TLG 5026 004 :: SCHOLIA IN HOMERUM :: Scholia in Iliadem (scholia recentiora Theodori Meliteniotis) (e cod. Genevensi gr. 44)

SCHOLIA IN HOMERUM Schol.
(Varia)

Cf. et Joannes GALENUS Gramm. (3039 002)

Scholia in Iliadem (scholia recentiora Theodori Meliteniotis) (e cod. Genevensi gr. 44)

Source: Nicole, J. (ed.), Les scolies genevoises de l’Iliade, vol. 2. Geneva: Georg, 1891 (repr. Hildesheim: Olms, 1966): 3–214.

Citation: Book of Iliad — verse — (line of scholion)

1

ante 1-2

ἄειδε] κατὰ ποιητικὴν ἄδειαν ἢ συνήθειαν—Κρονίωνος Διός. ἄειδε] κανόνισον· ἔστι ῥῆμα εἴδω τὸ γινώσκω, καὶ μετὰ τοῦ ἐπιτατι‐ κοῦ α ἀείδω, τὸ πάνυ γινώσκω. γράφεται δὲ διὰ διφθόγγου, ὅτι ἀντι‐
5παράκειται αὐτῷ τὸ ἀοιδή· ὁ παρατατικὸς ἄειδον ἄειδες ἄειδε. ἐξ αὐ‐ τοῦ δὲ γέγονε καὶ τὸ ᾄδω, κατὰ κρᾶσιν τοῦ α καὶ ε εἰς α μακρὸν, καὶ μένει τὸ ι προσγεγραμμένον. Jusqu’ à πάνυ γινώσκω [θεὰ] ὁ ποιητὴς προσωποποιεῖται τὴν Μοῦσαν. [θεὰ] λέγει τὴν Καλλιόπην.
10[Πηληιάδεω] 〈παρὰ τὸ Πηλεύς, τοῦτο δὲ〉 παρὰ τὸ πηλός· 〈θνητὸς γὰρ ὢν〉 ἀθανάτῳ Θέτιδι συνεμίγη. Ἀχιλῆος] οὕτως ἀναγνωστέον διὰ τοῦ ἑνὸς λ—μετέσχε γάλακτος.

1

1-2bis

οὕτω· θεὰ οὐλομένην 〈μῆνιν Πηληια〉δέω Ἀχιλῆος ἄ〈ειδε·
τῶν γὰρ〉 κλήσεων ἄρχεσθ〈αι εἴωθε τὸ〉 ῥῆμα.3

1

.

2

[οὐλομένην, ἣ] 〈πρὸ τοῦ «ἥ» διαστολή· πρὸ γὰρ τῶν〉 ἀναφορικῶν μορίων τίθεμεν διαστολάς, ἀναφορικὸν 〈δὲ〉 τὸ ἥ. μυρία] τινὲς θρηνητικὰ, παρὰ τὸ μυρι〈ᾶσθαι, καὶ ἐπίθετον αὐτὸ〉 τῶν ἀλγέων ἤκουσαν, 〈ἐφ’ οἷς μυρι〉ᾶσθαι καὶ τὸ κλαῦ〈σαι. οὐδὲν δὲ
5ἄτοπον〉 εἰ παρὰ Μουσῶν ταῦ〈τα ἐρωτᾷ· φρόνη〉σις μὲν γάρ ἐστιν 〈ἡ πάντων εἴδησις,〉 προαίρεσις δὲ ἀκ〈ριβὴς ἡ τῶν ἀμεινόνων〉 πράξεων αἵρε〈σισ〉.

1

2bis

** [ἄλγε’ ἔθηκε] τοῦτο μὲν φαίνεται ῥηθῆναι διὰ τοὺς τραυματισ‐ θέντας μὲν, μὴ θανόντας δέ, τὸ δὲ «προΐαψεν», διὰ τοὺς τεθνεῶτας.

1

2ter

ποσόν, πολλάς· ποιόν, ἰφθίμους, οὐσίαν, ψυχάς· τόπον, Ἄϊδι· χρό‐ νον, προΐαψεν.

1

.

3

πολλὰς δ’ ἰφθίμους] 〈τῶν Τρώων〉 καὶ τῶν Ἑλλήνων.

1

.

4

[κύνεσσιν] Αἰολὶς ἡ διάλεκτος.

1

.

5

[οἰωνοῖσι] λέγει γυψὶ καὶ κόραξι. οἰωνοῖσί τε] Ἰωνικῶς· 〈οἱ γάρ〉 Ἴωνες προστιθέασι 〈τὸ ι ταῖς πλη‐ θυντικαῖς δοτικαῖσ〉 τῶν ἰσοσυλλάβων· 〈οἰωνοῖσι, ἀδε〉λφοῖσι. οἰωνοῖσί τε πᾶσι] 〈οἱ γὰρ γῦπες ἀν〉τερείδοντες τοῖς π〈οσὶ βίᾳ τὸ πᾶν
5ἕλ〉κουσι σῶμα· εἰ δὲ καὶ μὴ πάντες ἤσθιον, ἀλλ’ οὖν π〈ᾶσι προὔκειντο ἀνέδ〉ην καὶ τὰ μὴ ἐσθιόμενα. βουλή] ἤγουν 〈ἡ εἱμαρμένη〉 ἐτελειοῦτο. [βουλή] ἡ Θέτις ἐπικρατεστάτη τῶν Ἑλλήνων.

1

.

6

...... διέστησαν ...... ὁ Ἀχιλλεὺς καὶ ...... διαστίζουσιν ἢ (?) καὶ (?) ἄν ...... οἱ δύο στίχοι ἀναφ...... καὶ ἐκ τούτου ἀντιλέγουσιν ...... μετ’ Ἀχιλλέως γενέσθαι ... ... Ἀγαμέμνονος ...... τὸν στίχον καὶ τὸν ἑξῆς οἱ μὲν ......4
5τῷ προκειμένῳ ......νόμενον ᾖ ...... [διαστήτην] διὰ τὴν στήτην, διὰ τὴν γυναῖκα.

1

.

7

[Ἀτρείδης] πατρωνυμικόν· ἀντονομασία 〈ὁ τρόπος ἀντὶ τοῦ〉 Ἀγα‐ μέμνων. δῖος] ἔξοχος· 〈δῖος δέ ἐστι〉 καὶ Ἀχιλλεὺς 〈πάντων χάριν, καὶ Ὀδυσ‐ σεὺσ〉 φρονήσεως, Ἀλέ〈ξανδρος δὲ καὶ Κλυται〉μνήστρα κάλ〈λους,
5Εὔμαιος εὐνοίας, θάλασσα δὲ καὶ〉 Χάρυβδις μεγέθους. τὸν δὲ Ἀχιλ‐ λέα καὶ διογενῆ δίχα τοῦ κυρίου· «αὐτὰρ ὁ διογενής». (Il. XXI. 17). [δῖος] 〈δῖοι〉 οἱ ἔχοντες τὸ γένος ἀπὸ τοῦ Διός.

1

7bis

τρεῖς ἀρεταὶ διηγήσεως· σαφήνεια συντομία πιθανότης.

1

.

8

τίς τ’ ἄρ σφωε] 〈οἱ περὶ τὸν Σιδώνιον τῇ «σφῶϊ» ἀρέσκονται, οὐ καλῶς· ἡ γὰρ «σφῶϊ»〉 δηλοῖ δύο πτώσεις, τὸ ὑμεῖς καὶ τὸ ὑμᾶς. ἄλλως· τίς τ’ ἄρ σφωε] ἐν δὲ τῇ εἰσβολῇ τὸν λόγον ἀναρ〈τήσας φιλο‐ τέχνως διηγ〉εῖται τὴν μῆνιν· τοιοῦτος δέ ἐστι, κεφαλαιωδέστερον ἐκ‐
5διδοὺς τὰς περιοχὰς, καὶ ἐξ ἀναστρ〈οφῆς κατὰ μέρος διηγού〉μενος.

1

.

9

[Λητοῦς καὶ Διὸς υἱὸς] εἴδη προσωποποιΐας εἰσὶ γʹ· προσωποποιΐα ἠθοποιΐα καὶ εἰδωλοποιΐα. καὶ προσωποποιΐα μέν ἐστιν ὅταν παριστᾷς πρόσωπόν τινος μὴ λαλοῦν, καὶ ποιῇς αὐτὸ ὅτι λαλεῖ, ὡς τὸ «Λητοῦς καὶ Διὸς υἱός»· ἠθοποιΐα δὲ ὅταν παρεισάγῃς ἦθός τινος γεωργοῦ .....
5εἰδωλοποιΐα δὲ ὅταν παριστᾷς πρόσωπον τινὸς νεκροῦ, καὶ ποιῇς αὐτὸ ὅτι λαλεῖ, ὡς τὸ «Ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας λιπών.»
(Eur. Hec. 1. 2.)5

1

9bis

[ὁ γὰρ βασιλῆϊ χολωθεὶς] διαπορεῖται ποίῳ βασιλεῖ, τῷ Ἀχιλλεῖ ἢ τῷ Ἀγαμέμνονι, ὃ κρεῖττον.

1

.

10

[νοῦσον] Ἰωνικῶς. [ὀλέκοντο] Ἰωνικῶς.

1

.

11

[τὸν Χρύσην ἠτίμησεν ἀρητῆρα] ὑπερβατὸν, ἵν’ ᾖ· τὸν ἀρητῆρα Χρύσην· τὰ γὰρ ἐπιθετικώτερον συντασσόμενα κυρίοις ἢ προσηγορι‐ κοῖς τὰ ἄρθρα δέχονται, εἰ μὴ 〈τὰ ῥήματα διαφόρων γν〉ώσεων κατη‐ γοροίη· τότε γὰρ ἀδιάφορον τὸ ἄρθρον. —κατὰ συλλογισ‐
5μὸν 〈δὲ ἡ διήγησις· εἰ γὰρ θεοφι〉λεῖ τις ἀνδρὶ προσκρούων— οὕτω κολάζεται, τί οὖν πείσεται 〈ἰδιώτης;〉. [ἀρητῆρα] ἀρητὴρ δὲ παρὰ τὸ αἴρειν τὰς χεῖρας εἰς εὐχήν, ἢ παρὰ τὸ ἀρέσκειν.

1

.

12

θοὰς] ταχείας, σημαίνει δὲ 〈καὶ〉 ὀξείας, ὡς ἐν ἐκείνοις· «ἔνθεν δ’ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν». (Od. XV. 299.)

1

.

13

[λυσόμενος—ἄποινα] τὸ σχῆμα πρωθύστερον, θύγα‐ τρα δὲ συγκοπή. [ἀπερείσια] ἐκ τοῦ πέρας πέρατος γίνεται ἄπειρος καὶ ἀπειρέσιος.

1

13bis

[λυσόμενός τε θύγατρα] ἰστέον ὡς 〈εἰσ〉 Θήβας 〈ἥκουσα ἡ Χρυ‐ σηῒς πρὸς Ἰ〉φιόνην, τὴν Ἠετίω〈νος μὲν ἀδελφὴν, Ἄκτοροσ〉 δὲ θυγα‐ τέρα, θύουσαν 〈Ἀρτέμιδι, ἥλω ὑπὸ Ἀχιλλέωσ〉.

1

13ter

[ἄποινα] ἄφοινά τινα ὄντα, τὰ ἕνεκεν φόνου διδόμενα.

1

13-14

[φέρων τ’ ἀπερείσι’ ἄποινα, στέμματ’ ἔχων ἐν χερσὶν] 〈εἰ μὲν εἶεν θεο〉σεβεῖς, τὸ στέμμα, εἰ δὲ 〈φιλοχρήμα〉τοι, τὰ ἄποινα, εἰ δὲ οἰ‐ 〈κτίρμονες, τὸ〉 γῆρας αἰδεσθήσονται. [ἄποινα] τὰ δῶρα τοῦ Χρύσου· χρυσὸς ἐσθὴς καὶ χαλκός.

1

13quat

[ἄποινα] ἄποινα γίνεται ἐκ τοῦ ποινή, τοῦτο ἐκ τοῦ φόνος, τοῦτο ἐκ τοῦ φένω, τὸ ἀναιρῶ, τοῦτο ἐκ τοῦ ἔνω, τὸ φονεύω, ἐξ οὗ καὶ Ἐνυ‐ άλιος καὶ Ἐνύω, ἡ πολεμικὴ θεός, τοῦτο δὲ παρὰ τὸ ἔω τὸ πληρῶ· πλεονάζει γὰρ τὸ ν πολλάκις ἐν τοῖς στερητικοῖς, οἷον ἀνάξιος, ἀναίσ‐6
5χυντος, ἀναλκής ......

1

13-14bis

** τρεῖς ἐνταῦθα αἰτίας ἐξηρτημένας ἀλλήλων τίθησιν.

1

.

14

** [στέμματ’ ἔχων] ὡς ἐλαφρὸν 〈ὂν〉 εἶπεν «ἔχων», διότι δαφνινὸν ἦν.

1

14bis

[στέμματ’ ἔχων] πληθυντικῶς.

1

.

15

[χρυσέῳ] 〈ὁ στίχος ἔχει〉 τὴν καλουμένην περὶ τὸ μέτρον συνίζησιν.

1

15bis

[χρυσέῳ ἀνὰ σκήπτρῳ] περὶ τῇ κεχρυσωμένῃ τε καὶ βασιλικῇ ῥάβδῳ.

1

15ter

** [ἀνὰ] ἡ ἀνά τὴν ἄνω σχέσιν δηλοῖ παρά τισιν, ἵνα νοῆται τὸ στέμμα ἐξαρτᾶσθαι τοῦ σκήπτρου.

1

.

16

[Ἀτρείδα] Ἀγαμέμνονα καὶ Μενέλαον.

1

.

18

[δοῖεν] 〈ἡ〉 ἀνάγκη ποιεῖ αὐτὸν 〈καὶ τοὺς οἰκείους ἐπ〉αρᾶσθαι, καὶ εἰκότως· 〈οὐ βουλόμενοι〉 γὰρ κολάζειν Ἀλέξανδρον 〈οἱ Τρῶες, τ〉οῖς ἔγγιστα κακῶν πρόξε〈νοι γίνον〉ται. [δώματα] παρὰ τὸ δομῶ δομήσω δό〈μημα καὶ〉 κατ’ ἀπο〉κοπὴν δῶ‐
5μα· τὸ δὲ δομῶ 〈παρὰ τὸ δέ〉μω. εἰσὶ δὲ τοιαῦτα τρέποντα 〈τὸ ε εἰς ω〉· νέμω νωμῶ, πέτω 〈πωτῶ〉.

1

.

19

Πριάμοιο πόλιν] λεληθότων 〈πόθων〉 ὑπέμνησεν αὐτοὺς, ἵνα οἰκ‐ τεί〈ρωσιν αὐτὸν〉 ὑπὲρ τῆς θυγατρὸς δεόμενον. [Πριάμοιο] ὁ Πρίαμος τὸ πρῶτον ἐκα〈λεῖτο Ποδ〉άρκης, ἐντεῦθεν 〈δὲ〉 προσηγορεύθη 〈Πρίαμος. Ἡ〉σιόνην τὴν Λαομέδοντος θυ〈γατέρα ....
5προ〉κειμένην κήτει θαλασσίῳ 〈κελεύσαντοσ〉 Ποσειδῶνος, μᾶλλον δὲ Ἀπόλ〈λωνος, Ἡρακλῆσ〉 περιέσωσεν ἐπὶ μισθῷ, οὐκ 〈ἀποδόντος δὲ ἐκείνου τὰ〉 συγκείμενα, εἷλεν Ἴλιον πολέ〈μῳ, καὶ Λαο〉μέδοντα χειρω‐ σάμενος, αἰχ〈μάλωτον ἔλα〉βε τὴν Ἡσιόνην. ἡ δὲ τὸν ἀ〈δελφὸν Ποδ〉άρ‐
κην νήπιον ὄντα χρυσῆς 〈καλύπτρας ἧσ〉 εἶχεν ἐπρίατο, καὶ εἴασεν ἐν7
10τῇ 〈πόλει αὐτὸν τρέφ〉ειν. ὁ δὲ ἀντὶ τοῦ Ποδάρκης ἐ〈κλήθη Πρίαμος,〉 ἡ δὲ Ἴλιος «Ἄτης λόφος» ἐκα〈λεῖτο·〉 ἐκεῖ γὰρ τὸν Κρόνον ὁ Ζεὺς ἐξ〈ε‐ ναρίξαι〉 λέγεται, ὡς ὁ Λυκόφρων· «〈Ἄτης ἀπ’〉 ἄκρων βουπλανο‐ 〈κτίστων λόφ〉ων». (v. 30)

1

19bis

[ἱκέσθαι] μέσος ἀόριστος δεύτερος· διὸ παρωξύνθη.

1

.

22

[ἔνθα] 〈χρον〉ικὸν ἐπίρρημα· ἐνταῦθα. ἄλλοι] δεισί〈δαιμον γὰρ καὶ μισοπόν〉ηρον τὸ πλῆθος.

1

.

23

[ἱερῆα] 〈ἱερέα καλοῦσιν ὡς τιμῶν〉τες, ἄποινα δὲ τὰ ἐπὶ λύτρῳ φόνου διδόμενα, ἄφοινά τινα ὄντα.

1

.

24

[ἥνδανε] εἰκότως οὐκ ἤρκεσε τῷ Ἀγαμέμνονι· οὐ γὰρ παρὰ τοῦ Ἀγαμέμνονος ᾔτειτο, ἀλλὰ παρὰ τῶν ἀρχομένων· «〈ἐλίσσετο πάντας Ἀ〉χαιοὺς», ἢ μὴ ἐπικηρυκευσάμενος ἧκεν εἰς τὴν ἐκκλησίαν.

1

24bis

ἥνδανε] παρὰ τὸ ἥδω ἁδάνω 〈ἁνδά〉νω, σημαίνει δὲ τὸ ἀρέσκω καὶ 〈τὸ ἐπι〉θυμῶ καὶ τὸ εὐφραίνομαι.

1

24ter

θυμῷ] κυρίως λέγεται θυμὸς 〈μέρος τῆς ψυχῆσ〉, τρία δὲ αὐτῆς ἐστι, καθά φησιν 〈ὁ〉 Πλάτων, μέρη· τὸ μὲν λογιστικὸν, τὸ ἐν τῇ κεφαλῇ καθιδρυμένον· τὸ δὲ θυμικὸν, τὸ 〈ἐν τῇ καρδίᾳ〉· τὸ δὲ ἐπιθυμητικὸν, τὸ ἐν τῷ ἥπατι, τὸ περὶ γαστέρα καὶ τὰ λοιπά. καὶ τοῦ μὲν λογιστικοῦ
5ἐστιν ἀρετὴ φρόνησις, κα〈κία δὲ ἀφρο〉σύνη, τοῦ δὲ θυμικοῦ ἀρετὴ ἀνδρεία, κακία δὲ δειλία, τοῦ δὲ ἐπιθυμητικοῦ ἀρετὴ ἐγκράτεια, κακία δὲ 〈ἀκολασία. ὁ〉 μὲν οὖν θυμὸς παρὰ τῷ ποιητῇ 〈τὴν〉 ψυχὴν σημαίνει, ὡς ἐν τούτῳ· «ἔνθ’ 〈ὅγε τοὺς ἐνά〉ριζε, φίλον δ’ ἐξαίνυτο θυμόν» (Il. V. 155), καὶ τὰ μέρη αὐτῆς· τὸν μὲν λόγισμον· «〈ἕτε〉ρος δέ με
10θυμὸς ἀνῆκε» (Od. IX, 302). τὸ δὲ θυμ〈ῶδες, ὡς ἐν τῷ〉 «σὺ δὲ μεγαλήτορα θυμὸν ἴσχειν ἐν στ〈ήθεσσι〉· φιλοφροσύνη γὰρ ἄμεινον» (Il. IX, 255—256): τὸ δὲ ἐπιθυμητικὸν οὕτως· «ᾧ θυμῷ εἴξ〈ασα μίγη〉 φιλότητι καὶ εὐνῇ.» (Od. IV. 126).

1

24quat

[θυμῷ] 〈θυμὸσ〉 ἡ ψυχή ἡ ὀργή ἡ ἐπιθυμία ὁ ἐπιλογισμὸς ἡ
ὁμόνοια.8

1

.

25

ἀλλὰ κακῶς ἀφίει] ἐκ τοῦ 〈ἵημι〉, τὸ πέμπω, ἱῶ, ἵουν ἵεις 〈ἵει〉 καὶ ἀφίει. ἰστέον δὲ ὅτι τοῦ τίθημι καὶ ἵημι καὶ δίδωμι οἱ παρῳχημένοι μᾶλλον ἀπὸ τῶν εἰς ω εἰσὶν ἐν χρ〈ή〉σει ἤπερ ἀπὸ τῶν εἰς μι.

1

25bis

[μῦθον] μῦθος· τὸ μύω σημαίνει δύο· τὸ μανθάνω καὶ τὸ καμ‐ μύω. [ἔτελλε] τὸ τέλος πολλὰ σημαίνει· τέλος τὸ τάγμα, ποτὲ δὲ 〈τὸ〉 τοῦ συμπεπληρωμένου πράγματος ἢ ἔργου τέλος, ποτὲ δὲ τὴν 〈τῶν〉 ἐπει‐
5σαγομένων ὠνίων φοιτῶσαν ταῖς πόλεσι πρόσοδον, ποτὲ δὲ τὰς ἀρχὰς καὶ τὰ ἀξιώματα. [ἔτελλε] ἐκ τοῦ τέλλειν, τὸ προστάσσειν.

1

.

26

μή σε γέρον] μετὰ σπουδῆς—δυσωπεῖ τοὺς Ἕλληνας γέρον] τὰ εἰς ων βαρύτονα φυλάττει τὸ ω καὶ ἐπὶ γενικῆς· Ἱέρων Ἱέρωνος, Νέρων Νέρωνος· τὸ δὲ γέρων σεσημείωται ὡς μετοχικὸν, κλ〈ίνεται δὲ〉 διὰ τοῦ ντ. γέγονε δὲ παρὰ τὸ εἴρω τὸ λέγω ἔρων καὶ
5γέρων· λεκτ〈ικοὶ〉 γὰρ οἱ γέροντες· ἢ παρὰ τὸ ἔρρω τὸ φ〈θεί〉ρω 〈ἔρρων〉 ἔρων καὶ γέρων, ὁ πρὸς φθορὰν ἀποβλέπων. νηυσὶ] Ἰωνικῇ προπῇ τοῦ α εἰς η ναῦς ναός. δύο μόνα εἰσὶν εἰς αυς θηλυκά· ναῦς καὶ γραῦς. κλίνονται δὲ ἀμφότερα διὰ καθαροῦ τοῦ α. μετὰ συστολῆς τῆς παραληγούσης ἡ 〈γενικὴ〉 Ἀττικῶς γίγνεται νεώς,
10Ἰωνικῶς νηός· γέγονε δὲ παρὰ τὸ νῶ τὸ πορεύομαι. [κιχείω] ἀντὶ τοῦ κιχείοιμι.

1

.

27

[δηθύνοντα] ἐκ τοῦ δήν ἐπιρρήματος. αὖτις] Ἀττικοὶ αὖτις καὶ αὖθις ἑκατέρως λέγουσιν.

1

.

28

μή νύ τοι οὐ χραίσμῃ] οὐ κατάσχῃ, ἀπείργῃ· τάχα δὲ τοῦτο 〈ὑπολαμβάνει〉· οὐκ ἐθελήσει ὁ θεὸς ἐπακούειν αὐτοῦ· ὁ γὰρ περιϊδὼν αὐτοῦ τὴν θυγατέρα αἰχμάλωτον, πῶς 〈ἂν〉 ἀγανακτήσειεν οὐκ ἀπο‐ διδομένης;9

1

28bis

* [μή νύ τοι οὐ χραίσμῃ] 〈ἀναιρεῖ τὴν ἐλ〉πίδα, οὐχ ὡς ἀσεβὴς, ἄλλ’ 〈ἔστι〉· μήποτε ὁ θεὸς οὐκ ἀνέξεται τῆς σῆς ἀναιδείας ὥσπερ πορθούμενον περιεῖδε πάντως καὶ φο..μενον. [σκῆπτρον] τὸ σκήπτω σημαίνει δύο, τὸ ἐπερείδομαι καὶ τὸ 〈προφα‐
5σί〉ζομαι, ἐξ οὗ καὶ 〈τὸ〉 σκῆψις

1

.

29

πρίν μιν καὶ γῆρας] πρότερον 〈ἂν〉 τὸ γῆρας αὐτὴν καταλάβοι ἢ λυθείη, ὅ ἐστι γ〈ηράσει〉 μᾶλλον παρ’ ἐμοὶ ἢ λυθήσεται.

1

.

30

ἐν Ἄργει] ἰστέον ὅτι τὸ πάλαι ἡ Πελοπόννησος εἰς εʹ διῄρητο μέρη· Ἠ〈λίδα〉 Λακωνικὴν Ἀργολικὴν Μεσσηνιακὴν Ἀρκαδικήν. ἄλλως· ἰστέον ὅτι αἱ τοιαῦται δοτικαὶ, ἐὰν μὲν ἐπιφέρηται 〈σύμφωνον〉, διαιροῦνται· «Διομήδεϊ Παλλὰς Ἀθήνῃ» (lI. V. 1), εἰ δὲ φωνῆεν, 〈οὔ〉·
5«σῷ θάρσει, ὅτ’ ἐμὸν δολιχόσκιον ἔγχος.» (Il. VI, 126), ἐὰν μὴ κατα‐ λύη〈ται〉 μέτρον, οἷον· «〈χαρι〉ζομένη πόσεϊ ᾧ (H. V, 71). τινὰ δὲ καὶ χωρὶς μέτρου παρήλλακται· «πλήθει πρόσθε βαλόντες» (Il. XXIII, 639) «μετέπειτα 〈δὲ ἡδέϊ οἴνῳ〉» (Od. XI, 27.)

1

.

31

[ἱστὸν ἐποιχομένην] ἀπορία καὶ λύσις· αἱ πάλαι γυναῖκες ἑστῶσαι ὕφαινον ἐπι〈πορ〉ευόμεναι τὸν ἱστόν.

1

.

32

[σαώτερος] συγκριτικὸν ἀντὶ τοῦ ἁπλοῦ

1

.

33

** [ἔδδεισε] πρὸς γέροντα ὑποπτήξαντα ἐπὶ ἀπειλαῖς καὶ πεισ‐
θέντα εὖ ἔχει ῥηθῆναι τὸ «ἔδδεισε.»10

1

.

34

[βῆ] 〈τὸ〉 σχῆμα ἀφαίρεσις· ἀφαίρεσις δὲ λέγεται ἡ ἐκ τῆς ἀρχῆς ἄρσις, οἷον ἔβη βῆ, ἐκεῖνος κεῖνος. 〈λέγεται〉 δὲ ἡ ἐκ τοῦ μέσου ἄρσις, οἷον οὐχὶ οὕτως οὐχ οὕτως, 〈συγκοπή, λέγεται δὲ ἡ ἐκ τοῦ τέλους ἄρσισ〉 ἀποκοπή, οἷον δῶμα δῶ, ὡς Ὅμηρος λέγει.
5[ἀκέων] τὸ καταπεπληγμέ〈νον ἐμ〉φαίνει διὰ τῆς σιωπῆς· 〈μόνη γὰρ λεί〉πεται τοῖς λυπουμένοις 〈ἡ ἀφω〉νία. [θῖνα] αἰγιαλὸς ἀπὸ τοῦ θείνεσθαι, 〈τουτέστ〉ι τύπτεσθαι τῇ προσρήξει 〈τῶν〉 κυμάτων. [ἀκέων παρὰ θῖνα.] ἄλλως· ἔστι δὲ καὶ ἀρσενικόν· «ἐκβάντες δ’
10ἐπὶ θῖνα βαθὺν καὶ ὑπήνεμον 〈ἀκτ〉ήν» (Théocrite, XXII, 33.), εἰ μὴ ἔοικε τῷ «θῆλυς 〈ἐέρ〉ση.» (Od. V, 467).

1

34bis

[πολυφλοίσβοιο] ὀνοματοποιΐα ὁ τρόπος. πολυφλοίσβοιο] ῥοῖζος τῆς σαγίττας, φλοῖσβος τῆς θαλάσσης, ῥοῖβδος ἡ ἀνέμου πνοή.

1

.

36

[τὸν ἠΰκομος τέκε Λητώ] παρεμβολή. ἡ εὔκομος, ἀπὸ μέρους καλή. [Λητώ] Κοίου καὶ Φοιβῆς θυγάτηρ. [Λητώ] ἀλληγορία· ἡ λάθησις.

1

.

37

[κλῦθι] τὸ κλῶ σημαίνει τὸ κλάω, ἐξ οὗ καὶ τὸ κλαίω, παρὰ τὸ κλᾶσθαι τὴν φωνὴν, τὸ κα〈λῶ〉, ἐξ οὗ καὶ 〈τὸ〉 κλῆρος, τὸ ἐπαινῶ, ἐξ οὗ τὸ κλέος, τὸ φωνῶ, ἐξ οὗ καὶ κλύω καὶ κλῦμι. τὸ δὲ κλῦθι Λαμψα‐ κηνῶν.

1

37bis

[κλῦθι] ὁ Χρύσης μάγ〈..... ἵ〉να γένηται ὁ ἥ〈λιος ἐντι〉μότερος.

1

37ter

[κλῦθι] ἰστέον ὅτι τὰ 〈διὰ〉 τοῦ ύω ποιοῦντα παράγωγα εἰς μι, εἰ μέν εἰσιν ὑπὲρ δύο συλλαβὰς, οὐκ ἔχουσι μέλλοντας, εἰ δὲ δισσύλλα‐ βοι, ποιοῦσι καὶ μέλλοντας· φῦμι φύσω ἔφυν, δῦμι δύσω ἔδυν. [κλῦθι] ὁ Κύκλωψ υἱὸς 〈τοῦ〉 Ποσειδῶνος συμφ〈ώνῳ χρῆ〉ται ἀρᾷ.
5(Od. IX, 528 sqq.)
[μευ] διαλύσει Ἰωνικῇ ἔμεο, καὶ κράσει Δωρικῇ ἐμεῦ. ἀργυρότοξε] παρὰ τὸ ἀργός, ὃ 〈σημ〉αίνει τὸ λευκός, τοῦτο παρὰ τὸ 〈ἀγ〉λαός, καὶ τροπῇ τοῦ ἀμετα〈βόλου〉 εἰς ἀμετάβολον καὶ ἐν ὑπερ‐ βιβασμῷ ἀργός.11

1

37quat

ἀργυρότοξε] ἀλληγορία· αἱ ἀκτῖνες τοῦ ἡλίου καθαραί.

1

37-38

[Χρύσην] 〈Χρ〉ύσα μὲν ἦν πόλις Τρωϊκή. 〈Κίλλαν (?) δὲ λέγει τὴν〉 Ἀστερίαν νῆσον, 〈ἐν ᾗ ἔτεκεν ἡ Λητὼ τὴν〉 Ἄρτεμιν καὶ τὴν Ἀπόλλωνα.

1

.

38

ἀμφιβέβηκας] τὸ μέγεθος τοῦ θεοῦ ἡ μεταφορὰ δηλοῖ ἐκ 〈τῶν τετραπόδων, ὡσ〉 περιβεβηκότος αὐτοῦ τὴν πόλιν. [ἀμφιβέβηκας] ὑπερμαχεῖς.

1

38bis

[Κίλλαν] ἔστι δὲ πολίχνιον τῆς Τρῳάδος. [Τενέδοιο] Λευκόφρυς. [Τενέδοιο] νῆσος πρὸ τῆς Τροίας.

1

38ter

[Τενέδοιο] ὁ Κύκνος υἱὸς Ποσειδῶνος ...... [ἶφι] ἀπὸ τοῦ ἴς, 〈ὃ〉 σημαίνει δύναμιν.

1

.

39

Σμινθεῦ] ἐπίθετον τοῦ Ἀπόλλωνος· Σμίνθος γὰρ τόπος τῆς Τρῳ‐ άδος, ἐν ᾧ ἱερὸν Ἀπόλλωνος Σμινθίου. [Σμινθεῦ] πρὸς τὸν Ἀπόλλωνα ἐπιθετικόν. ἔρεψα] ἀντὶ τοῦ ἐστεφάνωσα· παρὰ τὸ ἐρέφω, ὅθεν καὶ εἰραφιώτης
5—αὐτὸν πλέκεσθαι.

1

.

40

ἔκηα] ἐπὶ τῶν βωμῶν ἔκαυσα, τουτέστιν ἐκάρπωσα. ὁ μέλλων καύσω, ὁ ἀόριστος ἔκαυσα καὶ Ἰωνικῶς ἔκηα.

1

.

41

ἠδ’ αἰγῶν] θυσίαις ταύρων καὶ αἰγῶν ἥδεται Ἀπόλλων— τὰ κέρατα τούτων. [ἠδὲ] τὸ ἠδέ ἀντὶ τοῦ καί.

1

.

42

τίσειαν] τιμωρίαν δίδοιεν, παράσχοιεν.
ἄλλως· τίσειαν Δαναοὶ ἐμὰ δάκρυα] διὰ τί δὲ ὁ Χρ〈ύσης οὐ〉 κατὰ Ἀγαμέμνονος—ἀπόδοσις δὲ τῆς κόρης, καὶ ἀποθανὼν μὲν 〈Ἀγαμέμνων〉 ἄλυπος ἦν, ζῶν δὲ βασ〈ανίζεται〉 ἅτε βασιλεὺς βλέπων12
5〈ἀπολλυ〉μένους τοὺς ὄχλους, ἢ ὅτι πᾶ〈σιν ἠρ〉άσατο ἀνθ’ ὧν πάντες 〈ὁμοῦ γενό〉μενοι οὐκ ἐπέσχον τὴν τοῦ βα〈σιλέως ὕβριν〉. δικαίως οὖν αὐτοὶ—ἀνδρὸς ἀπηύρα».

1

42bis

** [τίσειαν] ἱκέτου λόγος· δίκας λαβεῖν αἰτεῖται κατὰ τῶν πολλὰ λυπησάντων.

1

.

43

[εὐχόμενος] τριχῶς λέγεται· εὔχομαι τὸ εὐχὰς ἀποδίδωμι, εὐχό‐ μαι ἀντὶ τοῦ λέγομαι, καὶ εὔχομαι τὸ καυχῶμαι. Φοῖβος] καθαρός, ἀμίαντος 〈ἢ μαντευ〉τικός· φοῖβον γὰρ τὸ καθα‐ ρόν· 〈ἴσωσ〉 δὲ μαμμωνυμικῶς αὐτὸν καλεῖ ἀπὸ Φοίβ〈ης, ὡς καὶ Ἡσίο‐
5δοσ〉. ἄλλως· φαόβιός τις ὢν, 〈τουτέστιν〉 ὁ καθαρὸν βίον ἔχων, 〈ἤγουν τὸν〉 βιὸν ἤτοι τὸ τόξον ἔχων λαμπρόν.

1

.

44

Οὐλύμποιο] ὄρος Μακεδονίας ὁ Ὄλυμπος, τὸ σφαιροειδὲς τῆς φ〈ύσεωσ〉 καὶ ὁ οὐρανός. κῆρ] περισπωμένως μὲν τὴν ψυχὴν, ὀξυτόνως δὲ τὴν θανατηφόρον μοῖραν 〈σημαίνει〉.

1

.

45

[ἀμφηρεφέα] κοινή ἐστιν, οὐκ ἔκτασις.

1

.

46

ἐπ’ ὤμων] ὦμος καὶ νῶτος διαφέρει· ὦμος παρὰ τὸ ὦ τὸ βαστάζω, νῶτος δὲ ἡ ῥάχις ......

1

.

47

[νυκτὶ ἐοικώς] σκότει παραπλήσιος, φοβερὸς καὶ ἀόρατος.

1

.

48

ἕζετ’ ἔπειτα] τῷ εἶτα προσετέθη ἡ ἐπὶ πρόθεσις, λοιπὸν γέγονεν ἐπίειτα, καὶ κατὰ κρᾶσιν ἔπειτα, καὶ ἀπετελέσθη σύνδεσμος.

1

.

49

δεινὴ δὲ καὶ φοβερὰ ἠχὴ ἐγένετο ἀπὸ τοῦ βιοῦ, τῆς νευρᾶς τοῦ ἀργυροῦ τόξου. [βιοῖο] προπερισπᾶται ἀπὸ ὀνομαστικῆς τῆς βιός ὀξυτόνου, διὰ τὴν πρὸς
τὸν βίον ἀντιδιαστολήν· ἔοικε δὲ ὑπὸ τῶν ἀρχαίων ὁμωνύμως λέγεσθαι13
5βιὸς τὸ τόξον 〈καὶ ἡ ζωή. Ἡρά〉κλειτος γοῦν ὁ σκοτεινός· «τῷ τόξῳ ὄνομα μὲν βιὸς, ἔργον δὲ θάνατος». ἤτοι οὖν παρὰ τὴν βίαν τῆς τά‐ σεως, 〈ἢ ὅτι〉 δι’ αὐτοῦ τὰ πρὸς τὸν βίον οἱ ἀρχαῖοι 〈εἶχον〉 ἐν ταῖς θή‐ ραις αὐτῷ χρώμενοι.

1

49bis

[βιοῖο] τῆς τοῦ τόξου νευρᾶς, παρὰ τὸ εὔβια πέμπεσθαι.

1

.

50

οὐρῆας μὲν πρῶτον] διὰ τί δὲ ἀπὸ τῶν κυνῶν—φρον‐ τίζοντες οὐ ζητοῦσιν.

1

50bis

** [πρῶτον] ἀντὶ τοῦ πρώτους. Ἀττικὸν τὸ σχῆμα. Man. rec.

1

50-51

Φιλάνθρωπος ὢν ὁ θεὸς πρῶτον τὰ ἄλογα ζῷα τιμωρεῖ, ἵνα φόβῳ παρακαλῇ τὸν Ἀγαμέμνονα 〈εἰς τὸ εὐσεβεῖν〉, εἶτα τοὺς λαούς. καὶ οὐ τὸν Ἀγαμέμνονα διὰ πλείονας τιμω〈ρεῖ .....〉 αὐτοῦ, ὡς ἂν ὁρῶν τὸν λαὸν αὐτοῦ φθειρόμενον λυπῆται πλειόνως.
5ἀργούς] σημαίνει ἡ λέξις τὸν ἐν τῇ συνηθείᾳ ἀργόν, 〈ση〉μαίνει δὲ πρὸς ἀντίφρασιν τὸν ταχὺν καὶ τὸν λευκόν.

1

.

51

διὰ τί ὁ Ἀπόλλων ὑπὲρ τοῦ Χρύσου οὔτε τὸν Ἀγαμέμνονα 〈οὔτε τῶν ἄλλων βασιλέων οὐδένα τιμωρεῖ; ῥητέον ὅτι εἰ Ἀγαμέμνων〉 ἢ ἄλλος τις βασιλεὺς ἀπώλετο, ᾤχοντο ἂν ἀποπλέοντες, καὶ οὐδ’ ἂν ἀπεδόθη ἡ Χρυσηῒς, σωζ〈ομένων δὲ τῶν βασιλέων, μέλλουσιν ἀπο〉δώσειν.

1

51bis

αὐτὰρ ἔπειτ’ αὐτοῖσι] διαφέρει τὸ αὐτάρ τοῦ δέ, ὅτι ὁ μὲν —ὑποτάσσεται. ἐχεπευκὲς] ἔχον πικρίαν—αὐτῆς ἐστι πικρόν. Gen.
ajoute: ἤγουν πίσσα.14
5[ἐχεπευκὲς] μετὰ τὸ κοπῆναι τὴν κορυ〈φὴν〉 ἄλλοτε οὐ θάλλει.

1

.

52

[βάλλε] ἐτίτρωσκεν, ἐκ βολῆς ἀνῄρει. [αἰεὶ δὲ] τότε διὰ παντός. [αἰεὶ] 〈ἰστέον ὅτι〉 τοῦ αἰεί καὶ ἀεί φωναὶ δώδεκα· αἰεί καὶ αἰέν καὶ 〈αἰείν〉 ποιητικῶς, 〈καὶ〉 ἀεί συνεσταλμένου τοῦ α καὶ 〈ἐκ〉 τεταμένου,
5καὶ αἰΐ Αἰολικῶς διὰ τοῦ ι, 〈καὶ αἰΐν〉 παρὰ τοὶς αὐτοῖς σὺν τῷ ν, καὶ ἀΐ δισυλλάβως, ἐξ οὗ καὶ τὸ ἀΐδιος, 〈καὶ〉 ἠΐ παρὰ τοῖς Βοιωτοῖς, 〈καὶ αἰή παρὰ τοῖς Ταραντινοῖς,〉 καὶ Δωρικῶς αἰές· εὕρηται δὲ καὶ ἀέ παρὰ 〈Πει〉σάνδρῳ. θαμειαί] συνεχεῖς. πῶς, φασὶν, ὁ ποιητὴς ἐναντία ἑαυτῷ λέγει
10—φθειρόμενοι ἐκαίοντο. ἄλλως θαμειαί] 〈θαμειόσ〉. γίγνεται παρὰ τὸ θαμὰ ἐπίρρημα, τὸ συνεχῶς καὶ πυκνῶς, θαμός θαμειός θαμειαί, τὸ δὲ θαμά ἐκ τοῦ ἅμα· σεσημείωται κατὰ τὸν τόνον. ὁ Ὠρίων· ὁ μέντοι Χάραξ, μᾶλλον τὸ ἅμα ἐκ τοῦ θαμά.

1

.

53

διὰ τί τὸν λοιμόν φησιν ἐπὶ ἐννέα ἡμέρας κατασχεῖν τὸν στρατὸν τῶν Ἑλλήνων; οἱ μὲν ὅτι εὐεπίφορός ἐστιν ὁ ποιητὴς ἐπὶ τὸν ἐννέα ἀριθ‐ μόν· φησὶ γοῦν· «οἱ δ’ ἐννέα πάντες ἀνέσταν» (Il. VII. 161) καὶ «ἐν‐ νέα δέ σφεας κήρυκες» (Il. II. 96, 97), 〈ἄλλοι δὲ〉 ὅτι περὶ φθορᾶς ἀν‐
5θρώπων διαλέγεται, ὁ δὲ ἐννέα ἀριθμὸς τοῖς καταχθονίοις ἀνεῖται. [ἐννῆμαρ] καθόλου μὲν τὸν περιττὸν 〈ἀριθμ〉ὸν κρείσσονα τοῦ ἀρ‐ τίου νενόμικεν Ὅμηρος, ὅπερ καὶ οἱ περὶ Πυθαγόραν φιλόσοφοι μάλιστα ἐκράτυναν, ἐπειδήπερ ἐστὶν ἀδιαίρετος ὁ περιττὸς, ἀεὶ τῆς μονάδος αὐτοῦ περιούσης, ὁ δὲ ἄρτιος τὴν ἐνθάδε διαίρεσιν ἐπιδέχεται. 〈καὶ
10ὁ〉 μὲν περιττὸς γόνιμος, ὅτι προστιθέμενος ἑαυτῷ γεννᾷ τὸν ἄρτιον, ὁ
δὲ ἄρτιος οὐδέποτε γεννᾷ τὸν περιττόν. 〈μά〉λιστα δὲ τὸν ἐννέα ἀριθ‐ μὸν τέλειον ἡγεῖται· ἔστι γὰρ ἀπὸ τοῦ πρώτου περιττοῦ τετράγωνος περιττός. ἐννῆμαρ] ἐπίρρημα ἐννῆμαρ ἑξῆμαρ αὐτῆμαρ. οὐδὲν τῶν εἰς αρ15
15συντιθεμένων 〈οὐδέτερον〉. τὸ ἦμαρ ἀεὶ μετ’ ἀκλίτων.

1

53bis

[κῆλα] νῦν τὰ βέλη· ὁτὲ δὲ καὶ τὰ σημεῖα.

1

.

55

[Ἥρη] ἡ ψυχικὴ δύναμις, ἡ οἰκουμενικὴ φρόνησις. [θεὰ λευκώλενος Ἥρη] καλεῖται ἀπὸ μέρους καλή. ὁ δὲ τρόπος σωματοποιΐα. ὠλέναι δὲ αἱ χεῖρες. [λευκώλενος Ἥρη] ἀφ’ ἑνὸς δὲ μέρους ὁ ποιητὴς παρί〈στη〉σιν ὅλην.

1

.

56

κήδετο γὰρ] εὐλόγως ἐφρόντιζε—ἐν τῇ τοῦ 〈μήλου κρίσει〉. [ὁρᾶτο] ἑώρατο Ἰωνικῶς.

1

.

58

τοῖσι δ’ ἀνιστάμενος] τὸ γὰρ παλαιὸν—τυχῆς λαμ‐ πρᾶς—ἐδημηγ〈όρει ὀρθὸς ἱστά〉μενος. [πόδας ὠκὺς] διὰ τοῦτο δηλοῖ ἡμῖν τοῦ ἥρωος τὸ εὐκίνητον. [νῦν] ἄρτι, χρονικὸν ἐπίρρημα.

1

.

59

[ἄμμι] ἡμᾶς Αἰολικῶς.

1

.

60

[ἂψ ἀπονοστήσειν] νόστος γὰρ ἡ εἰς οἰκείους ἀποστροφὴ διὰ τὸ τῆς πατρίδος ἡδύ.

1

.

61

* [ὁμοῦ] ἅμα χρόνον, ὁμοῦ τόπον. [ὁμοῦ—δαμᾷ] κατὰ τὸν αὐτὸν τόπον ἥκουσιν.

1

.

63

[καὶ γάρ τ’ ὄναρ] καὶ γάρ τι ὄναρ· οὐ γὰρ πᾶν λέγει ἀληθές, ἐπεί φησιν οὐ πάντας ὀνείρους εἶναι ἀληθεῖς. [καὶ γάρ τ’ ὄναρ] μάντευμα ἀπὸ τῆς εἱμαρμένης ἢ τοῦ νοῦ.

1

.

64

[ἐχώσατο Φοῖβος] τῶν αἰφνιδίων θανάτων αἴτιόν φασι τὸν Ἀπόλ‐
λωνα.16

1

.

65

ἑκατόμβης] τελείας θυσίας, ἤτοι τῆς ἀπὸ ἑκατὸν βοῶν, ἢ ἀπὸ ἑκατὸν βημάτων, ὅ ἐστιν ἐξ 〈κεʹ ζῴων〉. [ἑκατόμβης] ἑκατὸν ἢ κεʹ βοῶν.

1

.

66

[κνίσης] λίπους, ἀφ’ οὗ ἡ θυσία.

1

66bis

αἰγῶν 〈τε〉 τελείων] ἤτοι τὴν ἡλικίαν ὁλοκλ〈ήρ〉ων· λελωβημένον γὰρ οὐ〈δὲ〉ν θύεται, ἀλλ’ ὑγιὴς ἡ τῶν τελουμένων θυσία.

1

66ter

** [αἰγῶν τε τελείων] τὰς μὴ γεννησάσας τε καὶ καθαράς.

1

.

67

[ἀπὸ λοιγὸν ἀμῦναι] ὀρθοτονεῖται τὸ «ἀπό» ὡς 〈ἐν τῇ τάξει〉 ἐπι‐ μένον· ὀρθοτονεῖται γὰρ 〈ἡ πρόθεσισ〉 τῷ ῥήματι ἐπαγομένη.

1

67bis

[ἡμῖν ἄπο] χωρὶς ἡμῶν.

1

.

68

λείπει ὀρθῶς.

1

.

69

[Θεστορίδης] ὁ δὲ τρόπος πατρωνυμικὸς εἴρηται. [ὄχ’ ἄριστος] λείπει τὸ μάντις.

1

.

70

ἔστι δὲ τελείου μάντεως τὸ ἐπίστασθαι τοὺς γʹ χρόνους ἀκριβῶς.

1

.

71

[εἴσω] περισσὸν τὸ ω, ὅπερ λέγεται προσχηματισμός.

1

.

72

[τήν οἱ πόρε Φοῖβος Ἀπόλλων] τὰς εἰς ἄκρον εὐεξίας θεῶν δῶρά φησιν [εἶναι.] [Φοῖβος Ἀπόλλων] ἄνθρωπος μάντις.

1

.

73

* [ἐῢ φρονέων] πρὸς τὴν τοῦ βασιλέως ἀβελτηρίαν

1

.

74

* [διῒ φίλε] 〈διίφιλοι οἱ〉 εὐδαίμονες, οἱ γενόμενοι ἐν τῷ ἀστέρι τοῦ Διός

1

.

75

[ἑκατηβελέταο] διὰ τὰς ἀκτῖνας ἢ τὸ τόξον.

1

.

76

[τοὶ γὰρ] ἀντὶ τοῦ δή. [ἐγὼν] Αἰολικῶς. [ὄμοσσον] Αἰολικὴ ἡ διάλεκτος.

1

.

78

[χολωσέμεν] Δωρικῶς. * [χολωσέμεν] οἱ Αἰολεῖς 〈τὸ〉 φαγεῖν φαγέμεναι λέγουσι καὶ τὸ πι‐
εῖν πιέμεναι.17

1

.

82

[ἔχει κότον] ἔδειξε 〈τὴν〉 διαφορὰν τοῦ χόλου πρὸς τὸν κότον. διὰ πάντων δὲ ὑποφαίνει τὸ ὕπουλον τοῦ Ἀγαμέμνονος. ἁπ〈λοῦς δὲ〉 ὁ Ἀχιλλεύς.

1

.

83

[σαώσεις] ὁ τρόπος ὑπερβολή * [σαώσεις] Αἰολικὴ διάλυσις.

1

.

85

[θαρσήσας] ὡς ἀγαθὸς προκρίνει τὸ κοινῇ τοῦ ἰδίᾳ 〈συμφέρον‐ τοσ〉. ἄλλως· θεοπρόπιον] τὸ τοῖς θεοῖς 〈πρέπον〉· οὗτοι γὰρ— τοῖς θεοῖς ἀρέσκοντα Gen. ajoute καὶ ἀνθρώποις ἄγνωστα

1

85bis

προθεραπεύει διὰ τὸ πλῆθος. [οἶσθα] Αἰολικῶς.

1

.

86

* [Κάλχαν] τὰ ἀπὸ τῶν εἰς 〈ας〉 εὐθειῶν εἰς ντος γινόμενα ἐπὶ γενικῆς διὰ τοῦ ν προφέρουσιν οἱ Ἴωνες 〈ἐπὶ κλητικῆσ〉.

1

86bis

** [μὰ] τὸ μά ἀπωμοτικὸν, τὸ νή κατωμοτικόν.

1

86ter

** [οὐ μὰ] Ἀττικὸν τὸ σχῆμα· αἱ γὰρ δύο ἀποφάσεις ἀντὶ μιᾶς λαμβάνονται.

1

.

88

[ἐμεῦ] Ἰωνικῶς.

1

.

90

[συμπάντων Δαναῶν] τὸ σχῆμα ἐξοχή. συμπάντων] Ἀττικῶς.

1

.

92

[ἀμύμων] Αἰολικῶς.

1

.

94

** ἀρητῆρος] ἢ παρὰ τὸ ἄρς ἀρνός ἀρητήρ ἱερ〈εύει γὰρ ἄρνασ〉· ἢ παρὰ τὸ ἄρνημι τὸ μετ〈εωρίζω〉.

1

.

95

[θύγατρα] Αἰολικῶς. [οὐκ ἀπεδέξατο] Ἀττικῶς.

1

.

96

τὸ δὲ ἐπιμέμφεται ἀπὸ κοινοῦ δεῖ λαμβάνειν

1

.

97

[λοιμοῖο βαρείας χεῖρας] κακωτικὸς γὰρ καὶ διαφθαρτικὸς ὁ λοιμός.

1

.

98

[ἑλικώπιδα] ἑλικὸν γὰρ κατὰ διάλεκτον καλεῖται τὸ μέλαν.

1

.

100

[πεπίθοιμεν] ὅμοιόν ἐστι—ἀναδιπλασιάζειν.18

1

.

108

[εἶπας] Αἰολικῶς.

1

.

111

[κούρης] Ἰωνικῶς. [κούρης] γίνεται παρὰ τὸ οὐρῶ τὸ φυλάσσω οὔρη καὶ πλεονασμῷ τοῦ κ κούρη.

1

.

113

Κλυταιμνήστρης] ἡ Κλυταιμνήστρα γυνὴ μὲν—ἀδελ‐ φή. Gen. ajoute παρὰ τὸ κλυτός καὶ τὸ 〈μήστρα, πλεονασμῷ τοῦ ν〉. τοῦτο παρὰ τὸ μήδω τὸ βουλεύομαι· ἡ ἔνδοξα βουλευομένη.

1

113-114

προβέβουλα κουριδίης] διὰ τί ὁ Ἀγαμέμνων— μηδὲν πασχούσης ἐφύβριστον. [κουριδίης] τῆς νέας κατὰ τὴν ἡλικίαν. [ἑθεν] αὐτῆς Ἀττικῶς.
5[ἑθεν] ποίου εἴδους πρωτοτύπου; οἱ μὲν νέοι ἐκ τοῦ σοῦ, κατὰ διά‐ λυσιν σέο σεόθεν καὶ κατὰ συγκοπὴν καὶ ἀποβολὴν τοῦ ς ἕθεν, ὁ δὲ Ἡρωδιανὸς ἐκ τοῦ ἐμέ σέ ἕ τρίτον πρόσωπον, καὶ κατ’ ἐπέκτασιν τῆς θεν ἕθεν. ἕθεν] ἰστέον ὅτι τὸ ἕθεν χωρὶς τοῦ κ εὑρέθη, διότι ἐγκλίνεται,
10τὰ δὲ ἐγκλινόμενα .... ποτε προσλαμβάνουσιν, οἷον ἤκουσέ μου, οἰκτείρησόν με. ἄλλως δὲ αἰτία μέν ἐστιν ἡ ἄρνησις τοῦ πλεονασ‐ μοῦ, ἀλλ’ οὐ δύναται καταλήγειν εἰς κ· οὐδέποτε γὰρ λέξις Ἑλληνικὴ εἰς ἄφωνον λήγει. δεῖ οὖν ἐπιφέρειν αὐτὸ τῇ ἑτέρᾳ λέξει. εἰ οὖν ἔλα‐ βεν αὐτὸ ἕθεν, ἔμελλε φυλάττεσθαι ἐν πλεονασμῷ, καὶ οὐκέτι ἐνε‐
15κλίνετο.

1

.

115

οὐ δέμας οὔτε φύην] «δέμας» ὁ ποιητὴς τὸ ἔμψυχον— σῶμ’ αἰσχύνομαι.» ἄλλως· δέμας τὸ σῶμα ζῶν, παρὰ τὸ συνδεδέσθαι, δέμας τὸ νεκρὸν, 〈παρὰ τὸ〉 δαμασθῆναι.
5δέμας] γίνεται ἀπὸ τοῦ δῶ δεῖς δεῖ, ἐξ οὗ γίνεται ῥῆμα εἰς μι δί‐ δημι, ὁ παθητικὸς παρακείμενος δέδεμαι, καὶ ἐξ αὐτοῦ δέμας· τὸ γὰρ σῶμα δεσμός ἐστι τῆς ψυχῆς· δεῖ δὲ γινώσκειν ὅτι ὁ ποιητὴς δέμας εἴωθε καλεῖν τὸ ἔμψυχον, παρὰ τὸ δεδέσθαι τὴν ψυχὴν ἐν αὐτῷ, σῶμα δὲ τὸ ἄψυχον, ἐπεὶ σῆμά ἐστιν, ὡς τάφος τοῦ ποτὲ ζῶντος. ἐκ δὲ τοῦ δί‐19
10δημι ὁ παρατατικὸς ἐδίδην, τὸ τρίτον ἐδίδη, καὶ ἐκβολῇ τοῦ ε δίδη, ἐξ οὗ καὶ τὸ «δίδη μόσχοισι λύγοισι». (Il. XI. 105.) [φυὴν] «φυὴν» καλεῖ τὸ κάλλος. ἐν δὲ 〈τούτῳ〉 τῷ στίχῳ πᾶσαν ἀρετὴν γυναικὸς ἐσήμανεν

1

.

116

ὧς ἐθέλω] περ〈ισπᾶται〉 τὸ «ὧς»· σημαίνει γὰρ τὸ ὅμως. [δόμεναι] Αἰολικῶς.

1

.

117

σόον] τὸ «σόον» μετὰ διαιρέσεως, ἀπὸ τοῦ σεύω σέω σόος. τὰ ἔχοντα τὸ ε ἐγκείμενον .... ἢ ἀπολέσθαι] τὸ «ἤ» ἀντὶ τοῦ καί παρ〈είληπται〉. ἤτοι «βούλομαι ἐγὼ τὸν λαὸν σόον ἔμμεναι καὶ ἐμὲ ἀπολέσθαι».

1

.

119

ἀγέραστος] ἵνα μὴ δοκῇ—τὸ ἴσον αἰτεῖ. [ἔοικεν] τὸ ὅμοιόν ἐστι, τὸ φαίνεται καὶ τὸ πρέπει.

1

.

120

λεύσσετε] τῶν εἰς σσω ληγ〈όντων τοὺς μέλλοντασ〉 οἱ Αἰολεῖς διὰ δύο ς, τοὺς δὲ 〈εἰς πτῶ ἐνεστῶτας καὶ οὕτως προφέ〉ρουσιν, οἷον πέπτω πέσσω, ὄπτω ὄσ〉σω· πάρεστι γοῦν.

1

.

122

κύδιστε] παρὰ τὸ κῦδος. τοῦτο παρὰ τὸ κύω τὸ φιλῶ· τὴν γὰρ δόξαν πάντες φιλοῦσιν. [κύδιστε, φιλοκτεανώτατε] ἐπιπλοκὴ ψόγου καὶ ἐπαίνου.

1

.

123

[πῶς γάρ τοι] παρολκὴ περισσή.

1

.

124

[οὐ δέ τί πω] ὁ «δέ» ἀντὶ τοῦ γάρ. ξυνήϊα] ξυνόν ξυνεῖον, ὡς κοινόν κοινεῖον, καὶ κατὰ διαίρεσιν Ἰωνι‐ κὴν 〈ξυνήϊον〉. ξυνὸν δὲ τὸ κοινόν. Ἀττικὴ τοῦτο φράσις.

1

.

125

[πολίων] κοινῶς ε, Ἀττικῶς ι.

1

.

126

παλίλλογα] παρὰ τὸ λέγω τὸ συλλέγω. ἄλλως· οὐ δίκαιόν ἐστιν εἰς τὸ αὐτὸ—διαμερισθῆναι χρήματα.20

1

.

128

ἀποτίσομεν] πιστοῦται—χρέει. αἴ κέ ποθι Ζεὺς] ὅτι μεθ’ ὑπεξαιρέσεως—τῆς τύχης.

1

.

129

[δῶσι] τὸ σι ἐπέκτασις. Τροίην] κτητικὸν, ἐκ τοῦ Τρῶς Τρῶος Τρωϊκός, καὶ ἀποβολῇ 〈τοῦ κ〉 Τρώϊος, τοῦ τόνου ἀναδιδομένου, ὡς τὸ 〈Ὀλυμπι〉κός Ὀλύμπιος, καὶ Τρώϊος Τρωΐα, Ἰωνικῶς 〈Τρωΐη, καὶ〉 συστολῇ ποιητικῇ τοῦ ω
5εἰς ο διὰ τὸ 〈μέτρον〉 καὶ ἐν συναιρέσει Τροία καὶ Τροίη. 〈ἄλλως· τὸ〉 ο μικρὸν διὰ τί; κατὰ διάλυσιν Ἰωνικήν. Τροΐην 〈δὲ τὴν Τροί〉ην· οὐ γὰρ Τρωϊκὴν ἑτέραν πόλιν 〈λέγει〉, ἀλλ’ αὐτὴν τὴν Τροίαν· οὕτως ὁ Τζέτζης. εὐτείχεον] ταύτην λέγει «εὐ〈τείχεον» διὰ τὸ〉 ὑπὸ θεῶν τετειχίσθαι
10καθ’ Ὅμηρον Ποσειδῶνος καὶ Ἀπόλλωνος. ἐξαλαπάξαι] λάπαθος εἶδος βοτάνης, ἥτις ἐστὶ 〈φάρ〉μακον κενωτι‐ κὸν τῶν παθῶν. ἐκ μεταφορᾶς. [ἐξαλαπάξαι] 〈ἐκ〉 τῆς λαπάθης τὸ ἀλαπάξαι.

1

.

131

ἀγαθός περ ἐὼν] εἰρωνεία· ὡσαύτως τὸ 〈κύδισ〉τε. ὁδὲ πέρ ἐναντιωματικός· ἀγαθὸς 〈καίπερ ἐ〉ών. ἄλλως· κατ’ εἰρωνείαν ὁ 〈ἀγαθόσ〉. [ἀγαθός] κατ’ εἰρωνείαν.
5[θεοείκελε] ἰστέον δὲ ὅτι εὐειδέστατος ἦν πάντων τῶν Ἑλλήνων ὁ Ἀχιλλεὺς καὶ γυναικοπρόσωπος—ἀνήρ.
θεοείκελε] ἐκ τοῦ εἴκω τοῦ ὁμοιῶ, ὅπερ 〈γράφεται〉 διὰ διφθόγγου· καὶ γὰρ τὸ ἔοικα παράκειται. .....ται πολλάκις ὅτι ὥσπερ ἀπὸ τοῦ σθένω Σθένελος, πέμπω πέμπελος, ἄγω ἄγελος καὶ ἄγγελος,21
10〈εἴδω〉 εἴδελος καὶ εἴδωλον καὶ ἀείδελος διὰ διφθόγγου, οὕτως ἀπὸ τοῦ εἴκω εἴκελος καὶ ἐν συνθέσει θεοείκελος. τὸ δὲ 〈ἁπλοῦν〉 διφορεῖται, τὸ δὲ σύνθετον ἀεὶ διὰ τῆς 〈διφθόγγου〉.

1

.

132

κλέπτε] ἀντειρωνεύεται. 〈παρὰ τὴν〉 κλοπὴν τὴν ἀπατὴν λέγει. τὸ δὲ «παρε〈λεύσεαι» ἐκ〉 μεταφορᾶς τοῦ δρόμου ἐν ᾧ ὁ παρελθὼν 〈νι‐ κᾷ〉.

1

132bis

κλέπτε νόον ἐπεὶ—πείσεις] ἐκ μεταφορᾶς τῶν τρε‐ χόντων δρομαίως.

1

.

134

[κέλεαι] Ἰωνικῶς.

1

.

135

ἀλλ’ εἰ μὲν δώσουσι] οὕτω 〈τινές· «ἀλλ’〉 εἰ μὲν δώσουσι γέ‐ ρας μεγάθυμοι Ἀχαιοὶ, 〈ἄξω ἑλ〉ὼν», 〈ὡσ〉 ὑπερβατόν. οἱ δὲ οὕτως· «ἀλλ’ εἰ μὲν δώσουσι γέρας μεγάθυμον Ἀχαιοὶ, ἔσται», ὡς ἐλλειπ‐ τικόν· ἴδιον γὰρ τῶν θυμουμένων τὸ μὴ πληροῦν τὸν λόγον.
5[ἀλλ’ εἰ μὲν δώσουσι] 〈οὐκ ἐλλιπὲς τὸ τῆσ〉 φράσεως, ἀλλ’ ἀρχαϊ‐ κόν· Ἀριστοφάνης ἐν τῷ Πλούτῳ· (467—471)
«καὶ μὴν περὶ τούτου σφῷν ἐθέλω δοῦναι λόγον
τὸ πρῶτον αὐτοῦ· κἂν μὲν ἀποφήνω 〈μόνην〉
〈ἀγαθῶν ἁπάντων〉 οὖσαν αἰτίαν ἐμὲ
10ὑμῖν δι’ ἐμέ τε ζώντας ὑμᾶς· εἰ δὲ μὴ, ποιεῖ〈τον ἤδη τοῦθ’ ὅ τι ἂν〉 ὑμῖν δοκῇ.

1

.

136

[ἄρσαντες] ὁ μὲν Ἀρίσταρχος δασύνει, ὁ δὲ Ἡρωδιανὸς ψιλοῖ. ἀντάξιον] ποιήσαντες τὸ ἀρεστόν μοι, ὅπως ἰσοστάσιον τῆς ψυχῆς μου γένηται.

1

.

138

[ἢ τεὸν] τὴν Βρισηΐδα. [ἢ Αἴαντος] τὴν Τέκμησσαν τὴν Τεύθραντος θυγατέρα.

1

138bis

[ἢ Ὀδυσῆος] τὴν Λαοδίκην τοῦ Κύκνου θυγατέρα. ταῦτα
δὲ αἰνιγματωδῶς φησι. τὸ δὲ ὅλον ἀπετείνετο πρὸς Ἀχιλλέα.22

1

.

140

[καὶ αὖτις] Ἰωνικῶς.

1

.

141

[μέλαιναν] βαθεῖαν ἢ τῇ πίσσῃ κεχρισμένην.

1

.

142

ἐπιτηδὲς] ἐκ τοῦ ἐπιτηδής ἐπιτηδέος ἐπιτη〈δέεσ〉 καὶ ἐπιτηδές ἐν συγκοπῇ.

1

.

143

[καλλιπάρῃον] ἄλλως· κανών· τὰ ἀπὸ 〈τοῦ〉 κάλλος ἐν τῇ συν‐ θέσει διὰ τοῦ ι γράφεται, οἷον καλλίκομος καλλιγράφος, τὸ δὲ καλλι‐ πάρηος Αἰολικῶς διὰ τοῦ η, ὡς τρέποντες τὴν ει δίφθογγον εἰς η. τὸ δὲ παρειά διὰ διφθόγγου.
5[καλλιπάρῃον] κανών· τὰ εἰς α θηλυκὰ ὀξύτονα τῷ ι μόνῳ θέλουσι παραλήγεσθαι, πλὴν τοῦ ζειά, εἶδος ὀσπρίου, 〈τοῦ〉 χειά, ὁ φωλεὸς ὄφεων .... τὸ δὲ παρειά παρὰ τὸ παριέναι τὴν ὠχρίασιν. [καλλιπάρῃον] ἀπὸ μέρους καλήν.

