TLG 5026 003 :: SCHOLIA IN HOMERUM :: Scholia in Iliadem (scholia vetera et recentiora e cod. Genevensi gr. 44)

SCHOLIA IN HOMERUM Schol.
(Varia)

Cf. et Joannes GALENUS Gramm. (3039 002)

Scholia in Iliadem (scholia vetera et recentiora e cod. Genevensi gr. 44)

Source: Nicole, J. (ed.), Les scolies genevoises de l’Iliade, vol. 1. Geneva: Georg, 1891 (repr. Hildesheim: Olms, 1966): 3–222.

Dup. partim 5026 001

Citation: Book of Iliad — verse — (line of scholion)

1

.

59

[Ἀτρείδη, νῦν ἄμμε] 〈μετὰ τὸ Ἀτρείδη δεῖ στ〉ίζ〈ειν, ἡ δὲ σύν〉ταξίς ἐστιν αὕτη· Ἀτρείδη, ἐὰν δὴ ὁ πόλεμός 〈τε〉 καὶ 〈ὁ λοιμὸς τοὺς Ἀχαιοὺσ〉 δαμάσῃ.

1

59bis

* [Ἀτρείδη νῦν ἄμμε παλιμπλαγχθέντας] οἱ νεώτεροι ποιηταὶ ἐντεῦθεν—ὑφηγήσασθαι τοῦ ἐπὶ Ἴλιον πλοῦ. [παλιμπλαγχθέντας] τὰ δὲ περὶ Μυσίαν ἀγνοεῖ ὁ Ὅμηρος.

1

59-60

[παλιμπλαγχθέντας—ἀπονοστήσειν] εἰς τοὐπίσω πλανηθέντας ὑπολαμβάνω μάτην εἰς τὰ οἰκεῖα ἐπανακάμψειν.

1

.

62

[μάντιν] τρεῖς Πορφύριος ἀποδέχεται μάν〈τεις· μάντιν, τὸν διὰ οἰωνῶν〉 ἢ σημείων ἢ τεράτων μαντευόμενον· ἱερέα, τὸν διὰ τῶν θυσιῶν· ὀνειροπόλον δὲ, τὸν δι’ ὀνείρων.

1

.

63

[ὀνειροπόλον] ἵνα περὶ τοῦ λοιμ〈οῦ μετὰ τῶν ὀνειροκρι〉τῶν
θεάσηται· γένοιτο γὰρ ἄν τις 〈αὐτῷ〉 καὶ παρὰ τοῦ Διὸς ὄνειρος.3

1

62-64

ἰστέον ὅτι τρία εἴδη τῶν μαντέων· οἱ μὲν ἐκ τῆς τῶν ὀρνέων πτήσεως τὰ μέλλοντα 〈ἔλεγον, οὓσ〉 καὶ μάντεις ἰδίως καλεῖ, οἱ δὲ 〈ἐξ ἐν〉 τόμων, οὓς ἱερῆας καλεῖ, οἱ δὲ 〈ἐξ〉 ὀνείρων, οὓς καὶ ὀνειροπόλους καλεῖ, τὰ μέλλοντα ἔλεγον ἐρωτηθέντες.
5ὀνείρους βλέποντες ἔλεγον ψευδ..... οὗτοι γὰρ ὀνειροκρίται. ἵνα δὲ ..... ὡς πάντες οἱ ὄνειροι ἐκ θεοῦ φησιν καὶ ἐκ θε.....

1

.

65

* [εὐχωλῆς] ὡς παύσω παυσωλή, θάλπω θαλπωρή, 〈ἀλέω〉 ἀλεωρή, οὕτως καὶ εὔχω εὐχωλή.

1

.

67

ἀντιάσας] παλινῳδίαν ᾄσας.

1

.

69

ἄριστος] ἐκ τοῦ Ἄρης, ὃ σημαίνει τὸν πόλεμον, γίνεται Ἄρευς Ἄρεος καὶ ἀρείων καὶ ἄριστος· κυρίως ὁ ἐν τῷ πολέμῳ ἀριστεύων, καταχρηστικῶς δὲ καὶ ὁ ἐν πᾶσι πράγμασιν.

1

.

72

* [πόρε] πόρω ἔπορον, Ἰωνικῶς καὶ ποιητικῶς πόρε.

1

.

73

* [ὅ σφιν ἐϋφρονέων] δι’ ἑνὸς ς.

1

.

80

[κρείσσων γὰρ βασιλεὺς] προθεραπεύει ὁ Κάλχας τὸν βασιλέα, μέλλων αὐτὸν αἴτιον λέγειν τῆς συμφορᾶς. τινὲς δὲ ἐν ὑπερβατῷ λέγουσιν 〈εἶναι τὸν στίχον〉 τοῦτον, γράφοντες «κρείσσω» δίχα τοῦ ν ἵνα ᾖ· ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον ἐν στήθεσσιν, ὄφρα τελέσσῃ
5κρείσσω 〈τὴν ὀργὴν〉, τουτέ〈στι〉 κρείσσονα τὴν ὀργὴν ἐκτελέσει.

1

.

81

* [καταπέψῃ] 〈ἡ μεταφορὰ—κατεχομένων σιτίων〉 διὰ τὴν πέψιν τὴν ἐν αὐτῇ γινομένην. ἐκ τοῦ πέπτω, ἐξ οὗ ἐν συνθέσει ἀπεπτῶ, γίνεται Αἰολικῇ τροπῇ τοῦ πτ εἰς δύο ς πέσσω.
5* θεοπρόπιον] τὸ ἐκ θεοῦ προλεγόμενον. τὸ δὲ αὐτὸ σημαινόμενον
ὅταν λέγῃ· «Κάλχας δ’ αὐτίκ’ 〈ἔπειτα〉 θεοπροπέων ἀγόρευε» (Il. II, 322.) καὶ θηλυκῶς «θεοπροπίας 〈ἀναφαίνεισ»〉 (v. 87.) οὗτοι γὰρ ὡς πάντα ἐπιστάμενοι λέγουσι τὰ τοῖς ἀνθρώποις ἠγνοημένα.4

1

.

85

[θαρσήσας] ἄλλο θάρσος καὶ ἄλλο θράσος.

1

85bis

[εἰπὲ] σεσημείωνται τρία, τὸ εἰπέ 〈καὶ τὸ ἐλθέ καὶ τὸ εὑρέ ὀξυνόμενα〉, ὅτι 〈παραλήγονται〉 μακρᾷ· 〈τὰ〉 γὰρ βρα〈χείᾳ〉 πα‐ 〈ραληγόμενα〉 βαρύνονται. 〈Ἀττικὸν δὲ〉 τὸ ἰδέ καὶ 〈λαβέ〉.

1

.

86

[οὐ μὰ γὰρ Ἀπόλλωνα] ἡ οὔ ἀπωμοτικῶς, πεπλεόνακε δὲ κατὰ Ἀττικὴν συνήθειαν.

1

.

90

[οὐδ’ ἢν Ἀγαμέμνονα] οὐχ ὑβριστικῶς εἴρηται, ἀλλὰ φιλοφρό‐ νως, ὡς ἂν ἐπιτρέποντος τοῦ Ἀγαμέμνονος τοιαύτην ποιεῖσθαι τῆς 〈ἀσφαλείασ〉 ἐγγύ〈ην〉 τὴν παρρησίαν, ἅμα δὲ καὶ οἴεται ἀληθὴς εἶναι, καὶ τῇ ὑπερβολῇ θεραπεύει τὸν Ἀγαμέμνονα.

1

.

91

[ὃς νῦν—εὔχεται εἶναι] τοῦτο εἶπε θεραπεύων τὸν Ἀγαμέμνονα.

1

.

92

ἀμύμων] ὁ μὴ ἔχων μῶμον, ἄμωμός τις, καὶ τρέπεται τὸ ω εἰς υ, ὡς τὸ χελώνη χελύνη.

1

.

98

[δόμεναι] Αἰολικῶς. * [ἑλικώπιδα] ἕλι τὸ μέλαν.

1

.

99

* [ἀπριάτην] 〈ἐπιρρηματι〉κῶς αὐτὸ ἀκούει 〈Ἀπολλώνιοσ〉 ἀντὶ τοῦ ἀπρι〈άδην〉. .... ὁμαρτήτην ....μα. * [ἀπριάτην] ἀπρίατος ἐκ τοῦ πριῶ πριατός καὶ ἀπρίατος, τὸ θηλυ‐ κὸν κοινῶς ἀπρίατος, ὁμοφώνως τῷ ἀρσενικῷ· τὰ γὰρ εἰς ος σύνθετα
5κοινά εἰσι τῷ γένει, οἷον ὁ ἀθάνατος καὶ ἡ ἀθάνατος, ὁ παρθένος καὶ ἡ παρθένος, τὰ δὲ εἰς ος ἁπλᾶ, εἰ μὲν καθαριεύουσι, εἰς α ποιοῦσι τὸ θηλυκόν· ἅγιος ἁγία, χωρὶς εἰ μὴ τῷ ο παραλήγονται· τότε γὰρ εἰς η ποιεῖ τὸ θηλυκόν· ὄγδους ὀγδόη, ὀλοός ὀλοή, χωρὶς τοῦ ἀθρόος ἀθρόα· εἰ δὲ μὴ καθαριεύουσιν, εἰς η, χωρὶς τῶν ἐχόντων τὸ ρ· ἰσχυ‐
10ρός ἰσχυρά. οἱ δὲ Ἀττικοὶ ἐναντίως ἐπὶ μὲν τῶν ἁπλῶν ὁμοφώνως τῷ ἀρσενικῷ· ὁ θεός καὶ ἡ θεός· ἐπὶ δὲ τῶν συνθέτων, εἰς η· ἀθάνατος ἀθανάτη. * [ἱερήν] Ἀττικῶς.5

1

.

100

[πεπίθοιμεν] 〈εἴωθε τοὺς δευτέ〉ρους ἀορίστους 〈οὕτως ἀναδι‐ πλα〉σιάζειν.

1

.

103

* [φρένες ἀμφιμέλαιναι] συνεταί, 〈ἀπὸ τῆς τῶν ὑδάτων με〉‐ ταφορᾶς· 〈τὰ γὰρ ὕδατα〉 μέλαν 〈τὸ χρῶμα〉 κέκτηνται 〈εἰ μέγα ἔχουσι〉 τὸ βάθος.

1

103bis

* [ἀμφιμέλαιναι] τεταραγμέναι κατὰ τὴν ὀργήν.

1

.

104

[ὄσσε] 〈ἀντὶ τοῦ ὄσσ〉ω, ὄσσε, ... 〈τῶν〉 δυϊκῶν. τὸ 〈δὲ ὄσσος παρὰ τὸ ὄσσω, τοῦτο δὲ〉 ἀπὸ 〈τοῦ ὄπτω〉.

1

.

106

[μάντι κακῶν] δυσκαταπαύστως ἔχουσι πρὸς τὰς κατηγορίας οἱ ὀργιζόμενοι, καὶ τὰ αὐτὰ ἐπαναπολοῦσιν, ὡς μὴ κατ’ ἀξίαν εἰρηκότες.

1

106bis

[κρήγυον] οἱονεὶ 〈τῷ〉 κῆρι ἡδὺ ὄν.

1

.

108

[οὐδέτι—οὐδ’ ἐτέλεσσας] 〈λοιδορεῖ αὐτὸν ὅτι χρηστά τινα〉 εἰπὼν, 〈οὐκ εἰς ἀγαθὸν〉 τελευτᾷ. Κάλχας ὁ μάντις ἐξεφώνησε μὴ δύνασθαι—τῷ γράψαντι τὰ Τρωϊκά.

1

.

194

[κολεοῖο] παρὰ τὸ κοῖλος εἶναι.

1

.

195

* 〈ὡσ〉 ἐκ τοῦ οὐρανοῦ, φησὶν, παρεγένετο—ἐξέθο‐ ρεν ἡ θεὸς σὺν ὅπλοις

1

.

197

* [οὐρανόθεν] τὰ εἰς θεν ἐπιρρήματα, τὰ 〈τῷ〉 ο παραληγό‐ μενα, παροξύνονται, οἷον ἡλιόθεν αἰνόθεν, πλὴν τοῦ ἔκτοθεν πάντοθεν ἄλλοθεν ἑκάστοθεν οἴκοθεν, καὶ τῶν ἀπὸ προθέσεων, ὡς τὸ ἔνδοθεν ἄποθεν, οἷς συνέδραμε τὸ πάροιθεν ἐκ τοῦ πάρος.

1

197bis

[ξανθῆς] διὰ τοῦ ξανθῆς τὸ θερμὸν καὶ ὀργίλον τοῦ ἥρωος
παρίστησιν· οἱ γὰρ ξανθόκομοι τοιοῦτοι.6

1

.

198

οἴῳ φαινομένη] τοὺς γὰρ—ὁρώντων διὰ τοῦτο μόνῳ τῷ Ἀχιλλεῖ φαίνεται.

1

198bis

* [φαινομένη] οἱ μὲν 〈ἀντὶ τοῦ〉 φανησομένη, οἱ δὲ ἐν ὑπερβατῷ, καὶ γράφουσι φαινομένην. πολλὴ δὲ ἡ φαντασία ὅτι καὶ ἐνεργείας ἐδέησε τῇ θεῷ.

1

198ter

* [οἴῳ φαινομένη] ὅτι ἐν ὅλῳ τῷ γένει τῶν ἀνθρώπων μόνοι οὗτοι ἐκέχρηντο ἐν συντυχίᾳ τῷ οἰκείῳ δαίμονι Ἀχιλλεὺς καὶ Σωκράτης οὕτως ὡς ὅτι καὶ ὁ Σωκράτης ἔλεγεν· «εἶπέ μοι τὸ δαιμόνιον.»

1

198quat

οὔτις ὁρῆτο] Δωρικὸν, οὐκ Ἰωνικόν.

1

.

199

* [ἔγνω] ἀπὸ τοῦ γνώω· οὐ γὰρ εὕρηται ἐν χρήσει τῶν εἰς μι τὰ τῆς γ συζυγίας, πλῆν τοῦ δίδωμι· ὁ δεύτερος ἀόριστος ἔγνων.

1

.

200

* [φάανθεν] Αἰολικῶς ἀντὶ τοῦ ἐφάνθησαν ἐφαάνθησαν, πλεο‐ νασμῷ τοῦ α, καὶ φάανθεν, Ἰωνικῶς κατὰ τὴν ἄρχουσαν καὶ Αἰολικῶς κατὰ τὴν λήγουσαν.

1

.

202

* [αἰγιόχοιο] ἀπὸ τοῦ αἰγίς καὶ τοῦ ἔχω. αἰγίς δὲ ἀπὸ τοῦ ἀΐσσω τοῦ ὁρμῶ· ἀπὸ γὰρ τοῦ συστροφὴν ἀνέμων ποιεῖν κινουμένη εἴρηται. καὶ καταιγίδες αἱ τῶν ἀνέμων σφοδραὶ πνοιαί.

1

.

203

[ἢ ἵνα ὕβριν ἴδῃ] ὑψοῖ διὰ τοῦτο τὴν ὕβριν, 〈ὡς καὶ〉 θεοὺς κινήσασαν εἰς θέαν.

1

.

205

* [τάχ’ ἂν] πρὸ τῶν λόγων ἐνδέδωκε τῇ παρουσίᾳ αὐτῆς.

1

207-211

* ὅτι Ὅμηρος κεφαλαιωδῶς 〈πρῶτον〉 λέγων, ἔπειτα κατὰ μέρος ἔρχεται, καὶ ὅτι δεῖ κατὰ μέρος ἰᾶσθαι τοὺς θυμαίνοντας.

1

.

211

[ἔπεσιν μὲν ὀνείδισον] ὡς ἰατρὸς οἶνον ἀπαγορεύων ὕδωρ δίδωσιν, οὕτως διὰ τὸ τοῦ μείζονος ἐκτρέπειν τὸ ὀλίγον συγχωρεῖ, ὡς 〈καὶ〉
Ἡσίοδος· «〈τοῦ τε κορεσσάμενος νείκεα καὶ δῆριν ὀφέλλοισ〉» (Opera 33) ἢ τῷ ὑπομνῆσαι τῶν εὐεργεσιῶν, φησὶ, ὡς ἀχάριστον αἰτιῶ.7

1

.

212

[τὸ δὲ καὶ τετελεσμένον ἔσται] ὁ μὲν ὡς ἄνθρωπος «ὀΐω» φη‐ σὶν (v. 204), ἡ δὲ ὡς θεὰ διαβεβαιοῦται.

1

.

213

ἀναφώνησις ὁ τρόπος. περισσὸς 〈ὁ «δέ»〉. [καὶ ποτέ τοι τρὶς τόσσα] 〈τουτέστι πολλά·〉 οὐ γὰρ τριπλάσιον 〈τῷ Ἀχιλλεῖ〉 παρεσχέθη παρ’ Ἀγαμέμνονος, ἀλλὰ σὺν τῇ Βρισηΐδι πολλὰ ἄλλα, ὡς αὐτός φησιν ἐν τῇ ῥαψῳδίᾳ
5[τρὶς] ἐπίρρημα ἀριθμητικόν. γράφεται δὲ διὰ τοῦ 〈ι· τὰ γὰρ〉 εἰς ις ἐπιρρήματα διὰ τοῦ ι γράφεται, οἷον δίς τρίς, ἐν δὲ τῇ συνθέσει ἀποβάλλει τὸ ς· τρίμηνος, τριπλάσιος, πλὴν τοῦ τρίσφ〈υλλοσ〉. ὁ δὲ τρεῖς ἀριθμὸς γράφεται διὰ διφθόγγου, 〈φησὶν〉 Ἡρωδιανὸς, ἵνα μὴ συνεμπέσῃ τῷ ἐπιρρήματι. ἀλλ’ οὐ καλῶς λέγει· πολλὰ γάρ ἐστι τὰ
10συνεμπίπτοντα. ἔστιν οὖν εἰπεῖν 〈ὅτι〉 πᾶς ἀριθμὸς ἐντὸς τῶν χιλίων ἔχει στοιχεῖόν 〈τι〉 τῶν ἐντὸς τῆς δεκάδος· ὁ εἷς ἔχει τὸ ε, ὁ δύο τὸ δ, ὁ τέτταρες τὸ ε. καὶ τούτῳ ὁ ὀκτὼ δοκεῖ ἀν〈τιλέγειν〉, ἀλλ’ ἔστιν εἰπεῖν ὅτι δυνάμει ἔχει ἐντὸς τῆς δεκάδος στοιχεῖον ἀπὸ τοῦ δύο ἄγειν· ὀκτὼ γὰρ γίνεται παρὰ τὸ δύο 〈ἄγειν〉· δύο γὰρ τετράδας ἄγει. τὸ δὲ ἄγω
15δύο ἔχει στοιχεῖα ἐκ τῶν ἐντὸς τῆς δεκάδος. ἐν δὲ τῇ συνθέσει ἀπο‐ βάλλει τὸ ε· τρισκαιδέκατος· ἐπειδὴ οὐδέποτε 〈τὰ〉 τὸ στοιχεῖον κ ἐν συλλαβῇ 〈ἔχ〉οντα ἔχουσι τὴν ει δίφθογγον πρότερον, οἷον βασιλίσκος 〈Ἡρακλ〉ίσκος.

1

.

216

* χρὴ] τὸ χρὴ ὀξυτονούμενον μὲν 〈καὶ〉 ἐν τῇ συντάξει βαρυ‐
νόμενον—τούτῳ τί χρή».8

1

.

222

* [μετὰ δαίμονας ἄλλους] ἤτοι δαήμονας· ἔμπειροι γὰρ— θνητῶν ἀνθρώπων.

1

.

223

ἀταρτηροῖς] ἀπὸ τοῦ ἀτηρός, καὶ πλεονασμῷ τοῦ ταρ, ὡς τὸ ἐπιτάρροθος, 〈ἀταρτηρόσ〉.

1

.

225

κραδίην] καρδίαν· τὸ δὲ πάθος τῆς λέξεως μετάθεσις. καὶ κραδίη δὲ ἐλέχθη ἀπὸ τοῦ κραδαίνεσθαι καὶ πάλλεσθαι ἀεὶ τὸ τῆς καρδίας σπλάγχνον.

1

225bis

* [ἐλάφοιο] λέγεται ἡ ἔλαφος χολὴν οὐκ ἔχειν τῷ ἥπατι περι‐ κειμένην.

1

.

227

* ἰέναι] τρία σημαίνει· τὸ πέμπω τὸ πορεύομαι καὶ τὸ ἐφίεμαι.

1

.

228

* [τὸ δέ τοι κὴρ εἴδεται εἶναι] τοῦτο, φησὶ, τὸ ἐν πολέμῳ ἢ λόχῳ εὑρεθῆναι, ὡς θάνατος μισητόν σοι φαίνεται.

1

.

229

* [ἦ] περισπᾶται ὡς ἀρκτικὸν καὶ ἀντὶ τοῦ δή— εὐρύν.

1

229-230

* Ἀχαιῶν δῶρ’ ἀποαιρεῖσθαι] ἃ δωροῦνται οἱ Ἀχαιοί, 〈ὡς τὸ〉 «δόσαν δέ μοι υἷες Ἀχαιῶν» (v. 162)

1

.

231

* [δημοβόρος βασιλεὺς] κινητικὰ ταῦτα τοῦ πλήθους· μεγίστη γὰρ—τὰ κοινά. * [δημοβόρος βασιλεὺς] θέλει κινῆσαι κατ’ αὐτοῦ τὸ πλῆθος.

1

231bis

[οὐτιδανοῖσιν] παρασύνθετα οὐτιδανός οὐτιδανή, μηδαμινός μηδαμινή· γέγονε δὲ παρὰ τὸ οὔτις οὔτιδος, συγκείμενον ἀπὸ τῆς οὔ καὶ τοῦ τίς. τὸ δὲ μηδαμινός ἀπὸ τοῦ μηδαμός, ὅπερ σύγκειται ἀπὸ τῆς μή ἀπαγορεύσεως καὶ τοῦ δαμός.

1

.

232

[νῦν ὕστατα λωβήσαιο] ὑστάτην ἂν ταύτην τὴν ὕβριν εἰργάσω
φονευθεὶς ἐν αὐτῇ.9

1

.

233

[ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι] ἐπόμνυσθαί ἐστι τὸ ὑπισχνούμενον ὀμόσαι, ἀπομνύναι δὲ, τὸ ἀποφάσκειν.

1

233bis

[ὅρκος] παρὰ τὸ εἵργω τὸ κωλύω ὅργος καὶ ὅρκος· ἐπιθετικὸς γὰρ τῶν παραβαινόντων· ἢ παρὰ τὸ ἐπαρκεῖν καὶ βοηθεῖν· ὡς γὰρ βοηθή‐ ματι αὐτῷ χρῶνται οἱ δικαζόμενοι· ἄρκος καὶ ὅρκος, καὶ ὅρκιος· ἢ παρὰ τὸ ὅρος, πλεονασμῷ τοῦ κ, ὅρκος· οἱ γὰρ ὀμνύντες ὁρίζονται καὶ ὁμο‐
5λογοῦσι. δασύνεται 〈δὲ〉 ἐν τῇ συναλοιφῇ.

1

.

234

[ναὶ μὰ τόδε σκῆπτρον] ἰστέον ὅτι διὰ τοῦ σκήπτρου— θεόν. διὰ τί ὁ Ἀχιλλεὺς σκῆπτρον ἔχει; λέγομεν ὅτι εἰ καὶ πάντων Ἑλλή‐ νων οὐκ ἐβασίλευε, τῶν μέντοι Μυρμιδόνων ἦρχεν.
5[ὁ δὲ] κἀνθάδε δύο μέρη λόγου εἰσὶν ὡς κἂν τῷ· «ὁ δέ τοι νημερτὲς ἐνίψει» (Od. XI, 148) «ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω» (Od. XI, 149)

1

.

242

* διὰ τί τὸν Ἕκτορα—ἐκ τούτου δὲ λέγει περὶ τοῦ Ἕκτορος· «ὑφ’ Ἕκτορος ἀνδροφόνοιο.» [ἀνδροφόνοιο] πρὸς ἔκπληξιν τοῦ Ἀγαμέμνονος ἀνδροφόνον καλεῖ τὸν Ἕκτορα.
5* [ἀνδροφόνοιο] ἐν ᾧ δέ τις μέγας, ἐκ τούτου ἐπαινεῖ καὶ ἐκ τοῦ ἐναντίου ψέγει, ὡς ὅταν καὶ τὴν Πατροκλέους θηλύτητα, ἐν κακῷ δὲ ἀγριότητα. * [ἀνδροφόνοιο] εἴωθε γὰρ τηρεῖν τὰ ἐπίθετα εὐστόχως.

1

.

243

[θνήσκοντες] ἐκ τοῦ θνῶ, θνήσω θνήσκω· ἔχει δὲ καὶ τὸ ι προσγεγραμμένον ἀλόγως.

1

.

245

[ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ] προσέρρηξε τῇ γῇ διὰ τὴν ὀργήν. * [γαίῃ] ἡ διάλεκτος Δωριέων.

1

.

246

* [χρυσείοις ἥλοισι] κόσμου χάριν χρυσοῖ ἧλοι.

1

.

248

[ἀνόρουσεν] πῶς τῷ ἀνόρουσεν ἐπὶ τοῦ Νέστορος ὁ ποιητὴς τοῦ ἤδη 〈γεγηρακότος ἐχρ〉ήσατο· ἐπὶ νέων γὰρ εἰκὸς τὸ τοιοῦτον λέγεσθαι; καὶ ῥητέον ὅτι τὸ προνοητικὸν τῶν ὁμοφύλων νεανικὴν αὐτῷ περιτίθησι κίνησιν. καὶ ἄλλως ῥητέον ὅτι εἴωθεν—πρὸς τὰ10
5λεγόμενα. De καὶ ῥητέον à κίνησιν

1

.

249

[ῥέεν αὐδή] διὰ τὸ «ῥέεν» τὸ ῥητορικὸν ἐμφαίνει τοῦ Νέστορος.

1

.

250

* [δύο μὲν γενεαὶ] ἰστέον ὅτι οἱ παλαιοὶ τὰς γενεὰς ἐψήφιζον ἕως ἐτῶν λ· δύο οὖν γενεαὶ ἑξήκοντα ἔτη· τελεία γὰρ ἡ λ πρὸς γένε‐ σιν ἡλικία. οἱ μὲν 〈οὖν〉 συντεχθέντες αὐτῷ—σύνεστι τῇ γυναικί.
5[μερόπων ἀνθρώπων] τῶν μεριζομένην εἰς συλλαβὰς ἐχόντων τὴν φωνὴν καὶ ἔναρθρον. * [μερόπων] ἀπὸ Μέροπος—ἐχόντων

1

.

251

[ἅμα] τὸ ἅμα ἐπὶ καιροῦ λαμβάνεται, τὸ δὲ ὁμοῦ ἐπὶ τοῦ τόπου.

1

.

254

[ὢ πόποι] τὸ ὢ πόποι εἰ μέν ἐστι σχετλιαστικὸν, ὅ ἐστι 〈λυπῆσ〉 δηλωτικὸν, βαρύνεται, 〈εἰ δὲ〉 περισπᾶται, σημαίνει τοὺς θεούς· πόποι γὰρ παρὰ τοῖς Πέρ〈σ〉αις ἐλέγοντο οἱ θεοί· [ὢ πόποι] λειπόμενοι οἱ γέροντες δυνάμει τῷ σχετλιάζειν ἐμφαίνουσι
5τὴν ἑαυτῶν προθυμίαν, καὶ μονονουχὶ τὴν Ἑλλάδα πᾶσαν ἐν αὑτοῖς ἐλεεῖν φασιν.

1

254bis

[ὢ πόποι] ὅταν τὸ πρᾶγμα—ἀρξάμενος

1

.

257

[μαρναμένοιιν] ἀποβολῇ νοῦ ς· ἔστι δὲ παρὰ τὸ μαραίνω. τὸ δὲ ῥῆμα ποιητικὸν, καὶ οὐ δεῖ βιάζεσθαι τὴν κίνησιν αὐτοῦ.

1

.

259

* [ἀλλὰ πίθεσθ’ ἄμφω—ἐμεῖο] πιθανῶς πρὸ τῆς
ἐμπειρίας τὸν χρόνον προβάλλεται ἀνεπίφθονον καὶ προσακτικὸν ὄντα· προσδοκῶν γάρ τις γηρᾶν πείσεται γέρουσι· δεῖ οὖν πεισθῆναι τὸν Ἀχιλλέα Ἀγαμέμνονι ὡς νεώτερον.11
5* [νεωτέρω] δυϊκοῦ ἀριθμοῦ. οὐκ ἔστι δὲ συγκριτικὸν, ἀλλὰ 〈τοῦ〉 τύπου συγκριτικοῦ. ἔστι δὲ παρὰ τὸ νέος, τοῦτο παρὰ τὸ νέω τὸ πορεύ‐ ομαι.

1

.

260

[ἤδη] 〈τοῦτο〉 ἀορίστως τὸν χρόνον δηλοῖ· 〈ἐπὶ〉 μὲν γὰρ παρῳχημένου· «ἤδη γάρ ποτ’ ἐγὼ καὶ ἀρείοσιν»· ἐπὶ δὲ ἐνεστῶτος· «ἤδη γάρ μοι τόδ’ 〈ἐει〉κοστὸν ἔτος ἐστὶ» (Il. XXIV, 765): ἐπὶ δὲ μέλλοντος· «ἤδη λοίγια ἔργα τάδ’ ἔσσεται» (Il. I, 573).

1

260bis

* ἀρείοσιν] ἐκ τοῦ Ἀρεύς Ἀρέος ἄρειος καὶ ἀρείων.

1

.

261

* [ὡμίλησα] τοῦτο ἀορίστου πρώτου· ὁμιλῶ 〈ἐκ〉 τοῦ ὅμιλος, τοῦτο δὲ παρὰ τὸ ὁμοῦ εἰ〈λεῖ〉σθαι, καὶ ὤφειλε γράφεσθαι διὰ διφθόγ‐ γου, ἀλλ’ ἐπειδὴ τὰ διὰ τοῦ 〈ιλοσ〉 ἀρσενικὰ, μὴ ὄντα 〈ἀπὸ ὀνομάτων ἐχόντων τὴν ει δίφθογγον, διὰ τοῦ ι βραχέος γράφεται, οἷον Τρωΐλος,
5Ζωΐλος, χωρὶς τοῦ Νεῖλοσ〉, ἀπὸ δὲ ὀνομάτων ἐχόντων τὴν ει δίφθογγον γιν〈όμενα, διὰ ταύτης γρά〈φονται, ὡς δειλός, κροκόδειλος, 〈χεῖ〉λος, ἀγκυλόχειλος, τὸ ὅμιλος, 〈ἀπὸ τοῦ εἰλεῖσθαι ῥήματος γινόμενον〉, τὸ ι μακρὸν ἔχει.

1

261bis

[ἀθέριζον] ἐφιλονείκουν. ἀθερίζω παρὰ τοὺς ἀθέρας τῶν 〈στα‐ χύ〉ων, οἳ οὐδὲν συντελοῦντες ἐν τῷ ἀνέμῳ δίδονται.

1

.

264

* [Ἐξάδιον] τὸ ε δὲ πρὸ τοῦ ξ 〈δα〉σύνεται, ἀλλ’ ἐψιλώθη, 〈ἐπ〉εὶ διαφόρως τὸ ὄνομα λέγεται· 〈Ξά〉διος καὶ Ἐξάδιος, ὡς Ὀβρια‐ ρέως καὶ Βριαρέως, καὶ Ὀϊλεύς καὶ Ἰλεύς.

1

.

268

* φηρσὶν] Ἀττικῶς θηρσίν, κατὰ με〈ταβολ〉ὴν τοῦ θ εἰς φ, ὡς τὸ θλᾶν φλᾶν. κυρίως δὲ θῆρες λέγονται οἱ λέοντες καὶ οἱ σύ〈αγρ〉οι, καὶ οἱ τούτους λαμβάνοντες λέγονται θηρευτῆρες, καταχρηστικῶς δὲ καὶ
ἐπὶ τῶν λοιπῶν.12

1

268bis

* [φηρσὶν] Ἰξίων ὁ Φλεγύου παῖς—ἐπὶ τροχοῦ σιδηροῦ.

1

268ter

[ἀπόλεσσαν] οὗτοι ἀπώλεσαν 〈τὰ〉 θηρία, ἢ αὐτοὺς ἀπώλεσαν 〈ἐκεῖνα〉. Αἰολικῶς δὲ τὸ φηρσίν.

1

.

272

* [βροτοί] παρὰ τὸ μείρω τὸ μερίζω μορτός, καὶ ὑπερβιβασμῷ τοῦ ρ μροτός, καὶ ἐπειδὴ οὐδέποτε τὸ μ τοῦ ρ προηγεῖται, οὔτε κατὰ σύλληψιν οὔτε κατὰ διάστασιν, πλεονάζει τὸ β, καὶ γίνεται βροτός.

1

.

273

* [ξύνιεν] Αἰολικῶς ξυνίεσαν.

1

.

275

* [μήτε σὺ τόνδ’ ἀγαθός περ ἐών] προκαταστέλλει τὸν θυμὸν —σαυτοῦ ποιεῖν

1

.

276

[πρῶτα] 〈πρῶτα καὶ πρῶτον〉 ἐπιρρήμα〈τα〉, τὸ δὲ πρώτως ἐπὶ τοῦ ἐξόχως.

1

.

277

[ἤθελε] οὐδέποτε παρὰ τῷ ποιητῇ εὕρηται δισύλλαβος 〈ἡ〉 τοῦ θέλω κλίσις, ὥστε ἐπὶ τοῦ «μήτε σὺ 〈Πη〉λείδ’ ἤθελε», τῷ λό〈γῳ〉 τῆς συναλοιφῆς, εἰς τὸ η τίθεμεν τὴν ὀξ〈εῖαν〉.

1

.

279

[σκηπτοῦχος βασιλεύς] ἔστι δὲ ὁ τρόπος ἀντι〈σή〉κωσις. συν‐ τέμνει 〈δὲ τὴν παραίνεσιν. ἐθὰσ〉 δὲ ἦν καὶ ἀπ’ αὐτοῦ ἄρ〈χειν〉. * πῶς τοῦτο ὁ Νέστωρ εἴρηκεν· —καταθύμιος θεῷ, οὐδὲ ὁ βιαζόμενος τὴν ἀρχὴν θελητὸς θεῷ, ὡς παραχρώμενος—
5καὶ ἀφροντιστοῦντος τοῦ τοιούτου.

1

.

280

* [καρτερός] τὰ εἰς τερος τρισύλλαβα βαρύνεται, 〈οἷον〉 σφέτεροσ〉 πρότερος κύντερος—ἡ παραγωγὴ, οὐ διὰ τοῦ
τερος.13

1

.

286

* [μοῖραν] μοῖρα ἀπὸ τοῦ μείρω, τὸ μερίζω. σημαίνει δὲ ἡ λέξις τρία· τό τε προσῆκον καὶ τὸ εἱμαρμένον καὶ τὰ ἐπὶ τῆς διανεμήσεως.

1

.

289

[πᾶσι δὲ σημαίνειν] 〈ἴδι〉ον τῶν θυμουμένων— ἀρχὰς πλείους ἀποφαινόμενον. [ὑποβλήδην] σύμβολον θυμοῦ τὸ μὴ—κατηγορίας.

1

.

293

[δειλός τε καὶ οὐτιδανὸς] μέγιστον δὲ ὄνειδος οἴεται τὴν δειλίαν. τὸ δὲ οὐτιδανός ἀπὸ τοῦ οὔτις οὔτι.

1

.

298

[χερσὶ μὲν] ἵνα μὴ δόξῃ ἀκρατὴς 〈εἶν〉αι, τῶν μὲν ἄλλων χρη〈μάτων〉 οὔ φησι παραχω〈ρήσειν〉, τὴν δὲ γυναῖκα ἀποδοῦναι. τὸ δὲ «μαχήσομαι» ὁ Ἀρίσταρχος μαχήσομαι γράφει, ὁ Ἡρα〈κλέων δὲ〉 μαχέσσομαι.

1

.

299

[οὔτε τῳ] τὸ τω σημαίνει πέντε—τῷ σε καὶ οὐ δύναμαι·» ἔστι γὰρ 〈ἀντὶ τοῦ〉 διό· ὅταν μέντοι ἄρθρον σημαίνῃ ἑνικὸν, μόνης δοτικῆς ἐστι πτώσεως καὶ περισπᾶται, δυϊκὸν δὲ καὶ εὐθείας καὶ αἰτιατικῆς βαρύνεται· «τὼ Αἴαντε».

1

.

301

* [ἀέκοντος] μετοχή· παρὰ τὸ ἕκω τὸ θέλω, ἡ μετοχὴ ἑκών ὀξυνομένη, καὶ σεσημείωται ἐν τῇ συνθέσει ἀναβιβάζουσα τὸν τόνον τὸν ὀφειλόμενον ἀέκων, καὶ κατὰ κρᾶσιν ἄκων.

1

.

302

[εἰ δ’ ἄγε μὴν πείρησαι] εἰ δὲ βούλει, ἄγε μὴν, δοκίμασον.

1

.

304

* [ὣς τώγ’] ὁ τρόπος παραγραφή—χρῆται

1

.

305

[ἀνστήτην] ἀναστήτην, καὶ συγκοπῇ ἀνστήτην, ὡς τὸ ἀνασχε‐ θέειν ἀνσχεθέειν

1

.

306

[ἐΐσας] τὰς πορευτικὰς, παρὰ τὸ ἴω.

1

.

307

[σύν τε Μενοιτιάδῃ] κεχώρικε τὸν Πάτροκλον τῶν ἄλλων αὑτοῦ
φίλων κατ’ ἐξοχήν. * [ὑγρὰ κέλευθα] ἰστέον ὅτι τὰ «ὑγρὰ κέλευθα» κατὰ μεταπλασμὸν γένους ἐστίν· ἀντὶ γὰρ θηλυκῶν τὰ οὐδέτερα εἶπεν· γίνεται γὰρ—14
5καὶ τὸ «ὑγρὰ κέλευθα»

1

.

314

* [λύματα] 〈φύσει γὰρ〉 τὸ ὕδωρ τῆς θαλάσσης καθάρσιόν ἐστιν. [βάλλον] 〈Ἰα〉κῶς τὸ βάλλον.

1

.

317

[κνίση δ’ οὐρανὸν ἷκεν] κνίσσα τέσσαρα σημαίνει· τὸ λίπος τὸ ἐπίπλουν τὸ κρέας καὶ τὴν ἀναθυμίασιν. παρὰ τὸ κνίσω. ὑπ’ ὄψιν δ’ ἤγαγεν—«κνίση δ’ οὐρανὸν ἷκεν ἑλισσομένη».

1

.

318

* [πένοντο] παρατατικοῦ τρίτον πρόσωπον τῶν πληθυντικῶν, Ἰωνικῶς καὶ ποιητικῶς. τὸ θέμα πένω, τὸ δηλοῦν τὸ ἐνεργῶ καὶ κάμνω, ἀφ’ οὗ πόνος, καὶ πλεονασμῷ τοῦ τ πόντος, καθὸ πεπόνηται τὸ τῶν ἀν‐ θρώπων γένος περὶ τὸν πλοῦν· πόνῳ οὖν ἐπώνυμος καλεῖται ὁ πόντος.
5οὕτως Φιλόξενος. ὁ δὲ Ἡρωδιανὸς λέγει ὅταν παρὰ τὸ πνέω πνόντος, καὶ ἐκβολῇ τοῦ ἑνὸς ν πόντος, ἀφ’ οὗ αἱ πνοαί.

1

.

321

[ὀτρηρὼ] ὀτρηρὸς ὁ μὴ ἀναμένων παρά τινος ὀτρυνθῆναι, ἀλλὰ δι’ ἑαυτοῦ παροτρυνόμενος ἅπαντα ποιεῖν. γέγονε 〈δὲ〉 παρὰ τὸ τρέω, ὃ σημαίνει τὸ φοβοῦμαι, ὄνομα ῥηματικὸν τρεερός· ὡς φαίνω φανερός, καὶ τήκω τακερός, σφάλλω σφαλερός, οὕτω καὶ παρὰ τὸ τρέω τρεερός,
5καὶ κράσει τῶν βʹ ε εἰς η τρηρός, ὁ δειλός, οὗ παρώνυμον τρήρων, καὶ μετὰ τοῦ στερητικοῦ α ἀτρηρός, τουτέστιν ὁ δραστικός.

1

324-325

* οὕτως συντακτέον· 〈εἰ〉 δέ κε μὴ δώῃσιν, ἐγὼ δέ κεν αὐ‐
τὸς ἕλωμαι σὺν πλεόνεσσιν, ὅπερ αὐτῷ φρικτὸν ἔσται.15

1

.

329

[νηῒ μελαίνῃ] διὰ τῆς μελαίνης—δηλοῖ.

1

.

330

[τὼ μὲν] ὁ Ταλθύβιος καὶ ὁ Εὐρυβάτης.

1

.

331

* αἰδομένω] παρὰ τὸ αἴδω. οἶδε δὲ καὶ τὸ αἰδῶ· «ἀλλήλους τ’ αἰδεῖσθε» (Il. V, 550) «οὐδέ τί ς’ αἰδέσεται» (Il. XXIV, 234) «ἄλλους τ’ αἰδέσθητε» (Od. II, 65), καὶ τὸ ὄνομα αἰδήμων. * [αἰδομένω] τὸ αἰδῶ παρὰ τὸ αἴδω, τοῦτο παρὰ τὸ ἴδω, καὶ 〈μετὰ〉
5τοῦ στερητικοῦ α ἀΐδω, καὶ κατὰ συναίρεσιν αἴδω.

1

.

332

[μιν] ἐγώ σύ ἴ, καὶ πλεονασμῷ τοῦ μ μί, ἐπεὶ δὲ τὸ ν ἐφελ‐ κυστικόν ἐστιν ἐν τοῖς τρίτοις προσώποις, προσθέσει τοῦ ν μίν.

1

.

334

Διὸς ἄγγελοι] οἱ κήρυκες, ἢ ὅτι τὰς ἑορτὰς—βεβλη‐ μένου λίθου.

1

.

335

* [ὔμμες] ψιλωτέον τὸ «ὔμμες» ὡς Αἰολικόν· «αἴ κ’ ὔμμιν ὑπέρ‐ σχῃ». (Il. VI, 247)

1

.

337

[Πατρόκλεις] Πατροκλῆς ἡ εὐθεία. [διογενὲς Πατρόκλεις] ἐξαίρει πάλιν—πιστεύειν τὰς γυ‐ ναῖκας.

1

.

338

[μάρτυροι] Ἰακῶς τὸ «μάρτυροι». ἀπὸ] ἄποθεν.

1

.

341

* [χρειὼ] ὡς Κλειώ· «καὶ 〈γὰρ〉 χρειοῖ ἀναγκαίῃ» (Il. VIII, 57) χρέω χρειῶ χρειᾷς χρειᾷ χρεία,

1

.

343

πρόσσω 〈καὶ ὀπίσσω〉] δεῖ γὰρ 〈τὸν ὅλως ἔχοντα γνῶσιν〉 μὴ τὰ παρόντα μόνα σκοπεῖν, ἀλλὰ καὶ τὰ μέλλοντα· λείπει οὖν τοῖς ἐπιρρή‐ μασι τὸ τά. μέγιστον δὲ τοῦτο καὶ οὐδαμινῷ ἀνθρώπῳ πρὸς κατηγορίαν ἡ ἀπρονοησία, ὥς πού φησι· «νήπιοι—φρονέοντες». (Od. XXI,
585)
* [νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω] τὸ παρὸν καὶ τὸ μέλλον τὴν ἀρχὴν καὶ τὴν ἔκ〈βασ〉ιν τοῦ πράγματος ἢ τῆς στρατείας προσκοπῆσαι καὶ ἐπινοῆσαι.16

1

.

348

* ἀέκουσα] ἔστι γὰρ φίλανδρος, ὡς τὸ πρόσωπον αὐτῆς δηλοῖ —καταλέλοιπεν.

1

.

349

* ἄφαρ] ἐπίρρημα μεσότητος. * δακρύσας] φιλότιμος ὢν ἀνιᾶται ἐπὶ τῇ Βρισηΐδι· παλαιᾶς τε 〈γὰρ〉 στέρεται συνηθείας καὶ τὸ γύναιον ἴσως αἰχμαλωτιζόμενον ἐλεεῖ.

1

.

350

πολιῆς] ἀπὸ μεταφορᾶς. τῆς πολιᾶς, κατὰ τρόπον τοῦ α εἰς η.

1

.

351

* [χεῖρας ὀρεγνύς] καὶ ἐπὶ Πολυφήμου—τινὲς δὲ γράφουσιν «ἀνασχών».

1

.

355

* [εὐρυκρείων] ποιητικὸν ἐπίθετον.

1

.

366

* ᾠχόμεθα] ὁ τρόπος ἀνακεφαλαίωσις—καλέσασαν τὸν ἑκατόγχειρον. * [Θήβην] ἰστέον ὅτι τρεῖς Θῆβαί εἰσιν· αἱ Ὑποπλάκιοι— ἐν τῇ I.

1

.

383

οὐ πάντα σαφῶς ἀπαγγέλλει, ἵνα μὴ ἑαυτὸν ὑπαίτιον τιθῇ.

1

.

395

[πολλάκι—ἄκουσα] ἐπεὶ ἐν τῇ θαλάσσῃ ὁ Πηλεὺς οὐκ ἐδύνατο κατοικεῖν.

1

396-397

* ὅτι διαθρύπτονται πρὸς τοὺς ἄνδρας αἱ γυναῖκες 〈ἐάν τι〉 πράξωσι θαυμαστὸν, καὶ ὅτι 〈οὐ〉 κατέλειψεν Ἀχιλλέα.

1

.

397

[κελαινεφέϊ] παρὰ τὸ μελαίνοντα τὸν ἀέρα νείφειν αὐτόν.

1

.

399

Ζεὺς μὲν οὖν ἐστιν ἡ ἄκρατος θερμασία, ἡ τοῦ ζῆν καὶ εἶναι ἡμᾶς αἰτία, Ποσειδῶν δὲ τὸ ὕδωρ, Ἥρα δὲ ὁ ἀὴρ, Ἀθηνῆ δὲ ἡ γῆ, Βριάρεως δὲ ὁ ἥλιος. τοῦ ἡλίου τοίνυν—ἐξυγραίνεσθαι πλέον. τῆς χειμερινῆς οὖν καταστάσεως κατακρατησάσης, συμβαίνει τὸ17
5ψυχρὸν ἐπικρατέστερον εἶναι τοῦ θερμοῦ. ἀλλ’ ἡ θεία πρόνοια, ἣ Θέ‐ τις ἐστὶ, ἐπανάγουσα πάλιν τὸν ἥλιον ἐπὶ τὰ βόρεια φαίνεται ὥσ‐ περ βοηθοῦσα τῷ Διί. ἑκατόγχειρον δὲ τοῦτόν φησιν, ὅτι πάντα τρέφει καὶ αὔξει. ἔστι δὲ καὶ τοῦ πατρὸς αὐτοῦ ἀμείνων, τοῦ Διός.

1

.

403

* [ὃν Βριάρεων] τῶν διωνύμων—Σκάμανδρον.

1

.

407

[παρέζεο] ἕζεο διαλύσει.

1

407bis

[καὶ λαβὲ γούνων] κεφαλῆς μὲν ἐπιλαμβανόμεθα, ἐπεὶ ἡγεμο‐ νικόν· τῆς δεξιᾶς δὲ, ὅτι πρακτικόν· γονάτων δὲ, ὅτι δι’ αὐτῶν ἐπικλᾶται τὸ σῶμα, ἐπικλᾶν οἰωνιζόμενοι τὴν ψυχὴν τοῖς λόγοις.

1

.

414

[ὤ μοι] οὐκ εὐθὺς τὴν διακονίαν ὑπισχνεῖται, προολοφύρεται δὲ εἰδυῖα πρόξενον αὐτῷ θανάτου εἶναι τὴν αἴτησιν.

1

.

417

* λέγεται τὴν Θέτιν—μία τῶν Κυκλάδων νήσων.

1

417bis

[ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων] εἰ ταῦτα ὁ ποιητής φησι περὶ Ἀχιλλέως, περὶ τῶν ἄλλων τί ἂν εἴποιμεν;

1

.

420

* [ἀγάννιφον] τινὲς ἐπὶ τοῦ οὐρανοῦ, τοῦ ἄγαν νίφοντος, ὡς βριή‐ πυον· τὰ ὄρη γὰρ νιφόεντα καλεῖ, ὡς Τήλεφος. * [αἴ κε πίθηται] διὰ τὸ ἄδικα μέλλειν αὐτὴν αἰτεῖν.

1

.

421

[νῦν] τὸ νῦν ἀντὶ τοῦ δή—οὐκ εὖ. καλῶς δὲ λόγῳ μὲν χαρίζεται αὐτῷ, ἔργῳ δὲ ἀναβάλλεται.

1

.

423

ἐς Ὠκεανὸν] ἡ εἰς ἀντὶ τοῦ πρός.
* [ἀμύμονας Αἰθιοπῆας]. εὐσεβῶς δέ φησι 〈μηδὲ τῶν〉 πόρρω ἀν‐ θρώπων ἀμελεῖν τοὺς θεούς· δισσοὶ δέ εἰσιν οἱ Αἰθίοπες— Αἰθιοπῆας. 〈ἔθνοσ〉 δὲ τοῦτο. ἔστι δὲ 〈«Αἰθιοπῆασ»〉 ὡς «ἡνιοχῆας»18

1

.

427

[ὀΐω] ὡς ἀμφίβολον—τὸ ἀντιπαθὲς τῆς Ἥρας.

1

.

428

* ἀπεβήσατο] παρατατικοῦ παθητικοῦ τῶν εἰς μι 〈δευτέρας συ‐ ζυγίασ〉· τὸ θέμα βῶ, βίβημι παραγωγόν· ὁ μέλλων βήσω, καὶ τῇ τῶν χρόνων ἐναλλαγῇ μέλλοντος εἰς ἐνεστῶτα βήσομαι, καὶ τὸ τρίτον τοῦ παρατατικοῦ ἐβήσετο.

1

.

432

* [λιμένος πολυβενθέος] λιμὴν μὲν τὸ πᾶν, ὅρμος δὲ 〈τὸ〉 πρὸς τῇ γῇ. * [ὑφέντες] οὕτως γὰρ γράφει Ζηνόδοτος, οἱ δὲ ἄλλοι ἐφέντες.

1

.

436

* [ἐκ δ’ εὐνὰς] λέγει τὰ σίδηρα—ἔμμεναι εὐνάς». πολλὴν δὲ ἔχει ἡδονὴν—τὸ δὲ σχῆμα ἐπα‐ νάληψις

1

.

443

* Φοίβῳ τε] ...... * [παῖδά τε σοὶ ἀγέμεν] ὡς ἀντιδιαστελλόμενον—καὶ διὰ τὸν «τέ».

1

.

445

* [πολύστονα] στένω στόνος πολύστονος.

1

.

448

* [ἑξείης] τῷ ἑξείης οἶμαι τὴν εἰ δίφθογγον πεπλεονακέναι, ὡς ἐν τῷ φατειός, ἀδελφειός.

1

.

449

[χερνίψαντο] ἰστέον δὲ ὅτι πρὸ τοῦ δείπνου τὰς χεῖρας ἔνιπτον, ἐπεὶ θύειν ἔμελλον, μετὰ δὲ τὸ δεῖπνον οὐκέτι, διὰ τὸ ἅψασθαι τῶν θυσιῶν. * [χερνίψαντο] δεῖ γὰρ τὸν προσιόντα—αὑτὸν θεῷ· ἀπὸ
5δὲ χερός γενικῆς.

1

449bis

[οὐλοχύτας] οὐλαί κριθαί εἰσι μετὰ ἁλῶν μεμιγμέναι, ἃς ἐπέ‐ χεον τοῖς ἱερουργουμένοις ζῴοις πρὸ τοῦ θύεσθαι, ἤτοι πολυπληθείας χάριν, 〈ἢ〉 μνήμην ποιούμενοι τῆς ἀρχαίας βρώσεως· ὡς γάρ φησιν ὁ Θεόφραστος, πρὶν ἢ μάθωσιν οἱ ἄνθρωποι ἀλεῖν τὸν Δημητριακὸν19
5καρπὸν, οὕτως αὐτὰς ὁλοκλήρους ἤσθιον πρώην· ὅθεν καὶ οὔλας αὐτάς φησιν Ὅμηρος.

1

.

459

[αὐέρυσαν] εἰς τοὐπίσω—κάτω εἰς γῆν. * [αὐέρυσαν] τὸ αὖ τὸ πάλιν δηλοῖ .... ἀέρυσαν, καὶ πλεονασ‐ μῷ τοῦ υ αὐέρυσαν.

1

.

464

[μῆρα] τὰ μῆρα ἀπὸ τοῦ μηρία κατὰ συγκοπήν. ἐγεύοντο δὲ τῶν ἐντοσθίων δηλοῦντες ὡς ἐκ ψυχικῆς σπουδῆς ἐποίουν τὰς θυσίας.

1

.

465

[τἄλλα] τὸ «τἄλλα» τινὲς μὲν κατὰ συναλοιφὴν λέγουσιν, ὡς τἄργα. Ἡρωδιανὸς δὲ τὸν τέ—Ὁμηρικῷ ἔθει.

1

.

466

* [ὤπτησάν τε περιφραδέως] ὅτι καὶ ἐμπειρίας δεῖ τοῖς ὀπτῶσιν· ὀπτᾶν γὰρ εἴρηται διὰ τὸ πυκνότερον τὸν ὀπτῶντα ἐποπτεύειν.

1

.

469

* [ἐξ ἔρον ἕντο] τὸ μὲν ἔρος ὡς Αἰολικὸν—ἕμην ἔσο ἕντο, καὶ ταῦτα μὲν καὶ πλεονασμὸν ὑπομένουσι τοῦ ι. λέγουσι δὲ τὸ μὲν ἔρος ἐπὶ πάντων λέγεσθαι, τὸ δὲ ἔρως ἐπὶ μόνων τῶν ἀφροδισίων,
ὅ ἐστιν ἀπίθανον· Πίνδαρος γοῦν· «καὶ γὰρ ἑτέροις ἑτέρων 〈ἔρωσ〉20
5ἔκνιζε φρένας» (Pyth. X, 60).

1

469bis

* [ἐδητύος] ἐδῶ, τὸ σημαινόμενον τὸ τρώγω, πρώτης συζυγίας τῶν περισπωμένων, ἐδέσω καὶ ἐδήσω κατ’ ἔκτασιν, ἤδεκα ἤδεσμαι, ὅθεν ἔδεσμα, ἐδηστύς ἐκτάσει, καὶ ἐκθλίψει ἐδητύς ἐδητύος.

1

.

473

[παιήονα] παιήων ὕμνος ἐπὶ καταπαύσει λοιμοῦ ᾀδόμενος παρὰ τὸ παύω.

1

473bis

* [καλὸν ἀείδοντες παιήονα] πέντε αἱ παρὰ τοῖς ἥρωσιν ᾠδαί —οἷον Ἀχιλλεὺς εὕρηται ᾄδων· «ἄειδε δ’ ἄρα κλέα ἀνδρῶν» (Il. IX, 189). —θρηνητικὸν, ὅπερ ἐπὶ γυναικῶν μᾶλλον τάσσεται· «ἀπ’ αἰῶνος νέος ὤλεο» (Il. XXIV. 725), 〈καὶ〉
5ὑπορχηματικὸν .......

1

.

477

* ῥοδοδάκτυλος] συνεκδοχή. ἀπὸ μέρους τὸ ὅλον. ῥοδοδάκτυλος δὲ ἡ πολὺ τοῦ φωτὸς ἔχουσα, κροκόπεπλος δὲ ἡ πολὺ τοῦ σκότους ἔχουσα.

1

.

479

[ἴκμενον] ἀπὸ τοῦ ἰκμάς· ἰκμάδος γὰρ ὑδάτων ἀτμιζομένης ἄνεμος γίνεται. διὸ ψιλωτέον—ὁ ἄνεμος.

1

.

482

[στείρης] στεῖρα ἡ τρόπις, παρὰ τὸ στερεὰ εἶναι μᾶλλον τῶν ἄλλων σανίδων, ἢ παρὰ τὸ στερεοῦν τὰ ἄλλα ξύλα.

1

.

486

[ἕρματα] δασύνεται· τὰ γὰρ βραχέα πρὸ τοῦ ρ ἐπαγόμενα τὸ μ δασύνεται, πλὴν τοῦ ἄρμενος.

1

.

490

[ποθέεσκε] ἡ γὰρ ἀργία τοῖς πρακτικοῖς φθορά ἐστιν.

1

.

497

[Ὄλυμπον] Ὄλυμπος ὁ οὐρανὸς, ὁλολαμπής τις ὤν.

1

497bis

ἠερίη] διδάσκει διὰ τούτου ὁ ποιητὴς τὸν τῶν ἐντεύξεων καιρόν· ἥσυχος γὰρ καὶ νηφάλιος ὁ ἑωθινὸς καιρός.

1

.

498

εὐρύοπα] ἢ τὸν μεγαλόφωνον, ἢ τὸν βροντοποιὸν, ἢ τὸν μεγα‐
λόφθαλμον, ἤτοι τὸν πάντα ἐφορῶντα.21

1

.

499

[πολυδειράδος] ἀρσενικὸν τὸ «πολυδειράδος.»

1

.

501

[ἀνθερεῶνος] ἀνθερεών ἐστιν ὁ ὑπὸ τὸ γένειον τόπος, παρὰ τὴν ἐξάνθησιν τῶν τριχῶν.

1

.

511

[τὴν δ’ οὔ τι προσέφη] διδάσκει ἐνταῦθα ὅτι μετ’ ἐπισκέψεως δεῖ τὰς ὑποσχέσεις καὶ τὰς ἀποκρίσεις ποιεῖσθαι, ὅπου καὶ ὁ Ζεὺς σκέπτεται. * [νεφεληγερέτα] τὰ εἰς ετης γίνονται 〈ἀπὸ〉 ῥημάτων καὶ παροξύ‐
5τονά 〈ἐστιν〉· ἀπὸ τοῦ γείνω γενέτης, ἀγείρω ἀγερέτης καὶ νεφεληγε‐ ρέτης.

1

.

515

[ἐπεὶ οὔ τοι ἔπι δέος] τουτέστιν ἐπειδὴ οὐ φοβῇ τῶν θεῶν τινα 〈ἀρνήσασθαι καὶ συγκαταθέσθαι〉. τοῦτο δὲ δυσωπητικὸν— χαριεῖται.

1

518-519

* [ἐχθοδοπῆσαι] ἔχθος ὄχθος ὀχθῶ. τὸ δὲ ὅλον· ὁπόταν με ἡ Ἥρα, ὑπονοήσασά σοι χάριν παρέχειν βουλόμενον, παροξύνῃ χρωμένη λόγοις ἐριστικοῖς.

1

.

518

* [Ἥρῃ] Ἀρίσταρχος κατ’ εὐθεῖαν, οὐ δοτικὴν, ἵν’ ᾖ· «ὅταν μ’ ἐρέθῃσιν Ἥρη, ἐχθοδοπῆσαί μ’ ἐφήσεις».

1

518bis

[Ἥρῃ] τὸ Ἥρη, 〈εἰ〉 μὲν ἄνω ἡ στιγμὴ, σὺν τῷ ι 〈γράφεται〉, εἰ δὲ τοῖς ἑξῆς 〈συνάπτεται〉, χωρὶς τοῦ ι.

1

.

522

[μή σε] αἱ πᾶσαι «μή τι», ὡς· «μή τι φόβονδ’ ἀγόρευε» (Il. V, 252) «μή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε». (Il. VII, 235).

1

.

524

κεφαλῇ κατανεύσομαι] τὸ λογιστικὸν ἐν τῇ κεφαλῇ— ἐπιθυμητικὸν περὶ ἧπαρ.

1

.

526

[οὐ γὰρ ἐμὸν παλινάγρετον] τρεῖς αἰτίαι δι’ ἃς οὐ πληροῖ τις τὰς ὑποσχέσεις· ἢ γὰρ μετανοήσας, ὃ δηλοῖ τὸ «παλινάγρετον», ἢ πα‐ ραλογισάμενος, ὃ δηλοῖ τὸ «οὐδ’ ἀπατηλόν», ἢ θελήσας μὲν, μὴ δυνη‐
θεὶς δὲ, ὃ δηλοῖ τὸ «ἀτελεύτητον».22

1

526-527

* [οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ’ ἀπατηλὸν οὐδ’ ἀτελεύ‐ τητον] εἰς τὸ τέκμωρ στίζουσιν οἱ πολλοὶ συνάπτοντες τοῖς ἄνω, ἔνιοι δὲ ἐφεξῆς ἀναγιγνώσκουσι στίζοντες εἰς τὸ «μέγιστον», καὶ ἀνάγνωσμα ποιοῦσιν οὐχ Ὁμηρικὸν μὲν, ἀναγκαῖον δὲ, ἐπειδὴ τὸ ἐμὸν κτητικόν ἐστιν,
5αἱ δὲ κτητικαὶ ἀντωνυμίαι μετὰ τῶν κτημάτων συνάπτονται.

1

.

528

* [ὀφρύσι] συνεκδοχικῶς καὶ ἀπὸ μέρους φησὶ τὴν κεφαλήν· εὐθὺς γὰρ ἐπάγει, «ἀμβρόσιαι δ’ ἄρα—κρατὸς ἀπ’ ἀθανάτοιο».

1

.

532

* [ἆλτο] τὸ ἆλτο ψιλοῦται· τὸ γὰρ α—ψιλοῦται· πρὸς τὴν θάλασσαν δὲ κατῄει, οὐ πρὸς τὸν παῖδα, ἵνα μὴ ὑπόνοιαν δοίη τῇ Ἥρᾳ.

1

.

537

* [συμφράσσατο] φράζω τὸ γινώσκω καὶ διανοοῦμαι.

1

.

538

[ἀργυρόπεζα] ἀπὸ μέρους ὅλη καλή· πέζα γὰρ ὁ ποῦς.

1

.

539

[αὐτίκα κερτομίοισι] γυναικεῖα ἀμφότερα, τό τε 〈ὑπο〉νοῆσαν καὶ τὸ μὴ ἐπισχεῖν τὸν χόλον. [κερτομίοισι] νῦν τοῖς τὸ κέαρ, τουτέστι τὴν ψυχὴν, τέμνουσι καὶ λυ‐ ποῦσιν, ἵν’ ᾖ λυπηροῖς.

1

.

540

[δολομῆτα] τὰ εἰς ης βαρύτονα τῷ η παραληγόμενα καὶ εἰς α τὴν κλητικὴν ἔχοντα προπερισπᾶται· ἀγκυλομῆτα δολομῆτα πεδῆτα· πλὴν τοῦ ἀκάκητα.

1

.

541

[ἀπὸ νόσφιν ἐόντα] συνήθης ἡ φράσις ἀπὸ δοτικῆς εἰς αἰτιατι‐ κὴν ἔρχεσθαι, ὡς τὸ «σφῶϊν μέν τ’ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας» (Il. IV, 341), ἀντὶ τοῦ ἐοῦσιν.

1

.

542

* [οὐδέ τι πώ μοι] δυσχεραίνουσιν αἱ γυναῖκες—οἱ ἄνδρες.

1

.

546

[χαλεποί] Ἰωνικῶς χαλέπτω τὸ κακῶ, καὶ χαλεπτός 〈καὶ χαλε‐ πόσ〉. ἐνιότε δὲ καὶ ἀντὶ τοῦ «χαλεπὰ τὰ καλά», 〈ἀδύνατα τὰ καλά κεῖ‐
ται. ἡ δὲ παροιμία ἀπὸ Περιάνδρου τοῦ Κορινθίου δημοτικοῦ πρότερον ὄντος, ὕστερον δὲ τυραννήσαντος, ὃ πυθόμενοσ〉 ὁ Σόλων ἔφη· «χαλε‐23
5πὰ τὰ καλά». μέμνηται καὶ ὁ Πλάτων.

1

.

552

[ποῖον τὸν μῦθον ἔειπες;] Ἀττικῶς προσελθόντος τοῦ ἄρθρου τῷ πύσματι.

1

.

554

[ἅσς’ ἐθέλῃσθα] τὸ ἄττα ὅταν μὲν δηλοῖ τὸ τινά, ὥσπερ καὶ τὸ ἄσσα ὅταν δηλοῖ τὸ ὅσα, ψιλοῦται καὶ διὰ δύο τ ἐκφέρεται, ὅταν δὲ δηλοῖ τὸ ἅτινα, δασύνεται καὶ δι’ ἑνὸς τ, ὡς δύο μέρη λόγου.

1

554bis

[εὔκηλος] ἡ ευ πρὸ συμφώνου ψιλοῦται, πλὴν τοῦ εὕδω, εὕρω· τὸ γὰρ εὗσεν ἐκ τοῦ εὕω.

1

.

557

* [ἠερίη] οἱ 〈ὁποιασ〉δηποτοῦν τυχεῖν χρείας ἐλπίζοντες ἐν ὄρ‐ θρῳ τελοῦσι τὴν ὁδὸν διὰ τὸ ἄγνωστον ἢ διὰ τὸ εὐέλπιστον.

1

.

561

οἴεαι] ἀπὸ τοῦ οἴῃ· δύο διαιρέσεις.

1

.

563

* ῥίγιον ἔσται] ἡ γὰρ ἄγνοια—τὰ ἀποθύμια γινώσ‐ κειν.

1

.

567

[ἀάπτους] τὰς ἰσχυρὰς, ὧν οὐδεὶς ἅψασθαι δύναται.

1

567bis

* [ἰόνθ’] ἐκ τοῦ ἴω. * [ἀάπτους] Ἡρωδιανὸς παρὰ τὸ ἰάπτω, κατὰ παράλειψιν τοῦ ι ἄπ‐ τους, καὶ 〈πλεονασμῷ τοῦ α〉, ἀάπτους, ἢ ἃς οὐδεὶς βλάψαι δύναται, ἢ τὰς μεγάλως βλάπτουσας. οἱ δὲ, ἀπτοήτους· αἱ πᾶσαι δὲ ἀέπτους εἶχον.

1

.

569

[καθῆστο] 〈παρὰ τὸ ἕζω〉 τὸ κάθημαι· ὁ παρακείμενος παθη‐ τικὸς ἧσμαι, ὁ ὑπερσυντελικὸς ἥσμην ἧσο καὶ ἧστο καὶ καθῆστο· οἱ γὰρ δισύλλαβοι παρακείμενοι καὶ ὑπερσυντελικοὶ ἐν τῇ συνθέσει φυ‐
λάττουσι τὸν τόνον, ὡς τὸ ἦγμαι, κατῆγμαι.24

1

.

570

διασταλτέον ἐπὶ τὸ «Διός».

1

.

572

* [λευκωλένῳ Ἥρῃ] ἄμεινον· «τετιημένῃ ἦτορ».

1

.

575

κολῳὸν] ἀπὸ τοῦ κολοιός. * [κολῳὸν] Φιλόξενος 〈παρὰ τὸ〉 κλῶ, ὅθεν τὸ κλάζω, κατὰ παραγω‐ γὴν, καὶ οὐ προσγράφει το ι.

1

.

576

* [ἦδος] Ἡρωδιανὸς ἐν τῷ Συμποσίῳ φησὶν ὅτι «τὸ ἦδος βού‐ λονταί τινες δασύνειν· ἐκρίναμεν δὲ ὥστε μᾶλλον ψιλοῦν, ἐπεὶ τὰ εἰς ος λήγοντα οὐδέτερα δισύλλαβα, ἀρχόμενα ἀπὸ φύσει μακρᾶς, θέλει ψιλοῦσθαι, οἷον αἶσχος εὖχος εἶδος οὔδε».

1

576bis

* ἦδος] ψιλωτέον ὡς τροχαϊκὸν τῶν εἰς ος ληγόντων. * [ἦδος] ἦδος δὲ ἐκ τοῦ ἥδω τοῦ εὐφραίνομαι, ἡδύς, ἡδύνω. * [ἦδος] κατὰ μετασχηματισμόν ἐστι τὸ ἦδος· τὸ ἡδονὴ γὰρ δασυνό‐ μενον μετασχηματίζεται εἰς τὸ ἦδος ψιλούμενον, ὥσπερ τὸ ἡμέρα εἰς
5〈τὸ〉 ἦμαρ ψιλούμενον. καὶ τὸ ἅμα δασύνομεν, τὸ δὲ ἄμυδις ψιλοῦμεν. οὕτως Ἡρωδιανὸς ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ.

1

.

577

* [παράφημι] 〈τὸ φημί〉 καὶ τὸ εἰμί καὶ τὸ εἶμι ἐν τῇ συνθέσει τὸν τόνον ἀναπέμπουσιν.

1

.

584

[ἀναΐξας] γέλωτα κινεῖ—τιθέμενον. [δέπας] δέπας δὲ τὸ ποτήριον, οἱονεὶ δέχας τι ὄν.

1

.

586

* [τέτλαθι μῆτερ ἐμὴ] ὅτε κατεπράϋνε τὸν θυμὸν, τότε τὴν πα‐ ραίνεσιν ἐπάγει.

1

.

590

[ἤδη γάρ με] 〈εἰσ〉 ἀπόδειξιν—λέγει.

1

.

591

* [βηλοῦ] ἀπὸ τοῦ βεβηκέναι τοὺς θεοὺς ἐπ’ αὐτῷ καὶ τοὺς ἀστέρας 〈κεῖθι βαίνειν〉. * [βηλοῦ] τινὲς δὲ κατὰ Χαλδαίους—βατῆρα λέγειν.
ἐκ τοῦ βῶ βήσω βηλός.25

1

.

596

κύπελλον] οἱονεὶ χύπελλον, ὅθι ὁ πηλὸς ἤτοι ὁ οἶνος χεῖται.

1

.

600

[Ἥφαιστον] δασύνεται τὸ Ἥφαιστος, ἀπὸ τοῦ ἅπτω γινόμενον

1

.

603

τέσσαρες τέχναι τοῦ Ἀπόλλωνος· τοξικὴ μουσικὴ ἰατρικὴ μαν‐ τική.

1

603bis

* ὁ λόγος· ὥσπερ τῆς εὐωχίας—παρὰ μέρος ᾖδον.

1

.

606

* [οἱ μὲν κακκείοντες ἔβαν] πρῶτος Ὅμηρος—ἴδιον οἶκον ἔχειν. ὅ ἐστι τῶν ἀστέρων· θεοὶ γὰρ καὶ αὐτοὶ διὰ τὸ θέον καὶ ὀξὺ τῆς ἐνεργείας αὐτῶν.

1

.

607

[ἧχι] χωρὶς τοῦ ι κελεύει γράφειν ὁ Διονύσιος.

1

607bis

* [ἀμφιγυήεις] ἀμφιγυήεις ἀμφιγυήεντος· τὰ εἰς εις λήγοντα ἀρ‐ σενικὰ διὰ τοῦ εντος κλίνεται, οἷον ἐρώεις ἐρώεντος, φθογγήεις φθογ‐ γήεντος. εἴρηται δὲ ἀπὸ τοῦ γῶ γύω γῦον γῦς ἀμφιγῦς, 〈καὶ〉 κατὰ παραγωγὴν ἀμφιγυήεις.

1

.

