺν τῷ Μέμνονι ἀκούει. H.

11

.

501

εἰ τοιόσδ’] τὸ δέ ἀντὶ τοῦ γάρ, εἰ τοῖος γάρ. H. εἰ τοιόσδ’ ἔλθοιμι] ἐὰν ἦλθον τοιοῦτος αὖθις ἀπὸ τοῦ Ἅιδου εἰς τὸ τοῦ πατρός μου δῶμα οἷος ἤμην πρὶν ἐν ζωῇ, διὰ τοῦτό τινι στυγη‐ τὸν ποιήσαιμι τὸ ἐμὸν μένος καὶ τὰς χεῖρας, ᾧ ἄν τινι εἰς κατά‐
5πληξιν ἄγοιμι. B.H.Q.516 in vol. 2

11

.

502

τῷ κέ τεῳ] οὕτως ἄν τινι. στύξαιμι] εἰς κατάπληξιν ἀνά‐ γοιμι. V. τέων] ὁ Ἀρίσταρχος καὶ ἐγκλίνει τὸ τέων. H. τέων] ἐκείνων. Gl. Vindob. 50.

11

.

509

ἐκ Σκύρου] Σκῦρός ἐστι πόλις Δολοπίας. Q. Vind. 133.

11

.

510

τρισυλλάβως τὸ Τροΐην, ὡς καὶ Ἀρίσταρχός φησι. Vind. 133.

11

.

511

μύθων] τῶν συμβαλλομένων εἰς τὸ κρατεῖν λόγων. V.

11

.

512

διχῶς, νικάσκομεν, ἀπὸ τοῦ νικᾶν, νεικέσκομεν ἀπὸ τοῦ νει‐ κεῖν ῥήματος. H. ἐνικῶμεν. V.

11

.

517

πρὸς τὸ σημαινόμενον ἀπέδωκε πάντας, ὅσσον λαόν. H

11

.

519

ἀλλ’ οἷον] ἀλλὰ μυθήσομαι οἵως τὸν Τηλεφίδην κατενή‐ ρατο. θαυμαστικῶς δὲ τὸ οἷον. Q.

11

.

520

Εὐρύπυλον] Εὐρύπυλος ὁ Ἀστυόχης καὶ Τηλέφου τοῦ Ἡρα‐ κλέους παῖς λαχὼν τὴν πατρῴαν ἀρχὴν τῆς Μυσίας προΐστατο. πυ‐ θόμενος δὲ Πρίαμος περὶ τῆς τούτου δυνάμεως ἔπεμψεν ὡς αὐτὸν ἵνα παραγένηται σύμμαχος. εἰπόντος δὲ αὐτοῦ ὡς οὐκ ἐξῆν αὐτῷ διὰ
5τὴν μητέρα, ἔπεμψεν ὁ Πρίαμος τῇ μητρὶ αὐτοῦ δῶρον Ἀστυόχῃ. χρυσῆν ἄμπελον· ἡ δὲ λαβοῦσα τὴν ἄμπελον τὸν υἱὸν ἔπεμψεν ἐπὶ στρατείαν, ὃν Νεοπτόλεμος ὁ τοῦ Ἀχιλλέως υἱὸς ἀναιρεῖ. ἡ δὲ ἱστο‐ ρία παρὰ Ἀκουσιλάω. Q.V.

11

.

521

Κήτειοι] τινὲς ἀπέδοσαν μεγάλοι, παρὰ τὸ κῆτος. κρεῖσσον δὲ ἀποδιδόναι Μυσῶν ἔθνος τοὺς Κητείους. ἦν γὰρ ὁ Τήλεφος Μυ‐ σίας βασιλεὺς, καὶ Ἀλκαῖος δέ φησι τὸν Κήτειον ἀντὶ τοῦ Μυ‐
σόν. V.517 in vol. 2
5Κήτειοι, προπαροξυτόνως. καὶ τοὺς μεγάλους ἀκουστέον παρὰ τὸ κῆτος, ὡς καὶ Ἀρίσταρχος ἄλλοι δὲ ἔθνος Μυσίας τοὺς νῦν Ἐλεά‐ τας καλουμένους. ἔνιοι δὲ γράφουσι κήδειοι, οἱ συγγενεῖς. οἱ δὲ, χήτειοι γυναίων, οἷον ἐστερημένοι τῶν γυναικῶν, δώρων ἕνεκεν, εἴ γε καὶ ὁ Ἕκτωρ φησὶ “τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ
10λαούς” (Il. ρ, 225.). ἄμεινον δὲ τῷ Ἀριστάρχῳ πείθεσθαι. B. H.Q. γυναίων εἵνεκα δώρων] ἔνιοι μὲν γύναια δώρα ἀπέδοσαν τὴν χρυ‐ σῆν ἄμπελον, ἣν ἐχαρίσατο Ζεὺς Τρωῒ ἀντὶ τῆς Γανυμήδους ἁρπα‐ γῆς, ἥτις κατὰ διαδοχὴν μετέπεσεν εἰς Πρίαμον. οὐδὲν δὲ τούτων
15οἶδεν Ὅμηρος. κρεῖσσον δὲ ἀποδιδόναι ὡς ὑπέσχετο Πρίαμος τῷ Εὐρυπύλῳ μίαν τῶν θυγατέρων δώσειν γυναῖκα, ὡς καὶ Ὀθρυονεῖ ὑπέ‐ σχετο (Il. ν, 365.). ἐν δὲ ἄλλῳ, τῶν δοθέντων δώρων τῇ Εὐρυπύλου γυναικὶ ὑπὸ τοῦ Πριάμου, ἵνα πείσῃ τὸν ἄνδρα αὐτῆς ἄκοντα ἐπι‐ στρατεῦσαι συμμαχήσοντα τοῖς Τρωσί. T.V. ἃ ἐδίδων ξένια εἰς τὸ
20καταπεῖσαι τὸν ἄνδρα ἐξελθεῖν εἰς τὸ ταξείδιον. οἱ μὲν, διὰ τὸν Ἑρ‐ μιόνης γάμον· “ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσεν” (Od. δ, 6.) ὁ Μενέλαος τῷ Νεοπτολέμῳ. οἱ δὲ, ὅτι ἄμπελον χρυ‐ σῆν Πρίαμος ὡμολόγησεν Ἀστυόχῃ τῇ ἑαυτοῦ ἀδελφῇ, Εὐρυπύλου δὲ μητρὶ, ἐπὶ τῷ πέμψαι τὸν υἱόν. ἔνιοι δὲ, ὅτι Πρίαμος ὑπέσχετο
25μίαν τῶν θυγατέρων Εὐρυπύλῳ ἐκδώσειν γυναῖκα, ὡς καὶ Ὀθρυονεῖ. B.Q.

11

.

522

κάλλιστον—Μέμνονα] πῶς οὖν μέλας ὁ Μέμνων ἂν εἴη; H.

11

.

525

ἠμὲν ἀνακλῖναι] περιγραπτέον ὡς ἀπρεπῆ. θυρωροῦ γὰρ ἔργον. H. Ἀρίσταρχος οὐκ οἶδε τὸν στίχον, ἔνια δὲ τῶν ὑπομνη‐ μάτων. H.518 in vol. 2

11

.

526

Ἀρίσταρχος, ἔνθ’ ἄλλοι πάντες κατὰ δούριον ἵππον Ἀχαιοί. H.

11

.

531

ἐξίμεναι] ἐξελθεῖν. ἐμφαντικώτερον δὲ τὸ ἐξέμεναι. H. ξίφεος δ’ ἐπεμαίετο κώπην] ἐζήτει, ἐφήπτετο. καὶ ἔστι τὸ κώπην ἀντίπτωσις, ἐφήπτετο τῆς κώπης τοῦ ξίφους. Q.

11

.

539

ᾤχετο] γρ. φοίτα. H. κατ’ ἀσφοδελὸν λειμῶνα] ὀξυτόνως. ἄδηλον δὲ πότερον σφοδελὸν ἢ ἀσφοδελόν. λέγει γὰρ καὶ χωρὶς τοῦ α. τινὲς δὲ γράφουσι σπο‐ δελὸν, διὰ τὴν σποδὸν τῶν καιομένων νεκρῶν. ἄμεινον δὲ ἀσφοδελὸν,
5διὰ τὸ Περσεφόνης εἶναι λειμῶνα τὸν τόπον. εἶπε δὲ ἀσφοδελὸν τὸν τόπον τὸν ἔχοντα ἀσφοδελὸν, ἥτις ἐστὶ βοτάνη ὁμοία σκίλλῃ. H.Q. ἀσφοδελώδη. H. ἀσφοδελοὺς ἔχοντα. B.H.

11

.

540

χωρὶς τοῦ ι, γηθοσύνη, ἀντὶ τοῦ χαίρουσα. H.

11

.

542

εἴροντο δὲ κήδε’ ἑκάστη] ἔλεγον τὰ κήδεα τῶν ἐν ζωῇ κατα‐ λειφθέντων. Q. ἀντὶ τοῦ ἔλεγον. “ὡς ἔχετ’ ἐμπεφυυῖα καὶ εἴρετο δεύτερον αὖτις” (Il. α, 513.). H.

11

.

544

νόσφιν ἀφειστήκει] Ἀρίσταρχος ἀφεστήκει. H.

11

.

546

διὰ τὸ ἐμὲ τοῦ Ἀχιλλέως ἐπαρεῖν τὰ ὅπλα. H.

11

.

547

παῖδες Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη] ἀντὶ τοῦ Τρῶες, ὡς “υἷες Ἀχαιῶν” καὶ “δυστήνων δέ τε παῖδες” (Il. ζ, 127). οἱ φονευθέντες ὑπὸ Ὀδυσσέως ὅτε Αἴας τὸ πτῶμα Ἀχιλλέως ἐβά‐ σταζεν. ἀθετεῖ Ἀρίσταρχος. ἡ δὲ ἱστορία ἐκ τῶν κυκλικῶν. H. φυ‐
5λαττόμενος ὁ Ἀγαμέμνων τὸ δόξαι θατέρῳ χαρίσασθαι τῶν περὶ τῶν Ἀχιλλέως ὅπλων ἀμφισβητούντων, αἰχμαλώτους τῶν Τρώων ἀγαγὼν ἠρώτησεν ὑπὸ ὁποτέρου τῶν ἡρώων μᾶλλον ἐλυπήθησαν. εἰπόντων δὲ τὸν Ὀδυσσέα τῶν αἰχμαλώτων, δηλαδὴ ἐκεῖνον εἶναι τὸν ἄριστον κρίναντες τὸν πλεῖστα λυπήσαντα τοὺς ἐχθροὺς, ἔδωκεν εὐθὺς τῷ Ὀδυσσεῖ
10τὰ ὅπλα. H.Q.V.519 in vol. 2

11

.

548

ἀέθλων] ἄθλων, ἀγώνων. V.

11

.

554

εἵνεκα τευχέων οὐλομένων] διὰ τὰ τοιαῦτα ὅπλα πῆμα καὶ βλάβην ἔθεντο οἱ θεοὶ τοῖς Ἀργείοισιν ὅτι παρεχώρησαν ὑπ’ αὐτοῦ τὸν Αἴαντα φονευθῆναι τοῖον ὄντα. Q.

11

.

555

οὐλομένων] ὀλέθρου ἀξίων· ἢ ὀλεθρίων, φθειρόντων. πῆμα γὰρ καὶ αὐτὰ οἱ θεοὶ ἐποίησαν τοῖς Ἕλλησι. B.Q.

11

.

559

ἀλλὰ Ζεὺς Δαναῶν] λείπει τὸ, ὃς Δαναῶν. B.

11

.

562

τοῦ θυμοῦ καὶ τῆς ὀργῆς κράτησον. H.

11

.

563

δῆλον οὖν ὅτι καὶ τῶν παρὰ τραγῳδοῖς λόγων βέλτιον αὐτοῦ ἡ σιωπή. H.T.

11

.

564

πόθεν τοῦτο οἶδεν; καὶ γὰρ ὁ Αἴας ἀπιὼν ᾤχετο. H.

11

.

565

ἔνθα χ’ ὅμως] τότε ὅμως κεχολωμένος ὑπάρχων προσέφη ἂν ἐμέ· ἢ τούτου μὴ γεγονότος ἐγὼ ἂν ἔλεγον πρὸς αὐτόν. B. ἔνθα χ’ ὁμῶς] περισπαστέον· ἐπίρρημα γάρ. τῷ συνδέσμῳ οὐ χρῆται, ἀλλ’ ἀντ’ αὐτοῦ τῷ ἔμπης. διὸ καὶ τὸ “ὅμως δ’ οὐ λήθετο
5χάρμης” (Il. μ, 393.) οἱ πλείους περισπῶσιν. ὁ νοῦς, ὁμοίως τοῖς κεχολωμένοις προσέφη ἂν, ὡς καὶ ἔγω αὐτὸν, δηλονότι προσέφην. Ἄλλως. ὁμοίως καὶ ἐγὼ ἔφην ἂν πρὸς τὸν Αἴαντα κεχολωμένα ῥή‐ ματα θλίψεως. ἀλλ’ ὁ θυμὸς ὁ ἐμὸς ἤθελε καὶ τῶν ἄλλων τὰς ψυχὰς τῶν τεθνεώτων ἰδεῖν, καὶ σχολὴν οὐκ εἶχον. Q. τὸ τέλειον κε ἔστι.
10ὁ δὲ ἦ ἀντὶ τοῦ ὡς. H.

11

.

568

νοθεύεται μέχρι τοῦ “ὣς εἰπὼν ὁ μὲν αὖθις ἔδυ δόμον Ἄϊδος
εἴσω” (627.). καίτοι οὐκ ὄντες ἀγενεῖς περὶ τὴν φράσιν. ὑπὲρ δὲ τῆς ἀθετήσεως αὐτῶν λέγεται τοιάδε· (H.) πῶς οἶδε τούτους ἢ τοὺς λοι‐ ποὺς ἔσω τῶν Ἅιδου πυλῶν ὄντας καὶ τῶν ποταμῶν; H.T.520 in vol. 2

11

.

570

ἥμενον] οὐκ ἄρα ὑπεξῆλθεν ὁ Μίνως, ἵνα συνοφθῇ. ἄλογον γὰρ τὸ καὶ σὺν δικαζομένοις καὶ αὐτῷ δίφρῳ ἐξελθεῖν. H.Q.T. εἴροντο] ἀντὶ τοῦ ἔλεγον· ὅθεν καὶ ἱρά ἡ ἐκκλησία. ἄλογα· καθή‐ μενος γὰρ οὐδεὶς δικάζεται. H.

11

.

571

ἥμενοι ἑσταότες τε] ἥμενοι οἱ ἐντελεῖς, ἑσταότες οἱ εὐτε‐ λεῖς. B.Q.

11

.

572

τὰ κατὰ Ὠρίωνα ἐν Ὑρίᾳ πόλει τῆς Βοιωτίας. H.T.

11

.

573

οὐδὲ ἐπὶ τούτου τετήρηται τὸ σύμφωνον· ἄλογον γὰρ τὸ ἐν Ἅιδου κυνηγετεῖν· πῶς τε ἅμα τῇ τῶν θηρῶν ἀγέλῃ προῆλθε, καὶ διὰ τί; H.T. πῶς οὖν μήκιστοι οἱ προειρημένοι παῖδες Ἀλωῆος; ἢ πῶς ὁ κείμενος ἐξῆλθεν; εἰ δὲ μὴ ἐξῆλθε, πῶς ἑωρᾶτο; H.T.

11

.

574

τοὺς αὐτὸς κατέπεφνεν] ὑποτίθεται τοὺς ἐν Ἅιδῃ τοιαῦτα πράττειν οἷα καὶ ἐν ζῶσιν ἐποίουν. B.Q.T. οἰοπόλοισιν] ἐρήμοις, ἐν οἷς ἔστι μόνον πολεῖσθαι, ὅ ἐστιν ἀνα‐ στρέφεσθαι. ἢ ἡμέροις, ἐν οἷς μόνος ἄν τις πορεύοιτο διὰ τὸ ἥμερον.
5ἢ ἐν οἷς οἶες ἀναστρέφονται, οἷον ὅπου νέμονται τὰ πρόβατα. B.Q.V.

11

.

577

πέλεθρα] πλέθρα. πλέθρον ἐστὶ τὸ ἕκτον μέρος τοῦ σταδίου. Q.V. λέγει οὖν ὅτι τοῦ Τιτυοῦ τὸ σῶμα ἐπὶ ἐννέα ἔκειτο πλέθρα, ὥστε κατέχειν τόπον ἑνὸς ἡμίσους σταδίου. ἦν δὲ ὁ Τιτυὸς Διὸς καὶ Ἐλάρας υἱός. ἐν δὲ ἄλλῳ, μέτρον τι γῆς. V. ὑπερμεγέθης δὲ ὢν τῷ
5σώματι ἔκειτο ἐπὶ ἐννέα πέλεθρα. H.Q. καταγέλαστα καὶ ταῦτα, εἰ κατεστρωμένος ἐν τῷ δαπέδῳ προῆλθεν ἐπὶ τὸ σφάγιον. αὐτὸς γὰρ
ὁ Ὀδυσσεὺς οὐκ ἠδύνατο διαβῆναι ἐπὶ τὸ ἔρεβος. Q.T.521 in vol. 2

11

.

578

ἧπαρ ἔκειρον] οὐ τὸν ἐπικείμενον ὑμένα τῷ ἥπατι, ἀλλὰ τὸν ἐπίπλουν, ἀλλὰ τὸ δέρμα. Q.

11

.

579

δέρτρον] τὸ δέρτρον ἢ τὸ ἐκτὸς τῆς σαρκὸς δέρμα, ἢ τὸ ἐπι‐ κείμενον λεπτότατον δέρμα τῷ ἥπατι, ὅπερ ἡ πολλὴ γλῶσσα φλά‐ μουλον οἶδε καλεῖν. B. τὸ δέρτρον Ἀντίμαχος μὲν ὁ Κολοφώνιος τὸν ἐπίπλουν ἀκούει τὸν
5ἐν τοῖς καλουμένοις ἐγκάτοις. λέγει γὰρ “οὐδέ τι θερμὸν ἀναπνείων χολάδας δέρτροισι καλύψεις.” ὁ δὲ ἐπίπλους, φησὶν Ἀπολλόδωρος, ὃν ἀργέτα δημὸν καλεῖ (Il. λ, 818. φ, 126.), οὐ περὶ τὸ ἧπαρ, ἀλλὰ περὶ τὴν κοιλίαν ἐστίν. Δωριεῖς δὲ τὴν ὑπὸ τὴν δορὰν σάρκα δέρτρον καλοῦσιν, οὐ πᾶν δὲ τὸ ἐκδεδαρμένον μέρος τοῦ σώματος, ἀλλὰ τὸ
10περιανειληφὸς καὶ περικαλύπτον τὴν κοιλίαν, ὃ δὴ καὶ ἀνασχίσαντες ἐξαιροῦσι τὰ ἐντός. τὸ δ’ αὐτὸ τοῦτο καὶ περὶ τοῦ ... μετὰ τοῦ δέρματος καὶ χωρὶς, ὅταν ἐκδαρῇ. ὅθεν τινὲς καὶ τὸ τὰ σπλάγχνα ἐξαιρεῖν ἀποδερτροῦν καλοῦσιν. εὐλόγως δὲ καὶ οἱ γῦπες δέρτρον ἔσω δύνουσι, τὸ ἧπαρ ἐσθίοντες, εἰς τὴν ἐπιφάνειαν τῆς σαρκὸς, ἧς ἐντὸς
15τὸ ἧπαρ. τὸ γὰρ δέρτρον ἔσω ἴσον ἐστὶ τῷ, εἰς δέρτρον. τῷ γὰρ ἔσω ἀντὶ τῆς εἰς Ὅμηρος χρῆται· “καὶ νήεσς’ ἡγήσατ’ Ἀχαιῶν Ἴλιον εἴσω” (Il. α, 71.), ἀντὶ τοῦ εἰς τὸ Ἴλιον. H.Q. ἤτοι τὴν ὑπὸ τὴν σάρκα πιμελὴν, ἢ τὸν ὑποκείμενον τῷ ἥπατι ὑμένα. ἔνιοι δὲ ἀπέδοσαν τὸ λεγόμενον ὑπὸ τῶν ἰατρῶν ἦτρον. ἐν δὲ
20ἄλλῳ, τὴν δοράν. V. ἀπαμύνετο] ἀπεκώλυεν. V.

11

.

580

πόθεν ᾔδει τῶν κολάσεων τὰς αἰτίας; οὐ γὰρ ἤκουσεν, εἰ μὴ φησί τις εἶναι τοῦτο κατὰ τὴν Ἑλλάδα φήμην. H. Λητὼ γὰρ ἥλκησε] διὰ τοῦτο ὑπ’ αὐτῆς ὠργίσθη καὶ τοῖς ὀρνέοις ἐκδέδοται. H.Q.
5ἥλκησε] ἐβιάσατο, ἀπὸ τοῦ ἀλκή ἡ δύναμις, ἐδυνάστευσε. B.
ἥλκησεν] ὠδύνησεν. V. ἥλκυσε] γρ. ἥλκησε. H.522 in vol. 2

11

.

581

διὰ καλλιχόρου Πανοπῆος] ὅτι κατὰ τὸ ἀρσενικὸν ἐσχημά‐ τισται ὁ Πανοπεὺς, ὡς βασιλεὺς καὶ βασιλῆος. H. ἐν Πανοπῆϊ τῆς Φωκίδος πόλει τὰ κατὰ τὸν Τιτυόν. ἦν δὲ Γῆς καὶ Διὸς παῖς. B.Q.T. Πανόπη πόλις Φωκίδος. V.
5καλλιχόρου] ἀντὶ τοῦ καλλιχώρου, καλοὺς τόπους ἐχούσης. B.

11

.

582

Τάνταλον εἴσιδον κρατερὰ ἄλγε’ ἔχοντα] Τάνταλος Διὸς καὶ Πλουτοῦς συνδιατρίβων τοῖς νέοις καὶ συνεστιώμενος αὐτοῖς ἀπλή‐ στως διετέθη. κλέψας γὰρ τὸ νέκταρ καὶ τὴν ἀμβροσίαν, οὐκ ἐξὸν αὐτῷ, ἔδωκε τοῖς ὁμήλιξιν. ἐφ’ οἷς ἀγανακτήσαντα τὸν Δία ἐκβα‐
5λεῖν αὐτὸν τῆς ἐν οὐρανῷ διαίτης καὶ ἐξαρτῆσαι ἐπ’ ὄρους ὑψηλοῦ ἐκδεδεμένον τῶν χειρῶν, καὶ τὴν Σίπυλον, ἔνθα ἐκεκήδευτο, ἀνατρέψαι. ἡ ἱστορία παρὰ Ἀσκληπιάδῃ. V.

11

.

583

ἐν ὕδατι ὑπονοητέον αὐτὸν ἑστάναι μέχρι τοῦ γενείου κρυπτό‐ μενον, ὡς δὲ ὑπέκυπτε πιέειν ἔφευγε τὸ ὕδωρ. H.T. προσεπέλαζε] γρ. προσέπλαζε. H. προσεπέλαζε] προσήγγιζεν. V.

11

.

584

στεῦτο] νῦν ἀντὶ τοῦ ἵστατο ἐπὶ τῶν ποδῶν. τὸ πιεῖν δὲ οὐκ ἐδύνατο ἑλέσθαι. B. ἵστατο. νῦν ἐπὶ τῶν ποδῶν. κέχρηται δὲ τῇ λέξει ὁ διασκευαστὴς παρὰ τὴν τοῦ ποιητοῦ συνήθειαν. V. τὸ ἑξῆς, στεῦτο διψάων πιέειν, οὐκ εἶχε δὲ ἑλέσθαι. H.

11

.

587

καταζήνασκε] ἀπὸ τοῦ ἄζω, τὸ ξηραίνω, ἀζαίνω. B. κατε‐ ξήραινεν. ἄζη ἡ ξηρασία. H.V.

11

.

588

δένδρεα δ’ ὑψιπέτηλα] δεῖ νοεῖν τὸν κορμὸν τῶν δένδρων ὑπὲρ τὴν ἡλικίαν εἶναι τοῦ Ταντάλου, τοὺς δὲ κλάδους ἐπικλᾶσθαι ὑπὲρ τὴν κεφαλὴν αὐτοῦ βρίθοντας τῷ καρπῷ. H. καὶ πῶς ἵστατο ἐν ὕδατι τὰ δένδρα; φαμὲν ὅτι κατὰ φαντασίαν, πρὸς τιμωρίαν Ταντά‐
5λου. H.T.523 in vol. 2

11

588bis

δισυλλάβως καὶ προπερισπωμένως τὸ κατὰ κρῆθεν· οὐδὲ οὗ‐ τος δύναται σὺν λίμνῃ καὶ δένδροις ἐξεληλυθέναι ἐπὶ τὸ σφάγιον, ἢ πῶς ἔξωθεν τὰ ἔσω ἐθεώρει; H. χέε καρπὸν] τὸ χέε καὶ ἐπὶ ξηρῶν. ὁ δὲ νοῦς, ἐπέκλων κατὰ τῆς
5κεφαλῆς αὐτοῦ τὸν καρπόν. B.Q.

11

.

591

τῶν ὁπότ’ ἰθύσει’] τουτέστιν ἐφάψασθαι ταῖς χερσὶν ὅτε ὥρμα ὁ γέρων. B.

11

.

593

Σίσυφον] ἡ τιμωρία τούτου ἦν ἵνα λίθον μέγαν ἀναβιβάσῃ ἐν κορυφῇ ὄρους. τοῦτον ὁπόταν ἀνεβίβασε, διατεινόμενος ὁ λίθος πάλιν ὑπέστρεφε τῇ οἰκείᾳ δυνάμει χρώμενος. B. πῶς δύναται σὺν τῷ λίθῳ καὶ τῇ ἀκρωρείᾳ, ἐφ’ ᾗ ἀνεκύλιε τὸν λί‐
5θον, ἥκειν ἐπὶ τὰ σφάγια; πῶς τε κολάζεται ὁ ἐν Ἰλιάδι (ζ, 153.) κέρδιστος ὢν καὶ συνετώτατος; Q.T.

11

.

595

σκηριπτόμενος χερσίν τε ποσίν τε] τοῖς μὲν ποσὶν ἀντιβαί‐ νων εἰς τὴν γῆν, ταῖς δὲ χερσὶν ὠθῶν ἄνω τὸν λίθον. Q.T.

11

.

596

λᾶαν ἄνω ὤθεσκε] ἐπαινεῖται τὸ ἔπος ὡς διὰ τῶν μακρῶν συλλαβῶν τὴν δυσχέρειαν ἐμφαῖνον. Q.

11

.

597

τότ’ ἀποστρέψασκε κραταιίς] ὁ μὲν Ἀρίσταρχος καὶ Ἡρω‐ διανὸς ὀξυτόνως κατὰ συστολὴν, ὡς λικριφίς, ἀμφουδίς, ἐπιρρηματι‐ κῶς, ὁ δὲ Ἀσκαλωνίτης τὸ πλῆρες κραταιὰ ἴς, οἷον ἰσχυρὰ δύναμις. ᾧ ἐπείσθη καὶ ἡ συνήθεια. ἡ κραταιὰ δύναμις τοῦ λίθου, ὅ ἐστι τὸ
5βάρος. B.H.Q. τότε ὁ λίθος ὑπέστρεφε κραταιῶς, ὅ ἐστι ταχέως. τὸ δὲ ὅλον ἐπὶ τοῦ λίθου ἀκουστέον, ὡς Ἀρίσταρχός φησι. H.T. ὑπεστρέφετο ἡ δύναμις ἐκείνου. Q.

11

.

601

βίην Ἡρακληείην] καὶ τοῦτο νεωτερικόν. οὐ γὰρ οἶδε τὸν Ἡρα‐ κλέα ἀπηθανατισμένον, οὐδὲ τὴν Ἥβην γεγαμημένην, ἀλλὰ παρθένον. διὸ καὶ παρθενικὰ ἔργα ἀποτελεῖ· οἰνοχοεῖ γὰρ καὶ λούει. H.Q.T.

11

.

602

εἴδωλον, αὐτὸς δὲ] ὅτι εἰς τρία διαιρεῖ, εἰς εἴδωλον, σῶμα, ψυχήν. τοῦτο δὲ οὐκ οἶδεν ὁ ποιητής. B.Q. ὅτι αὐτοὺς τὰ σώματα αὐτῶν φησιν Ὅμηρος, οὐκ ἂν δέοι σώματος ἐν θεοῖς. H.524 in vol. 2

11

.

603

καλλίσφυρον Ἥβην] τὴν Ἥβην τὴν καλλίσφυρον. ταύτην δὲ καλλίσφυρον ὁ ποιητὴς λέγει ὡς ἰσχυρὰ ἔχουσαν τὰ σφυρὰ, ἤτοι τοὺς ἀστραγάλους, οἷς τὸ ὅλον σῶμα ἀνέχεσθαι πέφυκεν. Q. καλὴ, ἀπὸ μέρους, εὔρυθμος. V.

11

.

604

παῖδα Διὸς μεγάλοιο] τοῦτον ὑπὸ Ὀνομακρίτου ἐμπεποιῆ‐ σθαί φασιν. ἠθέτηται δέ. ἔνιοι δὲ οὐ τὴν οἰνοχόον Ἥβην, ἀλλὰ τὴν ἑαυτοῦ ἀνδρείαν. H.

11

.

605

ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν] ἡνίκα κατῆλθεν ὁ Ἡρακλῆς ἐπὶ τὸν Κέρβερον, πόλεμον ᾖρε πρός τε τοὺς νεκροὺς καὶ τὸν Ἅιδην· τρώ‐ σας δὲ τὸν Ἅιδην καὶ τοὺς νεκροὺς εἰς φυγὴν τρέψας ἀνήνεγκε τὸν Κέρβερον. καὶ μετὰ θάνατον Ἡρακλέους νομίσαντες οἱ νεκροὶ ὅτι
5πάλιν βιάσασθαι αὐτοὺς κατῆλθεν ἐμάχοντο πρὸς τὸ εἴδωλον αὐτοῦ. τοῦτο δέ ἐστιν, ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς. B.H.Q.T.

11

.

606

γρ. πάντος’ ἀτυσσομένων. H. νυκτὶ ἐοικώς] ἀπὸ κοινοῦ τὸ ἦν. H.

11

.

609

ἀορτὴρ] ὁ τοῦ τελαμῶνος κρεμαστὴρ, ἐξ οὗ τὸ ξίφος ἤρτη‐ ται. V.

11

.

611

χαροποί] γρ. χαλεποί. Vind. 133.

11

.

613

μὴ τεχνησάμενος μηδ’ ἄλλο τι τεχνήσαιτο, ὃς κεῖνον τελα‐ μῶνα ἑῇ ἐγκάτθετο τέχνῃ] ἐνταῦθα στικτέον. ὁ γὰρ νοῦς· οὐ τεχνη‐
σάμενος πρότερόν τι τοιοῦτον ἐπὶ τοῦτο ἦλθε τὸ ἔργον· οὐδ’ ἂν ἑξῆς τι τοιοῦτον τεχνήσαιτο. ὁ κατασκευάσας ἐκεῖνον τὸν τελαμῶνα ἄλ‐525 in vol. 2
5λον τοιοῦτον οὐκ ἐτεχνήσατο, ἀλλ’ οὐδὲ τεχνήσεται. ὡς εἴ τις λέγοι, οἷον Φειδίας ἐποίησε τὸν Δία, τοιοῦτο οὐδὲν ἄλλο. εἰς ἐκεῖνον γὰρ τὸ πᾶν τῆς ἑαυτοῦ τέχνης κατέκλεισε. V. οἱ δὲ οὕτως· μὴ τεχνησάμενος μηδὲ ἄλλο τι τεχνήσαιτο ἄνθρωπος, ὃς εἰργάσατο τὸν τελαμῶνα ἐκεῖνον, δηλοῦντος τοῦ ποιητοῦ ὡς παν‐
10τὸς ἂν εὐπετῶς ἔργου γένοιτο τεχνίτης ὁ δημιουργὸς τοῦ τελαμῶνος. ἣ ὡς εἴ τις λέγοι, οἷον Φειδίας ἐποίησε τὸν Δία, τοιοῦτον οὐδὲν ἄλλο ἐν τῇ ἑαυτοῦ ἐνέθηκε τέχνῃ, ἀντὶ τοῦ ἐπενόησε. B.

11

.

614

ἑῇ ἐγκάτθετο τέχνῃ] ἐνέθηκεν ἐν τῇ ἑαυτοῦ τέχνῃ, ὅ ἐστιν ἐπενόησεν. V. ἐγκάτθετο] τινὲς, ὃς κείνῳ τελαμῶνι ἑὴν ἐγκάτθετο τέχνην. H.

11

.

616

καί μ’ ὀλοφυρόμενος] ἐλέγχεται ἐκ τούτων τὰ προκείμενα περὶ τοῦ Ἡρακλέους εἰδώλου, αὐτὸς γὰρ μετ’ ἀθανάτοισι θεοῖσι. πῶς οὖν ὀλοφύρεται ὡς ἐν δεινοῖς ὤν; H.Q.T.

11

.

618

ἡγηλάζεις] ἄγῃ κακῷ μόρῳ. ἢ διάγεις. B. δυστυχίαν βουκολεῖς. Q. διάγεις καὶ ὑπομένεις. V.

11

.

619

ὅνπερ ἐγὼν ὀχέεσκον] συνίστησιν ἑαυτὸν τοῖς Φαίαξιν ἐν‐
δεικνύμενος ὅτι τὰ ὅμοια Ἡρακλεῖ ὑπέστη εἰς Ἅιδου καταβάς. ἅμα καὶ τὸ ἄπιστον τῆς καταβάσεως ἐπιστώσατο τῷ περὶ τὸν Ἡρακλέα διηγήματι. Q.T.526 in vol. 2

11

.

623

κύνα λέγει τὸν Κέρβερον ἐκσπάσαι με τοῦ Ἅιδου εἰς φῶς. H.

11

.

624

χαλεπώτερον] γρ. κρατερώτερον. H.M.

11

.

630

τὸ ἑξῆς, καὶ δὴ ἂν εἶδον τοὺς ἀρχαίους ἄνδρας. H.

11

.

631

Θησέα Πειρίθοόν τε] ὁ μὲν Αἴθρας καὶ Ποσειδῶνος, ὁ δὲ Δίας καὶ Διός. Q.

11

.

632

ἀλλὰ πρὶν ἐπὶ ἔθνε’ ἀγείρετο] μῆκος ἂν λόγων κατηνάλωσεν εἰ περὶ πάντων διηγήσατο. ἐπεὶ οὖν ἄπιστον ἦν τὸ φιλήκοον ὄντα τὸν Ὀδυσσέα ἑκουσίως τῆς τῶν παραδόξων θεαμάτων ἱστορίας ἀπο‐ στῆναι, ἀξιόπιστον τὴν ἀπαλλαγὴν διὰ τοῦ δέους ἐποιήσατο. τὸ μὲν
5γὰρ μεῖναι τοιούτων τινῶν προφαινομένων ἀσύνετον, τὸ δὲ μηδενὸς ἐπικειμένου κινδύνου κατολιγωρῆσαι τῆς θέας ἀπίθανον. H.Q.

11

.

634

μή μοι Γοργείην κεφαλὴν] καὶ πῶς ἐν τῷ ὅπλῳ τῆς Ἀθηνᾶς ἐγκεῖσθαί φησιν αὐτήν; λέγει γὰρ “λάβε δ’ αἰγίδα θυσσανόεσ‐ σαν,” εἶτα ἐπάγει “ἐν δ’ ἔρις, ἐν δ’ ἀλκὴ, ἐν δὲ κρυόεσσα ἰωκὴ, ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου” (Il. ε, 738. sqq.) φησὶ δ’
5Ἀριστοτέλης ὅτι μήποτε ἐν τῇ ἀσπίδι οὐκ αὐτὴν εἶχε τὴν κεφαλὴν τῆς Γοργόνης, ὥσπερ οὐδὲ τὴν ἔριν καὶ τὴν κρυόεσσαν ἰωκὴν, ἀλλὰ τὸ ἐκ τῆς Γοργόνης γινόμενον τοῖς ἐνορῶσι πάθος καταπληκτικόν. καὶ μήποτε πάλιν ῥητέον ὅτι οὐκ αὐτὴν εἶχεν, ἀλλ’ ὅτι ἐγγεγραμμένην ἐν τῇ ἀσπίδι ὥσπερ σημεῖόν τι. ῥητέον δὲ καὶ τοῦτο, ὅτι οὐδὲ Ὀδυσ‐
10σεὺς λέγει ὡς ἦν ἐν Ἅιδου ἡ Γοργόνης κεφαλὴ, ἀλλ’ ὅτι αὐτὸς ἐφο‐ βήθη μὴ τοιοῦτος δαίμων ἐκπεμφθῇ. φοβηθῆναι οὖν, οὐκ ἰδεῖν λέγει.
ἢ ὅτι ἡ μὲν ψυχὴ ἐν Ἅιδου, τὸ δὲ σῶμα ἐν τῇ ἀσπίδι. καὶ Γορ‐ γείην κεφαλὴν οὐ πάντως τὴν τῆς Γοργόνης, ὡς τὸ “τοίην γὰρ κεφα‐ λὴν πόθεον υἷες Ἀχαιῶν,” ἤτοι ἐκεῖ μὲν τὸ σῶμα, ἐν Ἅιδου δὲ τὴν527 in vol. 2
15ψυχήν. ἢ Γοργείην κεφαλὴν φοβερόν τινα δαίμονά φησι. ἐκ τούτου τὸ πλάσμα τὸ περὶ τὴν Γοργόνην γέγονεν Ἡσιόδου, καὶ συγγένειαν αὐτῆς γενεαλογεῖν ἐπεχείρησε, καὶ ὀνόματα περιέθηκε, καὶ ὅτι ἐκα‐ ρατομήθη. B.H.Q. αὐτὴν τὴν Γοργὼ, ὡς τὸ, τοίην γὰρ κεφαλήν. γέλοιον δὲ δεδοι‐
20κέναι τὴν κεφαλὴν τῆς Γοργόνης, ὥσπερ κεφαλῆς καθ’ ἑαυτὴν ἐλθεῖν δυναμένης. H.Q.

11

.

635

ἐξ Ἄϊδος] Ἀρίσταρχος, ἐξ Ἀΐδεω. H.

11

.

636

ἐκέλευον] γρ. ὤτρυνον. M.

12

hyp

(t)

ΥΠΟΘΕΣΙΣ
1Διηγεῖται τὴν ἐξ Ἅιδου γενομένην αὐτῷ ἐπάνοδον πρὸς Κίρκην. καὶ ὡς τὰς Σειρῆνας παρέπλευσε, καὶ τὰς Πλαγκτὰς πέτρας, Σκύλ‐ λαν τε καὶ Χάρυβδιν· καὶ τὴν τῆς αὑτοῦ νεὼς καὶ τῶν ἑταίρων ἀπώ‐ λειαν ἀνελόντων τινὰς τῶν Ἡλίου βοῶν. καὶ ὡς μόνος ἐπὶ ξύλου πρὸς
5Καλυψὼ διεσώθη. P.Q.V.

12

.

2

κῦμα θαλάσσης] δι’ ὅλου θάλασσαν ἀπὸ ὠκεανοῦ διαστέλλει ὁ ποιητής. B.Q. εὐρυπόροιο] πλατὺν πόρον ἐχούσης, οἱονεὶ τὸ ῥεῦμα. ἢ καλοὺς
πόρους ἐχούσης. V.528 in vol. 2

12

.

3

ὅθι τ’ ἠοῦς] οὐχ ὡς ἐπιτελλούσης τῆς ἡμέρας ἐν τῇ Αἰαίᾳ τοῦ‐ το εἴρηκεν, ἀλλ’ ἤτοι ἁπλούστερον, ἐπεὶ παρεγενόμεθα ὅπου ἡμέρα καὶ ἥλιος· ἢ κατὰ σύγκρισιν τῶν Κιμμερίων. ἢ ὡς πρώτην φῶς παρέχουσαν, ἀνατολὴν κέκληκεν, ἐπεὶ ὑψηλοῦ ὄντος τοῦ Κιρκαίου
5ἥλιος ἐκ νυκτὸς ἐπιλάμπει τῷ τῆς Κίρκης ξοάνῳ. V. ταῦτα ὡς πρὸς σύγκρισιν τοῦ Ἅιδου. θέλει γὰρ εἰπεῖν ὅτι ἐκ τοῦ Ἅιδου εἰς τὰ φωτεινὰ διήλθομεν. ἠοῦς δὲ εἶπεν, ἐπὶ τὰ ἀνατολικὰ δηλονότι μέρη τῆς νήσου προσωρμίσαντο. B. ἢ ὡς ἐπὶ ἀνατολικὰ μέρη τῆς νήσου προσορμισάντων, ἢ ὅτι ἐξ Ἅιδου ἐλθόντες πρώτην αὐτὴν φωτεινὴν
10ἐθεάσαντο. ἔνιοι δὲ βιαιότερον ὑπερβατῶς κολλῶντες τὸ ὠκεανοῖο τῷ “ὅθι τ’ ἠοῦς ἠριγενείης,” οὗ, φασὶν, οἰκεῖ ἡ ἡμέρᾳ· ἐξ αὐτοῦ γὰρ ἀνατέλλει καὶ εἰς αὐτὸν δύνει. οὐ μόνον δέ ἐστι βίαιον, ἀλλὰ καὶ ἐναντίον τῷ ποιητῇ. οὐ γὰρ παραδίδωσιν ὁ Ὅμηρος τοὺς ἥρωας ἐπι‐ σταμένους ὅτι ἐξ ὠκεανοῦ αἱ ἀνατολαὶ τοῦ ἡλίου, ἀλλ’ αὐτὸς ἐκ τοῦ
15ἰδίου προσώπου τὸ τοιοῦτον παρέδωκεν· “ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας ἐξ ἀκαλαρρείταο βαθυρρόου ὠκεανοῖο” (Il. η, 421.)· καὶ “ἐν δ’ ἔπες’ ὠκεανῷ φάος ἠελίοιο” (Il. θ, 485.). οἱ δὲ ἥρωες ἄλλως λέγουσιν· “οὐδ’ ὅπη ἠέλιος φαεσίμβροτος εἶς’ ὑπὸ γαῖαν” (Od. κ, 191.). Q. παρεγένετο ὅπου ἐμέριζεν ὁ ἥλιος. P.

12

.

4

χοροί] χῶραι, τόποι, ὡς καὶ εὐρύχορον λέγει γῆν τὴν εὔχωρον καὶ μεγάλην. V. ἀντὶ τοῦ χῶροι· ὅθεν καὶ εὐρύχορος. B.

12

.

7

ἀποβρίξαντες] ἀπὸ τοῦ βαρύνεσθαι τὴν κεφαλὴν ὑπὸ τοῦ ὕπνου. B.T.

12

.

9

δὴ τότ’ ἐγὼν] πρὸ πάντων ἐσπούδακε τὸ ἀποδοῦναι τῷ φίλῳ τὰ νομιζόμενα, μήτε ὑπὸ τοῦ φόβου τῶν ἐν τῷ Ἅιδῃ δεινῶν τὴν μνήμην ἐκταραχθεὶς μήτε τοῖς προφητευθεῖσιν ὑπὸ τοῦ Τειρεσίου ἐκθαμβη‐ θείς. Q.T.

12

.

10

Ἐλπήνορα] οὗτος ἦν ὁ τοῦ Ὀδυσσέως φίλος, ὃς πρὸ τοῦ ἐξελ‐ θεῖν τῆς νήσου ταύτης, ἤγουν τῆς Αἰαίας, τὸ πρὶν κατεκρημνίσθη τοῦ στέγους, καὶ ἐθλάσθη τοὺς ἀστραγάλους τοῦ αὐχένος αὐτοῦ. H.

12

.

11

φιτροὺς] παχέα ξύλα. B. κορμούς. V.529 in vol. 2

12

.

12

θάπτομεν] ἐκαίομεν. V.

12

.

14

τύμβον χεύαντες] γῆν ἐπιχέαντες, ὃ ἦν αὐτὸς τύμβος. B. ἐρύσαντες] νῦν, στήσαντες. P.V.

12

.

15

Ζηνόδοτος γράφει, ἀκροτάτῳ τύμβῳ ἵνα σῆμα πέλοιτο. H.

12

.

18

ἐντυναμένη] εὐτρεπίσασα τὰ πρὸς τροφήν. B.H.

12

.

19

οἶνον ἐρυθρόν] τὸν ποιοῦντα τὰ ἐρυθρὰ, ἢ τοιοῦτον κατὰ τὴν χροιάν. B.

12

.

22

δισθανέες] ὥσπερ τὸ διώνυμος καὶ δισώνυμος, οὕτω καὶ τὸ διθανέες δισθανέες. τίθεται γὰρ τὸ ς καὶ εἰς ἀμφότερα, καὶ ὅταν μετὰ τὸ δι φωνῆεν ᾖ, καὶ ὅταν σύμφωνον. B. δὶς θανέες] οὕτως ἐν δυσὶ μέρεσι λόγου. φησὶ γὰρ Ἀπολλώνιος
5ὡς ὅτι δίς καὶ τρίς ἐν ταῖς συνθέσεσιν ἐκβάλλει τὸ ς, δίπους, τρί‐ πους. Q. ὅτε] τὸ ὅτε ἀντὶ τοῦ ἐπειδή, ὡς ἐκεῖ “ὅτε με βροτοὶ οὔτι τίουσιν” (Od. ν, 129.). B.H.

12

.

26

σημανέω] λέγω ὑμῖν τὴν ὁδὸν, ἵνα μὴ διὰ τὸ ἀμφιβάλλειν καὶ ἀγνοεῖν τὴν ὁδὸν τῇ ἀλλήλων κακοτεχνίᾳ καὶ ἀπειρίᾳ ἀλγήσητε. Ἄλλως. ἵνα μὴ τῇ ἀπειρίᾳ τοῦ πλοῦ εἰς βάρβαρον ἐλθόντες τόπον τῇ τῶν ἐνοικούντων κακοτεχνίᾳ ἀλγήσητε. B.H.Q.T.
5Ἀπορία. διὰ τί ἡ Κίρκη τοσούτων ὄντων τῶν κινδύνων τῷ Ὀδυσ‐ σεῖ ἐν τῷ οἴκαδε παρ’ αὐτῆς ἀπόπλῳ οὐχὶ πάλιν τὸν αὐτὸν ἐκέλευε πλοῦν ὅνπερ ἦλθεν ἀποπλεῖν, ἀλλὰ κατὰ τὰς Σειρῆνας καὶ τὴν Σκύλ‐ λαν καὶ τὴν Χάρυβδιν συνεβούλευε ποιεῖσθαι τὸν πλοῦν καὶ παρὰ τὴν νῆσον ἐν ᾗ αἱ Ἡλίου βόες ἦσαν; ῥητέον οὖν ὅτι τῶν δύο ἀπόπλων
10χειρίστων ὄντων οὐδὲν ἡμάρτανεν ἡ Κίρκη συμβουλεύουσα τοῦτον
ποιεῖσθαι τὸν πλοῦν ἐν κακῶν ἐκλογῇ αἱρετώτερον ὄντα. οὐ γὰρ ἐξ ὧν ἀπειθήσαντες αὐτῇ ἠτύχησαν ἀποκτείναντες Ἡλίου βοῦς αἰτιᾶ‐ σθαι χρὴ, θεωρεῖν δὲ ὅτι, εἰ ἐπείσθησαν αὐτῇ, οὐδὲν ἂν παθόντες δεινὸν οἴκαδε ἀπῆλθον. H.Q.T.530 in vol. 2

12

.

27

ἀλγήσετε] ὅτι συνέσταλκεν ἀντὶ τοῦ ἀλγήσητε. H.

12

.

33

ἡ δ’ ἐμὲ] ἀντιδιασταλτικὴ ἡ ἐμέ. H.

12

.

34

εἷσέ τε καὶ προσέλεκτο] παρέκλινεν ἑαυτὴν καὶ προσηγά‐ γετο. P. προσέκλινεν ἑαυτῇ καὶ προσηγάγετο. ἢ καὶ προσδιελέ‐ ξατο, ὃ καὶ ἄμεινον. προσέλεκτο ἀντὶ τοῦ ἐκοίμησε. B.Q. προσέ‐ λεκτο] προσεῖπεν. V.

12

.

38

μνήσει δέ σε καὶ θεὸς αὐτός] ἔνιοι τὸν Ποσειδῶνα, ὃς διὰ τῶν ἔργων ὑπομνήσει αὐτόν. H. τὸν Ποσειδῶνά φησι. διὰ τῶν ἔγρων ὑπομνήσει περὶ τῶν ὑπ’ ἐμοῦ λεγομένων ὅτι ἀληθῆ εἰσι. B.Q.

12

.

39

Σειρῆνας] κατὰ μὲν τοὺς πολλοὺς Ἀχελῴου καὶ Στερόπης τῆς Πορθάονος αἱ Σειρῆνες, κατ’ ἐνίους δὲ Ἀχελῴου καὶ Τερψιχόρης μιᾶς τῶν Μουσῶν. ἑλόμεναι δὲ παρθενίαν ἐμισήθησαν ὑπὸ Ἀφροδίτης καὶ ἔχουσαι πτερὰ ἀπέπτησαν εἰς τὸ Τυρρηνικὸν κλίμα, καὶ νῆσον
5κατέσχον Ἀνθεμοῦσσαν ὀνομαζομένην. ὀνόματα δὲ αὐτῶν Ἀγλα‐ οφήμη, Θελξιέπεια, Πεισινόη καὶ Λίγεια. κατὰ δὲ Ὅμηρον δύο· Σειρήνοιν γὰρ λέγει. V. τὰς Σειρῆνας Ἀχελῴου καὶ Τερψιχόρης μιᾶς τῶν Μουσῶν, οἱ δὲ Στερόπης τῆς Πορθάονος, ἀγαπησάσας τὴν παρθενίαν ἀπεστύγησεν Ἀφροδίτη καὶ ὠρνίθωσεν. αἱ δὲ ἀπέπτησαν
10εἰς τὴν Τυρρηνίαν περὶ νῆσον Ἀνθεμοῦσσαν. ὀνόματα δὲ αὐτῶν Ἀγλαοφήμη καὶ Θελξιέπεια. φασὶ δὲ ὡς Ὀδυσσέως φυγόντος αὐτὰς ὀργισθεῖσαι καθῆκαν ἑαυτὰς εἰς θάλασσαν. Ὅμηρος δὲ οὔτε γένος αὐτῶν παρίστησιν οὔτε πτερωτὰς αὐτάς φησιν εἶναι. H.Q.T. αἱ Σειρῆνες ἢ ὄρνιθες κέλαδοι ἦσαν ἐν λειμῶνι, ἢ γυναῖκες θελκτι‐
15καὶ καὶ ἀπατητικαὶ, ἢ αὐτὴ ἡ κολακεία. πολλοὺς γὰρ θέλγει καὶ ἀπατᾷ καὶ ὡσανεὶ θανατοῖ. B.

12

.

40

ὅτι σφέας] ὅτε ἡ διὰ τοῦ σφ ἀντωνυμία ἐπιφέρεται, ἐγεί‐ ρει τὴν πρὸ αὐτῆς ὀξεῖαν καὶ ἐπὶ σπονδείου καὶ ἐπὶ πυρριχίου καὶ ἐπὶ ἰάμβου. διὸ ἐπιστατέον τῷ “οὐ γάρ τ’ οἶδ’ εἰ ἔτι σφιν ὑπότρο‐ πος ἵξομαι αὖτις” (Il. ζ, 367.) H.

12

.

42

τῷ δὲ οὔτι γυνὴ] τοῦτο λέγει διὰ τὸ τοὺς ἀκούοντας τοῦ μέ‐ λους τῶν Σειρήνων μὴ δύνασθαι κινηθῆναι ἐπὶ τοῦ πρόσω τῇ ἀρρήτῳ τῆς ἀοιδῆς ἡδονῇ, ἄλλα θνήσκειν ταύτης ἀκούοντας. Q.531 in vol. 2

12

.

43

οἴκαδε νοστήσαντι] ὁ μὲν Ἀριστοφάνης φησὶ κατατηκομένους τῇ ᾠδῇ καὶ αἰφνιδίως ἐκλείποντας ἀπολέσθαι, ὁ δὲ Ἀρίσταρχος διὰ τὴν τῶν ἀναγκαίων σπάνιν. Q.

12

.

46

περὶ δὲ ῥινοὶ μινύθουσι] περὶ δὲ τὰ ὀστέα τὰ δέρματα σήπον‐ ται. Q.

12

.

47

ἀλεῖψαι] περισπωμένως, ἵν’ ᾖ ἀπαρέμφατον ἀντὶ τοῦ προσ‐ τακτικοῦ τοῦ ἄλειψον. H. οὐκ ἄρα ἐπτέρωνται, ἐπεὶ καὶ προσεπέτοντο τοῖς παραπλέουσιν. H.

12

.

51

ὀρθὸν ἐν ἱστοπέδῃ] ὀρθὸν ξύλον ἐκ τῆς τρόπιδος, ᾧ προσδέδεται ὁ ἱστὸς, ἐν ᾧ δεσμεῖται τὸ ἄρμενον. Q. τῷ τόπῳ ἐν ᾧ ὁ ἱστὸς ἐντί‐ θεται. V.

12

.

52

Σειρήνοιιν] ὅτι δύο καθ’ Ὅμηρον αἱ Σειρῆνες, οὐ τρεῖς. Q.

12

.

53

κελεύσῃς] γρ. κελεύεις. H.

12

53-54

ἀθετεῖ Ἀριστοφάνης. πρὸς τί γὰρ ἅπαξ δεδεμένον πάλιν δῆσαι κελεύει; H.

12

.

54

δεόντων] Ἀρίσταρχος γράφει διδέντων, ὡς τιθέντων. H.

12

.

56

διηνεκέως] διαρρήδην. ἔνιοι δὲ ῥᾳδίως. H. οἷον κατὰ μίαν παραγγελίαν, ἢ δι’ ὅλου. V.

12

.

57

ὁπποτέρη] ἀντὶ τοῦ, διὰ ποίας. V.

12

.

58

ἀμφοτέρωθεν] ἐκ θατέρου μέρους ἀμφοτέρας τὰς ὁδούς. B.H. ἐκ τοῦ ἑνὸς μέρους. B. ἑκατέρωθεν. V.

12

.

59

ἐπηρεφέες] πυκναὶ, ἢ ἐπικρεμάμεναι, ὑψηλαὶ καὶ ἐπίστεγοι. Q.V. προτὶ δ’ αὐτάς] οὕτως Ἀρίσταρχος προτί. H.

12

.

61

Πλαγκτὰς] Πλαγκτὰς, διὰ τὸ προσπλήσσεσθαι αὐταῖς τὰ
κύματα· οἱ δὲ νεώτεροι πλανηθέντες, Πλαγκτὰς ἤκουσαν παρὰ τὸ πλάζεσθαι εἰς ὕψος καὶ βάθος. H. ὁ μὲν Κράτης, ὅτι πλάζεται περὶ αὐτὰς τὸ κῦμα, οἱ δὲ ὡς τὴν Δῆλον κινεῖσθαι καὶ φέρεσθαι. V.532 in vol. 2
5ἀπὸ τοῦ προσπλήσσεσθαι ἐν αὐταῖς τὰ κύματα. B. θεοὶ μάκαρες καλέουσιν] ἄνθρωποι δὲ οὐδέν. κἀκ τούτου δῆλον ὅτι πέπλακεν. V.

12

.

62

οὐδὲ πέλειαι—φέρουσιν] τινὲς φυσικῶς ἀναλύοντές φα‐ σιν ὡς κατ’ ἐκεῖνο γινομένης τῆς Πλειάδος εἷς ἐκ τῶν ἑπτὰ ἀστέρων ἀφανὴς ἐγένετο ἐκ τοῦ καπνοῦ. H.Q. ἤτοι μυθικῶς φησι τὰς περιστερὰς διὰ τῶν Πλαγκτῶν πετομένας ἀποκομίζειν Διὶ ἀμβρο‐
5σίαν, ἢ φυσικῶς τοῦτο εἴρηκεν. ὅταν γὰρ ἕκαθεν τῶν Πλαγκτῶν γένηται τὸ ἄστρον τὸ λεγόμενον Ταῦρος, τότε συμβαίνει τῶν ἐπὶ τῆς οὐρᾶς αὐτοῦ κειμένων ζ ἀστέρων, οἳ Πλειάδες λέγονται, ἕνα ἀμαυροῦ‐ σθαι ἐκ τῆς ἀναφορᾶς τοῦ καπνοῦ. φέρουσι δὲ τροφὴν ὕδωρ θαλάσ‐ σιον τῷ ἡλίῳ, ὃν καὶ Πλάτων ἐν Φαίδρῳ Δία προσηγόρευσεν “ὁ μὲν
10δὴ μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνει.” H.Q.V. Ἄλλως. ἔδει τὰς περιστερὰς ὡς ἀκεραίους καὶ ἀκάκους καὶ ὀξείας τῇ πτήσει λέγεσθαι φέρειν τῷ Διὶ τὴν τροφὴν, ἥτις ἐστὶν ἀμβροσία. H.Q.

12

.

64

ἀλλά τε καὶ τῶν] ἀλλὰ καὶ ἀπὸ τούτων τῶν πελειῶν ἀφαι‐ ρεῖται μίαν λὶς, ἀντὶ τοῦ λισσή, πέτρη. B.

12

.

65

ἀλλ’ ἄλλην ἐνίησι] τὴν πλάνην τῶν διερχομένων ἐκεῖσε ζῴων ταῖς Πλαγκταῖς φησι πέτραις ἐναρίθμιον εἶναι, ἤτοι συγκατατετα‐ μένην καὶ ἀχώριστον. H.Q.

12

.

66

ἥτις] γρ. ὅστις. H.

12

.

69

οἴη δὴ κείνη γ’ ἐπέπλω ποντόπορος ναῦς Ἀργὼ πασιμέλουσα] Τυρὼ ἡ Σαλμωνέως ἔχουσα δύο παῖδας ἐκ Ποσειδῶνος, Νηλέα τε καὶ Πελίαν, ἔγημε Κρηθέα. καὶ ἴσχει παῖδας ἐξ αὐτοῦ τρεῖς, Αἴ‐ σονα καὶ Φέρητα καὶ Ἀμυθάονα. Αἴσονος δὲ καὶ Πολυμήλας καθ’
5Ἡσίοδον γίνεται Ἰάσων, κατὰ δὲ Φερεκύδην ἐξ Ἀλκιμέδης. τελευ‐ τῶν δὲ οὗτος καταλείπει τοῦ παιδὸς ἐπίτροπον τὸν ἀδελφὸν Πελίαν, ἐγχειρίσας αὐτῷ καὶ τὴν βασιλείαν, ἵνα αὐξηθέντι τῷ υἱῷ παράσχῃ. ἡ δὲ τοῦ Ἰάσονος μήτηρ Ἀλκιμέδη δείσασα δίδωσιν αὐτὸν τρέφεσθαι Χείρωνι τῷ Κενταύρῳ. τραφεὶς δὲ καὶ ἡβήσας ἔρχεται εἰς Ἰωλκὸν533 in vol. 2
10ἀπαιτῶν τὴν πατρῴαν ἀρχὴν τὸν Πελίαν. ὁ δὲ ἔφασκε χρῆναι αὐ‐ τὸν πρότερον διακομίσαι τὸ χρυσοῦν δέρος ἀπὸ Κόλχων καὶ τοὺς πυριπνόους ἀνελεῖν ταύρους. ἀκούσας δὲ ταῦτα ὁ Ἰάσων λέγει τῷ Χείρωνι. καὶ αὐτῷ ὁ Χείρων συνεκπέμπει τοὺς ἠϊθέους. κατασκευ‐ άζει δὲ ἡ Ἀθηνᾶ τὴν Ἀργώ. πλέοντες δὲ ἀφικνοῦνται ἐπὶ τὴν τῶν
15Βιθυνῶν χώραν, καὶ ὁρῶσι τὸν Φινέα πηρὸν διὰ ταύτην τὴν αἰτίαν. ἔχων γὰρ παῖδας ἐκ Κλεοπάτρας τῆς Βορέου καὶ ἐπιγήμας Εὐρυτίαν δίδωσιν αὐτοὺς τῇ μητρυιᾷ διαβληθέντας πρὸς ἀναίρεσιν. Ζεὺς δὲ χαλεπήνας λέγει αὐτῷ πότερον βούλεται ἀποθανεῖν ἢ τυφλὸς γενέ‐ σθαι. ὁ δὲ αἱρεῖται μὴ ὁρᾶν τὸν ἥλιον. ἀγανακτήσας δὲ ὁ Ἥλιος
20Ἁρπυίας ἐπιπέμπει αὐτῷ, αἵτινες, εἴ ποτε μέλλοι ἐσθίειν, αὐτοῦ διέ‐ πρασσον ἐμβάλλουσαι φθοράν τινα. καὶ οὕτω Φινεὺς ἐτιμωρεῖτο. τοῦτον οὖν τὸν Φινέα θεωρήσαντες οἱ περὶ τὸν Ἰάσονα παρεκάλουν ὑποθέσθαι πῶς δεῖ διαπλεῦσαι τὰς Πλαγκτὰς λεγομένας πέτρας. ὁ δὲ εἶπεν, ἐὰν τὰς Ἁρπυίας ἀπαλλάξωσι τῆς πρὸς αὐτὸν ὁρμῆς. θέντες
25δὲ συνθήκας ἐπαγγέλλονται αὐτῷ τοῦτο δρᾶσαι. ὁ δὲ λέγει αὐτοῖς, πόσον δύναται ἔχειν τάχος ἡ Ἀργώ; φάντων δὲ πελειάδος, ἐκέλευσεν ἀφεῖναι περιστερὰν κατὰ τὴν συμβολὴν τῶν πετρῶν, κἂν μὲν μεσο‐ λαβηθῇ, μὴ πλεῖν, ἐὰν δὲ σωθῇ, τότε περαίνειν τὸν πλοῦν. οἱ δὲ ταῦτα ἀκούσαντες ποιοῦσι. κατασχεθείσης δὲ τῆς περιστερᾶς διὰ
30τῆς οὐρᾶς, προσβάλλουσι τῇ Ἀργοῖ δυοῖν .... πληγάδες πέτραι συνελθοῦσαι τῆς νεὼς συμμύουσιν, αὐτοὶ δὲ σώζονται. οἱ δὲ Βορεά‐ δαι Ζήτης καὶ Κάλαϊς ἀποδιώκουσι τὰς Ἁρπυίας ἀπὸ τῶν Φινέως δείπνων. καὶ οὕτω παραγίνονται εἰς Κόλχους. ἡ δὲ ἱστορία παρὰ Ἀσκληπιάδῃ. V.534 in vol. 2

12

.

70

Ἀργὼ] ἡ ἀργὴ κατ’ ἀντίφρασιν. ἢ ὅτι τοὺς Ἀργείους εἶχε. B. πασιμέλουσα] ἐπίθετον τῆς Ἀργοῦς ἀπὸ τοῦ πᾶσιν ἐν ἐπιμελείᾳ εἶναι διὰ τὸ κλέος. ἢ πᾶσι μέλουσα θεοῖς. V. πᾶσι τοῖς ἀπὸ τῆς Ἑλλάδος ἐν φροντίδι οὖσα. ἐκ πάσης γὰρ τῆς Ἑλλάδος εἶχεν
5ἥρωας. ἢ παρὰ πάντων οὖσα διὰ φροντίδος ὡς ταχεῖα. Q. ὑφ’ ἓν πασιμέλουσα. νεωτερικὸν δὲ τὸ γράφειν φασιμέλουσα, ἡ τοῖς ἐν Φάσιδι πολλὴν φροντίδα ποιήσασα. H.Q.

12

.

73

οἱ δὲ δύο σκόπελοι] ἐν θατέρῳ πλευρῷ τῶν Πλαγκτῶν· οὐ γὰρ δύο πορθμούς φησι. H.

12

.

75

τὸ μὲν οὔποτ’ ἐρωεῖ] τὸ μὲν, ἤτοι τὸ νέφος, οὔποτε ἐρωεῖ, ἤτοι οὐδέποτε ὑποχωρεῖ, λήγει· ὡς τὸ “ὑπερώησαν δέ οἱ ἵπποι” (Il. θ, 122.)· νεφέλην γὰρ εἰπὼν ἀπέδωκε τὸν λόγον πρὸς τὸ νέφος καὶ οὐ πρὸς τὴν νεφέλην. διὰ τοῦτο εἶπε, τὸ μὲν οὔποτ’ ἐρωεῖ. B.Q.
5ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει] πρὸς τὸ συνώνυμον ἀπήντησε τὸ οὔποτ’ ἐρωεῖ. νέφος] νεφέλη. τὸ μὲν] τὸ νέφος. τὸ μὲν οὔποτ’ ἐρωεῖ]
σχῆμα τῶν σημαινομένων ἀκόλουθον. ἐρωεῖ] ἀποχωρεῖ. V. Ἀρίσταρχος οὐ λέγει πρὸς τὸ νέφος τὴν ἀπότασιν εἶναι, ἀλλά φησιν ὅτι τοῦτο οὐδέποτε λήγει, τὸ κεκαλύφθαι τὸν σκόπελον τῷ535 in vol. 2
10νέφει. H.Q.

12

.

77

οὐ καταβαίη] λείπει ὁ δέ. ἤτοι, οὐδὲ καταβαίη, ἀντὶ τοῦ, ὅλως ἀνέλθοι. B.Q. ἤγουν ὅλως ἀνέλθοι. Ἀρίσταρχος γράφει, οὐδ’ ἐπιβαίη, τὸ ἄβατον αὐτῆς ὅλως παριστῶν. H. οὐδέ κεν ἀμβαίη] οὐ δυνηθῇ ἀνελθεῖν. οὐδ’ ἐπιβαίη] οὐδὲ κατέλ‐
5θῃ. V.

12

.

78

οὐδ’ εἴ οἱ χεῖρές τε] ὅτι ὁμοία ἡ προφορὰ τῆς ὑπερβολῆς τῷ “οὐδ’ εἴ μοι δέκα μὲν γλῶσσαι” (Il. β, 489.). H.Q.

12

.

81

εἰς ἔρεβος τετραμμένον] εἰς τὰ πρὸς δύσιν μέρη νεῦον. πιθα‐ νῶς δὲ, ἵνα μὴ προϊδόντες οἱ ἑταῖροι παύσωνται τῆς κωπηλασίας. V. ἴσως πρὸς ἔρεβος ἦν ἀπεστραμμένον, ὥστε ἀεὶ ἀπεστράφθαι ἐξ αὐτοῦ τὴν αὐγὴν τοῦ ἡλίου. H.Q.

12

.

84

ἀφίκοιτο] ἀντὶ τοῦ καταλάβοι. V. σχεδὸν ἔδειξε τὸ μῆκος τῶν δειρῶν [πετρῶν] πηλίκον ἦν· ἡ δὲ μέση δεδυκυῖα τοῦ σπηλαίου ἐφικνεῖται τῶν παραπλεόντων τοσοῦτον ἀπε‐ χόντων ὡς μηδὲ τόξευμα ἀφικνεῖσθαι ἀπὸ τῆς νεὼς εἰς αὐτάς. H.

12

.

85

Σκύλλη] Σκύλλα Φόρκυνος θυγάτηρ καὶ Ἑκάτης, ἔχουσα πρὸς ταῖς πλευραῖς σκύλακας, κατέχουσα τὸν περὶ Σικελίαν πορθμόν. “ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ Χάρυβδις” (235.). V. Σκύλλα θυγά‐ τηρ μὲν ἦν Φόρκυνος καὶ Ἑκάτης, τὸ μὲν μέγεθος θαυμαστή. εἶχε δὲ536 in vol. 2
5πόδας μὲν δώδεκα, κεφαλὰς δὲ ἓξ, ἐν ἑκάστῳ δὲ τῶν στομάτων τρεῖς στίχους ὀδόντων, ὀφθαλμοὺς δὲ πυροειδεῖς. καὶ τὸ μὲν ἄλλο σῶμα ἐκρύπτετο αὐτῆς ἔν τινι σπηλαίῳ κατὰ βυθοῦ βεβλημένον, συμφυὴς οὖσα τῇ πέτρᾳ. τὰς δὲ κεφαλὰς αὐτῆς εἶχεν ἔξω περιμήκεις ὥστε δύνασθαι ἀπὸ τῆς πέτρας εἰς τὴν ναῦν φθάνειν. ταύτην λέγεται τὸν
10Ἡρακλέα, ὁπότε τὰς Γηρυόνου βοῦς ἦγεν, ὡς εἶδεν ἀπληστευομένην, ἀνελεῖν, τὸν δὲ πατέρα διὰ πυρὸς ἀναγκάσαι πάλιν αὐτὴν ἀναζῆσαι. ἡ δὲ ἱστορίᾳ παρὰ Διονυσίῳ. V. λελακυῖα] ἤτοι ὑλακτοῦσα, ἢ οἰκτρὸν ἦχον ἀποτελοῦσα. V. ὑλακτοῦσα. Ἰακῶς συνεστάλη. ἡ δὲ Σκύλλα Φόρκυνος καὶ Ἑκάτης
15θυγάτηρ. H.

12

.

86

νεογιλῆς] νεογνῆς, γάλακτι τρεφομένης. V. ἔνθεν αὐτῇ κυνῶν μὲν κεφαλὰς οἱ νεώτεροι περιέπλασαν. ἀθετοῦν‐ ται δὲ στίχοι τρεῖς. πῶς γὰρ ἡ δεινὸν λελακυῖα δύναται νεογνοῦ σκύλακος φωνὴν ἔχειν; δύναται δὲ τὸ ὅση ἀντὶ τοῦ οἵα κεῖσθαι, ἵνα
5μὴ πρὸς τὸ μέγεθος, ἀλλὰ πρὸς τὴν ὁμοιότητα εἴη ἡ παραβολή. H.Q.

12

.

88

οὐδ’ εἰ θεὸς ἀντιάσειε] εἰς ὅρον ὑπερβολῆς ἀεὶ τὸ θεῖον παρα‐ λαμβάνει ὁ ποιητής. καὶ ἐπὶ τῶν ἡδέων· “ἔνθα δ’ ἔπειτα καὶ ἀθάνα‐ τός περ ἐπελθὼν γηθήσειεν ἰδών” (Od. ε, 74.). καὶ ἐπὶ πολέμου “οὔτ’ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθών” (Il. ν, 127.). καὶ ἐπὶ τῶν φοβερῶν,
5“οὐδ’ εἰ θεὸς ἀντιάσειεν,” ἤτοι ἐναντίον ἐπέλθοι. H.Q.

12

.

89

πάντες ἄωροι] ψιλωτέον τὰς δύο συλλαβάς. ἔστι γὰρ, οὓς οὐκ ἄν τις ὠρήσειεν, ὅ ἐστι φυλάξειεν. οἱ δὲ καὶ μὴ δυναμένους ὁρμῆσαι, ὡσπερεὶ παρειμένους. ἐν τοῖς τραχήλοις γάρ ἐστιν ἡ πᾶσα
ὁρμή. οἱ δὲ νεώτεροι, τοὺς ὀρούειν μὴ δυναμένους μηδὲ ὁρμᾶν, ἅτε τῇ537 in vol. 2
5πέτρᾳ προσπεφυκυίας αὐτῆς, ἐπεὶ κἂν τὸν Ὀδυσσέα καὶ τὰ θηρώ‐ μενα ἐπεδίωκεν. οἱ δὲ, κωλῆν μὴ ἔχοντες· ὥρα γὰρ ἡ κωλῆ κατ’ Ἴωνας λέγεται, ἐπεὶ πλεκτάναι εἰσίν. οἱ δὲ, ἄνισοι κατὰ μέγεθος, ἢ πολύποδες. ἢ σκληροὶ παρὰ τοὺς ἀώρους καρπούς. ἢ λεπτότατοι καὶ πλεκτανώδεις. οἱ δὲ, ἄωροι, ἤτοι ὠμοὶ, ἢ ποικίλοι. ἢ κατὰ μετα‐
10φορὰν τῶν ἄκρων ἀφύλακτοι καὶ δεινοί· ὠρεῖν γὰρ τὸ φυλάσσειν. Ἀρίσταρχος δὲ ἀκώλους· τοὺς γὰρ Ἴωνας λέγειν φασὶ τὴν κωλῆν ὥρην καὶ ὡραίαν· οὐκ ἔχοντας οὖν ὀστᾶ ἀκώλους καὶ ἀνάρθρους λέ‐ γεσθαι. ὑποκεῖσθαι γάρ φησι τῇ Σκύλλῃ πετραῖόν τι θηρίον προσ‐ πεφυκὸς τῷ σκοπέλῳ καὶ κοχλιῶδες πόδας τε ἔχον πλεκτανώδεις,
15ὥστε λέγειν οὕτως τὸν ποιητὴν, Σκύλλην πετραίην (231.). κατὰ δὲ τὴν ἄνωθεν φαντασίαν τῇ Ὕδρᾳ προσεοικέναι καὶ τοὺς αὐχένας αὐτῆς ἰσομεγέθεις εἶναι τῷ σκοπέλῳ. καθιεῖσαν δὲ τὴν Σκύλλαν τὰς κεφα‐ λὰς οὕτως ἀνασπᾶν τοὺς ἁρπαζομένους. “φέρει δέ τε κρατὶ ἑκάστῳ φῶτα ἁρπάζουσα” (99.). ὡς ἂν οὖν ὀλισθηρῶν ὄντων τῶν ποδῶν καὶ
20οὐκ ἐχόντων ἀντίληψιν, ἀώρους ἄν τις δέξαιτο τοὺς ἀκώλους. Κράτης δὲ ἐν τοῖς περὶ διορθώσεως ἀφυλάκτους ἀκούει, οὕτως περὶ τῆς εἰκό‐ νος διαλεγόμενος· τοιοῦτον γάρ τι ὑπόκειται ζῷον ἓξ μὲν ἔχον κεφα‐ λὰς καὶ δειρὰς οὐκ ἐλάττονας, πρὸς δὲ τὴν θάλατταν ἀπὸ τοῦ κατὰ τὸ σπήλαιον ὕψους καθειμένους δώδεκα πόδας, οἵους ἂν θαλάττιον
25ζῷον ἔχοι, πλεκτάναις ὁμοίους τῷ ὄγκῳ καὶ τῷ μήκει, μείζονας τῶν αὐχένων καὶ τῷ ἀριθμῷ διπλασίους. H.Q. λεπτοί. ἔνιοι δὲ ἀπέδοσαν, παραιωρούμενοι καὶ ἀσθενεῖς. τινὲς δὲ, δυσφύλακτοι, οὓς οὐδεὶς ἄν τις δυνηθείη φυλάξασθαι διὰ τὴν περὶ αὐτοὺς δεινότητα· ὠρεῖν γὰρ τὸ φυλάσσειν, ἔνθεν καὶ ὁ πυλωρός.
30ἔνιοι δὲ δασέως ἀνέγνωσαν ἄωροι, ὠμοὶ, ἄγριοι, ἐκ μεταφορᾶς τῶν ἀώρων καὶ μὴ πεπείρων καρπῶν. τινὲς, οὐδεμιᾶς φροντίδος ἄξιοι· ὤρα γὰρ ἡ φροντίς. ἔνιοι δὲ ἀώρους τοὺς ἐμπροσθίους, ὡς καὶ παρὰ τῷ κωμικῷ “οὐ τοὺς ἀώρους εἶπά σοι, μαστιγία, πόδας κομίζειν; σὺ δὲ φέρεις ὀπισθίους.” ἄμεινον δὲ ἀποδιδόναι τοὺς χαλεποὺς καὶ538 in vol. 2
35δυσφυλάκτους παρὰ τὸ ὠρεῖν, ὅ ἐστι φυλάσσειν. ἢ τοὺς δυσορμήτους, παρὰ τὸ ὀρούειν· οὐ γὰρ χρῆται αὐτοῖς ἡ Σκύλλα εἰς πορείαν. V. ἢ δυσφύλακτοι, οὓς οὐδεὶς ἂν δυνηθείη φυλάξασθαι διὰ τὴν περὶ αὐτοὺς δεινότητα. ἢ ὠμοί. ἢ οὐδεμιᾶ φροντίδος ἄξιοι. ἢ ἀνόρμητοι, οἱ μὴ δυνάμενοι ὀροῦσαι. Ἄλλως. ἄωροι, σκληροὶ παρὰ τοὺς ἀώ‐
40ρους καρπούς. ἢ κρεμαστοὶ, ἀπὸ τοῦ αἰωρῶ, τὸ κρεμῶ. B.

12

.

90

δειραὶ περιμήκεες] ἀντισταδιαίους τῷ μήκει. Q.

12

.

91

σμερδαλέη κεφαλὴ] κατὰ μὲν τοὺς πολλοὺς κυνός· πιθανώτε‐ ρον δὲ δράκοντος· καὶ γὰρ μόνος δράκων τρεῖς στίχους ἔχει ὀδόν‐ των. V.

12

.

92

πυκνοὶ καὶ θαμέες] ἐκ παραλλήλου ἔταξε τὰς λέξεις ἰσοδυνα‐ μούσας. V.

12

.

94

ἐξίσχει κεφαλὰς] τινὲς ἐξίσχει κακῶς στίζουσιν. H. βερέθρου] γρ. βαράθρου. H.

12

.

95

περιμαιμώωσα] ὑπὸ τοῦ λιμοῦ ἐνθουσιῶσα καὶ κινουμένη. B.

12

.

97

κῆτος] ὡς καὶ τῶν δελφίνων καὶ τῶν κυνῶν κητῶν ὄντων. H. ἀγάστονος] μεγάλους ψόφους ἀποτελοῦσα· ἢ μεγάλους στεναγμοὺς ἐπιφέρουσα διὰ τοὺς ἐν τοῖς ναυαγίοις ἀπολλυμένους. V.

12

.

98

τῇ δ’] Ἀριστοφάνης, τήνδε. ὑφὲν δὲ τὸ πώποτε. H. ἀκήριοι] ἀβλαβεῖς, ἄνευ κηρὸς, ὅ ἐστι θανάτου. H.V.

12

.

102

πλησίον ἀλλήλων] μετὰ τὸ στίξαι τελείως εἰς τὸ Ὀδυσσεῦ, τὸ “πλησίον ἀλλήλων” ὡς ἀπὸ ἄλλης ἀρχῆς προφερόμεθα καὶ στί‐ ζομεν εἰς τὸ ἀλλήλων. λείπει δὲ τὸ εἰσί, πλησίον ἀλλήλων εἰσίν. εἶτα σαφηνίζει τὸ διάστημα. ἐγὼ δὲ εἰς τὸ πλησίον στίζων οἶμαι
5μηδὲν λείπειν. Q. Ἀριστοφάνης πλησίον γράφει. H. δὴ ὀϊστεύσειας] γρ. διοϊστεύσειας. M. ὀϊστῷ καταλάβοις ἀπὸ σκοπέλου εἰς σκόπελον. B.Q.539 in vol. 2

12

.

103

τῷ δ’ ἐν ἐρινεός ἐστι] οἰκονομικῶς, ἵν’ εἰς τοῦτον ἐκκρεμασθῇ ὁ Ὀδυσσεύς. διὸ καὶ τὸ μέγας πρόσκειται, ἵνα δυνηθῇ βαστάξαι τὸν κρεμάμενον ἥρωα. παρατετηρημένως δὲ οὐκ ἐλαίαν ἢ ἄλλο δένδρον, ἀλλ’ ἐρινεὸν παρέλαβεν, ὅσπερ εἴωθε καὶ ἐν κρημνοῖς φύεσθαι. Q.

12

.

104

δῖα Χάρυβδις] ἡ φοβερὰ, παρὰ τὸ δέος. θαλάσσης δὲ βά‐ θος ἀναποτικόν ἐστι μεταξὺ τοῦ Ἀδρίου καὶ τοῦ Τυρρηνικοῦ πελά‐ γους. B.Q.V. οὐκ ἐδήλωσέ γε μὴν ὁ Ὅμηρος πότερον θηρίον ἐστὶν ἢ ἄμπωτις. ὑποπτεύει δ’ αὐτὸν Καλλίστρατος ὡς μαχόμενον τοῖς
5ἔπειτα. B.Q. ἀναρροιβδεῖ] περισπωμένως· τινὲς δὲ τὴν λέξιν περὶ τοῦ ἀναρ‐ ριπτεῖ ἔταξαν. οὐκ ἀναστρεπτέον δὲ τὴν ὑπό πρόθεσιν. H.

12

.

105

τρὶς μὲν γάρ τ’ ἀνίησιν] τινὲς τὸ τρίς ἀντὶ τοῦ πολλάκις. ἄμεινον δὲ τῷ “ἐπ’ ἤματι” ἀντὶ τοῦ νυχθημέρῳ. δι’ ὀκτὼ γὰρ ὡρῶν γίνεται ὁ σπασμὸς τοῦ ὕδατος, ὡς Ὀδυσσεύς φησιν. καὶ ἀλλαχοῦ “ἕνδεκα δ’ ἤματα θυμὸν ἐτέρποντο” (Il. φ, 45.), ἀντὶ τοῦ νυχθή‐
5μερα. Q. τρὶς δ’ ἀναροιβδεῖ] ἄμπωτις δέ τις, ἀνάπωσίς τις καὶ ἀναρρόφη‐ σις. ὑπονοστεῖ γὰρ τὸ ὕδωρ ἔν τισι κοιλώμασι τῶν πετρῶν καὶ πά‐ λιν ῥήγνυται, διὸ τὸ ὕδωρ καλεῖται ῥαχία. ἦν δὲ οὗτος ὁ τόπος τοῖς πλέουσιν ἐπικίνδυνος, θανάτου μεστὸς, ὅτι τὸ πλοῖον ἐν τούτῳ τῷ
10τόπῳ ὑποβρύχιον ἐγίνετο. H.Q. ἡ κατὰ τὴν Σκύλλαν ἐστὶν ἱστορία αὕτη, ὡς ἦν γυνὴ περικαλλὴς μέχρι ὀμφαλοῦ. ἔνθεν καὶ ἔνθεν κυνῶν προσεπεφύκεσαν κεφαλαὶ αὐτῇ ἕξ. τὸ δ’ ἄλλο αὐτῆς σῶμα ὀφιοειδές. ὃ θηρίον τοὺς παραπλέοντας
τὰ πελάγη ταῦτα κατήσθιεν ἀφειδῶς ἢ θηριωδῶς. ἡ δὲ Χάρυβδίς540 in vol. 2
15ἐστι τόπος τις κοῖλος περὶ τὴν θάλασσαν, καὶ ἵσταται ἐν τούτῳ ὕδωρ ὥστε τὸν πυθμένα τῆς θαλάσσης συστρεφομένου βιαίως τοῦ ὕδατος φαίνεσθαι, καὶ ἀναρροφᾶται καὶ πάλιν ἀποπτύεται τρὶς τῆς ἡμέρας. H.Q.

12

.

107

ὑποβολή. εἰκότως ἐπιταράττει αὐτὸν ἐπὶ τούτῳ, ἵνα θάτερον ὑποστῇ. H.

12

.

111

ἀτυζόμενος] λυπούμενος, ταρασσόμενος, τεταραγμένην ἔχων τὴν καρδίαν. M. ἐκπληττόμενος. V.

12

.

112

ἐνίσπες] γρ. ἔνισπε. M.

12

.

116

καὶ δ’ αὖ τοι] ὁ μὲν αὖ σύνδεσμος, ἡ δὲ τοι ἀντωνυμία. ὁ δὲ λόγος, καὶ ἐκεῖ πολεμήϊά σοι ἔργα μέμηλεν, ὦ σχέτλιε. B.Q.

12

.

117

θεοῖσιν—ἀθάνατον] διαφέρει παρ’ Ὁμήρῳ ἀθάνατος καὶ θεός· καὶ γὰρ οἱ Ἀχιλλέως ἵπποι ἀθάνατοι, οὐ μέντοι θεοί. H.

12

.

120

οὐδέ τις ἔστ’ ἀλκή] εἰς τὸ ἀλκή ἀνάπαυσις· εἶτα γνωμικώ‐ τερον τὸ ἑξῆς. H. ἐνταῦθα στικτέον. ὁ δὲ λόγος, οὐδὲ ἔστι κατὰ Σκύλλης ἀλέξησις. φεύγειν δὲ ἀπ’ αὐτῆς κρεῖττον. ἀλκὴ γὰρ ἡ βοήθεια καὶ ἀλέξησις. V.

12

.

124

Κραταιίν] Κραταιὶς καλεῖται ἡ μήτηρ τῆς Σκύλλης. μάγοι δὲ Ἑκάτην αὐτὴν καλοῦσιν. V. Κράταιϊν Σῆμός φησιν Ἑκάτης καὶ Τρίτωνος, Κραταίϊδος δὲ καὶ Δείμου Σκύλλαν. Στησίχορος Λά‐ μιάν φησι τῆς Σκύλλης μητέρα. H.
5ἄμεινον γράφειν, κραταιίς, ἀντὶ τοῦ ἰσχυρῶς, ὡς ἀλλαχοῦ “τότ’ ἀποστρέψασκε κραταιίς” (λ, 597.), ἵνα λέγῃ, κραταιῶς ἐπιβοῶ τὴν μητέρα τῆς Σκύλλης. καὶ ὀξύνεται. ἐὰν δὲ ᾖ κύριον, προπαροξύνε‐
ται. B.H.Q. ἀθετοῦνται γʹ, ὅτι διὰ τούτων σημαίνει μὴ εἶναι τὴν Σκύλλαν σύμ‐541 in vol. 2
10φυτον τῇ πέτρᾳ. H.

12

.

127

Θρινακίην] νῆσός ἐστιν ἐν ὠκεανῷ ἱερὰ Ἡλίου. Q.V.

12

.

128

ἠελίοιο βόες] ἥλιον ἐνταῦθα τὸν χρόνον λέγουσιν εἶναι, βόας καὶ μῆλα τὰς ἡμέρας. αἱ ἑπτὰ γὰρ ἀγέλαι, ὧν ἑκάστη νʹ, τνʹ γίνον‐ ται. γόνος δὲ οὐ γίνεται αὐτῶν. καὶ γὰρ αἱ ἡμέραι τοῦ χρόνου οὔτε πλείονες γίνονται οὔτε ἐλάττονες, ἀλλ’ ἀεὶ αἱ αὐταί. B.

12

.

129

ἑπτὰ βοῶν ἀγέλαι] Ἀριστοτέλης φυσικῶς τὰς κατὰ σελή‐ νην ἡμέρας αὐτὸν λέγειν φησὶ τνʹ οὔσας. τὸν γὰρ πεντήκοντα ἀριθ‐ μὸν ἑπταπλασιάσας εἰς τὸν τριακοστὸν πεντηκοστὸν περιεστάναι εὑ‐ ρήσεις. Q. Vind. 56.
5τόσα δ’ οἰῶν πώεα] οἶμαι λέγειν τὰς τοσαύτας νύκτας. καὶ αὗται γὰρ τνʹ ἑπταπλασιαζομένου τοῦ νʹ. H.Q.

12

.

130

πεντήκοντα δ’ ἕκαστα] ἕκαστα βουκόλια καὶ ποίμνια, ἤτοι μία ἑκάστη τούτων ἀγέλη ἀνὰ πεντήκοντα φέρει. Q.

12

.

131

θεαὶ δ’ ἐπιποιμένες εἰσί] θεαὶ δὲ αἱ ὧραί εἰσι. B. οὐ κωλύουσιν αὗται εἰδυῖαι κολασθησομένους αὐτούς. V.

12

.

133

Ὑπερίονι] τῷ ὑπεράνωθεν ἡμῶν ἰόντι. H. Νέαιρα] Νεαίρῃ σύνεστιν ὁ Ἥλιος, ἐπειδὴ νέος ὁ θεός. V.

12

.

138

ἦ τ’ ἂν] γρ. καὶ κεν. M.

12

.

149

ἴκμενον οὖρον] διὰ τί ἐν μὲν τοῖς ἀκινδύνοις μέρεσι τοῦ πλοῦ παρέχει αὐτῷ πνοὴν οὔριον παραπλέοντι Σειρῆνας, καὶ Σκύλλην οὐκέτι; τάχα οὖν καὶ τοὺς ἀνέμους ἔθελγεν. H.T. ἐπιτήδειον πρὸς τὸ ἱκέσθαι. B.

12

.

152

ἥμεθα] δημοτικῶς εἰς μέσον παρατίθησι τὰ ἀπόρρητα. κοι‐ νὸς γὰρ ὁ κίνδυνος. Q.T.