1

.

147

ὄφρ’ ἥμιν] τὸ ὄφρα σημαίνει δύο· σύνδεσμον αἰτιολογικὸν, ἀντὶ τοῦ ὅπως, καὶ χρόνου δηλωτικὸν, ὡς τὸ «ὄφρ’ ἂν Ἀχαιοὶ υἱὸν ἐμὸν τίσωσι» (Il. I, 509—510). τὸ δὲ ἥμιν πρὸ μιᾶς ἔχει τὸν τόνον καὶ ἐγκλίνεται· ἡ γὰρ ἔγκλισις .... τῇ προηγουμένῃ λέξει, ὅτε ἐστὶν ἡ
5λέξις ἤτοι μονοσύλλαβος ἢ δισύλλαβος βραχυκατάληκτος, ὡς τὸ εἰμί· «ἄνθρωπός εἰμι» «ἄνθρωπός ἐστι», καί φημί «ἕνεκά φημι», μονο‐ σύλλαβος δὲ, ὡς τὸ «ἤκουσέ μου». ὅτε δὲ σπονδειακή ἐστι, τότε τῇ προηγουμένῃ συλλαβῇ ἀναδίδωσι τὸν τόνον, οἷον «ἐλάλησεν ἥμιν» «ἤκουσεν ἥμων» «ἔτυψεν ἥμας».
10ἑκάεργον] πόρρωθεν εἴργοντα ἢ ποι〈οῦντα καὶ〉 ἐργαζόμενον τοξό‐ την.

1

.

149

[ἐπιειμένε] φιλοτέχνως δὲ 〈τὴν〉 ἰδίαν ὕβριν κεκοινοποίηται. ἐπιειμένε] ὁ γὰρ φιλοχρήματός 〈ἐστι〉 καὶ ἀναιδής. κερδαλεόφρων δὲ ἢ ὁ παν〈οῦργοσ〉, παρὰ τὸ κερδώ, ὅ ἐστιν ἀλώπηξ, ἢ ὃ φιλοχρήματος, παρὰ τὸ ἐν κέρδει 〈ἔχειν〉 τὸν νοῦν.

1

149bis

[κερδαλεόφρον] ἢ περὶ κέρδη τὸν νοῦν ἔχων, τουτέστι κερδαί‐
νειν φρονῶν. κερδαλεόφρον] 〈τὰ κέρδεα〉 ἁπλᾶ μὲν μέσα, συντιθέμενα δὲ ψόγον δηλοῖ. φυλάσσει δὲ τὸν τόνον τὰ παρὰ τὸ φρήν 〈ἐπὶ κλητικῆς, τὰ δὲ〉23
5ἄλλα ἀναπέμπει, πλὴν τοῦ Λακεδαίμων.

1

.

150

[πείθηται] Ἀττικῶς.

1

.

151

ἢ ὁδὸν] ὁδός σημαίνει τρία· τὸν πλοῦν, ὡς τὸ «τὴν ὁδὸν ἣν Ἑλένη〈ν περ ἀπήγαγεν〉 εὐπατέρειαν» (Il. VI, 292.), καὶ τὴν ἐνέδραν, ὡς τὸ «ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν», καὶ 〈τὸν νόμον〉, ὡς τὸ «μακά‐ ριοι οἱ ἄμωμοι 〈ἐν ὁδῷ〉, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου». (Psalm.
5CXVIII, v. 1.) ** [ἐλθέμεναι] τὸ ἐλθεῖν ἐλθέν λεγόμενον Δωρικῶς, ἐὰν πρὸ τοῦ ν τὴν με συλλαβὴν ἔχῃ, ἐλθέμεν λέγεται, 〈ὡσ〉 καὶ χολωσέμεν 〈καὶ〉 λεγέμεν, 〈εἰ δὲ〉 ἐκταθήσεται τῇ αι διφθόγγῳ ἐν τῷ τέλει, ἐλθέμεναι λέγεται, ὡς καὶ χολωσέμεναι καὶ λεγέμεναι. 〈καὶ γίγνεται τὸ αὐτὸ ἐν〉
10τοῖς εἰς ῆναι ἀπαρεμφάτοις, ὡς ἐν τῷ θωρηχθῆναι θωρηχθήμεναι. τὰ δὲ εἰς ναι 〈τοῦ δευτέρου ἀορίστου, διφθόγγου μὲν〉 παραληγούσης δέχονται τὴν με συλλαβὴν, ἀλλ’ ἀποβάλλουσιν ἕνα τῶν φωνηέντων, 〈οἷον δοῦναι δόμεναι, θεῖναι θέμεναι, ἑνὸς δὲ φωνηέντος παραλήγοντος, φυλάσσουσιν αὐτὸ πρὸ τῆς με συλλαβῆς, οἷον στῆναι στήμεναι, βῆναι
15βήμεναι ....〉. [ἐλθέμεναι] Αἰολικῶς.

1

.

152

αἰχμητάων] αἰχμητὰς τοὺς Τρῶάς φησιν πρὸς φόβον τοῦ Ἀγα‐ μέμνονος.

1

.

153

[ἐπεὶ οὔτι μοι αἴτιοί εἰσιν] ὡς κοιναὶ συλλαβαὶ βραχεῖαι αἱ δίφθογγοι αὗται 〈νομ〉ίζονται.

1

.

154

οὐ γὰρ πώποτε] τὰς αἰτίας ὑπογράφει δι’ ἃς 〈φιλεῖ ὁ〉 πόλεμος γίνεσθαι, οὐ διὰ γύναιον. [βοῦς] Ἀττικῶς.

1

.

155

ἐν Φθίῃ] πόλις Θετταλίας παραθαλασσ〈ία〉, πατρὶς Ἀχιλλέως.
βωτιανείρῃ] δι〈ὰ τούτων ἐξ〉αίρων τὴν χάριν ἐπαινεῖ τὴν πατρίδα.24

1

.

156

[ἐπεὶ ἧ] Ἀττικῶς.

1

.

157

οὔρεα] Ἰωνικῶς. θάλασσά τε ἠχήεσσα] ἀπὸ τῆς τῶν κυμάτων κινήσεως. ὁ δὲ λόγος· οὐδέποτε ἠδίκησαν—ἀστυγείτονα.

1

.

158

ἀλλὰ σοὶ ὦ μέγ’ ἀναιδές] τοῦτο δὲ παρά τισιν οὕτως ἐπιτάσ‐ σεται· «ἀλλὰ σοὶ ὁμοῦ πάντες ἠκολουθήσαμεν ὅπως χαίρῃς, ἀρνύμε‐ νοι (ἀντὶ τοῦ παρέχοντες) 〈τιμὴν〉 παρὰ τῶν Τρώων τῷ Μενελέῳ καὶ σοί.» αὕτη δὲ ἡ σύνταξίς ἐστιν ὕποπτος, ἡ δὲ κρείττων ἐστὶν αὕ‐
5τη· «ἀρνύμενοι (ἀντὶ τοῦ καταλλασσόμενοι) τιμωρίαν 〈Τρ〉ωσὶ χάριν σοῦ καὶ τοῦ Μενελέω, οἱονεὶ ἐτιμώρησαν ἐκεῖνοι ἡμᾶς, τιμωροῦμεν ἡμεῖς ἐκείνους.» τὸ δὲ «ἀρνύμενοι» ἀντὶ τοῦ καταλλασσόμενοι ἐκ τοῦ παλαιοῦ ἐπεκράτησεν.

1

158bis

[ἀρνύμενοι] 〈ἐκ τοῦ ἀρνὸς καὶ τοῦ ὑμήν, τὸ δέρμα〉· καὶ γὰρ ποιούμενοι τὰ συναλλάγματα καὶ τὰς πραγματείας διὰ 〈δερμά〉των ἀρνῶν ἐποιοῦντο, καθὰ καὶ μέχρι τοῦ νῦν τινὰ ἔθνη διὰ δερμάτων ποιοῦνται τὴν πραγματείαν.

1

.

160

[τῶν] τῶν Τρώων, ἢ ἡμῶν τῶν π〈ερὶ〉 σοῦ κινδυνευόντων. οὐδ’ ἀλεγίζεις] οὐδὲ λόγον 〈ἔχων〉, ὡς ἐχθρῶν σου. [ἀλεγίζεις] Ἀττικῶς.

1

.

162

ᾧ ἔπι πολλὰ] ἐφ’ ᾧ. ἀναστροφὴ ὁ τρόπος—ᾧ ἔπι, ἐφ’ ᾧ. [ᾧ ἔπι] ἀναστροφὴ τὸ σχῆμα.

1

.

163

ἔχω] ἀντὶ τοῦ ἔσχον, ἐναργοῦς δὲ ἀπαγ[γελίας] τὰ γεγονότα
ὡς γιγνόμενα ἀπαγγέλλειν. ὁππότε] Δωρικὸν τὸ π καὶ τὸ τ καὶ τὸ ς καὶ τὸ δ ἀναδιπλασιά‐ ζειν.25
5ἶσον] 〈παρὰ τὸ〉 ἴσκω τὸ ὁμοιῶ, ὄνομα ῥηματικόν. τὸ δὲ ι κατὰ μὲν τὸν ποιητὴν μακρὸν 〈προφέρε〉ται, κατὰ δὲ τοὺς πεζολόγους βραχὺ, κατὰ δὲ τοὺς ἰαμβογράφους ἐπαμφοτερίζει, ὡς τὸ «Ἆρες Ἄρες» (Il. V, 31, 453) καὶ τὰ ὁμοῖα.

1

.

166

ἀτὰρ ἤν ποτε] ζητεῖται πότερον τὸ «ἀτάρ» κατ’ ἀποβολὴν τοῦ υ 〈ἐκ τοῦ αὐτάρ ἐκφέρεται, ἢ τὸ αὐτάρ ἐκ τοῦ ἀτάρ κατὰ πλεονασμὸν τοῦ υ. καί φαμεν ὅτι εἰ ἦν τὸ ἀτάρ ἐκ τοῦ αὐτάρ κατ’ ἀποβολὴν τοῦ υ〉, ἐξέτεινεν 〈ἂν τὸ δίχρονον〉, ὡς τὸ κ〈αίω〉 κάω, ναίω νάω. ἀλλ’ οὐδὲ
5πάλιν τὸ αὐτάρ κατὰ πλεονασμὸν Αἰολικὸν τοῦ υ ἐκ τοῦ ἀτάρ· ἐπὶ γὰρ τῶν καθαριευόντων τοῦτο ποιοῦσιν, Ἄρεος Ἄρευος, ἢ ἐχόντων τὸ ῥ. φαμὲν οὖν ποιητικὸν πλεονασμὸν εἶναι τοῦ υ ἐν τῷ αὐτάρ.

1

.

167

ἐγὼ δ’ ὀλίγον 〈τε φίλον τε]〉 〈φίλον〉 διὰ τὸ ἐξ ἰδίων— πονεῖν.

1

.

168

ἐπὴν κεκάμω] ἀντίπτωσις· ὤφελε γὰρ εἰπεῖν· «ὑφ’ οὗ καμὼν καὶ ἱδρώσας πολεμήσω».

1

.

169

νῦν εἶμι Φθίην] νῦν οὖν πορεύομαι πρὸς τὴν ἐμὴν πόλιν Φθίαν. ὁ δὲ νοῦς ὑπερβατόν· νῦν εἶμι Φθίηνδε—πολὺν πλοῦτον σχεῖν.

1

.

170

κορωνίσιν] ἐπικαμπεῖς—τὸ μέλαν. οὐδέ ς’ ὀΐω] ἀντίπτωσις· «οὐδέ ς’ ὀΐω ἄφενος καὶ πλοῦτον ἀφύξειν καὶ συνάξειν ἐνθάδ’ ἄτιμος ἐών» ἀντὶ τοῦ «ἐμοῦ ἀτίμου ὄντος». ὑπερβατὸν δὲ .... «νῦν εἶμι Φθίην σὺν νηυσὶ κορωνίσι», εἶτα τὸ
5«οὐδέ ς’ ὀΐω».26

1

.

171

ἐνθάδε 〈ἄτιμος ἐών〉] ἐνταῦθα ἀτιμαζόμενος. ἐνήλλακται δὲ ἡ πτῶσις· ἀντὶ γὰρ γενικῆς κέχρηται ὀνομαστικῇ, ὅ ἐστι σχῆμα. ἄφενος] κυρίως «ἄφενος» λέγεται ὁ ἀφ’ ἑνὸς ἐνιαυτοῦ περιουσίαν ἔχων, πλούσιος δὲ ὁ 〈ἀπὸ〉 πολλῶν.
5ἄλλως· ὁ ποιητὴς οὐδετέρως χρῆται τῇ λέξει. τινὲς δὲ καὶ ἀρσενι‐ κῶς. γίνεται δὲ ἐκ τοῦ 〈ἕνος, ὅ〉 σημαίνει τὸν ἐνιαυτὸν, ἄφενος προ‐ παροξυτόνως, ἀφενός δὲ ὀξυτόνως ὁ ἄνθρωπος ὁ πλήρης, ἐκ τοῦ ἑνός, 〈τοῦτο δὲ〉 ἐκ τοῦ ἕω τοῦ πληρῶ.

1

.

173

φεῦγε μάλ’ εἴ τοι] τὴν ὑποχώρησιν φυγὴν ὀνομάζει καταισχύ‐ νων Ἀχιλλέα. [θυμὸς] τὸ θυμὸς σημαίνει θʹ. [ἔγωγε] Ἀττικῶς.

1

.

174

[εἵνεκ’ ἐμεῖο] Ἀττικῶς.

1

.

175

μητίετα Ζεύς] ἀντὶ τοῦ μητιέτης ὅ ἐστι βουλευτικώτατος. Βοι‐ ωτῶν καὶ Αἰολέων ὁ τοιοῦτος τῶν ὀνομάτων—ἐπὶ τῆς εὐθείας εἰς α λήγει οὕτως. μητίετα] ἐκ τοῦ μήδω τοῦ βουλεύομαι μήσω, μῆσις καὶ τροπῇ τοῦ
5ς εἰς τ μῆτις. ἐχρῆν δὲ παροξύνεσθαι, εἴ γε τὰ εἰς της λήγοντα βα‐ ρύτονα βραχείᾳ παραληγόμενα ἀπρόσληπτα τοῦ ς ἐπὶ γενικῆς καὶ 〈ἐπὶ〉 κλητικῆς παροξύνονται· οἰκέτα 〈φυλέτα〉 εὐν〈έτα. παραλόγωσ〉 ἄρα ἡ εὐρύοπα, δέσποτα 〈καὶ〉 μητίετα· ἔστιν οὖν εἰπεῖν ὅτι ἀπὸ τοῦ μητίτα κατὰ πλεονασμὸν τοῦ ε, καὶ συστολῇ τοῦ ι ἀπὸ τῆς εὐθείας
10〈μητίτησ〉 γέγονε μητίετα, καὶ ὁ τόνος ἐπὶ τοῦ αὐτοῦ τόπου ἔμεινε μετὰ 〈τὸν〉 πλεονασμόν.

1

.

176

Διοτρεφέων] τῶν σὺν τῇ Διὸς γνώμῃ—βασιλῆες.»
[βασιλήων] Ἰὰς ἡ διάλεκτος.27

1

.

177

ἀεὶ γάρ τοι] τὰ πλεονεκτήματα—σιωπηλὸν δόλιον. πόλεμοι] εἴρηται οἱονεὶ πολύαιμός τις ὤν.

1

.

180

Μυρμιδόνεσσι] ζητεῖται πόθεν κέκληνται Μυρμίδονες. ὁ Αἰα‐ κὸς τοῦ Διὸς ἦν υἱὸς καὶ ἐβασίλευεν 〈ἐν Αἰγίνῃ〉. λέγεται οὖν ὅτι θεω‐ ρῶν τὴν αὑτοῦ χώραν ὀλιγανδροῦσαν ηὔξατο τῷ Διὶ, ὁ δὲ τοὺς μύρ‐ μηκας ἐποίησεν ἀνθρώπους, καὶ διὰ τοῦτο Μυρμίδονες κέκληνται.

1

.

181

οὐδ’ ὄθομαι] ἐπιστροφὴν ποιοῦμαι. παρὰ τὸ ὄτοβος, ὃ σημαίνει τάραχον, ὅθεν καὶ τὸ ὠθῶ τὸ κινῶ.

1

.

182

ὡς ἔμ’ ἀφαιρεῖται] πιθανῶς τὸν θεόν φησιν ἀφαιρεῖσθαι τὸ γέρας, ἵνα μὴ ὕποπτος γένηται ὡς μισῶν αὐτοὺς, ἢ ἵνα μὴ χάριν ἔχωσι τῷ Ἀχιλλεῖ.

1

.

183

σὺν νηΐ τ’ ἐμῇ] ἵνα μὴ δοκῇ ἄκων ἀπολύειν τὴν γυναῖκα. κλισίην] ἐκ τοῦ κλίνω κλισίη, 〈εἰσ〉 ἣν ὄντες ἐν ὁδῷ κατακλινόμεθα πρὸς κατάλυσιν.

1

.

187

ἄντην] ἀπὸ τοῦ ἄντω. τοῦτο παρὰ τὴν ἀντί πρόθεσιν. τὰ δὲ εἰς ν ἐπιρρήματα διὰ τοῦ η γράφονται· προχύδην, μίγδην.

1

.

188

Πηλείωνι] πατρωνυμικὸν δευτέρου τρόπου. τὰ δὲ εἰς ων πα‐ τρονυμικὰ φυλάττουσι τὸ ω καὶ ἐπὶ γενικῆς.

1

.

189

στήθεσσιν λασίοισι] λάσιον τὸ θερμόν· ἡ θερμὴ γὰρ αἰτία τῆς τῶν τριχῶν ἐκφύσεως. ἐμφαίνει 〈δὲ〉 τὸ θυμικόν.
ἄλλως· στήθεσσιν λασίοισι] ἐν τοῖς δασέσι καὶ συνετοῖς. νῦν δὲ περὶ τοῦ θυμοειδοῦς μέρους—καὶ μανικὸν τῆς ψυχῆς.28
5Gen. ajoute καὶ τοῦ σώματος. λασίοισι] ἐκ τοῦ λα—νοήματος. διάνδιχα] ὁτὲ μὲν ὀργιζόμενος, ὁτὲ δὲ ἐπιλ〈ογιζόμενοσ〉, ὑφ’ οὗ ἂν ἐνικᾶτο ὡς νέος, εἰ μὴ ἐχρήσατο τῇ τελείᾳ φρονήσει.

1

.

193

[ἕως ὃ ταῦτα·] κοινὴ συλλαβὴ τὸ ὅ.

1

.

197

[κομῆς] τῆς 〈τρι〉χώσεως. εἴρητο παρὰ τὸ κόσμον 〈εἶναι τὰς τρίχασ〉 τοῦ σώματος.

1

.

198

[οἴῳ φαινομένη] μόνῳ αὐτῷ φαινομένη· μ〈όνοσ〉 γὰρ αὐτὸς τὸν οἰκεῖον δαίμονα καὶ τὴν ἐν αὑτῷ φρόνησιν ἑ〈ώρ〉α.

1

.

200

Παλλάδ’ Ἀθηναίην] τὴν δὲ Ἀθηνᾶν Παλλάδα ἐπιθετικῶς φησιν ἀπὸ τοῦ πάλλειν καὶ κραδαίνειν—προσκομίσαι τῷ Διί.

1

.

201

[καί μιν φωνήσας] προσωποποιΐα.

1

.

214

ὁ στίχος ὑπόρρυθμος.

1

.

218

γνωμικῶς.

1

.

221

[Ἀθηναίην] Ἀττικῶς.

1

.

223

τὸ σχῆμα προκατά〈στασισ〉.

1

.

225

τὸ σχῆμα βαρύτης.

1

.

231

λείπει τὸ μέ.

1

.

234

ναὶ μὰ τόδε σκῆπτρον] ναὶ μὰ τοῦτο τὸ σκῆπτρον. πεπλεόνακε τῷ μά—τῆς βασιλείας θεόν.

1

.

240

τὸ σχῆμα τραχύτης.

1

.

242

[ἀνδροφόνοιο] εἴωθε γὰρ τηρεῖν τὰ ἐπίθετα εὐστόχως.

1

.

248

[ἡδυεπὴς ἀνόρουσε] οὐδὲ γὰρ γέροντα κυβερνήτην μέμψαιτο ἄν τις, κινδυνεύοντος 〈τοῦ〉 σκάφους ὑπὲρ τὸ δέον, κινούμενον.29

1

.

253

[σφιν] τόν τε Ἀγαμέμνονα 〈λέγει〉 καὶ τὸν Ἀχιλλέα.

1

.

258

** περὶ μὲν] περισσῶς. λείπει ὑπερέχοντες. ** [περὶ δ’ ἐστὲ μάχεσθαι] περισσῶς. λείπει ὑπερέχοντες ἐν ταῖς μάχαις.

1

.

261

** [ἀθέριζον] ἐκ μεταφορᾶς 〈τῶν ἀθέρων ἐπὶ〉 τῶν ἀνδρῶν τῶν δευτέρων, ὡς μηδὲν συντελούντων.

1

.

262

[ἴδον] Ἰωνικῶς.

1

.

274

** [πείθεσθαι ἄμεινον] τοῖς καλῶς λέγουσιν.

1

.

284

[πέλεται] πέλω σημαίνει τὸ ὑπάρχω, τὸ προσεγγίζω καὶ τὸ ἀναστρέφομαι.

1

.

290

[μιν] Δωρικῶς.

1

.

302

[εἰ δ’, ἄγε μὴν, πείρησαι] κατὰ παρολκήν. [πείρησαι] τὸ σχῆμα κατὰ περίληψιν.

1

.

308

[προέρυσσεν] ἡ πρό περισσὴ.

1

.

310

[καλλιπάρῃον] Ἰωνικῶς.

1

.

318

ἀπόθεσις.

1

.

332

[μιν] Δωρικῶς.

1

.

333

[ὃ] Ἀττικῶς δὲ οὗτος.

1

.

334

χαίρετε κήρυκες] Ἑρμῆς μιγεὶς Πανδρόσῳ—Πτο‐ λεμαῖος.

1

.

340

[ἀπηνέος] ἀπὸ τοῦ αἰνός.

1

.

355

[ἦ γάρ με Ἀτρείδης] τὸ σχῆμα ἐπαγωγὴ καὶ βεβαίωσις. ὁ δὲ νοῦς βαρύτης.

1

.

357

** διὰ τί ὁ Ἀχιλλεὺς ἀνδρεῖος ὢν ἔκλαυσε διὰ γύναιον αἰχμά‐ λωτον; ἀπὸ θυμοῦ ἀγαθότητος ἐποίησε τοῦτο· ἔστι γὰρ παροιμία ἣ λέγει· «ἀγαθοὶ δ’ ἀριδάκρυες ἄνδρες,» ἤτοι· «οἱ ἀγαθοὶ ἄνδρες οὐκ ἀδάκρυες.»

1

.

388

[ἠπείλησεν] ἀπὸ ἐλέους.

1

388bis

[ὃ] ἡ ὅστις Αἰολικῶς.30

1

.

389

** [ἑλίκωπες Ἀχαιοί] ἑλίκωπας Ἀχαιοὺς λέγει τοὺς τὰς κώπας ἑλίσσοντας, οὐχὶ τοὺς μελανοφθάλμους, ὡς τὸ «ἑλικώπιδα κούρην» (Il. I, 98): εἰ γὰρ οὕτως ἔλεγεν, 〈ἔλεγεν〉 ἂν τοὺς Ἕλληνας γυναικο‐ μόρφους, ὡς ἔπος εἰπεῖν, καὶ ἀνάνδρους, ἀλλά φησι τούτους δεξιοὺς κυ‐
5βερνήτας καὶ ναυτικούς· εἴρητο 〈οὖν〉 παρὰ τὸ ἑλίσσειν τὰς κώπας.

1

.

392

[κούρην Βρισῆος] ἔοικε πατρωνυμικῶς—Ἱπποδά‐ μεια.

1

.

396

[μεγάροισι] μέγαρον λέγεται τὸ μέγα ὁσπήτιον, παρὰ τὸ μεγαί‐ ρεσθαι καὶ φθονεῖσθαι παρὰ τῶν ἀνθρώπων.

1

403-404

ὃν Βριαρέων—Αἰγαίωνα] τῶν διωνύμων —Σκάμανδρον.

1

.

404

[Αἰγαίωνα] ἀπὸ Αἰγαίου πελάγους.

1

.

410

** [ἐπαύρωνται] ἤγουν ἀπολαύσωσι τῶν τοῦ βασιλέως κακῶν.

1

.

420

[Ὄλυμπον ἀγάννιφον] τὸν λίαν νιφόμενον 〈κατὰ〉 τὰ ὑπὸ τοῖς νέφεσι μέρη· τὰ γὰρ ἄκρα—οὐδὲ ὅλως.

1

.

437

[ῥηγμῖνι] ῥηγμίν ὁ αἰγιαλός, ἀπὸ τοῦ ῥήσσω, τὸ ῥηγνύω· ἐν αὐτῷ γὰρ ῥηγνύονται τὰ κύματα τῆς θαλάσσης.

1

.

451

[Χρύσην] πόλιν.

1

.

452

[Τενέδοιο] πόλεως.

1

.

459

[αὐέρυσαν μὲν πρῶτα] ἀνέκλασαν μὲν τὸν τράχηλον πρῶτον.

1

.

460

[μηρούς] τὰ μηριαῖα ὀστᾶ.

1

.

461

ἐπ’ αὐτῶν] ἀπ’ αὐτῶν δὲ ὠμῶν τῶν ἱερείων—καρ‐ ποῦσθαι.

1

.

462

[αἴθοπα οἶνον] μέλανα καὶ ἔνθερμον οἶνον.

1

.

477

[ῥοδοδάκτυλος] ῥοδόχρους, διαυγής· πυρώδης γὰρ ὁ ἀὴρ
—τὸ τῶν ἀκτίνων σχῆμα.31

1

.

528

ἦ καὶ κυανέοισι] δηλοῖ δὲ πλείονα—τοῦ ἀληθοῦς λαμβάνεται.

1

.

572

[λευκωλένῳ Ἥρῃ] ἄμεινον· «τετιημένῃ ἦτορ».

1

.

581

[στυφελίξαι] λείπει δύναται.

1

.

589

ἀργαλέος] χαλεπὸς γάρ ἐστιν ὁ Ζεὺς τῷ βουλομένῳ αὐτῷ ἀντι‐ φέρεσθαι, ὅ ἐστιν ἐναντιοῦσθαι, ἐξισοῦσθαι καὶ φιλονεικεῖν.

1

.

591

ἀπὸ βηλοῦ θεσπεσίοιο] ἀπὸ τοῦ οὐρανοῦ· ἀπὸ γὰρ τοῦ οὐρανοῦ ἐρρίφθη. γίγνεται δὲ ἀπὸ τοῦ βεβηκέναι τοὺς θεοὺς—διο‐ δεύεσθαι.

1

.

607

** [περικλυτὸς] περισσῶς ἔνδοξος τὴν τέχνην.

1

607bis

** [Ἀμφιγυήεις] ἀμφοτέραις ταῖς ἰγνύαις χωλεύων.

1

.

611

** [παρὰ δὲ χρυσόθρονος Ἥρη] ἤτοι σὺν αὐτῷ καὶ ἡ λαμπρο‐
τάτη Ἥρη.32

2

.

6

οὖλον Ὄνειρον] λέγει τὸν ὀλέθριον. δηλοῖ δὲ καὶ τὸν προσηνῆ καὶ τὸν ὁλόκληρον—ὄλβια δοῖεν».

2

.

11

καρηκομόωντας] τοὺς τὰς κεφαλὰς κομῶντας ἀνδρείας χάριν· καὶ γὰρ τῶν Ἑλλήνων τὸ παλαιὸν—ἀναθεῖναι τῷ Ἀπόλ‐ λωνι. Gen. ajoute: ἀπὸ δὲ τοῦ κομῶντας ἐν διαιρέσει κομόωντας.

2

.

13

[οὐ γὰρ ἔτ’ ἀμφὶς—φράζονται] διχογνωμοῦσι περὶ τῆς Ἰλίου—τὰ ὑπὲρ Ἑλλήνων.

2

.

36

προαναφώνησις. [ἐπανέστησαν] ἡ ἐπὶ περισσὴ, ἢ ἐπὶ τῷ λόγῳ.

2

.

85

[ποιμένι λαῶν] ἀπὸ ἐμψύχου εἰς ἔμψυχον.

2

.

107

σημείωσαι· αὐτὰρ ὁ αὖτε Θυέστα] Ἀτρεὺς βασιλεύων τῆς Πελοποννήσου—ποιήσας ἀποδίδωσιν.

2

.

108

[νήσοισι] νῆσός ἐστι γῆ περιεστοιχισμένη ὑπὸ θαλάσσης παν‐ ταχόθεν, ἔχουσα ἐν ἑαυτῇ πολλὰς πόλεις ἢ καὶ ὀλίγας. ἴσως δὲ εἴρηται ἀπὸ τῆς νήσσης, ἥτις ἐστὶ 〈καὶ αὐτὴ〉 νηχομένη διὰ παντὸς ἐν τοῖς
κύμασι τῶν ὑδάτων.33

2

.

122

[παυροτέροισι] παυρότεροι, ὀλιγώτεροι· οἱ μὲν γὰρ Τρῶες χω‐ ρὶς—ἄλλοι δὲ ιδʹ.

2

.

124

** [ὅρκια πιστὰ ταμόντες] ἤγουν ὅρκους πιστοὺς διὰ θυσιῶν ποιησάμενοι θελήσομεν ἀριθμεῖν.

2

.

130

[ἐπίκουροι] οἱ ἀπὸ ξένης χώρας.

2

.

167

[κατ’ Οὐλύμποιο καρήνων] τοῦ ἐγκεφάλου.

2

.

210

[αἰγιαλῷ μεγάλῳ βρέμεται] συμφυῶς—ταῖς ὀνομα‐ τοποιΐαις· δι’ αὐτῶν γὰρ ἡ φράσις τῶν νοουμένων συντραχύνεται. κα‐ λῶς δὲ καὶ τὸ «μεγάλῳ», ἐμφῆναι θέλων τὴν τῶν κυμάτων παράτασιν.

2

.

214

[οὐ κατὰ κόσμον] ζητεῖται διὰ ποίαν αἰτίαν ὁ Θερσίτης— ὑψώσεως χάριν.

2

214bis

οὐ κατὰ κόσμον] οὐ κατὰ τὸ πρέπον, εὐτάκτως, τοῦτ’ ἔστιν οὐ δικαίως, ἐφιλονεικεῖ τοῖς βασιλεῦσιν, ἀλλ’ ὅπερ ἂν ἐνόμιζεν ὁ Θερσί‐ της ἀναγκαῖον εἶναι, τοῦτο γέλωτος πολλοῦ ἄξιον ἐφαίνετο τοῖς Ἕλλησιν.

2

.

250

ἀνὰ στόμ’ ἔχων] διὰ τοῦ στόματος ἔχων, λοιδορῶν. διὸ οὐκ ἐχρῆν σε ἀεὶ τοὺς βασιλέας ἐπὶ στόματος ἔχειν καὶ λοιδορεῖν.

2

.

260

διὰ τὸ εἰς πόλεμον ἀπελθεῖν καὶ εἰς ξένην χώραν.

2

.

265

διὰ ποίαν αἰτίαν «εἴ κ’ ἔτι ς’ ἀφραίνοντα κιχήσομαι» εἰπὼν (v. 258) καὶ τὰ ἑξῆς, εὐθὺς λέγει· «σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω πλῆξεν»; λέγομεν δὲ ἡμεῖς· εἶπε τηνικαῦτα τὸ ἀποδύειν καὶ οὕτως τύπτειν γυμνὸν, νῦν δὲ τοῦτον ἁπλῶς ἔπληξεν.

2

.

272

[ἦ δὴ μυρί’ Ὀδυσσεὺς ἐσθλὰ ἔοργε] τοῦτο πρέποι 〈ἂν〉 εἰς ἀνδρὸς φρονίμου ἐγκώμιον.

2

278-279

σημείωσαι· ὣς φάσαν—παρὰ] τὸ ἑξῆς λέγει ὅτι ἀνέστη
ὁ τὰς πόλεις πορθῶν, ὁ πολεμικῶς διακείμενος Ὀδυσσεὺς— τῆς Ἰλίου πόρθησιν, ὡς ὀψέ ποτε τὴν τοῦ δουρείου ἵππου κατασκευὴν ἐπινοήσαντος τοῦ Ὀδυσσέως, οὗ εἰσαχθέντος—ἄνακτος».34

2

.

280

** εὐρύφωνον ἐντεῦθεν ἐμφαίνει τὸν Ὀδυσσέα, καὶ διὰ τοῦτο πρὸ Νέστορος ἐδημηγόρει ὅτι γεγωνότερον ἔδει βοᾶν διὰ τὴν σύγχυσιν τοῦ στρατοῦ.

2

.

285

μερόπεσσι βροτοῖσιν] ἀνθρώποις τοῖς μεμερισμένην καὶ ἔναρ‐ θρον ἔχουσι τὴν φωνὴν, ὡς πρὸς σύγκρισιν τῶν ἄλλων ζῴων.

2

.

302

[μάρτυροι] ἡ εὐθεῖα ὁ μάρτυρος.

2

.

303

χθιζά τε] χθὲς καὶ πρώην. κατεσμίκρυνε—τοὺς Ἕλληνας.

2

303bis

[Αὐλίδα] τόπος Βοιωτίας.

2

.

309

σμερδαλέος] ἀπὸ τοῦ μερίζειν τὴν ψυχὴν τῶν ὁρώντων τῷ φόβῳ καὶ μὴ ἐᾶν αὐτὴν ἐν ταὐτῷ μένειν. ἀπὸ τοῦ μερίζω μερδαλέος καὶ σμερδαλέος.

2

.

310

[πρὸς] ἡ «πρός» ἀντὶ τῆς εἰς.

2

.

336

τοῖσι δὲ καὶ μετέειπε] Ἡρακλῆς ἐπιστρατεύσας—Γερήνιος ὠνομάσθη.

2

336bis

ἱππότα] ἀντὶ τοῦ ἱππικός—κέχρηται.

2

.

337

** ἡ δημηγορία τοῦ Νέστορος ποικιλωτέρα τῆς τοῦ Ὀδυσσέως ἐστὶ καὶ ἁπαλωτέρα· πῇ μὲν γὰρ ἀποτείνει εἰς τὸν βασιλέα, πῇ δὲ στρέ‐ φεται πρὸς τὸν λαὸν, καὶ πῇ μὲν ὀνειδίζει τοῖς Ἕλλησι, πῇ δὲ ὑπεραπο‐ λογεῖται αὐτῶν.

2

.

339

πῆ δὴ συνθεσίαι τε] ποῦ δὴ καὶ αἱ συνθεσίαι; τῶν ἐκ τῆς
Ἑλλάδος—ἡ ἱστορία παρὰ Στησιχόρῳ.35

2

.

350

[Κρονίωνα] Κρόνου παῖδα, Δία· εἰσὶ γὰρ ἕτεροι· ἄρρενες μὲν Ποσειδῶν, Ἅιδης, θήλειαι δὲ Ἑστία, Δημήτηρ, Ἥρα.

2

.

367

[γνώσεαι] ἐπιγνώσῃ, φησὶν, πότερον θεία γνώμη ἡ ἐναντιου‐ μένη σοι πρὸς τὸ ἑλεῖν τὴν Ἴλιον, ἢ ἡ τῶν ἀνδρῶν δειλία καὶ ἀπόνοια τῶν πολεμικῶν ἔργων.

2

.

371

[αἲ γὰρ] ἔστι 〈τὸ〉 «γάρ» ἐπίρρημα εὐκτικόν.

2

.

374

χερσὶν ὑφ’ ἡμετέροισιν] διὰ τί τοῦ Ὀδυσσέως— νίκης γὰρ φῶς βεβαιότερον.

2

.

381

[δεῖπνον] τὸ πρωϊνὸν, μεθ’ ὃ δεῖ πονεῖν, ὅ ἐστιν ἐργάζεσθαι —τοῦ πολέμου καὶ ἡσυχάζειν.

2

.

385

[Ἄρηϊ] σημείωσαι· τετραχῶς τούτῳ τῷ ὀνόματι— ὀϊζυροῖσι βροτοῖσιν».

2

.

395

λείπει τὸ ἰάχει, βοᾷ. ** λείπει ἐβόησεν.

2

.

408

βοὴν ἀγαθὸς] ὁ ἐν τῷ πολέμῳ γενναῖος· ἡ γὰρ δειλία— τὴν φωνήν.

2

.

461

Ἀσίῳ] ἐν τῷ τῆς Ἀσίας συμφύτῳ τόπῳ, ἐν τῷ ἰλυώδει τόπῳ· ἆσις γὰρ κατὰ διάλεκτον ἡ ἰλύς. ἄλλοι δὲ «Ἀσίου» ὀνομαστικῶς, ἀπὸ Ἀσίου τοῦ Λυδοῦ.

2

.

463

[λειμὼν] ὁ σύμφυτος καὶ ὑγρὸς τόπος.

2

.

465

σημείωσαι· Σκαμάνδριον] ὁ Σκάμανδρος ποταμός ἐστιν, 〈ὃσ〉 καταφερόμενος ἀπὸ τῆς Ἴδης μέσον τέμνει τὸ ὑπὸ τῇ Ἰλίῳ ὑποκείμενον πεδίον καὶ ἐπὶ τὰ ἀριστερὰ ἐκδίδει εἰς θάλασσαν, ὃς καλεῖται καὶ Ξάνθος.

2

.

479

** στέρνον δὲ Ποσειδάωνι] τῷ θυμῷ τῷ εὐλόγῳ.

2

.

493

** [αὖ] ἀντὶ τοῦ γὰρ.36

2

.

505

.... παῖδες ἐκδικοῦντες—αἱ Θῆβαι ἐξεπεπολιώρ‐ κηντο.

2

.

506

Ὀγχηστόν] τόπος Βοιωτίας ἱερὸς Ποσειδῶνος. εἴρηται ἀπὸ Ὀγ‐ χήστου Βοιωτοῦ. ἄλσος] πᾶς τόπος—καλεῖται.

2

.

507

Ἄρνην] πόλις Βοιωτίας ἀπὸ Ἄρνης—«πολυστάφυλον Τάρνην».

2

.

508

Νῖσαν] Νῖσα Βοιωτίας—ἐπιφανὲς ἱερόν. Ἀνθηδόνα] Ἀνθηδὼν δὲ πόλις Βοιωτίας. ἐκ ταύτης ἦν Γλαῦκος ὁ θαλάσσιος. «ἐσχατόωσαν» δὲ τὴν ἐν τοῖς ἐσχάτοις μέρεσι τῆς Βοιωτίας κειμένην.

2

.

511

Ὀρχόμενον Μινύειον] τὸν ἐν Βοιωτίᾳ λέγει—καὶ ἕτερος τῆς Θεσσαλίας.

2

.

514

παρθένος] ἢ ἔτι παρθένος νομιζομένη τοῖς γονεῦσιν. ὑπερώϊον 〈εἰσαναβᾶσα〉] εἰς τὸ δίστεγον ἀνελθοῦσα— αὐτὰς εἶναι.

2

.

517

αὐτὰρ Φωκήων] διχῶς δὲ γράφεται «Φωκήων» καὶ «Φωκείων»· τοὺς γὰρ Φωκεῖς οἱ μὲν ἀπὸ Φώκου—Προνόης τῆς Ἀσω‐ ποῦ.

2

.

519

Κυπάρισσον] πόλις Φωκίδος. ὠνομάσθη δὲ ἀπὸ Κυπαρίσσου —κυπαρίσσων. [Πυθῶνα] Πυθὼν καὶ αὐτὴ πόλις Φωκίδος—περὶ ὧν
ἐθέλουσιν.37

2

.

520

Κρῖσάν τε] πεδίον ἐν Λοκρίδι—Δηϊονέως. [Δαυλίδα] Δαυλὶς πόλις Φωκίδος—ἔλεγον οἱ ἀρχαῖοι. Πανοπῆα] πόλις Φωκίδος—τοῦ Φώκου.

2

.

521

[Ἀνεμώρειαν] αὕτη μεταξὺ—σφοδρῶς.

2

521bis

** [Ἀνεμώρειαν] διὰ τὸ καταπνεῖσθαι αὐτὴν σφοδρῶς. Ὑάμπολιν] οἵτινες ᾤκουν τὴν ὑπὸ Ὑάντων ἔθνους βαρβάρων οἰκισ‐ θεῖσαν πόλιν.

2

.

522

οἵ τ’ ἄρα πὰρ ποταμόν] οὗτοι Ἐπικηφίσιοι—καλλίρ‐ ροον ὕδωρ».

2

.

527

Λοκρῶν δ’ ἡγεμόνευεν Ὀϊλῆος] Λοκρῶν νῦν μέμνηται— τῆς Ἰταλίας κατοικεῖν.

2

528-529

μείων οὔτι—ἀλλὰ πολὺ μείων—ἐγχείη δὲ] ἀθετοῦνται οἱ τρεῖς οὗτοι στίχοι—Πανέλληνας καὶ Ἀχαιούς.»

2

.

529

λινοθώρηξ] λινοῦν θώρακα ἔχων· οἱ γὰρ τοξόται λινοῦς θώρα‐ κας φοροῦσιν.

2

.

532

Βῆσσαν] οὕτως ὠνόμασται—λέγονται. Σκάρφην] οὕτως ὀνομάζεται ἀπὸ Σκάρφης τῆς Αἴσονος μητρός. Αὐγείας] ἀπὸ Αὐγείας—οἰκεῖται. [ἐρατεινὰς] «ἐρατεινὰς» δὲ ἐπεράστους, καλὰς καὶ ἐπιθυμίας ἀξίας.

2

.

533

Τάρφην] οὕτως ὠνόμασται—τὰ συνεχῆ.

2

.

535

[Εὐβοίης] Εὔβοια—Ἀσώπου.

2

.

536

μένεα πνείοντες] θυμοῦ καὶ δυνάμεως πνέοντες, τουτέστι γέ‐
μοντες, θαρραλέοι. Ἄβαντες δὲ οἱ ἀπὸ Εὐβοίας—αὐτῶν.38

2

.

537

Εἰρέτριάν τε] εἴρηται δὲ ἀπὸ Ἐρετριέως τοῦ Φαέθοντος. Ἱστίαιαν] αὕτη τὸ πρότερον—τῆς Ὑριέως.

2

.

538

Δίου τ’ αἰπὺ] τὸ ὑψηλὸν καὶ μέγιστον. καλεῖται δὲ καὶ Δίων— —Πανδώρου.

2

.

540

ὄζος Ἄρηος] ἀπόγονος Ἄρεος, πολεμικός.

2

.

541

Χαλκωδοντιάδης] Χαλκώδοντος παῖς Ἐλεφήνωρ—ἐλε‐ φαίρεσθαι αὐτὸν καὶ βλάπτοντα τοὺς πολεμίους

2

.

542

ὄπιθεν κομόωντες] τὰ ὀπίσω μέρη—βαθείας ἔχειν.

2

.

543

ὀρεκτῇσιν] τοῖς ἐκ χειρῶν δόρασιν—ἐκ χειρὸς πατά‐ ξαι.

2

.

546

[Ἀθήνας] Ἀθήνας δὲ νῦν κέκληκε—καταταγῆναι.

2

.

547

Ἐρεχθέως] Ἐρεχθέως δὲ τοῦ βασιλέως τῶν Ἀθηναίων— ἱστορεῖ Καλλίμαχος.

2

.

548

ζείδωρος 〈ἄρουρα〉] ἡ τὰ πρὸς ζωὴν δωρουμένη γῆ. D. Gen. a‐ joute: ἄρουρα γὰρ ἡ γῆ, παρὰ τὸ ἀροτριᾶσθαι.

2

.

549

κὰδ δ’ ἐν Ἀθήνῃς εἷσεν] καθίδρυσε δὲ αὐτὸν Ἀθήνῃσιν ἐν τῷ ἰδίῳ αὑτῆς ἱερῷ 〈ἡ〉 θεὸς καὶ ἔδωκε φυλάττειν ταῖς Κέκροπος θυ‐ γατράσιν. ἑῷ ἐν πίονι νηῷ] ἐν τῷ ἰδίῳ. «πίονι» δὲ ἀντὶ τοῦ πλουσίῳ καὶ εὐδαί‐
5μονι.

2

.

550

[ἱλάονται] ἱλάσκονται, ἐξευμενίζονται, ἐξιλεοῦνται.

2

.

551

κοῦροι Ἀθηναίων] ὡς οἱ Ἀθηναῖοι, περιφραστικῶς. περιτελλομένων] εἰς τὸ αὐτὸ κατὰ περίοδον περιερχομένων καὶ τελει‐ ουμένων.

2

.

557

[Σαλαμῖνος] Σαλαμὶς νῆσος—ὁ Τελαμώνιος.39

2

.

559

τειχιόεσσαν] τὴν καλῶς—τετειχίσθαι.

2

.

560

Ἑρμιόνην Ἀσίνην τε] πόλεις—Περσεφόνης. βαθὺν κατὰ κόλπον] τὰς βαθὺν—περιεχομένη.

2

.

561

Ἐπίδαυρον] πόλις Ἄργους ἐν τοῖς παραθαλασσίοις μέρεσι κει‐ μένη.

2

.

562

[Αἴγιναν] Αἴγινα νῆσος πρὸ τῆς Ἀττικῆς. ἐκαλεῖτο δὲ— μητρός.

2

.

565

ἰσόθεος φὼς] ἰσόθεος ἀνήρ. τὸ δὲ «φώς» ὀξυτονούμενον— ἕνδεκα δίφροι».

2

.

566

[Ταλαϊονίδαο] Ταλαοῦ παιδὸς, Ἀδράστου.

2

.

569

[Μυκήνας] Μυκήνη πόλις Ἄργους, ἧς—Λακωνι‐ κῆς.

2

.

571

Ἀραιθυρέην] αὕτη ὕστερον Φλιοῦς προσηγορεύθη.

2

.

573

Γονόεσσαν] Γονοῦσαν—Πελλήνης.

2

.

574

Πελλήνην] διαφέρει—Πελοπόννησος.

2

.

575

[Αἰγιαλόν] Αἰγιαλὸς πόλις ἐν Μυκήναις καὶ ἑτέρα ἐν Παφλα‐ γονίᾳ. [Αἰγιαλόν] οὕτως ἐκαλεῖτο ἡ παραθαλασσία—μέχρι Ἤλι‐ δος.

2

.

576

τῶν ἑκατὸν νηῶν] ἀντὶ τοῦ πάντων τῶν προειρημένων· καὶ γὰρ ἑκατὸν νεῶν ἡγεμὼν ἦν ὁ Ἀγαμέμνων.

2

.

581

κοίλην Λακεδαίμονα] τὴν ὑπὸ ὀρῶν—τὴν δὲ πόλιν Σπάρτην. Gen. ajoute ἕτεροι δὲ καὶ—
καλοῦσιν. κητώεσσαν] μεγάλην—ζῴων. Gen. ajoute:40
5τινὲς δὲ γράφουσι—ἐν Σπάρτῃ.

2

.

582

[Μέστην] ἢ «Μέσσην».

2

.

584

Ἕλος] πόλις—Εἵλωτες.

2

.

585

Λάαν] πόλιν—μονοσυλλάβως Λᾶν. ἠδ’ Οἴτυλον] καὶ Οἴτυλον. ἔστι δὲ καὶ αὕτη πόλις Λακεδαιμονίας.

2

.

591

[Πύλον] Πύλος ὁ ὑπὸ Νέστορι, ὅ ἐστι τῆς Μεσσηνίας— τὴν Ὠλενίαν πέτραν.

2

.

592

[Θρύον] πόλιν τῆς Ἤλιδος, ἣν ἕτεροι Θρυόεσσαν καλοῦσιν. Ἀλφειοῖο πόρον] καθ’ Ὅμηρον ποσὶ διαβατός. ἔστιν ὁ Ἀλφεῖος τῆς Ἠλείας χώρας. Αἶπυ] βαρυτόνως λεκτέον· ὄνομα γάρ ἐστι πόλεως—ὑψη‐
5λόν· τῶν μέντοι εἰς υ ληγόντων οὐδετέρων τριγενῶν τὰ θήλεα εἰς α λήγει, τῇ ει διφθόγγῳ παραληγόμενα, οἷον αἰπύ καὶ «αἰπεῖα κολώνη» (Il. XI, 711) ὀξύ, ὀξεῖα, ταχύ ταχεῖα.

2

.

595

Θάμυριν] οὗτος παῖς ἦν—ἐστέρησαν.

2

.

596

[Οἰχαλίηθεν] ἀπὸ τῆς Οἰχαλίας—Εὔρυτος.

2

.

599

πηρὸν θέσαν] ἤτοι τῆς τέχνης ἔπαυσαν—βεβλαμ‐ μένος.

2

.

600

καὶ ἐκλέλαθον] καὶ ἐπιλαθέσθαι ἐποίησαν τῆς κιθαρῳδίας. ὁ
δὲ σχηματισμὸς—ὁμοίως τῷ ὀρχηστύν.41

2

.

603

[Κυλλήνης] Κυλλήνη ὄρος—τὸν θεόν φασιν.

2

.

604

Αἰπύτιον παρὰ τύμβον] παρὰ τὸν τοῦ Αἰπύτου— Ἀρκὰς τὸ γένος.

2

.

612

αὐτὰρ γάρ σφιν] τοῖς Ἀρκάσι, φησὶ, αὐτὸς ὁ βασιλεὺς Ἀγα‐ μέμνων παρέσχε ναῦς, διὰ τὸ ἐν μεσογαίᾳ τῆς Πελοποννήσου αὐτοὺς οἰκοῦντας ἀπείρους εἶναι τῶν κατὰ θάλατταν ἔργων.

2

.

614

ἐπεὶ οὔ σφι θαλάσσια ἔργα] ἐπεὶ ἄπειροι ἦσαν τῶν κατὰ θά‐ λατταν ἔργων καὶ οὐδαμῶς ἔμελεν αὐτοῖς περὶ αὐτῶν.

2

.

616

ὅσσον ἐφ’ Ὑρμίνη] ἐφ’ ὅσον ἥ τε Ὑρμίνη—ἀκα‐ τάλληλος ὁ λόγος.

2

.

621

υἷες ὁ μὲν Κτεάτου] Ἄκτορος παῖδες—Εὐρύ‐ του.

2

.

625

Δουλιχίοιο] Δουλιχίου. ἔστι δὲ νῆσος πρὸς τῆς Κεφαλληνίας. αἱ δὲ Ἐχινάδες νῆσοι—καλοῦνται Ἐπειοί.

2

.

629

ὅς ποτε Δουλίχιον] ὃς εἰς τὸ Δουλίχιον—παρὰ Καλ‐ λιμάχῳ.

2

.

632

Νήριτον] ὄρος Ἰθάκης—ἡ κίνησις ἐνταῦθα.

2

.

635

οἵ τ’ ἤπειρον ἔχον] καὶ γάρ τινων χωρῶν—Ὀδυσ‐ σεύς.

2

.

640

[Χαλκίδα] ἔξω τοῦ Εὐρίπου. [Καλυδῶνα] ἤτοι Ναύπακτος.

2

.

642

οὐδ’ ἄρ’ ἔτ’ αὐτὸς ἔην] ἐτελεύτησε δὲ καὶ αὐτὸς— κατ’ ἐξοχήν.

2

.

649

ἑκατόμπολιν] διὰ τί ἐνταῦθα μὲν—ἐνενήκοντα εἶπεν
αὐτὴν ἔχειν.42

2

.

662

αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα] ἱστόρηται ὅτι— φυγὰς τῆς πατρίδος.

2

.

670

καί σφιν θεσπέσιον πλοῦτον] καὶ αὐτοῖς πολὺν— Ἀθηνᾷ ἔθυσαν.

2

.

671

Νιρεὺς αὖ Σύμηθεν] ἀπὸ δὲ Σύμης. ἐνταῦθα δὲ τρὶς ὀνομά‐ σας—εἵπετο λαός».

2

.

676

Κράπαθόν τε Κάσον τε] νῆσοι περὶ τὴν Κῶ. [Κράπαθον] λέγουσί τινες αὐτὴν Κάρπαθον.

2

.

677

Εὐρυπύλοιο πόλιν] τὴν Κῶ λέγει, ἐπεὶ Εὐρύπυλος ἦν— τῆς Κῶ.

2

.

692

κὰδ δὲ Μύνητ’ ἔβαλεν] κατέβαλε δὲ τὸν Μύνητα, ὅ ἐστιν ἀπέκτεινεν. ὁ δὲ Μύνης τῆς Βρισηΐδος ἀνήρ.

2

.

700

ἄλοχος] γαμετὴ γυνή. καὶ ἔστι κατ’ ἐπίτασιν τὸ α ἐνταῦθα, οἱονεὶ πολύλοχός τις οὖσα.

2

.

701

ἡμιτελής] ἤτοι ἄτεκνος—πρότερον ἐστράτευσεν. Δάρδανος ἀνὴρ] οἱ μὲν τὸν Αἰνείαν—τῶν Δαρδανίων λέ‐ γειν.

2

.

711

[Φέρας] ἀπὸ Φέρητος βασιλέως.

2

711bis

** [Φέρας] τὰς κοινῶς λεγομένας Σέρας.

2

.

714

δῖα γυναικῶν] ἀντὶ τοῦ ὑπερθετικοῦ—σωφροσύ‐ νῃ. D.

2

.

715

Πελίαο] Πελίας—Ἰωλκοῦ. Gen. ajoute: ἡ δὲ
Ἰωλκὸς πόλις Θεσσαλίας.43

2

.

721

ἀλλ’ ὁ μὲν ἐν νήσῳ κεῖτο] ἱστόρηται ὅτι Φιλοκτήτης— τοὺς ὀφιοδήκτους.

2

.

724

τάχα δὲ μνήσεσθαι ἔμελλον] ταχέως δὲ οἱ Ἕλληνες— ὁ Φιλοκτήτης.

2

.

740

μενεπτόλεμος] ὑπομονητικὸς ἐν τῷ πολέμῳ. ὁ δὲ Πολυποίτης —ὑβρίσαι ἐπεχείρησαν.

2

.

744

Αἰθίκεσσι] Αἴθικες ἔθνος—εἶπον Περαιβίας Gen. ajoute: ἀντὶ τοῦ εἰς Αἴθικας αὐτὸν ἐδίωξεν.

2

.

750

[Δωδώνην] Δωδώνη χωρίον ἐν Ὑπερβορέοις—Διός.

2

.

751

[Τιταρήσιον] Τιταρήσιος ποταμὸς Θεσσαλίας, ὃς ἀπὸ τῆς Στυ‐ γὸς ῥεῖν λέγεται, ἢ Ἠπείρου.

2

.

752

[Πηνειὸν] Πηνειὸς ποταμὸς—ἐμβάλλει. προίει] προπέμπει, ἐκδίδωσιν. [ἀργυροδίνῃ] ἀργυροδίνης δὲ καλὰ καὶ λαμπρὰ ῥεύματα ἔχων· δῖναι γὰρ αἱ τὸν ὑδάτων συστροφαί.

2

.

755

ὅρκου γὰρ—ἀπορρώξ] ἐκεῖ γὰρ—νομί‐ ζεται.

2

.

763

ἵπποι μὲν μέγ’ ἄρισται] ἐξόχως καὶ μεγάλως, ὡς Θεσσαλικαί. καὶ ὁ χρησμός φησιν· «ἵππος Θεσσαλική».

2

.

765

σταφύλῃ ἐπὶ νῶτον ἐΐσας] οὕτως ἴσας—ἀπορθοῦσι τὰ ξύλα.

2

.

766

θρέψ’ ἀργυρότοξος Ἀπόλλων] τὰς Ἀδμήτου ἵππους, ἐπεὶ νόμιος
—τοὺς Κύκλωπας.44

2

.

767

Φόβον Ἄρηος φορεούσας] ἐπισταμένας ὁτὲ μὲν φεύγειν, ὁτὲ δὲ διώκειν τοὺς πολεμίους.

2

.

774

δίσκοισιν] δίσκος ἐστὶ βαρὺς λίθος—προσαγορεύ‐ ουσιν. αἰγανέῃσιν] ἀκοντίοις. ἤτοι παρὰ τὸ ἄγαν ἵεσθαι, ἢ παρὰ τὸ εὐθετεῖν αὐτὰς εἰς αἰγῶν ἄγραν.

2

.

780

ὡσεί τε πυρὶ χθὼν πᾶσα] ὡσανεὶ ἐπὶ πᾶσαν τὴν γῆν νέμοιτο καὶ κατεσθίοι τὸ πῦρ· «χθὼν» γὰρ ἡ γῆ.

2

.

782

ἀμφὶ Τυφωέϊ] περὶ τῷ Τυφῶνι. Τυφὼν δὲ εἷς τῶν Γιγάντων, Γῆς ὢν καὶ Ταρτάρου, πολέμιος τοῖς θεοῖς, ὥς φησιν Ἡσίοδος, 〈ἐκε‐ ραυνώθη ὑπὸ Διόσ〉

2

.

800

[ψαμάθοισι] ψάμμοις. «ἐοικότες» δὲ ὡμοιωμένοι τῷ πλήθει.

2

.

803

ἐπίκουροι] οἱ τῶν Τρώων βοηθοὶ, τῶν πολεμουμένων, σύμμαχοι δὲ οἱ τῶν πολεμούντων.

2

.

804

πολυσπερέων] ἐπὶ πολλὰ μέρη τῆς γῆς διεσπαρμένων, πολυγε‐ νῶν ἢ πολυεθνῶν.

2

.

812

περίδρομος] περιφερής, στρογγύλος, πανταχόθεν περιτρέχεσθαι δυνάμενος.

2

.

809

[πᾶσαι] «πᾶσαι» δὲ ἀντὶ τοῦ ὅλαι· μία γὰρ ἦν ἱππήλατος.

2

.

813

Βατίειαν κικλήσκουσιν] πόλιν Τρωϊκὴν ἀπὸ τῶν περὶ αὐτῆς βάτων. «κικλήσκουσι» δὲ ἀντὶ τοῦ καλοῦσιν.

2

.

814

πολυσκάρθμοιο] πολυκινήτου—ἡ τῶν ποδῶν κίνησις. Gen. ajoute: Μύρινα δὲ ὄνομα κύριον Ἀμαζόνος.

2

.

816

κορυθαίολος] ὁ αἰόλλων—ἐν τοῖς πολέμοις.

2

.

824

[Ζέλειαν] Ζέλεια πόλις ἐν μεθορίοις τῆς Τροίας οὖσα ὑπὸ τῇ Ἴδῃ, πατρὶς Πανδάρου.
ὑπαὶ πόδα νείατον Ἴδης] ὑπὸ τὰ ἔσχατα μέρη τῆς Ἴδης· πόδα γὰρ τὸ κατώτατον μέρος μεταφορικῶς, τουτέστιν ὃ καλοῦμεν ἡμεῖς ὑπώρειαν.45

2

.

825

]Αἰσήποιο] Αἴσηπος ποταμὸς τῆς ὑπὸ τῇ Ἴδῃ Λυκίας.

2

.

826

Τρῶες] οἱ ἀπὸ Λυκίας τῆς ἐν Τροίᾳ· οὗτοι 〈γὰρ〉 Τρῶες ἐκα‐ λοῦντο.

2

.

827

τόξον] τὴν τοξικὴν ἐμπειρίαν· τὸ γὰρ τόξον ἑαυτῷ κατεσκεύασεν.

2

.

836

Σηστὸν καὶ Ἄβυδον] πόλεις περὶ τὸν Ἑλλήσποντον— τὴν Τρῳάδα πορθμός.

2

.

850

αἶαν] γῆν ἢ, ὥς τινες εἶπον, κρήνην οὕτως λεγομένην, εἰς ἣν ἐκ‐ δίδωσιν ὁ Ἀξιὸς ποταμός.

2

.

853

Κύτωρον] χωρίον Παφλαγονίας.

2

.

854

Παρθένιον] τοῦτον ἔνιοι—ἐν αὐτῷ ἐλούσατο.

2

.

857

ὅθεν ἀργύρου ἐστὶ γενέθλη] ὅπου κάλλιστος ἄργυρος γεννᾶται· γενέθλη γὰρ ἡ γέννα.

2

.

859

ἀλλ’ οὐκ οἰωνοῖσιν] ἀλλ’ οὐκ ἐξέφυγε τὸν θάνατον διὰ τὴν οἰωνοσκοπίαν.

2

.

861

κεράϊζε] κατὰ κράτος ἠφάνιζε καὶ ἀνῄρει εἴρηται δὲ ἀπὸ τῶν τοῖς κέρασι μαχομένων ζῴων.

2

.

862

Φόρκυς αὖ 〈Φρύγασ〉] ὁ ποιητὴς διαστέλλει Φρύγας καὶ Τρῶας, οἱ νεώτεροι δὲ συγχέουσι τὴν Φρυγίαν καὶ 〈τὴν〉 Τρῳάδα.

2

.

865

Γυγαίη] λίμνη Λυδίας, ὅπου καὶ Γυγαίης καὶ Ἀθηνᾶς ἱερόν.

2

.

866

[Τμώλῳ] Τμῶλος ὄρος Λυδίας, ἀφ’ οὗ καταφέρεται ὁ Πα‐ κτωλὸς ποταμός.

2

.

867

βαρβαροφώνων] ἀγριοφώνων, ὅτι τὰ μὲν ἀρρενικὰ—
ἀρρενικῶς.46

2

.

868

Φθειρῶν] ὄρος τῆς Καρίας—τοῦ Ἐνδυμίωνος Gen. ajoute: ἢ ὅτι τὰ ἐξανθήματα—εἰσι φθειρσίν.

2

.

869

[Μυκάλης] Μυκάλη ὄρος Πριήνης ἀντικρὺ Σάμου τῆς νήσου. [Μαιάνδρου] ποταμὸς ἀρχόμενος—πλησίον Μιλήτου

2

.

877

τηλόθεν ἐκ Λυκίης] τῆς πόρρω διεστηκυίας Λυκίας, τῆς κατὰ
Σαρπηδόνα· ἔστι γὰρ καὶ ἐγγὺς Τροίας Λυκία, ἧς ἦρχε Πάνδαρος.47

3

.

1

[αὐτὰρ] ζητεῖται πρῶτον πῶς δεῖ τὸν αὐτάρ σύνδεσμον— δάμαρ στέαρ οὖθαρ.

3

1bis

[ἐπεὶ κόσμηθεν ἅμ’ ἡγεμόνεσσιν ἕκαστοι] ὑπὸ τῶν ἡγεμόνων ἢ σὺν τοῖς ἡγεμόσιν ὁ πόλεμος κατορθοῦται καὶ 〈αἱ〉 πόλεις ἐνδυναμοῦν‐ ται. εὐταξίᾳ δὲ μάλιστα τοῦτο.

3

1ter

[ἕκαστοι] ἀντὶ τοῦ Ἕλληνες καὶ βάρβαροι δηλαδὴ, κατ’ ἔθνη 〈καὶ πόλεισ〉.

3

.

3

[ἠΰτε] ὃν τρόπον. τὸ σχῆμα παραβολή.

3

.

5

[ἐπ’ Ὠκεανοῖο ῥοάων] ἀντὶ τοῦ ἐπὶ τὰς τοῦ Ὠκεανοῦ ῥοάς.

3

5bis

** [ἐπ’ Ὠκεανοῖο ῥοῶν] ἀντιπτωτικῶς· ἐπὶ τὰς ῥοὰς τοῦ Ὠκεανοῦ.

3

9-10

** ἐπαινεῖ ὧδε τὸ τῶν Ἀχαιῶν εὔνομον.

3

.

16

[Τρωσὶ] ἀντὶ τοῦ Τρώων. πτωτικὸν τὸ σχῆμα.

3

.

17

[παρδαλέην] πόρδαλις ἄρσην, πάρδαλις δὲ θήλεια, παρδαλῆ τὸ δέρμα τῶν παρδάλεων, παρδαλὶς δὲ τὸ κυοφόρημα αὐτῶν. τὸ δὲ παρδαλ.....48

3

.

18

κεκορυθμένα χαλκῷ] σιδήρῳ· ἀπὸ τοῦ ἀρχαίου μετάλλου· φασὶ γὰρ πρῶτον 〈τὸν〉 χαλκὸν εὑρεθῆναι.

3

.

24

[ἔλαφος] παρὰ τὸ ἑλεῖν τοὺς ὄφεις—φυσικῶς.

3

.

31

** ἐπὶ παντὸς ἂν λέγοιτο ὑπεξισταμένου διὰ φόβον τῷ κρείττονι.

3

32sqq

** ταῦτα ἐπὶ παντὸς δειλιῶντος ῥηθείη ἄν.

3

.

33

παραβολή.

3

.

39

εἰρωνεία τὸ σχῆμα.

3

.

65

[ἀπόβλητα] ἀποβολῆς ἄξια. τὰ ὑπὸ θεῶν διδόμενα— οἰκείᾳ σπουδῇ.

3

.

80

τιτυσκόμενοι] καταστοχαζόμενοι. σημαίνει δὲ 〈καὶ〉 τὸ ἑτοιμάζο‐ μαι—φρεσὶν ᾗσιν.»

3

.

83

στεῦται] διαβεβαιοῦται γὰρ καὶ ὑπισχνεῖται λόγον. κορυθαίολος] ὁ αἰόλλων καὶ κινῶν τὴν περικεφαλαίαν, ἐξ οὗ πολε‐ μικός.

3

.

84

ἄνεω] ἥσυχοι, ἄνευ ἰωῆς, τουτέστι φωνῆς καὶ θορύβου.

3

.

85

Ἕκτωρ 〈δὲ μετ’〉 ἀμφοτέροισιν] ἐν ἀμφοτέροις, λέγω δὴ— —προθέσεως.

3

.

144

[Αἴθρη Πιτθῆος] ἑτέρα τῆς Θησέως μητρὸς—αἰχ‐ μαλωτίζουσιν.

3

.

145

[Σκαιαὶ πύλαι] αἱ τῆς Ἰλίου. αὗται δὲ καὶ Δαρδανίαι προσ‐ αγορεύονται, δι’ ὧν ἐξῄεσαν εἰς τὸ πεδίον οἱ Τρῶες—ἐδέ‐ ξαντο τὰς πύλας.49

3

.