611

[ἔνθα καθεῦδ’ ἀναβάς] ἔνθ’ ἀνέβη καθευδήσων. διδάσκει 〈δὲ〉 διὰ τούτου ὁ ποιητὴς μὴ χωρίζεσθαι—ἐν κοίτῃ. [καθεῦδε] 〈προ〉περισπαστέον τὸ «καθεῦδε», ὥστε μὴ προστακτι‐ κὸν εἶναι, ἀλλ’ ὁριστικὸν ἐνεργητικόν. ἐφύλαξεν ἡ σύνθεσις τὸν τόνον.
5[χρυσόθρονος Ἥρη] χρυσόθρονος δὲ Ἥρα· τὰ γὰρ πρὸς τῷ αἰθέρι μέρη τοῦ ἀέρος γειτνιῶντα τῷ ἡλίῳ πυρώδη ἐστίν· καὶ μὴν καὶ ὁ ποιη‐
τὴς ἀλληγορῶν τὸν χρυσὸν λαμβάνει ἀντὶ τοῦ πυρός.26

2

.

1

* [ῥα] ἔστι σύνδεσμος ἀναπληρωματικός. * [ἄλλοι] τινὲς «ὦλλοι» γράφουσιν ὡς Ζηνόδοτος· ἐλλείπει δὲ τοῖς ἄρ‐ θροις ὁ ποιητής. διδάσκει δὲ ὅτι καὶ θεοῖς—τὰς ὑποσχέσεις πληροῦν.

2

.

2

* Ζητεῖται διὰ ποίαν αἰτίαν ἐν τῇ Α φησίν· «ἔνθα καθεῦδ’ ἀνα‐ βάς» (611), ἐν δὲ 〈τῇ〉 Β· «Δία ῥ’ οὐκ ἔχε νήδυμος ὕπνος». ῥητέον οὖν 〈ὅτι〉 οὐ πάντως ἐκοιμᾶτο, ἀλλὰ κατὰ τὸ σιωπώμενον ἀνεπαύετο, ἢ ὅτι ἐπ’ ὀλίγον ἐκοιμήθη, καὶ οὐ διὰ πάσης 〈τῆσ〉 νυκτὸς ὡς οἱ ἄλλοι,
5μεριμνῶν· Θέτις γὰρ αὐτὸν παρεκέλευσεν ὑπὲρ τοῦ υἱοῦ λέγουσα· «Ζεῦ πάτερ, εἴποτε δή σε μετ’ ἀθανάτοισιν ὄνησα» (Il. I, 503), καὶ τὰ ἑξῆς.

2

2bis

[νήδυμος] ἀνώδυνός τις ὢν, ἢ ὁ μὴ δύνων. εἰ τάχα δὲ καὶ ἐν τῇ Α εἶπε κοιμᾶσθαι τὸν Δία, ἐνταῦθα δ’ οὔ· ἀλλ’ ἐκάθευδε μὲν, φησὶν, ἐπ’ ὀλίγον 〈δέ〉. διδάσκει δὲ καὶ τοὺς βασιλέας καὶ τοὺς ἄρχοντας καὶ ἐν ταῖς νυξὶ φροντίζειν τοῦ λαοῦ τοῦ ὑπ’ αὐτούς.
5* νήδυμος] οὐ παρὰ τὸ ἡδύς· λέξει γὰρ—ἢ ὁ ἀνώδυνος· τούτου χάριν εἴρητο νήδυμος. ὅτι δὲ καὶ μετὰ τοῦ ν φησί· «νήδυμος ἀμφιχυθείς».27

2

.

3

* μερμήριζε] εἰς μέρη ἐμερίζετο καὶ εἰς διανοίας. διάνοια μέν ἐστιν ἡ ἑδραία, μέριμνα δὲ ἡ μεριζομένη.

2

.

4

* [τιμήσειε] τοῦτο εὐκτικὸν, τὸ δὲ ἑξῆς ὑποτακτικὸν— μέχρι τῶν νηῶν.

2

.

6

Ὄνειρε] Ὄνειρος, ὅραμα, φάσμα, χρησμός, ἐνύπνιον· ὄνειρος μὲν ὁ ἄλλως 〈μέν〉 πως ὁρασθείς, ἄλλως δέ πως συμβάς· ὅραμα δὲ τὸ συμβὰν ὡς ἑωράθη· φάσμα δὲ ὅπερ εἴωθε συμβαίνειν τοῖς φροντί‐ ζουσι· χρησμὸς δὲ ἡ θεία φημή· ἐνύπνιον δὲ τὸ ἀλλόκοτά τινα ὁρᾶν.

2

.

7

[μιν] ἐπὶ μὲν τοῦ αὐτόν, καθὼς ἐνταῦθα, ἐπὶ δὲ τοῦ αὐτήν· «καί μιν ἔτις’ ὡς οὔτις ἐπὶ χθονὶ τίεται ἄλλη» (Od. VII, 67), τὴν Ἀρήτην, ἐπὶ δὲ τοῦ αὐτό· «νῦν αὖτέ μιν υἷες Ἀχαιῶν ἐν παλάμῃς φορέουσι» (Il. I. 237), τὸ σκῆπτρον.

2

.

8

[βάσκ’ ἴθι] ταυτολογία· ἄπιθι, πορεύθητι.

2

.

9

* ἀσύνδετος καὶ βασιλικὸς ὁ λόγος.

2

.

10

πάντα μάλ’ ἀτρεκέως] διδάσκει τοὺς ἀγγέλους μὴ πλείονα λέ‐ γειν καὶ περιεργάζεσθαι τῶν ἀκουομένων.

2

.

12

ζητεῖται διὰ ποίαν αἰτίαν ψευδόμενον 〈τὸν Δία〉 εἰσάγει ὁ ποιη‐ τὴς κατὰ τὴν 〈ἐπαγγε〉λίαν τῆς Ἰλίου πορθήσεως. τὸν Δία φαμὲν ὅτι οὐ ψεύδεται, ἀλλ’ Ἀγαμέμνων πεπλάνηται· ὁ μὲν γὰρ ἔφη· «θωρῆξαί ἑ κέλευε καρηκομόωντας Ἀχαιοὺς πανσυδίῃ», ὁ δὲ τὸ μέγιστον μέρος
5παραλιπὼν, τὴν Ἀχιλλέως συμμαχίαν, εἰκότως τῆς ἐλπίδος ἐσφάλη, μὴ νοήσας τὰς τοῦ θεοῦ φωνάς.

2

12bis

οὐ ψευδὴς ὁ ὄνειρος· ὁ μὲν γὰρ πανσυδίῃ κελεύει ἐξιέναι εἰς τὸν πόλεμον, ὁ δὲ Ἀχιλλεὺς μετὰ τῶν ὑπ’ αὐτὸν οὐκ ἐξῄει, ὥστε οὐ πάν‐
τες ἐξῄεσαν.28

2

12ter

* [πανσυδίῃ] ἐν δοτικῇ. διὰ τοῦ ν, ὡς ἀνστήτην, κατὰ Ἀρί‐ σταρχον. * πανσυδίῃ] Δωρικῶς. * [νῦν] τὸ νῦν λαμβάνεται καὶ ἐπὶ ἀκαριαίου καιροῦ καὶ ἐπὶ πλείστου.
5* τὸ νῦν 〈τοὺσ〉 γʹ χρόνους δηλοῖ—ἀνάξει.» ἀληθεύει δηλονότι 〈ὁ〉 Ὄνειρος. * [εὐρυάγυιαν] εὐρυάγυια.

2

.

20

* ζητεῖται διὰ ποίαν αἰτίαν ὁ Ὄνειρος μάλιστα τῷ Νέστορι ὁμοι‐ οῦται. ἐροῦμεν ὅτι μάλιστα αὐτὸν ἐτίμα ὁ Ἀγαμέμνων· φησὶ γοῦν· «τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν» (Il. II. 372). ἢ ὅτι σύμβουλος ἦν τῶν Ἑλλήνων. ἵνα οὖν ταχέως πείσῃ τὸν Ἀγαμέμνονα
5τούτῳ αὑτὸν εἴκασεν.

2

.

27

* [σοῦ] ἀντιδιαστολὴ πρὸς Ἀχιλλέα, ἢ ὅτι πρόκειται τοῦ ῥήμα‐ τος ἡ ἀντωνυμία.

2

.

34

* [ὕπνος ἀνήῃ] διαίρεσις. καὶ Πλάτων—ὁ ὕπνος.

2

.

41

[ὀμφὴ] θεία φήμη, οἱονεὶ ἡ τὸ ὂν φαίνουσα. * [ἀμφέχυτο] ἐμφαντικὸν δὲ τὸ «ἀμφέχυτο» πρὸς τὸ μηδὲν αὐτῆς ἐπιλελῆσθαι. * [θείη δέ μιν ἀμφέχυτ’ ὀμφή] λέγει ὅτι ἔναυλον εἶχε τὴν τοῦ ὀνεί‐
5ρου φωνήν.

2

.

42

[χιτῶνα] χιτών παρὰ τὸ περικεχύσθαι ὅλῳ τῷ σώματι. ἰστέον δὲ ὅτι—πέπλον.

2

.

43

νηγάτεον] οἱονεὶ νεήγατον, νεωστὶ γεγονότα. * νηγάτεον] ὥσπερ παρὰ τὸ τείνομαι τατός γίνεται, οὕτως καὶ παρὰ τὸ γείνομαι γατός, καὶ νεήγατος, καὶ ὑπερθέσει τοῦ ε νηγάτεος. νηγά‐ τεον δὲ ἢ ἀγέννητον, ἢ λεπτόν, ἢ νεήγατον τὸ νεωστὶ γεγονός. δηλοῖ δὲ
5ὁ χιτὼν παρ’ αὐτῷ καὶ τὸν σιδηροῦν.
[μέγα βάλλετο φᾶρος] μέγα δὲ ἱμάτιον ὅτι μέγας ἦν. πρεπώδης δὲ 〈ἡ〉 στολὴ τῷ ἐπὶ βουλὴν ἐξιόντι· ἡνίκα δὲ ἐπὶ πόλεμον, ὄμματα καὶ κε‐ φαλήν· ἡνίκα δ’ ἐπὶ ἐπισκοπὴν, τὴν λεοντῆν. τὸ δὲ φᾶρος καὶ ἐπὶ γυ‐ ναικῶν.29

2

.

44

* [πέδιλα] παρὰ τὸ—περιτίθεσθαι, ἢ παρὰ τὴν ἕλην—θερμαίνοντα.

2

.

45

* [ξίφος] σπάθη, παρὰ τὸ σπᾶσθαι αὐτὴν τῆς θήκης. * [προσεβήσετο] ἀπὸ μέλλοντος μετήχθη εἰς παρεληλυθότα· ἔστι παρατατικὸς παθητικός. * [Ὄλυμπον] αἱ γὰρ ἀκρώρειαι πρῶτον φωτίζονται.

2

.

53

* [ἵζε] τὸ ἵζε ἡ κοινὴ συστέλλει—βασιλεῖς λέγων. γέγονε δὲ τοῦτο παρὰ τὸ ἕζω ἵζω. τὸ ἕζω παρὰ τὸ ἕω τὸ κάθημαι. [γερόντων] γέροντας τοὺς γερασμίους ἐνταῦθά φησι διδάσκων ὅτι
5δεῖ—τοῖς ἤθεσιν.

2

.

56

[ἐνύπνιον] τὸ ἐνύπνιον ἐπίρρημα ἀντὶ τοῦ ἐνυπνίως.

2

.

58

* [φυήν τ’ ἄγχιστα] ἴσως τὸ ἐξ εἴδους καὶ ψυχῆς φυὴν καλεῖ.

2

.

73

* [πειρήσομαι] ἀπόπειραν—ἢ ἀνάγκῃ.

2

.

74

[πολυκλήϊσι] τὰ ἔχοντα τὸ η εἰς ι μακροκατάληκτα ἐν τῇ συν‐ θέσει ἀναδίδωσι τὸν τόνον. * ἐξ οὗ πολυκώποις—καθέδραι.
* διὰ τί ἀστρατηγικῶς φεύγειν τοῖς ὄχλοις προστάσσει Ἀγαμέμνων;30
5ῥητέον ὅτι τῇ μεταγωγῇ τῶν πραγμάτων νεωτέρας τὰς ψυχὰς ποιῆσαι ἐβουλήθη, ὅπως ἐπιθυμίᾳ τῶν πατρίδων ἐπιτέμωνται τὸν χρόνον τοῦ πολέμου.

2

.

75

* [ὑμεῖς—ἐρητύειν ἐπέεσσιν] μισεῖ γὰρ τοὺς ῥιψο‐ κινδύνους στρατηγοὺς ὁ στρατός.

2

.

76

* [τοῖσι δ’ ἀνέστη] ἔθος ἦν τὸ παλαιὸν ὀρθοὺς δημηγορεῖν.

2

80-82

* διὰ τί κόλακα τὸν Νέστορα παρεισάγει Ἀγαμέμνονος λέ‐ γοντα· «εἰ μέν τις τὸν ὄνειρον—εὔχεται εἶναι»; ῥητέον οὖν ὅτι φιλοσοφικῷ ἐνθυμήματι χρῆται πιστεύσας τῷ ὀνείρῳ, ὁποῖόν τι Μένανδρος ἐπεφώνησεν εἰπών·
5
ἃ γὰρ μεθ’ ἡμέραν τις ὑπερεσπούδασεν,
καὶ ταῦτα νύκτωρ 〈εἶδεν〉. εἰδὼς δὲ ἐνθυμούμενον τὰ τοῦ πολέμου τὸν Ἀγαμέμνονα εἰκότως εἴ‐ ρηκεν ἀληθῆ τὸν ὄνειρον εἶναι.

2

.

82

* [νῦν δ’ ἴδεν ὃς μέγ’ ἄριστος] ἀληθῆ γὰρ δοκεῖ ὅσα θεοὶ, φη‐ σὶ, ἀξιολόγους ἄνδρας διδάσκουσι λέγειν. * οἷς γὰρ οἰκεῖον τὸ μεριμνᾶν, τούτοις—οὐκ ἂν ψεύ‐ σαιτο.

2

.

86

[σκηπτοῦχοι βασιλῆες] καὶ γέροντες γὰρ καὶ ἱερεῖς ἐσκηπτρο‐ φόρουν.

2

.

96

* [ἐννέα δὲ—κήρυκες] οἱ τῶν ἐννέα γερόντων—
Στέντωρ.31

2

.

101

[τὸ μὲν Ἥφαιστος κάμε τεύχων] ὅπερ ὁ Ἥφαιστος ἔτευξε κα‐ μών. ἔστι δὲ ἀντιστροφή.

2

.

102

* [Ἥφαιστος μὲν] ὁ τρόπος κλίμαξ.

2

.

104

* Ἑρμείας] ἀλόγως διὰ τῆς ει διφθόγγου γράφεται· γίνονται γὰρ τοιαῦται παραγωγαὶ διὰ τοῦ ιας καὶ εας. καὶ εἰ μὲν διὰ τοῦ ιας, διὰ τοῦ ι μόνου γράφεται, εἰ δὲ εὑρεθῇ ἔχοντα τὴν ει δίφθογγον, κατὰ πλεονασμὸν τοῦ ι ἐστὶ, πλὴν τοῦ παρείας· ἐκ γὰρ τοῦ παρειά
5ἔχει τὴν ει δίφθογγον· γέγονεν οὖν ἀπὸ 〈τοῦ〉 ἐρέω Ἑρέας καὶ Ἑρμέας πλεονασμῷ τοῦ μ, ὡς ἐν τῷ μάλευρον, μοχλός, χερμάδιον, τέκμωρ, ἀχυρμίαι, μεῖραξ, μία, ἀκμή, 〈καὶ〉 ἐρίζω ἐριζαίνω ἐριδαίνω καὶ ἐριδμαίνω, καὶ 〈σκύζω σκυζαίνω σκυδαίνω καὶ〉 σκυδμαίνω· «Ἥρη, μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν» (Il. XXIV, 65), 〈καὶ〉 ἀμβροσίη.
10διὰ δὲ τοῦ α παρὰ τῷ ποιητῇ 〈Ἑρμείας καὶ〉 Αἰνείας καὶ Αὐγείας. * [ἄναξ] ἀντὶ τοῦ θεός. * [Θυέστ’] ἀντὶ τοῦ Θυέστης ἢ ἀντὶ τοῦ Θυέστα, ἵνα ᾖ Θυέστα ἡ εὐθεῖα. μεταπλασμὸς δὲ τοῦτο καλεῖται ὡς τὸ «μητίετα Ζεύς.» χρῶνται δὲ αὐτῷ κατ’ ἐξουσίαν οἱ ποιηταί. καίτοι τὸ α οὐκ ἔστι κατα‐
15ληκτικὸν ἀρσενικοῦ ὀνόματος. ἢ νοήσωμεν ὅτι κτητικὴν ἀντὶ εὐθείας εἶπε; πολλάκις γὰρ καὶ τοῦτο ποιεῖ.

2

.

107

* [λεῖπε φορῆναι] μέγα πρὸς ἀρχὴν παρασκευὴ πολυχρόνιος καὶ παλαιὸν τροφῆς ἀξίωμα.

2

.

114

* [κακὴν ἀπάτην] ἔστι γὰρ—βουλεύεσθαι.

2

.

117

* [πολλάων πολίων] ἄδηλον εἴτε καθολικῶς—δεῖξαι
τοῦ θεοῦ.32

2

.

118

* [τοῦ γὰρ κράτος] Πυθαγόρας φησὶ—τίς οὖν ἂν εἴην ἐγὼ;

2

.

122

* [ἀνδράσι παυροτέροισι] οἱ μὲν γὰρ Τρῶες—δεκα‐ τέσσαρας.

2

.

125

λέξασθαι] ἀπὸ κοινοῦ τὸ «ἐθέλοιμεν».

2

.

129

* [πλέας] ἀπὸ τῆς πλέες εὐθείας.

2

.

131

* [ἐγχέσπαλοι] ἔσειον δὲ αὐτὰ πρὸ τῆς ἀφέσεως, μήποτ’ ἄρα εἶεν κλασθέντα. οἱ τὰ δόρατα πάλλοντες.

2

.

132

* [οἵ με μέγα πλάζουσι] ἀπείργουσι τῆς πολλῆς— τὸ κοινόν. [οὐκ εἰῶσι] ἡ δὲ διάλεκτος τοῦ «οὐκ εἰῶσι» Ἰάς. * [ποτιδέγμεναι] προσθεὶς δὲ τὸ «ποτιδέγμεναι», ὀρθῶς καὶ κατ’ ἐπι‐
5κράτησιν τοῦ θηλυκοῦ πεπλεόνακεν εἰπὼν οὕτως καὶ οὐ ποτιδέγμενοι.

2

.

144

* [κύματα μακρὰ] παραβολὴ τὸ σχῆμα—ἐναργεσ‐ τέραν.

2

.

145

* [πόντου Ἰκαρίοιο] κεκλημένου οὕτως ἀπὸ Ἰκάρου— Καλλίμαχος ἐν Αἰτίοις

2

.

157

* [αἰγιόχοιο] αἰγίς—Εὐφορίων * [αἰγιόχοιο] 〈παρὰ δὲ τὸ αἴξ καὶ τὸ ὀχή. ὀχὴ δὲ τὸ εὐωχία〉 ἐλλείψει τοῦ ε ὡς πολλάκις, καὶ δίχα τοῦ υ ὡς τέχνη, 〈καὶ συστολῇ
τοῦ ω〉.33

2

.

159

* [νῶτα θαλάσσης] ἰστέον ὅτι οὐδετέρως—τὸν νῶ‐ τον.

2

158-159

[οὕτω δὴ—φεύξονται] οὕτως ἀδόξως εἰς φυγὴν τραπήσονται. ἐκ τοῦ φεύγω.

2

.

161

* [Ἀργείην] ἐκ τοῦ Ἄργος Ἀργεία καὶ Ἰωνικῶς 〈Ἀργείη〉. Ἀργείην τὴν Πελοποννησιακήν.

2

.

163

* [ἀλλ’ ἴθι νῦν] οὐκ ἄτοπος καὶ τοῖς ἐνδόξοις ἡ χρειώδης ὑπη‐ ρεσία.

2

.

164

ἀγανοῖς] πρᾳοῖς καὶ ὑπάγεσθαι δυναμένοις.

2

.

170

[ἐϋσσέλμοιο] σέλματα αἱ σανίδες.

2

.

171

[ἐπεί μιν ἄχος] ἄχος ἐστὶν ἡ ἄφωνος ἀνία.

2

.

173

* [διογενὲς Λαερτιάδη] τὸ σχῆμα—προσαγορεύεται.

2

.

175

πεσόντες] οὐκ ἐμβάντες, 〈ὅ ἐστι σύμβολον〉 ἀτάκτου φυγῆς.

2

.

181

[ἀμφιελίσσας] ἀμφοτέρωθεν ταῖς κώπαις ἐλαυνομένας ἢ εἰς ἑκάτερα μέρη στρεφομένας.

2

.

183

[βῆ δὲ θέειν] ἀφείλετο τὴν ἀπόκρισιν ἡ ἔπειξις τοῦ καιροῦ. [ἀπὸ δὲ χλαῖναν βάλε] ἀπεδύσατο τὴν χλανίδα διὰ τὸ μὴ ἐμποδί‐ ζεσθαι ἐν τῷ τρέχειν, ἢ ἵνα μὴ δοκῇ ἐναντίος εἶναι τῷ βασιλεῖ τὸ σκῆπτρον φέρων καὶ τὴν στολὴν ἐφειμένος. λαμβάνει δὲ τὸ σκῆπτρον,
5ἵνα δοκῇ σὺν τῇ τοῦ βασιλέως γνώμῃ τούτους κωλύειν.

2

.

184

[κῆρυξ Εὐρυβάτης] ἕτερος δὲ ἦν οὗτος ὁ Εὐρυβάτης καὶ ἕτε‐ ρος ὁ ἄνωθεν εἰρημένος τοῦ Ἀγαμέμνονος· οὗτος γὰρ δοῦλος ἦν αὐτῷ. Ἰθακήσιος] ἕκαστος γὰρ τῶν βασιλέων εἶχεν ἰδίους κήρυκας.

2

.

186

* [ἄφθιτον αἰεί] ποιητικῶς τοῦτο πέπλασται· τὸ μὲν ἀθάνατον ἐπὶ τῶν ἐμψύχων οἱ φιλόσοφοι τάσσουσι, τὸ δὲ ἄφθιτον ἐπὶ ἀψύχων.34

2

.

190

* [δαιμόνιε] τὸ δαιμόνιε ποτὲ μὲν δηλοῖ τὸν ἀγαθὸν, ποτὲ δὲ τὸν φαῦλον. * αὕτη ἡ λέξις τῶν μέσων ἐστὶ—ἀνθρώπου.

2

.

191

* αὐτός] ἀντὶ τοῦ σύ.

2

.

194

* [ἐν βουλῇ δ’ οὐ πάντες] μετρίως ἵνα μὴ καταισχύνῃ— μὴ οὐκ ἠκούσαμεν;

2

.

195

* [μήτι] τὸ δὲ «μήτι» διστακτικόν ἐστιν.

2

.

196

* [θυμός] ὁ θυμὸς παρὰ τῷ ποιητῇ σημαίνει εʹ· τὴν ὀργὴν, ὡς τὸ «θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων», ἢ τὴν ψυχὴν, ὡς ὅταν εἴπῃ· «μελιηδέα θυμὸν ἀπηύρα» (Il. X. 495. Od. XI. 203): τὴν ἐπιθυμίαν, ὡς τὸ «ᾧ θυμῷ εἴξασα μίγη φιλότητι καὶ εὐνῇ» (Od. V. 126):
5τὸ ἐπιλογισμὸν, ὡς τὸ «ἕτερος δέ με θυμὸς ἀνῆκε» (Od. IX. 302), καὶ τὴν ὁμόνοιαν, ὡς τὸ «ἀλλ’ ἕνα θυμὸν ἔχοντες νόῳ καὶ ἐπίφρονα βουλήν». (Od. III. 128.)

2

.

199

* [τῷ σκήπτρῳ ἐλάσασκε] οἱ γὰρ θρασεῖς κολακευόμενοι ἐπαί‐ ρονται. πῶς οὖν δημοχαριστὴς 〈κατὰ τοὺς τραγικοὺσ〉 Ὀδυσσεύς;

2

.

200

* [ἀτρέμας—ἄκουε] ἵνα ἐκεῖνοι τούτων ἀκούοιεν καὶ ἔκδηλος ἡ βουλὴ γένηται.

2

.

201

* [σέο] ὀρθοτονητέον τὴν «σέο.»

2

.

204

* [οὐκ ἀγαθὸν] οὕτως γοῦν ἡ Περσῶν ἀρχὴ—ἀφ’ οὗ φθορά.

2

.

205

[ἀγκυλομήτεω] τρία δηλοῖ τὸ ἀγκύλον παρὰ τῷ ποιητῇ· τὸ
σκολιόν—ὡς τὸ «ἀγκύλον ἅρμα.» * ἀγκυλομήτης ὁ Κρόνος ἐκλήθη—ὥς φησι καὶ ἡ Δη‐ μώ, ἢ ὁ ἐν τοῖς σκολιοῖς πράγμασιν εὐμήχανος.35

2

.

212

* [Θερσίτης] Οἰνεὺς καὶ Ἄγριος—Δία.

2

.

215

* [ἀλλ’ ὅ, τι οἱ εἴσαιτο γελοίϊον] ἀναφορικὸν τὸ «ὅτι». Ἀττικοὶ δὲ γράφουσι γελοῖος.

2

.

216

[ἔμμεναι] Ἀττικὸν τὸ «ἔμμεναι»· οἱ γὰρ Ἀττικοὶ τὰ εἰς ναι ἀπα‐ ρέμφατα διὰ τοῦ μεναι προφέρουσιν, οἷον θεῖναι, θέμεναι, δοῦναι δόμεναι.

2

.

217

φολκὸς] ὁ στραβός, οἷον φαολκός, ὁ τὰ φάη εἱλκυσμένος.

2

.

219

φοξὸς] ὁ ὀξυκέφαλος· εἴρηται δὲ ἀπὸ τῶν κεραμικῶν ἀγγείων —ἀπωξυμμένων.

2

.

220

«ζητεῖ τοι συνετὸς συνετὸν φίλον, ἄφρονα δ’ ἄφρων.» * [ἔχθιστος δ’ Ἀχιλῆι] ἰστέον ὅτι ὁ Ἀχιλλεὺς—ἐνεχθέν‐ των χαμαί· ἦλθον γὰρ καὶ αὗται συμμαχεῖν τοῖς Τρωσὶ μετὰ τὸν Ἕκτορος θάνατον.

2

.

226

* [πλεῖαι] οὐκ ἀπὸ τοῦ πλείων, ἀλλ’ ἀπὸ τοῦ πλεῖος, ἀφ’ οὗ παρ’ αὐτῷ· «πλεῖοι μέλανος θανάτοιο» (Od. XII. 92) καὶ τοῦτο. [χαλκοῦ] τὸν χαλκὸν προετίμησεν, ἐπειδὴ τοῖς ἀρχαίοις σφόδρα τί‐ μιος ἦν ὁ χαλκός.

2

.

229

[ἢ ἔτι καὶ χρυσοῦ] τὸ «ἔτι» τὴν παράτασιν 〈τῆς ἀπληστίασ〉 τοῦ Ἀγαμέμνονος δηλοῖ.

2

.

230

[Ἰλίου υἷος ἄποινα] ἔξωθεν τὸ «ὑπέρ», ἵν’ ᾖ ὑπὲρ τοῦ υἱοῦ.

2

.

235

πέπονες] ποτὲ μὲν οἱ ἥδιστοι καὶ θαυμαστοί, ποτὲ δὲ οἱ ἀσθε‐ νεῖς, ἀπὸ μεταφορᾶς τῶν ἀκμαίων πεπόνων, οἳ τῇ μὲν γεύσει εἰσὶν ἡδεῖς,
τῇ δὲ ἁφῇ μαλακοὶ καὶ εὐένδοτοι.36

2

.

237

γέρα πεσσέμεν] ἤτοι τὰς τιμὰς κατέχειν—δυνά‐ μεως οὐ πέπτεται.

2

.

239

* [ἕο] ἐμοῦ, σοῦ, οὗ καὶ διαλύσει Ἰωνικῇ εἰς ε καὶ ο ἕο.

2

.

241

[μεθήμων] ἔκλυτος, ἀφ’ οὗ καὶ μέθη.

2

.

246

* [ἀκριτόμυθε] ἢ ἐν τῷ λέγειν ἄκραν μὴ ἔχων, ἢ ὁ κόρον μύ‐ θου φέρων μηδόλως.

2

.

247

[μηδ’ ἔθελε] ἀεὶ ἐθέλω φησὶν ὁ ποιητής.

2

.

248

* [βροτὸν] βρότος παροξυτόνως τὸ μετὰ κόνεως μιγὲν ἀνθρώ‐ που αἷμα.

2

.

249

* [Ἀτρείδῃς’] οὗτοι δὲ ἦσαν κατὰ μὲν τὸ σύνηθες— παῖδες ἐκλήθησαν.

2

.

252

[οὐδέ τί πω σάφα ἴδμεν] ἐντέχνως πρὸς τὸν Θερσίτην λέγων κοινῶς πρὸς τοὺς Ἕλληνας ἀποτείνεται.

2

.

258

* [εἴκ’ ἔτι ς’ ἀφραίνοντα] ὁριστικὴν ἔχει τὴν σύνταξιν τὸ «εἴκ’ ἔτι ς’ ἀφραίνοντα κιχήσομαι», ὥστε συναπτικός ἐστιν ὁ «κέ»· σημαίνει γὰρ τὸ «εἰ ἔτι σε κιχήσομαι».

2

.

260

* [μηδ’ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην] ἀντὶ τοῦ τελευ‐ τήσαντος τοῦ Τηλεμάχου· τὴν γὰρ δευτέραν ἀρὰν κατ’ αὐτοῦ τοῦ παιδὸς ἐποιήσατο.

2

.

266

[πλῆξεν] νῦν μὲν ἁπλῶς ἔπληξε, μετὰ δὲ ταῦτα ἀποδύσας.

2

.

267

[μεταφρένου] ὑποκάτω τοῦ ἰνίου τόπος.

2

267bis

[ἐξυπανέστη] διὰ μὲν τῆς ἐξ τὴν 〈εἰσ〉 εὐθύ, διὰ δὲ τῆς ὑπό τὴν κατ’ ὀλίγον, διὰ δὲ τῆς ἀνά τὴν εἰς ὕψος σχέσιν.

2

.

269

[ἀχρεῖον] χρῶ ῥῆμα ὃ δηλοῖ τὸ ἅπτομαι, οὗ παραγωγὸν χραύω,
καὶ μετὰ τοῦ στερητικοῦ α ἀχρεῖον ἤτοι ἀσθενές.37

2

269bis

τὸ σχόλιον τοῦτο ἰαμβικόν·
ὡς αἰσχρόν ἐστιν μὴ καλῶν ἀπ’ ὀμμάτων
κλᾶον πρόσωπον καὶ δακρυρροοῦν ὁρᾶν. [δάκρυ] κατὰ ἀποκοπὴν τοῦ δάκρυον.

2

.

270

στικτέον μετὰ τὸ «ἀχνύμενοί περ,» —ἐχρήσατο ὁ ποιητής.

2

.

271

* [ὧδε] κατὰ Ἀρίσταρχον—ἐκ προχείρου.

2

.

277

[παρὰ δὲ γλαυκῶπις Ἀθήνη] ἐπεὶ ἔδει κήρυκος τῷ δημηγοροῦντι.

2

.

283

* [ὅ σφιν] τρία εἴδη ῥητορικῆς· συμβουλευτικὸν— «ὦ μάκαρ Ἀτρείδη.»

2

.

289

* [ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες] οἱ μὲν γὰρ εὐθὺς —φυλάσσονται μὴ κεκτημέναι.

2

.

293

[ὅνπερ ἄελλαι] ὑπ’ ὄψιν αὐτοῖς ἄγει τὸ δυσχερὲς τῆς ἀνακομι‐ δῆς.

2

.

303

* [χθιζά τε] κατεσμίκρυνε δὲ τὸν ἐννεαετῆ—τοὺς Ἕλληνας * [ἐς Αὐλίδα] Αὐλὶς ἐκλήθη ἀπὸ τοῦ αὐτόθι αὐλισθῆναι, ὅ ἐστιν ἀθροισθῆναι, τὸν Ἑλληνικὸν στρατόν.

2

.

305

[ἀμφὶ περὶ] οὐ διὰ τὸ μέτρον—συναγωγὴν διὰ τούτων ἐσήμανεν.

2

.

307

* [πλατανίστῳ] τῇ τάσει ἀναγνωστέον ὡς κυπαρίσσῳ [ὅθεν ῥέει ἀγλαὸν ὕδωρ] διυδατίζεσθαι γὰρ ἀγαπᾷ ἡ πλάτανος.

2

.

308

[δράκων] ὁ δράκων ἱερὸς τῆς Ἀθηνᾶς. οἱ στρουθοὶ διὰ τὸ
πτηνοὶ εἶναι τὸν χρόνον δηλοῦσιν. ὁ λίθος, διὰ τὸ ἀκίνητον τὸ μὴ ὑπο‐ στραφῆναι τοὺς Ἕλληνας, ἀλλὰ τοὺς μὲν ἐκεῖ σφαγῆναι, τοὺς δὲ ἐν τῇ ὑποστροφῇ. τὸ δ’ ἐφ’ ὕψους κεῖσθαι, τὴν νεοσσιὰν τὴν ἠνεμόεσσαν38
5Ἴλιον. τὸ 〈δὲ〉 δαφοινὸν τοῦ δράκοντος, τὸ ἐκ πολλῶν πόλεων συναθροι‐ σθῆναι τοὺς Ἕλληνας. ἡ δὲ τοῦ δράκοντος δι’ ὕδατος πορεία, τὴν δι’ ὕδατος ἄφιξιν τῶν Ἑλλήνων. τὸ δὲ ἀφεθῆναι τὴν νεοσσιὰν, τὸ μὴ παντελῶς ἠφανίσθαι τὸν τόπον· οἰκεῖται γὰρ μέχρι τοῦ νῦν. οἱ δὲ στρουθοὶ, καὶ τοὺς Τρῶας διὰ τὸ ἀσθενές. ἐλελιξάμενος δὲ ὁ δράκων
10καὶ τῆς μητρὸς ἐπελάβετο· οὐ γὰρ εὐθέως οἱ Ἕλληνες τῆς Τροίας ἐκράτησαν ἀλλ’ ἀναχθέντες ἀπὸ τῆς Τροίας 〈εἶτα〉 ὑποστρέψαντες. οὐκ ἐπεξηγεῖται δὲ τελείως τὴν μάντειαν, ἵνα μὴ λυπήσῃ τοὺς Ἕλλη‐ νας μὴ ὑποστρέψειν μαθόντας. [δράκων] οὗτινος δράκοντος τὸ ὄνομα ὁ Πορφύριος—ἐν
15τῇ εʹ τῶν ἀπόρων.

2

.

316

* [ἐλελιξάμενος] ποιητικῶς καὶ Ἰωνικῶς γέγονεν ὁ ἀναδιπλα‐ σιασμὸς ἐκ τοῦ ἐλίσσω ἐλίξω καὶ ἠλιξάμην.

2

316bis

* [πτερύγος] παροξυτόνως. ὁ μὲν κανὼν—γραμμα‐ τικῷ.

2

.

318

[ἀρίδηλον] τροπῇ τοῦ ζ εἰς δ.

2

.

323

[ἄνεῳ] ἐνταῦθα μετὰ τοῦ ι τὸ ἄνεῳ, ἐπὶ δὲ τοῦ «οἱ δ’ ἄνεω δὴν ἦσαν» (Od. XXIII, 93.), δίχα τοῦ ι.

2

.

325

* [ὅου] τὰ ἄρθρα διαιροῦνται· αἱ γὰρ ἀντωνυμίαι πλεονάζουσι τῷ ε.

2

.

328

* [τοσσαῦτ’ ἔτεα πτολεμίζομεν] πολεμοῦμεν τοσαῦτα ἔτη. ἢ ὅτι τέλειος χρόνος ὁ ἐνιαυτός, ἢ ὅτι τρεῖς εἰσι χρόνοι δι’ ὧν πᾶς αἰὼν —ἐνιαυτούς.39

2

328bis

* τὸ σχόλιον τούτου τοῦ στίχου ἐστί· τοσαῦτα ἔτη 〈πολεμήσομεν αὐτόθι〉.

2

.

329

[τῷ δεκάτῳ] ἱσταμένου γὰρ τοῦ δεκάτου ἐπόρθησαν.

2

.

330

[κεῖνός θ’ ὣς] ὁ τέ ἐστὶ κατὰ συναλοιφήν· κακῶς γὰρ ὅσοι ἐκδέχονται τὸ τώς μόριον βουλόμενοι αὐτὸ ἀνταποδοτικὸν εἶναι. ὁ μὲν Ἡρωδιανὸς ὡς «τὼς δέ ς’ ἀπεχθήρω» (Il. III, 415.), ὁ δὲ Ἀρίσταρ‐ χος· «κεῖνός θ’ ὣς ἀγόρευε»

2

330bis

* [νῦν πάντα τελεῖται] τὸ νῦν πρὸς τὸ «χθιζά τε» φησὶ, καὶ τὸ τελεῖται ἀντὶ τοῦ τελεσθήσεται

2

.

334

[κονάβησαν] ἴδιος ἦχος τῶν πεπληγότων ξύλων κόναβος.

2

.

336

[Νέστωρ] παρρησιαστικὸς διὰ τὸ γῆρας ὁ Νέστωρ

2

.

339

* [πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἡμῖν] ἐν δισταγμῷ· «ποῦ ἄρα τελευτήσει τὰ τῶν ὅρκων ἡμῖν.» ἀπολύτως δὲ προενεκτέον 〈τὸ «ἡμῖν»〉. [πῇ δὴ] ἐκ τοῦ ποῦ, τροπῇ τοῦ ο εἰς η καὶ τοῦ υ εἰς ι.

2

.

340

* [ἐν πυρὶ δὴ βουλαί τε γενοίατο] οὐκέτι βουλῶν— τὸ ὠφελοῦν.

2

.

346

* [ἕνα καὶ δύο] εὐφυέστερον—τοιοῦτον.

2

.

347

[ἄνυσις] ψιλοῦται· τὸ γὰρ α—ἡ τοῦ Διὸς ὑπόσχεσις. * ἀμφίβολος ὁ λόγος—εὑρέσθαι τοῦ πολέμου

2

.

348

* [πρὶν .... πρὶν] τὸ δεύτερον «πρίν» ἕως ἂν σημαίνει.40

2

.

349

* [γνώμεναι] ὥστε πρὸ τοῦ δέοντος—πρὶν γνῶμεν τὴν Διὸς γνώμην.

2

.

353

* ἀστράπτων] καὶ Εὐριπίδης 〈ἐν〉 Παλαμήδει· «Πάλαι δή 〈σ’〉 ἐξερωτῆσαι θέλων σχολή μ’ ἀπεῖργεν.»

2

.

355

[πρίν τινα] μέγιστον γὰρ πρὸς κόλασιν οἱ παλαιοὶ ᾤοντο τὸ τὰς γυναῖκας τῶν πολεμίων ἑλέσθαι.

2

.

356

[τίσασθαι δ’ Ἑλένης ὁρμήματα] ἀνθ’ ὧν ὑπέμεινε φροντίδων καὶ στεναγμῶν ἁρπαγεῖσα· κατὰ γὰρ τὸν ποιητὴν ἐνταῦθα ἄκουσα ἡρπάγη.

2

355-356

* [πρίν τινα—τίσασθαι δ’ Ἑλένης ὁρμήματά τε στοναχάς τε.] μὴ πρὶν ἡμᾶς τιμωρίαν λαβεῖν ἀντὶ τῶν γενομένων ἡμῖν δι’ Ἑλένην στεναγμῶν καὶ κακῶν, τιμωρῆσαι δὲ καὶ βοηθῆσαι τῇ Ἑλένῃ καὶ ἀμύνεσθαι ὑπὲρ αὐτῆς ἀνθ’ ὧν ὑπέμεινε φροντίδων.

2

.

359

* [πρόσθ’ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ] ἵνα εὐθὺς πρὸ πάντων—τὴν εἱμαρμένην.

2

.

360

* [ἀλλὰ, ἄναξ] ἀποστρέφει δὲ τὸν λόγον—ἀπο‐ στροφή. [ἄναξ] ἄνακτα νῦν καλεῖ τὸν Ἀγαμέμνονα, οὐκ Ἀτρείδην, φοβερώ‐ τερον αὐτὸν καθιστῶν.

2

360bis

* [αὐτός τ’ εὖ μήδεο] ἀρίστου γὰρ τὸ ἐπικρίνειν τὸ εὖ ἔχον.

2

360ter

[οὔτοι ἀπόβλητον ἔπος] διδάσκει τοὺς βασιλεῖς μὴ ἀποβαλέσθαι τὸ παρ’ ἑτέρων τὰ λῴονα διδάσκεσθαι.

2

.

362

* ζητεῖται διὰ τί ταύτην τὴν τάξιν—διάταξιν εἰσ‐ άγει.

2

.

363

* [φρήτρη] παρὰ τὸ φράζω φράτρη, φράτρα, φρήτρη. φρή‐
τρας τὰς τριττῦς, ὅ ἐστι τρίτον τῆς φυλῆς. [ὡς φρήτρη φρήτρῃφιν ἀρήγῃ] τοῦτο δὲ ἵνα μήτε περιορῷεν τὴν συγγένειαν μήτε ἑαυτούς.41

2

.

366

* [κατὰ σφέας γὰρ μαχέονται] οὕτω γὰρ ἂν προθύμως καὶ κατὰ τὴν ἑαυτοῦ δύναμιν ἕκαστος μαχήσεται.

2

.

370

* [αἰ γάρ] ἐντεῦθέν τινες νοοῦσι γεγονέναι τὸν ποιητὴν Ἀθη‐ ναῖον· τὸ γὰρ «Ἀθηναίη» Ἀττικὸν, καὶ ἴδιον εἶναι τὸν ὅρκον τῶν Ἀθηναίων.

2

.

372

* [τοιοῦτοι δέκα μοι συμφράδμονες] Εὐριπίδης· «σοφὸν γὰρ —πλεῖστον κακόν».

2

.

377

* [εἵνεκα] ἕνεκα καὶ κατὰ πλεονασμὸν 〈τοῦ ι εἵνεκα.

2

.

379

[εἰ δέ ποτ’ ἔς γε μίαν βουλεύσομεν] πῶς οὐ παρακαλεῖ τὸν Ἀχιλλέα; ἢ αἰδεῖται χωρὶς ἀνάγκης, ἢ τῷ ὀνείρῳ θαρρεῖ.

2

.

381

[δεῖπνον] ἄριστον τὸ πρόγευμα, τὸ πρωϊνόν· δεῖπνον παρὰ τοῖς ἀρχαίοις τὸ παρ’ ἡμῖν γεῦμα, μεθ’ ὃ δεῖ πονεῖν· δόρπον ἡ ἑσπερινὴ τροφὴ, δόροπόν τι οὖσα μετὰ τὴν παῦσιν τῶν δοράτων γενομένη. [Ἄρηα] τετραχῶς ὁ Ἄρης παρὰ τῷ ποιητῇ· ἐνταῦθα ὁ πόλεμος,
5καὶ σίδηρος, ὡς τὸ «αἵματος ἆσαι Ἄρηα ταλαύρινον» (Il. V, 289): ὁ θεός, ὡς τὸ «Ἆρες Ἄρες βροτολοιγέ» (Il. V, 31 et 455), καὶ ἡ πληγή, ὡς τὸ «ἔνθα μάλιστα γίνετ’ Ἄρης ἀλεγεινός» (Il. VIII, 568—569).

2

.

385

* [κρινώμεθ’ Ἄρηι] καλὸν δυσχερῆ ἐλπίζειν· ἢ γὰρ ἀποβάν‐ των—ἐχάρημεν

2

.

388

[τελαμὼν] ὁ πλατὺς λῶρος, ἀφ’ οὗ ἤρτηται ἡ ἀσπίς.

2

.

389

[ἀμφιβρότης] ἡ πανταχόθεν τὸν βροτὸν σκέπουσα ἀσπίς·
ἀνδρομηκέσι γὰρ—παλαιοί.42

2

389bis

* [ἀμφιβρότης] ἐν τῇ συνθέσει προλαμβάνει τὸ μ τὸ βροτός —ἴσως δὲ διὰ 〈τὸ〉 προϊέναι.

2

.

393

* [ἐσσεῖται] Ἀττικόν ἐστι, καὶ ἔσεται καὶ ἔσσεται. ὁ δὲ λόγος· τῷ δὲ θέλοντι φυγεῖν—διασπασθῆναι.

2

.

395

[ἀκτῇ] ἀκτὴ ὁ παραθαλάσσιος—ὅ ἐστι ῥήσσεσθαι τὰ κύματα.

2

.

397

* [γένωνται] Ἴωνες τὸ εἶναι γενέσθαι φασίν.

2

.

398

* [ἀνστάντες] συγκοπὴ τοῦ ἀναστάντες.

2

.

400

* [ἄλλος δ’ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων] καὶ Πίνδαρος· «ἄλλα δ’ ἄλλοισιν νόμιμα, σφετέραν δ’ αἰνεῖ δίκαν ἕκαστος.» τὸ γὰρ θεῖον φύσει μὲν ἓν, θέσει δὲ πολύ. —Ἑλληνικὸν δὲ ἐπὶ τοὺς θεοὺς ἔχειν τὴν ἐλπίδα, ὃ οὐ
5ποιοῦσιν οἱ Τρῶες.

2

400-402

δεικνύει ὅτι πολύκλητοι ἦσαν· ἕκαστος γὰρ τοῖς πατρίοις θύει. ἀλλὰ τοῖς μὲν ἄλλοις ἤρκει τὸ ζῆν καὶ μόνον εὔχεσθαι, τῷ δὲ βασιλεῖ τὸ εὐκλεῶς ζῆν· διὸ καὶ εὔχεται τὴν Ἴλιον ἑλεῖν. καλῶς δὲ ὁ βασιλεῦς τῷ βασιλεῖ τῶν θεῶν θύει καὶ τελειοτάτῳ τὸ μέγιστον τῶν
5ζῴων.

2

.

406

* [Τυδέος] ἐκ τοῦ τυτθός, ὃ σημαίνει μικρόν· μικρὸς γὰρ ἦν τῇ ἡλικίᾳ.

2

.

408

[βοὴν ἀγαθὸς] ἡ γὰρ δειλία—φωνήν

2

416-417

* [χιτῶνα ..... ῥωγαλέον] ὡς τὸ κατερρωγότα ἱμάτια.

2

.

418

* [ὀδὰξ] δάκω, δάξω, δάξ, 〈ὀδάξ〉. τοῦτο δὲ συμβαίνει τοῖς
ὀδυνωμένοις. * [γαῖαν] τὸ δὲ «γαῖαν» ἀντὶ τοῦ γαίης.43

2

435-436

* [μηδ’ ἔτι δηρὸν ἀμβαλλώμεθα ἔργον] στρατηγικὴ διδασκαλία χρόνου φείδεσθαι—εἶπεν.

2

.

449

[ἑκατόμβοιος] ἑκατὸν βοῶν ἄξιος τιμῆς ἤτοι νομισμάτων· οἱ γὰρ ἀρχαῖοι, ὑπερτιμῶντες τὸν βοῦν ὡς ἱερὸν, ἐνεχάραττον τῷ ἑνὶ μέρει τοῦ νομίσματος βοῦν, τῷ δὲ ἑτέρῳ τὸ τοῦ βασιλέως πρόσωπον.

2

.

461

* [Ἀσίω] τὸ «Ἀσίω» γενικῆς πτώσεως—ἐν τῇ ὀρθο‐ γραφίᾳ. * ἡ εὐθεῖα Ἀσίας, ὡς εὐμελίας. οἱ μὲν ἆσιν ἔχοντι, ἀλλὰ πιστότερον τὸ κύριον αὐτῷ περιτιθέ‐
5ναι ὄνομα ὡς 〈καὶ〉 τῷ ποταμῷ· ἔστιν οὖν ἀπ’ Ἀσίου ὃς ἦρξε Λυδίας. 〈ἐν γενικῇ δὲ αὐτὸ ἐκληπτέον〉 καὶ 〈χωρὶς τοῦ ι〉 ὁμοίως τῷ «ἐϋμελίω», ὡς Ἡρωδιανὸς ἐν τῇ καθόλου καὶ Πτολεμαῖος—ὀρνέων. [κλαγγηδὸν προκαθιζόντων] τὰ συναγελαστικὰ—ὑστε‐ ροῦντα.

2

.

467

[Σκαμανδρίῳ] Σκαμάνδριον δὲ τὸ τῷ Σκαμάνδρῳ— πεδίον.

2

469-471

* ἐπὶ τὸ «δεύει» ὑποστίζομεν τῆς ἀνταποδιδομένης— «ὡς δ’ ὅτ’ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην» (Il. VIII, 555), εἶτα ἐπιφέρει· «τόσσα μεσηγὺ νεῶν.» (Ib. v. 560) [ἠΰτε μυάων] πρὸς τὸ ἐπιθυμητικὸν τοῦ αἵματος ἡ παραβολή.

2

.

470

[ἠλάσκουσιν] καλῶς τὸ «ἠλάσκουσιν»· οὐ γὰρ διατέταται—
εἰσιν.44

2

.

471

* [ὥρῃ ἐν εἰαρινῇ] τοῦτο γάρ φησι κατ’ ἐξοχὴν τῶν ἄλλων ὡρῶν

2

.

474

[αἰπόλια] αἰπόλιον μὲν τὸ τῶν αἰγῶν πλῆθος, ποίμνιον δὲ 〈τὸ〉 τῶν προβάτων—τὸ τῶν ἵππων. πλατέα] ἐπειδὴ ἐν πλάτει πλείονι καὶ διαστήματι νέμονται αἱ αἶγες.

2

.

475

[ἐπεί κε νόμῳ μιγέωσιν] ἐπὰν γὰρ πρὸς ἑσπέραν αἰπόλια πολλὰ ἀναμιχθῶσιν, οἱ αἰπόλοι—αἰπόλιον

2

.

478

* [ἴκελος Διὶ] ἰστέον ὅτι τὸ ὅμοιος καὶ τὸ ἴσος καὶ τὸ ἴκελος δο‐ τικῇ συντάσσεται μόνα τῶν πρός τι.

2

.

480

* [ἀγέλῃφι] ἐν τῇ ἀγέλῃ, ἐν τῷ πλήθει.

2

480-481

* τὸ δὲ γένος προθεὶς τὸ εἶδος ἐπήνεγκε· γενικὸν μὲν γὰρ ὁ βοῦς ἐστιν, εἰδικὸν δὲ ὁ ταῦρος.

2

.

482

[Ζεὺς ἤματι κείνῳ] ἐπεὶ ἄπιστα τὰ τῆς εἰκόνος τῷ Ἀγαμέμνονι προσήρμοσε, τῇ τοῦ Διὸς δυνάμει ταύτην πιστοῖ.

2

.

484

[ἔσπετε] τὸ ἔσπετε ψιλοῦται· ἀπὸ γὰρ τοῦ ἔπω, τὸ λέγω. * [ἔσπετε νῦν μοι Μοῦσαι] ἐπὶ ἐργώδη καὶ θαυμασίαν— ὑμῶν γάρ ἐστι τὸ ἔργον.

2

484bis

* ζητοῦσί τινες διὰ ποίαν αἰτίαν—πρὸς ἁπάσας τὰς Μούσας τὸν λόγον ποιεῖται καὶ γὰρ Ἡσίοδος Καλλι‐ όπην κυριωτέραν φησὶν οὕτως· «Καλλιόπη 〈θ’ ἣ〉 δὴ προφερεστάτη ἐστὶν ἁπασῶν». (Theog. v. 79)

2

.

490

* [φωνὴ δ’ ἄρρηκτος] διὰ τοῦτο δηλοῖ ὅτι σῶμά 〈ἐστιν〉 ἡ φωνή.

2

490bis

* [φωνὴ] παρὰ τὸ ῥῶ τὸ λέγω.45

3

.

1

* [αὐτὰρ] ὁ δὲ αὐτὰρ σύνδεσμος συμπλεκτικὸς ἰσοδυναμῶν τῷ δέ· ταύτῃ δὲ διαφέρει αὐτοῦ ὅτι ὁ μὲν αὐτὰρ προτάσσεται, ὁ δὲ δέ ὑπο‐ τάσσεται.

3

1bis

* Αὐτὰρ] ἐν τῇ συντάξει ζητοῦμεν εἰ στικτέον ἐπὶ τῶν τοιούτων· ὑποτελεία γάρ ἐστιν ἐπὶ τοῦ «δινήεντος», ἥτις τρίχρονος δύναται εἶναι· ἡ γὰρ κατὰ στοιχεῖα διαίρεσις γραμματικῶν ἐστι. ὁ μέντοι ποιητὴς 〈καὶ〉 ἡ τῶν πραγμάτων φύσις ἑνοῖ τὸ σωμάτιον καὶ τὰ ἔπη ἐν εἱρμῷ·
5ἐπιφέρει γοῦν ὁ ποιητὴς συνδεσμὸν τὸν «αὐτάρ» συνδήσας τοῖς προ‐ κειμένοις, καὶ τοῦτο ληπτέον εἰς τὸ μὴ κατὰ ῥαψῳδίας γεγραφέναι. ἐπὶ μέντοι τοῦ τέλους τοῦ σωματίου περισσὸν τὸ στίζειν· σιωπὴ γὰρ αὐτὸ ἐκδέχεται, οὐ στιγμή. * [κόσμηθεν] Δωρικὸν τὸ «κόσμηθεν». δηλοῖ δὲ ὅτι μετ’ εὐταξίας
10μάλιστα ὁ πόλεμος κατορθοῦται, δηλοῖ δὲ καὶ τὸ τῶν Ἑλλήνων εὔτακτον. * [κόσμηθεν] ὁ τρόπος μεταφορὰ—Πυθαγόρου εἴρηται εὐταξίᾳ δὲ πόλεμος κατορθοῦται. * [κλαγγῇ] ἐκ τοῦ κλῶ κλάζω, κλαγή, καὶ πλεονασμῷ τοῦ γ
κλαγγή. προσληπτέον δὲ τὸ σύν, ἵν’ ᾖ· σὺν κλαγγῇ καὶ ἐνοπῇ.46

3

.

2

* [ἐνοπῇ] ἐνοπῇ δὲ τῇ εἰς ὀπὴν ὤτων δυναμένῃ φέρεσθαι. * ὄρνιθες ὣς] ἀναστροφὴ ὁ τρόπος.

3

.

4

* [χειμῶνα] τὴν Θρᾴκην λέγει χειμερίαν οὖσαν.

3

4bis

* [ὄμβρον] τὰ ὑγρὰ κλίματά φησιν· οὐ γὰρ ἐν ὕδατι αἱ γέρανοι τρέφονται. * [Ὠκεανοῖο] τινὲς μέντοι ἐνόμιζον Ὠκεανὸν νῦν λέγεσθαι τὸν Νεῖλον. * [ῥοάων] διαίρεσις καὶ μετάθεσις τοῦ τόνου.

3

.

6

* [Πυγμαίοισι] Πυγμαῖοι λέγονται ἢ ἀπὸ Πυγμαίου βασιλέως ἄρ‐ ξαντος τῆς χώρας, ἢ ὅτι εἰς μέτρον πυγμῆς συνεσταλμένοι εἰσί. πυγμὴ δέ ἐστιν ὁ πῆχυς, τὸ ἀπὸ ἀγκῶνος—μέρη τῆς Αἰγύπτου κατοι‐ κούντων. πλησίον τοῦ Ὠκεανοῦ—
5ποιούσαις τῇ χώρᾳ que Gen. II a ajoutée.

3

.

11

* [ποιμέσιν] οὐ βουκόλοις—οἴστρους. * [νυκτὸς ἀμείνω] σημείωσαι· ἡ νὺξ τοῖς ποιμέσιν οὐ βλάβην φέρει· ἐν ἀσφαλεῖ γὰρ αὐτοῖς τὰ βοσκήματα φυλάσσεται· ἡ δὲ ὀμίχλη καὶ λίαν ἐπιβλαβής· ἐσκέδασται γὰρ αὐτοῖς ταῦτα ἐπὶ τὰς νομὰς ἐν τῇ
5ἡμέρᾳ, ὅθεν ὁπόταν ἐξαίφνης ἡ ὀμίχλη ἐπέλθῃ, εὐκόλως αὐτὰ ἀφαι‐ ροῦνται οἱ κλέπται· ὅθεν εἰκότως τὴν ὀμίχλην ἀμείνω τῆς νυκτός φησι τοῖς κλέπταις.

3

.

13

* [κονίσαλος] ἡ παραγωγὴ παρὰ μέλλοντος· ὥσπερ γὰρ ἀπὸ τοῦ ἵξω ἴξαλος, οὕτως καὶ ἀπὸ τοῦ κονίσω κονίσαλος. τὸ δὲ «ἀελλής» ὡς τὸ ἀδεής καὶ 〈τὸ〉 ἀζαής· ὡς γὰρ παρὰ τὸ ἔλπω ἀελπτής, οὕτω παρὰ τὸ ἔλλω ἀελλής.
5* [κονίσαλος] Ἀριστοφάνης γράφει «κονισάλου». * ἄριστος κριτὴς ὁμοιοτήτων—τοῖς ὄμμασιν. * ἐκ τοῦ κόνις, τοῦτο 〈δὲ〉 παρὰ τὸ χέω· χόνις καὶ κόνις.

3

.

16

* Τρῶσιν] ταῖς δοτικαῖς—ποιητής. διὰ τὴν συγγένειαν τῶν πτώσεων ὡς τὸ «Τρωσὶ μὲν προμάχιζεν» καὶ τὸ «Μυρμιδόνεσσιν ἄνασσε» (Il. I, 180) καὶ τὸ «πάντεσσι δ’ ἀνάσσειν» (Il. I, 288). Gen. II ajoute: ἀντὶ τοῦ πάντων.47

3

19-20

* ζητεῖται πῶς ὁ Ἀλέξανδρος—προσοφλήσῃ τὴν μέμψιν.

3

.

20

* [δηϊοτῆτι] παρὰ τὸ δῃοῦσθαι—διακόπτεσθαι. ἐκ τοῦ δαίω δαΐω δήϊος δηϊοτής.

3

.

22

[κεραὸν] 〈εὔκερων ἄρρενα· αἱ γὰρ θήλειαι〉 ἔλαφοι οὐ κερα〈το‐ φοροῦσι .....〉 τοῦτο. καὶ ἀρ〈σενικῶς .....〉 τὸν αἶγα· ἔλαφος δὲ 〈εἴρηται〉 παρὰ τὸ ἑλεῖν τοὺς ὄφεις· αἱ γὰρ ἔλαφοι, ὅτε ἀφανεῖς ὦσιν οἱ ὄφεις, τὸ κέρας αὐτῶν προστρίβουσι τῇ πέτρᾳ, ὃ θερμαινόμενον ποιεῖ
5ἀναθυμίασιν, ἧς μεταλαμβανόμενοι οἱ ὄφεις τῶν φωλεῶν ἐξίασιν.

3

24-25

* ὥσπερ λέοντα παροξύνει λιμὸς—ἀγῶνα προτρέ‐ πεται.

3

.

29

* [χαμᾶζε] προπερισπωμένως· οὐ γὰρ ἀπὸ ὀνόματος γέγονεν ὡς Ἀθήναζε, ἀλλ’ ἀπὸ ἐπιρρήματος τοῦ χαμαί. τὸ δὲ μέταζε χρονικὸν παρὰ πρόθεσιν παρῆκται.

3

.

35

[ὦχρος] ὡς ὦμος· τὰ γὰρ εἰς ος λήγοντα μονογενῆ δισύλλαβα παραληγόμενα τῷ ω προπερισπᾶται μὴ συγγραφομένου τοῦ ι. 〈πρόσ‐ κειται 〈δὲ〉 μὴ συγγραφομένου τοῦ ι〉 διὰ τὸ ᾠδός, μονογενῆ 〈δὲ〉 διὰ τὸ ὠμός, ὠχρός.
5* [παρειὰς] φησὶν ἀπὸ μέρους τὸ ὅλον πρόσωπον. παρειὰς] ὀξυτόνως Ἀρίσταρχος καὶ μετὰ τοῦ ς. ἐὰν μέντοι καὶ οὐδέ‐ τερον ᾖ, ὁμοτονήσει τῷ θηλυκῷ, ὡς «οἰκία καὶ χοροί εἰσι» (Odys. XII, 4)
καὶ «ἠνία σιγαλόεντα». [παρειὰς] τὸ παρειά καὶ τὸ νεῦρα οὐκ ἔχει τὸ αὐτὸ σημαινόμενον48
10〈τῷ παρειαί καὶ τῷ νευραί〉 * [παρειὰς] Ἀρίσταρχος οὐδετέρως, ἔν τισι δὲ θηλυκῶς. ὁ δὲ Σιδώ‐ νιος—φυλάσσει τὸν αὐτὸν τόνον.

3

.

36

* [ἔδυ Τρώων ἀγερώχων] ἀπὸ τοῦ ἄγαν ἐπὶ τοῦ γέρους ὀχεῖσθαι. [ἔδυ] ἐκ μεταφορᾶς 〈τῶν ἑρπετῶν〉, τῶν εἰς τοὺς φωλεοὺς καταδυο‐ μένων.

3

.

39

* [Δύσπαρι] καὶ Ἀλκμάν φησι· «Δύσπαρις—βωτι‐ ανείρῃ».

3

.

43

* [καγχαλόωσι] ὅ ἐστι ἐν χαλάσματι ποιοῦσι τὴν ψυχήν.

3

.

45

* [οὐκ ἔστι βίη φρεσὶν] τουτέστιν οὐκ εἶ ἔμψυχος— δύναμιν. * εἶδος ἔπ’ ἄλλ’ οὐκ ἔστι—ἀλκή] ἐὰν στίζῃς μετὰ τὸ «ἔπι», τὸ ἑξῆς ὡς ἀπὸ τοῦ Ἕκτορος δώσεις, ἐὰν δὲ ὑποστίζῃς, 〈ὃ〉 καὶ
5ἄμεινον, ἀπὸ κοινοῦ τὸ «φάντες», ὅτι καλὸς μὲν, γύννις δέ.

3

.

46

* [τοιόσδε ἐὼν] τουτέστιν ἐπονείδιστος οἷόν σε νῦν ὁρῶμεν. τινὲς κατὰ πεῦσιν καὶ θαυμασμὸν, τινὲς δὲ οὔ. εἶτα ἀπὸ ἄλλης ἀρχῆς —δικαιολογίαν ἔχον. τὸ «τοιόσδε» ἐν παραγωγῇ.

3

.

47

* [ἐρίηρας] ἄγαν εὐαρμόστους καὶ ἐπεράστους φίλους. * [ἐρίηρας ἀγείρας] τουτέστιν αὐτῷ ὁμοίους φίλους καὶ ἅρπαγας συναθροίσας. ἢ παρὰ τὸ ἐρι καὶ τὸ ἀρῶ, ὃ σημαίνει τὸ ἁρμόζω, ἢ τὸ
ἦρα, ὃ σημαίνει τὴν χάριν.49

3

.

49

* [ἐξ ἀπίης] ἐκ τῆς ἀλλοδαποῦ καὶ μακρὰν ἐχούσης γῆς, ἢ Ἀπίης τῆς Πελοποννήσου οὕτω λεγομένης ἀπὸ Ἄπιδος τοῦ Φορωνέως.

3

49bis

* [νυὸν ἀνδρῶν αἰχμητάων] πάντες γὰρ οἱ τῶν Ἑλλήνων ἄριστοι τὴν Ἑλένην ἐμνηστεύσαντο, Μενελάου δὲ γέγονε παράκοιτις.

3

49ter

* [νυὸν] νυοὶ λέγονται αἱ τῶν υἱῶν γυναῖκες παρὰ τῶν πατέρων τῶν ἀνδρῶν καὶ παρὰ τοῦ οἴκου ὅλου τοῦ γεγαμηκότος.

3

.

51

* [κατηφείην] οἱ γὰρ αἰσχυνόμενοι κατηφεῖς εἰσιν. * κατηφείην] φάος καταφαής, συγκοπῇ κταφαής καὶ ὑπερθέσει καὶ ἐκτάσει κατηφής.

3

.

53

* [γνοίης χ’ οἵου φωτὸς] ἀσύνδετα τὰ ἔπη προφέρει τὸ θυμωδὲς τοῦ Ἕκτορος παριστῶν.

3

.

54

* [τά τε δῶρ’ Ἀφροδίτης] ἤτοι Ἑλένη, ἢ ὅπερ ἔχεις κάλλος.

3

.

55

* [ὅτ’ ἐν κονίῃσι μιγείης] ὅταν ἀναιρεθῇς—οἱ παλαιοί.

3

.

56

* [δειλήμονες] δειλοὶ καὶ ἄνανδροι ὡς πρὸς ἡμᾶς τοὺς βασιλεῖς. δειλήμονες ἀπὸ τοῦ δειλῶ δειλήσω.

3

.

57

* [λάϊνον ἕσσο χιτῶνα] λιθόλευστος ἂν ἐγεγόνεις.

3

.

59

* [Ἕκτορ] οὐ κασίγνητόν φησι οὔτ’ ἠθεῖον, ἀλλ’ Ἕκτορα· πᾶσαν γὰρ προσηγορίαν εὐνοϊκὴν ἐξέκοψεν ὁ θυμός.

3

.

60

* [πέλεκυς ὣς ἀτειρὴς] ἠκονημένος μὲν ὁ σίδηρος αὔξει τὴν ὁρ‐ μὴν τοῦ ἀνδρὸς, ἀμβλὺς δὲ πάλιν ταύτην ἀμβλύνει μᾶλλον.

3

.

64

* [χρυσέης Ἀφροδίτης] Ἑστιαία δὲ ἡ γραμματική φησιν ὅτι πεδίον—χρυσῆν Ἀφροδίτην.

3

65-66

* τὰ ἐκ θεοῦ γὰρ δῶρα καὶ βουλόμενός τις οὐκ ἂν λάβοι θεοῦ μὴ διδόντος. ἑκὼν οὖν οὐκ ἄν τις λάβοι ταῦτα, ἂν μὴ διδοῖ ὁ θεός.

3

69-70

* βαρβαρικὸν τὸ μονομαχεῖν.

3

.

75

* [Ἀχαιίδα καλλιγύναικα] τῷ ἔρωτι τῆς Ἑλένης πᾶσαν τὴν
Ἑλλάδα καλλιγύναικα εἶναι μαντεύεται.50

3

.

79

* [τῷ δ’ ἐπετοξάζοντο] τῷ Ἕκτορι ἐπιτοξάζονται, πληροῦν τούτῳ οἰόμενοι τὸν πόλεμον, Ἀλεξάνδρου δὲ προϊόντος οὐκ ἠκόντιζον.

3

.

80

* [ἰοῖσίν τε τιτυσκόμενοι] ἀπὸ μετοχῆς εἰς ῥῆμα—ἐτό‐ ξαζον.

3

.

95

* [ἀκὴν] ἀκὴ ἡ ὀξύτης. * [ὣς ἔφατο] οὐδὲν νῦν Ἀγαμέμνων φησί· φιλάδελφος γάρ 〈ἐστι〉 καὶ οὐ βούλεται τὸν ἀδελφὸν κινδυνεῦσαι.

3

.

98

* [φρονέω δὲ διακρινθήμεναι ἤδη] διὰ τί ὑποσχομένου— οὐ μάχεσθαι.

3

.

99

* [πέποσθε] ἐκ τοῦ πήθω πανθάνω, ἢ ἐκ τοῦ πεπόνησθε κατὰ συγκοπὴν, ἢ ἐκ τοῦ πέπασθε κατὰ μεταβολήν.

3

103-104

* οἱ μὲν Τρῶες τῷ ἡλίῳ καὶ τῇ γῇ θύουσιν, ὅτι περὶ γῆς καὶ σωτηρίας ἐκινδύνευον, οἱ δὲ Ἕλληνες τῷ Διὶ ὡς Ξενίῳ· παρὰ τὴν ξενίαν γὰρ ἠδίκηνται. πρὸς δὲ οἰκεῖα τὰ θύματα τοῖς θεοῖς· τῷ μὲν γὰρ ἡλίῳ λαμπρῷ ὄντι ἄρρην καὶ λευκὸς ἱερουργεῖται ἀρνειὸς, τῇ δὲ
5γῇ μέλας καὶ θῆλυς, ἐπεὶ τοιαύτη ἡ θεός.

3

.

103

* [οἴσετε] τὸ «οἴσετε» ἀπὸ τοῦ οἶσε, ὡς τὸ ἄξετε ἀπὸ τοῦ ἄξε.

3

.

105

* ἄξετε δὲ Πριάμοιο βίην] ὁ ἄξω μέλλων ἀνέδραμεν εἰς ἐνεστῶτα. ὡς τὸ «ἐπιβήσετο» (Il. VIII, 44. alias) παρατατικῶς, οὕτως καὶ 〈τὸ〉 «ἄξετε» ἀντὶ τοῦ ἄγετε, οὕτω καὶ τὸ «κείνη που κεφαλὴ τῇ νίσσεται» (Arat. Phaenom. 61): νίω 〈γὰρ〉 ὁ ἐνεστὼς καὶ νίσω ὁ μέλλων, 〈ὃσ〉 καὶ
5μετῆλθεν εἰς ἐνεστῶτα· δηλοῖ γὰρ τὸ ἐκεῖ πορεύεται οὐχὶ πορεύσεται.

3

.

106

* [ὑπερφίαλοι] παραβαίνοντες τὰς διὰ φιάλων γενομένας σπονδάς

3

.

112

* [ὀϊζυροῦ] οἶ σχετλιαστικὸν ἐπίρρημα, ἐξ οὗ οἴμοι, ἀφ’ οὗ οἰ‐ μώζω καὶ ῥηματικὸν ὄνομα οἰμωγή, καὶ ἐκ τοῦ οἶ οἴζω, διαλύσει ὀΐζω,
ὀϊζύω ὀϊζυρός.51

3

.

121

[Ἶρις] σημαίνει δύο· αὐτὴν τὴν σωματοειδῆ θεὰν— μερόπων ἀνθρώπων.

3

.

122

* [δάμαρτι] δάμαρ ἡ γυνὴ, ἀπὸ τοῦ δεδμῆσθαι καὶ ὑποτετάχ‐ θαι τῷ ἀνδρί. * [γαλόῳ] γάλως ὡς Ἄθως, καὶ γαλόῳ κατὰ διαίρεσιν. γάλως δέ ἐστιν ἀνδρὸς ἀδελφή.

3

.

123

* [τὴν] δέον εἰπεῖν ἣν, ἔλαβε 〈τὸν〉 ἄρθρον προτακτικὸν ἀντὶ 〈τοῦ〉 ὑποτακτικοῦ.

3

.

125

* [ἐν μεγάρῳ] ἐν μεγάρῳ μὲν αἱ ὕπανδροι, ἐν ὑπερῴῳ δὲ αἱ παρθένοι καὶ αἱ χῆραι.

3

.

126

* [ἐνέπασσεν] ὅθεν καὶ τὰ ποικίλα παραπετάσματα παστοὶ κα‐ λοῦνται. [ἀέθλους] λέγει δὲ τοὺς κατὰ τὸν πόλεμον πόνους.

3

.