12

.

157

ἐν ἀμφοτέροις πλεονάζει ὁ κεν, ἢ ἑλώμεθα τὸν θάνατον, ἢ τὰ
πρὸς σωτηρίαν παρασκευασώμεθα. H.542 in vol. 2

12

.

158

Σειρήνων] τὰ κατὰ μέρος οὐ λέγει, ὅτι θέλγουσιν ἡδονῇ, ἵνα μὴ τῆς μελῳδίας ἐπιθυμήσαντες ἀμελήσωσι τῶν παραγγελμά‐ των. Q.

12

.

160

ἀλλά με δεσμῷ] εἰ μὲν καταφρονήσει τῆς ᾠδῆς, οὐδὲν ἠδίκει ὁ δεσμός· εἰ δὲ ἐθέλγετο δεθεὶς, ἐσώζετο. φιλομαθὴς δὲ καὶ ἐγκρα‐ τὴς, ὥστε τοῦ μὲν λωτοῦ οὐκ ἐθέλησε, τῶν δὲ Σειρήνων ἀνήκοος μεῖ‐ ναι οὐκ ἐκαρτέρησεν. Q.
5οἶον ἔμ’ ἠνώγει] ἵνα πείρᾳ μάθῃ ὅτι ἀληθεύει. καὶ ἄλλως ἔδει τινὰ εἶναι τὸν μηνύσοντα ὅτι οὐκέτι ἐξακούονται αἱ Σειρῆνες. V. ἡ μὲν Κίρκη εἶπεν “ἀτὰρ αὐτὸς ἀκουέμεν αἴκε θέλῃσθα” (49.). ὁ δὲ τὸ ἂν θέλω οὐ προσέθηκεν, ἵνα μὴ δοκῇ πλεονεκτεῖν μετὰ ἀσφαλείας τὸ ἡδὺ θηρώμενος. H.

12

.

163

καὶ ἐνταῦθα οἱ δύο ὀβελίζονται ὡς ἀδικώτατοι. H.

12

.

164

ὑμεῖς δ’ ἐν] γρ. ὑμεῖς μ’ ἐν. Vind. 133.

12

.

167

ἀμύμων] γρ. ἀπήμων. H.

12

.

168

αὐτίκ’ ἔπειτ’ ἄνεμος] ἐντεῦθεν Ἡσίοδος καὶ τοὺς ἀνέμους θέλ‐ γειν αὐτὰς ἔφη. Q.V. ἥδε] δασέως τὸ ἥδε. H.

12

.

169

κοίμησε δὲ κύματα δαίμων] κατ’ ἐπιβουλὴν Ποσειδῶνος, ἵνα μᾶλλον αὐτῶν ἀκούσῃ ὁ Ὀδυσσεύς. τινὲς δὲ ὅτι καὶ τοὺς ἀνέμους ἵστασαν γοητεύουσαι τῇ φωνῇ. B.Q. ἴσως ἡ Κίρκη, ἵνα μὴ ἀπρο‐ φύλακτοι προσενεχθῶσιν, ἢ Ποσειδῶν, ἵνα ἀκούσῃ. V.

12

.

170

ἱστία μηρύσαντο] συνέστειλαν, ἀπὸ τῆς τῶν μηρυομένων ἐρίων συστολῆς. B.Q. συνέστειλαν διὰ τῶν κάλων. V.

12

.

171

ἐν νηῒ γλαφυρῇ θέσαν] καταθέντες δηλονότι τὸ κέρας. V.

12

.

172

λεύκαινον ὕδωρ] ἔτυπτον· ἀπὸ τοῦ παρακολουθοῦντος. λευ‐ καίνεται γὰρ ὑπὸ τῶν κωπῶν τὸ ὕδωρ ἀπὸ τοῦ σφοδρῶς κωπηλατεῖν. B.Q.V. ξεστῇς ἐλάτῃσιν] κώπαις ἐξ ἐλάτης ξύλου κατεσκευασμέναις. Q.543 in vol. 2
5ἀπὸ ἐλάτης δένδρου κατεσκευασμέναις κώπαις. V.

12

.

174

πίεζον] ἐμάλασσον. V.

12

.

175

ἰαίνετο] ἁπαλὸς ἐγένετο, διεχέετο. μεγάλη ἡ ἲς, ἡ θερμὴ δύναμις τοῦ πυρός. H.

12

.

177

πᾶσιν ἄλειψα] ἐπέπλασα ἐμφράττων τῶν ὤτων τοὺς πό‐ ρους. Q. ἐνέφραξα. V.

12

.

178

ὁμοῦ χεῖράς τε πόδας τε] ἀπὸ κοινοῦ τὸ ὁμοῦ, ὁμοῦ χεῖρας ὁμοῦ πόδας. Q.

12

.

179

πείρατ’ ἀνῆπτον] γρ. πείρατ’ ἀνῆψαν. M. τὰ πείρατα τοῦ δεσμοῦ, τὰ σχοινία ἐδέσμουν. H.

12

.

180

τύπτον ἐρετμοῖς] τὸ ἑξῆς, ἅλα τύπτον ἐρετμοῖς ῥίμφα διώ‐ κοντες. B.

12

.

181

ἀλλ’ ὅτε τόσσον ἀπῆν] τὸ μὲν ἀπῆν ἐπὶ τῆς νηὸς, τὸ δὲ διώ‐ κοντες ἐπὶ τῶν ἐρετῶν. οὐ γὰρ εἴρηκεν ἀπῆμεν. B.H. ἀπῆν ἡ ναῦς· νῦν δὲ οἱ ἐν τῇ νηΐ. προσεπάγει τὸ διώκοντες. ἀλλ’ ἔθος ἔχει ἡ μετοχὴ τὸ αὐτὸ δύνασθαι τῷ ῥήματι μετὰ τοῦ ἐπειδή.
5Εὐριπίδης “μέλλων δὲ πέμπειν μ’ Οἰδίπου κλεινὸς γόνος, ἐν τῷδ’ ἐπε‐ στράτευσαν Ἀργεῖοι πόλιν·” ἀντὶ τοῦ ἐπειδὴ ἔμελλεν ὁ Οἰδίπου υἱὸς πέμπειν. οὕτω καὶ ἐνταῦθα, ἐπειδήπερ πάνυ ἐδίωκον, ἵν’ ᾖ ὁ νοῦς οὕτως, ὅτε δὲ ἡ ναῦς ἀπῆν, ὅσον τε γέγωνε βοήσας· καὶ γὰρ ταχέως αὐτὴν ἤλαυνον. H.Q.

12

.

182

ῥίμφα διώκοντες] εὐκόλως ἐλαύνοντες. Q.

12

.

184

δεῦρ’ ἄγ’ ἰὼν] ἐν τούτοις ὁ ποιητὴς προσωποποιεῖται λέγων τὸ ἄγε, ὡς ἐκ προσώπου τῶν Σειρήνων καλουμένων τὸν Ὀδυσσέα πρὸς ἑαυτὰς, ὅπως δῆθεν τέρποιτο τῇ τούτων ἀοιδῇ. ὁ δὲ νοῦς τῆς προκλή‐ σεώς ἐστι τὸ χρηματίσαι τοῦτον καὶ τοὺς φίλους αὐτοῦ βρῶμα ταῖς544 in vol. 2
5Σειρῆσιν οἴκτου ἄξιον. Q. πολύαιν’ Ὀδυσεῦ] μαντικαί τινες αἱ Σειρῆνες, ὅθεν γνωρίζουσι τοὔνομα. Q.V. πῶς οὖν ὅτε οὐκ ἀκούουσιν, οὐ γνωρίζουσιν; ὅτι θεοὶ οἷς ἂν μὴ ἐπιστήσωσιν οὐκ ἴσασιν. V.

12

.

185

νωϊτέρην ὄπ’] δύο φαίνονται καὶ ἐντεῦθεν. H.

12

.

188

νεῖται] ἐπανέρχεται. Q. ἀπέρχεται. V.

12

.

193

λῦσαι δ’ ἐκέλευεν] μαρτυρία τῆς ἡδονῆς ὅτι καὶ ὁ ἐγκρατέ‐ στερος ἥττηται. B.H.V.

12

.

196

μᾶλλον δὲ πιέζευν] γρ. μᾶλλόν τε πίεζον. H. ἐπιέζευν] γρ. πίεζον. Vind. 133.

12

.

197

καὶ μὲν οἴεται, οὐδὲ πρότερον ἤκουον. σημαίνει δὲ οὖν ἔξω τοῦ δύνασθαι ἀκούειν ἐγενόμεθα. H.

12

.

202

καπνὸν καὶ μέγα κῦμα] εἰκότως καπνόν. ἐν ἡμέρᾳ γὰρ οὐ φαίνεται πῦρ. V. καπνόν] ἐκ τῆς συγκρούσεως καὶ παρατρίψεως τῶν Πλαγκτῶν· δοῦπον δὲ ἐκ τῆς ἐκρήξεως. B.Q.

12

.

205

προήκεα] ὡς ταναήκεα. δηλοῖ δὲ τὰ προβεβηκυῖαν τὴν ἀκμὴν ἔχοντα, ἢ τὰ προήκοντα τῆς νεώς. B.H.Q. προέχοντα καὶ προτεταμένα τῆς νεώς. V.

12

.

209

ἔπι] ἐπέρχεται. V. οὐ μὲν δὴ τόδε μεῖζον ἔπι κακὸν] περιέχει, ὡς “Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι” (Il. λ, 483.), ἢ ἐνεργεῖ, ὡς “τὸν δέρον, ἀμφὶ δ’ ἕπον” (Il. η, 316.). Q. Vind. 133.
5ἕπει] ῥῆμά ἐστιν ἕπω, ἕπεις, ἕπει, ἀντὶ τοῦ περιέπει. δασέως οὖν.
Ζηνόδοτος δὲ ἔχει. H. Vind. 133.545 in vol. 2

12

.

212

καί που τῶνδε μνήσεσθαι ὀΐω] τῶν ἐνεστώτων κακῶν οἶμαι ποιήσασθαι μνείαν εἰς τὸ ἐκφυγεῖν ἡμᾶς τὸν ἀπὸ τούτων κίνδυνον. B.

12

.

214

ἁλὸς ῥηγμῖνα] νῦν τὸ ἐπιπολάζον. παρὰ τὸ ῥήγνυσθαι ταῖς κώπαις. V. ῥηγμῖνα βαθεῖαν] εἶπε τὴν προσκρουομένην τοῖς σκοπέλοις θάλασ‐ σαν· ἡ γὰρ τῶν αἰγιαλῶν ἐπιπολαία ἐστίν. B.Q.

12

.

217

κυβερνῆθ’] τοῦτον Μάνδρωνά τινες λέγουσιν. H.

12

.

218

οἰήϊα] αὐχένια. Q. πηδάλια. V. πηδάλια, αὐχένια. P.

12

.

220

σκοπέλων] ἑνικῶς σκοπέλου, τῆς Σκύλλης. H. ἑπιμαίεο] ἐπιμέμνησο. Q. ἐφάπτου. V.

12

.

223

Σκύλλην δ’ οὐκέτ’ ἐμυθεόμην] εἰπὼν περὶ τῆς Χαρύβδεως καὶ τῆς ἀμπώτιδος τοῖς ἐμοῖς φίλοις, οὐκέτι καὶ περὶ τῆς Σκύλλης εἶπον αὐτοῖς, μή πώς με καταλείπωσιν αὐτὸν ἄπρακτον ἐν τῇ θλίψει καὶ τῷ φόβῳ αὐτῶν. H.Q.
5ἄπρηκτον ἀνίην] πρὸς ἣν πράξασθαί τι καὶ μηχανήσασθαι οὐκ ἐδυνάμεθα. ἢ τὴν ἀνίαν τὴν ἀπραξίας αἰτίαν· οὐδὲν γὰρ ἐκ τοῦ λυ‐ πεῖσθαι ἐδύναντο πρᾶξαι. B.Q.

12

.

225

συγκλείεσθαι αὐτοὺς ἐκέλευον. H.

12

.

226

καὶ τότε δὴ] γρ. καὶ τότ’ ἐγώ. N.

12

.

227

λανθανόμην] νῦν, ἑκὼν ἠμέλουν. V.

12

.

228

αὐτὰρ ἐγὼ καταδὺς] καὶ γὰρ οἱ θεοὶ τιτρώσκονται καὶ εἴ‐ κουσι. V. καὶ πῶς οὐ μᾶλλον ἐξεπλάγησαν οἱ ἑταῖροι; ἤτοι οὖν ἀπεστραμμένοι καὶ ἐρέσσοντες ὁπλιζόμενον οὐκ εἶδον, ἢ οἴονται τε‐ θαρρηκέναι αὐτὸν ὡς καὶ μόνον ἀμύνεσθαι τὸν ἐπερχόμενον. Q.

12

.

229

ἴκρια] τὰ καταστρώματα τῆς νηός. H. ἔβαινον] ἐπέβαινον, ἱστάμην. V.

12

.

233

πρὸς ἠεροειδέα πέτρην] τὴν ζοφώδη διὰ τὴν πυκνότητα τῶν περὶ αὐτὴν νεφῶν. B.Q. γρ. πόντον. M.

12

.

237

ὅτ’ ἐξεμέσειε] ὥσπερ δὲ ὅτε πλήμμυραν ποιήσει ὁ ὑπὸ πυρὸς ζέων λέβης, οὕτως πᾶσα ἀνεκινήθη ἡ Χάρυβδις. H. ἀντὶ τοῦ πλήμ‐
μυραν ἐποίησεν, ἀνέβραζεν. B. ἐξεράσειεν. V. λέβης ὣς] τὰ ἐν τῷ καθόλου γινόμενα περὶ Χάρυβδιν λέγει. V.546 in vol. 2

12

.

238

ἀναμορμύρεσκε] ἀνεκινήθη. Q. ἀνεδίδου, ἀνέζει. V.

12

.

240

ἀλλ’ ὅτ’ ἀναβρόξειε] ταῦτα διὰ μέσου ἐξηγεῖται πρὸς τοὺς Φαίακας προληπτικῶς, ἅπερ ὕστερον μόνος ἐθεάσατο ναυαγήσας, ὁπότε τοῦ ἐρινεοῦ ἐξείχετο. οὐ γὰρ οἷόν τε νῦν, εἴ γε δι’ ὀκτὼ ὡρῶν τὴν ἄμπωτιν καὶ πλήμμυραν ἀπεδίδου ἡ Χάρυβδις. Q.
5ἀναβρόξειε] ἀναπίοι, ἀναρροφήσειεν. V. ἀνέπιε. ὃ θεασάμενοι οἱ ἑταῖροι ἔδεισαν. B.

12

.

242

βεβρύχει] ἦχον ἐποίει. V. γαῖα φάνεσκε ψάμμῳ κυανέη] τὸ ἑξῆς, ἡ γαῖα ἡ κυανέη. ὥστε εἶναι καθολικὸν τὸ τῆς γῆς, ὡς καὶ ἀλλαχοῦ γαῖα μέλαινα. οὐκ ἔστιν οὖν μερικὸν τὸ ἐπίθετον, ἀλλὰ πάσης τῆς γῆς. Q.

12

.

243

ψάμμῳ κυανέη] ἀντὶ τοῦ κυανιζομένη, ὡς “φοίνικι φαεινός” (Il. ο, 538.). Q. χλωρὸν δέος φησὶ τὸ νέον ἐκ μεταφορᾶς τῆς νεωστὶ χλοαζούσης πόας. H.

12

.

244

οἴομεν] νῦν, ἀπεβλέπομεν. M.V.

12

.

245

γλαφυρῆς] γρ. κοίλης. H.

12

.

246

τὸ ἕξ δασυντέον· ἀριθμητικὸν γάρ ἐστι. H. οἳ χερσὶ βίηφί τε φέρτεροι ἦσαν] πάντες ἐπαινοῦμεν τοὺς τελευ‐ τήσαντες. Q.V.

12

.

247

σκεψάμενος] ἀντὶ τοῦ ἀποβλεψάμενος ἐπὶ τὴν ναῦν καὶ ἐπὶ τοὺς ἑταίρους· προείρηκε γὰρ ὅτι ἀλλαχοῦ εἶχον τοὺς ὀφθαλμοὺς πλανωμένους πρὸς τὸ ζητῆσαι ποῦ ἐστιν ἡ Σκύλλα. B.

12

.

249

ὑψός’ ἀειρομένων] ὑψόθεν, διχῶς. H. φθέγγοντο καλεῦντες] ἀντὶ τοῦ φθεγγόμενοι ἐκάλουν ἐξ ὀνόμα‐ τος. B.

12

.

250

Καλλίστρατος ὑπονοεῖ τὸν στίχον λέγων ἐκλύεσθαι τὸ τά‐ χος τῆς ἁρπαγῆς. H.

12

.

251

ἐπὶ προβόλῳ] προβεβλημένῳ τόπῳ εἰς θάλασσαν. B.Q. προβεβλημένῃ πέτρᾳ, ἢ τόπῳ ἐξέχοντι. V.

12

.

252

τοῖς ὀλίγοις] τοῖς μικροῖς τοὺς μεγάλους κυνηγοῦσι. V. δόλον κατὰ εἴδατα βάλλων] καταβαλὼν εἴδατα δόλον ἰχθύσι. τὰ εἴδατα δέ φησι δόλον εἶναι. B. εἴδατα] οὕτως Ἀρίσταρχος. ὁ δὲ Καλλίστρατος δείλατα. H.547 in vol. 2

12

.

253

βοὸς κέρας] κέρας Ἀρίσταρχος τὸ κεράτινον συρίγγιον, ὃ ἐπιτιθέασι πρὸς τὸ μὴ ἐσθίεσθαι ὑπὸ τοῦ ἰχθύος τὴν ὁρμιάν. ἔνιοι δὲ τὴν τρίχα. Q. οἷον βοείας τρίχας, αἳ ἐκκρέμανται τοῦ δόνα‐ κος. H.
5βοὸς κέρας ἤτοι τὴν τρίχα λέγει, ἢ τὸ ἐπικείμενον τῇ ὁρμιᾷ κέ‐ ρας. ἐπὶ κέρατος γὰρ ἡ ὁρμιὰ τρέχει καθιεμένη καὶ ἀνιεμένη. εἰώ‐ θας δὲ οἱ ἁλιεῖς μεταξὺ τοῦ ἀγκίστρου καὶ τῆς σπάρτου κέρας βό‐ ειον προσάπτειν, ἵνα καταπιόντες τὸ ἄγκιστρον οἱ ἰχθύες μὴ τρώγωσι τὴν σπάρτον. B.Q.V.

12

.

256

κεκληγῶτας] ἐὰν διὰ τοῦ ω, προπερισπᾶται, ἐὰν δὲ διὰ τῶν ντ, ὡς λέγοντας. H.

12

.

257

οἱ ἀπολόμενοι ὑπὸ τῆς Σκύλλης Στήσιος, Ὀρμένιος, Ἄγχι‐ μος, Ὄρνυτος, Σίνωπος, Ἀμφίνομος. οὕτως Φερεκύδης. H. ἐν αἰνῇ δηϊοτῆτι] νῦν ἐν τῷ δεινῷ σπαραγμῷ. V.

12

.

265

αὐλιζομενάων] εἰς τὴν ἔπαυλιν εἰσιουσῶν. Q. εἰς κοίτην παραγενομένων. V. ἀπὸ κοινοῦ τὸ αὐλιζομενάων. P.

12

.

267

Τειρεσίαο] ὁ γὰρ Τειρεσίας Θηβαῖος μάντις ὢν προεῖπε τῷ Ὀδυσσεῖ μὴ τῶν τοῦ Ἡλίου βοῶν ἢ προβάτων καθάψασθαι, εἰ μὴ βούλοιτο ἰδεῖν τῶν φίλων αὐτοῦ πάντων ὄλεθρον. Q.

12

.

268

Αἰαίης] τῆς ἀπὸ τῆς Αἰαίης οὔσης νήσου. H. ἐπέτελλον] ἐνετέλλοντο, προσέταττον. V.

12

269 et 274

τερψιβρότου] γρ. φαεσιμβρότου. H.

12

.

276

ἀλλὰ παρὲξ τὴν νῆσον] εἴωθεν ὁ ποιητὴς τὴν παρέξ πρόθεσιν αἰτιατικῇ συντάσσειν ἀντὶ γενικῆς. “παρὲξ ἅλα φῦκος ἔχευε” (Il.
ι, 7.)· “παρὲξ περιμήκεα δοῦρα” (443.) H. Vind. 133.548 in vol. 2

12

.

279

σχέτλιος] καρτερικὸς, ἀνένδοτος· καὶ ἐν Ἰλιάδι (κ, 164.) “σχέτλιός ἐσσι, γεραιὲ, σὺ μὲν πόνου οὔποτε λήγεις.” B.Q. πέρι τοι μένος] περισσή σοι δύναμις. V.

12

.

281

καμάτῳ ἀδδηκότας] ἀηδισθέντας καμάτῳ καὶ ἀγρυπνίᾳ· “μὴ τοὶ μὲν καμάτῳ ἀδδηκότες ἠδὲ καὶ ὕπνῳ” (Il. κ, 98.). ἀγρυπνίᾳ κατ’ ἀντίφρασιν, ὡς τὸ “ὕπνῳ καὶ καμάτῳ ἀρημένος” (Od. ζ, 2.). ὁ γὰρ ὕπνος οὐ βλάπτει. B.Q. ἀδηκότας] κεκμηκότας, κάμνον‐
5τας. V.

12

.

284

ἀλλ’ αὕτως διὰ νύκτα] ἐκ νυκτῶν, ἢ ἐν νυξὶν, ἢ μετὰ τὰς νύκτας, ὅ ἐστιν ὄρθρου. ὡς τὸ “πίομεν ἐκ βοτάνης” (Il. ν, 493.), ἀντὶ τοῦ μετὰ τὴν βοτάνην. ἢ κατὰ τὰς νύκτας. B.Q. Ζηνόδοτος, ἀλλ’ οὕτως. καὶ ἔστιν ἠθικόν. H.
5ἀλάλησθαι] ὁ Ἀσκαλωνίτης προπερισπᾷ, ἵν’ ᾖ παρακειμένου χρό‐ νου ἀπὸ τοῦ ἀλῶ, ὡς πεποιῆσθαι. δύναται προπαροξύνεσθαι ὡς Αἰολι‐ κὸν, ἵν’ ᾖ ἀλάλησθαι ἐνεστῶτος χρόνου. τὸ θέμα ἄλημι ὡς τίθημι, ἄλεμαι ὡς τίθεμαι, καὶ διπλασιασμὸς μετ’ ἐπιτάσεως Αἰολικῆς ἀλά‐ λημαι, ἀλάλησαι, ἀλάληται. H.Q.

12

.

286

εἰς τὸ χαλεποί ἐστὶν ἡ στιγμή. H.

12

.

289

Ζεφύροιο δυσαέος] ἤγουν Λιβὸς δυσπνόου. Gl. H. τινὲς Ζέφυρον δυσαέα τὸν Λίβα. H.

12

.

290

θέλουσι γὰρ ἡμᾶς οἱ θεοὶ ὁρμισθέντας—θεοὶ δωτῆρες ἐάων. H. διαρραίουσι] διαφθείρουσι. V. διαρραίσουσι] χωρὶς τοῦ ς, διαρραίουσι. Ζηνόδοτος δὲ γράφει “φίλων ἀέκητι ἑταίρων.” H.
5θεῶν ἀέκητι] ἄνευ θεῶν, ἐκ κακοβουλίας. Q.

12

.

294

ἐπῄνουν οἱ ἄλλοι Ἀχαιοὶ τὸν Εὐρύλοχον ὑπὲρ ὧν εἶπεν. H.

12

.

297

βιάζετε] Ζηνόδοτος, βιάζεσθ’ οἶον ἐόντα, οὐ νοήσας ὅτι ποιητικῶς ἐσχημάτισται. H. Vind. 133. βιάζεσθ’ οἶον ἐόντα] μόνον ἐμὲ τῆς βουλῆς τῆς κακῆς ταύτης ἀντεχόμενον βιάζεσθε. M.

12

.

301

ἢ βοῦν, ἠέ τι μῆλον] Νυμφόδωρος ὁ τὴν Σικελίαν περιηγη‐ σάμενος καὶ Πολύαινος καὶ Πανύασις φύλακα τῶν Ἡλίου βοῶν Φάλακρόν φησι γενέσθαι, ὃν Φιλοστέφανος Αἰολιδοῦν εἶναί φησι καὶ ἔχειν ἐν Μύλαις ἡρῷον. H.Q. Vind. 56.549 in vol. 2

12

.

303

οἱ δ’ αὐτίκ’ ἀπώμνυον] ὡς οὐ βλάψωσι βοῦν τῆς τοῦ Ἡλίου ἀγέλης ἢ πρόβατον. Q.

12

.

308

ἔντο] τὸ θέμα ἴημι, ἴεμαι, ἰέμην, ἰέμεθα, ἴεσθε, ἴεντο, καὶ ἀφαιρέσει τοῦ ι ἔντο. H.

12

.

312

τρίχα νυκτὸς] ἀντὶ τοῦ τρίτον μέρος τῆς νυκτός. B.Q. ἤτοι τρία μέρη, ἢ τρίτον μέρος τῆς νυκτός. V.

12

.

313

οὗτος μὲν κατὰ κοινὴν ἔννοιαν τὸν Δία· ἴσως δὲ μᾶλλον ὁ Ποσειδῶν. H. ἔπι ζαῆν] οὕτως χωρὶς τοῦ δέ Ἀρίσταρχος γράφει, καὶ ἀνα‐ στρεπτέον τὴν πρόθεσιν. ἐὰν δὲ μετὰ τοῦ δέ, οὐκ ἀναστρέφεται. H.
5ἔδει χωρὶς τοῦ ν ζαῆ, ὡς “ἀκραῆ Ζέφυρον.” (Od. β, 421.) ἔστιν οὖν Αἰολικὸν τὸ μετὰ τοῦ ν, καὶ ἔδει αὐτὸ Αἰολικῶς βαρύνεσθαι, ὡς τὸ “αἰνοπαθῆ πατρίδ’ ἐπόψομαι” παρὰ Ἀνακρέοντι. ὁ δὲ Ἀρίσταρχός φησι περισπᾶσθαι, καὶ οὕτως ἔχει ἡ παράδοσις. H.

12

.

314

λαίλαπι] ὑετῷ μετὰ ἀνέμου. V.

12

.

318

θόωκοι] ἀντὶ τοῦ θῶκοι καὶ καθέδραι, ὡς ὕδατος γλυκέος ἐκεῖ ῥέοντος. Q.

12

.

319

μετὰ μῦθον ἔειπον] γρ. πᾶσιν. H.

12

.

320

ἐν γὰρ] τὸ γάρ ἀντὶ τοῦ ἐπειδή. H.550 in vol. 2

12

.

323

ὃς πάντ’ ἐφορᾷ] φεύγοντες οὐκ ἂν λάθοιμεν τὸν πάντα ἐφο‐ ρῶντα, καθὰ καὶ Ἀγαμέμνων πρὸ τῶν ὁρκίων ἐκφοβεῖ τοὺς Τρῶας τοῖς ἐπιμαρτυρουμένοις (Il. γ, 276.). H.Q.

12

.

329

ἤϊα] βρώματα δηλονότι. V.

12

.

330

ἄγρην ἐφέπεσκον] ἐπὶ ἄγραν ἐξίεσαν. λείπει ἡ ἐπί. B. ἐφέπεσκον] ἐνήργουν. V. γρ. ἐφέφρεσκον. H. ἐπ’ ἄγρην. λείπει γὰρ ἡ ἐπί. H.

12

.

335

ἤλυξα ἑταίρους] ἐξέκλινα. V. ἐκτὸς ὄψεως αὐτῶν ἐγενόμην. B.Q.V.

12

.

336

ἐπὶ σκέπας ἦν ἀνέμοιο] ἔνθα ἦν σκέπη πρὸς τὸ μὴ ἀνεμί‐ ζεσθαι. V.

12

.

347

θεῖμεν ἀγάλματα] θείημεν, θεῖμεν, ὡς τὸ δοίημεν δοῖμεν. θεῖμεν ἀντὶ τοῦ ἀναθείημεν. ἀγάλματα δὲ ἀναθήματα. B.Q.

12

.

349

ἕσπωνται] ἀκολουθήσωσιν. V.

12

.

350

βούλομ’ ἅπαξ] βούλομαι ἅπαξ ἀπολέσαι τὸν θυμὸν πρὸς τὸ τῆς θαλάσσης κῦμα χανών. Q.

12

.

351

στρεύγεσθαι] κατὰ στράγγα φθείρεσθαι, ἤγουν κατ’ ὀλίγον. H. κατὰ στράγγα ἐκρεῦσαι, ὅ ἐστι κατ’ ὀλίγον στραγγίσαι καὶ ἀποθανεῖν. B. κατὰ στράγγα, ὅ ἐστι κατ’ ὀλίγον ὑπορρεῖν. V. στρεύγεσθαι] γρ. στρέγγεσθαι. H.

12

.

353

αὐτίκα δ’ Ἠελίοιο βοῶν] βόας Ἡλίου λέγουσιν ὅτι ἦσαν ἐκεῖ βόες ἀνατεθειμένοι τῷ Ἡλίῳ. καὶ διὰ τὸ ἅψασθαι τοὺς ὑπὸ τὸν Ὀδυσσέα τούτων ἱερῶν ὄντων ἀπεδιώχθησαν ὑπὸ τῶν ἐγχωρίων παρὰ καιρὸν καὶ οὕτως ἀπωλέσθησαν. ἢ νόμος ἦν μὴ σφάζεσθαι
5τοὺς ἐργαζομένους βόας, ἀλλὰ καὶ γήρως καταλαβόντος τούτους ἠλευθέρουν αὐτοὺς μέχρις ἂν τελευτήσωσιν. οἱ δὲ τοῦ Ὀδυσσέως ἑταῖροι ἀπὸ τούτων τινὰς ἁρπάσαντες καὶ σφάξαντες ἐκεῖθεν παρὰ τὸν προσήκοντα καιρὸν ἐδιώχθησαν, καὶ τοιούτῳ κινδύνῳ ὑπέπεσαν. ἢ λέγουσιν ἀλληγορικῶς βόας Ἡλίου τὰς ἡμέρας, τούτων δὲ κατανα‐
10λωσάντων ἐκεῖσε τὰς πρὸς τὸν πλοῦν ἐπιτηδείας ἡμέρας καὶ μὴ ἐξελ‐ θόντων, ὅτε ἦν ἐνδεχόμενον, ἔπαθον ἅτινα ἔπαθον. B.

12

.

357

δρεψάμενοι] λαβόμενοι. ἐρεψάμενοι] στεφανωσάμενοι. V.551 in vol. 2

12

.

360

μηρούς τ’ ἐξέταμον] ἤγουν ἐσχισμένους ποιήσαντες. μετὰ γὰρ τὸ τοὺς μηροὺς ἀπὸ τῶν στεάτων κατακαλύψαι, ἃ κνίσσην καλεῖ ὁ ποιητὴς, ἔσχιζον. τοῦτο γὰρ δηλοῖ τὸ δίπτυχα. Q.

12

.

363

ἔγκατα] κυρίως σπλάγχνων ὁ σπλήν· δῆλον δὲ ἐκ τοῦ ὀνό‐ ματος. B.H.

12

.

370

οἰμώξας δὲ θεοῖσι] μετὰ βοῆς διὰ τὴν ἔκπληξιν ἐφθεγγό‐ μην. B.Q.

12

.

372

εἰς ἄτην] Ἀττικῶς ἀντὶ τοῦ ἐπὶ ἄτῃ. Q. ἐποιήσατέ με κοιμηθῆναι ἐς βλάβην. H.

12

.

374

ὠκέα δ’ Ἠελίῳ] ἐναντίον τοῦτο τῷ “Ἠέλιος δ’ ὃς πάντ’ ἐφορᾷς καὶ πάντ’ ἐπακούεις” (Il. γ, 277.). ἀφ’ ἑαυτοῦ γὰρ ἐχρῆν ἐγνωκέναι τὸν πάντα ἐφορῶντα. λύοιτο δ’ ἂν ἢ τῇ λέξει· τὸ γὰρ πάντα δηλοῖ τὰ πλεῖστα, ἄλλως τε οὐκ ἠγνόει τὸ πεπραγμένον
5Ἥλιος, ἀλλ’ ἔδει ὡς ποιμαίνουσαν καὶ ταύτην ἀπαγγεῖλαι· ἢ τῷ καιρῷ λύεται, ὡς νυκτὸς ἐπιθεμένων τοῖς βουσὶ τῶν ἑταίρων. B.Q. καὶ πῶς πάντα ἐφορᾷ ὁ ἥλιος; πάντα μὲν, οὐχ ἅμα δέ. H. πῶς ὁ πάντα ἐφορῶν οὐκ οἶδε πάντα; ὁρᾷ, ἀλλ’ οὐχ ὑπὸ τὸ αὐτό. V. ἐν πολλοῖς, ὠκὺς δ’ Ἠελίῳ, ἵν’ ᾖ ὠκὺς ἄγγελος. H.

12

.

375

ἔκταμεν ἡμεῖς] οὕτως αἱ Ἀριστάρχου. H.

12

.

378

τῖσαι δὴ ἑτάρους] ταῦτα ὁ Ἥλιος πρὸς τὸν Δία ἀρώμενος λέγει, ὅπως ἀντιβλάψῃ τοὺς ἑταίρους τοῦ Ὀδυσσέως, ὑπὸ ὧν τὰς αὐτοῦ βοῦς καὶ τὰ πρόβατα ἔκτεινόν τε καὶ ἔφαγον. Q.

12

.

379

ὑπέρβιον] βιαστικῶς, ἄγαν βιαίως. B.Q.

12

.

383

φαείνω] τὸ φαείνω ἐνεστῶτός ἐστιν ἀντὶ τοῦ μέλλοντος. H.

12

.

387

ἀργῆτι] λευκῷ, ἢ τεφρώδει. V.

12

.

388

Ζηνόδοτος, τριχθὰ βαλών. Vind. 133. κεάσαιμι] σχίσαιμι, ἢ καύσαιμι. V.

12

.

390

διακτόρου] τοῦ διάγοντος τὰς ἀγγελίας. Q.

12

.

392

ἐπισταδὸν] ἐφεστῶτες. V.

12

.

394

τέραα] σημεῖα προεσήμαινον ἐπὶ τῇ ὀργῇ ἡμῖν. B.Q.552 in vol. 2

12

.

398

ἐλάσαντες] γρ. ἐλόωντες. H. ἐλόωντες] ἀπελάσαντες. V.

12

.

400

λαίλαπι] λαῖλαψ ἐστὶν ἡ μετ’ ὄμβρου σφοδρότης τοῦ πνεύ‐ ματος. Q.

12

.

403

οὐδέ τις ἄλλη] πλὴν τῆς νήσου ἐκείνης ὅθεν ἐξωρμήσα‐ μεν. H.

12

.

406

ἤχλυσε] ἀχλύϊ καὶ σκότῳ περιειλήφει, ἐπληρώθη. V. ἀχλύος ἐπλήσθη καὶ σκότους. H.

12

.

408

ζέφυρος] ζέφυρον τὸν θρασκίαν λέγει, ὡς καὶ ἐν ἄλλοις. B.

12

.

409

προτόνους] τὰ σχοινία τὰ κατέχοντα τὸν ἱστόν. V.

12

.

410

ἱστὸς δ’ ὀπίσω πέσεν] πρὸς τῇ πρύμνῃ· διὸ καὶ ἔπληξε τὸν κυβερνήτην. B.

12

.

411

εἰς ἄντλον κατέχυνθ’] εἰς τὸν τόπον τῆς ἀντλίας. B.H. ἄντλον] τὴν ἀντλίαν εἰς ἣν ἐγχέεται τὸ κατηθιζόμενον εἰς τὴν ναῦν ὕδωρ. V.

12

.

413

ἀρνευτῆρι] ἤτοι ἐπὶ κεφαλῆς νηχομένῳ κολυμβητῇ, παρόσον τὸ ἀρνίον πάντοτε ἐπὶ κεφαλῆς περιπατεῖ καὶ πηδᾷ. B. κυβιστητῆρι, ὀρχηστῇ. V.

12

.

415

Ζεὺς δ’ ἄμυδις βρόντησε] ἅμα τῷ ταῦτα γενέσθαι ἐβρόν‐ τησε. Q.

12

.

417

θεείου] θεαφίου. Gl. H. θείου πυρός. εἴ γε ἀπὸ τοῦ θείου διαίρεσις, διὰ τί τὸ θεείου διὰ διφθόγγου; φαμὲν ὅτι πλεονασμός ἐστι τοῦ ε, ὡς εἷς, ἕεις. Q. ἐνέπλητο δὲ θείου, ἤτοι τεαφίου. B. θεείου] θείου. καταστρέφει δὲ εἰς τὸ πυρὸς κεραυνίου. V.
5πέσον δ’ ἐκ νηὸς ἑταῖροι] ἔρριψαν ἑαυτοὺς εἰς τὴν θάλασσαν. B.

12

.

418

κορώνῃσιν] κορώνη λέγεται εἶδος ὀρνέου θαλασσίου. H.

12

.

421

τρόπιος] τρόπις τὸ κατώτατον ξύλον, περὶ ᾧ σχίζεται τὸ κῦμα. V.

12

.

422

ἱστὸν ἄραξε] συνέρρηξεν αὐτὸν πρὸς τὴν τρόπιν τὸ κῦμα. B. αἱ Ἀριστάρχου καὶ αἱ πλείους ἄραξε. Ζηνόδοτος δὲ ἔαξεν. H.

12

.

423

ἐπίτονος] ὁ ἱμὰς, ὃς ἤρτηται μὲν τοῦ ἱστοῦ, διὰ δὲ αὐτοῦ ἑλκόμενον τὸ κέρας ἀνάγεται πρὸς τὸν ἱστόν. Ἄλλως. ὁ συνέχων τὸ κέρας κάλως. Q. ὁ ἀνέλκων τὸ κέρας ἱμὰς πρὸς τὸ ὕψος τοῦ ἱστοῦ. B.P. ἱμὰς, ἤτοι ὁ τῶν κεράτων δεσμός. ἢ ὁ ἱμὰς ὁ πρὸς553 in vol. 2
5ἄκρῳ τῷ ἱστῷ, δι’ οὗ τὸ ἄρμενον ἀνέλκεται. V.

12

.

425

ὀλοοῖς ἀνέμοισιν] δύναται καὶ ἀντὶ τοῦ ἑνικοῦ τοῦ ὀλοῷ ἀνέμῳ, ὁμοίως τῷ “στήθεά τ’ ἠδ’ ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα.” (Il. τ, 285.). H.

12

.

426

θῦε] ὥρμα. V.

12

.

427

ἦλθε δ’ ἐπὶ νότος] οὐχ ὡς ἐναντίος τῷ ζεφύρῳ, ἀλλ’ ὡς χει‐ μάσαι δυνάμενος. Q. ἢ κατὰ βούλησιν Ποσειδῶνος τοῦτο συνέβη, ἢ συνήθως ὁ ποιητὴς τὸ κατὰ τύχην συμβὰν ὡς ἐκ προνοίας φησί. H.

12

.

428

ὄφρ’ ἔτι τὴν ὀλοὴν] ὅπως καὶ ταύτην τὴν ὀλοὴν Χάρυβδιν ἀναμετρήσω καὶ διέλθοιμι, καὶ εἰς νοῦν λάβοιμι, καὶ ἀναθεωρήσαιμι. B.Q.

12

.

431

ἐν ὅσῳ ἀνερρόφει, ἐγὼ εἰς τὸν ἐρινεὸν ἐπήδησα. H.

12

.

432

ποτὶ μακρὸν ἐρινεὸν] πρὸς τὴν μακρὰν συκῆν, ἣν εἶδον πρὶν εἰς τὸ τῆς Σκύλλης σπήλαιον, ἐπαρθεὶς καὶ κρατήσας ταύτης, ὅπως μὴ καταπνιγῶ ὑπὸ τοῦ θαλασσίου ὕδατος. Q.

12

.

435

ῥίζαι γὰρ ἑκὰς ἦσαν] γρ. εἶχον. H. εἶχον] ἀντὶ τοῦ ὑπῆρχον. V. ἀπήωροι] ἀπῃωρημένοι, ἀπηρτισμένοι ἔξω τοῦ σκοπέλου. ἔδειξε δὲ ἐναργῶς τὸν κρεμάμενον. ἢ πολὺ ἀλλήλων διεστηκότες, ἢ ἄποθεν.
5B.Q. ἤτοι ἀπηρτισμένοι, ἢ πολὺ ἀλλήλων διεστηκότες. οἷον πα‐ ραιωρούμενοι. ἢ ἄποθεν. V.

12

.

436

μακροί τε] τὸ μακροί πρόσκειται, ἵνα σημαίνῃ τὸ ἀπήωροι. ὡς γὰρ μακροὶ ὄντες πόρρωθέν εἰσι τοῦ σκοπέλου. τὸ δὲ μεγάλοι πρὸς πίστιν τοῦ δύνασθαι βαστάξαι τὸν ἥρωα· τὰ γὰρ μακρὰ τῶν ξύλων ῥᾳδίως κάμπτεται, εἰ μὴ ὦσι παχέα. Q.

12

.

438

ἐελδομένῳ] ἐπιθυμοῦντι σωτηρίας ἦλθεν ἀνὴρ βραδέως εἰς δεῖπνον, ἤτοι τὸ δειλινὸν, καὶ ἀνέστη ἀπὸ τῆς ἀγορᾶς. H.

12

.

439

ἦμος δ’ ἐπὶ δόρπον] ὡς δὲ δικασπόλος ἀνὴρ κρίνων πολλὰ νείκεα νέων δικαζομένων, ὀψὲ ἀπὸ τῆς ἀγορᾶς ἀνέστη ἐπὶ δεῖπνον ἐλ‐ θὼν, τῆμος, ἐν τοσούτῳ δὴ, τὰ ξύλα τῆς νηὸς, ἤτοι ἡ τρόπις καὶ ὁ ἱστὸς,
ἐφάνησαν ἐξεμηθέντα τῆς Χαρύβδεως. Q. ἐπὶ τὴν δειλινὴν ὥραν. V.554 in vol. 2
5ἐν πολλοῖς ἐδιστάχθησαν οἱ στίχοι διὰ τὸ “τρὶς μὲν γάρ τ’ ἀνίησιν ἐπ’ ἤματι” (105.), καὶ ἐδείχθη ἑαυτῷ τὰ ἐναντία λέγων ὁ ποιητής. νῦν γὰρ ἅπαξ μόνον καὶ ἀναβάλλει καὶ ἀναρροφεῖ. ἡμεῖς φαμὲν, ἦμαρ λέγει τὸ νυχθήμερον, ὥστε δι’ ὀκτὼ ὡρῶν τρεῖς γενέ‐ σθαι τὰς ἀναδόσεις. H.Q.
10ἤτοι ἀπὸ τῆς πρωΐας ἐκρατοῦντο ἔνδον τὰ δοῦρα ἕως τοῦ γεύματος. Καὶ ἄλλως. ἐν τόσῳ ἐφάνησαν τὰ δοῦρα ἀπὸ τῆς Χαρύβδεως, ὡς ὅτε ἐστράφη τις ἀνὴρ ἐπὶ δόρπον κρίνων κατὰ τὴν ἀγορὰν, τουτέστιν ἐν τῷ καιρῷ τοῦ γεύματος. B.

12

.

441

τῆμος δὴ τάδε δοῦρα Χαρύβδιος ἐξεφαάνθη] οὕτως Ἀρί‐ σταρχος. H.

12

.

443

μέσσῳ δ’ ἐνδούπησα] τὸ ὅλον, περὶ τὰ μακρὰ ξύλα πεσὼν ψόφον ἀπετέλεσα. B.V. παρὲξ] ἀντὶ τοῦ ὀλίγῳ ἄπωθεν τῶν ξύλων· εἴωθε γὰρ ὁ ποιητὴς τὸ παρέξ ἐπίρρημα αἰτιατικῇ συντάττειν· “παρὲξ ἅλα φῦκος ἔχευαν”
5(Il. ι, 7.) ἀντὶ τοῦ ὀλίγον ἔξω τῆς ἁλός. καὶ ἡ μὲν παρά σημαίνει ὅτι πλησίον τῶν ξύλων καὶ παρ’ αὐτὰ ἔπεσεν, ἡ δὲ ἐξ ὅτι οὐκ ἐπάνω τῶν ξύλων· ἐπεὶ κἂν ἐπλήγη τὸ σῶμα· ἀλλ’ ὅτι μικρὸν ἔξω αὐτῶν. ἔστιν οὖν ἀντὶ τοῦ ἔπεσον πλησίον μὲν τῶν ξύλων, ἐκτὸς δὲ αὐτῶν, εἶτα ἐπινηξάμενος ἐγγὺς αὐτῶν ἐγενόμην καὶ κατέσχον. B.Q.

12

.

444

διήρεσα] τὰ ὁρμισθέντα τῆς νηὸς ξύλα, ἤγουν ἡ τρόπις καὶ ὁ ἱστός. H. ἀπεσπασάμην ταῖς χερσὶ τὸ ὕδωρ. ὥσπερ κώπαις ταῖς χερσί μου διενηξάμην. V.

12

.

445

Σκύλλην δ’ οὐκ ἔτ’ ἔασε] νοθεύονται δύο. τί γὰρ εἰ εἶδεν ὅπου οὐ δύναται ὁρμᾶν ἡ Σκύλλα, ἀλλ’ ἐνίδρυται τῷ σπηλαίῳ; ὡς ἐκ τῶν λόγων τῆς Κίρκης ἔστι μαθεῖν. εἰ γὰρ ἐβούλετο διὰ τῆς Χαρύβδεως πλεῖν ὁ Ὀδυσσεὺς, οὐκ ἂν ἠδικήθη ὑπὸ τῆς Σκύλλης, ὡς ἀνημμένης
5τῷ σπηλαίῳ. ἢ τάχα, ἐμὲ οὐκ εἴασεν εἰς αὐτὴν ἰδεῖν, ἀλλὰ διεξεπέ‐
ρασα. Q. εἰσιδέειν] ἰδεῖν, συντυχεῖν. V.555 in vol. 2

12

.

447

δεκάτῃ δέ με] οὐ δεῖ ζητεῖν πῶς διακαρτερεῖ ὁ ἥρως εἰ‐ πούσης τῆς Ἀθηνᾶς “αὐτὰρ ἐγὼ θεός εἰμι διαμπερὲς ἥ σε φυλάσσω ἐν πάντεσσι πόνοισι” (υ, 47.) H.V.

12

.

453

ἀριζήλως] ἀριδήλως. οὐ γὰρ ἐκτέταται ὁ ζῆλος. δῆλον οὖν ὅτι αἱ παρ’ Ὁμήρῳ δισσολογίαι κατὰ τέχνην καὶ χρείαν προέρχον‐ ται. Q. ἐκδήλως. V.

13

hyp

(t)

ΥΠΟΘΕΣΙΣ
1Κοιμώμενον Ὀδυσσέα μετὰ τῶν δώρων ἐκτιθέασιν οἱ Φαίακες εἰς τὴν γῆν τῶν Ἰθακησίων. καὶ τὴν μὲν ναῦν αὐτῶν ὑποστρέφουσαν λίθον ποιεῖ ὁ Ποσειδῶν, Ἀθηνᾶ δὲ ἐπὶ τῷ αἰγιαλῷ ὄντι Ὀδυσσεῖ συμβου‐ λεύει περὶ τῆς μνηστηροφονίας. καὶ τὰ χρήματα ἔν τινι σπηλαίῳ
5ἀποκρύπτει, καὶ εἰς γέροντα μεταμορφοῖ τὸν Ὀδυσσέα. P.Q.V. Ὀδυσσέως ἀπόπλους παρὰ Φαιάκων καὶ ἄφιξις εἰς Ἰθάκην. H.

13

.

2

κηληθμῷ] τῇ δι’ ἀκοῆς ἡδονῇ. B. θέλξει, τέρψει. κήλησις γάρ ἐστιν ἡ δι’ ᾠδῆς τέρψις καὶ ἡδονή. V. κηλήσει ἐν τῇ τῆς ἀκοῆς ἡδονῇ. τρισυλλάβως δὲ τὸ ἔσχοντο. H.

13

.

4

χαλκοβατὲς δῶ] νῦν κυρίως κεῖται ἡ λέξις. τοιαῦτα γὰρ τὰ τοῦ Ἀλκινόου βασιλέως· “χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατο” (η, 86.), καὶ τὰ ἑξῆς. H.Q. χαλκοβατὲς] ἤτοι χαλκοῦν ἔδαφος ἔχον, ἢ χαλ‐ κοῦς ἔχον τοὺς βαθμοὺς τῶν θυρῶν. V.

13

.

5

τῷ ς’ οὔτι] ἀντὶ τοῦ διὰ τό σε, ὅ ἐστι διὰ τοῦτό σε. H. ἐπειδὴ τὸ ἐμὸν οἴκημα κατέλαβες, διὰ τοῦτο νομίζω σε οὐκέτι πλα‐ νηθέντα ἐπανελθεῖν εἰς τὸν οἶκον, ἀλλὰ χωρὶς πλάνης, εἰ καὶ πρότερον κακὰ ἔπαθες. B.Q.
5παλιμπλαγχθέντα] ὀπισθόρμητον γενόμενον. V.

13

.

6

εἰ καὶ μάλα πολλὰ] τοιοῦτόν ἐστιν ὃ λέγει, εἰ καὶ ἀγνωμόνως ἡ τύχη σοι κέχρηται, καὶ ἐπὶ τὸ πλεῖστον ἐναντιοῦται, ἀλλ’ οὐ νῦν
οἴομαί σε ἁμαρτεῖν τῆς πατρίδος ἡμῶν προπεμπόντων. Q.556 in vol. 2

13

.

7

ἐφιέμενος τάδε εἴρω] ἀνδρὶ ἑκάστῳ εἴρω ὅσοι πίνετε οἶνον ἐν τοῖς ἐμοῖς οἴκοις. H. μετὰ προθυμίας τάδε λέγω. V. ἐφιέμενος] ἐναλλασσόμενος, ἐντελλόμενος. V.

13

.

8

γερούσιον οἶνον] τὸν ἐντίμοις ἀνδράσι διδόμενον. H.V. γέρας γὰρ ἡ τιμή· ἐξ οὗ καὶ τὴν ἐπωνυμίαν εἴληφεν. H. τὸν τοῖς ἐντίμοις διδόμενον. V.

13

.

10

εἵματα μὲν δὴ ξείνῳ] μέλλων δωρεὰς δώσειν ἑτέρας αὐτῷ, καὶ τῶν ἤδη δεδομένων μνημονεύει ἀθροίζων ἅπαντα καὶ μεγαλύνων τὴν διὰ τῶν δώρων τιμήν. εὐπρεπῶς δὲ τὸν λόγον ἐξήνεγκεν οὐκ ἄντικρυς φήσας ὅτι ἔλαβες μὲν καὶ ἐσθῆτα καὶ χρυσὸν καὶ ἄλλα δῶρα, νῦν
5δὲ καὶ τρίποδά σοι καὶ λέβητα κατ’ ἄνδρα προθήσομεν. Καὶ ἄλλως. περὶ τῶν δώρων διαλεγόμενος ὅτι ἐν ἀσφαλεῖ ἀπόκειται ὑπέμνησεν αὐτῷ τῶν ἤδη δεδομένων. Q.

13

.

11

πολυδαίδαλος] ὁ ποικίλος καὶ μετὰ τέχνης κατεσκευασμένος· ἢ εἰς τὸ δαιδάλλεσθαι καὶ ποικίλλεσθαι εὔθετος. B.V.

13

.

12

δῶρ’ ὅσα Φαιήκων] ἀντὶ τοῦ ὑμεῖς. οὐ γὰρ ἄλλοι τινὲς ἦσαν οἱ δόντες. B.

13

.

14

ἀνδρακὰς] κατὰ ἄνδρα. V. ὁ λόγος, κατὰ ἄνδρα νῦν προδῶμεν, ὕστερον δὲ ἐκ τοῦ δήμου ἀνα‐ πραξώμεθα. B.Q. Vind. 133. τινὲς γράφουσιν, ἄνδρα κάτα. ὁ δὲ Φρύνιχος ἀνδρακάδα φησὶ τὴν
5τῶν ἀνδρῶν δεκάδα. ἔστι δὲ ἐπίρρημα ὡς ἑκάς καὶ ἐντυπάς. H. Vind. 133. τὸ δὲ προικός γενική ἐστιν ἀντὶ αἰτιατικῆς. ὁ γὰρ νοῦς, χαλεπὸν γὰρ καὶ ἀδύνατον ἕνα τοσαύτην δωρεὰν χαρίσασθαι. B.V. ἀγειρόμενοι] ἀγείραντες κατὰ μέρος παρ’ ἑκάστου λαμβάνον‐ τες. H.

13

.

15

τισόμεθ’] εἰσπράξομεν, ἀποτῖσαι τὸν δῆμον τὸ μέρος τοῖς νῦν δοῦσιν ἀναγκάσομεν. τὸ δὲ προικός γενική ἐστιν ἀντὶ αἰτιατικῆς, ὥς φησιν Ἡρωδιανός. B.H.Q. εἰσπραττόμεθα, ἢ ἀποληψόμεθα. V.
ἀργαλέον γὰρ ἕνα προικὸς] ἀντὶ τοῦ προῖκα, δωρεάν. B.557 in vol. 2
5τὸ μὲν μὴ αὐτὸν πάντα δοῦναι ἀπαρηγόρητον, τὸ δὲ φάσκειν ἐπι‐ τιθέναι καὶ τῷ δήμῳ τὴν εἰσφορὰν μικροπρεπές. ἀνακτέον δὲ αὐτὰ εἰς τὰ παλαιὰ ἔθη. εἰκὸς δὲ καὶ τὸ τάλαντον εἶναι τοῦ χρυσοῦ βαρὺ, καὶ τὴν ἐσθῆτα ἀξίαν πολλοῦ. Q.

13

.

19

νῆ’ ἄρ’] Ἀρίσταρχος, νῆάδε. H. ἐπὶ τὴν ναῦν ἐπεσσεύοντο. H. εὐήνορα χαλκόν] τὸν κοσμοῦντα τὸν ἄνδρα. Q.

13

.

20

καὶ τὰ μὲν εὖ κατέθηχ’ ἱερὸν μένος Ἀλκινόοιο] ὅρα τὴν κατ’ ὀλίγον προκοπήν. τὰ μὲν γὰρ πρῶτα ὡς ἱκέτης δέδεκται, καὶ οὐδὲ ἀφ’ ἑαυτοῦ ἤγειρεν ὁ βασιλεὺς αὐτόν. ἀμέλει καὶ ὀνειδίζεται ὑπὸ Ἀρήτης “Ἀλκίνο’, οὐ μέν τοι τόδε κάλλιον οὐδὲ ἔοικε ξεῖνον μὲν χα‐
5μαὶ ἧσθαι ἐπ’ ἐσχάρῃ” (η, 159.). μαθὼν δὲ τὴν σύνεσιν ὁ βασιλεὺς δώροις τετίμηκεν αὐτόν. νῦν δὴ καὶ ὑπηρετεῖν οὐκ αἰσχύνεται. Q. εὖ κατέθηχ’] κατατεθῆναι παρὼν ἐποίησεν, ὡς τὸ “λοῦσέ τε καὶ ἤλειψε.” B.

13

.

22

βλάπτοι] ἐμποδίζοι. V.

13

.

23

οἱ δ’ εἰς Ἀλκινόοιο] ἴσως οἱ βασιλεῖς μόνον. B.

13

.

25

Κρονίδῃ] ὅτι ἐπόπτης τῶν ξένων. ὅτι οἱ ἑστιώμενοι τοῖς ἑστιῶσι προπίνουσι παρὰ τῷ ποιητῇ. H.

13

.

26

μῆρα δὲ κήαντες] οὕτως Ἀρίσταρχος. H. κήαντες] καύ‐ σαντες. V.

13

.

31

ὡς δ’ ὅτ’ ἀνὴρ] ἤγουν γεωργός. H. πανῆμαρ] ὁ Ἀριστοφάνης οὐκ ἐν συνθέσει φησὶ τὸ πανῆμαρ, ἀλλὰ πᾶν, εἶτα κατ’ ἰδίαν τὸ ἦμαρ. H.

13

.

32

πηκτὸν] τὸ μὴ ἔχον ἐξ αὐτοῦ τὸν γύην. B.V.

13

.

33

ἀσπασίως] γρ. ἀσπάσιος, εὐκταῖος καὶ προσφιλής. M.

13

.

34

βλάβεται] βλάπτεται δὲ γούνατα, ἤγουν κωλύεται τὴν βάδι‐
σιν διὰ τὸν πολὺν κόπον. H.Q.558 in vol. 2

13

.

35

Ὀδυσῆ’] τὸ πλῆρες Ὀδυσῆϊ, ὡς ἥρωϊ Λαομέδοντι” (Il. η, 453.). H.

13

.

36

πιφαυσκόμενος] φανεροποιῶν. V.

13

.

39

χαίρετε δ’ αὐτοί] ὅτι οἱ παλαιοὶ καὶ ἐν τῷ ἀφίστασθαι τὸ χαῖρε ἔλεγον, ὥσπερ νῦν τὸ σώζου φαμέν. B.M.

13

.

42

ὄλβια ποιήσειαν] ἄλλο ὄλβος, ἄλλο πλοῦτος, ὡς καὶ ἐν ἄλ‐ λοις “ὄλβῳ τε πλούτῳ τε” (Od. ξ, 206.). εὔχεται οὖν τὰ δῶρα ἐπὶ εὐδαιμονίᾳ αὐτῷ γενέσθαι· οὐ γὰρ ἐν πλούτῳ μόνῳ τὴν εὐδαιμο‐ νίαν ὁρίζεται. Q.
5ἀμύμονα] ἄμεινον τὸ συναμφότερον ἀκούειν, καὶ τὴν ἄκοιτιν εὕ‐ ροιμι ἀμύμονα καὶ ἀνεπιμώμητον. H.

13

.

43

σὺν ἀρτεμέεσσι φίλοισι] σώοις, ἀρτίοις, ἀνελλιπέσιν, ὑγιῶς ἔχουσιν. B. τοῖς πιστοῖς καὶ ἀκεραίοις. ἐκ γὰρ τῆς ἀρτιότητος τὴν ἐπωνυμίαν ταύτην ἀπεκληρώσατο. Q. ὑγιέσι καὶ πιστοῖς. V.

13

.

45

κουριδίας] τὰς ἐκ παρθενίας γεγαμημένας. V. θεοὶ δ’ ἀρετὴν ὀπάσειαν] νῦν τὴν εὐδαιμονίαν, ὡς τὸ “ἀρετῶσι δὲ λαοὶ ὑπ’ αὐτοῦ” (Od. τ, 114.). B.Q.

13

.

54

ἐπισταδόν] ἐπιστημόνως, ἐμπείρως. B.V.

13

.

57

Ἀρήτη δ’ ἐν χειρὶ τίθει] καὶ ταύτην πρώτην ἱκέτευσε, καὶ οἶ‐ δεν ὅτι κατεδεδούλωτο αὐτῇ ὁ Ἀλκίνους. H.Q. ὅτι οἱ ἑστιώμενοι παρ’ Ὁμήρῳ τοῖς ἑστιῶσι προπίνουσιν, ὡς Ὀδυσσεὺς Ἀχιλλεῖ καὶ Εὐμαίῳ ὁ αὐτός. H.
5δέπας ἀμφικύπελλον] τὸ περιφερὲς, τὸ πανταχόθεν κεκυφός. B.

13

.

59

διαμπερὲς] διόλου, ἕως οὗ τὸ γῆρας ἵκοιτο. B.H.

13

.

61

χώρῳ] γρ. οἴκῳ. H. Vind. 5.

13

.

65

ἡγεῖσθαι ἐπὶ νῆα] δῆλον οὖν ὅτι φθάνουσιν οἱ ἐρέται παρὰ τῇ νηῒ ὑπάρχοντες. H.

13

.

66

ἔπεμπε νέεσθαι] ἤγουν τὰς γυναῖκας. Gl. H. ἔπεμπε γυ‐ ναῖκας] ἡ ἑτέρα τῶν Ἀριστάρχου, νέεσθαι, εἶχε. καὶ ἄμεινον τὸν μὲν
κήρυκα διηγεῖσθαι, τὰς δὲ δουλίδας νέεσθαι. H.559 in vol. 2

13

.

67

φᾶρος τὸ ἄνωθεν τῶν ἄλλων ἱματίων φορούμενον, χιτῶνα δὲ τὸ ὑποκάτω. H.

13

.

68

χηλὸν] τὴν ἔχουσαν τὴν ἐσθῆτα κιβωτόν. H. πυκινὴν] συνετήν. V.

13

.

69

ἡ δὲ ἄλλη σῖτον ἔφερε καὶ οἶνον ἐρυθρὸν, οὐ τῷ Ὀδυσσεῖ, προῄδεσαν γὰρ ὅτι μέχρι τῆς Ἰθάκης κοιμηθήσεται· ἴσως οὖν ἵνα οἱ παραπέμποντες αὐτὸν Φαίακες ἔχωσιν ὑποστρέφοντες· ἀμέλει οἱ δὲ συνεκτιθέασιν αὐτῷ ἐν τῇ Ἰθάκῃ τὰ ἐδώδιμα. H.

13

.

71

πομπῆες ἀγαυοὶ] οἱ Φαίακες οἱ μέλλοντες εἰς Ἰθάκην τὸν Ὀδυσσέα διασῶσαι. Q.

13

.

72

πόσιν] λείπει ὁ καί. σὺν γὰρ τοῖς ἄλλοις καὶ τὴν πόσιν καὶ τὴν βρῶσιν ἐδέξατο. H.

13

.

73

βαπτὸν περιβόλαιον καὶ σινδόνα, ἵνα κοιμῷτο. H.

13

.

74

νηὸς ἐπ’ ἰκριόφιν] ἐπὶ τὰ σανιδώματα τῆς πρύμνης. H. νήγρετον] ἀνέγρετον, βαθύν· ἢ δι’ ἡδονὴν βραδύν. V.

13

.

76

τοὶ δὲ] γρ. τὸ δέ. H.

13

.

77

τρητοῖο λίθοιο] εἰώθασιν ἐπὶ τῶν λιμένων τρυπᾶν τοὺς λί‐ θους. V.

13

.

78

ἀνερρίπτουν] ἀπὸ τοῦ παρακολουθοῦντος· ἀναρρίπτεται γὰρ ὑπὸ τῶν κωπῶν τὸ ὕδωρ. B.V.

13

.

79

καὶ τῷ νήδυμος ὕπνος] φυσικῶς αἱ νῆες τῶν Φαιάκων μετὰ τοῦ πλεῖν ὅπου βούλονται ἔσχον καὶ τὸν ὕπνον παρέχειν τοῖς πλέου‐ σιν. ὁ μὲν Ἀλκίνους “αὔριον ἐς τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ λέξεαι, οἱ δ’ ἐλόωσι γαλήνην” (η, 318.)· ἡ δ’ Ἀρήτη “αὐτὸς νῦν ἴδε
5πῶμα, μή τίς τοι καθ’ ὁδὸν δηλήσεται, ὁππότ’ ἂν αὖτε εὕδῃσθα γλυ‐ κὺν ὕπνον ἰὼν ἐν νηῒ μελαίνῃ” (θ, 443.). τοῦτο δὲ γράφεται, ἵνα μὴ ὁρῶσι τὴν ἐνέργειαν τῶν νεῶν οἱ ἐμπλέοντες. H.Q.

13

.

81

ἡ δ’ ὥστ’ ἐν πεδίῳ] εὖ τῇ παραβολῇ κέχρηται. ὥσπερ γὰρ οἱ ἵπποι τρέχοντες ἐκ τῶν ὀπισθίων μερῶν διεγείρονται, οὕτω καὶ ἡ ναῦς ἐλαυνομένη ἐκ τῆς πρύμνης κουφίζεται. B.V. τετράοροι] τετράσειροι, τέσσαρες ἐζευγμένοι ἵπποι. B. τέσσαρες
5ἵπποι ἐζευγμένοι. τετράοροι, τὸ ο μικρόν. V.

13

.

84

κῦμα δ’ ὄπισθε] πάλιν ἐπανέλαβε τὸν λόγον. Q.560 in vol. 2

13

.

86

ἡ δὲ μάλ’ ἀσφαλέως] ἀσφαλῶς, κυρίως ἐπὶ τῶν μὴ σφαλλο‐ μένων, ἐμπέδως δὲ ἐπὶ τῶν ἐν τῷ πεδίῳ ἐρριζωμένων. ἡ δὲ ναῦς οὔτε ἄσφαλτός ἐστιν, οὔτε ἐν τῷ πεδίῳ ἐρρίζωται. εἴληπται οὖν εἰς ἔμ‐ φασιν τῆς ἀκλινοῦς καὶ μὴ σφαλλομένης ἐν τῷ πλῷ. B.Q.

13

.

87

κίρκος] οἶμαι ὃν λέγουσι νῦν ὀξύπτερον. H. ὁμαρτήσειεν] ἀκολουθήσειεν. V. πετεηνῶν] γρ. πετεεινῶν. H.

13

.

88

ἔταμνεν] ἔκοπτεν. V.

13

.

93

εὖτ’ ἀστὴρ ὑπερέσχε] ἕως οὗ ὑπερανέτειλεν. Q.

13

.

96

Φόρκυνος] λιμὴν Ἰθάκης, ἐφ’ ᾧ λιμένι Φόρκυνός ἐστιν ἱερὸν τοῦ θαλασσίου δαίμονος. V. ἐδείχθη σαφῶς ὅτι θαλάσσιος θεὸς ὁ Φόρκυν. κακῶς ὁ Ἀριστο‐ φάνης ἔγραφεν ἐκεῖ (Od. α, 72.) “Φόρκυνος θυγάτηρ ἁλὸς ἀτρυγέ‐
5τοιο μέδοντος.” ἀντὶ γὰρ τοῦ, μέδοντος, φησὶν, ἵν’ ᾖ ἐπὶ τοῦ Ποσει‐ δῶνος καὶ συνάπτηται τῷ ἑξῆς. H.Q. ὁ λιμὴν οὗτος ἔκ τινος Φόρ‐ κυνος θεοῦ ποτε γέγονε κἀκ τούτου τὴν κλῆσιν ἔσχεν. H.Q. Φόρκυν δαίμων θαλάσσιος, τὸ πρότερον διατρίβων πρὸς τῷ Ἀρυ‐ μνίῳ λεγομένῳ ὄρει τῆς Ἀχαΐας, οἰκῶν τε τὴν Φόρκυνος ἀπ’ αὐτοῦ
10καλουμένην βῆσσαν. κᾆτα φανὲν αὐτῷ καταλιπεῖν τὰς τρίβους ταύ‐ τας ἀφίκετο εἰς τὴν Κεφαλληνίαν, καὶ τόπον ἐκλεξάμενος ἐπιτήδειον αὐτῷ ἐνταῦθα ᾤκησεν. λέγεται δὲ Ἄμμος ὁ τόπος. προσορμίσας δὲ εἰς τὸν τῆς Ἰθάκης λιμένα ἠξίωσεν αὐτὸν ἀφ’ ἑαυτοῦ προσαγορεύεσθαι Φόρκυνος. ἡ δὲ ἱστορία παρὰ Ἡροδώρῳ. V.

13

.

97

προβλῆτες] ἔξω τοῦ λιμένος προβεβλημέναι. H.

13

.

98

ἀκταὶ ἀπορρῶγες] προπερισπαστέον τὸ ἀπορρῶγες. σημαίνει
δὲ τὰς μὴ ἐρριζωμένας, ἀλλ’ ἀποπεσούσας. τὸ δὲ, λιμένος ποτι‐ πεπτηυῖαι, οἷον πολὺ προήκουσαι τοῦ λιμένος, ὥστε καὶ σκέπην αὐτῷ ποιεῖν. B.Q.561 in vol. 2
5ἀπορρῶγες] διερρωγυῖαι, οὐχ ὡς μέντοι τῶν ῥιζῶν ἀποτετμῆσθαι. V. ποτιπεπτηυῖαι] ἔσω νενευκυῖαι. V.

13

.

101

ὅρμου μέτρον] ὅταν πρὸς τὸ ὁρμισθῆναι ἀφίκωνται. τὸ μέ‐ τρον, ἢ τὸ πλῆρες τῆς καταγωγῆς. V.

13

.

102

ἐπὶ κρατὸς λιμένος] ἐπὶ τῆς ἀρχῆς. V. ἄνω, ἐν ἀρχῇ τοῦ λιμένος. ἀρχὴ γὰρ τοῦ σώματος ἡ κεφαλή. B.

13

.

103

ἄντρον ἱρὸν Νυμφάων] ἀλληγορικῶς λέγει ἄντρον τὸν κόσμον, νύμφας τὰς ψυχὰς, τὰς αὐτὰς καὶ μελίσσας, καὶ ἄνδρας τὰ σώμα‐ τα. δύο δὲ θύρας τὴν τῶν σωμάτων ἔξοδον, ἤτοι τὴν γένεσιν, καὶ τὴν τῶν ψυχῶν εἴσοδον, ἐν ᾗ οὐδὲν τῶν σωμάτων εἰσέρχεται, μόναι δὲ αἱ
5ψυχαί. ἀθάνατοι γάρ εἰσι. ὅθεν καὶ ἐλαίαν φησὶν, ἢ διὰ τὸν νικητι‐ κὸν στέφανον, ἢ διὰ τὸ ... ὅ ἐστι τὴν τροφὴν ... B. ἠεροειδές] ἀντὶ τοῦ μέγα καὶ ἀναπεπταμένον. Q.

13

.

104

νηϊάδες] αἱ τῶν ναμάτων σύντροφοι· οὐ γὰρ ἀπὸ Νηΐου ὄρους. H. αἱ τῶν ναμάτων νύμφαι, ἢ ἀπὸ τοῦ Νηΐου ὄρους. B. ἀπὸ τοῦ Νηΐου ὄρους. ἢ ναΐδες νύμφαι εἰσὶ τῶν ὑδάτων. V.

13

.

105

ἀμφιφορῆες] εἶδος κεράμων ἀμφώτων. V. καὶ τὰ αὐτὰ ἀναθήματα ὡς οἱ κρατῆρες καὶ ἀμφιφορεῖς. H.

13

.

106

τιθαιβώσσουσι μέλισσαι] τὴν βόσιν, τὴν τροφὴν, ἀποτιθέα‐ σιν. ὅ ἐστι τὰ κηρία. Q. ἀποτίθενται τὴν βόσιν, ὅ ἐστι τὸ μέλι, οἷον θησαυρίζουσι τὰ κηρία καὶ νεοττοτροφοῦσιν. V.

13

.

108

φάρε’ ἁλιπόρφυρα] ἐοικότα τῇ θαλάσσῃ πορφυριζούσῃ. Q.

13

.

109

δύω—θύραι—αἱ μὲν—αἱ δὲ—]πῶς ἐπὶ τῶν δύο θυρῶν ἐν τῷ διαιρεῖν φησιν αἱ μὲν, αἱ δέ; ἐνδέχεται τὴν μίαν ἑκάστην θύραν δίθυρον εἶναι. B.H.Q.

13

.

110

καταιβαταὶ ἀνθρώποισι] βάσιμοι, δι’ ὧν κατάβασίς ἐστιν
ἀνθρώποις. V. ὀξυτόνως ἐπὶ τῷ καταιβαταί. H.562 in vol. 2

13

.

111

θεώτεραι] θειότεραι καὶ ἄβατοι ἀνθρώποις. B.H.Q. θειότε‐ ραι, δι’ ὧν μόνοι θεοὶ εἰσέρχονται. V.

13

.

113

πρὶν εἰδότες] ἀντὶ τοῦ πρὶν εἰδῆσαι, ὡς τὸ “καρπῷ βριθο‐ μένη” (Il. θ, 307.). λείπει τὸ ὡς. οὐ γὰρ οἱ Φαίακες, ἀλλ’ αἱ νῆες αὐτῶν μόναι τοὺς τόπους ἐπίστανται. H.

13

.

119

καδδ’ ἄρ’ ἐπὶ ψαμάθῳ ἔθεσαν] οὐ διανιστᾶσιν αὐτὸν περὶ τοῦ μὴ δοκεῖν χάριν τῆς παραπομπῆς ἀπαιτεῖν· ἢ ἵνα μὴ κατασχεθῶσιν ὑπ’ αὐτοῦ· ἢ οὕτως ᾠκονόμησε διὰ τὰ ἑξῆς. ἀνῄρητο γὰρ ὑπὸ τῶν μνηστήρων φανερῶς κατιών. V.
5τὴν τῶν Φαιάκων ἀτοπίαν καθ’ ἣν τὸν Ὀδυσσέα καθεύδοντα μὴ διυπνίσαντες εἰς τὴν γῆν κατέθεντο, τοῦ τε Ὀδυσσέως τὸν ἄκαιρον ὕπνον, διαλύειν πειρώμενος ὁ Ποντικὸς Ἡρακλείδης φησὶν ἀτόπους εἶναι τοὺς ἐξ ὧν εἴρηκεν ὁ ποιητὴς μὴ στοχαζομένους περὶ τοῦ παν‐ τὸς τρόπου τῶν Φαιάκων. συνειδότας γὰρ ἑαυτοῖς φιληδονίαν καὶ
10ἀπολαυστικὸν τρόπον, καὶ δεδιότας μή τις αὐτοὺς ἄλλος ἐπελθὼν ἐκ‐ βάλῃ ἀπὸ τῆς χώρας, δύο ταῦτα ὑποκρίνασθαι, φιλοξενίαν τε πρὸς τοὺς παρόντας, ταχεῖάν τε ἀπόπεμψιν πρὸς τοὺς ἐλθόντας, πάντα δὲ ἐργάζεσθαι ὅπως αὐτῶν ἡ οἴκησις λανθάνῃ, καὶ διάστημα ὅσον ἐστὶ μὴ γινώσκηται, νῆσον ἀγαθὴν οἰκοῦντας, πρὸς δὲ τὸν πόλεμον οὔτε
15γεγυμνασμένους οὔτε προαιρουμένους, ἀλλ’ ἐναντίαν βιοτὴν τοῖς πο‐ λεμικοῖς ἐπιτηδεύμασιν ἔχοντας· “οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη” (ζ, 270.)· καὶ πάλιν φησὶν αὐτοῖς αἰεὶ δαῖτα μέλειν κίθαρίν τε καὶ ᾠδάς (θ, 248.). τοιούτους οὖν ὄντας καὶ τοιαύτην γῆν ἔχοντας οὐδὲν ἀπεικὸς εὐλαβεῖσθαι μὴ κατοπτευθέντες ὑπό τινων πο‐
20λεμῆσαι δυναμένων ἐκπέσωσι τῆς χώρας, καὶ ταχυτάτας ἀποπομπὰς ποιεῖσθαι τῶν ξείνων, οὐ διὰ φιλοξενίαν· “οὐ γὰρ ξείνους οἵγε μάλ’ ἀνθρώπους ἀνέχονται, οὐδ’ ἀγαπαζόμενοι φιλέουσιν ὅτε κέν τις ἵκη‐ ται” (η, 32.). οὐδὲν οὖν ἄλογον διά τινα τοιαύτην αἰτίαν αὐτοὺς
ἀποστέλλειν ταχέως τοὺς ξένους, πρὶν ἐντὸς γενέσθαι τῶν παρ’ αὐτοῖς563 in vol. 2
25τοὺς ἐπιδημήσαντας. εὔλογον δὲ ἦν μάλιστα τὸν Ὀδυσσέα φοβηθῆ‐ ναι. τούτῳ γὰρ συμβεβήκει τὰ μὲν περὶ πόλεμον δεινότατον τῶν θνητῶν εἶναι καὶ διὰ τὴν φύσιν καὶ διὰ τὴν ἐν τῇ Τροίᾳ γυμνασίαν. πρὸ τοῦ γνῶναι οὖν εὐκαταφρόνητον εἶναι νομίζοντες ἧττον ἔκρυπτον τὴν ἑαυτῶν διαγωγὴν, ἀλλά τι καὶ παρεδήλουν· ἐπεὶ δὲ ᾔσθοντο ὃς
30ἦν, βουλόμενοι μήτε τὸν τόπον ὅπου τὴν νῆσον αὐτῶν εἶναι συμβέβη‐ κε μήτε πόσος ἦν αὐτῷ ὁ πλοῦς ἐκ τῆς Ἰθάκης πρὸς αὐτοὺς γνῶναι, πρῶτον μὲν ἔφασαν αὐτῷ ὅτι δεῖ καθεύδειν αὐτὸν ἀναβάντα εἰς τὸ πλοῖον, εἶτα πολὺ τῆς Ἑλλάδος ἀπέχειν τὴν νῆσον αὐτῶν ὑπολαβεῖν τὸν Ὀδυσσέα θέλοντες παρενέβαλον ὡς αὐθημερὸν εἰδεῖεν αἱ νῆες
35κατανύειν εἰς ὃν ἂν οἱ ναῦται πρόθωνται τόπον (η, 326.). καὶ τὸ λέ‐ γειν ὅτι ῥᾳδίως αὐτὸν ἀπάξουσιν εἰς τὴν πατρίδα, εἰ καὶ μάλα πολ‐ λὸν ἑκαστέρω ἐστ’ Εὐβοίης, ἥνπερ τηλοτάτω φασὶν ἔμμεναι οἵπερ ἴδοντο ἡμετέρων προγόνων (η, 321.), συνῳδόν ἐστι τῷ προσποιεῖσθαι πόρρω τῆς Ἑλλάδος τὴν χώραν αὐτῶν εἶναι. τῷ γὰρ τὴν Εὔβοιαν τηλο‐
40τάτω λέγειν εἶναι παντελῶς φασιν ἑαυτοὺς κατοικεῖν πόρρω τῆς Ἑλ‐ λάδος. ἀλλὰ δῆλον ὅτι πάντα ταῦτα συνέτεινεν αὐτοῖς πρὸς τὸ μὴ γνωσθῆναι καθ’ ὃν ᾤκουν τόπον. τοιαύτης δὲ αὐτῶν οὔσης τῆς προαι‐ ρέσεως, ἐπειδὴ καθεύδοντος τοῦ Ὀδυσσέως εἰς τὴν Ἰθάκην ἥκειν αὐ‐ τοὺς συνέπεσε, κάλλιστον, οἶμαι, τοῦτο ἡγήσαντο ὑπάρχειν αὐτοῖς
45καθεύδοντα αὐτὸν ἐκθεῖναι, πρὸς τὸ μηδὲ εἰς ὃν ἀποπλέουσι τόπον εἴτε πρὸς ἕω εἴτε πρὸς ἑσπέραν γνωσθῆναι. τό τε παθεῖν τι τὸν Ὀδυσ‐ σέα ὑπὸ τῶν περιτυχόντων τάχα μὲν ἴσως οὐδὲν αὐτοῖς διέφερεν, ἐπειδή γε αὐτοῖς συμβέβηκε μηδὲν εἰς αὐτὸν ἀσεβῆσαι, καθάπερ ὑπέσχοντο μετὰ τῶν σπονδῶν εἰς τὴν πατρίδα ἀπαγαγεῖν. οὐ μὴν

13

.

119

(50)

ἀλλ’ εἴ τινα φιλανθρωπίαν δεῖ αὐτοῖς ἀποδοῦναι πρὸς τὸν Ὀδυσσέα, ἔξεστι λέγειν ὡς ἐξ ὧν ἤκουσαν αὐτοῦ λέγοντος, οὓς ὁ Τειρεσίας αὐτῷ χρησμοὺς εἶπε, συνελογίσαντο ὅτι οὐδὲν παθεῖν αὐτῷ εἵμαρτο δεινὸν,
ἀλλὰ τιμωρήσασθαι τοὺς ἐχθρούς. εἰδότες δὲ ἐκεῖνον οὐδὲν βλαβη‐ σόμενον, αὐτοὶ δ’ ὅπερ προετέθειντο ἀπεργασάμενοι, τὴν ἀγωγὴν ἐποιή‐564 in vol. 2
55σαντο, οὐκ ἐπεγείραντες αὐτόν. κἀνταῦθα μὲν δεῖ θεωρεῖν παρὰ τί ποτε τὴν ἀπολογίαν ποιούμεθα. οἱ μὲν γὰρ κατηγοροῦντές φασί τι πρᾶξαι τοὺς Φαίακας τοιοῦτον, ἐξ οὗ κίνδυνος ἦν ἀδοξίᾳ περιπεσεῖν, οὐ προσαποδεικνύουσι δὲ ὅτι διὰ τὴν πρᾶξιν αὐτοῖς ταύτην οὐδὲν ἀγα‐ θὸν συνέβαινεν. ἔδει δὲ τοῦτο ποιῆσαι τοὺς μέλλοντας μὴ παραδώ‐
60σειν ἀπολογίαν. πολλάκις γὰρ τῶν ἐν μιᾷ πράξει καὶ δυσχερὲς ὑπάρχει τι καὶ ἀγαθὸν, καὶ μᾶλλόν ἐστιν αἱρετὸν τὸ ἀγαθὸν ἢ τὸ κακὸν φευκτόν. διόπερ οὐκ ἀποδοκιμάζομεν τὰς τοιαύτας πράξεις· καὶ τοῖς Φαίαξι δὲ τοῦτο συμβαίνειν λέγομεν. οὐ γὰρ τὴν ἀπόδειξιν ἐφοβήθησαν, ὡς λαθεῖν ἐβουλήθησαν ἐν ᾧ τόπῳ κατοικοῦσιν. ἡ μὲν
65οὖν ἀφορμὴ τῆς ἀπολογίας ἐκ τούτου γέγονεν ἡμῖν· ἤδη δὲ πλάττομεν ἐκ τῶν ἐπῶν τι τοῖς Φαίαξιν αἱρετώτερον ἄλλο συμβαῖνον· διόπερ ἴδιον τρίτης ἀδοξίας κίνδυνος. H.Q.

13

.

123

Ἀρίσταρχος, μήπω, χρονικῶς. διὸ καὶ ἐπήγαγε, πρὶν Ὀδυ‐ σῆ’ ἔγρεσθαι. H.

13

.

124

δηλήσαιτο] βλάψοι, ἀντὶ τοῦ ἀφέληται. V.

13

.

128

Ζεῦ πάτερ] ὅτι Ποσειδῶν, ὃς ἦν ἀδελφὸς, πατέρα προσαγο‐ ρεύει τὸν Δία πρὸς τιμήν. H.

13

.

130

Φαίηκες, τοίπερ τοι ἐμῆς ἔξ εἰσι γενέθλης] ἐξ ἐμῆς ὑπάρ‐ χουσιν. “ἐξ ἐμῆς” ὡς τὸ “Μυρμιδόνων δ’ ἔξ εἰμι” (Il. ω, 397.). H. τοῦτο ἐν ἤθει. Ποσειδῶνος γὰρ καὶ Κερκύρας. Q. ἐν ἤθει ταῦτα. ὁ γὰρ Φαίαξ Ποσειδῶνος καὶ Κορκύρας τῆς Ἀσωποῦ. τὸ δὲ ἀπηύρων
5ἀντὶ τοῦ ἀφειλόμην. V.

13

.

133

ἐπεὶ σὺ πρῶτον] χρονικῶς. V.

13

.

135

ἀγλαὰ] γρ. ἄσπετα. H.

13

.

137

ἐξήρατο] ἐξαίρετα ἔλαβεν. V.

13

.

138

ἀπὸ] οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν· πρὸς γὰρ τὸ ἑξῆς ἐστιν, ἢ παρέλκει. H.

13

.

142

πρεσβύτατον] οὐ καθ’ ἡλικίαν, ἀλλὰ τιμιώτατον· ὡς Ἥρα
“καί με πρεσβυτάτην τέκετο” (Il. δ, 59.). B. τοῦτο μάλιστα Ποσειδῶν αἰτιᾶται, τάχα δ’ ὅτι καὶ περιπεμφθῆναι αὐτὸν ὑπ’ ἄλλων, οὐχ ὑπ’ ἐκείνων ἔδει. H.Q.565 in vol. 2
5ἐντιμότατον. ἀλλαχοῦ γὰρ λέγει “ἀλλὰ Ζεὺς πρότερος ἐγεγόνει” (Il. ν, 355.). V. ἰάλλειν] περιβάλλειν, διδόναι, ἐκτείνειν. V.

13

.

143

βίῃ καὶ κάρτεϊ εἴκων] νικώμενος ὑπὸ τῆς ἑαυτοῦ βίας καὶ τῆς ἰσχύος, ὥστε διὰ τοῦτο ἐξυβρίζειν. V.

13

.

144

τὸ ἑξῆς, οὔτι τίει βίῃ τῇ σῇ καὶ κάρτεϊ εἴκων—ἐν σοὶ ζῇ τιμωρία τοῦ ἀτιμάζοντός σε. H.

13

.

148

ὀπίζομαι] διὰ φροντίδος ἔχω, ἢ αἰδοῦμαι. B. φυλάττο‐ μαι, αἰδοῦμαι, ἐντρέπομαι. V.

13

.

152

μέγα δέ σφιν ὄρος] ἵνα μὴ ζητῶμεν νῦν ὅπου οἱ Φαίακές εἰ‐ σιν· φαίνεται γὰρ τὰ περὶ αὐτῶν. Q. Ἀριστοφάνης δὲ γράφει, μὴ δέ σφιν. ἀντιλέγει δ’ ἐν ὑπομνήμα‐ σιν Ἀρίσταρχος. H.
5πόλει ἀμφικαλύψαι] οὕτως ἀμφικαλύψαι. καὶ ἀπὸ κοινοῦ τὸ ἐθέλω. B.H.

13

.

154

ὣς μὲν ἐμῷ] γρ. ᾗ. H. οὕτως. Gl. H.

13

.

156

θεῖναι λίθον ἐγγύθι γαίης] ποιῆσαι τὴν νῆα λίθον. H.

13

.

157

θαυμάζωσιν] ὁρῶντες ἐκπλήττωνται. V.

13

.

160

γεγάασι] καταχρηστικῶς ἀντὶ τοῦ οἰκοῦσιν· ἐκ γὰρ τῆς Ὑπερησίας μετεληλύθασιν. B.Q.

13

.

161

ἔμεν’] τὸ ἔμεν’ ἀντὶ τοῦ ἔμενεν, ὅ ἐστιν, ἐκεῖ ἐκαρτέρει. H.

13

.

163

ὅς μιν λᾶαν ἔθηκε] ὃς τὴν ναῦν ἀπελίθωσεν. H.

13

.

170

οὐκ ἴσαν] οὐκ ᾔδεισαν. V.

13

.

173

ὃς ἔφασκε] ὅτι ἐκ τοῦ τόπου τούτου μετάκεινται εἰς τὰ κατ’ ἀρχὴν πρὸς Ὀδυσσέα ὑπὸ Ἀλκινόου λεγόμενα· οὐκ ὀρθῶς· εἰ γὰρ ἐμέμνητο τοῦ χρησμοῦ, οὐκ ἂν ἀπεκομίσθη ὁ Ὀδυσσεύς. Q. ἀγάσασθαι] ἄγαν ὀργισθῆναι. V. διὰ τοῦ ς ἀγάσασθαι. H.566 in vol. 2

13

.

174

πομποὶ ἀπήμονες] ὅτι καὶ τῶν μὴ ἀναξίων ἀπήμονες, μὴ ἐῶντες αὐτοὺς πημαίνεσθαι. Q.

13

.

175

εὐεργέα] γρ. περικαλλέα. M.

13

.

177

βαρυντέον τὴν ἡμῖν. H.

13

.

180

παύεσθε] γρ. παύσασθε. M.

13

.

183

μὴ δ’ ἡμῖν] ἐκ τοῦ προτέρου καὶ τὸ δεύτερον προσδοκῶσιν. οὐ γὰρ ἂν θῦσαι καιρὸν εἶχον. H.Q. ἀπόλυτος ἡ ἡμῖν. H.

13

.

185

ὣς οἱ μέν ῥ’ εὔχοντο] κατὰ τὸ σιωπώμενον, ἠφανίσθησαν. τὰ γὰρ κυρωθέντα ὑπὸ θεῶν ἐξ ἀνάγκης πληροῦται. V.

13

.

190

ὄφρα μιν αὐτόν] Ἀριστοφάνης “αὐτῷ” γράφει καὶ τὸ “μιν” ἐπὶ τῆς Ἰθάκης τίθησιν. H.

13

.

191

ἄγνωστον] ἀφανῆ. V.