151

ἐσθλοὶ τεττίγεσσιν ἐοικότες] Τιθωνοῦ τοῦ Λαομέδοντος— Ἑλλάνικος ἱστορεῖ.

3

.

166

ἐζήτηται πῶς ὁ Πρίαμος—ἐνόπλους ὡς νῦν.

3

.

184

ἤδη καὶ Φρυγίην] πάλαι γὰρ εἰς τὴν Φρυγίαν παρεγενόμην, τὴν πολλὰς ἀμπέλους—σιτοφόρου οὔσης.

3

.

188

καὶ γὰρ 〈ἐγὼν〉 ἐπίκουρος] Μεναλίππη καὶ Ἱππολύτη— τὸν καιρόν.

3

188bis

ἐπίκουρος] ἀπὸ ξένης χώρας.

3

.

189

Ἀμαζόνες 〈ἀντιάνειραι〉] αἱ ἴσαι κατὰ τὴν δύναμιν ἀνδράσιν, ἢ ἐναντιούμεναι ἀνδράσιν, ἐξ οὗ πολεμικαί. αἱ δὲ Ἀμαζόνες λέγονται εἶναι—τῷ τοξεύειν.

3

.

190

** [ἑλίκωπες Ἀχαιοί] ἑλίκωπας Ἀχαιοὺς λέγει τοὺς τὰς κώπας ἑλίσσοντας κ. τ. λ.

3

.

196

κτίλος] ὡς πρᾷος καὶ κακοήθης—τῆς ποίμνης.

3

196bis

** κτίλος] ὁ προηγούμενος καὶ προεξάρχων τῆς ποίμνης κρίος. παρὰ τὸ κίω τὸ πορεύομαι, κίλος καὶ κτίλος. ἐτυμολογεῖται δὲ παρὰ τὸ κίειν 〈πρὸ〉 τῶν λοιπῶν, ἤγουν προπορεύεσθαι. οἱ δὲ νεώτεροι τάσ‐
σουσι τὴν λέξιν ἐπὶ τοῦ εἰθισμένου καὶ ἡμέρου ζῴου.50

3

.

197

[πηγεσιμάλλῳ] βαθυμάλλῳ, καλὸν ἔριον ἔχοντι, ἢ μελανο‐ μάλλῳ. ἐκ τοῦ πηγόν, τὸ μέλαν.

3

.

198

ἀργεννάων] λαμπρῶν—εἰσίν.

3

.

201

[ἐν δήμῳ Ἰθάκης] περιφραστικῶς ἐν τῇ Ἰθάκῃ.

3

.

206

σεῦ ἕνεκα] σοῦ ἕνεκα, σοῦ χάριν· πρὸ γὰρ τοῦ στρατεῦσαι τοὺς Ἕλληνας—φιλοφρόνως.

3

.

210

εὐρέας] πλατεῖς, μεγάλους. διὰ τούτου δηλοῖ—τὸν Μενέλαον.

3

.

212

[ὕφαινον] τροπικὴ ἡ λέξις.

3

.

228

τανύπεπλος] περιτεταμένον ἔχουσα τὸν πέπλον.

3

.

242

αἴσχεα δειδιότες] Ἑλένη ἁρπαγεῖσα ὑπὸ Ἀλεξάνδρου— λαφυραγωγοῦσι τὰς Ἀφίδνας.

3

.

243

ὣς φάτο] οὕτως εἶπεν. οὗτοι δὲ, φησὶν, ἦσαν μεταστάντες —ἶσα θεοῖσιν». φυσίζοος] ἤτοι ἡ τὰ πρὸς ζωὴν φύουσα—ἀναδοθῆναι.

3

243bis

ἄλλως Ἴδας καὶ Λυγκεὺς—παρὰ Πινδάρῳ.

3

.

278

καὶ οἳ ὑπένερθε] οἱ καταχθόνιοι δαίμονες. λέγει δὲ Πλούτωνα καὶ Περσεφόνην καὶ τὰς Ἐριννῦς.

3

278-279

[οἳ ὑπένερθε—τίνυσθον] οἵτινες τοὺς ἐν τῷ ζῆν παρορκήσαντας τιμωρεῖσθε.

3

.

313

[τὼ μὲν ἂρ ἄψορροι] διὰ τί χωρίζεται—ἄμεινον.51

3

.

315

χῶρον μὲν πρῶτον]

3

315-316

[αὐτὰρ ἔπειτα κλήρους] σημείωσαι· λέγουσιν ὅτι καὶ κλῆ‐ ρον ἐποιήσαντο—τὸν πολέμιον.

3

.

320

Ζεῦ πάτερ] ὦ Ζεῦ ὁ τῆς Ἴδης βασιλεύων· τιμᾶται γὰρ ἐν τῷ ἀκρωτηρίῳ—θυήεις». [κορυθαίολος] ποικίλος τὸν ὁπλισμόν.

3

.

325

Πάριος] Ἴωνες οὕτως, ἡμεῖς δὲ Πάριδος. Πάρις δὲ Ἀλέξανδρος ἐκλήθη—ἀνέθρεψεν ἀνελόμενος.

3

.

327

ἵπποι ἀερσίποδες] αἴροντες τοὺς πόδας εἰς ὕψος, ταχεῖς— καὶ ἔστιν ἰδίωμα.

3

.

337

ἵππουριν] ἐξ ἱππείων τριχῶν τὸν λόφον ἔχουσαν.

3

.

354

φιλότητα] φιλίαν, ξενίαν· ἀπελθόντα γὰρ ὡς πρέσβιν— καταφρονηθέντι.

3

.

362

κόρυθος] τὸ προμετωπίδιον—ἕνεκα κοσμήματος.

3

.

365

[ὀλοώτερος ἄλλων] ἐνόμισαν γάρ τινες διὰ τούτου— τὸν Μενέλαον.

3

.

369

κόρυθος λάβεν] τῆς περικεφαλαίας. διὰ τί, φασὶν, ὁ Μενέλαος —τῷ ἐκείνου θανάτῳ.

3

.

375

[ἶφι κταμένοιο] ἰσχυρῶς καὶ μετὰ βίας σφαγέντος.52

3

.

406

θεῶν δ’ ἀπόειπε] ἀπάρνησαι δὲ καὶ ἐπιλαθοῦ δι’ αὐτὸν τὴν συναγωγὴν τῶν θεῶν.

3

.

424

φιλομμειδὴς] ἡ φιλόγελως—τῶν αἰδοίων.

3

.

443

οὐδ’ ὅτε σε πρῶτον] Ἀλέξανδρος—διὰ τῶν ἑαυτοῦ λόγων.

3

.

445

σημείωσαι· νήσῳ δ’ ἐν Κρανάῃ] παροξύνεται τοῦτο, ἵνα κύριον
ὄνομα—βασιλέως τῆς Ἀττικῆς.53

4

.

2

χρυσέῳ ἐν δαπέδῳ] πῶς τὸν οὐρανὸν—τὸ «χρυσέῳ ἐν δαπέδῳ». Gen. ajoute: καὶ «οὐρανὸν ἐς πολύχαλκον». (Il. V, 504. Od. III, 2.)

4

2-3

πότνια Ἥβη 〈νέκταρ ἐῳνοχόει· τοὶ δὲ χρυσέοις δεπαέσσιν〉] ἐζήτηται δὲ δι’ ἣν αἰτίαν ὁ Γανυμήδης οἰνοχόος ὢν τοῦ Διὸς 〈οὐ πάρ‐ εστιν;〉 ἔνιοι μὲν οὖν φασιν ὅτι 〈τοῦ Διὸς μόνος ὢν διάκονος οὐκ ἐξῆν αὐτὸν κοινῶσ〉 πᾶσιν ὑπηρετεῖν. 〈ἔνιοι δέ φασιν ὅτι〉 σκέψεως περὶ τῆς
5Ἰλίου πορθήσεως γινομένης εὐοικονομήτως ἄπεστι τοῦ συνεδρίου, ἵνα μηδὲν ἐναντίον γένηται διὰ τὴν πρὸς αὐτὸν χάριν.
Gen. ajoute: ἢ μόνῳ δείξει τι οἰκτίζεσθαι54

4

2-3bis

καὶ διὰ τί μόνῳ τῷ Διὶ—τοῦτο γὰρ ὁ Γανυμήδης.

4

.

8

[Ἀλαλκομενηῒς] ἡ ἀλάλκουσα τῷ μένει—τραφεῖσα τῷ Βοιωτῷ.

4

.

26

** ὅτι ῥηθείη 〈ἂν〉 ἐπί τινος ἐν κενοῖς πόνοις στάντος· 〈«πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδ’ ἀτέλεστον»〉.

4

.

29

** ὅτι ἐφ’ οἷς τις παραχωρεῖ, δυσαρεστούμενος μὲν, ἑκὼν δὲ ὑπεκδιδοὺς, καλῶς ἐρεῖς τὸ «ἔρδ’ ἀτὰρ» καὶ τὰ ἑξῆς.

4

.

31

** ὁ ἄγαν τινὶ μιμούμενος ἀκούσαι ἄν ποτε οἰκείως τὸ «Δαιμονίη» καὶ 〈τὰ〉 ἑξῆς.

4

.

43

** δῶκα ἑκὼν] δοκεῖ δὲ—βουλόμενος

4

.

49

λοιβῆς] σπονδῆς. κυρίως δὲ τῆς ἀναφερομένης ἐκ τῶν θυμάτων ἀναθυμιάσεως. τὸ γὰρ λάχομεν γέρας] ταύτης γὰρ τιμῆς κατηξιώθημεν ὑπὸ τῶν ἀνθρώπων.

4

.

54

** ὁ μὴ δυνάμενος μὲν ἀντιστῆναί τινι δυνατῷ ἐμποδίζοντι, δυ‐ σωπῶν δὲ τυχεῖν ὧν θέλει, εὐκαίρως ἂν εἴποι· «οὔτοι ἐγὼ πρόσθεν» καὶ τὰ ἑξῆς.

4

.

59

[ἀγκυλομήτης] 〈ὁ〉 ἀγκύλα καὶ σκολιὰ βουλευόμενος, ἢ ὁ περὶ τῶν δυσευρέτων καὶ σκολιῶν δυνάμενος βουλεύσασθαι συνετῶς.

4

.

62

** [ὑποείξομεν ἀλλήλοισι] φιλικῆς ἐνδόξων προσώπων ἀντιπαρα‐ χωρήσεως τὸ «ἄλλ’ ἤτοι μὲν ταῦθ’ ὑποείξομεν».

4

.

63

[ἐπὶ δ’ ἕψονται θεοὶ ἄλλοι] ἐπακολουθήσουσι τῇ ἡμῶν γνώμῃ
καὶ οἱ λοιποὶ θεοί.55

4

.

64

[ἐπιτεῖλαι] ἀντὶ τοῦ ἐπίτειλον, ὅ ἐστι πρόσταξον. διὸ περισπω‐ μένως δεῖ ἀναγινώσκειν· ἔστι γὰρ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ. τὸ δὲ παροξυνόμενον ἐπιτείλαι εὐκτικοῦ ἐστι πρόσωπον τρίτον.

4

.

91

ἀπ’ Αἰσήποιο] ἀπὸ τῶν τοῦ Αἰσώπου ῥευμάτων καὶ ῥείθρων· ὁ δὲ Αἴσωπος ποταμὸς τῆς ὑπὸ Ἴδῃ Λυκίας.

4

.

93

ἦ ῥά νύ μοι] ἔστι δὲ ἐπίρρημα διαπορητικόν. πίθοιο] πεισθείης. διὰ τί δὲ ἡ Ἀθηνᾶ εἰς σύγχυσιν—ἐπε‐ λέξατο τοξότην.

4

.

104

** ἐπὶ τοῦ πείθοντος ἄφρονα εἴς τι κακὸν οἰκεῖον εἰπεῖν τὸ «ὣς φάτο» καὶ 〈τὰ〉 ἑξῆς.

4

.

105

ἰξάλου] ἤτοι τελείας, ἢ πηδητικῆς καὶ ὁρμητικῆς, παρὰ τὸ ἱκ‐ νεῖσθαι, ἢ ὡς ὁ Πορφύριος λέγει—μόρια.

4

.

107

ἐν προδοκῇσιν] τόποις πρὸς ἐνέδραν ἐπιτηδείοις πρὸς τὸ σκο‐ πεῦσαι. ἀπὸ τοῦ δοκεῖν.

4

.

109

[κέρα] κέρατα· ἀποκοπὴ τὸ πάθος.

4

.

111

κορώνην] νῦν τὸ ἐπικαμπὲς—ἡ νευρά.

4

.

112

[κατέθηκε] κατετίθει, κατέταττε, ἐνήρμοξε τὴν νευράν.

4

.

113

ἀγκλίνας] πρὸς τῇ γῇ—τῶν Ἑλλήνων.

4

.

125

[λίγξε] πεποιημένη φωνή.

4

.

126

[μενεαίνων] προθυμούμενος. ὁ τρόπος μεταφορὰ ἀπὸ ἐμψύχων ἐπὶ ἀψύχων.

4

.

127

οὐδὲ σέθεν, Μενέλαε] σοῦ δὲ, ὦ Μενέλαε, οἱ θεοὶ, οἱ μακα‐ ρισμοῦ ἄξιοι, οὐκ ἐπελάθοντο. καλεῖται δὲ ὁ τρόπος ἀποστροφή.
ἐπελάθοντο56

4

.

128

ἀγελείη] ἡ Ἀθηνᾶ, ἡ ἄγουσα λείαν—λαφυραγωγός.

4

.

129

πρόσθεν στᾶσα] προσταθεῖσα—ῥυσαμένη.

4

.

131

ἡδέϊ λέξεται ὕπνῳ] ὁπόταν τῷ ἡδυτάτῳ ὕπνῳ κρατηθεὶς ἀπο‐ κοιμηθῇ.

4

.

132

ζωστῆρος 〈ὀχῆεσ〉] οἱ συνέχοντες καὶ σφίγγοντες τὸν ζωστῆρα ἵμαντες.

4

.

140

〈ἐξ〉 ὠτειλῆς] ἐκ τοῦ τραύματος. ἀπὸ τοῦ οὐτάσθαι δὲ γίνεται, ὅ ἔστι τετρῶσθαι. διαφέρει δὲ—τραύματος.

4

.

142

Κάειρα] Καρίνη, ἀπὸ Καρίας—χρωμένων.

4

.

144

[ἄγαλμα] καλλώπισμα πᾶν—τὸ ξόανον.

4

.

155

ἠθοποιΐα.

4

.

157

ὡς ἔβαλον Τρῶες] ἀντὶ τοῦ «ὃν τρόπον οἱ Τρῶες ἔτρωσάν σε καταφρονήσαντες τῶν ὅρκων».

4

.

159

ἄκρητοι] ἀτέλεστοι—γινόμεναι.

4

.

161

[ἀπέτισαν] ἀπέδωκαν. λείπει δὲ τὸ χόλῳ, ἵνα ᾖ σὺν μεγάλῳ χόλῳ.

4

.

166

[ὑψίζυγος] ὁ ἐπὶ ὑψηλοῦ θρόνου καθιζόμενος, ὁ τὴν ἀνωτάτω ἔχων καθέδραν.

4

.

172

[μνήσονται] μνείαν ποιήσονται, ὅ ἐστι «σοῦ τελευτήσαντος εὐθὺς οἱ Ἕλληνες θελήσουσιν ἀπελθεῖν ἐπὶ τὰς πατρίδας».

4

.

178

** τὸ τοιοῦτον προσαρμόσαι ἂν παρῳδηθὲν παντὶ πολλὰ μὲν προθεμένῳ βλάψαι τινὰ, μηδὲν δὲ ἰσχύσαντι, τὸ «αἴθ’ οὕτως» καὶ 〈τὰ〉 ἑξῆς.

4

.

181

κεινῇσιν νηυσὶ] σὺν κεναῖς ναυσί. κεναῖς δὲ εἶπεν, διότι Μενέ‐ λαος—ἐν αὐταῖς.

4

.

182

τότε—χθών] τότε γῆς χάσματι δεχθείην· οὐ γὰρ ἐπιθετι‐ κῶς λέγει αὐτὴν εὐρεῖαν, 〈ἀλλὰ〉 τὴν εὐρὺ τῇ διαστάσει χάσμα ποι‐ οῦσαν.57

4

.

185

οὐκ ἐν καιρίῳ] οὐκ ἐν τῷ πρὸς ἀναίρεσιν 〈ἐπικαίρῳ〉 τόπῳ τοῦ σώματος, ὅ ἐστιν οὐκ ἐπικινδύνως.

4

.

187

μίτρη] χαλκῆ λεπίς—πλείονος ἀσφαλείας.

4

.

192

θεῖον] ἤτοι ἐκ θεῶν τὸ γένος ἔχοντα, ἢ θαυμαστόν. ἡ δὲ τῶν κηρύκων ἱστορία προείρηται ἐν τῇ Α.

4

.

193

[Μαχάονα] Μαχάων, υἱὸς Ἀσκληπιοῦ—Ἡσίοδον Ξάνθης.

4

.

218

ἤπια] τὸ ἑξῆς· ἐπέπασσεν αὐτῷ πρᾷα καὶ προσηνῆ φάρμακα παυστικὰ τῶν ὀδυνῶν.

4

.

222

μνήσαντο δὲ χάρμης] μνήμην ἐποιοῦντο τοῦ πολέμου· χάρμη γὰρ ἡ μάχη—νικῶσιν.

4

.

245

οὐδ’ ἄρα τί σφι] οὐδεμίαν ἔννοιαν ἀλκῆς σωτηρίας ποι‐ οῦνται.

4

.

251

〈ἀνὰ〉 οὐλαμὸν] κατὰ συνέλευσιν καὶ ἄθροισιν τῶν ἀνδρῶν.

4

.

257

περὶ μέν σε τίω] περισσῶς μέν σε τιμῶ, ὅ ἐστιν ὑπὲρ πάντας.

4

.

275

ἀπὸ σκοπιῆς] ἀπὸ ὑψηλοῦ—καὶ ἰδεῖν.

4

.

282

πεφρικυῖαι] τῇ ἀναστάσει—πεπυκνωμέναι.

4

282bis

κυάνεαι] μέλαιναι, κυανῷ χρώματι παραπλήσιοι, ἢ πυκναί.

4

.

286

ὀτρυνέμεν] παρορμᾶν. ὁ δὲ νοῦς· ἡμᾶς οὐ παρορμᾷ· οὐ γὰρ προσήκει.

4

.

288

αἲ γὰρ Ζεῦ τε πάτερ] εἴθε γὰρ, ὦ Ζεῦ πάτερ. ἔστι δὲ ἐπίρ‐ ρημα εὐχῆς σημαντικόν.

4

.

295

ἀμφὶ μέγαν Πελάγοντα] οὗτοι ταξίαρχοι ὑπῆρχον—
Νέστωρ.58

4

.

299

κακοὺς δ’ ἐς μέσσον ἔλασσεν] μεταξὺ δύο ἀνδρείων ἕνα κα‐ κὸν ἔβαλε.

4

.

306

[ἵκηται] τοῦτο τὸ ῥῆμα—ἀμυνάσθω τοὺς πολεμίους.

4

.

307

ἐπεὶ πολὺ φέρτερον] κατὰ πολὺ κρεῖττον.

4

.

310

πάλαι πολέμων εὖ εἰδώς] ἐκ πολλοῦ χρόνου ἀσκηθεὶς τὸ πολε‐ μεῖν, τουτέστι πολλάκις πολεμήσας καὶ τούτου πεῖραν ἱκανὴν ἔχων.

4

.

321

ἔα] ἀντὶ τοῦ ἦν ἐγώ. ἔλαβεν δὲ 〈τὸν〉 ὑπερσυντελεστικὸν ἀντὶ τοῦ παρατατικοῦ.

4

.

323

[τὸ γὰρ γέρας ἐστὶ γερόντων] αὕτη γάρ ἐστιν ἡ τῶν πρεσ‐ βυτῶν γνώμη καὶ τιμὴ τὸ καλῶς συμβουλεύειν.

4

.

328

[μήστωρες ἀϋτῆς] δυνάμενοι—ἐπιστήμονες μάχης. οὐ γάρ πώ σφιν] οὐδέπω γὰρ ἤκουον τῆς κατὰ τὸν πόλεμον κραυγῆς τουτέστιν .....

4

.

357

ὡς γνῶ χωομένοιο] ὡς ἐπέγνω αὐτὸν ὀργισθέντα. πάλιν δ’ ὅγε λάζετο μῦθον] ἀντὶ τοῦ «εἰς ἐναντίον ἔτρεψε τὸν λόγον»· ψόγον γὰρ εἰπὼν νῦν ἔπαινον λέγει.

4

.

382

οἱ δ’ ἐπεὶ] ὁ Τυδεὺς καὶ οἱ λοιποί.

4

.

384

ἀγγελίην ἐπὶ Τυδῆ] ἀντὶ τοῦ «τότε δὴ τὸν Τυδέα ἄγγελον, ὅ ἐστι πρεσβευτὴν, ἔπεμψαν οἱ Ἕλληνες».

4

.

409

κεῖνοι δὲ] τὸ πάθος ἀφαίρεσις· «σφετέρῃσιν δὲ 〈ἀτασθαλίῃσιν〉,» ἰδίαις ἁμαρτίαις, ἀνοίαις, ἀπώλοντο.

4

.

419

ἦ ῥα] ἔφη δὴ, καὶ ἔστι 〈τὸ ῥά〉 ἀντὶ τοῦ ἄρα. ἐὰν δὲ ἓν μέ‐
ρος λόγου ᾖ, δηλοῖ τὴν μετ’ ἐπικουρίας χάριν.59

4

.

425

βρέμει] ἠχεῖ—ἦχος.

4

.

430

ἔχοντ’ ἐν στήθεσιν] κατέχοντες ἐν αὑτοῖς τὴν φωνήν. ἐκ τούτου παρίστησιν αὐτῶν τὸ ἥσυχον.

4

.

438

πολύκλητοι] οἱ ἐκ πολλῶν τόπων συγκεκλημένοι, ὅ ἐστι συναχ‐ θέντες.

4

.

439

ὦρσε] διήγειρε, παρώρμα εἰς τὸ πολεμεῖν. τὸ δὲ ἑξῆς οὕτως· ὦρσε δὲ τοὺς Τρῶας δηλονότι ὁ Ἄρης, τοὺς δὲ Ἕλληνας ἡ Ἀθηνᾶ.

4

.

440

Δεῖμός τ’ ἠδὲ Φόβος] Ἄρεος 〈καὶ〉 Ἀφροδίτης— ἀλλ’ ἵπποι.

4

.

450

πέλεν] ἐγένετο, τῶν τε φονευόντων καὶ τῶν φονευομένων.

4

.

451

ῥέε] ἀντὶ τοῦ ἐρρεῖτο. ἔλαβε δὲ διάθεσιν ἐνεργητικήν.

4

.

452

χείμαρροι] οἱ χειμῶνι ῥέοντες—ὄμβρων.

4

.

453

ἐς μισγάγκειαν] εἰς κοῖλον τόπον ἔνθα—τόπων.

4

.

456

[φόβος] ἢ πόνος.

4

.

475

Ἴδηθεν] ἐκ τῆς Ἴδης. Ἴδη δὲ ὄρος ὑψηλότατον— πάντα καθορᾶν.

4

.

482

[αἴγειρος] ὠνομάσθη δὲ ἀπὸ τῆς ἐγέρσεως αὐτῶν καὶ ἀναδό‐ σεως.

4

.

483

εἱαμένῃ]

4

.

485

αἴθωνι] λαμπρῷ, ὀξεῖ· ἐπὰν γὰρ ὁ σίδηρος ὀξυνθῇ, λαμπρότα‐ τος γίνεται.

4

.

486

ἴτυν] ἀψίδα. λέγει δὲ τὴν περιφέρειαν τοῦ τροχοῦ. «δίφρῳ» δὲ ἅρματι Jusqu’ à τροχοῦ

4

.

499

νόθον] τὸν οὐ γνήσιον υἱὸν, ἀλλ’ ἐκ παλλακίδος ὄντα.

4

.

500

Ἀβυδόθεν] ὅστις αὐτῶν ἐκ τῆς Ἀβύδου παρεγεγόνει, πόλεως Ἑλλησπόντου.
παρ’ ἵππων ὠκειάων] ἐξ ἐκείνου—Πριάμου.60

4

.

505

φαίδιμος] ἐπιφανής, λαμπρὸς ἐν ταῖς πράξεσιν.

4

.

508

Περγάμου ἐκκατιδών] ἐκ τῆς ἀκροπόλεως—ἐν τοῖς κατακλυσμοῖς.

4

.

510

λίθος χρὼς] τὸ σῶμα ἀναίσθητος. μεταφορά.

4

.

513

πέσσει] καταδαπανᾷ—μεταφορά.

4

.

524

[θυμὸν ἀποπνείων] περιφραστικῶς 〈ἀποθνήσκων〉.

4

.

540

ἑρμηνεία· ἄλλως· «ἄβλητος καὶ ἀνούτατος», ὁ ἔτι μήτε ἀπὸ
διαστήματος—ἡ τρῶσις.61

5

.

1

[ἔνθα] τότε, χρονικὸν ἐπίρρημα, ἄλλως δὲ ἐνταῦθα, τοπικόν.

5

1bis

[Παλλὰς] εὐκίνητος, πολεμική. παρὰ τὸ πάλλεσθαι ἤγουν κι‐ νεῖσθαι.

5

.

2

[μετὰ] ἡ «μετά» ἀντὶ τῆς ἐν. δῶκε μένος καὶ θάρσος] τὸ «μένος» ἐστὶ τοῦ σώματος— «θράσος» δὲ τοὐναντίον.

5

.

4

ἀκάματον πῦρ] Ζωΐλος ὁ Ἐφέσιος—ὡς καὶ ἐν ἑτέροις· «ὣς οἱ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο» (Il. XXVIII, 1), 〈ἵνα〉 ὡς πυρὸς φαντασίαν καὶ οὐκ εἰδικὸν πῦρ λέγῃ ὁ ποιητής, ὃ βέλτιον ἂν εἴη.

5

.

5

μεταχρονισμός.

5

5bis

ἀστέρ’ ὀπωρινῷ] τῷ κατὰ τὸν καιρὸν—καιρός. ἰστέον ὅτι δὲ διαφέρει—καὶ νότιος λέγεται.
[ἐναλίγκιον] παραπλήσιον, ὅμοιον τῇ αὐγῇ.62

5

.

6

λελουμένος Ὠκεανοῖο] νεωστὶ ἀνατέλλων—περιρρέων τὴν γῆν κύκλῳ πάντων τῶν ποταμῶν πατὴρ 〈ὤν〉.

5

.

7

σημείωσαι· τοῖόν οἱ πῦρ δαῖε] τοιοῦτον αὐτοῦ πῦρ ἀνῆπται. ἀπὸ δὲ τούτων, ὅ ἐστιν τῆς περικεφαλαίας—πυρώδεις. Gen II. ajoute: φησὶ γάρ· «ἀστέρ’ ὀπωρινῷ ἐναλίγκιον».

5

.

22

οὐδὲ γὰρ οὐδέ κεν] οὐδὲ δὴ ἂν αὐτός. ἡ μία περισσὴ ἀπόφασις —τοῦ προσώπου.

5

.

27

[υἷε Δάρητος] ἀντὶ τοῦ τῶν υἱῶν Δάρητος· ἐπιφέρει γὰρ «τὸν μὲν ἀλευάμενον».

5

.

30

[θοῦρον] εὐκίνητον τῷ πολέμῳ.

5

.

31

τειχεσιπλῆτα] τοῖς τείχεσι προσπελάζων, πορθητικέ. ἐὰν δὲ διὰ τοῦ β γράφεται, ὁ τὰ τείχη καταβάλλων.

5

.

39

[Ἁλιζώνων] ἔθνους Θρᾳκῶν. ἔνιοι δὲ εἶπον—οἰκούν‐ των ἐθνῶν.

5

.

75

[ψυχρὸν] ἄλλως· ἤτοι κυρίως διὰ τὸ ψυχρὸν καὶ ἄθερμον —τοῖς ὀδοῦσιν ἔλαβεν.

5

.

90

ἀλωάων] χωρίων ἀμπελοφύτων ἢ δενδροφύτων. Gen II ajoute: σημαίνει δὲ καὶ—ἀρουρῶν.

5

.

105

[Λυκίηθεν] Λυκίας χώρας ἧς ἐβασίλευε—Πάν‐ δαρος.

5

.

126

σακέσπαλος] πολεμικός. ἀπὸ τοῦ πάλλειν τὸ σάκος καὶ κινεῖν. εἴρηται δὲ σάκος, ἐπειδὴ παρὰ τοῖς 〈Σάκαισ〉 πρώτοις εὑρέθη. Σάκαι δέ εἰσιν οἱ Θρᾷκες. σακέσπαλος ἱππότα Τυδεύς] Τυδεὺς ὁ Οἰωνέως ἐν τῷ Θηβαικῷ πο‐
5λέμῳ ὑπὸ Μελανίππου τοῦ Ἀστάκου ἐτρώθη. Ἀμφιάρεως δὲ κτείνας τὸν Μελάνιππον τὴν κεφαλὴν ἐκόμισε 〈Τυδεῖ〉 καὶ ἀνοίξας αὐτὴν ὁ
Τυδεὺς τὸν ἐγκέφαλον ἐρρόφει ἀπὸ θυμοῦ. Ἀθηνᾶ δὲ κομίζουσα Τυδεῖ ἀθανασίαν, ἰδοῦσα τὸ μίασμα, ἀπεστράφη αὐτόν. Τυδεὺς δὲ γνοὺς ἐδεήθη τῆς θεοῦ ἵνα κἂν τῷ παιδὶ αὐτοῦ παράσχῃ τὴν ἀθανασίαν. ἡ63
10ἱστορία παρὰ τοῖς κυκλικοῖς.

5

.

129

[πειρώμενος] ἀπόπειραν ποιούμενος—μορφῇ.

5

.

131

ἀτὰρ εἴ κε] ἐὰν δέ. μόνην δὲ—κῆρας ἀμύνει». καὶ ἄλλως ἠρέθισται ἀκούσασα ....

5

.

132

τήν γ’ οὐτάμεν] διὰ τί κατὰ χειρὸς τιτρώσκεται Ἀφροδίτη; ὅτι χειρὶ λαβομένη παρῄνει τὴν Ἑλένην.

5

.

138

χραύσῃ] ἀμύξει ἐπ’ ὀλίγον τὸν χρῶτα ἐπιξυσάσα.

5

.

140

τὰ δ’ ἐρῆμα] τὰ βοσκήματα ἠρημωμένα τῆς τοῦ ποιμένος βοη‐ θείας φεύγει. τινὲς δὲ, ὅπερ ἐστὶ βέλτιον, ἐπὶ τοῦ ποιμένος τοῦτο νο‐ οῦσιν—οὐδετέρως λέγει τὰ πρόβατα.

5

.

142

ἐξάλλεται] ἀντὶ τοῦ εἰσάλλεται εἰς τὴν βαθεῖαν ἔπαυλιν ἔνδον.

5

.

149

[ὀνειροπόλοιο] ὀνειροκρίτης, περὶ ὀνείρων κρίσιν ἀναστρεφό‐ μενος.

5

.

162

πόρτιος] δαμάλεως, μόσχου. προτάξας τὸ εἶδος τὸ γένος ἐπή‐ γαγεν.

5

.

194

ἀμφὶ δὲ πέπλοι] «πέπλοι» δὲ λεπτὰ ὑφάσματα ἢ σινδόνες. ἔστι δὲ γυναικεῖον ἱμάτιον ὡς ἐκεῖ· «πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ’ οὔδει» (Il. V, 734 et VIII, 385) καὶ «πέπλον δ’ ὅστις τοι χαριέστα‐ τος ἠδὲ μέγιστος». (Il. VI, 271.)

5

.

196

κρῖ λευκὸν ἐρεπτόμενοι] κυρίως μὲν ἐσθίοντες ἐκ τῆς ἔρας, ὅ ἐστι τῆς γῆς, ἀναιρόμενοι, νῦν καταχρηστικῶς ἁπλῶς ἐσθίοντες.

5

.

200

ἀρχεύειν Τρώεσσι] ἡγεῖσθαι τῶν Τρώων.

5

.

209

[πασσάλου] πάσσαλος—ὅπερ δεῖ.

5

.

219

[πρίν γ’ ἐπὶ νὼ τῷδ’ ἀνδρὶ] πρὶν ἡμᾶς κατὰ τοῦδε τοῦ ἀνδρός.64

5

.

225

ἐπὶ Τυδείδῃ Διομήδεϊ] ἐὰν ἡμῖν ὁ Ζεὺς δό〈ξαν〉 παράσχῃ ἐπὶ τῷ τοῦ Τυδέως παιδὶ Διομήδῃ.

5

.

226

[σιγαλόεντα] λαμπρά, ποικίλα τῇ κατασκευῇ.

5

.

229

πρὸς τοῦτον δὲ δὴ εἶπε τοῦ Λυκάονος ὁ λαμπρὸς υἱός.

5

.

245

[ἶν’ ἀπέλεθρον] δύναμιν ἀμέτρητον. «ἶνα» δὲ εἶπεν ἀπὸ τῆς εὐ‐ θείας 〈ἴσ〉.

5

.

272

μήστωρε φόβοιο] ἐπιστήμονας καὶ ἐμπείρους φυγῆς, ὅ ἐστι πολεμικούς, γενναίους, ἢ φυγῆς ἐμποιοῦντας τοῖς πολεμίοις.

5

.

277

καρτερόθυμε, δαΐφρον] δυναμικώτατε, ἀνδρειότατε. ταῦτα δέ φησιν ἐν εἰρωνείᾳ.

5

.

299

[ἀλκὶ] εἴρηται ἀπὸ ὀρθῆς τῆς ἄλξ.

5

.

305

[ἰσχίον] εἰς ὃ ἔγκειται τὸ ἱερὸν ὀστέον.

5

.

307

πρὸς δ’ ἄμφω ῥῆξε τένοντε] πρὸς δὲ καὶ ἀμφότερα ἀπέρρηξε τὰ κατατεινόμενα νεῦρα.

5

.

314

ἀμφὶ δ’ ἑὸν φίλον υἱὸν] περιέθηκε δὲ τῷ αὑτῆς παιδὶ τοὺς λευκοὺς πήχεις, τουτέστι περιεπτύξατο καὶ ἠγκαλίσατο.

5

.

330

[ὁ δὲ Κύπριν ἐπῴχετο] ἐπὶ τὴν Ἀφροδίτην ὥρμα· οὕτως γὰρ ἐβλήθη ἡ θεός.

5

.

334

ὀπάζων] νῦν κατόπιν διώκων· ἡ γὰρ λέξις αὕτη πλείονα ση‐ μαίνει—καθ’ ὅμιλον ὀπάζω». [ὅμιλον] ὅμιλος, πλῆθος, θόρυβος, ἀπὸ τῆς παρακολουθούσης ἐν ὄχλῳ ὁμιλίας.

5

.

339

ὑπὲρ θέναρος] ὑπὲρ τὸ κοῖλον τῆς χειρός. λέγει δὲ τὸ μεταξὺ τοῦ λιχανοῦ δακτύλου καὶ τοῦ μεγάλου σαρκῶδες καὶ κοῖλον τῆς χει‐ ρός.

5

.

341

οὐ γὰρ σῖτον ἔδουσι] οὐ διὰ τὸ μὴ ἄρτον αὐτοὺς ἐσθίειν θεοὶ ὑπάρχουσιν, ἀλλὰ διὰ τὸ ἀθάνατοι εἶναι τῶν τοιούτων τροφῶν ἀπέ‐
χονται.65

5

.

348

[δηϊοτῆτος] τῆς μάχης. παρὰ τὸ ἐν αὐτῇ πολλοὺς δῃοῦσθαι, ὅ ἐστι κόπτεσθαι.

5

.

351

πύθηαι] ἀκούσῃς, γνῷς. ὁ δὲ λόγος· ἐὰν πάλιν ἔλθῃς εἰς πό‐ λεμον, τηνικαῦτά σε κακῶς διάθωμαι, ὡς καὶ ἄλλοθί που πόλεμον ἀκού‐ σασαν εὐλαβηθῆναι.

5

.

354

μελαίνετο] μέλαν τὸ σῶμα αὐτῆς ἐτελειοῦτο, ὅ ἐστιν 〈ἐπελιδ‐ νοῦτο〉 τὸ καλὸν αὐτῆς σῶμα.

5

.

356

[ἠέρι δὲ ἔγχος—ἵππω] ἀντὶ τοῦ· ὀμίχλῃ δὲ αὐτοῦ ἐκεκάλυπτο τὸ δόρυ 〈καὶ οἱ〉 ἵπποι, ὅ ἐστιν ἀόρατος ἦν.

5

.

358

[χρυσάμπυκας] ἀπὸ μέρους, ἢ χρυσοκόμους.

5

.

362

ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο] ὃς οὐκ ἂν ἀπόσχοιτο οὐδὲ τῆς πρὸς τὸν Δία μάχης.

5

.

373

[Οὐρανιώνων] τῶν ἐν οὐρανῷ οἰκούντων θεῶν, ἢ ἀπὸ τοῦ Οὐρα‐ νοῦ τὸ γένος ἐχόντων.

5

.

380

[καὶ ἀθανάτοισι μάχονται] καὶ ὑπὲρ τὴν δόκησιν τῶν ἀν‐ θρώπων.

5

.

387

[κεράμῳ] ἄλλως· χαλκῷ ἀγγείῳ, πίθῳ, ἢ δεσμωτηρίῳ.

5

.

389

ἐὰν μὴ ἡ τοῦ Ἑρμοῦ μητρυιὰ Ἠερίβοια ἀπήγγειλε τῷ Ἑρμῇ ἵνα ἐκκλέψῃ τὸν Ἄρην τοῦ δεσμοῦ. Ἠερίβοια δὲ ἡ ἀέρια καὶ μεγάλα βοῶσα. Ἀντίμαχος δὲ—παραδίδωσιν.

5

.

397

[ἐν Πύλῳ] ἐν τῇ πύλῃ, πρὸς τῇ πύλῃ· οὐ γὰρ ἐν τῇ Πύλῃ τῶν Πυλίων, ἀλλ’ ἐν τῇ πύλῃ τῇ τῶν νεκρῶν, κατὰ τὴν τοῦ Κερβέρου ἀνα‐ γωγήν.

5

.

401

ὀδυνήφατα] τὰς ὀδύνας καταπαύοντα καὶ φθείροντα.

5

.

403

ὀβριμοεργὸς] μεγάλοις ἔργοις ἐπιτιθέμενος, καὶ ἰσχυρὰ δια‐ πραττόμενος, ἰσχυροπράγμων, ἰσχυρὸς ἐν τῷ ἐργάζεσθαι, ἰσχυρὰ ἐρ‐ γαζόμενος. ἄλλως· αἴσυλα] ἁμαρτωλά, παράνομα. ὁ δὲ Ἀπίων ἐτυμολογῶν
5—ἑτέρου α δηλοῦντος 〈κειμένην〉 ....66

5

.

408

[παππάζουσιν] ἄλλως· πάππα φωνοῦσι, πατέρα καλοῦσιν.

5

.

412

περίφρων] περισσόφρων, ἄγαν συνετή, περισσῶς φρονοῦσα.

5

.

442

χαμαὶ ἐρχομένων] ἀντὶ τοῦ ἀποθνησκόντων, ἢ ἐπὶ τῆς γῆς βαδι‐ ζόντων, ἢ χαμαιριφῶν ἢ φθαρτῶν.

5

.

446

Περγάμῳ] τῇ ἀκροπόλει τῶν Τρώων, τῆς Ἰλίου οὕτω καλου‐ μένης.

5

.

448

[ἀδύτῳ] ἄδυτα γὰρ καλοῦνται οἱ τόποι τῶν ἱερῶν.

5

.

474

[γαμβροῖσι] οἱ ἄνδρες τῶν θυγατέρων 〈τοῖσ〉 ἐκδεδωκόσιν. γαμβρὸς δὲ καλεῖται ὁ γήμας ὑπὸ τῶν οἰκείων τῆς γαμηθεί‐ σης.

5

.

481

[κὰδ δὲ κτήματα πολλὰ] λείπει τὸ ἔλιπον.

5

.

485

[τύνη] σύ Δωρικῶς, ἀπὸ τοῦ τύ ἐν παραγωγῇ—καὶ ἐμίνη.

5

.

487

ἁψίσι] τοῖς ἅμμασι—δίκην δικτύου.

5

.

488

ἕλωρ] ἕλκυσμα, ἕλυμα καὶ ἀναίρεμα. ἐσχημάτισται παρὰ τὸ ἑλεῖν.

5

.

499

ἄχνας] τὰ λεπτὰ τῶν ἀχύρων ἢ τὰ ἄχυρα. ἄχνη δὲ καλεῖται καὶ ὁ ἐπιπολάζων τῷ κύματι ἀφρός. ἀλῳὰς] τοὺς τόπους φησὶν ὅπου ὁ πυρὸς πατεῖται. παρὰ τὸ ἀλοιῶ. διὸ σὺν τῷ ι γράφεται τὸ ἀλῳή. σημαίνει δὲ καὶ τὴν δενδροφόρον γῆν

5

.

500

[λικμώντων] ἀπὸ τοῦ σίτου τὰ ἄχυρα διαιρούντων· λικμᾶν γάρ
ἐστι τὸ χωρίζειν ἀπὸ τοῦ σίτου τὸ ἄχυρον τοῖς πτύοις. ξανθὴ Δημήτηρ] ὁ πυρός. ὁ δὲ τρόπος μετωνυμία. ἢ αὐτὴ ἡ θεὸς, ἢ 〈ἡ〉 γεωργικὴ ἐπιστήμη.67

5

.

504

[ἐπέπληγον] πλήσσοντες σφοδρῶς καὶ ἐντόνως ἤγειρον καὶ ἀνέ‐ παλλον καὶ ἐκίνουν.

5

.

509

χρυσαόρου] ἄλλως· χρυσοφασγάνου, χρυσοῦν ξίφος ἔχοντος. οἱ δὲ νεώτεροι—τὴν λέξιν.

5

.

531

πέφανται] πεφονευμένοι εἰσὶν ἢ ἀναιροῦνται. σημαίνει δὲ καὶ τὸ γεγένηνται.

5

.

534

[Αἰνείεω] «Αἰνείεω» Ἰωνικῶς, καὶ κατὰ συναλοιφὴν Αἰνείω Αἰ‐ νείου.

5

.

538

[εἴσατο καὶ τῆς] γράφεται καὶ «χαλκός».

5

.

539

νειαίρῃ] τῇ νεάτῃ. λέγει δὲ κατὰ τὸ ἔσχατον μέρος τῆς γασ‐ τρός.

5

.

548

διδυμάονε] δίδυμοι. τὰ μὴ συμφυῆ δίδυμα λέγει ὁ ποιητὴς, ὡς Ἀρίσταρχός φησιν.

5

.

551

εὔπωλον] καλοὺς ἵππους ἔχουσαν, εὔιππον, 〈ἢ〉 ἐν ᾗ ἔστι καλῶς ἀναστραφῆναι.

5

.

556

ἴφια μῆλα] ἤτοι εὐτραφῆ, ἢ κατ’ εὐφημισμὸν ἀντὶ τοῦ ἀσθενῆ, ἢ ἰσχυροποιὰ τῶν ἐσθιόντων.

5

.

567

ἀποσφήλειε πόνοιο] ἀποσφαλῆναι καὶ ἀποτυχεῖν ποιήσει τοῦ ἔρ‐ γου.

5

.

574

δειλώ] δειλαίους, ταλαιπώρους. σημαίνει δὲ ὁ δειλός καὶ τὸν κακὸν καὶ τὸν ἄνανδρον.

5

.

599

μορμύροντα] ὀνοματοποιητικὴ λέξις ἀπὸ τοῦ ψόφου 〈τοῦ ἐν〉 τοῖς ὕδασι γινομένου.

5

.

612

Παισῷ] Παισὸς πόλις Τροίας, ἣν ἐν ἄλλοις Ἀπαισὸν μετὰ τοῦ α προσηγόρευσεν. (Il. II, 828.)

5

.

613

ἄλλως· πολυλήϊος] πολλὰ λήϊα ἔχων—ἀπὸ λῃστείας.68

5

.

618

ἔχευαν] δαψιλῶς ἔπεμψαν, ἐπέχεαν ἀθρόως. ἡ μεταφορὰ ἀπὸ τῶν ὑγρῶν.

5

.

620

λὰξ προσβὰς] λάξ τὸ στῆθος τοῦ ποδός. ὁμωνύμως δὲ ἡ ἀπὸ τούτου πληγὴ καλεῖται. ἐλάκτισε προσελθὼν 〈καὶ〉 ἀνεσπάσατο, ἀνείλ‐ κυσεν.

5

.

626

[χασάμενος πελεμίχθη] ἄλλως· κατὰ ἀναστροφὴν εἴρηται ἀντὶ τοῦ πελεμιχθεὶς ἀνεχάσατο.

5

.

629

[κραταιή] ἀπότιμος, ἰσχυρά. φασὶν Εὐρώπῃ τῇ Φοίνικος— —εἰς Κρήτην ἐκόμισεν.

5

.

639

θρασυμέμνονα] τολμηρόν, θρασὺν—ἐν τῇ μάχῃ. θυμολέοντα] λεοντόψυχον, γενναῖον, ὡς λέοντος ἔχοντα ψυχήν.

5

.

642

χήρωσε] ἐκένωσεν, ἐρήμους ἐ〈ποίησ〉εν.

5

.

645

[οὐδ’ εἰ μάλα κάρτερός ἐσσι]. 〈εἰρωνικῶσ〉, ἢ τὸ «δέ» ἀντὶ τοῦ γάρ καὶ τὸ «εἰ» περισσόν.

5

.

656

ἁμαρτῇ] βληθέντα ὁμοῦ. 〈λέγει δὲ τὴν〉 κατὰ τὸ αὐτὸ ἄφεσιν καὶ ἐπιτυχίαν.

5

.

674

ἀναφώνημα.

5

.

694

θύραζε] ἔξω. κυρίως μὲν—νῦν δὲ κεῖται ἀντὶ τοῦ ἔξω.

5

.

700

[προτρέποντο] ἄλλως· προτροπάδην ἔφυγον, ὅ ἐστι στραφέν‐ τες, μὴ στρεφόμενοι οὖν· προτραπῆναι γάρ ἐστι τὸ μὴ στραφέντα φυγεῖν.

5

.

724

ἴτυς] εἰς ἣν αἱ κνῆμαι 〈αἱ〉 ἀπὸ τῆς χοινικίδος ἐμπήγνυνται.

5

.

725

[χάλκε’ ἐπίσσωτρα] σιδηροῖ ἢ χαλκοῖ κύκλοι τῶν τροχῶν.69

5

.

728

[ἄντυγες] τὰ ἐπὶ τοῦ δίφρου—ἐξάπτονται.

5

.

729

ῥυμὸς] ὁ ζυγός, ἤτοι ὁ προσηρμοσμένος τῷ ζυγῷ κανὼν εἰς ὀξὺ λήγων, ὅ ἔστι μέσον ξύλον.

5

.

730

[λέπαδνα] ἄλλως· οἱ μὲν μαχαλιστῆρας, οἱ δὲ ἀσφαλίσματα. ζυγὸν] τὸ ἐπίθετον ξύλον τοῖς τραχήλοις τῶν ἵππων.

5

.

734

[πέπλον] ἄλλως· γυναικεῖον ἱμάτιον, τουτέστι χιτὼν, ὃν οὐκ ἐνεδύοντο, ἀλλ’ ἐπερονῶντο. κατέχευε] καταχθῆναι ἐποίησε λυσαμένη τὰς περόνας. διὰ τούτου δηλοῖ ὅτι οὐκ ἐνεδύοντο τὸν πέπλον, ἀλλ’ ἐπερονῶντο· ἀρθεισῶν γὰρ
5τῶν περονῶν καταρρέων φαίνεται ὁ πέπλος εἰς τὸ ἔδαφος.

5

.

743

ἀμφίφαλον] φαλοὺς περὶ αὑτὴν ἔχουσαν. φαλοὶ δέ εἰσιν οἱ κατὰ τὸ μέτωπον τῆς περικεφαλαίας ἀσπιδίσκοι.

5

.

744

ἑκατὸν πόλεων πρυ〈λέεσς’ ἀραρυῖαν〉] πολλῶν πόλεων πολ‐ λοῖς ὄχλοις ἐξαρκέσαι δυναμένην.

5

.

774

* τὸ σχῆμα προεπίζευξις ἢ Ἀλκμανικόν.

5

.

811

[δέδυκεν] γράφεται καὶ «λέλυκεν».

5

.

816

* σχῆμα· θέσις καὶ ἄρσις.

5

.

818

* [ἐφετμέων] παρὰ τοῖς λογογράφοις ἐφίεμαι τὸ ὀρέγομαι καὶ τὸ προστάσσω.

5

.

824

μάχην ἀνακοιρανέοντα] αἱ προθέσεις—τηροῦσιν.

5

.

845

** [δῦν’ Ἄϊδος κυνέην] παροιμία· ἐνδὺς τὴν κυνῆν τοῦ Ἅιδου· ἐπὶ τῶν κεκρυμμένων.

5

.

857

κενεῶνα] κενεών ἐστι τόπος κενὸς ὀστέων, ἢ λαπάρα ἢ λαγών.70

5

.

865

δυσαέος] χαλεπῶς πνέοντος, δυσπνόου.

5

.

867

φαίνεθ’ ὁμοῦ νεφέεσσιν ἰὼν] εἰς τὸ «νεφέεσσι» διαστολὴ— ἀνιὼν εἰς οὐρανὸν.

5

.

875

[σοὶ πάντες μαχόμεσθα] οὐχὶ σοὶ, φησὶ, εἰς μαχὴν καθιστά‐ μεθα.

5

.

882

μαργαίνειν] μαίνεσθαι. μάργος, ᾗ μή ἐστιν ἀρωγός.

5

.

887

[ἤ κεν] ἢ ἦ καὶ ὄντως.

5

.

889

[μινύριζε] θρήνει, ἤγουν ἀποδύρου, ἢ ἠρέμα θρήνει.

5

.

892

ἀάσχετον] ἀνυπομόνητον, οὐχ οἷόν τε ἐπισχεθῆναι. οὐκ ἐπιεικτόν] οὐ καταπληκτόν, οὐχ ὑποχωρητόν, οὐκ εὐένδοτον.

5

.

902

ὀπὸς] ὅ ἐστι φυτοῦ δάκρυον.

5

.

904

[θοῦρον] ἄγριον καὶ αἰχμητήν. ἀμφότερα λέγει ὑφ’ ἕν. χαλε‐
πὸν ἐν τῷ μάχεσθαι.71

6

.

1

οἰώθη] ἐμονώθη—ἐγένετο.

6

.

3

ἀλλήλων ἰθυνομένων] ἀντὶ τοῦ ἐπ’ ἀλλήλους ἰθυνόντων, τουτ‐ έστιν ἐπ’ εὐθείας βαλλόντων.

6

.

5

σημείωσαι· ἕρκος Ἀχαιῶν] τρισὶ μεταφοραῖς—βοήθεια.

6

.

12

[Ἄξυλον] οἰκεῖον τὸ ὄνομα φιλοξένῳ· Ἄξυλος γὰρ παρὰ τὸ ἄγειν. τινὲς δὲ τὸν ξύλα δαπανῶντα.

6

.

15

** [ὁδῷ ἔπι οἰκία ναίων] παρὰ τῇ ὁδῷ τὰ οἰκήματα ἔχων.

6

.

22

νύμφη] τοῦτο γενικόν ἐστιν ὄνομα. καλοῦνται δὲ αἱ Νύμφαι Ναΐ‐ δες ἐκ τῶν ναμάτων, καὶ ἄλλαι διαφόρως.

6

.

24

σκότιον] 〈τὸν〉 ἐκ λαθραίας μίξεως, τὸν λάθρα γεγενημένον, οὐκ ἐκ τῆς κατὰ τὸν νόμον γαμηθείσης, τὸν ἐξ ἀδᾳδουχήτων γάμων.

6

.

35

Ἀχιλλεὺς ὑπὸ τὸν Τρωϊκὸν πόλεμον—ἡ ἱστορία παρὰ Δημητρίῳ.

6

.

39

ὄζῳ ἔνι βλαφθέντε] ὑπὸ τοῦ ὄζου ἐπισχεθέντες, ὑπὸ τοῦ κλάδου
ἐμποδισθέντες.72

6

.

48

πολύκμητος] μετὰ πολλοῦ καμάτου γενόμενος ἢ πολὺν κάματον παρεχόμενος.

6

.

64

ἀνετράπετο] ἀνετράπη εἰς τοὐπίσω, ἔπεσεν ὕπτιος.

6

.

68

ἐπιβαλλόμενος] ἐπιθυμῶν—ἐπιθυμῶν.

6

.

78

[ἐγκέκλιται] ἔγκειται ἐν τῇ ἡμετέρᾳ φροντίδι.

6

.

79

[πᾶσαν ἐπ’ ἰθύν] κατὰ πάντα τὰ μέρη τῆς μάχης καὶ τῆς φρο‐ νήσεως ὑμεῖς διαφέρετε.

6

.

92

ἐπὶ γούνασιν] ἀντὶ τοῦ παρὰ τοῖς γόνασι, παρὰ τοὺς πόδας· ὀρ‐ θὸν γὰρ τὸ Παλλάδιον.

6

.

97

ἄγριον αἰχμητὴν] ἄγριον ἐν τῷ αἰχμάζειν. ὑφ’ ἓν ἀμφότερα. λέ‐ γει δὲ χαλεπὸν ἐν τῷ μάχεσθαι.

6

.

125

προβέβηκας] προελήλυθας, ὑπερεμάχησας, ὑπερβέβηκας.

6

.

130

οὐδὲ γὰρ οὐδὲ Δρύαντος] Διόνυσος ὁ Διὸς καὶ Σεμέλης— πεποιηκὼς Εὔμηλος.

6

.

132

μαινομένοιο] μανιοποιοῦ διὰ τὴν μέθην, ὡς τὸ «χλωρὸν δέος» τὸ χλωροποιόν.

6

.

133

σημείωσαι· Νυσήϊον] ἐν ἄλλοις—τὰ περὶ τὴν Λυ‐ κούργου δίωξιν ἐγένοντο.

6

.

134

θύσθλα] οἱ μὲν τοὺς κλάδους, οἱ δὲ τοὺς θύρσους— τελετήν.

6

.

150

ἔνθα δὲ Σίσυφος] Διὸς τὴν Ἀσωποῦ—παρὰ Φερε‐
κύδει.73

6

.

194

τέμενος] ἀποτετμημένη γῆ κατὰ τιμὴν.

6

.

195

[φυταλιῆς] δενδροφόρου γῆς ἢ ἀμπελοφόρου.

6

.

201

[τὸ Ἀλήϊον] ἄλλως· οὕτω πεδίον τῆς Λυκίας καλούμενον ἀπὸ τῆς τοῦ Βελλεροφόντου ἄλης, τουτέστι πλάνης.

6

.

205

χρυσήνιος] χρυσᾶς ἡνίας ἔχουσα, ὡς ἐφ’ ἅρματος ὀχουμένη.

6

.

233

[καὶ πιστώσαντο] καὶ συνθήκας ἐποίησαν.

6

.

236

ἑκατόμβοια] ἑκατὸν—ἀλφεσίβοιαι.» ἐννεαβοίων] ἐννέα βοῶν—δεκαβοίων.

6

.

243

[ξεστῇσι] εὖ ἐξεσμέναις, εὖ κατεσκευασμέναις. [αἰθούσῃσι] 〈στοαῖσ〉 καταλαμπομέναις ἢ αἰθούσαις, διὰ τὸ αἴθεσθαι —βολήν.

6

.

245

[δεδμημένοι] ᾠκοδομημένοι. σημαίνει δὲ καὶ 〈τὸ〉 δεδαμασ‐ μένοι.

6

.

246

μνηστῇσι] ταῖς μεμνηστευμέναις φησὶ, ταῖς ἐκ μνηστείας γε‐ γαμημέναις.

6

.

247

ἔκφρασις.

6

.

251

[ἠπιόδωρος] ἤπια καὶ πρᾷα, τουτέστι πραϋντικὰ, δωρουμένη κατὰ τὴν παιδοτροφίαν ἢ λαβοῦσα, ὡς πολύδωρος.

6

.

252

[Λαοδίκην ἐσάγουσα] ἀντὶ τοῦ πρὸς Λαοδίκην πορευομένη· ἔτυχε γὰρ πρὸς αὐτὴν εἰσελθεῖν βουλομένη.

6

.

265

** [μή μ’ ἀπογυιώσῃς] σημειωτέον ὅτι ὁ οἶνος ἄνευ τῆς τροφῆς βλαπτικός. ** [μή μ’ ἀπογυιώσῃς] ὁ γὰρ μετὰ τὸν πόνον οἶνος ὠφέλιμος, ὁ δὲ πρὸ τοῦ πόνου ἐπιβλαβής.

6

260-265

ὅθεν καὶ ἐπιδέχεται πολλάκις—πολεμίζει καὶ
τὰ λοιπά. ἔστι δὲ καὶ ἑτέρα λύσις τοῦ ζητήματος καθ’ ὑπερβατὸν ἐξηγουμένων τινῶν οὕτως· «μή μοι οἶνον ἄειρε μελίφρονα, πότνια μῆτερ, χερσὶ δ’ ἀνί‐74
5πτοισι—εὐχετάασθαι· μή μ’ ἀπογυιώσῃς, μένεος— λάθωμαι» ἵνα ὡς μὴ καθαρὸς—ὥστε μὴ κεῖσθαι ἐναντία.

6

.

268

λύθρῳ] τῷ μετὰ κονιορτοῦ αἵματι, ἢ ἱδρῶτί τινι μεθ’ αἵματος καὶ κονιορτοῦ

6

.

282

γαῖα χάνοι] 〈διασταίη〉 ἡ γῆ—ἡ γῆ.

6

.

285

ὀϊζύος] μόχθου καὶ κακοπαθείας· «εἰ θεασαίμην αὐτὸν νεκρὸν, ὑπολάβοιμι ἂν κατὰ φρένα—μισεῖται. ἄλλως· ἤτοι τὴν ἐμὴν φρένα—πάσης ταλαιπωρίας ἀτέρ‐ που.

6

.

288

«ἡ δ’ εἰς οἶκον ἰοῦσα παρίστατο φωριαμοῖσιν». Gen. II: αὕτη 〈δ’ εἰς οἶκον〉 πορευθεῖσα παρέστη τοῖς κιβωτοῖς. ἐς θάλαμον 〈κατεβήσετο〉 κηώεντα] εἰς τὸν θάλαμον τὸν τεθυμια‐
5σμένον. εἴρηται δὲ—θυμιάματα.

6

.

291

[ἤγαγε Σιδονίηθεν] παριὼν οὖν διὰ τῆς Σιδόνος κἀκεῖθεν γυ‐
ναῖκας ἔξω τοῦ ἄστεος εὑρὼν ἔλαβε τρόπῳ λῃστρικῷ.75

6

.

292

ἀνήγαγεν] τὸν εἰς τὴν Ἴλιον πλοῦν ἀνάπλουν καὶ ἀναγωγὴν εἴρηκεν ὁ ποιητής. εὐπατέρειαν] ἔνδοξον κατὰ πατέρα Διὸς γὰρ ἦν θυγάτηρ ἡ Ἑλένη.

6

.

301

ὀλολυγῇ] μετὰ ὀλολυγμοῦ. φωνὴ δὲ αὕτη γυναικῶν εὐχομένων θεοῖς.

6

.

305

[ἐρυσίπτολι] φυλάσσουσα τὴν πόλιν· εἴρυσθαι γάρ ἐστι τὸ φυ‐ λάττειν.

6

.

320

[πόρκης] ἄλλως· ὁ κρίκος—δόρατος.

6

.

326

[οὐ μὲν καλὰ χόλον] ἤτοι οὐ καλῶς νῦν—ἔχεις οὐδὲ ἐν καιρῷ ταύτην ποιῇ.

6

.

331

θέρηται] θερμαίνῃ· νῦν δὲ ἀντὶ τοῦ καίηται.

6

.

335

[νεμέσσει] μέμψει .... μεμφόμενος ἢ ἐγκαλῶν.

6

.

339

ἐπαμείβεται] ἐξ ἀμοιβῆς παραγίνεται, ἐναλλὰξ πρὸς ἄλλον καὶ ἄλλον χωρεῖ.

6

.

344

ὀκρυοέσσης] τραχείας—ταλαιπώρου.

6

.

349

τεκμήραντο] ἐβουλεύσαντο ἢ ἐτελειώσαντο ἢ εἰς τέλος ἤγαγον.

6

.

353

ἐπαυρήσεσθαι] ἐπιτυχεῖν ἢ ἀπολαῦσαι ἢ μεταλήψεσθαι.

6

.

358

ἀοίδιμοι] μετ’ ᾠδῆς μνημονευόμενοι, διαβόητοι, οἷον ἀειδόμενοι καὶ θαυμαζόμενοι.

6

.

366

οἰκῆας] νῦν ἀντὶ τοῦ οἰκείους, τοὺς κατὰ τὴν οἰκίαν.

6

.

367

ὑπότροπος] ἐξ ὑποστροφῆς ἀνεληλυθώς. [γαλόων] ἀνδρὸς ἀδελφῶν, ὁμοίως δὲ 〈ἡ〉 γυναικὸς ἀδελφὴ γάλως λέγεται.

6

.

378

[εἰνατέρων] ἄλλως· εἰνάτερες καλοῦνται αἱ τῶν ἀδελφῶν γυ‐
ναῖκες πρὸς ἀλλήλας, οἷον Ἑλένη πρὸς Ἀνδρομάχην.76

6

.

391

ὁδὸν] βατῆρα, βαθμόν. σημαίνει δὲ καὶ τὴν στράταν.

6

.

394

[πολύδωρος] ἄλλως· ἡ πολλὰ δῶρα λαβοῦσα παρὰ τοῦ μνη‐ στευσαμένου.

6

.

396

ὑληέσσῃ] ὕλην—ὑληέσσῃ.

6

.

397

Ὑποπλακίῃ] ὑπὸ Πλάκῳ, ὄρει τῆς Κιλικίας. Κιλίκεσσι] Κίλικας λέγει τοὺς τὰς Ὑποπλακίους Θήβας οἰκοῦντας.

6

.

408

χήρη] ἔρημος. ἰδίως δὲ τάσσεται ἐπὶ τῆς τὸν ἄνδρα ἀποβε‐ βληκυίας, ἀνάνδρου.

6

.

424

[εἰλιπόδεσσι] εἰλίποδας ἐπιθετικῶς λέγει τοὺς βοῦς, ὅτι ἑλίσ‐ σουσι τοὺς πόδας ἐν ταῖς πορείαις.

6

.

434

ἐπίδρομον] ἐξ ἐπιδρομῆς, καθ’ ὃ ἔστιν ἐπιδραμεῖν τὴν ὁδὸν τὴν κατερχομένην ἀπὸ τοῦ τείχους καὶ ἀναβῆναι τὴν αὐτήν.

6

.

442

[ἑλκεσιπέπλους] τὰς ἐφελκομένας τοὺς πέπλους διὰ περιουσίαν. ἑλκυθμοῖο] ἑλκυσμοῦ, ἀνδραποδισμοῦ, τουτέστιν αἰχμαλωσίας.

6

.

491

ἠλακάτην] τὸ τῶν γυναικῶν—Ἄρτεμιν.

6

.

506

ἀκοστήσας] ἄκος—ἴαμα. κυρίως δὲ πᾶσαι αἱ τρο‐ φαὶ ἀκοσταὶ καλοῦνται παρὰ 〈Θεσσαλοῖς, ὡς καὶ Νίκανδρος, παρὰ〉 τὸ ἵστασθαι 〈τὰ σώματα〉 τρεφόμενα, ἐν ἄλλῳ καιρῷ 〈παραλαβών〉. βέλτιον 〈δὲ〉 δυσχεράνας ἐπὶ τῇ τῆς φάτνης στάσει.

6

.

507

[πεδίοιο] λείπει ἡ διά, ἵν’ ᾖ διὰ πεδίοιο. κροαίνων] ἐπικροτῶν τοῖς ποσὶν, ἢ ἐπιθυμῶν, ἢ χρεμετίζων.

6

.

508

ἐϋρρεῖος ποταμοῖο] λείπει—ὕδωρ.

6

.

512

Περγάμου ἄκρης] τῆς ἀκροπόλεως τῆς Ἰλίου, ἣ ἐκαλεῖτο Πέρ‐ γαμος.

6

.

518

ἠθεῖε] προσφώνησις νεωτέρου ἀδελφοῦ φιλοφρονητικὴ κατὰ τιμὴν πρεσβυτέρου. ταῦτά τινες προσαγορευτικά. οὐδέποτε δὲ περί
τινος αὐτά φασιν ἀλλὰ πρός τινα.77

6

.

519

ἐναίσιμον] καθῆκον κεῖται δὲ ἀντὶ τοῦ ἐναισίμως, καθηκόντως.

6

.

528

[κρητῆρα ... ἐλεύθερον] κρατῆρα ἐλεύθερον, ὃν εἰώθασι τῷ
Διὶ ὑπὲρ ἐλευθερίας ἱστάναι κρατῆρα οἱ τοὺς πολεμίους ἀπωσάμενοι.78

7

.

1

φαίδιμος] ὁ λαμπρός, ὁ φαιδρὸς τοῖς ὅπλοις, κατὰ τὴν τάξιν ἢ τῇ τῶν ὅπλων φαντασίᾳ.

7

.

7

[τὼ] ἤγουν δυϊκῶς.

7

.

9

κορυνήτης] Ἀρηΐθοος—παρὰ Φερεκύδει. 〈ὁ τῇ κορύνῃ μαχόμενοσ〉, τουτέστι ῥοπάλῳ. ἔστι δὲ ἐπίθετον Ἀρη‐ ϊθόου.

7

.

12

[στεφάνης] ἔστι δὲ στεφάνη κόσμος γυναικεῖος—χει‐ μάρροος ὤσῃ.»