128

* [ἑθεν] ἐγκλιτικὸν, τὸ δὲ ἐμέθεν καὶ σέθεν ὀρθοτονοῦνται παρ’ αὐτῷ.

3

.

130

* [Νύμφα] Ἰωνικὰ νύμφα τόλμα κούρα τῆθα. [θέσκελα] θέσκελα δὲ τὰ θεῖα ὡς τὸ θέσφατα· θεοίκελα καὶ ἐν συγ‐ κοπῇ, εἶτα καὶ πλεονασμῷ, θέσκελα.

3

.

132

* [οἳ] τοῦτο τὸ «οἵ» ὑποτακτικόν ἐστιν ἄρθρον, τουτέστι τὸ οἵτι‐ νες, τὸ δὲ ἑξῆς ἀντωνυμικόν. * [ἐπὶ] ἡ «ἐπί» πρὸς τὸ «φέρον» συντάσσεται.

3

.

134

* [ἕαται] τὸ ἕω πολλὰ σημαίνει· τὸ καθέζομαι, ἀφ’ οὗ ἕζω καὶ
ἑῶ ἕημι ἕεμαι καὶ Ἀττικῶς ἧμαι, κράσει τῶν δύο ε, καὶ κάθημαι· τὸ πληρῶ .... τὸ φορῶ, ἀφ’ οὗ ἑννύω καὶ ἀμφιεννύω καὶ ἀμφιέζω, ἐξ οὗ ἀμφίεσμα, ὃ ἐν τῇ συνηθείᾳ διὰ τοῦ α λέγομεν ἀμφιάζω, ἀμφιάστωρ52
5καὶ ἀμφιῶ ἀμφιᾷς ἀμφίασις. * [ἕαται] ἀπὸ τοῦ ἧνται, ὡς μέμνηνται μεμνέαται, Ἰακῶς.

3

.

141

* [ὀθόνῃσιν] ὀθόνη ἁπλῶς πᾶν τὸ καλὸν, οὗ τις ἐπιμέλειαν ποι‐ εῖται. παρὰ τὸ ὄθομαι τὸ ἐπιστροφὴν ποιοῦμαι. ὀθόνη δὲ λέγεται ἡ ἐρέα διὰ τὴν λεπτότητα, ὡς καὶ ἐνταῦθα «ὀθόνῃσιν» καὶ ἐν τῷ «ὀθο‐ νέων ἀπολείβεται ὑγρὸν ἔλαιον» (Od. VII, 107) ἐρίων φησί.

3

.

142

* [δάκρυ χέουσα] διαίρεσις, οὐ σύνθεσις.

3

.

145

[Σκαιαὶ] ἢ ἐν τῷ ἀριστερῷ μέρει τῆς Ἰλίου οἱκοδομηθεῖσαι, ἢ ὑπὸ Σκαιοῦ τινος οὕτω καλουμένου κατασκευασθεῖσαι.

3

.

148

* [Οὐκαλέγων καὶ Ἀντήνωρ] Ἀττικόν ἐστι τὸ ἀπὸ αἰτιατικῆς εἰς εὐθεῖαν μεταβαίνειν.

3

.

150

* [γήραϊ] γράφεται καὶ γήρεϊ ὡς οὔδεϊ.

3

.

151

* [τεττίγεσσιν] .... 〈μετέβαλεν αὐτὸν〉 εἰς ἡδύφωνον ζῷον καὶ μουσικὸν, ὅπως τῆς φωνῆς αὐτοῦ ἀκούουσα τέρποιτο. * [τεττίγεσσιν] ὅτι οἱ ἄρρενες τῶν τεττίγων ᾄδουσιν.

3

.

155

* [ἦκα] ἐκ τοῦ ἀκή ὑπερθέσει ἦκα. * [ἦκα πρὸς ἀλλήλους] ᾐσχύνοντο γὰρ ἐν τοιούτῳ καιρῷ περὶ κάλλους γυναικὸς λέγειν.

3

.

156

* [οὐ νέμεσις Τρῶας] τρίγωνον ἐπίγραμμα—ἀδιά‐ φορον.

3

.

159

* [ὣς] περισπωμένως· ἀντὶ τοῦ ὅμως γάρ.

3

.

163

* [πηούς] πηοὶ οἱ ἐπίκτητοι συγγενεῖς παρὰ τὸ πάσασθαι.

3

164-165

* φιλότεκνος ὁ Πρίαμος οὐ τὸν Ἀλέξανδρον αἰτιᾶται.

3

.

168

* κεφαλῇ καὶ μείζονες ἄλλοι] καὶ πῶς φησι· «κεφαλὴν ἴκελος Διί» (Il. II, 478); φαμὲν οὖν κατὰ τὸ ἡγεμονικὸν 〈αὐτὸν〉 ἐκεῖ λέγειν ὁμοιὸν τῷ Διὶ τὸν Ἀγαμέμνονα.53

3

.

172

* [αἰδοῖος] ὅσον τῆς ὄψεως Θερσίτου χείρων ὁ λόγος, τοσοῦτον ἡδίων 〈ὁ〉 Ἑλένης· τὸ γὰρ τῆς δυσαρεστήσεως ἰάσατο, φάσκουσα τὰ μὲν αἰδεῖσθαι, τὰ δὲ φοβεῖσθαι—φόβῳ κεῖται. * [ἑκυρὲ] ἑκυρὸς ἐκαλεῖτο παρὰ τοῖς ἀρχαίοις ὁ τοῦ ἀνδρὸς πατήρ.

3

.

175

* [παῖδά τε τηλυγέτην] τὴν Ἑρμιόνην λέγει. ὁ δὲ Πορφύριος —καὶ Αἰδιόλας. * [τηλυγέτην] κυρίως τηλυγέτη λέγεται ἡ ἐν γήρᾳ γεννηθεῖσα καὶ σπαρεῖσα, οἷον ἡ τηλοῦ τῆς γονῆς οὖσα, ἡ ἐκ γερόντων γονέων γεννη‐
5θεῖσα, ἣ καὶ μᾶλλον ἀγαπᾶται.

3

.

180

* [δαὴρ αὖτ’ ἐμὸς ἔσκε] ἐμὸς ἦν δαήρ.

3

.

182

* [ὦ μάκαρ] ἱκανὸς πρὸς πίστιν ὁ παρὰ τῶν ἐχθρῶν ἔπαινος. σημείωσαι δὲ ὡς κατὰ πρόοδον συλλαβῆς ηὔξηται ὁ στίχος κλιμακηδόν.

3

.

183

* [δεδμήατο] τὸ δεδμήατο ἔκτασιν ἔχει ποιητικὴν— ἔκτασιν τοῦ ε. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἀλόγων ζῴων· δαμάζονται γὰρ κυρίως ταῦτα.

3

.

185

* [αἰολοπώλους] παρὰ τὸ παύω παῦλος, Ἰωνικῶς πῶλος, ὡς θαῦμα θῶμα.

3

.

186

* [Ὀτρῆος καὶ Μυγδόνος] Ὀτρεὺς καὶ Μύγδων παραδίδονται ἡμῖν παῖδες τοῦ Δύμαντος, ἀδελφοὶ τῆς Ἑκάβης, βασιλεῖς Φρυγίας.

3

.

188

* [ἐπίκουροι] σημείωσαι· ἐπίκουροι μέν εἰσιν οἱ τοῖς πολεμουμέ‐ νοις βοηθοῦντες, σύμμαχοι δὲ, οἱ τοῖς πολεμοῦσιν.

3

.

196

* ἐπιπωλεῖται] μὴ δόλος τις εἴη—ὅ ἐστι σμʹ 〈ἀν‐
δρῶν〉. * κτίλος] οἱονεὶ κίλος. παρὰ τὸ κίειν ἤτοι κινεῖν, ἢ ἀπὸ τοῦ ἄγειν τὰ λοιπὰ θρέμματα, οἱονεὶ ἄκτιλός τις ὤν.54

3

.

197

* [ἐΐσκω] τὰ εἰς κω ἑνὶ φωνήεντι παραληγόμενα ..... τὸ ἐΐσκω, τὸ ε πλεονάζει, ὡς ἐν τῷ «παντὸς ἐΐσην». ἄμεινον δέ· εἴδω εἴσω εἴσκω καὶ ἐΐσκω. * [πηγεσιμάλλῳ] 〈μελανομάλλῳ〉 οὗτος γὰρ ἐν λευκῷ—
5ἔσται.

3

197bis

* [πηγεσιμάλλῳ] διὰ τούτου γὰρ ἐπαινεῖ τὸ πρᾷον καὶ ἀτάραχον αὐτοῦ.

3

.

198

* [οἰῶν] παραφυλάξωμεν ὅτι ὁ Ὅμηρος τὴν ὀνοματικὴν ἀεὶ δι‐ σύλλαβον οἶδε. δύο δὲ τοιαῦτα ἔχομεν παρὰ τοῖς Ἀττικοῖς μονοσύλλαβα· τὸ οἷς καὶ 〈τὸ〉 φθοῖς.

3

.

201

* [ἐν δήμῳ Ἰθάκης] Ἰθάκη δῆμος Κεφαλληνίας— καὶ πλῆθος τῶν ἀνδρῶν.

3

.

203

* [Ἀντήνωρ πεπνυμένος] ὁ ἄρχων τὸν ἄρχοντα ἐπαινεῖ, ὡς ὁ Πρίαμος τὸν Ἀγαμέμνονα, καὶ ὁ ῥήτωρ τὸν ῥήτορα, ὡς ὁ Ἀντήνωρ τὸν Ὀδυσσέα.

3

.

210

* [ὑπείρεχεν εὐρέας ὤμους] διὰ τούτου δηλοῖ—τὸν Μενέλαον.

3

.

211

* [ἄμφω δ’ ἑζομένω] ὡς τὸ «σὺν δὲ δύ’ ἐρχομένω» (Il. X, 224.)55

3

.

213

* [ἐπιτροχάδην] ἐκ τοῦ τρέχω· βραχυλόγοι γὰρ— τουτέστι πυκνὰ καὶ πολλά. * [ἐπιτροχάδην ἀγόρευε] παρατρέχων τὰ περισσὰ καὶ τὰ καίρια μό‐ νον λέγων.

3

.

218

* [σκῆπτρον] σημειωτέον ὅτι ἕκαστος—κατ’ αὐτοῦ.

3

.

219

* [ἀΐδρεϊ] ἄιδρις ἡ εὐθεῖα καὶ ἡ δοτικὴ ἀΐδριϊ, καὶ δι’ εὐφωνί‐ αν τὸ ἕτερον ι μετατίθεται.

3

.

222

* [νιφάδεσσιν ἐοικότα] ὁ τρόπος μεταφορά· τὸ λευκὸν δὲ τῶν νιφάδων τὴν σαφήνειαν τῶν λόγων δηλοῖ. * τὴν γὰρ συνεχῆ καὶ σύντονον—διὰ τὸ πυκνὸν αὐτῶν.

3

.

224

* [οὐ τότε—ἀγασσάμεθα] οὐχ οὕτως, φησὶν, τὸ εἶδος ἐθαυμάσαμεν τοῦ Ὀδυσσέως ὡς τὸν λόγον.

3

.

228

* [τανύπεπλος] ὁ ἕως τῶν ποδῶν φθάνων χιτὼν πέπλος λέγεται, καὶ ἔστιν ὁ μὲν τῶν γυναικῶν πέπλος, ἱμάτιον δὲ τὸ ἀνδρεῖον. [τανύπεπλος] τανυσίπεπλος συγκοπῇ τανύπεπλος.

3

.

232

* [ξείνισσεν] ἐκ τούτου καὶ τοὺς λοιποὺς—παρὰ Με‐ νελάῳ.

3

.

236

* [οὐ δύναμαι ἰδέειν] ἠγνόει τὰ περὶ αὐτῶν ὡς μὴ συγχωρου‐ μένη ἴσως ἐντυγχάνειν τοῖς αἰχμαλώτοις.

3

236bis

* [ἰδέειν] οὐκ ἔστιν ἐντελὲς—ὥσπερ 〈οἱ περισπώ‐ μενοι ἐνεστῶτεσ〉.

3

.

237

* ἐζήτηται πῶς τοὺς ἀδελφοὺς πρῶτον οὐκ ἐπεζήτει ἡ Ἑλένη —ἐπεμνήσθη.

3

237bis

* [πὺξ ἀγαθὸν] οὗτος γὰρ καὶ τὸν ἀφόρητον—Ἀρ‐ γοναυτικῶν.

3

.

238

* [αὐτοκασιγνήτω] τοὺς ἐξ ἀμφοτέρων τῶν γονέων γνησίους μοι ἀδελφούς. κασίγνητοι γὰρ λέγονται οἱ καθ’ ἕτερον τῶν γονέων ἀδελφοί.56

3

.

240

* [ἢ δεύρω] Ἰωνικὴ ἐπέκτασις τοῦ ο εἰς ω.

3

.

242

* [καὶ ὀνείδεα] στικτέον εἰς τὸ «ὀνείδεα», εἶτα «πόλλ’ ἅ μοί ἐστιν». ἑαυτῆς δὲ κατηγοροῦσα ἔλεον ἐπισπᾶται.

3

.

246

* [οἶνον ἐΰφρονα] τὸν οἶνον εὔφρονά φησι· παρὰ γὰρ τὴν ὄνη‐ σιν ἐτυμολογοῦσιν, ὡς καὶ τὸ «αὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα» (Il. VI, 260.)

3

.

248

* [κύπελλα] χύπηλά τινα ὄντα, ἐν οἷς ὁ πηλὸς χεῖται ἤτοι ὁ οἶνος, ἢ κύπτω κύπελλον.

3

.

250

* [ὄρσεο Λαομεδοντιάδη] τελεία ἐστὶ μετὰ τὴν προσαγόρευσιν. μήτηρ δὲ Πριάμου—Ἑλλανικὸν Στρυμώ. Σκάμων δὲ ἐν τῷ περὶ Λέσβου φησὶ Θόωσαν τὴν Τεύκρου.

3

.

262

* [βήσετο] Ἀρίσταρχος βήσετο γράφει. * δίφρον] δίφορός τις ὢν, παρὰ τὸ δύο φέρειν, τὸν ὁπλίτην καὶ τὸν ἡνίοχον.

3

.

272

* [κουλεὸν] τὰ εἰς εύω ῥήματα ποιεῖ ὀνόματα διὰ τοῦ εός· κελεύω κελεός, σωρεύω σωρεός καὶ σωρός, κοίλω κοιλεύω, κουλεύω κατὰ τρο‐ πὴν, κουλεός. * [ἄωρτο] Ἡρωδιανὸς ἀπὸ τοῦ ἀρῶ κατὰ πλεονασμὸν τοῦ ω.

3

.

273

* [ἀρνῶν ἐκ κεφαλέων] σημειωτέον ὅτι τῶν ἐναγιζομένων— τοῦ κάπρου.

3

.

274

* [νεῖμαν ἀρίστοις] τοῦ οἴνου ἢ τῶν τριχῶν ἅψασθαι.

3

.

276

* [Ἴδηθεν] ἢ ἐξ Ἴδης ὥς τινες· τὸ γὰρ θεν—λαμ‐ βάνεται

3

.

277

* [Ἠέλιος] ἀντὶ τοῦ Ἠέλιε· ἔστι γὰρ τὸ σχῆμα ἀντίπτωσις, ὀρθὴ
ἀντὶ κλητικῆς. Ἀττικὸν δὲ τὸ ἠέλιος.57

3

.

278

* [καὶ οἳ ὑπένερθε] ἐκφοβῶν δὲ τοὺς Τρῶας τοὺς οὐρανίους θεοὺς καὶ ἐπιγείους καὶ ὑπογείους καλεῖ. διδάσκει δὲ δεισιδαιμονεῖν καὶ ὅτι καὶ μετὰ θάνατον οὐκ ἀπαλλάσσονται οἱ ἄδικοι.

3

.

279

* [τίνυσθον] δυϊκὸν τὸ «τίνυσθον»· πρὸς Πλούτωνα γὰρ καὶ Περσεφόνην ὁ λόγος.

3

.

280

* [μάρτυροι] μεταπλασμὸς ὁ τρόπος.

3

.

283

* [ἡμεῖς δὲ] οὗτος ὁ «δέ» οὐκ ἔχει τὸν μέν.

3

.

284

* [εἰ δέ κ’ Ἀλέξανδρον κτείνῃ] εὔλογον ἀπολογίαν δίδωσι τοῖς Τρωσὶ τοὺς ὅρκους καταβαίνουσιν «εἰ κτείνῃ» εἰπὼν «ὁ Μενέλαος τὸν Ἀλέξανδρον»· οὐ γὰρ ἔκτεινεν.

3

.

286

* [τιμὴν] τιμὴ ἐνταῦθα τὸ πρόστιμον. λέγει δὲ τὸ ἥμισυ τῶν ἐν Τροίᾳ κτημάτων. ἔθος δὲ τοῖς παρακαθημένοις—τὸ ἐπιζή‐ μιον ὁρίζει.

3

.

294

* [χαλκός] ἤτοι ὁ σίδηρος· λέγει δὲ τὸν σίδηρον χαλκὸν, ἐπεὶ πρότερος εὑρέθη τοῦ σιδήρου ὁ χαλκός.

3

.

296

* [ἔκχεον] οὐκ εἶπεν ἔσπενδον, ἀλλ’ «ἔκχεον», προειδὼς τὸ ἀτε‐ λὲς αὐτῶν.

3

305-306

* πιθανῶς ὑπεξάγει τὸν πατέρα, ἐπειδὴ παράβασις τῶν ὅρκων ἔμελλε γίνεσθαι.

3

.

310

* [ἦ ῥα καὶ ἐς δίφρον] εἰς τὴν πόλιν ἀποκομίζει τοὺς ἄρνας· οἱ γὰρ ἐγχώριοι ἔκρυπτον τῇ γῇ τὰ 〈ἐν ὅρκοισ〉 σφαζόμενα, οἱ δὲ ξένοι θαλάσσῃ—διδάξων.

3

.

314

* [Πριάμοιο πάϊς] Πορφύριος—καὶ Λυκόφρων.

3

.

315

* [χῶρον μὲν πρῶτον διεμέτρεον] ἀναγκαίως—χωρίον. * [χῶρον] παρὰ τὸ χῶ τὸ χωρῶ. ἀναγκαίως δὲ διεμέτρουν, ἵνα μὴ πρὸς τὰ ἑαυτῶν—περιγραφῇ μένωσιν.58

3

.

316

* [κλήρους] ψῆφοί τινες ἦσαν οἱ κλῆροι ἐν οἷς ἐσημειοῦντο τὰ ὀνό‐ ματα ἀμφοτέρων. κλῆρον δὲ νῦν ἐποιήσαντο ὥστε μὴ θόρυβον γενέσθαι περὶ τοῦ 〈τὸν〉 ὕστερον φθάσαντα ἀναιρεθῆναι.

3

316bis

* [χαλκήρεϊ] ἡ διὰ τοῦ ηρης παραγωγὴ—θυμαρέα.

3

.

324

* [κορυθαίολος] ἀπὸ μέρους τὸ πᾶν, ἢ ὁ εὐκίνητος ἀπὸ τοῦ παρε‐ πομένου· αἰόλλειν γὰρ τὸ κινεῖν σημαίνει. ὁ τρόπος συνεκδοχή.

3

.

325

* [ἂψ ὁρόων· Πάριος δὲ] ἵνα μὴ ἀντιπανουργεῖν δόξῃ. τὸ δὲ «Πάριος» Ἰωνικόν.

3

325bis

* [Πάριος δὲ—ὄρουσεν] δείκνυσιν ὅτι οὐδὲν ὠφελεῖ τὰ τῆς τύχης πρὸς τὸν ἀνεπιτήδειον καὶ ὅτι καὶ πρὸς ἥσσονας ἡ τύχη πολ‐ λάκις ἔρχεται.

3

.

326

* [ᾗχι] ἱναί ἱναίχι, ἀφαιρέσει τοῦ ν καὶ 〈αὐξήσει〉 τοῦ α ᾗχι, καὶ μένει τὸ ι.

3

.

327

* [ἀερσίποδες] οἱ εἰς ὕψος κινοῦντες τοὺς πόδας. παρὰ τὸ ἀείρω. * [ἀερσίποδες] παρὰ τὸ ἀείρω ἀέρω ἀέρσω, ὡς κέρσω.

3

.

328

* [αὐτὰρ ὅγε] ὡς πρῶτος λαχὼν ὁ Ἀλέξανδρος πρῶτος καὶ ὁπλίζεται.

3

.

333

* [ἥρμοσε δ’ αὐτῷ] τοῖς γὰρ ὁμογενέσι—αἱ κατασκευαί.

3

.

334

* [βάλετο], τὸ «βάλετο» εἶπεν, ἐπειδὴ καὶ τὰς ἀσπίδας διὰ τελα‐
μώνων ἐφόρουν ὡς καὶ τὰ ξίφη.59

3

.

335

* [σάκος] ἡ ἀσπίς εἴρηται ἐπεὶ πρώτοις—Σάκαι δὲ οἱ Θρᾷκες.

3

.

336

* [ἔθηκεν] τὸ «ἔθηκεν» Ἀττικῶς ἀντὶ τοῦ περιέθηκεν, ὡς καὶ τὸ «τιθήμενον—Μειδίου.

3

.

337

* λόφος] τὸ ἄνωθεν τῆς περικεφαλαίας νεῦον ἀνάστημα πρὸς φόβον τῶν ἐχθρῶν.

3

.

338

* [παλάμηφιν] ἡ λέξις παράγωγος, ἡ διάλεκτος Αἰολίς· ἐκ γὰρ τοῦ πάλλω παλάμη καὶ παλάμηφιν.

3

.

339

* ἔντεα] εἴρηνται παρὰ τὸ ἐντὸς περιέχειν—ἔντεα δαιτός.»

3

.

342

* [δεινὸν δερκόμενοι] ζῆλος αὐτοὺς ἐρεθίζει.

3

.

346

* [δολιχόσκιον] ἢ μακρὰν καὶ μεγάλην σκιὰν ἀποτελοῦν· οἱ μὲν παρὰ τὸ κίειν ἐν πλεονασμῷ, οἱ δὲ παρὰ τὴν σκιάν. τοῦτο 〈δὲ〉 παρὰ τὸ σχῶ τὸ κρατῶ.

3

.

347

* [πάντοσε ἴσην] πανταχόθεν ἴσην, κυκλοτερῆ· κατὰ γὰρ τοὺς γεωμέτρας κύκλου φανέντος ἀρχὴ οὐχ εὑρέθη.

3

.

350

* [ἐπευξάμενος] Ἑλληνικὸν τὸ μὴ πάντα ἐπιτρέπειν τῇ ῥώμῃ.

3

.

351

* [ἄνα] ἀποκοπὴ τὸ πάθος.

3

.

353

* [ἐρρίγησι] ῥιγῶ, οὗ ὁ παρατατικὸς ἐρρίγουν—δεδοί‐ κα. ῥιγῶ ῥιγῷς ἐπὶ τοῦ ψύχους, ῥιγῶ ῥιγεῖς ἐπὶ τοῦ φόβου.

3

.

354

* [φιλότητα] ἀπελθόντα γὰρ—καταφρονηθέντι.

3

.

355

* [ἀμπεπαλὼν] ἀπὸ τοῦ πάλλω, τὸ κινῶ. ὡς τεταγών60

3

.

359

* [ἀντικρύ] διαφέρει—τὸ φανερῶς.

3

359bis

* [χιτῶνα] νῦν τὸν θώρακα.

3

.

362

* [κόρυθος φάλον] ἐπιτιθέασι τῇ κόρυθι ἥλους διὰ κάλλος. φαλὸν δὲ κυρίως τὸ λαμπρὸν, ὅθεν καὶ τὸ φαλακρός, ὁ ἔχων φαλὸν τὸ κάρα

3

.

363

* [διατρυφὲν] τὰ γὰρ ὑπερβάλλουσαν ἀκμὴν ἔχοντα εὔθρυπτα. παρὰ τὸ θρύπτω, ἀφ’ οὗ καὶ ἡ τρυφή.

3

.

365

* [ὀλοώτερος ἄλλων] ῥητέον ὅτι οὐ βλασφημεῖ—σωζο‐ μένῳ.

3

.

366

* [τίσεσθαι—κακότητος] Ἀττικῶς ὁ στίχος γέγραπται ὡς τὸ «ἐγραψάμην Φιλῖνον κλοπῆς.»

3

366bis

* [τίσεσθαι κακότητος] κακίας, ἀδικίας. «τίσασθαι κακότητος» Ἀττικῶς πέφρασται, ὡς «ἐγραψάμην Φιλῖνον κλοπῆς.»

3

.

367

* [ἄγη] συνετρίβη. πλεονασμῷ ἐάγῃ.

3

.

371

* [πολύκεστος] πολύρραφος, ποικίλος. ἐντεῦθεν καὶ ὁ τῆς Ἀφρο‐ δίτης ἱμὰς προσηγορεύθη κεστός. * [ἁπαλὴν ὑπὸ δειρὴν] ἡ ἁπαλὴ δειρὴ τὸ γυναικῶδες καὶ ἀσθενὲς τοῦ Ἀλεξάνδρου παριστᾷ.

3

.

372

* [ἀνθερεῶνος] ἀνθερεὼν εἴρηται ὁ ὑπὸ τὸ γένειον τόπος, ἀπὸ τοῦ ἐκεῖ πρῶτον ἐξανθεῖν τὸ γένειον.

3

.

374

* σημειωτέον ὅτι ὁ μὲν Ἡσίοδος ἐκ 〈τῶν〉 τοῦ Οὐρανοῦ αἰδοίων καὶ τοῦ τῆς Θαλάσσης ἀφροῦ τὴν Ἀφροδίτην φησὶ γεγενῆσθαι, ὁ δὲ Ὅμηρος, ἐκ Διὸς καὶ Διώνης.

3

.

375

* [βοὸς ἶφι κταμένοιο] τοῦ μὲν ἀναιρεθέντος βοὸς τὸ δέρμα ἰσχυ‐
ρὸν, τὰ δὲ τῶν θνησιμαίων ἀσθενῆ, ὡς προδιαφθαρέντα διὰ τῆς νόσου.61

3

.

376

* [κεινὴ] Ἰακῶς. δίχα τῆς Ἀλεξάνδρου κεφαλῆς δηλονότι.

3

.

380

* [ἐγχεῒ χαλκῷ] καὶ πῶς φησιν· «ἐκ δέ μοι ἔγχος ἠΐχθη παλά‐ μηφιν ἐτώσιον»; ἢ οὖν δύο δόρατα ἐβάσταζεν, ἤ τινος τῶν παρόντων ἥρπασεν, ἢ τὸ ἐμπεπηγὸς σπασάμενος ἐπεδίωκεν.

3

.

382

* [κηώεντι] τῷ πρὸς τὸ κεῖν ἐπιτηδείῳ, ὅ ἐστι κοιμᾶσθαι. * [ἑανοῦ] ἑανὸς ὁ λεπτὸς χιτὼν, παρὰ τὸ ἕννυσθαι, ὅ ἐστιν ἐνδύεσθαι.

3

.

386

* [παλαιγενέϊ] τῇ ἐκ πολλοῦ χρόνου γεγενημένῃ.

3

.

387

* [ναιεταώσῃ] ναίω, ἐξ οὗ ναιέτης καὶ ναιετῶ ῥῆμα, ὡς κυνηγέ‐ της κυνηγετῶ, καὶ διαλύσει ναιετάω. ναιετάᾳς. καὶ ἔδει μὲν ναιεταούσῃ 〈ὡσ〉 βοαούσῃ, ἀλλ’ ἔστιν ὅμοιον τῷ «ἱδρῶσαι, ἧγον δὲ.» (Il. XI, 598).

3

.

388

* [ἤσκειν] ἰστέον ὅτι τοῦ εἱστήκειν, ἤσκειν, ἐδεδειπνήκειν, ἤδειν, τὰ πρῶτα πρόσωπα διαιρούμενα εἰς ε καὶ α παρ’ Ἴωσι γίνεται· εἱστή‐ κεα, ἤσκεα, ἐδεδειπνήκεα καὶ ἤδεα, καὶ ἀποβάλλουσι τὸ ν διὰ τὴν τοῦ α κατάληξιν. τὸ οὖν τρίτον πρόσωπον τούτων εἰς ε λῆγον προσέλαβε
5τὸ ν· εἱστήκεεν, ἤσκεεν. 〈ἐδεδειπνήκεεν, ᾔδεεν〉, ὃ συναιρεθὲν παρὰ τοῖς Ἀττικοῖς φυλάσσει τὸ ν.

3

.

400

* [ἦ] τὸ «ἦ» περισπαστέον—ἀλλ’ ἀόριστον. τὸ δὲ «ἦ» ἀντὶ τοῦ ὄντως.

3

.

410

* κεῖσε] ἐκεῖ· τὸ πάθος ἀφαίρεσις.

3

410-411

* ἐπιτηδὲς ἐν ταῖς ἀγανακτήσεσιν οὐ παραλλήλως λέγει ὡς τὸ «τίπτε με κεῖνος ἄνωγε μέγας θεός» (Il. XIV, 90).

3

.

414

* [μή μ’ ἔρεθε σχετλίη] τὸ ἀνεξίκακον τῆς θείας— πυρός» * [μή—σε μεθείω] μετωνυμικῶς ἀντὶ τοῦ—
ἐποίησα.62

3

.

418

* [ἔδδεισε] διὰ τοῦ «ἔδδεισε» διδάσκει μὴ θρασείας ποιεῖσθαι πρὸς τοὺς ὑπερέχοντας τὰς ἀποκρίσεις.

3

.

419

* [ἀργῆτι φαεινῷ] ἐκ παραλλήλου τὸ αὐτό.

3

.

420

* [λάθεν] ἔλαθεν κατὰ ἀφαίρεσιν τοῦ ε λάθεν. * [λάθεν] ἀφαίρεσις τὸ λάθεν. * [δαίμων] ἐκ τοῦ δαίω, ὃ σημαίνει τὸ γιγνώσκω καὶ τὸ καίω καὶ τὸ διακόπτω.

3

.

425

* [ἀντία] θέα γὰρ ἐρώτων—ἐρᾶν.

3

425bis

* [φέρουσα] ἔλαβεν ἐνεστῶτα ἀντὶ παρεληλυθότος.

3

.

428

* πλανώμενοί τινες—ἀπόλυτόν φησιν.

3

.

434

* [παύσασθαι κέλομαι] θελγομένη ὑπὸ Ἀφροδίτης— ἀρηΐφιλον τὸν Μενέλαον λέγει

3

.

439

* [νῦν μὲν γὰρ Μενέλαος] οἷαι αἱ τῶν ἠσχημονηκότων ἀπολογίαι —τῆς ἀλαζονείας παυόμενος

3

.

443

* [ἐρατεινῆς] τοῖς γὰρ ἐρῶσι καὶ αἱ πατρίδες—καλαί.

3

.

445

* [νήσῳ δ’ ἐν Κρανάῃ] 〈ταύτην τὴν〉 νῆσόν τινες τὰ Κύθηρα λέ‐ γουσιν.

3

445bis

* [ἐμίγην φιλότητι καὶ εὐνῇ] ἐπὶ τῶν ἀξιοχρέων γάμων— ἐπὶ δὲ τῶν παρανόμων 〈μόνην μῖξιν〉· «πλυνούσῃ τις πρῶτα 〈μίγη〉» (Od. XV, 420). «ἐμισγέσκοντο πάροιθεν» (Od. XX, 7).

3

.

446

* [ὥς σεο νῦν ἔραμαι] ἐγκλιτέον—ὡς νῦν ἐρῶ σου.63

4

.

1

* [πὰρ] ἀποκοπή, οὐ συναλοιφή—ἐπιφερομένου * [Ζηνὶ] παρεσχημάτισται τὸ Ζεὺς εἰς τὸ Ζήν. * ἠγορόωντο] συνηθροίζοντο. παρὰ τὸ ἀγορεύειν ἀγορὴ καὶ ἀγορῶ ῥῆμα, ἠγορῶντο καὶ ἠγορόωντο διαιρέσει.

4

.

2

* [χρυσέῳ ἐν δαπέδῳ] καταχρηστικῶς φησι· κυρίως γὰρ δάπεδον ἐπὶ γῆς λέγεται. * [χρυσέῳ ἐν δαπέδῳ] ἰστέον ὅτι ὅταν μὲν στερεὸν τὸν οὐρανόν φησι, πολύχαλκον λέγει, ὅταν δὲ λαμπρὸν, χρυσοῦν.

4

2-3

* [Ἥβη] ἡ Ἥβη κοινὴ οἰνοχόος τῶν θεῶν· αὐτῶν γὰρ μόνων τὸ ἡβᾶν ἀεὶ καὶ ἀκμάζειν. καταχρηστικῶς δὲ εἶπε τὸ «ἐῳνοχόει»· κυρίως γὰρ τὸ οἰνοχοεῖν ἐπὶ οἴνου λέγεται.

4

.

6

* [κερτομίοις] τοῖς τὸ κέαρ τέμνουσιν, ὅ ἐστι τὴν ψυχήν. * [παραβλήδην] τὸ παραβλήδην ἐπίρρημά ἐστι. λέγεται δὲ ὅταν τις παραβάλῃ τὴν ἀρχὴν τοῦ λόγου πρὶν ἐκεῖνον ἀποσιωπῆσαι.

4

.

11

* [παρμέμβλωκε] μέλω μελήσω μεμέληκα, καὶ τροπῇ τοῦ η εἰ ως μεμέλωκα, καὶ ἐκβολῇ τοῦ δευτέρου ε καὶ πλεονασμῷ τοῦ β μέμβλωκα, καὶ μετὰ τῆς παρά προθέσεως παραμέμβλωκα καὶ παρμέμβλωκα. δύο
μέρη λόγου.64

4

.

20

* [ἐπέμυξαν] μεμυκόσι τοῖς χείλεσιν—δυνάμενοι.

4

.

22

* [ἀκέων] ἀντὶ τοῦ ἡσύχως. κεῖται δὲ ἀντὶ μεσότητος τῆς ἀκήν· τίθησι γὰρ αὐτὸ καὶ ἐπὶ πλήθους «ἀλλ’ ἀκέων δαίνυσθε καθήμενοι» (Od. XXI, 89) * [οὐκ ἔχαδε] ἔμφασιν δίδωσι τῆς ὑπερεκχεομένης διὰ τοῦ στόματος
5ὀργῆς.

4

.

27

* [καμέτην δέ μοι ἵπποι] Γλαῦκος καὶ Πυρρίας.

4

.

29

* [ἔρδε] εἰς τὸ μὴ πορθηθῆναι τὴν Ἴλιον.

4

29bis

* [οὔ τοι πάντες ἐπαινέομεν] ὃ ἄν τις ἀγαπᾷ, καὶ τοῖς ἄλλοις περι‐ τίθησι. παιδεύει—ἀρέσκεσθαι.

4

.

35

* [ὠμὸν βεβρώθοις] τὸ ὑπερβάλλον τῆς γυναικείας κακίας ἐμφαίνει.

4

.

37

* [ἔρξον ὅπως ἐθέλεις] τὸ δὲ ὅλον· μὴ, φησὶν, αὕτη ἡ ἔρις μεγά‐ λης ἔχθρας ἐν ὑστέρῳ ἡμῖν αἰτία γένηται.

4

.

40

* [ἐξαλαπάξαι] παντελῆ δηλοῦσιν ἀπώλειαν αἱ προθέσεις.

4

.

41

* [τὴν ἐθέλω] ἔλαβε δὲ ἄρθρον προτακτικὸν ἀντὶ ὑποτακτικοῦ.

4

.

43

* [καὶ γὰρ ἐγὼ σοὶ—θυμῷ] πολλοὶ χαριζόμενοί τισι καὶ παρὰ προαίρεσιν ποιοῦσιν. οὗτοι οὖν ἑκόντες μὲν πράττουσιν, ἄκοντες δὲ, ὅτι παρὰ τὴν ἰδίαν προαίρεσιν. * ζητεῖται πῶς ὁ Ζεὺς ἅμα μὲν ἑκὼν λέγει τῇ Ἥρᾳ χαρίσασθαι,
5ἅμα δὲ ἄκων. ῥητέον δὲ ὅτι ἑκὼν μὲν δίδωσι—ἀπόλλουσι δὲ δι’ ὃν πλέουσιν

4

.

45

* [ναιετάουσι] παθητικὸν εἶπεν ἀντὶ ἐνεργητικοῦ.

4

.

46

* [Ἴλιος ἱρή] διὰ παντὸς θηλυκῶς—διὰ βουλάς.

4

.

47

* [ἐϋμμελίω] μελία εἶδος δένδρου εὐθέτου εἰς δοράτων κατα‐
σκευήν.65

4

.

53

* [διαπέρσαι] ἀπαρέμφατον ἀντὶ προστακτικοῦ τοῦ ἐκπόρθησον.

4

.

54

τὸ ἀλόγιστον τῶν ὀργιζομένων δείκνυσι οἳ πόθῳ— ἀμελοῦσιν.

4

.

66

* [ὑπερκύδαντας] τὰ εἰς δας ὑπὲρ δύο συλλαβὰς— ἢ τοῖς ἐπιμερισμοῖς· τοῦτο γὰρ ὁμολογεῖται εἶναι Ἡρωδιανοῦ, οἱ δὲ ἐπιμερισμοὶ οὐκ εἰσὶ πάντες Ἡρωδιανοῦ, ἀλλ’ εἰσὶ καὶ ψευδεῖς ἀνεπί‐ γραφοι.

4

.

75

* ἀστέρα] τὸν κομήτην φησὶν, τοὺς δὲ ἀστέρας τούτους διάττοντας καλοῦσι. δοκοῦσι δὲ ἀπὸ συστροφῆς ἀέρος—ἀέρι λύονται. διαφέρει δὲ ἀστὴρ ἄστρου· ἀστὴρ μὲν οὖν ἐστιν ἕν τι, ἄστρον δὲ τὸ ἐκ πολλῶν ἀστέρων, ὃ καὶ ἀστροθέτημα καλεῖται.

4

.

80

[ἐϋκνήμιδας] ἀπὸ μέρους τοὺς εὐόπλους.

4

.

82

* [ἦ ῥ’ αὖτις πόλεμος] καθὸ μὲν πῦρ εἶδον ὑφορῶσι πόλεμον, καθὸ δὲ ἐσβέσθη διστάζουσιν.

4

.

88

* [Πάνδαρον ἀντίθεον διζημένη] ἐπειδὴ ἀνθρώπῳ εἰκάσθη εἰκό‐ τως καὶ 〈τὰ ἀνθρώπων ποιεῖ.〉 ἀντίθεον δὲ τὸν ἴσον τῷ Ἀπόλλωνι κατὰ τὴν τοξείαν. εἰκότως δὲ τὸν Πάνδαρον ζητεῖ καὶ οὐκ ἄλλον τινὰ τῶν Τρώων, τὸ μὲν ἵνα μὴ φανῇ ὑπὸ τῶν Τρώων ἡ τῶν ὅρκων παράβασις
5〈γίνεσθαι〉, τὸ δὲ ὅτι αἰσχροκερδὴς ἦν οὗτος καὶ τοὺς ἵππους οἴκοι
καταλιπὼν φειδοῖ τῆς τροφῆς. τοῦτον οὖν ζητεῖ ὡς αἰσχροκερδῆ ἐπὶ ὑποσχέσει δώρων. καλῶς δὲ καὶ Πάνδαρος κέκληται ὡς πάντων ἀρά. * [εἴ που ἐφεύροι] οὐκ ἀσεβεῖ δὲ, φασὶν, ὁ Πάνδαρος εἰ Ἀθηνᾶ συμ‐ βούλευσεν καὶ Ζεὺς ἀπέσταλκεν. ῥητέον οὖν ὅτι ὁ μὲν Ζεὺς εἰδὼς τοὺς66
10ὅρκους κακῶς γεγενημένους· οὐδὲν γὰρ ἕτερον Τρῶες ἢ— οὐχὶ πείθειν.

4

.

93

* [ἦ ῥά νύ μοι] ἱκανὸν εἰς πειθὼ τὸ μὴ κελεύειν, καὶ τὸ ἐκ πατέ‐ ρων ὀνομάζειν οἰκειότητα ὑπεκφαίνει.

4

.

95

[χάριν καὶ κῦδος ἄροιο] «χάριν» μὲν ὡς τοῦ πολέμου παύσας αὐτοὺς, «κῦδος» δὲ ὡς βασιλέα ἀναιρήσας.

4

.

96

* [βασιλῆϊ] πρὸς καιρὸν δὲ ἡ Ἀθηνᾶ—δωρεᾶς.

4

.

99

* πυρῆς] οἱ γὰρ ἀρχαῖοι—ἀποθέμενοι. [πυρῆς] ὁ τρόπος κατάχρησις.

4

.

100

πῶς οὐ τοξεύει Ἀγαμέμνονα ἢ ἄλλον τινὰ τῶν ἀρίστων ἄοπλον ὄντα, ἀλλὰ Μενέλαον ὡπλισμένον; ἵνα δόξῃ οὐ Πάνδαρον, ἀλλ’ Ἀλέ‐ ξανδρον εἶναι τὸν τοξεύσαντα.

4

.

101

* [Λυκηγενέϊ] φασὶ γὰρ ὅτι λαθεῖν—λέγει. * τεσσάρων δὲ τεχνῶν ἔφορος ὁ θεὸς, τοξικῆς ἰατρικῆς μαντικῆς μουσικῆς.

4

.

102

[ἀρνῶν πρωτογόνων] ἄρνας θύει διὰ τὸ νεάζειν ἀεὶ τὸ θεῖον. πρωτόγονοι δὲ οἱ ἐν τῷ ἔαρι γεννηθέντες· πρῶτον γὰρ πάσης ὥρας τὸ ἔαρ. [αὐτίκα] «αὐτίκα] εἶπε δηλῶν τὸ αἰσχροκερδὲς τοῦ Πανδάρου.

4

.

105

[ἰξάλου] ὁρμητικῆς.67

4

.

108

* [βεβλήκειν] ἔβαλεν. ἀπαρέμφατον ἀντὶ ὁριστικοῦ.

4

.

109

[ἑκκαιδεκάδωρα] ἑκκαίδεκα παλαιστῶν· δῶρον γὰρ καλεῖται ἡ παλαιστὴ, ἥ ἐστιν ἔκτασις τῶν τεσσάρων δακτύλων τῆς χειρός οἱ δὲ, ἑκκαίδεκα χρόνων· ὧρος γὰρ ὁ χρόνος ἄτοπον.

4

.

110

[τέκτων] τέκτων δὲ νῦν καλεῖται ὁ τοξοποιός, ἢ κοινῶς— κατασκευάζειν τι.

4

.

111

[κορώνην] κορώνη δέ ἐστι τὸ ἄκρον εἰς ὃ δέδεται ἡ νευρά.

4

.

117

[ἀβλῆτα] ἀβλὴς ἀβλῆτος. ὁ κανών· τὰ εἰς ς λήγοντα ὀξύτονα ἀπὸ ῥημάτων γινόμενα μονο〈σύλλαβα τὴν〉 συλλαβὴν φυλάττουσι τοῦ παρακειμένου, εἴτε εἰς ας, εἶτε εἰς ης, εἴτε εἰς ως· οἷον κεκράτηται κράς κρατός, βέβληται βλής βλητός, ἐξ οὗ καὶ τὸ ἀβλῆτα, τέτρωται τρώς
5..... μετάγομεν τὴν γενικὴν εἰς εὐθεῖαν.

4

.

118

κατεκόσμει] διὰ τὸ ἐπικίνδυνον τῆς βολῆς.

4

.

121

[Ζελείης] Ζέλεια ἡ Λυκία ἐκαλεῖτο 〈τὸ〉 πρίν. Ζέλεια δὲ ἐκα‐ λεῖτο διὰ τὸ τιμᾶσθαι λίαν ἐν αὐτῇ τὸν Ἀπόλλωνα.

4

.

122

[γλυφίδας] γλυφίδες αἱ περὶ τοῖς πτεροῖς ἐντομαὶ, ὅπου ἐντίθεται ἡ νευρά.

4

124-125

οὕτως οὖν ἐνέτεινε τὸ τόξον ὡς κυκλοτερὲς γίγνεσθαι. τὸ δὲ «λίγξε» πεποιημένη φωνὴ, οἵα ἀποτελεῖται ἐκτεινομένου τοῦ βέλους.

4

.

126

[ἐπιπτέσθαι] τὸ μὲν πτέσθαι ἀπὸ τοῦ πτῶ, τὸ δὲ πτάσθαι ἀπὸ τοῦ πτῆμι.

4

.

130

[ὡς ὅτε μήτηρ] ἡ μήτηρ—καὶ τὸ ἀσθενὲς τῆς βολῆς.68

4

.

132

[ὅθι ζωστῆρος ὀχῆες] εἰς τοῦτο τὸ μέρος ἄγει τὸ βέλος, ἵνα μὴ χαλεπὴ γένηται ἡ πληγή.

4

.

135

ζητεῖται πῶς τῆς Ἀθηνᾶς τὸ βέλος ἀπειργούσης ὁ Μενέλαος ἐτρώθη. ῥητέον 〈ὅτι〉 οὐχ ἵνα μὴ τρωθῇ πάρεστι· χωρὶς γὰρ τραύ‐ ματος οὐκ ἐδύναντο αἱ συνθῆκαι διαλύεσθαι· ἀλλ’ ἵνα 〈μὴ〉 ᾖ κατα‐ καίριος ἡ πληγή.
5[ἔρυτο] παρὰ τὸ εἰρύετο, ὅ ἐστιν ἀπὸ τοῦ εἰρύω, παθητικὸς παρατα‐ τικὸς ποιητικῶς ἐκτείνας τὸ υ. τὰ δὲ ὑπείκοντα μαχιμώτερά ἐστιν

4

.

140

[ὠτειλῆς] ὠτειλὴ ἐκ τοῦ οὐτᾶσθαι· ἐπὶ δὲ αὐτοῦ τοῦ τραύ‐ ματος, οὐλὴ δὲ ὁ τύλος τοῦ θεραπευθέντος τραύματος.

4

.

141

[ἐλέφαντα—φοίνικι μιήνῃ] σημειωτέον ὅτι ἐπὶ παντὸς ζῴου τὸ μελάγχροον ἰσχυρότερόν ἐστι διὰ τὸ πλῆθος τοῦ αἵματος. θαυ‐ μάζεται δὲ παρὰ Λάκωσιν ὁ λευκὸς χρὼς καὶ ἡ ξανθὴ κόμη.

4

141bis

* [ἐλέφαντα—φοίνικι μιήνῃ] ἐλέφαντά τινες ὀξυ‐ τονοῦσι κακῶς. ὄψιν δὲ ἡμῖν γραφικὴν—ἐπὶ παντὸς γὰρ ζῴου τὸ μελάγχροον ἰσχυρότερόν ἐστι διὰ τὸ πλῆθος τοῦ αἵματος.

4

.

142

Μῃονὶς] ἔχει τὸ ι ἀπὸ τοῦ Μαιονίς. [Κάειρα] παρὰ τὸ Καρία. φασί τινες τὸ Καΐρα διῃρῆσθαι. οἱ δὲ,
ὡς ἀπὸ τοῦ φαίνω φαείνω, καὶ ὁ λόγος δὲ τὴν δίφθογγον ἀπαιτεῖ. παρήϊον] παρὰ τὸ παρειά· τὴν γνάθον γὰρ παρειὰν λέγει.69
5[ἔμμεναι ἵππων] τὸ δὲ «ἵππων» ἀντὶ ἑνικοῦ, οἱ δὲ δυϊκῶς.

4

.

147

σφυρὰ] τὰ ἀπολήγοντα μέρη πρὸς τῷ ἀστραγάλῳ. * [σφυρὰ] μεταφορικῶς ἀπὸ τῶν χαλκευτικῶν σφυρῶν.

4

.

148

[ῥίγησεν δ’ ἄρ’ ἔπειτα] ὅρα τοῦ μὲν Ἀγαμέμνονος τὸ φιλάδελ‐ φον, τοῦ δὲ Μενελάου τὸ καρτερικὸν τῷ στρατῷ χαριζομένου.

4

.

151

[νεῦρόν τε καὶ ὄγκους] ὄγκοι μὲν αἱ ἐξοχαὶ τοῦ βέλους, νεῦρον δὲ ἐν ᾧ δέδεται τὸ σιδήριον τοῦ βέλους.

4

.

155

[θανατόν νύ τοι ὅρκι’ ἔταμνον] οἳ ἐπὶ σῷ θανάτῳ τοὺς ὅρκους ἐποιήσαμεν.

4

.

158

[οὐ μέν πως ἅλιον πέλει ὅρκιον] γενναίου στρατηγοῦ τὸ σύμ‐ πτωμα τῆς τύχης εἰς παραμυθίαν δέχεσθαι, καὶ τὸ εἰς θεὸν ἀνέχειν τὴν ἐλπίδα, καὶ τὸ μὴ συμπεπτωκέναι τοῖς καιροῖς.

4

.

164

[ἔσσεται ἦμαρ] διὰ τούτου προτρέπεται τοὺς ἀκούοντας πολεμεῖν.

4

.

166

* [ὑψίζυγος] ἡ μεταφορὰ—ἐρέσσοντες. [ὑψίζυγος] ὁ ἐν ὕψει ζυγοστατῶν καὶ ἑκάστῳ ἀπονέμων τὸ πεπρω‐ μένον.

4

.

167

* [ἐρεμνὴν] ἐκ τοῦ Ἔρεβος ἐρεβενή καὶ συγκοπῇ ἐρεμνή. ὁ τρόπος μετωνυμία.

4

.

169

[ὦ Μενέλαε] περιπαθῶς τὸ ὄνομα πάλιν ἀνακαλεῖται τοῦ Με‐ νελάου.

4

.

171

[πολυδίψιον] τὸ πολλοῖς ἔτεσι διψῆσαν· ἄνυδρον γὰρ ὂν τὸ Ἄργος πολύυδρον ἐποίησεν ὁ Δαναός.

4

.

178

[αἴθε] εὐκτικὸν ἐπίρρημα, ἀφ’ οὗ 〈τὸ〉 εἴθε· τοῦτο 〈γὰρ〉, τοῦ
ε τραπέντος εἰς α, γίνεται αἴ〈θε〉.70

4

.

189

[αἲ γὰρ δὴ οὕτως εἴη] εἰκότως θαρσυνθεὶς οὐ μηκύνει τὸν λόγον ἔτι. * [αἲ] ἰστέον ὅτι ἐκ τοῦ εἰ, τοῦ εὐκτικοῦ ἐπιρρήματος, γέγονεν· ἔστι γὰρ καὶ εὐκτικὸν ἐπίρρημα εἰ, ὃ σημαίνει τὸ εἴθε·
5
«οὗτος πατὴρ τῆς παιδός; εἰ γὰρ ὤφελεν» ἀντὶ τοῦ εἴθε, καὶ πάλιν·
«εἴ μοι γένοιτο φθόγγος ἐν βραχίοσιν,
καὶ χερσὶ καὶ κόμαισι καὶ ποδῶν βάσει»
(Euripide, Hécube. 836—837).
10ἀντὶ τοῦ εἴθε μοι γένοιτο. τοῦτο τὸ εἰ γίνεται αἴ, τοῦ ε τραπέντος εἰς α· «αἲ γὰρ δὴ οὕτως εἴη, φίλος ὦ Μενέλαε» καὶ «αἲ γὰρ ἐγὼν οὕτω κε Διὸς πάϊς αἰγιόχοιο εἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη» (Il. XIII, 825—826) ἀντὶ τοῦ αἴθε.

4

190-191

[ἐπιμάσσεται—φάρμακα] ὡς νῶ ναίω νάω, οὕτως καὶ μῶ μαίω μάω, ἀφ’ οὗ καὶ μάσταξ εἴρηται. φάρμακον δὲ παρὰ τὸ φέρειν ἄκος.

4

.

191

* [φάρμακα] φάρμακα δὲ κυρίως ἐκεῖνα λέγεται τὰ οἱονεὶ τὸ ἄκος ἐπιφέροντα, ὅ ἐστι τὴν ἴασιν. τρεῖς δὲ φαρμάκων ἰδέαι· ἐπίπαστα ὡς ἐπὶ Μενελάου· χριστὰ, «ἰοὺς χρίεσθαι»· πότιμα, ὡς ἐπὶ Ἑλένης. καὶ τρεῖς βελουλκίας—ὡς ἐπὶ Διομήδους. φάρμακα δὲ τὰ
5φέροντα ἄκεσιν.71

4

.

193

[Μαχάονα] οὐ μετακαλεῖται ἄμφω, ὅτι ὁ μὲν τραύματα ᾔδει ἰατρεύειν, ὁ δὲ 〈τὰ〉 ἄλλα νοσήματα.

4

.

194

[Ἀσκληπιοῦ] Ἀσκληπιὸς παρὰ τὸ ἀσκεῖν τὰ ἤπια.

4

.

200

[παπταίνων] πετῶ πτῶ—παπταίνω, τὸ πανταχόθεν περιβλέπω.

4

.

202

[Τρίκης] ἔστι δὲ πόλις Θεσσαλίας.

4

.

218

[αἷμ’ ἐκμυζήσας] διὰ τὸ μὴ ἐμπυῶσαι καὶ ἐμποδίσαι πρὸς τὴν ἀπούλωσιν.

4

.

219

Χείρων] εἷς τῶν Κενταύρων, υἱὸς Ποσειδῶνος, εὑρέτης τῆς ἰατρικῆς. * [Χείρων] διδάσκαλος τοῦ Ἀχιλλέως τὰ κακοήθη τῶν ἑλκῶν ἰάτρευεν. ἀμέλει ἔστιν ἀκοῦσαι παρὰ τῶν ἰατρῶν μέχρι τοῦ νῦν, ἡνίκα
5κακόηθές 〈τι〉 θεάσωνται ἕλκος, ὅτι «οὗτος τῆς Χείρωνος δεῖται θερα‐ πείας.»

4

219bis

* [Χείρων] 〈τὰ Χειρώνεια λέγεται〉 ὥσπερ τὰ Τηλέφια· ὁ γὰρ Τήλεφος ἀρχαῖον ἑλὼν ἕλκος ἔσχε δυσίατον, καὶ ἐκ τούτου ὠνομάσθη ἕλκος Τηλέφιον, καὶ ἐκ τοῦ Χείρωνος ἡ Χαιρωνεία, ἀπὸ τοῦ τὰ Χειρώ‐ νεια ἰᾶσθαι νοσήματα.
5* [Χείρων] εἷς τῶν Κενταύρων, εὑρέτης ἰατρικῆς καὶ λυρικῆς, υἱὸς Κρόνου καὶ Φιλύρας, ἢ ὡς ἔνιοι Ποσειδῶνος.

4

.

222

ἔδυν] ἐκ τοῦ ἔδυσαν κατὰ συγκοπήν.

4

.

223

βρίζοντα] ἀμελοῦντα· βρίξαι γὰρ κυρίως τὸ μετὰ βάρους τρο‐ φῆς ἀπονυστάξαι.

4

.

242

ἰόμωροι] οἱ περὶ ἰοὺς μεμωρηκότες, ὅ ἐστι κάμνοντες.

4

.

243

[νεβροὶ] νεβροὶ δὲ οἱονεὶ νεωστὶ ἐπὶ βορὰν ἰόντες, ἢ νεπόροι οἱ μήπω πορεύεσθαι δυνάμενοι. δειλοὶ δὲ οἱ ἔλαφοι καὶ πρόσχειροι εἰς φυ‐ γήν.72

4

243bis

ἔστητε] μετείληπται τὸ α εἰς τὸ η.

4

.

248

[εὔπρυμνοι] πρύμναι εἰσὶ τὰ ὄπισθεν μέρη τῶν νεῶν. [πολιῆς] 〈λευκῆσ〉. λευκὴ δέ 〈ἐστι〉 διὰ τὸν ἄφρον.

4

251-254

[οὐλαμὸν—φάλαγγας] οὐλαμὸς ἡ συστροφὴ, ἀπὸ τῆς εἰλήσεως. οὐλαμὸς δὲ καὶ ἡ ἐκ τεσσαράκοντα ἀνδρῶν συνε‐ στηκυῖα τάξις, φάλαγξ δὲ ἡ ἀπὸ ἑκατὸν εἴκοσιν ἀνδρῶν. τάξις

4

.

253

συῒ ἴκελος] διώκειν γὰρ οὐ δύναται ὡς μεσαιπόλιος.

4

.

254

* φάλαγγας] τὰς τάξεις τῶν στρατιωτῶν—καλοῦμεν.

4

.

272

* [κῆρ] εὐθεῖα ἀντὶ δοτικῆς.

4

.

274

* [νέφος] ὁ τρόπος μεταφορὰ ἀπὸ τοῦ πυκνώματος τῶν νεφῶν.

4

.

276

[Ζεφύροιο] Ζέφυρος εἴρηται διὰ τὸ ἀπὸ 〈τοῦ〉 ζόφου πνεῖν, ζόφον δὲ τὴν δύσιν οἱ παλαιοὶ ἐκάλουν.

4

.

277

* [μελάντερον] συγκριτικὸν ἀντὶ ὑπερθετικοῦ.

4

.

291

* [ἁλοῦσα] ἐκ τοῦ ἁλῶ, ὅθεν καὶ τὸ ἀλοιᾶν, τὸ τύπτειν καὶ φο‐ νεύειν, ἐξ οὗ καὶ πατραλοίας· «πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία. (Il. IX, 568).

4

.

297

[ἱππῆας] τοὺς μὲν ἱππέας ἐπὶ τὸ δεξιὸν μέρος ἔταξε, τοὺς δὲ πεζοὺς ἐξ εὐωνύμων, τοὺς δὲ ἀσθενεῖς καὶ δειλοὺς κατὰ τὸ μέσον συνέ‐ κλεισεν· ἐπὶ γὰρ μετώπου τάσσει τὴν φάλαγγα, οὐ κατὰ βάθος. ὄπισ‐ θεν μὲν οὖν τὸ εὐώνυμον μέρος δηλοῖ, ἔμπροσθεν δὲ τὸ ἐκ δεξιῶν.

4

.

300

* [ἀναγκαίῃ πολεμίζοι] κατ’ ἀνάγκην πολεμίζοι· «καὶ πολιοί περ ἐόντες, ἀναγκαῖοι πολεμισταί» (Od. XXIV, 499), ἀντὶ τοῦ κατ’ ἀνάγ‐
κην πολεμικοί.73

4

.

306

[ὃς δέ κ’ ἀνὴρ—ἵκηται] ὅστις τὸ ἴδιον ἅρμα κατα‐ λείψας εἰς ἕτερον ἵκηται, ὁ τοιοῦτος μὴ ἡνιοχείτω διὰ τὴν ἀπειρίαν τῶν ἀλλοτρίων ἵππων, ἀλλ’ ἔγχει πολεμείτω. * [ὃς δέ κ’ ἀνὴρ—ἵκηται] οἱ δέ φασιν ὅτι ὃς ἂν πολεμίου
5—σπουδάζῃ.

4

.

315

[ὁμοίϊον] σημειωτέον ὅτι Ὅμηρος τὸ ὁμοίϊον ἐπὶ τοῦ φαύλου λαμ‐ βάνει, ὡς τὸ «ἀλλά σε γῆρας τείρει ὁμοίϊον» καὶ «ἄλλ’ ἤτοι θάνατον —ἀλαλκέμεν» (Od III, 236) καὶ «ὁπότ’ ἂν τέλος ἔλθῃ ὁμοιΐου πτολέμοιο»
5[ὁμοίϊον] «ὁμοίϊον» δὲ τὸ ὁμοίως πᾶσι χαλεπόν.

4

.

323

«ἀνδρὸς γέροντος ῥάβδος ἡ βακτηρία».

4

.

327

[Πετεῶο] ὀστέον ὅτι τοῦ ὀνόματος ἡ ἀνάλογος εὐθεῖά ἐστιν ὁ Πετεός τοῦ Πετεοῦ, ὡς ὁ ἐνεός τοῦ ἐνεοῦ, καὶ ἐπεκτάσει Ἀττικῇ τοῦ ε εἰς ω Πετεώς, ὡς Μενέλαος Μενέλεως, ἡ γενικὴ δὲ Πετεῶ, καὶ κατὰ πλεονασμὸν τοῦ ο γέγονε Πετεῶο. AD Cf L. ἰστέον ὅτι—
5ἐστιν et τοῦ ε εἰς ω suppléés par Gen II. Gen. I* ajoute ἢ Πετεὸς Πετεοῦ καὶ Πετεοῖο, καὶ ἐκτάσει Πετεῷο σὺν τῷ ι.

4

.

329

* Πύλιοι καὶ Ἀρκάδες—ἱστορεῖ Ἀρίαιθος.

4

.

331

[οὐ γάρ πώ σφιν ἀκούετο] οὔπω ᾔδεσαν ὅτι πόλεμος ἦν διὰ τὸ πόρρω εἶναι. Gen II ajoute εἰ (leg. ὅτε) ὁ πόλεμος κεκίνηται.

4

.

352

ὀξὺν Ἄρηα] τὸν ταχεῖαν τὴν ἐν τοῖς φόνοις κρίσιν ἔχοντα.

4

.

353

[καὶ αἴ κέν τοι τὰ μεμήλῃ] καὶ ἐὰν ἐῶσί σε οἱ πολέμιοι περὶ
τοῦτο ἀσχοληθῆναι.74

4

.

378

* [τείχεα Θήβης] περιφραστικῶς τὰς Θήβας. Θῆβαι δέ εἰσιν αἱ πᾶσαι τρεῖς—ἐν τῇ

4

.

380

παραίσια] τὰ ἐναντία, τὰ παρεκτὸς τοῦ αἰσίου, ὅ ἐστι πᾶσι χαλεπά.

4

.

385

[Καδμείωνας] τοὺς Θηβαίους· ἀπὸ Κάδμου τοῦ κτίσαντος τὰς Θήβας.

4

.

383

[λεχεποίην] ἐξ οὗ ἔστι ποιῆσαι λέχος, ὅ ἐστι κοίτην. λέγει δὲ τοὺς ψιάθους.

4

.

386

[βίης Ἐτεοκλείης] περιφραστικῶς γὰρ ἀπὸ τῆς δυνάμεως αὐτὸν δηλοῖ.

4

.

389

[πάντα] τουτέστιν ἐν παντὶ ἀγωνίσματι.

4

.

394

* [Μαίων] τὸν Μαίονά τινες—ὑβρίζεται.

4

.

396

[τοῖσιν ἀεικέα πότμον ἐφῆκεν] ἤγουν ἀπέκτεινεν αὐτούς.

4

.

400

* [ἀγορῇ δὲ] πάνυ γὰρ συνετὸν—νέοις.

4

.

405

* [ἡμεῖς τοι] περὶ αὑτοῦ λέγει Σθένελος καὶ Διομήδους· οὗτοι γὰρ—στρατευσαμένων οἱ παῖδες.

4

.

407

[Ἄρειον] ἢ τὸ ὑπὸ τοῦ Ἄρεος φρουρούμενον.

4

.

412

[τέττα] τὸ τέττα προσφώνησις—παλαιότερον. [ἧσο] οὐκ ἔτρεπε—μετὰ σιωπῆς ἧσο.

4

.

420

[ἔβραχε] πεποιημένη λέξις τὸ «ἔβραχε». χαλκὸς δὲ περιφραστι‐ κῶς τὰ ὅπλα.

4

.

426

[ἄχνην] ἄχνη ἐστὶ τὸ χορτῶδες τῆς θαλάσσης ἀπόβλημα, ὅπερ καὶ φῦκός φησι.

4

.

433

[πολυπάμονος] πολυπάμων ὁ πολυκτήμων εἴρηται· πάματα γὰρ —κτήσασθαι, ἐκτεινομένου τοῦ α.75

4

.

434

[γάλα λευκόν] λευκὸν δὲ διὰ τὸ μὴ ἀποτελεῖν σκιὰν, ἢ αὐτὴν τὴν φύσιν εἶπεν.

4

.

435

μεμακυῖαι] αἱ μηκώμεναι· μηκὴ γάρ ἐστιν 〈ἡ〉 αἰγῶν βοὴ, ὅθεν καὶ «μηκάδες αἶγες», βληχὴ δὲ ἡ τῶν προβάτων.

4

.

440

[ἄμοτον] ἀπλήρωτον—τῆς σαρκός. ἃ καὶ ἡ συνήθεια μοτάρια καλεῖ.

4

.

447

* [σύν ῥ’ ἔβαλον ῥινοὺς] ὁ ῥά ἀντὶ τοῦ δή. * [μένε’ ἀνδρῶν] ὁ τρόπος περίφρασις.

4

.

454

[χαράδρης] τῆς ἐγχαράξεως τοῦ ἐδάφους, τῆς γιγνομένης ἀπὸ τῶν καταφερομένων—ὕδατος.

4

.

457

[πρῶτος δ’ Ἀντίλοχος] ἐν τῇ ἀρχῇ τῆς μάχης οὐχὶ τὸν Αἴαντα, οὐ τὸν Διομήδη, οὐκ ἄλλον τινὰ τῶν ἀριστέων ἀριστεύοντα δείκνυσιν Ὅμηρος, ἀπ’ ἐλάσσονος δὲ ἄρχεται, τὸ τῆς τύχης αἰνισσόμενος κ〈ράτοσ〉. * πῶς οὐκ Αἴας πρῶτος—αἰνισσόμενος κράτος.

4

.

458

[Ἐχέπωλον] ἔστι δὲ ὄνομα κύριον.

4

.

465

[ἕλκε δ’ ὑπὲκ βελέων] εἷλκεν ἔξωθεν τῶν βελῶν. βέλος δὲ πᾶν τὸ ἐκ χειρὸς βαλλόμενον.

4

.

464

[Ἀβάντων] λέγει δὲ τῶν Εὐβοέων· ἔστι δὲ ὄνομα ἔθνους.

4

.

471

[λύκοι] 〈διὰ〉 τὸ ἁρπακτικὸν τοῦ ζῴου. Précédée de οἱ δὲ δίκην λύκων διὰ transcrit par Gen. II.

4

.

483

[εἱαμένῃ] εἱαμένη ὁ ἔνυδρος καὶ βοτανώδης τόπος, ῥειαμένη τις οὖσα, ὁ καταρρεόμενος τόπος, κατὰ ἀφαίρεσιν τοῦ ρ, ἢ παρὰ ἕσιν, ὃ σημαίνει τὴν ἀνάδοσιν τῶν φυτῶν. Gen. II ajoute:
ὠνομάσθη δὲ—ἀναδόσεως.76

4

.

499

[νόθον] σημειωτέον ὅτι αἱ παιδοποιΐαι τετραχῶς παρὰ τῷ ποιητῇ λέγονται· γνήσιος ὁ ἐκ νομίμων γάμων γεννηθείς· παρθένιος ὁ ἐκ παρθένου· σκότιος ὁ ἐκ μοιχείας, καὶ νόθος ὁ ἐκ πορνείας. 〈νόθοσ〉 νόθιος καὶ ἐν ὑπερθέσει ὀθνεῖος.

4

.

503

[τὸν δὲ σκότος ὄσσε κάλυψεν] σολοικισμός· ἔδει γὰρ εἰπεῖν «τοῦ δὲ.» ἀλλ’ ἔστι παράπτωσις.

4

.

509

[χάρμης] τῆς μάχης κατὰ ἀντίφρασιν· ἐν ᾗ οὐδεὶς χαίρει.

4

.

513

[πέσσει] ὁ δὲ τρόπος μεταφορὰ ἀπὸ τῶν σιτίων.

4

.

515

[Τριτογένεια] ἡ ἐν Τρίτωνι τῷ ποταμῷ γεννηθεῖσα, ἢ τρεῖν τοὺς ἀνθρώπους ποιοῦσα ἤγουν φοβεῖσθαι. [Τριτογένεια] ἣν ἔτρεσαν οἱ θεοὶ γεννηθεῖσαν, ἢ ἡ τὸ τρεῖν τοῖς ἐχθροῖς διδοῦσα, ἢ ἐπὶ Τρίτωνι ποταμῷ τῆς Λιβύης γεννηθεῖσα.
5ἢ ἀπὸ τῆς τριτοῦς τοῦ Διὸς, ἤγουν κεφαλῆς, γεννηθεῖσα.

4

.

526

χολάδες] τὰ ἔντερα—νευρώδη πάντα εἰσίν. G. II ajoute οἱ δὲ ἠτυμολόγησαν παρὰ τὸ χεῖσθαι, οὐ καλῶς.

4

.

533

[ἀκρόκομοι] ἢ οἱ πολλὰ κομῶντες ἢ οἱ μέσως.

4

.

540

[ἄβλητος καὶ ἀνούτατος] ἄβλητος μὲν ὁ πόρρωθεν διὰ βέλους 〈μὴ〉 βληθεὶς, ἄτρωτος δὲ ὁ ἐγγὺς διὰ ξίφος 〈μὴ〉 τρωθείς.

4

.

544

[πρηνέες] ἀπὸ τοῦ πρόσω νενευκέναι.77

5

.

1

ἔνθα] τότε ὅτε οἱ πολλοὶ ἀπώλοντο.

5

.

2

[μένος καὶ θάρσος] μένος μὲν τὸ τοῦ σώματος—ἀμ‐ φότερα αὐτῷ δέδωκεν· θάτερον γὰρ τούτων θατέρου χωρὶς οὐδὲν ὠφελεῖ.

5

.

4

[δαῖέ οἱ ἐκ κόρυθος—πῦρ] φαντασίαν πυρὸς—φαί‐ νεσθαι πρὸς ἔκπληξιν τῶν ἐχθρῶν.

5

.

5

[ἀστέρ’ ὀπωρινῷ] οἱ μὲν τὸν Ἀρκτοῦρόν φασιν, οἱ δὲ τὸν κύνα. ὀπωρινὸς δὲ καιρός ἐστιν ὁ μεταξὺ τοῦ θέρους καὶ φθινοπώρου.

5

.

6

[Ὠκεανοῖο] Ὠκεανὸς δὲ εἴρηται παρὰ τὸ ὦκα περὶ αὐτὸν ἀνύεσ‐ θαι τὸν δρόμον 〈τῶν ἄστρων〉.

5

.

7

[ἀπὸ κρατός τε καὶ ὤμων] τῇ γὰρ φρονήσει πάντα κατορθοῦται καὶ τῇ διὰ τῶν χειρῶν ἐνεργείᾳ, ἃ διὰ τῆς «κρατὸς» καὶ τῶν «ὤμων» παρίστησιν ὁ Ὅμηρος.

5

.

9

ἀφνειὸς] ἀπενεός τις ὢν, ὁ μὴ πενόμενος. [ἦν δέ τις] σημείωσαι· τοῦτο τὸ εἶδος διήγησις λέγεται— καὶ τὴν ἀρετὴν 〈παραστήσασ〉.

5

.

20

[λιπὼν περικαλλέα δίφρον] τὸ τοῦ Διομήδους φίλιππον εἰδὼς τοὺς
ἵππους κατέλιπεν, ὅπως περὶ αὐτοὺς γένηται, ἢ ὅτι τῷ δεινῷ παρετράπη τὰς φρένας G I* ajoute: καὶ οὐκ ἐνόησε τὸ συμ‐ φέρον· αἱ γὰρ φρένες ταραχθεῖσαι παρέπλαγξαν καὶ τὸν σοφόν.78
5* [Ἰδαῖος δ’ ἀπόρουσε] λέγουσί τινες ὅτι λίαν γελοίως— τὸ ἅρμα φεύγειν· δυνατὸν γὰρ μᾶλλον ἐπὶ τοῖς ἵπποις. ἰστέον οὖν ὅτι κατέθορε μὲν—εὐλαβηθεῖς δὲ τοὺς 〈ἐχθρ〉οὺς εἰς φυγὴν ὥρμησεν.