13

.

195

ἀτραπιτοί τε] στεναί τε καὶ εὐθεῖαι ῥῦμαι, ἢ αἱ ἱππήλατοι. αἱ γὰρ τραχεῖαι καὶ ἐκτροπὰς ἔχουσαι παιπαλόεσσαι καλοῦνται παρ’ αὐτοῦ. λέγει δὲ νῦν τὰς παρὰ τοὺς λιμένας, οὐχ ἣν μικρὸν ὕστερόν φησι τραχεῖαν ἀταρπόν. B.H.P.Q. ἀτραπιτοί] αἱ μὴ ἔχουσαι
5ἐκτροπὴν ὁδοί. V. πάνορμοι] οἱ πᾶσαν ναῦν δεχόμενοι εἰς τὸ ὁρμισθῆναι. εἰσὶ γὰρ λιμένες μὴ ὑποδεχόμενοι μεγάλας ναῦς. ἢ ἐν παντὶ μέρει ὁρμισθῆ‐ ναι δυνάμενοι καὶ ἰσοβαθεῖς πανταχόθεν. B.Q. σκέπην ἔχοντες παντὸς ἀνέμου. P.V.

13

.

196

πέτραι τ’ ἠλίβατοι] τινὲς παρὰ τὸ ἀλιτεῖν τοὺς ἐπιβαίνον‐ τας. B.Q. τηλεθάοντα] ἄγαν θάλλοντα. V.

13

.

199

χερσὶ] τοὺς δύο μηροὺς ἔπληξε ταῖς δύο χερσίν. H.
ὀλοφυρόμενος δὲ προσηύδα] γρ. ὀλοφυρόμενος δ’ ἔπος ηὔδα. H.567 in vol. 2

13

.

204

πλάζομαι] γρ. πλάγξομαι. M. πλάγξομαι] πλανηθῶ. V. αἴθ’ ὄφελον] τὸ ὄφελον πληθυντικόν ἐστιν ἐπὶ τῶν χρημάτων λε‐ γόμενον· ἀντιδιαστέλλει γὰρ, ἐγὼ δέ κεν ἄλλον ἐξικόμην. H.Q. τὰ
5χρήματα δηλονότι. B.V.

13

.

206

ἐξικόμην] ἱκέτευσα. V.

13

.

211

ὑποπτεύει κατὰ τὴν ἐκείνων κέλευσιν ἐκτεθεῖσθαί που. H.

13

.

213

σφέας] ἀπόλυτος ἡ σφέας. H. τίσαιτο] Ζηνόδοτος, τίσασθαι. H. ἱκέσιος] ἱκετῶν ἐπόπτης. V.

13

.

214

ἐφορᾷ καὶ τίνυται] οὕτως τίνυται, τιμωρεῖ, κολάζει. H.

13

.

215

ἀλλ’ ἄγε δὴ τὰ χρήματ’ ἀριθμήσω] οὐχ ὡς μικρολόγος, ἀλλ’ ἐκ τούτου τεκμαιρόμενος εἰ καὶ περὶ τὴν ἀγωγὴν τῆς πατρίδος ἠδί‐ κησαν αὐτὸν, ἢ ὡς ἀναλωθέντων. H.Q. ἐκ γὰρ τῆς ἐκπλήξεως οὐ προσέσχε τῷ δεσμῷ τῆς Κίρκης “τόν ποτέ μιν δέδαεν φρεσὶ πότνια
5Κίρκη.” (Od. θ, 448.). H. ἵνα τὴν γνώμην αὐτῶν καταμάθῃ. εἰ γὰρ μηδὲν ἔλιπε τῶν χρημάτων, ψευδὲς ἦν τὸ εἰς ἀλλοτρίαν γῆν αὐ‐ τὸν ἀφῖχθαι. οὐ πιστεύει δὲ τῷ δεσμῷ τῆς Κίρκης, ἤτοι διὰ τὴν ἔκπληξιν, ἢ οἰηθεὶς μεμαθηκέναι αὐτοὺς τὸν δεσμόν. V.

13

.

216

οἴχονται] ἀπεληλύθασι. V.

13

.

219

τῶν μὲν ἄρ’ οὔτι πόθει] οὐδὲν τούτων ἐζήτει, πάντα γὰρ σῶα ἦν. B.Q. πόθει] ἀπεζήτει. ὀδύρετο] ἀπεκλαίετο. V.

13

.

220

ἑρπύζων] κατὰ τὸν αὐτὸν τόπον ἀναστρεφόμενος, ἢ ἕρπων, ἢ βαδίζων. V.

13

.

222

ἀνδρὶ δέμας εἰκυῖα] ὅτι ὁ ποιητὴς ἄρρενας μὲν θεοὺς, θηλείας δὲ ἄρρεσιν οὐδέποτε εἰκάζει. H.Q. ἐπιβώτορι] ποιμένι, ἐπὶ τῶν βοσκημάτων τεταγμένῳ. B.V. πε‐ ρισσὴ ἡ πρόθεσις, ὡς καὶ εἰς τὸ “βοῶν ἐπιβουκόλος ἀνήρ.” B.

13

.

223

παναπάλῳ] πάνυ νέῳ, κατὰ παντὸς τοῦ σώματος ἁπαλῷ. B.Q. τοιούτῳ ὁμοιοῦται πρὸς τὸ θαρσῆσαι τὸν Ὀδυσσέα. ὅθεν καὶ ἐπιφέρει, Ὀδυσσεὺς γήθησεν. παναπάλῳ δὲ, πάνυ ἁπαλῷ. V. οἷοί τε ἀνάκτων παῖδες ἔασι] ὅτι καὶ οἱ βασιλεῖς ἔνεμον δῆλον δι’568 in vol. 2
5ὧν φησιν Ἀνδρομάχη “πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλ‐ λεὺς βουσὶν ἐπ’ εἰλιπόδεσσιν” (Il. ζ, 423.). H.Q. καὶ Αἰνείας περὶ Ἀχιλλέως “ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσιν” (Il. υ, 91.). H. τὸ παλαιὸν καὶ οἱ τῶν βασιλέων παῖδες πανάπαλοι ἐκαλοῦντο, καὶ ἐποίμαινον. V.

13

.

224

ἔχους’] οὐ γραπτέον, ἔχειν· εἴη γὰρ ἂν τοῦ ποιητοῦ ὁ λό‐ γος. H. λώπην] ἱμάτιον, ἤτοι περιβόλαιον. ἔνθεν καὶ λωποδύτης ὁ τούτων ἀφαιρέτης, λῃστής. V.

13

.

226

τὴν δ’ Ὀδυσεὺς γήθησεν ἰδὼν] διὰ τὴν ἡλικίαν εἰκότως· οὐδὲν γὰρ δέδοικεν ὑπὸ τοῦ τοιούτου παθεῖν. H.Q.

13

.

228

ὀρθοτονητέον τὴν σέ, ὡς καὶ Ἡρωδιανός. H.

13

.

229

ἀντιβολήσεις] συναντήσεις. V.

13

.

233

τίς γῆ] ἡ γῆ ποία ἐστὶν, Ἀσία ἢ Εὐρώπη; ὁ δῆμος ποῖος, Λάκων ἢ Πύλιος; οἱ ἄνδρες τίνες, δίκαιοι ἢ ἄδικοι; B.Q.

13

.

234

ἐνθάδε ὁ η ἐρωτηματικὸς, διὸ περισπασθήσεται· ἐπὶ δὲ τοῦ Κύκλωπος ἀποφαντικὸς, διὸ ὀξύνεται. H.

13

.

235

λείπει ἡ ἐξ. ἔγκειται οἷον χερσόνησος περιοριζομένη θα‐ λάσσῃ. H. κεκλιμένη] περιερχομένη. V.

13

.

241

μετόπισθε] εἰς τὰ ὀπίσω· πρόσωπον γὰρ εἶναι ὑποτίθεται τὴν ἀνατολὴν, νῶτα δὲ τὴν δύσιν. B.Q. εἰς τὰ ἐναντία μέρη. V.

13

.

242

ὁ ἤτοι πλεονάζει. H.

13

.

243

οὐδὲ λίην λυπρὴ, ἀτὰρ οὐδ’ εὐρεῖα] πρὸς τὰ δύο τὰ ἄνω ἀπέδωκεν. ἐπεὶ γὰρ εἶπε τρηχεῖα μὲν, ἐπάγει, ἀλλ’ οὐ λίαν ἄκαρπος· εἰπὼν δὲ, οὐχ ἱππήλατός ἐστιν, ἐπάγει, ἀτὰρ οὐδ’ εὐρεῖα. ἐνδέχεται γὰρ πλατεῖαν μὲν εἶναι, μὴ δύνασθαι δὲ ὑπὸ ἵππων ἐλαύνεσθαι διὰ
5τὸ τραχύ. H.Q. οὐκ εὐρεῖα] οὕτως, οὐδ’ εὐρεῖα. H.

13

.

244

περὶ γὰρ τὸ γεῶδες τῆς Ἰθάκης εὔφορον. H.569 in vol. 2

13

.

245

τεθαλυῖά τε] θάλλειν ποιοῦσα καὶ αὔξειν τὰ φυτά. V. ἐέρση] δρόσος. V.

13

.

246

καὶ βούβοτος] ψεύδεται ἐγκωμιάζων τὴν νῆσον. τὰ γὰρ βου‐ στάσια Ὀδυσσέως ἐν ἠπείρῳ ἦν. H. πῶς οὖν ἔνδροσος, εἰ ἐν ἠπείρῳ νέμονται; οὐδὲν κωλύει καὶ ἐν Ἰθάκῃ. ἢ βούβοτος, βοσκημάτων πλή‐ ρης. V.

13

.

247

ἀρδμοὶ] ποτισμοὶ, ἔνθα ποτίζουσι τὰ ζῷα. B.H.Q. ἀρδμὸς, ἐκτατέον τὸ α. ὁμοίως τὸ ἄρδω ὁ Ἀριστοφάνης. H.

13

.

254

πάλιν δ’ ὅγε λάζετο] εἰς τὸ ἐναντίον ἔστρεφεν. H. εἰς τοὐναντίον τοῦ ἀληθοῦς, ὅ ἐστιν, ἐκ δευτέρου δὲ τὸν λόγον ἀνελά‐ βετο. V.

13

.

258

χρήμασι σὺν τοίσδεσσι] προπαροξυτονητέον τὸ τοίσδεσσι. H.

13

.

259

φεύγω] Ἰδομενεὺς παῖς μὲν ἦν Δευκαλίωνος τοῦ Μίνωος, Κρὴς δὲ τὸ γένος, ἄριστος τὰ πολέμια. παρ’ ἑκάστοις γοῦν ἀρι‐ στείαις σεμνὸς φαινόμενος, μέχρι τῶν νόστων ἄρραιστος διεφυ‐ λάχθη. οὗτος δὲ, ὡς λέγεται, γενομένου τοῦ κατ’ Εὔβοιαν χειμῶνος
5ὑπὸ τῆς Ἀθηνᾶς, ὤκειλε μετὰ τοῦ Κάλχαντος καὶ Σθενέλου εἰς Κο‐ λοφῶνα, καὶ ἐνταῦθα τὸν βίον κατέστρεψε. ἡ δὲ ἱστορία παρὰ Λυ‐ κόφρονι. V.

13

.

261

ἀνέρας ἀλφηστὰς] ἐφευρετάς· γίνεται δὲ ἐκ τοῦ ἀλφῶ τὸ ψηλαφῶ, ἀφ’ οὗ καὶ τὸ ἄλφα. B.

13

.

262

οὕνεκά με στερέσαι τῆς ληΐδος] καὶ τοῦτο ἵνα δοκῇ τιμω‐ ρεῖσθαι τοὺς ἀποστερεῖν αὐτὸν ἐπιχειροῦντας, ὅς γε μήτε βασιλέως παιδὸς ἐφείσατο. Q.

13

.

265

οὐχ ᾧ πατρὶ θεράπευον] ἐπεὶ οὐκ ἤμην θεράπων τοῦ πατρὸς αὐτοῦ Ὀρσιλόχου. οὕτως Ἀριστοφάνης, οὐχ, ᾧ πατρὶ, τῷ ἐκείνου· ὡς τὸ “αἱ μὲν ἔτι ζωὸν γόον ᾧ ἐνὶ οἴκῳ” (Il. ζ, 500.). Q. χαριζόμενος θεράπευον] τὰ κεχαρισμένα ποιῶν ὑπηρέτουν. B.Q.570 in vol. 2

13

.

266

ἄλλων ἦρχον ἑταίρων] ἀντὶ τοῦ βασιλεύων τῷ Ἰδομενεῖ. H.

13

.

267

τὸν μὲν ἐγὼ κατιόντα] σκήπτεται τὸν Ἰδομενέως υἱὸν ἀνῃρη‐ κέναι, ἵνα αὐτὸν πρόσωνται οἱ μνηστῆρες ὡς ἐχθρὸν τοῦ Ὀδυσσέως φίλου. ἑαυτῷ δὲ ἐν Κρήτῃ υἱούς φησιν εἶναι, ὅτι τοὺς τιμωρήσοντας ἕξει. καὶ τὸν Ὀρσιλόχου δὲ θάνατον λέγει διὰ τὴν λείαν, δεικνὺς ὅτι
5οὐδὲ ἐκείνῳ παραχωρήσει ἀναιμωτί. Φοίνιξι δὲ πιστεῦσαι λέγει, ἵνα μὴ ἀδικήσῃ, λογισάμενος ὅτι οἱ φιλοκερδέσταται αὐτοῦ ἐφείσαντο. V.

13

.

268

λοχησάμενος σὺν ἑταίρῳ] ἄμεινον ἐκεῖνον σὺν ἑταίρῳ νοεῖν, ἵνα φοβερώτερον ἑαυτὸν καταστήσῃ. Q.

13

.

270

λάθον δέ ἑ θυμὸν ἀπούρας] ἔλαθον πάντας ἐκεῖνον φονεύσας. οὐκ εἶπε δὲ σφέας. μᾶλλον οὖν εἷς ἐστιν ὁ ἀνῃρημένος ὑπὸ δυοῖν ἐνεδρευόντων. H.

13

.

273

ἀπὸ τῶν ἐξ Ἰλίου λαφύρων. Ἀριστοφάνης ἤϊα τὰ βρώ‐ ματα. H.

13

.

274

Πύλονδε καταστῆσαι] ἀντέστραπται. ἐπιβιβάσαι γὰρ τῇ νηῒ καὶ καταστῆσαι ἢ εἰς Πύλον ἢ εἰς Ἤλιδα δῖαν. Q. ἐφέσσαι] ἱδρῦσαι εἰς τὴν ναῦν. V. ἡ Ῥιανοῦ, ἀποφάσσαι, ἀποπέμψαι. H.

13

.

276

ἐγκλιτικὴ ἡ σφέας· διὸ τὴν τοι συλλαβὴν ἐγερτέον. H.

13

.

277

οὐδ’ ἤθελον ἐξαπατῆσαι] ἐπαινεῖ τοὺς Φοίνικας, ἵνα μὴ καὶ ὁ ἀκούων πονηρεύσηται. H.V.

13

.

279

προερέσσαμεν] οὕτως αἱ πᾶσαι. ἀπόλυτος δὲ ἡ ἡμῖν. H. καθειλκύσαμεν, ἀντὶ τοῦ εἰσήλθομεν. V.

13

.

282

ἐπέλαβε] κατέσχεν. V.

13

.

285

οἱ δ’ ἐς Σιδονίην] ἐνταῦθα ἔδειξεν ὅτι οὐχ ἑκόντες ἔβλαψαν οἱ Σιδόνιοι· καὶ γὰρ ἂν ἔλαβον αὐτοῦ καθεύδοντος τὰ χρήματα· ἀλλ’ ὅτι σπεύδοντες εἰς τὴν πατρίδα κατέλιπον αὐτὸν, ἵνα μὴ ἀναστὰς ἀλλαχοῦ αὐτὸς παρακαλέσῃ λαβεῖν αὐτόν. H.Q.571 in vol. 2
5Σιδονίην] τὴν τῆς Σιδῶνος χώραν, τὴν Φοινίκην. V.

13

.

288

δέμας δ’ ἤϊκτο γυναικὶ] ὡμοίωσε γὰρ ἑαυτὴν γυναικὶ, ἵνα πιστώσηται αὐτὸν ὅτι θεά ἐστιν ἐκ τοῦ μεθομοιωθῆναι. Q. ἐντεῦθεν Ξενοφῶν τὴν Ἀρετὴν καὶ τὴν Κακίαν ἀνέπλασεν. V.

13

.

289

καλῇ τε μεγάλῃ τε] ἐκ τῆς κατὰ τὴν ὄψιν κοσμιότητος καὶ αἰδοῦς καὶ τοῦτο ὑπονοεῖν δίδωσι, καθὰ καὶ Ξενοφῶν καὶ Τελέσιλλα ἡ Ἀργεία διαγράφουσιν Ἀρετῆς καὶ Καλοκαγαθίας εἰκόνα. Q.

13

.

291

ὅς σε παρέλθοι] νικήσει, μεταφορικῶς. V. νικήσει. ὁμοίως “ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις” (Il. α, 132.). ὁ δὲ νοῦς, εἰ καὶ παρέλθοι θεός σε τοῖς δόλοις, δοξασθήσεται ὡς τοιοῦτον παρελθών. B.Q.

13

.

293

τινὲς δόλων ἄτερ, τοῖς ἑξῆς συνάπτοντες κακῶς αὐτό. H.

13

.

294

ὁ γὰρ ξένος διὰ τὸ εὐεπήραστον ἀναγκάζεται καὶ παραλογί‐ ζεσθαι ὡς ἐν ἀλλοτρίοις ὤν. H.

13

.

295

κλοπίων] τῶν κεκλεμμένων καὶ μὴ ἀληθῶν. V. πλοκίων] πεπλεγμένων. H. οἵ τοι πεδόθεν φίλοι εἰσίν] μεταφορικῶς, οἷον ἐκ ῥίζης, ἐκ γενε‐ τῆς, ἀπὸ φυτῶν· ἢ ἀπὸ τοῦ τοὺς γεννωμένους ἐν τῷ πέδῳ πατεῖν.
5B.Q. πεδόθεν] ἐκ νέας ἡλικίας. ἢ ἀπὸ τοῦ πέδου. V. ἤτοι παι‐ δόθεν φίλοι εἰσί. H.

13

.

296

ἄμφω] ἐγώ τε καὶ σὺ, ἀμφότεροι ἀμφοτέρους ἰδόντες. H.

13

.

300

αἰεὶ] γρ. ἄγχι. H.

13

.

302

ἔθηκα] παρεσκεύασα εἶναί σε φίλον πάντων Φαιήκων. H.

13

.

306

ποιητοῖσι] γρ. τυκτοῖσι. H.

13

.

313

σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις] ὑπονενόηκεν ὅτι ἐν τοῖς Φαίαξι καὶ παρθένῳ καὶ ἀνδρὶ ὁμοιωθεῖσα παρώρμηκεν αὐτόν. V. σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκω] γρ. σὲ γὰρ αὐτὴν πάντη ἐΐσκεις. H.
ἑαυτήν. Gl. H.572 in vol. 2

13

320-323

ἀλλ’ αἰεὶ φρεσὶν ᾗσιν ἔχων] νοθεύονται δʹ στίχοι. ὁ μὲν πρῶτος ὅτι ἀντὶ τοῦ ἐμῇσιν ἔχει τὸ ᾗσιν, ὅπερ ἐστὶ τρίτου προσώπου, τηροῦντος ἀεὶ τοῦ ποιητοῦ τὴν ἐν τούτοις διαφοράν· ὁ δὲ δεύτερος ὅτι Ἀθηνᾶς παρούσης θεοῖς ἀνατίθησι τὴν σωτηρίαν· ὁ δὲ
5τρίτος καὶ τέταρτος ὅτι οὐκ ἐγίνωσκεν ὡς ἡ φανεῖσα αὐτῷ παρὰ Φαίαξι θεὰ ἦν, ὅτι οὐκ ἐθάρσυνεν, ἀλλὰ τοὐναντίον “μηδέ τιν’ ἀνθρώ‐ πων ποτιόσσεο, οὐ γὰρ ξείνους οἵδε μάλ’ ἀνθρώπους ἀνέχονται” (η, 31.). H.Q. Vind. 133.

13

320-321

νοθεύονται. οὐκ ἂν παρούσης τῆς Ἀθηνᾶς θεοῖς ἀναθή‐ σει τὴν σωτηρίαν. H.

13

.

322

ὡς ὅτε· ἢ ἀντὶ τοῦ πλὴν, δίχα. H.

13

.

323

θαρσύνας] καὶ μὴν οὐκ ἔδειξε τῷ Ὀδυσσεῖ σαφῶς ἑαυτὴν παρὰ Φαίαξιν. ἢ οὐ κατὰ παρθένον θνητὴν ὡμοιώθη παρὰ Φαίαξι τῆς θεοῦ συμβουλή· διὸ ἔγνω. Q.

13

.

330

τοιοῦτο νόημα] οὐκ εὐεξαπάτητον, ἀλλὰ συνετόν. H.V.

13

.

332

ἐπήτης—ἀγχίνοος] ταχὺς περὶ τὸ νοῆσαι. ἐπήτης, λόγιος. καὶ ὥσπερ ὁ λόγιος παρὰ τὸν λόγον, οὕτως καὶ ἐπήτης παρὰ τὸ ἔπος. τινὲς δὲ, δίκαιος, ὁ τὸ ἐτεὸν φιλῶν. B. ἐπητής] φρόνιμος καὶ λόγιος, παρὰ τὸ ἔπος. ἀγχίνοος] περὶ τὸ
5νοῆσαι ταχύς. V. οὕνεκ’ ἐπήτης ἐσσὶ] χωρὶς τοῦ τε, τῇ δὲ προσῳδίᾳ ὡς ἀεικὴς, φησὶν Ἀρίσταρχος. οὕτω δὲ καὶ Ἡρωδιανός. ἐπήτης ἤγουν λόγιος. καὶ ὡς ὁ λόγιος παρὰ τὸν λόγον, οὕτω καὶ ἐπήτης παρὰ τὸ ἔπος. H.

13

333-338

ἀσπασίως γάρ κ’ ἄλλος] ἀθετοῦνται στίχοι ϛʹ ὅτι οὐδὲν εἴληφε παρ’ αὐτοῦ σημεῖον τοῦ μήπω βούλεσθαι τὴν γαμετὴν ἰδεῖν. τοὐναντίον γὰρ διὰ τοῦτο αὐτῷ ἐπιφαίνεται, ἵνα κρύψῃ αὐτοῦ τὴν εἴσοδον. διὸ καὶ φησὶν “ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρείδαο
5φθίσεσθαι κακὸν οἶτον ἐπὶ μεγάροισιν ἔμελλον, εἰ μή μοι σὺ ἕκαστα θεὰ κατὰ μοῖραν ἔειπες” (383.). οὕτως οὖν αὐτὸς ἠπείγετο ἰδεῖν τὴν γαμετήν. H.Q.

13

.

335

σοὶ δ’ οὔπω φίλον] οὐκ ἔστι σοι φίλον μαθεῖν τὴν σὴν ἄλο‐ χον ἐπιδημίαν τὴν σὴν, εἰ μήπω πρῶτον ταύτην πειράσεις, εἰ παρ’ αὐτῆς ἦς γνώριμος. H. φίλον] νῦν ἀντὶ τοῦ ὠφέλιμον. V.573 in vol. 2

13

.

340

ᾔδε’ ὃ νοστήσεις] ἀλλ’ ἠπιστάμην ὅτι νοστήσεις, ὅτι ἐπα‐ νέλθοις. B. ὅτι νοστήσεις] ὅτι ἐπανέλθοις. V.

13

.

342

χόλον] γρ. κότον. H.

13

.

348

ἰρόν] ἀποκεκομμένον ψιλοῦται. B.

13

.

349

ἐστὶ] γρ. εὐρύ. H. κατηρεφὲς] χθαμαλὸν, κατακαλύπτον καὶ καταστέγον. V.

13

.

351

Νήριτον] ὄρος Ἰθάκης ἀντικρὺ τῆς Ἠπείρου. V.
1καταειμένον] κεκαλυμμένον, μεταφορικῶς ἀπὸ τῶν ἐσθή‐ των. B.H.Q. κατεσκεπασμένον. V.

13

.

352

ὣς εἰποῦσα θεὰ σκέδας’ ἠέρα] οὐκ εἶπεν ἐσκεδάννυεν, ἀλλ’ ἐσκέδασε, δεικνὺς ὅτι πρῶτον ἐσκέδασε τὴν ἀχλὺν εἰποῦσα τὸ “ἀλλ’ ἄγε τοι δείξω” καὶ οὕτως αὐτῷ ἔδειξε, Φόρκυνος μὲν ὅδ’ ἐστὶ λιμήν. οὐ γὰρ ἔτι ἀορασίας οὔσης ἐφαίνετο αὐτῷ τὰ μὴ ὁρώμενα. Q. τὸ
5“ὣς εἰποῦσα” νοητέον μετὰ τὸ “ἀλλ’ ἄγε τοι δείξω Ἰθάκης ἕδος.” Q. ὣς εἰποῦσα] τάδε, φησὶν, ἡ Ἀθηνᾶ εἰποῦσα τῷ Ὀδυσσεῖ ἐσκέ‐ δασε τὴν ἀορασίαν καὶ ἀγνωσίαν αὐτοῦ, καθ’ ἣν οὐκ ἐγίνωσκε ποῦ ἦλθεν ὅτε ταῖς νηυσὶν εἰς Ἰθάκην αὐτὸς ἤτοι τὴν πατρίδα αὐτοῦ παρεγένετο. Q.
10σκέδας’ ἠέρα] τοῦτο ἐπιλαμβάνεται Πτολεμαῖος. ἔδει γὰρ πρῶ‐ τον σκεδάσασα, φησὶ, τὸν ἀέρα εἶτα δεῖξαι· εἰ μὴ ἄρα ὅμοιόν ἐστι τῷ “τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε” (Od. μ, 134.). Q.

13

.

357

ὔμμ’] ὑμᾶς, Αἰολικῶς. H. ἀγανῇσι] προσαγαγέσθαι καὶ πεῖσαι δυναμέναις. V.

13

.

358

διδώσομεν] παράσχωμεν, ἀπὸ τοῦ διδῶ περισπωμένου. δυσχε‐ ραίνων δὲ ὁ Ἀριστοφάνης τὸ διδώσομεν γράφει παρέξομεν· καὶ τὸ
ἐν Ἰλιάδι διδοῦναι παρέκοπτε. H.Q. Vind. 133.574 in vol. 2

13

.

359

ἐᾷ] συγχωρήσῃ· τουτέστιν, ἐὰν ἐπιτρέψῃ μοι τὸ ζῆν ἡ Ἀθη‐ νᾶ. H. ἀγελείη] ἡ ἄγουσα τὰ λαφυραγώγια. H.

13

.

360

ἀέξῃ] γρ. ἀέξειν. H.

13

.

365

ὅπως ἔσται τάδε ἔργα] γρ. ὅπως ὄχ’ ἄριστα γένηται. H. (in Vind. 133. vice versa.)

13

.

366

σπέος ἠεροειδὲς] τὸ καθαρὸν ἀέρα ἔχον. ὅμοιον τῷ “ὅσσον δ’ ἠεροειδὲς ἀνὴρ ἴδεν” (Il. ε, 770.). ἄτοπον γὰρ θεοῖς σκότος ἀνα‐ κεῖσθαι. ὅθεν ἐπιτίθησι καὶ λίθον. H.Q. νῦν καθαρὸν ἀέρα ἔχον. V.

13

.

367

κευθμῶνας] τὰς καταδύσεις ἢ τοὺς κοίλους τόπους καὶ ἀνα‐ κεχωσμένους. Q.

13

.

368

ὁ χρυσὸς καὶ τὰ ἱμάτια ὅλων ἦν ἐν τῇ χηλῷ. τάχα οὖν διὰ τὸ βάρος σεσιωπημένως λέλυκε καὶ ἐχώρισεν αὐτὰ, ἵνα βα‐ στάσῃ κατὰ μέρος. H.

13

.

369

τά τοι] γρ. οἱ. H.

13

.

372

τὼ δὲ καθεζομένω] οὗτοι δὲ ἡ Ἀθηνᾶ καὶ Ὀδυσσεὺς καθεζό‐ μενοι. ἱερὰν δέ φησι τὴν ἐλαίαν διὰ τὸ ἀνακεῖσθαι αὐτὴν τῇ Ἀθηνᾷ, ὡς ἀναδοθεῖσαν αὐτὴν τῆς γῆς εἰς τὸ ταύτης ὄνομα, ὅτε οἱ θεοὶ συνη‐ δρίαζον καὶ εἰς ἑκάστου τὸ ὄνομα ἓν φυτὸν ἀνεδίδοτο, καθάπερ καὶ
5τῷ Διονύσῳ ἡ ἄμπελος ἀνεβλάστησεν. Q.

13

.

373

φραζέσθην] ἐβουλεύοντο. ἔστι δὲ ἡ τοῦ τρίτου προσώπου τῶν δυϊκῶν κατὰ χρῆσιν τῆς Ἀττικῆς διαλέκτου. Q.

13

.

377

οἳ δή τοι τρίετες] κατὰ τὸν ἀπαρτίζοντα ἀριθμὸν εἶπε τρίε‐ τες, ἐπιστάντος ἤδη καὶ τετάρτου· “ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δ’ εἶσι τέταρτον” (Od. β, 89.)· ἔστι γὰρ ἀντὶ τοῦ ταχέως διελεύσεται. καὶ ἀλλαχοῦ “ὡς τρίετες μὲν ἔληθε δόλῳ, ἀλλ’ ὅτε
5τέτρατον ἦλθεν ἔτος, καὶ τότε δή τις ἔειπε γυναικῶν” (Od. β, 106.) Q.

13

.

380

πάντας μέν ῥ’ ἔλπει] πάντας τοὺς μνηστῆρας ἡ σὴ ποιεῖ ἄλοχος μνηστεῦσαι αὐτὴν, ὅπως ἀπατήσῃ αὐτοὺς ἀταράχους μένειν, ἕως ἂν σὺ καταλάβῃς ἐν τῷ οἴκῳ σου. H.Q.

13

.

384

φθίσεσθαι] γρ. πείσεσθαι. H.575 in vol. 2

13

.

387

πὰρ δέ μοι αὐτὴ στῆθι] πῶς οὐ πρὸς Νέστορα καὶ Μενέλαον μετέρχεται στρατείαν λαβεῖν; τάχα ὅτι τοῖς λοιποῖς πολίταις οὐδὲν αἰτίοις οὖσι πόλεμον ἐπάγειν ἀδικώτατον ἔδοξε. μεμάθηκε γὰρ καὶ παρὰ τῆς μητρὸς ἐν Ἅιδου τὰς δημοσίας Τηλεμάχῳ φυλασσομένας
5τιμὰς, καὶ ὅτι τοὺς τρυφῶντας μνηστῆρας τιμωρήσεται καὶ καθ’ ἑαυτὸν, οἵ τε μνηστῆρες εἰ ᾔσθοντο, ἔφυγον ἂν μὴ δόντες δίκην. Q.

13

.

388

λιπαρὰ κρήδεμνα] ἔκδηλα, λαμπρά. μεταφορικῶς τὸ τεῖ‐ χος. H.

13

.

389

Ἀθήνη] γρ. γλαυκῶπι. M.

13

.

390

ὑπονοεῖται ὁ στίχος, διὰ τὸ μὴ ἔχειν ὑπερβολήν. ἐν τῇ λ γοῦν τῆς Ἰλιάδος πλείοσι τριακοσίων ἀντέστη καὶ παρούσης Ἀθη‐ νᾶς. H.

13

.

391

πότνα] σεβασμία, τιμία. V.

13

.

397

ἀλλ’ ἄγε ς’ ἄγνωστον] καὶ πῶς ἡ Εὐρύκλεια γινώσκει; ὅτι χρεία αὐτῆς ἐστιν ἐν τῇ μνηστηροκτονίᾳ. Q. πάντεσσι βροτοῖσι] πῶς οὖν ἡ Εὐρύκλεια γινώσκει; ἐπειδὴ χρεία αὐτῆς. V.

13

398-401

ἀθετοῦνται διὰ τὸ ἦθος ὡς ἕκαστον ἐπεξιέναι. H. ἀθετοῦνται μετὰ ἀστερίσκων ὡς ἐκ τῶν ἑξῆς μετενηνεγμένοι. H. κάρψω] ξηρανῶ. ὅθεν καὶ τὰ κάρφη ἐκ τοῦ κάρφω τὸ ξηραίνω. B.Q. μειώσω, ξηρανῶ. V.

13

.

399

λαῖφος] ἱμάτιον παχὺ, ἤτοι χοντρὸν, ὡς ἄρμενον. B.

13

.

401

κνυζώσω δέ τοι ὄσσε] ψωριάσαι σε ποιήσω· ῥυσώσω, κα‐ κώσω σου τοὺς ὀφθαλμοὺς, ἀπρεπεῖς καὶ ῥυσοὺς ποιήσω, ὁποῖοί εἰσιν οἱ τῶν καθευδόντων. B.Q. κνυζώσω] ῥυσώσω, ἀπρεπεῖς καὶ ῥυσοὺς ποιήσω, ὁποῖοί εἰσιν οἱ τῶν καθευδόντων, καὶ συσπάσω καὶ κα‐
5κώσω. V.

13

.

402

ἀεικέλιος] ᾐκισμένος, οἰκτρὸς, ἀπρεπὴς, εὐτελής· ὡς “δί‐ φρον ἀεικέλιον” (Od. υ, 259.). B.Q.

13

.

405

ἐπίουρος] ἐπίσκοπος, φύλαξ. V.
ὅς τοι ὑῶν ἐπίουρος] ἐπίσκοπος. δύναται ἡ πρόθεσις εἶναι καὶ ἐν πλεονασμῷ, ἵν’ ἦ ἐφορῶν καὶ ἐπιβλέπων· ἢ παρέλκει ὡς τὸ βοῶν ἐπιβουκόλος. τὸ δὲ, ὁμῶς, ὁ χοιροβοσκὸς ὅμοιά σοι καὶ ὁμόφρονα576 in vol. 2
5οἶδεν. Q. ὁμῶς] ὁμοίως τῷ πρώην χρόνῳ, ὡς ἀπ’ ἀρχῆς καὶ νῦν. ἢ ὡς σὺ σαυτῷ εὐνοεῖς. B.H.

13

.

408

πὰρ Κόρακος πέτρῃ] Ἀρεθούσης υἱὸς καὶ Κόραξ ἐγένετο. οὗτος οὖν ὁ Κόραξ κυνηγῶν εὑρὼν λαγὼ καὶ διώκων ἠνέχθη κατὰ κρημνοῦ, καὶ πεσὼν ἐπὶ τῆς πέτρας ἐτελεύτησεν. ἡ δὲ μήτηρ αὐτοῦ Ἀρέθουσα διὰ τὴν λύπην ἐλθοῦσα ἐπί τινα κρήνην ἑαυτὴν ἀπήγξατο.
5ἔνθα ἀπὸ τοῦ Κόρακος ἡ πέτρα, ἀπὸ δὲ τῆς Ἀρεθούσης ἡ κρήνη. εἰώθαμεν δὲ σημαίνειν ἀπὸ τῶν ἐνοικούντων πολλάκις τοὺς τόπους, ὡς οἱ Ἀττικοί. λέγει δ’ οὖν τὰ συφόρβια. ἰστέον ὅτι Ἀρέθουσαι κρῆναί εἰσι τέσσαρες, ἐν Συρακούσαις, ἐν Σμύρνῃ, ἐν Χαλκίδι, καὶ ἐν Ἰθάκῃ. B.H.Q. οὗτος ὁ Κόραξ κυνηγῶν ἀπὸ τῆς πέτρας πεσὼν ἐτελεύ‐
10τησε, καὶ ἡ μήτηρ αὐτοῦ Ἀρέθουσα ἑαυτὴν ἀπήγξατο. Ἀρέθουσαι δὲ τέσσαρες, ἐν Συρακούσῃ, ἐν Σμύρνῃ, ἐν Χαλκίδι, καὶ ἐν Ἰθάκῃ. V. Ἀρέθουσα κρήνη Ἰθάκης καὶ Ἄργους. V.

13

.

409

βάλανον μενοεικέα] ἁρμόζοντα τῇ δυνάμει αὐτῶν. Q. βά‐ λανον ἁρμόζουσαν καὶ οὖσαν κατάλληλον τῇ δυνάμει τῶν χοίρων. Q.

13

.

413

καλέουσα] καλέσαι ὀφείλουσα. V.

13

.

421

ἐνθύμιος] ἔμφροντις, ὅ ἐστι διὰ φροντίδος. B.

13

.

423

πόνον] γρ. μόρον. M.

13

.

427

ἕως τοῦ ὀΐω ἡ στιγμή. Vind. 133.
καθέξει] γρ. παρέξει. H. Vind. 133.577 in vol. 2

13

.

429

ὡς ἄρα μιν φαμένη] εἰπὼν τὸ κατὰ μέρος ἐπήγαγε τὸ ὅλον ἀντὶ τοῦ συνελόντα εἰπεῖν, δέρμα γέροντος αὐτῷ περιέθηκε πρότερον τὸν χιτῶνα, εἶθ’ οὕτως τὸ ῥάκος. B.Q.

13

.

430

ὅτι ἐντεῦθεν οἱ ἄνω μετενηνεγμένοι εἰσίν. H.

13

.

435

μεμορυγμένα] οἷον πεπονημένα καὶ ἠφανισμένα, παρὰ τὸν μόρον. H. μεμολυσμένα καὶ πεφυρμένα. V.

13

.

438

πυκνὰ ῥωγαλέην] ἤτοι συνεχεῖς ἔχουσαν ῥαγάδας, ἢ πολλῶν ῥηγμάτων πεπληρωμένην, ἢ συνεσχισμένην. Q.V. στρόφος] συνεστραμμένος δεσμὸς, ἢ εἰς σχοινίον ἐστραμμένος, ἢ ἐξ ἱμάντος. B.Q. ἢ ἐκ σχοινίου ἐστραμμένος. ἢ ἱμὰς περιεστραμ‐
5μένος. H.V. ἀορτήρ] νῦν ὁ τῆς πήρας δεσμὸς, σχοινίον, ὁ ἀναφορεὺς, ἐξ οὗ ἀπήρτητο, ὅ ἐστι παρεκρέματο. B.H.Q. ὅπερ λέγομεν βαστά‐ γιον. B.

14

hyp

(t)

ΥΠΟΘΕΣΙΣ
1Ξενισμὸς Ὀδυσσέως γίνεται ἐν τῷ ἀγρῷ παρὰ Εὐμαίῳ τῷ συ‐ βώτῃ αὐτοῦ. διηγεῖται δὲ αὐτῷ Ὀδυσσεὺς πολλὰ ἃ πέπονθε ἀγγέλ‐ λων καὶ τὴν Ὀδυσσέως ἐπάνοδον. P.
4tΑΛΛΩΣ
5Ξενισμὸς Ὀδυσσέως γίνεται ἐν τῷ ἀγρῷ παρ’ Εὐμαίῳ τῷ ὑφορβῷ, καὶ ποικίλη τις αὐτῶν ὁμιλία. Ἄλλως. Ὀδυσσέως παρουσία πρὸς τὸν Εὔμαιον, καὶ λόγοι γίνονται ἀναπλάττοντος ἑαυτὸν καὶ πράξεις τινὰς ἐκτιθεμένου. H.Q.V.578 in vol. 2

14

.

1

ἀταρπὸν] πρὸς τὴν τραχεῖαν ἀταρπόν· ἢ ἀντὶ τοῦ διὰ τραχείας ἀταρποῦ. B.

14

.

2

δι’ ἄκριας] ἀντὶ τοῦ, δι’ ἀκρίων. ἄκριες δέ εἰσιν αἱ ἀκρώρειαι. B. κατὰ τὰς ἀκρωρείας. V.

14

.

4

οἰκήων] ἀντὶ τοῦ οἰκετῶν. λέγονται δὲ καὶ οἱ συγγενεῖς καὶ πάντες οἱ ἐν τῇ οἰκίᾳ. Q.

14

.

5

προδόμῳ] τῇ πρὸ τοῦ οἴκου στοᾷ. V. ἥμενον] τὸ ἑξῆς, ἥμενον περισκέπτῳ ἐνὶ χώρῳ. P.Q. ἵνα γὰρ περισκοπῶσι τὰ πέριξ ἐν τοῖς ἀγροῖς, ἐν ὑψηλῷ τὰς ἐπαύλεις οἰκοδο‐ μοῦσιν. Q.

14

.

7

περίδρομος] περιοδευτὴ, γείτονας μὴ ἔχουσα τοὺς ἐμποδίζον‐ τας τῷ βουλομένῳ περιδραμεῖν καὶ περιελθεῖν αὐτήν. B.Q.V.

14

.

8

Ζηνόδοτος, δείματο οἶος. H.

14

.

10

ῥυτοῖσι λάεσσι] ἑλκυστοῖς, μεγάλοις, καὶ μὴ δυναμένοις διὰ χειρῶν βασταχθῆναι λίθοις. V. μεγάλοις, εἱλκυσμένοις καὶ μὴ βασταχθεῖσιν ὡς ἐλαφροῖς. οἱ γὰρ μεγάλοι λίθοι ἑλκύονται καὶ κυλίονται, οἱ δὲ μικροὶ βαστάζονται. B.
5ἐθρίγκωσεν] ἐχαράκωσε, τὴν στεφάνην ἐποίησεν. Q. ἐχαράκω‐ σεν. θριγκὸς δὲ λέγεται ἡ ἐπὶ τοῖς οἴκοις στεφάνη. V. ἀχέρδῳ] τῇ ἀγρίᾳ ἀπίῳ. ἔχουσι δὲ αὗται ἀκάνθας δι’ ὧν αἱ αἱ‐ μασιαὶ γίνονται. θριγκὸς δὲ λέγεται ἡ ἐπὶ τοῖς οἰκοδομήμασι στε‐ φάνη. B.Q. ἄχερδός ἐστιν ἀκανθῶδες φυτὸν, ἐξ οὗ τὰς αἱμασιὰς
10ποιοῦσιν. ἔνιοι δὲ ἀπέδοσαν τὴν ἀγρίαν ἄπιον. ἀκανθώδης γὰρ ἡ
αὐτὴ εἴωθεν εἶναι. V.579 in vol. 2

14

.

11

σταυροὺς] ἐξυσμένα ξύλα καὶ ὀρθὰ ἔπηξε πρὸς τὸ ἀντιβαίνειν τῷ τοίχῳ. Q. τὰ ὀρθὰ καὶ ἀπεξυσμένα ξύλα. V. ἐκτὸς ἔλασσε] ἔξω διὰ τῶν τοίχων ξύλα διήλασεν ὀρθά. V.

14

.

12

τὸ μέλαν δρυὸς] ἤτοι τὸ δάσος, ἢ τὴν ἐντεριώνην, τὸ ἐγκάρ‐ διον τῆς δρυός· μελάνδρυον γὰρ λέγεται διὰ τὴν χροιάν· ὁ δὲ Ἀρι‐ στοφάνης τὸν φλοιὸν τῆς δρυός. B.H.Q.V. τὸ μέλαν δρυὸς τὴν ἐντεριώνην φασὶν οὕτω καλουμένην· ὁ δὲ Ἀρίσταρχος τὸν φλοῦν· ὁ
5δὲ Κράτης τὴν δασύτητα τῶν φύλλων μελάνδρυόν φησιν, ὡς καὶ Αἰ‐ σχύλος φησὶ Φιλοκτήτῃ “κρεμάσασα τόξον πίτυος ἐκ μελανδρύου.” τὸ δὲ δρυός δύναται νοεῖσθαι καὶ ἐπὶ παντὸς ξύλου. δρυμοὶ γὰρ αἱ ὗλαι, καὶ ἀκρόδρυα τῶν πάντων δένδρων οἱ καρποὶ, καὶ δρυπετεῖς ἐλαῖαι. B.H.Q.

14

.

18

ἀντίθεοι μνηστῆρες] νῦν οἱ ἐναντίοι τοῖς θεοῖς. Q.V.

14

.

21

θῆρας τοὺς λέοντας κατ’ ἐξοχήν. H.

14

.

22

τέσσαρες] ὑπωπτεύετο παρὰ Ζηνοδότῳ. H. Καλλίστρατος ὑπώπτευε τὸν στίχον διὰ τὴν ἐξαρίθμησιν τῶν κυνῶν καὶ τὸ ἐπίθετον. H. Vind. 133. ὄρχαμος ἀνδρῶν] νῦν ἔξοχος ἐπὶ τῇ εὐγενείᾳ. V.

14

.

24

δέρμα βόειον ἐΰχροον] εὔχρουν, ἀπὸ ὑγιοῦς βοός. B. ἐϋ‐
χροές] γρ. εὔχροον. Vind. 133.580 in vol. 2

14

.

29

ὑλακόμωροι] ὁ μὲν Ἀρίσταρχος, ὀξύφωνοι. κρεῖσσον δὲ ἀπο‐ διδόναι οἱ περὶ τοῦ ὑλακτεῖν μεμορημένοι, ὅ ἐστι πεπονημένοι· ἴδιον γὰρ κυνῶν τὸ ὑλακτεῖν. ἐν ἄλλῳ, οἱ περὶ τὸ ὑλακτεῖν ἐσπουδακότες, ἢ ὑλακτικοί. Q.V. οἱ περὶ τὴν ὑλακὴν μεμορημένοι, ὅ ἐστιν εἰ‐
5θισμένοι ἢ κακοπαθοῦντες, ἀπὸ τοῦ μόρος ἡ κακοπάθεια. οἱ ὁρῶντες πάντοτε πρὸς τὴν ὑλακήν. B.

14

.

30

οἱ μὲν κεκλήγοντες] κεκληγῶτες καὶ κεκλήγοντες διχῶς αἱ Ἀριστάρχου. εἰ μὲν διὰ τοῦ ω, περισπᾶται, εἰ δὲ διὰ τοῦ ντ, προ‐ παροξύνεται. H.Q.

14

.

31

ἕζετο κερδοσύνῃ] φυσικόν φασι βοήθημα πρὸς ἀποτροπὴν κυ‐ νῶν τὸ καθεσθῆναι καὶ προέσθαι τὴν ῥάβδον ὡς μὴ ἐπιτιθέμενον. V. σκῆπτρον δέ οἱ ἔκπεσε χειρός] ἀντὶ τοῦ ἔρριψεν αὐτό. φυσικὸν
5βοήθημά φασι—ἐπιτιθέμενον. ἢ διὰ φόβον. B. οὐ διὰ φόβον, ἀλλ’ ἑκὼν ἔρριψεν αὐτό. V.

14

.

33

μετασπὼν] ὀξυτονητέον· ἔστι γὰρ βʹ ἀόριστος, καὶ μετασπόν‐ τος ἡ γενική. H.

14

.

34

σκῦτος] ὃ περιέτεμνε δέρμα, καὶ σκυτοτόμος, καὶ σκυτοδέψης, καὶ σκυτεύς. ὡς ἐπιπολὺ γὰρ δέρμασιν εἴλουν τὴν παντευχίαν. H.Q.

14

.

35

ἄλλον, οὐκ ἄλλη. H.

14

.

38

καί κέν μοι] ἀπόλυτος ἡ μοι. B.

14

.

41

ἧμαι] διατρίβω, ὡς τὸ “ἧμαι ἐνὶ Τροίῃ σέ τε κήδων.” (Il. ω, 542.). H.

14

.

49

ῥῶπας] παρὰ τὸ ῥέπω ῥέψω ῥέψ καὶ τροπῇ τοῦ ε εἰς ω ῥώψ. ῥέπει ὅπου θέλει τις· ἱμαντῶδες γάρ ἐστι. B.Q.

14

.

50

ἰονθάδος] ἰόνθους λέγουσι τὰς ῥίζας τῶν τριχῶν. σημαίνει οὖν τὴν δασεῖαν. οἱ δὲ τὴν ταχεῖαν, παρὰ τὸ ἄδην ἰέναι. οἱ δὲ
νέας, τῆς ἰόνθους φυσάσης, οἵτινες φύουσι τοῖς ζῴοις. οὐκ ἂν δὲ ἐπήνεγκε, μέγα καὶ δασὺ, εἴ γε τὸ ἰονθάδος ἐδήλου τὸ δασέος. ἴονθοι581 in vol. 2
5δὲ ἐξανθήματα ἀκμάζοντος σώματος. B. ἤτοι νέας, ἢ ταχείας, παρὰ τὸ ἰέναι ἄδδην. ἢ δασείας· ἴονθοι γὰρ αἱ ῥίζαι καὶ αἱ ἐκφύσεις τῶν τριχῶν. ἢ ἰόνθους ἐχούσης· ἴονθοι δὲ ἐξανθήματα ἀκμάζοντος σώματος. Q.V.

14

.

51

αὐτοῦ] τοῦ συβώτου. ἐνεύναιον δὲ ἐφ’ οὗ ηὐνάζετο. τὴν αὐ‐ τοῦ οὐκ οἶδέν ποτε σύνθετον Ὅμηρος. τὸ δὲ ἐνεύναιον προπαροξυτό‐ νως. H. ἐνεύναιον] εἰς τὸ κοιτάριον, ἀπὸ τοῦ εὐνάζω. B. ἐγκοίμητρον,
5ἐγκοίτιον. V. μέγα καὶ δασὺ] οὐκ ἂν νῦν ἔφη δασὺ, εἴ γε τὸ ἰονθάδος ἐδήλου τὸ δασέος. H.

14

.

56

κακίων σέθεν] μᾶλλόν σου κεκακωμένος τὴν ψυχήν. H.V.

14

.

59

ἡ γὰρ δμώων δίκη ἐστὶν] ἀντὶ τοῦ, αὕτη τῶν δούλων ἐστὶν ἡ δικαιοσύνη. B. δίκη] δικαιοσύνη. V.

14

.

61

τὸ ἑαυτοῦ συμβεβηκὸς κοινὸν πρὸς ἄλλους ποιεῖ. H.

14

.

65

ἀναστρεπτέον τὴν ἐπί. H. εὔμορφον ἀέξῃ] οὕτως Ἀρίσταρχος. H.

14

.

66

οὐ παραποιητικῶς, ἀλλὰ ἀορίστως. τὸ πεπιστευμένον τῷ οἰκέτῃ εἰς πλεονασμὸν καὶ ἐπίδοσιν ἄγει. H.

14

.

68

τὸ ἑξῆς ἀπολέσθαι. H. ὤλετο] ἀπώλετο. ὤφελεν] ὤφειλεν. V. πῶς ἂν ὁ Πηνελόπης πατὴρ Ἰκάριος Λάκων εἴη τὸ γένος; ἢ πῶς ἂν ἡ Πηνελόπη τῆς Ἑλένης ὑπάρχοι ἀνεψιά; οὐ γὰρ ἂν ὁ φιλο‐
5δεσπότης Εὔμαιος Τηλεμάχῳ καὶ Πηνελόπῃ κατηρᾶτο βουλόμενος διεφθάρθαι τὸ τῆς Ἑλένης γένος. H.Q.

14

.

72

συνέεργε] γρ. ἐπέεργε. H.

14

.

73

ψιλωτέον τὸ ἔθνεα καὶ τὸ ἔρχατο. H.

14

.

77

ὁ δ’ ἄλφιτα λευκὰ πάλυνεν] ὡς περὶ ἑτέρου. ἔστι δὲ ἐπὶ τοῦ Εὐμαίου. Ὁμηρικὴ δὲ ἡ φράσις. H.

14

.

78

κισσυβίῳ] ἀγροικικῷ ἐκπώματι. V.582 in vol. 2

14

.

81

χοίρε’] χοίρων μικρῶν κρέα. σιτευτὸν γὰρ φοβοῦμαι θῦσαι. H.Q. τοῦ σιτευτοῦ τροφιμώτερα. H.

14

.

82

ὄπιδα] τὴν εἰς τὸ μέλλον τῶν θεῶν ἐπιστροφὴν καὶ κόλασιν· B.Q.V. φρονέοντες] λογιζόμενοι. τρομέοντες] φοβούμενοι. V. ἐλεητύν] ἔλεο ν. Αἰολικὴ ἡ διάλεκτος. V.

14

.

85

καὶ μὲν δυσμενέες] καὶ οἱ φύσει πολέμιοι ληϊσάμενοι πόλεις ὑποχωροῦσι διὰ τὴν ἐπιστροφὴν τῶν θεῶν. B.Q.

14

.

86

βῶσιν] ἐπέλθωσιν ἐπὶ βόσιν. V.

14

.

87

πλησάμενοι δέ τε νῆας] ὁ δέ πλεονάζει. H.Q. ὁ δὲ τε ἀντὶ τοῦ καί. H.

14

.

89

οἵδε δὲ καί τι ἴσασι] γινώσκουσί τι περὶ τῆς Ὀδυσσέως φθορᾶς, ὅτι οὐδὲν ἔσται. Q. ὡς ἔοικε δὲ ἔμαθον τὸν τούτου ὄλεθρον ἀπὸ χρησμοῦ. B. τὸ οἷδε προπερισπαστέον. ἔστι γὰρ κατ’ ἐπέκτα‐ σιν εἰρημένον καὶ ἀναφορικῶς κείμενον. H.

14

.

91

ἀλλὰ ἕκηλοι] ἤτοι ἡσυχάζοντες καὶ μὴ περὶ ἔργον ἀσχολού‐ μενοι. Q.

14

.

94

οἶα] μόνα. V.

14

.

95

ὑπέρβιον] πάνυ βιαίως. γρ. ἀκήριον ἀντὶ τοῦ ἄθικτον, ὡς, “αὐτῶν μὲν γὰρ κτήματ’ ἀκήριον” (Od. ρ, 532.). ἢ ἀντὶ τοῦ ἀκέ‐ ραιον. H.

14

.

96

ζωή] ἡ πρὸς τὸ ζῆν οὐσία καὶ παρασκευὴ καὶ κτῆσις. B. ἡ πρὸς τὴν ζωὴν παρασκευή. V. οὔτινι τόσση] οὐδενὶ τῶν ἡρώων οὔτε τῆς ἠπείρου οὔτε τῶν τῆς Ἰθάκης ἐστὶν οὐσία τοσαύτη. B.H.Q.

14

.

97

ἠπείροιο] τῆς ἀντικρὺ Ἰθάκης. ἠπείροιο μελαίνης] τῆς κα‐ ταντικρὺ Κεφαλληνίας νῦν λέγει. μέρος δέ ἐστι τῆς πέλας ἠπείρου. αὕτη καὶ μετ’ ὀλίγον ἐπιφέρεται, “δώδεκ’ ἐν ἠπείρῳ ἀγέλαι.” V. ἤπειρον νῦν τὴν ἀντιπεραίαν φησί. H.

14

.

98

ξυνεείκοσι φωτῶν] ὁμοῦ εἴκοσι ἀνδρῶν. H.

14

.

99

ἔστ’ ἄφενος] ὅτε ἐστὶν ἐν ἀρχῇ στίχου, παροξύνεται. H.

14

.

101

αἰπόλος ὁ τῶν αἰγῶν βοσκός· αἰπόλιον ἡ τῶν αἰγῶν ἀγέλη. ἀγέλη, φασὶν, ἓν σύστημα ὑπὸ ἑνὸς ἀνδρὸς ἀρχόμενον· ἄδηλον δὲ πόσων ζῴων τὸ σύστημα. H.583 in vol. 2

14

.

102

ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες] ὁμοίως τῷ “θῆτές τε δμῶές τε” (Od. δ, 644.). H.

14

.

103

ἐνθάδε τ’] διχῶς, ἐνθάδε καὶ ἐνθάδε. H.

14

.

104

ἐσχατιῇ βόσκοντ’] ἐσχάτην, οὕτως αἱ Ἀριστάρχου. H. ὄρονται] ἀντὶ τοῦ ὀρούουσιν, ὅ ἐστιν ἐρρωμένως συνέπονται. ἢ ὁρῶσι, φυλάττουσι. B.Q. ὁρῶσι, φυλάττουσι, ἐπακολουθοῦσιν. V.

14

.

106

αἰγῶν—ἄριστος] ὅτι ἀρσενικῶς τὸν αἶγά φησι. Q.

14

.

108

ἐϋκρίνας] ἐπιλεξάμενος. V.

14

.

112

σκύφος] διχῶς, καὶ ὁ σκύφος καὶ τὸ σκύφος οὐδετέρως. B.H.M.

14

.

113

ἐνίπλειον] προπαροξυτόνως. H.

14

.

115

τὸ ὄνομα ἐπιζητεῖ. H.

14

.

116

καρτερός] εἶπε γὰρ ὅτι ᾤχετο εἰς τὴν Ἴλιον. H.

14

.

117

φθεῖσθαι] φθαρῆναι, ἀποθανεῖν. V.

14

.

118

εἴ πως αὐτὸν γνωρίσω τοιοῦτον ὄντα οἷον καὶ λέγεις. H.

14

.

120

εἰ ἰδὼν αὐτὸν ἀγγείλαιμι ἀμισθὶ, ἀψευδῶς. H.

14

.

123

πείσειε] τὸ εὐκτικὸν ἀντὶ ὁριστικοῦ, πείσειε, πείσει. H. διὰ τούτου οὐδ’ ἂν σὺ πιστευθείης. H.

14

.

128

ἕκαστα μεταλλᾷ] φύσεως ἀνθρωπίνης ἰδίωμα τὸ περὶ τῶν ἀναγκαίων ἀπιστοῦντας ἡμᾶς ὅμως ἀναπυνθάνεσθαι. Q.

14

.

131

παρατεκτήναιο] παρατεχνήσαιο, παρὰ τὴν ἀλήθειαν παρα‐ σκευάσειας. B.V.

14

.

132

εἴ τίς τοι] Διοκλῆς ἀθετεῖ. οὔτε γὰρ ἡ Πηνελόπη πάντα ἀμφιέννυσιν, οὔθ’ οὕτως πάντα διὰ τοῦτο ψεύδεται, ἀλλὰ καὶ διὰ
μόνην πολλάκις τροφήν. H.Q.584 in vol. 2

14

.

133

ἀπ’ ὀστεόφιν] οὕτως αἱ πᾶσαι σχεδόν. H.

14

.

134

ἐρύσαι] γρ. ἐρύειν. H. ἑλκύσαι, ἀποσπάσαι. V.

14

.

138

τὸ ἑξῆς, κήδεα τετεύχαται. H.

14

.

142

οὐδέ νυ] γρ. οὐδ’ ἄρα. H. ἱέμενός περ] γρ. ἀχνύμενός περ. H. ἀχνύμενός περ] λείπει, καίπερ ἐπιθυμῶν αὐτούς. Q.

14

.

144

ἀλλά μ’ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο] ἀλλὰ μᾶλλον ὁ τοῦ Ὀδυσσέως πόθος μένει ἀποιχομένου, διακόπτει, λαμβάνει. Q. λείπει ἡ περί καὶ ἀπό. ἀλλὰ μᾶλλον ὁ περὶ τοῦ Ὀδυσσέως ἀποι‐ χομένου πόθος μένει. B.

14

.

145

τὸν μὲν ἐγὼν, ὦ ξεῖνε] φησὶ, τὸν Ὀδυσσέα δίχα φιλοφρο‐ νητικῆς προσηγορίας ὀνομάζειν αἰδοῦμαι· πρεσβύτερον δὲ ἀδελφὸν καλῶ. B.Q.V.

14

.

147

ἀλλά μιν ἠθεῖον καλέω] οὐ καλῶ αὐτὸν Ὀδυσσέα ἢ δεσπό‐ την, ἀλλὰ ἀδελφὸν μείζονα διὰ τὴν πρὸς ἐμὲ φιλοστοργίαν. τὸ δὲ ἠθεῖε προσφώνησίς ἐστι νεωτέρου πρὸς μείζονα. B.Q. ἓν μέρος λό‐ γου ἐστί· δηλοῖ δὲ τὸν πρεσβύτερον ἀδελφόν. H. ἠθεῖον, πρεσβύ‐
5τερον ἀδελφὸν, θαυμαστὸν ἄγαν. V.

14

.

155

πρὶν δέ κε] πρότερον δὲ τὸ εὐαγγέλιον, ἤτοι τὸ ὑπὲρ τῆς ἀγγελίας δῶρον, οὔτι δεχοίμην, καίπερ ἐνδεὴς ὑπάρχων. B.Q.

14

.

159

ἱστίη τ’ Ὀδυσῆος] ὁ βωμὸς τῆς ἑστίας. V. ὁ βωμὸς Ὀδυσσέως, εἰς ὃν παραγέγονα. B. μετενήνεκται ἀπὸ τῶν ἑξῆς ἐπὶ τῶν πρὸς τὴν Πηνελόπην λόγων (τ, 304.). οὔπω γὰρ ἀφῖκται εἰς τὴν Ὀδυσσέως οἰκίαν. Q.

14

.

160

ἦ μέν τοι τάδε πάντα τελείεται] γρ. ἦ μέν τοι τῆδε, ἀντὶ τοῦ οὕτως. H. Vind. 133.

14

.

161

τοῦδ’ αὐτοῦ ἢ τοῦδ’ αὖ τοῦ λυκάβαντος· οὐ δύναται γὰρ
εἶναι ἡ αὐτοῦ ἀντωνυμία. H. τοῦδ’ αὖ τοῦ, τρεῖς τόνοι. ἀντὶ, τού‐ του δὲ τοῦ ἐνιαυτοῦ. τὸ γὰρ αὐτοῦ οὐ λέγει Ὅμηρος εἰ μὴ ἐπὶ εἰρημένοις τισὶν ἀναφορικῶς. Q.585 in vol. 2
5λυκάβαντος] ἐνιαυτοῦ, διὰ τὸ ἐξῆφθαι πρότερόν τινα τοῦ χρόνου τὸν χρόνον. πεπίστευται τοὺς λύκους βίαιον διαβαίνοντας ποταμὸν ἐνδακόντας τὴν κέρκον τῶν ἀεὶ προηγουμένων τοὺς ἑπομένους στιχηδὸν διανηχομένους διεξιέναι τὸ ῥεῖθρον. Q. λυκάβας εἴρηται ἀπὸ τοῦ λυγαίως βαίνειν, ὅ ἐστι σκοτεινῶς πορεύεσθαι. λεληθότως γὰρ ὁ χρό‐
10νος διέρχεται. H.Q.V.

14

.

162

τοῦ μὲν φθίνοντος] εἰς τὴν τριακάδα καὶ νουμηνίαν. Q.V. Vind. 133. ὅ ἐστιν εἰς τὴν ἔνην καὶ νέαν. Vind. 133. ὑποπτεύονται οἱ τρεῖς ὡς ἀσύμφωνοι πρὸς τὰ πρὸ αὐτῶν, καὶ ὡς ὕποπτοι καὶ ὡς ἄπιστοι. πόθεν γὰρ ᾔδει εἰ καὶ ἐκ Δωδώνης ὑπο‐
5στρέφων οὐ πλοΐσει; H.

14

.

166

τὴν αὐτὴν διάνοιαν καὶ Πηνελόπη φησὶ, δύσελπις γεγονυῖα ὑπὸ τοῦ χρόνου. H.

14

.

168

ἀντὶ τοῦ καὶ ἄλλων παρεκτὸς μνημονεύσωμεν. H.Q.

14

.

171

ὅρκον μὲν] Ζηνόδοτος, κεῖνον μέν. H.

14

.

174

λείπει ἡ περί, περὶ παιδός. H. ἄλαστον] ἀντὶ τοῦ ἀλάστως, ἀνεπιλήστως B.V.

14

.

176

χερείω] χείρονα, ἐλάττονα. V. οὔτι χέρεια] οὕτως Ἀρίσταρχος. H.
χερείονα χέρεια, συγκοπή. H.586 in vol. 2

14

.

179

ἐν σχήματι, ὡς τὸ “γυναῖκά τε θήσατο μαζόν.” (Il. ω, 58.) καὶ “οἵ ς’ ὠτειλῆς αἷμ’ ἀπολιχμήσονται.” (Il. φ, 122.) H.

14

.

182

[νωνύμους: ἀνωνύμους καὶ δυσφήμους, οἷς οὐκ ἄν τις εὔφημον εἴποι. V.]

14

.

184

ἤ κε φύγῃ] γρ. ἥτε φύγοι. H.

14

.

185

ἐνίσπες] σπές ἐνίσπες ὡς θές ἐπίθες, σχές ἐπίσχες. ἔνισπες δὲ ἀπὸ τοῦ ἐνίσπω ὡς ἐλαύνω. H.Q.

14

.

188

ὁποίης δ’ ἐπὶ νηὸς ἀφίκεο] ἀστερίσκος πρόσκειται ἄχρι στί‐ χων γʹ, ὅτι νῦν ὡς πρὸς ῥάκεσιν ἠμφιεσμένον ὀρθῶς λέγονται· ὡς δὲ πρὸς τὴν Ἀθηνᾶν ὁμοιωθεῖσαν Μέντῃ καὶ βασιλικὴν ἔχουσαν στο‐ λὴν οὐ πάνυ. H.Q.

14

.

195

δαίνυσθαί τ’ ἀκέοντ’] ἐκ πλήρους, ἀκέοντας. ἀντὶ τοῦ ἀρ‐ γοῦντας ἡμᾶς καὶ μὴ περὶ ἔργον ἀσχολουμένους. B.Q. ἐπὶ ἔργον ἕποιεν] ἐπὶ τὸ ἐργάζεσθαι πορεύοιντο. H. ἔργα ἕποιεν] γρ. τράποιντο. M.

14

.

199

ἐκ μὲν Κρητάων] ἀπὸ τοῦ Κρῆται. καὶ τὰς Ἀθήνας γὰρ
ποτὲ ἑνικῶς, ποτὲ πληθυντικῶς ὀνομάζει. τοῦτο δὲ ζηλώσας ὁ Καλ‐ λίμαχος τὸν Κολωνὸν θηλυκῶς καὶ πληθυντικῶς εἶπεν “ἔκ με Κολω‐ νάων τις ὁμέστιον ἤγαγε δήμου τῶν ἑτάρων.” H.Q.587 in vol. 2
5Κρητάων] τῆς Κρήτης. εὐρειάων] ἀντὶ εὐρείας. νῦν δὲ μακρᾶς· στενὴ γὰρ ἡ Κρήτη. ἐντεῦθεν δέ φησιν εἶναι φεύγων τὸν ἔλεγχον, ἐπεὶ πόρρω τῆς Ἑλλάδος. V.

14

.

201

υἷες ἐνὶ] γρ. υἱέες ἐν. Vind. 133.

14

.

202

ἐξ ἀλόχου] γρ. ἐξ ἀλόχων. H.

14

.

203

παλλακὶς] πιθανῶς τοῦτο, ἵνα δόξῃ ὅμοιος εἶναι τῷ ξενοδόχῳ συβώτῃ. H. Ἄλλως. πιστεύεσθαι βουλόμενος περὶ τῶν λοιπῶν ἐλαττοῖ τὸ γένος. H.Q. ἰθαιγενέεσσι] γνησίοις τέκνοις. Q.V.

14

.

204

Κάστωρ Ὑλακίδης] Καλλίστρατος ἐν τῇ ἐκ Μουσείου Κά‐ στω̄ρ φησὶ γεγράφθαι. H. γένος] γρ. πάϊς. M.

14

.

206

κυδαλίμοισι] γρ. ἠνδαλίμοισι. H.

14

.

212

εἵνεκ’ ἐμῆς ἀρετῆς] τοῦτο ἄλλως μεταβάλλων εἶπε “περὶ μὲν πολέμῳ καρτερός ἐσσι, καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος” (Il. ι, 53.). Q.

14

.

214

ἀλλ’ ἔμπης καλάμην] καὶ ἡ παροιμία, ἀπὸ τῆς καλάμης τὸν στάχυν. Q.
καλάμην] τὸ γῆρας, τὸ λείψανον ὥσπερ τοῦ σώματος κατὰ μετα‐ φοράν. καὶ γὰρ τὸν εὐγενῆ πυρὸν ἐκ τῆς ὑπολειφθείσης καλάμης588 in vol. 2
5δυνάμεθα νοῆσαι. ἔστι δὲ καλάμη ἡ ὑποστάθμη τοῦ ὑπολειπομένου σίτου. καὶ πιθανῶς τῷ παραδείγματι κέχρηται ὡς ἂν πρὸς ἀγροῖκον ὄντος τοῦ λόγου. ἔστι δὲ οὐδὲν ἧττον ἐναργές. ὡς γὰρ ἀπὸ τῆς καλάμης ἔνεστι νοῆσαι τὸ κάλλος τῶν τεθερισμένων καρπῶν, οὕτως καὶ ἐκ πρεσβυτικοῦ σώματος τὴν ἀρχαίαν ἕξιν κατανοῆσαι. B.H.Q.V.

14

.

217

ῥηξηνορίην] ἀνδρείαν, παρὰ τὸ ῥηγνύειν τὴν δύναμιν τῶν ἐναντίων. H.P.Q. ῥηξηνορίην, τουτέστιν ῥήσσειν τὴν ἠνορέαν, ὅ ἐστι τὴν ἀνδρείαν καὶ γενναιότητα τῶν πολεμίων. V. κρίνοιμι λόχονδε] ἐξ ἐπιλογῆς συντάττοιμι. Q. διαχωρίζοιμι
5εἰς ἐνέδραν. V.

14

.

220

ὄλεσκον] ἀνῄρουν, ἐφόνευον. V.

14

.

221

ὅτε μοι εἴξειε πόδεσσι] ὅτε κατελήφθη ὑπ’ ἐμοῦ. τινὲς δὲ, ὅτε εἰς φυγὴν ἐτρέπετο. B.Q.

14

.

222

ἔργον] ἡ γεωργία, ἀπὸ τῆς ἔρας. τὰς γὰρ λοιπὰς πράξεις ἔργα φάσκων ὁ ποιητὴς προστίθησι διασημαίνων ὡς ἔργον Ἄρηος. Q.

14

.

223

οὐδ’ οἰκωφελίη] τινὲς τὸ ὀφέλλειν οἴκους, ὅ ἐστιν οἰκοδομεῖν καὶ λαοξουργεῖν, ἐπεὶ λύεται ἐκ τοῦ “αἶψα δὲ οἶκος ὀφέλλετο” (233.). H.Q.

14

.

226

λυγρὰ] κατὰ πάντων τὸ λυγρά. πόλεμοι καὶ ἄκοντες καὶ ὀϊστοὶ, ἅπερ εἰσὶ λυγρά. H. ῥιγηλὰ] φρικτὰ, φοβερά. V.

14

.

228

ἄλλος γάρ τ’ ἄλλοισιν] τοῦτο Ἀρχίλοχος μετέφρασεν “ὡς ἄλλος ἄλλῳ καρδίην ἰαίνεται.” H.

14

.

230

εἰνάκις] ἔνατον. V. ἐπὶ ἐννέα ἔτη. ἀντὶ τοῦ ἡγεμὼν ἐπὶ λῃστείαν ἐγενόμην. οὐ γὰρ αἰσχρὸν, καὶ Θουκυδίδης φησί. B.Q.

14

.

231

καί μοι] Ζηνόδοτος, καί σφιν. H.
πάντα] γρ. πολλά. Q. λάφυρα δηλονότι. P.Q.589 in vol. 2

14

.

232

μενοεικέα] τὰ τῷ μένει μου ἐοικότα. H. ἐξῃρεόμην] ἐξαίρετα ἐλάμβανον. P.

14

.

233

λάγχανον] κληρούμενος ἐλάγχανον, ἤτοι ἀπὸ κλήρου ἐλάμ‐ βανον. B.

14

.

239

χαλεπὴ δ’ ἔχε δήμου φῆμις] τινὲς οὕτως, τοὺς μὴ βουλο‐ μένους ἀπελθεῖν ὄνειδος κατεῖχεν. Q. ἐβίαζε γὰρ ὑμᾶς. V.

14

.

246

ὅτι ὁμωνύμως τὸν ποταμὸν καὶ τὴν χώραν. νῦν δὲ τὴν χώ‐ ραν. H.

14

.

248

νῆας στεῖλα] εἰς πλοῦν εὐτρέπισα, ὅθεν καὶ στόλος εἴρηται. B.Q. ἐσαγείρετο λαός] διὰ τοῦ ε. ὁ ναυτικὸς λαός. H.

14

.

249

ἑξῆμαρ πρὸ τοῦ πλοῦ. H.

14

.

253

ἀνέμῳ ἀκραέϊ] ἄκρως πνέοντι, ὅ ἐστιν ἐπιτηδείως καὶ καθαρῶς. B.H.Q. ἄκρως πνέοντι, καθαρῶς. V.

14

.

255

ἀσκεθέες καὶ ἄνουσοι] ἀντὶ τοῦ ἄπονοι καὶ ἄνευ κακοπαθείας. Q. ἀβλαβεῖς, ὑγιεῖς. V.

14

.

260

ἔρυσθαι] ἐνεστῶτός ἐστιν, ὡς πήγνυσθαι, παρακειμένου δὲ τὸ εἰρύσθαι. Q.

14

.

261

σκοπιὰς] ὀρεινοὺς τόπους ὑψηλούς. B.

14

.

262

ὕβρει εἴξαντες] πεισθέντες, ὅ ἐστιν, ὑβρισταὶ γενόμε‐ νοι. B. μένεϊ σφῷ] τῇ ἑαυτῶν ὁρμῇ καὶ ἐπιθυμίᾳ συνδραμόντες. ἔθος γὰρ ἦν αὐτοῖς λῃστεύειν. B.Q. ἑαυτῶν. οὐ γὰρ οἱ ὀπτῆρες, ἀλλ’
5οἱ ἐν ταῖς ναυσὶν ὄντες. B.P.

14

.

272

ἄγαγον] ἀπέφερον. V.

14

.

273

τοῦτο νόημα] γρ. ὧδε νόημα. Vind. 56.

14

.

278

αὐτὰρ ἐγὼ βασιλῆος] Σέθως τότε ἐβασίλευσε. B.H.

14

.

280

ἐς δίφρον δέ μ’ ἕσας ἄγεν] ἐπιβιβάσας. οὐ γὰρ ἐκαθέζοντο ἐν τοῖς δίφροις. B. ἀγαγὼν, Αἰολικῶς. Q. ἡ Αἰολικὴ, ἐς δίφρον
δ’ ἀνέσας, ἀναγαγών. H. ἕσας] καθίσας. V.590 in vol. 2

14

.

286

χρήματα] γρ. κτήματα. H.

14

.

288

δὴ τότε Φοῖνιξ ἦλθε] πῶς πρὸς Ἀθηνᾶν διαλεγόμενος εὐλο‐ γεῖ τοὺς Φοίνικας δι’ ὧν φησι “πόλλ’ ἀεκαζομένους, οὐδ’ ἤθελον ἐξα‐ πατῆσαι” (ν, 277.), ὧδε δὲ τὸ ἐναντίον; ἐκεῖ μὲν προτρέπεται τὸν ξένον μὴ γενέσθαι ἀλιτόξενον, ἐνθάδε δὲ οἶδεν Εὔμαιον ὑπὸ Φοινίκων
5πεπραμένον. Q.

14

.

289

τρώκτης] πανοῦργος, ἀπατεών. V. φιλοκερδὴς, ἄπληστος. B.Q.

14

.

290

παρπεπιθὼν] ὀξυτόνως ἡ μετοχὴ, δευτέρου γὰρ ἀορίστου. τὸ ἑξῆς, πείσας παρήγαγε ταῖς ἑαυτοῦ φρεσί. B.Q.

14

.

294

ἐπήλυθον ὧραι] ἡ ἐπί ἀντὶ τῆς παρά. παρῆλθον οἱ καιροὶ, ὅ ἐστιν αἱ τροπαί. B.H.Q.

14

.

295

ἐς Λιβύην] τὸ ἑξῆς, ψευδέα βουλεύσας ἐπὶ νηός μ’ ἐέσσατο ποντοπόροιο ἐς Λιβύην, ἵνα οἱ σὺν φόρτον ἄγοιμι. Q. Ῥιανός φησιν, ἐφέσσατο. Ζηνόδοτος, ἐφείσατο. H.

14

.

298

ὀϊόμενός περ] ὑπονοῶν μὲν τὸ πραχθησόμενον, τῇ ἀνάγκῃ δὲ συμπλέων. Q.

14

.

300

μέσσον ὑπὲρ Κρήτης] τὸ μέσον πέλαγος ὑπερβᾶσα τὴν Κρήτην. H. μεταξὺ Κρήτης καὶ Λιβύης. ἀντικρὺ γὰρ ἀλλήλων εἰσί. B.Q.

14

.

307

ἐκ δὲ θεείου] θεαφίου. θεῖον λέγει πῦρ ἐξ ὕλης τινὸς ἀναπτο‐ μένης θειώδους ὀνομαζόμενον. H.Q. τεαφίου. οὕτω γὰρ ὄζει ὁ κε‐ ραυνός. B.

14

.

311

ἀμαιμάκετον] ᾧ οὐκ ἔστι μῆκος παραβαλεῖν. καὶ χίμαιραν θρέψεν ἀμαιμακέτην, ᾗ οὐκ ἔστι μέγεθος παραβαλεῖν. H. ἀντὶ τοῦ, οὗ οὐκ ἔστι μῆκος παραβαλεῖν. B.Q.

14

.

315

γαίῃ Θεσπρωτῶν] πόλις περὶ τὰ ἔσχατα τῆς Θεσσαλίας. Q.V.

14

.

316

ἐκομίσσατο Φείδων] ἀντὶ τοῦ ἀνεκτήσατο, ἐπιμελείας ἠξίω‐
σεν ἐλεήσας. B.Q.591 in vol. 2

14

.

317

ἀπριάτην] ἐπίρρημα, ὡς ἄντην, μάτην, ἀντὶ τοῦ ἀπριάτως, ὅ ἐστι προῖκα. B.P.Q. οὐδὲ χρήματα, ὅ ἐστιν ὡς ἐλεύθερον. B.H.Q. Ῥιανὸς γράφει, ἀπριάδην. H.

14

.

318

αἴθρῳ καὶ καμάτῳ] οὕτως Ἀρίσταρχος, Ζηνόδοτος, Ἀριστο‐ φάνης. H. ψυχρότητι. αἴθρῳ ἀρσενικῶς, ὡς “ἐν πύλῳ ἐν νεκύεσ‐ σιν” (Il. ε, 397.), ἀντὶ τοῦ ἐν πύλῃ. B.

14

.

321

Ὀδυσῆος] λείπει ἡ περί. πολλὴν ἂν ὑπόνοιαν Εὐμαίῳ παρ‐ έσχε τῆς ἑαυτοῦ ἐπιγνώσεως, εἰ εἶπεν ὅτι καὶ ἐθεάσατο τὸν Ὀδυσ‐ σέα. H.

14

.

324

πολύκμητον] τὸν πολυδάμαστον σφύραις καὶ ἄκμονι. Q.

14

.

325

καί νύ κεν ἐς δεκάτην γενεὴν] γένος. ὁ δὲ νοῦς, τὰ χρήματα βόσκοι ἂν μέχρι δεκάτης γενεᾶς ἕτερον ἐξ ἑτέρου διαδεχόμενον παρὰ πατρὸς παῖδα. B.H.Q. ἢ οὕτως· ἄλλον καὶ πάλιν ἄλλον, ὅ ἐστιν ἕως δέκα γενεῶν, ὅ ἐστι τʹ ἔτη. H.

14

.

326

ὅσσα οἱ] πᾶσαι, τόσσα, εἶχον. H.

14

.

327

τὸν δ’ ἐς Δωδώνην] Δωδῶνα νῦν τὴν Θεσπρωτικὴν, ἔνθα τὸ μαντεῖον ἦν τοῦ Διός. ἑτέρα δέ ἐστιν ἡ Θεσσαλικὴ, ἀφ’ ἧς Ἀχιλ‐ λεὺς καλεῖ τὸν Δία “Ζεῦ ἄνα Δωδωναῖε Πελασγικέ.” (Il. ω, 233.). H. ποιμὴν νέμων πρόβατα ἐν τοῖς τῆς Δωδώνης ἕλεσι τοῦ πέλας
5ὑφείλετο ποίμνην καλλίστην, καὶ εἵρξας εἰς τὴν σφετέραν αὐλὴν ἐφύλασσεν. ὅθεν τὸν δεσπότην φασὶ ζητεῖν παρὰ τοῖς ποιμέσι τὰ κεκλεμμένα πρόβατα, μὴ εὑρόντα δὲ ἐρωτᾶν τὸν θεὸν τίς ἐστιν ὁ κλέψας. τότε πρῶτον, φασὶ, τὴν δρῦν φωνὴν ἀφεῖναι, ὅτι τῶν ἀκο‐ λουθούντων ὁ νεώτατος. ἐξετάσαντα δὲ τὸ λόγιον εὑρεῖν παρὰ τῷ592 in vol. 2
10ποιμένι νεωστὶ βοσκήσαντι τῷ χωρίῳ. ἀκόλουθοι δὲ λέγονται οἱ ποι‐ μένες. ἦν δὲ τὸ ὄνομα Μαρδύλας ὁ κλέψας. τοῦτον λέγεται προσορ‐ γισθέντα τῇ δρυῒ θελῆσαι αὐτὴν ἐκκόψαι νύκτωρ. πελειάδα δὲ ἐκ τοῦ στελέχους ἀνακύψασαν ἐπιτάξαι μὴ τοῦτο δρᾶν. τὸν δὲ δειματωθέντα μηκέτι τοῦτο τολμῆσαι, μὴ θιγεῖν τοῦ ἱεροῦ τούτου δένδρου. οὐ μὴν
15ἀλλὰ καὶ διὰ τὸ τόλμημα μηνῖσαι αὐτῷ τοὺς Ἠπειρώτας. ὅθεν καὶ λαβόντας δίκην ταύτην εἰσπράξασθαι τῆς ἀπ’ αὐτοῦ ὑπομονῆς τὸν μάντιν προάγει. ἡ ἱστορία παρὰ τῷ Προξένῳ. Q.V.

14

.

328

ἐπακούς αι] παροξυτόνως τὸ ἐπακούσαι. ἐπακούσῃ Ἀρίσταρ‐ χος, Ἀριστοφάνης ἐπακούσαι. H.

14

.

331

ἀποσπένδων] οὕτως Ἀρίσταρχος. ἡ δὲ Αἰολὶς ἐπισπένδων. H. Vind. 133.

14

.

332

κατειρύσθαι] παρακειμένου ἐστί· διὸ παροξύνεται. H.

14

.

334

ἀντὶ τοῦ ἀπερχομένη, μέλλουσα ἀπιέναι· ὅ ἐστι, συνέβη ἄν‐ δρας Θεσπρωτοὺς θέλειν ἀποπλεῦσαι εἰς τὸ Δουλίχιον. H. ἀλλ’ ἐμὲ πρὶν ἀπέπεμψε] ἀλλὰ ἐμὲ πρότερον πλεῦσαι ἐποίησεν. νοητέον δὲ ὅτι ὕστερον μετὰ τὸ ἀποστρέψαι τὸν Ὀδυσσέα ἐκ τῆς
5Δωδώνης μέλλει αὐτὸν ἐκπέμψαι ὁ Φείδων μετὰ νηὸς καὶ ἀνδρῶν ἰδίων. Q.

14

.

335

πολύπυρον] γρ. πολύμηλον. H. Vind. 56. et 133.

14

.

336

ὡς ἐμοῦ δηλονότι τοῦτο αἰτησαμένου. H. βασιλῆϊ Ἀκάστῳ] καὶ πῶς ἐν Ἰλιάδι Μέγητά φησιν εἶναι βασι‐ λέα Δουλιχίου; βασιλέας οὖν τοὺς δυνάστας φησί. H.Q.593 in vol. 2

14

.

338

πάγχυ δύης] λείπει ἡ ἐξ, ἵν’ ᾖ, ἐκ τῆς δύης ἐπὶ βλάβην ἔλθοιμι, ἢ ἐπὶ ταῖς συμβεβηκυίαις τιμωρίαις ἄλλην βλάβην ὑπομεί‐ ναιμι. B. Ἀριστοφάνης, δύῃ ἐπὶ πῆμα γένηται, ἀντὶ τοῦ ἐπὶ τῇ δύῃ· ἵνα
5μοι πῆμα ἄλλο γένηται. δύναται δὲ λείπειν ἡ ἐξ, ἵν’ ᾖ ἐκ τῆς δύης ἐπὶ βλάβην ἔλθοιμι. H.

14

.

343

Ῥιανὸς, ῥωγαλέον. H.

14

.

348

γναπτὸν λέγεται τὸ ἐπικαμπὲς καὶ ὥσπερ εἰς ἑαυτὸ καμπυ‐ λοειδῶς νεῦον, ἐξ οὗ δὴ τὸ ἀνέγναψαν, ἤτοι ἀπὸ τοῦ γναπτοῦ ἐποίησαν καὶ διέλυσαν τὸν σχοῖνον. H. δεσμὸν ἀνέγναμψαν] ἀνέλυσαν. τῇ γὰρ συνδέσει κεκαμμένα ἦσαν
5τὰ σχοινία. B.

14

.

349

Ἀριστοφάνης, κεφαλὴν δέ. H.

14

.

350

ξεστὸν ἐφόλκαιον] τὸ ἐπακολουθοῦν τῇ μεγάλῃ νηῒ σανδά‐ λιον, παρὰ τὸ ἐφέλκεσθαι τῇ νηΐ. ἢ τὸ πηδάλιον. B. ἐφόλκιον] πηδάλιον, ἀπὸ τοῦ ἐφέλκεσθαι τὴν ναῦν, ἢ ἐφέλκεσθαι ὑπὸ τῆς νεώς. P.V.

14

.

352

θύρηθ’] τὸ πλῆρες θύρηθεν. μάλα, φησὶ, μετὰ τὸν πλοῦν ἐγενόμην ἔξωθεν τῆς θαλάσσης. τὸ γὰρ θύρηθεν σημαίνει τὸ ἔξωθεν ὅπερ Ἀττικοὶ θύρῃσι λέγουσι. H.Q. θύρηφι] ἔξω ἀγόμενος. V.

14

.

353

δρίος] σύνδενδρον χωρίον, δρυώδης καὶ σύσκιος τόπος. Q.

14

.

356

μαίεσθαι] ἐπιζητεῖν τὴν ἐμὴν εὕρεσιν. H.

14

.

361

ὦ] γρ. ἄ. H. ἂ δειλὲ] τὸ α θαυμαστικὸν ἀντὶ τοῦ, τί ὦ δειλὲ καὶ ἄθλιε πλέον τῶν ἄλλων ξένων. H. Vind. 133.

14

.

366

νόστον] ὅτι ἤχθετο ὁ νόστος δηλονότι. H.

14

.

368

τολύπευσεν] μετὰ κακοπαθείας ἤνυσεν. Q.

14

.

369

τῷ κέν οἱ τύμβον] εἰ γὰρ ἐν Τρωσὶν ἐκεῖνος ἀπέθανεν, ἐποίη‐
σαν ἂν αὐτῷ καὶ τύμβον οἱ Ἕλληνες. Q.594 in vol. 2

14

.

372

ἀπότροπος] κεχωρισμένος, ἄπωθεν τῆς πόλεως σὺν τοῖς ἐμοῖς τέκνοις τετραμμένος. B.Q.

14

.

375

οἱ μὲν—]καὶ ὧδε καὶ ἐν τοῖς ἑξῆς δύο στίχοις τὸ ἄρθρον ἐστί. H. ἐξερέουσιν] ἀλλ’ οἱ μὲν ἐν τῇ πόλει διατρίβοντες ζητοῦσι περὶ τοῦ Ὀδυσσέως, καὶ ὅσοι λυποῦνται ἀπελθόντος αὐτοῦ καὶ ὅσοι χαίρουσιν,
5οἱ μὲν ὡς ἐπιθυμοῦντες μαθεῖν εἰ ζῇ, οἱ δὲ εἰ ἀπέθανεν ὡς χαίροντες ἐπὶ τούτῳ. B.Q.

14

.

381

ἐμὰ πρὸς δώματ’] γράφεται καὶ, ἐμὸν πρὸς σταθμόν. B.

14

.

383

ἀκειόμενον] θεραπεύοντα, ἀνορθοῦντα, φιλοκαλούμενον. τινὲς δὲ ῥάπτοντα, καὶ ἀκεστρίας τὰς ῥαπτρίας. B.H.Q.

14

.

384

ὀπώρην] νῦν τὸ μετόπωρον. V. θέρος ὅτε θερίζεται ὁ σῖτος· ὀπώρη ὅτε τρυγᾶται ἡ ὀπώρα· νῦν δὲ τὸ φθινόπωρον. H.