7

.

17

[γλαυκῶπις Ἀθήνη] ἡ φρόνησις τῶν ἀρίστων Ἑλλήνων.

7

.

26

[ἑτεραλκέα νίκην] ἄλλως· ἑτεραλκῆ. οὕτως ἡ νίκη λέγεται —παρέχουσαν.

7

.

44

τῶν δ’ Ἕλενος] μυθεύεται τῶν ἐξ Ἑκάβης—μετα‐ λαβεῖν. ἱστορεῖ Ἀντικλείδης.

7

.

56

μέσσου δουρὸς ἑλὼν] ἐκ μέσσου κρατῶν τὸ δόρυ. σημεῖον δὲ
ἡσυχίας πολέμου.79

7

.

59

αἰγυπιοῖσιν] οἱ μὲν εἶδος—ἐδέξαντο.

7

.

62

[πεφρικυῖαι] συνεσταλμέναι· φρὶξ γὰρ ἡ ἐπανάστασις τῶν κυ‐ μάτων. φρίσσει τις φόβῳ ἢ ψύχει ἢ ὀργῇ· ἀψύχους οὖν τὰς φάλαγγας φρίσσειν φησίν.

7

.

63

ἐπιφρίξ] ἡ ἐξ ἐπιπολῆς κίνησις τοῦ ὕδατος, ὅ ἐστι τοῦ κύματος ἀρχομένου, ἢ τὸ ἐπιπολάζον—τῶν κυμάτων ἀκούειν.

7

.

77

ταναήκεϊ] ἐπιμήκη καὶ τεταμένην ἔχοντι τὴν ἀκμὴν, τουτέστιν ἠκονημένην τὴν αἰχμήν.

7

.

85

ταρχύσωσι] θάψωσι. τάρχεα δὲ—ἀπὸ τῆς ταραχῆς.

7

.

86

[πλατεῖ Ἑλλησπόντῳ] κατ’ ἀντίφρασιν—πεπλατυ‐ σμένῳ.

7

.

93

αἴδεσθεν μὲν] σημείωσαι· δειλῶν μὲν γάρ· δεῖσαν μὲν διὰ τὰς σπονδὰς—δεδιότες.

7

.

96

ἀπειλητῆρες] καυχηταί, ἀπειλεῖν εἰδότες. τοὺς δὲ τοιούτους καὶ καυχηματίας λέγουσιν.

7

.

97

[αἰνόθεν αἰνῶς] ἐκ δεινοῦ—δεινότερα.

7

.

99

ὕδωρ καὶ γαῖα γένοισθε] ἀναλυθείητε εἰς ὕδωρ— τὰς ψυχὰς διαφθείρει.

7

.

100

[ἀκήριοι] ἀκλεεῖς καὶ ἄδοξοι καὶ ἀνονόμαστοι.80

7

.

118

γόνυ κάμψειν] ἀναπαύσεσθαι ἢ συγκάμψειν—διώ‐ κεσθαι.

7

.

156

[πολλὸς] εἰς πολλὰ μέρη ἐξηπλωμένος. [παρήορος] λέγει δὲ οὕτως—καὶ τὸν ἄφρονα.

7

.

171

ἐπὶ τὸ τέλος τοῦ στίχου στικτέον· «τὸ διαμπερὲς ὅς κε λάχῃσιν.» ἵν’ ᾖ· «τοῦ κλήρου διὰ πάντων ἐλθόντος ὃς ἂν λάχῃ.» οἱ δὲ οὕτως διέστησαν· «〈διαμπερὲσ〉 ὅς κε λάχῃσιν· 〈οὗτος γὰρ δὴ ὀνήσει», ἵν’ ᾖ τὸ ἑξῆσ〉· «οὗτος γὰρ ὀνήσει διαμπερὲς 〈ὅς κε λάχῃσιν〉.» οὐ παραι‐
5τητέον 〈δὲ〉 διὰ τὸν ὑπερβιβασμὸν τοῦ αἰτιώδους συνδέσμου· Ὁμηρικὸν γάρ. Jusqu’ à ὀνήσει διαμπερὲς (l. 8)

7

.

175

[ἐσημήναντο] ἐσημειώσαντο. ἐξ οὗ δηλοῖ ὅτι οὐ γράμματα ᾔδεισαν οἱ ἥρωες.

7

.

206

[νώροπι] νῶροψ ἐτυμολογεῖται ἀπὸ τοῦ νη στερητικοῦ μορίου καὶ τοῦ ὁρῶ, τὸ βλέπω· ὁ στερίσκων δηλονότι τῆς ὁράσεως.

7

.

216

[πάτασσεν] ἐπέβαλλεν. ἐπειδὴ ἐν παλμῷ καὶ κινήσει ἦν.

7

.

217

ὑποτρέσαι] ὑποχωρῆσαι, ἐκφυγεῖν ἢ ὑποφυγεῖν διὰ δέος.

7

.

223

ζατρεφέων] ἄγαν ἐπιμελῶς τεθραμμένων, ἄγαν εὐτραφῶν, μεγάλως τεθραμμένων.

7

.

238

βῶν] βοῦν Δωρικῶς—τὸ ὅπλον. τό μοι] διό μοι ἢ ὅπερ μοι.

7

.

239

ταλαύρινον πολεμίζειν] πληκτικῶς καὶ ὑπομονητικῶς πολεμεῖν καὶ μάχεσθαι. [ταλαύρινον] τὸ ὅπλον. μεταληπτικῶς εἰς τὸ συνώνυμον.

7

.

241

μέλπεσθαι] κυρίως μὲν παίζειν—κατὰ τὴν μάχην.

7

.

262

[τμήδην] τμητικῶς—τρῶσαι.

7

.

267

[ἐπομφάλιον] τὸ ἐπικείμενον τῷ τῆς ἀσπίδος ὀμφαλῷ.

7

.

298

θεῖον—ἄγωνα] εἰς τὸ τῶν θεῶν—ἄθροισμα.
λέγει δὲ τὰ ἱερά.81

7

.

301

[θυμοβόροιο] τῆς τὴν ψυχὴν ἐσθιούσης.

7

.

302

ἀρθμήσαντε] φιλιωθέντες δυϊκῶς· ἀρθμὸν γὰρ τὴν φιλίαν φησίν.

7

.

316

διέχευαν] διεμέρισαν—μιστύλλειν λέγεται.

7

316bis

ἤγουν ἐμέρισαν· μεταφορικῶς ἀπὸ τῶν ὑγρῶν.

7

.

318

[μίστυλλόν τ’—ὀβελοῖσιν] ἢ οὕτως· «καὶ ἐπισ〈τημονι‐ κῶσ〉 κατακόψαντες 〈τοῖσ〉 ὀβελίσκοις 〈διέ〉πειραν καὶ ἐκέντησαν.»

7

.

319

[ὤπτησάν τε—πάντα] ἢ οὕτως· «καὶ πάντα 〈μάλα〉 ἐμπείρως ὀπτήσαντες ἐξειλκύσαντο».

7

.

321

διηνεκέεσσι] ἐπιμήκεσιν, ἢ ἐπὶ πολὺ διήκουσιν, ἢ ..... ὅ ἔστι συχνός.

7

.

332

[κυκλήσομεν] κύκλοι οἱ τροχοί.

7

.

346

τετρηχυῖα] τραχεῖα καὶ βορβορώδης ἢ τετραχυμμένη ὑπὸ τοῦ θορύβου.

7

.

350

δεῦτ’ ἄγετε] τὸ αὐτὸ ἐκ παραλλήλου.

7

.

353

ἵνα μὴ ῥέξομεν] ἀντὶ τοῦ ἐὰν μὴ ῥέξωμεν.

7

.

376

δυσηχέος] κακοήχου—φωνάς.

7

.

384

[ἠπύτα] ἄλλως· ἀντὶ τοῦ ἠπύτης. ὅ ἐστι φωνητικὸς καὶ κρακτι‐ κός, μεγαλόφωνος, ἔμφωνος.

7

.

404

[γνωτὸν] φανερόν. ἔστι δὲ καὶ ὄνομα 〈ἀντὶ〉 ἀδελφοῦ.

7

.

408

[κατακαιέμεν] ἀντὶ τοῦ κατακαιέμεναι, ὅ ἐστι κατακαίειν.

7

.

409

φειδὼ] φροντὶς ὥστε μὴ ἁλωθῆναι. βέλτιον δὲ ἀκούειν τὸ περὶ τῆς ταφῆς φείσασθαι.

7

.

410

πυρὸς μειλισσέμεν] διὰ πυρὸς μειλίσσειν. λέγειν δὲ κινδυνεύει
ταφῆς μεταδιδόναι, ἢ διὰ πυρὸς θάπτειν.82

7

.

411

ἐρίγδουπος] μεγάλους ψόφους ποιῶν διὰ τῶν βροντῶν, μεγαλό‐ ηχος διὰ τὰς βροντάς. πλεονάζει δὲ τὸ γ στοιχεῖον.

7

.

418

μεθ’ ὕλην] ἐπὶ ξύλα. ὕλη δὲ ἡ σώρευσις τῶν ξύλων.

7

.

422

[ἀκαλαρρείταο] ἡσύχως καὶ πρᾴως—λέγουσιν.

7

.

425

βρότον] τὸ μετὰ ἱδρῶτος καὶ κόνεως αἷμα. ὀξυτόνως δὲ τὸν ἄν‐ θρωπον.

7

.

447

ἐνίψει] κυρίως μὲν—λέξει.

7

.

467

νῆες 〈δ’〉 ἐκ Λήμνοιο] Λήμνιοι—Ἀσκληπιάδῃ ἐν τοῖς τραγῳδουμένοις.

7

.

471

[χίλια μέτρα] ἤτοι οἴνου χίλια κεράμια, ἢ χιλίους χοέας.

7

.

474

[αὐτῇσι βόεσσιν] αὐταῖς ταῖς βουσίν.

7

.

482

[ὕπνου δῶρον] περιφραστικῶς τὸν ὕπνον.83

8

.

1

Ἠὼς] ἡ ἡμέρα. σημαίνει δὲ πολλά—εἰλήλουθα». κροκόπεπλος] κροκωτὸν ἱμάτιον ἔχουσα, κροκοείμων καὶ διαυγής. ἀπὸ τῆς κατὰ τὴν ἀνατολὴν χροιᾶς τοῦ ἡλίου γενομένης ἐρυθρᾶς. τοῦτο δὲ εἶπεν ὡς ἐπὶ σωματοειδοῦς θεᾶς ποιούμενος τὸν λόγον.

8

.

13

〈ἐσ〉 Τάρταρον] τὸ ὑπὸ τὴν γῆν ἐσκοτισμένον—τὸ ἀφώτιστον μέρος τῆς οἰκουμένης μέρος ἐδέξαντο.

8

.

15

[χάλκεος οὐδός] χαλκῆ εἴσοδος, ἢ σκληρὰ καὶ ἰσχυρά.

8

.

16

[τόσσον] ἔνερθ’ Ἀΐδαο, κατώτατα τοῦ Ἅιδου. τοσοῦτόν φησι τὸν Τάρταρον—λέγων εἶναι. ἄλλως· σημείωσαι ὡς τὰ οὐράνια τρία διαστήματα— σφαιροειδὴς ἡ γῆ.

8

.

19

σειρὴν χρυσείην] ἅλυσιν. χρυσῆν δὲ προσέθηκε βουλόμενος —τὸν ἥλιον. σειρὴν 〈χρυσείην〉 ἐξ οὐρανόθεν κρεμάσαντες] καὶ τὰ ἑξῆς. κατὰ
τὸν μῦθον—ὑπ’ αὐτοῦ.84

8

.

25

σειρὴν μέν κεν ἔπειτα] ἐνταῦθα οἱ μέν φασι—κρα‐ τεῖν. περὶ ῥίον] περὶ τὸ ἄκρον, ἢ ῥέον ἀπὸ τοῦ περιρρεῖσθαι τοῖς ὄμβροις.

8

.

31

ὦ πάτερ ἡμέτερε] αἱ τοιαῦται προσφωνήσεις—παρα‐ δίδωσιν.

8

.

45

** [οὐκ ἄκοντε] οὐκ ἄκοντες, ἀλλ’ ἑκόντες. ἢ ἀπόφασις ἀντὶ κατα‐ φάσεως.

8

.

47

[μητέρα θηρῶν] ἥτις ἔχει πολλὰ θηρία, θηροτρόφος.

8

.

48

Γάργαρον] τὸ ἀκρωτήριον τῆς Ἴδης—Φαλάκρη Gen III ajoute: ἢ πόλις ἐστὶν ὀνομασθεῖσα ἀπὸ Γαργάρου τοῦ Διός. [τέμενος] τόπος ἱερὸς, εἰς τιμὴν, ἀπὸ 〈τοῦ〉 τετιμημένος.

8

.

57

[χρειοῖ ἀναγκαίῃ] διὰ χρείαν ἀνάγκην ἐπιφέρουσαν καὶ ἐπεί‐ γουσαν.

8

.

66

[ἠὼς] νῦν τὸ ἑωθινὸν κατάστημα ἕως μεσημβρίας. [ἀέξετο ἱερὸν ἦμαρ] ὅ ἐστιν ἕως ὑψοῦτο ἥλιος ὁ τὴν ἡμέραν ποιῶν.

8

.

67

[βέλεα] πᾶν τὸ ἀπὸ διαστήματος πεμπόμενον βέλος καλεῖται.

8

.

69

[χρύσεια ... τάλαντα] λέγει τὴν τοῦ Διὸς διάνοιαν.

8

.

83

[πρῶται τρίχες] πρώτας δὲ τρίχας λέγει τὸ καλούμενον προ‐ κόμιον.

8

.

87

παρηορίας] τὰς τοῦ παρηόρου—ἵμαντας. [ἀπέταμνε] ἀπέκοπτε. δεινός ἐστιν—συντόμως τὸ πρᾶγμα ἐδήλωσεν.

8

.

89

ἡνίοχον] τὸν ἐπιβάτην τοῦ δεσπότου.85

8

.

104

ἠπεδανὸς] ἀσθενὴς ἢ ἄτεχνος—δι’ ἰσχὺν ἑστώς. Gen II ajoute βεβαίως.

8

.

114

[ἀγαπήνωρ] ὁ ἀγαπῶν τὴν ἠνορέην ἤγουν τὴν ἀνδρείαν.

8

.

130

[ἀμήχανα] πρὸς ἃ οὐκ ἄν τις σχοίη μηχανὴν εὑρεῖν, ἐξ οὗ δεινὰ καὶ χαλεπά.

8

.

131

σήκασθεν] ὡς εἰς σηκὸν κατεκλείσθησαν—τὰ ἀγάλματα.

8

.

135

[θεείου] θείου. προσληπτέον—τόπῳ.

8

.

150

ὥς ποτ’ ἀπειλήσει] καυχήσεται—ἐλεύσεσθαι.

8

.

221

πορφύρεον μέγα] ἐπεὶ ἀδύνατον ἦν διὰ βοῆς αὐτοὺς καταστεῖ‐ λαι, ἕνεκα τοῦ ἑαυτὸν εὐχερῶς σημᾶναι μεταχειρίζεται τὸ πορφυροῦν φάρος.

8

.

222

μεγακήτεϊ νηῒ] τῇ μέγα κῦτος ἐχούσῃ, πλατείᾳ.

8

.

228

εἶδος ἀγητοὶ] τὸ ὁραθῆναι μόνον θαυμαστοὶ καὶ οὐκ ἐπὶ ἔργῳ.

8

.

230

ἠγοράασθε] ἐλέγετε. ἅστινάς ποτε ἐν Λήμνῳ ἐλέγετε καυχώ‐ μενοι πίνοντες οἶνον πλεῖστον καὶ κάλλιστον. ἄλλως· ἃς ὁπότ’ ἐν Λήμνῳ κενεαυχέες] τὸ «ὁπότε» ἐστὶν Ἀττικῶς ὅτε καὶ ἀποτελεῖ ἀνταποδοτικὴν περίοδον.
5[ἃς ὁπότε] οὐκ ἔστιν ἀνταπόδοσις· ὁ γὰρ λόγος «ὅτε ἐν Λήμνῳ ἐκαυ‐ χᾶσθε». [ἐπιστεφέας] πλήρεις. ὁ τρόπος μεταφορά.

8

.

236

ὑπερμενέων] ὑπὲρ τὸ δέον βιαίων, ὑπερεχόντων τῇ δυνάμει, ἀνδρείων.

8

.

247

αἰετὸν] μέγιστον ἢ ἐντελῆ—δηλοῦν τὸ ἀληθές.86

8

.

249

πὰρ δὲ Διὸς βωμῷ]

8

.

250

[πανομφαίῳ] 〈πανομφαῖος ὁ〉 πάσης φήμης καὶ κληδόνος αἴτιος· ὀμφὴ γὰρ ἡ θεία κληδών.

8

.

260

ἀράβησεν] ἐψόφησεν. ὀνοματοποιΐα ὁ τρόπος.

8

.

268

ὑπεξέφερεν] ἔξω αὐτὸ τοῦ Τεύκρου ἐποίει.

8

.

282

φόως] φῶς, σωτηρία. σημαίνει δὲ κυρίως τὸ φῶς ....

8

.

284

καί σε νόθον περ ἐόντα] ἐζήτηται δὲ πῶς ἐξ ἁπάντων— τοὺς γνησίους ὑπερέβαλεν. ἱστορία εἰς τὸ αὐτό· Ἡρακλῆς πορθήσας—ἐν τῷ δευτέρῳ τῶν γενῶν.

8

.

289

πρεσβήϊον] πρεσβεῖον, ἀριστεῖον, τὸ ὑπὲρ τιμῆς διδόμενον δῶ‐ ρον.

8

.

290

τρίποδα] λέβητα ἔχοντα αὐτοφυεῖς πόδας.

8

.

291

[ἥ κέν τοι—εἰσαναβαίνοι] ἥτις τῆς αὐτῆς κοίτης κοινωνήσει.

8

.

297

τανυγλώχινας] μακρὰς καὶ ὀξείας γωνιώσεις ἔχοντας, ὅ ἐστιν ἀκίδας.

8

.

304

[ἐξ Αἰσύμηθεν] ἀπὸ Αἰσύμης πόλεως.

8

.

306

μήκων δ’ ὣς] ὡς μήκων. ὁ τρόπος ἀναστροφή. κάρη βάλεν, ἥτ’ ἐνὶ κήπῳ] ἤτοι τὸ ἡ μετὰ 〈τοῦ〉 τέ περισσεύει, ἵνα ᾖ· «ὡς μήκων ἑτέρωσε ἀπέκλινε τὴν κεφαλήν ....»

8

306bis

[ἥτε] σημειωτέον ὅτι θηλυκῶς εἶπε τὴν μήκωνα.

8

.

307

βριθομένη] ἀντὶ τοῦ βρίθεται, ὅ ἐστι βαρεῖται, καὶ οὐχ ὥς τινες εἶπον βαρουμένη· κέχρηται γὰρ τῇ μετοχῇ ἀντὶ ῥήματος, καὶ ἔστι τὸ σχῆμα ἴδιον Αἰολέων.

8

.

331

οὐκ ἀμέλησεν] ἐφρόντισεν. ὁ τρόπος ἀντίφρασις.87

8

.

337

βλεμεαίνων] σφοδρῶς ἐπιρρωνυόμενος—ἐνδεικνύ‐ μενος.

8

.

338

συὸς ἀγρίου] σημειωτέον ὅτι—αἶγα.

8

.

348

ἀμφιπεριστρώφα] πανταχοῦ περιεστρέφετο, ὅ ἐστιν ἐνεργικῶς περιέλαυνεν.

8

.

349

Γοργοῦς ὄμματα] γοργότητος ἢ ἀντὶ τοῦ γοργά, ὅ ἐστι φοβερά. ἀπὸ εὐθείας τῆς Γοργώ ἡ γενικὴ Γοργοῦς.

8

.

352

οὐκέτι νῶϊ] κοινῇ ἡμῖν· Δωριεῖς γάρ φασιν ἄμμες, Ἀττικοὶ δὲ νώ, Ἴωνες ἡμέας. ἔστι δὲ ἀντωνυμία δυϊκὴ ὀρθῆς καὶ αἰτιατικῆς πτώ‐ σεως. ἐὰν δὲ σὺν τῷ ν, ἡμῶν καὶ ἡμῖν. ἄλλως· οὐκέτι νῶϊ] οὐκέτι σώους θῶμεν τοὺς Ἕλληνας, ὧν διαπολο‐
5μένων φροντίδα ποιησόμεθα ἐξ ὑστέρου.

8

.

363

Εὐρυσθῆος] Εὐρυσθέως τοῦ Ἀργείων βασιλέως, τοῦ ἐπιτάτ‐ τοντος Ἡρακλεῖ τοὺς ἄθλους.

8

.

366

πευκαλίμῃσι] συνεταῖς, ἢ πικραῖς παρὰ τὴν πεύκην

8

.

367

πυλάρταο] ἰσχυρῶς—ἐξ Ἅιδου.

8

.

368

[ἐξ Ἐρέβευς] ἐκ τοῦ Ἐρέβους, ὅ ἐστι σκότους. ἔστι δὲ ὁ πρὸ τοῦ Ταρτάρου τόπος.

8

368bis

ἐξ Ἐρέβευς ἄξοντα] τελεσθέντων τῶν Ἡρακλέους—κομίζειν.

8

.

369

[Στυγὸς] Στὺξ μία τῶν Ὠκεανοῦ—ἐν Ἅιδου
αἰπὰ] ὑψηλά, ἐξ οὗ καὶ χαλεπά.88

8

.

393

μύκον] ἢ 〈ἠνοί〉γησαν. ὀνοματοποιΐα ὁ 〈τρόποσ〉.

8

.

405

[ἕλκε’ ἀπαλθήσεσθον] ἰαθήσεσθε. δυϊκῶς.

8

.

409

ἀελλόπος] ταχύπους παρὰ τὰς ἀέλλας, ὅ ἐστιν ἀνέμους.

8

.

410

πολυπτύχου] πολλὰ ἀποκλίματα ἔχοντος καὶ ἐξοχάς.

8

.

432

μώνυχας ἵππους] μονώνυχας—χηλάς.

8

.

434

κάπῃσι] φάτναις—ὅ ἐστιν ἐσθίειν.

8

.

435

πρὸς ἐνώπια] πρὸς τοὺς ἐξ ἐναντίας—θυρῶν.

8

.

450

πάντως οἷον ἐμὸν γένος] ἡ δὲ τοῦ πάντων—κατα‐ γωνισθῆναι.

8

.

457

ἐπέμυξαν] μεμυκόσι τοῖς χείλεσιν ἐστέναξαν, ἐπεγόγγυσαν.

8

.

463

οὐκ ἐπιεικτόν] οὐκ εὔεικτον, οὐκ εὐσυγχώρητον.

8

.

470

ἠοῦς] ἕω, ὄρθρου, τῇ ἐπιούσῃ ἡμέρᾳ.

8

.

476

στείνει ἐν αἰνοτάτῳ] στενώματι· στεῖνος γὰρ εἴωθε λέγειν τὴν στενὴν ὁδόν. λέγει δὲ 〈νῦν〉 τὴν ἀπὸ πολλοῦ πλήθους 〈γινομένην〉 στενοχωρίαν. «αἰνοτάτῳ» δὲ τῷ χαλεπῷ διὰ τὸν φόβον.

8

.

479

ἵν’ Ἰαπετός τε Κρόνος τε] Διὸς μεταστήσαντος— Ὀφιώνιον προσαγορευθέν. Ἰαπετός] Οὐρανοῦ παῖς εἷς τῶν Τιτάνων.

8

.

480

Ὑπερίονος] τοῦ ἡλίου—συνέχεται.

8

.

488

ἀσπασίη] εὐκταία τρίλλιστος] πολυλιτάνευτος.

8

.

491

ἐν καθαρῷ] ἔξωθεν δεῖ—νεκρῶν.

8

.

508

ἠριγενείης] ἤτοι τὸν ὄρθρον γεννώσης, ἢ ὑπὸ τοῦ ὄρθρου γεν‐
νωμένης.89

8

.

512

ἀσπουδεί] ἄνευ κακοπαθείας, χωρὶς πόνου.

8

.

518

παῖδας πρωθήβας] πρῶτον ἡβῶντας, νέον ἀκμάζοντας. πολιοκροτάφους] πεπολιωμένους. ἀπὸ μέρους ἡ συνεκδοχή.

8

.

519

θεοδμήτων] καθότι Ποσειδῶν καὶ Ἀπόλλων ᾠκοδόμησαν αὐ‐ τοὺς, ἤτοι ὑπὸ θεῶν ᾠκοδομημένων.

8

.

520

θηλύτεραι] αἱ πρὸς τὰ ἀφροδίσια—πλησιάζουσιν.

8

.

522

λόχος] ἐνέδρα, ὅθεν καὶ λοχαγοὶ οἱ ταξίαρχοι.

8

.

527

Κηρεσσιφορήτους] τοὺς ὑπὸ εἱμαρμένης ἠγμένους, μοιρηφορή‐ τους, ἢ οὓς αἱ μοῖραι ἀποίσουσιν.

8

.

530

ὑπ’ ἠοῖ] ὑπὸ τὴν ἕω, ὑπὸ τὸν ὄρθρον.

8

.

545

ὁ τρόπος μετάλλαξις.

8

.

554

εἵατο—πολλά] βαρυτόνως ἀναγνωστέον, ἵνα μὴ συνεμπέσῃ τὸ «πύρα» τῷ σημαίνοντι τὴν φλογοειδῆ.

8

.

555

φαεινὴν ἀμφὶ σελήνην] τὴν φύσιν λαμπράν. τοῦτο δὲ καθό‐ λου τῆς σελήνης ἐπιθετικόν ἐστι, κἂν μὴ πανσέληνος ᾖ.

8

.

557

πρώονες] οἱ προνενευκότες τῶν ὀρῶν τόποι καὶ προβεβλημένοι παρὰ τὸ .... ἐξέχειν.

8

.

559

γέγηθε—ποιμὴν] «ποιμήν» εἶπεν—ὁ τρόπος.

8

.

563

πὰρ δὲ ἑκάστῳ] τῷ «ἑκάστῳ» συναπτέον τὸ «σέλα», ἵν’ ᾖ· παρ’ ἑκάστῳ σέλαι καὶ φωτὶ τοῦ πυρὸς, τουτέστι παρὰ ἑκάστῃ— μυριάδες ἦσαν.

8

.

564

κρῖ] κριθάς. ἀποκοπὴ ὁ τρόπος. ὀλύρας] εἶδος σπέρματος παραπλήσιον κριθῆς.

8

.

565

ἐΰθρονον] καλὸν θρόνον ἔχουσαν βασιλικὸν, ἢ καλὸν ἅρμα,
μεταληπτικῶς.90

9

.

1

φυλακὰς ἔχον] ἐφύλασσον. καλῶς δὲ εἶπεν· οἱ μὲν γὰρ Τρῶες —ὑπὸ τοῦ δέους.

9

.

2

θεσπεσίη ἔχε φύζα] ἰδίως μὲν διὰ Τρῶας, ἰδίως δὲ διὰ τὸν πε‐ σόντα κεραυνόν. «φύζα» δὲ ἀεὶ ἡ μετὰ δέους φυγὴ, νῦν δὲ ἔκπληξις. ἀπολογεῖται δὲ, ὅτι ἐκ θεῶν. κρυόεντος] κρυόεις δὲ ὁ φόβος—ἐδήλωσεν.
5[κρυόεντος] φοβεροῦ συμβαίνει—ὀδόντας. [ἑταίρη] συνεργός, φίλη. σημειωτέον δὲ ὅτι τὴν φυγὴν ὁ ποιητὴς τοῦ φόβου εἴρηκεν ἑταίραν.

9

.

3

βεβολήατο] ἐπὶ μὲν σώματος βεβλήατο, ἐπὶ δὲ ψυχῆς «βεβολήατο». ἄλλως· τὴν ψυχὴν τετρωμένοι ἦσαν, ἐλυποῦντο.

9

.

4

ὡς δ’ ἄνεμοι] καλῶς—φόβου.

9

.

5

Βορέης καὶ Ζέφυρος τώ τε] πῶς ἀμφοτέρους—Θρῄκης
πνεῖ.91

9

.

7

κορθύεται] κορυφοῦται—κόρθυς γὰρ ἡ σωρός.

9

.

11

[κλήδην] καλοῦντας, κηρύσσοντας.

9

.

12

μηδὲ βοᾶν] μηδὲ βοῶντας· νυκτὸς γὰρ οὔσης—γέ‐ νηται.

9

.

14

μελάνυδρος] πολύυδρος—τὸ βάθος.

9

.

15

αἰγίλιπος] ὑψηλή, ἣν ἂν καὶ αἲξ ἀπολίποι διὰ τὸ ἄγαν— τῶν στεναγμῶν.

9

.

30

τετιηότες] τετιμωρημένοι, λυπούμενοι.

9

.

32

σοὶ πρῶτα μαχήσομαι] ἀντὶ τοῦ τῷ λόγῳ σου ἀντιστῶ.

9

.

33

ᾗ θέμις] ὡς νόμος—ὥσπερ ἐν δημοκρατίᾳ.

9

.

34

ἀλκὴν μέν μοι] σημειωτέον· 〈περὶ τῆς δυνάμεώς μου ὠνείδισάς με〉 ἐν τοῖς Ἕλλησιν ὡς ἀσθενέστατον—τί πτώσσεις; τί δ’ ὀπιπτεύεις πολέμοιο γεφύρας;» καὶ τὰ ἑξῆς.

9

.

36

ἠδὲ γέροντες] γέροντας εἶπε διὰ τὸν Νέστορα, ἐπεὶ μικρῷ πρό‐ τερον αὐτὸν ἐσεσώκει ἐν τῷ πολέμῳ.

9

.

37

διάνδιχ’ ἔδωκε] τοῖν δυοῖν ἕτερον ἔδωκεν.

9

.

43

πάρ τοι ὁδός] πάρεστί σοι τὰ πρὸς τὴν ὁδὸν ἡτοιμασμένα, εἰ βούλει ἀπαλλάττεσθαι. νῆες—θαλάσσης] αἱ δὲ νῆές σου ἐγγὺς τῆς θαλάσσης εἰσί. διὰ δὲ τοῦ πλήθους τῶν νεῶν δειλίαν αὐτοῦ κατηγορεῖ.

9

.

44

ἑστᾶς’ αἵ τοι] διὰ τοῦ πλήθους τῶν νεῶν δειλίαν αὐτοῦ κατη‐ γορεῖ καὶ διὰ τοῦ εἰπεῖν «ἄγχι θαλάσσης».

9

.

47

φευγόντων] προσληπτέον—φευγέτωσαν, εἴ εἰσι τῶν φευγόντων.

9

.

55

οὔτις τοι τὸν μῦθον] πῶς ὁ Νέστωρ—εἰσηγεῖται.

9

.

57

ἐμὸς δέ κε πάϊς] ἐμὸς δ’ ἂν καὶ παῖς νομισθείης καὶ τῶν παίδων
μου ὁ νεώτατος.92

9

.

58

ἀτὰρ πεπνυμένα βάζεις] οὐ μὴν τέλος—ἅτινα αὐτὸς ἀναπληρώσει.

9

.

63

ἀφρήτωρ] ὁ φρατρίαν καὶ συγγένειαν μὴ ἔχων. φρατρία δὲ κυρίως ἐστὶ τὸ τρίτον μέρος τῆς φυλῆς.

9

.

64

[ἐπιδημίου] τοῦ μὴ πρὸς πολεμίους, ἀλλὰ πρὸς οἰκείους γινο‐ μένου.

9

.

66

[φυλακτῆρες] ἀπὸ ὀρθῆς τοῦ φυλακτήρ.

9

68-69

[ἀτὰρ πεπνυμένα—βασιλῆας] συνετῶς δὲ λέγεις παρὰ πάντας τοὺς βασιλεῖς τῶν Ἑλλήνων.

9

.

70

[δαίνυ δαῖτα γέρουσιν] ἐφ’ ἑστίασιν καλὴν 〈ἄγε〉 τοὺς ἐντίμους.

9

.

73

[πᾶσά τοί ἐσθ’ ὑποδεξίη] πάρεστί σοι ἀφθόνως ἡ πρὸς ὑποδο‐ χὴν δαψίλεια.

9

.

75

[βουλὴν βουλεύσῃ] τὸ σχῆμα παρονομασία.

9

.

81

Θρασυμήδεα] ὁ δὲ τρόπος ἐπέκτασις. τὸ ἔθος Ἰώνων.

9

.

90

[μενοεικέα] τῷ μένει εἴκουσαν, αὐτάρκη.

9

.

93

[ὑφαίνειν] κατασκευάζειν. μεταφορά.

9

.

100

[περὶ μὲν φάσθαι] βουλεύεσθαι, ὑπὲρ πάντας λέγειν.

9

.

101

κρηῆναι] ἐπιτελέσαι, ἐπιτρέψαι, ἢ πεισθῆναί σε 〈εἰσ〉 τέλος ἀγαγεῖν καὶ τὸ ὑπὸ τῶν ἄλλων καλῶς λεγόμενον.

9

.

102

εἰπεῖν εἰς ἀγαθόν] ἢ ἀγαθὴν εἰσενέγκασθαι γνώμην. [σέο δ’ ἕξεται ὅττι κεν ἄρχῃ] ἤτοι τῶν λόγων κατόρθωμα σὸν ἔσται· εἰς σὲ γὰρ ἀνενεχθήσεται.

9

.

106

Διογενεῦς] περισπωμένως ἀναγνῶμεν· συναίρεσιν γὰρ ἔπαθεν,
ἐπεὶ τὸ ἐντελές ἐστι Διογενέος, τοῦ ἀπὸ Διὸς τὸ γένος ἔχοντος.93

9

.

109

ἀπεμυθεόμην] ἐκώλυον. γράφεται δὲ καὶ «ἐπεμυθεόμην», ἵν’ ἦ ἀπελογιζόμην.

9

109-110

[μεγαλήτορι θυμῷ εἴξας] νικηθεὶς ὑπὸ τῆς ὀργῆς.

9

.

115

οὐδὲν ψευσάμενος τὰς ἐμὰς ἄτας εἶπας.

9

.

116

ἀντί νυ πολλῶν] ἀντάξιος πολλῶν ἐστιν ὁ ὑπὸ Διὸς φιλοτιμούμε‐ νος ἀνήρ.

9

.

120

ἀρέσαι] ἀρέσασθαι, εἰς ἀρεσκείαν ἐλθεῖν, φιλοφροσύνην.

9

.

122

τάλαντα] τὰ νῦν ἑξακισχίλια—ταῦτα δέ ἐστι χρυ‐ σίου τάλαντον. A la marge de la scolie la note: σημείωσαι περὶ τοῦ ταλάντου 〈ὅσ〉α σημαίνει.

9

.

123

αἴθωνας] τοὺς πρὸς τὸ πῦρ ἐπιτηδείους καλουμένους ἐμπυρι‐ βήτας. παρὰ τὸ αἴθεσθαι.

9

.

124

[ἀέθλια] ἔπαθλα θέματα.

9

.

130

αἳ κάλλει ἐνίκων] παρὰ Λεσβίοις—Ἔρεσον, Μή‐ θυμναν, Πύρραν, Μυτιλήνην.

9

.

131

[μετὰ δ’ ἔσσεται] ἐν αὐταῖς δὲ ἔσσεται καὶ ἡ Βρισηΐς.

9

.

133

ὀμόσει, φησὶ, τὸ μηδέποτε συγκεκοιμῆσθαι, ὅ ἐστι μεμῖχθαι.

9

.

145

Λαοδίκη—Εὐριπίδης.

9

.

147

ἐπιμείλια] τὸ ἑξῆς· ἐπιδώσω μείλια. μείλια δέ εἰσιν οἷς μειλίσ‐ σονται—διατιθεμένην κατὰ τὴν ψυχήν.

9

.

153

[νέαται] ἤτοι ἔσχαται, ἢ κατῳκισμέναι εἰσίν.

9

.

154

[πολύρρηνες] πολυθρέμματοι, πλούσιοι· ῥῆνες γὰρ οἱ ἄρνες.

9

.

156

λιπαρὰς—θέμιστας] ὅσα δεῖ βασιλέα—λαμπροὺς τελέ‐
σουσι φόρους.94

9

.

158

[δμηθήτω] δαμασθήτω, τουτέστι πρᾷος καὶ ἐπιεικὴς γενέσθω. [ἀδάμαστος] ὑποταγῆναι μὴ δυνάμενος.

9

.

165

κλητοὺς] ἐξ ὀνόματος κεκλημένους, ἐπιλέκτους.

9

.

168

[ἡγησάσθω] ἀπελθέτω. διὰ τὸ τροφέα αὐτὸν εἶναι Ἀχιλλέως.

9

.

180

[δενδίλλων] περιβλέπων—ὀφθαλμούς.

9

.

181

[πειρᾶν ὡς πεπίθοιεν] πειράζειν εἴ τι πείσειεν.

9

.

182

τὼ δὲ βάτην παρὰ θῖνα] ζητοῦμεν εἰ καὶ Φοῖνιξ— πεντήκοντα.

9

.

188

ἐξ ἐνάρων] πιθανῶς ἐκ λαφύρων ἔφη κεκτῆσθαι τὸν Ἀχιλλέα τὴν κιθάραν. εὑρόντα οὖν—ἀπρεπὲς ἦν.

9

.

189

[κλέα] δόξας. παρὰ τὸ κλύεσθαι, ὅ ἐστιν ἀκούεσθαι.

9

.

191

[Αἰακίδην] παππωνυμικῶς.

9

.

194

αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος] καθέδραν. στικτέον δὲ— τῇ κιθάρᾳ. σημείωσαι· τὸ ἡμιστίχιον δύναται—συνάπτειν.

9

.

195

[ὣς δ’ αὔτως] παραπλησίως δὲ, ὁμοίως.

9

.

197

[τι] μέλλον δεινόν.

9

.

200

[κλισμοῖσι] καθέδραις ἀνακλίσεις ἐχούσαις. [τάπησι] μαλλωτοῖς ὑφάσμασιν.

9

.

204

[μελάθρῳ] τῷ οἴκῳ. ἀπὸ τοῦ μελαίνεσθαι ὑπὸ τοῦ καπνοῦ.

9

.

206

[ἐν πυρὸς αὐγῇ] περιφραστικῶς ἐν τῷ πυρί.

9

.

207

νῶτον] ψόαν, νωτιαῖον κρέας.

9

.

208

ῥάχιν] νῶτον, ψόαν, ἐπεὶ κατὰ τοῦτο τὸ μέρος ῥαχίζονται.

9

.

214

κρατευτάων] τῶν βάσεων—κακῶς.95

9

.

215

[εἰν ἐλεοῖσιν ἔχευεν] ἀπὸ τῶν ὀβελίσκων εἵλκυσεν.

9

.

223

[νεῦς’ Αἴας Φοίνικι] διενεύσατο—Ὀδυσσεύς.

9

223bis

ζητεῖται δὲ διὰ τί—προδοθῆναι χάριτος.

9

.

226

ἠμὲν ἐν κλισίῃ Ἀγαμέμνονος] διὰ τί—τραπέζης.

9

.

230

ἀπὸ τοῦ τῶν νεῶν ἄρχεται κινδύνου· τοῦτο γὰρ καὶ τῷ Ἀχιλλεῖ δέος παρεῖχεν.

9

.

231

δύσεαι] ἀναλάβῃς τὴν δύναμίν σου καὶ κατέλθῃς ἐν τῷ πο‐ λέμῳ βοηθήσων.

9

.

237

[βλεμεαίνων] διὰ τοῦ βλέμματος—ἐπιδεικνύ‐ μενος.

9

.

241

ἄκρα κόρυμβα] διὰ τί δὲ, φασὶ, πρῶτον—τοῦτο ποιεῖ

9

.

247

[ἄνα] ἀποκοπὴ ὁ τρόπος.

9

.

250

[ῥεχθέντος κακοῦ] ἀμήχανον δὲ λοιπὸν μετὰ τὸ πραχθῆναι τὸ κακὸν θεραπείαν εὑρεῖν αὐτοῦ.

9

.

254

τέκνον ἐμόν] προσληπτέον τάδε λέγων.

9

.

311

[τρύζητε] πολυλογῆτε. ἀπὸ τῆς τρυγῶνος ἡ μεταφορά.

9

.

312

[Ἀΐδαο πύλῃσιν] τῷ θανάτῳ περιφραστικῶς.

9

.

313

[κεύθῃ] νῦν δὲ ἐνθυμῆται.

9

.

322

τῆς ἐμῆς ψυχῆς ἐν τοῖς κινδύνοις καταφρονῶν.

9

.

325

[ἴαυον] διετέλουν πολλάκις.

9

.

335

[ἔμπεδα] ἑδραῖα· πέδον γὰρ ἡ γῆ.

9

.

340

ἦ μοῦνοι] δυσκόλου 〈τῆσ〉 ἐρωτήσεως οὔσης αὐτὸς ἐπιφέ‐ ρεται.

9

.

342

[τὴν αὐτοῦ] προσυπακουστέον γαμετήν.

9

.

343

[περ] τὸ περ ἐναντιωματικόν.96

9

.

349

[ἤλασε] κατὰ μῆκος ἔσκαψε τῷ τείχει.

9

.

360

ἦρι] ὄρθρου πάνυ, ὅθεν καὶ ἠριγένεια. [Ἑλλήσποντον] ἀντὶ τοῦ δι’ Ἑλλησπόντου. Ἑλλήσποντος— —ἀδελφῆς.

9

.

364

[ἔρρων] διὰ τὰ συμβάντα.

9

.

368

[ἐφυβρίζων ἀφείλετο] ἀφείλετο μεθ’ ὕβρεως.

9

.

378

ἐν καρὸς αἴσῃ] ἐν μοίρᾳ θανάτου· σημείωσαι ὡς θάνατον περι‐ φραστικῶς τινές 〈φασι λέγειν τὸν ποιητὴν〉 μετατρέποντα τὸ η εἰς α, ἵν’ ᾖ κατὰ κηρὸς, ἀκούοντες κατὰ θανάτου. ἢ ὡς ἔνιοι ἐν τάξει— ἀτιμότατοι.

9

.

380

τὸ σχῆμα τραχύτης.

9

.

381

[ποτινείσεται] ὅ ἐστιν ἀνάκειται.

9

381bis

[Θήβας] τὰς νῦν καλουμένας Διόσπολιν.

9

.

385

ἀντὶ τοῦ ἀναρίθμητα, ἢ πολλὰ τῷ πλήθει.

9

.

390

[ἰσοφαρίζοι] καὶ «ἐρίζοι» τὸ αὐτό ἐστιν ἐκ παραλλήλου.

9

.

395

ἀν’ Ἑλλάδα τε Φθίην τε] Ἀρίσταρχος—εὐρυχόροιο».

9

.

398

[ἔνθα δέ μοι] περισσὸν τὸ «δέ». [ἀγήνωρ] νῦν ὁ ἄγαν ἀνδρεῖος, ὁτὲ δὲ ὁ αὐθάδης καὶ ὑπερ‐ ήφανος.

9

.

399

[εἰκυῖαν ἄκοιτιν] ἐμοὶ πρέπουσαν γαμετήν.

9

.

400

γέρων] εἴρηται ἢ παρὰ τὸ γέρας εἶναι, ἵν’ ᾖ παρώνυμον τὸ ὄνομα, ἢ παρὰ τὸ ἕτοιμος ἤδη εἰς τιμὴν ἢ εἰς γῆν, ὁρῶν ἐγγὺς τοῦ θα‐ νάτου.

9

.

406

[ληϊστοὶ] ἀπὸ κοινοῦ τὸ «ληϊστοί».97

9

.

407

[ξανθὰ] πυρρά. λέγει δὲ ἀπὸ μέρους τοὺς ἵππους.

9

.

410

[ἀργυρόπεζα] εὔπους, καλὴ ἀπὸ μέρους.

9

.

411

[θανάτοιο τέλος δὲ] τοῦ θανάτου περιφραστικῶς.

9

.

413

[κλέος ἄφθιτον] ἀθάνατος δόξα καὶ φήμη.

9

.

425

ἑτοίμη] φανερά. λέγει δὲ τοῦτο—πεῖσαι.

9

.

433

ἀναπρήσας] ἀναφυσήσας, ἢ ἀθρόον καταβαλών.

9

.

443

ἀντὶ τοῦ διδάσκαλον ἐσόμενον λόγων ὧν δεῖ λέγειν καὶ ἔργων ὧν δεῖ πράσσειν.

9

.

448

φεύγων—Ἀμύντορος] Φοῖνιξ—παραδί‐ δωσιν.

9

.

454

Ἐρινῦς] καταχθόνιοι—ἀσεβημάτων.

9

.

457

[Περσεφόνεια] Ἰωνικὴ διάλεκτος.

9

.

464

[ἀμφὶς ἐόντες] περὶ ἐμὲ ὄντες, παρόντες.

9

.

472

[εὐερκέος] ἀσφαλῆ περιβολὴν ἐχούσης.

9

478-479

[Ἑλλάδος—Φθίην] Ἑλλὰς καὶ Φθία πόλεις τῆς Θετταλίας.

9

.

485

[τοσοῦτον ἔθηκα] τηλικοῦτον ἐποίησα. ἔστι δὲ ποσότης ἀντὶ πηλικότητος.

9

.

489

προταμὼν] ἤτοι ἀποκόψας, ἤτοι τὸ σκληρὸν τῆς τροφῆς προκα‐ τεργασάμενος.

9

.

491

ἀποβλύζων] ἀπεμῶν. ὀνοματοποιΐα ὁ τρόπος.

9

.

497

στρεπτοὶ] εὐμετάστρεπτοι—πείθεσθαι.

9

.

502

Λιταί] θεαὶ οὕτως ἐπικαλούμεναι. καὶ γάρ τε Λιταί εἰσι Διὸς κοῦραι] ἀνειδωλοποιεῖ—φαί‐ νεσθαι. La note σημείωσαι περὶ λιτῶν en marge.98

9

.

503

ῥυσσαί τε] ῥυτίδας ἔχουσαι. ῥυτίδες δὲ καλοῦνται αἱ ἐπὶ τοῦ μετώπου τοῦ δέρματος συστροφαί. παραβλῶπες] παρηγμέναι ἢ διάστροφοι τοὺς ὀφθαλμοὺς, ἐπειδὴ οἱ ἱκετεύοντες ὑπὲρ—καὶ τὰς θέας ἔχοντες.

9

.

507

[βλάπτους’ ἀνθρώπους] ἃ ἐκείνη βλάπτει.

9

.

512

[ἵνα βλαφθεὶς ἀποτίσῃ] ἄλλως· δίκην ἀποδῷ, ὅ ἐστι τιμωρίαν.

9

.

522

μῦθον ἐλέγξῃς] διὸ, φησὶ, μὴ ἀτιμάσῃς ἡμῶν τὸν ὑπὲρ τῆς ἀξι‐ ώσεως λόγον καὶ πρεσβείαν.

9

.

523

[πόδας] ἤγουν τὴν ἐνθάδε ἄφιξιν.

9

523bis

πρὶν—κεχολῶσθαι] πρότερον δὲ οὐ μεμπτὸς ὑπῆρ‐ χες ὀργιζόμενος.

9

.

527

πάλαι] πρὸ πολλοῦ. ἐπίρρημα χρόνου δηλωτικόν.

9

.

529

Αἰτωλοὶ] οἱ Καλυδώνιοι—Αἰτωλίας.

9

.

534

θαλύσια] τὰς ὑπὲρ εὐθαλείας—τῇ Δήμητρι.

9

.

538

[ἰοχέαιρα] βέλεσι χαίρουσα, τοξότις.

9

.

539

χλούνην] κατὰ τὸ ἔτυμον χλοεύνην, τὸν ἐν τῇ χλόῃ εὐναζόμενον ἀφριστὴν, οἱ δὲ τὸν ἐντομίαν, ἄλλοι δὲ τὸν ἐπὶ Χλούνῃ, χωρίῳ οὕτω καλουμένῳ, ἐνδιατρίβοντα.

9

.

548

ὡς καὶ τῆς κεφαλῆς—Μελέαγρος.

9

.

554

[οἰδάνει] εἰς ὕψος αἴρεσθαι ποιεῖ, ἐμπίπρησιν.99

9

.

555

[Ἀλθαίῃ] Ἀλθαία ἡ μήτηρ τοῦ Μελεάγρου, ἡ δὲ Κλεοπάτρα Ἴδου καὶ Μαρπήσσης, τῆς Εὐήνου θυγατρὸς, Μελεάγρου δὲ γυνή.

9

.

562

[ἐπώνυμον] ἀντὶ τοῦ φερώνυμον—αὐτὴν Ἀπόλλων.

9

562bis

Ἀλκυόνην καλέεσκον] Κῆϋξ—αὐξανομένου. σημείωσαι· εἴρηται δὲ ἀλκυών παρὰ τὸ ἐν ἁλὶ κύειν. οἱ οὖν γονεῖς —ὁ Ἀπόλλων.

9

.

567

[κασιγνήτοιο φόνοιο] διὰ τὸν φόνον—Πλήξιππος.

9

.

568

χερσὶν ἀλοία] ταῖς χερσὶν—φησίν.

9

.

571

[ἠεροφοῖτις Ἐρινὺς] εἴρηται δὲ Ἐριννύς ἤτοι παρὰ τὸ 〈ἐν τῇ〉 ἔρᾳ ναίειν—ἐκτελοῦσα.

9

.

579

[πεντηκοντόγυον] πεντήκοντα γυῶν, ὅ ἐστι πλέθρων.

9

.

580

ἄροσιν] τὴν ἄδενδρον χώραν, τὴν πρὸς τὸ σπείρεσθαι καὶ ἀροῦσθαι ἐπιτηδείαν. [ταμέσθαι] εἰς τιμὴν λαβεῖν.

9

.

583

[κολλητὰς σανίδας] περιφραστικῶς—συνηρμόσθαι.

9

.

590

ἠθοποιΐα.

9

.

593

[ἀμαθύνει] κατὰ μικρὸν δαπανᾷ, ὅ ἐστιν ἄμαθον καὶ κόνιν ποιεῖ.

9

.

595

κακὰ ἔργα] φησὶ τὰ πολέμια.

9

.

607

ἄττα] καὶ ἔστι προσφώνησις νεωτέρου πρὸς πρεσβύτερον. τοῦτο δὲ ὑπερβιβάσαντες τέττα λέγουσιν, ὅ ἐστιν ἑταῖρε.100

9

.

614

[ἀπέχθηαι] ἤτοι ἐχθρὸς γενήσῃ.

9

.

630

μετατρέπεται] ἐπιστροφὴν ποιεῖ, φροντίζει.

9

.

633

ἀντίκτησιν ἔλαβέ τις ὑπὲρ ἀδελφικοῦ φόνου.

9

.

638

[οἴης] ἢ ὁποίας εἰρωνικῶς, ἢ μιᾶς κόρης.

9

.

640

[μέλαθρον] συνεκδοχικῶς.

9

.

646

οἰδάνεται] πληροῦται—οἴδημα.

9

.

647

ἀσύφηλον] ἀμαθῆ. οἱ δὲ ἀντὶ τοῦ ἀσυφήλως, ὅ ἐστιν ὑβρι‐ στικῶς.

9

.

648

[ἀτίμητον] ἄτιμον. ἤτοι ἐν τιμήματι πολιτείας 〈οὐ〉 συναριθμού‐ μενον—πολιτείαις.

9

.

649

ἀλλ’ ὑμεῖς ἔρχεσθε] διὰ τί τὸν Φοίνικα—τροφέα αὐτὸν κατέχει.

9

.

661

κώεα] κώδια, ὅ ἐστι προβάτων δέρματα. καὶ εἴρηται ἀπὸ τοῦ κεῖν, ὅ ἐστι κοιμᾶσθαι. [ῥῆγος] ἤτοι ἱμάτιον. καὶ ῥηγεῖς οἱ βαφεῖς. [λίνοιό τε λεπτὸν ἄωτον] περιφραστικῶς λινοῦν περιβόλαιον.

9

.

664

[Λεσβόθεν] Λέσβος πλησίον Ἀσίας.

9

.

665

** [Διομήδη.] αἴνιγμα· ὃν οὐκ ἔκτανεν ὁ Διομήδης, τοῦτον ἔκτανεν 〈ὁ〉 Διομήδης.

9

.

668

Ἐνυῆος πτολίεθρον] ὑπὸ Ἐνυέως βασιλευθέν. ἦν δὲ οὗτος υἱὸς Διονύσου.

9

668bis

[Σκῦρον] Σκῦρος, νῆσος 〈καὶ〉 πόλις—Κιλικίας, μία 〈δὲ〉 τῶν Κυκλάδων, ἣν οὐ πορθήσας, ἀλλ’ εἰρηνικῶς καταλαβὼν ἐλαφυραγώγησεν.

9

.

670

[κυπέλλοις] παρὰ τὴν κοιλότητα.

9

.

678

[σβέσαι] καταπαῦσαι ἡ μεταφορὰ ἀπὸ τοῦ πυρός.

9

.

679

[σὲ δ’ 〈ἀναίνεται ἠδὲ σὰ δῶρα〉] παραιτεῖται ἐκφαυλίζων. οὐ παραπρεσβεύει δὲ Ὀδυσσεὺς, ἀλλὰ πρὸς αὐτὸν εἶπε ταῦτα ἀναγ‐ γεῖλαι.101

9

.

685

δήετε] εὑρήσετε· ἐξ οὗ τινες καὶ τὴν Δήμητραν— εὑρήσεις.

9

.

688

ζητεῖται διὰ τί—ἀλλ’ οὗτοι, 〈ὅτι καὶ αὐτοὶ ἐδό‐ κουν〉.

9

.

689

[Αἴας] θέλων—σιωπᾶν.

9

.

698

[μὴ ὄφελες] ἀντὶ τοῦ—εὑρίσκεται.

9

.

699

ἀγήνωρ] ἄγαν αὐθάδης καὶ ὑπερόπτης, ὑβριστής, ἢ ὁ ἀγαπῶν τὴν ἠνορέην ἢ τὴν ἀνδρείαν.

9

.

700

[μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας] αὐθάδη νῦν ἐποίησας αὐτὸν πλέον καὶ ἐφυσίωσας.

9

.

702

τότε δ’ αὖτε] εἰκὸς—προσθεῖναι αὐτά.

9

.

705

[τεταρπόμενοι] εἰς τέρψιν ἐληλυθότες.102

10

.

7

** [ἐπάλυνεν] ὡς παιπάλη τὴν γῆν ἐλεύκανεν.

10

.

12

** [θαύμαζε πυρὰ] πῶς, φησὶν, ὁ Ἀγαμέμνων— εὐχερῶς δύνηται πάντα θεωρεῖν.

10

.

16

** κυδάλιμον κῆρ] ἐκ τῆς κυδαλίμου καὶ ἐνδόξου ψυχῆς.

10

.

48

** [μέρμερα] μερίμνης ἄξια.

10

.

53

** [ἄλλ’ ἴθι νῦν] πρεπόντως—κρίσιν ποιούμενος.

10

.

55

[ὀτρυνέω] διὰ παρακλήσεως παρορμῶ.

10

.

56

** ἱερὸν τέλος] ὅτι τοῖς καθεύδουσιν—ἴδιον.

10

.

57

** [κείνῳ γάρ κε μάλιστα] διὰ δύο—πειθοῦς.

10

.

61

** [πῶς γάρ] πιθανῶς—τὸ «πῶς».

10

.

62

** [αὖθι] ἐν τοῖς φύλαξιν—ἐν φυλάκεσσιν»

10

.

67

** [φθέγγεο] τεχνικῶς—πολεμίων. ** [ἐγρηγόρθαι] πρὸς τὸ διαμένειν—κυδαίνων.»

10

.

69

[μεγαλίζεο θυμῷ] μηδὲ ἐπαίρου τῇ διανοίᾳ δι’ ὑπερηφανίαν.103

10

.

70

** [ἀλλὰ καὶ αὐτοί] πρὸς τὸ πρόθυμον—αὐτουργεῖν.

10

.

72

** [εὖ ἐπιτείλας] ἐπεσημήνατο—στρατηγικῶς.

10

.

75

** [εὐνῇ ἐνὶ μαλακῇ] οὐδὲ ταῦτα ἐᾷ—γέροντι. [ἔντεα] ὅπλα, παρὰ τὸ ἐντὸς αὐτῶν εἶναι τὸν φοροῦντα.

10

.

79

[ἐπεὶ οὐ μὲν ἐπέτραπε γήραϊ λυγρῷ] ἐπεὶ ἡ πολλὴ αὐτοῦ προ‐ θυμία οὐδὲ τῷ γήρᾳ ἄνεσιν ἐδίδου, τουτέστιν οὐδὲ ὑπὸ τοῦ γήρως ἐνι‐ κᾶτο. ἀφαιρεῖ τὰς προφάσεις—προθυμία.
5[ἐπέτραπε] λείπει τὸ ἑαυτόν.

10

.

80

** εἰς τὸ ἀγκῶνος ἡ διαστολή—ἐπαείρας.

10

.

82

** [τίς δ’ οὗτος] τετάρακται μὲν—τοῦτο ποιεῖ.

10

.

83

[ὅτε θ’ εὕδουσι βροτοὶ ἄλλοι] ἄλλοι εὕδουσιν, οὗτοι δὲ— ἀγρυπνοῦσιν.

10

.

84

[οὐρήων] ἢ τῶν φυλασσόντων. ἐκ τοῦ ὁρῶ, τὸ φυλάσσω.

10

.

85

** [φθέγγεο] ταρασσόμενος—ἔφοδον.

10

.

87

[ὦ Νέστορ Νηληϊάδη] ὃ προσέταξε τῷ Μενελάῳ, τοῦτο πράσσει πατρόθεν ἐκ γενεῆς 〈αὐτὸν〉 ὀνομάζων. ὃ προσέταξε—καλῶν.

10

.

88

** ἅμα τῇ ἐκφωνήσει—παρατιθείς.

10

89-90

[εἰσόκ’ ἀϋτμὴ—ὀρώρῃ] ἕως οὗ ἡ πνοὴ, ὅ ἐστιν ἡ ζωή,
καὶ τὰ γόνατά μου ἰσχύει καὶ ἔρρωται.104

10

.

91

[πλάζομαι] ἤγουν οὐδὲν—τοῖς πράγμασι τοῖς παρ‐ οῦσιν. ** [ὧδε] «ὧδε» μόνος—δηλοῖ.

10

.

94

[ἀλαλύκτημαι] φαντασία τις—καρδίας.

10

.

96

[εἴ τι δραίνεις] ἐπινοεῖς, δρᾶσαι δύνασαι.

10

96bis

** [οὐδέ σέ γ’ ὕπνος ἱκάνει] ἵνα μὴ—γέροντι

10

.

98

[ἀδηκότες] ὑπὸ τοῦ κόπου ἀναιδῶς διακείμενοι, ὀκνήσαντες.

10

.

100

** περισσὸν τὸ τί—ἔλθωσιν.

10

.

104

** [οὔ θην Ἕκτορι πάντα] αἱ γὰρ ἄκραι—γίνοιτο.

10

.

105

[νυν] «σῶσόν νυν αὐτὸν μηδ’ ἔρα τῶν πλησίον» (Eurip. Hé‐ cube 996). τὸ νῦν ἐνταῦθα πληρωματικόν.

10

.

108

[ποτὶ δὲ] ἤτοι σὺν τούτοις δέ. ** [ἐγείρομεν] καλῶς—ὀργῆς.

10

.

110

[Αἴαντα ταχὺν] τὸν Ὀϊλέως—Αἴας.

10

.

114

** [ἀλλὰ φίλον περ ἐόντα] χαρίεν—μέμφεται.

10

.

120

** [ἄλλοτε μέν σε] οὐχ ὡς συκοφαντοῦντι—ἐκέρα‐ σεν. [ἄλλοτε] ἐν ἄλλῳ καιρῷ.

10

.

122

** [οὔτ’ ὄκνῳ εἴκων] φιλαδέλφως—ἄνοια.

10

122bis

[οὔτ’ ἀφραδίῃσι νόοιο] ὅ ἐστιν· οὔτε ἀσύνετός ἐστιν.

10

.

133

[περονήσατο] πόρπῃ συνέλαβεν, ἐνεπορπώσατο.105

10

133bis

[φοινικόεσσαν] πυρρὰν τῷ χρώματι.

10

.

134

[διπλῆν, ἐκταδίην] τὴν μεγάλην—ἐκτεταμένην.

10

.

135

[ἄλκιμον] ἢ πρὸς τὸ ἀλέξασθαι πεποιημένον.

10

.

137

[ἀτάλαντον] τὸ α κατ’ ἐπίτασιν.

10

.

139

[περὶ φρένας ἤλυθ’ ἰωή] ᾔσθετο, οἱονεὶ ἤκουσε τῆς φωνῆς.

10

.

153

[ἐλήλατο] ἐπεπήγει, ἵστατο εἰς τὴν γῆν.

10

.

155

[ἀγραύλοιο] τοῦ ἐν ἀγρῷ αὐλιζομένου.

10

.

158

[λὰξ] εὐτόνως τῷ μεγάλῳ δακτύλῳ—ἄντην».

10

.

159

[ὕπνον ἀωτεῖς] ἀπανθίζεις τὸν ὕπνον, ἐκ δὲ τούτου καθεύδεις.

10

.

160

ἐπὶ θρωσμῷ πεδίοιο] τόπος ἐστὶν ὑψηλὸς—τάσ‐ σοιντο.

10

.

164

[σχέτλιος] δεινὸς ἢ σχετλιασμοῦ ἄξιος, 〈ἢ〉 καρτερικώτατος.

10

.

167

[ἀμήχανος] πρὸς ὃν μηχανὴν οὐκ ἔστιν εὑρεῖν, ἢ κακοπίαστος, καὶ πρὸς πάντα ἕτοιμος.

10

.

183

[δυσωρήσωσιν] δυσφυλακτήσωσιν, κακὴν φυλακὴν καὶ νύκτα διαγάγωσιν.

10

.

184

[θηρὸς] ἢ λέοντος.

10

.

197

[συμμητιάασθαι] κοινῇ γνώμῃ σκέψασθαι.

10

.

198

[τάφρον .... ὀρυκτὴν] τὸ δυσδιάβατον τοῦ ὀρύγματος.

10

.

204

ἑῷ αὐτοῦ] τῷ ἰδίῳ θυμῷ. Ὅμηρος δὲ—παραλαμ‐ βάνει.

10

.

207

[ἤ τινά που—πύθοιτο] ἤγουν λάβοι τινὰ κατασκο‐ πὴν τῶν Τρώων. ἢ τινά που καὶ φήμην] εἰώθασιν—ἐπετείχισαν τὴν
Δεκέλειαν.106

10

.

212

[ὑπουράνιον] ἕως εἰς 〈οὐρανὸν〉, οὐρανοῦ ἐξικνούμενον.

10

.

216

[ὑπόρρηνον] ῥῆνες γὰρ οἱ ἄρνες.

10

.

217

[εἰλαπίνῃσι] εἴρηται παρὰ τὸ ἔλασσον ἅζεσθαι τοὺς εὐωχοῦν‐ τας, ὅ ἐστι ταράσσεσθαι.

10

.

224

[σύν τε δύ’ ἐρχομένων] συνερχομένων δύο ὁμοῦ καὶ κοινῶς ὁ ἕτερος πρὸ τοῦ ἑτέρου ἐπενόησέ τι κοινωφελὲς καὶ συμφέρον.

10

.

235

[ἕταρόν γ’ αἱρήσεαι] συνεργὸν ἐπιλέξαι, ἀκόλουθον πρὸς τὸ συνεργεῖν προσλαβοῦ.

10

.

242

εἰ θέλετε, ἐπιλέξασθέ με.

10

.

246

[ἐκ πυρὸς αἰθομένοιο] ἀντὶ τοῦ αἴθοντος καὶ καίοντος, ὅ ἐστιν ἐκ τοῦ φανεροῦ.

10

.

249

μήτ’ ἄρ με μάλ’ αἴνεε] δῆλός ἐστιν ὁ ποιητὴς—τοῦ ποιητοῦ ἢ τοῦτο. ζητεῖται δὲ πῶς—τύχῃ.

10

.

282

ῥέξαντας μέγα ἔργον] μεγάλην—τὸ φονεῦσαι τὸν Ἕκτορα.

10

.

287

[Ἀσωπῷ] ποταμὸς τῆς Βοιωτίας.

10

.

298

ἂμ φόνον ἂν νέκυας] διὰ τοῦ φόνου καὶ τῶν νεκρῶν. [διά τ’ ἔντεα καὶ μέλαν αἷμα] διὰ τῶν ἐντέων καὶ μέλανος αἵμα‐ τος.

10

.

305

ἐριαύχενας] μεγαλοτραχήλους· τὸ ἔρι γὰρ—λαβεῖν.

10

.

307

ἐκ παραλλήλου.

10

.

313

[ἀδηκότες] τεταλαιπωρηκότες ἢ ἀηδῶς διακείμενοι.

10

.

314

ἦν δὲ—Δόλων] διὰ τί κήρυκος 〈καὶ〉 πλούσιον εἴρηκε
—ἐπ’ ἐλπίδι τοῦ φυγεῖν τοὺς διώκοντας. [ἦν δέ τις] διηγηματικὸν τὸ σχῆμα.107

10

.

317

ἀντὶ τοῦ μόνος ἦν ἄρρην.

10

.

324

[οὐδ’ ἀπὸ δόξης] ὑπόληψις.

10

.

326

** [Ἀγαμεμνονέην] συστολή.

10

.

334

πολιοῖο λύκοιο] λευκοῦ λύκου διὰ τὴν—Νηλέα.

10

.

335

κρατὶ δ’ ἐπ’ ἰκτιδέην] ἐξ ἰκτίδος δέρματος πεποιημένην. ἰκτὶς δὲ—εἶπον. σημείωσαι· ἐπὶ κτιδέην] ἀπὸ τοῦ κ—ἀρκεῖ γὰρ τὸ τίς.

10

.

336

[οὐδ’ ἄρ’ ἔμελλεν] προανάληψις.

10

.

339

[ἐφράσατο] εἶδεν· κατάχρησις ὁ τρόπος.