5

.

24

[ἀκαχήμενος] Αἰολικὸν τὸ «ἀκαχήμενος» ὡς τὸ τιθήμενος.

5

.

25

[ἵππους δ’ ἐξελάσας] ἱππομανὴς ἀεὶ ὁ Διομήδης· Ἀργεῖος γὰρ ἦν, ἱππόβοτον δὲ τὸ Ἄργος.

5

.

26

[κατάγειν] διὰ δὲ τοῦ κατάγειν παριστᾷ ἐν κοιλῷ τόπῳ εἶναι τὸν ναύσταθμον.

5

.

29

* [πᾶσιν] ἀντὶ τοῦ πάντων—ὁ ποιητής.

5

.

30

θοῦρον] τὸν ὁρμητικὸν, τὸν θείως ὀρούοντα.

5

.

31

[Ἆρες Ἄρες] ἐνταῦθα μόνον ἀναδιπλασιάζει τὴν κλητικήν. * τοῦτο τὸ σχῆμα παλιλλογία καλεῖται. [τειχεσιπλῆτα] γράφεται δὲ καὶ τειχεσιβλῆτα.

5

.

33

[μάρνασθαι] πυρώδης γὰρ ὁ πόλεμος καὶ μαραίνει τὰ σύμ‐ παντα.

5

.

34

[Διὸς δ’ ἀλεώμεθα μῆνιν] καίτοι οὔπω ὁ Ζεὺς ἦν παραγγείλας μηδενὶ βοηθεῖν, ἀλλ’ ἡ τῆς Θέτιδος οὐκ ἐλάνθανεν ἱκετεία.

5

.

38

[πρῶτος—Ἀγαμέμνων] ἄτοπον γὰρ—κλι‐ νομένων τῶν Τρώων.

5

.

39

[ἀρχὸν Ἁλιζώνων] Ἁλιζώνων δὲ τῶν Παφλαγόνων, διὰ τὸ ὑπεζῶσθαι τῇ ἁλί.

5

.

43

[Μῄονος υἱὸν] τουτέστι τοῦ Λυδοῦ· ἔστι δὲ 〈καὶ〉 ὄνομα ἔθνους.

5

.

44

[Τάρνης] Τάρνη, ἡ νῦν Σάρδεις καλουμένη.79

5

.

49

[Σκαμάνδριον] Σκαμάνδριος οἰκεῖον ὄνομα κυνηγοῦ· ποταμοὶ γὰρ αὐτοῖς καὶ ὗλαι διαγωγή.

5

.

51

[δίδαξε γὰρ Ἄρτεμις] τὰς ἐν ταῖς τέχναις ὑπεροχὰς τοῖς θεοῖς προσάπτουσιν.

5

.

53

[ἀλλ’ οὔ οἱ τότε χραῖσμε] δείκνυσι διὰ τούτου τὸ τῆς τύχης ἀπαράβατον.

5

.

60

[Ἁρμονίδεω] οἰκεῖον ὄνομα τέκτονος τὸ Ἁρμονίδης, παρὰ τὸ συναρ‐ μόζειν.

5

.

62

[νῆας ἐΐσας] τὰς ἴσα ἐχούσας τὰ πλευρὰ κατά τε μέγεθος καὶ σχῆμα καὶ βάρος.

5

.

64

[θέσφατα ᾔδη] θέσφατά τινα ὄντα, ἤτοι μαντεύματα.

5

.

73

[κατὰ ἰνίον] ἰνίον—νευρῶδες εἶναι· ἶνες γὰρ τὰ νεῦρα κέκληται· ἢ 〈τὸ〉 πλατὺ καὶ—ἐπὶ τὸν αὐχένα. κέκλη‐ ται—τὸν αὐχένα

5

.

75

[ψυχρὸν] ψυχρὸς ὁ σίδηρος, ἢ ψυχροποιὸς διὰ τὸ ἀποψύχεσθαι τοὺς ἀναιρουμένους ὑπ’ αὐτοῦ.

5

.

81

[ἀπὸ δ’ ἔξεσε χεῖρα] ἀπέξεσεν εἶπε καὶ οὐκ ἀπέκοψε, δεικνὺς τὸ ῥᾴδιον τῆς ἐκτομῆς.

5

.

83

[ἔλλαβε πορφύρεος θάνατος] οὐχ ἡ ἐκκοπὴ τῆς χειρὸς αἰτία ἐγέ‐ νετο τοῦ θανάτου, ἀλλ’ ἡ ῥύσις τοῦ αἵματος.

5

.

88

[χειμάρρῳ] χείμαρροί εἰσιν οἱ μὴ ἀέναον ἔχοντες τὸ ὕδωρ, ἀλλ’ ἐν χειμῶνι μόνῳ πληρούμενοι ὑπὸ τῶν συνεχῶν ὄμβρων.

5

.

98

[καὶ βάλ’ ἀΐσσοντα] καλῶς τὸν Διομήδην ἔτρωσεν· οὐδένα γὰρ εἰκὸς εἰς ἄκρον εὐτυχοῦντα μὴ καὶ λύπης πειραθῆναι μικρᾶς.

5

.

99

[θώρηκος γύαλον] θώρηκος δὲ γύαλον ἁπλῶς τὸ κῦτος τοῦ θώ‐ ρακος.

5

.

103

[ἄριστος] οὐ τὸν Διομήδη ἐπαινῶν, ἀλλ’ ἑαυτὸν, ἄριστον αὐτὸν λέγει τῶν Ἀχαιῶν.

5

.

110

[ὄφρα μοι] ὅρα τὸ γενναῖον τοῦ ἥρωος· οὐκ ἀναχωρεῖ τρωθεὶς
οὐδ’ οἰμώζει, ἀλλὰ γενναίως τὴν χρείαν μόνην φησίν.80

5

.

112

[βέλος ὠκὺ διαμπερὲς ἐξέρυς’ ὤμου] δυνατῶς ἐξείλκυσε τὸ βέλος· ἡ γὰρ κατὰ μικρὸν ἐκβολὴ ἐπωδυνωτέρα ἢ εἰ ὁλόκληρον ἐξείλ‐ κυσε τὸ βέλος.

5

.

117

[ἐμὲ] 〈ἀντὶ〉 τοῦ ἐμοί.

5

.

124

[θαρσῶν] τὸ θαρσῶ ἐκ τοῦ θέρω, τὸ θερμαίνω.

5

.

127

[ἀχλὺν—ἕλον] παιδευτικῶς—ἡμῖν πα‐ ρεστάναι τὸ θεῖον. πῶς οὖν μετὰ μικρὸν ἀγνοεῖ τὸν Γλαῦκον; φαμὲν δὲ ὅτι πρὸς καιρὸν ἀφῄρηται τὴν ἀορασίαν, ἵνα τρώσῃ Ἀφροδίτην καὶ Ἄρεα, τρω‐
5θέντων δὲ τούτων πάλιν ἀποδίδοται ἡ οἰκεία ἀχλύς.

5

.

128

[ὄφρ’ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα] «θεὸν» τὸν αὐτο‐ πρόσωπον, «ἄνδρα» δὲ τὸν μεταβαλλόμενον εἰς ἀνδρὸς ἰδέαν.

5

.

131

[ἄταρ εἴκε] ἡ πρακτικὴ φρόνησις καταφρονεῖν αὐτὸν παρα‐ σκευάζει τῶν ἡδονῶν· τὴν ἀχλὺν γὰρ ἀφελομένη διδάσκει τά τε φανε‐ ρῶς ἐπερχόμενα καὶ τὰ κρυφίως βλαβερά.

5

.

140

[ἀλλὰ κατὰ σταθμοὺς] κατὰ μὲν τοὺς σταθμοὺς ἤτοι τὰς ἐπαύ‐ λεις ὑπεισέρχεται ὁ ποιμὴν, τὰ δὲ πρόβατα ἔρημα καταλειφθέντα τῆς τοῦ ποιμένος βοηθείας φεύγει.

5

.

143

[ὣς μεμαὼς Τρώεσσι] οὐκέτι καθ’ ἕνα ἀναιρεῖ, ἀλλὰ σύνδυο.

5

.

146

κληΐδα] τὴν κατακλεῖδα—καὶ τὸν ὦμον.

5

.

150

[τοῖς οὐκ ἐρχομένοις—ὀνείρους] τούτοις ἔκρινεν ὁ πατὴρ τοὺς ὀνείρους ὡς οὐκ ἐπανήξειν μέλλουσιν. * ἔστιν ἕν τι τῶν ἀμφιβόλων· ἤτοι γε ἐμαντεύσατο—αὐτοῖς
τοὺς ὀνείρους.81

5

.

153

[ὁ δὲ τείρετο γήραϊ λυγρῷ] ἐλέγχει τοὺς οἰομένους— νικᾷ γὰρ ἡ πήρωσις.

5

.

158

χηρωσταὶ] οἱ κατ’ οὐδένα τρόπον προσήκοντες, οἱ κληρονόμοι τοῦ ἄπαιδος καὶ χήρου.

5

.

166

[ἀλαπάζοντα] ἀλαπάζω τὸ κενῶ· διὸ καὶ Ἀθηναῖοι τὰ τῆς γαστέρος κενώματα λάπαθα καλοῦσιν.

5

.

168

[Πάνδαρον—διζήμενος] αὐτὸς ἔξω κινδύνων στὰς— Αἰνείας.

5

.

177

* [εἰ μή τις] πρὸς τὸ ἀμφίβολον—ἐναντιούμενος 〈ἢ εἰ μή〉 τις θεὸς ἐγκοτῶν τοῖς 〈Τρωσὶ〉 τῷ πολεμίῳ ἀρή〈γει. εἰ〉 ὑγιές.

5

.

182

[αὐλώπιδι] αὐλῶπις ἡ αὐλίσκον ἔχουσα καθ’ ὃν πήγνυται ὁ λόφος. τρυφάλεια δὲ ἡ φάλους ἔχουσα τρεῖς. φάλοι δὲ οἱ κατὰ τὸ μέ‐ τωπον—ἀστερίσκοι. κυρίως δὲ αὐλῶπις εἶδος— ἐχούσης.

5

.

187

* ὅτι Ζηνόδοτος—παρέτρεψεν.

5

.

191

* σημείωσαι ὅτι εὐκρινὲς—θεόν.

5

.

193

[ἀλλά που ἐν μεγάροισι] κερτομῶν αὐτοῦ 〈τὸ φι〉λάργυρον ὡς ἀμελοῦντος τῆς ἰδίας σωτηρίας ἀναλωμάτων φειδοῖ.

5

.

194

* ὅτι Ζηνόδοτος—τὰς ἰσοδυναμούσας λέξεις.

5

.

196

[ὀλύρας] ἔστι δὲ εἶδος καρποῦ κριθώδους. [κρῖ] κατὰ ἀποκοπήν.

5

.

200

* ἀρχεύειν Τρώεσσι] τῶν Ζέλειαν πόλιν Τροίας κατοικούντων.
ἰστέον δὲ ὅτι οἱ τὴν Ζέλειαν—ἐλέγοντο.82

5

.

203

[ἄδην] Αἰολικόν ἐστι τοῦτο. ὁ μὲν Νικίας διὰ βʹ δ γράφει καὶ ψιλοῖ, Ἀρίσταρχος δὲ δι’ ἓν δ καὶ δασύνει.

5

.

204

[πεζὸς] ὁ ἐκ ποδῶν μαχόμενος· πέζα γὰρ ὁ ποῦς· διὸ καὶ «ἀργυ‐ ρόπεζα».

5

.

211

* [Τρώεσσι]. 〈μετὰ τὸ〉 «Τρώεσσι» ἀναπαύσασθαι δεῖ. ἡγούμην, φησὶ, τῶν Τρώων φέρων χάριν Ἕκτορι δίῳ. τριχῶς δὲ λέγει· ἤτοι καθολικῶς πάντας τοὺς Τρῶας, ὡς «Τρώων δ’ οἰώθη καὶ Ἀχαιῶν φύλοπις.» (Il. VI, 1), ἢ καὶ τοὺς ὑφ’ Ἕκτορι τεταγμένους
5«Τρωσὶ μὲν—Ἕκτωρ.» (Il. II, 816), ἢ καὶ τοὺς ὑπὸ Λυκάονι καὶ Πανδάρῳ «ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο, Τρῶες τῶν αὖτ’ ἦρχε Λυκάονος 〈ἀγλαὸς υἱόσ〉» (ib. 825—826)

5

.

216

[διακλάσσας] διὰ τῆς ἀναδιπλάσεως τοῦ ς τὸν ἀπὸ τῆς συν‐ τρίψεως τῶν κεράτων γινόμενον κτύπον ἐμιμήσατο.

5

.

219

[νώ] ἐνταῦθα μόνον κέχρηται τῷ «νώ» καὶ ἅπαξ ἐν Ὀδυσσείᾳ

5

.

222

[οἷοι Τρώϊοι ἵπποι] οἱ ἀπόγονοι τῶν τοῦ Τρωὸς ἵππων. * [Τρώϊοι] οἱ τῷ Τρωῒ κεχαρισμένοι ἀντὶ τῆς ἁρπαγῆς Γανυμήδους.

5

.

226

[σιγαλόεντα] τὰ σιγὴν ἐκ τοῦ θαύματος ἐπιτιθέντα, οἱονεὶ σιγηλόεντα καὶ ποικίλως κατεσκευασμένα.

5

.

241

[τοὺς δὲ ἴδε Σθένελος] ὡς ἀπὸ τοῦ δίφρου ὢν ὑψηλότερος ὁ Σθένελος ἐθεάσατο.

5

.

245

[ἀπέλεθρον] πολλήν. πελέθρον δέ ἐστι μέτρον γῆς— δίμοιρον.

5

.

253

[οὐ γὰρ—μάχεσθαι] οὐ γάρ μοι γενναῖον μαχομένῳ ἀλυσκάζειν καὶ φεύγειν· εἴληπται γὰρ τὸ ἀπαρέμφατον ἀντὶ μετοχῆς.

5

.

256

οὐκ ἔα] τὸ «ἔα» συνέσταλται· ἐα 〈γὰρ〉 τὸ τρίτον πρόσωπον κατὰ ἀποκοπήν· τῆς γὰρ βʹ καὶ γʹ συζυγίας τὰ δεύτερα καὶ τρίτα πρό‐ σωπα εἰς βʹ α λήγει, 〈καὶ〉 τὸ μὲν πρῶτον συστέλλουσι, τὸ δὲ τελευταῖον ἐκτείνουσι· ὅθεν τὸ ἔα κατ’ ἀποκοπὴν γενόμενον τοῦ ἐάα συνέσταλται.83

5

.

262

[ἐξ ἄντυγος ἡνία τείνας] ἐξάψας τὰς ἡνίας τῆς τοῦ ἅρματος περιφερείας. ἄντυξ δὲ ὁ κύκλος ὁ τῷ ἅρματι πεπηγὼς πρὸς τὸ ἀντιτεί‐ νειν τῷ ἐπιβάτῃ.

5

.

263

* [Αἰνείαο] σημείωσαι ὅτι τὰς ἀπὸ τῶν εἰς ας εὐθειῶν γενικὰς ἰσοσυλλάβως κλινομένας ἐν ἡρωϊκῷ μέτρῳ οἱ ποιηταὶ ἢ διὰ τοῦ εω προφέρονται, οἷον Αἰνείεω, ἢ διὰ τοῦ ω οἷον Βορέω, ἢ διὰ τοῦ α Δωρι‐ κῶς, ὡς Ἀπολλώνιος ἐν αʹ «ἢ ζ〈ῴου εὕ〉ροιεν Ὕλα μόρον ἠὲ 〈θανόντοσ〉»
5(Apoll. Rhod. Argon. I. v. 1350).

5

.

265

[τῆς γάρ τοι γενεῆς] πόθεν δὲ ὁ Διομήδης ᾔδει τὰ περὶ τῶν ἵππων; δῆλον ὅτι ἀπὸ τῶν αἰχμαλώτων.

5

.

266

[υἷος] προπερισπᾶται τὸ «υἷος»· ἀπὸ γὰρ τοῦ ὕιος κατὰ κρᾶσιν γέγονεν.

5

.

267

[ὑπ’ ἠῶ τ’ ἠέλιόν τε] περιφραστικῶς ὑπὸ τὸ φῶς ὅλου τοῦ κόσμου.

5

.

269

* [θήλεας] ὅτι οἱ περὶ Ἑλλάνικον ἀνέγνωσαν θηλέας, ὡς Δωρι‐ κῶς συνεσταλκότος τοῦ ποιητοῦ, ὅς ἐστιν Ἡσίοδος.

5

.

284

[κενεῶνα] κενεὼν ὁ τόπος ὑπὸ τὰ πλευρά. κενεὼν δὲ ἀπὸ κενὸς εἶναι ὀστέων.

5

284bis

[βέβληαι κενεῶνα] ἄκρος ἀλαζὼν ὁ Πάνδαρος— ὁρίζεται.

5

.

289

[αἵματος ἆσαι Ἄρηα] αἵματος πληρῶσαι τὸν Ἄρεα ἤτοι τὸν σίδηρον.
ταλαύρινον] ἤτοι τὸν πολεμικὸν καὶ καρτερικόν.84

5

.

290

[βέλος ἴθυνεν Ἀθήνη] ἢ ἡ Ἀθηνᾶ ἦν ἡ κατευθύνουσα τὸ βέλος. ἐπεὶ ὁ Διομήδης πεζὸς ἐπολέμει, εἰκὸς ἀπὸ μετεώρου μάχεσθαι 〈αὐτὸν〉, τὸν δὲ Πάνδαρον, ἐπεὶ μετὰ ἅρματος, ἐν χθαμαλωτέρῳ εἰκὸς ἵστασθαι.

5

.

291

* ζητεῖται πῶς—βεβληκέναι.

5

291bis

ὅτι δειλωθεὶς τὴν ὁρμὴν τοῦ ἥρωος ὁ Πάνδαρος συνεκάθισεν.

5

.

292

[γλῶσσαν πρυμνὴν τάμε] ἐξέκοψεν αὐτοῦ τὴν γλῶσσαν πρυμ‐ νὴν, ἤγουν ἐσχάτην, ὅτι ἐπιώρκησεν.

5

.

299

[ἀλκὶ] ὡς ἀπὸ τοῦ ἄλξ.

5

.

305

[κατ’ ἰσχίον] ἰσχίον τὸ ὑπὸ τὴν ὀσφῦν ὀστέον, ὅπερ καὶ γλουτὸς καλεῖται. κοτύλη δὲ παρὰ τὴν κοιλότητα· κοτύλαι γὰρ αἱ ἐν τοῖς ἰσχίοις κοιλότητες, εἰς ἃς αἱ κεφαλαὶ τῶν μηρῶν ἁρμόζονται ..

5

.

315

πρόσθε δέ οἱ] οὐχ ὡς ἄτρωτον αὐτῷ περιβάλλει τὸν πέπλον, ἀλλ’ ἵνα κρύψῃ αὐτόν. [πτύγμ’ ἐκάλυψεν] «πτύγμα» δὲ ἀντὶ τοῦ διπλῷ τῷ πέπλῳ.

5

.

328

σιγαλόεντα] τὰ λαμπρὰ, τὰ σιγὴν ἐμποιοῦντα τοῖς ὁρῶσι διὰ τὸ καινοφανές.

5

.

330

[Κύπριν] Κύπρις ἢ ὅτι ἐν τῇ Κύπρῳ τιμᾶται, ἢ ὅτι κυοπόρος τίς ἐστιν ἢ τὸ κύειν παρέχουσα. οἱ μὲν οὖν τὴν ἐπιθυμίαν φασὶν αὐτὴν εἶναι, οἱ δὲ τὴν βάρβαρον ἀφροσύνην.

5

.

331

[θεάων] Βοιωτῶν ἡ διάλεκτος τὸ θεάων θηλυκῶς.

5

.

333

[Ἐνυὼ] δαίμων τίς ἐστι πολεμικὴ, ἧς οἱ νεώτεροι υἱὸν εἶναι τὸν
Ἄρεα· ὅθεν καὶ Ἐνυάλιον καλεῖσθαι. Ἐνυὼ δὲ παρὰ τὸ ἐναύειν, ὃ σημαίνει τὸ ἐμφωνεῖν, ἢ παρὰ τὸ ἐνῶ, ὃ σημαίνει τὸ φονεύω, ὅθεν καὶ αὐτοέντης.85

5

335-336

[ἔνθ’ ἐπορεξάμενος—ἄκρην οὔτασε χεῖρα με‐ τάλμενος] τὴν χεῖρα ἐτρώθη, ὅτι χειρὶ λαβομένη παρῄνει τῇ Ἑλένῃ. τὸ δ’ «ἐπορεξάμενος» τῆς θεοῦ δηλοῖ τὸ μέγεθος· μόγις γὰρ καὶ ἐπάλ‐ μενος τὴν ἄκραν ἔτρωσε χεῖρα, ὅτι μετέωρος ἦν ἡ θεός. νῦν δὲ ἡ
5Ἀθηνᾶ οὐκ ἐνεργεῖ· εὐτελὴς γὰρ—καὶ θυμοῦ κρατεῖν.

5

.

337

[εἶθαρ] ἀπὸ τοῦ εὐθύς γίνεται εὖθαρ καὶ τροπῇ τοῦ υ εἰς ι εἶ‐ θαρ, ὡς τὸ Ἀφροδύτη Ἀφροδίτη.

5

.

339

[ῥέε δ’ ἄμβροτον αἷμα θεοῖο ἰχώρ] ἔρρεε δὲ ἐκ τῆς χειρὸς τῆς θεοῦ ἰχὼρ ὡς αἷμα· λείπει γὰρ τὸ ὡς.

5

.

340

[ἰχὼρ] ἰχὼρ δὲ οὐχ οἷον ἡμεῖς οἴδαμεν γεγενημένον, ἀλλ’ ἄλλης —μακάρεσσι θεοῖσιν.»

5

.

341

[οὐ γὰρ σῖτον ἔδουσι] ἀμβροσία δὲ ἡ θεία τροφὴ ἧς βροτοὶ οὐ μετέχουσιν· ἐκ γὰρ τοῦ α στερητικοῦ μορίου γίνεται καὶ τοῦ βροτός ἀβροσία καὶ πλεονασμῷ τοῦ μ ἀμβροσία. νέκταρ δὲ τὸ τῶν θεῶν πόμα, νεοέκταρ τι ὂν τὸ ἐν νεότητι συνέχον ἀεὶ τοὺς θεοὺς, ἣ παρὰ τὸ
5νε στερητικὸν μόριον καὶ τὸ κτείνω· οὐ γὰρ κτείνονται οἱ θεοὶ.

5

.

342

[ἀναίμονές εἰσι καὶ ἀθάνατοι] «ἀναίμονες» μὲν ἐπεὶ οὐ τρέφονται, «ἀθάνατοι» δὲ ὅτι ἀναίμονες· ὁ γὰρ θάνατος ψύξει τοῦ θερμοῦ γίνεται.

5

.

353

[χρυσάμπυκας] τοὺς χρυσοχαλινώτους· κυρίως γὰρ ἄμπυξ ἐκαλεῖτο σειρὰ κατάχρυσος καὶ ἀπὸ μετώπου τεινομένη, ᾗ συνδοῦνται αἱ τρίχες.

5

.

351

[πύθηαι] ἀκούσῃς, γνῷς. ὁ δὲ λόγος· ἐὰν πάλιν ἔλθῃς εἰς πό‐ λεμον, τηνικαῦτά σε κακῶς διάθωμαι, ὡς καὶ ἄλλοθί που πόλεμον ἀκούσασαν εὐλαβηθῆναι.

5

.

352

[ἀλύουσα] τὸ «ἀλύουσα» ψιλοῦται· 〈παρὰ γὰρ τὴν ἄλην γέγονεν〉.
ἄλη δὲ ἡ πλάνη· οἱ γὰρ ἀδημονοῦντες ἐν πλάνῃ ἔχουσι τὴν ψυχὴν, τὸ δὲ ἀλύουσα 〈ἀντὶ τοῦ〉 λύσιν οὐχ εὑρίσκουσα τῶν δεινῶν. διὸ οὐδὲ φθέγγεται.86

5

.

356

[ἠέρι δὲ ἔγχος—ἵππω] ἀντὶ τοῦ· ὀμίχλῃ δὲ αὐτοῦ ἐκεκάλυπτο τὸ δόρυ 〈καὶ οἱ〉 ἵπποι, ὅ ἐστιν ἀόρατος ἦν.

5

356bis

* [ἐκέκλιτο] ἀπὸ τοῦ κλίνω· καὶ γὰρ «σάκε’ ὤμοισι κλίναντες» (Il. XI, 593, XIII 488. XXII. 4) καὶ «στήλῃ κεκλιμένος» (Il. XI, 371).

5

.

358

[κόμισαι] κόμισον, ἐπιμελείας καταξίωσον, περίσωσον. ὅθεν ἱπποκόμοι οἱ ἐπιμελούμενοι τῶν ἵππων.

5

.

368

[Ἶρις] παρὰ τὸ ἔρειν καὶ λέγειν τὰ μέλλοντα. σημαίνει δὲ τὴν νεφελώδη ζώνην, ὅ ἐστι τὸ τόξον τὸ ἐν τῷ οὐρανῷ φαινόμενον, ὃ σημαί‐ νει χειμῶνα καὶ εὐδίαν.

5

.

370

[Διώνης] Διώνη γέγονε 〈γα〉μετὴ τοῦ Διός, ὅθεν καὶ ἐτυμολο‐ γεῖται κατ’ ἔκτασιν τοῦ ο εἰς ω, ἢ παρὰ τὸ διδῶ Διδώνη καὶ Διώνη, ἡ διδοῦσα τὰς τῆς γεννήσεως ἡδονάς. [ἡ δ’ ἐν γούνασι πῖπτε Διώνης] βιωτικὰ ταῦτα—ἐμφῆναι
5θέλων.

5

.

385

[Ὦτος κρατερός τ’ Ἐφιάλτης] οὗτοι βασιλεῖς τῆς Ἑλλάδος γε‐ νόμενοι καὶ πολλῆς γῆς ἐπικρατήσαντες κατέπαυσαν τὸν εἰς αὐτοὺς πό‐ λεμον· μεγάλων γὰρ τῷ κράτει γενομένων οὐδεὶς ἐτόλμα ἆραι αὐτοῖς πόλεμον, ὅ ἐστιν ἔδοξαν δῆσαι τὸν Ἄρην.

5

.

387

[ἐν κεράμῳ] οἱ Κύπριοι κέραμον καλοῦσι τὸ δεσμωτήριον. κέραμον δὲ λέγει τὸν πίθον.

5

.

393

[δεξιτερὸν] τὸ «δεξιτερὸν» οὐκ ἔστι συγκριτικόν· ἐβαρύνετο γὰρ ἄν· τὰ γὰρ εἰς τερος συγκριτικὰ βαρύνονται· τὸ δὲ δεξιτερός καὶ ἀρισ‐ τερός παρώνυμα, διὸ καὶ ὠξύνθησαν.

5

.

397

[ἐν Πύλῳ] Ἀρίσταρχος τὸν πύλον ἀκούει κατὰ μεταπλασμὸν ἀντὶ τοῦ τὴν πύλην.

5

.

403

αἴσυλα] τὰ ἄδικα, ἀαίσυλά τινα ὄντα, ἐστερημένα τῆς αἴσης
ἤτοι τοῦ καθήκοντος.87

5

.

408

[παππάζουσιν] ἐτυμολογεῖ τὴν τῶν παίδων φωνήν.

5

.

416

[ἀπ’ ἰχῶ] Ἀττικὸν τὸ «ἰχῶ» κατ’ ἀποκοπήν.

5

.

417

[ἄλθετο χεὶρ] διὰ δὲ τοῦ «ἄλθετο» ἔδειξεν—ἐδέησεν ἰατροῦ.

5

.

412

[Αἰγιάλεια] ἡ τοῦ Διομήδους γυνή.

5

.

428

ὡς τὸ γνῶθι σαυτόν.

5

.

448

[ἀδύτῳ] ἄδυτον ὁ ναὸς, εἰς ὃν οὐκ ἔξεστι παντὶ εἰσιέναι.

5

.

458

[Κύπριδα] κυοπόριδά τινα οὖσαν, τὴν τοῦ κύειν αἰτίαν.

5

.

460

[Περγάμῳ ἄκρῃ] λέγει γὰρ Πέργαμα τὰ βασιλικὰ οἰκήματα.

5

.

468

[Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο] εἰκότως οὐκ Ἀφροδίτης, ἀλλ’ Ἀγχίσου υἱὸν τὸν Αἰνείαν νῦν λέγει, ἵνα ἐμφανῇ ὅτι συγγενής ἐστιν αὐτῶν.

5

.

472

[μένος οἴχεται] ἀνεδύετο γὰρ ὁ Ἕκτωρ τὴν μάχην— τῶν ὅρκων σύγχυσιν.

5

.

473

[φῆς που] τὸ «φῆς» περισπαστέον· παρῳχημένος γάρ ἐστιν ἐκ τοῦ ἔφης γενόμενον. διὸ καὶ χωρὶς τοῦ ι γράφεται· ὁ γὰρ ἐνεστὼς καὶ σὺν τῷ ι γράφεται καὶ ὀξύνεται.

5

.

477

[ἔνειμεν] πᾶν ῥῆμα ὀξυνόμενον ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον.

5

483-484

[οὔτι μοι—τοῖον οἷόν κ’ ἠὲ φέροιεν—ἤ κεν ἄγοιεν] του‐ τέστιν οὔτε ἔμψυχον, οὔτε ἄψυχον· τὸ γὰρ ἄγω ἐπὶ ἐμψύχου, τὸ δὲ φέρω ἐπὶ ἀψύχου τάττεται.

5

.

486

[ἀμυνέμεναι ὤρεσσι] ὅμοιον τοῦτο τῷ «ἄλοχοι δ’ ἄλλοισι μι‐ γεῖεν» (Il. III, 301): αὔξει γὰρ τὸν γάμον. [ὤρεσσι] τοῦτο δὲ ἀπὸ τοῦ ὀαρίζειν, τὸ συνεζεῦχθαι 〈τοῖς ἀν〉δράσι,
ἐξ οὗ καὶ ξυνω〈ρὶς ἵπ〉πων τὸ συνεζ〈ευγμένον〉 ὄχημα.88

5

.

492

ἐχέμεν] συνέχειν ἢ ἀντέχειν πρὸς τὴν μάχην καὶ μὴ ἐνδιδόναι.

5

.

500

[ξανθὴ Δημήτηρ] ξανθὴν δὲ εἶπε διὰ τὸν καρπόν· πεπαινό‐ μενος γὰρ ξανθὸς γίνεται.

5

.

502

[ἀχυρμιαί] οἱ τόποι εἰς οὓς χωριζόμενα τὰ ἄχυρα τοῦ σίτου ἐμ‐ πίπτει. ὀξύτονον δέ· Ἰωνικὸν γάρ ἐστιν ὡς τὸ ἀγυιαί, θαμειαί, ταρφειαί. καλῶς δὲ τὸ «ὑπολευκαίνονται»· κατ’ ὀλίγον γὰρ ἀλλοιοῦται τὸ χρῶμα τοῦ ὑποδεχομένου αὐτὰ χωρίου, ὁμοίως δὲ καὶ τοῖς μαχομένοις κατ’
5ὀλίγον ὁ κονιορτὸς προσεκάθιζεν.

5

.

509

χρυσαόρου] τινὲς χρυσάορον λέγουσι τὸν Ἀπόλλωνα, ὡς 〈τι‐ μίωσ〉 λαλοῦντα 〈διὰ τὴν〉 λύραν.

5

.

524

ὄφρ’ εὕδῃσι] ἀντὶ τοῦ ἐν ὅσῳ. «εὕδῃσι» ὡς τὸ «παμφαίνῃσιν» (Il. V, 6.)

5

.

526

〈ἀέν〉τες] ὡς τὸ τιθέντες, 〈ἀπὸ τοῦ〉 ἄημι.

5

.

529

ἀνέρες ἔστε] μὴ προδῶτε τὴν φύσιν.

5

.

530

[ἀλλήλους τ’ αἰδεῖσθε] μὴ ἐμὲ ἀλλὰ ἀλλήλους· κατὰ φῦλα γὰρ ἦσαν. δείκνυσι δὲ ὅτι οὐ μόνον ἐν εἰρήνῃ χρήσιμον ἡ αἰδὼς, ἀλλὰ καὶ ἐν πολέμῳ.

5

.

531

[αἰδομένων δ’ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται] ὃς γὰρ τὸ περὶ ἑαυτοῦ μόνον σκοπεῖ, αὐτός τε χωρίζεται συμμαχίας καὶ τοὺς ἄλλους χωρίζει.

5

.

543

[ἐνὶ Φηρῇ] περισπᾷ ἡ παράδοσις τό «Φηρῇ» 〈παραλόγωσ〉· τὰ γὰρ εἰς ρα δισύλλαβα θηλυκὰ μονογενῆ τῷ η παραληγόμενα βαρύ‐ νονται· πήρα, θήρα, Ἥρα.

5

.

554

[οἵω τώγε λέοντε] ἡ γὰρ λέαινα δύο τίκτει.

5

.

556

[ἁρπάζοντε] τὸ ἁρπάζειν ἐπὶ τῶν κωλυομένων λαβεῖν λέγεται.
διὰ μιᾶς—τὴν βίαν.89

5

.

557

[σταθμοὺς] τὰ εἰς μος λήγοντα—τὸ θ, ὀξύνονται· μηνιθμός, πορθμός, σκαρθμός, ἰσθμός· οὕτως καὶ σταθμός.

5

.

567

[σφας] συσταλτέον τὸ «σφας» διὰ τὸ μέτρον.

5

.

583

* [ἡνία λεύκ’ ἐλέφαντι] οὕτως λευκὰ ὡς 〈τὰ〉 κεκοσμημένα τοῖς 〈τοῦ〉 ἐλέφαντος ὀστοῖς.

5

.

584

[ξίφει ἤλασε κόρην] πῶς ἐπὶ τοῦ ἅρματος—κατέκυ‐ ψεν.

5

.

587

* [ἀμάθοιο] ἄμαθος ἡ κατὰ τὸ πεδίον ἄμμος, ψάμμος δὲ ἡ κατὰ θάλασσαν κόνις.

5

.

592

[Ἐνυὼ] ἔστι δὲ πολεμικὴ θεός.

5

.

596

[ῥίγησε] ἐδειλίασεν ἐπεὶ ἀπείρητο—αὐτῷ πόλεμον.

5

605-606

[ἀλλὰ πρὸς Τρῶας—εἴκετε] κατ’ ὀλίγον ὑπο‐ χωρεῖτε ὑποποδίζοντες, μὴ διδόντες νῶτον. διδάσκει δὲ πῶς δεῖ τὰς τροπὰς ποιεῖσθαι.

5

.

613

[πολυλήϊος] διδάσκει τοὺς πλουσίους θνητὰ 〈φρον〉εῖν, καὶ τὸν θάνατον 〈νομ〉ίζειν μηδὲν ἧττον παρεῖναι.

5

.

626

[ὁ δὲ χασσάμενος πελεμίχθη] ὁ δὲ ἀναχωρήσας «πελεμίχθη», ἤτοι διετίναξε τὴν ἀσπίδα, ἵνα ἀποβάλῃ τὰ ἐμπεπηγότα δόρατα.

5

.

630

[υἱὸς δ’ υἱωνός τε] πῶς συγγενεῖς ὄντες μάχονται; ὅτι ἱερὸς ἐδόκει ὁ ἐν πολέμῳ θάνατος. ἄλλως τε καὶ ἀρνοῦνται τὴν συγγένειαν.

5

.

638

[βίην Ἡρακλείην] ἐκ τῆς δυνάμεως περιφραστικῶς αὐτὸν ἐδή‐ λωσεν.

5

.

646

τὸ δὲ «οἴομαι» ἀπὸ κοινοῦ.

5

.

649

[ἀνέρος ἀφραδίῃσιν] ἐξηυτέλισε τὴν δύναμιν Ἡρακλέους, τὴν
ἀδικίαν ἐκείνου αἰτίαν εἶναι λέγων τῆς ἁλώσεως.90

5

.

654

[κλυτοπώλῳ] οὗ κλυτή ἐστιν—οἷον ἀκουστή. διὰ τὰς ἐπὶ τοῖς ἀποθανοῦσιν οἰμωγὰς—τῷ ἱππικῷ.

5

.

656

[ἁμαρτῇ] τὸ «ἁμαρτῇ» ὁ μὲν Ἀρίσταρχος χῶρις τοῦ ι —ὃ καὶ ἐπεκράτησεν.

5

.

659

[νὺξ ἐκάλυψεν] τοῦ βρόγχου—ὁ θάνατος ἐπεγένετο.

5

.

661

[μαιμώωσα] τοῦ «μαιμώωσα» πλεονάζει τὸ μ· ἔστι γὰρ αἱμώωσα.

5

.

665

ὁ μὲν Τληπόλεμος πρότερος καυχησάμενος—ἐπεὶ ἀνταλαζονεύεται.

5

.

666

μείλινον] τὸ ἐκ μελίνου ξύλου κατεσκευασμένον. μελία δέ ἐστιν εἶδος δένδρου.

5

.

668

[ἐϋκνήμιδες] ἀπὸ μέρους οἱ εὔοπλοι.

5

.

670

μαίμησε δέ οἱ φίλον ἦτορ] ἤτοι συνέπαθεν αὐτοῦ ἡ ψυχὴ ἐπὶ τῷ νεκρῷ. ἐκ τοῦ μαιμάω μαιμῶ, τὸ προθυμοῦμαι.

5

.

671

[μερμήριξε] διδάσκει διὰ τοῦ Ὀδυσσέως ὅτι κἀν τοῖς κινδύ‐ νοις φρονήσει δεῖ χρῆσθαι.

5

.

678

εἰσὶ δὲ ὀνόματα κύρια.

5

.

689

[οὔτι προσέφη] πέπονθε γὰρ τῇ ψυχῇ καὶ τῷ λόγῳ— ὁ καιρός.

5

.

696

[ψυχὴ] ψυχὴν ἐνταῦθα τὸ πνεῦμά φησι. [ἔλιπε] διὰ τὴν αἱμορραγίαν.

5

.

698

[κεκαφηότα] κάπος τὸ πνεῦμα, ὅθεν καὶ κῆπος, ὁ καταπνεό‐ μενος τόπος ὑπὸ τῶν ἀνέμων. κεκαφηότα δὲ τὸν ἐκπεπνευκότα.91

5

.

700

[οὔτε ποτὲ προτρέποντο] τὸ γὰρ προτροπάδην—χά‐ ζοντο.»

5

.

704

[χάλκεος Ἄρης] τουτέστιν ὁ Πόλεμος, ὁ σωματοειδὴς θεός.

5

.

722

οὕτως ἡ Δημὼ φυσιολογεῖ περὶ τοῦ τῆς Ἥρας δίφρου· Ἥραν μὲν γάρ φησι τὸν ἀέρα, οὗ τὰ μὲν περίγεια μέρη, ἅπερ ἐστὶ ζοφω‐ δέστερα—ἡμισφαίριον.

5

722bis

[κύκλα] κύκλους Ἰωνικῶς, τοὺς τροχούς.

5

722ter

[κάμπυλα κύκλα] «κύκλα» μὲν οἱ τροχοί.

5

.

723

[χάλκεα ὀκτάκνημα] κνῆμαι αἱ ἐντὸς τῶν τροχῶν ῥάβδοι ἐμ‐ πεπηγμέναι πρὸς τῇ χοινικίδι. [σιδηρέῳ ἄξονι ἀμφίς] ἄξων πᾶν τὸ διῆκον διὰ τῶν τροχῶν ξύλον, τὸ εἰς τὰς χοινικίδας ἐμβαλλόμενον ἑκατέρωθεν.

5

723bis

τὰ μὲν ἐνεργῆ μέρη τοῦ ἅρματος—ταῖς πολυτελέσιν.

5

.

724

[χρυσέη ἴτυς ἄφθιτος] ἡ δὲ «ἴτυς» ἡ τοῦ τροχοῦ περιφέρεια.

5

.

725

[χάλκε’ ἐπίσσωτρα] «ἐπίσσωτρα» δὲ τὰ ἐπάνω τῶν τροχῶν σίδηρα ἃ καὶ κατακαλύπτειν ἤτοι ὁ ἔξωθεν συνέχων τοὺς τροχοὺς σίδηρος.92

5

.

726

[πλῆμναι] «πλῆμναι» δὲ αἱ χοινικίδες τῶν τροχῶν, ἤτοι αἱ ὀπαὶ δι’ ὧν ὁ ἄξων στρέφεται. «πλῆμναι» εἴρηνται διὰ τὸ πλήσσεσθαι ὑπὸ τοῦ ἄξονος.

5

.

728

[ἄντυγες] 〈«ἄντυγες» δὲ αἱ〉 ἁψῖδες ἐξ ὧν ἡ περιφέρεια τοῦ ὀχήματος γίνεται.

5

.

729

〈ῥυμὸσ〉 ὁ δὲ «ῥυμός» τὸ μεταξὺ τῶν ἵππων ᾧ συνδεῖται ὁ ζυγός.

5

.

730

[ζυγὸν] ζυγὸς δὲ ὁ ἐπιτιθέμενος τῷ τραχήλῳ τῶν ἵππων. [λέπαδνα] τὰ δὲ «λέπαδνα» οἱ περὶ τὰ στήθη τῶν ἵππων ἱμάντες. ὡς κόπτω κόπανον, λέπω λέπαδνον. εἰσὶ δὲ τὰ περιτραχήλια τῶν ἵππων.
5[λέπαδνα] λώρους δι’ ὧν τοὺς ἵππους ζευγνύουσιν.

5

.

734

[πέπλον] πρέπω πρέπαλος πέπαλος πέπλος.

5

.

742

[σμερδνή] ὡς ἀπὸ τοῦ ἀλαπάζω ἀλαπαδνός, οὕτω μερίζω με‐ ριδνός μερδνός καὶ σμερδνός.

5

.

744

[ἑκατὸν πόλεων πρυλέεσς’ ἀραρυῖαν] ὑποτυποῖ ἡμῖν τὸ μέγεθος τῆς φερούσης 〈τὸ〉 καὶ αὐτὴν τὴν 〈κόρυθα〉 ἑκατὸν πόλεων ὁπλίτας δύ‐ νασθαι κατακαλύπτειν· εἶχε γὰρ ἐν ἑαυτῇ ὁπλίτας τετυπωμένους ἑκατὸν πόλεων.

5

.

745

φλόγεα] τὰ ἅρματά φησι διὰ τὸ ὀξέα εἶναι κατὰ τὴν κίνησιν ὡς πῦρ.

5

.

749

[Ὧραι] ἐπεὶ τὴν τῶν οὐρανίων—τὸν ὑπὲρ τὰ νέφη
φησὶ τόπον.93

5

.

750

[Οὔλυμπος τε] Οὔλυμπον δὲ λέγει τὸν ὑψηλὸν τόπον.

5

.

759

[ἕκηλοι] ἕκηλος δασυντέον—εἴη. σεσημειωμένου τοῦ ἐκεχειρία.

5

.

760

[τέρπονται] τὸ δὲ «τέρπονταί» φησιν ἵνα δόξῃ μὴ μάτην τετρῶ‐ σθαι τὴν Ἀφροδίτην.

5

.

770

οἷον ὅσον ἐπεκτείνεται ὁ ὀφθαλμὸς βλέψαι.

5

.

772

[ὑψηχέες] ἤτοι εἰς ὕψος αἰρόμενοι μετὰ ἤχου.

5

.

795

[ἕλκος ἀναψύχοντα τό μιν βάλε] οὐ τὸ ἕλκος ἔβαλεν, εἰργάσατο δὲ ἕλκος βαλών.

5

.

803

[ἐκπαιφάσσειν] παιφάσσω τὸ ἐνθουσιῶ· ἐκ τοῦ φῶ, τὸ φαίνω, φάσσω, ἀναδιπλασιασμῷ παφάσσω, καὶ πλεονασμῷ τοῦ ι παιφάσσω, οἱονεὶ τὸ φανερῶ.

5

.

812

[ἤ νύ σε] ὁ «ἤ» ὀξύνεται—ἐγκλιτικὴν οὖσαν.

5

.

830

[σχεδίην] μὴ μακρόθεν αὐτὸν τρώσας, ἀλλ’ ἐκ τοῦ σύνεγγυς.

5

.

836

[ἐμμαπέως] παρὰ τὸ μάρψαι.

5

.

857

[νείατον ἐς κενεῶνα] εἰ ἑπτάπλεθρος ὁ Ἄρης, πῶς φθάνει —ἀνδρὶ εἴκασται.

5

.

865

[καύματος ἐξ] σημείωσαι· ὅταν γὰρ καυματώδους οὔσης τῆς ἡμέρας—ὁρμήσαντος δυσαέος.

5

.

874

[ἀλλήλων ἰότητι] χαριζόμενοι τοῖς ἀνθρώποις—οὐχ ὑπ’ ἀνθρώπων πάσχοντες.

5

.

875

[σοὶ πάντες μαχόμεσθα] ἢ διὰ σὲ μαχόμεθα, ἢ σὺ πᾶσι πολέ‐ μιος εἶ ἐπιτρέπων ταύτην ἀδεῶς καθ’ ἡμῶν.

5

.

883

[Κύπριδα μὲν] ῥητορικὸν—ὡμολογημένων.

5

883bis

[καρπῷ] λέγει δὲ τὸν κατάξηρον τόπον.94

5

.

884

[δαίμονι ἶσος] τοῦτό φησιν ἵνα μὴ ὑπὸ τοῦ τυχόντος δοκῇ τε‐ τρῶσθαι.

5

.

886

[πήματ’ ἔπασχον] ὄντως δεινὰ 〈ἂν〉 ἔπασχον ἐν τοῖς νεκροῖς κείμενος, εἴπερ ζῶν ἀσθενὴς ἦν διὰ τὸ τραῦμα.

5

.

887

[ζώς] καὶ ἡ γενικὴ ζωοῦ· ἀπὸ γοῦν τοῦ ζωός ἐστιν ἡ συναίρεσις, διὸ καὶ ὀξύνεται τὸ «ζώς».

5

.

898

[ἐνέρτερος Οὐρανιώνων] τῶν Τιτάνων. τὸ δὲ «ἐνέρτερος» Ζηνό‐ δοτος γράφει· νέρτερος γὰρ ὁ Ἀρίσταρχος γράφει.

5

.

907

[αἱ δ’ αὖτις] καλῶς οὐ παρῆσαν ὅτε ἐνετύγχανεν Ἄρης
—δοκοῖεν σιωπᾶν.95

6

.

1

[φύλοπις] ἡ μετὰ βοῆς συνάπτουσα τὰ φῦλα. μάχεσθαι συνερχομένους

6

.

2

[ἔνθα καὶ ἔνθα] ἢ ἐν τῷ διώκειν—καὶ ἀριστερά.

6

2bis

ἴθυσε μάχη] ἤτοι ἐπ’ εὐθείας ἐφέρετο, ὁτὲ μὲν τῶν Ἑλλήνων τρεπομένων, ὁτὲ δὲ τῶν Τρώων.

6

.

19

[ὑφηνίοχος] πλεονάζει ἡ ὑπὸ πρόθεσις, ὥσπερ τὸ «ὑποδμώς» (Odyss. IV 386). καὶ τὸ «ἐπαινὴ Περσεφόνεια» (Il. IX, 457. alias.)

6

.

21

[Αἴσηπον καὶ Πήδασον] Αἴσηπος ἀπὸ τοῦ ποταμοῦ, Πήδασος 〈δὲ〉 παρὰ τὸ πιδύειν.

6

.

22

[νηῒς] «νηῒς» δὲ παρὰ τὰ νάματα.

6

.

35

[Πήδασον] πόλις Φρυγίας.

6

.

39

[μυρικίνῳ] ἐπεὶ γὰρ μεταξὺ ποταμῶν ἡ μάχη, εἰκότως πολλαὶ μυρῖκαι.

6

.

43

[ἐπὶ στόμα] «στόμα» παρὰ Λάκωσι τὸ πρόσωπον.

6

.

45

[ἐλίσσετο γούνων] σημείωσαι ὅτι οὐδεὶς τῶν Ἑλλήνων τοῦτο
ποιεῖ.96

6

.

48

[πολύκμητος] ὁ δυσκατέργαστος.

6

.

53

[καταξέμεν] ὑψηλὴ γὰρ ἡ Ἴλιος.

6

.

62

[αἴσιμα] μέτριον καὶ ἀόργητον χαρακτηρίζει τοῦ Μενελάου τὸ ἦθος.

6

.

66

[μακρὸν] ὡς πρὸς ἑαυτὸν, ἢ ῥώννυται ὑπὸ χαρᾶς.

6

.

70

[κτείνωμεν] τῷ πόνῳ—δυσωπῶν τοὺς νέους.

6

77-78

[ἐπεὶ πόνος ὔμμι—ἄριστοι] ἢ οὕτως· ἐπειδὴ τὸ πολεμικὸν ἔργον μάλιστα ὑμῖν τῶν Τρώων καὶ τῶν Λυκίων ἔγκειται καὶ ἐκκρέμαται, διότι ἄριστοι καὶ φέριστοί 〈ἐστε〉.

6

.

78

[ἐγκέκλιται] ἄλλως· ἀντὶ τοῦ ἐρήρεισται καὶ περικέκλεισται ἡ σωτηρία τῶν πραγμάτων.

6

78bis

[μάχεσθαι—φρονέειν τε] ἀρετὴ τῶν ἡγουμένων βουλεύεσθαι 〈μὲν〉 ἄριστα—βεβουλευμένων.

6

.

80

[στῆτ’ αὐτοῦ καὶ λαὸν ἐρυκάκετε] σύλληψις ὁ τρόπος· τῷ μὲν ἑνὶ κελεύει στῆναι πρὸ τῶν πυλῶν μὴ συγχωροῦντι φεύγειν, 〈τῷ〉 ἑτέρῳ δὲ περιιέναι—τῆς φυγῆς παύσασθε.

6

.

87

[γεραιὰς] τὰς ἱερείας, τὰς ἐκ τῶν—δεχομένας, γεραιράς.

6

.

88

φασὶ τὸ διοπετὲς—δόρυ.

6

.

90

διδάσκει ἐκ τῶν καλλιστευόντων τιμᾶν τὸν θεόν.

6

.

97

[μήστωρα] «μήστωρα» δὲ τὸν δυνάμενον μητίσασθαι καὶ μηχα‐ νήσασθαι τοῖς ἐναντίοις φυγὴν, ὅ ἐστιν ἐργάσασθαι.

6

.

98

[φημὶ γενέσθαι] οὐκ εἶναί φησι, ἀλλὰ «γενέσθαι», ἤτοι νῦν ὑπὸ Ἀθηνᾶς.

6

.

114

[εἴπω βουλευτῇσι] ἵνα μὴ δοκοῖεν αὐτὸν φεύγειν, ἀλλ’ ὁ μὲν Ἕλενος πρὸς τὴν μητέρα αὐτὸν ἀπέστελλε, ἵνα συγκαλέσῃ τὰς «γεραιὰς»,
ὁ δὲ Ἕκτωρ τοῦ εὐπρεποῦς—ὑπὲρ τοῦ Διομήδους εὐχήν.97

6

.

116

[ἐπέβη—Ἕκτωρ] οὐκ ἐπὶ ἵππων ἀναχωρεῖ, ἵνα μὴ δοκῇ φεύγειν, ἢ ἵνα ὁρῶντες τὸ ἅρμα αὐτοῦ οἱ Τρῶες μὴ δοκοῖεν αὐτὸν ἀπηλλάχθαι.

6

.

119

[Γλαῦκος δὲ] ἀναπαύει τὸν ἀκροατὴν—παρεμβάλ‐ λων. ὅ τε στρατὸς—τῶν ἀριστέων ὑποχωρησάντων.

6

.

123

[τίς δὲ σύ ἐσσι] ἐπειδὴ ἄχρι τοῦ τρῶσαι τοὺς θεοὺς ἐγίνωσκεν «ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα» (Il. V, 128).

6

.

125

[προβέβηκας] ὡς δὴ ἀναπαυομένων τῶν φαλάγγων.

6

.

135

[βουπλῆγι] βουπλὴξ ὁ πέλεκυς, ὅτι ἐν αὐτῷ τυπτόμενοι οἱ βόες —γίνεται.

6

.

150

[εἰ δ’ ἐθέλεις] καὶ πάλιν οὕτως κατὰ τὸ κείμενον· «εἰ δὲ ἐθέλεις καὶ ταῦτα γνῶναι, ὅπως καλῶς μάθῃς.» [εἰ δ’ ἐθέλεις καὶ ταῦτα δαήμεναι] στικτέον εἰς τὸ «ἐθέλεις», καὶ τὸ «δαήμεναι» ἀντὶ τοῦ δάηθι.

6

.

156

[κάλλος τε καὶ ἠνορέην] οὐδὲν κάλλος—ἐρατεινὴν εἶπεν.

6

.

159

[Ζεὺς γάρ—ἐδάμασσε] ὁ Ζεὺς γὰρ τοὺς Ἀργείους τῷ Προίτῳ ὑπέταξεν.

6

.

165

[μιγήμεναι οὐκ ἐθελούσῃ] τρεῖς τρόποι μίξεων· ἢ βούλεταί τις μὴ βουλομένῃ, ἢ μὴ βουλόμενος βουλομένῃ, ἢ βουλόμενος βουλομένῃ· τέταρτος γὰρ τρόπος οὐκ ἔστιν· οὐδεὶς γὰρ ἄκων ἀκούσῃ μίγνυται.

6

.

179

[ἀμαιμακέτην] ἀμαιμακέτη ἡ ἄγαν μαιμῶσα, ἡ ἀκαταμάχητος.

6

.

180

[θεῖον γένος] ὡς τερατῶδες καὶ παρηλλαγμένον.

6

.

183

[καὶ τὴν μὲν—πιθήσας] ἀπίστου ὄντος πῶς—
δύναμιν ἐπαγαγών.98

6

.

191

[γίνωσκε θεοῦ γόνον] ἐκ τῶν πράξεων ἀξιοῖ κρίνεσθαι τὰς εὐγενείας ὁ ποιητής.

6

.

192

[θυγατέρα ἥν] τὴν Ἀλκιμέδουσαν.

6

.

201

τὸ Ἀλήϊον] οἱ μὲν δασύνουσι διὰ τὸ ἅλας ἐκεῖ πήγνυσθαι· ἄμεινον δὲ ψιλοῦν ἀπὸ τοῦ ἀλῶ, τὸ πλανῶ. διασύρει δὲ τὰ ἀνθρώπινα.

6

.

202

[ὃν θυμὸν κατέδων] οὐχ, ὡς οἱ νεώτεροι, μελαγχολάνας, ἀλλ’ ὀδυνώμενος—ἀπωλείᾳ.

6

.

204

[μαρνάμενον Σολύμοισι] ἴσως γηράσαντος τοῦ Βελλεροφόντου.

6

.

208

[αἰὲν ἀριστεύων] τοῦτο ἀναφέρει—ἁπάντων».

6

.

211

[ταύτης τοι γενεῆς καὶ αἵματος] τὸ γὰρ αἷμα—ἐξέλ‐ κουσιν.

6

.

220

[Βελλεροφόντης δὲ] 〈ὁ μὲν〉 ὡς μένοντι, ὁ δὲ ὡς ἐκδημοῦντι.

6

.

219

[φοίνικι φαεινὸν] λαμπρὸν καὶ στιλπνὸν ἐρυθρῷ βάμματι.

6

.

226

[ἔγχεα δ’ ἀλλήλων] τὰ ἔγχη δὲ ἀλλήλων ἐκκλίνωμεν καίτοι ἐν πλήθει ὄντες. [δι’ ὁμίλου] ἢ ἐπὶ παντὸς 〈τοῦ〉 πλήθους, ὅπως γνῶσιν ὅτι ξεῖνοί ἐσμεν, ἢ καὶ διὰ μάχης πάσης.

6

.

235

[ὃς πρὸς Τυδείδην Διομήδεα] πῶς οὐ δειλιᾷ Διομήδης γυμνού‐ μενος πρὸ ὀλίγου τῶν Τρώων παρασπονδησάντων; τάχα τὸν ζωστῆρα μόνον καὶ τὸ ξίφος ἤμειψαν.

6

.

239

[ἔτας] ψιλωτέον τὸ «ἔτας».

6

.

241

[πάσας ἑξείης] πρὸς πάσας ἐφεξῆς τὴν αὐτὴν ἀπόκρισιν ἐδίδου.

6

241bis

[πολλῇσι δὲ κήδε’ ἐφῆπτο] ἀντὶ τοῦ· πολλαὶ δὲ αὐτῶν ἐν κακώσει
ἐγένοντο.99

6

.

243

[ξεστῇς αἰθούσῃσι] ταῖς ὑπὸ τοῦ ἡλίου αὐγαῖς αἰθομέναις 〈στοαῖσ〉.

6

.

248

[τέγεοι θάλαμοι] ἐπὶ τοῦ τέγους ᾠκοδομημένοι· τοιοῦτοι γὰρ —ἀνδράσιν.

6

.

251

[ἠπιόδωρος] δῶρον—εἶναι ἤπια.

6

.

252

[Λαοδίκην εἰσάγουσα] εἴσεισι δὲ πρὸς τὴν Λαοδίκην ἡ Ἑκάβη πευσομένη δι’ ἣν αἰτίαν εἰς τὸ τεῖχος τὴν Ἑλένην ἐξήγαγεν· ταύτῃ γὰρ ἡ Ἶρις ἀπεικάσθῃ.

6

260-265

ἡ μὲν μήτηρ διψῆν αὐτὸν οἰομένη ἀπὸ τῆς κινήσεως τοῦ πολέμου, ἀξιοῖ πίνειν. ὑφαιρουμένη δὲ αὐτοῦ τὴν αἰδῶ τὸ «σπείσῃς» εἶπεν. ὀνίνησι δὲ οἶνος μέτριος ποθεὶς καὶ πραΰνει. ὁ δέ, ἐπεὶ βούλεται ἄγριος εἶναι πρὸς τοὺς πολεμίους, παραιτεῖται—ὥς φησι Λύ‐
5κος, ἢ ὅτι στρατιώταις μὲν—ὑπεκλύει. ἢ τοῖς ἀποκαμοῦσιν 〈ὠφελεῖ μόνοισ〉, ὁ δὲ ἔτι ἰσχύει. ἄλλως· ἐν ὑπερβατῷ· χερσὶ δ’ ἀνίπτοισι Διὶ λείβειν ἅζομαι μή μ’ ἀπογυιώσῃς. ἢ ὅτι ὁ μὲν μετὰ πόνου οἶνος ὠφέλιμος, ὁ δὲ πρὸ πόνου ἐπι‐ βλαβής.

6

.

265

* ζητεῖται πῶς ποτε ἐναντία—τῶν λεγόντων νοεῖται.

6

.

284

[εἰ κεῖνόν γε] εἰ ἐκεῖνον ἴδοιμι τελευτήσαντα, εἴποιμι ἂν τὴν ἐμὴν φρένα πάσης ἀτέρπου κακοπαθείας ἐπιλησθῆναι.

6

.

291

[ἐπιπλὼς] ἐπιπλεύσας· ἀποκοπὴ, οὐ συγκοπή.
[ἤγαγε Σιδονίηθεν] κλέψας γὰρ τὴν Ἑλένην οὐκ εὐθὺς πρὸς τὴν Ἴλιον ἦλθεν, ἵνα μὴ διωχθεὶς καταληφθῇ, ἀλλ’ ἔπλευσε διὰ τῆς Αἰγύ‐ πτου καὶ Φοινίκης.100

6

.

295

[νείατος ἄλλων] ὧν γὰρ ἡ χρῆσις συνεχὴς, ταῦτα πρόχειρα.

6

.

300

[τὴν γὰρ Τρῶες] τοὺς ἱερεῖς οὔτε κληρωτοὺς οὔτε ἐκ γένους εἶναι βούλεται, οὔτε ψήφῳ ἑνὸς, ἀλλ’ οὓς πλῆθος ἕλοιτο.

6

.

304

[εὐχομένη οὐδ’ ἠρᾶτο] τὴν Θεανὼ Ἑκάβης παρισταμένης ποιεῖ εὐχομένην, ὅτι περὶ τῶν κοινῶν τὸν ἱερέα εὔχεσθαι δεῖ.

6

.

305

[ἐρυσίπτολι] πλεονασμὸς τοῦ ε· παρὰ Καλλιμάχῳ· ῥυσίπτολις γὰρ ἡ ῥυομένη τὰς πόλεις.

6

.

307

[πρηνέα δὸς πεσέειν] ἕτερα παρὰ τὴν πρόσταξιν εὔχεται· διὸ ἡ Ἀθηνᾶ ἀνανεύει.

6

.

311

[ἀνένευε] 〈ἐπὶ μόνῃ〉 δὲ τῇ ἀναιρέσει, ἐπεί τοι παύει— πρὸς Ἕκτορα μονομαχίας.

6

.

314

[αὐτὸς ἔτευξε] ὡς περὶ ἁβροδιαίτου—ἰδίᾳ οἴκησιν ἐδείματο.

6

.

315

[τέκτονες] τέκτονας δὲ τοὺς λαοξόους φησίν.

6

.

316

[οἵ οἱ ἐποίησαν—αὐλὴν] οἵτινες αὐτῷ ἐποίησαν δῶμα ἐν ᾧ ἦν θάλαμος καὶ αὐλή. ἢ «δῶμα» τὸν ἀνδρῶνά φησιν.

6

.

320

[περὶ δὲ—πόρκης] περιεῖχε, φησὶν, χρυσοῦς πόρκης τὸ δόρυ.

6

320bis

[πόρκης] ὁ τῆς ἐπιδορατίδος—τὸ δόρυ δι’ αὐτοῦ· οὗτος γὰρ συνέχει τὸν σίδηρον πρὸς τὸ ξύλον.

6

.

326

[οὐ μὲν καλὰ χόλον] οὐ καλῶς νῦν ὀργίζῃ ἡγούμενος τοὺς Τρῶας ἀγανακτεῖν κατὰ σοῦ, ἢ ὅτι τῷ Μενελάῳ ἀποδοῦναι ἠβούλοντο ἅπερ
ἔλαβες.101

6

.

336

[ἥμην] τινὲς δὲ τὸ «ἥμην» δασύνουσιν. [ἄχεϊ προτραπέσθαι] ἔθελον μὲν διὰ τὴν ἀθυμίαν ὀλίγον ἀποτρα‐ πῆναι τῆς μάχης, ἔθελον δὲ παρατροπήν τινα καὶ παραμυθίαν δοῦναι τῇ λύπῃ τῇ ἐκ τῆς ἥττης.

6

.

343

[προσηύδα μειλιχίοισι] προσάγεται αὐτὸν διὰ λόγων μειλιχίων· ξυνίησι γὰρ ὅτι—παρῆκεν.

6

.

344

[δᾶερ ἐμεῖο κυνός] ἐπεὶ δὲ δι’ αὐτὴν δυστυχοῦσι Τρῶες, προ‐ αναστέλλει—αὐτῶν ἐπισπᾶται.

6

.

348

[ἀπόερσε] ψιλωτέον τὸ ἔρσε—τοῦ ς ψιλοῦται. γί‐ νεται δὲ ἀπὸ τοῦ ἔρρω.

6

.

350

[ἀνδρὸς ἔπειτ’ ὤφελλον ἀμείνονος] διδάσκει ὁ ποιητὴς τὰς ἐπι‐ γαμίας—γεγενῆσθαι γυνή.

6

.

353

[τῷ καί μιν—ὀΐω] πιθανῶς παρέδραμε τὴν αἰσχύ‐ νην τῶν εἰργασμένων.

6

.

355

[δᾶερ] τὸ δὲ «δᾶερ» ἕνεκεν φιλοφροσύνης ἐπαναλαμβάνει.

6

.

365

[οἰκῆας] οὐκ ἀπῆλθεν πρῶτον εἰς τὸν ἑαυτοῦ δόμον προκρίνων τὰ ἀναγκαῖα τῶν ἡδέων.

6

.

378

γαλόων] ἀνδρῶν ἀδελφῶν, αἳ παρ’ ἡμῖν λέγονται ἀνδραδελφαί. εἰνατέρες δὲ καλοῦνται αἱ τῶν ἀνδρῶν γυναῖκες, αἱ παρ’ ἡμῖν λεγόμεναι σύνοικοι.

6

.

389

[μαινομένῃ εἰκυῖα] ἵνα δοκῇ ἐκβεβακχεῦσθαι τῷ προόδῳ.

6

.

394

πολύδωρος] ὡς πολλὰ ἐνεγκαμένη δῶρα τῷ οἴκῳ τοῦ ἀνδρὸς εἰς προῖκα.

6

.

398

[τοῦπερ δὴ θυγάτηρ—Ἕκτορι] ἤτοι ἐδεδάμαστο
εἰς γάμον τῷ Ἕκτορι.102

6

.

400

[ἀταλάφρονα] ἀταλάφρων, μὴ δυνάμενος τλῆναι κακοπάθειαν, ἤτοι ἁπαλάφρων καὶ νήπιος.

6

.

406

[φῦ χειρί] τὸ δυσαποπάστως—χειρί.

6

.

411

[σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι] φίλανδρον τὸ ἦθος.

6

.

414

[ἤτοι γὰρ πατέρ’ ἀμὸν] τὸ «ἀμόν» ἐν μὲν τῇ Ἰλιακῇ— τὸ ε εἰς α μακρόν.

6

.

422

[ἰῷ] τὸ ἴα καὶ μία καὶ ἴον ἐν μὲν τῇ εὐθείᾳ βαρύνει ὁ Ἀρίσταρ‐ χος, ἐν δὲ δοτικῇ περισπᾷ· ἰᾷ μιᾷ ἰῷ.

6

.

442

[αἰδέομαι] νόμος γὰρ—ὑποτεταγμένους.

6

.

444

[μάθον ἔμμεναι ἐσθλός] σημείωσαι ὅτι διδακταὶ— εἴωθα.

6

.

448

ἐλπίζει τὰ δεινὰ διὰ τὴν παράβασιν.

6

.

454

[ὅσσον σεῖο] δεινὸν γὰρ ἡ τῶν γυναικῶν ὕβρις.

6

.

456

πρὸς ἄλλης] ὑπὸ ἄλλης κελευομένη—σύνηθες ὂν ταῖς ἀρχαίαις.

6

.

457

[Μεσσηΐδος ἢ Ὑπερείης] Μεσσηῒς καὶ Ὑπέρεια κρῆναι Ἄργους. Gen. ajoute: οἱ δὲ τῆς Λακωνίας.

6

.

458

ἀεκαζομένη] ἄκουσα καὶ μὴ βουλομένη. [ἀεκαζομένη] οὐχ ἑκοῦσα, ἀλλ’ ἀναγκαζομένη.

6

.

472

[αὐτίκ’ ἀπὸ κρατὸς κόρυθ’ εἵλετο] εὐάλωτος γὰρ καὶ ὁ τραχὺς τέκνου φιλοστοργίᾳ.

6

.

479

[εἴποι] γράφεται καὶ «εἴπῃσι».

6

.

480

[ἔναρα βροτόεντα] «ἔναρα» τὰ ἀπὸ τοῦ πολέμου—φο‐ νεύειν, «βροτόεντα» δὲ τὰ ᾑμαγμένα· βρότος γὰρ τὸ ἀπὸ φόνου αἷμα. ἢ ᾑματωμένα. Gen II: διὰ τοῦτο οἱ νεκροὶ ἔναροι.

6

.

489

[ἐπὴν τὰ πρῶτα γένηται] φαίνεται τὴν μαθηματικὴν πρῶτος εἰδέναι ἐν οἷς λέγει.

6

.

492

[πόλεμος δὲ] ὅρα τὴν διαφορὰν τῶν προσώπων· ὁ μὲν γὰρ Ἕκτωρ· «πόλεμος—μελήσει» φησὶν, ὁ δὲ Ἀλέξανδρος —ἄλοχος».103

6

.

496

[ἐντροπαλιζομένη] ἀπήγαγε μὲν—ἡ εὔνοια.

6

.

500

[γόον] γόαον καὶ συγκοπῇ γόον.

6

.

503

[οὐδὲ Πάρις δήθυνεν] δῆλον οὖν ὡς διὰ τοῦτον ἐνδιέτριβεν Ἕκτωρ ὁμιλῶν τῇ γυναικὶ καὶ οὐ ταχέως διῆλθεν, ἵνα—πρὸς αὐτούς.

6

.

506

[ἀκοστήσας] ἡσυχάσας, παρὰ τὸ ἀκήν, ἢ ὅτι Θεσσαλοὶ ἀκοστὰς τὰς κριθάς φασιν.

6

.

507

[δεσμὸν] δεσμὸς Ἀλεξάνδρου ἡ Ἑλένη.

6

.

509

[ὑψοῦ δὲ κάρη ἔχει] ἀντὶ τοῦ· ἐφυψοῖ δὲ τὴν κεφαλήν.

6

.

513

ἠλέκτωρ] ἥλιος ἐπιθετικῶς, ὅτι ἀλέκτρους ἡμᾶς ποιεῖ ἀνισταμέ‐ νους ἐκ τῆς κοίτης. Gen ajoute: ἢ ὅτι λαμπρὸς παρὰ τὸ ἤλεκ‐ τρον

6

.

514

[καγχαλόων] ὡς ἠγαπημένος—τὸ φθοροποιὸν ἔχων.104

7

.

5

ἐλάτῃσι] ταῖς κώπαις—κατεσκευάζοντο.

7

.

8

πρῶτος ἀριστεύει ὁ Ἀλέξανδρος ἢ ὡς προπετὴς, ἢ ὡς ἀναπαυθεὶς, ἢ ὡς ἐρεθισθεὶς ὑπὸ τοῦ Ἕκτορος.

7

.

12

[στεφάνης] στεφάνη εἶδος—ἀπὸ τῆς τῶν ὀρῶν ἐξοχῆς.

7

.

22

[φηγῷ] φηγὸς ἢ δρῦς παρὰ τὸ φαγῶ—ἐκ τοῦ πλεῖν αὐτῇ ἐκέχρηντο.

7

.

26

[ἑτεραλκέα νίκην] τὴν τοῖς ἑτέροις δύναμιν παρέχουσαν.

7

.

47

[Διὶ μῆτιν ἀτάλαντε] διδάσκει—πόλεως φροντίζειν, ἀλλὰ καὶ παντὸς κόσμου ὡς καὶ ὁ θεός.

7

.

63

[οἵη δὲ ζεφύροιο] καλῶς τὴν ἠρεμίαν τῶν ὅπλων— «Ζεφύρου ὑποκινήσαντος».

7

.

85

[ταρχύσωσι] «ταρχύσωσι» δὲ θάψωσι· τάρχεα γὰρ τὰ πρὸς κηδείαν τοῖς νεκροῖς νενομισμένα.

7

.

86

χεύωσιν] χώσωσι· τὸ τὴν γῆν ἐπιχέαι τοῖς τεθνεῶσιν, ὅθεν καὶ
χυτὴ γῆ οὐ πᾶσα, ἀλλ’ ἡ ἐπιχεομένη τοῖς νεκροῖς.105

7

.