14

.

389

λείπει τὸ ξενίσω. Vind. 133.

14

.

392

οἷον] ἀντὶ τοῦ, οἷος οὐδὲ ὀμόσας ἐφειλκυσάμην σε εἰς πειθώ. B.H. ἔφερόν σε εἰς τὸν ἐμὸν λόγον. H.

14

.

393

ἀλλ’ ἄγε δὴ ῥήτρην] τὴν ἐπὶ ῥητοῖς καὶ ὁμολογουμένοις πράγμασι συνθήκην καὶ ὁμολογίαν. V.Q. ὕπερθεν] γρ. ὄπισθεν. Vind. 133.

14

.

394

μάρτυροι] ἀντὶ τοῦ μάρτυρες· ἡ γὰρ εὐθεῖα ὁ μάρτυρος. H.Q.

14

.

396

πέμψαι] ἀντὶ τοῦ πέμψον. B.

14

.

397

Δουλίχιον] πόλις τῆς Κεφαλληνίας. V. εἰς Κεφαλληνίαν. Vind. 50.

14

.

398

εἰ δὲ καὶ μὴ ἔλθῃσιν ἄναξ] εἰ δὲ μὴ ἔλθοι ὁ σὸς ἄναξ ἤτοι ὁ Ὀδυσσεὺς ὡς ἀγορεύω, τοὺς σοὺς δμῶας καὶ δούλους ἐπισπεύσας αὐτοῖς καὶ κελεύσας βαλέειν ἐπὶ πέτρας ἐμὲ θέλησον ἤτοι κατα‐ κρημνίσαι, ὅπως καὶ ἄλλος πτωχὸς φυλάσσηται μὴ τὰ ψευδῆ λέγειν
5τοῖς ὑπερέχουσιν. Q.

14

.

399

ἐπισσεύας] ἀντὶ τοῦ ἐπίσσευον, ἐπίταξον. B. ἐπισσεύας] κελεύσας, ἐφορμήσας. H.V.

14

.

402

εὐκλείη] εἰρωνικῶς. Q.595 in vol. 2

14

.

403

ἅμα τ’ αὐτίκα καὶ μετέπειτα] ὡς ἐν ἤθει συλλήβδην καὶ νῦν καὶ ὕστερον. H.

14

.

406

λιτοίμην] ἱκετεύσαιμι. V. ἀλιτοίμην] ἁμαρτήσαιμι. H. αὐθαιρέτως καὶ ἑκουσίως ἁμάρτοιμι εἰς τὸ θεῖον. ἢ μετ’ εἰρωνείας φησὶ, λιτανεύσαιμι ἂν καὶ εὐξαίμην ποτὲ εὐπροσώπως τὸν Δία, ἐάν
5σε ἀδικήσω. B.H.Q.

14

.

410

ἀγχίμολον] τοπικὸν ἐπίρρημα ἢ χρονικὸν ὡς τὸ ἔναγχος. B.

14

.

411

ἔρξαν] συνέκλεισαν, κατέκλεισαν. ψιλωτέον δὲ τὸ ἔρξαν ἀντὶ τοῦ κατέκλεισαν. τὸ γὰρ δασυνόμενον ἀντὶ τοῦ ἔθυσαν. ἐτυμολογεῖ‐ ται δὲ τὸ ἔρξαν ἀντὶ τοῦ ἔκλεισαν ἀπὸ τοῦ εἴργω τὸ κωλύω, τὸ δὲ ἕρξαν ἀντὶ τοῦ ἔθυσαν ἀπὸ τοῦ ἕρδω τὸ θύω. B.Q.

14

.

415

τηλεδαπῷ] πόρρωθεν ἀφιγμένῳ ἢ ξένῳ. H. ὀϊζὺν] ἔστιν οἴ ἐπίρρημα σχετλιαστικὸν καὶ σημαίνει τὴν κακο‐ πάθειαν. καὶ ἐξ αὐτοῦ γίνεται ῥῆμα οἴζω καὶ κατὰ διάλυσιν ὀΐζω, καὶ πλεονασμῷ τοῦ υ ὀϊζύω, καὶ ἐξ αὐτοῦ ὀϊζύς. H.Q.

14

.

417

νήποινον] ἀνεμποδίστως, ὑπὲρ οὗ ποίνην οὐδεὶς εἰσπράσσε‐ ται. B.

14

.

425

σχίζῃ] σχίζη λέγεται τὸ ἀποσχισθὲν μέρος τοῦ ξύλου. H. ἣν λίπε κείων] ἀπὸ τοῦ κέω τοῦ σημαίνοντος τὸ κλῶ. κλῶν γὰρ τὰ ξύλα ταύτην εἴασε τὴν σχίζαν ὡς ἐπιτηδείαν εἰς τὸ κρούειν τὰ ἱερεῖα. ἢ κείων ἀντὶ τοῦ καίων, ἔνθεν καὶ τὸ “κειάμενοι πυρὰ πολ‐
5λά” (Il. ι, 234.). καίων οὖν τὰ ἄλλα ξύλα ταύτην κατέλιπεν καὶ οὐκ ἐνέκαυσεν, ὡς ἐπιτηδείαν πρὸς τὸ τύπτειν τὰ ἱερὰ τῆς σφαγῆς. B.H.Q. κείων] σχίζων, ἢ καίων. V.

14

.

427

αἶψα δέ μιν διέχευαν] εἰ κατέτεμε, πῶς πάλιν ἐμίστυλλον; ἀλλὰ τὸ μὲν διέχευαν, ἐμέλισαν, τὸ δὲ μίστυλλον, εἰς μικρὰ τὰ κρέατα ἔνεμον. τινὲς δὲ τὸ διέχευαν, εἰς τὸ πλάτος διέθηκαν. B.Q.
ὠμοθετεῖτο] οὐχ, ὡς τινὲς, τὴν ὠμοπλάτην τοῖς θεοῖς ἐπετίθει, ἀλλὰ596 in vol. 2
5πάντοθεν ἀρχόμενος. B.Q. ὠμῶν ὄντων τῶν κρεῶν ἀπήρχετο τοῖς θεοῖς. V.

14

.

428

πάντοθεν ἀρχόμενος] Ἀρίσταρχος πάντων, αἱ δὲ εἰκαιότεραι πάντοθεν. H.

14

.

429

παλύνας] καταπάσας αὐτὰ τῷ ἀλεύρῳ. οἱ δὲ, μάζας ποιήσας καὶ συμπλάσας αὐτὰ τῷ ἀλεύρῳ, καὶ καταπάσας αὐτὰ τῷ δώρῳ ἤτοι τῷ σίτῳ, ἵνα καὶ ἐκ τοῦ ἄρτου ἀπάρχωνται. B.H.Q. ἐπιπάσας, ἵνα καὶ τοῦ ἄρτου ἀπάρχωνται. ἢ ὅτι πρὸ τῆς τοῦ λιβανωτοῦ εὑρέσεως
5ἀλφίτοις πρὸς τὸ θυμιᾶν ἐκέχρηντο. εἰς μνήμην οὖν τῆς παλαιᾶς διαίτης καὶ οἱ μεταγενέστεροι ἄλφιτα ἐθυμίων μετὰ τῶν ἀπαρχῶν. Q. ἀνατρίψας καὶ μαζοποιήσας. V.

14

.

432

ἐλεοῖσιν] μαγειρικαῖς τραπέζαις. B. δασύνεται τὸ ἑλεοῖ‐ σιν. H. ἂν δὲ συβώτης] ἀνίστατο δὲ ὁ συβώτης μαγειρεύσων. H.

14

.

433

δαιτρεύσων] κατακόψων αὐτά. B. κατακόπτων αὐτὰ, μα‐ γειρεύων. Q. δαιτρεύων] μερίσων. V.

14

.

435

τὴν μὲν ἴαν νύμφῃσι] ὡς ποιμενικοῖς προστάταις. B.Q. καὶ Σιμωνίδης θύειν αὐτούς φησι Νύμφαις καὶ Μαιάδος τόκῳ, οὗτοι γὰρ ἀνδρῶν αἷμ’ ἔχουσι ποιμένων. B.H.M.Q.V. ταύτην οἱ νεώτεροι Ἄτλαντος παῖδά φασι. H.

14

.

436

θῆκεν] ἐν μέρει ἔθηκε. B.

14

.

437

νώτοισιν διηνεκέεσσι] συνεχέσι νωτιαίοις κρέασι. κατ’ ἐξαί‐ ρετον αὐτὸν ἐτίμα δίχα τῶν μερίδων. B.Q.

14

.

438

κύδαινε] εὔφραινε. H.

14

.

443

δαιμόνιε] ὦ κακοδαιμονέστατε. τοῦτο δέ φησιν οἰκτείρων καὶ συμπαθῶν. B.Q.

14

.

446

ἄργματα θῦσε] τὰς ἀπαρχὰς τῶν μερίδων, ἢ τὰ ἀπομερι‐ σθέντα τοῖς θεοῖς. θῦσε, δὲ, ἐθυμίασεν. οὐδέποτε γὰρ θῦσαι ἐπὶ τοῦ σφάξαι ἱερεῖόν φησι. B.Q.

14

.

447

καὶ τοῦτο ἐξ ἐπαναλήψεως ἐπ’ αὐτοῦ τοῦ Ὀδυσσέως. H.597 in vol. 2

14

.

449

Μεσαύλιος] ὄνομα κύριον. V. ἀπὸ τῆς μεσαύλου, τῆς κατ’ ἀγροὺς ἐπαυλίας τὸ ὄνομα. ὁ νοῦς, τὸν Μεσαύλιον δοῦλον ὄντα ἐξω‐ νήσατο ὁ συβώτης, καὶ οὕτως ἐκτήσατο μόνος τοῦ Ὀδυσσέως ὑπο‐ χωρήσαντος. Q.

14

.

457

σκοτομήνιος] ἀσέληνος, σκοτεινή· ἢ καθ’ ἣν ἡ σελήνη ἀπε‐ σκότωται τῇ πρὸς τὸν ἥλιον συνόδῳ. μήνη γὰρ ἡ σελήνη. V. καθ’ ὃν καιρὸν οὐκ ἔστι σελήνη. P.

14

.

458

Ζέφυρος μέγας αἰὲν ἔφυδρος] ὕδωρ ἐπάγων. V. ὑετὸν ἐπα‐ γόμενος. οὐκ ἀεὶ, ἀλλ’ ἐν χειμῶνι. B.Q.

14

.

463

εὐξάμενος] μάρτυρα τὸν θεὸν ἐπικαλούμενος ὅτι ἀληθεύω. ἢ καυχησάμενος. B.Q.

14

.

464

ἠλεὸς] ἠλιθοποιὸς, μάταιος. V.

14

.

466

προέηκεν] οὕτως αἱ Ἀριστάρχου. ὁ δὲ Ἀριστοφάνης, παρέ‐ θηκεν, ὃ καὶ ἄμεινον. H.Q. Vind. 133. ἄρρητον ἄμεινον] ὅπερ τὸ λόγιον κρεῖττον ἦν μεῖναι ἄλεκτον. B.Q.

14

.

467

ἀλλ’ ἐπεὶ οὖν τὸ πρῶτον] ἀλλ’ ἐπεὶ κατὰ πρώτην ἐπιβουλὴν λέγειν ἠρξάμην, οὐ μὴ ἐπικεύσω ἤτοι κρύψω ὅπερ εἰπεῖν ὑπεσχό‐ μην. Q.

14

.

468

εἴθ’ ὣς ἡβώοιμι] ἔνθεν δῆλον ὅτι τὸ εὐξάμενος ἀντὶ τοῦ καυ‐ χησάμενος. H.Q.

14

.

474

τεύχεσι γρ., οὐ τείχεσι. H.

14

.

476

πηγυλίς] ὀξυτόνως τὸ πηγυλίς, ἀντὶ τοῦ παγετώδης. B.Q. πηγυλίς] παγετὸς, ψυχρά. πάχνη] πυκνότης ἀέρος ψυχρά. V. χιὼν] ἡ χιὼν δροσῶδές ἐστιν ὕδωρ καταφερόμενον. ἔπειτα πηγνυ‐ μένη διὰ τὸ ψῦχος καλεῖται πάχνη· εἰ δ’ ἐπὶ πολὺ, κρύσταλλος.
5πάχνη οὖν ἐστιν ἡ πεπηγυῖα χιών. δηλοῖ δὲ διὰ τῶν λεγομένων τὴν προσθήκην τῆς ψύξεως. ἡ γὰρ χιὼν λεπτὴ, ἡ πάχνη παχυτέρα, ἡ
κρύσταλλος παχυτάτη. B.H.Q.598 in vol. 2

14

.

477

περιτρέφετο] ἐπήγνυτο. ὅθεν καὶ τροφὴ ἡ πηγνύουσα τὸ σῶμα. B.H.Q.

14

.

481

ἀφραδέως] γρ. ἀμαθίᾳ. γρ. ἀφραδίῃ. H.

14

.

482

ζῶμα] νῦν προφανῶς ζῶμα τὸν χιτῶνά φησιν, ὡς διὰ τῶν ἑξῆς δῆλον “παρά μ’ ἤπαφε δαίμων οἰοχίτων’ ἔμεναι.” τινὲς δὲ ζῶμα φαεινὸν τὸν σιδηροῦν χιτῶνα. H.

14

.

485

ἐμμαπέως] ταχέως, προθύμως. V. ταχέως, ἅμα τῷ λόγῳ. οὕτω δὲ Φιλόξενος σχηματίζει τὴν λέξιν ἐν δευτέρῳ Περὶ μονοσυλλά‐ βων ῥημάτων· παρὰ τὸ ἔπος γράφουσι σύνθετον τὸ ἀμεπής, ὡς ψεῦ‐ δος ἀψευδής. εἶτα ἐξ αὐτοῦ γράφουσι μεσότητος ἐπίρρημα ἀμεπῶς,
5ὡς ἀψευδῶς, καὶ ἐν Ἰωνικῇ διαλύσει ἀμεπέως, ὡς ἀψευδέως. καὶ ἐπεὶ τρεῖς βραχεῖαι ἀλλεπάλληλοι οὐ συνίστανται, τῷ διπλασιασμῷ τοῦ μ καὶ ἀντιπαραχωρήσει τοῦ α καὶ ε γίνεται ἐμμαπέως. B.H.Q. Vind. 133.

14

.

488

Καλλίστρατος, παρά μ’ ἤλασε. H. Vind. 133.

14

.

489

ἔμεναι] Καλλίστρατος, ἴμεναι. H. Vind. 133.

14

.

490

ὁ δ’ ἔπειτα νόον σχέθε] ὁ δὲ Ὀδυσσεὺς ἀκούσας ὧν εἶπον αὐ‐ τῷ τὸν νοῦν ἐκράτησεν οὕτως, καθὼς πέφυκεν εἶναι αὐτὸς περί τε τὰς βουλὰς καὶ τὴν μάχην. H. Vind. 133. γρ. σχέτο. M.

14

.

491

οἷος ἐκεῖνος] ποταπὸς ἦν ἐκεῖνος. θαυμαστικόν. B.

14

.

495

κλῦτε φίλοι, θεῖός μοι] ἀθετεῖται ὡς ἐκ τῆς Ἰλιάδος (β, 56.) μετενηνεγμένος. γελοῖον δὲ εἰπεῖν καὶ τὸν ἐν λόχῳ καθυπνωκέναι. ὁ δὲ νοῦς, θεῖός μοι ὄνειρος ἐφάνη. λοιπὸν τὰ παρὰ τοῦ ὀνείρου ῥηθέντα ἐπάγει, ἐπειδὴ τῶν νηῶν πόρρω ἐσμὲν, ἀπέλθῃ τις καὶ εἴπῃ τῷ Ἀγα‐
5μέμνονι πλείους ἡμῖν ἀπὸ τῶν νεῶν πέμψαι συμμάχους, ἵνα μὴ πόρ‐ ρωθεν ὄντες τῶν ὁμοφύλων ὀλίγοι ὑπάρχοντες βλαβῶμεν ὑπὸ τῶν πολεμίων. H.

14

.

496

τινὲς φασὶν ἐνίους ἠγνοηκότας τὸ ἔθος τοῦ ποιητοῦ, ὅτι ἔθος
ἐστὶν αὐτῷ ἀπὸ τοῦ γάρ ἄρχεσθαι, διὰ τοῦτο πεπλακέναι τὸν στίχον. H. εἴη] πορεύοιτο. V.599 in vol. 2

14

.

500

βάλε] ἀπέθετο. γρ. θέτο. H.

14

.

503

ὣς νῦν ἡβώοιμι] αἴθε οὕτως ἀκμάζοιμι ὡς καὶ τὸ πάλαι, ἵν’ αἰδεσθείς τις τὸ γενναῖον τῆς νεότητος ἔδωκέ μοι χλαῖναν. νῦν γὰρ ἀτιμάζουσί με πένητα. H. εἴθε μοι τις δοίη τῶν χοιροβοσκῶν ἱμάτιον ῥιγῶντι, δυσὶ τρόποις,
5φιλότητί τε καὶ ἀνδρὸς ἀγαθοῦ αἰδοῖ, ἤγουν ἐντροπῇ. καὶ ὁ Ἀθηνο‐ κλῆς προηθέτει. ἀφανίζουσι γὰρ τὸ χωρίον τοῦ αἰνίγματος διαρρήδην αἰτοῦντος· ἄλλως τε καὶ ὁ Εὔμαιος ὕστερον λέγει “αἶνος μέντοι ἀμύμων ὃν κατέλεξας.” H.

14

.

508

αἶνος μέντοι] αἰνιγματώδης ὁ λόγος ὃν εἶπες. B. αἶνος] ἔπαινος, ὁ εἰς προτροπῆς περιπέτειαν παραινετικήν. καὶ Ἀρχίλοχος δὲ λέγει, αἶνός τις ἀνθρώπων ὡς ἄρα ἀλώπηξ καὶ αἰετὸς ξυνωνίην ἔμιξαν. αἶνος δέ ἐστι καὶ ὁ ὑποβεβλημένος λόγος, M.V.

14

.

509

παρὰ μοῖραν ἔπος] ἀσύμφορον, ἀνόητον, B.

14

.

511

ταλαπείριον] τὸν τλάντα πείρας πολλῶν πραγμάτων. Q.

14

.

512

ῥάκεα] παλαιὰ καὶ διερρωγότα ἱμάτια. τὸ δὲ δνοπαλίξεις ἀντὶ τοῦ ἀμφιέσεις, συρράψεις. δνοπαλίζειν τὸ ἐν χερσὶν ἔχειν, παρὰ τὸ δονεῖν ταῖς παλάμαις τὸ ληφθέν. τὸ δὲ ῥάπτεις προστακτικῶς ἀντὶ τοῦ ῥάπτε. H.
5δνοπαλίξεις] διὰ χειρῶν ἕξεις. οἱ γὰρ ῥακοφοροῦντες συνεχῶς ἐφέλκονται αὐτὰ εἰς τοὺς γυμνοὺς τόπους τοῦ σώματος. παρὰ τὸ δονεῖν ταῖς παλάμαις τὸ ληφθέν. Καὶ ἄλλως. ῥάπτεις τὰ σὰ ῥάκη διεσχισμένα ὄντα. τὸ δὲ ῥάπτεις ἀντὶ τοῦ ῥάπτε. B.Q.

14

.

513

αὐτὰρ πολλαὶ χλαῖναι] χλαῖναι αἱ χλαμύδες καὶ τὰ ἔξωθεν περιβλήματα καὶ αἱ χλανίδες. B.H.Q.
ἐπημοιβοί τε] ἤτοι ἃς ἀμείψασθαί τις δύναται, ἢ καταλαμβάνειν εἴ ποτε χειμὼν εἴη, ἢ ἄλλην ἀλλάσσειν ἀντὶ ἄλλης. χιτῶνες δὲ τὰ600 in vol. 2
5ἔσωθεν ἀνδρῶν ἱμάτια. B.Q.V.

14

.

521

παρεχέσκετ’ ἀμοιβὰς] ἔν τισι διὰ τοῦ χ, ἵν’ ᾖ, ἥτις παρεῖ‐ χεν αὐτῷ τὰς ἀμείψεις εἰς τὸ μεταμπίσχεσθαι. ἄκυρον δέ· οὐ γὰρ ἡ χλαῖνα παρεῖχε τὰς ἀμοιβὰς, ἀλλ’ αὐτὴ παρέκειτο εἰς τὸ ἀμείβε‐ σθαι. καὶ ἐπὶ τῶν Φαιάκων “εἵματά τ’ ἐξημοιβὰ λοετρά τε θερμὰ
5καὶ εὐναί” (θ, 249.). H.Q. παρεκέσκετ’ ἀμοιβὰς] παρέκειτο ἡ χλαῖνα ἀμοιβὰς οὖσα, ὅ ἐστιν ὑπ’ ἀμοιβῇ κειμένη. τοῦτο δὲ ἐπεὶ τοῖς ἥρωσιν ἅτε δὴ ἀνδρείαν ἐπι‐ δεικνυμένοις ἀπρεπὲς ἐλογίζετο δύο χλαίνας ἀμπέχεσθαι. διὸ ἔφη αὐτὴν ἀμοιβάδα· ὡς γὰρ στερεωτέραν ἐκείνην τὴν χλαῖναν παρέθηκεν,
10ἵνα τέως μὲν τῇ ἐλαφροτέρᾳ καλύπτοιτο, εἰ δὲ χειμάσει, ἀμείψας ταύτῃ χρήσαιτο. δύο γὰρ φορεῖν ἀπρεπὲς ἦν τότε. B.H.Q. ἀμοιβὰς] τινὲς ἐπιρρηματικῶς ἀκούουσιν ἀντὶ τοῦ ἀμοιβήδην ἕν‐ νυσθαι. H. παρεῖχε τὰς ἀμοιβὰς καὶ ἐναλλαγάς. ἢ παρεκέσκετο, παρέκειτο
15ἀμοιβὰς ἐσθὴς ἐναλλασσομένη. V.

14

.

522

Ἀριστοφάνης καὶ Ῥιανὸς, εἴνυσθαι, ὡς τὸ “θριξὶ δὲ πάντα νέκυν καταείνυον” (Il. ψ, 135.). H.

14

.

523

παρ’ αὐτὸν] πλησίον αὐτοῦ, οὐ τῇ αὐτῇ σκέπῃ σκεπόμε‐ νοι. H.

14

.

525

ἥνδανεν] ἀπὸ τοῦ ἥδω γίνεται, τὸ εὐφραίνω. B.

14

.

526

χαῖρε δ’ Ὀδυσσεὺς] ἔχαιρεν ὁ Ὀδυσσεὺς ὅτι ὁ συβώτης χωρὶς ὢν αὐτοῦ οὐκ ἐπαύετο φροντίζων τοῦ Ὀδυσσέως τῆς ζωῆς καὶ τοῦ βίου. Q.

14

.

528

ὅπλα ἐφόρει ἀκόντιον καὶ ξίφος. H.

14

.

529

ἀλεξάνεμον μάλα πυκνὴν] παρὰ τῶν ἀγροικοτέρων λεγομένην κάπα. Q. Vind. 133. ἀλεξάνεμον, βοηθὸν ψύχους, δυναμένην ἀντι‐ πράττειν ἀνέμῳ, ἢ ἀπείργουσαν τοὺς ἀνέμους. Vind. 133.

14

.

530

ἂν δὲ νάκην] γρ. ἐν. H. Vind. 133. νάκην] δέρμα αἰγὸς δασύμαλλον. V. γράφεται νάκος παρὰ Θεο‐ κρίτῳ. Vind. 133.601 in vol. 2

14

.

531

ἀλκτῆρα] ἀποσοβητῆρα. B.

14

.

533

ὑπιωγῇ] τὴν πέτραν τοῦ Βορρᾶ ὑπιωγὴν εἶπε, παρόσον οὐ διαβαίνει αὐτὴν ὁ ἄνεμος, ἀλλ’ αὐτόσε ἄγνυται αὐτοῦ ἡ ἰωὴ, ὅ ἐστιν ἡ πνοή. H. ὑπιωγῇ] σύνθετόν ἐστι τὸ ὄνομα ἀντὶ τοῦ, ἐν τῷ σκέποντι καὶ
5ἀπείργοντι τὸν βορρᾶν τόπῳ. τὴν δὲ πέτραν τοῦ βορρᾶ ὑπιωγὴν εἶπε παρόσον οὐ διαβαίνει αὐτὴν ὁ ἄνεμος, ἀλλ’ αὐτόσε ἄγνυται αὐτοῦ ἰωή. B. ὑπ’ ἰωγῆς] ἀπανεμίας, ἡσυχίας. B. ἰωγῇ] τῇ σκέπῃ. V. Ἐρεχθεὺς ὁ τῶν Ἀθηναίων βασιλεὺς ἴσχει θυγατέρα τοὔνομα Ὠρεί‐ θυιαν κάλλει διαπρεπεστάτην. κοσμήσας δὲ ταύτην ποτὲ πέμπει
10κανηφόρον θύσουσαν εἰς τὴν ἀκρόπολιν τῇ πολιάδι Ἀθηνᾷ. ταύτης δὲ ὁ Βορέας ἄνεμος ἐρασθεὶς λαθὼν τοὺς βλέποντας καὶ φυλάσσοντας τὴν κόρην ἥρπασεν. καὶ διακομίσας εἰς Θρᾴκην ποιεῖται γυναῖκα. γίνονται δὲ αὐτῷ παῖδες ἐξ αὐτῆς Ζήτης καὶ Κάλαϊς, οἳ καὶ δι’ ἀρετὴν μετὰ τῶν ἡμιθέων εἰς Κόλχους ἐπὶ τὸ νάκος ἔπλευσαν ἐν τῇ
15Ἀργοῖ. ἡ δὲ ἱστορία παρὰ Ἀκουσιλάῳ. H.V.

15

hyp

(t)

ΥΠΟΘΕΣΙΣ
1Ἡ Ἀθηνᾶ πρὸς Τηλέμαχον ἀπῆλθε καὶ διεσάφησεν αὐτῷ περὶ τοῦ
εἰς τὴν Ἰθάκην ἀντιστραφῆναι, ὃς τὸν μάντιν λαβὼν Θεοκλύμενον, μετ’ αὐτοῦ διέξεισι· καὶ ἀναγνωρισμὸν τοῦ Ὀδυσσέως λαμβάνει· καὶ οὕτως μετὰ τὸ ἐν Ἀθηνᾷ τὸν Τηλέμαχον τῷ Ὀδυσσεῖ κατὰ τῶν μνη‐602 in vol. 2
5στήρων ὄλεθρος γίνεται. H.
6tΑΛΛΩΣ
7Τηλέμαχον Ἀθηνᾶ ὄναρ ἐπιστᾶσα εἰς Ἰθάκην ἐπανελθεῖν προτρέ‐ πεται· ὃς δῶρα παρὰ Μενελάου λαβὼν πέμπεται. καὶ ἐμβαίνειν μέλλων εἰς τὴν ναῦν Θεοκλύμενόν τινα Ἀργεῖον μάντιν ἀναλαμβάνει
10ἐπὶ φόνῳ φεύγοντα. καὶ Εὔμαιος Ὀδυσσεῖ διηγεῖται ὡς Φοίνικες αὐ‐ τὸν ληϊσάμενοι ἐκ Συρίας νήσου ἀπέδοντο Λαέρτῃ. καὶ ἡ Τηλεμάχου ναῦς κατάγεται εἰς Ἰθάκην. καὶ ταύτην εἰς ἄστυ ἀποπέμψας αὐτὸς πρὸς Εὔμαιον ἔρχεται. V.
14tΑΛΛΩΣ
15Ἀθηνᾶς Τηλεμάχῳ κατ’ ὄναρ παρακελευσαμένης αὐτὸν καὶ Πει‐ σίστρατον παρὰ Μενελάῳ δῶρα λαβόντας ἀπιέναι, Πεισίστρατος μὲν μετὰ τῶν ἁρμάτων ἄπεισι πρὸς τὸν πατέρα, Τηλέμαχος δὲ Θεο‐ κλύμενον τὸν μάντιν ἀναλαβὼν εἰς τὴν ναῦν ἀποπλεῖ. γίνεται δὲ ἐν τοῖς ἑξῆς Ὀδυσσέως πρὸς Εὔμαιον ὁμιλία, καθ’ ἣν Εὔμαιος ἀπαγ‐
20γέλλει ὡς ἀπὸ τῆς ἠπείρου διά τινων ἐμπόρων ἐδουλαγωγήθη, καὶ ὡς ἦλθεν εἰς τὴν Ἰθάκην καὶ Λαέρτου πειρᾶται δεσπότου. P.Q.

15

.

1

ἡ δ’ εἰς εὐρύχορον] οὐ νῦν, ἀλλ’ ὅτε τῷ νυμφαίῳ τὴν πατρίδα ἐγνώρισεν ὁ Ὀδυσσεύς. λέγει οὖν ἐκεῖ “τώγ’ ὣς βουλεύσαντε διέ‐ τμαγεν, ἡ μὲν ἔπειτα εἰς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖδ’ Ὀδυσῆος” (ν, 439.). Q.

15

.

5

εὕδοντε] καθεύδοντε, δυϊκῶς. V. συλληπτικὸς δὲ ὁ τρόπος, ἀγρυπνεῖ γὰρ ὁ ἕτερος, ἢ ἀντικείμενος ἐπὶ τῷ εὕδειν. H.

15

.

6

πρὸς τὸ δεύτερον πρῶτον ἀπήντησεν. καὶ ἀντίπτωσις ἀντὶ τοῦ ὑπὸ μαλακοῦ ὕπνου δεδμημένον. H.

15

.

8

ἤθροιζεν οὗτος καὶ συνῆγεν· ἢ τὰ μελεδήματα ἐκεῖνον διανίστη καὶ διήγειρεν. H. νύκτα δι’ ἀμβροσίην] ἀμβροσίαν λέγει τὴν νύκτα ὡς ἄφθαρτον.
οὐ γὰρ πέφυκεν αὕτη ὑπὸ τῶν βροτῶν ἡττᾶσθαι, ἀλλὰ μᾶλλον νικᾶν603 in vol. 2
5ἐσαεὶ, καθάπερ ἀνάσσειν τὸν ὕπνον λέγεται θεῶν καὶ ἀνθρώπων (Il. ξ, 233.). Q.

15

.

9

ἀγχοῦ δ’ ἱσταμένη] οὐκ ἀναγκαῖον ὁμοιοῦσθαι ἀνθρώπῳ τὴν Ἀθηνᾶν ἅτε μὴ φαινομένην νυκτὸς οὔσης. Q.

15

.

10

τὸ ἀπό ἀναστρεπτέον· τὸ δὲ ἀλάλησαι προπαροξυτόνως· ἢ ὅτι ἀπὸ τοῦ ἀλάλημι. H.

15

.

12

ἄσωτοι γὰρ οἱ μνηστῆρες, ὥστε μὴ δυνάμενοι φυλάξαι. H.

15

.

13

τηϋσίην] ματαίαν. γίνεται δὲ ἀπὸ τοῦ αὕτως ἀντὶ τοῦ μά‐ την. B.Q.

15

.

14

αἱ τῶν ἀνάνδρων βουλαὶ κατὰ καιρὸν συμβουλῆς τῆς μαχί‐ μου συστέλλονται, καὶ ἀγεννῶς πολλάκις ἐκλιμπάνουσι τῇ πρὸς τοὺς ἐναντίους δειλίᾳ· διὰ τοῦτο, φησὶν, ὁ Μενέλαος γενναῖος ὑπάρχων περὶ τὸν πόλεμον ἀγαθὸς τὴν βοὴν εἶναι λέγεται. H.

15

.

16

ὅτι Ἰθακήσιος ὁ Ἰκάριος, οὐ Σπαρτιάτης, ἀδελφὸς Τυνδά‐ ρεω. H. ἀδελφοὶ τῆς Πηνελόπης δύο, Σῆμος καὶ Αὐλήτης· ὁ δὲ Ἰκάριος ἐκ Μεσσήνης ἦν τῆς Κεφαλληνιακῆς· ἐπεὶ οὐχ ὁρᾶται ἐν Ἰθάκῃ ἀνα‐
5στρεφόμενος. ἀλλ’ οὐδὲ Λάκων· ὅθεν οὐδὲ ἐνέτυχε αὐτῷ Τηλέμαχος ἐν τῇ εἰς Λακεδαίμονα ἀποδημίᾳ. H. ἤδη γάρ ῥα πατήρ τε] Ἰκάριος ὁ Οἰβάλου γαμεῖ Δωροδόχην τὴν Ὀρτιλόχου, ἢ κατὰ Φερεκύδην Ἀστεροδίαν τὴν Εὐρυπύλου τοῦ Τε‐
λέστορος. πυθόμενος δὲ Λαέρτης περὶ τῆς Πηνελόπης ὅτι καὶ τῷ604 in vol. 2
10κάλλει καὶ ταῖς φρεσὶ διαφέρει πασῶν τῶν καθ’ ἑαυτὴν γυναικῶν ἄγεται αὐτὴν τῷ παιδὶ Ὀδυσσεῖ πρὸς γάμον. ἣ τοσαύτην εἶχεν ἀρετὴν ὥστε καὶ τὴν Ἑλένην τὴν ἐκ Διὸς οὖσαν τῷ τῆς ἀρετῆς ὑπερβάλλειν κάλλει. ἡ ἱστορία παρὰ Φιλοστεφάνῳ καὶ Φερεκύδῃ. Q.V.

15

.

17

ὁ γὰρ περιβάλλει] ὅμοιον ἐστι τῷ “ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι” (Il. ψ, 276.). Q.

15

.

18

ἐξώφελλεν ἔεδνα] ἐξόχως ηὔξησε τὰ διδόμενα ταῖς νύμφαις δῶρα. B.Q.

15

.

19

ἀθετεῖ Ἀριστοφάνης ἐπὶ σμικρολογίᾳ παντελῶς. ὀρθοτονητέον δὲ τὴν σεῦ καὶ τὴν ἐκ τῷ δόμων συναπτέον. H. ἔνιοι τοὺς γʹ νοθεύουσιν, ὅτι μηδὲν τούτων ἐπανελθὼν ποιεῖ· εἰ μὴ περισσὸν ἦν τὸ καινοτομεῖν, ἥκοντος τοῦ πατρός. H.

15

.

24

ἐπιτρέψειας] πίστευσον. εὐκτικὸν ἀντὶ προστακτικοῦ. B.H.

15

.

27

οὐ δύναται τὸ τοι ὀξύνεσθαι· ἴαμβος γάρ ἐστι τὸ δέ τοι. H.

15

.

29

ἐν πορθμῷ] πορθμὸς, στενὴ θάλασσα ὑπὸ γῆς περιεχομένη, ἰσθμὸς δὲ γῆ στενὴ ὑπὸ θαλάσσης περιεχομένη. Q.V. ἡ στενὴ θά‐ λασσα μεταξὺ Ἰθάκης. B. Σάμοιο] τὴν Σάμην εἴρηκε Σάμον διὰ τὸ μέτρον, καὶ τὴν δείλην
5δείελον (ρ, 606.) ἐν ἄλλοις. V.

15

.

31

ἀλλὰ τάγ’ οὐκ ὀΐω] ἀντὶ τοῦ πέπεισμαι, ὡς τὸ “ἢ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν” (Il. α, 78.). B.Q. ὑποπτεύει Διονύσιος, ἐπεὶ τὸ μὲν δισταγμοῦ, τὸ δὲ ἀποφάσεως μετέχει. H.Q.

15

.

33

ἀλλὰ ἑκὰς] δι’ ἄλλης ὁδοῦ πλέε. οὐ γὰρ λέγει ὅτι, μέσον πλέων τῶν νήσων μηδεμιᾷ ἔγγιζε. Q.

15

.

34

ὁμοίως ὡς καὶ ἐν ἡμέρᾳ, μηδαμοῦ ὁρμῶν ἐν τῇ νυκτί. H. οὖρον] καιρὸν ἐπιτήδειον. Q.

15

.

37

ὀτρῦναι] γρ. ὄτρυνε. H.605 in vol. 2

15

.

39

ὁμῶς δέ τοι ἤπια οἶδεν] ὁμοίως δέ σοι ἤπια καὶ πραέα ὁ συ‐ βώτης οἶδεν, ἤτοι φροντίζων τῆς σῆς σωτηρίας. H.Q.

15

.

42

σῶς] σῶος, ὑγιὴς ἐν ἑαυτῷ ὑπάρχει. H.

15

.

45

λὰξ ποδὶ κινήσας] πρεπόντως ὁ μὲν ὑπὸ ἐκπλήξεως ἐπειγόμε‐ νος οὔτε τὸν καιρὸν οὔτε τὸ πρέπον θεωρεῖ. ἐφίστησι δὲ αὐτὸν εἰς ταῦτα ὁ Πεισίστρατος. Q. νοθεύεται ὡς διαπεπλασμένος ἐξ ἡμιστιχίου τῆς κ Ἰλιάδος (158.)
5ἐκεῖ γὰρ προσηκόντως Νέστωρ κοιμώμενον Διομήδην ἀνίστησι, κύψαι κατοκνήσας διὰ τὸ γῆρας. H. Vind. 133.

15

.

46

εἰς τὸ Πεισίστρατε ἡ στιγμή. H.

15

.

47

πρήσσωμεν] περάσωμεν. V.

15

.

49

οὔπως ἐστίν] φησὶν ὁ Πεισίστρατος, κατὰ τὴν νύκτα, ὦ Τη‐ λέμαχε, οὐ δυνατὸν ἐλαύνειν καὶ δι’ ἅρματος περᾶν τὸν δρόμον. ἀλλὰ μείνωμεν ἕως ἂν ὁ Μενέλαος ἔλθῃ καὶ δῶρα θήσει ἐν τῷ ἅρματι. Q.

15

.

51

ἐπιδίφρια] ἐπὶ τὰ ἅρματα κομισθησόμενα. B. ἐπὶ τὸν δί‐ φρον τιθέμενα ἢ τὸ ἅρμα. V.

15

.

58

ἀναστρεπτέον τὴν παρά. H.

15

.

62

παριστάμενος δὲ προσηύδα] ἔπος ηὔδα superscr. in H.

15

.

65

εἰπὲ αὐτῷ ἀπελθεῖν εἴσω τῆς πατρίδος. H.

15

.

71

ἀμείνω δ’ αἴσιμα πάντα] τὰ δίκαια, οἷον εἰρημένα καὶ προσ‐ ήκοντα. μέτρον γὰρ πᾶν ἄριστον. H.Q.

15

.

73

ξεῖνον ἐποτρύνει] εὐπρεπῶς μετὰ προφάσεως ὀτρύνει ἀπελθεῖν. B.Q.

15

.

74

ἐν πολλοῖς οὐκ ἐφέρετο. καὶ ἔστιν Ἡσιόδειος τῆς φράσεως ὁ χαρακτήρ. εἰ δὲ δεχοίμεθα αὐτὸν, πρὸ τῶν πρὸ ἑαυτοῦ δύο στίχων ὀφείλει γράφεσθαι. H.Q. Vind. 133. τοῦτο τὸ σχῆμα καλεῖται γνωμικόν. V. θείω] θῶ ὑποτακτικὸν καὶ θείω ὡς πολεμησείω. B.

15

.

78

ἀμφότερον] οἱ ηʹ ἠθετοῦντο. συγκέχυται δὲ τὸ δυϊκὸν τοῦ ἀμ‐ φότερον. H. κῦδος καὶ ἀγλαΐα ἕν ἐστι· διὸ καὶ τὸ ἀμφότερον ἐπήνεγκεν. κῦδος
καὶ ἀγλαΐα τῷ ξενοδόχῳ, ὠφέλεια δὲ τῷ ξενισθέντι. H.Q.606 in vol. 2
5κατ’ ἀμφότερόν ἐστι καλὸν καρτερῆσαί σε· κῦδός τέ σοι γενήσε‐ ται καὶ λαμπρότης καὶ ὄφελος. Q.

15

.

80

τραφθῆναι] γρ. τερφθῆναι καὶ τέρφθητι. M. ὁρμηθῆναι. γράφεται καὶ τερφθῆναι. V. ὁρμηθῆναι, ὁρμῆσαι. B. ἀντὶ τοῦ τραπῆναι. Q. ἀτόπως δὲ καὶ τὸ, ἀν’ Ἑλλάδα. μόνην γὰρ τὴν ὑπὸ Ἀχιλλεῖ Ἑλλάδα καλεῖ Ὅμηρος. Q

15

.

81

ὅλαι ὑποστιγμαί. ὁ δὲ πλεονάζει. H.

15

.

83

ἀμπέμψει διὰ τοῦ μ. ἔστι γὰρ ἀποπέμψει τὸ τέλειον. H. ἀμπέμψει] γρ. ἀποπέμψει. Vind. 133.

15

.

85

καὶ ταῦτα ἀπρεπῆ διδάσκεσθαι πρὸς Μενελάου τὸν Τηλέμα‐ χον τὸ ἀπαιτεῖν. H.

15

.

88

ὄπισθεν] παρὰ τὴν ὄψιν. τὸν ἐξ ὑποστροφῆς φυλάττοντα. V.

15

.

90

μὴ] ἔξωθεν προσληπτέον τὸ δέδοικα. H.

15

.

91

ἤ τι] γρ. εἴ τι. M. ἀντὶ τοῦ τὸν βίον μου ἀπολέσῃ. τοῦτο δὲ ἀγνοήσαντες προσένειμαν τοῖς ἑξῆς· ὅ ἐστι σμικρολόγου, ὡς Ἀριστοφάνης φησί. H.

15

.

93

αὐτίκ’ ἄρ’ ᾗ ἀλόχῳ] οὐχ ἵνα αὐτουργήσῃ, ἀλλ’ ἵνα κελεύσῃ καὶ διδάσκῃ μὴ δίχα γυναικὸς κελεύειν τι κατὰ οἶκον. H.Q.

15

.

94

δεῖπνον—τετυκεῖν] τὰ πρὸς τὴν χρείαν τοῦ δείπνου εὐτρεπί‐ ζειν. H.

15

.

95

ἀγχίμολον] οὐκ ἀναγκαῖον ἀθετεῖν. οὐ γὰρ δῆλοι οἱ θερά‐ ποντες ὥστε ἐν τῇ αὐτῇ οἰκίᾳ οἰκεῖν. H.Q.

15

.

98

ὀπτῆσαί τε κρεῶν] τῶν ἀπολελειμμένων ἔτι ἀπαρασκευάστων. B.V. Ἀττικὴ ἡ φράσις. Q.

15

.

104

φωριαμοῖσι] τοῖς κιβωτίοις διὰ τὸ αὐτόθι τὰ φάρη ἀμᾶσθαι ἢ διὰ τὸ τοὺς φῶρας ἀπείργειν. V. κιβωτίοις, ἀπὸ τοῦ τοὺς φῶρας ἀμύνειν. B.Q.

15

.

105

λείπει ἡ πρίν. H.
οὓς κάμεν αὐτή] αἰτιῶνται ὡς οὐκ ἐσχηκυίας καιρὸν τῆς Ἑλένης ἐργάσασθαι. νῦν γὰρ ἧκε. δύναται μέντοι καὶ πρὸ τοῦ ἀπᾶραι ἐργά‐ σασθαι καὶ ἐξ Ἰλίου κεκομικέναι. Q. Vind. 133.607 in vol. 2

15

.

106

τρεῖς ὀξεῖαι· καὶ εἴπομεν ἐν τῇ Ἰλιάδι τὸ αἴτιον. H.

15

.

108

νείατος] ὡς κρείττων τῶν ἄλλων. H.

15

.

120

χερσὶ] γρ. χειρί, ἑνικῶς. H.

15

.

126

μνῆμ’ Ἑλένης] οὐ μόνον δεδωκυίας, ἀλλὰ καὶ ἐργασαμέ‐ νης. V.

15

.

127

τείως δ’ ἐφίλει] γρ. τείως δὲ φίλη. H.

15

.

128

Ἀρίσταρχος, κεῖσθαι. H. ἀφίκηαι] γρ. ἀφίκοιο. Vind. 56.

15

.

130

γρ. χειρί. H.

15

.

131

ἐς πείρινθα] εἰς ἐπίθεμα τοῦ δίφρου. ἀπὸ μέρους τὴν ἅμαξαν φησί. H. εἰς τὸ ἐπίθεμα τοῦ δίφρου, ὅ ἐστι τὸ πλινθίον ἤτοι ἡ στρῶσις τοῦ ἅρματος. γίνεται δὲ ἀπὸ τοῦ πέρας. B. κιβώτιον τῆς ἁμάξης, ἐφ’ οὗ κατέθηκέ τι ὁ ὀχούμενος. V.

15

.

135

χέρνιβα] χερόνιπτρα. H.

15

.

138

σῖτον δ’ αἰδοίη ταμίη] τοῖς δὲ μνηστῆρσι δι’ ἀπληστίαν καὶ ἀσωτίαν, “σῖτον δὲ δμωαὶ παρενήνεον” (α, 147.). Q.

15

.

141

οἰνοχόει] οὕτω διὰ τοῦ ο. H. οὕτως ἔθος· καὶ γὰρ Ἥβη παρὰ Διΐ. H.

15

.

146

αἰθούσης ἐριδούπου] τὴν κάτω φλιὰν τῆς θύρας λέγει αἴθου‐ σαν, ἀπὸ τοῦ πρώτως εἴσω τῆς οἰκίας ἐκεῖθεν προσβάλλειν τὸν ἥλιον ὑπανίσχοντα εἰς ὕψος οὐρανοῦ. H.Q. ἐριδούπου] μεγαλοήχου. μεγαλόηχον δὲ λέγει τὸ πρόθυρον ἐκεῖνο,
5ὡς ἔοικε, διὰ τὸ τὸν ἄνεμον ἐκεῖθεν μετὰ ἤχου σφοδροτέρου πνέεσθαι· ἢ διὰ τὸ τὴν θύραν μὴ εὔστροφον εἶναι ὡς ἑτοίμως συμπτύχεσθαι, ἀλλ’ ἦχον ἐκπέμπειν μέγαν τε καὶ ἀπαίσιον. Q.

15

.

149

λείψαντε] σπείσαντες. H.V. κιοίτην ἀπέλθοιεν. V.

15

.

150

δεδισκόμενος] διαφιλοφρονούμενος. B.

15

.

152

εἰπεῖν] χαίρειν δηλονότι. Q.
οὕτως, εἰπεῖν· οὐκ, εἴπετον. H.608 in vol. 2

15

.

157

Ὀδυσῆϊ ἐνὶ] Ἀττικόν ἐστιν, ὡς “ἥρωι Λαομέδοντι πολίσ‐ σαμεν” (Il. ε, 453.). H.

15

.

159

αὐτὰρ ἐγὼ κειμήλια] δείξω. Q.

15

.

161

ἀργὴν χῆνα] ὅτι καὶ θηλυκὸν λέγεται. H.

15

.

162

οἱ δ’ ἰύζοντες] πρὸς τὴν πτῆσιν ἔτρεχον ποιὰν φωνὴν ἀφιέν‐ τες, ἵνα ῥίψῃ τὴν χῆνα. B.Q.

15

.

168

ἢ—ἦε] τὸ δεύτερον περισπαστέον ὡς ἐρωτηματικόν. H.

15

.

170

ὑποκρίναιτο] διακρίνοιτο. Q. ἀποκριθείη. V.

15

.

172

μαντεύσομαι] ἔνιοι, μυθήσομαι. H.

15

.

174

ἀτιταλλομένην] κυρίως μὲν ἐκ νηπίου, νῦν δὲ μετ’ ἐπιμε‐ λείας τρεφομένην. B.H.Q.

15

.

177

ἠὲ καὶ ἤδη οἴκοι] ὑπακουστέον τὸ ἐστίν. V.

15

.

180

ἐρίγδουπος] ἡ μεγαλόψοφος ἀκτή. V.

15

.

181

καὶ κεῖθι] ἐκ πλήρους ὁ καί σύνδεσμος. H.

15

.

183

διὰ πόλεως ἤϊξαν πεδίονδε μεμαῶτες. H.

15

.

184

ζυγὸν ἀμφὶς ἔχοντες] τὸν ζυγὸν ἑκατέρωθεν βαστάζοντες. B.Q. ἀπὸ οὖν τοῦ παρακολουθοῦντος τὸ ἔτρεχον. B.

15

.

186

ἐς Φηρὰς] διὰ τοῦ η τὴν πόλιν τὴν Λακωνικήν. H. ἀπὸ Λακεδαιμονίας ἕως Φηρᾶς ἡμέρας ὁδὸς, ἀπὸ δὲ τῆς Φηρᾶς ἄχρι καὶ Πύλου ἄλλη ἡμέρα. B. πόλις Λακωνική. Q.

15

.

188

ταύτην πρώτην νύκτα κοιμᾶται παρὰ Εὐμαίῳ Ὀδυσσεύς. H.

15

.

193

πτολίεθρον ἡ μικρὰ πόλις. γίνεται δὲ ἀπὸ τοῦ πολίζω τὸ κτίζω. H.

15

.

198

ὁμοφροσύνῃσιν] φιλίαις γνησιωτέραις. B.Q.V.

15

.

199

μή με παρὲξ ἄγε νῆα] ἀντὶ τοῦ, παρὲξ ἄγε νηός. B. μή με παρὰ τὴν φέρουσαν ὁδὸν ἐπὶ τὴν ναῦν ἄλλην ἀγάγῃς. B.V. μή
με παρὲξ ἄγε νῆα] εἰς τὴν πόλιν πρὸς τὸν Νέστορα. ἀλλ’ ἐντεῦθεν αὐτὸς μὲν εἰ βούλοιο ἀπελθεῖν εἰς τὴν πόλιν, ἐμὲ δὲ λίπε ἐντεῦθεν ἐπὶ609 in vol. 2
5τὴν ναῦν βαδίσαι. H.Q. ἀεὶ παρὰ τῷ ποιητῇ τὸ παρὲξ βαρύνεται— ἐπ’ ἄλλην ὁδὸν ἐπάγῃς. H.

15

.

200

μή με γέρων ἀέκοντα] μέμνηται τοῦ “χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν” (74.). H.Q.

15

.

205

στρέψ’] τὸ πλῆρες ἔστρεψεν, οὐ στρέψα· ἀπ’ ἄλλης γὰρ ἀρχῆς ἐστι. H.

15

.

206

νηῒ δ’ ἐνὶ πρύμνῃ] στὰς ἐπὶ τῆς πρύμνης ἐδέχετο δῶρα. τὸ δὲ ἐξαίνυτο σημαίνει τὸ ἐξῃρεῖτο. ἔνθεν ἡ τοὺς ἰχθύας αἰνυμένη τοῖς γόμφοις τρίαινα. B.H.Q.

15

.

212

ὑπέρβιος] ὑπερφυὴς, μεγαλοφυὴς, μεγαλόφρων. B. ὑπὲρ δύναμιν. V.

15

.

214

περισσὸν κεῖται τὸ ἔμπης. H.

15

.

215

ἵμασε] γρ. ἔλασε. M.

15

.

218

ἐγκοσμεῖτε τὰ τεύχεα] κατὰ κόσμον καὶ ἐν τάξει ποιεῖτε τὰ ἐργαλεῖα, ἤτοι τὰ ὅπλα τοῦ πλοίου, τὰς κώπας καὶ τὰ ἄρμενα. B.H.

15

.

223

ἤλυθεν ἀνὴρ] ἱστορία. Πολυφείδης ὁ μάντις Σαριοῦσαν γήμας γίνονται αὐτῷ παῖδες Ἁρμονίδης καὶ Θεοκλύμενος, ὃς κτεί‐ νας ἐμφύλιον ἄνδρα φεύγει εἰς τὴν Πύλον. συντυχὼν δὲ θύοντι Τηλεμάχῳ δεῖται αὐτοῦ σῶσαι αὐτὸν εἰς τὴν Ἰθάκην. ὁ δὲ αἰδεσθεὶς
5τὴν τοῦ ἀνδρὸς φυγὴν καὶ κατελεήσας τὸν ὁμήλικα σὺν ἑαυτῷ τοῦτον ἄγεται εἰς τὴν Ἰθάκην. εἰπόντα δὲ αὐτὸν τὰ περὶ τοῦ πατρὸς ἀληθῆ μαντεῖα πολὺ μᾶλλον ἐτίμησεν. ὅθεν καὶ Θεοκλύμενος φιλοφρονού‐ μενος ὑπὸ τῶν περὶ τὸν Ὀδυσσέα δεῦρο τὸν βίον καταστρέφει. ἡ ἱστορία παρὰ Φερεκύδῃ. Q.V.

15

.

224

τηλεδαπός] τηλόθεν πεπερακώς. Ἄργεος δὲ οὐ τῆς πόλεως,
ἀλλὰ τῆς χώρας. B. νῦν τὸ φεύγων ἀντὶ τοῦ ἑκουσίως καταλιπὼν ὑπὲρ τοῦ ἀδελφοῦ Βίαντος. H.610 in vol. 2

15

.

225

Μελάμποδος ἑτέρα ἱστορία] Μελάμπους ὁ Ἀμυθάονος παῖς πολλὰ μὲν καὶ ἄλλα διὰ τῆς μαντικῆς τεράστια ἐποίησεν, οὐχ ἥκιστα δὲ αὐτῷ καὶ οὗτος ἐνδοξότατος ἆθλος ἐγένετο. τῶν γὰρ Προί‐ του θυγατέρων τοῦ βασιλέως τῶν Ἀργείων Λυσίππης καὶ Ἰφιανάσ‐
5σης διὰ τὴν ἐκ νεότητος ἀνεπιλογιστίαν ἁμαρτουσῶν εἰς Ἥραν· παραγενόμεναι γὰρ εἰς τὸν τῆς θεοῦ νεὼν ἔσκωπτον αὐτὸν λέγουσαι πλουσιώτερον μᾶλλον εἶναι τὸν τοῦ πατρὸς οἶκον· καὶ διὰ τοῦτο μα‐ νεισῶν παραγενόμενος ὁ Μελάμπους ὑπέσχετο πάντως θεραπεύειν, εἰ λάβοι κατάξιον τῆς θεραπείας μισθόν. ἤδη γὰρ ἡ νόσος δεκαετὴς
10καὶ ὀδύνην φέρουσα οὐ μόνον αὐταῖς ταῖς κόραις, ἀλλὰ καὶ τοῖς γε‐ γεννηκόσι. ἀπαγγειλαμένου δὲ τοῦ Προίτου τῷ Μελάμποδι καὶ μέ‐ ρος τῆς βασιλείας καὶ μίαν τῶν θυγατέρων ἣν ἂν ἐθέλοι εἰς γάμον δώσειν, ἰάσατο τὴν νόσον Μελάμπους διά τε ἱκεσιῶν καὶ θυσιῶν τὴν Ἥραν μειλιξάμενος. καὶ λαμβάνει πρὸς γάμον Ἰφιάνασσαν ἔδνον
15αὐτὴν τῶν ἰατρειῶν καρπωσάμενος. ἡ ἱστορία παρὰ Φερεκύδῃ. H. Q.V.

15

.

226

ὃς πρὶν μέν ποτ’ ἔναιε] ὁ Μελάμπους. V.

15

.

227

Πυλίοισι μέγ’ ἔξοχα] ἡ γραφὴ μετά, ἀντὶ τοῦ ἐν Πυλίοις· μετὰ Πυλίων ναίων ἔξοχα δώματα. Πύλιος γὰρ ἦν. Π.

15

.

229

λείπει ἡ διά, διὰ Νηλέα, καὶ ὁ τε παρέλκει. Π.

15

.

230

ὅς οἱ χρήματα] οἱ ἀντὶ τοῦ αὐτοῦ, ὡς ἐκείνου ὑποσχομένου φέρειν τὰς βοῦς ἀντὶ ἔδνων. τῆς κόρης γὰρ τὴν οὐσίαν ἀπέσπασεν. B.Q. βιασθέντος ὑπὸ τῶν Ἰφίκλου βουκόλων ἀπήνεγκε τὰ χρήματα
5καταφρονήσας ὡς οὐ γενναίων αὐτῶν. V.

15

.

231

τέως μὲν] ἕως τοῦ τελειωθῆναι τὸν ἐνιαυτόν. P.V. Φυλάκοιο] γράφεται Ἰφίκλοιο. B.611 in vol. 2

15

.

233

ἄτης τε βαρείης] φρενοβλαβείας. V.

15

.

234

δασπλῆτις Ἐριννύς] δυσπροσπέλαστος· καὶ μεγάλως ἐμ‐ πελάζουσα, δυσχερὴς ᾧ ἂν προσπελασθῇ. V. δυσπλῆτίς τις οὖσα, ὅ ἐστι δυσπέλαστος, ἀντὶ τοῦ καταπληκτική. ἡ Ἐριννὺς, φησὶν, ἔθηκεν εἰς νοῦν τῷ Μελάμποδι τὸ τὰς βοῦς Ἰφίκλου ὑποσχέσθαι
5τῷ Νηλεῖ. B.H.Q. δασπλῆτις ἡ ἄγαν πλήττουσα. τοῦτο δὲ ἐκ τοῦ δα ἐπιτατικοῦ μορίου καὶ τοῦ πλήττω. H.

15

.

236

καὶ ἐτίσατο ἔργον ἀεικὲς] καὶ ἐτιμωρήσατο τὸν Νηλέα ὑπο‐ μείνας ἔργον χαλεπόν. V. ἀντὶ τοῦ ἐξέτισε τῷ Νηλεῖ τὸ ἐπιταχθὲν ἔργον, ὃ ἦν ἀεικὲς, ὅ ἐστι σκληρὸν καὶ μὴ εἶκον, ἀλλὰ δυσκατόρθω‐ τον. ἢ τὰ ἴδια χρήματα ἀναλαβὼν τὸν κατέχοντα ἐτιμωρήσατο.
5τιμωρία γὰρ ἦν ἀφαιρήσεσθαι χρημάτων τὸν περὶ χρήματα ἄπληστον. B.Q. μετὰ τὸ ἐνεχθῆναι τὰς βοῦς Νηλεὺς οὐ παρεῖχε τὴν κόρην ἕως ὅπου μάχῃ νενίκηται ὑπὸ τῶν Ἀμυθαονιδῶν. B.Q.

15

.

239

τόθι] γρ. ὅθι. H.

15

.

240

μετὰ γὰρ τὸ ἐπιδημῆσαι τοιοῦτον μάντιν εἰς τὸ Ἄργος ἐβασίλευσεν. H.

15

.

242

Μάντιον] ὡς Φήμιον. H.

15

.

244

Ὀϊκλείης καὶ Ὀϊκλῆς διχῶς. H. Ἀμφιάρηον] Ἀρίσταρχος διὰ τοῦ α, Ζηνόδοτος διὰ τοῦ η. H.

15

.

245

καὶ Ἀθήνη] γρ. καὶ Ἀπόλλων. Vind. 5.

15

.

246

οὐδ’ ἵκετο γήραος οὐδὸν] ὁ δέ παρὰ σύνταξιν κεῖται. λέγει γὰρ ὅτι καίπερ θεοφιλὴς ὢν οὐκ ἐγήρασε. τὸ οὖν ἑξῆς, γήραος δὲ οὐδὸν οὐχ ἵκετο. ὅμοιον δέ ἐστι τῷ “οὐδ’ Ἀγαμέμνων λῆγ’ ἔριδος τὴν πρῶτον ἐπηπείλης’ Ἀχιλῆϊ” (Il. α, 318.). τὸ γὰρ ἑξῆς, Ἀγα‐
5μέμνων δ’ οὐ λῆγ’ ἔριδος. τούτῳ ὁ Μένανδρος οὐ προσεσχηκὼς εἶπεν “ὃν οἱ θεοὶ φιλοῦσιν ἀποθνήσκει νέος.” H.Q. εἰς σύμβολον τῆς θεοφιλίας τὸ μὴ καταγηράσαι· ἄμφω δῶρα, τὸ μὲν θεοφιλίας, τὸ δὲ μικροχρονίου ζωῆς. H. ἢ σύμβολον τῆς θεοφιλίας τὸ μὴ καταγη‐
ράσαι, ἢ παρὰ σύναξιν κεῖται. λέγει γὰρ ὅτι καίπερ θεοφιλὴς ὢν612 in vol. 2
10οὐκ ἐγήρασε. τὸ οὖν ἑξῆς, γήραος δὲ ὁδόν. B. θεὸς γὰρ πεπρωμέ‐ νης οὐκ ἀπολύει, ζῶντι δὲ ἀγαθῶν αἴτιος γίνεται. ἢ τὸ Μενάνδρειον “ὅν οἱ θεοὶ φιλοῦσιν ἀποθνήσκει νέος.” V. ὁ Ἀμφιάραος εἰδὼς πεπρωμένον εἶναι τὸ εἰ ἐξέλθοι ἐν πολέμῳ σφαγῆναι, ἐδειλία τὸν πόλεμον καὶ οὐκ ἐξήρχετο· ἐφ’ ᾧ καὶ Θη‐
15βαῖοι ἐστείλαντο λάθρα τῇ γυναικὶ αὐτοῦ ὅρμον οἷα ξένιον. παρέπει‐ σεν αὐτὴ τὸν ἴδιον ἄνδρα ἐξελθεῖν πρὸς τὴν συμβολὴν τοῦ πολέμου, καὶ ἐξελθὼν ἀνῃρέθη. H.

15

.

247

γυναίων εἵνεκα δώρων] τὸν ὅρμον ἐπὶ τῷ Ἀμφιαράῳ ἀκου‐ στέον. V.

15

.

248

οὐκ οἶδεν Ὅμηρος τὸν Ἀλκμάονα μητροκτόνον. Vind. 133.

15

.

254

Ὑπερησίην] ἡ Ὑπερησία πόλις Ἀχαΐας καὶ Πελοποννήσου. H. πόλις Ἄργους ἡ Ὑπερησία. εἶπε γὰρ ὅτι ἐξ Ἄργους ἦλθεν ὁ Θεοκλύμενος. B.Q.

15

.

260

ἀπολύτως ἡ σε. H.

15

.

261

λίσσομ’ ὑπὲρ θυέων καὶ δαίμονος] ὑπὲρ ταύτης τῆς θυσίας καὶ τοῦ δαίμονος ᾧ θύεις. ἀντὶ τοῦ κατὰ τῆς θυσίας καὶ τοῦ δαίμονος. B.Q.V. ἠδὲ τοκήων] γρ. αὐτὰρ ἔπειτα. Vind. 133.

15

.

266

ἀγορεύσω] γρ. καταλέξω. H. Vind. 133.

15

.

268

λυγρῷ ὀλέθρῳ] αἱ χαριέστεραι λυγρὸν ὄλεθρον. H.

15

.

272

οὕτω τοι καὶ ἐγὼν] τὸ ἑξῆς, οὕτω φεύγω, ὡς ὁρᾷς, μό‐ νος. H.

15

.

276

οὐκ ἐκ τῶν ἀποβάντων, ἀλλὰ καὶ ὡς μάντις οἶδεν. H. κατὰ χρόνους] γρ. κατ’ ἀνθρώπους. H.

15

.

277

ἔφεσσαι] ἀντὶ τοῦ, ἔφεσον, ἐπιβίβασον. B.

15

.

281

οἷά κ’] ἀντὶ τοῦ τόσα ἄν. H.

15

.

282

οἱ ἐδέξατο χάλκεον ἔγχος] κάτω ὢν ἐκτείνας τὴν χεῖρα ἔδωκεν εἰς τὸ πλοῖον τὸ δόρυ, μετὰ δὲ τὸ δοῦναι δόρυ εἶτα ἀνέβη. B. λείπει ἡ παρά, ἵν’ ᾖ παρ’ αὐτοῦ. Q.

15

.

283

ἐπ’ ἰκριόφιν] ἐπὶ τὸ κατάρτιον. Q.613 in vol. 2

15

.

285

ἀεὶ ἡ οἷ προτασσομένη τῆς ἐπιταγματικῆς ὀρθοτονεῖται, σεσημειωμένου τοῦ “ἀλλά οἱ αὐτῷ Ζεὺς ὀλέσειε βίην.” (Od. δ, 667.). H.

15

.

289

ἤτοι ἐν τόπῳ ᾧ τὰ ἄρμενα οἱ πλωτῆρες ἐφήρμοζον. H.

15

.

292

ἴκμενον] δίυγρον, ἀπὸ τοῦ ἰκμὰς, ἢ πορευτικόν. H.

15

.

293

ἐπαιγίζοντα] Ἀριστοφάνης ἐπαΐσσοντα. αἰγίδας ἔλεγον τὰς ὑφ’ ἡμῶν καταιγίδας καὶ σφοδρὰς πνοὰς τῶν θυελλῶν. Q. Vind. 133.

15

.

297

τὰς Φηρὰς λέγει. εἶπε δὲ διὰ τὸ μέτρον, Φεράς. γρ. καὶ, Φεάς. περὶ ἧς φησι “Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα” (Il. η, 135.). H. Vind. 133. ἐπέβαλλεν] προσῄει, ἀντὶ τοῦ παρῄει. V.

15

.

299

θοῇσιν] μεταληπτικὸν ἐκ τοῦ κατὰ κίνησιν ὀξέος ἐπὶ τὸ κατὰ σχῆμα. H.V. ταῖς ὀξείαις λεγομέναις, μεταληπτικῶς. B. Q.V.

15

.

309

πτωχεύσων] πτωχείαν ἀποποιησάμενος, ἢ τὰ πτωχοῖς ἁρ‐ μόδια αἰτήσων. ἀπολύτως ἡ σε. H.

15

.

310

ὑπόθευ] συμβούλευσον. Q. καὶ ἅμ’ ἡγεμόν’] γρ. καί μ’ ἡγεμόνα. H.

15

.

311

ὅς κέ με κεῖσε] ἔνθα οἱ μνηστῆρες εἰσίν. ἀπολύτως ἡ με. H.

15

.

312

κοτύλην] ἐκπώματος ἤτοι ποτηρίου εἶδος τοσούτου καὶ μέ‐ τρου B.V. ἤγουν ὕδωρ κοτύλης ἤτοι ποτηρίου. H.Q. πύρνον] τὸ μὲν γένος ἄδηλον παρὰ τῷ ποιητῇ, ὁ δὲ τόνος ὡς τόρνος. πύρνος ἐστὶ πύρινος ψωμὸς ἀπὸ τοῦ πυρός, ὁ σῖτος. B.
5H.Q.

15

.

317

δρώοιμι] διακονοίην, δουλεύοιμι. τὴν δὲ σφίσιν ὀρθοτονητέον καίπερ ἀπόλυτον οὖσαν. Q. τὸ δὲ, ἐθέλοιεν, οὕτως αἱ Ἀριστάρχου, φασὶ, τρισυλλάβως τὸ ἐθέλω. H.

15

.

319

Ἑρμείαο ἕκητι] ὅτι κῆρυξ. καὶ γὰρ παρ’ Ὁμήρῳ τὰ πολλὰ
οὗτοι ποιοῦσι. “κήρυκες δ’ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες οἱ μὲν ἀρ’ οἶνον ἔμισγον” (Od. α, 109.). καὶ παρὰ τοῖς ἥρωσι δὲ κήρυκες οἱ ταῦτα ὑπουργοῦντες. Q.614 in vol. 2
5ἐπειδὴ τὸν Ἑρμῆν τοῦ λόγου λέγουσιν ἔφορον καὶ τῶν τεχνῶν ἐπιστήμονα, λέγει Ὀδυσσεὺς ὅτι τῇ τούτου βουλῇ ἐν πάσαις ὑπηρε‐ σίαις δοκιμώτερος τῶν ἄλλων φανήσομαι. Q.

15

.

321

δρηστοσύνῃ] τῇ ἐν διακονίᾳ ἐνεργείᾳ, ἢ τῇ ἐν μαγειρικῇ τέχνῃ. H.

15

.

322

πῦρ τ’ εὖ νηῆσαι] ξύλα σωρεῦσαι ἕνεκεν τοῦ πῦρ ποιῆσαι. B.V. καταστρέφει δὲ εἰς τὸ φυλάξαι πῦρ. B. κεάσσαι] καῦσαι· ἢ σχίσαι. V.

15

.

324

ἀναστρεπτέον τὴν παρά. H. δρώωσι] διακονοῦσιν. V. χέρηες] οἱ χείρονες, οἱ ἐλάττους. H.

15

.

326

ξένος λέγεται παρὰ τὸ ἔξω εἶναι τῶν οἰκείων. H.

15

.

333

οἵ σφιν ὑποδρώωσιν] ἐχρῆν ἀναστρέφεσθαι τὴν ὑπό, ἵνα ᾖ ὑπό σφιν. τὸ δὲ εὔξεστοι ἀντὶ τοῦ καλῶς ἐξεσμέναι ἤτοι εἰργασμέναι. Q.

15

.

334

σίτου] δισυλλάβως μετρητέον καὶ τοῦτον τὸν στίχον. Vind. 133.

15

.

335

οὐ γάρ τίς τοι ἀνιᾶται] οὐ γάρ τις ἡμῶν λυπεῖται ἐπὶ τῇ σῇ παρουσίᾳ καὶ τῇ μεθ’ ἡμῶν διαγωγῇ. H.

15

.

343

γαστὴρ λέγεται παρὰ τὸ γῶ τὸ χωρῶ, ἡ χωρητικὴ τῶν σπερμάτων, ἢ παρὰ τὸ δέχω, ἡ δεκτικὴ σπερμάτων. H.Q.

15

.

344

ἀνέρες] τὸ ἑξῆς, ὧν ἐφάψεται ἡ ἄλη, ἤτοι ἡ πλάνη, τὸ πῆμα καὶ τὸ ἄλγος. Q.

15

.

346

ἰσχανάας] κατέχεις, ἔχεις· ἐκ τοῦ ἴσχω τὸ κρατῶ. H.Q.

15

.

347

μητρὸς Ὀδυσσῆος] περὶ τοῦ πατρὸς βουλόμενος μαθεῖν ὑποκρίνεται τὸν μὴ εἰδότα περὶ Ἀντικλείας. H.Q.V.

15

.

348

περιφραστικῶς τῷ γήρει. H.615 in vol. 2

15

.

357

ἤκαχ’] λυπηθῆναι ἐποίησε. B. ὠμῷ γήραϊ] πρὸ ὥρας γη‐ ρᾶσαι ἐποίησε διὰ τὴν ἐπ’ αὐτῇ λύπην. B.Q.V. ἀπαραμύθητον γὰρ αὐτὸν ἀφῆκε τὸ πρὸ ὥρας καὶ θᾶττον τοῦ προσήκοντος. B.Q.

15

.

359

ὡς μὴ θάνοι] καθὸ λύπῃ κατὰ λεπτὸν διεφθάρη. H.

15

.

361

ὄφρα μὲν οὖν δὴ κείνη] τούτου ἡ ἀπόδοσις ἐν τῷ “ἐκ δ’ ἄρα δεσποίνης,” ἵν’ ᾖ, ὅτε μὲν ἔζη ἡ Ἀντίκλεια, τότε καὶ ἠρώτων περὶ Ὀδυσσέως καὶ ἐπεζήτουν τὰ κατὰ τὸν οἶκον, φιλούμενος γὰρ ὑπ’ αὐτῆς ὡς ἂν υἱὸς αὐτῆς. νῦν δὲ οὐδὲ ἀποκρίσεως ἡμᾶς τυχεῖν
5ἔστι παρὰ τῆς Πηνελόπης· τοῦ γὰρ κακοῦ τῶν μνηστήρων ἐμπεσόντος οὐδὲ λαλῆσαί τινι βούλεται. Q.

15

.

362

λείπει τὸ περὶ τῶν κατὰ τὸν οἶκον. H.

15

.

363

Κτιμένη] Κτιμένη κυρίως ἐκαλεῖτο ἡ Ὀδυσσέως ἀδελφὴ, ἧς ὁ Εὐρύλοχος ὑπονοεῖται ἀνήρ. λέγει γὰρ “καὶ πηῷ περ ἐόντι μάλα σχεδόν” (κ, 441.). B.Q.

15

.

364

ὁπλοτάτην τέκε παίδων] θηλειῶν γοῦν. μόνον δ’ αὖτ’ Ὀδυσ‐ σέα πατὴρ τέκε (π, 119.). καὶ πλείους οὖν αἱ Ὀδυσσέως ἀδελ‐ φαί. Q.

15

.

365

ὁμοῦ] ἐν τῷ αὐτῷ τόπῳ. V.

15

.

366

πολυήρατον] ἣν καταλαβεῖν πολλοὶ εὔχονται, τὴν πολύ‐ ευκτον. H.

15

.

371

τούτων ἐπιδεύομαι] ὧν ἡ Ἀντίκλεια ἐχαρίζετο, τούτων ἐν‐ δεής εἰμι. B.Q.V.

15

.

372

ἔργον ἀέξουσι] τὴν κακοπάθειαν. Q.

15

.

373

καὶ αἰδοίοισιν] οὕτως τοὺς ἱκέτας ἔλεγον. H.Q. τινὲς δὲ τῆς Ἀφροδίτης. H.

15

.

376

χατέουσιν] χρῄζουσιν. Q.

15

.

379

ἐνὶ στήθεσσιν] γρ. ἀεὶ δμώεσσιν. M. Vind. 133.

15

.

393

ἀκουέμεν] Ἀρίσταρχος ἀκούειν, ὡς εὕδειν. H.

15

.

394

πρὶν ὥρη] ἐλλείπει, γένηται. V.

15

.

397

ἀνακτορίῃσιν] ὁ μὲν Ἀρίσταρχος, ταῖς δεσποτικαῖς, ὁ δὲ Ἀριστοφάνης, ὧν ἕκαστος ἄρχει, ὅθεν καὶ ὁ χειρῶναξ. B. Vind.

15

.

133

τοῖς δεσπόταις, ἢ ὧν ἕκαστος ἄρχει. Q.

15

.

399

κήδεσιν ἀλλήλων τερπώμεθα] καὶ ἐν ταῖς δειναῖς διηγήσεσι τέρπεται ἀνὴρ ὢν ἐν θλίψεσι καὶ ἀκούων ἑτέρου λέγοντος τὰ ἑαυτοῦ ἄλγεα. B.Q.616 in vol. 2

15

.

400

μνωομένω] γρ. μεμνομένω. M.

15

.

403

Συρίη] μία τῶν Κυκλάδων ἡ Συρία. εἴρηται δὲ Συρία ὡς τὰ Ψύρα Ψυρία, “νήσου ἐπὶ Ψυρίης” (Od. γ, 171.). H. μία τῶν Κυκλάδων ἡ Συρία, ἡ παρ’ ἡμῖν λεγομένη Σῦρα. B.Q.

15

.

404

ὅθι τροπαὶ ἠελίοιο] ἔνθα φασὶν εἶναι ἡλίου σπήλαιον, δι’ οὗ σημειοῦνται τὰς τοῦ ἡλίου τροπάς. Q.V. οἷον ὡς πρὸς τὰς τροπὰς ἡλίου, ὅ ἐστιν ἐπὶ τὰ δυτικὰ μέρη ὑπεράνωθεν τῆς Δήλου. οὕτως Ἀρίσταρχος καὶ Ἡρωδιανός. B.H.Q.

15

.

406

ὑφ’ ἓν ἀναγνωστέον ἕως τοῦ “πολύπυρος·” διαστέλλεται τῷ “πείνη δ’ οὔποτε.” H.

15

.

407

οὐδέ τις ἄλλη νοῦσος] τῷ λιμῷ τὴν νοῦσον συνέζευξεν, ἐπεὶ τῷ λιμῷ καὶ λοιμὸς παρακολουθεῖ. “λιμὸν ὁμοῦ καὶ λοιμόν· ἀποφθι‐ νύθουσι δὲ λαοί.” Q.

15

.

408

ἐπαινεῖ τὴν πατρίδα. H.

15

.

409

ἀναστρεπτέον τὴν κατά. H.

15

.

410

ἔστιν ἐν χρήσει οὗτος ὁ στίχος. P.

15

.

411

ἀγανοῖς] πραέσιν· ὁ γὰρ αἰφνίδιος θάνατος ἀνώδυνος ἐστί. H.

15

.

416

τρῶκται] ἀπατεῶνες, κλέπται. Q. φιλάργυροι, πανοῦρ‐ γοι. V.

15

.

417

γυνὴ Φοίνισς’] κυρίως γυναῖκα εἶπεν, ὡς καὶ ἄνδρα τὸν ἄν‐ θρωπον. ὄνομα δὲ αὐτῇ Δαήνη. B.H.Q.
ταῦτα δὲ οἱ Φοίνικες ἴσως Λαέρτῃ διηγήσαντο πολλοῦ ἄξιον αὐτὸν ὑποφαίνοντες, Λαέρτης δὲ Εὐμαίῳ διηγήσατο. οὐ γὰρ οἷόν τε εἰδέναι617 in vol. 2
5τὸ ἀληθὲς νήπιον ἡρπασμένον. B.H.Q.

15

.

420

πλυνούσῃ τις] τῇ. H.

15

.

421

ἠπεροπεύει] ἡ γὰρ εὐνὴ καὶ φιλότης πάντως τὰς φρένας πλανᾷ. H.

15

.

422

ἥ κ’ εὐεργὸς ἔῃσιν] κἂν γὰρ καλοεργὸς ᾖ γυνὴ καὶ ἐνάρετος, πλανᾶται φιλότητι καὶ εὐνῇ. H.Q.

15

.

424

τὸ ἐν Φοινίκῃ δῶμα τοῦ πατρὸς αὐτῆς. H.

15

.

425

Σιδῶνος πολυχάλκου] ἤτοι στερρᾶς. ἐν αὐτῇ γὰρ χαλκὸς οὐ γίνεται. ἢ πλουσίας, ὡς τῆς πορφύρας ἐν αὐτῇ γινομένης. Q.V.

15

.

426

ὀξυτόνως τὸ ῥυδόν. ῥύδην τὸν πλοῦτον κεκτημένου. H. ῥυδὸν ἀφνειοῖο] ῥύδην τὸν πλοῦτον ἔχοντος, τουτέστι τῷ πλούτῳ χύδην πλουτοῦντος. ἢ ἐπίρροιαν ἔχοντος πλούτου. V.

15

.

432

ὄφρα ἴδῃ] γρ. ὄφρ’ εἴδῃς. H.

15

.

435

εἴη κεν καὶ τοῦτ’] γένοιτο καὶ τοῦτο ἐπανελθεῖν με εἰς τὴν πατρίδα μου. B.Q.

15

.

437

ἐπώμνυον, οὐκ ἀπώμνυον. ἀπομόσαι γὰρ τὸ μὴ ποιῆσαι. H.

15

.

440

σιγῇ] λείπει τὸ ἔστω. H.

15

.

445

ἐπείγετε δ’ ὦνον ὁδαίων] σπουδάζετε, φησὶ, περὶ τὴν ἀγορα‐ σίαν τῶν φορτίων. B.Q.V. ὁδαίων, τῶν εἰς ἐκδημίαν ἐπιτηδείων. B.Q.

15

.

446

ἀλλ’ ὅτε κεν δὴ ναῦς] ἀλλ’ ὅτε ἡ ναῦς πληρωθῇ τοῦ βίου ἡμῶν, ἐλθέτω μοι ταχέως ἀγγελία πρὸς τὰ δώματα ὅτι ἀπελθεῖν μέλλετε. Q.

15

.

449

ἐπίβαθρον] τὸν ναῦλον τῆς ἐπιβάσεως τῶν νεῶν καταχρηστι‐ κῶς ἐπίβαθρον εἶπε. B.Q.

15

.

451

κερδαλέον] πανοῦργον καὶ ἤδη συνεκτροχάζειν μοι δυνάμενον. σύνθετον δὲ τὸ ἁματροχόωντα. τὸ δὲ τοῖον, τοιοῦτον ὡς καὶ ἕπεσθαι συντρέχοντα καὶ ἀκολουθεῖν δυνάμενον. B.Q. ἅμα τρωχῶντα θύραζε] ἤτοι ἤδη δυνάμενον τρέχειν ἔξω, ἢ δυνατὸν
5ὄντα ἐπακολουθεῖν. γράφεται καὶ, ἅμα τροχόωντα. V.618 in vol. 2

15

.

452

ἀπόλυτος ἡ ὑμῖν. H.

15

.

456

ἐμπολόωντο] ἐπραγματεύοντο πωλοῦντες καὶ ἀγοράζοντες. B.H.Q.

15

.

459

πολύϊδρις] οὐκ ἐπ’ ἀγαθοῦ, ἀλλ’ ἐπὶ κακούργου καὶ ἀπατεῶ‐ νος. B.H.Q.

15

.

460

χρύσεον ὅρμον] περιδέρρεον κόσμον, ἀπὸ τοῦ συνδεδέσθαι. τὸ δὲ ἔερκτο σημαίνει τὸ συνδέδετο, ἀπὸ τοῦ εἴρω, τὸ συμπλέκω. B. μετὰ δ’ ἠλέκτροισιν] ἠλέκτροις δὲ συνείληπτο. ἔερτο] συνεκέ‐ κλειτο, εἰργασμένος ἦν. V. συγκεκλειμένος καὶ ἡρμοσμένος ἦν ὁ
5περιτραχήλιος κόσμος. H. γρ. ἠλέκτορσιν. H.

15

.

462

χερσί τ’] γρ. χείρεσσιν. H.

15

.

466

δέπα] ποτήρια. V. ἐκτατέον τὸ δέπα, ποτήρια. H.

15

.

468

εἰς θῶκον] εἰς βουλήν. V. φῆμιν] ἐκκλησίαν, συνέδριον. V.

15

.

469

ὑπὸ κόλπῳ] ὑπὸ μάλης. H.

15

.

470

ἀεσιφροσύνῃσι] ματαιότησιν, ἀφροσύναις, ἢ μωρίαις, ἀπὸ τοῦ ἄω τὸ πνέω. B.Q.

15

.

473

ὠκύαλος] ὠκεῖα, ταχεῖα, ταχύπλους. παραγώγως. V.

15

.

479

κήξ] καύηξ ὁ λάρος, καὶ συγκοπῇ κήξ. φαίνεται δὲ πε‐ σοῦσα ἐπὶ κεφαλήν. καὶ γὰρ ἐκεῖνος οὕτως καταδύεται. B.H.Q. ὄρνεον θαλάσσιον παραπλήσιον χελιδόνι. ἔνιοι δὲ λάρον αὐτὸν λέγου‐ σιν, οἱ δὲ αἴθυιαν. Q.V.

15

.

484

οὕτω τήνδε γαῖαν ἐγὼν ἴδον] εἰκὸς αὐτὸν ἀκηκοέναι παρὰ τοῦ Λαέρτου, ᾧ διηγήσαντο οἱ Φοίνικες. V.

15

.

488

ἀλλ’ ἤτοι σοὶ] ἀλλὰ σοὶ μὲν ὁ Ζεὺς οὐ κακὸν μόνον παρέθη‐ κεν, ἀλλὰ καὶ ἀγαθόν. Q. τῇ δυστυχίᾳ σου παρέθηκε τι ἀγα‐ θόν. H.
σοὶ μὲν παρὰ] οὐκ ἀναστρεπτέον. H.619 in vol. 2
5ἔθηκε] ἔδωκε. Gl. H.

15

.

497

προέρυσσαν] προέρεσσαν, διχῶς. H.

15

.

498

εὐνὰς] τὰς ἀγκύρας τὰς κατευναζούσας τὰς ναῦς. H.

15

.

504

ἀγρόνδ’ ἐπιείσομαι] πορεύσομαι ἐπὶ τὸν ἀγρόν. M. ἐπιείσομαι] γρ. ἐπελεύσομαι. Gl. H.M.

15

.

506

ὁδοιπόριον] τὸν διὰ τὸν πλοῦν δεῖπνον, ἢ ἀμοιβήν. B.Q.V. τὴν ὑπὲρ τοῦ συνοδεῦσαι ἤτοι συμπλεῦσαι ἑστίασιν. B.Q.

15

.

514

ξενίων ποθή] τῶν πρὸς ξένων ὑποδοχὴν ἐπιτηδείων. B.Q. φειδώ. Q.

15

.

519

Εὐρύμαχον] ἀλλὰ τὸν Εὐρύμαχον λέγω ἀπελθεῖν ὃν φέροις πρός με. H. νῦν μὲν τοῦτόν φησι· μεταβουλευσάμενος δὲ τῷ Πει‐ ραίῳ αὐτὸν δέδωκεν. B.H. δαΐφρων ὁ συνετὸς, ἀπὸ τοῦ δαῶ δαήσω, ὃ τὴν σύνεσιν δηλοῖ. ὡς
5παρὰ τὸ οἰδῶ Οἰδίπους, ἁμαρτῶ ἁμαρτίνοος. B.H.Q.

15

.

524

τελευτήσει] ἀντὶ τοῦ τελευτηθήσεται. B.

15

.

526

τὸ ἑξῆς, ἐν δὲ πόδεσσι πέλειαν ἔχων τίλλε· τῷ στόματι δηλονότι ἔτιλλεν εἰς τὴν γῆν τὰ τῆς περιστερᾶς πτερά. H.

15

.

529

ἑτάρων ἀπόνοσφι] ἵνα μή τις τὴν μαντείαν εἰς τοὺς μνηστῆ‐ ρας ἐξαγορεύσῃ. Q.

15

.

531

ἔπτατο] γρ. ἤλυθε. H.

15

.

534

καρτεροὶ αἰεί] ἐγκρατεῖς, τὸ κράτος ἔχοντες. καὶ Ἀρχίλο‐ χος “ὁ δ’ Ἀσίης καρτερὸς μηλοτρόφου.” H.Q. ὑπακουστέον τὸ ἔσεσθε. H. δεσπόζοντες, ἐγκρατεῖς. ἐλλείπει δὲ τὸ ἔσεσθε. V.

15

.

539

Πείραιον προπαροξυτόνως. H.

15

.

540

οὕτως Ἀρίσταρχος. H.620 in vol. 2

15

.

545

ἐνθάδε] ἀντὶ τοῦ ἐπὶ τῶν ἀγρῶν. V.

15

.

551

ἀκαχμένον] σεσιδηρωμένον, ἤτοι ἐστομωμένον. H.

15

.

553

ἀνώσαντες] ἀνωθήσαντες τὴν ναῦν. B.Q. εἰς τὸ ἄνω τὸν πλοῦν ποιήσαντες. V.

15

.

557

ἐνίαυεν] ἐν αἷς διέτριβεν. H.V.

16

hyp

(t)

ΥΠΟΘΕΣΙΣ
1Ἐλθόντος εἰς τοὺς ἀγροὺς Τηλεμάχου πέμπεται Εὔμαιος εἰς τὴν πόλιν ὀφείλων ἀπαγγεῖλαι τοῦ δεσπότου τὴν παρουσίαν. γίνεται δὲ ἐν τοῖς ἑξῆς Ὀδυσσέως πρὸς τὸν υἱὸν ἀναγνωρισμὸς κατὰ βούλη‐ σιν Ἀθηνᾶς, καὶ τῶν ἐπὶ τὴν ἐνέδραν Τηλεμάχου τεταγμένων ἐπὶ τὴν
5πόλιν ὑποστροφή. P.V.
6tΑΛΛΩΣ
7Τηλέμαχος πρὸς Εὔμαιον ἀφικόμενος τὸν μὲν ἀποπέμπει ἀγγέλ‐ λοντα τῇ μητρὶ Πηνελοπείῃ, αὐτὸς δὲ γνωρίσας τὸν πατέρα Ἀθηνᾶς προαιρέσει σὺν ἐκείνῳ τὴν κατὰ τῶν μνηστήρων ἐπιβουλὴν σκέπτεται.
10καὶ νῆες κατάγονται εἰς Ἰθάκην ἥ τε τοῦ Τηλεμάχου καὶ τῶν ἐπι‐ βουλευσάντων. καὶ τοὺς μνηστῆρας πάλιν ἐπιχειρεῖν τῷ Τηλεμάχῳ διανοουμένους ἐκώλυσεν Ἀμφίνομος. καὶ Εὔμαιος ἀπαγγείλας τῇ Πηνελόπῃ τὰ περὶ Τηλεμάχου εἰς τὸν ἀγρὸν ἐπανέρχεται. Q.

16

.

2

ἄριστον] ὅτι καὶ ἐν τῇ Ἰλιάδι ἅμα τῇ ἀνατολῇ ἐσθίουσιν. H. ἅπαξ ἐνθάδε τὸ ἄριστον καὶ ἐν Ἰλίαδι. H. τὴν ἑωθινὴν τροφὴν, ἥν
τινες ἀκρατισμὸν λέγουσιν. B.621 in vol. 2

16

.

3

ἔκπεμψαν] συλληπτικῶς. μόνος γὰρ ἐκπέμπει Εὔμαιος. Q.