10

.

345

[τυτθόν] μικρόν. κυρίως δὲ ἡ λέξις τίθεται ἐπὶ τῶν βρεφῶν, οἱονεὶ τιτθίον.

10

.

346

[παραφθαίησι πόδεσσι] φθάσῃ τῇ ταχύτητι τῶν ποδῶν,

10

.

351

ἐπὶ οὖρα] ὅρια. Ἀρίσταρχος—ἐδίωξαν.

10

.

352

[προφερέστεραι] ταχύτεραι, ἤγουν ἐν τῷ ἀροτριᾶν.

10

.

353

[νειοῖο] νειὸς δέ ἐστιν—γῆ. πηκτὸν ἄροτρον] τὸ τὸν γύην—πηκτόν.»

10

.

356

[πάλιν Ἕκτορος ὀτρύναντος] εἰς ὀπίσω καλέσαντος.

10

.

360

[καρχαρόδοντε] ἐπικαμπεῖς ὀδόντας ἔχοντες, ἢ ταχεῖς· κάρ‐ χαρον γὰρ τὸ ταχύ.

10

.

361

[κεμάδα] νεογνὸν ἔλαφον, ἢ δορκάδα.

10

.

364

[λαοῦ ἀποτμήξαντε διώκετον] τοῦ Τρωϊκοῦ ὄχλου χωρίσαντες
—ἐλάφυσσον.108

10

.

379

[πολύκμητος] ἢ ὁ εἰς πολλὰ κατεσκευασμένος.

10

.

394

[θοὴν] ὀξυτάτην, τὴν ταχέως ἐπιλαμβανομένην.

10

.

402

[ἀλεγεινοὶ] ἀλγεῖν παρέχοντες, ἢ πρὸς τὸ κτήσασθαι ἀδύνατοι.

10

.

415

[βουλὰς βουλεύει] τὸ σχῆμα παρονομασία. [Ἴλου] ὁ δὲ Ἶλος Τρωὸς παῖς, ἀφ’ οὗ Ἴλιος ἐκλήθη.

10

.

418

ἐσχάραι] πυραί. δηλοῖ δὲ—λεγομένην.

10

.

425

[δίειπε] ἀκριβῶς διασάφει.

10

.

428

[πρὸς μὲν ἁλὸς Κᾶρες] ληπτέον τὸ ἔλαχον διατελεῖν. Παίονες] ἔθνος—Παννονίους.

10

.

429

Λέλεγες] ἔθνος—οἰκοῦντας. Καύκωνες] ἔθνος—λεγομένους Καυνίους εἶπον. Πελασγοί] οἱ τὸν παράλιον—Τράλλεις.

10

.

430

[πρὸς Θύμβρης] πρὸς τὸ Θυμβραῖον—ἐπιφανές. ἀγέρωχοι] σημείωσαι πόσα σημαίνει ἀγέρωχος· αὐθάδης, θρασύς, ἔστι δὲ ὅτε δηλοῖ ἡ λέξις καὶ τοὺς ἄγαν ἀνδρείους καὶ ἰταμοὺς, παρὰ τὸ ἄγαν αὐτοὺς ἐπὶ τοῦ γέρως ὀχεῖσθαι.

10

.

435

ἐν δέ σφιν—βασιλεύς] Ῥῆσος μὲν γένει— ἔσται εἰς τὸ παντελές. ἐν δέ σφιν Ῥῆσος] ὅσοι ἐκ Μουσῶν τίκτονται—Πολυμ‐ νίας 〈Τριπτόλεμοσ〉.

10

.

437

[λευκότεροι χιόνος] τὸ σχῆμα ὑπερβολή.

10

437bis

λευκότεροι χιόνος] τοῦτο καλεῖται ὑπερβολή· ὁ γὰρ νοῦς· λευ‐ κότεροι μὲν χιόνος τῇ χροιᾷ, τῷ δὲ τάχει ἴσοι τοῖς ἀνέμοις. ἰστέον δὲ
ὅτι ἐμείωσε—ταχυτέρους. ἄλλως· δύο ὑπερβολὰς—ἀπέφηνεν. ἐπαινετέον δὲ ὅτι109
5κατ’ αἰτιατικὴν δυνάμενος εἰπεῖν· «λευκοτέρους χιόνος θείειν δ’ ἀνέ‐ μοισιν ὁμοίους»· καὶ γὰρ ὣς ἐπέτρεπε τὸ μέτρον· μετεμόρφωσε τὸν λό‐ γον θαυμαστικῶς ἀναφωνήσας τὸν ἔπαινον αὐτῶν.

10

.

439

[πελώρια] οὐ κατὰ τὸ μέγεθος—τεράστια.

10

.

457

[φθεγγομένου] τὸ στόμα—πληγήν.

10

.

459

[παλίντονα] εἰς τοὐπίσω ἑλκόμενα. [δόρυ] ὃ ἀνωτέρω (v. 335) «ἄκοντα» εἶπεν.

10

.

463

[ἐπιβωσόμεθα] ἐπὶ βοήθειαν—ἐπιδωσόμεθα.

10

.

466

[μυρίκην] μυρίκη θαμνῶδες φυτόν. [δέελον] εὔγνωστον, εὔδηλον.

10

.

467

[δόνακας] ἀπὸ τοῦ δονεῖσθαι.

10

.

475

[ἐξ ἐπιδιφριάδος] ἐκ τοῦ ἐσχάτου μέρους τοῦ ἁρματείου δί‐ φρου, τῆς περιφερείας, ὃ καὶ ἄντυξ καλεῖται.

10

.

483

[ἐπιστροφάδην] ἐνεργῶς, εὐτόνως, ἢ ἄλλοτε εἰς ἄλλον ἐπιστρε‐ φόμενος σπουδαίως.

10

.

496

[κακὸν γὰρ ὄναρ] ὁ Διομήδης ἐπέστη αὐτῷ ὅτι νυκτὸς καθεύ‐ δοντα αὐτὸν ἀνεῖλεν.

10

.

497

[Οἰνείδαο πάϊς] ὁ Διομήδης Οἰνέως ἔγγονος· Τυδεὺς γὰρ Οἰνέ‐ ως ἦν υἱός.

10

.

500

[φαεινὴν] τὴν φανερῶς κειμένην.

10

.

502

[ῥοίζησε] ἀνάρθρως—λέγομεν.

10

.

511

[ἄλλος] ὁ ἡμῖν ἐναντίος.

10

.

514

[ἐπέτοντο] ἔτρεχον καθ’ ὑπερβολήν·

10

.

515

[ἀλαοσκοπιὴν] ματαίαν σκοπιὰν, ὅ ἐστιν οὐκ ἔλαθεν αὐτόν.

10

.

516

[ἕπουσαν] ἑπομένην, ἢ συνεργοῦσαν.110

10

.

524

[θυνόντων ἄμυδις] ἢ εἰς τὸν αὐτὸν τόπον τρεχόντων. [θηεῦντο] ἢ μετὰ θαύματος ἐθεώρουν.

10

.

528

[ἔναρα] περιεκτικῶς τὰ τόξα καὶ τὸ δόρυ. κυρίως δὲ «ἔναρα» λέγονται ὅσα ἤραρε καὶ συνήρμοσται· θώραξ καὶ κυνέη καὶ κνημῖδες.

10

.

532

κτύπον ἄϊε] πρῶτος τοῦ ψόφου τῶν ποδῶν τῶν ἵππων ᾔσθετο ἀγωνιῶν διὰ τὸ αὐτὸν εἰσηγητὴν γεγονέναι τῆς κατασκοπῆς. ὡς οὖν 〈γνώμην〉 δοὺς εἰς τὸ ἐκπεμφθῆναι τοὺς ἄνδρας, οὐ μόνον ἠγωνία περὶ αὐτῶν, ἀλλὰ καὶ τῇ ψυχῇ συνεπεδήμει αὐτοῖς.

10

.

534

ἄν τε ψεύδεσθαι, φησὶν, ἐνῇ, ἄν τε ἀληθεύειν με, ὅμως ἀπαγ‐ γελῶ καὶ λέξω διὰ τὸ προθυμεῖσθαι.

10

.

535

ἀντὶ τοῦ ἵππων ψόφου ἀκούω.

10

.

561

πῶς δὲ, φησὶ, ιδʹ φονεύσας τρισκαιδέκατον λέγει Δόλωνα; ῥητέον οὖν ὅτι Ὅμηρος ἀεὶ τοὺς βασιλεῖς τῶν στρατιωτῶν χωρίζει κατ’ ἐξοχήν· ἔθει οὖν κεχώρισται κατ’ ἀριθμὸν ὁ Ῥῆσος, ὡς ἐπὶ τοῦ «Ζεὺς δ’ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα». (Il. XIII. 1.)

10

.

572

[ἱδρῶ] ἀποκοπή.

10

.

574

περὶ θυσίας σαφῶς λέγει, περὶ ἧς ἐσιώπησεν.
[σφιν] ἀντὶ τοῦ σφέων, ὅ ἐστιν αὐτῶν.111

11

.

4

[πολέμοιο τέρας] οἱ μὲν περιφραστικῶς τὸν πόλεμον, οἱ δὲ ἀστρα‐ πὴν, οἱ δὲ τὸ ξίφος, οἱ δὲ τὸ δόρυ, οἱ δὲ Ἶριν.

11

.

11

[ὄρθια] ὀρθῶς, ἀνατεταμένως, μεγάλως

11

.

15

[ζώννυσθαι] συνεκδοχικῶς ἀπὸ μέρους.

11

24-28

ἔκφρασις θώρακος.

11

.

32

[ἀμφιβρότην] ἀμφοτέρωθεν τὸν ἄνθρωπον σκεπάζουσαν.

11

32bis

θοῦριν] ἤτοι πολεμικὴν, ἢ εὐκίνητον καὶ κούφην τῷ φοροῦντι.

11

.

40

ἀμφιστεφέες] ἐξ ἑνὸς στόματος τοῦ δράκοντος τρεῖς ἐπεφύκεσαν κεφαλαὶ ἀλλήλαις συμπεπλεγμέναι.

11

.

51

[φθὰν δὲ μέγ’ ἱππήων—κοσμηθέντες] τινὲς ὑπερβατὸν —συντάττεται.

11

.

52

[ὀλίγον μετεκίαθον] μετ’ αὐτοὺς ἦλθον, ἢ μετ’ ὀλίγον ἐκεῖ ἐπο‐ ρεύοντο.

11

53-54

ἐζήτηται πῶς—ἔπεμπον.

11

.

55

[κεφαλὰς] γράφεται «ψυχάς».

11

.

63

[σκιόεντα] σκιὰν—τὸν ἀέρα.

11

.

68

** ὄγμον] ἀπὸ τοῦ ἄγομαι, τὸ φέρομαι.112

11

.

72

[ἴσας δὲ ὑσμίνῃ] κατὰ μίαν εὐθεῖαν—ἡ μάχη.

11

.

86

[δρυτόμος] δρῦν ἐκάλουν οἱ παλαιοὶ πᾶν δένδρον ἀπὸ τοῦ ἀρ‐ χαιοτάτου.

11

.

100

[ἐπεὶ περίδυσε χιτῶνας] ἐπειδὴ, φησὶ—κατέλιπεν.

11

.

104

[ὥ] δυϊκῶς.

11

.

110

[τοῖϊν] δυϊκῶς.

11

.

130

[γουναζέσθην] τῶν γονάτων ἥπτοντο ἱκετεύοντες.

11

.

140

[ἀγγελίην] δύο δὲ σημαίνει ἀγγελία· 〈τὸ ἄγγελμα〉, ὡς ἐν τῷ —ἀντιθέῳ Ὀδυσῆι.»

11

.

147

[ὅλμον δὲ ὣς] ὅλμου δὲ—κυλίεσθαι.

11

.

150

[ὄλεκον] τὸ ο μικρὸν διὰ τὸ μέτρον.

11

.

153

χαλκῷ δηϊόωντες] ἤτοι τοῖς ἐπισσώτροις—ἐτίτρω‐ σκον.

11

.

156

[θάμνοι] οἱ σύμφυτοι τόποι—φυτά.

11

.

157

[πρόρριζοι πίπτουσιν] μέχρι τῶν ῥιζῶν· τῶν γὰρ κάτω γῆς τὸ πῦρ οὐχ ἅπτεται. [πυρὸς ὁρμῇ] τῷ πυρὶ περιφραστικῶς.

11

.

158

[κάρηνα] ἀπὸ μέρους ἄνθρωποι. οἱ δὲ ἀκρωτήρια.

11

.

163

[κονίης] τοῦ ἐν τῷ πολέμῳ κονιορτοῦ.

11

.

174

[αἰπὺς] ὑψηλός, ἐξ οὗ μέγας.

11

.

195

ποδήνεμος] ἴση ἀνέμοις κατὰ τὸ τάχος.

11

.

218

** ἐπιφώνημα πρὸς τὰς Μούσας.

11

.

227

[γήμας δ’ ἐκ θαλάμοιο] ἀντὶ τοῦ γεγαμημένος νεωστί. [μετὰ κλέος ἵκετ’ Ἀχαιῶν] μετὰ τὴν ἀκοὴν—Τροίᾳ.

11

.

229

[λίπε νῆας ἐΐσας] ἐθαλασσοκράτουν—Ἑλλησπόν‐
του.113

11

.

233

[Ἀτρείδης μὲν ἥμαρτε] σημείωσαι· ἀπέτυχε—ἀφεὶς νικᾶται.

11

.

243

[ἧς οὔτι χάριν ἴδε] παρ’ ἧς οὐδὲν—ἐγένετο.

11

.

256

[ἀνεμοτρεφὲς] ἄλλως· 〈τὸ κοῦφον〉 καὶ εὐκίνητον— δένδρα στερεά.

11

.

261

Ἰφιδάμαντι] ὡς ἐπιξήνῳ—τὰ κρέα.

11

.

267

[ἐτέρσετο] ἐξηραίνετο—νοτίδος.

11

.

269

[βέλος ὀξὺ] ἡ σφοδρὰ ὀδύνη, οἷον ἡ τιτρώσκουσα.

11

.

270

[μογοστόκοι] αἱ τοὺς μόγους κουφίζουσαι τῶν τικτουσῶν. [Εἰλείθυιαι] θεαὶ τῶν τικτουσῶν ἔφοροι, Διὸς καὶ Ἥρας θυγατέρες.

11

.

282

[ἄφρεον] ἄλλως· ἀφροῦ ἐπληροῦντο, ἵδρουν.

11

.

293

ἀγροτέρῳ συῒ] ἀγρίῳ—σύαγρος.

11

.

297

[ὑπεραέϊ] ἀπὸ ὕψους καὶ ὑπὲρ ἡμᾶς φερομένη. ** τῇ ὑπεράνωθεν πνεούσῃ.

11

.

298

[ἰοειδέα] μέλανα διὰ τὸ βάθος.

11

.

299

διαπόρησις τὸ σχῆμα.

11

.

306

ἀργεστᾶο Νότοιο] τοῦ λευκοτάτου ἢ τοῦ ταχέος· ὁ γὰρ Ὅμη‐ ρος δ’ ἀνέμους μόνους οἶδεν. λαίλαπι] τῷ μετὰ ὄμβρου ἀνέμῳ.

11

.

310

ἔργα γένοντο] ἀρχαϊκώτερον—ῥήματα.

11

.

326

[παλινορμένω] ἐκ τῆς φυγῆς—ὁρμήσαντες.

11

.

328

[ἀνέρε δήμου ἀρίστω] ἤγουν δημότας ἀρίστους.

11

.

329

[Περκωσίου] ἀπὸ Περκώτης, πόλεως Ἑλλησπόντου.

11

.

332

Κῆρες γὰρ ἄγον] ἰσχυροτέρα γὰρ ἡ Μοῖρα τῆς μαντικῆς.

11

.

351

πλάγχθη] ὑπὸ τοῦ τῆς περικεφαλαίας—δόρυ.

11

.

353

αὐλῶπις] τὸν ἐπ’ αὐτῇ λόφον—περόναι. [Φοῖβος Ἀπόλλων] διὰ τὸ λαμπρὸν τῶν ὅπλων τὸν ἥλιον λέγει.114

11

.

357

[μετὰ δούρατος ᾤχετ’ ἐρωήν] ὥστε ἀνελέσθαι αὐτὸ τὴν μάχην ἀπὸ τοῦ παρακολουθοῦντος.

11

.

366

[ἐστι] ἢ «ἔλθοι».

11

.

385

[τοξότα λωβητήρ] διὰ τόξων λωβώμενε καὶ βλάπτων, ἐξ οὗ δειλέ. ἄλλως· κέρᾳ ἀγλαὲ] καλλωπιζόμενε τῇ τοξικῇ ἢ τῇ τριχώσει· κέρας γὰρ οἱ παλαιοὶ καὶ τὴν τρίχωσιν ἐκάλουν.
5[παρθενοπῖπα] γυναικομανές, ἢ γυναικιζόμενε, ἐπὶ γυναιξὶ μαι‐ νόμενε.

11

.

390

κωφὸν] ἀμβλὺ ὂν εἰς ἀλγηδόνα.

11

.

395

περὶ πλέες] περὶ αὐτὸν πλείονες· ἄμεινον—εὔηθες.

11

.

404

ἠθοποιΐα.

11

.

413

[μετὰ σφίσι πῆμα τιθέντες] ἐπὶ τῷ ἰδίῳ κακῷ περιφράξαντες.

11

.

427

ἐκ τριῶν μερῶν τοῦ λόγου ὅλος ὁ στίχος. Gen. II ajoute: εὐηγενέος δὲ εὐγενοῦς.

11

.

430

[πολύαινε] ἢ μυθολόγε, φλύαρε. (au—dessus de la paraphrase πολλῶν ἐπαίνων ἄξιε.)

11

.

437

[πάντα δ’ ἀπὸ πλευρῶν χρόα ἔργαθεν] ὅλην τὴν ἐπιφάνειαν αὐτοῦ τῶν πλευρῶν εἶρξεν καὶ ἐχώρισε τῶν βελῶν. ἢ ὅτι οὐκ ἐποίησεν εἰς βάθος καιρίαν αὐτὸν πληγῆναι.

11

.

439

** [γνῶ δ’] ἀλλ’ ἔκρινεν ἑαυτόν.

11

.

445

[κλυτοπώλῳ] τῷ ἰσχυροὺς—δύναται.115

11

.

456

τὸ ὑπὸ Σώκου ἀκοντισθὲν δόρυ ἐνέκειτο τῇ τοῦ Ὀδυσσέως πλευρᾷ.

11

.

468

[ἀποτμήξαντες] ἀποχωρισθέντες τοῦ οἰκείου στρατοῦ.

11

.

474

θῶες] πανθήρια—Τρῶες.

11

.

476

[τὸν μέν τ’ ἤλυξε πόδεσσιν] ἐξέφυγε τὸν βαλόντα κυνηγέτην.

11

.

480

νέμεϊ] τῷ συνδένδρῳ τόπῳ. [λῖν] τὸ πλῆρες λῖνα, ὅ ἐστι λέοντα Δωρικῶς.

11

.

524

[πολέμοιο δυσηχέος] τοῦ κακὸν ἦχον ἀποτελοῦντος.

11

.

529

[κακὴν ἔριδα προβαλόντες] φιλονείκως ἐρίσαντες.

11

.

532

λιγυρῇ] λιγεῖς καὶ ὀξεῖς τοὺς ἵππους ποιούσῃ κατὰ τὸν δρόμον, ἤτοι ὀξὺν ἦχον ἀποτελούσῃ.

11

.

534

[στείβοντες] πατοῦντες—λέγεται.

11

.

539

[μίνυνθα δὲ χάζετο δουρός] ὀλίγον ὑπεχώρει, ἵνα εὐκόλως τῷ δόρατι χρῷτο.

11

.

548

ὡς δ’ αἴθωνα λέοντα] διὰ τί ὁτὲ μὲν λέοντι παραβάλλει τὸν Αἴαντα, ὁτὲ δὲ ὄνῳ; ὅτι αἱ μὲν παραβολαὶ—δεδήλωκεν.

11

.

554

[δεταὶ] λαμπάδες, δᾷδες, παρὰ τὸ δαίεσθαι, ὅ ἐστι καίεσθαι.

11

.

558

[παῖδας] τὰ μικρὰ παιδία νῦν.

11

.

559

[ῥόπαλα] ξύλα ἀπὸ τοῦ ῥαπίζειν ἢ τῇ ῥοπῇ ὅ ἐστι—τὸ γενναῖον.

11

.

560

[κείρει] κόπτει τοῖς ὀδοῦσιν. μεταφορά.

11

.

569

ὁ λόγος· πάνυ τοὺς Τρῶας ἐπὶ τὰς ναῦς ὁρμῶντας Αἴας ἀντι‐ τασσόμενος ἐκώλυεν.

11

.

601

[ἰῶκά τε δακρυόεσσαν] ἰωκήν, καταδίωξιν, ὅ ἐστι τὴν φυγὴν, πολλῶν δακρύων αἰτίαν καὶ λυπῶν.

11

.

611

ἄλλ’ ἴθι νῦν Πάτροκλε] διὰ τί τὸν Πάτροκλον—
ἐξάγειν.116

11

.

635

[νεμέθοντο] νεμομέναις, τούτεστι ζώσαις, ἐῴκεισαν αἱ πέλειαι.

11

.

648

[οὐχ ἕδος ἐστὶ] οὐκ ἔστι καιρὸς—καθέδρα νῦν.

11

.

674

ὅτ’ ἐγὼ κτάνον Ἰτυμονῆα] Νηλεὺς—ἡ ἱστορία παρὰ Φερεκύδῃ.

11

.

686

Ἤλιδι δίῃ] θαυμαστῇ, ἱερᾷ—Πελοποννήσου.

11

.

688

[Ἐπειοὶ] ἀπὸ Ἐπειοῦ βασιλέως—Ἀριστοτέλης ἐν τῷ πέπλῳ.

11

.

690

βίη Ἡρακλείη] Ἡρακλῆς παρεγένετο εἰς Πύλον— ὡς καὶ ἐν τῇ Ε φησίν.

11

.

693

οἶος λιπόμην] τὸν Νέστορα—ὥς τινές φασιν.

11

.

705

ἀτεμβόμενος κίοι ἴσης] ὅπως μηδεὶς—ἴσον ἐχούσης.

11

.

711

[Θρυόεσσα] ἢ Θρύος. ἐστὶ πόλις μεταξὺ Ἤλιδος καὶ Πύλου· ταύτην ἐν τῷ καταλόγῳ Θρύον εἶπεν.

11

.

726

[Ἀλφειοῖο] ποταμὸς μεταξὺ Ἤλιδος καὶ Πύλου.

11

.

739

[Μούλιον] ὄνομα κύριον.

11

.

741

ἢ τόσα φάρμακα ᾔδη] Μηδεία ἐγένετο—παρὰ Κράτητι.

11

.

749

[ὀδὰξ ἕλον οὖδας] τοῖς ὀδοῦσι τὴν γῆν ἔδακον θνήσκοντες.

11

.

754

[δι’ ἀσπιδέος] ἤτοι ἐπιμήκους καὶ λαμπροῦ, ἢ πλατέος, ἢ περιφεροῦς, ἀπὸ μεταφορᾶς τῆς ἀσπίδος.

11

.

760

[ὄφρ’ ἐπὶ Βουπρασίου] Βουπράσιον καὶ Ἀλείσιον πόλεις τῆς
Ἤλιδος—μεγίστη.117

11

.

764

[μετακλαύσεσθαι] ὕστερον ἀπολομένων ὄχλων μεταμελήσεσθαι

11

.

786

[γενεῇ μὲν ὑπέρτερος] τῷ τοῦ γένους ἀξιώματι κρείσσων, ἢ βέλτιστος.

11

.

807

ἵνα σφ’ ἀγορή τε θέμις τε] 〈ὅπου αὐτοῖς τὰ δικαστήρια〉 ἐγί‐ νετο καὶ τὰ ὤνια ἐπιπράσκετο.

11

.

808

[τῇ δὲ καί] ὅπου καὶ τῶν πλευσάντων—ἦσαν.

11

.

832

δικαιότατος Κενταύρων] τὸ ὑπερθετικὸν—πίσσα.

11

.

846

ἐζήτηται δὲ καὶ τοῦτο, ὁποία ἦν ὅλως ἡ ῥίζα ᾗ αὐτὸν κατέπασσε καὶ ..... βάλε πικρὴν] ἐπέπασσεν. πρὸς δὲ τοὺς ζητοῦντας πόθεν εἶχε τὴν ῥίζαν ὁ Πάτροκλος ἔστι λέγειν ὅτι κατὰ τὸ σιωπώμενον μεταπέμπεται
5αὐτήν· ἡ γὰρ ἀρχαία ἰατρικὴ βοτανικὴ ἦν. ἤτοι εἰκὸς αὐτὸν ὡς ἰατρὸν ἐπιφέρεσθαι πρὸς τὰς ἐπικαίρους χρείας. ἢ ὅτι ἐκ τοῦ πεδίου ἀνείλετο
αὐτήν.118

12

.

4

καὶ τεῖχος ὕπερθεν] πλάσας—εἶπεν.

12

5-6

[ἀμφὶ δὲ τάφρον ἤλασαν] πέριξ δὲ τοῦ τείχους τὴν τάφρον ὤρυξαν.

12

.

10

προαναφώνησις ταῦτα· λεληθότως γὰρ λέγει τὴν πόρθησιν τῆς Ἰλίου.

12

.

18

[ποταμῶν μένος] περιφραστικῶς ποταμούς.

12

.

22

[βοάγρια] τὰ τῶν βοῶν ἀγρεύματα, τουτέστι τὰς ἐκ βοῶν κα‐ τεσκευασμένας ἀσπίδας.

12

.

23

[ἡμιθέων] ἄλλως· οἱ ἕνα θεὸν—ἄνθρωπον.

12

.

25

ἐννῆμαρ] ἔνιοι δὲ—φανῆναι.

12

.

28

[θεμείλια] Ἰὰς ἡ διάλεκτος.

12

.

30

ἀγάρροον] ἄγαν ῥοώδη, ὅ ἐστι σφοδρὰ ῥεύματα ἔχοντα.

12

.

37

Διὸς μάστιγι] τῇ Διὸς—κεκακωμένοι. «μάστιγι» δὲ 〈τῷ〉 κεραυνῷ. βαλλόμενα] ἤτοι τὰ ἐπὶ τοὺς πύργους ἀκοντιζόμενα ἢ τὰ ἐνῳκοδο‐ μημένα τοῖς πύργοις ξύλα ἤχει τοῖς δόρασι βαλλόμενα.

12

.

51

χρεμέτιζον] ἰδιάζουσαν φωνὴν ἐπετέλουν.

12

.

52

[ἀπὸ γὰρ δειδίσσετο τάφρος] ἢ φόβον ἦγεν.

12

.

66

[τρώσεσθαι] ἢ ἡττήσεσθαι· τρῶμα γὰρ ἡ ἧττα.119

12

.

71

[παλίωξις] πάλιν δίωξις. οὕτως δὲ καλεῖται ἡ τῶν διωκόντων φυγή.

12

.

93

τῶν δ’ ἑτέρων Πάρις ἦρχε] 〈Πάριν〉 κατὰ γαστρὸς ἔχουσα —πολέμου ἐπελθόντος.

12

.

103

[διακριδὸν εἶναι ἄριστοι] ὡς διακεκρίσθαι—πᾶσιν.

12

.

105

τυκτῇσι βόεσσι] λέγει δὲ ταῖς ἀσπίσιν—βοῦν ἀζα‐ λέην.»

12

.

116

δυσώνυμος] ἢ κακὸν ὄνομα ἔχουσα τὸν θάνατον.

12

.

117

Δευκαλίδαο] Δευκαλίωνος παῖς. γίνονται δὲ ἐκ Πύρρας καὶ Δευκαλίωνος, ὥς φησιν Ἀπολλόδωρος, παῖδες Ἕλλην μὲν πρῶτος, ὃν ἐκ Διὸς ἔνιοι γεγενῆσθαι λέγουσι, δεύτερος δὲ ὁ Ἀμφικτύων, ὁ μετὰ Κραναὸν βασιλεύσας τῆς Ἀττικῆς, θυγάτηρ δὲ Πρωτογένεια. (Apol‐
5lod. Bibl. I. 7. 3. 7.)

12

.

132

** [ὑψικάρηνοι] ὑψηλὰς κεφαλὰς ἔχουσαι, τουτέστι κορυφάς.

12

.

141

εἵως] πρὶν ἐλθεῖν τοὺς βαρβάρους.

12

155-156

ἐκ παραλλήλου τὸ αὐτό.

12

.

167

[μέσον αἰόλοι] ποικίλοι τὰ μέσα—εὐκινήτους.

12

.

168

[παιπαλοέσσῃ] τῇ πολλὰς ἐκτομὰς ἐχούσῃ, τῇ τραχείᾳ

12

.

181

Λαπίθαι] ἥρωες Ἀχαιοὶ, οἱ ἀπὸ Λαπίθου τοῦ Ἀπόλλωνος καὶ Στίλβης νύμφης τὸ γένος ἔχοντες.

12

.

201

[ὑψιπέτης] τῷ δὲ τόνῳ—πεπτωκώς. ἐπ’ ἀριστερὰ λαὸν ἐέργων] ὑποχωρῆσαι—Θέτιδι. ἐέργων] ἀφορίζων, ὥστε φαίνεσθαι μέσον αὐτῶν.

12

.

208

[αἰόλον ὄφιν] πέπονθεν ἐπὶ τέλους—μειουρός.
[ὑποκρίναιτο] ἀντὶ τοῦ ἀποκρίναιτο ἐξηγούμενος τὸ σημεῖον. θεοπρόπος] ὁ ἐκ θείας ἐπινοίας μαντευόμενος, ὁ χρησμολόγος, νῦν δὲ 〈ὁ〉 οἰωνιστής.120
5[ὃς] ἢ οὗ.

12

.

229

[εἰδείη τεράων] ἐπιστήμων εἴη παρατηρήσεως σημείων.

12

.

231

Πουλυδάμα] Ἡρακλέους—γεννηθῆναι.

12

.

239

[εἴτ’ ἐπὶ δεξιά] δεξιὰ τὰ ἀνατολικὰ καλεῖ, ἀριστερὰ δὲ τὰ δυ‐ τικά. [ἐπὶ δεξιὰ] ἢ πρὸς τὸν ἥλιον, εἰς τὴν ἀνατολήν.

12

.

243

γνώμη ἀποφαντική.

12

.

247

[μενεδήϊος] μένων τοὺς πολεμίους ἐν τῇ μάχῃ, πολεμικός.

12

.

258

[ἐπάλξεις] τοὺς προμαχῶνας τῶν τειχῶν.

12

.

259

[στήλας] ὀρθοὺς λίθους—προκαταβεβλῆσθαι.

12

.

277

προβοῶν τε] ἔμπροσθε—παρακολουθοῦντος.

12

.

280

[τὰ κῆλα] τὰ αὑτοῦ σημεῖα, ἢ βέλη ἃ ἐπιπέμπει κατὰ χόλον. βέλος δὲ νῦν εἴρηκε τὸν χειμῶνα.

12

.

287

[θαμειαί] πυκναὶ λίθοι. θηλυκῶς δὲ εἶπεν.

12

.

292

εἰ μὴ ἄρ’ υἱὸν Σαρπηδόνα] Εὐρώπην—Ῥαδάμαν‐ θυν. ἱστορεῖ Ἡσίοδος καὶ Βακχυλίδης.

12

.

293

[ἕλιξιν] μέλασιν—πορείᾳ.

12

.

296

ἐπεὶ τῶν πτυχῶν—αὐτὰς χρυσαῖς ῥάβδοις.

12

.

303

δούρασι] δόρασιν. ἀπὸ ὀνομαστικῆς δὲ τοῦ δόρυ ἡ γενικὴ
δουρός, ἀπὸ δὲ τοῦ δόρατος 〈δούρατι〉 καὶ δούρασι πληθυντικῶς.121

12

.

316

[καυστείρης] ἐμπύρου, θερμῆς, διὰ τὸ θερμὸν τῶν ἀγωνιζο‐ μένων.

12

.

337

[οὔ πώς οἱ ἔην] οὐδέπω ἦν αὐτῷ δυνατόν.

12

.

384

[σὺν δ’ ὀστέ’ ἄραξε] συνέτριψε δὲ τὰ ὀστᾶ αὐτοῦ, τὸ σῶμα συνεκδοχικῶς.

12

.

385

ἀρνευτῆρι] κυβιστῇ ἢ δύτῃ, παρὰ τοὺς ἄρνας· καὶ οὗτοι γὰρ ἐπὶ κεφαλὴν ἑαυτοὺς ῥίπτουσιν ἢ κυβιστῶσιν, ὥσπερ τὸν ἀέρα κυρίτ‐ τοντες. τινὲς δὲ τῷ δελφῖνι· οἱ γὰρ ἄρσενες ἐπὶ κεφαλὴν ἵενται, ὅταν ἡ γαλήνη γένηται.

12

.

400

[ὁμαρτήσαντε] ὁμοῦ τε καὶ ὑπὸ τὸν αὐτὸν καιρὸν ἀφέντες τὰ δόρατα, ἐπιτυχόντες.

12

.

415

[ἐκαρτύναντο] ἰσχυροποίησαν, γενναίως συνετάξαντο.

12

.

422

ἐπιξύνῳ] ἐπικοίνῳ καὶ ὁμόρῳ χωρίῳ.

12

.

426

λαισήϊα] μικρὰ ἀσπιδίσκια. οἱ δὲ ὅπλου εἶδος ἐπτερωμένου καὶ κούφου.

12

.

433

[χερνῆτις] ἡ ἀπὸ τῶν ἔργων—ἐργαζομένη.

12

.

436

[ἶσα μάχη τέτατο] ἰσόρροπος καὶ ὁμοία ἦν ἡ μάχη αὐτοῖς

12

.

444

[κροσσάων] ὑποτρόχων—ἐπιτηδείων.

12

.

456

[ἐπημοιβοὶ] ἐπ’ ἀμοιβαῖς, ἀλλήλοις ἐπικείμενοι, εἷς ἐφ’ ἕνα.

12

.

457

[ἐρεισάμενος] μετὰ πολλῆς δυνάμεως ἐπερεισθείς.

12

.

458

[ἀφαυρότερον] ἀσθενές. ἔστι δὲ ὑπερθετικὸν ἀντὶ ἀπολύτου.

12

.

463

νυκτὶ θοῇ] ἤτοι—ἡμῶν. ** [ὑπώπια] τὴν πρόσοψιν. ἀπὸ μέρος τὸ ὅλον.

12

.

470

ἐσέχυντο] εἰσῆλθον. τροπικῶς ἀπὸ τῶν ὑδάτων.
[ἐφόβηθεν] εἰς φυγὴν ἐτράπησαν.122

13

.

3

[φαεινώ] παρεχόμενοι τὸ φῶς ἢ στιλπνοί.

13

.

4

[πόνον] τὴν κατὰ τὸν πόλεμον ταλαιπωρίαν.

13

.

5

[ἀγχεμάχων] ἐκ τοῦ συστάδην ἢ ἐκ τοῦ πλησίον μαχομένων.

13

.

6

[γλακτοφάγων] ἀρκούμενοι γάλακτι καὶ λιτῇ διαίτῃ.

13

6bis

* [Ἀβίων] βιοῖς μὴ χρωμένων, ὅ ἐστι τόξοις. ἢ τὸ α κατ’ ἐπίτασιν, ἵν’ ἦ πολυβίων καὶ πολυετῶν, ἢ τὸν ἡμέρον—μὴ βιαζομέ‐ νων. ἔστι καὶ ἔθνος Ἄβιοι, οἱ ἁμαξόβιοι καὶ εὐδαίμονες ..... Σκυθίᾳ ὀνομαζόμενοι. Gen II. ajoute
5ἢ νομάδες au—dessus de εὐδαίμονες.

13

.

10

[οὐδ’ ἀλαοσκοπιὴν εἶχε] ματαίαν τὴν κατασκοπὴν, ὅ ἐστιν ἐπι‐ μελῶς ἐσκόπει· ἀλαὸς γὰρ—τυφλός.

13

.

20

ἐζήτηται διὰ τί—κινδυνεύσῃ.

13

.

24

[χρυσέῃσιν] χρυσῷ κεκοσμημέναις ἢ καλαῖς. ἔθειραι δὲ εἴρην‐ ται παρὰ τὸ—εἴρεσθαι, ὅ ἐστι συμπλέκεσθαι.

13

.

28

[κευθμῶν] ἐκ τῶν ἀδύτων ἢ φωλεῶν.

13

.

31

[ἐΰσκαρθμοι] εὐσκάριστοι—ὁ πούς.

13

.

41

αὐΐαχοι] ἀντὶ τοῦ ἀνιάχοι· τοῦ γὰρ ν ἐξαιρεθέντος ὑπεισῆλθε
τὸ υ, ὡς καὶ ὅτε τὸ ἀγανοί ἀγαυοί. Χρύσιππος δὲ ὁ Στωϊκὸς καὶ Διό‐ νυσος ὁ Θρᾷξ δασύνουσι—ξηρόφωνοι. [ἄβρομοι, αὐρίαχοι] πολύβρομοι, πολύηχοι, ἢ ξηρόφωνοι· ἑκάστοτε123
5〈γὰρ〉—παρίστησιν.

13

.

59

* [σκηπανίῳ] παρὰ τὸ σκηρίπτεσθαι, ὅ ἐστιν ἐπερείδεσθαι.

13

.

88

* [ὑπ’ ὀφρύσι δάκρυα λεῖβον] ἔσταζον, ἐδάκρυον· οἱ γὰρ ὀφ‐ θαλμοὶ—ἔκλαιον.

13

.

90

[μετεισάμενος] πρὸς αὐτοὺς—μεταβληθείς.

13

.

98

[νῦν δὴ εἴδεται ἦμαρ] νῦν ἀνεφάνη—ἀναιρεθή‐ σεσθε.

13

.

103

[ἤϊα] βρώματα, οὐ τὰ ἐν οἴκῳ—ἐν ὁδῷ.

13

.

115

[ἀλλ’ ἀκεώμεθα θᾶσσον] ἀλλὰ θεραπεύσωμεν διὰ τάχους τὸ γεγονὸς ἁμάρτημα.

13

115bis

* [ἀκεσταί] εὐθεράπευτοι εὐΐατοι. ὁ δὲ λόγος· αἱ δὲ 〈τῶν〉 ἀγα‐ θῶν—θεραπευτικαί.

13

.

128

* [λαοσσόος] ἢ τοὺς λαοὺς ἢ—σώζουσα.

13

.

130

[προθελύμνῳ] Ἀνδρόμαχος—θηλυμανεῖν.

13

.

134

* [ἐπτύσσοντο] εἰς τὸ αὐτὸ συνήγετο καὶ ἐκάμπτετο κραδαινόμενα.

13

.

136

* [προὔτυψαν] προενέβαλλον, προσέκρουσαν.

13

.

137

* [ὀλοοίτροχος] λίθος περιφερὴς καὶ στρογγύλος— ὀλοὸς, τουτέστι ὀλέθριος, ἐπεὶ καταφερόμενος—βλάπτει. Cf ADT.

13

.

138

* [κατὰ στεφάνης] περικεφαλαίας—πέτρας.

13

.

139

* [ἀσχέτῳ] γράφεται «ἀσπέτῳ», πολλῷ.

13

139bis

[ἔχματα πέτρης] ἐρείσματα ὑποκείμενα αὐτῇ.124

13

.

140

* [ὕψι τ’ ἀναθρώσκων πέτεται] ἐφ’ ὕψους ἀναβαλλόμενος καὶ ἀναπηδῶν ταχέως φέρεται.

13

.

142

[ἐσσύμενός περ] καίπερ ὁρμῇ πολλῇ χρώμενος.

13

.

143

[ἀπείλει] ἠπείλει, ὑπισχνεῖτο, ὁτὲ δὲ τὸ καυχᾶται καὶ ἐπι‐ πλήσσει δηλοῖ.

13

.

145

[πυκινῇς—φάλαγξι] ταῖς πυκναῖς ἐνέτυχεν τάξεσιν.

13

.

147

* [ἀμφιγύοισιν] ἑκατέρωθεν ἠκονημένοις καὶ βλάπτειν δυναμέ‐ νοις.

13

.

150

[Δάρδανοι] 〈οἱ ἐν Δαρδανίᾳ〉 πόλει τῆς Τροίας οἰκοῦντες.

13

.

152

[πυργηδὸν] δίκην καὶ ἐν τάξει πύργου.

13

.

158

ὑπ’ ἀσπίδια προποδίζων] ὑπὸ τῇ ἀσπίδι ἠρέμα 〈καὶ〉 εὐρύθμως —ἀσπίδα οὐδὲ ὅπλα, ἐπεὶ ἂν αὐτὴν ἐκράτει.

13

158bis

* [ὑπασπίδια προποδίζων] μετέωρα καὶ ὑψηλὰ καὶ ἐπ’ ἄκρων τῶν ποδῶν—οἱονεὶ ἀκροβηματίζων.

13

.

162

* [καυλῷ] τῷ ἄκρῳ τοῦ δόρατος, τῷ ἐμβαλλομένῳ εἰς τὴν ἐπι‐ δορατίδα.

13

.

165

ἐλυπήθη—δόρυ.

13

.

168

[οἰσόμενος] διαφέρει τὸ οἴσων καὶ τὸ οἰσόμενος· οἴσω μὲν γὰρ ἑτέρῳ· «οἶσε θέειον, γρηΰ, κακῶν ἄκος» (Od. XXII, 481) «οἴσετε δ’ ἄρνα λευκόν» (Il. III, 103), οἰσόμενος δὲ ἑαυτῷ.

13

.

178

[μελίη] εἶδος δένδρου.

13

.

180

[τέρενα] τρυφερὰ—εἰρηκέναι.

13

.

198

[καρχαροδόντων] ἐπικαμπεῖς ὀδόντας ἐχόντων.

13

.

199

[ῥωπήϊα] ἱμαντώδη φυτὰ δένδρων.

13

.

204

[σφαιρηδὸν ἑλιξάμενος] δίκην σφαίρας ἐπιστραφεὶς.

13

.

217

[Πλευρῶνι—Καλυδῶνι] ἀντὶ τοῦ Πλευρῶνος καὶ Καλυδῶνος. εἰσὶ δὲ πόλεις Αἰτωλίας.

13

.

219

ἐλλείπει τὸ εἰσίν. ἔπειτα ἀπὸ ἄλλης διανοίας· «οἴχονται, τὰς
Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν».125

13

.

223

[ἐπιστάμεθα] ἐμπείρως ἔχομεν, δυνάμεθα.

13

.

228

* [μενεδήϊος] ὑπομονητικὸς ἐν τῇ μάχῃ.

13

.

233

* [μέλπηθρα] ἐμπαίγματα, παίγνια· εἰώθασι γὰρ οἱ κύνες κορεσθέντες ἐμπαίζειν τοῖς λειψάνοις, λέων δὲ τὸ πᾶν ἐσθίει καὶ Κύ‐ κλωψ· «ἤσθιε δ’ ὥστε λέων». (Od. IX, 291.)

13

.

237

* [συμφερτή] συμφόρητος. τὸ δὲ ὅλον καὶ ἡ τῶν δειλῶν— γεννᾷ. [συμφερτή] οὐδεμίαν πρόφασιν λείπει τοῖς ἀνδρείοις· εἴγε καὶ δειλοὶ ἀλλήλοισι συνελθόντες ἐνάρετα δρῶσι, καὶ μάλα γε λυγρῶν ἀνδρῶν
5συμφερτὴ γίνεται ἀρετὴ, πόσῳ μᾶλλον ὄντες ἀγαθοὶ ἡμεῖς δυνάμεθα μάχεσθαι;

13

.

238

[νῶϊ δὲ] ... ἐπιστάμεθα γὰρ τὸ δυνάμεθα.

13

.

247

[μετὰ .... ᾔει] ἀπῄει γὰρ δόρυ κομίσων.

13

.

251

[ἦέ τε βέβληαι] ἦ τέτρωσαι μέρος τοῦ σώματος.

13

.

252

[ἠέ τευ ἀγγελίης] ἢ περί τινος ἀγγελίας πρὸς ἐμὲ παραγέγονας.

13

.

268

[ἀλλ’ οὐ σχεδόν ἐστιν ἑλέσθαι] ἀλλ’ οὐκέτι μοι ἐγγὺς ὥστε λαβεῖν.

13

.

274

[τί σε χρὴ ταῦτα λέγεσθαι;] οἷον οὐ χρή σε περὶ τούτων λέ‐ γειν τι.

13

.

279

* [ἄλλυδις ἄλλῃ] ἀπὸ ἄλλου εἰς ἄλλο κατάστημα.

13

.

281

[μετοκλάζει] μετακαθίζει—μετακαθίζων.

13

.

282

* [πατάσσει] κτυπεῖ ἢ—παλμῷ ἀπὸ τοῦ πολλοῦ φόβου.

13

.

286

εὔχεται ὁ γενναῖος ἀνὴρ τὴν ταχίστην συμβαλεῖν τοῖς πολε‐ μίοις.

13

.

287

οὐδ’ ἂν ἐνταῦθά τις καταμέμψαιτό σου τὴν δύναμιν καὶ τὴν
προθυμίαν. * [ὄνοιτο] περὶ τοῦ ὄνοιτο ἢ ὄναιτο ....126

13

.

288

* [τυπείης] ἐκ χειρὸς τρωθείης.

13

.

291

* [μετὰ προμάχων ὀαριστύν] ἐπὶ τὴν ὁμιλίαν καὶ τὴν συνα‐ ναστροφήν.

13

.

297

[μέγα πτολέμοιο μεμηλώς] τοῦ πολέμου ἐπιμέλειαν καὶ φροντί‐ δα ποιούμενος.

13

.

300

[ταλάφρονα] ὑπομονητικὸν φρόνημα ἔχοντα, ἀνδρεῖον.

13

.

302

μετὰ Φλεγύας] Φλεγύαι Γόρτυναν—τοῦ Ἀπόλλω‐ νος, ὡς ἱστορεῖ Φερεκύδης.

13

.

315

* [ἄδην ἐλόωσιν] εἰς κόρον ἐλῶσιν, ὅ ἐστι πολέμου κορεσθῆναι ποιήσωσιν.

13

.

322

[ἔδοι] ἄλλως· τὸν σίτον—γίνεται.

13

.

334

[λιγέων] τῶν κατὰ τὸν ἦχον ὀξέων.

13

.

339

* [ἔφριξεν] ἐπυκνώθη ἡ μάχη τῇ τῶν δοράτων ἀνατάσει· φρίσσειν γὰρ τὸ ὀρθοῦσθαι.

13

.

340

[ταμεσίχροας] παρὰ τὸ ταμῶ ῥῆμα, οὗ ὁ μέλλων ταμέσω. * [ταμεσίχροας] τμητικὰς χρωτός. * [ἄμερδεν] ἐστέρισκε καὶ ἠμαύρου.

13

.

354

ἐκ τοῦ αὐτοῦ πατρὸς γένεσις ἡ πατρίς.

13

354bis

[ἤδ’ ἴα] ἵνα ᾖ καὶ μόνη.

13

.

359

* [ἐπαλλάξαντες] ἐπιπλέξαντες τὰς χεῖρας, οἱονεὶ δήσαντες.

13

.

360

[ἄλυτον] ἀντὶ τοῦ δύσλυτον.

13

.

361

* [μεσαιπόλιος] ὁ ῥαντοπόλιος. * [μεσαιπόλιος] ὁ λεγόμενος—ὡς μεσῆλιξ.

13

.

363

* [ἔνδον ἐόντα] τὸ μὲν λεξικὸν ἐνδεδημηκότα, ἐμοὶ δὲ δοκεῖ ἔνδον ὄντα τοῦ δεσμοῦ τοῦ παρὰ τοῦ Διὸς γεγονότος καὶ Ποσειδῶνος.

13

.

364

[μετὰ κλέος εἰσεληλούθει] ἐπὶ τὴν τῶν θεῶν δόξαν παρεγε‐
γόνει.127

13

.

366

[ἀνάεδνον] ἄνευ 〈τῶν〉 πρὸ γάμου διδομένων δώρων.

13

.

388

[λαιμὸν ὑπ’ ἀνθερεῶνα] κατὰ τὸν λαιμὸν ὑποκάτω τοῦ γενείου. [διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν] διήλασε δὲ τὸν σίδηρον διόλου, του‐ τέστι διεπέρασεν.

13

.

389

[ἀχερωΐς] παρὰ τὸ ἐκ τοῦ Ἀχέροντος ποταμοῦ κομισθῆναι —αὐτὴν ἐπὶ τῇ τοῦ Κερβέρου νίκῃ.

13

.

390

[βλωθρή] μακρά—βαίνειν, ἢ εὐαυξής.

13

.

393

[βεβρυχὼς] σπώμενος—τοὺς ὀδόντας τρίζειν. * [βεβρυχὼς] βρυχώμενος καὶ συντρίβων τοὺς ὀδόντας.

13

.

395

* [ἀλύξας] ἔκφρων ἐγένετο καὶ ἔκνους ὁ ἡνίοχος.

13

.

399

ψυχορραγῶν ἀπὸ εὐκατασκευάστου ἐξέπεσεν ἅρματος.

13

.

404

οὗτος ἐξ ἐναντίας ἐξέκλινε τὸ σιδηροῦν δόρυ.

13

.

407

* [δινωτήν] εὖ περιδεδινημένην, κυκλοτερῆ, στρεπτήν.

13

.

409

[καρφαλέον] ὅθεν καὶ κάρφος, τὸ ξηρὸν καὶ λεῖον ξύλον. [ἐπιθρέξαντος] ἐπιψαύσαντος ἢ ἐπελθόντος.

13

.

412

[ὑπὸ πραπίδων] καθ’ ὃ μέρος αἱ φρένες εἰσίν.

13

.

415

* [πυλάρταο κρατεροῖο] τοῦ τὰς πύλας ἰσχυρῶς ἐφαρμόζοντος.

13

.

431

πάντων γὰρ ὁμηλίκων τῷ κάλλει διέφερεν.

13

.

435

* [θέλξας] μετά τινος ἀπάτης βλάψας, ἀπατήσας, ἀμαυρώσας.

13

.

441

* [ἐρεικόμενος] σχιζόμενος, διακοπτόμενος τὸ ὄπιθεν μέρος.

13

.

442

[δούπησεν] ἐψόφησεν, ἀπέθανεν, ἐκ τοῦ παρακολουθοῦντος.

13

.

443

* [οὐρίαχον] τὸν σαυρωτῆρα—φασιν.128

13

.

446

* [ἐΐσκομεν] δοκοῦμέν σοι ἀξίως καὶ δεόντως αὐχεῖν.

13

.

450

[ἐπίουρον] ἐπίσκοπον καὶ φύλακα. τῷ τόνῳ ἀναγνωστέον προπα‐ ροξυτόνως ὡς ἐπίκουρον.

13

.

456

[ἑταρίσσαιτο] ἑταῖρον καὶ συνεργὸν λάβοι.

13

.

464

[κῆδος] συγγένεια, ὁτὲ δὲ λύπη.

13

.

473

* [οἰοπόλῳ] ἐν ᾧ αἱ ὀΐες, ἢ ἐν ᾧ οἶός τις καὶ μόνος πωλεῖται, ἐξ οὗ δηλονότι τῷ ἐρήμῳ. φρίσσει] ἤγουν ἵστησιν. νῶτον] χαίτην.

13

.

477

βοῇ θοὸν] ἐν μάχῃ ἀνδρεῖον· βοὴν γὰρ καὶ τὴν μάχην ἐκάλουν ἀπὸ τοῦ παρεπομένου.

13

.

484

* [ἥβης ἄνθος] τὸ ἀκρότατον τῆς ἀκμῆς.

13

.

485

[ὁμηλικίη] ἀντὶ τοῦ ὁμήλικες.

13

.

487

[ἕνα φρεσὶ θυμὸν ἔχοντες] ἓν καὶ τὸ αὐτὸ φρονοῦντες.

13

.

493

[ἐκ βοτάνης] ἀντὶ τοῦ μετὰ τὴν βοτάνην καὶ νομήν.

13

.

508

* [ἤφυσε] διήντλησε δὲ καὶ διέκοψε τὰ ἔντερα αὐτοῦ τὸ δόρυ.

13

.

515

[τρέσσαι] μετὰ δέους φυγεῖν.

13

.

517

* [δὴ γὰρ—αἰεί] ἐπιμόνως γὰρ αὐτῷ ὠργίζετο.

13

.

521

[βριήπυος] μέγα καὶ βαρὺ βοῶν. παρὰ τὸ ἠπύειν, ὅ ἐστι φωνεῖν.

13

.

532

[πρυμνοῖο] τοῦ ἐσχάτου, ἔχοντος ἀπὸ τῆς ἐκφύσεως τὴν ἀρχὴν ἐπὶ τὸν νῶτον.

13

.

534

* [περὶ μέσσω χεῖρε τιτήνας] περὶ τὰ μέσα αὐτοῦ τὰς δύο χεῖρας διατείνας καὶ συλλαβὼν.

13

.

543

* [ἐπὶ δ’ ἀσπὶς ἐάφθη] ἐπικατήφθη δὲ αὐτῷ ἡ ἀσπὶς, τουτέστι ἐπικατηνέχθη. παρὰ τὸ ἕπεσθαι.

13

.

546

[ἀπὸ—ἔκερσεν] ὅλην τὴν νωτιαίαν φλέβα ἔτεμεν.

13

.

563

* [μεγήρας] φθονήσας τοῦ βίου, ὅ ἐστι τῆς ζωῆς.129

13

.

569

* [ἔνθα μάλιστα—ἀλεγεινός] ὅπου ἀλγεινοτάτη καὶ δεινοτάτη γίνεται ἡ τρῶσις. ὅπου μάλιστα ἡ τρώσις γίνεται ἀλγεινή.

13

.

570

* [σχόμενος περὶ δουρὶ] κατασχεθεὶς καὶ περιπαρεὶς τῷ δό‐ ρατι.

13

.

572

[ἰλλάσιν] τοῖς ἐξ ἱμάντων πεπλεγμένοις δεσμοῖς.

13

.

588

[πτυόφιν] πτύον—παραγωγή.

13

.

590

[πνοιῇ ὑπὸ λιγυρῇ] ὀξέως πνεούσῃ αὔρᾳ.

13

.

599

[ἐϋστρόφῳ οἰὸς ἀώτῳ] τουτέστιν ἐρεᾷ σφενδόνῃ· «οἰὸς» γὰρ «ἀώτῳ», προβάτου ἄνθει, ὅ ἐστιν ἐρίῳ.

13

.

612

* [πελέκκῳ] τῷ τοῦ πελέκεός φησιν στειλειῷ, παρὰ τὸ πελεκᾶ‐ σθαι. περὶ οὖν τῷ ἐλαΐνῳ στειλειῷ.

13

.

613

[ἅμα δ’ ἀλλήλων ἐφίκοντο] ὑπὸ δὲ τὸ αὐτὸ ἔτυχον ἀλλήλοις.

13

.

616

[τὼ δέ οἱ ὄσσε] τὸ δὲ ὑγρὸν—αἵματος.

13

.

622

[οὐκ ἐπιδευεῖς] οὐκ ἐνδεεῖς, ἀλλὰ πλήρεις ἐστέ.

13

.

627

* [φιλέεσθε παρ’ αὐτῇ] φιλοφροσύνης καὶ ξενίας ἐτύχετε.

13

.

630

* [ἀλλά ποθι σχήσεσθε] ἀλλ’ ἐφέξεσθε δήπου, ἢ ἀλλά ποθι πόρρωθεν κρατηθήσεσθε. ἔστι δὲ σύνδεσμος πληρωματικός.

13

.

631

* [περὶ φρένας ἔμμεναι ἄλλων] φρονήματι διαφέρειν τῶν ἄλλων.

13

.

632

[σέο—πέλονται] ἐκ σοῦ δὲ πάντα ταῦτα γίνονται.

13

.

638

[ἐξ ἔρον εἷναι] προέσθαι τὴν ἐπιθυμίαν, κορεσθῆναι.

13

.

669

[θῳήν] τὴν—ἐπιζήμιον.

13

.

678

* [πρὸς—ἄμυνεν] προσεβοήθησε δὲ αὐτὸς τῇ δυνάμει αὐτοῦ.

13

.

685

[Ἰάονες] Ἴωνες. λέγει δὲ τοὺς Ἀθηναίους—Ἕλλη‐
νος. [ἑλκεχίτωνες] βαθεῖς χιτῶνας ἔχοντες, εὔζωστοι.130

13

.

686

[Φθῖοι] οἱ τὴν ὑπὸ Πρωτεσιλάῳ Φθίαν, πόλιν Θεσσαλίαν, οἰκοῦν‐ τες. οἱ δὲ τὴν ὑπὸ Ἀχιλλεῖ Φθιῶται καλοῦνται. [φαιδιμόεντες] ἐπιφανεῖς καὶ λαμπροὶ ταῖς πράξεσιν.

13

.

697

[ἣν ἔχ’ Ὀϊλεύς] ἣν ἐγεγαμήκει ὁ Ὀϊλεύς.

13

.

703

[οἴνοπε] ἤτοι μέλανες ἢ ξανθοί.

13

.

705

[πρυμνοῖσιν κεράεσσι] τοῖς ἐσχάτοις μέρεσι τῶν κεράτων.

13

.

713

οὐ γὰρ ὑπέμενον τὴν συστάδην μάχην.

13

.

726

[παραρητοῖσι] παραινετικοῖς, παραμυθητικοῖς.

13

.

729

ἅμα] νῦν ἐπίρρημα χρόνου δηλωτικόν.

13

.

734

* [μάλιστα—ἀνέγνω] ἐξαιρέτως καὶ αὐτὸς ἀνέγνω τὸ τῆς συνέσεως ἀγαθόν.

13

.

736

πανταχόθεν γάρ σε περιεκυκλώσαντο οἱ πολέμιοι ἐμπείρως.

13

.

745

μὴ τὸ χθιζὸν ἀποτίσωνται] μήπως—παραπλήσια.

13

.

761

[τοὺς δ’ εὗρ’ οὐκέτι πάμπαν] συλληπτικῶς πέφρακεν ἀντὶ τοῦ· τούτους μὲν οὐκ ἀπήμονας τοὺς τετρωμένους, τοὺς δὲ οὐκ ἀνολέθρους τοὺς ἀνῃρημένους.

13

.

764

[βεβλημένοι οὐτάμενοί τε] ἄλλως· ἀντὶ τοῦ οἱ μὲν ἀπὸ μήκους —τοιούτῳ.

13

.

773

[νῦν—ὄλεθρος] νῦν οὐδὲν ἐλλείπει σοι πρὸς ἀπώλειαν.

13

.

793

* [ἦλθον ἀμοιβοί] ἤτοι 〈οἱ〉 ἐξ ἀμοιβῆς—ἔφοδος

13

.

798

* [φαληριόωντα] λευκανθίζοντα, τουτέστι λευκαινόμενα ὑπὸ ἀφροῦ.
* [πρὸ μὲν—ἐπ’ ἄλλα] ἄλλα πρὸ ἄλλων, τουτέστιν ἐπάλληλα, πυκνά.131

13

.

805

[σείετο] ἀντὶ τοῦ σφοδρῶς ἐνεργοῦντος.

13

.

819

[ἰρήκων] ἱεράκων. ἔστι δὲ εἶδος ἀετοῦ.

13

.

824

* [ἁμαρτοεπὲς] ἁμαρτάνων τοῦ σκοποῦ τῶν λόγων.

13

824bis

* [βουγάϊε] μεγάλως ἐπὶ σεαυτῷ ἀγλαϊζόμενος καὶ γαυριῶν, ἢ
βουεργέτα.132

14

.

1

[ἔμπης] ὅμως. σημαίνει δὲ καὶ ὅλως

14

.

3

[ὅπως ἔσται] ἀντὶ τοῦ ὅπως γενήσεται. τὸ «ἔσται» διαφέρει τοῦ γενήσεται· τὸ μὲν—παῖς».

14

.

7

* [βρότον] τὸν μολυσμὸν τοῦ ἀνθρωπίνου αἵματος.

14

.

8

* [εἴσομαι] πορεύσομαι 〈ἢ〉 γνώσομαι ἢ φανήσομαι. [εἰς περιωπήν] εἰς ὑψηλὸν τόπον, ἐξ οὗ περιοπτεῦσαι 〈ἔστιν〉 καὶ περι‐ βλέψαι.

14

.

15

[ἐρέριπτο] κατεβέβλητο, κατήριπτο. ἔστι δὲ ῥῆμα— ἐρέριπτο.

14

.

16

* [πορφύρῃ] μελαίνηται καὶ ταράσσηται. [κωφῷ] τῷ δίχα ἀνέμου ἐπαιρομένῳ, τῷ ἀψόφῳ καὶ μηδένα ἦχον ἀποτελοῦντι. * [κωφῷ] μηδέπω γὰρ ἀνέμου εὐκρινοῦς ὄντος 〈τὸ〉 κῦμα ἠρεμεῖ.

14

.

17

[ὀσσόμενον] ἤτοι προσδεχόμενον ἢ προσημαῖνον.133

14

.

18

[αὔτως] νῦν ἀπράκτως. * [προκυλίνδεται] προσωτέρω κυλίνδεται.

14

.

19

[κεκριμένον] ἀφωρισμένον, ἢ στερεὸν καὶ σφοδρόν. [ἐκ Διὸς] ἀντὶ τοῦ ἐκ τῶν νεφελῶν.

14

.

20

* [δαϊζόμενος κατὰ θυμόν] διχῆ μεριζόμενος—δια‐ σκοπούμενος.

14

.

25

[ἀτειρὴς] ἄτρωτος, οὐ τειρόμενος ὑπὸ Ἄρεος.

14

.

34

[στείνοντο] ἐστενοχωροῦντο διὰ τὸ πλῆθος.

14

.

35

[τῶ ῥα πρόκροσσας ἔρυσαν] διὸ δή. ἄλλην—ἀλλή‐ λαις.

14

.

36

[ἠϊόνος στόμα] τὴν ἀρχὴν καὶ τὴν εἰσβολὴν τοῦ αἰγιαλοῦ.

14

36bis

* [συνεέργαθον] συνέκλειον καὶ συνεδέσμουν.

14

.

37

* [ὀψείοντες] ὀπτικῶς ἔχοντες, θέλοντες ἰδεῖν.

14

.

50

[βάλλονται ἐμοὶ χόλον] ἀντὶ τοῦ ὀργίζονταί μοι.

14

.

75

* [νῆες ὅσαι πρῶται] ἐν τῇ ἀρχῇ αἱ ἄκραι.

14

.

78

[νὺξ ἀβρότη] ἀμβροσία—ἡ νύξ.

14

.

84

* [οὐλόμενε] ὀλεθριώτατε ἢ ὀλέθρου—παρασκευα‐ στικέ. [ἀεικελίου] εὐκαταφρονήτου, εὐτελοῦς, κακοῦ.

14

.

85

* [σημαίνειν] νῦν ἄρχειν.

14

.

91

[ὃν οὔ κεν—ἄγοιτο] ὃν οὐκ ἂν εἴποι συνετὸς καὶ σώ‐ φρων ἀνήρ.

14

.

99

* [ἐπιρρέπῃ] καταρρέπῃ, ἐπήρτηται. ἡ μεταφορὰ— σωμάτων.

14

.

101

* [ἀπο〈πα〉πτανέουσιν] εἰς τὰς ναῦς ἀποβλέψουσιν ἢ ἀλλαχόσε, ὅ ἐστι φεύξονται, ὑποχωρήσουσιν, ἀμελήσουσιν.

14

.

104

* [καθίκεο—ἐνιπῇ] καθήψω, ἐλύπησας, ἐπιτιμήσει, ἐπιπλήξει.

14

.

110

[ἀνὴρ] ἤγουν ὁ συμβουλεύσων.
[ματεύσομεν] ματαιοπραγήσομεν. ἢ ἀντὶ τοῦ ζητήσομεν.134

14

.

111

[κότῳ ἀγάσησθε] μετ’ ὀργῆς, φθόνου, μέμψησθε.

14

.

114

* [ὃν Θήβῃσι—κάλυψεν] ὃς ἐν Θήβαις ἐτελεύτησεν, ἐν Θηβαικῷ πολέμῳ. [χυτὴ ... γαῖα] ἐπιχεομένη τοῖς τεθνεῶσι γῆ.

14

.

120

* [πλαγχθείς] ἀποπλανηθεὶς—φυγήν.

14

.

121

* [ἔγημε θυγατρῶν] προσληπτέον τὸ μίαν, τὴν Δηϊπύλην. Gen III. ajoute καὶ τὸ ἀπό.

14

.

123

* [ὄρχατοι] αἱ ἐπὶ στίχον φυτεῖαι, κῆποι.

14

.

124

* [κέκαστο] ἐκεκόσμητο, ἐνίκα.

14

.

125

* [μέλλετ’ ἀκουέμεν] ταῦτα εἰκὸς ὑμᾶς ἀκηκοέναι.

14

.

130

* [μή πού τις—ἄρηται] μήτις τραυματίας ὑπάρχων τραῦμα ἕτερον λάβῃ.

14

.

131

* [ἐνήσομεν] παρορμήσομεν, ἐμβαλοῦμεν τοῖς πολεμίοις.

14

.

132

* [θυμῷ ἦρα φέροντες] χαριζόμενοι τῇ ψυχῇ τὴν ἀργίαν.

14

.

135

[ἀλαοσκοπιὴν] μάταιον καὶ τυφλὸν τὸ σκοπεῖν· ἀλαὸς γὰρ ὁ τυφλός.

14

.

136

[μετὰ] ἀντὶ τοῦ πρός.

14

.

140

[φύζαν] τὴν μετὰ δέους φυγήν.

14

.

164

[ᾗ χροιῇ] τῷ ἰδίῳ αὐτῆς χρωτί.

14

.

170

* [ἀμβροσίῃ] θείῳ ἀλείμματι, μύρῳ. οἱ δὲ θείῳ λουτρῷ.

14

.

173

* [χαλκοβατὲς] χαλκῷ—οὐδόν.

14

.

178

* [ἕσατο] περιεβάλλετο· ἐνεπορποῦντο γὰρ ταῖς περιβολαῖς.