94

[ὀψὲ] διδάσκει διὰ τοῦ «ὀψέ» μὴ παραχρῆμα ποιεῖσθαι τὰς ἀποκρίσεις.

7

.

99

[ὕδωρ καὶ γαῖα γένοισθε] τεσσάρων ὄντων στοιχείων, τὸ ὕδωρ μόνον καὶ τὴν γῆν παρείληφε ὡς φανερώτερα, ὅτι διαλυομένου τοῦ ἀν‐ θρώπου ταῦτα μόνα ὁρῶνται· οὐδεὶς γὰρ εἰς ὃν ἀέρα ἀναλύεταί τις καὶ πῦρ ὁρᾶ. ἢ ἐπεὶ ἦν τὰ μὲν ἄλλα κινητὰ, γῆ δὲ καὶ ὕδωρ τῶν ἀκι‐
5νήτων, τὴν ἀκινησίαν αὐτῶν ὀνειδίζων ταῦτα μόνα παρείληφεν.

7

.

107

[αὐτὸς δ’ Ἀτρείδης] διὰ τί τὸν μὲν Ἀλέξανδρον— ὁ Ἀγαμέμνων τε καὶ οἱ λοιποὶ Ἀχαιοί; ὅτι τὸν μὲν Μενέλαον ὡς ἀδι‐ κούμενον ἠλέουν, τὸν δὲ Ἀλέξανδρον ὡς ἀδικοῦντα ἐμίσουν.

7

.

109

[ἀφραίνεις] φιλοδόξως γὰρ, οὐ φρονίμως ἔσπευσεν ἐπὶ τὴν μά‐ χην.

7

.

111

[μηδ’ ἔθελ’ ἐξ ἔριδος] ὡς τὸ γνῶθι σαυτόν.

7

.

116

[πρόμον] τεχνικῶς ἥττονά φησιν αὐτὸν Ἕκτορος, ὅπως μὴ τῶν ἄλλων Ἑλλήνων καταφρονεῖν δοκοίη, τὸν μὲν τοῦ κινδύνου ῥυόμενος, τοὺς δὲ κινδυνεύειν προτρεπόμενος.

7

.

117

[μόθου] μόθος οἷον μότος—τὴν ἐπιθυμίαν.

7

.

125

[Πηλεὺς] διδάσκει ὅτι δεῖ καὶ ἀπόντας τοὺς γέροντας τιμᾶν.

7

.

131

[θυμὸν ἀπὸ μελέων] δηλοῖ ὅτι διέσπαρται—μέρει.

7

.

135

[Φειᾶς] Φειὰ πόλις τῆς Ἠλίδος παραθαλάσσιος. οἱ δὲ τῆς Ἀρκαδίας, παρ’ ἣν ὁ Ἰάρδανος ῥεῖ.

7

.

141

[κορύνῃ] ἡ κορύνη ῥόπαλόν ἐστιν ἐν ἑνὶ μέρει τὴν ῥοπὴν ἔχον.

7

.

154

[δῶκε δέ μοι εὖχος Ἀθήνη] ὅτι δεῖ τὰ ἴδια θεοῖς ἀναφέρειν.

7

.

157

ἐπανάληψις.

7

.

161

[οἱ δ’ ἐννέα πάντες ἀνέσταν] πλεονάζει τὸ «πάντες».

7

.

171

[κλήρῳ νῦν πεπάλασθε] κλῆρον ποιῆσαι λέγεται ὁ Νέστωρ, ἵνα μηδενὸς προκριθέντος ὑβρισθῶσιν οἱ λοιποὶ, καὶ ἵνα δείξῃ ὅτι οὐχ ἕνα μόνον ἔχουσιν ἀξιοχρέων πρὸς αὐτὸν μάχεσθαι, καὶ ἵνα μὴ νικήσας δοκῇ τὸν ἄριστον νενικηκέναι, ἀλλὰ τὸν ὑπὸ κλήρου δεδομένον.106
5[πεπάλασθε] τὸ δὲ «πεπάλασθε» ἐκ τοῦ ἀναπάλλεσθαι τοὺς κλήρους.

7

.

185

[οὐ γιγνώσκοντες] οὐχ οἱ αὐτοὶ γὰρ ἦσαν—ὀνόματα.

7

.

189

[γήθησε δὲ θυμῷ] καλῶς εἶπε μείδησε· τοῦτο γὰρ εἰρωνικόν.

7

.

194

[εὔχεσθαι] Ἑλληνικὸν τὸ πρὸ τῶν κινδύνων εὔχεσθαι. καὶ δείκ‐ νυσιν ὅτι δεῖ καὶ τὸν ἄριστον ἐπὶ θεοὺς καταφεύγειν.

7

.

195

[σιγῇ] «σιγῇ» δὲ, ἵνα μὴ δόξωσι τὸν Ἕκτορα δεδοικότες εὔχεσθαι.

7

.

212

[μειδιόων βλοσυροῖσι προσώπασι] οἷον ἥμερόν τι καὶ γενναῖον ἔχοντος τοῦ προσώπου. τεκμήριον δὲ τοῦτο τῆς τοῦ Αἴαντος γενναιότη‐ τος· τὸ μὲν γὰρ γελᾶν θρασύτητος ἄφρονος, τὸ δὲ μειδιᾶν γέλωτος μὲν αὐστηρότερον, σκυθρωπίας δὲ φαιδρότερον. ἐκπλήττει μὲν οὖν Ἕκτορα,
5θρασύνει δὲ τοὺς φίλους.

7

.

213

[μακρὰ βιβὰς] ἡ κίνησις τοῦ σώματος—πόδας ἵζει».

7

.

216

[θυμὸς ἐνὶ στήθεσσι πάτασσεν] τὴν κίνησιν καὶ ἀγωνίαν —οὐδὲν παρέλαβε· περὶ γὰρ ἀξιοπίστου προσώπου ἐστὶν ὁ λόγος αὐτοῦ.

7

.

228

ῥηξήνορα] τὸν ῥηγνύντα τῇ ἠνορέῃ, τουτέστι τῇ ἀνδρείᾳ, 〈τὸν〉 ἀνδρεῖον ἢ τὸν ῥέξαι—δυνάμενον. Gen II:
ἢ τὸν ῥέξαι.107

7

.

232

[ἄρχε] βραδὺς γὰρ—εὐτελίζων αὐτόν φησι.

7

.

235

[μή τί μευ] συνεῖδεν ὁ Ἕκτωρ—τῆς μάχης.

7

.

252

[ἠρήρειστο] ἐτράχυνε—δηλῶν.

7

.

269

[ἐπέρεισε δὲ ἶν’ ἀπέλεθρον] συνεπέδωκεν ὅλον σῶμα τῇ βολῇ.

7

.

303

[δῶκε ξίφος ἀργυρόηλον] ὁ μὲν Ἕκτωρ ἀφρόνως ἄοπλον ἐκδίδω‐ σιν ἑαυτόν, ὁ δὲ Αἴας ὅμως—οὐδὲν εἰς ἑαυτὸν πλημμελεῖ.

7

.

321

[νώτοισι] διὰ τὸ μὴ δεῖξαι τῷ πολεμίῳ τὰ νῶτα. Gen II ajoute: διὰ τοῦτο καὶ νώτοις δεξιοῦται τὸν Αἴαντα.

7

.

325

[πρόσθεν ἀρίστη φαίνετο βουλή] Ἀχιλλέα γὰρ ὅσον— τὰς πατρίδας ἐπέσχεν.

7

.

328

[πολλοὶ γὰρ τεθνᾶσι] προθυμοτέρους—ἀξιοῦσθαι ταφῆς.

7

.

332

[κυκλήσομεν] κύκλα οἱ τράχηλοι τῶν ἵππων.

7

.

334

[ἀπὸ πρὸ] ὁ Ἡρωδιανὸς—κοιμίζει.

7

.

337

[ὦκα] τὸ «ὦκα» ἔφη, ἵνα μὴ ἀπίθανον δοκῇ τὸ ἐν μιᾷ ἡμέρᾳ τεῖχος γενέσθαι.

7

.

345

[ἀγορὴ γένετο] ἔδει γὰρ—τῶν ἀναγκαίων.

7

.

362

[ἀντικρὺ] κατὰ πρόσωπον—ἀδίκως αὐτὴν ἔχειν.

7

.

384

[ἠπύτα] τὸ «ἠπύτα» ὡς τὸ «ἱππότα» καὶ «ἱππηλάτα».

7

.

393

[ἦ μὴν Τρῶες γε κέλονται] ψεύδεται—Ἀλέξανδρον ἀποπλεύσωσιν.

7

.

398

[πάντες ἀκὴν ἐγένοντο] στρατηγικῶς δὲ σιωπᾷ ὁ Ἀγαμέμνων
—προθυμίᾳ.108

7

.

399

[ὀψὲ δὲ—Διομήδης] ἀνέμενε—ἀνέστη.

7

.

402

[Τρώεσσιν ὀλέθρου πείρατα] διὰ τὴν παράβασιν.

7

.

407

ὑποκρίνονται] ἤτοι ἀποκρίνονται· ὅθεν καὶ ὑποκριτὴς ὁ πρὸς τὸν χορὸν ἀποκρινόμενος.

7

.

409

[οὐ γάρ τις φειδὼ νεκύων] οὐ γάρ τις φειδὼ γίνεται— γλυκεῖα ἡ χάρις.

7

.

417

[τοὶ δ’ ὡπλίζοντο] οὐκ ἔδει γὰρ λόγων, ἀλλ’ ἔργων.

7

.

421

[προσέβαλλεν] καλῶς τῷ παρατατικῷ—σφαιροειδῆ οὖσαν.

7

.

426

[δάκρυα θερμὰ χέοντες] βαρβάρων ἴδιον—«ἀχνύ‐ μενοί» φησιν.

7

.

427

[οὐδ’ εἴα κλαίειν] οὐκ εἴα δὲ ὁ Πρίαμος κλαίειν, ἵνα μὴ κατά‐ δηλον—μαλακιζόμενοι.

7

.

433

[ἀμφιλύκη νύξ] ὁ βαθὺς ὄρθρος, τὸ μὴ καθ〈αρὸν φῶσ〉, ἀλλ’ ἔτι σκοτῶδες, παρὰ τὴν λύγην, ὅ ἐστι σκιάν. καὶ λυκόφως τὸ μεταξὺ σκότους καὶ φωτός.

7

.

434

κριτὸς] ἐς αὐτὸ τοῦτο—ἐκπονῆσαι.

7

.

455

[ἐννοσίγαι’ εὐρυσθενὲς] κατὰ γὰρ Θαλῆν ὕδατι ὀχεῖται ἡ γῆ.

7

.

474

[αὐτῇσι βόεσσιν] ὁπόταν περὶ πλήθους—προφέρονται οἱ βόες.

7

.

479

[χλωρὸν] ἀντὶ τοῦ χλωροποιόν. σημαίνει δὲ καὶ τὸ νέον.109

8

.

1

[κροκόπεπλος] «κροκόπεπλος» μὲν λέγεται ὅταν σκότος μὲν πολὺ ἔχῃ, ὀλίγον δὲ φῶς, «ῥοδοδάκτυλος» δὲ ἡ ἐναντίως ἔχουσα. ἐκίδνατο] ἐν παρατάσει—φωτίζεται.

8

.

2

[Ζεὺς δὲ θεῶν ἀγορὴν] εἰκότως νῦν—τοῖς Ἕλλησιν. [τερπικέραυνος] ὁ τοῖς κεραυνοῖς τρέπων τοὺς ἐναντίους. Gen. II ajoute: ὅ ἐστι καταγωνιζόμενος.

8

.

5

[κέκλυτέ μευ—θέαιναι] 〈τὸ «θέαιναι»〉 διὰ τὴν Ἥραν καὶ τὴν Ἀθηνᾶν. κοινοποιεῖται δὲ τὴν βουλὴν, ἵνα μὴ λυπήσῃ τοὺς Ἀχαιϊκοὺς θεούς.

8

.

8

διακέρσαι] διακόψαι· ἐξ οὗ καὶ τὸ κέρμα, τὸ εἰς μικρὰ διακεκομ‐ μένον.

8

.

9

[τάχιστα] σπεύδει γὰρ—τιμῆσαι τὸν Ἀχιλλέα.

8

.

13

Τάρταρον] διὰ τὸ τεταράχθαι καὶ συγκεχύσθαι τὰ ἐν αὐτῷ πάντα.

8

.

26

δείκνυσιν ὅτι—μετέωρος.

8

.

30

[ὀψὲ δὲ δὴ μετέειπε] πιθανῶς οὐχ Ἥρα—μετριώ‐
τερον.110

8

.

34

[κακὸν οἶκτον] εἰς οἶκτον διὰ τούτου κινεῖ τὸν Δία.

8

.

39

[Τριτογένεια] ἐπειδὴ 〈τῷ〉 Τρίτωνι ποταμῷ δέδωκεν αὐτὴν ὁ Ζεὺς ἀνατρέφειν. Δημόκριτος δὲ ἐτυμολογῶν τὸ ὄνομα, φησὶν ὅτι ἀπὸ τῆς φρονήσεως τρία ταῦτα συμβαίνει· τὸ εὖ λογίζεσθαι, τὸ εὖ λέγειν καὶ τὸ πράττειν ἃ δεῖ.

8

.

42

ἐθείρῃσιν] ταῖς θριξὶ, ταῖς ἐξ ἔθους ἐπιμελείας ἀξιουμέναις.

8

.

55

[Τρῶες δ’ αὖθ’ ἑτέρωθεν—ὡπλίζοντο] καὶ πῶς φησι· «πολλέων ἐκ πολίων»; ἀλλὰ νῦν τοὺς ἰθαγενεῖς μόνους φησί.

8

.

66

[ἱερὸν ἦμαρ] τὸ πρὸ τῆς μεσημβρίας, διὰ τὸ ἐν τούτῳ τοῖς θεοῖς θύεσθαι· τὸ γὰρ μεσημβρινὸν τοῖς κατοιχομένοις νέμεται.

8

.

69

[τάλαντα] διττὸν τὸ τῆς Μοίρας—οὗ Ζεὺς κρατεῖ.

8

.

70

[κῆρε] κῆρ δὲ παρὰ τὸ κῆαι· διὰ πυρὸς γὰρ ἔθαπτον· ἢ παρὰ τὸ κηρός· ἐντετυπῶσθαι γὰρ ἐν αὐτῇ φησι τὰ πράγματα καθάπερ ἐν κηρῷ.

8

.

75

[δαιόμενον δὲ σέλας] βουλόμενος εἰπεῖν ὡς οὐκ ἦν— τὸ δαιόμενον.

8

.

78

[ἔνθ’ οὔτ’ Ἰδομενεὺς] ὡς φιλέλλην ὁ Ὅμηρος παρατρέχει τὰ δυσχερῆ ἐπ’ ὀλίγα πρόσωπα τὴν ἧσσαν φέρων.

8

81-82

[τὸν βάλεν ἰῷ δῖος Ἀλέξανδρος] καὶ οὐκ ἄνδρα βάλλει, ἀλλ’ ἵππον γέροντος.

8

.

87

[παρηορίας ἀπέτεμνεν] διὰ τοῦ «ἀπέτεμνεν» τὸ νωθρὸν τοῦ γήρως δηλοῖ.

8

.

91

[Διομήδης] εἰκότως ὁ Διομήδης ὁρᾷ τὸν Νέστορα κινδυνεύοντα ὡς ἀναχωρῶν—πειρᾶται πολεμεῖν.

8

.

92

[ἐποτρύνων Ὀδυσῆα] ἐν σχήματι ἐδήλωσεν—μὴ μνησθεὶς αὐτοῦ.

8

.

94

[κακὸς ὣς ἐν ὁμίλῳ] οὐ δειλὸν αὐτὸν καλεῖ, ἀλλὰ δειλοῦ ἀνδρὸς ποιοῦντα 〈ἔργα〉 φησὶν οὖν· «ποῦ φεύγεις καὶ σὺ ἐν ὁμίλῳ, ἤτοι μετὰ τοῦ πλήθους, στρέψας τὰ νῶτα;»111

8

.

97

* ἐζήτηται πότερον—τὸ φιλοκίνδυνον δεικνύων.

8

.

103

[λέλυται] πέπηγε γὰρ—θάνατος.

8

.

104

[ἠπεδανὸς] ὁ μὴ δυνάμενος—ἀσθενές.

8

.

105

[ἀλλ’ ἄγ’ ἐμῶν ὀχέων] ὑπογράφων ἄνω—διὰ τοῦ τάχους.

8

.

111

[ἢ καὶ ἐμόν] διὰ τὸν Ἀχιλλέα φησὶ ταῦτα, ἢ διὰ τὸν Αἴαντα, τὸν αὐτῷ μονομαχήσαντα. τὸ δὲ «ἤ» ἀντὶ τοῦ ἐάν, ἢ ἀντὶ τοῦ ὡς, ὡς τὸ «ἣ θέμις».

8

.

112

[οὐδ’ ἀπίθησε] τῷ καιρῷ πειθόμενος πάντα σιωπῇ πράττει.

8

.

113

[Νεστορέας μὲν ἔπειθ’ ἵππους] ἀδιαφόρως τοὺς ἵππους καὶ ἀρσε‐ νικῶς καὶ θηλυκῶς φησιν· τοὺς γὰρ ἵππους τοῦ Νέστορος ἐν τῷ ἐπιτα‐ φίῳ ἀρσενικῶς φησιν.

8

.

115

[τὼ δ’ εἰς ἀμφοτέρω] οἰκονομικῶς δὲ ἀναβιβάζει τὸν Νέστορα ἐπὶ τὸ ἅρμα, ἵν’ ὑπ’ αὐτοῦ πεισθῇ φεύγειν καὶ εἴκειν Διομήδης· Σθενε‐ λάῳ γὰρ οὐκ ἂν ἐπείσθη.

8

.

131

σήκασθεν] ὡς εἰς σηκὸν—ἀγάλματα

8

131bis

[καί νύ κε—ἠΰτε ἄρνας] καὶ τὴν Διομήδους ἀρετὴν —τούτων τελείων, ἀλλὰ ἀρνῶν.

8

.

137

[ἐκ χειρῶν φύγε ἡνία] παρατηρεῖ—ἐπιδέξια» ἢ οὐχ
ὑπὸ δέους τὰς ἡνίας—τὸ δὲ «φύγον» διὰ τοῦ ο.112

8

.

139

[φόβον δ’ ἔχε] ἡ εὔκαιρος φυγὴ οὐκ αἰσχύνην ἔχει. καὶ Ἀγα‐ μέμνων· «βέλτερον ὃς φεύγων προφύγῃ κακόν» νῦν γὰρ ὁ Ζεὺς ἐναντιοῦται.

8

.

141

[νῦν μὲν—σήμερον] «νῦν» ἤτοι «σήμερον», ὅτι πρὸς ὀλίγον—φοβερὸν λέγει, ἀλλὰ τὸν Δία.

8

.

142

[ὕστερον αὖτε καὶ ἡμῖν] χρηστὰς αὐτῷ—τὴν ἧτταν δυνάμενος.

8

.

143

[εἰρύσσαιτο] λείπει ἡ μετά—μεταθείη.

8

.

150

[τότε μοι χάνοι] κρεῖσσον ἡγεῖται θάνατον ψόγου.113

9

.

64

[ἐπιδημίου] ἐπιδήμιος πόλεμος ὁ ἐμφύλιος. * αἰνιττόμενος τὸν Ἀχιλλέα τοῦτό φησι.

9

.

67

[τείχεος ἐκτός] ἵνα ὁρώμενοι—ἀσφαλῶς ἔχωσιν.

9

.

70

[δαίνυ—ἀεικές] διότι ἡ ὁμοτράπεζος κοινωνία πάντας —ἐπικρίνουσιν.

9

.

74

[τῷ πείσεαι ὅς κεν ἀρίστην] διδάσκει τὸν στρατηγὸν πολλῶν μὲν ἀκούειν, ἐκλέγειν δὲ τὸ κράτιστον.

9

.

77

προσληπτέον ἔξωθεν τὸ ἰδών, ἵν’ ᾖ· «τίς ἂν ταῦτα ἰδὼν χαρείη, βλέπων ταῦτα πρασσόμενα».

9

.

88

[πῦρ κείαντο] ἐπὶ μὲν τῶν κατεπτηχότων ψιλὴ καὶ ἡ τοῦ δεί‐ πνου παρασκευή· ἑνικῶς γάρ φησι πῦρ· ἐπὶ δὲ—εὐωχίας πο‐ λυτελῶς· «ἐκ πόλιος» γὰρ, φησὶ, «ἄξαντο βόας καὶ ἴφια μῆλα».

9

.

91

ὀνείατα] τὰ βρώματα, παρὰ τὸ φέρειν ὄνησιν.

9

.

93

[πάμπρωτος] ὅτε παρῄνει—τῆς πρὸς Ἀχιλλέα ὀργῆς.

9

.

97

[ἐν σοὶ μὲν λήξω] σύ μοι ἔσῃ ἀρχὴ καὶ τέλος τῶν λόγων.

9

97bis

σκῆπτρον μὲν διὰ τὸ κράτος, θέμισται δὲ διὰ τὸ δίκαιον· οὔπω γὰρ ἦσαν νόμοι γραπτοὶ, ἀλλὰ τὸ πᾶν ἦν ἐν τοῖς κρατοῦσιν.

9

.

100

[φάσθαι ἔπος ἠδ’ ἐπακοῦσαι] ἵνα ἐκ πάντων αἱροῖτο τὸ χρήσι‐
μον.114

9

.

102

ὃ δήποτε—ἐκ σοῦ γίνεται, καὶ ἐν τῇ σῇ ἐξουσίᾳ —δοκιμάσαι. Jusqu’ à γίνεται

9

.

106

Διογενεῦς] ἀπὸ τοῦ Διογενέος κατὰ συναίρεσιν «Διογενεῦς.»

9

.

109

[σὺ δὲ] δεξιῶς—καὶ τὸ προπετὲς εἶξαι λέγων.

9

.

113

μειλιχίοισι] τουτέστι δεητικοῖς—τὸν θυμόν.

9

.

120

ἀπερείσια] ἵνα μὴ—τὸν στρατὸν ἀποστερεῖν τῆς συμμαχίας.

9

.

122

[ἕπτ’ ἀπύρους τρίποδας] διῄρηνται αἱ δόσεις, ἵν’ εἰ μὲν φιλό‐ τιμος ὁ Ἀχιλλεὺς, διὰ τῶν ἵππων ἀχθῇ, εἰ δὲ φιλοχρήματος, διὰ τοῦ πολλοῦ χρυσοῦ, εἰ δὲ φιλογύνης, διὰ τῆς Ἀγαμέμνονος θυγατρός. [ἀπύρους] ἄπυροι οἱ μὴ πρὸς τὸ πῦρ ἐπιτήδειοι, ἀλλ’ ἐν τῷ οἴκῳ
5χάριν κόσμου τιθέμενοι. [αἴθωνας] «αἴθωνας» δὲ τοὺς πρὸς 〈τὸ〉 πῦρ ἐπιτηδείους.

9

.

125

ἀλήϊος] ὁ ἐνδεὴς βοσκημάτων ἢ λαφύρων· λεία γὰρ κυρίως ἡ τῶν τετραπόδων κτῆσις.

9

.

132

[κούρη] διὰ τοῦ ὅρκου—τὴν Βρισηΐδα.

9

.

137

σημείωσαι ὅτι πολύχρυσοι ἐξ ἀρχῆς οἱ βάρβαροι.

9

.

139

[αὐτὸς ἑλέσθω] τὴν δωρεὰν ἡ ἐκλογὴ μείζω ποιεῖ.

9

.

143

τηλύγετος] ὁ Ὀρέστης, ἐπειδὴ μόνος ἄρσην ἐγένετο τῷ Ἀγα‐ μέμνονι ἐκ Κλυταιμνήστρας. θαλία δὲ παρὰ τὸ θάλλειν ἐν αὐτῇ τοὺς εὐωχουμένους.

9

.

145

οἰκεῖα θυγατράσι βασιλέως τὰ ὀνόματα· τρία γὰρ συνέχει τὴν
ἀρχήν· νόμος ὀρθὸς, ὃν δηλοῖ ἡ Χρυσόθεμις, ἔπειτα κρίσις, ὅ ἐστιν ἡ Λαοδίκη, καὶ τελευταῖον ἡ ἰσχὺς, ἥτις παραδηλοῦται διὰ τῆς Ἰφι‐ ανάσσης.115

9

.

146

διὰ δὲ τῆς ἐπιγαμβρίας πιστοῦται—κολακεύειν καὶ ὑπούλως ἔχειν. [ἀνάεδνον] ἕδνα τὰ ἀπὸ τῶν γαμβρῶν τοῖς νυμφίοις διδόμενα λόγῳ ἀρραβῶνος.

9

.

153

[νέαται] οἰκοῦνται· ἀπὸ τοῦ νῶ, οὗ παράγωγον τὸ ναίω. τοῦτο δέ φησι, ἵνα καὶ τῶν 〈ἐκ〉 τῆς θαλάσσης ἔχῃ ἀπολαύειν ἀγαθῶν, παρα‐ λίων οὐσῶν.

9

.

155

[θεὸν ὣς] τὰς τῶν ὄντων προσάγοντες ἀπαρχάς.

9

.

156

τὸ γὰρ κρίνειν ὀρθῶς εὐδαιμονίαν φέρει. ἄρξει οὖν, φησὶν, οὐ στασιαζόντων ἀνδρῶν, ἀλλὰ πειθομένων.

9

.

165

[τάχιστα] διὰ τὸν ἐπείγοντα τῆς νυκτὸς καιρόν.

9

.

168

Νέστωρ οὐ παραγίνεται, ἢ διὰ τὸ γῆρας, ἢ διὰ τὸ εἰπεῖν ἐν τῇ πρὸς ἀλλήλους μάχῃ· «τούσδε δ’ ἔα φθινύθειν». (Il. II 346) ἀπὸ τῆς Ἀχιλλέως δὲ σκηνῆς δεῖ νοεῖν ἥκειν τὸν Φοίνικα ὡς ἐπὶ θέαν τῆς μάχης, κἀντεῦθεν συσχεθῆναι ὑπὸ τῶν ἀριστέων—Ἀχιλ‐
5λέως. οὐχ ὡς πρεσβευτὴς οὖν πέμπεται ὁ Φοῖνιξ, ἀλλ’ ὡς ἐκεῖθεν ἥκων καὶ πάλιν μέλλων ἀναχωρεῖν.

9

.

167

* ἐζήτηται πῶς μᾶλλον—λοιδορήσας πρὸς τὸν Ἀγα‐ μέμνονα αὐτόν.

9

.

183

[γαιηόχῳ] γαιήοχος ὁ Ποσειδῶν, ὁ ὀχούμενος τῇ γῇ· ἡ γὰρ γῆ ἐπὶ θαλάσσης ἐπιβέβηκεν. ἀπορία· τῷ Ποσειδῶνι εὔχονται, ὅτι Νηρηΐδος παῖς—βα‐ σιλεύς.

9

.

186

[τερπόμενοι φόρμιγγι] παραμυθία γὰρ τοῦτο λύπης καὶ θυμοῦ.
φιλόμουσος δέ ἐστιν ὡς νέος, καὶ οὐ θηλυδριώδη μέλη ᾄδει, ἀλλὰ «κλέα ἀνδρῶν», ἢ οἰόμενος ἥξειν αὐτοὺς σοβαρεύεται. οὐκ ἤθελε δὲ— ἀλλ’ ἡτοίμαζεν ἑαυτὸν πρὸς πράξεις.116

9

.

187

ζυγὸν] τὸν πῆχυν τῆς κιθάρας, ᾧ ἔγκεινται—κεκολ‐ λῆσθαι.

9

.

189

ἄειδε δὲ κλέα ἀνδρῶν] ἐπειδὴ ἀειμνήστους δεῖ εἶναι τοὺς ἀγα‐ θούς.

9

.

190

[Πάτροκλος δέ οἱ οἶος] ἐν ἡσυχίᾳ γὰρ δεῖ ἀκροᾶσθαι τῆς μου‐ σικῆς.

9

.

192

[προτέρω] προσωτέρω κατὰ συγκοπήν.

9

.

193

[ταφὼν δ’ ἀνόρουσεν] ἐξεπλάγη Ἀχιλλεὺς διὰ τὸ νυκτὸς αὐτοὺς παρεῖναι.

9

.

194

〈ὧδε στικτέον〉· ὑπὸ γὰρ φιλοσοφροσύνης σὺν αὐτῇ τῇ φόρμιγγι συναντᾷ 〈αὐτοῖσ〉. τοῦ δὲ «ταφών» ἡ μεταφορὰ ἐκ τῶν τάφων· ἡμεῖς γὰρ ὁρῶντες τοὺς τάφους ἐκπληττόμεθα.

9

.

203

[ζωρότερον] θερμότερον παρὰ τὴν ζέσιν, ἢ ἀκρατότερον.

9

.

209

[τῷ δ’] τούτῳ δὲ, τῷ Ἀχιλλεῖ, ὑπηρέτει ὁ Αὐτομέδων καὶ ὑπεῖ‐ χεν τὰ κρέα, ὁ δὲ Ἀχιλλεὺς ἔτεμεν.

9

.

214

[πάσσε δ’ ἁλὸς θείοιο] θείους τοὺς ἅλας φησὶ διὰ τὸ ἄσηπτα τηρεῖν τὰ πασσόμενα. [κρατευτάων] «κρατευτάων» δὲ τῶν ἁλοθηκῶν ἐν αἷς οἱ ἅλες εἰσίν.

9

.

215

ἐλεοῖσιν] ἐπιμηκέσι τραπεζίοις ἐξ ἑλείων ῥάβδων πεπλεγμένοις.

9

.

218

[ἀντίον ἷζεν Ὀδυσσῆος] ὡς διαλεξόμενος· ᾔδει γὰρ ὅτι— πεπίστευται.

9

.

222

[ἐδητύος ἐξ ἔρον ἕντο] εἰς ἔνδειξιν τοῦ ἥδεσθαι τῇ παρ’ αὐτῷ
ἑστιάσει· δεδειπνήκασι γὰρ πρῶτον παρ’ Ἀγαμέμνονι.117

9

.

223

ἔνευσε τῷ Φοίνικι] οὐχ ἵνα εἴπῃ, ἀλλ’ εἰ καιρός ἐστιν· Φοῖνιξ μὲν γὰρ οὐ λέγει ὅπως μὴ ὡς οἰκείῳ—λόγον, Αἴας δὲ ὅτι βραδύς ἐστι καὶ μεμψίμοιρος.

9

.

231

[νῆας ἐϋσσέλμους] ἀπὸ τοῦ τῶν νεῶν ἄρχεται κινδύνου· τοῦτο γὰρ καὶ τῷ Ἀχιλλεῖ δέος παρεῖχεν.

9

.

232

[αὖλιν ἔθεντο] ὡς ἐπὶ ἀγρίων—ἀριστεύει.

9

.

236

[Ζεὺς δέ] θεραπεύων—συνωργίσθη.

9

.

241

[ἄκρα κόρυμβα] ἢ ὡς ἀναθήσων αὐτὰ τρόπαια τῆς κατὰ τῶν Ἑλλήνων νίκης, ἢ ὅπως καὶ αὐτὰ μὴ συγκαύσει ταῖς ναυσὶ διὰ τὸ ἐντετυπωμένους ἔχειν θεούς.

9

.

243

[ὀρινομένους ὑπὸ καπνοῦ] σφηκῶν δίκην.

9

.

251

[Δαναοῖσιν] οὐκ Ἀγαμέμνονι.

9

.

252

[ἦ μὲν σοί γε πατὴρ] ἵνα μὴ ἐπαχθὴς δόξῃ, οὐκ ἰδίας ὑπο‐ θήκας εἰσάγει, ἀλλὰ τοῦ πατρὸς ὑπομιμνήσκει.

9

.

256

[ἐν στήθεσσι] ἤτοι ἐν τῇ καρδίᾳ· αὕτη γὰρ ἐν τῷ στήθει κεῖται, ὡς καὶ ὁ τοῦ θυμοῦ ὅρος δηλοῖ· θυμὸς γάρ ἐστι ζέσις τοῦ περι‐ καρδίου αἵματος.

9

.

259

[λήθεαι] πρᾴως—συγγνώμης ἀξιούμενον.

9

.

304

[νῦν] καλῶς εἶπε τὸ «νῦν» 〈ὡς πρώην〉 αὐτοῦ πτώσσοντος —κατὰ τῶν πολεμίων.

9

.

309

ἔδει πρῶτον δικαιολογεῖσθαι, εἶθ’ οὕτως τὴν ἀπόφασιν ἐπα‐ γαγεῖν. ὁ δὲ—πειθοῦς, ὥστε καὶ τῶν λόγων— παρήμενοι» λέγων. πάντες 〈δὲ〉 οἱ ἐν θυμῷ ἀπειλοῦντες— οἱ δὲ ἀποδείξει, οἱ δὲ—ποιεῖ.
5[ἀπηλεγέως] συντόμως· φιλοσύντομος γὰρ—ἐλπίδας. [ἀπηλεγέως] παρὰ τὸ ἀλέγειν.

9

.

311

αὐθαδῶς ἐπισκώπτει—ὑπὸ Ἀγαμέμνονος. τὸ δὲ «τρύζητε», ἢ τρύχητε τὴν ἀκοὴν, ἢ τονθορύζητε, παρὰ τὸ τρυγών.118

9

.

323

ἀπορία. εἰκότως οὐδὲν τῶν τετραπόδων λαμβάνει εἰς τέκνων φιλοστοργίαν· ταῦτα γὰρ—τρεφομένων· εἰ γὰρ μὴ ἀμελ‐ χθείη, ἀνιᾶται ἡ δὲ ὄρνις—πέλει αὐτῇ». τοσοῦτον δὲ τῶν Ἑλλήνων προὔχειν φάσκει ὅσον μήτηρ νεοσσῶν.

9

.

327

«ὀάρων» μὲν τῶν αἰχμαλωτίδων γυναικῶν, παρὰ τὸ ἄορ, ὃ δηλοῖ τὸ ξίφος, ὅτι διὰ πολέμου καὶ ξίφους ἐληΐζοντο, «ὠρέων» δὲ τῶν συμβίων, παρὰ τὸ συνωρεῖν, ὅθεν καὶ συνωρίδας τὰς συζυγίας τῶν ἵππων φαμέν.

9

.

329

[κατὰ Τροίην] ἴσας τῇ Τροίᾳ, ἢ κατὰ τὴν Τροίαν κειμένας.

9

.

333

[δεξάμενος—ἔχεσκεν] ἀμφοτέρωθεν ηὔξηται ἡ ἀχαριστία τοῦ βασιλέως, ὅτι τοιαῦτα—καὶ τοῦτο ἀφῄρηται.

9

.

336

«ἄλοχον» εἰπὼν ηὔξησε τὴν ὕβριν αὐτοῦ.

9

.

344

[νῦν δ’ ἐπεὶ] ἴσως ὑπέσχετο αὐτὸν ἐντίμως ἀποπέμψαι εἰς τὴν αὐτοῦ πατρίδα.

9

.

346

[ἀλλ’ Ὀδυσεῦ σὺν σοὶ] τοῦτό φησι πρὸς τὸ «παρ’ ἔμοι γε καὶ ἄλλοι». (Il. I. 174).

9

.

348

[μάλα πολλά] εἰρωνικὸς—αὔξομεν.

9

.

359

ἀπορία. πῶς οὐκ ἠδύνατο Ὀδυσσεὺς ὁρᾶν τὴν ὑποχώρησιν τοῦ Ἀχιλλέως; εἰρωνικῶς οὖν τοῦτό φησιν ὅτι «αὔριον, τῶν Τρώων ἐπι‐ κειμένων καὶ καταπονουμένων ὑμῶν, οὐκ οἴομαι σὲ τὴν ἐμὴν ἰδεῖν ἀνα‐ χώρησιν.»

9

.

360

[Ἑλλήσποντον] σημείωσαι ὅτι ὁ Ἑλλήσποντος καὶ ὁ Εὔξεινος καὶ ὁ Βόσπορος ἰχθυόεντες.

9

.

365

[ἄλλον δ’ ἐνθένδε χρυσὸν] διὰ τὸ «νῆα ἅλις χρυσοῦ».

9

.

366

[γυναῖκας] τοῦτο διὰ τὸ «Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν». [πολιόν] πολιὸς δὲ ὁ σίδηρος, διότι ἔντιμός ἐστι διὰ τὴν σπουδήν.119

9

.

369

[τῷ πάντ’ ἀγορευέμεν] πιθανῶς τοῦτο εἴρηκεν, ἵνα μὴ Ἀγαμέμ‐ νονα—εἰρημένων. ἔστι δὲ χαρακτηριστικὸν— τοῖς ἐχθροῖς διακομίζειν.

9

.

376

[ἐξαπάφοιτ’] ἀπὸ τῶν ταῖς ἁφαῖς φιλοφρονημάτων.

9

.

378

ὅμοιον τῷ «ἶσον γὰρ—οἱ δὲ κάρα τὸν φθεῖρά φασιν.

9

.

381

[Θήβας] ἐν ταύτῃ γὰρ ἦν πρότερον τὰ βασίλεια τῆς Αἰγύπτου εἰς ἃ πολλοὺς ἔφερον φόρους Λίβυες, Αἰγύπτιοι, Αἰθίοπες.

9

.

385

[ψάμαθος] σημείωσαι· ψάμμος μέν ἐστιν ἡ παραθαλασσία, ἄμμος δὲ ἡ τῆς πεδιάδος.

9

389-390

δύο οἶδεν ἀρετὰς γυναικὸς, 〈τὸ〉 κάλλος καὶ τὸ πρὸς ἔργα ἐπιτήδειον «καλή τε καὶ ἀγλαὰ ἔργ’ εἰδυῖα» (Od. XV, 418), ἀνδρὸς δὲ «μύθων τε ῥητῆρ’ ἔμμεναι πρηκτῆρά τε ἔργων». (Il. IX, 443).

9

.

394

[Πηλεύς θήν μοι] φιλοπάτωρ καὶ σώφρων ὁ Ἀχιλλεὺς ἐκεῖνον θέλων τὸν γάμον ὃν 〈ἂν〉 ὁ πάτηρ ἕλοιτο.

9

.

395

σχόλιον. περὶ Ἑλλάδος τῆς πόλεως τῆς Θεσσαλικῆς νῦν εἴρηται, οὐ τῆς χώρας.

9

.

396

[ἀριστήων] ἀνανδρίαν ὀνειδίζει τῷ Ἀγαμέμνονι γενναίων κη‐ δεστῶν λέγων δεῖσθαι, καὶ οὐ τοιούτων.

9

.

399

[μνηστὴν] τὴν γὰρ Ἀγαμέμνονος οὐχ ἡγεῖται μνηστὴν, ἐπεὶ δῶρον λαμβάνει.

9

.

404

ἀφήτορος] τοῦ Ἀπόλλωνος· ἤτοι ὁμοφήτορος, ὁμοίως— ἀφέσεως, ἢ τοῦ τῆς Πυθίας στροφέως.

9

.

409

[ἐπεὶ ἄρ κεν] ἐπὰν ἅπαξ—πνεῦμα. [ἀμείψεται] ἐνταῦθά τινες τῶν ἀρχαίων φασὶν ὅτι ἐκλαμβάνουσι τὸ «ἀμείψεται» ἀντὶ τοῦ ἀνάψῃ καὶ δήσῃ· ἡ γὰρ ψυχὴ τοῦ σώματος χωριζομένη δεσμεῖ καὶ φράττει τὰ χείλη. οὕτω δεῖ λέγειν.120

9

.

405

[Πυθοῖ] Πυθὼ πόλις Φωκίδος, παρὰ τὸ πυνθάνεσθαι τοὺς μαν‐ τευομένους, ἢ ἀπὸ—σαπῆναι.

9

.

425

[ἑτοίμη] ἐπεὶ τό γε τεῖχος νῦν οὐδὲν ἐπήμυνεν αὐτοῖς.

9

.

427

[Φοῖνιξ δ’ αὖθι] τοῦτο πρὸς πίστιν τοῦ «ἦρι» ἀποπλεῦσαί φησιν.

9

.

429

[ἀνάγκῃ δ’ οὔτι μιν ἄξω] πῶς γὰρ βιάζεσθαι— ἐκέλευεν;

9

.

432

τὸ «ὀψέ» ὡς πάντων ἀπορησάντων. φρονίμως δὲ οὐκ εὐθέως —τοὺς ἑαυτοῦ ὑποβάλλει, ἀλλ’ ἀντειπεῖν—ἐγ‐ χέαι τὸν θυμόν. δακρύσας δὲ προσοχὴν καὶ ἔλεον ἐπισπᾶται.

9

.

436

[χόλος ἔμπεσε θυμῷ] διὰ γὰρ θυμὸν οὐ κρατεῖ τοῦ δικαίου, οὗ δεῖ τὸν πεπαιδευμένον κρατεῖν.

9

.

438

[σοὶ δέ μ’ ἔπεμπε] ἔδει—διδασκαλίαν.

9

.

442

[διδασκέμεναι] εἰ οὖν σύμβουλος ἐπέμφθην σοι, πῶς νῦν οὐ πείθῃ μοι;

9

.

443

σημείωσαι ὅτι διδακτὴν εἶναι λέγει τὴν ἀρετήν.

9

.

449

[παλλακίδος] οἰκεῖα ταῦτα πρὸς τὸν ἕνεκα τῆς Βρισηΐδος— συγγνώμης ἠξιώθη παρὰ Πηλέως.

9

.

452

[ἵν’ ἐχθήρειε] ῥᾷστα γὰρ ἀφίσταται γέροντος γυνὴ νέα πειρα‐ θεῖσα ἀνδρὸς νέου.

9

.

453

[τῇ πιθόμην] τάχα λέγει ὅτι οὐ πάντως πειστέον μητρί· Θέτις γὰρ ἔλεγε «ἀλλὰ 〈σὺ〉 μὲν νῦν—μήνιε» (Il. I, 421), ἀλλὰ μᾶλλον τῷ πατρὶ λέγοντι «φιλοφροσύνη γὰρ ἄμεινον. (Il. XI, 256)

9

.

454

[Ἐρινῦς] τρεῖς αἱ Ἐριννύες· Ἀληκτὼ, Τισιφόνη, Μέγαιρα.
παρὰ τὸ ἐκ τῆς ἔρας, ἤτοι τῆς γῆς, εἶναι.121

9

.

456

[θεοὶ δ’ ἐτέλειον ἐπαράς] ὡς μηδὲ ἄκοντας ἀδικεῖν γονεῖς.

9

.

457

[Ζεύς τε] ἀπορία. πῶς ὁ μὲν ταῖς Ἐρινύσιν εὔχεται, τὰς δὲ εὐχὰς—παρέχοντα. «ἐπαινὴ» δὲ ἡ δεινὴ καὶ αἰνὴ, ἢ κατὰ ἀντίφρασιν ἣν οὐδεὶς ἐπαινέσει.

9

.

463

[κατὰ μέγαρα στροφάασθαι] ἐν γὰρ ταῖς ἀδιαλλάκτοις ἔχθραις κρεῖττον τὸ φεύγειν.

9

.

466

[εἰλίποδας] εἰλήσει ὅμοια πάσχοντας· κεχαλάσθαι γὰρ αὐτῶν τὰ νεῦρα ὁ Ἱπποκράτης φησίν.

9

.

472

[αἰθούσῃ] θάλαμος μὲν ὁ ἔσω—πρόδομος, αἴθουσα δὲ ἡ πρὸς ἥλιον τετραμμένη στοά. παρὰ τὸ αἴθεσθαι.

9

.

482

δυσωπεῖ τὸν Ἀχιλλέα μὴ ἀτιμάσαι τοῦτον ὃν ὁ πατὴρ ἐτίμησε.

9

482bis

[μοῦνον, τηλύγετον] μᾶλλον γὰρ οἱ μονογενεῖς φιλοῦνται— φιλοστοργίας, καὶ μᾶλλον εἰ τηλύγετος, ὅ ἐστι ὁ τῆς γονῆς τέλος— γίνεται.

9

.

486

[οὐκ ἐθέλεσκες ἅμ’ ἄλλῳ] οὐκ οἶδε παρὰ τῷ Χείρωνι τραφῆναι αὐτόν. δεινὸν οὖν φησὶ τὸν ἐν τῇ πρώτῃ—τελειωθέντα.

9

.

499

[θυέεσσι] ἕτοιμον αὐτὸν ποιεῖ πρὸς τὴν τῶν 〈δώρων〉 λῆψιν διὰ τούτων.

9

.

502

[Διὸς κοῦραι] παρόσον ὁ Ζεὺς «πατὴρ ἀνδρῶν τε θεῶν τε».

9

.

503

[χωλαί—παραβλῶπες] χωλαὶ μὲν— ὕστερον, ἀπὸ δὲ τῶν συμβαινόντων τοῖς ἱκετεύουσι παθημάτων τὰς
Λιτὰς διετύπωσεν.122

9

.

504

[καὶ μετόπισθε] ἁμαρτόντες γὰρ—παρακαλοῦμεν. φροντίζομεν οὖν τῶν ὑπὸ τῆς Ἄτης πεπραγμένων.

9

.

512

[ἵνα βλαφθεὶς ἀποτίσῃ] ἵνα καὶ—καταφύγῃ.

9

.

514

[ἥ τ’ ἄλλων περ] καὶ ἄλλοι—λιτάς.

9

.

516

[ἐπιζαφελῶς] ἐκ τοῦ ζα ἐπιτατικοῦ μορίου καὶ τοῦ ὀφέλλω, τὸ αὔξω, ζαφελῶς, ἤγουν πάνυ ηὐξημένως.

9

.

518

[χατέουσί περ ἔμπης] ὅτι καὶ—ἀνάγκην.

9

.

521

[κρινάμενος κατὰ λαόν] ὁ μὲν γὰρ ἰσχύϊ διαφέρει, ὁ δὲ συνέσει, οἷς καὶ δίχα Ἀγαμέμνονος ὀφείλεις σὺ πείθεσθαι.

9

.

528

ἐπειδὴ γὰρ κατὰ τοῦ Ἀχιλλέως—λόγος.

9

.

529

Κουρῆτες] οἱ τὴν Πλευρῶνα οἰκοῦντες ἄποικοι 〈τῶν〉 Εὐβοέων —ὄρους, ἢ ἀπὸ Κουρέως, ἢ ἐπεὶ κόμας καὶ στολὰς κορῶν εἶχον. Gen II ajoute: ἢ ἀπὸ τοῦ κείρεσθαι τὰς κάρας. [Αἰτωλοὶ] διχῆ διῄρηται ἡ Αἰτωλία, εἰς Καλυδωνίαν καὶ Πλευρονί‐
5αν. καὶ τῆς μὲν—ὁ Θέστιος.

9

.

533

ἀρχὴ μήνιδος Ἀχιλλεῖ χόλος Ἀπόλλωνος καὶ τῷ Μελεάγρῳ Ἀρτέμιδος ὀργή, 〈καὶ〉 Ἀχιλλεῖ Βρισηΐδος ὕβρις, Μελέαγρον δὲ Ἀτα‐ λάντης. τὸν 〈δὲ〉 Μελέαγρον ἐποίησαν ἡ γυνὴ ἐξελθεῖν εἰς πόλεμον καὶ ὁ Πάτροκλος τὸν Ἀχιλλέα.

9

.

537

[ἢ λάθετ’ ἢ οὐκ ἐνόησε] ἤτοι ἢ ἑκὼν παρεπέμψατο, ἢ οὐκ ἔλα‐ βεν εἰς νοῦν.

9

.

541

[προθέλυμνα] τὰ συνεχῆ, τὰ ἄλλα ἐπ’ ἄλλοις προτιθέμενα.

9

.

542

[μήλων] ἐξ ἑνὸς καρποῦ πάντας ἐδήλωσεν.

9

.

548

[ἀμφὶ συὸς κεφαλῇ] δείκνυσιν ὅτι—οὐδενὸς ἀξίων τὴν μάχην τίθενται.

9

.

557

[καλλισφύρου] ὡς ἐπίπαν γὰρ κάτωθεν ἀπὸ τῶν σφυρῶν ὁρᾶται τὸ θῆλυ γένος· σημεῖον γάρ ἐστι ταῦτα συμμετρίας σώματος· παχεῖαι
γὰρ ὡς ἐπὶ τὸ πλεῖστον 〈τὰ κάτω〉 αἱ γυναῖκες.123

9

.

559

«τῶν τότε» εἶπεν, ἵνα μὴ δόξῃ καὶ τοῦ Ἀχιλλέως αὐτὸν προ‐ τιθέναι.

9

.

560

[νύμφης] τῆς Μαρπήσσης. Gen II ajoute: καλεῖται ἀπὸ μέρους.

9

.

561

[τὴν δὲ τότε] τὴν Κλεοπάτραν.

9

.

563

[ἀλκυόνος] ἀλκυὼν παρὰ τὸ ἐν ἁλὶ κύειν.

9

.

564

[μιν] τὴν Μάρπησσαν.

9

.

569

[κικλήσκους’ Ἀΐδην] ἀπορία· πῶς δὲ Ἅιδην ἐπικαλεῖται, ἡ δὲ Ἐρινὺς ἔρχεται; δηλονότι ὡς ὑπηρέτις.

9

.

571

ἠερεφοῖτις] ἐν τῷ σκότῳ φοιτῶσα· αἱ ποιναὶ γὰρ ἀπροοράτως ἔρχονται.

9

.

573

[ὅμαδος] παρὰ τὸ πάντας ὁμοῦ ᾄδειν.

9

.

579

[πεντηκοντόγυον] γύα μέτρον ἐστὶ γῆς.

9

.

590

[παράκοιτις] ἀπορία· καὶ πῶς—πείθεσθαι; ἢ δῆλον ὅτι ὁ καιρὸς ἦν ὁ πείθων, οὐχ ἡ γυνή.

9

.

598

εἴξας] πάλαι—ἐπιλογισμόν.

9

.

602

[ἐπὶ δώροις] ἐλέγχει ὅτι καὶ ἄκων—ἐπικουρήσει. [ἀλλ’ ἐπὶ δώροις] ἤτοι μετὰ δώρων, λαβὼν δῶρα.

9

.

605

τιμῇς] τιμήεις, διὸ περισπᾶται.

9

.

607

[ἄττα] τροφεῦ· Θετταλῶν ἡ φωνή.

9

607-608

[οὔτι με ταύτης χρεὼ τιμῆς] οὐ χρείαν ἔχω τῆς τοῦ Ἀγα‐ μέμνονος τιμῆς. ἔστι δὲ σολοικισμὸς παρὰ τὰς λέξεις.

9

.

616

[ἶσον—τιμῆς] κοινὰ γὰρ τὰ τῶν φίλων, ἅμα δὲ καὶ ἀντὶ τῆς χάριτος ἣν λαβεῖν 〈ἐβούλετο〉 ὁ Φοῖνιξ—ἀποκρουό‐ μενος αὐτοῦ.

9

.

619

[φρασσόμεθ’ ἤ κε] ἴδιον ὀργῆς τὸ μὴ—τὸ συμφέρον

9

.

638

[οἴης] ἢ ὁποίας εἰρωνικῶς, ἢ μιᾶς.

9

.

645

ἅπαντά μοι καθηκόντως ἔδοξας εἰρηκέναι.124

9

.

647

[ἀσύφηλον—ἔρεξεν] οἱονεὶ βλαπτικῶς διέθηκεν. [ἀσύφηλον—ἔρεξεν] οἷον μετὰ ἄτης ἔβλαψεν. [ἀσύφηλον] παρὰ τὸ ἆσαι καὶ τὸ φηλῶσαι.

9

.

650

[πολέμοιο μεδήσομαι] τῷ μὲν Ὀδυσσεῖ (ἔτι γὰρ αὐτὸν ἐξέμαι‐ νεν ἡ ὀργή) ἀποπλεῦσαι φησι, τῷ δὲ Φοίνικι ἤδη πραϋνόμενος σκέψασθαι περὶ τοῦ μένειν—ἐπαμυνεῖν φησὶν, ἡνίκα ἂν πλησίον γένωνται οἱ πολέμιοι, οὔτε ἀνέλπιστον τὴν συμμαχίαν κατα‐
5στῆσαι θέλων, οὔτε ἕτοιμον.

9

.

653

[σμύξαι] ἔστι τὸ καπνὸν διὰ τοῦ πυρὸς ἀνίεσθαι, ὃ καὶ τύφεσθαι καλεῖται.

9

.

656

Πάτροκλος νῦν σιωπᾷ, ἵνα μὴ—μὴ πείσῃ.

9

660-661

οἰκεῖον «λέχος» τῷ γέροντι, καὶ Νέστωρ καθεύδει «εὐνῇ ἐνὶ μαλακῇ» (Il. X, 75), οἱ δὲ Διομήδους ἑταῖροι «ὑπὸ κρασὶν ἔχον ἀσπίδας» (Ib. 152). «ῥῆγος» δὲ βαπτὸν περιβόλαιον, ῥῆξαι δὲ τὸ βάψαι.

9

.

671

[ἀνασταδὸν ἔκ τ’ ἐρέοντο] ἀνέστησαν προσδοκῶντες χρηστόν τι ἀκούειν.

9

.

674

ἐμιμήσατο—μαθεῖν.

9

.

677

ὁ Ὀδυσσεὺς τὰ πρὸς αὑτὸν μόνον φησὶν, οὐχὶ καὶ τὰ πρὸς Αἴαντα, ὅπως μὴ—κατορθώσαντος.

9

.

690

[Φοῖνιξ δὲ] οὐχ ὡς τοῦ Φοίνικος συμπρεσβεύσαντος, ἀλλ’ εἰς πίστιν τοῦτο προφέρει ὅτι ἀποπλευσεῖται.

9

.

699

[μυρία δῶρα διδοὺς] ἐπαινεῖ τὴν προαίρεσιν Ἀγαμέμνονος ὡς
ὑπὲρ τῶν Ἀχαιῶν πολλὰ δόντος.125

10

.

56

σχόλιον. ἱερὸν τέλος] ἤτοι μέγα, ἢ ἀπηλλαγμένον τῶν λοιπῶν ἔργων. «τέλος» δὲ νῦν τὸ τάγμα. σημαίνει δὲ πλείονα— καὶ τέλος προσάψομεν». * [τέλος] πόσα σημαίνει τὸ «τέλος»; ἕξ· τὸ τάγμα, τὸ πεπληρω‐
5μένον ἔργον, τὴν πρόσοδον, τὸ ἀξίωμα, τὴν ἑορτὴν, τὸ δαπάνημα.

10

.

67

[ἐγρηρόρθαι] τὰ εἰς θαι λήγοντα—παροξύνεται, οἷον κεκάρθαι, τετίλθαι, ἐσπάρθαι. ἀλλ’ ἐπεὶ τὰ παραληγόμενα τῇ ορ συλλαβῇ Αἰολικά ἐστιν, ὡς τὸ 〈τέτορθαι〉 ἔφθορθαι, μέμορθαι, προ‐ παροξύνονται.
5[φθέγγεο] τεχνικῶς—ἔρχεο».

10

.

68

[πατρόθεν ἐκ γενεῆς] ὡς ὅταν λέγῃ—δηλοῖ, τὸ δὲ «διογενὲς» τὸν ἄρχοντα τοῦ γένους.

10

.

72

[εὖ ἐπιτείλας] ἐπισημαίνεται τοὺς λόγους—στρατη‐ γικῶς.

10

.

77

[πὰρ δὲ ζωστήρ] σημείωσαι ὅτι ζῶμα μὲν καλεῖται τὸ συνα‐ πτόμενον τῇ μίτρᾳ ὑπὸ τὸν θώρακα, ζωστὴρ δὲ τὸ ἔξωθεν συνδέον πάντα.

10

.

80

λείπει δὲ τὸ καί, ἵν’ ἦ· καὶ κεφαλὴν ἐπαείρας.126

10

.

96

[οὐδέ σέ γ’ ὕπνος ἱκάνει] ἵνα μὴ δόξῃ—γέροντι.

10

.

101

[καὶ διὰ νύκτα] τοῦτο πρὸς καιρὸν εἴρηκεν—πολε‐ μεῖν.

10

.

104

[οὔ θην Ἕκτορα πάντα] αἱ γὰρ ἄκραι τῶν εὐτυχιῶν μετα‐ βολὰς ποιοῦσι, καὶ νῦν μὲν πιθανῶς παραθαρσύνει τὸν Ἀγαμέμνονα ὡς πεφοβημένον, ὅπως μὴ τῷ δέει ἐκπλήττοιτο, τὸν δὲ Διομήδην καθεύ‐ δοντα φοβεῖ λέγων· «οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο εἵαται»
5(160—161)

10

.

134

[διπλῆν, ἐκταδίην] οἰκεία στολὴ ἡ ἐξηπλωμένη τῷ γέροντι —νύκτα.

10

.

149

[ἀμφ’ ὤμοισι σάκος θέτο] σιωπωμένῃ τῇ ἀποκρίσει— τῶν μαχομένων ἐστὶ καὶ τῶν μενόντων. ὅτι δὲ ἐχρῶντο— ἀποκρίσεως οἱ παλαιοὶ δι’ ὑποδείγματος δηλώσω. ἐστασίαζον— αὐτάρκειαν. μενόντων

10

.

153

[σαυρωτῆρος] σαυρωτὴρ τὸ ἀπολῆγον μέρος τοῦ δόρατος —αἰχμῇ.

10

.

156

[τάπης] ἀναγκαίως σκληρᾶς—προσκεφάλαιόν ἐστιν ἁπαλόν. ὅρα δὲ ὅτι «τάπης» μὲν ὑπὸ τῷ βασιλεῖ ὑποκεῖται, τοῖς δὲ στρα‐ τιώταις ἀσπίς.

10

.

160

[ἐπὶ θρωσμῷ] οἱ μὲν τῷ ὑψηλῷ, οἱ δὲ τῷ πλατεῖ, οἱ δὲ τῷ ἀντι‐ κρύ.

10

.

167

[ἀμήχανος] ἀνίκητος, πρὸς ὃν οὐδὲ τὸ γῆρας μηχανήσασθαί τι δύναται.

10

.

173

[ἐπὶ ξυροῦ ἵσταται ἀκμῇ] τὰ πράγματα—ἐν ἐσχάτῳ ὑπάρχει κινδύνῳ. ἢ ἐπὶ ὀξύτητι κινδύνου.

10

.

182

καλῶς οὔτε κατακλίνονται, ἵνα μὴ κατανεχθῶσιν εἰς ὕπνον, οὔτε —ἵνα μὴ προκάμωσι τῆς χρείας.127

10

.

183

ὀξυήκοοι γὰρ οἱ κύνες καὶ ταῦτα οἱ ποιμενικοί.

10

.

186

[ὄλωλεν] καλῶς τὸ «ὄλωλε»· θορύβου γὰρ ἐμπεσόντος κἂν —βουληθεῖεν αὐτῶν ὑπνωσόντων.

10

.

194

ὑπὲρ γεροντικὴν—δυσωπῶν αὐτούς. ἀπορία. διὰ τί δὲ μὴ—ἀλλ’ ἐν τῷ στρατεύματι; ἐπειδὴ ἄτοπον ἦν—τῶν πυλῶν. ἐπιθαρρύνοντες οὖν τοὺς μέλλοντας ἐκπέμπεσθαι τοῦτο ποιοῦσιν, ἢ δι’ εὐθυμίαν τῶν κατασκό‐
5πων.

10

.

199

[ἐν καθαρῷ] ἤγουν ἔξω, ἀφ’ οὗ διέβησαν τὴν τάφρον.

10

.

204

[οὐκ ἂν δή τις] ἐξ αὐτοῦ τοῦ πράγματος—καιρῷ. εὖ δὲ καὶ τὸ μὴ ἕνα ἐκλέξασθαι· ἐλύπει γὰρ τοὺς λοιπούς· εὖ δὲ καὶ τὸ αὐθαίρετον· «πεπίθοιτο γὰρ οὐκ ἐμοὶ, ἀλλὰ τῷ ἑαυτοῦ θυμῷ».

10

.

211

πανταχόθεν—τῷ εὐκλεεῖ.

10

.

216

ἀπορία. διὰ τί «μέλαιναν» καὶ διὰ τί «ὑπόρρηνον»; 〈ῥητέον〉 ὅτι μέλαιναν μὲν, ὅτι νυκτὸς ἐπορεύοντο, ὑπόρρηνον δὲ, ἵν’ ἔγκαρπος αὐτοῖς ἡ πορεία γένηται.

10

.

218

[ἀκὴν ἐγένοντο] Ἑλληνικὸν τὸ μὴ προπετῶς ὑποδέχεσθαι τοὺς κινδύνους.

10

.

221

[ἐγγὺς ἐόντα] ἵνα δείξῃ ὅτι μέγαν κίνδυνον ἀναδέχεται.

10

.

226

βράσσων] ἀντὶ τοῦ βραδύτερος, ἢ ἐλάσσων, ἢ ταρασσόμενος καὶ ἀκαταστατῶν μεταφορικῶς εἴρηται.

10

.

228

[οἱ δ’ ἔθελον] προτρέπει—τοὺς συγκινδυνεύοντας.

10

.

235

[τὸν ἄριστον] ἐπιτηδείως παραιτεῖται τὸν Μενέλαον· οὐ γὰρ ἄριστος οὗτος πάντων. καὶ ἰδίᾳ μὲν ὤκνησεν ὑπὲρ τοῦ ἀδελφοῦ εἰπεῖν —δοκῇ, ὅθεν πάντων τὸν ἄριστον ἑλέσθαι λέγει.

10

.

237

[αἰδόμενος] διδάσκει—τοῦ συμφέροντος.128

10

237bis

τοὺς πρὸς ἔργα—οὐ τοὺς πλουσίους ἢ εὐγενεῖς.

10

.

249

ἐντεῦθεν Χίλων τὸ «μηδὲν ἄγαν» φησίν. περισσὸς γὰρ ὁ μεταξὺ φίλων ἔπαινος.

10

.

252

[ἄστρα] τὰ τίνα ὄντα; τρεῖς 〈εἰσι〉 φυλακαὶ τῆς νυκτὸς κατὰ δ’ ὥρας πληρουμένης ἑκάστης, ὡς εἶναι ιβʹ τὰς πάσας. φησὶν οὖν· «τὰ ἄστρα μὲν τῶν δύο μοιρῶν προβέβηκε» καθ’ ὑπερβατὸν, ἤτοι «αἱ ὀκτὼ ὧραι», εἶτα τὸ «τριτάτη δ’ ἔτι μοῖρα λέλειπται», ἤγουν «αἱ
5δ’ ὧραι».

10

.

255

[Τυδείδῃ μὲν δῶκε] ἐξ ἀλλοτρίων ὁπλίζονται ἵνα μὴ ἀπιόντες εἰς τὰς σκηνὰς χρονοτριβοῖεν.

10

.

258

ὁ φάλος ὀμφαλὸς—τοῦ ἡλίου. ἄλοφον μὲν οὖν πρὸς τὸ λανθάνειν, ἄφαλον δὲ ἀναγκαίως· ἐκ γὰρ τῶν φάλων εἰώθασιν ἐκ‐ δεῖσθαι οἱ λόφοι. «καταῖτυξ» δὲ παρὰ τὸ κάτω τετύχθαι· λόφον γὰρ οὐκ ἔχει.

10

.

260

[βιὸν] ὡς Κρητικὸς δίδωσι βιὸν, ἵνα βάλλων λανθάνῃ.

10

.

270

[φορῆναι] φόρημι, καὶ τὸ ἀπαρέμφατον φορέναι, καὶ ἐκτάσει φορῆναι, ὡς τὸ εἶναι.

10

.

274

[ἐρωδιὸν] ἐρωδιὸς ἐν ἑλώδει τόπῳ τρέφεται καὶ ὑδατῶδές ἐστιν ὄρνεον· ὅθεν καὶ παρὰ τῷ Σκαμάνδρῳ φαίνεται. ἐδήλου οὖν τὴν ἐπὶ τὰς ναῦς ὑποστροφήν. καὶ νυκτὸς δὲ ἀγρεύει καὶ ἁρπακτικόν ἐστι. ἐδήλου οὖν ὅτι οὐχ ὁραθήσονται.

10

.

278

οἱ μὲν Ἕλληνες θεὸν ἡγεμόνα πρὸ τῶν ἔργων ἐπικαλοῦνται, ὁ δὲ βάρβαρος Δόλων οὐκέτι εὔχεται.

10

.

288

[μειλίχιον μῦθον φέρε] ἀπῄει γὰρ προκηρυκευσόμενος περὶ δια‐
λύσεως καὶ εἰρήνης.129

10

.

290

πρόφρασσα] ἀντὶ τοῦ πρόφρων—τὸ μέλλον.

10

.

292

[σοὶ δ’ αὖ ἐγὼ ῥέξω] ἐπεὶ εἰς αὐτὸν—ὑπισχνεῖται.

10

292bis

ἦνιν] ἐνιαύσιον.

10

.

314

[ἦν δέ τις] ταχέως πάντα ἐδήλωσε—τὴν ὠκύτητα.

10

.

315

πρόφασιν παρέχει τοῦ ληφθῆναι διὰ 〈τοῦ〉 «κήρυκος»· ἄπει‐ ροι γὰρ πολέμων οἱ κήρυκες ὡς δὲ ἐν πλούτῳ τεθραμμένος, καὶ ἄναν‐ δρος ἦν. [πολύχρυσος πολύχαλκος] ἵνα εὔελπις ᾖ ὡς εἰ ληφθείη, διὰ τούτων
5λυτρωθήσεται.

10

.

317

[μετὰ πέντε κασιγνήτῃσιν] ὡς γυναικοτραφὴς— ῥιψοκίνδυνος.

10

.

319

[Ἕκτορ, ἔμ’ ὀτρύνει] ὁ μὲν Διομήδης καλῶς συνεργὸν προσ‐ λαβέσθαι ἔσπευδε διὰ τὸ ἐπικίνδυνον τοῦ πράγματος, ὁ δὲ ἀνοήτως 〈μόνοσ〉 ὁρμᾷ. καὶ ὁ μὲν οὐδὲ δόσεως μέμνηται, ὁ δὲ καὶ δι’ ὅρκων τὴν δόσιν βεβαιοῖ. ὁρμᾷ

10

.

321

παριστᾷ δὲ ὁ ποιητὴς τὸ τῶν βαρβάρων ἄπιστον, ὅτι τὰς πίστεις ὅρκοις, οὐ τρόποις βεβαιοῦσιν.

10

.

324

οὐκ ἄποθεν τῆς οἰήσεως ἣν ἔχεις περὶ ἐμοῦ, ἢ ὅτι οὐχὶ αὐτὸς ἐξ ὑπολήψεως—μαθών.

10

.

334

[πολιοῖο λύκοιο] ἄφρων ὁ Δόλων· κατάφωρος γὰρ διὰ τοῦ λευ‐ κοῦ ῥινοῦ μᾶλλον ἐγίνετο. ὁ δὲ Ἀριστοφάνης πολιὸν τὸν τεφρώδη φησίν.

10

.

339

πῶς τὸν ἐρωδιὸν οὐκ ἰδόντες νῦν ὁρῶσι τὸν Δόλωνα; ἴσως οὖν ἀνέσχεν ἡ σελήνη.

10

.

348

[ἔγχει ἐπαΐσσων] ἵνα—τράποιτο.

10

.

350

[κλινθήτην] ἵνα καὶ αὐτοὶ δόξωσιν εἶναι νεκροί.130

10

.

351

ὅτε δὴ] ὁπότε, φησὶ, τηλικοῦτον—ἀρότρῳ.

10

.

356

στικτέον—Ἕκτορος αὐτὸν ὑποστρέφειν.

10

351bis

ὅσον ἀροτριῶσα ἡμίονος ὑπὸ μίαν ὁρμὴν ὑπογράφειν δύναται, ὅ ἐστι πλέθρον.

10

.

361

[ἐμμενὲς] τοῦτο γάρ ἐστι κυνῶν ἀρετή· ταῦτα γὰρ τὰ ζῷα φύσει μέν ἐστι ταχέα—κύνες τὸ ἐναντίον.

10

.

369

[δουρὶ δ’ ἐπαΐσσων] ὁ Ὀδυσσεὺς 〈γὰρ οὐκ ἂν〉 ἐφόνευσεν. ὁ Ὀδυσσεὺς οὐ τοξεύει· ἢ γὰρ 〈ἂν〉 ἐφόνευσεν, ἢ προπεπηγὸς —διὰ τὴν βραχύτητα.

10

.

370

[δουρὶ κιχήσομαι] καὶ πῶς ἅμα τῇ ἀπειλῇ ἀφίησιν; ἢ ὅτι ὀξυ‐ λαβείας 〈ἔδει〉, ἢ οὐκ ἐπίστευσεν ὡς ἀπειλῇ μόνῃ πεισθήσεται, καὶ ὑπό‐ νοιαν αὐτῷ δίδωσιν ὡς οὐ θέλων αὐτὸν ἀνελεῖν, ἵνα ὑπήκοον ἔχῃ πρὸς τὴν ἀνάκρισιν.

10

.

375

[διὰ στόμα] ἐνήλλακται δὲ ἡ πτῶσις, ἵνα ᾖ διὰ στόματος. βαμβαίνων] ὀνοματοποιΐα ὁ τρόπος· ἢ ἀσαφῆ φωνὴν προιέμενος ὑπὸ τοῦ φόβου, ἢ τοὺς ὀδόντας κινῶν μετὰ δέους.

10

.

378

βαρβαρικὸν διαλέγεσθαι.

10

.

383

[θάρσει] ἐμφρόνως τὸ «θάρσει» φησὶν, ἵνα δελεασθεὶς —σωτηρίας.

10

.

387

ἐπίτηδες τὸ ἐνδόσιμον αὐτῷ δίδωσι πρὸς τὸ ψεύσασθαι, ὅπως τοὺς λόγους αὐτοῦ δοκιμάσῃ· τί γὰρ—σκυλεῦσαι ἤθελεν; ἵνα εἰ ἄσμενος—ἀπιστοῖτο. ἤθελεν

10

.

390

οἱ τοιοῦτοι, οἱ κατὰ τὸν Δόλωνα, θρασύδειλοι ὀνομάζονται.131

10

.

391

[πολλῇσίν μ’ ἄτῃσι] ἄτας ἐνταῦθα φησὶ τὰς ἐπὶ κακῷ— θηρώμενος.

10

.

394

καὶ διὰ τοῦ «ἠνώγει» συγγνώμην αἰτεῖ· δοκεῖ γὰρ ἄρχοντι πείθεσθαι. θοὴ δὲ ἡ νὺξ ἐπεὶ—ἥττονα αὐτὴν ἡγούμεθα τῆς ἡμέρας, ἢ ὅτι ὀξεῖα—θοὸν γὰρ τὸ ὀξύ. δείκνυται δὲ ὅτι ὁ ἥλιος μείζων τῆς γῆς ἐστιν· οὐ δύναται γὰρ—ὄντος.

10

.

406

[ποῦ—λίπες Ἕκτορα] ἵνα ἐγρηγορότος μὲν τοῦ Ἕ‐ κτορος καὶ διέποντος τὰς φυλακὰς ἀπόσχοιντο, εἰ δὲ καθεύδοι, ἐπιχειρή‐ σειαν καὶ αὐτὸν ἀνελεῖν.

10

.

409

[ἅσσα] ψιλωτέον τὸ «ἄσσα»· ἰσοδυναμεῖ γὰρ τῷ τίνα.

10

.