16

.

5

οὐδ’ ὕλαον προσιόντα] ὥσπερ καὶ Δόλωνα ἐπέγνω πρὸ τοῦ Διο‐ μήδους. προσεκτικώτατος οὖν δι’ ἐπιμέλειαν. ἢ ὅτι καὶ προσδοκᾷ τὸν υἱὸν, προειπούσης Ἀθηνᾶς. H.

16

.

10

ὁμοίως τῷ “ἵππων μ’ ὠκυπόδων ἀμφὶ κτύπος” (Il. κ, 535.). H. ποδῶν δ’ ὑπὸ δοῦπον ἀκούω] παρέλκει ἡ ὑπό. B.

16

.

12

ταφὼν] θαμβήσας, ἐκπλαγεὶς, ἢ θαυμάσας. ἔστι δεύτερος ἀόριστος ἐκ τοῦ θήπω ἔθαπον καὶ ἔταφον καὶ ταφών. Ἰωνική. ἡ με‐ ταφορὰ ἐκ τῶν τάφων. καὶ γὰρ ἡμεῖς ὁρῶντες τοὺς τάφους ἐκπλητ‐ τόμεθα διὰ τὸ ἐπεισερχόμενον ἡμῖν δεινόν. V.

16

.

15

κύσσε δέ μιν κεφαλήν] φιλοστόργως ὁ Εὔμαιος, ἐπεί τοι καὶ οἱ κύνες σαίνουσι πρὸς αὐτὸν ὡς ἂν συνήθως ὁρῶντες, οἵ τε μνηστῆ‐ ρες πλεύσαντα αὐτὸν οἴονται περὶ τοὺς ἀγροὺς εἶναι (δ, 640.) ὡς πολλάκις τοῦτο ποιοῦντα. Q.

16

.

16

θαλερὸν κατὰ δάκρυον εἴβων] γρ. θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ. H. τῶν ὀφθαλμῶν τοῦ συβώτου φιλοῦντος τὸν Τηλέμα‐ χον. H.

16

.

17

ἀγαπάζῃ] ἀγαπῶν δεξιοῦται καὶ περιέπει. B.

16

.

19

Ἀριστοφάνης φησὶν ἐφ’ ᾧ κατανίσθη ὑπὲρ τῆς ἐκδημίας. οὐκ ἀναστρεπτέον δὲ τὴν ἐπί πρόθεσιν. H.

16

.

21

πάντα κύσεν περιφύς] ἀντὶ τοῦ ὅλον αὐτὸν περιλαβὼν ἔκυσε. B.

16

.

23

ἦλθες, Τηλέμαχε] ἐνταῦθα ἡ στιγμὴ, καὶ καθ’ ἓν τὰ λοιπά. δύνανται μέντοι καὶ μέχρι τοῦ φάος συνάπτεσθαι. H.

16

.

24

ἐπεὶ ᾤχεο] ἀφ’ οὗ. B.

16

.

28

ἀλλ’ ἐπιδημεύεις] ἐν τῷ δήμῳ τῆς πόλεως μένεις, ἐν πόλει διατελεῖς, διάγεις. B.Q. εὔαδε] ἀπὸ τοῦ εὖ μορίου καὶ τοῦ ἀδῶ τὸ ἀρέσκω. B.Q.

16

.

29

ἀΐδηλον ὅμιλον] τὸν ἀδηλοποιὸν καὶ πάντα φθείροντα. B.Q. ἢ τὸν τοῦ φθαρῆναι καὶ ἀπολέσθαι αἴτιον. V.

16

.

31

ἔσσεται οὕτως] οὕτως ἔχουσι. Q.
ἄττα] προσφώνησίς ἐστι νέου πρὸς γέροντα. Q. [ἐπίφθεγμα τι‐ μητικὸν νεωτέρου πρὸς παλαιότερον. εἴρηται παρὰ τὸ ἄππα κατὰ Μακεδόνας τροπῇ γινομένῃ τοῦ π εἰς τ ἄττα. V.]622 in vol. 2

16

.

33

οὕτως μεγάροις. H.

16

.

35

χήτει ἐνευναίῳ] ἄμφω δοτικαὶ, ἡ μὲν ἀπὸ τοῦ χῆτος, ἡ δὲ ἀπὸ τοῦ ἐνεύναιον. H.Q. ἐνευναίων] τῶν εὐνηθησομένων, ὅ ἐστι κοιμηθησομένων. ἢ τῶν περιβολαίων. Q.V.
5τῇ χηρείᾳ καὶ σπάνει τῶν συνευνηθησομένων. ἐπὶ εὐθείας τὸ χῆ‐ τος. καὶ τοῖς ἀμελουμένοις τόποις παραφύεται ἀράχνια. B.H.

16

.

37

τετληότι θυμῷ] ὑπομονῆς ἀξίῳ. Q.

16

.

42

τῷ δ’ ἕδρης] ἐπερχομένῳ Τηλεμάχῳ τῆς καθέδρας ὑπεχώρη‐ σεν Ὀδυσσεύς. Q. ὑπόειξεν] ὑπέειξεν’ Ἀρίσταρχος. H.

16

.

45

πάρεστιν ἀνὴρ ὃς καθίσει ἡμᾶς. H.

16

.

47

ἀναστρεπτέον τὴν ὑπό. H.

16

.

56

θεῖον] γρ. δῖον. H.

16

.

57

πόθεν τοι ξεῖνος] ὅτι νῦν ὀρθῶς εἴρηται πῶς ἀφῖκται πτωχὸς ὤν· κατὰ δὲ τὴν πρώτην ὅτε Μέντῃ εἰκάζεται ἡ Ἀθηνᾶ οὐχ ὑγιῶς. H.Q.

16

.

58

εὐχετόωνται] λέγουσι. Gl. H.

16

.

62

εὔχεται] νῦν, λέγει. V.

16

.

64

ἐπέκλωσεν τάγε δαίμων] εἱμαρμένον γενέσθαι ἐποίησεν. Q.V.

16

.

66

ἐγγυαλίξω] ἐγγυήσομαι καὶ παρέξω. H.

16

.

70

ἐμῷ] γρ. ἐγών. M.623 in vol. 2

16

.

71

αὐτὸς μὲν νέος εἰμὶ] παῖς εἰμι καὶ οὐκ ἔχω ἰσχὺν τῇ ἀσθε‐ νείᾳ τῆς ἀτελοῦς ἡλικίας μου, ὅπως ἀμύνωμαι τοὺς κατ’ ἐμὲ χαλε‐ παίνοντας, καὶ διὰ τοῦτο δυσχερῶς ἔχω τοῦτον τὸν ξένον μόνος ἐγὼ ὑποδέξασθαι. H.Q.

16

.

72

δύο μέρη λόγου τὸ ὅ τε· σημαίνει δὲ τὸ ὅς τε, ἵν’ ᾖ, τὸν ἄνδρα ὃς ἂν πρῶτος ᾖ χαλεπώτερος. H. χαλεπήνῃ] χαλεπῶς πράξῃ, εἰς χαλεπότητα τραπείη. H.

16

.

74

κομίζοι] ἐπιμέλοιτο. V.

16

.

77

δόξαν γὰρ ταῖς ἀγαθαῖς ἔφερον τὸ πολλὰ ὑπὲρ τοῦ μὴ γαμη‐ θῆναι λαβεῖν. H.

16

.

79

ἕσσωμι] τηρητέον τοῦ ἕσσω τὸν τόνον· πλεονάζει γὰρ τὸ μι, ὡς κτείνωμι, ἀγάγωμι, τύχωμι. H.

16

.

82

κόμισσον] ἐπιμελείας ἀξίωσον. Q.

16

.

88

πρῆξαι δ’ ἀργαλέον] δύσκολόν ἐστι μάχεσθαι μετὰ πλεόνων καὶ αὐτὸν τὸν ἰσχυρόν. Q.

16

.

91

τὴν τελευταίαν τοῦ ἐπεί ὀξυτονητέον, διὰ τὴν μοι ἐγκλιτικὴν οὖσαν. H.

16

.

92

δάπτεται] ἐσθίεται. V.

16

.

93

ὀξυτόνως τὸ φατέ. H.

16

.

95

ἦ σέ γε λαοὶ] ὁ δεύτερος ἦ περισπᾶται. H.

16

.

96

ἐπισπόμενοι θεοῦ ὀμφῇ] κατὰ κέλευσιν θεοῦ ἀφαιρούμενοί σε τῆς βασιλείας. B.Q.

16

.

97

ἤ τι κασιγνήτοις] ἆρα τοῖς σοῖς ἀδελφοῖς μαχομένοις ἐπι‐ μέμφεαι ἤτοι αἰτιᾷ, καὶ διὰ τούτου τις τῶν ὑβριστῶν μνηστήρων μέγα θάρσος κατὰ σοῦ καὶ τῶν σῶν ἔχει καταναλίσκων τὴν περιουσίαν σου. H.Q. ἢ ἆρα ἀδελφοῖς μέμψιν τινὰ ἐχθρὰν ἔχεις, οἵτινες σοι
5ταῦτα ἐπαγείρουσιν. H. ἐπιμέμφεαι] ἐστέρησαι. P. κασιγνήτοις ἐπιμέμφεαι] ἀντὶ τοῦ,
οὐκ εἰσί σοι ἀδελφοί. V.624 in vol. 2

16

.

99

ἐνὶ θυμῷ] λείπει ἡ σύν, σὺν τῷ θυμῷ· Ἀρίσταρχος ἐπὶ θυμῷ. H. τῇ προθυμίᾳ. λείπει ἡ σύν. ὁ δὲ νοῦς, εἴπερ ἤμην ἐπὶ τούτῳ τῷ θυμῷ ᾧ νῦν ἔχω, καὶ νεότητα κεκτημένος, ὑπῆρχον δὲ υἱὸς Ὀδυσ‐ σέως ἢ καὶ αὐτὸς Ὀδυσσεὺς, παρεκινδύνευσα ἂν ἀνελεῖν τοὺς μνηστῆ‐
5ρας. ὃ μὴ νοήσαντές τινες προσέθηκαν τὸ “ἔλθοι ἀλητεύων.” ἔστι δὲ περιττὸς ὁ στίχος καὶ διαλύων τὸ πᾶν νόημα. H.M.

16

.

101

οὗτος ὁ στίχος ὀβελίζεται καὶ καλῶς. M.

16

.

104

ἀθετεῖ Ζηνόδοτος. H. καὶ οὗτος ἀθετεῖται· δύο γὰρ μόνα εὔχεται, ἢ παῖς ἐξ Ὀδυσσέως εἶναι, ἢ μόνος αὐτὸς ὁ Ὀδυσσεύς. H.

16

.

106

βουλοίμην κεν] οὕτως. H. ἐνταῦθα σαφέστερον αἰνίττεται ὁ Ὀδυσσεὺς εἶναι τὸν οἶκον ἑαυτοῦ ἐν ᾧ οἱ μνηστῆρες προσεκάθηντο. H.

16

.

108

στυφελιζομένους] ὑβριζομένους ἢ προπηλακιζομένους. B.V.

16

.

109

ῥυστάζοντας] ἕλκοντας, βιαζομένους. B.V. μεθ’ ὕβρεως σπαράσσοντας. Q.V.

16

.

111

ἀνηνύστῳ] ἀκωλύτως ἄνυσιν καὶ πέρας μὴ ἐπιδεχομένῳ. οὐ γὰρ ἤνυον οἱ μνηστῆρες τὸ γυναῖκα λαβεῖν τὴν τοῦ Ὀδυσσέως. Q.

16

.

117

οὕτως. H.

16

.

118

Ἀρκείσιος Εὐρυοδίας καὶ Διὸς, Λαέρτης δὲ Χαλκομεδούσης. Τηλεμάχου καὶ Πολυκάστης Περσέπτολις. Q.

16

.

126

ἵνα μὴ ἐπιβουλεύσωσιν αὐτῇ οἱ μνηστῆρες. H.

16

.

128

ἐχρῆν ὀρθοτονεῖσθαι τὴν με. H.

16

.

130

ἄττα] φίλε γηραιὲ, Εὔμαιε. H. σὺ δ’ ἔρχεο θᾶσσον] ἀναγκαία ἡ Εὐμαίου πρὸς τὴν πόλιν ἀποστολή. τοῖς γὰρ ἑταίροις εἰρήκει “αὐτὰρ ἐγὼν ἀγροὺς ἐπελεύσομαι ἠδὲ βο‐
τῆρας, ἑσπέριος δ’ εἰς ἀστὺ ἰδὼν ἐμὰ ἔργα κάτειμι” (ο, 504.). Q.625 in vol. 2
5ἐχέφρονι] γρ. περίφρονι. H. Vind. 133.

16

.

136

γιγνώσκω, φρονέω] ὅ τι ἐπιβουλεύῃ γιγνώσκω, καὶ φρονῶ ἅτινά μοι κελεύεις. Q.

16

.

138

εἰ καὶ] γρ. ἦ. H. cum gl. ἆρα.

16

.

140

ἔργα] τὰ κτήματα καὶ τὸν οἶκον τοῦ Ὀδυσσέως. H.

16

.

141

κελεύοι] γρ. ἀνώγοι. Vind. 5.

16

.

143

αὕτως] ἀντὶ τοῦ ὡσαύτως. B. γρ. καὶ ἔμπης, ἀντὶ τοῦ ὁμοίως καὶ ὡς πρώην ἤσθιεν. H.

16

.

147

ἄλγιον] ἄλγιον μὲν τὸ μὴ εἰπεῖν. B.Q.

16

.

148

αὐτάγρετα] αὐθαίρετα, αὐτεξούσια ἢ παραυτὰ ἀγρευόμενα, ἀντὶ τοῦ, εἰ ὅσα ἐθέλομεν παραυτὰ καὶ ἐγίνετο. B.H. αὐθαίρετα, αὐτόληπτα, χωρὶς καμάτου. V.

16

.

151

πρὸς μητέρα εἰπεῖν] γρ. μητρός. H.

16

.

152

ἀμφίπολον] εἰπὲ τῇ Πηνελόπῃ ἐκπέμψαι τὴν δουλίδα πρὸς τὸν Λαέρτην λάθρα· ἐκείνη γὰρ αὐτῷ δύναται ἀναγγεῖλαι. ἀπὸ κοι‐ νοῦ γὰρ τὸ κρύβδην. B.Q.

16

152-153

νοθεύονται, ὅτι μὴ πέμπει Πηνελόπη πρὸς Λαέρτην, εἰ μὴ ἄρα σιωπωμένως. H.

16

.

158

ἀπὸ γὰρ τοῦ εἴδους ἐμφαίνεται καὶ τὸ ἦθος. εἰσὶ γὰρ εἴδη τινὰ σωμάτων ἐντρεχῆ. H.

16

.

159

στῆ δὲ κατ’ ἀντίθυρον] ἀντικρὺ τῆς θύρας. B.V. φανεῖσα] ἀντέστραπται. οὐ γὰρ φανεῖσα ἔστη, ἀλλὰ σταθεῖσα ἐφάνη. B.

16

.

163

κνυζηθμῷ] ἤτοι ποππυσμῷ, ἢ μετὰ κλαυθμοῦ ποιῷ ἤχῳ τῶν κυνῶν. B.Q.V.

16

.

165

τειχίον] γρ. καὶ θριγκίον. M. θριγκίον] τὸ περίφραγμα. V.

16

.

168

φάεο] λέγε. V.

16

.

169

ἀραρόντε] νῦν ἀντὶ τοῦ κατασκευάσαντες. B.

16

.

171

ὀρθοτονητέον τὴν σφῶϊν. H.

16

.

173

ἐϋπλυνὲς] οὐχ ἕτερον, ἀλλ’ ὅπερ εἶχεν, εὐπλυνὲς καὶ λαμπρὸν
φαίνεσθαι ἐποίησεν. B.626 in vol. 2

16

.

175

πολλῶν δὲ κατορθωμάτων αἴτιος ἔμελλεν ἔσεσθαι ὁ ἀνα‐ γνωρισμὸς, ὡς ἐκ φύσεως ἦν. στεριφώτερα δὲ τὰ μέλανα τῶν σω‐ μάτων. H. ἂψ δὲ μελαγχροιὴς] ὀξυτόνως. τοῦτο δὲ κατὰ συγκοπὴν Ἀττικοὶ
5μελαγχρής φασιν, ὡς Εὔπολις. H.Q. καὶ τὸ οὐδέτερον Μένανδρος εἴρηκε “μελαγχρὲς μειράκιον.” H. καὶ πῶς ἐν τῇ μεταμορφώσει φησὶ “ξανθὰς δ’ ἐκ κεφαλῆς ὀλέσω τρίχας” (ν, 399.); φαμὲν οὖν πρὸς τὸ πιθανὸν τῆς φαλακρώσεως. αἱ γὰρ ξανθαὶ τρίχες ἀραιαί εἰσι καὶ εὐχερῶς φαλακροῦνται. ὀλέσω
10οὖν τὰς τρίχας ἔμφασιν παρέχουσα ξανθότητος. καὶ οἱ φαλακροὶ γὰρ ἔχουσιν ἐλλείμματα δεικνύντα τὴν προτέραν τρίχωσιν. H.Q.

16

.

185

δῶρα τετυγμένα] ἀναθήματα, ἀγάλματα. V. φείδεο δ’ ἡμῶν] φειδὼ ἡμῶν λάμβανε καὶ ἐλεημοσύνην. Q. δ’ ἡμέων] γρ. δ’ ἡμῶν. H.

16

.

191

πάρος δ’ ἔχε] πρότερον κατέσχεν αὐτὸν τῶν δακρύων ἀγνοῶν εἶναι τὸν υἱὸν αὐτοῦ τὸν Τηλέμαχον. Q.

16

.

195

θέλγει] ἡ κυκλικὴ, θέλγεις. H.

16

.

197

ᾧ] γρ. οἷ. H.

16

.

202

οὐχ ἁρμόζει διὰ βάθους καὶ ἐκ ψυχῆς ὄντα φίλον ὑμῶν. H.

16

.

205

ἀνατλάς] γρ. ἀληθείς. Vind. 133.

16

.

207

Ἀθηναίης ἀγελείης] τῆς ἀγούσης τὰς λείας ἤτοι τὰς λαφυ‐ ραγωγίας. ἡ γὰρ φρόνησις τοιαῦτα δρᾶν οἶδε. Q.

16

.

208

Ἀρίσταρχος ἀντὶ τοῦ τίθησιν τὸ ἔθηκεν ἐξηγεῖται. H.

16

.

212

ἠμὲν κυδῆναι] γρ. ηὐδῆναι. H.

16

.

214

Ἀρίσταρχος ἀμφιχυθείς. H.627 in vol. 2

16

.

216

ἀδινώτερον ἤ τ’ οἰωνοί] ἀντὶ τοῦ πλέον τῶν οἰωνῶν. Ἀττικὴ ἡ φράσις. B.Q.

16

.

217

φῆναι ἢ αἰγυπιοὶ] εἴδη ταῦτα ἀετῶν. ἡ φήνη ζῷόν ἐστι πτερωτὸν, ἥπερ τῶν τέκνων αὐτῆς στερηθεῖσά ποτε ἐλεεινῶς πέφυκεν ἀποδύρεσθαι. Q.

16

.

218

πάρος πετεηνὰ γενέσθαι] πρὸ τοῦ ἰσχύειν πέτεσθαι. H.

16

.

230

εἰς Ἰθάκην γὰρ αὐτὸν κατήγαγον ἐκεῖνοι· αὐτὸς δὲ ἐν Ἰθάκῃ ἐστὶν, ὥστε εἰς Ἰθάκην γραπτέον. H.

16

.

234

περιβουλεύσωμεν] ἀναστρεπτέον τὴν περί. H.

16

.

236

ὄφρα ἰδέω] ὄφρα εἰδέω. H. εἰδέω] μάθω. V.

16

.

239

ἀθετεῖ Διονύσιος. H. διζησόμεθ’] εὐθεῖα δυϊκῶν. H.

16

.

245

ἀτρεκὲς] νῦν, μόνον, ὡς τὸ “ἀτρεκὲς αἷμ’ ἔσσευα βαλών” (Il. ε, 208.). δύναται μέντοι κἀκεῖ τὸ φανερὸν καὶ πρόδηλον, καὶ ἐνταῦθα τὸ ἀκριβὲς καὶ ἀληθές. Q.

16

.

246

ἀλλὰ πολὺ πλέονες] γρ. ἀλλὰ πολὺ πλεῖον. H. τοὺς μνη‐ στῆρας ρηʹ Ἀρίσταρχός φησι, συμφωνεῖ δὲ τῷ ἀριθμῷ καὶ τὰ ἔπη. H.

16

.

249

φῶτες ἔασιν] γρ. Ἀχαιῶν. H.

16

.

250

φῶτες Ἀχαιῶν] γρ. κοῦροι. Vind. 133.

16

.

253

δαιτροσυνάων] μαγειρικῶν ἔργων. H.

16

.

255

μὴ] ὑπακουστέον τὸ δέδοικα. σύνθετον τὸ πολύπικρα, καὶ ἔστιν ἀντὶ τοῦ πολυπίκρως. H. πολὺ πικρὰ] γρ. πολύπικρα, ἐπίρρημα. Vind. 133. πολύπικρα] πολυπίκρως καὶ δεινῶς. V.

16

.

265

ἀνδράσι τε] ἀντὶ τοῦ, ἄλλων ἀνδρῶν καὶ θεῶν. B.

16

.

267

κείνω] ὁ Ζεὺς καὶ ἡ Ἀθηνᾶ. B.Q.

16

.

270

τὸ νῦν ἀντὶ τοῦ δή, ὁμοίως τῷ “ἐξ αὖ νῦν ἔφυγες θάνατον,
κύον.” (Il. λ, 362.). H. ἔρχε’] ἔρχου. V.628 in vol. 2

16

.

271

ὑπερφιάλοισιν] πεπληρωμέναις φιάλαις. Q.

16

.

277

σὺ δ’ εἰσορόων] γρ. σὺ δ’ ὁρόων. H.

16

.

280

ἡ ἡμέρα τῆς κακῆς αὐτῶν μοίρας περιμένει αὐτούς. H.

16

.

281

ἄλλο δέ τοι ἐρέω] νοθεύονται ιηʹ. πόθεν γὰρ ᾔδει τὰ ὅπλα ἐν τῷ ἀνδρῶνι ἀντικείμενα; οἰκείως δὲ χρήσεται τῷ λόγῳ ὅταν αὐτὰ θεάσηται. H.Q. Vind. 133. ἀθετεῖ Ζηνόδοτος ιηʹ. H.

16

.

287

παρφάσθαι] παραπεῖσαι, παραλογίσασθαι, συμβουλεῦσαι. B.H.Q.

16

.

288

ὅτε, φησὶ, τὰ ὅπλα τῶν μνηστήρων κρύψεις, Τηλέμαχε, καὶ οἱ μνηστῆρες ταῦτα ψηλαφῶσιν, εἰπὲ αὐτοῖς ὅτι ταῦτα κατέκρυψα διὰ τὸ τήκεσθαι ἐκ τοῦ καπνοῦ καὶ τοῦ πυρὸς τῆς οἰκίας. H.Q.

16

.

295

αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος] πρόχειρος γὰρ ἀνὴρ πρὸς φόνον παρακειμένου σιδήρου. B.Q.V.

16

.

304

ἰθύν] τῆς διανοίας διάθεσιν. B. οὕτως αἱ Ἀριστάρχου. ὁρμὴν, σκοπόν. H.

16

.

305

καί τε τέο] τὸ τε ἀόριστον. διὸ καὶ ἐπὶ τοῦ κέ ὁ τόνος. ὁ δὲ Ἀσκαλωνίτης ἐτεοδμώων, τῶν ἀγαθῶν θεραπόντων. τινὲς δὲ οὕ‐ τως, ὅτεο δμώων, τῶν ὄντων ἡμετέρων δούλων. H.Q. πειρηθῶμεν] γρ. πειρηθείημεν. Vind. 133. διάπειραν ληψώμεθα. V.

16

.

306

ἠμὲν ὅπου τις νὼ τίει] τὸ ὅπου τοπικόν ἐστιν ἀντὶ τοῦ, καὶ ὅπου τις ἡμᾶς τιμᾷ γνῶμεν, καὶ ὅπου τις οὐ φροντίζει ἡμῶν. πολ‐ λάκις γὰρ κατὰ πρόσωπον τῆς Πηνελόπης καλῶς ἡμᾶς λέγει, ἀπού‐ σης δὲ ἀτιμάζει. B.Q.
5ὅπως] γρ. ὅπου. Vind. 133.

16

.

310

χαλιφροσύναι] ἤτοι ἀφροσύναι ἢ κεχαλασμέναι καὶ ἔκλυτοι
φρένες, ἢ σκαιαὶ καὶ ἀβέλτεροι τῇ διανοίᾳ. B.Q.V.629 in vol. 2

16

.

314

μετερχόμενος] διὰ σπουδῆς ἔχων. V.

16

.

316

δεδάασθαι] ἀντὶ τοῦ καταμανθάνειν· ἀνυπόπτως γὰρ τὰ τού‐ των ἤθη μαθήσῃ κατὰ τὴν οἰκίαν. H. μανθάνειν τὰ τούτων ἤθη. Q.

16

.

317

νηλητεῖς] ἀναμάρτητοι, ἐκ τοῦ νη στερητικοῦ μορίου καὶ τοῦ ἀλιταίνω τὸ ἁμαρτάνω. B.

16

.

318

σταθμοὺς] νῦν τοὺς οἴκους. H.V.

16

.

319

ἀλλ’ ὕστερα] μετὰ τὴν μνηστηροκτονίαν· ἤτοι ἐὰν γινώσκῃς τι ἀπὸ χρησμοῦ. B.

16

.

324

τοῦτο δευτερολογία. H.

16

.

326

τεύχεα δέ σφ’] ἀντὶ τοῦ αὐτῶν. καὶ αὐτοὶ γὰρ εἶχον ὅπλα. B.

16

.

327

Κλυτίοιο] τοῦ πατρὸς τοῦ Πειραίου. B.

16

.

333

συναντήτην] συνέδραμον, συνήντησαν. V. συνήντησαν ὅ τε κῆρυξ καὶ ὁ συφορβὸς ἀλλήλοις. H.

16

.

335

βασιλῆος] γρ. Ὀδυσῆος. M.

16

.

337

ἐκ Πύλου ἦλθεν] γρ. εἰλήλουθε. H.

16

.

342

ἀκάχοντο] ἐλυποῦντο. κατήφησαν] ἐστύγνασαν, κατηφεῖς ἐγένοντο. H. ἐλυπήθησαν, ἐστύγνασαν. V.

16

.

343

ἐκ δ’ εἷλον] ἐξελάβοντο δέ. V. ἐκ δ’ ἦλθον] ἐξῆλθον δέ. V.

16

.

344

αὐτοῦ] γρ. ἀγχοῦ. M.

16

.

346

ὑπερφιάλως] ὑπερηφάνως ὁ κατὰ τοῦ Τηλεμάχου λόχος ἡμῖν ἐτελέσθη καὶ ἡ ὁδὸς αὕτη. ἐλέγομεν δὲ ὅτι οὐ μὴ τελέσῃ τὴν πρὸς τὸν οἶκον ὁδὸν αὐτοῦ ἀκινδύνως. Q. τετέλεσται] γρ. ἐτελέσθη. H.M.
5ἐτελέσθη] ἐτελειώθη, ἐπράχθη. V.

16

.

347

φάμεν] παροξυτόνως, ἵνα ᾖ παρατατικός. B.

16

.

350

κείνοις] ἤτοι τοῖς ἐλλοχῶσι τῷ Τηλεμάχῳ. B.

16

.

351

τοῦτο ἐκ τοῦ ποιητοῦ. H.

16

.

354

ἡδὺ δ’ ἄρ’ ἐκγελάσας] γελάσας εἶπε τοῖς ἰδίοις ἑταίροις
μνηστῆρσι, μή τινας ὑμῶν ὀτρύνητε ἀπελθεῖν καὶ εἰπεῖν τοῖς τὸν Τηλέμαχον λοχῶσιν ἐλθεῖν· ἤδη γὰρ ἐκεῖνοι μεμαθηκότες τοῦ Τηλε‐ μάχου τὴν ἐνταῦθα ἐπιδημίαν ἐντὸς τῆς αὐτοῦ οἰκίας εἰσέρχονται. H.630 in vol. 2
5μετεφώνεεν] γρ. προσεφώνεεν. H.

16

.

357

κιχάναι] γρ. κιχῆσαι. H.

16

.

360

τεύχεα δέ σφ’ ἀπένεικαν] νῦν ἄμφω, καὶ τὰ τῆς νεὼς καὶ τὰ πολεμιστήρια. B.

16

.

365

ἐπ’ ἄκριας] ἐπὶ τὰ ὑψηλότατα μέρη τῶν ὀρῶν. H.

16

.

367

ἄσαμεν] ἐκοιμήθημεν, ἐκαθευδήσαμεν, ἢ ἀνεπαύθημεν. H.

16

.

375

ἐφ’ ἡμῖν ἦρα φέρουσιν] ἡ ἐπί πρὸς τὸ ἦρα, ἐπίηρα, τὴν μετ’ ἐπικουρίας χάριν. B.Q.

16

.

377

οὐ γάρ τι μεθησέμεναι] οὐ γὰρ καταλείψει Τηλέμαχος τὸ ἀθροῖσαι ἀπὸ τῆς ἀγορᾶς λαὸν καὶ εἰπεῖν τὴν αὐτοῦ συμφορὰν καὶ ἅπερ παρ’ ἡμῶν ἔπαθεν ἡ οἰκία αὐτοῦ. Q.

16

.

383

ἀλλὰ φθέωμεν] ἢ ἐν τῷ ἀγρῷ ἢ ἐν ὁδῷ ἐπανιόντι. ἐπανέλαβε δὲ διὰ τοῦ ἀλλά τὸν λόγον, ἐπεὶ μεταξυλογίᾳ ἐχρήσατο. B.

16

.

385

κατὰ μοῖραν] γρ. καὶ κατὰ δῆμον. M. Vind. 133. ἐφ’ ἡμέας] τουτέστι, καθ’ ἑαυτούς. B.V. μὴ τοῖς ἀποῦσι μερίσω‐ μεν. V.

16

.

389

θυμηδέα] τὰ τῇ ψυχῇ ἡδονὴν παρέχοντα. B.Q.V.

16

.

403

αἰνήσωσι] ἐπινεύσωσι, συγκατάθωνται. V.

16

.

410

ὑπέρβιον ὕβριν ἔχουσιν] γρ. ἀπεχθομένοισί περ ἔμπης. Vind. 133.

16

.

412

μέδων] ἐκ βίας γὰρ εἶχον αὐτὸν ὡς καὶ τὸν Φήμιον. Q.

16

.

418

ἄμεινόν ἐστιν ὀρθοτονεῖν τὴν σέ. H.

16

.

420

ἔησθα] ὑπάρξεις. V.

16

.

421

βαρυτονητέον τὸ μάργε· ἔδει δὲ ὀξύνεσθαι. H.

16

.

422

ἱκέτας] τοὺς προσδεχομένους ἱκέτας ὠνόμασεν ὁμωνύμως αὐ‐ τοῖς τοῖς ἱκετεύουσιν, ὡς ἄν τις εἴποι τοὺς ἱκετοδόχους, ὥσπερ χρῆ‐ σται λέγονται οἱ ὀφείλοντες καὶ οἱ δανείζοντες. V. οὕτως εἶπε τοὺς ἱκετοδόχους, ὡς χρῆσται καὶ οἱ χρεωστοῦντες καὶ οἱ δανείζοντες.
5Ἄλλως. καὶ τὸν ἱκετεύσαντα καὶ τὸν ἱκετευθέντα. οὐ χρὴ γὰρ τούτων τὸν ἕτερον κακῶς φρονεῖν θατέρῳ. οὐκ αἰσχύνῃ οὖν οὔτε τὸν σὸν πα‐
τέρα ἱκετεύσαντα, οὔτε τὸν Ὀδυσσέα τὴν ἱκεσίαν δεξάμενον; Q. ἱκέτας ἐνταῦθα τοὺς προσδεχομένους μᾶλλον ἢ τοὺς προσιόντας αὐ‐ τοῖς φησιν. B.631 in vol. 2

16

.

423

μάρτυρος] μάρτυς κατὰ Ἴωνας. V. οὐδ’ ὅσιον] γρ. οὐδ’ ὁσίη. Vind. 133.

16

.

424

ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων] τοὺς Ἰθακησίους φεύγων εἰς τὸν οἶκον Ὀδυσσέως κατέφυγε. τὸ δὲ δεῦρο δεικτικὸν εἰς τὴν Ὀδυσσέως οἰκίαν. Ἰθακήσιος γὰρ ἦν ὁ Εὐπείθης. B.

16

.

427

πολλοὶ ὀρθοτονοῦσι τὴν ἥμιν, κακῶς. H.

16

.

428

κτεῖναι] γρ. φθεῖσθαι. M.

16

.

429

ζωὴν] τὸν βίον τὸν τῆς οὐσίας περιεκτικόν. V. κατὰ ζωὴν φαγέειν] δημεῦσαι τὰ χρήματα. πλείων δὲ ἡ κατη‐ γορία ὅτι καὶ πολλῆς οὐσίας ἀζημίωτον αὐτὸν ἐποίησεν ὁ Ὀδυσσεύς. ὥστε πλείω ὤφειλεν εἶναι ἢ χαρίζεσθαι ὅτι πολλὰ ἔχων νῦν ἀλλότρια
5ἐσθίει. Q. μενοεικέα] τὴν προσήκουσαν τῷ μένει καὶ τῷ θυμῷ ἐκείνου. Q.

16

.

431

ἄτιμον] ἀντὶ τοῦ ἀτίμως. Q. ἀτιμώρητον. ἔδεις δὲ προῖκα, μὴ καταβάλλων τὴν τιμὴν τῶν ἐσθιομένων. B.H.

16

.

434

Πολύβου παῖς] γρ. πεπνυμένος. H.

16

.

441

ταχέως τὸ αἷμα τὸ σκοτεινὸν χυθήσεται παρὰ τῷ ἐμῷ δόρα‐ τι, τοῦ ὁρμήσαντος φονεῦσαι τὸν σὸν υἱὸν Τηλέμαχον. H. αἶψά κεν] γρ. αἶψά οἱ. Vind. 133.

16

.

449

ὑπερώϊα] γρ. ὑπερῶα. H. σιγαλόεντα] ποικίλως κατεσκευασμένα. Q.V.

16

.

453

ἐπισταδὸν] ἐπιστημόνως. V. ἐπισταμένως. Q. ὁπλίζοντο] οὕτως διὰ τοῦ ο. H.

16

.

457

λυγρὰ] εὐτελῆ, ἢ λαμπρά. V.

16

.

461

ἐρωτηματικῶς, κεῖθεν ἦλθες ὅπου καὶ ἐπέμψαμέν σε; ἢ ἀπο‐ φαντικῶς, ἰδοὺ, φησὶν, ἦλθες ἀπαγγείλας. H.

16

.

466

βλώσκοντα] ἀντὶ τοῦ καταβλώσκοντι· ἐστὶ δὲ μολίσκοντι, φοιτῶντι. ἀναστρεπτέον τὴν κατά. H. ἀνύοντα· ἢ κατελθόντα· ἢ πορευόμενον. V. καταβλώσκοντα] μολίσκοντα, φοιτῶντα, κατελ‐ θόντα, ἢ πορευόμενον. B.Q.
5ἄνωγεν] γρ. ἀνώγει. H.

16

.

468

ὡμήρησε] ὁμοῦ συνέβαλε, συνέτυχεν. V. ὡμήρησε δέ μοι] συνέτυχεν, ἐκ μεταφορᾶς τῶν ὁμοῦ ἐρεσσόντων, ἢ ἀπὸ τοῦ ἅμα ἀρη‐ ρέναι. τινὲς δὲ παρῆχθαι, ὡς οἶνος οἰνηρός, οἴσυπος οἰσυπηρός (οἴσυ‐ πος δέ ἐστιν οἰὸς ῥύπος), οὕτω καὶ ἐκ τοῦ ὅμος ὅμηρος. B.H.Q.632 in vol. 2

16

.

471

ὑπὲρ πόλιος] ἀντὶ τοῦ ἔξω τῆς πόλεως. V. Ἑρμαῖος λόφος] ὁ σωρὸς τῶν λίθων ἐν ταῖς ὁδοῖς ἑρμαῖον ὀνομάζε‐ ται. ἢ πάθος ἰώμενος βωμὸς ἢ λόφος ἑρμαίου. ἢ ὡς ἐπί τινος λόφου Ἑρμοῦ ἱδρυμένου. V.
5Ἑρμῆς πρῶτος ἐκάθηρε τὰς ὁδοὺς, καὶ εἴ που ἐκάθηρε, λίθον ἀπέ‐ θετο ἔξω τῆς ὁδοῦ, ὃ σημεῖον ἦν. Ἑρμαῖος οὖν λόφος ἀντὶ τοῦ ση‐ μεῖον τῆς ὁδοῦ. τὰ γὰρ σημεῖα τῶν Ῥωμαίων μιλίων Ἑρμαίους λόφους καλοῦσιν. B.H.Q. Ἑρμῆς κατὰ Διὸς κέλευσιν ἀνελὼν Ἄργον τὸν τῆς Ἰοῦς φύλακα
10ἤχθη ὑπὸ δίκην, Ἥρας αὐτὸν καὶ τῶν ἄλλων ἀγαγόντων θεῶν εἰς κρίσιν ὅτι πρῶτος ἐπεβεβλήκει δαιμόνων θνητῶν μιάσματι τὸν Ἄργον καὶ ἀνῃρήκει. κρίνοντας δὲ τοὺς θεοὺς εὐλαβεῖσθαι μὲν τὸν Δία διὰ τὸ ὑπόδικον γεγενῆσθαι τὸν Ἑρμῆν ταῖς αὐτοῦ παραγγελίαις. ἅμα δὲ ἀφωσιωμένους τὸ ἄγος καὶ τῆς ἀνδροφονίας ἀπολύοντας αἷς εἶχον
15ὀργαῖς προσβαλεῖν αὐτῷ τὰς ψήφους, καὶ οὕτως ἐπισωρευθῆναι πρὸς τοῖς ποσὶ τοῦ Ἑρμοῦ ψήφων πλῆθος. ὅθεν καὶ τοὺς ἀνθρώπους ἄχρι τοῦ νῦν εἰς τιμὴν Ἑρμοῦ κατὰ τὰς ὁδοὺς, διὰ τὸ τὸν θεὸν εἶναι τοῦ‐ τον καθηγεμόνα καὶ ἐπίτροπον τῶν ἐκδημούντων, σωροὺς ποιεῖν λίθων καὶ διάγοντας προσβάλλειν λίθους, καὶ τούτους καλεῖν Ἑρμαίους λό‐
20φους. ἔστι δὲ λόφος πᾶν τὸ εἰς ὕψος μετέωρον. ἡ ἱστορία παρ’ Ἀν‐ τικλείδῃ. Q.V.

16

.

477

ἐξέφυγε, μὴ γνῶσιν ὅτι τὸν πατέρα εἶδεν. H.

16

.

478

πόνου] τοῦ περὶ τὸ δεῖπνον. V.

16

.

481

κοίτου τε μνήσαντο] γρ. δὴ τότε κοιμήσαντο. H.P.633 in vol. 2

17

hyp

(t)

ΥΠΟΘΕΣΙΣ
1Εἰς τὴν πόλιν ἐλθὼν Τηλέμαχος διηγεῖται τῇ μητρὶ Πηνελόπῃ τῆς ἀποδημίας τὰ κεφάλαια. ὕστερον δὲ Ὀδυσσεὺς ἀχθεὶς ὑπὸ τοῦ Εὐμαίου εἰς Ἰθάκην ἀπὸ τῶν ἀγρῶν εἰς τὸ συμπόσιον τῶν μνηστήρων εἰσέρχεται. ὁ δὲ ποιητὴς ἀπαγγέλλει πῶς ὁ κύων ἀναγνωρίζει τὸν
5δεσπότην. καὶ Εὔμαιος εἰς τοὺς ἀγροὺς ὑποστρέφει, Ὀδυσσεὺς δὲ ἐν αὐτοῖς μένει. P.V.
7tΑΛΛΩΣ
8Ὀδυσσέως ἄφιξις εἰς τὴν πόλιν. τὰ δὲ κατὰ μέρος ἐστὶ τοιαῦτα. Εὐμαίῳ προστάσσει Τηλέμαχος ἵνα μεθ’ ἑαυτοῦ ἀγάγῃ τὸν Ὀδυσσέα
10εἰς τὴν πόλιν. ἐκείνου τοῦτο ποιοῦντος Μελάνθιος ὁ αἰπόλος συντυ‐ χὼν αὐτῷ κατὰ τὴν ὁδὸν ὑβρίζει τὸν Ὀδυσσέα λακτίσας. ὁ δὲ ὀλι‐ γώρως ἤνεγκε τὴν ὕβριν. ἐπεὶ δὲ εἰς τὰ βασίλεια κατήντησε, καὶ ὡς ξένος θεωρεῖται. συνευωχούμενος δὲ Τηλέμαχος αὐτῷ παρέσχε τὰ χρήσιμα. προστάξαντος δὲ τοῦ λοιποῦ προσῄτει, καὶ ὑβρίζεται ὑπὸ
15Ἀντινόου. μαθοῦσα δὲ ἡ Πηνελόπη τὴν ὕβριν μεταπέμπεται αὐτόν. ὁ δὲ οὐ παραγίνεται κατὰ τὸ αὐτὸ, ὑπέσχετο δὲ τοῦτο ποιῆσαι νύκτωρ. ἐπειγομένης νυκτὸς καὶ Εὔμαιος εἰς τοὺς ἀγροὺς πορεύεται. καὶ ἐν τούτοις λήγει ἡ ῥαψῳδία. Q.

17

.

4

εἵλετο δ’ ἄλκιμον ἔγχος] μόνον τοῦτο ὠνόμασε, τὸ δὲ ξίφος σεσιώπηκεν, ἐπειδὴ τὸ ξιφηφορεῖν ἀεί τε ἦν καὶ σύνηθες. ὡς τὸ πρὸ τῆς τροφῆς μὲν ἀεὶ τὰς χεῖρας ἀπονίπτεσθαι δηλοῖ, τὸ δὲ μετὰ τὴν τροφὴν, ὡς ἀκόλουθον, ἡμῖν σιωπῇ κατέλιπεν ὑπονοεῖν. Q.

17

.

10

τὸν ξεῖνον δύστηνον] πρὸς τὴν τοῦ ἄρθρου μετάθεσιν. ὅμοιόν ἐστι τῷ “οὔτε τὰ τεύχεα καλά” (Il. φ, 317.). Q.

17

.

14

μηνίει] ὀργισθῇ. M. ἑαυτὸν λυπήσει μηνίων. H.

17

.

20

τηλίκος] τῆς δεούσης ἡλικίας. V.

17

.

21

σημάντορι] τῷ ὁπωσοῦν ἐπιτάσσοντι. καὶ ἐν τῷ “σημάντορος
οὐ παρεόντος” (Il. ο, 325.), νομέως. B.Q.634 in vol. 2

17

.

23

λείπει τὸ διά, διὰ πυρός. H. ἀλέη] θερμασία, κυρίως ἡ τοῦ ἡλίου. Q. ἡ θερμασία τοῦ ἡλίου. σημαίνει δὲ καὶ τὴν ἀποφυγήν. V. ἀλέη] ἡ θερμότης τοῦ ἡλίου. P.

17

.

24

αἰνῶς] κομιδῆ, λίαν, ὡς “αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοι‐ κεν” (Il. γ, 158.). “αἰνῶς γὰρ τάδε εἵματ’ ἔχω.” καὶ ἐντεῦθεν ἡ ὥρα φαίνεται φθινοπωρινὴ, καὶ πρὸς χειμῶνα ἤδη. H.

17

.

25

στίβη ὑπηοίη] ὁ παγετὸς ὁ ὀρθρινός. V. ὑπηοίη] ἡ κυκλικὴ, ἐπηοίη. H.

17

.

26

διὰ σταθμοῖο] γρ. διὲκ μεγάροιο. H.

17

.

29

ἔγχος μέν ῥ’ ἔστησε φέρων πρὸς κίονα μακρήν] γρ. ἔγχος μὲν στῆσεν πρὸς κίονα μακρὸν ἐρείσας. H.

17

.

30

αὐτὸς δ’ εἴσω ἴεν] ἐνήλλακται ἡ τάξις. τὸ γὰρ ἑξῆς, αὐτὸς δ’ ὑπέρβη λάϊνον οὐδὸν καὶ εἴσω ἴεν. V.

17

.

32

κώεα καστορνῦσα] καταστρωννῦσα. οὐκ οἶμαι τοῖς τῶν μνη‐ στήρων θρόνοις Εὐρύκλεια, ἀλλ’ ἐνδοτέρω μετὰ τὸν ἀνδρῶνα. Q.

17

.

35

καὶ κύνεον] ὡς ἂν δοῦλαι τοὺς ὤμους· ἡ δὲ Πηνελόπη κεφα‐ λήν τε καὶ ἄμφω φάεα καλά. τὸ γὰρ στόμα οὔτε δοῦλοι οὔτε ἐλεύ‐ θεροι ἐφίλουν. H.Q.

17

.

36

τὴν σωφροσύνην καὶ τὸ κάλλος καὶ τὸ μέγεθος πασάων ὑπερ‐ ῆεν. H.

17

.

43

λάθρη ἐμεῦ ἀέκητι] ποιότητος ἐπίρρημα. ποιότης δέ ἐστιν ἡ τὸ ποιὸν σχῆμα τοῦ σώματος ἢ τῆς ψυχῆς δηλοῦσα. B.Q.

17

.

47

τὸ περ ἀντὶ τοῦ δή. H.

17

.

50

τεληέσσας ἑκατόμβας] γρ. Τηλέμαχ’ ἑκατόμβας. H.

17

.

51

ἄντιτα] ἀντίτιτα. ἔστι δὲ συγκοπή. Q. ἄντιτα] ἀντιτιμώ‐ ρητα. V.

17

.

52

ἀγορήνδε ἐλεύσομαι] νῦν τὸν τόπον ἐκάλεσεν ἀγοράν. H.Q.
ἀγορὴν ἐσελεύσομαι] Ἀριστοφάνης ἐλεύσομαι. H.635 in vol. 2

17

.

55

ἠνώγεα] γρ. ἤνωγον. H.

17

.

57

ἄπτερος μῦθος] ἤτοι ἰσόπτερος, ταχύς. V. ταχὺς πρὸς τὸ πεισθῆναι καὶ ἰσόπτερος. Q. ἢ οὐκ ἀπέπτη ὁ λόγος, ἀλλ’ ἐπέμεινε μὴ ἔχων πτερόν. λέγει δὲ ὅτι ταχέως προσήκατο τὸν λόγον, ταχέως ἤκουσεν. Q.V. Ἡρωδιανὸς δὲ, ἕτοιμος, λέγει. MS. Barnes.
5ἢ πάγιος καὶ ἀμετακίνητος, ἐκ τοῦ α στερητικοῦ μορίου. ἢ μᾶλ‐ λον σύντομος καὶ ταχὺς, ἐκ τοῦ ἐπιτατικοῦ. B. ἔνιοι, ἔμμονος. H.

17

.

64

πάντες λαοὶ] οἱ κατὰ τὴν πόλιν λαοὶ, οὐχ οἱ μνηστῆρες. H.

17

.

71

ἀντίον] γρ. ἐγγύθεν. M.

17

.

73

τράπετ’] ἐτράπη. V.

17

.

75

ὄτρυνον] ἔπειξον. V.

17

.

81

ἐχρῆν ὀρθοτονεῖν τὴν σέ. H. ἐπαυρέμεν] ἐπεντρυφῆσαι. V.

17

.

90

πρῶτον ἐλούοντο, καὶ οὕτως ἐχρίοντο. οὐ γὰρ ἐνήλλακται ἡ φράσις. H.

17

.

95

παρεόντων] τῶν παραμενόντων καὶ ταχέως μὴ σηπομένων. V.

17

.

97

κλισμῷ κεκλιμένη] ἐπὶ τὰ ἀριστερὰ μέρη κεκλιμένη. B.Q.

17

.

109

γρ. ἐς Πύλον. H.

17

.

111

ἐνδυκέως ἐφίλει ὡσεί τε πατὴρ ἑὸν υἷα] οὕτως Ἀρίσταρχος. ὁ δὲ Ζηνόδοτος, ἐνδυκέως ἐφίλει ὡσεί τε πατὴρ ἑὸν παῖδα. H. Vin‐
dob. 133.636 in vol. 2

17

.

118

πολλοὶ] γρ. πολλά. Vind. 133.

17

.

119

μόγησαν] γρ. δάμησαν. H. Vind. 133.

17

.

130

ἐφῄει] γρ. ἐφῆκεν. H.

17

.

134

Φιλομηλείδῃ] ἄδηλον τίς ὁ Φιλομηλείδης, καὶ εἰ κύριον τὸ ὄνομα. H. ὁ Φιλομηλείδης ὡς Φιλομήλου υἱός. ὁ γὰρ Πάτροκλος οὐ δύναται δηλοῦσθαι ὡς Φιλομήλας υἱὸς, ὅτι τὰ ἀπὸ μητέρων οὐ σχηματίζει ὁ ποιητὴς, καὶ ὅτι τὸ ἐπιφερόμενον οὐκ οἰκεῖον ἦν ἐπὶ
5Πατρόκλου, “καδδ’ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί.” καὶ ἐν Ἰλιάδι δὲ λέγει (ρ, 670.), “νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο μνησάσθω.” Q.V.

17

.

150

ἀθετοῦνται ιϛʹ στίχοι. H.

17

.

158

ἢ ἕρπων] κατ’ ὀλίγον προσερχόμενος. H.

17

.

159

ἔστιν] γρ. ἔστιν. H.

17

.

160

καὶ μὴν οὐδέπω εἰσελθὼν εἰς τὴν ναῦν θεᾶται τὸν οἰωνόν. H. οἷον ἐγὼ] θαυμαστικῶς. H. ἐν τοῖς χαριεστέροις οὗτοι μόνοι οἱ
βʹ ἀθετοῦνται, ἐπεὶ καὶ πρὶν εἰσελθεῖν ἐν τῇ νηῒ τὸν οἰωνὸν εἶδε, καὶ ἐγεγώνευν ἀκαίρως ἐστίν. ἐν δὲ τοῖς κοινοτέροις ἀπὸ τοῦ “ὣς ἔφατο”637 in vol. 2
5ἕως τοῦ “ἐξ ἐμεῦ.” Q. Vind. 133. ἐγεγώνεον] ἐσήμαινον, ἔλεγον. V.

17

.

170

δειπνητὸς] ὀξυτόνως μὲν τὸ δεῖπνον, βαρυτόνως δὲ ὁ καιρὸς τοῦ δείπνου. B.H.Q. δειπνηστὸς] βαρυτόνως μὲν ἡ τοῦ δείπνου ὥρα, ὀξυτόνως δὲ τὸ δεῖπνον. V.

17

.

172

καὶ τότε δή σφιν ἔειπε Μέδων] εὐνούστατος μὲν ὁ Μέδων τῇ Ὀδυσσέως οἰκίᾳ, δι’ ἐπιείκειαν δὲ ἤθους καὶ οἱ μνηστῆρες αὐτὸν ἐτίμων καὶ ὁμοτράπεζον. Q.

17

.

176

οὐ μὲν γάρ τι χέρειον] ἤτοι καλόν ἐστιν· ὡς τὸ οὐχ ἥκιστα ἀντὶ τοῦ μᾶλλον. B.

17

.

177

ποτὶ οἶκον ἕκαστος] γρ. πείθοντό τε μύθῳ. H.

17

.

181

ἴρευον] ὡς συγκοπτόμενον ψιλοῦται. B. ἀθετεῖ καὶ Ἀριστοφάνης. H.

17

.

185

πόλινδ’ ἰέναι] γρ. δ’ ἴμεναι. H.

17

.

190

μέμβλωκε μάλιστα] μεμόληκε, ἀντὶ τοῦ προσήκει, καὶ με‐ σημβρία λοιπόν ἐστι, καὶ παρελήλυθε τὸ πλεῖστον τῆς ἡμέρας. B.Q.638 in vol. 2

17

.

191

ποτὶ ἕσπερον ῥίγιον] πρὸς ἑσπέραν μᾶλλον χειμών ἐστιν. V.

17

.

195

ῥόπαλον] παρὰ τὸ εἰς ἕτερον μέρος ῥέπειν. B.

17

.

196

ἀρισφαλέα] ἄγαν σφαλερὰν, τραχεῖαν, σκληρὰν, σφῆλαι πάνυ δυναμένην, δύσβατον, ὀλισθηρὰν ὥστε κινδυνεύειν καταπεσεῖν. B.Q. τραχὺν, σκληρὸν, σφῆλαι πάνυ δυνάμενον, δύσβατον, ὀλισθηρὸν
5ὥστε κινδυνεύειν καταπεσεῖν. οὐδὸν δὲ νῦν ἀντὶ τοῦ τὴν ὁδόν. V. τὸ οὐδόν ἀντὶ τοῦ τὴν ὁδόν. νῦν δὲ μόνως μετὰ τοῦ υ. B.

17

.

206

τυκτὴν] οὐκ αὐτοφυῆ. οὐ λέγει δὲ τὴν Ἀρέθουσαν. B.

17

.

207

Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ] Πτερελάου παῖδες Ἴθα‐ κος καὶ Νήριτος ἀπὸ Διὸς ἔχοντες τὸ γένος ᾤκουν τὴν Κεφαλληνίαν. ἀρέσαν δὲ αὐτοῖς τοῦτο καταλιπόντες τὰ σφέτερα ἤθη παραγίνονται εἰς τὴν Ἰθάκην. καὶ τόπον ἰδόντες εὖ πεποιημένον εἰς συνοικισμὸν
5διὰ τὸ τῶν παρατεθειμένων ὑψηλότερον εἶναι κατοικήσαντες δεῦρο τὴν Ἰθάκην ἔκτισαν. καὶ ἐκ μὲν τοῦ Ἰθάκου ἡ νῆσος ἐπωνομάσθη Ἰθάκη, τὸ δὲ παρακείμενον ὄρος ἐκ τοῦ Νηρίτου Νήριτον. ἡ δὲ ἱστορία παρὰ Ἀκουσιλάῳ. V. οὗτοι Πτερελάου παῖδες καὶ Ἀμφιμέδης. καὶ ἀπὸ μὲν Ἰθάκου
10Ἰθάκη, ἀπὸ δὲ Νηρίτου Νήριτον ὄρος, ἀπὸ δὲ Πολύκτορος Πολυκτό‐ ριον τόπος ἐν τῇ Ἰθάκῃ. B.Q.

17

.

208

ἀμφὶ δ’ ἄρ’—]ἱστορία. Ἥλιος Ῥόδῃ μιχθεὶς τῇ Ἀσωποῦ παῖδας ἴσχει Φαέθοντα καὶ Λαμπετίην καὶ Αἴγλην καὶ Φαέθουσαν. ἀνδρωθεὶς δὲ ὁ Φαέθων ἤρετο τὴν μητέρα τίνος εἴη πατρός. πυθόμενος δὲ ὡς Ἡλίου, παρεγένετο ἐπὶ τὰς τοῦ πατρὸς ἀνατολάς. γνωρισθεὶς
5δὲ οὕτως ἐδεῖτο τοῦ πατρὸς ἐπ’ ὀλίγον αὐτῷ συγχωρῆσαι τὸ ἅρμα καὶ
τοὺς ῥυτῆρας, ὅπως κατοπτεύσειε τὸν κόσμον. ὁ δὲ Ἥλιος ἀκούσας παραυτὰ μὲν ἀντέλεγεν εἰδὼς ἃ πείσεται, σφόδρα δὲ αὐτῷ ἐγκει‐ μένῳ συγχωρεῖ διδάξας ὅ τι τὸ μεταίχμιον. ἐπιβὰς δὲ ἐκεῖνος τοῦ ἅρματος ἀτάκτως ἐφέρετο, ὥστε πάντα τὰ ἐπὶ τῆς γῆς φρύγειν.639 in vol. 2
10καὶ δὴ τῆς ἀφροσύνης ἐπισχεῖν αὐτὸν κεραυνῷ τὸν Δία. κατα‐ πεσόντος δὲ αὐτοῦ μετὰ τῆς θείας φλογὸς ἐπὶ τὸν Ἠριδανὸν πο‐ ταμὸν καὶ φθαρέντος αἱ ἀδελφαὶ παραγενόμεναι κατὰ τὸν τόπον τοῦ Κελτικοῦ πελάγους ἐθρήνουν ἡμέρας ἀδιαλείπτως καὶ νυκτός. ὅθεν κατελεήσας ὁ Ζεὺς ταύταις ἀνάμνησιν ἐνεποίησε τῶν κακῶν
15μεταβάλλων αὐτὰς εἰς αἰγείρους, αἵπερ εἰσὶ δένδρα. λέγεται δὲ καὶ ἐντεῦθεν ἀπογεννᾶσθαι τὸν ἤλεκτρον, τῆς ἀρχαίας οἰμωγῆς ἀποδα‐ κρύοντα τοῦτον καρπὸν ἀπὸ τοῦ δένδρου. ἡ δὲ ἱστορία παρὰ τοῖς τρα‐ γικοῖς. H.Q.V.

17

.

216

περιττὸς ὁ καί. H.

17

.

217

ἡγηλάζει] οὕτως Ἀρίσταρχος καὶ Ἀριστοφάνης, χωρὶς τοῦ ς. H.

17

.

219

μολοβρὸν] τὸν μολοῦντα πρὸς τὴν βρῶσιν, μεταίτην, τὸν μο‐ λίσκοντα ἐπὶ βοράν. Q. τὸν ἐπαίτην, τὸν γαστρίμαργον, τὸν μολί‐ σκοντα ἐπὶ τὴν βορὰν, τὸν ἀκόρεστον τροφῆς. V.
ἀμέγαρτε συβῶτα] ἢ ἐν τῷ συβωτεῖν ἀφθόνητε, ὃ δηλοῖ τὸ κακῶς640 in vol. 2
5πράττειν. ἢ ᾧ οὐκ ἄν τις φθονήσειε τοῦ συβωτεῖν, οἷον ἄξιε τοῦ συφορβεῖν. V. οὐδενὸς λόγου ἄξιε. Q.

17

.

220

δαιτῶν ἀπολυμαντῆρα] ὑφ’ ἓν τὸ ἀπολυμαντῆρα. H. τὸν τὰ ἀποκαθάρματα τῶν εὐωχιῶν ἐσθίοντα. B.H.Q. λυμεῶνα τῶν εὐω‐ χιῶν, ἢ τὸν τὰ καθάρματα προσφερόμενον τῶν εὐωχιῶν. V.

17

.

221

φλιῇσι] ταῖς παραστάσι τῆς θύρας. V. θλίψεται ὤμους] θλίψεται Αἰολικῶς ἀντὶ τοῦ θλιβήσεται, ὃς οὐκ ἐκβήσεται τῶν φλιῶν, οὐδὲ εἴξει. εἰώθασι δὲ οἱ πτωχοὶ προσκλίνε‐ σθαι ταῖς θύραις, ἢ προστρίβεσθαι. Q.V.
5φλίψεται] διὰ τοῦ θ, ὡς καὶ Ζηνόδοτος. H. θλίψεται ὤμους] γρ. θλίψεται ἦτορ. Vind. 133.

17

.

222

ἀκόλους] οὓς οὐκ ἄν τις κολούσῃ διὰ τὴν βραχύτητα. B.Q. ψωμοὺς ὧν οὐκ ἄν τις κωλύσηται διὰ τὴν σμικρότητα. P. ἄορας δὲ οἱ μὲν τὰς ἀπὸ τῶν ἀγώνων λαμβανομένας ἆθλα γυναῖ‐ κας, οἱ δὲ τοὺς ὦτα οὐκ ἔχοντας τρίποδας, παρὰ τὸ αἴρεσθαι, ὅ ἐστι
5βαστάζεσθαι· οἱ δὲ οὐδετέρως χωρὶς τοῦ ς τὰ ἄορα, ἵνα σημαίνῃ τὰ ξίφη. B.Q. οὐδετέρως τὰ ἄορα, ἵνα λέγῃ τὰ ξίφη. οἱ δὲ τοὺς οὔατα οὐκ ἔχοντας τρίποδας, παρὰ τὸ αἴρεσθαι, ὅ ἐστι βαστάζε‐ σθαι. H. οἱ μὲν χωρὶς τοῦ ς τὰ ξίφη, παρὰ τὸ ἆορ, οἱ δὲ μετὰ τοῦ ς ἄορας· οἱ μὲν τὰς ἀπὸ τῶν ἀγώνων λαμβανομένας ἆθλα γυναῖ‐
10κας· λέγει γάρ που “ἢ τρίπους ἢ γυνή” (Il. χ, 164.)· οἱ δὲ τοὺς τρίποδας τοὺς ὦτα ἔχοντας, ἐξ ὧν αἴρεσθαι δύνανται. V.

17

.

224

σηκοκόρον] ἐπιμελητὴν ἐπαύλεως, ἢ τὸν σαίροντα τοὺς ση‐ κούς. σηκοὶ δὲ λέγονται αἱ μάνδραι καὶ οἱ τόποι ἔνθα συγκλείονται
αἱ αἶγες καὶ τὰ πρόβατα. V. θαλλόν] πᾶν τὸ ἐκ γῆς φυέν. ἢ τὴν φυλλάδα. πᾶς γὰρ κλάδος641 in vol. 2
5δένδρου θαλλὸς προσαγορεύεται, ὑπὸ τῶν Ἀττικῶν δὲ μόνος ὁ τῆς ἐλαίας. V.

17

.

225

καί κεν ὀρὸν πίνων] ὀρὸς ψιλῶς καὶ ὀξέως, παρὰ τὸ αἴρω. H. ὀρὸς ἡ ὑδατώδης καὶ ἐφθαρμένη ὑποστάθμη τοῦ γάλακτος, ἢ τὸ ἄπηκτον γάλα, τὸ ὑπολειπόμενον ὑδατῶδες. ἐπιγουνίδα δὲ λέγει τὴν τοῦ σώματος εὐεξίαν. ἀπὸ γὰρ μέρους τοῦ κατὰ τὸ γόνυ δέρματος
5τὸ πᾶν ἐσήμανεν. ἢ τὸ ὑπεράνω τοῦ γόνατος. Q.V. ἐπιγουνίδα] τινὲς τὴν λεγομένην ἄντζαν. B.

17

.

227

πτώσσων] πτωχεύων, μεταιτῶν. καὶ πτωχὸς ὁ πτώσσων περὶ τὴν ὀχήν. H.

17

.

228

ἄναλτον] ἀπλήρωτον. V. ἀκόρεστον, παρὰ τὸ μηδέποτε ἅλις ἔχειν. ὁ δὲ Ἡρωδιανὸς τὴν γαστέρα ἀναύξητον, ἄναλδόν τινα οὖσαν, τὴν ἀεὶ ξηρὰν καὶ ταπεινήν. B.Q. Vind. 133.

17

.

231

ἀμφὶ κάρη] γρ. ἀμφικαρῆ. H. τινὲς μὲν ἀμφοτέρωθεν οἱονεὶ κεφαλὰς ἔχοντα. ἄμεινον δὲ κατὰ παράθεσιν ἀναγινώσκειν, ἀμφὶ κάρη, περὶ τὴν κεφαλήν. V. ἀμφὶ κάρη σφέλα] ὁ μὲν Ἀσκαλωνίτης ἀμφικαρῆ σφέλα τὰ
5μικρὰ ὑποπόδια διὰ τὰς βάσεις, ὁ δὲ Ἡρωδιανὸς ἀμφὶ κάρη, ὡς εἰ ἔλεγε, πεμπόμενα ἐπὶ τὸ κάρη καὶ κατερχόμενα εἰς τὰς πλευρὰς συντρίψουσιν αἱ πλευραί. ὑπερβολικῶς δὲ εἶπεν ὡς εἰ φαίη τις ὅτι πολλὰς μάστιγας κατέτριψεν ὁ νῶτος τοῦδε. ἔνιοι δὲ “ἀμφὶ κάρη σφέλα” ὡς αὐτῶν τῶν βαλλόντων ἐπὶ τὴν κεφαλὴν ἐχόντων τὰς χεῖ‐
10ρας, ὁπότε μέλλοιεν ἀποπέμπειν κατ’ αὐτοῦ. B.H.Q. σφέλα] τὰ ὑποπόδια, ἢ τὰ ἐντινάγματα τὰ δυνάμενα σφῆλαι, ὅ ἐστι κινῆσαι. Q.V. τὰ ἀμφοτέρωθεν ἐξοχὰς καὶ ἐπαναστάσεις ἔχοντα, ὅ ἐστιν ἑκατέρωθεν ἔχοντα βάσιν, ὡς ἐπὶ τῶν παρ’ ἡμῖν δι‐
φρίων, ὥσπερ ἐπ’ Ὀλύμποιο καρήνων τῶν ἐξοχῶν καὶ ἀκρωτηρίων. H.642 in vol. 2
15τὰ ἀμφωτέρωθεν ἐξοχὰς καὶ ἐπαναστάσεις ἔχοντα. ἢ ἴσως παρὰ τὸ ἀπὸ σφηνῶν συμπεπῆχθαι. σφῆνες δὲ τὰ μικρὰ ξύλα. σφέλα δὲ τὰ μικρὰ ὑποπόδια. V.

17

.

232

πλευραὶ ἀποτρίψουσι] ἐμφαντικῶς, ὅτι αἱ τούτου πλευραὶ ἀποτρίψουσι τὰ ὑποπόδια. V.

17

.

237

ἢ πρὸς γῆν ἐλάσειε] τὸ η τὸ δεύτερον περισπαστέον. τὸ δὲ ἀμφουδίς ὀξύνεται ὡς λικριφίς. H. περὶ γῆν ὡς εἰς τὸ ἔδαφος. H. περὶ τὸ ἔδαφος. V. ἀμφ’ οὖδας ἐρείσας] γρ. ἀείρας. M.

17

.

240

νύμφαι κρηναῖαι] προείρηται γὰρ ὡς ἐπὶ κρήνην ἀφίκοντο. H. ταύταις προσεύχεται ἤτοι καθὸ ἀγροῖκός ἐστιν, ἢ ὅτι τότε τὴν κρήνην προῄει. H.Q.V.

17

.

244

ἀγλαΐας] τοὺς καλλωπισμούς. V.

17

.

245

σοῦ γὰρ ὄντος ὧδε, ὃ θέλουσι ποιοῦσιν οἱ ὑπὸ σέ. H.

17

.

246

ἄστυ κάτα] εἰ καὶ συναλοιφὴ, ὅμως δύναται ἀναστρέφεσθαι διὰ τὴν ἀνάπαυσιν. τὸ δὲ μῆλα νῦν μόνως τὰς αἶγας. H.

17

.

256

κάθισεν] ἐκαθέζετο. V.

17

.

257

τὸν γὰρ φιλέεσκε μάλιστα] ἐπεὶ τῇ ἀδελφῇ αὐτοῦ ἐμίγνυτο Μελανθοῖ. Q.

17

.

261

περὶ δέ σφεας] ἀντὶ τοῦ, περὶ γάρ σφεας, ἵνα τοῦ στῆναι φαίνηται ἡ αἰτία. H.

17

.

266

ἐξ ἑτέρων ἕτερ’ ἐστὶν] διὰ τούτων βούλεται δηλοῦν ὡς οὐ μονο‐ στέγων τῶν βασιλείων ὄντων, ἀλλὰ πολυστέγων. V. κατ’ ἀκρί‐ βειαν τὸ ἕτερα διὰ τὸ δίστεγα εἶναι, ὡς μονοστέγων ὄντων τῶν ἰδιωτι‐ κῶν οἰκημάτων. B.Q. δηλονότι τρίστεγοί εἰσι. P.
5ἐπήσκηται] μετ’ ἐπιμελείας διακεκόσμηται. Q.V.

17

.

267

τοίχῳ καὶ θριγκοῖσι] τοῖς ἐπὶ τῶν τοιχίων ἀκανθώδεσι περι‐ φράγμασιν εὖ ἠσφαλισμένοις. B.Q. ἀστέγαστόν τι περίφραγμα πρὸ τῶν οἰκημάτων. H.
εὐερκέες] ἀσφαλεῖς. εἰ δὲ εὐεργέες, καλῶς εἰργασμέναι. V.643 in vol. 2

17

.

268

μιν] αὐτὸ τὸ δῶμα. H. ὑπεροπλίσσαιτο] ἤτοι ὑπερηφανήσει, ἢ εὐχερῶς ἐπιβουλεύσει. V.

17

.

269

δαῖτα τίθενται] γρ. πένονται. H.

17

.

270

ἀνήνοθεν] ἀνέρχεται. H.V. Ἀρίσταρχος ἐνήνοθεν, αἱ δὲ κοιναὶ ἀνήνοθεν. H.

17

.

276

δῦσε δὲ] γρ. δύσεο. H.M. εἴσελθε. H.

17

.

277

προπάροιθεν] πρότερον χρονικῶς, ὅμοιον τῷ “τὸν δ’ Ὀδυ‐ σεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξε.” τοπικῶς δὲ “ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα Κολωνή.” (Il. β, 811.). H.

17

.

283

ἀδαήμων] λείπει τὸ εἰμί. H.

17

.

284

τολμήεις] ὑπομονητικός. Q.

17

.

286

γαστέρα δ’ οὔπως ἔστιν ἀποκρύψαι] ἀνεξέλεγκτον ποιῆσαι. ἐμφαίνει γὰρ ἑαυτήν. B.

17

.

287

οὐλομένην] συνήθως κακίζει τὴν γαστέρα, ὡς καὶ ἐν τούτοις “ἀλλ’ ἕνεκ’ οὐλομένης γαστρός” (Od. ο, 344)· “ἀλλά με γαστὴρ ὀτρύνει κακοεργός” (ς, 53.)· “οὔτ’ ἄρ τι στυγερῇ ἐπὶ γαστέρι” (η, 216.). Q.

17

.

291

ἂν δὲ κύων] πῶς τὸν μεταμεμορφωμένον ἐπιγινώσκει; ὅτι παρὰ τοὺς ἀνθρώπους καὶ τὰ ἄλογα ζῷα μᾶλλον ἀντιλαμβάνεται καὶ ἐκ τῆς ὀδμῆς αὐτὸν ἐπέγνω. ἀλλὰ μετὰ τοσαῦτα ἔτη πῶς ἔζη ὁ κύων; Ἀριστοτέλης φησὶ τέσσαρα καὶ εἴκοσι ζῆν ἔτη κύνα. Q.V.

17

.

292

Ἄργος] ὄνομα κύριον τοῦ Ὀδυσσέως κυνός. V.

17

.

294

πάροιθεν] πρότερον πρὸ τοῦ γηράσαι, ἢ ἔμπροσθεν τῆς Ἰθάκης εἰς τὴν ἤπειρον. λαγωὸς γὰρ οὐ γίνεται ἐν Ἰθάκῃ, ὥστε δῆλον ὅτι εἰς τὴν ἤπειρον ἐκυνηγέτουν. B.

17

.

295

πρόκας] πρὸξ εἶδος ἐλάφου ταχυτάτης, ἀπὸ τοῦ προικνεῖ‐ σθαι. B. δορκάδων εἶδος ἢ ἐλάφων. Q.V. ἢ τὰ ἔκγονα τῶν ἐλά‐ φων. V.

17

.

296

ἀπόθεστος] ἀπόθητος, ἀνεπιμέλητος. H.
ἀποιχομένου Ὀδυσῆος] γρ. ἀποιχομένοιο ἄνακτος. H.644 in vol. 2

17

.

299

τέμενος] χωρίον. κοπρίσοντες] κοπρίσαι ὀφείλοντες. V. κοπρήσσοντες] κοπρεύσοντες, κόπρον τῇ γῇ ἐπιβάλλοντες. κατα‐ χρηστικῶς δὲ τέμενος τὸ χωρίον. B.

17

.

300

κυνοραιστέων] τῶν κροτώνων. τινὲς δὲ λέγουσιν ἄλλα ζῷα ἐγ‐ γίνεσθαι, ἃ λέγεσθαι κυνοραϊσταί. V. κροτώνων. ῥαίουσι γὰρ τοὺς κύ‐ νας πίνοντες τὸ αἷμα αὐτῶν. εἰσὶ δὲ ταῦτα τὰ καλούμενα τζιβίκια. V. ἔνιοι μὲν κυνομυιῶν, Ἀρίσταρχος δὲ τῶν κροτώνων. τινὲς δὲ λέγουσιν
5ἄλλα ζῷα ἐγγίνεσθαι, ἃ λέγεται κυνοραισταί. M.Q.

17

.

305

ἐρεείνατο] γρ. ἐρεείνετο. H.

17

.

309

ἢ αὕτως] ἁπλῶς καὶ ὡς ἔτυχε. B.

17

.

310

ἀγλαΐης δ’ ἕνεκεν] κόσμου χάριν ἢ καλλωπισμοῦ. B.Q. καλλονῆς. V.

17

.

316

βένθεσιν] γρ. τάρφεσιν. βάθεσι, πυκνώμασι. M.

17

.

317

κνώδαλον] κυρίως μὲν τὸ θαλάσσιον θηρίον τὸ κῆτος, νῦν δὲ θηρίον ὑπὸ κυνῶν ἁλισκόμενον. H.V. δίοιτο] διώξειε. B.

17

.

318

γαίης] γρ. πάτρης. M. περιῄδη] περισσῶς ᾔδη τὴν ἄγραν αὐτοῦ δηλονότι. B.

17

.

319

τὸ ἀκηδέες ἀντὶ τοῦ ἀμελεῖς, φροντίδα οὐ τιθέμενοι. H.

17

.

321

οὐκέτ’ ἔπειτ’ ἐθέλουσιν] οἱ μὲν φαῦλοι οὐ βούλονται, οἱ δὲ ἀγαπῶντες οὐ δύνανται. τὸ γὰρ ἐθέλειν καὶ ἐπὶ τοῦ δύνασθαι καὶ ἐπὶ τοῦ βούλεσθαι. B.

17

.

322

ἀρετῆς] τῆς ἑκουσίου πρὸς τὰ ἔργα ῥοπῆς. Q.V. ἀρετήν φησι τὴν ἀγαθὴν ἐργασίαν τὴν μετὰ προαιρέσεως γινομέ‐ νην. οἱ δὲ δοῦλοι, κἂν ἀγαθόν τι πράξωσι τοῦ δεσπότου κελεύσαντος, ἧττον ἐπαινετοί εἰσι. B.

17

.

330

νεῦς’ ἐπί οἱ καλέσας] τὸ δὲ ἑξῆς, ἐπένευσεν αὐτῷ ἐξ ὀνόμα‐ τος καλέσας. B.

17

.

331

ἐνθάδε δαιτρὸς ἐφίζεσκεν] ἐν ᾧ δίφρῳ ὁ μάγειρος ἐκαθέζετο κρέα πολλὰ δαιόμενος μνηστῆρσι. B.

17

.

335

προτίθει] παρετίθει. V.645 in vol. 2

17

.

339

μελίνου] ἀπὸ μελίας ξύλου γενομένου. μελία δὲ εἶδος δέν‐ δρου. H.

17

.

340

κυπαρισσίνῳ] ἀπὸ κυπαρισσίνου ξύλου γενομένῳ. H.

17

.

343

οὖλον] ὅλον, κατὰ ἔκλειψιν τοῦ υ. V.

17

.

344

ὥς οἱ χεῖρες] νῦν τὸ ὡς ἀντὶ τοῦ ὅσον αἱ χεῖρες αὐτοῦ περιε‐ βάλλοντο, ἐχάνδανον. B. ἀμφιβαλόντι] γρ. ἀμφιβαλόντε. H.

17

.

347

ἀνδρὶ παρεῖναι] εἰς τὸ παρεῖναι κεχρημένῳ ἀνδρὶ οὐκ ἔστιν ἐπωφελὴς ἡ αἰδώς. B. καὶ Ἡσίοδος “αἰδὼς δ’ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει.” Vind. 133.

17

.

352

αἰδῶ δ’ οὐκ ἀγαθήν] γρ. αἰδὼς δ’ οὐκ ἀγαθή. Vind. 133. ἀνδρὶ προΐκτῃ] ἴκτης ψιλωτέον, παρὰ γὰρ τὸ παραβάλλειν τὴν χεῖρα καὶ αἰτεῖν δωρεάν. ἢ ὁ πρὸ τοῦ αἰτεῖν ἱκετεύων, εἰ δασύνεται. Q. μεταίτῃ, παρὰ τὸ ἱκετεύειν καὶ προσαιτεῖν. V. παρὰ τὸ
5προϊκετεύειν. H.

17

.

354

ὄλβιον εἶναι] ἀπὸ κοινοῦ, ποίησον. V.

17

.

357

ἐπὶ πήρης] ἐπάνω τῆς πήρας. ἁπλώσας γὰρ τὴν πήραν ἀντὶ τραπέζης ἐπάνω ἔθηκεν. B.Q.V.

17

.

358

ὡς ὅτε] μέχρις οὗ, ἕως ὅτε. Gl. M.

17

.

359

εὖθ’ ὁ δεδειπνήκειν] οὕτω, δεδειπνήκειν, ἀντὶ τοῦ δεδειπνήκει. ὡς τὸ “ἤσκειν εἴρια καλά” (Il. γ, 388.). H.Q.

17

.

362

πύρνα] πύρνα τοὺς πύρνους, ὡς κύκλα τοὺς κύκλους. B. πύριν πύρινα σιτία. V.

17

.

364

ἀπαλεξήσειν κακότητος] κωλύσει καὶ ἀπολήξει τοῦ κακοῦ. πάντες γὰρ ἦσαν μοχθηροί. Q.

17

.

365

ἐνδέξια] ἀπὸ τοῦ δεξιοῦ μέρους. V. διχῶς, ἐνδέξια καὶ ἐν‐ δεξία. H.

17

.

366

πτωχὸς πάλαι εἴη] ὡς μεμελετηκὼς ἐκ πολλοῦ τὴν πτω‐
χείαν· ὡς εἰ πτωχὸς ὑπῆρχεν ἐκ πολλοῦ. B.646 in vol. 2

17

.

369

αἰπόλος αἰγῶν] περισσὸν τὸ αἰγῶν. H.

17

.

375

ὦ ἀρίγνωτε] ὦ πᾶσι δῆλε συβῶτα ὤν. ἢ ἐπίσημε διὰ κα‐ κίαν ἢ πτωχείαν. B.Q. ἀρίγνωτε] ἐπίσημε, ἄγαν ἔκδηλε ὅτι συ‐ βώτης ὑπάρχεις. V.

17

.

376

προοικονομεῖ τὸ καὶ ἄλλων εἰωθέναι μεταστάσεις εἶναι ὡς αὐτοὺς, ἵνα μὴ ξενισθῶσι περὶ Ὀδυσσέως. H.

17

.

378

ἢ ὄνοσαι] ἐκφαυλίζεις, εὐκαταφρόνητον καὶ τὸ μηδὲν νομί‐ ζεις. B. νῦν ἀντὶ τοῦ ὠφελῇ. V. Καὶ ἄλλως. εἰρωνεύεται πρὸς τὸ τοῦ Εὐμαίου φιλοδέσποτον. H.

17

.

379

ποθι] ποθέν. V. καὶ προτὶ] γρ. καί ποθι. H. ἐγκλιτι‐ κὸν τὸ ποθι. H.

17

.

382

τίς γὰρ δὴ ξεῖνον καλεῖ;] ξεῖνον νῦν ἀλλότριον. B.

17

.

383

δημιοεργοὶ] χειροτέχναι, δημοσίαν παρέχοντες τὴν ἑαυτῶν τέχνην. B.Q.

17

.

384

μάντιν ἢ ἰητῆρα] ἀπὸ κοινοῦ, ἢ τίς ἀλλότριον ἄνδρα καλεῖ, εἰ μὴ μάντιν ἢ ἰατρὸν, ἢ τέκτονα ἢ καὶ ἀοιδόν; H.

17

.

385

θέσπιν ἀοιδὸν] ἐκ θεοῦ τὴν ὄπα ἔχοντα. τὸ δὲ τέρπῃσιν ἀντὶ τοῦ τέρπῃ, ὡς τὸ “νῦν δ’ ἂν πολλὰ πάθῃσι” (Il. χ, 505.). B.

17

.

387

τρύξοντα] καταπονήσοντα, ἀπὸ τοῦ τρύξαι καὶ συνθλῖψαι. Ἄλλως βραχὺ τὸ υ τοῦ τρύξοντα, ὡς ἐρύκω ἐρύξω, σμύχω σμύξω, ψύχω ψύξω, τρύχω τρύξω· ἔνθεν καὶ τρυγίας καὶ τρύγη. σημαίνει δὲ τὸ καταπονήσοντα. B.Q.

17

.

391

ἐν τοῖς Ὀδυσσέως οἴκοις οὐκ ἄλλῳ γαμηθεῖσα. H.

17

.

393

ἄττα] γρ. σίγα. H. Vind. 56. μὴ ἐξ ἀμοιβῆς ἀποκρίνου, μὴ ἀμείβου τοῦτον πολλὰ τοῖς λόγοις. H.

17

.

397

υἷος] γρ. υἱοῦ. H.

17

.

398

δίεσθαι] διῶξαι, ἀπὸ τοῦ δίημι. B. προπαροξυτόνως ἀπὸ τοῦ δίημι. οἶδε δὲ τὸ δίω καὶ διῶ καὶ δίημι. H.

17

.

399

ἀναγκαίως] ἀναγκαστικῶς. V.

17

.

401

μὴ ἐντρέπου εἰς τοῦτο τὴν ἐμὴν μητέρα. H.

17

.

405

γρ. ἀπαμείβετο φώνησέν τε. H.

17

.

407

εἴ οἱ τόσσον ἅπαντες] δοκεῖ μὲν λέγειν ὅτι εἰ πάντες αὐτῷ τοσοῦτον παράσχοιεν ὅσον ἐγὼ, μένοι ἂν πόρρω τῆς σῆς οἰκίας ἔχων ἐφόδια ἐπὶ τρεῖς μῆνας. τὸ δὲ ἀληθὲς βούλεται εἰπεῖν ὅτι τρεῖς μῆνας μένοι πόρρω τῆς οἰκίας ὀδυνώμενος, εἰ τοσαύτας παρὰ τῶν647 in vol. 2
5μνηστήρων λάβοι πληγὰς ὅσας παρ’ ἐμοῦ. τὸ δὲ “Τηλέμαχ’ ὑψα‐ γόρη μένος ἄσχετε, ποῖον ἔειπες;” ἀντὶ τοῦ διὰ τί μοι ὠνείδισας ἀμεταδοσίαν, καίτοι προαίρεσιν ἔχοντι παρασχεῖν; εἰ γὰρ παρὰ τῶν ἄλλων τοσοῦτον λάβοι, ἀρκέσει αὐτῷ καὶ εἰς τρεῖς μῆνας τὰ διδό‐ μενα. B.H.Q.
10τόσσον κακὸν, ὅσον ἐγὼ δίδωμι. ἢ ἐν εἰρωνείᾳ, τόσσον ἀγαθόν. B.

17

.

408

τρεῖς μῆνας] οὐκ ἂν ἐπὶ τρεῖς μῆνας προέλθοι αἰτήσων. V. οἶκος ἐρύκοι] ἤτοι διὰ τὴν πληγὴν νοσῶν, ἢ ἐν εἰρωνείᾳ μέχρι τρι‐ μήνου ἐφόδια ἔχοντα αὐτόν. H.

17

.

409

ἔδειξεν ὡς τούτῳ βαλῶν, εἰ προσέλθοι αἰτῶν αὐτόν. H.

17

.

413

προικὸς] τῆς δωρεὰν δόσεως. V. τὴν δωρεάν· ὧδε γὰρ ὄνομά ἐστι. H.

17

.

414

στῆ δὲ παρ’ Ἀντίνοον] ἀντὶ τοῦ, παρ’ Ἀντινόῳ, ὡς τὸ “στῆ παρὰ Πρίαμον Διὸς ἄγγελος.” (Il. ω, 169.). B.H.Q.

17

.

415

οἷον ἐν τῇ πόλει κάκιστος λεγόμενος. H.

17

.

416

περισσὸν τὸ ἀλλ’ ὤριστος. H.

17

.

418

κλείω] δοξάσω, ὑμνήσω. ἐνεστώς ἐστιν ἀντὶ μέλλοντος. H.

17

.

419

καὶ γὰρ ἐγώ ποτε] οὐκ ἐκ γένους ταπεινοῖ ἑαυτὸν, ἵνα δι’ εὐγένειαν καὶ τῷ Ἀντινόῳ δοκῇ παρρησιάζεσθαι καὶ ὑπὸ Πηνελόπης μᾶλλον ἐλεεῖσθαι. Q. κατὰ τὴν ἀξίαν τῶν δυστυχούντων ἕκαστα τῷ μὲν εὐγενεῖ λαμπρὰ,
5τῷ δὲ ταπεινῷ τὰ ἐοικότα. Q.

17

.

423

οἷσίν τ’ εὖ ζώουσιν] δι’ ὧν καλῶς ζῶσιν. H.

17

.

442

αὐτὰρ ἔμ’ ἐς Κύπρον] ὅτι ἀεὶ πολλοὺς εἶχεν ἡ Κύπρος βα‐ σιλεῖς ἐν ταὐτῷ φησι καὶ ὁ Μένανδρος ἐν Μισουμένῳ “ὡς ἐν πα‐ ραβάσει ἐκ Κύπρου λαμπρῶς πάνυ πράττων· ἐκεῖ γὰρ ὑπό τιν’ ἦν
τῶν βασιλέων.” H.Q.648 in vol. 2
5πέπεισται ὁ Εὔμαιος τἀληθῆ αὐτῷ διηγήσασθαι τὸν μεταίτην διὰ τὴν εὔνοιαν, καὶ ταῦτα πρὸς τὴν Πηνελόπην μηνύει (522.) περὶ αὐ‐ τοῦ ὡς αὐτὸς ἤκουσε. καὶ οἴεται αὐτὸν ψεύδεσθαι τοὺς μνηστῆρας, ἵνα μὴ παραγυμνώσῃ αὐτοῖς ἃ πέπυσται ἐν Θεσπρωτίᾳ περὶ Ὀδυσ‐ σέως. H.Q.
10γρ. ξείνῳ. H. ἀντιάσαντι] αἰτήσαντι, ὑπαντήσαντι ἐχαρίσαντό με. B.

17

.

443

Δμήτορι] Κινύρου ἀποθανόντος Δμήτωρ ἐβασίλευσε Κύπρου. ἢ οὐδὲ εἴρηται ὁ Κινύρας ἐν Ἰλιάδι (λ, 20.) Κύπρου βασιλεὺς, ἀλλὰ Κύπριος ἁπλῶς. B.Q. καὶ ἐν Ἰλιάδι πολλοὶ ὑπὸ βασιλέας ἦσαν. V.

17

.

446

δαιτὸς ἀνίην] πρὸς ἡμᾶς ἤγαγε λύπην καὶ εὐωχίαν. B.

17

.

444

μετὰ δείξεως, ὁμοίως τῷ “ἀμφίπολοι, στῆθ’ οὕτω ἀπόπρο‐ θεν,” (Od. ζ, 218.) καὶ τῷ “Ἥφαιστε, πρόμολ’ ὧδε,” (Il. ς, 392.) οὕτως ὡς ἔχεις σχήματος. ὁ δὲ λόγος ὡς νῦν, ἵστασαι, στῆθι κατὰ τὴν αὐτὴν στάσιν, μὴ πλησίον τῆς τραπέζης μου. H.

17

.

448

πικρὴν] ἣν εἶπες πικρήν σοι εἶναι. H. ἵκηαι] γρ. ἴδηαι. H. Vind. 133.

17

.

450

ἑξείης] τρεῖς νοθεύονται. ἐφ’ οἷς γὰρ Ἀντίνοος ὀνειδισθεὶς ὤργισται εἰκὸς ἦν ἀχθεσθῆναι καὶ τοὺς λοιπούς. H. Vind. 133.

17

.

455

οὐδ’ ἅλα] οὕτως Ἀρίσταρχος ἀνέγνωκε, καὶ ἀπέδωκε τοὺς ἅλας. ὁ δὲ Καλλίστρατος οὔδαλα, τὰ κόπρια, παρὰ τὸ ἐν τῷ οὐδῷ κεῖσθαι. οὐδὸς δὲ ὁ βατήρ. B.H.M.Q.