14

.

179

* [ἔξυς’ ἀσκήσασα] νῦν ἀντὶ τοῦ κατεσκεύασεν. * λεπτὸν εἰργάσατο μετ’ ἐπιμελείας κατασκεύασασα.

14

.

180

* [ἐνετῇσι] περόναις. παρὰ τὸ ἐνίεσθαι τοῖς ἱματίοις, ὅ ἐστιν ἐμπορποῦσθαι.

14

.

182

* [ἕρματα] νῦν ἐνώτια.

14

.

184

* [κρηδέμνῳ] κεφαλοδεσμίῳ. νῦν δὲ καλύπτρῳ.

14

.

194

[πρέσβα] ἐντιμοτάτη. συγκοπὴ τοῦ πρέσβειρα.

14

.

202

* [ἀτίταλλον] μετ’ ἐπιμελείας ἀνῆγον, ἐπαιδοτρόφουν.135

14

.

203

* [εὐρύοπα] μεγαλόφθαλμος. παρὰ τὸ ἐποπτεύειν πάντα.

14

.

205

* [καί σφ’ ἄκριτα νείκεα λύσω] καὶ τὰς πολλὰς αὐτῶν καὶ ἀδιαλύτους φιλονεικίας διαλύσω.

14

.

208

* [κείνω] ἐκείνους δυϊκῶς.

14

.

209

* [ὁμωθῆναι] ὁμοιωθῆναι, εἰς ὁμόνοιαν ἐλθεῖν.

14

.

212

* οὔτε πρέπον οὔτε δυνατὸν ἀρνήσασθαι περὶ ὧν ἀξιοῖς.

14

.

214

[κεστὸν ἱμάντα] ζωστῆρα, οὕτω καλούμενον—ῥα‐ φαῖς.

14

.

215

[θελκτήρια] 〈τὰ〉 θέλγοντα, ἀπατῶντα τοὺς ἀνθρώπους.

14

.

216

[ἔνι] ἔνεστι τὸ πλῆρες.

14

.

217

[πύκα] νῦν φρονίμως.

14

.

228

[οὐδὲ χθόνα μάρπτε ποδοῖϊν] οὐδὲ τοῖς πόσιν αὑτῆς ἐπέβαινε τῆς γῆς.

14

.

229

[ἐπὶ πόντον ἐβήσετο] ἀντὶ τοῦ θάλασσαν ἐπέβη.

14

.

230

[πόλιν] ἀντὶ τοῦ νῆσον.

14

.

235

[ἰδέω χάριν] γνώσομαι καὶ προσομολογήσω σοι χάριν.

14

.

240

[ἥσει] ἢ «οἷσι», τοῖς ἑαυτοῦ.

14

.

258

* [καί 〈κε〉 μ’ ἄϊστον] καὶ 〈ἄν〉 με ἀνιστόρητον, ἀφανῆ.

14

.

261

* [θοῇ] ἢ ὅτι διὰ τὴν νύκτα—ἢ θείᾳ. * [ἀποθύμια ἔρδοι] ἀηδῆ καὶ οὐκ ἀρεστὰ πράξαι.

14

.

271

* [ἄ〈α〉ατον] ἀβλαβὲς ἢ πολυβλαβές.

14

.

282

* [ἠέρα] ὀμίχλην ἢ σκότος.

14

.

284

Λεκτόν] ἀκρωτήριον—Φαλάκρη.

14

.

287

[τότε] διὰ τοῦ «τότε» ἀνῄρηκε τὸ ψεῦδος ὥστε μὴ ζητεῖν.

14

.

294

[ὡς] νῦν εὐθέως ἢ τότε.

14

.

319

[καλλισφύρου] καλοὺς πόδας ἐχούσης, ἀπὸ μέρους καλῆς.136

14

.

321

[τηλεκλειτοῖο] μέχρι πόρρω καὶ πολλοῦ ἐνδόξου, ἢ πάνυ ἐν‐ δόξου.

14

.

333

[πῶς κ’ ἔοι] πῶς ἂν γένοιτο; τί ἂν εἴη;

14

.

334

[ἀθρήσειε] ἴδοι. τὸ αὐτὸ δὲ δηλοῖ καὶ τὸ διαδράκοι.

14

.

335

* [πεφράδοι] φράσειε, δηλώσειε, εἴποι.

14

.

349

[ὃς ἀπὸ χθονὸς ὑψός’ ἔεργε] ὃς αὐτοὺς οὐκ εἴα ἐπὶ γῆς— αὐτούς.

14

.

364

* [μεθίεμεν] μεθίετε, παραχωρεῖτε τῷ Ἕκτορι 〈τὴν〉 νίκην. ταῦτα δὲ καὶ τὰ ἑξῆς κατ’ ἐρώτησιν ἀναγνωστέον.

14

.

372

* [παναίθῃσιν] πάνυ στιλπναῖς, λαμπραῖς.

14

.

381

* [ἄμειβον] νῦν ἤλλασσον.

14

.

386

[τῷ δ’ οὐ θέμις ἐστὶ μιγῆναι] τούτῳ δὲ ἀδύνατον ἐναντιωθῆναι.

14

.

387

[δέος ἰσχάνει ἄνδρας] πεποίηται γὰρ εἰς φόβον, οὐκ εἰς φόνον.

14

.

394

[ποτὶ χερσὸν] προσρηγνύμενον τῇ γῇ.

14

.

402

[Αἴαντος—ἀκόντισε] ἀντὶ τοῦ κατὰ τοῦ Αἴαντος ἔβαλεν.

14

.

406

[τώ οἱ ῥυσάσθην τέρενα χρόα] οἵτινες τελαμῶνες ἐφύλαξαν αὐτοῦ τὸ σῶμα. [χώσατο] νῦν ἐλυπήθη.

14

.

415

[θεείου] θείου. προσληπτέον δὲ κεραυνοῦ. [ὀδμὴ] πνοή. ποιότης.

14

.

416

[τὸν δ’ οὔπερ ἔχει θράσος] πάντες δὲ αὐτὸ καταπλήσσονται οἱ ἰδόντες.

14

.

419

* [ἐάφθη] ἐπικατήφθη, ἐπικατηνέχθη.

14

.

427

* [οὔτις εὗ ἀκήδεσεν] οὐδεὶς αὐτοῦ ἠμέλησεν, ἠφροντίστησεν.

14

.

433

[πόρον ἵξον] παρεγένοντο εἰς τὸ διαβατὸν καὶ πορεύσιμον μέρος
τοῦ ποταμοῦ.137

14

.

434

[Ξάνθου δινήεντος] ἰδίως τὸν μὲν σωματικὸν—νά‐ ουσιν».

14

.

436

* [ἀμπνύνθη] ἀνεσωφρόνισε λειποθυμήσας.

14

.

439

[βέλος] ἢ ἀπὸ τῆς βολῆς—τόπος.

14

.

457

* [σκηπτόμενον] σκηριπτόμενον, ἐπερειδόμενον.

14

.

463

* [λικριφὶς ἀΐξας] εἰς πλάγια ἀΐξας, ὅ ἐστι ἐγκλίνας.

14

.

466

[ἀπὸ δ’ ἄμφω κέρσε τένοντε] καὶ ἀπέτεμεν ἀμφότερα τὰ κατα‐ τείνοντα αὐτοῦ νεῦρα.

14

.

470

* [φράζεο] νῦν ὅρα.

14

.

471

[Προθοήνορος ἀντὶ] ὁ τρόπος ἀναστροφή.

14

.

472

[κακῶν ἔξ] ἀντὶ τοῦ ἐκ κακῶν.

14

.

479

* [ἰόμωροι] οἱ περὶ τοὺς ἰοὺς, ὅ ἐστι τὰ βέλη, κακοπαθοῦντες, πολεμικοί.

14

.

485

* [ἄρεως ἀλκτῆρα] τοῦ πολέμου ἀλεξητῆρα, βοηθόν, ἢ ὥς τινες φόνου τιμωρόν.

14

.

493

* [θέμεθλα] ῥίζαι, βάσεις, ἐφ’ ὧν ἥδρασται ὁ ὀφθαλμός.

14

.

494

* [διαπρὸ] διαμπάξ, δι’ ὅλου.

14

.

497

* [ἔλασσεν] νῦν ἀπέτεμεν, ἀπέκοψεν.

14

.

499

* [ὅδ’ ἔφη κώδειαν ἀνασχών] λείπει τὸ ὡς, ἵν’ ᾖ ὡς κώδειαν ἀνασχών.

14

.

504

* [γανύσσεται] ἡσθῇ χαρῇ, γηθήσῃ.

14

.

509

* [ἀνδράγρια] ἀνδρῶν ἀγρεύματα, σκῦλα.138

15

.

1

τὸ ἑξῆς· «διέβησαν—ὑπερβατὸν ὁ τρόπος.

15

.

4

[Ζεὺς] τὸ παχυμερὲς κατάστημα τοῦ ἀέρος.

15

.

10

ἄσθματι] ὑπὸ ἄσθματος συνείχετο, ὅ ἐστιν ὑπὸ πολλοῦ πνεύ‐ ματος καὶ ἀναπνοῆς.

15

10bis

* [κῆρ’ ἀπινύσσων] ἐξεστηκὼς τῆς ψυχῆς, οὐ〈κέτι〉 σύνε〈τοσ〉 ...

15

.

14

[ἀμήχανε] πανοῦργος, πρὸς ὃν οὐδὲν δύναταί τις μηχανήσασθαι καὶ ἐπινοῆσαι.

15

14-15

ὄντως δὴ ὁ ἐπὶ κακῷ σοι 〈τε〉τεχνασμένος δόλος, ὦ Ἥρα, τῆς μάχης ἔοικε τὸν Ἕκτορα πεπαυκέναι.

15

.

16

[κακορραφίης] κακοβουλίας, κακοσυνθεσίας.

15

.

19

* [ἴηλα] περιέβαλον, ἐδέσμευσα. ἀπὸ τοῦ εἰλῶ.

15

.

22

[παρασταδόν. ὃν δὲ λάβοιμι] ὃν δὲ λάβοιμί σοι παρεστῶτα, ἀντὶ τοῦ· ὃν δὲ ἔλαβον παριστάμενόν σοι. δῆλον ὅτι λέγει τὸν Ἥφαιστον.

15

.

23

[ῥίπτασκον] ἔρριπτον. παραγωγὴ ὁ τρόπος.

15

.

24

* [ὀλιγηπελέων] ὀλιγοδρανέων, ὀλίγον ἰσχύων, ἐξησθενηκώς.

15

.

46

[τῇ ἴμεν] ταύτην ἔρχεσθαι, ἢ προαίρεσιν καὶ γνώμην ὁμοίαν
σοι ἔχειν.139

15

.

50

[ἶσον ἐμοὶ φρονέουσα] ὁμοία καὶ τὰ αὐτὰ ἐμοὶ φρονοῦσα.

15

.

52

[μετὰ σὸν καὶ ἐμὸν κῆρ] ἐπὶ τὸ σοὶ καὶ ἐμοὶ ἀρέσκον.

15

.

53

[ἀλλ’ εἰ δή ῥ’ ἐτεόν—ἀγορεύεις] ἀλλ’ ἐὰν δὴ, φησὶν, ἀληθῆ λέγεις.

15

.

69

παλίωξιν] τὴν ἐξ ὑποστροφῆς τῶν φευγόντων δίωξιν, ὅταν οἱ πρό‐ τερον—θαρρήσαντες.

15

.

71

σημείωσαι τοῦτο ὅτι—οὗτος.

15

.

82

[εἴη] ἢ «εἴην».

15

.

87

[Θέμιστι] Θέμις μία τῶν Τιτάνων.

15

.

97

* [πιφαύσκεται] ἐμφανίζει, λέγει, μηχανᾶται.

15

.

99

[εὔφρων] ἐν εὐφροσύνῃ καὶ θυμηδίᾳ ὑπάρχων.

15

.

106

* [ἀφήμενος] ἀποτέρω καὶ πόρρω καθιζόμενος.

15

.

109

* [τῷ ἔχετε] διὸ ἀνέχεσθε καὶ ὑπομένετε.

15

.

113

* [θαλερὼ πεπλήγετο] θάλλουσιν, ἰσχυροῖς δυϊκῶς ἔπληξεν.

15

.

123

[πᾶσι περιδδείσασα θεοῖσιν] περὶ πάντων εὐλαβηθεῖσα θεῶν.

15

.

128

* [ἠλέ] ἀνόητε καὶ μάταιε τὰς φρένας.

15

128-129

* [ἦ νύ τοι αὔτως οὔατ’ ἀκούειν ἐστί] ἦ ματαίως πάρεστί σοι τὰ ὦτα πρὸς τὸ ἀκούειν.

15

.

129

τὰ ὦτα πρὸς τὸ ἀκούειν εἰσὶν, ὁ νοῦς δὲ ἀπώλετο καὶ ἡ ἐντροπὴ, ἢ τὸ αἰδεσθῆναι.

15

.

137

* συλλήψεται ἐπὶ τιμωρίᾳ ἐφεξῆς τούς τε αἰτίους καὶ τοὺς ἀναι‐ τίους.

15

.

152

[Γαργάρῳ] ἀκρωτήριον τῆς Ἴδης.

15

.

153

* [θυόεν] τὸ τεθυμιαμένον—τοῦ μύρου τῆς Ἥρας.

15

.

159

[ἀγγεῖλαι] ἀντὶ τοῦ ἀνάγγειλον.
[εἶναι] ἀντὶ τοῦ ἔσο. [ἀγγεῖλαι—εἶναι] ἀπαρέμφατον ἀντὶ προστακτικοῦ.140

15

.

162

[ἀλλ’ ἀλογήσει] ἀλλὰ καταφρονήσει, λόγον οὐ ποιήσεται.

15

.

170

[νιφὰς] ψακὰς ἢ χιών.

15

.

188

[ἐνέροισιν] τοῖς ὑπὸ γῆν νεκροῖς· ἔρα γὰρ ἡ γῆ.

15

.

190

[πολιὴν] λευκὴν διὰ τὸν ἀφρὸν, ἢ ἁπλῶς λευκήν.

15

.

191

[παλλομένων] κλήρῳ μεριζομένων· πάλος γὰρ ὁ κλῆρος. [ζόφον] σκότον. λέγει δὲ τὸν κατώτατον τόπον.

15

.

199

οἵτινες αὐτοῦ προστάσσοντος ἀναγκαίως πεισθήσονται.

15

.

203

[στρεπταὶ] εὐμετάτρεπτοι, εὔπιστοι εἰς τὸ ἀγαπῆσαι.

15

.

204

* [Ἐριννύες ἕπονται] αἱ ἀπὸ τῶν Ἐριννύων ἐκδικήσεις τοῖς με‐ ταγενεστέροις ἕπονται.

15

.

209

ἰσόμορον] τῆς ἴσης μερίδος μεθέξοντα, ἰσόμοιρον.

15

.

211

[νεμεσσηθεὶς] αἰδεσθείς, ὅ ἐστι μεμπτὸν ἡγησάμενος.

15

.

221

[χαλκοκορυστὴν] χαλκῷ καθωπλισμένον, τουτέστι πολεμικόν.

15

.

224

μάλα γάρ κε] πάνυ γὰρ ἀπόπειραν τῆς ἡμετέρας δυνάμεως ἔλαβον καὶ οἱ περὶ Κρόνον Τιτᾶνες ἐν τῷ Ταρτάρῳ ὄντες.

15

.

240

ἐσαγείρετο] νῦν ἠθροίζετο. [ἐσαγείρετο θυμόν] συνῆγε τὴν ψυχήν.

15

.

241

[ἀμφὶ ἓ γινώσκων] ἄλλως· τοὺς περὶ αὑτὸν γινώσκων, ὅ ἐστιν ἐπιστάμενος τῇ διανοίᾳ.

15

.

273

[ἠλίβατος] ἢ εἰς ἣν ὁ ἥλιος μόνον ἐπιβαίνει.

15

.

280

* [πᾶσι δὲ παραὶ ποσὶ κάππεσε θυμός] τὰς ψυχὰς— εἶχον.

15

.

305

[πληθὺς] ἐν σχήματι πέφρασται ἀντὶ τοῦ οἱ πολλοί.

15

.

309

[ἀμφιδάσειαν] πανταχόθεν—ὄνομα.

15

.

316

[λιλαιόμενα] ἐφιέμενα, ἐπιθυμοῦντα. ἐν τῇ διὰ μέσου γῇ ἐπή‐
γνυντο τοῦ χρωτὸς ἐπιθυμοῦντα τῶν ἐφ’ οὓς ἐβάλλοντο.141

15

.

324

[θῆρε] λέοντε κατ’ ἐξοχήν.

15

.

325

[σημάντορος] ἄρχοντος. νῦν δὲ φύλακος, νομέως.

15

.

326

ἐφόβηθεν Ἀχαιοί] οὕτω καὶ οἱ Ἀχαιοὶ εἰς φυγὴν ἐτράπησαν ὑπὸ τοῦ φόβου ὡς ἀσθενεῖς.

15

.

328

[κεδασθείσης ὑσμίνης] διαλυθείσης, σκορπισθείσης, ἀλλαχοῦ ἄλλου τραπέντος.

15

.

333

[νόθος υἱὸς] ὁ μὴ ἐκ νομίμης γυναικός.

15

.

335

[ἐν Φυλάκῃ] 〈Φυλάκη〉 πόλις Θεσσαλίας.

15

.

339

[Μηκιστῆ] ἀντὶ τοῦ Μηκιστέα.

15

.

340

* [πρώτῃ ἐν ὑσμίνῃ] ἐν τῇ πρώτῃ τάξει, ἐν τοῖς πρωταγωνισ‐ ταῖς.

15

.

341

Πάρις] εἴρηται ὅτι Ἑκάβη—ἡ ἱστορία παρὰ Εὐφο‐ ρίωνι.

15

.

343

[ὄφρ’ οἳ τοὺς ἐνάριζον ἀπ’ ἔντεα] ἕως οὗ αὐτοὶ— ὅπλα.

15

.

350

[πυρὸς λελάχωσι] τῆς διὰ πυρὸς ταφῆς λαχεῖν ποιήσουσιν.

15

.

352

[κατωμαδὸν] κατὰ τῶν ὤμων τῶν ἵππων.

15

.

354

[ἐρυσάρματας] τοὺς ἕλκοντας τὰ ἅρματα, τοὺς ἱπποζυγίους.

15

.

356

ὄχθας] κυρίως μὲν τὰ τῶν ποταμῶν χείλη, νῦν δὲ τὰ 〈τῆσ〉 τάφρου.

15

.

359

[ἧσι] ἀφῇ, βάδην ἀκοντίσῃ.

15

.

365

* [ἤϊε] τοξικέ, παρὰ τὴν ἄφεσιν τῶν βελῶν. ἔστι δὲ ἐπίθετον Ἀπόλλωνος. [πολὺν κάματον καὶ ὀϊζύν] τὰς μετὰ καμάτου καὶ ταλαιπωρίας αὐτοῖς γεγονυίας 〈ὄχθασ〉.

15

.

378

[ἀράων ἀΐων] νῦν τῶν εὐχῶν ἀκούων.

15

.

381

[εὐρυπόροιο] εὐρυχώροιο ἐν τῷ πορεύεσθαι.

15

.

382

[νηὸς ὑπὲρ τοίχων] ὑπὲρ τοὺς τοίχους τῆς νεώς.

15

.

389

[ναύμαχα] μακρὰ δόρατα πρὸς ναυμαχίαν ἐπιτήδεια. * [κολλήεντα] ἐκ πολλῶν—σύνθετα καὶ κεκολλημένα. * [κατὰ στόμα εἱμένα χαλκῷ] κατὰ τὸ ἄκρον 〈σε〉σιδηρωμένα. [κατὰ στόμα] νῦν κατὰ τὴν ἀρχὴν μεταφορικῶς.142

15

.

392

[ἀγαπήνορος] ἤτοι ἀγαπῶντος τοὺς ἄνδρας ἢ ἀνδρείου.

15

.

400

* [δὴ γὰρ μέγα νεῖκος] μάλα γὰρ μεγάλη μάχη.

15

.

410

* [δόρυ νήϊον] τὸ εἰς ναυπηγίαν ξύλον.

15

.

412

[εὖ εἰδῇ σοφίης] ἔμπειρος 〈ᾖ〉 τεκτονικῆς.

15

.

414

* ἄλλοι δὲ κατὰ ἄλλο μέρος τῶν νεῶν ἐμάχοντο.

15

.

419

[ἔνθα υἷα Κλυτίοιο] τότε τὸν υἱὸν τοῦ Κλυτίου. Κλύτιος ἀδελ‐ φὸς Πριάμου. [Καλήτορα] Καλήτωρ ἀνεψιὸς—ὁμώνυμος.

15

.

426

* [στείνεϊ] στενοχωρίαν—πεπυκνωμένη.

15

.

427

* [σαώσατε] ἀνακομίσατε τῆς μάχης, σώσατε.

15

.

428

* [ἐν ἀγῶνι] 〈ἐν τῷ〉 ἀθροίσματι τῶν νεῶν, ἐν ναυσταθμῷ.

15

.

438

* [Κυθηρόθεν ἔνδον ἐόντα] ἀντὶ τοῦ ἀπὸ Κυθήρων ἑλκόμενον. ἀντὶ τοῦ ἀπὸ Κυθήρων ἐνδεδημηκότα.

15

.

444

[ἰοδόκον] ἰοὺς δεχομένην, ὅ ἐστι βέλη.

15

449-451

ἀποστρεφόντων γὰρ τὰ ἅρματα—αὐχένος.

15

.

451

[πολύστονος] ὀδυνηρός, πολλῶν αἴτιος στεναγμῶν.

15

.

463

[ἀμύμονι τόξῳ] ἤτοι κατὰ μετουσίαν—ὑγιεῖ.

15

.

464

ἄλλῃ] ἀλλαχόσε καὶ οὐκ ἐπὶ τοῦ Ἕκτορος.

15

.

467

* [ἐπὶ μήδεα κείρει] τὰ βουλεύματα ἐμποδίζει.

15

.

470

* [πρώϊον] ἕωθεν, ὄρθρου, ἢ πρόσφατον

15

.

476

* [ἀσπουδεὶ] χωρὶς σπουδῆς ἢ κακοπαθείας.143

15

.

479

* τετραθέλυμνον] τετράπτυχον—ἐπαλλήλους.

15

.

484

[βέλεμνα] βέλη ὑποκοριστικῶς.

15

.

491

* [ὑπέρτερον] ὑπέρτατον, ὑπερέχον, μέγα.

15

.

495

* [βλήμενος] ἐκ βολῆς τρωθείς. * [τυπεὶς] ἐκ χειρὸς, ἐκ τοῦ σύνεγγυς.

15

.

510

* [αὐτοσχεδίῃ] ἐκ τοῦ σύνεγγυς καὶ πλησίον μάχῃ.

15

.

511

* [ἕνα χρόνον] ἐν μιᾷ ῥοπῇ.

15

.

512

* [στρεύγεσθαι] οἷον στραγγίζεσθαι, κατ’ ὀλίγον κινεῖσθαι καὶ ἐκλείπειν, ἢ ταλαιπωρεῖσθαι καὶ κακοπαθεῖν.

15

.

520

* [ὃ δ’ ὕπαιθα λιάσθη] εἰς πλάγιον ἐξέκλινεν, εἰς τοὔμπροσθεν.

15

.

525

[Δόλοψ] ὄνομα κύριον.

15

.

529

* [ἤρκεσε] ἐβοήθησεν, ἀπέστρεψεν, ἐφύλαξεν.

15

.

530

* [γυάλοισιν ἀρηρότα] ἐν ταῖς συναφαῖς τῶν κοιλωμάτων ἐπι‐ μελῶς ἡρμοσμένον.

15

.

531

ἐξ Ἐφύρης] τῆς ἐν Ἤλιδι—Οἰνόη.

15

.

533

* [ἀλεωρήν] φυλακήν, ἀσφάλειαν, ἄδειαν.

15

.

536

* [κύμβαχον] τὸ κατάκρον τῆς περικεφαλαίας, ᾧ ἐμβάλλεται ὁ λόφος, ὁ λόφος δὲ τὸ ἐπανάστημα.

15

.

538

* [νέον φοίνικι φαεινός] νεωστὶ φοινικῷ χρώματι— αἵματι.

15

.

544

* [ἐεισάσθην] νῦν ἐπῆλθον, ὥρμησαν.

15

.

548

* [Περκώτῃ] πόλις—Θρᾴκης.

15

.

554

* [ἐντρέπεται] ἐπιστρέφεται, οἷον ἐντροπὴν ἐπὶ τὸ βέλτιον λαμ‐ βάνει.

15

.

556

* [ἀποσταδὸν] ἀφεστῶτες πόρρω, ἐκ διαστήματος.

15

.

557

* [κατ’ ἄκρης] κατὰ κεφαλῆς, ἀπὸ τῆς ἀκροπόλεως.

15

.

567

* [ἕρκεϊ χαλκείῳ] τῷ κύκλῳ τῶν ἀσπίδων, ταῖς ἀσπίσιν.

15

.

594

* [θέλγε] ἐγοήτευσεν, ἠπάτησε καὶ—δύναμιν.

15

.

606

* [τάρφεσιν ὕλης] οὐκ ἐπιθετικῶς ὡς ὀξέσιν, ἀλλ’ ὡς βέλεσιν.
ἐὰν 〈δ’〉 ἐπιθετικὸν ᾖ, ταρφέσιν ὡς ὀξέσιν. «ταρφέσσιν ὀϊστοῖς».144

15

.

618

* [πυργηδόν] πυκνῶς καὶ ἀσφαλῶς—πύργων.

15

.

621

* [τροφόεντα] εὐτραφῆ, μεγάλα καὶ ηὐξημένα. [προσερεύγεται] μετὰ ἤχου φέρεται, πρόεισι. κυρίως ἐπὶ ὕδατος τί‐ θεται ἡ λέξις.

15

.

623

* [λαμπόμενος πυρὶ] ὑπὸ τῶν ὅπλων περιλαμπόμενος.

15

.

625

* [λάβρον] ἀθρόον, συνεχές, πολύ.

15

625-626

* [ἡ δέ τε πᾶσα ἄχνῃ ὑπεκρύφθη] ἄχνη δὲ τὸ ἀφρῶδες καὶ χορτῶδες ἀπόβλημα. * ἡ ναῦς δηλονότι ὑπὸ τῆς ἄχνης ἐσκεπάσθη.

15

.

626

* [δεινὸς ἀήτη] ὡς «κλυτὸς Ἀμφιτρίτη». οὐ δεῖ γράφειν «ἀήτης.» * [ἀνέμοιο δεινὸς ἀήτη] χαλεπὸν ἀνέμου πνεῦμα.

15

.

628

[τυτθὸν γὰρ] βραχὺ γάρ ἐστι—θνήσκουσιν, ἐγγὺς ὄντες τοῦ θανάτου.

15

.

630

* [ὀλοόφρων] ὀλέθρια καὶ δεινὰ φρονῶν.

15

.

631

* [ἐν εἰαμενῇ] ἐν καθύγρῳ καὶ ἀλσώδει χωρίῳ. ἕλεος] ἕλους, ὅ ἐστι συμφύτου καὶ ὑγροῦ τόπου.

15

.

633

* [χειρὶ] ἢ «θηρί». * [ἕλικος] περὶ ἀνῃρημένης—τεθραμμένης.

15

.

645

* [ἆλτο] ἐνήλατο καὶ ἐνεπλάκη. [ἐν ἀσπίδος ἄντυγι πάλτο] τῷ ἔξωθεν τῆς ἀσπίδος κύκλῳ ἐνεπάλθη, 〈ἢ〉 ἐκλείσθη.

15

.

646

* [ποδηνεκέα] μέχρι τῶν ποδῶν διϊκνουμένην, μεγάλην.

15

.

653

* [εἰσωποὶ δ’ ἐγένοντο νεῶν] ἐν ὄψει—ἐγένοντο. [περὶ δ’ ἔσχεθον ἄκραι] περιέσχον, περιεκάλυψαν αἱ πρῷραι.

15

.

656

[τῶν προτέρων] τῶν πρώτων καὶ ἄκρων.145

15

.

659

[οὖρος] νῦν φύλαξ.

15

.

670

* [ὁμοιΐου] τοῦ ὁμοίως πᾶσιν ἐπιόντος, χαλεποῦ.

15

.

676

* [ἴκρια] καταστρώματα, σανιδώματα.

15

.

678

* [κολλητὸν] ἐκ πολλῶν συγκεκολλημένον, ἵνα γένηται μακρόν· οἷον σύνθετον καὶ κεκολλημένον. * [βλήτροισι] τοῖς κατὰ τὴν ἁρμονίαν γόμφοις, τοῖς ἐπιούροις.

15

.

682

[λαοφόρον] λεωφόρον, δι’ ἧς ὁ λεὼς ἔρχεται, ὅ ἐστιν ὄχλος.

15

.

684

* [ἄλλοτ’ ἐπ’ ἄλλον] οἷον ἄλλοτε ἐπ’ ἄλλον μεθιζάνει.

15

.

693

* [κυανοπρώροιο] κυανῷ τὴν πρώραν κεχρισμένης.

15

.

713

* [μελάνδετα] σιδηρόδετα, ἢ μέλανας τὰς λαβὰς ἔχοντα· ἔστι γὰρ ἡ λαβὴ δεσμός τις τοῦ ξίφους.

15

.

738

* [ᾗ κ’ ἀμυναίμεσθα] δι’ ἧς ἀμυνόμεθα τοὺς πολεμίους. * [ἑτεραλκέα δῆμον] τὸν δυνάμενον ὄχλον ἐν μέρει πρὸς τὰ κατε‐ πείγοντα βοηθεῖν τοῖς κατεπτοημένοις.

15

.

740

[πόντῳ κεκλιμένοι] περικεκλιμένοι τῇ θαλάττῃ, περισχόμενοι.

15

.

741

* διὸ καὶ ἐν ταῖς χερσὶν ἡμῶν καὶ ἐν τῷ μάχεσθαι ἡ σωτηρία· οὐ γὰρ ἐν τῷ μειλιχίους ἡμᾶς καὶ πρᾴους εἶναι τοῖς πολεμίοις.

15

.

742

* [μαιμώων] μανιωδῶς καὶ ἀκατασχέτως ἐπεδίωκεν, ἐπήρχετο.

15

.

744

* [χάριν Ἕκτορος ὀτρύναντος] ἐς χάριν τοῦ Ἕκτορος παρορ‐
μῶντος.146

16

.

4

αἰγίλιπος] ὑψηλῆς, ἣν καὶ αἲξ ἀπολείπει διὰ τὸ περισσὸν ὕψος. μάλιστα γὰρ ἡ αἲξ ἐν τοῖς κρημνοῖς βόσκεται.

16

.

9

* πέπλος—χιτών. *[ἐσσυμένην κατερύκει] σπουδάζουσαν αὐτὴν κατέχει.

16

.

11

* [τέρεν] νῦν ὑγρόν.

16

.

16

* ἀμφοτέρων πάνυ ἂν λυπηθείημεν ἀποθανόντων.

16

.

24

[κέαται] κεῖνται, ὅ ἐστιν ἀργοί εἰσιν.

16

.

25

[βέβληται] ἀντὶ τοῦ ἐκ βολῆς τέτρωται.

16

.

29

[ἀμήχανος] ἀπροσμηχάνητος, ἀκαμπής, πρὸς ὃν οὐδέν ἐστι μηχανήσασθαι.

16

.

31

* [αἰναρέτη] ἐπὶ κακῷ κεκτημένος τὴν ἀρετήν. * [τί σευ .... ὀνήσεται] ἐκ σοῦ ὄνησιν ἕξει, ὠφεληθήσεται. [ὀψίγονος] μεταγενέστερος, ὁ μετὰ πολὺν χρόνον ἐσόμενος.

16

.

34

[γλαυκή] ἡ γλαυκοειδής. τοῦτο δέ φησι διὰ τὸ τῆς θαλάσσης ἐπικίνδυνον καὶ ἀνηλεὲς καὶ τῶν πετρῶν τὸ σκληρόν.

16

.

35

[νόος] ἀντὶ τοῦ ἡ ψυχή.

16

.

43

ὀλίγη] προσληπτέον τὸ ἐστιν ἀντὶ τοῦ· ὀλίγον καιρὸν ἀναπαύ‐ σεως τοῦ πολέμου ἴδωσιν οἱ κεκμηκότες.

16

.

54

ὅ τε κράτεϊ] ὁπόταν τῷ κρατεῖν προέχῃ, ὅ ἐστιν ἀξίᾳ τινὶ μείζονι.

16

.

55

* [τό μοί ἐστιν] διό μοι, ἢ τοῦτό μοι.

16

.

59

* [μετανάστην] μέτοικοι δὲ λέγονται οἱ καταλιπόντες τὴν ἰδίαν
πόλιν καὶ ἄλλῃ οἰκοῦντες.147

16

.

62

* [μηνιθμόν] μῆνιν—ὁ τρόπος.

16

.

64

[τύνη] σύ Δωρικῶς.

16

.

69

* [Τρώων πόλις] πόλις οὖν οἱ πολῖται· ἀπὸ τοῦ περιέχοντος τὸ περιεχόμενον.

16

.

70

[θάρσυνος] ἀντὶ τοῦ τεθαρρηκυῖα· προσηγορία ἀντὶ μετοχῆς.

16

.

71

[ἐναύλους] τοὺς διὰ στενοῦ—διώρυχας. διὰ δὲ τούτου προκατασκευάζει ὁ ποιητὴς τὴν παρὰ τῷ ποταμῷ μάχην, τὴν ἐν τῇ Φ.

16

74-75

οὐκέτι γὰρ ἀριστεύει κατὰ τὸν πόλεμον ὁ Διομήδης πρὸς τὸ ἀποστρέψαι κακὰ τῶν Ἑλλήνων.

16

.

75

[μαίνεται] δαιμονίως ἐνεργεῖ, ἐνθουσιᾷ.

16

.

76

διὰ τί Ἀχιλλεὺς ἐπὶ καθαιρέσει—Πηλείωνα».

16

.

86

* ἂψ ἀπονάσσωσι] ἀποκαταστήσουσιν, ἀποδώσουσιν. Gen III ajoute: ἀποστρέψουσι.

16

.

87

[ἰέναι] ἀντὶ τοῦ ἴθι καὶ παραγίνου.

16

.

91

[ἐπαγαλλόμενος] τερπόμενος τῷ νικᾶν.

16

.

92

[ἐναιρόμενος] ἐναίρων, ὅ ἐστι φονεύων.

16

.

94

[ἐμβήῃ] κατέλθῃ, ἐμποδίσῃ, ἐμποδὼν στῇ.

16

95-96

[ἐπὴν φάος ἐν νήεσσι θήῃς] ἐπειδὰν σώσῃς τὰς ναῦς.

16

110-111

οὐδένα καιρὸν εἶχεν ἀναπαύσεως, πανταχόθεν δὲ αὐτὸν περιεστοίχησε τὰ κακά.

16

.

115

καυλὸν] τὸ ἄκρον τοῦ δόρατος, τὸ εἰς τὴν ἐπιδορατίδα ἐμβαλλό‐ μενον.

16

.

123

[ἀσβέστη] ἡ ταχέως κατασβεννυμένη.

16

.

125

[μηρὼ] μηρούς, δυϊκῶς.

16

.

126

[ἱπποκέλευθε] ἐφ’ ἵππων ποιούμενε τὴν κέλευθον, οἷον ταχύτατε ἱππικέ, ἢ οἷον παραπλησίαν ἵπποις ὁρμὴν ἔχων.

16

.

128

[καὶ οὐκέτι φυκτὰ πέλωνται] οὐδὲ φυγεῖν δυνήσονται, σωτηρία
ἔσται.148

16

.

134

[ποικίλον ἀστερόεντα] ἤτοι ἀστέρας—λαμπρόν.

16

.

143

[Πηλιάδα] τὴν ἐκ Πηλίου—τμηθεῖσαν. Gen II ajoute μελία δὲ εἶδος δένδρου.

16

.

152

[παρηορίῃσιν] ταῖς ἔξω τοῦ ζυγοῦ ἡνίαις. [Πήδασον] ὄνομα κύριον ἵππου.

16

.

153

[Ἠετίωνος πόλιν] Θήβας—λέγει.

16

.

159

παρήϊον] παρειά, σιαγόνες.

16

159bis

[αἵματι φοινόν] πεφοινιγμένον ὑπὸ αἵματος, οἷον πυρρόν.

16

.

161

[λάψοντες] πίνοντες, ἀναρροφοῦντες. [ἀραρῇσιν] ἢ «ἀραιῇσιν», ἤγουν λεπταῖς.

16

.

162

[ἄκρον] ἀπὸ ἄκρου τοῦ στόματος ἐρευγόμενοι. [φόνον αἵματος] τὴν ποιότητα τοῦ αἵματος.

16

.

177

[αὐτὰρ ἐπίκλησιν Βώρῳ] κατ’ ἐπίκλησιν δὲ καὶ φήμην Βώρου.

16

.

178

[ὄπυιε] κατὰ νόμον—ἐγεγαμήκει.

16

.

181

[Ἀργεϊφόντης] ὁ Ἑρμῆς—θεός.

16

.

183

[χρυσηλακάτου] καλλιτόξου—τανύσαντες.

16

.

189

[Ἐχεκλῆος] Ἐχεκλῆς Ἄκτορος παῖς.

16

.

192

[ἀμφαγαπαζόμενος] φιλοφρονούμενος, ἀγαπῶν.

16

.

202

[πάνθ’ ὑπὸ μηνιθμὸν] ὑπὸ πάντα τὸν τῆς ὀργῆς χρόνον.

16

.

203

χόλῳ] ἀντὶ τοῦ χολῇ.

16

.

208

[φυλόπιδος] τῆς κατὰ πλήθη μάχης.

16

.

211

[ἄρθεν] ἡρμόσθησαν, ἐπυκνώθησαν ἐξιόντες.

16

.

216

[ἱππόκομοι] ἱππείαις θριξὶ τὸν λόφον κομῶσαι.

16

.

224

[ἀνεμοσκεπέων] τῶν σκέπην τινὰ ποιούντων διὰ τὸν ἄνεμον.

16

.

233

[Δωδωναῖε] ἐν χωρίῳ—τιμώμενε.

16

216bis

[φάλοισι] τοῖς τῆς περικεφαλαίας ἥλοις, οἵτινες ἀσπιδισκίοις
παραπλήσιοί εἰσιν.149

16

224bis

[οὔλων] ἄλλως· τῶν δασέων καὶ ἐχόντων οὐλότητα.

16

.

235

[ἀνιπτόποδες χαμαιεῦναι] ἤτοι—θρησκεύειν. χαμαι‐ εῦναι δὲ οἱ ἐπὶ τοῦ ἐδάφους κοιμώμενοι.

16

.

239

[νηῶν ἐν ἀγῶνι] ἐν τῷ ἀθροίσματι τῶν νεῶν, ἐν τῷ ναυστάθμῳ.

16

.

245

[μῶλον] τὴν μάχην, ἀπὸ τοῦ παρεπομένου.

16

.

259

[σφήκεσσιν ἐοικότες] σφηξὶν—πληκτικόν.

16

.

260

[εἰνοδίοις] τοῖς ἐν τῇ ὁδῷ οἰκοῦσιν, ὅ ἐστι φωλεοῖς.

16

260bis

ἔθοντες] συνεχῶς ἐξ ἔθους παραγινόμενοι καὶ βλάπτοντες.

16

.

262

[παρά τίς τε κιὼν] τὸ ἑξῆς· παριών τις.

16

.

287

[Πυραίχμην] πεποίηται—νηΐ.

16

.

288

[Ἀμυδῶνος] πόλις, Παιονίας.

16

.

291

[Παίονες] ἔθνος ὅμορον Θρᾳκῶν.

16

.

299

[πρώονες] αἱ προνενευκυῖαι τῶν ὀρῶν ἐξοχαί.

16

.

300

[νάπαι] οἱ ὀρεινοὶ καὶ ἀναπεπταμένοι τόποι, οἱ σύμφυτοι [ὑπερράγη] διαφανὴς ἐγένετο. [ἄσπετος] πολὺς καὶ ἀσύνοπτος.

16

.

302

[ἐρωή] νῦν ὁρμή—δηλοῖ.

16

.

304

[προτροπάδην] ἠπειγμένως—τὰ νῶτα.

16

.

308

[στρεφθέντος] ἐς φυγὴν κλίναντος.

16

.

314

[ὀρεξάμενος] νῦν ἐφικόμενος καὶ πλήξας ἐκ χειρός. [πρυμνὸν σκέλος] τὸ ἔσχατον μέρος τοῦ σκέλους.

16

.

315

[μυὼν] γαστροκνημία—σαρκῶν.

16

.

322

[ὀρεξάμενος] ἐπὶ τὸ πατάξαι ὁρμήσας.

16

.

323

[πρυμνὸν δὲ βραχίονα] τὸ ἀκρότατον τοῦ βραχίονος.

16

.

337

[ξιφέεσσι συνέδραμον] ἐκ τοῦ σύνεγγυς ἐμαχέσθησαν.150

16

.

350

* [πρῆσε χανών] ἐξεφύσησε, μετὰ πνεύματος ἐξέδωκεν.

16

.

352

* [ἐπέχραον] μετὰ βίας ἐπῆλθον, ἐφώρμησαν, παρὰ τὸ χρῶ τὸ ἐπαφῶ, ἐξ οὗ τὸ κιχρῶ.

16

.

353

* [ὑπ’ ἐκ μήλων αἱρεύμενοι] ὑφαιρούμενοι τὰ λιπαρὰ τῶν βοσκημάτων.

16

.

357

[δυσκελάδου] ἀποτελοῦντος κακὸν ἦχον.

16

.

365

αἰθέρος ἐκ δίης] ὅταν πνεύματος ἦχον καὶ νέφος παραστήσῃ. αἰθέρος ἐκ δίης] ὅτε, φησὶν, ὁ Ζεὺς μετὰ τὴν αἰθρίαν κατάστασιν ἐκβολὴν ἀνέμου διεγείρει.

16

.

371

[λίπον ἅρματ’ ἀνάκτων] ἔλιπον τὰ ἅρματα τῶν δεσποτῶν.

16

.

372

[σφεδανὸν] ἐπεικτικὸν καὶ ἐπεστραμμένον, ἢ σύντονον, ἢ σπευσ‐ τικῶς.

16

.

374

[ἀέλλη] νῦν κόνις.

16

.

387

σκολιὰς] ἀδίκους, ἀπὸ τοῦ εὐθέος καὶ ὀρθοῦ παρατετραμμένας ἐπὶ τὸ ἄδικον, ὅ ἐστι στρεβλάς.

16

.

388

[δίκην] νῦν τὸ δίκαιον. [θεῶν ὄπιν] τὴν τῶν θεῶν ἐπιστροφὴν καὶ φροντίδα.

16

.

390

* [κλιτῦς] φάραγγας ἢ ὀρῶν ἀποκλίσεις. * [χαράδραι] οἱ ὑπὸ τῶν χειμάρρων ἐκρησσόμενοι αὐλῶνες. παρὰ τὸ χαράσσειν καὶ τραχύνειν τὴν γῆν.

16

.

392

* [ἐπὶ κὰρ] ἐπὶ κεφαλὴν φερόμενοι.

16

.

395

* [ἂψ—παλιμπετὲς] εἰς τοὐμπίσω πεπτωκότας.

16

.

403

* [ἁλεὶς] συσταλείς. [ἐκ γὰρ πλήγη] ἀντὶ τοῦ ἐξεπλάγη 〈γάρ〉.

16

.

407

[ἱερὸν ἰχθὺν] ἤτοι μέγαν.

16

.

408

[λίνῳ] ὁρμιᾷ ἢ τῷ ἀγκίστρῳ. [χαλκῷ] λέγει δὲ τῷ ἀγκίστρῳ.

16

.

414

[θυμοραϊστής] ὁ τὴν ψυχὴν διαφθείρων καὶ ἀπολλύων.151

16

.

419

[ἀμιτροχίτωνας] ἀζώστους—χρωμένους.

16

.

437

[ἐν πίονι δήμῳ] ἐν πολλῷ καὶ εὐδαίμονι ὄχλῳ.

16

.

449

[κότον αἰνὸν] νῦν φιλονεικίαν αἰνήν.

16

.

469

[μακών] τανυσθεὶς 〈ἢ〉 φθεγξάμενος βαρύ.

16

.

470

* [κρίκε] ἐψόφησεν, ἤχησεν, ποιὸν ἦχον ἀπετέλεσεν.

16

.

471

[παρήορος] ὁ ἔξω τοῦ ζυγοῦ ἵππος, παράσειρος καλούμενος

16

.

473

[τανύηκες] ἐκτεταμένην εἰς μῆκος ἔχων τὴν ἀκμήν.

16

.

474

* [ἐμάτησε] ἐματαιοπράγησεν, ἠμέλησεν.

16

.

475

[ἰθυνθήτην] ἐπ’ εὐθείας ἔστησαν τεταμένως. [ῥυτῆρσι] ἡνίαις—ἐστιν ἑλκύειν.

16

.

481

* [ἀμφ’ ἀδινὸν κῆρ] περὶ τὴν συνετὴν ψυχήν.

16

481bis

φρένες ἔρχαται] ἀεὶ ὁ ποιητὴς φρένας καλεῖ τὸ διάφραγμα. ἔνθ’ ἄρα τε φρένες ἔρχαται ἀμφ’ ἀδινὸν κῆρ] ἔνθα αἱ φρένες εἰσί. παρὰ τὸ φύσει λαμπρὸν καὶ ἡδὺ μέρος τῆς ψυχῆς.

16

.

482

* [ἀχερωΐς] ἤγουν δένδρον ὃ καλεῖται λεύκη. ἔνιοι δὲ φηγοῦ εἶδος εἶπον αὐτήν.

16

.

486

[βεβρυχώς] βρυχώμενος—συναρμόζων αὐτούς.

16

.

491

[μενέαινε] νῦν ἐλιποψύχει, ἀλλαχοῦ δέ φησι «νήπιοι οἳ Ζηνὶ μενεαίνομεν» (Il XV, 104), ἀντὶ τοῦ ὀργιζόμεθα, καὶ «μενέαινε κῦδος ἀρέσθαι» (Il. XXI, 543), ἀντὶ τοῦ προεθυμεῖτο.

16

.

499

[ἤματα πάντα] δι’ ὅλου τοῦ αἰῶνος.

16

.

501

[ἔχεο κρατερῶς] ἀντέχου τῆς μάχης καὶ προΐστασο κρα‐ τερῶς.

16

.

504

[προτὶ δὲ φρένες αὐτῷ ἕποντο] προσείχοντο δὲ αὐτῷ αἱ φρένες.

16

504bis

τούτου δὲ ὑπὸ τὸ αὐτὸ τήν τε ψυχὴν καὶ τὴν τοῦ δόρατος
αἰχμὴν ἐξείλκυσεν.152

16

.

545

[ἀεικίσσωσι δὲ νεκρὸν] ὑβρίσωσι δὲ καὶ τὸν νεκρόν.

16

.

549

[ἄσχετον] ἀκατάσχετον, ἄφοβον, οὐ μέτριον.

16

.

554

λάσιον κῆρ] συνετὴ ψυχή· περίφρασις ὁ τρόπος

16

.

572

[Βουδείῳ] πόλις Θεσσαλίας.

16

.

574

[ἐς Πηλῆα ἱκέτευσε] ἀντὶ τοῦ πρὸς Πηλέα ἱκέτης ἦλθεν.

16

.

589

αἰγανέης] εἶδος ἀκοντίου πρὸς αἰγῶν ἄγραν ἐπιτηδείου.

16

.

595

[Ἑλλάδι] Ἑλλὰς πόλις Θεσσαλίας.

16

.

609

[ὑπ’ ἀσπίδια προβιβῶντι] ὑπὸ τὴν ἀσπίδα βαίνοντι.

16

.

612

οὐρίαχος] τὸ ὄπισθεν—καλεῖται.

16

.

613

[Ἄρης] νῦν ὁ σίδηρος.

16

.

617

ὀρχηστήν] εὐκίνητον—ἁρμόδιος.

16

.

621

* [σχέσαι] σχεῖν τὴν δύναμιν, προθυμίαν.

16

.

635

[εὐρυοδείης] μεγαλαμφόδου, πλατείας.

16

.

638

[φράδμων] διορατικὸς καὶ ὀξὺς καὶ ἔμπειρος. ὁ δὲ λόγος— —γνώριμος, φησὶ, καὶ συνήθης—πεφύρθαι.

16

.

642

[σταθμῷ] τῇ τῶν βοσκημάτων στάσει καὶ ἐπαύλει. [ἐνιβρομέουσι] ποιὸν ἦχον ἀποτελοῦσιν. [περιγλαγέας] γαλακτὶ πεπληρωμένας. * [πέλλας] ποιμαντικὰς σκαφίδας, τὰς ὑποδεχομένας τὸ γάλα.

16

.

658

[Διὸς ἱρὰ τάλαντα] τὰ τοῦ Διὸς τάλαντα, ὅ ἐστι ζυγά.

16

.

671

[πομποῖσιν] τοῖς παραπέμπουσιν αὐτὸν καὶ παρακομίζουσιν.

16

.

685

[μετεκίαθε] ἀντὶ τοῦ μετήρχετο,

16

.

702

* [ἀγκῶνος] νῦν τῆς τοῦ τείχεος ἐξοχῆς.

16

.

717

* [μήτρως] μητρὸς ἀδελφός οἱ δὲ νεώτεροι ἐπὶ τοῦ πρὸς μη‐ τρὸς πάππου τάττουσιν.

16

.

723

* [ἔφεπε] ὅρμα διώκων αὐτούς.

16

.

736

* [ἄζετο] ἀπείχετο τοῦ ἀνδρός. [δὴν] ἐπὶ πολὺν χρόνον153

16

.

737

[βέλος] ἢ βόλος. νῦν φησι τὸν λίθον.

16

.

742

[ἀρνευτῆρι] ἀπὸ μεταφορᾶς—ἐπισείουσιν.

16

.

747

[τήθεα] εἶδος ὀστρέων.

16

.

748

* [δυσάμπελος] ἢ, ὡς Ἡσίοδός φησι, δυσχείμερος.

16

.

751

[ἐπὶ Κεβριόνῃ ἥρωϊ βεβήκει] ἀντὶ τοῦ ἤλαυνεν ἐπὶ τῷ Κεβριόνῃ.

16

.

752

* [σταθμοὺς] σταθμόν. νῦν τὴν ἔπαυλιν.

16

.

779

[βουλυτὸν δὲ] ἐπὶ τὴν ἑσπέραν, δείλης, καθ’ ὃν καιρὸν οἱ βόες ἀπολύονται τῶν ἔργων.

16

.

792

[στρεφεδίνηθεν δέ οἱ ὄσσε] περιεστράφησαν αὐτοῦ οἱ ὀφθαλ‐ μοὶ, οἱονεὶ ἐσκοτώθησαν.

16

.

795

[τρυφάλεια] τὸ τῆς περικεφαλαίας ἀνάστημα καὶ αὐτὴ ἡ περικεφαλαία.

16

.

803

τερμιόεσσα] ποδήρης—μεγάλη.

16

.

810

[βῆσεν] ἀπέβαλεν, ἀπέβησε τῶν ἵππων, ἤ «βῆσαν», ἀπέβησαν.

16

.

811

σὺν ὄχεσφι] ἀντὶ τοῦ ἁρματομαχεῖν ἐπιστάμενοι, ἐν πολέμῳ γυμναζόμενοι.

16

.

820

[ἀγχίμολον] σύνεγγυς. σημαίνει δὲ καὶ τὸ μετ’ ὀλίγον.

16

.

833

[Ἕκτορος ὠκέες ἵπποι] τούτων δὲ προπολεμοῦσιν οἱ τοῦ Ἕκτο‐ ρος ἵπποι, τουτέστιν αὐτὸς—ὀχούμενος.

16

.

836

[ἦμαρ ἀναγκαῖον] ἀνάγκης ἡμέραν φησὶ, τοῦ θανάτου.154

16

.

850

ἐζήτηται πῶς τέσσαρας—ἐξεναρίζεις»; ἔστι λέ‐ γειν—ἵν’ ᾗ πολλοστός.

16

850bis

[τρίτος ἐξεναρίζεις] ἀντὶ τοῦ μετὰ πολλοὺς σκυλεύεις.

16

.

856

[ἐκ ῥεθέων] ἐκ τῶν μελῶν, ἐκ τοῦ σώματος.155

17

.

2

[Τρώεσσι δαμεὶς] ἀντὶ τοῦ ὑπὸ Τρώων δαμασθείς.

17

.

4

[ἀμφὶ δ’ ἄρ’ αὐτῷ βαῖνε] περιέβαινε δὲ καὶ ὑπερεμάχει αὐτοῦ. [πόρτακι] νεογνῷ βοΐ, οἱονεὶ πόρις, παρὰ τὸ νεωστὶ πορεύεσθαι καὶ βαίνειν.

17

.

5

[πρωτοτόκος] πρώτως τετοκυῖα. τῷ οὖν τόνῳ παροξυτόνως, ἵν’ ᾖ ἐνεργητικόν. προπαροξυτόνως δὲ δηλοῖ ἡ λέξις τὴν πρώτως τεχθεῖσαν.

17

.

9

[ἐϋμμελίης] ἤτοι ὁ καλὰ μέλη ἔχων καὶ εὔμορφος, ἢ ὁ εὖ τῇ μελίᾳ χρώμενος, τουτέστι πολεμικὸς καὶ ἀνδρεῖος

17

.

13

ἔα δ’ ἔναρα βροτόεντα] ἔκειντο—Ἀπόλλωνος.

17

.

17

[μελιηδέα θυμὸν ἕλωμαι] ἀφέλωμαί σου τὴν προσφιλεστάτην ψυχήν.

17

.

20

[πορδάλιος] πόρδαλις ὁ ἄρσην, ἡ δὲ θήλεια πάρδαλις· ὁ μὲν ἀπὸ τοῦ προσάλλεσθαι, ἡ δὲ ἀπὸ τοῦ παραβάλλεσθαι.

17

.

22

* [βλεμεαίνει] τῇ αὑτοῦ δυνάμει γαυριᾷ καὶ ἐπαίρεται καὶ μαργαίνει καὶ ἐνθουσιᾷ.

17

.

23

ὁπόσον οἱ τοῦ Πάνθου υἱοὶ τῷ δόρατι κάλλιστοι φοροῦσιν.156

17

.

25

[ἧς ἥβης ἀπόνητο] τῆς ἰδίας ἀκμῆς, ὅ ἐστι νεότητος, ἀπέλαυσεν. * [ὤνατο] ἐξεφαύλισεν, ὠνείδισεν, ἐμέμψατο.

17

.

26

[ἔφατο] νῦν ἐλογίσατο, ὁτὲ δὲ εἶπεν.

17

.

32

[ῥεχθὲν δέ τε νήπιος ἔγνω] τοῦτο—γινώσκει.

17

.

34

[ἦ μάλα τίσεις] ἀντὶ τοῦ—ἀδελφοῦ.

17

.

36

[χήρωσας] χήραν καὶ ἔρημον ἐποίησας. [θαλάμοιο νέοιο] νεωστὶ κατεσκευασμένου, προσφάτου.

17

.

37

[ἀρητὸν] ἤτοι βλαβερόν, παρὰ τὴν ἀρὰν, ὅ ἐστι βλάβην, ἢ ἀπευκτόν. ἐλλείπει δὲ τὸ γάμον.

17

.

38

[κατάπαυμα γενοίμην] καταπαύσαιμι—αὐτοῖς.

17

.

40

* [Φρόντιδι] τῇ γυναικὶ τοῦ Πάνθου.

17

40bis

[Φροντίδι] τὴν γὰρ παρατέλευτον συλλαβὴν δεῖ ὀξυτονεῖν, ἵν’ ᾖ θηλυκὸν, ἐπεὶ προπαροξυτόνως ἐστὶν ὁ Φρόντις ἀρσενικός.

17

.

41

ἀλλ’ οὐδαμῶς 〈μὴ〉 ἐπὶ πολὺν χρόνον ἄπειροι γενώμεθα τῆς ἀλλήλων δυνάμεως καὶ μάχης.

17

.

42

[ἀδήριτος] χωρὶς μάχης, ἀφιλόνεικος.

17

.

47

[κατὰ στομάχοιο θέμεθλα] κατὰ τὴν ἀρχὴν καὶ θέσιν τοῦ στομάχου, ὅ ἐστι τὸν βρόγχον.

17

.

51

[δεύοντο] νῦν ἐβρέχοντο.

17

51bis

χαρίτεσσιν ὁμοῖαι] ἀντὶ τοῦ—στεφανίτιδας

17

.

52

ἐσφήκωντο] ἐσφιγμένοι ἦσαν, ἐδέδεντο. ὅθεν καὶ σφήκωμα εἴρηται. ἢ ὅτι πεπλεγμένοι ἦσαν.

17

.

53

οἷον δὲ—ἐλαίης] Ποσειδῶν—Ἀθηνᾶς. ἡ ἱστορία παρὰ Καλλιμάχῳ.

17

.

54

* [οἰοπόλῳ] ἢ τῷ ἐρήμῳ—ἀναστρέφεσθαι δύνανται, ὅ ἐστι βόσκεσθαι. [ἀναβέβρυχεν] τὸ δὲ «ἀναβέβρυχεν» δηλοῖ τὸ ἀναβρύειν—
μετὰ ψόφου.157

17

.

64

λαφύσσει] λάπτει—ἐσθίει.

17

.

66

ἰύζουσιν] ἀγροικικῇ φωνῇ προσφέρονται, προσφωνοῦσιν. πεποίη‐ ται δὲ ἡ λέξις παρὰ τὸ ἰού ἐπίρρημα.

17

.

73

[Κικόνων] ἔθνος Θρᾳκῶν.

17

.

83

[μελαίνας] νῦν συνετάς.

17

.

86

[ὠτειλὴν] τὸ ἐκ βολῆς τραῦμα.

17

.

88

[Ἡφαίστοιο] νῦν πυρός.

17

.

92

[ὃς κεῖται—τιμῆς] ἀντὶ τοῦ ὃς ἐμὲ τιμήσας κεῖται, ἢ ὃς κεῖται ἕνεκα τοῦ ἐμὲ τιμωρῆσαι τοὺς Τρῶας.

17

.

98

* ὅταν, φησὶ, ἐθέλῃ τις ἀνθρώπῳ—πῆμα κυλίσθη.

17

.

99

κυλίσθη] ἐπηνέχθη, ἐπῆλθε κακόν τι ἐκ θεοῦ αὐτῷ.

17

.

101

[χωρήσαντα] ὑποχωρήσαντα. [ἐκ θεόφιν] νῦν ἐκ θεοῦ προρρήσεως.

17

.

109

[λὶς] λέων Αἰολικῶς. [ἠϋγένειος] ὁ καλὸν γένειον ἔχων ἢ μέγα στόμα.

17

.

110

[σταθμοῖο] τῆς ἐπαύλεως, τῆς αὐλείου θύρας.

17

.

112

* [παχνοῦται] συστέλλεται, ὑπὸ λύπης πήγνυται ἢ δάκνεται. ἡ μεταφορὰ ἀπὸ τῆς πάχνης.

17

.

134

νήπι’ ἄγοντι] ἐπιφερομένῳ τοὺς σκύμνους. σημειωτέον δὲ ὅτι —σκυμναγαγοῦσιν.

17

.

135

[ἐπακτῆρες] κυνηγοί, ἀπὸ τοῦ ἐπάγεσθαι τοὺς κύνας.

17

.

136

ἐπισκύνιον] τὸ ἐπάνω—τοῖς ὀργιζομένοις.

17

136bis

[κάτω ἕλκεται] κάτω ἕλκει, κατασπᾷ. παθητικὸν ἀντὶ ἐνεργη‐ τικοῦ.

17

.

139

[ἀέξων] αὔξων, μεγάλως λυπούμενος.

17

.

145

[ἐγγεγάασιν] ἐκγεγένη〈ν〉ται, ὅ ἐστιν εἰσίν, ἐνεργοῦσιν.

17

.

151

[κύρμα] ἐπίτευγμα, ἐπικύρημα ἐν τῷ πολέμῳ.

17

.

155

[πεφήσεται] νῦν προφανὴς γενήσεται, ὁτὲ δὲ τὸ φονευθήσεται.158

17

.

164

[πέφαται] νῦν ἀνῄρηται.

17

.

165

[ἀγχέμαχοι] γενναῖοι—μάχεσθαι.

17

.

167

[κατ’ ὄσσε ἰδών] κατιδὼν τοῖς ὀφθαλμοῖς.

17

.

171

[περὶ φρένας ἔμμεναι ἄλλων] φρονήσει διαφέρειν τῶν λοιπῶν.

17

.

189

[δηΐου ἐκ πολέμου] ἐκ τοῦ διακοπτικοῦ πολέμου.

17

.

191

οἵτινες πρὸς τὸν πόλεμον ἔφερον τὰ περίδοξα ὅπλα τοῦ Ἀχιλλέως.

17

.

200

[προτὶ ὃν—θυμόν] πρὸς τὴν ἑαυτοῦ ψυχὴν ἔφη.

17

.

205

[οὐ κατὰ κόσμον] οὐ κατὰ τὸ προσῆκον, ἐφ’ ὕβρει.

17

.

207

* [ποινὴν] τιμωρίαν· οἱ δὲ ἀμοιβήν, χάριν.

17

.

210

* [δῦ δέ μιν Ἄρης] ἐπιθυμία καὶ ὁρμὴ πολεμικὴ ἐπῆλθεν αὐτῷ.

17

.

213

[ἰνδάλλετο] ὡμοιοῦτο, τῷ Ἀχιλλεῖ δηλονότι.

17

.

225

[κατατρύχω] καταδαπανῶ, ἀνιῶ, εἰς ταλαιπωρίαν ἄγω. ἐδωδῇ] τροφῇ. ὁ δὲ λόγος· καταπονῶ τοὺς Τρῶας ἀναγκάζων παρέχειν τοῖς συμμάχοις δωρεὰς καὶ εὐωχίας.

17

.

228

* [ὀαριστύς] αὕτη γὰρ ἡ τοῦ πολέμου ὁμιλία, ὅ ἐστιν· οὕτως δεῖ ἀναστρέφεσθαι ἐν τῷ πολέμῳ—πολεμούντων.

17

.

236

[ἦ τε πόλεσσιν—ἀπηύρα] ἀντὶ τοῦ· πολλῶν ἐπ’ αὐτῷ τὴν ψυχὴν ἀφείλετο.

17

242-243

[ὅσσον ἐμῇ—καὶ σῇ] ὅσσον περὶ ἐμαυτοῦ καὶ σοῦ φοβοῦμαι μή τι πάθωμεν.

17

.

243

* [ἐπεὶ πολέμοιο νέφος] ἐπεὶ πανταχόθεν ἐσκότισεν ὁ Ἕκτωρ ὥσπερ νέφος.

17

.

250

[δήμια πίνουσιν] τὰ δημόσια, τὰ παρὰ τοῦ δήμου ἐξαιρέτως διδόμενα τοῖς βασιλεῦσι, καταναλίσκουσι καὶ σημαίνουσιν ἕκαστος.

17

.

254

[ἀλλά τις αὐτὸς ἴτω] ἀλλὰ ὑπὸ τῆς ἰδίας γνώμης παραγε‐
νέσθω. [νεμεσιζέσθω] μεμφέσθω, ἄξιον ἡγείσθω μέμψεως, αἰδείσθω.159

17

.

255

[μέλπηθρα] ἑλκύσματα, παίγνια· οἱ γὰρ κύνες, ὁπόταν χορτασ‐ θῶσι τοῖς λειψάνοις, παίζουσι. μολπὴ δὲ νῦν ἡ παιδιά.

17

.

263

[προχοῇσι] ταῖς εἰς θάλασσαν προχύσεσι τῶν ποταμῶν.

17

263bis

διιπετέος ποταμοῖο] κατάρρου, προαλοῦς, ἤτοι ὑπὸ Διὸς πληρου‐ μένου οἷον χειμάρρου, ἢ διαφανοῦς καὶ οἱονεὶ διαπεπετασμένου.

17

.

264

[βέβρυχε] ποιὸν ἦχον ἀπετέλεσεν. ὀνοματοποιΐα ὁ τρόπος.

17

.

265

[ἐρευγομένης ἁλὸς ἔξω] ἐκβρασσομένης τῆς θαλάσσης εἰς τὸ ἔξω μέρος.

17

.

283

διὰ βήσσας] ἀντὶ τοῦ διὰ βησσῶν, ὅ ἐστι βασίμων τόπων.

17

.

295

[ἱπποδάσεια] ἡ ἐξ ἱππείων τριχῶν ἔχουσα τὸν λόφον. [ἤρικε] διεσχίσθη· ὅθεν καὶ ἐρείκη καὶ τὰ ἐρίγματα, παρὰ τὸ καταψοφεῖν.

17

.

297

[ἐγκέφαλος δὲ] ὁ δὲ ἐγκέφαλος—τὸ ἐπίμηκες τοῦ δόρατος

17

.

301

[Λαρίσσης] πόλις Τρωϊκή.

17

.

307

* [Πανοπῆϊ] πόλις Φωκίδος Πανοπεύς.

17

.

324

[Ἠπυτίδῃ] Ἠπύτου παιδί, ἢ φωνητικόν.

17

.

329

[κάρτεϊ—πεποιθότας] καὶ τῷ κράτει ἡμῶν καὶ τῇ δυνάμει θαρροῦντας.

17

.

330

[ὑπερδέα] ὑπερδέοντα, ὅ ἐστι γενναῖον καὶ ὑπεράγοντα τοὺς ἀντιτεταγμένους ἔχοντας πλειόνως.

17

.

354

[ἔρχατο] περιπεφραγμένοι ἦσαν.

17

.

355

* [πρὸ δὲ δούρατ’ ἔχοντο] προείχοντο δὲ αὐτοῦ τὰ δόρατα.160

17

.

359

* [ἀμφ’ αὐτῷ βεβάμεν] περιβεβηκέναι καὶ ὑπερασπίζειν.

17

.

361

* [ἀγχιστῖνοι] ἐπάλληλοι, πυκνοί

17

.