415

καλῶς τὸν τόπον τοῦτον ἐπελέξατο μέσον ὄντα Ἰλίου, ἵνα μὴ —λάθοιεν αὐτόν.

10

.

417

[οὔτις κεκριμένη] ἀστρατήγητον τὸ πᾶσιν ἐπιτρέψαι φυλάττειν ἑκουσίως, —ἀσθενήσωσιν.

10

.

418

[ὅσσαι γὰρ Τρώων πυρὸς ἐσχάραι] ἤτοι ὅσαι εἰσὶ Τρώων ἑστίαι καὶ οἰκίαι. οἷον ὅσοι εἰσὶν ἰθαγενεῖς Τρῶες, οὗτοι φυλάσσουσι. τὸ δὲ «οἷσιν ἀνάγκη» διὰ μέσου· ὧν ἐστι γνήσιος ὁ κίνδυνος.

10

.

428

[πρὸς μὲν ἁλὸς Κᾶρες] προσυπακουστέον δὲ τὸ μέρος οἷον «πρὸς τὸ μέρος τῆς θαλάσσης».

10

.

435

Ῥῆσος] υἱὸς ἦν Στρυμόνος τοῦ ποταμοῦ Θρᾴκης καὶ Εὐτέρπης 〈τῆσ〉 Μούσης.

10

.

437

δύο ὑπερβολὰς—ὁμοιώσεως· χιόνος μὲν γὰρ —οὐδέν. λευκοὺς δὲ τούτους φησὶν, ἵνα ὁρῶνται νυκτὸς οὔσης. ἀπορία. πόθεν δὲ ᾔδει ὅτι ταχεῖς ἦσαν; ἢ ὡς ἀκούσας—
5ἐπανάστασιν.132

10

.

443

[ἠέ με δήσαντες] θρασύδειλος ὁ Δόλων καὶ τὸν δεσμὸν ὀλοφύ‐ ρεται.

10

.

445

«ἠὲ κατ’ αἶσαν» δεῖ γράφειν χωρὶς τοῦ ῥά.

10

.

447

[Δόλων] καὶ πῶς ᾔδεσαν—ἀρίστους.» (Il. X, 300)

10

.

449

τὸ μὲν «ἀπολύσομεν» ὡς λύτρα λαβόντες, «μεθῶμεν» δὲ ὡς δίχα λύτρων.

10

.

460

[καὶ τά γ’ Ἀθηναίῃ] διδάσκει τῶν κατορθουμένων αἴτιον εἶναι τὸν θεόν. καὶ τὸ ἐπίθετον δὲ—εἰλημμένον.

10

.

463

[ἐπιδωσόμεθα] ἤτοι ἐπιδόσεων—συμμαχίαν

10

.

473

[τριστοιχί] ἵν’ ὦσι τρία—Ῥῆσον.

10

.

480

δηλοῖ—ὀφείλει.

10

.

483

[στόνος] ὡς ἐν ὕπνῳ—ἐγίνετο.

10

.

485

[ὡς δὲ λέων] οἰκεία—ἐστέρηνται.

10

.

493

[ἀήθεσσον] πόθεν ᾔδει ὅτι ἀήθεις ἦσαν οἱ ἵπποι τῶν νεκρῶν; ὅτι—νεήλυδες.»

10

.

496

τὸ φίλοινον—αἰσθέσθαι.

10

.

499

[σὺν δ’ ἤειρεν ἱμᾶσι] ὡς μὴ κατ’ ἰδίαν τῶν ἵππων ἡνιοχεῖσθαι δυναμένων, συνέζευξεν αὐτοὺς τοῖς ἱμᾶσι, τουτέστι συνημμένους καὶ οὐ καθ’ ἕνα ἐξέφερεν. ἐπέπληττε δὲ τόξῳ· ἡ γὰρ νευρὰ— δίδωσι.

10

.

502

ἄναρθρον καὶ βαρβαρικὴν φωνὴν ἐμιμήσατο ὑπὲρ τοῦ μηδένα —τοὺς ἵππους.

10

504-506

ἢ ἑλκύσαι τὸν δίφρον ἢ βαστάσαι. διαπορητικὸς δὲ ὁ «ἦ»,
διὸ καὶ περισπᾶται.133

10

.

509

[νόστου δὴ μνῆσαι] ὅτι δεῖ μάλιστα—καὶ μὴ ἀπλήστως ταύταις χρῆσθαι.

10

.

515

ἀπορία. πῶς οὐκ ἀλαὸς ἦν τοσούτων—παραινέσαι.

10

.

532

ἀπορία. εἰκότως ὁ Νέστωρ πρῶτος ἀκούει τοῦ κτύπου· τῶν γὰρ φρονιμωτέρων—προσεῖχεν αὐτός.

10

.

537

[ἄφαρ] τὸ «ἄφαρ» ἀπιστοῦντος—πεπράχασιν.

10

.

563

[ἀγαυοί] τὸ «ἀγαυοί» νῦν ἐν εἰρωνείας μέρει κεῖται· οὐ γὰρ ἐπαινεῖν πρέπει τοὺς ἐναντίους.

10

.

576

[ἀσαμίνθους] ἀσάμινθος παρὰ τὸ—μινύθειν καὶ
μειοῦν.134

11

.

1

[Τιθωνοῖο] ὁ Τιθωνὸς υἱὸς μὲν ἦν Λαομέδοντος, ἀδελφὸς δὲ Πρι‐ άμου, σύνευνος δὲ τῆς Ἡμέρας. τὸ ὅλον δὲ τοῦτο—ὑπὲρ γῆν ὄντος. ὡς φιλέλλην—συνελάσας οὐκ εὐθέως τειχομαχίαν ἐποίη‐
5σεν οὐδὲ τὴν ναυμαχίαν. πρότερον δὲ τοῦ Ἀγαμέμνονος καὶ τῶν λοι‐ πῶν Ἑλλήνων τὴν ἀριστείαν διέγραψεν, εἶτα, ἐπειδὴ τούτους τρωθέντας ἐποίησε, τότε τὸ λοιπὸν ἡττωμένους παρεισάγει τοὺς Ἕλληνας. * «ἠὼς» Ἴωνες, ἕως Ἀθηναῖοι, ἄως Δωριεῖς, αὔως Αἰολεῖς. [ἀθανάτοισι] ἀθανάτους νῦν οὐχὶ—ζῷα καὶ ἀέρια.

11

.

20

[Κινύρης] Κύπρου βασιλεύς.

11

.

24

[οἶμοι] νῦν αἱ ῥάβδοι, ἢ ὡς ἐζωσμέναι—πρὸς κόσμον.

11

.

27

τρεῖς 〈ἑκάτερθ’ ἴρισσιν ἐοικότεσ〉] ταῖς ἐν οὐρανῷ ἴρισιν φαινο‐ μέναις. ἶρις δέ ἐστι—ἀκτῖνος.

11

.

28

[στήριζε] διὰ τοῦ «στήριζε» διδάσκεται ὅτι καὶ περὶ τῶν διατρε‐ χόντων οὐκ αὐτόματα εἶναι ἡγητέον, ἀλλ’ ὑπὸ θεῶν γεγενῆσθαι.

11

.

36

[Γοργὼ] γοργότης τις καὶ κατάπληξις τῶν ὁρώντων καὶ φυγή.135

11

.

56

[θρωσμῷ] θρωσμὸς τόπος ὑψηλὸς, ἀφ’ οὗ ἦν καταθορεῖν.

11

.

62

[οὔλιος ἀστὴρ] τὸν κύνα λέγει—βρότοισιν».

11

.

84

ἱερὸν ἦμαρ] φησὶ τὸ ἕως ἕκτης ὥρας, ὅτε αἱ θυσίαι γίνονται καὶ τὰ πρακτικὰ πάντα.

11

.

86

[ἦμος δὲ δρυτόμος] ὅτε ὁ δρυτόμος ἐπὶ τὸ ἐωθινὸν ἔρχεται ἄριστον. δεικνύσι δὲ τὴν τῶν Ἑλλήνων ἀρετὴν ὅτι—πεφυκότι. ἰστέ‐ ον δὲ ὅτι ὥραις οὔπω ἦν μετρητὴ ἡ ἡμέρα.

11

.

87

[ἐπεί τ’ ἐκορέσσατο χεῖρας] διδάσκει ὅτι μετὰ τοὺς πόνους δεῖ τῶν σιτίων ἐμφορεῖσθαι διὰ τὸ εὐόρεκτον.

11

.

91

κεκλόμενοι ἑτάροισι] διδάσκει—ἀλλήλοισιν».

11

.

92

[πρῶτος ὄρουσε] ἀποτυχὼν τοῦ Ἀχιλλέως ὁ Ἀγαμέμνων λαμ‐ πρὸς εἶναι θέλει ἢ εὐκλεῶς ἀποθανεῖν.

11

.

98

[πεπάλακτο] τὸν ἐγκέφαλόν φησιν ἐμπεπλῆσθαι—εἰρ‐ γόμενον.

11

.

113

[ὡς δὲ λέων ἐλάφοιο] ἐμφερεστάτη ἡ παραβολή· νεβροὶ γὰρ —κατεπτηχότες δέ. λέων δὲ παρείληπται διὰ τὸ βασιλικὸν τοῦ Ἀγαμέμνονος. ἰστέον δὲ ὅτι 〈Ἀριστοτέλης δύο τίκ〉τειν φησὶ τὴν ἔλαφον. Ἀγαμέμνονος.

11

.

115

[ἁπαλόν τέ σφ’ ἦτορ] Ἀντίπατρος—ψυχήν.

11

.

127

[ὁμοῦ δ’ ἔχον ὠκέας ἵππους] ὁμοῦ τῷ Ἀγαμέμνονι· συμπλέ‐ κονται γὰρ τῷ βασιλεῖ, ὅπως καὶ λόγον προέμενοι διδ〈άξωσι τὴν ἀλή‐〉
θειαν περὶ τοῦ πατρός. βασιλεῖ136

11

.

130

δωδεκασύλλαβος—ἀλλήλοιιν»

11

.

140

[ἀγγελίην ἐλθόντα] μετ’ ὀνόματος—ἐπεχείρησεν.

11

.

141

[ἕμεν] τὸ δὲ «ἕμεν» δασυντέον—τὸ θεῖναι θέμεναι.

11

.

146

οἰκεία ἡ κόλασις—ὄνθου τὸ στόμα πληροῦται.

11

.

147

[ὅλμον] ὁ κυλινδρώδης λίθος οὕτω καλεῖται. G II ajoute: εἰς ὃν κόπτεται ὄσπρια καὶ ἄλλα τινά

11

.

151

[ὦρτο κονίη] ὅτι ὁ κονιορτὸς κόνις ἐστὶν ὡρμημένη.

11

.

153

[χαλκῷ δηϊόωντες] «ἱππεῖς δ’ ἱππῆας χαλκῷ δηϊόωντες», διὰ μέσου δὲ τὸ «ὑπὸ δέ σφιν ὦρτο κονίη».

11

.

154

[Ἀργείοισι κελεύων] οὐ μόνον ἀριστεύοντα αὐτὸν— γινόμενον.

11

.

155

[ἀξύλῳ ... ὕλῃ] ἀφ’ ἧς—ξύλων. G II ajoute: τὸ γὰρ α νῦν οὐ κατὰ στέρησιν, ἀλλὰ κατ’ ἐπίτασιν.

11

.

156

[εἰλυφόων] μετὰ ἑλίξεως ἐπιών.

11

.

173

[ἐν νυκτὸς ἀμολγῷ] ἀμολίτῳ καὶ ἀπροΐτῳ καιρῷ, ἐν ᾧ οὐδεὶς μολίσκει οὐδὲ πρόεισι, ὅ ἐστι τὸ μεσονύκτιον. ἕτεροι δὲ ἐν τῷ καιρῷ, ἐν ᾧ συμβέβηκεν ἀμέλγεσθαι τὰ πρόβατα.

11

.

174

[τῇ δέ τ’ ἰῇ—ὄλεθρος] ὡς γὰρ λέων— ἐπιχειρεῖν.

11

.

186

[ταχεῖα] ταχέως, ἐπίρρημα.

11

.

192

[ἄλεται] ψιλωτέον τὸ «ἄλεται» εἴτε ἐπὶ τοῦ ἐκκλίνειν, εἴτε ἐπὶ τοῦ συστρέφεσθαι. τὸ δὲ «ἄλεται» ἀντὶ τοῦ ἀλῆται.

11

.

194

[κνέφας ἱερὸν] ἐπειδὴ—κνέφας.137

11

.

201

[τεῒν] τὸ «τεΐν» Δωρική ἐστιν ἀντωνυμία κατὰ πλεονασμὸν τοῦ ε γεγενημένη.

11

.

212

[πάλλων—ὀξέα δοῦρα] ὑπόνοιαν διδοῖ τοῖς Τρωσὶν ὡς καὶ αὐτὸς μάχεται πάλλων τὰ δόρατα· οὐ γὰρ ἔδει λάθρα ὑπο‐ χωρεῖν.

11

.

216

[ἐκ δ’ Ἀγαμέμνων πρῶτος ὄρουσεν] ὡσανεὶ παροξυνθεὶς —προθυμίᾳ.

11

.

217

[ἔθελε—ἁπάντων] ἵνα καὶ τοὺς ἄλλους— προτρέψηται.

11

.

223

* [Κισσῆς] περισπωμένως· τὸ γὰρ ἐντελὲς Κισσέας, ὡς Ἀπελ‐ λέας Ἀπελλῆς.

11

.

227

[μετὰ κλέος ἵκετ’ Ἀχαιῶν] ὡς νέος—ἐμπείρων δέ τις ταρβεῖ».

11

.

234

[κατὰ ζώνην] οὐ τὸν θώρακα λέγει—θωρακοζώνην.

11

.

239

[ἕλκ’ ἐπὶ οἷ] ὥστε μὴ χρήσασθαι—ἔτι τὴν τρῶσιν.

11

.

242

[ἀστοῖσιν] ἀστοὺς τοὺς Τρῶας φησὶ ἐπεὶ Ἀντήνορος ἦν παῖς. τινὲς δὲ ἔθνος Θρᾳκικόν.

11

.

247

[τεύχεα καλά] ἔοικε—παρέχεται αὐτά.

11

.

251

[στῆ δ’ εὐρὰξ] διδάσκει ὁ ποιητὴς ὡς τέλεια τὰ τῆς ῥώμης ἅμα καὶ τύχης· ὁ μὲν γὰρ Ἀγαμέμνων ἀριστεύων ὑπό τινος εὐτελοῦς ἐκ πλαγίας τιτρώσκεται, καὶ τῆς οἰκείας σκηνῆς δυστυχῶς ἐπιβαίνει, ὁ δὲ Μενέλαος, μαλθακὸς ὢν αἰχμητὴς, εὐκλεεῖ τινι βάλλεται καὶ γεν‐
5ναίῳ.

11

.

256

[ἀνεμοτρεφὲς] τὸ στερεὸν τὸ ὑπὸ τῶν ἀνέμων γεγυμνασμένον τὰς ἶνας ἢ καὶ ὑπὸ τῶν ἀνέμων τραφέν. τὸ ἐναντίον δὲ—
τὸ ἀνέμοις ἀντιτασσόμενον.138

11

.

257

[ὄπατρον] τὸ ὄπατρος ψιλωτέον· τὸ γὰρ ο πρὸ τοῦ π ψιλοῦται, εἰ μὴ κατὰ ἀναφορὰν εἴη, σεσημειωμένου τοῦ ὁπλή καὶ ὅπλον καὶ τῶν παρ’ αὐτά.

11

.

267

αὐτὰρ ἐπεὶ—αἷμα] ἰατρικῶς—τὰ ἕλκη.

11

.

268

[δῦνον μένος] διὰ δὲ τοῦ «δῦνον μένοσ»—ἐσήμανεν.

11

.

270

[μογοστόκοι Εἰλείθυιαι] 〈αἱ〉 ἐπὶ τῶν μόγις τικτουσῶν τεταγ‐ μέναι, ὡς 〈ξένιοσ〉 Ζεὺς ὁ ἐπὶ τῶν ξένων.

11

.

282

[ἄφρεον] τὸν γὰρ τῶν ἵππων 〈ἄφρον〉 μέχρι τῶν στηθῶν ἰδεῖν ἔστι καταφερόμενον.

11

.

301

Ἀσαῖον] προπερισπᾶται· παρὰ γὰρ τὸ αἶσα—θη‐ λυκῶν 〈καὶ〉 μακρᾷ παραληγομένων 〈προπερισπῶνται〉.

11

.

314

[δὴ γὰρ ἔλεγχος] οὐ τοῦ θανάτου φροντίζει, ἀλλὰ τῆς αἰσχύνης.

11

.

326

[πάλιν ὀρμένω] Ἀρίσταρχος ὑφ’ ἓν ἀναγινώσκει τὸ «παλινορ‐ μένω» ὡς τὸ «παλίνορσος» καὶ τὸ «εὐρυκρείων».

11

331-332

[τὼ δέ οἱ οὔτι πειθέσθην] οὔτε πατρὶ ἀπειθεῖν— κολάζων.

11

.

334

[κεκαδὼν] χωρίσας παρὰ τὸ χάζω.

11

.

346

[ἐγγὺς ἐόντα] οὐκ ἀφίστανται—κατορθωμάτων.

11

.

354

[ἀπέλεθρον] πέλεθρον μέτρον γῆς. θέλει δὲ εἰπεῖν ὅτι ὑπὸ τοῦ δέους ὑπὲρ δύναμιν ἐπήδησεν.

11

.

358

καταείσατο] ἐφάνη 〈παρὰ τὸ εἴδω〉 τὸ δηλοῦν, 〈ἢ κατήχθη〉 παρὰ τὸ εἴω τὸ πορεύομαι, ἐΐω καὶ κράσει εἴω ψιλωτέον δέ· ἀπὸ γὰρ τοῦ εἴδω ἐστὶ βαρυτόνου.

11

.

362

[ἐξ αὖ νῦν ἔφυγες] εἰκότως—γλήνη.139

11

.

365

[ἐξανύω] ἐργάσομαι, διαχρήσομαι, ἐπὶ τέλος ἄξω.

11

.

368

[ἐξενάριζεν] μετὰ τοῦ ζ· οὐ γὰρ ἐτέλεσεν.

11

.

369

[Ἀλέξανδρος] τῷ τοῦ Ἀλεξάνδρου ὀνόματι—ἀκού‐ οντας.

11

.

371

[στήλῃ κεκλιμένος] τὴν ἐπὶ τοῦ τάφου—δειλὸς καὶ γυναιμανής.

11

371bis

[ἀνδροκμήτῳ] ὑφ’ ᾧ ἀνὴρ κεκμηκὼς ἔκειτο, ἢ ὑπὸ ἀνδρὸς κα‐ τεσκευασμένῳ, ἢ ἐπὶ ἀνδρὶ τεθνηκότι κατεσκευασμένῳ. G II écrit ὅ ἐστι νεκρός au dessus de κεκμηκὼς.

11

.

375

[τόξου πῆχυν] τὸ τόξον—τὸ τόξον. μετεχειρίζετο—τόξον

11

.

385

[τοξότα λωβητήρ] οὐχ ὅτι τοξότης—τὸ «λωβητήρ». τὸ δὲ «κέρᾳ ἀγλαέ», ἢ τῇ τριχὶ, παρὰ τὸ κείρεσθαι, ἢ τῷ τόξῳ σεμνύμενε· οὕτως γὰρ ὁ Ἀριστοτέλης. ὡς δειλὸν αὐτὸν ὀνειδίζει μὴ ἐκ τοῦ σύνεγγυς βουλόμενον μά‐
5χεσθαι, κέρα δὲ ἢ τὰ τόξα ἢ τὰς τρίχας σημαίνει. [κέρᾳ] τὸ «κέρᾳ» σὺν τῷ ι ἡ παράδοσις ἔλαβε δοτικήν. τινὲς δὲ αἰτιατικὴν τοῦ πληθυντικοῦ χωρὶς τοῦ ι.

11

.

403

[εἶπεν] διδάσκει ὅτι οὐ μανικῶς δεῖ ὁρμᾶν πρὸς τὰ δεινά.

11

.

405

[αἴ κεν ἁλώω μοῦνος] ζωγρηθῶ—πέπονθεν.

11

.

413

[ἔλσαν ἐν μέσσοισι] ψιλωτέον τὸ «ἔλσαν»· Αἰολικὴ γὰρ ἡ κλί‐ σις—συγκοπή.

11

.

417

[κόμπος ὀδόντων] εἰκότως ὁ «κόμπος»· κενοὶ γάρ εἰσιν.

11

.

421

[ὦμον ὕπερθεν] ἐκ τοῦ ἄνωθεν μέρους—ἐπιφάνειαν.140

11

.

424

[πρότμησιν] τὸν κατὰ τὸν λαγόνα τόπον, παρὰ τὸν ὀμφαλὸν διὰ —τὰ τεχθέντα παιδία.

11

.

425

[ἀγοστῷ] τῇ δρακί—τῇ ἀγκάλῃ.

11

.

438

[ἔγκασι] ὡς τὸ τέρασιν.

11

.

442

[ἐπὶ Τρώεσσι] περισσὴ ἡ «ἐπί.»

11

.

446

[φύγαδε] ἀπὸ τοῦ φύξ.

11

.

451

[φθῆ σε τέλος] εἰ καὶ ἔφυγες, ἀλλ’ οὖν ἔφθη σε τὸ τέλος τοῦ θανάτου κιχήμενον.

11

.

454

ἐρύουσιν] ἐνεστὼς ἀντὶ μέλλοντος.

11

.

459

[αἷμ’ Ὀδυσσέως] καλῶς ἄρα Λυκοῦργος—ὁμόχρουν.

11

.

462

[ὅσον κεφαλὴ χάδε φωτός] μεγαλόφωνος παραδίδοται ὁ Ὀδυσ‐ σεὺς «ἀλλ’ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος». (Il. III 221.)

11

.

463

[τρὶς δ’ ἄϊεν—Μενέλαος] ἀκούει ὁ Μενέλαος ὡς αἴτιος τῆς μά‐ χης, 〈ἢ〉 ὡς νῦν προσεκτικὸς διὰ τὴν ἀπουσίαν τοῦ Ἀγαμέμνονος.

11

.

480

[ἐν νέμεϊ] νέμος σκιερὸς τόπος καὶ σύμφυτος εἰς νομὴν πεποιη‐ μένος.

11

.

484

[ἀΐσσων] οὐ πρὸς Τρωσὶν ἀΐσσων (ἄπιστον γὰρ τοῦτο), ἀλλὰ πρὸς τὸ ἐκφοβῆσαι μόνον.

11

.

488

θεράπων] ὁ τοῦ Μενελάου—Μενέλαον 〈εἰπεῖν «ἀλλ’ ἄγ’ ἐμῶν ὀχέων ἐπιβήσεο〉». (Il. VIII 105).

11

.

489

[Αἴας] ὕστερος ἀριστεύει ὁ Αἴας ὡς νωθής.

11

.

490

[νόθον υἱὸν] περισσὸν τὸ «υἱὸν»—ἐμπεριέχεται.

11

.

494

[δρῦς ἀζαλέας] ἢ τὰς μὴ παρὰ τὸν ποταμὸν—οὔσας, ἢ ἃς ὁ δρυτόμος τίθησι πρὸς τὸ ξηρανθῆναι.

11

.

499

[ἐπ’ ἀριστερὰ] σημείωσαι ὅτι ἀριστερὸς τοῦ ναυστάθμου ἐστὶν
ὁ Σκάμανδρος.141

11

.

501

κατακωμῳδεῖ—ἑαυτὸν ἐκδίδωσιν.

11

.

509

[μετακλιθέντες] τὸ «μετακλιθέντες Ἀχαιοὶ» ἀντὶ τοῦ κλίσιν λαβόντες, τουτέστι τροπὴν, τῶν ἐναντίων ἐπικρατεστέρων γενομένων

11

.

519

[μάστιξε] ἐμάστιξεν—ἐλαύνων.

11

.

520

[τῇ γὰρ φίλον] τοῖς ἵπποις διὰ τὰς φάτνας.

11

.

524

[ἐσχατίῃ πολέμοιο] ἔφη γὰρ μάχης—παρουσία.

11

.

536

[ἃς ἄρ’—ἔβαλλον] ἃς ἔβαλλον—ἀπήν‐ τησεν. [ἐφ’ ὁμίλου] ἀντίπτωσις.

11

.

546

[τρέσσε δὲ—ἐοικὼς] τρέσας ἐπάπτηνε ὡς θὴρ ὑπὸ πολλῶν περισχόμενος.

11

.

547

[ἐντροπαλιζόμενος] εἰς ἑκάτερον—ὁρμᾶν.

11

.

548

[ἀπὸ μεσαύλοιο] μέσαυλον—θύραν.

11

.

551

[πάννυχοι ἐγρήσσοντος] ηὔξησε—φυλακῇ τῶν βου‐ κόλων.

11

.

554

[καιόμεναί τε δεταὶ] ἐπειδὴ γὰρ πολὺ—τικτόμενος.

11

.

559

νωθής] ὁ ἐστερημένος τοῦ θεῖν, ὡς 〈νωθρὸσ〉 τοῦ θορεῖν.

11

.

569

[πάντας δὲ προέεργε] ὁ λόγος· πάντας τοὺς Τρῶας ἐπὶ τὰς ναῦς ὁρμῶντας Αἴας ἀντιτασσόμενος ἐκώλυεν.

11

.

574

[χροὸς ἆσαι] ἐνεργητικὸν—πληρωθῆναι.

11

.

579

[πραπίδων] ἔστι τι σπλάγχνον πραπίδες καλούμενον· οὐ γὰρ
αἷς νοοῦμεν. [ἧπαρ] τὸ ἧπαρ ἔτρωσε κάτω—καρδία καὶ φλεβῶν ἧπαρ.142

11

.

584

[δόναξ] ἐκ γὰρ ξύλων ἦσαν καὶ καλάμων—θεοῖο» φησίν.

11

581-584

ὅρα τοῦ Ἀλεξάνδρου τὴν δειλίαν, ὅστις οὐδὲ ἐν τροπῇ τῶν Ἀχαιῶν προελθεῖν τεθάρρηκεν—τοξεύει.

11

.

586

[ἤϋσε δὲ] εἰκότως δὲ βοᾷ· μακρὰν γάρ εἰσιν οἱ Ἕλληνες.

11

589-590

[οὐδέ ἑ φημι φεύξεσθαι] οὐ φεύξεσθαί φησι τὸν Αἴαντα ἀλλὰ μενεῖν.

11

.

591

ἵστασθε] ἄντην τῶν ἐχθρῶν.

11

.

596

[πυρὸς αἰθομένοιο] λείπει—αἰθόμενον.

11

.

597

[Νηλήϊαι ἵπποι] οὐ τοῦ Νηλέως· ἄτοπον γὰρ τοὺς τοῦ Νηλέως ἵππους ζῆν ἔτι· ἀλλ’ ἐκ τῆς Νηλέως ἀγέλης.

11

.

600

τὸ φιλοπόλεμον—Ἀχιλλέως.

11

.

614

[τῷ Ἀσκληπιάδῃ] ἢ ὡς πλησιοχώρου—Χείρωνι.

11

.

617

[βῆ δὲ θέειν] συνορῶν—Ἀχιλλέως σπεύδει συγ‐ χαίρων τοῖς Ἕλλησιν.

11

.

624

[τεῦχε κυκειῶ] οὐ πρὸς θεραπείαν, ἀλλὰ πρὸς ἀνάψυξιν ἐδίδοτο τὸ πόμα ἡ ῥύσις τοῦ αἵματος λειποθυμίαν ἐργάζεται. ὁ οὖν μέλας οἶνος παχύνων τοὺς χυμοὺς τὴν ἐπίρρυσιν τοῦ αἵματος συστέλλει, ὥστε οὐκ
5ἀδόκιμον τὸ ποτόν. [κυκειῶ] ἔστι δὲ ὁ κυκεὼν δίψους ἴαμα. συσκευάζεται δὲ ἐκ
διαφόρων εἰδῶν.143

11

.

629

[κυανόπεζαν] τὴν ἀπὸ κυανοῦ ἔχουσαν οὐ τὸν πόδα, ἀλλὰ τὸν κύκλον τὸν ἔξωθεν.

11

.

630

κρόμυον ποτῷ ὄψον] ποτικὸν ὄψον—ὄψον καλεῖται. ἔστι δὲ τὸ κρόμυον—ἀλεξιφάρμακον.

11

.

631

σχόλιον· ἀλφίτου ἱεροῦ ἀκτὴν] ἤτοι ἄλφιτα περιφραστικῶς, ἢ ἄρτον—ὁτὲ δὲ 〈τὸν〉 αἰγιαλὸν, ἀπὸ τοῦ ἄγνυσθαι αὐτῷ τὰ 〈κύματα〉.

11

631bis

[ἀλφίτου ἱεροῦ] τὰ ἄλφιτα ἱερά φησιν ἐπειδὴ ὑπὸ θεοῦ ἐδόθησαν.

11

.

634

ὡς εἶναι ὀκτὼ τὰς πελειάδας.

11

.

635

[δύο δ’ ὑπὸ πυθμένες ἦσαν] ἢ ὅτι ἦν ἀμφίθετον, ὅπερ καὶ δικύμ‐ βαλόν φασι καὶ ἀμφικύπελλον.

11

.

636

σχόλιον· ἄλλος μὲν μογέων] προσληπτέον τὸ πρεσβύτης, ἵνα ᾖ· οὐ ῥᾳδίως τις ἐκίνει τῆς τραπέζης τῶν λοιπῶν γερόντων— ἐτέτρωτο.

11

.

639

σχόλιον· Πραμνείῳ] τῷ πραΰνοντι—ἀναδενδράδων εἶπον. ἐκ τοῦ πρέμνου. ἄλλοι δὲ ἀπὸ Πράμνης ὄρους τῆς Καρίας οἰνο‐ φόρου.

11

.

647

[ἀναίνετο] εἴρηται παρὰ τὸ ἀνανεύειν.

11

.

659

[βεβλημένοι οὐτάμενοί τε] βλῆσις λέγεται ἡ ἀπὸ μηκόθεν, τρῶσις δὲ ἡ ἐκ τοῦ σύνεγγυς.

11

.

660

[ὁ Τυδείδης] ἴσως πρῶτον καταλέγει τὸν Διομήδη ὡς πολέμιον.

11

.

661

[ἠδ’ Ἀγαμέμνων] οὐ λέγει ἐπίθετον τοῦ Ἀγαμέμνονος, ὡς 〈Ἀχιλλεῖ〉 ἀπεχθανομένου.

11

.

665

καταλείπει τὸν Ἀγαμέμνονα καὶ τοὺς Ἕλληνας προβάλλεται ὡς ἐλεεινούς.

11

.

674

[ῥύσια] ἅπερ ἀντὶ τῶν ἡρπασμένων ἁρπάζομεν.144

11

.

684

τύχε] περιγέγονε· τὸ γὰρ τῆς τύχης ὄνομα—οὐκ οἶδεν ὁ ποιητής.

11

.

686

[χρέος] ἐπεὶ καὶ οἱ ὀφείλοντες—ἁρπάσαντες κατα‐ βάλλειν ὀφείλουσιν.

11

.

687

[οἱ δὲ συναγρόμενοι] συνηθροισμένων—ἐμέριζον

11

.

688

πολλοῖς γὰρ Ἐπειοὶ χρεῖος ὄφελλον].

11

.

689

ὣς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν].

11

.

699

[τέσσαρες] αἱ δύο ξυνωρίδες, ὅ ἐστι ζεύγη, ὅπερ καὶ τέτρωρον, ὅ ἐστι τετράϊππον, καλεῖται.

11

.

703

[ἐπέων κεχολωμένος] ὡς καὶ βλάσφημά τινα εἰρηκότος αὐτοῦ εἰς τὸν Νηλέα.

11

.

704

τὰ δ’ ἄλλ’ 〈ἐς δῆμον〉 ἔδωκε] τοῖς δανείσασι μερίζεσθαι.

11

.

705

ἴσης] τῶν ἀποδοτέων, οὐ πᾶσιν ἴσης.

11

.

709

[Μολίονε] ἀπὸ τῆς κατὰ μάχην μολήσεως. μετὰ δέ σφι Μολίονε] Κτέατος καὶ Εὔρυτος παῖδες μὲν ἦσαν Ποσει‐ δῶνος καὶ Μολιόνης τῆς Μόλου, ἐπίκλην δὲ Ἄκτορες. οὗτοι παρηλ‐ λαγμένην—καὶ πόδας ὁμοίως. ἓν δὲ τὸ σῶμα—
5ἐπόρθησε τὴν Ἤλιδα. Φερεκύδους ἡ ἱστορία.

11

.

710

[οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς] καὶ πῶς καυχᾶται—
—εἶχον.145

11

.

719

[οὐ γάρ πω] πῶς οὖν πρώην ἐνίκησεν; ὅτι ἐκεῖ ἡ μάχη πρὸς ἀγροίκους ἦν, νῦν δὲ πρὸς ἐμπείρους ἔμελλε γίνεσθαι.

11

.

723

[Ἀρήνης] πόλις τῆς Πύλου.

11

.

728

[ταῦρον] βίαιος γὰρ τοῖς κέρασιν ὁ ταῦρος.

11

.

734

[προπάροιθε] πρὸ τοῦ ἁλῶναι τὴν αὐτῶν πόλιν.

11

.

738

[πρῶτος—ἵππους] ὅτι πάντα προθυμίᾳ κατορθοῦται.

11

.

741

[ἣ τόσα φάρμακα ᾔδει] καὶ τοῦτο πρὸς αὔξησιν τῆς τοῦ Νέστο‐ ρος ἀρετῆς—πολλά.

11

.

750

[Ἀκτορίωνε Μολίονε] Ἄκτορος καὶ Μολιόνης παῖδας, Κτέατον καὶ Εὔρυτον—ἀπὸ γὰρ μητρὸς ὁ Ὅμηρος οὐδένα σέβεται.

11

.

754

ἀσπιδέος] κυκλοτεροῦς—ὁρῶμεν. ἢ ἐν ᾧ τῶν ἀνῃ‐ ρημένων—τὸ πλῆθος αὐτῶν δηλώσῃ.

11

.

757

[Ἀλισίου .... κολώνη] τάφος τοῦ Ἀλεισίου. οὗτος δὲ ἦν εἷς τῶν μνηστήρων Ἱπποδαμείας.

11

766-767

ἠρέμα διδάσκει αὐτὸν ὡς ἀφ’ ἑαυτοῦ σύμμαχος τῷ Ἀγα‐ μέμνονι—τῆς συμμαχίας τοῦ Ἀχιλλέως, ὅθεν πείθεσθαι δεῖ μᾶλλον τῷ Ἀγαμέμνονι ἢ τῷ Ἀχιλλεῖ.

11

.

774

[ἐν χόρτῳ] χόρτοι γὰρ λέγονται οἱ τριγχοὶ—ἐν Ἀνδρομάχῃ ὁμοίως.

11

.

790

[σὺ δὲ λήθεαι] εὐπρεπῶς—ὠνόμασεν.

11

.

793

[ἀγαθὴ δὲ—ἑταίρου] λείπει τὸ ἀγαθοῦ.

11

.

798

[καί τοι τεύχεα καλὰ δότω] οἶδε—ἀναδράμῃ

11

810-811

[κατὰ μηρὸν οἰστῷ, σκάζων] ὁ μὲν Μαχάων καίτοι τὸν ὦμον τρωθεὶς ὑπὸ ἄλλου βαστάζεται, ὅτι ηὐτύχει τότε ὁ στρατὸς, ὁ δὲ Εὐρύπυλος μόνος ἔρχεται ὡς δυστυχοῦντος τότε τοῦ στρατοῦ. ἢ χρησί‐
μως ᾠκονόμηται, ὡς ἂν ἴδῃ τοῦτον ὁ Πάτροκλος κακῶς ἔχοντα.146

11

.

811

[κατὰ νότιος δὲ ῥέεν ἱδρὼς] «νότιος» δὲ «ἱδρὼς» ἐκ τοῦ νοσεῖν τὸ σῶμα γινόμενος.

11

.

813

[νόος γε μὲν ἔμπεδος ἦεν] οἰκονομικῶς καὶ τοῦτο, ἵνα εὐσταθῶς ὁμιλῇ Πατρόκλῳ τὸν νοῦν ἐρρωμένος.

11

.

830

[ὕδατι λιαρῷ] θερμῷ—ἀλγηδόνας. «θερμῷ» δὲ μέσῳ· τὸ μὲν γὰρ ἄγαν θερμὸν αἵματος ἀγωγὸν, τὸ δὲ ψυχρὸν ἐμποιεῖ φρίκην.

11

.

846

[ἐπὶ δὲ ῥίζαν βάλε πικρήν] ἀριστολοχίαν ταύτην καλοῦσιν. ἔστι δὲ ἴσχαιμος. συμπεριέφερε δὲ ταύτην ἀπὸ τῆς σκηνῆς, εἰδὼς ὡς
ἐντύχῃ τινὶ φίλῳ τραυματίᾳ. ἴσχαιμος147

12

.

3

ὁμιλαδόν] καθ’ ὁμίλους—ἐγίνετο συμβολή· συντέμνει γὰρ τὴν μάχην. συμβολή

12

.

5

[νεῶν ὕπερ] ἢ ὑπὲρ τῶν νηῶν.

12

.

13

[κατά] Ἰακὴ ἡ διαίρεσις.

12

.

17

[δὴ τότε] Μιλησίων ἡ ἀναστροφή.

12

.

22

βοάγρια] βόεια γέρρα, ὅ ἐστι δέρρα.

12

.

23

[ἡμιθέων] πρὸς αὔξησιν τοῦ πάθους ἡμιθέους νῦν αὐτοὺς καλεῖ.

12

.

28

[κύμασι] εἰς κύματα.

12

.

33

[ἴεν] ψιλωτέον τὸ «ἴεν» καὶ ἑνικῶς ἐκδεκτέον—ἐὰν δὲ δασύνῃς τὸ «ἵεν», ἀντὶ τοῦ ἵεσαν.

12

.

55

[ἕστασαν] τοῦτο μὲν δασυντέον, τὸ δὲ ἑξῆς ψιλωτέον (λέγω δὴ τὸ «τοὺς ἔστασαν υἷες Ἀχαιῶν» v. 56): συστολὴ γάρ ἐστιν ἐκ τοῦ ἔστη‐ σαν.

12

.

57

[πυκνοὺς καὶ μεγάλους] «πυκνοὺς» εἰς τὸ μὴ—ὑπερ‐ βαίνειν.

12

.

59

ὅρα τὴν ἀποπληξίαν τοῦ Ἕκτορος.

12

.

64

[ἑστᾶσιν] ἀπὸ κοινοῦ τὸ «ἑστᾶσιν».

12

.

66

προπερισπαστέον τὸ «στεῖνος»· οὐδέτερον γάρ. τὸ δυσχερὲς δὲ δηλοῖ τοῦ τόπου. «τρώσεσθαι» δὲ ἀντὶ τοῦ τραπήσεσθαι· τρώματα γὰρ τὰς τροπὰς οἱ Ἴωνες καλοῦσιν.148

12

.

72

[ἐνὶ πλήξωμεν] ἑκουσίως ἐμπέσωμεν.

12

.

74

[ἑλιχθέντων] ἡμῶν ἑλιχθέντων ὑπὸ τῶν Ἀχαιῶν.

12

.

77

[σὺν τεύχεσι] ἡ «σύν» ἀντὶ τῆς ἐν.

12

.

81

[αὐτίκα] εἰκότως—τῆς ἐπείξεως σημαντικόν.

12

.

88

τὸ οὖν «Ἕκτορι—τεταγμένων φησίν.

12

95-96

[τρίτος δ’ ἦν Ἄσιος ἥρως, Ἄσιος Ὑρτακίδης] κατὰ μετά‐ φρασιν ἓν ὄνομα, κατὰ δὲ Ὅμηρον ἐκ δευτέρου· κατὰ μὲν μετάφρασιν, ἵν’ ἦ «τρίτος δὲ ἦν ὁ ἡμίθεος Ἄσιος, υἱὸς Ὑρτάκου», κατὰ δὲ τὸν στίχον, «τρίτος δὲ ἦν ὁ ἡμίθεος Ἄσιος, ὁ Ἄσιος υἱὸς τοῦ Ὑρτάκου».

12

.

96

[Ὑρτακίδης—ἵπποι] μέλλων—πατρός.

12

.

104

[καὶ διὰ πάντων] περισσὸς ὁ «καὶ» σύνδεσμος. τὸ δὲ «διὰ πάντων» ἀντὶ τοῦ ὑπὲρ πάντων.

12

.

108

[ἐπίκουροι] διαφέρουσιν ἐπίκουροι καὶ σύμμαχοι· ἐπίκουροι μὲν οἱ πολεμουμένοις ἥκοντες βοηθοὶ, σύμμαχοι δὲ οἱ σὺν τοῖς πολεμί‐ οις ἐπιόντες.

12

.

116

[δυσώνυμος] ἢ κακὸν ὄνομα ἔχουσα τὸν θάνατον.

12

.

118

[εἴσατο] ἀπὸ τοῦ εἶμι, διὸ καὶ ψιλοῦται.

12

118bis

* σημαίνει τὸ «εἴσατο» καὶ τὸ ὥρμησε, ὡς ἐνταῦθα, καὶ τὸ ἐφάνη· «εἴσατο δ’ ὡς ὅτε ῥινόν» (Od. V, 281), καὶ τὸ ἔγνω· «εἴσομαι αἴ κέ μ’ ὁ Τυδείδης» (Il VIII, 532).

12

.

125

[κεκλήγοντες] κεκλήγω ἐνεστὼς βαρύτονος Συρακούσιος. ἡ με‐ τοχὴ κεκλήγων βαρύτονος.

12

.

132

[δρύες] μάλιστα γὰρ αὗται βαθύρριζοι—ἀνέμοις.149

12

.

137

[αὔας] μονῆρες—ἢ μόνον τὸ αὖος.

12

.

145

[ἐκ δὲ τὼ ἀΐξαντε] περισσὸς ὁ «δέ». εἰς δὲ τὸ «ἀΐξαντε» ὑποστιγμὴν θετέον.

12

.

147

[δέχαται] δεδέχαται δέχαται, δεδαίαται δαίαται. κολοσυρτὸς δὲ παρὰ τὸ τὰ κῶλα σύρειν, ἢ—τὸν κολῳὸν καὶ συριγμόν.

12

.

148

[δοχμώ] ὀξυτονητέον δὲ τὸ «δοχμώ»· δυϊκὸν γάρ ἐστι· ἤτοι δόχμιοι, πλάγιοι—οἱ ὀδόντες.

12

.

160

ἀμφ’ αὖον ἀΰτευν] δύο μέρη—αὖον, ἀΰτευν. κατε‐ χρήσατο δὲ ἐπὶ ἀψύχων θεὶς «ἀΰτευν».

12

.

161

[ὀμφαλόεσσαι] αἱ πολλοὺς ὀμφαλοὺς ἔχουσαι.

12

.

167

ἀξιόπιστος—ἀξιώματος διὰ τῆς τοῦ ζῴου σμικρό‐ τητος. τὸ δὲ «μέσον αἰόλοι» ἤτοι εὐκίνητοι—ἐντομήν.

12

.

170

[ἀμύνονται περὶ τέκνων] συλληπτικῶς εἶπε τὸ «ἀμύνονται»· τοῦτο γὰρ σφηκῶν τὸ ὑπὲρ τέκνων ἀμύνεσθαι, μελισσῶν δὲ τὸ ὑπὲρ τοῦ μέλιτος. τὸ δὲ «ἄνδρας θηρητῆρας» ἀμφοτέρων δύναται εἶναι. μέλιτος

12

.

172

ἁλῶναι] ἤτοι κριθῆναι θανάτου.

12

.

175

ἀθετεῖ Ἀρίσταρχος 〈διὰ〉 τὸ πύλας ἄλλας ὀνομάζεσθαι· ἀρέ‐ σκει γὰρ αὐτῷ μίαν εἶναι πύλην, τὴν ἐν τῷ τείχει. φασὶν οὖν μίαν μὲν εἶναι, τὴν ἱππήλατον πύλην, 〈τὸν δὲ ποιητὴν λέγειν ὅτι Ἄσιος μὲν ἐμάχετο περὶ ταύτην τὴν πύλην〉, οἱ δὲ περὶ τὸν Ἄσιον περὶ τὰς
5μικράς· τῷ γὰρ ἄλλας μικρὰς εἶναι πύλας οὐδ’ αὐτὸς Ἀρίσταρχος ἀντιλέγει.

12

.

177

λιθίνου τοῦ τείχους—πανταχόθεν τοῦ τείχους. «θεσ‐ πιδαὲς» δὲ τὸ ὑπὸ θείου δαιόμενον, ἢ τὸ ὑπὸ θεῶν ἀναπτόμενον. τείχους150

12

.

180

[ἐπιτάρροθοι] ἐπιτάρροθος. ἡ ταρ πλεονάζει ὡς ἐν τῷ ἀταρ‐ τηρός.

12

.

181

[σὺν δ’ ἔβαλον] ἐπὶ τοῦ παρόντος πλεονεκτεῖν ποιεῖ τοὺς Ἕλλη‐ νας—ἐπὶ τὸν Ἕκτορα.

12

200-201

ὁ ὄρνις ἐπ’ ἀριστερὰ μέρη «ἐέργων» καὶ ἀφορίζων τὸν Τρωϊκὸν λαὸν, τοὺς δὲ Ἕλληνας 〈ἐπὶ〉 δεξιὰ, τὴν πρὸς καιρὸν νίκην τῶν Τρώων σημαίνει.

12

.

203

οὔπω λήθετο χάρμης] ὁ δράκων. πιθανῶς δὲ— «φοινήεντα» δὲ 〈τὸν〉 πεφοινιγμένον ὑπὸ τοῦ ἰδίου αἵματος. τὸ δὲ «κό‐ ψε» τὸ ταχὺ τῆς πληγῆς ἐσήμανε, τὸ δὲ «ἰδνωθεὶς» τὸ ὑγρὸν τοῦ δράκοντος.

12

.

206

[μέσῳ δ’ ἐνὶ κάββαλ’ ὁμίλῳ] τῷ μεταιχμίῳ πρὸς τὸ μὴ διαβῆναι· ὡς γὰρ ὁ ἀετὸς [ἐπὶ τὰ ξένα ἑαυτοῦ] τέλος ἠστόχησεν, οὕτως καὶ οἱ Τρῶες.

12

.

208

μείουρος ὁ στίχος κέκληται, ἀκέφαλος δὲ· «ἐπειδὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο» (Il. XXIII, 2). ἐνεχώρει οὖν εἰπεῖν· «ὅπως ὄφιν αἰόλον εἶδον», ἀλλὰ τὴν κατάπληξιν τῶν Τρώων καὶ τὸν φόβον παρίστησι τῷ τάχει τοῦ στίχου, συσταλῆναι δηλῶν τοὺς Τρῶας τῷ φόβῳ.

12

212-213

[οὐδὲ μὲν οὐδὲ] τὸ «μέν» ἀντὶ τοῦ μήν. περισσὴ δὲ ἡ
μία ἀπόφασις «οὐδέ». τὸ δὲ «παρέξ» παρὰ τὸ δέον.151

12

.

218

ἀποροῦσι τινὲς πῶς τοῖς βαρβάροις βοηθῶν ὁ Ζεὺς τὸν οἰωνὸν ἐπιπέμπει. καὶ ῥητέον ὅτι τὴν μὲν διάβασιν ἤθελε γενέσθαι πρὸς τὸ ἀναστῆσαι Ἀχιλλέα, ᾔδει δὲ μὴ πεισόμενον Ἕκτορα τῷ σημείῳ. εἰκό‐ τως δὲ τῷ ποικίλῳ ὄφει εἰκάζονται· οὗτος γὰρ καταπονούμενος ἑαυτὸν
5συνειλήσας τὸν ὀλλύοντα ἔκοψε περὶ τὴν δειρήν· οὕτω δὲ καὶ οἱ Ἕλλη‐ νες τοὺς Τρῶας ὕστερον ἐνίκησαν.

12

.

237

[τύνη δ’ οἰωνοῖσι] ὁ φρόνιμος καὶ θέον τιμήσει καὶ οἰωνοῖς πει‐ σθῇ.

12

.

243

[εἷς οἰωνός] ἐκεῖνος μόνος—φιλοπάτριδας εἶναι. ἀμύνεσθαι] τοὺς ἐχθροὺς, ὑπὲρ πάτρης μαχομένους.

12

258-259

κρόσσαι αἱ πολεμικαὶ κλίμακες. λείπει δὲ ἡ κατά· τὰς δὲ «κρόσσας» κατὰ τῶν πύργων ἔρυον. «ἔρειπον» δὲ «τὰς ἐπάλξεις» ἐπὶ τῷ γυμνῶσαι τὸ τεῖχος τῶν κρυπτομένων ὑπ’ αὐτὰς Ἑλλήνων. στῆ‐ λαι δέ εἰσιν οἱ θεμέλιοι παρὰ τὸ ἐπ’ αὐτῶν ἵστασθαι τὸ τεῖχος.

12

.

262

κελεύθου] τῆς ἐπὶ τὰς ναῦς φερούσης.

12

.

263

[ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις] τὰ διάκενα— προσαναπληροῦται.

12

.

271

[νῦν ἔπλετο ἔργον ἅπασι] πάντες γὰρ νῦν χρήσιμοι, ἀπὸ τοῦ τείχους—ποιοῦσιν.

12

.

276

[δίεσθαι] προπαροξυτονητέον· παρατατικοῦ γάρ ἐστιν ἀπὸ τοῦ δίω, δίημι.

12

.

283

[πεδία λωτεῦντα] τὰ ποτὲ μὲν ἀνθοῦντα, οὐκ ἐν χειμῶνι δέ.

12

.

285

ἐρύκεται] ἐρύκει τῆς ὁρμῆς τὴν χιόνα ἢ διὰ τὸ— ἐρύκεται.

12

.

286

[εἰλύαται] τινὲς εἰλῦται, ἵνα ἐκ τοῦ εἰλύαται συναλοιφὴ ὑπάρχῃ
ἢ τοῦ εἰλύεται, ὡς ἐκ τοῦ ῥύεσθαι ῥῦσθαι, καὶ τοῦ νέκυας νέκυς.152

12

.

291

[ὀχῆα] ὀχεὺς σημαίνει γʹ· ὁ συνέχων καὶ σφίγγων τὴν περι‐ κεφαλαίαν ἱμὰς, ὁ τῆς θύρας μοχλὸς καὶ ἡ τοῦ θώρακος ζώνη, ὡς τὸ «ὅθι ζωστῆρος ὀχῆες χρύσειοι σύνεχον». (Il. IV, 132, 133. XX, 414—415).

12

.

297

[περὶ κύκλον] ὡς δύο, ἵν’ ᾖ· περὶ τὸν τῆς ἀσπίδος κύκλον.

12

.

298

[δύο δοῦρε] ἕτερον ἐν τῇ ἀσπίδι καὶ ἕτερον ἐν τῇ δεξιᾷ.

12

.

302

[βώτορας] βῶ βόσω βότωρ βότωρος, ὑπερβιβασμῷ χρόνου βώτορος.

12

.

303

περισσὴ ἡ «περί» πρόθεσις.

12

.

308

[ἐπάλξεις] τοὺς μέσους τόπους τῶν ἐπάλξεων· προεῖπε γὰρ ῥι‐ νοῖσι φράξασθαι τὰς ἐπάλξεις. (v. 263.)

12

.

316

καυστείρης] τῆς πυρούσης τὰ σώματα.

12

.

319

[ἔδουσί τε] σημείωσαι ὅτι οὐ χρυσῷ ἐτιμῶντο οἱ βασιλεῖς.

12

.

320

[οἰνόν τ’ ἔξαιτον] λείπει τὸ πίνουσιν.

12

.

336

[νέον] χθὲς γὰρ ὑπὸ Ἕκτορος ἐτρώθη.

12

.

337

[γεγωνεῖν] ὁ μὲν Ἀσκαλωνίτης «γεγώνειν» φησὶ βαρυτόνως, ὁ δὲ Ἀρίσταρχος περισπᾷ· «ἐγεγώνεον» γὰρ καὶ «γεγωνέμεν».

12

.

343

[Αἴαντα κάλεσσον] φίλος γὰρ ἦν αὐτοῦ ὡς Σαλαμίνιος.

12

.

356

[μίνυνθά περ] ἐπιτηδειότητος ἀγγέλων σημεῖον—τὴν βοήθειαν.

12

.

368

[αὐτὰρ ἐγὼ κεῖς’ εἶμι] ὁ μὲν Ζηνόδοτος κεῖθι γράφει· τοῦτο δὲ σημαίνει ἐν τούτῳ τῷ τόπῳ, τὸ δὲ κεῖσε εἰς ἐκεῖνον τὸν τόπον.

12

.

371

[ὄπατρος] εἰ ὄπατρος ὁ Τεῦκρος, οὐ νόθος καθ’ Ὅμηρον.

12

.

379

[Σαρπήδοντος] ὡς Χαλκώδοντος· οὐ δύναται γὰρ εἶναι Σαρ‐ πηδόντος διὰ τὸ μηδέποτε τὰ εἰς ων ὀνόματα ὀξύτονα ἐπιδέχεσθαι τὴν διὰ τοῦ ντ κλίσιν. ὅθεν καὶ τὸ ἑκών μετοχή ἐστιν.

12

.

385

[ἀρνευτῆρι] παρὰ τοὺς ἄρνας· οὗτοι γὰρ κυβιστῶσιν.

12

385bis

* ἄλλως· ἢ δύτῃ, τουτέστι κολυμβητῇ. κυβιστὴς δὲ ὁ δι’ ὀρχή‐
σεως ἐπὶ κεφαλὴν ἑαυτὸν ἐπερείδων πρὸς γῆν πρὸς θέαν τῶν ὁρώντων.153

12

.

386

[λίπε δ’ ὀστέα θυμός] δοκεῖ αὐτῷ—ψυχῆς. καὶ ὁ Πλάτων μὲν ἐν ταῖς τοῦ θερμοῦ ῥίζαις φησὶν εἶναι τοὺς δεσμοὺς αὐτῆς

12

.

389

ἀρίστου τοξότου τὸ μὴ τὰ ἐσκεπασμένα βαλεῖν.

12

.

391

[ἀθρήσειε] ψιλωτέον—ψιλοῦται. σεσημειωμένου τοῦ ἅθρους πρὸς διάφορα σημαινόμενα.

12

.

421

[ἀμφ’ οὔροισι δύ’ ἀνέρε δηριάασθον] περὶ ὅρων ἁμιλλῶνται.

12

.

422

[μέτρα] «μέτρα» δὲ τὰς ἀκαίνας φησὶ, ὡς καὶ οὗτοι τὰ δόρατα. «ἐπιξύνῳ» δὲ κοινοὺς ὅρους ἐχούσῃ.

12

.

426

[λαισήϊα] ἐξ ἀκατεργάστων πτερῶν ἢ τῇ λαιᾷ παλλόμενα.

12

.

428

[στρεφθέντι] οὐ πρὸς φυγὴν, ἀλλὰ δι’ ἄλλο τι.

12

.

431

[ἐρράδατο] ἀπὸ τοῦ ῥάζω.

12

.

433

χερνῆτις] ἡ ἀπὸ τῶν ἔργων τῶν ἰδίων χειρῶν ζῶσα, ὅ ἐστι μισθοῦ, ἄλλοις ἐργαζομένη.

12

433bis

[χερνῆτις] ἡ ταῖς χερσὶ τὰ πρὸς τὸ ζῆν πορίζουσα τοῖς παισί. τάλαντον δὲ παρὰ τὸ ταλαὸν, ὃ σημαίνει τὸ ὑπομονητικὸν τοῦ βάρους· ὥσπερ γυνὴ ταλαντεύουσα τὸ ἔργον ὃ παρέλαβεν.

12

.

434

[ἀμφὶς] ἵνα μὴ τοῦ προσήκοντος μισθοῦ στερηθῇ.

12

434bis

[ἀμφίς] ἤτοι ἑκατέρωθεν· μήποτε παριδοῦσα ἀποστερηθῇ τοῦ ἀξίου μισθοῦ.

12

.

441

[καὶ νηυσίν] βαρβαρικῶς ἀλαζονεύεται περὶ τῶν νεῶν, πρὶν πα‐ ρέλθῃ τὸ τεῖχος.

12

.

451

ἄρσενος] ὅτι τραχύτερος, ἢ ὅτι ῥυπωδέστερος, ἢ ὅτι μέγας.

12

.

455

[δικλίδας] κλειομένας δυσὶ κλεισίν.154

12

456-459

[ἐπημοιβοί] εἰς μέσον συνάπτοντες. ὀχῆας δέ τινες τὰ κλεῖ‐ θρα, «θαιροὺς» δὲ τοὺς ἄνω καὶ κάτω 〈στρόφιγγασ〉, διὰ τὸ 〈δι’〉 αὐ‐ τῶν θεῖν τὰς πύλας.

12

.

462

σημαντικὰ πάντα τῆς αὐτοῦ θρασύτητος.

12

.

471

τὸ μὲν «ὅμαδος» δασυντέον· ἀπὸ γὰρ τοῦ ὁμοῦ· τὸ δὲ «ἀλί‐ αστος» ψιλοῦται· κατὰ στέρησιν γὰρ τὸ α· λιαστὸς γὰρ ἦν. τοῦτο ἀπὸ
τοῦ λιάζω.155

13

.

1

διὰ τοῦτο δείκνυσι οὐ Τρώων εἶναι τὸ κατόρθωμα, ἀλλὰ τοῦ Διός.

13

1bis

* κεχώρικε—Ἀριστοδήμῳ. * [ἐπεὶ οὖν] τὸ «ἐπεὶ» δηλοῖ τέτταρα· τὸ ὅτι, τὸ ὅτε, τὸ ἐπειδή καὶ τὸ ἀφ’ οὗ.

13

.

3

* τὸ πάλιν—δηλοῖ «ὄσσε πάλιν κλίνασα» οἱ δέ, —ἐρέει.

13

.

4

* [ἱπποπόλων] περὶ ἵππους πολευόντων ἢ πολεμικῶν.

13

.

5

Μυσοὺς τοὺς Μακεδόνας φησί. ἀγαυοὺς δὲ τινὲς μὲν λαμπροὺς, τινὲς δὲ ὄνομα ἔθνους ἵππους ἀμέλγοντος καὶ τῷ γάλακτι τούτων τρε‐ φομένου. Ἀβίους δὲ τοὺς Σκύθας, ἢ ὡς ἅμα βιοῖς πορευομένους, ἢ ὅτι ἄοικοι, ἢ ὅτι μακρόβιοι. δικαιοτάτους δὲ τούτους φησὶ διὰ τὸ ἀνεπίμικτον,
5ἢ ὅτι οὐκ ἠθέλησαν Ἀμαζόσι συστρατεῦσαι εἰς Ἀσίαν, ἢ ὅτι κοινὰ ἔχουσι πάντα, παῖδας καὶ γυναῖκας.

13

.

13

Σάμιοι—Ἀπολλοδώρῳ.

13

12-13

* [Σάμου—Θρηϊκίης] τῆς Σαμοθρᾴκης. τὸ μέντοι ἐν αὐτῇ ὄρος Σαώκη καλεῖται.

13

.

17

[παιπαλόεντος] ἐκτροπὰς ἔχοντος ὥστε πλανᾶσθαι.156

13

.

20

ὑπερφυῶς τρισὶ βήμασι τοσαύτην θάλασσαν καὶ ἔθνη παρῆλθεν.

13

20bis

τίνος ἕνεκεν ἐπὶ τὰς Αἰγὰς ἄπεισι παρὸν ἐν Τροίᾳ εὐθὺς γενέσ‐ θαι; ἴσως ἐκεῖ ἄπεισι τὸ ξίφος ληψόμενος πρὸς κατάπληξιν τῶν Τρώων, ἢ ἵνα ὁπλιεῖται ὡς οὐκ ἀνεξομένου Διὸς, ἢ ὅπως μὴ ὑπόνοιαν δῷ τοῖς Τρωικοῖς θεοῖς.
5* Αἰγαὶ πόλις Ἀχαιῶν ἐν Πελοποννήσῳ—Εὐφορίωνι.

13

.

23

[τιτύσκετο] ὑποζευγνὺς τοὺς ἵππους τοῖς ἅρμασιν ηὐτρέπιζεν.

13

.

28

[κευθμῶν] οἱ μὲν συγκοπήν, οἱ δὲ κευθμὸς ὡς τεθμὸς, Ἰακῶς, ὡς βαθύλειμος βαθυλείμων.

13

.

31

[ἐΰσκαρθμοι] εὐσκαίροντες—ὀνομάζουσιν,

13

.

32

[σπέος.] ἀφώτιστον, παρὰ τὴν σβέσιν.

13

.

33

* [Τενέδοιο καὶ Ἴμβρου] νῆσοι—κόλπῳ.

13

.

34

[ἵππους ἔστησε] ἀπέβη τῶν ἵππων· ἄτοπον γὰρ θεῖον ἔχειν ἅρμα τὸν ὁμοιωθησόμενον τῷ Κάλχαντι.

13

.

36

[πέδας] παρὰ τὸ πιέζειν τοὺς πόδας.

13

.

37

[ἀρρήκτους ἀλύτους] διχῶς—ἢ λύσει. ἄμφω οὖν περιέλαβεν εἰπὼν «ἀρρήκτους» καὶ «ἀλύτους».

13

.

41

[ἄβρομοι αὐίαχοι] τὸν μὲν βρόμον ἔλαβε παρὰ τοῦ πυρός, «αὐ‐ ίαχοι» δὲ παρὰ τὸ αὔειν καὶ ἰάχειν, ἢ αἴαχοι κατ’ ἐπέκτασιν τοῦ α, εἶτα πλεονασμῷ τοῦ υ.

13

.

43

* [γαιήοχος εἰνοσίγαιος] τὰ ἐναντία τέθεικεν· δι’ οὗ μὲν γὰρ ἐπιθέτου δηλοῦται ὁ τὴν γῆν συνέχων, δι’ οὗ δ’ ὁ κινῶν αὐτήν· καὶ γὰρ περὶ ἰατρῶν δύο ἐστὶν ὧν χρὴ προΐστασθαι, τά τε νοσερὰ πρὸς διόρ‐ θωσιν καὶ τὰ ὑγιεινὰ πρὸς φυλακήν.

13

.

45

[εἰσάμενος] εἴδω τὸ γινώσκω, εἴσομαι εἴσῃ εἴσεται. ἐκ τούτου
περισπωμένως εἰδῶ εἰδήσω τὸ μανθάνω καὶ εἴδω τὸ ὁρμῶ, ὡς τὸ «εἴσατο γὰρ νηῶν ἐπ’ ἀριστερὰν» (Il. XII, 118) 〈καὶ〉 εἴδω τὸ πηδῶ «εἴσατο γὰρ λίμνην».157

13

.

49

[ἄλλῃ μὲν γὰρ] κατ’ ἄλλην τάξιν· πένταχα γὰρ ἦσαν κοσμη‐ θέντες.

13

.

52

[περιδείδια] ἐν ταύτῃ δὲ τῇ τάξει περισσῶς δείδια. ἡ δὲ «περί» οὐκ ἀναστρέφεται ὅτε τὸ περισσῶς δηλοῖ.

13

.

53

[λυσσώδης] λύσσα παρὰ τὸ λελύσθαι τὰς φρένας.

13

.

54

φησὶ γὰρ «τιοίμην δ’ ὡς τίετ’ Ἀθηναίη καὶ Ἀπόλλων». (Il. VIII, 540).

13

.

59

[σκηπανίῳ] σημείωσαι ὅτι ἐσκηπτροφόρουν οἱ μάντεις.

13

.

60

[κεκοφώς] γράφεται καὶ κεκοπὼς, ὡς πεπληγώς.

13

.

63

[περιμηκέος] τὰ εἰς ης σύνθετα παρ’ οὐδέτερα γινόμενα τῷ η παραληγόμενα βαρύνεσθαι θέλει· μεγακήτης, κακοήθης, Διομήδης. διὸ τὰ λαθικηδής, οἰνοπληθής, ἀπὸ τῶν κήδω καὶ πλήθω ῥημάτων φαμέν.

13

.

65

θέλει—γίνωνται.

13

.

66

[ἔγνω πρόσθεν Ὀϊλῆος] ὡς ἰδίαν δύναμιν ἔχων ὁ Τελαμώνιος οὐ ταχέως—ὁ Λοκρὸς «ἔγνω» ταχὺ, ἢ ὅτι νωθὴς ὁ Τελα‐ μώνιος, ὁ δὲ ὀξύτερος. * Ὀϊ〈λῆος ταχὺς Αἴας] Αἴασ〉 Λοκρὸς μὲν ἦν τὸ γένος ἀπὸ πόλεως
5〈Ὀποῦντοσ〉, πατρὸς δὲ—παχυμερῶς.

13

.

70

* πῶς Ποσειδῶν, φασὶν, οὐκ ἔλαθε τὸν Αἴαντα; ῥητέον— ἑαυτοῦ.

13

.

71

[ἴχνια] ἴχνιον· παρὰ τὸ ἴξω, ἶγμαι ἴγνιον καὶ ἴχνιον. οὐκ ἔστι δὲ ὑποκοριστικὸν, διὸ καὶ προπαροξύνεται.
* ἄλλως· ἴχνια ὁμοτόνως τῷ παίγνια—αὐτοῦ.158

13

.

82

* [χάρμῃ γηθόσυνοι] ἔστιν ὅτε δηλοῖ ἡ λέξις—αἰεὶ λέγει οὐδετέρως χάρμα.

13

85-86

[καί σφιν ἄχος] ὁ μὲν κάματος τὸ σῶμα ἐδάμαζε, τὸ δὲ «ἄχος» τὴν ψυχήν.

13

.

91

ὡς νεώτεροι γὰρ οὗτοι πρόθυμοι ἦσαν.

13

.

96

* [ἁμάς] τὸ ἁμάς—κατέληγεν.

13

.

103

[ἤϊα] τὰ τοῦ εἶναι αἴτια, ἢ τοῦ ἰέναι· οἱ γὰρ πεινῶντες λάθρα 〈τὰ〉 γυῖα βαρύνονται. * κυρίως δὲ τὰ ἐν τῇ ὁδῷ ἢ ἐν τῷ πλῷ ἐπιτήδεια, ἐφόδια, οὐ τὰ ἐν οἴκῳ ἐσθιόμενα· «δεῦτε φίλοι ἤϊα φερώμεθα» (Od. II, 410)
5—φέρεται. * [θώων] οἱ θῶες ζῷον ἄλκιμον καὶ εὐκίνητον. ἔνιοι δὲ τὸ παραπλή‐ σιον ὑαίνῃ. καὶ ἔνιοι περισπῶσιν, ἵνα ὁμοτονῇ τῷ θηρῶν καὶ κυνῶν. οὕτως δὲ καὶ Ἀρίσταρχός φησι προφέρεσθαι. Διοκλῆς δὲ καὶ ὁ Θρᾷξ Διονύσιος ὡς βαρύνοντα τὴν λέξιν τὸν Ἀρίσταρχον διαβάλλουσι. Κάσ‐
10σιος δὲ ἀπολογούμενος—ἀναλογίαν.

13

.

115

[ἀκεώμεθα] θεραπεύσωμεν ἢ τὴν τοῦ Ἀχιλλέως μῆνιν, ἢ τὴν ἀμέλειαν ἣν αὐτοῖς ὀνειδίζει. ῥᾷστον γὰρ πρὸς ἐπανόρθωσιν τὸ ἁμαρ‐
τηθὲν τοῖς ἐναρέτοις ἀνδράσιν.159

13

.

122

[αἰδῶ καὶ νέμεσιν] τὴν αἰδῶ καὶ τὴν ἐξ ἄλλων ἀκολουθοῦσαν μέμψιν.

13

.

125

[γαιήοχος] ἢ ἐπὶ γῆς ὀχούμενος, ἢ ὁ τὴν γῆν ὀχῶν ἤτοι ἡνιοχῶν, ἢ ὁ συνέχων καὶ βαστάζων τὴν γῆν· φασὶ γὰρ ἐπὶ ὕδατος αὐτὴν ἐστη‐ ρίχθαι. ἐννοσίγαιος δὲ ὁ κινῶν—ὁ σεισμός.

13

.

128

[λαοσσόος] ἡ ὁρμητικὴ, ἢ σώζουσα τοὺς συμμάχους ἢ σοβοῦσα τοὺς ἐναντίους.

13

.

130

* [προθελύμνῳ]. Ἀνδρόμαχος—καθυλομανεῖν.

13

135-137

[ἰθὺς φρόνεον] ὥστε εὐθεῖαν πρὸς 〈τοὺσ〉 Τρῶας χωρεῖν. «προὔτυψαν» δὲ ἤτοι προενέσεισαν ἀθρόοι διὰ τὴν εὐημερίαν, «ὀλο‐ οίτροχος» δὲ ὅλος τροχοειδὴς, ἢ ὀλοὸς ἐν τῷ τρέχειν, ἤτοι δεινός. κα‐ λῶς δὲ βάρβαρον ὁρμὴν καὶ ἄλογον ἀψύχῳ βάρει εἴκασεν.

13

.

137

* [ὀλοοίτροχος] Δημήτριος ὁ γονύπεσος—καλεῖ.

13

.

138

[στεφάνης] στεφανοειδοῦς 〈οὔσησ〉 τῆς ἐν πλάτει ἐξοχῆς. ἡ δὲ «κατά» ἀντὶ τῆς ἔξ.

13

.

139

πέτεται] ταχέως φέρεται.

13

.

140

* τὸ «ὕψι» ὡς «οἴκοθι»—τινὲς δὲ ὀξυτόνως «ὑψί».

13

.

141

[ἀσφαλέως] ἀνεμποδίστως, μὴ σφαλλόμενος.

13

.

142

ἰσόπεδον] τὸ ὁμαλόν.

13

.

146

[μάλ’ ἐγχριμφθείς] λίαν ταῖς φάλαγξιν ἐμπελασθείς.

13

.

147

[ἀμφιγύοισιν] ἀμφοτέρωθεν τὰ γυῖα βλάπτουσιν.

13

.

149

* [διαπρύσιον] διὰ παντὸς—σημαντικόν.

13

.

152

* [πυργηδὸν] δίκην πύργου—σφαιρηδόν.

13

.

158

κοῦφα καὶ μετέωρα βαίνων καὶ ἀκροβηματίζων. τὸ δὲ «ὑπα‐ σπίδια προποδίζων» οἷον οὐ προβάλλων τὰ ἴχνη πρὸ τῆς ἀσπίδος, ἀλλ’
ἑαυτὸν ἐπικρύπτων τῇ ἀσπίδι.160

13

.

162

[ἐν καυλῷ] καυλὸς δὲ τὸ καθιέμενον εἰς τὸ κοῖλον τοῦ δόρατος τὸ δὲ «ἐν καυλῷ» ἀντὶ τοῦ κατὰ τὸν καυλόν.

13

.

166

[ὅ] ὅ τι, ὡς τὸ «ὅ μοι γέρας ἔρχεται ἄλλῃ».

13

.

168

διὰ τί δὲ αὐτὸς ἀπῄει; ὅτι ἐν τῷ θορύβῳ—οἱ πεμ‐ πόμενοι οὐ τοσοῦτον ταχύνουσιν.

13

.

178

σημείωσαι ὅτι ἡ μελία ἐν πεδίῳ οὐ γίνεται, ἀλλ’ ἐν ὄρει.

13

.