17

.

462

θρῆνυν ἑλὼν βάλε] εἰώθαμεν ἐν ταῖς ὀργαῖς ῥίπτειν ὃ ἐπὶ
χεῖρας ἔχομεν. Q.649 in vol. 2

17

.

465

ἀκέων] ἀκεόντως, ἡσύχως, ἀφανῶς· λέγεται γὰρ ἐπὶ πρά‐ ξεως τὸ ἀκέων, οὐκ ἀεὶ ἐπὶ φωνῇ. H.

17

.

466

ἂψ ὅγ’ ἐπ’ οὐδὸν] γρ. ἂψ δ’ ἄρ’ ἐπ’ οὐδόν. H.

17

.

468

κέκλυτε] αἰνιγματωδῶς φησι ταῦτα. B.

17

.

475

ἀλλ’ εἴ που] νοθεύοντας ϛʹ. πῶς γὰρ ὁ Ἀντίνοος ἐκαρτέρησεν ἐπὶ ταῖς κατάραις, ὃς ἐπὶ τοῖς ἐλάσσοσιν οὕτως ἠγρίανε; πῶς τε συναλγοῦσιν αὐτῷ οἱ λοιποὶ εἰ τοιοῦτος ὢν οὕτω κατηρᾶτο πικρῶς; H.Q. Vind. 133.

17

.

478

ἔσθ’] ἀντὶ τοῦ ἔσθιε. Vind. 133.

17

.

479

οὐδὲ τῷ τοιούτῳ προσώπῳ ἐοικότες οἱ λόγοι. H. καθ’ ἑαυτὸ οἷ’ ἀγορεύεις· κατὰ ἔκπληξιν· λείπει ἡ διά, δι’ οἷα. H.

17

.

484

εἰ δή πού τις ἐπουράνιος θεός ἐστι] λείπει, τί ποιητέον εἰ θεός ἐστι; B.H.

17

.

485

οὐκ ἄπιστον οὖν εἰ καὶ μεταίτῃ εἰκασθήσεταί τις θεῶν. H.

17

.

487

εὐνομίην] ἅπαξ εἴρηται παρὰ τῷ ποιητῇ. H. εὐνομίην] εὐνεμεσίαν, καθ’ ἣν εὖ νεμόμεθα καὶ διατελοῦμεν. V.

17

.

496

εἰ γὰρ ἐπ’ ἀρῇσιν] εἰ προβαίη ἐπὶ ταῖς ἡμετέραις εὐχαῖς τὰ πράγματα. τοῦτο γὰρ λείπει. B.Q.

17

.

501

νοθεύει Ἀρίσταρχος δʹ. πῶς γὰρ ἂν ταῦτα εἰδείη, εἰ μή πως κατὰ τὸ σιωπώμενον; H. Vind. 133. ἀλητεύει] νῦν ἀντὶ τοῦ ἐπαινεῖ. V.

17

.

503

ἐνέπλησαν] ἐκόρεσαν. πλήρεις ἔχοντι τὰς χεῖρας καὶ ἄλλα προσέδοσαν. H.Q.

17

.

504

οὐκ ἂν οὕτως ἀκριβῶς εἰδείη τὸ βληθὲν μέρος. H.

17

.

507

ἡ δ’ ἐπί οἱ καλέσασα] μετακαλεσαμένη αὐτὸν διά τινος. οὐ γὰρ οὕτως ἐγγὺς ἦν. B.Q.

17

.

509

προσπτύξομαι] νῦν προσδέξομαι. γράφεται προσφθέγξομαι. M.V.

17

.

514

οἷ’ ὅγε μυθεῖται] θαυμαστικῶς διὰ μέσου ἀναπεφώνηται, οἷα ὅγε μυθεῖται. B.H.Q.
οἷ’ ὅγε] γρ. ἢ ὅγε. H.650 in vol. 2

17

.

518

θεῶν ἐξ δεδαώς] μαθὼν παρὰ θεῶν, θεόπνευστος. H.

17

.

519

ἔπε’ ἱμερόεντα] γρ. ἐπιμερόεντα. H.

17

.

525

προπροκυλινδόμενος] μετὰ κακοπαθείας ἀπὸ πόλεως εἰς πόλιν φερόμενος. B.Q. προκυλινδόμενος] πλανώμενος. V. ἄλλοτε ἄλ‐ λους τῆς οἰκουμένης ἀμείβων τόπους. M.

17

.

529

ἵν’ ἀντίον αὐτὸς] γρ. ἵν’ Ἀντίνοος. H.

17

.

530

ἑψιαάσθων] ἀντὶ τοῦ παιζέτωσαν, διαλεγέσθωσαν. V. παι‐ ζέτωσαν. ἀπὸ τοῦ ἕπω, ἕψω, ἑψιάω. τοῦτο δὲ οὐχ ὡς προστάσσουσα, ἀλλ’ ὡς εἰδυῖα τὸ ἔθος ὅτι καθήμενοι ἔπαιζον. B.Q.

17

.

531

ἐΰφρων] ἄφροντις καὶ ἐν εὐφρασίᾳ. H.

17

.

532

ἀκήρατα] ὑπὸ ἀλλοτρίων. ἃ δὴ οἰκεῖοι αὐτῶν ἔδουσι. B.

17

.

542

κονάβησε] γρ. κανάχησε. H.M

17

.

555

ἐντεῦθεν δῆλον ὡς καὶ τὸ Ἰλιακὸν διὰ τοῦ α ἐστιν, “ἐπεὶ πολλὰ κακὰ πέπασθε” (Il. γ, 99.). H. πεπαθοίης] ἀντὶ τοῦ πέπονθας. Q. πεπαθοίῃ] γρ. πεποθυίῃ. M.

17

.

558

χρῄζεις] γρ. χρηΐζεις. H.

17

.

563

ὁμὴν] τὴν αὐτήν. B.V.

17

.

567

ῥέξαντα] γρ. ῥέζοντα. M.

17

.

577

ἐξαίσιον] μεγάλως. V.

17

.

578

κακὸς δ’ αἰδοῖος] κακὸς, ἀλυσιτελὴς ἑαυτῷ. αἰδοῖος, ὁ αἰ‐ δούμενος. B.Q. αἰδοῖος] νῦν ὁ αἰδούμενος. V.

17

.

580

ἅπερ κ’ οἴοιτο καὶ ἄλλος] ἅπερ ἂν καὶ ἄλλος ὑπονοήσειεν. H.

17

.

581

ὕβριν ἀλυσκάζων] ἐν τοῖς πλείστοις ὕλην ἀλυσκάζων. H. ἀλυσκάζειν] ἐκφυγεῖν. MS. Barnes.

17

.

586

ὥσπερ ἂν ἀποβαίη, ἵνα εἴπῃ ὑπό τι νόει τὸ μέλλον. H.

17

.

596

Ἀχαιοί] γρ. Ἀχαιῶν. Vind. 133.

17

.

599

τηρεῖσθαι βούλεται τὸ ἔθος θηρώμενος τὸ ἀνύποπτον. H. δειελιήσας] πρὸς τὴν δειλινὴν ὥραν παραγενόμενος, τουτέστι τὴν
μεσημβρίαν· ἢ τὴν ἑσπερινὴν διατρίψας. ἔνιοι δὲ, τὴν δειλινὴν τρο‐ φὴν αἰτῶν. καὶ Καλλίμαχός φησι “δείελον αἰτίζουσιν, ἄγουσι δὲ651 in vol. 2
5χεῖρας ἀπ’ ἔργου,” τὴν πρὸς τῇ δειλινῇ τροφὴν αἰτοῦντες· οὐ δεόντως· προειρήκαμεν γὰρ ὅτι οἱ ἀρχαῖοι τρισὶ τροφαῖς ἐχρῶντο. V. δειλινήσας] δειλινίσας, βρωματισάμενος δειλινὴν τροφήν. ἔνιοι δὲ, τὴν δείλην διατρίψας, οὐ φαγών. B.H.

17

.

602

ἕζετ’ ἐπὶ θρόνου ἔνθεν ἀνέστη] ἔνιοι γρ. ἕζετ’ ἐϋξέστου ἐπὶ δίφρου. H.

17

.

603

πλησάμενος δ’ ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος. αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ] περισσὸς ὁ εἷς ἐκ τῶν βʹ. Q.

17

.

605

οἱ δ’ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδήν] μετὰ τροφὴν αἱ ἀοιδαὶ, πρὸ τροφῆς δὲ γυμνασία σώματος, “δίσκοισι τέρποντο καὶ αἰγανέῃσιν ἱέντες” (Od. δ, 626.). H.

17

.

606

δείελον ἦμαρ] ἡ δειλινὴ τῆς ἡμέρας. B. τὸ τῆς δειλινῆς ὥρας κατάστημα. Q.V.

18

hyp

(t)

ΥΠΟΘΕΣΙΣ
1Γενομένης μάχης Ὀδυσσέως πρὸς ἕτερον πτωχὸν ἐλθόντα πρὸς τοὺς μνηστῆρας, Πηνελόπη λαμβάνει δῶρα παρὰ τῶν μνηστήρων. καὶ κοινολογία γίνεται ἐν τοῖς ἑξῆς Ὀδυσσέως πρὸς Εὐρύμαχον περί τινος ἄλλου ἐν τῷ συμποσίῳ. H.P.Q.
5tΑΛΛΩΣ
6Ὀδυσσέως καὶ Ἴρου πάλη, καὶ ἐξέλευσις Πηνελόπης πρὸς τοὺς μνηστῆρας ἐπιπληττούσης Τηλεμάχῳ περὶ τῆς τοῦ ξένου καταξενίας καὶ δωροδοκία τῶν μνηστήρων τῇ προειρημένῃ. καὶ ἀποπειρᾶται δὲ τῶν θεραπαινίδων Ὀδυσσεύς. P.Q.652 in vol. 2
10tΑΛΛΩΣ
11Ὀδυσσέως καὶ Ἴρου πυγμὴ γίνεται. φαίνεται δὲ καὶ Πηνελόπη τοῖς μνηστῆρσι καὶ παρ’ αὐτῶν δῶρα λαμβάνει. γίνεται δὲ καί τις κοινολογία ἐν τοῖς ἑξῆς Ὀδυσσέως πρὸς Εὐρύμαχον. V.

18

.

1

πτωχὸς πανδήμιος] ὁ δι’ ὅλης τῆς πόλεως ἐπαιτῶν. B.H.Q. πανδήμιος] ὁ κατὰ τὸν δῆμον ἐπαιτῶν καὶ δι’ ὅλης τῆς πόλεως ἐπιών. V.

18

.

2

γαστέρι μάργῃ] γαστριμαργίᾳ, ἀπληστίᾳ. H. [οὐδεὶς οὔτε γραμματικῶν οὔτε ῥητόρων ἐμνημόνευσεν· Ἀριστοτέλης δὲ ἐν τῷ περὶ ζῴων μέμνηται ζῴου μάργου, λέγων ὅτι γεννᾶται ἀπὸ σήψεως μεταξὺ γῆς καὶ ὕδατος. καὶ ἀφ’ οὗ γεννηθῇ οὐ παύεται γαιηφαγοῦν
5ἕως οὗ ἐκτρυπήσῃ τὴν γῆν καὶ εἰς τὴν ἐπιφάνειαν ἔλθῃ, καὶ ἐλθὸν θνήσκει τρεῖς ἡμέρας· καὶ ἔρχεται νέφος μετὰ βροντῆς καὶ βρέχει ἐπάνω αὐτοῦ καὶ ἀναζῇ μηκέτι γαιηφαγοῦν. ἐκ τούτου οἶμαι τοὺς ἀρχαίους φιλοσόφους ὁρμηθέντας τοὺς πολυφάγους γαστριμάργους καλέσαι. δύναται δέ τις εὐσεβῶς καὶ κατὰ θεωρίαν ἐκλαβεῖν τὰ
10εἰρημένα. πᾶν γὰρ πάθος ἀπὸ σήψεως γεννᾶται, καὶ ἐπὰν γεννηθῇ, οὐ παύεται ἐσθίον τὴν ὑποστήσασαν καρδίαν, ἕως ἂν διὰ τῆς γνωστι‐
κῆς ἕξεως εἰς φανέρωσιν ἀληθείας ἔλθῃ, καὶ ἐλθὸν θνήσκει ταῖς τρισὶ δυνάμεσι τῆς ψυχῆς. καὶ οὕτως ἡ χάρις τοῦ ἁγίου πνεύματος διὰ νέφους σταλαγμοὺς δίδωσι γνώσεως, καὶ ζωοποιεῖ οὐ κατὰ τὴν προ‐653 in vol. 2
15τέραν ἐμπαθῆ ζωὴν, ἀλλὰ κατὰ τὴν ἐνάρετον καὶ θεῷ οἰκείαν. H.Q.]

18

.

3

ἀζηχὲς] διηνεκὲς, ἀδιάλειπτον. V. πολλά. MS. Barnes.

18

.

5

Ἀρναῖος] ἢ ὅτι προβατώδης, ἢ παρὰ τὸ ἄρνυσθαι, ὅ ἐστι λαμ‐ βάνειν· ἢ ἀραῖος· ηὔχοντο γὰρ αὐτοῦ οἱ γονεῖς γεννηθῆναι· καὶ πλεο‐ νασμῷ τοῦ ν ἀρναῖος. B. γέγονε τὸ ὄνομα παρὰ τὴν ἀρὰν ἀραῖος, καὶ πλεονασμῷ τοῦ ν ἀρναῖος, ὁ εὐκταῖος τῇ μητρὶ γενόμενος· ἢ
5παρὰ τὸ ἄρνυσθαι τὸ λαμβάνειν ὡς πτωχὸς, ἵν’ ᾖ ὄνομα πτωχῷ πρέπον· ἢ ἀπὸ τῶν ἀρνῶν, ἵν’ ᾖ ὁ βληχώδης καὶ ἠλίθιος. Q.

18

.

6

ἐκ γενετῆς] ἐκ γενεῆς, διχῶς. H. Ἶρος] ἀπὸ τοῦ Ἶρις ἡ ἄγγελος τῶν θεῶν. B. Ἶρος παρὰ τὸ εἴρω τὸ λέγω, ὁ τὰς ἀγγελίας κομίζων· λέγει γὰρ, οὕνεκ’ ἀπαγγελίας. Q. παρὰ τὸ εἴρειν. V.

18

.

8

διώκετο] ἐδίωκεν. V. παθητικὸν ἀντὶ τοῦ ἐνεργητικοῦ. B.H.

18

.

11

ἐπιλλίζουσιν] διανεύουσι τοῖς ὀφθαλμοῖς. ἶλλοι γὰρ οἱ ὀφθαλ‐ μοὶ, ἀπὸ τοῦ εἰλεῖσθαι, ὅθεν τὸ δενδίλλων. B.Q. ἐπιλλίζουσιν διὰ δύο λλ. H.

18

.

15

ἐκ παντὸς τὸ ἀνενόχλητον αὐτοῦ δηλοῖ. H. δαιμόνιε] δι’ ἔργων σε οὐ κακοποιῶ. οὔτ’ ἀγορεύω, οὔτε κακολογῶ σε, οὔτε τινα φθονέω δόμεναι, καὶ πόλλ’ ἀνελόντα, οὐ φθονῶ σοι. H.Q.

18

.

17

οὐδὸς δ’ ἀμφοτέρους ὅδε χείσεται] χωρήσει, ἔνθεν καὶ χειὰ ἡ κατάδυσις τῶν ὄφεων. B.Q.V. Δημήτριος δέ φησιν ὅτι ἀττικίζων ὁ ποιητὴς ἀντὶ τοῦ δέξεται χείσεται εἶπεν. B.Q. Vind. 133. οὐ στενοχωρήσει. οὐδέ τί σε χρὴ ἀλλοτρίων φθονεῖν· οὐ γὰρ ἀπὸ
5τῶν σῶν λήψομαι. Q.654 in vol. 2

18

.

18

ἀλλοτρίων φθονέειν] οὕτως ἡ σύνταξις, οὐ χρή σε φθονεῖν μοι τῶν ἀλλοτρίων. B.H.Q. μέλλουσι δὲ οἱ θεοὶ εὐδαιμονίαν ἡμῖν πα‐ ρέχειν. ἄδηλον γὰρ τὸ τῆς τύχης ῥεῦμα. B.Q.

18

.

19

ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν] ἐοίκασι δὲ οἱ θεοὶ δωρητικοὶ εἶναι εὐδαιμονίας, ὥστε οὐ φαίνονται ἡμῖν ἵλεω. Q.V.

18

.

21

μή σε, γέρων] ὅλον συνῆπται τὸ νόημα οὕτως, μήπως σε αἵ‐ ματος πληρώσω, καὶ πλέον ἡσυχίαν ἐμαυτῷ ποιήσω αὔριον. εἰ γὰρ σὺ πληγείης, οὐκέτι ἐνταῦθα ἥξεις, καὶ εὑρίσκομαι ἐκτὸς ὢν μάχης, σοῦ μηκέτι ἐλθόντος. B.Q.

18

.

27

γρηῒ καμινοῖ] τῇ καμινοκαυστρίᾳ, τῇ φρυττούσῃ τὰς κριθὰς πρὸς τὸ ποιῆσαι ἄλευρα. οὕτως Ἀρίσταρχος καὶ Ἡρωδιανός. ὃ Ἀττικοὶ κοδομεύειν φασίν. ὁ δὲ Κομανὸς τῇ καμούσῃ τὰς ἶνας διὰ τὸ γῆρας. B.H.Q. Vind. 133. Καὶ ἄλλως. γρηῒ καμινοῖ, καμι‐
5νευτρίᾳ, παραπλησίως κατὰ τὸ εἶδος καὶ τὴν ἐσθῆτα. ῥυπαρὰ γὰρ ἐφόρει. B.H.Q. καμινευτρίᾳ, φρυγούσῃ κριθάς. ἔστι δὲ ἡ εὐθεῖα καμινώ. V. ἐν πολλοῖς, γρηῒ καμινῶ. H.

18

.

28

χαμαὶ δ’ ἐκ πάντας] σχεδὸν πᾶσαι, χαμαὶ δέ κε πάντας. H. τοὺς ὀδόντας ἐκκόψω. H.

18

.

29

ληϊβοτείρης] τῆς κατεσθιούσης τὸ λήϊον, ὅ ἐστι τὸ σιτοφόρον χωρίον. ἐὰν γὰρ εὑρεθῇ σῦς ἀλλότριον σπόριμον πεδίον βοσκομένη, ἐξοδοντίζεται. V. νόμος ἦν, ὡς ἐὰν εὑρεθῇ σῦς ἀλλότριον σπόριμον πεδίον βοσκομένη, ἐξωδοντίζετο. Q. ὡς χοίρου λήϊον βοσκομένης.
5εἴ που γὰρ εὑρίσκετο εἰς ἀλλότριον χωρίον χοῖρος, τοῦτο ἔπασχεν ὑπὸ τῶν δεσποτῶν τοῦ χωρίου κατεχομένη. οὗτος δὲ ὁ νόμος παρὰ Κυ‐ πρίοις. B.H.

18

.

30

ἐπιγνώωσι δὲ ἀντὶ τοῦ θεάσωνται. V.

18

.

33

πανθυμαδὸν ὀκριόωντο] μετὰ παντὸς θυμοῦ ἐτραχύνοντο, ἠγρι‐ αίνοντο. καὶ λίθον ὀκριόεντά φησι τὸν τραχὺν καὶ οἷον ἄκρα ἔχοντα, καὶ ἀκριόεντα. B.H.Q. πανθυμαδὸν] ἐκθύμως, πάσῃ τῇ ψυχῇ, ἄγαν ὀργίλως. ὀκριόωντο] ἐτραχύνοντο, διεφέροντο, διεπληκτίζοντο. V.655 in vol. 2

18

.

41

κακοείμονας] κακὰ ἱμάτια περιβεβλημένους. H.

18

.

43

ἀγήνορες] νῦν οἱ ἄγαν ἀνδρεῖοι. Q.V.

18

.

44

γαστέρες] οἰκεῖον τὸ ἆθλον τοῖς διὰ γαστέρα ἁμιλλωμένοις. ἐν πυρὶ δὲ ἀντὶ τοῦ παρὰ πυρί. οὕτως Ἀρίσταρχος. ὁ δὲ Ἀριστο‐ φάνης ἐν πυρὶ, ἐν τῷ καταφωτιζομένῳ τόπῳ, ὡς ἐν Ἰλιάδι (ι, 206.) “αὐτὰρ ὅγε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ.” B.Q. προση‐
5κόντως γαστέρα πρὸς βρῶσιν τίθησι τῷ νικήσαντι. καὶ οὗτοι γὰρ διὰ τὴν γαστέρα ἐμάχοντο. Vind. 133. γαστέρες αἵδ’ αἰγῶν] τὰς φύσκας λέγει. οἰκεῖον δὲ τὸ ἆθλον τοῖς διὰ γαστέρα δυστυχοῦσιν. V. αἵδε δεικτικῶς, ἐν μέσῳ γὰρ τῷ ἀνδρῶνι τὸ πῦρ. H.

18

.

48

εὐλογώτατα πρὸ τῆς μνηστηροκτονίας τὸν Ἶρον ὑπεξάγει ὁ ποιητής. H.

18

.

50

ἥνδανε] ἤρεσκε. V.

18

.

56

ἦρα] τὸ ἐντελὲς ἐπίηρα. B. ἐπίηρα ἐστὶ τὸ ἐντελὲς, καὶ ἐν Ἰλιάδι “μητρὶ φίλῃ ἐπίηρα,” ὁ μεσολαβήσας τῷ ὀνόματι εἶπεν. H.

18

.

57

ἀτασθάλλων] ἐνυβρίζων με ὑπερηφάνως ἢ ἀδικῶν με. B.H.Q.

18

.

58

ἐπώμνυον] ἐπώμνυον, οὐκ ἀπώμνυον. B.H. ἀπώμνυον] γρ. ἐπώμνυον. Vind. 133.

18

.

63

θείνῃ] γρ. δείρῃ. Vind. 56.

18

.

64

ξεινοδόκος] ὁ τοὺς ξενοὺς ὑποδεχόμενος, διὰ τοῦ κ ἀντὶ τοῦ χ, ὡς ἱστοδόκος, ἢ ἀπὸ τοῦ δέχεσθαι. H. ἐπὶ δ’ αἰνεῖτον] συγκατατίθενται. V. συντίθενται δὲ κελεύσει μου ὁ Ἀντίνοος καὶ Εὐρύμαχος. H.Q.

18

.

67

ζώσατο] περιεζώσατο μὲν τοῖς ῥάκεσι τὰ αἰδοῖα, ἢ περὶ τὰ αἰδοῖα ἐζώσατο. B.Q.

18

.

70

μέλε’ ἤλδανε] ψιλῶς ἀπὸ τοῦ ἀλδαίνω. καὶ Αἰολεῖς ἄλματα καλοῦσι τοὺς κλάδους, οἷον ἀλδήματα καὶ αὐξήματα. B.Q.

18

.

73

ἄϊρος] Ἶρος ὀνομασθείς. ἐπίσπαστον] ἑκούσιον, ἀπὸ τῶν ὀρνί‐
θων τῶν δελεαζομένων καὶ ἐπισπωμένων ἑαυτοῖς τὸν ὄλεθρον. V. ἄϊρος ἐπίσπαστον] ὁ μηκέτι ἐν ζωῇ ἐσόμενος, ὁ μηκέτι ἐσόμενος Ἶρος. τὸ δὲ, ἐπίσπαστον, αὐθαίρετον, ὃ αὐτὸς ἑαυτῷ ἐπεσπάσατο. B.H.656 in vol. 2
5ἕξει] γρ. ἄξει. H.

18

.

74

ἐπιγουνίδα] τὸν ἐπάνω τοῦ γόνατος τόπον. ἀπὸ δὲ μέρους τὸ πᾶν σῶμα φησίν. εἰ γὰρ τὸ ὀστῶδες μέρος εὔσαρκον, πῶς οὐκ ἂν καὶ τὰ ἄλλα; B.Q.

18

.

75

ὠρίνετο] κατεταράσσετο, οὐκ ὠργίζετο. H.

18

.

76

ἀλλὰ καὶ ὡς δρηστῆρες] ἁπλῶς. οὐ γὰρ ἐπὶ τῶν μαγείρων. “οὗτοι δῶμα κάτα δρηστῆρες ἔασιν” (Od. κ, 349. τ, 345.). Q. δρηστῆρες] οὐ πάντες δοῦλοι, ἀλλ’ ἴσως θεράποντες, ὃ καὶ ἄμει‐ νον. H.

18

.

77

ὅμοιον τῷ “Ἕκτορί τ’ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσε.” (Il. η, 216.). H.

18

.

79

νῦν μὲν μήτ’ εἴης] ἀντὶ τοῦ ἀποθάνοις νῦν. μήτε γένοιο, ἀντὶ τοῦ μηδὲ ἐν παλιγγενεσίᾳ ἔλθοις τὸ δεύτερον. B. βουγάϊε] μεγάλως ἐπαιρόμενε, βοῶν ἔργα ποιῶν. V. ἀκουστέον ὑπερμεγέθη ἔχων βοείαν ἀσπίδα, ἐπὶ τοῦ Αἴαντος, ὅταν λέγῃ “ὦ
5Αἶαν ἁμαρτοεπὲς βουγάϊε” (Il. ν, 824.), ὡς εἰ ἔλεγεν, ὁ γαίων ἐπὶ τῇ ἀσπίδι, ὡς “κύδεϊ γαίων” (Il. α, 405.). ἐπὶ δὲ τοῦ Ἴρου χαριεντι‐ ζόμενός φησι, διὰ τὸ μέγεθος, ὡς ὑπερμεγέθη ἀνέχοντος ἀσπίδα. λέγει δὲ, μὴ εἴης μέγας, μηδὲ γένοιο· ὅμοιον τῷ “ἦ μάλα Ἶρος ἄϊρος” (73.), ἀπαγγέλλων ὅτε πού τις ἀνώγοι (7.). τοῦτο ὅμοιον καὶ
10τῷ “οὕτω γάρ κεν δή μοι ἐϋκλείη τ’ ἀρετή τε εἴη ἐπ’ ἀνθρώπους ἅμα τ’ αὐτίκα καὶ μετέπειτα” (Od. ξ, 402.). τοῦτο γὰρ ταυτὸν τῷ εἴης καὶ γένοιο. H.Q. βουγάϊε] ἐπὶ μὲν τοῦ Αἴαντος, ἐπὶ τῇ βοῒ γαίων, ὅ ἐστι τῇ ἀσπίδι· νῦν δὲ χαριεντιζόμενος ἐπὶ τῷ γαυριῶντι τῇ ἀναισθη‐ σίᾳ φησί. B.Q.

18

.

84

πέμψω ς’ Ἤπειρόνδε] Ἤπειρος χώρα ἐστὶν ἐναντίον τῆς Ἰθά‐ κης οὕτως ἰδικῶς λεγομένη. B.Q.

18

.

85

εἰς Ἔχετον βασιλῆα] Ἔχετος ἦν μὲν υἱὸς Βουχέτου, ἀφ’ οὗ
καὶ ἐν Σικελίᾳ πόλις Βούχετος καλεῖται. Σικελῶν δὲ τύραννος λέγε‐ ται. τοῦτον τοὺς μὲν ἐγχωρίους κατὰ πάντα τρόπον σίνεσθαι, τοὺς δὲ ξένους ἀναιρεῖν λωβώμενον· τοσαύτην δὲ κακίαν ἔχειν ὡς καὶ τοὺς657 in vol. 2
5μακρὰν οἰκοῦντας ὅτε θέλοιεν σφόδρα τινὰ τιμωρῆσαι καὶ ξένῳ περι‐ βαλεῖν θανάτῳ ἐκπέμπειν αὐτῷ. πολλὰς γὰρ μηχανὰς ἐξευρεῖν τοῦ‐ τον αἰκίας. ὅθεν τὸν λαὸν οὐχ ὑπομένειν τὴν πικρὰν ταύτην τυραν‐ νίδα, λίθοις δὲ αὐτὸν ἀνελεῖν. ἡ ἱστορία παρὰ Μνασέᾳ καὶ Μαρ‐ σύᾳ. Q.V. οὗτος Ἠπείρου βασιλεὺς Εὐχήνορος καὶ Φλογέας υἱὸς,
10ὃς τὴν θυγατέρα Μετώπην ἢ Ἄμφισσαν ὑπὸ Αἰχμοδίκου φθαρεῖσαν πηρώσας ἠνάγκασεν ἀλήθειν κριθὰς σιδηρᾶς, τότε φήσας ἀποδώσειν αὐτῇ τὰς ὄψεις ὅταν ἀλήσῃ τὰς κριθάς. τὸν δὲ Αἰχμόδικον ὡς ἐπὶ ἑστίαν καλέσας ἠκρωτηρίασε. καὶ εἰς ὠμότητα τραπεὶς μισθὸν ἐλάμ‐ βανεν ὑπὲρ τοῦ ἀκρωτηριάζειν τοὺς ἐπὶ τούτῳ πεμπομένους αὐτῷ
15ξένους. ὕστερον μέντοι μανεὶς ἐνεφορήθη τῶν ἰδίων σαρκῶν. τινὲς δέ φασιν ὅτι ἐπ’ αὐτοῦ Ὁμήρου ἦν ὁ Ἔχετος· ἐπειδὴ δὲ ἐπλημμέλησεν εἰς αὐτὸν, ἐμνήσθη αὐτοῦ ὡσανεὶ παλαιοῦ τινος ἀδίκου. H.Q. Ἔχε‐ τος βασιλεὺς ἦν τῆς Ἠπείρου, Εὐχήνορος παῖς, ὠμὸς καὶ ἀπότομος, ὃς καὶ τὴν θυγατέρα Μετώπην ἢ Ἄμφισσαν ὑπὸ Αἰχμοδίκου φθα‐
20ρεῖσαν πηρώσας ἠνάγκαζε σιδηρᾶς ἀλεῖν κριθὰς, λέγων τότε ἀποδώ‐ σειν τὰς ὄψεις, ὅτε ἀλέσει τὰς κριθάς. τὸν δὲ Αἰχμόδικον ἐπὶ ἑστί‐ ασιν καλέσας ἠκρωτηρίασε καὶ τὰ αἰδοῖα αὐτοῦ ἀπέκοψεν. ὕστερον μέντοι μανεὶς καὶ τῶν ἰδίων ἐμφορηθεὶς σαρκῶν ἀπέσβη. V.

18

.

89

ἄναγον] Ἴωνες τὸ ἄγειν ἀνάγειν λέγουσιν. “οἱ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ’ ἀνάγουσι” (Il. θ, 203.). B.H.Q.

18

.

91

ἐλάσει] πλήξει βαλών. V.

18

.

95

ἀνασχομένω] ἀνασχόμενοι. ἔστι δὲ ἀντὶ τοῦ ἀνασχομένων. H. ἀνασχομένω] ἀνατείναντες. V.

18

.

98

μακὼν] ἐπὶ ἀνθρωπείας φωνῆς. B.
ἡ Αἰολὶς, χανών. H. σὺν δ’ ἤλας’ ὀδόντας] συνέκρουσε. B.Q.V.658 in vol. 2

18

.

100

γέλω ἔκθανον] ὑπὸ γέλωτος ἀπέθανον. Gl.H. διεχύθησαν τῷ γέλωτι τερπόμενοι. H.

18

.

101

εἷλκε δι’ ἐκ προθύροιο] διὰ τοῦ προθύρου τοῦ ἀνδρῶνος εἷλκεν αὐτὸν, ἕως ὅτε κατέλαβε τὴν αὐλὴν, ὅπου εἰσὶν αἱ θύραι τῆς αἰθού‐ σης. B.Q.

18

.

102

αἰθούσης] [Omitted graphic marker] παρὰ τὸ καθῆσθαι ἐκ τῆς αὐλῆς. H. ποτὶ ἑρκίον αὐλῆς] εἰς τὸ περίφραγμα τῆς αὐλῆς, ἀντὶ τοῦ τῷ περιεχομένῳ τόπῳ τῆς αὐλῆς. B.Q.

18

.

105

ἐνταυθοῖ] ἐνταῦθα, ἐν τούτῳ τῷ τόπῳ. H.

18

.

106

εἶναι] ἀντὶ τοῦ ἔσο. Q.

18

.

107

ἐπαύρῃ] ἐπαύρομαι, ἐπαύρῃ, ἀντὶ τοῦ εὕρῃς. B.H.Q. γρ. ἄλλο πάθῃσθα. H.

18

.

111

δεικανόωντ’ ἐπέεσσιν] ἤγουν ἐδεξιοῦντο, παρὰ τὸ δείκνυμι. MS. Barnes.

18

115 116

οὗτοι οἱ βʹ ἐκ τῶν ἄνωθεν μετήχθησαν· ἐκεῖ μὲν γὰρ προτρέπων φοβεῖ, ἐνταῦθα δὲ ἀπάνθρωπον τελέως τὸ ἡμιονήπια τελεῖν· διὸ περιγράφονται. H.

18

.

115

ἀνάξομεν Ἤπειρόνδε] ἀναχθῆναι ποιήσομεν. B.Q.V. νῆσος γὰρ ἡ Ἰθάκη. B.Q. ἀπαγάγωμεν. V.

18

.

123

ἀτὰρ μὲν νῦν γε] νῦν δὲ δή γε· ὁ γὰρ μέν ἀντὶ τοῦ δή. H.

18

.

128

ἐπητῇ] παρὰ τὸ ἔπος. περισπωμένως, ἀντὶ τοῦ λογίῳ. B. H.Q. ἐπητῇ] δεινῷ εἰπεῖν, ἢ λογίῳ, παρὰ τὰ ἔπη. V.

18

.

130

ἀκιδνότερον] ὑπομονητικώτερον. B.Q.

18

.

132

οἷον οὐκ ἀνέξεσθαι, ἀλλ’ αὐτὸν ἐξάξειν· οὕτως Ἀριστοφά‐ νης. H.

18

.

133

ἀρετὴν] εὐδαιμονίαν, τὴν ὑπὸ θεῶν εὐπραξίαν. H. ὄφρ’ ἀρετὴν παρέχωσι] νῦν, τοῖς ἀγαθοῖς παρέχουσιν εὐδαιμονίαν· ὁμοίως τῷ “ἀρετῶσι δὲ λαοί.” (Od. τ, 114.). Q.V.

18

.

134

τελέουσι] ποιοῦσιν, ἐπιφέρουσιν. V.

18

.

136

τοῖος γὰρ νόος ἐστὶν] οἱ μὲν φιλόσοφοι ἐκδέχονται ὅτι οἷον
ἂν ᾖ τὸ κατάστημα τοῦ ἀέρος, τοιαύτην καὶ τὴν ἡμέραν διατελοῦσιν οἱ ἄνθρωποι· ὁ δὲ ποιητὴς λέγει, ὁποῖα ἂν ᾖ τὰ προσπίπτοντα, τού‐ τοις ἐξομοιούμεθα. B.Q.V. ὁποῖον γὰρ ἐπάγει ἦμαρ ὁ Ζεὺς τοῖς659 in vol. 2
5ἀνθρώποις, τοιοῦτός ἐστιν ὁ νοῦς αὐτῶν, ἐν μὲν ταῖς εὐτυχίαις ἐπαι‐ ρόμενος, ἐν δὲ ταῖς δυστυχίαις ταπεινούμενος πρὸς τὰς ἐφ’ ἡμέραν τύχας. B.H.Q.

18

.

138

ἔμελλον] ἐῴκειν, ἐδόκουν. Q. ἐῴκειν, ἐνομιζόμην. V.

18

.

140

πατρί τ’ ἐμῷ πίσυνος] θαρρῶν τῇ προστασίᾳ τοῦ πατρὸς καὶ τῶν ἀδελφῶν. Q.

18

.

142

ἀλλ’ ὅγε σιγῇ] ἡσυχῆ, ἐγκρατῶς, μήτε ἐπαιρόμενος, μήτε ἄγαν ὀδυρόμενος. δῶρα δὲ θεῶν ἁπλῶς τὰ διδόμενα ὁποῖα τύχῃ ὄντα. B.

18

.

143

οἷ’ ὁρόω μνηστῆρας] θαυμαστικῶς τὸ οἷα. ἠρέμα ταῦτα πρὸς τὸν Ἀμφίνομον φησί. Q.

18

.

150

καὶ κεῖνον] πλήρης ὁ καί. H.

18

.

154

ἐμφαίνει τὸν ἐπιμελῶς ἀκούσαντα διὰ τοῦ νευστάζων. H. ὄσσετο] προεμηνύετο. Q.

18

.

160

πετάσειε] ἐκπλήξειεν. V. ἀναστήσει πρὸς ἐπιθυμίαν. B. γρ. θέλξειε. Vind. 50. 56. οὐκ ἀλαζονικῶς δὲ πρόσεισιν ἡ Πηνελόπη, ἀλλ’ ὅπως μὴ βιασθῇ προνοουμένη καὶ ἐλπιδοποιοῦσα τὸ δοκεῖν τινι συνοικῆσαι. Q.V.

18

.

162

μᾶλλον πρὸς πόσιος] ἵν’ ἐκπλαγεὶς τῷ κάλλει αὐτῆς Ὀδυσ‐ σεὺς μᾶλλον κατὰ τῶν μνηστήρων ἐπιρρωσθείη. B.Q.

18

.

163

ἀχρεῖον] ἄκαιρον μηδενὸς προκειμένου, οὐ χρειῶδες, οὐδὲ πρὸς χρείαν ἁρμοζόμενον. B.H.Q. οἷον οὐκ ἐκ σπουδῆς. V.

18

.

166

συμβουλεύσαιμι γὰρ ἂν τῷ παιδὶ ἔπος τὸ κέρδιον εἴη. H.

18

.

167

ἐπαινεῖν] συντίθεσθαι. V. ἐπαινεῖν] γρ. ὁμιλεῖν. M.
βάζουσι] εἰς κενὸν λαλοῦσι. Q. φρονέουσι] βουλεύονται, ἐννοοῦσι. V.660 in vol. 2

18

.

168

ὅμοιον τῷ “ἔσθλ’ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον” (Od. ρ, 66.). H.

18

.

172

ἐπιχρίσασα παρειάς] ἐλαίῳ λιτῷ ἢ σκευαστῷ. B.

18

.

174

ἄκριτον αἰεί] ἀδιαλείπτως, ἀδιαχωρίστως. H.

18

.

176

ἠρῶ] γρ. ἤρω. Vind. 133.

18

.

178

παραύδα] ἔξω τοῦ δέοντος λέγει ἢ κρύπτει. Q. κηδομένῃ] μετὰ τοῦ ι, ἀντὶ τοῦ κηδευούσῃ πρὸς τὸ χ. H.

18

.

179

ἀλοιφῇ] ἐλαίῳ. H.V.

18

.

180

ἀγλαΐην] νῦν ἀντὶ τοῦ καλλωπισμόν. H.

18

.

182

ἀνώχθει] γρ. ἄνωχθι. H.

18

.

184

οὐ κεῖς’ εἶμι] τὸ πλῆρες, ἐκεῖσε εἶμι. τινὲς δὲ, εἴσειμ’. ἄμεινον δὲ τὸ πρῶτον. H.

18

.

186

ἀγγελέουσα] λέγουσα. V. νέεσθαι] γρ. ἔσεσθαι. H.

18

.

192

κάλλεϊ] νῦν τὰ μύρα. V. μυθικῶς θείῳ τινὶ χρίσματι. Q.

18

.

193

Κυθέρεια] ἢ ἀπὸ τοῦ κεύθειν ἢ ἀπὸ τοῦ κύειν ἔρωτα. B.

18

.

194

ἱμερόεντα] γρ. ἐρόεντα. Vind. 56.

18

.

195

πάσσονα] παχυτέραν πρὸς ἀναλογίαν τοῦ μήκους. H.

18

.

196

πριστοῦ] γρ. λευκοῦ. M.

18

.

197

δῖα θεάων] Ζηνόδοτος γράφει, δῖ’ Ἀφροδίτη. H. Vind. 133.

18

.

199

φθόγγῳ ἐπερχόμεναι] σὺν φθόγγῳ, οὐ σιωπῇ βαδίζουσαι πρὸς αὐτήν. B. μετὰ φωνῆς ἐπιοῦσαι. V.

18

.

200

ἀπομόρξατο] ὃ συνήθως οἱ διυπνισθέντες ποιοῦσιν. H.

18

.

201

αἰνοπαθῆ] τὴν δεινοπαθῆ. H.

18

.

204

φθινύθω] φθείρω. V.

18

.

212

ἔθελχθεν] ἠλλοιώθησαν. Q.V. ἔρῳ δ’ ἄρα θυμὸν ἔθελχθεν] γράφεται, ἔρως δ’ ἄρα θυμὸν ἔθελγεν. B.M.

18

.

216

κέρδε’] κέρδεα νῦν τὰ βουλεύματα. B. συνέσεις. V. ἐνώμας] ἐκίνεις. ἀντὶ τοῦ ἐνενόεις. V.661 in vol. 2

18

.

217

νῦν δ’ ὅτε] τὸ ἑξῆς, νῦν δ’ ὅτε δὴ μέγας ἐσσὶ, οὐκέτι φρένες εἰσὶν, ὡς τὸν ξεῖνον ἔασας. B.Q.

18

.

221

οἷον δὴ] θαυμαστικῶς τὸ οἷον δή. B.

18

.

223

πῶς νῦν] τὸ ἑξῆς, πῶς εἰς τὸ μετέπειτά σοι αἶσχος λώβη τε πέλοιτο, εἴ τι ὁ ξεῖνος πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς; τὸ γὰρ νῦν μέλλοντός ἐστι χρόνου, τὸ δὲ πῶς θαυμαστικὸν μετὰ ἤθους. B. H.Q. ἐν μεταξυλογίαις θαυμαστικῶς, καὶ τοιοῦτος ὁ στίχος. πῶς
5ἀντὶ τοῦ ποδαπῶς, ὁποίως μετέπειτα· οὕτως εἴ τι ὁ ξεῖνος πάθοι. H.

18

.

224

ῥυστακτύος] ἑλκυσμοῦ, αἰκισμοῦ. κήδεται δὲ αὐτοῦ παρ’ Εὐμαίου μαθοῦσα ὑπάρχειν αὐτὸν Ὀδυσσέως ἑταῖρον. Q.

18

.

227

κεχολῶσθαι] τὸ ἑξῆς, τὸ μὲν κεχολῶσθαί σε. ὁ δὲ νοῦς, διὰ τοῦτο μὲν ὀργίζεσθαι οὐ μέμφομαί σοι, οὐκ εἰμὶ δὲ ἀνόητος ὡς σὺ φῂς, ἀλλὰ νοῶν τὰ καθέκαστα. B.Q.

18

.

229

πάρος δ’ ἔτι νήπιος ἦα] γράφεται, μέγας δέ κε νήπιος εἴην. ὁ δέ ἀντὶ τοῦ γάρ· μέγας γὰρ ἀνόητος εἴην, εἰ μὴ νοῶ ἐσθλά τε καὶ τὰ χέρεια. μέγας δὲ, ἤτοι μέγας ὢν τῇ ἡλικίᾳ. ἢ δύναται καὶ ἐπι‐ τάσεως εἶναι μέγας μωρὸς ἀντὶ τοῦ πάνυ ἀνόητος, ὡς καὶ ἐν τῇ
5συνηθείᾳ. ὅθεν καὶ ἐπίρρημα μέγα ἀντὶ τοῦ μεγάλως. H.Q. ἠθέτει καὶ Ἀρίσταρχος. H.

18

.

233

οὐ μέντοι ξείνου] οὐ κατὰ τὴν βούλησιν τῶν μνηστήρων, οὐδὲ ὡς ἐπεθύμουν αὐτοὶ ἀπέβη τὰ τῆς μάχης. ὁ γὰρ Ὀδυσσεὺς κρείσ‐ σων ἐγένετο, ἐκείνων βουλομένων τὸν Ἶρον νικῆσαι. B.H.Q. μῶλος] νῦν πυγμή. B.

18

.

234

ὁ δέ ἀντὶ τοῦ γάρ. H.

18

.

235

αἲ γὰρ, Ζεῦ] ταῦτα σιωπῇ Τηλέμαχος πρὸς τὴν μητέρα φησὶ πρὸς τῇ παραστάδι παρεστηκώς. H.Q.

18

.

238

λελῦντο] προπερισπωμένως τὸ λελῦντο· τὸ δὲ νῦν τὸ τέ‐ λος. H.
λέλυτο] γρ. λῦτο, [Partial Letter] γρ. λελῦτο. Vind. 133.662 in vol. 2

18

.

239

νῦν] γρ. γοῦν. H. ἐπ’ αὐλίῃσι] γρ. ἐν αὐλείῃσι. H.

18

.

246

Ἴασον Ἄργος] Ἴασος βασιλεὺς Πελοποννήσου. Ἄργος οὖν νῦν τὴν Πελοπόννησον λέγει, ἢ καὶ ὅλην τὴν Ἑλλάδα ἀπὸ τοῦ μεσαι‐ τάτου. Q.V. τὴν Πελοπόννησον, ἀπὸ Ἰάσου τοῦ τῆς Ἰοῦς. πρὸς τὴν αὐτὴν δὲ καὶ Ἀχαϊκὸν Ἄργος φησὶ, Πελασγικὸν δὲ Ἄργος τὴν
5Θεσσαλίαν. B.Q.

18

.

248

περίεσσι γυναικῶν] ἡ περί ἀντὶ τοῦ περισσότερον, ἤτοι ὑπερ‐ έχεις τῶν γυναικῶν. B.

18

.

249

φρένας ἔνδον ἐΐσας] ἀκλινεῖς. ἀπὸ τῶν ζυγῶν ἡ μεταφορά. ἢ ὁμοίας τῷ κάλλει. B.Q.

18

.

253

ᾖεν] σὺν τῷ ι Ἀρίσταρχος καὶ Ἀριστοφάνης, ἀντὶ τοῦ ἦεν. H.

18

.

254

τὸν ἐμὸν βίον] τὴν ἐμὴν πολιτείαν, τὴν ἐμὴν ζωήν. Q. ἀμφιπολεύοι] περιπέσοι, περὶ τὸν ἐμὸν βίον πολοῖτο καὶ ἀνα‐ στρέφοιτο. B. διέποι, θεραπεύοι. V.

18

.

257

λιπὼν κατὰ] τινὲς ἀναστρέφουσι τὴν κατά· ἔνιοι δὲ ἀντὶ τῆς ἀπό λέγοντες οὐκ ἀναστρέφουσιν. Q.

18

.

258

ἐμὲ χεῖρα] ἀντὶ τοῦ ἐμοῦ χεῖρα, ἢ ἐμὲ προσηύδα. B.

18

.

261

καὶ γὰρ Τρῶάς φασι] ἐλπιδοποιεῖ προφανῶς τοὺς μνηστῆρας, ὅτι σὺν τοῖς ἄλλοις εἰκὸς ἀνῃρῆσθαι αὐτόν. Q.V.

18

.

263

ἵππων δ’ ὠκυπόρων ἐπιβήτορας] τὸ ἑξῆς, οἵτινες ἐπιβάται τῶν ἵππων διαχωρίζουσι τὴν φιλονεικίαν τοῦ πολέμου, τέμνοντες συν‐ τόμως τὴν μάχην. B.Q.

18

.

265

εἴ κέν μ’ ἀνέσει θεὸς] ἐκ τοῦ θανάτου ἀφήσει, ἢ ἐκ τῆς ἀλ‐ λοδαπῆς εἰς τὴν πατρίδα ἀναπέμψει καὶ ἀνακομίσει. B.Q. ἀνέ‐ σει] ἐάσει, ἀναπέμψει. V.

18

.

268

ἢ ἔτι] ἀντὶ τοῦ, καὶ ἔτι. B.

18

.

269

γενειήσαντα] ἵνα μὴ ὑπὸ πατρῴου ἐξουσίας γένηται ὁ παῖς. Q. Καὶ ἄλλως. ἐν ᾧ προτρέπει, ἐν τούτῳ ἀποτρέπει· γραῦς γὰρ τότε ἐγένετο. Q.V. τάδε δὴ νῦν τεχνικῶς. τὸ μὲν γὰρ παντελῶς εἴργειν τὸν γάμον
5ἐπαχθὲς, τὸ δὲ εἰς ἀνεπιτήδειον ἡλικίαν περιστῆσαι συνετόν. δυσω‐
πητικὸν δὲ καὶ τὸ τεὸν δῶμα. Q.663 in vol. 2

18

.

272

νὺξ δ’ ἔσται, ὅτε δὴ στυγερὸς γάμος] ἐλπίδα πᾶσαν αὐτοῖς ὑποβάλλει τοῦ γάμου, δεδοικυῖα ἵνα μὴ βιασθῇ. Q. ἀντιβολήσει] συντελεσθήσεται. ἤδη γὰρ πρὸς αὐτῷ τῷ τέλει εἰμί. V.

18

.

273

οὐλομένης] ἀπολλυμένης μᾶλλον ἢ προδούσης τὴν κοίτην τοῦ ἀνδρός. Q.V.

18

.

275

οὐχ ἥδε δίκη] ἔθος. ἀντὶ τοῦ, οὐχ οὗτος ὁ τρόπος ὑπῆρχεν τῶν μνηστήρων ἐν τῷ προτέρῳ χρόνῳ. B.Q.

18

.

277

ἐθέλωσι] ἀντὶ τοῦ ἤθελον. καὶ τὰ ἑξῆς οὕτως. H.

18

.

279

κούρης] τῆς νύμφης. οὐ μόνον δὲ ἡ παρθένος, ἀλλὰ καὶ ἡ γεγαμημένη κόρη καλεῖται. προσεῖπε δ’ Ὀρέστης Λάκαιναν κόρην, ἐπὶ τῆς Ἑλένης. Q.

18

.

282

παρέλκετο] ἀντὶ τοῦ ἐφέλκετο. εὐτελὲς τοῦτο, διὸ καὶ κε‐ ραύνιον παρέθηκεν Ἀριστοφάνης. H. εἰ μὲν ὑπὸ ἓν παρέλκετο, παρολκὴν ἐλάμβανεν, εἰ δὲ διῃρημένως, παρὰ τούτων ἐλάμβανε, καὶ ἀνεπλήρου τὰ ἀναλώματα. H.Q.V. παρέλκετο] παρέσπα. V.

18

.

286

ἐνέγκαι] ἀντὶ τοῦ ἐνεγκεῖν. H.

18

.

289

ἐγκλιτικὸν τὸ τῷ. H.

18

.

291

πρόεσαν κήρυκα ἕκαστος] ἐνδέχεται καὶ καθ’ ἕκαστον τῶν μνηστήρων κήρυκα εἶναι, ἢ καὶ τὸν αὐτὸν κήρυκα ἀπὸ πλειόνων πεμ‐ φθῆναι. Q.

18

.

292

περικαλλέα πέπλον] περιβόλαιον τὸ σκέπον τὸν ἀριστερὸν ὦμον ὄπισθεν καὶ ἔμπροσθεν, συνάγον τὰς δύο πτέρυγας εἰς τὴν δεξιὰν πλευρὰν, γυμνὴν ἐῶν τὴν δεξιὰν χεῖρα καὶ τὸν ὦμον. B.Q.

18

.

294

κληῗσιν] κατακλεῖσιν, εἰς ἃς καθίεσαν τὰς περόνας. V. ἐϋγνάπτῃς] εὐπεριστρέπτοις, καλῶς ἐπικεκαμμέναις. H.

18

.

295

ὅρμον] ἐτυμολογεῖ τὸν ὅρμον παρὰ τὸ εἴρω τὸ συνάπτω, ἕρ‐ μος, εἱρμός τις ὤν. ὅρμος δέ ἐστιν ὁ κατὰ τοῦ τραχήλου περικείμε‐
νος χρυσοῦς κόσμος. B.Q.664 in vol. 2

18

.

297

ἕρματα] δῶρα. V. τῶν ὤτων κόσμον, ὅ ἐστι τὰ ἐνώτια. MS. Barnes. εἰς τὸ δύω ὑποστικτέον. δύο γὰρ ἕρματα. B.H. θεράποντες] ἀντὶ τοῦ θεράπων, ὡς στήθεσι. προεῖπε γὰρ, κήρυκα
5ἕκαστος. οὐ μέντοι κωλύει ἕνα μὲν ἀπελθεῖν, πλείους δὲ εἶναι τοὺς κομίζοντας. B.Q.

18

.

298

τρίγληνα] τρίκορα κόσμια, ἐνώτια, τριόφθαλμα. τὸ δὲ μορό‐ εντα ἀντὶ τοῦ μετὰ πολλοῦ μόρου καὶ κακοπαθείας κατεσκευασμένα. B.Q.V.

18

.

300

ἴσθμιον] ἰσθμὸς ὁ τράχηλος. ἴσθμιον οὖν περιτραχήλιον κόσμον περιπεπλεγμένον, οὐ μέντοι κοσμήματά τινα ἐκκρεμάμενα. B. Q. Καὶ ἄλλως. περιτραχήλιον, ἔνθεν καὶ παρίσθμια. διαφέρει δὲ τοῦ ὅρμου. τὸ μὲν γὰρ προσέχεται τῷ τραχήλῳ, ὁ δὲ ὅρμος κε‐
5χάλασται. ἰσθμὸς δὲ ὁ τράχηλος, ἀπὸ τοῦ εἰσιέναι δι’ αὐτοῦ τὴν τροφήν. Q.V.

18

.

307

λαμπτῆρας] μετεώρους ἐσχάρας, ἢ τοὺς χυτρόποδας, ἐφ’ ὧν ἔκαιον. B.Q.V.

18

.

308

ἐπὶ δὲ] γρ. περὶ δέ. H. κάγκανα] τὰ ξηρὰ, τὰ πρὸς τὸ καίεσθαι ἐπιτήδεια. B.

18

.

309

αὖα πάλαι περίκηλα] περισσῶς εἰς τὸ καῦσαι εὔθετα, κήλεον γὰρ τὸ καυστικόν· “ἐν πυρὶ κηλέῳ” (Il. ς, 346.). βούλεται οὖν εἰ‐ πεῖν τὰ πάνυ ξηρά. B.Q.

18

.

310

καὶ δαΐδας κατέμισγον] κατέμισγον τοῖς ξύλοις, ἵνα ἐκ τῶν δᾴδων ἀνάπτωνται μᾶλλον. ἢ χωρὶς τῶν ξύλων τὰς ἐσχάρας ἢ ἀνὰ μέ‐ ρος ἄλλοτε ἄλλη ὑπηρετοῦσα. B.Q. μετέμισγον] συνανεμίγνυον. V. ἀμοιβηδὶς] ἐναλλὰξ, ποτὲ μὲν τὰς δᾷδας, ποτὲ δὲ τὰς ἐσχάρας, ἢ
5ἀνὰ μέρος. H.

18

.

315

ἠλάκατα νῦν ἀντὶ τῶν ἀτράκτων. H.

18

.

323

δίδου δ’ ἄρ’ ἀθύρματα θυμῷ] ἡ Μελανθὼ χλιδὰς καὶ παιδιὰς ἐλάμβανεν, ἀλλ’ οὐ συνεχώρει αὐτῇ ἡ Πηνελόπη ἀθύρματα, ἀλλὰ τὰ πρὸς ἡδονὴν αὐτῆς ἔπραττε, δηλονότι νηπία ὑπάρχουσα. ἀθύρματα
γάρ εἰσι τὰ τῶν νηπίων παίγνια. B.H.Q.665 in vol. 2

18

.

328

χαλκήϊον ἐς δόμον ἐλθὼν] εἰς ἐργαστήριον χαλκέως, ὅ φησιν Ἡσίοδος “πὰρ δ’ ἴθι χάλκειον θῶκον.” B.H.Q. χαλκήϊον] χαλ‐ κέως οἶκον. V.

18

.

329

ἐς λέσχην] τόπον ἀθύρωτον, δημόσιον, ἔνθα συνιόντες λόγοις καὶ διηγήμασιν ἀλλήλους ἔτερπον. ὠνόμασται δὲ παρὰ τὸ λέχος, ἐπεὶ ἐκεῖ ἐκοιμῶντο οἱ πτωχοὶ παρὰ τὸ πῦρ. B.Q. δημόσιον οἴκημα, οἷον λέχην, παρὰ τὸ ἐν αὐτῷ τοὺς μὴ ἔχοντας οἰκήματα λέχη ποιεῖ‐
5σθαι. ἢ παρὰ τὸ λεσχαίνειν ἐν αὐτῷ, ὅ ἐστιν ὁμιλεῖν. Q.V. δημό‐ σια οἰκήματα. καὶ γὰρ ὅσοι οὐκ ἔχουσιν οἶκον ἐκεῖσε μένουσι. P. λέχην] γρ. λέσχην. λέσχη παρὰ τὸ λέχος. H.

18

.

330

θαρσαλέως πολλοῖσιν] ἀθετοῦνται τρεῖς ὡς ἐκ τῶν ἑξῆς με‐ τατιθέμενοι καὶ ὅτι ἐνθάδε μηδὲν ἐθρασύνθη. Q.

18

.

333

ἢ ἀλύεις] ἀλύεις νῦν ἀντὶ τοῦ χαίρεις, γαυριᾷς. ἔνιοι δὲ, ἐν ἄλῃ καὶ θορύβῳ τῆς διανοίας καθέστηκας, οἷον οὐκ ἔχεις σαυτὸν ὑπὸ πολλῆς χαρᾶς. Q.

18

.

334

μή τις τοι] λείπει, φοβοῦ. B.

18

.

335

κεκοπὼς διὰ τοῦ φ κεκοφώς. H.

18

.

336

φορύξας] μολύνας, αἱμόφυρτόν σε ποιήσας. B.Q.

18

.

338

ὄντως τάχα τῷ Τηλεμάχῳ λέγω οἷα ἀγορεύεις, ὦ κύον. H.

18

.

339

διαμελεϊστὶ] μεληδὸν, ἵνα σε ἐπὶ τόπῳ διατάμῃ μελε‐ ϊστί. H.

18

.

340

διεπτοίησε] διεσκόρπισε. B.

18

.

350

γέλων] γέλωτα, Ἀττικῶς. V. γέλων δ’ ἄρα τοῖσιν ἔτευξε] γρ. γέλων δ’ ἑτάροισιν ἔτευχεν. H.

18

.

351

κελεύει] γρ. ἀνώγει. H.

18

.

353

οὐκ ἀθεεὶ] οὐ δίχα προνοίας θεοῦ. B. οὐκ ἄνευ θεοῦ. V.

18

.

354

ἔμπης] νῦν ἀντὶ τοῦ ὁμοίως. V. ἔμπης μοι δοκέει] ὁμοίως μοι δοκεῖ εἶναι τὸ σέλας τῶν δαΐδων καὶ τῆς κεφαλῆς αὐτοῦ. B. ἀντὶ τοῦ ὁμοίως, ὡς τὸ “ἔμπης εἰς γαῖάν τε καὶ οὐρανόν.” H.
5σέλας] τὸ σέλασμα. H.666 in vol. 2

18

.

355

ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδ’ ἠβαιαί] ἡ γὰρ Ἀθηνᾶ “ξανθὰς ἐκ κεφαλῆς ὤλεσε τρίχας” (Od. ν, 431.). Q.

18

.

357

ξεῖν’] τὸ ἑξῆς, ξεῖνε, εἴ ς’ ἀνελοίμην ἀγροῦ ἐπ’ ἐσχατιῆς, ἆρα ἐθελήσεις θητεύειν αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων, μισθὸς δέ τοι ἄρκιος ἔσται. B.Q.

18

.

358

ἄρκιος] ἱκανός. V.

18

.

359

αἱμασιάς τε] τοὺς ἐκ χαλίκων φραγμοὺς χωρίων. χάλικες δὲ οἱ τεθραυσμένοι καὶ μικροὶ λίθοι· καὶ ἔστιν ἡ εὐθεῖα ὁ χάλιξ τοῦ χάλικος. λέγων δὲ ἀντὶ τοῦ οἰκοδομῶν ἐκ πολλῶν καὶ λογάδων λίθων. B.H.Q.
5αἱμασιάς] τοὺς περιβόλους τῶν τοίχων, τοὺς χάλικας. λέγων] οἰκοδομῶν ἐκ συλλέκτων λίθων. V.

18

.

361

ἀμφιέσαιμι] τὸ θέμα ἕω τὸ ἐνδύομαι, οὗ ὁ μέσος μέλλων πρῶτος ἕσομαι, καὶ ἐν πλεονασμῷ ἕσσομαι· ὁ εὐκτικὸς ἕσσαιμι. H.

18

.

367

ὥρῃ ἐν εἰαρινῇ, ὅτε τ’ ἤματα μακρὰ πέλονται] ζητοῦσι πῶς τὰς ἐαρινὰς ἡμέρας μακρὰς εἶπεν. ὅθεν ἠναγκάσθησάν τινες λέγειν ὅτι ἐαρινὴ τέθεικεν ἀντὶ τοῦ θερινή. ῥητέον δὲ ὅτι ἄλλο ἐστὶ τὸ πέλει καὶ ἄλλο τὸ πέλονται· τὸ μὲν γὰρ σημαίνει τὸ εἶναι, τὸ δὲ τὸ γίνε‐
5σθαι. ἐν δὲ τῷ ἔαρι μακραὶ γίνονται αἱ ἡμέραι, εἰς γένεσιν ἀγόμεναι τῶν μακρῶν. ἔστι δὲ ὅμοιον τῷ “ἥλιος ὃς διὰ γῆς πάντα βλαστάνει βροτοῖς φθίνει τε·” οὕτω γὰρ καὶ τὸ, μακραὶ γίνονται, κατὰ τὴν Ἀττικὴν συνήθειαν ἀκουστέον. Q. πέλονται] ἀντὶ τοῦ γίνονται, πρὸς τὴν παρουσίαν τοῦ θέρους. B.

18

.

368

ἐν ποίῃ] τῷ δημητριακῷ χόρτῳ. ἐν σιτοφόρῳ χωρίῳ. Q.

18

.

370

ποίη δὲ παρείη] μὴ ἐπιλείποι ὁ θερισμός. B.Q.

18

.

371

οἵπερ] γρ. ὥσπερ. H.

18

.

372

αἴθωνες] πυρροὶ ἢ μέλανες. B.Q.

18

.

373

ἥλικες ἰσοφόροι] ὁμήλικες ἴσως ἕλκοντες καὶ φέροντες. H. ἰσοφόροι] παροξυτονητέον τὸ ἰσοφόροι. κατὰ γὰρ ἐνέργειαν ἡ σύν‐ θεσις. H.667 in vol. 2

18

.

374

τετράγυον] εἴη δὲ τὸ μέλλον ἀροῦσθαι χωρίον τέσσαρας ἔχον γύας. B.Q. τέσσαρας ἔχον γύας. γύον δὲ μέτρον γῆς. V.

18

.

375

τῷ κέ μ’ ἴδοις] διὰ τοῦτο ἄν με ἴδοις, διὰ τὸ εἶναι βόας. διηνεκέα ἀντὶ τοῦ διηνεκῶς, ἀπὸ μιᾶς ὁρμῆς. B.H. ὦλκα] παρὰ τὸ ἕλκεσθαι τὴν ἐπιμήκη αὔλακα. H. διηνεκέα] τὴν ὑπὸ μιᾶς ὁρμῆς σχιζομένην. P.V.

18

.

380

οὐδ’ ἄν μοι] οὐδ’ ἂν φλυαροίης ὀνειδίζων μοι τὴν γαστέρα. B.H.

18

.

385

αἶψά κε τοι φυγόντι. οὕτως τὸ ἑξῆς. H. τὰ θύρετρα φεύγων τις στείνοιτο] οὕτως ταρασσόμενος διὰ τῶν θυρῶν φύγῃς, ὡς δοκεῖν στενοχωρεῖσθαι. V. οὕτως ταραχθήσεσθαι ὡς δοκεῖν τὰς θύρας στενὰς εἶναι. B.Q.
1στείνοιτο] στενὰ γένοιντο. H. δι’ ἐκ μεγάροιο, Ῥιανός. H. καὶ ἐκ προθύροιο] γράφεται, δι’ ἐκ προθύροιο. Q.

18

.

389

οἷ] δι’ οἷα. H.

18

.

394

σφέλας εἵλετο] τὸ ὑποπόδιον, ἢ τὸ βλῆμα τὸ σφῆλαι δυνά‐ μενον. B.V.

18

.

395

καθέζετο] Τηλέμαχον γὰρ οὐχ ἱκανὸν ἐπίκουρον δοκεῖ εἶναι, καὶ προσκρούειν αὐτοῖς διασώζειν πειρώμενον τὸν ξένον. ὁ δὲ Ἀμφί‐ νομος εἰ καὶ προσέκρουσε τοῖς λοιποῖς, ἐλυσιτέλει τῷ Ὀδυσσεῖ τῷ στασιάζειν πρὸς ἀλλήλους τοὺς μνηστῆρας. Q.

18

.

396

ὁ δ’ ἄρ’ οἰνοχόον βάλε χεῖρα] ὅμοιον τῷ, “ὃ δ’ ἐρινεὸν ὀξέϊ χαλκῷ τάμνε νέους ὅρπηκας” (Il. φ, 38.). H.

18

.

397

πρόχοος] ὁ ξέστης. V.

18

.

402

μεθέηκεν] ἐποίησεν. V. πᾶσαι, μετέθηκεν, ἀντὶ τοῦ ἐν ἡμῖν ἔθηκεν. H.

18

.

404

ψιλωτέον τὸ ἦδος. H.

18

.

406

καὶ οὐκέτι ἐν ἡσυχίᾳ φέρετε τὴν τρυφὴν, ἀλλ’ ἀταξίαν ἐξά‐ γεσθε. H.
δαιμόνιοι] θαυμάσιοι ἐπὶ κακῷ. H. κεύθετε θυμῷ] ἀντὶ τοῦ, ὑπὸ θυμοῦ, ὡς “Ἀχιλῆϊ δαμασθείς”668 in vol. 2
5(Il. χ, 55.), ὅ ἐστιν ὑπὸ ἀλόγου κινήσεως. οὐ κρατεῖτε τῆς τροφῆς, ἀλλ’ αὕτη μᾶλλον ὑμῶν ἐπικρατεῖ καὶ παρασκευάζει ὑμᾶς ἐξάγεσθαι εἰς ἀταξίας. B.H.Q.

18

.

407

βρωτὺν] προπερισπωμένως. H.

18

.

409

διώκω δ’ οὔτιν’ ἔγωγε] ἵνα παραμείνωσι καὶ ἀναιρεθῶσιν. V.

18

.

410

ἐνδακόντες, ἐμφύντες τοῖς χείλεσι δηκτικῶς. H.

18

.

418

ἐπαρξάσθω] ἀπὸ τοῦ πρώτου ἀρξάσθω. V. ἀρχὴν τοῦ δια‐ νέμειν ἡμῖν ποιήσασθε. H.

18

.

420

Ῥιανὸς δὲ, ἐνὶ μεγάροισιν ἕκηλον. H. Τηλεμάχῳ μελέμεν] ὑπὸ τοῦ Τηλεμάχου ἐπιμελείας ἀξιοῦσθαι. H.

18

.

422

ἁδόντα] ἀρέσκοντα. V.

18

.

423

Μούλιος ἥρως] ὅτι πάντας ἥρωας ἔλεγον. B.

18

.

425

ἐπισταδόν] ἐπιστάμενος. V.

19

hyp

(t)

ΥΠΟΘΕΣΙΣ
1Σὺν Τηλεμάχῳ ἔκθεσιν ποιεῖται τῶν ὅπλων Ὀδυσσεὺς, καὶ πρὸς Πηνελόπην ἐκ Κρήτης εἶναι ὑποκρίνεται. γίνεται δὲ αὐτοῦ δι’ οὐλῆς ἀναγνωρισμὸς πρὸς Εὐρύκλειαν νίπτουσαν αὐτοῦ τοὺς πόδας. καὶ κατὰ παρέκβασιν ὁ ποιητὴς διηγεῖται ὡς ἐν Παρνασῷ ὑπὸ συὸς
5ἐπλήγη κυνηγῶν. P.Q.V.

19

.

2

σὺν Ἀθήνῃ] ἤτοι παρούσῃ σιωπωμένως, ἢ προνοίᾳ τῆς θεοῦ, ὡς ἐπὶ τοῦ δουρίου ἵππου “τὸν Ἐπειὸς ἐποίησε σὺν Ἀθήνῃ” (Od. θ, 493.). H.Q.

19

4-12

οἱ ἀστερίσκοι, ὅτι ἀναγκαίως ἐνθάδε, ὅτε καὶ ἑώρακε τὰ
ὅπλα. H.M.V. Vind. 133.669 in vol. 2

19

.

9

ἀλλὰ κἀκεῖνα ἠφάνισται. H.

19

.

13

πρόχειρος γὰρ ἀνὴρ πρὸς φόνον παρακειμένου σιδήρου. H.

19

.

16

μαῖ’, ἄγε δή μοι ἔρυξον] ἵνα μὴ τοῖς μνηστῆρσι διαβάλωσι. ὥσπερ καὶ τὴν τοῦ ἱστοῦ ἀνάλυσιν. H.

19

.

18

καπνὸς ἀμέρδει] καπνὸς στερίσκει. H.

19

.

20

ἵξετ’ ἀϋτμή] γρ. ἵκετ’ ἀϋτμή. H.

19

.

22

ἐπιφροσύνας ἀνέλοιο] ἀντὶ τοῦ φρόνιμος γενήσῃ. Q.

19

.

24

ἀλλὰ τίς δή σοι. H.

19

.

25

προβλωσκέμεν] προέρχεσθαι. Q.

19

.

27

ξεῖνος ὅδ’] ὁ ξεῖνος ὅδε φῶς μοι ποιήσει. B. ἄεργον ἀνέξομαι] Ἀττικὴ ἡ σύνταξίς ἐστιν ἀνέχομαί σε, αἰτια‐ τικὴ ἀντὶ γενικῆς. B.Q.

19

.

28

χοίνικος ἅπτηται] τροφὰς λαμβάνει. τό τε μετροῦν καὶ τὸ μετρούμενον. V. ἀντὶ τοῦ δαπάνης, τροφῆς. ἅπαξ ἐνταῦθα ἡ φωνή. καὶ οὐ διὰ τοῦτο χωριστέον τῆς Ἰλιάδος τὴν Ὀδύσσειαν· κἀκεῖ γάρ εἰσι τοῦδε εὐτελέστερα ὀνόματα· “ὅλμον δ’ ὡς ἔσσευε βαλών” (Il.
5λ, 147.)· “ἀμφ’ ἀστραγάλοισι χολωθείς” (Il. ψ, 88.) πτύον. H.Q.

19

.

33

πάροιθε δὲ Παλλὰς Ἀθήνη] δῆλον οὖν ὅτι καὶ ἐν ἀρχῇ πα‐ ρῆν. Q.

19

.

34

λύχνον] ἀπὸ τοῦ λύειν τὸ νύχος. λέγει δὲ τὴν δᾷδα κυρίως. τοῦ δὲ παρ’ ἡμῖν καλουμένου λύχνου τοὺς ἥρωας χρωμένους ὁ ποιητὴς οὐκ εἰσάγει οὐδὲ Ἡσίοδος μέμνηται. H.Q.V. ὀρθῶς δὲ πεποίηκε τὴν Ἀθηνᾶν φρόνησιν οὖσαν καθαρὸν αὐτῷ παρέχειν τὸ φῶς. καὶ
5οἰκείως διὰ τὸν ἄσβεστον Ἀθήνησι λύχνον. V.
λείπει τὸ ὡς· ὡς χρύσεον λύχνον ἔχουσα, ὅ ἐστιν ἀμαυρὸν φῶς ἐποίει ὡς ἀπὸ ἐκλάμψεως χρυσοῦ. δουλοπρεπὲς καὶ λίαν εὐτελὲς τὸ τῆς διανοίας. πολλῷ γὰρ ἦν ἄμεινον ἐπιδημησάσης τῆς δαίμονος αὐτόματον ἐπιλάμψαι πολυτελὲς φῶς. οὕτως οὖν ὁ λόγος ἐχέτω· ἡ670 in vol. 2
10δ’ Ἀθηνᾶ φάος ἐποίει, ὡς χρύσεον λύχνον ἔχουσα. καὶ γὰρ οὐκ ἐχρῆν δαψιλὲς ἐπιλάμψαι τὸ φῶς πρὸς τὸ μὴ γνωσθῆναι κατὰ τὴν αὐλὴν τὴν μετακομιδὴν τῶν ὅπλων. εἴωθε δὲ ὁ ποιητὴς μὴ ἀποδοκι‐ μάζειν τῶν ὀνομάτων τὰ εὐτελῆ, ὡς τὸ μυῖαν, κυάμους τε καὶ ἐρε‐ βίνθους. B.Q.
15ἔν τισι γρ. φόως. H.

19

.

37

μεσόδμαι] ὁ Ἀρίσταρχος τὰ μεσόστυλα. ἔνιοι δὲ τὰ μεταξὺ τῶν δοκῶν διαστήματα. B.H.Q. τὰ μεταξὺ τῶν κιόνων διαφρά‐ γματα, οἵτινες ἦσαν περὶ τοὺς τοίχους τὰ ἄκρα βαστάζοντες τῶν δοκῶν. V.

19

.

38

ὅτι καὶ ἀρσενικῶς ὁ κίων. H.

19

.

43

αὕτη τοι δίκη ἐστὶ θεῶν] οὗτος ὁ τρόπος, τὸ ὡς βούλονται φαίνεσθαι. V. οὗτος ὁ τρόπος τῶν θεῶν, τὸ καταφωτίζειν τοὺς τό‐ πους ἐν οἷς τυγχάνουσιν. Q.

19

.

46

αὐτὴ γὰρ ὀδυρομένη. ὁ γὰρ δέ ἀντὶ τοῦ γάρ. H. ἀμφὶς ἕκαστα] ἀντὶ τοῦ χωρὶς, ὅ ἐστι κατὰ τάξιν. B.Q.

19

.

55

τῇ πάρα μὲν κλισίην] ταύτῃ τὸν κλισμὸν ἐν τῷ καταφωτιζο‐ μένῳ τόπῳ ἔθηκαν ἢ πλησίον τοῦ πυρός. B.Q. ὡς νῦν τὸν κλισμόν. H.

19

.

57

ὁ ποιήσας δηλονότι. H.

19

.

61

αἱ δ’ ἀπὸ μὲν σῖτον] ἐμφαίνει τὴν ἀσωτίαν αὐτῶν τὸ πολύ. οὕτως καὶ ἐν ἀρχῇ “σῖτον δὲ δμῶαι παρενήνεον” (α, 147.). Q. ᾕρεον] ἀφῃροῦντο. Ἀρίσταρχος Ἰακῶς, δασέως δὲ τὸ ᾕρεον. H.

19

.

62

ἐκτατέον τὸ δέπα. H.

19

.

63

αὐτῶν] τῶν μνηστήρων. M.

19

.

64

λείπει τὸ εἰς φῶς εἶναι καὶ θερμαίνεσθαι. H.

19

.

67

δινεύων] δινούμενος, ἀναστρεφόμενος, ἵνα πέψῃς, ἐπεὶ με‐ θύεις. B.

19

.

71

δαιμονίη] θαυμασία ἐπὶ κακῷ. H.

19

.

72

ὅτι δὴ ῥυπόω] γρ. ὅτι οὐ λιπόω. M. ῥερύπωμαι, ῥύπου πε‐
πλήρωμαι. M. λιπόω] ἤτοι τῇ πιμελῇ λελίπασμαι. H.M.Q.V.671 in vol. 2

19

.

73

ἐπείγει] γρ. ἱκάνει. M.

19

.

81

τῷ νῦν] λείπει εὐλαβοῦ. H.

19

.

83

μή πως] ἤν πως, ἡ γραφή. τὰ δὲ εἰκαιότερα μή πως. H. γρ. ἤν πως, ἐάν πως. M.

19

.

85

νόστιμος] ἀνακομισθῆναι δυνάμενος. H.

19

.

86

Ἀπόλλωνός γε ἕκητι] ἐπειδὴ τῶν ἀρρένων κουροτρόφος ὁ θεός. τοὺς γὰρ κτεῖναι δυναμένους καὶ σώζειν εἰκός. διὸ κουροθάλεια καλεῖ‐ ται ἡ δάφνη, διὰ τὸ κουροτρόφον τοῦ Ἀπόλλωνος. Q. κουροτρόφος γὰρ ὁ θεός. H.

19

.

88

τηλίκος ἐστίν] τοιοῦτος τὴν ἡλικίαν ὡς ἀγνοεῖν τὰ γενόμενα. B.H.

19

.

92

ἔρδουσα μέγα ἔργον] τοῦτο μέγα ἔργον πράττουσα, τὸ ἀτι‐ μάζειν τὸν ξένον. H. σῇ κεφαλῇ ἀναμάξεις] πάντως ἑαυτῇ προστρίψῃ ἢ ἀναλήψει. V. σεαυτῷ προστρίψεις. πάντα γὰρ ἀκριβῶς ᾔδεις. B.H.

19

.

94

ὡς τὸν ξεῖνον] ὥστε οὐ διὰ φιλοξενίαν μόνον τῷ πτωχῷ συνε‐ πόθει, ἀλλὰ καὶ προσθεραπεύουσα αὐτὸν ὑπὲρ τοῦ πυθέσθαι. Q.

19

.

95

πυκινῶς] ἀντὶ τοῦ πάνυ. V.

19

.

97

δίφρον] οὐ θρόνον, ἀλλὰ εὐτελὲς ὑποπόδιον. B.

19

.

108

νεικέοι] διαβάλοι ἐπὶ κακοξενίᾳ. B. κακολογοίη. V.

19

.

109

ὥστε τευ ἢ βασιλῆος] τὸ ἤ ἀντὶ τοῦ καί, ὡς εἶναι, ὥσπερ καὶ τινὸς βασιλέως κλέος ἀμώμου. H.Q.

19

.

111

εὐδικίας ἀνέχῃσι] δικαίας κρίσεις. τὸ δὲ ἀνέχῃσι, αὔξει, ἀνυψοῖ. B.

19

.

113

πάντα, οὐ μῆλα. Ῥιανὸς, ἄσπετα. H.

19

.

114

εὐηγεσίης] τῆς εὐδαιμονίας, ἢ τῆς εὐαρχίας, παρὰ τὸ εὖ
ἡγεῖσθαι. κακῶς δ’ οἱ σὺν τῷ ρ γράφοντες, εὐηργεσίης. H.Q.V. ἀρετῶσι δὲ λαοὶ] ἐν ἀρετῇ ὦσι, καλῶς προύχοντος τοῦ ἡγεμόνος. B.Q. ἢ, ἐν ἀρετῇ καὶ εὐδαιμονίᾳ διάγωσιν. B.Q.V.672 in vol. 2

19

.

116

μηδ’ ἐμὸν ἐξερέεινε γένος] διὸ, ἐπεὶ οὐδὲν κακὸν ἐποίησας, μηδ’ ἐμὲ λύπει τὰ παρὰ προαίρεσίν με αἰτοῦσα λέγειν. B.Q. Ἀρίσταρχος, μηδέ μοι. H.

19

.

121

μή τις μοι δμωῶν] δμωῶν σὺν τῷ ι καὶ περισπωμένως, θη‐ λυκὸν γάρ ἐστι. οὕτως Ἀρίσταρχος καὶ Ἡρωδιανός. H.

19

.

122

δακρυπλώειν] σύνθετον τὸ δακρυπλώειν, οἷον δάκρυσι πλη‐ θύειν. τὸ δὲ πλώω πολλάκις τὸ πλήθειν σημαίνει. B.H.Q. δα‐ κρύων πληθύνειν. V.

19

.

124

ἤτοι μὲν ἐμὴν ἀρετὴν] καὶ τὴν ψυχικὴν ἀρετὴν καὶ τὴν σω‐ ματικὴν ἀπώλεσαν ἐξ οὗ ἀπῆλθεν Ὀδυσσεύς. Q.

19

.

127

τὸν ἐμὸν βίον ἀμφιπολεύοι] τοῦ ἐμοῦ βίου προνοοῖτο. B. Q.V.

19

.

130

ἠθέτηνται δʹ. ἐν δὲ τοῖς πλείστοις οὐδὲ ἐφέροντο. H.

19

.

131

ὑλήεντι Ζακύνθῳ] ἀρσενικῷ θῆλυ ἐπήγαγεν, ὡς τὸ “κλυτὸς Ἱπποδάμεια.” H.

19

.

135

οἳ δημιοεργοὶ ἔασιν] οἳ δημοσίαν μοι χρείαν ἀγγέλλουσι. B.Q.

19

.

136

Ὀδυσῆα ποθεῦσα] Ἀρίσταρχος, Ὀδυσῆ ποθέουσα. H. πόσιν] γρ. φίλον. Vind. 5.

19

.

139

ὕφαινον] Ἀρίσταρχος, ὑφαίνειν. H.

19

.

144

τὸ ἑξῆς, ἐνταφήϊον Λαέρτῃ ἥρωϊ, ὅτε καί μιν μοῖρ’ ὀλοὴ καθέλῃσι θανάτου. H. τὸ ἑξῆς εἰς τὸ ταφήϊον. H.

19

.

150

ἀλλύεσκον, διὰ τοῦ ν. H.

19

.

154

οὐκ ἀλεγούσας] φροντίδα μὴ ποιουμένας. H.

19

.

155

ὁμόκλησαν] ὁμοῦ πάντες ἐπέπληξαν. V.

19

.

160

οἷός τε] δυνατός. καὶ ὁ τε πλεονάζει. H.673 in vol. 2

19

.

161

οἴκου κήδεσθαι] ᾧ οἴκῳ, ὅ ἐστιν οὐ τοῦ τυχόντος οἴκου δύνα‐ ται φροντίζειν. H. ὄλβον] γρ. κῦδος. H. ὀπάζει] παρέχει. V.

19

.

163

οὐ γὰρ ἀπὸ δρυός] ἐξ ὧν ἐφάτιζον, τουτέστιν ἐνόμιζον οἱ πα‐ λαιοὶ σφᾶς αὐτοὺς γεγονέναι. B. παλαιφάτου] παλαιὰ φατιζομένης. οἱ γὰρ παλαιοὶ ὑπελάμβανον τοὺς πρὸ ἑαυτῶν ἐκ δρυῶν καὶ πετρῶν γεγενῆσθαι, διὰ τὸ τὰς τικτούσας εἰς τὰ στελέχη καὶ σπήλαια ἐκ‐
5τιθέναι τὰ παιδία. ἔστι δὲ ὁ λόγος, οὐ γὰρ δὴ ἐκείνων εἶ σύ. πιθα‐ νὸν δὲ τοὺς πάλαι ἀνθρώπους ἐν ταῖς ἐρημίαις τὰς μίξεις ποιεῖσθαι πλησίον πετρῶν καὶ δρυῶν. τινὲς δὲ, παλαιφάγου, ἐπειδὴ οἱ παλαιοὶ ἐβαλανοφάγουν· παρὸ καὶ φηγὸς ὡς φαγός τις οὖσα. H.Q.V.

19

.

172

Κρήτη τις γαῖ’ ἐστὶ περίρρυτος] ὑδρηλή. V. ἀντὶ τοῦ περιρρεομένη θαλάσσῃ. οὐ γάρ ἐστι μέσον ὡς κέντρον τοιοῦτον ἐπὶ τῆς Ὠγυγίας “ὅθι τ’ ὀμφαλός ἐστι θαλάσσης” (Od. α, 50.). B. H.Q.

19

.

174

πολλοὶ ἀπειρέσιοι] ἐπήνεγκε τῷ πολλοί τὸ ἀπειρέσιοι αὐξή‐ σεως ἕνεκεν. V. ἐννήκοντα πόληες] ἐν Ἰλιάδι (β, 649.) ἑκατόμπολιν τὴν Κρήτην λέγει, οὐχ ὡρισμένως ἑκατὸν πόλεις ἔχουσαν, ἀλλὰ ἀντὶ τοῦ πολλάς.
5ἔνιοι δέ φασιν Ἰδομενέα κατὰ τὸν ἐξ Ἰλίου ἀνάπλουν ἀπελαυνόμενον τῆς Κρήτης ὑπὸ Λεύκου, ὃν θετὸν παῖδα καταλελοίπει φύλακα τῆς βασιλείας, δέκα πόλεις πορθῆσαι. μετὰ δὲ τὰ Τρωϊκὰ αἱ δέκα πό‐ λεις προσεκτίσθησαν. V. πῶς οὖν ἐν τῷ καταλόγῳ φησὶν “ἄλλοι θ’ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο;” ἤτοι οὖν ἐκεῖ τὸ ἑκατόν
10ἀντὶ τοῦ πολλοῦ κεῖται, ὡς “τῆς ἑκατὸν θύσανοι” (Il. β, 448.)· ἢ ἐπεὶ μετὰ τὸν ἀπόπλουν οἱ μετὰ Ἰδομενέως ἐπόρθησαν Λύκτον καὶ τὰς πέριξ ἃς ἔχων Λεῦκος ὁ Τάλω πόλεμον ἤρατο πρὸς αὐτούς. οὗτος θετὸς ὢν Ἰδομενέως παῖς, ἀφεθεὶς ὑπ’ αὐτοῦ φύλαξ τῆς Κρήτης, ἐστασίασε πρὸς αὐτοὺς ἐπανελθόντας. μετὰ δὲ ταῦτα προσεκτίσθη‐674 in vol. 2
15σαν αἱ δέκα. H.Q.

19

.

175

ἄλλη δ’ ἄλλων γλῶσσα] προῳκονόμησεν, ἵνα μή τις αὐτὸν ἐλέγξῃ διὰ τὸ μὴ χρήσασθαι τῇ διαλέκτῳ αὐτῶν. V. ἐν μὲν Ἀχαιοὶ] μετὰ τὰ Ἰλιακὰ Ταλθύβιος ἐκ Μυκηνῶν ἤγαγεν ἀποικίαν. V.

19

.

176

Ἐτεόκρητες] οἱ αὐτόχθονες Κρῆτες, ἢ οἱ ἰθαγενεῖς. Κύδωνες] οἱ αὐτόχθονες Κύδωνες, ἀπὸ Κύδωνος τοῦ Ἀπόλλω‐ νος. B.

19

.

177

τριχάϊκες] τριχῆ διαιρεθέντες. οἱ μὲν γὰρ Εὔβοιαν κατῴ‐ κησαν, οἱ δὲ Πελοπόννησον, οἱ δὲ Κρήτην. Ἀπολλώνιος δὲ τοὺς πο‐ λεμικοὺς λέγει, ἀπὸ τοῦ ἀΐσσοντας καὶ ἐπισείοντας τὰς κόμας ἐν τῇ περικεφαλαίᾳ πολεμεῖν, ἴσον τῷ “κορυθάϊκι” (Il. χ, 132.). εἰσὶ δὲ
5οἳ τοὺς τριλόφους φασὶν, οἱ δὲ τοὺς ὀρχηστὰς ἀποδιδόασιν. V. τριχῆ διαιρεθέντες. οἱ μὲν γὰρ Πελοπόννησον, οἱ δὲ Εὔβοιαν, οἱ δὲ Κρήτην ᾤκησαν. οἱ δὲ τοὺς πολεμικοὺς, ἀπὸ τοῦ σείειν τὰς τρίχας τῆς κεφαλαίας. B. δῖοι] οἱ εὐγενέστατοι. V.

19

.

178

τῇσι δ’ ἐνὶ Κνωσσὸς μεγάλη πόλις, ἐνθάδε Μίνως ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστύς] μυθολογεῖται τὸν Εὐρώπης καὶ Διὸς Μίνωα ἐν Κρήτῃ οἰκοῦντα διὰ ἐνναετίας ἀφικνεῖσθαι πρὸς τὸν πατέρα παιδευθησόμενον, καὶ ὡς παρὰ σοφιστοῦ μανθάνειν τὰ δέοντα,
5οὐ μὴν ἀλλὰ καὶ τοῦ χρόνου τὰς ἀποδείξεις διδόναι ὧν μεμαθήκοι ἐν τῇ προτέρᾳ ἐνναετηρίδι παρὰ τοῦ Διός. ὅθεν καὶ τῶν πάντων αὐτῶν βασιλέα καταστῆσαι, τῇ τε γνώμῃ καὶ τῇ κρίσει διενεγκεῖν ὥστε ἐν Ἅιδου δικαστὴν γενέσθαι τῶν ἀδίκων ψυχῶν. ἡ δὲ ἱστορία παρὰ
Πλάτωνι. V.675 in vol. 2

19

.