362

[ὑπερμενέων] ὑπερεχόντων τῇ δυνάμει, ἀνδρείων.

17

.

363

* [ἀναιμωτί] χωρὶς αἵματος καὶ φόνου.

17

.

366

* [δέμας πυρός] τρόπον καιομένου πυρός, θερμοί.

17

.

371

[εὔκηλοι] ἥσυχοι, εὐδιάδοχοι· ἐπιφέρει γὰρ—ἀνα‐ παύσεως.

17

.

373

[γαίης οὐδ’ ὀρέων] οὔτε ἀπὸ γῆς οὔτε ἀπὸ ὀρῶν.

17

.

381

[ἐπιοσσομένω] κατὰ διάνοιαν σκοπούμενοι, ὑπεροπτεύοντες.

17

391-392

[τανύουσι κυκλόσε] ἀντὶ τοῦ τείνουσι κύκλῳ, ὡς πρὸς τὸ σχῆμα τῶν ἑλκόντων.

17

.

392

[ἄφαρ .... ἀλοιφὴ] ταχέως ἡ ὑγρασία διέρχεται τοῦ στέατος οὖσα ἐλαιώδης.

17

.

397

[μῶλος] ἡ ἐκ καταμονῆς μάχη, ὁ μολυσμός.

17

.

398

[λαοσσόος] ἡ τῶν λαῶν τὸ πλῆθος διοικῶν καὶ σώζων, ὁτὲ δὲ εἰς φυγὴν τρέπων.

17

416-417

[ἀλλ’ αὐτοῦ—χάνοι] ἀλλ’ ἐν αὐτῷ τῷ τόπῳ πάντες γῆς χάσματι δεχθεῖεν.

17

.

422

[ἐρωείτω] ἀμελείτω, ὑποχωρείτω.

17

.

423

** [ἑκάστου] γράφεται «ἑταίρου.»

17

.

424

[σιδήρειος δ’ ὀρυμαγδὸς] ἤτοι στερεὸς ἢ ὁ ἀπὸ ὅπλων τοῦ σιδήρου ψόφος.

17

.

427

[ἡνιόχοιο] ἡνίοχος γὰρ ἦν Πάτροκλος Ἀχιλλέως, Πατρόκλου δὲ Αὐτομέδων, Αὐτομέδοντος δὲ Ἀλκιμέδων.

17

.

430

[θείνων] τύπτων. ὅθεν καὶ θίς ὁ αἰγιαλὸς, παρ’ ὅσον τύπτεται ὑπὸ τῶν κυμάτων.

17

.

440

** [ἀμφοτέροισι] γράφεται «ἀμφοτέρωθεν.»

17

.

460

[ἵπποις ἀΐσσων] σὺν τοῖς ἵπποις ὁρμῶν.

17

.

464

[ἱερῷ ἐνὶ δίφρῳ] ἤτοι μεγάλω, ἢ ἱεροὺς ἐλαύνοντι ἵππους.161

17

.

469

* [νηκερδέα] ἀκερδῆ, ἀνωφελῆ, βλαβεράν.

17

.

476

[ἀθανάτων] 〈ἢ〉 «ὠκυπόδων.»

17

.

477

** [μήστωρ] γράφεται «μῆτιν».

17

.

502

[ἐμπνείοντε] καταπνέοντες, ὅ ἐστι καταφυσῶντες αὐτὸ τὸ μετάφρενον, ὅ ἐστιν ἐγγὺς ὄντες τοῦ νώτου.

17

.

509

[ἐπετράπεθ’ ὅσσοι] ἐν ἐπιτροπῇ ἐστὶ. * ἀντὶ τοῦ ἐπιτέτραπται Gen III ajoute ἤγουν ἐπιτετραμμένον ἐστίν.

17

.

514

[ἐν γούνασι κεῖται] οἱονεὶ παράκειται ἢ ἐν ἐξουσίᾳ τῶν θεῶν ἐστιν.

17

.

524

[νηδυίοισι] τοῖς ἐντοσθίοις, τοῖς ἐντέροις, ὅ ἐστι σπλάγχνοις· νηδὺς γὰρ ἡ κοιλία.

17

.

528

οὐρίαχος] ἄκρον μέρος τοῦ δόρατος, τὸ ὄπισθεν.

17

.

546

[δὴ γὰρ νόος ἐτράπετ’ αὐτοῦ] εἰς τοῦτο γὰρ ἐτράπη αὐτοῦ ἡ γνώμη.

17

.

561

[Φοῖνιξ] νῦν ὄνομα κύριον τοῦ Ἀχιλλέως τροφοῦ. [ἄττα] τροφεῦ—προσφώνησις. [παλαιγενές] πάλαι γεγονώς. νῦν δὲ πρεσβύτατος.

17

.

564

[ἐσεμάσσατο θυμόν] καθῆκε καὶ ἐλύπησε τὴν ψυχὴν καὶ ἐνα‐ πεμάξατο.

17

.

570

[μυίης θάρσος] τὸ ἐπίμονον τοῦ ἥρωος λέγει· οὗτος γὰρ ἀπο‐ τρεπόμενος εἰς ἄλλον τόπον ἔτρεχεν εἰς τὸν αὐτόν.

17

.

575

[ἦν δέ τις] ἢ «ἔσκε δ’ ἐνὶ».

17

.

579

[διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν] διήλασε τὸ δόρυ ὥστε διελθεῖν εἰς τοὔμπροσθεν.

17

.

584

[Ἀβυδόθι] Ἄβυδος δὲ πόλις Τροίας 〈ἐφ’〉 Ἑλλησπόντῳ.

17

.

587

ὃς τὸ πάρος περ] πρέποντας πολεμίῳ—ἀνδρεῖον.

17

.

591

[ἄχεος νεφέλη] νέφος, πύκνωμα τῆς λύπης, περιφραστικῶς
λύπη.162

17

.

597

[φόβοιο] φόβος δὲ ἡ συνδίωξις.

17

.

607

[ἐν καυλῷ] τὸ ἄκρον τοῦ δόρατος—ἐπιδορατίδι.

17

.

611

[Κοίρανον] νῦν ὄνομα κύριον. [Λύκτου] Λύκτος πόλις τῆς Κρήτης.

17

.

612

[πεζὸς] ὁ Μηριόνης δηλονότι πεζὸς παρεγένετο.

17

.

622

[μάστιε] μάστιζε. λέγει δὲ τὸν λέοντα ἐν τῇ οὐρᾷ ἐκ φύσεως ἔχειν λεπτόν τι κεντρῶδες, ὑφ’ οὗ νυττόμενος καὶ πονῶν πλέον ἀγριοῦται.

17

.

640

[εἴη] ἀντὶ τοῦ ἔστω.

17

.

646

[αἴθρην] ἀνέφελον καὶ εὔδιον ἀέρα.

17

.

647

[φάει] φωτί. τὸ δὲ αὐτὸ δηλοῖ τὸ σέλας.

17

.

659

[ἐκ πῖαρ ἑλέσθαι] ἐξαρπάσαι τὴν λιπαρωτάτην τῶν βοῶν.

17

.

667

[πρὸ φόβοιο] ἀντὶ τοῦ ὑπὸ φόβου, ἢ πρὸ τοῦ ἀναγκασθῆναι φεύγειν.

17

.

674

[αἰετὸς] ὄρνις διορατικὸς καὶ ὀξὺς ἐν τῷ ὁρᾶν καὶ ἵπτασθαι. φησὶ γὰρ ὁ Ἀριστοτέλης ὡς ἵστησι τοὺς νεοσσοὺς πρὸς τὸν ἥλιον ἀναγκάζων βλέπειν, καὶ ὁ δυνηθεὶς ὁρᾶν τοῦ αἰετοῦ ἐστιν υἱός.

17

.

676

[πτὼξ] ὁ λαγωός, ἀπὸ τοῦ πτώσσειν.

17

.

680

[δινείσθην] ἐδινοῦντο, ὅ ἐστι περιεστρέφοντο.

17

.

694

κατέστυγε] κατεστύγνασεν, ἐν στυγνότητι καὶ κατηφείᾳ ἐγένετο.

17

.

705

* ἀνῆκεν] ἤτοι ἀνέπεισεν, ἐνέβαλεν ἀφηγεῖσθαι.

17

.

733

[ἐτρέπετο χρὼς] ἠλλάσσετο ἡ ἰδέα τοῦ προσώπου.

17

.

742

κρατερὸν μένος ἀμφιβαλόντες] ἀντιθέντες καὶ ἀντερείσαντες ἀλλήλοις τὰς ἑαυτῶν δυνάμεις, ὅ ἐστι συνάψαντες καὶ ἰσώσαντες.

17

.

747

[ἰσχανέτην] ἐπεῖχον τὴν ὁρμὴν, ἐκώλυον.

17

747-748

[πρὼν ... ὑλήεις] ὑλώδης τόπος, ἐξοχὴ ὄρους.

17

.

748

[πεδίοιο διαπρύσιον τετυχηκώς] παρ’ ὅλον τὸ πεδίον διατεταμέ‐ νως διήκων.

17

.

751

[πλάζων] πλανῶν. νῦν δὲ ἀνακόπτων καὶ ἀνακρούων.163

17

.

755

[ψαρῶν .... κολοιῶν] ψᾶρες καὶ κολοιοὶ εἶδος ὀρνέων. ἄλλως· συναγελαστικὸν δὲ ὁ κολοιὸς καὶ φιλάλληλον, ὡς ἡ παροιμία· «αἰεὶ κολοιὸς παρὰ κολοιὸν ἱζάνει.» φασὶ δὲ οὕτω φιλαλλήλους εἶναι, ὡς εἴ τις ἔλαιον ἀπόθηται, ἀφορῶντες εἰς τὴν σκιὰν καὶ κατιόντες
5δῆθεν πρὸς τοὺς ἑταίρους ἐλαιοῦσθαι. [νέφος] νῦν τὸ πολὺ πλῆθος τῶν ὀρνέων.

17

.

757

[κίρκον] εἶδος ἀετοῦ, ὁ λεγόμενος ἱέραξ· ὁ γὰρ ἀετὸς τὰ μεγάλα φονεύει.
[σμικρῇσι] μικραῖς. ἡ διάλεκτος Ἰώνων.164

18

.

1

οὕτως μὲν δὴ οὗτοι ἐμάχοντο δίκην θερμοῦ πυρός.

18

.

3

νεῶν ὀρθοκραιράων] ὀρθὰς κεραίας ἐχουσῶν—ὀθόνη.

18

.

9

ἐζήτηται δὲ πῶς—τῇ ὁδῷ.

18

.

10

Μυρμιδόνων τὸν ἄριστον] Ἄκτωρ γένει μὲν ἦν Λοκρὸς, γήμας δὲ—Αἰγίνῃ.

18

.

12

ἧ μάλα δὴ τέθνηκεν] ἀκριβῶς—ἔγημε.

18

.

13

σχέτλιος] ἀντὶ τοῦ σχετλιασμοῦ—ἑαυτὸν δέ.

18

.

20

[κεῖται] ἀντὶ τοῦ ἀνῄρηται, τέθνηκεν.

18

.

22

[ἄχεος νεφέλη] πλῆθος λύπης, ὅ ἐστι πολλὴ λύπη.

18

.

23

[κόνιν] τὴν σποδόν. παρὰ τὸ κεκαῦσθαι.

18

.

28

[ληΐσατο] ἐκ λαφύρων ἐκτήσατο.

18

.

42

Ἴαιρα] ἡ ψιλή.

18

.

53

[εἴδετε] ἀντὶ τοῦ ἴδητε ἢ γνῷτε.

18

.

54

[δυσαριστοτόκεια.] ἐπὶ κακῷ—εὔτεκνος.165

18

.

57

[γουνῷ ἀλωῆς] ἐν τῷ γονίμῳ τόπῳ τῆς γῆς.

18

66-67

[περὶ δὲ—ῥήγνυτο] περιερρήγνυτο δὲ αὐταῖς τὰ τῆς θαλάσσης κύματα.

18

.

77

[ἀεκήλια] χαλεπά, ἢ τὰ μὴ ἡσυχίας ἄξια, ταραχώδη.

18

.

93

τιμωρίαν δὲ παράσχῃ ἀξίαν ὑπὲρ τῆς Πατρόκλου ἀναιρέσεως.

18

.

100

ἀρῆς ἀλκτῆρα] βλάβης καὶ κακώσεως ἀποτρεπτικὸν— τὸ ἔδησέ φησιν.

18

.

108

[ἐφέηκε πολύφρονα] παρώξυνε, παρώρμησε τὸν πάνυ σώφρονα καὶ συνετόν.

18

.

128

** [ταῦτά γε] γράφεται «τοῦτό γε».

18

.

136

[ἠῶθεν] ἕωθεν, ὄρθρου, πρὸ τοῦ τὸν ἥλιον ἀνατεῖλαι.

18

.

161

[αἴθωνα] διάπυρον, θερμόν. «ἀπὸ σώματος» δὲ ἀπό τινος ζῴου—λέοντα.

18

.

168

[κρύβδα—θεῶν] λαθραίως οὐρανοῦ καὶ τῶν ἄλλων στοιχείων.

18

.

178

* [μηκέτι κεῖσο] μηδὲ ἀργῶς διατέλει. * [σέβας] 〈τὸ〉 αἰδοῦς καὶ σεβασμοῦ ἄξιον

18

.

184

* τῆς προσωποποιΐας.

18

.

191

[Ἡφαίστοιο πάρα] παρ’ Ἡφαίστου. ὁ τρόπος ἀναστροφή.

18

.

192

ἄλλου δὲ οὐδενὸς οἶδα ἁρμόζουσάν μοι πανοπλίαν. διὰ τί δέ φασί, τὴν Πατρόκλου πανοπλίαν οὐκ ἀναλαμβάνει ὁ Ἀχιλλεὺς, ἐπειδὴ καὶ Πατρόκλῳ τὰ αὑτοῦ ἥρμοσε; τινὲς δέ φασιν ὅτι καταγέλαστον—τοῖς τεθαρρηκόσι, οἱ δὲ ὅτι τὴν Πατρό‐
5κλου Αὐτομέδων εἶχεν, ἵνα διαπαντὸς Ἀχιλλέως ἡνίοχος νομίζηται.166

18

.

205

* [ἀμφὶ—ἔστεφε] τὴν δὲ κεφαλὴν αὐτοῦ νέφει ἐκά‐ λυψεν

18

.

207

ὡς δ’ ὅτε καπνὸς] ἔθος ἦν τοῖς ἀρχαίοις—ἡ σάλ‐ πιγξ

18

.

211

[πυρσοὶ] πυρσὸς τὸ ἐκ φρυγανώδους ὕλης ἀναπτόμενον πῦρ.

18

.

216

[ὠπίζετ’ ἐφετμὴν] ἔστρεφε τὴν φροντίδα, 〈ἢ〉 ἐποιεῖτο προσταγήν.

18

.

219

ἀπὸ τῶν ἰδίων—ἐσάλπιζον.

18

.

224

[ἂψ ὄχεα τρόπεον] εἰς τοὐπίσω περιέστρεφον τὰ ἅρματα. [ὄσσοντο] προεώρων κατὰ διάνοιαν, προέβλεπον.

18

.

236

[ἐν φέρτρῳ] ἐν κλινιδίῳ, ἐν ᾧ κατατίθενται οἱ νεκροί.

18

.

245

πρὸς τί, φασὶν, ἐκκλησίαν ἀθροίζει; τινὲς μὲν οὖν— δημηγορεῖν τὸν Ἕκτορα.

18

.

250

[πρόσσω καὶ ὀπίσσω] εἰς τὸ παρῳχηκὸς καὶ εἰς τὸ μέλλον.

18

.

258

[ῥηΐτεροι πολεμίζειν] εὐκολώτεροι, εὐκαταγωνιστότεροι. [πολεμίζειν] ἀντὶ τοῦ πολεμίζεσθαι.

18

.

264

[μένος Ἄρηος δατέονται] ἀντὶ τοῦ 〈πολεμοῦσι,〉 μάχονται. περίφρασις ὁ τρόπος.
* τὸν Ἄρην μερίζονται. Gen II ajoute: τοῦ κινδύνου. [δατέονται] 〈διαιροῦνται〉 τὸν πόλεμον, καθόσον ὁτὲ μὲν ἔφευγον,167
5ὁτὲ δὲ ἐδίωκον.

18

269-270

* [εὖ νύ τις αὐτὸν γνώσεται] κακόν τι παθὼν ὑπ’ αὐτοῦ.

18

.

272

* [αἲ γὰρ—γένοιτο] ὤφελον γὰρ ἀπὸ τῆς ἀκοῆς τῆς ἐμῆς γενέσθαι, οἷον μηδέποτε ταῦτα λεγόμενα ἀκούεσθαι. [ἀπ’ οὔατος] τινὲς δὲ ἀπούατον—τουτέστι δειλός.

18

.

274

* [νύκτα—ἕξομεν] τὴν μὲν νύκτα μενοῦμεν ἐπ’ ἐκκλησίας, βουλευόμενοι δηλαδὴ, ἢ τῆς βουλῆς ἐπικρατήσομεν, ὅ ἐστιν ἐν συναθροίσει μενοῦμεν.

18

.

281

* [ἠλασκάζων] περιτρέχων μάτην τὸ τεῖχος καὶ περιπλανώμε‐ νος.

18

.

291

[Μῃονίην] Λυδίαν· οὕτω γὰρ πρότερον ἐκαλεῖτο

18

.

300

Τρώων δ’ ὃς κτεάτεσσιν] τῶν Τρώων—δαπανηθῆναι.

18

.

301

* [καταδημοβορῆσαι] δημόσια αὐτὰ ἀναλῶσαι, ὑπὲρ τοῦ κοινοῦ.

18

301bis

[δότω καταδημοβορῆσαι] καταναλῶσαι δότω αὐτὰ τῷ πλήθει.

18

.

302

* [τῶν τινα—ἐπαυρέμεν] λείπει τὸ του, ἵν’ ᾖ· «τούτων τινὰ βέλτερον ἐπαυρέμεν», ὅ ἐστιν ἀπόνασθαι, ἀπο‐ λαῦσαι.

18

.

306

* [ἄλγιον—ἔσσεται] ἐπὶ βλάβῃ τῇ ἑαυτοῦ ποιήσει.

18

.

309

* [καὶ τὸν ἐλπίζοντα—ἀναιρεθῆναι.

18

.

316

* [ἀδινοῦ] φοβεροῦ, γοεροῦ, θρηνώδους.

18

.

317

ἀμφίβολον—πρότερον.

18

.

319

ὑπὸ σκύμνους] ὀξυτονουμένης μὲν τῆς πρώτης συλλαβῆς τὰ τοῦ λέοντος δηλοῖ ἔγγονα, βαρυνομένης δὲ τὰ τῶν ἄλλων ζῴων.168

18

.

321

[ἄγκεα] τοὺς συνδένδρους τόπους τῶν ὀρῶν.

18

.

326

[Ὀπόεντα] Ὀποῦντα. πόλις Λοκρίδος.

18

.

341

[καμόμεσθα] μετὰ κακοπαθείας ἐκτησάμεθα καὶ πόνου.

18

.

344

[ἀμφὶ—τρίποδα] ἐν τῷ πυρὶ θερμᾶναι τὸ ὕδωρ.

18

.

346

[λοετροχόον] ἐξ οὗ τὰ λουτρὰ καὶ καθάρσια γίνονται.

18

.

351

[ἐννεώροιο] ἐνναετοῦς, παλαιοῦ· ὧρος γὰρ ὁ χρόνος.

18

.

352

* [ἐανῷ λιτί] λεπτῷ πέπλῳ, λιτῷ, ἀποικίλῳ ὑφάσματι. Gen II ajoute: παρὰ τὸ ἕννυσθαι

18

.

357

[ἔπρηξας] ἐξετέλεσας—τὸν Ἀχιλλέα.

18

.

362

βροτός] προσληπτέον τὸ κακόν, ἵν’ ᾖ· καὶ μὴν ἄνθρωπος ἀνθρώπῳ κακὸν κατασκευάζει.

18

.

373

[ἐείκοσι πάντας] περισσὸν τὸ «πάντας», εἴκοσι δέ.

18

.

375

ἑκάστῳ δὲ πυθμένι χρυσοῦς κύκλους ἐπέβαλλεν.

18

.

376

[θεῖον δυσαίατ’ ἀγῶνα] εἰς τὰ τῶν θεῶν τεμένη καὶ ἀθροίσ‐ ματα.

18

.

378

[ἔχον τέλος] τὸ μὲν λοιπὸν παντελῶς ἔσχον, ὅ ἐστιν ἐπετε‐ τελείωντο.

18

.

379

[δεσμούς] ἥλους—τρίποδος.

18

.

382

[λιπαροκρήδεμνος] ἤτοι λαμπρὰ ἔχουσα—ἐλαίου.

18

.

385

[τανύπεπλε] τεταμένον ἔχουσα τὸν πέπλον, κοσμία.

18

.

386

[οὔτι θαμίζεις] πυκνῶς οὐ παρεγένου.

18

.

392

[ὧδε] οὕτως ὡς ἔχεις.

18

.

394

[δεινή] νῦν ἡ θαυμαστή.

18

.

397

** [τότ’ ἂν] γράφεται «τότ’ ἂρ».

18

.

399

ἀψορρόου] εἰς τοὐπίσω ῥέοντος, ὑποχωροῦντος, ἢ τοῦ ταχέως ῥέοντος, καθὸ πέριξ ἔχει τὴν γῆν.

18

.

400

[τῇσι παρ’ εἰνάετες] παρ’ αἷς. ἀναστροφὴ ὁ τρόπος.169

18

.

401

[πόρπας] πόρπαι αἷς αἱ χλανίδες καταβάλλονται, περόναι ἢ φίβλαι. γναμπτάς θ’ ἕλικας] ἐπικαμπεῖς. λέγει δὲ—καλούμενα. D. Gen III ajoute ἢ ἐνώτια.
5κάλυκας] σωληνίσκους—αἱ περόναι.

18

.

403

[μορμύρων] φοβερῶς—ἀναζέων.

18

.

405

** [ἴσαν] γράφεται 〈«ἔσαν», τουτέστιν〉 ἦσαν, ἀντὶ τοῦ ὑπ‐ ῆρχον.

18

.

410

ἀκμοθέτοιο] τόπῳ—κορμῷ. πέλωρ αἴητον] πέλωρ μέγιστον. «αἴητον» δὲ τὸ μέγα. ἢ πελώριος —μεγέθους.

18

.

411

[ὑπὸ δὲ—ἀραιαί] αἱ δὲ ἀσθενεῖς καὶ λεπταὶ αὐτοῦ κνῆμαι ὑπεκινοῦντο μετὰ κακοπαθείας.

18

.

412

[ὅπλα] νῦν τὰ χαλκευτικὰ ἐργαλεῖα.

18

.

413

[τοῖς ἐπονεῖτο] οἷς εἰργάζετο καὶ ἐνήργει.

18

.

417

ὑπὸ δ’—ἄνακτι] συνεξώρμων αὐτῷ καὶ αἱ θερα‐ παινίδες.

18

.

420

[ἀθανάτων—ἴσασιν] παρὰ δὲ τῶν θεῶν τὰ ἔργα εἰσὶ δεδιδαγμέναι.

18

.

421

[ἔρρων] κυρίως μὲν μετὰ κακοπαθείας 〈πορευόμενοσ〉, νῦν δὲ μόλις διὰ τὴν χωλότητα.

18

.

435

ἄλλα δέ μοι νῦν] ἀπὸ κοινοῦ προσληπτέον τὸ «ἔδωκε κακά».

18

.

444

[ἐξέλον] ἢ «ἔξελον».

18

.

460

[ὃ γὰρ ἦν οἱ] ὃς γὰρ ἦν αὐτῷ.

18

.

470

[χοάνοισιν] χώνοις, οἷς χωνεύεται τὰ μέταλλα.

18

.

477

[ῥαιστῆρα] σφῦραν—ῥαίζειν.
πυράγρην] τὸν χαλκευτικὸν—παρὰ τὸ ἐν πυρὶ ἀγρεύειν.170

18

.

479

πάντοσε δαιδάλλων] εἰς πᾶν—αὐτό. [ἄντυγα] τὸν ἔξωθεν τῆς ἀσπίδος κύκλον.

18

.

480

τρίπλακα] τριπλῆν, τρίπτυχον· πτύχες γὰρ τὰ ἐλάσματα τῆς ἀσπίδος.

18

.

481

** [ἐν] γράφεται «ἐπ’».

18

.

483

[ἐν μὲν—οὐρανὸν] ἐγκατεσκεύασε μὲν τῇ ἀσπίδι οὐρανὸν καὶ γῆν.

18

.

484

σελήνην τε πλήθουσαν] τὴν οἷον—νέον.

18

.

485

τείρεα] τὰ ἄστρα, παρὰ τὸ τερατώδη καὶ σημειώδη ταῦτα εἶναι. [τά τ’ οὐρανὸς ἐστεφάνωται] οἷς κεκόσμηται ὁ οὐρανός.

18

.

486

* [Πληϊάδας] ἑπτὰ ἀστέρες οὗτοι 〈οἱ〉 κείμενοι ἐπὶ τῇ οὐρᾷ τοῦ ταύρου. * Ὑάδας] οἱ ἐπὶ τῶν κεράτων—ὁμοιότητα, ἢ ὅτι ὑετῶν 〈καὶ ὄμβρων αἴτιοι καθίστανται〉.
5* τό τε σθένος Ὠρίωνος] ὁ Ὠρίων ἄστρον μέγιστον ἐν τῷ οὐρανῷ, Διὸς—παῖς.

18

.

487

* ἄρκτόν θ’—καλέουσιν] δύο ἄρκτοι δείκνυνται —κλίματι· ἡ μεγάλη, ἡ λεγομένη ἅμαξα, διὰ τὸ εἰς ἀμάξης τύπον γεγενῆσθαι καὶ ἡ ἐγγὺς—ἀνακεκλασμένην.

18

.

488

* ἥτ’ αὐτοῦ στρέφεται] ἥτις περὶ τὸν ἀρκτικὸν καὶ μὴ φαινόμε‐ νον κύκλον στρέφεται—εἰς αὐτόν.

18

.

489

* ἀντὶ τοῦ—οὖσαν ἐν 〈τῷ〉 ἀειφανεῖ.171

18

.

490

διὰ ποίαν δὲ αἰτίαν—ἐνδέδεται χθών».

18

.

492

[δαΐδων ὕπο] ἀντὶ τοῦ μετὰ λαμπάδων.

18

.

493

[πολὺς—ὀρώρει] ἐξῆπτο—ὃν ἐκάλουν ὑμέναιον.

18

497-498

[ἔνθα δὲ—ὀρώρει] δικαστήριον εἰσάγει —πεφονευμένου ἐπ〈ιτίμια〉, ὁ δὲ ἐγκαλῶν— ποινή.

18

.

500

[δήμῳ πιφαύσκων] τῷ κοινῷ παντὶ δεικνὺς καὶ ἐμφανίζων.

18

.

501

ἀμφότεροι δὲ ἐβουλεύοντο ἐπὶ μαρτυρίᾳ δικάσασθαι, τουτέστι παρέχοντες μάρτυρας, ὁ μὲν τοῦ δεδωκέναι, ὁ δὲ τοῦ μὴ εἰληφέναι τὰ ὑποφόνια.

18

501bis

* [ἴστορι] μάρτυρι ἢ κριτῇ. * [ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι] προεθυμοῦντο, ἔσπευδον, πέρας τὴν δίκην λαβεῖν.

18

.

504

[ἱερῷ ἐνὶ κύκλῳ] τῷ μεγίστῳ δικαστηρίῳ. πᾶν τὸ δίκαιον ἀποδιδόντες ἑκάστῳ ἐν ἀφιερωμένῳ 〈τόπῳ κάθηνται οἱ〉 γέροντες.

18

.

505

[ἠεροφώνων] μεγαλοφώνων, ἢ τῶν τὸν ἀέρα πληττόντων τῇ φωνῇ.

18

.

506

* ἐναλλὰξ δὲ ἀκούοντες ἐδίκαζον, κατὰ ἐναλλαγὴν ἀπέφαινον τὴν ἑαυτοῦ γνώμην ἕκαστος. [ἤϊσσον] ἀντὶ τοῦ σὺν τοῖς σκήπτροις ἐπὶ τὸ δημηγορεῖν ὥρμων. ἔνιοι δὲ 〈ἀντὶ τοῦ〉 ἔσειον, κατεσίγαζον, ἢ ὅτι ἀεὶ συνδιετίθε〈ν〉το τοῖς
5λόγοις.172

18

.

509

ἀμφὶ—λαῶν] ἓν στράτευμα—πολιορκία γὰρ ἦν.

18

.

510

δίχα—βουλή] σημειοῦνται ὅτι ἐπιστρατεύσαντες πόλει—κτημάτων.

18

.

514

τεῖχος—ἄλοχοί τε] τὸ «ἐφεσταότες» 〈καὶ〉 τὸ «ἀνέρες» στικτέον.

18

.

531

* [εἰράων] εἴρην ὄνομα ἡλικίας, παρὰ τὸ εἴρειν καὶ λέγειν, ὁ ἤδη λέγων καὶ δημηγορῶν· καὶ γὰρ τὰς ἐκκλησίας εἴρας προση‐ γόρευον. Ὅμηρος· «εἰράων προπάροιθε καθήμενοι».

18

531bis

[εἰράων προπάροιθε] πρὸ τῶν ἀγορῶν, ὅ ἐστιν ἐκκλησιῶν, ἀπὸ τοῦ εἴρειν ἐν αὐταῖς καὶ λέγειν, ὅθεν καὶ Ἶρις.

18

.

538

* [δαφοινεὸν.] φοινικοῦ χρώματος πεποιημένον, ἢ αἵματι διά‐ βροχον, πεφοινιγμένον.

18

.

541

[νειόν] νεωστὶ ἠροτριασμένην ἁπαλὴν καὶ—τοιαύτη.

18

.

542

* [τρίπολον] πολλάκις ἠροτριασμένην.

18

.

544

* οἱ δὲ ἀροῦντες γεωργοὶ, ὁπότε τὸν δίαυλον τῶν αὐλάκων συντελέσαντες πάλιν ἐπὶ τὸ τέλος τῆς ἀρούρας ἀφίκοιντο, μεταστρέ‐ ψαντες τὰ ἄροτρα καὶ τὰ ζεύγη τῶν βοῶν. [τρίπολον] τρὶς ἐστραμμένην καὶ ἠροτριασμένην.

18

.

546

* [ὄγμους] τὰς ἐπιστίχους τάξεις τῶν ἀσταχύων ἄλλοτε, νῦν δὲ τὰς αὔλακάς φησι, ἡ δὲ αὖλαξ φαντασίαν τοῖς ὁρῶσι παρεῖχε κατόπιν τοῦ ἀρότρου ὅτι μελαίνεται.

18

.

550

[τέμενος] χωρίον εἰς τιμὴν ἀποτετμημένον τινί.

18

550bis

* [ἔριθοι] ἄλλως· ἔριθος 〈σημαίνει〉 τὸν ἐργάτην καὶ τὴν γυναῖκα τὴν ἐργαζομένην τὰ ἔρια. καὶ ἐπὶ μὲν τοῦ ἐργάτου ἐκ τοῦ ἔρα, ὅ ἐστιν ἡ γῆ, κατὰ μετάθεσιν τοῦ α εἰς ι, ἐπὶ δὲ τῆς γυναικὸς ἐκ τοῦ ἔριον γέγονεν ἔριθος.173
5[ἔριθοι] κυρίως μὲν 〈οἱ〉 ἐριουργοί, καταχρηστικῶς δὲ καὶ οἱ μισθοῦ ἐργαζόμενοι.

18

.

552

* [δράγματα] εἴρηται παρὰ τὸ δράξασθαι, τὸ σημαῖνον τὸ λαβεῖν. σημαίνει δὲ τοὺς ἀστάχυας ὅσους δύναται ὁ θεριστὴς τῆς ἀρούρας περιλαβεῖν.

18

.

553

* [ἐλλεδανοῖσι] σχοινία οὕτως φησὶν ἐν οἷς δεσμοῦσι τὰς ἀμάλας, ἀμάλα δὲ ἡ ἐκ πολλῶν δραγμάτων ἀναγωγή. [ἀμαλλοδοτῆρες] οἱ τὰς ἀμάλλας ποιοῦντες. ἄμαλλαι δὲ 〈αἱ〉 ἀστα‐ χύων 〈δεσμαί〉.

18

.

556

[βασιλεὺς] νῦν ὁ τοῦ χωρίου δεσπότης.

18

.

561

* [ἀλωὴν] ἐνταῦθα ἀμπελοφόρον χώραν.

18

.

563

πᾶσα ἐκεχαράκωτο ἡ ἄμπελος. «κάμαξιν» οὖν στύλοις— ταῖς ἀμπέλοις.

18

563bis

* [κάμαξι] τοῖς χαρακώμασι τῆς ἀμπέλου λέγει νῦν.

18

.

564

[περὶ—ἔλασσε] ἐποίησεν εἰς μῆκος.

18

564bis

* [ἀμφὶ δὲ κυανέην κάπετον ... ἔλασσε] τάφρον περιέβαλεν τῷ ἀμπέλῳ ἐκ μέλανος χαλκοῦ.

18

564-565

[περὶ δ’ ἕρκος—κασσιτέρου] τειχίον ἔξω περιέ‐ βαλεν ἐκ κασσιτέρου.

18

.

566

* [φορῆες] οἱ τὸν καρπὸν τῶν σταφυλῶν παραφέροντες

18

.

567

* [ἀταλὰ] τρυφερὰ—καὶ οὐ φρονέουσαι.

18

.

570

** [αἶνον] γράφεται «λίνον».

18

.

571

[ῥήσσοντες] ἀντὶ τοῦ κροτοῦντες—τὸ ἔδαφος.

18

.

572

[μολπῇ] προσληπτέον σύν. ἰωγμῷ] ὅ ἐστι διώξει.174

18

.

575

* [ἀπὸ κόπρου—νομὸν δὲ] ἐκ τῆς ἐπαύλεως ὥρμων καὶ ἐξῄεσαν εἰς τὴν νομήν.

18

.

576

* ῥοδανὸν] διὰ τοὺς ἐν αὐτῷ πεφυκότας καλάμους εὐδιάσειστον, εὐκίνητον. Ῥοδανὸν] ποταμὸς πλησίον τοῦ Ὠκεανοῦ. δονακῆα] δόνακας ἔχοντα καὶ καλάμους.

18

.

580

* [ἐρύγμηλον] μέγα μυκώμενον ἢ ἀνερευγόμενον τὴν τροφήν.

18

.

584

* [ἐνδίεσαν] ἐπέσιξαν τοῖς λέουσι παρορμῶντες αὐτούς. ἐπι‐ σίζω δέ ἐστι τὸ ἀγριαίνω καὶ παροξύνω τῷ σιγμῷ τῆς φωνῆς.

18

.

588

* [βήσσῃ] βῆσσα ὁ βασιμώτατος καὶ ὑψηλὸς τόπος.

18

.

589

* [κλισίας] νῦν τὰς τῶν ποιμένων καταγωγάς.

18

.

590

ἐν δὲ χορὸν ποίκιλλε] ἐγκατεσκεύασε δὲ ἐπιμελῶς ὁ Ἥφαιστος —τῆς Κρήτης. * [ποίκιλλε] ποικίλῃ τορνεύσει ἐποίει.

18

.

593

καλλιπλοκάμῳ Ἀριάδνῃ] ..... οἱ Ἀθηναίοι— ἐποίησαν.

18

593bis

ἀλφεσίβοιαι] ἔντιμοι—ἄλλων.

18

.

594

[ἔχοντες] ὀρθῶς καὶ τοῦτο—πέφρακεν.

18

.

596

[ἐϋννήτους] εὖ νενησμένους, λεπτούς.

18

.

597

* [στεφάνας] κόσμους—κειμένους.

18

.

599

[θρέξασκον] ἐν κύκλῳ ἔτρεχον.

18

.

600

διὰ τῆς τοῦ τροχοῦ—ὑφιστᾷ.175

18

.

608

[ἄντυγα πὰρ πυμάτην σάκεος] παρὰ τὸ ἔσχατον μέρος τῆς ἀσπίδος πέριξ. [πύκα ποιητοῖο] ἐπιμελῶς καὶ συνεχῶς κατεσκευασμένου.

18

.

613

[ἐανοῦ] λαμπροῦ, ποικίλου, εὐχύτου, ἁπαλοῦ.176

19

.

13

[ἀνέβραχε] ποιὸν ἦχον ἀπετέλεσεν.

19

21-22

οἷ’—ἀθανάτων] ὁποῖα θεοῦ ἔργα εἶναι, τουτέστιν οἷα πρέπει θεὸν παρασχεῖν.

19

.

26

σκώληκας ἐγγενήσωσιν—εἴλησιν.

19

.

27

ἐκ δ’ αἰὼν 〈πέφαται〉] ἤτοι ἀνῄρηται ὁ βίος, ὅ ἐστι— ὁ νωτιαῖος μυελός. * τοῦ αἰῶνος αὐτοῦ ἀνῃρημένου, ὅ ἐστι τοῦ βίου ἀπολωλότος, ἀναγκαίως εἰς σκώληκας μετῆλθε τὸ σῶμα σαπησόμενον.

19

.

31

[ἀρηϊφάτους] ἐν πολέμοις πεφονευμένους, ἢ σιδήρῳ· καὶ γὰρ ὁ σίδηρος Ἄρης.

19

.

32

[τελεσφόρον] τὸν πάντα τελειοῦντα—φέροντα.

19

.

44

[ταμίαι] οἱ φύλακες τῶν πρὸς τροφὴν, οἱ κελλάριοι.

19

.

45

εἰς ἀγορὴν ἴσαν] εἰς τὴν ἐκκλησίαν συνηθροίζοντο.

19

.

60

[Λυρνησσὸν] πόλις τῆς Ὑποπλακίης Θήβης τῆς Κιλικίας.

19

.

61

[τῶ κ’ οὐ τόσσοι] οὕτως ἂν οὐ τοσοῦτοι. [ὀδὰξ—οὖδας] ἔδακον τὴν γῆν ἀναιρεθέντες.

19

.

68

* [ἀσκελέως] ἄγαν σκληρῶς, ἀμεταστρέπτως. * [μενεαινέμεν] θυμοῦσθαι.

19

.

72

* [γόνυ κάμψειν] καθέζεσθαι καὶ ἀναπαύεσθαι.

19

79-80

ἑσταότος μὲν—ὑββαλεῖν] εἰδὼς ὁ Ἀγαμέμνων
—δημηγορεῖν.177

19

.

80

ἔστι γὰρ χαλεπώτατον, κἂν ἐπιστήμων ᾖ ὁ ῥήτωρ, ὑποκρουό‐ μενον λέγειν.

19

.

83

Πηλεΐδῃ μὲν ἐγὼν ἐνδείξομαι] οἷον τὴν ἀπότασιν— ἀπολογήσομαι. ἐζήτηται δὲ διὰ ποίαν αἰτίαν—ἀναμείναντες.

19

.

84

* [σύνθεσθε] οἱ δὲ ἄλλοι ἀκούσαντες εἴπατε τοῖς μὴ ἀκούσασιν.

19

.

87

* [ἠεροφοῖτις] ἡ διὰ τοῦ σκότους φοιτῶσα καὶ ἐπερχομένη τιμωρὸς τοῖς ἀδικήμασιν. ἔστι δὲ—ἔργα.

19

.

90

* [θεὸς διὰ πάντα τελευτᾷ] θεὸς γὰρ ἐν πᾶσι τοῖς πραττομένοις τέλος ἐπάγει.

19

.

91

* [πρέσβα] πρεσβυτέραν καὶ ἐντιμοτέραν Διὸς θυγατέρα τὴν Ἄτην ὑπέθετο, ὅτι Διὸς γνώμῃ γίνεται καὶ τὰ ἀγαθὰ καὶ τὰ κακά. ἢ κατ’ εὐφημίαν εἴρηκε· καὶ γὰρ Ἀθηναῖοι τὰς Ἐρινύας Εὐμενίδας καλοῦσιν.

19

.

92

* [τῇ μέν θ’ ἁπαλοὶ πόδες] διότι ἀναισθήτως ἡμῖν ἔπεισι τὰ κακὰ, διὰ τοῦτο ἁπαλοὺς πόδας φησὶ τῆς Ἄτης.

19

.

93

* [πίλναται] προσπελάζει. ἐπὶ τὰς κεφαλὰς τῶν ἀνθρώπων τὴν Ἄτην φησὶ βαδίζειν.

19

.

94

[ἕτερόν γ’ ἐπέδησε] ἕτερον ἀνθ’ ἑτέρου κατέσχεν ἡ Ἄτη. νῦν δὲ ἔβλαψεν. ἄλλως ἕνα γοῦν τινα ἔβλαψεν, ὅτι μὴ πολλούς.

19

.

99

[ἐϋστεφάνῳ] κατατετειχισμένῃ—τετειχίσθαι.

19

.

103

μογοστόκος] ἡ περὶ τὰς τίκτουσας κοπιῶσα, ἢ ἡ τοὺς μόγους ἐπικουφίζουσα τῶν τικτουσῶν.

19

.

105

* [αἵματος] σπέρματος, γένους.

19

.

110

[πέσῃ μετὰ ποσσὶ γυναικὸς] γεννηθῇ, ἀπὸ τοῦ παρακο‐
λουθοῦντος.178

19

.

113

[μέγαν ὅρκον] Στυγὸς ὕδωρ. τὴν Στύγα, τῶν Ὠκεανοῦ παίδων οὖσαν καὶ αὐτὴν μίαν ἀδελφὴν, τιμιωτάτην μετὰ τὴν τῶν Οὐρανίων θεῶν μάχην 〈καὶ〉 τῶν λεγομένων Τιτάνων εἶναι συν‐ έβη διὰ τήνδε τὴν αἰτίαν· οἱ περὶ Κρόνον Οὐρανοῦ παῖδες ἀρχαῖοι
5Τιτᾶνες τοῖς ἀμφὶ τὸν Δία νεωτέροις θεοῖς πόλεμον ἤραντο καὶ τοῦτο πράττειν δι’ ἐπιβουλῆς ἔγνωσαν. 〈οἱ δὲ τῆς Στυγὸς παῖδες ἐλθόντες σὺν τῇ μητρὶ εἰς τὸν Ὄλυμπον〉 δηλοῦσι τοῦτο Διὶ καὶ ἀξιοῦσιν αὐτοῖς συγκροτεῖσθαι τῷ τούτου τοῦ πολέμου καιρῷ, 〈ὥστε Δία〉 τιμῆσαι τὴν Στύγα καὶ τὸ τῆς Στυγὸς ὕδωρ ὅρκον θεῶν ποιῆσαι. ἡ ἱστορία παρ’
10Ἡσιόδῳ ἐν Θεογονίᾳ.

19

.

116

ἰφθίμην ἄλοχον] τὴν Θεσσάλου—Λευκίππη.

19

.

117

εἱστήκει μείς] μὴν Αἰολικῶς—κατ’ ἀναλογίαν.

19

.

118

* [ἠλιτόμηνον] τὸν διημαρτηκότα τοῦ καθήκοντος μηνὸς εἰς τὸ τεχθῆναι· ἁλιτεῖν γὰρ τὸ ἁμαρτεῖν καὶ ἀποτυχεῖν. ἄλλως· διημαρτηκότα τοῦ τελείου ἀριθμοῦ τῶν ἐννέα μηνῶν· ἑπταμηναῖος γὰρ ὁ Εὐρυσθεὺς ἦν.

19

.

119

Ἀλκμήνης δ’ ἀνέπαυσε] Ζεὺς μιγεὶς—μετέλαβεν.

19

.

121

[ἀργικέραυνε] λαμπρὸν ἔχων κεραυνόν, ἢ ταχύν.

19

.

123

[Σθενέλοιο πάϊς Περσηϊάδαο] ὁ Εὐρυσθεύς· ἦν γὰρ Περσέως ἔγγονος, ὅθεν Περσηϊάδην αὐτόν φησι.

19

.

124

[οὔ οἱ ἀεικὲς] οὐ δεινὸν καὶ ἀεικὲς καὶ ἀπεοικός, οὐ χαλεπὸν
αὐτῷ.179

19

.

126

ἀφείλετο δὲ ἐκ τῆς αὑτοῦ βαθυπλοκάμου κεφαλῆς τὴν Ἄτην. οἱ δὲ ἐκ τῆς ἠλειμμένους πλοκάμους ἐχούσης.

19

.

132

[τὴν αἰεὶ στενάχεσκε] δι’ ἣν ἄτην ἀεὶ ἔστενεν.

19

.

147

τὰ μὲν δῶρα εἴτε θέλεις παρασχεῖν εἴτε καὶ παρ’ ἑαυτῷ ἔχειν ἐν σοί ἐστιν.

19

.

149

[κλοτοπεύειν] ἤτοι ὑποκλέπτειν αὐτοὺς τῆς μάχης ἐν τοῖς λόγοις ἢ ἐν ἔργῳ τινὶ ἐπιθυμεῖν.

19

.

150

ἔτι—ἄρεκτον] ἀτελείωτον, ἄπρακτον. ἤτοι δὲ περὶ τῆς Πατρόκλου ταφῆς λέγεται ἢ τῆς τοῦ Ἕκτορος ἀναιρέσεως.

19

.

158

[πρῶτον] νῦν καθάπαξ. [εὖτ’ ἂν ... ὁμιλήσωσι φάλαγγες] εἰς ταὐτὸ συνέλθωσιν αἱ τῶν στρατιωτῶν τάξεις πολεμῆσαι

19

.

161

[τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή] τοῦτο γὰρ τῆς θρεπτικῆς δυνά‐ μεώς ἐστι παρασκευαστικόν.

19

.

172

[ὅπλεσθαι] παρασκευάσασθαι εἰς τὸν πόλεμον.

19

.

179

[ἀρεσάσθω] διαρέσκειαν θεραπευσάτω, φιλοφρονησάσθω.

19

.

180

[πιείρῃ] λιπαρᾷ, δαψιλεῖ, πολυτελεῖ. ἔστι δὲ μεταφορά.

19

180bis

ἵνα μηδὲν ἐλλείπῃ τῶν ὀφειλόντων πρὸς σὲ δικαίως πραχθῆναι.

19

.

183

οὐ μὲν—ἐπαρέσσασθαι] ἢ οὐ μεμπτὸν γὰρ ὑπάρχει βασιλέα φιλιοῦσθαι. [ὅτε τις χαλεπήνῃ] κακῶς βλάψῃ, ὅ ἐστιν εἰς ὀργὴν ἔλθῃ.

19

.

200

ἄλλοτέ ποτε ταῦτα δρᾶν ὀφείλετε παυσαμένου τοῦ πολέμου καὶ μὴ τοσαύτης ὀργῆς κατεχούσης μου τὴν ψυχήν.

19

.

208

ἐπειδὰν τὴν ὑπὲρ τῶν ἀποθανόντων ὕβριν καὶ βλάβην ἐκδική‐
σωμεν.180

19

.

212

[κεῖται ἀνὰ πρόθυρον] κεῖται—εἰς τοὺς οἴκους.

19

.

213

[τό μοι] διό μοι.

19

.

219

[ἐπεὶ πρότερος γενόμην] ἐπειδὴ πρεσβύτερος ὑπάρχω.

19

.

221

ταχέως γὰρ κόρος λαμβάνει τοὺς ἀνθρώπους ἐν τῇ μάχῃ· ὀλίγοι γάρ εἰσιν οἱ ἀπολειπόμενοι ζῶντες, πολλοὶ δὲ οἱ φονευόμενοι.

19

.

222

[καλάμην] καλάμην δὲ κυρίως τὸ ξυλῶδες τῶν ἀσταχύων. ἢ τοὺς στάχυς περιφραστικῶς. ἀλληγορικῶς οὖν «καλάμην» νῦν κέκληκε τὰ σώματα τῶν ἀνῃρημένων, ἄμητον δὲ τὸν τοῦ θέρους καιρὸν, θέλων δηλῶσαι ὅτι τροπῆς ἐκ Διὸς γενομένης πολλοὶ πίπτουσι κατὰ τὸν
5πόλεμον.

19

.

223

ἄμητος] προπαροξυτόνως μὲν ὁ ἀμώμενος καὶ θεριζόμενος καρπὸς σίτου, ἀμητὸς δὲ ὀξυτόνως ὁ καιρὸς τοῦ θέρους. [ἐπὴν κλίνῃσι τάλαντα] ὁπόταν τροπὴν ἐργάσηται ὁ Ζεύς.

19

.

238

[ὀπάσσατο] ἐφώνησεν, προσεταιρίσατο, ἀκόλουθον ἔλαβεν.

19

.

247

στήσας] ἀριθμήσας—εἴρηνται.

19

.

261

[μὴ μὲν] ἢ «πῆ μὲν», ἀντὶ τοῦ ποῦ;

19

.

262

ὡς οὔτε τῆς συνουσίας χρῄζων ἀφειλόμην.

19

.

263

* [ἀπροτίμαστος] ἀνύβριστος, ἀνεπίψαυστος, ἄχραντος, ἄθικτος συνουσίας καὶ μίξεως ἀνδρῶν.

19

.

265

[ὅ τι σφ’ ἀλίτηται ὀμόσσας] ὅστις ἁμάρτῃ ἐπιορκήσας.

19

.

268

τὸν μὲν Ταλθύβιος—ῥῖψ’ ἐπιδινήσας] ἐπιστραφεὶς, φησὶν, ἔρριψεν εἰς θάλασσαν τὸν κάπρον. σημειωτέον ὅτι—ἢ ἔκαιον, ὡς ἐν τῇ Γ φησίν.

19

.

273

[ἀμήχανος ἀλλά ποθι Ζεὺς] ὥστε τὸν Δία ἀμήχανον δηλοῦσθαι, ὅ ἐστι κακομήχανον.

19

.

284

[χυμένη] περιπλακεῖσα τῷ Πατρόκλῳ δηλονότι.
* [χερσὶ δ’ ἄμυσσε] κατέξεε τοῖς ὄνυξι, ἐσπάρασσεν.181

19

.

290

* [ὥς μοι—αἰεί] ὡς ἐν ἀδιαλείπτοις γινόμεθα τοῖς δεινοῖς.

19

.

294

* κηδείους] εὐνουστάτους καὶ μᾶλλον διαφέροντας τῇ συγγε‐ νείᾳ, φροντίδος ἀξίους.

19

.

300

[ἄτομον] ἢ «ἄμοτον», ἀπληρώτως.

19

.

302

αἱ δὲ λοιπαὶ γυναῖκες σὺν τῇ Βρισηΐδι δῆθεν ὡς ἐπὶ προφάσει Πατρόκλου ἔκλαιον, τῇ δὲ ἀληθείᾳ ἑκάστη αὐτῶν ἐθρήνει τὴν ἑαυτῆς συμφοράν.

19

.

311

[τέρποντες] ἀντὶ τοῦ τέρπειν βουλόμενοι, παρηγοροῦντες.

19

.

314

* [ἀδινῶς ἀνενείκατο] ἀθρόως, οἰκτρῶς καὶ ἐλεεινῶς ἀνέκρα‐ ξεν, οἷον ἀνεστέναξεν καὶ πολὺ ἤγαγε πνεῦμα.

19

.

317

αἶψα καὶ ὀτραλέως] ἐνεργῶς καὶ σπουδαίως. 〈δὶσ〉 τὸ αὐτὸ εἶπεν ἐπιτάσεως χάριν.

19

.

321

[κακώτερον] χεῖρον. ἢ κατώτερον.

19

.

323

[εἴβει] 〈λείβει〉 λέγει. δὲ κυρίως μὲν σπένδει, ἄρτι δὲ προχεῖ, στάζει.

19

.

326

[Σκύρῳ] μία τῶν Κυκλάδων νήσων. Ἀλεξάνδρου Ἑλένην—παρὰ τοῖς κυκλικοῖς.

19

.

350

ἅρπῃ] εἶδος ὀρνέου, ὅ τινες ἰκτῖνον—δρέπανον.

19

.

354

[ἀτερπὴς] ἀηδής, χαλεπός, διὰ τὸ συνεκτικὸν εἶναι παντὸς τοῦ σώματος.

19

.

358

[αἰθρηγενέος] τοῦ αἴθρας ποιοῦντος.

19

.

361

* [κραταιγύαλοι] ἰσχυρὰ κοιλώματα ἔχοντες· γύαλα 〈γὰρ〉 τὰ κοιλώματα.182

19

.

362

γέλασσε] ἐγανώθη, φαιδροτέρα τῇ λαμπηδόνι ἐγένετο τῶν ὅπλων.

19

.

377

[οἰοπόλῳ] ἐν ᾧ 〈οἱ〉 ὄϊες πωλοῦνται καὶ ἀναστρέφονται.

19

.

385

* εἰ αὑτῷ ἐφαρμόζοι τὰ ὅπλα καὶ μήτι ἐμποδίζοι, ἀλλ’ εὐκόλως ἐν αὐτοῖς κινοῖτο. ἀκωλύτως χρῷτο, ὥστε μὴ ἐμποδίζεσθαι.

19

.

386

* [εὖτε πτερὰ] τῷ δ’ Ἀχιλλεῖ κοῦφα ἦν τὰ ὅπλα οἱονεὶ πτερὰ * [ἄειρε δὲ] κουφότερον δὲ αὐτὸν ταῦτα ἐποίει.

19

.

390

[Πηλιάδα μελίην] τὴν ἐκ Πηλίου ὄρους Θεσσαλίας τμηθεῖσαν. λέγει δὲ τὸ δόρυ. μελία δὲ εἶδος δένδρου ἐπιτηδείου πρὸς κατασκευὴν δοράτων.

19

.

392

[Ἄλκιμος] Ἀλκιμέδων ὑποκοριστικῶς.

19

.

393

* [λέπαδνα] οἱ μασχαλιστῆρες, οἱ ὑποτραχήλιοι ἵμαντες.

19

.

398

* [ἠλέκτωρ Ὑπερίων] ἐπίθετα ταῦτα τοῦ θεοῦ. ἠλέκτωρ ὁ λαμπρός, παρὰ τὴν τοῦ ἠλέκτρου ὁμοιότητα, ἢ ὁ ἀκοίμητος, οἱονεὶ ὁ ἄλεκτρος.

19

.

402

* [ἐπεί χ’ ἑῶμεν] ἐπὰν ἐμβάλωμεν εἰς τὸν πόλεμον, ἐπὰν προέλ‐ θωμεν.

19

402bis

τινὲς «χέομεν» ἀντὶ τοῦ ὑποχωρήσομεν. [αἰόλος] ἀντὶ τοῦ ταχύς.

19

.

405

[ἤμυσε] εἰς τὴν γῆν ἔκλινεν τὴν κεφαλὴν αὑτοῦ— διαλέγεσθαι.

19

.

417

[θεῷ καὶ ἀνέρι] ὑπὸ θεοῦ Ἀπόλλωνος καὶ ἀνδρὸς Ἀλεξάνδρου.

19

.

418

οὕτως εἰπόντος—γίνεσθαι.

19

.

423

[ἅδην] ἢ «ἄδην», ἀντὶ τοῦ δαψιλῶς, ἱκανῶς.183

20

.

3

θρωσμῷ] ὑψηλῷ τόπῳ, ὅθεν καὶ καταθορεῖν καὶ πηδῆσαι 〈ἔσ‐ τιν〉. ἔστι δὲ οὗτος ἐν Ἰλίῳ.

20

.

4

Θέμιστα] ἀντὶ τοῦ Θέμιν, Δικαιοσύνην, ἥτις ἐστὶ μία τῶν Τιτα‐ νίδων.

20

.

7

τὸν δὲ Ὠκεανὸν οὐ παρέβαλεν—ὑπάρχων. διὰ ποίαν δὲ αἰτίαν μόνος ὁ Ὠκεανὸς ποταμὸς οὐ πάρεστι τῇ ἐκκλη‐ σίᾳ τῶν θεῶν; ῥητέον δὲ ἐπεὶ συνεκτικὸν ἔχει τὸ τοῦ κόσμου ῥεῦμα· φησὶ γάρ· «Ὠκεανὸς, ᾧ πᾶσα περίρρυτος ἐνδέδεται χθών».

20

.

30

[ὑπὲρ μόρον] παρὰ τὸ εἱμαρμένον, παρὰ τὸ δέον.

20

.

34

[ἐριούνης] μεγάλην ὄνησιν παρέχων, μεγαλωφελής.

20

.

39

* ἀκερσεκόμης] μὴ κειρόμενος—Ἀπόλλων.

20

.

48

αὖεν] ἐφώνει, ἐβόα· ἐὰν δὲ δασύνηται, ἐξέκαιεν,

20

.

50

[ἐπ’ ἀκτάων] ἐπὶ τῶν αἰγιαλῶν—προβεβλημένων.

20

.

53

[θεῶν ἐπὶ Καλλικολώνῃ] τόπος ἐστὶν ὑψηλὸς ἐν τῇ Τροίᾳ κάλλει
διαφέρων, διὸ ἐκλήθη «θεῶν Καλλικολώνη».184

20

.

58

ἀπειρεσίην] ἄπειρον, μεγάλην, ἢ πέρας μὴ—εἶναι.

20

.

59

[πόδες] τὰ καταλήγοντα τῶν ὀρῶν μεταφορικῶς. Gen. ajoute: αἱ ὑπώρειαι.

20

.

67

ἤτοι μὲν—ἄνακτος] καὶ τὰ ἑξῆς· ἡ τῶν θεῶν μάχη —τοῦ ὕδατος.

20

.

69

ἄντα δ’ Ἐνυαλίοιο] ἐξ ἐναντίας—δαίμονος.

20

.

70

χρυσηλάκατος] ἐργατικὴ—κυνηγοί.

20

.

72

σῶκος] ἤτοι—θεός.

20

.

74

ὃν Ξάνθον καλέουσι] τῶν διωνύμων—ἀνθρώπους. διὰ τί δὲ κατὰ τὸν—ἀλλήλοις; Ποσειδῶν μὲν —τοῦ ὑγροῦ.

20

.

83

[ἀπειλαί] νῦν καυχήσεις.

20

.

84

[οἰνοποτάζων] τῶν δημοσίων—εὐωχούμενος.

20

.

92

[Πήδασον] ποταμὸς Ἑλλησπόντου καὶ πόλις.

20

.

96

[Λέλεγας] τοὺς ἐν Ἑλλησπόντῳ—κατοικοῦντας.

20

.

101

ἶσον—τέλος] ἶσον ποιήσειε τὸ τέλος τοῦ πολέμου μη‐ δετέρῳ βοηθῶν.

20

.

109

[ἀρειῇ] ἀπειλῇ, οἱ δὲ βλαβῇ. ἀπὸ τοῦ Ἄρεος.

20

.

114

[ἣ δ’ ἄμυδις—θεοὺς] ἔστη δὲ θεοὺς ὁμοῦ συγκα‐ λέσασα.

20

.

123

[οἳ τὸ πάρος περ] νῦν οἳ ἐξ ἀρχῆς.

20

.

129

εἰ δ’ Ἀχιλλεὺς οὐκ ἀκούσεται ἐκ τῆς θείας φωνῆς, τουτέστιν ἡμῶν αὐτῶν.

20

.

131

[χαλεποὶ δὲ—ἐναργεῖς] χαλεποὶ δὲ καὶ δεινοὶ οἱ
θεοὶ εἰς φανερὸν φαινόμενοι τοῖς ἀνθρώποις.185

20

.

140

ὀρεῖται] ἵν’ ᾖ διεγερθῇ, κινηθῇ. εὐθέως οὖν, φησὶ, καὶ ἡμῖν αὐτοῖς φιλονεικία γενήσεται.

20

.

145

ἄλλως· Ποσειδῶν—ἱστορεῖ Ἑλλάνικος.

20

.

150

[ἄρρηκτον] ἀντὶ τοῦ ἄπρακτον.

20

.

151

[ὀφρύσι] ἐξοχαῖς μεταφορικῶς.

20

.

152

[ἤϊε] Ἄπολλον τοξικέ, ἀπὸ τοῦ ἱέναι.

20

.

154

[δυσηλεγέος] δεινοῦ, χαλεποῦ, δυσκόλου.

20

.

157

[κάρκαιρε] ἐκινεῖτο, ἤχει. ὀνοματοποιΐα ὁ τρόπος.

20

.

166

[ἐγρόμενοι πᾶς δῆμος] ἐν σχήματι πέφρακεν ἀντὶ τοῦ οἱ δημόται.

20

.

169

[στένει] στενάζει ἢ στενοχωρεῖται.

20

.

171

[ἕε δ’ αὐτὸν—μαχέσασθαι] ἀντὶ τοῦ αὐτὸς δὲ ἑαυ‐ τὸν ἀγριοῦσθαι ποιεῖ.

20

.

172

[γλαυκιόων] πυρῶδες καὶ φοβερὸν βλέπων, ἀφ’ οὗ ἀγριούμε‐ νος.

20

.

183

[οὐδ’ ἀεσίφρων] οὐδὲ κοῦφος καὶ μάταιος τὸ φρόνημα.

20

195-196

[ὡς ἐνὶ θυμῷ βάλλεαι] ὡς κατὰ διάνοιαν ἐννοεῖ.

20

.

200

[νηπύτιον] νηπιόφρονα, ἀνόητον, παῖδα.

20

.

204

[πρόκλυτα] τὰ ὑπὸ τῶν προτέρων πεφημισμένα, παλαιά.

20

.

207

[ἁλοσύδνης] ἐναλίας—κατοικούσης.

20

.

216

[Δαρδανίην] πόλιν Τροίας.

20

.

223

[τάων] λείπει ἡ ἐκ—ἐκ τούτων. Gen. ajoute: οὐ γὰρ πασῶν ἠράσθη.

20

.

227

ἄκρον ἐπ’ ἀνθερικῶν] νῦν τῶν—λαχανῶδες.

20

.

247

[νηῦς ἑκατόζυγος] ὑπὸ ἑκατὸν—καθέδραι.

20

.

248

[στρεπτὴ] εὐκίνητος, μεταβολὰς πολλὰς ἔχουσα.

20

.

255

[πόλλ’ ἐτεά τε καὶ οὐκί] πολλὰ μὲν ἀληθῆ καὶ ψευδῆ.

20

.

258

[γευσόμεθα] ἀντὶ τοῦ—μεταφορικῶς.186

20

.

260

μύκε] ἐψόφησε, ἤχησεν· ἡ μεταφορὰ ἀπὸ τῆς φωνῆς τῶν βοῶν.

20

269-275

«ἀλλὰ δύω μὲν ἔλασσε» ἕως τοῦ «τῇ ῥ’ ἔσχετο χάλ‐ κεον»] ἀτρώτων—συνιζήσεως γενομένης.

20

.

270

[Κυλλοποδίων] χωλός. λέγει δὲ τὸν Ἥφαιστον.

20

.

275

κατὰ τὸν ἔξωθεν κύκλον τῆς ἀσπίδος, καθ’ ὃ μέρος τῇ ἀσπίδι λεπτότατος περιέκειτο χαλκός.

20

.

307

νῦν δὲ—ἀνάξει] Ἀφροδίτη χρησμοῦ— ἱστορεῖ Ἀκουσίλαος.

20

.

329

Καύκωνες] οἱ μὲν Τρωϊκὸν ἔθνος—πόλις Λυκίας καὶ Καρίας.

20

.

332

[ἀτέοντα] ἐνάντη ὄντα, ὅ ἐστι βλαπτόμενον καὶ ἀφροντιστοῦντα αὑτοῦ.

20

.

357

τοσσούσδ’ ἀνθρώπους] ὁ Ἀσκαλωνίτης προπερισπᾷ κατὰ δεῖξιν, ὡς τὸ «〈τοσ〉σῆσδ’ ὑσμίνης». (359) ὁ Ἀρίσταρχος κατὰ παρολ‐ κὴν ἐδέξατο τὸν δέ.

20

.

359

* [στόμα] τὴν σύστασιν.

20

.

362

[στιχὸς εἶμι] διὰ τῆς τάξεως ἐλεύσομαι.

20

.

365

[φάτο δ’ ἴμεναι ἄντ’ Ἀχιλῆος] ἔλεγε δὲ ἄντικρυς ἐλεύσεσθαι τοῦ Ἀχιλλέως.

20

.

370

* [κολούσει] ἀκέφαλον, ἀτελὲς ποιήσει, τουτέστιν ἀποτεύξεται πρὸ τοῦ ποιῆσαι.

20

.

385

* [Ὕδης] εἰ μὲν διὰ τοῦ δ, πόλις Λυδίας, ἡ 〈νῦν καλουμένη〉 Σάρδις, εἰ δὲ διὰ τοῦ λ, Ὕλη πόλις Βοιωτίας.

20

390-391

* λίμνῃ Γυγαίῃ] οὕτως λίμνη καλουμένη Γυγαίη ἐν Λυδίᾳ, ἢ ἀπό τινος ἐγχωρίου Γύγου καλουμένου ἥρωος, ἢ ἀπὸ Γύγου τοῦ Κανδαύλου, ὃν πρῶτόν φασι βασιλεῦσαι Λυδῶν.187

20

.

392

Ὕλλος καὶ Ἕρμος ποταμοὶ Λυδίας.

20

.

404

[ἤρυγεν] ἐμυκήσατο, ἀνερύγγανεν, πνεῦμα σφοδρὸν ἀφῆκεν.

20

.

414

[ζωστῆρος ὀχῆες] οἱ συνέχοντες τὸν ζωστῆρα ἵμαντες.

20

.

418

[προτὶ οἷ δὲ λάβ’ ἔντερα] προσελάβετο τὰ ἑαυτοῦ ἔντερα.

20

.

420

[λιαζόμενον ποτὶ γαίῃ] πρὸς τῇ γῇ κεκλιμένον, ὅ ἐστι κείμενον.

20

.

427

[ἀνὰ πτολέμοιο γεφύρας] τὰ μεταξὺ τῶν πολεμούντων διαστή‐ ματα.

20

.

433

[αἴσυλα] τὰ παρὰ τὸ καθῆκον γινόμενα, ἄδικα.

20

.

437

[ὀξὺ πάροιθεν] ὀξὺ κατὰ τὸ ἔμπροσθεν μέρος, κατὰ τὴν ἀκμήν.