181

* [βράχε] ὠνοματοποίηται ἀπὸ τοῦ ἤχου τῶν ὑδάτων καὶ τοῦ βρέχειν. ὁ δὲ λόγος· τὰ δὲ περὶ αὐτῷ τεύχεα ἔβραχεν.

13

.

191

λείπει ἡ διά, ἵν’ ᾖ· διὰ τοῦ χροὸς εἴσατο καὶ ἐπορεύθη. ἔστι δὲ ἡ εὐθεῖα χροῦς, ὥς φησιν ὁ Τυραννίων.

13

.

198

[δύ’ αἶγα λέοντε] Ζηνόδοτος δύο αἶγε· οὐ γὰρ συμμαχοῦσιν ἀλλήλοις οἱ λέοντες. ἀλλ’ ἔστιν εἰπεῖν ὅτι τοῦ ἑνὸς ἁρπάσαντος ὁ ἕτερος ἀπαντώμενος συναρπάζει.

13

.

199

[ῥωπήϊα] τόποι ἐν οἷς ῥῶπες φύονται. ῥῶπες δέ εἰσιν ὑλώδη φυτὰ, δρυμοὶ, φρύγανα. ἔστι δὲ ἀπὸ τοῦ ῥέπω, ῥέψω, ῥόψ, καὶ αὐξή‐ σει ῥώψ.

13

.

202

συλήτην] ἀπήγαγον, ἵνα συλήσωσιν. ἔστι δὲ Δώριον, ἢ ἀπὸ τοῦ συλησάτην.

13

.

204

[ἧκε δέ μιν—δι’ ὁμίλου] συστρέψας—βολῆς.

13

.

212

[κατ’ ἰγνύην] ἰγνύη τὸ ὀπίσω μέρος τοῦ γόνατος— ἀπηνέχθη.

13

.

214

[ἤϊεν ἐς κλισίην] ὁπλισόμενος δηλονότι.

13

.

218

* [Αἰτωλοῖσιν] Αἰτωλὸς—προσηγορεύθησαν.

13

.

227

[νωνύμους] τινὲς—φησιν.

13

.

237

συμφορητικόν τί ἐστιν ἡ ἀρετή· οὐ μόνον γὰρ οἱ γενναῖοι ἐν πο‐ λέμῳ γενναῖοι, ἀλλὰ καὶ εἰς τοὺς ἀσθενεῖς ἡ τῆς ἀρετῆς ἀνδρεία φέρεται.

13

.

249

* δι’ ἑνὸς στίχου καὶ τῆς συγγενείας ὑπέμνησε, καὶ τὴν τῶν ποδῶν ῥώμην ἐμαρτύρησε, καὶ τὸ ὑπερβάλλον εἰς αὐτὸν τῆς φιλοστορ‐ γίας ἐνεδείξατο.161

13

.

257

* [κατεάξαμεν ὃ πρὶν ἔχεσκον] ἐπιφερόμενον τῷ πληθυντικῷ ἑνικὸν σχῆμα ποιεῖ Αἰολικῶς. καὶ ἐν τῷ Εὐριπίδου Ἴωνι· «κωλυό‐ μεθα μὴ μαθεῖν ὃ βούλομαι»

13

.

261

* [προσενώπια παμφανόωντα] ἵν’ ᾖ «δούρατα παμφανόωντα» διασταλτέον. καὶ ἐν τῇ Θ· «ἅρματα δ’ ἔκλιναν πρὸς ἐνώπια παμφανό‐ ωντα».

13

.

276

λεγοίμεθα] ἀριθμοίμεθα· ἐν μὲν γὰρ τοῖς πολέμοις οἴδαμεν πρὸς πόσους καὶ ποίους μαχόμεθα, ἐν δὲ τοῖς λόχοις τὰ τοιαῦτα ἄδηλά ἐστιν.

13

276bis

* ἄλλως· εἰ γὰρ δὴ παρὰ ναυσὶ λεγοίμεθα εἰς λόχον— μένος.» τὰ δὲ λοιπὰ διὰ μέσου—τὴν ἐνέδραν.

13

.

281

[μετοκλάζει] ἐξηγεῖται τὸ «μετοκλάζει» διὰ τοῦ «ἐπ’ ἀμφοτέρους πόδας ἵζει»· ὀκλάζων γὰρ μετακάθηται ὁ δειλός· ἐὰν γὰρ ὁ θυμὸς μετοκλάζῃ, συμμεταβάλλεται καὶ τὸ σῶμα.

13

.

287

[τεόν γε] ὁ θαρσαλέος δηλονότι.

13

.

291

[ὀαριστύν] ὀαριστὺς ἡ μάχη μεταφορικῶς· ὀαριστὺς γάρ ἐστι κυρίως τὸ διδόναι τι καὶ λαμβάνειν, ἀντικαταλλάσσονται δὲ σφαγὰς οἱ πολεμοῦντες.

13

.

299

τῷ δὲ Ἄρει ἅμα ἕσπετο ὁ φίλος υἱὸς αὐτοῦ, ὁ Φόβος δηλονότι. ταλάφρων 〈δὲ〉 ἀπὸ τοῦ τάλω, ὅθεν ταλάσσω.

13

.

301

* [Ἐφύρους μέτα] ἐπὶ τοὺς Ἐφύρους πάλαι καλουμένους, νῦν δὲ Κραννωνίους. ἰστέον δὲ—Ἀπολλόδωρος ἱστορεῖ. partie.

13

.

302

* [Φλεγύας] τοὺς ἀθέους καλουμένους Γορτυνίους, τοὺς ἐν τῇ
Φωκίδι, οἳ ἐνέπρησαν τὸν ἐν Δελφοῖς ναὸν τοῦ Ἀπόλλωνος.162

13

.

307

[Δευκαλίδη] ἀπὸ τοῦ Δευκαλιωνίδη κατὰ συγκοπήν.

13

.

309

ἐπεὶ οὔ ποθι] 〈οὐδαμοῦ φησὶν〉 τοὺς Ἀχαιοὺς τοσοῦτον ἐνδεεῖς εἶναι τῶν βοηθησόντων ὅσον—καὶ ὁ Ἕκτωρ «μάχης ἐπ’ ἀριστερὰ μάρνατο πάσης». (Il. XI. 498)

13

.

314

[σταδίῃ] καὶ τὸ δόρυ παρὰ Θεσσαλοῖς στάδιον.

13

.

315

[ἄδην] παρὰ τὸ ἄδος, ὅ ἐστι πλησμονή.

13

315-317

τὸ «ἐσσεῖται» ἐὰν μέν ἐστι Δώριον, παροξύνεται, ἐὰν δὲ Ἀττικὸν, προπερισπᾶται. τὸ δὲ «ἐσσύμενον» ἀντὶ τοῦ ἐφιέμενον.

13

.

322

[ἔδοι] ἐπεὶ καὶ θεοὶ ἀνθρώποις πολλάκις ὁμοιοῦνται, προσέθηκε τὸ «καὶ ἔδοι Δημήτερος ἀκτήν». ἀκτὴ δὲ τὸ προηγμένον καὶ προτιμώ‐ μενον τῶν ἄλλων.

13

.

326

ὧδε] οὕτως ὡς ἔχεις ὁρμῆς. τὸ δὲ «ἔχε» ἀντὶ τοῦ πορεύου.

13

.

327

ὄφρα εἴδομεν] σημείωσαι ὅτι οὐδέποτε τὸ περισπώμενον ὑπο‐ τακτικὸν συστέλλει.

13

.

333

[πρύμνῃσι νέεσσιν] ἐσχάταις ναυσίν.

13

.

334

λιγέων] τῶν ἐτησίων· οὗτοι γὰρ—ἐστίν. λιγεῖς δὲ εἴρηνται ὅτι κατὰ λεπτοῦ τοῦ ἀέρος πνέοντες ὑποσυρίττουσιν.

13

.

345

[ἀμφὶς φρονέοντε] κεχωρισμένως, ἀμφισβητοῦντες.

13

.

358

* ὁ δὲ Ζεὺς καὶ ὁ Ποσειδῶν—βοηθείας.

13

.

363

[Καβησόθεν] Κάβησος πόλις Θρᾴκης.

13

.

365

[ἀνάεδνον] δίχα τοῦ δοῦναι ἕδνα, οὐχὶ τοῦ λαβεῖν.

13

.

371

[ὕψι βιβάντα] ὡς μεγαλοφρονοῦντος αὐτοῦ ἐπὶ τῷ θώρακι.

13

.

374

σαρκασμοῦ πλέων, οὐ κενοδοξίας τὸ «αἰνίζομαι». τοῦτο δὲ ἢ τὸ ἐπαινῶ ἢ τὸ φοβοῦμαι δηλοῖ.

13

.

382

[ἑεδνωταὶ] οἱ πενθεροὶ, οἱ τὰ ἕδνα λαμβάνοντες.163

13

.

389

[ἀχερωΐς] ἡ λευκή· ταύτην γὰρ ἀνήγαγεν Ἡρακλῆς ἐξ Ἀχέ‐ ροντος.

13

.

390

[βλωθρή] ἢ ἁπαλὴ κατὰ Ἀρκάδας.

13

.

394

[ἐκ δέ—πλήγη] ἐξεπλάγη τὰς φρένας.

13

.

424

τὸ «Ἰδομενεύς» τινὲς περισπῶσιν ὡς γενικήν· μένος τοῦ Ἰδο‐ μενεῦς· ἔστι δὲ «μένος» ἀντὶ τοῦ μένους.

13

.

428

Ἑλληνικὸν τὸ ὑπὲρ φίλων αὑτὸν διδόναι.

13

.

430

[περὶ κηρί] ὑπὲρ τὸ τῆς φύσεως μέτρον.

13

.

441

αὖον] τὸ ὀξύ· ἔστι γὰρ ἀκοῦσαι—ψόφον.

13

.

443

[οὐρίαχον] οὐρίαχος ἡ ἐπιδορατίς. ἔδειξε δὲ—καρδίας.

13

.

444

[ἀφίει μένος ὄβριμος Ἄρης] τὴν εἰς τοὔμπροσθεν— καρδίας.

13

446-447

ὄντως πολλῷ μεῖζον καὶ τριπλάσιον νομίζομεν τὸ τοὺς τρεῖς τούτους ἀντὶ ἑνὸς πεφονεῦσθαι.

13

.

458

[δοάσσατο] δοκῶ, δοκήσω, κατὰ παραγωγὴν δοκάσσατο, 〈καὶ ἀποβολῇ τοῦ κ δοάσσατο〉.

13

.

459

* [βῆναι ἐπ’ Αἰνείαν] Τροίας ἁλούσης—πόλιν Ῥώμην.

13

.

464

[γαμβρῷ] ἀδελφῆς ἀνδρί.

13

.

468

[θυμὸν—ὄρινεν] τοῦ γὰρ παλμῶν αἰτία ἡ θερμὴ τοῦ περὶ καρδίαν αἵματος.

13

.

470

[φόβος λάβε τηλύγετον ὥς] καὶ πῶς φησι· «δείδια δ’ αἰνῶς Αἰ‐ νείαν ἐπιόντα»; (481.) ἢ φόβον τὴν φυγὴν νοητέον. «τηλύγετον» δὲ τὸν μικρὸν, τὸν τέλος τῆς γενέσεως ἔχοντα, μεθ’ ὃν ἄλλος οὐκ ἐτέχθη, ἢ τὸν γέροντα, τὸν τηλοῦ τῆς ἡλικίας ἐλθόντα.

13

.

476

[ὣς μένεν] τὸ μὲν μεῖναι—ἀσφαλοῦς.

13

.

478

* [Ἀσκάλαφον] Ἀσκάλαφος παρὰ τὸ ἀσκελὲς τῇ ἁφῇ, ὁ λίαν
σκληρός.164

13

.

521

* [οὐδ’ ἄρα πω] ἐζήτηται πῶς—πάθεσιν.

13

.

527

[πήληκα] πήληξ παρὰ τὸ πάλλεσθαι.

13

.

543

[ἐάφθη] ἐπηκολούθησε, παρὰ τὸ ἕπω, ὃ σημαίνει τὸ ἀκολουθῶ, εἵφθη καὶ ἑάφθη. ἄλλως· δασυνόμενον. ἅπτω, ὁ ἀόριστος ἥφθη, 〈κατὰ πρόσοδον τοῦ ε ἑάφθη〉.

13

.

553

[τέρενα χρόα] τὸν εἴσω χρόα, τὸν ἁπαλόν.

13

554-555

ἢ ὅτι πρόγονος ἦν αὐτοῦ, ἢ ὅτι ὡς υἱοῦ Νέστορος ἀνδρὸς θεοφιλοῦς ἐφρόντιζε.

13

.

564

* [σκῶλος] ἢ σκόλοψ, ἢ ἀκάνθης εἶδος ἣ πυρωθεῖσα εὐτονωτέρα γίνεται.

13

.

588

* [πτυόφιν] τῇ φῖ παραγωγῇ ὁ ποιητὴς κατὰ τριῶν κέχρηται πτώσεων, ἐπὶ γενικῆς, δοτικῆς καὶ αἰτιατικῆς. 〈ἐπὶ〉 γενικῆς μὲν οὕτως «ὡς δ’ ὅτ’ ἀπὸ 〈πλατέοσ〉 πτυόφιν»· ἔστι γὰρ ἀπὸ τοῦ πτύου. ἐπὶ δὲ δοτι‐ κῆς· «Ἕκτωρ ἧφι βίηφι» (Il. XXII, 107.)· ἔστι γὰρ τῇ ἑαυτοῦ. ἐπὶ
5δὲ αἰτιατικῆς· «ἣ ἐπὶ δεξιόφιν» (Il. XXIII, 308.)· ἔστι γὰρ ἐπὶ τὰ δεξιά. καὶ ἐπ’ εὐθείας Ἡσίοδος «ὁδὸς δ’ ἑτέρηφι μετελθεῖν» (O. 214.)· ἔστι γὰρ ἑτέρα. ἐπὶ δὲ κλητικῆς Ἀλκμὰν ὁ μελοποιὸς οὕτως· «Μῶσα Διὸς θύγατερ ὠρανίαφι λίγ’ ἀείσομαι»· ἔστι γὰρ οὐρανία.

13

.

589

περιφερεῖς γὰρ—τῶν πυρῶν ἀφάλλονται. τοὺς δὲ κυάμους τὸ παλαιὸν οὐκ ἤσθιον οἱ ἱερεῖς ὡς μέλανας, ἢ ὅτι ἄρτος ἦν τοῖς ἀνθρώποις τὸ παλαιὸν, ἵνα μηδ’ ὅλως ἐκείνων μνήμη φυλαχθῇ. Jusqu’ à ἀφάλλονται

13

.

599

[οἰὸς ἀώτῳ] ἐξ ἐρίων γὰρ πάλαι συνέστρεφον τὰ κῶλα—
νεύροις.165

13

.

608

[ἔσχεθε] ἤτοι ἐπέσχε—καυλῷ δὲ 〈τῷ〉 τῆς ἐπιδορα‐ τίδος ἐν ᾧ ἐνίεται τὸ ξύλον.

13

.

611

ὑπ’ ἀσπίδος] τὴν ὑπὸ τὴν ἀσπίδα—ἔφερον γὰρ καὶ ταῦτα πρὸς τὸ κατασχίσαι τὰς ναῦς.

13

.

612

ἐλαΐνῳ] ἀπὸ τοῦ ἐλαία Ἀττικῶς ἐλαΐνος. πέλεκκον δέ φησι τὸν στειλειόν.

13

.

620

[λείψετέ θην] ἤτοι οὐκέτι παρέσεσθε πολεμήσοντες περὶ τὰς νῆας τῶν Ἀχαιῶν.

13

.

623

[κακαὶ κύνες] κύνας αὐτούς φησι ὡς κατωφερεῖς διὰ τὸν Ἀλέ‐ ξανδρον.

13

.

626

[καὶ κτήματα πάντα] μετὰ γὰρ πολυτελοῦς—ἥκου‐ σα, ἥρπασται ἡ Ἑλένη.

13

.

638

[τῶν κέν τις] τούτων μὲν πάντες ἐρῶσιν ἐμπλησθῆναι, πολέμου δὲ οὐδείς.

13

.

643

[Πυλαιμένεος] οὐχ οὗτός ἐστιν ὁ ὑπὸ Διομήδους καὶ Ὀδυσσέως ἀναιρεθεὶς ἀρχὸς Παφλαγόνων «ἔνθα,» φησὶν, «Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ» (Il. V, 576.), ἀλλ’ ἐκεῖνος μὲν ἦν ὁ ἄρχων, οὗτος δὲ ὁ βασιλεύς.

13

.

654

[θυμὸν ἀποπνείων] ἐντεῦθεν δῆλον ὅτι πνεῦμα ἡ ψυχή. ἀκινη‐ τεῖ δὲ ὁ σκώληξ, ἤν τις αὐτοῦ ἅψηται.

13

.

657

[ἀνέσαντες] ἤτοι καθίσαντες.

13

.

658

ζητεῖται πῶς—λείβων.

13

.

659

* [ποινὴ—τεθνηῶτος] ἐπεὶ ὁ Ἀλέξανδρος χαλεπήνας ὑπὲρ τοῦ ἀνῃρημένου Εὐχήνορα τὸν Κορίνθιον ἀναιρεῖ.

13

.

671

[γναθμοῖο] γνάθον φασὶ, τὸν ὑπὸ τὸ οὖς τόπον, οἱ δὲ τὴν σια‐ γόνα.

13

.

677

[τοῖος] ἤτοι μετὰ τοσαύτης προθυμίας.166

13

.

678

[πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν] οὐ πᾶν ἦν τοῦ θεοῦ, ἀλλὰ σὺν τῷ σθένει αὐτῶν καὶ αὐτὸς ἤμυνεν.

13

.

684

[ζαχρηεῖς] λίαν ἐπιβαροῦντες, παρὰ τὸ χραύειν.

13

.

686

Ἐπειοί] ὧν ἦρχεν ὁ Μέγης.

13

.

705

πρυμνοῖσι] τοῖς περὶ τὴν σάρκα. συμπαθεῖν δὲ τοῖς ποσὶ τὰ κέ‐ ρατά φησιν ὁ Ἀριστοτέλης διὰ τὴν διάτασιν τῶν νεύρων· διὸ μετὰ κά‐ ματον ἀλείφεσθαι τὰ κέρατα αὐτῶν κηρῷ ἢ ἐλαίῳ ἢ πίσσῃ.

13

.

707

[τέλσον] τὸ βάθος ἢ τὸ πέρας τῆς γῆς.

13

.

719

[οἱ μὲν] ὁ Σαλαμίνιοι.

13

.

741

ἔνθεν] ἐκ τοῦ καλέσαι τοὺς ἀρίστους βουλευσόμεθα τὸ συμφέρον.

13

.

742

[ἤ κεν] καθόλου ἑτέρας γνώμης ἐστὶν ὁ Πολυδάμας, ἀλλ’ οὐκ αὐτὴν ἐκφέρει· ἠπίστατο γὰρ τὸν Ἕκτορα μὴ δεξόμενον.

13

.

745

δέδοικα μὴ ὥσπερ ἐν σταθμῷ ἀποδῶσιν ὥσπερ χρέος ἡμῖν τὴν χθὲς ἡμῶν νίκην καὶ εὐημερίαν, μήπως χθὲς ἡττωμένοι σήμερον νι‐ κήσωσιν.

13

.

748

[ἅδε δ’ Ἕκτορι μῦθος] διδάσκει πείθεσθαι τοῖς καιροῖς· ἰδοὺ γὰρ πρότερον ἀπειθῶν ὁ Ἕκτωρ, νῦν διὰ τὸν καιρὸν πείθεται.

13

.

750

[ἐρύκακε] μὴ ἔα χωρίζεσθαι.

13

.

756

[ἀγαπήνορα] ἀγαπήνωρ ὁ διὰ τὴν ἀνδρείαν ἀγαπώμενος.

13

.

764

[βεβλημένοι οὐτάμενοί τε] ἐβέβλητο μὲν Ἕλενος, οὔταστο δὲ Δηΐφοβος.

13

.

773

σῶς] ἢ ἰσχυρὸς, ἢ σωζόμενος.

13

.

786

αὐξήσω γὰρ τὴν ἀλκὴν ὅση δύναμις.167

13

.

793

[ἀμοιβοί] ἢ πεζοὶ ἢ ἀμειβόμενοι—ἐπεκούρησε Φρυξὶν, ἢ διάδοχοι τῶν προκαμόντων.

13

.

795

[οἳ δ’ ἴσαν] οἱ περὶ τὸν Ἕκτορα.

13

.

796

[ὑπὸ βροντῆς] μετὰ βροντῆς ἰοῦσα· ἐπιφέρεται μὲν γὰρ ὡς ἐπὶ τὸ πέδον, ἐπισκήπτει δὲ εἰς θάλασσαν. ἔστι δὲ σκηπτός.

13

.

798

παφλάζοντα] ἐν τῷ ἀναζεῖν ἠχοῦντα. «παφλάζοντα» δὲ πρὸς τὸν ἦχον.

13

.

806

[προποδίζων] ἠρέμα—τιθείς.

13

.

807

[ὑπασπίδια βιβῶντι] μετ’ ἀσφαλείας βαίνοντι, ἀπὸ τοῦ βιβῶ.

13

.

814

ἄφαρ] ῥᾳδίως.168

14

.

1

[Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχή] σφόδρα συνετῶς—γίνεται. τὸ «ἔλαθε» δὲ σημαίνει καὶ τὸ ἐκ προαιρέσεως—«καὶ τότ’ ἐγὼ Κίρκης λαθόμην» (Od. XII, 226). ζητεῖται δὲ πῶς ὁ Νέστωρ—ποιοῦντα.

14

.

11

[ὅδ’ ἔχ’—ἑοῖο] πιθανῶς—αὐτήν.

14

.

15

[ἐρέριπτο] κατεβέβλητο. ἔστι τὸ ῥῆμα ἐρείπω κατὰ πλεονασμὸν τοῦ τ 〈σημαῖνον τὸ πίπτω〉. σημαίνει δὲ καὶ τὸ καταβάλλω.

14

.

25

λάκε] οἱ μὲν ἠλλάχθαι τὸν χρόνον, οἱ δὲ ἀντὶ τοῦ ἐλήκει ἐν‐ δείᾳ τοῦ ι· «ἄνοον κραδίην 〈ἔχες» (Il. XXI, 441) ἀντὶ τοῦ〉 ἔχεις,
καὶ Ἰωνικῇ συστολῇ 〈τοῦ η〉. ὠνοματοποίηται δέ. ὅθεν καὶ ἡ λακίς.169

14

.

35

[κρόσσας] κρόσσαι καλοῦνται αἱ τειχομάχοι κλίμακες.

14

.

36

[ὅσσον συνεέργαθον ἄκραι] ὅσον ἦν διάστημα, ὅσον συνέκλειον καὶ συνεδέσμουν αἱ τοῦ Ἑλλησπόντου ἄκραι, τὸ Ῥοίτειον καὶ τὸ Σίγειον. καὶ συνεδέσμουν supplément de Gen II*.

14

.

37

[ὀψείοντες] ἰδεῖν θέλοντες. αὕτη ἡ παραγωγὴ ἡ διὰ τοῦ εἴω —μέχρι τοῦ παρατατικοῦ.

14

.

40

[πτῆξε] τὸ εὔρωστον καὶ εὔρυθμον τῆς ἑκάστου ψυχῆς εἰς δέος ἤγαγε. γράφεται δὲ καὶ «πῆξεν» ἵν’ ᾖ ἀκίνητον ἐποίησεν.

14

.

61

[ἔσται] τὸ «ἔσται» διαφέρει τοῦ γενήσεται—γενήσεται παῖς».

14

.

75

ἐζήτηται πῶς—σωτηρίας.

14

.

77

[ὕψι] τὸ γὰρ ὑγρὸν—προσόρμισις.

14

.

78

ἀβρότη] ἐν ᾗ βροτὸς οὐκ ἀναστρέφεται, τουτέστιν ἐν ᾗ φόνος οὐ γίνεται.

14

.

83

[ἕρκος ὀδόντων] περιφραστικῶς οἱ ὀδόντες, ἢ τροπικῶς αὐτὰ τὰ χείλη.

14

.

86

[τολυπεύειν] κατεργάζεσθαι μεταφορικῶς· ἰδίως γὰρ τολύπη καλεῖται τὸ κατεργασμένον ἔριον.

14

.

108

[ἀσμένῳ] ἀπὸ τῆς ἡσμένος—ὄνομα γέγονε. διὸ ἤμειψε τὸ πνεῦμα.

14

.

110

[ἐγγὺς ἀνήρ] ἐζήτηται δὲ διὰ τί—λόγους.

14

.

120

εὐσχημόνως—παρὰ Φερεκύδῃ.

14

120bis

διὰ τί νῦν—πείσωνται.170

14

.

123

[ὄρχατοι] ὀρύχατοι. ἢ παρὰ τὸ ἕρκει ἠσφαλίσθαι. ὄρχος ὄρ‐ χατος, ὡς μέσατος πάχετος.

14

.

124

[πρόβατα] «πρόβατα» ἐκάλουν—ἀνθρώποις.

14

.

128

[οὐτάμενοι] 〈εἴπερ εἴα〉 τὸ σημαινόμενον, ἦν 〈ἂν〉 ἀπὸ τοῦ οὔτημι ἐνεστῶτος. ἔστιν οὖν ἀπὸ τοῦ οὐτασμένος, ὡς ἐληλασμένος ἐλη‐ λαμένος.

14

.

142

[σιφλώσειεν] τυφλώσειεν—εἰδεχθῆ.

14

.

145

[κονίσσουσι] κόνεως—κόνιν.

14

.

147

πῶς δὲ ὁ Ποσειδῶν—ἐνεδείκνυτο.

14

.

155

[ποιπνύοντα] πονῶ, πονύω, πνύω, ποιπνύω, ἀναδίπλωσις.

14

.

158

[στυγερός] μισητὸς ἢ στυγνοποιός· τὸ γὰρ μὴ κεχαρισμένον αὐτῇ ἐποίει.

14

.

163

[παραδραθέειν] παρακατακλιθῆναι· Ἀττικοὶ ἀποδαρθεῖν φασιν αὐτὸ, ἐπεὶ τότε ἀποτιθέμεθα τὸ δρᾶν, ὅ ἐστι πράσσειν.

14

.

167

[σταθμοῖσιν ἐπῆρσεν] παραστάσι ταῖς ἐπὶ τῶν θυρῶν· νῦν γὰρ τοῦτ’ αἰνίττεται, καὶ οὐ τὰς ἐπαύλεις ἐν αἷς ἵστανται τὰ θρέμματα.

14

.

168

[κληῖδι κρυπτῇ] οὕτω καλοῦνται κληΐδες κρυπταὶ ......

14

.

170

κατὰ τοῦτο ὁ Ὅμηρος εὖ ἀνεστράφη μὴ προσαγαγὼν κομμω‐ τρίαν ἑτέραν, ὃ ἂν ἦν τι ἐπιμέμψιμον.

14

.

172

[ἑδανῷ] εὐωδεῖ. οἱ δὲ ἡδεῖ, ἵν’ ᾖ αἴσθησις ἀντὶ αἰσθήσεως,
ὡς παρὰ Καλλιμάχῳ· «λίχνος εἰμὶ καὶ τὸ πυθέσθαι». δασύνεται δὲ τὸ ἑδανός· παρὰ γὰρ τὸ ἥδω ἡδανός ἦν, καὶ κατὰ μεταβολὴν ἑδανός· τὰ γὰρ διὰ τοῦ ανος ῥηματικὰ βραχεῖαν θέλει ἔχειν τὴν ἄρχουσαν·171
5πιθανός, τραγανός.

14

.

178

[ἑανὸν] νῦν πέπλον, παρὰ τὸ—τοῦ εὐδιαχύτου λέγει καὶ ἁπαλοῦ. [ἑανὸν ἕσατο] παρονομασία—πέπλον.

14

.

180

[ἐνετῇσι] ἀντὶ τοῦ ἐνίεσθαι τοῖς ἱμαντίοις, ὅ ἐστιν ἐμπορ‐ πᾶσθαι.

14

.

181

[θυσάνοις] παρὰ τὸ θύεσθαι, ὅ ἐστι κινεῖσθαι.

14

.

182

[λοβοῖσιν] τοῖς ἀκροῖς τῶν ὠτίων, τοῖς ἁπαλοῖς. παρὰ τὸ λαμ‐ βάνειν καὶ δέχεσθαι λάβος ἦν.

14

.

183

[τρίγληνα] πολλῆς θείας ἄξια—ἐκεχάνδει.» μορόεντα] μετὰ μόρου καὶ κακοπαθείας εἰργασμένα, περὶ ἃ ἐμό‐ ρησεν ὁ τεχνίτης, τουτέστιν ἔκαμε κατασκευάζων αὐτά.

14

.

185

[νηγατέῳ] παρὰ τὸ τείνομαι τατὸς, γείνομαι γατὸς καὶ νεήγατος καὶ ὑπερθέσει τοῦ ε νηγάτεος.

14

.

201

[θεῶν γένεσιν] θεῶν πατέρα—πάντων.

14

.

203

[εὐρύοπα] τὸν μεγαλόφωνον. οἱ δὲ μεγαλόφθαλμον, τὸν πάντα ἐποπτεύοντα.

14

.

217

[ἐν δ’ ὀαριστὺς πάρφασις] ἔνεστι δὲ καὶ ὁμιλία παραλογιστική. AT p. συναπτέον—δηλοῖ.

14

.

219

κατάκρυψον τῷ ἰδίῳ κόλπῳ, φησὶ, διὰ τὴν πρὸς Δία ἐπι‐ βουλήν.

14

.

225

[ῥίον] παρὰ τὸ ῥαίζειν καὶ καταλήγειν εἰς ὀξύ.172

14

.

226

[Πιερίην] χώρα ἐπὶ τῆς Μακεδονίας, οἱ δὲ ὄρος. Μακεδὼν ὁ Δίος—Μουσῶν.

14

.

227

Θρῃκῶν ὄρεα] τὸν Ἄθων λέγει.

14

.

229

[ἐξ Ἀθόω] Ἄθως ὅρος ἐν Θρᾴκῃ—παρὰ Ἡροδότῳ. Ἄθως ἀπὸ τοῦ Γίγαντος Ἄθω 〈ᾧ〉 Ποσειδῶν τὸ ὄρος ἐπέθηκε. τοῦτο δὲ διώρυξεν ὁ Ξέρξης καταπλῆξαι τοὺς Ἕλληνας θέλων.

14

229bis

[ἐξ Ἄθοω] προπαροξυτόνως· πλεονασμὸς γάρ ἐστι τὸ ο.

14

.

230

[Λῆμνον δ’ εἰσαφίκανε] διὰ ποίαν αἰτίαν—παρέ‐ πεται.

14

.

235

[εἰδέω] ἐκ τοῦ ἰδεῖν. Ἀττικῶς ἀντὶ τοῦ ὀφλῆσαι, ὡς Εὐριπί‐ δης· «ὦ παρθέν’—χάριν».

14

.

236

[κοίμησον] ἀντὶ τοῦ κοίμισον. Αἰολικῶς ὡς τὸ 〈ψιμύθιον〉 ψη‐ μύθιον, ἢ ἐνήλλακται πρὸς τῆς διαθέσεως.

14

.

240

[θρῆνυν] ἀρσενικῶς· «θρῆνυν ἐφ’ ἑπταπόδην» (II. XV, 729): οὐ γάρ ἐστιν οὐδέτερον εἰς υν λῆγον. εἴρηται δὲ παρὰ τὸ θρᾶνον, ὅ ἐστι μικρὸν ὑποπόδιον.

14

.

246

[Ὠκεανοῦ, ὅσπερ γένεσις πάντεσσι] ἐπεὶ ἐξ ὑδάτων—φησιν.

14

.

249

[ἄλλο τεῇ] νῦν ἄλλοτε, ἵν’ ᾖ ἐπίρρημα χρόνου δηλωτικόν. 〈καὶ ἀναγνωστέον〉 «ἤδη γάρ 〈με〉 καὶ ἄλλο τε〈ῇ κ. τ. λ.〉» ἵν’ ᾖ· «καὶ κατὰ ἄλλο ἐσωφρόνισέ 〈με τῇ σῇ〉 ἐντολῇ». καὶ λείπει ἡ κατά.
[ἐφετμῇ] ἐντολῇ. νῦν δὲ τῇ ἀπειλῇ.173

14

.

255

[Κόωνδ’] εἰς τὴν Κῶν νῆσον—αἰτιατικήν. Ἡρακλῆς δὲ ἀνακομιζόμενος—παρὰ Φερεκύδῃ.

14

.

256

[χαλέπαινεν ῥιπτάζων] ἀντιστροφὴ—ἔρριπτε. μή‐ ποτ’ οὖν τις ἀφ’ ἑτέρας ἀρχῆς ἀναγινώσκοι τὸ «ῥιπτάζων».

14

.

257

[ῥιπτάζων] ἀπὸ τοῦ ῥίπτω, ὡς ἠλασκάζω, ἀλυσκάζω.

14

.

258

[καί κέ μ’ ἄϊστον] καὶ ἂν ἰδών με—θάλασσαν.

14

.

259

[δμήτειρα] ἡ δαμαστρία, ὅ ἐστιν ἄρχουσα. [θοῇ] ἢ ὅτι διὰ τὸν ὕπνον δοκεῖ θᾶττον ὡς πρὸς τὴν ἡμέραν παριέ‐ ναι, ἢ ὅτι θεία.

14

.

261

[ἔρδοι] πράσσοι, ἐκ τοῦ ῥέζω, Βοιωτοὶ ῥέδω, ὑπερθέσει ἔρδω.

14

.

271

[ἀάατον] ἄατον. ἀβλαβὲς μὲν—ἐπιόρκοις. ἀῶ ἀῶμαι ἀᾶται ἀασάμην· «ἀάσατο μέγα θυμῷ». (Il. IX, 537. XI 340) ἀατός ὡς περατός, καὶ ἀάατος ὡς ἀπέρατος.

14

.

272

[χειρὶ δὲ τῇ ἑτέρῃ] τὰ βαρύτατα τῶν στοιχείων—ὑγρόν.

14

.

274

[θεοὶ Κρόνον ἀμφὶς ἐόντες] τοὺς Τιτᾶνας λέγει· οὗτοι δέ εἰσιν —Κοῖος. Κρόνος ἐκ τοῦ χρόνου.

14

.

282

[ἠέρα] ἐκ τοῦ ἀήρ.

14

.

283

[Ἴδην—μητέρα θηρῶν] θηροτρόφος γὰρ ἡ Ἴδη διὰ τὸ πολὺ τῆς ὕλης.

14

.

291

[Χαλκίδα—κύμινδιν] χαλκὶς ὄρνεον ἥτις καλεῖται καὶ κύ‐ μινδις ἀπὸ τῆς φωνῆς. ὁ κύμινδις οἰκεῖ μὲν—θηλυκῶς λέ‐ γεται. εὐεπίφορον δὲ καὶ εὔυπνον τὸ ὄρνεον, ἀεὶ δὲ τὴν κεφαλὴν ὑπὸ τοὺς κλάδους κρύπτει· ἐκ τούτου δὲ καὶ κύμινδις καλεῖται, παρὰ τὸ174
5κοιμᾶσθαι· εὐεπίφορον γὰρ πρὸς ὕπνον, καθὼς εἴρηται.

14

.

296

οἷον ὅτε—εἰς εὐνήν] Ἥραν τρεφομένην—Εὐφορίωνι. καὶ Ἀπολλόδωρος ἱστορεῖ κρύφα τὸν Δία τῇ Ἥρᾳ συγκεκαθευ‐ δηκέναι

14

.

307

[πρυμνωρείῃ] πρυμνωρείας καλοῦσι τὰ κατώτατα τῶν ὀρῶν.

14

.

317

[Ἰξιονίης] τῆς Ἰξιόνου γυναικὸς—ἐζεύχθη.

14

.

319

[καλλισφύρου] ὁ τρόπος συνεκδοχή. [Δανάης] Δανάη Ἀκρισίου θυγάτηρ—Περσεύς.

14

.

321

Φοίνικος κούρης] θυγατρὸς λέγει, τῆς Εὐρώπης. ἔνιοι δὲ— Σαρπηδόνος.

14

.

323

[Σεμέλης] Σεμέλης τῆς Κάδμου θυγατρὸς—παρ’ Εὐριπίδῃ ἐν Βάκχαις.

14

323bis

[Ἀλκμήνης] Ἀλκμήνης τῆς Ἠλεκτρύονος—Ἀμ‐ φιτρύωνος.

14

.

325

[χάρμα βροτοῖσιν] διὰ τὸ εὑρεῖν συκῆν καὶ ἄμπελον.

14

.

326

[καλλιπλοκάμοιο] ἀλληγορικῶς πλοκάμους—στά‐
χυσιν.175

14

.

340

[ἔνθ’ ἴομεν—εὔαδεν] ὅτι εἰς τόπον τὸ «ἔνθα». τοῦ δὲ «εὔαδε»—δασυντέον.

14

.

351

[στιλπναί] παρὰ τὸ θάλπω θαλπνός, τέρπω τερπνός 〈παρὰ τὸ στίλβω στιλπνόσ〉. [ἔερσαι] τὸ «ἔερσαι» προπαροξύτονον· ἡ γὰρ εὐθεῖα ἔερσα καὶ μεταβολῇ τοῦ α εἰς η ἐέρση, ὡς ἀέλλα ἀέλλη.

14

.

372

[παναίθῃσιν] βαρυτονητέον τὸ «παναίθῃσι»—ἀνα‐ λόγως βαρύνεται, τὸ δὲ ἀναρρόη βαρυνόμενον παρ’ αὐτοῖς σημειωτέον.

14

.

376

[ὀλίγον] ποσότης ἀντὶ πηλικότητος.

14

.

387

[δαΐ] δαίω, δαίσω, δαΐς, δηΐς, ὅθεν δήϊος, —εἴτε συγκέκοπται.

14

.

396

[βρόμος] ἐκ τοῦ βρέμω βρόμος, ὅθεν καὶ τὸν Διόνυσον ὄντα ἔφορον τοῦ πυρὸς καὶ αὐτὸν Βρόμον καλοῦσι· «Βοιωτὸν, βρόμιον, βακ‐ χεύτορα, βοτρυοχαίτην» (Anthol. Pal. IX, 524, 2.)· ἀντὶ τοῦ τὸν ἐπὶ τοῦ πυρός—πυρογενής ἐστιν.
5οὔτε πυρὸς τόσσός γε πέλει βρόμος] Ἀρίσταρχος μίαν ὀξεῖαν ποιεῖ, ὁ δὲ Ἀσκαλωνίτης καὶ τὴν σος ὀξύνει, οὐκ εὖ· ὁ γὰρ γέ οὐκ ἀλλάσσει 〈τὸν〉 τόνον τῶν πρὸ ἑαυτοῦ λέξεων· ἡ γὰρ 〈διὰ τοῦ〉 γέ ἐπέκτασις τρίτην ἀπὸ τέλους ποιεῖ τὴν ὀξεῖαν· ἔμοιγε, ἔγωγε.

14

.

406

διὰ τούτων παραδίδωσιν τρωτὸν αὐτὸν ὁ ποιητὴς, καὶ οὐχ ὡς οἱ νεώτεροι αὐτὸν ἱστοροῦσιν ἄτρωτον.

14

.

413

[στρόμβον] ὡς ῥόμβον περιφερῆ—πλήξας.

14

.

419

[ἑάφθη] ἀπὸ τοῦ ἕπω, ἕψω, εἷφα, εἷμμαι, εἵφθη καὶ ἥφθη καὶ
ἑάφθη.176

14

.

465

[ἐν συνεοχμῷ] ἐν τῇ συναφῇ τοῦ ἰνίου, ἐν τῷ συνδέσμῳ. [συνεοχμῷ] ἐοχμός· ἔχω, ἐχμός καὶ διπλώσει ὡς ἐέλδωρ ἐοχμός, ὡς πλεγμός. ἔστι δὲ καθὸ συνδέδεται ὁ τράχηλος τῇ κεφαλῇ.

14

.

466

[ἀστράγαλον] «ἀστράγαλον» νῦν φησι τὸν σφόνδυλον τὸν ἐν τῷ ἰνίῳ. [ἀστράγαλον] εἴρηται ἀστράγαλος κατὰ ἀντίφρασιν· πολύστρεπτος γάρ ἐστιν.

14

.

471

[ἦ ῥ’ οὐχ—Προθοήνορος ἀντὶ πεφάσθαι] ἀντὶ τοῦ Προθοήνορος πεφονεῦσθαι. ἀναστροφὴ ὁ τρόπος.

14

.

499

[ὃ δὲ φῆ] Ἀρίσταρχος τὸ «φῆ» ῥῆμα ἐκδέχεται καὶ ἀθετεῖ τὸν ἑξῆς. δύναται δὲ καὶ δισσολογία εἶναι ὡς τὸ «τοῖσι δὲ καὶ μετέ‐ ειπε Γερήνιος ἱππότα Νέστωρ, ὅ σφιν ἐῢ φρονέων ἀγορήσατο καὶ μετέ‐ ειπεν» καὶ «ἔπος—διεσήμαινεν. πρὸς δὲ Ζηνόδοτόν φα‐
5μεν ὡς οὐδέποτε παρὰ τῷ ποιητῇ τὸ φῆ ἀντὶ τοῦ ὡς παραλαμβάνεται. [ὃ δὲ φῆ κώδειαν ἀνασχών] λείπει δὲ τὸ ὡς, ἵν’ ἧ· «ὡς κώδειαν ἀνα‐ τείνας». κώδεια δέ ἐστιν ἡ τῆς μήκωνος κεφαλὴ, ἥ ἐστιν εἶδος βοτάνης.
οὕτως οὖν εἶπε· «φησὶ τὴν κεφαλὴν ἀνατείνας».177

15

2-3

ὑποστικτέον ἐπὶ τὸ «χερσίν»· ἡ γὰρ ἀνταπόδοσις· «οἱ μὲν δὴ ὄχεσφιν».

15

.

4

[ὑπαὶ δείους] τὸ «ὑπαὶ δείους» δύναται 〈καὶ τοῖς ἑξῆς συνά‐ πτεσθαι καὶ τοῖς ἡγουμένοισ〉. ἢ «χλωροὶ ὑπαὶ δείους», ἢ πεφοβημένοι ὑπαὶ δείους. [δείους] ὅτι Ἰωνικῶς συναιρεῖ Ὅμηρος τὰς γενικὰς τῶν οὐδετέρων.
5[δείους] εἴωθεν Ἰωνικῶς—καὶ ἐν τῷ «ἥ ῥα κατὰ σπείους.» (Od. XVII 405).

15

.

10

[εἴατο] Ἀρίσταρχος ψιλῶς ἀπὸ τοῦ εἰμὶ ἐκδεχόμενος 〈ἀντὶ τοῦ〉 ὑπῆρχον· «ἔνθ’ ἄρα οἱ μύλαι εἴατο» (Od. XX, 106). ὁ δὲ Ἡρωδιανὸς δασύνει ἀπὸ τοῦ ἧμαι, τοῦ δηλοῦντος τὸ κάθημαι. καὶ ἔστιν ἀντὶ τοῦ διέτριβον· «ὡς ἧμαι ἐν Τροίῃ σέ τε κήδων» (Il. XXIV, 542). καὶ
5λέγομεν ὅτι παρακάθηται τὴν πόλιν ὁ στρατὸς, ἀντὶ τοῦ προσεδρεύει.
Jusqu’ à τὸ κάθημαι178

15

10bis

[ἀπινύσσων] Ἀρίσταρχος διὰ δύο ς, Ἀριστοφάνης «ἀπινύσκων». βαρύνεται δὲ ὡς μείρω ἀμείρω.

15

.

17

[ἐπαύρηαι] προπαροξυτόνως· ἔστι γὰρ μέσος δεύτερος ἀόριστος.

15

17bis

ἦ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμω] καὶ ἔμπροσθεν—τῶν ὑγρῶν.

15

.

18

τοὺς τῆς Ἥρας δεσμοὺς—συνδεδέσθαι.

15

.

37

[Στυγὸς ὕδωρ] ἐπεὶ ἡ Στὺξ—Διός.

15

.

53

[καὶ ἀτρεκέως] δὶς τὸ αὐτό φησιν ἐπιτάσεως χάριν.

15

.

80

[ὡς δ’ ὅτ’—ἀνέρος] ὥσπερ δὲ νοῦς— Ὄλυμπον.

15

.

82

σημείωσαι· τὸ «εἴην»—ἐπιλογιζομένου. οἷον πορευ‐ οίμην—πορευοίμην.

15

.

87

[Θέμιστι] Θέμις μία τῶν Τιτάνων.

15

.

99

[εὔφρων] εὐφραινόμενος, ἐκ τοῦ φρῶ, τὸ προιῶ.

15

.

101

[ἐγέλασσε] οὗτος ὁ γέλως—θεούς.

15

.

116

οὗτός ἐστιν ὁ ἀλλοπροσάλληλος—ἀδικήματος.

15

.

121

μείζων] τοῦ ἐν τῇ Α πρὸς Ἀθηνᾶν καὶ Ἥραν καὶ Ποσειδῶνα.179

15

.

138

[ἑῆος] Ἀπολλώνιός φησιν ἐν τῷ περὶ ἐπιρρημάτων· «ἠΰς καὶ γενικὴ ἠέος καὶ ὑπερθέσει τοῦ ε ἐῆος».

15

.

141

[γενέην τε τόκον τε] τοὺς γονεῖς—ῥύεσθαι.

15

.

150

[πετέσθην] ὑπερβολικῶς—πτερωτός.

15

.

189

φυσικὴ φαίνεται—ἀπωλείας.

15

.

193

κοινὴ ὅλων τῶν στοιχείων ἡ γῆ, καθότι ἐν αὐτῇ εὑρίσκεται καὶ τὰ λοιπὰ τρία στοιχεῖα· τὸ γὰρ ὕδωρ—κέκτηται στοιχείων.

15

.

194

τῶ ῥα καὶ οὔτι Διὸς] διὸ οὐδαμῶς τοῦ Διὸς ἐπιστροφὴν ποιοῦμαι, οὐκ ἂν κατὰ τὴν αὐτοῦ γνώμην βιώσομαι. Δημήτριος δὲ ἀποβήσομαι, εἴξω—βέῃ», ἢ οὐ προβήσῃ κατὰ τὸ ζῆν πολὺν χρόνον.

15

.

196

χερσὶ δὲ μή τί με] μηδὲ ὡς χερσὶ κακὸν ὄντα— ὑπερέχων.

15

.

226

[οἷ αὐτῷ] καθόλου ἡ «οἷ», ὁπότε προηγεῖται τῆς αὐτός ἀντω‐ νυμίας, κατὰ δοτικὴν πτῶσιν ὀρθοτονεῖται, εἴτε εἰς ἁπλῆν ἡ μετάληψις, εἴτε εἰς σύνθετον. μεμπτέον 〈οὖν〉 ἐκείνην τὴν ἀνάγνωσιν· «ἀλλ’ οἱ αὐτῷ Ζεὺς ὀλέσειε βίην» (Od. IV, 667—668).

15

.

229

ἀλλὰ σύ γ’ ἐν χείρεσσιν ἄγε] Κρόνος χρησμὸν λαβὼν— προσαγορευθῆναι

15

.

238

[φασσοφόνῳ] τῷ τὰς φάσσας φονεύοντι.

15

.

240

[ἐσαγείρετο θυμόν] συνῆγε τὴν ψυχήν.180

15

.

245

[που] 〈τὸ〉 παρὰ τοῖς Ἀττικοῖς λεγόμενον τυχόν, ἴσως· «ἴσως ἂν ἀμφιγνοίης.»

15

.

246

[ὀλιγοδρανέων] δραίνειν τὸ ἰσχύειν.

15

.

252

[ἐπεὶ φίλον ἄϊον ἦτορ] ἐπεὶ ἠσθόμην—τὸ ἠσθόμην.

15

.

256

[χρυσάορον] τὸν χρυσοῦν ἀορτῆρα τῆς φαρέτρας ἢ τῆς κιθά‐ ρας ἔχοντα, οὐκέτι δὲ 〈τοῦ〉 ξίφους· ἁγνὸς γὰρ ὁ θεός. Jusqu’ à ἔχοντα Ἑρμῆς ὁ Διὸς—ἀορτῆρος.

15

.

273

[ἠλίβατος] ἧς ἄν τις διαμάρτοι τῆς ἐπιβάσεως διὰ τὸ πολὺ ὕψος· ἀλιτεῖν γὰρ τὸ διαμαρτεῖν.

15

.

317

[λιλαιόμενα] ἔστι λῶ, λαίω, λιλαίω, ὡς κερῶ κεραίω· «ζωρό‐ τερον δὲ κέραιε». (Il. IX, 203)

15

.

320

[κατένωπα] Ἀρίσταρχος ὡς «ἰῶκά τε δακρυόεσσαν» (Il. XI, 601) περισπωμένως, ὡς μεταπλασμὸν τοῦ ἐνωπήν. τινὲς δὲ προπα‐ ροξυτόνως, ὡς ἔναντα, ἀντὶ τοῦ ἐξ ἐναντίας. οἱ δὲ ἐκ φανεροῦ πρώην γὰρ αὐτὴν εἶχεν· «εἵμενος ὤμοιιν νεφέλην» (v. 308).

15

.

341

Πάρις] εἴρηται ὅτι Ἑκάβη κυοφοροῦσα Ἀλέξανδρον— ἐξέθετο εἰς Ἴδην. ὁ δὲ εὑρὼν αὐτὸν ποιμὴν διὰ τὸ μὴ— Πάρις. ἡ ἱστορία παρ’ Εὐφορίωνι.

15

.

365

ἤϊε] ἔστιν ἐπίθετον Ἀπόλλωνος—παραδίδωσιν.

15

.

410

[στάθμη] ἐργαλεῖον τεκτονικὸν—μέλανι χρώματι κεχρισμένον.

15

.

412

[εὖ εἰδῇ σοφίης] τὸ γὰρ παλαιὸν—καὶ ἄπταιστον
τῆς ἐπιστήμης, ἥτις ἐστὶ γνῶσις θείων καὶ ἀνθρωπίνων πραγμάτων.181

15

412bis

[ὑποθημοσύνῃσιν] ἤτοι ταῖς σοφίσεσι καὶ ὑποθήκαις καὶ διδα‐ σκαλίαις.

15

.

431

[Κυθήριον] Κύθηρα δὲ νησίδιον—τὴν θεόν.

15

.

467

πᾶσαν δὴ τὴν εἰς τὸν πόλεμον ἡμῶν προθυμίαν θεός τις κωλύει καὶ παρασπᾶται

15

.

498

κλῆρος] χωρικὴ—διενέμοντο.

15

.

511

βέλτιον πρὸς βραχὺ—ταλαιπωρεῖν καὶ καταπονεῖσθαι.

15

.

518

[Κυλλήνιον] Ἀρκάδα—ὁμώνυμος.

15

.

520

ὕπαιθα] τὴν πυρωτικὴν καὶ ὀξεῖαν ὁρμὴν ἐκείνου οὗτος ἐξέ‐ κλινεν.

15

.

531

[ἤγαγεν] ἀντὶ τοῦ ἐκόμισε· φέρεται γὰρ ὡς αὐτοκίνητον τὸ ἔμ‐ ψυχον, κομίζεται δὲ τὸ ἄψυχον.

15

.

536

[κύμβαχον] τὸ κατ’ ἄκρον κενὸν τῆς περικεφαλαίας, ᾧ ἐμβάλ‐ λεται ὁ λόφος. λόφος δὲ αὐτὸ τὸ ἐπανάστημά φησιν.

15

.

545

[κασιγνήτοισι] νῦν πᾶσι τοῖς συγγενέσι· σημειοῦται γὰρ ὅτι τοὺς ἀνεψιοὺς—ὁ δὲ Πηλέως.

15

.

561

[καὶ αἰδῶ θέσθε] καὶ αἰδεῖσθε, ἵνα μὴ πρὸς τοὺς ἄλλους ἀν‐ θρώπους κακὸς διαδοθῇ περὶ ὑμῶν λόγος.

15

.

625

[ἀνεμοτρεφές] ὑπὸ ἀνέμου ηὐξημένου—Πλούταρχος ἐν μελέταις Ὁμηρικαῖς.

15

.

628

[τυτθὸν γὰρ ὑπ’ ἐκ θανάτοιο φέρονται] ὀλίγον δὲ ἀπέχουσι τοῦ θανάτου. πρῶτος δὲ εἶπε—τοῦ θανάτου.

15

.

634

[πρώτῃσι καὶ ὑστατίῃσι] ὁ «καὶ» σύνδεσμος ἀντὶ τοῦ ἤ κεῖται διαζευκτικοῦ. 〈ἢ οὕτως· ποτὲ μὲν πρώταις, ποτὲ δὲ ὑστέραισ〉, ὅπερ
ἄμεινον, ἵν’ ᾖ· ταῖς πρώταις καὶ ὑστάταις.182

15

.

639

[Κοπρῆος] οὗτος δὲ ὁ Κοπρεὺς—εἰσελθεῖν.

15

.

679

[κελητίζειν εὖ εἰδώς] ἵππον κέλητα ἐλαύνειν ἐπιστάμενος. κέλης ὁ μονάμπυξ, ὁ νῦν λεγόμενος σελλάριος, ἐπεὶ τὸ παλαιὸν ὡς ἐπὶ πᾶν τοῖς ἅρμασιν ἐχρῶντο.

15

679bis

[κελητίζειν] ἀζυγεῖ ἵππῳ ἐποχεῖσθαι καὶ ἑνὶ μόνῳ ἱππάζεσθαι· κέλης γὰρ λέγεται ὁ μόνος ἵππος.

15

.

705

[ὠκυάλου] τῆς ταχέως πλεούσης. ἐψιλώθη δὲ ἕνεκα τῶν πα‐ λαιῶν γραμματικῶν· παραγωγὴν γὰρ ἐδέξαντο καὶ οὐ σύνθεσιν τῆς ἁλός ἵππαλος, μίκκαλος σίμαλος, πεισθέντες κἀκ τοῦ «ὠκυάλοις πο‐ δῶν ἀναρρήγμασιν», ἀντὶ τοῦ ὠκέσιν· ἡ γὰρ ἁλός ἐπὶ μὲν κυρίων
5ψιλοῦται· Εὐρύαλος, Ἀμφίαλος· ἐπὶ δὲ ἐπιθέτων δασύνεται· «ἀμ‐ φιάλῳ Ἰθάκῃ» (Od. I. 386 et alias). ὥστε ἐλέγχεται τὸ ὠκύαλος ψι‐ λωθέν, ὡς τὸ «ταλαύρινον πολεμιστήν». (Il. 5, 289). ἐζήτηται δὲ διὰ ποίαν αἰτίαν μόνην τὴν τοῦ Πρωτεσιλάου παρέ‐ δωκε ναῦν καιομένην; ῥητέον ὅτι διὰ τὴν ἱστορίαν, 〈ἢ ὅτι〉 ᾐδέσθη
10τῶν ζώντων τινὸς ἐμπρῆσαι Ὅμηρος, μήπως ἀνανδρίαν αὐτοῦ τινι δόξῃ καταγιγνώσκειν.

15

.

717

[ἄφλαστον] τὸ λεγόμενον—ὑπάρχει.

15

.

719

[νῦν] ἀρτίως, ἀντὶ πάντων τῶν τολμηθέντων—ναῦς.

15

.

729

[θρῆνυν] ὑποπόδιον. βέλτιον δὲ «θρῆνυν» καλεῖσθαι ὑπὸ Ὁμή‐
ρου τὰς καθέδρας τῶν ἐρετῶν· ἀναθορὼν γὰρ ἐπὶ τῆς νεὼς κατὰ τῶν στρωμάτων ἐπὶ ταύτας ἀφικνεῖται—ἀπὸ νεὼς ἐπὶ νῆα.183

15

.

741

[μειλιχίῃ] Ἀρίσταρχος κατὰ δοτικὴν, ἵν’ ἦ ὁ λόγος· φῶς ἡμῖν ἐν ταῖς χερσίν ἐστιν, οὐκ ἐν τῇ μειλιχίᾳ τοῦ πολέμου. ὁ δὲ Θρᾷξ φη‐ σιν· «οὐκ ἔστι προσήνεια πολέμου, ἀλλ’ εἰρήνης». [τῷ ἐν χερσὶ φόως—μειλιχίῃ] οὐ γὰρ ἐν τῷ μειλιχίους ἡμᾶς
5καὶ πρᾴους εἶναι τοῖς πολεμίοις, ὅ ἐστιν 〈ἐν τῇ〉 περὶ τὸν πόλεμον φιλαν‐ θρωπίᾳ, 〈ἀλλ’ ἐν ταῖς χερσὶν ἡμῶν καὶ τῷ μάχεσθαι ἡ σωτηρία〉. [τῷ ἐν χερσὶ φόως—μειλιχίῃ]. τὸ δὲ ἑξῆς φησιν· οὐχ ἡ προσήνεια τοῦ πολέμου οἰκεία, ἀλλ’ εἰρήνης. ἢ ἐπὶ δοτικῆς πτώσεως· οὐκ ἐν τῷ προσηνῶς πολεμεῖν ἐστιν ἡ ἐπιφάνεια, ἐν ταῖς χερσὶ δέ·

15

.

742

[μαιμώων] μανιωδῶς καὶ ἀκατασχέτως ὁρμῶν.
[μαιμώων] παρὰ τὸ μῶ τὸ ζητῶ.184

16

.

1

Δραματικὴ ἡ πῖ ῥαψωδία· Πατρόκλου μὲν γὰρ ἔξοδος ἐπὶ τὸν πόλεμον καὶ ἀριστεία πολλὴ, καὶ μετὰ τὴν ἀριστείαν θάνατος.

16

.

3

[μελάνυδρος] βαθεῖα—καταυγάζεται.

16

.

12

[ἦ] περισπῶνται οἱ σύνδεσμοι ὡς ἐρωτηματικοί.

16

.

13

[ἔξ] βραχὺ διάστημα μετὰ τὴν πρόθεσιν, ἵνα μὴ σύνθετον νομισθῇ τὸ «ἒξ ἔκλυες».

16

.

14

[Μενοίτιον] Αἰακὸς—Φιλοστεφάνῳ

16

.

25

ζητεῖται πῶς Πάτροκλος—ἠγωνία.

16

.

26

[δουρίκλυτος] τὸ κλυτός συντιθέμενος μετὰ πτωτικῶν βαρύνεται· «τοξόκλυτος». παρὰ δὲ ἀπτώτοις ὀξύνεται· «ἀγακλυτός». σημειῶδες τὸ «ναυσικλυτός.» ὅτι δὲ συντέθειται μαρτυρεῖ τὸ ναυσί. τὸ δὲ «δουρὶ κλυτός» ἐν παραθέσει.

16

.

37

Θέτις καταναγκασθεῖσα—παρὰ Λυκόφρονι.

16

.

42

ἴσκοντες] ἀπὸ τοῦ εἴδω τὸ ε ἀπέβαλε διὰ τὴν εἰς σκω παραγω‐
γήν.185

16

.

57

πόλιν] νῦν τὸ πλῆθος τῶν Τρώων· πόλις γὰρ διχῶς λέγεται, ἥ τε κατασκευὴ τῶν οἰκοδομημάτων καὶ τὸ κατοικοῦν πλῆθος.

16

.

66

[εἰ δή] εἰ δὴ 〈τὸ〉 τῶν Τρώων—πλῆθος.

16

.

70

[οὐ γὰρ—μέτωπον] οὐχ ὁρῶσι γὰρ ἐμὲ μαχόμενον.

16

72-73

[εἴ μοι κρείων Ἀγαμέμνων ἤπια εἰδείη] εἰ προσηνής μοι καὶ εὔνους ὑπάρχοι ὁ Ἀγαμέμνων.

16

.

95

[πάλιν τρωπᾶσθαι] κατὰ διάλυσιν, ἐπεὶ τὸ «πάλιν» τοῖς ῥή‐ μασι κατὰ διάλυσιν προστίθεται.

16

.

99

[ἐκδύμεν] ἀπαρέμφατόν ἐστιν, ἵνα ᾖ· ἡμῖν τὸν ὄλεθρον ἐκ‐ δῦναι γένοιτο· τοῦτο γὰρ λείπει.

16

.

100

[κρήδεμνα] ἰδίως κρήδεμνον καλεῖται τὸ τῆς κεφαλῆς κάλυμ‐ μα τὸ γυναικεῖον.

16

.

106

[καπφάλαρα] «φάλαρα» δέ ἐστι τὰ κατὰ τὸ μέσον— ἐντίθεται.

16

.

120

[μάχης ἐπὶ μήδεα κείρει] ἀντὶ τοῦ 〈τὰ〉 τῶν μαχομένων ἐν‐ θυμήματα ἐλαττοῖ, κατὰ μεταφορὰν τῶν τειρομένων.

16

.

126

[ἱπποκέλευθε] ἐφ’ ἵππων ποιούμενε τὴν κέλευθον, οἷον ταχύ‐ τατε ἱππικὲ, οἱονεὶ παραπλησίαν ὁρμὴν ἵπποις ἔχων. κέλευθον

16

.

140

[ἔγχος δ’ οὐχ ἕλετο] προκατεσκεύακε μόνον αὐτὸ—ποιή‐ σαντι.

16

.

150

[Ἅρπυια] ἤτοι ἀνέμου εἶδος—ἐχούσης.

16

.

160

[ἀγεληδόν] ἐπίρρημα παραβολῆς δηλωτικόν.

16

.

161

[λάψοντες] πεποίηται ἡ λέξις ἀπὸ τῆς τῶν κυνῶν γλώττης, ὅταν πίνωσιν, καὶ ἔστιν ὀνοματοποιΐα ὁ τρόπος.

16

.

174

[Σπερχειοῖο] Σπερχειὸς ποταμὸς Θεσσαλίας.
[διιπετέος] ἤτοι ἀπὸ τοῦ Διὸς πεπτωκότος—διαφανοῦς.186

16

.

175

[Πολυδώρη] ἐκ τίνος Πηλεὺς—τῆς Ἀλκμαίωνος.

16

.

180

[παρθένιος] ὁ ἐκ νομιζομένης—φθαρείσης λαθραίως.

16

.

183

[κελαδεινῆς] κυνηγετικῆς—ἀϋτήν.

16

.

185

[ἀκάκητα] ὁ μὴ δυνάμενος κακωθῆναι ὑπὸ ἑτέρου, μήτε δὲ κακῶσαι ἀρετήν, ὅθεν καὶ «δοτὴρ ἐάων», τουτέστιν ἀγαθῶν.

16

.

187

[μογοστόκος] μογοῦσα καὶ πονουμένη περὶ τοὺς τόκους, οἷον λοχευτρία.

16

.

188

[πρὸ φόωσδε] εἰς τὸ φῶς, εἰς τὸ φανερόν. περισσεύει δὲ ἡ «πρό» πρόθεσις.

16

.

224

[οὔλων] μαλακῶν καὶ τρυφερῶν, ἢ κροκυδιστῶν, καθαρῶν.

16

.

233

Δωδωναῖε] Δευκαλίων μετὰ τὸν ἐπ’ αὐτοῦ—καὶ Ἀκεστοδώρῳ.

16

233bis

Πελασγικέ] Θεσσαλικέ· Πελασγία γὰρ πρότερον ἡ Θεσσαλία ἐκαλεῖτο. ἐξ οὗ θαυμαστὸς 〈ὡσ〉 καὶ ὑπὸ Πελασγῶν τιμώμενος, ἐπεὶ Πελασγοὶ κατῴκησαν τὴν Δωδώνην ἐκβληθέντες ἀπὸ Βοιωτίας ὑπὸ Αἰολέων.
5[Πελασγικέ] ἐξ Ἄρνης τῆς Φθιώτιδος. ἡ μέντοι πόλις Πελασγία.

16

.

234

[Σελλοί] ἔθνος—Σελλήεντος. Πίνδαρος δὲ Ἑλλοὺς αὐτοὺς κληθῆναι χωρὶς τοῦ σ—τὸ μαντεῖον. Σελλήεντος

16

.

235

ὑποφῆται] οἱ μάντεις, ἱερεῖς χρησμῳδοί, θεολόγοι— ἐκφέροντας. ἤγουν τῶν προρρηθέντων χρηστηρίων ὑποφήτης εἴρηται ὁ χρησμοῦ καὶ προγνώσεως ἠξιωμένος. ἀνιπτόποδες] ἐὰν μὲν ψιλῶς, ποδονίπτροις μὴ χρώμενοι διὰ τὸ κα‐187
5θαρὸν καὶ ἁγνὸν καὶ διὰ τὸ μὴ ἐξιέναι τοῦ σηκοῦ, ἐὰν δὲ δασέως, οἱ ἀναπηδῶντες καὶ δίκην πτηνῶν ἀναπετόμενοι ἐν τῷ ἐνθουσιασμῷ.

16

.

248

[ξὺν πᾶσι] κατὰ παράθεσιν καὶ διὰ τοῦ ν ἡ γραφή, ἐν δὲ τῷ «σύμπασι Πυλίοισιν» (Od. III, 59) προπαροξυτόνως ἀνεγνώσθη, καὶ διὰ τοῦ μ ἡ γραφή.

16

.

264

[οἳ δ’ ἄλκιμον ἦτορ ἔχοντες] ἀκόλουθον ἦν εἰρηκέναι «τῶν δ’ ἄλκιμον ἦτορ ἐχόντων».

16

.

266

πρόσω πᾶς πέτεται] τουτέστι προθύμως εἰς τὸ ἔμπροσθεν ἔβαι‐ νον, ἀπὸ μεταφορᾶς τοῦ πέτεσθαι.

16

.

300

[ὑπερράγη] αἴφνης διέλαμψεν—αἰθέρος ἀστέρες νεφέλης ῥαγείσης.

16

.

324

[ἀπὸ δ’ ὀστέον ἄχρις ἄραξεν] ἄχρις τοῦ ὀστέου ἀπέσχισε τὴν σάρκα.

16

.

365

πῶς αἰθέρος; τὰ γὰρ πάθη—αἰθέρι.

16

.

369

[ἀέκοντας] ἐν σχήματι—ὃν ἀέκοντα.

16

.

390

[κλιτύς] ἐχρῆν τὸ «κλιτύς» περισπᾶν, ἀνεγνώσθη δὲ κατ’ ὀξεῖαν τάσιν, ὡς καὶ τὸ «γραπτὺς ἀλεείνων» (Od. XXIV, 228). ἀμφό‐ τερα δὲ 〈καὶ〉 περισπᾶται.

16

.

392

[ἐπὶ κὰρ] ἤτοι ἄνωθεν—κάταντες. τὸ δὲ «κάρ» εἰ ἔστιν ἀποκοπὴ, τοῦ κάρη ἐστὶν ἀποκοπὴ, οὐ τοῦ κάρα· οὐ λέγει γὰρ ὁ ποιητής ποτε κάρα—πληθυντικά.

16

.

407

[ἱερὸν ἰχθὺν] ἤτοι μέγαν—λιμοῦ.188

16

.

428

[γαμψώνυχες] ἐπικαμπεῖς ὄνυχας ἔχοντες, «ἀγκυλοχεῖλαι» δὲ ἐπικαμπῆ τὰ ῥάμφη ἔχοντες.

16

.

481

[ἔνθ’ ἄρα τε φρένες ἔρχαται ἀμφ’ ἀδινὸν κῆρ] ἔνθα αἱ φρένες εἰσὶ περὶ τὸ φύσει λαμπρὸν καὶ ἡδὺ μέρος τῆς ψυχῆς.

16

.

502

[τέλος θανάτοιο] ὁ δὲ θάνατος—οὔτε φρένας ἔχου‐ σιν.

16

.

507

[λίπεν] διὰ τοῦ ε ἡ γραφὴ, ἵν’ ᾖ ὅμοιον τῷ «κόσμηθεν». (Il. III, 1). καὶ ὁ νοῦς Ὁμηρικός· τὰ ἅρματα περιελείφθησαν.

16

.

515

[δύνασαι δὲ σὺ πάντος’ ἀκούειν] δύνασαι πανταχόθεν εἰς εὐχὴν παραγενέσθαι λυπουμένου ἀνδρός.

16

.

558

[ἐσήλατο] ἀντὶ τοῦ διεσάλευσεν, ἐπήρωσεν, εἰσελθὼν τὸ τεῖχος τῶν Ἑλλήνων.

16

.

595

[Ἑλλάδι οἰκία ναίων] Ἑλλὰς πόλις Θεσσαλίας—καὶ Ἀχαιοί.

16

628-629

[οὔτοι Τρῶες—χωρήσουσι] οὐ γὰρ ὀνειδιζό‐ μενοι οὐδὲ κακολογούμενοι οἱ Τρῶες ὑπείξουσι τοῦ πολέμου

16

.

630

[ἐν γὰρ χερσὶ τέλος πολέμου] ὁ πόλεμος γὰρ χειρῶν δεῖται πρὸς κατόρθωσιν, βουλὴ δὲ καὶ ἐκκλησία λόγων.

16

.

673

[πίονι δήμῳ] ἐν πολλῷ καὶ εὐδαίμονι ὄχλῳ.

16

.

699

[περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν] περὶ γὰρ τοὺς ἄλλους καθ’ ὑπερ‐ βολὴν καὶ ἐνθουσιωδῶς ὥρμα, ὅ ἐστι μαχόμενος ἐμμανῶς σὺν τῷ δόρατι.

16

.

708

[ἀγερώχων] ἄγαν ἐντίμων πολεμικῶν. σημαίνει δὲ ἀλλαχοῦ τὸ αὐθαδῶν καὶ ὑβριστῶν.

16

.

738

[ἐρεισάμενος] πᾶσαν δύναμιν εἰσενεγκάμενος καὶ ἐπιπεσὼν.

16

.

739

[μετώπιον] τὸ τῆς περικεφαλαίας μέρος, τὸ κατὰ μέτωπον κεί‐
μενον.189

17

.

105

[κακῶν δέ κε φέρτατον εἴη] τῶν δὲ παρόντων— γένοιτο.

17

.

110

[δίωνται] διώξουσιν. ἀπὸ τοῦ δίημι ἡ κλίσις.

17

.

160

[εἰ δ’ οὗτος] ὁ «δὲ» ἀντὶ τοῦ γὰρ.

17

.

174

[ὅς τέ μέ φῃς] ἐνεστῶτός ἐστι χρόνου, διὸ καὶ μετὰ τοῦ ι γρά‐ φεται καὶ ἐγκλίνεται.

17

.

197

γηράς] ἀντὶ τοῦ γηράσας. «γηράς» δὲ εἴρηται ὡς «ὑποφθάς» καὶ «ἐπιπλώς». καὶ Κόριννα· «βροντάς» ἀντὶ τοῦ βροντήσας. ἔστι δὲ περι‐ παθὲς καὶ ἡδύ.

17

.

220

φῦλα] ἔθνη, γένη.

17

.

279

Αἴας] παρὰ τὸ ἀΐσσω Αἴας, ὃς καὶ εὐμορφίᾳ καὶ τοῖς λοιποῖς ἔργοις διέφερε τῶν λοιπῶν Ἑλλήνων μετὰ τὸν Ἀχιλλῆα.

17

.

327

[ὑπὲρ θεὸν] ὁ νοῦς· πῶς ἂν καὶ παρὰ τὴν θείαν βουλὴν ῥύ‐ σαισθε τὴν πόλιν, ὅτε 〈καὶ〉 τοῦ Διὸς συμπράττοντος ἡμῖν διὰ τὴν ἰδίαν ἀσθένειαν λείπεσθε.