179

ὀαριστής] ὀαριστὴς, ὁμιλητής· οὐκ ἄρα μόνον ὀαρίζειν τὸ ἐρωτικῶς ὁμιλεῖν. τὸ δὲ ἑξῆς, ἔνθα τε Μίνως βασίλευεν ἐννέωρος Διὸς μεγάλου ὀαριστής. φασὶ γὰρ ὅτι ἐπὶ θʹ ἔτη κεχωρισμένος ἀν‐ θρώπων διέτριβεν ἐν τῇ Ἴδῃ καὶ συνετίθει νόμους, καὶ διεβεβαιοῦτο
5παρὰ τοῦ πατρὸς εἰληφέναι Διὸς πρὸς τὸ μὴ τοὺς ὑπηκόους ἀνυπο‐ τακτεῖν. οἱ δέ φασιν θʹ ἔτη παιδευθέντα αὐτὸν ὑπὸ τοῦ Διὸς οὕτω βασιλεῦσαι θʹ ἔτη. B. ἐννέωρος] οἱ μὲν, ὅτι διὰ ἐννέα ἐτῶν τῷ πατρὶ συνιὼν Διῒ παρ’ αὐτοῦ ἐμάνθανεν ἅτινα εἴη δίκαια, οἱ δὲ, ὅτι ἐνναετὴς ὢν βασιλεύειν
10ἤρξατο· οἱ δὲ, ὅτι ἐπ’ ἐννέα ἔτη ἐβασίλευσεν ὁμιλητὴς γενόμενος τοῦ Διός· οἱ δὲ ὅτι ἐπ’ ἐννέα ἔτη παρὰ τῷ πατρὶ ἐπαιδεύθη. φασὶ δὲ ἕτεροι ὡς ταῖς τῶν βασιλέων γνώμαις οὐ ῥᾳδίως πείθονται οἱ ὑποτε‐ ταγμένοι. ἀνιόντα οὖν αὐτὸν εἰς τὴν Ἴδην διὰ ἐνναετίας συνθεῖναι νόμους, καὶ φέροντα διαβεβαιοῦσθαι ὡς ὑπὸ τοῦ Διὸς εἶεν δεδο‐
15μέναι. V.

19

.

183

ὄνομα κλυτὸν] ᾧ ἐκλυόμην καὶ ἐκαλούμην ὀνόματι. B.V. Αἴθων] ὄνομα κύριον. V.

19

.

188

στῆσε δ’ ἐν Ἀμνισῷ] προσώρμισε. Κνωσσοῦ δὲ ἐπίνειον Ἀμνισός. ἔστι δὲ καὶ ποταμὸς Κρήτης. B. Ἀμνισὸς πόλις καὶ ποταμὸς Κρήτης. V. Εἰλειθυίης] τῆς ἀφωρισμένης ταῖς τικτούσαις θεᾶς. V.

19

.

192

δεκάτη ἢ ἑνδεκάτη] ψευδόμενοι ἐπὰν λέγωσί τι μὴ εἰδέναι ἀληθῶς, πιθανώτεροι δοκοῦσιν εἶναι. V.

19

.

203

ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα] τινὲς βούλονται τὸ ἔλεγε σημαίνειν. ἄλλοι δὲ τὸ ἤϊσκε, τὸ εἴκαζεν, ὡμοίου. τὸ γὰρ ὅλον, πολλὰ ψευδῆ λέγων εἴκαζεν, ὥστε ὅμοια εἶναι ἀληθέσιν. ἀπὸ τοῦ εἴδω, ὁ μέλλων εἴσω. V.

19

.

205

ὡς δὲ χιὼν] ἁρμοδίως ἐχρήσατο τῇ πρὸς τὸ δάκρυον παρα‐ βολῇ. B.

19

.

206

καταχεύῃ] ἄγαν ἐκχέῃ. V.

19

.

211

ὀφθαλμοὶ δ’ ὡσεὶ κέρα ἔστασαν] ὡς τόξα τεταμένα, ἐξ οὗ νοεῖται τὸ ἀκαμπεῖς, σκληροὶ, μὴ ἐνδιδόντες τοῖς δάκρυσιν. B. κέρα] τόξα, ἵνα ᾖ, τεταμένους εἶχε τοὺς ὀφθαλμοὺς ὥσπερ τόξα. ἢ ἄλλως τὴν φύσιν τοῦ κέρατος παρέλαβεν. σκληρὸν γάρ. V.676 in vol. 2

19

.

213

τάρπη] ἐκορέσθη, ἐτέρφθη. ἢ ἐξετράπη τοῦ γόου. V.

19

.

222

μοι] γρ. οἱ. H.

19

.

224

ὥς μοι ἰνδάλλεται ἦτορ] ὥς μοι ἀναφέρει ἡ ψυχὴ, ὡς δια‐ μέμνημαι. V.

19

.

225

πορφυρέην οὔλην] ἀντὶ τοῦ ὁλοπόρφυρον, ἢ ἁπαλήν. B. ἤτοι ὁλοπόρφυρον, ἢ τρυφεράν. V.

19

.

226

τοι] γρ. οἱ. H.

19

.

227

αὐλοῖσιν διδύμοισι] ἀνατάσεσι δυσὶ πρὸ τῆς χλαμύδος, ὅ ἐστιν εἰς τὸ ἔμπροσθεν μέρος τῆς χλαμύδος ἐπάνωθεν τῆς πόρπης ἐξημμένους. B. αὐλοῖσι] ῥάβδοις εὐθείαις, εἰς ἃς κατακλείονται αἱ περόναι. διδύμοισι] διπλαῖς, ἢ συμφυέσι περόναις. V.

19

.

229

λάων] ὁ μὲν Ἀρίσταρχος ἀπολαύων, ἀπολαυστικῶς ἔχων· ὁ δὲ Κράτης λάων φησὶν ἀντὶ τοῦ βλέπων. ὅθεν κατὰ στέρησιν ἀλαὸς ὁ τυφλός. οἱ δέ φασιν ἀφῃρῆσθαι τὸ υ, ἵνα ᾖ ὑλάων. ἢ ἀπελαύνων. V. ἀπολαυστικῶς ἐσθίων· ἢ ὑλάων κατ’ ἔνδειαν τοῦ υ. ἢ βλέπων·
5ὅθεν καὶ ἀλαὸς ὁ τυφλὸς κατὰ στέρησιν. B.

19

.

230

ὡς οἱ χρύσεοι ὄντες] ἀπὸ χρυσοῦ κατεσκευασμένοι. ἔστι γὰρ καὶ ἐν ὑφάσμασιν ἀπὸ χρυσοῦ ποικίλματα. λείπει δὲ τὸ ὡς, ὡς χρύσεοι ὄντες. B. λάε] οἱ μὲν ἐπεβλέπετο, οἱ δὲ ἀπολαυστικῶς ἤσθιεν. V. ἀπέ‐
5λαυε. P.

19

.

232

σιγαλόεντα] ἁπαλόν. V.

19

.

233

λοπὸν] τὸ λέπος, ὃ λέγομεν τζύπαν. γίνεται δὲ ἀπὸ τοῦ λέπω τὸ λεπίζω. B. λέπυρον. εἴρηται δὲ πρὸς τὸ ἰσχνὸν καὶ εὔτο‐ νον. παρὰ τὸν ὑμένα τοῦ λεπίσματος. V.677 in vol. 2

19

.

242

τερμιόεντα] οἱ μὲν τέλειον, συναποτερματιζόμενον ὅλῳ τῷ σώ‐ ματι, ποδήρη, οἱ δὲ σύμμετρον, καὶ μήτε ἐνδέοντα μήτε ὑπέρμετρον. V. ποδήρη, ὡς “ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα” (Il. π, 803.). B.

19

.

246

γυρὸς ἐν ὤμοισι] περιφερεῖς καὶ στρογγύλους ἔχων τοὺς ὤμους. ἢ κυρτός. ὁ τρόπος εἰκονισμός. V. γυρὸς] οὐκ ἐπιμήκης, ἀλλὰ στρογγύλος. B.

19

.

255

αὐτὴ γὰρ] γρ. αὐτίκα γάρ. H.

19

.

260

οὐκ ὀνομαστήν] δυσώνυμον· οὐκ ὀνομαστὴν δὲ, ἣν οὐδὲ ὀνο‐ μάσαι καλόν. B.

19

.

263

ἐναίρεο] ἀντὶ τοῦ ἔναιρε, διάφθειρε. B.Q. ἀναίρεο] κατάφθειραι. V.

19

.

272

γρ. πολλὰ δ’ ἄγει κειμήλια ὅνδε δόμονδε. H.

19

.

283

ἀλλ’ ἄρα] τὸ ἑξῆς, ἀλλ’ ἄρα οἱ τόγε κέρδιον εἴσατο θυμῷ, χρήματ’ ἀγυρτάζειν, ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο. B.

19

.

285

ὣς περὶ κέρδεα πολλὰ] οὕτως περισσῶς συνετὰ οἶδεν ὑπὲρ τοὺς ἄλλους ἀνθρώπους· ὡς τὸ “περὶ πάντων ἔμμεναι ἄλλων” (Il. α, 287.). B.

19

.

288

ἀποσπένδων] γρ. ἐπισπένδων. H.

19

.

294

ἕτερόν γ’ ἔτι βόσκοι] ἐλλείπει γένος. V.

19

.

305

ἦ μὲν τῇ] τούτῳ τῷ τρόπῳ. V. οὕτως. Gl. H.

19

.

306

τοῦ δ’ αὐτοῦ λυκάβαντος] λυκάβας ὁ ἐνιαυτὸς ἠτυμολο‐ γήθη μὲν παρά τινων ἐκ μεταφορᾶς τῶν λύκων· οὗτοι γὰρ διερχό‐ μενοι ποταμὸν ἀλλήλων τὰς οὐρὰς δάκνουσιν· ὥσπερ καὶ ἐπὶ τοῦ χρό‐ νου· ἡμέρα γὰρ ἔχεται τῆς ἡμέρας, καὶ ἑβδομὰς τῆς ἑβδομάδος, καὶ
5μὴν τοῦ μηνός. ἢ παρὰ τὸ λύγος τὸ σκότος, καὶ τὸ αὔω τὸ λάμπω· διὰ γὰρ τῶν νυχθημέρων συμπληροῦται ὁ ἐνιαυτός. ἄλλοι δὲ ἀπὸ τοῦ λύω καὶ τοῦ αὔω τὸ ξηραίνω. ἐπείπερ ὁ ἡλιακὸς δρόμος τὸ τοῦ χρόνου συμπερᾷ διάστημα. ἢ παρὰ τὸ λυγαίως βαίνειν ἤτοι κε‐ κρυμμένως καὶ λεληθότως. B.

19

.

314

τεύξῃ] γρ. τεύξεαι. H.678 in vol. 2

19

.

323

τοῦτον ἀνιάζῃ θυμοφθόρος] λείπει, ὅστις δὲ θυμοφθόρος, τοῦ‐ τον ἀνιάζῃ κάκιον αὐτῷ. θυμοφθόρος δὲ σημαίνει ἐφθαρμένος τὴν ψυχὴν, φρενοπλήξ. οὐδὲν ἔργον ἀνίας ἀνύσει κατὰ τοῦ ξένου, ἐγὼ γὰρ αὐτοῦ προΐσταμαι. B.

19

.

326

ἐπίφρονα] γρ. ἐχέφρονα. H.M.

19

.

327

ἀϋσταλέος] αὐχμηρὸς, ἠμελημένος. B. αὐχμῶν. V.

19

.

328

δαινύῃ] εὐωχεῖσθαι μέλλεις. V. ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσι] τοῦτο πρὸς τὴν εὐφημίαν εἴρη‐ κεν, καὶ ἀναφέρεται ἐπὶ τὸ κλέος. ὀλιγοχρόνιοι δὲ ὑπάρχοντες οἱ ἄνθρωποι ὀφείλουσιν εὖ πράττειν ἐν τῷ βίῳ, καὶ φήμην ἀγαθὴν περὶ
5ἑαυτῶν ἀπολείπειν. V.

19

.

331

ἐφεψιόωνται] ἐπεγγελῶσι, ἐπιμωκῶνται. B. ἑψιόωνται] καθάπτονται, καὶ λοιδοροῦνται· ἢ ἐπιχαίρουσι καὶ ἐφήδονται. V.

19

.

338

ἤχθεθ’] ἀντὶ τοῦ ἠλλοτριώθη. ἀρχὴν γὰρ ἔλαβον τοῦ δυσ‐ τυχεῖν ἐξελθὼν τῆς πατρίδος. ἐμισήθη, φησὶν, ἀφ’ οὗ κατέλιπον τὴν πατρίδα. ἐμίσησα τὰς χλαίνας, λοιπὸν ἐν ῥάκεσιν ἐθίσας. καὶ νῦν οὐ βούλομαι ἐν τοιούτῳ καθεύδειν, ἀλλὰ καθεύδω ἐν ῥάκει καὶ
5ἀγρυπνῶ ὡς πρότερον. B. τὸ ἄχος ἐμβάλλει. MS. Barnes.

19

.

343

ἐπιήρανα] προσηνῆ, ἀπὸ τοῦ ἐρᾶν. B.

19

.

344

οὐδὲ γυνὴ ποδὸς ἅψεται] διὰ τὸ ὑβριστικὸν τῶν γυναι‐ κῶν. V.

19

.

346

εἰ μή τις γρηῦς ἔστι] ἀθετοῦνται οἱ τρεῖς, πρῶτον μὲν ὅτι αἱρεῖται τὴν δυναμένην ἐπιγνῶναι· εἶτα δὴ καὶ γέλοιον τὸ ἥτις δὴ τέτληκε. τίς γὰρ φθονεῖ τῶν μὴ σπουδαίων; M.V.

19

.

351

φιλίων] ὡς ἡδίων, συγκριτικὸν, ἀντὶ τοῦ φίλτερος. B.

19

.

356

ὀλιγηπελέουσα] ὀλίγον ἔτι τοῦ πέλειν ἔχουσα. τούτου δὲ προκατάρχεται ὄνομα τὸ ὀλιγηπελία. B.

19

.

360

ἐν κακότητι] ἐν κακώσει καὶ ἐν ταλαιπωρίᾳ, ἀντὶ τοῦ ἐν
κακοῖς. B.679 in vol. 2

19

.

361

κατέσχεθε] κατέσχε. V.

19

.

363

ἀμήχανος] πρὸς ὃν, δηλονότι τὸν Δία, οὐκ ἔστι τινὰ μηχα‐ νὴν εὑρεῖν. ἐξ οὗ δεινὸς καὶ χαλεπός ἐστι. MS. Barnes.

19

.

370

ἐφεψιόωντο γυναῖκες] προσπαίζουσιν. ἴσως, φησὶ, καὶ αὐτὸς οὕτως ὑβρίζεται πλανώμενος, ὥσπερ σὺ νῦν ὑβρίζῃ παρὰ τῶν δουλί‐ δων. B. ἐφεψιόωντο] καθήπτοντο, ἐλοιδοροῦντο. V.

19

.

378

κήδεσιν] ἀντὶ τοῦ, διὰ τὰ σὰ κήδεα. B.

19

.

386

λέβητα] νῦν τὴν λεκάνην. V.

19

.

393

οὐλὴν] Ἀττικοὶ τὸ θεραπευθὲν τραῦμα ὠτειλήν φασι· παρὰ δὲ Ὁμήρῳ ὠτειλὴ μὲν τὸ ἀθεράπευτον, οὐλὴ δὲ τὸ θεραπευθέν. B. ἤλασε] τύψας ἐποίησε. B.

19

.

394

Παρνησσόνδε] εἰς τὸν Παρνασσόν. Παρνασσὸς δὲ ὄρος Δελφῶν. V.

19

.

396

κλεπτοσύνῃ θ’ ὅρκῳ τε] οὐκ ἐπιορκῶν, ἀλλὰ σοφιζόμενος τοὺς ὅρκους, αὐτὸς μὲν εὔορκος διέμεινε, τοὺς δὲ ἐγκαλοῦντας διὰ τῆς ἐπινοίας ἔπειθεν. B.

19

.

401

γρ. Ἀντίκλεια. H.

19

.

407

ὀδυσσάμενος] μισηθείς· ἢ ὀργὴν ἀγαγών· ἢ βλάψας. V.

19

.

409

ἐπώνυμον] φερώνυμον. V.

19

.

410

ἡβήσας] ἐν ἀκμῇ ἡλικίας γενόμενος. V.

19

.

432

Παρνησοῦ, τάχα δ’ ἵκανον πτύχας ἠνεμοέσσας] Φιλωνὶς ἡ Δηϊόνος θυγάτηρ οἰκοῦσα τὸν Παρνασσὸν ἐν αὐτῷ παρελέχθη καὶ Ἀπόλλωνι καὶ Ἑρμῇ· εἶχε γὰρ τὸ κάλλος ἐράσμιον ἐπὶ τοσοῦτον
ὥστε καὶ τοὺς θεοὺς ζηλοτυποῦντας κατὰ τὸ αὐτὸ θελῆσαι μίσγε‐680 in vol. 2
5σθαι. εἶτα ἐκ μὲν τοῦ Ἀπόλλωνος γίνεται Φιλάμμων, ἀνὴρ σοφιστὴς, ὃς καὶ πρῶτος ἐδόκει χοροὺς συστήσασθαι παρθένων, ἐκ δὲ τοῦ Ἑρ‐ μοῦ Αὐτόλυκος, ὃς οἰκῶν τὸν Παρνασσὸν πλεῖστα κλέπτων ἐθησαύρι‐ ζεν. εἶχε γὰρ ταύτην τὴν τέχνην παρὰ τοῦ πατρὸς, ὥστε τοὺς ἀν‐ θρώπους ὅτε κλέπτοι τι λανθάνειν, καὶ τὰ θρέμματα τῆς λείας ἀλλοι‐
10οῦν εἰς ὃ θέλοι μορφῆς, ὥστε πλείστης αὐτὸν δεσπότην γενέσθαι λείας. ἡ δὲ ἱστορία παρὰ Φερεκύδῃ. V. πτύχας] τὰς ἀποκλίσεις. V.

19

.

434

ἀκαλαρρείταο λέγει τοῦ ἀκαλῶς καὶ ἡσύχως ῥέοντος. B.

19

.

435

βῆσσαν] τὴν πρόβασιν τοῦ ὄρους. V.

19

.

439

λόχμῃ] ὑλώδει χωρίῳ, πρὸς κοίτην ἐπιτηδείῳ, ἀπὸ τοῦ λέξα‐ σθαι. B. συνδένδρῳ τόπῳ. V.

19

.

440

διάη] διέπνει. V.

19

.

443

ἤλιθα] γίνεται ἐκ τοῦ ἀλίζω, τὸ συναθροίζω. ἀθροίσεως ἐπίρ‐ ρημα, σημαίνει τὸ ἀθρόως. τάττεται δὲ καὶ ἀντὶ τοῦ ματαίως. οἷον “ἐπέχραον ἤλιθα χερσίν” ἀντὶ τοῦ ματαίως. V.

19

.

450

γουνὸς ὕπερ] κατὰ τὴν ἀρχὴν τοῦ μηροῦ· λέγει γοῦν “πολ‐ λὸν δὲ διήφυσε σαρκὸς ὀδόντι.” διὰ δὲ τοῦ λικριφίς δηλοῖ ὅτι οὐ μέχρι τῶν ὀστέων καθίκετο. ἐτυμολογοῦσι δὲ τὸ λικριφίς οἷον λίαν κεκρυμμένως· οἱ δὲ, περὶ τὰ ἰκρία, ὅ ἐστι τὰ πλάγια ξύλα, καὶ τὸ
5λίαν. B.

19

.

457

ἐπαοιδῇ δ’ αἷμα] Διοκλῆς ἐπαοιδὴν παρέδωκε τὴν παρηγορίαν. ἴσχαιμον γὰρ εἶναι ταύτην, ὅταν τὸ πνεῦμα τοῦ τετρωμένου προσεχὲς ᾖ, καὶ ὥσπερ προσηρτημένον τῷ παρηγοροῦντι, ὡς καὶ δι’ ἑτέρων “ἀλ‐ λὰ σὲ μὲν θεράπων ποτιτέρπετο” (Il. ο, 401.). ἔσχεθον δὲ ἀντὶ τοῦ
5ἔπαυσαν. V. [ἰστέον ὅτι ἀρχαία ἐστὶν ἡ διὰ τῆς ἐπαοιδῆς θερα‐ πεία, ὥστε καὶ Πίνδαρος ἐπὶ τοῦ Ἀσκληπιοῦ “μαλακαῖς ἐπαοι‐ δαῖς,” λέγει. MS. Barnes.]

19

.

471

χάρμα καὶ ἄλγος] Σοφοκλῆς “χαρά μ’ ὑφέρπει δάκρυον
ἐκκαλουμένη. M.V.681 in vol. 2

19

.

490

κτείνωμι] γρ. κτείναιμι. H.

19

.

494

ἕξω] ἐν ἑαυτῇ κατάσχω. V.

19

.

497

καταλέξω] ἑκάστην εἴπω. V.

19

.

498

νηλίτιδές εἰσι] παρὰ τὸ ἀλιτεῖν. Ἀρίσταρχος δὲ τοὺς πο‐ λυαμαρτήτους, τοῦ νη ἐπιτατικοῦ ὄντος. ἄμεινον δὲ τοὺς ἀναμαρτή‐ τους. B. νηλιτεῖς] λίαν ἁμαρτωλαὶ ἄλλοι ἀπέδοσαν τοῦ νη ἐπι‐ τατικοῦ ὄντος, ὡς ἐν τῷ “νήχυτος ὄρπηξ.” ἄμεινον δὲ τὰς ἀναμαρ‐
5τήτους, συγκειμένης τῆς λέξεως ἐκ τοῦ νη στερητικοῦ μορίου καὶ τοῦ ἀλιταίνειν, ἵν’ ᾖ, ὅσαι ἁμαρτάνουσαι καὶ ὅσαι οὔ. V.

19

.

510

κοῖτος] ἀντὶ τοῦ ὕπνος. V.

19

.

511

ὅν τινά γ’ ὕπνος ἕλῃ] οἷον, ἐμὲ μὲν γὰρ οὐχ αἱρεῖ. V.

19

.

513

τέρπομ’ ὀδυρομένη] ἀντὶ τοῦ τρέπομαι, τῶν λυπηρῶν ἀπά‐ γομαι. B.

19

.

515

ἦλθεν] γράφεται, ἔλθῃ. B.

19

.

518

ὡς δ’ ὅτε Πανδαρέου κούρη] διαφόρως τοῖς νεωτέροις, οὐχὶ Πανδίονος, εἰ μὴ ἄρα διώνυμος ἦν. Πανδάρεω τοῦ Μέροπος Μιλη‐ σίου τὸ γένος γίνονται ἐξ Ἁρμοθόης γʹ θυγατέρες, Ἀηδὼν, Κλεοθήρα, Μερόπη. οὗτος κύνα κλέψας χρυσοῦν ἡφαιστότευκτον ἔμψυχον ἐκ
5Κρήτης ἐκ τοῦ Διὸς τεμένους παρακατέθετο Ταντάλῳ. Διὸς δὲ καὶ Ἑρμοῦ ἀπαιτοῦντος αὐτὸν ὤμοσεν ὁ Τάνταλος μὴ ἔχειν. ὅθεν ὁ Ζεὺς κατέστρεψεν αὐτῷ Σίπυλον τὸ ὄρος. τὸν μὲν οὖν κύνα Ζεὺς δι’ Ἑρμοῦ ἀπέλαβεν ὁ δὲ Πανδάρης ἔφυγεν εἰς Ἀθήνας, κἀκεῖθεν εἰς Σικε‐ λίαν, ἔνθα διεφθάρη μετὰ τῆς γυναικός. συνέβη δὲ τῶν θυγατέρων
10αὐτοῦ Κλεοθήραν μὲν καὶ Μερόπην ὡραίας γενομένας ἁρπασθῆναι ὑπὸ ἀνέμων καὶ παραδοθῆναι Ἐρινύσιν ὑπηρετεῖν. Ἀηδὼν δὲ ἡ πρεσ‐ βυτάτη Ζήθῳ γαμηθεῖσα τῷ Διὸς μὲν παιδὶ, Ἀμφίονος δὲ ἀδελφῷ,
Ἴτυλον ἔσχε παῖδα. φθονοῦσα δὲ τῇ ὁμονύμφῳ τῇ Ἀμφίονος γυναικὶ Νιόβῃ τῇ Ταντάλου, τινὲς δὲ Ἱππομεδούσῃ, πλείονας ἐχούσῃ παῖδας,682 in vol. 2
15ὧν ὁ ἄριστος ἦν Ἀμαλεὺς, ἐπεβούλευε τούτῳ. καὶ τῶν ἀνεψιῶν συν‐ τρεφομένων, ὅθεν καὶ συγκοιμᾶσθαι συνέβη, κρύφα παρῄνεσε τὴν ἐν‐ δοτέρω κοίτην ἑλέσθαι, ὅπως εὐεπιβούλευτος αὐτῇ νύκτωρ ὁ Ἀμαλεὺς γένηται. καὶ τοῦ πάθους αὐτὴν σφόδρα καταλαβόντος ηὔξατο πᾶσι θεοῖς μεταστῆναι ἐξ ἀνθρώπων, καὶ ἠλλάγη εἰς τὸ ὁμώνυμον ὄρνεον. V.
20Ἑρμοῦ καὶ Μερόπης γίνεται Πανδάρεως, οὗ καὶ Ἁρμοθόης Ἀηδὼν, Μερόπη, Κλεοθήρα. ἀλλ’ ἡ μὲν Ἀηδὼν Ζήθῳ γαμηθεῖσα, καὶ κτεί‐ νασα τὸν Ἀμφίονος υἱὸν, φόβῳ τῆς γυναικὸς αὐτοῦ καὶ τὸν ἴδιον υἱὸν Ἴτυν ἔσφαξε, προλαβοῦσα τὴν ἐκ τῆς δυσμενοῦς κόλασιν. τινὲς δέ φασιν ὅτι Ἀηδὼν ζηλοτυποῦσα τὴν πολυπαιδίαν Νιόβης τῆς Ἀμ‐
25φίονος γαμετῆς, διὰ τῆς αὐτῆς ἀνοίας ὥρμησε νύκτωρ μετὰ ξίφους ἀποκτεῖναι τὸν μείζονα τῶν Νιόβης παίδων, ἔλαθε δὲ τὸν ἴδιον φο‐ νεύσασα. διωκομένη δὲ ὑπὸ Ζήθου διὰ τὸν φόνον τοῦ παιδὸς εἰς ὄρνεον μετεβλήθη τὴν ἀηδόνα. Μερόπη δὲ καὶ Κλεοθήρα ἀνετράφη‐ σαν ὑπὸ Ἀφροδίτης. ἐπεὶ δὲ Πανδάρεως δεξάμενος παρακαταθήκην
30ὑπὸ Ταντάλου τὸν ἐκ Κρήτης κλαπέντα κύνα χρυσοῦν ἔξαρνος ἐγένετο μὴ λαβεῖν, ἁρπασθεῖσαι ὑπὸ Ἁρπυιῶν Ἐρινύσι παρεδόθησαν. B. τῇ Νυκτέως Ζεὺς μίγνυται. ἐξ ἧς Ζῆθος γίγνονται καὶ Ἀμφίων. οὗτοι τὰς Θήβας οἰκοῦσι πρῶτοι, καὶ καλοῦνται Διὸς κοῦροι λευ‐ κόπωλοι. γαμεῖ δὲ Ζῆθος μὲν Ἀηδόνα τὴν τὸν Πανδαρέου, τῶν δὲ
35γίνεται Ἴτυλος καὶ Νηΐς. Ἴτυλον δὲ ἡ μήτηρ Ἀηδὼν ἀποκτείνει διὰ νυκτὸς, δοκοῦσα εἶναι τὸν Ἀμφίονος παῖδα, ζηλοῦσα τὴν τοῦ προει‐ ρημένου γυναῖκα, ὅτι ταύτῃ μὲν ἦσαν ἓξ παῖδες, αὐτῇ δὲ δύο. ἐφορ‐ μᾷ δὲ ταύτῃ ὁ Ζεὺς ποινήν· ἡ δὲ εὔχεται ὄρνις γενέσθαι, καὶ ποιεῖ αὐτὴν ὁ Ζεὺς ἀηδόνα. θρηνεῖ δὲ ἀεί ποτε τὸν Ἴτυλον, ὥς φησι Φερε‐
40κύδης. V. χλωρηῒς] ἤτοι ἐν χλωροῖς φαινομένη, ἢ διὰ τὸ χρῶμα. B. ἤτοι
ἐν χλωροῖς ὄρνεον διατρίβουσα, ἢ ἅμα τοῖς χλωροῖς φαινομένη. ἔαρος γὰρ φαίνεται. ἢ διὰ τὸ χρῶμα. καὶ παρὰ Σιμωνίδῃ δὲ χλωραύχενες λέγονται αἱ ἀηδόνες. V.683 in vol. 2

19

.

521

πολυηχέα] πολλὰς μεταβολὰς ποιουμένην. V.

19

.

524

ὀρώρεται] κεκίνηται, τετάρακται, μεταβάλλεται ὡς ἡ τοῦ ὀρνέου φωνή. B.

19

.

530

χαλίφρων] κεχαλασμένας ἔχων τὰς φρένας, ἀσύνετος καὶ ἄφρων, ἐναντίος τῷ “πυκινὰ φρεσὶ μήδε’ ἔχοντι” (353.). ἔνιοι δὲ χαλίφρονα τὸν ἀκρατόφρονα. χάλις γὰρ ὁ οἶνος ὁ ἀναχαλῶν τὰς φρένας. ἐναντίον οὖν τῷ “φρεσὶ γὰρ κέχρηται ἀγαθῇσι” (Od. γ,
5266.). τὸ δ’ αὐτὸ καὶ ἐπὶ τοῦ “χαλιφροσύναι γ’ ἔμ’ ἔχουσι” (Od. π, 310.), δηλοῦται, οἷον ἀφροσύναι. V.

19

.

533

πάλιν ἐλθέμεν] ἀντὶ τοῦ ἐξελθεῖν. V.

19

.

534

γρ. ἀσχάλλων. H.

19

.

536

πυρὸν ἔδουσιν ἐξ ὕδατος] ἢ ἀντὶ τοῦ βεβρεγμένον ὕδατι σῖτον, ἢ ἐξιόντες τοῦ ὕδατος ἔνθα διατρίβουσιν. B.P. ἔξω καὶ χω‐ ρὶς ὕδατος. V.

19

.

547

ὕπαρ] τὸ μεθ’ ἡμέραν φαινόμενον ἐνύπνιον. B.V.

19

.

553

παρὰ πύελον] παρὰ τὸ ἄγγος ἐν ᾧ αὐταῖς βάλε πιεῖν. ἐπὶ δὲ τῶν πλυνουσῶν τὰ ἱμάτια πλυνοὺς λέγει· ἀσαμίνθους δὲ τὰς πρὸς τὸ λουτρὸν, παρὰ τὸ μινύθειν τὴν ἄσιν. B.

19

.

560

ἀμήχανοι] πρὸς οὓς μηχανὴν εὑρεῖν οὐκ ἔστιν. V. ἀκριτόμυθοι] ἄκριτα καὶ ἀδιάτακτα καὶ ἀδιάσταλτα λέγοντες. B.V.684 in vol. 2

19

.

562

δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσιν ὀνείρων] οἱ μέν φάσι κερατίνην πύλην συνεκδοχικῶς τοὺς ὀφθαλμούς· κερατοειδὴς γὰρ ὁ πρῶτος χιτὼν τοῦ ὀφθαλμοῦ· ἐλεφαντίνην δὲ τὸ στόμα, ἐλεφαντό‐ χρωτες γὰρ οἱ ὀδόντες. ἐκ δὲ τούτων πιστότερα εἶναι τὰ ὁρώμενα
5τῶν λεγομένων. καὶ ὅτι διὰ μὲν κέρατος οἷόν τε καὶ ἰδεῖν, διὰ δὲ ἐλέφαντος οὔ. ἢ ὅσα ἄν τις ἐν πλησμονῇ τροφῆς ἴδοι, ταῦτα εἶναι ψευδῆ. κερατίνην μὲν τὴν ἀληθῆ παρὰ τὸ ἔτυμα κραίνειν καὶ τελει‐ οῦν, ἐλεφαντίνην δὲ τὴν ψευδῆ· ἐλεφήρασθαι γὰρ τὸ παραλογίσασθαι καὶ ἀπατῆσαι, ὡς “οὐδ’ ἄρ’ Ἀθηναίην ἐλεφηράμενος λάθ’ Ἀπόλλων”
10(Il. ψ, 388.). τινὲς δὲ οὕτως ἀπέδοσαν, κερατίνην μὲν τὴν ἀληθῆ καὶ διαφανῆ καὶ λάμπουσαν, ἐλεφαντίνην δὲ τὴν ψευδῆ καὶ ἀσαφῆ καὶ συγκεχυμένην. οἱ δέ φασι κέρασιν ἀπεικάζειν τοὺς οὐρανίους ὀνείρους, οἵτινες καὶ ἀληθεύουσι, τῷ τὰ κέρατα εἰς ὕψος ἀνατείνειν· ἐλέφαντι δὲ τοὺς χθονίους· τὰ γὰρ τῶν ἐλεφάντων κέρατα κάτω νεύει.
15διττοὺς δὲ οἶδεν ὀνείρους. ἐπὶ μὲν γὰρ τῶν οὐρανίων φησὶν “ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τ’ ὄναρ ἐκ Διός ἐστιν” (Il. α, 63.)· ἐπὶ δὲ τῶν χθονίων “πὰρ δ’ ἴσαν ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην, ἠδὲ παρ’ ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων” (Od. ω, 12.). V. ἀμενηνῶν εἰσιν ὀνείρων] ἀνυποστάτων. φαντασίαι γάρ εἰσιν ὀνεί‐
20ρων. B.

19

.

563

αἱ μὲν γὰρ κεράεσσι] οἱ μὲν κέρατα τοὺς ὀφθαλμοὺς παρό‐ σον κερατοειδὴς ὁ πρῶτος χιτὼν τοῦ ὀφθαλμοῦ, ἐλέφαντας δὲ τοὺς ὀδόντας. πιστότερα δὲ τῶν λεγομένων τὰ ὁρώμενα. οἱ δὲ κερατίνην μὲν τὴν ἀληθῆ παρὰ τὸ κραίνειν, ἐλεφαντίνην δὲ τὴν ψευδῆ παρὰ τὸ
5ἐλεφαίρεσθαι. ἢ παρόσον τὰ μὲν κέρατα ἀγχιστεύει ἡγεμονικωτάτῳ, οἱ δὲ ὀδόντες τῇ πλησμονῇ τῆς γαστρός. ἢ ὅτι οἱ μὲν ὀδόντες τῶν ἐλεφάντων κάτω νεύουσι, τὰ δὲ κέρατα ἄνω. ὁ δὲ ποιητὴς δύο γένη οἶδεν ὀνείρων, ὡς ὅταν λέγῃ “καὶ γάρ τ’ ὄναρ ἐκ Διός ἐστι” καὶ πά‐
λιν “ἠδὲ παρ’ ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων.” B.H.Q.685 in vol. 2

19

.

568

αἰνὸν ὄνειρον] τὸν θαυμαστὸν ἢ φοβερόν. B.

19

.

574

ἵστασχ’ ἑξείης, δρυόχους ὡς] οὕτως ἵστησι τοὺς πελέκεις ὡς δρυόχους. δρύοχοι δὲ ξύλα εἰσὶν ὀρθὰ ὑποκάτω τῆς τρόπιδος, ἐφ’ ὧν ἐπερείδεται, ἵνα μὴ αὐτὴν ἡ ψάμμος ἐσθίῃ. τινὲς δὲ δρυόχους φασὶ τὰ πρῶτα πηγνύμενα ξύλα εἰς ναυπηγίαν. τινὲς δὲ τοὺς πελέκεις
5τοὺς δρυΐνους στελεοὺς ἔχειν εἰωθότας. τὸ δὲ “ὡς δώδεκα” στοχαστι‐ κὸν, οἷον, ἴσως δώδεκα. B.H.Q. δρυόχους] κυρίως μὲν τοὺς πασ‐ σάλους, ἐφ’ ὧν τὴν τρόπιν ἱστᾶσι τῶν καινουργουμένων πλοίων. ἑξῆς δὲ μάλιστα οὗτοι τίθενται ἕνεκα τοῦ ἴσην γενέσθαι τὴν ναῦν· νῦν δὲ, ἐφ’ ὧν ἐτίθει τοὺς πελέκεας. V.

19

.

578

διοϊστεύσει] τοξεύσει, διαπεράσει. V. δηλονότι διαβιβά‐ σει τοῦτο εἰς τὰς τρύπας τῶν πελέκεων. H. διοϊστεύσῃ] γρ. διοϊστεύσει. H.

19

.

579

ἑποίμην] ἀκολουθήσαιμι. V.

19

.

585

πρὶν γάρ] τὸ ἑξῆς, πρὶν γὰρ τούτους νευρὴν ἐντανύσαι, πρό‐ τερον ἐλεύσεται Ὀδυσσεύς. B.

19

.

586

τόδε] γρ. ποτέ. H.

19

.

599

θέντων] ἀποθεμένων, δηλονότι τῶν θεραπαινῶν. V. ἢ θερα‐ παινίδων θέντων κατ’ Ἀττικὴν, ἢ θέτων ἀντὶ τοῦ θέτωσαν. H.

20

hyp

(t)

ΥΠΟΘΕΣΙΣ
1Βουληθεὶς ἀνελεῖν ὁ Ὀδυσσεὺς τὰς μιγνυμένας τοῖς μνηστῆρσι θεραπαίνας, ὕστερον δὲ μεταγνοὺς, διὰ τῶν ἑξῆς πρὸς Εὔμαιον καὶ Φιλοίτιον διαλέγεται· ἐν ᾧ καὶ τῶν μνηστήρων γίνεται ὁμιλία. P.
Q.V.686 in vol. 2

20

.

1

εὐνάζετο] ἀνεπαύετο, ἑαυτῷ εὐνὴν παρεσκεύαζεν. V.

20

.

2

ἀδέψητον] ἀμάλακτον, ἀνέργαστον· δεδευμένον τὸ μεμαλαγμέ‐ νον καὶ εἰργασμένον. B.H.Q.

20

.

16

ἀγαιομένου] ἄγαν θαυμάζοντος, ἢ χαλεπαίνοντος. Q.V. ἢ μισοῦντος ἢ φθονοῦντος. H. μεμφομένου ἢ ἐκπληττομένου. B.

20

.

17

ἠνίπαπε] ἐνουθέτησεν. V. ἠνίπατε] γρ. ἠνίπαπε. H.

20

.

22

καθαπτόμενος φίλον ἦτορ] καταστέλλων, τὴν ἀπότασιν ποιού‐ μενος εἰς τὴν ψυχὴν ὥστε αὐτῆς ἅψασθαι τὰ λεγόμενα. V.

20

.

23

ἐν πείσῃ] ἀντὶ τοῦ κατὰ χώραν. οὐκέτι ἦν ἐν κινήσει, ἀλλ’ ἐν δεσμοῖς ἔμενεν. ἢ ἐν οἷς ἐπέπειστο καὶ ἐγνώκει. οἷον, οὐκ ἔμελεν αὐτῷ. V. πεῖσα ἡ πειθὼ ἀπὸ τοῦ πείσω. B. ἐν πειθοῖ. H.

20

.

24

ἤτοι τὸ σῶμα αὐτοῦ ἐκυλίετο ἐν τῇ κλίνῃ. H.

20

.

27

αἰόλλῃ] ποικίλως στρέφῃ ἢ κινῇ. V. κινῇ παρὰ ἄελλαν, ὅθεν καὶ “πόδας αἰόλος ἵππος” (Il. τ, 404.), ὁ εὐκίνητος τοὺς πόδας· καὶ κορυθαίολος, ὃν ἀλλαχοῦ κορυθάϊκα (Il. χ, 132.) εἶπε· καὶ “αἰό‐ λαι εὐλαί” (Il. χ, 509.)· καὶ αἰολοπώλους (Il. γ, 185.)· καὶ, “σφῆ‐
5κες μέσον αἰόλαι” (Il. μ, 167.). B.H.Q.

20

.

49

εἴπερ πεντήκοντα λόχοι] ὁ λόχος ἐξ ἀνδρῶν λʹ. οἱ νʹ λόχοι ἐκ τοσούτων ἀνδρῶν συνάγουσι μίαν ἡμίσειαν χιλιάδα. B.

20

.

50

Ἄρης νῦν ὁ σίδηρος. V.

20

.

52

ἀνίη καὶ τὸ φυλάσσειν] ἀνία ἐστὶ καὶ τὸ δι’ ὅλης τῆς νυκτὸς ἀγρυπνεῖν, ὥσπερ τινὰ φυλάσσοντα. B.V.

20

.

53

κακῶν δ’ ὑποδύσεαι ἤδη] κάκωσιν ὑπεισέλθῃς. V. ἤδη] πα‐ ραυτίκα. V. κακῶν δ’ ὑποδύσεαι] ἢ κοιμηθεὶς ἀπαλλαγήσῃ τῶν κακῶν, ἢ μὴ κοιμηθεὶς κακώσῃ. ὑπεισέλθῃς. ἀντὶ τοῦ κακωθήσῃ, βλαβήσῃ. B.Q.

20

.

63

ἢ καὶ ἔπειτα] νῦν ἀντὶ τοῦ παραυτίκα. V.

20

.

64

ἠερόεντα κέλευθον] τὸν ἀέρα· ἢ τὸν Ἅιδην. V.

20

.

65

ἀψορρόου ὠκεανοῖο] τοῦ κύκλῳ περινοστοῦντος τὴν γῆν καὶ ἂψ πάλιν ἐπὶ τὰ αὐτὰ ἀφικνουμένου. ὁποῖόν ἐστι καὶ τὸ “ἂψ περιτελλο‐
μένου ἔτεος” (Od. λ, 295.). B.Q.V.687 in vol. 2

20

.

66

ὡς δ’ ὅτε Πανδαρέου κούρας] τὸ δέ περιττόν. H. Πανδάρεως ὁ Μέροπος καὶ νύμφης ὀρείας παῖς, Μιλήσιος τὸ γένος, γήμας Ἁρμα‐ θόην τὴν Ἀμφιδάμαντος ἔσχε παῖδας τρεῖς, Ἀηδόνα καὶ Κλεοθήραν καὶ Μερόπην, ἃς τρέφουσιν Ἀφροδίτη καὶ Ἀθηνᾶ καὶ Ἥρα. Πανδά‐
5ρεως δὲ παραγενόμενος εἰς Κρήτην κλέπτει τὸν τοῦ Διὸς κύνα. καὶ αὐτὸν οὐκ ἤνεγκεν εἰς Μίλητον δείσας τὸν Δία, παρὰ Ταντάλῳ δὲ εἰς Φρυγίαν κατατίθεται φάμενος ἄγειν ἐκ Φοινίκης τοῦτον. ὁ δὲ Τάνταλος δεξάμενος ἐφύλασσεν. ἔπειτα κελεύσαντος τοῦ Διὸς ἐρευνᾶν τὸν κύνα παραγίνεται πρὸς τὸν Τάνταλον ὁ Ἑρμῆς. ὁ δὲ ἀρνεῖται
10καὶ ὄμνυσι τὸν Δία καὶ τοὺς ἄλλους θεοὺς μὴ συνειδέναι τι περὶ τοῦ κυνός. ὁ δὲ Ἑρμῆς εὑρίσκει αὐτὸν παρ’ αὐτῷ. ὡς δὲ ὁ Πανδάρεως ἐπύθετο, φεύγει ἐκ τῆς πατρίδος σὺν τῇ γυναικὶ Ἁρμαθόῃ καὶ ταῖς θυγατράσιν ἀγάμοις οὔσαις Κλεοθήρᾳ τε καὶ Ἀηδόνι καὶ Μερόπῃ εἰς Ἀθήνας, ἐκ δὲ Ἀθηνῶν εἰς Σικελίαν. ὁ δὲ Ζεὺς αὐτὸν ἰδὼν κτείνει
15σὺν τῇ γυναικὶ, ταῖς δὲ θυγατράσιν αὐτοῦ τὰς Ἁρπυίας ἐφορμᾷ. αἱ δὲ ἀνελόμεναι Ἐρινύσιν αὐτὰς διδόασι δουλεύειν. οὐ μὴν ἀλλὰ καὶ νόσον αὐταῖς ἐμβάλλει Ζεύς. καλεῖται δὲ αὕτη κύων. Q.V. κούρας ἀνέλοντο θύελλαι] καὶ τοῦτο συναπτέον τοῖς ἐπάνω, ἢ ἔπειτά μ’ ἀναρπάξασα θύελλα οἴχοιτο προφέρουσα, ὡς ὅτε Πανδάρεω
20κούρας. λέγει δὲ τὰς παρθένους Μερόπην καὶ Κλεοθήραν. ἡ γὰρ φονεύσασα τὸν Ἴτυν ἐγαμήθη Ζήθῳ. B.Q.

20

.

67

αἱ δὲ λίποντο ὀρφαναὶ] προέθηκε τὸ κεφάλαιον· ὕστερον γὰρ συνέβη. καὶ γὰρ οὐκ ὀρφανὰς αὐτὰς ἀνεθρέψατο Ἀφροδίτη, ἀλλὰ πρὸ τῆς ὀρφανίας. τὸ δὲ ἑξῆς τοῦ λόγου, τῇσι τοκῆας μὲν φθῖσαν θεοί. Ἀφροδίτη δὲ πρὸς τὸν Δία αἰτήσουσα αὐταῖς γάμον παρε‐
5γένετο. ἐν δὲ τούτῳ Ἅρπυιαι αὐτὰς ἀνηρείψαντο. δι’ ἔλεον δὲ αὐτὰς αἱ θεαὶ ἀνεθρέψαντο ἀγνοοῦσαι τὸ πεπρωμένον. μόνος γὰρ ὁ Ζεὺς “οἶδε μοῖράν τ’ ἀμμορίην τε” (76.). H.Q.V.

20

.

71

μῆκος δ’ ἔπορε] κουροτρόφος γὰρ ἡ θεὸς ὁμοίως τῷ ἀδελφῷ Ἀπόλλωνι. V.

20

.

74

τέλος θαλεροῖο γάμοιο] περιφραστικῶς τὸν γάμον. B.Q.688 in vol. 2

20

.

76

μοῖραν] εὐμοιρίαν, εὐδαιμονίαν. ἀμμορίην] κακομμορίην, ὅ ἐστι κακομοιρίαν. V. εὐμοιρίαν καὶ κακομοιρίαν. B.

20

.

80

ἠέ μ’ ἐϋπλόκαμος βάλοι] τὸ ἑξῆς, ἵνα καὶ γαῖαν ὑπὸ στυγερὴν ἀφικοίμην θεασαμένη Ὀδυσσέα. B.

20

.

82

ἀνδρὸς ἐϋφραίνοιμι νόημα] μηδὲ ἄλλῳ τινὶ συμμιγείην ἀνδρί. Q.

20

.

85

ἐπέλησεν] ἐπιλαθεῖν ἐποίησεν. H.

20

.

97

θύραζε φέρων] ἐνταῦθα οἱ μνηστῆρες. V.

20

.

104

ὑψόθεν ἐκ νεφέων] πῶς οὖν φησιν ἡ ἀλετρὶς “οὐδέποτε νέφος ἐστίν;” νῦν τὸν τόπον ἔφη Ἀττικῶς ἐν ᾧ εἴωθε συνίστασθαι τὰ νέφη. ἢ τῶν χρυσῶν νεφῶν, ἃ ἦν ἐν οὐρανῷ· “ἀλλ’ ὁ γὰρ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσιν” (Il. ν, 523.). V. ἐκ τοῦ τόπου ὅπου εἰώ‐
5θασιν εἶναι τὰ νέφη. ἐπιφέρει γὰρ ἡ ἀλετρὶς “οὐδέ ποθι νέφος ἐστίν.” B.Q.

20

.

106

εἴατο, ψιλῶς, ἵν’ ᾖ, ἦσαν. V.

20

.

107

ἐπερρώοντο] ἐρρωμένως ἐνήργουν. V. ἐρρωμένως ἐκινοῦντο. B

20

.

108

ἄλφιτα] τὰ ἀπὸ κριθῆς ἄλευρα. B. ἀλείατα δὲ τὰ ἀπὸ πυρῶν ἄλευρα. B.V.

20

.

113

ἐβρόντησας ἀπ’ οὐρανοῦ] οὕτως ἡ ἀλετρίς φησι κατὰ τὴν κοινὴν ὑπόνοιαν. ἢ ὅτι τὰ ὑψηλὰ τοῦ Ὀλύμπου ἐπουράνιά ἐστι. V.

20

.

130

ἀκηδής] ἀτημέλητος. V.

20

.

131

τοιαύτη γὰρ ἐμοὶ μήτηρ] οὐ διαβάλλει τὴν μητέρα, ἀλλὰ λέγει ὅτι τοὺς μὲν πτωχοὺς εὐαγγελιζομένους περὶ Ὀδυσσέως τιμᾷ καίπερ ψευδομένους, τοὺς δὲ ἀγαθοὺς διὰ τὸ μὴ ψεύδεσθαι ἀτιμά‐ ζει. Q.

20

.

132

ἐμπλήγδην] ἐμπληκτικῶς. ἢ ἀκρίτως καὶ ὡς ἂν τύχῃ ἐμ‐
πελάζουσα τοῖς πράγμασι. V ἐμπλήγδην] παραφρόνως. ὅθεν καὶ ἐμπληκτικοὶ οἱ παράφρονες. Q. ὡς ἔτυχεν ἐμπελάζουσα τοῖς πράγμασι. B.H.689 in vol. 2

20

.

134

Εὐρύκλεια] γρ. Πηνελόπεια. H.

20

.

137

σίτου δ’ οὐκέτ’ ἔφη] κατὰ τὸ σιωπώμενον ἐκδεκτέον τοῦτο. V.

20

.

149

κορήσατε] σαρώσατε. εἴρηται δὲ κατ’ ἀντίφρασιν, ὡς καὶ τὸ σάρον ὄφελμα καλεῖται οὐκ αὖξόν τι, ἀλλὰ τοὐναντίον παραιρού‐ μενον καὶ μειοῦν. V.

20

.

152

ἀμφιμάσασθε] ἀπομάξατε. V. καθήρατε δὲ κρητῆρας] καθάρατε. ἔνθεν κόρημα. τοιγαροῦν κόρη ἡ καθαρά· καὶ ὀφθαλμοῦ κόρη τὸ διειδέστατον. τὸ δὲ ἐκκορηθείης ἐκβληθείης ὡς κάθαρμα. καθήρατε καὶ καθάρατε. B.Q. καθάρατε
5καὶ Ἰακῶς καθήρατε. H.

20

.

153

καὶ δέπα ἀμφικύπελλα τετυγμένα] καὶ τὰ ποτήρια γεγενη‐ μένα περιφερῆ. B.

20

.

155

οὐ γὰρ δὴ μνηστῆρες ἀπέσσονται μεγάροιο, ἀλλὰ μάλ’ ἦρι νέονται, ἐπεὶ καὶ πᾶσιν ἑορτή] τὴν νεομηνίαν πάντων τῶν θεῶν νομί‐ ζουσιν εἶναι. ταύτην γὰρ οἱ πρόγονοι τοῖς θεοῖς ἀνέθεσαν διὰ τὸ πρώ‐ την αὐτὴν εἶναι τοῦ μηνὸς, πάσας τε τὰς ἀρχὰς προσῆψαν αὐτοῖς, ὀρθῶς
5ποιοῦντες. τοὺς γὰρ ἁπάντων ἄρχοντας τοῖς ὁμοίοις χρὴ γεραίρειν. καὶ τῶν σίτων τὰς ἀπαρχὰς πᾶσι τοῖς θεοῖς ἀπονέμομεν. τοῦ δ’ Ἀπόλλωνος ταύτην εἶναι νομίζειν τὴν ἡμέραν εἰκότως τὸ πρῶτον φῶς τῷ αἰτιωτάτῳ τοῦ πυρὸς, ἐκάλουν τε αὐτὸν καὶ Νεομήνιον. ἡ ἱστορία παρὰ Φιλοχόρῳ. V.
10ἐπεὶ καὶ πᾶσιν ἑορτή] ταύτην τὴν ἡμέραν ἑορτὴν καὶ νουμηνίαν παρατίθεται Ἀπόλλωνος ἱερὰν, ἵνα τῶν ἀνδρῶν περὶ τὴν ἑορτὴν κατα‐
γινομένων εὔκαιρον ἔχῃ τὸ ἐπιτίθεσθαι μνηστῆρσι. V.690 in vol. 2

20

.

160

ἐκ δ’ ἦλθον δρηστῆρες ἀγήνορες] γρ. ἐς. H.

20

.

163

τρεῖς σιάλους] διὰ τὴν ἑορτὴν τρεῖς ἄγει. ἕνα γὰρ καθ’ ἡμέραν εἰώθει. σιάλους δὲ τοὺς εὐτραφεῖς καὶ ἡμέρους, χλούνας δὲ τοὺς ἀγρίους. B.

20

.

166

ξεῖν’ ἢ ἄρ τι] δύο μέρη λόγου τὸ ἄρ καὶ τὸ τί. B.

20

.

170

ἀεικέα] γρ. ἀτάσθαλα. H.

20

.

171

οὐδ’ αἰδοῦς μοῖραν ἔχουσι] οὐδὲ ὀλίγον αἰδοῦνται. V.

20

.

182

εἰσὶν δὲ καὶ ἄλλοθι] οὐ διὰ παντός. ἀλλ’ ὁρᾷ τὴν ἑορτὴν τοῦ Ἀπόλλωνος. V. εἰσὶν δὲ καὶ ἄλλαι] γρ. καὶ ἄλλοθι. H.

20

.

186

βοῦν στεῖραν] τῶν γὰρ ἀτόκων τὸ κρέας κάλλιστον. B. πίονας αἶγας] γρ. πίονας οἶας. M.

20

.

187

πορθμῆες δ’ ἄρα τούς γε διήγαγον] οὗτοι γὰρ ἐν τῇ ἠπείρῳ ἐνέμοντο καὶ χρεία ἦν πορθμέως. φησὶ γὰρ “δώδεκ’ ἐν ἠπείρῳ ἀγέ‐ λας, τόσα πώεα οἰῶν” (ξ, 100.). ἡ δὲ ἤπειρος ἀντικρὺ τῆς Ἰθάκης. Κεφαλληνία δὲ καὶ αὐτὴ ὠνομάζετο ὑπ’ Ὀδυσσέα οὖσα. B. πορθ‐
5μῆες] οἱ παραφέροντες. V. γρ. πορθμῆες γὰρ τούς γε. H.

20

.

195

δυόωσι] εἰς δύην καὶ κακοπάθειαν βάλλουσι. Q. δηόωσι] γρ. καὶ δυόωσιν, ἤτοι ἐν δύῃ καὶ κακώσει μεταβάλλουσιν, ἢ εἰς δύαν ἐμβάλλουσιν. Vind. 133.

20

.

196

ἐπικλώσονται ὀϊζύν] οὐδὲ ἀξίαν δυσωποῦνται. B.

20

.

202

ἐπὴν δὴ γείνεαι] καθὸ πατὴρ ἀνδρῶν τε θεῶν τε. γείνεαι] γεννήσῃς. V.

20

.

204

ἴδιον ὡς ἐνόησα] ψιλωτέον τὸ ἴδιον. κυρίως μὲν ἵδρωσα, νῦν δὲ ἠγωνίασα. παρακολουθεῖ γὰρ τοῖς ἀγωνιῶσι καὶ ἱδρὼς, καθὸ ἶδος τὸ θέρος ἢ τὸ θερινὸν κατάστημα, ἐπειδὴ ὑγρόν. οὕτως δὲ καὶ τὸ “ἴδει ἐν αἰνοτάτῳ.” παρὰ τὸ ἰδίω δὲ καὶ τὸ ἐνίδιος, καὶ ἐν συγκοπῇ
5“ἔνδιος δ’ ὁ γέρων ἦλθ’ ἐξ ἁλός” (Od. δ, 450.), ὅτε ἡ ἥλιος καίει. B.691 in vol. 2

20

.

206

λαίφεα] ῥάκη, ἢ λεπτὰ ἱμάτια. V. κυρίως τῶν πλοίων αἱ ὀθόναι, νῦν δὲ τὰ παχέα ἱμάτια. Q.

20

.

209

ἐπὶ βουσὶν] γρ. ἐνί. V.

20

.

212

ὑποσταχύῳτο] αὔξοιντο. Q. ὑποσταχύοιτο] ἐπαύξοιτο. V.

20

.

218

πόλλ’ ἐπιδινεῖται] ἐν τοῖς στήθεσιν ἀνακυκλεῖ ὁ λογισμὸς, πολλὰς στροφὰς λαμβάνει. V.

20

.

230

ξενίη τε τράπεζα] γρ. ὕπατος καὶ ἄριστος. H.

20

.

245

συνθεύσεται] συντελεσθήσεται. B.

20

.

250

οὐδ’ ἱέρευον ὄϊς] παρατηρητέον ὅτι μόνους τοὺς μνηστῆρας θεοῖς θύοντας οὐκ οἶδεν. V.

20

.

251

βοῦν ἀγελαίην] ἀγελαστικὴν, ἔτι ἐν ἀγέλαις οὖσαν, καὶ μή‐ πω ὑπὸ ζυγὸν οὖσαν. B.

20

.

252

ἐν δ’ ἄρα οἶνον] γρ. ἐν δέ τε οἶνον. H.

20

.

255

ἐῳνοχόει] οἶνον τοῖς κυπέλλοις ἐπέβαλεν, οὐκ ἐκίρνα. εἶπε γὰρ ἄνω, κρητῆρσι κεράσσατο. B.

20

.

266

ἐνιπῆς] ἐπιπλήξεως. ἐνιπὴ ἡ διὰ λόγων ἐπίπληξις καὶ ἀπειλὴ, ἀπὸ τοῦ ἐνέπω. ἀπειλῆς. H.

20

.

276

κήρυκες δ’ ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην] οὐχ οἱ τῶν μνη‐ στήρων, ἀλλ’ οἱ τῶν Ἰθακησίων, οἱ δημόσιοι. βούλεται δὲ δεῖξαι ὅτι Ἀπόλλωνος ἡ ἑορτή. τὸ, οἱ δ’ ἐπεὶ ὤπτησαν, μετέβη πάλιν ἐπὶ τῶν μνηστήρων. B.

20

.

281

οἵ ῥ’ ἐπένοντο] γρ. οἳ πονέοντο. M.

20

.

289

ὃς δή τοι κτεάτεσσι πεποιθὼς] ἠθικῶς δείκνυσιν ὁ ποιητὴς ὅτι οὐδὲν συλλαμβάνει πλοῦτος πρὸς σωφροσύνην. V.
πατρὸς ἑοῖο] γρ. θεσπεσίοισι. H.692 in vol. 2

20

.

297

λοετροχόῳ] νῦν τῷ τὰ λουτρὰ παρέχοντι ἢ παρασκευάζοντι. V. ἴσως τινὶ πρὸς τὰ λουτρὰ ἀποδεδειγμένῃ γυναικί. τοὺς γὰρ βασιλικωτέρους εὐγενεῖς ἔλουον παρθένοι. B.

20

.

302

Σαρδόνιον] σεσηρὸς, σαρκαστικὸν, ἐπίπλαστον. παρὰ τὸ μόνον σεσηρέναι τὰ χείλη, μὴ μέντοι γελᾶν. B. Σαρδάνιον μάλα τοῖον] σεσηρὸς ἐπ’ ὀλέθρῳ. φασὶ Τάλων τὸν ἡφαι‐ στότευκτον ὑπὸ Διὸς Εὐρώπῃ δοθέντα φύλακα τοὺς ἐπιβαίνοντας τῇ
5Κρήτῃ ἰδίως τιμωρεῖσθαι. πηδῶντα γὰρ εἰς πῦρ καὶ θερμαίνοντα τὸ στῆθος περιπτύσσεσθαι αὐτούς. ὧν καιομένων ἐκεῖνον σεσηρέναι. ἔνιοι δὲ γίνεσθαι λέγουσιν ἐν Σαρδοῖ τῇ νήσῳ σέλινον τοιοῦτον, ὃ τοὺς φα‐ γόντας ξένους μετὰ σπασμοῦ σεσηρότας ἀπόλλυσθαι ποιεῖ. Τίμαιος δέ φησι τοὺς γεγηρακότας τῶν γονέων ἄγειν αὐτοὺς πρὸς βόθρον καὶ
10καταβάλλειν εἰς αὐτὸν, τοὺς δὲ ὡς μακαρίως ἀποθνήσκοντας γελᾶν. ἄλλοι δὲ ἄλλως. ἄμεινον δὲ, τὸν ἐπὶ καταμωκήσει προσποίητον γέ‐ λωτα, παρὰ τὸ σεσηρέναι, ὅ ἐστιν ἀνοίγειν τὰ χείλη. V. οἱ τὴν Σάρδον κατοικοῦντες ἀπὸ Καρχηδονίων ὄντες χρῶνται νόμῳ τινὶ βαρβαρικῷ καὶ πολὺ τῶν Ἑλληνικῶν διηλλαγμένῳ. τῷ γὰρ Κρό‐
15νῳ θύουσιν ἡμέραις τισὶ τεταγμέναις, οὐ μόνον τῶν αἰχμαλώτων τοὺς καλλίστους, ἀλλὰ καὶ τῶν πρεσβυτέρων τοὺς ὑπὲρ ἑβδομήκοντα ἔτη γεγενημένους. τούτοις δὲ θυομένοις τὸ μὲν δακρύειν αἰσχρὸν εἶναι δοκεῖ καὶ δειλὸν, τὸ δὲ ἀσπάζεσθαι καὶ γελᾶν ἔσχατον καὶ προϊόν‐ των ἀνδρῶδές τε καὶ καλόν. ὅθεν φασὶ καὶ τὸν ἐπὶ κακῷ προσποίητον
20γέλωτα κληθῆναι Σαρδόνιον. ἡ δὲ ἱστορία παρὰ Δήμωνι. V.

20

.

304

τόδε κέρδιον] τὸ μὴ βαλεῖν, ἐπεὶ αὐτὸς ἂν ἀνῄρητο, ἢ τὸ βα‐ λεῖν τὸν ξένον, αἱρεῖται τὸ κέρδιον. V.

20

.

311

τετλάμεν] παροξυτόνως, εἴτε ἀπὸ τοῦ τλῆμι εἴτε ἀπὸ τοῦ
τετλάκαμεν συγκέκοπται. B.693 in vol. 2

20

.

316

ἦεν] γρ. εἴη, ὃ καὶ κρεῖττον. Vind. 133.

20

.

319

ῥυστάζοντας] ῥυστάζειν γὰρ τὸ μετὰ βίας ἕλκειν παρὰ τὸ ἐρύω, ῥύω. V.

20

.

341

οὔτι διατρίβω] οὐχ ὑπερτίθεμαι. B. διατρίβω] κωλύω. V.

20

.

344

ἀναγκαίῳ] ἀναγκαστικῷ. B.V.

20

.

348

αἱμοφόρυκτα δὲ δὴ κρέα] ᾑμαγμένα. τοῦτο δὲ σημεῖον ὅτι ἤμελλε τὸ σῶμα αὐτῶν αἵματι μολύνεσθαι. οὐ τοῖς μνηστῆρσι δὲ, ἀλλὰ τῷ Θεοκλυμένῳ ταῦτα ἐφαίνετο τῷ μάντει τῷ παρὰ τοῦ Τη‐ λεμάχου ἀχθέντι ἀπὸ τῆς Πύλου. B.

20

.

353

δέδηε] διεγήγερται. V. ἀπὸ τοῦ δαίω τὸ καίω γίνεται τὸ δέδηε, ἀντὶ τοῦ φαίνεται. B.

20

.

354

ἐρράδαται] τὸ θέμα ῥοίζω. B.

20

.

355

εἰδώλων] ὡς τῶν ψυχῶν αὐτῶν ἐπὶ τὸν Ἅιδην ἀπιουσῶν. B.

20

.

356

ἱεμένων] πορευομένων. Gl. Vind. 133. ἠέλιος δὲ οὐρανοῦ ἐξαπόλωλε] οὐ γὰρ ἡλίου ἔκλειψις ἐγένετο, ἀλλὰ Θεοκλύμενος οὕτως ὁρᾷ ὑπό τινος ἐνθουσιασμοῦ μαντευόμενος ὅτι ἐκλείψει αὐτοῖς ὁ ἥλιος. ἀμέλει οἱ μνηστῆρες ὡς οὐδὲν τοιοῦτον
5θεωροῦντες καὶ ἐκβληθῆναι αὐτὸν ἀξιοῦσιν ὡς παραπαίοντα. B. οὐχ ὡς ἐκλείψεως γεγενημένης, ἀλλ’ ὅτι τοῖς μνηστῆρσιν ὁ ἥλιος ἐκλε‐ λοίπει. ἐξέρχεται δὲ οὗτος ἐκ τῆς οἰκίας οἰκονομικῶς. V.

20

.

362

εἰς ἀγορὴν ἔρχεσθαι] χειραγωγήσατε αὐτὸν εἰς τὴν ἀγορὰν, ἵνα ἴδῃ τὸ φῶς. τὰ γὰρ κατ’ οἶκον νυκτὶ εἰκάζει. B. ἐῴκει] γρ. ἐΐσκει. M.

20

.

369

γρ. ἀνδρῶν οἳ κατὰ δώματ’ Ὀδυσσῆος θείοιο. H.

20

.

374

ἐρέθιζον] γρ. θαύμαζον. H. γελόωντες] γελωτοποιούμενοι, καταγελῶντες. V.

20

.

377

ἐπίμαστον ἀλήτην] ἐνδεᾶ ἐπαίτην, παρὰ τὸ μαστεύειν τρο‐
φήν. B. ἐπιμαστεύοντα καὶ ἐπιζητοῦντα. V.694 in vol. 2

20

.

379

ἔμπαιον] ἔμπειρον. V. ἔμπεον] ἀπὸ τοῦ παίω τὸ τύπτω. διὰ τὸ μέτρον γράφεται ψιλὸν τὸ πε. B.

20

.

380

μαντεύσασθαι] γρ. μαντεύεσθαι. H.

20

.

383

ἐς Σικελοὺς] ἐγινώσκετο ἄρα τὰ κατὰ τοὺς Σικελούς. οὐκ εἰκὸς οὖν ἐκεῖ τὴν πλάνην γεγονέναι. διαφέρουσι δὲ Σικελιῶται Σι‐ κελῶν· οἱ μὲν γὰρ Ἕλληνες, οἱ δὲ βάρβαροι. V. ἄξιον ἄλφοι] ἀξίαν εὕροι τιμὴν ἡ τῶν ξένων πρᾶσις. B.

20

.

387

κατ’ ἄντησιν] ἀντικρὺς τοῦ ἀνδρῶνος ἐν τῇ γυναικωνίτιδι. V.

20

.

390

γελοίωντες] ἀντὶ τοῦ γελοιῶντες καὶ γελωτοποιοῦντες, ἐν γέλωτι διατρίβοντες. B.

20

.

394

πρότεροι] οἱ μνηστῆρες δηλαδή. B.

21

hyp

(t)

ΥΠΟΘΕΣΙΣ
1Τόξου θέσιν Πηνελόπη μνηστῆρσι. καὶ ὡς ἀναγνωρισθεὶς τοῖς θεράπουσι συντίθεται Ὀδυσσεὺς τὸν κατὰ τῶν μνηστήρων φόνον. καὶ ὡς μὴ δυναμένων αὐτῶν ἀνατεῖναι τὸ τόξον ἐγκρατὴς γέγονεν ὅλων Ὀδυσσεύς. Q.
5tΑΛΛΩΣ
6Πηνελόπη τῷ τείνοντι τὸ τόξον ὁμολογεῖ τὸν ἑαυτῆς γάμον, Ὀδυσσεὺς δὲ Εὐμαίῳ καὶ Φιλοιτίῳ ἐντειλάμενος περὶ τῆς τῶν θυρῶν ἀσφαλείας αὐτὸς ἀφίησι τὸ βέλος διὰ τῶν πελέκεων ἄλλου τεῖναι τὸ τόξον μὴ δυνηθέντος. P.V.

21

.

1

τῇ δ’ ἄρ’ ἐπὶ φρεσὶ θῆκε] ὁ δέ ἀντὶ τοῦ γάρ. P.V. τίθησι δὲ τὸ τόξον ἵνα, ἐὰν μὲν πλείους ἐντείνωσι, στασιάσωσιν, ἐὰν δὲ μηδεὶς, ἀνάξιοι τῆς μνηστείας φανῶσιν. V. τὸ δέ ἀντὶ τοῦ γάρ. οὐχ ἡ Πηνελόπη δὲ τὸν φόνον ἐνόησεν, ἀλλ’ ὁ ποιητὴς ἀφ’ ἑαυτοῦ τὸ
5συμβησόμενόν φησι. B.Q.

21

.

5

κλίμακα δ’ ὑψηλὴν] τὴν ἐκ τῆς γυναικωνίτιδος εἰς τὴν ἀποθή‐
κην, ἵνα τὴν κλεῖν λάβῃ. P.V.695 in vol. 2

21

.

6

κληῗδα οὐ μόνον τὸ κλεῖθρον, ἀλλὰ καὶ τὴν κλεῖν. B.

21

.

7

κώπη δ’ ἐλέφαντος ἐπῆεν] ἡ λαβὴ τοῦ ξίφους ἡ κόπτειν δυνα‐ μένη, παρὰ τὸ κοπή, ἀναβιβασμῷ καὶ τροπῇ, κώπη. καὶ ἡ τῶν ἐρετῶν κώπη λέγεται παρὰ τὸ κόπτειν τὸ ὕδωρ. V.

21

.

9

ἔσχατον] νῦν τὸ ἐνδότατον. P.V.

21

.

10

πολύκμητος] ἐφ’ ᾧ πολλὰ κάμνουσιν. P.V.

21

.

11

ἔνθα δὲ τόξον ἔκειτο] προνοητικῶς οὐκ ἐν τῷ ἀνδρῶνι, ἵνα μὴ ὑπὸ τοῦ καπνοῦ ἡ νευρὰ ῥαγῇ. V.

21

.

13

Λακεδαίμονι] νῦν ἐπὶ τῇ Λακωνικῇ χώρᾳ, ἧς μέρος κατὰ τοὺς ἡρωϊκοὺς χρόνους ἡ Μεσσήνη. διχασθῆναι δέ φασι τὴν Λακωνικὴν τῆς Μεσσηνίας ἐπὶ τῶν Ἡρακλειδῶν, οἳ μετὰ τὴν τοῦ Ἰλίου ἅλω‐ σιν κατέσχον τὴν Πελοπόννησον. B.Q.

21

.

15

Μεσσήνῃ] τῇ Μεσσηνίᾳ χώρᾳ, ἥτις ἦν μέρος τῆς Λακεδαί‐ μονος πρὸ τῆς τῶν Ἡρακλειδῶν καθόδου. V.

21

.

16

οἴκῳ ἐν Ὀρτιλόχοιο] ἐν Φεραῖς. P.V.

21

.

17

μετὰ χρεῖος] ἐπὶ χρεῖος, χρέος ἀπαιτήσων καὶ ὀφείλημα. οὐ δάνειον, ἀλλὰ ἐξ ἁρπαγῆς. B.Q. διὰ ὄφλημα. V.

21

.

18

ἄειραν] νῦν, ἥρπασαν. P.V.

21

.

20

ἐξεσίην] δημοσίαν ἔκπεμψιν καὶ πρᾶξιν. P.V. δημοσίαν ἔκπεμψιν. παρὰ τὸ ἥσω ἑσία καὶ ἐξεσία. B.H.Q.

21

.

22

Ἴφιτος αὖθ’ ἵππους] Αὐτόλυκος ὁ Ἑρμοῦ κλέψας τὰς Εὐρύ‐ του ἵππους πέπρακεν αὐτὰς τῷ Ἡρακλεῖ, ἃς ζητῶν Ἴφιτος περιῄει. τὸν γὰρ Ἰόλης ἔρωτα οὐκ οἶδεν ὁ ποιητὴς, οὐδὲ ὡς ἀποτυχὼν τοῦ ἔρω‐ τος τῆς Ἰόλης ἔκλεψε τὰς ἵππους Εὐρύτου. B.Q.
5Ἴφιτος Εὐρύτου μὲν παῖς, Οἰχαλιεὺς δὲ τὸ γένος ἀπολομένων αὐτῷ τῶν ἵππων περιῄει τὰς πέριξ ἐρευνῶν πόλεις εἴ που φανεῖεν. Πολυΐδου δὲ τοῦ μάντεως εἰπόντος αὐτῷ μὴ παραγίνεσθαι εἰς Τί‐ ρυνθα χάριν ζητήσεως, οὐ γὰρ εἶναι συμφέρον, λέγεται παρακού‐ σαντα παραγενέσθαι. τὸν δὲ Ἡρακλέα μηχανῇ τινι καὶ στρατηγίᾳ
10συνεφελκυσάμενον αὐτὸν ἄγειν εἰς ἐπίκρημνον τεῖχος καὶ κατα‐ στρέψαι, διὰ τὸ πρὸς αὐτὸν ἔχειν ἔγκλημα καὶ τὸν πατέρα, ὅτι τε‐
λευτήσαντι αὐτῷ τὸν ἆθλον τὴν Ἰόλην γαμεῖν οὐκ ἔδωκαν, ἀλλ’ ἀτι‐ μάσαντες ἀπέπεμψαν. λέγεται δὲ ὡς ἀγανακτήσας ὁ Ζεὺς ἐπὶ τῇ ξενοκτονίᾳ προσέταξεν Ἑρμῇ λαβόντα τὸν Ἡρακλέα πωλῆσαι δίκην696 in vol. 2
15τοῦ φόνου· τὸν δὲ εἰς Λυδίαν ἀγαγόντα τῇ τῶν τόπων βασιλευούσῃ Ὀμφάλῃ δοῦναι τριῶν τιμηθέντα ταλάντων. ἡ ἱστορία παρὰ Φερε‐ κύδῃ. V.

21

.

26

μεγάλων ἐπιίστορα ἔργων] μεγαλουργὸν, ἐπὶ μεγάλοις ἔργοις ἱστορούμενον, ἐπιστήμονα. V.

21

.

27

ξεῖνον ἐόντα κατέκτανεν] ξενιζόμενον παρ’ αὐτῷ. οἱ δὲ νεώτε‐ ροί φασιν ὡς ὅτι αὐτὸν ἀπὸ τοῦ τείχους κατέβαλεν. B.

21

.

29

ἔπειτα δὲ] ὁ δέ ἀντὶ τοῦ γάρ. καὶ αὐτὸν ἔκτεινε καὶ τοὺς ἵππους κατέσχε. B.

21

.

31

τὰς ἐρέων] ἀνερευνῶν, ζητῶν. ὁμοίως τῷ “κνημοὺς ἐξερέῃσι” (Od. δ, 337.). δῆλον δὲ ὅτι καὶ πρὸ Ἡρακλέους ἦν ὁ Εὔρυτος. B.

21

.

32

μέγας Εὔρυτος] ἐπὶ τοξικῇ. V.

21

.

35

ἀρχὴν ξεινοσύνης] ἀρχὴν ποιούμενα ξενίας. προσκηδέος] τῆς ποιούσης κηδεμονικῶς ἔχειν πρὸς ἀλλήλους. V. κηδεμονικῆς φιλίας. κήδονται γὰρ ἀλλήλων οἱ φίλοι καὶ ξένοι. B. οὐδὲ τραπέζῃ] οὐδὲ ἕτερος ἑτέρῳ ἐπιξενωθέντι παρέθηκε τράπε‐
5ζαν. B.

21

.

38

ὅς οἱ τόξον ἔδωκε] τρίτον εἴρηκε τὴν δόσιν, ἐπεὶ διὰ μέσου τινὰ παραδιηγεῖται. V. τὸ δ’ οὔ ποτε] δοκεῖ μὲν παρέλκειν τὸ ποτέ, ἴσως δέ φησιν, οὐδὲ ἄλλοτε. B.

21

.

46

αὐτίκ’ ἄρ’ ἥγ’ ἱμάντα] ἱμάντα τὸν ἀνοίγοντα τὸ ἔνδοθεν περι‐ γινόμενον κοχλῷ ἐοικὸς κλεῖθρον. δύο γὰρ ἱμάντες ἦσαν, ὁ μὲν κλείων, ὁ δὲ ἀνοίγων. ἑκάτερος δὲ κρίκου τινὸς ἐξήρτητο. ἡ Εὐρύκλεια οὖν θύραν ἐπέρυσσε κορώνῃ ἀργυρέῃ (α, 441.), κλείουσα. τὸ δὲ “ἄντα
5τιτυσκομένη” ὥστε τὰς βαλάνους ἀντίας γίνεσθαι τοῖς τῆς κλειδὸς γόμφοις. ἢ αὐτὴ ἀντικρὺ καὶ ἔμπροσθεν τῆς θύρας ἑστῶσα καὶ οὕτως καταστοχαζομένη. Q. κορώνη ὁ κρίκος. B. ἀπέλυσε κορώνης] τὸ κλεῖθρον ἑκατέρωθεν ἐξήρτητο πρὸς κρίκον, ὥστε δι’ οὗ μὲν ἑλκομένου πρὸς τῷ σταθμῷ κυκλεῖσθαι, δι’ οὗ δὲ
10ἀνοίγεσθαι εἰς τοὐναντίον ἑλκομένου. V.

21

.

47

ἀνέκοπτεν] ἀνέκρουεν, ἀνώθει. V.
ὀχῆας] νῦν τὰς λεγομένας βαλάνους τὰς ἐν τῷ λεγομένῳ χελωνίῳ κατ’ ἀντικρὺ τῆς κλειδὸς, αἳ περιάγονται καὶ ἀνοίγονται. V. τὰς βαλάνους. ἐν Ἰλιάδι δὲ (μ, 455.) τοὺς μοχλούς. B.697 in vol. 2

21

.

50

πληγέντα κληῗδι] πρότερον τοῦ κλείθρου ταραχθέντος ἡ κλεὶς ἔτι ἦν κρατοῦσα. B.H.Q.

21

.

54

γωρυτῷ] τῇ θήκῃ τοῦ τόξου. V. ἐλύτρῳ τοῦ τόξου. καὶ ἔστι γωρυτῷ παρὰ τὸ ἀορεῖν τὸν ῥυτόν. B.

21

.

61

ὄγκιον] ἔστι μὲν τῶν ἅπαξ εἰρημένων ἡ λέξις, σημαίνει δὲ ὄγκιον ἀγγεῖον κιστοειδὲς, ἐν ᾧ ἔκειντο οἱ ὄγκοι. ὄγκοι δέ εἰσιν οἱ πώγωνες τῶν ἀκίδων. καὶ ἐν ἄλλοις “ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας” (Il. δ, 151.). V. συνεκτικὸν τῶν ὄγκων
5ἀγγεῖον, ὡς κρεῖον τὸ κρεοδόχον ἀγγεῖον. ὄγκιον οὖν ἡ θήκη τῶν ἀκίδων. εἴρηται δὲ παρὰ τὸ ὀγκῶδες εἶναι. V. προπαροξυτόνως τὸ ὄγκιον. ἔστι δὲ κυρίως τὸ δεκτικὸν τῶν ὄγκων, ὅ ἐστιν ἀκί‐ δων. B.

21

.

62

τοῖο] τοῦ ἰδίου. V.

21

.

69

ἐχράετε] ἐβιάσασθε, ἐβαρήσατε. V.

21

.

71

μύθου] νῦν τῆς στάσεως. ὅθεν καὶ Ἀνακρέων τοὺς ἐν τῇ Σάμῳ ἁλιεῖς ὄντας στασιαστάς φησι “μυθιῆται δ’ ἀνὰ νῆσον, ὦ
Μεγίστῃ, διέπουσιν ἱρὸν ἄστυ.” ἀντὶ τοῦ στασιασταί. V. ἐπισχεσίην] πρόφασιν. Q. νῦν σημαίνει πρόφασιν. ἐπιμονῆς698 in vol. 2
5γὰρ χρεία τῷ προφασιζομένῳ εἰς τὸ ψεύδεσθαι καὶ τὸ μὴ ἀληθεύειν. καὶ Ἀλκαῖος “οὐδέ τι μυνάμενος ἄλλοι τὸ νόημα” ἀντὶ τοῦ προ‐ φασιζόμενος. ἀλλαχοῦ ἀποτρέπων τὸ ἑαυτοῦ νόημα. V.

21

.

73

τὸ δὲ φαίνετ’ ἄεθλον] τὸ ἐμὲ γῆμαι. V.

21

.

76

δυοκαίδεκα πάντων] εἰ γὰρ ἐν μέσοις ἔστη τὸ βέλος, ἔξαθλος ἦν, ὡς ἐλλείπων τῇ δυνάμει. V.

21

.

85

ἐφημέρια φρονέοντες] τὸ παραυτίκα μόνον φρονοῦντες, οὐ προ‐ νοοῦντες τοῦ μέλλοντος. V.

21

.

90

τόξα] νῦν τὴν σύμπασαν σκευήν. V.

21

.

91

ἀάατον] ἐπιβλαβῆ, ἢ ἄνευ βλάβης. V.

21

.

93

μέτα] ἀντὶ τοῦ ὑπάρχει. V.699 in vol. 2

21

.

106

φαίνετ’ ἄεθλον] τὸ γῆμαι τὴν Πηνελόπην πρόκειται νικητή‐ ριον. εἰ γὰρ τὸν ἀγωνισμὸν ἔλεγεν, ἀρσενικὸν ἂν ἔφη. B.

21

.

107

κατ’ Ἀχαιΐδα γαῖαν] γενικῶς εἶπε, καὶ αὖθις τοὺς ἐπιση‐ μοτάτους τόπους ἐδήλωσε. B.

21

.

111

μὴ μύνῃσι] προφάσεσιν. ἅπαξ δὲ κεῖται. B.Q. προφά‐ σεσι. παρὰ τὸ μύσαντα τὰ ὄμματα σκέπτεσθαι τί χρὴ δρᾶν. τού‐ του γὰρ χάριν προφασίζονται, ἵνα ἐπιμείνωσιν. οἱ δὲ, κατασιωπῶντες, παρὰ τὸ μύειν τὸ στόμα. V.

21

.

114

σιδήρου] τῶν πελέκεων V.

21

.

117

ἀνελέσθαι] ἀναλαβεῖν, μεταχειρίσασθαι, ὑποστῆναι. B.Q.

21

.

120

διὰ τάφρον ὀρύξας] δηλονότι πρότερον ἴθυνε τὴν τάφρον, μετὰ ταῦτα ἔστησε. B.

21

.

122

ἔναξε] συνεπίλωσεν. V. ἀντὶ τοῦ ἔνησε, ὅ ἐστιν ἐσώρευσε. B.

21

.

138

κορώνῃ] τῷ ἄκρῳ τοῦ τόξου. V.

21

.

141

ἐπιδέξια] ἐκ τοῦ δεξιοῦ μέρους. V.

21

.

142

ὅθεν τ’ ἐπιοινοχοεύει] εὔλογόν ἐστιν εἰσιόντος εἰς τὸν ἀν‐ δρῶνα ἐν δεξιᾷ κεῖσθαι τὸν κρατῆρα. V.

21

.

145

θυοσκόος] ἱεροθύτης. Q. ὁ μάντις· ἀπὸ τῶν θυομένων κοῶν, ὅ ἐστι νοῶν, καὶ διὰ πυρὸς μαντευόμενος. MS. Barnes.

21

.

146

μυχαίτατος] ἐνδότατος. V.

21

.

161

ἐέδνοισιν διζήμενος] πλήθει ἔδνων ζητῶν. βίᾳ γὰρ καὶ ῥώμῃ οὐ λήψεται. V.

21

.

162

εἴη] γρ. ἔλθῃ. M.

21

.

185

βίης ἐπιδευέες] δυνάμεως ἐνδεεῖς, ἤτοι τοῦ τόξου ἢ τοῦ Ὀδυσσέως. V.

21

.

186

ἐπεῖχε] ἐπέκειτο. ὁ Ἀντίνοος ἐπεῖχε καὶ ἐκώλυσεν αὐτοὺς
πρὸς τὸ παρὸν χρήσασθαι τῷ τόξῳ. φαίνεται γὰρ ὁ Ἀντίνοος ἑξῆς λέγων μὴ δεῖν τεῖναι τὸ τόξον, ἑορτῆς οὔσης τοῦ τοξικοῦ θεοῦ. καὶ Εὐρύμαχος πείθεται. V.700 in vol. 2

21

.

188

τὼ δ’ ἐξ οἴκου βῆσαν] εἰς τὸν πρόδομον ἐξῆλθον. πιθανῶς, ἐπεὶ μακρῷ πρόσθεν ὁ Ἀντίνοός φησιν “κλαίετον ἐξελθόντες” (90.)· καὶ ἅμα ἵνα τῷ Ὀδυσσεῖ συμβαλών. V.

21

.

195

ποῖοί κ’ εἶτε] τὸ πλῆρες ποῖοί κε εἶτε. τὸ δὲ σημαινόμενον ποῦ ἂν εἴητε κατὰ τὴν γνώμην. V.

21

.

196

ἐνείκαι] ἐνέγκοι, ἀγάγοι. V. ἐνείκαι] γρ. ἐνείκῃ. H.

21

.

202

δύναμις καὶ χεῖρες ἕπονται] τῇ δυνάμει καὶ χεῖρες ἀκολου‐ θοῦσιν. V. ἔσσονται] γρ. ἕπονται. Vind. 133.

21

.

211

ὑπότροπον] γρ. ἀπότροπον. H.

21

.

212

σφῶϊν] σημείωσαι τὸ σφῶϊν καὶ ἐπὶ τοῦ δευτέρου προσώπου τασσόμενον. Vind. 133.

21

.

220

σὺν υἱάσιν Αὐτολύκοιο] γρ. μετ’ Αὐτόλυκόν τε καὶ υἷας. M.

21

.

222

ἕκαστα] γρ. ἄνακτα. M.

21

.

224

κεφαλήν τε] γρ. χεῖράς τε. M.

21

.

230

προμνηστῖνοι] εἷς παρ’ εἷς, τὸ λεγόμενον, ἄλλος πρὸ ἄλλου, ἀλλεπάλληλοι, ὅ ἐστι παραμένοντες ἀλλήλους. Q.

21

.

235

θέμεναι] γρ. δόμεναι. Vind. 133.

21

.

238

ἐν ἕρκεσι] τοῖς τοιχίοις. V.

21

.

239

προβλώσκειν] ἐξέρχεσθαι, προέρχεσθαι, προβλέπειν. Q. προϊέναι ἔξω. V.

21

.

258

τοῖο θεοῖο] τοῦ θεοῦ τοῦ ἐπὶ τοῦ τόξου. V.

21

.

274

μετέφη] γρ. προσέφη. H.

21

.

278

ἐπεὶ καὶ τοῦτο ἔπος] ὁ Ἀντίνοος. πρὸς γὰρ τὸ δεύτερον τὸ πρότερον. V.

21

.

279

ἐπιτρέψαι δὲ θεοῖσιν] εἶξαι καὶ συγχωρῆσαι τῇ ἑορτῇ. V.

21

.

289

ὑπερφιάλοισι] νῦν τοῖς κατ’ ἀρετὴν διαφέρουσι. V.

21

.

291

ῥήσιος] γνώμης. V.701 in vol. 2

21

.

295

οἶνος καὶ Κένταυρον ἀγακλυτὸν] Εὐρύτῳ ὅμως μὲν, ἕνα τῶν ἐν τῷ Πειρίθου γάμῳ Κενταύρων ἀπολομένων τὸν Εὐρυτίωνα λέγει, ὅτε τὴν Ἀδράστου θυγατέρα, λέγω δὴ Ἱπποδάμειαν, Πειρίθους πρὸς γάμον ἀγόμενος ἐκάλεσε κατὰ συγγένειαν Λαπίθας καὶ Κενταύρους.
5ὑπὸ μέθης δὲ οἱ Κένταυρον προαχθέντες τῶν Λαπιθῶν ἁρπάσαι τὰς γυναῖκας ἐπεχείρησαν. οἱ δὲ ὀργισθέντες ἀνεῖλον τοὺς Κενταύρους. Βακχυλίδης δὲ διάφορον οἴεται τὸν Εὐρυτίωνα. φησὶ γὰρ ἐπιξενω‐ θέντα Δεξαμενῷ ἐν Ἤλιδι ὑβριστικῶς ἐπιχειρῆσαι τῇ τοῦ ξενοδο‐ χοῦντος θυγατρὶ, καὶ διὰ τοῦτο ὑπὸ Ἡρακλέους ἀναιρεθῆναι καιρίως
10τοῖς ἐκεῖ ἐπιστάντος. V.