20

.

439

[πάλιν] ἐπὶ τὸ ἕτερον—ἐναντίον.

20

.

440

* [ἦκα μάλα ψύξασα] πάνυ ἠρέμα καὶ πρᾴως καταπνεύσασα καὶ ὑπεκλύσασα—ποιήσασα.

20

.

448

[δεινὰ δὲ] 〈τό «δέ»〉 περισσόν.

20

.

451

[ἐς δοῦπον ἀκόντων] ἐπὶ τὴν ἄφεσιν τῶν δοράτων, ἐπὶ τὴν μάχην.

20

.

464

[εἴ πως εὗ πεφίδοιτο] ὅπως αὐτοῦ φείσαιτο.

20

.

467

[γλυκύθυμος] ἀνειμένος καὶ προσηνὴς τῇ ψυχῇ.

20

.

481

[πρόσθ’ ὁρόων θάνατον] ἔχων πρὸ ὀφθαλμῶν τὸν θάνατον.

20

.

483

[σφονδυλίων] οἵ εἰσι κδʹ ἐν τῇ ῥάχει.

20

.

490

[ἀναμαιμάει] ἀναφέρεται ἢ ἐνθουσιᾷ. [θεσπιδαὲς] ὑπὸ θεῶν ἀναπτόμενον, θεῖον.

20

.

495

[κτεινομένους ἐφέπων] ἔδει εἰπεῖν· ἔφεπε κτείνων.

20

.

499

[στεῖβον .... νέκυας] ἐπάτουν τοὺς νεκρούς.188

21

.

1

πόρον] ἤτοι τὸν ποταμὸν—ξανθὰς κόμας ἔσχον. [ἐϋρρεῖος ποταμοῖο] τοῦ καλὰ ῥεύματα ἔχοντος ποταμοῦ.

21

.

2

[ὃν ἀθάνατος τέκετο Ζεύς] τὸν σωματοειδῆ θεὸν, ὃς τοῦ ῥείθρου προέστηκεν· τὸ γὰρ ποτάμιον ὕδωρ ἐξ Ὠκεανοῦ φασιν εἶναι «ἐξ οὗπερ πάντες ποταμοί». (XXI 196).

21

.

8

[ἀργυροδίνην] λαμπρὰς δίνας ἔχοντα, ὅ ἐστι συστροφάς.

21

.

9

[αἰπὰ] νῦν βαθέα.

21

.

12

[ἠερέθονται] ἤτοι ἐρεθίζονται, ἢ εἰς ἀέρα αἴρονται καὶ ἀποκρύ‐ πτονται.

21

.

18

[κεκλιμένον μυρίκῃσιν] ὑπὸ μυρικῶν περιεχόμενον, κεκαλυμμέ‐ νον.

21

.

23

μυχοὺς] φωλεούς—ἀποκρύφους.

21

.

31

[στρεπτοῖσι] ἤτοι εὐκλώστοις.

21

.

43

[Ἀρίσβην] πόλις Θρᾴκης ὑφ’ Ἑλλήσποντον.

21

.

57

[νηλεὲς ἦμαρ] ἀνηλεῆ ἡμέραν. λέγει δὲ τὸν θάνατον.

21

.

75

[ἀντί τοί εἰμ’ ἱκέταο] ἀντὶ τοῦ ἱκέτης σού εἰμι.

21

.

76

[Δημήτερος ἀκτὴν] τὸν ἄρτον περιφραστικῶς.189

21

.

79

ἑκατόμβοιον] τιμὴν ἑκατὸν βοῶν ἀξίαν. οἱ παλαιοὶ— σιωπῆσαι.

21

.

86

[Λελέγεσσι] ἀρχαῖον ἔθνος Φρυγῶν.

21

.

87

[Σατνιόεντα] ποταμὸς Τρωΐας.

21

.

89

[δειροτομήσεις] τοὺς τραχήλους κόψεις· δειρὴ γὰρ ὁ τράχηλος.

21

.

95

[ὁμογάστριος] 〈ὁμογάστριοι〉 οἱ ἐκ τῆς αὐτῆς γαστρὸς ἀδελφοί.

21

.

99

[μή μοι ἄποινα πιφαύσκεο] περὶ λύτρων μηδόλως μοι διαλέγου.

21

.

110

τὸ ἑξῆς· ἀλλὰ καὶ ἐπ’ ἐμοὶ ἐπελεύσεται.

21

.

112

[Ἄρῃ ἐκ θυμὸν ἕληται] σιδήρῳ τὴν ψυχὴν ἀφέληται.

21

.

126

θρώσκων τις] ἐφαλλόμενος—κίνησις.

21

.

127

ἰχθὺς ὅς κε φάγῃσι] οὐ δεῖ—ἐπιπλεῖ. [ἀργέτα δημὸν] τὸν λευκὸν ἐπίπλουν, τὸ λίπος.

21

.

146

[δαῒ κταμενάων] τῶν ἐν πολέμῳ ἀναιρουμένων.

21

.

157

[Ἀξίου] Ἄξιος ποταμὸς Παιωνίας. ἡ δὲ Παιωνία τῆς Θρᾴκης.

21

.

161

[ἀπειλήσας] νῦν αὐχήσας ἢ ὀργισθείς.

21

.

162

ὃ δ’ ὁμαρτῆ δούρασιν ἀμφὶς] ὁ δὲ ἀμφότερα τὰ δόρατα ὁμοῦ ἀφῆκεν.

21

.

163

[ἀμφιδέξιος] ἀμφοτέραις ταῖς χερσὶ δεξιαῖς χρώμενος.

21

.

166

[ἐπιγράβδην] ἄχρι τοῦ ἐπιξέσαι μόνον τὸ δέρμα.

21

.

172

[μεσσοπαγὲς] μέχρι τοῦ ἡμίσεος καταπεπηγότος τῇ γῇ. ἐὰν δὲ «με〈σ〉σοσαὲς», ἐκ μέσου σειόμενον.

21

.

195

[Ἀχελώϊος] Ἀχελῷος ποταμὸς μεταξὺ Αἰτωλίας καὶ Ἀκαρνα‐ νίας. κοινῶς δὲ πᾶν ὕδωρ Ἀχελῷος καλεῖται.

21

.

204

δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον] δεῖ συνάπτειν «δημὸν ἐρεπτό‐ μενοι»· ἐπὶ τῶν νεφρῶν γὰρ ἐπίκειται ἡ πιμελή. τὸ δὲ «ἐρεπτόμενοι» καὶ «κείροντες» διλογεῖται.

21

204bis

[ἐπινεφρίδιον] τὸ περὶ τοὺς νεφροὺς λίπος.190

21

.

232

[δείελος] ἡ ὀψινὴ κατάστασις τοῦ ἡλίου παρὰ Ἀττικοῖς δείλη λεγομένη.

21

.

234

θύων] πληθύων, ἐνθουσιωδῶς ὁρμῶν.

21

.

237

[ἠΰτε ταῦρος] ἐντεῦθεν κινηθέντες—τοὺς ποταμούς.

21

241-242

[οὐδὲ πόδεσσιν εἶχε στηρίξασθαι] οὐδὲ ἠδύνατο στῆναι τοῖς πόσιν.

21

.

249

[ἀκροκελαινιόων] τὸ ἄνω μέρος—ποταμοί.

21

.

255

[ὕπαιθα] ἐκ πλαγίου ἢ ἔμπροσθεν.

21

.

257

[ὀχετηγὸς] ὑδραγωγός, ὁ τὸν τοῦ ὕδατος ὀχετὸν καθαίρων.

21

.

259

[μάκελλαν] μακέλλην. ἔστι δὲ εἶδος ἐργαλείου.

21

.

261

[κελαρύζει] ποιὸν ἦχον ἀποτελεῖ.

21

.

262

[προαλεῖ] ἄλλως· προαλεῖ ψιλωτέον. παρὰ τὸ ἁλίζεσθαι, τὸ συναθροίζεσθαι, ὥστε σημαίνεσθαι τὸ κατωφερές.

21

.

268

[διιπετέος] τοῦ ἐκ τῶν ὄμβρων τοῦ Διὸς γεγονότος.

21

.

269

[πλάζε] ἀπέκρουσεν, ἐπλάνα ἢ προσέλαβεν.

21

.

271

[ὑπέρεπτε] ὄπιθεν ὑπεδύετο, ὑπέσυρεν.

21

.

274

[ἔπειτα δὲ καί τι πάθοιμι] μετὰ τοῦτο τί πάθω; μετὰ τὸν τοῦ ποταμοῦ κίνδυνον τί ἄλλο δεῖ με παθεῖν;

21

.

283

[ἔναυλος] χείμαρρος, ποταμὸς διὰ στενοῦ ῥέων.

21

.

286

[ἐπιστώσαντο] πίστιν τῆς σωτηρίας ἔδωκαν.

21

.

288

[τρέε] φοβοῦ. τὸ αὐτὸ δὲ δηλοῖ καὶ τὸ «τάρβει».

21

.

289

[ἐπιταρρόθω] ἐπιταρρόθους δυϊκῶς.

21

.

292

[λωφήσει] λήξει, παύσεται. μετενήνεκται δὲ ἡ λέξις ἀπὸ τῶν τὰ φορτικὰ κατατιθεμένων.

21

.

296

[Ἕκτορι] ἀντὶ τοῦ Ἕκτορος.

21

.

303

[πρὸς ῥόον—ἀν’ ἰθύν] ἐπ’ εὐθείας καὶ κατὰ τὴν ὁρμὴν τοῦ ποταμοῦ. ἄντικρυς τοῦ ῥείθρου.

21

.

312

ἐναύλους] τὰς τῶν ποταμῶν διώρυγας ἢ τοὺς διὰ στενοῦ ῥέοντας
ποταμούς.191

21

.

318

ὑπ’ ἰλύος] ὑπὸ τῆς ἰλύος τοῦ ποταμοῦ, ὅ ἐστι τοῦ πλήθους τοῦ πηλοῦ.

21

.

319

[εἰλύσω] ἰλύϊ περιχώσω, καλύψω.

21

319bis

χεράδος] τῆς ὑπὸ ποταμῶν ἀθροιζομένης ψάμμου καὶ ξύλων συγκομιδῆς. Ἀρίσταρχος δέ φησι—χεράδος οὖν λιθάδος.

21

.

321

[ἄσιν] ἰλύν, ὅ ἐστι γῆν ψαμμώδη, ὅθεν ἀσιογεῖαι αἱ αἱμασιαί.

21

.

323

τυμβοχοῆς ὅτε] χωστοῦ τάφου. τύμβος γὰρ ὁ τάφος. τὸ πλῆρες τυμβοχοῆσαι· οὕτως Ἀρίσταρχος καὶ Ἀσκαλωνίτης καὶ οἱ πλείους· ἄμεινον γὰρ ἐν τῷ ῥήματι τὸ πρᾶγμα λαμβάνειν ἢ 〈ἐν〉 τῷ ὀνόματι.

21

.

331

[κυλλοποδίον] χωλέ. λέγει δὲ τὸν Ἥφαιστον.

21

331-332

[ἄντα σέθεν—ἠΐσκομεν εἶναι] καὶ σοῦ γὰρ ἄξιον ἀνταγωνιστὴν ἡγούμεθα 〈τὸν Ξάνθον〉.

21

.

333

[πιφαύσκεο δὲ φλόγα πολλὴν] ἐνδείκνυσο δὲ καὶ διέγειρε πολλὴν φλόγα, ἔμφαινε, γνώριζε τὴν τοῦ πυρὸς δύναμιν.

21

.

341

[ἀκάματον] ἀκατάπαυστον—ὕλην.

21

.

351

θρύον] εἶδος—λεγόμενος θρῦς. τὸ δὲ «κύπειρον» ἔνιοί φασι κήβριον.

21

.

364

[κάγκανα] κατάξηρα, παρὰ τὸ κῆαι.

21

.

366

[οὐδ’ ἔθελε] νῦν οὐκ ἠδύνατο.

21

.

369

[ἔχραε] ἐπεὶ ἐξ ἀρχῆς ἐπηνέχθη σφοδρός.

21

.

388

[ἀμφὶ δὲ σάλπιζεν] περιήχησε δὲ ἡ σάλπιγξ. ἐξ οὗ προείρηται ὅτι 〈ἀπὸ〉 τῶν ἰδίων χρόνων ὠνόμακε τὴν σάλπιγγα ὁ ποιητής.

21

.

392

[ῥινότορος] ὁ τιτρώσκων—ἀνθρώπων δέρμα

21

.

394

[κυνάμυια] ἀναιδὴς ὡς μυῖα· ἐκ δύο ἀναιδῶν τελείων τοῦ τε
κυνὸς καὶ τῆς μυίας, διὰ τὸ ὑπερβάλλον τῆς ἀναιδείας.192

21

.

397

[πανόψιον] ἐν τῇ πάντων ὄψει ὁρώμενον, ἢ πάντας ὁρῶν, οἱονεὶ πανόρατον.

21

.

412

οὕτως ἂν αἱ τῆς μητρὸς Ἐριννύες μετέλθοιεν.

21

.

419

φεῦ πάπαι τοῦ αἰγιδούχου Διὸς τέκνον ἀκαταπόνητε.

21

.

421

πάλιν δὴ ἡ ἀναιδὴς αὕτη 〈ἄγει〉 τὸν ἀνθρωπόλεθρον Ἄρην.

21

.

422

ἐκ τοῦ διακοπτικοῦ πολέμου κατὰ τὴν ταραχήν· ἀλλὰ παραγε‐ νοῦ τιμωρὸς εἰς αὐτόν.

21

.

423

οὕτως εἶπεν, ἡ δὲ Ἀθηνᾶ ἐφώρμησεν, ἔχαιρε 〈δὲ〉 τῇ ψυχῇ.

21

.

425

ἔτρωσε· ταύτης δὲ αὐτόθι παρελύθησαν τὰ 〈γούνατα〉 καὶ ἡ προσφιλὴς ψυχή.

21

.

426

οὗτοι 〈μὲν〉 δὴ ἀμφότεροι ἔκειντο πρὸς τῇ πολλοὺς τρεφούσῃ γῇ.

21

444-445

θητεύσαμεν—ῥητῷ] ἐπὶ ὡμολογημένῳ— πᾶσα δὲ χάρις, κἂν ᾖ τελευταία, δύναται μεῖζον ἔγκλημα λῦσαι. (Thuc. I, 42).

21

.

448

σὺ δ’ εἰλίποδας—βουκολέεσκες] ἔνεμες, ἔβοσκες. «ἕλικας» δὲ τοὺς βοῦς—ἐπικαμπῆ. φασὶ τὸν Ἀπόλλωνα—Ἀπολλόδωρος.

21

.

449

[πολυπτύχου] πολλὰς ἐξοχὰς καὶ ἀποκλίσεις ἐχούσης.

21

.

450

[πολυγηθέες] πολλὴν χαρὰν τοῖς ἀνθρώποις τῇ αὑτῶν ἐπελεύ‐ σει ἐμποιοῦσαι.

21

.

458

[τοῦ δὴ—χάριν] διὰ οὖν τὰς τοιαύτας αἰτίας τούτοις
τοῖς ὄχλοις φέρεις χάριν.193

21

.

464

οἳ φύλλοισιν ἐοικότες] ἀντὶ τοῦ φύλλοις ὅμοιοι, διὰ τὸ καὶ αὐτὰ ἀπορρέοντα ἀφανίζεσθαι.

21

.

465

[ζαφλεγέες] μεγάλως ἔνθερμοι, ἐνεργεῖς, δραστήριοι, ἢ λαμ‐ προὶ καὶ αὐξανόμενοι.

21

.

469

εἰς χεῖρας ἐλθεῖν τοῦ πατρὸς ἀδελφοῦ.

21

.

471

[ἀγροτέρη] κυνηγέτις, δραστική. λέγει δὲ τὴν Ἄρτεμιν.

21

.

489

[ἀμφοτέρας—ἔμαρπτε] ἀμφοτέρας τὰς χεῖρας συν‐ έλαβε τῶν καρπῶν.

21

.

494

[ἴρηκος] ἱέρακος. προσληπτέον 〈δὲ〉 τὸ διωκομένη.

21

.

511

[ἐϋστέφανος] καλὴν στεφάνην ἔχουσα. στεφάνη δὲ εἶδός ἐστι κόσμου γυναικείου. ἔστι δὲ καὶ περικεφάλαιον.

21

.

537

* [ἐπὰψ θέμεναι] πάλιν ἐπικλῖναι καὶ ἐπιθεῖναι.

21

.

541

[καρχαλέοι] ξηροὶ ὑπὸ δίψης.

21

.

549

[κεκλιμένος] ἀντὶ τοῦ περιεχόμενος ὑπὸ φηγοῦ καὶ περικεκλι‐ μένος αὐτῇ.

21

556-557

[ὑποκλονέεσθαι—Ἀχιλῆϊ] ὑπὸ Ἀχιλλέως συγ‐ χωρήσω ταράττεσθαι.

21

.

558

[πεδίον Ἰλήϊον] τόπος ἐν ᾧ ὁ Ἰλίου τάφος.

21

.

559

[ῥωπήϊα] ἱμαντώδη φυτὰ, ἀφ’ οὗ τὰ δένδρα τῆς ὕλης.

21

.

564

[εἰ δέ—πόλιος] ἐὰν δὲ αὐτῷ ἔμπροσθε τῆς πόλεως.194

22

.

1

[κατὰ ἄστυ πεφυζότες] κατὰ τὴν πόλιν δεδειλιακότες, ἐκπεπληγ‐ μένοι, ἢ μετὰ δέους πεφευγότες

22

.

2

[ἱδρῶ ἀπεψύχοντο] πρὸς ἄνεμον ἐξηραίνοντο, ἀνεκτῶντο 〈ἑαυτούς.〉

22

.

3

[κεκλιμένοι] προκεκλιμένοι, ὅ ἐστι—προμαχῶνες.

22

.

4

[ἴσαν—κλίναντες] παρεγένοντο τοὺς ὤμους ταῖς ἀσπί‐ σι καλύψαντες.

22

.

11

[πόνος] 〈ὁ〉 ἀγών, τὸ ἔργον.

22

.

12

οἵτινες εἰς τὴν πόλιν συνεστράφησαν, ἔφυγον· 〈σὺ δὲ〉 ἐνταῦ‐ θα ἐχωρίσθης, ὡρμήσας ἢ ἐπλανήθης.

22

.

20

[ᾗ ς’ ἂν τισαίμην] καθὰ 〈ἄν〉 σε ἐτιμωρησάμην.

22

.

27

εἶσιν] ἀνατέλλει, ἄνεισι, τὴν ἑῴαν ἀνατολὴν δηλονότι.

22

.

29

ὅν τε κύν’ Ὠρίωνος] τὸν ἀστρῷον—ὀνομασίαν ἔσχεν. ἱστορεῖ Ἐρατοσθένης.

22

.

31

[πυρετὸν] ἤτοι κυρίως, ὡς ἡμεῖς λέγομεν, 〈ἢ〉 τὴν τοῦ ἀέρος
ἔκκαυσιν.195

22

.

40

[Πηλείωνι δαμεὶς] ὑπὸ Ἀχιλλέως ἀναιρεθείς.

22

.

43

[ἦ κέ μοι—ἔλθοι] οὕτως ἂν ἀπέλθοι μοι τὰ κακὰ τῶν φρενῶν.

22

.

47

[ἀλέντων] συστραφέντων, συγκλεισθέντων, φυγόντων.

22

.

55

[θάνῃς Ἀχιλῆϊ δαμασθείς] ἀποθάνῃς ὑπὸ Ἀχιλλέως ἀναιρεθείς.

22

.

59

[ἔτι φρονέοντα] ἔτι σωφρονῶν πρὶν ἐπιστῆναι— κύριος.

22

59bis

ἔχει τὰ ὀκτὼ μέρη τοῦ λόγου.

22

.

60

[ἐπὶ γήραος οὐδῷ] ἐπὶ τῇ τοῦ γήρως ἐξόδῳ

22

.

62

[ἑλκηθείσας] ἀντὶ τοῦ αἰχμαλωτισθείσας.

22

.

66

[πρώτῃσι θύρῃσιν] ταῖς πρώταις θύραις, ταῖς προαυλίοις.

22

.

74

[πολιόν] ἤτοι πεπολιωμένον, ἢ ἔντιμον.

22

.

75

[αἰδῶ] ἢ 〈τὸ〉 αἰδοῦς ἄξιον τοῦ σώματος.

22

.

80

[κόλπον ἀνιεμένη] γυμνοῦσα τὸν κόλπον. λέγει δὲ τὸ κατὰ τὸ στῆθος μέρος.

22

.

83

[λαθικηδέα] τὸν λήθην—πάντων.

22

.

87

θάλος] βλάστημα, φυτόν, πᾶν τὸ νέον. ἀπὸ τοῦ θάλλειν τῇ αὐ‐ ξήσει.

22

.

88

[πολύδωρος] πολλὰ δωρουμένη ἀγαθὰ ἢ μετὰ πολλῶν δώρων καὶ ἕδνων γεγαμημένη.

22

.

93

χειῇ] σχισμῇ. λέγει δὲ τῇ τοῦ δράκοντος καταδύσει. [ὀρέστερος] ἐν ὄρει διατρίβων, ὄρειος, ἐξ οὗ ἄγριος.

22

.

94

[βεβρωκὼς κακὰ φάρμακα] φαγὼν τὰ κακωτικὰ καὶ ἰοῦ ποιη‐ τικὰ φάρμακα. λέγει δὲ μύρμηκας καὶ κανθαρίδας.

22

.

105

[ἑλκεσιπέπλους] ἐπισυρούσας ἐν τῇ πορείᾳ τοὺς πέπλους, τουτ‐
έστι βαθείᾳ ἐσθῆτι χρωμένας.196

22

.

106

[εἴπῃσι .... ἐμεῖο] περὶ ἐμοῦ εἴπῃ.

22

.

110

[αὐτῷ] ἢ «αὐτόν».

22

.

113

[αὐτὸς ἰὼν] μόνος ἀφικόμενος, χωρὶς τῶν ὅπλων.

22

.

117

[ἅμα δ’ ἀμφὶς] χωρὶς δὲ τούτων. ὁ 〈«δέ»〉 πε〈ρισσόσ〉.

22

.

119

γερούσιον ὅρκον] τὸν ἐπὶ τῶν—ὀμόσαι.

22

.

124

[αἰδέσεται] λέγει δὲ δέξεται, προσδέξεται ὡς ἱκέτην· οἱ γὰρ ἱκέται αἰδοῖοι.

22

.

126

οὐ μέν πως—πέτρης] οὐκ ἔστι—παρὰ Διδύμῳ.

22

.

132

κορυθάϊκι] πολεμικῷ, κινοῦντι τὴν περικεφαλαίαν καταπλήξεως ἕνεκα καὶ φόβου τῶν ἐναντίων.

22

.

136

** [Ἕκτορα] ἢ «Ἕκτωρ».

22

.

141

[λεληκὼς] κεκραγώς. νῦν δὲ—ἀποτελῶν

22

.

145

[ἠνεμόεντα] καταπνεόμενα—κοίλων.

22

.

147

[κρουνὼ] κυρίως μὲν—πλύνουσιν.

22

.

153

[πλυνοὶ] πύελοι, ἐν αἷς πλύνουσιν.

22

.

160

[ἀρνύσθην] 〈δι〉’ ἀγῶνος ἐσπούδαζον λαβεῖν.

22

.

190

[ὄρσας ἐξ εὐνῆς] ἐκ τῆς κοίτης ἐγείρας, ὁρμήσας.

22

.

191

θάμνοι] οὕτω καλοῦνται οἱ σύμφυτοι καὶ ὑλώδεις τόποι. παρὰ τὸ θαμινόν.

22

.

194

ἐπὶ τὰς Δαρδάνου πύλας ὁρμήσαι.

22

.

201

ὥς ῥα τὸν—ἀλύξαι] πῶς τάχιστος ὢν—
περιθέων.197

22

.

219

ἀδύνατον, φησὶν, ἐστὶν αὐτῷ διαφυγεῖν ἡμᾶς.

22

.

221

πρὸ τῶν ποδῶν τοῦ Διὸς κυλινδούμενος, ὅ ἐστιν ἱκετεύων.

22

.

235

[τιμήσασθαι] λείπει τὸ σέ 〈ἵν’ ᾖ· νῦν δὲ καὶ μᾶλλόν σε〉 τι‐ μήσω

22

.

247

[κερδοσύνῃ] ἐντρεχείᾳ, πονηρίᾳ, ἀπάτῃ.

22

.

254

[ἐπιδώμεθα] ὀμόσωμεν, ἐπόπτας καὶ μάρτυρας τῶν λεγομένων ποιησώμεθα.

22

.

257

[καμμονίην] τὴν ἐκ καταμονῆς νίκην, ὅ ἐστι τὴν ἐκ μονομεροῦς.

22

.

261

ἄλαστε] ἢ ἀλάθητε, δεινὰ καὶ ἀνεπίληστα εἰργασμένε.

22

.

281

ἀρτιεπὴς] ἀπηρτισμένος καὶ ἱκανὸς εἰπεῖν, ἢ ἄρτι ἐσκευασμένος, δεινός. [ἐπίκλοπος] παραλογιστικός, ἀπατῶν, διὰ λόγων κλέπτειν τὴν ἀλή‐ θειαν εἰδώς.

22

.

293

[οὐδ’ ἄλλ’ ἔχε] ὁ «δέ» ἀντὶ τοῦ γάρ· οὐ γὰρ εἶχεν ἄλλο.

22

.

310

[πτῶκα] παρὰ τὸ πτήσσειν—ζῷον.

22

.

322

τοῦ δὲ Ἕκτορος, φησὶν, τὸ μὲν λοιπὸν σῶμα ὑπὸ τῶν ὅπλων κατεκεκάλυπτο.

22

.

323

[Πατρόκλοιο βίην] περιφραστικῶς τὸν Πάτροκλον.

22

.

324

[ᾖ κληῖδες—ἔχουσι] καθ’ ὃ μέρος αἱ κατακλεῖς συνάπτουσιν διείργουσαι τὸν αὐχένα ἀπὸ τῶν ὤμων.

22

.

325

ὅπου τρώσεως γενομένης ταχεῖα γίνεται τῆς ψυχῆς ἀπώλεια. [ψυχῆς ὄλεθρος] καίτοι ἀθάνατον—τὸν βρόγχον.

22

.

345

μή με πρὸς τῶν γονάτων καὶ γονέων λιτάνευε.

22

.

349

εἰκοσινήριτα] εἰκοσαπλασίονα, εἰκοσάκις ἐξισοῦσθαι .... τῆς τοῦ σώματος σωτηρίας· τὸ γὰρ ἐρίζειν ἐξισοῦσθαί ἐστιν.

22

.

351

οὐδ’ εἴ κεν—ἀνώγοι] οὐδ’ εἰ χρυσῷ σταθμήσασθαι θελήσει τὸ σῶμα ὁ Πρίαμος· ἐρύσασθαι γὰρ νῦν τὸ ζυγοστατῆσαι.198

22

.

356

προτιόσσομαι] καλῶς γινώσκων καὶ προορῶν ταῦτά σοι λέγω, μάτην δέ· οὐ γάρ σε πείθω.

22

.

358

[μή τοί τι—γένωμαι] μήπως τῆς ἐκ θεῶν βλάβης αἴτιός σοι καταστῶ.

22

.

371

οὐδαμῶς γάρ τις χωρὶς τοῦ ἐπιτιτρώσκειν τὸν Ἕκτορα παρέστη.

22

.

379

ἐπειδὴ τόνδ’ ἄνδρα] σημειωτέον ὅτι καὶ—κασί‐ γνητε». [δαμάσασθαι ἔδωκαν] δαμασθῆναι ἢ ἀναιρεθῆναι παρέσχον.

22

.

383

[πεσόντος] νῦν ἀποθανόντος.

22

.

395

[Ἕκτορα δῖον] ἀντὶ τοῦ κατὰ τοῦ Ἕκτορος τοῦ δίου καὶ ἐν‐ δόξου.

22

.

397

ἐς σφυρὸν ἐκ πτέρνης] τὰ ἀπὸ σφυροῦ ἕως πτερνῶν.

22

.

411

ὀφρυόεσσα] εἰς ὕψος—τρόπος. σμύχοιτο] καταφλέγοιτο. ὁ δὲ λόγος· τοιοῦτος, φησὶ, θρῆνος, διεγή‐ γερτο ὡς τῆς Ἰλίου πάσης ὑπὸ πυρὸς καταφλεγομένης.

22

.

425

οὗ με λύπη κατάξει εἰς [Ἅιδου.

22

.

441

[ἔπασσε] ἐποίκιλλε. ἐξ οὗ καὶ παστός.

22

.

447

κωκυτοῦ δ’ ἤκουσεν] ἀντὶ τοῦ—αὐτὴν ἠνάγκαζεν.

22

.

448

[ἐλελίχθη] κλονοειδῶς ἐσείσθη ὑπὸ τρόμου.

22

.

454

[αἲ γὰρ—ἔπος] εἴθε γὰρ μὴ ἤκουσά ποτε τοῦ λόγου τούτου.

22

.

457

[ἀγηνορίης] νῦν ἀνδρείας.

22

.

467

ἀπὸ δὲ ψυχὴν ἐκάπυσσεν] ἀνέπνευσε δὲ τὴν ψυχήν· κάπος γὰρ καλεῖται τὸ πνεῦμα κατὰ διάλεκτον, ἐξ οὗ καὶ κῆπος.

22

.

469

ἄμπυκα] κόσμον τινὰ περὶ τὴν κεφαλὴν, ἀνέχοντα τὰς τρίχας τῆς κεφαλῆς.
[κεκρύφαλον] τὸν πρὸς ἡμῶν λεγόμενον κροκύφα〈ν〉τον,199

22

.

472

[ἕδνα] τὰ ὑπὸ τῶν νυμφίων διδόμενα δῶρα ταῖς γαμου‐ μέναις.

22

.

476

[ἀμβλήδην γοόωσα] ἀναφέρουσα ἀθρόως τὸ πνεῦμα.

22

.

490

[παναφήλικα] πάντων 〈τῶν〉 ἡλικιωτῶν ἐστερημένον, τουτέστιν ἐλαυνόμενον τῆς ἀπ’ αὐτῶν διατριβῆς.

22

.

494

[ἐπέσχε] τῷ στόματι προσήνεγκεν.

22

.

495

[ὑπερῴην] τὸν λεγόμενον οὐρανίσκον.

22

.

496

ἀμφιθαλὴς] κατὰ ἀμφοτέρους τοὺς γονεῖς θάλλων, ὅ ἐστιν ἔχων τοὺς γονεῖς ἀμφοτέρους.

22

.

501

[μυελὸν .... ἔδεσκε] τὸ νοστιμώτατον τῆς τροφῆς ἤσθιεν.

22

.

504

[θαλέων ἐμπλησάμενος κῆρ] πάντων τῶν πρὸς τὸ θάλλειν ἐμπλησθείς.

22

.

505

[ἁμαρτών] χωρισθεὶς, ὅ ἐστι τοῦ πατρὸς ἀστοχήσας.

22

.

509

εὐλαὶ] σκώληκες—εὐναί.

22

.

514

[πρὸς Τρώων καὶ Τρωϊάδων] ὁμοίως—δόξαν.200

23

.

2

ἐπειδὴ νῆάς τε] ἀκέφαλον—ὁ στίχος. Ἑλλήσποντον καλεῖ τὴν πέριξ Ἰλίου θάλασσαν.

23

.

8

[αὐτοῖς ἵπποισι] κατὰ Ἀττικὸν ἔθος πέφρακε χωρὶς τοῦ σύν.

23

.

25

[πὰρ λεχέεσσι] παρὰ τῷ φέρτρῳ ἤγουν τῇ κλίνῃ.

23

.

29

[τάφον—δαίνυ] τὸ περίδειπνον, τὸ ἐπὶ— παρασκευαζόμενον.

23

.

30

[ἀργοὶ] λευκοί· οὐδὲν γὰρ διέφερε τοῖς παλαιοῖς· ἢ ἀτελεῖς, ἢ ἄζυγοι, ἢ λιπαροί. ὀρέχθεον] ἀπετείνοντο ἀναιρούμενοι, ἢ ἐφθέγγοντο καὶ ὥσπερ ἐπέ‐ στενον· μεμίμηται γὰρ τὸ ἰδίωμα τῆς φωνῆς ὃ προίενται οἱ βόες. οἱ δὲ
5διεκόπτοντο—κυάμους.

23

.

31

[μηκάδες] μηκητικαί—φωνῆς.

23

.

32

[θαλέθοντες] θάλλοντες, λιπαροί.

23

.

33

ἐξετείνοντο φλογιζόμενοι τῷ πυρί.

23

.

34

κοτυλήρρυτον] τοσοῦτον—λέγεσθαι.

23

.

37

[σπουδῇ παρπεπιθόντες] μόλις καὶ μετὰ πολλῆς κακοπαθείας πείσαντες.

23

.

40

[τρίποδα] 〈λέβητα〉 βάσιν ἔχοντα τριῶν ποδῶν.201

23

.

43

[ὕπατος] ἤτοι ὁ μέγιστος, ὁ ὑπέρτατος.

23

46-47

[οὔ μ’ ἔτι—ἄχος] οὐκ ἄν μοι ἄλλο τοιοῦτον συμ‐ βήσεται κακόν.

23

.

48

[στυγερῇ] μισητῇ, ὁτὲ δὲ ἐπιφόβῳ.

23

.

51

[ζόφον] σκότον, ὃν—λέγομεν ἠερόεντα] ἀερώδη, σκοτεινόν, ἢ πλατύν.

23

.

53

[ἀπ’ ὀφθαλμῶν] ἄποθεν τῶν ἡμετέρων· τοῦτο γὰρ προσυπα‐ κουστέον.

23

.

61

[ὅθι—κλύζεσκον] ὅπου ἐπικλύζουσα ἡ θάλασσα κακὸν ἐποίει τὸν αἰγιαλόν.

23

.

64

[Ἕκτορ’ ἐπαΐσσων] ἐπὶ Ἕκτορι.

23

.

75

[ὀλοφύρομαι] οἰκτίζομαι, θρηνῶ. ἐλλείπει δὲ τὸ ἵνα.

23

.

76

[λελάχητε] λαχεῖν ἢ τυχεῖν ποιῆτε.

23

.

85

[Ὀπόεντος] Ὀποῦντος. ἡ δὲ Ὀποῦς πόλις τῆς Λοκρίδος.

23

.

86

[ὑμέτερον δὲ] προσληπτέον οἶκον. [ἀνδροκτασίης ἀλεγεινῆς] διὰ τὴν χαλεπὴν ἀνδροφονίαν.

23

.

87

Κλεισώνυμος ὁ ὑπὸ Πατρόκλου ἀναιρεθείς. ἡ δὲ ἱστορία εἴρηται ἐν τῇ

23

.

92

[ἀμφιφορεύς] νῦν σορός. λέγεται δὲ οὕτω καὶ τὸ μέγα κεράμιον.

23

.

98

[τεταρπώμεσθα γόοιο] οὐδὲ γὰρ ὁ θρῆνος ἀτερπής ἐστι, παρα‐ μυθεῖται δὲ τοὺς ἀνθρωπιμαίους.

23

.

101

τετριγυῖα] τρίζουσα, ποιὸν ἦχον ἀποτελοῦσα.

23

.

107

[θέσκελον] ἀντὶ τοῦ θεσκέλως, ὅ ἐστι θείως καὶ θαυμαστῶς.

23

.

116

[ἄναντα] προσάντη, ἀνωφερῆ. [κάταντα] κατωφερῆ.
[πάραντα] τὰ κρημνώδη γήλοφα. [δόχμια] πλάγια.202

23

.

117

[κνημοὺς] ἢ «κρημνούς». νῦν τὰς προβάσεις τῶν ὀρῶν.

23

.

122

[διὰ ῥωπήϊα] διὰ τῶν δασέων καὶ θαμνωδῶν τόπων.

23

.

127

[παρακάμβαλον] ἢ «παρακάββαλον», ἤτοι παρέδραμον

23

.

133

[νέφος] νῦν τὸ πλῆθος.

23

.

135

[καταείνυον] ἄλλως· κατεκάλυπτον, ἐσκέπαζον—πα‐ ρειῶν.

23

.

143

[οἴνοπα] νῦν βαθύν.

23

.

144

ἄλλως· σοί γε—Πηλεύς] ἔθος ἦν—Θετ‐ ταλίας.

23

.

147

ἔνορχα] ὄρχεις ἔχοντα· τοιαῦτα γὰρ ἔθυον τοῖς ποταμοῖς.

23

.

160

[κήδεος] φροντίδος ἄξιος, κηδεύσιμος· κηδεμόνες γὰρ οἷς μάλι‐ στα προσήκει τὸ φροντίζειν. [παρὰ δ’—μενόντων] παραμενέτωσαν δὲ ἡμῖν οἱ ἡγεμό‐ νες.

23

.

164

[ἑκατόμπεδον] τετράγωνον, ὥστε ἑκάστην πλευρὰν ἑκατὸν ποδῶν μέτρον ἔχειν. [ἔνθα καὶ ἔνθα] τῇ δὲ—καὶ πλάτος.

23

.

165

[ἐν δὲ πυρῇ ὑπάτῃ] νῦν ἐν μέσῳ καὶ ἐξέχοντι μέρει τῆς πυρᾶς.

23

.

169

[περὶ δὲ—νήει] ἐσώρευε δὲ τὰ σώματα τῶν ἀνῃρη‐ μένων ἀνδρῶν.

23

.

171

[ἐριαύχενας] μακροτραχήλους, μεγάλους ἀπὸ μέρους.

23

.

177

[πυρὸς μένος] περιφραστικῶς τὸ πῦρ. [νέμοιτο] ὅπως ἐσθίοι, τουτέστι κατα〈καίοι〉 πά〈ντασ〉.

23

.

179

[χαῖρε] τέρπου, ὅ ἐστιν ἥδου.203

23

.

190

[μένος ἠελίοιο] περιφραστικῶς ὁ ἥλιος.

23

.

191

σκήλῃ] σκηλώσῃ, ξηράνῃ. ὅθεν καὶ σκελετός, ὁ ξηρός. [χρόα] τὸν περὶ νεύροις χρῶτα.

23

.

202

[βηλῷ] τῇ φλοιᾷ, ἀπὸ τοῦ βαίνεσθαι.

23

.

207

[μεταδαίσομαι ἱρῶν] μεταλαβῶ, εὐωχηθῶ, θυσιῶν, ἱερῶν.

23

.

225

[ἑρπύζων] κεκυφὼς καὶ ἠρέμα παραγενόμενος.

23

.

226

[ἑωσφόρος] ὁ κατὰ τὴν ἡμέραν—Ἀφροδίτης.

23

.

244

[κλεύθωμαι] εἰς Ἅιδου τὴν κέλευθον, ὅ ἐστι τὴν ὁδὸν, ποιήσω‐ μαι. συγκέκοπται δὲ ἐκ τοῦ κελεύθομαι, καὶ σημαίνει τὸ πορεύομαι.

23

.

245

[πονέεσθαι] ἐνεργεῖν, πονεῖν.

23

.

246

[ἐπιεικέα] ἐπιεικῆ ἐπιμελῆ ἢ μέτριον.

23

.

257

[χυτὴν] χωστήν. οὐ πᾶσα δὲ, ἀλλὰ τὴν ἰδίως τοῖς νεκροῖς ἐπιχεομένην.

23

.

258

[ἵζανεν εὐρὺν ἀγῶνα] μέγιστον προετίθει ἀγῶνα.

23

.

260

[βοῶν τ’ ἴφθιμα κάρηνα] περιφραστικῶς βοῦς.

23

.

261

[ἐϋζώνους] καλὰς ἀπὸ μέρους.

23

.

264

[δυωκαιεικοσίμετρον] δύο καὶ εἴκοσι μέτρα χωροῦντα.

23

.

266

βρέφος] ὃ ἡμεῖς ἔμβρυον λέγομεν, τὸ ἐν τῇ γαστρὶ ὄν. [κυέουσαν] ἔγκυον καὶ κατὰ γαστρὸς ἔχουσαν.

23

.

267

ἄπυρον] κενὸν, οὐκ εἰς πῦρ χρήσιμον, ἀλλ’ ἀναθεματικόν.

23

.

270

[ἀμφίθετον φιάλην] διπλῆν ἔχουσαν—θέσιν.

23

.

273

τάδ’ ἄεθλα δεδεγμένα] ἀντὶ τοῦ περιμένοντα τοὺς ἄλλους ἱππεῖς. [ἀγῶνι] νῦν τόπῳ.

23

.

276

[ἀρετῇ] ἀρετὴ, ἡ ἐν παντὶ πράγματι ὑπεροχή.

23

.

284

[ἐρηρέδαται] ἐρηρεισμέναι εἰσι, τῇ γῇ προσπελάζονται.

23

.

287

[ταχέες] ἀντὶ τοῦ ταχέως.

23

.

295

Αἴθην] ὄνομα ἵππου πεποιημένον—τρέχειν.204

23

.

300

ἰσχανόωσαν] ἐξεχομένην, ἐκτεινομένην ἢ ἐπιθυμοῦσαν. ἢ ἄνευ τοῦ ς.

23

.

322

[ἐλαύνων] λείπει τὸ συνετῶς ἢ πανούργως.

23

.

325

[προὔχοντα] προέχοντα, προάγοντα, ὑψηλόν.

23

.

327

ὄργυια] ἡ τῶν δύο χειρῶν σταυροειδῶς εἰς πλάτος ἔκτασις.

23

.

330

[ἐν ξυνοχῇσιν ὁδοῦ] ἐν ταῖς ξυμβολαῖς, καθ’ ὃ μάλιστα ἐστέ‐ νωται ἡ ὁδός. [ξυνοχῇσιν] ἢ «ξυλοχῇσιν.»

23

.

337

[κένσαι ὁμοκλήσας] τῷ κέντρῳ καὶ τῇ φωνῇ ἐπίπληξον. [εἶξαι] ἀντὶ τοῦ ἐπιδοῦναι, χαλάσαι.

23

.

340

[κύκλου ποιητοῖο] τροχοῦ. διὰ τοῦτο καὶ «ποιητοῖο». [ἐπαυρεῖν] νῦν ψαῦσαι.

23

.

341

[κατά .... ἄξῃς] κατάξῃς, κλάσῃς.

23

.

343

[πεφυλαγμένος εἶναι] ἀντὶ τοῦ πεφύλαξο.

23

.

346

οὐδ’ εἴ κεν—πῶλον ἐλαύνοι] Ποσειδῶν— κυκλικοῖς.

23

.

367

[μετὰ πνοίῃς ἀνέμοιο] ἀντὶ τοῦ ἀνέμων δίκην.

23

.

374

[ἀρετή] ἡ ἐνὶ παντὶ πράγματι ὑπεροχή.

23

.

375

τάθη δρόμος] σύντονος—ἵπποι.

23

.

382

[ἀμφήριστον] τὸ ἀμφοτέρωθεν ἐξισούμενον, ἢ ἀμφισβητήσιμον.

23

.

383

Φοῖβος Ἀπόλλων] δεόντως—Εὐμήλου πατρί.

23

.

393

[ἀμφὶς ὁδοῦ] χωρὶς καὶ ἔξωθεν τῆς ὁδοῦ. [ῥυμὸς] τὸ διῆκον ἀπὸ τοῦ ἅρματος ἕως τοῦ ζυγοῦ ξύλον.

23

393bis

ἐλύσθη] συνετρίβη ἢ ἐξετάθη, οἱ δὲ παρεκυλίσθη, συνανε‐
στράφη.205

23

.

411

οὐκέτι ὑμῶν οὕτως ἐπιμελήσεται ὁ Νέστωρ.

23

.

420

[ἁλὲν] συνεστράφη, ὅ ἐστι συνεχύθη.

23

.

422

[ἁματροχιὰς] τὰς τῶν τροχῶν συγκρούσεις, τὰς ἀπὸ τῶν ἄλλων ἁρμάτων.

23

.

431

[δίσκου οὖρα] δίσκου ὁρμή, ὅ ἐστιν ἄφεσις.

23

.

432

[ἥβης] νῦν ἀκμῆς.

23

.

435

[συγκύρσειαν] ἀντὶ τοῦ συγκρούσειαν, ὅμοιον δὲ αὐτῷ καὶ τοῖς συντυχοῦσιν.

23

.

454

[φοῖνιξ] φοινικὸς τὸ χρῶμα, ὅ ἐστι πυρρὸς.

23

.

462

[περὶ τέρμα βαλούσας] περιελθούσας τὸν καμπτῆρα

23

.

466

[ἑλίξας] συστρ〈έψασ〉 περὶ τὴν κ〈αμπὴν〉 τοὺς ἵππους.

23

.

485

[τρίποδος περιδώμεθον] περὶ τρίποδος συνθήκας ποιησώμεθα.

23

.

486

[ἵστορα] ἐπιστήμονα καὶ μάρτυρα τῆς συνθήκης.

23

.

487

[ἀπὸ τίνων] ἢ «ἀποτίνων», ἀπολύων.

23

504-506

[οὐδέ τι πολλὴ—κονίῃ] οὐδὲ βαθεῖα ἐγένετο ἡ τῶν τροχῶν ἐγχάραξις ἐπὶ τῆς γῆς.

23

.

508

[λόφων] νῦν αὐχένα, τράχηλον.

23

.

510

[μάτησεν] ἀργὸς καὶ ἄπρακτος ἔμεινεν.

23

.

517

[τροχοῦ] νῦν τοῦ ἁρματίου.

23

.

526

[προτέρω] ἐξωτέρω, ἐμπροτέρω. ἔστι δὲ νῦν ἐπίρρημα χρόνου δηλωτικόν.

23

.

562

[ἀμφιδεδίνηται] περικέχυται κύκλῳ ὁ κασσίτερος.

23

567-568

[ἐν δ’ ἄρα κῆρυξ—ἔθηκε] παρὰ τοῖς ἀρχαίοις οἱ δημηγοροῦντες σκῆπτρα ἐκράτουν.

23

.

574

[ἐς μέσον—δικάσατε] οἱονεὶ—ἴσως
δικάσατε. [μηδ’ ἐπ’ ἀρωγῇ] μηδὲ ἑτέρῳ ἡμῶν βοηθῆτε.206

23

.

580

[ἰθεῖα γὰρ ἔσται] ἀντὶ τοῦ ὀρθῶς δικασθήσεται.

23

.

584

[γαιήοχον] 〈γαιήοχοσ〉 ὁ τοῖς ὀχήμασι—ὁ θεός.

23

.

593

[μεῖζον ἀπαιτήσειας] ἐκ περισσοῦ αἰτήσειας.

23

.

595

[ἐκ θυμοῦ πεσέειν] ἀποπεσεῖν τῆς ψυχῆς, ὅ ἐστι μισηθῆναι.

23

.

599

[φρίσσουσιν] πεπύκνωνται διανεστηκότες 〈ἐν〉 ταῖς χώραις οἱ στάχυες.

23

.

603

[ἀεσίφρων] κοῦφος ταῖς φρεσίν, ἄνους, οὐ κεχαλασμένος τὸν λογισμόν, παράφρων.

23

.

622

[οὐδέ τ’ ἀκοντιστὺν ἐσδύσεαι] οὐδὲ εἰς ἀκοντίου ἀγῶνα κατε‐ λεύσῃ.

23

.

639

[πλήθει πρόσθε βαλόντες] ἤτοι τῶν χειρῶν—ἱστο‐ ροῦνται. πλήθει πρόσθε βαλόντες] ἀντὶ τοῦ τῷ πλήθει τῶν θεατῶν συνερ‐ γησάντων νικήσαντες.

23

639bis

[ἀγασσάμενοι περὶ νίκης] φθονήσαντές μου τῇ νίκῃ.

23

.

640

[παρ’ αὐτόφι λείπετ’ ἄεθλα] παρ’ αὐτοῖς τοῖς ἵπποις κεῖται τὰ ἆθλα.

23

.

649

[τιμῆς] τῆς συνηθείας νῦν.

23

.

652

[αἶνον] τὸν δι’ ἐπαίνου λόγον.

23

.

661

[καμμονίην] τὴν ἐκ καταμονῆς νίκην.

23

.

674

[κηδεμόνες] οἱ προσήκοντες κατὰ τὸ γένος.

23

.

683

ζῶμα δέ οἱ] νῦν περίζωμα. πρῶτον ἔθος ἦν τοῖς παλαιοῖς
—γυμνοὺς τρέχειν.207

23

.

688

χρόμαδος] ποιὸν ἦχος τοῦ χρωτὸς τῶν σιαγόνων.

23

.

692

[φρικὸς] φρίξ ἡ ἐπιπόλαιος τοῦ κύματος κίνησις, ἡ λεπτο‐ κυμία.

23

.

693

[φυκιόεντι] φυκία ἔχοντι—καλουμένη.

23

.

698

[ἀλλοφρονέοντα] οὐκ ἐν αὑτῷ ὄντα, ἀλλ’ ἐξιστάμενον τῇ διανοίᾳ.

23

698bis

ἐξιστάμενον τῶν φρενῶν μεθ’ ἑαυτῶν ἐκάθισαν φέροντες.

23

.

703

[δυωδεκάβοιον] δώδεκα βοῶν ἄξιον, τεσσαράβοιον δὲ δ’ βοῶν.

23

.

712

[ἀμείβοντες] δοκοὶ μεγάλαι—καλοῦνται.

23

.

742

[κάλλει] ἢ κάλλει, ἤτοι τῇ τέχνῃ.

23

743-744

[Σιδόνες .... Φοίνικες] Σιδὼν γὰρ πόλις Φοινίκης.

23

.

744

[ἠεροειδέα πόντον] μέγαν, ἢ ἀναπεπτάμενον, ἐν ᾧ ἀὴρ μόνος ὁρᾶται.

23

.

745

[Θόαντι] τῷ βασιλεῖ τῆς Λήμνου.

23

.

751

[λοισθήϊα] τὰ τῷ ἐσχάτῳ διδόμενα, ἥττονα

23

.

757

[μεταστοιχί] ἐπὶ στοῖχον, ἐπὶ τάξιν.

23

.

758

[τοῖσι—δρόμος] μετὰ προθυμίας ἦν αὐτοῖς ὁ δρόμος.

23

.

761

κανὼν] ὁ κάλαμος—ἱστουργικός.

23

.

775

[ἐριμύκων] μυκηθμὸς γὰρ ἡ τῶν βοῶν φωνή.

23

.

791

οὕτω λέγουσιν—ὥρας καὶ παρ’ ἡλικίαν γεγηρακότας.

23

.

795

[αἶνος] νῦν λόγος.

23

.

805

[ὀρεξάμενος χρόα] ἐφαψάμενος τοῦ χρωτός.

23

.

806

ἐνδίνων] τῶν—αὐτὰ 〈τῷ〉 θώρακι καὶ τοῖς λοιποῖς ὅπλοις. οἱ δὲ ἀποδιδόντες ἐντέρων—μονομαχοῦσιν.208

23

.

821

αἰὲν—φαεινοῦ] ἱστόρηται—τῇ λεοντῇ.

23

.

826

[σόλον] τί διαφέρει σόλος καὶ δίσκος; ὅτι ὁ μὲν σόλος στρογγύλος καὶ σφαιροειδής ἐστιν, ὁ δὲ δίσκος πλατύς ἐστι καὶ κοιλότερος. αὐτοχόωνον] ἐκ χεομένης—τερπνήν.

23

.

832

[πίονες] νῦν εὐδαίμονες.

23

.

834

[χρεώμενος] χρώμενος ἢ χρῄζων.

23

.

845

[καλαύροπα] τὴν βουκολικὴν—ἔχον, ὅ ἐστι βάρος.

23

.

846

[διὰ βοῦς] διὰ ἀγελαίων βοῶν.

23

.

850

ἰόεντα] ἤτοι τὸν ἰὸν γεννῶντα ἢ μέλανα· ἄμεινον τὸν πρὸς ἰῶν κατασκευὴν ἐπιτήδειον, ὅ ἐστι βελῶν.

23

.

851

πελέκεας] ἀξίνας διστόμους—ὁ στειλειός.

23

.

856

[πάντας ἀειράμενος πελέκεας] τοὺς ὅλους πελέκεας ἐπάρας.

23

.

857

μηρίνθοιο τύχῃ] καὶ μὴν—μενούσης.

23

.

870

ἐξείρυσε χειρὸς] δηλονότι τοῦ Ἰδομενέως· τῷ γὰρ αὐτῷ τόξῳ ἐχρῶντο.

23

.

879

[σὺν δὲ πτερὰ πυκνὰ λίασθεν] συνεκρότησε δὲ τὰ πτερά.

23

.

885

ἀνθεμόεντα] ἤτοι οὐκ εἰς πῦρ χρήσιμον, ἀλλ’ ἀναθεματικὸν ἢ ἀνθεμώδη.

23

.

891

[ἥμασιν] ἀκοντίοις. ἀπὸ τοῦ ἱέναι.
ἔπλευ] ἐγένου.209

24

.

1

ἀγών] νῦν τὸ ἀθρόισμα τῶν θεατῶν.

24

2-3

[δόρποιο μέδοντο ὕπνου τε] ἐπεμελοῦντο τροφῆς καὶ ὕπνου.

24

.

12

ἀλύων] καταστένων, ἀλώμενος καὶ λύσιν μὴ εὑρίσκων τῶν κακῶν.

24

.

24

ἐΰσκοπον] τὸν τὰ πάντα σκοπούμενον καὶ εὑρίσκων. κλέψαι—Ἀργεϊφόντην] Ζεὺς ἐρασθεὶς—Ἐρα‐ τοσθένει.

24

.

29

[νείκεσσε] νῦν ἔκρινεν.

24

.

30

[μαχλοσύνην] τὴν πρὸς συνουσίαν κατωφέρειαν.

24

.

46

[ὀλέσσαι] ἀντὶ τοῦ ὀλωλέναι, ἀόριστος ἀντὶ παρακειμένου.

24

.

54

[κωφὴν—ἀεικίζει] ἀντὶ τοῦ ἀναίσθητον ὑβρίζει.

24

.

68

[ἐπεὶ—δώρων] ἐπεὶ οὐχ ἁμαρτάνων ἐγιγνώσκετο παρὰ τοῖς θεοῖς.

24

.

75

[πυκινὸν ἔπος] ὅτι συμφέρει αὐτῷ, ἵνα μὴ κλαίῃ.

24

.

78

[Σάμου] νῆσος Θρᾴκης ἐφ’ Ἑλλησπόντῳ,

24

.

96

[λιάζετο] ἢ «λάζετο».
ἀντὶ τοῦ διΐστατο.210

24

.

119

ἰήνῃ] διαχέει, ὅ ἐστι χαρῆναι ποιήσει τοῦ Ἀχιλλέως τὴν ψυχὴν εὐφροσύνῃ.

24

.

124

καὶ ἐντύνοντο τράπεζαν] παρεσκευάζοντο, εὐτρέπιζον. ἄριστον δὲ λέγει νῦν τὸ πρωϊνὸν, ὃ ἡμεῖς λέγομεν τὸ ἀκράτισμα, ὥσπερ αὖ πάλιν τὸ παρ’ ἡμῖν ἄριστον ὁ ποιητής φησι δεῖπνον, μεθ’ ὃ δεῖ πονεῖν, τὸ δὲ δεῖπνον δόρπον.

24

.

125

λάσιος] δασύς, τετριχωμένος. σημαίνει δὲ καὶ τὸ συνετὸς.

24

.

137

[νεκροῖο] ὑπὲρ νεκροῦ.

24

.

139

τῇ δ’ εἴη· ὃς ἄποινα] παρεστώς ἐστιν ἐνθάδε· ἡκέτω ὁ κομί‐ ζων τὰ λύτρα.

24

.

141

ἐν νηῶν ἀγύρει] ὅμοιον τῷ νεῶν ἐν ἀγῶνι, ὅ ἐστιν ἀθροίσματι.

24

.

157

ἄσκοπος] ἄστοχος τῇ γνώμῃ καὶ ἀπρόοπτος τοῦ μέλλοντος, ἐξ οὗ ἀνόητος.

24

.

158

[πεφιδήσεται] φείσεται. ἔστι δὲ μετ’ ὀλίγον μέλλων.

24

.

163

[ἐντυπὰς ἐν χλαίνῃ] οὕτω—φαίνεσθαι.

24

.

164

[κόπρος] κοινῶς μὲν τὰ κόπρια, νῦν δὲ ἡ κόνις.

24

.

166

[νυοὶ] αἱ τῶν υἱῶν γυναῖκες, αἱ νύμφαι.

24

.

185

[ἐρύξει] ἐφέξει, λύσει.

24

.

189

[ἡμιονείην] πρὸς ἡμιόνων ζεῦξιν ἐπιτηδείαν.

24

.

190

πείρινθα] τὸ ἐπικείμενον τῇ ἁμάξῃ πλινθίον, ἐφ’ οὗ φέρουσι —καλοῦσιν.

24

.

192

[κέδρινον, ὑψόροφον] ἐκ κεδρίνων ξύλων ἔχοντα τὴν ὀροφὴν ὑψηλήν.

24

192bis

γλήνεα πολλὰ κεχάνδει] πολλῆς θεᾶς ἄξια, κόσμια, ἢ χρήματα κατὰ Ἠλείους. οἱ δὲ ἀξιοθέατα. γλήνη δὲ παρὰ τὸ γλαμυρὸν— ὅθεν. «Ἀρχέδημος ὁ γλήμων» (Aristoph. Gren. 588.) —ἐν
τυφλῶν πόλει—κυρίως τὰ κοροκόσμια λέγουσιν.211

24

.

205

[σιδήρειον ..... ἦτορ] ἰσχυρὰ ψυχὴ, ἐξ οὗ ἀπηνὴς καὶ σκληρά.

24

.

207

ὠμηστής] ὠμὸς τὸν τρόπον οἷα τὰ ὠμοφάγα θηρία.

24

.

213

ἄντιτα] ἀ〈ντι〉τιμώρητα, ἐν μέρει τινὶ τιμωρίαν λαμβάνοντα.

24

.

221

θυοσκόοι] οἱ τὰς θυσίας ἐπιτελοῦντες καὶ δι’ αὐτῶν μαντευόμε‐ νοι ἢ οἱ λιβανομάντεις.

24

.

227

γόου ἐξ ἔρον εἵην] κλαίων κορεσθείην, ἢ τὴν ἐπιθυμίαν πλη‐ ρώσαιμι.

24

.

235

[ἐξεσίην] κατὰ δημοσίαν ἔξοδον, πρεσβείαν.

24

.

241

ἢ ὄνεσθε] ἢ ἐφήδεσθέ μοι καὶ ἐπὶ ταῖς συμφοραῖς εὐφραίνεσθε, ἀπὸ τοῦ ὄνασθαι, ἢ ἐκφαυλίζεσθε καὶ μικρὸν ἡγεῖσθε. ἄλλως· ὄνασθε] ὄνησίν τινα καὶ ὠφέλειαν ἔχετε.

24

.

250

[Πολίτην] νῦν ὄνομα κύριον.

24

.

251

Δηΐφοβον] Ἀλεξάνδρου—Λυκόφρονι.

24

.

257

[ἱππιοχάρμην] ἤτοι ἄφ’ ἵππων μαχόμενον, ἢ ἵπποις χαίροντα.

24

.

269

οἰήκεσσι] τοῖς κρίκοις δι’ ὧν διείρονται αἱ ἡνίαι.

24

269bis

[ὀμφαλόεν] νῦν κεκοσμημένον.

24

.

270

ζυγόδεσμον] ἵμαντα ᾧ προσδεῖται ὁ ζυγὸς τῷ ῥυμῷ.

24

.

272

ἕστορι βάλλον] τῷ ἐνιεμένῳ πασσάλῳ κατὰ τοῦ ῥυμοῦ τοῦ ζυγοῦ· τινὲς δὲ γράφουσιν «ἕκτορι».

24

.

273

[ἐπ’ ὀμφαλὸν] ἐπὶ τὸ μέσον τοῦ ζυγοῦ.

24

.

274

[γλωχῖνα] τὴν γωνίαν. λέγει δὲ τὸ τέλος τοῦ ἵμαντος.

24

.

277

τοὺς ὑποζυγίους καὶ μὴ ψιλῶς νωτοφόρους—φησίν.

24

.

278

[Μυσοὶ] ἔθνος βάρβαρον.

24

.

279

[ὕπαγον ζυγὸν] ὑπὸ τὸν ζυγὸν ἦγον212

24

.

283

[ἀγχίμολον] νῦν μετ’ ὀλίγον, πλησίον.

24

.

293

[καὶ εὗ κράτος ἐστὶ μέγιστον] ὅστις ἰσχυρότατός ἐστι τῶν λοιπῶν ὀρνίθων.

24

.

296

[ἐὸν] ἀγαθὸν ἢ ἴδιον.

24

.

304

χέρνιβον] νῦν ἀγγεῖον, τὸ ὑποδεχόμενον τὸ ταῖς χερσὶν ἐπιβαλ‐ λόμενον ὕδωρ, ὃ καὶ λέβητά φησιν. [πρόχοον] τὸν παρ’ ἡμῖν καλούμενον ξέστην.

24

.

309

λείπει τὸ δῶμα.

24

.

318

[ἐῢ κληῖσι] εὖ ταῖς κλεισὶν ἡρμοσμένος, ἀσφαλής. δύναται καὶ ὑφ’ ἓν, ἵν’ ᾖ εὔκλεις.

24

.

347

αἰσυμνητῆρι] βασιλικῷ νέῳ. οἱ δὲ ἀντὶ τοῦ ἐντίμῳ, τηροῦντι τὰ αἴσια, ὅ ἐστι τὰ δίκαια.

24

.

358

[σὺν δὲ γέροντι νόος χύτο] τὸ ἑξῆς· συνεχύθη αὐτοῦ ὁ νοῦς.

24

.

367

[ὀνείατα] νῦν κτήματα, ἐν ἄλλοις δὲ βρώματα.

24

.

390

[πειρᾷ ἐμεῖο γεραιέ] πειράζεις με, ὦ γέρον.

24

.

391

[κυδιανείρῃ] ἐν ᾗ δοξάζονται οἱ ἄνδρες.

24

.

396

μία δ’—εὐεργὴς] ἑταῖρον—ἐπιβαίνου‐ σιν.

24

.

400

[παλλόμενος] κληρούμενος· πάλοι γὰρ οἱ κλῆροι.

24

.

413

οὕτως] ἢ αὕτως, ματαίως, ἀνεπιμελήτως ἐν τῇ σκηνῇ.

24

.

415

[ἀρηϊφάτους] τοὺς ἐν πολέμῳ ἀνῃρημένους, ἢ ὑπὸ ξίφους· Ἄρης γὰρ ὁ σίδηρος.

24

.

417

ἀκηδέστως] ἀφροντίστως, οὐ κηδεμονικῶς ἀλλ’ ὑβριστικῶς.

24

.

426

[εἴποτ’ ἔην γε] ἕως περιῆν.

24

.

430

σύν γε θεοῖσιν] οἱ δὲ θεοὶ μὴ ἀντιπράττοιεν, ἀλλὰ βοηθοῖεν.

24

.

453

θύρην δ’ ἔχε] αὐτὸ τὸ σῶμα, φησὶν, ὃ ἐπεῖχεν. [θύρην] θύραν μονόθυρον χρὴ νοεῖν.

24

453bis

[ἐπιβλὴς] ὁ τῇ θύρᾳ ἐπι〈βαλλόμενοσ〉 μοχλός.

24

462-463

[οὐδ’ Ἀχιλῆος ὀφθαλμοὺς] οὐδ’ εἰς ὄψιν Ἀχιλλέως.213

24

.

480

ὡς δ’ ὅταν ἄνδρα] ἔθος ἦν τοῖς παλαιοῖς τὸν ἀκούσιον φόνον ἐργασάμενον φεύγειν ἐκ τῆς πατρίδος καὶ παραγίνεσθαι εἴς τινος ἀνδρὸς πλουσίου καὶ καθίζειν ἐπὶ τῆς ἑστίας συγκεκαλυμμένον καθαρ‐ σίου δεόμενον.

24

.

489

[ἀρὴν] νῦν βλάβην.

24

.

503

[αἰδεῖο] ἀντὶ τοῦ αἰδοῦ.

24

.

506

τοῦ φονέως μου τῶν παίδων τὰς χεῖρας προσάγειν τῷ στόματι, φιλεῖν.

24

.

507

[τῷ δ’ ἄρα—γόοιο] ἐπιθυμίαν θρήνου ἐνέβαλεν.

24

.

525

ἐπεκλώσαντο] εἱμαρμένον—Ἄτροπος.

24

.

527

δοιοὶ γάρ τε πίθοι] εἰς παραμυθίαν—προσώπῳ.

24

.

530

ἀντὶ τοῦ· ὁτὲ μὲν ἐν κακοῖς γίνεται, ὁτὲ δὲ ἐν ἀγαθοῖς ἐντυγχάνει.

24

.

692

πόρον] τὴν διάβασιν τοῦ ποταμοῦ, ὅθεν ἐστὶ πορευτός.

24

.

701

ἀστυβοώτην] ἐπιθετικῶς—βοᾶν.

24

.

720

[ἀοιδούς] νῦν—Ἐπιμήδης

24

.

721

ἠθοποιΐα.

24

.

725

[ἀπ’ αἰῶνος] ἀπὸ τοῦ βίου, ἀπὸ τοῦ χρόνου, τῆς τῶν ἀνθρώπων ζωῆς.

24

.

730

ῥύσκευ] συνεῖχες, ἔσωζες, ἐρύου.

24

.

731

[ὀχήσονται] ἐπιβήσονται, βασταχθήσονται ἢ πορευθήσονται.

24

.

735

ἐντεῦθεν κινηθέντες—ἐσάγουσιν Ἀστυάνακτα

24

.

758

[ἀμιχθαλόεσσαν] ἀπρόσμικτον—ἀπέδοσαν.

24

.

759

[ἀγανοῖσι] πραέσιν· ἀνώδυνοι γὰρ οἱ ὀξεῖς θάνατοι. [κατέπεφνεν] ἀντὶ τοῦ ὅντινα συνέβη αἰφνιδίῳ καὶ ὀξεῖ θανάτῳ
τελευτῆσαι.214