17

.

330

πλήθεϊ δὲ σφετέρῳ καὶ ὑπερδέα] τῷ πλήθει τοῦ λαοῦ καίπερ ἐλαττουμένους, ἀλλὰ περιόντας τῶν πολεμίων διὰ τὴν ἀνδρείαν.

17

366-367

[οὐδέ κε φαίης οὔτε ποτ’ ἠέλιον] εἴποι δ’ ἄν τις ἀμφότερα τὰ στοιχεῖα, ἥλιόν τε καὶ σελήνην, ἐκλείψειν ὑπὸ τῆς πολλῆς ἀχλύος.190

17

.

447

[ὅσσά τε γαῖαν ἐπιπνείει] ὅσα τε ζῷα ἐπὶ τῆς γῆς ἕρπει καὶ κινεῖται βαδίζοντα.

17

.

481

[βοηθόον] ἐν πολέμῳ ταχύν. σύνθετόν ἐστι· τινὲς δὲ κατὰ πα‐ ράθεσιν, οὐ μέντοι ἐπείσθη ἡ παράδοσις. εἴρηται δὲ παρὰ τὴν βοήν, ὅ ἐστι τὴν μάχην, καὶ τὸ θοόν, ὅ ἐστι τὸ ταχύ.

17

.

522

[ἶνα τάμῃ διὰ πᾶσαν] ἀποτέμῃ τὴν νωτιαίαν φλέβα ἅπασαν.

17

538-539

μικρὸν δὴ τῆς ἐπὶ Πατρόκλῳ λύπης κεκούφισμαι τὴν ψυ‐ χήν.

17

.

547

[πορφυρέην] νῦν ποικίλην. Ἶριν δὲ λέγει νῦν τὸ γινόμενον περὶ τὸν ἀέρα πάθος, ᾗ τί ἐστι νέφος ὑγρὸν κατὰ 〈τὸ〉 ἔμπαλιν ἡλίου ποικιλλόμενον. ἔστι δὲ καὶ χωρίου ὄνομα.

17

.

551

[ἓ] τὴν ἕ ἀντωνυμίαν κατ’ ἰδίαν· οὐ γὰρ ἐπίσταται ὁ ποιητὴς σύνθετον ἀντωνυμίαν.

17

.

599

[ἐπιλίγδην] τὸ «ἐπιλίγδην» μεσότητός ἐστιν· ἐπιψαύδην—
ὠμοπλάτη ἀσαρκοτάτη.191

18

274-276

διὰ νυκτὸς βουλευσόμεθα, 〈ἢ〉 κρατερῶς μὲν τῇ ἀθροίσει τὴν φυλακὴν ἕξομεν ἐφεδρεύοντες καὶ ἐγρηγοροῦντες, οἱ δὲ πύργοι τὸ ἄστυ φυλάξουσιν.

18

.

292

[κτήματα περνάμεν’ ἵκει.] τὰ πιπρασκόμενα κτήματα. ὡς τῶν Φρυγῶν καὶ Μῃόνων—ἀντιφορτιζομένων.

18

.

488

[αὐτοῦ] ἀντὶ τοῦ περὶ τὸν αὐτὸν τόπον, ὡς μὴ καταδυομένη.

18

.

501

[ἐπὶ ἵστορι] ἀπὸ τοῦ εἴδω εἴσω ἵστωρ, ἐλλείψαντος τοῦ ε, ἐπεὶ τῷ ι τὸ ς 〈καὶ〉 τὸ τ ἐπεφέρετο, ὡς ἐν τῷ ἱστῷ ἱστίον ἵστημι, ὅθεν καὶ δασύνεται, ἐπεὶ τὸ ι πρὸ τοῦ στ δασύνεται μόνου. πρόσκειται τὸ «μόνου» ἐπεὶ τὸ Ἴστρος ψιλοῦται

18

.

505

σημείωσαι· τί ἔστι φωνή; φωνή ἐστιν ἀὴρ πεπληγμένος, ὡς Ἀπολλώνιός φησιν.

18

.

521

[ἀρδμός] ἐκτέταται τὸ α, ἐπεὶ καὶ τὸ ἄρδω 〈ἔχει ἐκτεινόμε‐ νον τὸ α· «τὸν νοῦν ἵν’ ἄρδω, καὶ λέγω τι δεξιόν» (Arist. Equit 96)〉. οὐχ ὅσα μέντοι—συστέλλει τὸ α. παρὰ τὸ ἀρῶμαι ἐκτεινόμενον ὄνομα Ἄρης.

18

.

570

ἤτοι τὸν λίνον—πρώτην ᾀσθεῖσαν.192

19

.

47

[σκάζοντε] συλληπτικῶς πέφρακε· μόνος γὰρ ὁ Διομήδης ὤφειλε σκάζειν κατὰ τοῦ ταρσοῦ τετρωμένος, ὁ μέντοι Ὀδυσσεὺς τὴν πλευ‐ ράν. εἰ μή τι κατὰ συμπάθειαν τῶν μερῶν δόξαιμεν αὐτὸν τοῦτο πεπονθέναι.

19

.

56

τὸ δὲ—ἄρειον] ἐν ἤθει καθ’ ὑπερώτησιν ἀναγνω‐
στέον· θέλει γὰρ εἰπεῖν ὅτι παρ’ ἀμφοτέροις ὁμονοεῖν ὑπάρχει.193

20

.

137

[ἐκ πάτου] ἔξω τῆς κοινῆς ὁδοῦ, τουτέστι συναναστροφῆς. [ἐκ πάτου ἐς σκοπιήν] ἐκ τῆς πεπατημένης ὁδοῦ εἰς τόπον σκοπιὰν ἔχοντα, τὸ Ἡρακλέους χῶμα.

20

.

145

[τεῖχος ἐς ἀμφίχυτον] τὸ πάντοθεν περικεχωσμένον κύκλῳ πολλῷ τῷ χώματι εἰς ὕψος, τὸ καὶ χωστὸν λεγόμενον, ὃ κατεσκεύασαν οἱ Τρῶες.

20

.

170

τῇ οὐρᾷ μαστίζει ἑαυτὸν, φησὶν, ὁ λέων, οὕτως εἰωθώς. ἔχει δέ τι ἐν οὐρᾷ ἀνὰ μέσον τῶν τριχῶν κεντρίον, ὑφ’ οὗ νυττόμενος πλέον ἀγριοῦται ἐκ τῆς ὀδύνης. ἔχει

20

.

181

[τιμῆς τῆς Πριάμου] βασιλείας τῆς Πριάμου· ἀντεπιφέρει γὰρ «οὔτοι τοὔνεκα 〈κ. τ. ἑ.〉».

20

.

211

ὑπερβολικῶς εἴρηκε τὸ «σήμερον»—ἀναιρεθέντα.

20

.

215

Δάρδανος ὁ Διὸς καὶ Ἠλέκτρας—παρὰ Λυκόφρονι. [Δαρδάνου αὖ πρῶτον τέκετο—Ζεὺς] τοῦ Δαρδάνου δῆλον ὅτι γένους πρῶτον αὐτὸν ἐποίησεν ὁ Ζεύς.

20

.

274

τῇ ῥ’ ἔσχετο] ἐν δὲ τῇ τρίτῃ ἐπεσχέθη. πῶς, φησὶν, ἄτρω‐ τον—οὐ τρῶσις.

20

.

331

πῶς, φησὶν, τὸν Αἰνείαν οὐκ Ἀπόλλων ῥύεται, ἀλλὰ Ποσει‐ δῶν; ὁ ποιητὴς ἐνδείκνυται ὡς ἡ ἄλλη περὶ τοὺς θεοὺς εὐσέβειά ἐστι δυσωποῦσα καὶ τοὺς δι’ ἔχθρας ὄντας.194

20

.

404

[Ἑλικώνιον] τὸν Ποσειδῶνα, ἤτοι ὅτι καὶ ἐν Ἑλικῶνι ὄρει τῆς Βοιωτίας τιμᾶται, ἢ ἐν Ἑλίκῃ. μᾶλλον οὖν παρὰ τὸν ἐν Ἑλίκῃ θεόν· διαφέρει γὰρ Ἑλικὼν καὶ Ἑλίκη ὅτι Ἑλικὼν μὲν Βοιωτίας ὄρος, Ἑλίκη δὲ νῆσος τῆς Ἀχαΐας, ἱερὰ Ποσειδῶνος. ἡ δὲ ἱστορία αὕτη· Νηλεὺς
5ὁ Κόδρου χρησμὸν λαβὼν—προσηγόρευσε. δοκεῖ δ’ ἐπὰν θύωσι τῷ θεῷ, βοησάντων μὲν 〈τῶν〉 βοῶν, προσδέχεσθαι τὸν θεὸν τὴν θυσίαν, σιγώντων δὲ λυποῦντα, μηνίειν νομίζοντες. ἡ ἱστορία παρὰ Κλειτοφῶντι. τὸν Ποσειδῶνα

20

.

501

[ἃς—ἔβαλλον] ἃς ἀποπίπτουσαι τῶν ἱππείων ὁπλῶν, ὅ ἐστιν ὀνύχων, αἱ ῥανίδες ἔβαλλον.

20

.

503

[λύθρῳ] λύθρος ὁ ἐκ πολεμικῆς—αἷμα.195

21

.

165

ὅτι ἐν ἐπιφανείᾳ χρυσέη πτύχη. Ἀριστόνικος ὅτι ἄτρωτα τὰ ἡφαιστότευκτα ὅπλα. ἡ δὲ ἀναφορὰ πρὸς τοὺς ἠθετημένους στίχους.

21

.

169

[ἰθυπτίωνα] ἐπ’ εὐθείας φερομένην ὑπὸ τῆς εὐστοχίας τοῦ Ἀχιλλέως οἱ δὲ γράφοντες «ἰθυκτίωνα», φασὶ κτηδόνας καλεῖσθαι τὰς κατ’ εὐθὺ διαφύσεις τῶν ξύλων, οἷον ἶνας. «ἰθυπτίωνα» δὲ λέγει τὴν ἐπ’ εὐθείας πετομένην καὶ πορευομένην.
5ὅτι Ζηνόδοτος γράφει «ἰθυκτίωνα», καὶ Καλλίστρατος. [ἰθυπτίωνα]. Ἑρμαπίας περισπᾷ τὴν παρέσχατον· «ἰθυπτιῶνα», ὡς Ἑλικῶνα.

21

169bis

Ἀριστόνικος ὅτι Ζηνόδοτος γράφει «ἰθυκτίωνα» διὰ τὸ κτηδόνας λέγεσθαι τῶν ξύλων τὰς γραμματοειδεῖς διαφύσεις. παρέλκει δὲ νῦν τὸ περὶ τῆς τοῦ ξύλου φύσεως εἰπεῖν· τὸ μὲν γὰρ «ἰθυπτίωνα» εἰς εὐθὺ
τεταμένην ἀναφερομένου τοῦ ἐπαίνου εἰς τὸν ἀκοντίζοντα· «καὶ δ’196
5ἄλλως τοῦ γ’ ἰθὺ βέλος πέτεται». (Il. XX, 99)

21

.

173

Πηλείδης δ’ ἄορ] Ἀριστόνικος ὅτι ὡς περὶ ἑτέρου λέγει· εἴρηκε γὰρ· «δεύτερος αὖτ’ Ἀχιλλεύς». (v. 169)

21

.

174

[ἆλτ’ ἐπὶ οἷ μεμαώς] Πτολεμαῖος ὁ Ἀσκαλωνίτης τὸ «ἐπί» βαρύ‐ νει ...... ἔστι γὰρ ψιλοῦν αὐτό.

21

.

194

τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει] Ἡρακλῆς εἰς Ἅιδου —τὴν ἀδελφὴν Δηϊάνειραν ἐπανελθὼν εἰς φῶς—Οἰνέα. μνηστευομένην δὲ καταλαβὼν τὴν κόρην Ἀχελῴῳ τῷ πλησίον ποτα‐ μῷ—φασὶ δὲ αὐτὸν τὸν Ἀχελῷον—ἡ ἱστορία παρὰ Πινδάρῳ.
5«Ἀχελῷος» λέγεται διὰ τὴν τοῦ ι ἐκφώνησιν. καὶ «Ἀχελωός» ὀξυ‐ τόνως ἄνευ τοῦ ι γράφεται, παρὰ τὴν τοῦ α ἐπίτασιν καὶ 〈τοῦ ο μετα‐ θεσίν τε καὶ ἔκτασιν, ἀπὸ〉 τοῦ ὅλος χέεσθαι, ἢ «Ἀχελήϊος».

21

.

195

ὅτι Ζηνόδοτος τοῦτον ἠθέτηκεν ἄρας. οὐδὲ βαθυρρείταο] τοῦτον οὐ γράφει Μεγακλείδης· φησὶ γὰρ ἐν τῇ αʹ περὶ Ὁμήρου· «ποῖον ῥεῖθρον μεῖζον Ἀχελῴου, ἐξ οὗπερ πάντες ποταμοί; ὥστε παρέλιπον τὸν περὶ τοῦ Ὠκεανοῦ». Κράτης δὲ ἐν βʹ
5τῶν Ὁμηρικῶν δεικνὺς ὅτι Ὠκεανὸς Μεγάλη θάλασσά 〈ἐστιν〉· «ταῦτα γὰρ ἂν μόνως ἁρμόττοι ῥηθῆναι περὶ τῆς ἐκτὸς θαλάσσης, ἣν ἔτι καὶ νῦν οἱ μὲν Μεγάλην θάλατταν, οἱ δὲ Ἀτλαντικὸν προσαγο‐ ρεύουσι. ποταμὸς δὲ ποῖος ἂν δύναιτο ταύτην ἔχειν τὴν δύναμιν; καί‐ τοι γ’ ἔνιοι, ἐξαιροῦντες τὸν περὶ τοῦ Ὠκεανοῦ στίχον, τῷ Ἀχελῴῳ197
10περιτιθέασι ταῦτα, ὃς οὐχ ὅτι τῆς θαλάσσης μείων ἐστὶ, ἀλλὰ καὶ τῶν ἐν αὐτῇ κόλπων, λέγω δὴ Τυρρηνικοῦ καὶ Ἰονίου. Εἶπε δ’ 〈ἐν〉 τῷ γʹ, φησὶν, ὅ, τι καὶ οἱ μετὰ ταῦτα φυσικοὶ συνεφώνησαν· τὸ περι‐ έχον τὴν γῆν κατὰ τὸ πλεῖστον μέρος ὕδωρ Ὠκεανὸν εἶναι, ἐξ οὗπερ 〈καὶ〉 τὸ πότιμον· τὰ γὰρ ὕδατα πάντα ἐκ τῆς θαλάσσης ἐστίν. Ἵπ‐
15πων 〈γοῦν〉 ἐν τῷ περὶ ὑδάτων· ««θάλασσά ἐστιν ἐξ ἧς θαλάσσης τὸ γὰρ δήπως τὰ φρέατα βαθύτερα ἦν, οὐκ 〈ἂν〉 ἐκ τῆς θαλάσσης τὸ ὕδωρ εἴη, ἄλλ’ ἄλλοθέν ποθεν, νῦν δὲ ἡ θάλασσα βαθυτέρα ἐστίν· ὅσα οὖν καθυπέρτερα τῆς θαλάσσης ἐστὶ, πάντα ἀπ’ αὐτῆς ἐστιν.»» οὕτως τὰ αὐτὰ εἴρηκεν Ὅμηρος».

21

195bis

Ἀριστόνικος ὅτι Ζηνόδοτος οὐ γράφει τὸν στίχον· γίνεται δὲ Ἀχελῷος πηγὴ τῶν ἄλλων πάντων. ὅτι καθ’ Ὅμηρον Ὠκεανός ἐστιν 〈ὁ〉 ἐπιδιδοὺς πᾶσι τὰ ῥεύματα. διὸ καὶ κατὰ τιμήν· «οὔτε τις οὖν ποταμῶν ἀπέην νόσφ’ Ὠκεανοῖο»
5(XX, 7).198

21

.

196

ἐξ οὗπερ πάντες] Ξενοφάνης ἐν τῷ περὶ φύσεως·
πηγὴ δ’ ἐστὶ θάλασς’ ὕδατος, πηγὴ δ’ ἀνέμοιο·
οὔτε γὰρ ἂν νέφε’ ἦεν ἄνευ πόντου μεγάλοιο
οὔτε ῥοαὶ ποταμῶν οὔτ’ αἰ〈θέροσ〉 ὄμβριον ὕδωρ·
5
ἀλλὰ μέγας πόντος γενέτωρ νεφελῶν ἀνέμων τε
καὶ ποταμῶν. ὡς Ὅμηρος· «ἐξ οὗπερ πάντες ποταμοί».

21

.

214

ἔντεχνος εὑρεῖν πρέποντας ποταμῷ λόγους μεταξὺ ὀργῆς καὶ περὶ ἀπολείας ἀνδρῶν ἐλέους.

21

.

215

ἀφῄρηταί τι αὐτοῦ τοῦ φρονήματος, ὡς οὐ δι’ ἀνδρείαν πάντα ποιοῦντος καὶ κατορθοῦντος.

21

.

217

ἐξ ἐμέθεν γ’ ἐλάσας] ἀπὸ τῶν ἐμῶν ῥείθρων ἐλάσας· τοῦτο λέγει ἐνεδρεύων, ὅπως ἐναλόμενος πρὸς τὸ ἐξελάσαι τοὺς Τρῶας εἰς τὸ πεδίον διαφθαρῇ. ὁ δὲ Ἀχιλλεὺς οὐ συνεισήλατο. τὸν τόπον παραιτεῖται οὐ κωλύσων τὸν φόνον, 〈ἀλλ’〉 ἵν’ ᾖ κατὰ 〈τὸ〉
5πεδίον.

21

.

218

ἐρατεινὰ] πρὸς τὰ καλὰ, ἔρωτος ἄξια.

21

.

232

[δείελος] ἡ δείλη. «δείελος» δὲ εἴρηται ὡς ἑσπέρα ἕσπερος, ὠνή ὦνος, χολή χόλος. εἰσὶ μέντοι οἳ καὶ τὸ ε ἐδάσυναν προσέχοντες τῇ ἐτυμολογίᾳ· παρὰ γὰρ τὸ ἐνδεῖν τῆς ἕλης. οὐκ ἐπείσθη δὲ αὐτοῖς ἡ παράδοσις.

21

.

252

[μέλανος] οὕτως, εἶτα ἀπ’ ἄλλης ἀρχῆς· «τοῦ θηρητῆρος». τινὲς δὲ «μελανόστου» ὑφ’ ἓν ἀναγιγνώσκουσι, τοῦ μέλανα ὀστᾶ ἔχοντος. [μέλανος τοῦ] «μελανόστου» Ἀριστοτέλης ἐν συνδέσει κατὰ βαρεῖαν τάσιν, ὡς Ὀρέστου· φησὶ γὰρ τοὺς ἀετοὺς μέλανα τὰ ὀστᾶ ἔχειν.199
5τινὲς δὲ γράφουσι «μελανόσσου», τοῦ μέλανας ὀφθαλμοὺς ἔχοντος. Ἀρίσταρχος δὲ παρατίθεται ..... ἀορίστως ἀνεγνωκότα «μέλανός του», ὡς εἶναι μέλανός τινος· τὸ δὲ τοῦ, εἴτε πύσμα ἐστὶν εἴτε ἀόριστον, ἀγνοεῖ ὁ ποιητής· τεῦ γὰρ αὐτὸ λέγει καὶ τέο· ἄμεινον οὖν ἐκδέχεσθαι τὸ τοῦ ἄρθρον.

21

.

255

[ὕπαιθα] ἀντὶ τοῦ ἔμπροσθεν.

21

.

256

φεῦγ’ ὄπισθε ῥέων] Ζωΐλος αἰτιᾶται ὅτι ἀθανάτους ἵππους ἔχων ἐν τῷ ἀντικειμένῳ καιρῷ οὐ χρᾶται.

21

.

257

ὡς δ’ ὅτ’ ἀνὴρ] τῇ ἑρμηνείᾳ ἐνέθηκε γλαφυρὸν πλάσμα. Δοῦ‐ ρις δ’ αἰτιᾶται τὴν εἰκόνα ὡς τοῦ ὀρυμαγδοῦ καὶ τῆς ἀπειλῆς ἐνδεεστέ‐ ραν καί φησι· «ταῦτα διὰ 〈τὸ〉 τὴν ἐν τοῖς κήποις ὑδραγωγίαν ἐκμι‐ μεῖσθαι λανθάνει πως τοὺς ἀναγιγνώσκοντας, ὥστε μηδεμίαν ἔννοιαν
5λαμβάνειν πρὸς ὃ πεποίηκε». ἀλλὰ τοῦτο συνέθηκεν οὗτος ἀγαθὸς
ὢν καινοτομῆσαι τὴν ἐν τοῖς ποιήμασιν ἔννοιαν.200

21

.

259

[χερσὶ μάκελλαν ἔχων] Ἡλιόδωρος γράφει· «χερσὶ δίκελλαν ἔχων. [ἀμάρης] ἀμάρα τὸ ὑδραγώγημα διὰ τὸ μὴ μαραίνεσθαι τὰ παρα‐ πεφυκότα. Παρμενίων ὁ Βυζάντιος· «Θεσσαλοὶ τὸν ὀχετὸν ἀμάρην,
5Ἀμβρακιῶται δὲ καλαρύαν». ἐν τῷ 〈πρὸσ〉 Δημήτριον· διὰ τοῦτ’ ἔγρα‐ ψα.

21

.

260

τοῦ μέν τε] οὐχ ὑφ’ Ὁμήρου αἱ ψηφίδες πεποίηνται, ἀλλ’ ἔστιν ἡ λέξις Ἀττική· οὕτως γὰρ καὶ ἐν τοῖς ἄξοσιν.

21

.

262

φθάνει δέ τε] Λυσανίας γράφει «φθανέει», καὶ Δοῦρις. [χώρῳ ἔνι προαλεῖ] Παρμενίων 〈ὁ〉 Βυζάντιος· «Κύπριοι καὶ Ἀρ‐ κάδες καὶ Λακεδαιμόνιοι πρόαλες 〈τὸ〉 κάταντες. Πτολεμαῖος ὁ Ἀσκα‐ λωνίτης 〈ψιλοῖ〉 τὸ προαλές· ἔστι γὰρ 〈τὸ〉 καταφερές, ἀφ’ οὗ ἀλὲς καὶ
5ἄθρουν καταφέρεσθαι δύναται τὸ ὕδωρ. ἔνιοι 〈δὲ〉 δασύνοντες λέγουσι
σημαίνεσθαι τὸ προαλέσθαι.201

21

.

280

[ἀγαθὸν δέ κεν ἐξενάριξεν] διὸ δὴ γενναῖος μὲν καὶ ἀνδρεῖος ἐφόνευσε καὶ γενναῖον ἐσκύλευσεν.

21

.

281

[λευγαλέῳ] χαλεπῷ, ἀδόξῳ, ὀλεθρίῳ.

21

.

282

[ἑρχθέντα] πνιγέντα.

21

282bis

[ἐρχθέντα] ψιλῶς· παρὰ τὸ εἴργω εἴρχθην παθητικὸν 〈καὶ〉 εἰρχθείς. Ἀττικοὶ δὲ τὸ εἵρχθην δασύνουσιν. [ἐρχθέντ’ ἐν μεγάλῳ] ὅτι ἔν τισιν· «ἐρχθέντες μεγάλῳ». [ἑρχθέντα] Πτολεμαῖος ὁ Ἀσκαλωνίτης «ἑρχθέντα» δασέως· ἀπὸ
5γὰρ τῆς ἕρσης. Κράτης· «εἱλθέντ’ ἐν μεγάλῳ»· ἴλλειν γάρ φησιν εἶναι τὸ εἴργειν, ὥστε τὴν κωλύσεως δίκην «ἐξούλης» καλεῖσθαι. καὶ παρατίθεται Σόλωνος ἐν νεάτῳ ἄξονι· «ἐξούλης· ἐάν τις ἐξίλλῃ ὧν ἄν τις δίκῃ νικήσῃ, οὗ ἂν ἄξιον ᾖ, καὶ 〈τῷ〉 δημοσίῳ ὀφλανεῖ καὶ τῷ ἰδιώτῃ, ἑκατέροις».
10ὁ δὲ Σοφοκλῆς ἐν Δαιδάλῳ.
εἱλήσομέν σε τῇδ’ ἀχαλκεύτῳ πέδῃ.

21

282ter

Ἀριστόνικος ὅτι «ἐρχθέντα» ἀποπνιγέντα, καὶ ἐν ἄλλοις· «ἔν‐ θα με κῦμ’ ἀπόερσε». Ἀλεξίων ὁ χωλός φησι· «δεῖ γράφειν «ἐρθέντα» χωρὶς τοῦ χ· οὐ
γὰρ παρὰ τὸ εἰρχθῆναι, ἀλλὰ παρὰ τὸ ἔρσαι, ὅ ἐστι πνῖξαι· ὅθεν καὶ ἐν202
5ἄλλοις (Il. XXI, 283) φησὶν ὁ ποιητής· ««ὅν ῥά τ’ ἔναυλος 〈ἀποέρσῃ»». καὶ ἐν ἄλλοις· ««μή μιν〉 ἀποέρσειε μέγας ποταμός»» (Il. XXI, 329). ἐπεὶ οὖν ἐπὶ τῶν δύο τόπων χωρὶς τοῦ χ, κἀνθάδε γράφωμεν ««ἐρθέν‐ τα»». ἔνιοι δασύνουσιν ἑρθέντα παρὰ 〈τὴν ἕρσην. τουτέστι〉 τὴν δρόσον».

21

.

288

ἀνάνδρως πρὸς τοὺς κινδύνους τούτους ἔχειν, ἐφ’ οἷς σφοδρῶς οὕτως γίνεται τρόμος, πρὸς πάντα δὲ τὰ ἀπὸ τῆς τυχῆς συμβαίνοντα τὸν ἀνδρεῖον εὐρώστως διακεῖσθαι προσήκει, διότι καὶ αὐτὴν τὴν ἀπὸ τῶν ἀρρωστιῶν γινομένην καταστροφὴν φοβούμενοί τινες οὕτως ὡς
5καὶ τρέμειν λέγοιεν ἂν ὅτι δεινόν ἐστιν ἀποθανεῖν, ὡς ἂν παιδίον ἢ γύ‐ ναιον τὸ τυχόν.

21

288bis

Ζηνόδοτός φησιν ὅτι οὐ τὸ θανεῖν ἡγεῖται 〈λευγαλέον〉, ἀλλὰ τὸ ἀδόξως, καὶ οὐ γέγραπται «τρέμε», ἀλλὰ «τρέε», ὅ ἐστιν εὐλαβοῦ.

21

.

319

χέραδος] Ἀπολλόδωρος· «τὸ πλῆθος τῶν θαλαττίων καὶ ποτα‐ μίων λίθων, οὓς ἡμεῖς τροχάλους. οἱ δὲ χερμάδια καλοῦσιν ὄντας χει‐ ροπληθεῖς». ἔστι δὲ ἡ λέξις παρὰ Ἀλκαίῳ·
οἴδημαν χέραδος μὴ βεβαὼς ἐργάσιμον λίθον
5
κινεῖς καὶ κενὶς ὣς τὰν κεφαλὰν ἀργαλέαν ἔχοι. τινὲς γράφουσι 〈διὰ〉 δύο ς «ἅλις σχέραδος», ἐπεὶ Εὐφορίων ἐν Θρᾳκί·
τύμβος ὑπὸ κνημοῖσι πολυσχεράδος Μυκόνοιο.
Ἀπολλόδωρος δέ φησι περισσὸν τὸ ς παρ’ αὐτῷ εἶναι, ὡς παρ’ Ὁμήρῳ «γαῖα φερέσβιος» (Hymn. Ap. 343). καὶ Σοφοκλῆς ἐν ἀρχῇ Λαρισ‐203
10σαίων·
Λάρισσα μήτηρ προσγόνων Πελασγιδῶν ἀντὶ τοῦ προγόνων. La phrase τὸ πλῆθος—λίθων

21

.

320

[ἐπιστήσονται] ἀντὶ τοῦ δυνήσονται. καὶ ἐπὶ τῆς μελίας· «ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς» (Il. XVI, 142). ἀντὶ τοῦ ἐδύνατο.

21

.

325

[μορμύρων] Ἡρακλείδης Μιλήσιος· «μορμύρων, θηριούμενος, ὅτι τὸ μορμώ τάσσεται ἐπὶ τοῦ θηριώδους».

21

.

331

[Κυλλοποδῖον] τινὲς ὅτι 〈ὡσ〉 Χαλκῶδον εἴρηται, τινὲς δὲ ὡς σύνθετον βαρυτονοῦσιν. Ἑρμαπίας «Κυλλοποδῖον» περισπῶν τὴν παρα‐ τέλευτον ἀναγινώσκει. Ἀλεξίων ὁ χωλὸς χρῆται παραδείγματι τούτῳ· «τὰ εἰς ων λήγοντα ὀνόματα, φησὶ, καὶ τὴν παρέσχατον ἔχοντα 〈μα‐
5κρὰν〉, ὅταν κατὰ κλητικὴν ἐκφέρηται πτῶσιν, περισπᾶται κατ’ αὐτὴν, οἷον Πανδίων Πανδῖον, Ἰάσων Ἰᾶσον, Ἀμφίων Ἀμφῖον· εἰ 〈ἄρα τούτων ἐστὶ〉 Κυλλοποδίων, καὶ Κυλλοποδῖον ὀφείλει ἐπὶ κλητικῆς περισπᾶσθαι κατὰ τὴν παρατέλευτον.

21

331bis

[Κυλλοποδῖον] Ἀριστόνικος ὅτι ἄκαιρον τὸ ἐπίθετον· ἡ γὰρ φιλανθρωπευομένη καὶ λέγουσα «ἐμὸν τέκος» οὐκ ὤφειλεν ἀπὸ τοῦ ἐλασσώματος προσφωνεῖν.

21

.

338

καὶ αὐτὸν δὲ, τὸν Ξάνθον, περιέβαλλε πολλῇ φλογί.204

21

.

363

[κνίσην μελδόμενος] τὴν κνίσσαν τήκων. καὶ Καλλίστρατος ἐξηγεῖται· «τὴν πιμελὴν τήκων ἁπαλοῦ συός». Κωμανὸς ὁ Ναυκρατί‐ της σὺν τῷ ν «κνίσην μελδόμενος», ὅπως κέηται 〈τὸ〉 παθητικὸν ἀντὶ τοῦ ἐνεργητικοῦ, τοῦ μέλδων τὴν κνίσσαν, καίων. Πεισίστρατος
5ὁ Ἐφέσιος καὶ Ἑρμογένης ἐν τῷ περὶ προβλημάτων· «ἐγέγραπτο μελ‐ δόμενο, καὶ δέον ἦν 〈τὸ υ〉 προσθεῖναι, κακῶς δέ τις τὸ ς προσέρραψεν· ὁ γὰρ νοῦς· τῇ κνίσσῃ τηκομένου τοῦ συός. ὁ μὲν ποιητὴς μέλδεσθαί φησι τὰ ἑψόμενα, οἱ δὲ πεποιήκασι τὸν λέβητα τηκόμενον. ἡ δὲ αἰτία γέγονεν ἐν τῷ μὴ τοὺς ἀρχαίους προστιθέναι τῷ ο τὸ υ, ἀλλ’ ὅταν τὴν
10συλλαβὴν ταύτην βούλωνται γράφειν ου, τὸ ἓν γράμμα σημειοῦσθαι μόνον. γεγραμμένου δὴ οὕτως· ««κνίσῃ μελδόμενο»», καὶ οὐ προσκειμένου τοῦ υ, ὁ μεταγράφων εἰς τὴν νῦν γραμματικὴν οὐκ ἐνόησεν ὅτι μελδο‐ μένου ἦν, ἀλλ’ ἄνευ τοῦ υ ἀναγινώσκων ἀδιανόητον ἡγεῖτο καὶ ἡμαρ‐ τημένον εἶναι, διόπερ προσέθηκε ἀντὶ τοῦ υ τὸ ς ««μελδόμενος»» ποιήσας.
15γράφεται οὖν ὁ λέβης τηκόμενος ἀντὶ τοῦ ««ἁπαλοτρεφέος σιάλοιο»». εἰ δέ τις τὸ τηκόμενος φήσει ἴσον εἶναι τῷ τήκων, παραθεὶς ὅτι καὶ ὁ λοιδο‐ ρῶν λοιδορούμενος λέγεται, ἢ πεπληγυῖα 〈ἀντὶ τοῦ τύπτουσα〉 καὶ ««πέ‐ πληγον δὲ χόρον»» (Od. VIII, 264) ἀντὶ 〈τοῦ〉 ἔτυπτον, κατανοείτω τὴν ἀνομοιότητα· βιάσεται γὰρ λέγειν· ««ὡς δὲ λέβης πυρὶ πολλῷ
20τήκων»», κωλυούσης τῆς ἐπιφερομένης λέξεως· ἔσται γὰρ ἀσύνετον τὸ »«σιάλοιο»». φανερὸν οὖν ὅτι λέγεται τηκομένου σιάλοιο ζεῖν τὸν λέβητα, οὐ προφαινομένου δὲ πρότερον τοῦ υ, ὁ μεταγράφων, ὅπερ ἔφην, ἐλλεί‐
πειν νομίσας τὴν λέξιν προσέθηκε τὸ ς».205

21

363bis

[κνίσῃ] ἤτοι τὰ κνίση τήκων, ἢ τῇ κνίσῃ. [μελδόμενος] Ἀριστόνικος ὅτι ἀντὶ τοῦ μέλδων, τήκων. δίχα δέ σφιν] διχῶς δὲ αὐτῶν ὡρμήθη ἡ ψυχὴ, τουτέστι διάφορον ἔσχον τὴν γνώμην.

21

.

386

ἄητο] εἴληπται μὲν ἀπὸ τοῦ αὔειν, ὅ ἐστι πνεῖν, σημαίνει δὲ νῦν τὸ μεγάλως παρώρμητο.

21

.

388

ἀμφὶ δ’ ἐσάλπιζεν] ὅτι ἐκ τοῦ ἰδίου προσώπου οἶδε σαλπιγκτὰς, τοὺς μέντοι ἥρωας οὐκ εἰσάγει χρωμένους. Ἀριστόνικος ὅτι καὶ αὐτὸς οἶδε σάλπιγγα, χρωμένους δὲ τοὺς ἥρωας οὐκ εἰσάγει.

21

.

390

γηθοσύνῃ] Ἀριστοτέλης ἐν ἀπορήμασι ζητεῖ πῶς τῷ Ἄρει ἐπι‐ πλήξας ὅτι αὐτῷ «ἔρις φίλον πόλεμοί τε» (Il. V, 891), αὐτὸς γέγηθεν ἐπὶ τούτοις. φησὶ δέ· «ὀρθῶς ἐπιτιμᾷ τῷ Ἄρει· οὐ γὰρ ὅστις χαίρει οἴνῳ, ἀλλ’ ὅστις αἰεὶ καὶ σφόδρα, οἰνόφλυξ, οὐδὲ φιλόμαχος 〈ἦν ὁ
5Ἄρης ὅτι τῷ πολεμεῖν〉 ἔχαιρεν, ἀλλ’ ὅτι αἰεί.»
Χαμαιλέων ἐν αʹ περὶ τῆς Ἰλιάδος μέμφεται τὸ ἐθελόκακον τοῦ Διὸς καί φησιν «ὥσπερ εἴ τι καλὸν ἑώρα, ἀλλ’ οὐ τὴν μεγίστην ἀτοπίαν.» ῥητέον οὖν ὅτι περὶ ἀρετῆς ἡμιλλῶντο· οὐ γὰρ ἦσαν θνητοὶ ἵνα κινδυ‐ νεύσωσιν.206

21

.

393

καὶ ὀνείδειον φάτο μῦθον] ὡς Ὁμήρειον. Τυραννίων ὡς ἀχρεῖ‐ ον περισπᾷ· διαίρεσιν γὰρ, φησὶν, ἐπιδέχεται ὀνειδεΐον ..... διὸ καὶ ἐν ηʹ γράφεται· «ὡς τέλος τέλειον, ἕλος ἕλειον, οὕτως 〈καὶ〉 ὄνειδος ὀνεί‐ δειον· διὰ τῆς εἰ διφθόγγου ἡ παραγωγὴ, καὶ προπαροξύνεται.

21

.

394

Τίπτ’ αὖτ’ ὦ κυνάμυια]. Νεοπτόλεμος ὁ Παριανὸς γράφει «κινάμυια». φησὶ δὲ ἐν γʹ περὶ γλωσσῶν Ὁμήρου· «κυνάμυια συ‐ νήχθη ἀπὸ κυνός τε, 〈τουτέστι〉 θρασέος, καὶ μυίης. ἀλλ’ οὐ γραπ‐ τέον οὕτως, ««κινάμυια»» δέ ἐστι, τὸ ι ἀντὶ τοῦ υ. μὴ οὖν τὴν σύνθεσιν
5ἀπὸ τοῦ κινεῖν τὴν μύσιν τῶν βλεφάρων καὶ μὴ ἀτενίζειν, ὡς ἂν ὁ σώ‐ φρων τε καὶ κόσμιος. διὸ καὶ λέγομεν ἀναιδοφθάλμους καὶ κυνοφθάλ‐ μους, 〈ὃ καὶ〉 λίρους φωνεῖται, ἀπὸ τοῦ λίην, 〈ἢ〉 διὰ τὸ λελίσθαι εἰς ἀναίδειαν».

21

394bis

φασὶν ὅτι δεῖ γράφειν «κυνόμυια»· ὅταν γὰρ ἐπιφέρηται ἀμφο‐ τέρως τὰ παρὰ τὸν κύνα, ο γραπτέον, οἷον κυνοπρόσωπος, κυνοκέφαλος. μήποτε οὖν ἐστιν ἡ κυνάμυια καὶ μυῖα, ὡς παρὰ Σώφρονι κυνάπαιδες
καὶ κυνάγχη.207
5Ἀριστόνικος ὅτι αὐτὸς ἐσχημάτισε τὸ ὄνομα ἀπὸ τῆς κυνός καὶ τῆς μυίας· ὁ μὲν γὰρ κύων ἀναιδὴς, ἡ δὲ μυῖα θρασεῖα.

21

.

424

καί ῥ’ ἐπιεισαμένη] Δημήτριος Ἰξίων ἐν γʹ πρὸς Ἀρίσταρχον προφέρεται ««καί ῥ’ ἐπερεισαμένη»», .... κατὰ τοὺς Ἰταλιώτας ὀρε‐ ξαμένη· τὸ ὅλον οὖν ἐπορεξαμένη». [πρὸς στήθεα] ὅπου ἡ ἀφροσύνη οἰκεῖ.
5[χειρὶ παχείῃ] πρέπει τῇ παρθένῳ «χειρὶ βαρείῃ», οὐ «παχείῃ» γυμνῇ δὲ χειρὶ, ἵνα μὴ τὴν ἄνοπλον ὅπλῳ νικᾷ. Ἀριστόνικος ὅτι «ἐπιεισαμένη» ἐφορμήσασα, ἀπὸ τοῦ εἶμι, ὡς καὶ τὸ «ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα». (Od. XIX, 69).

21

.

431

[ἦλθεν Ἄρῃ ἐπίκουρος] διὰ τί αὐτὸν οὐ πλήσσει; ὅτι ἡ Ἀθηνᾶ τῷ Ἄρει ἀντιτέτακται, ὡς ἔχῃ βοηθεῖν.

21

.

444

θητεύσαμεν] ἐπὶ μισθῷ ἐδουλεύσαμεν. Ζητεῖται διὰ τί ἐθή‐ τευσαν. Ἑλλάνικός φησι πειράζοντες Λαομέδοντα. γράφει δὲ ἐν αʹ τῶν Τρωϊκῶν· «Μετὰ δὲ ταῦτα λέγεται Ποσειδῶ καὶ Ἀπόλλωνα δου‐ λεῦσαι Λαομέδοντι ὅτι ὑβριστὴς ἦν. πειρώμενοι οὖν ἀνδράσιν εἰδό‐
5μενοι ἐπὶ μισθῷ εἴτε ἄρα ἀποδώσει εἴτε καὶ οὔ, τεῖχος λάϊνον ἐν τῷ Ἰλίῳ ἐπ’ ἀκροτάτου τῶν κολωνῶν ἐτείχισαν, ὅ, τι νῦν Πέργαμος καλεῖ‐ ται»· Μητρόδωρος ἐν Τρωϊκοῖς· «Μετὰ ταῦτα λέγουσι παρ’ αὐτὸν ἀφικέσθαι δύο ἄνδρας, ὁπόθεν μὲν καὶ οἵτινες οὐδεὶς ἔχει εἰπεῖν ἀτρε‐ κέως, ἐλθόντας δὲ εἰπεῖν ὅτι Λαομέδοντι χρὴ ἀνδρὶ βασιλεῖ εἶναι
10ἀκρόπολιν ἐν τῇ πόλει, ἐν ᾗ αὐτὸν οἰκεῖν πρέποι· ἡμεῖς οὖν σοὶ θέλομεν
τειχίον κτίσαι καὶ ἐπιστατῆσαι».208

21

.

446

ἤτοι ἐγὼ Τρώεσσι] Ἀριδίκης προφέρεται «ἤτοι μὲν γὰρ ἐγὼ πόλεως περὶ τεῖχος ἔδειμα». Νικίας· «πόλιν πέρι», ἵνα ᾖ περὶ πόλιν. ἀγνοεῖ δὲ ὅτι «περιέδειμά» ἐστιν. Ἀριστόνικος πρὸς τοὺς ἐν τῇ Η τῆς Ἰλιάδος· «ἐκεῖ γὰρ, φησὶ,
5ὅτ’ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων». (v. 442). πρὸς τὴν ἀθέτησιν τὴν ἐν τῇ Η ὅτι ὁ Ποσειδῶν μόνος ᾠκοδόμησε τὸ τεῖχος.

21

.

447

Φοῖβε σὺ δ’ εἰλίποδας] Ἀπολλόδωρος ἐν γʹ περὶ θεῶν· «ἐφό‐ σον γὰρ τῷ Ποσειδῶνι προσήκειν ἡγεῖτο τὰ κατὰ τὴν τειχοδομίαν, ὃν ἡμεῖς μὲν Ἀσφάλιον καὶ Θεμέλιον, οὐχ ὃν δὲ αὐτὸς Ἐνοσίχθονα καὶ Γαιήοχον καλεῖν εἴωθεν, ἐπὶ τοσοῦτον καὶ 〈τὰ〉 κατὰ τὰς νομὰς τῷ
5Νομίῳ Ἀπόλλωνι. διὸ καὶ περὶ τῶν Εὐμήλου πεποίηκεν ἵππων· ««τὰς ἐν Πιερίῃ θρέψ’ ἀργυρότοξος Ἀπόλλων»». (Il. II, 766).

21

447bis

εὐρύ τε καὶ μάλα καλόν] Ζωΐλος γράφει· «εὐρύ τε καὶ μάλα μακρόν».

21

.

452

Λαομέδων〈—ἀπέπεμπε〉] διχῶς 〈καὶ〉 «ἀπέβλεψε.»

21

.

454

Πτολεμαῖος· «δήσειν καὶ περάαν νήσων ἐπὶ τηλεδαπάων». Ζωΐλος ζητεῖ πῶς ὁ Ποσειδῶν τὸν Αἰνείαν μεταθεὶς ἐξ ὅλου τοῦ στρα‐ τεύματος αὐτὸς κινδυνεύει πραθῆναι.

21

.

472

[ἑκάεργε] Φανόδικος· ἀπὸ ἑκαέργης. Ἀπολλόδωρος ἐν ιγʹ· «κα‐ λεῖται δ’ οὕτως ἀπὸ τῆς τριβῆς, ὡς ἂν ἕκαθεν εἴργων, ἢ ἕκαθεν τὸ ἴδιον ἔργον ἐπιτελῶν».

21

.

474

Ἀριδίκης· «νηπύτιε τί νυ τόξον ἔχεις καὶ τειρέας οἰστούς».
φησὶ δὲ κακῶς φέρεσθαι «ἀτειρέας»· οὐδὲν γὰρ εἶναι βέλος ἀτειρές. ἀθειρέας οὖν 〈ἄν〉 τις, ὁμοίους ἀθέρι· ὡς γὰρ ὁ ἀθὴρ καταψώμενος λεῖός ἐστι, ἀνάπαλιν δὲ τραχὺς, οὕτως τὰ Κρητικὰ βέλη ἐμπήσσεσθαι209
5μὲν τῇ σαρκὶ ἀκωλύτως, ἐξέρχεσθαι δὲ δυσχερῶς διὰ τὰς ἀπαγκι‐ στρώσεις.

21

.

479

Ἀριστόνικος ὅτι ἀπὸ κοινοῦ ἐστιν ἀκουστέον τὸ «προσέφη».

21

481-488

Δοῦρις· ὅτι πικρῶς διάκειται ἡ μητρυιὰ, διὸ ἐπεγέλα τὸ σαρδόνιον.

21

.

483

Χρύσιππος ἐν τῷ περὶ ἀρχαίας φυσικῆς, δεικνὺς ὅτι σελήνη ἡ Ἄρτεμις καὶ τὰ περὶ τόκους δὲ εἰς ταύτην 〈ἀναφέρων, λέγει ἐν〉 ταῖς πανσελήνοις οὐ μόνον τὰς γυναῖκας εὐτοκωτάτας εἶναι, ἀλλὰ γίγνε‐ σθαι 〈ῥᾳδίως τὰ ζῷα〉 πάντα. καὶ Ἀλκαῖος ἐπὶ τῶν βελῶν τῆς Ἀρτέ‐
5μιδος λέγει.
μὴ φόνος κέχυται γυναικῶν.

21

.

485

Ἀριστόνικος ὅτι «ἐναίρειν» καταχρηστικῶς· θῆρες γὰρ οὐκ ἔχουσι παντευχίαν ὥστε σκυλευθῆναι.

21

.

487

[δαήμεναι] Ἀριστόνικος ὅτι 〈ἀντὶ τοῦ〉 δάηθι

21

.

491

αὐτοῖσιν δ’ ἄρα] κατηγοροῦσιν Ὁμήρου ὡς ἐνησεβηκότος τῇ Ἀρτέμιδι. Δημήτριος ὁ Ἰξίων φησί· «πάνυ νέαν παρθένον εἰσάγει καὶ παίδων τρόπον κλαίουσαν καὶ τοῖς κόλποις τοῦ πατρὸς ἐπικλινομένην, 〈καὶ〉 ἀκολουθῶν τῇ ἡλικίᾳ μεμύκευθεν». Ῥητέον ὅτι οὐ μαίνεται, ἀλλ’
5ἀνθ’ ὧν στασιώδη εἴρηκεν ὡς μήτηρ νουθετεῖ παιδικῇ ἑρμηνείᾳ.210

21

.

492

ἐντροπαλιζομένη] βέλτιον «ἐντροπαλιζομένην». διὰ τί ἐντροπαλίζεται; ἐξ ὑποστροφῆς ἀνθιστανομένη. αἰτιατικὴ δέ ἐστιν. ἐν τῇ Χίᾳ καὶ Κυπρίᾳ ἀναξίως· «πολλὰ λισσομένης». Πτολε‐
5μαῖος· «ἐντροπαλιζομένης».

21

.

493

δακρυόεσσα ὕπαιθα θεὰ φύγεν ὥστε πέλεια] ἐπεὶ «τίλλε πέλειαν ἔχων» (Od. XV, 527), καὶ «εἶδε τρήρωνα πέλειαν» (Il. XXIII, 874)

21

.

495

χηραμόν] κατάδυσιν ὄφεως. Ἀριστόνικος ὅτι αὐτὸς ἐξηγεῖται τί ἐστι χηραμός, ὅτι κοίλη πέτρη, καὶ ὅτι γενικὸν τὸ πέτρη καὶ εἰδικὸν τὸ χηραμός. πέτρη, κατάδυσιν ὄφεως.

21

.

497

Λητὼ δὲ προσέειπε] Τυραννίων περισπᾷ, ἐπεὶ οἱ Δωριεῖς διαί‐ ρουσι Λητόα λέγοντες.

21

.

498

Λητοῖ ἐγὼ δέ τοι οὔτι 〈μαχήσομαι〉] ἄτοπον γὰρ ἦν τὸν λόγον τοῖς ὅπλοις κρίνεσθαι. διὰ τοῦτο ἄχειροι 〈οἱ〉 γραμματικοὶ νομίζονται. Jusqu’ à κρίνεσθαι

21

498bis

ὅτι διὰ τὸ εἰρηνικὸς εἶναι θεὸς οὐ μάχεται ὁ Ἑρμῆς. τοῦτο δὲ εἴπερ ἤθελεν εἰπεῖν ὁ ποιητὴς, εἰρηκέναι ἂν· «ἀργαλέον 〈δὲ〉 κήρυκ’ ὄντα». ὁ δὲ ἑτέραν εἴρηκεν αἰτίαν, ὅτι ταῖς τοῦ Διὸς γενομέναις γυναι‐ ξὶν οὐ πρέπον αὐτὸν πληκτίζεσθαι· ὁ γὰρ Ἑρμῆς αἰτίαν ἔχει φιλογυ‐211
5νίας καὶ ἐρωτικὸς νομίζεται. διὸ ἐξ αὐτοῦ καὶ τῆς Ἀφροδίτης συνέθε‐ σαν τὸν Ἑρμαφρόδιτον. λέγει δὲ Πυθαγόρας ὅτι καὶ τὸν Πελασγικὸν οἶδεν Ὅμηρος μῦθον, οἵτινες ἐντεταμένον αὐτὸν ἱδρύουσιν· ὅτε γοῦν κατείληπτο ἡ Ἀφροδίτη σὺν Ἄρει, οὕτως εἰς ἐπιθυμίαν ἐκκέχυται, ὥστε εὔχεσθαι σὺν πλείοσι δεσμοῖς παρακεκλίσθαι τῇ Ἀφροδίτῃ.
10ταύτην οὖν τὴν ὑπόνοιαν φυλάσσεται.

21

.

499

ἐπεὶ συνέζευκτο θεῷ καὶ Διὶ κεκοινωνηκυῖα κοίτης ἦν. Δοῦρις δὲ ἐν αʹ προβλημάτων Ὁμηρικῶν γράφει· «εἰκότως τοῦτο ποιεῖ· ὁ γὰρ Ἑρμῆς οὐ πολέμου αὐξητικὸς, ἀλλ’ εἰρήνης. οὐκ ἤθελεν οὖν ἰσχυρὸν ποιεῖν τὸν ἐν τοῖς ὅπλοις ἄγωνα, ἢ διότι καταφρονητὴς ἦν πολέμου· ὁ
5μὲν γὰρ πόλεμος ἄλλων, τὸ δὲ Ἑρμοῦ κηρύκιον τὸν πόλεμον κατα‐
στρέφεται. καὶ 〈ὁ〉 αὐτὸς ἐν τῷ αὐτῷ περὶ τὰ τελευταῖα .......212

22

.

1

φύζα φυζῶ, ὡς κίσσα κισσῶ, καὶ πέφυζα ὁ μέσος παρακείμενος.

22

.

2

[ἀκέοντο] κυρίως ἀκεῖσθαι τὸ ἄχος ἰᾶσθαι καὶ τὸ οἱωσδήποτε θεραπεύειν· ὅθεν—Ἀθηναῖοι ἀκεστρίαν λέγουσιν.

22

.

44

εὖνιν] ἔρημον, χῆρον, ἐστερημένον. εὖνιν] ὅ ἐστι εὐναζόμενον, ἐξ οὗ εὖνις ὁ μεμονωμένος.

22

.

45

περνὰς] πιπράσκων.

22

.

51

[ὀνομάκλυτος] ὁ ἔνδοξος, ἀναγνωστέον δὲ ὑφ’ ἓν, ὡς «τοξόκλυτος,» ἐν δὲ τῇ Ὀδυσσείᾳ «ἐμοὶ δ’ ὄνομα κλυτὸν Αἴθων» (XIX, 183) κατὰ παράθεσιν· συστῆσαι γὰρ αὐτοῦ—κρεμάμενος ὁ λόγος.

22

.

67

ὠμηστής, ὡς ὀρχηστὴς, παραγωγὸν, οὐ σύνθετον. ὠμηστὴς δὲ λέγεται καὶ ὁ ἄπιστος· 〈«ὠμηστὴς καὶ ἄπιστοσ»〉. Il. XXIV, 207.

22

.

69

[πυλαωροὺς] τινὲς «θυραωρούς»· πύλας γὰρ—τοὺς
ξένους.213

22

.

70

[ἀλύσσοντες] ὑπὸ πλησμονῆς ἀλύοντες—ἄγαν λυσ‐ σῶντες. [ἀλύσσοντες] 〈ἄγαν λυσσῶντεσ〉· τοῦτο γὰρ τοῖς κατοικιδίοις συμβαί‐ νει κυσὶν, εἰ γεύονται σώματος. οἱ δὲ ἐν ἄλῃ ὄντες, ὡς τὸ «ἡ δ’ ἀλύ‐
5ουσα». οἱ δὲ παρὰ τὴν ἄλην, ὅ ἐστι πλάνην.

22

.

71

πᾶν δὲ ὃ ἂν ἀποθανὼν φανείη πάσχων ὁ νέος, τοῦτο καλόν ἐστιν. ἢ ἀποθανόντι δὲ τῷ νέῳ καὶ τραυματίᾳ ὄντι πάντα καλὰ φαίνεται καὶ τοῖς θεωμένοις.

22

.

95

[δέδορκεν] βλέπει—δεδορκέναι· τὸ γὰρ βλέμμα δεινὸν ἔχει. φασὶ δὲ αὐτὸν ἐσθίοντα μύρμηκας καὶ κανθαρίδας μετὰ τὴν φώλευσιν ἰοῦ πληροῦσθαι καὶ ἐρεθίζεσθαι καὶ λυσσᾶν ποῦ ἐναπο‐ μάξεται τὸν ἐνοχλοῦντα ἰόν. δεδορκέναι

22

.

106

ἔθος γὰρ τοῖς χείροσι—κακολογεῖσθαι.

22

.

132

[ἶσος] τινὲς διὰ τῆς ει—ὁμοιωθείς.

22

.

133

οὗτος ὁ στίχος μετατιθέμενος Ἰωνικὸς γίνεται ἀπὸ μείζονος— ὦμον». ἀλλ’ ἡ σύνθεσις 〈καὶ τὸν ἄρρενα τόνον τεθήλυκεν〉.

22

.

146

ἡ ἐξ πρόθεσις—ἐδίωκον.

22

.

190

διά τ’ ἄγκεα καὶ διὰ βήσσας] ἀντὶ τοῦ διὰ ἀγκέων καὶ βησσῶν. οὕτω δὲ καλοῦνται οἱ κοῖλοι καὶ βάσιμοι τῶν ὀρῶν τόποι, ὡς 〈τὸ «διά τ’ ἔντεα〉 καὶ μέλαν αἷμα». (Il. X, 298). τοῦ δὲ ὄρους τὰ μὲν—
πρῶνες, 〈τὰ δὲ κεκλιμένα〉 κλίματα, τὰ βάσιμα βῆσσαι—214
5πρυμνώρειαι, αἱ δὲ παρ’ αὐταῖς 〈πεδιάδεσ〉 παρόρια.

22

.

202

πῶς δὲ, φησὶν, ὁ Ἕκτωρ ἠδύνατο διαφυγεῖν τὸν Ἀχιλλέα, εἰ μὴ ὑστάτην βοήθειαν παρέχων αὐτῷ ὁ Ἀπόλλων ποδώκη ἐποίησεν;

22

.

262

〈μή μοι〉 συνημοσύνασ〈—ἀγόρευε〉] ἀντὶ τοῦ μή μοι περὶ συνθηκῶν διαλέγου. συνημοσύνας] παρὰ τὸν ἥσω μέλλοντα. σημαίνει δὲ τὰς συνθήκας, παρὰ τὸ εἰς ταὐτὸ ἀφικνεῖσθαι τὰ τῆς διανοίας. οὕτως ἔχει καὶ τὸ με‐
5θημοσύνη.

22

.

263

παροιμία· 〈ὡσ〉 λύκοι ἄρνα φιλοῦσιν, ὣς νέον ἐρασταί.

22

.

293

κατηφήσας] οἱονεὶ ὁ κάτω τὰ φάη ἔχων ἤτοι τοὺς ὀφθαλμούς.

22

.

310

[ἀμαλήν] τινὲς «ἀμαλὴν» ἁπαλὴν, τρυφερὰν, νηπίαν, κατὰ συγγένειαν τῶν στοιχείων, οἱ δὲ ἅμα τῇ μητρὶ ἀλωμένην, οἱ δὲ μὴ ἔχουσαν μάλας, ὅ ἐστι τὸ ἰσχυρόν.

22

.

332

[σῶς] τινὲς ἐκ τοῦ σόος—συναλείφει.

22

.

336

αἰκῶς] περισπαστέον. ἀπὸ τοῦ αἰκέως πεπονθός, ὅπερ ἐστὶ χαλεπῶς, αἰκιστικῶς.

22

.

397

διὰ τί Ἀχιλλεὺς—τοῦτο ποιῆσαι.

22

.

431

[τέκνον—βείομαι] ἀντὶ τοῦ τί ἔτι βιώσω, ὅ ἐστι ζήσω.

22

.

454

[αἲ γὰρ] ἀντὶ τοῦ εἴθε. καὶ ἔστιν ἐπίρρημα εὐχῆς σημαντικόν.215

22

.

466

πῶς Ἑκάβη μὲν οὐ πίπτει, Ἀνδρομάχη δὲ—ἐπε‐ κράτησεν.

22

.

491

[ὑπεμνήμυκε] καταμέμυκε—τοῦ πατρὸς.

22

.

494

[κοτύλην] νῦν εἶδος ποτηρίου. οὕτως δὲ λέγεται καὶ τὸ τοῦ
ἰσχίου ὀστοῦν καὶ πᾶν τὸ κοῖλον.216

23

.

92

Διόνυσος—ὀστᾶ. ἡ ἱστορία παρὰ Στησιχόρῳ.

23

.

111

[ἀξέμεν ὕλην] κόπτειν ὕλην. ἢ παρὰ τὸ ἄξαι, ὅ ἐστι φέρειν· ἄγεται γὰρ τὸ ζῷον.

23

.

121

ποσσὶ δατεῦντο] ἐμέριζον—τιθεμένων.

23

.

132

[παραιβάται] οἱ ἐπὶ τῶν ἁρμάτων—ἁρμάτων.

23

.

135

[καταείνυον] δασέως, ἀπὸ τοῦ εἱνύω. 〈τοῦτο δὲ παρὰ τὸ ἕω〉 δασυνόμενον.

23

.

142

Σπερχειὸς ποταμὸς Θεσσαλίας.

23

.

160

[ταγοὶ] ἀπὸ τοῦ τάσσω ταγός.

23

.

253

[ἄλλεγον] ἐκ τοῦ λέγω. σημαίνει δὲ καὶ τὸ φροντίζω, ἐξ οὗ μετὰ τοῦ 〈α〉 ἐπιτατικοῦ ἄλεγος καὶ ἄλγος, καὶ τὸ ἀριθμῶ «Τρῶας μὲν λέξασθαι». (Il. II, 125), 〈καὶ〉 τὸ ἐπιτυγχάνω, ἐξ οὗ καὶ τὸ λε‐ λοχώς, καὶ τὸ ὁρίζω, ἐξ οὗ καὶ λόγος καὶ ὁρισμός, καὶ τὸ συλλέγω
5«ἔξωθεν δή τοι λέγομεν λεύκ’ ὀστέ’ Ἀχιλλεῦ» (Odys. XXIV, 72), ἀντὶ τοῦ συλλέγομεν, καὶ τὸ οἰκοδομῶ «αἱμασίας τε λέγων» (OdXVIII 359), ἀντὶ τοῦ οἰκοδομῶν, καὶ τὸ ἐξάγω «εἰ γὰρ νῦν παρὰ νηυσὶ λε‐ γοίμεθα» (Il. XIII, 276), οἱονεί τις τοὺς ἀρίστους εἰς μάχην διαλέγοιτο, τουτέστι ἐξαγάγοιτο.

23

.

254

ἑανῷ λιτί] ἁπαλῶ καὶ λιτῷ ἱματίῳ. «λιτί» ὀξυτόνως· μετα‐ πλασμὸς γάρ ἐστι τοῦ λιτῷ. τὸ δὲ λῖτα αἰτιατική ἐστι μεταπλασθεῖσα ἀπὸ τοῦ λιτόν, ἐπεὶ οὐδεμία αἰτιατικὴ εἰς α λήγουσα ὠξύνθη, εἰ μὴ ἡ τινά ἀόριστος οὖσα πρὸς τὴν τίνα πευστικήν.217

23

.

281

[ὑγρὸν ἔλαιον] ἤτοι τὸ σωμάτων χαλαστικὸν, ἤτοι τὸ ἐν ὑγρό‐ τητι—θερμόν.

23

.

301

[ἐΰτριχας] καλοὺς ἀπὸ μέρους.

23

.

338

τῷ καμπτῆρι—ἀκριβῶς.

23

.

340

κύκλου] τροχοῦ. διὰ τοῦτο καὶ «ποιητοῖο».

23

.

361

[ὡς μεμνέῳτο] ὅπως ἐπισκοποίη καὶ ἐπιμελοῖτο τὸν δρόμον, μή τις περὶ τὸν καμπτῆρα πανουργήσοι. προπαροξύτονον καὶ μετὰ τοῦ ι. Ξενοφῶν δὲ «μέμνωτο» ἄνευ τοῦ ι. Κρατῖνος δὲ «μεμνοῖτο». τὸ δὲ ἀνάλογον «μέμνῃτο» διὰ τοῦ η, προσκειμένου τοῦ ι, Ἀριστοφάνης
5〈ἐν〉 Πλούτῳ (v. 992)· «ἵνα—μου». Πίνδαρος δὲ Δωρικώτε‐ ρον διὰ τῆς αι διφθόγγου ἐν προσῳδίαις «μεμναίατ’ ἀοιδᾶς.» προπαροξύτονον—ι

23

.

403

αὐτοὺς ἡμᾶς ἐπείγετε πρὸς τὸν δρόμον καὶ μὴ ἀπολιμπάνεσθε.

23

.

419

[στεῖνος] βαρυντέον τὸ στεῖνος, στένωμα τόπου, ὡς τὸ μάκρος παρ’ Ἀριστοφάνει· «ὦ Πόσειδον τοῦ μάκρους». (An. 1131)

23

.

420

[ῥωχμός] ῥῆξις. ἔστι δὲ τόπος κεχαραγμένος ὑπὸ ὄμβρου.

23

.

451

[περιωπῇ] τόπος ὑψηλὸς ἀφ’ οὗ ἔστι περιβλέψασθαι καὶ ἰδεῖν πάντα.

23

.

440

ἔτυμόν γέ φαμεν] παρατατικός ἐστιν ἀντὶ τοῦ ἔφαμεν Ἰωνικός.

23

.

463

[οὔπω] γράφε «οὔπω»· τὸ γὰρ «οὔπη» ἐστὶν εἴς τινα τόπον,
ὅπερ οὐχ ἁρμόζει.218

23

.

475

[δίενται] διώκονται. ἀπὸ βαρυτόνου τοῦ δίω, παρ’ ὃ τὸ ἑνι‐ κὸν 〈δίοιτο· «κνώδαλον ὅττι δίοιτο» (Od. XVII. 317)〉. ἔστι δὲ καὶ περι‐ σπώμενον; ἔνθεν τὸ δίημι 〈παρ’ ὃ τὰ πληθυντικὰ δίενται «ἵπποι ἀερ‐ σίποδες πολέος πεδίοιο»〉, δίενται καὶ δίεσαν· «αὕτως ἐνδίεσαν.» (Il.
5XVIII, 584.)

23

.

478

[λαβραγόρην] προπετῆ ἐν τοῖς λόγοις, τουτέστι λάβρον καὶ θρασύν.

23

.

484

[δεύεαι] καὶ ἐν τοῖς λοιποῖς ἔργοις ἀπολείπῃ τῶν Ἑλλήνων, σκαιὸς τὸν τρόπον ὑπάρχων.

23

.

485

[δεῦρό νυν] ἢ εἰς τοῦτον τὸν τόπον, ἢ «δεῦρό νυν» ἐγκελευ‐ στικῶς. συσταλτέον δὲ ἐνθάδε τὸ «νῦν» διὰ τὸ μέτρον.

23

.

523

καίτοι πρότερον δίσκου βολῆς διαστήματι ἀπολελείμμενος.

23

.

531

[ἤκιστος] πάντων ἡττωμένος, ἀσθενής, ἢ ἄτεχνος. ἤκιστος ψιλῶς καὶ σημαίνει ἐλάσσων. παρὰ τὸ ἦκα, ὁ δηλοῖ τὸ ἡσυχῆ, ἀφ’ οὗ καὶ τὸ ἥκιστα, ὃ ἐναντίον ἐστὶ τοῦ μάλιστα. οἱ δὲ παρὰ τὸ ἔχω, ὅ ἐστιν ἐπέχω. τινὲς δὲ ἀπὸ τοῦ ἥσσων, ἀμαθῶς.

23

.

538

[πρόσσοθεν] συσταλτέον τὸ ω.

23

.

540

διὰ τὴν ἐπιφορὰν τῶν συμφώνων ἀφῃρέθη τὸ ν, ὡς ἐν τῷ «κά‐ κτανε Βελλεροφόντην». (Il. VI, 164).

23

.

604

[νεοίη] νεότης. νῦν δὲ τὸν νοῦν σου ἐξενίκησεν ἡ νεότης. «νε‐ οίη», ὡς ὁμοίη. οἱ μέντοι μετ’ αὐτὸν ὡς ἐπὶ τὸ πλεῖστον νεόειαν λέγουσιν.

23

.

661

καμμονίην] Φόρβας—κυκλικοῖς.

23

.

764

ἐπέβαινεν αὐτοῦ τοῖς ἴχνεσι πρὸ τοῦ κονιορτωθῆναι.

23

.

765

[ἀϋτμένα] παρὰ τὸ αὔω τὸ φωνῶ, φωνῆς δὲ γένεσις πνοὴ καὶ ἀήρ. θηλυκῶς δὲ ἀϋτμή ἡ πνοή.

23

.

726

ἔκρουσεν αὐτῷ, φησὶν, ἐπιτυχὼν ὄπιθεν τὴν ἰγνύην—
περιπλέκεται.219

24

.

1

λῦτο] εἰ μέν ἐστι 〈μέσοσ〉 δεύτερος ἀόριστος—«βλῆτο».

24

.

8

πείρων] βαρύτονον τὸ «πείρων»· φησὶ γοῦν «καὶ ἠῶ πεῖρε κέ‐ λευθον» (Od. II, 434)—πορμός καὶ πορθμός.

24

.

47

[κασίγνητον ὁμογάστριον] φαίνεται—τὴν ἐκ μητρὸς ἀδελφό‐ τητα.

24

.

73

ἔξωθεν τὸ 〈ὡσ〉· ὡς μήτηρ παραμένει φυλάττων.

24

.

79

[μείλανι πόντῳ] μέλανι. τῷ καὶ ἔτι νῦν καλουμένῳ Μέλανι κόλ‐ πῳ. ἔστι δὲ τὸ σχῆμα παρένθεσις

24

.

80

[μολυβδαίνῃ] μολυβδίνῃ ὁρμιᾷ. μόλυβδος δὲ ἐπίκειται τῷ ἀγ‐ κίστρῳ, ἵνα μὴ οἱ ἰχθύες ἀποβιβρώσκωσι τὴν ὁρμιὰν, ἀλλ’ ἵνα καθέλ‐ κῃ αὐτὴν τῷ βάρει κάτω.

24

.

81

βοὸς κέρας] οἱ μὲν κυρίως, οἱ δὲ τὴν τρίχα· ἄμεινον δὲ νοεῖν κεράτιόν τι προσκεῖσθαι τῷ ἀγκίστρῳ, ἵνα μὴ οἱ ἰχθύες ἀποβιβρώσ‐
κωσι τὴν ὁρμιάν.220

24

.

262

[ἐπιδήμιοι ἁρπακτῆρες] τὰ τῶν πολιτῶν ἁρπάζοντες καὶ οὐ τὰ τῶν πολεμίων.

24

.

267

[πρωτοπαγέα] πρωτοπαγῆ. πρώτως παγεῖσαν, πρῶτον πεπη‐ γυῖαν, ὅ ἐστι καινήν· ἔστι γὰρ τὸ μὲν τάξεως, τὸ δὲ ποιότητος. πρῶτον τάξεως, πρώτως ποιότητος.

24

.

272

[πέζῃ] ἐπὶ τῷ τέρματι, ὅ ἐστι τῇ ἀρχῇ τοῦ ῥυμοῦ, ὅθεν καὶ πέζα ἡ ᾤα καλεῖται.

24

.

316

μόρφνον] ἤτοι περὶ φόνους μεμωρηκότα, φόνιον ἢ μέλανα ἢ ἅρπαγα. οἱ δὲ ἀετοῦ εἶδος. περκνὸν] τὸν αὐτὸν τῷ προειρημένῳ, μέλανα, ἀφ’ οὗ καὶ τὸν μελαι‐ νόμενον καρπὸν περκάζειν λέγομεν.

24

.

348

[πρῶτον ὑπηνήτῃ] ἀρχομένῳ γενειάζειν. ὑπήνη δὲ καλεῖται αἱ τρίχες αἱ περὶ τὰ χείλη, ὁ μύσταξ ἄρτι φυόμενος. οἱ δὲ κοινῶς εἶπον τὸ γένειον.

24

.

349

ἔλασσαν] παρήλασαν τὸν Ἴλου τόπον ἢ τάφον.

24

.

354

[φραδέος νόου] συνετοῦ νοῦ καὶ ἄριστα δυναμένου ὁ παρὼν 〈καιρὸσ〉 δεῖται.

24

.

429

ἄλεισον] νῦν ποτήριον. κυρίως δὲ τὸ τετορνευμένον, ὅπερ λέ‐ γομεν καυκάλιον.

24

.

439

οὐδεὶς 〈ἄν〉 σοι μαχεσθείη καταφρονήσας ἐμοῦ τοῦ παραπέμποντος.

24

.

451

[λαχνήεντα] δασύν—εἶδος καλάμου, ἀπὸ τοῦ πρὸς ὀροφὴν ἐπιτήδειος εἶναι.

24

.

454

[εἰλάτινος] ἐλάτη εἶδος δένδρου.

24

.

476

〈ἀθετεῖται〉· φασὶ γὰρ παρὰ τοῖς παλαιοῖς μὴ ὅλως αἴρεσθαι τὴν τράπεζαν. εἰ μὴ διὰ τὴν Πατρόκλου λύπην.

24

.

615

Σίπυλος ὄρος τῆς ἐν Λυδίᾳ Μαγνησίας.

24

.

616

[αἵ τ’ ἀμφ’ Ἀχελώϊον] αἵτινες—εἰς τὴν τῶν Σμυρ‐
ναίων γῆν.221

24

.

617

τὰς ἐκ τῶν θεῶν αὐτῇ ἐπιφερομένας συμφορὰς ἐν ἑαυτῷ ἐ〈φύ‐ λασσεν〉.

24

.

671

ἐζήτηται πῶς ὁ Ἀχιλλεὺς—συμβολῶν.

24

671-672

ἐδεξιώσατο τὸν γέροντα.222