21

.

298

μαινόμενος κάκ’ ἔρεξε] ἤθελε γὰρ συμμιγῆναι τῇ γυναικὶ τοῦ Πειρίθου. Q.

21

.

302

ὀχέων] ὑποφέρων, ἢ ἔχων καὶ βαστάζων. V. ἀεσίφρονι] φρενοβλαβεῖ. V.

21

.

303

ἐξ οὗ Κενταύροισι] Ἰξίων ὁ Διὸς παῖς Λαπίθης τὸ γένος κοινωνὸς τῆς θεῶν τραπέζης γενόμενος καὶ πιὼν πολὺ τοῦ νέκταρος καὶ
τῆς ἀμβροσίας ἁψάμενος, οὐχ ὅπως αὐτὸς ἀμοιβὰς τῷ Διὶ εὐεργεσίας ἐσκέπτετο, ἀλλὰ διὰ τῆς ἐμφύτου κακίας ἐπείραζε τὸν τῆς Ἥρας702 in vol. 2
5γάμον. ὑποπτεύσασα δὲ ἡ θεὸς ἀνήνεγκε τῷ Διὶ τὴν Ἰξίονος λύσσαν. ὁ δὲ ἐνθυμούμενος ζήλῳ πάλιν τοῦτο ταύτην δρᾶν διαβάλλουσαν τοὺς ἐξ αὐτοῦ γεγενημένους, ἔκ τινος ὅμως ἐπιτεχνήσεως τῆς Ἰξίονος ἐπει‐ ρᾶτο γνώμης. σκοπῶν δὲ εὗρε τὸ ἀληθές. νεφέλην γὰρ Ἥρᾳ παρει‐ κάσας μόνην ἐν τῷ θαλάμῳ τοῦ Ἰξίονος κατέλιπεν, ὁ δὲ ὡς Ἥραν
10ἐβιάσατο. τοῦτον οὖν ὁ Ζεὺς ἀγανακτήσας ἴσῃ θανάτῳ περιέβαλε τι‐ μωρίᾳ. γευσάμενον γὰρ τῆς ἀμβροσίας οὐκ ἦν αὐτὸν ἀποθανεῖν. ἀλλὰ τροχοὺς ποιήσας ὑποπτέρους ἔδησε τὸν Ἰξίονα πρὸς τὰς τῶν τροχῶν κνημῖδας καὶ εἴασε κατὰ τοῦ σφαιροειδοῦς φέρεσθαι βοῶντα ὡς τοὺς εὐεργέτας ἀμείβεσθαι προσῆκεν. γίνεται δὲ ἐκ τῆς νεφέλης
15παῖς Ἰξίονος διφυὴς τὰ μὲν κατώτερα μέρη τῆς μητρὸς ἔχων· αἱ γὰρ νεφέλαι ἵπποις ἐοίκασι· τὰ δὲ ἀνώτερα μέρη ἀπὸ τοῦ ὀμφαλοῦ μέχρι τῆς κεφαλῆς τοῦ πατρὸς Ἰξίονος. φερόμενος δὲ οὗτος κατὰ Μαγνησίαν ἀκόλαστον εἶχε τὴν ὁρμὴν πρὸς τὰς συνουσίας· ἐῴκει γὰρ τοῦ πατρὸς ἀκολασίᾳ· καὶ πολλάκις ἐπλησίαζε ταῖς κατὰ τὸ
20Πήλιον ἵπποις. ἐντεῦθεν λέγεται τὸ τῶν Κενταύρων ἀναφυῆναι γέ‐ νος. ὅθεν καὶ τὸν Πειρίθουν, ἐπίκλησιν Ἰξίονος υἱὸν ὄντα λαμβάνειν ἐθέλει γύναιον παρὰ τῶν συγγενῶν Κενταύρων τὴν βάσιν τοῦ πρού‐ χοντος αὐτὸν παρθένον Ἱπποδάμειαν. ἡ ἱστορία παρὰ Πινδάρῳ. V.

21

.

306

ἐπητύος] μεταιτήσεως. V.703 in vol. 2

21

.

310

μηδ’ ἐρίδαινε] γρ. μηδ’ ἐρέεινε. Vind. 50.

21

.

318

τοῦ εἵνεκα] τούτου χάριν, ὅτι οὕτως ἐμὲ ἄξεται. V.

21

.

319

οὐδὲ ἔοικε] τοῦτο ὑμᾶς ἐννοεῖν. V.

21

.

333

ἐλέγχεα πάντα] γρ. ταῦτα. H.

21

.

334

εὐπηγὴς] εὐπαγής. V. εὐτραφής. Q.

21

.

335

ἀνδρὸς] γρ. πατρός. M.

21

.

346

κραναὴν Ἰθάκην] ὑψηλήν. Q.

21

.

347

νήσοισι πρὸς Ἤλιδος] ταῖς περὶ τὸ Δουλίχιον. V. γρ. οὐδ’ ὅσσοι ναίουσι. H.

21

.

349

καθάπαξ] καθόλου. τοῦτο δὲ οὕτως ἔχει παρὰ τῷ ποιητῇ ἐν ᾧ τῆς προηγουμένης λέξεως ληγούσης εἰς ξ, καὶ ἡ ἑξῆς ἄρχεται ἀπ’ αὐτοῦ. V.

21

.

351

γυναιξὶν] γρ. κέλευε. M.

21

.

352

μῦθος] γρ. τόξον. M. γρ. τόξον· ἢ περὶ τῆς τοῦ τόξου δόσεως μῦθος. Vind. 56.

21

.

353

στίχος· ὣς φάτο· ῥίγησεν δὲ περίφρων Πηνελόπεια. M.

21

.

363

πλαγκτέ] παραπλὴξ, τὴν διάνοιαν πεπλανημένε. V.

21

.

387

μεγάρων εὐναιεταόντων] οἰκημάτων καλῶς κατεσκευασμέ‐ νων. Q.

21

.

386

γρ. ὣς ἔφαθ’· ἡ δὲ μάλ’ ὀτραλέως τὸν μῦθον ἄκουσεν. M.

21

.

390

ὅπλον] σχοινίον. Q.V.

21

.

391

βίβλινον] καννάβινον. ἢ τὸ ἐκ παπύρου. Q.V.

21

.

395

ἶπες] θηρία ἐσθίοντα τὰ κέρατα, παραπλήσια κώνωψι. κα‐ τανοεῖ δὲ μὴ ἄρα ἄχρηστα αὐτῷ γένηται, καὶ ἑτέρᾳ δέον χρήσασθαι
μηχανῇ. V.704 in vol. 2

21

.

397

θηητὴρ] θαυμαστικὸς, ἔμπειρος. V. ἐπίκλοπος] ἐπιθυμητὴς, ὀρεκτικὸς, κλέπτης. κλέπτειν γὰρ τὸ ἐπιθυμεῖν, καὶ κλέπτης ὁ ἐπιθυμητὴς τῶν ἀλλοτρίων. V. ἐπίπλοκος] γρ. ἐπίκλοπος. H.

21

.

399

ἐφορμᾶται] προτεθύμηται. V.

21

.

400

ἔμπαιος] ἔμπειρος. Q.

21

.

402

τοσοῦτον ὀνήσιος ἀντιάσειεν] ὁ νοῦς· εἴθε καὶ ἐπὶ τοσοῦτον ὄνησιν ὧν βούλεται λάβοι. ἢ οὕτως· εἴθε τοσοῦτον μετάσχοι, ὅσον δυνήσεται ἐντανύσαι. V. ὀνήσιος] ὠφελείας. ἢ τῆς βρώσεως ἣν εἰλήφει παρὰ τῶν μνη‐
5στήρων. V.

21

.

407

νέῳ] ἀντὶ τοῦ καινῷ. V. κόλλοπι] κολλάβῳ. εἴρηται δὲ παρὰ τὴν κόλλαν. V. ἔνθα τεί‐ νονται αἱ ἐν τῇ λύρᾳ χορδαί. Q.

21

.

408

ἔντερον οἰὸς] τὴν χορδήν. V.

21

.

417

κοίλης] βαθείας, διὰ τὸ γεγλύφθαι. V.

21

.

419

πήχει] τῷ τοῦ τόξου κέρατι. V.

21

.

422

πρώτης στειλειῆς] ἀπὸ πρώτης γὰρ ὀπῆς τῶν πελέκεων διη‐ νεκῶς ἦλθεν. V.

21

.

423

χαλκοβαρής] ὁ ἀπὸ σιδήρου ἰσχυρός. V.

21

.

428

νῦν δ’ ὥρη καὶ δόρπον] παρέλκει τὴν διάνοιαν αὐτῶν. τὸ μὲν οὖν δεῖπνον ἀντὶ τοῦ θανάτου, τὸ δὲ ἑψιάασθαι ἀντὶ τοῦ οἰμώ‐ ζειν. V.

21

.

429

ἐν ὅσῳ ἡμέρα τε καὶ φῶς ἐστι. H. ἑψιάασθαι] παῖξαι. Q. τέρπεσθαι. V.

21

.

431

ἀμφέθετο] ἐπεῖχεν, ηὐτρέπισεν. V. ηὐτρέπισε. Q.705 in vol. 2

22

hyp

(t)

ΥΠΟΘΕΣΙΣ
1Τὰ περὶ τὴν μνηστηροφονίαν ἐργασάμενος Ὀδυσσεὺς παρούσης Ἀθηνᾶς ἐν τοῖς ἑξῆς τὰς θεραπαίνας διὰ Τηλεμάχου καὶ τῶν οἰκείων κολάζει ἅμα Μελανθίῳ. P.V.
4tΑΛΛΩΣ
5Μηνστηροφονία. ἡ τῶν σωμάτων συγκομιδή. καὶ ὡς καθαίρει τοῦ φόνου τὸν οἶκον ὁ Ὀδυσσεύς. Q.V.

22

.

1

αὐτὰρ ὁ γυμνώθη ῥακέων] τὴν ῥακώδη ἀπεδύσατο ἐσθῆτα, οὐχ ὅλως, ἀλλὰ τῶν περιττῶν καὶ ῥακωδῶν, τὰ σκέποντα τὰ ἀναγκαῖα ἔχων. ἑξῆς γοῦν ἡ Εὐρύκλειά φησιν “μηδ’ οὕτω ῥακέοσσι πεπυ‐ κασμένος εὐρέας ὤμους ἕσταθι” (488.). V.

22

9-12

ἤτοι ὁ καλὸν ἄλεισον ἀ. ἔμελλεν χρύσεον—μετ’ ἀνδράσιν] Διονύσιος ὁ Θρᾷξ ἐν ταῖς Μελέταις φησὶ τὴν παροιμίαν “πολλὰ μεταξὺ πέλει κύλικος καὶ χείλεος ἄκρου” ἀπὸ τούτου διαδε‐ δόσθαι. προστιθέμενος γὰρ Ἀντίνοος τὸ ἔκπωμα βάλλεται. λέγει δὲ
5Ἀριστοτέλης περὶ τῆς παροιμίας οὕτως. Ἀγκαῖος ὁ Ποσειδῶνος καὶ Ἀστυπαλαίας Σάμιος ὢν τὸ γένος ἔχων οἰκέτην ἀπὸ Κρήτης ἐκέ‐
λευσεν αὐτῷ προσφέρειν ποτὸν πίνειν. εἰπόντος δὲ αὐτοῦ ὡς οὐ δυνή‐ σεται πιεῖν ὅθεν ἐντεῦθεν αἱ ἄμπελοι τυγχάνουσιν, αὐτὸς ὁ Ἀγκαῖος κατακερτομήσας τοὺς θεράποντας ἔλαβε τὴν κύλικα καὶ προσέθετο.706 in vol. 2
10λέξαντος δὲ ἐκείνου “πολλὰ μεταξὺ πέλει κύλικος καὶ χείλεος ἄκρου” ἄφνω συνέβη χρῆμα συὸς μεγάλου ἐπιζαρῆσαι τοῖς τοῦ Ἀγκαίου χωρίοις. ἀκούσαντα δὲ αὐτὸν ἀπὸ τῶν χειλέων τὴν κύλικα καταθεῖ‐ ναι καὶ δραμεῖν ὡς τὸν ἄγριον ὗν, συμβαλόντα δὲ τῷ κάπρῳ τελευ‐ τῆσαι. ἔνθα φησὶ κατανοῆσαι τὴν παροιμίαν. V.

22

.

14

μέλαιναν] γρ. φυτεῦσαι. Vind. 5. et 50.

22

.

19

αὐτὸς αἵματος] τὸ ἐξακόντισμα, ὁ κρουνὸς τοῦ αἵματος. πᾶν γὰρ τὸ στενὸν αὐλὸν ἔλεγον. ὅθεν καὶ τοὺς στενοὺς ποταμοὺς ἐναύ‐ λους. V.

22

.

27

τοξάζεαι] τοξεύων ἐπιτυγχάνεις. V.

22

.

31

ἴσκε] ἄλλοι μὲν τὸ ἔλεγεν σημαίνειν βούλονται. MS. Barnes. οὐδέποτε Ὅμηρος ἐπὶ τοῦ ἔλεγε τὸ ἴσκε, ἀλλ’ ἐπὶ τοῦ ὡμοίου ἠπάτηται οὖν ὁ διασκευαστὴς ἐκ τοῦ “ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὅμοια” (τ, 203.). Vind. 31.

22

.

35

νεῖσθαι] ἐλθεῖν, ἐπανήξειν. V.

22

.

36

κατεκείρατε] κατεδαπανᾶτε. V.

22

.

38

ὑπεμνάασθε] ὑπεφθείρετε, λεληθότως ἐμνηστεύεσθε. περὶ δὲ τῆς ἐπιβουλῆς τοῦ Τηλεμάχου οὐκ ὠνείδιζεν, ἴσως ἐπεὶ προεπιβεβου‐ λευμένοι ἠμύνοντο. ἔφη γὰρ “πειρήσω ὥς κ’ ὔμμι κακὰς ἐπὶ κῆρας
ἰήλω” (β, 316.). V.707 in vol. 2

22

.

40

ἔθεσθε] ἀντὶ τοῦ ἐνοήσατε. M.V. ἔσεσθαι ἀναγνωστέον, ἵν’ ᾖ, δείσαντες ἔσεσθαι. V.

22

.

49

ἐπίηλεν] συνέστησεν. V.

22

.

54

ἐν μοίρῃ] δικαίως, δεόντως. MS. Barnes.

22

.

57

ἀμφὶς ἄγοντες] χωρὶς ἕκαστον διδόντες. V.

22

.

68

φίλον ἦτορ] γρ. φίλον κῆρ. H.

22

.

74

φάσγανά τε σπάσασθε] ἐξιφοφόρουν γὰρ οἱ παλαιοί. V.

22

.

82

ἰὸν ἀποπροΐει, βάλε δὲ στῆθος] γρ. ἰὸν ἀποπροϊεὶς βάλλε στῆθος. Vind. 133.

22

.

84

περιρρηδὴς] περικλινής. H.Q. περικλασθεὶς ἢ περιρραγείς· ἢ περιρρεόμενος ἢ περιρρυεὶς, ἢ περιφερής. V.

22

.

85

κάππεσε δινηθεὶς] γρ. ἰδνωθείς. ἐπικαμφθεὶς, ἐπιστρέψας. M.

22

.

89

Ὀδυσῆος ἐείσατο] ὡς ἐπὶ Ὀδυσσέα ὥρμησεν. V.

22

.

92

Τηλέμαχος κατόπισθε] ἐγγὺς τοῦ Ὀδυσσέως γενόμενον τὸν Ἀμφίνομον παραλλάξας κατὰ τοῦ νώτου ἔβαλεν. πιθανῶς δὲ πρώτην ἀριστείαν Τηλεμάχου διέθετο ἐν ᾗ τὸν πατέρα διέσωσεν. V.

22

.

97

ἐλάσειε] πλατεῖ τῷ ξίφει πλήξειεν. V.

22

.

98

προπρηνέϊ] κατὰ στόμα τῷ ξίφει ὀρθὸς εἰς τοὔμπροσθεν μὴ ἀνατείνας, ἀλλὰ νύξας ὑπτίως. οἱ μὲν γὰρ νύττοντες πλατὺ ἔχουσι τὸ ξίφος, οἱ δὲ πλήττοντες πλάγιον. V. προπρηνέϊ] προνεύ‐ οντι. Q.
5ἠὲ προπρηνέϊ τύψῃ] γρ. ἢ τύψειε. H.

22

.

126

ὀρσοθύρη] ἐν τῷ τοῦ οἴκου ἐναντίῳ τοίχῳ θύρα ἦν δι’ ἧς εἰς τὸν θάλαμον ἦν ἀναβῆναι, ἔνθα τὰ ὅπλα ἔκειτο. εἶπεν δὲ οὕτως, ἐπεὶ ὑψηλοτέρα ἦν ἐφ’ ᾗ ἦν ὀροῦσαι καὶ ἀναθορεῖν. V.

22

.

128

λαύρην] στενὴν ὁδὸν, δι’ ἧς οἱ λαοὶ ῥέουσι καὶ φέρονται·
οἱονεὶ ἄμφοδον. V. στενὴν ὁδόν. Q. εὖ ἀραρυῖαι] καλῶς ἡρμοσμέναι. V.708 in vol. 2

22

.

129

φράζεσθαι] τηρεῖν, φυλάσσειν. Q.

22

.

130

ἐφορμή] ἔξοδος. ἦν δὲ ἑνὸς μόνου ἔξοδος ἐν τῷ ἀντικρὺς τῆς εἰσόδου τοίχῳ τοῦ ἀνδρῶνος. ἐν τῇ δεξιᾷ γωνίᾳ ἦν ὀρσοθύρα, ἥτις εἰς τὴν λαύραν ἔφερεν. ἡ δὲ λαύρα στενωπός ἐστι παρακείμενος ἔξωθεν τοῦ ἐν δεξιᾷ τοίχου, ἐν ᾧ καὶ ὁ θάλαμος, οὐχ ὁ Πηνελόπης, ἀλλ’ ἐν ᾧ
5τὰ ὅπλα ἔκειτο. αὕτη δὲ ἡ λαύρα ἔξοδον ὡς εἰς τὸν πρόδομον εἶχεν. ἑνὸς δὲ ἦν ἔξοδος. ὀρσοθύρα, λαύρα, θάλαμος, ἀνδρὼν, οὐδὸς, πρόδο‐ μος. V.

22

.

143

ῥῶγας] ῥήγματα, θυρίδας, ἢ τὰς τῆς οἰκίας ὑπερώας διό‐ δους. V.

22

.

152

οὐ μόνον ἐπὶ δυϊκοῦ λέγει τὸ νῶϊν, ἀλλὰ καὶ ἐπὶ πληθυντικοῦ. καταχρηστικῶς δὲ ὅτε καὶ πρὸς ἕνα διαλέγεται. H.

22

.

154

ἄμβροτον] ἀντὶ τοῦ ἔπταισα. V.

22

.

158

καὶ φράσαι] τὸ φράσαι οὐ μόνον ἐπὶ ψυχικῆς ἐννοίας, ἀλλὰ καὶ ἐπὶ ὄψεώς φησιν ὁ ποιητής. Q.

22

.

165

ἀΐδηλος] ὀλέθρου ἄξιος. Q.

22

.

173

σφῶϊ] ὑμεῖς οἱ δύο. V.

22

.

174

σανίδας δ’ ἐκδῆσαι] τοῦτο τελευταῖόν ἐστι· μετὰ γὰρ τὸ κρεμάσαι, τότε κλείσατε τὰς θύρας, ἵνα μὴ ἄλλος εἰσέλθῃ. H. τὸ
ἑξῆς, σφῶϊ ἀποστρέψαντες, σειρὴν δὲ πλεκτὴν ἀπ’ αὐτοῦ πειρήναντε κίονα ὑψηλὴν ἐρύσαι, σανίδας δ’ ἐκδῆσαι. ἢ ὄπισθεν κλείσατε τὰς709 in vol. 2
5θύρας μετὰ ταῦτα. V. τὸ ὄπισθεν χρονικῶς, ἀντὶ τοῦ μετὰ ταῦτα, τὰς σανίδας, ὅ ἐστι τὰς θύρας, δήσαντες ἐξελθόντες καὶ ἐάσαντες αὐτὸν ἐρριμμένον. εἶτα ὡς μεταγνούς φησι, μᾶλλον δὲ μὴ ἐρριμμένον ἐάσητε, ἀλλὰ κρεμά‐ σατε. λείπει οὖν τὸ μᾶλλον, ὡς ἐν τῇ συνηθείᾳ φαμὲν, ἄπελθε εἰς
10τὴν ἀγορὰν, εἶτα ὡς μεταγνόντες φαμὲν ***. Q. ὄπισθεν] γρ. ἱμάντι. Vind. 133.

22

.

175

σειρὴν] πλέγμα, σχοινίον. πειρήναντες] ἐκδήσαντες. V.

22

.

176

ἐρύσαι] ἀπαρτῆσαι. V.

22

.

183

τρυφάλεια] περικεφαλαία τριφάλειά τις οὖσα, ἢ τρεῖς φά‐ λους ἔχουσα. V.

22

.

184

πεπαλαγμένον ἄζῃ] μεμολυσμένον τῇ ξηρότητι. H.Q. ἄζῃ] εὐρῶτι ἢ ξηρασίᾳ. V. ἠφανισμένον εὐρῶτι, ἢ μέλανι κεχρωσμένον. εὐρὼς δέ ἐστιν ἡ τοῖς μυδῶσιν ἐπιγινομένη λευκότης ἀράχνῃ προσφερής. Q.

22

.

185

ὃ κουρίζων φορέεσκε] ἅπερ ἔφερε νέος ὤν. H.

22

.

188

κουρὶξ] ὁ μὲν Ἀρίσταρχος, τῆς κόμης ἐπιλαβόμενοι· ὁ δὲ Κράτης, κουρίξ τὸ νεανικῶς. V. ἐκ τῶν τριχῶν λαβόμενοι, ἢ νεανι‐ κῶς, ἢ ἐκ τῆς κόρσης, ὅ ἐστι τῆς κεφαλῆς, ἔνθεν καὶ κουραὶ εἴρην‐ ται. Q.

22

.

192

πειρήναντες] δήσαντες. Q.

22

.

198

οὐδέ σε λάθῃ ἡ ἡμέρα ὥστε φέρειν αἶγας. H.

22

.

201

τὼ δ’ ἐς τεύχεα δύντε] ἀποδυσάμενοι γὰρ ἦσαν, ἵνα δεσμεύ‐
σωσιν ἀνεμποδίστως τὸν Μελάνθιον. Q.710 in vol. 2

22

.

205

ἐπαγχίμολον] ἀντὶ τοῦ ἐγγύς. ἔστι δὲ ἐπίρρημα. H.

22

.

208

ἀρὴν] τὴν βλάβην τοῦ πολέμου δηλονότι. H.Q.

22

.

210

οἰόμενος] ἀντὶ τοῦ πεπιστευμένος. V.

22

.

218

τῇ σῇ κεφαλῇ ταῦτα τίσεις. H.

22

.

227

τῇ ἐχούσῃ πατέρα τὸν Δία. H.

22

.

232

ἄντα μνηστήρων ὀλοφύρεαι] νῦν, ἀποδειλιᾷς, ἢ ὑποκρίνῃ, ὑποδεέστερος γίνῃ. ἢ ἐλλείπει ἡ περί, ἵν’ ᾖ περὶ μνηστήρων. V.

22

.

236

τότε λέγεται εἶναι ἑτεραλκὴς ἡ νίκη, ὅταν τὸ ἕτερον μετα‐ τραπῇ. H.

22

.

239

μέλαθρον] τὴν ὀροφήν· “πολλὰ δὲ καθύπερθεν μελαθρόφιν ἐξεκέχυντο” (Od. θ, 279.). Q.

22

.

240

χελιδόνι εἰκέλη] οὐκ ἀληθῶς εἰς χελιδόνα μετεβλήθη ἡ θεὸς, οὐδὲ Ἑρμῆς ὁ λόγος ὄρνιθι ἐοικὼς (Od. ε, 51.), οὐδὲ ἡ αἰθυίῃ εἰκυῖα (ε, 337.) Λευκοθέα, οὐδὲ ὁ Πρωτεὺς πῦρ ἐγένετο. ἔκαυσε γὰρ τὸν Μενέλαον. τοῖς γὰρ ὁρῶσι δοκεῖ τοῦτο καίπερ ψευδὲς ὑπάρχον.
5H.Q.

22

.

248

κενῶς καυχησόμενος. H.

22

.

250

ἐπὶ τῷ ἄκρῳ τῶν θυρῶν. H.

22

.

256

ἱέμενοι] μεθ’ ὁρμῆς ἀφιέντες. H.

22

.

258

σημειῶδες· ἀεὶ γὰρ τὸ βάλλειν παρ’ Ὁμήρῳ ἐπὶ τοῦ τυ‐ χεῖν. H.

22

.

264

ἐπὶ προτέροισι κακοῖσι] σὺν οἷς ἔπραττον πρώην κακοῖς. Q.

22

.

270

μεγάροιο μυχόνδε] εἰς τὸν ἐνδότερον τόπον τοῦ ἀνδρῶνος, ὡσεὶ ἔλεγε, πρὸς αὐτὸν τὸν τοῖχον τὸν ἀντικρὺ τῆς εἰσόδου. Q.

22

.

273

πολλὰ εἶπεν, ἐπεὶ ἔνια καὶ ἐπέτυχον. H.

22

.

278

λίγδην] ὥστε ἐπιλίξαι, ὅ ἐστιν ἐπιψαῦσαι ἐπιπολαίως μόνον τὴν ἔξωθεν ἐπιφάνειαν τοῦ σώματος. V. ξεστικῶς. ἅπαξ δὲ ἐνταῦθα, καὶ ἅπαξ ἐν Ἰλιάδι (ρ, 599.) ἐπιλίγδην. Q.

22

.

287

φιλοκέρτομε] ὁ τὸν φίλον σκώπτων. V. πολυκέρτομε] γρ. φιλοκέρτομε. M.

22

.

288

μέγ’ εἰπέμεν] ἀντὶ τοῦ καυχήσασθαι. V. μέγα εἰπεῖν] μεγαλορρημονῆσαι. H.

22

.

296

ἤριπε δὲ πρηνὴς] οὗτος ἐπ’ αὐτὴν πίπτει τὴν πληγήν. V.711 in vol. 2

22

.

298

ἐπτοίηθεν] ἐν εὐλαβείᾳ καὶ φόβῳ ἐγένοντο. V.

22

.

299

οἱ δὲ φέβοντο—ἐδόνησεν] ὁ οἶστρος ἀπογεννᾶται ἐκ τῶν ἐν τοῖς ποταμοῖς πλαγίων ζωαρίων τῶν ἐπιπλεόντων τὰ ὕδατα. διὸ καὶ πλεῖστα περὶ αὐτὰ γίνονται. ὁ δὲ μύωψ ἐκ τῶν ξύλων ἀπο‐ γεννᾶται. καὶ Καλλίμαχος περὶ τοῦ μύωπος “βουσόον, ὅντε μύωπα
5βοῶν καλέουσιν ἀμορβοί.” εἰσὶ δὲ οὗτοι πολέμιοι τοῖς βουσίν. ὅταν γὰρ κατὰ τὴν λαπάρην αὐτοὺς δρύψωσιν, εὐθέως ἀπολιμπάνουσι τὸν νομὸν σοβηθέντες. ἔστι δὲ ὁ μὲν οἶστρος μυίᾳ παραπλήσιος κέντρον ἔχων εὐμέγεθες ἐκ τοῦ στόματος καὶ φωνὴν μεγάλην βομβώδη. ὁ δὲ μύωψ παρόμοιος τῇ κυνομυίᾳ, τό τε κέντρον ἔλαττον ἔχει τοῦ
10οἴστρου. ἱστορεῖ περὶ τούτων Ἀριστοτέλης ἐν τοῖς περὶ ζῴων. V. οἶστρος, ὁ λεγόμενος μύωψ. ἔστι δὲ ζῷον ὑπόχαλκον τὴν μορφὴν, ὅπερ ἂν εἰσέλθῃ εἰς τὰ ὦτα τῶν βοῶν ἐξοιστρεῖν ἀναγκάζει τοὺς βόας. καὶ Καλλίμαχος “βουσόον, ὅντε μύωπα βοῶν καλέουσιν ἀμορβοί.” V. ζωΰφιόν τι οἶστρος, ὅπερ εἰσερχόμενον εἰς τοὺς βόας
15ποιεῖ τούτους μαίνεσθαι. Q. οἶστρος θηρίον ἀκρίδι ἐοικὸς τὴν χροιὰν ποικίλον, εὐκίνητον, δάκνον καὶ στροβοῦν τὰς βοῦς. Q. μύωψ θηρίον, μυίας μὲν μεῖζον, τὰ δὲ ἄλλα ἐμφερὲς μυίᾳ, δάκνον τὰς βοῦς. H.

22

.

304

νέφεα] τὰ λίνα. Q.

22

.

307

τοὶ] γρ. τούς. H.

22

.

309

κράτων] αὕτη ἡ γενικὴ ἀπὸ εὐθείας τῆς κρᾶτα, ὡς μῆλα. ὥσπερ οὖν μήλων, οὕτως κράτων. σημαίνει δὲ τῶν κεφαλῶν. V.

22

.

324

σπέσθαι] ἀκολουθῆσαι. ἀπὸ τοῦ ἕπεται τὸ ἀπαρέμφατον ἕπεσθαι, καὶ πλεονασμῷ τοῦ ς ἕσπεσθαι ὅμως, “ἅμα σπέσθαι ἑοῖ
αὐτῷ” ἤγουν ἀκολουθῆσαι. V.712 in vol. 2

22

.

325

τῷ οὐκ ἂν θάνατόν γε δυσηλεγέα προφύγησθα] εὐλόγως τὸν Λειώδην ἀναιρεῖ. εἴτε γὰρ μὴ ἦν μάντις ἀληθὴς, ἀλλ’ ἐσκήπτετο, ἄξιος ἀποθανεῖν· καὶ γὰρ οὗτος εἷς τῶν μνηστήρων· εἴτε προειδὼς τὰ μέλλοντα ἔμενε μετ’ αὐτῶν. V.
5δυσηλεγέα] δυσκοίμητον. V. δύσφημον διὰ τοὺς θρήνους. ἢ δυσκίνητον. H.Q.

22

.

327

ὅ ῥ’] ὅπερ δή. V.

22

.

330

Τερπιάδης] Τέρπιος παῖς· ἢ ὁ τέρπων. V.

22

.

336

κῆαν] ἔκαυσαν. V.

22

.

340

ἤτοι ὁ φόρμιγγα] πιθανῶς ἀντὶ τῆς ἱκετηρίας τὴν φόρμιγγα προτείνει, δι’ αὐτῆς τὸν Ἀπόλλωνα προΐσχων αὐτὸν, ὥσπερ ὁ Χρύσης διὰ τῶν στεμμάτων. Q.

22

.

347

θεὸς] ἡ μοῦσα. εἴ γε μὴ αὗται μὲν ᾄδουσι, φορμίζει δὲ ὁ Ἀπόλλων. H.

22

.

349

δειροτομῆσαι] λαιμοτομῆσαι. Q.

22

.

364

βοὸς] γρ. θοῶς. H. περισσὸν τὸ βοός. H.M.

22

.

368

περισθενέων] ἤτοι περισσῶς ἰσχύων. V. περισσῶς χρώμε‐ νος τῷ ἑαυτοῦ σθένει. H.Q.

22

.

373

εἴποισθα] εἴποις. V.

22

.

374

ὡς τὸ εὖ ἐργάζεσθαι κρεῖττον τοῦ κακῶς ἐργάζεσθαι. H.

22

.

376

ὁ πολλοὺς φημίζων καὶ ἐνδόξους ποιῶν. ἢ ὁ ὑπὸ πολλῶν φημιζόμενος. H. πολύφημος] πολλοὺς εὐφημῶν, ἢ πολλοὺς φημίζων. V.

22

.

386

πολυωπῷ] πολλὰς ἔχοντι ὀπάς· βίαιον γὰρ τῷ πολυοφθάλμῳ. περισπωμένως δέ. H. πολλὰς τρύπας ἔχοντι τῷ δικτύῳ. V.

22

.

396

σκοπὸς] νῦν ἀντὶ τοῦ ἐπίτροπος. H.

22

.

402

αἵματι καὶ λύθρῳ] ἐκ παραλλήλου τὸ αὐτό. H.

22

.

403

βεβρωκὼς βοὸς] ὅμοιον τῷ “ὄφρα πίῃς οἴνοιο·” προσγενῆ γὰρ τὸ φαγεῖν καὶ πιεῖν Ἀττικοὶ λέγουσιν. H.

22

.

408

ὀλολύξαι] εὔξασθαι. V. χαρῆναι, εὔξανθαι. Q.

22

.

412

οὐχ ὁσίη] οὐχ ὅσιον. H. οὐ δίκαιον. V. εὐχετάασθαι] οὐ λέγει ἐπικαυχᾶσθαι τοῖς ἀποθανοῦσιν· αὐτὸς γοῦν ὁ Ὀδυσσεὺς τοῦτο φαίνεται ποιῶν ἐπὶ Σώκου (Il. λ, 450.)· ἀλλ’ εὐχετάασθαι νῦν φησιν εὔχεσθαι. οὐ χρὴ εὔχεσθαι νεκρῶν παρακει‐713 in vol. 2
5μένων. οἱ γὰρ εὐχόμενοι παρουσίαν αἰτοῦσι τοῦ θεοῦ· νεκροῖς δὲ πα‐ ρεῖναι τὸ θεῖον ἀδύνατον. H.Q. ἔνθεν καὶ Ἀρχίλοχός φησιν “οὐ γὰρ ἐσθλὰ κατθανοῦσι κερτομέειν ἐπ’ ἀνδράσιν.” H.Q. Vind. 56.

22

.

423

τῆς δὲ λοιπῆς δουλείας ὑδροφορίας τε καὶ τοῦ μυλωθρεῖν. V.

22

.

424

ἀναιδείης ἐπέβησαν] ἐπὶ πολὺ τῆς ἀναιδείας ἐπῆλθον. V.

22

.

429

ἔχευεν] γρ. ἐπῶρσεν. M.

22

.

431

μήπω τήνδ’ ἐπέγειρε] ἐκώλυσε γὰρ ἂν κολασθῆναι τὰς δού‐ λας. V.

22

.

437

ἄρχετε] ἄρξασθε. V.

22

.

442

θόλου] κυκλοτεροῦς οἰκήματος, ἀπὸ τοῦ περιθεῖν, εἰς ὃ τὰ καθ’ ἑκάστην ἡμέραν εἰς χρῆσιν πίπτοντα ἀπετίθεντο, οἷον κρατῆρας, καὶ ἐκπώματα καὶ τὰ ὅμοια. Q.V.

22

.

444

Ἀφροδίτης] νῦν τῆς μίξεως. H.

22

.

449

ὑπ’ αἰθούσῃ] τῇ ὑπαίθρῳ. εὐερκέος δὲ αὐλῆς τῆς ἀντικρὺ τῆς θόλου. H.

22

.

450

ἀλλήλῃσιν ἐρείδουσαι] ἐπιτιθεῖσαι. V. ἐπερείδουσαι ἀλ‐ λήλαις, ὅ ἐστιν ἐπιτιθεῖσαι τοὺς νεκρούς. Q.

22

.

451

ἐπιστείχων] γρ. ἐπισπέρχων. M.Q. ἐπισπέρχων] γρ. ἐπιστείχων. Vind. 133.

22

.

455

λίστροισι] τοῖς ξυστῆρσιν, ἀπὸ τοῦ λιαίνειν. V. ξυστῆρσιν, ἀπὸ τοῦ λεῖον ποιεῖν τὸ ἔδαφος. τὰ ἀναξυόμενα μολύσματα. H.V.

22

.

460

εἴλεον] ἀπέκλειον. V.

22

.

462

καθαρῷ θανάτῳ] τὸν διὰ ξίφους θάνατον τοῦ ἠγχονισμένου θανάτου ἐνόμιζον καθαρώτερον. Q.

22

.

463

κάκ’ ὀνείδεα] γρ. κατ’. Vind. 5.

22

.

469

ἕρκει] νῦν τῷ δικτύῳ. V.

22

.

470

αὖλιν] κοίτην. V.

22

.

471

ὣς αἵγ’ ἑξείης κεφαλὰς] ἴσως ἔκ τινος ἐξοχῆς ἢ ξύλου ἐκδή‐
σας τῆς ἀντικρὺ τῆς καθόδου στοᾶς ὑφ’ ἑνὸς κίονος. Q.714 in vol. 2

22

.

482

θεειώσω] καθάρω. V.

22

.

493

θήϊον] θεῖον ἄπυρον. V.

22

.

494

διεθείωσεν] περιήγνισεν. V.

22

.

500

αἰνύμεναι] λαμβάνουσαι. Q. ἐπιλαμβανόμεναι. V.

23

hyp

(t)

ΥΠΟΘΕΣΙΣ
1Ἀγγελία Εὐρυκλείας Πηνελόπῃ περὶ τοῦ Ὀδυσσέως καὶ τῆς τῶν μνηστήρων ἀναιρέσεως, ἀναγνωρισμός τε αὐτῆς πρὸς Ὀδυσσέα. P.Q.
4tΑΛΛΩΣ
5Ἀναγνωρισμὸς Ὀδυσσέως πρὸς τὴν γυναῖκα καὶ τῶν τῆς πλάνης διηγημάτων ἀνακεφαλαίωσις· καὶ Ὀδυσσέως καὶ Τηλεμάχου μετὰ τῶν οἰκείων ἔξοδος. V.

23

.

1

καγχαλόωσα] ἤτοι γήθουσα, παρὰ τὸ καγχαλᾶσθαι, ἀφ’ οὗ
καὶ ὁ οἶνος χάλιξ ὁ χαλῶν καὶ ἀνιεὶς ἡμᾶς ἀπὸ τῶν φροντίδων· καὶ τὸ παρὰ τὴν συνουσίαν ὑφ’ ἡδονῆς παθαίνεσθαι καὶ ὑποστένειν χαλι‐ βάζειν ἔλεγον. H.Q.715 in vol. 2

23

.

3

ἐρρώσαντο] ἐρρωμένως ἐβάδιζον. ὑπερικταίνοντο] Ἀρίσταρ‐ χος, ἀνεπάλλοντο καὶ ἐκινοῦντο προθυμουμένης αὐτῆς βαδίζειν τα‐ χέως, μὴ δυναμένης δὲ, ἀλλὰ κατὰ βραχὺ διὰ τὸ γῆρας. οἱ δὲ, ὑπερεξετείνοντο. ἄμεινον δῆθεν ἐκινοῦντο, παρὰ τὸ ἴκταρ, ὅ ἐστιν
5ἐγγύς. καὶ γὰρ προείρηκε, γούνατα δ’ ἐρρώσαντο. ταχέων οὖν ὑπερ‐ ικνοῦντο, ὃ ἔστι, παρεγίνοντο. MS. Barnes. ἐρρωμένως ἐβάδιζον· ὑπερικταίνοντο δὲ, ὑπερικνοῦντο καὶ ὑπερεπή‐ δων, ὑπὲρ τὸ δέον ἐβάδιζον. οἱ δὲ, ἄγαν ἱκνοῦντο. H.Q.

23

.

7

ἀντὶ τοῦ καὶ εἰς οἶκον ἱκάνει. H.

23

.

11

μάργην] μεμηνυῖαν, ἔκφρονα. H.

23

.

13

χαλιφρονέοντα] κεχαλασμένας καὶ παρειμένας ἔχοντα τὰς φρένας. Q. κεχαλασμένας ἔχοντα τὰς φρένας, ἠλίθιον, ματαιό‐ φρονα. V.

23

.

14

φρένας αἰσίμη ἦσθα] ἀντὶ τοῦ καθήκοντα φρονοῦσα, παρὰ τὸ αἶσα. Q.

23

.

15

λωβεύεις] ἀπάταις λωβητὴν ποιεῖς· καὶ μήποτε κυρίως ἐστὶ λωβᾶν τὸ ἀποδύσαντα τὸ λῶπος πληγὰς ἐντείνειν. H. χλευάζεις, εἰς λώβην καὶ ὕβριν ἄγεις. V.

23

.

16

παρὲξ ἐρέουσα] παρὰ τὸ δέον λέγουσα. V.

23

.

24

σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει] τὸ μὴ μεθ’ ὕβρεως ἀποπεμφθῆ‐ ναι. ἢ οἷον, εἰ καὶ τὰ ἄλλα σοι βαρύ ἐστι, τοῦτό γε ὀνήσει. V.

23

.

28

ὁ ξεῖνος] στικτέον μετὰ τοῦτο. ἠθικῶς δὲ ὁ ξένος ἐστὶν ὁ Ὀδυσσεύς. V. Vind. 56. μετὰ τοῦ ἤθους ὁ λόγος. H.

23

.

31

ὑπερηνορεόντων] ὑπερηφανευόντων. Q.

23

.

40

οὐκ ἴδον] οὔτε ποίῳ τρόπῳ ἀπώλοντο εἶδον, οὔτε παρ’ ἄλλου ἤκουσα. Q.

23

.

41

ἡμεῖς δὲ μυχῷ] ἡμᾶς δὲ αἱ θύραι εἴσω κατεῖχον. σανὶς δὲ εἴρηται οἱονεὶ τανὶς παρὰ τὸ τετάσθαι. Q.

23

.

42

ἀτυζόμεναι] ἐκπληττόμεναι, ταρασσόμεναι. ἀτύω, ὁ μέλλων
ἀτύσω· καὶ κατὰ παραγωγὴν, ἀτύζω, Αἰολικόν. V. ἔχον] ἀντὶ τοῦ ἠσφαλισμέναι ἦσαν. V.716 in vol. 2

23

.

46

κραταίπεδον οὖδας] λιθόστρωτον ἔδαφος, ἢ ψηφολόγητον, τὸ ἀντίτυπον, τὸ σκληρόν. οἱ δὲ ἀμφ’ αὐτὸν Ὀδυσσέα ἔχοντες τὸ κρα‐ ταιὸν πέδον κείατ’ ἐπ’ ἀλλήλοισιν. Q. κραταίπεδον] τὸ ἔδαφος. V.

23

.

52

ἐϋφροσύνης ἐπιβῆτον] θυμηδίας ἐπιβήσετε, εὐφρανθῆναι ποιή‐ σετε. V. ἐπιβῆναι ποιήσατε. συγκοπὴ τοῦ ἐπιβήσετον. H.

23

.

53

ἀμφοτέρω] γρ. ἀμφοτέρων. H. πέποσθε] πονῶ, πεπόνημαι, πεπονήμεθα, πεπόνησθε, καὶ συγκοπῇ πέποσθε. H.Q.

23

.

54

ἐέλδωρ] ζήτημα. Q.

23

.

64

ἀγασσάμενος] ὑπερεκπλαγείς. H.

23

.

68

ὤλεσε τηλοῦ νόστον] τίνος νόστον; τὴν διὰ νεὼς κομιδὴν, ὅ ἐστι τὰ πλοῖα ὤλεσε, καὶ μετὰ τὸ ὀλέσαι τὸν νόστον καὶ αὐτὸς ἀπώλετο. Q.

23

.

71

ἐσχάρῃ] ἔνθα τὸ πῦρ καίεται. ἔστι δὲ βωμὸς ἰσόπεδος οὐκ ἐκ λίθων ὑψούμενος. V.

23

.

76

μάστακα] νῦν τὸ στόμα. ἐν δὲ τῇ Ἰλιάδι (ι, 324.) καὶ τὸ μάσημα “μάστακ’ ἐπεί κε λάβῃς.” ὁ δὲ Ἀλκμὰν καὶ τὰς γνάθους μάστακάς φησι, παρὰ τὸ μασᾶσθαι. τὴν δὲ τροφὴν μάστακα ἔλε‐ γον διὰ τὸ τὰ βρέφη μαστάζειν αὐτὴν, ἀφ’ οὗ καὶ ὁ μαστὸς καὶ ἡ
5μάζα. H.Q.

23

.

78

ἐμέθεν περιδώσομαι αὐτῆς] περὶ ἐμαυτῆς συνθήσομαι. Q.V. τὴν φαρέτραν συνδήσομαι. H.

23

.

81

χαλεπόν σε θεῶν] χαλεπὸν, εἴ τις οὐ φυλάξει θεῶν βουλεύ‐ ματα, τὸ φυλάξαι ἀνθρώπων. H.Q.

23

.

82

πολύϊδριν] πολυπαθῆ, πολλὰ εἰδυῖαν. Q.

23

.

85

ὑπερώϊα] ὑπερωΐων, ὡς τὸ “διά τ’ ἔντεα καὶ μέλαν αἷμα.” H.

23

.

86

ἐξερεείνοι] ἀνακρίνειε τῷ λόγῳ. Q.

23

.

89

ἐν πυρὸς αὐγῇ] ἐν τῷ πεφωτισμένῳ τόπῳ καὶ πεφλογισμένῳ ἀπὸ τοῦ πυρός. V.

23

.

94

ἐνωπιδίως ἐσίδεσκεν] ἐναργῶς ἄντικρυς περιεργότερον ἀφο‐ ρῶσα ἐγνώριζεν. V.
ἔνιοι, ἤϊσκεν, ἀντὶ τοῦ ὡμοίου τῇ ὄψει τοῦ Ὀδυσσέως. ἢ περιερ‐ γότερον αὐτὸν κατεσκόπει τοῖς ὀφθαλμοῖς. ὄψει οὖν, τοῖς ὄμμασιν.717 in vol. 2
5H.Q.

23

.

95

ἀγνώσασκε] ἠγνόει. V.

23

.

97

δύσμητερ] ἐπὶ κακῷ μήτηρ λεγομένη. V.

23

.

99

ἀνείρεαι] τὰ περὶ τοῦ ἔρωτος. ἀλλοτριοῦσαι τῇ διαθέσει, καὶ καθεζομένη παρ’ αὐτὸν οὐκ ἀνείρεαι οὐδὲ μεταλλᾷς. H.

23

.

108

ἱκάνεται] ἀντὶ τοῦ ἱκάνει. H.

23

.

114

πειράζειν ἐμέθεν] ἀπόπειράν μου λαμβάνειν. H.

23

.

119

ὀπίσσω] χρονικῶς ἀντὶ τοῦ μετὰ ταῦτα, μετὰ τὸν φόνον. H.Q. μετὰ τὸν τῆς ἀπωλείας χρόνον. V.

23

.

120

πηούς] τοὺς πόρρωθεν συγγενεῖς. V.

23

.

143

ὅπλισθεν] ἡτοιμάσθησαν. Q.

23

.

149

πολυμνήστην] τὴν μάλιστα μνήστην, κυρίως ἐπὶ Πηνελό‐ πης. V.

23

.

150

τοῦ ἐκ κορείας αὐτῇ συνεζευγμένου. H.

23

.

151

εἴρυσθαι] κρατῆσαι. V.

23

.

155

ἀνεστραμμένως τοῦτο εἴρηται. H.

23

.

161

τέχνην παντοίην] χρυσοχοϊκὴν δηλονότι· οὐ γὰρ τέχνην παν‐
τοίην. Q.718 in vol. 2

23

.

167

κῆρ ἀτέραμνον] σκληρόν. μετῆκται δὲ ἀπὸ τοῦ σώματος ἐπὶ τὴν ψυχήν. οἱ δὲ περὶ Πλάτωνα κερασβόλον φασὶν ἀτεράμνοις καὶ σκληροῖς τὴν ψυχὴν, μεταφορικῶς. Θεόφραστος γάρ φησιν ὃ ἂν σπέρμα ἐν τῷ καταρρίπτεσθαι ἅψηται τῶν κεράτων τοῦ ἀροῦντος
5βοὸς, σκληρὸς γίνεται. ὁ δὲ νοῦς, περισσῶς οἱ θεοί σε παρὰ τὰς ἄλλας γυναῖκας σκληρὰν τὴν ψυχὴν ἐποίησαν. H.Q.

23

.

174

οὐδ’ ἀθερίζω] ἀποβάλλομαι, ἀποδιώκομαι. Q. ἀθερίζω] τὸ ἐκρίπτω καὶ ἀποβάλλω, ἀπὸ μεταφορᾶς τῶν ἀθέρων τῶν μὴ δυνα‐ μένων ἔχεσθαι διὰ σμικρότητα. οἱ γὰρ λικμῶντες ἐκρίπτουσιν αὐ‐ τούς. MS. Barnes.

23

.

179

ἐκθεῖσαι] ἔξω ἀποθέμεναι. ἐκθέσθαι] γρ. ἐκθεῖσα, ἔξω θεῖσα. Vind. 133. πυκινὸν] πυκνὸν τοῖς στρώμασι. H.

23

.

188

μέγα σῆμα τέτυκται ἐν λέχει ἀσκητῷ] μέγα τέρας. ἀκίνη‐ τον δὲ λέγων εἶναι τὸ λέχος, ἔοικεν αἰνίττεσθαι ὅτι τὴν γαμικὴν κοίτην ἀδιάλυτον εἶναι δεῖ. H.Q.

23

.

190

θάμνος] δασὺ φυτὸν παρὰ τὸ θαμὸν, ὅ ἐστι πυκνόν. H.

23

.

191

ἀκμηνὸς θαλέθων] ὁ ἀκμὴν ἔχων τοῦ θάλλειν, εὐτραφὴς, ἀκμάζων. H.Q.V. ἐπὶ μὲν τούτου ὠξυτόνησεν, ἐπὶ δὲ τοῦ ἐν Ἰλιάδι δηλοῦντος τὸ νῆστις ἐβαρυτόνησεν. οἱ δὲ τὰ δύο προπαρωξυτόνη‐ σαν. V.

23

.

196

κορμὸν δ’ ἐκ ῥίζης προταμὼν] ἀπὸ τῆς ῥίζης κορμὸν ποιή‐ σας. V.

23

.

197

στάθμην] τὴν τεκτονικὴν σπάρτον. V.

23

.

198

ἑρμῖν’] κλίνης ποδάριον. ἕρμα γάρ ἐστι τῆς κλίνης. H.Q.V. Ἑρμῆν ἀσκήσας, τέτρηνε δὲ π. τ.] Ἑρμῆς ὁ Διὸς καὶ Μαίας τῆς Ἄτλαντος, παῖς ἔτι ὢν ἐν ἀνθρώποις τέσσαρα μέγιστα εὕρετο, γράμ‐ ματα καὶ μουσικὴν καὶ παλαίστραν καὶ γεωμετρίαν. ὅθεν καὶ719 in vol. 2
5τοὺς Ἕλληνας τετράγωνον αὐτὸν ἀσκῆσαι, καὶ οὕτως ἐν τοῖς γυμνα‐ σίοις ἀναθεῖναι. τῷ δὲ ὀνειροπομπὸν εἶναι, καὶ τοὺς κοιμωμένους αὐτῷ εὔχεσθαι, καὶ αὐτὸν ἀναμένειν, εἵλοντο ἐν τοῖς θαλάμοις ἔχειν αὐτὸν φύλακα τοῦ ὕπνου, ἐπινοῆσαί τε καὶ ἀσκῆσαι τοὺς τῶν κλινῶν πόδας εἰς τὴν τοῦ θεοῦ πρόσοψιν, ὅπως ἀλεξήτορας ἔχοντες ἰδέας τὰ
10μὲν δείματα μὴ φοβοῖντο, προσδοκῷεν δὲ πλείστην ἐπαφροδισίαν διὰ τὼν ὀνειράτων. ἡ δὲ ἱστορία παρὰ Ἀπολλοδώρῳ τῷ Ἀθηναίῳ. V. τέτρηνα] ἐτόρνωσα. V.

23

.

199

ἐκ δὲ τοῦ ἀρχόμενος] τοῦ ποδός. V.

23

.

201

ἐκ δ’ ἐτάνυσσα ἱμάντα βοὸς] τὸν τόνον λέγει τῆς κλίνης ἐξ ἱμάντος εἶναι βοείου φοινικοῦ τῷ χρώματι. Q. ἶφι κταμένοιο] γρ. φοίνικι φαεινῷ. H.

23

.

209

σκύζε] ὀργίζου. V.

23

.

211

ἀγάσαντο] ἐφθόνησαν. Q.

23

.

218

οὐδέ κεν Ἀργείη Ἑλένη] ἀθετοῦνται οἱ ζʹ ὡς σκάζοντες κατὰ τὸν νοῦν. σώζοιντο δ’ ἂν, εἰ στίζοιμεν ἐπὶ “τῷ εἰ ᾔδη.” καὶ τὸ ὃ ἀντὶ τοῦ διό ὡς εἶναι, οὐδ’ ἂν ἡ Ἑλένη ἐμίγη παρὰ ἀλλοδαπῷ ἀνδρὶ, εἰ μὴ ἦν ἐξηπατημένη. διὸ αὐτὴν, ἐπεὶ παρελογίσθη, οἱ Ἕλληνες
5ἐπανήγαγον. οἱ δέ φασι τὸν Ἀλέξανδρον Μενελάῳ εἰκασθέντα γνώμῃ Ἀφροδίτης μιγῆναι τῇ Ἑλένῃ. V.
Ἀλέξανδρος ὁ Πριάμου παῖς ἀπὸ τῆς Ἀσίας κατάρας εἰς τὴν Λακεδαίμονα διενοεῖτο τὴν Ἑλένην ξενιζόμενος ἁρπάσαι. ἡ δὲ γεν‐ ναῖον ἦθος καὶ φίλανδρον ἔχουσα ἀπηγόρευε καὶ προτιμᾶν ἔλεγε τὸν720 in vol. 2
10μετὰ νόμου γάμον, καὶ τὸν Μενέλαον περὶ πλείονος ἡγεῖσθαι. γενο‐ μένου δὲ τοῦ Πάριδος ἀπράκτου, φασὶ τὴν Ἀφροδίτην ἐπιτεχνῆσαι τοιοῦτόν τι, ὥστε καὶ μεταβάλλειν τοῦ Ἀλεξάνδρου τὴν ἰδέαν εἰς τὸν τοῦ Μενελάου χαρακτῆρα, καὶ οὕτω τὴν Ἑλένην παραλογίσα‐ σθαι. δόξασαν γὰρ εἶναι ταῖς ἀληθείαις τὸν Μενέλαον μὴ ὀκνῆσαι
15ἅμα αὐτῷ ἕπεσθαι, φθάσασαν δὲ αὐτὴν ἄχρι τῆς νεὼς, ἐμβαλλόμε‐ νος ἀνήχθη. ἡ ἱστορία παρὰ Νικίᾳ τῷ πρώτῳ. V.

23

.

220

εἰ ᾔδη] ἐνταῦθα στικτέον, ἔπειτα ἀφ’ ἑτέρας ἀρχῆς προε‐ νεκτέον. V. εἰ ᾔδη] ὅτι πολλοὶ κακὰ κέρδεα βουλεύουσιν. Q. Ἡρωδιανὸς τὸν εἰ ἀντὶ τοῦ ἐπεί φησὶν εἶναι, καὶ συνάπτει ὅλον τὸν νοῦν οὕτως· εἰ μὴ ἠπατήθη ἡ Ἑλένη ὑπὸ τῆς Ἀφροδίτης, οὐκ
5ἂν ἄλλῳ ἠκολούθησεν ἀνδρί. καὶ πόθεν δῆλον ὅτι δι’ ἀπάτην ἠκολού‐ θησε καὶ οὐχ ἑκουσίως; ἐπειδὴ ᾔδη μάλιστα ὅτι οὐκ ἔχει καταφρο‐ νηθῆναι τοῖς Ἕλλησιν ἡ αὐτῆς ἁρπαγή. Q. Vind. 56. ὅ μιν αὖτις ἀρήϊοι ὗες Ἀχαιῶν] ὁ γὰρ λόγος, οὐκ ἂν ἡ Ἑλένη παρ’ ἀλλοφύλῳ ἀνδρὶ ἐμίγη, εἰ προεώρα τὸ μέλλον. διὸ καὶ ἐπανά‐
10ξειν ἔμελλον αὐτὴν οἱ Ἕλληνες, ὡς μηδὲν ἡμαρτηκυῖαν. ὅ μιν] διὸ αὐτήν. V.

23

.

223

τὴν δ’ ἄτην οὐ πρόσθεν] οὐ πρὸ τοῦ παθεῖν ἔγνω τὴν φρενο‐ βλάβειαν. V.

23

.

225

ἀριφραδέα] ἀντὶ τοῦ ἀριφραδέως. H.

23

.

235

κύματι πηγῷ] εὐπαγεῖ καὶ στερρῷ, ἢ μέλανι, ὡς τὸ “ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ” (Il. γ, 197.). H.

23

.

237

δέδρομεν] γρ. τέτροφεν. Vind. 5. 56. πέπηγεν· ὅθεν καὶ
ἡ τροφὴ καὶ ὁ πεπηγὼς τυρὸς τροφαλίς. H.721 in vol. 2

23

.

243

νύκτα μὲν ἐν πέρατι δολιχὴν] πρὸς τέλει αὐτὴν οὖσαν δολι‐ χὴν ἐπέσχεν, ὑπὲρ τοῦ εἰς πλέον ἀλλήλων ἀπολαῦσαι. Q. ἐν περάτῃ] ἤδη πρὸς τῷ πέρατι καὶ τῷ τέλει οὖσαν. δολιχὴν] οὐκ ἐν τῷ καθόλου, ἀλλὰ τότε ἐσομένην πρὸς ἀνάκτησιν τοῦ Ὀδυσ‐
5σέως. V.

23

.

244

ῥύσατ’] ἐκώλυσεν. Q.

23

.

246

ἔασιν] γρ. ἄγουσιν. Vind. 5.

23

.

248

οὐ γάρ πω πάντων] τοῦτο θέλει εἰπεῖν· μή μου τὴν ψυχὴν ταράξῃς, οὔπω γὰρ εἰς τέλος τῶν κακῶν ἦλθον, ἀλλ’ ἔτι μέλλω πο‐ νεῖν. ἀλλὰ τραπῶμεν εἰς κοίτην. Q.

23

.

251

μαντεύσατο] γρ. μυθήσατο. H.

23

.

260

καί τοι θεὸς ἔμβαλε θυμῷ] τὸ εἰπεῖν ὅτι ποιῆσαί σέ τι καὶ ἕτερον δεῖ. V.

23

.

264

τί γάρ] τί δήποτε. V.

23

.

268

εὐῆρες ἐρετμὸν] εὖ ἐρέσσειν δυνάμενον. H.

23

.

276

καὶ τότε δὴ γαίῃ] γρ. καὶ τότε μ’ ἐν γαίῃ. M.

23

.

281

ἐξ ἁλὸς] γρ. ἔξαλος, ἤγουν ἔξω τῆς θαλάσσης. Vind. 133.

23

.

296

ἀσπάσιοι λέκτροιο] ἀσπαστῶς καὶ ἐπιθυμητικῶς ὑπεμνή‐ σθησαν τοῦ πάλαι τῆς συνουσίας νόμου. Ἀριστοφάνης δὲ καὶ Ἀρί‐ σταρχος πέρας τῆς Ὀδυσσείας τοῦτο ποιοῦνται. M.V. Vind. 133. ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο] τοῦτο τέλος τῆς Ὀδυσ‐
5σείας φησὶν Ἀρίσταρχος καὶ Ἀριστοφάνης. H.M.Q.

23

.

309

καταλέξαι] καθέκαστον εἰπεῖν. V.722 in vol. 2

23

310-343

οὐ καλῶς ἠθέτησεν Ἀρίσταρχος τοὺς τρεῖς καὶ τριά‐ κοντα· ῥητορικὴν γὰρ πεποίηκεν ἀνακεφαλαίωσιν καὶ ἐπιτομὴν τῆς Ὀδυσσείας. Q.V.

23

.

316

ἤην] ἀντὶ τοῦ ἦ. MS. Barnes.

23

.

322

εὐρώεντα] ἤτοι πλατὺν, παρὰ τὸ εὖρος· ἢ σκοτεινόν. V. γρ. ἠερόεντα. Vind. 5.

23

.

328

ἀκήριοι ἄνδρες ἄλυξαν] χωρὶς κηρὸς, χωρὶς θανάτου. V. καὶ ἀκήριοι, ἀσθενεῖς. MS. Barnes.

23

.

330

ἔβαλεν] νῦν ἀντὶ τοῦ ἔκλασεν. V. ψολόεντι] ἀπὸ τοῦ ψῶ τὸ λεπτύνω. πᾶν γὰρ τὸ κατερχόμενον ἄνωθεν οὐ τοιοῦτον κατέρχεται μέχρι καὶ τέλους. H.Q. καυστικῷ. ψόλον γὰρ τὸ ἄσβολον ποιοῦν. V.

23

.

343

λυσιμελὴς] ὁ τὰ μέλη τοῦ σώματος παριείς· ἢ ἀμέ‐ ριμνος. V.

23

.

350

ὦ γύναι, ἤδη μὲν πολέων] ἡ σύνταξις οὕτως, ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθ’ ἀέθλων, νῦν δ’ ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθ’ εὐνὴν, σὺ μὲν ἐν τοῖς οἴκοις ἐπιμελείας ἀξίου τὰ κτήματα, ἐγὼ γὰρ αὐτὸς λαφυραγωγήσω τὰ θρέμματα ἅπερ οἱ μνηστῆρες
5κατέφαγον. H.Q.

23

.

353

πεδάασκον] ἐδέσμουν. Q. ἐνεπόδιζον. V.

23

.

357

ληΐσσομαι] κτήσομαι. V.

23

.

358

ἐπαύλους] νῦν τοὺς σταθμούς. H.

23

.

364

εἰς ὑπερῷ ἀναβᾶσα] καταλείπει τὴν γυναῖκα θαρρῶν τῷ πατρὶ αὐτῆς καὶ τοῖς ἀδελφοῖς. ἢ δῆθεν ὡς ἀγνοοῦσαν τῶν πε‐ πραγμένων τὸ ἀληθές· ἢ ἐμπιστεύων τῇ Ἀθηνᾷ. V.

23

.

365

προτιόσσεο] προσδέχου. Q.

23

.

372

ἐξῆγε] ἐξέβαλεν. V.723 in vol. 2

24

hyp

(t)

ΥΠΟΘΕΣΙΣ
1Ψυχοπομπίαν καὶ Ὀδυσσέως ἄφιξιν πρὸς Λαέρτην τὸν πατέρα εἰς τοὺς ἀγροὺς καὶ ἀναγνωρισμόν· ἐπιστρατείας τῶν Ἰθακησίων, καὶ συνθήκας Ἀθηνᾶς κελευσάσης. Q.
4tΑΛΛΩΣ
5Τὰς τῶν μνηστήρων ψυχὰς Ἑρμῆς εἰς Ἅιδου κατάγει καὶ κατα‐ σκευὴ περὶ τῆς δευτέρας νεκυομαντείας γίνεται. καὶ ἀναγνωρισμὸς Ὀδυσσέως γίνεται πρὸς τὸν ἑαυτοῦ πατέρα Λαέρτην. καὶ ταραχὴν τοῖς Ἰθακησίοις γεγενημένην ἐπὶ τῇ τῶν μνηστήρων ἀναιρέσει Ἀθηνᾶ κωλύει. P.V.

24

.

1

Ἑρμῆς δὲ ψυχὰς] Ἀρίσταρχος ἀθετεῖ τὴν Νεκυίαν κεφαλαίοις τοῖς συνεκτικωτάτοις τοῖσδε· ὅτι οὐκ ἔστι καθ’ Ὅμηρον ψυχοπομ‐ πὸς ὁ Ἑρμῆς. οὐδὲ τὸν Ἀπόλλωνα *** ἐπὶ τῆς πυκτικῆς, εἰ μὴ ἅπαξ. ἀλλ’ οὐδὲ χθόνιος ὁ θεός. οὐκ εὐθέως ὁ εἰς Ἅιδου κατελθὼν
5χθόνιος, ἐπεὶ καὶ Ἀθηνᾶ δι’ Ἡρακλέα, καὶ ὁ Ἅιδης Ὀλύμπιος. Κυλ‐
λήνιος δὲ οὐδαμοῦ εἴρηται ἢ ἅπαξ. οὐκ ἔξω λόγου, καὶ σῶκος καὶ ἤϊος Ἀπόλλων. ἀλλὰ πῶς αἱ ψυχαὶ οὐκ αὐτόμαται κατίασιν, ὡς ἐν Ἰλιάδι; οὐδὲν κωλύει καὶ παραπέμποντος αὐτάς τινος. ἀλλ’ αὗται καὶ ἄταφοι κατίασιν. ἴσως διά τι καθάρσιον, ἢ διὰ τὴν Ἑρμοῦ724 in vol. 2
10πρόνοιαν κηδομένου τοῦ Ὀδυσσέως διὰ τὴν συγγένειαν. ἀλλ’ οὐδὲ ἔοικεν εἰς Ἅιδου λευκὴν εἶναι πέτραν (11.). τὰ πρὸς τὴν ἡμέραν ἐστραμμένα αὐτῆς λευκαίνεται. ἄκαιρος δὲ καὶ ἡ Ἀχιλλέως καὶ Ἀγαμέμνονος ὁμιλία· καὶ Ἀγαμέμνων οὐκ ἀγείρει τὴν στρατείαν, ἀλλ’ ὁ Νέστωρ. εὐκαίρως ἀναπληροῖ τὰ ἀλλαχοῦ παραλειφθέντα.
15πῶς δὲ καὶ τὸ σῶμα διέμεινε τοῦ Ἀχιλλέως ἐπὶ τοσαύτας ἡμέρας (65.); διὰ τὴν Θέτιν, ὡς καὶ τὸ Πατρόκλου. ἀλλὰ καὶ τὸ ἀριθμεῖν τὰς Μούσας (60.) οὐχ Ὁμηρικόν. τί κωλύει ἅπαξ; ἄλογον δὲ καὶ ἐπὶ τῶν νεῶν ὄντων αὐτῶν λέγειν ὅτι δείσαντες τὰς Νηρηΐδα ἔφυ‐ γον ἐπὶ τὰς ναῦς. ἀπὸ τοῦ τῶν Μυρμιδόνων ναυστάθμου. πῶς δὲ
20καὶ ὁ Ἀμφιμέδων ἐπίσταται τὴν ἐν τοῖς ἀγροῖς ἐπιβουλήν (150.); ἐκ τῶν εἰκότων τεκμαίρεται. καὶ ἄλλως δὲ ἐκ τῆς κατὰ τὴν στιχο‐ ποιίαν δεινότητος τὸ ποίημα τὸν Ὅμηρον ὁμολογεῖ. καὶ Νεκυομαν‐ τείαν μὲν ἄν τις εἰκότως τὴν Λ εἶπεν, Νεκυίαν δὲ ταύτην. M.V. Κυλλήνιος] ὁ τιμώμενος ἐν Κυλλήνῃ· ἔστι δὲ ὄρος Ἀρκαδίας.
25Κυλλήνιος ὁ τῶν κυλάδων ἔχων τὰς ἡνίας. κυλάδες δὲ αἱ ὑπὸ τοὺς ὀφθαλμοὺς ἰθύτητες. ὁ Ἑρμῆς λέγεται καὶ πομπαῖος. H.Q. ὁ ἐν Κυλληνίῳ ὄρει τῆς Ἀρκαδίας ἀνατραφείς. ἢ ὁ ὕπνου δωρητικὸς, ὡς
τῶν κύλων ἔχων τὰς ἡνίας. κυλάδες γὰρ συνεσταλμένου τοῦ υ τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς μέρη, ἔνθεν τὸ ταῦτα οἰδεῖν οἱ Ἀττικοὶ κυλοιδιᾶν725 in vol. 2
30καλοῦσιν. V.

24

.

2

ἔχε δὲ ῥάβδον] παρὰ τὸ ῥᾷον βαδίζειν δι’ αὐτῆς. Q.

24

.

3

τῇ τ’ ἀνδρῶν] ἤγουν τῶν μαινομένων, τῶν αὐθάδων. ὁ τε ἀντὶ τοῦ γάρ. H.

24

.

5

συνέχονται γὰρ ἀλλήλαις καὶ συνήρτηνται. ἐξ οὗ δηλοῖ Κυλ‐ λήνιος ὁ κατ’ ἀντίφρασιν τὰ δυσόρατα. H.

24

.

7

ἀποπέσῃσιν ὁρμαθοῦ] ἐπειδὰν μία αὐτῶν τῆς συνεδρίας ἐκπέσῃ. ὁρμαθὸς δὲ τὸ ἐξ εἱρμοῦ ἄθροισμα. Q.

24

.

8

ὁρμαθοῦ ἐκ πέτρης] τῆς ἐπαλλήλου πετρώδους ἐπισυνθέσεως. ἢ ἀλλήλαις συνημμέναι παρὰ τὸ εἴρειν. ἐπιφέρει γὰρ “ἀνά τ’ ἀλλή‐ λῃσιν ἔχονται.” V.

24

.

10

ἀκάκητα] ἔνιοι μὲν ἀμέτοχος κακῶν. ἔστι γὰρ ὁ θεὸς δοτὴρ ἀγαθῶν. ἔνιοι ἀπὸ Ἀκακησίου ὄρους ἐν Ἀρκαδίᾳ. δοκεῖ γὰρ ὁ θεὸς Ἀρκὰς εἶναι. V. προπαροξυτόνως δὲ τὸ ἀκάκητα ἀπὸ αἰτιατικῆς εἰς εὐθεῖαν μεταπεσὸν ἀπὸ τοῦ ἀκάκης κλιθεὶς, ὁ ἀκάκητος, ὥσπερ Ζεὺς
5μητίετα. H.

24

.

11

Λευκάδα πέτρην] πρὸς τοῖς καταχθονίοις μέρεσι. V. οἱ γὰρ νεκροὶ ἐκλείψαντος τοῦ αἵματος λευκοειδεῖς ὁρῶνται. H.

24

.

12

δῆμον ὀνείρων] τὴν νύκτα· ἐν ταύτῃ γὰρ οἱ ὄνειροι. Q.V.

24

.

13

κατ’ ἀσφοδελὸν λειμῶνα] ἐν λειμῶνί τέ φησι τὰς ψυχὰς οἰ‐ κεῖν, ἐπεὶ καὶ ἐκ μελιᾶν. οὐ μέντοι τὸν Ἀχέροντα διαβαίνουσιν· ἄταφοι γὰρ τέως εἰσίν. Q. ἀσφοδελὸν εἶδος βοτάνης, ἐξ οὗ ἐάν τις φάγοι, οὐκέτι διψᾷ οὐδὲ πεινᾷ. δηλοῖ δὲ διὰ τούτου ὅτι οἱ ἐν τῷ
5Ἅιδῃ οὐδὲ ἐσθίουσιν οὐδὲ πίνουσιν. Q. ἄκαρπον φυτὸν ὁ ἀσφόδελος. νῦν τὸν τόπον λέγει τὸν ἀσφοδελώδη. V.

24

.

14

καμόντων] γρ. θανόντων. Vind. 5.

24

.

28

πρῶτα] πρὸ τοῦ γήρως, πρὸ τοῦ δέοντος· οὕτως Ἀττικοί. H. πρὸ τοῦ δέοντος καιροῦ. πόθεν δὲ ᾔδει ὁ Ἀχιλλεύς; εἰκὸς παρ’ ἄλλου πεπύσθαι αὐτόν. οὐ γάρ τι ἐν Ἅιδου ἔστι διασκοπεῖν, ἀλλ’ ὅτι αὐτή ἐστιν ἡ ὑπόθεσις. V.726 in vol. 2

24

.

29

ὅς κε ἴδηται] γράφεται, ὅς κε γένηται, ἤτοι γενηθῇ. Q.

24

.

30

ὡς ὄφελες] τότε θανεῖν ὅταν ὁ πόλεμος. καὶ οὕτως ἂν ἐπέτυ‐ χες καὶ τῆς τιμῆς ἧσπερ ἐβασίλευες. Q.

24

.

39

σὺ δὲ στροφάλιγγι κονίης] παρόσον ὁ ἄνεμος ἀνακινῶν τὸν κονιορτὸν ποιεῖ τοιαῦτα. Q.

24

.

42

λαίλαπι] ἀνέμῳ, βροντῇ. Q.

24

.

48

ἀγγελίης] νῦν τοῦ θρήνου. V.

24

.

50

ἔβαν κοίλας ἐπὶ νῆας] ἀπὸ τοῦ ναυστάθμου τῶν Μυρμιδόνων ἐφοίτων ἐπὶ τὰς ἰδίας ναῦς. Q.

24

.

62

τοῖον γὰρ ὑπώρορε] λείπει τὸ πένθος. Q.

24

.

65

πολλὰ δ’ ἐπ’ αὐτῷ] γρ. πολλὰ δέ ς’ ἀμφίς. Vind. 5. et 56.

24

.

67

ἔν τ’ ἐσθῆτι θεῶν] τῇ δεδομένῃ ὑπὸ Νηρηΐδων. Q.

24

.

74

Διωνύσοιο δὲ δῶρον] ἥντινα δέδωκεν αὐτῇ ὁ Διόνυσος, ὅτε παρὰ τοῦ Λυκούργου διωκόμενος κατέφυγεν εἰς αὐτήν. τοῦτο δὲ εὑρή‐ σεις ἐν τῇ Ἰλιάδι (ζ, 130.) πλατύτερον. H.Q.

24

.

75

περικλυτοῦ] γρ. περίκλυτον. H.

24

.

85

ἔνιοι μὲν ὅτι ᾔτησε τοὺς θεοὺς περικαλλέα ἔπαθλα. τινὲς δὲ ὑποστίζουσιν εἰς τὸ θεούς. H.

24

.

89

ζώννυνταί τε νέοι] εὐτρεπίζονται πρὸς τὰ ἆθλα. ἀπὸ δὲ μέρους τὸ ζώννυνται· ἡνίοχοι γὰρ καὶ τοξόται καὶ ἀκοντισταὶ καὶ δισκοβόλοι ζώννυνται, γυμνοὶ δὲ δρομεῖς καὶ παλαισταί. Q. ζώννυνται] ἐν περιζώμασιν ἀγωνίζονται. V.

24

.

90

θηήσαο] θαυμάσειας. M.

24

.

112

περιταμνομένους] περιελαύνοντας. V.

24

.

119

σπουδῇ] μόλις. ἤθελε δὲ κρύπτειν ἑαυτὸν ὁ Ὀδυσσεὺς, μὴ
βουλόμενος στρατεύεσθαι, οὐ διὰ δειλίαν, ἀλλ’ ὡς συνετὸς ἀνὴρ ὁρῶν ὁρῶν τὸ μέγεθος τοῦ πολέμου. ὅθεν εἰκὸς τὸν Ἀγαμέμνονα παρὰ τῷ Ἀμφιμέδοντι μένειν, καὶ οὐ παρὰ τῷ Ὀδυσσεῖ. V.727 in vol. 2

24

.

123

καταλέξω] γρ. ἀγορεύσω. H.

24

.

124

τέλος] γρ. μόρον. M.

24

.

133

μεταμώλια] μάταια. ἐκ τοῦ μὴ ὀνεῖν, κράσει τοῦ η καὶ ο εἰς ω μέγα. H.Q.

24

.

158

σκηπτόμενον] τῇ ῥάβδῳ ἐπερειδόμενον. Q.

24

.

161

ἐνίσσομεν] ἐπεπλήσσομεν. V.

24

.

162

τέως μὲν] μέχρι μέν τινος ὑπέμενεν. H.

24

.

180

βέλεμνα] βέλη. V.

24

.

187

σώματ’ ἀκηδέα κεῖται] καὶ πῶς μίγνυνται τοῖς νεκροῖς τὰ Πατρόκλου λέγοντος ἐν Ἰλιάδι (ψ, 73.) “οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν.” ἔστιν οὖν ταῦτα μὲν ἀληθῆ, ἐκεῖνα δὲ ψευδῆ Ἀχιλ‐ λέως οὕτω φαντασθέντος. H.

24

.

191

ἡ πρός ἀντὶ τῆς μετά. μετὰ δὲ τοῦτο ψυχὴ προσεφώνησεν Ἀτρείδαο. H.

24

.

192

ὄλβιε Λαέρταο πάϊ] ἀπρεπές φασι παρέντα τὸ συμπαθεῖν τῷ Ἀμφιμέδοντι ἐπαινεῖν τὸν Ὀδυσσέα. οὐκ ἀπεοικὸς δὲ διὰ τὸ καὶ τὸν αὐτὸν ὑπὸ τῆς συνοικούσης τὰ κάκιστα πεπονθέναι. V.

24

.

197

ἀοιδήν] ἀντὶ τοῦ φήμην. V.

24

.

199

οὐχ ὡς Τυνδαρέου κούρη] οὐχ ὡς ἡ Κλυταιμνήστρα. H.728 in vol. 2

24

.

203

κεύθεσι γαίης] κρυπτοῖς τόποις. λέγει δὲ τοῖς ὑπὸ γῆν. V.

24

.

205

οἱ δ’ ἐπεὶ ἐκ πόλιος κατέβαν] ὑποστικτέον μετὰ τοῦτο, ἐπεί τοι ψιλὸς λόφος ἐστί. V.

24

.

207

κτεάτισσεν] ἔκτισεν. V. μάλα πόλλ’ ἐμόγησεν] ἐκακοπάθησεν οἰκοδομήσας, φυτεύσας, σκά‐ ψας. H.Q.

24

.

208

κλίσιον] περίφραγμα. Q. ἅπαξ εἴρηται. σημαίνει δὲ ἐξέ‐ δραν τινὰ σιγματοειδῆ, ἐν ᾗ ἔκειντο οἱ κλισμοί. ἢ κρηπίδωμα, ἐφ’ οὗ ἐκαθέζοντο ἢ ἐκοιμῶντο. V. κλίσιον] ἄλλο τὸ παρὰ Ἀττικοῖς κλίσιον. κἀκεῖνο μὲν γὰρ ἁμαξῶν
5καὶ ζευγῶν δεκτικὸν, ὃ νῦν Ῥωμαῖοι παρὰ τὴν στάσιν σταῦλόν φασιν. τοῦτο δὲ παρὰ τὸ κλείειν, ὅ ἐστι περιέχειν, ἐν μέσῳ τοὺς οἴκους. φησὶ γὰρ “ἔνθα οἱ οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντη.” ὅμοιον γάρ ἐστι τὸ ἐν τῇ Α (425.) “ὅθι θάλαμος περικαλλέος αὐλῆς ὑψηλὸς δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ·” ὅ ἐστι τῷ μέσῳ, διὰ τὸ πανταχόθεν σκο‐
10πεῖσθαι τῆς αὐλῆς. Vind. 56.

24

.

210

δμῶες ἀναγκαῖοι] οἱ ἀργυρώνητοι· οὗτοι γὰρ ἀνάγκῃ δουλεύ‐ ουσιν. Q. ἀναγκαῖοι] χρειώδεις. Q.V.

24

.

218

ἀμφὶς] χωρίς. Q.

24

.

221

πολυκάρπου] συμφύτου τόπου, πολυδένδρου. H. ἤτοι κυ‐ ρίως, ἢ ποικίλους καρποὺς ἐχούσης. V.

24

.

224

αἱμασιὰς λέξοντες] οἰκοδομήσοντες. Q. τὰ ἐκ τῶν λεπτῶν λίθων τειχία οἰκοδομήσοντες. V.

24

.

227

λιστρεύοντα] περιξύοντα καὶ περισκάπτοντα. Q.V. εἰς ἀρδείαν, καὶ ὁμαλίζοντα. V. τὸ ἑξῆς, ῥυπόωντα ἕστο χιτῶνα πένθος ἀέξων. Q.

24

.

229

γραπτῦς] τὰς καταξύσεις τῶν ἀκανθωδῶν φυτῶν. Q. τὰς τῶν ἀκανθωδῶν φυτῶν καταξύσεις καὶ ἀμυχὰς εἴς τε τοὺς πόδας καὶ
τὰς χεῖρας. H.V.729 in vol. 2

24

.

230

χειρῖδάς τ’] χειρόρτια, ἢ μικρὰς καινίδας. H.

24

.

231

αἰγείην κυνέην] καταχρηστικῶς, ὡς καὶ τὴν χαλκῆν κυ‐ νέην. V.

24

.

234

βλωθρὴν] τὴν μεγάλην, ἀπὸ τοῦ ἄνω μολίσκειν. V.

24

.

236

κύσσαι] περιπλακῆναι, φιλῆσαι. V.

24

.

240

κερτομίοις ἐπέεσσιν] ἀπατητικοῖς, δολίοις, ἵνα μὴ τῇ αἰφνι‐ δίῳ χαρᾷ ἀποψύξει ὁ γέρων, ὥσπερ καὶ ὁ κύων ἀπώλετο. Q.

24

.

242

κατ’ ἔχων κεφαλὴν] κάτω ἔχων, νενευκώς. δύναται δὲ καὶ ὑφ’ ἓν, κατέχων. V.

24

.

244

ἀδαημονίης ἔχει] γρ. ἀδαημοσύνης. H. ἀνεπιστημοσύνης. Gl. H.

24

.

254

ἔοικε τῷ κατὰ σὲ γεγηρακότι εὑδέμεναι μαλακῶς, ὅτε λού‐ σαιτο καὶ φάγοι. H.

24

.

260

οὗτος ἀνὴρ] δεικτικῶς, ὁ σχεδὸν ὑπ’ ὄψιν φαινόμενος. Q.

24

.

270

λέγεται Κέφαλος ὁ Δηϊονέως ἐξ Ἄρκτου γυναικὸς τεκεῖν τὸν Ἀρκείσιον. H.

24

.

275

ἀνθεμόεντα] λαμπρὸν καὶ καινόν. μεταφορικῶς ἀπὸ τῶν ἀν‐ θέων. Q. ἀνθοῦντα. V.

24

.

276

χιτῶνας] γρ. τάπητας. Vind. 56.

24

.

279

εἰδαλίμας] εὐειδεῖς ἢ ἐπιστήμονας. V.

24

.

283

τὸ ταῦτα ἀναφορικῶς, ἃ προεῖπες δῶρα. H.

24

.

286

ὑπάρξῃ] προκατάρξει, τοῦτο γὰρ δίκαιον, τὸ ἀντιτιμηθῆναι τὸν κατάρξαντα. H. προκατάρξηται. V.

24

.

294

πολύδωρος Πηνελόπεια] ἡ πολλοῖς δώροις εἰς γάμον ἐλθοῦ‐ σα. Q. ἡ πολλοῖς δώροις γαμηθεῖσα. V.

24

.

301

ἐπ’ ἀλλοτρίας νηὸς πλεύσας. H.

24

.

304

εἰμὶ γὰρ ἐξ Ἀλύβαντος] Ἀλύβας πόλις Θετταλίας ἡ νῦν Μεταπόντιον καλουμένη. Ἀλύβην δὲ αὐτὴν ἐν τῷ καταλόγῳ φησί.
H.Q. Ἀλύβας πόλις Ἰταλίας τὸ Μεταπόντιον, ἢ μᾶλλον Μετα‐ πόντιον, ἥντινα ἐν τῷ καταλόγῳ Ἀλύβην ἔφη “αὐτὰρ Ἁλιζώνων Ὁδίος730 in vol. 2
5καὶ Ἐπίστροφος ἦρχον τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γε‐ νέθλη” (Il. β, 857.). V.

24

.

307

Σικανίης] Σικελίας. ᾤκησαν γὰρ αὐτὴν Ἴβηρες ἐλθόντες ἀπὸ Σικανοῦ ποταμοῦ. V.

24

.

312

δεξιὰ] ἀγαθὰ σημεῖα ἦσαν ἐκείνῳ ἐξερχομένῳ. H.

24

.

319

δριμὺ μένος προὔτυψε] ἤτοι ὅτι πρᾶγμα ἐτόλμησεν ἐξειπεῖν, ἢ ὅτι ἔμελλε δακρύειν, προεπεμπίπτει ταῖς ῥισὶ δριμύτης τις. V. δριμεῖα ἀναφορά. H. προὔτυψε] προενέπεσεν. V.

24

.

340

ὄγχνη καὶ τὸ δένδρον καὶ ὁ καρπὸς ὁμωνύμως. ὄρχος δὲ ἡ ἐπίστιχος φυτεία. H.

24

.

341

ὄρχους] στίχους ἀμπέλων. Q.

24

.

342

διατρύγιος] διηνεκῶς τρυγώμενος, οὗ οἱ καρποὶ ἐν διαφόροις ὥραις πεπαίνονται. H.

24

.

344

ἐπιβρίσειαν ὕπερθεν] ἐπιβαρήσειαν τοὺς καρπούς. Q.

24

.

358

ἵν’ ὀρχάτου] γρ. ὃς ὀρχάτου. H.

24

.

377

Νήρικον] τὴν νῦν Λευκάδα καλουμένην. H.Q.

24

.

395

μέλλοντες φαγεῖν ὑμᾶς περιεμένομεν. H.

24

.

402

οὖλε] ὑγίαινε· παρὰ τὸ ὅλην. τῶν ἅπαξ εἰρημένων. H.

24

.

410

δεικανόωντ’] προσεκύνουν. Q. δεικανόωντα] προσαυδῶντα, προσασπάζοντα καὶ φιλανθρωπεύοντα. MS. Barnes.

24

.

413

ὄσσα] θεία κληδών. οἱ δὲ νεώτεροι ἀντὶ τῆς φωνῆς. H.Q. φήμη. MS. Barnes.

24

.

416

μυχμῷ τε] τῷ διὰ μυκτήρων ἄσθματι. H.

24

.

419

ἁλιεῦσι] ἁλιεῖς καλεῖν εἰώθασιν ὁτὲ μὲν τοὺς ἰχθυοβόλους, οὓς καὶ “ἁλιῆες κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης δικτύῳ ἐξείρυσσαν” (Od. χ, 384.), ὁτὲ δὲ τοὺς πλοϊζομένους “ἐς δ’ ἐρέτας ἁλιῆας ἀγείρωμεν” (Od. π, 349.). νῦν δ’ ἑκάτερον ἐγχωρεῖ. H.Q.

24

.

425

τοῦ] λείπει ἡ ὑπέρ ἢ περί. H.

24

.

429

Κεφαλλήνων ὄχ’ ἀρίστους] γρ. Κεφαλλήνων ἐνὶ δήμῳ. Vind. 5. et 56.

24

.

432

ἢ] ὁ η ἀντὶ τοῦ ἐπεί. H.731 in vol. 2

24

.

436

φθιμένοισι] γρ. προτέροισι. M.

24

.

450

ᾕρει] γρ. εἷλε. M.

24

.

452

δηλονότι φρόνιμος ἦν. H.

24

.

462

ἐπίσπαστον] καταχρηστικῶς σημαίνει τὸ ἑκούσιον, ὅ ἐστιν ὃ ἑαυτῷ τις ἐπισπᾶται. MS. Barnes.

24

.

464

τοὶ δ’] οὗτοι δὲ, ἀντὶ τοῦ οἱ λοιποί. H.

24

.

467

νώροπα] ἔγκειται καὶ τὸ μὴ ὁρᾶν καὶ τὸ ὦπες. σημαίνει οὖν στιλπνότητα καὶ λαμπρότητα δυσόρατον. H.

24

.

475

ἢ προτέρω] εἰς τοὔμπροσθεν τοῦ χρόνου, ὡς ἄν τις εἴποι ἐπὶ πλέον. Q.

24

.

496

δύοντο] γρ. ἔδυνον. Vind. 56.

24

.

499

ἀναγκαῖοι] ὑπ’ ἀνάγκης, χρειώδεις. οἱ μετὰ ἀνάγκης πολε‐ μοῦντες. H.

24

.

506

τόδε γ’ εἴσεαι] δείξεις, γνωστὸν ποιήσεις. Q. Vind. 56.

24

.

509

κεκάσμεθα] παρευδοκιμοῦμεν. Q.

24

.

523

κόρυθος διὰ χαλκοπαρῄου] χαλκῷ τὰς παρειὰς ἡρμοσμένης. Q.V.

24

.

528

ἀνόστους] ἐπανόδου μὴ τυγχάνοντα. V. Vind. 56.

24

.

539

ψολόεντα] καυστικὸν, ἀσβόλην ποιοῦντα. ψόλον γὰρ τὴν
ἀσβόλην λέγει. τοιοῦτον δὲ ἀφίησιν ὁ Ζεὺς πῦρ ἐκ τοῦ οὐρανοῦ. V.732 in vol. 2